TLG 4110 007 :: EVAGRIUS :: Sententiae ad monachos

EVAGRIUS Scr. Eccl.
(Ponticus: A.D. 4)

Sententiae ad monachos

Source: Gressmann, H. (ed.), Nonnenspiegel und Mönchsspiegel des Evagrios Pontikos [Texte und Untersuchungen 39.4] Leipzig: Hinrichs, 1913: 153–165.

Citation: Sententia — (line)

t

Πρὸς τοὺς ἐν κοινοβίοις ἢ συνοδίαις μοναχούς.

1

Κληρονόμοι θεοῦ ἀκούσατε λόγων θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ δέξασθε ῥήσεις Χριστοῦ, ἵνα δῶτε αὐτὰς καρδίαις τέκνων ὑμῶν, λόγους δὲ σοφῶν διδάξητε αὐτούς.

2

Πατὴρ ἀγαθὸς παιδεύει υἱοὺς αὐτοῦ, πατὴρ δὲ πονηρὸς ἀπολέσει αὐτούς.

3

Πίστις ἀρχὴ ἀγάπης, τέλος δὲ ἀγάπης γνῶσις θεοῦ.

4

Φόβος κυρίου διατηρήσει ψυχήν, ἐγκράτεια δὲ ἀγαθὴ ἐνισχύσει αὐτήν.

5

Ὑπομονὴ ἀνδρὸς τίκτει ἐλπίδα, ἐλπὶς δὲ ἀγαθὴ δοξάσει αὐτόν.

6

Ὁ δουλαγωγῶν σάρκας αὐτοῦ ἀπαθὴς ἔσται, ὁ δὲ ἐκτρέφων αὐτὰς ὀδυνηθήσεται ἐπ’ αὐταῖς.

7

Πνεῦμα πορνείας ἐν σώμασιν ἀκρατῶν, πνεῦμα δὲ σωφροσύνης ἐν ψυχαῖς ἐγκρατῶν.

8

Ἀναχώρησις ἐν ἀγάπῃ καθαίρει καρδίαν, ἀναχώρησις δὲ μετὰ μίσους ἐκταράσσει αὐτήν.

9

Κρείσσων χιλιοστὸς ἐν ἀγάπῃ
ἢ μόνος μετὰ μίσους ἐν ἀδύτοις σπηλαίοις.153

10

Ὁ ἐναποδεσμεύων μνησικακίαν ἐν ψυχῇ αὐτοῦ ὅμοιός ἐστι τῷ κρύπτοντι πῦρ ἐν ἀχύροις.

11

Μὴ δῷς βρώματα πολλὰ τῷ σώματί σου, καὶ οὐ μὴ ἴδῃς καθ’ ὕπνους φαντασίας κακάς. ὃν τρόπον γὰρ φλὸξ καταναλίσκει δρυμόν, οὕτω φαντασίας αἰσχρὰς σβέννυσι πεῖνα.

12

Ἀνὴρ θυμώδης πτοηθήσεται, ὁ δὲ πραῢς ἄφοβος ἔσται.

13

Ἄνεμος σφοδρὸς ἀποδιώκει νέφη, μνησικακία δὲ τὸν νοῦν ἀπὸ γνώσεως.

14

Ὁ προσευχόμενος ὑπὲρ ἐχθρῶν ἀμνησίκακος ἔσται, φειδόμενος δὲ γλώσσης οὐ λυπήσει τὸν πλησίον αὐτοῦ.

15

Ἐὰν παροξύνῃ σε ὁ ἀδελφός σου, εἰσάγαγε αὐτὸν εἰς τὸν οἶκόν σου, καὶ πρὸς αὐτὸν μὴ ὀκνήσῃς εἰσελθεῖν, ἀλλὰ φάγε τὸν ψωμόν σου μετ’ αὐτοῦ.
5τοῦτο γὰρ ποιῶν ῥύσῃ σὴν ψυχὴν καὶ οὐκ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς.

16

Ὥσπερ ἡ ἀγάπη χαίρει πενίᾳ, οὕτω τὸ μῖσος τέρπεται πλούτῳ.

17

Οὐκ ἐπιτεύξεται πλούσιος γνώσεως καὶ κάμηλος οὐκ εἰσελεύσεται εἰς ὀπὴν ῥαφίδος, ἀλλ’ οὐδὲν τούτων ἀδυνατήσει παρὰ κυρίῳ

18

Ὁ φιλῶν ἀργύριον οὐκ ὄψεται γνῶσιν, καὶ ὁ συνάγων αὐτὸ σκοτισθήσεται.

19

Ἐν σκηναῖς ταπεινῶν αὐλισθήσεται κύριος, ἐν οἴκοις δὲ ὑπερηφάνων πληθυνθήσονται ἀραί.

20

Ἀτιμάζει θεὸν ὁ παραβαίνων νόμον αὐτοῦ,
ὁ δὲ φυλάσσων αὐτὸν δοξάζει τὸν ποιήσαντα αὐτόν.154

21

Ἐὰν ζηλώσῃς Χριστόν, γενήσῃ μακαριστός, τὸν δὲ θάνατον αὐτοῦ ἀποθανεῖται ἡ ψυχή σου, καὶ οὐ μὴ ἐπισπάσηται ἀπὸ σαρκὸς αὐτῆς κακίαν, ἀλλ’ ἔσται ἡ ἔξοδός σου ὡς ἔξοδος ἀστέρος,
5καὶ ἡ ἀνάστασίς σου ὥσπερ ὁ ἥλιος ἐκλάμψει.

22

Οὐαὶ ἀνόμῳ ἐν ἡμέρᾳ θανάτου, καὶ ἄδικος ὀλεῖται ἐν καιρῷ πονηρῷ. ὃν τρόπον γὰρ ἀφίπταται κόραξ ἐκ τῆς αὐτοῦ νοσσιᾶς, οὕτως ἀκάθαρτος ψυχὴ ἐκ τοῦ ἰδίου σώματος.

23

Ψυχὰς δικαίων ὁδηγοῦσιν ἄγγελοι, ψυχὰς δὲ πονηρῶν παραλήψονται δαίμονες.

24

Οὗ ἐὰν εἰσέλθῃ κακία, ἐκεῖ καὶ ἀγνωσία, καρδίαι δὲ ὁσίων πληρωθήσονται γνώσεως.

25

Ἀνελεήμων μοναχὸς ἐνδεὴς ἔσται, διατρέφων δὲ πτωχοὺς κληρονομήσει θησαυρούς.

26

Κρείσσων πενία μετὰ γνώσεως ἢ πλοῦτος μετὰ ἀγνωσίας.

27

Κόσμος κεφαλῆς στέφανος, κόσμος δὲ καρδίας γνῶσις θεοῦ.

28

Κτῆσαι γνῶσιν καὶ μὴ ἀργύριον καὶ σοφίαν ὑπὲρ πλοῦτον πολύν.

29

Δίκαιοι κληρονομήσουσι κύριον, ὅσιοι δὲ τραφήσονται ὑπ’ αὐτοῦ.

30

Ὁ ἐλεῶν πένητας διαφθείρει θυμόν, καὶ ὁ διατρέφων αὐτοὺς πλησθήσεται ἀγαθῶν.

31

Ἐν καρδίᾳ πραείᾳ ἀναπαύσεται σοφία, θρόνος δὲ ἀπαθείας ψυχὴ πρακτική.

32

Τέκτονες πονηρῶν λήψονται μισθὸν κακόν, τέκτοσι δὲ ἀγαθῶν δοθήσεται μισθὸς ἀγαθός.

33

Ὁ τιθεὶς παγίδα συλληφθήσεται ἐν αὐτῇ
καὶ ὁ κρύπτων αὐτὴν ἁλώσεται ὑπ’ αὐτῆς.155

34

Κρείσσων κοσμικὸς πραῢς μοναχοῦ θυμώδους καὶ ὀργίλου.

35

Γνῶσιν διασκορπίζει θυμός, μακροθυμία δὲ συνάγει αὐτήν.

36

Ὥσπερ νότος ἰσχυρὸς ἐν πελάγει οὕτως θυμὸς ἐν καρδίᾳ ἀνδρός.

37

Ὁ προσευχόμενος συνεχῶς ἐκφεύγει πειρασμούς, ἀμελοῦντος δὲ καρδίαν ἐκταράσσουσι λογισμοί.

38

Μὴ εὐφραινέτω σε οἶνος καὶ μὴ τερπέτω σε κρέας, ἵνα μὴ διαθρέψῃς σάρκας σώματός σου, καὶ λογισμοὶ αἰσχροὶ οὐκ ἐκλείψουσιν ἀπό σου.

39

Μὴ εἴπῃς· σήμερον ἑορτὴ καὶ πίομαι οἶνον, καὶ αὔριον πεντηκοστὴ καὶ φάγομαι κρέα, διότι οὐκ ἔστιν ἑορτὴ παρὰ μοναχοῖς οὐδὲ τὸ πλῆσαι ἄνθρωπον κοιλίαν αὐτοῦ.

40

Πάσχα κυρίου διάβασις ἀπὸ κακίας, πεντηκοστὴ δὲ αὐτοῦ ἀνάστασις ψυχῆς.

41

Ἑορτὴ θεοῦ ἀμνηστία κακῶν, τὸν δὲ μνησικακοῦντα λήψονται πένθη.

42

Πεντηκοστὴ κυρίου ἀνάστασις ἀγάπης, ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ πεσεῖται πτῶμα ἐξαίσιον.

43

Ἑορτὴ θεοῦ γνῶσις ἀληθής, ὁ δὲ προσέχων γνώσει ψευδεῖ τελευτήσει αἰσχρῶς.

44

Κρείσσων νηστεία μετὰ καθαρᾶς καρδίας ὑπὲρ ἑορτὴν ἐν ἀκαθαρσίᾳ ψυχῆς.

45

Ὁ διαφθείρων λογισμοὺς κακοὺς ἀπὸ καρδίας αὐτοῦ ὅμοιός ἐστι τῷ ἐδαφίζοντι τὰ νήπια αὐτοῦ πρὸς τὴν πέτραν.156

46

Μοναχὸς ὑπνώδης ἐμπεσεῖται εἰς κακά, ὁ δὲ ἀγρυπνῶν ὡς στρουθίον ἔσται.

47

Μὴ δῷς σεαυτὸν ἐν ἀγρυπνίᾳ διηγήμασι κενοῖς καὶ μὴ ἀπώσῃ λόγους πνευματικούς, ὅτι κύριος σκοπεύει σὴν ψυχὴν καὶ οὐ μὴ ἀθωώσῃ σε ἀπὸ παντὸς κακοῦ.

48

Ὕπνος πολὺς παχύνει διάνοιαν, ἀγρυπνία δὲ ἀγαθὴ λεπτύνει αὐτήν.

49

Ὕπνος πολὺς ἐπάγει πειρασμούς, ὁ δὲ ἀγρυπνῶν ἐκφεύξεται αὐτούς.

50

Ὥσπερ πῦρ τήκει κηρόν, οὕτως ἀγρυπνία ἀγαθὴ λογισμοὺς πονηρούς.

51

Κρείσσων ἀνὴρ καθεύδων ἢ μοναχὸς ἀγρυπνῶν περὶ λογισμοὺς ματαίους.

52

Ἐνύπνιον ἀγγελικὸν εὐφραίνει καρδίαν, ἐνύπνιον δὲ δαιμονιῶδες ἐκταράσσει αὐτήν.

53

Μετάνοια καὶ ταπείνωσις ἀνώρθωσαν ψυχήν, ἐλεημοσύνη δὲ καὶ πραΰτης ἐστήριξαν αὐτήν.

54

Μέμνησο διὰ παντὸς σῆς ἐξόδου καὶ μὴ ἐπιλάθῃ κρίσεως αἰωνίας, καὶ οὐκ ἔσται πλημμέλεια ἐν ψυχῇ σου.

55

Ἐὰν πνεῦμα ἀκηδίας ἀναβῇ ἐπί σε, οἶκόν σου μὴ ἀφῇς καὶ μὴ ἐκκλίνῃς ἐν καιρῷ πάλιν ἐπωφελεῖ. ὃν τρόπον γὰρ εἴ τις λευκάνοι ἄργυρον, οὕτως λαμπρυνθήσεται ἡ καρδία σου.

56

Πνεῦμα ἀκηδίας ἀπελαύνει δάκρυα,
πνεῦμα δὲ λύπης συντρίβει προσευχήν.157

57

Ἐπιθυμῶν χρημάτων μεριμνήσεις πολλά, καὶ ἀντεχόμενος αὐτῶν πενθήσεις πικρῶς.

58

Μὴ χρονιζέτω σκορπίος ἐν κόλπῳ σου καὶ λογισμὸς πονηρὸς ἐν καρδίᾳ σου.

59

Κτείνειν γεννήματα ὀφέων μὴ φείσῃ, καὶ μὴ ὠδίνῃς λογισμοὺς καρδίας αὐτῶν.

60

Ὥσπερ ἀργύριον καὶ χρυσίον δοκιμάζει πῦρ, οὕτως καρδίαν μοναχοῦ πειρασμοί.

61

Περίελε σεαυτοῦ ὑπερηφανίαν καὶ κενοδοξίαν μακρὰν ποίησον ἀπό σου. ὁ γὰρ ἀποτυχὼν δόξης λυπηθήσεται, ὁ δὲ ἐπιτυχὼν ὑπερήφανος ἔσται.

62

Μὴ δῷς ὑπερηφανίᾳ σὴν καρδίαν καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ· δυνατός εἰμι, ἵνα μὴ κύριος ἐγκαταλίπῃ σὴν ψυχήν, καὶ πονηροὶ δαίμονες ταπεινώσουσιν αὐτήν.
5τότε γάρ σε δι’ ἀέρος πτοήσουσιν οἱ ἐχθροί, νύκτες δὲ φοβεραὶ διαδέξονταί σε.

63

Πολιτείαν μοναχοῦ διαφυλάττει γνῶσις, ὁ δὲ καταβαίνων ἀπὸ γνώσεως περιπεσεῖται λῃσταῖς.

64

Ἐκ πέτρας πνευματικῆς ἀπορρεῖ ποταμός, ψυχὴ δὲ πρακτικὴ πίεται ἀπ’ αὐτοῦ.

65

Σκεῦος ἐκλογῆς ψυχὴ καθαρά, ἡ δὲ ἀκάθαρτος πλησθήσεται πικρίας.

66

Ἄνευ γάλακτος οὐ τραφήσεται παιδίον, καὶ χωρὶς ἀπαθείας οὐχ ὑψωθήσεται καρδία.

67

Πρὸ ἀγάπης ἡγεῖται ἀπάθεια
πρὸ δὲ γνώσεως ἀγάπη.158

68

Γνώσει προστίθεται σοφία, ἀπάθειαν δὲ τίκτει φρόνησις.

69

Φόβος κυρίου γεννᾷ φρόνησιν, πίστις δὲ Χριστοῦ δωρεῖται φόβον θεοῦ.

70

Βέλος πεπυρωμένον ἀνάπτει ψυχήν, ἀνὴρ δὲ πρακτικὸς κατασβέσει αὐτό.

71

Κραυγὴν καὶ βλασφημίαν ἀποστρέφεται γνῶσις, λόγους δὲ δολίους φεύγει σοφία.

72

Ἡδὺ μέλι καὶ γλυκὺ κηρίον, γνῶσις δὲ θεοῦ γλυκυτέρα ἀμφοτέρων.

73

Ἄκουε, μοναχέ, λόγους πατρός σου καὶ μὴ ἀκύρους ποίει νουθεσίας αὐτοῦ. Ἡνίκα ἂν ἀποστείλῃ σε, ἐπάγου αὐτὸν καὶ κατὰ διάνοιαν συνόδευε αὐτῷ.
5τούτῳ γὰρ τῷ τρόπῳ διαφεύξῃ λογισμοὺς κακούς, καὶ πονηροὶ δαίμονες οὐκ ἰσχύσουσι κατά σου. ἐὰν πιστεύσῃ σοι ἀργύριον, οὐ διασκορπιεῖς αὐτό, καὶ κἂν ἐπεργάσῃ, ἀποδώσεις αὐτό.

74

Πονηρὸς οἰκονόμος ἐκθλίψει ψυχὰς ἀδελφῶν, καὶ μνησίκακος οὐκ ἐλεήσει αὐτάς.

75

Ὁ διασκορπίζων τὰ ὑπάρχοντα τῆς μονῆς ἀδικεῖ θεόν, καὶ ὁ ἀμελῶν αὐτῶν οὐκ ἀτιμώρητος ἔσται.

76

Ἄδικος οἰκονόμος διαμεριεῖ κακῶς, ὁ δὲ δίκαιος πρὸς ἀξίαν δώσει.

77

Ὁ κακολογῶν τὸν ἀδελφὸν αὐτοῦ ἐξολοθρευθήσεται,
ἀμελῶν δὲ ἀσθενοῦντος οὐκ ὄψεται φῶς.159

78

Κρείσσων κοσμικὸς ἐν ἀσθενείᾳ δουλεύων ἀδελφῷ ὑπὲρ ἀναχωρητὴν μὴ οἰκτείροντα τὸν πλησίον αὐτοῦ.

79

Ἄφρων μοναχὸς ἀμελήσει ὀργάνων τέχνης αὐτοῦ, ὁ δὲ φρόνιμος ἐπιμελήσεται αὐτῶν.

80

Μὴ εἴπῃς· σήμερον μενῶ καὶ αὔριον ἐξελεύσομαι, ὅτι οὐκ ἐν φρονήσει λελόγισαι περὶ τούτου.

81

Κυκλευτὴς μοναχὸς μελετήσει ῥήσεις ψευδεῖς, τὸν δὲ ἑαυτοῦ παραλογίσεται πατέρα.

82

Ὁ καλλωπίζων τὰ ἱμάτια αὐτοῦ καὶ πληρῶν γαστέρα αὐτοῦ ποιμαίνει λογισμοὺς αἰσχροὺς καὶ μετὰ σωφρόνων οὐ συνεδριάζει.

83

Ἐὰν εἰσέλθῃς εἰς κώμην, μὴ προσεγγίσῃς γυναιξὶ καὶ μὴ χρονίσῃς ἐν λόγοις πρὸς αὐτάς. ὃν τρόπον γὰρ εἴ τις ἄγκιστρον καταπίοι, οὕτως ἑλκυσθήσεται ἡ ψυχή σου.

84

Μακρόθυμος μοναχὸς ἀγαπηθήσεται, ὁ δὲ παροξύνων τοὺς ἀδελφοὺς αὐτοῦ μισηθήσεται.

85

Πραῢν μοναχὸν ἀγαπᾷ ὁ κύριος, τὸν δὲ θρασὺν ἀπώσεται ἀπ’ αὐτοῦ.

86

Ὀκνηρὸς μοναχὸς γογγύσει πολλά, καὶ ὑπνώδης προφασίσεται κεφαλαλγίαν αὐτοῦ.

87

Ἐὰν λυπῆται ὁ ἀδελφός σου, παρακάλεσον αὐτόν, καὶ ἐὰν ἀλγῇ, συνάλγησον αὐτῷ. τοῦτο γὰρ ποιῶν εὐφραίνεις καρδίαν αὐτοῦ, καὶ θησαυρὸν μέγαν σωρεύσεις ἐν οὐρανῷ.

88

Μοναχὸς ἀπολειπόμενος φυλάξαι λόγους πατρὸς
βλασφημήσει πολιὰν γεννήσαντος αὐτὸν καὶ κακολογήσει βίους τέκνων αὐτοῦ, ὁ δὲ κύριος ἐξουδενώσει αὐτόν.160

89

Ο πρόφασιν ζητῶν χωρίζεται ἀδελφῶν, τὸν δὲ ἑαυτοῦ αἰτιάσεται πατέρα.

90

Μὴ δῷς ἀκοὴν λόγοις κατὰ πατρός σου καὶ μὴ διεγείρῃς ψυχὴν ἀτιμάζοντος αὐτόν, ἵνα μὴ κύριος ὀργισθῇ ἐπὶ ποιήμασι σου καὶ ἐξαλείψῃ σου τὸ ὄνομα ἐκ βίβλου ζώντων.

91

Ὁ ὑπακούων πατρὶ ἑαυτοῦ ἀγαπᾷ ἑαυτόν, ὁ δὲ ἀντιλέγων αὐτῷ ἐμπεσεῖται εἰς κακά.

92

Μακάριος μοναχὸς ὁ φυλάσσων ἐντολὰς κυρίου καὶ ὅσιος ὁ διατηρῶν λόγους πατέρων αὐτοῦ.

93

Ὀκνηρὸς μοναχὸς πολλὰ ζημιωθήσεται, ἐὰν δὲ θαρσύνηται καὶ τὸ σχῆμα αὐτοῦ προσθήσει.

94

Ὁ φυλάσσων γλῶσσαν αὐτοῦ ὀρθοτομεῖ τὰς ὁδοὺς αὐτοῦ, καὶ ὁ τηρῶν καρδίαν αὐτοῦ πλησθήσεται γνώσεως.

95

Μοναχὸς δίγλωσσος ταράσσει ἀδελφούς, ὁ δὲ πιστὸς ἡσυχίαν ἄγει.

96

Ὁ πεποιθὼς ἐπὶ ἐγκρατείᾳ αὑτοῦ πεσεῖται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

97

Μὴ δῷς σεαυτὸν χορτασίᾳ κοιλίας, καὶ μὴ πλησθῇς ὕπνου νυκτερινοῦ. τούτῳ γὰρ τῷ τρόπῳ γενήσῃ καθαρὸς καὶ πνεῦμα κυρίου ἐπελεύσεται ἐπί σε.

98

Ψάλλοντος ἡσυχάζει θυμὸς καὶ μακροθυμοῦντος ἀπτόητος ἔσται.

99

Ἐκ πραΰτητος τίκτεται γνῶσις, ἐκ δὲ θρασύτητος ἀγνωσία.

100

Ὥσπερ ὕδωρ αὔξει φυτόν, οὕτως ταπείνωσις θυμοῦ καρδίαν ὑψοῖ.

101

Ἰχνεύοντος συμπόσια σβεσθήσεται λαμπτήρ,
ἡ δὲ ψυχὴ αὐτοῦ ὄψεται σκότος.161

102

Στῆσον ζυγῷ τὸν ἄρτον σου καὶ πίε μέτρῳ τὸ ὕδωρ σου καὶ πνεῦμα πορνείας φεύξεται ἀπό σου.

103

Δὸς γέρουσιν οἶνον καὶ ἀσθενοῦσι πρόσφερε τροφάς, διότι κατέτριψαν σάρκας νεότητος αὐτῶν.

104

Μὴ ὑποσκελίσῃς τὸν ἀδελφόν σου καὶ πτώματι αὐτοῦ μὴ ἐπιχαρῇς. ὁ γὰρ κύριος γινώσκει σὴν καρδίαν καὶ παραδώσει σε ἐν ἡμέρᾳ θανάτου.

105

Μοναχὸς φρόνιμος ἀπαθὴς ἔσται, ὁ δὲ ἄφρων ἐξαντλήσει κακά.

106

Ὀφθαλμὸν πονηρὸν ἐκτυφλοῖ κύριος, τὸν δὲ ἁπλοῦν ῥύσεται ἀπὸ σκότους.

107

Ὥσπερ ἑωσφόρος ἐν οὐρανῷ καὶ ὥσπερ φοίνιξ ἐν παραδείσῳ, οὕτως ἐν ψυχῇ πραείᾳ νοῦς καθαρός.

108

Ἀνὴρ σοφὸς ἐρευνήσει λόγους θεοῦ, ὁ δὲ ἄσοφος καταγελάσεται αὐτῶν.

109

Ὁ μισῶν γνῶσιν θεοῦ καὶ ἀπωθούμενος θεωρίαν αὐτοῦ ὅμοιός ἐστι τῷ λόγχῃ νύσσοντι τὴν καρδίαν αὑτοῦ.

110

Κρείσσων γνῶσις τριάδος ὑπὲρ γνῶσιν ἀσωμάτων καὶ θεωρία αὐτῆς ὑπὲρ λόγους πάντων τῶν αἰώνων.

111

Πολιὰ γερόντων πραΰτης, ζωὴ δὲ αὐτῶν γνῶσις ἀληθείας.

112

Νέος πραῢς πολλὰ ὑποφέρει, ὀλιγόψυχον δὲ γέροντα τίς ὑποίσεται; εἶδον ὀργίλον γέροντα ἐπαιρόμενον ἐπὶ θρόνου αὐτοῦ, ἐλπίδα δὲ μέντοι μᾶλλον ἔσχεν ὁ νέος αὐτοῦ.

113

Ὁ σκανδαλίζων κοσμικοὺς οὐκ ἀτιμώρητος ἔσται,
καὶ ὁ παροξύνων αὐτοὺς ἀτιμάζει τὸ ὄνομα αὐτοῦ.162

114

Ταράσσοντα ἐκκλησίαν κυρίου ἐξαναλώσει πῦρ, ἀνθιστάμενον δὲ ἱερεῖ καταπίεται γῆ.

115

Ὁ ἀγαπῶν μέλισσαν φάγεται κηρίον αὐτῆς καὶ ὁ συνάγων αὐτὴν πλησθήσεται πνεύματος.

116

Τίμα τὸν κύριον καὶ γνώσῃ λόγους ἀσωμάτων, καὶ δούλευε αὐτῷ καὶ δείξει σοι λόγους αἰώνων.

117

Χωρὶς γνώσεως οὐχ ὑψωθήσεται καρδία, καὶ δένδρον οὐκ ἀνθήσει ἄνευ ποτοῦ.

118

Σάρκες Χριστοῦ πρακτικαὶ ἀρεταί, ὁ δὲ ἐσθίων αὐτὰς γενήσεται ἀπαθής.

119

Αἷμα Χριστοῦ θεωρία τῶν γεγονότων καὶ ὁ πίνων αὐτὸ σοφισθήσεται ὑπ’ αὐτοῦ.

120

Στῆθος κυρίου γνῶσις θεοῦ, ὁ δ’ ἀναπεσὼν ἐπ’ αὐτὸ θεολόγος ἔσται.

121

Γνωστικὸς καὶ πρακτικὸς ὑπήντησαν ἀλλήλοις, μέσος δὲ ἀμφοτέρων εἱστήκει κύριος.

122

Ὃς ἐκτήσατο ἀγάπην, ἐκτήσατο θησαυρόν, ἔλαβε δὲ χάριν παρὰ κυρίου.

123

Δόγματα δαιμόνων ἐπιγινώσκει σοφία, πανουργίαν δὲ αὐτῶν ἐξιχνιάζει φρόνησις.

124

Μὴ ἀθετήσῃς δόγματα ἅγια, ἃ ἔθεντο οἱ πατέρες σου, πίστιν δὲ βαπτίσματός σου μὴ ἐγκαταλίπῃς καὶ μὴ ἀπώσῃ σφραγῖδα πνευματικήν,
5ἵνα γένηται κύριος ἐν σῇ ψυχῇ καὶ σκεπάσῃ σε ἐν ἡμέρᾳ κακῇ.

125

Λόγοι αἱρετικῶν ἄγγελοι θανάτου,
καὶ ὁ δεχόμενος αὐτοὺς ἀπολεῖ τὴν ἑαυτοῦ ψυχήν.163

126

Νῦν οὖν, υἱέ, ἄκουέ μου, καὶ μὴ προσέλθῃς θύραις ἀνδρῶν ἀνόμων μηδὲ περιπατήσῃς ἐπὶ παγίδων αὐτῶν, ἵνα μὴ ἀγρευθῇς. ἀπόστησον δὲ σὴν ψυχὴν ἀπὸ γνώσεως ψευδοῦς.
5καὶ γὰρ ἐγὼ πλεονάκις λελάληκα πρὸς αὐτούς, σκοτεινοὺς δὲ λόγους αὐτῶν ἐξιχνίασα, καὶ ἰὸν ἀσπίδων εὕρηκα ἐν αὐτοῖς. οὐκ ἔστι φρόνησις καὶ οὐκ ἔστι σοφία ἐν λόγοις αὐτῶν. πάντες οἱ δεχόμενοι αὐτοὺς ἀπολοῦνται,
10 καὶ οἱ ἀγαπῶντες αὐτοὺς πλησθήσονται κακῶν. εἶδον ἐγὼ πατέρας δογμάτων αὐτῶν καὶ ἐν τῇ ἐρήμῳ συνέβαλον αὐτοῖς. ἐχθροὶ γὰρ κυρίου ἀπήντησάν μοι καὶ δαίμονες ἐν λόγοις ἠγωνίσαντο πρός με
15καὶ οὐκ εἶδον φῶς ἀληθινὸν ἐν ῥήμασιν αὐτῶν.

127

Ἀνὴρ ψευδόμενος ἐκπεσεῖται θεοῦ, ἀπατῶν δὲ τὸν πλησίον αὐτοῦ ἐμπεσεῖται εἰς κακά.

128

Κρείσσων παράδεισος θεοῦ ὑπὲρ κῆπον λαχανίας καὶ ποταμὸς κυρίου ὑπὲρ ποταμὸν μέγαν ἐπισκοτοῦντα τῇ γῇ.

129

Ἀξιοπιστότερον ὕδωρ οὐράνιον ὑπὲρ ὕδωρ Αἰγυπτίων σοφῶν ἀντλούντων ἐκ γῆς.

130

Ὃν τρόπον οἱ τοὺς τροχοὺς ἀναβαίνοντες κάτω εἶσιν, οὕτως οἱ ὑψοῦντες λόγους αὐτῶν τεταπείνωνται ἐν αὐτοῖς.

131

Σοφία κυρίου ὑψοῖ καρδίαν, φρόνησις δὲ αὐτοῦ καθαίρει αὐτήν.

132

Λόγοι προνοίας σκοτεινοὶ καὶ δυσνόητοι κρίσεως θεωρίαι, ἀνὴρ δὲ πρακτικὸς ἐπιγνώσεται αὐτούς.

133

Καθαίρων ἑαυτὸν ὄψεται φύσεις νοεράς, λόγους δὲ ἀσωμάτων ἐπιγνώσεται μοναχὸς πραΰς.

134

Ὁ κτίσμα λέγων τὴν ἁγίαν τριάδα βλασφημεῖ θεὸν
καὶ ὁ ἀθετῶν τὸν Χριστὸν αὐτοῦ οὐ γνώσεται αὐτόν.164

135

Κόσμων θεωρίαι πλατύνουσι καρδίαν, λόγοι δὲ προνοίας καὶ κρίσεως ὑψοῦσιν αὐτήν.

136

Γνῶσις ἀσωμάτων ἐπαίρει τὸν νοῦν καὶ τῇ ἁγίᾳ τριάδι παρίστησιν αὐτόν.

137

Μέμνησθε τοῦ δεδωκότος ὑμῖν ἐν κυρίῳ σαφεῖς παροιμίας, καὶ μὴ ἐπιλάθησθε τῆς ταπεινῆς μου ψυχῆς ἐν καιρῷ
προσευχῆς.165