TLG 4110 010 :: EVAGRIUS :: Rerum monachalium rationes

EVAGRIUS Scr. Eccl.
(Ponticus: A.D. 4)

Rerum monachalium rationes

Citation: Volume — page — (line)

40

.

1252

(45t)

ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ,
46tΤΩΝ ΚΑΤΑ ΜΟΝΑΧΩΝ ΠΡΑΓΜΑΤΩΝ ΤΑ ΑΙΤΙΑ, ΚΑΙ Η ΚΑΘ’ ΗΣΥΧΙΑΝ ΤΟΥΤΩΝ ΠΑΡΑΘΕΣΙΣ
49Αʹ. Ἐν τῷ Ἱερεμίᾳ εἵρηται τὸ, «Καὶ σὺ μὴ λάβῃς

40

.

1252

(50)

σεαυτῷ γυναῖκα ἐν τῷ τόπῳ τούτῳ· ὅτι τάδε λέγει
Κύριος περὶ τῶν υἱῶν καὶ τῶν θυγατέρων τῶν γεν‐1252

40

.

1253

νωμένων ἐν τῷ τόπῳ τούτῳ· Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται.» Τοῦτο δεικνύντος τοῦ λόγου, ὅτι κατὰ τὸν Ἀπόστολον, «ὁ γαμήσας ἄνθρωπος μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικὶ, καὶ μεμέρισται·
5καὶ ἡ γαμήσασα γυνὴ μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.» Καὶ δῆλον, ὡς οὐ μόνον περὶ τῶν κατὰ τὸν γαμικὸν βίον ἐσομένων υἱῶν καὶ θυγατέρων ἐν τῷ προφήτῃ εἴρηται τὸ, «Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται·» ἀλλὰ καὶ περὶ τῶν ἐν καρδίᾳ αὐτῶν
10γεννωμένων υἱῶν καὶ θυγατέρων, τουτέστι σαρκικῶν λογισμῶν καὶ ἐπιθυμιῶν, ὡς ἐν τῷ νοσερῷ καὶ ἀσθενεῖ καὶ ἐκλύτῳ φρονήματι τοῦ κόσμου τούτου ἀποθανοῦν‐ ται καὶ οὗτοι, καὶ οὐ τῆς ἐπουρανίου καὶ αἰωνίου ζωῆς τεύξονται. «Ὁ δὲ ἄγαμος,» φησὶ, «μεριμνᾷ τὰ τοῦ
15Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ,» καὶ τοὺς ἀειθαλεῖς καὶ ἀθανάτους τῆς οὐρανίου ζωῆς ποιήσει καρπούς.
18 Βʹ. Τοιοῦτος ὁ μοναχὸς, καὶ οὕτως χρὴ εἶναι τὸν μοναχὸν, ἀπεχόμενον ἀπὸ γυναικὸς, μὴ ποιοῦντα
20υἱὸν ἢ θυγατέρα ἐν τῷ τόπῳ τῷ προειρημένῳ· οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστοῦ στρατιώτην ἄϋλον, ἀμέριμνον ὑπάρχειν, πάσης πραγματευτικῆς ἐννοίας τε καὶ πράξεως ἐκτὸς, ὡς καὶ ὁ Ἀπόστολός φησιν· «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγμα‐
25τείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.» Ἐν τούτοις ἴτω ὁ μοναχὸς μάλιστα ὁ πᾶσαν ὕλην τοῦ κόσμου τούτου καταλιπὼν, καὶ ἐπὶ τὰ ὡραῖα καὶ καλὰ τῆς ἡσυχίας ἀποτρέχων τρόπαια. Ὡς ὡραία γὰρ καὶ καλὴ τῇ ἡσυχίᾳ ἡ ἄσκησις, ὡς ὡραία ὄντως καὶ
30καλή! Ἔστι γὰρ ὁ χρηστὸς ὁ ταύτης ζυγὸς, καὶ τὸ φορτίον ἐλαφρόν· ἡδὺς ὁ βίος, ἡ πρᾶξις στέρ‐ νη. Γʹ. Βούλει τοιγαροῦν, ἀγαπητὲ, τὸν μονήρη βίον ὡς ἔστιν ἀναλαβεῖν, καὶ ἐπὶ τὰ τῆς ἡσυχίας ἀποτρέχειν
35τρόπαια; ἄφες ἐκεῖ τοῦ κόσμου τὰς φροντίδας, τάς τε ἐπὶ τούτων ἀρχάς τε καὶ ἐξουσίας· τουτέστιν ἄϋλος ἔσο, ἀπαθὴς, πάσης ἐπιθυμίας ἐκτός· ἵνα τῆς ἐκ τούτων περιστάσεως ἀλλότριος γενόμενος, δυ‐ νηθῇς ἡσυχάσαι καλῶς. Εἰ μὴ γάρ τις τούτων ἑαυ‐
40τὸν ὑπεξάρῃ, οὐκ ἂν δυνηθῇ ταύτην αὐτὴν κατορ‐ θῶσαι τὴν πολιτείαν. Τροφῶν βραχέων ἀντέχου καὶ εὐκαταφρονήτων, μὴ πολλῶν καὶ εὐπερισπάστων. Ἐὰν δὲ καὶ ὡς φιλοξενίας χάριν περὶ τὰ πολυτελῆ λογισμὸς γένηται, ἄφες τοῦτον ἐκεῖ, μὴ ὅλως προσ‐
45θῇς αὐτῷ· ἐνεδρεύει γάρ σε διὰ τούτου ὁ ὑπεναν‐ τίος, ἐνεδρεύει τοῦ ἀποστῆσαι τῆς ἡσυχίας. Ἔχεις τὸν Κύριον Ἰησοῦν μεμφόμενόν πως τὴν τὰ τοιαῦτα σπουδάζουσαν ψυχὴν Μάρθαν, καὶ λέγοντα· Τί «περὶ πολλὰ» εἶ, καὶ «θορυβάζῃ; ἑνός ἐστι χρεία,» τοῦ τὸν

40

.

1253

(50)

θεῖον, φησὶ, λόγον ἀκούειν, καὶ μετὰ τοῦτο ἀκμητὶ παντὸς τοῦ εὑρισκομένου. Διὸ καὶ εὐθὺς ἐπιφέρει λέγων· «Μαρία» γὰρ «τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.» Ἔχεις δὲ καὶ τῆς ἐν Σαρεφθοῖς χήρας τὸ ὑπόδειγμα, ἐν τίσιν αὐτὴ
55τὸν προφήτην ἐξένισε. Κἂν ἄρτον μόνον ἔχῃς, κἂν1254

40

.

1256

ὕδωρ, δύνασαι ἐν τούτοις τῆς φιλοξενίας ποιῆσαι τὸν μισθόν· κἂν δὲ μὴ ταῦτα ἔχῃς, μόνον δὲ προ‐ θέσει ἀγαθῇ ὑποδέξῃ τὸν ξένον, καὶ λόγον εὔχρηστον αὐτῷ ἀποδῷς, ὡσαύτως δύνασαι τῆς φιλοξενίας
5πορίσαι τὸν μισθόν· ἀγαθὸν γὰρ εἴρηται λόγος ὑπὲρ δόμα.
8 Δʹ. Τοιαῦτα ἐπὶ τῆς ἐλεημοσύνης σε δεῖ φρονεῖν. Ἅρα οὖν μὴ ἐπιθυμήσῃς πλοῦτον ἔχειν πρὸς διά‐
10δοσιν τῶν πενήτων. Ἔστι γὰρ καὶ αὐτὴ ἀπάτη τοῦ πονηροῦ, πρὸς κενοδοξίαν πολλάκις προσερχομένη, καὶ εἰς πολυπραγμοσύνης αἰτίας ἐμβάλλουσα τὸν νοῦν. Ἔχεις ἐν τῷ Εὐαγγελίῳ ὑπὸ τοῦ Κυρίου Ἰη‐ σοῦ μαρτυρουμένην χήραν, διὰ δύο μόνων λεπτῶν
15τὴν τῶν πλουσίων ὑπερβεβηκυῖαν προαίρεσίν τε καὶ δύναμιν. «Ἐκεῖνοι μὲν γὰρ,» φησὶν, «ἐκ τοῦ πε‐ ρισσεύματος ἔβαλον ἐν τῷ γαζοφυλακίῳ, αὕτη δὲ ἅπασαν ἑαυτῆς τὴν ὕπαρξιν.» Περὶ δὲ ἱματίων, μὴ ἐπιθυμήσῃς περισσὰ ἔχειν ἱμάτια, τὰ ἀρκοῦντα τῇ
20ἀνάγκῃ τοῦ σώματος προνοοῦ. Ἐπίῤῥιψον μᾶλλον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σου προ‐ νοήσει. Αὐτῷ γὰρ, φησὶ, μέλει περὶ ἡμῶν. Ἐὰν δέῃ τροφῶν ἢ ἱματίων, μὴ αἰσχυνθῇς τὰ παρ’ ἑτέρων σοι προσφερόμενα λαβεῖν. Τοῦτο γάρ ἐστιν ὑπερη‐
25φανίας εἶδος. Ἐὰν δὲ καὶ αὐτὸς ἐν τούτοις περισ‐ σεύῃς, δίδου τῷ ὑστερουμένῳ. Οὕτως ὁ Θεὸς τοὺς ἑαυτοῦ παῖδας οἰκονομεῖσθαι βούλεται. Διὰ τοῦτο καὶ ὁ Ἀπόστολος πρὸς Κορινθίους γράφων, περὶ τῶν ὑστερουμένων ἔλεγε· «Τὸ ὑμῶν περίσσευμα εἰς
30τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσ‐ σευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης, καθὰ γέγραπται· Ὁ τὸ πολὺ, οὐκ ἐπλεό‐ νασε, καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν.» Ἔχων τοίνυν τοῦ ἐνεστῶτος καιροῦ τὰ δέοντα, εἰς τὸν μέλ‐
35λοντα μὴ μεριμνήσῃς καιρόν· οἷον, ἡμέρας μιᾶς, ἢ ἑβδομάδος, ἢ ἐνιαυτοῦ, ἢ μηνῶν. Ἐνεστηκότος γὰρ τοῦ τῆς αὔριον καιροῦ, αὐτὸς ὁ καιρὸς ἐπιχορηγήσει τὰ δέοντα, ζητοῦντός σου μάλιστα τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ. «Ζη‐
40τειτε» γὰρ, φησὶν ὁ Κύριος, «τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Εʹ. Μὴ κτήσῃ παῖδα· μήποτέ σοι ὁ ὑπεναντίος διὰ τούτου κινήσῃ σκάνδαλόν τι, καὶ ἐκθορυβήσῃ σου τὸ φρόνημα τῶν πολυτελεστάτων τροφῶν φροντίζειν.
45Οὐ γὰρ δυνήσῃ μόνος ἔτι σεαυτοῦ φροντίζειν· κἂν ὡς πρὸς σωματικὴν ἀνάπαυσιν ἐπέλθῃ ὁ λογισμὸς, ἀλλὰ τὸ κρεῖττον ἐννόει· λέγω δὴ τὴν πνευματικὴν ἀνάπαυσιν· κρείττων γάρ ἐστιν ὡς ἀληθῶς ἡ πνευ‐ ματικὴ ἀνάπαυσις τῆς σωματικῆς. Κἂν ὠφελείας

40

.

1256

(50)

τοῦ παιδὸς χάριν προσβάλλῃ τῇ γνώμῃ, μὴ πεισθῇς αὐτῷ· οὐ γάρ ἐστι τοῦτο ἡμέτερον ἔργον· ἑτέρων ἐστὶ τῶν ἐν κοινοβίῳ ἁγίων πατέρων. Σεαυτοῦ μό‐ νου τῆς ὠφελείας φρόντιζε, καὶ τὸν τῆς ἡσυχίας περιποιοῦ τρόπον. Μὴ ἀγαπήσῃς οἰκῆσαι μετὰ ἀν‐
55θρώπων ὑλικῶν καὶ ἐμπεριστάτων· ἢ μόνος οἴκει,
ἢ μετὰ ἀδελφῶν τῶν ἀΰλων καὶ ὁμοφρόνων σου. Ὁ1256

40

.

1257

γὰρ μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπεριστάτων οἰ‐ κῶν, πάντως κοινωνήσει καὶ αὐτὸς τῇ τούτων περι‐ στάσει, καὶ δουλεύσει ἀνθρωπίναις ἐπιταγαῖς, λα‐ λιαῖς τε ματαίαις, καὶ τοῖς ἄλλοις ἅπασι δεινοῖς,
5ὀργῇ, λύπῃ, μανίᾳ τῶν ὑλῶν, φόβῳ, τῷ σκανδάλῳ. Γονικαῖς μερίμναις ἢ συγγενικαῖς φιλίαις μὴ συν‐ απαχθῇς· ἀλλὰ γὰρ καὶ πρὸς τούτους αὐτοὺς συν‐ εχεῖς συντυχίας παραιτοῦ, μήποτέ σε ἀποσυλήσωσι τῆς ἐν τῷ κελλίῳ ἡσυχίας, καὶ περὶ τὰς ἑαυτῶν
10περιστάσεις ἀγάγωσιν. «Ἄφες,» φησὶν ὁ Κύριος, «τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ δεῦρο ἀκολούθει μοι.» Ἐὰν δὲ καὶ τὸ κελλίον ἐν ᾧ καθέζῃ εὐπερίστατον ᾖ, φεῦγε, καὶ αὐτοῦ μὴ φείσῃ, μὴ ἐκλυθῇς εἰς ἀγάπην αὐτοῦ· πάντα ποίει, πάντα
15πρᾶττε, πῶς δυνηθῇς ἡσυχάσαι καὶ σχολάσαι, καὶ σπουδάσαι γενέσθαι ἐν τοῖς τοῦ Θεοῦ θελήμασι, καὶ ἐν τῇ πάλῃ τῶν ἀοράτων. ϛʹ. Εἰ μὴ δύνασαι ῥᾳδίως ἡσυχάσαι ἐν τοῖς σοῖς μέρεσι, δός σου ἐπὶ ξενιτείαν τὴν πρόθεσιν, καὶ ἐπὶ
20ταύτην αὐτὴν κατάσπευδέ σου τὸν λογισμόν. Γενοῦ καθάπερ τις πραγματευτὴς ἄριστος, τὰ πάντα πρὸς ἡσυχίαν δοκιμάζων, καὶ τὰ πρὸς ταύτην ἥσυχα καὶ χρήσιμα διὰ πάντων κατέχων. Πλὴν λέγω σοι, ξενι‐ τείαν ἀγάπα· ἀπαλλάττει γάρ σε τῶν κατὰ τὴν
25ἰδίαν χώραν περιστάσεων, καὶ τῆς κατὰ τὴν ἡσυ‐ χίαν ὠφελείας μόνον ἀπολαύειν ποιεῖ. Τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶ τὰς ἐν ἐρημίᾳ καρτέρησον. «Ἰδοὺ» γὰρ, φησὶν ὁ ἄγιος, «ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.» Εἰ δυνατὸν, τὸ καθ‐
30όλου εἰς πόλιν μὴ ἀπαντήσῃς· οὐδὲν γὰρ εὔχρηστον, οὐδὲν χρήσιμον, οὐδὲν ὠφέλιμον τῇ πολιτείᾳ σου ἐκεῖ θεάσῃ. «Εἶδον,» φησὶ πάλιν ὁ ἅγιος, «ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.» Τοὺς οὖν ἰδίους καὶ ἀπερισπάστους δίωκε τόπους, μὴ δειλιάσῃς εἶχον
35αὐτῶν. Ἐὰν δὲ καὶ δαιμόνων φαντασίας ἐκεῖ θεάσῃ, μὴ πτοηθῇς; μηδὲ ἀποφύγῃς τὸ στάδιον τῆς ἡμε‐ τέρας ὠφελείας· ἀφόβως ὑπόμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὰ μεγαλεῖα, τὴν ἀντίληψιν, τὴν κηδεμονίαν, τὴν ἄλλην ἅπασαν ἐπὶ σωτηρίᾳ πληροφορίαν. «Προσ‐
40εδεχόμην» γὰρ, φησὶν ὁ μακάριος ἀνὴρ, «τὸν σώ‐ ζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.» Μή σου νικήσῃ ῥέμβους ἐπιθυμία τὴν προαίρεσιν· «Ῥεμβασμὸς» γὰρ «μετὰ ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον.» Πολλοὶ διὰ τοῦτο πειρασμοί. Φοβοῦ τὸ
45πταῖσμα, καὶ ἐν τῷ κελλίῳ σου ἑδραῖος ἔσο.
47 Ζʹ. Ἐὰν φίλους ἔχῃς, φεῦγε τούτων τὰς συνεχεῖς συντυχίας· διὰ μακροῦ γὰρ αὐτοῖς συντυγχάνων εὔχρηστος ἔσῃ. Ἐὰν δὲ καὶ κατανοήσῃς διὰ τούτων

40

.

1257

(50)

αὐτῶν βλάβην σοι γινομένην, μηδὲ ὅλως ἐγγίσῃς. Φίλους γὰρ ἔχειν σε χρὴ τοὺς ὠφελίμους καὶ συμ‐ βαλλομένους σου τῇ πολιτείᾳ. Φεῦγε καὶ τῶν πονη‐ ρῶν ἀνδρῶν καὶ μαχίμων τὰς συντυχίας· μηδενὶ τούτων συνοικήσῃς· ἀλλὰ γὰρ καὶ τὰς φαύλας αὐ‐
55τῶν προθέσεις παραιτοῦ· οὔτε γὰρ Θεῷ προσοι‐1258

40

.

1260

κειῶνται, οὔτε μὴν παραμένουσιν. Ἄνδρες εἰρηνικοὶ ἔστωσαν φίλοι σοι, ἀδελφοὶ πνευματικοὶ, Πατέρες ἅγιοι. Τούτους γὰρ οὕτως καὶ ὁ Κύριος ἀπεκάλει λέγων· «Μήτηρ μου καὶ ἀδελφοί μου καὶ πατέρες
5οὗτοί εἰσιν, οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Μετὰ περισπωμένων μὴ συναυλίζου, μηδὲ συμπορευθῇς εἰς συμπόσιον μετ’ αὐτῶν· μήποτέ σε περὶ τὰς ἑαυτῶν ἀπάτας ἑλκύ‐ σωσι, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ἐπιστήμης ἀπαγά‐
10γωσιν· ἔστι γὰρ τὸ πάθος τοῦτο ἐν αὐτοῖς· μὴ ἐκ‐ κλίνῃς τὸ οὖς σου εἰς τοὺς λόγους αὐτῶν, καὶ ἐν‐ νοίας καρδίας αὐτῶν μὴ παραδέξῃ. Εἰσὶ γὰρ ὄντως ἐπιζήμιοι. Ἐπὶ τοὺς πιστοὺς τῆς γῆς ἔστω σοι ὁ πόθος, καὶ ὁ πόνος τῆς καρδίας σου εἰς ζῆλον πέν‐
15θους αὐτῶν. «Οἱ ὀφθαλμοί μου» γὰρ «ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ.» Ἐὰν δέ τις καὶ τῶν κατὰ τὴν ἀγάπην τοῦ Θεοῦ πορευο‐ μένων, ἐλθὼν πρὸς σὲ ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί σε, καὶ θέλεις ὑπάγειν, ὕπαγε μὲν, τάχιον δὲ ἐν τῷ
20κελλίῳ σου ὑπόστρεφε. Εἰ δυνατὸν, ἐκτὸς τούτου μὴ καθευδήσῃς ποτέ· ἵνα διαπαντός σοι παραμείνῃ τῆς ἡσυχίας ἡ χάρις, καὶ τῆς ἐν αὐτῷ προθέσεως ἀνεμ‐ πόδιστον ἕξεις τὴν λατρείαν. Ηʹ. Μὴ γίνου ἐπιθυμητὴς βρωμάτων καλῶν, καὶ τῶν
25κατὰ τὴν σπατάλην ἀπατῶν. «Ἡ γὰρ σπαταλῶσα, ζῶσα τέθνηκεν,» ὡς καὶ ὁ Ἀπόστολός φησι. Μὴ χορ‐ τάσῃς τὴν κοιλίαν σου ἐν βρώμασιν ἀλλοτρίων, ἵνα μὴ πόθος σοι τούτων γένηται, καὶ περὶ τὰς ἔξω τρα‐ πέζας ἐμποιήσῃ σοι τὸν πόθον. Εἴρηται γάρ· «Μὴ
30ἀπατᾶσθε χορτασίᾳ κοιλίας.» Ἐὰν δὲ καὶ συνεχῶς ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλούμενον, παραιτοῦ. Ἔστι γὰρ ἐπιζήμιος ἡ ἔξω τοῦ κελλίου σου συνεχὴς διατριβή· ἀφαιρεῖται τὴν χάριν, σκοτοῖ τὸ φρόνημα, μαραίνει τὸν πόθον. Ἴδε μοι κεράμιον
35οἴνου πλεῖστον ἐγχρονίσαν ἐν τῷ τόπῳ, καὶ κείμενον ἀσάλευτον, πῶς παρασκευάζει τὸν οἶνον λαμπρὸν, καθιστάμενον, εὐώδη· ἐὰν δὲ ὧδε κἀκεῖσε περιφέρη‐ ται, τεταραγμένον, στυγνὸν, πάσης ὁμοῦ τῆς ἐκ τῆς τρυγίας κακίας τὴν ἀηδίαν ἐπιδεικνύμενον. Τοιγαρ‐
40οῦν τούτῳ παραπλησιάσας σεαυτὸν, πειρῶ τῆς ὠφε‐ λείας, κόπτε τῶν πολλῶν τὰς σχέσεις, μή σου ὁ νοῦς περισπαστικὸς γένηται, καὶ τὸν τῆς ἡσυχίας ταράξῃ τρόπον. Ἐργασίας χειρῶν φρόντιζε, καὶ τοῦτο αὐτὸ, εἰ δυνατὸν, νυκτὸς καὶ ἡμέρας, πρὸς τὸ μὴ
45ἐπιβαρῆσαί τινα, μᾶλλον δὲ καὶ εἰς τὸ μεταδιδόναι, καθάπερ καὶ παραινεῖ λέγων ὁ ἱερὸς ἀπόστολος Παῦ‐ λος· ἵνα δὴ καὶ ἐν τούτῳ τὸν τῆς ἀκηδίας καταπα‐ λαίσῃς δαίμονα, καὶ τὰς ἄλλας πάσας ἐπιθυμίας τοῦ ἐχθροῦ διάρῃς. Ἐπίκειται γὰρ τῇ ἀργίᾳ ὁ τῆς ἀκη‐

40

.

1260

(50)

δίας δαίμων, καὶ ἐν ἐπιθυμίαις ἐστὶν, ὥς φησιν. Ἀποδόσεως καὶ λήψεως οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Εἴτε οὖν πωλεῖς, εἴτε ἀγοράζεις, μικρόν τι τοῦ ἴσου ζημίωσον σεαυτόν· μὴ τοῖς κατ’ ἀκρίβειαν ἢ τοῖς περὶ τὴν τιμὴν φιλοκερδείας ἐπενεχθεὶς τρόποις, ἐπὶ
55τὰ βλαβερὰ τῶν τῆς ψυχῆς αἰτιῶν καταπέσῃς, φιλο‐1260

40

.

1261

νεικίας, ἐπιορκίας, ταῖς τῶν λόγων σου ἐναλλαγαῖς, καὶ ἐν τοῖς τοιούτοις τὴν ἔντιμον τῆς ἡμετέρας προ‐ θέσεως ἀτιμάσῃς καὶ καταισχύνῃς ἀξίαν. Οὕτως καὶ αὐτὸς ἐννοῶν ἀποδόσεώς σου καὶ λήψεώς σου φυλάσ‐
5σου. Εἰ δὲ τὸ κρεῖττον αἱρῇ, καὶ ἔστι σοι τοῦτο δυνα‐ τὸν, ἐπὶ ἕτερόν τινα πιστὸν ἄνδρα παράῤῥιψόν σου τὴν φροντίδα, ὅπως οὕτως εὔθυμος γενόμενος, χρη‐ στὰς καὶ ἐπιχαρεῖς ἕξεις τὰς ἐλπίδας. Θʹ. Ταῦτά σοι οὕτως παραινεῖν οἶδε τὰ χρήσιμα ὁ
10τῆς ἡσυχίας τρόπος. Φέρε δὴ καὶ τῶν ἑξῆς ἐπιφερο‐ μένων ἐν αὐτῇ πραγμάτων παραθήσομαί σοι τὸν νοῦν· σὺ δέ μοι ἄκουε, καὶ ποίει ἃ ἐντέλλομαί σοι. Καθεζόμενος ἐν τῷ κελλίῳ σου. συνάγαγέ σου τὸν νοῦν· μνήσθητι ἡμέρας θανάτου· ἴδε τότε τοῦ σώμα‐
15τος τὴν νέκρωσιν· ἐννόει τὴν συμφοράν· λάβε τὸν πόνον· κατάγνωθι τῆς ἐν τῷ κόσμῳ τούτῳ ματαιότη‐ τος· ἐπιμέλησαι τῆς τε ἐπιεικείας καὶ τῆς σπουδῆς, ἵνα δυνηθῇς διαπαντὸς μένειν τῇ αὐτῇ προθέσει τῆς ἡσυχίας. καὶ μὴς ἀσθενήσας. Μνήσθητι δὲ καὶ τῆς ἐν
20τῷ ᾅδῃ νυνὶ καταστάσεως· λογίζου τὸ πῶς ἄρα εἰσὶν ἐκεῖ αἱ ψυχαὶ, ἐν ποίᾳ πικροτάτῃ σιωπῇ, ἢ ἐν ποίῳ δεινοτάτῳ στεναγμῷ, ἡλίκῳ φόβῳ ἢ ἀγωνίᾳ, ἢ τίνι προσδοκίᾳ· τὴν ἄπαυστον ὀδύνην, τὸ ψυχικὸν καὶ ἀπέραντον δάκρυον. Ἀλλὰ καὶ ἡμέρας ἀναστάσεως
25καὶ παραστάσεως μνήσθητι τῆς πρὸς τὸν Θεόν· φαν‐ τάζου τὸ φοβερὸν καὶ φρικῶδες ἐκεῖνο κρῖμα· ἄγε εἰς μέσον τὰ ἀποκείμενα τοῖς ἁμαρτάνουσιν, αἰσχύνην τὴν κατενώπιον Θεοῦ καὶ Χριστοῦ αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ πάντων ἀνθρώπων· τά τε
30κολαστήρια πάντα, τὸ πῦρ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν τάρταρον, τὸ σκότος, τὸν ἐπὶ πᾶσι τούτοις τῶν ὀδόντων βρυγμὸν, τοὺς φόβους καὶ τὰς βασάνους. Ἄγε δὴ καὶ τὰ τοῖς δικαίοις ἀποκείμενα ἀγαθὰ, παῤῥησίαν τὴν μετὰ Θεοῦ Πατρὸς καὶ Χριστοῦ
35αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ παντὸς τοῦ δήμου, βασιλείαν καὶ τὰ ταύτης δωρήματα, τὴν χαρὰν καὶ τὴν ἀπόλαυσιν· ἑκατέρων τούτων τὴν μνήμην ἄγε σεαυτῷ· καὶ ἐπὶ μὲν τῇ τῶν ἁμαρτωλῶν κρίσει στέναζε, δάκρυε, πένθους ἔνδυσαι τὴν ἰδέαν,
40φοβούμενος μὴ καὶ σὺ αὐτὸς ἐν τούτοις γένῃ· ἐπὶ δὲ τοῖς δικαίοις ἀποκειμένοις ἀγαθοῖς χαῖρε καὶ ἀγαλλία καὶ εὐφραίνου· καὶ τούτων μὲν σπούδασον ἀπολαῦ‐ σαι, ἐκείνων δὲ ἀλλοτριοῦσθαι· ὅρα μὴ ἐπιλάθῃ τού‐ των ποτὲ, κἂν ἔνδον ἐν τῷ κελλίῳ σου τυγχάνῃς, κἂν
45ἔξω που, τῆς ἐκ τούτων μνήμης μὴ παραῤῥίψῃς σου τὸ φρόνημα· ὅπως κἂν διὰ τούτων τοὺς ῥυπαροὺς καὶ βλαβεροὺς ἐκφεύξῃ λογισμούς. Ιʹ. Νηστεία σοι ἔστω ὅση δύναμις κατενώπιον Κυ‐ ρίου. Αὕτη σου τὰς ἀνομίας καὶ τὰς ἀμαρτίας περι‐

40

.

1261

(50)

καθαριεῖ, σεμνύνει τὴν ψυχὴν, ἀγιάζει τὸ φρόνημα, δαίμονας ἀπελαύνει, Θεὸν ἐγγὺς εἶναι παρασκευάζει. Ἅπαξ δὲ τῆς ἡμέρας φαγὼν, εἰς δεύτερον μὴ ἐπιπο‐ θήσῃς, ἵνα μὴ πολυδάπανος γένῃ, καὶ ἐκθορυβήσῃ σου τὸ φρόνημα. Ἔνθεν εὐπορῆσαι δυνήσῃ ἐπὶ τὰ τῆς
55εὐποιίας ἔργα, καὶ αὐτοῦ δὲ τοῦ σώματος νεκρῶσαι τὰ πάθη. Ἐὰν δὲ ἀπάντησις ἀδελφῶν γένηται, καὶ ἔστι χρεία, ὥστε καὶ δεύτερόν σε καὶ τρίτον φαγεῖν, μὴ στυγνάσῃς μηδὲ κατηφήσῃς· χαῖρε δὲ μᾶλλον, ὑπήκοος τῆς χρείας γινόμενος· καὶ τὸ δεύτερον ἢ τρί‐
60τον φαγὼν, εὐχαρίστει τῷ Θεῷ, ὅτι νόμον ἀγάπης πε‐1262

40

.

1264

πλήρωκας, καὶ ὡς ὅτι δήπερ αὐτὸν τὸν Θεὸν ἕξεις τῆς ἡμετέρας ζωῆς οἰκονόμον. Ἔστι δ’ ὅτε καὶ ἀῤῥωστία σώματος συμβαίνει, καὶ δέῃ, ὥστε καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις φαγεῖν, οὕτω ἔστω σοι λελυμέ‐
5νος ὁ λογισμός. Οὐδὲ γὰρ τοὺς σωματικοὺς τῆς πολι‐ τείας πόνους, καὶ ἐν ταῖς ἀῤῥωστίαις ἐπικρατεῖν χρή· ἀλλ’ ὑπενδιδόναι τισὶν, ἵνα τάχιον ἐπὶ τὴν εὐρωστίαν ἐπανελθὼν, πάλιν τοῖς αὐτοῖς τῆς πολιτείας ἐγγυμνά‐ ζηται πόνοις. Περὶ δὲ ἀποχῆς βρωμάτων, οὐκ ἐκώλυσέ
10τι μὴ φαγεῖν ὁ θεῖος λόγος, ἀλλ’ εἶπεν· «Ἰδοὺ δέδωκα ὑμῖν πάντα ὡς λάχανα χόρτου. Ἐσθίετε μηδὲν ἀνακρί‐ νοντες·» καὶ, «Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοι‐ νοῖ τὸν ἄνθρωπον.» Τὸ οὖν ἀπέχεσθαι βρωμάτων, τοῦτο τῆς ἡμετέρας προαιρέσεως ἂν εἴη καὶ ψυχῆς πόνος.
15 ΙΑʹ. Τὴν χαμευνίαν καὶ τὴν ἀγρυπνίαν καὶ τὰς ἄλλας πάσας κακοπαθείας ἡδέως φέρε, ἀποβλέπων εἰς τὴν μέλλουσαν ἀποκαλυφθῆναί σοι δόξαν σὺν πᾶσι τοῖς ἁγίοις. «Οὐ» γὰρ «ἄξια τὰ παθήματα,» φησὶ, «τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκα‐
20λυφθῆναι εἰς ἡμᾶς.» Ἐὰν ἀθυμῇς, προσεύχου, καθὰ γέγραπται· προσεύχου δὲ ἐμφόβως, ἐντρόμως, ἐμπό‐ νως, νηφαλίως τε καὶ ἐγρηγορότως. Οὕτω προσεύχεσθαι δεῖ, μάλιστα διὰ τοὺς κακοτρόπους καὶ κακοσχόλους, ἐπηρεάζειν ἡμᾶς θέλοντας ἐν τούτῳ τοὺς ἀοράτους
25ἡμῶν ἐχθρούς. Ὁπηνίκα οὗτοι ἴδωσιν ἡμᾶς προσευχῇ παρισταμένους, τότε δὴ καὶ αὐτοὶ σπουδαίως ἐφίσταν‐ ται ἡμῖν, ἐκεῖνα ἡμῖν τῷ νῷ ὑποβάλλοντες, ἃ μὴ δεῖ ἐν καιρῷ τοῦ προσεύχεσθαι ἐνθυμεῖσθαι ἢ ἐννοεῖν, ἵνα αἰχμάλωτον ἡμῶν τὸν νοῦν ἀπαγάγωσι, καὶ ἀργὴν
30καὶ μάταιον καὶ ἀνωφελῆ τὴν ἀπὸ τῆς προσευχῆς δέησίν τε καὶ ἱκετηρίαν ποιήσωσι. Μάταιος γὰρ ὄν‐ τως καὶ ἀνωφελὴς ἡ προσευχὴ καὶ ἡ δέησις καὶ ἡ ἱκετηρία τυγχάνει, ὅταν μὴ, ὡς προείρηται, ἐν φόβῳ καὶ ἐν τρόμῳ νηφαλίως τε καὶ ἐγρηγορότως διατελῆ‐
35ται. Εἶτα ἀνθρώπῳ μὲν βασιλεῖ προσερχόμενός τις, μετὰ φόβου καὶ τρόμου καὶ νήψεως, οὕτως τὴν δέη‐ σιν ἀποτελεῖ· οὐ πολλῷ μᾶλλον Θεῷ τῷ Δεσπότῃ τῶν ὅλων, καὶ Χριστῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἄρχοντι τῶν ἀρχόντων ὁμοίως παρίστασθαι δεῖ,
40καὶ ὡσαύτως τὴν δέησιν καὶ ἱκετηρίαν ποιεῖσθαι; Ὅτι
τῷ Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.1264