TLG 4102 046 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam Juda (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in epistulam Juda (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 8. Oxford: Oxford University Press, 1840 (repr. Hildesheim: Olms, 1967): 153–170.

Citation: Page — (line)

153

(1t)

ΙΟΥΔΑ ΕΠΙΣΤΟΛΗ.
2tΥΠΟΘΕΣΙΣ.
3ΤΑΥΤΗΝ τὴν Ἐπιστολὴν γράφει τοῖς ἤδη πιστεύσασιν· ἡ δὲ πρόφασις αὕτη· παρεισελθόντων τινῶν καὶ διδασκόντων ἀδιάφορον
5εἶναι τὴν ἁμαρτίαν, καὶ ἀρνουμένων τὸν Κύριον· ἀνάγκην ἔσχεν γράψαι, καὶ ἀσφαλίσασθαι τοὺς ἀδελφούς· καὶ πρῶτον μὲν παρακαλεῖ αὐτοὺς ἀγωνίζεσθαι καὶ ἐμμένειν τῇ παραδοθείσῃ αὐ‐ τοῖς πίστει· ἔπειτα ἀποκηρύττει τοὺς τοιούτους ὡς πλάνους, καὶ παραγγέλλει μηδεμίαν ἔχειν αὐτοὺς κοινωνίαν πρὸς τοὺς τοιού‐
10τους, εἰδότας, ὅτι οὐκ ἀρκεῖ τὸ κληθῆναι μόνον, ἐὰν μὴ ἀξίως περιπατήσωμεν τῆς κλήσεως. καὶ γὰρ καὶ τὸν πρότερον λαὸν ἐξαγαγὼν ἐξ Αἰγύπτου ὁ Κύριος μὴ ἐμμείναντα τῇ πίστει ἀπώ‐ λεσε· καὶ Ἀγγέλων τὲ τῶν μὴ τηρησάντων τὴν ἰδίαν τάξιν, οὐκ ἐφείσατο. δεῖ οὖν ἀπὸ τῶν τοιούτων ἀναχωρεῖν· καὶ γὰρ καὶ
15Μιχαὴλ ὁ Ἀρχάγγελος οὐχ ὑπήνεγκε βλασφημίαν τοῦ διαβόλου. ἔσεσθαι γοὖν τὴν ἀπώλειαν αὐτῶν ὡς Σοδόμων διδάσκει· εἶτα παραίνει εἰς τὰ ἤδη, καὶ ἐπευξάμενος αὐτοῖς βεβαιότητα τῆς πίστεως παρὰ τοῦ Κυρίου, τελειοῖ τὴν Ἐπιστολήν.
19tΚΕΦ. Α.
20tΠερὶ προσοχῆς τῆς εἰς Χριστὸν πίστεως διὰ τὴν ἐπανάστασιν τῶν ἀσεβῶν
21tκαὶ ἀσελγῶν ἀνδρῶν.
22 Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἡγιασμένοις, καὶ Ἰησοῦ Χριστῷ
τετηρημένοις κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη153

154

πληθυνθείη. Ἀγαπητοὶ, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
5 Καὶ τίνα τρόπον ἀρνήσεται τις τῶν ἅπαξ πεπιστευκότων εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν; καίτοι παρεδεξάμεθα τὸν τῆς ἐναν‐ θρωπήσεως λόγον· ἀλλ’ εἰ φαμὲν ὅτι ἕτερος μέν ἐστιν ὁ Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἕτερος δὲ κατ’ ἰδίαν ὁ ἐκ γυναικὸς, ἠρνησάμεθα τὸν ἕνα δεσπότην. εἷς γὰρ Κύριος Ἰησοῦς καθ’
10ἕνωσιν οἰκονομικὴν, τὴν πρός γε φημὶ τὸν ἐκ Θεοῦ Λόγον, εἰς τὴν τῆς θεότητος δόξαν ἀναφοιτώσης αὐτοῦ τῆς σαρκός· εἷς οὖν ἄρα Χριστὸς καὶ Υἱός· ἔστι γὰρ οὗτος τῶν ὅλων δεσπότης. Κυρίλλου. Ὁμοῦ μὲν ἀσφαλιζόμενος ἡμᾶς, ὁμοῦ δὲ κατα‐ στίζων τοὺς αἱρετικοὺς ταῦτα φησί. οὐκοῦν οὐ ξενιστέον ἐπὶ
15τῇ τῶν αἱρετικῶν πλάνῃ τὲ καὶ κακοπιστίᾳ· τοῦ Ἁγίου Πνεύ‐ ματος προμηνύσαντος ἡμῖν διὰ τῶν Ἁγίων προφητῶν τε καὶ Ἀποστόλων τὴν τούτων ἔγερσιν· μᾶλλον γὰρ ἡμᾶς διὰ τῆσδε τῆς προφητείας ἀσφαλεστέρους ἐποίησεν, ὥστε μὴ ταῖς σο‐ φιστίαις τούτων ἁλῶναι.
20 Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προ‐ γεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν. Τουτέστι προεγνωσμένοι· ὥσπερ ἀμέλει καὶ τὰ κατὰ τὸν Ἰούδαν προεγράφη.
25 Τοὺς ἀπὸ Σίμωνος λέγει· οὗτοι γὰρ γαστρίμαργοί τινες καὶ ἀκόλαστοι ὑπεκρίνοντο τῆς εὐσεβείας τὴν διδασκαλίαν, ἵνα δι’ αὐτῆς παρείσδυσιν εἰς τὰς οἰκίας εὕρωσι· καὶ δὴ τοῦτο πράξαν‐ τες τὰ τῆς ἀκολασίας ἑαυτῶν καὶ ἀκαθαρσίας ἀπεπλήρωσαν· αἰχμαλωτίζοντες γυναικάρια σεσωρεύμενα ἁμαρτίαις· τελετὰς
30γάρ τινες πλασάμενοι νυκτερινὰς, κοίταις καὶ ἀσελγείαις ἑαυτοὺς154

155

ἐκδεδώκασι. τὸ δὲ “μετέθηκαν τὴν εὐσέβειαν” λέγει, ὅτι προ‐ φάσει τῆς εὐσεβοῦς διδασκαλίας τὴν ἑαυτῶν ἀπεπλήρουν ἀκρα‐ σίαν, παρανόμους μίξεις ἐργαζόμενοι. Εἰς ὃ ἑαυτοὺς ἐνέβαλον, πορνείαν πᾶσαν ἐν εἴδει θρησκείας
5ἐπιτηδεύοντες. Καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. Ὁ γὰρ βίος αὐτοῖς ἀκάθαρτος ὢν, οἱονεὶ μεγάλῃ φωνῇ ἀρνεῖται τὸν Ἰησοῦν· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;
10Περὶ μελλούσης αὐτῶν κολάσεως καθ’ ὁμοίωσιν τῶν πάλαι ἁμαρτωλῶν
καὶ πονηρῶν. Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν· ἀγγέλους τε τοὺς μὴ
15τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας, δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. Δείκνυσι μὲν καί τις ὁ ἀρνηθεὶς παρ’ αὐτῶν· ὅτι οὗτος ἐστὶν ὁ ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ ἐξαγαγὼν, πρὸς δὲ τοῦτο καὶ ἀπώλειαν
20αὐτοῖς, εἰ μὴ ἕλοιντο μετανοεῖν, ἀπειλεῖ. Φυλάττονται γὰρ εἰς τὸ ἐμπεσεῖν ἐν ἐκείνῳ τῷ τελευταίῳ πυρὶ καὶ τοῖς ἀϊδίοις ὑπὸ ζόφον δεσμοῖς· τὸ γὰρ τετήρηκε πρὸς τὸν μέλλοντα χρόνον ὁρῷ, καθάπερ καὶ Πέτρος γέγραφεν· “οἱ δὲ νῦν οὐρανοὶ καὶ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶ πυρὶ
25τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀν‐ θρώπων.” διὸ καὶ ὁ Κύριος προανατυπῶν ἐν Εὐαγγελίοις τὴν ἡμέραν τῆς κρίσεως φαίνεται λέγων, “πορεύεσθε οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.”
30Ἀρχὴν αὐτῶν φησι τὴν εἰς τὸ εἶναι παραγωγήν. παρήχθησαν
δὲ ** αὐτὸ εἰς πᾶν ἔργον ἀγαθὸν ὥσπερ καὶ ἡμεῖς.155

156

Ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν Ἀγγέλων ὁ λόγος ἐστὶ τυχὸν καθ’ ὃν ἐκτίσθησαν· ἢ ἡ δοθεῖσα πρὸς ἐκθέωσιν αὐτοῖς κατὰ χάριν φυσικὴ δυναστεία· ἢ πάλιν ἡ κατὰ τὴν ἀξίαν τῆς χάριτος τάξις τῆς στάσεως.
5 Καὶ τοῦτο πάλιν τῆς ἀποκειμένης κολάσεως αὐτῶν ἀπόδειξις. εἰ γὰρ τῶν λελυτρωμένων οὐκ ἐφείσατο διὰ τὸ παλινδρομῆσαι εἰς κακίαν· καὶ τῶν Ἀγγέλων μὲν ὄντων, γεγονότων δὲ πονηρῶν δι’ οἰκείαν ῥαθυμίαν, καὶ τῶν ἐν Σοδόμοις πόλεων· οὐδὲ τούτων δηλονότι φείσεται ἁμαρτανόντων ἀμετανόητα. λέγει δὲ καὶ τοὺς
10ἀποστήσαντας Ἀγγέλους ἀπὸ Θεοῦ “δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον “τετήρηκεν.” Ἡσυχίου πρεσβυτέρου ἐκ τῆς Ἑρμηνείας τῶν Ψαλμῶν ῥητὰ προκείμενα. “Ἔλεον καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζη‐ τήσει;” Τίς γὰρ αὐτοῦ τὴν φιλανθρωπίαν καταλαβεῖν, ἢ τίς
15λογιστεῦσαι τὴν ἀλήθειαν δύναται; ἀπὸ μὲν γὰρ τῆς ἀληθείας Ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, διὰ δὲ τὴν φιλανθρωπίαν, πόρνας καὶ τελώνας εἰς τὴν βασιλείαν εἰσήγαγεν. Μαξίμου. Τὸ οἰκητήριον ἐστὶν ἢ οὐρανὸς, ἢ ἡ κατὰ τὴν ἕξιν τῆς ὑπὲρ ἔννοιαν ἀγαθῶν σοφία, ἣν οἰκεῖν ἐδημιουργήθησαν.
20οἶδε γὰρ καὶ σοφίας οἶκον ὀνομάζειν ὁ λόγος· ἢ ἡ φρουρητικὴ τῶν δοθέντων αὐτοῖς φυσικῶν τε καὶ ἐπικτήτων ἀγαθῶν, ἐπισκοπὴ τῆς ἀχράντου θεότητος, ἣν ἀπέλιπον τυραννήσαντες. ἀΐδιοι δεσμοὶ εἰσὶν οἱ κατὰ γνώμην αὐτῶν παντελής τε καὶ διηνεκὴς περὶ τὸ καλὸν ἀκινησία· καθ’ ἣν οὐδαμῶς οὐδέποτε θείας ἀνέσεως ἀπο‐
25λαύουσιν. ἢ πάλιν γε διὰ τὴν ἡμῶν σωτηρίαν τῆς καθ’ ἡμῶν μανίας αὐτοὺς ἐπέχουσα κατὰ πρόνοιαν τοῦ Θεοῦ, δύναμιν μὴ συγχωροῦσα προβῆναι τῆς ἀπ’ αὐτῶν πονηρίας τὰ καθ’ ἡμῶν μηχανήματα· ζόφος δέ ἐστιν ἡ παντελὴς καὶ ὁλόκληρος, τῆς θείας ἄγνοια χάριτος· καθ’ ἣν δι’ ὅλου γνωμικῶς ποιωθέντες, τῆς
30μακαρίας καὶ παμφαοῦς τοῦ ἀκηράτου φωτὸς ἐστέρηνται διαδό‐ σεως· περὶ τὸ μὴ ὂν πᾶσαν τὴν δοθεῖσαν αὐτοῖς κατὰ φῦσιν
νοερὰν δύναμιν ἀναλώσαντες· τί δὲ πείσονται κατὰ τὴν φοβερὰν156

157

τῆς κρίσεως ἡμέραν, οἶδεν, ὁ δίκαιος κρίτης, ὁ κατ’ ἀξίαν ἑκάστῳ δικαίαν ἀφορίζων τὴν ἀμοιβὴν, καὶ κατὰ τὸ μέτρον τῆς κακίας ἶσον πρεπόντως τὸ εἶδος διανέμων τῆς κρίσεως, καὶ πρόσφορον τοῖς ἐπ’ αἰῶσιν ἀτελευτήτοις ψῆφον συνεκφέρων μετὰ δικαιο‐
5σύνης τοῖς ἀγαθοῖς αὐτοῦ δόγμασιν. Ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
10 Ἡγοῦμαι δὲ αἰνίττεσθαι τοὺς Βορβοριανοὺς καὶ Ἐστωτιανοὺς καὶ Βαβυλωνίους καὶ Καϊανίτας, ὧν ἡ ἀσέλγεια ἄθεσμος. Τῇ θείᾳ διδασκαλίᾳ κολακείᾳ σὺν γοητείᾳ χρησάμενοι τινὲς ἄνθρωποι παρεισέδυσαν· διὰ τοῦ ὑποκρίνεσθαι αὐτὴν προγεγραμ‐ μένοι, τουτέστι προεγνωσμένοι εἰς τοῦτο τὸ κρίμα, ὅτι ὃ παρ’
15ἑαυτοῖς ἐκρίθησαν παραδοθέντες ἀδοκίμῳ νῷ, οὗτοι δι’ ὑπερβάλ‐ λουσαν ἀσέβειαν ἀκόλαστοί τινες ὄντες, τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάριν εἰς ἀσέλγειαν μετέθηκαν, καὶ δι’ αὐτοῦ τοῦ λαγνεύειν ἀρνούμενοι τὸν μόνον δεσπότην Ἰησοῦν Χριστὸν, Κύριον τῶν κληθέντων διὰ τοῦ Εὐαγγελίου· εἶτα ἵνα ἀποστρέψῃ
20τοὺς πιστοὺς τῶν τοιούτων πονηρῶν καὶ ἀσεβῶν, δείκνυσιν, ὡς οἷόν τε τι τὸ μέγεθος οὗ ἠρνήσαντο δεσπότου· δηλώσας ὅτι αὐτός ἐστιν ὁ ἐξαγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου, ὡς καὶ σωτηρίαν αὐτοῖς ὀρέξαι. ἀλλ’ ἐπεὶ τρεπτοὶ καὶ παλίμβουλοι ἐτύγχανον τινὲς αὐτῶν, φέροντες ἔτι ἣν ἔσχον ἐν Αἰγύπτῳ βλάβην, ἀπώλεσεν
25αὐτοὺς ἀπιστήσαντας ἐν τῇ ἐρήμῳ, καίτοι σωθέντας διὰ πίστεως ἐξ Αἰγύπτου· μήποτε οὖν οὗτοί εἰσιν οἱ τῆς θείας διδασκαλίας ὑποκριταί· οἱ προιστάμενοι τῆς αἱρέσεως τῶν Νικολαϊτῶν, οὐδὲν εἶδος ἀκολασίας παρορώντων· αἰσχρὰ γὰρ καὶ λίαν αἰσχρὰ ἐπιτελοῦσι δῆθεν μυστικῶς, καὶ οἱ ἀπὸ Σίμωνος τοῦ Μάγου·
30πρὸς τούτοις καὶ οἱ ἀπὸ Μαρκίωνος καὶ Οὐαλεντίνου καὶ
Σηθιανοί· καὶ ἐπὶ προφάσει θρησκείας πράττουσι τὰ αἰσχρὰ,157

158

εἰς ἀσέλγειαν μετατιθέναι αὐτοὺς εἶπε τὴν χάριν τοῦ Κυρίου· δι’ ἧς ἀσελγείας καὶ τῶν ἔργων αὐτῆς ἀρνοῦνται τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Εἴρηται γοῦν πρὸ τούτων περὶ αὐτοῦ, ὡς εἴη ἀληθινὸς Θεὸς
5οὗτος ὁ μόνος δεσπότης ὁ Κύριος Ἰησοῦς Χριστὸς, ὁ ἀναγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου διὰ Μωσέως· ἕπεται μὴ ἕτερον εἶναι Θεὸν τὸν Μωσέως· οὐδὲ γάρ ἐστιν ἄλλος παρὰ τὴν Τριάδα· ὅθεν αὐτῷ διακονῶν φαίνεται Μωσῆς κατὰ τὸ “ἐκεῖνος περὶ ἐμοῦ ἔγραψε.” καὶ τὸ “ὃν ἔγραψε Μωσῆς εὑρήκαμεν Ἰησοῦν·”
10διὸ καὶ προθεωρήσας πνευματικῶς τὸν σταυρὸν, μέγιστον πλοῦτον ἔχειν ἡγήσατο τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, οὐχ ἕτερος τοῦ λέγοντος “ἐμοὶ εἴη καυχᾶσθαι ἐν τῷ σταυρῷ τῷ Κυρίου Ἰησοῦ.” Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι, σάρκα μὲν
15μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφη‐ μοῦσιν. “Ἐνυπνιαζόμενοί” φησι, τουτέστιν οὐδὲν ἀληθὲς ἐνθυμού‐ μενοι, ἀλλ’ ὡς ἐν ὕπνῳ φανταζόμενοι καὶ δογματίζοντες δόγματα ἀσεβείας πλήρη· καὶ τὴν μὲν σάρκα, τουτέστι τὸ ἡμέτερον
20σῶμα, τοῦ πονηροῦ λέγοντες εἶναι δημιούργημα, τὴν δὲ μίαν κυριότητα καὶ δόξαν τῆς Ἁγίας Τριάδος βλασφημοῦντες· καὶ τῷ μὲν Πατρὶ, τὸ ἄναρχον καὶ ἄκτιστον παρέχοντες, τὸν δὲ Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, τοῖς ὑπὸ χρόνον κτίσμασι κατα‐ ριθμοῦντες. Ταῦτα τὰ ἀνόσια δόγματα Μανιχαίου καὶ Ἀρείου
25τυγχάνουσι· διὸ καὶ θερμῶς ὁ Ἀπόστολος τὴν κατὰ τῶν τοιούτων δογμάτων ποιεῖται κατάῤῥησιν. “Σάρκα μὲν μιαίνουσι,” μὴ ὁμολογοῦντες ἕνα Θεὸν εἶναι τῶν ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν, ἀλλὰ θεοποιοῦντες τὴν ὕλην καὶ τὸ σκότος, καὶ βδελυσσόμενοι τὴν σάρκα, “κυριότητα ἀθε‐
30τοῦσι” διὰ τοῦτο αὐτοί· “δόξας δὲ βλασφημοῦσι.” “δόξας”
ἐκάλεσε τὰς δύο διαθήκας, ὡς ὁ Παῦλος φησὶν, “εἰ γὰρ ἡ158

159

διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον ἡ διακονία τῆς δικαιοσύνης δόξα.” Ὅρα πόσην αὐτῶν κακίαν καταλέγει, καὶ τὸν νοῦν αὐτῶν καὶ τὸν βίον ὅλον διεφθάρθαι λέγων· καὶ γὰρ καὶ βίῳ εἰσὶν ἀκάθαρτοι
5καὶ γλώσσῃ ἀσεβέστατοι· “ἐνυπνιαζόμενοι” δὲ εἶπε διὰ τὸ μὴ ἐν νηφούσῃ καὶ ὑγιῆ διανοίᾳ πράττειν, ἃ πράττουσιν ἀσελγήματα· ἐν οἷς τὴν ἑαυτῶν μιαίνουσι σάρκα, καὶ τὴν κυριότητα τοῦ κατὰ Χριστὸν μυστηρίου ἀθετοῦσιν· ἐν τάξει μυστηρίων εὐαγγελικῶν τὰς ἑαυτῶν ἀσελγείας καὶ δαιμονιώδεις ἐννοίας ἐκτελοῦντες.
10 Προφητικώτερον δὲ καὶ τὴν τῶν ἀσεβεστάτων Βορβοριανῶν αἵρεσιν στηλιτεύει· ἐκ τοῦ Σίμωνος καὶ τούτους τὰς ἀρχὰς εἰληφότας. Σευήρου ἐκ τῆς πρὸς Θωμᾶν Ἐπισκόπου Γερμανικίας Ἐπιστολῆς. Ἰστέον ὡς περὶ τινῶν διαλέγεται τὴν ἡδονὴν
15πρεσβευόντων, καὶ τὸ ἡδὺ τῆς σαρκὸς καὶ τὰς ἐν κόσμῳ φαν‐ τασίας διωκόντων, καὶ ταῦτα ἡγουμένων εἶναι θρησκείαν, καὶ βλασφήμως ἐκφερομένων πρὸς τὸ μὴ ὁμολογεῖν μίαν κυριότητα καὶ θεότητα· τοιοῦτοι γάρ τινες ὄφθησαν οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος μέχρι τῶν ἀνοσιωτάτων καὶ βδελυρῶν Μανιχαίων
20καταγόμενοι χρόνων. Τοῦτο οὖν φησιν ὁ Ἀπόστολος· ὡς ὁμοίως καὶ αὐτοὶ τοῖς ἐν Σοδόμοις πυρποληθεῖσι διὰ τὴν ἀσέλγειαν ἣν ἐπλημμέλουν· “ἐνυπνιαζόμενοι” δὲ, τουτέστι τὰ ἐν κόσμῳ φρο‐ νοῦντες καὶ ταῖς προσκαίροις φαντασίαις κεκαρωμένοι τῷ νῷ. “τὴν σάρκα μιαίνουσι·” τοῖς γὰρ τοιούτοις νύξ ἐστιν ὁ βίος, καὶ
25ἐγρηγορότες καθεύδουσι, καὶ ἐνύπνια βλέπουσι τὰ ἅμα τῷ φανῆναι τέρποντα καὶ παροδεύοντα· ταύτῃ τῇ διανοίᾳ καὶ Παῦλος ὁ μέγας, νύκτα τὸν ἀσελγῆ βίον εἰδὼς, καὶ κάρον βαθὺν τὰ τοιαῦτα φρονήματα Ῥωμαίοις ἐπιστέλλων παρῄνει καὶ ἔλεγεν· “ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα
30οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φω‐ τὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ
μέθαις·” καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα—“Κυριότητα δὲ159

160

ἀθετοῦσι” μίαν γὰρ θεότητα καὶ κυριότητα οὐχ ὁμολογοῦσιν ἀρχὴν εἶναι τῶν πάντων· ἀλλ’ ἕτερον μὲν ὑπάρχειν τῆς παλαιᾶς διαθήκης Θεὸν, πονηρόν τινα καὶ τιμωρητικὸν καὶ αἵμασι χαί‐ ροντα· τῆς δὲ νέας ἕτερον, τὸν ἐν τοῖς Εὐαγγελίοις καὶ Ἀποστό‐
5λοις λαλήσαντα· ἢ καὶ δύο ἀρχὰς ἀντιτεταγμένας ἀλλήλαις, πονηράν τε καὶ ἀγαθὴν ἐφιστᾶσι πάσῃ τῇ κτίσει· καὶ ἀμφο‐ τέρας ἀγεννήτους λέγουσι· καὶ τὴν μὲν ἐναντίαν εἶναι τῶν ἀγα‐ θῶν· τὴν δὲ, τῶν κακῶν· ὅπερ ἐξαιρέτως περὶ τοὺς ἄλλους τῆς τοῦ Μάνεντος διανοίας ἀπόβρασμα γέγονε. ἐξ οὗ τὸ πονηρὸν
10σμῆνος τῶν Μανιχαίων κατάγεται. οἱ οὕτως οὖν ἔχοντες, καὶ τὴν κυριότητα ἀθετοῦντες, τουτέστι, τὸν ἕνα καὶ μόνον Κύριον ἐπὶ πάντων Θεὸν, ἀναγκαίως καὶ τὰς δόξας βλασφημοῦσι· δόξας δὲ ἢ τὰ δόγματα τῆς εὐσεβείας φησὶν, ἢ τὴν παλαιὰν διαθήκην καὶ νέαν, μετὰ θεοπρεποῦς δόξης ἐκφωνηθείσας. Καὶ μετ’ ὀλίγα
15—Οὐκοῦν ἐκ τούτων πρόδηλον, ὡς δόξας τὰς διακονηθείσας δύο διαθήκας καλεῖ· τὴν μὲν διὰ τῆς Μωϋσέως ὑπουργίας, τὴν δὲ δι’ αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, “τοῦ κενώσαντος ἑαυτὸν καὶ δούλου λαβόντος μορφὴν,” καὶ λέγοντος πρὸς τοὺς μαθητὰς, “καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου
20οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.” Ὁ δὲ Μιχαὴλ ὁ Ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ δια‐ κρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ’ εἶπεν,
25ἐπιτιμήσαι σοι Κύριος. “Ὁ δὲ Μιχαὴλ ὁ Ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος” καὶ τὰ ἑξῆς. Δείκνυσι καὶ τὴν παλαιὰν συμφωνοῦσαν τῇ καινῇ, καὶ ὑφ’ ἑνὸς Θεοῦ δεδο‐ μένας· ὁ γὰρ διάβολος ἀντεῖχε θέλων ἀπατῆσαι, ὅτι ἐμὸν τὸ σῶμα
30ὡς τῆς ὕλης δεσπόζοντι· καὶ ἤκουσε παρὰ τοῦ Ἀγγέλου τὸ
“ἐπιτιμήσαι σοι Κύριος.” τουτέστι ὁ Κύριος τῶν πνευμάτων καὶ160

161

πάσης σαρκός. διὰ ταύτην τὴν αἰτίαν πρὸ μικροῦ εἶπεν, ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, ὁ παλαιᾶς καὶ καινῆς δια‐ θήκης Θεὸς, δόξα αὐτῷ. Ὁ δὲ Μιχαὴλ οὐκ αὐθεντήσας ἐπήγαγεν αὐτῷ τιμωρίαν ἀξίαν
5τῆς βλασφημίας, ἀλλὰ κατέλιπεν αὐτὸν τῇ γνώμῃ τοῦ ἑαυτοῦ δεσπότου· ὅτε γὰρ ἤγαγε Μωϋσῆν ἐν τῷ ὄρει, ἔνθα μετεμορφώθη ὁ Κύριος, τότε ἔλεγεν ὁ διάβολος τῷ Μιχαὴλ, ἐψεύσατο ὁ Θεὸς εἰσαγαγὼν τὸν Μωσῆν, ἔνθα ὤμοσε μὴ εἰσελθεῖν αὐτόν. Λέγεται ὁ Μιχαὴλ περὶ τὴν τοῦ Μωυσέως σώματος διηκονη‐
10κέναι ταφήν· τοῦ διαβόλου πρὸς τοῦτο ἀνθισταμένου· συγχω‐ ροῦντος τοῦ Θεοῦ, καὶ βουλομένου δεῖξαι διὰ τοῦ φαινομένου τοῖς τότε μικρὰ βλέπουσι καὶ παχύτερον διακειμένοις τὸ ἀφανὲς, ὅτι μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ταῖς ἡμετέραις ψυχαῖς ἀνθίστανται πορευομέναις τὴν ἐπὶ τὰ ἄνω πορείαν, ὅ τε διάβολος καὶ αἱ δυνά‐
15μεις αἱ πονηραὶ σὺν αὐτῷ, ἐκκόψαι τὸν δρόμον βουλόμεναι· καὶ τῶν μὲν τὰ φαῦλα ἐργασαμένων κατισχύουσι· τῶν δὲ δικαίων ἡττῶνται διὰ τῆς ἀγγελικῆς συμμαχίας. τοῦτο καὶ ὁ μακάριος Ἀντώνιος ἐν ὁράσει τεθέαται. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας ἐκ τῆς πρὸς Θωμᾶν
20ἐπίσκοπον Γερμανικίας ἐπιστολῆς. Ἐνταῦθα διὰ σωμα‐ τικοῦ τύπου προυπέδειξεν ὁ Θεὸς περὶ τὴν ψυχὴν γινόμενόν τι μυστήριον. ἐπειδὴ γὰρ τῆς ψυχῆς χωριζομένης ἀπὸ τοῦ σώματος, μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν προϋπαντῶσιν αὐτῇ καὶ ἀγγελικαὶ δυνάμεις ἀγαθαὶ, καὶ δαιμόνων στίφος πονηρότατον, ὅπως πρὸς
25τὴν ποιότητα τῶν ἔργων ὧν ἔπραξαν, πονηρῶν τε καὶ ἀγαθῶν, ἐπὶ τοὺς προσφόρους τόπους, ἢ οὗτοι ἢ ἐκεῖνοι, ταύτην ἀποκομίσωσι, φυλαχθησόμεναι μέχρι τῆς τελευταίας ἡμέρας, καθ’ ἣν εἰς κρίσιν πάντες παραστησόμεθα· καὶ ἢ εἰς τὴν αἰώνιον ζωὴν, ἢ εἰς τὴν ἀπέραντον φλόγα τοῦ πυρὸς ἀπαχθησόμεθα. βουλόμενος ὁ Θεὸς
30τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῦτο ὑποδεῖξαι διὰ σωματικοῦ τύπου τινὸς, παρεσκεύασεν ἐν τῇ τοῦ Μωυσέως ταφῇ φανῆναι ὑπ’ ὀφθαλμοὺς αὐτοῖς πρὸς τὴν περιστολὴν τοῦ σώματος καὶ τὴν ἐν τῇ γῇ νενο‐
μισμένην κατάθεσιν, ἀνθιστάμενον ὥσπερ τὸν πονηρὸν δαίμονα καὶ161

162

ἀντιπράττοντα· καὶ τούτῳ τὸν Μιχαὴλ ἀγαθὸν Ἄγγελον ὄντα προσυπαντῆσαι καὶ ἀποσοβῆσαι· καὶ μὴ ἐξουσιαστικῶς ἐπιτιμῆ‐ σαι, ἀλλὰ τῷ Κυρίῳ τῶν ὅλων παραχωρῆσαι τῆς κατ’ ἐκείνου κρίσεως, καὶ εἰπεῖν “ἐπιτιμήσαι σοι Κύριος·” ἵνα διὰ τούτων
5μάθωσιν οἱ παιδαγωγούμενοι, ὥς ἐστί τις ταῖς ψυχαῖς ἀγωνία μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν, καὶ ὅτι χρὴ διὰ τῶν ἀγαθῶν ἔργων παρασκευάζεσθαι πρὸς τὸ τῆς ἀγγελικῆς ἡμᾶς συμμαχίας μετα‐ λαχεῖν, τῶν δαιμόνων καθ’ ἡμῶν ἐπιτριζόντων φθονερὸν καὶ πικρόν· καὶ ταύτης ὑπ’ ὀφθαλμοὺς φανείσης τῆς θείας εἰκόνος, εἰκὸς καί
10τινα λοιπὸν νεφέλην ἢ φωτὸς ἔκλαμψιν γεγενῆσθαι κατὰ τὸν τόπον ἐκεῖνον ἀμαυροῦσαν καὶ ἀποτειχίζουσαν τῶν περιεστηκότων τὴν θέαν, ἵνα μὴ γινώσκοιεν αὐτοῦ τὴν ταφήν· διὸ καὶ ἐν τῷ Δευ‐ τερονομίῳ φησὶ τὸ ἱερὸν γράμμα. “καὶ ἐτελεύτησεν ἐκεῖ Μωυ‐ σῆς οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ, διὰ ῥήματος Κυρίου· καὶ
15ἔθαψαν αὐτὸν ἐν γῇ Μωὰβ, ἐγγὺς οἴκου Φοφώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν τελευτὴν, ‘ἤτοι τὴν ταφὴν‘ αὐτοῦ, ἕως τῆς ἡμέρας ταύτης.” Καὶ μετ’ ὀλίγα—Καὶ ταύτην μὲν τὴν ἐξήγησιν τὸ προκείμενον ἔχειν δοκεῖ, καὶ οὕτως αὐτὸ νενοήκαμεν. Τινὲς δέ γε σῶμα τοῦ Μωϋσέως ἔφησαν καλέσαι τὸν Ἰούδαν τὸν νόμον αὐτόν·
20καὶ ὅτι κατιόντι αὐτῷ, τοῦτον ἐμφανίσαι τοῖς υἱοῖς Ἰσραὴλ, ὁ διάβολος ἀνθίστατο καὶ ἀντέπραττεν, ἐμποδίζων τῇ δόσει τοῦ νόμου, καὶ διακρινόμενος, καὶ λέγων μὴ ἄξιον εἶναι τὸν λαὸν τούτου τυχεῖν· διὸ δὴ καὶ ὁ Μιχαὴλ προηγούμενος ἀποσοβεῖ τὸν ἀνθιστά‐ μενον, τὸ “ἐπιτιμήσαι σοι Κύριος” ἐκβοῶν. Ἄλλοι δὲ σῶμα τοῦ
25Μωυσέως ὃν ἐδημαγώγει λαὸν ἀπεκάλεσαν, καὶ εἶπον, ὡς ἐξιοῦσιν αὐτοῖς ἐκ τῆς χώρας τῶν Αἰγυπτίων ὁ διάβολος ἀντέστη καὶ ἀν‐ τετάξατο, καθάπερ ἐν δικασίᾳ λέγων τῷ Μωυσῇ, μὴ εἶναι τὸ σῶμα αὐτοῦ, τουτέστι τὸν λαὸν, ἄξιον τῆς Αἰγυπτίων ἐλευθερίας τυχεῖν· καὶ τοῦτον ὁ Μιχαὴλ ἀπεῖρξε, καὶ ἀντιπραττόμενον
30ἔπαυσεν, ἐπιφωνήσας τὸ “ἐπιτιμήσαι σοι Κύριος.” Σευήρου ἐκ τοῦ κατὰ Ἀλεξανδρείας σύνταγμα. “Οὐκ
ἐτόλμησεν αὐτῷ,” φησι, “τὴν κρίσιν τῆς βλασφημίας ἐπε‐162

163

νεγκεῖν, ἀλλ’ εἶπε μόνον, ‘ἐπιτιμήσαι σοι Κύριος,‘ τουτέστιν ὡς βλάσφημον καὶ θεομάχον ἀπ’ ἀρχῆς, ἐξ οὗ τὴν ἀποστασίαν ἐνόσησε, καὶ μετὰ τοῦτο τὸν Ἀδὰμ ἠπάτησε διὰ πανουργίας μαχησάμενος τῇ ἐντολῇ τοῦ Θεοῦ, βλασφημίας κρίσει καὶ ἀπο‐
5φάσει περιβαλεῖν “οὐκ ἐτόλμησεν, ἀλλ’ εἶπεν, ἐπιτιμήσαι σοι Κύριος·” τὸ γὰρ τῆς ἀποφάσεως καὶ τῆς κρίσεως ἐπεφύλακτο τῷ κριτῇ, τουτέστι τῷ Χριστῷ· “ὁ γὰρ κατακρίνας τὴν ἁμαρ‐ τίαν,” ὡς Παῦλός φησιν, ἐν τῇ ἰδίᾳ σαρκὶ, ἐπείπερ οὐκ ἔσχεν ἴχνος οὐδὲ ἓν ἐν αὐτῷ, κατέκρινε καὶ διὰ τοῦ ἰδίου θανάτου τὸν
10θάνατον, καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον. Οὗτοι δὲ, ὅσα μὲν οὐκ οἴδασι, βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῶα, ἐπίστανται, ἐν τούτοις φθείρονται. Περὶ μὲν δόγματός, φησιν, ἀγνοοῦντας τὴν ἀλήθειαν, βλασφη‐
15μοὺς ἑαυτοῖς συντιθέασι λόγους· περὶ δὲ ἡδονὰς οὕτως ἔχουσιν, ὡς μηδὲν ἀλόγων ζώων διαφέρειν, ἀλλ’ ἢ ἵππους θηλυμανεῖς νομί‐ ζεσθαι, ἢ χοίρους τῷ βορβόρῳ τῆς ἀσωτίας κυλινδουμένους. Τελευτήσαντος ἐν τῷ ὄρει Μωϋσέως, ὁ Μιχαὴλ ἀποστέλλεται μεταθήσων τὸ σῶμα, εἶτα τοῦ διαβόλου κατὰ τοῦ Μωϋσέως
20βλασφημοῦντος, καὶ φονέα ἀναγορεύοντος διὰ τὸ πατάξαι τὸν Αἰγύπτιον, οὐκ ἐνέγκων τὴν κατ’ αὐτοῦ βλασφημίαν ὁ Ἄγγελος, “ἐπιτιμήσαι σοι ὁ Θεὸς” πρὸς τὸν διάβολον ἔφη· ἔστιν οὖν ἔνδειξις τὸ εἰρημένον ὑπερβολῆς κακίας τῶν κατηγορουμένων· ὅπουγε Ἀρχάγγελος μὲν οὐδὲ ἀνδρὸς βλασφημουμένου ἤνεγκεν·
25οἱ δὲ τὸν ἐπὶ πάντων βλασφημοῦσι Θεόν.
26tΚΕΦ. Β.
27tΤαλανισμὸς αὐτῶν ἐπὶ τῇ πλάνῃ καὶ ἀσεβείᾳ, καὶ ἀσελγείᾳ καὶ βλασφημίᾳ
28tκαὶ ἐπιπλάστῳ ὑποκρίσει, τῇ εἰς ἀπάτην δωροδοκίᾳ.
29Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ
30τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ
ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.163

164

Καὶ αὐτοὶ γὰρ ἀδελφοκτόνοι εἰσὶ, δι’ ὧν διδάσκουσι, τὰς τῶν ἀπατωμένων ἀποκτειννύντες ψυχάς· ὅρα δὲ πῶς τὴν ὑπερβολὴν τῆς ἀσεβείας αὐτῶν δείκνυσιν· οὐ γὰρ ἠρκέσθη παραβαλεῖν αὐτοὺς Καῒν τῷ ἀδελφοκτόνῳ· ὡς καὶ αὐτοὶ διὰ τῆς μυσαρᾶς αὐτῶν
5σπερμοσφαγίας, τὸν δυνάμει ἄνθρωπον καὶ ἀδελφὸν ἀποκτειννύ‐ ουσιν, ἀλλὰ καὶ τῷ Βαλαὰμ καὶ τῷ Κορέ· τῷ μὲν Κάϊν διὰ τὴν προειρημένην αἰτίαν· τῷ δὲ Βαλαὰμ, ὅτι κέρδους χάριν ἦλθε κα‐ ταράσασθαι τὸν λαὸν τοῦ Θεοῦ· εἰ καὶ τὴν γλῶσσαν αὐτοῦ εἰς εὐλογίαν ἔστρεψεν ὁ Θεός· τῷ δὲ Κορὲ, ὅτι διδασκαλικὸν ἀξίωμα
10ἥρπασεν, εἰς ὃ αὐτὸν οὐκ ἔταξεν ὁ Θεός· ὡς γὰρ ὁ Ἀπόστολος λέγει, “οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ·” ἅμα δὲ καὶ διδασκόμεθα ποῖον καὶ τούτων τὸ τέλος διὰ τῆς τιμωρίας ἐκείνων, οἷς αὐτοὺς καὶ ὡμοίωσεν. Τὸν μὲν Ἀδὰμ, ἐξέβαλεν ὁ Θεὸς ἐκ τοῦ παραδείσου, καὶ κατῴκησεν ἀπέναντι
15τῆς τρυφῆς τοῦ παραδείσου, καὶ οὐκ ἐν γῆ Ναΐδ· τὸν δὲ Κάϊν οὔτε ἐξαπέστειλεν ὁ Κύριος, οὔτε ἐξέβαλεν· ἀλλ’ αὐτὸς ἐξῆλθεν ἀπὸ προσώπου Κυρίου. χρήσῃ δὲ τῇ συγχωρήσει τῶν ῥημάτων ἐν καιρῷ ποτὲ, ἐπ’ ἂν ὁ μέν τις ἐπιδικαζομένης τῆς Ἐκκλησίας μὴ ἑκὼν αὐτῆς ἐξέρχεται ὡς ἐπὶ Ἀδὰμ, ἐν τῷ ἐξαποστέλλεσθαι ἐπι‐
20τιμητικῶς καὶ παιδευτικῶς ἀπὸ τῶν προεστηκότων αὐτῆς· ὁ δὲ ὡς αὐθάδης καὶ καταφρονητὴς ὡς Κάϊν· καὶ ἀποστάτης ἐξέρχεται πολλάκις, ἔσθ’ ὅτε καὶ παρακαλούμενος ὑπὸ τῶν νουθετούντων τοὺς ἀτάκτους· παραμυθουμένων τοὺς ὀλιγοψύχους· ἀντεχομένων τῶν ἀσθενῶν· ἐρεῖς γὰρ ὅτι οὗτος ὁ ἑκὼν καταλιπὼν τὴν Ἐκκλησίαν,
25καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν· θελήσας ἐκ τοῦ πονηροῦ γενέσθαι· καὶ διὰ τοῦτο ἐξῆλθεν ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ ὁ ἐξελθὼν δὲ μοχθηρᾷ προαιρέσει καὶ βίῳ ἐπιλήπτῳ καὶ δόγμασιν ἐναντίοις, ἀπὸ τῆς Ἐκκλησίας ἐξῆλθεν, ὡς Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ πάντως ὁ τοιοῦτος οἰκεῖ ἐν τῇ γῇ Ναῒδ κατέναντι Ἐδὲμ,
30ἐναντιούμενος τοῖς δόγμασι τοῦ παραδείσου τῆς τρυφῆς· Ναῒδ δὲ164

165

ἑρμηνεύεται σάλος· ὁ οὖν φυγὰς ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ἔξω γενόμενος αὐτοῦ, ποῦ ἂν οἰκήσει, ἢ ἐν σάλῳ χειμαζόμενος καὶ κυματούμενος ὑπὸ τοῦ σάλου τῶν παθῶν; Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες,
5συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι. Περὶ ἀνθρώπων συγγνώμης πταιόντων ὑψηλότερα ἦν τῷ Ἀπο‐ στόλῳ ὁ λόγος· οὐ περὶ ἄστρων καὶ νεφῶν, κυμάτων τε καὶ δέν‐ δρων· οἷς δὴ παραδείγμασι κέχρηται, ὅπερ ἔχουσιν ἐκεῖνα κατὰ
10φύσιν, τοῦτο πεπονθέναι τοὺς ἀνθρώπους κατὰ προαίρεσιν αἰτιώ‐ μενος· ὥσπερ γὰρ αἱ νεφέλαι αἱ ἄνυδροι αἱ ὑπὸ ἀνέμων ἐλαυνόμε‐ ναι, καὶ τὰ ἄκαρπα δένδρα, ἃ δισσῶς ἔφη ἀποθανόντα, οὐ τιμωρη‐ θήσονται, ἀλλ’ οὐδὲ τὰ κύματα τὰς ἑαυτῶν ἐπαφρίζοντα αἰσχύ‐ νας, ἄλογα ὄντα καὶ αἰσθήσεως ἄμοιρα· οὕτω καὶ οἱ λεγόμενοι
15ἀστέρες πλανῆται οὐ τὸν ζόφον κληρονομοῦσιν, ἀλλ’ οἱ ἄνθρωποι κατὰ προαίρεσιν ἁμαρτάνοντες· περὶ ὧν καὶ τὰ ὑποδείγματα ταῦτα ἐλήφθη, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· οἱ ἄνθρωποι οὗτοι, περὶ ὧν ὁ λόγος, ὥσπερ πλανῆται εἰσὶν ἀστέρες τῆς εὐθείας ἐκτρε‐ πόμενοι, καὶ τὴν ἐναντίαν τῇ ἀρετῇ ὁδὸν βαδίζοντες· διὸ αὐτοῖς ὁ
20ζόφος τετήρηται, οὐχ ὡς ἄστρασιν, ἀλλ’ ὡς ἀνδράσιν· οὐ γὰρ περὶ ἄστρων ἢ νεφῶν ἢ κυμάτων ἦν αὐτῷ, ὡς ἔφθην εἰπὼν, ὁ λόγος, ἀλλὰ περὶ ἀνθρώπων εἰς θηριωδίαν καὶ ἀσέλγειαν καὶ ἀλαζονείαν ἐκπεπτωκότων, καὶ διὰ τῆς συνουσίας καὶ τοὺς πλησιάζοντας λυ‐ μαινομένων. εἰ γὰρ τὸν προσταχθέντα τοῖς ἄστρασι δι’ αἰῶνος
25θέουσι δρόμον, οὐ ποιητικοὺς αὐτοὺς κακῶν λεκτέον, ἀσεβὲς γὰρ καὶ ἄλογον, ἀλλ’ εἰ καὶ καθ’ ὑπόθεσιν δοθείη, ὅπέρ τινες φασὶ, σημαντικοὺς εἶναι, οὐδ’ οὕτως δώσουσι δίκας, οὐδὲ γὰρ οἱ προ‐ φῆται ἔδοσαν, τὰ μέλλοντα παρὰ τῶν Ἰουδαίων πράττεσθαι κατα‐ μηνύσαντες· οὐ γὰρ ἤδη δι’ ὧν προεμήνυσαν γέγονεν, ἀλλ’ ἐπειδὴ
30ἔμελλε γίνεσθαι προεμήνυσαν· δῆλον τοίνυν, ὡς οἶμαι, ὅτι οὐ περὶ
ἄστρων, ὥσπερ οὐδὲ περὶ κυμάτων ἢ δένδρων ἢ νεφῶν ἦν τῷ165

166

Ἀποστόλῳ ὁ λόγος· καθὼς καὶ ὁ πάσης τῆς Ἐπιστολῆς νοῦς μηνύει, ἀλλὰ περὶ ἁμαρτησάντων ἀνθρώπων, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται· ἀρξάμενος γὰρ ἀπὸ τῶν παρα‐ δειγμάτων, εἰς τοὺς περὶ ὧν ἦν ὁ λόγος αὐτῷ ἐτελεύτησεν.
5 Ἔτι κατὰ τὸν χρόνον ἐκεῖνον τῶν κοινῶν ἐν ἐκκλησίαις γινο‐ μένων τραπεζῶν, περὶ ὧν καὶ ὁ Ἀπόστολος Κορινθίοις ἐπιστέλλει, συνήεσαν, οὐ χάριν τοῦ μεταλαβεῖν τοῦ Κυριακοῦ δείπνου, ἀλλ’ ἵνα καιρὸν εὕρωσι ψυχὰς ἀστηρίκτους δελεάζειν· τούτων γὰρ καὶ ὁ Πέτρος ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ καταλέγει.
10 Δένδρα φθινοπωρινὰ, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκρι‐ ζωθέντα. “Δένδρα φθινοπωρινὰ” τοὺς ἀνοσίους αἱρετικοὺς φησὶν, οἵτινες ὑπὸ τῆς κακίας καταψυχθέντες, τὸν τῆς δικαιοσύνης καρπὸν οὐ διδόασι. δὶς δὲ ἀποθανόντας αὐτοὺς ἐκάλεσεν, ὡς ψυχῇ καὶ
15σώματι νεκρωθέντας· ψυχῇ μὲν, ὡς λογιζομένῃ τὰ πονηρὰ, σώματι δὲ, ὡς ἐκτελοῦντι τὴν ἁμαρτίαν. ἐκριζωθέντας δὲ αὐτοὺς λέγει, ὡς μὴ ἀξίους τοῦ πεφυτεῦσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἔνθα ἑαυ‐ τὸν ἐρριζωμένον εἰδὼς ὁ ἅγιος ἔλεγε Δαβὶδ, “ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ” καὶ τὰ ἑξῆς.
20 Τοῦτο φησὶν, ἐπειδὴ πάλιν οἱ δίκαιοι προσποιούμενοι ἐλαίαις ἑαυτοὺς εὐσκίοις, καὶ μὴν καὶ ἀμπέλοις καρποφόροις παρέβαλον· λέγει οὖν ὡς ἄκαρποί τινές εἰσι, καὶ μᾶλλον διὰ τὸν ἐξ αὐτῶν καρπὸν ὃν διαφθείρουσιν ἐν τῇ σπερμοσφαγίᾳ μὴ ζωογονεῖσθαι· καὶ φθινοπωρινοὶ, τουτέστι καὶ φύλλων καὶ καρπῶν ἔρημοι· οὔτε
25γὰρ βίος αὔτοις οὔτε δόγμα ζωογόνον ἐστὶ λαμπρόν. Οὐκ ἐπὶ μιᾶς ἑστηκότα γνώμης δι’ ἀβεβαιότητα. Κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας. Βίῳ ἀσελγεῖ καὶ ἀσεβείᾳ θανατώσαντες τὴν ψυχὴν καὶ
30δόγμασι πονηροῖς· ἢ οὕτως· ἐπειδὴ πρὸ τῆς πίστεως τεθνήκεισαν
ἀσεβείᾳ, εἶτα προσελθόντες τῷ Εὐαγγελίῳ ἔζησαν· πάλιν δὲ166

167

ἀσεβείᾳ καὶ ἡδονῇ ἐκδόντες ἑαυτοὺς, τεθνήκασι· ταύτη τοι τεθνηκέναι δὶς αὐτούς φησι. Ὁ γὰρ οὕτως ἔνοχος, φησὶ, κακῶν, ὡς ἀσεβείᾳ καὶ ἡδοναῖς ἄγεσθαι, ποίαν ἕξει στάσιν ἢ ῥίζαν πανταχόθεν βαλλόμενος;
5 Τὸ μανικὸν αὐτῶν καὶ ἄσχετον περὶ τὰς βλασφημίας σημαί‐ νει· τὸ δὲ ἐπαφρίζειν τὰς ἰδίας αἰσχύνας, τὸ μετὰ τῆς κατὰ Θεοῦ μανίας καὶ αἰσχρότητα πολλὴν ἐπιτηδεύειν αὐτοὺς βίου ἀποφαίνεται. Ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα
10τετήρηται. Τοῦτο καὶ ἀρχόμενος εἶπεν, οἱ καὶ πάλαι προγεγραμμένοι. Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνὼχ λέγων, Ἰδοὺ, ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐλέγξαι πάντας
15τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων αὐτῶν ὧν ἠσέ‐ βησαν, καὶ περὶ πάντων τῶν σκληρῶν λόγων ὧν ἐλά‐ λησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. Εἰ καὶ μιμούμενοι τὸν ἑαυτῶν ἀρχηγὸν Σατανᾶν κατασχηματι‐ ζόμενον εἰς Ἄγγελον φωτὸς, καὶ αὐτοὶ μετασχηματίζεσθαι θέλου‐
20σιν εἰς διδασκάλους ἀληθείας, περὶ ὧν εἴρηται, “ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες,” ἀλλ’ οὖν πλανῶν‐ τές εἰσι, παραχαράττοντες τὴν ἀλήθειαν ἀσελγείαις δυσφημιῶν, καὶ ὕστερον γνόφῳ καὶ ζόφῳ καὶ σκότῳ, ὅπέρ ἐστι τὸ σκότος ἐξώτερον, κολασθήσονται· ὅπερ ἡτοίμασται τῷ Σατανᾶ καὶ τοῖς
25Ἀγγέλοις αὐτοῦ. Οὗτοί εἰσι γογγυσταὶ, μεμψίμοιροι, κατὰ τὰς ἐπι‐ θυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα, ὠφελείας χάριν. Οὐ γὰρ ἔχουσι παρρησίαν τῇ διδασκαλίᾳ αὐτῶν χρήσασθαι.
30πῶς γὰρ ἀκίνδυνον δημοσιεύειν τὴν μετὰ ἀσεβείας καὶ βλασφη‐167

168

μίας ἀσελγεῖ; τὸ δὲ “μεμψίμοιροι” ὅτι τὰ τῶν ἄλλων καὶ τὰ τῆς ἀληθείας διαβάλλουσιν, ἵνα τὰ οἰκεῖα κακὰ καὶ ἀσελγήματα στήσωσιν ὡς οἷόν τε. Ὑμεῖς δὲ, ἀγαπητοὶ, μνήσθητε τῶν ῥημάτων τῶν
5προειρημένων ὑπὸ τῶν Ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι ἔλεγον ὑμῖν, ὅτι ἐπ’ ἐσχάτου τῶν χρόνων ἐλεύσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυ‐ μίας πορευόμενοι τῶν ἀσεβειῶν. Τοῦτο μὲν ὑπὸ Πέτρου· καὶ γὰρ τὴν δευτέραν Ἐπιστολὴν ὁ
10Πέτρος περὶ τούτων ἔγραψε· τοῦτο δὲ περὶ τῶν γραφέντων ὑπὸ Παύλου· πολλὰ γὰρ αὐτοῦ περὶ τούτων ἐν πάσῃ διατάξαντος Ἐπιστολῇ. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοὶ, Τουτέστιν οἱ τὰ σχίσματα ποιοῦντες ἐν ταῖς βλασφημίαις καὶ
15ἀσελγείαις ἑαυτῶν, καὶ τῆς Ἐκκλησίας διασπῶντες τὰ μέλη. Ἀντὶ τοῦ διδασκαλίαν ἔχοντες δαιμονιώδη κατὰ τὸ εἰρημένον, “οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, ψυχικὴ, δαιμονιώδης.” Πνεῦμα μὴ ἔχοντες.
20 Θεῖον λαλοῦν ἐν αὐτοῖς, ὥσπερ οἱ ἀληθῶς διδάσκαλοι τῆς πίστεως τῆς ὀρθῆς.
22tΚΕΦ. Γ.
23tΠερὶ ἀσφαλείας αὐτῶν ἐπὶ τῇ πίστει συμπαθείας καὶ φειδοῦς τοῦ πλησίον
24tἐπὶ σωτηρίᾳ ἐν ἁγιασμῷ.
25 Ὑμεῖς δὲ, ἀγαπητοὶ, τῇ ἁγιωτάτῃ ἡμῶν πίστει ἐποι‐ κοδομοῦντες ἑαυτοὺς, ἐν Πνεύματι Ἁγίῳ προσευχό‐ μενοι, ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον· καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι.
30Τουτέστι τοὺς διακρινομένους ἀπὸ τῆς ἀληθείας ἐκ τῶν λόγων
τῆς ψευδοῦς διδασκαλίας· περὶ δὲ τῶν διακρινομένων ὁ Ἰάκωβος168

169

φησὶν ὅτι “ἐοίκασι κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζο‐ μένῳ διὰ τὸ τῆς ψυχῆς ἄστατον. οὗτοι οὖν καὶ ἐλεεινοί εἰσι καὶ ἄθλιοι, παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι. Οὓς δὲ ἐν φόβῳ σώζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες.
5 Εἴτις τοὺς ἤδη ἐν τῷ ἀπὸ τῶν πεπυρωμένων τοῦ διαβόλου βελῶν ἐξαφθέντι πυρὶ γινομένους, καὶ ἔν τινι ἀπηγορευμένῃ πυρώσει κε‐ κρατημένους, δύναται λόγῳ Θεοῦ ἀνιμησάμενος, ὀξύτατα ἅρπασαι ἀπὸ τοῦ πυρός· οὗτος ἁρπάσαι μὲν ἀνθηκότως οὐχὶ ἅρπαξ χρη‐ ματίσηται τῶν ὑπὸ τοῦ Ἀποστόλου κατηγορουμένων.
10 Εἰ δέ τινες εἰσὶν ἐξ αὐτῶν δυνάμενοί, φησι, τὴν ἀλήθειαν δέξασθαι, ταύτην αὐτοῖς ὑποβάλλοντες, ἐκ τοῦ μέλλοντος αὐτοὺς παραλαμβάνειν πυρός. Τουτέστι τὸν φόβον αὐτοῖς ὑποβάλλοντες καὶ ὑποτιθέντες, ἐλέους ἀξίους ὁρᾶσθαι μετανοοῦντας παρασκευάζετε.
15 Μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα. Ἐρώτησις Μαξίμου. Τίς ὁ ἀπὸ τῆς σαρκὸς ἐσπιλώμενος χιτών; Ἀπόκρισις. Ὁ πολλοῖς πλημμέλημα τῶν ἐκ τῆς σαρκὸς
20παθημάτων κεκηλιδωμένος βίος, χιτών ἐστιν ἐσπιλωμένος, ὡς ἔκ τινος γὰρ ἐνδύματος τῆς κατὰ τὸν βίον ἀναστροφῆς ἕκαστος τῶν ἀνθρώπων διαφαίνεσθαι πέφυκεν, εἴτε δίκαιος εἴτε ἄδικος· ὁ μὲν χιτῶνα καθαρὸν ἔχων, τὸν ἐνάρετον βίον, ὁ δὲ πονηροῖς ἐσπιλωμένην ἔργους τὴν ζωὴν κεκτημένος· ἢ μᾶλλον ἐσπιλωμένος ἀπὸ τῆς
25σαρκὸς ἔστι χιτὼν, ἡ κατὰ συνείδησιν μορφοῦσα διὰ τῆς μνήμης τῶν ἐκ τῆς σαρκὸς πονηρῶν κινημάτων τὲ καὶ ἐνεργημάτων τὴν ψυχὴν, ἕξις τε καὶ διάθεσις· ἣν ὁρῶσα διὰ παντὸς καθάπερ χιτῶνά τινα περὶ ἑαυτὴν δυσωδίας πληροῦται παθῶν· ὡς γὰρ ἀπὸ τοῦ Πνεύματος διὰ τῶν ἀρετῶν ἀλλήλαις κατὰ λόγον συνυφαινομένων
30ἀφθαρσίας γίνεται τῇ ψυχῇ χιτὼν, ὃν ἐνδυσαμένη γίνεται καλὴ
καὶ ἐπίδοξος· οὕτω καὶ ἐπὶ τῆς σαρκὸς τῶν παθῶν ἀλλήλοις169

170

κατὰ τὴν ἀναλογίαν συνυφαινομένων, γίνεταί τις χιτὼν ἀκάθαρτος καὶ ἐσπιλωμένος, ἐξ αὐτοῦ γνώριμον δεικνὺς τὴν ψυχὴν, μορφὴν ἄλλην αὐτῇ καὶ εἰκόνα περὶ τὴν θείαν θέμενος.
4tΚΕΦ. Δ.
5tΕὐχὴ ὑπὲρ αὐτῶν εἰς ἁγιασμὸν καὶ παρρησίαν καθαρὰν σὺν δοξολογίᾳ Θεοῦ.
6 Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλ‐ λιάσει, μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δόξα καὶ μεγαλωσύνη,
10κράτος καὶ ἐξουσία, πρὸ παντὸς αἰῶνος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. ἀμήν. Τὴν πορνείαν λέγει καὶ τὴν ἀκαθαρσίαν καὶ τὴν ἀσέλγειαν, ἣν οἱ ἀπὸ Σίμωνος ἐπιτήδευον. Οὐκ ἐλεήσεις πτωχὸν ἐν κρίσει· ἐλεεῖσθαι μὲν γὰρ δεόμενον
15καὶ ἀντιβολοῦντα χρή· ἐγκαλοῦντα δὲ καὶ κατηγοροῦντα οὐχί· οὐ
γὰρ χάριν ἀπαιτεῖ, ἀλλὰ ἀδικεῖσθαι διαβεβαιοῦται.170