TLG 4110 017 :: EVAGRIUS :: Spiritales sententiae per alphabeticum dispositae

EVAGRIUS Scr. Eccl.
(Ponticus: A.D. 4)

Spiritales sententiae per alphabeticum dispositae

Source: Elter, A. (ed.), Gnomica, vol. 1 [Sexti Pythagorici, Clitarchi, Evagrii Pontici sententiae]. Leipzig: Teubner, 1892: liii.

Citation: Chapter — (line)

25

Ἄτοπόν ἐστιν τὸ διώκοντα τὰς τιμὰς φεύγειν τοὺς πόνους, δι’ ὧν αἱ τιμαί.

26

Βούλει γνῶναι θεόν, προλαβὼν γνῶθι σεαυτόν.

27

Γνήσιος φίλων ὁ τὰς περιστάσεις κοινούμενος.

28

Δεινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα.

29

Ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἰδέναι ἐμποδίζει.

30

Ζωῆς ἀλόγου δαίμων ἡγεμών.

31

Ἡ τῆς ψυχῆς εὐγένεια ἐκ τῆς εὐτονίας ἀναφαί‐ νεται.

32

Θεοσεβὴς ἐκεῖνος ὁ μὴ καθ’ ἑαυτοῦ φθεγγόμενος.

33

Ἱερὸν θεοῦ ἄνθρωπος ἀνεπίληπτος.

34

Κάκιστον κτῆμα βίος ἀδόκιμος.

35

Λάλει ἃ δεῖ καὶ ὅτε δεῖ καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ.

36

Μέγιστον κτῆμα φίλος ἀδιάπτωτος.

37

Νόσημα ψυχῆς γνώμη φιλόδοξος.

38

Ξένος καὶ πένης θεοῦ κολλούριον—

39

Ὁ δεχόμενος αὐτὸν ταχέως ἀναβλέψει.

40

Πάντας μὲν εὐεργετεῖν καλόν, μᾶλλον δὲ τοὺς μὴ δυναμένους ἀμείβεσθαι.

41

Ῥήτωρ ἐν δικαιότητι ποτήριον ψυχροῦ ὕδατος.

42

Σωφροσύνη καὶ πραΰτης ψυχῆς Χερουβίμ.

43

Τὸ ἔντιμον ἐν γήρᾳ εἶναι ἀπόδειξις τοῦ φιλόπονον πρὸ γήρως γεγονέναι· τὸ σπουδαῖον ἐν νέῳ ἐχέγ‐ γυον τοῦ ἔντιμον ἐν γήρᾳ ἔσεσθαι.

44

Ὑπερῷον ψυχῆς θεωρία ἀληθής.

45

Φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ.

46

Χρυσὸν κίβδηλον ἄμεινον ἢ φίλον κεκτῆσθαι.

47

Ψυχὴ καθαρὰ μετὰ θεὸν θεός.

48

Ὢ ἀπὸ τῆς φιλαυτίας τῆς πάντα μισούσης.