TLG 4102 024 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam ii ad Thessalonicenses (typus Parisinus) (e cod. Coislin. 204) CATENAE (Novum Testamentum) Caten. Catena in epistulam ii ad Thessalonicenses (typus Parisinus) (e cod. Coislin. 204) Citation: Page — (line) | ||
376(1t) | ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥΤΕΡΑΝ | |
2t | ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ | |
---|---|---|
3t | ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. | |
4 | Εἴπων ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ὅτι εὐχόμεθα νύκτα καὶ | |
5 | ἡμέραν ἰδεῖν ὑμᾶς, καὶ ὅτι οὐ στέγομεν, ἀλλ’ ἐν Ἀθήναις κατε‐ λείφθημεν μόνοι, καὶ ὅτι ἔπεμψα Τιμόθεον, διὰ πάντων τούτων τὸν πόθον αὐτοῦ δηλοῖ ὃν εἶχεν, ὥστε παραγενέσθαι πρὸς αὐτούς. ἐπεὶ οὖν οὐκ ἔφθασεν ἴσως ἀπελθεῖν καὶ καταρτίσαι τὰ ὑστερή‐ ματα τῆς πίστεως αὐτῶν, τούτου χάριν τὴν δευτέραν προστίθησιν | |
10 | Ἐπιστολήν· τὸ ἐλλειφθὲν ἀπὸ τῆς παρουσίας διὰ τῶν πραγμάτων ἀναπληρῶν· ὅτι γὰρ οὐκ ἀπῆλθεν, ἐκεῖθέν ἐστι στοχάσασθαι· γράφων γάρ φησιν, “ἐρωτῶμεν δὲ ὑμᾶς ὑπὲρ τῆς παρουσίας τοῦ “Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·” καὶ γὰρ ἐν τῇ προτέρᾳ Ἐπι‐ στολῇ ἔλεγεν, “ὅτι περὶ δὲ τῶν χρόνων καὶ καιρῶν οὐ χρείαν | |
15 | “ἔχετε γράφεσθαι ὑμῖν,” ὥστε εἰ παρεγένετο, οὐδὲν ἂν ἐδεήθη γράψαι· ἐπειδὴ δὲ τὸ ζήτημα ὑπερετέθη, τούτου χάριν ταύ‐ την προστίθησι τὴν Ἐπιστολὴν, καθάπερ ἐν τῇ πρὸς Τιμόθεον φησὶν, “ὅτι ἀνατρέπουσι τὴν τίνων πίστιν, λέγοντες ἀνάστασιν “ἤδη γεγονέναι,” ἵνα μηδὲν μέγα λοιπὸν, μηδὲ λαμπρὸν ἐλπί‐ | |
20 | σαντες οἱ πιστοὶ ἀπαγορεύωσι πρὸς τοὺς πόνους· ἐπειδὴ γὰρ ἡ ἐλπὶς αὐτοὺς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦ‐ ναι, καὶ καθάπερ τινὰ ἄγκυραν ἀποκόψαι βουλόμενος ὁ διάβολος, ἐπειδὴ οὐκ ἴσχυσε πεῖσαι, ὅτι ψευδῆ τὰ μέλλοντα, ἑτέραν ἦλθεν ὁδὸν, καὶ καθεὶς ἀνθρώπους τινὰς λυμεῶνας, ἐπεχείρει τοὺς πειθο‐ | |
25 | μένους ἀπατᾷν, ὅτι τὰ μεγάλα ἐκεῖνα τὰ λαμπρὰ πέρας εἴληφε. τότε μὲν οὖν ἔλεγον ἐκεῖνοι τὴν ἀνάστασιν ἤδη γεγονέναι· νῦν δὲ ἔλεγον ὅτι ἐνέστηκεν ἡ κρίσις καὶ ἡ παρουσία τοῦ Χριστοῦ, ἵνα καὶ τὸν Χριστὸν αὐτὸν ψεύδει ὑποβάλωσι, καὶ δείξαντες ὡς οὐκέτι λοιπὸν ἀντίδοσις οὔτε δικαστήριον καὶ κόλασις καὶ τιμω‐ | |
30 | ρία τοῖς κακῶς αὐτοῖς πεποιηκόσιν, ἐκείνους τε θρασυτέρους ἐργά‐ | 376 |
377 | σωνται καὶ τούτους ταπεινοτέρους· καὶ τὸ δὴ πάντων χαλεπώτερον ἐπεχείρουν οἱ μὲν ἁπλῶς ῥήματα ἀπαγγέλλειν ὡς παρὰ τοῦ Παύλου τὰ λεγόμενα, οἱ δὲ καὶ ἐπιστολὰς πράττειν, ὡς παρ’ ἐκείνου γραφείσας. | |
5 | Διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποτειχίζων ἔφοδον, φησὶ, “μὴ “θορυβεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ “ἐπιστολῆς ὡς δι’ ἡμῶν·” “διὰ πνεύματος,” φησὶ, τοὺς ψευδο‐ προφήτας αἰνιττόμενος· πόθεν οὖν εἰσόμεθα, φησί; διὰ τοῦτο προσέθηκεν “ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου,” ὅ ἐστι σημεῖον | |
10 | ἐν πάσῃ Ἐπιστολῇ, οὕτως γράφων· “ἡ χάρις τοῦ Κυρίου ἡμῶν “Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν,” οὐ τοῦτό φησιν, ὅτι τοῦτο σημεῖον, τοῦτο γὰρ εἰκὸς καὶ ἄλλους μιμήσασθαι, ἀλλ’ ὅτι τὸν ἀσπασμὸν τῇ ἐμῇ χειρὶ γράφω, καθάπερ καὶ νῦν ἐφ’ ἡμῶν ἐστιν· ἀπὸ γὰρ τῆς ὑπογραφῆς δῆλα γίνεται τὰ γράμματα τῶν πεμπόν‐ | |
15 | των. παρακαλεῖ δὲ αὐτοὺς σφόδρα τεταριχευμένους ὑπὸ τῶν κα‐ κῶν, ἀπό τε τῶν παρόντων ἐγκωμιάζων, ἀπό τε τῶν μελλόντων, καὶ τῆς κολάσεως καὶ τῆς ἀνταποδόσεως τῶν κακῶν τῶν ἡτοιμασμένων αὐτοὺς προτρέπων· καὶ σαφέστερον ἐπεξέρχεται τῷ τόπῳ, τὸν μὲν καιρὸν οὐκ ἀποκάμπτων, τὸ δὲ τοῦ καιροῦ σημεῖον, τὸν Ἀντίχριστον | |
20 | δηλῶν, μάλιστα γὰρ τότε πληροφορεῖται ψυχὴ ἀσθενὴς, οὐκ ἂν ἁπλῶς, ἀλλ’ ἐὰν μάθῃ τι πλέον. Καὶ ὁ Χριστὸς δὲ πολλὴν ὑπὲρ τούτου ποιεῖ φροντίδα, καὶ καθισθεὶς ἐν τῷ ὄρει πάντα μετὰ ἀκριβείας διαλέγεται τοῖς μαθη‐ ταῖς τὰ περὶ τῆς συντελείας. διὰ τί; ἵνα μὴ ἔχωσι χώραν οἱ | |
25 | τοὺς ἀντιχρίστους εἰσάγοντες καὶ ψευδοχρίστους, καὶ πολλὰ τίθησι καὶ αὐτὸς σημεῖα, ἓν μὲν καὶ μέγιστον λέγων, “ὅταν “κηρυχθῇ εἰς πάντα τὰ ἔθνη τὸ Εὐαγγέλιον·” καὶ ἕτερον δὲ, ὥστε μὴ πλανᾶσθαι περὶ τῆς παρουσίας αὐτοῦ, “ὡς ἀστραπὴ,” φησὶν, “ἥξει,” οὐκ ἐν γωνίᾳ τινὶ κρυπτομένη, ἀλλὰ πανταχοῦ λάμπουσα | |
30 | οὐ δεῖται τοῦ μηνύοντος, οὕτως ἔσται φαιδρὰ, ὥσπερ οὐδὲ ἡ ἀστραπὴ δεῖται τοῦ μηνύοντος. εἶπε δέ που καὶ περὶ τοῦ Ἀντι‐ χρίστου, ἡνίκα ἔλεγεν, “ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός “μου, καὶ οὐκ ἐδέξασθέ με, ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ “ἰδίῳ, ἐκεῖνον λήψεσθε,” καὶ τὰς ἐπαλλήλους δὲ καὶ ἀφάτους | |
35 | συμφορὰς τεκμήρια εἶναι ἔλεγε, καὶ “ὅτι Ἡλίαν δεῖ ἐλθεῖν.” | 377 |
378 | Ἠπόρουν μὲν οὖν τότε οἱ Θεσσαλονικεῖς· ἡμῖν δὲ χρησίμη γέγονεν ἡ ἐκείνων ἀπορία· οὐ γὰρ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς ταῦτα χρήσιμα, ἵνα τῶν παιδικῶν καὶ τῶν ληρημάτων καὶ τῶν γραωδίων ἀπαλλαγῶμεν· ἢ οὐκ ἠκούσατε πολλάκις ἐν παισὶν | |
5 | ὄντες, καὶ περὶ τοῦ ὀνόματος τοῦ Ἀντιχρίστου πολλὰ λεγόντων τινῶν, καὶ περὶ τοῦ κάμπτειν τὰ γόνατα; ἔτι γὰρ ἁπαλαῖς οὔσαις ταῖς διανοίαις ταῖς ἡμετέραις, ταῦτα ἐγκατασπείρει ὁ διάβολος, ἵνα ἡμῖν τὸ δόγμα συναυξηθῇ. οὐκ ἂν οὖν ταῦτα παρῆκεν ὁ Παῦλος περὶ τοῦ Ἀντιχρίστου διαλεγόμενος, εἴ γε χρήσιμα ἦν, μηδὲ ταῦτα | |
10 | ζητῶμεν· οὐ γὰρ οὕτως ἥξει κλίνων τὰ γόνατα, ἀλλ’ ὑπεραιρό‐ μενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός. καθάπερ γὰρ ὁ διάβολος ἐξ ἀπονοίας ἔπεσεν, οὕτω καὶ ὁ ἐνεργού‐ | |
μενος εἰς αὐτὸν εἰς ἀπόνοιαν ἀλειφόμενος. | 378 | |
379(1t) | ΚΕΦΑΛΑΙΑ | |
2t | ΤΗΣ ΠΡΟΣ | |
3t | ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ. | |
4 | αʹ. Εὐχαριστία ὑπὲρ τῆς τῶν Θεσσαλονικέων πίστεως καὶ ἀγάπης | |
5 | καὶ ὑπομονῆς ἐπὶ τιμῇ αὐτῶν, καὶ κολάσει τῶν θλιβόντων· καὶ εὐχὴ ὑπὲρ τελειώσεως αὐτῶν ἐνδόξου ἐπὶ δόξῃ Χριστοῦ. βʹ. Περὶ τέλους, ὅτι μετὰ Ἀντίχριστον τὸν πεμπόμενον ἐπὶ ἐλέγχῳ Ἰουδαίων ἀπιστησάντων Χριστῷ. γʹ. Εὐχαριστία περὶ τῆς κλήσεως. | |
10 | δʹ. Παράκλησις εὐχῆς ὑπὲρ αὐτοῦ καὶ τοῦ ἔργου. εʹ. Προτροπὴ ἐργασίας καὶ παραιτήσεως τῶν ἀργῶν καὶ περιέργων. | |
ϛʹ. Εὐχὴ περὶ εἰρήνης τῆς παρὰ Θεοῦ. | 379 | |
380(1t) | ΕΞΗΓΗΣΙΣ | |
2t | ΕΙΣ ΤΗΝ | |
3t | ΠΡΟΣ ΤΟΥΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ. | |
4 | Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ | |
5 | Θεσσαλονικέων, ἐν Θεῷ πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἰ τὸ παρ’ ἀνθρώποις χάριτος τυχεῖν μέγα, τὸ παρὰ Θεῷ χάριν εὑρεῖν πόσον ἂν γένοιτο; διὰ τοῦτο προτίθησιν αὐτοῦ τῆς | |
10 | ἐπιστολῆς, καὶ τοῦτο ἐπεύχεται, εἰδὼς ὅτι ἂν τοῦτο ᾖ, οὐδὲν ἔσται λοιπὸν τῶν ἀνιαρῶν, ἀλλ’ ὅσα ἂν ᾖ δυσχερῆ, πάντα λυθήσεται. οἶδεν οὖν ὁ μακάριος οὗτος, ὅση τοῦ Θεοῦ ἡ χάρις, καὶ διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται, καὶ ἕτερον δέ τι κατασκευάζει, βου‐ λόμενος αὐτοὺς πρὸς τὰ μέλλοντα τῆς Ἐπιστολῆς εὐγνώμονας | |
15 | καταστῆσαι, ἵνα κἂν ἐπιτιμᾷ, κἂν ἐπιπλήττῃ, μὴ ἀποπηδῶσι· διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάντων τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρδίαν, ἵνα κἂν θλίψις ᾖ, ἀναμιμνησκόμενοι τῆς χάριτος ἀφ’ ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων ἐν τοῖς ἐλάττοσι, μὴ ἀπογιγνώσκωσι, ἀλλ’ ἐκεῖθεν ἔχωσι τὴν παραμυθίαν, καθάπερ | |
20 | καὶ ἀλλαχοῦ γράφων ἔλεγεν· “εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν “τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλ‐ | |
“λαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.” | 380 | |
381(1t) | ΚΕΦ. Α. | |
2t | Εὐχαριστία ὑπὲρ τῆς τῶν Θεσσαλονικέων πίστεως καὶ ἀγάπης καὶ ὑπομονῆς | |
3t | ἐπὶ τιμῇ αὐτῶν καὶ κολάσει τῶν θλιβόντων, καὶ εὐχὴ ὑπὲρ τελειώσεως | |
4t | αὐτῶν ἐνδόξου ἐπὶ δόξῃ Χριστοῦ. | |
5 | Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἀξιόν ἐστιν. Πάλιν ταπεινοφροσύνης σημεῖον πολλῆς· ἐδίδου γὰρ αὐτοῖς λο‐ γίζεσθαι καὶ ἐννοεῖν, ὅτι εἰ οἱ ἄλλοι ὑπὲρ τῶν ἡμετέρων κατορθωμά‐ | |
10 | των οὐχ ἡμᾶς πρῶτον θαυμάζουσιν, ἀλλὰ τὸν Θεὸν, πολλῷ μᾶλλον καὶ ἡμεῖς· ἄλλως δὲ καὶ ἐπαίρει αὐτῶν τὰ φρονήματα, ὅτι τοιαῦτα πάσχουσιν, οὐ θρήνων ἄξια, ἀλλ’ εὐχαριστίας τῆς εἰς τὸν Θεόν. Ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. | |
15 | Καὶ πῶς ἔνι πίστιν αὐξῆσαι, φησί; τουτέστιν, ὅταν ὑπὲρ αὐτῆς πάσχωμέν τι δεινόν· μέγα μὲν οὖν καὶ τὸ ἐστηρίχθαι, καὶ ὑπὸ τῶν λογισμῶν μὴ παραφέρεσθαι· ὅταν δὲ ἄνεμοι προσαράσσουσιν, ὅταν ὑετοὶ καταρρήγνυνται, ὅταν αἴρηται πανταχόθεν χαλεπὸς ὁ χει‐ μὼν, ὅταν ἐπάλληλα τὰ κύματα ᾖ, εἶτα μὴ παρασαλευώμεθα, | |
20 | οὐδενὸς ἑτέρου τεκμήριόν ἐστιν, ἀλλ’ ἢ τοῦ ὑπεραυξηθῆναι καὶ ὑψηλοτέραν γενέσθαι. συμβάλλεται δὲ πρὸς τὰς θλίψεις καὶ τὸ συμπεφράχθαι, καὶ τὸ ἀλλήλων ἔχεσθαι· διὰ τοῦτό φησι, “καὶ “πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου ὑμῶν εἰς ἀλλήλους,” τουτ‐ έστιν, ὅτι ἰσόρροπός τίς ἐστι καὶ μετὰ δικαιοσύνης ἡ ἀγάπη, τῷ | |
25 | μὴ μόνον ἀγαπᾶν, ἀλλὰ καὶ ἀγαπᾶσθαι. Καὶ εἰς πάντας ἐκτεταμένη, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ. Εἰ τοίνυν ἡμεῖς ἐφ’ ὑμῖν εὐχαριστῶμεν Θεῷ, καὶ καυχώμεθα παρὰ ἀνθρώποις, πολλῷ μᾶλλον ὑμᾶς ἐπὶ τοῖς ὑμετέροις χρὴ κα‐ | |
30 | λοῖς τοῦτο ποιεῖν. Ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως. | |
Ἡ ὑπομονὴ ἀπὸ χρόνου φαίνεται πολλοῦ· οὐχ ἁπλῶς δέ φησιν, | 381 | |
382 | ὑπομονὴν, ἀλλὰ τὴν μείζονα· ποίαν δὴ ταύτην; τὴν διὰ τῶν διω‐ γμῶν· διὸ ἐπιφέρει, “ἐν πᾶσι τοῖς διωγμοῖς καὶ ταῖς θλίψεσι ἃς “ἀνέχεσθε·” πολεμίοις γὰρ συνέζων διηνεκῶς, πάντοθεν βλάπτειν ἐπιχειροῦσι, καὶ στερρὰν καὶ ἀκίνητον τὴν ὑπομονὴν ἐπεδείκνυν, | |
5 | “τὸ ἔνδειγμα,” φησὶ, “τῆς δικαίας κρίσεως τοῦ Θεοῦ.” Ἤδη τὴν ἀνταπόδοσιν ᾐνίξατο ἑκατέραν, καὶ τὴν τῶν ποιούντων κακῶς, καὶ τὴν τῶν πασχόντων· ὡσανεὶ ἔλεγεν, ἵν’ ὅταν ὑμᾶς μὲν στε‐ φανοῖ, ἐκείνους δὲ κολάζῃ, δείκνυται τὸ δίκαιον τοῦ Θεοῦ. Εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, | |
10 | ὑπὲρ ἧς καὶ πάσχετε. Οὐκ ἄρα οὖν ἀπὸ τοῦ δυνατωτέρους εἶναι τοὺς ἀδικοῦντας τοῦτο γίνεται, ἀλλ’ ἀπὸ τοῦ δεῖν οὕτως εἰς τὴν βασιλείαν εἰσιέναι· “διὰ πολλῶν γὰρ θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν “τοῦ Θεοῦ.” | |
15 | Εἴπερ δίκαιον παρὰ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβου‐ σιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρα‐ νοῦ, μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ. Τὸ “εἴπερ” ἐνταῦθα ἀντὶ τοῦ ἐπείπερ κεῖται, ὅπερ ἐπὶ τῶν | |
20 | σφόδρα ὡμολογημένων καὶ ἡμεῖς τίθεμεν, καὶ ἀναντιρρήτων, ἀντὶ τοῦ ὅτι σφόδρα δίκαιον· ὡσανεὶ ἔλεγεν, εἰ μέλει τῷ Θεῷ τῶν πραγμάτων, φροντίζει ὁ Θεός· καὶ οὐ τίθησιν ἀπὸ οἰκείας γνώμης ἐπὶ τῶν ὡμολογημένων, ἵνα ἐκείνους ἀναγκάσῃ εἰπεῖν· μάλιστα γὰρ αἱ τοιαῦται ψῆφοι ἀναμφίλεκτοί εἰσιν, ὡς καὶ αὐτῶν ἐκείνων | |
25 | εἰδότων ὅτι δικαιόν ἐστιν. εἰ γὰρ παρὰ ἀνθρώποις τοῦτο δίκαιον, πολλῷ μᾶλλον παρὰ Θεῷ· “ἀνταποδοῦναι,” φησὶ, “τοῖς θλί‐ “βουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν.” Τί οὖν; ἴση ἡ ἀνταπόδοσις; οὐδαμῶς· ἀλλ’ ὅρα διὰ τῶν ἑξῆς, πῶς δείκνυσι σφοδροτέραν οὖσαν καὶ τὴν ἄνεσιν πολλῷ μείζονα. | |
30 | Μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ. Ἰδοὺ καὶ ἕτερα παράκλησις, τὸ καὶ αὐτοὺς κοινωνοὺς ἔχειν τῶν θλίψεων, καὶ ἐν τῇ ἀποδόσει κοινωνούς· τοῖς μυρία κατορθωκόσι | |
μείζονα, συνάπτει αὐτοὺς ἐν τοῖς στεφάνοις· εἶτα καὶ τὸν καιρὸν | 382 | |
383 | προστίθησι, καὶ διὰ τῆς ὑπογραφῆς ἐπανάγει τὰς διανοίας αὐτῶν, μόνον οὐκ ἀνοίγων τῷ ῥήματι τοὺς οὐρανοὺς ἤδη, καὶ τοῖς ὀφθαλ‐ μοῖς αὐτῶν παριστὰς, καὶ περιτίθησιν αὐτῷ τὴν στρατιὰν τὴν ἀγγελικὴν, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τῶν μετ’ αὐτοῦ, πλατυ‐ | |
5 | τέραν τὴν εἰκόνα ποιῶν, ὥστε αὐτοὺς ἀναπνεῦσαι μικρόν. Ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου Ἰησοῦ. Εἰ οἱ τῷ Εὐαγγελίῳ μὴ ὑπακούσαντες διδόασι τιμωρίαν, οἱ | |
10 | μετὰ τοῦ μὴ ὑπακοῦσαι καὶ θλίβοντες ὑμᾶς τί πείσονται; ὥστε εἰ καὶ μὴ δι’ ὑμᾶς, δι’ ἑαυτὸν γοῦν ἀνάγκη τιμωρήσασθαι αὐτούς. τοῦτο μὲν οὖν ὑπὲρ πληροφορίας εἴρηται, ὅτι πάντως αὐτοὺς κολασθῆναι δεῖ· τὸ δὲ πρότερον πάλιν, ὑπὲρ τοῦ καὶ αὐτοὺς τετι‐ μῆσθαι, ὅτι δι’ ὑμᾶς ταῦτα πάσχουσι. τὸ μὲν γὰρ πιστεῦσαι | |
15 | ὑπὲρ τῆς τιμωρίας αὐτοὺς ποιεῖ· τὸ δὲ ἡσθῆναι ὅτι ὑπὲρ τῶν εἰς αὐτοὺς γεγενημένων ταῦτα πάσχουσι· ταῦτα εἴρηται μὲν πρὸς ἐκείνους, ἁρμόζει δὲ καὶ ἡμῖν. ὅταν οὖν ἐν θλίψεσιν ὦμεν, ταῦτα λογιζώμεθα, μὴ τῇ ἑτέρων τιμωρίᾳ χαίρωμεν ὡς ἐκδικούμενοι, ἀλλ’ ὡς αὐτοὶ τοιαύτης ἀπηλλαγμένοι κολάσεως καὶ τιμωρίας. | |
20 | Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώ‐ που τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυ‐ μασθῆναι ἐν τοῖς πιστεύσασιν. Ὅτι οὐκέτι πρόσκαιρος ἡ γέεννα, ἄκουσον τοῦ Παύλου λέγοντος | |
25 | νῦν περὶ τῶν μὴ εἰδότων τὸν Θεὸν, μηδὲ πιστευόντων τῷ εὐαγγε‐ λίῳ, ὅτι “δίκην τίσουσιν, ὄλεθρον αἰώνιον·” τὸ αἰώνιον τοίνυν πῶς πρόσκαιρον; “ἀπὸ προσώπου,” φησὶ, “τοῦ Κυρίου·” τὸ εὔκολον ἐνταῦθα βούλεται εἰπεῖν· ἐπειδὴ γὰρ μέγα ἐφύσων τότε, οὐ δεῖ, φησὶ, πολλῆς ἐργωδίας, ἀλλ’ ἀρκεῖ παραγενέσθαι καὶ ὀφθῆναι τὸν | |
30 | Θεὸν, καὶ πάντες ἐν κολάσει καὶ τιμωρίᾳ γίνονται· ἡ παρουσία οὖν αὐτοῦ τοῖς μὲν φῶς, τοῖς δὲ τιμωρία. Καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ. | |
Θεὸς ἐνδοξάζεται; ναί· ἐν πᾶσι, φησὶ, τοῖς ἁγίοις. ὅταν γὰρ | 383 | |
384 | ἴσωσι οἱ μεγάλα φυσῶντες, τοὺς μαστιζομένους ὑπ’ αὐτῶν, τοὺς καταφρονουμένους, ἐγγὺς ὄντας αὐτοῦ, δόξα γίνεται, μᾶλλον δὲ αὐτῶν δόξα ἐστίν· αὐτοῦ μὲν, ὅτι αὐτοὺς οὐκ ἐγκατέλιπεν, ἀλλὰ λαμπροὺς ἀνέδειξεν· αὐτῶν δὲ, ὅτι τοσαύτης κατηξιώθησαν τιμῆς. | |
5 | δόξα ἐστὶ τοῦ ἀγαθοῦ τὸ ἔχειν οἷς τὰς εὐεργεσίας μεταδῷ. Καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι. Τουτέστι διὰ τῶν πιστευόντων. ἰδοὺ πάλιν τὸ “ἐν” διὰ ἐστί· δι’ ἐκείνων γὰρ θαυμαστὸς ἐπιδείκνυται, ὅταν τοὺς οἰκτροὺς τοὺς ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς | |
10 | τοσαύτην ἄγει λαμπρότητα. δείκνυται αὐτοῦ ἡ ἰσχὺς τότε, ὅτι εἰ καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ’ ὅμως ἐκεῖ πολλῆς ἀπολαύσουσι τῆς δόξης· τότε μάλιστα πᾶσα ἡ δόξα τοῦ Θεοῦ δείκνυται καὶ ἰσχύς· πῶς; “ὅτι ἐπιστεύθη, φησὶ, τὸ μαρτύριον “ἡμῶν ἐφ’ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἰς ὃ καὶ προσευχόμεθα | |
15 | “πάντοτε περὶ ὑμῶν·” τουτέστιν, ὅταν παράγωνται εἰς μέσον οἱ μυρία παθόντες δεινὰ, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ μὴ ἐνδόν‐ τες, ἀλλὰ πιστεύσαντες, δοξάζεται ὁ Θεός. τότε δείκνυται καὶ τούτων ἡ δόξα. διὰ τοῦτό φησι, τῇ ἡμέρᾳ ἐκείνῃ δείκνυνται οἱ πιστεύσαντες. | |
20 | Ἄλλος φησί· τὸ “ἐν τῇ ἡμέρᾳ ἐκείνῃ” πρὸς τὸ “καὶ θαυμα‐ “σθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν” ἀποδοτέον, ἵνα ᾖ διὰ μέσου κείμενον τὸ “ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς,” τελευ‐ ταῖον ὂν τῇ τῆς ἐννοίας ἀκολουθίᾳ. βούλεται γὰρ εἰπεῖν, ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν ἐπίδοξος καὶ θαυμαστὸς ἐν τοῖς πεπιστευκόσι | |
25 | φανήσεται διὰ τῶν περὶ αὐτῶν ἀγαθῶν, ὧν δὴ καὶ ὑμεῖς ἀπελαύ‐ σατε, ἅτε δὴ τὴν διδασκαλίαν ἡμῶν παραδεξάμενοι. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. | |
30 | “Ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως·” οὐ γὰρ ἐκλήθησαν· διὰ τοῦτο ἐπήγαγε, “καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης,” τουτέστιν | |
ἀρέσκειαν, πληροφορίαν· ἵνα τὸ πίσμα τοῦ Θεοῦ γένηται, “καὶ | 384 | |
385 | “ἔργον πίστεως ἐν δυνάμει,” τουτέστιν, ἡ ὑπομονὴ τῶν διωγμῶν, ἵνα μὴ ἐκλυώμεθα. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ | |
5 | ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἶπεν ἐκεῖ δόξαν, εἶπε καὶ ἐνταῦθα· εἶπεν ὅτι αὐτοὶ δοξάζονται ὥστε καυχᾶσθαι· εἶπεν ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ τὸν Θεὸν δοξά‐ ζουσιν· εἶπεν ὅτι ἀπολήψονται τὴν δόξαν ἐκείνην, ἀλλὰ καὶ ἐνταῦθά φησι· τοῦ γὰρ δεσπότου δοξαζομένου, καὶ οἱ δοῦλοι δοξάζονται· οἱ | |
10 | γὰρ τὸν δεσπότην δοξάζοντες πολλῷ μᾶλλον αὐτοὶ δοξάζονται, καὶ τούτῳ αὐτῷ, καὶ χωρὶς τούτου. δόξα γὰρ ὄντως ἡ θλίψις ἡ διὰ Χρι‐ στὸν, καὶ πανταχοῦ δόξαν τὸ πρᾶγμα καλεῖ· εἶτα πάλιν δεικνὺς, ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Θεοῦ ἐστι, φησὶ, “κατὰ τὴν χάριν τοῦ Θεοῦ “ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,” τουτέστι ταύτην τὴν χάριν | |
15 | αὐτὸς ἡμῖν ἔδωκεν, ἵνα δοξάζηται ἐν ἡμῖν καὶ δοξάζῃ ἡμᾶς ἐν αὐτῷ. πῶς δοξάζεται ἐν ἡμῖν; ὅτι οὐδὲν αὐτοῦ προτιμῶμεν. πῶς δοξαζόμεθα ἐν αὐτῷ; ὅτι δύναμιν εἰλήφαμεν παρ’ αὐτοῦ, ὥστε μὴ ἐνδιδόναι τοῖς ἐπαγομένοις δεινοῖς. | |
19t | ΚΕΦ. Β. | |
20t | Περὶ τέλους, ὅτι μετὰ Ἀντίχριστον τὸν πεμπόμενον ἐπὶ ἐλέγχῳ Ἰουδαίων, | |
21t | ἀπιστησάντων Χριστῷ. | |
22 | Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περὶ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τῆς | |
25 | νοός. Πότε μὲν ἔσται ἀνάστασις, οὐκ εἴρηκεν, ὅτι δὲ νῦν οὐκ ἔσται, εἴρηκε, “καὶ ἡμῶν,” φησὶν, “ἐπισυναγωγῆς ἐπ’ αὐτόν.” οὐ μικρὸν καὶ τοῦτο σημεῖον· ὅρα πῶς πάλιν ἡ παραίνεσις μετ’ ἐγκωμίων καὶ προτροπῆς τῷ πάντως μεθ’ ἡμῶν αὐτὸν φαίνεσθαι καὶ τοὺς | |
30 | ἁγίους πάντας· “περὶ τῆς ἀναστάσεως,” φησὶ, “καὶ τῆς ἐπι‐ “συναγωγῆς φησὶ, τῆς ἡμῶν, ὁμοῦ γὰρ ταῦτα ἔσται, ἐπαίρει τὴν | |
διάνοιαν αὐτῶν. | 385 | |
386 | Εἰς τὸ μὴ σαλεύεσθαι ταχέως ὑμᾶς μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιστο‐ λῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου, μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον. | |
5 | Θεοδώρου. Ὅτι περὶ τῆς Χριστοῦ παρουσίας καὶ τῆς ἡμῶν ἐπ’ αὐτὸν ἐκείνης ἐπισυναγωγῆς, μὴ πείθεσθε τοῖς βουλομένοις ἀπατᾷν ὑμᾶς, ὡς ἂν ἐγγύθεν παρόντος ἐκείνου τοῦ καιροῦ· ἀλλ’ εἴτε ὡς ἀπὸ πνευματικῆς ἐνεργείας λέγειν τις ἐπαγγέλλεται, εἴτε ὡς ἀπὸ λόγου ἢ ἐπιστολῆς ἡμετέρας τοῦτο μαθὼν, μὴ πείσεσθε. | |
10 | Ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκα‐ λυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν, ὅτι ἔστι Θεός. | |
15 | Ἰωάννου. Περὶ τοῦ Ἀντιχρίστου ἐνταῦθα διαλέγεται, καὶ μέγα ἀποκαλύπτει μυστήριον. αὐτὸν καλεῖ ἀποστασίαν, ὡς πολ‐ λοὺς μέλλοντα ἀπολλύναι καὶ ἀφιστᾷν, “ὥστε,” φησὶ, “σκαν‐ “δαλισθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς.” καὶ ἄνθρωπον δὲ ἁμαρτίας αὐτὸν καλεῖ, μυρία γὰρ ἐργάσεται, καὶ παρασκευάσει | |
20 | ἑτέρους ἐργάσασθαι δεινά· καὶ υἱὸν δὲ τῆς ἀπωλείας φησὶν αὐτὸν, διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι. τίς δὲ οὗτός ἐστιν; ἄνθρωπός τις πᾶσαν τοῦ Σατανᾶ δεχόμενος τὴν ἐνέργειαν, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα. οὐ γὰρ εἰς εἰδωλολατρείαν ἄξει ἐκεῖνος, ἀλλ’ ἀντίθεός τις ἔσται· πάντας καταλύσει τοὺς | |
25 | θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, καὶ καθευδή‐ σεται εἰς τὸν ναὸν τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσολύμοις, ἀλλὰ καθ’ ἑκάστην ἐκκλησίαν, ἀποδεικνύντα, φησὶν, ἑαυτόν. οὐκ εἶπε λέ‐ γοντα, ἀλλὰ πειρώμενον ἀποδεικνύναι· καὶ γὰρ ἔργα μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστὰ τοῖς ἐξ αὐτῶν πλα‐ | |
30 | νωμένοις· “οὐ μνημονεύετε,” φησὶν, “ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα “ἔλεγον ὑμῖν;” ὁρᾷς ὅτι ἀναγκαῖον συνεχῶς ταῦτα λέγει καὶ ἐπαντλεῖ τοῖς αὐτοῖς ῥήμασιν; ἰδοὺ γὰρ καὶ πάροντος ἤκουσαν ταῦτα λέγοντος, καὶ πάλιν ἐδεήθησαν ὑπομνήσεως. | |
Θεοδώρου. Διὰ τούτου δείκνυσιν ὅτι τὴν εἰδωλολατρείαν, ἣν | 386 | |
387 | ὁ διάβολος συνεστήσατο, αὐτὸς ἐλθὼν ἀνατρέπει, καὶ πᾶσαν αἵρε‐ σιν ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας, αὐτὸς ἐλθὼν παραλύει· ἵνα καὶ ἐν τούτῳ τὸ κρίμα ἔχωσιν οἱ ἄνθρωποι, ὅτι τὰ ἐφ’ οἷς ἐπλανήθησαν, οὐκ αὐτοὶ καθεῖλον, ἀλλ’ ὁ πλανῶν αὐτούς. ταύτας | |
5 | γὰρ τὰς πλάνας ἃ κατὰ μέρος συνεστήσατο ὁ διάβολος, ἀφιστῶν τοῦ Θεοῦ, καὶ ἠρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵν’ ὅταν μετὰ ταῦτα ἔλθῃ, προητοιμασμένα εὑρηκὼς καὶ πεπλανημένους τοὺς ἀνθρώπους, καὶ ἐκτὸς ὄντας τοῦ Θεοῦ τῆς βοηθείας, εὐχερῶς ἑαυτῷ δόξῃ κατορθοῦν τὸ σπουδαζόμενον, τουτέστι τὸ προσκυνη‐ | |
10 | θῆναι αὐτὸν παρὰ πάντων ἀνθρώπων. ὡς γὰρ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις, αἵ τε παρ’ Ἕλλησι καὶ αἱ παρὰ τοῖς Χριστι‐ ανοῖς, τῷ διαβόλῳ· ὥσπερ δὲ ἁψῖδος σφιγγείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν, ἡ ὑποσκευὴ αἴρεται, μένει δὲ μόνη ἡ ἁψὶς στερρά· οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς | |
15 | πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν, ὥσπερ ἁψῖδα, μεγίστην τὴν ἑαυτοῦ προσκύνησιν προκατασκευάζων, ἵν’ ὅταν ἔλθῃ ἐκδικῶν πάσας τὰς αἱρέσεις, καὶ αὐτὸς καταργεῖ, γυμνὴν τὴν ἑαυτοῦ προσ‐ κύνησιν εἰσάγων ἀνθρώποις. Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι | |
20 | αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. τὸ γὰρ μυστήριον ἤδη ἐνερ‐ γεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύ‐ ριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ | |
25 | ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ. Τί δήποτέ ἐστι τὸ κατέχον ἀποκαλυφθῆναι αὐτόν; τουτέστι τὸ κωλύον· οἱ μὲν τοῦ Πνεύματος τὴν χάριν φασὶν, οἱ δὲ τὴν Ῥωμαϊκὴν ἀρχὴν, οἷς ἐγὼ μάλιστα τίθεμαι· διὰ τί; ὅτι εἰ τὸ Πνεῦμα ἐβούλετο εἰπεῖν, οὐκ ἂν εἶπεν ἀσαφῶς, ἀλλὰ φανερῶς, | |
30 | ὅτι καὶ νῦν αὐτὸν κατέχει ἡ τοῦ Πνεύματος χάρις, τουτέστι, τὰ χαρίσματα· ἄλλως τε ἔδει ἤδη παραγενέσθαι, εἴγε ἔμελλε τῶν χαρισμάτων ἐκλειπόντων παραγίνεσθαι, καὶ γὰρ πάλαι ἐκλέλοι‐ πεν· ἐπειδὴ δὲ περὶ τῆς Ῥωμαίων ἀρχῆς τοῦτό φησιν, εἰκότως | |
ᾔνίξατο καὶ συνεσκιασμένως· οὐδὲ γὰρ ἐβούλετο περιττὰς ἔχθρας | 387 | |
388 | ἀναδέχεσθαι καὶ κινδύνους ἀνοήτους· “τὸ γὰρ μυστήριον,” φησὶν, “ἤδη ἐνεργεῖται τῆς ἀνομίας·” Νέρωνα ἐνταῦθά, φησιν, ὡσανεὶ τύ‐ πον ὄντα τοῦ Ἀντιχρίστου· καὶ γὰρ καὶ ἐκεῖνος ἐβούλετο νομίζεσθαι Θεός· καὶ καλῶς εἶπε “τὸ μυστήριον,” τουτέστιν, οὐ φανερῶς ὡς | |
5 | ἐκεῖνος, οὐδὲ ἀπηρυθριασμένως· εἰ γὰρ πρὸ τοῦ χρόνου ἐκείνου ἀνὴρ εὑρέθη, φησὶν, ὃς οὐ πολὺ τοῦ Ἀντιχρίστου ἐλείπετο κατὰ τὴν κακίαν, τί θαυμαστὸν, εἰ ἤδη ἔσται; καὶ φανερὸν δὲ αὐτὸν οὐκ ἠθέλησε ποιῆσαι· τοῦτο οὐ διὰ δειλίαν, ἀλλὰ παιδεύων ἡμᾶς μὴ περιττὰς ἔχθρας ἀναδέχεσθαι, ὅταν μηδὲν ᾖ τὸ κατεπεῖγον. | |
10 | Ὅταν οὖν ἡ ἀρχὴ ἡ Ῥωμαϊκὴ ἐκ μέσου γένηται, τότε ἐκεῖνος ἥξει· καὶ εἰκότως· ἕως γὰρ ἂν ὁ ταύτης ᾖ τῆς ἀρχῆς φόβος, οὐδεὶς ταχέως ὑπεραρθήσεται· ὅταν δὲ αὕτη καταλυθῇ, ἐπιθήσεται τῇ ἀναρχίᾳ, καὶ τὴν τῶν ἀνθρώπων καὶ τὴν τοῦ Θεοῦ ἐπιχειρήσει ἁρπά‐ σαι ἀρχήν. ὥσπερ γὰρ αἱ πρὸ τούτου κατελύθησαν βασιλεῖαι, οἷον | |
15 | ἡ Μήδων ὑπὸ Βαβυλωνίων, ἡ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ Περσῶν ὑπὸ Μακεδόνων, ἡ Μακεδόνων ὑπὸ Ῥωμαίων, οὕτω καὶ αὕτη ὑπὸ Ἀντιχρίστου, κἀκεῖνος ὑπὸ τοῦ Χριστοῦ, καὶ οὐκέτι καθέξει. καὶ ταῦτα μετὰ πολλῆς τῆς σαφηνείας ὁ Δανιὴλ ἡμῖν παρακατατίθε‐ ται. “καὶ τότε,” φησὶν, “ἀποκαλυφθήσεται ὁ ἄνομος.” καὶ τί μετὰ | |
20 | ταῦτα; ἐγγὺς ἡ παραμυθία, “ὃν ὁ Κύριος ἀνελεῖ τῷ πνεύματι “τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρου‐ “σίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία, κατ’ ἐνέργειαν τοῦ Σατανᾶ.” Καθάπερ γὰρ πῦρ ἐπελθὸν τὰ μικρὰ ζωΰφια καὶ πρὸ τῆς παρου‐ σίας αὐτῆς πόρρωθεν ὄντα ναρκᾷν ποιεῖ καὶ ἀναλίσκει, οὕτω καὶ ὁ | |
25 | Χριστὸς τοῦτον· τῷ ἐπιτάγματι μόνῳ καὶ τῇ παρουσία ἀρκεῖ παρεῖ‐ ναι αὐτὸν, καὶ πάντα ταῦτα ἀπώλεσε· στήσει τὴν ἀπάτην καὶ φανεὶς μόνον. εἶτα τίς ἐστιν οὗτος, “οὗ ἐστι μὴ παρουσία κατ’ “ἐνέργειαν τοῦ Σατανᾷ, ἐν πάσῃ δυνάμει,” φησὶ, “καὶ σημείοις “καὶ τέρασι ψεύδους.” ταῦτα προεῖπεν, ἵνα μὴ ἀπατηθῶσιν οἱ | |
30 | τότε, τουτέστιν, πᾶσαν ἐπιδείξεται δύναμιν, ἀλλ’ οὐδὲν ἀληθὲς, ἀλλὰ πρὸς ἀπάτην· “καὶ τέρασι,” φησὶ, “ψεύδους,” ἤτοι διε‐ ψευσμένα, ἢ εἰς ψεῦδος ἄγουσιν. Σευηριανὸς δὲ “τὸ κατέχον,” φησὶ, τὴν τοῦ Ἁγίου Πνεύμα‐ τος χάριν. | |
35 | Θεόδωρος δὲ, ὁμοίως τῷ μακαρίῳ Ἰωάννῃ ταύτην οὐ | 388 |
389 | προσίεται τὴν ἐξήγησιν, φάσκων, οὐ πιθανὸν ἔμοιγε φαίνεται τοῦτο, ἐπεὶ καὶ ἐπαύσαντο ἐκ πλείονος ἤδη τοῦ χρόνου. εἰ γάρ τις μὴ πεπαῦσθαι βούλοιτο λέγειν διὰ τὸ παρά τινων προσευ‐ χὴν γίνεσθαι κατὰ τὸ σπάνιον· ἔνια οὐδὲ παυθήσεται κατά γε | |
5 | τοῦτον τὸν τρόπον, ἐπεὶ μηδὲ ἐπιλείπειν πάντη τοὺς ἁγίους, οἷόν τε ἐσομένων καὶ τότε τῶν οὐ προσιεμένων τὴν ἐκείνου δι‐ δασκαλίαν· οἳ καὶ διαλάμψουσιν ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι. λέγει δὲ “τὸ κατέχον,” ὡς ἂν τοῦ διαβόλου μὲν ἐθέλοντος καὶ ἤδη τοῦτο ποιῆσαι, τοῦ Θεοῦ δὲ κατέχοντος αὐτὸν τέως διὰ τὸ | |
10 | καιρὸν ὁρίσαι τῇ συντελείᾳ τοῦ αἰῶνος, καθ’ ὃν ὀφθῆναι συγχωρεῖ κἀκεῖνον. τοῦτο κατέχον ὁ Ἀπόστολος ὀνομάζει τοῦ Θεοῦ τὸν ὅρον· ὅθεν καὶ ἐπήγαγεν “εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν τῷ ἑαυτοῦ “καιρῷ·” “τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται,” ἀντὶ τοῦ, εἰ καὶ μὴ κατὰ τὸ σαφὲς ἤδη τὴν ἀποστασίαν ἐργάζεται ὁ διάβολος, ἀλλ’ | |
15 | οὖν γε ὡς ἐν μυστηρίῳ πλεῖστα καὶ νῦν διαπράττεται, ἑκάστοτε διὰ τῶν οἰκείων τῆς εὐσεβείας ἀφιστᾷν πειρώμενος τοὺς προσίον‐ τας τῇ πίστει. Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. Προσεκτέον ὅτι ἀποκάλυψιν τοῦ Ἀντιχρίστου ἐκάλεσε τὴν | |
20 | φανέρωσιν, ἔν τε τοῖς ἀνωτέροις “ἀποκαλυφθῇ ὁ ἄνθρωπος” εἰπὼν, κἀνταῦθα “ἀποκαλυφθήσεται ὁ ἄνομος,” ὡς ἂν τοῦ διαβόλου πάντοτε μὲν ἀπὸ τῆς τοῦ Κυρίου παρουσίας μελετῶντος αὐτὸ ἐπὶ τῇ τῶν ἀνθρώπων βλάβῃ, καὶ ἤδη γε αὐτὸ καὶ ποιήσαντος ἂν, εἰ μὴ κατὰ τὴν ἀπόρρητον αὐτοῦ βουλὴν κατεῖχεν αὐτὸν ὁ Θεός· | |
25 | ἐργασαμένου δὲ τότε καὶ οἴσοντος γε εἰς φανερὸν τὸ πάλαι δοκοῦν αὐτῷ, ὅταν συγχωρηθῇ τὴν οἰκείαν γνώμην ἐκβαλεῖν εἰς ἔργον. “ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ.” ἐκείνου, φησὶ, τοιαῦτα διαπραττομένου κατὰ τῆς οἰκουμένης, καὶ πάντας ἀνθρώπους ἀφιστῶντος τῆς εὐσεβείας, ἐξαίφνης ἀπ’ οὐρα‐ | |
30 | νῶν φανεὶς ὁ Χριστὸς, καὶ μόνον ἐπιβοήσας, παύσει τῆς ἐργασίας, ὅλον αὐτὸν ἀναλώσας· τοῦτο γὰρ λέγει· τὸ “τῷ πνεύματι τοῦ “στόματος αὐτοῦ,” ἀντὶ τοῦ τῇ φωνῇ, ἀπὸ τοῦ παρ’ ἡμῖν αὐτὸ εἰρηκὼς, ἐπειδὴ ἡμεῖς τῷ πνεύματι συνεργῷ κεχρήμεθα πρὸς τὴν | |
ἔναρθρον λαλιάν. | 389 | |
390 | Σευηριανός. Τοῦτό ἐστι τὸ “καὶ πνεύματι διὰ χειλέων ἀνε‐ “λεῖ ἀσεβῆ,” ὅπερ Ἡσαΐας φησί· μνημονεύσας γὰρ τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ, ἐπήγαγε, “καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στό‐ “ματος αὐτοῦ, καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.” τὸ δὲ | |
5 | πατάσσειν τὴν γῆν προεῖπε διὰ τοῦ ὑστέρου τῶν προφητῶν· εἰρη‐ κὼς γὰρ “ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης·” καὶ μετ’ ὀλίγα· “ἰδοὺ ἀποστέλλω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην·” τελευταῖον ἐπήγαγε λόγον τὸ “μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.” “καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.” ζωὴν | |
10 | ἡμῶν εἶπε τὸν Χριστὸν ὁ Ἀπόστολος καὶ ἐπήγαγεν, “ὅταν ἡ ζωὴ “ὑμῶν φανερωθῇ·” ζωῆς οὖν οὐρανόθεν φανερουμένης ἀδύνατον μὴ καταργηθῆναι τὸν τοῦ θανάτου πρόξενον, “οὗ ἐστιν ἡ παρουσία “κατ’ ἐνέργειαν τοῦ Σατανᾶ.” τοῦτο ὤφειλε πεῖσαι τοὺς Ἀρεια‐ νοὺς, ὅτι ὅλον ἄνθρωπον ἀνέλαβεν ὁ Θεὸς Λόγος· κατὰ γὰρ μίμη‐ | |
15 | σιν τῆς δικαιοσύνης καὶ τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔρχεται ὁ Σατανᾶς καὶ ἐνεργήσει ἐν ἀνθρώπῳ, καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. τί οὖν συνεχώρησεν ὁ Θεὸς τοῦτο γενέσθαι; καὶ τί τὸ κέρδος τῆς αὐτοῦ παρουσίας, εἰ ἐπὶ λύμῃ τῆς ἡμετέρας γίνεται γενεᾶς; ἄκουε λέγοντος αὐτοῦ, ἐν τοῖς ἀπολλυμένοις ἰσχύ‐ | |
20 | σει, οἳ εἰ καὶ μὴ παρεγένετο ἐκεῖνος, οὐκ ἂν ἐπείσθησαν· τί οὖν τὸ κέρδος; ὅτι αὐτοὶ οὗτοι οἱ ἀπολλύμενοι ἐπιστομισθήσονται· πῶς; ὅτι εἰ καὶ μὴ ἦλθεν ἐκεῖνος, οὐκ ἂν ἐπίστευσαν τῷ Χριστῷ· ἔρχεται οὖν, ἐλέγξων αὐτούς· ἵνα γὰρ μὴ μέλλωσι λέγειν, ὅτι ἐπειδὴ Θεὸν ἑαυτὸν ἔλεγεν ὁ Χριστὸς, καί τοι γε οὐδαμοῦ εἶπεν | |
25 | φανερῶς, πλὴν ἀλλ’ ἐπειδὴ μετὰ ταῦτα ἐκήρυξαν, οὐκ ἐπιστεύ‐ σαμεν, ἐπειδὴ ἠκούσαμεν ταύτην αὐτῶν τὴν πρόφασιν ὁ Ἀντί‐ χριστος ἀναιρήσει· ὅταν γὰρ ἔλθῃ ἐκεῖνος, οὐδὲν ἐπιτάττων ὑγιὲς, ἀλλὰ πάντα παράνομα, καὶ ἀπὸ σημείων μόνον ψευδῶν πιστεύηται, ἀπορράψει τὸ στόμα αὐτοῖς· εἰ γὰρ τῷ Χριστῷ οὐ πιστεύεις, | |
30 | πολλῷ μᾶλλον οὐκ ἐχρῆν τῷ Ἀντιχρίστῳ πιστεῦσαι· ἐκεῖνος μὲν γὰρ ἔλεγε παρὰ τοῦ Πατρὸς πεπέμφθαι, οὗτος δὲ τοὐναντίον· διὰ τοῦτο ἔλεγεν ὁ Χριστὸς, “ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πάτρος “μου, καὶ οὐκ ἐδέξασθέ με, ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ | |
“ἰδίῳ, ἐκεῖνον λήψεσθε.” | 390 | |
391 | Ἀνθ’ ὧν γὰρ τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέ‐ ξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀλη‐ | |
5 | θείᾳ, ἀλλ’ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. “Ἵνα κριθῶσι,” φησὶν, εἶπεν, ἀντὶ τοῦ οὐχ ἵνα κολασθῶσι· καὶ γὰρ πρὸ τούτου ἔμελλον κολάζεσθαι, ἀλλ’ ἵνα κατακριθῶσι, τουτέστιν, ἐπὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, “οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκή‐ | |
10 | “σαντες ἐν τῇ ἀδικίᾳ.” ἀγάπην ἀληθείας τὸν Χριστὸν καλεῖ· “ἀνθ’ ὧν γὰρ,” φησὶ, “τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο.” ἀμφότερα γὰρ ἦν, καὶ δι’ ἀμφότερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους, καὶ ὑπὲρ ἀληθῶν πραγμάτων, “ἀλλ’ εὐδοκήσαντες,” φη‐ σὶν, “ἐν τῇ ἀδικίᾳ·” ἐπὶ γὰρ λύμῃ τῶν ἀνθρώπων ἦλθεν, ἀδικήσων | |
15 | αὐτούς· ἀλλὰ μὴ δείσῃς, ἐν τοῖς ἀπολλυμένοις ἕξει τὴν ἰσχύν· καὶ γὰρ καὶ ὁ Ἡλίας ἥξει τότε, τοὺς πιστοὺς ἀσφαλιζόμενος· καὶ τοῦτο ὁ Χριστός φησιν· “Ἡλίας μὲν ἔρχεται, καὶ ἀποκα‐ “ταστήσει πάντα.” “ἐν δυνάμει καὶ πνεύματι Ἡλίου·” διὰ τοῦτο εἴρηται. οὔτε γὰρ σημεῖα εἰργάσατο καθάπερ Ἡλίας, οὔτε θαύ‐ | |
20 | ματα· “Ἰωάννης μὲν γὰρ ἐποίησε σημεῖον οὐδέν· πάντα δὲ ὅσα “εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν·” πῶς οὖν “ἐν πνεύματι “καὶ δυνάμει Ἡλίου;” τουτέστι, τὴν αὐτὴν ἀναλήψεται διακο‐ νίαν, καθάπερ οὗτος πρόδρομος τῆς προτέρας παρουσίας, οὕτω κἀκεῖνος πρόδρομος τῆς ἐνδόξου καὶ δευτέρας αὐτοῦ παρουσίας· | |
25 | καὶ εἰς τοῦτο φυλάττεται. Θεόδωρος δέ φησιν εἰς τὸ “διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς “ἐνέργειαν πλάνης,” τὴν συγχώρησιν δηλονότι, ὡς ἔργον τῷ Θεῷ περιῆψεν· βούλεται γὰρ εἰπεῖν, ὅτι μὴ μείναντες ἐπὶ τῆς ἀλη‐ θείας προσέξουσι τῇ πλάνῃ καὶ πιστεύσουσι τῷ ψεύδει, δικαίαν | |
30 | δεχόμενοι τὴν τιμωρίαν, ὑπὲρ ὧν καταλιπόντες τὴν ἀλήθειαν, πρὸς τὴν ἀδικίαν ἔκλιναν, ἵνα εἴπῃ τοῦ διαβόλου τὴν προσκύνησιν, ἀδι‐ | |
κίαν αὐτὴν καλέσας, ὡς οὐ δικαίως γινομένην παρὰ τῶν ποιούντων. | 391 | |
392(1t) | ΚΕΦ. Γ. | |
2t | Εὐχαριστία περὶ τῆς κλήσεως. | |
3 | Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο | |
5 | ὑμᾶς ὁ Θεὸς, ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύ‐ ματος καὶ πίστει ἀληθείας. Ἰωάννου. Πῶς εἰς σωτηρίαν ἁγιάσας ἡμᾶς διὰ τοῦ Πνεύ‐ ματος; ταῦτα γὰρ ἡμῶν ἐστι τὰ συνεκτικὰ τῆς σωτηρίας, οὐδα‐ μοῦ ἀπὸ ἔργων, οὐδὲ ἀπὸ κατορθωμάτων, ἀλλὰ διὰ πίστεως | |
10 | ἀληθείας· ἰδοὺ τὸ “ἐν” πάλιν διά ἐστι· καὶ “δι’ ἁγιασμοῦ “Πνεύματος,” φησίν. Εἰς ὃ ἐκάλεσεν ἡμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐ μικρὸν καὶ τοῦτο· ἑαυτοῦ δόξαν τὴν ἡμετέραν σωτηρίαν | |
15 | ἡγεῖται ὁ Χριστός· δόξα γὰρ τοῦ φιλανθρώπου τὸ πολλοὺς εἶναι τοὺς σωζομένους· ἄρα μέγας ὁ κόσμος ἡμῶν, εἰ οὕτως ἐφίεται τῆς σωτηρίας ἡμῶν τὸ Πνεῦμα τὸ Ἅγιον. διὰ τί οὐ πρότερον εἶπε τὴν πίστιν; ὅτι καὶ μετὰ τὸν ἁγιασμὸν πολλῆς αὐτῆς ἔτι δεό‐ μεθα, ὥστε μὴ παρασαλευθῆναι· ὅρα πῶς οὐδὲν αὐτῶν δείκνυσιν | |
20 | ὂν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ. “εἰς ὃ ἐκάλεσεν ὑμᾶς,” φησὶ, “διὰ “τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν “Ἰησοῦ Χριστοῦ.” Ἄρα οὖν, ἀδελφοὶ, στήκετε καὶ κρατεῖτε τὰς παρα‐ δόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς | |
25 | ἡμῶν. Ἐντεῦθεν δῆλον ὅτι οὐ πάντα δι’ ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ καὶ ἀγράφως, ὁμοίως δὲ καὶ ταῦτα κἀκεῖνά ἐστιν ἀξιόπιστα. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παρά‐ | |
30 | κλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακα‐ | 392 |
393 | λέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ. Πάλιν εὐχὴ μετὰ τὴν παραίνεσιν· τοῦτο γάρ ἐστιν ὄντως βοη‐ θεῖν. ποῦ δὲ νῦν εἰσιν οἱ τὸν Υἱὸν ἐλαττοῦντες, ἐπειδὴ μετὰ τὸν | |
5 | Πατέρα ἐν τῇ χάριτι τοῦ λουτροῦ ὀνομάζεται; ἰδοὺ γὰρ ἐνταῦθα τοὐναντίον ἐστίν. “ὁ ἀγαπήσας ἡμᾶς,” φησὶ, “καὶ δοὺς παρά‐ “κλησιν αἰώνιον·” ποίαν δὴ ταύτην; τὴν ἐλπίδα τῶν μελλόντων. ὅρα πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεμονίας τοῦ Θεοῦ τῆς ἀφάτου τιθεὶς ἐνέχυρα καὶ τεκμήρια. | |
10 | “παρακαλέσαι ὑμῶν τὰς καρδίας, ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ,” τουτέστι, διὰ παντὸς ἔργου καὶ λόγου ἀγαθοῦ· Χριστιανῶν γὰρ αὕτη ἡ παράκλησις, τὸ ποιῆσαί τι χρηστὸν καὶ Θεῷ δοκοῦν. ἐγὼ τοίνυν, φησὶν, εἶπον· τὸ δὲ πᾶν τοῦ Θεοῦ ἐστι· στηρίξαι, βεβαι‐ ῶσαι, ὥστε μὴ σαλεύεσθαι, μηδὲ παρακλίνεσθαι· καὶ γὰρ καὶ | |
15 | ἡμῶν καὶ αὐτοῦ τοῦτό ἐστιν, ὥστε καὶ δογμάτων ἕνεκεν καὶ πρά‐ ξεων ἐστηρίχθαι· ψυχὴ γὰρ παρασαλεύεται, ὅταν μὴ πεπιστευ‐ κυῖα ᾖ, ὅτι ἐπί τι χρηστὸν ἅπαν τὸ τέλος. | |
18t | ΚΕΦ. Δ. | |
19t | Παράκλησις εὐχῆς ὑπὲρ αὐτοῦ καὶ τοῦ ἔργου. | |
20 | Τὸ λοιπὸν, προσεύχεσθε, ἀδελφοὶ, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Θεοῦ τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς. Οὐχ ἵνα μὴ κινδυνεύσῃ, εἰς τοῦτο γὰρ ἔκειτο, ἀλλ’ ἵνα ὁ λόγος τοῦ Κυρίου “τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς.” | |
25 | καὶ μετ’ ἐγκωμίων ἡ αἴτησις, “ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ “πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις.” οὐ τοῦτο δηλοῦντός ἐστι τοὺς αὐτοῦ κινδύνους, ἀλλὰ περὶ τῶν ἀνθισταμένων καὶ μα‐ χομένων τοῖς δόγμασι λέγει, καὶ ἐμποδιζόντων τῷ λόγῳ, οἷος ἦν Ἀλέξανδρος ὁ χαλκεύς· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, “οὐ γὰρ πάντων | |
30 | “ἡ πίστις,” τουτέστι, εἰσὶ τοιοῦτοι οἷς δέδοται, ὡς ἂν περὶ κλή‐ ρου ἔλεγε πατρικοῦ, ὅτι οὐ πάντων ἐστὶ τὸ στρατεύεσθαι ἐν τοῖς | |
βασιλείοις· ἅμα δὲ καὶ διανίστησιν αὐτοὺς ἤδη τοσαύτην ἔχοντας | 393 | |
394 | παρρησίαν, ὡς δύνασθαι τὸν διδάσκαλον κινδύνων ἀπαλλάττειν καὶ ἐξευμαρίζειν αὐτῷ τὸ κήρυγμα. Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυ‐ λάξει ἀπὸ τοῦ πονηροῦ. πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ | |
5 | ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε. ὁ δὲ Θεὸς κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. Μεγάλα δύναται ἡ εὐχὴ ὑπὲρ ἡμῶν, ὅταν καὶ ἡμεῖς ἐργαζώμεθα. διὰ τοῦτο καὶ Παῦλος εὐχόμενος ὑπὲρ αὐτῶν, καὶ πάλιν τὸ ἀξιόπι‐ | |
10 | στον θεὶς ἀπὸ τῆς ἐπαγγελίας, φησὶν, “πιστὸς δέ ἐστιν ὁ Κύριος ὃς “στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.” εἰ γὰρ εἵλετο ὑμᾶς εἰς σωτηρίαν, οὐ ψεύδεται, οὐδὲ ἀφίησιν ἀπολέσθαι, ἵνα μὴ διὰ τούτων εἰς ῥᾳθυμίαν ἀγάγῃ, καὶ τὸ πᾶν νομίσαντες εἶναι τοῦ Θεοῦ καθεύδωσιν. ὅρα πῶς καὶ τὴν ἀπ’ αὐτῶν συνεργίαν ἀπαιτεῖ λέγων· | |
15 | “πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν, καὶ “ποιεῖτε καὶ ποιήσετε·” καλῶς δὲ καὶ τὸ “πεποίθαμεν ἐν Κυρίῳ” τέθεικε, τουτέστι, τῇ φιλανθρωπίᾳ αὐτοῦ πιστεύομεν. πάλιν αὐ‐ τοὺς καθαιρεῖ τὸ πᾶν ἀναρτῶν ἐκεῖ· προσέθηκε δὲ καὶ τὸ “ἐφ’ ὑμᾶς, “ὅτι ἃ παρηγγείλαμεν ποιεῖτε καὶ ποιήσετε·” ἐγκωμιάζει δὲ | |
20 | πάλιν αὐτοὺς, καὶ εὔχεται τὴν κηδεμονίαν αὐτοῦ δεικνύς· ἐπειδὴ γὰρ μέλλει ἐμβαίνειν εἰς ἐπιτίμησιν, τούτοις αὐτῶν προλεαίνει τὰς διανοίας· “ὁ δὲ Κύριος κατευθύναι ὑμῶν,” φησὶ, “τὰς καρ‐ “δίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ·” πολλὰ γάρ εἰσι τὰ παρεκτρέ‐ ποντα ἀπὸ τῆς ἀγάπης· “καὶ εἰς τὴν ὑπομονὴν, φησὶ, τοῦ Χριστοῦ,” | |
25 | ἵνα ὑπομείνωμεν ὡς ἐκεῖνος ὑπέμεινεν, ἢ ἵνα ἐκεῖνα πράττωμεν, ἢ καὶ ἵνα μεθ’ ὑπομονῆς ἀναμείνωμεν αὐτὸν, τουτέστιν, ἐμπαράσκευοι ὦμεν. ἐπειδὴ γὰρ πολλὰ ἐπηγγείλατο, καὶ αὐτὸς ἔρχεται κρίναι ζῶντας καὶ νεκροὺς, ἵνα ἀναμένωμεν αὐτὸν καὶ ὑπομένωμεν, ἔνθα δὲ ἂν ὑπομονὴν λέγῃ, πάντως θλίψιν αἰνίττεται· τοῦτο γάρ ἐστι | |
30 | τὸ ἀγαπᾷν τὸν Θεὸν καὶ ὑπομένειν. | 394 |
395(1t) | ΚΕΦ. Ε. | |
2t | Προτροπὴ ἐργασίας καὶ παραιτήσεως τῶν ἀργῶν καὶ περιέργων. | |
3 | Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ | |
5 | παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβεν παρ’ ἡμῶν. Τουτέστιν, οὐχ ἡμεῖς ταῦτα λέγομεν, ἀλλ’ ὁ Χριστός· “ἐν “ὀνόματι γὰρ,” φησὶ, “τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,” ἀντὶ τοῦ διὰ τοῦ Χριστοῦ, τὸ φοβερὸν τῆς παραγγελίας δεικνύς· οὐκ | |
10 | ἆρα ὁ Χριστὸς προσέταξεν ἀργεῖν οὐδαμοῦ· “στέλλεσθαι ὑμᾶς, “φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ·” μή μοι τὸν πλούσιον εἴπῃς, μή μοι τὸν πένητα, μή μοι τὸν ἅγιον· τοῦτο ἀταξίας ἐστί· “περι‐ “πατοῦντος,” φησὶ, “τουτέστι βιοῦντος· “καὶ μὴ κατὰ τὴν “παράδοσιν ἣν παρέλαβε παρ’ ἡμῶν·” παράδοσιν, τὴν διὰ τῶν | |
15 | ἔργων, φησὶ, καὶ κυρίως ἀεὶ ταύτην λέγει παράδοσιν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν· οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος. Καί τοι εἰ καὶ ἔφαγον, οὐκ ἦν δωρεάν· “ἄξιος γὰρ,” φησὶν, | |
20 | “ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.” Ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζό‐ μενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαι τινὰ ὑμῶν· οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν, εἰς τὸ μιμεῖσθαι ἡμᾶς. καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, | |
25 | τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ὅρα πῶς ἐν μὲν τῇ προτέρᾳ Ἐπιστολῇ προσηνέστερον πῶς περὶ τούτων διαλέγεται, ὡς ὅταν λέγῃ, “παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελ‐ “φοὶ, περισσεύειν μᾶλλον ἢ φιλοτιμεῖσθαι,” καὶ οὐδαμοῦ παραγ‐ | |
30 | γέλλομεν, οὐδὲ ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ | |
ἦν φοβερὸν καὶ κίνδυνον ἔχον, ἀλλὰ “περισσεύειν καὶ φιλοτι‐ | 395 | |
396 | “μεῖσθαι,” ὃ ἦν εἰς ἀρετὴν προτρέποντος, “ἵνα εὐσχημόνως,” φησὶ, “περιπατῆτε.” ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ’, “εἴ τις “οὐ θέλει ἐργάζεσθαι,” φησὶ, “μηδὲ ἐσθιέτω,” εἰ γὰρ Παῦλος ἀνάγκην οὐκ ἔχων, ἀλλ’ ἐξουσίαν ἔχων ἀργεῖν, καὶ τηλικοῦτον ἔρ‐ | |
5 | γον ἀναδεδεγμένος, ὅμως εἰργάζετο, καὶ οὐχ ἁπλῶς, ἀλλὰ νύκτα καὶ ἡμέραν, ὥστε δύνασθαι καὶ ἑτέροις ἐπικουρεῖν, πολλῷ μᾶλλον τοὺς ἄλλους ἐχρῆν τοῦτο ποιεῖν. Ἀκούομεν γὰρ τινὰς περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. | |
10 | Τοῦτο ἐνταῦθα, ἐκεῖ δὲ ἐν τῇ προτέρᾳ, “ἵνα εὐσχημόνως,” φησὶ, “περιπατῆτε πρὸς τοὺς ἔξω·” τίνος ἕνεκεν; ἴσως οὐδὲν οὐδέπω τοιοῦτον ἦν, καὶ γὰρ καὶ ἀλλαχοῦ παραινῶν ἔλεγε· “μα‐ “κάριον μᾶλλόν ἐστι διδόναι ἢ λαμβάνειν·” τὸ δὲ “εὐσχημόνως “περιπατεῖτε,” οὐ περὶ ἀταξίας ἐστί· διὸ καὶ ἐπήγαγεν, “ἵνα | |
15 | “μηδενὸς χρείαν ἔχητε,” ἐνταῦθα δὲ καὶ ἑτέραν ἀνάγκην τίθησιν, ὥστε τὸ καλὸν ποιεῖν καὶ ἀγαθὸν πρὸς πάντας· προϊὼν γὰρ, φησὶ, “μὴ ἐκκακήσητε τὸ καλὸν ποιοῦντες” πάντως γὰρ τὸν ἀργοῦντα καὶ δυνάμενον ἐργάζεσθαι ἀνάγκη περίεργον εἶναι· ἡ δὲ ἐλεημο‐ σύνη ἐκείνοις δέδοται μόνοις τοῖς οὐκ ἰσχύουσιν ἐκ τῆς τῶν χειρῶν | |
20 | ἐργασίας ἐπαρκέσαι ἑαυτοῖς ἢ τοῖς διδάσκουσι, καὶ τὸ πᾶν ἀπη‐ σχολημένοις εἰς τὸν τῆς διδασκαλίας λόγον· τὸ δὲ εὔχεσθαι καὶ νηστεύειν ἀργοῦντα οὐκ ἔστιν ἔργον χειρῶν· ἐργασίαν γὰρ ἐνταῦθά φησι τὴν διὰ τῶν χειρῶν. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν | |
25 | ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ. Ἐπειδὴ σφόδρα καθήψατο, προσηνέστερον ποιῆσαι βουλόμενος τὸν λόγον, ἐπήγαγε, “διὰ τοῦ Κυρίου·” πάλιν τὸ ἀξιόπιστον καὶ φοβερόν. Ἵνα μεθ’ ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθί‐ | |
30 | ωσιν. Ἀμφότερα ἀπαιτεῖ, καὶ τὸ ἐν ἡσυχίᾳ εἶναι, καὶ τὸ ἐργάζεσθαι· “τὸν ἑαυτῶν ἄρτον,” φησὶν, “ἐσθίωσιν,” μὴ τὸν ἀλλότριον. Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε τὸ καλὸν ποι‐ | |
οῦντες. | 396 | |
397 | Ὅρα πῶς εὐθέως κατεκλάσθη τὰ σπλάγχνα τὰ πατρικά· οὐκ ἴσχυσε περαιτέρω τὴν ἐπιτίμησιν προσαγαγεῖν, ἀλλὰ πάλιν αὐ‐ τοὺς ἠλέησε, καὶ ὅρα μεθ’ ὅσης συνέσεως· οὐκ εἶπε, πλὴν συγγι‐ νώσκετε ἑαυτοῖς ἕως ἂν διορθώσωνται, ἀλλὰ τί; ὑμεῖς δὲ τὸ | |
5 | καλὸν ποιοῦντες, μὴ ἐκκακήσητε· στέλλεσθε. μὲν, φησὶν, ἀπ’ αὐτῶν, καὶ ἐπιτιμᾶτε αὐτοῖς, μὴ μὴν περιΐδητε λιμῷ διαφθαρέν‐ τας· τίς οὖν, φησὶν, ἔχων τὴν παρ’ ἡμῶν ἀφθονίαν ἐπιμένῃ ἀργῶν, ἐπὶ τούτου φάρμακον προσηνὲς, φησὶν, ὅτι στέλλεσθε ἀπ’ αὐτοῦ, τουτέστι, μὴ μεταδίδοτε αὐτῷ παρρησίας, ἐνδείκνυσθε ὅτι ὀργί‐ | |
10 | ζεσθε, οὐ μικρὸν τοῦτο· τοιαύτη γὰρ ἡ πρὸς τὸν ἀδελφὸν γίνεται ἐπιτίμησις, εἴ γε ὄντως διορθῶσαι βουλόμεθα, οὐκ ἀγνοοῦμεν τοὺς τρόπους τῆς ἐπιτιμήσεως· εἰπὲ γάρ μοι, εἰ σαρκικὸν εἶχες ἀδελ‐ φὸν, ἆρα ἂν περιεῖδες αὐτὸν λιμῷ τηκόμενον; οὐκ ἔγωγε οἶμαι, ἀλλ’ ἴσως καὶ ἐρρύθμισας αὐτόν. | |
15 | Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπι‐ στολῆς. Οὐκ εἶπεν ὁ παρακούων ἐμοῦ παρακούει, ἀλλὰ “τοῦτον σημει‐ “οῦσθε·” οὐ μικρὰ παίδευσις αὕτη· “μὴ συναναμίγνυσθε αὐτῷ·” εἶτα δείσας, μὴ τοῦτο αὐτὸ ἐκκόψῃ αὐτὸν τῆς ἀδελφότητος, ἐπήγαγε, | |
20 | Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Διὰ τούτου δεικνὺς ἀμφότερα, ὅτι καὶ μεγάλην ὥρισε κατ’ αὐτοῦ τιμωρίαν, τὸ τῆς παρρησίας αὐτὸν ἀπεστερῆσθαι· εἰ γὰρ καὶ τὸ εἶναι μετὰ πολλῶν λαμβάνοντα αἰσχύνης ἄξιον, ὅταν καὶ | |
25 | ἐπιτιμῶντες παρέχοιεν καὶ στέλλονται, πόσου ὀνείδους τοῦτο; | |
26t | ΚΕΦ. ϛ. | |
27t | Εὐχὴ περὶ εἰρήνης τῆς παρὰ Θεοῦ. | |
28 | Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. | |
30 | Ἐπειδὴ γὰρ ἀπὸ τούτων εἰκὸς μάχας γίνεσθαι, ἐκείνων τε τραχυτέρων γινομένων, τούτων τε οὐκέτι ὁμοίως τοῖς τοιούτοις | |
παρεχόντων, εἰκότως τοῦτο ἐπηύξατο νῦν· τί δέ ἐστι “ἐν παντί;” | 397 | |
398 | ὥστε μηδαμόθεν ἔχειν φιλονεικίας ἀφορμήν· πανταχοῦ γὰρ εἰρήνη καλόν. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου· ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως | |
5 | γράφω· ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ἀμήν. Τοῦτο λέγει γράφειν ἐν πάσῃ ἐπιστολῇ, ὥστε μηδενὶ ἐξεῖναι παραποιεῖν αὐτὰς, τῆς ὑπογραφῆς ὥσπερ τεκμηρίου κειμένου με‐ γάλου. ἀσπασμὸν δὲ καλεῖ τὴν εὐχὴν, δεικνὺς ὅτι πάντα πνευ‐ | |
10 | ματικὰ ἔπραττον τότε, καὶ ὅτε ἀσπάσασθαι ἔδει, μετὰ κέρδους τὸ πρᾶγμα ἦν, καὶ εὐχὴ ἦν, οὐχ ἁπλῶς φιλίας σύμβολον· ἀπὸ τούτου ἤρχετο καὶ εἰς αὐτὸ ἔληγε, περιφράττων τειχίοις μεγάλοις τὰ λεγόμενα ἑκατέρωθεν. * Τριὰς * μονὰς * ἐλέησον * | |
15 | Τῶν εἰς τὴν πρὸς Θεσσαλονικεῖς Ἐπιστολὴν βʹ ἐξηγητικῶν | |
ἐκλογῶν τόμος αʹ. | 398 |