TLG 4110 018 :: EVAGRIUS :: Aliae sententiae EVAGRIUS Scr. Eccl. Aliae sententiae Citation: Chapter — (line) | ||
49 | Ἀρχὴ ἀγάπης ὑπόληψις δόξης. | |
50 | Καλὸν πλουτεῖν ἐν πραΰτητι καὶ ἀγάπῃ. | |
51 | Λικμήτωρ ἀρετῆς λογισμὸς ὑπερήφανος. | |
52 | Λεία ὁδὸς ὑπὸ ἐλεημοσύνης γίνεται. | |
53 | Ἄδικος δικαστὴς μεμολυσμένη συνείδησις. | |
54 | Δεινόν ἐστι πάθεσι δουλεύειν σαρκός. | |
55 | Εἰ θέλεις ἄλυπος εἶναι, θεῷ ἀρέσκειν σπούδαζε. | |
56 | Ὁ καλῶς φροντίζων ἑαυτοῦ φροντίζεται ὑπὸ θεοῦ. | |
57 | Σώφρων καρδία λιμὴν θεωρημάτων. | |
58 | Ὅταν θέλῃς σαυτὸν γνῶναι τίς εἶ, μὴ συγκρίνῃς τίς ἦς, ἀλλὰ τί γέγονας ἐξ ἀρχῆς. | |
59 | Λάκκος ἄνυδρος φιλόδοξος ψυχή. | |
60 | Ὑπερήφανος ψυχὴ πανδοχεῖον λῃστῶν, μισεῖ δὲ ἦχον γνώσεως. | |
61 | Ἀληθοῦς ἀνδρὸς πλάνη κακὴ τὸ μὴ εἰδέναι τὰς Γραφάς. | |
62 | Εἰ φοβῇ τὸν θεόν, ἐκ τῶν δακρύων γνῶθι. | |
63 | Ἄρρηκτον ὅπλον ταπεινοφροσύνη ψυχῆς. | |
64 | Δένδρον παραδείσου φιλάρετος ἀνήρ. | |
65 | Ἰησοῦς Χριστὸς ξύλον ἐστὶ ζωῆς. χρῶ αὐτῷ ὡς δεῖ καὶ οὐ μὴ ἀποθάνῃς εἰς τὸν αἰῶνα. | |
66 | Εὐεργέτει τοὺς ὄντως πτωχοὺς καὶ βρώσῃ Χριστόν. | |
67 | Ῥώμη ἀληθὴς τὸ τοῦ Χριστοῦ σῶμα ἐσθίειν. | |
68 | Εἰ φιλεῖς τὸν Χριστόν, τὰς ἐντολὰς αὐτοῦ τηρεῖν οὐκ ἐπιλήσῃ· ἐκεῖθεν γὰρ ἀναφαίνεται εὐεργέτης μετὰ θεόν. | |
69 | Ὁ κατὰ θεὸν φίλος ῥέει γάλα καὶ μέλι τοῖς ἀλη‐ θέσι λόγοις, ῥᾴθυμος δὲ ψυχὴ τοιοῦτον οὐχ ἕξει φίλον. | |
70 | Ὠμὸς δεσπότης φιλήδονος λογισμός. | |
71 | Σιγᾶν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν. | |
72 | Ὁ φοβούμενος τὸν θεὸν κατὰ θεὸν πάντα ποιεῖ. |