TLG 4102 036 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam ad Titum (e cod. Paris. Coislin. 204) CATENAE (Novum Testamentum) Caten. Catena in epistulam ad Titum (e cod. Paris. Coislin. 204) Citation: Page — (line) | ||
83(1t) | ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ | |
2t | ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ | |
---|---|---|
3t | ΤΟΜΟΣ ΠΡΩΤΟΣ. | |
4 | ΤΩΝ τῷ Παύλῳ συνόντων δόκιμος οὗτος ἦν. οὐκ ἂν οὖν αὐτῷ | |
5 | τὴν νῆσον ὁλόκληρον ἐπέτρεψεν, οὐκ ἂν τὰ ἐλλειφθέντα ἀναπλη‐ ρῶσαι προσέταξεν. ἵνα γὰρ, φησὶ, τὰ ἐπιλείποντα ἐπιδιορθωθῇ, καὶ τοσούτων ἐπισκόπων κρίσιν ἐπέτρεψεν, εἰ μὴ σφόδρα ἐθάρρει τἀνδρί. φασὶ δὲ αὐτὸν καὶ νέον εἶναι, διὰ τὸ τέκνον αὐτῷ γρά‐ φειν, πλὴν ἀλλ’ οὔπω τοῦτο δῆλον ἀπὸ τούτου. οἶμαι δὲ αὐτοῦ, | |
10 | καὶ ἐν ταῖς Πράξεσιν εἶναι μνείαν· τάχα καὶ Κορίνθιος ἦν, εἰ μή τις ἕτερος ἦν ὁμώνυμος αὐτῷ. δοκοῦσι δέ μοι χρόνοι εἶναι μέσοι τινές· καὶ ἐν ἀδείᾳ Παῦλος ὢν γράφει ταῦτα· οὐδὲν γὰρ περὶ πειρασμῶν, φησὶ, συνεχῶς δὲ περιστρέφει τοῦ Θεοῦ τὴν χάριν ἱκανὴν οὖσαν παράκλησιν τοῖς πεπιστευκόσι πρὸς ἀρετήν· τὸ γὰρ | |
15 | μαθεῖν τίνων μὲν ἦσαν ἄξιοι, πρὸς τί δὲ μετέστησαν, καὶ ταῦτα χάριτι, καὶ τίνων ἠξίωνται, οὐ μικρὰ προτροπή. ἀποτείνεται δὲ καὶ πρὸς τοὺς Ἰουδαίους· εἰ δὲ ὁλόκληρον τὸ ἔθνος ὑβρίζει, μὴ θαυ‐ μάσῃς· καὶ ἐπὶ Γαλατῶν γὰρ αὐτὸ ποιεῖ· οὐχ ὑβριστικοῦ δὲ τοῦτο ἤθους, ἀλλ’ ἐρωτικοῦ. εἰ μὲν γὰρ τῶν αὐτοῦ ἕνεκεν ταῦτα | |
20 | ἐποίει, εἰκότως τίς αὐτῷ ἐμέμψατο, εἰ δὲ πεπυρωμένος καὶ ζέων ὑπὲρ τοῦ κηρύγματος, οὐχ ὑβριστικῶς αὐτὸ ἐποίει· καὶ ὁ Χριστὸς δὲ μυρία ἐλοιδορεῖτο τοῖς γραμματεῦσι καὶ Φαρισαίοις, ἀλλ’ οὐκ αὐτοῦ ἕνεκεν, ἀλλ’ ὅτι τοὺς ἄλλους ἅπαντας ἀπολύων. βραχεῖαν δὲ ποιεῖ τὴν Ἐπιστολὴν, εἰκότως· καὶ τοῦτο δὲ τῆς ἀρετῆς τοῦ | |
25 | Τίτου τεκμήριον ἦν, τὸ μὴ δεῖσθαι λόγων πολλῶν, ἀλλ’ ὥσπερ τινὸς ὑπομνήσεως. αὕτη δέ μοι δοκεῖ τῆς πρὸς Τιμόθεον νεαρω‐ τέρα Ἐπιστολὴ, ἐκείνην μὲν γὰρ πρὸς τῷ τέλει ὢν ἔγραφεν· ἐν‐ ταῦθα δὲ ἄφετος ὢν καὶ λελυμένος· τὸ γὰρ “κέκρικα παραχει‐ μάσαι ἐν Νικοπόλει,” τεκμήριον ἦν τοῦ μηδέπω ἐν δεσμοῖς εἶναι· | |
30 | ἐκεῖ δὲ συνεχῶς δέσμιον ἑαυτὸν καλεῖ. | 83 |
84(1t) | ΚΕΦΑΛΑΙΑ | |
2t | ΤΗΣ ΠΡΟΣ | |
3t | ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΣ. | |
4 | αʹ. Περὶ διδασκάλων ἐπιτηδείων εἰς διακονίαν, καὶ ἔλεγχον ἀπειθῶν. | |
5 | βʹ. Κατὰ τῶν σαρκικὰς καθάρσεις πρεσβευόντων, καὶ ὑπὲρ πνευμα‐ τικῆς ἀρετῆς. γʹ. Παραινέσεις ἃς δεῖ παραινεῖν καθ’ ἡλικίαν ἑκάστοις. δʹ. Περὶ δούλων, ὡς ἂν καὶ αὐτοὶ τῆς Χριστοῦ χάριτος ἀξίως δου‐ λεύοιεν. | |
10 | εʹ. Περὶ ἀρχόντων ὑπακοῆς, πρεπούσης τῇ ἐπιεικείᾳ τοῦ Χριστοῦ. | |
ϛʹ. Παραινέσεις περὶ τοῦ ἐκκλίνειν τοὺς αἱρετικοὺς ζητητάς. | 84 | |
85(1t) | ΕΞΗΓΗΣΙΣ | |
2t | ΕΙΣ ΤΗΝ | |
3t | ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΝ. | |
4 | ΠΑΥΛΟΣ δοῦλος Θεοῦ, Ἀπόστολος δὲ Ἰησοῦ | |
5 | Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ. Ὁρᾷς πῶς ἀδιαφόρως ταῦτα τίθησι; ποτὲ μὲν ἑαυτὸν τοῦ Θεοῦ δοῦλον λέγων, τοῦ δὲ Χριστοῦ Ἀπόστολον, ποτὲ δὲ τοῦ Χριστοῦ δοῦλον; “Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ·” οὕτως οὐδε‐ μίαν οἶδε διαφορὰν Πατρὸς καὶ Υἱοῦ. “κατὰ πίστιν ἐκλεκτῶν | |
10 | Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου.” τί ἐστι “κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ;” ὅτι ἐπί‐ στευσας, ἢ ὅτι ἐπιστεύθης· οἶμαι αὐτὸν λέγειν ὅτι ἐπιστεύθην τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ, τουτέστιν, οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ ἀπὸ πόνων καὶ ἱδρώτων τὸ ἀξίωμα ἔλαβον, ἀλλὰ τὸ πᾶν τῆς τοῦ | |
15 | πιστεύσαντος εὐεργεσίας ἐγένετο. εἶτα ἵνα μὴ ἄλογος ἡ χάρις γένηται, ἐπήγαγε, “καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν,” ἀπὸ ταύτης ἐπιστεύθην, μᾶλλον δὲ καὶ τοῦτο ἐπιστεύθην ἐκ τῆς αὐτοῦ χάριτος· καὶ γὰρ καὶ τούτου αὐτὸς αἴτιος, καὶ διὰ τοῦτο καὶ αὐτός φησιν ὁ Χριστὸς, “οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ | |
20 | ἐξελεξάμην ὑμᾶς·” τὸ δὲ κατὰ πίστιν εἰπεῖν τὸ πᾶν ἐκείνοις λογίζεται, ὅτι δι’ ἐκείνους εἰμὶ Ἀπόστολος, οὐχ ὡς ἄξιος, ἀλλὰ διὰ τοὺς ἐκλεκτούς· “καὶ ἐπίγνωσιν,” φησὶν, “ἀληθείας τῆς κατ’ εὐσέβειαν·” ἔστι γὰρ ἀλήθεια πραγμάτων, ἀλλ’ οὐ κατ’ εὐσέβειαν· οἷον τὸ εἰδέναι τέχνας, ἀληθής ἐστιν ἐπίγνωσις, ἀλλ’ | |
25 | οὐ κατ’ εὐσέβειαν ἡ ἀλήθεια· ἢ τὸ κατὰ πίστιν, ὅτι ἐπίστευσαν καθάπερ οἱ λοιποὶ ἐκλεκτοὶ, καὶ ἐπέγνωσαν τὴν ἀλήθειαν. ἀπὸ | |
πίστεως ἄρα ἡ ἐπίγνωσις, οὐκ ἀπὸ λογισμῶν· “ἐπ’ ἐλπίδι ζωῆς | 85 | |
86 | αἰωνίου·” εἶπε τὴν παροῦσαν, τὴν ἐν τῇ χάριτι τοῦ Θεοῦ· λέγει καὶ τὴν μέλλουσαν, καὶ ἔπαθλα τίθησιν ἡμῖν, ὑπὲρ ὧν ἡμᾶς εὐηρ‐ γέτησεν, ἐπειδὴ ἐπιστεύσαμεν καὶ ἀπηλλάγημεν τῆς πλάνης. ἀλήθειαν δὲ ἐνταῦθα πρὸς τὸν τύπον φησὶ, καὶ γὰρ καὶ ἐκείνη | |
5 | ἐπίγνωσις ἦν καὶ εὐσεβείας ἦν, ἀλλ’ οὐκ ἀληθείας, οὐ μὴν οὐδὲ ψεύδους, ἀλλὰ τύπων καὶ εἰκόνος. “ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου,” ἐκείνη ἐπ’ ἐλπίδι ζωῆς τῆς παρούσης· “ὁ γὰρ ποιήσας,” φησὶν, “αὐτὰ, ζήσεται ἐν αὐτοῖς,” ἐκεῖνοι οὐκ ἐκλεκτοὶ, ἀλλ’ ἡμεῖς· εἰ γὰρ καὶ αὐτοὶ ἐλέγοντο ἐκλεκτοὶ, ἀλλ’ οὐκέτι. “ἣν ἐπηγγείλατο,” | |
10 | φησὶν, “ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων,” τουτέστιν οὐ νῦν ἐκ μετανοίας, ἀλλ’ ἄνωθεν ταῦτα προώριστο· πολλαχοῦ δὲ τοῦτο τίθησι, δεικνὺς τὴν εὐγένειαν τὴν ἡμετέραν, ὅτι ἡμᾶς οὐ νῦν ἀλλ’ ἄνωθεν ἠγάπησεν. “ἐφανέρωσε δὲ καιροῖς ἰδίοις.” τίς οὖν ἡ ἀνα‐ βολή; κηδεμονίας χάριν καὶ τοῦ εὐκαίρως ποιῆσαι· τὸ γὰρ “ἰδίοις,” | |
15 | τουτέστι τοῖς προσήκουσιν. “τὸν λόγον αὐτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ,” τουτέστι τὸ κήρυγμα· τοῦτο γὰρ τὰ πάντα εἶχεν τὸ εὐαγγέλιον, καὶ τὰ ἐνταῦθα, καὶ τὰ μέλλοντα, τὴν ζωὴν καὶ τὴν εὐσέβειαν, τὴν πίστιν, πάντα ὁμοῦ ἐν κηρύγματι, τουτέστι φανερῶς, μετὰ παρρησίας. ὥσπερ γὰρ ὁ κήρυξ πάντων παρόντων ἐν | |
20 | τῷ θεάτρῳ κηρύττει, οὕτω καὶ ἡμεῖς κηρύττομεν, ὥστε μηδὲν προσθεῖναι, ἀλλ’ αὐτὰ ἃ ἠκούσαμεν εἰπεῖν· ἡ γὰρ τοῦ κηρύγματος ἀρετή ἐστιν ἐν τῷ πᾶσιν εἰπεῖν, καὶ γεγωνὸς οὐκ ἐν τῷ προσθεῖναί τινα καὶ ἀφελεῖν. “ὃ ἐπιστεύθην ἐγὼ, κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ,” καὶ τὸ “ἐπιστεύθην” καὶ τὸ “κατ’ ἐπιταγὴν” τὸ ἀξιό‐ | |
25 | πιστον δείκνυσιν· εἰ γὰρ ἐπιταγῆς ἐστι, οὔκ εἰμι κύριος, ἐπίταγμα γὰρ πληρῶ· τῶν γὰρ πρακτέων τὰ μὲν ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν· τὸ γὰρ “ἐάν τις εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, μωρὲ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρὸς,” τοῦτο ἐπίταγμα, καὶ τὸν μὴ ποιήσαντα ἀνάγκη ὑπεύθυνον εἶναι κολάσει· ὅταν δὲ λέγῃ, “πώλη‐ | |
30 | σόν σου τὰ ὑπάρχοντα,” καὶ πάλιν, “ὁ δυνάμενος χωρεῖν χω‐ ρείτω,” οὐκέτι ἐπίταγμά ἐστι· τὸν γὰρ ἀκροατὴν ποιεῖ κύριον τῶν λεχθέντων· τοῦτο οὖν λέγει, καὶ ὅταν λέγῃ, “ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι,” οὐ τοίνυν φιλαρχίας τὸ πρᾶγμά ἐστι, πίστις γάρ ἐστι καὶ ἐπιταγή. | |
35 | “καὶ Θεοῦ σωτῆρος, Τίτῳ γνησίῳ τέκνῳ,” ἐπὶ μὲν τῶν φυσικῶν | 86 |
87 | τέκνων τὸ γνήσιον καὶ τὸ μὴ γνήσιον, ἀπὸ τῆς ὠδινούσης ἢ τοῦ σπείροντος ὁρίζεται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς προαιρέ‐ σεως, “κατὰ κοινὴν,” φησὶ, “πίστιν.” ἐπειδὴ εἶπε “τέκνῳ,” καὶ τὴν τοῦ πατρὸς ἔλαβε τάξιν· πῶς καὶ ταύτην τὴν τιμὴν ἐλαττοῖ καὶ | |
5 | καταστέλλει, ἄκουσον. κατὰ τὴν πίστιν, φησὶν, οὐδὲν ἔχω σου πλέον· κοινὴ γάρ ἐστι, καὶ διὰ τῆς αὐτῆς ἐγώ τε ἐτέχθην καὶ σύ· πόθεν τοίνυν αὐτὸν τέκνον καλεῖς; ἤτοι τὴν φιλοστοργίαν μόνον δη‐ λῶσαι θέλων, ἢ τὸ πρότερον εἶναι ἐν τῷ κηρύγματι, ἢ τὸ δι’ αὐτοῦ πεφωτίσθαι· τὸ οὖν “κατὰ κοινὴν πίστιν” τὴν ἀδελφότητα ᾐνίξατο. | |
10 | Θεοδώρου. Τὰ μὲν τῆς προγραφῆς, ἐν τούτοις, “Παῦλος δοῦλος Θεοῦ, Ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, Τίτῳ γνησίῳ τέκνῳ,” καὶ τὰ ἑξῆς. παρέθηκε δὲ τὰ ἀπὸ τοῦ “κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ,” ἄχρι τοῦ “Τίτῳ γνησίῳ τέκνῳ.” Χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου | |
15 | Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. Χρυσοστόμου. Ἐπειδὴ εἶπε τέκνον, ἐπήγαγεν ἀπὸ τοῦ πατρὸς, ὥστε ἀναστῆσαι αὐτοῦ τὴν διάνοιαν καὶ μαθεῖν, τίνος ἐστὶ τέκνον. | |
18t | ΚΕΦ. Α. | |
19t | Περὶ διδασκάλων ἐπιτηδείων εἰς διακονίαν καὶ ἔλεγχον ἀπειθῶν. | |
20 | Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λεί‐ ποντα ἐπιδιορθώσῃ. Ὡς ἂν εἴποι τις, πλέονος καταρτισμοῦ· πρὸς γὰρ τὸ κοινὸν κέρδος ὁρῶ μόνον, καὶ εἴτε δι’ ἐμοῦ εἴτε δι’ ἑτέρου, οὐδέν μοι διαφέρει. | |
25 | Θεοδώρου. Ὁ γὰρ τῆς εὐσεβείας λόγος παραδέδοτο πᾶσι παρ’ αὐτοῦ· ἐλείπετο δὲ οἰκονομῆσαι τὰ κατὰ τοὺς πεπιστευκότας, καὶ εἰς ἁρμονίαν αὐτοὺς καταστῆσαι ταῖς ἐκκλησιαστικαῖς δια‐ τυπώσεσι. Καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους. | |
30 | Τοὺς ἐπισκόπους ἐνταῦθά φησι, καθὼς πολλαχοῦ εἴρηται. Ὡς ἐγώ σοι διεταξάμην. | |
“Κατὰ πόλιν,” φησὶν, οὐ γὰρ ἐβούλετο πᾶσαν τὴν νῆσον | 87 | |
88 | ἐπιτετράφθαι ἑνὶ, ἀλλ’ ἕκαστον ἰδίαν ἔχειν φροντίδα καὶ μέ‐ ριμναν. Εἴ τις ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. | |
5 | Τίνος ἕνεκεν καὶ τῶν τοιούτων εἰς μέσον παράγει; ἐπιστομίζει τοὺς αἱρετικοὺς, τοὺς τὸν γάμον διαβάλλοντας, δεικνὺς ὅτι τὸ πρᾶγμα οὐκ ἔστιν ἐναγὲς, ἀλλ’ οὕτω τίμιον, ὡς μετ’ αὐτοῦ δύνα‐ σθαι καὶ ἐπὶ τὸν ἅγιον ἀναβαίνειν θρόνον· ἐν ταὐτῷ δὲ καὶ τοὺς ἀσελγεῖς κολάζων, καὶ οὐκ ἀφιεὶς μετὰ δευτέρου γάμου τὴν ἀρχὴν | |
10 | ἐγχειρίζεσθαι ταύτην· ὁ γὰρ πρὸς τὴν ἀπελθοῦσαν μηδεμίαν φυ‐ λάξας εὔνοιαν, πῶς ἂν οὗτος γένοιτο προστάτης καλός; καὶ ὁ τῶν αὐτοῦ παίδων διδάσκαλος γενέσθαι μὴ δυνηθεὶς, πῶς ἂν ἑτέρων γένοιτο; εἰ οὓς ἐξ ἀρχῆς εἶχε μεθ’ ἑαυτοῦ καὶ ἔτρεφεν, ὧν καὶ παρὰ τῶν νόμων καὶ παρὰ τῆς φύσεως εἶχε τὴν ἐξουσίαν, τούτους | |
15 | ῥυθμίσαι οὐκ ἴσχυσε, πῶς ἂν τοὺς ἔξωθεν ὠφελῆσαι δυνήσεται; καὶ οὐδὲ εἶπε μὴ ἀσώτως ἁπλῶς, ἀλλὰ μηδὲ διαβολὴν ἔχειν τοι‐ αύτην, μηδὲ πονηρᾶς εἶναι δόξης. Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ | |
20 | πλήκτην. Πῶς γὰρ ἑτέρους παιδεύει κρατεῖν τῶν παθῶν, ἑαυτὸν μὴ παι‐ δεύσας; “πάροινον” δὲ τὸν ὑβριστὴν ἐνταῦθά φησι· νουθετοῦντα γὰρ ἢ ἐπιπλήττοντα πάντα χρὴ ποιεῖν, μὴ ὑβρίζοντα· ὁ γὰρ ὑβρισθεὶς θρασύτερος γίνεται μᾶλλον, καὶ καταφρονεῖ τοῦ ὑβρί‐ | |
25 | ζοντος· “μὴ πλήκτην·” ἰατρός ἐστιν ὁ διδάσκαλος τῶν ψυχῶν, ὁ δὲ ἰατρὸς οὐ πλήττει, καὶ τὰ πεπληγότα διορθοῦται καὶ θερα‐ πεύει. Μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώ‐ φρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ | |
30 | τὴν διδαχὴν πιστοῦ λόγου. Τουτέστι, πολλὴν ὑπεροψίαν χρημάτων ἐπιδεικνύμενον, τὰ αὐτοῦ πάντα τοῖς δεομένοις προϊέμενον. “ἐγκρατῆ” δὲ οὐ τὸν νηστευτὴν εἶπεν ἐνταῦθα, ἀλλὰ τὸν πάθους κρατοῦντα, τὸν καὶ γλώσσης καὶ | |
χειρὸς, καὶ ὀφθαλμῶν ἀκολάστων· τοῦτο γάρ ἐστιν ἐγκράτεια, τὸ | 88 | |
89 | μηδενὶ ὑποσύρεσθαι πάθει. “ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου.” “πιστοῦ” ἐνταῦθα τοῦ ἀληθοῦς φησιν, ἢ τοῦ διὰ πίστεως παραδεδομένου, οὐ δεομένου συλλογισμῶν, οὐδὲ ζητημά‐ των· “ἀντεχόμενον,” φροντίζοντα, ἔργον τοῦτο ποιούμενον. | |
5 | Ἵνα δυνατὸς ᾖ καὶ παρακάλειν καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Οὐ χρεία, φησὶ, κόμπου καὶ ῥημάτων, ἀλλὰ φρενῶν καὶ γρα‐ φῶν ἐμπειρίας, καὶ νοημάτων δυνάμεως, “ἵνα δυνατὸς ᾖ καὶ παρα‐ καλεῖν,” φησὶν, “ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ,” τουτέστι, πρὸς | |
10 | φυλακὴν τῶν οἰκείων, πρὸς ἀνατροπὴν τῶν ἐχθρῶν. ὁ γὰρ οὐκ εἰδὼς τοῖς ἐχθροῖς μάχεσθαι καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ περὶ τῆς ὀρθῆς διδάσκειν διδασκαλίας, πόρρω ἔστω θρόνου διδασκαλικοῦ. | |
14t | ΚΕΦ. Β. | |
15t | Κατὰ τὰς σαρκικὰς καθάρσεις πρεσβευόντων, καὶ ὑπὲρ πνευματικῆς ἀρετῆς. | |
16 | Εἰσὶ γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρε‐ ναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς, οὓς δεῖ ἐπιστο‐ μίζειν. Ὁρᾷς πῶς δείκνυσι πόθεν εἰσὶ τοιοῦτοι; οὐ βούλονται ἄρχεσθαι, | |
20 | ἀλλὰ ἄρχειν· τοῦτο γὰρ ᾐνίξατο· ὅταν οὖν πεῖσαι μὴ δυνηθῇς, μηδὲ διάταττε τούτοις, ἀλλ’ ἐπιστόμιζε εἰς τὴν τῶν ἄλλων ὠφέ‐ λειαν· “οἵτινες,” φησὶν, “ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.” εἰ γὰρ τὴν μὲν διδασκαλίαν ἀνεδέξατο, οὐχ ἱκανὸς δέ ἐστιν ἐκείνοις μάχεσθαι οὐδὲ ἐπιστομί‐ | |
25 | σαι οὕτως ἀναισχυντοῦντας, τῆς τῶν ἀπολλυμένων βλάβης καθέ‐ καστον αἴτιος γενήσεται. Εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. Πολλὰ ἐνταῦθά ἐστι τὰ ζητούμενα. πρῶτον μὲν, τίς ὁ εἰρηκώς· | |
30 | δεύτερον δὲ, τί δήποτε Παῦλος αὐτοῖς ἐχρήσατο· τρίτον, ὅτι οὐδὲ ὀρθῶς ἔχουσαν μαρτυρίαν παρήγαγε. φέρε γοῦν καὶ ἑτέραν ζήτη‐ | |
σιν προσθέντας, οὕτως κυρίαν τὴν λύσιν ἐπαγάγωμεν. καὶ γὰρ ὅτε | 89 | |
90 | τοῖς Ἀθηναίοις διελέγετο, μεταξὺ τῆς δημηγορίας φησὶν, “ἀγνώ‐ στῳ Θεῷ·” καὶ πάλιν, “τοῦ γὰρ καὶ γένος ἐσμὲν, ὡς καί τινες τῶν· καθ’ ὑμῶν ποιητῶν εἰρήκασι.” καὶ τίς καὶ πόθεν ἐστὶν ὁ εἰρηκὼς, ἀναγκαῖον εἰπεῖν πρὸς ὑμᾶς· ἔχει δὲ οὕτως ἡ ὑπό‐ | |
5 | θεσις. οἱ Κρῆτες τάφον ἔχουσι τοῦ Διὸς, ὁ ποιητὴς οὖν φησὶ, καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο, σὺ δ’ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί. ὅρα τὸν κίνδυνον· εἰ ἀληθὴς ὁ προφήτης αὐτῶν εἰπὼν περὶ τοῦ Διὸς, “σὺ δ’ οὐ θάνες,” εὑρίσκεται κατὰ τὸν Ἀπόστολον ἀθάνατος | |
10 | ὁ Ζεύς. τί οὖν ἐστι, καὶ πῶς ἐστι τοῦτο ἐπιλύσασθαι; ὁ Ἀπό‐ στολος οὐ τοῦτο εἶπεν, ἀλλ’ ἀπλάστως ἔλαβε τὴν μαρτυρίαν καὶ ἀφελῶς πρὸς τὸ ἦθος αὐτῶν τὸ ἐψευσμένον· διὰ τί γὰρ μὴ ἐπή‐ γαγε, “καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο; Οὐ τοῦτο οὖν εἶπεν ὁ Παῦλος, ἀλλ’ ὅτι ὁ δεῖνα καλῶς εἶπεν, ὅτι ψεῦσταί | |
15 | εἰσι. πόθεν οὖν διϊσχυριζόμεθα ὅτι οὐκ ἔστι Θεὸς ὁ Ζεύς; ἐκ μυρίων ἑτέρων· οὐ γὰρ δεῖ ἀπὸ τῆς τῶν Κρητῶν μαρτυρίας τοῦτο παράγειν· τί δή ποτε δὲ ἀπὸ τῶν Ἑλληνικῶν παράγει τὰς μαρ‐ τυρίας; ὅτι τούτοις μάλιστα ἐντρέπομεν αὐτούς· ὅταν οἴκοθεν ἐνέγκωμεν τὰς κατηγορίας, ὅτι τοὺς παρ’ αὐτοῖς θαυμαστοὺς τού‐ | |
20 | τους ἐπιστήσωμεν αὐτοῖς αἰτιωμένους. διὰ τοῦτο καὶ ἑτέρωθι κέχρηται ἀγνώστῳ Θεῷ. οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ ἀρχῆς τοὺς θεοὺς παρέλαβον, ἀλλὰ κατὰ χρόνους, στοχαζόμενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι Θεὸν, ὑπ’ αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶ ἐκείνων ὦσι εὐκαθοσίωτοι, τοιοῦτον ἔστησαν τὸν | |
25 | βωμὸν, ἐπιγράψαντες ἀγνώστῳ Θεῷ. εἶπεν οὖν ὁ Ἀπόστολος, ὅτι ὃν προλαβόντες ὑμεῖς ἐπέγνωτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν· πάλιν “τοῦ γὰρ καὶ γένος ἐσμὲν,” εἴρηται περὶ τοῦ Διός. φησὶ γὰρ, “πλήρεις μὲν Διὸς ἀγυιαὶ, πλήρεις δὲ θάλασσαι·” εἶτα μετὰ μικρὸν, “τοῦ γὰρ γένος ἐσμέν.” Ἄρατος αὐτὰ εἶπεν. πῶς | |
30 | οὖν ὁ Παῦλος τὰ περὶ τοῦ Διὸς εἰρημένα ἕλκει εἰς τὸν Θεὸν τὸν τῶν ὅλων; οὐ τὰ περὶ τοῦ Διὸς εἰρημένα εἵλκυσεν εἰς τὸν Θεὸν, ἀλλὰ τὰ προσήκοντα τῷ Θεῷ, καὶ οὐ γνησίως οὐδὲ κυρίως ἐπι‐ | |
τεθέντα τῷ Διῒ, ταῦτα ἀποδίδωσι, τῷ Θεῷ· ἐπεὶ καὶ τὸ Θεὸς | 90 | |
91 | ὄνομα. αὐτοῦ μόνου ἐστὶ, καὶ παρανόμως ἐπίκειται τοῖς εἰδώλοις. ἀλλὰ πόθεν ἐχρῆν αὐτοῖς διαλεχθῆναι; ἀπὸ προφητῶν; ἀλλ’ οὐκ ἂν ἐπίστευσαν, ἐπεὶ καὶ Ἰουδαίοις οὐδὲν ἀπὸ τῶν εὐαγγελίων φθέγγεται, ἀλλ’ ἀπὸ προφητῶν· διὰ τοῦτό φησιν, “ἐγενόμην τοῖς | |
5 | Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον·” καὶ τοῦτο καὶ ὁ Θεὸς ποιεῖ, οἷον ἐπὶ τῶν μάγων· οὐ δι’ ἀγγέλου αὐτοὺς ἄγει, οὐ διὰ προφήτου, οὐ δι’ ἀποστόλου, οὐ δι’ εὐαγγελιστοῦ, ἀλλὰ πόθεν; δι’ ἄστρου. ἐπειδὴ γὰρ περὶ ταῦτα τὴν τέχνην εἶχον, ἐκεῖθεν αὐτοὺς εἵλκυσε. | |
10 | πάλιν ἐπὶ τῶν βοῶν καὶ τῆς κιβωτοῦ, ἐὰν πορευθῶσι, φησὶ, ταύτην τὴν ὁδὸν, ἀληθής ἐστιν ἡ τοῦ Θεοῦ ἀγανάκτησις, καθάπερ οἱ μάντεις ὑπετίθεντο. οὐκοῦν ἀληθεύουσιν οἱ μάντεις; ἄπαγε· ἀλλ’ ἀπὸ τῶν οἰκείων αὐτοὺς στομάτων ἐλέγχει καὶ καταπλήττει. πάλιν ἐπὶ τῆς ἐγγαστριμύθου· καὶ γὰρ ἐπειδὴ ταύτῃ ἐπίστευσε, | |
15 | διὰ ταύτης ἐποίησεν ἀκοῦσαι τὸν Σαοὺλ τὰ μέλλοντα αὐτὸν κατα‐ λαμβάνειν. τίνος οὖν ἕνεκα ἐπεστόμισε τὸν δαίμονα Παῦλος τὸν λέγοντα, “οὗτοι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν· οἵτινες κα‐ ταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας;” τίνος δὲ ἕνεκεν καὶ ὁ Χριστὸς κωλύει τοὺς δαίμονας φθέγγεσθαι; ἐκεῖ μὲν εἰκότως· | |
20 | καὶ γὰρ τὰ σημεῖα προεχώρει, ἐπεὶ καὶ ἐνταῦθα οὐκ ἀστὴρ ἦν, ἀλλ’ αὐτὸς αὐτὸν ἐκήρυττε, καὶ οἱ δαίμονες δὲ οὐχὶ προσεκυνοῦντο· οὐκ ἦν εἴδωλον τὸ φθεγγόμενον ἵνα κωλυσθῇ· καὶ τὸν Βαλαὰμ δὲ εἴασεν εὐλογῆσαι, καὶ οὐκ ἐκώλυσεν ἐλθεῖν, οὕτως πανταχοῦ συγ‐ καταβαίνει. | |
25 | (Σευηριανός.) Ἄλλος δέ φησιν· ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. ἐπιλαμβανόμενος αὐτῶν εἶπεν, ὡς κακῶς δεικνύντων τάφον Διὸς τὸν οὐκ ὄντα. ἐχρήσατο δὲ τῷ αὐτῷ στίχῳ Παῦλος, ἵνα μὴ νομι‐ σθῇ τῷ ποιητῇ συντρέχειν, καὶ τῷ λεγομένῳ Διῒ μαρτυρεῖν ἀθανα‐ | |
30 | σίαν, ἐπήγαγεν, ἡ μαρτυρία αὕτη ἀληθής ἐστιν· ἐκεῖνος ἐψεύσατο τῷ Διῒ συνηγορῶν, ἐγὼ δὲ ἀληθεύω λέγων, ὅτι οἱ Κρῆτες ἀεὶ ψεῦ‐ σταί εἰσι, καὶ γαστέρες ἀργαί· αὕτη ἡ μαρτυρία ἀληθὴς, οὐκ ἐκείνη. | |
Θεόδωρος. Καὶ Θεόδωρος δὲ ὁμοίως φησὶν, οἱ κατὰ τῶν | 91 | |
92 | Χριστιανικῶν συντάξαντες δογμάτων, ἐνταῦθα ἔφασαν καὶ τὸν μακάριον Παῦλον ἀποδέχεσθαι τὴν τοῦ ποιητοῦ φωνὴν, καὶ ἐπιμαρτυρεῖν αὐτῷ, ὡς ἂν δικαίως ταῦτα ὑπὲρ τοῦ Διὸς περὶ Κρητῶν εἰρηκότι, οὐ προσεσχηκότες οὔτε τῷ τρόπῳ τῆς τοῦ | |
5 | Ἀποστόλου χρήσεως, οὔτε τῷ “ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής·” οὐ γὰρ τὸ ποίημα οὐδὲ τὴν τοῦ ποιητοῦ ἀποδέχεται, ἀλλ’ ὡς παροι‐ μίᾳ τῇ τοῦ ποιητοῦ φωνῇ χρησάμενος τυχὸν καὶ τῶν τότε τῇ φωνῇ κεχρημένων. ὥσπερ οὖν καὶ ἕτερα πολλὰ τῶν παρὰ τοῖς ἀρ‐ χαίοις φερομένων ἐν παροιμίαις χρήσει τοῖς ὕστερον ἐγένετο. “δι’ | |
10 | ἣν αἰτίαν,” φησὶν, “ἔλεγχε αὐτοὺς ἀποτόμως·” ἐπειδὴ πολ‐ λάκις ἐπαινῶν ἐπιείκειαν ἐκδιδάσκει, εὗρε δὲ τοὺς Κρῆτας χρείαν ἔχοντας ὥσπερ κέντρου τῆς ἐπιπλήξεως· διὰ τοῦτο εἶπεν, “ἀποτό‐ μως ἔλεγχε αὐτοὺς, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει·” ἐλέγχειν οὖν ἀποτόμως οὐ τοὺς ἀλλοτρίους φησὶν, ἀλλὰ τοὺς οἰκείους ἀποτό‐ | |
15 | μως· οὐ γὰρ πᾶσιν ἑνὶ τρόπῳ προσενεκτέον, ἀλλὰ διαφόρως καὶ ποικίλως καὶ πρὸς τὰ ὑποκείμενα. Μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις. Χρυσοστόμου. Διπλῆ μῦθος τὰ Ἰουδαϊκά· καὶ ὅταν παρα‐ ποίησις ᾖ, καὶ ὅταν παρὰ καιρὸν ᾖ τὸ πρᾶγμα. ὅταν γὰρ μὴ δεῖ | |
20 | αὐτὸ γενέσθαι, καὶ γενόμενον βλάπτῃ, μῦθός ἐστιν. ὥσπερ ἄχρη‐ στόν ἐστιν, ὥσπερ ἐκείνοις οὐ δεῖ πείθεσθαι, οὕτως οὐδὲ τούτοις· εἰ γὰρ πιστεύεις τῇ πίστει, τί ἕτερα ἐπεισάγεις ὡς οὐκ ἀρκούσης τῆς πίστεως δικαιῶσαι; Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς. | |
25 | Ὁρᾷς ὅτι πρός τί ἐστι τὸ εἰρημένον; “τοῖς δὲ μεμιασμένοις,” φησὶ, “καὶ ἀπίστοις οὐδὲν καθαρόν.” οὐκ ἄρα παρὰ τὴν οἰκείαν φύσιν καθαρὰ ἢ ἀκάθαρτα, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν μετα‐ λαμβανόντων. Ἀλλὰ μεμίανται αὐτῶν ὁ νοῦς καὶ ἡ συνείδησις. | |
30 | Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγα‐ θὸν ἀδόκιμοι. | |
Οὐκοῦν καὶ ὗς καθαρόν· τί οὖν ὡς ἀκάθαρτον ἀπηγόρευται; οὐ | 92 | |
93 | τῇ φύσει ἀπηγόρευται. πάντα γὰρ καθαρὰ, καὶ οὐδὲν ἀκάθαρτον ἐποίησεν ὁ Θεός· ἁμαρτία δὲ μόνη· ψυχῆς γὰρ ἅπτεται καὶ ταύ‐ την ῥυποῖ· τοῦτο πρόληψίς ἐστιν ἀνθρωπίνη· “τοῖς δὲ μεμια‐ σμένοις,” φησὶ, “καὶ ἀπίστοις, οὐδὲν καθαρόν.” πῶς γὰρ ἐν | |
5 | τοῖς καθαροῖς ἀκάθαρτον ἂν εἴη ὁ ψυχὴν ἔχων ἀσθενῆ; πάντα ῥυποῖ· εἰ γὰρ ἐὰν παραιτοῖτο τὸ καθαρὸν καὶ ἀκάθαρτον ζητῶν, οὐδενὸς ἅψεται, οὐδὲ γὰρ ταῦτα καθαρὰ, ἰχθύες λέγω, ἀνθρωπίνων σωμάτων ἀπογευόμενοι· καὶ ὄρνιθες σκωλήκων καὶ κόπρου καὶ ὅσα τοιαῦτα· οὐδὲν οὖν ἀκάθαρτον, ἀλλ’ αὐτοὶ καὶ ὁ νοῦς καὶ ἡ συνεί‐ | |
10 | δησις αὐτῶν, προαίρεσις πονηρὰ, ἀκάθαρτον. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγα‐ θὸν ἀδόκιμοι· σὺ δὲ λάλει, ἃ πρέπει τῇ ὑγιαινούσῃ δι‐ δασκαλίᾳ. | |
15 | (Θεόδωρος.) Ἄλλος φησίν· ἐπειδὴ περὶ τὰ βρώματα ἀκρι‐ βολογεῖσθαι ἐδόκουν, ὡς ἂν κατὰ νόμον τῶν μὲν δέον μεταλαμβά‐ νειν, τῶν δὲ ἀπέχεσθαι· τῶν γεγονότων φησὶν, ἀκάθαρτον οὐδὲν, εἰ δή τις αὐτῶν καθαρᾷ μεταλαμβάνοι τῇ γνώμῃ· ἐπειδὰν δέ τις δι’ ἀπιστίαν ἔχοι τὴν συνείδησιν μεμολυσμένην, καθαρὸν οὐδὲν τῷ | |
20 | τοιούτῳ· βλάπτεται γὰρ ὑφ’ ἁπάντων ὁμοίως· ὁ γὰρ Θεὸς πάντα καθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν, ἡ κατηγορία τοῦ δημιουρ‐ γήσαντος ἅπτεται· καὶ τοῦτό ἐστι—“Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.” ἀλλὰ μηδὲν τούτων ἕνεκεν σιγήσῃς, κἂν μὴ δέχωνται, φησὶ, σὺ τὰ σαυτοῦ πράττε. ἄρα οὐ τὸ παρα‐ | |
25 | τηρεῖσθαι καθαρότητος, ἀλλὰ καθαρότητος τὸ πάντων κατατολμᾷν· αἱ γὰρ παρατηρήσεις ἐκεῖναι σύμβολα ἦσαν καθαρσίων καὶ τύποι, νῦν δὲ ταῦτα οὐκ ἀπαιτούμεθα· μετέστη γὰρ εἰς τὴν ψυχὴν τὸ πᾶν. οὐ δεῖ τοίνυν προσεδρεύειν ταῖς σκιαῖς, ἀλλὰ τῆς ἀληθείας | |
ἔχεσθαι. | 93 | |
94(1t) | ΚΕΦ. Γ. | |
2t | Παραινέσεις ἃς δεῖ παραινεῖν καθ’ ἡλικίαν ἑκάστοις. | |
3 | Πρεσβύτας νηφαλίους εἶναι, σεμνοὺς, σώφρονας, ὑγι‐ αίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ. | |
5 | Πολλὰ γάρ ἐστι τὰ ποιοῦντα μὴ νήφειν, τοὺς ἐν ἡλικίᾳ τοιαύ‐ τῃ· πρῶτον μὲν αὐτὸ τὸ πανταχόθεν ἀμβλύνεσθαι καὶ δυσκόλως κινεῖσθαι· διὰ τοῦτό φησι “νηφαλίους, σεμνοὺς καὶ σώφρονας.” σώφρονας ἐνταῦθα τοὺς φρονίμους φησὶ, σωφροσύνη γάρ ἐστιν ἡ τῶν φρενῶν σωτηρία· καλῶς δὲ ἐπήγαγε καὶ “τῇ ὑπομονῇ·” τοῦτο | |
10 | γὰρ μάλιστα τοῖς γέρουσιν ἁρμόζει. Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖ. Τουτέστιν, ὡς ἀπ’ αὐτοῦ τοῦ σχήματος καὶ τῆς καταστολῆς δείκνυσθαι τὴν κοσμιότητα. Ἄλλος δέ φησιν· ἔδειξεν ὅτι εἰς κλῆρον τὰς γυναῖκας καλεῖ, | |
15 | οὐ γὰρ ἂν ἱεροπρεπεῖς εἶπεν. ἀλλὰ τούτοις ἕτερος ἀνθιστάμενός φησιν, (Θεόδωρος.) Οὐχ ὥς τινες ἐνόμισαν, ὅτι χειροτονία τις ἦν τότε ἐν γυναιξὶ πρεσβυτέρων· διδάσκει γὰρ ὁμοίως καὶ τῶν γυναι‐ κῶν τὰς τὴν ἡλικίαν παλαιοτέρας, τό τε σχῆμα ἔχειν ἱεροπρεπὲς, | |
20 | ἵνα εἴπῃ θαυμαστὸν καὶ αἰδέσιμον. Μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας. Μάλιστα γὰρ τοῦτο τῶν γυναικῶν τὸ ἐλάττωμα, καὶ τοῦ γή‐ ρως, πανταχόθεν τὴν μέθην ἐκκόπτων, καὶ τοῦ νοσήματος τούτου ἐκτὸς αὐτὰς εἶναι βουλόμενος. “καλοδιδασκάλους.” καὶ μὴν κω‐ | |
25 | λύεις γυναῖκας διδάσκειν οὐδὲ αὐθεντεῖν ἀνδρός. μακρὸν ἀποτείνειν λόγον ἐπ’ ἐκκλησίας, οὐ συγχωρεῖ, οὐδὲ προκαθῆσθαι. Ἀλλ’ ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι. Τὸ κεφάλαιον τοῦτο τῶν κατὰ τὴν οἰκίαν ἀγαθῶν· “φιλοτέ‐ κνους.” ἡ γὰρ τὴν ῥίζαν ἀγαπῶσα, πολλῷ μᾶλλον τοὺς καρ‐ | |
30 | πούς· “σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθάς·” πάντα ἀπ’ ἐκείνου τίκτεται, καὶ γὰρ ἀγαθαὶ, καὶ οἰκουροὶ, ἀπὸ τῆς ἀγάπης καὶ τῆς | |
περὶ τὸν ἄνδρα φιλίας, γίνονται. | 94 | |
95 | Ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. Ἀπὸ τοῦ φιλεῖν τὸν ἄνδρα καὶ σωφροσύνη πολλὴ τίκτεται, καὶ πᾶσα ἀναιρεῖται φιλονεικία· κἂν Ἕλλην ᾖ, ταχέως πεισθήσεται, | |
5 | ἂν δὲ Χριστιανὸς, ταχέως βελτιωθήσεται· καὶ τούτων καλῶς διοι‐ κουμένων, καὶ τὰ πνευματικὰ χώραν ἕξει, ἑτέρῳ δὲ κἀκεῖνα λυ‐ μανεῖται. Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν. Τῆς μὲν εἰς τὰς γυναῖκας διδασκαλίας, καὶ ταῖς γυναιξὶ τὸ | |
10 | πλέον ἀπένειμε τὰς γεγηρακυίας, ταῖς νεωτέραις ἐπιστήσας· τῶν δὲ ἀνδρῶν τὸ πᾶν αὐτῶν δίδωσι καὶ ἀπονέμει· οὐδὲν δὲ οὕτω δύ‐ σκολον καὶ χαλεπὸν τῇ ἡλικίᾳ ταύτῃ γένοιτ’ ἂν, ὡς τὸ περιγενέ‐ σθαι τῶν ἡδονῶν τῶν ἀτόπων· διὸ πάντα ἀφεὶς, περὶ τὸ καίριον αὐτὸ τὴν παραίνεσιν ἵστησιν· εἶτα οὐδὲ τῶν ἄλλων ῥᾳθυμεῖ, ἀλλὰ | |
15 | τί φησι; Περὶ πάντας ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. Πρὸς τούτοις φησὶν, ἔστω πᾶσι κοινὸν διδάσκαλον. καὶ ὑπό‐ δειγμα ἀρετῆς, ἡ τοῦ σοῦ βίου λαμπρότης. ὅταν γὰρ καὶ βίος λάμπῃ καὶ λόγος ᾖ συμβαίνων, ἐπιεικὴς, ἥμερος, προσηνὴς, μηδε‐ | |
20 | μίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺν καὶ ἄφετον τὸ κέρδος. “ἀδιαφορίαν, σεμνότητα·” τὸ τῆς ἀδιαφορίας ἐπὶ τοῦ νοῦ ἔλαβε, τὸ δὲ τῆς σεμνότητος, ἐπὶ τοῦ ἔργου, ἵνα μὴ μόνον ἔργου ἀπέσχῃ φθαρτοῦ, ἀλλὰ καὶ νοήματος. | |
24t | ΚΕΦ. Δ. | |
25t | Περὶ δούλων ὡς ἂν καὶ αὐτοὶ τῆς Χριστοῦ χάριτος ἀξίως δουλεύοιεν. | |
26 | Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθὴν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν | |
30 | πᾶσιν. | |
Εἰκότως ἄρα ἔλεγεν ἑτέρωθι, “ὡς τῷ Θεῷ δουλεύοντες καὶ οὐκ | 95 | |
96 | ἀνθρώποις·” κἂν γὰρ τῷ δεσπότῃ διακονῇς μετ’ εὐνοίας, ἡ πρό‐ φασις ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ τὴν ἀρχὴν ἔχει. Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν εὐσέ‐ | |
5 | βειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ | |
10 | πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Τὴν αἰτίαν ἐπήγαγε δικαίαν, δι’ ἣν ὀφείλουσι τοιοῦτοι εἶναι· πῶς γὰρ οὐκ ἂν εἰκότως εἶεν τοιοῦτοι οἱ μυρίων ἁμαρτημάτων λύσιν εὑρόντες; ἴστε γὰρ ὅτι μετὰ τῶν ἄλλων καὶ τοῦτο οὐχ ὡς | |
15 | ἔτυχεν ἐντρέπει καὶ συστέλλει τὴν ψυχὴν, τὸ μυρίων ἁμαρτημά‐ των οὖσαν ὑπεύθυνον, μὴ δίκην δοῦναι, ἀλλὰ συγγνώμης τυχεῖν καὶ μυρίων ἀγαθῶν· καὶ τοῦτο δὲ χάριτος, τὸ ἀπαλλάξαι τῶν βιω‐ τικῶν, τὸ πρὸς τὸν οὐρανὸν ἀγαγεῖν. δύο δὲ δείκνυσιν ἐνταῦθα ἐπιφανείας· καὶ γάρ εἰσι δύο, ἡ μὲν προτέρα χάριτος, ἡ δὲ δευ‐ | |
20 | τέρα ἀνταποδόσεως καὶ τοῦ δικαίου. “ἵνα ἀρνησάμενοι, τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας,” μεθ’ ὅσης σπουδῆς τὰ εἴδωλα ἀπεστράφησαν, μετὰ τοσαύτης, καὶ τὴν κακίαν αὐτὴν, “καὶ τὰς κοσμικὰς ἐπιθυμίας,” φησὶ, καὶ γὰρ καὶ ταῦτα εἴδωλα· κοσμικαὶ δὲ ἐπιθυμίαι, πάντα ὅσα ἂν μὴ διαβαίνῃ μεθ’ ἡμῶν πρὸς | |
25 | τὸν οὐρανὸν, ἀλλὰ τῷ παρόντι κόσμῳ συγκαταλύεται. “σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι.” σωφροσυνή οὐ τοῦτο μόνον ἐστὶ τὸ πορνείας ἀπέχεσθαι, ἀλλὰ καὶ τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι. τίς δὲ ἡ ἐλπίς, καὶ τί τὸ ἔπαθλον τῶν πόνων; προσδεχόμενοι,” φησὶ, “τὴν μακαρίαν ἐλπίδα καὶ ἐπι‐ | |
30 | φάνειαν·” ὄντως γὰρ οὐδὲν ἐκείνης μακαριώτερον. “τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.” ποῦ εἰσιν οἱ τοῦ Πα‐ τρὸς τὸν Υἱὸν ἐλάττονα λέγοντες; τὸ μέγας ἐπὶ Θεοῦ ὅταν λέγῃ, οὐ πρός τι μέγαν φησὶ, ἀλλ’ ἀπολύτως μέγαν, μεθ’ ὃν οὐκ ἂν | |
εἴη μέγας, ἀλλ’ ἀσυγκρίτως μέγας. | 96 | |
97 | Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιού‐ σιον. Ἐξηλλαγμένον, οὐδὲν ἔχοντα κοινὸν πρὸς τοὺς λοιπούς· “ζηλω‐ | |
5 | τὴν καλῶν ἔργων,” τουτέστι μετὰ προθυμίας πολλῆς ἐπ’ αὐτὴν ἰόντας τὴν ἀρετήν· τὸ μὲν οὖν βεβαρημένους τοῖς κακοῖς καὶ ἀνίατα νοσοῦντας ἀπαλλάξαι τῆς ἐκείνους φιλανθρωπίας ἦν, τὰ δὲ μετὰ ταῦτα καὶ ἡμῶν καὶ ἐκείνου. | |
9t | ΚΕΦ. Ε. | |
10t | Περὶ ἀρχόντων ὑπακοῆς πρεπούσης τῇ ἐπιεικείᾳ τοῦ Χριστοῦ. | |
11 | Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε, μετὰ πάσης ἐπιταγῆς. Ἐπειδὴ τὸ ἦθος τούτων σκληρότερον ἦν, διὰ τοῦτο καὶ ἀποτό‐ μως. ἔστι γάρ τινα τῶν ἁμαρτημάτων, ἃ καὶ ἐπιτάγμασιν ἀπείρ‐ | |
15 | γειν χρὴ, οἷον τὸ χρημάτων καταφρονεῖν, παραινοῦντας δεῖ πεί‐ θειν, καὶ τὸ ἐπιεικεῖς εἶναι, καὶ ὅσα τοιαῦτα· τὸν δὲ μοιχὸν καὶ πόρνον καὶ πλεονέκτην μετ’ ἐπιταγῆς ἀπάγειν, καὶ τὸν ἄλλα τοι‐ αῦτα πράττοντα. Μηδείς σου περιφρονείτω, ἀλλ’ ὑπομίμνησκε αὐτοὺς | |
20 | ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, μηδὲν βλασφη‐ μεῖν, ἀλλ’ ἀμάχους εἶναι. Τί οὖν μηδὲ τοὺς κακῶς πράττοντας, μηδ’ ἐκείνους λοιδορεῖ‐ σθαι; “ἀλλὰ πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν,” κἂν ὅστις ᾖ, ἀλλὰ καθαρὸν ἡμῖν εἶναι τὸ στόμα | |
25 | λοιδορίας. Ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρα‐ ότητα πρὸς πάντας ἀνθρώπους. ἦμεν γὰρ ποτὲ καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, κακίᾳ καὶ φθόνῳ διάγοντες, στυ‐ | |
30 | γητοὶ, μισοῦντες ἀλλήλους. | |
Ὥστε πρὸς πάντας τοιούτους εἶναι δεῖ, ἡμέρως ἔχειν. ὁ γὰρ | 97 | |
98 | τοιοῦτος ὢν πρότερον καὶ ἀπαλλαγεὶς, οὐκ ὀνειδίζειν ὀφείλει, ἀλλὰ χάριτας ἔχειν τῷ καὶ αὐτοῖς κἀκείνοις δόντι τὴν ἀπαλλαγὴν τῶν προτέρων κακῶν· ἐννοῶν οὖν οἷος ἦσθα πρότερον, καὶ τὸ τοῦ μέλ‐ λοντος ἄδηλον, ἀναχαίτιζε τὴν ὁρμήν. | |
5 | ἦμεν γάρ ποτε καὶ ἡμεῖς πλανώμενοι· ὅτε δὲ ἡ χρη‐ στότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, πῶς οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενε‐ σίας, καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου. | |
10 | Βαβαὶ, πῶς ἦμεν ἐν τῇ κακίᾳ βεβαπτισμένοι, ὡς μὴ δύνασθαι καθαρθῆναι, ἀλλ’ ἀναγεννήσεως δεηθῆναι· τοῦτο γάρ ἐστι “παλιγ‐ γενεσίας·” οὐκ ἐπεσκεύασεν, ἀλλ’ ἄνωθεν κατεσκεύασεν, ἄνωθεν ἐποίησε κοινούς· πῶς; διὰ τοῦ Πνεύματος· καὶ πάλιν ἑτέρωθεν δείκνυσιν εἰπὼν, “οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χρι‐ | |
15 | στοῦ τοῦ Σωτῆρος ἡμῶν·” πολλοῦ ἔδει ἡμῖν Πνεύματος· “ἵνα δικαιωθέντες,” φησὶ, “τῇ ἐκείνου χάριτι,” πάλιν χάριτι, οὐκ ὀφει‐ λῇ, “κληρονόμοι γενώμεθα κατ’ ἐλπίδα ζωῆς αἰωνίου.” ἅμα καὶ προτροπὴ εἰς ταπεινοφροσύνην ἐστὶν, καὶ ἐλπὶς ὑπὲρ τῶν μελλόν‐ των· εἰ γὰρ οὕτως ἀπεγνωσμένως ὡς ἄνωθεν γεννηθῆναι, ὡς χάριτι | |
20 | σωθῆναι, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι τοῦτο ἐργάσεται. τί ἐστι κατ’ ἐλπίδα; τουτέστι καθὼς ἠλπίσαμεν, οὕτως ἀπολαύσομεν, ἢ ὅτι ἤδη κληρονόμοι ἐστέ· “πιστὸς ὁ λόγος.” ἐπειδὴ περὶ μελλόν‐ των διελέχθη, ἐπήγαγε τὸ ἀξιόπιστον· ἀληθῆ ταῦτά ἐστι, φησὶ, καὶ δῆλον ἐκ τῶν φθασάντων· ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας ἀπαλ‐ | |
25 | λάξας, καὶ τοσούτων κακῶν, εὔδηλον ὅτι καὶ τῶν μελλόντων ἡμῖν μεταδώσει ἐπιμείνασι τῇ χάριτι· βεβαιῶν τὰ περὶ τοῦ Θεοῦ εἰς ἡμᾶς ἐσόμενα ἀγαθὰ, δι’ ὧν ἔφθασεν ἀπαριθμήσασθαι, καὶ τὴν πρὸς ἡμᾶς αὐτοῦ κηδεμονίαν δηλῶν, ἐπήγαγε, Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε βεβαι‐ | |
30 | οῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες Θεῷ. Ἐπὶ τὴν ἐλεημοσύνην αὐτοὺς προτρέπεται, οὐ παρέργως δὲ, ἀλλ’ “ἵνα,” φησὶ, “φροντίζωσι καλῶν ἔργων προΐστασθαι,” τουτ‐ | |
έστιν, ἀδικουμένοις βοηθεῖν, μὴ χρήμασι μόνοις, ἀλλὰ καὶ προστα‐ | 98 | |
99 | σίαις καὶ χήραις ἀμύνειν καὶ ὀρφανοῖς, καὶ πάντας τοὺς κακῶς πάσχοντας ἐν ἀσφαλείᾳ καθιστᾷν· τοῦτο γάρ ἐστι καλῶν ἔργων προΐστασθαι. Ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· | |
5 | μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Τί ποτε βούλονται αἱ γενεαλογίαι; καὶ γὰρ ἐν τῇ πρὸς Τιμό‐ θεον τοῦτο τίθησι λέγων, “μύθους καὶ γενεαλογίας ἀπεράντους·” “ἔρεις” δὲ, φησὶ, τὰς πρὸς τοὺς αἱρετικοὺς, ὅταν μηδὲν ᾖ κέρδος· | |
10 | τὸ γὰρ τέλος αὐτῆς οὐδέν· ὅταν γὰρ ᾖ τις διεστραμμένος, καὶ μηδ’ ἂν ὁτιοῦν γένηται προῃρημένος μεταθέσθαι τὴν γνώμην, τίνος ἕνεκεν εἰκῆ κάμνεις κατὰ πετρῶν σπείρων; δέον πονεῖν εἰς τοὺς σοὺς, περὶ ἐλεημοσύνης αὐτοῖς διαλεγόμενος καὶ τῆς ἄλλης ἀρετῆς. | |
15t | ΚΕΦ. ϛ. | |
16t | Παραινέσεις περὶ ἐκκλίνειν τοὺς αἱρετικοὺς ζητητάς. | |
17 | Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθε‐ σίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. | |
20 | Πῶς οὖν ἑτέρωθι, φησὶ, “μή ποτε δῶ αὐτοῖς ὁ Θεὸς μετά‐ νοιαν,” ἐνταῦθα δὲ ἐκτρέπεσθαι εἰσηγεῖται; ἐκεῖ μὲν περὶ τῶν ἐλπίδα ἐχόντων διορθώσεως φησὶ, καὶ περὶ τῶν ἀντιδιατιθεμένων ἁπλῶς· ὅταν δὲ δῆλος ᾖ πᾶσι καὶ φανερὸς, τίνος ἕνεκεν πυκτεύεις ἐκεῖ; “αὐτοκατάκριτος” δέ ἐστιν, ὅτι οὐκ ἔχει εἰπεῖν, ὅτι οὐδείς | |
25 | με ἐνουθέτησεν. ὅταν οὖν μετὰ τὴν παραίνεσιν ὁ αὐτὸς μείνῃ, αὐ‐ τοκατάκριτος γίνεται. Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικὸν, σπού‐ δασον ἐλθεῖν πρός με εἰς Νικόπολιν. Τί λέγεις; ἐπιστήσας αὐτὸν τῇ Κρήτῃ, πάλιν καλεῖς πρὸς | |
30 | σαυτόν; οὐκ ἀπάγων αὐτὸν τῆς σχολῆς ἐκείνης, ἀλλὰ πλέον ῥυθμίζων· ὅτι γὰρ οὐχ ὥστε περιάγειν αὐτὸν καὶ πανταχοῦ ἔχειν ἀκολουθοῦντα καλεῖ, ἄκουσον· “ἐκεὶ,” φησὶ, “κέκρικα παραχει‐ | |
μάσαι,” ἡ δὲ Νικόπολις τῆς Θρᾴκης ἐστί. | 99 | |
100 | Ζηνᾶν τὸν νομικὸν, καὶ Ἀπολλὼ σπουδαίως πρό‐ πεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Οὗτοι οὐδέπω τῶν ἐγχειρισθέντων ἦσαν, ἀλλὰ τῶν συνόντων αὐτῷ· δυνατὸς δὲ ἦν ὁ Ἀπολλὼς ἐν ταῖς γραφαῖς, καὶ ἀνὴρ λόγιος· | |
5 | εἰ τοίνυν νομικὸς ἦν ὁ Ζηνᾶς, οὐκ ἔδει παρ’ ἑτέρῳ αὐτὸν τρέφεσθαι· νομικὸν δὲ ἐνταῦθα φησὶ, τὸν τῶν Ἰουδαϊκῶν νόμων ἔμπειρον. “ἵνα μηδὲν αὐτοῖς λείπῃ,” τουτέστιν, ἐν πάσῃ ἀφθονίᾳ αὐτοὺς κατά‐ στησον. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐ‐ | |
10 | στασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες· ἄσπασαι τοὺς φι‐ λοῦντας ἡμᾶς ἐν πίστει. Ἤτοι τοὺς αὐτὸν φιλοῦντας ἢ τοὺς πιστοὺς ἄνδρας. “ἡ χάρις μετὰ πάντων ὑμῶν, ἀμήν.” πῶς οὖν αὐτῷ κελεύεις τοὺς ἀντιλέ‐ | |
15 | γοντας ἐπιστομίζειν, εἰ περιϊστάναι τούτους δεῖ; ὅταν ἐπὶ λύμῃ πάντα ποιῶσι, φησὶν, αὐτὸν δὲ προηγουμένως ἐπὶ τῷ ἐκείνων κέρ‐ δει μηδέποτε τοῦτο ποιεῖν· εἰ μὲν γὰρ ἑτέροις λυμαίνοιντο, δεῖ ἑστάναι καὶ μάχεσθαι, ἐπεὶ περιΐστατο· εἰ δὲ ὁρᾷς ἑτέρους δια‐ φερομένους, μὴ σίγα, ἀλλ’ ἐπιστόμιζε, τῶν μελλόντων ἀπόλλυ‐ | |
20 | σθαι κηδόμενος. τί ἐστιν “ἵνα φροντίζωσι καλῶν ἔργων προΐστα‐ σθαι;” ἀντὶ τοῦ ἵνα μὴ περιμένωσι τοὺς δεομένους ἐλθεῖν πρὸς αὐτούς· ἀλλ’ αὐτοὶ περιεργάζωνται τοὺς δεομένους τῆς αὐτῶν βοηθείας. τῶν εἰς τὴν πρὸς Τίτον ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγη‐ | |
25 | τικῶν ἐκλογῶν. | 100 |