TLG 4110 001 :: EVAGRIUS :: Practicus (capita centum) EVAGRIUS Scr. Eccl. Practicus (capita centum)
Citation: Prologue-chapter-epilogue — (line) | ||
prol(1t) | ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ | |
1 | Ἐπειδή μοι πρώην δεδήλωκας ἀπὸ τοῦ ἁγίου ὄρους ἐν τῇ Σκίτει καθεζομένῳ, ποθεινότατε ἀδελφὲ Ἀνατόλιε, καὶ τὸ συμβολικὸν σχῆμα τῶν ἐν Αἰγύπτῳ μοναχῶν σαφηνισθῆναί | |
---|---|---|
σοι παρεκάλεσας· οὐ γὰρ εἰκῇ οὐδὲ παρέλκον αὐτὸ νενόμικας | 482 | |
5 | τοσαύτην παραλλαγὴν ἔχον παρὰ τὰ λοιπὰ σχήματα τῶν ἀνθρώπων· φέρε, ὅσα παρὰ τῶν ἁγίων Πατέρων περὶ τούτου μεμαθήκαμεν, ἐξαγγείλωμεν. Τὸ μὲν κουκούλλιον σύμβολόν ἐστι τῆς χάριτος τοῦ Σωτῆρος ἡμῶν Θεοῦ σκεπαζούσης αὐτῶν τὸ ἡγεμονικὸν καὶ | |
10 | περιθαλπούσης τὴν ἐν Χριστῷ νηπιότητα διὰ τοὺς ῥαπίζειν ἀεὶ καὶ τιτρώσκειν ἐπιχειροῦντας. Ὅσοι τοίνυν ἐπὶ τῆς | |
κεφαλῆς φέρουσι τοῦτο δυνάμει ψάλλουσι ταῦτα· ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκο‐ πίασεν ὁ οἰκοδομῶν καὶ ὁ φυλάσσειν πειρώμενος. Αἱ δὲ | 484 | |
15 | τοιαῦται φωναὶ ταπεινοφροσύνην μὲν ἐμποιοῦσιν, ἐκριζοῦσι δὲ ὑπερηφανίαν τὸ ἀρχαῖον κακόν, τὸ κατασεῖσαν εἰς τὴν γῆν τὸν Ἑωσφόρον τὸν πρωῒ ἀνατέλλοντα. Τὸ δὲ γεγυμνῶσθαι τὰς χεῖρας τὸ ἀνυπόκριτον τῆς πολι‐ τείας ἐμφαίνει· δεινὴ γὰρ ἡ κενοδοξία συγκαλύψαι καὶ | |
20 | συσκιάσαι τὰς ἀρετάς, ἀεὶ δόξας τὰς παρὰ τῶν ἀνθρώπων θηρεύουσα καὶ τὴν πίστιν ἀποδιώκουσα. Πῶς γὰρ δύνασθε, φησί, πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Δεῖ γὰρ τὸ ἀγαθὸν μὴ δι’ ἕτερον ἀλλὰ δι’ αὐτὸ μᾶλλον εἶναι αἱρετόν· εἰ | |
25 | γὰρ μὴ τοῦτο δοθείη, φανήσεται τὸ κινοῦν ἡμᾶς πρὸς τὴν ἐργασίαν τοῦ καλοῦ πολλῷ τιμιώτερον ὑπάρχον τοῦ γινο‐ μένου, ὅπερ τῶν ἀτοπωτάτων ἂν εἴη Θεοῦ τι κρεῖττον | |
ἐννοεῖν τε καὶ λέγειν. Ὁ δὲ ἀνάλαβος πάλιν ὁ σταυροειδῶς τοῖς ὤμοις αὐτῶν | 486 | |
30 | περιπλεκόμενος σύμβολον τῆς εἰς Χριστόν ἐστι πίστεως ἀναλαμβανούσης τοὺς πραεῖς καὶ περιστελλούσης ἀεὶ τὰ κωλύοντα καὶ τὴν ἐργασίαν ἀνεμπόδιστον αὐτοῖς παρε‐ χούσης. Ἡ δὲ ζώνη περισφίγγουσα τοὺς νεφροὺς αὐτῶν ἀπωθεῖται | |
35 | πᾶσαν ἀκαθαρσίαν καὶ τοῦτο παραγγέλλει· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. | |
Τὴν δὲ μηλωτὴν ἔχουσιν οἱ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες καὶ φιμοῦντες μὲν πάντα τὰ τοῦ σώματος ἄλογα πάθη, τὰς δὲ τῆς ψυχῆς κακίας | 488 | |
40 | μετουσίᾳ τοῦ καλοῦ περικόπτοντες· καὶ πενίαν μὲν ἀγαπῶντες, πλεονεξίαν δὲ φεύγοντες ὡς εἰδωλολατρίας μητέρα. Ἡ δὲ ῥάβδος ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. | |
45 | Καὶ τούτων μὲν σύμβολον ὡς ἐν ἐπιτομῇ τῶν πραγμάτων | |
τὸ σχῆμα· τὰ δὲ ῥήματα ταῦτά ἐστιν ἃ πρὸς αὐτοὺς ἀεὶ λέγουσιν οἱ Πατέρες· τὴν πίστιν, ὦ τέκνα, βεβαιοῖ ὁ φόβος ὁ τοῦ Θεοῦ, καὶ τοῦτον πάλιν ἐγκράτεια, ταύτην δὲ ἀκλινῆ ποιοῦσιν ὑπομονὴ καὶ ἐλπίς, ἀφ’ ὧν τίκτεται ἀπάθεια, ἧς | 490 | |
prol(50) | ἔγγονον ἡ ἀγάπη, ἀγάπη δὲ θύρα γνώσεως φυσικῆς ἣν διαδέχεται θεολογία καὶ ἡ ἐσχάτη μακαριότης. Καὶ περὶ μὲν τοῦ σχήματος τοῦ ἱεροῦ καὶ τῆς διδασκαλίας τῶν γερόντων τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω. Περὶ δὲ τοῦ βίου τοῦ τε πρακτικοῦ καὶ τοῦ γνωστικοῦ νυνὶ διηγού‐ | |
55 | μεθα, οὐχ ὅσα ἑωράκαμεν ἢ ἠκούσαμεν, ἀλλ’ ὅσα τοῦ καὶ ἄλλοις εἰπεῖν παρ’ αὐτῶν μεμαθήκαμεν, ἑκατὸν μὲν κεφαλαίοις τὰ πρακτικά, πεντήκοντα δὲ πρὸς τοῖς ἑξακοσίοις τὰ γνω‐ στικὰ συντετμημένως διελόντες· καὶ τὰ μὲν ἐπικρύψαντες, τὰ | |
δὲ συσκιάσαντες, ἵνα μὴ δῶμεν τὰ ἅγια τοῖς κυσὶ μηδὲ | 492 | |
60 | βάλωμεν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ἔσται | |
δὲ ταῦτα ἐμφανῆ τοῖς εἰς τὸ αὐτὸ ἴχνος αὐτοῖς ἐμβεβηκόσιν. | 494 | |
t | ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΡΑΚΤΙΚΟΣ ΚΕΦΑΛΑΙΑ Ρʹ | |
1 | Χριστιανισμός ἐστι δόγμα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστός. | |
2 | Βασιλεία οὐρανῶν ἐστιν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν | |
ὄντων ἀληθοῦς. | 496 | |
3 | Βασιλεία Θεοῦ ἐστι γνῶσις τῆς ἁγίας Τριάδος συμπαρεκ‐ τεινομένη τῇ συστάσει τοῦ νοός, καὶ ὑπερβάλλουσα τὴν | |
ἀφθαρσίαν αὐτοῦ. | 498 | |
4 | Οὗτινός τις ἐρᾷ, τούτου καὶ ἐφίεται πάντως, καὶ οὗ ἐφίεται, τούτου καὶ τυχεῖν ἀγωνίζεται· καὶ πάσης μὲν ἡδονῆς ἐπιθυμία κατάρχει, ἐπιθυμίαν δὲ τίκτει αἴσθησις· τὸ γὰρ | |
αἰσθήσεως ἄμοιρον καὶ πάθους ἐλεύθερον. | 500 | |
5 | Τοῖς μὲν ἀναχωρηταῖς οἱ δαίμονες γυμνοὶ προσπαλαίουσι, τοῖς δὲ ἐν κοινοβίοις ἢ συνοδίαις κατεργαζομένοις τὴν ἀρετὴν τοὺς ἀμελεστέρους τῶν ἀδελφῶν ἐφοπλίζουσι· πολλῷ δὲ κουφότερος ὁ δεύτερος πόλεμος τοῦ πρώτου διότι οὐκ | |
5 | ἔστιν εὑρεῖν ἐπὶ τῆς γῆς ἀνθρώπους πικροτέρους δαιμόνων | |
ἢ πᾶσαν ἀθρόως αὐτῶν ὑποδεχομένους τὴν κακουργίαν. | 502 | |
t6-14 | Περὶ τῶν ὀκτὼ λογισμῶν | |
6 | Ὀκτώ εἰσι πάντες οἱ γενικώτατοι λογισμοὶ ἐν οἷς περιέχεται | |
πᾶς λογισμός. Πρῶτος ὁ τῆς γαστριμαργίας, καὶ μετ’ αὐτὸν ὁ τῆς πορνείας· τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς λύπης· πέμπτος ὁ τῆς ὀργῆς· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος | 504 | |
5 | ὁ τῆς κενοδοξίας· ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάντας παρενοχλεῖν μὲν τῇ ψυχῇ ἢ μὴ παρενοχλεῖν, τῶν οὐκ ἐφ’ ἡμῖν ἐστι· τὸ δὲ χρονίζειν αὐτοὺς ἢ μὴ χρονίζειν, ἢ πάθη κινεῖν ἢ μὴ κινεῖν, τῶν ἐφ’ ἡμῖν. | |
7 | Ὁ μὲν τῆς γαστριμαργίας λογισμὸς ἔκπτωσιν ταχεῖαν τῷ | |
μοναχῷ τῆς ἀσκήσεως ὑποβάλλει· στόμαχον καὶ ἧπαρ καὶ σπλῆνα καὶ ὕδρωπα διαγράφων, καὶ νόσον μακράν, καὶ σπάνιν τῶν ἐπιτηδείων, καὶ ἰατρῶν ἀπορίαν. Φέρει δὲ αὐτὸν | 506 | |
5 | πολλάκις καὶ εἰς μνήμην ἀδελφῶν τινων τούτοις περιπεσόντων τοῖς πάθεσιν. Ἔστι δὲ ὅτε καὶ αὐτοὺς ἐκείνους τοὺς πεπονθό‐ τας παραβάλλειν ἀναπείθει τοῖς ἐγκρατευομένοις, καὶ τὰς ἑαυτῶν ἐκδιηγεῖσθαι συμφοράς, καὶ ὡς ἐκ τῆς ἀσκήσεως τοιοῦτοι γεγόνασιν. | |
8 | Ὁ τῆς πορνείας δαίμων σωμάτων καταναγκάζει διαφόρων | |
ἐπιθυμεῖν· καὶ σφοδρότερος τοῖς ἐγκρατευομένοις ἐφίσταται, ἵν’ ὡς μηδὲν ἀνύοντες παύσωνται· καὶ τὴν ψυχὴν μιαίνων περὶ ἐκείνας κατακάμπτει τὰς ἐργασίας· λέγειν τε αὐτήν | 508 | |
5 | τινα ῥήματα καὶ πάλιν ἀκούειν ποιεῖ, ὡς ὁρωμένου δῆθεν καὶ παρόντος τοῦ πράγματος. | |
9 | Ἡ φιλαργυρία γῆρας μακρὸν ὑποβάλλει καὶ πρὸς ἐργασίαν ἀδυναμίαν χειρῶν, λιμούς τε ἐσομένους καὶ νόσους συμβησο‐ μένας, καὶ τὰ τῆς πενίας πικρά, καὶ ὡς ἐπονείδιστον τὸ | |
παρ’ ἑτέρων λαμβάνειν τὰ πρὸς τὴν χρείαν. | 510 | |
10 | Ἡ λύπη ποτὲ μὲν ἐπισυμβαίνει κατὰ στέρησιν τῶν ἐπιθυμιῶν, ποτὲ δὲ καὶ παρέπεται τῇ ὀργῇ. Κατὰ στέρησιν δὲ τῶν ἐπιθυμιῶν οὕτως ἐπισυμβαίνει· λογισμοί τινες προλαβόντες εἰς μνήμην ἄγουσι τὴν ψυχὴν οἴκου τε καὶ | |
5 | γονέων καὶ τῆς προτέρας διαγωγῆς. Καὶ ὅταν αὐτὴν μὴ ἀνθισταμένην ἀλλ’ ἐπακολουθοῦσαν θεάσωνται καὶ διαχεο‐ μένην ἐν ταῖς κατὰ διάνοιαν ἡδοναῖς, τότε λαμβάνοντες αὐτὴν ἐν τῇ λύπῃ βαπτίζουσιν ὡς οὐχ ὑπαρχόντων τῶν προ‐ τέρων πραγμάτων οὐδὲ δυναμένων λοιπὸν διὰ τὸν παρόντα | |
10 | βίον ὑπάρξαι· καὶ ἡ ταλαίπωρος ψυχή, ὅσον διεχύθη ἐπὶ τοῖς προτέροις λογισμοῖς, τοσοῦτον ἐπὶ τοῖς δευτέροις συνεστάλη | |
ταπεινωθεῖσα. | 512 | |
11 | Ἡ ὀργὴ πάθος ἐστὶν ὀξύτατον· θυμοῦ γὰρ λέγεται ζέσις | |
καὶ κίνησις κατὰ τοῦ ἠδικηκότος ἢ δοκοῦντος ἠδικηκέναι· ἥτις πανημέριον μὲν ἐξαγριοῖ τὴν ψυχὴν, μάλιστα δὲ ἐν ταῖς προσευχαῖς συναρπάζει τὸν νοῦν, τὸ τοῦ λελυπηκότος | 514 | |
5 | πρόσωπον ἐσοπτρίζουσα. Ἔστι δὲ ὅτε χρονίζουσα καὶ μετα‐ βαλλομένη εἰς μῆνιν, ταραχὰς νύκτωρ παρέχει, τῆξίν τε τοῦ σώματος καὶ ὠχρότητα, καὶ θηρίων ἰοβόλων ἐπιδρομάς. Ταῦτα δὲ τὰ τέσσαρα μετὰ τὴν μῆνιν συμβαίνοντα, εὕροι ἄν | |
τις παρακολουθοῦντα πλείοσι λογισμοῖς. | 516 | |
12 | Ὁ τῆς ἀκηδίας δαίμων, ὃς καὶ μεσημβρινὸς καλεῖται, πάντων τῶν δαιμόνων ἐστὶ βαρύτατος· καὶ ἐφίσταται μὲν τῷ μοναχῷ περὶ ὥραν τετάρτην, κυκλοῖ δὲ τὴν ψυχὴν αὐτοῦ μέχρις ὥρας ὀγδόης. Καὶ πρῶτον μὲν τὸν ἥλιον καθορᾶσθαι | |
5 | ποιεῖ δυσκίνητον ἢ ἀκίνητον, πεντηκοντάωρον τὴν ἡμέραν | |
δεικνύς. Ἔπειτα δὲ συνεχῶς ἀφορᾶν πρὸς τὰς θυρίδας καὶ τῆς κέλλης ἐκπηδᾶν ἐκβιάζεται, τῷ τε ἡλίῳ ἐνατενίζειν πόσον τῆς ἐνάτης ἀφέστηκε, καὶ περιβλέπεσθαι τῇδε κἀκεῖσε μή τις τῶν ἀδελφῶν. Ἔτι δὲ μῖσος πρὸς τὸν τόπον ἐμβάλλει | 518 | |
10 | καὶ πρὸς τὸν βίον αὐτόν, καὶ πρὸς τὸ ἔργον τὸ τῶν χειρῶν· καὶ | |
ὅτι ἐκλέλοιπε παρὰ τοῖς ἀδελφοῖς ἡ ἀγάπη καὶ οὐκ ἔστιν ὁ παρακαλῶν· εἰ δὲ καί τις κατ’ ἐκείνας τὰς ἡμέρας εἴη λυπήσας τὸν μοναχόν, καὶ τοῦτο εἰς αὔξησιν τοῦ μίσους ὁ δαίμων προστίθησιν. Ἄγει δὲ αὐτὸν καὶ εἰς ἐπιθυμίαν τόπων | 520 | |
15 | ἑτέρων ἐν οἷς ῥᾳδίως τὰ πρὸς τὴν χρείαν ἔστιν εὑρεῖν καὶ τέχνην μετελθεῖν εὐκοπωτέραν μᾶλλον καὶ προχωροῦσαν· καὶ ὡς οὐκ ἔστιν ἐν τόπῳ τὸ εὐαρεστεῖν τῷ Κυρίῳ προστίθησιν· | |
πανταχοῦ γάρ, φησί, τὸ θεῖον προσκυνητόν. Συνάπτει δὲ τούτοις καὶ μνήμην τῶν οἰκείων καὶ τῆς προτέρας διαγωγῆς· | 522 | |
20 | καὶ χρόνον τῆς ζωῆς ὑπογράφει μακρόν, τοὺς τῆς ἀσκήσεως πόνους φέρων πρὸ ὀφθαλμῶν· καὶ πᾶσαν τὸ δὴ λεγόμενον κινεῖ μηχανὴν ἵνα καταλελοιπὼς ὁ μοναχὸς τὴν κέλλαν φύγῃ τὸ στάδιον. Τούτῳ τῷ δαίμονι ἄλλος μὲν εὐθὺς δαί‐ μων οὐχ ἕπεται· εἰρηνικὴ δέ τις κατάστασις καὶ χαρὰ | |
25 | ἀνεκλάλητος μετὰ τὸν ἀγῶνα τὴν ψυχὴν διαδέχεται. | 524 |
13 | Ὁ τῆς κενοδοξίας λογισμὸς λεπτότατός τίς ἐστι καὶ παρυ‐ φίσταται τοῖς κατορθοῦσι ῥᾳδίως δημοσιεύειν αὐτῶν τοὺς ἀγῶνας βουλόμενος καὶ τὰς παρὰ τῶν ἀνθρώπων δόξας θηρώμενος, δαίμονάς τε κράζοντας ἀναπλάττων καὶ θερα‐ | |
5 | πευόμενα γύναια καὶ ὄχλον τινὰ τῶν ἱματίων ἐφαπτόμενον· μαντεύεται δὲ αὐτῷ καὶ ἱερωσύνην λοιπὸν καὶ τοὺς ζητοῦντας αὐτὸν ταῖς θύραις ἐφίστησι· καὶ ὡς εἰ μὴ βούλοιτο δέσμιος | |
ἀπαχθήσεται. Καὶ οὕτως αὐτὸν μετέωρον ταῖς κεναῖς ἐλπίσι ποιήσας ἀφίπταται καταλιπὼν ἢ τῷ τῆς ὑπερηφανίας δαίμονι | 526 | |
10 | πειράζειν αὐτὸν ἢ τῷ τῆς λύπης, ὅστις ἐπάγει καὶ λογισμοὺς αὐτῷ ταῖς ἐλπίσιν ἐναντιουμένους· ἔστι δὲ ὅτε καὶ τῷ τῆς πορνείας δαίμονι παραδίδωσι τὸν πρὸ ὀλίγου δέσμιον καὶ | |
ἅγιον ἱερέα. | 528 | |
14 | Ὁ τῆς ὑπερηφανίας δαίμων χαλεπωτάτης πτώσεως τῇ ψυχῇ πρόξενος γίνεται· ἀναπείθει γὰρ αὐτὴν Θεὸν μὲν μὴ ὁμολογεῖν βοηθόν, ἑαυτὴν δὲ τῶν κατορθουμένων αἰτίαν | |
εἶναι νομίζειν καὶ φυσιοῦσθαι κατὰ τῶν ἀδελφῶν ὡς ἀνοήτων, | 530 | |
5 | διότι μὴ τοῦτο περὶ αὐτῆς πάντες ἐπίστανται. Παρακολουθεῖ δὲ ταύτῃ ὀργὴ καὶ λύπη, καὶ τὸ τελευταῖον κακόν, ἔκστασις | |
φρενῶν καὶ μανία καὶ δαιμόνων ἐν τῷ ἀέρι πλῆθος ὁρώμενον. | 532 | |
t15-33 | Πρὸς τοὺς ὀκτὼ λογισμούς | |
15 | Νοῦν μὲν πλανώμενον ἵστησιν ἀνάγνωσις καὶ ἀγρυπνία καὶ προσευχή· ἐπιθυμίαν δὲ ἐκφλογουμένην μαραίνει πεῖνα καὶ κόπος καὶ ἀναχώρησις· θυμὸν δὲ καταπαύει κυκώμενον | |
ψαλμῳδία καὶ μακροθυμία καὶ ἔλεος· καὶ ταῦτα τοῖς προσή‐ | 534 | |
5 | κουσι χρόνοις τε καὶ μέτροις γινόμενα· τὰ γὰρ ἄμετρα καὶ ἄκαιρα ὀλιγοχρόνια· τὰ δὲ ὀλιγοχρόνια βλαβερὰ μᾶλλον καὶ | |
οὐκ ὠφέλιμα. | 536 | |
16 | Ὁπηνίκα διαφόρων βρωμάτων ἐφίεται ἡμῶν ἡ ψυχή, τὸ τηνικαῦτα ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι ἵν’ εὐχάριστος γένηται καὶ ἐπ’ αὐτῷ ψιλῷ τῷ ψωμῷ· κόρος γὰρ ποικίλων ἐδεσμάτων ἐπιθυμεῖ, λιμὸς δὲ τὸν κόρον τοῦ ἄρτου μακαριό‐ | |
5 | τητα εἶναι νομίζει. | 538 |
17 | Πάνυ πρὸς σωφροσύνην συμβάλλεται ἡ τοῦ ὕδατος ἔνδεια· καὶ πειθέτωσάν σε τῶν Ἰσραηλιτῶν οἱ μετὰ Γεδεὼν τριακό‐ | |
σιοι τὴν Μαδιὰμ χειρωσάμενοι. | 540 | |
18 | Ὡς ζωὴν καὶ θάνατον ἅμα συμβῆναι τῷ αὐτῷ τῶν οὐκ ἐνδεχομένων ἐστίν, οὕτως ἀγάπην χρήμασι συνυπάρξαι τινὶ τῶν ἀδυνάτων ἐστίν· ἀναιρετικὴ γὰρ οὐ μόνον χρημάτων ἡ ἀγάπη, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς. | |
19 | Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἡδονὰς πύργος ἐστὶ τῷ | |
τῆς λύπης ἀπρόσιτος δαίμονι· λύπη γάρ ἐστι στέρησις ἡδονῆς ἢ παρούσης ἢ προσδοκωμένης· ἀδύνατον δὲ τὸν ἐχθρὸν τοῦτον ἀπώσασθαι πρός τι τῶν ἐπιγείων ἔχοντας ἡμᾶς | 542 | |
5 | προσπάθειαν· ἐκεῖ γὰρ ἵστησι τὴν παγίδα καὶ τὴν λύπην ἐργάζεται ὅπου βλέπει μάλιστα νενευκότας ἡμᾶς. | |
20 | Ὀργὴ μὲν καὶ μῖσος αὔξει θυμόν· ἐλεημοσύνη δὲ καὶ | |
πραΰτης καὶ τὸν ὄντα μειοῖ. | 546 | |
21 | Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ἡμῶν, ἵνα μὴ νύκτωρ ἐπιστάντες οἱ δαίμονες ἐκδειματώσωσι τὴν ψυχὴν καὶ δειλότερον ποιήσωσι τῇ ἐπιούσῃ τὸν νοῦν πρὸς τὸν πόλεμον· τὰ γὰρ φοβερὰ φάσματα ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ | |
5 | πέφυκε γίνεσθαι· οὐδὲν δὲ λειποτάκτην οὕτως ἄλλο τὸν νοῦν | |
ἀπεργάζεται ὡς θυμὸς ταρασσόμενος. | 548 | |
22 | Ὁπηνίκα προφάσεως ἐφαψάμενον τὸ θυμικὸν ἡμῶν μέρος τῆς ψυχῆς ἐκταράσσεται, τὸ τηνικαῦτα καὶ οἱ δαίμονες τὴν ἀναχώρησιν ἡμῖν ὡς καλὴν ὑποβάλλουσιν, ἵνα μὴ τὰς αἰτίας τῆς λύπης λύσαντες ταραχῆς ἑαυτοὺς ἀπαλλάξωμεν. Ὅταν | |
5 | δὲ τὸ ἐπιθυμητικὸν ἐκθερμαίνηται, τότε πάλιν φιλανθρώπους ἡμᾶς ἀπεργάζονται σκληροὺς καὶ ἀγρίους ἀποκαλοῦντες, ἵνα σωμάτων ἐπιθυμοῦντες σώμασιν ἐντυγχάνωμεν. Οἷς οὐ | |
πείθεσθαι δεῖ· μᾶλλον δὲ τὸ ἐναντίον ποιεῖν. | 550 | |
23 | Μὴ δῷς σεαυτὸν τῷ τῆς ὀργῆς λογισμῷ κατὰ διάνοιαν τῷ λελυπηκότι μαχόμενος· μηδ’ αὖ πάλιν τῷ τῆς πορνείας ἐπὶ πλεῖστον τὴν ἡδονὴν φανταζόμενος· τὸ μὲν γὰρ ἐπισκοτεῖ τῇ ψυχῇ, τὸ δὲ πρὸς τὴν πύρωσιν τοῦ πάθους αὐτὴν προσκα‐ | |
5 | λεῖται· ἑκάτερα δὲ τὸν νοῦν σου ῥυπῶντα ποιεῖ· καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὰ εἴδωλα φανταζόμενος καὶ καθαρὰν τῷ Θεῷ τὴν εὐχὴν μὴ προσφέρων εὐθὺς τῷ τῆς ἀκηδίας δαίμονι περιπίπτεις· ὅστις μάλιστα ταῖς τοιαύταις ἐφάλλεται καταστάσεσι καὶ δίκην κυνὸς καθάπερ νεβρὸν | |
10 | τὴν ψυχὴν διαρπάζει. | 552 |
24 | Φύσις θυμοῦ τὸ τοῖς δαίμοσι μάχεσθαι καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. Διόπερ οἱ μὲν ἄγγελοι τὴν πνευματικὴν ἡμῖν ἡδονὴν ὑποβάλλοντες καὶ τὴν ἐκ ταύτης μακαριότητα, πρὸς τοὺς δαίμονας τὸν θυμὸν τρέψαι παρακαλοῦσιν· ἐκεῖνοι | |
5 | δ’ αὖ πάλιν πρὸς τὰς κοσμικὰς ἐπιθυμίας ἕλκοντες ἡμᾶς, τὸν θυμὸν παρὰ φύσιν μάχεσθαι τοῖς ἀνθρώποις βιάζονται, ἵνα σκοτισθεὶς ὁ νοῦς καὶ τῆς γνώσεως ἐκπεσὼν προδότης γένηται | |
τῶν ἀρετῶν. | 554 | |
25 | Πρόσεχε σεαυτῷ μήποτε φυγαδεύσῃς τινὰ τῶν ἀδελφῶν παροργίσας, καὶ οὐκ ἐκφεύξῃ ἐν τῇ ζωῇ σου τὸν τῆς λύπης δαίμονα παρὰ τὸν καιρὸν τῆς προσευχῆς ἀεί σοι σκῶλον | |
γινόμενον. | 556 | |
26 | Μνησικακίαν σβέννυσι δῶρα· καὶ πειθέτω σε Ἰακὼβ τὸν Ἠσαῦ δόμασιν ὑπελθὼν μετὰ τετρακοσίων εἰς ὑπάντησιν ἐξελθόντα. Ἀλλ’ ἡμεῖς πένητες ὄντες τραπέζῃ τὴν χρείαν | |
πληρώσωμεν. | 558 | |
27 | Ὅταν τῷ τῆς ἀκηδίας περιπέσωμεν δαίμονι, τὸ τηνικαῦτα τὴν ψυχὴν μετὰ δακρύων μερίσαντες τὴν μὲν παρακαλοῦσαν τὴν δὲ παρακαλουμένην ποιήσωμεν, ἐλπίδας ἀγαθὰς ἑαυτοῖς ὑποσπείροντες καὶ τὸ τοῦ ἁγίου Δαυῒδ κατεπᾴδοντες· ἵνα | |
5 | τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον | |
τοῦ προσώπου μου καὶ ὁ Θεός μου. | 560 | |
28 | Οὐ δεῖ κατὰ τὸν καιρὸν τῶν πειρασμῶν καταλιμπάνειν τὴν κέλλαν προφάσεις εὐλόγους δῆθεν πλαττόμενον, ἀλλ’ ἔνδον καθῆσθαι καὶ ὑπομένειν καὶ δέχεσθαι γενναίως τοὺς ἐπερχο‐ μένους ἅπαντας μέν, ἐξαιρέτως δὲ τὸν τῆς ἀκηδίας δαίμονα, | |
5 | ὅστις ὑπὲρ πάντας βαρύτατος ὢν δοκιμωτάτην μάλιστα τὴν ψυχὴν ἀπεργάζεται. Τὸ γὰρ φεύγειν τοὺς τοιούτους ἀγῶνας καὶ περιίστασθαι ἄτεχνον τὸν νοῦν καὶ δειλὸν καὶ δραπέτην | |
διδάσκει. | 562 | |
29 | Ἔλεγε δὲ ὁ ἅγιος καὶ πρακτικώτατος ἡμῶν διδάσκαλος· οὕτω δεῖ ἀεὶ παρασκευάζεσθαι τὸν μοναχὸν ὡς αὔριον τεθνη‐ ξόμενον, καὶ οὕτω πάλιν τῷ σώματι κεχρῆσθαι ὡς ἐν πολ‐ | |
λοῖς ἔτεσι συζησόμενον. Τὸ μὲν γάρ, φησί, τοὺς τῆς ἀκηδίας | 564 | |
5 | λογισμοὺς περικόπτει καὶ σπουδαιότερον παρασκευάζει τὸν μοναχόν· τὸ δὲ σῶον διαφυλάττει τὸ σῶμα καὶ ἴσην αὐτοῦ | |
ἀεὶ συντηρεῖ τὴν ἐγκράτειαν. | 566 | |
30 | Χαλεπὸν διαφυγεῖν τὸν τῆς κενοδοξίας λογισμόν· ὃ γὰρ ποιεῖς εἰς καθαίρεσιν αὐτοῦ τοῦτο ἀρχή σοι κενοδοξίας ἑτέρας καθίσταται. Οὐ παντὶ δὲ λογισμῷ ἡμῶν ὀρθῷ ἐναν‐ τιοῦνται οἱ δαίμονες ἀλλά τισι καὶ αἱ κακίαι αὗται καθ’ ἃς | |
5 | πεποιώμεθα. | 568 |
31 | Ἔγνων τὸν τῆς κενοδοξίας δαίμονα σχεδὸν ὑπὸ πάντων διωκόμενον τῶν δαιμόνων καὶ ἐπὶ τοῖς τῶν διωκόντων πτώμασιν ἀναιδῶς παριστάμενον καὶ τῷ μοναχῷ μέγεθος ἀρετῶν ἐμφανίζοντα. | |
32 | Ὁ γνώσεως ἐφαψάμενος καὶ τὴν ἀπ’ αὐτῆς καρπούμενος | |
ἡδονὴν οὐκέτι τῷ τῆς κενοδοξίας πεισθήσεται δαίμονι, πάσας αὐτῷ τὰς ἡδονὰς τοῦ κόσμου προσάγοντι· τί γὰρ ἂν καὶ ὑπόσχοιτο μεῖζον πνευματικῆς θεωρίας; Ἐν ὅσῳ δέ | 570 | |
5 | ἐσμεν γνώσεως ἄγευστοι, τὴν πρακτικὴν προθύμως κατερ‐ γαζώμεθα, τὸν σκοπὸν ἡμῶν δεικνύντες Θεῷ ὅτι πάντα πράττομεν τῆς αὐτοῦ γνώσεως ἕνεκεν. | |
33 | Μέμνησο τοῦ προτέρου σου βίου καὶ τῶν ἀρχαίων παρα‐ πτωμάτων, καὶ πῶς ἐμπαθὴς ὢν ἐλέει Χριστοῦ πρὸς τὴν ἀπάθειαν μεταβέβηκας, καὶ πῶς πάλιν ἐξῆλθες τοῦ κόσμου | |
τοῦ πολλὰ καὶ πολλάκις σε ταπεινώσαντος. Λόγισαι δέ μοι | 572 | |
5 | καὶ τοῦτο· τίς ὁ ἐν τῇ ἐρήμῳ φυλάσσων σε, καὶ τίς ὁ ἀπελαύ‐ νων τοὺς δαίμονας βρύχοντας κατὰ σοῦ τοὺς ὀδόντας αὐτῶν. Οἱ γὰρ τοιοῦτοι λογισμοὶ ταπεινοφροσύνην μὲν ἐμποιοῦσιν, | |
τὸν δὲ τῆς ὑπερηφανίας οὐκ εἰσδέχονται δαίμονα. | 574 | |
t34-39 | Περὶ παθῶν | |
34 | Ὧν τὰς μνήμας ἔχομεν ἐμπαθεῖς, τούτων καὶ τὰ πράγματα πρότερον μετὰ πάθους ὑπεδεξάμεθα· καὶ ὅσα τῶν πραγμάτων πάλιν μετὰ πάθους ὑποδεχόμεθα, τούτων καὶ τὰς μνήμας ἕξομεν ἐμπαθεῖς. Ὅθεν ὁ νικήσας τοὺς ἐνεργοῦντας δαίμονας | |
5 | τῶν ὑπ’ αὐτῶν ἐνεργουμένων καταφρονεῖ· τοῦ γὰρ ἐνύλου | |
πολέμου ὁ ἄϋλος χαλεπώτερος. | 576 | |
35 | Τὰ μὲν τῆς ψυχῆς πάθη ἐκ τῶν ἀνθρώπων ἔχει τὰς ἀφορμάς· τὰ δὲ τοῦ σώματος ἐκ τοῦ σώματος· καὶ τὰ μὲν τοῦ σώματος πάθη περικόπτει ἐγκράτεια, τὰ δὲ τῆς ψυχῆς | |
ἀγάπη πνευματική. | 578 | |
36 | Οἱ μὲν τῶν ψυχικῶν προεστῶτες παθῶν ἄχρι θανάτου προσκαρτεροῦσιν· οἱ δὲ τῶν σωματικῶν θᾶττον ὑποχωροῦσιν· καὶ οἱ μὲν ἄλλοι δαίμονες ἀνατέλλοντι ἢ δύνοντι τῷ ἡλίῳ ἐοίκασιν, ἑνός τινος μέρους τῆς ψυχῆς ἐφαπτόμενοι· ὁ δὲ | |
5 | μεσημβρινὸς ὅλην περιλαμβάνειν εἴωθε τὴν ψυχὴν καὶ ἐναπο‐ πνίγειν τὸν νοῦν. Διὸ γλυκεῖα ἡ ἀναχώρησις μετὰ τὴν τῶν παθῶν κένωσιν· τότε γὰρ αἱ μνῆμαι μόνον εἰσὶ ψιλαί· καὶ ἡ πάλη οὐ πρὸς ἀγῶνα λοιπόν, ἀλλὰ πρὸς θεωρίαν αὐτῆς | |
παρασκευάζει τὸν μοναχόν. | 580 | |
37 | Πότερον ἡ ἔννοια τὰ πάθη κινεῖ, ἢ τὰ πάθη τὴν ἔννοιαν προσεκτέον· τισὶ μὲν γὰρ ἔδοξε τὸ πρότερον, τισὶ δὲ τὸ | |
δεύτερον. | 582 | |
38 | Ὑπὸ τῶν αἰσθήσεων πέφυκε κινεῖσθαι τὰ πάθη· καὶ παρούσης μὲν ἀγάπης καὶ ἐγκρατείας οὐ κινηθήσεται, ἀπούσης δὲ κινηθήσεται· πλειόνων δὲ παρὰ τὴν ἐπιθυμίαν ὁ θυμὸς δεῖται φαρμάκων, καὶ διὰ τοῦτο μεγάλη λέγεται | |
5 | ἡ ἀγάπη ὅτι χαλινός ἐστι τοῦ θυμοῦ· ταύτην καὶ Μωσῆς ἐκεῖνος ὁ ἅγιος ἐν τοῖς φυσικοῖς συμβολικῶς ὀφιομάχην | |
ὠνόμασεν. | 584 | |
39 | Πρὸς τὴν ἐπικρατοῦσαν δυσωδίαν ἐν τοῖς δαίμοσιν εἴωθεν ἀνάπτεσθαι πρὸς λογισμοὺς ἡ ψυχή, ὅταν αὐτῶν ἐγγιζόντων | |
ἀντιλαμβάνηται, τῷ τοῦ παρενοχλοῦντος πάθει πεποιωμένη. | 586 | |
t40-53 | Ὑποθῆκαι | |
40 | Οὐκ ἐν παντὶ καιρῷ δυνατὸν ἐκτελεῖν τὸν συνήθη κανόνα, προσέχειν δὲ δεῖ τῷ καιρῷ καὶ τὰς ἐνδεχομένας ἐντολὰς ὡς ἕνι μάλιστα πειρᾶσθαι ποιεῖν· τοὺς γὰρ καιροὺς καὶ αὐτοὶ τοὺς τοιούτους οὐκ ἀγνοοῦσιν οἱ δαίμονες. Ὅθεν κινούμενοι | |
5 | καθ’ ἡμῶν, τὰ μὲν δυνατὰ γενέσθαι κωλύουσι, τὰ δὲ μὴ δυνατὰ γενέσθαι πράττειν ἡμᾶς καταναγκάζουσι· καὶ γὰρ τοὺς ἀσθενοῦντας εὐχαριστεῖν μὲν ἐπὶ ταῖς ἀλγηδόσι καὶ μακροθυμεῖν ἐπὶ τοῖς ὑπηρετοῦσιν ἀποκωλύουσιν· ἀτονοῦντας δὲ πάλιν ἐγκρατεύεσθαι καὶ βεβαρημένους ἑστῶτας ψάλλειν | |
10 | προτρέπονται. | 590 |
41 | Ὅταν ἐν πόλεσιν ἢ ἐν κώμαις ἐπ’ ὀλίγον ἀναγκαζώμεθα διατρίβειν, τότε μάλιστα σφοδρότερον τῆς ἐγκρατείας ἐχόμε‐ νοι τοῖς κοσμικοῖς συνεσόμεθα, μήποτε παχυνθεὶς ἡμῶν ὁ νοῦς καὶ τῆς συνήθους ἐπιμελείας διὰ τὸν παρόντα καιρὸν | |
5 | στερηθεὶς πράξῃ τι τῶν ἀβουλήτων καὶ γένηται φυγάς, ὑπὸ | |
τῶν δαιμόνων βαλλόμενος. | 592 | |
42 | Οὐ πρότερον προσεύξῃ πειραζόμενος, πρὶν εἰπεῖν τινα ῥήματα μετ’ ὀργῆς πρὸς τὸν θλίβοντα· τῆς γὰρ ψυχῆς σου πεποιωμένης τοῖς λογισμοῖς, συμβαίνει μηδὲ καθαρὰν γενέσθαι τὴν προσευχήν· ἐὰν δὲ μετ’ ὀργῆς εἴπῃς τι πρὸς | |
5 | αὐτούς, συγχεῖς τε καὶ ἐξαφανίζεις τῶν ἀντικειμένων τὰ νοήματα. Τοῦτο γὰρ ἡ ὀργὴ καὶ ἐπὶ τῶν κρειττόνων νοημάτων | |
ἐργάζεσθαι πέφυκεν. | 594 | |
43 | Δεῖ δὲ καὶ τὰς διαφορὰς τῶν δαιμόνων ἐπιγινώσκειν, καὶ τοὺς καιροὺς αὐτῶν σημειοῦσθαι· εἰσόμεθα δὲ ἐκ τῶν λογισμῶν, τοὺς δὲ λογισμοὺς ἐκ τῶν πραγμάτων, τίνες τῶν δαιμόνων σπάνιοι καὶ βαρύτεροι, καὶ ποῖοι συνεχεῖς καὶ | |
5 | κουφότεροι, καὶ τίνες οἱ ἀθρόως εἰσπηδῶντες καὶ πρὸς βλασφημίαν τὸν νοῦν ἁρπάζοντες. Ταῦτα δὲ ἀναγκαῖον εἰδέναι, ἵν’ ὅταν ἄρξωνται οἱ λογισμοὶ τὰς ἰδίας ὕλας κινεῖν, πρὶν ἢ πολὺ τῆς οἰκείας ἐκβαλώμεθα καταστάσεως, φθεγγώμεθά τι πρὸς αὐτοὺς καὶ τὸν παρόντα σημαίνωμεν· οὕτω γὰρ ἂν | 596 |
10 | αὐτοί τε ῥᾳδίως σὺν Θεῷ προκόπτωμεν, κἀκείνους θαυ‐ μάζοντας ἡμᾶς καὶ ὀδυνωμένους ἀποπτῆναι ποιήσωμεν. | |
44 | Ὅταν ἀγωνιζόμενοι πρὸς τοὺς μοναχοὺς ἀδυνατῶσιν οἱ δαίμονες, τότε μικρὸν ὑποχωρήσαντες ἐπιτηροῦσι ποία τῶν ἀρετῶν ἐν τῷ μεταξὺ παρημέληται, κἀκείνῃ αἰφνιδίως ἐπεισ‐ | |
ελθόντες, τὴν ἀθλίαν ψυχὴν διαρπάζουσιν. | 598 | |
45 | Οἱ πονηροὶ δαίμονες τοὺς πονηροτέρους αὐτῶν δαίμονας εἰς βοήθειαν ἐπισπῶνται· καὶ κατὰ τὰς διαθέσεις ἀλλήλοις ἐναντιούμενοι, συμφωνοῦσιν ἐπ’ ἀπωλείᾳ μόνον ψυχῆς. | |
46 | Μὴ ταραττέτω δὲ ἡμᾶς ὁ δαίμων ὁ συναρπάζων τὸν νοῦν | |
πρὸς βλασφημίαν Θεοῦ καὶ πρὸς τὰς ἀπειρημένας φαντασίας ἐκείνας ἃς ἔγωγε οὐδὲ γραφῇ παραδοῦναι τετόλμηκα, μηδὲ τὴν προθυμίαν ἡμῶν ἐκκοπτέτω· καρδιογνώστης γάρ ἐστιν | 600 | |
5 | ὁ Κύριος καὶ οἶδεν ὅτι οὐδὲ ἐν τῷ κόσμῳ ὄντες ποτὲ τοιαύτην μανίαν ἐμάνημεν. Σκοπὸς δὲ τούτῳ τῷ δαίμονι παῦσαι ἡμᾶς τῆς προσευχῆς, ἵνα μὴ στῶμεν ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, μηδὲ τὰς χεῖρας ἐκτεῖναι τολμήσωμεν καθ’ οὗ τοιαῦτα | |
διενοήθημεν. | 602 | |
47 | Τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολον γίνεται ἢ λόγος τις προενεχθείς, ἢ κίνησις τοῦ σώματος γενομένη, δι’ οὗ ἐπαισθά‐ νονται οἱ ἐχθροὶ πότερον ἔνδον ἔχομεν τοὺς λογισμοὺς αὐτῶν καὶ ὠδίνομεν, ἢ ἀπορρίψαντες αὐτοὺς μεριμνῶμεν περὶ τῆς | |
5 | σωτηρίας ἡμῶν. Τὸν γὰρ νοῦν μόνος ἐπίσταται ὁ ποιήσας ἡμᾶς Θεός, καὶ οὐ δεῖται συμβόλων αὐτὸς πρὸς τὸ γινώσκειν | |
τὰ ἐν τῇ καρδίᾳ κρυπτόμενα. | 604 | |
48 | Τοῖς μὲν κοσμικοῖς οἱ δαίμονες διὰ τῶν πραγμάτων μᾶλλον παλαίουσι, τοῖς δὲ μοναχοῖς ὡς ἐπὶ πλεῖστον διὰ τῶν λογισμῶν· πραγμάτων γὰρ διὰ τὴν ἐρημίαν ἐστέρηνται· καὶ ὅσον εὐκολώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ’ | |
5 | ἐνέργειαν, τοσοῦτον χαλεπώτερος καὶ ὁ κατὰ διάνοιαν πόλεμος τοῦ διὰ τῶν πραγμάτων συνισταμένου· εὐκίνητον γάρ τι πρᾶγμα ὁ νοῦς καὶ πρὸς τὰς ἀνόμους φαντασίας | |
δυσκάθεκτον. | 606 | |
49 | Ἐργάζεσθαι μὲν διὰ παντὸς καὶ ἀγρυπνεῖν καὶ νηστεύειν οὐ προστετάγμεθα, προσεύχεσθαι δὲ ἡμῖν ἀδιαλείπτως | |
νενομοθέτηται· διότι ἐκεῖνα μὲν τὸ παθητικὸν μέρος τῆς ψυχῆς θεραπεύοντα καὶ τοῦ σώματος ἡμῶν εἰς τὴν ἐργασίαν | 608 | |
5 | προσδεῖται, ὅπερ δι’ οἰκείαν ἀσθένειαν πρὸς τοὺς πόνους οὐκ ἐπαρκεῖ· ἡ δὲ προσευχὴ τὸν νοῦν ἐρρωμένον καὶ καθαρὸν πρὸς τὴν πάλην παρασκευάζει, πεφυκότα προσεύχεσθαι καὶ δίχα τούτου τοῦ σώματος καὶ ὑπὲρ πασῶν τῶν τῆς ψυχῆς | |
δυνάμεων τοῖς δαίμοσι μάχεσθαι. | 610 | |
50 | Εἴ τις βούλοιτο τῶν μοναχῶν ἀγρίων πειραθῆναι δαιμόνων καὶ τῆς αὐτῶν τέχνης ἔξιν λαβεῖν, τηρείτω τοὺς λογισμούς, καὶ τὰς ἐπιτάσεις σημειούσθω τούτων, καὶ τὰς ἀνέσεις, καὶ τὰς μετεμπλοκάς, καὶ τοὺς χρόνους, καὶ τίνες τῶν δαιμόνων | |
5 | οἱ τοῦτο ποιοῦντες, καὶ ποῖος ποίῳ δαίμονι ἀκολουθεῖ, καὶ τίς | |
τίνι οὐχ ἕπεται· καὶ ζητείτω παρὰ Χριστοῦ τούτων τοὺς λόγους. Πάνυ γὰρ χαλεπαίνουσιν ἐπὶ τοῖς γνωστικώτερον τὴν πρακτικὴν μετιοῦσι, βουλόμενοι κατατοξεύειν ἐν σκοτο‐ μήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. | 612 | |
51 | Δύο τῶν δαιμόνων ὀξυτάτους παρατηρήσας εὑρήσεις, καὶ σχεδὸν τὴν κίνησιν τοῦ νοὸς ἡμῶν παρατρέχοντας· τὸν δαί‐ μονα τῆς πορνείας καὶ τὸν συναρπάζοντα ἡμᾶς πρὸς βλασφη‐ μίαν Θεοῦ· ἀλλ’ ὁ μὲν δεύτερός ἐστιν ὀλιγοχρόνιος, ὁ δὲ | |
5 | πρότερος, εἰ μὴ μετὰ πάθους κινοίη τοὺς λογισμούς, οὐκ | |
ἐμποδίσει ἡμῖν πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ. | 614 | |
52 | Σῶμα μὲν χωρίσαι ψυχῆς, μόνου ἐστὶ τοῦ συνδήσαντος· ψυχὴν δὲ ἀπὸ σώματος, καὶ τοῦ ἐφιεμένου τῆς ἀρετῆς. Τὴν γὰρ ἀναχώρησιν μελέτην θανάτου καὶ φυγὴν τοῦ σώματος οἱ | |
Πατέρες ἡμῶν ὀνομάζουσιν. | 616 | |
53 | Οἱ τὴν σάρκα κακῶς διατρέφοντες καὶ πρόνοιαν αὐτῆς εἰς ἐπιθυμίας ποιούμενοι, ἑαυτοὺς μὴ ταύτην καταμεμφέσθω‐ σαν· ἴσασι γὰρ τὴν χάριν τοῦ Δημιουργοῦ οἱ τὴν τῆς ψυχῆς ἀπάθειαν διὰ τοῦ σώματος τούτου κτησάμενοι καὶ τῇ τῶν | |
5 | ὄντων θεωρίᾳ ποσῶς ἐπιβάλλοντες. | 618 |
t54-56 | Περὶ τῶν ἐν τοῖς ὕπνοις συμβαινόντων | |
54 | Ὅταν ἐν ταῖς καθ’ ὕπνον φαντασίαις τῷ ἐπιθυμητικῷ μέρει πολεμοῦντες οἱ δαίμονες αὐτοὶ μὲν δεικνύωσιν, ἡμεῖς δὲ προστρέχωμεν, συντυχίας γνωρίμων καὶ συμπόσια συγγε‐ νῶν καὶ χοροὺς γυναικῶν καὶ ὅσα ἄλλα τοιαῦτα ἡδονῶν | |
5 | ἀποτελεστικά, ἐν τούτῳ τῷ μέρει νοσοῦμεν καὶ τὸ πάθος | |
ἰσχύει. Ὅταν δὲ πάλιν τὸ θυμικὸν ἐκταράσσωσιν, ὁδοὺς κρημνώδεις ὁδεύειν καταναγκάζοντες, καὶ ἐνόπλους ἄνδρας ἐπάγοντες καὶ ἰοβόλα καὶ σαρκοβόρα θηρία, ἡμεῖς δὲ πρὸς μὲν τὰς ὁδοὺς ἐκδειματούμεθα, ὑπὸ δὲ τῶν θηρίων καὶ τῶν | 620 | |
10 | ἀνδρῶν διωκόμενοι φεύγωμεν, τοῦ θυμικοῦ μέρους ποιησώ‐ μεθα πρόνοιαν, καὶ τὸν Χριστὸν ἐν ἀγρυπνίαις ἐπικαλούμενοι, | |
τοῖς προειρημένοις φαρμάκοις χρησώμεθα. | 624 | |
55 | Αἱ ἀνείδωλοι ἐν τοῖς ὕπνοις τοῦ σώματος φυσικαὶ κινήσεις ὑγιαίνειν ποσῶς μηνύουσι τὴν ψυχήν· πῆξις δὲ εἰδώλων ἀρρωστίας γνώρισμα· καὶ τὰ μὲν ἀόριστα πρόσωπα τοῦ παλαιοῦ πάθους, τὰ δὲ ὡρισμένα τῆς παραυτίκα πληγῆς | |
5 | σύμβολον νόμιζε. | 626 |
56 | Τὰ τῆς ἀπαθείας τεκμήρια, μεθ’ ἡμέραν μὲν διὰ τῶν λογισμῶν, νύκτωρ δὲ διὰ τῶν ἐνυπνίων ἐπιγνωσόμεθα· καὶ | |
τὴν μὲν ἀπάθειαν ὑγείαν ἐροῦμεν εἶναι ψυχῆς, τροφὴν δὲ τὴν γνῶσιν, ἥτις μόνη συνάπτειν ἡμᾶς ταῖς ἁγίαις δυνάμεσιν | 628 | |
5 | εἴωθεν· εἴπερ ἡ τῶν ἀσωμάτων συνάφεια ἐκ τῆς ὁμοίας | |
διαθέσεως γίνεσθαι πέφυκεν. | 630 | |
t57-62 | Περὶ καταστάσεως ἐγγιζούσης τῇ ἀπαθείᾳ | |
57 | Δύο τῆς ψυχῆς εἰρηνικαὶ καταστάσεις εἰσί, μία μὲν ἡ ἀπὸ τῶν φυσικῶν σπερμάτων ἀναδιδομένη, ἑτέρα δὲ ἡ ἐξ ὑποχω‐ ρήσεως τῶν δαιμόνων ἐπιγινομένη· καὶ τῇ μὲν προτέρᾳ ἀκολουθεῖ ταπεινοφροσύνη μετὰ κατανύξεως, καὶ δάκρυον καὶ | |
5 | πόθος πρὸς τὸ θεῖον ἄπειρος, καὶ σπουδὴ περὶ τὸ ἔργον ἀμέτρητος· τῇ δὲ δευτέρᾳ κενοδοξία μετὰ ὑπερηφανίας ἐν ἀναιρέσει τῶν λοιπῶν δαιμόνων τὸν μοναχὸν ὑποσύρουσα. Ὁ τοίνυν τηρῶν τὰ ὅρια τῆς προτέρας καταστάσεως, τὰς | |
ἐπιδρομὰς τῶν δαιμόνων ὀξύτερον ἐπιγνώσεται. | 632 | |
58 | Ὁ τῆς κενοδοξίας δαίμων ἀντίκειται τῷ δαίμονι τῆς πορνείας, καὶ τούτους ἅμα προσβαλεῖν ψυχῇ τῶν οὐκ ἐνδεχο‐ μένων ἐστίν· εἴπερ ὁ μὲν τιμὰς ἐπαγγέλλεται, ὁ δὲ ἀτιμίας πρόξενος γίνεται· ὁπότερος τοίνυν τούτων ἐὰν προσεγγίσας | |
5 | πιέζῃ σε, τοὺς τοῦ ἀντικειμένου δαίμονος πλάττε δῆθεν ἐν σεαυτῷ λογισμούς· κἂν δυνηθῇς τὸ δὴ λεγόμενον ἥλῳ τὸν ἧλον ἐκκρούειν, γίνωσκε σεαυτὸν πλησίον ὄντα τῶν ὅρων τῆς ἀπαθείας· ἴσχυσε γάρ σου ὁ νοῦς λογισμοῖς ἀνθρωπίνοις | |
λογισμοὺς ἀφανίσαι δαιμόνων. Τὸ δὲ διὰ ταπεινοφροσύνης | 634 | |
10 | ἀπώσασθαι τὸν τῆς κενοδοξίας λογισμόν, ἢ διὰ σωφροσύνης τὸν τῆς πορνείας, βαθυτάτης ἂν εἴη τεκμήριον ἀπαθείας. Καὶ τοῦτο ἐπὶ πάντων τῶν ἀντικειμένων ἀλλήλοις δαιμόνων πράτ‐ τειν πειράθητι· ἅμα γὰρ καὶ γνώσῃ ποίῳ πάθει μᾶλλον πεποίωσαι. Πλὴν ὅση δύναμις αἴτει παρὰ Θεοῦ τῷ δευτέρῳ | |
15 | τρόπῳ τοὺς πολεμίους ἀμύνασθαι. | |
59 | Ὅσῳ προκόπτει ψυχή, τοσούτῳ μείζονες αὐτὴν ἀντα‐ | |
γωνισταὶ διαδέχονται· τοὺς γὰρ αὐτοὺς ἀεὶ δαίμονας αὐτῇ παραμένειν οὐ πείθομαι· καὶ τοῦτο ἴσασι μάλιστα οἱ ὀξύτερον τοῖς πειρασμοῖς ἐπιβάλλοντες, καὶ τὴν προσοῦσαν αὐτοῖς | 636 | |
5 | ἀπάθειαν ἐκμοχλευομένην ὑπὸ τῶν διαδεξαμένων ὁρῶντες. | |
60 | Ἡ μὲν τελεία τῇ ψυχῇ ἀπάθεια μετὰ τὴν νίκην τὴν κατὰ πάντων τῶν ἀντικειμένων τῇ πρακτικῇ δαιμόνων ἐγγίνεται· ἡ δὲ ἀτελὴς ἀπάθεια ὡς πρὸς τὴν δύναμιν τέως τοῦ παλαίοντος | |
αὐτῇ λέγεται δαίμονος. | 638 | |
61 | Οὐκ ἂν προέλθοι ὁ νοῦς, οὐδὲ ἀποδημήσει τὴν καλὴν ἐκείνην ἀποδημίαν, καὶ ἐν τῇ χώρᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν | |
αὐτὸν εἴωθε πρὸς τὰ ἀφ’ ὧν ἐξελήλυθεν. | 640 | |
62 | Τὸν νοῦν καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι τυφλὸν ἀπεργάζονται· αἱ μέν, ἵνα μὴ βλέπῃ τὰς κακίας· αἱ δέ, ἵνα μὴ πάλιν ἴδῃ τὰς | |
ἀρετάς. | 642 | |
t63-70 | Περὶ τῶν τῆς ἀπαθείας συμβόλων | |
63 | Ὅταν ὁ νοῦς ἀπερισπάστως ἄρξηται ποιεῖσθαι τὰς προ‐ σευχάς, τότε περὶ τὸ θυμικὸν μέρος τῆς ψυχῆς νύκτωρ καὶ | |
μεθ’ ἡμέραν ὁ πᾶς συνίσταται πόλεμος. | 644 | |
64 | Ἀπαθείας τεκμήριον, νοῦς ἀρξάμενος τὸ οἰκεῖον φέγγος ὁρᾶν, καὶ πρὸς τὰ καθ’ ὕπνον φάσματα διαμένων ἥσυχος, καὶ | |
λεῖος βλέπων τὰ πράγματα. | 646 | |
65 | Ἔρρωται νοῦς μηδὲν τῶν τοῦ κόσμου τούτου παρὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενος. | |
66 | Νοῦς σὺν Θεῷ πρακτικὴν κατορθώσας καὶ προσπελάσας τῇ γνώσει ὀλίγον ἢ οὐδ’ ὅλως τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ἐπαισθάνεται, τῆς γνώσεως αὐτὸν ἁρπαζούσης μετάρσιον | |
καὶ χωριζούσης τῶν αἰσθητῶν. | 648 | |
67 | Ἀπάθειαν ἔχει ψυχή, οὐχ ἡ μὴ πάσχουσα πρὸς τὰ πράγ‐ ματα, ἀλλ’ ἡ καὶ πρὸς τὰς μνήμας αὐτῶν ἀτάραχος διαμέ‐ νουσα. | |
68 | Ὁ τέλειος οὐκ ἐγκρατεύεται, καὶ ὁ ἀπαθὴς οὐχ ὑπομένει, εἴπερ τοῦ πάσχοντος ἡ ὑπομονή, καὶ τοῦ ὀχλουμένου ἡ | |
ἐγκράτεια. | 650 | |
69 | Μέγα μὲν τὸ ἀπερισπάστως προσεύχεσθαι, μεῖζον δὲ τὸ καὶ | |
ψάλλειν ἀπερισπάστως. | 652 | |
70 | Ὁ τὰς ἀρετὰς ἐν ἑαυτῷ καθιδρύσας, καὶ ταύταις ὅλος ἀνακραθείς, οὐκ ἔτι μέμνηται νόμου ἢ ἐντολῶν ἢ κολάσεως, | |
ἀλλὰ ταῦτα λέγει καὶ πράττει ὁπόσα ἡ ἀρίστη ἕξις ὑπαγορεύει. | 654 | |
t70_90 | Θεωρήματα πρακτικά | |
71 | οαʹ Αἱ μὲν δαιμονιώδεις ᾠδαὶ τὴν ἐπιθυμίαν ἡμῶν κινοῦσι, καὶ εἰς αἰσχρὰς τὴν ψυχὴν φαντασίας ἐμβάλλουσιν· οἱ δὲ ψαλμοὶ καὶ ὕμνοι καὶ αἱ πνευματικαὶ ᾠδαὶ εἰς μνήμην ἀεὶ τῆς ἀρε‐ | |
5 | τῆς τὸν νοῦν προκαλοῦνται, περιζέοντα τὸν θυμὸν ἡμῶν κατα‐ | |
ψύχοντες καὶ τὰς ἐπιθυμίας μαραίνοντες. | 656 | |
72 | Εἰ οἱ παλαίοντες ἐν τῷ θλίβεσθαι καὶ ἀντιθλίβειν εἰσί, παλαίουσι δὲ ἡμῖν οἱ δαίμονες, καὶ αὐτοὶ ἄρα θλίβοντες ἡμᾶς ὑφ’ ἡμῶν ἀντιθλίβονται. Ἐκθλίψω γὰρ αὐτούς, φησί, καὶ οὐ μὴ δύνωνται στῆναι. Καὶ πάλιν· οἱ θλίβοντές με καὶ οἱ | |
5 | ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον. | |
73 | Ἀνάπαυσις μὲν τῇ σοφίᾳ, κόπος δὲ τῇ φρονήσει συνέζευκται· οὐκ ἔστι γὰρ σοφίαν κτήσασθαι ἄνευ πολέμου, καὶ οὐκ ἔστι κατορθῶσαι τὸν πόλεμον χωρὶς φρονήσεως· αὕτη γὰρ ἀνθί‐ στασθαι τῷ θυμῷ τῶν δαιμόνων πεπίστευται, τὰς τῆς ψυχῆς | |
5 | δυνάμεις κατὰ φύσιν ἐνεργεῖν ἀναγκάζουσα, καὶ τὴν ὁδὸν τῆς | |
σοφίας προευτρεπίζουσα. | 658 | |
74 | Πειρασμός ἐστι μοναχοῦ λογισμὸς διὰ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἀναβὰς καὶ σκοτίζων τὸν νοῦν. | |
75 | Ἁμαρτία ἐστὶ μοναχοῦ ἡ πρὸς τὴν ἀπηγορευμένην ἡδονὴν | |
τοῦ λογισμοῦ συγκατάθεσις. | 660 | |
76 | Ἄγγελοι μὲν χαίρουσι μειουμένης κακίας, δαίμονες δὲ τῆς ἀρετῆς· οἱ μὲν γάρ εἰσιν ἐλέους καὶ ἀγάπης θεράποντες, οἱ δὲ ὀργῆς καὶ μίσους ὑπήκοοι· καὶ οἱ μὲν πρότεροι πλησιάζοντες πνευματικῆς θεωρίας ἡμᾶς πληροῦσιν, οἱ δὲ δεύτεροι προσεγ‐ | |
5 | γίζοντες εἰς αἰσχρὰς τὴν ψυχὴν φαντασίας ἐμβάλλουσιν. | |
77 | Αἱ ἀρεταὶ οὐ τὰς τῶν δαιμόνων ὁρμὰς ἀνακόπτουσιν, ἀλλ’ | |
ἡμᾶς ἀθῴους διαφυλάττουσιν. | 662 | |
78 | Πρακτική ἐστι μέθοδος πνευματικὴ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα. | |
79 | Οὐκ ἀρκοῦσιν αἱ ἐνέργειαι τῶν ἐντολῶν πρὸς τὸ τελείως ἰάσασθαι τὰς δυνάμεις τῆς ψυχῆς, ἐὰν μὴ καὶ κατάλληλοι | |
ταύταις διαδέξωνται τὸν νοῦν θεωρίαι. | 664 | |
80 | Οὐ πᾶσι μὲν τοῖς ὑπ’ ἀγγέλων λογισμοῖς ἡμῖν ἐμβαλλο‐ μένοις δυνατὸν ἀντιστῆναι, πάντας δὲ τοὺς ὑπὸ δαιμόνων λογισμοὺς δυνατὸν ἀνατρέψαι· ἕπεται δὲ τοῖς μὲν προτέροις λογισμοῖς εἰρηνικὴ κατάστασις, τοῖς δὲ δευτέροις τετα‐ | |
5 | ραγμένη. | 666 |
81 | Ἀπαθείας ἔγγονον ἀγάπη· ἀπάθεια δέ ἐστιν ἄνθος τῆς πρακτικῆς· πρακτικὴν δὲ συνίστησιν ἡ τήρησις τῶν ἐντολῶν· τούτων δὲ φύλαξ ὁ φόβος τοῦ Θεοῦ, ὅστις γέννημα τῆς ὀρθῆς ἐστι πίστεως· πίστις δέ ἐστιν ἐνδιάθετον ἀγαθόν, ἥτις | |
5 | ἐνυπάρχειν πέφυκε καὶ τοῖς μηδέπω πεπιστευκόσι Θεῷ. | 668 |
82 | Ὥσπερ ἐνεργοῦσα διὰ τοῦ σώματος ἡ ψυχὴ τῶν ἀσθε‐ νούντων μελῶν ἐπαισθάνεται· οὕτως ἐνεργῶν καὶ ὁ νοῦς τὴν οἰκείαν ἐνέργειαν τάς τε δυνάμεις ἐπιγινώσκει τὰς ἑαυτοῦ καὶ διὰ τῆς ἐμποδιζούσης αὐτῷ τὴν θεραπευτικὴν αὐτῆς | |
5 | ἐντολὴν ἐφευρίσκει. | |
83 | Ὁ νοῦς τὸν ἐμπαθῆ πόλεμον πολεμῶν οὐ θεωρήσει τοὺς λόγους τοῦ πολέμου· τῷ γὰρ ἐν νυκτὶ μαχομένῳ ἔοικεν· ἀπάθειαν δὲ κτησάμενος, ῥᾳδίως ἐπιγνώσεται τὰς μεθοδείας | |
τῶν πολεμίων. | 670 | |
84 | Πέρας μὲν πρακτικῆς ἀγάπη· γνώσεως δὲ θεολογία· ἀρχαὶ δὲ ἑκατέρων πίστις καὶ φυσικὴ θεωρία· καὶ ὅσοι μὲν τῶν δαιμόνων τοῦ παθητικοῦ μέρους ἐφάπτονται τῆς ψυχῆς, οὗτοι λέγονται ἀντικεῖσθαι τῇ πρακτικῇ· ὅσοι δ’ αὖ πάλιν τῷ | |
5 | λογιστικῷ διοχλοῦσιν, ἐχθροὶ πάσης ἀληθείας ὀνομάζονται | |
καὶ ἐναντίοι τῇ θεωρίᾳ. | 672 | |
85 | Οὐδὲν τῶν καθαιρόντων τὰ σώματα σύνεστι μετὰ τοῦτο τοῖς καθαρθεῖσιν· αἱ δὲ ἀρεταὶ ὁμοῦ τε καθαίρουσι τὴν ψυχὴν καὶ καθαρθείσῃ συμπαραμένουσιν. | |
86 | Κατὰ φύσιν ἐνεργεῖ ψυχὴ λογικὴ ὅταν τὸ μὲν ἐπιθυμητικὸν αὐτῆς μέρος τῆς ἀρετῆς ἐφίεται, τὸ δὲ θυμικὸν ὑπὲρ αὐτῆς ἀγωνίζεται, τὸ δὲ λογιστικὸν ἐπιβάλλει τῇ θεωρίᾳ τῶν | |
γεγονότων. | 674 | |
87 | Ὁ μὲν προκόπτων ἐν πρακτικῇ τὰ πάθη μειοῖ, ὁ δὲ ἐν θεωρίᾳ τὴν ἀγνωσίαν· καὶ τῶν μὲν παθῶν ἔσται ποτὲ καὶ φθορὰ παντελής, τῆς δὲ ἀγνωσίας τῆς μὲν εἶναι πέρας, τῆς | |
δὲ μὴ εἶναί φασι. | 676 | |
88 | Τὰ παρὰ τὴν χρῆσιν ἀγαθὰ καὶ κακὰ τῶν ἀρετῶν καὶ τῶν κακιῶν γίνεται ποιητικά· φρονήσεως δέ ἐστι λοιπὸν τὸ χρήσασθαι τούτοις πρὸς θάτερα. | |
89 | Τριμεροῦς δὲ τῆς λογικῆς ψυχῆς οὔσης κατὰ τὸν σοφὸν ἡμῶν διδάσκαλον, ὅταν μὲν ἐν τῷ λογιστικῷ μέρει γένηται | |
ἡ ἀρετή, καλεῖται φρόνησις καὶ σύνεσις καὶ σοφία· ὅταν δὲ ἐν τῷ ἐπιθυμητικῷ, σωφροσύνη καὶ ἀγάπη καὶ ἐγκράτεια· ὅταν | 678 | |
5 | δὲ ἐν τῷ θυμικῷ, ἀνδρεία καὶ ὑπομονή· ἐν ὅλῃ δὲ τῇ ψυχῇ, δικαιοσύνη. Καὶ φρονήσεως μὲν ἔργον τὸ στρατηγεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις, καὶ τῶν μὲν ἀρετῶν ὑπερασπί‐ | |
ζειν, πρὸς δὲ τὰς κακίας παρατάττεσθαι, τὰ δὲ μέσα πρὸς τοὺς καιροὺς διοικεῖν· συνέσεως δὲ τὸ πάντα τὰ συντελοῦντα | 680 | |
10 | ἡμῖν πρὸς τὸν σκοπὸν ἁρμοδίως οἰκονομεῖν· σοφίας δὲ τὸ | |
θεωρεῖν λόγους σωμάτων καὶ ἀσωμάτων· σωφροσύνης δὲ ἔργον τὸ βλέπειν ἀπαθῶς τὰ πράγματα τὰ κινοῦντα ἐν ἡμῖν φαντασίας ἀλόγους· ἀγάπης δὲ τὸ πάσῃ εἰκόνι τοῦ Θεοῦ τοιαύτην ἑαυτὴν ἐμπαρέχειν οἵαν καὶ τῷ πρωτοτύπῳ σχεδόν, | 682 | |
15 | κἂν μιαίνειν αὐτὰς ἐπιχειρῶσιν οἱ δαίμονες· ἐγκρατείας δὲ τὸ πᾶσαν ἡδονὴν τοῦ φάρυγγος μετὰ χαρᾶς ἀποσείεσθαι· μὴ | |
δεδιέναι δὲ τοὺς πολεμίους καὶ προθύμως ἐγκαρτερεῖν τοῖς δεινοῖς, τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας ἐστί· δικαιοσύνης δὲ τὸ συμφωνίαν τινὰ καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς μερῶν | 684 | |
20 | κατεργάζεσθαι. | 686 |
90 | Καρπὸς μὲν σπερμάτων τὰ δράγματα, ἀρετῶν δὲ ἡ γνῶσις· καὶ ὡς ἕπεται τοῖς σπέρμασι δάκρυα, οὕτω τοῖς δράγμασιν | |
ἡ χαρά. | 688 | |
t91-100 | Ῥήσεις μοναχῶν ἁγίων | |
91 | Ἀναγκαῖον δὲ καὶ τὰς ὁδοὺς τῶν προοδευσάντων ὀρθῶς διερωτᾶν μοναχῶν καὶ πρὸς αὐτὰς κατορθοῦσθαι· πολλὰ γὰρ ἔστιν εὑρεῖν ὑπ’ αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς· ἐν οἷς καὶ τοῦτό φησί τις αὐτῶν, τὴν ξηροτέραν καὶ μὴ ἀνώ‐ | |
5 | μαλον δίαιταν ἀγάπῃ συζευχθεῖσαν θᾶττον εἰσάγειν τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα. Ὁ δ’ αὐτὸς ταρασσό‐ μενόν τινα νύκτωρ τῶν ἀδελφῶν τῶν φασμάτων ἀπήλλαξεν, ἀσθενοῦσι μετὰ νηστείας ὑπηρετῆσαι προστάξας· οὐδενὶ γὰρ οὕτως, ἐρωτηθεὶς ἔφη, ὡς ἐλέῳ τὰ τοιαῦτα κατασβέννυται | 690 |
10 | πάθη. | |
92 | Τῷ δικαίῳ Ἀντωνίῳ προσῆλθέ τις τῶν τότε σοφῶν καὶ πῶς διακαρτερεῖς, εἶπεν, ὦ πάτερ, τῆς ἐκ τῶν βιβλίων παραμυθίας ἐστερημένος; Ὁ δέ φησι· τὸ ἐμὸν βιβλίον, φιλό‐ σοφε, ἡ φύσις τῶν γεγονότων ἐστί, καὶ πάρεστιν ὅτε βούλομαι | |
5 | τοὺς λόγους ἀναγινώσκειν τοὺς τοῦ Θεοῦ. | 692 |
93 | Ἠρώτησέ με τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Αἰγύπτιος γέρων Μακάριος· τί δήποτε μνησικακοῦντες μὲν τοῖς ἀνθρώποις τὴν μνημονευτικὴν δύναμιν τῆς ψυχῆς ἀφανίζομεν, δαίμοσι δὲ μνησικακοῦντες ἀβλαβεῖς διαμένομεν; Κἀμοῦ πρὸς τὴν ἀπό‐ | |
5 | κρισιν ἀπορήσαντος καὶ παρακαλοῦντος τὸν λόγον μαθεῖν, διότι, φησὶν ἐκεῖνος, τὸ μὲν πρότερον παρὰ φύσιν, τὸ δὲ | |
δεύτερον κατὰ φύσιν ἐστὶ τοῦ θυμοῦ. | 694 | |
94 | Παρέβαλον κατ’ αὐτὴν τὴν σταθερὰν μεσημβρίαν τῷ ἁγίῳ πατρὶ Μακαρίῳ καὶ λίαν ὑπὸ τῆς δίψης φλεγόμενος ᾔτουν ὕδωρ πιεῖν· ὁ δέ φησιν· ἀρκέσθητι τῇ σκιᾷ· πολλοὶ γὰρ νῦν ὁδοιποροῦντες ἢ πλέοντες καὶ ταύτης ἐστέρηνται. Εἶτα λόγους | |
5 | μου πρὸς αὐτὸν περὶ ἐγκρατείας γυμνάζοντος· θάρσει, φησίν, ὦ τέκνον, ἐν ὅλοις ἔτεσιν εἴκοσι οὔτε ἄρτου, οὔτε ὕδατος, οὔτε ὕπνου κόρον εἴληφα· τὸν μὲν γὰρ ἄρτον μου ἤσθιον σταθμῷ, τὸ δὲ ὕδωρ ἔπινον μέτρῳ, τοῖς τοίχοις δὲ ἐμαυτὸν | |
παρακλίνων μικρόν τι τοῦ ὕπνου μέρος ἀφήρπαζον. | 696 | |
95 | Ἐμηνύθη τινὶ τῶν μοναχῶν θάνατος τοῦ πατρός· ὁ δὲ πρὸς τὸν ἀπαγγείλαντα, παῦσαι, φησί, βλασφημῶν· ὁ γὰρ | |
ἐμὸς πατὴρ ἀθάνατός ἐστιν. | 698 | |
96 | Ἐπύθετό τις τῶν ἀδελφῶν ἑνὸς τῶν γερόντων εἰ κελεύοι τῇ μητρὶ καὶ ταῖς ἀδελφαῖς συμφαγεῖν αὐτὸν παραβαλόντα | |
τῷ οἴκῳ· ὁ δέ, μετὰ γυναικός, εἶπεν, οὐ βρώσῃ. | 700 | |
97 | Ἐκέκτητό τις τῶν ἀδελφῶν εὐαγγέλιον μόνον, καὶ τοῦτο πωλήσας ἔδωκεν εἰς τροφὴν τοῖς πεινῶσιν, ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα· αὐτὸν γάρ, φησί, τὸν λόγον πεπώληκα τὸν λέγοντά μοι· πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς | |
5 | πτωχοῖς. | 702 |
98 | Ἔστι δέ τις παρὰ τὴν Ἀλεξάνδρειαν νῆσος κατ’ αὐτὸ τὸ βόρειον μέρος τῆς λίμνης κειμένη τῆς καλουμένης Μαρίας, προσοικεῖ δὲ αὐτῇ μοναχὸς τῆς παρεμβολῆς τῶν γνωστικῶν ὁ δοκιμώτατος· ὅστις ἀπεφήνατο πάντα τὰ πραττόμενα ὑπὸ | |
5 | τῶν μοναχῶν πράττεσθαι δι’ αἰτίας πέντε· διὰ Θεόν, διὰ φύσιν, διὰ ἔθος, διὰ ἀνάγκην, διὰ τὰ ἔργα τῶν χειρῶν. Ὁ δ’ αὐτὸς ἔλεγε πάλιν μίαν μὲν εἶναι τῇ φύσει τὴν ἀρετήν, εἰδοποιεῖσθαι δὲ αὐτὴν ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς· καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν ἀσχημάτιστον μέν ἐστι, φησί, ταῖς δὲ | |
10 | δι’ ὧν εἰσβάλλει θυρίσι συσχηματίζεσθαι πέφυκεν. | 704 |
99 | Ἄλλος δὲ πάλιν τῶν μοναχῶν· διὰ τοῦτο περιαιρῶ τὰς ἡδονάς, εἶπεν, ἵνα τὰς τοῦ θυμοῦ περικόψω προφάσεις· οἶδα | |
γὰρ αὐτὸν ἀεὶ μαχόμενον ὑπὲρ τῶν ἡδονῶν καὶ ἐκταράσσοντά μου τὸν νοῦν καὶ τὴν γνῶσιν ἀποδιώκοντα. Ἔλεγε δέ τις τῶν | 706 | |
5 | γερόντων ὅτι ἡ ἀγάπη παραθήκας βρωμάτων ἢ χρημάτων τηρεῖν οὐκ ἐπίσταται. Ὁ δ’ αὐτός· οὐκ οἶδα, φησίν, εἰς τὸ αὐτὸ δὶς ὑπὸ δαιμόνων ἀπατηθείς. | |
100 | Πάντας μὲν ἐπ’ ἴσης οὐ δυνατὸν τοὺς ἀδελφοὺς ἀγαπᾶν πᾶσι δὲ δυνατὸν ἀπαθῶς συντυγχάνειν μνησικακίας ὄντα καὶ μίσους ἐλεύθερον· τοὺς ἱερεῖς ἀγαπητέον μετὰ τὸν Κύριον τοὺς διὰ τῶν ἁγίων μυστηρίων καθαρίζοντας ἡμᾶς καὶ | |
5 | προσευχομένους ὑπὲρ ἡμῶν· τοὺς δὲ γέροντας ἡμῶν τιμητέον ὡς τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ πρὸς τοὺς ἀγῶνας ἡμᾶς | |
ἀλείφοντες καὶ τὰ τῶν ἀγρίων θηρίων δήγματα θεραπεύοντες. | 708 | |
epi | Ἀλλὰ νῦν μέν μοι τοσαῦτα λελέχθω πρὸς σὲ περὶ πρακτικῆς, ποθεινότατε ἀδελφὲ Ἀνατόλιε, ὅσα χάριτι τοῦ ἁγίου Πνεύ‐ ματος ἐν τῷ σπόρῳ περκαζούσης ἡμῶν τῆς σταφυλῆς ἐπιρωγολογούμενοι εὑρήκαμεν· εἰ δὲ σταθερὸς ἡμῖν ἐπιλάμψει | |
5 | τῆς δικαιοσύνης ὁ ἥλιος καὶ ὁ βότρυς πέπειρος γένηται, τότε καὶ τὸν οἶνον πιόμεθα αὐτοῦ τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, εὐχαῖς καὶ πρεσβείαις τοῦ δικαίου Γρηγορίου τοῦ φυτεύσαντός με καὶ τῶν νῦν ὁσίων Πατέρων τῶν ποτιζόν‐ των με, καὶ δυνάμει τῇ τοῦ αὐξάνοντός με Χριστοῦ Ἰησοῦ | |
10 | τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 710 |