TLG 4102 045 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam Joannis iii (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in epistulam Joannis iii (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 8. Oxford: Oxford University Press, 1840 (repr. Hildesheim: Olms, 1967): 149–152.

Citation: Page — (line)

149

(1t)

ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ Γ.
2tΥΠΟΘΕΣΙΣ.
3ἜΣΤΙΝ ἡ Ἐπιστολὴ περὶ φιλοξενίας· καὶ πρῶτον μὲν ἀποδέ‐ χεται τὸν Γάϊον μαρτυρούμενον παρὰ πάντων ἐπὶ φιλοξενίᾳ, καὶ
5προτρέπει τῇ αὐτῇ προθέσει ἐμμένειν καὶ προπέμπειν καὶ δεξι‐ οῦσθαι τοὺς ἀδελφούς. πάλιν τὲ αὐτοῦ μὲν τὴν προφορὰν ἀποδέχεται· αἰτιᾶται δὲ Διοτρεφῆ, ὡς μήτε αὐτὸν παρέχοντα τοῖς πτωχοῖς, ἀλλὰ καὶ κωλύοντα τοὺς ἄλλους, καὶ πολλὰ φλυαροῦντα, τοὺς δὲ τοιούτους λέγει ἀλλοτρίους εἶναι τῆς ἀληθείας,
10καὶ μὴ εἰδέναι τὸν Θεόν. Δημήτριον δὲ συνίστησι μαρτυρῶν αὐτῷ τὰ κάλλιστα.
12tΚΕΦ. Α.
13tΕὐχὴ ὑπὲρ τελειώσεως καὶ εὐχαριστίας ἐφ’ ὁμολογίᾳ φιλοξενίας τῶν
14tἀδελφῶν διὰ Χριστόν.
15 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. ἀγαπητὲ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. Καὶ ταύτην τὴν Ἐπιστολὴν γράφει, συνιστῶν τινας ἀδελφούς· γράφει δὲ Γαΐῳ· μαρτυρεῖ δὲ αὐτῷ φιλοξενίαν πολλὴν, ἣν καὶ
20μεγάλων ἐπαίνων ἀξιοῖ. τὸν γὰρ ἀγαθοποιοῦντα ἐκ τοῦ Θεοῦ εἶναι λέγει· πλεῖον δὲ αὐτὸν διεγείρει, καὶ ἐξ ὧν διαβάλλει τὸν μὴ τοῦτο ἐγνωκότα ποιεῖν Διοτρεφῆ. ἐπαινεῖ δὲ καὶ Δημήτριον τὸ αὐτὸ πράσσοντα, καὶ μαρτυρίαν αὐτῷ τῆς ἀρετῆς παρέχεται πιστήν. σύντομος δὲ αὕτη ἡ Ἐπιστολὴ διὰ τὴν προειρημένην
25αἰτίαν ἐν τῇ βʹ Ἐπιστολῇ.149

150

Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυ‐ ρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπα‐ τεῖς· μειζοτέραν τούτων οὐκ ἔχω χαρὰν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα. ἀγαπητὲ, πιστὸν
5ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον Ἐκκλη‐ σίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνῶν· ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς
10τοιούτους, ἵνα συνεργοὶ γενώμεθα τῇ ἀληθείᾳ. Παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους πότε πρὸς ἡμᾶς ἔλθωσιν, ἀλλ’ αὐτοὺς ἐπιτρέχειν καὶ καταδιώκειν· οὕτως ὁ Λὼτ, οὕτως ὁ Ἀβραὰμ ἐποίησαν. Μένει ἐν τῇ εὐαγγελικῇ διδασκαλίᾳ ὁ κατ’ αὐτὴν φρονῶν καὶ
15πράττων, ἀπάγει δὲ ἑαυτὸν ἀπ’ αὐτῆς ὁ ἐναντίως αὐτῆς ἐνεργῶν καὶ δοξάζων· εἶτα ἐπεὶ διὰ πρακτικοῦ καὶ θεωρητικοῦ γίνεταί τινος ὁ Θεὸς, ὁ τῶν ὅλων κτίστης, ὡς τοῦ Ἁβραὰμ, εἰπὼν αὐτῷ, “ἐγὼ Θεὸς, σός.” ὁ ἔξω τῆς ὀρθῆς πίστεως καὶ τῆς τηρήσεως τῶν Χριστοῦ ἐντολῶν ἄθεός ἐστιν, ἑαυτὸν ἀποσχοινίσας τοῦ ἔχειν Θεόν.
20ἀθέου δὲ ὄντος τοῦ ἀπαγαγόντος ἑαυτὸν τῆς θείας παιδεύσεως τῷ εἰρημένῳ τρόπῳ, ὁ μένων ἐν αὐτῇ Πατέρα καὶ Υἱὸν ἔχει. ἐν τῷ γὰρ τηροῦντι τὸν λόγον αὐτοῦ, εἶπεν ὁ Υἱὸς, ἐλεύσεσθαι ἅμα τῷ Πατρὶ ἐπὶ τῷ μεῖναι παρ’ αὐτῷ, γενομένῳ ἁγίῳ ναῷ, οἰκοδομηθέντι ἐκ τηρήσεως τῶν θείων ἐντολῶν· διττοῦ ὄντος τοῦ ἔχειν Θεόν· τὸ μὲν
25ἕτερον κοινὸν πάντων τῶν κτισμάτων, ταὐτὸν σημαῖνον τὸ ἔχειν κτίστην· τὸ δὲ ἕτερον λοιπὸν μόνων τῶν διὰ καλοκαγαθίας θερα‐ πευόντων αὐτόν· καθὸ σημαινόμενον “Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ,” καὶ συνόλως τῶν Ἑβραίων εἴρηται. ἐπίστησον καὶ τοῖς οὕτω λεχθησομένοις. “ὁ ἔχων τὸν Υἱὸν,” φησὶ, “καὶ τὸν
30Πατέρα ἔχει.” καὶ ἔμπαλιν, ὡς πείθεσθαι ἐκ τούτου τῆς θεότη‐ τος τὸ ὁμοούσιον· ἐπεὶ γὰρ ὁ Πατὴρ ἐν Υἱῷ, ὁ ἔχων τὸν Υἱὸν, ἔχει καὶ τὸν Πατέρα. ἀλλὰ καὶ πάλιν καὶ ἀντιστρέφει· ὁ ἔχων τὸν Πατέρα ἔχει καὶ τὸν Υἱὸν, ὄντα ἐν τῷ Πατρί. εἴτις ἐνίστασθαι
βουλόμενος λέγοι· καὶ ὁ τοὺς μαθητὰς ἔχων ἔχει τὸν Υἱὸν, καὶ ὁ150

151

τὸν Υἱὸν τὸν Πατέρα, κατὰ τὸ “ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.” οὐχ ὃν δεῖ τρόπον ἐνιστάμενος· περὶ γὰρ διδασκαλίας εἴρηται ταῦτα· ἐπείπερ ὁ δεξάμενος τοὺς Ἀποστόλους, συγκαταθέσει τῇ πρὸς τὴν διδασκα‐
5λίαν, αὐτὸν ἐδέξατο, δι’ αὐτῶν Υἱὸν καὶ Πατέρα διδάσκοντας. Καὶ ἑτέρως. Ἐπεὶ καὶ ὁ μένων ἐν τῇ διδαχῇ ἔχει τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἔμενον δὲ οἱ Ἀπόστολοι ἐν τῇ διδαχῇ, ὡς καὶ κηρύττειν αὐτὴν, ὁ δεξάμενος αὐτοὺς ὄντας ναὸν Θεοῦ, δι’ αὐτοῦ τοῦ δέχεσθαι αὐτοὺς, ἔχει τὸν ἐν αὐτοῖς Υἱὸν καὶ Πατέρα.
10
Περὶ τῆς Διοτρέφους φαυλότητος καὶ μισαδελφίας. Ἔγραψα ἂν τῇ ἐκκλησίᾳ· ἀλλ’ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς. διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονη‐ ροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις,
15οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς, καὶ τοὺς βουλο‐ μένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. ἀγαπητὲ, μὴ μιμοῦ τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθόν· ὁ ἀγαθοποιῶν, ἐκ τοῦ Θεοῦ ἐστίν· ὁ κακοποιῶν, οὐχ ἑώρακε τὸν Θεόν.
20 Μηδεμιᾶς κοινωνίας οὔσης φωτὶ πρὸς σκότος, ἢ συμφωνίας Χριστοῦ πρὸς Βελίαρ, ὁ ἀγαθοποιῶν πρακτικῶς, Θεὸν τὸν Χριστὸν ἔχων ὑπάρχοντα φῶς ἀληθινὸν, πόρρω τοῦ σκότους καὶ τοῦ Βελίαρ ἐστίν. ἀλλὰ καὶ ἐπεὶ ἐναντίον τὸ ἀγαθοποιεῖν τῷ ποιεῖν τὸ κακὸν, ὁ κακοποιὸς δι’ αὐτοῦ τοῦ οὕτως ἐνεργεῖν, ἐκ τοῦ Βελίαρ καὶ τοῦ
25σκότους ὢν, οὐχ ἑώρακε τὸν Θεὸν, οὐδὲ κατὰ πόσον γνῶσιν αὐτοῦ ἔχων. “πᾶς γὰρ ὁ ἁμαρτάνων, οὐχ ἑώρακε τὸν Θεὸν, οὐδὲ ἔγνωκεν αὐτόν·” ἐπεὶ δὲ τὸ ὁρᾶν σῶμα ἢ μὴ ὁρᾶν, τῷ χρᾶσθαι ὄψει καὶ μὴ χρᾶσθαι γνωρίζεται ὁρωμένου τοῦ μαθητοῦ. καὶ τῷ κακοποιοῦντι, ἐὰν ὄψιν ἔχῃ· μὴ βλεπομένου δὲ τοῦ στερουμένου ὄψεως, κἂν ἀγα‐
30θοποιὸς ᾖ· ἀντιρρήτως οὓς ἅμα δείκνυται· εἴγε ἀγαθοποιοῦντι, διὰ τὸ καθαρὰν καρδίαν ἔχειν, ὁρᾶται, καὶ ὄψεως λείπεται οὐχ ὁρώμενος
τῷ κακοποιοῦντι, κἂν ὀξυωπέστατος ᾗ, παρίσταται τὰ ἐναντία εἶναι,151

152

καὶ διὰ τοῦτο ἀσυνύπαρκτα τὸ κακοποιεῖν καὶ ἀγαθοποιεῖν· καὶ “ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν,” καὶ παραπλησίως γε‐ γραμμένων.
4tΚΕΦ. Β.
5tΠερὶ Δημητρίου ᾧ μαρτυρεῖ τὰ κάλλιστα.
6 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ ὑπ’ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι. Ὡς οἶμαι οὗτός ἐστιν ὁ τοὺς ἀργυροὺς ναοὺς ποιῶν τῆς Ἀρτε‐
10μίδος, ὁ στασίασας ποτὲ κατὰ Παύλου τοῦ Ἀποστόλου.
11tΚΕΦ. Γ.
12tΠερὶ ἀφίξεως αὐτοῦ πρὸς αὐτοὺς ἐν τάχει ἐπ’ ὠφελείᾳ.
13 Πολλὰ εἶχον γράφειν, ἀλλ’ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι· ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε, καὶ
15στόμα πρὸς στόμα λαλήσομεν· εἰρήνη σοι· ἀσπάζον‐ ταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ’ ὄνομα. ἀμήν.
Τέλος τῆς Ἰωάννου καθολικῆς γʹ Ἐπιστολῆς.152