TLG 4102 040 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam Jacobi (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in epistulam Jacobi (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 8. Oxford: Oxford University Press, 1840 (repr. Hildesheim: Olms, 1967): 1–40.

Citation: Page — (line)

1

(1t)

ΕΡΜΗΝΕΙΑ
2tΤΩΝ ΚΑΘΟΛΙΚΩΝ ΕΠΙΣΤΟΛΩΝ.
3tΙΑΚΩΒΟΥ ΕΠΙΣΤΟΛΗ.
4tΥΠΟΘΕΣΙΣ.
5ἘΠΕΙΔΗ αὐτὸς Ἰάκωβος ταύτην γράφει τοῖς ἀπὸ τῶν δώ‐ δεκα φυλῶν διασπαρεῖσι καὶ πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, γράφει δὲ διδασκαλικὴν τὴν Ἐπιστολὴν, διδά‐ σκων περὶ διαφορᾶς πειρασμῶν· ποῖος μέν ἐστιν ἀπὸ Θεοῦ, ποῖος δὲ ἀπὸ τῆς ἰδίας καρδίας τῶν ἀνθρώπων ἐστί· καὶ οὐ λόγῳ μόνῳ
10ἀλλὰ καὶ ἔργῳ δεικνύναι τὴν πίστιν· καὶ οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλ’ οἱ ποιηταὶ δικαιοῦνται· περί τε τῶν πλουσίων παρ‐ αγγέλλει, ἵνα μὴ προκρίνωνται τῶν πτωχῶν ἐν ταῖς ἐκκλησίαις, ἀλλὰ καὶ μᾶλλον ἐπιπλήττωνται ὡς ὑπερήφανοι· καὶ τέλος παραμυθησάμενος τοὺς ἀδικουμένους, καὶ προτρεψάμενος αὐτοὺς
15μακροθυμεῖν ἕως τῆς παρουσίας τοῦ κριτοῦ, καὶ διδάξας ἐκ τοῦ Ἰὼβ τὸ χρηστὸν τῆς ὑπομονῆς, παραγγέλλει προσκαλεῖσθαι τοὺς πρεσβυτέρους ἐπὶ τοὺς ἀσθενοῦντας, καὶ σπεύδειν ἐπιστρέφειν τοὺς πλανηθέντας ἐπὶ τὴν ἀλήθειαν· εἶναι γὰρ τούτου μισθὸν παρὰ τοῦ Κυρίου, ἄφεσιν ἁμαρτιῶν. καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.
20tΚΕΦ. Α.
21tΠερὶ ὑπομονῆς καὶ πίστεως ἀδιακρίτου καὶ περὶ ταπεινοφροσύνης
22tπρὸς πλουσίους.
23 Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
25Ἐξ ἀνεπιγράφου. Ἕκαστος τῶν Ἀποστόλων ἐπιστέλλων,1

2

προοίμιον τῆς Ἐπιστολῆς τὸ ἀξίωμα ἑαυτοῦ ποιεῖται· τοῦτο δέ ἐστι τὸ καταξιωθῆναι δοῦλος κληθῆναι Χριστοῦ· ἅτε δὲ ὡς τῆς περιτομῆς ὢν Ἀπόστολος τοῖς ἐκ τῶν δώδεκα φυλῶν ἐπιστέλλει πιστεύσασιν. ἰστέον μέντοι ὥς τινες νοθεύουσι τὴν Ἐπιστολὴν
5ταύτην καὶ τὴν Ἰούδα, ὡς φησὶν Εὐσέβιος ἐν τῇ Ἐκκλησιαστικῇ Ἱστορίᾳ. ὅμως πάντες ἴσμεν καὶ ταύτας μετὰ τῶν ἄλλων καθο‐ λικῶν ἐν ταῖς ἐκκλησίαις ἐμφερομένας. Διδύμου. Ὡς γὰρ οἱ τοῦ κόσμου ἄνθρωποι ἐν ταῖς συγγρα‐ φαῖς τῶν βιωτικῶν συναλλαγμάτων ἐκ τῶν περὶ αὐτοὺς ἀξιωμάτων
10χρηματίζειν θέλουσιν, οὕτω καὶ οἱ Ἀπόστολοι ἐν ταῖς ἀρχαῖς τῶν συγγραμμάτων αὐτῶν, δοῦλοι Θεοῦ καὶ Χριστοῦ χρηματίζειν ἀξιοῦσιν. Πᾶσαν χαρὰν ἡγήσασθε ἀδελφοί μου, ὅταν πει‐ ρασμοῖς περιπέσητε ποικίλοις.
15 Τοῦ Χρυσοστόμου. Δεσμὸς γάρ τις ἐστὶν ἡ θλίψις ἀρραγὴς, ἀγαπῆς αὔξησις, κατανύξεως καὶ εὐλαβείας ὑπόθεσις. ἄκουε γὰρ τοῦ λέγοντος, “εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν.” καὶ ὁ Χριστὸς δὲ πάλιν ἔλεγεν, “ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε.” καὶ πάλιν, “στενὴ
20καὶ τεθλιμμένη ἡ ὁδός.” ὁρᾶς πανταχοῦ τὴν θλίψιν ἐπαινουμέ‐ νην, πανταχοῦ παραλαμβανομένην ὡς ἀναγκαίαν οὖσαν ἡμῖν. εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παρατηρήσει καὶ νόμου διαίτῃ καὶ ἀγρυπνίαις, καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσῃ, πολλῷ μᾶλλον
25ἐνταῦθα. Γινώσκοντες, ὅτι δοκίμιον ὑμῶν τῆς πίστεως κατερ‐ γάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω. Εἰς τελειότητα οὖν, τὴν κατ’ ἀνδρείαν καὶ καρτερίαν προτρέ‐ πων, ἀκολούθως ἀδελφοὺς ὀνομάζει, ἀλλ’ οὐ τέκνα οὐδὲ υἱούς.
30τοσοῦτον δὲ ἀπέχει τὸ συμβουλεύειν αὐτοῖς λυπεῖσθαι διὰ τοὺς πειρασμοὺς, ὡς καὶ πᾶσαν χαρὰν αὐτοὺς ἡγεῖσθαι πείθειν· ἵνα τὸ ἐναντίον αὐτοὺς λυπῇ τὸ μὴ πειράζεσθαι. εἰ γὰρ οἱ πειρασμοὶ χαρὰ αὐτοῖς, καὶ οὐχ ἁπλῶς χαρὰ, ἀλλὰ καὶ πᾶσα, δηλονότι τὸ
μὴ πειράζεσθαι λύπην προσάγει. καὶ διατί δοκιμήν, φησιν, ἐρ‐2

3

γάζεται· τί δὲ ἡ δοκιμὴ τοῖς ἔχουσι ποιεῖ· δηλονότι εἰς ἔργον τέλειον ἄγει. Ὁ Κύριος καὶ Θεὸς ἡμῶν πῶς δεῖ προσεύχεσθαι τοὺς οἰκείους διδάσκων μαθητὰς, καὶ τὸ κατὰ γνωμὴν εἶδος τῶν πειρασμῶν
5ἀπέχεσθαι φάσκειν ἐκέλευε· “καὶ μὴ εἰσενέγκεις ἡμᾶς εἰς πει‐ ρασμόν·” τῶν ἡδωνικῶν δηλονότι καὶ γνωμικῶν καὶ ἑκουσίων πειρασμῶν, μὴ ἐγκαταλειφθῆναι πεῖραν λαβεῖν· τὸν δὲ μέγαν Ἰάκωβον πρὸς τὸ τῶν ἀκουσίων πειρασμῶν εἶδος διδάσκοντα μὴ συστέλλεσθαι τοὺς ὑπὲρ ἀληθείας ἀγωνιζομένους, φᾶναι, “πᾶσαν
10χαρὰν ἡγήσασθε ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,” δηλονότι τοῖς ἀκουσίοις καὶ παρὰ γνώμην καὶ πόνων ποιητικοῖς πειρασμοῖς· καὶ δηλοῦσι σαφῶς, ἐκεῖ μὲν ἐπάγων ὁ Κύριος, “ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ,” ἐνταῦθα δὲ, “γινώ‐ σκοντες, ὅτι δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονὴν
15ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.” Ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι· εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόν‐ τος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ οὐκ ὀνειδίζοντος, καὶ δοθή‐
20σεται αὐτῷ. Τὸ αἰτίον ἡμῖν λέγει τοῦ τελείου ἔργου· τοῦτο δέ ἐστιν ἡ σοφία ἡ ἄνωθεν, δι’ ἧς ἐνδυναμούμενοι, ὁλόκληρον δυνησόμεθα πρᾶξαι τὸ ἀγαθόν. Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ
25διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· μὴ γὰρ οἰέσθω ἄνθρωπος ἐκεῖνος ὅτι λήψε‐ ται παρὰ Κυρίου. Κυρίλλου. Ὑβριστὴς γὰρ ὁμολογουμένως ὁ διακρινόμενος. εἰ γὰρ μὴ πεπίστευκας ὅτι τὴν σὴν αἴτησιν ἀποπεραίνει, μηδὲ προσ‐
30ῆλθες ὅλως ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦ πάντα ἰσχύοντος, διψυ‐ χήσας ἀβουλήτως. χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραι‐ τεῖσθαι νόσον. Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς
αὐτοῦ. καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει3

4

αὐτοῦ· ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ· ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο·
5οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαραν‐ θήσεται. Ἐκ τοῦ Ποιμένος ἐντολῆι θʹ. Ἆρον σεαυτοῦ τὴν διψυ‐ χίαν, καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαί τι παρὰ τοῦ Κυρίου καὶ λαβεῖν, ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν. μὴ διαλογίζου ταῦτα,
10ἀλλ’ ἐξ ὅλης καρδίας σου ἐπίστρεψον ἐπὶ τὸν Κύριον, καὶ αἰτοῦ παρ’ αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολυσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε ἐγκαταλείπῃ· ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει. οὐκ ἔστι γὰρ ὁ Θεὸς ὡς οἱ ἄνθρωποι οἱ μνησικα‐ κοῦντες ἀλλήλους, ἀλλ’ αὐτὸς ἀμνησίκακός ἐστι, καὶ σπλαγχνί‐
15ζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ. Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγεί‐ λατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Τοῦ Χρυσοστόμου. Αὐτάρκως προτρεψάμενος ὑφίστασθαι
20τοὺς πειρασμοὺς μετὰ χαρᾶς, ἵνα ἐγγένηται δόκιμον ἔργον καὶ ὑπομονὴ τελεία· τελειοῦται δὲ ταῦτα καθ’ ἑαυτὰ, καὶ μὴ δι’ ἄλλο πραττόμενα· δι’ ἑτέρας παραινέσεως πείθειν ἐπιχειρεῖ κατ‐ ορθοῦν τὰ προκείμενα· δι’ ἐπαγγελίαν μακάριον εἶναι λέγων τὸν πειρασμὸν ὑπομένοντα. γενήσεται γὰρ οὕτως ἀθλητικῶς ἄγων τὸν
25ἀγῶνα, δόκιμος ἀνὴρ διὰ πάντων γεγυμνασμένος· οὕτω δὲ ἀνα‐ φανέντι ἐκ τῶν σκυθρωπῶν, δοθήσεται στέφανος ζωῆς εὐτρεπισθεὶς ὑπὸ τοῦ Θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν· οὕτως ὁ τῷ ὑπομένειν πει‐ ρασμὸν, καταφρονῶν ἐπιπόνων καὶ αὐτοῦ τοῦ θανάτου, στέφανον τῆς αἰωνίου ζωῆς ἀπολήψεται. ζητεῖς τίς ἡ ὕλη οὗ ἡτοίμασεν ὁ
30Θεὸς στεφάνου ζωῆς τοῖς ἀγαπῶσιν αὐτόν; ἔστιν “ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν,” ἃ διὰ μέγεθος θειότητος, ὅψει καὶ
ἀκοῇ οὐχ ὑπόκειται, οὐδὲ ἐπὶ ψιλὴν νόησιν ἀνθρώπου ἀναβέβηκεν.4

5

* Περὶ τῆς ἐν ἡμῖν πυρώσεως καὶ τῶν ἐξ αὐτῆς παθῶν, ὅτι οὐ παρὰ τοῦ
Θεοῦ τὸ αἴτιον· εἴ τι γὰρ ἀγαθὸν ἡμῖν, παρ’ αὐτοῦ. Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ Θεοῦ πειράζο‐ μαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ
5αὐτὸς οὐδένα. Ἁμαρτίαν. Ὅτι ὁ Θεὸς πειράζων ἐπ’ ὠφελείᾳ πειράζει, οὐκ ἐπὶ τῷ κακο‐ ποιῆσαι· διὸ καὶ ἐλέχθη ὅτι “ὁ Θεὸς ἀπείραστός ἐστι κακῶν.” Καὶ μετ’ ὀλίγα—Ὁ οὖν φέρων τοὺς πειρασμοὺς γενναίως, στε‐
10φανοῦται· ἄλλο δέ ἐστιν ἐπὶ τοῦ διαβόλου. ἐκεῖνος γὰρ πειράζει, ἵνα τοὺς πειθομένους αὐτῷ θανατώσῃ· καὶ ὁ μὲν ἀγνοῶν τὸ ἐσό‐ μενον, ὁ δὲ Θεὸς εἰδὼς μὲν τὸ ἐσόμενον, πλὴν διδοὺς τῷ ἀνθρώπῳ πράττειν ὃ θέλει διὰ τὸ αὐτεξούσιον. Εἰς βλαβήν· ἐπ’ ἀγαθῷ γὰρ ἐπείρασε τὸν Ἀβραάμ.
15 Ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελ‐ κόμενος καὶ δελεαζόμενος. Σευήρου. Τινὲς δὲ τὸ προκείμενον ῥητὸν ἐπειράθησαν ἐξη‐ γεῖσθαι, φήσαντες, αὐτὴν τὴν ἐπιθυμίαν ἀνομιῶν μητέρα καλεῖν τὸν Δαβὶδ, ἥτις διὰ τῆς ἀτοπωτάτης ὀρέξεως οἱονεὶ συλλαμβά‐
20νουσα καὶ κύουσα τὴν πρᾶξιν τῆς ἁμαρτίας ἀποτίκτει, καὶ αὐτὸν τὸν ἁμαρτωλὸν ταύτην ἐνεργοῦντα καὶ πράττοντα· καὶ πέρας τῶν τοιούτων ὠδίνων ποιεῖται τοῦ ἁμαρτάνοντος τὸν θάνατον. οὕτω γὰρ ἐπιστέλλων Ἰάκωβος ἔφησεν, εἷς ὢν τῶν τοῦ Χριστοῦ σοφῶν μαθητῶν· “ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελ‐
25κόμενος καὶ δελεαζόμενος· εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεῖσθα ἀποκύει θάνατον·” ὑπὸ ταύτης οὖν τῆς ἐπιθυμίας κεκισσῆσθαι καὶ συνειλῆφθαι καθὰ δὴ τῶν ἁμαρτωλῶν μητρὸς ἔφησεν ὁ Δαβίδ. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν· ἡ δὲ
30ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον. Τοῦ Χρυσοστόμου. Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν
ὑπὸ τῆς ἡδονῆς μεθύοντες, οὐχ οὕτως αἰσθανόμεθα. ἐπειδὰν δὲ5

6

γένηται καὶ λάβῃ τέλος, τότε δὴ μάλιστα τῆς ἡδονῆς σβεσθεί‐ σης ἁπάσης, τὸ πικρὸν τῆς ἐννοίας ἐπεισέρχεται κέντρον, ἀπεναν‐ τίας ταῖς ὠδινούσαις γυναιξίν· ἐπ’ ἐκείνων μὲν γὰρ πρὸ τοῦ τόκου, πολὺς ὁ πόνος καὶ ὠδίνες δριμεῖαι ἐπικόπτουσι ταῖς ἀλγηδόσιν
5αὐτάς· μετὰ δὲ τὸν τόκον ἄνεσις, τῷ βρέφει τῆς ὀδύνης συνεξελ‐ θούσης. ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ’ ἕως μὲν ἂν ὠδίνωμεν καὶ συλλαμβάνωμεν τὰ διεφθαρμένα νοήματα, εὐφραινόμεθα καὶ χαί‐ ρομεν· ἐπειδὰν δὲ ἀποτέκωμεν τὸ πονηρὸν παιδίον τὴν ἁμαρτίαν, τότε τὸ αἶσχος τοῦ τεχθέντος ἰδόντες, ὀδυνώμεθα, τότε διακοπτό‐
10μεθα τῶν ὠδινουσῶν γυναικῶν χαλεπώτερον. διὸ παρακαλῶ μὴ δέχεσθαι μὲν μάλιστα παρὰ τὴν ἀρχὴν ἐπιθυμίαν διεφθαρμένην· εἰ δὲ καὶ ἐδεξάμεθα, ἀποπνίγειν ἔνδον τὰ σπέρματα· εἰ δὲ καὶ μέχρι τούτου ῥαθυμήσωμεν, ἐξελθοῦσαν εἰς ἔργον τὴν ἁμαρτίαν, ἀποκτεῖναι πάλιν δι’ ἐξομολογήσεως καὶ δακρύων, διὰ τοῦ κατη‐
15γορεῖν ἑαυτοῦ· οὐδὲν γὰρ οὕτως ὀλέθριον ἁμαρτίας, ὡς κατηγορία καὶ κατάγνωσις. Ἡσυχίου Πρεσβυτέρου. Ὠδῖνες θανάτου αἱ τῶν ἁμαρτωλῶν ἐπιθυμίαι τυγχάνουσιν. Μὴ πλανᾶσθε ἀδελφοί μου ἀγαπητοί· πᾶσα δόσις
20ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων. “Μὴ πλανᾶσθε” νομίζοντες παρὰ Θεοῦ γίνεσθαι τοὺς πει‐ ρασμούς. ἢ τὰς λογικὰς δυνάμεις φῶτα καλεῖ, ἢ τοὺς πεφω‐ τισμένους διὰ Πνεύματος Ἁγίου.
25 Παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ, ἢ τροπῆς ἀποσκίασμα. Σευήρου. Λέγοντος γάρ ἐστιν ἀκούειν τοῦ Θεοῦ, “ἐγώ εἰμι, ἐγώ εἰμι καὶ οὐκ ἀλλοίωμαι·” καὶ αὐτῷ μὲν πρόσεστι τὸ παγίως καὶ ἀναλλοιώτως κατ’ οὐσίαν ἔχειν· τοῖς δὲ κατὰ τὸ Εὐαγγέλιον πολιτευομένοις, καὶ πρακτικῶς τὰς ἐντολὰς μετιοῦσιν
30ἐκ τῆς ἄνωθεν δωρεᾶς καὶ μετουσίας, τὸ ἀναλλοιώτως ἐν τοῖς κατὰ τὸν βίον ἐπιτηδεύμασι διακεῖσθαι προσγίνεται· καὶ τὸ μὴ συμ‐ βάλλεσθαι τοῖς καιροῖς. διὸ καὶ Παῦλος παρῄνει τισὶ λέγων,
“μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ6

7

ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.” Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. Ἐπὶ μὲν γὰρ τοῦ Υἱοῦ κυρίως λέγεται ἡ γέννησις, ἐπὶ δὲ τῶν
5κτισμάτων καταχρηστικῶς· ἐπ’ ἐκείνου μὲν τῆς ἀληθείας ἕνεκεν καὶ τῆς ὁμοουσιότητος· ἐπὶ δὲ τούτων, τιμῆς ἕνεκεν καὶ υἱοθεσίας· “βουληθεὶς γάρ,” φησιν, “ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας.” μὴ τοίνυν ἡ ὁμωνυμία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ κατα‐ χρηστικῶς εἰρημένα κυρίως λελέχθαι νομιζέσθω.
10 Εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχὴν τινὰ τῶν αὐτοῦ κτισ‐ μάτων. Ἀντὶ τοῦ πρώτους καὶ τιμιωτέρους. κτίσματα δὲ τὴν ὁρω‐ μένην κτίσιν φησὶν, ἧς τιμιώτερον τὸν ἄνθρωπον ἔδειξεν. ὅπου γε καὶ αὐτὴ ἡ κτίσις προσδοκᾷ τὴν ἡμετέραν σωτηρίαν, ἵνα καὶ ἡμῖν
15συνελευθερωθῇ. τῷ τῆς ὁμολογίας, τῷ τῆς πίστεως. Πρωτοτόκους ἐν τοῖς οὐρανοῖς.
18tΚΕΦ. Β.
19tΠερὶ πραΰτητος καὶ ἁγνείας καὶ πράξεως ἀγαθῆς μεταδοτικῆς ἐπὶ μακαρισμῷ,
20tκαὶ περὶ ἐπιστήμης καὶ συμμετρίας λόγου.
21 Ὥστε ἀδελφοί μου ἀγαπητοὶ, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι· βραδὺς εἰς ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατ‐ εργάζεται. διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισ‐
25σείαν κακίας. Τουτέστιν τὴν ἁμαρτίαν τὴν ῥυπαίνουσαν τὸν ἄνθρωπον, τὴν ὥσπερ περιττὴν οὖσαν ἐν ἡμῖν τὸ κακοὺς εἶναι· ἀλλ’ ἔξωθεν προσ‐ γίνεται ἐξ ἀμελείας τὲ καὶ τῶν εἰς τοῦτο ἡμᾶς ἐρεθιζόντων δαι‐ μόνων, τὸ ἐνδόσιμον ἡμῶν ἐκ τῆς ἀπροαιρέτου συγκαταβάσεως
30ἔχον. Ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον, τὸν δυνά‐ μενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
Ἕτοιμος εἰς τὸ μαθεῖν τὸ ἀγαθόν.7

8

Ἀντὶ τοῦ τὸν ἀληθῆ· τὸν τῆς ὁμολογίας δηλονότι, τὸν ἀφθάρ‐ τους ἡμᾶς γενέσθαι παρασκευάζοντα. ἐπεὶ καὶ ὁ Θεὸς ἐξ ἀρχῆς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ. Γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ μόνον ἀκροαταὶ,
5παραλογιζόμενοι ἑαυτούς. Ἀντὶ τοῦ λογιζόμενοι καθ’ ἑαυτούς. Καταφρονοῦντες τῆς ἑαυτῶν σωτηρίας. Ὅτι εἴτις ἀκροατὴς λόγου ἐστὶ καὶ οὐ ποιητής. Εἴτις, φησι, γένηται λόγου μόνον ἀκροατὴς, καὶ μὴ βεβαιώσει
10τοῖς ἔργοις τὴν ἀκοὴν, εὐθέως καὶ τὸν λόγον ἀπόλλυσι, διαχυθεὶς γὰρ οἴχεται. Οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. ὁ δὲ παρα‐
15κύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας, καὶ παρα‐ μείνας, οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει ἔσται. Ὥσπερ ἐκεῖνος τὸ σῶμα ὁρᾷ, οὕτω καὶ οὗτος διὰ τοῦ νόμου
20ὁποῖός τις γέγονε. διὸ οὐδὲ πρόσωπον εἶπε μόνον, ἀλλὰ “πρόσωπον γενέσεως.” μανθάνομεν γὰρ οἵους ἡμᾶς ἐποίησεν ὁ Θεὸς, ἀναγεν‐ νήσας διὰ λουτροῦ παλινγενεσίας· εἶτα μὴ ἐμμένοντες τῇ τοιαύτῃ θέᾳ διὰ τῶν πράξεων, καὶ τοῦ χαρίσματος λανθανόμεθα. ὁ γὰρ πράξεσιν ἑαυτὸν πονηραῖς ἐκδοὺς, οὐδὲ ὅτι εὐεργετεῖται παρὰ τοῦ
25Θεοῦ μνημονεύει. εἰ γὰρ ἐμνημόνευεν ὅτι ἄνωθεν ἐγεννήθη, καὶ ἐδικαιώθη, καὶ ἡγιάσθη, καὶ ἐν υἱοῖς κατελογίσθη Θεοῦ, οὐκ ἂν ἔργοις ἑαυτὸν παρεδίδου τοῖς ἀθετοῦσι τὴν χάριν. Οὐ γὰρ ἐκεῖνοι μακάριοι οἱ ἀκροαταὶ, ἀλλ’ οἱ συνάπτοντες τῇ ἀκροάσει τὴν πρᾶξιν. ἐπεὶ καὶ οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς
30ἐγένοντο ἀκροαταὶ, ἀλλ’ ἐπεὶ οὐ ποιηταὶ, οὐκέτι μακάριοι ἦσαν, ἀλλὰ παραδέδονται τῷ ὀλοθρευτῇ. Γνοὺς γὰρ ἑαυτὸν εἰκόνα Θεοῦ ὄντα, οὐ καθ’ ὁμοίωσιν Θεοῦ
ἐπολιτεύσατο.8

9

Εἴτις δοκεῖ θρησκὸς εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶσσαν, ἀλλ’ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. “Εἴ τις δοκεῖ,” φησιν, ἀλλ’ οὐχὶ ταῖς ἀληθείαις εἶναι· ἧ γὰρ
5ἂν πάντως οὐδὲ αὐτῷ τὴν γλῶσσαν ἀχαλίνωτον ἐξεπαίδευσεν· οὐδ’ ἂν αὐτοῦ διὰ κενοθρησκείας τὴν καρδίαν ἐχλεύαζε· διὸ φησὶν, “ὁ δοκῶν ἑστάναι,” καὶ τὰ ἑξῆς. οὐ γὰρ δὴ τὸν ὄντως ἑστῶτα τὴν ἔμπτωσιν καθορᾶν ἐμαρτύρατο· οὗτος γὰρ κανὼν καὶ ὑπογραμ‐ μὸς θρησκείας ὀρθῆς.
10 Τῆς θρησκείας ἡμῶν εἶναι τῆς ἐν Χριστῷ. Μὴ σπεύδων μαθεῖν ἀλλὰ διδάσκειν. Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
15 Τοῦ Χρυσοστόμου. Τοῦτό ἐστιν, ᾧ ἐξισοῦσθαι δυνάμεθα τῷ Θεῷ, τῷ ἐλεεῖν καὶ οἰκτείρειν. ὅταν οὖν τοῦτο μὴ ἔχωμεν, τοῦ παντὸς ἀπεστερήμεθα. οὐκ εἶπεν, ἐὰν νηστεύσητε ὅμοιοι ἐστὲ τῷ Πατρὶ ὑμῶν· οὐδὲν γὰρ τούτων παρὰ Θεὸν, οὐδὲ ἐργάζεταί τι τούτων ὁ Θεὸς, ἀλλὰ τί; “γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν
20ὁ ἐν τοῖς οὐρανοῖς·” τοῦτο Θεοῦ ἔργον· ἐὰν οὖν τοῦτο μὴ ἔχῃς, τί ἔχεις; “ἔλεον θέλω,” φησὶ, “καὶ οὐ θυσίαν.”
22tΚΕΦ. Γ.
23tΠερὶ τῆς πρὸς ἕκαστον ἀγάπης ἀπροσωπολήπτου κατὰ νόμον.
24Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν
25πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Τοῦ αὐτοῦ. Τινὸς ἕνεκεν σὺ μέγα φρονεῖς φησιν; ἢ διατί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμα ἐσμὲν ἅπαντες ἓν καὶ μεγάλοι καὶ μικροί; ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ αὐχίζεις σαυτόν; τί αἰσχύνῃ
30τὸν ἀδελφόν; ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σύ.
καὶ πολλὴ κατὰ τοῦτο ἡ ὁμοτιμία.9

10

Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτω‐ χὸς ἐν ῥυπαρᾷ ἐσθῆτι καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν, καὶ εἴπητε αὐτῷ· σὺ κάθου
5ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, σὺ στῆθι ἐκεῖ· ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου· οὐ διεκρίθητε ἐν ἑαυ‐ τοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; Τοῦ Χρυσοστόμου. Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· παρ‐ εγένετο ὁ πένης· γενοῦ κατ’ αὐτὸν τῷ φρονήματι· μὴ μείζονα
10καταβάλῃς ὄγκον διὰ τὸν πλοῦτον· οὐκ ἔστι πένης καὶ πλούσιος ἐν Χριστῷ. μὴ τοίνυν ἐπαισχύνῃς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ ἀπόδεξαι διὰ τὴν ἔνδον πίστιν. Ἀκούσατε ἀδελφοί μου ἀγαπητοὶ, οὐχ ὁ Θεὸς ἐξε‐ λέξατο τοὺς πτωχοὺς τοῦ κοσμοῦ, πλουσίους ἐν πίστει,
15καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Τοῦ αὐτοῦ. Ἡμεῖς δὲ ὡς τὰ μέγιστα ἠδικημένοι οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα· οὐ δίδους τι καὶ λυ‐ πεῖς; νουθετεῖτε, εἶπεν ὁ Παῦλος, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς
20ἐχθρούς· ὁ τὸν ἀδελφὸν αὐτοῦ νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ· οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλ’ ἰδίᾳ καὶ μετὰ πολλῆς προσοχῆς, καὶ ἀλγῶν καὶ δακνόμενος δακρύων καὶ ὀδυρόμενος. ἀπὸ ἀδελφικῆς τοινῦν παρέχομεν τῆς διανοίας, ἀπὸ ἀδελφικῆς νουθετοῦμεν τῆς προαιρέσεως, μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ’ ὡς ἀλγοῦν‐
25τες ἐπὶ τὸ ἐκεῖνον παραβαίνειν τὴν ἐντολὴν ἐπὶ τὸ κέρδος. εἰ γὰρ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυμαίνῃ τῇ τῆς δόσεως ἡδονῇ· ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖ‐ νον καὶ ταλαίπωρον; προσῆλθεν ὡς ἐλεησόμενος παρὰ σοῦ, λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν. ὅταν γὰρ
30ἀναγκάζηται διὰ τὴν ἔνδειαν προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζεται, ὅρα πόση τῷ ὑβρίζοντι ἡ τιμωρία. παροξύνει τὸν ποιήσαντα αὐτόν· εἴπερ γάρ μοι αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι
διά σε, ἵνα σὺ ἔχῃς θεραπεύειν αὐτὸν, καὶ σὺ τὸν διὰ σὲ πενό‐10

11

μενον ὑβρίζεις, πόσης ἀγνωμοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον; Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσι τὸ
5καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς; Τοῦ Χρυσοστόμου. Φέρετε γενναίως τὰς πλεονεξίας. ἑαυτοὺς ἀναίρουσιν ἐκεῖνοι οὐχ ὑμᾶς. ὑμᾶς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης στερηθεὶς, κἂν ἅπαντα περιβάληται τῆς οἰκουμένης τὸν
10πλοῦτον, πάντων ἐστὶ πενέστερος. Ἀπολιναρίου. Τοῦτο μὲν οἱ τῶν Ἰουδαίων ἄρχοντες, ἐκ τῶν καρποφοριῶν πλουτοῦντες· τοῦτο δὲ καὶ οἱ τὰ Ῥωμαίων διοικοῦντες πράγματα, εἰδωλολατροῦντες· τότε. Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν, κατὰ τὴν γραφὴν,
15ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν, καλῶς ποιεῖτε· εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμε‐ νοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. Ὥσπερ σὺ βούλει χρῆσθαι τὸν πλησίον δικαίως καὶ φιλαν‐ θρώπως, οὕτως καὶ αὐτὸς πρᾶττε πρὸς τὸν ὁμογενῆ σου, καὶ τοῦ
20αὐτοῦ ὄντα Θεοῦ. φυσικὸς ὁ λογισμὸς, εἰς ὃν καὶ πάντα ὁ Σώτηρ ἀνεκεφαλαιώσατο λέγων, “ὡς θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρω‐ ποι, καὶ ὑμεῖς ποιεῖτε αὐτούς· οὕτως γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.” Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν
25ἑνὶ, γέγονε πάντων ἔνοχος. Τῷ μὴ τελείαν ἔχειν ἀγάπην· τοῦτο γὰρ τὸ κεφάλαιον τῶν καλῶν· εἰ δὲ τῆς κεφαλῆς ἀπορεῖ, περιττὸν ἅπαν τὸ λοιπὸν σῶμα· ὅτι περὶ τούτου λέγει, δῆλον ἐκ τῆς προειργασμένης κατασκευῆς. πᾶσα γὰρ αὐτῷ ἡ κατασκευὴ περὶ τελείας ἀγάπης ἦν· τὸ δὲ οὐ
30μοιχεύσεις, ἀλλὰ φονεύσεις, ὑποδείγματος χάριν κεῖται, ὥστε μὴ χωλεύειν κατὰ τὸ λοιπὸν τὴν τελειότητα. Ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καὶ, μὴ φονεύσῃς·
εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δὲ, γέγονας παραβάτης νόμου.11

12

Εἰ καὶ μὴ πάνυ ἁρμοδίως κεῖται ἡ προκειμένη παραγραφὴ, ἀλλ’ οὖν διὰ τὸ αὐτῆς ὠφέλιμον, ἀναγκαῖον ᾠήθην ταύτην ἐνθεῖναι. ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς τὰ προκείμενα ῥητὰ ὑπὸ Μωϋσέως εἰρημένα εἰς τελειότητα φέρων φησὶν, “ἠκούσατε
5ὅτι ἐρρήθη τοῖς ἀρχαίοις οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ ἔνοχος ἔσται τῇ κρίσει· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει. ἠκούσατε ὅτι ἐρρήθη, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ
10καρδίᾳ αὐτοῦ.” Ταῦτα ἑρμηνεύων Σευῆρος ὁ Ἀντιοχείας Ἐπί‐ σκοπος, ἐν τῷ μϛʹ λόγῳ οὕτω φησίν. “τῆς γὰρ διὰ Μωσέως γραφείσης νομοθεσίας “οὐ φονεύσεις” λεγούσης, Χριστὸς ὁ τοῦ νόμου νοῦς καὶ τοῦ ἐν αὐτῷ πνεύματος χορηγὸς τὸ “οὐκ ὀργι‐ σθήσῃ τῷ ἀδελφῷ σου εἰκῆ” διετάξατο, ταύτῃ μᾶλλον πληρῶν
15τοῦ νόμου τὸ βούλημα· τὴν γὰρ ὀργὴν ἑξῆς ὁ φόνος φύεται προ‐ ανελὼν, καὶ τὸ ἐκείνῳ σπουδαζόμενον ἔπραξε· καὶ περιττὸν τὸ οὐ φονεύσεις ἀπέδειξεν· ἀμαυρώσας αὐτὸ διὰ τῆς μείζονος ἐπιτάσεως· σχολῇ γὰρ ἂν ἔλθοι πρὸς φόνον, ὁ μηδὲ ὀργισθῆναι συγχωρηθείς. οὕτω καὶ τὸ πρὸς ἐπιθυμίαν ἀκόλαστον ἄγον βλέμμα καταδικά‐
20σας, τὸ “οὐ μοιχεύσεις” καὶ πεπλήρωκε, καὶ ἠφάνισε· πνευμα‐ τικὸν γὰρ ὄντα τὸν νόμον ὁ Κύριος πεπλήρωκε μὲν καινότητι πνεύματος, λέλυκε δὲ τῇ τοῦ γράμματος παλαιότητι· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ὑπάρχειν ἀφανισμοῦ” καὶ Παύλῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ· καλῶς δὲ καὶ σφόδρα εἶπε·
25ἐγγὺς ἀφανισμοῦ γεγενῆσθαι,” καὶ οὐ τελείως ἠφανίσθαι· τῷ γὰρ πληροῦσθαι τὸν νοῦν, δοκεῖ μὲν εἶναι νόμος· ἠφανίσθαι δὲ, τῷ περιττὴν φανῆναι ἢ δειχθῆναι τὴν τοῦ γράμματος ἐντολήν· καθάπερ ἄν τις καὶ τὸν ἐκ σκιαγραφίας ἐπὶ σανίδος ἐνσημαν‐ θέντα κύκλον ἠφανίσθαι εἴποι, διὰ τῆς τῶν χρωμάτων ἐπιβολῆς.
30ἠφάνισται μὲν γὰρ τῷ μὴ διὰ τοῦ προτέρου σκιώδους σχή‐ ματος δείκνυσθαι· μένει δὲ ὅμως τῷ λαμπροτέρῳ διὰ τῆς ἐπι‐ καλυψάσης εὐχροίας ἐκφαίνεσθαι.” Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευ‐
θερίας μέλλοντες κρίνεσθαι.12

13

Τοῦ Χρυσοστόμου. Βελτίον γὰρ τοῖς ῥήμασιν ὑμᾶς φοβῆ‐ σαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε. Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· Ἔστι μὲν περὶ κρίσεως ὀρθῆς ἡ παραίνεσις, “νόμον δὲ ἐλευ‐
5θερίας” λέγει τὸν νόμον τῆς δικαιοσύνης· τὸν οὕτω κρίνοντα ὡς εὑρίσκει· τοῦτο δέ φησιν ἐπειδὴ τινὲς ἁμαρτάνουσι, τῇ φιλαν‐ θρωπίᾳ τοῦ Θεοῦ ἀποχρώμενοι, καὶ λέγοντες, ὅτι φιλάνθρωπος ὢν συγχωρεῖ· διὸ καὶ ἐπιφέρει, “ἀνέλεος ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος.”
10 Κατακαυχᾶται ἔλεον κρίσεως. Ἡσυχίου. Ὥσπερ τὸ ἔλαιον ἐξολισθαίνειν τοὺς ἀθλητὰς τὰς χεῖρας τῶν ἀντιδίκων ποιεῖ, οὕτως ἡ ἐλεημοσύνη τοὺς ταύτην ἀσκουμένους ἐκκλίνειν καὶ ἀποφεύγειν παρασκευάζει τοὺς δαί‐ μονας.
15 Τοῦ Χρυσοστόμου. Ἡ ἐλεημοσύνη τέχνη τις ἀρίστη ἐστὶ καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν· φίλη γὰρ τοῦ Θεοῦ ἐστὶ, καὶ ἀεὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἂν βούληται εὐκόλως αἰτοῦσα χάριν, μόνον ἂν μὴ ἀδικῆται παρ’ ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτῶν ἐργαζώμεθα, ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς
20ἀναπέμπουσιν αὐτὴν δίδωσι τὴν παρρησίαν· καὶ ὑπὲρ προσκεκρου‐ κότων δεῖται, τοσαύτη αὐτῆς ἡ ἰσχὺς, καὶ ὑπὲρ ἡμαρτηκότων· αὕτη διαρρήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν· ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. Καὶ μετ’
25ὀλίγα—Βασίλισσα γὰρ ὄντως ἐστὶν ὁμοίως ἀνθρώπους ποιοῦσα Θεῷ· “ἔσεσθε γάρ,” φησιν, “οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.” ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς· πτῆσιν ἔχουσα πάνυ τέρπουσαν τοὺς ἀγγέλους· ἐκεῖ “πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ μετάφρενα αὐτῆς ἐν
30χλωρότητι χρυσίου·” καθάπερ περιστερά τις χρυσῆ καὶ ζῶσα πέ‐ τεται· ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον· οὐδὲν ὀφθαλμοῦ ἐκείνου βέλτιον. καλός ἐστιν ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός· οὕτως ἡ ὄρνις αὕτη καλή τις ἐστὶ καὶ θαυμαστή· ἄνω διὰ παντὸς
ὁρᾷ· πολλὴ τοῦ Θεοῦ τῇ δόξῃ περιστοιχίζεται· παρθένος ἐστὶ13

14

πτέρυγας ἔχουσα χρυσᾶς, περιεσταλμένη, λευκὸν ἔχουσα πρόσω‐ πον, ἥμερον· ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ τὸν θρόνον ἑστῶσα τὸν βασιλικόν· ὅταν κρινώμεθα, ἄφνω ἐφίσταται καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὐτῆς πτέρυξι περιβάλ‐
5λουσα, ταύτην θέλει ὁ Θεὸς ἢ θυσίας.
6tΚΕΦ. Δ
7tὍτι οὐκ ἐκ πίστεως μόνον, ἀλλὰ καὶ ἐξ ἔργων, καὶ οὐκ ἐκ θατέρου ἰδικῶς,
8tἀλλ’ ἐξ ἀμφοῖν ἅμα δικαιοῦται ἄνθρωπος.
9Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις
10ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτά‐ ζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος,
15τί τὸ ὄφελος; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐὰν μὴ ἔργῳ δείξῃ τις ὅτι πιστεύει τῷ Θεῷ, περιττὴ καὶ ἡ προσηγορία· οὐ γὰρ ὁ ἁπλῶς λέγων εἶναι τοῦ Κυρίου, οὗτός ἐστι πιστὸς, ἀλλ’ ὁ οὕτως ἀγαπῶν τὸν Κύριον, ὡς διὰ τὴν εἰς αὐτὸν πίστιν καὶ θανάτου κατατολμᾶν. καὶ ὅτι
20οὗτος τῶν προκειμένων ὁ σκοπὸς, τὰ ὑποδείγματα δηλοῦσιν· Ἀβραὰμ γάρ, φησιν, ἔργῳ ἔδειξεν ὅτι ἐπίστευσε, τῷ Θεῷ ἀν‐ ενεγκὼν εἰς ὁλοκάρπωσιν τὸν υἱὸν αὐτοῦ· ὁμοίως δὲ καὶ Ῥαὰβ πιστεύσασα, κατεφρόνησε θανάτου. ταῦτα δὲ λέγει βεβαιῶν τοὺς πιστοὺς καὶ διδάσκων ἀληθῶς εἶναι πιστοὺς, καὶ μὴ ῥήματι μόνον
25καὶ γλώττῃ τὸν Κύριον ἀγαπᾷν, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ· διὸ καὶ πλείοσιν ὑποδείγμασι κέχρηται εἰς τοῦτο συντείνουσι· τῷ τε τῆς ἐλεημοσύνης, καὶ τῷ τοῦ σώματος· ἀπάγων δὲ αὐτοὺς καὶ τοῦ πολλοῦ τύφου τοῦ ἐπὶ τῷ ὀνόματι, καὶ δεῖξαι βουλόμενος ὅτι ἔργῳ μὴ βεβαιοῦντες τὴν πίστιν, μάτην ὀνόματι μόνον κομπά‐
30ζουσι. τὸ τῶν δαιμονίων ὑπόδειγμα τίθησι λέγων, μὴ πλέον ἔχειν
αὐτοὺς τῶν δαιμονίων οὕτως διακειμένους· καὶ γὰρ ἐκεῖνοι ἐπί‐14

15

στευσαν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἦν, καὶ ὅτι ὁ Ἅγιος τοῦ Θεοῦ ἦν, καὶ ὅτι ἐξουσίαν εἶχεν αὐτῶν. ὅρα δὲ καὶ δι’ ἑτέρου πνευματικὴν σύνεσιν· οὐ γὰρ εἶπε, τί τὸ ὄφελος, ἐὰν πίστιν τις ἔχῃ· ἀλλὰ τί τὸ ὄφελος, ἐὰν λέγῃ τις πίστιν ἔχειν; ὡσεὶ σαφέστερον ἔλεγε,
5δεῖξόν μοι τὸ πρᾶγμα, ἀφ’ οὗ σοι τὴν προσηγορίαν ταύτην λογί‐ σομαι· ἐὰν λέγῃς μὲν ἔχειν, μὴ ὀρθῶς δὲ τὸ τὴν προσηγορίαν ποιοῦν, οὐδὲ τοῦ ὀνόματός σοι μεταδώσω τῆς πίστεως. κατὰ ποίου γάρ σοι πράγματος ἡ προσηγορία τίθεται; ὥστε ἐὰν μὴ τὰ ἔργα παρῇ, οὐδὲ ἡ προσηγορία χώραν ἕξει ποτέ.
10 Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστι καθ’ ἑαυτήν. ἀλλ’ ἐρεῖ τις, σὺ πίστιν ἔχεις, κᾀγὼ ἔργα ἔχω, δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου· κᾀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου· σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι, καλῶς ποιεῖς· καὶ τὰ
15δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι. Τοῦ Χρυσοστόμου. Κἂν γὰρ εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν ὀρθῶς τις πιστεύῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, βιὸν δὲ μὴ ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σωτηρίαν. οὐκοῦν ὅταν λέγη, “καὶ αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε
20τὸν μόνον ἀληθινὸν Θεὸν,” μὴ νομίσωμεν ἡμῖν ἀρκεῖν εἰς σωτη‐ ρίαν τὸ λεγόμενον· δεῖ γὰρ ἡμᾶς καὶ βίου καὶ πολιτείας καθαρω‐ τάτης. Τοῦ αὐτοῦ. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ταύτης ἄνευ, οὐκ ἔνι σωθῆναί ποτε· ἀλλ’ οὐκ ἀρκεῖ καθ’ ἑαυτὴν τοῦτο ἐργάσα‐
25σθαι· ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς· ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι, παραινεῖ λέγων· “σπου‐ δάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ἐκείνην·” σπουδάσωμεν φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ’ ὀφείλοντος προτεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γίνεσθαι· δεῖ γὰρ ὄντως
30καὶ πολλῆς σπουδῆς ὥστε εἰσελθεῖν εἰς τὸν οὐρανόν. εἰ γὰρ γῆς οὐ κατηξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπεὶ ἐγόγγυσαν, καὶ ἐπειδὴ ἐπόρνευ‐ σαν, πῶς τὸν οὐρανὸν ἡμεῖς καταξιωσηθόμεθα, ἀδιαφόρως ζῶντες
καὶ ῥαθύμως; δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς. Καὶ πάλιν—15

16

“Πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν.” εἰκότως· ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ, ἀλλὰ τοῖς ἐζωγρα‐ φημένοις ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων. Περὶ τῆς μετὰ τὸ βάπτισμα πίστεως φησὶν, ὅτι νεκρὰ καθ‐
5έστηκεν, ἐάν τις αὐτὴν ἄπρακτον ἔχῃ, καὶ μὴ βεβαιοῖ ταύτην τοῖς τῆς δικαιοσύνης ἐπιτηδεύμασιν. ἀρραβὼν γὰρ ἀγαθῆς πολιτείας ὑπάρχει τὸ βάπτισμα. καὶ γὰρ ὁ Κύριος οὕτω πρὸς τύπον ἡμέ‐ τερον βαπτισθεὶς ὑπὸ Ἰωάννου, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ ἀρχὴν δοὺς τῷ ἡμετέρῳ βαπτίσματι, πρὸς τὸ ὄρος ἄνεισι, καὶ τῆς πρὸς
10τὸν διάβολον πάλης ἀνέχεται, καὶ πᾶσαν αὐτοῦ προκαταλύει τὴν δύναμιν· ἡμῖν πρόγραμμα καὶ χαρακτῆρα τοῦ τύπου διδοὺς, εἰς τὸ γινώσκειν, ὡς μετὰ τὸ θεῖον λουτρὸν ἔργων δεῖ, καὶ ἀγῶνες ἡμᾶς ἀναμένουσιν, οὓς χρὴ νομίμως διελθεῖν πρὸς τὸν ἀντίπαλον, διὰ τῆς τῶν ἀρετῶν ἐπιδείξεως.
15 Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; Ἀντιθήσει τις ἴσως καὶ ἐρεῖ· καὶ μὴν καὶ ὁ Παῦλος τὸν
20Ἀβραὰμ εἰς τύπον ἔλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων διὰ τῆς πίστεως· καὶ Ἰάκωβος δὲ τὸν αὐτὸν Ἀβραὰμ εἰς εἰκόνα παρέλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον, οὐκ ἐκ πίστεως μόνης ἀλλὰ καὶ ἐξ ἔργων βεβαιούντων τὴν πίστιν. πῶς οὖν οὐκ ἐναντία ταῦτα; καὶ πῶς ὁ αὐτὸς Ἀβραὰμ καὶ τῆς ἀπράκτου καὶ
25τῆς μετὰ τῶν ἔργων πίστεως ἐστὶν εἰκών; ἀλλ’ ἕτοιμον ἐκ τῶν θείων γραφῶν τὴν λύσιν ἐπαγαγεῖν. ὁ γὰρ εἷς Ἀβραὰμ τοῖς χρόνοις διαστελλόμενος ἑκατέρας πίστεως ἐστὶν εἰκών· καὶ τῆς πρὸ τοῦ βαπτίσματος, τῆς μὴ ἐπιζητούσης ἔργα, μόνον δὲ τὴν ὁμολογίαν καὶ τὸ ῥῆμα τῆς σωτηρίας, ᾧ δικαιούμεθα πιστεύοντες εἰς Χριστὸν,
30καὶ τῆς μετὰ τὸ βάπτισμα, τῆς συνεζευγμένης τοῖς ἔργοις. οὕτως οὐκ ἐναντίον φαίνεται τὸ ἐν τοῖς Ἀποστόλοις ἓν καὶ τὸ αὐτὸ λαλῆ‐ σαν Πνεῦμα· περί τε τῆς πρὸ τοῦ βαπτίσματος πίστεως· τῆς μὲν δι’ ὁμολογίας ψιλῆς καὶ ἀπράκτου, δικαιούσης τὸν προσερ‐
χόμενον, ἱκανὸν ἔχοντα σωτηρίας ἐφόδιον τὸ θεῖον λουτρὸν, εἴγε16

17

παραχρῆμα μετασταίη τοῦ βίου· τῆς δὲ, τὸν ἤδη βεβαπτισμένον, ἀπαιτούσης καὶ ἀγαθῶν ἔργων ἐπίδειξιν, καὶ πρὸς ἕτερον μέτρον ἀναγούσης αὐτόν· διὸ καὶ ἁρμοδίως ἄγαν ὁ Ἰάκωβος ἔφη περὶ αὐτῆς, “καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.” καὶ γὰρ καὶ ὁ
5Παῦλος συνᾴδει λέγων αὐτῷ ἑτέρωθι, διδάσκων τὴν μετὰ τὸ βάπτισμα πίστιν, τὴν διὰ τῶν ἔργων τελείωσιν ἀπαιτεῖν· λέγει γὰρ, “οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.” ἡ δὲ ἀγάπη πολλῆς φιλοσοφίας δεῖται εἰς τὸ πληρωθῆναι.
10 Κυρίλλου ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ἐπειδὴ ὁ μακάριος Ἰάκωβος τὸν Ἀβραὰμ λέγει ἐξ ἔργων δικαιῶσθαι ἀνενέγκοντα Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον· ὁ δὲ Παῦλος λέγει αὐτὸν ἐκ πίστεως δεδικαιῶσθαι, οὕτω τὴν δοκοῦσαν ἐναντιότητα νοητέον· ὅτι πρὸ μὲν τοῦ ἔχειν τὸν Ἰσαὰκ ἐπίστευσεν,
15καὶ μισθὸν πίστεως ἔλαβε τὸν Ἰσαάκ· ὅμως καὶ ὅτε ἀνήνεγκε τὸν Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον, οὐ μόνον τὸ ἔργον ἐποίει ὃ προσετάγη, ἀλλὰ καὶ τῆς πίστεως οὐκ ἀπέστη, “ὅτι ἐν τῷ Ἰσαὰκ μέλλει τὸ σπέρμα αὐτοῦ πολυπληθεῖν ὡς τὰ ἄστρα, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός.” ὅμως ὁ Παῦλος μαρτύρα τῶν
20ἰδίων λόγων καὶ συλλήπτορα ποιεῖται τὸν μακάριον Δαβὶδ, ἄνδρα διαβόητον ἐν εὐσεβείᾳ, καὶ σοφῶς διασκευάζει ὡς ἐν Πνεύματι τὴν διὰ πίστεως ἄφεσιν, καὶ διαγγέλλει πᾶσιν ἀνθρώποις· ᾔδει γὰρ ἐν Χριστῷ παρεσομένην κατὰ καιρούς. Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ
25ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη. Κυρίλλου. Προσεκόμιζε τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμους ἐρρῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστορ‐ γίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῆς εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπης.
30 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος τοῦ Θεοῦ ἐκλήθη. ὁρᾶτε ὅτι ἐξ ἔργων δικαι‐
οῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον·17

18

Κυρίλλου. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην ὁ πίστει τιμῶν τὸν τῶν ὅλων Θεὸν καὶ δεσπότην. Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη, οὐκ ἐξ ἔργων ἐδι‐ καιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ
5ἐκβαλοῦσα; Σευηριανοῦ Ἐπισκόπου Γαβάλων. Ἄκουε τῆς γραφῆς μαρτυρούσης αὐτῇ τὰ κατορθώματα· ἦν ἐν πορνείᾳ μαργαρίτης· ἐν βορβόρῳ πεφυρμένος χρυσὸς, ἐν πηλῷ διερριμμένος· ἄνθος εὐσεβείας ἀκάνθοις κεχωσμένον· εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ
10κατακέκλειστο. “Τοὺς ἀγγέλους,” κατασκόπους. Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς τοῦ πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι. Τὴν ψυχὴν λέγει.
15 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου· εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν οὐ μόνον κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ, τὴν
20φιλονεικίαν τῶν μὴ βουλομένων ἐργάζεσθαι ἐκκόπτων, τὸ διδάσκειν ἀπεῖπε τοῖς ἄνευ ἔργου διδάσκουσι, κρίμα μέγα ἐπιτιθείς. ὁ γὰρ τὰ μὴ ὄντα κατάκριτος, ὥσπερ καὶ τέλειος, ὁ μὴ πταίων ἐν ἔργῳ καὶ λόγῳ τῆς διδασκαλίας, καὶ δυνατὸς καὶ ὅλον τὸ σῶμα χαλι‐ ναγωγῆσαι. εἰ γὰρ ταῦτα διδάσκει, καὶ τὴν πίστιν ὁρίζεται λόγων
25ὀρθῶν μετὰ ἔργων λαμπρῶν συμφώνων τῇ πίστει· δηλονότι ὅλον ἑαυτοῦ χαλιναγωγεῖ τὸ σῶμα, μηδεμίαν φιλίαν πρὸς τὸν κόσμον ἔχειν αὐτὸ ἐῶν. Πολλὰ γὰρ πταίομεν ἅπαντες. Σευήρου. Εἰ γὰρ “πολλὰ πταίομεν ἅπαντες,” ὥς που τις
30ἔφη τῶν Χριστοῦ μαθητῶν, δεῖ τὰς ἀντιρρόπους πράξεις ἀγαθὰς ἐπιτηδεύειν ἡμᾶς, δυναμένας ἐξιλεοῦσαι τὸν πάντων κριτὴν καὶ Θεὸν, ἐν οἷς ἀσθενήσαντες ὡς ἄνθρωποι τοῖς πάθεσιν ὑπεκλίθημεν,
καὶ μὴ ἀπογνῶναι τῆς ἡμετέρας σωτηρίας.18

19

(1t)

ΚΕΦ. Ε.
2tὍτι ἡ προπετὴς καὶ ἄτακτος γλῶττα θανατοῖ τὸν κεκτημένον· ἧς κρατεῖν
3tἀνάγκη εἰς εὐφημίαν καὶ δόξαν θεοῦ.
4Εἴτις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς
5χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. Κυρίλλου. Βεβηκότος γὰρ νοῦ καὶ φρενὸς τῆς τελειοτάτης ἀπόδειξις ἐναργὴς, τὸ μηδὲν ἐξίτηλον ἐπὶ γλώσσης ἔχειν, ἤγουν ἀθυροστομεῖν ἀνέχεσθαί ποτε· ἡγεῖσθαι δὲ μᾶλλον τοῦ παντὸς ἄξιον λόγον, εὐηγορεῖν εἰδέναι καὶ λαλεῖν τὰ παντὸς ἐπαίνου μεστά.
10χρῆμα δὴ οὖν πρεπωδέστατον ὅτι μάλιστά γε ἐν τοῖς εὐζωεῖν ᾑρη‐ μένοις τὸ λαλεῖν σοφίαν· ἀπόβλητον γὰρ ἁγίοις τὸ μωρολογεῖν, καὶ ἀσύνηθες κομιδῆ τὸ κεχρῆσθαί τισιν ἢ εὐτραπελίαις, ἤγουν αἰσχρορημοσύναις, αἳ οὐκ ἀνῆκον, καθά φησιν, ὁ πάνσοφος Παῦλος· φίλον δὲ αὐτοῖς καὶ διὰ σπουδῆς γεγόνασι τούτου εὐηγορεῖν· δια‐
15μέμνηται γὰρ κατὰ τὸ εἰκὸς τῆς ἁγίας λεγούσης γραφῆς· “ὁ λόγος ὑμῶν ἐν χάριτι ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκού‐ ουσι.” Καὶ πάλιν—ἀποδέχεται μὲν ἡ θεόπνευστος γραφὴ τὸ ἐπιεικὲς εἰς λόγους, καταψέγει δὲ μάλα εἰκότως τῆς γλώσσης τὸ ἀκρατές. ἔφη μὲν γὰρ “εἴτις ἐν λόγῳ οὐ πταίει, οὗτος
20τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.” ψάλλει δέ που καὶ Δαβὶδ, “θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.” Καὶ πάλιν— “Εἶτα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου.” ἀρίστη γὰρ φυλακὴ τὸ ἄπταιστον ἔχειν τὴν γλῶσσαν.
25 Ἰδοὺ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα μετάγομεν αὐτῶν. ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύ‐
30νοντος βούληται. Ἔτι καὶ ταῦτα περὶ τοῦ μὴ δεῖν ὡς ἔτυχε τὴν γλῶσσαν κινεῖν. λέγει οὖν ὅτι εἰ χαλινῷ θράσος ἵππου ἀνακόπτομεν, καὶ πηδαλίῳ
μικρῷ ὁρμὴν πλοίου μεταφέρομεν, πολλῷ μᾶλλον τὴν γλῶτταν19

20

εἰς τὸ εὖ ἔχον τῷ ὀρθῷ λόγῳ μετάγειν ὀφείλομεν. τὸ γὰρ “οὕτω καὶ ἡ γλῶττα” τοῦτο σημαίνει, ὅτι οὕτως ὀφείλει καὶ ἡ γλῶττα μετάγεσθαι ἐπὶ τὸν ὀρθὸν λόγον, ἀλλ’ οὐ τοῦτο ποιεῖν ὃ ποιεῖ μικρά τις οὖσα μεγαλαυχεῖ· διὸ καὶ μεγάλην ἡμῖν ἀνακαινιεῖ
5πυρὰν, τὴν ἀδικίαν κοσμοῦσα διὰ τοῦ συνηγορεῖν αὐτῇ, “καὶ ὅλον ἡμῶν σπιλοῦσα τὸ σῶμα, καὶ ἀνάπτουσα ἡμῖν τὸν τροχὸν τῆς γεέννης·” τουτέστι καὶ ἐκκαίουσα καὶ κατατρέχειν ἡμῶν ποιοῦσα τὸ πῦρ· ἀλλὰ καὶ αὐτή, φησι, φλογίζεται ὑπὸ τῆς γεέννης. πῶς γὰρ οὐ φλογίζεται δεσμουμένων τῶν ἀσεβῶν χεῖρας καὶ πόδας,
10καὶ βαλλομένων εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ δια‐ βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. διὰ τοῦτο καὶ ὁ Ψαλμῳδὸς ἐβόα· “θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου·” ἵνα μὴ πάθῃ ὅπερ ἡ γλῶττα τοῦ πλουσίου φλεγομένη οὐδεμιᾶς ἔτυχε παραμυθίας. Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶ καὶ μεγα‐
15λαυχεῖ· ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει· καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. Τοῦ Χρυσοστόμου. Οὐκοῦν πλέον τῆς γλώσσης φύλαττε τὴν κόρην· ἵππός ἐστι βασιλικὸς ἡ γλῶσσα· ἂν μὲν οὖν ἐπιθῇς αὐτῇ χαλινὸν καὶ διδάξῃς βαδίζειν εὔρυθμα, ἐπαναπαύεται αὐτῇ καὶ
20ἐπικαθιεῖται ὁ βασιλεύς· ἂν δὲ ἀχαλίνωτον ἀφῇς φέρεσθαι καὶ σκιρτᾶν, τοῦ διαβόλου καὶ τῶν δαιμόνων ὄχημα γίνεται. Ἰησοῦ υἱοῦ Σιράχ. Πολλοὶ ἔπεσον ἐν στόματι μαχαίρας· καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλώσσης. μακάριος ὁ σκεπασθεὶς ἀπ’ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, καὶ τοῖς δεσμοῖς
25αὐτῆς οὐκ ἐδέθη· ὁ γὰρ ζυγὸς αὐτῆς, ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χαλκοῖ—καὶ τὰ ἑξῆς. Οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
30 Τουτέστι τὸν τροχὸν τῆς ζωῆς ἡμῶν· οὐ γὰρ εἶπεν ὅτι ὁ τροχὸς σπιλοῖ τὴν γλῶσσαν, ἀλλ’ ἡ γλῶσσα τὸν τροχὸν, τὸν τροχοειδῆ δηλονότι χρόνον. τὴν γὰρ προαίρεσιν αἰτιᾶται, καὶ τὴν προπέτειαν ἀναστέλλει· ὑφ’ ἧς ὁ Βίος ἡμῶν ἐκτραχύνεται, καὶ μυρίαις ἀνω‐
μαλίαις ὑποπίπτει· διὸ καὶ ἐπήγαγε· “καὶ φλογιζομένη ὑπὸ20

21

τῆς γεέννης·” οὐκ ἂν τοῦτο προσθεῖσα· εἴγε ἄκουσα ἡ γλῶσσα ἐκινεῖτο. ὅτι δὲ τροχὸν τὸν χρόνον ἐκάλεσε διὰ τὸ τροχοειδὲς καὶ κυκλικὸν σχῆμα, εἰς ἑαυτὸν γὰρ ἑλίττεται, ἐγγυᾶται ὁ μελῳδὸς, στέφανον αὐτὸν καλέσας καὶ εἰπὼν πρὸς τὸν Θεὸν, “εὐλόγησον
5τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.” κἀνταῦθα γὰρ ἀπὸ τοῦ κυκλικοῦ σχήματος στέφανος εἰκότως ὁ χρόνος ὠνόμασται. Διττήν μοι δοκεῖ, τὴν μὲν πιθανεστέραν, τὴν δὲ δεινοτέραν καὶ πικροτέραν, ἑρμηνείαν ἔχειν τὸ παρά σου ζητηθέν· “ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας.” μάλιστα μὲν ἐπειδὴ εὔστροφος
10οὖσα καὶ ῥᾴστη εὐχερῶς πολλὰ δρᾷ, λαλοῦσα κακά· καὶ γὰρ καὶ κατηγορεῖ, καὶ ἐπιορκεῖ, καὶ ψεύδεται, καὶ ψευδομαρτυρεῖ, καὶ πολλοὺς ἀδίκως εἰς πῦρ βάλλει, καὶ εἰς ξίφος καὶ εἰς πέλαγος ὠθεῖ. κόσμον δὲ οἶδε καλεῖν ἡ γραφὴ τὸ πλῆθος· “ὁ κόσμος γάρ,” φησι, “αὐτὸν οὐκ ἔγνω,” τουτέστι τὸ πλῆθος. ἡ γλῶσσα οὖν,
15φησι, πῦρ ἐστι, πλῆθος ἀδίκως κατακαίουσα, ἢ πλήθους πυρὸς ἀδίκου δοχεῖον. ἐπειδὴ δὲ πολλοὶ τῇ κακίᾳ συμπράττοντες, καὶ τὴν ἀδικίαν σεμνύνοντες, δεινότατοι ὄντες ῥητορεύειν ἐπὶ πράξεσι πονηραῖς καὶ παρανόμοις, λόγων εὐπρέπειαν ἐχόντων οὐκ ἀπο‐ πυροῦντες λανθάνουσι καθ’ ἑαυτῶν τὴν ψῆφον τιθέμενοι, καὶ δεῖγμα
20τῆς ἑαυτῶν προαιρέσεως, τῆς ἐπὶ τὰ φαῦλα ῥεπούσης, διὰ τῶν λόγων τούτων ἐκφέρουσιν· ἴσως στηλιτεύων αὐτοὺς τοῦτο ἔφη, “ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας·” ὡσανεὶ ἔλεγεν, ὁ τῆς εὐγλωττίας πυρσὸς, ὅταν τοὺς μεγάλα πταίοντας κοσμεῖ, ἐγκαλ‐ λώπισμα δοκεῖ τῆς ἀδικίας. χρὴ τοιγαροῦν τῇ δεινότητι κεχρῆ‐
25σθαι, οὐ πρὸς τὸ τὴν ἀδικίαν κοσμεῖν, ἀλλὰ πρὸς τὸ τὴν ἀρετὴν σεμνύειν, τὴν καὶ χωρὶς λόγων ὑπέρλαμπρον. Τοῦ ἁγίου Βασιλείου. Εἰ ἀγαπᾷς τὴν ζωὴν, ποίησον τὴν ἐντολὴν τῆς ζωῆς· “ὁ γὰρ ἀγαπῶν με,” φησι, “τὰς ἐντολάς μου τηρήσει·” πρώτη δὲ ἐντολὴ, “παῦσον τὴν γλῶσσαν σου ἀπὸ
30κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον·” σχεδὸν γὰρ προχειροτάτη· καὶ πολύτροπος ἡ ἁμαρτία ἡ διὰ γλώσσης ἐστιν ἐνεργουμένη, ἐν ὀργαῖς, ἐν ἐπιθυμίαις, ἐν ὑποκρίσεσιν, ἐν δίκαις, ἐν ἀπάταις· καὶ τί δεῖ παντὶ τῷ λόγῳ ἐπεξιέναι τῶν διὰ γλώττης ἁμαρτανομένων; ἐξ αὐτῆς γὰρ αἰσχρολογίαι, εὐτραπελίαι, μωρο‐
35λογίαι, τὰ οὐκ ἀνήκοντα καταλαλίαι, λόγος ἀργὸς, ἐπιορκίαι,21

22

ψευδομαρτυρίαι, ταῦτα πάντα τὰ κακὰ καὶ ἔτι πλείω τούτων, τῆς γλώσσης ἐστι δημιουργήματα. ἐπεὶ οὖν “ἐκ τῶν λόγων σου δικαιωθήσῃ,” “παῦσον τὴν γλῶσσαν σου ἀπὸ κακοῦ, καὶ χείλη σου μὴ λαλῆσαι δόλον·” ἀντὶ τοῦ, ὅλον τὸ ὄργανον τὸ πρὸς τὴν
5διακονίαν τοῦ λόγου σοι δεδομένον, σχολάζειν ἀπὸ τῆς πονηρᾶς ἐργασίας ποίησον. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ.
10 Ἐπὶ μὲν τῆς γλώσσης καταδρομή· μεταφέρει δὲ τὸν λόγον πρὸς ἄλλο, δεικνὺς αὐτῆς τὸ κακόν. λέγει οὖν ὡς ἄτοπον, πάντων μὲν ἡμᾶς κρατεῖν χερσαίων τε καὶ ἀερίων καὶ ἐναλίων, τῆς δὲ οἰκείας γλώττης μὴ κρατεῖν. Τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι·
15ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θανατηφόρου. “Τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι,” οὐ γὰρ ὡς ἀποφαινόμενος μὴ δυνατὸν εἶναι, ἀλλ’ ὡς ἐρωτῶν ὁ Χριστοῦ μαθητὴς ἔφησε τοῦτο· ὥστε ὡς δυνατὸν ἀναγνωστέον, καὶ μὴ ὡς ἀδύνατον νοητέον. καί μοι μικρὸν ἄνωθεν τῶν γεγραμμένων λαβό‐
20μενος, γνῶθι σαφῶς τὸ λεγόμενον· “πᾶσα γάρ,” φησι, καὶ τὰ ἑξῆς· πῶς οὖν τούτων πάντων δαμαζομένων ἀδάμαστος ἡ γλῶσσα; “πᾶσα φύσις” εἶπε· τὸ δὲ “πᾶσα” καὶ αὐτῆς τῆς γλώττης ἐστὶ περιληπτικόν· εἰ δὲ ἀνοίκεια τῆς ἑαυτοῦ φύσεως ὁ ἄνθρωπος δαμάζει θηρία, πόσῳ μᾶλλον τὸ τῆς ἑαυτοῦ φύσεως μέλος εὐχερῶς
25δαμάσαιεν τὴν γλῶσσαν; ἀλλ’ ὡς τῶν πρὸ τούτου καὶ μετὰ τού‐ των γεγραμμένων ἀκούσωμεν· “τὴν γλῶσσαν,” φησὶν, “οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι,” καὶ τὰ ἑξῆς· εἶτα ἐμφαῖνον ὡς ῥάδιον εἴη πρὸς τὸ δοκοῦν τῆς φωνῆς ἄξαι τὸ πλῆκτρον, ἐπάγει λέγων· “οὐ χρὴ, ἀδελφοὶ, ταῦτα οὕτως γίνεσθαι.” τί λέγεις; τί
30παραινεῖς τὰ ἀδύνατα; εἰ γὰρ οὐδεὶς δύναται δαμάσαι, διατί μὴ δεῖν ταῦτα γενέσθαι; ἀνέφικτα γάρ τις προσταχθεὶς, ἀπειθήσας ἀναίτιος· ἀλλ’ ἐπειδὴ φησὶ “δύναται,” τούτου χάριν εἶπον, οὐ
χρὴ ταῦτα οὕτως γενέσθαι· εἰ γὰρ ἀνίκητον γλῶσσα, πῶς ὑπὸ22

23

Παύλου νενίκηται; πῶς τὰ βλάσφημα χείλη γέγονε θεολογικά; πῶς ἣν ἠκόνησε κατὰ Χριστοῦ λοιδορίαις, ταύτην ἐπλήρωσε ταῖς ὑπὲρ Χριστοῦ ῥητορίαις; Τοῦ Χρυσοστόμου. Μάχαιρά ἐστιν ἡ γλῶσσα ἠκονημένη.
5ἀλλὰ μὴ ἑτέροις ἐπάγωμεν τραύματα· ἀλλὰ τὰς ἡμετέρας σηπε‐ δόνας ἀποτέμωμεν. Ἡσυχίου. Καθάπερ γὰρ ἡ ῥομφαία ἑτοιμοτέρα πρὸς τομὴν ἂν ἀκονηθῇ, καὶ ὀξυτέρα πρὸς ἀναίρεσιν γίνεται, οὕτως ἡ γλῶσσα δυσχερὴς καὶ καθ’ ἑαυτὴν εἰς τὸ ἡρεμεῖν τυγχάνουσα καὶ δυσκά‐
10θεκτος, τότε χαλεπωτέρα γίνεται, ὅταν παρὰ τῶν πονηρῶν συκο‐ φαντεῖν καὶ λοιδορεῖν καὶ διαβάλλειν ἐθίζηται. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγονότας· ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐ‐
15λογία καὶ κατάρα. Πόρρω ταῦτα τῶν Χριστοῦ μαθητῶν τῶν ἐπιεικῶν καὶ προση‐ νῶν· τοῦ στόματος τοῦ καταξιουμένου τοιαύτης μυσταγωγίας, μηδὲν πικρὸν ἐκβαλλέτω, μηδὲν ἀηδὲς ἡ τῷ θείῳ προσομιλοῦσα στόματι γλῶσσα· καθαρὰν αὐτὴν φυλάττωμεν· μὴ ἀρὰς δι’ αὐτῆς
20προσφέρωμεν. εἰ γὰρ λοίδοροι οὐ κληρονομήσουσι βασιλείαν, πολλῷ μᾶλλον οἱ κατευχόμενοι. ἀνάγκη γὰρ ὑβρίζειν τὸν εὐχόμενον. ὕβρις δὲ καὶ εὐχὴ ἀλλήλων ἀπεσχοίνισται· ἀρὰ καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· κατηγορία καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· προσέρχῃ τὸν Θεὸν, ἵλεων ποιῆσαι, καὶ ἑτέροις κατεύχῃ; ἐὰν μὴ ἀφῇς,
25οὐκ ἀφηθήσεταί σοι. Οὐ χρὴ, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι· μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ πικρὸν καὶ γλυκύ; μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπε‐ λος σύκα; οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ
30ποιῆσαι ὕδωρ. Φίλαρχοι ὄντες καὶ τῇ σοφίᾳ τοῦ κόσμου αὐχοῦντες, καὶ κατ’ ἔριν καὶ ζῆλον τῶν ὀρθῶν διδασκάλων ἐκήρυττον, ὀχλαγωγοῦντες ἁπλῶς, καὶ φθόνον πρὸς τούτους ἔχοντες, καὶ παραμίγνυντες τοῖς
θείοις ἀνθρώπινα· ἵνα τῇ καινότητι τῶν λεγομένων ἐπισπῶνται τοὺς23

24

ἀκούοντας· ὅθεν καὶ αἱρέσεις ἐξῆλθον. ταύτας οὖν τὰς διδασκαλίας ἀπαγορεύει· ἅτε καὶ ἐκ σοφίας οὐ θείας ἀλλὰ δαιμονιώδους γινομένας· ταῦτα δὲ εἶπε προσεπαινέσας τὸ ἀγαθὸν διδάσκον, ἐκ πραότητος λόγων αὐτοῦ τὴν σοφίαν, καὶ ἔργων χρηστῶν.
5* Περὶ ἀναστροφῆς ἀγαθῆς καὶ ἀμάχου πρὸς ἀλλήλους ἐκ φιλοδοξίας ἐπὶ σοφίᾳ ἀνθρωπίνῃ. Σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ, ἐν πρᾳΰτητι σοφίας. εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ
10κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, ψυχικὴ, δαιμονιώδης· ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. Τοῦ Χρυσοστόμου. Ἐκκαθαίρομεν τὸν ῥύπον ἀπὸ τῶν τῆς
15ψυχῆς ὤτων. καθάπερ γὰρ ῥύπος καὶ πηλὸς τὰ ὦτα τῆς σαρκὸς, οὕτω καὶ τὰ βιωτικὰ διηγήματα καὶ παχέα, καὶ τὰ περὶ τόκων καὶ δανεισμάτων, ῥύπου παντὸς χαλεπώτερον ἐμφράττει τῆς δια‐ νοίας τὴν ἀκοὴν, μᾶλλον δὲ οὐκ ἐμφράττει μόνον, ἀλλὰ καὶ ἀκά‐ θαρτον ποιεῖ.
20 Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ἀδιάκριτος καὶ ἀνυπόκριτος. καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. Μὴ διακρίνουσα παρατηρήσεις βρωμάτων καὶ διαφόρων βα‐
25πτισμάτων. ἀκριβῶς δὲ περὶ τούτων ἐν τῇ πρὸς Κολοσσαεῖς διαλέγεται ὁ Παῦλος.
27tΚΕΦ. ϛ.
28tὍτι ἐκ ῥαθυμίας καὶ φιληδονίας ἔρις καὶ ἀκαταστασία καὶ ἡ πρὸς Θεὸν
29tἐχθρὰ γίνεται.
30Πόθεν πόλεμοι, καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐν‐
τεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς24

25

μέλεσιν ὑμῶν; ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν. μάχεσθε καὶ πολε‐ μεῖτε, καὶ οὐκ ἔχετε δὲ διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς. Δείκνυσιν οὐκ ἂν ὑποπλάττοντα λόγον διδασκαλικόν. ὅλοι σαρ‐
5κικοί εἰσι, καὶ τὰ χαλεπώτατα πράττουσι· τοῦτο καὶ ὁ Παῦλος ὠνείδιζεν “ὅπου γὰρ ἐν ὑμῖν,” λέγων, “ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοὶ ἐστέ;” Διονυσίου. Ὁ μὲν γὰρ ἀγρὸν ἀρκοῦντα κεκτημένος, ἐπειδὴ μείζονα θεωρεῖ τὸν τοῦ γείτονος, αὐξῆσαι τὸν ἑαυτοῦ φιλονεικεῖ,
10ὡσαύτως καὶ ποιῆσαι τὸν οἶκον ὑψηλότερον. Αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. Τοιοῦτος ἦν ὁ Φαρισαῖος, ὁ καὶ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ κατηγορούμενος. ὃς ἑστὼς ἐν μέσῳ τῷ ἱερῷ μεγαλοφώνως ᾔτει τὲ καὶ προσηύχετο. καὶ ὡς ἄξιος ὢν, ᾔτει τυχεῖν, καὶ τὰς οἰκείας
15πράξεις ἀπηριθμεῖτο, καὶ ἔλεγε “νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.” προσεφιλοτιμεῖτο δὲ βοῶν, καὶ τὸ μὴ εἶναι ἅρπαξ, ἢ ἄδικος ἢ μοιχὸς, ἢ πλεονεξίᾳ κρατούμενος· καὶ ὅσῳ πολλὰ κατέλεγε, τοσούτῳ πλέον ἀπεβύει τὴν θείαν ἀκοήν· καὶ ὁ τῶν ῥημάτων ὄγκος κενὸς περὶ τὰ χείλη κατέρρει, καὶ εἰς
20ἀφρὸν διελύετο, καθάπερ παφλάζοντα κύματα. Ἀληθοῦς οὔσης τῆς τοῦ Σωτῆρος θέσεως τῆς λεγούσης “αἰτεῖτε καὶ δοθήσεται ὑμῖν,” ἣν καὶ πιστοῦται διὰ τοῦ φάναι “πᾶς ὁ αἰτῶν λαμβάνει·” ζητήσειεν ἄν τις πῶς τινες εὐχόμενοι οὐκ ἀκούονται· πρὸς ὃ λεκτέον, ὁ ὁδῷ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν
25ἐρχόμενος, οὐδὲν παραλείψας τῶν συντελούντων πρὸς τὸ τυχεῖν τῶν σπουδαζομένων, πάντως λήψεται ὃ παρεκάλεσε δοθῆναι αὐτῷ. εἰ δέ τις ἔξω χωρήσας τοῦ σκόπου τῆς παραδοθείσης, δόξει αἰτεῖν, οὐκ αἰτῶν ὃν δεῖ τρόπον, οὐδὲ ὅλως αἰτεῖ· διὸ μὴ λαμβάνοντος αὐτοῦ, οὐ ψευδοποιεῖται τὸ, “πᾶς ὁ αἰτῶν λαμβάνει.” καὶ γὰρ
30διδασκάλου λέγοντος, πᾶς ὁ προσιῶν μοι μαθημάτων ἕνεκα ἕξει αὐτῶν τὴν ἐπιστήμην τῷ προσιέναι τῷ διδασκάλῳ γραμματικῶς ἐκλαμβάνομεν· τουτέστι μετὰ τοῦ συντόνως προσέχειν τοῖς
παρὰ τοῦ διδασκάλου, μετὰ τοῦ ἀσκεῖν καὶ μελετᾷν αὐτά. ὁ δὲ25

26

μὴ οὕτω, λεκτέον αὐτῷ, οὐ προσῆλθες αὐτῷ ὡς προετρέψω, φανε‐ ρώτερον ποιῶν ὁ γράφων τὴν Ἐπιστολήν. Τινὲς δοκοῦντες αἰτεῖν οὐ λαμβάνουσιν· τοὺς ἀντιρρήτους καὶ κακῶς αἰτουμένους ἡδονῶν ματαίων ἕνεκα προείληφεν. Ἀλλ’ ἐρεῖ
5τις, καὶ μὴν ὑπὲρ γνώσεως θείας καὶ ἀναλήψεως ἀρετῶν αἰτού‐ μενοί τινες οὐ λαμβάνουσι· λεκτέον δὲ καὶ αὐτοῖς ὅτι καθ’ αὐτὰ τὰ ἀγαθὰ λαβεῖν ἠξίωσαν, ἀλλ’ ἕνεκα τοῦ ἐπαινεῖσθαι δι’ αὐτά. ἔστι δὲ φιληδόνων καὶ τὸ χαίρειν ἐπαίνοις· ὅθεν καὶ τούτοις οὐ δί‐ δοται· ἐπεὶ εἰς ἡδονὰς καταδαπανῆσαι θέλουσι τὰ περὶ ὧν ἀξιοῦσιν.
10 Ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστίν; ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Κοσμὸν ἐνταῦθα λέγει πᾶσαν τὴν ὑλικὴν ζωὴν, τὴν μητέρα τῆς
15φθορᾶς, ἧς ὁ μετασχεῖν ἐθέλων ἐχθρὸς γίνεται τοῦ θεοῦ. Ὠριγένους. Ἐπεὶ ἡ κακία προξενεῖ τὴν πρὸς τὸν κόσμον φιλίαν, ἀρετὴ δὲ τὴν πρὸς τὸν Θεὸν, ἀρετῇ καὶ κακίᾳ οὐ δύναται συνυπάρχειν. Παροιμίαι. Ὁ διὰ τοῦ ἁμαρτάνειν φιλῶν τὸν κόσμον, ἐχθρὸς
20ἀποδείκνυται τοῦ Θεοῦ. ὡσαύτως καὶ ὁ τὴν πρὸς Θεὸν φιλίαν δι’ εὐσεβείας βεβαιῶν, εὐθέως ἐχθρὸς εὑρίσκεται τοῦ κόσμου· ὅθεν ἀδύνατόν ἐστιν ὥσπερ δουλεύειν Θεῷ καὶ Μαμωνᾷ, οὕτω φιλιάζειν Θεῷ καὶ κόσμῳ. ἀμέλει γοῦν ἐλθὼν ὁ Κύριος φίλους Θεοῦ τοὺς πειθομένους αὐτῷ ποιῆσαι, μάχαιραν καὶ διαμερισμὸν ἔβαλεν
25ἐπὶ τῆς γῆς· ὁ γὰρ λόγος τῆς διδασκαλίας αὐτοῦ διαιρεῖ καὶ μερίζει τῶν γηϊνῶν καὶ ὑλικῶν· διὰ τούτου παρασκευάζων ἔχθραν ἔχειν πρὸς τὸν κόσμον καὶ ἕνωσιν πρὸς τὸν Θεὸν, ἥτις ἐστὶν ἡ πρὸς αὐτὸν φιλία. διὸ καὶ εἰρήνην δίδωσιν, οὐ καθὼς ὁ κόσμος ὀρέγει· ἐκεῖνος γὰρ δι’ ἧς δίδωσιν εἰρήνης πρὸς τὰ ὑλικὰ ἐμπα‐
30θεῖς ποιεῖ· ὁ δὲ Κύριος εἰρήνην παρέχων, φίλους Θεοῦ παρα‐ σκευάζει. κόσμον οὖν ἐν τούτοις ἀκούειν δεῖ, τὴν πρὸς τὰ τῇδε συμπάθειαν· εἰ μὲν γὰρ ἀδιάφορόν ἐστι τὸ θλίβεσθαι, πίπτον
εἰς δικαίους καὶ ἀδίκους, οὐκ ἂν φανείη εὔλογος ἡ καύχησις.26

27

Εἰ καὶ μὴ πάνυ ἁρμοδία πρὸς τὸ ῥητὸν ἡ χρῆσις, ἀλλ’ οὖν ἀναγκαῖον ἡγησάμην ταύτην ἐνθεῖναι, διὰ τὸ ἐκ τῆς ἑρμηνείας ἐπωφελὲς καὶ ζητούμενον· φησὶ γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν Εὐαγγελίοις “εἰ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει
5σε, ἔκκοψον αὐτὰ, καὶ βάλε ἀπό σου. καλὸν γάρ σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν καὶ κυλλὸν, ἢ δύο πόδας ἔχοντα καὶ δύο χεῖρας βληθῆναι εἰς τὸ πῦρ. καὶ εἰ ὁ δεξίος σου ὀφθαλμὸς σκανδαλίζει σε” καὶ τὰ ἑξῆς. περὶ τούτων ὁ Χρυ‐ σόστομός φησι, “οὐ περὶ μελῶν λέγων, ἄπαγε, ἀλλὰ περὶ φίλων,
10περὶ προσηκόντων, οὓς ἐν τάξει μελῶν ἔχομεν ἀναγκαίων· τοῦτο καὶ ἀνωτέρω εἴρηκε, καὶ νῦν λέγει, οὐδὲν γὰρ βλαβερὸν ὡς συνουσία πονηρά. ὅσα ἀνάγκη μὴ δύναται, φιλία πολλάκις δύναται καὶ εἰς βλάβην καὶ εἰς ὠφελείαν. διὸ μετὰ πολλῆς σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς ἐκκόπτειν κελεύει.”
15 Ἄξιον ζητῆσαι πῶς οὐκ ἀδιάφοροί εἰσιν αἱ θλίψεις ἐφ’ αἷς φησι καυχᾶσθαι ὁ Ἀπόστολος. καὶ αὐτόθεν μὲν οὖν πρὸ τοῦ ἡμᾶς περιεργάζεσθαι τὰ περὶ θλίψεως, ἐμφαίνεται, ὅτι σπουδαῖόν ἐστιν ἡ θλίψις ὑπομονὴν μίαν τῶν ἀρετῶν κατεργαζομένη· τὸ γὰρ κατεργαζόμενον ἀρετὴν, οὔτε φαῦλον οὔτε μέσον εἶναι δύναται·
20μήτηρ οὖν τῆς ἀρετῆς τῆς ὑπομονῆς ἐστιν ἡ θλίψις· ὡς καὶ ὑπομονὴ παρὰ τῷ Παύλῳ ὀνομαζομένης δοκιμῆς—πολλοὺς τῶν ἀλλοτρίων τῆς πίστεως, ὅταν ἐν περιστάσεσι γένωνται, τὴν στενὴν καὶ τεθλιμμενὴν ὁδὸν ὁδεύειν καὶ ἀπάγουσαν εἰς τὴν ζωὴν, οὐκ ὀλίγους δὲ τῶν μακαρίως βιούντων καὶ κατὰ τὸν βίον εὐτυ‐
25χέστερον ἐχόντων ὁδεύειν διὰ τῆς πλατείας πύλης ἐπὶ τὴν εὐρύχωρον καὶ ἀπάγουσαν εἰς τὴν ἀπώλειαν. μήποτε οὖν ἐκλεκτέον τῇ διαθέσει, καὶ οὐχὶ τοῖς περιεστηκόσι κρίνεσθαι τὴν στενὴν καὶ τεθλιμμένην ἀπάγουσαν εἰς τὴν ζωὴν, ἢ τὴν εὐρύχωρον ἀπάγουσαν εἰς ἀπώλειαν. ὁ μὲν γὰρ τῆς πίστεως ἀλλότριος, κἂν τὰ
30περιεστηκότα αὐτὸν ᾖ ἐπίπονα, οἷον πενία καὶ νόσος ἤ τι τῶν παραπλησίων, ὃ βούλεται πράττων καὶ λέγων, καὶ μὴ ἀναστέλλων τὰς ὁρμὰς, μηδὲ ἐπέχων τῷ τοῦ Θεοῦ λόγῳ· καὶ τότε τὴν εὐρύχωρον ὁδεύειν καὶ ἀπάγουσαν εἰς ἀπώλειαν. ὁ δὲ δίκαιος οὐχ ἧττον ἐν τοῖς νομιζομένοις ἀγαθοῖς ἑαυτὸν συνέχει καὶ θλίψει·
35μήποτε φαγὼν καὶ ἐμπλησθεὶς ἐπιλαθόμενος Κυρίου τοῦ Θεοῦ,27

28

καὶ τῆς παρ’ αὐτῷ ἐν τοῖς μὴ βλεπομένοις ἐπίδος αὐτοῦ ποῦ καταμείνῃ ὑπὸ τῶν τοὺς πολλοὺς καθελκόντων ἀπὸ τῆς ἀρετῆς κατασπώμενος. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δηλοῖ καὶ ὁ Ἀπόστολος ἐν τῷ λέγειν “ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι.”
5καὶ πάλιν· “οἶδα καὶ ταπεινοῦσθαι καὶ περισσεύειν,” καὶ τὰ ἑξῆς· διὰ γὰρ ἀμφοτέρων τῶν ῥητῶν τὰ δόξαντα ἂν τοῖς πολλοῖς ἐναντία εἶναι μανθάνομεν. εἰ γὰρ ἀληθὲς τὸ, “ἐν παντὶ θλιβόμενοι” πῶς ἀληθὲς, οὐ μόνον τὸ “οἶδα ταπεινοῦσθαι, ἀλλὰ καὶ περισ‐ σεύειν.” καὶ πάλιν πῶς ἐν παντὶ θλιβόμενοι ἀληθές. ἀλλὰ
10καθ’ ἡμᾶς ἐν παντὶ τῷ ἔξωθεν συμβαίνοντι θλιβόμενος ὁ Παῦλος ἦν, τοῦ λόγου αὐτὸν θλίβοντος. ἵνα μὴ οὖν ἀνεθῇ τῷ περισσεύειν, μηδὲ βλαβῇ ἐκ τοῦ χορτάζεσθαι· διὸ καὶ ἐκαυχᾶτο ἐν ταῖς θλίψεσιν ἔργον αὐτοῦ τυγχανούσαις· αὕτη δὲ ἡ ἀπὸ λόγου θλίψις ὑπομονὴν κατεργάζεται, ἧς πλουτοῦντες, πολλῶν ἐνδιδόντων πρὸς
15τὸν πλοῦτον καὶ οὐχ ὑπομενόντων αὐτὸν, ἀλλ’ ἐξισταμένων αὐτῶν, καὶ ὑγιαίνοντες, χαλεποῦ ὄντος ἀναμαρτήτως ὑγείαν φέρειν. διόπερ ὁ πυκτεύων, ὡς οὐκ ἀέρα δέρων, ὑπωπιάζει ἑαυτοῦ τὸ σῶμα καὶ δουλαγωγεῖ· οὐδὲν δὲ ἧττον καὶ δοξαζόμενοι ὑπὸ τῶν ἀνθρώπων, εἰ καὶ μὴ καθ’ ἡμετέραν πραγματείαν τοιοῦτόν τι ἡμῖν συμ‐
20βαίνοι, δεόμεθα τῆς ἀπὸ λόγου ἐπιστροφῆς καθαιρούσης τὴν ἡδονὴν καὶ κωλυούσης τὸ ἄλογον ἐπὶ τῇ δόξῃ ἔπαρμα· ἢ λεγέτω ἡμῖν ὁ μὴ βουλόμενος ταῦτα παραδέξασθαι, εἰ μὴ δοκιμώτατός ἐστιν, οὐκ ἔλαττον τοῦ πενιὰν γενναίως ὑπομένοντος, ὁ τὸν πλοῦ‐ τον οἰκονομῶν κατὰ τὸν λόγον· καὶ οὐχ ἧττον τοῦ ἐγκαρτεροῦντος
25πόνοις τοῖς ἐν νόσοις ὁ διὰ τὴν ὑγείαν τῆς ψυχῆς μηδὲν παρα‐ δεχόμενος πάθος, κατὰ τὸν καιρὸν τοῦ ὑγιαίνειν τὸ σῶμα, ὅτε φιλεῖ ἐπιτίθεσθαι εὐεκτοῦν τοῦ ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος. εἰ δὲ ἡ ὑπομονὴ δοκιμὴν κατεργάζεται, δόκιμος δὲ καὶ ὁ ἐν τοῖς νομιζο‐ μένοις εἶναι κρείττοσι διαφυλάττων ἑαυτὸν ἀβλαβῆ, δηλονότι
30δόκιμος ἂν γένοιτο τῆς καὶ ἐν αὐτῷ ὑπομονῆς, τὴν δοκιμὴν κα‐ τεργαζόμενος· ἥντινα ὑπομονὴν ἀποδιδομένη θλίψις κατειργάσατο. καὶ ὁ Θεός γε βοηθὸς ἐν ταῖς θλίψεσι ταῖς εὑρούσαις τοὺς δικαίους σφόδρα· καὶ ἕκαστος δὲ ἀναλεξάμενος τὸ ὄνομα τῆς
θλίψεως, καὶ τοὺς ἐπὶ ταύτῃ ἐλέγξει παρασχηματισμοὺς ἐκ28

29

πολλῆς παρατηρήσεως ἀποφανεῖ, πότερόν ποτε ἀεὶ θλίψις δικαίοις μόνοις γίνεται· ἢ ὡς ὁμώνυμος ἡ λέξις φθάνει ποτὲ καὶ ἐπὶ τοὺς ἐναντίους. πλὴν συνάγεται ἐκ τούτων, ὅτι εἴ τις μὴ καταισχυν‐ θήσεται τῷ τὴν ἐλπίδα ἀνειληφέναι ἀψευδῶς, τὴν ἐλπίδα τῆς
5λεγομένης δοκιμῆς ταύτην αὐτῷ περιπεποιηκυίας ἐλπίζει· καὶ εἴτις ἐστὶ δόκιμος, τῷ ἀνειληφέναι ἀρετὴν τὴν καλουμένην ὑπο‐ μονὴν τοιοῦτός ἐστι. καὶ οὐκ ἄλλως δὲ ἐγένετό τινι ἡ ὑπομονὴ ἢ ἐκ τοῦ τὴν θλίψιν κατεργάζεσθαι αὐτήν. ἥτις θλίψις καὶ καύχησίς ἐστι τῶν ἁγίων.
10 Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν; “Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει” καὶ τὰ ἑξῆς. ὑπερη‐ φανίας πάθος τὸ περιφρονεῖν τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ προσ‐ κεῖσθαι ταῖς ἡδοναῖς τοῦ βίου τούτου· ὅθεν πρὸς ταῖς ἰδίαις
15παραινέσεσι καὶ παλαιῶν λογίων ἐπιμνησθεὶς ὁ Ἀπόστολός φησὶν, “ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει πρὸς φθόνον,” ἀντὶ τοῦ, ἢ νομίζετε ὅτι ματαίως ἡ γραφὴ φθονοῦσα ὑμῖν λέγει ἃ μέλλει λέγειν; εἶτα μεταξυλογίᾳ χρησάμενος φησὶν, “ἐπιποθεῖ τὸ Πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν· μείζονα δὲ δίδωσι χάριν.” οὐ
20βασκαίνει, φησὶν, ἡ γραφή· τὸ γὰρ Πνεῦμα τὸ λαλῆσαν αὐτὴν “ὃ καὶ κατῴκησεν ἐν ἡμῖν” ὁ Θεὸς καὶ Πατὴρ, ἐπιποθεῖ τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν, καὶ μείζονα τῶν κατὰ Θεὸν ἡμῶν πραγμάτων δίδωσι τὰ χαρίσματα. διὸ βουλόμενος ἡμᾶς τῆς τοῦ κόσμου φιλίας συστεῖλαι, φησὶν, “ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσ‐
25σεται, ταπεινοῖς δὲ δίδωσι χάριν.” Ἀντὶ τοῦ, ἐπιθυμητικῶς μὲν ἔχει ἡ ἐν ἡμῖν ψυχὴ τῆς πρὸς Θεὸν οἰκειότητος· τὴν τοῦ κόσμου φιλίαν ἀποστρεφομένη· αὐτὸς δὲ ὁ Θεὸς μείζονα τῆς ἐπιθυμίας δίδωσι χάριν. Σευηριανοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐπιποθεῖ μὲν καὶ
30ἐφίεται τὸ Πνεῦμα τὸ ἐν ἡμῖν τῆς πρὸς Θεὸν οἰκειότητος, τὴν τοῦ κόσμου φιλίαν ἀποστρεφόμενον, αὐτὸς δὲ μείζονα δίδωσι χάριν. Μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερη‐ φάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. ὑπο‐ τάγητε οὖν τῷ Θεῷ, ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται
35ἀφ’ ὑμῶν.29

30

Εἰ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ κατῴκησεν εἰς τὸν ἔσω ἡμῖν ἄνθρωπον ὁ Χριστὸς κατὰ τὰς γραφάς· διὰ τούτο κατῴκησεν, ἵνα τὸν ἐκ τοῦ φθόνου προσγε‐ νόμενον θάνατον καταργήσῃ· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ μεί‐
5ζονα ἡμῖν δώσῃ χάριν. “ἐγὼ” γὰρ “ἦλθον” φησὶν “ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν·” ὅτι δὲ ἐπιπόθησας ἡμᾶς ὁ Θεὸς “κατῴκησεν ἐν ἡμῖν,” Ἡσαΐας ἐδήλωσεν εἰπὼν, “οὐ πρέσβυς οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, διὰ τὸ ἀγαπᾷν ἡμᾶς, καὶ κήδεσθαι ἡμῶν·” πῶς δὲ καὶ σώσας μείζονα δέδωκε
10χάριν, ἢ καθελὼν τὸν ἐπιβουλεύσαντα Σατανᾶν; διὰ τοῦτο ἐπή‐ γαγεν. “ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται·” πῶς γὰρ οὐχ ὑπερήφανος ὁ βοῶν, “τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσίαν;” Τῷ γὰρ διαβόλῳ πολεμεῖν ἐπιποθεῖ τὸ Πνεῦμα τὸ Ἅγιον.
15 Τῷ ξένῳ γεγονότι τῆς κοσμικῆς ζωῆς. Διδύμου. Ὑπερηφανία ἡ εἰς τέλος ἐπηρμένη κακία· κατὰ διάμετρον δὲ ἀντικειμένη τῇ ὑπερηφανίᾳ ἡ ἀτυφία, μέγα ἀγαθόν ἐστι· καὶ ἐπειδὴ ἀμφότερα προαιρετικῶς καὶ ἑκουσίως, τὸ ἀγαθὸν φημὶ καὶ κακὸν, ἐνεργεῖται, πᾶς ὁ κατὰ ἀλαζονείαν ὑψῶν ἑαυτὸν
20πρὸς τοῦ ἀντιταττομένου τοῖς ὑπερηφάνοις Θεοῦ ταπεινοῦται ἐν καιρῷ, ὑψουμένου ἐπαινετῶς τοῦ ταπεινώσαντος ἑαυτὸν κατὰ ἀτυ‐ φίαν τῶν ἐπ’ αὐτῇ ἄθλων ξεναγωγούντων εἰς ὕψος.
23tΚΕΦ. Ζ.
24tΠερὶ μετανοίας πρὸς σωτηρίαν, καὶ περὶ τοῦ μὴ κρίνειν τὸν πλησίον.
25 Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας δίψυχοι. τα‐ λαιπωρήσατε καὶ πενθήσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. Τοῦ Χρυσοστόμου. Ὁ γὰρ μετὰ τὸ ἁμαρτάνειν μετανοίᾳ
30χρώμενος, οὐ πένθους ἀλλὰ μακαρισμῶν ἐστὶν ἄξιος, ἐπὶ τὸν τῶν
δικαίων χόρον· λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαι‐30

31

ωθῇς· εἰ δὲ μετὰ τὸ ἁμαρτάνειν ἀναισχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστὶν ἐλεεινὸς ὡς ἐπὶ τῷ κεῖσθαι πεσών. εἰ δὲ τὸ μὴ μετανοεῖν ἐφ’ ἁμαρτήμασι χαλεπὸν, τὸ καὶ πεφυσῆσθαι ἐπὶ τοῖς ἁμαρτήμασι ποίας κολάσεώς ἐστιν ἄξιον; εἰ γὰρ ὁ ἐπὶ τοῖς
5κατορθώμασιν ἐπαιρόμενος ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ ἁμαρτήμασι τοῦτο πάσχων ποίας τεύξεται συγγνώμης; Ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς. Ἡσυχίου. Μακάριον ἐνώπιον Θεοῦ ταπεινοῦσθαι· φησὶ γὰρ Ἰάκωβος· “ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς.” ὅταν
10τοίνυν οὕτω ταπεινωθῶμεν· κἂν ὑπὸ δαιμόνων ἐπιβουλευθῶμεν, κἂν ὑπὸ ἀνθρώπων μισούντων τὰς ἀρετὰς πολεμηθῶμεν, ἔχομεν τὸν Θεὸν ἐξαιρούμενον· μόνον ἵνα τοῦ νόμου αὐτοῦ μὴ ἐπιλαθώμεθα, μηδὲ ἀποκάκωμεν ἐν ταῖς θλίψεσι· φησὶ γὰρ ὁ Δαβὶδ, “ἰδὲ τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ
15ἐπελαθόμην.” Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς τοῦ νόμου, ἀλλὰ κριτής· εἷς ἐστιν ὁ νομοθέτης
20καὶ κριτὴς, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ὃς κρίνεις τὸν ἕτερον; Κυρίλλου. Πᾶν χαλεπὸν ἀποκείρει πάθος τῶν ἡμετέρων δια‐ νοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γέννησιν. καίτοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι, καὶ κατὰ Θεὸν πολιτεύεσθαι, τοῦτο μὲν οὐ
25δρῶσι, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων· κἂν ἀσθενοῦντας ἴδωσι τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀρρωστημάτων, φιλο‐ σοφίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα καὶ καταλαλιᾶς ὑπόθεσιν· καταψηφίζονται γὰρ αὐτῶν· οὐκ εἰδότες, ὅτι τὰ ἶσα νοσοῦντες τοῖς παρ’ αὐτῶν διαβεβλημένοις, ἑαυτῶν κατακρίνουσιν. οὕτω που
30καὶ ὁ σοφώτατος γράφει Παῦλος “ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον,
σεαυτὸν κατακρίνεις. τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.”31

32

(1t)

ΚΕΦ. Η.
2tὍτι οὐκ ἐν ἀνθρώπῳ ἀλλ’ ἐν Θεῷ τὰ διαβήματα ἀνδρὸς κατευθύνεται.
3 Ἄγε νῦν οἱ λέγοντες, Σήμερον καὶ αὔριον πορευσώ‐ μεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν,
5καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν. Περὶ φρονήματος μετεώρου τὸ λεγόμενον, οὗ τὸ τέλος ἀφα‐ νισμός. Κυρίλλου. Οἱ μὲν γὰρ πρὸς ἐμπορίας καὶ τὰς ἐντεῦθεν φιλοκερδείας ἀκορέστως κεχηνότες ὁδοιποριῶν ἀνέχονται μακρῶν,
10ναυτιλίας καὶ τῶν ἐν αὐτῇ κυμάτων· οἱ δὲ τὴν πεπορισμένην αὐτοῖς δυναστείαν ὅπλον ποιοῦνται τῆς καθ’ ἑτέρων πλεονεξίας· ἕτεροι δὲ αὐτὰ ἐκ μοχθηρῶν εὑρημάτων παχύνουσι βαλάντια, καὶ τόκοις ἐπὶ τόκους ἀνοσίως συλλέγοντες, πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν καταχέουσι κεφαλαῖς.
15 Οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον· ποία γὰρ ἡ ζωὴ ὑμῶν; ἀτμὶς γὰρ ἔσται ἡ πρὸς ὀλίγον φαινομένη. ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο· νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
20εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. Τοῦ Χρυσοστόμου ἐκ τοῦ κατὰ Λουκᾶν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος. Οὐ τὴν ἐξουσίαν ἀναιρεῖ, ἀλλὰ δείκνυσιν, ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστὶν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος· δεῖ
25μὲν καὶ θέλειν καὶ τρέχειν, θαρρεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φησὶ γὰρ ἐν ταῖς Παροιμίαις· “μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα·” οὐ γὰρ ἐφ’ ἡμῖν ἐστι τὸ ἐλθεῖν εἰς τὴν αὔριον, καθάπερ οὐδὲ τῷ μισθωτῷ πρὸς ἡμέραν μισθωθέντι μίαν, ἐξουσία τίς ἐστι ἀφ’
30ἑαυτοῦ καὶ τῇ ἑξῆς ἐργάσασθαι, πλὴν εἰ μὴ ὁ μισθωσάμενος
ἐπιτρέψειεν.32

33

* Περὶ πλεονεξίας πλουσίων καὶ τῆς ἐν κόσμῳ τρυφῆς αὐτῶν, καὶ περὶ δικαιοκρισίας τοῦ Θεοῦ. Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. ὁ πλοῦτος ὑμῶν
5σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται. Τοῦ Χρυσοστόμου. Ἁψώμεθα τῆς ὁδοῦ τῆς στενῆς· μέχρι πότε τρυφή; μέχρι πότε ἄνεσις; οὐκ ἐνεπλήσθημεν ῥαθυμοῦντες; γελῶντες; ἀναβαλλόμενοι; οὐ τὰ αὐτὰ πάλιν ἔσται τράπεζα
10καὶ κόρος καὶ πολυτέλεια καὶ χρήματα καὶ κτῆσις καὶ οἰκοδομαί; καὶ τί τὸ κέρδος; θάνατος· καὶ τί τὸ τέλος; τέφρα καὶ κόνις σοροὶ καὶ σκώληκες. Ἡσυχίου. Προλέγει τὴν τιμωρίαν, διὰ φιλανθρωπίαν· ἵνα μετανοήσαντες ἔξω γένοιντο τῶν ἀπειλουμένων.
15 Κυρίλλου. Τουτέστιν ἡ ὀργὴ μονονουχὶ κατασφάξασα, καὶ οἷόν τινας κριοὺς καὶ ταύρους ἁδρούς τε καὶ πίονας καταστρώσασα· οἷς ἂν εἰκότως λέγοιτο πρὸς ἡμῶν· “ἄγε νῦν οἱ πλούσιοι κλαύ‐ σατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχο‐ μέναις·” προσεποίσομεν δὲ τούτοις τὸ “ἐτρυφήσατε, ἐσπατα‐
20λήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ σφαγῆς·” τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον, τὰς ἐκ τῶν λαῶν δωροφορίας· καταπιανθέντες δὲ ὥσπερ ταῖς παρὰ πάντων τιμαῖς· ὡς κριοὶ καὶ ταῦροι πεπτώκασι τῇ τοῦ Κυρίου
25μαχαίρᾳ περιπεσόντες οἱ δείλαιοι. Καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ· ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμη‐ σάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ’ ὑμῶν,
30κράζει· καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν. Ἀντὶ τοῦ καταμαρτυρήσει ὑμῶν, διὰ τοῦ ἰοῦ ἐλέγχων τὸ
ἀμετάδοτον, ὁμοίως δὲ καὶ τὰ ἱμάτια διὰ τῆς σήψεως.33

34

Ἐτρυφήσατε ἐπὶ τῆς γῆς, καὶ ἐσπαταλήσατε· ἐθρέ‐ ψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς. κατεδι‐ κάσατε, ἐφονεύσατε τὸν δίκαιον· καὶ οὐκ ἀντιτάσσεται ὑμῖν.
5 Τοῦ Χρυσοστόμου. Τί οὖν; κεκώλυται ἡ τρυφή; καὶ σφόδρα· διατί οὖν εἰς μετάληψιν ἔκτισται; ὅτι καὶ ἄρτον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία· ὅτι καὶ οἶνον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία· οὐχ ὡς ἀκάθαρτον τοίνυν τὴν τροφὴν παραιτεῖσθαι κελεύει, ἀλλ’ ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν· πᾶν
10γὰρ κτίσμα Θεοῦ καλόν φησι, καὶ οὐδὲν ἀποβλητὸν μετὰ εὐχαριστίας λαμβανόμενον.
12tΚΕΦ. Θ.
13tΠερὶ μακροθυμίας καὶ ὑπομονῆς παθημάτων, καὶ περὶ ἀληθείας.
14Μακροθυμήσατε οὖν ἀδελφοὶ, ἕως τῆς παρουσίας
15τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρ‐ πὸν τῆς γῆς, μακροθυμῶν ἐπ’ αὐτῷ, ἕως λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον. Κυρίλλου. Εἰ γὰρ καὶ ὑπερτίθεταί, φησιν, ὁ Θεὸς τῶν ἁμαρτανόντων τὴν τιμωρίαν, περιμένων αὐτῶν τὴν μετάνοιαν, οὐχ
20ὡς μεταβεβλημένος ταῦτα ποιεῖ, ἢ καὶ φιλῶν τοὺς ἁμαρτάνοντας· ἀλλὰ καιρὸν αὐτοῖς ἐπιστροφῆς παρέχων. Εἰπὼν τῶν ἀδίκων τὴν τιμωρίαν, τοῖς ἀδικηθεῖσιν εἰκότως μακροθυμεῖν παραινεῖ τὴν παρουσίαν ἐκδεχομένοις τοῦ Κυρίου· ἅμα δὲ καὶ ὅρκων ἀπαγορεύει ἅπτεσθαι, καὶ προσευχῇ καὶ
25ψαλμῳδίᾳ σχολάζειν, καὶ πίστιν ἔχειν περὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ καὶ πρὸς ἀλλήλους ἀγαπὴν, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς ἰσχύος τῆς προσευχῆς ὁ Ἠλίας εἰς μέσον φέρεται· καὶ τελευταῖον, ὅσος ὁ τῶν ἁμαρτωλοὺς ἐπιστρεφόντων ὁ μισθός.
30 Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε.
Τοῦ Χρυσοστόμου. Μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν34

35

πρὸς τοὺς ἔξω· μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι· διὰ τοῦτο ἐπὶ μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ. Τοῦ αὐτοῦ. Εἰ οὖν καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι,
5ἀλλ’ ὅμως ἐκεῖ πολλῆς ἀπολαύσουσι τῆς δόξης· ὅταν δὲ ἴδωσιν οἱ μεγάλα φυσῶντες τοὺς μαστιζομένους ὑπ’ αὐτῶν, τοὺς κατα‐ φρονουμένους, τοὺς καταγελωμένους τούτους ἐγγὺς ὄντας Θεοῦ, τότε θρηνήσουσι καὶ ὀλολύξουσιν, ὅταν τοὺς οἰκτροὺς καὶ ταλαι‐ πώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς τοσαύτην
10ἄγῃ λαμπρότητα. Μὴ στενάζετε κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι Κυρίου. ἰδοὺ
15μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε. Τοῦ Χρυσοστόμου Ῥητὰ Προκείμενα “εὐχαριστοῦντες ἐν τῶι Θεῶι.” Εἰ γὰρ εὐχαριστοῦμεν μετὰ χαρᾶς πολλῆς, μεγάλα τὰ γινόμενα. ἔστι γὰρ εὐχαριστεῖν διὰ φόβον μόνον·
20ἔστιν εὐχαριστεῖν καὶ ἐν λύπῃ ὄντα· οἷον ὁ Ἰὼβ ηὐχαρίστησεν ὀδυνώμενος, καὶ ἔλεγεν “ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο.” μὴ γάρ τις λεγέτω, ὅτι οὐκ ἐλύπει αὐτὸν τὰ γινόμενα, οὐδὲ ἀθυμία περιέβαλε. μὴ δὲ τὸ μέγα ἐγκώμιον ἀφαιρείσθω τοῦ δικαίου· ὅταν δὲ τοιαῦτα ᾖ, οὐ διὰ τὸν φόβον οὐδὲ διὰ δεσποτείαν
25μόνον, ἀλλὰ δι’ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν· πόσος ὁ ἔπαινος; εἰπέ μοι γὰρ, πότε μακαρίζεις τὸν Ἰώβ; ὅτε εἶχε τὰς τοσαύτας καμήλους, καὶ τὰ ποίμνια, καὶ τὰ βουκόλια; ἢ ὅτε ἐκείνην τὴν φωνὴν ἀφῆκεν, “ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο;” καὶ γὰρ καὶ ὁ διάβολος διὰ τοῦτο ἡμᾶς ζημιοῖ· οὐχ ἵνα τὰ χρήματα ἡμῶν
30ἀφέληται, οἶδε γὰρ ὅτι οὐδέν ἐστιν, ἀλλ’ ἵνα διὰ τούτων ἀναγκάσῃ εἰπεῖν τι βλάσφημον. Καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός
ἐστι καὶ οἰκτίρμων.35

36

Ἐκ γὰρ τῆς ἐκβάσεως τῶν πραγμάτων ἐδείχθη καὶ ἡ τοῦ διαβόλου συκοφαντία καὶ ἡ τοῦ Θεοῦ ἀψευδὴς μαρτυρία. Πρὸ πάντων δὲ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω
5δὲ ὑμῶν τὸ ναὶ, ναὶ, καὶ τὸ οὒ, οὔ· ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. Τοῦ Χρυσοστόμου. Τί οὖν ἐὰν ἀπαιτῇ τις ὅρκον, καὶ ἀνάγκην ἐπάγῃ· ὁ τοῦ Θεοῦ φόβος τῆς ἀνάγκης ἔστω δυνατώτερος· ἐπεὶ εἰ μέλλει τὰς τοιαύτας προβάλλεσθαι προφάσεις, οὐδὲν φυλάξεις
10τῶν ἐπιταχθέντων· καίτοιγε ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων οὐδαμοῦ τοῦτο τολμᾷς προβαλέσθαι, οὐδὲ εἰπεῖν, ἀλλ’ ἑκὼν καὶ ἄκων κατα‐ δέχῃ τὰ γεγραμμένα· ἄλλως δὲ οὐδὲ ἀνάγκην ὑποστήσῃ ποτέ· ὁ γὰρ τῶν ἔμπροσθεν μακαρισμῶν ἀκούσας, καὶ τοιοῦτον ἑαυτὸν παρασκευάσας, οἷον ἐπέταξεν ὁ Χριστὸς, οὐδεμίαν παρ’ οὐδενὸς
15ὑποστήσεται τοιαύτην ἀνάγκην· αἰδέσιμος ὢν παρὰ πᾶσι καὶ σεμνός. τί ἐστι τὸ περιττὸν τοῦ ναὶ, καὶ τοῦ οὔ; ὁ ὅρκος οὐκ ἐπὶ τὸ ἐπιορκεῖν· ἐκεῖνο γὰρ οὐδεὶς δεῖται μαθεῖν, ὅτι ἐκ τοῦ πονηροῦ ἐστι καὶ περιττὸν, ἀλλ’ ἐναντίον· τὸ δὲ περιττὸν καὶ τὸ πλέον ὁ ὅρκος ἐστίν.
20 Διὰ τοῦτο δὲ τὸ παλαιὸν ὁ ὅρκος νενομοθέτηται, ἵνα μὴ κατ’ εἰδώλων ὀμνύωσιν· ὀμεῖσθε γάρ, φησι, τὸν Θεὸν τὸν ἀληθινόν. Κυρίλλου. Ἔστω ἡ τοῦ βίου ἡμῶν μαρτυρία βεβαιοτέρα ὅρκου· εἰ δέ τις ἀναιδὴς μὴ δυσωπούμενος ὑμῶν τῷ βίῳ τολμᾷ ὑμῖν ἐπαγαγεῖν ὅρκον· ἔστω ὑμῖν τὸ ναὶ, ναὶ, καὶ τὸ οὒ, οὒ, ἀντὶ
25τοῦ ὅρκου. Διὰ τοῦτο κωλύει ἡμᾶς ὀμνύναι κατὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ δῶμεν τῇ κτίσει τὸ ὑπὲρ κτίσιν ἀξίωμα, θεοποιοῦντες αὐτά. οἱ γὰρ ὀμνύντες, φησὶ, κατὰ τοῦ μείζονος ὀμνύουσιν, ὡς ὁ Ἀπό‐ στολος φησί.
30tΚΕΦ. Ι.
31tΠαραινέσεις ἰδικαὶ ἑκάστῳ προσήκουσαι μετὰ πίστεως.
32Κακοπαθεῖ τὶς ἐν ὑμῖν; προσευχέσθω.
Ἐν θλίψει τὶς διάγει; παρακαλεῖτο τὸν Θεόν.36

37

Εὐθυμεῖ τίς; ψαλλέτω. Ἐν χαρᾷ διάγει τίς; ἀνυμνείτω αὐτόν. Ἀσθενεῖ τὶς ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυ‐ τέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν,
5ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκὼς, ἀφεθήσεται αὐτῷ. ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει
10δέησις δικαίου ἐνεργουμένη. Ἐρώτησις Μαξίμου. Πολὺ ἰσχύει δέησις δικαίου ἐνερ‐ γουμένη. Τί ἐστιν ἐνεργουμένη; Κατὰ δύο τρόπους ἐνερ‐ γουμένην οἶδα τοῦ δικαίου τὴν δέησιν· καθ’ ἕνα μὲν, ὁπόταν μετὰ τῶν καθ’ ἐντολὴν ἔργων τῷ Θεῷ τὴν ταύτης ποιῆσαι προσαγωγὴν
15τῆς δεήσεως ὁ εὐχόμενος· καὶ μὴ μόνον ἐν ψιλῷ λόγῳ, διακένῳ φωνῆς ἤχῳ τῆς γλώττης ἐκπίπτουσαν, ἀργὴν κεῖσθαι τὴν δέησιν καὶ ἀνυπόστατον, ἀλλ’ ἔνεργον καὶ ζῶσαν τοῖς τρόποις τῶν ἐντολῶν ψυχουμένην· εὐχῆς γὰρ καὶ δεήσεως ὑπόστασις ἡ διὰ τῶν ἀρετῶν ὑπάρχει προδήλως ἐκπλήρωσις, καθ’ ἣν ἰσχυρὰν καὶ πάντα δυνα‐
20μένην ὁ δίκαιος ἔχει τὴν δέησιν ἐνεργουμένην ταῖς ἐντολαῖς· καθ’ ἕτερον δὲ τρόπον, ὁπόταν ὁ τῆς εὐχῆς τοῦ δικαίου δεόμενος, τὰ ἔργα τῆς εὐχῆς διαπράττηται, τόν τε πρότερον διορθούμενος βίον, καὶ τὴν δέησιν ἰσχυρὰν ποιούμενος τοῦ δικαίου διὰ τῆς οἰκείας καλῆς ἀναστροφῆς δυναμουμένην· οὐ γὰρ ὄφελος τῆς τοῦ δικαίου
25δεήσεως τοῦ ταύτης χρήζοντος πλέον τῶν ἀρετῶν ἡδομένου τοῖς πλημμελήμασιν· ἐπεὶ καὶ ὁ μέγας ποτὲ Σαμουὴλ ἐπένθει πλημ‐ μελοῦντα τὸν Σαούλ· ἀλλ’ οὐκ ἴσχυσε τὸν Θεὸν ἱλεώσασθαι μὴ λαβὼν συλλήπτορα τοῦ πένθους τὴν καθήκουσαν τοῦ πλημμελή‐ ματος διόρθωσιν· διὸ τοῦ ἀνονήτου πένθους ὁ Θεὸς καταπαύων τὸν
30ἑαυτοῦ θεράποντα, φησὶ πρὸς αὐτόν· “ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαοὺλ, καὶ ἐγὼ ἐξουδένωκα αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ;” Καὶ πάλιν Ἱερεμίας ὁ συμπαθέστατος, ὑπὲρ τοῦ λαοῦ τῶν Ἰου‐ δαίων περὶ τὴν πλάνην μανέντος τῶν δαιμονίων, οὐκ εἰσακούεται
προσευχόμενος· οὐκ ἔχων εἰς προσευχῆς δύναμιν τὴν ἀπὸ τῆς37

38

πλάνης τῶν ἀθέων Ἰουδαίων ἐπιστροφήν· ὅθεν τοῦ διακενῆς προσ‐ εύχεσθαι καὶ τοῦτον ἀπάγων ὁ Θεὸς φησὶ, “καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου ἐλεηθῆναι αὐτούς· καὶ μὴ εὔχου, καὶ μὴ προσέλθῃς περὶ αὐτῶν· ὅτι οὐκ εἰσακούσομαί
5σου.” πολλῆς γὰρ ὄντως ἐστὶν ἀβελτερίας, ἵνα μὴ λέγω παραφροσύνης, δι’ εὐχῆς δικαίων ἐπιζητεῖν σωτηρίαν τὸν κατὰ διάθεσιν τοῖς ὀλεθρίοις ἡδυνόμενον, κἀκείνων αἰτεῖσθαι συγχώρησιν, οἷς ἐγκαυχᾶται κατ’ ἐνεργείαν προθέσει σπιλούμενος· δέον μὴ ἀργὴν ἐᾶν γίνεσθαι καὶ ἀκίνητον τοῦ δικαίου τὴν δέησιν τὸν
10ταύτης δεόμενον, εἴπερ ἀληθῶς τοῖς πονηροῖς ἀπεχθάνεται· ἀλλ’ ἐνεργὸν ποιεῖν καὶ ἰσχυρὰν, ταῖς οἰκειαῖς ἀρεταῖς πτερουμένην, καὶ φθάνουσαν τὸν συγχώρησιν διδόναι τῶν πλημμεληθέντων δυνάμενον. εἴτε οὖν ἐκ τοῦ ποιουμένου τὴν δέησιν δικαίου· εἴτε ἐκ τοῦ γίνεσθαι ταύτην αἰτουμένου τὸν δίκαιον ἐνεργουμένη, πολὺ ἰσχύει
15τοῦ δικαίου ἡ δέησις. ὑπὸ μὲν γὰρ τοῦ δικαίου ἐνεργουμένη, δίδωσιν αὐτῷ παρρησίαν πρὸς τὸν δοῦναι δυνάμενον τὰ τῶν δικαίων αἰτήματα· ὑπὸ δὲ τοῦ ταύτης αἰτουμένου τὸν δίκαιον, τῆς προ‐ τέρας αὐτὸν μοχθηρίας ἀφίστησι, μεταβάλλουσα πρὸς ἀρετὴν αὐτῷ τὴν διάθεσιν.
20 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς.
25 Τοῦ Χρυσοστόμου. Ἵνα κἂν οὕτω τῷ λιμῷ τηκόμενοι ἐπὶ τὸν δημιουργὸν φθάσωσιν· ἵνα ὁ λιμὸς ὑπόθεσις αὐτοῖς σωτηρίας γένηται. οὐδὲν γάρ, φησι, δύναται παιδεῦσαι, εἰ μὴ λιμὸς, ἵνα κ’ ἂν οὕτω παιδευόμενοι, ἐπὶ τὸν πάντων κτίστην χωρήσωσι. Καὶ μετ’ ὀλίγα—Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθὺς ὁ ἀὴρ μετε‐
30βλήθη, ὁ οὐρανὸς χαλκοῦς ἐγένετο, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν ἐνέργειαν χαλινώσας· εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο·
ἐνέπεσεν ὁ λόγος τοῦ προφήτου καθάπερ πυρετὸς λάβρος εἰς τὰς38

39

λαγόνας τῆς γῆς, καὶ πάντα εὐθὺς ἐξηραίνετο, καὶ πάντα ἠρη‐ μοῦτο, καὶ ἠφανίζετο. Θεοδωρήτου. Τολμηρόν ἐστι τὸ κατὰ τῶν πνευματικῶν ἀνδρῶν λογίζεσθαί τι τὸ παράπαν μὴ καλῶς εἰρημένον· οὐκ ἀπο‐
5νοίας τοίνυν οὐδὲ ἐπιδείξεως τὸ εἰρημένον· προφήτης γὰρ ἦν, καὶ προφητῶν ὁ κορυφαῖος, καὶ τῷ θείῳ πυρπολούμενος ζήλῳ· ταῦτα τοῦ θείου πνεύματος ἐνεργοῦντος εἴρηκεν ὁ προφήτης· ὅθεν καὶ τὸ πέρας εἴληφεν.
9tΚΕΦ. ΙΑ.
10tὍτι διακονητέον τῇ τοῦ πλησίον σωτηρίᾳ.
11 Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτὸν, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρ‐
15τιῶν. Τοῦ Χρυσοστόμου. Καὶ πῶς χρὴ ἐπιστρέφειν; καθάπερ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα, καταβάλλεται μὲν ἅπαξ, οὐ μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς κατασκευῆς· κἂν μὴ τὴν γῆν ἀναμοχλεύσαντες περιστείλωσι τὰ καταβαλλόμενα, τοῖς
20ὄρνισιν ἔσπειραν καὶ τοῖς σπερμολόγοις ὀρνέοις πᾶσιν· οὕτω καὶ ἡμεῖς, ἂν μὴ τῇ συνεχεῖ μηνήμῃ τὰ καταβληθέντα περιστείλωμεν· καὶ γὰρ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ ἡμετέρα ῥαθυμία ἀπόλλυσι· καὶ ὁ ἥλιος ξηραίνει, καὶ ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι πνίγουσι. ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβάλλοντα ἀπηλλάχθαι, ἀλλὰ
25πολλῆς δεῖται προσεδρείας, ἀποσοβοῦν τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰς ἀκάνθας ἐκκόπτοντα, τὰ πετρώδη γῆς πληροῦντα πολλῆς. πᾶσαν λύμην κωλύοντα καὶ ἀποτειχίζοντα καὶ ἀναιροῦντα· ἀλλ’ ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπό‐ κειται, πρὸς τὸ παθεῖν ἕτοιμος οὖσα μόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς
30τῆς πνευματικῆς οὐδαμῶς· οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ’ εἰ μὴ τὸ πλέον, τὸ γοῦν ἥμισυ τῶν μαθητῶν. ἡμῶν μὲν οὖν ἐστὶ
καταβάλλειν τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ λεγόμενα.39

40

Τοιοῦτον τὸ ἐν τῷ Ἰερεμίᾳ εἰρημένον, φησι, “καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσται·” ἐάν, φησι, εἷς τῶν ἀπολλυμένων διὰ τὴν κακίαν εὐτελῶν σωθῇ διὰ τῶν σῶν λόγων· ἔντιμος ἔσῃ διὰ τοῦτο παρ’ ἐμοί· στόμα γίνεται Θεοῦ πᾶς ὁ τοὺς
5αὐτοῦ λόγους ἀπαγγέλλων· “οὐ γὰρ ὑμεῖς ἐστέ,” φησι, “οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν ὑμῖν.”
Ὅτι διακονητέον τῇ τοῦ πλησίον σωτηρίᾳ.40