TLG 4102 037 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam ad Philemonem (e cod. Paris. Coislin. 204)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in epistulam ad Philemonem (e cod. Paris. Coislin. 204)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 7. Oxford: Oxford University Press, 1843 (repr. Hildesheim: Olms, 1967): 101–111.

Citation: Page — (line)

101

(1t)

ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ
2tΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ
3tΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.
4ἈΝΗΡ τις ἦν Φιλήμων τῶν πιστῶν καὶ γενναίων ἀνδρῶν, καὶ
5τοῦτο δῆλον ἀπὸ τοῦ καὶ τὴν οἰκίαν αὐτοῦ πᾶσαν εἶναι πιστῶν, καὶ οὕτω πιστῶν, ὡς καὶ ἐκκλησίαν αὐτὴν ὀνομάζεσθαι. μαρτυρεῖ δὲ αὐτῷ καὶ πολλὴν ὑπακοὴν, καὶ ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀνεπαύσατο εἰς αὐτόν. δοκεῖ δέ μοι καὶ καταγώγιον ἁγίων εἶναι ἡ οἰκία ἐκείνου, πάντων ἕνεκεν. οὗτος παῖδά τινα εἶχεν Ὀνήσιμον
10κλέψαντά τι παρὰ τοῦ δεσπότου καὶ δραπετεύσαντα, ὃς ἐλθὼν πρὸς τὸν Παῦλον εἰς τὴν Ῥώμην, καὶ εὑρὼν αὐτὸν ἐν τῷ δεσμω‐ τηρίῳ, καὶ ἀπολαύσας τῆς παρ’ αὐτοῦ διδασκαλίας, τοῦ βαπτί‐ σματος ἔτυχεν ἐκεῖ. καὶ τοῦτο δηλοῖ ὁ Ἀπόστολος λέγων “ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.” γράφει τοίνυν ὁ Παῦλος συνι‐
15στῶν αὐτὸν πρὸς τὸν δεσπότην ὡς ἀναγεννηθέντα νῦν. ἀλλ’ ἐπειδὴ τινές φασι περιττὸν εἶναι τὸ καὶ ταύτην προσκεῖσθαι τὴν Ἐπιστο‐ λὴν, εἴ γε ὑπὲρ πράγματος μικροῦ ἠξίωσε, μαθέτωσαν ὅτι μυρίων ἐγκλημάτων εἰσὶν ἄξιοι, ὅσοι ταῦτα ἐγκαλοῦσιν. οὐ μόνον γὰρ τὰς οὕτω μικρὰς ἐπιστολὰς καὶ ὑπὲρ οὕτω πραγμάτων ἀναγκαίων
20ἐπεσταλμένας ἔδει ἐγγεγράφθαι, ἀλλ’ εἴθε γὰρ ἐνῆν εὐπορῆσαι ἅπασαν τῶν Ἀποστόλων καὶ τὴν ἄλλην ἀναστροφήν· οὕτω πάντα τὰ παρ’ αὐτῶν γενόμενα πολλῆς ὠφελείας γέμει. ὅτι δὲ περὶ ἀναγκαίων ἡ Ἐπιστολὴ διεπέμπετο, μαθεῖν ὑμᾶς χρήσιμον· ἓν μὲν καὶ πρῶτον, τὸ σπουδαῖόν τινα εἶναι περὶ πάντα· εἰ γὰρ Παῦλος
25ὑπὲρ λῃστοῦ καὶ δραπέτου τοσαύτην ποιεῖται πρόνοιαν, οὐδὲ πα‐ ραιτεῖται ἢ αἰσχύνεται, πολλῷ μᾶλλον οὐδὲ ἡμᾶς ῥαθύμους εἶναι προσήκει περὶ τὰ τοσαῦτα· δεύτερον ὅτι τὸ δουλικὸν γένος οὐ δεῖ ἀπογινώσκειν, κἂν εἰς ἐσχάτην ἐλάσῃ κακίαν· τρίτον ὅτι τοὺς
δούλους ἀποσπᾷν τῶν δεσποτῶν οὐ προσήκει. εἰ γὰρ Παῦλος ὁ101

102

οὕτω θαρρῶν τῷ Φιλήμονι τὸν Ὀνήσιμον τὸν οὕτως εὔχρηστον καὶ χρήσιμον αὐτῷ πρὸς διακονίαν οὐκ ἠθέλησε κατασχεῖν παρὰ γνώμην τοῦ δεσπότου, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν οὐ χρή· πρὸς τούτοις διδάσκει ἡμᾶς μὴ ἐπαισχύνεσθαι τοὺς οἰκέτας εἰ
5ἐνάρεστοι εἶεν. προσέχωμεν τοίνυν παρακαλῶ τῇ παρὰ τοῦ Ἀπο‐ στόλου γραφείσῃ Ἐπιστολῇ· τοσαῦτα γὰρ ἤδη κερδάναντες, πλέ‐
ονα κερδανοῦμεν ἀπὸ τῆς ὑφῆς.102

103

(1t)

ΚΕΦΑΛΑΙΑ
2tΤΗΣ ΠΡΟΣ
3tΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΣ.
4αʹ. Ἔπαινος Φιλήμονος καὶ εὐχαριστία ὑπὲρ αὐτοῦ.
5βʹ. Σύστασις Ὀνησίμου φυγάδος οἰκέτου, καὶ παράκλησις ὑπὲρ αὐ‐
τοῦ σωθέντος διὰ πίστεως.103

104

(1t)

ΕΞΗΓΗΣΙΣ
2tΕΙΣ ΤΗΝ
3tΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ.
4Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ.
5 Ὑπὲρ οἰκέτου πρὸς δεσπότην ἐστὶ ταῦτα· εὐθέως οὖν ἀπὸ τοῦ προοιμίου τὸ φρόνημα αὐτοῦ κατέσπασε, τὸν θυμὸν ἔσβεσε, δέσμιον ἑαυτὸν καλῶν, κατένυξε καὶ συνέτεινεν, οὐδὲν τὰ παρόντα ἐποίησε δοκεῖν εἶναι πράγματα· εἰ γὰρ δεσμὸς οὐκ αἰσχύνει διὰ Χριστὸν, πολλῷ μᾶλλον δουλεία οὐκ ἐπονείδιστον.
10 (Σευηριανός.) Ἄλλος φησί· ἐν πολλαῖς ἐπιστολαῖς ξένον τίθησι ῥῆμα τοῦ μέλλοντος εἰσάγεσθαι λόγου κατασκευαστικὸν, καὶ νῦν ἐπειδὴ ἔμελλεν ἀξιοῦν ὑπὲρ Ὀνησίμου τῇ ἑαυτοῦ ἀξίᾳ, ἀξία δὲ αὐτοῦ τὸ δεδέσθαι, τὸ ἀξιόπιστον τῆς παρακλήσεως δεί‐ κνυσιν. ὡς ἂν εἰ ἔλεγεν, δι’ ὑμᾶς τὸν δεσμὸν τοῦτον περίκειμαι.
15 Καὶ Τιμόθεος ὁ ἀδελφός. Χρυσοστόμου. Συμπαραλαμβάνει καὶ ἕτερον μεθ’ ἑαυτοῦ, ὥστε κἀκεῖνον μᾶλλον εἶξαι καὶ δοῦναι τὴν χάριν. Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν. Εἰ ἀγαπητὸς, οὐ τόλμης τὸ θαρρεῖν, ἀλλὰ πολλῆς φιλίας· εἰ
20συνεργὸς, οὐ μόνον ἀξιοῦσθαι ὑπὲρ τῶν τοιούτων, ἀλλὰ καὶ χάριν εἰδέναι ὀφείλει. Θεόδωρος. Συνεργὸς δὲ τῷ περὶ τὴν τῶν ἁγίων ἐσπουδακέναι θεραπείαν, οὐ μικρὰ συμβαλλόμενον τοῖς τὸ Εὐαγγέλιον κηρύττειν ἐγκεχειρισμένοις.
25Καὶ Ἀμφίᾳ τῇ ἀγαπητῇ. Ἐμοὶ δοκεῖ σύμβιον εἶναι τούτου· ὅρα Παύλου τὸ ταπεινόν· οὐ
τὸν ἄνδρα μόνον ἀξιοῖ, ἀλλὰ καὶ τὴν γυναῖκα.104

105

Θεόδωρος. Καὶ ὥσπερ ἀγαπητὸν ἐκεῖνον ἐκάλεσεν, οὕτω καὶ ταύτην, ἅτε δὴ μηδὲν διαφέρειν κατὰ τὴν εὐσέβειαν ἀνδρῶν τὰς γυναῖκας ἡγούμενος· ἡγεῖτο δὲ ταύτην ἐπ’ ἐκείνων ἁρμόττειν τὴν προσηγορίαν, ἐφ’ ὧν πάθους αἰσχρότης οὐκ ἐμεσίτευσε.
5 Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν. Ἕτερόν τινα ἴσως φίλον, οὐκ ἐξ ἐπιτάγματος βουλόμενος τὰ τοιαῦτα ἀνύειν, οὐδὲ ἀγανακτῶν εἰ μὴ εὐθέως κελεύσαντι ὑπακού‐ σειεν, ἀλλ’ ἅπερ ἂν ἀνὴρ ἄγνωστος ἐποίησε, ταῦτα ποιεῖν κἀκεί‐ νους ἀξιοῖ, ὥστε συναντιλαμβάνεσθαι τῆς δεήσεως. εἰ συστρατιώ‐
10της εἶ, καὶ ἐν τούτοις κοινωνεῖν ὀφείλεις. οὗτος δέ ἐστιν Ἄρχιππος, περὶ οὗ γράφων Κολοσσαεῦσιν ἔλεγεν· “εἴπατε Ἀρχίππῳ τὴν διακονίαν ἣν παρέλαβεν ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς·” δοκεῖ μοι αὐτὸς εἶναι τῶν ἐν κλήρῳ κατειλεγμένων. (Θεόδωρος.) Ἄλλος φησίν· υἱῷ αὐτοῦ λέγει τοῦ τε Φιλή‐
15μονος καὶ τῆς Ἀμφίας. Καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ. Χρυσοστόμου. Οὐδὲ δούλους παρῆκεν ἐνταῦθα, οἶδε γὰρ πολ‐ λάκις καὶ ῥήματα δούλων ἀνατρέψαι τὸν δεσπότην, καὶ μάλιστα ὅταν ὑπὲρ δούλου ἡ ἀξίωσις ᾖ· οὐ τοίνυν ἀφίησιν αὐτοὺς εἰς φθό‐
20νον ἐμπεσεῖν, τῇ προσηγορίᾳ τιμήσας μετὰ τῶν δεσποτῶν, ἀλλ’ οὐδὲ τὸν δεσπότην ἀγανακτῆσαι συγχωρεῖ, ὀνομαστὶ αὐτῶν μὴ μνημονεύων· ὅρα οὖν πῶς συνετῶς εὗρεν καὶ τούτους τῇ μνήμῃ τιμῆσαι, κἀκεῖνον μὴ πλῆξαι· τὸ γὰρ τῆς ἐκκλησίας ὄνομα οὐκ ἀφίησι τοὺς δεσπότας ἀγανακτεῖν, εἴγε συναριθμοῖντο τοῖς οἰκέ‐
25ταις. Χάρις ὑμῖν καὶ εἰρήνη. Εἰς ὑπόμνησιν αὐτὸν ἤνεγκε τῶν οἰκείων ἁμαρτημάτων· ἐννόη‐ σον, φησὶ, πόσα σοι συνεχώρησεν ὁ Θεὸς, πῶς χάριτι σὺ ἐσώθης· μίμησαι τὸν δεσπότην.
29tΚΕΦ. Α.
30tἜπαινος Φιλήμονος καὶ εὐχαριστία ὑπὲρ αὐτοῦ.
31Εὐχαριστῶ τῷ Θεῷ μου, πάντοτε μνείαν σου ποιού‐
μενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην105

106

καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ πρὸς πάντας τοὺς ἁγίους· ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται, ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν.
5 Οὐκ εὐθέως ἐκ προοιμίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα θαυμάσας καὶ ἐπαινέσας, ἐπὶ τοῖς κατορθώμασι καὶ τῆς ἑαυτοῦ ἀγάπης δείξας τεκμήριον οὐ μικρὸν, τὸ διὰ παντὸς αὐτοῦ μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ εἰπὼν ὅτι πολλοὶ ἀναπαύονται, καὶ πᾶσιν ὑπακούει καὶ πείθεται, τότε καὶ ἑαυτὴν τελευταίαν τί‐
10θησιν· οὐκ εἶπε δὲ ἡ πίστις σου, ἀλλ’ “ἡ κοινωνία τῆς πίστεώς σου,” συνάπτων αὐτὸν ἑαυτῷ, καὶ ἓν σῶμα δεικνὺς, καὶ τούτῳ μάλιστα αὐτὸν δυσωπῶν. Χαρὰν γὰρ ἔσχον καὶ πολλὴν παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται
15διὰ σοῦ, ἀδελφέ. Οὐδὲν οὕτω δυσωπεῖ ὡς τὸ τὰς ἑτέρων εὐεργεσίας προφέρειν, καὶ μάλιστα ὅταν ἐκείνων αἰδεσιμώτερος ἦν· τοῦτο οὖν βούλεται εἰπεῖν· σύ μοι παρρησίαν ἔδωκας ἐκ τῶν εἰς ἑτέρους γεγενημένων καὶ παράκλησιν, τουτέστιν, οὐ μόνον ἡδόμεθα, ἀλλὰ καὶ παραμυ‐
20θούμεθα· μέλος γὰρ ἡμῶν ἐκεῖνοι· καὶ ἐμφαντικώτερον δὲ αὐτό φησιν, “ὅτι τὰ σπλάγχνα τῶν ἁγίων,” ὡς ἂν εἰ περὶ παιδίου ποθεινοῦ τοῖς πατράσιν ὄντος καὶ ἐπεράστου· οὕτως ἡ ἀγάπη δεί‐ κνυσιν αὐτὸν καὶ σφόδρα ἀγαπώμενον παρ’ αὐτῶν. Διὸ πολλὴν ἔχων παρρησίαν ἐν Χριστῷ.
25 Ὅρα πῶς ἀσφαλίζεται, μή τι καὶ τῶν ἀπὸ σφοδρᾶς ἀγάπης λεγομένων πλήξει τὸν ἀκροατήν· ὅθεν ἐκ περιουσίας πολλὴν τίθε‐ ται τὴν προδιόρθωσιν. ὡς ἂν εἰ ἔλεγεν, παρρησίαν ἡμῖν ἔδωκας σὺ, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν Χριστῷ, οὐχ ὡς ἐν τῷ κόσμῳ λαμπρότερος ὢν, ἀλλὰ διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν,
30καὶ τότε ἔθηκε τὸ ἐπιτάσσειν σοι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἀνῆκον, τουτέστιν εὔλογον πρᾶγμα· διὰ ταῦτα μὲν οὖν οἶδα, ὅτι καὶ ἐπιτάττων ἀνύω μετὰ πολλῆς τῆς ἐξουσίας, πλὴν ἐπειδὴ
περὶ τοῦ πράγματος πολλὴν ποιοῦμαι σπουδήν.106

107

Παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης. Βαβαὶ, πόσα δυσωπητικὰ ἀπὸ τῆς ποιότητος τοῦ προσώπου, ὅτι Παῦλος· ἀπὸ τῆς ἡλικίας, ὅτι πρεσβύτης· ἀπὸ τοῦ δικαιοτέρου πάντων, ὅτι καὶ δέσμιος Ἰησοῦ Χριστοῦ. τοσούτοις προλεήνας
5αὐτοῖς τὴν ψυχὴν, ἔτι τὸ ὄνομα ἀναβάλλεται· ἴστε γὰρ τοὺς θυμοὺς τῶν δεσποτῶν κατὰ τῶν ἀποδεδρακότων οἰκετῶν, καὶ μά‐ λιστα ὅταν μετὰ κλοπῆς τοῦτο ἐργάσωνται· παρασκευάσας οὖν αὐτοῦ τὴν ψυχὴν πρὸς πᾶσαν ὑπακοὴν, τότε ἐπάγει τὴν δέησιν, καί φησι,
10tΚΕΦ. Β.
11tΣύστασις Ὀνησίμου φυγάδος οἰκετοῦ, καὶ παράκλησις ὑπὲρ αὐτοῦ σωθέντος
12tδιὰ πίστεως.
13 Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.
15 Πάλιν οἱ δεσμοὶ δυσωπητικοὶ, καὶ τότε τὸ ὄνομα· οὐ μόνον γὰρ τὸν θυμὸν ἔσβεσεν, ἀλλὰ καὶ ἠσθῆναι πεποίηκεν· οὐ γὰρ ἂν, φησὶν, αὐτὸν τέκνον ἐκάλουν, εἰ μὴ σφόδρα ἦν εὔχρηστος· δεσμὸς αὐτὸν ἐγέννησε, φησὶν, ὥστε καὶ διὰ τοῦτο ἄξιος πολλῆς τυχεῖν τῆς τιμῆς, ὅτι ἐν αὐτοῖς τοῖς ἄθλοις ἀπετέχθη, ἐν τοῖς ὑπὲρ Χρι‐
20στοῦ πειρασμοῖς. Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον. Ὁμολογεῖ αὐτοῦ τὸ ἁμάρτημα, καὶ τούτῳ σβεννὺς αὐτοῦ τὸν θυμὸν, οἶδα, φησὶν, ὅταν ἄχρηστος ἦν, νῦν δέ σοι χρήσιμος ἔσται. Νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον.
25 Θεόδωρος. Εἰ Παύλῳ χρήσιμος, τῷ τοιαύτην ἀκρίβειαν ἀπαιτοῦντι, πολλῷ μᾶλλον τῷ δεσπότῃ. ἵνα μὴ δόξῃ τὸν ἀλλό‐ τριον οἰκέτην σφετερίζεσθαι, διὰ τοῦτο σοὶ, εἶτα μοί· σοὶ κατὰ τὴν ὑπηρεσίαν, ἐμοὶ κατὰ τὴν βελτίωσιν τοῦ τρόπου. “ὃν ἔπεμψα πρός σε,” καὶ τούτῳ τὸν θυμὸν ἔσβεσε, τῷ παραδοῦναι αὐτόν·
30μάλιστα γὰρ οἱ δεσπόται ὀργίζονται, ὅταν ὑπὲρ ἀπόντων παρα‐
καλῶνται.107

108

Σὺ δὲ αὐτὸν τουτέστι τὰ ἐμὰ σπλάγχνα προσλαβοῦ. Καὶ πάλιν οὐ γυμνὸν τίθησι τὸ ὄνομα, ἀλλὰ μετὰ ῥήματος ἐντρεπτικοῦ, ὃ τοῦ τέκνου θερμότερόν ἐστι· τουτέστι, “τὰ ἐμὰ σπλάγχνα προσλαβοῦ·” ἵνα εἴπῃ, οὐχὶ συγγνώμης ἐστὶν ἄξιος,
5διὰ τί; τέκνον Παύλου γέγονεν. Ὃν ἐγὼ ἐβουλόμην ὑπὲρ σοῦ κατέχειν, ἵνα διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου. Ὅρα πόσα πρότερον κατασκευάσας, τότε αὐτὸν ἤγαγεν εἰς τὴν τοῦ δεσπότου τιμὴν, κἀκεῖνον πόσου ὑπεύθυνον ποιεῖ, καὶ τοῦτον πῶς
10τιμᾷ· εὗρες, φησὶν, ὅπως ἀποδῷς τὴν πρὸς ἐμὲ λειτουργίαν δι’ αὐτοῦ. Χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι. Τοῦτο μάλιστα χαυνοῖ τὸν ἀξιούμενον, ὅταν καὶ πράγματος ὄντος χρησίμου, μετὰ τῆς ἐκείνου γνώμης γίνηται· καὶ οὐκ εἶπεν,
15ἵνα μὴ κατὰ ἀνάγκην, ἀλλ’ ὡς κατὰ ἀνάγκην. ᾔδειν μὲν γὰρ, φησὶν, ὅτι καὶ μὴ μαθὼν, ἀλλ’ ἀθρόον γνοὺς, οὐκ ἂν ἠγανάκτησας, ἀλλ’ ὅμως ἐκ πλείονος περιουσίας. Ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς
20ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον. Καλῶς τὸ “τάχα,” ἵνα καὶ εἴξῃ ὁ δεσπότης· ἐπειδὴ γὰρ ἀπ’ αὐθαδείας γέγονεν ἡ φυγὴ καὶ διεστραμμένης διανοίας, λέγει “τάχα,” καὶ οὐκ εἶπε διὰ τοῦτο ἔφυγεν, ἀλλὰ “διὰ τοῦτο ἐχωρί‐ σθη,” εὐφημοτέρῳ ὀνόματι, “πρὸς ὥραν,” καὶ τὸν χρόνον συστέλ‐
25λει, καὶ τὸ ἁμάρτημα ὁμολογεῖ, καὶ τρέπει εἰς οἰκονομίαν· “ἵνα αἰώνιον,” φησὶν, “αὐτὸν ἀπέχῃς,” οὐκ ἐν τῷ παρόντι μόνον καιρῷ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ἵνα διὰ παντὸς ἔχῃς αὐτὸν, καὶ οὐκέτι δοῦλον, ἀλλὰ τιμιώτερον δούλου· “ἀπέχεις” ἀντὶ τοῦ ἀπολαύεις. Οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγα‐
30πητὸν, μάλιστα ἐμοί. Δοῦλον ἀπώλεσας πρὸς ὀλίγον, καὶ ἀδελφὸν εὗρες εἰς τὸ διη‐ νεκές· ἀδελφὸν οὐ σὸν μόνον, ἀλλὰ καὶ ἐμόν· εἰ δὲ ἐμὸς ἀδελφὸς,
οὐκ ἐπαισχυνθήσῃ καὶ σύ· διὰ μὲν οὖν τοῦ τέκνου τὴν στοργὴν108

109

ἔδειξε, διὰ δὲ τοῦ ἀδελφοῦ, τὴν εὔνοιαν τὴν πολλὴν καὶ τὴν ἰσο‐ τιμίαν. Ἄλλος φησίν· ἀντὶ τοῦ, ἵνα αὐτὸν κομίσῃ, οὐκέτι δουλικὴν εὔνοιαν μόνον ἐπιδεικνύμενον περὶ σὲ, ἀλλὰ καὶ μείζονα ἢ κατὰ
5δοῦλον, διὰ τὴν τοῦ τρόπου μεταβολήν. Εἰ οὖν με ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Οὐδὲν οὕτως πρᾶγμα περαίνειν οἶδεν, ὡς τὸ μὴ πάντα ἀθρόον αἰτεῖν. ὅρα γὰρ μετὰ πόσα τὸ μέγα τοῦτο ἔθηκε τὸ “ὡς ἐμέ·” καὶ οὐκ ᾐσχύνθη τοῦτο Παῦλος. τοῦτο οὖν φησιν, εἰ τὰ αὐτά μοι
10φρονεῖς, εἰ ἐπὶ τοῖς αὐτοῖς τρέχεις, εἰ φίλον ἡγῇ, προσλαβοῦ αὐτὸν ὡς καὶ ἐγώ· ἵνα δὲ μὴ ὑπὲρ τῶν ἀφαιρεθέντων χρημάτων ἐγκαλῇ, εἰκὸς γὰρ αὐτὰ καταναλῶσθαι, ὅρα τί φησιν· οὐκ εἶπεν, εἴ τι ἔκλεψεν, ἀλλ’ εἴ τι ἠδίκησεν· ἅμα καὶ τὸ ἁμάρτημα ὡμο‐ λόγηκε, καὶ οὐχ ὡς δούλου ἁμάρτημα, ἀλλ’ ὡς φίλου πρὸς φίλον,
15τῷ τῆς ἀδικίας μᾶλλον, ἢ τῷ τῆς κλοπῆς ὀνόματι χρησάμενος τοῦτο. Εἰ δέ τι ἠδίκησε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει. Τουτέστι πρὸς ἐμὲ ἔχεις τὴν ὀφειλήν· εἶτα καὶ μετὰ χάριτος τῆς πνευματικῆς.
20 Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί. Καὶ σφόδρα ἐντρεπτικῶς, εἴ γε ὑπὲρ τούτου καὶ γραμματεῖον ἐκτελέσαι Παύλου μὴ παραιτησαμένου, τοῦτον παραιτήσεται λα‐ βεῖν. ἵνα μὴ λέγω, φησὶν, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις, οὐ τὰς αὐτοῦ μόνον, φησὶν, ἀλλὰ καὶ σαυτόν· καὶ τοῦτο ἀπὸ
25ἀγάπης, καὶ κατὰ τὸν τῆς φιλοστοργίας λόγον. ὁρᾷς πῶς ἀμφο‐ τέρων πανταχοῦ ἐπιμελεῖται, καὶ τοῦ μετὰ πολλῆς ἀσφαλείας ἀξιοῦν, καὶ τοῦ μὴ τοῦτο γενέσθαι τεκμήριον τοῦ μὴ σφόδρα θαρρεῖν αὐτοῖς; “ναὶ, ἀδελφὲ, προσλαβοῦ αὐτόν·” ἀφεὶς τὸν χα‐ ριεντίσμον, πάλιν ἔχεται τῶν προτέρων τῶν σπουδαίων, καί τοι καὶ
30ταῦτα σπουδαῖα, κἂν χαριεντίζηται. Ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ.
Τουτέστι τῷ Κυρίῳ δίδως τὴν χάριν, οὐκ ἐμοὶ τὰ σπλάγχνα109

110

τὰ περί σε· “πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι·” ὅπερ καὶ ἀρχόμενος εἶπε παρρησίαν ἔχων, τοῦτο καὶ ἐνταῦθα εἰς τὸ ἐπι‐ σφραγίσαι τὴν Ἐπιστολήν. Εἰδὼς ὅτι ὑπὲρ ὃ λέγω ποιήσεις.
5 Ἅμα καὶ προετρέψατο, ᾐσχύνθη γὰρ ἂν, εἰ καὶ μηδὲν ἕτερον τοιαύτην δόξαν ἔχων παρ’ αὐτῷ, ὅτι καὶ ὑπὲρ ὃ λέγει, ποιεῖ, μὴ ποιῆσαι τοσοῦτον. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
10 Καὶ τοῦτο ὑπὲρ Ὀνησίμου, ἵνα μὴ ῥᾳθυμήσαντες, ἀλλ’ εἰδότες ὅτι πάντως ἐπανελθὼν ἀκούσει τὰ κατ’ αὐτὸν, πᾶσαν μνησικακίαν ἐξέλωσι, καὶ χάριν μᾶλλον δῶσι· πολλὴ γὰρ ἦν ἡ χάρις καὶ ἡ τιμὴ Παύλου ἐνδημοῦντος μετὰ ἡλικίαν τοιαύτην, μετὰ δεσμούς· καὶ πάλιν τῆς ἀγάπης αὐτῶν τεκμήριον τὸ εὔχεσθαι αὐτοὺς καὶ
15τοσοῦτον αὐτοῖς δοῦναι· εἰ γὰρ καὶ ἐν κινδύνοις εἰμὶ νῦν, ἀλλ’ ὅμως ὄψεσθέ με ἂν εὔχησθε. Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ. Οὗτος παρὰ Κολοσσαέων ἦν ἀποσταλεὶς, ὥστε καὶ ἀπὸ τούτου,
20δηλονότι ἐν Κολοσσαῖς ἦν ὁ Φιλήμων· συναιχμάλωτον δὲ αὐτὸν καλεῖ, δεικνὺς καὶ αὐτὸν ἐν πολλῇ θλίψει· τὸ δὲ “ἐν Χριστῷ Ἰησοῦ·” ἀντὶ τοῦ διὰ Χριστοῦ. Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
25 Τί δὴ τὸν Λουκᾶν τελευταῖον τίθησι, καί τοι γε, φησὶ, “Λουκᾶς ἐστι μετ’ ἐμοῦ,” καὶ Δημᾶς φησιν, εἷς τῶν ἐγκαταλιπόντων αὐτὸν ἦν καὶ ἀγαπησάντων τὸν νῦν αἰῶνα· οὐδὲ γὰρ ταῦτα ἀνε‐ ξέταστα χρὴ ἀφιέναι· τὸν μὲν οὖν Ἐπαφρᾶν ὡς γνώριμον αὐτοῖς καὶ ἐκεῖθεν ὄντα προτίθησι, καὶ Μάρκον ὡς καὶ αὐτὸν θαυμαστόν·
30τί δὲ πρὸς Δημᾶν; ἴσως μετὰ ταῦτα γέγονε ῥᾳθυμότερος, ὅτε τοὺς κινδύνους εἶδε τοὺς πολλούς· ὁ μέντοι Λουκᾶς ἔσχατος, ὢν ἐγένετο πρῶτος· καὶ ἀπὸ τούτων δὲ αὐτοὺς προσαγορεύει, ἐντρέπων πλέον
εἰς τὴν αἴτησιν.110

111

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. Εὐχῇ τὴν Ἐπιστολὴν κατέκλεισεν· ἡ δὲ εὐχὴ μέγα μὲν ἀγα‐ θὸν καὶ σωτήριον, καὶ τῶν ψυχῶν τῶν ἡμετέρων φυλακτήριον, μέγα
5δὲ, ὅταν ἄξια αὐτῆς πράττωμεν, καὶ μὴ ἀναξίους ἑαυτοὺς κατα‐ σκευάζωμεν.
Τριὰς * μονὰς * ἐλέησον. Τῶν εἰς τὴν πρὸς Φιλήμονα Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν τόμος αʹ. ἡ ἑρμηνεία τῆς ἐπιστολῆς τοῦ μακαρίου Ἰωάννου τοῦ
10Χρυσοστόμου, Σευηριανοῦ, Θεοδώρου Μοψουεστίας.111