TLG 4110 016 :: EVAGRIUS :: Capita paraenetica EVAGRIUS Scr. Eccl. Capita paraenetica Citation: Chapter — (line) | ||
1 | Ἀρχὴ σωτηρίας ἡ ἑαυτοῦ κατάγνωσις. | |
2 | Βέλτιον λίθον εἰκῆ βαλεῖν ἢ λόγον. | |
3 | Γίνου τοῖς πᾶσιν ὡς σὺ θέλεις τοὺς πάντας. | |
4 | Δικαιοσύνην μᾶλλον ἔργῳ ἢ λόγῳ ἄσκει. | |
5 | Εὐσεβὴς οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ’ ὁ μηδένα ἀδικῶν. | |
6 | Ζῆν ἄμεινον ἐπὶ στιβάδος κατακείμενον καὶ θαρ‐ ρεῖν ἢ ταράττεσθαι χρυσῆν ἔχοντα κλίνην. | |
7 | Ἡδὺς ἐκεῖνος φίλων ὁ τὴν ψυχὴν διατρέφων. | |
8 | Θεὸν ἔργοις μὲν σέβου, λόγῳ δὲ ὕμνει, ἐννοίᾳ δὲ τίμα. | |
9 | Ἱερέα φρόνησις καὶ βίος καὶ εὐγένεια ποιεῖ. | |
10 | Κάκιστόν ἐστι πάθεσι δουλεύειν αἰσχροῖς. | |
11 | Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ αὐτὴν κήρυσσε. | |
12 | Μὴ τὸ ἔχειν ἀρετὴν καλὸν εἶναι νόμιζε, ἀλλὰ τὸ | |
ὡς δεῖ. | ||
13 | Νόμον τιμῶν κατὰ νόμον ζήσεις. | |
14 | Ξένος ἐκεῖνος, οὗ ξένα τὰ τοῦ κόσμου. | |
15 | Ὁ φθονῶν ἑαυτὸν ζημιοῖ· ὁ γὰρ κατ’ ἄλλου κα‐ κῶς φθεγγόμενος φθάνει πάσχων ὑφ’ ἑαυτοῦ κακῶς. | |
16 | Πλούσιον μήτε κολάκευε μήτε παρόξυνε. | |
17 | Ῥώννυσι μὲν οἶνος τὸ σῶμα, τὴν δὲ ψυχὴν λό‐ γος θεοῦ. | |
18 | Σιτίοις χρῶ οὐ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις. | |
19 | Τοῖς ὄχλοις πειρώμενος ἀρέσκειν τῶν ὄχλων ἔσῃ ὅμοιος. | |
20 | Ὑπὲρ πάντα καταχρῶ τῷ σώματι. | |
21 | Φιλόπονος ἐκεῖνος, ᾧ χρόνος περισσεύει. | |
22 | Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχου, ἀλλὰ τὸ τῆς ψυχῆς φρόνημα. | |
23 | Ψέγειν τὸν ἀνεπίληπτον εἰς θεὸν ἁμαρτία. | |
24 | Ὤτων καὶ γλώσσης μέγας ὁ κίνδυνος. |