TLG 4110 015 :: EVAGRIUS :: Capitula xxxiii (definitiones passionum animae rationalis)

EVAGRIUS Scr. Eccl.
(Ponticus: A.D. 4)

Capitula xxxiii (definitiones passionum animae rationalis)

Citation: Volume — page — (line)

42tΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ
43tΚΕΦΑΛΑΙΑ ΛΓʹ ΚΑΤ’ ΑΚΟΛΟΥΘΙΑΝ.
46 Αʹ. Ἴκτερος, ἔστιν ἕξις χειρίστη ψυχῆς λογικῆς, καθ’ ἣν ἐσφαλμένως Θεόν τε καὶ τὴν τῶν γεγονότων
θεωρίαν ὁρᾷ.1264

40

.

1265

Βʹ. Ὀπισθότονος, ἔστι κακία φύσεως λογικῆς, καθ’ ἣν δυσκαμπὴς γίνεται πρὸς ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ. Γʹ. Σφακελλισμὸς, ἔστι ζέσις καὶ κίνησις θυμοῦ
5τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἐκταράττουσα.
7 Δʹ. Τυφλότης, ἔστιν ἄγνοια τοῦ νοῦ, ταῖς πρακτι‐ καῖς ἀρεταῖς καὶ τῇ τῶν γεγονότων θεωρίᾳ μὴ ἐπι‐ βάλλουσα.
10 Εʹ. Παράλυσις, ἔστι δυσκινησία λογιστικῆς ψυχῆς πρὸς τὰς πρακτικὰς ἀρετάς. ϛʹ. Γονόῤῥοια, ἔστι ῥᾳθυμία λογικῆς ψυχῆς, καθ’ ἣν ἀποβάλλειν τοὺς τῆς πνευματικῆς διδασκαλίας εἴωθε λόγους.
15 Ζʹ. Ἀποκάθισις, ἔστιν ἀδυναμία λογικῆς ψυχῆς, καθ’ ἣν τὰς συντελούσας ἀρετὰς πρὸς τὴν μόρφωσιν τοῦ Χριστοῦ εἴωθεν ἀποβάλλειν. Ηʹ. Λέπρα ἀπιστία ἐστὶν λογικῆς ψυχῆς, καθ’ ἣν οὐ πληροφορεῖται ψηλαφῶσα τοὺς λόγους.
21 Θʹ. Ἔκστασις, ἔστι νεῦσις πάλιν πρὸς κακίαν λο‐ γικῆς ψυχῆς μετὰ τὴν ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ. Ιʹ. Θλάσις, ἔστιν ἕξις χειρίστη λογικῆς ψυχῆς,
25καθ’ ἢν μετέρχεται τὰς ἀρετὰς οὐ δι’ αὐτὸ τὸ κα‐ λόν. ΙΑʹ. Κολόβωσις ῥινὸς, ἔστι στέρησις ἀρετῆς ἀντι‐ λαμβανομένης εὐωδίας τῆς τοῦ Χριστοῦ. ΙΒʹ. Ὠτότμησις. ἔστι σκληρία λογικῆς ψυχῆς πρὸς
30τὴν πνευματικὴν διδασκαλίαν ἀνθέλκουσα.
32 ΙΓʹ. Ἐφηλὶς, ἔστι πνευματικῆς θεωρίας ἔκπτωσις, ἢ τῆς τῶν γεγονότων θεωρίας οὐκ ἀληθὴς κατανόη‐ σις.
35 ΙΔʹ. Μογιλαλία, ἔστι πάθος τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς, καθ’ ὃ σκανδαλιζόμενος ἐπὶ τοῖς γινομέ‐ νοις ἐν παντὶ εὐχαριστεῖν ἀδυνατεῖ τῷ Θεῷ.
39ΙΕʹ. Χωλότης, ἔστιν ἀδυναμία φύσεως λογικῆς
40πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Ιϛʹ. Ὕδρωψ, ἔστιν ἔκκλισις ἄλογος ψυχῆς, καθ’ ἣν σβεσθεισῶν τῶν ἀρετῶν ἐπικρατεῖ κακία καὶ ἀγνωσία. ΙΖʹ. Μύρμηξ, ἔστιν ἄνθρωπος πρακτικὸς τὴν ἑαυ‐
45τοῦ τροφὴν ἐν τῷ αἰῶνι τούτῳ παρασκευάζων.
47 ΙΗʹ. Χοιρογρύλλιοι, εἰσὶν ἔθνη ἀκάθαρτα τὰς ἐν‐ τολὰς δεξάμενα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.

40

.

1265

(50)

ΙΘʹ. Ἀβασίλευτοι ἀκρίδες, ψυχαὶ λογικαὶ μὴ σα‐ λευόμεναι ὑπὸ τοῦ θανάτου καὶ ὑπὸ τῶν σπερμά‐ των διατρεφόμεναι. Κʹ. Ἀσκαλαβότης, ἔστι νοῦς πρακτικὸς, ἐπερει‐ δόμενος ἀρεταῖς καὶ κατοικῶν ἐν ταῖς γνώσεσι τῶν
55οὐρανίων δυνάμεων.
57ΚΑʹ. Σκύμνος λέοντος, ἔστιν ἄνθρωπος ἀπαθὴς
τῶν ἐν αὐτῷ γενομένων βασιλεύσας θηρίων.1266

40

.

1268

ΚΒʹ. Ἀλεκτρυὼν, ἔστιν ἄνθρωπος πνευματικὸς πληρούμενος γνώσεως καὶ ἑτέραις εὐαγγελιζόμενος ψυχαῖς τὴν παρὰ τοῦ νοητοῦ ἡλίου γενομένην ἡμέ‐ ραν.
5 ΚΓʹ. Τράγος, ἔστιν ἀνὴρ πρακτικὸς τῶν ἐν αὐτῷ ἀτάκτων λογισμῶν ὀρθῶς καθηγούμενος. ΚΔʹ. Βδέλλα, ἔστι φύσις ἀκάθαρτος τὸ δίκαιον αἶ‐ μα ἐκ τῶν λογικῶν ψυχῶν ἐκμυζῶσα.
10 ΚΕʹ. ᾍδης, ἔστιν ἄγνοια φύσεως λογικῆς κατὰ στέρησιν τοῦ Θεοῦ θεωρίας ἐπισυμβαίνουσα.
13 Κϛʹ. Γυνὴ, ἔστιν ἀφροσύνη λογικὰς ψυχὰς ἐπὶ ἀκαθαρσίαν προσκαλουμένη.
15 ΚΖʹ. Γῆ, ἔστιν ἕξις χειρίστη ἐξ ἀσεβείας καὶ παρα‐ νομίας συλλεγομένη. ΚΗʹ. Πῦρ, ἔστι κακία φύσεως λογικῆς φθαρτικὴ τῶν τοῦ Θεοῦ ἀρετῶν. ΚΘʹ. Ὕδωρ, ἔστι γνῶσις ψευδὴς σβεστικὴ γνώ‐
20σεως ἀληθοῦς. Λʹ. Ὀφθαλμὸς καταγελῶν, ἔστι φύσις ἀκάθαρτος τῆς τοῦ Θεοῦ καταγελῶσα γνώσεως καὶ ἀτιμάζουσα τὴν ἐν τοῖς γεγονόσι σοφίαν. ΛΑʹ. Κόρακες, εἰσὶ δυνάμεις ἅγιαι, φθαρτικαὶ
25τῶν κακιῶν. ΛΒʹ. Φάραγγες, εἰσὶ ψυχαὶ λογικαὶ κοιλανθεῖσαι ἀπὸ κακίας καὶ ἀγνωσίας. ΛΓʹ. Νεοσσοὶ ἀετῶν, εἰσὶ δυνάμεις ἅγιαι τοὺς ἀκα‐
θάρτους καταβάλλειν πεπιστευμέναι.1268