TLG 4110 008 :: EVAGRIUS :: Sententiae ad virginem EVAGRIUS Scr. Eccl. Sententiae ad virginem Citation: Sententia — (line) | ||
t | Παραίνεσις πρὸς παρθένον. | |
1 | Ἀγάπα τὸν κύριον καὶ ἀγαπήσει σε, καὶ δούλευε αὐτῷ καὶ φωτιεῖ τὴν καρδίαν σου. | |
2 | Τίμα τὴν μητέρα σου ὡς μητέρα Χριστοῦ, καὶ μὴ παροξύνῃς πολιὰν τεκούσης σε. | |
3 | Ἀγάπα τὰς ἀδελφάς σου ὡς θυγατέρας μητρός σου, καὶ μὴ ἐγκαταλίπῃς ὁδὸν εἰρήνης. | |
4 | Ἀνατέλλων ὁ ἥλιος βλεπέτω τὸ βιβλίον ἐν ταῖς χερσί σου, καὶ μετὰ δευτέραν ὥραν τὸ ἔργον σου. | |
5 | Προσεύχου ἀδιαλείπτως, καὶ μέμνησο Χριστοῦ τοῦ γεννήσαντός σε. | |
6 | Συντυχίας ἀνδρῶν παραιτοῦ, ἵνα μὴ γένηται εἴδωλα ἐν σῇ ψυχῇ καὶ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς. | |
7 | Χριστὸν ἔχεις ἀγαπητόν· ἀπόρριψον ἀπό σου ἄνδρας ἅπαντας καὶ οὐ μὴ βιώσῃς ἐπονείδιστον βίον. | |
8 | Θυμὸν καὶ ὀργὴν μακρὰν ποίησον ἀπό σου, καὶ μνησικακία μὴ αὐλιζέσθω ἔν σοι. | |
9 | Μὴ εἴπῃς· σήμερον βρώσομαι καὶ αὔριον οὐ βρώσομαι, ὅτι οὐκ ἐν φρονήσει ποιεῖς τοῦτο. ἔσται γὰρ βλάβη τῷ σώματί σου καὶ ὀδύνη τῷ στομάχῳ σου. | |
10 | Ἐσθίειν κρέα οὐ καλὸν καὶ πίνειν οἶνον οὐκ ἀγαθόν, | |
προσφέρειν δὲ χρὴ ταῦτα ταῖς ἀσθενούσαις. | 146 | |
11 | Παρθένος θρασεῖα οὐ σωθήσεται καὶ σπαταλῶσα οὐκ ὄψεται τὸν νυμφίον αὐτῆς. | |
12 | Μὴ εἴπῃς, ὅτι λελύπηκέ με ἡ θεραπαινὶς καὶ τίσομαι αὐτήν, διότι οὐκ ἔστιν δουλεία ἐν θυγατράσι θεοῦ. | |
13 | Μὴ δῷς ἀκοήν σου λόγοις ματαίοις, καὶ διηγήματα γραῶν φεῦγε κυκλευουσῶν. | |
14 | Ἑορτὰς μεθύσων μὴ ἴδῃς, καὶ εἰς γάμους ἀλλοτρίων μὴ εἰσέλθῃς. ἀκάθαρτος γὰρ παρὰ κυρίῳ πᾶσα παρθένος ποιοῦσα ταῦτα. | |
15 | Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ, καὶ κώλυε ἀπὸ πολυλογίας τὴν γλῶσσαν σου. | |
16 | Ἔναντι κυρίου ταπείνου σεαυτήν, καὶ ὑψώσει σε ἡ δεξιὰ αὐτοῦ. | |
17 | Μὴ ἀποστρέφου πένητα ἐν καιρῷ θλίψεως, καὶ οὐ λείψει ἔλαιον ἐν τῇ λαμπάδι σου. | |
18 | Πάντα ποίει διὰ τὸν κύριον, καὶ μὴ ζήτει παρὰ ἀνθρώπων δόξαν, ὅτι δόξα ἀνθρώπων ὡς ἄνθος χόρτου, δόξα δὲ κυρίου μένει εἰς τὸν αἰῶνα. | |
19 | Παρθένον πραεῖαν ἀγαπᾷ ὁ κύριος, παρθένος δὲ ὀργίλος μισηθήσεται. | |
20 | Ὑπακούουσα παρθένος ἐλεηθήσεται, ἡ δὲ ἀντιλέγουσα ἰσχυρῶς ἄφρων. | |
21 | Γόγγυσον παρθένον ἀπολεῖ κύριος, τὴν δὲ εὐχάριστον ῥύσεται ἐκ θανάτου. | |
22 | Αἰσχρὸν γέλως καὶ ἐπονείδιστον ἀναισχυντία, | |
πᾶσα δὲ ἄφρων τοῖς τοιούτοις συμπλέκεται. | 147 | |
23 | Ἡ καλλωπίζουσα ἱμάτια αὐτῆς καὶ σωφροσύνης ἐκτὸς ἔσται. | |
24 | Μὴ συναυλίζου κοσμικαῖς, ἵνα μὴ διαστρέψωσι σὴν καρδίαν καὶ ἀκύρους ποιήσωσι βουλὰς δικαίας. | |
25 | Δάκρυσιν ἐν νυκτὶ παρακάλει τὸν κύριον, καὶ μηδεὶς αἴσθηται προσευχομένης σου καὶ εὑρήσεις χάριν. | |
26 | Ἐπιθυμία περιπάτων καὶ πόθος οἰκιῶν ἀλλοτρίων ἀνατρέπει κατάστασιν ψυχῆς καὶ διαφθείρει προθυμίαν αὐτῆς. | |
27 | Πιστὴ παρθένος οὐ δειλιάσει, ἡ δὲ ἄπιστος φεύξεται καὶ τὴν σκιὰν αὐτῆς. | |
28 | Φθόνος τήκει ψυχήν, καὶ ζῆλος κατεσθίει αὐτήν. | |
29 | Καταφρονοῦσα τῆς ἀδελφῆς τῆς ἀσθενούσης καὶ τοῦ Χριστοῦ μακρὰν ἔσται. | |
30 | Μὴ εἴπῃς· ἐμὸν τοῦτο καὶ σὸν τοῦτο. ἐν γὰρ Χριστῷ Ἰησοῦ τὰ πάντα κοινά. | |
31 | Οὐ περιεργάσῃ ζωὴν ἀλλοτρίαν, καὶ πτώματι ἀδελφῆς σου οὐκ ἐπιχαρήσῃ. | |
32 | Ἐπάρκει δεομέναις παρθένοις, καὶ ἐπὶ εὐγενείᾳ σου μὴ ἐπαίρου. | |
33 | Μὴ προενέγκῃς λόγον ἐκ στόματός σου ἐν ἐκκλησίᾳ κυρίου, καὶ μὴ μετεωρίσῃς τοὺς ὀφθαλμούς σου. ὁ γὰρ κύριος γινώσκει σὴν καρδίαν, καὶ πάντας τοὺς διαλογισμούς σου σκοπεύει. | |
34 | Πᾶσαν κακὴν ἐπιθυμίαν ἄπωσαι ἀπό σου, | |
καὶ οὐ μὴ λυπήσωσίν σε οἱ ἐχθροί σου. | 148 | |
35 | Ψάλλε ἀπὸ καρδίας σου, καὶ μὴ κίνει μόνον τὴν γλῶσσαν σου ἐν τῷ στόματί σου. | |
36 | Ἄφρων παρθένος ἀγαπήσει ἀργύριον, ἡ δὲ φρονίμη προσθήσει καὶ τὸν ψωμὸν αὐτῆς. | |
37 | Ὥσπερ ὁρμὴ πυρὸς δυσκάθεκτος, οὕτως ψυχὴ παρθένου τρωθεῖσα δυσίατος. | |
38 | Μὴ δώῃς τὴν ψυχήν σου διαλογισμοῖς πονηροῖς, ἵνα μὴ μιάνωσι σὴν καρδίαν καὶ καθαρὰν προσευχὴν μακρὰν ποιήσωσι ἀπό σου. | |
39 | Βαρεῖα λύπη καὶ ἀνυπόστατος ἀκηδία, δάκρυα δὲ πρὸς θεὸν ἰσχυρότερα ἀμφοτέρων. | |
40 | Λιμὸς καὶ δίψα μαραίνει ἐπιθυμίας κακάς, ἀγρυπνία δὲ ἀγαθὴ καθαίρει διάνοιαν. | |
41 | Ὀργὴν καὶ θυμὸν ἀποστρέφει ἀγάπη, μνησικακίαν δὲ ἀνατρέπει δῶρα. | |
42 | Ἡ καταλαλοῦσα λάθρα τῆς ἀδελφῆς αὐτῆς ἐξωσθήσεται τοῦ νυμφῶνος, καὶ βοήσεται πρὸς ταῖς θύραις αὐτοῦ καὶ οὐκ ἔσται ὁ ὑπακούων. | |
43 | Παρθένου ἀνελεήμονος σβεσθήσεται λαμπάς, καὶ οὐ μὴ ἴδῃ προελθόντα τὸν νυμφίον αὐτῆς. | |
44 | Ὕαλος προσπίπτων λίθῳ συντριβήσεται, καὶ παρθένος ἁπτομένη ἀνδρὸς οὐκ ἀθωωθήσεται. | |
45 | Κρείσσων γυνὴ πραεῖα | |
παρθένου ὀργίλου καὶ θυμώδους. | 149 | |
46 | Ἡ ἐξέλκουσα ἐν γέλωτι λόγους ἀνδρός, ὁμοία ἐστὶν τῇ περιβαλλούσῃ βρόχον τῷ ἑαυτῆς τραχήλῳ. | |
47 | Ὥσπερ μαργαρίτης ἐν σφενδόνῃ χρυσῇ, οὕτως παρθένος καλυπτομένη ὑπὸ αἰδοῦς. | |
48 | Ὠιδαὶ δαιμόνων καὶ αὐλοὶ ἐκλύουσιν ψυχὴν καὶ ἀπολλύουσιν εὐτονίαν αὐτῆς, ἣν φύλαξον διὰ παντός, ἵνα μὴ ἐπονείδιστος γένῃ. | |
49 | Μὴ τέρπου ἐπὶ γελοίοις, καὶ ἐπισκωπτούσαις μὴ εὐφραίνου, ὅτι κύριος ἐγκατέλιπεν αὐτάς. | |
50 | Οὐκ ἐξουδενώσεις τὴν ἀδελφήν σου ἐσθίουσαν καὶ ἐπὶ ἐγκρατείᾳ σου μὴ ἐπαρθῇς. οὐ γὰρ οἶδας, τί βεβούλευται ὁ κύριος ἢ τίς στήσεται ἐνώπιον αὐτοῦ. | |
51 | Ἡ οἰκτείρουσα πελιδνουμένους τοὺς ὀφθαλμοὺς καὶ τηκομένας τὰς σάρκας αὐτῆς, οὐκ εὐφρανθήσεται ἐπὶ ἀπαθείᾳ ψυχῆς. | |
52 | Βαρεῖα ἐγκράτεια καὶ δυσκατόρθωτος ἁγνεία, ἀλλ’ οὐδὲν γλυκύτερον τοῦ ἐπουρανίου νυμφίου. | |
53 | Ψυχαὶ παρθένων φωτισθήσονται, ψυχαὶ δὲ ἀκαθάρτων ὄψονται σκότος. | |
54 | Εἶδον ἄνδρας φθείροντας παρθένους ἐν δόγμασι καὶ ματαίαν ποιοῦντας τὴν παρθενείαν αὐτῶν. | |
σὺ δὲ ἄκουε, τέκνον, δογμάτων ἐκκλησίας κυρίου, καὶ μηδεὶς ἀλλότριος μεταπείσῃ σε. | 150 | |
5 | δίκαιοι γὰρ κληρονομήσουσι φῶς, ἀσεβεῖς δὲ οἰκήσουσι σκότος. | |
---|---|---|
55 | Παρθένοι ὀφθαλμοὶ ὄψονται κύριον. ἀκοαὶ δὲ παρθένων ἀκούσονται λόγων αὐτοῦ. παρθένων στόμα φιλήσει νυμφίον αὐτοῦ. ὄσφρησις δὲ παρθένων ἐπ’ ὀσμὴν μύρων αὐτοῦ δραμεῖται. | |
5 | χεῖρες παρθένοι ψηλαφήσουσι κύριον, καὶ ἁγνεία σαρκὸς εὐπρόσδεκτος ἔσται. παρθένος ψυχὴ στεφανωθήσεται, καὶ μετὰ τοῦ νυμφίου αὐτῆς βιώσεται διὰ παντός. ἔνδυμα πνευματικὸν δοθήσεται αὐτῇ, | |
10 | καὶ μετὰ ἀγγέλων ἐν οὐρανοῖς ἑορτάσει. ἄσβεστον ἀνάψει λαμπάδα, καὶ ἔλαιον οὐ λείψει ἐν τοῖς ἀγγείοις αὐτῆς. λήψεται πλοῦτον αἰώνιον, καὶ κληρονομήσει βασιλείαν τὴν τοῦ θεοῦ. | |
56 | Οἱ ἐμοὶ λόγοι, τέκνον, εἴρηνται πρός σε, τὰ δὲ ἐμὰ ῥήματα τηρείτω σὴ καρδία. μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε, | |
καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς τριάδος. | 151 |