TLG 4102 035 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam ii ad Timotheum (e cod. Paris. Coislin. 204) CATENAE (Novum Testamentum) Caten. Catena in epistulam ii ad Timotheum (e cod. Paris. Coislin. 204) Citation: Page — (line) | ||
52(1t) | ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ ΕΠΙΣΤΟΛΗΝ | |
2t | ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ | |
---|---|---|
3t | ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. | |
4 | ΤΙ δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιμοθέῳ Ἐπιστολήν; | |
5 | εἶπεν, “ἐλπίζω ἐλθεῖν πρός σε τάχιον·” οὐκ ἐγένετο τοῦτο· παρα‐ μυθεῖται αὐτὸν διὰ τῶν γραμμάτων ἀντὶ τῆς παρουσίας ἴσως τεθλιμμένον, καὶ διὰ τοῦτο καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι· κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται τοὺς οἴακας τῆς ἐκκλησίας, ξενοπαθοῦσι, καὶ μάλιστα, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγμα‐ | |
10 | τος ἦν. οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· “σπούδασον γὰρ ἐλθεῖν πρός με ταχέως·” δοκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ Ἐπιστολὴ ἐκ τῶν λεγο‐ μένων ἐνταῦθα· ποιεῖται δὲ τὴν παράκλησιν καὶ ἀπὸ τῶν οἰκείων πειρασμῶν, εὐθέως δὲ ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν, ἀπὸ τοῦ προ‐ | |
15 | οιμίου, “κατ’ ἐπαγγελίαν,” εἰπὼν, “ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ.” μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃ, φησὶν, οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· εἰ δὲ ἐπαγγελίᾳ ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· ἐλπὶς γὰρ βλεπο‐ μένη οὐκ ἔστιν ἐλπίς. | |
20 | (Θεόδωρος.) Ἄλλος φησίν· ὅτι μὴ ἀκολούθως τῇ προτέρᾳ ταύ‐ την γεγράφηκε, μηδὲ ἐπὶ τινὰ διάγοντι τόπον, δῆλον, ἀλλὰ μετὰ πολὺν χρόνον ἄγαν· ἐκείνην μὲν γὰρ ἀπέστειλεν αὐτῷ ἐν Ἐφέσῳ διάγοντι, ἐν ταύτῃ δὲ πρὸς τῷ τέλει φησὶ, “Τυχικὸν ἀπέστειλα εἰς Ἔφεσον·” εἶπε δὲ ἂν ὅτι πρός σε, εἴπερ ἐπὶ τῆς Ἐφέσου | |
25 | διάγοντι καὶ ταύτην ἔγραφε τὴν Ἐπιστολήν· κἀκείνην μὲν οὕτω γράφων δῆλός ἐστιν ὅταν μετ’ οὐ πολὺ πρὸς αὐτὸν ἐλευσόμενος, ταύτην δὲ, ὡς μετ’ οὐ πολὺ διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν τὴν ἐκ τοῦδε τοῦ βίου μετάστασιν δέξασθαι προσδοκῶν. κελεύει δὲ | |
αὐτὸν καὶ θᾶττον πρὸς αὐτὸν ἀφικέσθαι· γράφει δὲ αὐτὴν ἀπὸ | 52 | |
53 | Ῥώμης, ἡνίκα τῆς εὐσεβείας ἕνεκεν τὴν κεφαλὴν ἀποτέμνεται, διεγείρων αὐτὸν εἰς τὸ μετὰ σπουδῆς τὰ ὑπὲρ τῆς ἑτέρων ὠφελείας ἐπιτελεῖν σὺν ἡδονῇ, καὶ τὸ πάσχειν ὑπὲρ τούτων αἱρούμενον· μέμνηται δὲ καὶ τῶν πρὸς τὸ χεῖρον βλεπόντων, οὐ μικρῶς αὐτῶν | |
5 | καθαπτόμενος· πρὸς δέ γε τῷ τέλει τῆς Ἐπιστολῆς τὰ καθ’ ἑαυ‐ τὸν δηλοῖ, ἡνίκα ἐγένετό τε καὶ ἔσται. Σευηριανοῦ. Ἐν τῇ πρώτῃ Ἐπιστολῇ κατ’ ἐπιταγὴν λέγει, μέλλων διατάττειν· ἐν δὲ τῇ δευτέρᾳ Ἐπιστολῇ, κατ’ ἐπαγγελίαν· ἡ γὰρ ἀποστολὴ διατάττει μὲν, ἐπ’ ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου | |
10 | ζωῆς τοὺς ὑπακούοντας. | 53 |
54(1t) | ΚΕΦΑΛΑΙΑ | |
2t | ΤΗΣ ΠΡΟΣ | |
3t | ΤΙΜΟΘΕΟΝ Β ΕΠΙΣΤΟΛΗΣ. | |
4 | αʹ. Ἔπαινος τῆς Τιμοθέου πίστεως, καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ | |
5 | πρέπον τῇ χάριτι, ἐν ᾗ καὶ αὐτός φησι διακαρτερεῖ πάσχων. βʹ. Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων. γʹ. Περὶ τῆς ἀφρόντιδος ἐν τῷ νῦν βίῳ πολιτείας, ἐπὶ ταῖς ἀπόνοις τροφαῖς. δʹ. Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς, ἐπ’ ἐλπίδι ζωῆς. | |
10 | εʹ. Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ, καὶ κατὰ τῶν ἐναντίων. ϛʹ. Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγ‐ χομένης. ζʹ. Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπο‐ | |
15 | μονῇ Θεοῦ. ηʹ. Περὶ τῶν καινοτομησάντων, οἷς ἀντιτάττει τὸν Τιμόθεον. | |
θʹ. Περὶ τῆς ἑαυτῷ μελλούσης ἀναλύσεως ἐπὶ δόξῃ αἰωνίᾳ. | 54 | |
55(1t) | ΕΞΗΓΗΣΙΣ | |
2t | ΕΙΣ ΤΗΝ | |
3t | ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΝ Β. | |
4 | ΠΑΥΛΟΣ Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελή‐ | |
5 | ματος Θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ. Χρυσοστόμου. Καλῶς “ἀγαπητῷ·” ἔστι γὰρ εἶναι τέκνα μὴ ἀγαπώμενα· πολλὴν δὲ αὐτῷ μαρτυρεῖ τὴν ἀρετήν· ὅταν γὰρ μὴ ἐκ φύσεως ᾖ ἡ ἀγάπη, ἀρετῆς ἐστιν· οἱ γὰρ κατὰ πίστιν ὅταν | |
10 | ὦσιν ἀγαπητοὶ, δι’ οὐδὲν ἕτερόν εἰσιν, ἀλλὰ δι’ ἀρετήν· “χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.” ἅπερ καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται. | |
13t | ΚΕΦ. Α. | |
14t | Ἔπαινος τῆς Τιμοθέου πίστεως καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ πρέπον τῇ | |
15t | χάριτι, ἐν ᾗ καὶ αὐτός φησι διακαρτερεῖ πάσχων. | |
16 | Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου, νυκτὸς καὶ ἡμέρας, ἐπιπο‐ θῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς | |
20 | πληρωθῶ. Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ, ὅτι μέμνημαί σου· πῶς δὲ ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει λατρεύει τῷ Θεῷ; ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν· ἄλλως τε ἐνταῦθα περὶ βίου φησὶ, καὶ πανταχοῦ τὴν συνείδησιν τὸν βίον, φησίν· ἢ ὅτι οὐδὲν ὧν προεθυ‐ | |
25 | μούμην καλῶν, δι’ ἀνθρωπίνην αἰτίαν προὔδωκα, οὐδὲ τότε ὅτε | 55 |
56 | ἐδίωκον· διὸ φησίν· “ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ.” (Σευηριανός.) Ἄλλος δέ φησίν· οὐ τὸ ἄμεμπτον λέγει τοῦ βίου, ἀλλὰ τὸ τῆς εἰς Θεὸν πίστεως. | |
5 | Ἐπιποθῶν ἰδεῖν σε. Χρυσοστόμου. Ὅρα ζέοντα πόθον καὶ ταπεινοφροσύνην, πῶς ἀπολογεῖται τῷ μαθητῇ, εἶτα δείκνυσιν, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ· ἐπιφέρει γὰρ “μεμνημένος σου τῶν δακρύων.” εἰκὸς γὰρ ἦν αὐτὸν ἀποσχιζόμενον κλαίειν καὶ ὀδύρεσθαι· “ἵνα χαρᾶς,” φησὶ, | |
10 | “πληρωθῶ, ἐπιποθῶ σε ἰδεῖν.” οὐκ ἂν οὖν ἐμαυτὸν τοσαύτης ἀπε‐ στέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤμην καὶ ὠμὸς, ἱκανὰ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι· νυνὶ δὲ, οὐχ εἷς τῶν τοιούτων εἰμὶ, ἀλλὰ τῶν καθαρῶς λατρευόντων τῷ Θεῷ· καὶ ἑτέραν δὲ τίθησιν αἰτίαν ἅμα καὶ παρακλητικήν· “ὑπόμνησιν | |
15 | λαμβάνων,” φησὶ, “τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.” εἶτα καὶ ἄλλο ἐγκώμιον, ὅτι οὐκ ἐξ ἐθνῶν, οὐδὲ ἐξ ἀπίστων, ἀλλ’ ἄνω‐ θεν ἦν ἀπ’ οἰκίας τῷ Χριστῷ δουλευούσης, “ἥτις ἐνῴκησεν,” φησὶν, “ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνείκῃ.” ἦν γὰρ, φησὶν, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς· πῶς Ἰουδαίας; πῶς | |
20 | πιστῆς; ἐξ Ἰουδαίων πιστῆς, οὐκ ἐξ ἐθνικῶν· διὰ δὲ τὸν πατέρα αὐτοῦ φησὶν, ὅτι Ἕλλην ὑπῆρχε, καὶ διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ἔλαβε καὶ περιέτεμεν αὐτόν. ὁρᾷς πῶς ἤρχετο ὁ νόμος καταλύεσθαι τῶν ἐπιμιξιῶν τούτων γινομένων; ὅρα πόσα ἔθηκεν· ἐγὼ λατρεύω τῷ Θεῷ, φησὶ, συνείδησιν ἔχων | |
25 | ἀληθινὴν, σὺ δὲ δάκρυα· οὐ διὰ τὰ δάκρυα μόνον, ἀλλὰ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐραστὴς, ὅτι οὐδὲν δολερὸν παρά σοι· ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι παρέχῃς, μηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν σπουδαζόντων, τί τὸ κωλύον ἦν ἐμὲ ἐλθεῖν; | |
30 | Πέπεισμαι δὲ, ὅτι καὶ ἐν σοί. Ἄνωθεν ἔχεις τοῦτο τὸ καλόν· ἐκ προγόνων διεδέξω τὴν πίστιν, τὸ ἀνυπόκριτον· εἰ τοίνυν δι’ οὐδὲν ἀνθρώπινον ἦλθες ἐπὶ τοῦτο, οὐδέν σε παρασαλεῦσαι δυνήσεται. | |
Δι’ ἣν αἰτίαν ἀναμιμνήσκω σε, ἀναζωπυρεῖν τὸ χά‐ | 56 | |
57 | ρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Ὁρᾷς πῶς δείκνυσιν αὐτὸν ἐν ἀθυμίᾳ ὄντα πολλῇ; μὴ τοίνυν νομίσῃς, φησὶν, ὅτι κατεφρόνησά σου, ἀλλ’ εἰδὼς ὅτι οὐ κατέγνων | |
5 | οὐδ’ ἐπελήσθην, εἰ καὶ μηδὲν ἕτερον, τὴν μάμμην καὶ τὴν μητέρα ἐννόει· δεῖ σοι προθυμίας πρὸς τὸ ἀναζωπυρῆσαι τὸ χάρισμα τοῦ Θεοῦ· καθάπερ τὸ πῦρ δεῖται ξύλων, οὕτω ἡ χάρις τῆς προθυμίας τῆς ἡμετέρας, ἵνα ἀεὶ ἀναζέῃ· ἣν ἔλαβες εἰς προστασίαν τῆς ἐκκλησίας, εἰς σημεῖα, εἰς τὴν λατρείαν πᾶσαν· ἐν ἡμῖν γάρ | |
10 | ἐστι καὶ σβέσαι καὶ ἀνάψαι τοῦτο· ὑπὸ μὲν γὰρ ἀκηδίας καὶ ῥᾳθυμίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Τουτέστιν, οὐ διὰ τοῦτο τὸ πνεῦμα ἐλάβομεν, ἵν’ ὑποστελλώ‐ | |
15 | μεθα, ἀλλ’ ἵνα δυνώμεθα, ἵνα παρρησιαζώμεθα· πολλοῖς γὰρ δί‐ δωσι πνεῦμα δειλίας, οἷον ἐπὶ τῶν πολέμων, ἐν ταῖς Βασιλείαις γέγονε· “καὶ ἐποίησεν, φησὶ, πνεῦμα δειλίας ἐπ’ αὐτούς·” τουτέστι, φόβον αὐτοῖς ἐνέβαλεν. ἀλλὰ σοὶ ἔδωκε τὸ ἐναντίον, ἀγάπῃ τῇ εἰς αὐτόν. ἄρα καὶ τοῦτο ἀπὸ χάριτός ἐστιν· οὐχ ἁπλῶς | |
20 | ἀπὸ χάριτος, ἀλλ’ ὅταν καὶ ἡμεῖς πρότεροι ἐπιδειξώμεθα τὰ παρ’ ἑαυτῶν· τὸ γὰρ ποιοῦν ἡμᾶς κράζειν ἀββὰ, ὁ Πατήρ· καὶ τὴν ἀγάπην ἐντίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον φησὶν, ἵνα ἀλλήλους ἀγαπῶμεν. ἀπὸ γὰρ τῆς δυνάμεως καὶ τοῦ μὴ δει‐ λιᾷν καὶ ἡ ἀγάπη γίνεται· οὐδὲν γὰρ οὕτως ἀγάπην διαλύειν εἴω‐ | |
25 | θεν, ὡς δειλία καὶ προδοσίας φήμη· “σωφρονισμοῦ” δὲ, φησὶν, ἤτοι τὴν ὑγείαν τῆς διανοίας καὶ τῆς ψυχῆς, ἢ ὥστε σωφρονίζεσθαι ἡμᾶς, καὶ τὰ περιττὰ περικόπτειν. Θεόδωρος. Οὐ τοίνυν οὐδὲ δειλιᾷν προσήκει τὰ παρὰ τῶν ἔξωθεν ἐπαγόμενα κακά· διὰ τί; ὅτι ἡ ἐνοῦσα ἡμῖν τοῦ Πνεύ‐ | |
30 | ματος χάρις ἱκανὴ καὶ ἐνισχύειν ἡμᾶς, καὶ πρὸς τὴν ἀγάπην ἐπι‐ σφίγγειν τοῦ Θεοῦ, καὶ σωφρονεστέρους ἐν τοῖς λογισμοῖς μένειν τοῖς οἰκείοις ποιεῖν. | |
Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, | 57 | |
58 | μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν | |
5 | Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν. Χρυσοστόμου. Οὐδὲν χεῖρον ἢ ὅταν τις ἀνθρωπίνοις λογισμοῖς τὰ θεῖα κρίνῃ καὶ μετρῇ πράγματα· οὕτως γὰρ ἀποπεσεῖται τῆς πέτρας ἐκείνης ἐκ πολλοῦ τοῦ μέτρου. ὅρα οὖν Μαρκίωνα καὶ | |
10 | Μάνητα καὶ Οὐαλεντῖνον, καὶ πάντας τοὺς τὰς λοιπὰς αἱρέσεις καὶ τὰ ὀλέθρια δόγματα ἐπεισάγοντας τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαντες ᾐσχύνθη‐ σαν ἐπὶ τῇ οἰκονομίᾳ· καίτοι οὐκ αἰσχύνης, ἀλλὰ πολλοῦ καυχή‐ ματος ἄξια ἂν εἴη, τὸν σταυρὸν λέγω τοῦ Χριστοῦ. οὐδὲν γὰρ | |
15 | οὕτω τῆς φιλανθρωπίας αὐτοῦ τεκμήριον μέγα, ὡς ὁ σταυρός· διὸ καὶ Παῦλός φησιν, “ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·” διὰ τοῦτο ἄνωθεν τῷ μαθητῇ παρῄνει λέγων, καὶ δι’ ἐκείνου ἡμῖν πᾶσιν· μὴ οὖν ἐπαισχυνθῇς, ὅτι τὸν ἐσταυρωμένον κηρύττεις· τοῦτο γάρ ἐστι | |
20 | τὸ μαρτύριον· ταῦτα μὲν γὰρ καθ’ ἑαυτὰ θάνατος καὶ δεσμωτήρια καὶ δεσμὰ, αἰσχύνης ἄξια, ἀλλ’ ἐάν τις τὴν αἰτίαν προσθῇ, καὶ τὸ μυστήριον εἰδῇ, καλῶς πολλοῦ καυχήματος ἑκάτερα ὄντα εὑρή‐ σει. ὁ θάνατος γὰρ ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, τῇ γῇ συνῆψε τὸν οὐρανὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, | |
25 | τοὺς ἀνθρώπους Ἀγγέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλι‐ κόν. κἂν αὐτὸς οὖν ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς· διὰ τοῦτό φησι, “συγκακοπάθησον,” τουτέστι, μὴ ἐπαισχυνθῇς τῇ πέτρᾳ, ὡς οὐκ ὄντος κινδύνου, εἰ ἐγὼ ὁ νεκροὺς ἀνιστῶν, ὁ μυρία ἐργαζόμενος | |
30 | σημεῖα, ὁ τὴν οἰκουμένην ἐπιδραμὼν, δέδεμαι νῦν τοῦ σταυρω‐ θέντος ἕνεκεν· εἰ ὁ διδάσκαλος ἡμῶν καὶ δεσπότης σταυρὸν ὑπέ‐ μεινε, πολλῷ μᾶλλον ἡμεῖς τὰ δεσμά. μηδὲν οὖν ἀνθρώπινον πάθῃς, ἀλλὰ τοῖς αὐτοῖς κοινώνησον. | |
Κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέ‐ | 58 | |
59 | σαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν, καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. Μὴ γὰρ δυνάμει τῇ σῇ φησὶ, τῇ τοῦ Θεοῦ δυνάμει ταῦτα | |
5 | φέρε· σὸν τὸ ἑλέσθαι καὶ προθυμηθῆναι· εἶτα καὶ τῆς δυνάμεως αὐτοῦ δείκνυσι τὰ τεκμήρια· πῶς ἐσώθης, φησὶ, πῶς ἐκλήθης, “κλήσει ἁγίᾳ,” τουτέστιν, ἁγίους εἰργάσατο, ἁμαρτωλοὺς ὄντας καὶ ἐχθρούς· καὶ ταῦτα οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον· εἰ τοίνυν καὶ δυνατός ἐστι καλέσαι καὶ ἀγαθὸς, τῷ κατὰ χάριν καὶ οὐ κατ’ | |
10 | ὀφειλὴν τοῦτο ποιῆσαι, οὐ δεῖ δεδοικέναι· “οὐ κατὰ τὰ ἔργα ἡμῶν, φησὶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν·” οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συμβουλεύοντος, ἀλλ’ ἐξ ἰδίας προθέσεως· οἴκοθεν, ἐκ τῆς ἀγα‐ θότητος αὐτοῦ ὁρμώμενος ἔσωσεν· “κατ’ ἰδίαν,” φησὶ, “πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων | |
15 | αἰωνίων,” τουτέστιν ἀνάρχως ταῦτα τετύπωτο ἐν τῷ Χριστῷ γενέσθαι· πῶς οὖν οὐκ ἀΐδιος ὁ Υἱός; καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐβούλετο ἐξ ἀρχῆς. Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆ‐ ρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν | |
20 | θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου. Εἶδες δωρεὰν, οὐχὶ δι’ ἔργων γινομένην ἀλλὰ διὰ τοῦ εὐαγγε‐ λίου; ἐλπίδος γὰρ ταῦτά ἐστιν· ἐν μὲν γὰρ τῷ αὐτοῦ σώματι, ἀμφότερα ταῦτα γεγένηται, ἐν δὲ τῷ ἡμετέρῳ ἔσται πῶς; | |
25 | Διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ Ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Τί δήποτε τοῦτο συνεχῶς λέγει; πεῖσαι βουλόμενος ὅτι χρὴ καὶ ἔθνεσι πλησιάζειν· μὴ καταπέσῃς, φησίν· ἐν τοῖς ἐμοῖς πα‐ θήμασι καταβέβληται τοῦ θανάτου τὰ νεῦρα· οὐχὶ ὡς κακοῦργος | |
30 | ταῦτα ὑπομένω, ἀλλὰ διὰ τὴν διδασκαλίαν τῶν ἐθνῶν, ἅμα καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον. Δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνο‐ | |
μαι. οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι, ὅτι δυνα‐ | 59 | |
60 | τός ἐστι τὴν παραθήκην μοῦ φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Αἰσχύνης γὰρ, εἰπέ μοι, τὰ δεσμά; αἰσχύνης τὰ πάθη; μὴ οὖν ἐπαισχυνθῇς· ταῦτα γὰρ πάσχω, φησὶν, εἰς δεσμωτήριον | |
5 | ἐμβέβλημαι, ἐλαύνομαι· ὅρα πῶς διὰ τῶν ἔργων ἐπιδείκνυται τὴν διδασκαλίαν. τί δὲ ἦν ἡ παραθήκη; ἡ πίστις, τὸ κήρυγμα· τοῦτο αὐτός, φησιν, ὁ παρακαταθέμενος ἀκέραιον φυλάξει· πάντα πάσχω, ὥστε μὴ τὸν θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνομαι τούτοις, ἕως ἂν αὕτη ἀκέραιος σώζηται. ἢ τοὺς πιστοὺς λέγει τὴν παρακατα‐ | |
10 | θήκην, ἢ ἣν ὁ Θεὸς αὐτῷ παρέθετο. (Σευηριανός.) Ἄλλος δέ φησιν εἰς τὸ “συγκακοπάθησον τῷ εὐαγγελίῳ.” καὶ πῶς οἷόν τε πειράζεσθαι τὸ Εὐαγγέλιον, ὡς ἐπειράζοντο οἱ κηρύττοντες, ἀλλ’ ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζο‐ μένων πειρασμὸς ἐγκοπὴν ἐποίει τῷ Εὐαγγελίῳ, διὰ τοῦτο ταῦτά | |
15 | φησι, “φωτίσαντος δὲ ζωήν·” τὸ ὂν φωτίζεται· ἐπειδὴ τοίνυν ἐδόθη μὲν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡ ζωὴ, θανάτῳ δὲ ἐζοφώθη, πάλιν τῇ ἀναστάσει τοῦ Σωτῆρος ἡ ζωὴ φωτίζεται. (Θεόδωρος.) Ἄλλος δὲ πάλιν φησὶ, παρακαταθήκην λέγεσθαι νῦν τὸν ἀρραβῶνα τοῦ Πνεύματος, ὃν ὥσπερ τινὰ παρακαταθήκην | |
20 | μοι δεδωκὼς, ἐπ’ ἐλπίδι τῶν μελλόντων διαφυλάξαι τοῦτο ἀκέ‐ ραιον· ἐπὶ τῷ τὴν ὁλοτελῆ με τότε τοῦ Πνεύματος κομίσασθαι χάριν, ἧς ἐπ’ ἐλπίδι νυνὶ κεκόμισμαι ταύτην. Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ. | |
25 | Οὐ διὰ γραμμάτων μόνον τὰ πρακτέα ὑπετίθετο τῷ μαθητῇ, ἀλλ’ ἤδη καὶ διὰ ῥημάτων· καὶ τοῦτο καὶ ἐν ἄλλοις ἐδήλωσε λέγων· “εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν·” πολλῷ δὲ μᾶλλον καὶ ἐνταῦθα· μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νομίσωμεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκε, | |
30 | ἅπερ οὖν ἀναμιμνήσκων αὐτοὺς ἔλεγεν· “ὑποτύπωσιν ἔχε ὑγιαι‐ νόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας.” καθάπερ ἐπὶ τῶν ζωγρά‐ φων ἀνετυπωσάμην σοι, φησὶν, εἰκόνας ἀρετῆς, καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ κανόνα καὶ ἀρχέτυπον καὶ ὅρους κατα‐ | |
βαλὼν εἰς τὴν σὴν ψυχήν· ταῦτα οὖν ἔχε, κἂν περὶ τῆς πίστεως, | 60 | |
61 | κἂν περὶ ἀγάπης, κἂν περὶ σωφρονισμοῦ δέῃ τι βουλεύσασθαι· ἐκεῖθεν λάμβανε τὰ παραδείγματα. ἢ ἐπειδὴ μὴ τὸ τέλειον τῆς γνώσεως δέδοται, ἀλλ’ ὅσον ἐχωροῦμεν ἐν ὑποτυπώσεως λόγῳ· οὐ γάρ ἐστιν ὅρος ἡ ὑποτύπωσις, ἀλλὰ διαζωγράφησίς τις τῆς τῶν | |
5 | πραγμάτων φύσεως· διὰ τοῦτό φησιν, “ὑποτύπωσιν ἔχε ὑγιαι‐ νόντων λόγων·” ὑγιαίνοντας δὲ λόγους καλεῖ, ἀντιδιαστέλλων τοῖς νοσώδεσι λόγοις τοῖς τῶν φιλοσόφων. “τὴν καλὴν παραθή‐ κην φύλαξον· πῶς;” διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. οὐ γάρ ἐστιν ἀνθρωπίνης ψυχῆς ἢ δυνάμεως τοσαῦτα ἐμπι‐ | |
10 | στευθέντα πρὸς τὴν φυλακὴν ἀρκέσαι, διὰ τὸ πλῆθος τῶν ἐπιβου‐ λευόντων καὶ ἐφεδρευόντων δαιμόνων· ἐὰν οὖν τὸ Πνεῦμα ἔχωμεν παρ’ ἡμῖν μένον, ἐὰν μὴ τὴν χάριν ἀπολέσωμεν, παρέσται. εἶτα ἐξηγεῖται τοὺς πειρασμοὺς οὐχὶ καταβαλεῖν τὸν μαθητὴν βουλό‐ μενος, ἀλλὰ διαναστῆσαι, ἵν’ εἴ ποτε καὶ αὐτὸς περιπέσοι τούτοις, | |
15 | μὴ ξενοπαθεῖν, πρὸς τὸν διδάσκαλον ἀφορῶν καὶ μεμνημένος πάν‐ των τῶν συμβάντων αὐτῷ. | |
17t | ΚΕΦ. Β. | |
18t | Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων. | |
19 | Οἶδας τοῦτο, ὅτ’ ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ | |
20 | Ἀσίᾳ. Εἰκὸς ἦν ἐν Ῥώμῃ εἶναι πολλοὺς τότε ἀπὸ τῶν τῆς Ἀσίας με‐ ρῶν· ἀλλ’ οὐδείς μοι παρέστη, φησὶν, οὐδείς με ἐγνώρισεν, πάντες ἀπηλλοτριώθησαν. καὶ ὅρα τὴν φιλόσοφον αὐτοῦ ψυχήν· εἶπεν τὸ γενόμενον· οὐ κατηράσατο αὐτοῖς, ἀλλὰ τὸν μὲν πράξαντα τοῦτο | |
25 | καὶ ἐπῄνεσε, καὶ ἐπεύχεται αὐτῷ μυρία ἀγαθά· ἐκεῖνον δὲ οὐ κατηράσατο, ἀλλὰ τί φησιν; Ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης. δώῃ ἔλεος, ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυ‐ ξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενό‐ | |
30 | μενος ἐν Ῥώμῃ, σπουδαιότερον ἐπεζήτησέν με καὶ εὗρέν με. | |
Τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ πταιθῆναι τὸν | 61 | |
62 | τὸν Τιμόθεον· καίτοι τὸ πρᾶγμα κινδύνων ἔγεμε· προσέκρουσε γὰρ τότε τῷ Νέρωνι, τινὰ τῶν ἀνακειμένων αὐτῷ οἰκειωσάμενος. οὐ μόνον οὐκ ἔφυγέ μου τὴν συντυχίαν, ἀλλὰ καὶ ἐπεζήτησέ με καὶ εὗρέ με· “δώῃ αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίῳ, ἐν | |
5 | ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις·” τοιούτους εἶναι χρὴ τοὺς πιστοὺς, μήτε φόβῳ μήτε ἀπειλῇ μήτε αἰσχύνῃ κωλύεσθαι, ἀλλὰ συμπράττειν ἀλλή‐ λοις, καθάπερ ἐν πολέμῳ παρεστάναι καὶ βοηθεῖν· ἑαυτοῖς γὰρ μᾶλλον ἢ ἐκείνοις χαρίζεσθαι· “δώῃ αὐτῷ,” φησὶ, “Κύριος εὑρεῖν | |
10 | ἔλεος παρὰ Κυρίῳ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” τῇ φοβερᾷ καὶ χαλεπῇ, ἔνθα πολλοῦ ἐλέου χρεία ἡμῖν. ἆρα δὲ δύο Κύριοι; οὐδαμῶς, ἀλλ’ ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἷς Θεός. ἐνταῦθα οἱ τὰ Μαρ‐ κίωνος νοσοῦντες ἐπιπηδῶσι τῷ εἰρημένῳ· ἀλλὰ μανθανέτωσαν, ὡς ἔθος τῇ γραφῇ τοῦτο λεγούσῃ, ὅταν περί τινος διαλέγηται· | |
15 | εἶπεν, φησὶν, Ἀβραὰμ, ὅτι οὐ μὴ εἰσέλθῃ Ἀβραὰμ, ἢ ἄλλο τι τοιοῦτο· καὶ οὐκ εἶπεν, ὅτι δώῃ αὐτῷ ὁ Κύριος ἕτερόν τι, ἀλλ’ ἔλεος. Σὺ δὲ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. | |
20 | Τουτέστι, στῆθι γενναίως, οἶδας τὴν παράταξιν· ἔχε τὴν χάριν τοῦ Θεοῦ συμμαχοῦσαν καὶ συναγωνιζομένην σοι· εἰ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ μᾶλλον σὺ ταῦτα φέρειν ὀφείλει· εἰ ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὁ μαθητής. Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, | |
25 | ταῦτα παράθου πιστοῖς ἀνθρώποις. Πιστοῖς, οὐ ζητητικοῖς, οὐ συλλογιστικοῖς, τοῖς μὴ προδιδοῦσι τὸ κήρυγμα. Χρυσοστόμου. “Ἃ ἤκουσας·” “ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ·” τί ἐστι “διὰ πολλῶν μαρτύρων;” | |
30 | ὡς ἂν εἰ ἔλεγεν· οὐ λάθρα ἤκουσας, οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν παρόντων· μετὰ παρρησίας, ταῦτα παράθου· οὐκ εἶπεν, εἰπὲ, ἀλλὰ “παράθου,” καθάπερ ἐπὶ θησαυροῦ βασιλικοῦ τὸ παρατιθέμενον ἐν ἀσφαλείᾳ παρακατατίθεται. | |
Οἵ τινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. | 62 | |
63 | Δύο γὰρ χρὴ τὸν διδάσκαλον ἔχειν, καὶ πιστὸν εἶναι καὶ διδα‐ κτικόν· οὐ πιστοῖς οὖν μόνον λέγει, παράθου, ἀλλὰ καὶ διδακτι‐ κοῖς· τί γὰρ ὄφελος ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ καὶ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν· ἢ ὅταν αὐτὸς μὲν μὴ προδῷ τὴν | |
5 | πίστιν· ἑτέρους δὲ κατασκευάζει τοιούτους. | |
6t | ΚΕΦ. Γ. | |
7t | Περὶ τῆς ἀφρόντιδος ἐν τῷ νῦν βιῷ πολιτείας, ἐπὶ ταῖς ἀπόνοις τροφαῖς. | |
8 | Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ. | |
10 | Βαβαὶ πόσον τὸ ἀξίωμα, στρατιώτην εἶναι Χριστοῦ; ὥστε οὐ χρὴ δυσχεραίνειν, εἰ κακοπαθεῖς· τοῦτο γὰρ στρατιώτου. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πρα‐ γματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. | |
15 | Ταῦτα εἴρηται μὲν πρὸς Τιμόθεον· λέγεται δὲ καὶ πρὸς πάντα διδάσκαλον καὶ μαθητὴν δι’ ἐκείνου. Χρυσοστόμου. Τί δέ ἐστιν, “ἐὰν μὴ νομίμως;” οὐκ ἐὰν εἰς τὸν ἀγῶνα κάθηται, φησὶν, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται, οὐδὲ ἐὰν συμπλακῇ, ἀλλ’ ἐὰν μὴ πάντα τὸν τῆς ἀθλήσεως νόμον φυ‐ | |
20 | λάττῃ· καὶ τὸν ἐπὶ σιτίων, καὶ τὸν ἐπὶ σωφροσύνης καὶ σεμνότητος, καὶ τὸν ἐν παλαίστρᾳ, καὶ πάντα ἁπλῶς διεξέλθῃ τὰ τοῖς ἀθλη‐ ταῖς πρέποντα, οὐδέποτε στεφανοῦται· καὶ ὅρα τοῦ Παύλου τὴν σοφίαν· ἀθλήσεως καὶ στρατιωτῶν ἐμνημόνευσε, τὸ μὲν ὥστε ἑτοίμους εἶναι πρὸς σφαγὰς καὶ φόνους καὶ αἵματα· τὸ δὲ καρ‐ | |
25 | τερικῶς, ἵνα φέρῃ πάντα καὶ γενναίως, ἵνα διὰ παντὸς ἐν ἀσκή‐ σει ᾖ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν με‐ ταλαμβάνειν. Σευηριανοῦ. Ἐπειδὴ προλαβὼν εἶπεν, “οὐδεὶς στρατευόμενος | |
30 | ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις·” ἐζητεῖτο δὲ πῶς μὴ | 63 |
64 | ἐμπλεκόμενος τύχῃ τῆς χρείας, ἐδείχθη ὅπως ἀπὸ τοῦ Εὐαγγελίου δεῖ ζῇν. Χρυσοστόμου. Τὸ μὲν τοῦ στρατιώτου καὶ τοῦ ἀθλητοῦ παρά‐ δειγμα καὶ τοῖς ἀρχομένοις κατάλληλον, τὸ δὲ τοῦ γεωργοῦ τῷ | |
5 | διδασκάλῳ· ὁ γεωργὸς οὐχ ἑαυτοῦ ἐπιμελεῖται, ἀλλὰ τῶν καρπῶν καὶ τῆς γῆς, τουτέστιν, οὐ μικρὰν ἀμοιβὴν τῶν πόνων καρποῦται καὶ ὁ γεωργός. ἐνταῦθα καὶ τοῦ Θεοῦ τὸ ἀνενδεὲς δείκνυσι, καὶ τὴν ἀντίδοσιν τῆς διδασκαλίας· εἶτα ἐπειδὴ τὰ παραδείγματα ἔθηκε, καὶ πάντα αἰνιγματωδῶς, “οὐδεὶς,” φησὶ, “στεφανοῦται, | |
10 | ἐὰν μὴ νομίμως ἀθλήσῃ,” καὶ εἰπὼν, “τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν,” ἐπήγαγε. Νόει ἃ λέγω· δώῃ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν. Τίνος ἕνεκεν ταῦτα εἴρηται; ἐν παροιμίᾳ καὶ ἐν παραβολῇ· εἶτα πάλιν τὸ φιλόστοργον αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόμενος | |
15 | αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι, Μνημόνευε Ἰησοῦν Χριστὸν ἐπηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυὶδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. Ἐνταῦθα τούτου μέμνηται, καὶ πρὸς τοὺς αἱρετικοὺς ἀποτει‐ | |
20 | νόμενος· ἅμα δὲ καὶ ἀνακτώμενος αὐτὸν, καὶ δεικνὺς ὅτι τῶν παθημάτων τὸ κέρδος, ὅτι καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν ὁ Κύριος, διὰ πάθους τὸν θάνατον κατηγωνίσατο· τοῦτον μνημόνευε, φησὶ, καὶ ἕξεις παράκλησιν ἱκανήν· “ἐκ σπέρματος Δαυίδ·” ἤδη γὰρ ἐξ ἐκείνου ἤρξαντό τινες τὴν οἰκονομίαν ἀνατρέπειν, ἐπαισχυνό‐ | |
25 | μενοι τῷ μεγέθει τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τοιαῦτα γὰρ ἦν, ἃ εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, ὡς τοὺς ἀνθρώπους αἰσχύνεσθαι περι‐ άπτειν αὐτὰ τῷ Θεῷ, καὶ ἀπιστεῖν ὅτι τοσοῦτον κατέβη· “κατὰ τὸ εὐαγγέλιόν μου,” φησί· πανταχοῦ τοῦτο τίθησι τῶν ἐπιστο‐ λῶν· ἐπεὶ δὲ αὐτῷ πείθεσθαι ἐχρῆν, ἐπειδὴ καὶ ἕτεροι ἦσαν εὐαγ‐ | |
30 | γελιζόμενοι ἕτερα. Ἐν ᾧ κακοπαθῶ ὡς κακοῦργος μέχρι δεσμῶν. Πάλιν παρ’ ἑαυτοῦ τὴν παραμυθίαν εἰσάγει, καὶ τὴν προτροπήν· ἀλλὰ τί τούτου τὸ χρήσιμον καὶ τὸ θαυμαστόν; | |
Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. | 64 | |
65 | Εἰ μὲν γὰρ κοσμικοὶ ἦμεν στρατιῶται, φησὶν, ἴσχυσεν ἂν ταῦτα τὰ δεσμὰ, τὰ χεῖρας κατέχοντα· νῦν δὲ τοιούτους ἡμᾶς ἐποίησεν ὁ Θεὸς ὡς μηδὲν καταγωνίζεσθαι ἡμῶν· δεσμοῦνται γὰρ αἱ χεῖρες, ἀλλ’ οὐχ ἡ γλῶττα· ἡμῶν γὰρ δεδεμένων, ὁ εὐαγγελι‐ | |
5 | κὸς λόγος λέλυται καὶ τρέχει· τοῦτο εἰς προτροπὴν τῶν λελυ‐ μένων· εἰ ἡμεῖς δεδεμένοι κηρύττομεν, πολλῷ μᾶλλον ὑμᾶς τοὺς λελυμένους τοῦτο ποιεῖν χρή. Καὶ ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης | |
10 | αἰωνίου. Ἐξὸν, φησὶν, ἀκινδύνως ζῇν, καὶ μηδὲν τούτων πάσχειν, εἴγε τὰ ἐμαυτοῦ ἐσκόπουν, ἀλλὰ ταῦτα πάσχω ὑπὲρ ἀλλοτρίων ἀγα‐ θῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. εἰ γὰρ ὁ Θεὸς αὐτοὺς ἐξε‐ λέξατο, πάντα ἡμᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, ἵνα καὶ αὐτοὶ | |
15 | σωτηρίας τύχωσιν, ὡς ἂν εἰ καὶ ἡμεῖς, φησί· καὶ γὰρ καὶ ἡμᾶς ὁ Θεὸς ἐξελέξατο. ὥσπερ δὲ ὁ Θεὸς δι’ ἡμᾶς ἔπαθεν, οὕτω καὶ ἡμεῖς δι’ ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, καὶ οὐ χάρις. ποίας δέ; ἵνα τύχωσι σωτηρίας, οὐ ταύτης, ἀλλὰ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, μετὰ δόξης αἰωνίου. | |
20t | ΚΕΦ. Δ. | |
21t | Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς ἐπ’ ἐλπίδι ζωῆς. | |
22 | Πιστὸς ὁ λόγος. Ὅτι ὁ ζωῆς τυχὼν οὐρανίου, καὶ αἰωνίου τεύξεται, πόθεν πι‐ στός; “εἰ γὰρ συναπεθάνομεν,” φησὶ, “καὶ συζήσομεν·” εἰπὲ | |
25 | “γάρ μοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν αὐτῷ καὶ ἐν τοῖς κό‐ ποις ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; ἀλλὰ τοῦτο οὐκ ἂν οὐδὲ ἄνθρωπος ποιήσειεν τὸν ἑλόμενον αὐτῷ συναποθανεῖν, εἴ ποτε ἐν ἀνέσει γένοιτο, οὐχ αἱρούμενος αὐτῷ γενέσθαι κοινωνόν· ποῦ δὲ συναπεθάνομεν; διὰ τοῦ λουτροῦ καὶ διὰ τῶν παθημάτων. φησὶ | |
30 | γὰρ “τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,” καὶ “συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος·” ἐνταῦθα δὲ τὸν | |
τῶν πειρασμῶν λέγει μᾶλλον. | 65 | |
66 | Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τουτέστιν, εἰ ἀπιστοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλά‐ πτεται ἐκεῖνος· ἀληθές ἐστι, βέβαιός ἐστιν· εἰ τοίνυν οὐδὲν παρ’ | |
5 | ἡμῶν βλάπτεται τῶν ἀρνουμένων, δι’ οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁμολογίαν ἡμῶν, ἀλλ’ ἢ διὰ τὸ χρήσιμον· ἵνα δὲ μή τις νομίσῃ τὸν Τιμόθεον τούτων δεῖσθαι, ἐπήγαγε, Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ κατα‐ | |
10 | στροφῇ τῶν ἀκουόντων. Φοβερὸν τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν, τότε παραδοῦναι αὐτόν. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς | |
15 | ἀληθείας. Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; ἐπειδὴ πολλοὺς ἦν εἰκὸς ἐπαισχύνεσθαι τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα ὡς τῶν διδασκάλων ἀπολλυ‐ μένων, ὡς τοῦ Χριστοῦ σταυρωθέντος, μὴ ἐπαισχυνθῇς, φησὶ, | |
20 | μηδὲν ὅλως αἰσχύνου τῶν εἰς εὐσέβειαν ἡκόντων, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· τέμνε οὖν τὰ νόθα μετὰ πολλῆς τῆς σφοδρότητος τῇ μαχαίρᾳ τοῦ Πνεύματος. Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο. | |
25 | Ὅταν γάρ τι κενὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτομίας τίκτει καὶ οὐδαμοῦ ἵσταται. Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα νομὴν ἕξει. Οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάμενοι· ἑκόντες γὰρ ἀπεπλα‐ | |
30 | νήθησαν· μάλιστα γὰρ οὗτοί εἰσιν ἀδιόρθωτοι. Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός· οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γε‐ | |
γονέναι, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν. | 66 | |
67 | Καλῶς εἶπεν, “ἐπὶ πλέον γὰρ προκόψουσι·” δοκεῖ γὰρ τοῦτο μόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται δεινά· εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγά‐ λης δόξης ἀπεστερήμεθα, ἀλλὰ καὶ τὰ τῆς κρίσεως ἀνῄρηται. εἰ | |
5 | γὰρ ἤδη ἡ ἀνάστασις, καὶ ἡ ἀνταπόδοσις, οὐκοῦν ἀπέλαυσαν μὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν, κολάζονται δὲ οἱ πονηροί. καλῶς γε ἐν τρυφῇ ὄντες πολλῇ, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν, οὐ πάντων, ἀλλά τινῶν· εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πίστεως ἀνατέτραπται· καὶ εἰ ἀνάστασις οὐκ ἔστι, κενὸν | |
10 | τὸ κήρυγμα ἡμῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ μὴ ἀνέστη, οὐ δὲ ἐγεννήθη, οὐ δὲ εἰς οὐρανοὺς ἀνῆλθεν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα | |
15 | Κυρίου. Δείκνυσιν ὅτι καὶ πρὸ τοῦ ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἂν ἐτράπησαν ἀπὸ πρώτης προσβολῆς· ὥσπερ οὖν οὐδὲ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν· οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατώντων, ἀλλὰ καὶ θαυμάζονται· ὡς στερεὸς, | |
20 | φησὶ, καὶ θεμέλιος, οὕτως ἔχεσθαι δεῖ τῆς πίστεως ἔχειν τὴν σφραγῖδα ταύτην· τί ἐστιν “ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ;” ἀπὸ τοῦ Δευτερονομίου αὐτὸ ἔλαβεν, τοῦτό ἐστιν αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι· πόθεν δὲ δῆλοί εἰσιν; ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμάτων, ἀπὸ τοῦ | |
25 | γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ καὶ μὴ συμπαραπόλλυσθαι, καὶ ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας, ταύτην ἔχειν δεῖ τὴν σφραγῖδα ἐμ‐ πεπηγμένην ἐπὶ τῶν πραγμάτων. Ἐν μεγάλῃ δὲ οἰκίᾳ, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν | |
30 | εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Χρυσοστόμου. Μὴ σὲ ταραττέτω, φησὶν, ὅτι εἰσὶν ἄνθρωποι πονηροί· καὶ γὰρ ἐν μεγάλῃ οἰκίᾳ ἐστὶ σκεύη τοιαῦτα, ἀλλ’ οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιμῆς· ἀλλὰ τὰ μέν ἐστιν εἰς τιμὴν, | |
τὰ δὲ εἰς ἀτιμίαν. ναί· ἀλλ’ ἐνταῦθα μὲν χρῆσιν τινὰ πληροῖ, | 67 | |
68 | ἐπὶ δὲ τοῦ κόσμου τί; οὐχὶ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός· οἷον ὁ κενόδοξος, πολλὰ οἰκοδομεῖ· ὁ πλεονέκτης, ὁ ἔμπο‐ ρος, ὁ κάπηλος, ὁ ἄρχων· ἔστι γὰρ ἐν τῷ κόσμῳ αὐτοῖς ἁρμό‐ ζοντα, τὸ δὲ χρυσοῦν σκεῦος οὐδὲν τοιοῦτον, ἀλλὰ περὶ τὴν τράπε‐ | |
5 | ζαν στρέφεται τὴν βασιλικήν· οὐ τοῦτο οὖν φησὶν, ὅτι ἀναγκαῖον πρᾶγμα ἡ πονηρία; πῶς γάρ; ἀλλ’ ὅτι καὶ αὐτοὶ ἔχουσιν ἔργον· εἰ γὰρ πάντες ἦσαν καρτερικοὶ, οὐκ ἔδει οἰκοδομημάτων· εἰ πάντες τρυφῆς ἦσαν ἀπηλλαγμένοι, οὐκ ἔδει ἐδεσμάτων, ἢ λαμπρᾶς οἰκοδομῆς, εἰ τῆς χρείας ἐπεμελοῦντο πάντες. | |
10 | Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον. Χρυσοστόμου. Ὁρᾷς ὅτι οὐ φύσεως, οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως; σκεῦος ὀστράκινον ἦν Παῦλος, ἀλλ’ ἐγένετο χρυσοῦν· σκεῦος χρυ‐ | |
15 | σοῦν ἦν Ἰούδας, ἀλλ’ ἐγένετο ὀστράκινον. πῶς οὖν ἀλλαχοῦ φησιν, “ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν;” ἐκεῖ τὴν φύσιν αὐτήν φησίν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· σκεῦος ὀστρά‐ κινον ἡμῶν τὸ σῶμα· ὥσπερ γὰρ τὸ ὀστράκινον οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὠπτημένος, οὕτω καὶ τὸ σῶμα τὸ ἡμέτερον, οὐδὲν ἄλλο | |
20 | ἐστὶν ἢ πηλὸς τῇ θερμότητι τῆς ψυχῆς στερεούμενος. ἐκεῖ οὖν περὶ φύσεως διαλέγεται, ἐνταῦθα δὲ περὶ προαιρέσεως· “ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν,” τουτέστι τελείως καὶ παντελῶς, ἔστι σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ. ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα χρείαν ἐπιτελεῖ, ἀλλ’ οὐκ εἰς πᾶν | |
25 | ἔργον ἀγαθὸν ἡτοιμασμένον. δεῖ τοίνυν πρὸς πάντα παρεσκευ‐ άσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον, κἂν πρὸς παρ‐ θενίαν. | |
28t | ΚΕΦ. Ε. | |
29t | Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ καὶ κατὰ τῶν ἐναντίων. | |
30 | Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε. Ἀντὶ τοῦ πᾶσαν ἐπιθυμίαν ἄτοπον νεωτερικήν· ταῦτα φεῦγε· “δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικα‐ | |
λουμένων τὸν Κύριον, ἐκ καθαρᾶς καρδίας.” δικαιοσύνην τὴν | 68 | |
69 | καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, “μετὰ τῶν ἐπι‐ καλουμένων τὸν Κύριον,” τουτέστιν, ἐκείνοις θάρρει μόνοις, τοῖς ἀνυποκρίτως καὶ ἀδόλως προσιοῦσι· μετὰ δὲ τῶν ἄλλων οὐ χρὴ πρᾷον εἶναι, ἀλλὰ μόνον εἰρηνεύειν τὸ ἐξ αὐτοῦ. | |
5 | Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ. Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητήσεων; οὐ διὰ τὸ μὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτὰς, εἶχε γὰρ, ἀλλ’ οἶδεν ἄχρη‐ στον ὂν τὸ καθιέναι ὅλως εἰς τούτους τοὺς ἀγῶνας, καὶ ὅτι οὐδὲν ἔσται ὅλως ἢ μάχη καὶ ἀπέχθεια. ταύτας οὖν τὰς ζητήσεις | |
10 | παραιτοῦ· ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ γραφῶν, αἱ περὶ τῶν ἄλλων. Οὐ δεῖ οὖν μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας. Πῶς οὖν λέγει, “ἔλεγχε αὐτὸν μετὰ πάσης ἐπιταγῆς,” καὶ ἐνταῦθα πάλιν, “μηδείς σου τῆς νεότητος καταφρονείτω·” καὶ | |
15 | πάλιν, “ἔλεγχε αὐτοὺς ἀποτόμως;” ὅτι καὶ τοῦτο πρᾳότης ἐστίν· ὁ γὰρ σφοδρὸς ἔλεγχος ὅταν μετὰ ἐπιεικείας γένηται, ὁ μάλιστα δυνάμενος δακεῖν, οὗτός ἐστι διδακτικὸς πρὸς πάντας βουλομένους διδαχθῆναι· “αἱρετικὸν,” γάρ φησιν, “ἄνθρωπον, μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ·” “ἀνεξίκακον,” μάλιστα γὰρ | |
20 | τοῦτο ἔχειν χρὴ, ἐπεὶ πάντα μάτην γίνεται· συμβαίνει γὰρ τῆς συνεχοῦς διδασκαλίας κατελθόντα τὸν καρπὸν ἐκκόψαι τὸ ἐνοχλοῦν τῆς ψυχῆς πάθος· ὁ γὰρ μυριάκις ἀκούσας πείσεταί τι. Ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν· οὐ γὰρ ἔνι | |
25 | ψυχὴν δεομένην μαθεῖν μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· δεῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μανθάνειν, πρὸ τῶν ἄλλων ἁπάντων, ἡδέως ἔχειν πρὸς τὸν διδά‐ σκοντα· ἡδέως δὲ οὐκ ἄν τις ἔχοι πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα· “πῶς οὖν αἱρετικόν,” φησιν, “ἄνθρωπον μετὰ μίαν | |
30 | καὶ δευτέραν νουθεσίαν;” παρὰ τοῦ τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδας ἀνίατα νοσοῦντα. Μήποτε δῷ αὐτοῖς ὁ Κύριος μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς παγίδος τοῦ διαβόλου. | |
Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἴσως ἔσται διόρθωσις· τὸ δὲ ἴσως | 69 | |
70 | ἐπὶ τῶν ἀδήλων ἐστίν· ὥστε ἐκείνων ἀφίστασθαι μόνον χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, ὅτι οὐδ’ ἂν ὁτιοῦν γένηται, με‐ ταστήσονται. Ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. | |
5 | Καλῶς εἶπεν ἐζωγρημένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται· ὁρᾷς πῶς διδάσκει μετριοφρονεῖν; οὐκ εἶπε, μήποτε δυνηθῇς, ἀλλὰ μήποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι· μήποτε τοίνυν διακεώμεθα ὡς αὐτοὶ τινὰ πείσοντες κἂν πείσωμεν· “καὶ ζωγρηθέντες,” φησὶν, “ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα·” τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν | |
10 | τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ δὲ “μήποτε” πολλῆς μακροθυ‐ μίας, ἐστὶ, καὶ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική. | |
12t | ΚΕΦ. ϛ. | |
13t | Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγχομένης. | |
14 | Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστή‐ | |
15 | σονται καιροὶ χαλεποί. Οὐχὶ τὰς ἡμέρας λέγει, οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώ‐ πους τοὺς τότε ὄντας· καὶ γὰρ ἡμῖν οὕτω λέγειν ἔθος ἐστίν· και‐ ροὺς πονηροὺς καὶ μὴ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων, ἀπὸ τῶν ἀνθρώπων. | |
20 | Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι. Ὁ φίλαυτος οὗτός ἐστιν, ὁ μάλιστα ἑαυτὸν φιλῶν, ὁ δὲ φι‐ λάδελφος οὗτος μάλιστά ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν· ἀπὸ τούτου ἡ φιλαργυρία. τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ ἐκκεχυμένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας | |
25 | ὀλέθριον καὶ πικρόν. “φιλάργυροι·” ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφη‐ μία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια. ὁ γὰρ κατὰ ἀνθρώπων ἐπαιρόμενος εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ· οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται, πολλάκις κάτωθεν ἄνω ἄνεισιν. ὁ πρὸς | |
30 | τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν· ὁ πρὸς | |
ὁμοδούλους ἐπιεικὴς, πολλῷ μᾶλλον πρὸς τὸν δεσπότην· ὁ δὲ | 70 | |
71 | ὁμοδούλων καταφρονῶν, ὁδῷ προβαίνων, καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι. Θεόδωρος. Φίλαυτοί εἰσιν οἱ πάντα πρὸς τὴν ἑαυτῶν ὠφέ‐ | |
5 | λειαν ποιοῦντες. “ἀλαζόνες,” καυχώμενοι ἔχειν ἃ μὴ ἔχουσιν. “ὑπερήφανοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς οὖσιν. “βλάσφη‐ μοι,” κατηγορίαις χαίροντες. “ἀνόσιοι,” ἐπιμέλειαν τοῦ δικαίου μὴ ποιούμενοι. “ἄστοργοι,” περὶ οὐδένα σχέσιν ἔχοντες. “ἄσπον‐ δοι,” οὐ βέβαιοι περὶ τὰς φιλίας, οὐδὲ ἀληθεῖς περὶ ἃ συντί‐ | |
10 | θενται. “διάβολοι·” ταῦτά τε ἐκεῖ, ἐκεῖνα ἐνταῦθα λέγοντες, ἐπὶ τῷ κατεργάζεσθαι μάχην. “ἀκρατεῖς,” ἥττους τῶν παθῶν. “ἀνή‐ μεροι,” οὐδεμιᾶς χρηστότητος ἐπιμελούμενοι. “τετυφωμένοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς μὴ προσοῦσι· διαφέρει δὲ τοῦ ἀλα‐ ζόνος τῷ τὸν μὲν τετυφωμένον ἀπὸ τῆς γνώμης λέγειν, ἀλαζόνα δὲ | |
15 | τὸν ἐπὶ ῥήματι καυχώμενον. Χρυσοστόμου. Ὁ ἀχάριστος δὲ ἀνόσιος εἰκότως· ὁ γὰρ περὶ τὸν εὐεργέτην ἀχάριστος, τίς ἂν γένοιτό ποτε περὶ τοὺς ἄλλους; ὁ ἀχάριστος, ἄσπονδος, ὁ ἀχάριστος, ἄστοργος· “διάβολοι,” φησὶ, τουτέστι κατήγοροι· οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, | |
20 | ὥσπερ τινὰ παραμυθίαν ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφημεῖν, μυρία πλημμελοῦσι καὶ ἁμαρτάνουσιν· “ἀκρατεῖς,” πάντων τῶν παθῶν· “ἀνήμεροι·” ἐντεῦθεν ἡ ὠμότης, ἐντεῦθεν ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος ᾖ, ὅταν φίλαυτος, ὅταν ἀχάριστος, ὅταν λάγνος. “ἀφιλάγαθοι, προδόται φιλίας, προπετεῖς, οὐδὲν βε‐ | |
25 | βηκὸς ἔχοντες, τετυφωμένοι, ἀπονοίας πεπληρωμένοι.” Φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους γράφων, οὕτω πως φησὶν, “ἔχοντες μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.” ἐκεῖ μὲν | |
30 | ἐπαινῶν αὐτὸ τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα χαλεπώτερον αὐτὸ δείκνυσι τὸ ἁμάρτημα· τί δή ποτε; ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον αὐτὸ ἔλαβεν. ὥσπερ γὰρ τὴν εἰκόνα, πολλάκις μὲν εἰς ὁμοίωσιν λαμβάνει, πολλάκις δὲ εἰς τὸ ἄψυχον | |
καὶ οὐδαμινὸν, οἷον καθάπερ καὶ αὐτὸς φησὶ, γράφων, “ἀνὴρ μὲν | 71 | |
72 | γὰρ οὐκ ὀφείλει κατακάμπτεσθαι τὴν κεφαλὴν, καὶ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων·” καὶ πάλιν ὁ προφήτης “πλὴν ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος·” καὶ τὸν λέοντα, ποτὲ μὲν εἰς τὸ βασι‐ λικὸν λαμβάνει· “ἐκοιμήθη,” φησὶν, “ὡς λέων, καὶ ὡς σκύμνος | |
5 | λέοντος, τίς ἐγερεῖς αὐτόν;” ποτὲ δὲ εἰς τὸ ἁρπακτικὸν, “ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος·” οὕτω καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦ‐ μεν· ἐπειδὴ γὰρ τὰ πράγματα σύνθετά ἐστι καὶ ποικίλα, εἰκότως εἰς πολλὰς εἰκόνας καὶ παραδείγματα εἴληπται· οὕτως καὶ ἐν τῇ μορφῇ· ἐκεῖ μὲν ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία ἐστὶ, | |
10 | καὶ ἀρχέτυπον τῆς εὐσεβείας· ἐνταῦθα δὲ ὅτι ἄψυχον καὶ νεκρὸν, καὶ σχῆμα μόνον καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ· οὐδὲν γὰρ κέρ‐ δος πίστεως, ὅταν μηδὲν πράττῃ τῶν τὴν εὐσέβειαν χαρακτηρι‐ ζόντων· “τούτους οὖν,” φησὶν, “ἀποτρέπου,” ἀλλ’ ἐν ὑστέροις οἱ τοιοῦτοι ἔσονται. πῶς, φησὶ, “τούτους ἀποτρέπου;” εἰκὸς μὲν καὶ | |
15 | τότε τοιούτους εἶναί τινας, τὸ δὲ ἀληθέστερον δι’ ἐκείνου πᾶσιν παραινεῖ. Ἐκ τούτων γὰρ εἰσὶν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ | |
20 | μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρημένους τῷ ὅπλῳ, ᾧ καὶ ὁ διάβολος κατὰ τοῦ Ἀδὰμ ἐχρήσατο· εἶδες τὸ ἀναίσχυντον πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν “ἐνδύνοντες,” τὸ ἄτιμον, τὴν ἀπά‐ την, τὴν κολακείαν; “καὶ αἰχμαλωτίζοντες γυναικάρια·” γυναι‐ | |
25 | κῶν γὰρ τὸ ἀπατᾶσθαι, μᾶλλον δὲ οὐ γυναικῶν, ἀλλὰ γυναικαρίων. “σεσωρευμένα.” ὁρᾷς πόθεν κἀκείναις γίνεται τὸ πείθεσθαι ἀπὸ τῶν ἁμαρτημάτων, καὶ σφόδρα κυρίως εἶπεν “σεσωρευμένα·” τὸ πλῆθος γὰρ τῶν ἁμαρτημάτων συνίστησι, καὶ τὸ ἄτακτον, καὶ τὸ συγκεχυμένον, “ἀγόμενα ἐπιθυμίαις ποικίλαις,” οὐ τῆς φύσεως | |
30 | κατηγόρησεν· οὐ γὰρ ἁπλῶς εἶπεν γυναῖκας, ἀλλὰ τοιάσδε γυναῖ‐ κας· διὰ δὲ τοῦ “ποικίλαις” πολλὰ ᾐνίξατο, τὴν τρυφὴν, τὴν ἀσχη‐ μοσύνην, τὴν λαγνείαν, τὴν φιλοχρηματίαν, τὴν αὐθάδειαν, τὴν τιμήν· ἴσως καὶ ἑτέρας αἰσχρὰς ἐπιθυμίας αἰνίττεται· “πάν‐ | |
τοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν | 72 | |
73 | δυνάμενα.” ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυμίαις ἐκεί‐ ναις καὶ τοῖς ἁμαρτήμασιν, ἐπορώθη αὐτῶν ἡ διάνοια. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτω καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ. | |
5 | Οὗτοί εἰσιν οἱ μάγοι οἱ ἐπὶ τοῦ Μωσέως. πόθεν δὲ αὐτῶν τὰ ὀνόματα; οὐδαμοῦ γὰρ ἐμφέρεται ἀλλαχοῦ. ἢ ἀγράφως παραδέ‐ δοτο, ἢ ἀπὸ τοῦ Πνεύματος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον. Οὕτως καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ· ἄνθρω‐ ποι κατεφθαρμένοι τὸν νοῦν· ἀδόκιμοι περὶ τὴν πίστιν. | |
10 | ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλέον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. Πῶς οὖν λέγει ἀλλαχοῦ; “καὶ προκόψουσιν ἐπὶ πλέον ἀσε‐ βείας·” ἐνταῦθα δὲ “οὐ προκόψουσιν.” ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόμενοι καινοτομεῖν καὶ πλανᾷν οὐ στήσονται τῆς πλάνης, ἀλλ’ | |
15 | ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· ἐν‐ ταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινὰς παρακρούεσθαι, ἀλλ’ εὐφώρατοι ταχέως ἔσονται· διὰ τοῦτο ἐπιφέρει, “ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν·” πόθεν τοῦτο; ὥσπερ “καὶ ἡ ἐκείνων ἐγένετο·” πανταχόθεν γὰρ κἂν | |
20 | πρὸς καιρὸν ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει. Ἄλλος δέ φησιν, ἀνωτέρω ἐπὶ τῶν ἀπατωμένων λέγει, ὡς ἂν οὐδέποτε ἐπιλειψόντων αὐτοῖς τῶν πειθομένων οἷς λέγουσιν· ἐν‐ ταῦθα δὲ παρὰ τοῖς τῆς ἀληθείας δοκιμασταῖς οὐ προκόπτειν αὐτοὺς φησίν· οἱ γὰρ ἐν ἀρχῇ πολλάκις οὔπω τὰ κατ’ αὐτοὺς | |
25 | εἰδότες, τῷ σχήματι δελεάζονται· τῷ χρόνῳ μέντοι τὴν ἐνοῦσαν αὐτοῖς τῶν δογμάτων διαφορὰν ἐπιγινώσκουσιν. | |
27t | ΚΕΦ. Ζ. | |
28t | Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ. | |
29 | Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ. | |
30 | Χρυσοστόμου. Ὥστε ἰσχυρὸς ἔσο· ἐνταῦθα τὸν χρόνον ση‐ | |
μαίνει πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, “παρηκολούθηκας τῇ | 73 | |
74 | διδασκαλίᾳ·” τοῦτο περὶ λόγου· “τῇ ἀγωγῇ,” τοῦτο περὶ βίου· τῇ προθέσει,” τοῦτο περὶ προθυμίας καὶ τοῦ παραστήματος τῆς ψυχῆς· “τῇ μακροθυμίᾳ·” πῶς οὐδέν με τούτων ἐτάρασσε; “τῇ ἀγάπῃ·” ὅπερ οὐκ εἶχον οὗτοι· “τῇ ὑπομονῇ,” ὅπερ οὐδὲ | |
5 | τοῦτο· “τῇ μακροθυμίᾳ,” φησὶ πρὸς τοὺς αἱρετικούς· “τῇ ὑπο‐ μονῇ,” πρὸς τοὺς διωγμούς· τοῖς λογισμοῖς, “τοῖς παθήμασιν·” δύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι πολ‐ λοὺς, καὶ τὸ διώκεσθαι. Οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύ‐ | |
10 | στροις. Τούτων ἴσως ὡς νεαρῶν μέμνηται καὶ γνωρίμων αὐτῷ· ταῦτα δὲ οὐ πρὸς ἐπίδειξιν λέγει, ἀλλὰ πρὸς παραμυθίαν τοῦ μαθητοῦ. Ἀντιοχείαν δὲ τὴν Πισιδίας ἐνταῦθά φησιν. ἐν Ἰκονίῳ τινές φασι διὰ Θέκλαν· ἐν Λύστροις, ὅθεν ἦν ὁ Τιμόθεος· τινὲς δὲ πάλιν | |
15 | φασὶ διὰ τὴν ἔχουσαν τὸ πνεῦμα τοῦ Πύθωνος. Οἵους διωγμοὺς ὑπέμεινα. Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν παρειχόμην γενναίαν, καὶ οὐκ ἐγκατελείφθην. Ἐκ πάντων γὰρ μὲ ἐρρύσατο ὁ Κύριος· καὶ πάντες | |
20 | δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ διωχθήσονται. Τί δὲ ὅλως, φησὶ, λέγω περὶ ἐμαυτοῦ; ἕκαστος τῶν θελόντων εὐσεβῶς ζῇν διωχθήσεται. τὰς θλίψεις ἐνταῦθά φησι καὶ τὰς ὀδύνας· καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα μὴ εἶναι ἐν λύπῃ, ἢ χωρὶς εἶναι θλίψεως καὶ πειρασμῶν. | |
25 | Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Μηδέν σε θορυβείτω, φησὶν, εἰ ἐκεῖνοι μὲν ἐν εὐθηνίᾳ, σὺ δὲ ἐν πειρασμοῖς· τοιαύτη γὰρ ἡ τοῦ πράγματος φύσις ἐστίν· ἐκ τῶν ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεμοῦντα τοῖς | |
30 | πονηροῖς μὴ εἶναι ἐν θλίψει. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ | |
τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα | 74 | |
75 | οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πί‐ στεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Καθάπερ ὁ προφήτης Δαβὶδ παρῄνεσε μὴ παρὰ ζήλου ἐν πονη‐ ρευομένοις, τοῦτο καὶ αὐτὸς παραινεῖ λέγων· “σὺ δὲ μένε ἐν οἷς | |
5 | ἔμαθες καὶ ἐπιστώθης·” τουτέστιν, ἐπίστευσας ὅτι αὕτη ἐστὶν ἡ ζωὴ, κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὧν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ Ἀβραὰμ ἤκουσεν, “ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,” καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐδὲν ἐθορυ‐ βεῖτο· διὰ τοῦτο δίκαιοι ἐνταῦθα θλίβονται, ὅτι πάροικοί εἰσιν, | |
10 | ὅτι ξένοι· καὶ δοκιμῆς ἕνεκεν ταῦτα ὑπομένουσιν· οἱ δὲ ἁμαρτωλοὶ, ἐὰν καί ποτέ ἐστι τοιοῦτον ὑπομένωσι, δίκην τίνουσι τῶν ἁμαρτη‐ μάτων· εἰ γὰρ μηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἂν ἐνόμισεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγμασι· καὶ εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἂν προσεδόκησεν εἶναι ἀνάστασιν, ὡς πάντων | |
15 | ἐνταῦθα ἀπολαμβανόντων· διὰ τοῦτο κολάζει καὶ οὐ κολάζει. “εἰδὼς,” φησὶν, ὅτι “ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας,” τουτέστιν, ἐκ πρώτης ἡλικίας, ἐν ταῖς θείαις ἀνετράφης γραφαῖς, ὥστε καὶ διὰ τοῦτο στερρὰν εἶναί σοι προσήκει τὴν πίστιν· κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, ἢ χρόνῳ τραφεῖσα πολλῷ, καὶ οὐδὲν | |
20 | αὐτὴν παραβλάψαι δύναται· “τὰ δυνάμενά σε,” φησὶ, “σο‐ φίσαι.” τουτέστιν, οὐκ ἀφίησιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοὶ τὰς γραφὰς μὴ εἰδότες· ὁ γὰρ τὰς γραφὰς εἰδὼς ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως· τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς | |
25 | τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα εὑρίσκων ἐν ταῖς γραφαῖς. Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος. Πολλὴν παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν γραφῶν τελειοτέραν οὖσαν, ἐπειδὴ μέγα | |
30 | τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν· τί γὰρ οἴει παθεῖν τὸν Τιμόθεον, οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα μέλλει ἀπο‐ θνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τῶν χρόνων | |
τῶν ἐγγὺς τοῦ θανάτου· διὰ τοῦτο ὅτε πολλὴν ἐποιήσατο παρά‐ | 75 | |
76 | κλησιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι κέχρηται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι, καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα, ἢ τελευτὴν καὶ μετάστασιν πρὸς τὰ κρείττω, ὅπερ οὖν καὶ ἦν· “ἐγὼ | |
5 | γὰρ ἤδη σπένδομαι,” φησὶ, διὰ τοῦτο ἔγραφε λέγων, Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδα‐ σκαλίαν, πρὸς ἐλεγμὸν, πρὸς ἐπανόρθωσιν, πρὸς παι‐ δείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἀρτίως ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. | |
10 | Εἴ τι μαθεῖν, εἴ τι ἀγνοῆσαι χρὴ, ἐκεῖθεν εἰσόμεθα· εἰ ἐλέγξαι ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν· εἰ ἐπανορθωθῆναι καὶ σωφρονισθῆναι πρὸς παράκλησιν, πρὸς παραμυθίαν, εἴ τι λείπει καὶ χρὴ προστιθέναι. “ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος·” ἀντ’ ἐμοῦ τοίνυν, φησὶν, ἔχεις τὰς γραφὰς, εἴ τι βούλει μαθεῖν, ἐκεῖθεν δυνήσῃ. | |
15 | Διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίναι ζῶντας καὶ νεκρούς. Ἤ τοι ἁμαρτωλοὺς λέγει καὶ δικαίους, ἤτοι καὶ τοὺς ἀπελθόν‐ τας καὶ τοὺς νῦν ὄντας, ἢ ὅτι πολλοὶ καταληφθήσονται ζῶντες. ἐφόβησεν αὐτὸν καὶ ἐν τῇ προτέρᾳ, ἐνταῦθα δὲ τὸ φοβερώτερον | |
20 | τέθεικε· “τοῦ μέλλοντος κρίναι καὶ ζῶντας καὶ νεκροὺς,” τουτέστι, τοῦ μέλλοντος τὰς εὐθύνας ἀπαιτεῖν “κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν,” ἵνα εἴπῃ τὴν μετὰ δόξης, τὴν μετὰ βασι‐ λείας. ἢ ὅτι διαμαρτύρομαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν, μάρτυρα καλῶς ἐκεῖνον, ὅτι καὶ τοῦτο ἀνέμνησα. | |
25 | Κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυ‐ μίᾳ καὶ διδαχῇ. Τουτέστι μὴ καιρὸν ἔχε ὡρισμένον, ἀεί σοι καιρὸς ἔστω, μὴ ἐν εἰρήνῃ, μηδὲ ἐν ἀδείᾳ ὢν, μηδὲ ἐν ἐκκλησίᾳ μόνον καθήμενος, | |
30 | ἐν δὲ τοῖς κινδύνοις ὑποσταλεὶς, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον, καὶ παρ’ αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι· τότε γὰρ καὶ ἡ ἐπι‐ | |
τίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ | 76 | |
77 | τὸ ἔργον· παρακάλεσον, φησίν· ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτι‐ μήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν· ἄν τε ἐπιτι‐ μήσῃς καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτρα‐ | |
5 | πται· ἀφόρητον γὰρ ἔλεγχος καθ’ ἑαυτὸν, ὅταν μὴ παράκλησιν ἀναμεμιγμένην ἔχῃ· πάλιν ὁ ἐλέγχων μακροθυμίας δεῖται, ὥστε μὴ ἁπλῶς πιστεύειν· καὶ ἡ ἐπιτίμησις καὶ ἡ παράκλησις καὶ ἡ διδαχὴ, μὴ ὡς ὀργιζόμενος, μὴ ὡς μαινόμενος, μὴ ὡς ἐπεμβαίνων, μὴ ὡς ἐχθρὸν εὑρηκὼς, ἀλλ’ ὡς φιλῶν καὶ συναλγῶν, ὡς μᾶλλον | |
10 | ἐκείνου πενθῶν. | |
11t | ΚΕΦ. Η. | |
12t | Περὶ τῶν καινοτομησάντων ἀντιτάττει τὸν Τιμόθεον. | |
13 | Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται. | |
15 | Πρὶν ἢ ἐκτραχηλισθῆναι προκατάλαβε πάντας αὐτοὺς, ὡς ἔχεις εἴκοντας μαθητευομένους πάντα πράττε. Ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσιν ἑαυ‐ τοῖς διδασκάλους. Οὐδὲν ἐμφαντικώτερον τῆς λέξεως ταύτης· τὸ γὰρ ἀδιάκριτον | |
20 | πλῆθος τῶν διδασκάλων διὰ τοῦ “σωρεύουσιν” ἐδήλωσε, καὶ διὰ τοῦ παρὰ τῶν μαθητῶν χειροτονεῖσθαι· “κνηθόμενοι τὴν ἀκοὴν,” τῆς ἡδονῆς, φησι, χάριν λέγοντες. Καὶ ἀπὸ μὲν τῆς ἀληθείας, τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. | |
25 | Θεόδωρος. Μύθους εἶπε τὰ ἐναντία τῆς εὐσεβείας ῥήματα· ταῦτα δέ φησιν ὥστε διεγεῖραι αὐτὸν, καὶ ἵνα ὅταν ἐκβῇ, τῷ πα‐ ρόντι καιρῷ κεχρῆσθαι εἰς δέον· ὅθεν ἐπάγει, Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον. Τουτέστι, κάμε, προκατάλαβε, πρὶν ἢ τὴν λύμην ἐκείνην ἐπελ‐ | |
30 | θεῖν τῇ ποίμνῃ. | 77 |
78(1t) | ΚΕΦ. Θ. | |
2t | Περὶ τῆς ἑαυτοῦ μελλούσης ἀναλύσεως ἐπὶ δόξῃ αἰωνίᾳ. | |
3 | Ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. | |
5 | Ἄρα τοῦτο ἔργον εὐαγγελιστοῦ, τὸ κακοπαθεῖν καὶ παρ’ ἑαυτοῦ καὶ παρὰ τῶν ἔξωθεν· τὸ δὲ “πληροφόρησον” ἀντὶ τοῦ πλήρωσον· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ κακοπαθεῖν. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀνα‐ λύσεως ἐφέστηκεν. | |
10 | Οὐκ εἶπε τῆς ἐμῆς θυσίας· τῆς μὲν γὰρ τῆς θυσίας οὐ τὸ πᾶν ἀναφέρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέ‐ λεκα. Τίνος ἕνεκεν οὕτω μεγαληγορεῖ ταῦτα λέγων ὁ Παῦλος; ἐμοὶ | |
15 | δοκεῖ τὴν ἀθυμίαν βούλεται παραμυθήσασθαι τοῦ μαθητοῦ, θαρ‐ ρεῖν κελεύων, ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελε‐ κότος· ὡς ἂν εἰ πατὴρ παιδίον αὐτῷ παρακαθήμενον καὶ τὴν ὀρφα‐ νίαν οὐ φέρον παραμυθεῖται λέγων, τέκνον, μὴ κλαῖε· ἐζήσαμεν καλῶς εἰς γῆρας ἐλθόντες, καταλιμπανόμενοι· ἄληπτος ἡμῶν ὁ | |
20 | βίος γέγονε, μετὰ δόξης ἀπερχόμεθα· ἔχεις καὶ σὺ θαυμάζεσθαι ἀπὸ τῶν ἡμῖν πεπραγμένων. πολλὰς ἡμῖν ὁ βασιλεὺς οἶδε τὰς χάριτας, τρόπαια ἐστήσαμεν, τοὺς πολέμους ἐνικήσαμεν· οὐ με‐ γαληγορῶν, ἀλλὰ τοῖς ἐγκωμίοις παιδεύων τὸν παῖδα, κούφως φέρειν τὰ συμβάντα, καὶ χρηστὰς ἔχειν τὰς ἐλπίδας. | |
25 | Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Δικαιοσύνην ἐνταῦθα τὴν καθόλου φησὶν ἀρετήν. Ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐν πᾶσιν, πολλῷ μᾶλλον Τιμοθέῳ· πῶς δὲ ἄν τις ἀγαπήσειεν | |
30 | τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ; εἰ χαίροι ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, | 78 |
79 | εἰ ἄξια πράττοι τῆς χαρᾶς. ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν πρός με ταχέως. Ἄξιον ἐπιζητῆσαι, πῶς καλεῖ τὸν Τιμόθεον πρὸς ἑαυτὸν, εἴγε | |
5 | ἐκκλησίαν ἐμπεπιστευμένος ἦν καὶ ἔθνος ὁλόκληρον; ἀνάγκῃ κα‐ τείληπτο πολλῇ, δεσμωτήριον ᾤκει καὶ συνεκέκλητο ὑπὸ Νέρωνος, ἰδεῖν ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέσθαι· καὶ οὐ λέγει ἵνα σε ἴδω πρὶν ἀπελθεῖν ἐκ τοῦ βίου, ὃ μάλιστα λυπεῖ, ἀλλ’ ἐπειδὴ μόνος εἰμὶ, καὶ οὐδένα ἔχω τὸν συναντιλαμβανόμενόν | |
10 | μοι τοῦ εὐαγγελίου. Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. Τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφα‐ λοῦς, εἵλετο μᾶλλον οἴκοι τρυφᾷν, ἢ μετ’ ἐμοῦ ταλαιπωρεῖσθαι. | |
15 | τοῦτον διέβαλεν, οὐ τοῦτο αὐτὸ προῃρημένος, ἀλλ’ ἡμᾶς στηρίξαι ὥστε μὴ μαλακίζεσθαι ἐν τοῖς κινδύνοις· τοῦτο γάρ ἐστι τὸν παρόντα ἀγαπῆσαι αἰῶνα. Κρίσκης εἰς Γαλατίαν, Τῖτος εἰς Δαλματίαν. Θεόδωρος. Τὰς νῦν καλουμένας Γαλλίας· οὕτως γὰρ αὐτὰς | |
20 | πάντες ἐκάλουν οἱ παλαιοί. τούτους δὲ οὐκέτι διαβάλλει· καὶ γὰρ ὁ Τῖτος τῶν σφόδρα θαυμαστῶν ἦν. Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ. Οὗτος γὰρ σφόδρα ἀδιασπάστως εἶχεν αὐτοῦ, ὁ καὶ τὸ Εὐαγ‐ γέλιον γράψας καὶ τὰς Πράξεις τὰς Καθολικὰς, φιλόπονος ὢν καὶ | |
25 | φιλομαθὴς καὶ καρτερικός. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Οὐκ εἰς τὴν ἀνάπαυσιν τὴν ἑαυτοῦ, ἀλλ’ εἰς τὴν διακονίαν τοῦ Εὐαγγελίου· ὥστε μηδὲ μίαν γενέσθαι ταραχὴν κατὰ τὴν αὐτοῦ | |
30 | τελευτὴν τοῖς πιστοῖς· τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων καὶ παραμυθουμένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν· καὶ γὰρ ἄνδρας ἀξιολόγους εἰκὸς εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης. | |
Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, | 79 | |
80 | ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμ‐ βράνας. Ἱμάτια ἐνταῦθα λέγει, τινὲς δέ φασι τὸ γλωσσόκομον ἔνθα τὰ βιβλία ἔκειτο· τί δὲ αὐτῷ τῶν βιβλίων ἔδει, μέλλοντι ἀποδημεῖν | |
5 | πρὸς τὸν Θεόν; καὶ μάλιστα, ὥστε αὐτὰ τοῖς πιστοῖς παραθέ‐ σθαι, καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας ἔχειν αὐτά· τὸν δὲ φελό‐ νην ἐζήτει, ὥστε μὴ δεηθῆναι παρ’ ἑτέρων λαβεῖν· ὁρᾷς γὰρ αὐτὸν πολλὴν ὑπὲρ τούτου ποιούμενον τὴν σπουδήν. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐπεδείξατο· | |
10 | ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Πάλιν ἐνταῦθα μέμνηται πειρασμοῦ, οὐχ ἁπλῶς ἐκεῖνον βουλό‐ μενος διαβαλεῖν, ἀλλὰ τὸν μαθητὴν ἀλείψαι πρὸς τοὺς ἀγῶνας, ὥστε πάντα φέρειν γενναίως· κἂν εὐτελεῖς ὦσιν οἱ τὰς πείρας προσάγοντες· “ἔθλιψέ με, φησὶ, διαφόρως,” ἀλλ’ οὐκ ἀτιμωρητὶ | |
15 | ταῦτα αὐτῷ προχωρήσει, οὐχ οὕτως τῶν ἁγίων ταῖς τιμωρίαις ἐπιτρεχόντων, ἀλλ’ ὡς τοῦ κηρύγματος δεομένου καὶ τῶν ἀσθενε‐ στέρων τῆς ἐντεῦθεν παραμυθίας, ὃ καὶ προφητεία ἐστὶν, εἰ ἄρα ἀποδώσει αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ, “ὃν καὶ σὺ φυλάττου, λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.” τουτέστι, πολεμεῖ καὶ | |
20 | ἀνθίσταται· καὶ οὐκ εἶπε, τιμώρησαι, κόλασον, ἀπέλασον, καίτοι γε ἐνῆν ταῦτα διὰ τῆς χάριτος ἐργάσασθαι, ἀλλ’ οὐδὲν τούτων εἶπε, οὐδὲ ὁπλίζει αὐτὸν κατ’ αὐτοῦ, ἀλλὰ παραχωρεῖν κελεύει, τῷ Θεῷ παραχωροῦντα τὴν τιμωρίαν. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρε‐ | |
25 | γένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον, μὴ αὐτοῖς λογι‐ σθείῃ· ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη, καὶ ἐρρύσατό με ἐκ στόματος λέοντος, καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, | |
30 | καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. ἀμήν. Χρυσοστόμου. Ποίαν λέγει πρώτην ἀπολογίαν; παρέστη ἤδη τῷ Νέρωνι καὶ διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, | |
τότε αὐτὸν ἀπέτεμεν· οὐδὲ γὰρ οὕτω πρὸς τὰ εἴδωλα ζῆλον εἶχεν | 80 | |
81 | ὁ Νέρων, οὕτως ἦν ἐξίτηλος ἐν πᾶσι· τὸ δὲ “πάντες με ἐγκα‐ τέλιπον,” οἱ Ἰουδαῖοι, φησὶν, οἱ ἀδελφοί· “μὴ αὐτοὺς λογι‐ σθείη.” ὁρᾷς αὐτὸν μὴ μόνον οὐ βουλόμενον τιμωρεῖσθαι, ἀλλὰ καὶ συγχώρησιν εὐχόμενον; καίτοι δεινὰ ἐπεπόνθει· οὐ γὰρ ἴσον | |
5 | ἀπὸ ἀλλοτρίων προδίδοσθαι, ὅσον τὸ ἀπὸ τῶν οἰκείων· “ὁ δὲ Κύ‐ ριός μοι παρέστη,” φησί· τὸν γὰρ ὑπὸ ἀνθρώπων ἐγκαταλιμ‐ πανόμενον ὁ Κύριος οὐκ ἀφίησιν· “ἐνεδυνάμωσέ με,” φησὶ, τουτέστι, παρρησίαν ἐχαρίσατο, καὶ οὐκ ἀφῆκε καταπεσεῖν. ὁρᾷς προτροπὴν πρὸς τὸν μαθητήν; “ἵνα δέ μου τὸ κήρυγμα πληρο‐ | |
10 | φορηθῇ.” ὅρα ταπεινοφροσύνην, οὐ γὰρ ὡς ἄξιος, φησὶν, ἐπικου‐ ρίας ἐβοηθήθην, ἀλλὰ διὰ τὸ κήρυγμα, ἵνα πληρωθῇ καὶ εἰς πέρας ἔλθῃ, καὶ ἀκούσῃ, φησὶ, πάντα τὰ ἔθνη· ἵνα πᾶσι, φησὶ, κατά‐ δηλος γένηται καὶ τοῦ κηρύγματος ἡ δύναμις, καὶ τῆς περὶ ἐμὲ προνοίας ἡ κηδεμονία· καὶ “ἐρρύσθην ἐκ στόματος λέοντος.” | |
15 | λέοντα τὸν Νέρωνα λέγει, διὰ τὸ ὠμὸν καὶ θηριῶδες. “καὶ ῥύσε‐ ταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.” εἰ ῥύσεται, πῶς, φησὶν, “ἐγὼ ἤδη σπένδομαι;” ἀλλ’ ὅρα, τότε μὲν ἐκ τοῦ Νέρωνος ἐρρύσατο, νῦν δὲ οὐκέτι ἐκ τοῦ Νέρωνος· τὸ ἱκανὸν γὰρ τῷ εὐαγγελίῳ ἐγε‐ | |
20 | γόνει, ἀλλ’ ἀπὸ παντὸς ἁμαρτήματος, τουτέστιν, οὐκ ἀφήσει καταγνωσθέντα ἔν τινι ἀπελθεῖν, “καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ·” ἐξαρπάσει με, φησὶν, ἔνθεν καὶ φυλάξει· τοῦτο γὰρ τὸ “σώσει εἰς τὴν βασιλείαν αὐτοῦ·” ἄρα αὕτη ἐστὶν ἡ σωτηρία. “ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·” ὅρα δοξολογίαν Υἱοῦ | |
25 | ὥσπερ ἤδη Πατρὸς, καὶ ἄλλοτε Πνεύματος. Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησι‐ φόρου οἶκον. Οὗτοί εἰσιν, ὧν συνεχῶς μέμνηται, τῶν σκηνοποιῶν, παρ’ οἷς καὶ κατήχθη· τῆς δὲ γυναικὸς ὡς πιστοτέρας, πρώτης μέμνηται. | |
30 | ὁ γὰρ Ὀνησιφόρος ἐν Ῥώμῃ ἦν, τοὺς οὖν ἐν τῷ οἴκῳ αὐτοῦ ἀσπά‐ ζεται, ταύτῃ διεγείρων πρὸς τὸν ὅμοιον τῷ Ὀνησιφόρῳ ζῆλον. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. | |
Ἐπειδὴ τούτων οὐκ ἐμνήσθη, νῦν μέμνηται, ἵνα δείξῃ ὅτι πάν‐ | 81 | |
82 | τοθεν μεμόνωται καὶ χρήζει τοῦ Τιμοθέου. “Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα·” διὰ τί γὰρ μὴ ἰάσω αὐτὸν, ἀλλ’ ἀπέ‐ λιπες; οὐ πάντα ἴσχυον οἱ Ἀπόστολοι, ἢ οὐ πάντα ᾠκονόμουν χάριτι, ἵνα μή τις λογίσηται εἰς αὐτοὺς, ὑπὲρ ὃ βλέπει. ἡ δὲ | |
5 | Μίλητος ἐγγὺς τῆς Ἐφέσου τυγχάνει. ἄρα οὖν ἀποπλέων ἐπὶ τὴν Ἰουδαίαν ἀπέλιπεν αὐτὸν, ἢ μετὰ τὸ γενέσθαι ἐν Ῥώμῃ· πάλιν γὰρ εἰς τὴν Σπανίαν ἀπῆλθεν· εἰ δὲ καὶ ἐκεῖθεν εἰς ταῦτα τὰ μέρη οὐκ ἴσμεν. “σπούδασον πρὸ χειμῶνος ἐλθεῖν,” ἕως οὗ, φησὶ, ζῶ· ἵνα μὴ τῷ χειμῶνι ἐπισχεθεὶς οὐκ ἴδῃς με. | |
10 | Ἀσπάζεταί σε Εὔβουλος, καὶ Σπούδης, καὶ Λῆνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. ὁ Κύριος Ἰησοῦς Χρι‐ στὸς μετὰ τοῦ πνεύματός σου· ἡ χάρις μεθ’ ὑμῶν. Τοῦτον τὸν Λῆνον ἱστοροῦσί τινες δεύτερον μετὰ Πέτρον ἐπί‐ σκοπον τῆς Ῥωμαίων ἐκκλησίας γεγενῆσθαι. τίνος δὲ ἕνεκεν τοσού‐ | |
15 | των ὄντων πιστῶν, τούτων μέμνηται; δηλονότι ὡς ἐκβεβηκότων ἤδη τὴν γνώμην τῶν κοσμικῶν πραγμάτων, καὶ μᾶλλον λαμπόντων. Τριὰς, μονὰς, ἐλέησον. Τέλος τῶν εἰς τὴν πρὸς Τιμόθεον βʹ Ἐπιστολὴν ἐξηγητικῶν | |
ἐκλογῶν. | 82 |