TLG 4102 023 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam i ad Thessalonicenses (typus Parisinus) (e cod. Coislin. 204) CATENAE (Novum Testamentum) Caten. Catena in epistulam i ad Thessalonicenses (typus Parisinus) (e cod. Coislin. 204) Citation: Page — (line) | ||
341(1t) | ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α. ΕΠΙΣΤΟ‐ | |
2t | ΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ | |
---|---|---|
3t | ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. | |
4 | Ταύτην ἐπιστέλλει ἀπὸ Ἀθηνῶν, ἑωρακὼς πρότερον αὐτοὺς, | |
5 | καὶ διατρίψας παρ’ αὐτοῖς. ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη. ὁ Ἀπόστολος πολλὰς θλίψεις παθὼν ἐν Βεροίᾳ καὶ ἐν Φιλίπποις τῆς Μακεδονίας, καὶ ἐν Κορίνθῳ, γινώσκων τε ὅσα πέπονθε καὶ ἐν Θεσσαλονίκῃ, φοβούμενος μὴ ἀκούσαντες Θεσσαλονικεῖς ἃ πέ‐ πονθεν ἐν ταῖς προειρημέναις πόλεσι, πειρασθῶσιν ὑπὸ τοῦ πειρά‐ | |
10 | ζοντος καὶ σκανδαλισθῶσι, μαθὼν δὲ ὅτι καὶ ἐπὶ τοῖς ἀποθνήσκουσι κατώδυνοι ἐγίνοντο, ἀποστέλλει Τιμόθεον πρὸς αὐτοὺς μετὰ τῆς Ἐπιστολῆς ταύτης. καὶ πρῶτον μὲν ἐπιστηρίζει αὐτοὺς ἐν τῇ πί‐ στει, ὥστε μὴ σαλεύεσθαι διὰ τὰς θλίψεις, καὶ μηδὲν ξένον αὐτοὺς πεπονθέναι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων. | |
15 | Χριστιανῶν γὰρ ἴδιον τὸ θλίβεσθαι ἐν τῷ βίῳ τούτῳ ἔλεγε. πολλὰ δὲ παραινέσας αὐτοῖς, οὕτως ὡς παρέλαβον ἀπ’ αὐτοῦ ἀναστρέ‐ φεσθαι, γράφει περὶ τῶν τελευτώντων, παραμυθούμενος αὐτοὺς καὶ διδάσκων μὴ βαρέως φέρειν. οὐ γὰρ εἶναι τὸν θάνατον ἀπώ‐ λειαν, ἀλλ’ ὁδὸν ἀναστάσεως. ἔπειτα καὶ περὶ τῶν χρόνων αὐτοὺς | |
20 | διδάσκει, ἵνα ἄδηλον τὴν ἡμέραν γινώσκοντες, ἀεὶ ἕτοιμοι γίνων‐ ται, καὶ μηδενὶ προσέχωσιν ἐπαγγελλομένῳ περὶ αὐτῆς. ἔσεσθαι γάρ φησι τὴν παρουσίαν οὕτως, ὥστε τοὺς περιλειπομένους καὶ εὑρισκομένους ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μὴ φθάνειν τοὺς ἐκ νεκρῶν ἐγει‐ ρομένους. ἅμα γὰρ γίνεσθαι τὴν πάντων ἀλλαγήν. διδάσκει πρὸς | |
25 | τούτοις, προτρέπων αὐτοὺς βελτιοῦσθαι ἐν τοῖς ἤθεσι, καὶ χαί‐ ρειν τῇ ἐλπίδι, καὶ προσεύχεσθαι καὶ εὐχαριστεῖν αὐτοὺς ἀεὶ τῷ Κυρίῳ, ἐνορκίζων αὐτοὺς ἀναγνῶναι τὴν Ἐπιστολὴν ταύτην πᾶσι | |
τοῖς ἀδελφοῖς, καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν. | 341 | |
342(1t) | ΚΕΦΑΛΑΙΑ | |
2t | ΤΗΣ ΠΡΟΣ | |
3t | ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ. | |
4 | αʹ. Ἔπαινος Θεσσαλονικέων ἐπὶ τοῖς ἀξίοις τῶν Ἀποστόλων ἀγῶσιν. | |
5 | βʹ. Πόθος αὐτῶν καὶ χαρὰ ἐν αὐτοῖς καὶ μέριμνα, ὅπως τελειωθῶσιν. γʹ. Εὐχὴ πρὸς Θεὸν περὶ ἀφίξεως τῆς αὐτοῦ, καὶ τῆς αὐξήσεως καὶ βεβαιώσεως Θεσσαλονικέων, ἕως τῆς παρουσίας Χριστοῦ. δʹ. Παραίνεσις σωφροσύνης, δικαιοσύνης, ὡς ἐπὶ κρίσει φιλαδελφίας, ἐργασίας ἰδιοπράγμονος. | |
10 | εʹ. Διδασκαλία περὶ τῆς τοῦ θανάτου καταλύσεως ἐπὶ ζώντων καὶ νεκρῶν ἐπιφανείᾳ Χριστοῦ. ϛʹ. Περὶ τοῦ αἰφνιδίως ἥξειν τὸν Χριστὸν, ὥστε δεῖν εὐτρεπίζεσθαι σπουδῇ, πίστει, ἐλπίδι, ἀγάπῃ, τιμῇ, εἰρήνῃ, μακροθυμίᾳ, φιλομαθείᾳ. | |
15 | ζʹ. Εὐχὴ περὶ ἁγιασμοῦ πνεύματος, καὶ ψυχῆς καὶ σώματος. | 342 |
343(1t) | ΕΞΗΓΗΣΙΣ | |
2t | ΕΙΣ ΤΗΝ | |
3t | ΠΡΟΣ ΤΟΥΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ. | |
4t | ΚΕΦ. Α. | |
5t | Ἔπαινος Θεσσαλονικέων ἐπὶ τοῖς ἀξίοις τῶν Ἀποστόλων ἀγῶσιν. | |
6 | Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης—τί δήποτε Ἐφεσίοις μὲν ἐπιστέλλων, καὶ τὸν Τιμόθεον ἔχων μεθ’ ἑαυτοῦ, οὐχὶ συνέ‐ ταξεν ἑαυτῷ· καίτοι γνωριζόμενον παρ’ αὐτοῖς καὶ θαυμαζόμενον· | |
10 | “τὴν γὰρ δοκιμὴν αὐτοῦ γινώσκετε,” φησὶ, “ὅτι ὡς πατρὶ τέκνον “σὺν ἐμοὶ ἐδούλευσεν,” καὶ πάλιν, “ὅτι οὐδένα ἔχω ἰσόψυχον, “ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·” ἐνταῦθα δὲ συντάτ‐ τει αὐτὸν ἑαυτῷ; ἐμοὶ δοκεῖ, ὅτι τότε μὲν ἔμελλεν αὐτὸν πέμπειν εὐθέως, καὶ περιττὸν ἦν ἐπιστέλλειν τὸν τὰ γράμματα καταλη‐ | |
15 | ψόμενον· φησὶ γὰρ, “τοῦτον ἐλπίζω πέμψαι ἐξ αὐτῆς,” ἐνταῦθα δὲ, οὐχ οὕτως, ἀλλ’ ἐπανελθὼν ἦν εὐθέως, ὥστε εἰκότως ἐπέστελ‐ λεν· “ἄρτι γὰρ,” φησὶ, “ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ “ὑμῶν.” διατί δὲ αὐτοῦ προτίθησι τὸν Σιλουανὸν, καίτοι μυρία αὐτῷ μαρτυρῶν ἀγαθὰ, καὶ πάντων αὐτὸν προτιθείς; ἴσως μὲν | |
20 | ἐκείνου τοῦτο ἀξιοῦντος κατὰ πολλὴν ταπεινοφροσύνην, καὶ παρα‐ καλοῦντος. ἐπειδὴ γὰρ τὸν διδάσκαλον ἑώρων οὕτω ταπεινοφρο‐ νοῦντα, ὡς τὸν μαθητὴν ἑαυτῷ συντάττειν, πολλῷ μᾶλλον καὶ αὐτὸς ἂν τοῦτο ἐζήτησε καὶ ἐπέδραμεν· οὐδὲν δὲ ἐνταῦθα αὐτὸς περὶ ἑαυτοῦ τίθησιν, οὐχ ὁ Ἀπόστολος, οὐχ ὁ δοῦλος· ἐμοὶ δοκεῖ | |
25 | διὰ τὸ νεοκατηχήτους εἶναι τοὺς ἄνδρας, καὶ μηδέπω αὐτοῦ πεῖραν | |
εἰληφέναι· ἄλλως τε, καὶ ἀρχὴ τοῦ κηρύγματος ἔτι ἦν τοῦ πρὸς | 343 | |
344 | αὐτούς· ἀκούσας δὲ ἦν ὁ Ἀπόστολος θλιβομένους τοὺς Θεσσαλο‐ νικεῖς, καὶ δειλιάσας μήποτε μετατεθῶσιν ἀπὸ τῆς πίστεως, πέμπει Τιμόθεον πρὸς αὐτοὺς ἀπὸ τῶν Ἀθηνῶν· ἐκείνου δὲ ἐλθόν‐ τος καὶ ἀπαγγείλαντος ὡς εἰσὶν ἑδραῖοι, χαίρων γράφει πρὸς | |
5 | αὐτούς· ἅμα δὲ ἀκούσας, ὅτι περὶ τὸν βίον ἐλαττώματά τινα εἶχον, καὶ πρὸς ταῦτα γράφει, καὶ αὕτη ἡ ὑπόθεσις· τὸ δὲ προοί‐ μιον προεξηγησάμεθα “τῇ ἐκκλησίᾳ Θεσσαλονικέων, τῇ ἐν Θεῷ “Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ.” Ἰωάννου. Εἰκὸς ἦν ὀλίγους εἶναι καὶ οὐδέπω συνεστάναι· διὰ | |
10 | τοῦτο παραμυθεῖται διὰ τοῦ ὀνόματος τῆς ἐκκλησίας· ἔνθα μὲν γὰρ πολὺς παρεληλύθει χρόνος, καὶ τὸ τῆς ἐκκλησίας σύστημα πολὺ ἦν, οὐ τίθησι τοῦτο· ἐπειδὴ δὲ ὄνομα πλήθους ἐστὶν ὡς τὰ πολλὰ τὸ τῆς ἐκκλησίας ὄνομα, καὶ συστήματος ἤδη συγκεκρο‐ τημένου, διὰ τοῦτο αὐτὸς οὕτω καλεῖ. | |
15 | Ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ. Ἰδοὺ πάλιν τὸ “ἐν” ἐπὶ τοῦ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ· πολλαὶ γὰρ ἐκκλησίαι καὶ Ἰουδαϊκαὶ καὶ Ἑλληνικαὶ ἦσαν, ἀλλὰ τῇ “ἐν “Θεῷ.” Χάρις ὑμῖν καὶ εἰρήνη. | |
20 | Τὸ χάρις ὑμῖν οὕτω τίθησιν, ὥσπερ ἡμεῖς τὸ χαίρειν ἐν ταῖς ἐπιγραφαῖς τῶν ἐπιστολῶν εἰώθαμεν. τὸ δὲ “ἐν Θεῷ Πατρὶ,” ὡς καὶ ἡμεῖς ἐν Κυρίῳ γράφομεν· εἴ τις δὲ ἁμαρτίας εἴη δοῦλος, οὐ δύναται λέγεσθαι ἐν Θεῷ, χάρις ὑμῖν καὶ εἰρήνη. ἴδες εὐθέως ἀπὸ ἐγκωμίων τὸ προοίμιον τῆς ἐπιστολῆς, εὐχαριστοῦμεν τῷ Θεῷ | |
25 | πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσ‐ ευχῶν ἡμῶν. τὸ γὰρ εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ αὐτῶν, μαρτυροῦν‐ τός ἐστιν αὐτοῖς πολλὴν προκοπὴν, ὅταν μὴ μόνον ἐπαινῶνται αὐτοὶ, ἀλλὰ καὶ Θεὸς εὐχαριστεῖται ὡς αὐτὸς ἐργασάμενος τὸ πᾶν· διδάσκει δὲ αὐτοὺς καὶ μετριάζειν, μονονουχὶ λέγων, ὅτι εἰ | |
30 | καὶ ὑμεῖς ἐργάζεσθε, φησὶν, ἀλλὰ τῆς Θεοῦ δυνάμεώς ἐστι τὸ πᾶν· τὸ μὲν οὖν εὐχαριστεῖν, τῶν κατορθωμάτων ἕνεκεν, τὸ δὲ μεμνῆ‐ σθαι αὐτῶν ἐπὶ τῶν προσευχῶν, τῆς ἀγάπης τῆς πρὸς αὐτούς. οὐ μόνον δὲ, φησὶν ἐπὶ τῶν προσευχῶν μεμνῆσθαι, ἀλλὰ καὶ “ἀδια‐ “λείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ | |
35 | “κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς, τῆς ἐλπίδος τοῦ Κυρίου | 344 |
345 | “ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν.” τί ἐστι τοῦ ἔργου τῆς πίστεως; ὅτι οὐδὲν ὑμῶν παρέκλινε τοῦ ἔργου πίστεως, εἰ πιστεύεις πάντα πάσχειν· εἰ δὲ μὴ πάσχῃς οὐ πιστεύεις. “καὶ τοῦ κόπου τῆς ἀγάπης·” τὸ φιλεῖν ἁπλῶς, οὐδὲ εἷς | |
5 | κόπος· τὸ δὲ γνησίως φιλεῖν κόπος πολύς· ὅταν γὰρ μυρία κινῆ‐ ται τῆς ἀγάπης ἡμᾶς ἀφελκῦσαι βουλόμενα, ἡμεῖς δὲ πρὸς πάντα ἀντιτείνωμεν, οὐχὶ κόπος πολὺς, εἰπέ μοι; Σευηριανοῦ. Καὶ ἡ μὲν πίστις ἐγείρει πρὸς καμάτους, ἡ δὲ ἀγάπη ἐπιμένειν ποιεῖ τοῖς πόνοις. “ἔμπροσθεν τοῦ Θεοῦ καὶ | |
10 | “Πατρὸς ἡμῶν,” ἵνα εἴπῃ ὅτι ἀρέσκοντες τῷ Θεῷ ταῦτα ποιεῖτε, ὥστε φανῆναι Θεοῦ ἀρέσκειαν τὴν ἐπὶ τὸν Χριστὸν πίστιν καὶ τὴν περὶ αὐτὸν διάθεσιν. καὶ τῆς ὑπομονῆς, φησίν. οὐ γὰρ πρὸς ἕνα χρόνον ὁ διωγμὸς ἐκεῖνος, ἀλλὰ διὰ παντός. ταῦτα τοίνυν, φησὶ, πάντα ἀπὸ πίστεως ποιεῖτε καὶ ἐλπίδος. ὥστε οὐ τὴν ἀν‐ | |
15 | δρείαν αὐτῶν μόνον ἐδήλου τὰ γινόμενα, ἀλλ’ ὅτι καὶ μετὰ πλη‐ ροφορίας ἐπίστευον τοῖς ἀποκειμένοις ἐπάθλοις· διὰ γὰρ τοῦτο συνεχώρει ὁ Θεὸς εὐθέως γίνεσθαι διωγμοὺς, ἵνα μή τις εἴπῃ ὅτι ἁπλῶς καὶ κολακείᾳ τὸ κήρυγμα συνίστατο, καὶ ἵνα τὸ θερμὸν αὐτῶν δειχθῇ, καὶ ὅτι οὐ πεισμονὴ ἀνθρωπίνη, ἀλλὰ Θεοῦ δύναμις | |
20 | ἦν, ἡ τὰς τῶν πιστευόντων ψυχὰς πείθουσα, ὥστε καὶ πρὸς θανά‐ τους μυρίους παρεσκευάσθαι· ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ εὐθέως κατὰ βάθος τὸ κήρυγμα πεπήγει, καὶ ἕστηκεν ἀκλινές. Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν | |
25 | λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ Πνεύματι Ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς. Ἐνταῦθα καὶ τῶν αὐτοῦ κατορθωμάτων ἅπτεται, ἀλλ’ ἐπεσκι‐ ασμένως, βούλεται γὰρ πρότερον τοῖς ἐκείνων ἐγκωμίοις ὑπεξελ‐ | |
30 | θεῖν· τοῦτο δὲ λέγει, ᾔδειν μὲν ὅτι μεγάλων ἦτε ἀνδρῶν, ὅτι ἐκλεκτῶν· διὰ τοῦτο καὶ ἡμεῖς πάντα ὑπομένομεν δι’ ὑμᾶς· τὸ γὰρ “οἷον ἐγενήθημεν ἐν ὑμῖν” τοῦτό ἐστι δηλοῦντος, ὅτι μετὰ πολλῆς προθυμίας ἕτοιμοι τὰς ψυχὰς ἐκδοῦναι δι’ ὑμᾶς· καὶ | |
τούτου δὲ οὐχ ἡμῖν χάρις, ἀλλὰ ὑμῖν, ὅτι ἐκλεκτοὶ ἦτε, ὅτι τὸ | 345 | |
346 | εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ, ἀλλὰ καὶ ἐν δυνάμει, φησίν· οὐκ εἴπομεν, φησὶ, μόνον, ἀλλὰ καὶ θαύματα ἐπεδειξάμεθα, οὐδὲ ἐποιήσαμεν μὲν σημεῖα, οὐχ ὑπέστημεν δὲ πειρασμοὺς, ἀλλὰ διὰ πάντων ἤλθομεν, βεβαιοῦντες ὑμᾶς εἰς τὰ | |
5 | αὐτὰ κατορθώματα· “καὶ ὑμεῖς,” φησὶ, “μιμηταὶ ἡμῶν ἐγενή‐ “θητε, καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ “μετὰ χαρᾶς Πνεύματος Ἁγίου.” Ἰωάννου Χρυσοστόμου. Βαβαὶ, ὅσον τὸ ἐγκώμιον, οἱ μαθη‐ ταὶ ἐξαίφνης ἐγένοντο διδάσκαλοι· οὐκ ἤκουσαν μόνον τῶν λόγων, | |
10 | καὶ πρὸς αὐτὴν ἔφθασαν τὴν κορυφὴν τῷ Παύλῳ, ἀλλ’ οὐδὲν τοῦτό ἐστιν· ὅρα γὰρ, πῶς αὐτοὺς ἐνάγει λέγων, “καὶ τοῦ Κυρίου “δεξάμενοι τὸν λόγον, ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος “Ἁγίου,” καὶ ἔνεστι τοῦτο ἀπὸ τῶν Πράξεων τῶν Ἀποστολικῶν μαθεῖν πῶς ἐπήγειραν διωγμὸν ἐπ’ αὐτοὺς, καὶ πάντας, φησὶ, τοὺς | |
15 | πολιτάρχας ἐτάραξαν, καὶ τὴν πόλιν ἀνεπτέρωσαν κατ’ αὐτῶν. καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ἐθλίβητε μὲν, καὶ ἐπιστεύσατε, ἀλ‐ γοῦντες δὲ, ἀλλὰ καὶ χαίροντες, ὅπερ καὶ οἱ Ἀπόστολοι ἐποίουν· “χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι.” πῶς δὲ τοῦ Κυρίου μιμηταὶ ἐγένοντο; ὅτι καὶ αὐτὸς πολλὰ παθή‐ | |
20 | ματα ὑπέμεινεν, ἀλλ’ ἔχαιρεν· ἑκὼν γὰρ ἐπὶ τοῦτο ἤρχετο, δι’ ἡμᾶς ἑαυτὸν ἐκένωσε· “μετὰ χαρᾶς,” φησὶ, “Πνεύματος Ἁγίου·” ἡ θλίψις ἐν τοῖς σωματικοῖς, καὶ ἡ χαρὰ ἐν τοῖς πνευματικοῖς· πῶς; ὅτι τὰ μὲν γενόμενα λυπηρὰ, τὰ δὲ ἐξ αὐτῶν τικτόμενα οὐκέτι· οὐ γὰρ ἀφίησι τὸ Πνεῦμα· ἔθλιψαν ὑμᾶς, φησὶν, ἐδίωξαν, | |
25 | ἀλλ’ οὐκ ἀφῆκεν ὑμᾶς τὸ Πνεῦμα οὐδὲ ἐν ἐκείνοις. καλῶς δὲ προσ‐ έθηκε τὸ “Πνεύματος Ἁγίου,” οὐ γὰρ ἦν ἑτέρως ἐνταῦθα λυπου‐ μένους χαίρειν ὑπὲρ τῶν οὐ φαινομένων, εἰ μὴ τὰ ὑπὸ Πνεύματος γενόμενα θαύματα βεβαίαν αὐτοῖς παρεῖχε τῶν μελλόντων τὴν πίστιν. “ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν | |
30 | “τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ·” καὶ μὴν ἐν ὑστέρῳ ἦλθεν πρὸς αὐτούς· ἀλλ’ οὕτως ἐλάμψατε, φησὶν, ὡς τῶν προλαβόντων διδάσκαλοι. Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου οὐ | |
μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν | 346 | |
347 | παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυ‐ θεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν | |
5 | εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀνα‐ μένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Τῆς πίστεως φησὶ, τοὺς πλησίον πάντας ἐνεπλήσατε· τοῦ δὲ | |
10 | θαύματος τὴν οἰκουμένην· τὸ γὰρ “ἐν παντὶ τόπῳ” τοῦτό ἐστι, καὶ οὐ διεθρύλληται ἡ πίστις ὑμῶν, ἀλλ’ “ἐξήχηται,” ὥσπερ σάλ‐ πιγγος λαμπρὸν ἠχούσης, ὁ πλησίον ἅπας πληροῦται τόπος· οὕτω λαμπρὰ τῆς ὑμετέρας ἀνδρείας ἡ φήμη· καὶ πόθεν, φησὶν, ὅτι οὐκ ἦν ὑπερβολῆς τὰ ῥήματα; καὶ γὰρ τὸ ἔθνος τοῦτο τὸ τῶν | |
15 | Μακεδόνων πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας εὔσημον ἦν, καὶ παν‐ ταχοῦ ᾔδειτο Ῥωμαίων μᾶλλον· καὶ Ῥωμαῖοι διὰ τοῦτο θαυμα‐ στοὶ, ὅτι τούτους εἷλον, ὥστε εἰκότως καὶ τὰ ἐκεῖ γενόμενα παν‐ ταχοῦ ᾄδεσθαι· τῶν γὰρ ἐπισήμων οὐδὲν δύναται λαθεῖν· τοῦτο δὲ καὶ ἀπὸ τῆς σφοδρότητος αὐτῶν γέγονεν· ὥσπερ γὰρ περὶ | |
20 | ἐμψύχου διαλεγόμενος, οὕτως, εἶπεν, “ἐξελήλυθεν, ὥστε μὴ χρείαν “ἡμᾶς ἔχειν,” φησὶ, “λαλεῖν τι· αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγ‐ “γέλλουσιν, ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς.” οὐ περιμένου‐ σιν ἀκοῦσαι παρ’ ἡμῶν, ἀλλὰ τοὺς παρόντας καὶ τεθεαμένους τὰ ἡμέτερα κατορθώματα, οἱ μὴ παρόντες μηδὲ τεθεαμένοι προλαμ‐ | |
25 | βάνουσι, καὶ οὐ δεηθησόμεθα τὰ ὑμέτερα διηγούμενοι, εἰς ζῆλον αὐτοὺς ἀγαγεῖν τὸν ἴσον· ἃ γὰρ ἐχρῆν αὐτοὺς παρ’ ἡμῶν ἀκοῦσαι, ταῦτα αὐτοὶ προλαβόντες λέγουσι. καὶ “ὁποίαν εἴσοδον ἔσχομεν “πρὸς ὑμᾶς,” ὅτι κινδύνων ἔγεμεν, ὅτι θανάτων μυρίων, καὶ ὡς οὐ‐ δενὸς γενομένου, οὕτως ἡμῶν εἴχεσθε ὡς οὐδὲν παθόντες κακὸν, | |
30 | ἀλλ’ ὡς μυρίων ἀπολαύσαντες ἀγαθῶν, οὕτως ἡμᾶς ἐδέξασθε μετὰ ταῦτα· δευτέρα γὰρ ἦν εἴσοδος αὕτη· ἀπῆλθον εἰς Βέρροιαν, ἐδι‐ ώχθησαν, καὶ μετὰ ταῦτα ἐλθόντας αὐτοὺς οὕτως ἐδέξαντο, ὡς | |
τιμηθέντας παρ’ αὐτῶν, ὥστε καὶ τὴν ψυχὴν αὐτῶν ὑπὲρ αὐτῶν | 347 | |
348 | ἔθηκαν εὐκόλως καὶ μετὰ πολλῆς σφοδρότητος ἐπιτρέψαντες “ἀπὸ “τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν,” φησὶ, “τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν” τὸν ἐσταυρωμένον, τὸν ταφέντα, “ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς,” | |
5 | φησὶν, “ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης·” τοῦτο καὶ παραμυθία καὶ παράκλησις καὶ προτροπή· εἰ γὰρ ἤγειρεν ἐκ τῶν νεκρῶν, καὶ ἐν οὐρανῷ ἐστι, καὶ ἐκεῖθεν ἔρχεται, καὶ τούτῳ ἐπιστεύσατε· οὐ γὰρ ἂν εἰ μὴ τοῦτο ἐπιστεύσατε, τοσαῦτα ἐπάθετε, ὥστε τὰ μὲν δεινὰ ἐν χερσὶν, τὰ δὲ χρηστὰ ἐν βλέψει, ὅταν ὁ Χριστὸς ἀπὸ | |
10 | τῶν οὐρανῶν ἔλθῃ. Θεόδωρος. Ἄλλος φησί· “λόγον Κυρίου,” ἐνταῦθα οὐ τὴν πίστιν λέγει· οὐ γὰρ ἡ πίστις ἀπ’ αὐτῶν ἔλαβε τὴν ἀρχὴν, ἀλλ’ ἀντὶ τοῦ πάντες ἔγνωσαν ὅσα ὑπὲρ τῆς πίστεως ἐπάθετε, καὶ πάντες ὑμῶν τὸ βέβαιον θαυμάζουσι τῆς πίστεως, ὥστε καὶ προ‐ | |
15 | τροπὴν ἑτέροις γενέσθαι τὰ ὑμέτερα· ἐπισημαντέον δὲ, φησὶν, ὅτι ἐν τῇ τῶν εἰδώλων ἀναχωρήσει τὸν Θεὸν καὶ ζῶντα καὶ ἀληθινὸν προσεῖπεν πρὸς ἀντιδιαστολὴν ἐκείνων, ὥστε ὅπου πότ’ ἂν τὴν φωνὴν εὑρίσκομεν ταύτην, εἰδέναι χρὴ ὅτι μήτε ἐπὶ Πατρὸς εἰς ἀναίρεσιν λέγεται Υἱοῦ, μήτε ἐφ’ Υἱοῦ εἰς ἀναίρεσιν Πατρὸς, | |
20 | ὁμοίως ἀληθινοῦ Πατρὸς καὶ Υἱοῦ παρὰ τοῖς εὐσεβέσιν. Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονε. Τουτέστιν, ὅτι οὐκ ἀνθρωπίνη, οὐδὲ ἡ τυχοῦσα· ἀπὸ γὰρ κιν‐ δύνων ὄντες μεγάλων καὶ πληγῶν εὐθέως εἰς κινδύνους ἐνεπέσαμεν. | |
25 | Ἀλλὰ προπαθόντες, καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν. Ὅρα πῶς πάλιν τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ “λαλῆσαι,” φησὶ, “πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.” οὐκ ἔστιν εἰπεῖν ὅτι ἐκεῖ μὲν ἐκινδυνεύσαμεν, ἐνταῦθα δὲ οὐ· ἴστε καὶ ὑμεῖς | |
30 | ὅσος ὁ κίνδυνος, μεθ’ ὅσης ἀγωνίας ἐγενόμεθα. Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα | |
ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦ‐ | 348 | |
349 | μεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Ὅπερ ἔφην, ἀπὸ τῆς ἐνστάσεως αὐτῶν ποιεῖ καὶ τεκμήριον τοῦ θεῖον εἶναι τὸ κήρυγμα· οὐ γὰρ ἂν εἰ μὴ τοῦτο ἦν, εἰ ἀπάτη ἦν, | |
5 | τοσούτους κινδύνους ὑπεμείναμεν ἂν, εἰ μὴ πεπείσμεθα ὅτι ἐλπίς ἐστιν ἀγαθή. ἡ γὰρ παράκλησις ἡμῶν, τουτέστιν ἡ διδαχὴ, οὐκ ἔστι δόλος οὐδὲ ἀπάτη, οὐκ ἔστιν ὑπὲρ μυσαρῶν πραγμάτων, οἷον γοήτων καὶ μάγων καὶ ἀκαθαρσίας, φησὶν, “ἀλλὰ καθὼς δεδοκι‐ “μάσμεθα ἀπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτως λα‐ | |
10 | “λοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκι‐ “μάζοντι τὰς καρδίας ἡμῶν·” οὐδὲν πρὸς ἀρέσκειαν ἀνθρώπων πράττομεν, φησίν· εἰ μὴ γὰρ εἶδεν ἡμᾶς ὁ Θεὸς παντὸς ἀπηλ‐ λαγμένους βιωτικοῦ, οὐκ ἂν ἡμᾶς εἵλετο. τὸ ἐδοκίμασεν ἐνταῦθα, οὐχὶ ἐρεύνης ἐστὶν, ἀλλ’ ὅπερ ἡμεῖς ἀπὸ τοῦ δοκιμάσαι πράττομεν, | |
15 | τοῦτο αὐτὸς χωρὶς δοκιμῆς. Ὥσπερ οὖν ἡμᾶς εὗρεν δοκίμους καὶ ἐπίστευσε, οὕτως λαλοῦ‐ μεν, καὶ ἐπειδὴ αὐτοὺς ἐπῄνεσεν, ἵνα μὴ εἰς ὑποψίαν αὐτοὺς ἀγά‐ γῃ, φησὶν, Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς | |
20 | οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπό‐ στολοι. Τουτέστιν, οὐκ ἐκολακεύσαμεν, ὅπερ ἐστὶ τῶν ἀπατώντων, οὔτ’ | |
25 | ὅτι χρημάτων ἕνεκεν ἐπὶ τοῦτο ἥκαμεν, ὅπερ ἦν δῆλον, καὶ τούτου αὐτοὺς καλεῖ μάρτυρας, οὔτε τιμὰς ἐπιζητοῦντες καὶ κομπά‐ ζοντες, καὶ δορυφορούμενοι· καίτοι εἰ καὶ τοῦτο εἰργασάμεθα, οὐδὲν ἀλλότριον ἐποιοῦμεν. εἰ γὰρ παρὰ βασιλέων ἀποστελλόμενοί τινές εἰσιν ἐν τιμῇ, πολλῷ μᾶλλον ἡμεῖς, ὡς παρὰ Θεοῦ ἀποσταλέντες· | |
30 | ἀλλ’ ἐκ περιουσίας ἡμεῖς οὐδὲν τούτων πράττομεν, ἵνα τῶν ἐναν‐ τίων ἐμφράξωμεν στόματα. “δυνάμενοι ἐν βάρει εἶναι ὡς Χρι‐ “στοῦ ἀπόστολοι.” τοῦτο πρὸς τὸ “οὔτε ἐν προφάσει πλεονε‐ “ξίας” ἀπέδωκεν, μεῖζον γὰρ ἦν τὸ καὶ ἔχοντας ἐξουσίαν ὡς Ἀπο‐ | |
στόλους τὰ πρὸς τὴν χρείαν λαμβάνειν, μηδὲ τοῦτο ἑλέσθαι. | 349 | |
350 | Ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τρο‐ φὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν | |
5 | ἐγενήθητε. Ἰωάννου. Οὐδὲν φορτικὸν, οὐδὲν ἐπαχθὲς, οὐδὲν βαρὺ, οὐδὲν κόμπον ἔχον ἐπεδειξάμεθα. καὶ τὸ “ἐν μέσῳ ὑμῶν,” ὡς ἂν εἴποι τις, ὡς εἷς ἐξ ὑμῶν, οὐχὶ τὴν ἄνω λαβόντες τάξιν· “ὡς ἂν τροφὸς,” φησὶ, “θάλπῃ τὰ ἑαυτῆς τέκνα,” οὕτω δεῖ τὸν διδάσκαλον εἶναι, | |
10 | μὴ ἡ τροφὸς κολακεύῃ, ἵνα δόξης τύχῃ, μὴ χρήματα αἰτεῖ παρὰ τῶν παιδίων τῶν μικρῶν, μὴ βαρεῖα αὐτοῖς ἐστι καὶ φορτική· οὐχὶ μᾶλλον τῶν μητέρων τούτοις εἰσὶ προσηνεῖς; ἐνταῦθα τὴν φιλο‐ στοργίαν δείκνυσιν, “οὕτω,” φησὶν, “ἱμειρόμενοι ὑμῶν,” οὕτως ὑμῖν προσδεδέμεθα, καὶ οὐ μόνον οὐδὲν λαμβάνομεν, ἀλλ’ εἰ δεῖ καὶ | |
15 | τὰς ψυχὰς μεταδοῦναι, οὐκ ἂν παρῃτησάμεθα· τὸ μὲν οὖν Εὐαγ‐ γέλιον, ἐπειδὴ ὁ Θεὸς ἐκέλευσεν, καταγγέλλομεν· τοσοῦτον δὲ ὑμᾶς φιλοῦμεν, ὅτι εἰ ἐνῆν, καὶ τὰς ψυχὰς ἂν ἐδώκαμεν. Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν πόνον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ | |
20 | μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς, καὶ παραμυ‐ | |
25 | θούμενοι, καὶ μαρτυρούμενοι, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ἡμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Τὸν διδάσκαλον οὐδὲν ἐπαχθὲς χρὴ ποιεῖν τῶν εἰς σωτηρίαν τῶν μαθητῶν συντεινόντων, καὶ τὴν ἐκεῖθεν δόξαν ἐγγινομένην τῷ Θεῷ· | |
30 | τοῦτο καὶ ὁ μακάριος Παῦλος ὁ Ἀπόστολος εἰργάζετο, πρὸς τὸ μὴ ἐπιβαρῆσαι τοὺς μαθητευομένους. Διὸ καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, | |
ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ Θεοῦ, | 350 | |
351 | ἐδέξασθε, οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀλη‐ θῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύ‐ ουσιν. Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι ἡμεῖς μὲν ἀμέμπτως πάντα | |
5 | πράττομεν, ὑμεῖς δὲ ἀνάξια τῆς ὑμετέρας ἀναστροφῆς ἐποιήσατε παρ’ ὑμῖν. οὐ γὰρ ὡς ἀνθρώπων ἀκούοντες ἡμῶν, ἀλλ’ ὡς αὐτοῦ τοῦ Θεοῦ παραινοῦντος οὕτω προσείχετε· καὶ πόθεν τοῦτο δῆλον; ὅτι τοσούτους ἐφέρετε κινδύνους· καὶ ὅρα τὸ ἀξίωμα. Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν ἐκκλη‐ | |
10 | σιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόν‐ | |
15 | των, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Οὐδὲν, φησὶ, θαυμαστὸν εἰς ὑμᾶς ταῦτα πράττειν αὐτοὺς, | |
20 | ὅπου γε καὶ εἰς τοὺς συμφυλέτας αὐτῶν· τοῦ τὸ κήρυγμα εἶναι ἀληθὲς οὐ μικρὸν τεκμήριον· ὅπου γε καὶ Ἰουδαῖοι πάντα ἠνέ‐ σχοντο ὑπομεῖναι, ὅτι καὶ ὑμεῖς, φησὶ, τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. ἔχει τι πλέον τὸ εἰπεῖν κἀκεῖνοι, οἱ ἐν τῇ Ἰουδαίᾳ, φησίν· καὶ τί θαυμα‐ | |
25 | στὸν πάλιν εἰ καὶ εἰς ὑμᾶς, ὅπου γε καὶ εἰς τὸν δεσπότην τοιαῦτα τολμῶσιν; ὁρᾷς πῶς αὐτὸ εἰσήγαγε μεγάλην ἔχον παραμυθίαν; καὶ συνεχῶς τοῦτο στρέφει, καὶ ἐν πάσαις σχεδὸν εὕροι τις ἂν αὐτὸ ταῖς Ἐπιστολαῖς, ἀκριβῶς ἐξετάζων, πῶς ἐν τοῖς πειρασμοῖς ἀεὶ τὸν Χριστὸν παραφέρει διαφόρως. ἀλλ’ ἠγνόησαν ἴσως αὐτόν· | |
30 | μάλιστα μὲν οὖν ᾔδεσαν· τί οὖν; καὶ τοὺς ἰδίους προφήτας ἀπέκτει‐ ναν καὶ ἐλιθοβόλησαν, ὧν καὶ τὰ τεύχη περιφέρουσι. “καὶ πᾶσιν “ἀνθρώποις,” φησὶν, “ἐναντίων·” πῶς; εἰ γὰρ τῇ οἰκουμένῃ δεῖ | |
λαλῆσαι, οὗτοι δὴ κωλύουσι· κοινοὶ τῆς οἰκουμένης εἰσὶν ἐχθροί. | 351 | |
352 | τὸν Χριστὸν ἐφόνευσαν, τοὺς προφήτας, τὸν Θεὸν ὑβρίζουσιν, ἡμᾶς ἐλαύνουσι, τοὺς ἐπὶ σωτηρίᾳ παραγενομένους. τί θαυμαστὸν, εἰ καὶ εἰς ὑμᾶς τοιαῦτα ἐπεδείξαντο; “εἰς τὸ ἀναπληρῶσαι αὐτῶν “τὰς ἁμαρτίας πάντοτε· ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος·” | |
5 | οὐκέτι, φησὶν, ἔσται τοιαῦτα οἷα τὰ πρότερον, οὐκέτι ἐπάνοδος, οὐκέτι πέρας, ἀλλ’ ἐγγὺς ἐφέστηκεν ἡ ὀργή. | |
7t | ΚΕΦ. Β. | |
8t | Πόθος αὐτῶν καὶ χαρὰ ἐν αὐτοῖς καὶ μέριμνα, ὅπως τελειωθῶσιν. | |
9 | Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς | |
10 | καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπου‐ δάσαμεν τὸ πρόσωπον ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. Ἐπειδὴ εἶπεν ἀνωτέρω, ὁ σωτὴρ τέκνα, ὡς τροφὸς, ἐνταῦθα ἕτερόν φησιν, “ἀπορφανισθέντες,” ὅπερ ἐστὶ παίδων πατέρα ζη‐ τούντων, καὶ μὴν ἐκεῖνο, ἀπορφανίσθησαν, οὔ φησιν, ἀλλ’ “ἡμεῖς.” | |
15 | εἰ γάρ τις τὸν πόθον ἐξετάσειεν, καθάπερ παιδία μικρὰ ἀπρο‐ στάτευτα ἄωρον ὀρφανίαν ὑποστάντα, ἐν πολλῷ πόθῳ τῶν γονέων ἐστὶν, οὐ διὰ τὴν φύσιν μόνον αὐτὴν, ἀλλὰ καὶ διὰ τὴν ἐρημίαν· οὕτω δὲ καὶ ἡμεῖς· καὶ ταῦτα, φησὶν, οὐκ ἔνι εἰπεῖν ὅτι πολὺν χρόνον ἀνεμείναμεν, ἀλλὰ πρὸς καιρὸν, καὶ ταῦτα προσώπῳ, οὐ | |
20 | καρδίᾳ· ἀεὶ γὰρ ὑμᾶς ἔχομεν ἐν τῇ διανοίᾳ· ὁρᾷς ὅση ἀγάπη; καί τοι γε ἔχων αὐτοὺς διὰ παντὸς ἐν καρδίᾳ, καὶ τὴν κατ’ ὄψιν ἐζήτει παρουσίαν. Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς, | |
25 | Πειρασμούς τινας ἀπροσδοκήτους φησὶ καὶ ἐφόδους· γενομένης γὰρ αὐτῷ, φησὶν, ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων, κατείχετο ἐν τῇ Ἑλλάδι τρεῖς μῆνας· τὴν οὖν ἀπὸ τῶν πραγμάτων ἐγκοπὴν τοῦ Σατανᾶ ἐκάλεσε τῷ μέλλειν ὠφελεῖσθαι Θεσσαλονικέας ἀπὸ τῆς αὐτοῦ παρουσίας, ὡς ἂν ἀναγκαίως πάντων τῶν βλαβερῶν ἀνατι‐ | |
30 | θεμένων τῷ Σατανᾷ. Τίς γὰρ ἡμῖν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; | |
Ἰωάννου. Οὐ γὰρ ἤρκει τὸ στέφανος ὄνομα δεῖξαι τὴν λαμ‐ | 352 | |
353 | πρότητα, ἀλλὰ καὶ καυχήσεως. πόσης πυρώσεως τοῦτο; οὐκ ἄν ποτε μήτηρ, οὐδὲ πατὴρ, εἴγε ὁμοῦ συνῆλθον καὶ τῶν ἑαυτῶν ἀνέ‐ μιξαν πόθον, ἠδυνήθησαν δεῖξαι ἰσόρροπον ὄντα τῷ Παύλῳ τὸν ἑαυτῶν πόθον· χαρὰ, φησὶ, καὶ στέφανός μου· μᾶλλον ἐφ’ ὑμῖν, | |
5 | φησὶν, ἀγάλλομαι ἢ ἐπὶ στεφάνῳ· ἐννόησον γὰρ, ὅσον ἐστὶν ἐκκλησίαν ὁλόκληρον παρεῖναι φυτευθεῖσαν καὶ ῥιζωθεῖσαν ὑπὸ Παύλου· τίς οὐκ ἂν ἐπὶ τοσαύτῃ πολυπαιδίᾳ καὶ εὐπαιδίᾳ ἀγάλ‐ λοιτο; ὥστε οὐδὲ τοῦτο κολακείας ἐστίν. οὐ γὰρ εἶπεν ὑμεῖς, ἀλλὰ καὶ ὑμεῖς μετὰ τῶν ἄλλων. | |
10 | Διὸ μηκέτι στέγοντες, ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι. Ἀντὶ τοῦ εἱλόμεθα, “καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν “ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ “τοῦ Χριστοῦ·” ὡσανεὶ ἔλεγεν, ἀποσπάσαντες ἀπὸ τῶν ἔργων, | |
15 | ἐπέμψαμεν πρὸς ὑμᾶς διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. | |
20 | Τί δὴ ἐνταῦθα φησίν; ἐπειδὴ τῶν διδασκάλων οἱ πειρασμοὶ θορυβοῦσι τοὺς μαθητὰς, τότε δὲ πολλοῖς περιέπεσε πειρασμοῖς. “εἰς τὸ στηρίξαι ὑμᾶς,” φησιν, οὐχ ὡς ἐλλείποντάς τι τῆς πί‐ στεως, οὐδὲ ὀφείλοντάς τι μαθεῖν, “καὶ παρακαλέσαι ὑπὲρ τῆς “πίστεως ὑμῶν.” | |
25 | Σευηριανοῦ. Οὐκ εἶπε τῷ μηδένα ὀκλάζειν, ἵνα μὴ δόξῃ κα‐ τηγορεῖν, ἀλλ’ ἔθηκε λέξιν τὴν μὴ δυναμένην ἐλεγκτικὴν εἶναι τῆς ἐνδόσεως, “σαίνεσθαι” εἰπὼν τὸ μηδένα ξενίζεσθαι. Αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείμεθα· καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλί‐ | |
30 | βεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. Οὐδὲν ξένον ἢ παρ’ ἐλπίδας συμβαίνει, ὥστε οὐ δεῖ θορυβεῖ‐ σθαι· εἰς τοῦτο γὰρ κείμεθα, ὥστε οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον, ἀλλ’ οὐδὲ ὑπὲρ τῶν μελλόντων ἔτι συμβαίνει τοῦτο, οὐ δεῖ | |
θορυβεῖσθαι. | 353 | |
354 | Διὸ κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. ἄρτι δὲ ἐλθόντος Τι‐ μοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν | |
5 | τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν ἀδελφοὶ ἐφ’ ὑμῖν, ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν. διὰ τῆς ὑμῶν πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. | |
10 | Τί λέγεις; ὁ τοσαῦτα εἰδὼς, ὁ ἀπόρρητα ἀκούσας ῥήματα, ὁ μέ‐ χρι τρίτου ἀνελθὼν οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὢν, ἀλλ’ ἀναγκάζεται πέμψαι Τιμόθεον εἰς τὸ γνῶναι τὴν πίστιν αὐτῶν; τί οὖν ἄν τις εἴποι; ὅτι οὐ πάντα ᾔδεσαν οἱ ἅγιοι, καὶ τοῦτο πολλα‐ χόθεν ἄν τις καταμάθοι, καθάπερ Ἐλισσαῖος περὶ τῆς γυναικὸς | |
15 | ἠγνόησε, καθάπερ Ἠλίας ἔλεγε πρὸς τὸν Θεὸν, “κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου,” διὰ τοῦτο ἤκουσε παρὰ τοῦ Θεοῦ ὅτι κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας· ὁ Σαμουὴλ πάλιν, ἡνίκα ἀπεστάλη χρίσαι τὸν Δαυίδ· διὸ ἔλεγεν, “οὐχ ὡς ὄψεται “ἄνθρωπος, οὕτως ὄψεται καὶ ὁ Θεός.” τοῦτο δὲ γίνεται κατὰ πολ‐ | |
20 | λὴν τοῦ Θεοῦ κηδεμονίαν, αὐτῶν τε ἕνεκεν τῶν ἁγίων καὶ τῶν πιστευόντων αὐτοῖς· διὰ τοῦτο καὶ διωγμοὺς συγχωρεῖ γίνεσθαι· καὶ πάλιν, ἵνα μὴ κἀκεῖνοι μεγάλα τινὰ περὶ αὐτῶν φαντάζωνται, καὶ τοῦτο αὐτός φησιν, “ἵνα μή τις εἰς ἐμὲ λογίσῃ τε ὑπὲρ ὃ “βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ·” καὶ πάλιν, ἵνα μή τις ἔχῃ | |
25 | λέγειν, ὅτι οὐχὶ ἄνθρωποι ὄντες κατώρθωσαν, καὶ οὕτω πάντες ὕπτιοι γένωνται· διὰ τοῦτο δείκνυσιν αὐτῶν τὴν ἀσθένειαν, διὰ τοῦτο ἀγνοεῖ, διὰ τοῦτο καὶ πολλάκις προθέμενος οὐκ ἔρχεται. Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταπο‐ δοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι’ | |
30 | ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν; νυκτὸς καὶ ἡμέρας, ὑπὲρ ἐκπερισσοῦ δεόμενοι, εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσω‐ πον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν. | |
Οὐχὶ ζωῆς μόνον αἴτιοι ἡμῖν γεγένησθε, ἀλλὰ καὶ εὐφροσύνης | 354 | |
355 | πολλῆς, καὶ τοσαύτης ὡς μηδὲ εὐχαριστῆσαι δύνασθαι τῷ Θεῷ κατ’ ἀξίαν. τὸ ὑμῶν κατώρθωμα, δῶρον εἶναι, φησὶ, τοῦ Θεοῦ ἡγού‐ μεθα, τοιαῦτα ἡμᾶς εὐηργετήσατε ὡς Θεοῦ νομίζειν εἶναι, μᾶλλον δὲ καὶ ἔργον Θεοῦ· οὐ γὰρ ἀνθρωπίνης ψυχῆς οὐδὲ σπουδῆς τοσοῦτον | |
5 | φρόνημα· “νυκτὸς,” φησὶ, “καὶ ἡμέρας ὑπὲρ ἐκπερισσοῦ δεό‐ “μενοι.” καὶ τοῦτο τῆς χαρᾶς σημεῖον, τὸ ποθεῖν καὶ ὄψει τὴν το‐ σαύτην ἰδεῖν ἡδονήν. “καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως “ὑμῶν·” ἐνταῦθα πολὺ τὸ ζήτημα· εἰ γὰρ νῦν ζῇς, ὅτι ἑστήκασι, καὶ Τιμόθεος εὐηγγελίσατο τὴν πίστιν αὐτῶν καὶ τὴν ἀγάπην, | |
10 | καὶ τοσαύτης ἦν χαρᾶς μεστὸς, ὡς μηδὲ δύνασθαι τῷ Θεῷ κατ’ ἀξίαν εὐχαριστῆσαι, πῶς ἐνταῦθα τὰ ὑστερήματα τῆς πίστεως εἶναι φῄς; τί οὖν ἐστιν; οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, καὶ τοῦτο δηλοῖ πρὸς τῷ τέλει, ἴσως ἐξηγεῖτο παρ’ αὐτοῖς περὶ τῆς ἀναστάσεως, καὶ πολλοὶ ἦσαν οἱ θορυβοῦντες αὐτοὺς, οὐκέτι | |
15 | πειρασμοῖς οὐδὲ κινδύνοις, ἀλλ’ ὑποκρινόμενοι τοὺς διδασκάλους· διὰ τοῦτο εἶπε “τὰ ὑστερήματα,” καὶ οὐκ εἶπεν εἰς τὸ στη‐ ριχθῆναι, ἀλλ’ ἔνθα μὲν περὶ τῆς πίστεως ἐδεδοίκει, “ἔπεμψα,” φησὶ, “Τιμόθεον εἰς τὸ στηριχθῆναι ὑμᾶς,” ἐνταῦθα δὲ τὸ ὑστε‐ ροῦν καταρτίσαι, ὃ διδασκαλίας μᾶλλόν ἐστιν ἢ βεβαιώσεως· τὸ | |
20 | γὰρ μὴ κατηρτισμένον ἐστὶν ὃ ὀλίγον τι λείπει, τοῦτο δὲ καταρ‐ τίζεται. | |
22t | ΚΕΦ. Γ. | |
23t | Εὐχὴ πρὸς Θεὸν περὶ ἀφίξεως τῆς αὐτοῦ, καὶ τῆς αὐξήσεως καὶ βεβαιώσεως | |
24t | Θεσσαλονικέων ἕως τῆς παρουσίας Χριστοῦ. | |
25 | Αὐτὸς δὲ Θεὸς καὶ πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ πρὸς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς. | |
30 | Τοῦτο ὑπερβαλλούσης ἀγάπης τὸ μὴ μόνον ἐκεῖ εὔχεσθαι, ἀλλὰ καὶ ἐν τῇ Ἐπιστολῇ τὴν εὐχὴν ἐντιθέναι· τοῦτο οὖν, φησὶν, | |
αὐτὸς ὁ Θεὸς ἐκκόψει τοὺς πειρασμοὺς τοὺς πανταχοῦ περιέλκον‐ | 355 | |
356 | τας ἡμᾶς, ὥστε ἐλθεῖν πρὸς ὑμᾶς. “αὐτὸς δὲ ὁ Κύριος πλεονάσαι “καὶ περισσεῦσαι,” ἀντὶ τοῦ αὐξῆσαι· τὸ μὲν ἡμέτερον ἤδη ἐστὶ, τὸ δὲ ὑμέτερον ἀξιοῦμεν γενέσθαι. Εἰς τὸ στηριχθῆναι ὑμῶν τὴν καρδίαν ἀμέμπτως ἐν | |
5 | ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάν‐ των τῶν ἁγίων αὐτοῦ. Βούλομαι, φησὶ, πλεονάσαι τὴν ἀγάπην ταύτην, ἵνα μηδεὶς μῶμος γένηται· οὐκ εἶπεν, ὑμᾶς στηρίξαι, ἀλλὰ “τὰς καρδίας | |
10 | “ὑμῶν” ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, ἔνεστι γὰρ μηδὲν πράττοντα πονηρὸν εἶναι, οἷον, βασκανίαν ἔχειν, ἀπιστίαν, δόλον, τὸ χαίρειν ἐπὶ τοῖς κακοῖς, τὸ μὴ εἶναι φιλάν‐ θρωπον, τὸ δόγματα ἔχειν διεστραμμένα· ταῦτα πάντα τῆς καρ‐ δίας ἐστὶν, ἁγιωσύνη δὲ, τὸ τούτων καθαρεύειν· κυρίως μὲν γὰρ | |
15 | ἁγιωσύνη λέγεται ἡ σωφροσύνη, ἐπειδὴ καὶ ἀκαθαρσία ἡ πορνεία καὶ ἡ μοιχεία· καθολικῶς δὲ πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ ἡ πᾶσα ἀρετὴ καθαρότης· “μακάριοι γὰρ,” φησὶν, “οἱ καθαροὶ τῇ “καρδίᾳ·” ὅτι γὰρ πορνεία μολύνει τὴν ψυχὴν, ἄκουε τοῦ προφήτου τοῦ λέγοντος, “λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας | |
20 | “ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν·” ὥστε πᾶσα ἁμαρτία μολύνει τὴν ψυχήν· “ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ “τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων·” κριτὴς ἄρα τότε ἔσται ὁ Χριστὸς, οὐκ ἔμπροσθεν δὲ αὐτοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς παρεστήκαμεν κρινόμενοι, ἢ τοῦτο, φησὶν, ἢ ὅτι | |
25 | ἀμέμπτους ἔμπροσθεν τοῦ Θεοῦ γενέσθαι, ὅπερ ἀεὶ, φησὶ τὸ ἐνώ‐ πιον τοῦ Θεοῦ· αὕτη γὰρ ἡ ἀρετὴ εἰλικρινής· οὐκ ἐνώπιον ἀνθρώ‐ πων ἄρα ἡ ἀγάπη ἀμέμπτους ποιεῖ. | |
28t | ΚΕΦ. Δ. | |
29t | Παραίνεσις σωφροσύνης, δικαιοσύνης, ὡς ἐπὶ κρίσει φιλαδελφίας, ἐργασίας | |
30t | ἰδιοπράγμονος. | |
31 | Λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦ‐ | |
μεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ’ ἡμῶν, | 356 | |
357 | τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ. τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν. | |
5 | Ὅταν πρὸς τὰ κατεπείγοντα στῇ, καὶ πρὸς τὰ ἐν χερσὶ, καὶ μέλλῃ εἰς τὰ διηνεκῆ ἐμβαίνειν, λοιπὸν καὶ ἃ συνεχῶς ἀκοῦσαι χρὴ, τοῦτο προστίθησι τὸ ῥῆμα “τὸ λοιπὸν,” τουτέστιν, ἀεὶ καὶ εἰς διηνεκές· “ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ·” βα‐ βαὶ, οὐδὲ εἰς τὸ παρακαλεῖν ἑαυτὸν ἀξιόπιστον εἶναι, φησὶν, ἀλλὰ | |
10 | τὸν Χριστὸν παραλαμβάνει· διὰ τοῦ Θεοῦ παρακαλοῦμεν ὑμᾶς, φησὶν, ἵνα “καθὼς παρελάβετε παρ’ ἡμῶν·” τὸ “παρελάβετε” οὐχὶ ῥημάτων ἐστὶ μόνον, ἀλλὰ καὶ πραγμάτων, “τὸ πῶς δεῖ “ὑμᾶς περιπατεῖν,” (πᾶσαν ἐν τούτῳ τὴν ἀναστροφὴν τοῦ βίου δηλοῖ) “καὶ ἀρέσκειν τῷ Θεῷ, ἵνα περισσεύητε μᾶλλον,” τουτ‐ | |
15 | έστιν ἐκ πλέονος περιουσίας, μὴ μέχρι τῶν ἐντολῶν ἵστασθαι, ἀλλ’ ἵνα καὶ ὑπερβαίνητε. τοῦτο γὰρ προκοπὴ τὸ ὑπερβαίνειν τὰς ἐντολάς· οὐκέτι γὰρ ἀπὸ τῆς διδασκαλικῆς ἀνάγκης, ἀλλ’ ἀπὸ τῆς οἰκείας προαιρέσεως γίνεται τὸ πᾶν· εἰκὸς οὖν αὐτὸν μετὰ πολλοῦ φόβου καὶ τρόμου παρηγγελκέναι αὐτοῖς· καὶ ἀναμιμνή‐ | |
20 | σκει διὰ τῶν γραμμάτων τούτων ἐκείνης αὐτοὺς τῆς εὐλαβείας. “οἴδατε γὰρ,” φησὶ, “τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ “τοῦ Κυρίου Ἰησοῦ· τοῦτο γὰρ ἐστὶ θέλημα Θεοῦ, ὁ ἁγιασμὸς “ὑμῶν.” καὶ ἀλλαχοῦ γράφων, φησὶν, “εἰρήνην διώκετε μετὰ “πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.” | |
25 | καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγεν, “ἑαυτὸν ἁγνὸν τήρει,” καὶ ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ· “ἐν ὑπομονῇ πολλῇ, ἐν νηστείαις, ἐν “ἁγνότητι·” καὶ πολλαχοῦ ἄν τις εὕροι τοῦτο· ὄντως γὰρ πάν‐ τας τοῦτο λυμαίνεται τὸ κακόν· “τοῦτο γάρ ἐστι,” φησὶ, “θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας.” | |
30 | πολύτροποι γὰρ καὶ πολυποίκιλαι τῆς ἀσελγείας αἱ ἡδοναί· εἰπὼν δὲ, “ἀπὸ πάσης πορνείας” καταλιμπάνει τοῖς εἰδόσιν. Εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ τὰ | |
ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. | 357 | |
358 | Ἄρα μαθήσεώς ἐστι τὸ πρᾶγμα, καὶ πολλῆς, ὥστε μὴ ἀσελ‐ γαίνειν· ἄρα ἡμεῖς αὐτὸ κτώμεθα, ὅταν ᾖ καθαρὸν, ὅταν δὲ ἀκά‐ θαρτον ᾖ ἁμαρτία· εἰκότως· οὐ γὰρ ἃ βουλόμεθα πράττει, ἀλλὰ ἃ ἐκείνη ἐπιτάττει· “μὴ ἐν πάθει ἐπιθυμίας,” φησί· ἐνταῦθα | |
5 | δείκνυσι καὶ τὸν τρόπον, καθ’ ὃν δεῖ σωφρονεῖν, ὥστε τὰ πάθη τῆς ἐπιθυμίας ἐκκόπτειν· καὶ γὰρ τρυφὴ καὶ πλοῦτος καὶ ῥᾳθυ‐ μία καὶ ἀγρία καὶ σχολὴ, καὶ πάντα ταῦτα εἰς ἐπιθυμίαν ἡμᾶς ἐξάγει τὴν ἄτοπον, “καθάπερ,” φησὶ, καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα “τὸν Θεόν.” ἐκεῖνοι γὰρ τοιοῦτοί εἰσιν, οἱ μὴ προσδοκῶντες δώσειν | |
10 | δίκην. (Θεόδωρος.) Ἄλλος φησί· σκεῦος τὴν ἰδίαν ἑκάστου γαμε‐ τὴν ὀνομάζει, ἐν ἁγιασμῷ κτᾶσθαι αὐτὸ εἰρηκώς· ὅταν μὴ πρὸς ἑτέραν ῥυπαίνηται· ἐμφατικώτερον δὲ, τὸ “μὴ ἐν πάθει ἐπι‐ “θυμίας,” ὡσὰν τοῦτο ποιοῦντος, οὐκέτι ταύτῃ ὡς γυναικὶ | |
15 | συνόντος, ἀλλὰ διὰ μίξιν μόνην ἁπλῶς· ὅπερ πάθος ἐπιθυμίας ἐκάλεσε. Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν. Καλῶς εἶπε, “τὸ μὴ ὑπερβαίνειν,” ἑκάστῳ ὁ Θεὸς ἀπένειμε | |
20 | γυναῖκα, ὅρους ἔθηκε τῇ φύσει, τὴν μίξιν ἐκείνην τὴν πρὸς τὴν μίαν, ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ πλεονεξία· οὐ γὰρ οὕτως ἀλγοῦμεν τῶν χρημάτων ἡμῖν ἐκφορουμένων, ὡς τοῦ γάμου διορυττομένου· ἀδελφὸν καλεῖς, καὶ πλεονεκτεῖς; καὶ ἐν οἷς οὐ χρὴ, περὶ μοιχείας φησὶν, ἀνωτέρω δὲ καὶ περὶ πορνείας | |
25 | ἁπάσης. Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων. Παρεκάλεσε πρῶτον, ἐνέτρεψεν εἰπὼν, “καθάπερ καὶ τὰ ἔθνη.” εἶτα ἀπὸ λογισμῶν τὸ ἄτοπον ἔδειξε τὸ πλεονεκτεῖν τὸν ἀδελφόν· ἐπάγει λοιπὸν τὸ κεφάλαιον, “διότι,” φησὶν, “ἔκδικος ὁ Κύριος | |
30 | “περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυ‐ “ράμεθα·” οὐδὲ γὰρ ἀτιμωρητὶ ταῦτα πράττομεν. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ. | |
Ἐπειδὴ εἰς αὐτὸν ὕβρισεν, αὐτὸς ἐκάλεσεν. | 358 | |
359 | Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ἡμᾶς. Οὐ τὰ ἀδικούμενα, φησὶν, ἐκδικεῖ πρόσωπα, ἀλλ’ ἑαυτόν· σὺ γὰρ ὁμοίως ἐμολύνθης, ὁμοίως τὸν Θεὸν ὕβρισας. | |
5 | Περὶ δὲ τῆς φιλαδελφίας, οὐ χρείαν ἔχετε τοῦ γρά‐ φεσθαι ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ, [καὶ εἰς τοὺς ἄλ‐ λους πάντας.] | |
10 | Σφόδρα ταῦτα ἐντρεπτικὰ πρὸς τὸ ποιεῖν αὐτὸ, καὶ οὐχ ἁπλῶς λέγω ὅτι “θεοδίδακτοί ἐστε,” ἀλλ’ οἶδα ἀφ’ ὧν ποιεῖτε. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλ‐ λον, καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς καὶ παρηγγεί‐ | |
15 | λαμεν ὑμῖν· ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδαμῶς χρείαν ἔχητε. Δείκνυσιν ὅσων μὲν ἡ ἀργία κακῶν αἰτία, ὅσων δὲ ἡ ἐργασία καλῶν· καὶ ποιεῖ αὐτὸ σαφὲς ἀπὸ τῶν παρ’ ἡμῖν, ὃ πολλαχοῦ ποιεῖ, καὶ τοῦτο συνετῶς· μᾶλλον γὰρ τούτοις ἐνάγονται οἱ | |
20 | πλείους, ἢ τοῖς πνευματικοῖς· ἀγάπης γάρ ἐστι τῆς εἰς τοὺς πλησίον, οὐχὶ παρ’ ἐκείνων λαμβάνειν, ἀλλ’ ἐκείνοις παρέχειν. καὶ θέα· μέλλων παρακαλεῖν καὶ παραινεῖν, μέσον τὸ κατόρθωμα τίθησιν, ἵνα καὶ ἀπὸ τῆς προτέρας προαινέσεως ἀναπνεύσωσι, καὶ τῆς ἀπειλῆς, ἡνίκα ἔλεγε “τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον | |
25 | “ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν,” καὶ πρὸς ταύτην μὴ ἀποσκιρτήσωσι· τοῦτο δὲ ἀπὸ τοῦ ἐργάζεσθαι γίνεται, ὥστε μὴ λαμβάνειν μηδὲ ἀργεῖν, ἀλλ’ ἐργαζόμενον ἑτέροις παρέχειν· “μακάριον γάρ ἐστι,” φησὶ, “διδόναι μᾶλλον ἢ λαμβάνειν·” “καὶ ἐργάζεσθαι,” φησὶ, “ταῖς χερσὶν ὑμῶν·” ποῦ εἰσιν οἱ τὸ ἔργον ζητοῦντες τὸ πνευ‐ | |
30 | ματικόν; ὁρᾷς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν, εἰπὼν “ταῖς “χερσὶν ὑμῶν;” ἆρα νηστείαν τις ἐργάζεται ταῖς χερσίν; ἆρα | |
παννυχίδας; ἀλλὰ χαμευνίας; οὐδεὶς τοῦτο ἂν εἴποι, ἀλλὰ περὶ | 359 | |
360 | ἔργου, φησὶ, Κυρίου· πνευματικὸν γὰρ ὄντως ἐστὶ τὸ ἐργαζόμενον ἑτέροις παρέχειν· “ἵνα περιπατῆτε, φησὶν, εὐσχημόνως.” οὐκ εἶπεν, ἵνα μὴ ἀσχημονῆτε ἐπαιτοῦντες, ἀλλὰ τὸ αὐτὸ μὲν ᾐνί‐ ξατο· πραότερον δὲ αὐτὸ τίθησιν ὥστε καὶ πλῆξαι καὶ μὴ σφόδρα | |
5 | τοῦτο ποιῆσαι. εἰ γὰρ οἱ παρ’ ἡμῖν σκανδαλίζονται τούτοις, πολλῷ μᾶλλον οἱ ἔξωθεν μυρίας εὑρίσκοντες κατηγορίας καὶ λαβὰς, ὅταν ἄνθρωπον ὑγιαίνοντα καὶ ἑαυτῷ ἀρκέσαι δυνάμενον ὁρῶσιν ἐπαι‐ τοῦντα καὶ ἑτέρων δεόμενον· διὸ καὶ χριστεμπόρους καλοῦσιν ἡμᾶς, “διὰ τοῦτο, τὸ ὄνομα,” φησὶ, “βλασφημεῖται τοῦ Θεοῦ,” ἀλλ’ | |
10 | οὐδὲν τούτων ἔθηκεν, ἀλλ’ ὃ μάλιστα αὐτῶν καθάψασθαι ἴσχυσε, τὸ τῆς ἀσχημοσύνης. | |
12t | ΚΕΦ. Ε. | |
13t | Διδασκαλία περὶ τῆς τοῦ θανάτου καταλύσεως ἐπὶ ζώντων καὶ νεκρῶν ἐπι‐ | |
14t | φανείᾳ Χριστοῦ. | |
15 | Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοι‐ μημένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἐνταῦθα τὸν περὶ ἀναστάσεως λόγον κινεῖ, καὶ ἕτερόν τι αἰνιτ‐ τόμενος μυστήριον· ποῖον δὴ τοῦτο; “ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περι‐ | |
20 | “λειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς “κοιμηθέντας.” ἱκανὸς μὲν καὶ ὁ τῆς ἀναστάσεως λόγος παραμυ‐ θήσασθαι τὸν ἐν ὀδύνῃ· ἱκανὸν δὲ τὸ νῦν λεγόμενον μάλιστα ἀξιό‐ πιστον ποιοῦν τὴν ἀνάστασιν· ὅρα δὲ πῶς καὶ ἐνταῦθα ἡμέρως· οὐκ εἶπεν οὕτως ἀνόητοί ἐστε, καθάπερ πρὸς Κορινθίους “ἄφρονες, ὅτι | |
25 | “εἰδότες ἀνάστασιν ὡς μὴ πιστεύοντες, οὕτω λυπεῖσθε,” ἀλλὰ σφόδρα ἡμέρως τὴν ἄλλην αὐτῶν ἀρχὴν αἰδούμενος· καὶ οὐκ εἶπε περὶ τῶν ἀποθανόντων, ἀλλὰ τῶν κεκοιμημένων, εὐθέως ἀπὸ προοι‐ μίων τὴν παράκλησιν καταβαλλόμενος· “ἵνα μὴ λυπῆσθε,” φησὶν, “ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα·” ἄρα τὸ κατακόπτεσθαι | |
30 | καὶ θρηνεῖν ἀφορήτως τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα, μηδὲ προσ‐ δοκώντων ἀνάστασιν· ὑμεῖς δὲ, φησὶ, προσδοκῶντες ἀνάστασιν | |
τί δή ποτε θρηνεῖτε; οἱ γὰρ περὶ τῶν χρόνων καὶ τῶν καιρῶν | 360 | |
361 | ζητοῦντες δηλονότι ᾔδεσαν· εἰ γὰρ πιστεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. ποῦ εἰσιν οἱ τὴν σάρκα ἀθετοῦντες; εἰ γὰρ μὴ ἀνέλαβε σάρκα, οὐδὲ ἀπέθανεν, οὐδὲ ἀνέστη· πῶς οὖν ἡμᾶς | |
5 | ἀπὸ τούτων προτρέπει εἰς πίστιν; ἆρα οὐ λῆρος μᾶλλον ἦν κατ’ αὐτοὺς καὶ ἀπατεών; εἰ γὰρ τὸ ἀποθανεῖν ἁμαρτίας ἐστὶν, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς ἡμᾶς προτρέπεται; ὥστε πάντα ταῦτα ἕωλα αὐτοῖς· “πρωτότοκος,” φησὶν, “ἐκ τῶν νεκρῶν,” ἀπαρχὴ, οὐκοῦν καὶ λοιποὺς εἶναι δεῖ; καὶ ὅρα πῶς οὐδὲν ἐνταῦθα ἀπὸ λογισμῶν | |
10 | τίθησιν, ἐπειδὴ προσηνεῖς ἦσαν. Κορινθίοις μὲν γὰρ γράφων πολλὰ καὶ ἀπὸ λογισμῶν ἐκίνησε, καὶ τότε τοῦτο ἐπήγαγε· “ἄφρων “σὺ, ὃ σπείρεις οὐ ζωογονεῖται·” κυριώτερον γὰρ τοῦτο· ἀλλ’ ὅταν τῷ πιστῷ διαλέγηται, πρὸς δὲ τὸν ἔξω, ποίαν ἂν ἰσχὺν ἔχοι τοῦτο; “οὕτω,” φησὶν, “ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας ἄξει σὺν αὐτῷ·” | |
15 | πάλιν “κοιμηθέντας,” οὐδαμοῦ τοὺς ἀποθανόντας· ἀλλ’ ἐπὶ μὲν τοῦ Χριστοῦ τὸ ἀπέθανεν ἔθηκεν, ἐπειδὴ καὶ τὸ τῆς ἀναστάσεως ἕπετο, ἐνταῦθα δὲ “τοὺς κοιμηθέντας·” πῶς διὰ τοῦ Χριστοῦ; ἢ διὰ Ἰησοῦ κοιμηθέντας, ἢ διὰ τοῦ Ἰησοῦ ἄξει τοὺς μὲν κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, τουτέστιν, τοὺς πιστούς· ἐνταῦθα οἱ αἱρετικοί φασιν, | |
20 | ὅτι τοὺς βαπτισθέντας· τὸ γὰρ οὕτως ποῦ ἵσταται; ὁ γὰρ Ἰησοῦς οὐκ ἐκοιμήθη διὰ τοῦ βαπτίσματος· τίνος ἕνεκεν, φησὶ, “τοὺς κοι‐ “μηθέντας;” ὥστε οὐ περὶ καθολικῆς, ἀλλὰ περὶ μερικῆς ἀναστά‐ σεως διαλέγεται· τοὺς γὰρ κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, φησὶ, καὶ πολλαχοῦ οὕτως λέγει· προσεκτέον δὲ, ὅτι ἐπὶ μὲν τοῦ Ἰησοῦ | |
25 | τὸ ἀπέθανεν εἶπεν, ἐπὶ δὲ τῶν λοιπῶν τοὺς κοιμηθέντας· ὡς ἐκεῖ μὲν θανάτου ὄντος διὰ τὸ μηδέπω λελύσθαι· ἐνταῦθα δὲ κοιμή‐ σεως διὰ τὸ ἤδη λελύσθαι· “τοῦτο γὰρ ὑμῖν,” φησὶ, “λέγομεν ἐν “λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν πα‐ “ρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας,” περὶ | |
30 | τῶν πιστῶν λέγων· καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ, ἔπειτα οὐ περὶ ἀναστάσεως αὐτῷ λόγος μόνον ἦν, ἀλλὰ καὶ περὶ ἀναστάσεως ἐν δόξῃ. ἀναστάσεως μὲν οὖν πάντες ἀπολαύσονται, φησίν· ἐν δόξῃ δὲ οὐ πάντες ἔσονται, ἀλλ’ οἱ ἐν Χριστῷ. ἐπεὶ οὖν παραμυθή‐ | |
σασθαι βούλεται αὐτοὺς, οὐ τούτῳ μόνον παραμυθεῖται, ἀλλὰ | 361 | |
362 | καὶ τῇ τιμῇ τῇ πολλῇ καὶ τῷ τάχει, ἐπεὶ ἐκεῖνο ᾔδεσαν· διὰ τοῦτο γὰρ καὶ προϊὼν φησί· “καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·” πῶς δὲ οἱ πιστοὶ διὰ τοῦ Ἰησοῦ κοιμῶνται; τουτέστιν, Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς· τὸ δὲ “ἄξει σὺν αὐτῷ” δείκνυσι πολλαχόθεν | |
5 | ἀγομένους. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου. Τοῦτο ξένον ἔμελλε λέγειν· διὰ τοῦτο καὶ τὸ ἀξιόπιστον τίθη‐ σιν· ἀπὸ τοῦ λόγου τοῦ Θεοῦ, φησὶ, τουτέστιν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Χριστοῦ μαθόντες λέγομεν, ἀντὶ τοῦ κατὰ ἀπο‐ | |
10 | κάλυψιν· οὐ γὰρ ἦν περὶ μελλόντων πιστεύεσθαι λέγοντα, μὴ ἐκεῖ‐ θεν μαθόντα. Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρου‐ σίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶν, “ὅτι ἐν ἀτόμῳ, ἐν | |
15 | “ῥιπῇ ὀφθαλμοῦ,” ἐνταῦθα καὶ τὸ ἀξιόπιστον τῇ ἀναστάσει καὶ τῷ τρόπῳ παρέστησεν· ἐπειδὴ γὰρ δοκεῖ τὸ πρᾶγμα δύσκολον εἶναι, ὥσπερ ἐστὶ, φησὶν, εὔκολον τοὺς ζῶντας ἀρθῆναι, οὕτω καὶ τοὺς ἀπελθόντας· τὸ δὲ “ἡμεῖς” οὐ περὶ ἑαυτοῦ φησιν· οὐ γὰρ δὴ ἔμελλε μέχρι τῆς ἀναστάσεως μένειν, ἀλλὰ τοὺς πιστοὺς λέγει· | |
20 | διὰ τοῦτο προσέθηκεν “οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ “Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·” ὡσανεὶ ἔλεγε, μὴ νομίσῃς ἐργωδίαν εἶναι, Θεός ἐστιν ὁ ποιῶν, οἱ ζῶντες τότε, τοὺς διαλυθέντας, τοὺς σαπέντας, τοὺς μυρία ἔτη ἔχοντας, οὐ μὴ προ‐ λάβωσιν, ἀλλ’ ὥσπερ εὔκολον ἐκείνους τοὺς ἀπηρτισμένους ἀγα‐ | |
25 | γεῖν, οὕτω καὶ τοὺς διαλελυμένους. ἀλλ’ εἰσί τινες οἳ διαπιστοῦσι τῷ πράγματι, ἐπειδὴ τὸν Θεὸν οὐκ ἴσασι· τί γὰρ, εἰπέ μοι, εὐκολώτερον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, ἢ διαλυ‐ θέντα ἀναστῆσαι πάλιν; ἆρα ἀγνοοῦσιν ὅτι πᾶσα ζωὴ ἀπὸ φθορᾶς γίνεται; πάντα φυτὰ, πάντα σπέρματα· καὶ ὅτι ἡ συκῆ ἡ τοιαύτη | |
30 | καὶ τηλικαύτη ἀπὸ τῆς κέγχρου γίνεται ἐκείνης τῆς καταβλη‐ θείσης καὶ αὐτῆς διαφθαρείσης πρῶτον; κἂν μὴ σαπῇ καὶ δια‐ λυθῇ, οὐδὲν τούτων ἔσται τῶν ἐν αὐτῇ· εἰπέ μοι, πόθεν τοῦτο | |
γίνεται; ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φυτῶν. τί δὲ, εἰπέ μοι· | 362 | |
363 | οὐχὶ ὕδωρ ἐστὶν ἓν τὸ ἄνωθεν καταφερόμενον; πόθεν εἰς τοσαῦτα μεταβάλλεται; τοῦτο γὰρ τῆς ἀναστάσεως θαυμασιώτερον· πῶς μίαν ἔχον ποιότητα καὶ μίαν φύσιν εἰς τοσαῦτα τρέπεται; ἐπὶ δὲ τοῦ αὐτοῦ εἰπέ μοι, ἐγγύτερον γάρ· τοῦτο τὸ σπέρμα τὸ κατα‐ | |
5 | βαλλόμενον, πῶς εἰς ἕκαστον τῶν ἐν ἡμῖν μορίων τρέπεται τε καὶ μεταβάλλεται; πῶς εἰς ὀφθαλμούς; πῶς εἰς ὦτα; πῶς εἰς χεῖρας; πῶς εἰς τοσαῦτα ῥυθμίζεται καὶ διαπλάττεται; ἆρα οὐ πολλῷ σοι δοκεῖ τούτων εἶναι τοῦτο ἀπορώτερον; οὐχὶ καθ’ ἑκά‐ στην ἡμέραν ὁρᾷς ἀνάστασιν καὶ θάνατον ἐν ταῖς ἡλικίαις γινο‐ | |
10 | μένην; ποῦ ἡ νεότης ἀπῆλθεν; πόθεν τὸ γῆρας ἦλθεν; πῶς ὁ γεγηρακὼς ἑαυτὸν μὲν νέον ποιῆσαι οὐ δύναται, ἕτερον δὲ παιδίον τίκτει νεώτατον, καὶ ὃς αὐτῷ οὐ δύναται παρασχεῖν, ἑτέρῳ παρέχει; ὅταν οὖν ὁ Θεὸς δημιουργῇ, πάντα ὑποχωρείτω. Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγ‐ | |
15 | γέλου καὶ ἐν σάλπιγγι Θεοῦ. Ἰωάννου. “Τότε γὰρ,” φησὶν, “αἱ δυνάμεις τῶν οὐρανῶν σαλευ‐ “θήσονται·” τί δήποτε ἐν σάλπιγγι; καὶ γὰρ καὶ ἐν τῷ Σιναίῳ ὄρει τοῦτο ὁρῶμεν, καὶ Ἀγγέλους κἀκεῖ· τί δαὶ βούλεται ἡ φωνὴ τοῦ Ἀρχαγγέλου; καθάπερ ἐπὶ τῶν παρθένων ἔλεγεν, ἐγείρεσθε, | |
20 | ἦλθεν ὁ νυμφίος· ἤ τοι τοῦτο φησὶν, ἢ καθάπερ ἐπὶ βασιλέως, οὕτω καὶ τότε ἔσται, Ἀγγέλων πρὸς τὴν ἀνάστασιν ὑπηρετουμένων· λέγει γὰρ, ἀναστῶσιν οἱ νεκροὶ, καὶ γίνεται τὸ ἔργον, οὐ τῶν Ἀγγέλων πρὸς τοῦτο ἰσχυόντων, ἀλλὰ τοῦ ῥήματος αὐτοῦ. τοῦτο καὶ ἀλλαχοῦ λέγει ὁ Χριστὸς, “ἀποστελεῖ τοὺς Ἀγγέλους αὐτοῦ | |
25 | “μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς “αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν, ἕως ἄκρων “αὐτῶν.” τὸν οὖν Ἀρχάγγελον οἶμαι, τὸν ἐφεστῶτα εἶναι τοῖς ἀπεσταλμένοις βοῶντα τοῦτο· ὅτι ἑτοίμους ποιεῖτε πάντας, πάρ‐ εστι γὰρ ὁ κριτής. τί ἐστιν “ἐν τῇ ἐσχάτῃ σάλπιγγι;” δεί‐ | |
30 | κνυσιν ἐνταῦθα πολλὰς τὰς σάλπιγγας γενομένας, καὶ πρὸς τῇ ἐσχάτῃ καταβαίνοντα τὸν κριτήν. Ἄλλος φησί· σάλπιγγι παρεικάζειν εἴωθεν ἡ γραφὴ τοὺς τὸ τοῦ Χριστοῦ κηρύττοντας θέσπισμα· καὶ γοῦν ἔφη που Θεὸς διὰ | |
φωνῆς τῶν προφητῶν τοῖς Ἰουδαίων δήμοις, “καθέστακα ἐφ’ ὑμᾶς | 363 | |
364 | “σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος, καὶ εἶπαν, ἀκου‐ “σόμεθα·” σάλπιγξ ἦν Μωϋσῆς καὶ πάντες οἱ προφῆται καὶ Ἀπόστολοι, καὶ οἱ τῆς ἐκκλησίας διδάσκαλοι· “σαλπιοῦσι γὰρ τῇ “σάλπιγγι τῇ μεγάλῃ,” κατὰ τὸν Ἡσαΐαν περὶ τῆς ἐπιδημίας τοῦ | |
5 | Χριστοῦ προφητεύοντα· ἔφη δὲ καὶ Ζαχαρίας περὶ τῆς ἐσχάτης σάλπιγγος, “Κύριος παντοκράτωρ σάλπιγγι σαλπιεῖ·” ταύτης σύμβολον ὑπῆρχον αἱ ἐν τῇ Ἱεριχὼ γενόμεναι σάλπιγγες, δι’ ὧν αὐτή τε καὶ τὰ τείχη ταύτης αὐτομάτως κατέπεσον· καὶ τῷ Ἡσαίᾳ, φησὶν, “ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγ‐ | |
10 | “γειλον τῷ λαῷ τὰ ἁμαρτήματα αὐτῶν·” ἐσχάτη τοίνυν σάλ‐ πιγξ ἡ ἐπὶ συντελείᾳ τῶν αἰώνων τοῦ κριτοῦ τὴν παρουσίαν σημαίνουσα. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν | |
15 | αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Ἰωάννου. Εἰ μέλλει δὲ καταβαίνειν, τίνος ἕνεκεν ἁρπαγησό‐ μεθα; τιμῆς ἕνεκεν. καὶ γὰρ βασιλέως εἰς πόλιν εἰσελαύνοντος, | |
20 | οἱ μὲν ἔντιμοι πρὸς ἀπάντησιν ἐξίασιν, οἱ δὲ κατάδικοι ἔνδον μένουσι τὸν κριτήν· καὶ πατρὸς φιλοστόργου παραγινομένου, οἱ μὲν παῖδες καὶ ἄξιοι παῖδες εἶναι ἐπ’ ὀχήματος ἐξάγονται, ὥστε ἰδεῖν καὶ καταφιλῆσαι· οἱ δὲ προσκεκρουκότες τῶν οἰκιῶν ἔνδον μένου‐ σιν. ἐπὶ τοῦ ὀχήματος φερόμεθα τοῦ πατρός· καὶ γὰρ αὐτὸς ἐν | |
25 | νεφέλαις ὑπέλαβεν αὐτὸν, καὶ ἡμεῖς ἐν νεφέλαις ἁρπαγησόμεθα. ὁρᾷς τὴν τιμὴν ὅσην καὶ τὴν ἀπάντησιν καταβαίνοντι ποιούμεθα, καὶ τὸ πάντων μακαριώτερον, οὕτω σὺν αὐτῷ ἐσόμεθα. Βαβαὶ, ὅσων ἀγαθῶν τὸ γένος ἠξίωσε τὸ ἀνθρώπινον; πρῶτοι οἱ τελευτήσαντες ἐγείρονται, καὶ οὕτως ὁμοῦ ἡ ἀπαντὴ γίνεται, | |
30 | ὥστε οὐδὲν ἔσται πλέον ἐκείνοις κατὰ τοῦτο, ἀλλ’ ὁ διαφθαρεὶς ὁ τοσαῦτα ἔτη ἔχων ἐν τῇ γῇ, μετ’ ἐκείνων ἀπαντῆσαι· εἰ γὰρ ἐκεῖνοι ἡμᾶς ἀνέμειναν, ἵνα στεφανωθῶμεν, τοῦ Κυρίου περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν, | |
πολλῷ μᾶλλον καὶ ἡμεῖς ἐκείνους, μᾶλλον δὲ ἐκεῖνοι μὲν ἀνέμει‐ | 364 | |
365 | ναν, ἡμεῖς δὲ οὐκέτι. ἐν γὰρ ἀτόμῳ ἡ ἀνάστασις γίνεται, ἐν ῥιπῇ ὀφθαλμοῦ· τὸ δὲ λέγειν ὅτι συνάγονται, ἀνίστανται μὲν, φησὶ, πανταχοῦ· συνάγονται δὲ ὑπὸ τῶν Ἀγγέλων· τὸ μὲν οὖν τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, τῇ γῇ κελεύοντος ἀφεῖναι τὴν παρα‐ | |
5 | καταθήκην, καὶ οὐδεὶς ὁ ὑπηρετούμενος· ὥσπερ τότε ἐκάλεσε τὸν Λάζαρον, “δεῦρο ἔξω·” τὸ δὲ ἀγαγεῖν τῶν ὑπηρετῶν γίνεται. ἀλλ’ εἰ συνάγουσι καὶ προτρέπουσιν Ἄγγελοι, πῶς ἐνταῦθα οὗτοι ἁρπά‐ ζονται; μετὰ τὸ καταβῆναι ἁρπάζονται, μετὰ τὸ συναχθῆναι· καὶ ὅταν ταῦτα γένηται, τότε καὶ ἡ φωνὴ τοῦ Ἀρχαγγέλου ἔσται | |
10 | τοῖς Ἀγγέλοις ἐπιτάττοντος καὶ βοῶντος, καὶ σάλπιγγες, μᾶλλον δὲ ὁ τῶν σαλπίγγων ἦχος. Δῆλον μέντοι κἀκεῖνο, ὅτι ὅταν εἴπῃ, οἱ νεκροὶ ἐν Χριστῷ ἀνα‐ στήσονται πρῶτον, οὐκ ἀναιρῶν τοὺς πρὸ τῆς Χριστοῦ παρουσίας δικαίους λέγει· πῶς γάρ; ὅ γε σαφῶς ἐν τῇ πρὸς Ἑβραίους | |
15 | λέγων, “καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ “ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι “προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν,” ὡς δῆλον, ὅτι σὺν αὐτοῖς τελειοῦσθαι μέλλουσιν· ἀλλ’ ἐπειδὴ μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ταῦτα ἔγραφεν, ὡς πρὸς τοὺς μὴ πεπιστευ‐ | |
20 | κότας, τὸ ἐν Χριστῷ διαστέλλων λέγει. Σευηριανὸς δὲ ... ζῶντας ἔτι τινὰς βούλεται καταλαμβά‐ νεσθαι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, καὶ τοῦτο δηλοῦσθαι ἐκ τοῦ “ἡμεῖς οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου·” καὶ τοιοῦ‐ τόν ἐστιν ὅ φησιν ὁ Σωτὴρ, “ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ | |
25 | “Νῶε ἦσαν γαμοῦντες καὶ γαμισκόμενοι, καὶ ἐξαπίνα ἦλθεν ὁ “κατακλυσμὸς, καὶ ἔλαβε πάντας, οὕτως ἔσται ἡ παρουσία τοῦ “υἱοῦ τοῦ ἀνθρώπου·” οὐκοῦν, φησὶ, ζῶντες καταλαμβάνονται τινές. Ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου, καὶ οἱ νεκροὶ | |
30 | ἐν Χριστῷ ἀναστήσονται. Τοῦτο αὐτὸς ὁ Κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· “μέσης δὲ “οὔσης νυκτὸς,” φησὶ, “φωνὴ ἐγένετο, ὁ νυμφίος ἔρχεται.” ὅτι δὲ ζῶντες καταλαμβάνονται οἳ καὶ ἀναλαμβάνονται μετὰ τῶν | |
κοιμηθέντων, ὁ Κύριος δηλοῖ ἐν τῷ Εὐαγγελίῳ λέγων, “δύο ἔσον‐ | 365 | |
366 | “ται ἐν κλίνῃ, ὁ εἷς παραληφθήσεται, καὶ ὁ εἷς ἀφεθήσεται, καὶ “δύο ἔσονται ἀλήθουσαι, ἡ μία παραληφθήσεται, καὶ ἡ μία ἀφε‐ “θήσεται·” καὶ ὁ Κύριος δὲ καὶ ὁ Παῦλος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία. | |
5t | ΚΕΦ. ϛ. | |
6t | Περὶ τοῦ αἰφνιδίως ἥξειν τὸν Χριστὸν, ὥστε δεῖν εὐτρεπίζεσθαι σπουδῇ. | |
7t | πίστει, ἐλπίδι, ἀγάπῃ, τιμῇ, εἰρήνῃ, μακροθυμίᾳ, φιλομαθείᾳ. | |
8 | Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, | |
10 | ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται. Πολλὰ ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, ὡς περίεργος καὶ λίχνος πρὸς τὴν τῶν ἀφανῶν καὶ τῶν κεκωλυμένων μάθησιν· τοῦτο δὲ σημαίνει ἀπὸ τοῦ θρύπτεσθαι, καὶ ἀπὸ τοῦ μηδὲν ἔχειν ποιεῖν, μάλιστα δὲ τὸν περὶ τῆς συντελείας | |
15 | καιρόν· καὶ τί θαυμαστὸν εἰ ἡμεῖς, ὅπου γε καὶ αὐτοὶ οἱ ἅγιοι ἐκεῖνοι μάλιστα τοῦτο πεπόνθασι· πρὸ γὰρ τοῦ πάθους προσελ‐ θόντες οἱ Ἀπόστολοι λέγουσι τῷ Χριστῷ, “εἰπὲ ἡμῖν, πότε “ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς “συντελείας τοῦ αἰῶνος;” μετὰ δὲ τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν | |
20 | ἀνάστασιν, ἔλεγον πρὸς αὐτόν· “εἰπὲ ἡμῖν, εἰ ἐν τῷ χρόνῳ τούτῳ “ἀποκαθιστάνεις τὴν βασιλείαν τῶν Ἱερουσαλήμ.” καὶ οὐδὲν πρὸ τούτου αὐτὸν ἤροντο, ἀλλ’ οὐ μετὰ ταῦτα οὕτως, ὅτε τοῦ Πνεύ‐ ματος τοῦ Ἁγίου κατηξιώθησαν· οὐ μόνον γὰρ αὐτοὶ οὐκ ἐρωτῶ‐ σιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰ καὶ τοὺς ταύτην | |
25 | τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλουσιν. ἄκου‐ σον γοῦν οἷα νῦν ὁ μακάριος Παῦλός φησι, “περὶ δὲ τῶν χρόνων “καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν·” ἀντὶ τοῦ περισσὸν καὶ ἀσύμφορον ζητεῖτε· τί γὰρ πρὸς ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια, τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστίν; τί | |
30 | οὖν πολυπραγμονοῦμεν; ἀφέντες γὰρ τὸ οἰκεῖον ἕκαστος τέλος | |
μεριμνᾶν, τὴν κοινὴν βουλόμεθα κατάλυσιν μαθεῖν. | 366 | |
367 | Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Οὐχ ἡ κοινὴ, ἀλλὰ καὶ ἡ ἑκάστου ἰδία, αὐτὴ γὰρ ἐκείνη μι‐ μεῖται· ἡ γὰρ αὐτή ἐστι καὶ συγγενής. ὅπερ γὰρ ἀθρόως ἐκείνη, | |
5 | τοῦτο αὐτὴ κατὰ μέρος ποιεῖ· καὶ τῆς συντελείας ὁ καιρὸς ἀπὸ τοῦ Ἀδὰμ ἔλαβε τὴν ἀρχὴν, καὶ νῦν οὐκ ἂν ἁμαρτάνοι τις, συν‐ τέλειαν εἰπών. ὅταν γὰρ μυρίοι καθ’ ἑκάστην ἡμέραν τελευτῶσι καὶ ἀναμένωσι τὴν ἡμέραν ἐκείνην ἅπαντες, καὶ πρὸ ἐκείνης μηδεὶς ἀνίσταται, οὐχὶ ἐκείνης τὸ ἔργον ἐστίν; εἰ δὲ βούλεσθε μαθεῖν | |
10 | διὰ τί ἀποκέκρυπται αὕτη, καὶ διὰ τί ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται, ἐγὼ ὡς ἐμαυτῷ δοκῶ, καλῶς ἔχειν ἐρῶ. οὐδεὶς ἂν ἀρετῆς ἐπεμελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον· ἀλλ’ εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡμέραν, καὶ μυρία ἐργασάμενος δεινὰ, καὶ τῷ λουτρῷ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν· εἰ γὰρ νῦν τοῦ τῆς ἀδηλίας | |
15 | φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν βίον ἐν κακίᾳ καταναλώσαντες εἰς ἐσχάτας ἀναπνοὰς τῷ βαπτί‐ σματι διδόασιν ἑαυτοὺς, εἰ καὶ σφόδρα ἦσαν ὑπὲρ τούτου πεπει‐ κότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήσατο; καὶ ἕτερον δὲ πάλιν· πολλοὺς ὁ τοῦ θανάτου φόβος κατέχει νῦν καὶ ὁ τῆς | |
20 | ζωῆς ἔρως, εἰ ᾔδει ἕκαστος ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν ἂν παρῃτήσατο τολμῆσαι πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ ἀνεκτήσατο ἑαυτὸν, τοὺς ἐχθροὺς ἀμύνων. Εἴπω τι καὶ τρίτον ἕτερον· οἱ φιλοζωοῦντες καὶ σφόδρα τῶν | |
25 | ἐνθάδε ἐφιέμενοι ὑπὸ τῆς ἀθυμίας ἂν καὶ τῆς λύπης διεφθάρησαν. εἰ γάρ τις τῶν νέων ὅτι πρὸ τοῦ γήρως δέξεται τὴν τελευτὴν ἠπίστατο, καθάπερ τὰ νωθρότατα τῶν θηρίων, ἐπειδὰν συλληφθῇ, τοιαῦτα γίνεται προσδοκῶντα τὴν τελευτὴν, οὕτως ἂν διετέθη πρὸς τοῦτο. οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες μισθὸν ἂν ἔσχον. εἰ γὰρ | |
30 | ἤδεισαν ὅτι πάντως μετὰ τρία ἔτη ἀπελθεῖν δεῖ, καὶ πρὸ ἐκείνων οὐ δυνατὸν, ποῖον ἂν ἔσχον μισθὸν, κατατολμῶντες τῶν δεινῶν· ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι | |
ζήσεται μὲν μὴ παραβολευσάμενος· τεθνήξεται δὲ τοιαῦτα τολ‐ | 367 | |
368 | μῶν, τῆς αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον. Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα τούτων ἐκ τοῦ ἀγνοεῖν τὴν τελευτήν; τέως δὲ ταῦτα ἀπόχρη μαθεῖν· διὰ τοῦτο ὡς | |
5 | κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται, ἵνα μὴ εἰς κακίαν ἐξάγωμεν ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳθυμίαν, ἵνα μὴ τῶν μισθὸν ὑμῶν ὑποτέ‐ μητε· “γρηγορεῖτε οὖν,” ὥς φησιν ὁ Σωτὴρ, “ὅτι οὐκ οἴδατε “ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.” διὰ τοῦτο Παῦλος ἔλεγεν, Ὅταν δὲ λέγωσιν, εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰ‐ | |
10 | φνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ἐνταῦθα τί ᾐνίξατο; ὅπερ καὶ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· ἐπειδὴ γὰρ οὗτοι μὲν ἦσαν ἐν θλίψεσι, ἐκεῖνοι δὲ ἐν ἀνέσει οἱ πολεμοῦντες αὐτοὺς καὶ ἐν τρυφῇ, εἶτα τούτῳ παρεμυθεῖτο τὰ | |
15 | παρόντα δεινὰ τῷ τῆς ἀναστάσεως λόγῳ, ἐκεῖνοι ἐπείραζον ἐκ τῶν προγονικῶν ἐνθυμημάτων φθεγγόμενοι, καὶ ἔλεγον· “οὐαὶ οἱ λέ‐ “γοντες τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς ἵν’ ἴδωμεν, καὶ “ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἱερουσαλὴμ, ἵνα γνῶμεν.” καὶ πάλιν· “οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου,” περὶ ταύτης φησίν· | |
20 | οὐ γὰρ ἁπλῶς ἐπιθυμοῦντας λέγει, ἀλλὰ τοὺς ἐκ τοῦ ἀπιστεῖν ἐπιθυμοῦντας· “καὶ ἡ ἡμέρα Κυρίου,” φησὶ, “σκότος καὶ οὐ “φῶς·” ὡσανεὶ ἔλεγε, μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκμήριον ποιείσθωσαν τοῦ μὴ παραγίνεσθαι τὸν κριτήν· οὕτω μὲν οὖν καὶ παραγίνεται. | |
25 | Ἄξιον δὲ ἐκεῖνο ζητῆσαι, εἰ ὁ Ἀντίχριστος ἔρχεται, καὶ Ἠλίας ἔρχεται, πῶς “ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αὐτοῖς “αἰφνίδιος ὄλεθρος ἐφίσταται·” ταῦτα γὰρ οὐκ ἀφίησιν ἐπελθεῖν τὴν ἡμέραν τεκμήρια ὄντα τῆς παρουσίας αὐτῆς, ἀλλ’ οὐδὲ τοῦτον τὸν καιρὸν βούλεται εἶναι τὸν τοῦ Ἀντιχρίστου καὶ τῆς ἡμέρας, | |
30 | ὅτι ἐκεῖνο σημεῖον ἔσται τῆς παρουσίας τοῦ Χριστοῦ, αὐτὸς δὲ οὐχ ἕξει σημεῖον, ἀλλ’ ἀθρόον καὶ ἀπροσδοκήτως ἥξει· καί τοι τῇ κυούσῃ, φησὶν, οὐκ ἐφίσταται ἀδήλως· αἱ μὲν γὰρ ἑπταμηνιαῖα | |
ἔτεκον, αἱ δὲ ἐνναμηνιαῖα· ἄλλως τε καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα | 368 | |
369 | ἄδηλος· πρὸς τοῦτο οὖν ταῦτα ὁ Παῦλος, καὶ ἀκριβὴς ἡ εἰκών· οὐ τὸ ἄδηλον δὲ μόνον ἐνταῦθα ᾐνίξατο, ἀλλὰ καὶ τὸ τῆς ὀδύνης πικρόν. Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. | |
5 | Ἐνταῦθα τὸν σκοτεινὸν καὶ ἀκάθαρτον βίον φησί· καθάπερ ἐν νυκτὶ πάντα πράττουσιν οἱ μιαροὶ καὶ πονηροὶ τῶν ἀνθρώπων, πάν‐ τας λανθάνοντες καὶ ἐν σκότῳ κατακλείοντες ἑαυτούς. τί οὖν οὐχὶ ὡς κλέπτης αὐτοὺς καταλαμβάνει, οὐχὶ καὶ αὐτοῖς ἀδήλως ἐφίσταται; ἀλλὰ προίσασι· πῶς οὖν λέγει ὅτι οὐ χρείαν ἔχετε | |
10 | γράφεσθαι ὑμῖν; ἐνταῦθα οὐ πρὸς τὸ ἄδηλόν φησιν, ἀλλὰ πρὸς τὴν συμφορὰν, τουτέστιν, οὐκ ἐπὶ κακῷ τῷ αὐτῶν ἥξει· ἀδήλως μὲν γὰρ ἥξει καὶ αὐτοῖς, πλὴν ἀλλ’ οὐδενὶ περιβαλεῖ λυπηρῷ· ἐπὶ γὰρ τῶν ἐγρηγορότων καὶ ἐν φωτὶ ὄντων, κἂν γένηταί τις εἴσοδος λῃστοῦ, οὐδὲν λυμανεῖσθαι δυνήσεται· οὕτως καὶ ἐπὶ τῶν | |
15 | ὀρθῶς ζώντων, ἀλλ’ ἐκείνους τοὺς καθεύδοντας πάντων γυμνώσας ἄπεισι, τοὺς τοῖς ἐνθάδε θαρροῦντας. Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. “Υἱοὶ ἡμέρας,” ὡς υἱοὶ ἀπωλείας, καὶ υἱοὶ γεέννης, καὶ πάλιν ὁ Παῦλος ἔλεγε· “δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς | |
20 | “τῆς ἀπειθείας,” τουτέστιν οἱ τὰ τῆς γεέννης πράττοντες, οἱ τὰ τῆς ἀπειθείας· οὕτως καὶ υἱοὶ τοῦ Θεοῦ, οἱ τὰ τῷ Θεῷ δοκοῦντα πράττοντες· καὶ υἱοὶ ἡμέρας καὶ φωτὸς, οἱ τὰ τοῦ φωτὸς πράτ‐ τοντες. Ἄρα οὖν μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ | |
25 | γρηγορῶμεν καὶ νήφωμεν. Δείκνυσιν ἐνταῦθα ὅτι τὸ ἐν ἡμέρᾳ εἶναι ἡμῶν ἐστιν· ἐπὶ μὲν γὰρ τῆς ἡμέρας ταύτης καὶ τῆς νυκτὸς, οὐχ ἡμῶν ἐστι, καὶ μὴ βουλομένων ἡμῶν, ὁ ὕπνος ἐφίπταται· ἐπὶ δὲ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ ὕπνου οὐκέτι, ἀλλ’ ἔξεστι διὰ παντὸς ἡμέραν ἄγειν, ἔξεστι | |
30 | διὰ παντὸς ἐγρηγορέναι. τὸν γὰρ ἀπὸ τῆς κακίας ὕπνον ἐπα‐ γαγεῖν οὐκέτι φύσεως, ἀλλὰ προαιρέσεως. “ἀλλὰ γρηγορῶμεν,” φησὶ, “καὶ νήφωμεν·” ἔστι γὰρ ἐγρηγορότα καθεύδειν, μηδὲν | |
πράττοντα ἀγαθόν· διὰ τοῦτο ἐπήγαγε, “καὶ νήφωμεν.” καὶ γὰρ | 369 | |
370 | ἐν ἡμέρᾳ, ἂν γρηγορῇ μέν τις, μὴ νήφῃ δὲ, μυρίοις περιπεσεῖται δεινοῖς, ὥστε ἐγρηγόρσεως ἐπίτασις ἡ νήψις ἐστίν. Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυ‐ σκόμενοι νυκτὸς μεθύουσι. | |
5 | Μέθην ἐνταῦθα φησὶ τὴν ἀπὸ πάντων τῶν κακῶν· καὶ γὰρ μέθη ψυχῆς πλοῦτος καὶ χρημάτων ἐπιθυμία, καὶ σωμάτων ἔρως, καὶ πᾶν ὅπερ εἴπῃς μέθη ψυχῆς· διὰ τί δὲ ὕπνον τὴν κακίαν ἐκά‐ λεσεν; ὅτι πρῶτον μὲν ἀνενέργητός ἐστι πρὸς τὴν ἀρετὴν ὁ τοιοῦτος· ἔπειτα πάντα φαντασιοῦται, οὐδὲν ἀληθὲς ὁρᾷ, ἀλλ’ | |
10 | ὀνειράτων ἐστὶ μεστὸς καὶ ἀτόπων πολλάκις πραγμάτων· ἂν δέ τι χρηστὸν ἴδῃ, οὐδὲν ἔχει βέβαιον οὐδὲ πεπηγός· οὐκ ἀρκεῖ δὲ τὸ ἐγρηγορέναι καὶ νήφειν, ἀλλὰ δεῖ καὶ καθοπλίζεσθαι· διό φησιν, Ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περι‐ | |
15 | κεφαλαίαν, ἐλπίδα σωτηρίας. Πίστεως εἰπὼν καὶ ἀγάπης, βίον καὶ δόγμα ᾐνίξατο, οὐ τὴν τυχοῦσαν δὲ πίστιν, ἀλλ’ ὥσπερ τὸν θώρακα οὐδὲν ἂν διατέμοι ταχέως· οὕτως καὶ σὺ πίστιν καὶ ἀγάπην περιέλασον τῇ ψυχῇ, καὶ οὐδὲν τῶν πεπυρωμένων τοῦ διαβόλου βελῶν ἐμπαγῆναι δυνή‐ | |
20 | σεται· ἔνθα γὰρ ἂν ᾖ προκατειλημμένη τῷ τῆς ἀγάπης ὅπλῳ τῆς ψυχῆς ἡ δύναμις, πάντα εἰκῆ καὶ μάτην κατασκευάζουσιν οἱ ἐπι‐ βουλεύοντες· καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡμῖν, τὴν κεφαλὴν περιβάλλουσα, οὕτω καὶ ἡ ἐλπὶς τὸν λογι‐ σμὸν οὐκ ἀφίησι διαπεσεῖν· τὸν γὰρ τούτοις πεφραγμένον τοῖς | |
25 | ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν. μένει γὰρ πίστις καὶ ἐλπὶς καὶ ἀγάπη. Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ’ εἰς περι‐ ποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν. | |
30 | Ὥστε οὐ πρὸς τοῦτο ἔκλινεν εἰς τὸ ἀπολέσαι, ἀλλ’ εἰς τὸ σῶσαι· καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; τὸν Υἱὸν ἔδωκεν. οὕτως ἡμᾶς ἐπιθυμεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, καὶ οὐχ | |
ἁπλῶς, ἀλλ’ εἰς θάνατον. | 370 | |
371 | Ἵνα εἴτε γρηγοροῦμεν, εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Πάλιν “εἴτε γρηγορῶμεν, εἴτε καθεύδομεν,” ἕτερον ἐκεῖ τὸν ὕπνον | |
5 | φησὶ, καὶ ἕτερον ἐνταῦθα· ἐνταῦθα γὰρ τὸ “εἴτε καθεύδομεν” τὸν θάνατον, φησὶ, τὸν σωματικὸν, τουτέστι τοὺς κινδύνους μὴ δεί‐ σητε, κἂν ἀποθάνωμεν, ἄν τε ζῶμεν, μετ’ αὐτοῦ ζησόμεθα. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθε‐ | |
10 | τοῦντας ὑμᾶς, καὶ ἡγεῖσθε αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ, διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν ἑαυτοῖς. Ἐπειδὴ εἶπεν, “οἰκοδομεῖτε εἷς τὸν ἕνα,” ἵνα μὴ νομίσωσιν ὅτι εἰς τὸ τῶν διδασκάλων ἀξίωμα αὐτοὺς ἀνήγαγεν, ἐπήγαγε· πλὴν ὁρᾶτε ὅτι καὶ ὑμῖν ἐπέτρεψα οἰκοδομεῖν ἀλλήλους· οὐ γὰρ δυνατὸν | |
15 | πάντα τὸν διδάσκαλον εἰπεῖν· “τοὺς κοπιῶντας,” φησὶν, “ἐν “ὑμῖν,” καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς· καὶ πῶς οὐκ ἄτοπον, φησὶν, ἂν μὲν ἄνθρωπος προστῇ, πρὸς ἄνθρωπον πάντα πράττεις, πᾶσαν ὁμολογεῖς χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προΐσταταί σου, καὶ οὐχ ὁμολογεῖς χάριν; καὶ πῶς | |
20 | προΐσταται, φησίν; ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευματικῇ δωρεᾷ τῇ τοῦ βαπτίσματος ὑπηρετεῖται, ἐπισκέπτεται, παραινεῖ καὶ νουθετεῖ, πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· “ἡγεῖσθε,” φησὶν, “αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε “ἐν ἑαυτοῖς·” μὴ ἁπλῶς φησιν, ἀγαπᾶτε, ἀλλ’ “ὑπὲρ ἐκπερισ‐ | |
25 | “σοῦ,” ὡσανεὶ παῖδες πατέρας· διὰ γὰρ αὐτῶν ἐτέχθητε τὴν γέννησιν τὴν αἰώνιον· δι’ αὐτῶν τῆς βασιλείας ἐπετύχετε· δι’ αὐτῶν πύλαι οὐρανοῦ ὑμῖν ἀνοίγονται· μηδεὶς στασιαζέτω, μηδεὶς φιλο‐ νεικείτω. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτά‐ | |
30 | κτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ἐνταῦθα πρὸς τοὺς ἄρχοντας διαλέγεται· μὴ ἀπ’ ἐξουσίας, φησὶ, μηδὲ αὐθαδείας ἐπιπλήττετε, ἀλλὰ μετὰ νουθεσίας· ὁ γὰρ | |
αὐστηρὸς καὶ ἀπεγνωκὼς ἑαυτὸν, θρασύτερος γίνεται καταφρονῶν | 371 | |
372 | καὶ ἐπιπληττόμενος· διὰ τοῦτο τῇ νουθεσίᾳ χρὴ ἡδὺ κατασκευά‐ ζειν τὸ φάρμακον. τίνες δέ εἰσιν οἱ ἄτακτοι; πάντες οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες. ἔστι δὲ καὶ ἕτερον εἶδος τῶν κακῶν, οὐ τοιοῦτο μὲν, κακία δὲ καὶ αὐτὸ, ἡ μικροψυχία· καὶ γὰρ καὶ | |
5 | αὐτὴ ὁμοίως τῇ ῥᾳθυμίᾳ ἀπόλλυσιν· ὁ μὴ φέρων ὕβριν ἢ πει‐ ρασμὸν, ὀλιγόψυχος, οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. ἔστι καὶ ἄλλο εἶδος, τὸ τῆς ἀσθενείας· ἐν ἀσθενείᾳ δὲ γίνεται περὶ πίστιν· ἀλλ’ ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς διαπτύσθαι, καὶ ἀλλα‐ χοῦ δὲ γράφων ἔλεγε, “τοὺς ἀσθενοῦντας τῇ πίστει προσλαμ‐ | |
10 | “βάνεσθε.” “μακροθυμεῖτε,” φησὶ, “πρὸς πάντας,” καὶ πρὸς τοὺς ἀτάκτους, καὶ σφόδρα· οὐδὲν γὰρ τούτου τοῦ φαρμάκου ἴσον, διδασκάλῳ μάλιστα· οὐδὲν οὕτω τοῖς ἀρχομένοις ἐπιτήδειον, πάν‐ τως ἐντρέψαι δύναται. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. | |
15 | Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ μᾶλλον κακὸν ἀντὶ ἀγαθοῦ. Πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Αὕτη μείζων φιλοσοφία, μὴ μόνον κακοῖς ἀμύνεσθαι τὰ κακὰ, | |
20 | ἀλλὰ καὶ ἀγαθοῖς· καὶ ἵνα μὴ νομίσῃς, ὅτι περὶ τῶν πιστῶν τοῦτο εἴρηται, διὰ τοῦτο εἶπε, “καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας.” Πάντοτε χαίρετε. Τοῦτο περὶ τῶν πειρασμῶν τῶν θλίψιν ἐμβαλλόντων· εἶτα καὶ τὴν ὁδὸν ἔδειξεν. | |
25 | Ἀδιαλείπτως προσεύχεσθε, ἐν πάντι εὐχαριστεῖτε, τοῦτο γὰρ θέλημα Θεοῦ. Τὸ ἀεὶ δηλονότι εὐχαριστεῖν, τοῦτο φιλοσόφου ψυχῆς. Τὸ Πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξουθενεῖτε. πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς | |
30 | εἴδους πονηροῦ ἀπέχεσθε. Ἐπεὶ νὺξ ἐστὶν, ὡς εἶπεν, ἀσέληνος ὁ παρὼν βίος, καὶ ἐν ταύτῃ τῇ νυκτὶ βαδίζομεν, ἔδωκεν ἡμῖν λαμπάδα φαιδρὰν ὁ Θεὸς, τοῦ Πνεύματος τοῦ Ἁγίου τὴν χάριν, ἀνάψας ἐν ταῖς ἡμετέραις | |
ψυχαῖς· ἀλλὰ τοῦτο τὸ φῶς οἱ μὲν δεξάμενοι λαμπρότερον εἰργά‐ | 372 | |
373 | σαντο καὶ φαιδρότερον, οἷον, ὡς Πέτρος, ὡς Παῦλος, ὡς οἱ ἅγιοι πάντες· οἱ δὲ καὶ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ὡς ἐκεῖνοι οἱ περὶ τὴν πίστιν ναυαγήσαντες, ὡς ὁ ἐν Κορίνθῳ πεπορνευκώς. διὰ τοῦτο ὁ Παῦλός φησι, “τὸ Πνεῦμα μὴ σβέννυτε,” τουτέστι, τὸ | |
5 | χάρισμα· σβέννυσι δὲ αὐτὸ βίος ἀκάθαρτος· ἄν τε γὰρ γήϊνα καὶ τῶν διαρρεόντων πραγμάτων φροντίδας κατασκεδάσῃς, ἔσβεσας τὸ Πνεῦμα· ἄν τε σὺ μὲν μηδὲν ἐργάσῃ τοιοῦτον, ἑτέρωθεν δέ ποθεν πειρασμὸς ἐμπεσὼν προσβάλῃ σφοδρῶς καθάπερ τι πνεῦμα, καὶ μὴ σφοδρὰ δὲ ᾖ φλὸξ καὶ πολὺ τὸ ἔλαιον ἔχουσα, ἢ τὴν ὀπὴν μὴ | |
10 | ἐμφράξῃς, ἢ τὴν θύραν μὴ προσκλείσῃς, πάντα ἀπόλωλεν. τίς δέ ἐστιν ἡ ὀπή; ὥσπερ ἐπὶ τοῦ λύχνου ὀφθαλμὸς καὶ ἀκοή· μὴ ἀφῇς ταύταις προσπίπτειν πνεῦμα σφοδρὸν πονηρίας, ἐπεὶ ἔσβεσες τὸν λύχνον, ἀλλ’ ἀπόφραξον τῷ φόβῳ τοῦ Θεοῦ. θύρα τὸ στόμα ἐστί· πρόσκλεισον, ἵνα καὶ τὸ φῶς παρέχῃ καὶ ἀποκρούηται τὴν | |
15 | ἔξωθεν προσκοπήν· οἷον, ὕβρισέ τις; ἐλοιδόρησεν; σὺ κλεῖσον τὸ στόμα· ἂν γὰρ ἀντίπνοια μὴ γένηται, οὐδὲν ἴσχυσεν ὁ ἄνεμος· μὴ τοίνυν αὐτὸ σβέσωμεν. καὶ ὅταν ἐλεημοσύνην μὴ ποιῶμεν, σβέννυται τὸ Πνεῦμα. οὐ γὰρ μένει παρὰ ψυχῇ ἀνελεήμονι τοῦ Πνεύματος ἡ χάρις. | |
20 | Ἔστι δὲ καὶ ἄλλη ἐξήγησις. πολλοὶ παρ’ αὐτοῖς οἳ μὲν προ‐ εφήτευον ἀληθῶς, οἱ δὲ ἐψεύδοντο· τοῦτο καὶ ἐν τῇ πρὸς Κοριν‐ θίους φησὶ, διακρίσεις πνευμάτων διὰ τοῦτο δεδωκέναι· μιαρὸς γὰρ ὢν ὁ διάβολος ἠθέλησε διὰ τοῦτο πᾶν ἀνατρέψαι τῆς Ἐκκλη‐ σίας. ἐπειδὴ γὰρ ἀμφότεροι περὶ μελλόντων προὔλεγον καὶ ὁ | |
25 | δαίμων καὶ τὸ Πνεῦμα, ἀλλ’ ὁ μὲν ψευδόμενος, τὸ δὲ ἀληθεῦον, καὶ οὐδαμόθεν ἦν ἑκατέρου τεκμήριον λαβεῖν, ἀλλ’ ἀνευθύνως ἑκά‐ τεροι ἔλεγον, ἔδωκε διακρίσεις πνευμάτων. ἐπεὶ οὖν καὶ τότε παρὰ Θεσσαλονικεῦσι πολλοὶ προεφήτευον, οὓς καὶ αἰνίττεται λέγων, “μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν,” ὡς ὅτι ἐνέ‐ | |
30 | στηκεν ἡ ἡμέρα τοῦ Κυρίου· τοῦτο λέγει ἐνταῦθα· μὴ ἐπειδὴ τινὲς ψευδοπροφῆται παρ’ ὑμῖν εἰσίν· μὴ δι’ ἐκείνους καὶ τούτους κωλύσητε, μὴ ἀποστραφῆτε αὐτοὺς, τοῦτό ἐστι “προφητείας μὴ “ἐξουθενῆτε.” ὁρᾷς ὅτι τοῦτό ἐστι; “πάντα δοκιμάζετε,” ἐπειδὴ εἶπε “προφητείας μὴ ἐξουθενῇτε,” ἵνα μὴ νομίσωσιν ὅτι πᾶσιν | |
35 | ἀνέῳξε τὸ βῆμα· “πάντα,” φησὶ, “δοκιμάζετε,” τουτέστι, τὰς | 373 |
374 | ὄντως προφητείας· τὸ δὲ “καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους “πονηροῦ ἀπέχεσθε,” καὶ τὰ ψευδῆ καὶ τὰ ἀληθῆ, ἵνα πάντα μετὰ δοκιμασίας διακρίνητε, καὶ ἐκείνων ἀπέχεσθε καὶ τούτων ἔχεσθε· οὕτω γὰρ κἀκείνων σφοδρὸν τὸ μῖσος ἔσται, καὶ τούτων ἡ | |
5 | ἀγάπη γίνεται, ὅταν μὴ ἁπλῶς μηδὲ ἀνεξετάστως ἅπαντα πράτ‐ τωσιν. | |
7t | ΚΕΦ. Ζ. | |
8t | Εὐχὴ περὶ ἁγιασμοῦ πνεύματος καὶ ψυχῆς καὶ σώματος. | |
9 | Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτε‐ | |
10 | λεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Μετὰ τὴν παραίνεσιν, καὶ εὐχὴν ἐπάγει· δεῖ γὰρ καὶ συμβουλῆς καὶ εὐχῆς· τὸ πνεῦμα τί φησιν ἐνταῦθα; τὸ χάρισμα· ἂν μὲν γὰρ | |
15 | ἔχοντες λαμπρὰς τὰς λαμπάδας ἀπέλθωμεν, εἰσελευσόμεθα εἰς τὸν νυμφῶνα, ἂν δὲ ἐσβεσμένας, οὐκέτι. διὰ τοῦτό φησιν, “ὁλό‐ “κληρον ὑμῶν τὸ πνεῦμα·” ἐκείνου γὰρ μένοντος ἀκεραίου, καὶ τοῦτο μενεῖ, καὶ ἡ ψυχὴ, φησὶ, καὶ τὸ σῶμα· οὔτε γὰρ αὐτή τι πονηρὸν δέχεται, οὔτε ἐκεῖνο. | |
20 | Ἄλλος φησὶν, οὐδέποτε ἐπὶ ἀπίστου τὰ τρία τέθεικε, πνεῦμα, ψυχὴν καὶ σῶμα, ἀλλ’ ἐπὶ μόνων τῶν πιστευόντων, ὧν ψυχὴ μὲν καὶ σῶμα τῆς φύσεως, τὸ δὲ πνεῦμα τῆς εὐεργεσίας, τουτέστι τὸ χάρισμα τῶν πιστευόντων. καὶ οὐκ εἶπεν ἄμεμπτα τηρηθείη, ἵνα μὴ νομίσῃς ὅτι καὶ ὑπὲρ τοῦ χαρίσματος εὔχεται, ἀλλ’ | |
25 | “ἀμέμπτως τηρηθείη,” δηλαδὴ ἡμῶν ἀμέμπτως διαγόντων καὶ διατηρούντων, καὶ πνεῦμα καὶ ψυχὴν καὶ σῶμα ἐν τῇ τῆς εὐσε‐ βείας διαγωγῇ. Ἀδελφοὶ, προσεύχεσθε καὶ περὶ ἡμῶν. Βαβαὶ, πόση ταπεινοφροσύνη; | |
30 | Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν ἁγίῳ φιλή‐ ματι. | |
Ἅγιον λέγει, τὸ μετὰ γνησίας τῆς ἀγάπης γινόμενον· ἐπειδὴ | 374 | |
375 | αὐτὸς φιλήματι τούτου ἀσπάσασθαι ἀπὼν οὐκ ἠδύνατο, δι’ ἑτέρων αὐτοὺς ἀσπάζεται, ὡς ὅταν λέγωμεν φίλησον αὐτὸν ἀντ’ ἐμοῦ· οὕτως καὶ αὐτός· κατέχετε τὸ πῦρ τῆς ἀγάπης, οὐδὲ γὰρ ἀνέ‐ χεται τῶν διαστημάτων, ἀλλὰ καὶ διὰ μέσων τῶν ὁδῶν ἑαυτὴν | |
5 | ἐκτείνει, καὶ πανταχοῦ πάρεστιν. Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστο‐ λὴν, πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Καὶ τοῦτο πόθου μάλιστα, οὐ διδασκαλίας τοσοῦτον, ἵνα κἀκεί‐ νοις ὦ διαλεγόμενος. ὁρκίζει δὲ ἀπὸ θερμῆς διανοίας, ἵνα κἂν | |
10 | αὐτοῦ καταφρονήσωσι, διὰ τὸν ὁρκισμὸν πράξωσι τὸ ἐπιταχθέν· μέγαν γὰρ εἶχον φόβον τοῦ πράγματος. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. Ἀμήν. | |
Τριὰς * μονὰς * ἐλέησον * | 375 |