TLG 4102 041 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58) CATENAE (Novum Testamentum) Caten. Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58) Citation: Page — (line) | ||
41(1t) | ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α. | |
2t | ΥΠΟΘΕΣΙΣ. | |
---|---|---|
3 | ΤΑΥΤΗΝ ὁ Πέτρος αὐτὸς τοῖς ἐν τῇ διασπορᾷ οὖσιν Ἰουδαίοις καὶ γενομένοις Χριστιανοῖς γράφει τὴν Ἐπιστολὴν διδασκαλικήν. | |
5 | ἐπειδὴ γὰρ ἀπὸ Ἰουδαίων ἐπίστευσαν ἐπιστηρίζει αὐτούς· καὶ πρῶτον μὲν ἐξηγεῖται καὶ ἀποδείκνυσιν ὅτι ἡ εἰς τὸν Χριστὸν πίστις ὑπὸ τῶν προφητῶν κατηγέλη, καὶ δι’ αὐτῶν ἐμηνύθη ἡ διὰ τοῦ αἵματος αὐτοῦ λύτρωσις· καὶ ὅτι αὐτοῖς καὶ τοῖς ἔθνεσιν εὐηγγε‐ λίσθη τὰ πάντα, “εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.” εἶτα | |
10 | συμβουλεύσας ἀξίως τοῦ καλέσαντος ἀναστρέφεσθαι, προτρέπει καὶ βασιλέας τιμᾶν, γυναιξί τε καὶ ἀνδράσιν ὁμοφροσύνην πα‐ ραγγέλλει· καὶ εἰς τὰ ἤθη παραινέσας ὀλίγα, σημαίνει ὅτι καὶ εἰς ᾅδην γέγονε παρὰ τοῦ Κυρίου τὸ κήρυγμα τῆς σωτηρίας καὶ ἀναστάσεως· ἵνα καὶ οἱ προαποθανόντες ἀναστῶσι, καὶ κριθῶσι | |
15 | μὲν ἐν τῷ σώματι, τῇ δὲ χάριτι τῆς ἀναστάσεως διαμένωσι· καὶ ὅτι τὸ τέλος πάντων λοιπὸν ἤγγισε, καὶ ὀφείλουσιν ἅπαντες ἕτοιμοι γίνεσθαι, ὡς λόγον ἀποδιδόντες τῷ κριτῇ. καὶ οὕτω τελειοῖ τὴν Ἐπιστολήν. | |
19t | ΚΕΦ. Α. | |
20t | Περὶ τῆς ἐν Χριστῷ ἀναγεννήσεως, καὶ περὶ ὑπομονῆς πειρασμῶν, καὶ περὶ | |
21t | σωτηριώδους πίστεως προκατηγγελμένης ὑπὸ τῶν προφητῶν. | |
22 | Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρε‐ πιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας. | |
25 | Καὶ οὗτος ὁ Ἀπόστολος τοῖς ἐκ περιτομῆς κηρύττειν προσ‐ ταχθεὶς, εἰκότως οὐ τοὺς οἰκοῦντας τὴν Ἰουδαίαν μόνους πρὸς | |
τὸ Εὐαγγέλιον καλεῖ, ἀλλὰ καὶ δι’ ἐγκυκλίου Ἐπιστολῆς τοῖς | 41 | |
42 | ἁπανταχοῦ διασπαρεῖσιν Ἰουδαίους κηρύττειν σπουδάζει, ὡς δέον ὑπὲρ ἧς ἐδέξαντο πίστεως ἀθλεῖν, ὅτι δεῖ καὶ μεγάλα τοὺς ταύτην φυλάξαντας διαδέξεται ἀγαθὰ καὶ ἄφθαρτα καὶ οὐράνια. Κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς, ἐν ἁγιασμῷ Πνεύμα‐ | |
5 | τος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Ἰδοὺ κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς ἑαυτὸν Ἀπόστολον ὠνόμασε τοῦ Χριστοῦ. καὶ τῆς ἀποστολῆς τὸν τρόπον ἡμῖν ἐξηγούμενος “ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος | |
10 | Ἰησοῦ Χριστοῦ” πεπράχθαι φησιν αὐτήν. ὅτε τοίνυν οἱ πιστεύ‐ σαντες εἰς αὐτὸν ἁγιαζόμεθα διὰ τοῦ Πνεύματος, ῥαντίζει δὲ ἡμᾶς καὶ τῷ αἵματι αὐτοῦ πρὸς ἀποκάθαρσιν, πῶς οὐκ ἂν νοοῖτο Θεὸς ἁγιάζων μὲν ἰδίῳ Πνεύματι, καθαρίζων δὲ καὶ τῷ ἰδίῳ αἵ‐ ματι τοὺς πιστεύοντας; “Θεὸς γὰρ ἦν ἐν σαρκί.” | |
15 | Εὐλόγητος ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεν‐ νήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, Ἐπειδὴ ἀφθαρσίαν αὐτοὺς ἐσχηκέναι λέγει, καὶ ζωῆς ἐλπίδα, | |
20 | καὶ ἐν οὐρανοῖς ἀγαθὰ ταῦτα δὲ μείζονα ἢ κατὰ τὴν ἀνθρωπίνην ἀξίαν εἰσί· τούτου χάριν εὐλογεῖ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὸν πολὺν αὐτοῦ ἔλεον ἄγει, ἵνα τὸ πράγμα πιστὸν ποιήσῃ· ὅταν γὰρ ὁ Θεὸς ὁ διδοὺς ἦν καὶ τὰ μείζονα καὶ πιστά. ἔχει δὲ καὶ πρὸς τὴν πρώτην διαθήκην ὁ λόγος ἀπότασιν, ὅτι ἐλπίδας ἐκείνη τοῖς | |
25 | πιστεύουσι γῆν τῶν Χαναναίων ἐδίδου. Εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμά‐ ραντον, Ὠριγένους ἐκ τῆς ἑρμηνείας εἰς τὸ κατὰ πρόγνωσιν Θεοῦ. Προεωρακὼς γὰρ ὁ Θεὸς τὴν πίστιν καὶ πρᾶξιν τῶν ἀνθρώπων | |
30 | κατορθωθέντα αὐτοῖς ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας, προγνω‐ στικῶς καὶ ἐξελέξατο αὐτοὺς ἐν Χριστῷ πρὸ καταβολῆς κόσμου· | |
τότε προορίσας αὐτοὺς υἱοὺς εἶναι μετουσίᾳ τοῦ Πνεύματος τῆς | 42 | |
43 | υἱοθεσίας. πρόγνωσιν γὰρ οὐκ ἀλλό τι ἡγητέον ἢ ἐσομένων θεωρίαν· ἥτις οὐκέτι πρόγνωσις ἀλλὰ γνῶσις ἐστὶν εἰς ὕπαρ ἡκόντων τῶν προεωραμένων. κἂν τοίνυν κατὰ πρόγνωσιν ἐκλεκτοὶ ἦσαν οἷς Πέτρος γράφει, ἀλλ’ οὐ νῦν ὑφεστηκόσιν αὐτοῖς ἡ | |
5 | προσφώνησις γίνεται· ἐκβάλλει οὖν τὸν μῦθον τὸν περὶ τῆς φύσεως καὶ ἡ ἐγκειμένη νόησις. Τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως. Εἰπὼν ὡς μεγάλα ὑμῖν ἐχαρίσατο ὁ Θεὸς, καὶ ἐχαρίσατο δι’ | |
10 | Υἱοῦ· καὶ τίνες οἱ λαβόντες ἐρεῖ· τίνες δὲ οἱ ἐν δυνάμει Θεοῦ φρουρούμενοι· οὕτως γὰρ καὶ αὐτὸς προσηύξατο, “Πατὲρ Ἅγιε, τήρησον αὐτούς.” Εἰ ἐν οὐρανοῖς τετήρηται εἰς τοὺς πιστοὺς ἡ κληρονομία, ψυ‐ χρεύονταί τινες οἰόμενοι αὐτὴν ἀπολήψεσθαι ἐν τῇ κάτω Ἱερου‐ | |
15 | σαλὴμ, ἐν ὅλοις χιλίοις ἔτεσιν οἰόμενοι τρυφὴν λήψεσθαι τὰ ἄθλα τῆς βασιλείας. οὓς καὶ ἐρωτητέον, ὅτι ἔχουσι περὶ σωμα‐ τικῆς τρυφῆς εἰπεῖν ὡς ἀφθάρτου καὶ ἀμαράντου μάλιστα, ὅτι καὶ περιγράφουσιν αὐτὴν παυσαμένου τοῦ χιλιοστοῦ ἐνιαυτοῦ· πρὸς τούτοις συναπτέον τὰ ῥητὰ δηλοῦντα ἐν βασιλείᾳ οὐρανῶν | |
20 | εἶναι τὴν κληρονομίαν· καὶ ὡς οὐχ ὑποπίπτει διὰ τὸ νοητὴ εἶναι αἰσθήσει θνητῶν. Εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχά‐ τῳ, ἐν ᾧ ἀγαλλιᾶσθε. Πιστωσάμενος πάντας ὅτι τὰ οὕτω μεγάλα ληψόμεθα διὰ | |
25 | τοῦ τὸν Πατέρα εἰπεῖν τὸν αὐτὸν διδόντα· πιστοῦται καὶ δι’ ἑτέρου τὸ διὰ τοῦ ἰδίου Υἱοῦ αὐτὰ ἡμῖν χαρίσασθαι· καὶ οὐχ ἁπλῶς τοῦ Υἱοῦ, ἀλλὰ διὰ τῆς ἀναστάσεως τοῦ Υἱοῦ. εἰ γὰρ αὐτῷ πάντα ἡμῖν χαρίσηται, τίνα τὰ διδόμενα λέγει; κληρο‐ νομία ἄφθαρτος καὶ ἀμίαντος· καὶ τὸ ἔτι μεῖζον, ὅτι οὐδὲ ἐν γῇ | |
30 | αὕτη ἡ κληρονομία, ἀλλ’ ἐν οὐρανοῖς. Τοῦτό ἐστι δηλοῦντος, ὡς δεῖ ὑπομένειν τὸν πόνον τὸν ὑπὲρ τοῦ κηρύγματος· ὅπου γε ἐγγὺς τῶν ἱδρώτων ἡ ἀμοιβή. Ὀλίγον ἄρτι, εἰ δέον ἐστὶ, λυπηθέντας ἐν ποικίλοις | |
πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολὺ | 43 | |
44 | τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν, καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὃν οὐκ εἰδότες ἀγαπᾶτε. Τοῦ Χρυσοστόμου. Οἱ δίκαιοι θλίβονται, ἵνα στεφανωθῶσιν· | |
5 | οἱ ἁμαρτωλοὶ, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τιννύουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστήσωσιν· οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν εἶναι νομίσῃς, καὶ μισήσῃς τὴν ἀρέτην. Εἰς ὃν, ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ, ἀγαλλιᾶσθε | |
10 | χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. Κυρίλλου. Δεινὸν τοίνυν καὶ χαλεπὸν ἡ ἀπιστία, μέγιστον δὲ ἀγαθὸν ἡ πίστις· πρόξενος πάσης σωτηρίας καθεστῶσα. Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προ‐ | |
15 | φῆται, οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες, εἰς τίνα ἢ ποῖον καιρὸν δήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν πα‐ θήματα, καὶ τὰς μετὰ ταῦτα δόξας. Παρατηρητέον ὡς τὸ λαλῆσαν ἐν προφήταις Ἅγιον Πνεῦμα | |
20 | Χρίστου λέγει ὁ Ἀπόστολος. οὐκ ἄρα κατὰ τοὺς αἱρετικοὺς ἄνθρωπος ψιλὸς ὁ Χριστὸς, ἀλλὰ καὶ σαρκωθεὶς Θεὸς ὁμοούσιος τῷ Πατρί. “Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.” Διὰ μὲν Ἡσαΐου φησὶν, “ὡς πρόβατον ἤχθη.” διὰ δὲ Ἰερε‐ μίου. “δεῦτε ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ·” καὶ διὰ | |
25 | Μωΰσεως “ὄψεσθε ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν τὴν ζωὴν κρε‐ μαμένην ἐπὶ ξύλου.” Διὰ τοῦτο ἔλεγεν ὁ Σώτηρ, “πολλοὶ προ‐ φῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.” Οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτὰ, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων | |
30 | ὑμᾶς ἐν Πνεύματι Ἀγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ. | |
Τὰ θεῖα μυστήρια εἰς ἃ ὑμεῖς μυστικῶς ἐσθίετε. | 44 | |
45 | Θεοδωρήτου Ῥητὰ Προκείμενα “ὁ Οὐρανὸς τοῦ Οὐρανοῦ τῶι Κυρίωι.” Εἰς τοῦτον τὸν οὐρανὸν “οὐδεὶς ἀναβέβηκεν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς·” ἐπεὶ κᾳκεῖθεν ἀποσταλεὶς ἐλήλυθε φάσκων. “καταβέβηκα ἐκ τοῦ οὐρανοῦ.” ἢ ὁ Πέτρος φησὶν, | |
5 | “ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύ‐ ματι Ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ.” ἔνθα γὰρ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Ἅγιον Πνεῦμα. ἀλλ’ ἐπίστησον ἀκριβῶς· μὴ εἰς αἰσθητὰ κατενέγκῃς τὴν περὶ τούτων νόησιν· οὐρανὸν τοπικὸν καὶ μετάβασιν ἐκεῖθεν καὶ καταφορὰν γινομένην ὑπολαβών· Θεοῦ γὰρ | |
10 | προηγουμένην, ἵνα οὕτως εἴπω, ὑπεροχὴν καὶ κατάστασιν δηλοῖ ἡ τοῦ διηγηθέντος οὐρανοῦ προσηγορία. Ὅτε ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν. Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. | |
15 | Ὧν τὴν ἔκβασιν ἐπεθύμησαν ἄγγελοι ἰδεῖν. Ἐπεὶ τινὲς ἐλάττονα τίθενται τὴν ἐπαγγελίαν καὶ σωτηρίαν τῶν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἁγίων, οἰόμενοι πλεόν τι ἐσχηκέναι τοὺς μετὰ ταύτην τῷ ἑωρακέναι τὸν Κύριον αἰσθητῶς, καὶ τὰ ὑπ’ αὐτοῦ πραχθέντα σημεῖα, δεικτεὸν ὡς ἐσφαλμένη | |
20 | ἐστιν ἡ ὑπόληψις αὐτῶν. πῶς γὰρ ἐλάττων τινὸς τῶν μετὰ τὴν ἐπιδημίαν ὁ Ἀβραὰμ τὴν ἡμέραν τοῦ Κυρίου ἑωρακὼς, πάντων τῶν τελειουμένων κατὰ Κύριον, εἰς τοὺς αὐτοῦ κόλπους ἀπερχο‐ μένων; πῶς δὲ ἐλάττων Μωϋσῆς καὶ Ἠλίας ἐν δόξῃ ἅμα τῷ Κυρίῳ μεταμορφωθέντι φανέντες, ἐπεὶ μὴ εἶδον αἰσθητῶς τὸν | |
25 | Κύριον; οὐ γὰρ προκριτέον ποιεῖ τῶν τὴν νοητὴν ἐπιδημίαν ἐσχη‐ κότων τὸν ἑωρακότα τὴν κατὰ σάρκα. πολλοὶ γοῦν τῶν ἑτεροδόξων συμφέρονται τῇ ἐσφαλμένῃ ταύτῃ δόξῃ, πόθον ἔχοντες ἐκ παντὸς τρόπου διαβάλλειν τὴν παλαιὰν διαθήκην· καὶ τοῦτο δὲ λελέξε‐ ται, ὅτι εἰ καὶ μὴ εἶδον ἢ ἤκουσαν αἰσθητῶς ἃ ὁ Κύριος εἶπεν, | |
30 | ἀλλ’ οὖν ἔρωτα αὐτῶν θεῖον εἶχον· “πολλοὶ γὰρ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν.” Εἴτις ἐκλάβοι τὴν ζητουμένην ὑπὸ τῶν προφητῶν σωτηρίαν κατὰ τὸ τέλος εἶναι ὃ ἐπὶ πᾶσιν ὀρεκτὸν τυγχάνει· αὐτοῦ μὲν | |
γὰρ χάριν τὰ ἄλλα πάντα γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα· οὐκ | 45 | |
46 | ἀποφαίνει περὶ τῶν ἁγίων ἀγγέλων καὶ ἁπλῶς πάντων τῶν μα‐ καρίων λογικῶν τὸ προκείμενον ἐκλαβεῖν· πάντων ὄρεξιν ἐχόντων παρακύψαι εἰς τὰ κατὰ τὸ τέλος πράγματα. | |
4t | ΚΕΦ. Β. | |
5t | Περὶ ἐλπίδος καὶ ἁγιασμοῦ, τῆς τε ὀφειλομένης ἐπὶ τῇ υἱοθεσίᾳ ἀσφαλοῦς | |
6t | ἀναστροφῆς. | |
7 | Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. | |
10 | Εἰπὼν τὸ μέγεθος τῶν ἀγαθῶν τῆς δωρεᾶς τοῦ Πατρὸς τὰ παθήματα τοῦ Χριστοῦ, τὴν περὶ αὐτὸν τοῦ Ἁγίου Πνεύματος προμήνυσιν, τῶν προφητῶν τὸ κήρυγμα, τῶν ἀγγέλων τὸν πόθον, ταῦτα πάντα εἰπὼν, γενναίως ἀντέχεσθαι τῆς πίστεως παραινεῖ. Ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρό‐ | |
15 | τερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις. Τοῦτο φησὶ, ὡς αὐτοῦ τοῦ Κυρίου τοῖς πιστεύουσι εἰς αὐτὸν ἑαυτὸν ἀποκαλύπτοντος καὶ φανεροῦντος. Ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς Ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. | |
20 | Ἁγίους γὰρ εἶναι πρέπει τοὺς τῷ Ἁγίῳ Θεῷ κολλᾶσθαι σπουδάζοντας. Διότι γέγραπται, Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Τὴν οἰκείωσιν ἀπαιτεῖ τὴν πρὸς ἑαυτόν· αὕτη γὰρ σώζει· διὸ καὶ ὄντως ἅγιοι νῦν διὰ Χριστοῦ ἐπὶ τῇ ὄντως ζωῇ. | |
25 | Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς πα‐ ροικίας ὑμῶν χρόνον ἀναστράφητε. Εἰ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, τί δεῖ νοεῖν περὶ τοῦ προκειμένου; εἰ γὰρ ὁ Πατὴρ ἐστὶν ὁ | |
30 | σημαινόμενος, πῶς κριτὴς οὗτος κρίνων κατὰ τὸ ἑκάστου ἔργον; | |
εἰ δὲ ὁ Υἱὸς κρίνει πᾶσαν τὴν κρίσιν λαβὼν, πῶς Πατὴρ τυγχά‐ | 46 | |
47 | νει; πρὸς ἃ λεκτέον, εἰ Πατρὸς καὶ Υἱοῦ μία θεότης, κρίνοντος τοῦ Υἱοῦ, ὁ Πατὴρ ὁ κρίνων ἐστίν· ἀλλὰ καὶ ὁ Υἱὸς δύναται πατὴρ εἶναι τῶν γεννητῶν, γεννήσας αὐτοὺς μετουσίᾳ ἁγιότητος· πολλάκις γοῦν τεκνία τοὺς ἑαυτοῦ μαθητὰς ἐκάλεσε, καὶ ἄλλοις | |
5 | εἶπε, τῷ μὲν, “τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι.” τῇ δὲ, “θύ‐ γατερ, ἡ πίστις σου σέσωκέ σε.” καὶ ταῦτα διελέγχει τοὺς δια‐ κόπτοντας τὴν θεότητα. Εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώ‐ θητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδό‐ | |
10 | του, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ, ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς τοὺς δι’ αὐτοῦ πιστεύοντας εἰς Θεόν. Ὅρα διὰ πόσων ἀσπίλους εἶναι παρασκευάζει· πρῶτον μὲν διὰ | |
15 | τοῦ γραφικοῦ· δεύτερον διὰ τοῦ ἀναγκαίου, ἐπειδὴ τὸν Θεὸν ἐπι‐ καλοῦνται Πατέρα, καὶ δεῖ τῆς υἱοθεσίας ἄξια ποιεῖν· τρίτον διὰ τῆς αἰτίας δι’ ἧς τὰ μυρία ἐλάβομεν ἀγαθά· αὕτη δὲ ἐστὶ τὸ δοθῆναι ὑπὲρ αὐτῶν τὸ τίμιον αἷμα Χριστοῦ. Τοῦ Χρυσοστόμου. Κτίσμα ἐσμὲν τοῦ Θεοῦ, ἀλλὰ διὰ | |
20 | τὴν ἁμαρτίαν γεγόναμεν τοῦ διαβόλου· εἶτα γεγονότας ἡμᾶς τοῦ διαβόλου, ἐξωνεῖται ὁ Σωτὴρ τῷ ἑαυτοῦ αἵματι, τουτέστι τὸ, “τιμῆς ἠγορασθῆτε.” ἠγοράσθημεν γὰρ τιμίῳ αἵματι. ὥσπερ γὰρ οἰκοδεσπότης σεμνὸς καὶ καλὸς, οἰκέτην μοχθηρὸν πολλὰ ἁμαρτήματα ἔχοντα, μὴ κρίνας ἄξιον τῆς ἑαυτοῦ καλῆς οἰκίας | |
25 | καὶ τῆς ἑαυτοῦ διαίτης ἀποδοῖτο τινὶ, ἵνα αὐτὸν παιδεύσῃ· εἶτα ἐὰν ἴδῃ αὐτὸν κεκολασμένον ὑπὸ πονηρῷ δεσπότῃ καὶ λέγοντα, πορεύομαι πρὸς τὸν δεσπότην μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν. δίδωσιν αὐτῷ πάλιν τὴν τιμὴν, καὶ ἐξαγοράζει αὐτὸν, ἵνα γένηται λαὸς περιούσιος. οὕτως οὖν καὶ ἡμᾶς ἀνακτᾶται ὁ | |
30 | Θεός. καὶ πῶς ἐσμὲν αὐτοῦ ἴδια καὶ οὐκ ἴδια; ὡς μὲν δημιουρ‐ γήματα, ἴδια, ὡς δὲ διὰ τὸ ἡμαρτηκέναι γενόμενα ἀλλότρια, | |
οὐκ ἴδια· μὴ νομίσῃς ὅτι ἴδιος εἶ τοῦ Θεοῦ· ἐὰν ἦς ἁμαρτωλὸς, | 47 | |
48 | ὁ διάβολος γάρ σε κτᾶται· ἐκείνου εἶ κτῆμα. ἄνθρωπος τῆς ἁμαρτίας, υἱὸς τῆς ἀπωλείας, ἐκεῖνος ἀγοράζει σε, οὐ τιμίῳ αἵματι ἀλλὰ ἀτίμῳ· ἁμαρτίᾳ γὰρ ἀγοράζει· ἀγοράζει πορνείᾳ· ἀκάθαρτος γάρ ἐστιν. ἀγοράζει φόνῳ· μιαίφονος γάρ ἐστιν· | |
5 | “ἀνθρωπόκτονος γὰρ ἦν ἀπ’ ἀρχῆς. καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε·” καὶ ταῦτα αὐτοῦ ἐστι τὰ νομίσματα. Τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόν‐ τα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας | |
10 | διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθα‐ ρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς. Τοῦ θανάτου μνησθεὶς τοῦ Χριστοῦ, οὐκ ἐσιώπησεν, ἀλλ’ εὐθὺς ἐπήγαγε καὶ τὴν ἀνάστασιν· εἰ δὲ ἀκούεις τὸν Πατέρα ἐγείροντα τὸν Υἱὸν, μὴ θορυβηθῇς ὡς αὐτοῦ ἑαυτὸν μὴ δυναμένου ἐγεῖραι. | |
15 | ἄκουε γὰρ λέγοντος τοῦ Χριστοῦ. “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμεραῖς ἐγερῶ αὐτόν.” καὶ πάλιν τοῦ Λουκᾶ περὶ αὐτοῦ. ὡς “παρέστησεν ἑαυτὸν ζῶντα” καὶ πάλιν τοῦ Χριστοῦ. “ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.” λέγει οὖν τοῦτο ὁ Ἀπόστολος, ἵνα μάθωμεν ὅτι | |
20 | κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐστίν. Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος καὶ μένοντος εἰς τὸν αἰῶνα. Τοῦ Εὐαγγελίου λέγοντος, “ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι,” φησὶν ὁ Κύριος Ἰησοῦς | |
25 | Χριστός. Διότι πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε. Τοῦ ἁγίου Βασιλείου. Βούλομαί σοι σφοδρότερον τῆς | |
30 | κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα. ἵνα ὅπου περ ἂν εὑρεθῇς καὶ ὁποιω‐ δήποτε γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιή‐ | |
σαντος τὴν ὑπόμνησιν. πρῶτον μὲν ὅταν ἴδῃς βοτάνην χόρτου | 48 | |
49 | καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως· μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, “ὅτι πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·” τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης | |
5 | εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος· σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος καὶ ἀνυπόστατος τὴν ὁρμήν. αὔριον ὁ αὐτὸς ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημά‐ | |
10 | των περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων, δορυφορία φίλων προσποιητῶν, τὴν ἀπ’ αὐτοῦ χάριν θεραπευόντων, πλῆθος συγγενείας καὶ ταύτης κατεσχηματισμένης· ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶντε ἐπισιτείων καὶ τῶν κατὰ τὰς ἄλλας χρείας αὐτῷ προσε‐ δρευόντων· οὓς καὶ προιὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενος, ἐπί‐ | |
15 | φθονός ἐστι τοῖς ἐντυγχάνουσι· πρόσθες τῷ πλούτῳ καὶ πολιτι‐ κὴν τινὰ δυναστείαν· ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς ἢ ἐθνῶν ἐπιμέλειαν· ἢ στρατοπέδων ἡγεμονίαν· τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ· τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατά‐ πληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δημεύσεις, | |
20 | τὰς ἐπαγωγὰς, τὰ δεσμωτήρια ἐξ ὧν ἀφόρητος ὁ παρὰ τῶν οἰκείων συναθροίζεται φόβος· καὶ τί μετὰ τοῦτο; μία νὺξ, ἢ καὶ πυρετὸς εἷς πλευρίτης ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ’ αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα· καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον | |
25 | ἀπηλέγχθη· ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέ‐ στατον ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης. Εὐσεβίου Καισαρείας. Αὕτη γοῦν ἐστι πάσης σαρκὸς φύσις, καὶ τοῦ τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντος ἀνθρώπου, λέγω δὴ τοῦ φιλοσωμάτου καὶ τοῦ κατὰ σάρκα ζῶντος. ὁμοίως γοῦν | |
30 | τῷ χόρτῳ τῆς γῆς καὶ τοῖς ὡραίοις ἄνθεσι πρὸς βραχὺ θάλλει καὶ ὡραΐζεται· εἶτα οὐκ εἰς μακρὰν ὑπὸ τῆς ῥευστῆς καὶ ἀστάτου φύσεως ἀπομαραίνεται, ὅπερ διδάσκει καὶ ἡ γραφὴ λέγουσα, “καὶ ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν.” Θεοδωρήτου. Ἀληθῶς ὅμοιος χόρτῳ ὁ λαὸς “ἐξηράνθη ὁ | |
35 | χόρτος, καὶ ἐξέπεσε τὸ ἄνθος.” τῶν ἐθνῶν ἁπάντων προθεσπίσας | 49 |
50 | τὴν σωτηρίαν προμηνύει καὶ τῶν Ἰουδαίων τὴν ἀκαρπίαν· φύσει μὲν γὰρ χόρτου, φησὶν, ἔοικε τῶν ἀνθρώπων τὸ γένος· ἄνθη δὲ χόρτου ἡ ἐπιγινομένη δόξα καὶ δυναστεία· καὶ καθάπερ τοῦ χόρτου ξηραινομένου τὸ ἄνθος ἐκπίπτει, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις | |
5 | ἐπιόντος, καὶ ἡ δυναστεία καὶ ἡ ὑπερηφανία σβέννυται. Τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἄνωθεν ταῦτα καὶ προέγνω καὶ προηγόρευσεν, ἀλλ’ ὅμως καὶ ταύτην τὴν ἀπείθειαν ἰδὼν ὁ τῶν ὅλων Θεὸς ἐπιμένει προτρέπων | |
10 | εἰς σωτηρίαν. | |
11t | ΚΕΦ. Γ. | |
12t | Περὶ τοῦ ἐπαξίως τῆς υἱοθεσίας ζῆν ἐν Χριστῷ πρὸς ὠφελείαν καὶ τῶν | |
13t | ἔξωθεν εἰς δόξαν Θεοῦ. | |
14 | Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ | |
15 | ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιὰς, Μετὰ τὸ εἰπεῖν τὴν δύναμιν τοῦ κηρύγματος διδάσκει καὶ ὁποίους εἶναι δεῖ τοὺς αὐτὸ δεχομένους. Σευήρου. Εἰ μὴ γὰρ ὁ λόγος μείνας ἐν οἷς ἦν· ἀμείνων γὰρ τροπῆς ὡς Θεὸς ἐκ μήτρας αὐτῆς ἑνωθεὶς σαρκὶ καθ’ ὑπόστασιν. | |
20 | ψυχὴν ἐχούσῃ τὴν νοερὰν καὶ τῆς ἐμῆς γενέσεως τὰς ὠδῖνας. καὶ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον διὰ τῆς ἰδίας κυοφορίας εὐλόγησε, καὶ τῆς κατὰ σάρκα γεννήσεως, οὐκ ἐλύθη τὸ “ἐν λύπαις τέξῃ τέκνα,” τὸ τῆς πικρᾶς γεύσεως ἐπιτίμιον· εἰ μὴ γαλακτοτροφίας ἠνέσχετο, οὐκ ἂν ἡμεῖς πρὸς τὰ “ἀρτιγεννῆ | |
25 | βρέφη τὸ λογικὸν ἄδολον γάλα” ἐπεποθήσαμεν, καθώς φησιν ὁ θεσπέσιος Πέτρος. Ὡς ἀρτιγέννητα βρέφη, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε· ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν. Εἰ καὶ τελείους ἡμᾶς ὁ θεῖος βούλεται νόμος, ἀλλὰ κατὰ | |
30 | ἀνάβασιν καὶ προκοπὴν πρὸς τὴν τελείωσιν, φθάσαντας πρότερον γάλα ποτιζομένους, “ὡς ἀρτιγέννητα βρέφη,” καὶ ἐν αὐτῷ εἰς σωτηρίαν αὐξανομένους· εἰς τοῦτο γὰρ βλέπει καὶ τὸ τῷ Παύλῳ | |
ῥηθὲν, “μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, | 50 | |
51 | ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε·” οὐ γάρ ἐστιν, οὐκ ἔστι, μὴ ἀπο‐ σμήξαντας τὴν κακίαν καὶ νηπιάσαντας, πρὸς ἁγνείαν ἐλθεῖν, ἢ φρεσὶ τελειωθῆναι, ἢ εἰς ἄνδρα τέλειον, ἐργάτην ἀνεπαίσχυντον, ἀναβῆναι. | |
5 | Τὴν στοιχειώδη λέγει διδασκαλίαν τῶν λογίων τοῦ Θεοῦ. Εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Τοῦ ἁγίου Βασιλείου. Πανταχοῦ τετηρήκαμεν, ὅτι τοῖς ἔξωθεν μέλεσιν ὁμωνύμως αἱ τῆς ψυχῆς προσαγορεύονται δυνάμεις. ἐπειδὴ ἄρτος ἐστὶν ἀληθινὸς ὁ Κύριος ἡμῶν, καὶ ἡ σὰρξ αὐτοῦ | |
10 | ἀληθής ἐστι βρῶσις, ἀνάγκη τὴν ἡδονὴν τῆς εὐφροσύνης τοῦ ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς γίνεσθαι· ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναταί τις παραστῆσαι τοῖς ἀπείροις, ὃς ἀπ’ αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρη‐ στότης τοῦ οὐρανίου ἄρτου ἐναργῶς παραδοθῆναι διδασκαλίαις, ἐὰν | |
15 | μὴ τὰ τῆς ἀληθείας δόγματα ἐπιπλεῖον βασανίσαντες, δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν χρηστότητα τοῦ Κυρίου. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον. Τῶν γραμματέων καὶ Φαρισαίων καὶ παντὸς αὐτῶν τοῦ συνεδρίου, | |
20 | περὶ ὧν εἴρηται “λιθὸν ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.” Καὶ αὐτοὶ ὡς λίθοι ζῶντες ἐποικοδομεῖσθε, οἶκος πνευματικὸς, εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. | |
25 | Θεοδωρήτου. Τοῦτον δὲ καλεῖ τὸν τρόπον τοὺς εἰς τὴν οἰκο‐ δομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραλαμβανομένους· διὰ γὰρ τῆς συμφυΐας καὶ ἁρμονίας τῆς πρὸς ἀλλήλους· διά τε τοῦ τὰ αὐτὰ φρονεῖν καὶ τὰ αὐτὰ λέγειν, τῷ τε αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν, ἕνα οἶκον ἀπεργάζονται τῷ Θεῷ. | |
30 | Διότι περιέχει ἐν τῇ γραφῇ, Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ· ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν. | |
Κυρίλλου. Λίθον μὲν ἐκλεκτὸν πολυτελῆ καὶ ἔντιμον τὸν | 51 | |
52 | Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα· ἀκρογωνιαῖον δέ φησιν, ὡς διὰ πίστεως μιᾶς κατασφίγγοντα πρὸς ἑνότητα πνευματικὴν τοὺς δύο λαοὺς, τὸν ἐξ Ἰσραὴλ καὶ τὸν ἐξ ἐθνῶν· ἀλλ’ “ὁ πιστεύων,” φησιν, “ἐπ’ αὐτῷ | |
5 | οὐ μὴ καταισχυνθῇ·” ἄθρει δὲ πῶς ἀνίησι τοῖς τεθλιμμένοις τὸ ἐλεύθερον, καὶ φησὶ, “τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια Σιών·” καὶ τί τὸ ἐντεῦθεν ὄφελος; “ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ.” Ἀπειθοῦσι δὲ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν‐ | |
10 | τες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ λίθος προσ‐ κόμματος καὶ πέτρα σκανδάλου. Ὥσπερ ὁ Κύριος φῶς ὢν ἀληθινὸν εἰς κρίμα εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὀμματώσῃ τοὺς πρὸ τῆς παρουσίας αὐτοῦ τυφλοὺς, τυφλώσῃ δὲ τοὺς κακῶς βλέποντας, οὕτω καὶ λίθος ἐκλεκτὸς | |
15 | ἔντιμος ὢν, τιμὴν παρέχει τοῖς διὰ πίστεως οἰκοδομουμένοις αὐτῷ, θεμέλιος αὐτῶν βέβαιος ἀποδειχθεὶς, τῶν ἀπειθούντων δὲ διὰ ἀπιστίας αὐτῷ οὐκ ἔντιμος ἀλλὰ προσκόμματος λίθος καὶ σκαν‐ δάλου πέτρα νομιζόμενος προσχῶσι τοῖς ἐξουθενήσασιν αὐτὸν οἰκο‐ δόμοις· οὗτοι δὲ εἶσι γραμματεῖς καὶ Φαρισαῖοι. | |
20 | Τοῦ Χρυσοστόμου. Τοῦτο τὸ ῥητὸν εἰς τὸν Χριστὸν ἀνα‐ φέρεται· καὶ γὰρ αὐτὸς ἐν εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων, “οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.” Καὶ μετ’ ὀλίγα—“λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες” τοὺς Ἰουδαίους | |
25 | λέγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες, “ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις,” καὶ πάλιν· “οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.” Διδύμου. Ὁ δι’ ὑμᾶς γεγονὼς λίθος ἀποδεδοκιμασμένος, “ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,” μετὰ τὴν ἐκείνων ἀποβολὴν, ἑτέ‐ | |
30 | ρας γωνίας κεφαλὴ γέγονε. Καὶ μετ’ ὀλίγα—Ἀκρογωνιαῖον αὐτὸν ὠνόμασεν Ἡσαΐας, καὶ ἐκλεκτὸν καὶ ἔντιμον λίθον, διὰ τὸ συνάπτειν ὑπὸ μίαν γωνίαν δύο οἰκοδομίας· ζῶν δ’ ἂν εἴη ὡς ἀληθῶς ἐκλεκτὸς λίθος ὁ τοῦ Θεοῦ Υἱὸς, ἅπασαν τὴν κατὰ Θεὸν οἰκοδομὴν συνδέων· | |
καὶ τὰς δύο γωνίας, τῆς τε παλαιᾶς οἰκοδομῆς τῶν ἐκ περιτομῆς, | 52 | |
53 | καὶ τῆς νέας ἐξ ἐθνῶν, ὑπὸ μίαν συνάπτων γωνίαν· τοῦτον μὲν οὖν τὸν λίθον, οἱ ἐκ περιτομῆς πάλαι πρότερον οἰκοδομοῦντες γραμμα‐ τεῖς καὶ νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς, ἐξ αὐτῶν ἀπέβαλον καὶ ἀπεδοκίμασαν· ὁ δὲ γέγονεν ἀρχὴ καὶ κεφαλὴ γωνίας ἑτέρας τῆς | |
5 | ἐξ ἐθνῶν Ἐκκλησίας, καὶ γέγονε παρὰ Χριστοῦ δῶρον αὐτῇ μέγιστον κεχαρισμένον. Ὅσοι προσκόπτουσι τῷ λίθῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν. Ἐκ τῆς μοχθηρᾶς ἑαυτῶν γνώμης καὶ τῆς φαύλης προαιρέσεως· | |
10 | αὕτη γὰρ αὐτοὺς εἰς αὐτὴν ἤνεγκε τὴν μερίδα. Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγεί‐ λητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ | |
15 | ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες. Ὑμεῖς δὲ γένος ἐκλεκτὸν—Κατὰ τὴν παλαιὰν τοῦ νόμου διάταξιν ἄλλο ἦν τὸ βασιλικὸν, καὶ ἄλλο ἦν τὸ ἱερατικὸν γένος. μετ’ ἐκείνην τὴν διάταξιν διεδέξατο τὸ εὐαγγέλιον ἕνα καὶ τὸν αὐτὸν ἱερέα καὶ βασιλέα διδάσκον· Χριστὸς γὰρ | |
20 | ἀμφότερά ἐστι. τούτων οὕτως οἰκοδομηθέντων, ἀναγκαῖον τοὺς σπαρέντας ὑπ’ αὑτοῦ, ἅμα βασιλέως καὶ ἱερέως ὑπάρχοντος, ἐκλεκτὸν γένος εἶναι ἅμα βασίλειον καὶ ἱεράτευμα τυγχάνον. τοῦ γὰρ γεννήσαντος ἀμφοτέρας τὰς ἀρχὰς ἔχοντος, ἀνάγκη καὶ αὐτοὺς ὡς ἐκ βασιλέως βασιλικὸν, καὶ ὡς ἐξ ἱερέως ἱεράτευμα | |
25 | εἶναι· διὸ καὶ ἔθνος ἅγιον ὑπάρχουσι κληθέντας ἀπὸ τοῦ καλοῦντος ἁγίου ὄντος, ἐπὶ τὸ “ἅγιοι ἔσεσθε” οἱ αὐτοὶ πρὸς τὸ ἅγιον ἔθνος ὑπάρχειν, καὶ λαός εἰσιν εἰς περιποίησιν ἔξω πάσης ἀπωλείας γεγενημένοι. περιποίησις γὰρ τῶν προσλαμβανομένων, ἀλλ’ οὐ τῶν ἐξοστρακιζομένων. ἐπεὶ γὰρ οἱ ἀπὸ διαφόρων ἐθνῶν καὶ νομίμων | |
30 | κληθέντες ἀποβεβλήκασι πᾶσαν ποικιλίαν ἐν τῷ ἀναλαβεῖν μίαν γνώμην, μιᾷ πίστει καὶ διδασκαλίᾳ προσέχοντες, δι’ ἣν ψυχὴ καὶ | |
καρδία γίνεται μία, ἓν ἅγιον ἔθνος εἰσίν. | 53 | |
54 | Σευήρου. Τουτέστι κατ’ ἐξαίρετον ἐν περιουσίᾳ καὶ κτήματι λελογισμένος. ἐπειδὴ κτίσματα μὲν τοῦ πεποιηκότος ἅπαντες ἄνθρωποι· κτήματα δὲ οἱ διὰ τῆς ἐπιγνώσεως εἰσποιηθέντες ὑπὸ Θεοῦ, καὶ τὰ τῆς αὐτοῦ δεσποτείας ἄξια πράττοντες, καὶ ὑπ’ | |
5 | οὐδενὸς ἢ πάθους ἢ ἁμαρτίας ἢ νόθου θεοῦ δεσποζόμενοι. Οἱ γὰρ πιστεύοντες εἰς Χριστὸν τοῦτο ἔσχομεν ὅπερ αὐτός· ἐπειδὴ γὰρ αὐτὸς καὶ ἐκ τῆς βασιλικῆς ἦν φυλῆς, καὶ ἀρχιερεὺς γέγονε, τούτου χάριν καὶ ἡμεῖς τὰ αὐτὰ πεπλουτήκαμεν· ταῦτα δὲ ἔχοντες καὶ ἔθνος ἅγιον γεγόναμεν, καὶ λαὸς εἰς περιποίησιν, | |
10 | τουτέστιν εἰς ἀποχήν· εἰσήλθομεν γὰρ εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ἀγαπητοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδή‐ μους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρα‐ τεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλὴν, ἵνα ἐν ᾧ καταλαλῶσιν ὑμῶν | |
15 | ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξά‐ σωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Πανταχοῦ μετὰ τὸν δογματικὸν τὸν ἠθικὸν εἰσάγει· μετὰ τοίνυν τὸ εἰπεῖν τὰ ὑπάρξαντα ἀγαθὰ διὰ Χριστοῦ, ἐπὶ τὸ δεῖν ὀρθῶς βιοῦν παρακαλεῖ. | |
20 | Οἱ διὰ θεοσέβειαν ἄξιοι τοῦ πείθεσθαι τυγχάνοντες, εἰκότως ἀγαπητοὶ προσαγορεύονται· τῶν διὰ τὸ ἀνθρωπίνον ποθουμένων ἀγαπωμένων, ἀλλ’ οὐκ ἀγαπητῶν ὄντων. ἐπεὶ τοίνυν οὕτω διά‐ κειμαι πρὸς ὑμᾶς οὓς γράφω τὴν ἐπιστολὴν, παρακαλῶ καὶ προτρέπομαι ἀπέχεσθαι τῶν ἐκ σαρκὸς φυομένων ἡδονῶν. στρα‐ | |
25 | τεύονται δὲ αὗται κατὰ τῆς ψυχῆς· ἔχθραν πολλὴν πρὸς αὐτὴν ἔχουσαι, ἐπείπερ ἄλλη ἡ ψυχῆς καὶ ἄλλη ἡ σαρκὸς οὐσία. | |
27t | ΚΕΦ. Δ. | |
28t | Περὶ τῆς πρὸς ἄρχοντας ὑποταγῆς καὶ φιλαδελφίας καὶ θεοσεβείας. | |
29 | Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν | |
30 | Κύριον· εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι· εἴτε ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἔστι τὸ θέλημα | |
τοῦ Θεοῦ. | 54 | |
55 | “Ἀνθρωπίνην κτίσιν,” τὰς ἀρχὰς λέγει τὰς χειροτονουμένας ὑπὸ τῶν βασιλέων· ταύταις οὖν δεῖ ὑποτάσσεσθαι “διὰ τὸν Κύριον” εἰ δὲ διὰ τὸν Κύριον ὑποταττόμεθα, τὸν εἰπόντα· “ἀπό‐ δοτε τὰ τοῦ Καίσαρος Καίσαρι,” ὅτε τι ἔξω τοῦ θελήματος τοῦ | |
5 | Κυρίου προστάττουσιν, οὐχ ὑπακούσωμεν. Τοῦ Χρυσοστόμου. Ῥητὰ προκείμενα· ὁ ἀντιτασσόμε‐ νος τῆι ἐξουσίαι τῆι τοῦ Θεοῦ διαταγῆι ἀνθέστηκεν. Οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή· καὶ οὐχ ἁπλῶς εἶπε πειθέσθω, ἀλλ’ ὑποταττέσθω. Καὶ μετ’ ὀλίγα— | |
10 | Ἵνα γὰρ μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς καὶ εὐκατα‐ φρονήτους ποιεῖς, τοὺς τὴν τῶν οὐρανῶν βασιλείαν ἀπολαβεῖν μέλλοντας—ἄρχουσιν, ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει τοῦτο ποιῶν· ἐκείνῳ γὰρ ὁ ταῖς ἀρχαῖς ὑποτασσό‐ μενος πείθεται. | |
15 | Ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν. Τοῦτό φησιν, ἐπειδὴ τινὲς διαβάλλοντες ἔλεγον, ἐπὶ ἀνατροπῇ τῆς πολιτείας ἐληλυθέναι Χριστὸν, πάντων καταφρονεῖν διδάσκοντα τῶν ἐπὶ γῆς· ὅταν οὖν ἴδωσιν ὑμᾶς, φησὶ, διὰ συνείδησιν Θεοῦ | |
20 | ὑποτασσομένους τοῖς ἄρχουσι, τότε φιμοῦνται· εἰδότες ὡς οὐκ ὀρθῶς ἡγήσαντο τὴν τοῦ Χριστοῦ πολιτείαν διασύροντες. Ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ. πάντας τιμήσατε· τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, | |
25 | τὸν βασιλέα τιμᾶτε. Διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οἱ ἄρχοντες, φησὶν, ἐν αὐλίσματι δικαιοσύνης τοὺς νόμους ἔχοντες· ὅσα μὲν δικαίως καὶ νομίμως ποιήσουσιν, οὐ περὶ τούτων ἐτασθήσονται, ὅσα δὲ κατὰ περιτροπὴν τοῦ δικαίου ἀδίκως καὶ ἀνόμως καὶ τυραννικῶς ἐπιτελέσουσιν, ἐν | |
30 | τούτοις καὶ ἀπολοῦνται, τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἅπαντας ὁμοίως ἐξικνουμένης· ἐπὶ συμφέροντι οὖν τῶν ἐθνῶν ἐπίγειος ἀρχὴ ἐτέθη ὑπὸ τοῦ Θεοῦ, ἀλλ’ οὐχ ὑπὸ τοῦ διαβόλου ὥς τινες φασὶν, ἵνα φοβούμενοι αὐτὴν οἱ ἄνθρωποι ἀλλήλους δίκην ἰχθύων μὴ | |
καταπίνωσιν. ἀλλὰ διὰ τῆς τῶν νόμων θέσεως ἀνακρούουσι τὴν | 55 | |
56 | πολλὴν τῶν ἀνθρώπων ἀδικίαν· καὶ κατὰ τοῦτο, καὶ “αἱ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσὶ λειτουργοὶ Θεοῦ,” καθὼς Παῦλος φησί. φανερὸν οὖν ὅτι ψευδόμενος ὁ διάβολος ἔλεγεν “ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἂν θέλω δίδωμι αὐτάς·” οὐ γὰρ τῇ τούτου | |
5 | κελεύσει βασιλεῖς καθίστανται. οἱ μὲν γὰρ αὐτῶν εἰς ἐπανόρθωσιν καὶ ὠφέλειαν τῶν ὑποτεταγμένων γίνονται, καὶ συντήρησιν δικαιο‐ σύνης, οἱ δὲ εἰς φόβον καὶ τιμωρίαν καὶ σωφρονισμὸν καὶ ἐπίπληξιν, οἱ δὲ καὶ εἰς χλευασμὸν ὕβριν τε καὶ ὑπερηφανίαν, καθὼς καὶ ἄξιοί εἰσι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ὡς προέφημεν. | |
10 | Κακίας ἐστὶ τὸ ἀπειθεῖς εἶναι καὶ ἀνηκόους τοῖς ἄρχουσιν· ἵνα τοίνυν μὴ λέγωσιν, ὅτι ἠλευθερώθημεν ἀπὸ τοῦ κόσμου· οὐρανοπο‐ λῖται γεγόναμεν· καὶ σὺ πάλιν ἡμᾶς τοῖς τῆς γῆς ἄρχουσιν ὑπα‐ κούειν προτρέπεις; τούτου χάριν φησὶν, ὑπακούετε ὡς ἐλεύθεροι· τουτέστι πειθόμενοι τῷ ἐλευθερώσαντι καὶ προστάξαντι τοῦτο | |
15 | ποιεῖν· οὕτω γὰρ οὐ δόξητε τῆς κατὰ γνώμην κακίας, τουτέστι τοῦ ἀπειθοῦς καὶ ἀνηκόου, ἔχειν προκάλυμμα τὴν ἐλευθερίαν, δι’ ἧς ἀναίνεσθε τῶν ἀρχόντων τὴν ὑποταγήν. Καὶ μὴ ἔξωθεν μὲν πρόβατα, ἔσωθεν δὲ λύκοι. Περὶ δούλων ὑποταγῆς καὶ ἀνεξικάκου ὑπομονῆς διὰ Χριστόν. | |
20 | Οἱ οἴκεται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπό‐ ταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς· τοῦτο γὰρ χάρις παρὰ Θεῷ, εἰ διὰ συνεί‐ δησιν ἀγαθὴν ὑποφέρει τὶς λύπας, πάσχων ἀδίκως· ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι | |
25 | ὑπομένετε· ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπο‐ μενεῖτε, τοῦτο χάρις παρὰ τῷ Θεῷ. Οὐ τὸν παθητικὸν φόβον ἔχειν προστάττει πρὸς τοὺς δεσπότας τοῖς οἰκέταις, ἄλογος γὰρ οὗτος, καὶ ἐν τοῖς ἀλόγοις ζώοις ὑφισ‐ τάμενος, ἀλλὰ τὸν σὺν ἐπιστήμῃ καὶ ὀρθῷ λόγῳ γινόμενον· οὗ | |
30 | κύριον ὄνομα ἡ εὐλάβεια. ὁ γὰρ διὰ Χριστὸν καὶ τὴν διδασκαλίαν | |
αὐτοῦ φοβούμενος δεσπότην, σὺν εὐλαβείᾳ αὐτῷ ὑποτάττεται τοῦ | 56 | |
57 | διὰ κακίαν καὶ ἄλλας βασάνους φοβουμένου δεσπότην, τὸν παθη‐ τικὸν ἔχοντες φόβον· τούτῳ τῷ σημαινομένῳ κέχρηται· καὶ μεθ’ ἕτερα—πρὸς τὰς γυναῖκας φήσας ἐποπτεύοντες, τουτέστιν οἱ ἄνδρες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν, σύνηθες γὰρ τοῦτο | |
5 | πολλαχοῦ τῆς θείας γραφῆς. Τοῦ Χρυσοστόμου. Φησὶν ὁ ἀπόστολος Παῦλος· “οἱ δοῦλοι ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις.” συνεχῶς τοῦτό φησι· τί λέγεις, ὦ μακάριε Παῦλε; ἀδελφός ἐστι, μᾶλλον δὲ ἀδελφὸς ἐγένετο, τῶν αὐτῶν ἀπήλαυσεν· εἰς τὸ αὐτὸ σῶμα τελεῖ, ἀδελφὸς | |
10 | ἐγένετο, οὐ τοῦ Κυρίου αὐτοῦ μόνου, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· τῶν αὐτῶν ἀπολαύει πάντων· καὶ λέγεις, “ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου·” διὰ γὰρ τοῦτο φημὶ, εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν, “ὑποτασσόμενοι ἀλλήλοις ἐν | |
15 | φόβῳ Χριστοῦ·” εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁμότιμός ἐστι, πολλῷ μᾶλλον τὸν οἰκέ‐ την· οὐ γὰρ δυσμένεια τὸ πρᾶγμά ἐστιν, ἀλλ’ ἡ πρώτη εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι καὶ μετριάζειν, καὶ εἴκειν τῷ πλησίον· καὶ ἐλεύθεροι ἐλευθέροις μετὰ φόβου καὶ τρόμου ἐδούλευον. Καὶ | |
20 | πάλιν—Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις τῆς γυναῖκος καὶ τῶν παίδων· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία πρόσκαιρος καὶ βραχεία· ὅπερ γὰρ ἂν ᾖ σαρκικὸν, ἐπίκηρόν ἐστι· Καὶ πάλιν—Μὴ γὰρ ἐπειδὴ πιστὸς εἶ, νομίσῃς ἐλεύθερος· τοῦτό ἐστιν ἐλευθερία, τὸ μᾶλλον δουλεύειν· ὁ γὰρ ἄπιστος ἂν μὲν ἴδῃ | |
25 | διὰ τὴν ἀπιστίαν αὐθαδῶς προσφερόμενον, βλασφημήσει πολλὰ, ὡς στάσιν ἐμποιοῦν τὸ δόγμα· ὅταν δὲ ἴδῃ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις. καὶ γὰρ ὁ Θεὸς καὶ τὸ κήρυγμα μέλλει βλασφημεῖσθαι. Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἀπέθανεν | |
30 | ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακο‐ λουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. | |
Μέγα ἐπιτάξας τοῖς οἰκέταις τὸ ἀδικῶς πάσχοντας ὑποφέρειν, | 57 | |
58 | ὅρα πόθεν αὐτοὺς παραμυθεῖται ἐκ τῆς μακροθυμίας τοῦ Χριστοῦ. ὅμοιον οὖν ὡσεὶ λέγει· οὐ λόγοις ὑμᾶς πείθω ὑποφέρειν ἀδικουμέ‐ νους· αὐτόνομοι τὸν δεσπότην θεάσασθε, καὶ παραμυθίαν τοῦ πράγματος ἕξετε. | |
5 | Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Λέγω δὴ τὸ δι’ ὅλης τῆς τοῦ βίου ζωῆς ἀναμάρτητον καὶ ἀνεπίληπτον ἐν λόγῳ καὶ ἔργῳ. οὐδεὶς οὖν καθαρὸς γέγονεν | |
10 | ἀπὸ ῥύπου· οὐδ’ εἰ μία ἡμέρα ἦν ἡ ζωὴ αὐτοῦ, ἢ μόνος αὐτός. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώ‐ ματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενό‐ μενοι, τῇ δικαιοσύνῃ ζήσωμεν. | |
15 | Σευήρου. Καὶ μάλα εἰκότως· ὁ γὰρ προσφέρων ἑαυτὸν ὑπὲρ ἁμαρτιῶν οἰκείαν μὲν ἁμαρτίαν οὐκ ἔχει, φέρει δὲ ἐν ἑαυτῷ τὰς ἐκείνων πλημμελείας, ὑπὲρ ὧν εἰς θυσίαν προσάγεται· τοῦτο δη‐ λοῦντος ἐναργέστατα καὶ τοῦ τύπου τοῦ νομικοῦ· ποῖαν γὰρ ἰδίαν ἁμαρτίαν εἶχεν ὁ ἀμνὸς ἢ ὁ χίμαρος, ὁ ὑπὲρ ἁμαρτιῶν θυόμενος, | |
20 | καὶ ἁμαρτία διὰ τοῦτο καλούμενος; Οὗ τῷ μώλωπι ἰάθητε· ἦτε γὰρ ὡς πρόβατα πλα‐ νώμενα· ἀλλ’ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Εὐσεβίου. Ἐπειδὴ καὶ μώλωπας εἰκὸς ἦν αὐτὸν φέρειν κατὰ | |
25 | τοῦ σώματος καὶ τραύματα, τυπτόμενον καὶ μαστιγούμενον καὶ τὰς ὄψεις ῥαπιζόμενον, τήν τε κεφαλὴν καλάμῳ παιόμενον· πλὴν οἱ μώλωπες οὗτοι σωτῆρες ἦσαν ἡμῶν· “τῷ γὰρ μώλωπι αὐτοῦ ἰάθημεν·” τίνες δὲ ἡμεῖς, ἀλλ’ ἢ οἱ πάλαι πλανηθέντες καὶ μὴ λογισάμενοι αὐτὸν, μὴ δὲ συνιέντες τίς ποτε ἦν; | |
30 | Θεοδωρήτου. Καινὸς καὶ παράδοξος ἰατρείας τρόπος· ὁ | |
ἰατρὸς ἐδέξατο τὴν τιμὴν, καὶ ὁ ἄρρωστος ἔτυχε τῆς ἰάσεως. | 58 | |
59(1t) | ΚΕΦ. Ε. | |
2t | Περὶ ὑπακοῆς γυναικῶν, καὶ ὁμονοίας τῆς πρὸς τοὺς ἄνδρας, ἐπὶ σωτηρίᾳ τῇ | |
3t | ἐν πνεύματι εἰς τύπον Σάρρας. | |
4 | Ὁμοίως αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις | |
5 | ἀνδράσιν, ἵνα καὶ εἴτινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος· ἀλλ’ ὁ κρυπτὸς | |
10 | τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. Εὐσεβίου. Δύο ταῦτα ταῖς γυναιξὶ παραινεῖ, τό τε τοῖς ἄνδρασιν ὑπακούειν, καὶ καλλωπισμοῦ καὶ περιεργίας ἀλλοτρίας | |
15 | γίνεσθαι· ὡς ὅγε ὁ ἔξωθεν κόσμος οὐδὲ κόσμός ἐστιν, ἀλλὰ περιτ‐ τότης· κόσμος δὲ ἁρμόδιος γυναικὶ ἡ πρὸς τὸν ἄνδρα ὑπακοή· καὶ ὅτι ἀληθὴς ὁ λόγος ἐκ παραδειγμάτων πιστοῦται ἐκ τῶν ἁγίων γυναίκων, ἐκ τῆς Σάρρας αὐτῆς· ἧς τέκνα αὐτῆς γενέσθαι· ὥσπερ γὰρ οἱ μιμούμενοι τὴν πίστιν τοῦ Ἁβραὰμ, πατέρα τὸν Ἁβραὰμ | |
20 | ἐπιγράφονται, οὕτως αἱ μιμούμεναι τὴν ὑπακοὴν τῆς Σάρρας αὐτῆς θυγατέρας ἀναγράφονται. Οὕτω γὰρ ποτὲ καὶ αἱ ἅγιαι γυναῖκες, αἱ ἐλπίζουσαι εἰς τὸν Θεὸν, ἐκόσμουν ἑαυτὰς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραὰμ, κύριον | |
25 | αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα· ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Προτρέπεται τὰς γυναῖκας μιμεῖσθαι τὰς ἁγίας, καὶ μάλιστα τὴν Σάρραν· πείθων αὐτὰς οὕτω τοῖς ἄνδρασιν ὑποτάττεσθαι ὡς ἐκείνη τῷ Ἀβραὰμ, ἧς καὶ τέκνα αὐτῆς γεγονέναι φησὶ, διὰ τὸ | |
30 | ἀγαθοεργεῖν· ὥσπερ γὰρ ποιῶν τις τὰ ἔργα τοῦ Ἀβραὰμ, καὶ ἔχων αὐτοῦ τὴν πίστιν, τέκνον αὐτοῦ γίνεται, οὕτως αἱ ἀγαθὰ | |
πράττουσαι πισταὶ γυναῖκες μητέρα ἔχουσι τὴν Σάρραν. Πρὸς δὲ | 59 | |
60 | ἀλληγορίαν σκόπει πῶς τις γίνεται τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας τέκνον· κατὰ τὸν Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. εἶτα ἀγάγων αὐτὰς εἰς τὰς δύο διαθή‐ κας, μεθ’ ἔτερά φησι κατὰ πνεῦμα γεγενῆσθαι, ἐλευθέραν εἰπὼν | |
5 | τὴν ἄνω Ἱερουσαλὴμ συνᾴδει τοῦτο· “ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῖν, καὶ εἰς Σάρραν τὴν ὠδινοῦσαν ὑμᾶς.” οὐ γὰρ δυνατὸν εἰς ἐκείνους ἀναφέρεσθαι ταῦτα· πῶς γὰρ ἔτι ὠδίνει τοὺς κατὰ τὸν καιρὸν τοῦ προφήτου, ἡ πρὸ πολλῶν γενεῶν ὀφειλόμενον τῇ φύσει θάνατον ἀναδεξαμένη; ὅθεν ἐκληπτέον ταῦτα εἰς τὴν | |
10 | μητέρα τῶν κατὰ πνεῦμα γεννωμένων τὴν ἄνω Ἱερουσαλὴμ, ἃς προετρέψατο γυναῖκας δι’ ἀγαθοεργίας μητέρα ἔχειν τὴν Σάρραν· εἶτα “τὸ δὲ τέλος” φησὶ, “πάντες ὁμόφρονες, συμπαθεῖς·” ἐὰν γὰρ συμπάσχωμεν, οὐ πάσχομεν· ἡ γὰρ ἀγαπὴ κοινοποιεῖ τὰ πάθη. | |
14t | ΚΕΦ. ϛ. | |
15t | Περὶ τῆς ἀνδρῶν πρὸς γυναῖκας συμπεριφορᾶς. | |
16 | Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. | |
20 | Σευήρου. Ἀνδρὸς γὰρ καὶ γυναικὸς ἡνωμένων ἁγνὴ καὶ ὁμό‐ φρων ἡ συζυγία διιππεύει πρὸς τὰς οὐρανίας πύλας θᾶττον ἢ πρὸς αἴσχη· εἰ γὰρ τῆς συναφείας, ἣν ἡ Ἐκκλησία συνῆπται Χριστῷ νυμφικῶς ἅμα καὶ μυστικῶς, εἰκόνα φέρουσιν, ἴσα τῇ Ἐκκλησίᾳ κατορθοῦν δύνανται προσευχόμενοι. | |
25 | Παραινέσας ὑπακοὴν ταῖς γυναιξὶ, καὶ τοῖς ἀνδράσι παραινεῖ τὴν πρὸς αὐτὰς ἔχειν μακροθυμίαν, εἰδότας ὡς ἀσθενέστερον σκεῦος τὸ τῶν γυναικῶν· καί τι ἐστιν ἀσθενέστερον· ἢ κοῦφον ἢ εὐπαράφο‐ ρον, καὶ ταχέως εἰς μικροψυχίαν ἐρχόμενον· δεικνὺς δὲ καὶ ἑτέρωθεν ἀναγκαίαν τὴν μακροθυμίαν, τῷ μὴ ἐκκόπτεσθαι τὰς προσ‐ | |
30 | ευχάς· ὁ γὰρ περὶ τὴν οἰκίαν θόρυβος τῶν κατὰ Θεὸν ἔργων | |
ἐμπόδιον. | 60 | |
61(1t) | ΚΕΦ. Ζ. | |
2t | Περὶ τῆς πρὸς ἅπαντας ἐπιεικοῦς ἀνεξικακίας, ἧς τύπος ἡ ἐπὶ Νῶε τοῦ Θεοῦ | |
3t | φιλανθρωπία· ἐφ’ ἡμᾶς δὲ ἡ διὰ τοῦ βαπτίσματος τοῦ Χριστοῦ | |
4t | συμπάθεια. | |
5 | Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελ‐ φοι, εὔσπλαγχνοι. Οὐκέτι κατὰ ἄνδρα καὶ γυναῖκα παραινεῖ, ἀλλὰ κοινῇ πᾶσιν ἐκτίθεται νόμον ἀγάπης, ἐξ ἧς φύεται πᾶσα ἀρετὴ, ἡ συμπάθεια, ἡ εὐσπλαγχνία, ἡ ταπεινοφροσύνη, καὶ αἱ ἄλλαι ἃς ἐφεξῆς | |
10 | ἐδήλωσεν. Φιλόφρονες· μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομή‐ σητε. | |
15 | Τί δέ ἐστι ταπεινοφροσύνη; τὸ ἑτέρου ὀνειδίζοντος φέρειν· τὸ ἐπιγινώσκειν τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κατηγορίας· καὶ οὐδὲ τοῦτο ταπεινοφροσύνης ἂν εἴη ἀλλ’ εὐγνωμοσύνης. Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν, καὶ ἰδεῖν ἡμέρας ἀγαθάς. Τοῦ Ἁγίου Βασιλείου. Εἴτις, φησὶ, θέλει ζωὴν, οὐ τὴν | |
20 | κοινὴν ταύτην ἣν ζῇ καὶ ἄλογα ζῶα, ἀλλὰ τὴν ὄντως ζωὴν, τὴν θανάτῳ μὴ διακοπτομένην· “νῦν γὰρ,” φησὶν, “ἀποθνήσκετε καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν·” οὐκοῦν ἡ ὄντως ζωὴ ὁ Χριστὸς, καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ ζωή ἐστιν ἀληθινή. | |
25 | Ἡσυχίου. Ἐνταῦθα, τό τις, οὐχ ὡς ἀποροῦντος τοῦ προφήτου κεῖται, ἀλλὰ μακαρίζοντος, καὶ μᾶλλον προτρέποντος ἴσως καὶ ἀποροῦντος. οἱ γὰρ πολλοὶ οὐ θέλουσι τὴν ὄντως ζωὴν, ὑπὸ τῆς προσκαίρου δελεαζόμενοι· οὐδὲ ἰδεῖν ἀγαπῶσιν ἡμέρας ἀγαθὰς τὰς τοῦ μέλλοντος, τῇ κατὰ τὸν παρόντα βίον εὐημερίᾳ προσέ‐ | |
30 | χοντες. Τοῦ Ἁγίου Βασιλείου. Ὁμῶς δὲ καὶ ἡμέραι ἄλλαι εἰσιν | |
ἀγαθαὶ, ἃς ἐν ἐπαγγελίᾳ προτίθησιν ὁ προφήτης· “τίς ἐστιν | 61 | |
62 | ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς·” αἱ γὰρ τοῦ αἰῶνος τούτου ἡμέραι πονηραὶ, ἐπειδὴ καὶ ὁ αἰὼν οὗτος τοῦ κόσμου μέρος ὑπάρχων, περὶ οὗ εἴρηται, ὅτι “ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται·” τῇ φύσει τοῦ κόσμου συνεκμετρεῖται· μέρη δὲ τοῦ χρόνου | |
5 | τούτου αἱ ἡμέραι αὗται· διὰ τοῦτο φησὶν, ὁ Ἀπόστολος “ἐξαγο‐ ραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν·” οὐκοῦν νῦν μὲν οὐκ ἐσμὲν ἐν ζωῇ ἀληθινῇ· ἄλλη δέ ἐστιν ἡ ζωὴ, πρὸς ἣν καλεῖ ἡμᾶς ὁ λόγος· καὶ νῦν μὲν αἱ ἡμέραι ἡμῶν πονηραὶ, ἄλλαι δέ τινες ἀγαθαὶ, ἃς νὺξ οὐ διακόπτει· ἔσται γὰρ ὁ Θεὸς αὐτῶν φῶς | |
10 | αἰώνιον. Παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ. Κυρίλλου. Ἁγιοπρεπὲς τὸ μάθημα καὶ σωτήριον, καὶ λόγου παντὸς ἀξίαν εἶναι φημὶ τὴν ὑφήγησιν· γέγραπται γὰρ “ὅτι θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς ἔδον‐ | |
15 | ται τοὺς καρποὺς αὐτῆς.” ἔφη δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, “εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγω‐ γῆσαι καὶ ὅλον τὸ σῶμα.” μέγα οὖν τῆς γλώσσης τὸ ἐγκρατὲς, ὥσπερ ἀμέλει παγχάλεπον νόσημα τὸ μὴ οὕτως ἔχειν. Καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. | |
20 | Τοῦ Χρυσοστόμου. Δόλος δέ ἐστι τὸ ψεῦδος, καὶ ἀπάτη καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι· φίλα δέ πως ταυτὶ τῷ τῆς ἀληθείας ἐχθρῷ, τουτέστι τῷ Σατανᾶ, τῷ τοῦ ψεύ‐ δους πατρί· “ψεύστης γάρ ἐστι,” καθὰ φησὶν ὁ Σώτηρ, “καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκε.” παραιτητέον δὲ τοῖς ἁγίοις τὰ ἑκείνου | |
25 | ἁρπαγημαῖα μᾶλλον τὰ Θεοῦ, ὅς ἐστιν ἀλήθεια. Ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν. Τοῦ αὐτοῦ. Οὐ γὰρ ἐν ἡμῖν τὸ μηδ’ ὅλως εἰς νοῦν δέξασθαί τι τῶν τοιούτων· προσπίπτουσι γὰρ αὐτῷ τοιαῦταί πως ἔννοιαι πλειστάκις· ἀλλ’ εἴπερ τις εἴη σοφὸς, ἀποφέρεται μὲν αὐτῶν, | |
30 | τοῖς δὲ ἀμείνοσι καὶ πολὺ λίαν ἔχουσι τὸ ἐπωφελὲς χαρίζεται τὰς ῥοπάς· τοῦτό ἐστιν οἶμαι τὸ ἔκκλινον ἀπὸ κακοῦ. Τοῦ Ἁγίου Βασιλείου. Στοιχειώδεις αἱ παραινέσεις καὶ | |
εἰσαγωγαὶ εἰς εὐσέβειαν· ἐκνεῦσαι προσήκει ἀπὸ τῆς ἐπὶ τὸ | 62 | |
63 | κακὸν φορᾶς, καὶ οἱονεὶ ὁδοῦ κακῆς τῆς ἐν τῷ πονηρῷ βίῳ συνηθείας ἀπαλλαγέντα, οὕτως ἅψασθαι τοῦ ἀγαθοῦ, ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ, ὡς ἀμήχανον ὑγείαν ἀναλα‐ βεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα. | |
5 | Ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν. Τοῦ αὐτοῦ. Περὶ ταύτης τῆς εἰρήνης ὁ Κύριος ἔφη, “εἰρή‐ νην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν· οὐχ ὡς ὁ κόσμος δίδωσιν ὑμῖν εἰρήνην, κἀγὼ δίδωμι ὑμῖν.” διώξεις δὲ τὴν εἰρήνην οὐκ ἄλλως ἢ κατὰ σκόπον τρέχων εἰς τὸ | |
10 | βραβεῖον τῆς ἄνω κλήσεως· ὁ ζητῶν εἰρήνην Χριστὸν ἐκζητεῖ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη· ὃς ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, εἴτε τὰ ἐπὶ τῆς γῆς. Διώκουσι τοίνυν τὸ δίκαιον· ἵν’ εὑρόντες ἁρπάσωσιν· οὗτοι δ’ | |
15 | ἂν εἶεν οἱ καὶ αὐτὸν ζητοῦντες τὸν Κύριον, τουτέστι τὸν Χριστόν· εὑρίσκουσι γὰρ διὰ πίστεως, καλοῦντος αὐτοὺς εἰς τοῦτο τοῦ Θεοῦ καὶ πατρός. Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. | |
20 | Ἄξιοι γὰρ ἐπισκοπῆς οὐ τοὺς ταῖς ἁμαρτίαις ἐνεχομένους ἀλλὰ γὰρ ἤδη κεκαθαρμένους. Ἐπεὶ αἱ ἐπιβλέπουσαι τὸ πᾶν τοῦ Θεοῦ δυνάμεις τροπικῶς ὀφθαλμοὶ λεγόμεναι· ἐπιβλέπουσι δὲ ἐπὶ τοὺς δικαίους· ἀλλὰ καὶ τὰ ὦτα αὐτοῦ ἕτοιμα εἰς τὸ δέξασθαι τὴν δέησιν αὐτῶν· τούτου | |
25 | χάριν, φησὶν, εἰ θέλετε τούτων ἀπολαῦσαι, ἐκκλίναντες ἀπὸ κακοῦ τὸ ἀγαθὸν ποιήσατε. Οὐκοῦν οὐδένα καιρὸν ὁ Θεὸς τῶν δικαίων ἀφίσταται, ἀλλ’ ὅταν ἡ τοῦ δικαίου χεὶρ τὴν ἐλεημοσύνην ἐργάζηται, ἔχει τοῦ Θεοῦ τὸν ὀφθαλμὸν ἐπιβλέποντα· καὶ ὅταν ἡ γλῶσσα προσεύχη‐ | |
30 | ται, ἕλκει τὸ δεσποτικὸν ὠτίον πρὸς ἀκρόασιν, τοῦ Κορνηλίου τὴν εὐχὴν κερδαίνουσα, “αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβη‐ | |
σαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.” | 63 | |
64 | Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. Ἡσυχίου. Ἵνα ἢ μετανοοῦντας προσδέξηται, ἢ ἐπιμένοντας τιμωρήσηται. Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ | |
5 | γένησθε; ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μα‐ κάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβήθητε, μηδὲ ταραχθῆτε. Εἰς μὲν γὰρ τὸν τῶν γάμων θεσμὸν παρανομούσας καὶ αὐτὰς ἐκβάλλειν ἐκέλευσεν ὁ Σωτὴρ, τούτου δὲ μὴ συμβαίνοντος πάντα | |
10 | τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν προσέταξεν. Τοῦ Χρυσοστόμου. Τὸν γὰρ ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς παραβλάψαι δύναται. Δείκνυσιν ὡς οὐδὲν αὐτοὺς κατ’ ἀρετὴν οἱ ἐξ ἐθνῶν πειρασμοὶ βλάπτουσιν· ὅπουγε καὶ μακαρίους παρασκευάζουσιν ὑπομένοντας | |
15 | εὐχαρίστως. Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. “Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν.” ὥσπερ τὸ μεγαλύνειν τὸν Θεὸν οὐκ ἐπίδοσιν μεγέθους προσάγειν αὐτῷ δηλοῖ· ἀλλ’ οὐδὲ τὸ δοξάζειν εὔκλειαν ἔξωθεν φέρειν παρίστησιν, | |
20 | οὕτως οὐδὲ τὸ ἁγιάζειν τὸν Κύριον προστιθέναι αὐτῷ ἁγιότητα σημαίνει· ὅπερ καὶ ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ τοῦτο ποιεῖν προσ‐ ταττόμεθα. εἰ γὰρ τῆς ἁγιότητος αὑτοῦ ἀκριβῆ διάληψιν σχοίημεν, οὐ καθάπαξ αὐτὸν ἁγιάζομεν, ἀλλ’ ἐν τῇ καρδίᾳ ἡμῶν προστιθε‐ μένης ἐκ τοῦ τοῦτο ποιεῖν τῇ νοήσει ἡμῶν τῆς περὶ Θεοῦ | |
25 | ἁγιότητος. ὡσαύτως καὶ ὁ μεγαλύνων αὐτὸν τοῦ μεγέθους αὐτοῦ μετοχὴν εἰς ἑαυτὸν δέχεται· ὅθεν εἴρηται· “μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον.” καὶ “μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί.” ὡσαύ‐ τως τὸ τῆς δόξης εἰδὼς εἰς αὐτὸν δοξάζει ἑαυτόν. ταῦτα δὲ οὐ δοκεῖ παράδοξα εἶναι τῷ ἀκριβῶς ἐπισταμένῳ, ὡς ὁ Θεὸς οὐ | |
30 | δέχεται, ἀλλὰ χορηγεῖ τὰ ἀγαθά. | |
Ἔστι μὲν προφητικὴ ἡ φωνὴ, λέγει δὲ ὡς οὐδεὶς φόβος ἔστιν | 64 | |
65 | ἐν ὑμῖν, ὃς δυνήσεται ἡμᾶς ἀναγκάσαι μὴ Κυρίον ὁμολογεῖν τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν, ἀλλ’ ἁγιάσετε. δεικνὺς ὡς αὐτὴ ἡ ὁμολογία ἁγιασμός ἐστι τῆς ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος. | |
5 | Ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μετὰ πρᾳΰτητος καὶ φόβου· συνείδησιν ἔχοντες ἀγαθὴν, ἵνα ἐν ᾧ κατα‐ λαλῶσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπη‐ ρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. | |
10 | Διδύμου. Δεῖ γὰρ οὕτως παρεσκευασμένους εἶναι πρὸς γνῶσιν τῆς πίστεως, ὡς ἐν παντὶ καιρῷ ἀπαιτουμένους ἡμᾶς τὸν περὶ αὐτῆς λόγον εὐχερῶς ἀποκρίνεσθαι· ἀποκρινομένους δὲ πραότητα ἐπιδείκνυσθαι καὶ φόβον Θεοῦ· ὁ γὰρ τὸν περὶ τοῦ Θεοῦ λόγον λαλῶν, οὕτως ὀφείλει λαλεῖν ὡς παρόντος τοῦ Θεοῦ. | |
15 | Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας· ὅτι καὶ Χρίστος ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων· ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι. | |
20 | Ἐπειδή τινες θαυμάζουσι πῶς ὁ μὲν Σωτὴρ ἔφη, “μὴ μεριμνή‐ σητε πῶς ἢ τί λαλήσετε,” ὁ δὲ Ἀπόστολος ἐνταῦθα “ἕτοιμοι πρὸς ἀπολογίαν,” οὐκ ἔστιν ἐν ἀντιλογίᾳ· ἀλλὰ τὸ μὲν περὶ μαρτυρίου εἴρηται, τὸ δὲ περὶ διδασκαλίας· ὅταν μὲν γὰρ ἐν συλλόγῳ φίλων ὁ ἀγὼν ᾖ, κελευόμεθα μὴ μεριμνᾶν· ἄτοπον γὰρ | |
25 | μὴ εἶναι ὃ διδάσκειν ἐπαγγελόμεθα· ὅταν δὲ δικαστήριον ᾖ φόβερον, καὶ δῆμοι λυττῶντες, καὶ παντόθεν δέος, τὴν οἰκείαν ἐπηγγείλατο παρέξειν ῥοπήν· καὶ γὰρ μέγιστον ἦν, ἀνθρώπους τῶν ἰχθύων ὀλίγον κατὰ τὴν ἀφωνίαν διαφέροντας, τυράννων καθεζομένων, καὶ πάντων παρεστώτων, καὶ ξιφῶν γεγυμνωμένων, καὶ πάντων ἐκείνοις συμ‐ | |
30 | μαχούντων, εἰσελθεῖν δεδεμένους καὶ εἰς γῆν κύπτοντας δυνηθῆναι ῥῆξαι φωνήν· ὥστε εἰκότως οἱ μὲν τῆς θείας ἀπολαύουσι ῥοπῆς· οἱ δὲ διδάσκονται τῷ τῆς ἀμαθίας μὴ ἐκδιδόναι ἑαυτοὺς ὕπνῳ· | |
σοφοὶ γὰρ εἶναι ὀφείλουσιν οἱ τῆς σοφίας φοιτηταί· καὶ γὰρ ἡ | 65 | |
66 | πράξις τότε ἐπαινετή ἐστιν, ὅταν λογισμῷ ἐπιτελῆται· τὸ γὰρ ἄνευ συνέσεως καὶ ἐξετάσεως δοκεῖν τι εἰδέναι μέμψιν φέρει· “γνῶσις γὰρ ἀσυνέτων ἀδιεξέταστοι λόγοι.” Πάλιν αὐτοῖς παραινεῖ μὴ λυπεῖσθαι ἐφ’ οἷς ἀδίκως πάσχου‐ | |
5 | σιν, εἰρηκὼς δὲ, “εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ,” παθεῖν ἡμᾶς ἐδίδαξε τὰς θλίψεις οἰκονομικῶς διὰ γυμνασίαν ἡμῶν γινομένας κατὰ συγχώρησιν Θεοῦ, καὶ εἰς τοῦτο ἐπαλείφων ἡμᾶς. πάλιν τὸν Χριστοῦ θάνατον ἐξηγεῖται καὶ τὴν ἀνάστασιν. ὅρα δὲ πῶς ἡμῖν ἐκήρυξε τὸ μυστήριον. εἰπὼν γὰρ “θανατωθεὶς μὲν σαρκὶ, | |
10 | “ζωοποιηθεὶς δὲ Πνεύματι,” ὅμοιον ὡσεὶ λέγοι, ἀποθανὼν μὲν ὑπὲρ τῆς κατεχομένης ἡμῶν σαρκὸς τῇ φθορᾷ· ἐγερθεὶς δὲ ὡς Θεὸς, τὴν γὰρ θεότητα διὰ τοῦ Πνεύματος ὠνόμασε “Πνεῦμα γὰρ ὁ Θεὸς,” φησὶ τὰ θεῖα λόγια· οὐδαμοῦ γὰρ διαιρεῖ τῆς ἰδίας σαρκὸς τὸν λόγον. | |
15 | Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασι ποτὲ, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία, ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τουτέστιν ὀκτὼ, ψυχαὶ διεσώθησαν δι’ ὕδατος. | |
20 | Κυρίλλου. Λύει ἐνταῦθα τὴν ἀντίθεσιν ἐκείνην ἥν τινες ἀντι‐ τιθέντες λέγουσιν· εἰ ἐπωφελὴς ᾖ ἡ ἐνανθρώπησις, τί δήποτε μὴ πρὸ πολλῶν ἐνηνθρώπησε χρόνων· ἰδοὺ γὰρ “καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν;” ἵνα λύσῃ τούτους, ὅσοι πιστεύειν ἔμελλον· εἰ κατ’ ἐκεῖνο καιροῦ σαρκωθεὶς τοῖς ἐπὶ γῆς ἐπεφοίτη‐ | |
25 | σεν· οὗτοι γὰρ αὐτὸν καὶ ἐν τοῖς καταχθονίοις ἐπιφανέντα πάντως ἐπέγνωσαν, καὶ τῆς ἐπιφανείας ἀπέλαυσαν. Τῇ ψυχῇ πορευθεὶς ἐκήρυξε τοῖς ἐν ᾅδου, ὡς ψυχὴ μετὰ ψυχῶν ὀφθεὶς, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες ἔπτηξαν, καὶ πύλαι χαλκαῖ συνετρίβησαν, καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν· καὶ ὁ μονογενὴς | |
30 | ἐφώνει μετ’ ἐξουσίας ταῖς ὁμοιοπαθέσι ψυχαῖς, κατὰ τὸν τῆς οἰκονομίας λόγον, λέγων τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν | |
τῷ σκότει ἀνακαλύφθητε. | 66 | |
67 | Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυξεν· ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν· οὗτοι γὰρ καὶ εἰς ᾅδου πάντως ἐπέγνωσαν· ἔστι γὰρ τὰ πλείω τῆς καθ’ ἡμᾶς οἰκονομίας ὑπὲρ φύσιν καὶ παράδοσιν· | |
5 | καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐπεφώνει Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν, οὕτω καὶ διὰ τῆς εἰς ᾅδου καταβάσεως, τοὺς πιστεύοντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν· αἱ γὰρ τῶν ἐν εἰδωλολατρίαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, | |
10 | ταῖς σαρκικαῖς προσπαθείαις οἱονεὶ ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς βλέπειν οὐκ ἴσχυον· ἵνα καὶ πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῷ πάντας ἐλευθερῶσαι τό γε ἐπ’ αὐτῷ τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα· καὶ μετὰ τοῦ φιλανθρώπου καὶ τὸ δίκαιον ἐνδεικνύμενον· ἵνα οἱ τῆς τοιαύτης εὐεργεσίας | |
15 | ἀποπεσόντες, σφὰς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τὸν τῶν ὅλων Θεὸν ἀπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύ‐ σαντες, καὶ ὡς ἐκείνοις φιλὸν ὑπῆρχε διαβιώσαντες. Σευήρου. Ἀλλ’ οὐ πᾶσι τοῖς ἐκεῖσε κατεχομένοις, ἀλλὰ μόνοις τοῖς πιστεύσασι καὶ ἐπεγνώκοσιν αὐτὸν τὴν ἄφεσιν ἐδωρή‐ | |
20 | σατο. ἐπέγνωσαν δὲ αὐτὸν οἱ δι’ ἀγαθῶν ἔργων τῆς κακίας ἑαυτοὺς ἐκκαθάραντες, καθ’ ὃν ἐν σαρκὶ χρόνον ἐβίωσαν· πάντες γὰρ καὶ οἱ δικαίως πολιτευσάμενοι, πρὶν ἐπιφανῆναι τοῖς καταχθονίοις Χριστὸν, ὑπὸ τῶν δεσμῶν τοῦ θανάτου κατείχοντο, καὶ τὴν αὐτοῦ κἀκεῖσε παρουσίαν ἀνέμενον, ἀποκεκλεισμένης αὐτοῖς τῆς ἐπὶ τὸν | |
25 | παράδεισον ὁδοῦ διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως· ὅτι δὲ οὐ πάντες οἱ ἐν τοῖς ὑποχθονίοις ὄντες ἀπώναντο τῆς ἐκεῖσε Χριστοῦ κατα‐ βάσεως, ἀλλ’ οἱ πεπιστευκότες μόνον, δηλοῖ μὲν Γρηγόριος ὁ Θεολόγος ἐν τῷ εἰς τὸ Πάσχα λόγῳ, προτείνας ἐν ἐπαπορήσει τὴν πρότασιν, ὡς ἀξίαν ζητήσεως, τῇ ἐπαγωγῇ δὲ δοὺς τὴν τοῦ | |
30 | ἀληθοῦς ἐπικράτειαν· ἔφη γὰρ οὕτως· “κἂν εἰς ᾅδου κατίῃ, συγκάτελθε· γνῶθι καὶ τὰ ἐκεῖ μυστήρια, τίς ἡ οἰκονομία τῆς διπλῆς καταβάσεως, τίς ὁ λόγος. ἁπλῶς σώζει πάντας ἐπι‐ φανεὶς, ἢ κἀκεῖ τοὺς πιστεύοντας.” Ἰγνάτιος δὲ ὁ θεοφόρος | |
καὶ μάρτυς οὕτω φησί· “πῶς ἡμεῖς δυνησόμεθα ζῆσαι χωρὶς | 67 | |
68 | αὐτοῦ, οὗ καὶ προφῆται, μαθηταὶ ὄντες τῷ Πνεύματι, ὡς διδάσκα‐ λον αὐτὸν προσεδόκων· καὶ διὰ τοῦτο ὃν δικαίως ἀνέμενον, παρὼν ἤγειρεν αὐτοὺς ἐκ νεκρῶν.” Καὶ μετ’ ὀλίγα—Καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐφάνη | |
5 | Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν· οὕτω καὶ διὰ τῆς εἰς ᾅδου καταβάσεως, τοὺς πιστεύσαντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν. αἱ γὰρ τῶν εἰδωλολατρίαις καὶ κώμοις καὶ μέθαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἷον ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς | |
10 | θεοφανείας αὐγὰς οὐκ ἰσχύουσιν· ἵνα πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῷ πάντας ἐλευθερῶσαι τόγε ἐπ’ αὐτῷ τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα, καὶ μετὰ τοῦ φιλανθρώπου τὸ δίκαιον ἐνδεικνύμενον· ἵν’ οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, σφὰς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τῶν ὅλων Θεὸν ἀπο‐ | |
15 | λιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες. Ἀμμωνίου. Ἠρώτησέ με ὁ σχολαστικὸς Καισάριος, εἰ κατ‐ ελθόντος εἰς ᾅδου Ἰησοῦ τοῦ Θεοῦ Λόγου, πασῶν τῶν ψυχῶν ἐλύθη τὰ δεσμά; καὶ εἶπον, ναί. εἶτα οὖν φησι. καὶ ὁ Ἰούδας λελυ‐ | |
20 | μένος ἦν; καὶ εἶπον, καὶ πάνυ. οὐ γὰρ οἷόν τε ἦν, τοῦ παμβασι‐ λέως παρόντος, τὸν τύραννον καὶ αὐτὸν χειρωθέντα, λέγω δὴ τὸν θάνατον, ἔτι τοὺς αἰχμαλώτους κατέχειν. τί οὖν ὁ Κύριος ἐποίησέ, φησιν; ἐκήρυξεν ὡς ἐπὶ γῆς, καὶ τοῖς ἐν ᾅδου πᾶσι, τὴν εἰς αἰώνιον σωτηρίαν ἄγουσαν ὁδὸν, ὥστε πιστεύειν εἰς τὸν Πατέρα | |
25 | καὶ εἰς αὐτὸν τὸν ἐνανθρωπήσαντα καὶ ἀποθανόντα ὑπὲρ ἡμῶν, καὶ κατελθόντα εἰς ᾅδου, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ τοὺς μὲν πιστεύσαντας ἀνήγαγε σὺν ἑαυτῷ· τοὺς δὲ ἀπιστήσαντας εἴασε κάτω πάλιν ἐν τῇ πρώτῃ καταστάσει· εἶτα πάλιν εἶπέ μοι. καὶ πῶς οἷόν τε ἦν τοὺς ἐν ᾅδου διὰ μετανοίας ἐλευθερωθῆναι, “ἐν δὲ | |
30 | τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;” ἢ τάχα ἡ ἐξομολόγησις ἐπὶ τῶν μεταμελομένων ἐφ’ οἷς ἔπραξαν, καὶ ἐξομολογουμένων τὰ ἴδια πλημμελήματα χώραν ἔχει, ὅπερ τότε οὐ γέγονε· ψιλὴ γὰρ πίστις ἔσωσε τοὺς ἐν ᾅδῃ πιστεύσαντας. καὶ ἔστι μὲν σαφὲς | |
ἀνάγνωσμα ἐν ταῖς Καθολικαῖς, ὅτι ἐκήρυξεν ἐν ᾅδου τοῖς ἀπειθή‐ | 68 | |
69 | σασιν ἀνθρώποις, ἐκήρυξε δὲ οὐχὶ μάτην, ἀλλ’ ἵνα τοὺς πιστεύ‐ σαντας τῷ κηρύγματι λυτρώσηται· ὥσπερ καὶ ἐπὶ τῆς γῆς ὢν, τοὺς πιστευσάντας ἠλευθέρου τῶν προτέρων ἁμαρτημάτων διὰ τῆς θείας ἀναγεννήσεως, ἐπὶ τὸ ἀρχέτυπον αὐτοὺς ἀναστοιχειῶν. εἶτα | |
5 | πάλιν εἶπέ μοι. καὶ τῷ Ἰούδα ἐκήρυξε, καὶ ἔδωκεν αὐτῷ ἄδειαν τοῦ ἐκ μετανοίας συναναβῆναι αὐτῷ; καὶ εἶπον· οὐ νομίζω. καὶ γὰρ περιττὸν ἦν τῷ εἰδότι κηρύξαι, ὅπουγε καὶ τοῖς μέλλουσι βαπτίζεσθαι προσάπαξ αἱ μυσταγωγικαὶ κατηχήσεις γίνονται· ὁ δὲ Ἰούδας οὐ μόνον ὅτε κατηχήθη τὸ μυστήριον καὶ κατεδέξατο, | |
10 | ἀλλὰ καὶ ἄλλοις αὐτὸς ἐκήρυξε, καὶ θείας χάριτος ἠξιώθη, ὥστε καὶ δαίμονας ἐκβάλλειν καὶ ἰάσεις ποιεῖν· ὕστερον δὲ διὰ τοῦ αὐτεξουσίου τῆς ἑαυτοῦ γνώμης μετατραπεὶς ἐξώκειλεν· ὃς οὐδὲ ἐλεγχθεὶς παρὰ τοῦ Κυρίου, ὅτι σύ με ἔχεις παραδοῦναι, ᾐσχύνθη, οὔτε νιπτόμενος τοὺς πόδας μετὰ τῶν ἕνδεκα παρὰ τοῦ Ἰησοῦ, ἐπὶ | |
15 | τῷ ἐλεγμῷ διετράπη, ἀλλ’ ἔμεινε τῷ ἑαυτοῦ σκοπῷ. καὶ μή μοι τὶς εἴπῃ, ὅτι ἄκων ἔπραξε τὸ κακόν· τοῦτο γὰρ οὐδεὶς Χριστιανῶν λέγειν ἀνέχεται· τάχα δὲ οὐδὲ ἄλλης θρησκείας ἄνθρωπος. ἀλλ’ οὔτε αὐτὸς ὁ Ἰούδας τοῦ πταίσματος τὴν αἰτίαν εἰς ἄλλον ἀνήγαγεν, ἀλλ’ εἰς ἑαυτόν. ἀμέλει γοῦν ὕστερον συνεωρακὼς τὸ | |
20 | πταῖσμα, ὃ ἐποίησεν, ἑαυτὸν ἐτιμωρήσατο καὶ ἀπήγξατο· καὶ ἐν τούτῳ δεικνὺς τὸ φονικὸν ἑαυτοῦ τῆς ψυχῆς κίνημα· οὐ γὰρ ἠρκέσθη ὅτι ἐφόνευσε τὸν Κύριον, ἀλλὰ καὶ ἑαυτὸν ἀνεῖλεν· οὐ φόνῳ τὸν φόνον ἐξιλεούμενος· ᾔδει γὰρ ὅτι ὁ ἑαυτὸν φονεύων τιμωρεῖται ὡς ὁ ἄλλον φονεύων· ἀλλὰ μεστὸς ὢν ὑποψίας, καὶ μὴ | |
25 | ἀνεχόμενος ὀνειδισθῆναι ὡς προδότης, ἀγχόνῃ ἐχρήσατο. οὐκ ἠγνόει γὰρ ὅτι ἐπίμονος μετάνοια τὸν Θεὸν δυσωπεῖ, ἀλλ’ ὡς ὑπερόπτης οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι, ὅπερ ποιήσας καὶ Παῦλος ὁ τὸν Στέφανον φονεύσας δυνάμει ἠλεήθη· καὶ Πέτρος ὁ ἀρνησάμε‐ νος τὸν Χριστὸν, καὶ διὰ μετανοίας καὶ δακρύων συγχωρηθείς. | |
30 | Διδάξας ἡμᾶς ὡς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὁ Χριστὸς, διδάσκει ὅτι καὶ τὴν εἰς ᾅδου πορείαν πεποίηται, τὰς τῶν πάλαι τεθνηκότων ψυχὰς ἀνάξων ἐκεῖθεν· εἴρηκε γὰρ τοῖς ἐν δεσμοῖς, ἐξέλθετε· καὶ ὡς ὁ Εὐαγγελίστης ἔφη, “πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀναστάντα εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, | |
35 | καὶ ἐνεφανίσθησαν πολλοῖς.” διὸ καὶ ὁ Παῦλος κηρύττων | 69 |
70 | Χριστὸν οὕτω φησὶν, “ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.” Ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς | |
5 | ἐπερώτημα εἰς Θεόν. Τουτέστιν οὐ τύπος ἦν ἐκεῖνο τὸ ὕδωρ. ὥσπερ γὰρ ἐκεῖνο τοὺς μὲν πονηροὺς ἐκόλασε, τοὺς δὲ ἀγαθοὺς διεφύλαξεν, οὕτω καὶ τοῦτο, τοὺς μὲν πονηροὺς ἀποπνίγει δαίμονας· σώζει δὲ τοὺς προσιόντας αὐτῷ. δείκνυσι δὲ καὶ πόσον εἰς δύναμιν τὸ βάπτισμα· | |
10 | ὅπουγε ψυχῆς ἁμαρτημάτων ἐστὶν ἀπόνιψις· καὶ πῶς αὐτοῦ δεόμεθα διδάσκει· πῶς δὲ, ἢ ὁμολογοῦντες τὴν ἀνάστασιν τοῦ Κυρίου; Δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, πορευθεὶς εἰς τὸν οὐρανὸν, ὑποταγέντων αὐ‐ | |
15 | τῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων. Ὅρα πάλιν ὡς σαφῶς ἡμῖν τὴν οἰκονομίαν ἐκτίθεται, μνημο‐ νεύσας γὰρ θανάτου καὶ ἀναστάσεως, καὶ τῆς εἰς οὐρανὸν ἀνόδου μέμνηται· καὶ ὃς ἐστὶν ἐν δεξιᾷ τοῦ Πατρός· ἵνα γὰρ μὴ νομίσῃς αὐτὸν παθεῖν καὶ ἀπώλεσαί τι τῆς δόξης, ἀκούσας γενόμενον ἄν‐ | |
20 | θρωπον καὶ ἀποθανόντα, τούτου χάριν καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν λέγει· καὶ ὡς πᾶσα αὐτὸν ἡ τῶν ἄνω πληθὺς προσκυνεῖ· τὸ δὲ “ὑποτα‐ γέντων” πάλιν διὰ τὴν οἰκονομίαν εἴρηται. | |
24t | ΚΕΦ. Η. | |
25t | Περὶ ἀποθέσεως φαύλων πράξεων καὶ ἐπαναλήψεως τῶν ἐν πνεύματι καρπῶν | |
26t | κατὰ τὴν διαφορὰν τῶν χαρισμάτων. | |
27 | Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε. Τοῦ ἁγίου Ἀθανασίου. Διὰ τοῦτο ὁ Ἀπόστολος οὐκ εἴρηκε | |
30 | “Χριστοῦ οὖν παθόντος θεότητι” ἀλλ’ “ὑπὲρ ἡμῶν σαρκὶ,” ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλ’ αὐτῆς τῆς σαρκὸς ἴδια | |
φύσει τὰ πάθη ἐπιγνωσθῇ. Καὶ μετ’ ὀλίγα—Εἰ μὲν ἑτέρου τὸ | 70 | |
71 | σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη. εἰ δὲ τοῦ Λόγου ἡ σάρξ. “ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὗ καὶ σάρξ ἐστι· οὗ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι τὸ κατακριθῆναι, τὸ διψᾶν, καὶ ὁ σταυρὸς καὶ ὁ θάνατος, καὶ | |
5 | αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστίν. Κυρίλλου. Οὐκοῦν ἀνάγκη νοεῖν, ὅτι γεγονὼς καθ’ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ πέπονθεν ἑκών. “βεβαπτίσμεθα γὰρ οὕτως εἰς τὸν αὐτοῦ θάνατον·” ὡς ἑνὸς ὄντος Υἱοῦ, κατὰ μὲν τὴν τῆς | |
10 | θεότητος φύσιν ἀπαθοῦς, παθητοῦ δὲ κατὰ τὴν σάρκα. Σευήρου ἐκ τῆς πρὸς Φώτιον Ἐπιστολῆς. Προδήλως δείκνυσι διὰ τοῦ προσδιορίσασθαι καὶ εἰπεῖν “σαρκὶ,” ὡς ὁ αὐτὸς ἀπάθης ὑπῆρχε θεότητι καὶ οὐ συναισθανόμενος τῶν αἰκιῶν· καθὰ δὴ καὶ συναισθάνεσθαι πέφυκεν ἡ τοῦ καθ’ ἡμᾶς ἀνθρώπου ψυχή. | |
15 | τὸ γὰρ θεῖον ἀπαθὲς, καὶ οὐδενὶ τῶν ἀλγύνειν πεφυκότων ὑποκεί‐ μενον, οὐδὲ κατά τι τῶν τῆς ἀπαθείας ἐξιστάμενον ὁρῶν· ἀλλ’ αὐτὸς τῶν παθῶν πάθος γινόμενον καὶ ἀμβλύνον τοῦ θανάτου τὸ κέντρον, κἂν εἰ διὰ σαρκὸς παθητῆς τοῦτο συμπλέκοιτο. Τοῦ Αὐτοῦ ἐκ τῆς πρὸς Ἀνδρόνικον Κοινοβιάρχην | |
20 | Ἐπιστολῆς. “Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ”—Καὶ ὡσαύτως, “ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἀπέ‐ θανε, δίκαιος ὑπὲρ ἀδίκων· θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ Πνεύματι.” καὶ γὰρ κηρύξας τὸν Χριστὸν πεπονθέναι καὶ τεθανα‐ τῶσθαι σαρκὶ, σαφῶς ἔδειξεν, ὡς ὑπῆρχε καὶ αὐτὸς παθητὸς σαρκὶ | |
25 | καὶ ἀπαθὴς τῇ θεότητι· καὶ οὐ διαιρούμενος μετὰ τὴν ἄφραστον ἕνωσιν τῇ δυάδι τῶν φύσεων· ἀλλ’ εἷς ὢν Κύριος καὶ Χριστὸς καὶ Υἱὸς, καὶ ἓν πρόσωπον, καὶ ὑπόστασις μία, ἡ αὐτοῦ τοῦ Λόγου σεσαρκωμένη· παθόντος μὲν καὶ ἀποθανόντος ἑκουσίως, ᾧ γέγονεν ἄνθρωπος· μείναντος δὲ ἀπαθοῦς, ᾧ κατ’ οὐσίαν ὑπῆρχε πρὸ αἰώνων | |
30 | Θεὸς, καὶ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ Πνεύματι· καὶ τὸ πρὸς ἡμᾶς ὁμοούσιον καὶ ὁμοιοπαθὲς ἐν ἀληθείᾳ καὶ βουλήσει κατα‐ δεξάμενος. Τοῦ Αὐτοῦ ἐκ τῆς πρὸς τοὺς ἐν Κωνσταντινουπόλει ὀρθοδόξους ἐπιστολῆς. “Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν | |
35 | σαρκί.” τοῦτο γὰρ οὐ κατὰ τὴν τῶν Δοκητῶν ψυχρολογίαν δια‐ | 71 |
72 | ζευγνύντος ἐστὶν, ἀλλὰ καὶ μᾶλλον ἕνα καὶ ἀδιάτμητον εἰδότος, τὸν ἀτρέπτως σαρκωθέντα Λόγον μονογενῆ· καὶ γὰρ ἐπειδὴ περὶ ἀπαθοῦς κατὰ φύσιν Θεοῦ διελέγετο “παθόντος ὑπὲρ ἡμῶν·” τούτου χάριν ἀναγκαῖον ἡγήσατο τὸν προσδιορισμὸν, καὶ κατήγγειλεν | |
5 | αὐτὸν πεπονθέναι σαρκί. τοῦ αὐτοῦ δὲ ὄντος ἀπαθοῦς, καὶ ἑνὸς ἐξ ἀμφοῖν τοῦ Ἐμμανουὴλ, θεότητος λέγω καὶ ἀνθρωπότητος, χρειωδέστατα λίαν προσδιωρίσατο τὸν πεπονθότα, γινώσκειν μὲν ἀπαθῆ, πεπονθότα δὲ τῇ πεφυκυίᾳ πάσχειν σαρκί. Τοῦ Αὐτοῦ. “Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ,” διὰ | |
10 | τοῦτο ἀναγκαῖον ὁ Πέτρος ἡγήσατο τὸν προσδιορισμὸν, εἰπὼν “παθόντος σαρκὶ,” ὡς περὶ ἑνὸς προσώπου, καὶ μιᾶς ὑποστάσεως, καὶ μιᾶς φύσεως τοῦ Θεοῦ Λόγου σεσαρκωμένης, διαλεγόμενος· εἰ γὰρ εἰς δύο διῄρητο, περιττὸν ἦν καὶ ἀπόπληκτον ἄγαν, καὶ ῥῆμα μεθύοντος νοῦ καὶ παραπαίοντος λογισμοῦ, τὸ τὸν παθητὸν λέγειν | |
15 | πεπονθότα σαρκί. ἀλλ’ ἐπείπερ ἦν Θεὸς ἀπαθὴς, καὶ δι’ ἡμᾶς ἀτρέπτως παθητὸς γενόμενος ἄνθρωπος, Χριστὸν ἡμῖν ἐκήρυξε παθητὸν σαρκί. Κυρίλλου. Ὡς γὰρ ὑπάρχοντος Θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτόν. ὑπεξάγων | |
20 | τοῦ παθεῖν τὴν ἀπόρρητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν· ἰδίᾳ τοίνυν πέπονθε σαρκὶ, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, θεϊκῶς μὲν ἀπάθης, παθη‐ τὸς δὲ κατὰ τὴν σάρκα. Ὅτι ὁ παθὼν ἐν σαρκὶ, πέπαυται ἁμαρτίας, εἰς τὸ μη‐ | |
25 | κέτι ἀνθρώπων ἐπιθυμίαις ἄγεσθαι, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Τουτέστιν ἀνθρωπίναις ἤτοι κοσμικαῖς· αἱ μὲν γὰρ κατὰ Θεὸν τῆς ψυχῆς εἰσὶ σωτηρία, κατὰ τὸ, “ἐπεθύμησα τὰς ἐντο‐ λάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.” αἱ δὲ μὴ τοιαῦται, | |
30 | ἀλλ’ οἷαι αἱ τῶν Ἰουδαίων, γίνονται τῆς ἐπιθυμίας, ὡς ὁ λαὸς ὁ ἐπιθυμητός. Ἀρκετὸς γὰρ ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, | |
τὸ βούλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους | 72 | |
73 | ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. Σευήρου. Ὃ τοίνυν λέγει τοιοῦτόν ἐστι. δεῖ τῶν τοῦ ἐθνικοῦ βίου πράξεων ἀσελγῶν ἀπέχεσθαι, καὶ μὴ ἀνατρέχειν πρὸς τὰ | |
5 | παλαιὰ, μήτε ζηλοῦν ἐκείνους τοὺς ἐν κώμοις καὶ μέθαις ἀνεστρε‐ φομένους. Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες. Σευήρου. Οἵ τινες ξενίζονται καὶ ἐκπλήττονται βλέποντες | |
10 | ὑμᾶς καθάπαξ εἰς τὸ ἀγαθὸν ἐπιστρέφοντας, καὶ μὴ συντρέχοντας αὐτοῖς “εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν·” καὶ οὐ μόνον τὸ ἀγαθὸν οὐ ζηλοῦσιν, ἀλλὰ καὶ πρὸς βλασφημίαν ἐκτρέπονται. Οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶν‐ τας καὶ νεκρούς. | |
15 | Τινές φασιν ὅτι ζῶντας τὰς ψυχὰς ἐκάλεσε, καὶ νεκροὺς τὰ σώματα. ἀδύνατον γὰρ ψυχὴ ἐκτὸς τοῦ ἰδίου σώματος ἐλθεῖν εἰς κρίσιν· ὅμως ζῶντας ἐνταῦθα τοὺς δικαίους καλεῖ, διὰ τὸ πράξεις ἐπιτηδεῦσαι τῆς μελλούσης ζωῆς· νεκροὺς δὲ τοὺς ἁμαρτωλοὺς, τοὺς νενεκρωμένους τοῖς παραπτώμασι, καὶ τοῖς νεκροῖς ἔργοις | |
20 | ἐναποθανόντας· καὶ γὰρ δικαίοις ἀλλὰ καὶ ἁμαρτωλοῖς μάλιστα καὶ τοῖς νενεκρωμένοις τοῖς παραπτώμασιν ἐκηρύχθη τὸ εὐ‐ αγγέλιον· ἵνα αὐτοὶ κρίνωσιν ἑαυτοὺς, τὴν ψῆφον καθ’ ἑαυτῶν ἀνθρωπίνως ἐκφέροντες· καὶ τὴν σάρκα κρίνοντες, καὶ τοῖς πόνοις τῆς μετανοίας δαμάζοντες, καὶ τῆς θείας ἑαυτοὺς ἐξαρπάζοντες | |
25 | κρίσεως· ὥστε κρίνεσθαι μὲν ἐν σαρκὶ κατὰ ἀνθρώπους, τουτέστιν ὡς ἄνθρωπος ἑαυτοῦ φειδόμενος κρίνει ἑαυτὸν, ζῆν δὲ κατὰ Θεὸν ἐν πνεύματι. Σευήρου ἐκ τοῦ κατὰ Ἀλέξανδρον. Τουτέστι τῷ μέλ‐ λοντι, τῷ λόγου θᾶττον καὶ ἑτοίμως καὶ μετ’ εὐκολίας πάσης, | |
30 | οὐδενὸς ὄντος τοῦ ἐμποδίζοντος, πάντα γὰρ αὐτῷ γυμνὰ παρα‐ στήσεται, κρίναι δικαίους τε καὶ ἁμαρτωλούς· κρινεῖ γὰρ τότε καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὡς φησὶν, αὐτὸς ὁ Σωτὴρ, “καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ | |
εὐωνύμων,” ζῶντας γὰρ τοὺς δικαίους καλεῖ· διὰ τὸ πράξεις | 73 | |
74 | ἐπιτηδεῦσαι τῆς μελλούσης ζωῆς, καὶ πρὸς ταύτην παρασκευά‐ σασθαι· νεκροὺς δὲ τοὺς ἁμαρτωλοὺς τοὺς νενεκρωμένους τοῖς παραπτώμασι, καὶ τοῖς νεκροῖς ἔργοις ἐναποθανόντας· οὕτω που φησὶ καὶ ὁ προφήτης· “προσκαλέσατε τὸν οὐρανὸν ἄνω καὶ τὴν | |
5 | γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ.” τοὺς μὲν τοῦ οὐρανοῦ πράξαν‐ τας ἄξια προσαγορεύσας οὐρανὸν, γῆν δὲ ὀνομάσας τοὺς μὲν ἄνω καλουμένους ὡς προσπαγέντας τῇ γῇ· καὶ διὰ τοῦτο τοὺς μὲν ἄνω καλουμένους ὡς μεταρσίους καὶ ὑψηλοὺς, τοὺς δὲ βρίθοντας κάτω πάντως εἰς γῆν, καὶ διακρινομένους τοῦτον τὸν τρόπον. καὶ οὐκ | |
10 | ἕξουσιν ἀπολογίαν ὡς μὴ τυχόντες τῆς προσηκούσης προνοίας· “εἰς τοῦτο γάρ,” φησι, “καὶ νεκροῖς εὐηγγελίσθη,” καὶ τὰ ἑξῆς. Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ Θεὸν Πνεύ‐ ματι. πάντων δὲ τὸ τέλος ἤγγικε. | |
15 | Νεκροὺς ἐνταῦθα καλεῖ τοὺς ἐν τοῖς ἔθνεσιν ὑπὸ τῶν κατη‐ ριθμημένων ἁμαρτιῶν νενεκρωμένους· οὓς καὶ εὔχεται ὁ Ἀπόστολος ἐπιστρέψαντας λόγον ἄμεμπτον ἀποδοῦναι “τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς·” ζῶντας δὲ καὶ νεκροὺς πάλιν φησὶ τοὺς δικαίους καὶ ἁμαρτωλοὺς, οἷς ὁ θεῖος λόγος ἐπιδημήσας | |
20 | εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν· οἵ τινες ἁμαρτωλοὶ προσδεξάμενοι αὐτοῦ τὰς ἐντολὰς κρίνουσιν ἑαυτοὺς κατὰ ἀν‐ θρώπους σαρκὶ, τουτέστιν ἐν τῷ ἀνθρωπίνῳ τούτῳ βίῳ τὴν ἑαυ‐ τῶν σάρκα καταδικάζουσιν ἐν νηστείαις καὶ χαμευνίαις καὶ δάκρυσι καὶ τῇ λοιπῇ κακοπαθείᾳ. ἵνα ζήσωσι κατὰ Θεὸν | |
25 | πνεύματι, τὸ ἀποστολικὸν λόγιον ἐνθυμούμενοι τὸ φάσκον, “εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.” Ἐρώτησις τί ἐστιν εἰς τοῦτο καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἄνθρωπον σαρκὶ, ζῶσι δὲ κατὰ | |
30 | Θεὸν πνεύματι· πῶς οἱ νεκροὶ σαρκὶ κρίνονται; Ἔθος ἐστὶ τῇ γραφῇ τοὺς χρόνους μεταλλάσσειν, καὶ εἰς ἄλλους μετεκλαμβάνειν· καὶ τὸν μέλλοντα ὡς παρωχηκότα, ὡς μέλ‐ | |
λοντα· καὶ τὸν ἐνεστῶτα εἰς τὸν πρὸ αὐτοῦ καὶ μετὰ τὸν | 74 | |
75 | χρόνον ἐκφωνεῖν, ὡς ἐστὶ δῆλον τοῖς αὐτῆς πεπειραμένοις. φασὶν οὖν τινὲς νεκροὺς λέγειν ἐνταῦθα τὴν γραφὴν τοὺς πρὸ τῆς ἐπι‐ δημίας τοῦ Χριστοῦ τελειωθέντας ἀνθρώπους, οἷον τοὺς ἐν τῷ κατακλυσμῷ, τοὺς ἐν τῷ χρόνῳ τῆ πυργοποιΐας, τοὺς ἐν Σοδό‐ | |
5 | μοις, τοὺς ἐν Αἰγύπτῳ, καὶ τοὺς ἄλλους, τοὺς κατὰ διαφόρους καιρούς τε καὶ τρόπους, τὴν πολύτροπον δίκην καὶ τὰς ἐξαισίους ἐπαγωγὰς τῶν θείων κριμάτων δεξαμένους· οἵτινες οὐχ ὑπὲρ ἀγνοίας Θεοῦ τοσοῦτον ὅσον τῆς εἰς ἀλλήλους παροινίας, τὴν δίκην ἔτισαν, οἷ εὐηγγελίσθη, λέγει, τὸ μέγα τῆς σωτηρίας κήρυγμα· | |
10 | κριθεῖσιν ἤδη σαρκὶ κατὰ ἄνθρωπον, τουτέστιν ἀπολαβοῦσι τῶν εἰς ἀλλήλους ἐγκλημάτων τὴν δίκην διὰ τῆς ἐν σαρκὶ ζωῆς· ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τουτέστι ψυχῇ δεχόμενοι, κατὰ τὸν ᾅδην ὄντες, τῆς θεογνωσίας τὸ κήρυγμα, διὰ τοῦ καὶ νεκροὺς σῶσαι κατελθόντος καὶ εἰς ᾅδην Σωτῆρος πιστεύσαντες. ὑπὲρ δὲ τοῦ | |
15 | νοηθῆναι τὸν τόπον οὕτως ἐκλάβωμεν· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη κριθεῖσι κατὰ ἄνθρωπον σαρκὶ, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι· ἢ πάλιν νεκροὺς λέγει τυχὸν ἐπικεκρουμένως τοὺς τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας· οἷς εἰκότως κατὰ ἀλήθεια δι’ αὐτῶν τῶν ἔργων δίδοται τὸ θεῖον Εὐ‐ | |
20 | αγγέλιον· καὶ σαρκικῆς μὲν εἰσηγεῖται ζωῆς ἄρνησιν, πνευμα‐ τικῆς δὲ ὁμολογίαν, τοὺς ἀεὶ μὲν κατὰ ἄνθρωπον, λέγω δὴ τὴν ἀνθρωπίνην ἐν σαρκὶ κατὰ τὸν αἰῶνα τοῦτον ζωὴν ἀποθνήσκοντας, ζῶντας δὲ κατὰ Θεὸν μόνῳ τῷ πνεύματι κατὰ τὸν θεῖον Ἀπόστο‐ λον καὶ τοὺς ἀμφ’ αὐτὸν, τοὺς ζῶντας μὲν οὐδαμῶς ἰδίαν ζωὴν, | |
25 | ζῶντα δὲ τὸν Χριστὸν ἐν ἑαυτοῖς κατὰ μόνην ἔχοντας τὴν ψυχήν. οὕτως οἱ διὰ τὸν Θεὸν ἐν τῷ αἰῶνι τούτῳ νεκροὶ σαρκὶ κρίνονται· θλίψεις καὶ βασάνους πολλὰς καὶ στενοχωρίας ἔχοντες, καὶ διωγμοὺς καὶ μυρία πειρασμῶν εἴδη μετὰ χαρᾶς ὑπομένοντες. εἴτε οὖν διατρίβειν ὁ Θεὸς ἡμᾶς βούλεται φησὶ, τοῦ καλῶς | |
30 | ἀγωνίζεσθαι προνοώμεθα, εἴτε ἐντεῦθεν ἤδη ἡμᾶς ἀπαλλάξαι, σκοπῶμεν περὶ τοῦ καλῶς καὶ ἱλαρῶς καὶ συνειδότι ἀγαθῷ διο‐ δεῦσαι ἐπὶ τὸ Ἰησοῦ ἀποκείμενον τοῖς ἁγίοις τέλος· ὁ αὐτὸς γὰρ τέλος. ὥστε ἂν τοῦ ζητουμένου τέλους παρ’ Ἕλλησιν, ὅτι | |
πότερόν ἐστιν ἡδονὴ, ἢ ἐπιστήμη, ἢ θεωρία, ἢ ἀρετὴ, ἢ ἀδια‐ | 75 | |
76 | φορία, ἢ ὁτιδήποτε λέγουσι φιλοσόφων παῖδες, ἡμᾶς εἰπεῖν ὅτι τὸ τέλος ἐστὶν ὁ Χριστός· μεταβαλὼν δὲ εἰς τὰς δυνάμεις αὐτοῦ τὸ Χριστὸς ὄνομα, ἔτι μᾶλλον ὄψει τὸ τέλος χρηματίζει τῶν μετὰ Θεὸν λόγων, καὶ ζωὴ καὶ φῶς, καὶ δικαιοσύνη, καὶ τὰ λοιπά. | |
5 | Σευήρου. Νεκροὺς οἶδεν ἡ θεία γραφὴ τοὺς ἁμαρτωλοὺς καὶ νενεκρωμένους τὴν ψυχὴν ταῖς ἁμαρτίαις ἀποκαλεῖν, ὡς ἔνθα Παῦλος Ἐφεσίοις ἐπιστέλλων φησὶ “καὶ ἦμιν τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποὶ, ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν “ἀγαπὴν αὐτοῦ, ἣν ἀγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς | |
10 | παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ.” Καὶ μετ’ ὀλίγα— Καὶ πάλιν ἐκ τοῦ ἐναντίου νεκροὺς τοῖς ἱεροῖς γράμμασι προσα‐ γορεύειν ἔθος τοὺς διὰ τῶν τῆς δικαιοσύνης ἔργων τὸ σῶμα νεκροῦντας ἀπὸ τῶν τῆς ἁμαρτίας παθῶν καὶ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς, κατὰ τὸ εἰρημένον τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, “τὸ | |
15 | μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο‐ σύνην,” καὶ πάλιν, “πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες.” Τοῦ αὐτοῦ. Καὶ δικαίοις ἀλλὰ ἁμαρτωλοῖς μάλιστα καὶ τοῖς νενεκρωμένοις τοῖς παραπτώμασιν ἐνεκηρύχθη τὸ Εὐαγγέλιον, | |
20 | ἵν’ αὐτοὶ κρίνωσιν ἑαυτοὺς, τὴν ψῆφον καθ’ ἑαυτῶν ἀνθρωπίνως ἐκφέροντες, καὶ τὴν σαρκὰ κρίνοντες, καὶ τοῖς πόνοις τῆς μετα‐ νοίας δαμάζοντες, καὶ τῆς θείας ἑαυτοὺς ἁρπάζοντες κρίσεως· ἐπεὶ καὶ “φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.” ὥστε κεκρίσθαι μὲν σαρκὶ κατὰ ἀνθρώπους, ὡς ἄνθρωπος ἑαυτοῦ φειδό‐ | |
25 | μενος κρίνει ἑαυτῶν, ζῆν δὲ κατὰ Θεὸν πνεύματι· οὕτω γὰρ καὶ Παῦλος φησὶν, “εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανα‐ τοῦτε ζήσεσθε.” Ἐπειδὴ ἀσεβεῖς ἦσαν οἱ προαπελθόντες, οἱ δὲ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, τούτου χάριν κἀκεῖ ἐκήρυξεν ὁ Σωτὴρ, | |
30 | ἵνα πιστεύσαντες καὶ αὐτοὶ τῆς ἐπὶ τοῦ κριτοῦ παραστάσεως, γένωνται ἄξιοι ἐν τῷ τῆς ἀναστάσεως καιρῷ, ὅτε κομιεῖται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξε, ζῶσιν οὖν πνεύματι ἅτε συγχωρηθέντες καὶ ἀνεθέντες τῶν δεσμῶν διὰ τῆς εἰς τὸν | |
Ἰησοῦν πίστεως. | 76 | |
77 | Σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενος εἰς ἀλλή‐ λους, ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, | |
5 | εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες. Τῶν γὰρ ἐφ’ ἡμῖν κειμένων, καὶ ὧν ἐσμὲν κύριοι, μὴ ποιεῖν τι, πάσης ἀδικίας ἔχει γραφήν. οὐ γὰρ μόνον ἐπὶ τῆς τῶν χρημά‐ των κτήσεως, καὶ τῶν ἔξωθεν ὑπόχρεώς ἐστιν ὁ πλέον ἔχων τοῖς ἐνδεέσι τὴν χρείαν πληροῦν, ἀλλὰ καὶ ἐπὶ τῶν ἐκ φύσεως | |
10 | πλεονεκτημάτων καὶ τῶν τοῦ Πνεύματος δωρεῶν, οὐκ ἄν τις εἴποι τοῦ ἔχοντος ἴδιον εἶναι τοῦτο, ὅπερ ἔχει, μᾶλλον ἢ τοῦ πλησίον καὶ ἐν ἐνδείᾳ καθεστηκότος καὶ μετέχειν ὀφείλοντος· “εἴ τις γὰρ διακονεῖ ὡς ἐξ ἰσχύος,” φησὶν, “ἧς χορηγεῖ ὁ Θεὸς,” καὶ τὰ ἑξῆς. | |
15 | Ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
20 | Τοῦ Χρυσοστόμου. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν γογγύ‐ σῃς μὴ δὲ ἐπαισχυνθῆς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγ‐ ματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ μὴ δὲ δέξῃ, “ὁ δεχόμενος ὑμᾶς” φησιν, “ἐμὲ δέχεται·” ἐὰν μὴ οὕτως δέχῃ, οὐδὲ μισθὸν ἔχεις. ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ὑπε‐ | |
25 | δέχετο· καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέταττεν, ἀλλὰ καὶ τῇ γυναικὶ τὰ ἄλευρα φύρειν ἐπέταττε, καίτοι τιη ἔχων οἰκογενεῖς. ἀλλ’ αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς γαμετῆς· οὐ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς διακονίας· οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι’ ἑαυτῶν πάντα πράττοντας, ἵνα ἡμεῖς ἁγιαζώμεθα. | |
30 | Ὅσα ἀπὸ φιλοξενίας εὐεργετηθῆναι συμβαίνει διδάσκει ὁ Λὼτ, ὡς μόνος τῶν ἐν Σοδόμοις κατοικούντων, διὰ τὸ ἥμερον καὶ φι‐ | |
λόξενον, ἠξιώθη μετὰ τῶν τέκνων διαφυγεῖν τὴν ἀπώλειαν. | 77 | |
78 | Κυρίλλου. Οἱ τὴν ἑστίαν εὐρύνοντες ὑπαντάτωσαν ἱλαροὶ, πρόθυμοι, οὐχ ὡς δίδοντές τι μᾶλλον, ἀλλ’ ὡς αὐτοὶ ληψόμενοι κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσωσι συντυχίαις· εἶτα πρὸς τοῦτο καὶ τὸν τῆς φιλο‐ | |
5 | ξενίας κερδανοῦσι μισθόν· δεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητήτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν· λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν τοῖς φιλοξενεῖν ἐθέλουσιν ὄκνον· καμάτου δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται· μὴ ξένον τοῦτον νομί‐ | |
10 | σητε συμβαίνειν ὑμῖν καὶ στενοχωρίας καὶ θλίψεις καὶ ἀρρω‐ στίας σωματικάς· ἀλλ’ ἐν τοῖς δοκοῦσι δυσχερέσι τὸ δόκιμον ἐπιδείξασθε. | |
13t | ΚΕΦ. Θ. | |
14t | Ὅτι κοινωνίᾳ τῇ πρὸς Χριστὸν κρατεῖν χρεὼν τῶν φυσικῶν παθῶν, ἐλπίδι | |
15t | τε τῆς εἰς αὐτὸν φέρειν τὰς παρ’ ἑτέρων βλάβας. | |
16 | Ἀγαπητοὶ, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γενομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαί‐ ρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χάρητε | |
20 | ἀγαλλιώμενοι. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μα‐ κάριοι· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασ‐ φημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. Διδάσκει αὐτοὺς πρὸς τοὺς ὑπὲρ τῆς πίστεως ἐγκαρτερεῖν | |
25 | διωγμοὺς καὶ τὰς λοιπὰς τοῦ βίου δυσκολίας. Τοῦ Ἁγίου Βασιλεύου. Φυσικῶς γὰρ τοῖς οἰκειοστάτοις μά‐ λιστα δυσχεραίνομεν, ὅταν εἰς ἡμᾶς ἐξαμαρτάνωσιν. Τουτέστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Ἐκκλησίαν. τοῦτο γὰρ καὶ ὁ Σωτὴρ ἔλεγεν, “ἐρεῖ πρῶτον τοῖς | |
30 | ἐκ δεξιῶν.” Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ | |
κακοῦργος, ἢ ὡς ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς Χριστι‐ | 78 | |
79 | ανὸς, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρει τούτῳ· ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ; | |
5 | Ἐνστάντος καιροῦ τοῦ λαβεῖν ἀρχὴν τὸ τοῦ Θεοῦ κρίμα, δια‐ βαίνειν ἄρχεται ἐκ τῶν μειζόνων εἰς τοὺς ὑποδεεστέρους, του‐ τέστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Ἐκ‐ κλησίαν· διὸ καὶ ἐπιφέρει· εἰ πρῶτον ἀφ’ ἡμῶν ὄντων Θεοῦ οἴκων ἡ ἐξέτασις τῶν βεβιωμένων γίνεται, τί χρὴ νομίζειν τέλος | |
10 | τοῖς ἀπειθήσασι τῷ Εὐαγγελίῳ τοῦ Θεοῦ; ἀγῶνα καὶ φόβον πολὺν ἐμποιεῖ τοῖς πιστοῖς, ὅπως ἀσφαλῶς μάθωσι τὸν κριτὴν πρὸς ὃν ἔχουσι τὸν λόγον; τούτους διεγείρας εἰς τὸν αὐτοῦ φόβον προτρέπει τοὺς ἀπειθοῦντας τῇ θείᾳ διδασκαλίᾳ, φάσκων ἄφευκτον ἀπαντήσεσθαι τοῖς τοιούτοις κόλασιν, ἣν τέλος αὐτῶν ὠνόμασε | |
15 | περιγράφουσαν, ἣν εἶχον ἀπείθειαν· τούτους διεγείρων ἔτι μᾶλλόν φησι, τοῦ δικαίου μόγις τὴν σωτηρίαν λαβόντος, τί χρὴ νομίζειν περὶ τῶν ἀσεβῶν τῶν διὰ τὸ αὐτοκατάκριτον μὴ ἐγειρομένων εἰς κρίσιν, καὶ περὶ τῶν ἁμαρτωλῶν τῶν ἐν βουλῇ δικαίων μὴ ἀνισταμένων; μόγις γὰρ τοῦ δικαίου σωζομένου ἀγωνιῶντος περὶ | |
20 | τοῦ πῶς τὸ κατ’ αὐτὸν ἐξετέλεσε κρίμα· εἰ γὰρ καὶ μηδὲν φαῦλον ἑαυτῷ σύνοιδεν, ἀλλ’ οὖν εἰδὼς ὅτι οὐκ ἐν τούτῳ δεδι‐ καίωται, ἕως ὁ κριτὴς αὐτὸν δικαιώσει ἀγωνιᾷ· δύναται δὲ ἀσε‐ βὴς εἶναι ὁ ἔξω Θεοῦ πάντη τυγχάνων· ἁμαρτωλὸς δὲ ὁ περιε‐ χόμενος μὲν Θεοῦ, ἄλλως δὲ καταφρονῶν καὶ παραβαίνων αὐτοῦ | |
25 | τοὺς νόμους· εἰ δὲ καθ’ ὑποκείμενον ὁ αὐτὸς ἁμαρτωλὸς ἀσεβὴς εἴη, τὴν διαφορὰν κατ’ ἐπίνοιαν ἕξει· δυνατὸν δὲ τὸν ἁμαρτά‐ νοντα εὐθέως καὶ ἀσεβῆ εἶναι, τῷ διὰ καταφρονήσεως ἀσεβεῖν εἰς Θεόν. Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται. | |
30 | Παραίνεσίς ἐστι σπουδῆς καὶ ἐπιμελείας περὶ τὸ σωθῆναι. Ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; ὥστε καὶ | |
οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ | 79 | |
80 | κτιστῇ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθο‐ ποιΐᾳ. Οὐδεμίαν θλίψιν ἔχων οὐδὲ ἰδρῶτα ὑπὲρ ἀρετῆς. Δίκαιος ὁ ἐν πράξει καθήκων, συμβαίνει δὲ τοῦτον φύσει καὶ | |
5 | οὐκ ἐπιστήμῃ τοῦτο ποιῶν· ἀσεβὴς ὁ τὸν ὄντα Θεὸν μὴ σέβων· ἁμαρτωλὸς δὲ ὁ περὶ τὰς πράξεις πονηρός. | |
7t | ΚΕΦ. Ι. | |
8t | Παραίνεσις πρεσβυτέρων περὶ ἐπισκοπῆς τοῦ ποιμνίου. | |
9 | Πρεσβυτέρους οὖν τοὺς ἐν ὑμῖν παρακαλῶ, ὁ συμ‐ | |
10 | πρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνὸς, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· μήδ’ ὡς κατακυριεύοντες τῶν κλήρων, | |
15 | ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Τοῦ Χρυσοστόμου. Φησὶ γὰρ ὁ Χριστὸς, “ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῖν διάκονος· ὃς γὰρ ταπεινώσει ἑαυτὸν | |
20 | οὗτος ὑψωθήσεται.” τί λέγεις; ἐὰν ταπεινώσω ἐμαυτὸν, τότε ὑψηλὸς ἔσομαι; ναί φησι· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν· εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις· οὐκ ἐγὼ τῇ φύσει ἕπομαι. | |
25 | Περὶ κοινῆς πάντων πρὸς ἕκαστον ταπεινοφροσύνης εἰς νίκην τὴν κατὰ τοῦ διαβόλου. Ὁμοίως δὲ οἱ νεώτεροι ὑποτάγητε πρεσβυτέροις· | |
πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι, τὴν ταπεινοφρο‐ | 80 | |
81 | σύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσ‐ σεται, ταπεινοῖς δὲ δίδωσι χάριν. ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καίρῳ. | |
5 | Τοῦ αὐτοῦ. Οὐχ ἁπλῶς τὸ “ὑψώσει,” ἀλλ’ “ἐν καίρῳ” προσέθηκε· διδάσκων αὐτοὺς ἐκείνην ἀναμένειν τὴν ὄντως ἐν τῷ μέλλοντι αἰῶνι ὕψωσιν. Πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ’ αὐτὸν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. | |
10 | Κυβερνήτην ἔχετέ, φησι, καὶ ἡνίοχον· καὶ τὰ κατ’ αὐτοὺς τῆς προνοίας ἐκείνης ἐξαρτήσατε· αὕτω γὰρ ἀσάλευτοι διαμενεῖτε καὶ ἀκλόνητοι. Νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ, ζητῶν τίνα καταπίῃ· | |
15 | ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτε‐ λεῖσθαι. Ἰστέον δὲ ὅτι τοῖς νοητῶς ὑπνοῦν εἰωθόσι τὸ χαλεπὸν ἀληθῶς ἐπιπηδᾷ θηρίον· καὶ τοῦτο διδάσκει λέγων ὁ Χρίστου μαθητὴς, | |
20 | νήψατε, γρηγορήσατε,” καὶ τὰ ἑξῆς. Καλῶς ὁ Ἰουστῖνος εἶπεν, “ὅτι πρὸ μὲν τῆς τοῦ Κυρίου πα‐ ρουσίας οὐδέποτε ἐτόλμησεν ὁ Σατανᾶς οὕτως βλασφημῆσαι τὸν ἄνθρωπον, ἅτε μηδέπω εἰδὼς τὴν ἑαυτοῦ κατάγνωσιν ἢ κατάκρι‐ σιν, διὰ τὸ ἐν παραβολαῖς καὶ ἀλληγορίαις κεῖσθαι· μετὰ δὲ | |
25 | τὴν παρουσίαν τοῦ Κυρίου ἐκ τῶν λόγων αὐτοῦ καὶ τῶν Ἀπο‐ στόλων, μαθὼν ἀναφανδὸν, ὅτι πῦρ αἰώνιον αὐτῷ ἡτοίμασται, κατ’ ἰδίαν γνώμην ἀποστάντι τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς ἀμετα‐ νοήτως παραμείνασιν ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώ‐ πων βλασφημεῖ τὸν τὴν κρίσιν ἐπάγοντα Κύριον, ὡς ἤδη κατα‐ | |
30 | κεκριμένος, καὶ τὴν ἁμαρτίαν τῆς ἰδίας ἀποστασίας τῷ ἐκτικότι | |
αὐτὸν ἀποκαλεῖ, ἀλλ’ οὐ τῇ ἰδίᾳ αὐθαιρέτῳ γνώμῃ· ὡς καὶ οἱ | 81 | |
82 | παραβαίνοντες τοὺς νόμους, ἔπειτα δίκας διδόντες, αἰτιῶνται τοὺς νομοθέτας, ἀλλ’ οὐχ ἑαυτούς· διὰ τοῦτο ὡς λέων περιπατεῖ ὠρυόμενος πάντας φιλονεικῶν ἑλκῦσαι πρὸς τὴν ἰδίαν ἀπώ‐ λειαν.” | |
5 | Σευήρου. Ἐντεῦθεν ἐμανθάνομεν καὶ τοῦ ἀνταγωνιστοῦ τὸ θηριῶδες ὁμοῦ καὶ ἀκόρεστον· καὶ ὅτι πάντας τοὺς εἰς τοῦτο τὸ στάδιον ἀξιωθέντας καταβῆναι διὰ τῶν ὁμοίων ἐλθεῖν πρὸς τὸ μέτριον τῆς ἐνούσης ἑκάστῳ δυνάμεως. βούλεται γὰρ ἡμᾶς ὁ ἀγωνοθέτης ὁμοίως διὰ πάντων ἀγαγεῖν, ὅπως ἐκ πάντων καθάπερ | |
10 | ἐκ λειμῶνος ἄνθη συλλέγων, τὸν τῆς ἀφθαρσίας ἡμῖν στέφανον πλέξας δωρήσηται. | |
12t | ΚΕΦ. ΙΑ. | |
13t | Εὐχὴ ὑπὲρ τελειώσεως τῶν πιστευσάντων. | |
14 | Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς | |
15 | τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, ὀλίγον παθόντας, αὐτὸς καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει· αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. Ὅρα πῶς τὴν αὐτὴν ἀρχὴν καὶ τέλος πεποίηται ἐκεῖ, τὸν | |
20 | Πατέρα διὰ τοῦ Υἱοῦ ἐλεήσαντα ἡμᾶς φήσας, πάλιν ἐνταῦθα αὐτὸν τὸν Πατέρα καλέσαντα ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν διὰ τοῦ Ἰησοῦ Χριστοῦ· οὗτος γὰρ αὐτοῖς πανταχοῦ σκοπὸς κηρύξαι τὸ μυστήριον, εἰ καὶ τοῦ βίου ἡμῶν φροντίζοντες παραινε‐ τικὸν, καὶ ἡμῖν συμφέροντα συναίρουσι λόγον. | |
25 | Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογί‐ ζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν ἑστήκατε. Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ, καὶ Μάρ‐ κος ὁ υἱός μου. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι | |
30 | ἀγάπης. Βαβυλῶνα οὖν τροπικώτερον τὴν Ῥώμην ὀνομάζει· συνεκλεκτὴν | |
δὲ τὴν ἐν αὐτῇ Ῥώμῃ συστᾶσαν Χριστοῦ Ἐκκλησίαν; Μάρκον | 82 | |
83 | δὲ τὸν εὐαγγελιστὴν λέγει, ὃν καὶ υἱὸν ἐν Χριστῷ, ἀποκαλεῖ· ᾧ καὶ ἐπέτρεψε γράψαι τὸ Εὐαγγέλιον. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ. ἀμήν. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, | |
5 | ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ· καθάπερ σήμαντρα τῶν ἀποτε‐ | |
θέντων τίθεις τὴν εἰρήνην. | 83 |