TLG 4102 044 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam Joannis ii (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in epistulam Joannis ii (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 8. Oxford: Oxford University Press, 1840 (repr. Hildesheim: Olms, 1967): 146–148.

Citation: Page — (line)

146

(1t)

ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ Β.
2tΥΠΟΘΕΣΙΣ.
3ΤΑΥΤΗΝ ὡς πρεσβύτερος γράφει κυρίᾳ τὲ καὶ τοῖς τέκνοις αὐτῆς. ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη. ὁρῶν τὰ τέκνα
5αὐτῆς καλῶς ἀναστρεφόμενα ἐν τῇ πίστει, καὶ πολλοὺς πλάνους περιερχομένους καὶ λέγοντας μὴ εἶναι τὴν παρουσίαν τοῦ Χριστοῦ ἐν σαρκὶ, γράφει τὴν Ἐπιστολήν· καὶ πρῶτον μὲν ἀποδέχεται αὐτῆς τὰ τέκνα καλῶς περιπατοῦντα· εἶτα διδάσκων μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, παραινεῖ πάλιν περὶ ἀγάπης, καὶ
10ἵνα μείνωσιν ἐν τῇ διδαχῇ τῇ παραδοθείσῃ αὐτοῖς· καὶ λοιπὸν διδάσκει Ἀντίχριστον εἶναι τὸν λέγοντα μὴ ἐν σαρκὶ ἐληλυθέναι τὸν Χριστόν· παραγγέλλει δὲ ὥστε τῶν τοιούτων μὴ δέχεσθαί τινα εἰς οἰκίαν, μηδὲ λέγειν τοῖς τοιούτοις χαίρειν· καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.
15tΚΕΦ. Α.
16tΜετὰ τὸ προοίμιον περὶ ὀρθοῦ βίου ἐν ἀγάπῃ Θεοῦ διὰ πίστεως εὐσεβοῦς
17tἀμεταθέτου.
18 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ
20καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ’ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθ’ ἡμῶν χάρις, ἔλεος, εἰρήνη, παρὰ Θεοῦ Πατρὸς, καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Πατρὸς, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
25Ἢ πρὸς Ἐκκλησίαν γράφει, ἢ πρός τινα γυναῖκα διὰ τῶν
εὐαγγελικῶν ἐντολῶν τὴν ἑαυτῆς οἰκίαν οἰκονομοῦσαν πνευματικῶς.146

147

Ταύτην γράφει τὴν Ἐπιστολὴν μίᾳ τῶν δεξαμένων τὸ κήρυγμα γυναικῶν. δύο δὲ αὐτῇ παραινεῖ· ἓν μὲν τὸ ἐν ἀγάπῃ περιπατεῖν, δεύτερον δὲ τὸ ἐκτρέπεσθαι, ὡς μηδὲ τῆς προσηγορίας τοῦ χαίρειν μεταδιδόναι· τὴν δὲ αἰτίαν τοῦ σύντομον εἶναι τὴν Ἐπιστολὴν
5αὐτὸς ἐδίδαξεν· αὕτη δέ ἐστι τῆς πρὸς αὐτὴν παρουσίας μήνυσις. Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περι‐ πατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ Πατρός. καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι, ἀλλ’ ἣν εἴχομεν ἀπ’ ἀρχῆς, ἵνα
10ἀγαπῶμεν ἀλλήλους. καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ, ἵνα καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς, ἐν αὐτῇ περιπατῆτε· ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν
15σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. βλέ‐ πετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε. πᾶς ὁ παραβαίνων, καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν Πατέρα
20καὶ τὸν Υἱὸν ἔχει. Συμφωνεῖ τὸ προκείμενον τῷ λεχθέντι ἐν τῇ α Ἐπιστολῇ οὕτως ἔχοντι· “καὶ οἴδαμεν, ὅτι ὁ ἀγαπῶν τὸν Θεὸν τὰς ἐντολὰς τηρεῖ.” καὶ ὁ Κύριος, “ἐάν τις ἀγαπᾷ με, τὰς ἐντολάς μου τηρήσει.” ταυτὸν τὸ περιπατεῖν κατὰ τὰς ἐντολὰς ἐνεργούμεναι. περιπατεῖ
25κατ’ αὐτὰς, ὁ μὴ ἔξω αὐτῶν γινόμενος. ἐν τούτῳ δὲ ταυτὸν τὸ τηρεῖσθαι αὐτὰς, ὅθεν ὁ παυσάμενος τοῦ κατ’ ἀρετὴν ἐνεργεῖν, οὐδὲ τηρεῖ ἔτι τὰς ἐντολὰς, οὔτε περιπατεῖ ἔτι κατ’ αὐτάς. ὁ γὰρ κατ’ ἀρετὴν προκόπτων, κατὰ τὰς ἐντολὰς βαδίζει· τοῦ περιπατεῖν προκοπὴν δηλοῦντος. τοῦ τελειωθέντος μετὰ τὸ περιπατηκέναι
30κατὰ τὰς ἐντολὰς τηροῦντος αὐτάς. τοῦτο συνᾴδει τὸ μετ’ αἰνιγμοῦ λεχθὲν, ὡς ὁ Ἀδὰμ τέθειται ἐν τῷ παραδείσῳ ἐργάζεσθαι καὶ φυλάττειν αὐτόν· τοῦ ἐργάζεσθαι τὴν κατ’ ἐνέργειαν δηλοῦν‐
τος προκοπὴν, τοῦ δὲ φυλάττειν τὴν ἐν τῇ τελειώσει παραμονήν.147

148

Ὅτι οὐ δεῖ αἱρετικὸν εἰσοικίζειν ἢ χαιρετίζειν ἐφ’ ἁμαρτίᾳ. Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ γὰρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ
5τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. Τοῦ ἁγίου Βασιλείου. Τί εἴπωσιν ὅτι τὸν ποιήσαντα αὐτοὺς καὶ τρέφοντα Κύριον οὐκ ἀγαπῶντες, ἀλλὰ καὶ φίλοις κεχρημένοι τοῖς λαλοῦσι κατὰ τοῦ Θεοῦ ἀδικίαν· καὶ τῆς αὐτῆς τραπέζης αὐτοῖς μετέχοντες· καὶ παρ’ αὐτὴν τὴν τροφὴν τῶν κατὰ τοῦ
10τρέφοντος βλασφημιῶν ἀνεχόμενοι;
11tΚΕΦ. Β.
12tἘπαγγελία παρουσίας αὐτοῦ ἐπ’ ἐλπίδι πρὸς ὠφέλειαν.
13 Πολλὰ ἔχων γράφειν ὑμῖν, οὐκ ἐβουλήθην διὰ χάρ‐ του καὶ μέλανος· ἐλπίζω γὰρ ἐλθεῖν πρὸς ὑμᾶς, καὶ
15στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπλη‐ ρωμένη. ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. Ἀμήν. Σευήρου. Οἱ γὰρ ὀρθῶς μὲν ὁμολογοῦντες καὶ γράφοντες περὶ πίστεως, μὴ ἀποπεμπόμενοι δὲ τοὺς τὰ μὴ ὀρθὰ γεγραφότας,
20ὑπόπτους σφὰς αὐτοὺς ποιοῦσιν αὐτοῖς καὶ τοῦ ἀδοκίμου φρο‐ νήματος.
Τέλος τῆς Ἰωάννου βʹ Ἐπιστολῆς.148