TLG 4102 034 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam i ad Timotheum (e cod. Paris. Coislin. 204)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in epistulam i ad Timotheum (e cod. Paris. Coislin. 204)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 7. Oxford: Oxford University Press, 1843 (repr. Hildesheim: Olms, 1967): 1–51.

Citation: Page — (line)

1

(1t)

ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α. ΕΠΙΣΤΟΛΗΝ
2tΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ
3tΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.
4ΤΩΝ τοῦ Ἀποστόλου μαθητῶν ὁ Τιμόθεος ἦν· καὶ μαρτυρεῖ
5μὲν ὁ Λουκᾶς, ὅτι θαυμαστός τις νέος ἦν, μαρτυρούμενος ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν, ὃς ἅμα τε μαθητὴς ἐγένετο καὶ διδάσκαλος· καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χω‐ ρὶς περιτομῆς κηρύσσοντος, καὶ μαθὼν ὅτι καὶ Πέτρῳ ἀντέστη τούτου ἕνεκεν, ἑλέσθαι μὴ μόνον τὸ ἐναντίον κηρύξαι, ἀλλὰ καὶ
10τὸ παθεῖν· περιέτεμε γὰρ αὐτὸν, φησὶν, ἐν ἡλικίᾳ τοιαύτῃ, καὶ οὕτως αὐτῷ πᾶσαν εὐθέως τὴν οἰκονομίαν ἐνεπίστευσεν. Ἤρκει μὲν οὖν ὁ τοῦ Παύλου πόθος δεῖξαι τὸν ἄνδρα ὅστις ἐστίν· ἐν πολλοῖς γὰρ αὐτῷ ἐμαρτύρησε· καὶ τὰ νῦν λεγόμενα θαυμαστὰ δείκνυσιν αὐτοῦ τὴν παρρησίαν· εἰ δέ τις ἐξετάζει, τί
15δήποτε Τίτῳ καὶ Τιμοθέῳ γράφει μόνοις, καίτοι γε καὶ Σίλας τῶν εὐδοκίμων ἦν, καὶ Λουκᾶς καὶ Κλήμης, ὅτι τούτοις ἤδη ἐκκλη‐ σίας ἦν ἐγκεχειρηκώς· τοσαύτη γὰρ αὐτῶν ἦν ἡ ὑπερβολὴ τῆς
ἀρετῆς, ὡς μηδὲ τὴν νεότητα ἐμποδίσαι.1

2

(1t)

ΚΕΦΑΛΑΙΑ
2tΤΗΣ ΠΡΟΣ
3tΤΙΜΟΘΕΟΝ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ.
4αʹ. Περὶ τῆς εἰς ἀγάπην Θεοῦ ὁδηγίας, τὴν ἀπροσδεῆ νομικῆς ἀνάγ‐
5 κης. βʹ. Περὶ τῆς ἑαυτοῦ ἐκλογῆς εἰς εὐαγγελιστὴν ἐκ διώκτου, κατὰ χάριν Θεοῦ. γʹ. Παραγγελία περὶ πιστῆς καὶ εὐσυνειδήτου διακονίας, ἧς ἄνευ κίνδυνος.
10δʹ. Περὶ εὐχῆς, ὅτι ὑπὲρ πάντων, ὅτι πανταχοῦ ἀκάκως, ἀταράχως, σεμνῶς. εʹ. Περὶ διδασκάλων, ὅτι ἄνδρας χρὴ, καὶ οὐ γυναῖκας εἶναι, διὰ τὴν φύσιν καὶ τὸ πάθος τὸ ἐξ ἀγάπης. ϛʹ. Περὶ ἀρετῆς ἐπισκόπων.
15ζʹ. Περὶ θείας σαρκώσεως. ηʹ. Περὶ ἀγῶνος εὐσεβείας ἐπ’ ἐλπίδι. θʹ. Περὶ ἐπιμελείας αὐτοῦ, καὶ τῆς ἐκκλησίας. ιʹ. Περὶ τοῦ ἁρμοζόντως ἑκάστῳ προσφέρεσθαι. ιαʹ. Περὶ χηρῶν ἡλικίας, καὶ τρόπου, καὶ διοικήσεως.
20ιβʹ. Περὶ πρεσβυτέρων τιμῆς. ιγʹ. Περὶ χειροτονίας ἀσφαλοῦς. ιδʹ. Ὅτι οὐδὲν ἔργον λανθάνει. ιεʹ. Περὶ δούλων ὑπακοῆς. ιϛʹ. Κατὰ φιλοκερδῶν, καὶ ψευδοδιδασκάλων.
25ιζʹ. Παραγγελία φοβερὰ περὶ καθαρᾶς ὑπακοῆς ἄχρι τέλους.
ιηʹ. Πλουσίων ὁδηγία ἐπὶ τὴν ὄντως ζωήν.2

3

(1t)

ΕΞΗΓΗΣΙΣ
2tΕΙΣ ΤΗΝ
3tΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΝ.
4tΚΕΦ. Α.
5tΠερὶ τῆς εἰς ἀγάπην θεοῦ ὁδηγίας, τὴν ἀπροσδεῆ νομικῆς ἀνάγκης.
6 ΠΑΥΛΟΣ Ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ’ ἐπι‐ ταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει. Μέγα τὸ τοῦ Ἀποστόλου ἀξίωμα ἦν, καὶ πανταχοῦ ὁρῶμεν τὸν
10Παῦλον προτιθέντα τὰς αἰτίας τοῦ ἀξιώματος· οὐχ ὡς ἁρπάζοντα τὴν τιμὴν, ἀλλ’ ὡς ἐγχειρισθέντα καὶ ἀνάγκην ἔχοντα. ὥσπερ γὰρ ὁ ἐπιπηδῶν τῇ μὴ διδομένῃ παρὰ τοῦ Θεοῦ τιμῇ μέμψεως ἄξιος, οὕτως ὁ διακρουόμενος καὶ ἀποπηδῶν ἑτέρων ἐστὶν ἐγκλη‐ μάτων ὑπεύθυνος, παρακοῆς καὶ ἀπειθείας· τοῦτο γοῦν καὶ νῦν ἐν
15ἀρχῇ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς, ὁ Παῦλός φησι, “Παῦλος Ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ’ ἐπιταγὴν Θεοῦ.” οὐκ εἶπεν ἐν‐ ταῦθα, Παῦλος κλητὸς, ἀλλὰ “κατ’ ἐπιταγὴν Θεοῦ.” ἵνα γὰρ μή τι ἀνθρώπινον πάθῃ ὁ Τιμόθεος, νομίζων ἐξίσης αὐτῷ διαλέγεσθαι καὶ τοῖς μαθηταῖς, διὰ τοῦτο οὕτως ἤρξατο. καὶ ποῦ ἐπέταξεν
20αὐτῷ ὁ Θεός; εὑρίσκεται τὸ Πνεῦμα λέγον ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων· “ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν.” πανταχοῦ τοίνυν γράφων προτίθησι τὸ ὄνομα τοῦ Ἀποστόλου, παιδεύων τὸν ἀκούοντα, μὴ νομίζειν ἀνθρώπινα εἶναι τὰ λεγόμενα. “κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν.” καὶ μὴν οὐδαμοῦ φαίνεται
25ὁ Πατὴρ ἐπιτάξας, ἀλλὰ πανταχοῦ ὁ Χριστὸς αὐτῷ ἰδίᾳ λέγεται,3

4

ἀλλ’ ἅπερ ἂν ὁ Υἱὸς ἐπιτάξῃ, ταῦτα τοῦ Πατρὸς ἐπίταγμα λέγει εἶναι, ὥσπερ καὶ τὰ τοῦ Πνεύματος τοῦ Υἱοῦ. ὅρα δὲ καὶ πῶς κοινὴν αὐτὴν ἐποίησεν· ἐπήγαγε γὰρ, “καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν·” ὅρα πῶς κυρίως τὰ ἐπώνυμα τέθεικε· καὶ
5μὴν ὁ ψαλμῳδὸς περὶ τοῦ Πατρὸς τοῦτό φησι λέγων, “ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς·” καὶ πάλιν ὁ μακάριος Παῦλος γράφων ἑτέρωθί φησιν, “εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ.” Τὸν διδάσκαλον ἀναγκαῖον κινδύνους ὑπομένειν, καὶ πολλῷ τῶν
10μαθητῶν πλείονας· διὰ τοῦτο εὐθέως ἐκ προοιμίων αὐτοῦ τὴν ψυχὴν ἀνιστὰς, σωτῆρα ἔχομεν, φησὶ, τὸν Θεὸν, καὶ ἐλπίδα τὸν Χριστόν· πολλὰ πάσχομεν, ἀλλ’ ἔχομεν ἐλπίδας μεγάλας, ἔχο‐ μεν τὸν σώζοντα, οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. ἄλλοθι φησὶν, οὐ τέθεικεν ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς τὸ “κατ’ ἐπιταγήν·” διὰ τί
15νῦν τέθεικεν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺς κανόνας ἐκτίθεσθαι, προλαβὼν πείθει, ὅτι κατ’ ἐπιταγὴν Θεοῦ μέλλει λέγειν. “Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.” ὅρα τὸ ἐγκώ‐ μιον ὅσον, εἴγε οὐ μόνον υἱὸν αὐτοῦ φησιν αὐτὸν, ἀλλὰ καὶ γνή‐ σιον τέκνον· τὴν ἀκριβῆ ὑπὲρ τοὺς ἄλλους πρὸς αὐτὸν ὁμοιότητα
20δεῖξαι βουλόμενος, καὶ ὅτι οὐδὲν ἐνήλλακτο κατὰ τὴν πίστιν, τὸ ἐμφερὲς ἔχων· εἰ δὲ τοσαύτην ἐπεδείξατο πίστιν, ὡς Παύλου γενέσθαι τέκνον, καὶ οὐχ ἁπλῶς τέκνον, ἀλλὰ καὶ γνήσιον, θαρρή‐ σει περὶ τῶν μελλόντων· πίστις γὰρ τοῦτό ἐστι, τὸ κἂν ἐναντία ταῖς ἐπαγγελίαις ᾖ τὰ γινόμενα, μὴ καταπίπτειν μηδὲ θορυ‐
25βεῖσθαι. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Καὶ τοῦτο ἀπὸ πολλῆς φιλοστοργίας· πλείονα γὰρ ἐπεύχεται τῷ παιδὶ, δεδοικὼς ὑπὲρ αὐτοῦ καὶ τρέμων· πλείονος γὰρ μάλιστα
30οἱ διδάσκαλοι δέονται τοῦ ἐλέου, “ἀπὸ Θεοῦ πατρὸς ἡμῶν·” πά‐ λιν ἐνταῦθα παραμυθία· εἰ γὰρ πατὴρ ὁ Θεὸς, ὡς τέκνων φεί‐ δεται. Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πο‐
ρευόμενος εἰς Μακεδονίαν.4

5

Ἄκουε τὸ προσηνές· πῶς οὐ διδασκάλου φωνῇ χρῆται, ἀλλ’ ἱκέτου σχεδόν. οὐ γὰρ εἶπεν ἐπέταξα, οὐδὲ ἐκέλευσα, οὐ μὴν πρὸς πάντας τοὺς μαθητὰς οὕτω διακεῖσθαι χρὴ, ἀλλὰ πρὸς τοὺς ἡμέ‐ ρους καὶ ἐναρέστους· πρὸς δὲ τοὺς μὴ γνησίους, ἑτέρως, καθὼς καὶ
5αὐτός φησιν, “ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς,” ὃ καὶ ἐνταῦθα, “ἵνα παραγγείλῃς,” οὐχ ἵνα παρακαλέσῃς. Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν. Οὐ τίθησι δὲ αὐτοὺς ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ἐργά‐ σηται τῇ τοῦ ἐλέγχου περιφανείᾳ. “ἵνα παραγγείλῃς τισὶ, μὴ
10“ἑτεροδιδασκαλεῖν·” τινὲς ἦσαν ἐς Ἰουδαίων ψευδαπόστολοι, βου‐ λόμενοι πάλιν ἐπὶ τὸν νόμον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται· ἐποίουν δὲ τοῦτο, οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας καὶ τοῦ θέλειν ἔχειν μαθητάς· καὶ τῷ μακαρίῳ Παύλῳ φιλονεικοῦντες, τουτέστιν ἡ ἑτεροδιδασκαλία.
15 Μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράν‐ τοις. Μύθους—οὐ τὸν νόμον φησὶν, ἄπαγε, ἀλλὰ τὰς παραποιήσεις καὶ τὰ παραχαράγματα καὶ τὰ παράσημα δόγματα· εἰκὸς γὰρ τοὺς ἐξ Ἰουδαίων ἐν τοῖς ἀνονήτοις τὸν πάντα χρόνον ἀναλίσκειν,
20πάππους καὶ ἐπιπάππους ἀριθμοῦντας, ἵνα δῆθεν ἐμπειρίας πολ‐ λῆς καὶ ἱστορίας πείραν ἔχωσι. τί δέ ἐστι “ἀπεράντοις;” ἤτοι πέρας οὐδὲν ἔχουσι χρήσιμον ἢ δυσκατάληπτον ὑμῖν. οἶμαι δὲ καὶ Ἕλληνας αἰνίττεσθαι αὐτὸν εἰπόντα “μύθοις καὶ γενεαλογίαις,” ὡς τοὺς Θεοὺς αὐτῶν καταλεγόντων.
25 (Θεόδωρος.) Ἄλλος δέ φησιν· οὐ διὰ τὸ παραγγέλλειν μόνον τισὶ μὴ ἑτεροδιδασκαλεῖν κατέλιπεν αὐτὸν ἐν Ἐφέσῳ, ἀλλὰ καὶ πάσης ἐπιμελεῖσθαι τῆς ἐκκλησιαστικῆς καταστάσεως, περὶ ἧς αὐτῷ καὶ γεγράφηκε. δῆλον δὲ ὅτι τὸ “ἵνα παραγγείλῃς τισὶ” περὶ τῶν οἰκείων λέγει· οὐ γὰρ δὴ τοῖς ἀλλοτρίοις παραγγέλλειν
30ἠδύνατο· τοὐναντίον γὰρ καὶ πολλὰ κακὰ ὑπέμενον παρ’ ἐκείνων· λέγει δὲ περὶ τῶν ἐκ περιτομῆς, οἳ πολὺν ὑπὲρ τοῦ νόμου δῆθεν ποιούμενοι λόγον, τοὺς ἀπὸ ἐθνῶν ἐπεχείρουν διδάσκειν ἐναντία τοῦ Χριστιανικοῦ δόγματος. λέγει τοίνυν, πᾶσι μὲν παράγγελε, προ‐
ηγουμένως δὲ τοῖς ἀπὸ ἐθνῶν μὴ προσέχειν τοῖς μύθοις τοῖς ὑπ’5

6

ἐκείνων λεγομένοις καὶ ταῖς γενεαλογίαις· πολλὴν γὰρ ἐποιοῦντο τὴν σπουδὴν τοῦ δεικνύναι τὸν Χριστὸν οὐκ ἀκολούθως ταῖς ἐπαγ‐ γελίαις ἐξ Ἀβραὰμ καὶ Δαυὶδ γεγονότα· καὶ διὰ τοῦτο ἐπεχεί‐ ρουν καὶ τὰ γένη τὰ παλαιὰ διηγεῖσθαι δῆθεν, ἀφ’ ὧν δὴ πολλοὺς
5τῶν ἀπὸ ἐθνῶν πεπιστευκότων παρετάραττον, οὐδὲν τῶν παλαιῶν ἀκριβῶς ἐπισταμένων. καλῶς δὲ αὐτὰς καὶ ἀπεράντους ἐκάλεσεν, ὡς τῶν ἐπὶ τὰ τοιαῦτα ἐκφερομένων, δυναμένων τῇδε κἀκεῖσε περιάγεσθαι τῷ λόγῳ, ὅπερ ἐν ταῖς γενεαλογίαις γίνεσθαι ἀνάγκη· νῦν μὲν τούτου λεγόντων τὸ γένος, αὖθις δὲ τὸ ἑτέρου, καὶ πάλιν
10ἀπὸ τούτου μεθισταμένων εἰς ἕτερον. μύθους δὲ αὐτοὺς ὠνόμασεν ὡς μὴ ἔχοντας ἀναγκαίαν διήγησιν. Αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν τοῦ Θεοῦ τὴν ἐν πίστει. Καλῶς εἶπεν “οἰκονομίαν Θεοῦ,” μεγάλα γὰρ ἠθέλησεν ἡμῖν
15δοῦναι ὁ Θεὸς, ἀλλ’ οὐ δέχεται ὁ λογισμὸς τὸ μέγεθος αὐτοῦ τῶν οἰκονομιῶν· διὰ πίστεως οὖν τοῦτο γενέσθαι δεῖ· ἡ γὰρ περὶ ταῦτα σχολὴ καὶ ζήτησις οὐκ ἐᾷ γνῶναι τοῦ Θεοῦ τὴν οἰκονομίαν, καθ’ ἣν τὴν ἡμετέραν διὰ Χριστοῦ εἰργάσατο σωτηρίαν, ᾗ μᾶλλον προσέχειν ἔδει μετὰ πίστεως, ἀπὸ τῶν πραγμάτων ἔχοντας τῆς
20ἀληθείας τὴν ἀπόδειξιν. Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθα‐ ρᾶς καρδίας. Ἰωάννου. Εἰπὼν “ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν,” καὶ τὸν τρόπον ὑφηγεῖται, καθ’ ὃν τοῦτο γενέσθαι δυνατόν· τίς δὴ
25οὖν οὗτός ἐστιν; ἡ ἀγάπη. ὥσπερ οὖν ὅταν λέγῃ τέλος νόμου Χριστὸς, τὸ συμπλήρωμά φησι, καὶ τοῦτο ἐκείνῳ ἐνέχεται· οὕτω ἡ παραγγελία αὕτη ἐνέχεται τῇ ἀγάπῃ. τέλος ἰατρείας ὑγίεια, ὥστε ὑγιείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγαπῆς οὔσης, οὐ πολλῆς δεῖ παραγγελίας· τὸ δὲ “ἐκ καθαρᾶς καρδίας”
30ἤτοι περὶ πολιτείας ὀρθῆς φησιν, ἢ περὶ γνησίας ἀγάπης. Ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολο‐ γίαν. Καλῶς εἶπεν “ἀστοχήσαντες,” τέχνης γὰρ δεῖ ὥστε εὐθείᾳ
βάλλειν καὶ μὴ ἔξω τοῦ σκοποῦ, ὥστε ὑπὸ τοῦ Πνεύματος εὐθύ‐6

7

νεσθαι· πολλὰ γὰρ τὰ τῆς εὐθείας παρεκτρέποντα, καὶ δεῖ πρὸς ἓν ὁρᾷν. Θέλοντες εἶναι νομοδιδάσκαλοι. “Ὁρᾷς καὶ ἄλλην αἰτίαν τῆς φιλαρχίας; διὰ τοῦτο καὶ ὁ
5“Χριστὸς ἔλεγεν,” ὑμεῖς δὲ μηδένα καλέσητε ῥαββί.” Μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περί τινων δια‐ βεβαιοῦνται. Ἐνταῦθα διαβάλλει αὐτοὺς ὡς οὐκ εἰδότας τὸν τοῦ νόμου σκο‐ πὸν, οὐδὲ τὸν καιρὸν μέχρι τίνος κύριον εἶναι δεῖ· πῶς οὖν εἰ ἐξ
10ἀνοίας τὸ ἁμάρτημα, λέγεις, ὅτι διὰ τὸ θέλειν εἶναι νομοδιδασκά‐ λους, ἀλλὰ καὶ τὸ μὴ διακατέχειν τὴν ἀγάπην, ὅτι καὶ ἡ ἄγνοια ἐκ τούτων ἐτέχθη· ὅταν γὰρ ψυχὴ πράγμασιν ἑαυτὴν δῷ σαρκι‐ κοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν; οὐκ ἴσασι, φησὶ, “περὶ τίνων διαβεβαιοῦνται·” εἰκὸς γὰρ ἦν αὐτοὺς πολλὰ περὶ καθαρσίων καὶ
15τῶν ἄλλων σωματικῶν λέγειν· εἶτα ἀφεὶς διελέγξαι ἐκεῖνα ὡς οὐδὲν ὄντα ἢ σκιὰς τῶν πνευματικῶν καὶ ὑπογραμμοὺς, ὃ μᾶλλον προσηνέστερον ἦν, τοῦτο ἐργάζεται· ποῖον δὴ τοῦτο; ἐπαινεῖ τὸν νόμον, νόμον ἐνταῦθα τὴν δεκάλογον καλῶν, ἀπὸ γὰρ τούτου κἀκεῖνα ἐξέβαλλεν· εἰ γὰρ ταῦτα αὐτὰ κολάζει τοὺς παραβαίνοντας καὶ
20ἄχρηστα ἡμῖν γίνεται, πολλῷ μᾶλλον ἐκεῖνα. Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται. Τί οὖν ἐὰν μὴ νομίμως χρῆται, οὐ καλός; ναὶ, φησὶ, καὶ οὕτω καλός· ἀλλ’ ὃ λέγει, τοῦτό ἐστιν· ἐπαινεῖ αὐτὸν δι’ ἔργων· εἰσὶ
25γὰρ οἱ μὴ χρώμενοι, ἀλλὰ μόνον τῇ διὰ ῥημάτων διδασκαλίᾳ, τοῦτό ἐστιν ἀνόμως χρῆσθαι. χρῆται μὲν γὰρ, ἀλλ’ οὐκ εἰς οἰκείαν ὠφέλειαν. ἔστι δὲ καὶ ἄλλο, ἐὰν νομίμως χρήσῃ, παραπέμπει σε πρὸς τὸν Χριστόν· ὅταν γὰρ αὐτοῦ σκοπὸς ᾖ δικαιῶσαι τὸν ἄν‐ θρωπον, μὴ δύνηται δὲ, παραπέμπει πρὸς τὸν δυνάμενον. καὶ νόμῳ
30δὲ χρῆται πάλιν νομίμως, ὁ μὴ διὰ τὴν ἐκ τῶν γραμμάτων ἀνάγκην σωφρονῶν, ὥστε μὴ διὰ τὸν ἐκείνου φόβον αὐτὸν κατορ‐ θοῦν, ἀλλὰ διὰ τὴν ἀρετήν. ὁ γὰρ μὴ ἀπὸ τοῦ φόβου αὐτὸν πλη‐ ρῶν, ἀλλ’ ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν πλείονος ἐπιθυμίας, οὗτος
μᾶλλον αὐτὸν κατορθοῖ· οὐ γὰρ ὁμοίως ὁ κόλασιν δεδοικὼς καὶ ὁ7

8

τιμῆς ἐφιέμενος τὸν νόμον πληροῖ, οὐχ ὁμοίως ὁ ὑπὸ τὸν νόμον ὢν καὶ ὑπὲρ τὸν νόμον· τὸ γὰρ ὑπὲρ νόμον ζῆσαι τοῦτό ἐστι, τὸ νομίμως χρήσασθαι· νόμῳ γὰρ ἐκεῖνος χρῆται καλῶς καὶ φυλάττει, ὁ μείζονα τοῦ νόμου κατορθῶν· ὁ γὰρ νόμος ὡς τὰ πολλὰ κακῶν
5ἀπαγόρευσίς ἐστι, δίκαιον δὲ οὐ ποιεῖ τοῦτο, ἀλλ’ καὶ ἀγαθῶν ἐργασία. Εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται. Ὅτι κολάσεώς ἐστιν ἐκτὸς, καὶ ὅτι οὐ περιμένει τὰ πρακτέα παρ’ ἐκείνου μαθεῖν, ἔνδοθεν ἔχων τὴν τοῦ Πνεύματος ὑπαγορεύου‐
10σαν χάριν· νόμος γὰρ ἐδόθη, ἵνα τῷ νόμῳ κολάζωνται καὶ τῇ ἀπειλῇ· οὐ δεῖ τοίνυν χαλινοῦ τῷ εὐηνίῳ ἵππῳ, οὐδὲ παιδαγωγίας ἐπὶ τὸν οὐ δεόμενον παιδαγωγοῦ. (Σευηριανός.) Ἄλλος φησὶ, καὶ μὴν ἔχει ὁ νόμος τὰ πρακτέα, καὶ ἡ χάρις τὰ ἀπαγορευτέα, ἀλλ’ ἀπὸ τοῦ πλεονάζοντος ὠνόμα‐
15σεν ἕκαστον, καὶ μάλιστα ὅτι ἐν τῇ χάριτι εἰσὶ τοῦ Σωτῆρος αἱ ἐντολαὶ, οὐ νόμοι, ἀλλὰ τῇ προαιρέσει καταλιμπάνουσαι, ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴ πεποιηκὼς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα, καὶ ἔτι τοιοῦτο ἕτερον. Ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, καὶ ἀσεβέσι καὶ ἁμαρ‐
20τωλοῖς. Καὶ οὐ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ κατ’ εἶδος διεξῆλθε τὰ ἁμαρτήματα, ὥστε πεῖσαι ἐπαισχυνθῆναι τὴν τοῦ νόμου ἐπιστα‐ σίαν. τί οὖν; Ἰουδαῖοί εἰσιν οἱ ἀνδραποδισταὶ καὶ οἱ πατρολῶαι καὶ οἱ μητρολῶαι; τοῦτο αἰνίττεται· εἰπὲ γὰρ μοὶ, οὐχὶ συνεχῶς
25εἰδώλοις προσεκύνουν; οὐ τὸν Μωσέα ἐλίθαζον; οὐ φόνων αἱ χεῖρες αὐτῶν ἔγεμον συγγενικῶν; Καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται. Καλῶς εἶπεν, ἐκεῖνα πάντα πάθη ψυχῆς ἦν διεφθαρμένης. Κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ
30ἐπιστεύθην ἐγώ. Ὥστε καὶ νῦν ἐπὶ βεβαιώσει τοῦ εὐαγγελίου δεῖ νόμου, τοῖς μέντοι πειθομένοις οὐ δεῖ· εὐαγγέλιον δὲ δόξης αὐτὸ καλεῖ δι’
οὐδὲν ἕτερον ἀλλ’ ἢ πρὸς τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς,8

9

καὶ ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ· εἰ γὰρ καὶ τὰ παρόντα αἰσχύνης γέμει καὶ ὀνείδων, ἀλλὰ τὰ μέλλοντα οὐ τοιαῦτα· τὸ δὲ εὐαγγέ‐ λιον μελλόντων ἐστὶν, οὐ παρόντων, ἤτοι τῆς δόξης τὴν λατρείαν, φησὶ, τοῦ Θεοῦ, καὶ ὅτι εἰ τὰ παρόντα πάντα ἐμπέπλησται τῆς
5δόξης αὐτοῦ, πολλῷ μᾶλλον τὰ μέλλοντα· ὅταν τεθῶσι, φησὶν, ὑπὸ τοὺς πόδας αὐ τοῦ πάντες οἱ ἐχθροὶ αὐτοῦ, ὅταν ἀντικείμενον ᾖ μηδέν. Θεόδωρος. Εἰκότως δὲ μακάριον αὐτὸν ἐνταῦθα καλεῖ, ὡς ἂν αὐτοῦ μὲν τὸ μακάριον ἔχοντος ἐν τῇ φύσει διὰ τῆς ἀτρεπτό‐
10τητος, ἡμῖν δὲ χάριτι τοῦτο περιποιοῦντος.
11tΚΕΦ. Β.
12tΠερὶ τῆς ἑαυτοῦ ἐκλογῆς εἰς εὐαγγελιστὴν, ἐκ διώκτου κατὰ χάριν θεοῦ.
13Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ. Ἰωάννου. Τὴν ταπεινοφροσύνην πολὺ μὲν ἔχουσαν κέρδος
15ὁρῶμεν, οὐδαμοῦ δὲ ταχέως εὑρισκομένην. ὁ δὲ μακάριος Παῦλος οὕτως αὐτὴν μετεδίωκεν, ὡς καὶ ἐπινοεῖν πολλὰς πολλαχοῦ προ‐ φάσεις, πρὸς τὸ ταπεινοῦν αὐτοῦ τὴν διάνοιαν. ἐπειδὴ γὰρ μά‐ λιστα ἐκείνους εἰκὸς ἦν κάμνειν βουλομένους ταπεινοφρονεῖν τοὺς μεγάλα συνειδότας ἑαυτοῖς κατορθώματα, πολλὴν εἰκὸς αὐτὸν βίαν
20πάσχειν ὑπὸ τοῦ συνειδότος τοῦ ἀγαθοῦ, καθάπερ ὑπό τινος ῥεύ‐ ματος ὀγκούμενον. ὅρα τοίνυν καὶ ἐνταῦθα τί ποιεῖ· εἶπεν, ὅτι ἐπιστεύθην ἐγὼ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ. ἐπεὶ οὖν ἐπῄρθη καὶ μέγα ἐφθέγξατο, ἅμα καὶ ἑαυτὸν καταστέλλει, καὶ τοὺς ἄλλους πείθει τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν. ὅρα τοίνυν ποίᾳ
25κέχρηται ἐπιδιορθώσει ἐπάγων, Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς δια‐ κονίαν. Ὁρᾷς πῶς πανταχοῦ τὸ ἑαυτοῦ κατόρθωμα κρύπτει καὶ τὸ πᾶν
30ἀνατίθησι τῷ Θεῷ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον τὸ αὐτεξούσιον μὴ λυμήνασθαι; εἶπε γὰρ ἂν ἴσως ὁ ἄπιστος, εἰ τὸ πᾶν τοῦ Θεοῦ
ἐστι, καὶ οὐδὲν παρ’ ἡμῶν εἰσφέρεται, ἀλλ’ ὡς ξύλα καὶ λίθους9

10

μετακινεῖ πρὸς ἀρετὴν ἀπὸ κακίας, τί δήποτε Παῦλον μὲν τοιοῦ‐ τον εἰργάσατο, τὸν δὲ Ἰούδαν οὐκέτι; ταύτην οὖν ἀναιρῶν τὴν ἀντίθεσιν, μετὰ συνέσεως τῷ λόγῳ κέχρηται, “ἐπιστεύθην,” εἰ‐ πὼν, “ἐγώ·” καὶ πάλιν, “ὅτι πιστόν με ἡγήσατο·” πάντως γὰρ
5ἐπιστεύθη, ἐπειδὴ ἤμελλεν ἀφ’ ἑαυτοῦ χρησιμεύειν. τί δέ ἐστι “πιστόν με ἡγήσατο;” ὅτι οὐδὲν τῶν δεσποτικῶν προεδίδου, πάντα δὲ αὐτοῦ ἔλεγεν εἶναι καὶ τὰ ἴδια· οὐ γὰρ ἐσφετερίζετο τὴν τοῦ Θεοῦ δόξαν. Θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον
10καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Ὅρα πῶς καὶ τὸ αὐτοῦ τίθησι καὶ τὸ τοῦ Θεοῦ· τὸ πλέον νέμων τῇ παρὰ τοῦ Θεοῦ προνοίᾳ, τὸ δὲ αὐτοῦ συστέλλων, πλὴν ὅσον μὴ λυμήνασθαι, ὡς ἔφθην εἰπὼν, τὸ αὐτεξούσιον· “χάριν
15ἔχω τῷ ἐνδυναμώσαντί με.” τί ἐστι “τῷ ἐνδυναμώσαντί με;” φορτίον ὑπῆλθε μέγα, καὶ πολλῆς ἐδεῖτο τῆς ἄνωθεν ῥοπῆς. οὐ γὰρ ἦν ἀνθρωπίνης ἰσχύος, τοσούτοις κινδύνοις ἐπιπηδᾷν, ἀλλ’ οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως· χάριν οὖν ἔχω, φησὶν, ὅτι κατηξίωσέ με τῆς διακονίας ταύτης·
20τοῦτο γὰρ τοῦ πιστόν με νομίσαι σημεῖον· εἶτα σκόπει πῶς ἐπαί‐ ρει τὸν ἔλεον τοῦ Θεοῦ, τὸν πρότερον αὐτοῦ βίον ἐξηγούμενος. ὁρᾷς πῶς οὐκέτι φίλαυτος; πῶς συνεσταλμένην ἔχει τὴν διάνοιαν;” “ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·” πῶς οὖν ἀκρι‐ βὴς ὢν περὶ τὸν νόμον οὐδὲν ἔγνω, ἀλλ’ οἱ μὲν ἐν λίμναις καὶ
25ποταμοῖς διατρίβοντες καὶ τελωνίῳ, καὶ προσέδραμον καὶ ἐδέξαντο, σὺ δὲ διώκεις ὁ νομομαθής; διὰ τοῦτο κατεγίγνωσκεν ἑαυτοῦ λέγων, “οὔκ εἰμι ἱκανὸς καλεῖσθαι Ἀπόστολος·” διὰ τοῦτο τὴν ἄγνοιαν ὁμολογεῖ· δείκνυσι δὲ ἑαυτὸν καὶ τιμωρίας ἄξιον· ὁ γὰρ ἔλεος ἐπὶ τούτοις γίνεται.
30 Ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ὑπερεπλεόνασε μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; ἵνα μὴ ἀκούσας “ἠλεήθην” τοσοῦτον μόνον νομίσῃς, “βλάσφημος,” φησὶν, “ἤμην, καὶ ὑβριστὴς καὶ διώ‐
κτης·” οὐκοῦν καὶ κολάσεως ἄξιος· ἀλλ’ οὐκ ἐτιμωρήθην· ἠλεή‐10

11

θην γάρ· οὐ μόνον γὰρ τιμωρίας ἡμᾶς ἀπήλλαξεν ὁ Θεὸς, ἀλλὰ καὶ δικαίους ἐποίησε καὶ υἱοὺς, καὶ ἀδελφοὺς, καὶ φίλους, καὶ κληρονόμους καὶ συγκληρονόμους. διὰ τοῦτο, φησὶ, ὑπερεπλεό‐ νασεν ἡ χάρις, ὑπερέβη καὶ τὸν ἔλεον τὰ μέτρα· ταῦτα γὰρ οὐκ
5ἐλεοῦντός ἐστιν, ἀλλὰ φιλοῦντος καὶ ποθοῦντος. εἰπὼν τοίνυν πολλὰ καὶ μεγάλα περὶ τῆς ἀγαθότητος τοῦ Θεοῦ, πάλιν ἐκεῖνο ἀσφαλίζεται τὸ τῶν ἀπίστων, τὸ μὴ λέγειν ὅτι ἡ προαίρεσις ἀνῄ‐ ρηται, ἐπήγαγε γοῦν, “μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.” τοσοῦτον μόνον φησὶν, ἡμεῖς εἰσηνέγκαμεν, ἐπιστεύσα‐
10μεν ὅτι δύναται ἡμᾶς σῶσαι· ἀγαπήσωμεν τοίνυν αὐτὸν διὰ τοῦ Χριστοῦ· τί ἐστὶ “διὰ τοῦ Χριστοῦ;” ὅτι αὐτὸς ἡμῖν πρόξενος τούτου γέγονεν, οὐχ ὁ νόμος. ἰδοὺ πάλιν τὸ “ἐν” διὰ ἐστίν· οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ ἀγάπης· ἐπεὶ πολλοὶ καὶ νῦν εἰσὶν, ὅτι μέν ἐστιν ὁ Χριστὸς Θεὸς, πιστεύοντες, οὐκ ἀγαπῶντες
15δὲ αὐτὸν, οὐδὲ τῶν ἀγαπώντων πράσσοντες. Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χρι‐ στὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Οὐκ αἰσχύνεται καλῶν ἑαυτὸν ἁμαρτωλὸν, ἀλλὰ καὶ μᾶλλον
20ἐναβρύνεται, ὅτι τοσαύτης ἠξιώθη φιλανθρωπίας, ὅτι οὕτω μά‐ λιστα δύναται δεῖξαι τὸ μέγα τῆς κηδεμονίας τοῦ Θεοῦ. καὶ πῶς ἀλλαχοῦ λέγων περὶ ἑαυτοῦ “κατὰ δικαιοσύνην,” φησὶ, “τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος,” ἐνταῦθα δὲ ἁμαρτωλὸν, καὶ πρῶτον τῶν ἁμαρτωλῶν; ὅτι πρὸς τὴν δικαιοσύνην, ἣν ὁ Θεὸς εἰργάσατο,
25καὶ τὴν ὄντως ζητουμένην, ἁμαρτωλοὶ καὶ οἱ ἐν τῷ νόμῳ “πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ.” οὐ γὰρ ἁπλῶς εἶπε δικαιοσύνην, ἀλλὰ τὴν ἐν νόμῳ. ὥσπερ γὰρ ὁ ἀργύ‐ ριον πολὺ κεκτημένος, καθ’ ἑαυτὸν μὲν πλούσιος φαίνεται, κατὰ δὲ τὴν σύγκρισιν τῶν βασιλικῶν θησαυρῶν σφόδρα πένης, καὶ πρῶτος
30πένης, οὕτω δὴ καὶ ἐνταῦθα πρὸς τοὺς ἀγγέλους κρινόμενοι ἁμαρ‐ τωλοὶ φαίνονται καὶ οἱ δίκαιοι· πιστὸς οὖν ὁ λόγος· ἄπιστον γὰρ εἶναι ἐδόκει, εἰ δὴ ἄνθρωπος, ἅπαντα τὸν ἔμπροσθεν βίον καταδα‐
πανηθεὶς καὶ ἀναλώσας εἰκῆ καὶ μάτην ἐν πονηραῖς πράξεσιν,11

12

ἔμελλε σώζεσθαι ὕστερον ἀπὸ πίστεως μόνης· τοσοῦτον οὖν, φη‐ σὶν, οὐ χρὴ ἀπιστεῖν ὅτι ἠλέησεν. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδεί‐ ξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύ‐
5πωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον. Ὅρα πῶς πάλιν ταπεινοῖ καὶ καταγγέλλει ἑαυτὸν, ἑτέραν εὐ‐ τελεστέραν λέγων αἰτίαν· μέγα μὲν γὰρ καὶ μεθ’ ὑπερβολῆς, ὥστε εἰπεῖν πρῶτός εἰμὶ ἐγὼ τῶν ἁμαρτωλῶν, καὶ βλάσφημος καὶ
10διώκτης, καὶ ὅσα εἴρηκεν, οὐδὲν δὲ ὡς τοῦτο ταπεινὸν ἐσφετερί‐ ζετο, καὶ δῆλον ἐπὶ ὑποδείγματος ἔσται. ἔστω γὰρ πόλις πολυάν‐ θρωπος πάντας τοὺς πολίτας ἔχουσα κακοὺς, τοὺς μὲν πλέον, τοὺς δὲ ἔλαττον· εἷς δέ τις ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων μᾶλλον ἔστω κολάσεως ἄξιος καὶ τιμωρίας, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας·
15κἂν τοίνυν λέγῃ τις, ὅτι πᾶσιν ἀφεῖναι βούλεται ὁ βασιλεὺς, οὐχ οὕτω τῷ λόγῳ πιστεύουσιν, ὡς ἐὰν ἴδωσι τὸν πάντων ἁμαρτωλό‐ τερον αὐτῶν τούτου τυχόντα, οὐκ ἔστι γὰρ λοιπὸν ἀμφισβήτησις. τοῦτο καὶ ὁ Παῦλος φησὶν, ὅτι βουλόμενος ὁ Θεὸς πληροφορῆ‐ σαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁμαρ‐
20τωλότερον εἵλετο· μηδεὶς τοίνυν ἀμφιβαλέτω, φησὶν, ὁπότε ἐγὼ ἐσώθην· καὶ ὅρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου· οὐκ εἶπεν ἵνα ἐνδείξηται ἐν ἐμοὶ τὴν μακροθυμίαν, ἀλλὰ “τὴν πᾶσαν μα‐ κροθυμίαν,” ὡς ἂν εἰ ἔλεγε, μᾶλλον ἐμοῦ ἐπ’ ἄλλῳ οὐκ εἶχεν μακροθυμῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁμαρτωλὸν, παντὸς δεόμενον
25αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς μακροθυμίας, οὐ μέρους. “πρὸς ὑπο‐ τύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον,” τουτέστι, πρὸς παράκλησιν, πρὸς προτροπὴν, ἐπειδὴ μέγα τι περὶ τοῦ Υἱοῦ ἐφθέγξατο, ἵνα μή τις νομίσῃ ἀπεστερῆσθαι τὸν Πατέρα, ἀναφέρει καὶ αὐτῷ δόξαν, ἐπάγων,
30 Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰώνας τῶν αἰώνων. ἀμήν.
Ὑπὲρ δὴ τούτων φησὶν, οὐ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν12

13

Πατέρα δοξάζομεν· ἐρώμεθα οὖν τοὺς αἱρετικούς· ἰδοὺ, μόνῳ Θεῷ εἴρηκεν· ἄρ’ οὖν οὐ Θεὸς ὁ Υἱός; καὶ μόνῳ ἀφθάρτῳ,” ἄρ’ οὖν οὐκ ἄφθαρτος ὁ Υἱός; καὶ οὗ δίδωσιν ἡμῖν μετὰ ταῦτα, αὐτὸς οὐκ ἔχει; ναὶ, φησὶ, καὶ Θεὸς καὶ ἄφθαρτος, ἀλλ’ οὐ τοιοῦτος οἷος
5ὁ Πατήρ. οὐκοῦν καὶ ἀφθαρσίας ἐλάττονος; τί δαί ἐστὶν ἐλάττων καὶ ἥττων ἀφθαρσία; ἡ γὰρ ἀφθαρσία οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ μὴ διαφθείρεσθαι· δόξα μὲν γὰρ μείζων καὶ ἥττων ἐστίν· ἀφθαρ‐ σία δὲ μείζων καὶ ἐλάττων οὐκέτι· ἢ γὰρ φθείρεσθαί τι δεῖ ἢ οὐδόλως. τί οὖν, φησὶν, ἡμεῖς καὶ ὁ Θεὸς ὡσαύτως; οὐδαμῶς·
10μὴ γένοιτο· διὰ τί; ὅτι αὐτὸς μὲν φύσει τοῦτο ἔχει, ἡμεῖς δὲ ἐπεισάκτως. ἄρ’ οὖν καὶ ἐπὶ τοῦ Υἱοῦ ὄντως; οὐδαμῶς, ἀλλὰ καὶ αὐτὸς φύσει· τίνος οὖν ἕνεκεν ἡ διαφορά; ὅτι αὐτὸς μὲν, φησὶ, παρ’ οὐδενὸς ἐγένετο τοιοῦτος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ ἡμεῖς τοῦτο ὁμολογοῦμεν· οὐδὲ γὰρ ἡμεῖς ἀρνούμεθα ὅτι ἐκ Πα‐
15τρὸς ὁ Υἱὸς ἄφθαρτός ἐστιν. Ἄλλος δέ φησιν· ὑπὲρ ἁπάντων ἐκεῖνον ὑμνεῖσθαι δίκαιον παρ’ ἡμῶν, τὸν τοσούτων ἡμῖν αἴτιον γεγονότα ἀγαθῶν· καὶ βασιλέα μὲν τῶν αἰώνων ἐκάλεσε τὸν Θεὸν, διὰ τὸ τῶν μελλόντων ἀτελεύ‐ τητον· ἄφθαρτον δὲ διὰ τὴν προσδοκωμένην περιέσεσθαι ἡμῖν ἀφ‐
20θαρσίαν· ἀόρατον δὲ διὰ τὸ μὴ φαίνεσθαι τὰ προσδοκώμενα, ὥστε ἀπὸ τῶν τῷ Θεῷ προσόντων τὰ ἡμῖν περιεσόμενα παρ’ αὐτοῦ πιστευθῆναι.
23tΚΕΦ. Γ.
24tΠαραγγελία περὶ πιστῆς καὶ εὐσυνειδήτου διακονίας, ἧς ἄνευ κίνδυνος.
25 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἣν τινὲς ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν.
30Τὸ τῆς διδασκαλίας καὶ τῆς ἱερωσύνης ἀξίωμα, μέγα τέ ἐστι
καὶ θαυμαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόμενον ψήφου, ὥστε13

14

τὸν ἄξιον εἰς μέσον παραγαγεῖν· οὕτω τὸ παλαιὸν ἐγίνετο· οὕτω καὶ νῦν γίνεται, ὅταν χωρὶς πάθους ἀνθρωπίνου τὰς αἱρέσεις ποιώ‐ μεθα, ὅταν πρὸς μηδὲν ὁρῶντες βιωτικόν· εἰ γὰρ καὶ μὴ τοσούτου Πνεύματος μετέχομεν, ἀρκεῖ προαίρεσις ἀγαθὴ τοῦ Θεοῦ τὴν χει‐
5ροτονίαν ἐπισπάσασθαι· “προφητείας” δὲ πολλὰς, φησὶν, ἐκείνην τε ἴσως, μεθ’ ἧς αὐτὸν ἔλαβεν, ὅτε περιέτεμε, καὶ ὅτε ἐχειροτόνει, καθὼς καὶ αὐτός φησι, “μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος.” διανιστὰς τοίνυν αὐτὸν καὶ νήφειν παρασκευάζων, ἀναμιμνήσκει τοῦ ἑλομένου καὶ χειροτονήσαντος, ὡς ἂν εἰ ἔλεγεν, ὁ Θεός σε ἐξελέ‐
10ξατο, αὐτός σοι ἐνεπίστευσεν, οὐκ ἀνθρωπίνῃ γέγονας κρίσει, μὴ ὑβρίσῃς, μηδὲ καταισχύνῃς τοῦ Θεοῦ τὴν ψῆφον· εἶτα, ἐπειδὴ παραγγελίαν ἔφησε, καὶ φορτικώτερον ἦν, τί φησι; “ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε,” ὡς τέκνῳ καὶ γνησίῳ παραγγέλλει, οὐ μετὰ ἐξουσίας· τὸ δὲ παραθέσθαι τῆς
15φυλακῆς τὸ ἀκριβὲς δηλοῖ καὶ τὸ οὐχ ἡμέτερον· οὐ γὰρ ἡμεῖς αὐτὸ ἐκτησάμεθα, ἀλλὰ Θεὸς ἡμῖν ἐχαρίσατο· “πίστιν,” φησὶ, “καὶ ἀγαθὴν συνείδησιν·” εἰ μὴ αὐτὸς ἦλθεν, οὔτε ἡ πίστις αὕτη ηὑρίσκετο, οὔτε ὁ βίος ὁ καθαρός· ὡσανεὶ ἔλεγεν, οὐχὶ ἐγώ εἰμι ὁ παραγγέλλων, ἀλλ’ ὁ ἑλόμενος· τί δὴ παραγγέλλει; ἵνα στρα‐
20τεύῃ, φησὶν, αὐτὴν τὴν καλὴν στρατείαν· ἔστι γὰρ κακὴ στρα‐ τεία, περὶ ἧς φησιν “ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν ὅπλα τῇ ἁμαρτίᾳ καὶ τῇ ἀκαθαρσίᾳ “ἐκεῖνοι ὑπὸ τυράννῳ στρα‐ τεύονται, σὺ ὑπὸ βασιλεῖ· στρατείαν δὲ τὸ πρᾶγμα καλεῖ, δηλῶν ὅτι πόλεμος ἐγήγερται σφοδρὸς, πᾶσι μὲν, μάλιστα δὲ τῷ διδα‐
25σκάλῳ. “ἔχων, φησὶ, πίστιν καὶ ἀγαθὴν συνείδησιν” τὸν γὰρ διδάσκαλον ἑαυτοῦ χρὴ εἶναι διδάσκαλον, ἵνα οὕτω τῶν ἄλλων προειστήκῃ· “ἣν τινὲς,” φησὶν, “ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν·” εἰκότως· ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτο, καὶ δείκνυσι τοῦτο ἀπὸ τοῦ ὑποδεί‐
30γματος. Ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος. Καὶ ἀπὸ τούτων ἡμᾶς σωφρονίζει, ἀλλ’ οὐδὲ βίον ἂν ἔχῃ τις τῶν ἐκπεσόντων ἀπὸ τῆς πίστεως, κερδαίνει τι ἐκεῖθεν· τῆς γὰρ
κεφαλῆς διεφθαρμένης, τί τοῦ λοιποῦ σώματος ὄφελος;14

15

Οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλα‐ σφημεῖν. Πῶς ὁ Σατανᾶς αὐτοὺς παιδεύει μὴ βλασφημεῖν; καὶ εἰ τοὺς ἄλλους παιδεύει μὴ βλασφημεῖν, πολλῷ μᾶλλον ἐχρῆν ἑαυτόν·
5εἰ δὲ ἑαυτὸν μέχρι τοῦ νῦν οὐ δύναται παιδεῦσαι, οὐδὲ τοὺς ἄλ‐ λους. οὐκ εἶπεν, ἵνα παιδεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ’ “ἵνα παιδευθῶσιν·” οὐκ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλὰ τοῦτο ἐκβαίνει, ὥσπερ ἀλλαχοῦ ἐπὶ τοῦ πεπορνευκότος φησὶ, “παρά‐ δοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ
10πνεῦμα σωθῇ,” οὐχ ἵνα σώσῃ τὸ πνεῦμα· τοῦτο δὲ ἀπρόσωπόν ἐστι· πῶς οὖν τοῦτο γίνεται; ὥσπερ οἱ δήμιοι μυρίων γέμοντες κακῶν τοὺς ἄλλους σωφρονίζουσιν, οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πονη‐ ροῦ δαίμονος· καὶ διὰ τί μὴ οὗτος αὐτοὺς ἐκόλασεν ὥσπερ ἐκεῖνον τὸν Βαριησοῦν, ὥσπερ Κηφᾶς Ἀνανίαν, ἀλλὰ τῷ Σατανᾷ παρέ‐
15δωκε; καίτοι αὐτὸς ἔχων ἰσχὺν, ὡς ὅταν λέγῃ, “ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς;” καὶ πάλιν, φησὶν, “οὐκ εἰς καθαίρεσιν, ἀλλ’ εἰς οἰκοδομήν.” τί οὖν τὸν Σατανᾶν καλεῖ πρὸς τὴν τιμωρίαν; ἵνα μετὰ τῆς σφοδρότητος καὶ τῆς κολάσεως καὶ ἡ ὕβρις ᾖ μείζων, μᾶλλον δὲ τοὺς μὲν ἀπίστους αὐτοὶ ἐπαίδευον, τοὺς δὲ ἐκτραπέντας
20τῷ Σατανᾷ παρεδίδουν· καὶ γὰρ καὶ ὁ Ἀνανίας ἔτι ἄπιστος ἦν πει‐ ράζων· ἵνα μάθωσι τοίνυν οἱ ἄπιστοι ὅτι οὐ δύνανται λαθεῖν, διὰ τοῦτο δι’ ἑαυτῶν αὐτοὺς ἐτιμωροῦντο. ἄλλως τε, οὐδὲ μικρὸν ἦν τὸ δύνασθαι ἐπιτάττειν τῷ διαβόλῳ· τοῦτο γὰρ δεικνύντος ἦν ὅτι δουλεύει καὶ εἴκει καὶ ἄκων τοῖς Ἀποστόλοις ὁ διάβολος. πῶς δὲ
25παρεδίδοτο τῷ Σατανᾷ; ἐξεβάλλετο τοῦ κοινοῦ συνεδρίου, καὶ ἀπεσχίζετο τῆς ἀγέλης, ἐγίνετο ἔρημος, προεδίδοτο τῷ λύκῳ, ὥσπερ ἡ νεφέλη τὸ στρατόπεδον τῶν Ἰουδαίων, οὕτω τὴν ἐκκλη‐ σίαν τὸ Πνεῦμα ἐγνώριζεν· εἴ τις τοίνυν ἐκτὸς ἐγίνετο, κατε‐ καίετο, οὕτως καὶ ὁ Κύριος παρέδωκε τὸν Ἰούδαν τῷ Σατανᾷ·
30εὐθέως γὰρ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι οὓς μὲν διορθώσασθαι ἐβούλοντο, οὐκ ἐκόλαζον αὐτοὶ, τοὺς δὲ ἀδιορθώτους αὐτοὶ ἐτιμωροῦντο· ἢ εἰ μὴ τοῦτο, ὅτι φοβερώτεροι μᾶλλον ἦσαν ἑτέροις ἐκδιδόντες αὐτούς·
οὕτως καὶ ὁ Ἰὼβ παρεδόθη τῷ Σατανᾷ, οὐχ ὑπὲρ ἁμαρτημάτων,15

16

ἀλλ’ ὑπὲρ πλείονος εὐδοκιμήσεως. πολλὰ τοιαῦτα γίνεται καὶ νῦν. ἐπειδὴ γὰρ οἱ ἱερεῖς οὐκ ἴσασι τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίως τῶν μυστηρίων μετέχοντας, ὁ Θεὸς πολλάκις τοῦτο ποιεῖ καὶ παραδί‐ δωσιν αὐτοὺς τῷ Σατανᾷ. ὅταν γὰρ νόσοι, ὅταν ἐπιβουλαὶ, ὅταν
5πένθη καὶ συμφοραὶ συμβαίνωσι, διὰ τοῦτο γίνεται· καὶ τοῦτο ὁ Παῦλός φησιν, οὕτω λέγων, “διὰ τοῦτο ἐν ὑμῖν ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.”
8tΚΕΦ. Δ.
9tΠερὶ εὐχῆς, ὅτι ὑπὲρ πάντων, ὅτι πανταχοῦ ἀκάκως, ἀταράχως, σεμνῶς.
10 Παρακαλῶ οὖν πρῶτον ἁπάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώ‐ πων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσε‐ βείᾳ καὶ σεμνότητι.
15 Ὥσπερ κοινός τίς ἐστι πατὴρ τῆς οἰκουμένης ὁ ἱερεὺς, πάντων τοίνυν ἄξιον αὐτὸν κήδεσθαι, καθάπερ καὶ ὁ Θεὸς, ᾧ ἱερᾶται. δύο γὰρ ἐντεῦθεν γίνεται τὰ ἀγαθὰ, τό τε ἔχθος ὃ πρὸς τοὺς ἔξωθεν ἔχομεν, καταλύεται· οὐδεὶς γὰρ πρὸς τοῦτον ἀπεχθῶς ἔχειν δυνή‐ σεται, ὑπὲρ οὗ δεήσεις ποιεῖται, αὐτοί τε ἐκεῖνοι βελτίονες γίνον‐
20ται, τότε εὐχὰς ὑπὲρ αὐτῶν γίνεσθαι, τῷ τε μὴ ἐκθηριοῦσθαι πρὸς ἡμᾶς. τί δέ ἐστι τὸ “πρῶτον ἁπάντων;” τουτέστιν ἐν τῇ λατρείᾳ τῇ καθημερινῇ. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι ὑπὲρ ἁπάντων οὐ πάντων εἶπεν, ἀλλὰ τῶν πιστῶν· τί οὖν ὅταν λέγῃ ὑπὲρ βασι‐ λέων; οὐ γὰρ δὴ τότε θεοσεβεῖς ἦσαν βασιλεῖς, ἀλλὰ μέχρι
25πολλοῦ διῆλθον, ἀσεβεῖς διαδεχόμενοι· εἶτα ἵνα μὴ κολακεία τὸ πρᾶγμα ᾖ, προλαβὼν εἶπεν, “ὑπὲρ πάντων,” καὶ τότε “ὑπὲρ βασι‐ λέων·” εἶτα ἐπειδὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, εἴγε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶν μυστηρίων καιρῷ δεῖ δεήσεις προσφέρειν, τίθησι τὸ κέρδος, ἵνα κἂν οὕτω
30δόξῃ τὴν παραίνεσιν· “ἵνα ἤρεμον καὶ ἡσύχιον,” φησὶ, “βίον διάγωμεν,” τουτέστιν ἡ ἐκείνων σωτηρία, ἡμῶν ἀμεριμνία ὑπάρ‐
χει· εἰ γὰρ μὴ ἐσώζοντο, μηδὲ εὐδοκίμουν ἐν τοῖς πολέμοις,16

17

ἀνάγκη καὶ τὰ ἡμέτερα ἐν ταραχαῖς εἶναι καὶ θορύβοις· δεῖ δὲ, φησὶ, καὶ εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν εἰς ἄλλους γινομένων ἀγαθῶν, οἷον, “ὅτι τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.” ὁ γὰρ ἀναγκαζόμενος
5εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν εἰς ἄλλους γινομένων ἀγαθῶν, καὶ φιλεῖν αὐτοὺς ἀναγκάζεται· εἰ δὲ ὑπὲρ τῶν τοῦ πέλας εὐχαριστεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν εἰς ἡμᾶς, καὶ ὑπὲρ τῶν δοκούντων εἶναι λυπηρῶν. καὶ γὰρ πρὸς τὸ ἀγαθὸν ὁ Θεὸς ἡμῖν ἅπαντα οἰκο‐ νομεῖ. “ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ
10καὶ σεμνότητι.” ἠρεμίαν λέγει καὶ ἡσυχίαν, καὶ τὴν ἀπὸ τῶν πονηρῶν λογισμῶν· συντελεῖ δὲ πρὸς ταύτην, καὶ ἡ κοινὴ εἰρήνη. εἰ δέ τις ἡσυχίας οὔσης ταράττεται, σφόδρα ἄθλιός ἐστιν· οὗτος γὰρ ὁ πόλεμος τῶν ἄλλων ἐστὶ χαλεπώτερος· καὶ διὰ τοῦτο προσ‐ έθηκεν, “ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.” μὴ τοίνυν φοβηθῇς
15ὑπὲρ Ἑλλήνων εὐχόμενος· εἰ δὲ ὑπὲρ Ἑλλήνων εὔχεσθαι χρὴ καὶ ὑπὲρ αἱρετικῶν, δηλονότι ὑπὲρ πάντων ἀνθρώπων εὔχεσθαι δεῖ, οὐ διώκειν· πολλοὶ γὰρ τῶν ἀνθρώπων διὰ φιλονεικίαν τὴν πρὸς ἀνθρώπους ἀπέστησαν τοῦ Θεοῦ. εἰς ἐπίγνωσιν δὲ, φησὶν, ἀλη‐ θείας, τῆς εἰς αὐτὸν πίστεως· ἐπειδὴ προλαβὼν εἶπε, παράγγελε
20μὴ ἑτεροδιδασκαλεῖν, ἵνα μὴ ὡς ἐχθροῖς αὐτοῖς προσέχῃ, μηδὲ μάχας ἀπὸ τούτου πλέκῃ· τί φησι; “πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.” τί δὴ τοῦτο, ἐπή‐ γαγεν, “εἷς γὰρ Θεὸς καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων.” εἶ‐ πεν “εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν,” δεικνὺς ὅτι οὐκ ἔστιν ἡ
25οἰκουμένη ἐν ἀληθείᾳ· καὶ πάλιν “εἷς Θεὸς,” οὐ πολλοὶ, καθὼς οὗτοι νομίζουσι, δεικνὺς ὅτι θέλει σωθῆναι πάντας. εἶπεν ὅτι καὶ μεσίτην τὸν Υἱὸν ἔπεμψε· τί οὖν; ὁ Υἱὸς οὐ Θεός; καὶ σφόδρα· πῶς οὖν, φησὶν, εἷς; πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων, οὐ πρὸς τὸν Υἱόν· περὶ γὰρ ἀληθείας καὶ πλάνης ὁ λόγος ἦν αὐτῷ· ὁ δὲ μεσίτης
30ὀφείλει ἀμφοτέροις κοινωνεῖν ὧν ἐστι μεσίτης· εἰ τοίνυν μὴ ἔχε‐ ται τῆς τοῦ Πατρὸς φύσεως, οὐκ ἔστι μεσίτης ἀλλ’ ὑπεσχοίνι‐ σται· ὥσπερ γὰρ τῆς τῶν ἀνθρώπων ἔχεται φύσεως, ἐπειδὴ πρὸς ἀνθρώπους ἤρχετο, οὕτω καὶ τῆς τοῦ Θεοῦ, ἐπειδὴ παρὰ Θεοῦ ἤρχετο· ἐπειδὴ γὰρ δύο φύσεων μέσος γέγονεν, ἐγγὺς τῶν δύο
35φύσεων αὐτὸν εἶναι δεῖ. ὥσπερ οὖν ἄνθρωπος γέγονεν, οὕτω καὶ17

18

Θεὸς ἦν. ὥσπερ ἐκεῖ, φησὶν, “εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς,” οὕτω καὶ ἐνταῦθα εἷς καὶ εἷς· οὐ τίθησι γὰρ δύο, ἐπειδὴ περὶ πολυθεΐας διελέγετο. Ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων.
5 Καὶ ὁ μὲν Χριστὸς ἀπέθανε καὶ ὑπὲρ Ἑλλήνων, σὺ δὲ εὔξα‐ σθαι οὐκ ἀνέχῃ; πῶς οὖν, φησὶν, οὐκ ἐπίστευσαν; ὅτι οὐκ ἠθέ‐ λησαν· τὸ δὲ ἑαυτοῦ μέρος ἐγένετο, τὸ μαρτύριον δὲ τὸ πάθος, φησίν· ἦλθε γὰρ μαρτυρήσων τῇ ἀληθείᾳ τοῦ Πατρὸς, καὶ ἐσφά‐ γη, ὥστε οὐχ ὁ Πατὴρ αὐτῷ μαρτυρεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς
10τῷ Πατρί. μέχρι θανάτου τοίνυν ἐμαρτύρησε· “καιροῖς ἰδίοις,” τουτέστι τοῖς προσήκουσι. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ Ἀπόστολος· ἀλήθειαν λέγω, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
15 Ἐν πίστει πάλιν, ἀλλὰ μὴ νομίσῃς ἐπειδὴ ἐν πίστει ἤκουσας, ὅτι ἀπάτη τὸ πρᾶγμά ἐστιν. ὁρᾷς τὴν χάριν ἐκτεταμένην; τοῖς γὰρ Ἰουδαίοις αἱ εὐχαὶ οὐχ ὑπὲρ τοιούτων ἐγίνοντο· “ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον·” πῶς οὖν παρεδόθη ὑπὸ τοῦ Πατρός; ἄρα τῆς αὐτοῦ ἀγαθότητος γέγονεν· ἀντίλυτρον τί ἐστιν; ἔμελλε τιμωρεῖσθαι
20αὐτοὺς, ἀπόλλυσθαι ἔμελλον, ἀλλ’ ἀντ’ ἐκείνων τὸν αὐτοῦ ἔδωκεν Υἱὸν ὥστε κηρύττειν τὸν σταυρόν. ἱκανὰ ταῦτα ἐπισπάσασθαι πάντας, καὶ τὴν ἀγάπην ἐνδείξασθαι τοῦ Χριστοῦ. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλο‐
25γισμῶν. Καὶ πῶς ὁ Κύριός φησι “σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι·” ὁ δὲ Παῦλος, “βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ;” ἀλλ’ οὐκ ἔστιν ἐναντίον ἐκείνοις τοῦτο, μὴ γένοιτο, ἀλλὰ καὶ
30σφόδρα συνᾷδον· πῶς καὶ τίνι τρόπῳ; δεῖ δὲ πρότερον εἰπεῖν, τί ἐστιν, “εἴσελθε εἰς τὸ ταμιεῖόν σου,” καὶ εἰ ἐν ἐκκλησίᾳ μὴ δεῖ εὔχεσθαι, καὶ ἐν ἄλλῳ μηδενὶ τῆς οἰκίας μέρει, ἀλλ’ ἐν τῷ ταμιείῳ μόνον. τὸ κενόδοξον δεικνὺς ἐνταῦθα ὁ Χριστὸς, μὴ λάθρα, φησὶν,
ἁπλῶς, ἀλλὰ κεκρυμμένως τὰς εὐχὰς ποιοῦ, ὥσπερ καὶ ἐπὶ τῆς18

19

ἐλεημοσύνης “μὴ γνώτω ἡ ἀριστερὰ τί ποιεῖ ἡ δεξιά σου,” οὐ περὶ χειρῶν διαλέγεται ἁπλῶς, ἀλλὰ τὴν ὑπερβολὴν τῆς κενοδο‐ ξίας παρέστηκε· οὕτω δὴ καὶ ἐνταῦθα τοῦτο αἰνίττεται· οὐ τοίνυν εἰς τὸν τόπον περιώρισε τὴν εὐχήν. ὁ δὲ Παῦλος πρὸς ἀντιδια‐
5στολὴν τῆς Ἰουδαϊκῆς εὐχῆς ταῦτά φησιν· οὐδὲ γὰρ ἐχρῆν ἀλλα‐ χοῦ προσιέναι τῷ Θεῷ καὶ θύειν τοὺς Ἰουδαίους, ἀλλ’ εἰς ἕνα τόπον. “χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.” τίς γὰρ εὐχόμενος ὀργί‐ ζεται; τουτέστι, χωρὶς μνησικακίας καθαρὰ ἔστω τοῦ εὐχομένου ἡ διάνοια, πάθους παντὸς ἀπηλλαγμένη καὶ διαλογισμοῦ· οὐ δεῖ
10γὰρ ὅλως ἀμφιβάλλειν, ὅτι ἀκουσθησόμεθα, καὶ τὸ “ἀφίετε δὲ, καὶ ἀφεθήσεται ὑμῖν,” τοῦτό ἐστι “χωρὶς ὀργῆς καὶ διαλο‐ γισμοῦ·” “ὁσίας χεῖρας,” καθαρὰς πάσης ἁμαρτίας, ἐλεημο‐ σύνας ἐργαζομένας· ἂν γὰρ οὕτως προσίῃς πάντως ἐπιτεύξῃ τῆς αἰτήσεως· “ὡσαύτως καὶ τὰς γυναῖκας,” μὴ ταῖς ἐπιθυμίαις
15“ταῖς ἑαυτῶν ἐξακολουθεῖν·” ὁσίους χεῖρας καὶ τὰς γυναῖκας ἔχειν φησί. Μετὰ αἰδοῦς καὶ σωφροσύνης, ἐν καταστολῇ κοσμίῳ κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργα‐ ρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ’ ὃ πρέπει γυναιξὶν
20ἐπαγγελλομέναις θεοσέβειαν δι’ ἔργων ἀληθῶν. Καταστολή τίς ἐστι; τουτέστι τὴν ἀμπεχόνην πάντοθεν περι‐ εστάλθαι καλῶς, κοσμίως, μὴ περιέργως· ἐκεῖνο γὰρ κόσμιον, τοῦτο δὲ ἄκοσμον.
24tΚΕΦ. Ε.
25tΠερὶ διδασκάλων, ὅτι ἄνδρας χρὴ, καὶ οὐ γυναίκας εἶναι, διὰ τὴν φύσιν καὶ
26tτὸ πάθος τὸ ἐξ ἀγάπης.
27 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω, ἐν πάσῃ ὑποταγῇ. γυν‐ αικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη,
30εἶτα Εὖα. καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατη‐
θεῖσα, ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς19

20

τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. Πολλὴν ἀπαιτεῖ παρὰ τῶν γυναικῶν τὴν αἰδῶ ὁ μακάριος Παῦλος, πολλὴν τὴν κοσμιότητα, οὐ μέχρι σχημάτων καὶ κατα‐
5στολῆς, ἀλλὰ καὶ σιγῆς· μηδὲ φθεγγέσθω, φησὶν, ἐν ἐκκλησίᾳ γυνὴ, μὴ μόνον περὶ βιωτικῶν, ἀλλὰ μηδὲ περὶ πνευματικῶν. ἂν γὰρ οὕτως ἑαυτὴν περιστέλλῃ, δυνήσεται καὶ μετὰ πολλῆς τῆς εὐκοσμίας τὰς εὐχὰς ποιεῖσθαι· “γυναικὶ δὲ διδάσκειν οὐκ ἐπι‐ τρέπω,” μηδὲ διδασκέτωσαν, φησὶν, ἀλλὰ τὴν τῶν μαθητευο‐
10μένων ἐχέτωσαν δόξαν· οὕτω γὰρ διὰ τῆς γῆς καὶ τὴν ὑποταγὴν δείξουσιν. “Ἀδὰμ γὰρ,” φησὶ, “πρῶτος ἐπλάσθη, εἶτα Εὖα, καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέ‐ γονε.” τί οὖν ταύτας πρὸς τὰς νῦν; ναὶ, φησὶ, πρῶτον ἐχέτω ἀπὸ τῆς πλάσεως τὴν τιμὴν ὁ ἀνήρ· δεύτερον δὲ καὶ ἀπὸ τῶν ἤδη
15γενομένων, ἐδίδαξε γάρ ποτε ἡ γυνὴ τὸν ἄνδρα, καὶ πάντα κατέ‐ στρεψε, καὶ τῇ παρακοῇ ὑπεύθυνον κατέστησε· διὰ τοῦτο αὐτὴν ὑπέταξεν ὁ Θεὸς τότε τῷ ἀνδρὶ, ἐπειδὴ τότε τῇ ὁμοτιμίᾳ κακῶς ἐχρήσατο, εἰπὼν, “πρὸς τὸν ἄνδρά σου ἡ ἀποστροφή σου·” πρὸ δὲ τούτου οὐκ εἴρητο τοῦτο· πῶς δὲ Ἀδὰμ οὐκ ἠπατήθη; οὐκοῦν οὐ
20παρήκουσεν, εἴ γε μὴ ἠπατήθη, καὶ ἡ μὲν γυνὴ, φησὶν, “ὁ ὄφις ἠπάτησέ με.” ὁ δὲ Ἀδὰμ, οὐ λέγει ἡ γυνὴ ἠπάτησέ με, ἀλλ’ ὅτι “αὐτὴ ἔδωκέ μοι καὶ ἔφαγον;” οὐκ ἔστι δὲ ἴσον παρὰ τῆς συγ‐ γενοῦς καὶ ὁμοφύλου δέξασθαι τὴν ἀπάτην, καὶ παρὰ θηρίου τοῦ δούλου τοῦ ὑποτεταγμένου. πρὸς οὖν τὴν σύγκρισιν τῆς γυναικὸς
25φησὶν αὐτὸν μὴ ἠπατῆσθαι. πάλιν δὲ οὐ περὶ τοῦ Ἀδὰμ εἴρηται, ὅτι εἶδε τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικὸς, ὅτι “ἔφαγε καὶ ἔδωκε τῷ ἀνδρὶ αὐτῆς,” ὥστε οὗτος οὐκ ἐπιθυμίᾳ ἐνδοὺς παρέβη· “ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέγονεν.” ἐνταῦθα λοιπὸν περὶ τῆς φύσεως διαλέγεται· οὐ γὰρ εἶπεν, ἡ δὲ
30Εὖα ἀπατηθεῖσα, ἀλλ’ “ἡ γυνὴ,” ὅπερ ἐστιν ὄνομα τοῦ κοινοῦ γέ‐ νους· καὶ ὥσπερ περὶ τοῦ Ἀδὰμ, φησὶν, “ἐν ὁμοιώματι τῆς παρα‐ βάσεως Ἀδὰμ,” οὕτω καὶ ἐνταῦθα, τουτέστι, τὸ γυναικεῖον γένος παρέβη, οὐ τὸ ἀνθρώπινον.
(Θεόδωρος.) Ἄλλος δὲ εἰς τὸ, “γυναικὶ δὲ διδάσκειν ἐν20

21

ἐκκλησίᾳ οὐκ ἐπιτρέπω·” φησὶ, δηλονότι περὶ τῆς ἐν κοινῷ καταστάσεως λέγει, ὡς ἂν οὐ δέον ἐν ἐκκλησίᾳ αὐτὰς διδάσκειν· περὶ γάρ τοι τῆς κατ’ οἶκον ἀναστροφῆς αὐτῶν ταῦτα νομοθετῆ‐ σαι οὐκ ἄν ποτε ἠνείχετο Παῦλος· οὐδ’ ἂν ἐκώλυσε γυναῖκας, ἢ
5ἀσεβοῦντας τοὺς ἄνδρας παιδεύειν τὴν εὐσέβειαν, ἢ μὴ δεόντως πολιτευομένους ἐπὶ τὰ τῆς ἀρετῆς ἔργα προάγειν· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἐπειδὴ ἐκείνου μὲν τῆς ἀπάτης τὴν αἰτίαν εἶχεν αὕτη, αὐτὴ δὲ ἐπ’ ἐκεῖνον τὴν αἰτίαν στρέφειν οὐκ ἠδύνατο. Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν τῇ
10πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ἰωάννου Χρυσοστόμου. Ὡς ἂν εἰ ἔλεγε, μὴ κατηφιῆτε αἱ γυναῖκες, ὅτι τὸ γένος ὑμῶν διαβέβληται, ἔδωκεν ὑμῖν ὁ Θεὸς καὶ ἑτέραν ἀφορμὴν σωτηρίας, τὴν παιδοτροφίαν· ὥστε μὴ μόνον δι’ ἑαυτῶν, ἀλλὰ καὶ δι’ ἑτέρων σώζεσθαι. ὅρα πόσα κατὰ ταὐτὸν
15ζητήματα τίκτεται· “ἡ δὲ γυνὴ ἀπατηθεῖσα,” φησὶν, “ἐν παρα‐ βάσει γέγονε.” τίς; ἡ Εὖα· αὕτη οὖν σωθήσεται διὰ τῆς τεκνογονίας; οὐ τοῦτο, ἀλλ’ ἡ φύσις, φησὶν, ἡ γυναικεία σωθή‐ σεται. αὕτη ἐν παραβάσει γέγονεν, ἀλλὰ παρέβη μὲν ἡ Εὖα· σωθήσεται δὲ τὸ γυναικεῖον γένος διὰ τῆς τεκνογονίας. διὰ τί γὰρ
20μὴ καὶ τῆς οἰκείας ἀρετῆς; μὴ γὰρ ἐκείνη ταῖς ἄλλαις ἐξέκλεισε· τί οὖν πρὸς τὰς παρθένους; τί πρὸς τὰς στείρας; τὶ πρὸς τὰς χήρας τὰς πρὶν ἢ τεκεῖν τοὺς ἄνδρας ἀποβαλούσας; τί ποτε οὖν βούλεται εἰπεῖν; ὥσπερ τὸ πᾶν γένος ὑπέταξεν ἀπὸ τῆς διαπλά‐ σεως, διὰ τῶν εἰς τὴν πρώτην γενομένων γυναῖκα· οὕτως ἄρα
25ἐπειδὴ καὶ παρέβη καὶ τὸ λοιπὸν γένος ἐν παραβάσει; ἀλλ’ οὐκ ἔχει λόγον· ἐκεῖ μὲν οὖν τῆς τοῦ Θεοῦ δωρεᾶς γέγονε τὸ πᾶν· τοῦτο δὲ τῆς ἁμαρτίας τῆς γυναικός· καὶ μὴν διὰ τοῦτο πάντες ἀπέθανον, φησὶν, ἐπειδὴ ὁ εἷς ἥμαρτε· τουτέστι, μηδὲν ἀλγείτω ἡ γυνή· ἔδωκεν αὐτῇ ὁ Θεὸς παραμυθίαν οὐ μικρὰν τὸ τεκεῖν παῖ‐
30δας, ἀλλὰ τοῦτο τῆς φύσεως, καὶ ἐκεῖνο τῆς φύσεως· οὐ γὰρ τὸ τῆς φύσεως μόνης, ἀλλὰ καὶ τὸ τῆς παιδοτροφίας κεχάρισται· ἐὰν γὰρ ἐπιμείνωσι, φησὶ, τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης, τουτέστιν, ἐὰν αὐτοὺς ἐναγάγῃ μετὰ τὸ τεκεῖν ἐν τούτοις, οὐ μικρὸν ἔχει τοῦτον μισθὸν, ὅτι ἀθλητὰς ἔθρεψε τῷ
35Χριστῷ.21

22

Ἄλλος φησί· σώζεται τὸ γυναικεῖον γένος, καὶ πᾶσα δὲ ἡ τῶν ἀνθρώπων φύσις, διὰ τοῦ ἐξ αὐτῆς κατὰ σάρκα τικτομένου Χριστοῦ, “ἐὰν ἐπιμείνωσι,” δηλονότι τῇ πίστει καὶ τῇ ἀγάπῃ, καὶ “τῷ ἁγιασμῷ μετὰ σωφροσύνης·” πιστεύσασαι γὰρ εἰς τὸν
5Χριστὸν καὶ ἔργων προνοησάμεναι ἀγαθῶν, σωθήσονται, Πιστὸς ὁ λόγος. Ἰωάννου Χρυσοστόμου. Πρὸς τοῦτο εἴρηται· οὐ πρὸς τὸ “εἴ τις ἐπισκοπῆς ὀρέγεται” ἐπειδὴ γὰρ τοῦτο ἀμφιβαλλόμενον ἦν, καὶ διὰ τοῦτο λέγει “πιστὸς ὁ λόγος,” ὅτι δυνήσονται πα‐
10τέρες ἀπολαύειν τῆς τῶν παίδων ἀρετῆς καὶ μητέρες ὅταν αὐτοὺς ἐκθρέψωσι, καλῶς. (Σευηριανός.) Ἄλλος δέ φησιν· ἀπὸ τοῦ ὀνείδους τῆς παρα‐ βάσεως, “σωθήσεται διὰ τῆς τεκνογονίας·” τοῦτο γάρ φησιν ὁ Ἀπόστολος, οὐχ ἵνα ὀνειδίσῃ ἀλλ’ ἵνα προτρέψῃ εἰς εὐσέβειαν,
15καὶ εἰς τὸ τὰ τέκνα ἀναστρέφειν ἐν πίστει.
16tΚΕΦ. ϛ.
17tΠερὶ ἀρετῆς ἐπισκόπων.
18 Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι.
20 Ὑπενέδωκε τὸ τῆς ὀρέξεως, οὐ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα καταρ‐ τίσῃ ἑαυτόν τις εἰς ἐπιτηδειότητα ἐπισκοπῆς διὰ τῶν καλῶν ἔργων καὶ τῆς πίστεως· μᾶλλον οὖν προτροπή ἐστι καλοῦ βίου ἢ ἔνδοσις ὀρέξεως· ἡ δὲ ὄρεξις ὥσπερ εἴσοδος εἰς τὴν ἀγαθοεργίαν ἐστὶ καὶ τὸν κάλλιστον βίον. τοσαῦτα ἐξαριθμεῖται, ὅσα προσή‐
25κειν δεῖ τῷ ἐπισκόπῳ, ἃ ἀρκεῖ ἀποτρέψασθαι μᾶλλον, ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν, δι’ ὧν καταλέγει ποταπὸν δεῖ εἶναι τὸν ἐπίσκοπον, πλέον ἀποτρέπει· τὸ ἀνεπίληπτον δὲ, οὐ τῇ ἑτέρων συκοφαντίᾳ, ἀλλὰ τῷ ἐκείνου βίῳ· ἐπειδὴ μηδὲ ἄλλως ὁ Παῦλος τὰς τῶν συκοφαντούντων διαβολὰς ἐξέφυγεν.
30 (Ἰωάννου Χρυσοστόμου.) Ἄλλος δέ φησιν· οὐκ ἐγκαλῶ εἴ τις ταύτην ἔχοι τὴν ἐπιθυμίαν· προστασίας γὰρ ἔργον ἐστὶν, ὥστε μὴ τῆς ἀρχῆς καὶ τῆς αὐθεντείας ἐφίεσθαι μόνον, ἀλλὰ τῆς
προστασίας· ἐπεὶ καὶ Μωσῆς ἐπεθύμησε τοῦ πράγματος, ἀλλ’ οὐ22

23

τῆς ἐξουσίας, καὶ οὕτως ἐπεθύμησεν ὡς ἀκοῦσαι, “τίς σε κατέ‐ στησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς;” ἀνεπίληπτον δὲ εἶναι δεῖ, ὥστε εἴ τις σύνοιδεν ἑαυτῷ τινα ἁμαρτήματα, οὐ καλῶς ποιεῖ πράγματος ἐπιθυμῶν, οὗ διὰ τῶν ἔργων ἑαυτὸν ἐξέβαλεν· οὐ γὰρ
5ἄρχειν, ἀλλὰ ἄρχεσθαι δεῖ τὸν τοιοῦτον. Μιᾶς γυναικὸς ἄνδρα. Οὐ νομοθετῶν τοῦτό φησιν· ὡς μὴ εἶναι ἐξὸν ἄνευ τούτου γίνε‐ σθαι, ἀλλὰ τὴν ἀμετρίαν κωλύων, ἐπειδὴ ἐπὶ τῶν Ἰουδαίων ἐξῆν καὶ δευτέροις ὁμιλεῖν γάμοις, καὶ δύο ἔχειν κατὰ ταὐτὸν γυναῖκας.
10τινὲς δὲ, ἵνα ἐκ μιᾶς γυναικὸς ᾖ, φασὶ τοῦτο εἰρῆσθαι. “νηφά‐ λιον,” τουτέστι, διορατικὸν, μυρίους ἔχοντα πάντοθεν ὀφθαλ‐ μούς· πολλὰ γὰρ ἐστὶ τὰ συμπίπτοντα καὶ ἀμβλύνοντα τὸ τῆς διανοίας ὄμμα. Σώφρονα, κόσμιον, φιλόξενον.
15 Ταῦτα καὶ τῶν ἀρχομένων ἔχουσιν οἱ πολλοί· ἐπειδὴ δὲ δεῖ αὐτὸν καὶ τὰ τῶν ἀρχόντων ἔχειν, διὰ τοῦτο ἐπήγαγε, “διδακτι‐ κόν·” μάλιστα γὰρ πάντων τοῦτο προσεῖναι δεῖ τῷ ταύτην τὴν ἀρχὴν ἐγκεχειρισμένῳ· “μὴ πάροινον,” τουτέστιν, ὑβριστὴν, αὐθάδη. “μὴ πλήκτην·” αἰνίττεται τοὺς πλήττοντας ἀκαίρως τῶν
20ἀδελφῶν τὴν συνείδησιν. “ἀλλ’ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, μετὰ πάσης σεμνότητος.” εἰ τοίνυν ὁ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, τὸν δὲ ἐπίσκοπον οὐ δεῖ τὰ τοῦ κόσμου μεριμνᾷν, πῶς, φησὶ, “μιᾶς γυναικὸς ἄνδρα·” τινὲς μὲν οὖν φασὶν, ὅτι τὸν ἀπὸ γυναι‐
25κὸς ᾐνίξατο· εἰ δὲ μὴ τοῦτο εἴη, ἔνεστιν ἔχειν γυναῖκα, ὡς μὴ ἔχοντα εἶναι. Θεόδωρος δέ φησι, γελοιότατον παρὰ τοῖς πολλοῖς ἐστιν αὐτὸ φυλαττόμενον δῆθεν εὑρεῖν· εἰ μὲν γάρ τις εἴη σώφρων, ὡς δευτέραν ἀγόμενος γυναῖκα, τοῦτον οὐ προσίενται εἰς κλῆρον· εἰ
30δὲ βιώσας τις ὡς οὐ προσῆκε, μίαν ἠγάγετο κατὰ νόμον, οὗτος εἰς μέσον παράγεται· καί τοι τὸν μὲν δεύτερον γάμον τοῦ μακα‐ ρίου Παύλου σαφῶς ἐπιτρέψαντος γίνεσθαι, πάσης δὲ τῆς παρὰ τὸν νόμιμον γάμον κοίτης πορνείας οὔσης. σαφῶς καὶ παρίημι τέως ἐκεῖνο, ὅτι καὶ δύο γυναῖκας εἰληφότα σαφῶς νομίμους λέγω,
35βαπτίσαντες ἐπὶ τὸν κλῆρον παράγουσιν ἀδεῶς· καί τοι γε ἐπὶ23

24

τῶν λοιπῶν αὐτὸ φυλάττεσθαι δοκοῦντες, ὡς ἂν τοῦ βαπτίσματος ποιοῦντος αὐτὸν οὐκέτι εἶναι συνῳκηκότα δυσὶ γυναιξὶ, πολλάκις δὲ τοῦτο καὶ ἐπὶ τῶν καθόλου μοχθηρῶν διαπραττόμενοι, οἴονται κάλλιστα ποιεῖν, εἰ δὴ βαπτίζοντας τὸν ὅπως ποτὲ ἐζηκότα, ἐπὶ
5τὴν τοῦ κλήρου λειτουργίαν παράγοιεν, μηδὲν ἀρετῆς καὶ τῆς περὶ τὴν εὐσέβειαν ἐπιμελείας γνώρισμα ἐπαγόμενον. Ἵνα γὰρ σιωπήσω τοῦ βαπτίσματος τὴν αἰτίαν, ἐφ’ ᾗ δίδοται, πρὸς ἣν οὐδὲ ἀφορᾷν ἐθέλουσιν οἱ πολλοί· ἐκεῖνο γοῦν εἰδέναι αὐτοὺς ἐχρῆν, ὅτι ὁ μακάριος Παῦλος περὶ βίου νομοθετεῖ, καθ’
10ὃν νομίζει δεῖν ἐζηκέναι τὸν ἐπίσκοπον, οὐ περὶ συγχωρήσεως δια‐ λέγεται τῆς χάριτος προγινομένης τοῖς τὸ βάπτισμα εἰληφόσιν. εἰ γὰρ δὴ τοῦτο γίνεσθαι οὕτως καλὸν, περιττὴ πᾶσα ἡ νομοθεσία τοῦ Παύλου, συγχωρήσαντος καὶ τὸν ὅπως ποτὲ βιώσαντα βαπτί‐ ζοντα εὐθὺς εἰς κλῆρον ἄγειν, ὅπερ ἀπηγόρευται μὲν παρὰ τῷ
15Παύλῳ βουλομένῳ τὸν εἰς ἐπισκοπὴν ἀγόμενον μαρτυρίαν τινὰ τῆς ἑαυτοῦ καλοκαγαθίας ἀπὸ τοῦ παρελθόντος ἐπάγεσθαι βίου, ἤτοι πάντοτε γεγονότα τοιοῦτον, ἢ μεταμελείᾳ γοῦν δεικνύμενον, ὅτι δὴ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸν κρείττονα μετελήλυθε βίον, ὃ καὶ ἄμεινον εἰσόμεθα ἀπὸ τῶν ἑξῆς· γίνεται δὲ παρὰ πολλοῖς νυνὶ, ὥς
20τι καὶ μέγιστον διαπραττομένοις καλόν. Τὸ οὖν “μιᾶς γυναικὸς ἄνδρα” τινὲς οὕτω ἐξέλαβον, ὃ καὶ ἔγωγε μᾶλλον ἀληθὲς εἶναι πείθομαι, ἐπειδὴ τότε πολλοὶ μὲν κατὰ ταὐτὸν δύο νομίμους εἶχον γυναῖκας, ὃ καὶ ἀπὸ τοῦ Μωσαϊ‐ κοῦ νόμου ποιεῖν αὐτοῖς ἐπετέτραπτο· πολλοὶ δὲ νομίμην ἔχοντες
25μίαν, ταύτῃ μὲν οὐκ ἠρκοῦντο, ἐκέχρηντο δὲ καὶ ἑτέραις ἤτοι παιδίσκαις ἑαυτῶν, ἢ καὶ εἰς τὰς τυχούσας πολλάκις ἀδεῶς ἁμαρτάνοντες· ὃ καὶ μέχρι τῆς δεῦρο γίνεται παρὰ τῶν οὐκ ἐπι‐ μελομένων σωφροσύνης· τοῦτο εἰρηκέναι τὸν Παῦλον ἔφησαν, ὥστε τὸν τοιοῦτον εἰς τὴν ἐπισκοπὴν παράγεσθαι, ὃς ἀγαγόμενος
30γυναῖκα σωφρόνως ἐβίω μετὰ ταύτης, προσέχων αὐτῇ καὶ μέ‐ χρις αὐτῆς ὁρίζων τῆς φύσεως τὴν ὄρεξιν, ὡς εἴ τις οὕτω ζήσας, ἀποβαλὼν τὴν προτέραν νομίμως ἀγάγοιτο δευτέραν, τὸν αὐτὸν δὴ τρόπον βιοὺς καὶ μετὰ ταύτης, μὴ εἴργεσθαι αὐτὸν κατὰ τὴν τοῦ
Παύλου νομοθεσίαν τῆς εἰς τὴν ἐπισκοπὴν παρόδου.24

25

Τοῦτο εἰρῆσθαι παρὰ τοῦ μακαριωτάτου Παύλου νενοηκότας τινὰς, πάνυ γε ἀποδέχομαι, μάλιστα πάντων οὐ πειθόμενος ὅτι ὁ τὸν δεύτερον γάμον ὁμοίως ἐπιτρέψας τῷ πρώτῳ, εἰ νομίμως γίγνοιτο εἰς ἐπισκοπὴν παριέναι, τὸν τοιοῦτον ἐκώλυσεν. ὁ γὰρ
5εἰπὼν, λέγω δὲ ταῖς ἀγάμοις καὶ ταῖς χήραις, καὶ ὁμοῦ συνάψας αὐτοὺς, καὶ ἕνα νόμον ἐξενεγκὼν, δῆλος ἦν ἕν τι ἀμφοτέρους ἡγού‐ μενος· εἰκότως· τί γὰρ διαλάττει κατά γε τὴν τῆς φύσεως ὄρεξιν, ἢ καθόλου μὴ ἐσχηκέναι, ἢ ἐσχηκέναι μὲν, ἀποβεβληκότα δὲ οὐκ ἔχειν; ἐπεὶ καὶ συντυχίας τὸ τοιοῦτο μᾶλλόν ἐστιν ἢ γνώμης.
10ὁ μὲν γὰρ ἐσχηκὼς ἐπιπολὺ τὴν ἑαυτοῦ βιώσασαν γυναῖκα, ἀπέ‐ λαυσεν αὐτῆς ἐφ’ ὅσον ἐβούλετο· ὁ δὲ μετὰ βραχὺ πολλάκις αὐτὴν ἀποβαλὼν ἐξ ἀνάγκης ἐπὶ τὸν τῆς δευτέρας ἔρχεται γάμον. ἔστι δὲ ταῦτα συντυχίας οὐ γνώμης κατορθώματα· ἅπερ ἐξετά‐ ζων ὁ μακάριος δι’ ὅλου φαίνεται Παῦλος τὸν εἰς ἐπισκοπὴν
15παραγόμενον, μάλιστα ἀπὸ τοιούτων γνωρίζεσθαι δεῖν ἡγούμενος. ἐπεὶ καὶ γέλοιον νομίζειν Παῦλον νόμους τιθέναι, μὴ γνώμην δοκι‐ μάζοντα, ἀλλ’ ἀπὸ τῆς συντυχίας τὴν διάκρισιν ἐργαζόμενον. εἰ γάρ τις ἐκεῖνο λέγοι ὅτι μικρὰ καὶ τῆς συντυχίας φροντίσας πλείονος τῆς ἀκριβείας ἐπιμελόμενος ἐπὶ τοῦ ἐπισκόπου ἐνόμισεν
20αὐτὸν ὅπως ποτὲ μιᾷ δεῖν κεκοινωνηκότα γυναικὶ, ἀκουέτω, ὅτι κατὰ τοῦτον τὸν λόγον οὐδὲ μετὰ βαπτίσματος τοιοῦτον παρα‐ γενέσθαι δίκαιον ἦν· οὐ γὰρ δὴ τὸ βάπτισμα ἢ οὐκ εἶναι αὐτὸν δυσὶν κεκοινωνηκότα ποιεῖ γυναιξὶν, ἢ παρὰ πᾶσιν ὡς μιᾷ κεκοι‐ νωνηκότα ὑπολαμβάνεσθαι, πολλῷ δὲ πλέον τὸν μιᾷ μὲν συγγε‐
25γονότα κατὰ τὴν νόμιμον συνάφειαν, πολλαῖς δὲ ἑτέραις ἀκολά‐ στως συμπλακέντα· καὶ πρόδηλον ἐπὶ τῷ τοιούτῳ γεγονότα βίῳ εἰς τὴν ἐπισκοπὴν παράγεσθαι οὐχ ὅσιον κατά γε τὸν αὐτὸν λόγον, διὰ τὸ τοῦ βαπτίσματος τετυχηκέναι. εἰ γὰρ δὴ τὸν νομίμως δυσὶ συμπλακέντα σωφρόνως τε αὐταῖς συνεζηκότα προθέσει γνώ‐
30μης, φάσκοιεν δι’ ἀκρίβειαν ἐπὶ τὴν ἐπισκοπὴν οὐκ εἶναι δεκτὸν, πολλῷ πλέον τὸν καὶ ἀκολάστως βιώσαντα οὐ θεμιτὸν ἐπὶ τοῦτο προάγεσθαι, ἐπειδὴ τοῦ βαπτίσματος αὐτῷ τυχεῖν ἐγένετο. καὶ ταῦτα μὲν εἰρήσθω περὶ τοῦ μιᾶς γυναικὸς ἄνδρα, οὗ δὴ τὴν
ἑρμηνείαν σαφέστερον εἰπεῖν ἀναγκαῖον ἡγησάμεθα μικρὰ τῆς25

26

κρατούσης παρὰ τοῖς πολλοῖς φροντίσαντες συνηθείας. καὶ ταῦτα μὲν Θεόδωρος ἄντικρυς τοῖς ἐναργέσι μαχόμενος, τῇ τε ἐκκλησι‐ αστικῇ παραδόσει καὶ πάσαις ταῖς συνόδοις· πρὸς ἃ δυνήσεταί τις ἀντειπεῖν, καιροῦ καλοῦντος.
5 (Ἰωάννου Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησί· διὰ τί γὰρ μὴ εἶπες, δεῖ δὲ τὸν ἐπίσκοπον Ἄγγελον εἶναι, ὦ μακάριε Παῦλε, καὶ μηδενὶ ἀνθρωπίνῳ πάθει ὑποκεῖσθαι; ἐκεῖνα τὰ μεγάλα ἃ ὁ Χριστὸς εἶπεν, ἃ καὶ τοὺς ἀρχομένους ἔχειν δεῖ ἐσταυρῶσθαι καὶ ἐν ταῖς χερσὶν ἔχειν τὴν ψυχήν· ὃ καὶ ὁ Χριστὸς εἶπεν, “ὁ
10ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων” ὁμοίως ὅπερ ἀλλαχοῦ τοῖς κοσμικοῖς ἐπέταξας, ταῦτα τῷ ἐπι‐ σκόπῳ οὐκ ἐπιτάττεις; τί δὲ ἐκείνοις φησί; “νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς·” καὶ πάλιν· “οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν·” τίνος οὖν ἕνεκεν ταῦτα οὐκ εἴρηκεν;
15ὅτι ὀλίγους ἐνῆν τοιούτους εὑρεθῆναι, ἐπισκόπων δὲ δεῖ πολλῶν, καὶ καθ’ ἑκάστην πόλιν· τίς οὖν ἐνεδρεύεσθαι ἔμελλε τὰ τῶν ἐκκλησιῶν; διὰ τοῦτο συμμεμετρημένην εἶπεν ἀρετὴν, οὐκ ἐκείνην τὴν ἄνω τὴν ὑψηλήν. Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.
20 Ἔδει γὰρ οἴκοθεν παρέχεσθαι τὰ παραδείγματα· τίς γὰρ πιστεύσειεν ὅτι τὸν ἀλλότριον ὑποτάξειεν, ὁ τὸν υἱὸν μὴ ὑποτάξας; τί ἰδίου οἴκου φησὶ, καλῶς προϊστάμενον, τοῦτο καὶ ἔξωθέν φασιν, ὅτι ὁ οἰκονομικὸς καὶ πολιτικὸς ἂν γένοιτο ταχέως· ὁ τοίνυν ἑαυ‐ τοῦ οἶκον καλῶς οἰκονομήσας, πῶς τὰ τῆς ἐκκλησίας οἰκονομῆσαι
25δυνήσεται; “μὴ νεόφυτον.” οὐ τὸν νεώτερον ἐνταῦθα λέγει, ἀλλὰ τὸν νεοκατήχητον· εἰ γὰρ πρὶν ἢ γενέσθαι μαθητὴς, διδάσκαλος γένοιτο, ταχέως καὶ εἰς ἀπόνοιαν αἴρεται· διὰ τοῦτο ἐπήγαγεν, “ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου,” τουτέστιν, εἰς τὴν καταδίκην τὴν αὐτὴν, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπο‐
30νοίας ὑπέμεινε· δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου· μέλλει γὰρ ὀνειδίζεσθαι παρ’ αὐτῶν· διὰ τοῦτο εἶπε “μιᾶς γυναι‐ κὸς ἄνδρα·” καίτοι ἀλλαχοῦ λέγων, “θέλω πάντας ἀνθρώπους
εἶναι ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ·” ἵνα οὖν μὴ εἰς στενὸν26

27

περικλείσῃ τὸ πρᾶγμα, ἐὰν ἠκριβωμένην ἀρετὴν ἀπαιτήσῃ, διὰ τοῦτο συμμεμετρημένην ἐζήτησεν ἀρετήν· τί οὖν ἂν μαρτυρίαν ἔχῃ καλὴν καὶ δόξαν ἀγαθὴν, μὴ ᾖ δὲ τοιοῦτος; μάλιστα μὲν οὖν δύσκολον τοῦτο· ἀγαπητὸν γὰρ τοὺς ὀρθοὺς ὀρθὴν ἔχειν δόξαν
5παρὰ τοῖς ἐχθροῖς· νῦν δὲ οὐδὲ τοῦτο μόνον εἴασεν, ἀλλὰ προσέ‐ θηκε· “δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν ἔχειν καλὴν,” τουτέστι, μετὰ τῶν ἄλλων καὶ ταύτην. εἰς παγίδα δὲ πῶς ἐμπίπτει; τοῖς αὐτοῖς ἁμαρτήμασι πολλάκις περιπίπτων, οἷς κἀκεῖνοι· εἰ γὰρ εἴη τοι‐ οῦτος, ταχέως αὐτὸν ἀναιροῦσιν ἐκεῖνοι. εἰ δὲ τὴν παρ’ ἐχθρῶν
10δεῖ μαρτυρίαν ἔχειν, πολλῷ μᾶλλον καὶ τὴν παρὰ τῶν φίλων. ὅτι γὰρ οὐκ ἔνι κακῶς ἀκοῦσαι τὸν ἀνεπιλήπτῳ βίῳ κεχρημένον, ἄκουε τοῦ Χριστοῦ λέγοντος, “λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς·” ἀλλὰ δογμάτων ἕνεκεν,
15πολλάκις ἂν αὐτοὺς διαβάλλουσιν Ἕλληνες, βίου δὲ ὀρθοῦ οὐκ ἂν ἐπιλάβοιντο. Διακόνους ὡσαύτως σεμνούς. Διαλεγόμενος περὶ ἐπισκόπων, καὶ χαρακτηρίσας αὐτοὺς, καὶ εἰπὼν τίνα μὲν ἔχειν, τίνων δὲ ἀπέχεσθαι χρὴ, καὶ τὸ τῶν πρε‐
20σβυτέρων τάγμα ἀφεὶς, εἰς τοὺς διακόνους μετεπήδησεν· τί δή‐ ποτε; ὅτι οὐ πολὺ τὸ μέσον· καὶ γὰρ αὐτοὶ διδασκαλίαν εἰσὶν ἀναδεδεγμένοι, καὶ προστασίαν τῆς ἐκκλησίας· καὶ ἃ περὶ ἐπι‐ σκόπων εἶπεν, ταῦτα καὶ περὶ πρεσβυτέρων ἁρμόττει· τῇ γὰρ χειροτονίᾳ μόνον αὐτῶν ἀναβεβήκασι, καὶ τούτῳ μόνῳ δοκοῦσι
25πλεονεκτεῖν τοὺς πρεσβυτέρους· τὸ παλαιὸν δὲ ἀμφοτέραις ταύ‐ ταις ἐκαλοῦντο ταῖς προσηγορίαις οἱ πρεσβύτεροι, καὶ τοῦτο ἐπε‐ σημηνάμεθα καὶ ἐν τῇ πρὸς Φιλιππησίους, ἔνθα γράφων φησὶ, “σὺν ἐπισκόποις καὶ διακόνοις·” δῆλον γὰρ ὡς οὐκ ἐνῆν ἐπισκό‐ πους μιᾶς πόλεως πλείους εἶναι· ἄμεινον δὲ ἐν τοῖς πρὸς Τίτον
30γεγραμμένοις αὐτὸ γνοίη τις ἄν. εἰπὼν γὰρ “ἵνα καταστήσῃς πρεσβυτέρους ὡς ἐγὼ σοὶ διεταξάμην,” καὶ προστεθεικὼς οἵους, ἐπάγει· “δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκο‐ νόμον,” δέον εἴπερ ἄρα τὸν πρεσβύτερον εἰπεῖν, ἀλλὰ σαφῶς τὸν αὐτὸν ἐπίσκοπον καὶ πρεσβύτερον ὀνομάζων.
35Τί δὴ τοῦτό ἐστιν; ἄξιον γὰρ μὴ παραλιπεῖν τὴν αἰτίαν τῆς27

28

ἐναλλαγῆς τῶν ὀνομάτων· καὶ τίνος ἕνεκεν τὰ ὀνόματα διακέκρι‐ ται νῦν· καὶ οὔτε ὁ ἐπίσκοπος λεχθείη ἂν πρεσβύτερος, οὔτε ὁ πρεσβύτερος δέξεται ἄν ποτε τὴν τοῦ ἐπισκόπου ὀνομασίαν, μέχρις ἂν πρεσβύτερος ᾖ. τὸ παλαιὸν ὀλίγων ὄντων τῶν εὐσεβῶν, πρε‐
5σβύτεροι ἁπανταχόσε καθίσταντο. τοῦτο μὲν ἀπὸ τῆς τιμῆς ὀνομαζόμενοι, ὡς καὶ παρὰ Ἰουδαίοις πρεσβύτεροι οἱ τοῦ λαοῦ προηγούμενοι ἐλέγοντο, καλούμενοι δὲ καὶ ἐπίσκοποι, ἀφ’ οὗπερ μετῄεσαν καὶ ἔργου, τῷ μάλιστα πᾶσι ἐπισκοπεῖν, καὶ τὴν ἁπάν‐ των οἰκονομίαν ἐγκεχειρίσθαι· καὶ γὰρ ὁλοτελῆ τῆς ἐκκλησιαστι‐
10κῆς διοικήσεως τὴν αὐθεντείαν εἶχον τότε, καὶ πάντα ἀπήρτητο τῆς αὐτῶν γνώμης. Τοῦτο δὲ ἔνεστι καὶ παρὰ τῷ Λουκᾷ μαθεῖν ἀκριβῶς, ὃς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων λέγει μὲν ἀποστείλαντα τὸν Παῦ‐ λον εἰς τὴν Ἔφεσον κεκληκέναι τοὺς πρεσβυτέρους· τίθησι δὲ
15αὐτοῦ τὴν πρὸς τοὺς παραγεγονότας διάλεξιν, ἐν οἷς ὁ Παῦλος οὕτως φησί· “προσέχετε οὖν ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ.” προδήλως οὓς αὐτὸς ὠνόμασε πρεσβυ‐ τέρους, τούτους ἐπισκόπους εἰπὼν ὑπὸ τοῦ Παύλου κεκλῆσθαι. οἱ
20δὴ τὴν τοῦ χειροτονεῖν ἐξουσίαν ἔχοντες, οἱ νῦν ὀνομαζόμενοι ἐπί‐ σκοποι, οὐ μιᾶς ἐκκλησίας γινόμενοι, ἀλλ’ ἐπαρχίας ὅλης ἐφε‐ στῶτες, τῷ τῶν Ἀποστόλων ἐκαθοῦντο προσηγορίᾳ, οὕτως ἁπάσῃ τῇ Ἀσίᾳ τὸν Τιμόθεον ἐπέστησεν ὁ μακάριος Παῦλος, καὶ τῇ Κρήτῃ τὸν Τίτον. δῆλον δὲ ὅτι καὶ ἑτέρους ἐπαρχίαις ἑτέραις
25κατὰ μέρος ἐπέστησεν, ὡς ἕκαστος ὅλης τῆς ἐπαρχίας τὴν φρον‐ τίδα ἀναδεχόμενος ἐκπεριῄει τὰς ἐκκλησίας ἁπάσας, τοὺς πρὸς τὴν ἐκκλησιαστικὴν λειτουργίαν λείποντας προχειριζόμενος, τὰ χαλεπώτερα τῶν παρ’ αὐτοῖς διαλύων λόγοις διδασκαλίας, αὐτοὺς ἐπανορθῶν, τὰ βαρύτερα τῶν ἁμαρτημάτων ἐξιώμενος, καὶ ὅλως
30ἅπαντα ποιῶν ὅσα εἰκὸς ἦν ἄνδρα ποιεῖν ἡγούμενον, ἁπασῶν τῶν πόλεων τότε ἐχουσῶν τοὺς νῦν ὀνομαζομένους ἐπισκόπους, τότε δὲ Ἀποστόλους, ὅπερ εἰσὶ νῦν τῇ τε πόλει καὶ τῇ χώρᾳ, ἐφ’ ᾗπερ τὴν κατάστασιν δέχονται. καὶ τότε μὲν τοῦτον εἶχον τὸν τρόπον τὰ κατὰ τὴν ἐκκλησίαν.
35Ἐπειδὴ δὲ πολλὴ μὲν ἡ τῆς εὐσεβείας ἐπίδοσις ἐγένετο, μέ‐28

29

γισται δὲ οὐ πόλεις μόνον, ἀλλὰ καὶ χῶραι τῶν πεπιστευκότων ἦσαν τῶν τε μακαρίων ἀπογενομένων Ἀποστόλων, οἱ μετὰ τοῦτο εἰς τὴν καθόλου προβαλλόμενοι ἐπιστασίαν, οὐκέτι τοῖς προτέροις ἐγίνοντο ὅμοιοι, οὐδὲ τὴν ἀπὸ τῶν θαυμάτων μαρτυρίαν ἴσην ἔχειν
5ἠδύναντο, τυχὸν δὲ καὶ ἐν ἑτέροις πλείστοις ἐλαττούμενοι ἐκείνων ἐφαίνοντο, βαρὺ νομίσαντες τὴν τῶν Ἀποστόλων ἔχειν προσηγορίαν, διείλοντο τὰς ὀνομασίας· καὶ τὸ μὲν τοῦ πρεσβυτέρου καταλελοί‐ πασι τοῖς πρεσβυτέροις, τὸ δὲ τοῦ ἐπισκόπου τεθείκασιν τῷ τὴν τοῦ χειροτονεῖν ἐξουσίαν ἔχοντι, ὡς ἂν τὴν καθόλου ἐπιστασίαν
10ἐγκεχειρισμένου. ἐγένοντο δὲ καὶ πλείους διὰ μὲν τὴν χρείαν τὸ πρῶτον, ὕστερον δὲ καὶ ὑπὸ φιλοτιμίας τῶν ποιούντων, ἐν ἀρχῇ μὲν, δύο κατ’ ἐπαρχίαν γινομένων ἢ τριῶν τὸ πλεῖστον. τοῦτο δὲ ἐπὶ τῆς δύσεως οὐ πρὸ πολλοῦ μὲν ἐν πλείσταις ἦν, ἐν ἐνίαις δὲ καὶ ἄχρι τῆς δεῦρο πεφυλαγμένον εὕροι τις ἄν. τοῦ δὲ χρόνου
15προβαίνοντος, οὐ κατὰ πόλιν γινομένου μόνον, ἀλλὰ γὰρ καὶ κατὰ τόπον, ἐν ᾧ μηδὲ χρεία ἦν εἰς ταύτην τινὰ τὴν λειτουργίαν προ‐ βάλλεσθαι καταναγκάζουσα. Ἰωάννου Χρυσοστόμου. Διακόνους ὡσαύτως τὰ αὐτὰ, φησὶν, ἔχοντας, οἷον, τὸ ἀνεπίληπτον, τὸ σώφρονας εἶναι, τὸ φιλοξένους,
20τὸ ἐπιεικεῖς, ἀμάχους, ἀφιλαργύρους, σεμνοὺς, μὴ διλόγους, τουτέστι μὴ ὑπούλους, μὴ δολεροὺς, μὴ οἴνῳ, φησὶ, πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς· “ἔχοντας τὸ μυστήριον τῆς πίστεως, ἐν καθαρᾷ συνειδήσει.” ἰδοὺ ἐσήμανε τί ἐστι ἀλήπτους εἶναι· ὅρα δὲ, πῶς τὸ μὴ νεόφυτον καὶ ἐνταῦθα τίθησι· τὸ γὰρ
25εἰπεῖν “καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον,” ὡς καὶ περὶ τοῦ ἐπισκόπου τούτου εἰρημένου αὐτῷ, οὕτως τὸν σύνδεσμον τὸν “καὶ” ἐπήγαγεν· οὐδὲν γὰρ τὸ μέσον μεταξύ. διὰ τοῦτο εἴρηται καὶ ἐκεῖ, τὸ μὴ νεόφυτον. “γυναῖκας ὡσαύτως διακόνους,” φησὶ, “σεμνὰς, μὴ διλόγους, νηφαλίας, πιστὰς ἐν πᾶσιν.” τινὲς ἁπλῶς
30περὶ γυναικῶν εἰρῆσθαι τοῦτό φασιν· οὐκ ἔστιν δέ· τί γὰρ ἐβού‐ λετο μεταξὺ τῶν εἰρημένων παρεμβαλεῖν τι περὶ γυναικῶν, ἀλλὰ περὶ τῶν τὸ ἀξίωμα τῆς διακονίας ἐχουσῶν, φησὶ, διάκονοι ἔστω‐ σαν μιᾶς γυναικὸς ἄνδρες· ταῦτα καὶ περὶ γυναικῶν διακόνων
ἁρμόττει εἰρῆσθαι· σφόδρα γὰρ ἀναγκαῖον τοῦτο καὶ χρήσιμον29

30

καὶ κόσμιον ἐν τῇ ἐκκλησίᾳ· ὅρα δὲ πῶς τὴν αὐτὴν ἀπαιτεῖ καὶ παρὰ διακόνων ἀρετήν. Τέκνων καλῶς προϊστάμενοι, καὶ τῶν ἰδίων οἴκων. οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν
5περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. Πανταχοῦ τίθησι τὴν τῶν τέκνων προστασίαν, ἵνα μὴ ἀπὸ τούτου οἱ λοιποὶ σκανδαλίζωνται· “οἱ γὰρ καλῶς,” φησὶ, “δια‐ κονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται,” τουτέστι,
10προκοπὴν, “καὶ παρρησίαν πολλὴν τὴν ἐν πίστει,” οἱ ἐν τοῖς κάτω δείξαντες ἑαυτοὺς διεγηγερμένους, ταχέως καὶ πρὸς ἐκεῖνα ἀνελεύσονται, φησίν. Θεοδώρου. Ἐκεῖνο δὲ προσθεῖναι ἄξιον ὅτι μὴ δεῖ θαυμάζειν, εἰ μήτε [ὑπὸ] διακόνων ἐμνήσθη, μήτε ἀναγνωστῶν· τῶν γὰρ ἐν
15τῇ τῆς ἐκκλησίας λειτουργίᾳ βαθμῶν ἔξωθεν μᾶλλον οὗτοί εἰσι, διὰ τὴν χρείαν ἐπινοηθέντες ὕστερον, ἣν διὰ τὸ τῶν πεπιστευκότων πλῆθος λοιπὸν δι’ ἑτέρων πληροῦσθαι ἠναγκάσθη· ὅθεν οὐδὲ νενό‐ μισται αὐτοὺς πρὸ τοῦ θυσιαστηρίου τὴν χειροτονίαν δέχεσθαι, ἐπεὶ μηδὲ αὐτῷ ὑπηρετοῦνται τῷ μυστηρίῳ, ἀλλ’ οἱ μὲν τὴν ἀνά‐
20γνωσιν ἐκτελοῦσιν, οἱ δὲ ἔνδον τὰ πρὸς τὴν τῶν διακόνων ὑπηρεσίαν εὐτρεπίζουσιν, ἐπιμελόμενοι καὶ τῶν ἐκκλησιαστικῶν φώτων. Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀνα‐ στρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος
25καὶ ἑδραίωμα τῆς ἀληθείας. Ἰωάννου Χρυσοστόμου. Ἵνα μὴ τῷ περὶ τούτων αὐτὸν δια‐ τάττεσθαι εἰς ἀθυμίαν ἐμβάλῃ τὸν μαθητὴν, φησὶν, οὐ διὰ τοῦτο ταῦτα γράφω, ὡς οὐκέτι ἥξων, ἀλλ’ ἥξω μὲν, εἰ δὲ συμβῇ με βραδῦναι, ἵνα μὴ ἀσχάλλῃς, φησί· μὴ θαυμάσῃς δὲ, εἰ Πνεύ‐
30ματι πάντα προορῶν ἠγνόει τοῦτο· ἐπειδὴ γὰρ Πνεύματι ἤγετο, καὶ οὐκ οἰκείᾳ γνώμῃ ἔπραττεν ἅπερ ἔπραττε, καὶ τοῦτο εἰκότως ἠγνόει· “ἵνα εἰδῇς,” φησὶ, “πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφε‐
σθαι,” οὐχ ὡς ἐκεῖνος ὁ Ἰουδαϊκός· τοῦτο γάρ ἐστι τὸ συνέχον30

31

τὴν πίστιν καὶ τὸ κήρυγμα· ἡ γὰρ ἀλήθειά ἐστι τῆς ἐκκλησίας καὶ στύλος καὶ ἑδραίωμα. (Θεόδωρος.) Ἄλλος δέ φησιν· ἐκκλησίας, οὐ τοὺς οἴκους λέγει τοὺς εὐκτηρίους κατὰ τὴν τῶν πολλῶν συνήθειαν, ἀλλὰ τῶν
5πιστῶν τὸν σύλλογον, ὅθεν καὶ στύλον αὐτὴν καὶ ἑδραίωμα τῆς ἀληθείας ἐκάλεσεν, ὡς ἂν ἐν αὐτῇ τῆς ἀληθείας τὴν σύστασιν ἐχούσης. Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυ‐ στήριον· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν Πνεύ‐
10ματι. Τουτέστιν, ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. μὴ μοὶ εἴπῃς τοὺς κώδω‐ νας, μηδὲ τὰ ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα· στύλος ἐστὶ τῆς οἰκουμένης ἡ ἐκκλησία· ἐννόησον τὸ μυστήριον, καὶ φρίξον· ἀναμφίβολον γάρ ἐστιν, ἐπειδὴ περὶ ἱερέων διαταττόμενος οὐδὲν
15τοιοῦτον εἶπεν, οἷον ἐν τῷ Λευϊτικῷ, εἰς ἕτερον ἀνάγει τὸ πρᾶγμα· ὅτι “ἐφανερώθη ἐν σαρκὶ,” δημιουργὸς ὤν· ὄντως μέγα τὸ μυστή‐ ριον, πανταχοῦ τῆς οἰκουμένης ἠκούσθη καὶ ἐπιστεύθη τοῦτο· μὴ γὰρ νομίσῃς ἁπλῶς ῥήματα εἶναι ψιλὰ, ὤφθη φησὶν, ἐν σαρκὶ, “ἐδικαιώθη ἐν πνεύματι,” ἢ ὅτι δόλον οὐκ ἐποίησεν, ὅπερ ὁ προφή‐
20της λέγει, “ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ,” ἢ τοῦτο λέγει, “ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.” “ὤφθη Ἀγγέλοις·” ὥστε καὶ Ἄγγελοι μεθ’ ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, τὸ πρότερον οὐχ ὁρῶντες· ὄντως μέγα τὸ τῆς εὐσεβείας μυστήριον.
25 Ἄλλος δέ φησιν· ἡ ἐκκλησία ἡ ἐπὶ τῆς γῆς διὰ τῆς ὁμο‐ λογίας ἐδικαιώθη ἐν πνεύματι, ὅμοιόν ἐστι τοῦτο τῷ “ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.” τοῦ γὰρ Πνεύματος τὰ σημεῖα ποιοῦντος, ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ τὴν πίστιν τῶν πιστευόντων. ὁ ἐπὶ σωτη‐
30ρίᾳ ἀνθρώπων ἐληλυθὼς, “ὤφθη Ἀγγέλοις·” ἔδειξε διὰ τούτου, ὅτι ἀόρατός ἐστιν ἡ θεότης τοῦ μονογενοῦς καὶ Ἀγγέλοις. ὤφθη δὲ αὐτοῖς διὰ τῆς σαρκὸς, “ἀνελήφθη ἐν δόξῃ,” ἐπὶ νεφελῶν, φησί.
Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς31

32

ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύ‐ μασι πλάνοις. Ἐπισυνῆψε ταῦτα τοῖς περὶ τοῦ Χριστοῦ λόγοις, οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ τοὺς αὐτοὺς ἠπίστατο ἔσεσθαι τοὺς περί τε γάμων
5καὶ βρωμάτων ἐκεῖνα ἀναιροῦντας, καὶ τὸ ἀνειλῆφθαι σάρκα παρὰ τοῦ Θεοῦ Λόγον μέλλοντας ἀναιρεῖν, εἰκότως αὐτὰ ἐκείνοις συνέ‐ πλεξε· πάντας γὰρ τούτους ὁμοίως ἀμφότερα εὑρήσειας τηροῦν‐ τας. “ἀποστήσονταί τινες τῆς πίστεως·” περὶ Μανιχαίων καὶ Ἐγκρατητῶν καὶ Μαρκιωνιστῶν, καὶ παντὸς αὐτῶν ἐργαστηρίου
10τοῦ τοιούτου, ταῦτά φησιν· ὁρᾷς ὅτι πάντων αἴτιον τῶν μετὰ ταῦτα κακῶν τὸ τῆς πίστεως ἀποστῆναι; τί δὲ ἐστὶ “ῥητῶς;” φανερῶς, σαφῶς. μὴ θαυμάσῃς, φησὶν, εἰ νῦν ἀπὸ τῆς πίστεως τινὲς ἀποστάντες ἔτι Ἰουδαΐζουσιν· ἔσται καιρὸς, ὅτε χαλεπώ‐ τερον αὐτοὶ οἱ τῆς πίστεως μετεσχηκότες τοῦτο ἐργάσωνται, οὐ
15μέχρι βρωμάτων, ἀλλὰ καὶ γάμων καὶ πάντων τῶν τοιούτων τὴν ὀλεθρίαν συμβουλὴν εἰσάγοντες· πνεύματα δὲ πλάνα ἐκάλεσεν αὐτούς. εἰκότως· ὑπὸ γὰρ ἐκείνων ἐνεργούμενοι ταῦτα ἐφθέγ‐ ξαντο. Καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολό‐
20γων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν. Ἀντὶ τοῦ αὐτὰ ἃ ψεύδονται, οὐ παρ’ ἄγνοιαν, οὐδὲ οὐκ εἰδότες, ἀλλ’ ὑποκρινόμενοι ψεύδονται· εἰδότες μὲν τὸ ἀληθὲς, τὸ δὲ συνει‐ δὸς κεκαυτηριασμένοι, τουτέστι πονηροῦ ὄντες βίου. Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς
25ἔκτισεν εἰς μετάληψιν, μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ὅτι πᾶν κτίσμα καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Τί δήποτε καὶ τὰς ἄλλας αἱρέσεις οὐκ εἶπεν; ᾐνίξατο αὐτὰς,
30εἰπὼν “πνεύμασι πλάνοις, διδασκαλίαις δαιμονίων·” οὐ γὰρ ἐβού‐ λετο ἤδη κατασπεῖραι εἰς τὰς τῶν ἀνθρώπων ψυχὰς ταῦτα, ἀλλ’ ὅπερ ἀρχὴν εἰλήφει, τοῦτο ἤδη παρέδειξε, τὸ “τῶν βρωμάτων, ἃ ὁ Θεὸς,” φησὶν, “ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς·” πῶς
τοῖς ἀπίστοις οὔ; νόμοις γὰρ ἑαυτοὺς τούτων ἀπείργουσι καὶ32

33

ἐπεγνωκόσι τὴν ἀλήθειαν. ἄρα τὰ πρότερα τύπος ἦν· οὐδὲν γὰρ φύσει ἀκάθαρτον, ἀλλὰ παρὰ τὴν συνείδησιν τοῦτο τοῦ μεταλαμ‐ βάνοντος. τίνος οὖν ἕνεκεν πολλῶν αὐτοὺς βρωμάτων ἀπήγαγε; τὴν πολλὴν ἐκκόπτων τρυφήν· εἰ γὰρ κτίσμα Θεοῦ, καλόν· πάντα
5γὰρ καλὰ λίαν. καὶ ἤδη προκατασπᾷ τὴν αἵρεσιν, τῶν τὴν ἀγέν‐ νητον ὕλην εἰσαγόντων, καὶ ἐκείνης ταῦτα λεγόντων εἶναι· οὐκοῦν τί ἐστι τὸ “ἁγιάζεται διὰ λόγου καὶ ἐντεύξεως;” δηλονότι ἀκάθαρ‐ τον ὂν ἁγιάζεται. οὐ τοῦτο, ἀλλ’ ἐνταῦθα πρὸς ἐκείνους φησὶ τοὺς κοινὰ τινὰ νομίζοντας ἐξ αὐτῶν εἶναι. δύο τοίνυν τίθησι κεφάλαια,
10ἓν μὲν ὅτι οὐδὲν κτίσμα κοινὸν, δεύτερον δὲ, εἰ καὶ γένοιτο κοινὸν, ἀλλ’ ἔχει τὸ φάρμακον· σφράγισον, εὐχαρίστησον, καὶ πᾶσα ἀκαθαρσία ἀπέστη· οὐκοῦν καὶ τὸ εἰδωλόθυτον, φησὶν, οὕτω δυνά‐ μεθα καθαίρειν; ναὶ, ἐὰν μὴ εἰδῇς ὅτι εἰδωλόθυτόν ἐστιν· ἐὰν δὲ εἰδῇς καὶ μεταλάβῃς, ἀκάθαρτος ἔσῃ· οὐχ ὅτι εἰδωλόθυτόν ἐστιν,
15ἀλλ’ ὅτι προσταχθεὶς μὴ κοινωνεῖν, δαιμονίοις ἐκοινώνησας δι’ ἐκείνων. Ταῦτα ὑποθέμενοι τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας, ᾗ παρηκολούθηκας.
20 Ταῦτα ποῖα; ἅπερ εἶπον, ὅτι τὸ μυστήριον μέγα ἐστὶν, ὅτι τὸ τούτων ἀπέχεσθαι δαιμονίων ἐστὶν, ὅτι διὰ λόγου καὶ ἐντεύξεως Θεοῦ τὰ βρώματα καθαρίζεται· διέστησε δὲ λόγον διδασκαλίας· διδασκαλία μὲν γάρ ἐστιν, ὅταν τὰ κείμενα λέγῃ ἁπλῶς· λόγος δὲ, ὅταν καὶ τὰς αἰτίας παριστᾷ καὶ τῶν νοημάτων τὴν δύναμιν
25ἐξαπλοῖ.
26tΚΕΦ. Ζ.
27tΠερὶ ἀγῶνος εὐσεβείας ἐπ’ ἐλπίδι.
28 Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ, γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν.
30 Ὁρᾷς ὡς οὐδαμοῦ τὴν αὐθεντείαν ἐνταῦθα τίθησιν, ἀλλὰ τὴν συγκατάβασιν· “ὑποτιθέμενος,” φησὶν, οὐκ ἐπιτάττων, οὐ πα‐
ραγγέλλων, ὡς συμβουλεύων δὲ ταῦτα ὑποτίθεσο, καὶ τοὺς λόγους33

34

ἀνακίνει τοὺς περὶ πίστεως, “ἐντρεφόμενος,” φησὶ, τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν· ὥσπερ γὰρ τὴν τροφὴν ταύτην καθ’ ἑκάστην ἡμέραν ζητοῦμεν, οὕτω καὶ τοὺς περὶ πίστεως λό‐ γους, ἀεὶ τούτοις τρεφώμεθα. “γραώδεις δὲ μύθους,” τὰς τῶν
5Ἰουδαίων παρατηρήσεις φησὶν, ἢ διὰ τὰς παραποιήσεις, ἢ διὰ τὸ ἄκαιρον· τὸ γὰρ ἐν καιρῷ χρήσιμον, χωρὶς δὲ τοῦ καιροῦ οὐ μόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερόν. Ὁρᾷς; καὶ ἀκάθαρτα ταῦτα εἶπε καὶ γραώδη· τὸ μὲν διὰ τὸ παλαιὸν, τὸ δὲ διὰ τὸ ἐμποδίζειν τῇ πίστει. “γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν,”
10τουτέστιν, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν· τοῦτο γάρ ἐστιν εὐσέβεια· γυμνασίας ἄρα χρεία ἡμῖν· “ἡ γὰρ σωματικὴ γυμνα‐ σία,” φησὶ, “πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος.” τίνος χάριν ἐμνή‐ σθη τῆς σωματικῆς γυμνασίας; ἀπὸ συγκρίσεως τὴν ὑπεροχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη μὲν καὶ πόνους ἔχουσα πολλοὺς οὐδὲν
15ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου· αὕτη δὲ διηνεκὲς καὶ ἄφθονον, καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσιν. “πιστὸς ὁ λόγος·” τουτέστιν, ἀληθής· ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ. ὅρα πῶς πανταχοῦ τοῦτο ἐπά‐ γει· οὐ δεῖται κατασκευῆς, ἀλλ’ ἀποφαίνεται· πρὸς γὰρ Τιμόθεον ὁ λόγος ἦν αὐτῷ.
20 Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ ἁπάντων, μάλιστα πιστῶν. Τίνος γὰρ, φησὶν, ἕνεκεν κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσεδοκῶμεν, εἰ μὴ ἐπὶ Θεῷ ζῶντι ἠλπίκαμεν; εἰ δὲ τοὺς ἀπί‐
25στους σώζει ἐνταῦθα, πολλῷ μᾶλλον τοὺς πιστοὺς ἐκεῖ· πλείονα γὰρ σπουδὴν περὶ τοὺς πιστοὺς ἐνδείκνυται καὶ ἐνταῦθα· εἰ γὰρ μὴ σωτὴρ ἦν, οὐδὲν ἂν ἐκώλυσεν ὑπὸ πάντων πολεμουμένους πάλαι διεφθάρθαι· ἐνταῦθα καὶ παρορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε
μὴ ἐκλυθῆναι, Θεὸν ἔχοντα τοιοῦτον.34

35

(1t)

ΚΕΦ. Θ.
2tΠερὶ ἐπιμελείας αὐτοῦ καὶ τῆς ἐκκλησίας.
3 Παράγγελλε ταῦτα καὶ δίδασκε. μηδείς σου τῆς νεό‐ τητος καταφρονείτω.
5 Τῶν πραγμάτων τὰ μὲν διδασκαλίας δεῖται, τὰ δὲ ἐπιταγῆς· οἷόν τι λέγω, τὸ μὴ εἶναι πονηρὸν ἐπιτάττειν χρὴ καὶ ἀπαγορεύειν μετὰ πλείονος αὐθεντείας· τὸ μὴ Ἰουδαΐζειν, ἐπιταγῆς δεῖται· ἂν μέντοι λέγῃ, ὅτι δεῖ τὰ ὑπάρχοντα κοινοῦν, ὅτι δεῖ παρθενεύειν, ἂν περὶ πίστεως διαλέγηται, ἐνταῦθα διδασκαλίας χρεία. διὰ τοῦτο
10ἀμφότερα τίθησιν ὁ Παῦλος, “παράγγελλε καὶ δίδασκε,” φησὶν, ὅταν γὰρ εἰδότες αὐτὰ πονηρὰ ὄντα πράττωσι, παραγγελίας δεῖ μόνης· ὅταν δὲ μὴ εἰδότες, διδασκαλίας. “μηδείς σου τῆς νεότη‐ τος “καταφρονείτω,” φησιν· εὐκαταφρόνητον γάρ πως πρᾶγμα ἡ νεότης· δεῖ δὲ ἀκαταφρόνητον εἶναι τὸν διδάσκαλον· ποῦ οὖν τὸ
15ἐπιεικὲς, φησὶ, ποῦ τὸ πρᾷον, ἐὰν μὴ καταφρονῆται; ἐν μὲν τοῖς πρὸς ἑαυτὸν καταφρονείσθω, ἐν δὲ τοῖς πρὸς ἑτέρους μηκέτι· τοῦτο γὰρ οὐκ ἔστιν ἐπιείκεια, ἀλλὰ ψυχρότης, ἵνα μὴ τὸ κοινὸν λυ‐ μαίνηται. ἢ τοῦτό φησιν ἢ ἐκεῖνο, μηδεὶς διὰ τὴν νεότητα κατα‐ φρονήσῃ σου· ἕως γὰρ ἂν ἀντίρροπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ
20τὴν ἡλικίαν σου καταφρονήσει. Ἀλλὰ τύπος γένου τῶν πιστῶν, ἐν λόγῳ, ἐν ἀνα‐ στροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. Περὶ πάντας ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. τουτέστι, τὸ ἀρχέτυπον τοῦ βίου κάλλος, ἔσο ὥσπερ εἰκὼν προκείμενος,
25ὥσπερ νόμος ἔμψυχος, ὥσπερ κανὼν καὶ ὅρος τῆς εὐζωΐας· τὸν γὰρ διδάσκαλον τοιοῦτον εἶναι χρή· ἐν λόγῳ, ὡς καὶ φθέγγεσθαι μετ’ εὐκολίας, ἐν ἀναστροφῇ τῇ τῆς ἐκκλησίας, ἐν ἀγάπῃ, ἐν πίστει τῇ ὀρθῇ, ἐν ἁγνείᾳ, ἐν σωφροσύνῃ. Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλή‐
30σει, τῇ διδασκαλίᾳ. Ὅρα, πῶς αὐτὸν παραμυθεῖται· εἰκὸς γὰρ αὐτὸν ἀπορφανι‐
σθέντα ζητεῖν αὐτόν· “πρόσεχε τῇ ἀναγνώσει,” τῇ τῶν θείων35

36

γραφῶν δηλονότι, τῇ παρακλήσει τῇ πρὸς ἀλλήλους, τῇ διδα‐ σκαλίᾳ. Θεόδωρος. Διδασκαλίαν φησὶ τὴν ἀπόλυτον ἐξήγησιν, παρά‐ κλησιν δὲ τὴν ἀπὸ τινῶν συμβεβηκότων νουθεσίαν τε καὶ ὑπόμνη‐
5σιν, ἣν ἐνίοτε μὲν, καὶ ἐπὶ τοῦ κοινοῦ γίνεσθαι ἀνάγκη, μάλιστα δὲ καὶ ἐν ταῖς πρὸς τὸν καθ’ ἕνα διαλέξεσι. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας. Τὴν διδασκαλίαν φησὶν ἐνταῦθα.
10 Μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Οὐ περὶ πρεσβυτέρων φησὶν ἐνταῦθα, ἀλλὰ περὶ ἐπισκόπων· οὐ γὰρ δὴ πρεσβύτεροι τὸν ἐπίσκοπον ἐχειροτόνουν. Θεόδωρος. Ἢ καὶ τὸν τῶν Ἀποστόλων σύλλογον φησὶν, οἳ συνῄεσάν τε αὐτῷ, καὶ συνεφήπτοντο ὡς εἰκὸς ποιουμένῳ τὴν ἐπ’
15αὐτῷ χειροτονίαν· πρεσβυτέριον αὐτὸ ὀνομάσας ἀπὸ τοῦ ἐντίμου· τοῦτο δὲ καὶ νῦν ἔθος ἐν ταῖς τῶν ἐπισκόπων γίνεσθαι προβολαῖς, τὸ μὴ ὑφ’ ἑνὸς, ἀλλ’ ὑπὸ πλειόνων τὰς τοιαύτας ἐν τῇ ἐκκλησίᾳ χειροτονίας πληροῦσθαι. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι.
20 Ὅρα πῶς πολλάκις περὶ τῶν αὐτῶν αὐτῷ παρεγγυᾷ, δεῖξαι βουλόμενος, ὅτι μάλιστα πάντων ἐν τούτοις σπουδάζειν τὸν διδά‐ σκαλον χρή. Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς. Τουτέστι, πρόσεχε σεαυτῷ καὶ δίδασκε τοὺς λοιπούς.
25 Τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκού‐ οντάς σου. Ὁ γὰρ τοῖς τῆς διδασκαλίας ἐντρεφόμενος λόγοις, πρότερος αὐτὸς καρποῦται τὴν ὠφέλειαν· ἐν τῷ γὰρ παραινεῖν ἑτέροις καὶ ἑαυτὸν κατανύσσει.
30Ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
Μὴ ἐν τῷ βίῳ μόνον, ἀλλὰ καὶ ἐν τῷ βίῳ τῷ διδασκαλικῷ.36

37

(1t)

ΚΕΦ. Ι
2tΠερὶ τοῦ ἁρμοζόντως ἑκάστῳ προσφέρεσθαι.
3Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς. Περὶ παντὸς γεγηρακότος φησί· τί οὖν ἂν δέηται διορθώσεως;
5ὡσανεὶ πρὸς πατέρα φησὶ προσενεχθείης ἁμαρτάνοντα· οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου· ὁμοίως καὶ οἱ λοιποί· “νεωτέρους ὡς ἀδελ‐ φοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ.” αὐτὴ τοῦ πράγματος ἡ φύσις, φορτικόν τι ἐστὶ τὸ ἐλέγχεσθαι λέγω, καὶ μάλιστα ὅταν καὶ εἰς γέροντα γένηται
10καὶ παρὰ νέου. παραμυθεῖται οὖν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσ‐ ηνείᾳ· διὰ τί δὲ καὶ ἐπὶ τῶν νεωτέρων; τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος. “νεωτέρας,” φησὶν, “ὡς ἀδελφὰς,” καὶ προσέθηκεν “ἐν πάσῃ ἁγνείᾳ,” μή μοι τὴν τῆς μίξεως, φησὶν, εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν δῷς, μηδὲ πρόφασιν τοῖς
15διαβάλλειν βουλομένοις.
16tΚΕΦ. ΙΑ.
17tΠερὶ χηρῶν ἡλικίας καὶ τρόπου καὶ διοικήσεως.
18Χήρας τίμα, τὰς ὄντως χήρας. Διὰ τί μηδὲν περὶ παρθενίας διαλέγεται; ὅτι μοι δοκοῦσι
20μηδὲ εἶναι τότε, ἢ καὶ ἐκπεπτωκέναι· ἤδη γάρ τινες, φησὶν, ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ· ἆρα δὲ οὖν ἐστιν μὴ ἔχειν μὲν ἄνδρα, μὴ εἶναι δὲ χήραν· ὥσπερ γὰρ τὴν παρθένον οὐ τοῦτο ποιεῖ παρθένον τὸ μὴ ὡμιληκέναι γάμῳ, ἀλλὰ πολλῶν καὶ ἑτέρων δεῖ τοῦ ἀμέμπτου, τοῦ εὐπροσέδρου, οὕτω καὶ ἐπὶ τῆς χήρας πολλῆς
25δέονται τῆς τιμῆς· εἰκότως· ἐπονείδιστον γὰρ δοκεῖ εἶναι τὸ πρᾶγμα καὶ δυσαγώνιστον παρὰ τοῖς πολλοῖς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ καὶ ἄξιόν ἐστιν. Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι
30τοῖς προγόνοις.
Ὅρα Παύλου τὸ συνετὸν, πῶς πανταχοῦ ἀπὸ ἀνθρωπίνων προ‐37

38

τρέπει λογισμῶν· οὐ γὰρ ἔθηκεν ἐνταῦθα μέγα τι καὶ ὑψηλὸν, ἀλλ’ ὅπερ ἐστὶν εὐσυνείδητον, “καὶ ἀμοιβάς,” φησιν, “ἀποδιδόναι τοῖς προγόνοις·” πῶς; τῆς ἀνατροφῆς, τῆς αὐξήσεως· πολλῆς ἀπέ‐ λαυσας τῆς τιμῆς, ἀμείβου, ἀποδίδου τὸ ὄφλημα διὰ τῶν παίδων.
5 Ἄλλος φησί· τὸ “μανθανέτωσαν τὰ τέκνα,” λέγει, καὶ τὰ ἔκγονα, οὐχ αἱ χῆραι, σκοπὸς γὰρ αὐτῷ διδάξαι ὅτι ἐκεῖναι μόναι τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιοῦσθαι ὀφείλουσιν, αἷς οὐδεὶς κηδεμονίας ἑτέρωθεν ὑπολέλειπται τρόπος. ἐὰν τοίνυν, φησὶν, ᾖ χήρα τέκνα ἔχουσα ἢ ἔκγονα, διδασκέσθωσαν οἱ ἀπ’ ἐκείνης τεχ‐
10θέντες ἐπιμελεῖσθαι τῆς μητρὸς, ἤτοι τῆς μάμμης· “μανθανέ‐ τωσαν τοίνυν τὸν ἴδιον οἶκον εὐσεβεῖν” ἀντὶ τοῦ εἰπεῖν. Τοῦτο γὰρ ἐστὶν ἀποδεκτὸν, ἐνώπιον Θεοῦ· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ
15ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Εἴ τις, φησὶ, μὴ κοσμικὸν ἐπανῄρηται βίον, καὶ ἐν χηρείᾳ οὖσα, αὕτη ὄντως χήρα ἐστὶν, ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσεσι προσανέχουσα καὶ προσκαρτεροῦσα νυκτὸς καὶ ἡμέρας· αὕτη χήρα ἐστὶν, οὐχ ὡς καὶ τῆς τέκνα ἐχούσης οὐχὶ χήρας
20οὔσης· κἂν γὰρ καὶ ἐκείνην θαυμάζῃ τὴν παιδοτροφοῦσαν ὡς χρὴ, ἀλλ’ εἴ τις τέκνα μὴ ἔχῃ, τουτέστιν ἡ μεμονωμένη οὖσα· εἶτα παραμυθεῖται αὐτὴν ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτο μά‐ λιστά ἐστι χήραν εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυ‐ θίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὖσα τύχῃ·
25ἔχει γὰρ τὸν Θεὸν ἀντὶ πάντων. “ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.” ἐπειδὴ γὰρ πολλαὶ τὴν χηρείαν αἱροῦνται, οὐχ ἵνα τοῦ βίου τὰς ἀφορμὰς περικόψωσιν, ἀλλ’ ἵνα μᾶλλον ἑαυτὰς ἐξάψωσιν, ἵνα μετὰ πλείονος αὐθεντείας ἅπαντα πράττωσι, καὶ κοσμικαῖς μᾶλ‐ λον ἐκδοῖεν ἑαυτὰς ἐπιθυμίαις τοῦτο, φησὶν, οἱ γὰρ ζῶντες τὰ
30τῆς ζωῆς ἐνεργοῦσι τῆς μελλούσης, περὶ ἧς ἡμᾶς ἠσχολῆσθαι προσήκει τὸν ἅπαντα χρόνον, ἐπεὶ εἰ μὴ τοῦτο προσῄει, τῶν τεθνε‐ ώτων οὐδὲν χεῖρον ἔσονται. Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προ‐
νοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.38

39

Πρόνοιαν πᾶσαν λέγει, τὴν κατὰ ψυχὴν, τὴν κατὰ σῶμα, ἐπεὶ καὶ αὐτὴ πρόνοιά ἐστιν· ὁ δὲ τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων, τουτέστι τῶν πρὸς γένος διαφερόντων μὴ προνοῶν, ἀπίστου, φησὶ, χείρων ἐστίν· ὃ λέγει καὶ Ἡσαΐας “ἀπὸ τῶν οἰκείων τοῦ σπέρ‐
5ματός σου οὐχ ὑπερόψει.” ὁ γὰρ τούτους περιορῶν, πῶς ἔσται περὶ τοὺς ἄλλους φιλόστοργος; “καὶ ἔστι,” φησὶν, “ἀπίστου χείρων,” ὅτι ἐκεῖνος εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοὖν ἐγγὺς οὐ περιορᾷ· πῶς δὲ τὴν πίστιν ἤρνηται; “Θεὸν,” φησὶν, “ὁμο‐ λογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·” τί δὲ ἐπέταξεν ὁ
10πιστευθεὶς Θεός; τοὺς οἰκείους τοῦ σπέρματος μὴ περιορᾷν· ἄρα οὐ τοῦτο πίστεως ὁμολογία μόνον τὸ πιστεύειν, ἀλλὰ καὶ τὸ ἔργα ἐπιδείκνυσθαι ἄξια. Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γε‐ γονυῖα ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς μαρτυρου‐
15μένη. Εἶπεν ἅπερ μὴ ἔχουσα, ἀνάξιός ἐστι τοῦ καταλόγου τῶν χη‐ ρῶν, λέγει ἐνταῦθα, τί δεῖ ἔχειν· τί οὖν ἀπὸ τῶν χρόνων αὐτὴν ἐκκρινοῦμεν; καὶ ποῖον τοῦτο κατόρθωμα; οὐ γὰρ αὐτῆς ἐστι τὸ ξʹ ἐτῶν γεγονέναι· οὐκ ἀπὸ τῆς ἡλικίας μόνον, φησὶν, ὡσανεὶ καὶ
20ἐκείνην παρέλθοι τὴν ἡλικίαν, φησὶ, μὴ ἔχουσα τὸ ἔργον, μηδὲ τότε καταλεγέσθω. (Θεόδωρος.) Καὶ ἄλλος φησίν· οὐ περὶ τῶν εἰς διακονίαν προαχθῆναι ὀφειλουσῶν διαλέγεται, ἀλλὰ περὶ τῶν εἰς τὸ χηρικὸν ἐγκαταλεγῆναι· οὐδὲ γὰρ ἡλικία τῶν εἰς κλῆρον προαγομένων ὁρί‐
25ζεσθαι χρὴ, ὥσπερ οὐδὲ ἐπ’ αὐτοῦ Τιμοθέου ὁ Ἀπόστολος τοῦτο παρεφυλάξατο, ἀλλὰ τῇ ἀρετῇ τὴν δοκιμασίαν χαρακτηρίζειν. ἀλλ’ ἐπειδὴ κατελέγοντο χῆραι διὰ τὸ τῆς ἐκκλησιαστικῆς ἐπι‐ μελείας ἀξιοῦσθαι, οὐκ ἀρετῆς ἐπιθυμίᾳ τὴν χηρείαν μετιοῦσαι, ἀλλ’ ὥστε ἀμερίμνως τὰς σωματικὰς ἐκ τῆς ἐκκλησίας πορί‐
30ζεσθαι χρείας· ἐκ δὲ τούτου πλεῖστα ὡς εἰκὸς ἐπετελεῖτο κακά· διὰ τοῦτο ἡλικίᾳ καὶ ἀρετῇ ὡρίσατο τὴν εἰς τὸν κατάλογον τῶν χηρῶν συντελεῖν ὀφείλουσαν· “γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή·” ἀντὶ τοῦ μὴ δεύτερον ἀγαγομένη, ἀλλ’ ἐκείνῳ μόνῳ προσκαρτερήσασα, καὶ σωφρόνως βιώσασα, εἴτε ἕνα τοῦτον εἶχεν, εἴτε καὶ δεύτερον
35ἠγάγετο.39

40

Εἰ ἐτεκνοτρόφησεν. Ἡ γὰρ τῶν οἰκείων μὴ ἐπιμελησαμένη τέκνων, δήλη πάντως ἐστὶ πολλὴν ἐπὶ τῆς ψυχῆς τὴν ἀπανθρωπίαν ἔχουσα. Εἰ ἐξενοδόχησε.
5 Πιστοὺς δηλονότι καὶ ἐν γάμῳ καταλεγομένη. Εἰ ἁγίων πόδας ἔνιψεν. Τοῦτο προσέθηκεν ἐπὶ τὸ δεῖξαι ὅτι καὶ μετ’ ἐπιμελείας αὐτοὺς ὑποδέχεσθαι χρή· δῆλον δὲ ὅτι καὶ τὰ κατὰ δύναμιν ἀπαιτῶν ταῦτα πάντα φησίν· οὐ γάρ ἐστι τῆς τοὺς δύο ὀβολοὺς
10καταβαλούσης ἀπορωτέρα· “εἰ ἁγίων πόδας ἔνιψεν.” τοῦτο οὐκ ἔστι δαπάνης, “εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν,” οἷον τὴν σωματικὴν λέγει ἐνταῦθα ὑπηρεσίαν εἰσφέρειν· πρὸς γὰρ θερα‐ πείαν μάλιστα ἐπιτηδείως ἔχουσιν αἱ γυναῖκες, κλίνην στρῶσαι, ἀναπαῦσαι. ποίους δὲ ἁγίους φησί; τοὺς ἀγνῶτας· ἔστι γὰρ καὶ
15ἁγίους εἶναι, καὶ πολλῆς ἀπολαύειν αὐτοὺς θεραπείας. Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρη‐ νιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν. Τί ἐστιν “ὅταν καταστρηνιάσωσιν;” ὅταν ἀκκισθῶσιν, ὅταν θρύπτωνται, καθάπερ ὅταν ἐπὶ ἀνδρὸς τίς ἐπιεικοῦς λέγοι, ὅτι
20ἀφεῖσα αὐτὸν ἑτέρου γέγονε· δείκνυσι τοίνυν ὅτι καὶ τὴν χηρείαν ἁπλῶς εἵλοντο, οὐ κρίνασαι· ἄρα καὶ ἡ χήρα τῷ Χριστῷ ἁρμόζε‐ ται ἐν τῇ χηρείᾳ. Ἄλλος δέ φησιν· ἐπειδὰν ταῖς χήραις ἐγκαταλεγῶσι τῆς ἐκκλησίας καὶ ἀξιωθῶσιν ἐπιμελείας, πρὸς στρήνους ἐντεῦθεν
25χειραγωγηθεῖσαι, τῷ μηδὲν ἔχειν ὅπερ μεριμνῶσι ταπεινοῦσθαι δύνανται τὴν διάνοιαν, μακρὰν χαίρειν εἰποῦσαι τῇ οἰκείᾳ ἐπαγ‐ γελίᾳ μελετῶσι γάμον, καὶ τὰ λεχθέντα ἐφεξῆς διαπράττονται, ἀμερίμνως τὰ τῆς χρείας ποριζόμεναι. Ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.
30 “Πίστιν,” συνθήκην λέγει· ἀντὶ τοῦ παρέβησαν τὰς συνθήκας· “ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι·” πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία· οὐ τούτῳ οὖν, φησὶ, τῷ κρίματι μόνον εἰσὶν ὑπεύθυνοι, ἀλλὰ καὶ ἑτέρων ἁμαρτημάτων.
Οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι,40

41

λαλοῦσαι τὰ μὴ δέοντα, βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Τί οὖν; ὅταν καὶ ἡ τοῦ ἀνδρὸς μέριμνα ἀποστῇ, καὶ ἡ τοῦ Θεοῦ μὴ κατέχῃ, εἰκότως ἀργαὶ, λάλοι, περίεργοι γίνονται· ὁ
5γὰρ τὰ αὑτοῦ μὴ μεριμνῶν, τὰ ἑτέρων μεριμνήσει πάντως. “λα‐ λοῦσαι τὰ μὴ δέοντα,” οὐδὲν οὕτως ἀνάρμοστον γυναικὶ, ὡς τὰ ἑτέρων περιεργάζεσθαι μάλιστα· ἀναισχυντίας γὰρ καὶ ἰταμό‐ τητος τεκμήριον τοῦτο μέγιστον· “βούλομαι οὖν” ἐπειδὰν καὶ αὐταὶ βούλονται, “νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν,”
10τουτέστιν οἰκουρεῖν· πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον. Μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν [μηδὲ λαβήν τινα,] ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Κωλύει τοίνυν τὰς χηρείας τὰς τοιαύτας· οὐ βουλόμενος μὴ
15εἶναι χήρας νεωτέρας, ἀλλὰ μὴ βουλόμενος μοιχαλίδας εἶναι, μηδὲ ἀργὰς ἢ περιέργους, ἢ λαλούσας τὰ μὴ δέοντα, μὴ βουλό‐ μενος τὸν διάβολον ἀφορμὴν λαμβάνειν. Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρχείτω αὐ‐ ταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις
20ἐπαρκῇ. Δύο γὰρ ἐγίνοντο τὰ μέγιστα· καὶ ἐκεῖναι ἀφορμὴν ἐλάμβα‐ νον τοῦ εὖ ποιεῖν, καὶ αὐταὶ διετρέφοντο καλῶς, καὶ ἡ ἐκκλησία οὐκ ἐβαρεῖτο. καλῶς δὲ προσέθηκεν, “εἴ τις πιστὸς,” τὰς γὰρ τῶν ἀπίστων οὐκ ἔδει παρ’ ἐκείνων τρέφεσθαι, ἵνα μὴ δόξωσι δεῖ‐
25σθαι αὐτῶν.
26tΚΕΦ. ΙΒ.
27tΠερὶ πρεσβυτέρων τιμῆς.
28 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδα‐
30σκαλίᾳ. λέγει γὰρ ἡ γραφὴ, Βοῦν ἀλοῶντα οὐ φιμώ‐
σεις· καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.41

42

Τιμὴν ἐνταῦθα τὴν θεραπείαν λέγει, τὴν τῶν ἀναγκαίων χορη‐ γίαν. ἄρα καὶ ὅταν λέγῃ “χήρας, τίμα τὰς ὄντως χήρας·” ταὐτὸν λέγει περὶ τῆς τῶν ἀναγκαίων τροπῆς· τίθησι τὸ τοῦ νόμου, τίθησι τὸ τοῦ Χριστοῦ, ἀμφότερα συμφωνοῦντα· ἄρα δεῖ μετὰ ἀφθονίας
5ἐπιρρεῖν τοῖς διδασκάλοις τὴν τῶν ἀναγκαίων χορηγίαν, ἵνα μὴ περὶ τὰ μικρὰ σχολάζοντες, τῶν μεγάλων ἀποστερῶσιν ἑαυτοὺς, καὶ τῶν πνευματικῶν. τί δαί ἐστι “διπλῆς τιμῆς;” ἢ τῆς πρὸς τὰς χήρας ἢ τῆς πρὸς τοὺς διακόνους. ἢ ἁπλῶς πολλῆς, φησί· μὴ τοίνυν τοῦτο μόνον σκοπῶμεν, ὅτι διπλῆς τιμῆς αὐτοὺς ἠξίωσεν,
10ἀλλ’ ὅτι προσέθηκε τοὺς καλῶς προεστῶτας· καλῶς δὲ προΐσταν‐ ται οἱ τιθέντες τὴν ἑαυτῶν ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ πάντα ποιοῦντες πρὸς κηδεμονίαν τοῦ ποιμνίου συντείνοντα. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.
15 Κατὰ γὰρ ἑτέρου τινὸς κατηγορίαν δεῖ παραδέχεσθαι ἐκτὸς μαρτύρων; οὐχὶ μετὰ ἀκριβείας δεῖ πάντοτε τὰς κρίσεις ποιεῖ‐ σθαι; οὐδὲ ἐπὶ ἄλλου, φησὶ, μάλιστα δὲ ἐπὶ πρεσβυτέρου· πρε‐ σβύτερον γὰρ ἐνταῦθα φησὶν, οὐ τὸ ἀξίωμα ἀλλὰ τὴν ἡλικίαν· ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων.
20 Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Τουτέστι μὴ ταχέως ἔκκοπτε, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκρι‐ βείας περιεργάζου ἅπαντα· ὅταν μέντοι μάθῃς σαφῶς, σφοδρῶς ἐπέξιθι, ἵνα καὶ οἱ λοιποὶ σωφρονισθῶσιν; ὥσπερ γὰρ τὸ ἁπλῶς
25κατακρίνειν βλαβερὸν, οὕτω τὸ μὴ ἐπεξιέναι τοῖς φανεροῖς ἁμαρ‐ τήμασι, ὁδὸν ἐστὶ δοῦναι τοῖς ἄλλοις τοῦ ταῦτα ποιεῖν. Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν Ἀγγέλων, ἵνα ταῦτα φυλά‐ ξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
30 Δείξας διὰ τῶν προλαβόντων, ὅσων ἐστὶν ὁ ἐπίσκοπος κύριος· ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε ταῦτα καὶ φρικτῶς παραγγέλ‐ λει. ἀλλὰ τὸν μὲν Πατέρα καὶ Υἱὸν καλῶς παραλαμβάνει, τοὺς μέντοι ἐκλεκτοὺς Ἀγγέλους, τίνος ἕνεκεν; ἀπὸ πολλῆς ἐπιεικείας,
ἐπεὶ καὶ Μωϋσῆς οὕτω φησὶ, “διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν42

43

καὶ τὴν γῆν,” διὰ τὴν πολλὴν ἐπιείκειαν τοῦ δεσπότου· “μηδὲν ποιῶν κατὰ πρόσκλισιν,” τουτέστιν, ἵνα κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζομένοις, ἵνα σὲ μηδεὶς προκαταλάβῃ· τίνες δέ εἰσιν οἱ ἐκλε‐ κτοί; ἄρα ὡς ὄντων τινῶν τοιούτων, οὕτω μεγάλη ἐστιν ἡ μαρ‐
5τυρία, ὡς ἂν εἰ ἔλεγε, μάρτυρα καλῶ τὸν Θεὸν καὶ τὸν Υἱὸν αὐτοῦ, καὶ τοὺς δούλους αὐτοῦ ὅτι παραγγελίᾳ σοι παραγγέλλω.
7tΚΕΦ. ΙΓ.
8tΠερὶ χειροτονίας ἀσφαλοῦς.
9Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρ‐
10τίαις ἀλλοτρίαις. Μὴ ἐκ πρώτης, φησὶ, δοκιμασίας, ἀλλὰ πολλάκις περισκε‐ ψάμενος, καὶ ἀκριβῶς ἐξετάσας· τῶν γὰρ ἡμαρτημένων καὶ σὺ δίκην ὑφέξεις, ὁ τὴν ἀρχὴν παρασχών. ὁ γὰρ ἀφεὶς τὰς πρώτας ἀκαίρως, ὑπεύθυνος ἔσῃ καὶ τῶν ἐσομένων, ὡς σὺ αἴτιος ὤν· τῶν
15δὲ παρελθουσῶν, ὡς οὐκ ἀφεὶς αὐτὰς πενθηθῆναι. ὥσπερ γὰρ τῶν κατορθωμάτων κοινωνεῖς, οὕτω καὶ τῶν ἁμαρτημάτων. Σεαυτὸν ἁγνὸν τήρει. Περὶ σωφροσύνης φησὶν ἐνταῦθα, Μηκέτι ὑδροπότει, ἀλλ’ ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στό‐
20μαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Τί δήποτε οὐκ ἔρρωσεν αὐτοῦ τὸν στόμαχον; οὐ τὰ ἱμάτια αὐτοῦ νεκροὺς ἀνίστη; ἵνα κἂν νῦν ἴδωμεν ἄνδρας μεγάλους καὶ ἐναρέτους ἀσθενοῦντας, μὴ σκανδαλιζώμεθα· καὶ γὰρ ἡ νό‐ σος συμφερόντως ἐγίνετο· ἱκανὰ γὰρ ἦν τὰ σημεῖα εἰς ἀπόνοιαν
25ἆραι, διὰ τοῦτο νόμῳ ἰατρείας ἀφίησιν αὐτὸν δουλεῦσαι, ἵνα καὶ αὐτὸς μετριάζῃ, καὶ οἱ ἄλλοι μήτε σκανδαλίζωνται καὶ μάθωσιν ὅτι τῆς φύσεως ὄντες τῆς ἡμετέρας, οὕτω κατώρθουν ἅπερ κα‐
τώρθουν.43

44

(1t)

ΚΕΦ. ΙΔ.
2tὍτι οὐδὲν ἔργον λανθάνει.
3 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προά‐ γουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν.
5 Ἐπειδὴ περὶ χειροτονιῶν ἔλεγε, τινῶν μὲν φησὶν, δῆλοί εἰσιν αἱ ἁμαρτίαι, ὅτι προλαμβάνουσιν· “ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά εἰσι, καὶ κρυβῆναι οὐ δύνανται·” τί δέ ἐστι “προά‐ γουσαι;” οἷον ὅταν τις ἁμαρτάνῃ τὰ ἤδη αὐτὸν κατακρίνοντα. (Σευηριανοῦ.) Ἄλλος δέ φησιν, ἐπειδὴ εἶπεν ἄνω, “χεῖρας
10ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις,” νῦν τὴν αἰτίαν λέγει δι’ ἣν εἶπεν ἐκεῖνο· οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα, πολλοὶ γὰρ καὶ κρύπτοντες ἁμαρτάνουσι· λέγει οὖν, δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ σήμερον λαθεῖν δυνηθὲν, αὔριον ἐλέγχεται· καὶ τῶν ἁμαρτημάτων τὰ μὲν φανερά ἐστιν, εἰς κρίσιν
15προάγοντα τὴν τῶν ἀνθρώπων· πάντες γὰρ ἴσασιν, ὅτι ἁμαρτά‐ νουσι, καὶ κρίνουσιν αὐτοὺς ἀναξίους· τινὰ δὲ μετὰ ταῦτα φαί‐ νεται, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται· ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, “χεῖρας ταχέως μηδενὶ ἐπιτίθει,” μήποτε εὑρεθῇ εἰς τὸ λεληθὸς ἁμαρτάνων, καὶ ἀναξίως
20προαχθῇ, καὶ κοινωνήσῃς αὐτῷ τοῦ πράγματος. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστιν. Ἐπὶ τῶν καλῶν ἔργων τοῦτο μόνον εἶπεν, ὅτι κρυβῆναι οὐ δύναται, οὐκ εἶπεν ὅτι λανθάνει· ἐπὶ δὲ τῶν κακῶν ἔργων, τινὰ μὲν πρόδηλά ἐστι, τινὰ δὲ λανθάνει· διὰ τί; ὅτι τὸ καλὸν τα‐
25χέως τις οὐ κρύπτει· ὁ γὰρ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς· ὁ δὲ κακοποιῶν κρύπτει, λανθάνειν βουλόμενος. Ἄλλος δὲ πάλιν φησίν· βούλεται εἰπεῖν ὅτι ὥσπερ τὰ τῶν οὐκ εὖ βιούντων ἀνθρώπων πταίσματα πρόδηλά ἐστιν, ἀναγκαίως τὴν ἐπὶ τοῦ μέλλοντος αἰῶνος τιμωρίαν αὐτοῖς ἐπάγοντα, εἰ καὶ
30ὡς εἰκὸς τινὰ παρ’ αὐτοῖς λανθάνει τοὺς πολλοὺς, οὕτω καὶ ἐπὶ τῶν εὐσεβούντων, τὰ πολλὰ μὲν πρόδηλα τοῖς ἀνθρώποις ἐστὶν,
ὅσα δέ ἐστι λανθάνοντα τοὺς πολλοὺς, ταῦτα γὰρ λέγει τὰ ἄλλως44

45

ἔχοντα, οὐχ οἷόν τε πάντα δῆλα εἶναι, ὥστε, φησὶ, μὴ τοῦτο δεδιὼς μὴ οὐ χρηστὴν ἐντεῦθεν παρὰ τοῖς ἀνθρώποις ὑπόληψιν κτήσῃ, τῇ ὑδροποσίᾳ σαυτὸν κατανάλισκε, εἰδὼς ὅτι καὶ ἡ παρὰ τοῖς ἀνθρώποις ὑπόληψις, ἐὰν ἡμεῖς κατὰ τὸ προσῆκον βίωμεν,
5κατάγε τὸ πλεῖστον καλλίστη γίνεται, οὐδὲν ἀπὸ τούτων παρα‐ βλαπτομένη, κἂν δοκῇ πολλὰ τῶν καθ’ ἡμᾶς τοὺς πολλοὺς λαν‐ θάνειν.
8tΚΕΦ. ΙΕ.
9tΠερὶ δούλων ὑπακοῆς.
10 Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Μὴ γὰρ ἐπειδὴ πιστὸς ᾖ, νομίσῃς ἐλεύθερος εἶναι, τοῦτό ἐστι ἐλευθερίας τὸ μᾶλλον δουλεύειν· ὁ γὰρ πιστὸς ἂν μὲν εἰδῇ διὰ τὴν
15πίστιν αὐθαδῶς προσφερόμενον, βλασφημήσει πολλὰ, ὡς στάσιν ἐμποιοῦν τὸ δόγμα. ὅταν δὲ εἰδῇ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις· κἂν πιστοὶ δὲ ὦσιν οἱ δεσπόται, καὶ οὕτως ὑπείκειν χρὴ διὰ τὸ τοῦ Θεοῦ ὄνομα. Οἱ γὰρ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονεί‐
20τωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμ‐ βανόμενοι. [κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑμε‐ τέρας ἀναπαύσεως.] ταῦτα δίδασκε καὶ παρακάλει. Οὐκ αὐθεντείας δεῖ τῷ διδασκάλῳ μόνον, ἀλλὰ καὶ προσηνείας
25πολλῆς· καὶ ταῦτα πάντα διδάσκει ὁ μακάριος Παῦλος· εἰ γὰρ ἰατροὶ τοὺς κάμνοντας παρακαλοῦσιν, οὐχ ἵνα αὐτοὶ τῆς ὑγιείας ἐπιτύχωσιν, ἀλλ’ ἵνα ἐκείνους ἀπαλλάξωσι τῆς ἀσθενείας, καὶ κει‐ μένους ἀναστήσουσι, πολλῷ μᾶλλον ἡμᾶς δεῖ τούτῳ πρὸς τοὺς
διδασκομένους κεχρῆσθαι τῷ ἔθει παρακαλοῦντας.45

46

(1t)

ΚΕΦ. Ιϛ.
2tΚατὰ φιλοκερδῶν καὶ ψευδοδιδασκάλων.
3 Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχηται ὑγιαί‐ νουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ
5τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπι‐ στάμενος. Οὐκ ἄρα ἐκ τοῦ εἰδέναι τὸ εἰς ἀπόνοιαν αἴρεσθαι συμβαίνει, ἀλλ’ ἐκ τοῦ μὴ εἰδέναι· ὁ γὰρ εἰδὼς τοὺς κατ’ εὐσέβειαν λόγους, οὗτος μάλιστα καὶ μετριάζειν οἶδεν, ὁ τοὺς ὑγιαίνοντας ἐπιστά‐
10μενος λόγους, οὐ νοσεῖ· καὶ ὁ μὴ εἰδὼς ἅπερ εἰδέναι χρὴ, οὐδὲν οἶδεν, “ἀλλὰ νοσῶν,” φησὶ, “περὶ ζητήσεις καὶ λογομαχίας.” ἆρα νοσεῖν ἐστι τὸ ζητεῖν καὶ λογομαχίας ἐγείρειν; εἰκότως· ὅταν γὰρ ὑπὸ τῶν λογισμῶν ἡ ψυχὴ πυρέττῃ, ὅταν χειμάζηται, τότε ζητεῖ· ὅταν δὲ ἐν ὑγείᾳ ᾖ, οὐ ζητεῖ, ἀλλὰ τὴν πίστιν δέχεται· ἀπὸ δὲ
15ζητήσεως καὶ λογομαχίας οὐδέν ἐστιν εὑρεῖν. Ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημία, ὑπόνοιαι πονηραί. Ἀπὸ τῶν ζητήσεων τότε περὶ Θεοῦ ἃ μὴ δεῖ ὑποπτεύομεν, ὅταν εἰς ζήτησιν ἐμπέσωμεν· δι’ ἃ παρατριβαὶ, τουτέστι σχολὴ, δια‐
20τριβὴ, ἢ δι’ ἃ παρατριβαὶ, τοῦτό φησι, καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόμενα, νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλησιν· οὗτοι καὶ οἱ πονηροὶ ἄνδρες. Καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορι‐ σμὸν εἶναι τὴν εὐσέβειαν.
25 Ὁρᾷς πόσα τίκτειν φησὶ τὰς λογομαχίας, αἰσχροκέρδειαν, ἄγνοιαν, ἀπόνοιαν; τὴν γὰρ ἀπόνοιαν ἡ ἄγνοια τίκτει· καὶ ἀπὸ τούτου, φησὶν, ἀφίστασο· οὐκ εἶπεν, ὁμόσε χώρει· “αἱρετικὸν,” γάρ φησιν “ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραι‐ τοῦ,” δείκνυσιν αὐτοὺς οὐκ ἀπὸ ἀγνοίας τοσοῦτον, ὅσον ἀπὸ
30ῥᾳθυμίας, καὶ αὐτὴν τὴν ἄγνοιαν ἔχοντας· δεῖ τοίνυν τοὺς ἀδιορ‐ θώτως ἔχοντας ἐκτρέπεσθαι. ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας, οὐχ ὅταν χρήματα ἔχῃ, ἀλλ’ ὅταν μὴ ἔχῃ· ἵνα
γὰρ μὴ καταπέσῃ εἰς ἀθυμίαν διὰ τὴν πενίαν, ἀνίστησιν αὐτὸν46

47

καὶ ἀνορθοῖ· νομίζουσι, φησὶν, ὅτι πορισμός ἐστιν ἡ εὐσέβεια. ἔστι μὲν γὰρ, οὐχ οὕτως δὲ, ἀλλὰ μειζόνως· εἶτα πρότερον κατα‐ βαλὼν ἐκείνην, τότε ταύτην ἐπαίρει. ὅτι γὰρ οὐδέν ἐστιν ὁ πο‐ ρισμὸς οὗτος, δῆλον ἐκ τοῦ μένειν ἐνταῦθα, μηδὲ συμμεθίστασθαι
5ἡμῖν, μηδὲ συναποδημεῖν. ποῖον δὲ πειρασμὸν καὶ παγίδα, φησὶν, ὑπομένειν τοὺς βουλομένους πλουτεῖν; τῆς γὰρ πίστεως αὐτοὺς ἀπο‐ πλανᾷ, κινδύνοις αὐτοὺς περιβάλλει, καὶ ἀτολμοτέρους ἐργάζεται. (Θεόδωρος.) Ἄλλος φησὶν, εἰς τὸ “ἐξ ὧν γίνεται φθόνος καὶ ἔρις,” καὶ τὰ ἑξῆς· φθόνος μὲν ἑκάστου βασκαίνοντος τὸ ὅπως
10ποτε εὐδοκιμεῖν ἐν τῇ διαλέξει δυνηθέντι· ἔριδες δὲ ἐκφερομένων αὐτῶν εἰς μάχας· καὶ βλασφημίαι δὲ, πολλὰ μὲν καὶ αὐτῶν λεγόντων οἷα μὴ προσῆκε, μάλιστα δὲ τῶν ἐκτὸς βλασφημούντων ἡμᾶς, ὡς περὶ τὸ ζητεῖν τὴν σχολὴν ἔχοντας. ἀνάγκη οὖν καὶ ὑπονοίας πονηρὰς περὶ ἡμῶν ἐγγίνεσθαι τοῖς ἐκτὸς ἀπὸ τούτων,
15ἄνθρωποι διεφθορότες τὴν διάνοιαν, καὶ οὐδεμίαν τῆς ἀληθείας ἐπι‐ θυμίαν ἔχοντες, πάντα κέρδους ἕνεκεν ἐπιτηδεύοντες. Οἱ δὲ βουλόμενοι πλουτεῖν. Οὐχ ἁπλῶς οἱ πλουτοῦντες, ἀλλ’ οἱ βουλόμενοι· ἔστι γάρ τινα καὶ χρήματα ἔχοντα καλῶς οἰκονομεῖν.
20 Ἐμπίπτουσιν εἰς παγίδα καὶ πειρασμὸν τοῦ διαβό‐ λου, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵ‐ τινες βυθίζουσι τοὺς ἀνθρώπους. Καλῶς εἶπε “βυθίζουσιν,” ὡς μηδὲ ἀνενεγκεῖν δύνασθαι. Εἰς ὄλεθρον καὶ ἀπώλειαν.
25 Καὶ τὴν ἐνταῦθα, καὶ τὴν μέλλουσαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ περι‐ έπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Καὶ ταῦτα ἑτέρως οὐκ ἔστιν μαθεῖν, ἢ τὸν πλουσίοις παροι‐
30κοῦντα, πόσα ἀποδύρονται, πόσα θρηνοῦσι. Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ. Μέγα τὸ ἀξίωμα, πάντες γὰρ ἄνθρωποι τοῦ Θεοῦ, ἀλλὰ κυ‐ ρίως οἱ δίκαιοι, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον, ἀλλὰ
καὶ κατὰ τὸν τῆς οἰκειώσεως.47

48

Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην. Ὥστε μὴ πλεονεκτεῖν. εὐσέβειαν τὴν τῶν δογμάτων πίστιν, ἥπερ ἐστὶν ἐναντία τῇ ζητήσει. “ἀγάπην, ὑπομονὴν, πραότητα.” Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ
5τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἐνώπιον πολ‐ λῶν μαρτύρων. Θεόδωρος. Τουτέστι, μὴ καταισχύνῃς τὴν παρρησίαν ἐκείνην· πολλοὶ γὰρ ἦσαν οἱ τὸν μακάριον Τιμόθεον συνόντα τῷ μακαρίῳ
10Παύλῳ εὐσεβείας ἕνεκεν, εἰδότες καὶ μὴν καὶ πεπονθότα οὐκ ὀλίγα διὰ ταύτην.
12tΚΕΦ. ΙΖ.
13tΠαραγγελία φοβερὰ περὶ καθαρᾶς ὑπακοῆς ἀχρὶ τέλους.
14Παραγγέλλω σοι ἐνώπιον Θεοῦ τοῦ ζωοποιοῦντος τὰ
15πάντα. Πάλιν τὸν Θεὸν μαρτύρεται, ὁμοῦ καὶ τὸν φόβον αὔξων, καὶ ἀσφαλέστερον καθιστὰς τὸν μαθητὴν, καὶ δεικνὺς ὡς οὐκ ἀνθρώ‐ πινα τὰ παραγγέλματα, ἵνα ὡς παρ’ αὐτοῦ τοῦ δεσπότου λαμβά‐ νων ᾖ τὴν παραγγελίαν· “τοῦ ζωοποιοῦντος,” φησὶ, “τὰ πάντα.”
20 Σευηριανοῦ. Ἐνταῦθα καὶ παράκλησίς ἐστι πρὸς τοὺς κιν‐ δύνους, καὶ τῆς ἀναστάσεως ὑπόμνησις· οὐχ ἁπλῶς δὲ ἔθηκε τὴν λέξιν· εἰ γὰρ τὰ πάντα ζωογονεῖ, δηλονότι τοὺς ἀνθρώπους τοὺς εὐσεβεῖς ἀξιώσει καὶ τῆς ἀναστάσεως, πρὸς τῇ κοινῇ ζωογονήσει, καὶ τῶν ἀποθνησκόντων σωμάτων τὴν ἀναβίωσιν διδούς· μέλλων
25οὖν παραγγέλλειν ἐφ’ ᾧτε τηρῆσαι τὴν ἐντολὴν ἄσπιλον, μνη‐ μονεύει τοῦ ζωογονοῦντος, ἵνα ἡ ἐλπὶς τῆς ζωώσεως ἐκείνης προ‐ τρέψηται πρὸς εὐσέβειαν. ἐπισημαντέον δὲ, ὅτι ζωογονοῦντος τὰ πάντα εἶπεν, οὐχ ἵνα καὶ τὰ ἄψυχα ζωογονεῖν αὐτὸν οἰηθῶμεν. τοιοῦτόν ἐστι καὶ τὸ “πάντα δι’ αὐτοῦ ἐγένετο·” οὐ γὰρ πάντως
30τὰ πάντα, ἀλλὰ περὶ ὧν ὁ λόγος. Καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου
Πιλάτου τὴν καλὴν ὁμολογίαν.48

49

Πάλιν ἀπὸ τοῦ διδασκάλου ἡ προτροπή· ὥσπερ ἐκεῖνος ἐμαρ‐ τύρησε, φησὶ, κατ’ ἴχνος αὐτοῦ βαίνωμεν· “τὴν καλὴν ὁμολογίαν·” ὡς ἂν εἰ ἔλεγε, μὴ δείσῃς τὸν θάνατον, Θεοῦ γὰρ εἶ δοῦλος, τοῦ τὰ πάντα δυναμένου ζωογονεῖν· ποίαν δὲ λέγει “καλὴν ὁμολο‐
5γίαν;” εἰπόντος τοῦ Πιλάτου, “εἰ βασιλεὺς εἶ;” φησὶν, “εἰς τοῦτο γεγέννημαι·” ἴδε, οὗτοί μου ἤκουσαν. οἱ δὲ, φησὶ, “ὅτι υἱὸν ποιεῖς σεαυτὸν τοῦ Θεοῦ.” Τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέ‐ χρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
10 Τουτέστι, μέχρι τῆς σῆς τελευτῆς, μέχρι τῆς ἐξόδου· ἀλλ’ οὐκ εἶπεν οὕτως, ἵνα μᾶλλον αὐτὸν διεγείρῃ· τί ἐστι “τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον;” οἷον, μήτε δογμάτων ἕνεκεν, μήτε βίου κηλῖδα τινὰ προστριψάμενον. Ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνά‐
15στης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρό‐ σιτον. Περὶ τοῦ Υἱοῦ ταῦτά φησι, καὶ ταῦτα πάλιν εἰς παραμυθίαν, ἵνα μὴ θαυμάζῃ, μηδὲ δεδοίκῃ τοὺς ἐνταῦθα βασιλεῖς· “ἣν καιροῖς
20ἰδίοις,” τουτέστι τοῖς προσήκουσι, τοῖς ὀφειλομένοις, ὥστε μὴ ἀσχάλλειν ὅτι μηδέπω γέγονεν· ὅτι δὲ δείξει μόνος ἐστὶ δυνάστης· οὐκοῦν δείξει. “ὁ μακάριος,” ἡ αὐτομακαριότης, οὐδὲν ἐκεῖ λυπηρὸν, οὐδὲν ἀηδές· “ὁ μόνος δυνάστης,” πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώ‐ πων, ἢ διὰ τὸ ἀγέννητον, ὃ καὶ ἡμεῖς λέγομεν πάλιν περὶ ἀνθρώπων·
25“ὁ μόνος ἔχων ἀθανασίαν,” φησὶ, τί οὖν, ὁ Υἱὸς οὐκ ἔχει; οὐκ αὐ‐ τοαθανασία ἐστίν; “φῶς οἰκῶν ἀπρόσιτον,” φησὶ, “ἄλλο τὸ φῶς, ἄλλο ὃ οἰκεῖ; οὐκοῦν καὶ τόπῳ ἐμπεριείληπται; ὁρᾷς καὶ ὅταν μέγα τι φθέγξασθαι βουληθῇ, ἡ γλῶττα πῶς ἐξασθενεῖ; Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται.
30 Ὥσπερ οὖν οὐδὲ τὸν Υἱὸν εἶδέ τις, οὐδὲ ἰδεῖν δύναται. Ὧι τιμὴ καὶ κράτος αἰώνιον. ἀμήν. Καλῶς ἐθεολόγησεν ἐνταῦθα καὶ ἀναγκαίως· ἐπειδὴ γὰρ μάρ‐ τυρα αὐτὸν ἤγαγε, πολλὰ περὶ τοῦ μάρτυρος διαλέγεται, ὥστε
μᾶλλον ἐντρέψαι τὸν μαθητήν. τουτέστι, δόξα αὐτῷ· τοῦτο μόνον49

50

δεόμεθα λέγειν, τοῦτο μόνον ποιεῖν, οὐ περιεργάζεσθαι τί ἐστιν· εἰ τοίνυν τὸ κράτος αὐτοῦ αἰώνιον, μὴ δείσῃς, κἂν μὴ νῦν γένηται, ἀεὶ τιμὴ αὐτῷ, ἀεὶ τὸ κράτος αὐτῷ. (Θεόδωρος.) Ἄλλος φησί· μακάριον αὐτὸν ἐκάλεσεν ἐπὶ συ‐
5στάσει τῆς μελλούσης προσέσεσθαι ἡμῖν ἀτρεπτότητος· δυνά‐ στην δὲ ὅτι δὴ τὴν ἀνάστασιν ἐργάσασθαι δυνατὸς, καὶ μὴν καὶ βασιλέα καὶ Κύριον, ἐπὶ ἀποδείξει τοῦ πάντων κρατεῖν καὶ δύνασθαι ὑποτάξαι, καὶ θάνατον ἀφελεῖν· διὰ τοῦτο καὶ μόνον ἔχοντα ἀθανασίαν, ὡς ἂν ἱκανὸν τοῦτο ἡμῖν παρασχεῖν· καὶ τὸ
10φῶς δὲ οἰκῶν ἀπρόσιτον, σύστασιν ἔχον τοῦ ἐν ἀφάτῳ τινὶ καὶ ἀπροσίτῳ τυγχάνοντα φωτί· ὄντως δὴ φωτεινὰ καὶ τῶν δικαίων ποιήσειν τὰ σώματα· οὕτω καὶ τὸ “ὃν ἴδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται,” ὥστε δεῖξαι ὅτι οὐδὲν θαυμαστὸν μὴ φαίνεσθαι νῦν τὰ τότε περὶ ἡμᾶς ἐσόμενα, ὅπου γε καὶ αὐτὸς ὁ τούτων αἴτιος,
15ἀόρατος ἡμῖν πάντη τὴν φύσιν ἐστί.
16tΚΕΦ. ΙΗ.
17tΠλουσίων ὁδηγία ἐπὶ τὴν ὄντως ζωήν.
18 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν.
20 Χρυσοστόμου. Καλῶς εἶπεν, “ἐν τῷ νῦν αἰῶνι·” εἰσὶ γὰρ καὶ ἄλλοι πλούσιοι ἐν τῷ μέλλοντι· οὐδὲν γὰρ οὕτως τίκτει τύφον ὡς χρήματα· εἶτα εὐθέως κατέσπασεν εἰπὼν, “μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι·” ἀπὸ γὰρ τούτου ἡ ἀπόνοια, ὡς ὅγε εἰς Θεὸν ἐλπίζων οὐκ ἐπαίρεται, “ἀλλ’ ἐπὶ τῷ Θεῷ,” φησὶ, “τῷ
25ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν.” καλῶς εἶπεν “πάντα πλουσίως,” τὰς ἐτησίους τροφὰς αἰνιττόμενος, τὸν ἀέρα, τὸ φῶς, τὰ ἄλλα πάντα· εἰ πλοῦτον ζητεῖς, ἐκεῖνον ζητεῖ, τὸ ἀπὸ τῶν ἔργων γενόμενον τῶν ἀγαθῶν· ποίων δὴ τούτων; Ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς, εὐμεταδό‐
30τους εἶναι, κοινωνικούς. Τὸ μὲν τῶν χρημάτων, τὸ δὲ τῆς ἀγάπης· “κοινωνικούς·” ὁμι‐
λητικοὺς, φησὶ, προσηνεῖς.50

51

Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον. Ἐκεῖ οὐδὲν ἄδηλον, οὐδὲν ἄστατον, ἔνθα βέβαιος ὁ θεμέλιος, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, μόνιμα.
5 Ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. Ἡ γὰρ τῶν ἀγαθῶν ἔργων πρᾶξις τὴν ἐκείνην ἡμῖν ἀπόλαυσιν προξενῆσαι δύναται. Ὦ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον. Μὴ μειώσῃς, οὐκ ἔστι σά· τὰ ἀλλότρια ἐπιστεύθης.
10 Ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντι‐ θέσεις τῆς ψευδωνύμου γνώσεως. Καλῶς εἶπεν, ὅταν γὰρ πίστις μὴ ᾖ, γνῶσις οὐκ ἔστιν· ὅταν ἐκ τῶν οἰκείων λογισμῶν τίκτηταί τι, γνῶσις οὐκ ἔστιν· τινὲς ἑαυτοὺς ἐκάλουν τάχα τότε Γνωστικοὺς, ὡς πλέον τι τῶν ἄλλων
15εἰδότες. Ἥν τινες ἐπαγγελλόμενοι, περὶ τὴν πίστιν ἠστό‐ χησαν. “Ἐκτρεπόμενος,” φησὶ, “τὰς ἀντιθέσεις·” ἄρα εἰσὶν ἀντι‐ θέσεις πρὸς ἃς οὐδὲ ἀποκρίνεσθαι χρή· διὰ τί; ὅτι τῆς πίστεως
20ἐκβάλλουσιν, οὐκ ἀφιᾶσιν ἑστάναι βεβαίως, οὐδὲ πεπηγέναι· μὴ δὴ ταύτης ἐχόμεθα, ἀλλὰ τῆς πίστεως, τῆς πέτρας τῆς ἀρρα‐ γοῦς· ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ Ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ,
25νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
* Τριὰς * μονὰς * ἐλέησον. Τῶν εἰς τὴν πρὸς Τιμόθεον Ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου
ἐξηγητικῶν ἐκλογῶν τόμος αʹ.51