TLG 4102 022 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam ad Colossenses (typus Parisinus) (e cod. Coislin. 204)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in epistulam ad Colossenses (typus Parisinus) (e cod. Coislin. 204)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 6. Oxford: Oxford University Press, 1842 (repr. Hildesheim: Olms, 1967): 291–340.

Citation: Page — (line)

291

(1t)

ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ
2tΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ
3tΕΚΛΟΓΩΝ ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
4Πᾶσαι μὲν ἅγιαι αἱ Ἐπιστολαὶ Παύλου. ἔχουσι δέ τι
5πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι· οἷα ἐστὶν ἡ πρὸς Ἐφε‐ σίους· οἷα ἡ πρὸς Φιλήμονα· οἷα ἡ πρὸς Τιμόθεον· οἷα ἡ πρὸς Φιλιππησίους· οἷα αὕτη ἡ παροῦσα. καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς καὶ γράφων ἔλεγεν, “διὸ καὶ δέδεμαι ἵνα “φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.” ἀλλ’ αὕτη μὲν δοκεῖ
10τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι· ἐκείνην μὲν γὰρ, οὐδέπω ἴδων Ῥωμαίους, ἔγραφεν· ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. καὶ δῆλον ἐκεῖθεν. ἐν γὰρ τῇ Ἐπιστολῇ φησὶ, τῇ πρὸς Φιλήμονα, “τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης·” καὶ ὑπὲρ Ὀνησίμου ἀξιοῖ· ἐν ταύτῃ δὲ, αὐτὸν πέμπει τὸν
15Ὀνήσιμον, καθὼς φησὶν “σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ “ἀδελφῷ·” πιστὸν καὶ ἀγαπητὸν καὶ ἀδελφὸν αὐτὸν καλῶν· διὸ καὶ θαρρούντως λέγει ἐν ταύτῃ τῇ Ἐπιστολῇ “ἀπὸ τῆς ἐλπίδος “τοῦ Εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει “τῇ ὑπὸ τὸν οὐρανόν·” ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. ταύτης
20οὖν πρεσβύτεραν οἶμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γὰρ φησὶν “ἐγὼ γὰρ ἤδη σπένδομαι·” τῆς μὲν οὖν πρὸς Φιλιππησίους πρεσβύτερα· ἐκεῖ γὰρ τότε ἦν, ἀρχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν Ῥώμῃ. τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς Ἐπιστολὰς κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὢν
25γράφει; ὡσανεὶ ἀριστεὺς σφαγᾶς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν, οὕτω δὴ καὶ αὐτὸς ἐποίει· οἶδεν γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησὶν, “ὃν ἐγὼ ἐγέννησα ἐν
“τοῖς δεσμοῖς μου.” ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς291

292

τὰ δεινὰ ἀλλὰ χαίρωμεν. ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γράφων φησίν· “καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ” καὶ ἐνταῦθα Ἀρχίππῳ δοκεῖ μοι οὗτος ἐγκεχειρῆσθαι τινὰ τῆς ἐκκλησίας· οὐκ εἶδεν δὲ οὐδὲ τούτους, οὐδὲ Ῥωμαίους, οὐδὲ
5Ἑβραίους, ἡνίκα ἔγραφεν πρὸς αὐτούς. καὶ περὶ μὲν ἐκείνων πολ‐ λαχόθεν δῆλον· περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος· “καὶ ὅσοι “οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί·” καὶ πάλιν· “εἰ “καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ Πνεύματι σὺν ὑμῖν εἰμί.” οὕτως ᾔδει μέγα ὃν τὴν παρουσίαν αὐτοῦ. πανταχοῦ καὶ ἀεὶ ἑαυ‐
10τὸν καὶ ἀπόντα ἐφίστησιν· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ· “ἐγὼ μὲν γὰρ,” φησὶν, “ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ Πνεύματι ἤδη κέκρικα ὡς “παρών·” καὶ πάλιν “ἐλεύσομαι πρὸς ὑμᾶς καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.” καὶ πάλιν,
15“μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον “ἐν τῷ ἀπεῖναί με.” Σευηριανοῦ. Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς Ἐπι‐ στολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς νοεῖται, [πολλὰ τῆς πρὸς Κολοσσαεῖς] διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι,
20μηδὲ τὸν σκοπὸν τοῦ Ἀποστόλου. Ἀρχὴ τῆς ὑποθέσεως. Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀνθέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας, πείθοντας τὸν νόμον τηρεῖν ὡς
25τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τοὺς Κολοσσαεῖς ἔπειθον Ἀγγέλοις προσ‐ έχειν· Ἕλληνες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες Ἀγγέλους εἶναι· ὅτι τε ὁ μὲν Θεὸς ἀχώρητος καὶ μέγας οὐκ ἐφικτὸς ἀνθρώποις· διὰ δὲ τῶν Ἀγγέλων τούτων ὥσπερ μεσιτῶν, χορηγεῖ τὰς εὐεργε‐
30σίας τοῖς δεχομένοις. οἱ δὲ Ἰουδαῖοι ὅτι “ὁ Θεὸς ἔστησεν ὅρια “ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ·” οὕτω “καὶ Μιχαὴλ ἄρ‐ χων τῶν Ἰουδαίων·” οὕτω καὶ “ὁ ἄρχων Περσίδος ἀντέστη μοι·” καὶ πάλιν “ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο.” ὡς καὶ ὁ
Ἰακώβ· “ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητος μου.” καὶ ἐν292

293

ταῖς καθόλου Πράξεσι περὶ Πέτρου, “Ἄγγελος αὐτοῦ ἔστιν·” καὶ ὁ Κύριος, “ὅρατε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. ὅτι “οἱ Ἄγγελοι αὐτῶν τὸ πρόσωπον ὁρῶσι τοῦ Πατρός μου τοῦ ἐν “τοῖς οὐρανοῖς·” ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον,
5τοῖς δὲ ἠπίστουν, συνῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιτ‐ τὴν εἶναι διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ χάριν. ὄντων ἀγγέλων τῶν ἀπ’ αἰῶνος τοὺς πειθομένους προσαγόντων· ἀτελὲς δὲ καὶ τὸ τὰς παρατηρήσεις παρορᾶν, τάς τε παρ’ Ἕλλησι καὶ παρὰ Ἰου‐ δαίοις. πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται·
10διὰ τοῦτο καὶ ἀρχόμενος φησίν.293

294

(1t)

ΚΕΦΑΛΑΙΑ
2tΤΗΣ ΠΡΟΣ
3tΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΣ.
4αʹ. Εὐχαριστία ὑπὲρ Κολοσσαέων, οἰκειωθέντων Θεῷ ἐπ’ ἐλπίδι.
5βʹ. Εὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν ὑπομονῆς, σὺν εὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει. γʹ. Περὶ τῆς ἐν Χριστῷ κτίσεως καὶ ἀνακτίσεως τῆς κατὰ συνά‐ φειαν Θεοῦ. δʹ. Περὶ ἐθνῶν προσαγωγῆς τῆς ἐν σώματι Χριστοῦ καὶ πάθει διὰ
10 πίστεως. εʹ. Περὶ τῆς διὰ τῶν πόνων αὐτοῦ διδαχῆς, ἀνακτητικῆς εἰς παρά‐ στασιν Θεοῦ. ϛʹ. Περὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ σοφίᾳ ἀπατηλῇ, τοὺς ἐν Χριστῷ τὴν σοφίας ἔχοντας.
15ζʹ. Ὅτι ἡ πρὸς Θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει πνευματι‐ κῶς, εἰς τὸ συζῇν Χριστῷ. ηʹ. Ὅτι οἱ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, οὐ πνευ‐ ματικοῖς τοῖς ἐν δυνάμει Χριστοῦ ζῶσιν. θʹ. Παραίνεσις καθάρσεως, ἁγιασμοῦ, φιλανθρωπίας, φιλοθεότητος,
20φιλομαθείας, ψαλμῳδίας, εὐφήμου εἰς Θεὸν διαγωγῆς, εὐχα‐ ριστίας.
ιʹ. Τὰ πρὸς τοὺς οἰκείους ὁμονοητικῶς.294

295

(1t)

ΕΞΗΓΗΣΙΣ
2tΕΙΣ ΤΗΝ
3tΠΡΟΣ ΤΟΥΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ.
4Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος
5Θεοῦ. Διατί δὲ μὴ Ἀπόστολος Θεοῦ, ἀλλὰ Χριστοῦ; ἢ δηλονότι τοῦ ἀθετουμένου· ἰδοὺ δὲ πάλιν τὸ διατέθεικεν ἐπὶ τοῦ Πατρός· “καὶ Τιμόθεος” φησὶν “ὁ ἀδελφός·” οὐκοῦν καὶ αὐτὸς Ἀπόστολος. εἰκὸς ἦν καὶ τοῦτον γνωρίζεσθαι ἐκείνοις τοῖς ἐν Κολασσαῖς ἁγίοις.
10ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι. “καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ·” πόθεν, φησὶν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; πόθεν ἀδελφὸς γέγο‐ νας; οὐ γὰρ ἐν ἔργῳ οὐδὲ ἐν ἀγγέλῳ, οὐδὲ ἐν κατορθώματι πιστὸς
15ἐφάνης· πόθεν τοσαῦτα ἐπιστεύθης; εἰπέ μοι, μυστήρια οὐ διὰ Χριστόν; ἐπισημήνασθαι γὰρ χρὴ, διότι ἐν ὀλίγοις στίχοις πολ‐ λάκις τοῦ Χριστοῦ μέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποι‐ εῖται τὴν μνήμην, ἐντυπῶν ταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν.
20 Πόθεν ἡ χάρις ὑμῶν; πόθεν ἡ εἰρήνη; ἀπὸ Θεοῦ, φησὶ, πατρὸς ἡμῶν· καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. πρὸς δὲ τοὺς τὸ Πνεῦμα διαβάλλοντας ἐρῶ πόθεν Πατὴρ ὁ Θεὸς τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἷον τοῦ Θεοῦ; ὁ ποιήσας σε ἀξιόπιστον· αὐτὸς
25καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος· πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ
τοῦ Θεοῦ μυστήρια, ἅπερ οὐδὲ οἱ Ἄγγελοι πρὸ ἡμῶν ᾔδεσαν.295

296

(1t)

ΚΕΦ. Α.
2tΕὐχαριστία ὑπὲρ Κολοσσαέων οἰκειωθέντων Θεῷ ἐπ’ ἐλπίδι.
3 Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
5 Ἐμοὶ δοκεῖ πάντα ἐπὶ τὸν Πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον. Πάντοτε περὶ ὑμῶν προσευχόμενοι. Οὐ δι’ εὐχαριστίας μόνον, ἀλλὰ καὶ διὰ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν· ὅτι καὶ οὓς οὐκ ἑώρακε, τούτους εἶχε διὰ
10παντὸς ἐν αὐτῷ· “ἀκούσαντες,” φησὶν, “τὴν πίστιν ὑμῶν τὴν ἐν “Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.” τοῦτο οἰκειοῦται αὐτούς· Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. πέμπει δὲ τὴν ἐπιστολὴν διὰ Τυχικοῦ· ἐκεῖνον παρ’ ἑαυτῷ κατα‐ σχών. “καὶ τὴν ἀγάπην,” φησὶν, “τὴν εἰς πάντας τοὺς ἁγίους·”
15οὐκοῦν καὶ εἰς ἡμᾶς, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. Σευηριανοῦ. Τὰ μέλλοντα φησὶν ἀγαθά· τοῦτο δὲ διὰ τοὺς πειρασμούς· ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. ἵνα γὰρ μή τις εἴπῃ· καὶ τί κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων
20αὐτῶν; χαίρομεν, φησὶν, ὅτι μεγάλα αὐτοῖς προξενεῖτε “ἐν τοῖς “οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας·” ἐνταῦθα πληττόντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέ‐ στησαν. “ἣν προηκούσατε” φησὶν “ἐν τῷ λόγῳ τῆς ἀληθείας “τοῦ Εὐαγγελίου·” καὶ ἀλήθειαν μαρτυρεῖ εἰκότως ὅτι οὐδὲν
25ψεῦδος ἐν αὐτῷ· καὶ οὐ λέγει τοῦ κηρύγματος, ἀλλὰ τοῦ Εὐαγ‐ γελίου, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. Τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ.
30 Ἤδη χαρίζεται αὐτοῖς· “παρόντος” δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησὶν, καὶ ἀπέστη· ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. εἶτα
ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν296

297

δογμάτων στηρίζονται· διὰ τοῦτο ἐπήγαγεν, “καθὼς καὶ ἐν παντὶ “τῷ κόσμῳ·” πανταχοῦ κρατεῖ· πανταχοῦ ἕστηκεν. τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ Ἀγγέ‐ λων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία· καὶ
5τὸ Εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησὶν, οὐκ ἔστιν ψεῦδος ἵνα παροφθῇ, οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ’ εἰς πάντας ἀνθρώπους· καὶ οὐκ ἔφθασεν μὲν, παρηκούσθη δὲ, ἀλλ’ “ἔστιν “καρποφορούμενον,” φησὶν, καὶ αὐξανόμενον· διὰ μὲν τὰ ἔργα αὐξανόμενον, τῷ πολλοὺς περιλαμβάνειν· τῷ μᾶλλον στηρίζεσθαι,
10καθὼς καὶ ἐν ὑμῖν φησίν. Χρυσοστόμου. Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις· ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. “ἀφ’ ἧς ἡμέρας ἠκούσατε·” τὸ θαυμαστὸν, ὅτι τάχεως προσήλθετε καὶ ἐπιστεύσατε· καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε καρπούς· “ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ
15“ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ·” οὐκ ἐν λόγῳ, φησὶν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις. τοῦτο τοίνυν λέγει “καρ‐ “ποφορούμενον,” ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα, ὅτι ἅμα ἐδέ‐ ξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ. τὸ τοίνυν εὐθέως ἐπιδεξά‐ μενον τὴν οἰκείαν δύναμιν, ἀπιστεῖσθαι, πῶς οὐ χαλεπόν;
20 Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾷ τοῦ ἀγαπητοῦ συν‐ δούλου ἡμῶν. Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι. εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς φησὶν, Τοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διά‐
25κονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγά‐ πην ἐν Πνεύματι. Τουτέστιν ἀληθής· πῶς “ὑπὲρ ὑμῶν διάκονος;” τῷ πρὸς αὐτὸν ἀπελθεῖν· καὶ “δηλώσας,” φησὶν, “ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν “Πνεύματι,” τουτέστιν τὴν πνευματικὴν τὴν εἰς ἡμᾶς· εἰ οὗτος
30τοῦ Χριστοῦ διάκονος, πῶς δι’ Ἀγγέλων λέγεται προσάγεσθαι;297

298

(1t)

ΚΕΦ. Β.
2tΕὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν ὑπομονῆς, σὺν
3tεὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει.
4Διὰ τοῦτο καὶ ἡμεῖς ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ
5παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τῇ ἐπιγνώσει τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ὑμᾶς ἀξίως τῇ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν· ἐν παντὶ ἔργω ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ
10Θεοῦ. Διὰ τοῦτο, ποῖον; ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπίδας· εὐέλπιδες ἐσμὲν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. ἡρέμα δὲ αὐτοὺς αἰνίττεται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας. τὸ γὰρ “ἵνα πληρωθῆτε,” τοῦτο
15δηλοῦντος ἦν· καὶ τὸ “ἐν πάσῃ σοφίᾳ,” καὶ τοῦτο αὐτὸ δηλοῖ· καὶ πάλιν “εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ·” καὶ πάλιν “ἐν πάσῃ δυνάμει δυναμούμενοι·” καὶ πάλιν “εἰς πᾶσαν “ὑπομονὴν καὶ μακροθυμίαν.” τὸ γὰρ πᾶσαν ἀεὶ προστιθέναι, μαρτυροῦντός ἐστιν καὶ τί τοῖς κατορθοῦσιν, εἰ καὶ μὴ τὸ πᾶν·
20οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγίνετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν. τί δέ ἐστιν “ἵνα πληρωθῆτε τῇ ἐπιγνώ‐ “σει τοῦ θελήματος αὐτοῦ;” αυτου διὰ τοῦ Υἱοῦ προσ‐ άγεσθαι ἡμᾶς αὐτῷ, οὐκέτι δι’ Ἀγγέλων· ὅτι μὲν οὖν δεῖ προσ‐ άγεσθαι, ἔγνωτε· λείπει δὲ ὑμῖν τὸ τοῦτο μαθεῖν, καὶ διά τι τὸν
25Υἱὸν ἔπεμψεν. “Ἐν πάσῃ σοφίᾳ,” φησὶν, “καὶ συνέσει πνευματικῇ·” ἐπειδὴ γὰρ αὐτοὺς οἱ φιλόσοφοι ἠπάτουν, βούλομαι ὑμᾶς, φησὶν, ἐν πνευ‐ ματικῇ σοφίᾳ εἶναι· δείκνυσι δὲ ἐνταῦθα ὅτι ἐξ ἐκείνου ὁ Παῦλος εὔχεται· καὶ οὐδέπω ἤνυσεν, καὶ οὐκ ἀπέστη. τὸ γὰρ “ἀφ’ ἧς ἡμέρας
30“ἠκούσαμεν,” τοῦτο δηλοῖ· κατάγνωσιν δὲ αὐτοῖς φέρει ἐξ ἐκείνου298

299

ὅτι καὶ εὐχαῖς βοηθούμενοι μὴ ἀνεκτήσαντο ἑαυτούς· “καὶ αἰτούμε‐ νοι, μετὰ πολλῆς τῆς σπουδῆς, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίους τοῦ “Κυρίου.” ἐνταῦθα περὶ βίου καὶ τῶν ἔργων φησίν· ἀεὶ γὰρ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. “εἰς πᾶσαν ἀρέσκειαν· ἐν
5“παντὶ ἐργῷ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῇ πί‐ “στει τοῦ Θεοῦ.” ὥσπερ, φησὶν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψεν, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· “ἐν πάσῃ σοφίᾳ καὶ δυνάμει δυναμού‐ “μενοι·” ἐνταῦθα περὶ τῶν περασμῶν καὶ τῶν διωγμῶν, φησὶν,
10εὐχόμεθα, ἵνα πληρωθῆτε δυναμούμενοι· ὥστε μὴ ἀκηδιάσαι μηδὲ ἀπογνῶναι· “κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ.” ἀλλ’ ἵνα τοιαύ‐ την ἀναλάβητε προθυμίαν οἷαν πρέπει τῇ ἰσχύϊ τῆς δόξης αὐτοῦ δοῦναι· “εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν” εὐχόμεθα, φησὶν, ὥστε ἐνάρετον ὑμᾶς βίον ἔχειν, καὶ τῆς πολιτείας ἄξιον, καὶ
15στῆναι βεβαίως δυναμωθέντας, ὡς εἰκὸς ἀπὸ Θεοῦ δυναμωθῆναι· μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω· μακρο‐ θυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. διὰ τοῦτο ἐπὶ μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ.
20 “Εἰς τὸ περιπατῆσαι ὑμᾶς” φησὶν, τουτέστιν ἀεί· οὐχ ἅπαξ, ἀλλὰ διὰ παντός· ὥσπερ γὰρ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν· καὶ ἀεὶ περίπατον τὸ τοιοῦτο καλεῖ· εἰκότως· δεικνὺς ὅτι οὗτος ὁ βίος ἡμῖν ἐστιν ὁ προκείμενος· ἀλλ’ οὐχ ὁ κοσμικός· καὶ πολὺ δὲ τὸ ἐγκώμιον· “περιπατῆσαι καὶ ὑμᾶς”
25φησὶν “ἀξίως τοῦ Κυρίου ἐν παντὶ ἔργῳ ἀγαθῷ·” ὥστε ἀεὶ ἐπιδι‐ δόναι, καὶ μηδαμοῦ ἵστασθαι· καὶ μεταφορικῶς “καρποφοροῦντες “καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ.” ἵνα οὕτω δυναμω‐ θῆτε κατὰ τὴν ἰσχὺν τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ᾖ, “διὰ τοῦ “κράτους αὐτοῦ·” πολλὴ παραμυθία· οὐκ εἶπεν δύναμιν, ἀλλὰ
30“κράτος,” ὅπερ μεῖζόν ἐστιν· “διὰ τοῦ κράτους,” φησὶ, “τῆς “δόξης αὐτοῦ·” ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ. Μετὰ χαρᾶς· εὐχαριστοῦντες τῷ Θεῷ. Ἡ ἀκολουθία αὕτη ἐστὶν, οὐ παυόμεθα προσευχόμενοι ὑπὲρ
ὑμῶν καὶ εὐχαριστοῦντες ἐπὶ τοῖς προτέροις.299

300

Τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί. Μέγα ἐφθέγξατο· τοιαῦτά ἐστι τὰ δεδομένα φησίν· ὡς μὴ δοῦναι μόνον, ἀλλὰ καὶ ἰσχυροὺς ποιῆσαι πρὸς τὸ λαβεῖν. τὸ οὖν
5εἰπεῖν “ἱκανώσαντι,” πολὺ τὸ βάρος ἔδειξεν· οἷον ἐὰν ᾖ τὶς βασι‐ λεὺς, δυνατὸν αὐτῷ ἐπαρχότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται μόνον, ὥστε τὸ ἀξίωμα δοῦναι· ἀλλ’ οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχὴν τὸν τοιοῦτον καὶ καταγέλα‐ στον ἡ τιμὴ ποιεῖ· ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον
10ποιήσῃ πρὸς τὴν τιμὴν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονομίαν, τότε τιμὴ τὸ πρᾶγμα ἐστίν. τοῦτο οὖν καὶ ἐνταῦθα φησίν· ὅτι οὐ μόνον ἔδωκε τὴν τιμὴν, ἀλλὰ καὶ ἰσχυροὺς πρὸς τὸ λαβεῖν ἐποίησεν. κλῆρον δὲ καλεῖ, δεικνὺς ὅτι ὥσπερ ὁ κλῆρος ἐπιτυχίας μᾶλλον ἐστὶν, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν,
15ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν· διὰ τοῦτό φησιν, “ὅταν πάντα ποιήσητε, λέγετε ἀχρεῖοι δοῦλοι ἐσμέν· ἃ γὰρ ὠφείλαμεν ποιῆσαι πεποιήκαμεν.” “Εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί·” καὶ τῷ μέλλοντι λέγει, καὶ τῷ παρόντι, τουτέστιν, τῇ γνώσει· δοκεῖ δέ
20μοι καὶ περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων ὁμοῦ λέγειν· εἶτα δείκνυσιν ὧν ἠξιώθημεν· οὐ γὰρ τοῦτο μόνον ἐστὶ τὸ θαυμα‐ στὸν, ὅτι βασιλείας ἀξιούμεθα, ἀλλ’ ὅτι καὶ τίνες ὄντες δεῖ προσ‐ τιθέναι. Ὃς ἐρρύσατο ἡμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους
25τούτου. Αὐτοῦ τὸ πᾶν ἐστι, καὶ ταῦτα δοῦναι κἀκεῖνα· οὐδαμοῦ γὰρ ἡμῶν τὸ κατόρθωμα· “σκότους” δὲ φησὶν, τῆς πλάνης, τοῦ δια‐ βόλου τῆς τυραννίδος· διὰ τοῦτο γὰρ καὶ “ἐξουσίας” φησίν· ἐκρά‐ τει γὰρ ἡμῶν.
30 Καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.
Μέγα μὲν οὖν καὶ τοῦ σκότους ἀπαλλάξαι· τὸ δὲ καὶ εἰς300

301

βασιλείαν ἀγαγεῖν, πολλῷ μεῖζον· “ὃς ἐρρύσατο,” φησὶν, ἡμᾶς·” οὐκ εἶπεν ἐξέβαλεν, ἀλλ’ “ἐρρύσατο·” τὴν πολλὴν ταλαιπωρίαν δεικνὺς ἡμῶν καὶ τὴν αἰχμαλωσίαν· εἶτα καὶ τὸ εὔκολον τῆς τοῦ Θεοῦ δυνάμεως. “καὶ μετέστησε,” φησὶν, ὥσπερ ἂν εἴ τις στρα‐
5τιώτων ἀπὸ τόπου εἰς τόπον μεταγάγοι· καὶ οὐκ εἶπεν μετάγαγεν, οὐδὲ μετέθηκεν, τὸ μὲν γὰρ ὅλον τοῦ μεταθέντος ἦν, οὐ τοῦ μετελθόντος, ἀλλὰ “μετέστησεν.” ὥστε καὶ ἡμῶν καὶ αὐτοῦ ἐστιν. “εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ·” οὐχ ἁπλῶς εἶπεν βασιλείαν οὐρανῶν, ἀλλὰ σεμνότερον εἰργάσατο τὸν
10λόγον, “βασιλείαν Υἱοῦ” εἰπών· ὃ καὶ ἀλλαχοῦ φησίν· “εἰ “ὑπομένομεν, καὶ συμβασιλεύσομεν·” τῶν αὐτῶν ἠξίωσεν ἡμᾶς τῷ Υἱῷ· ἀλλὰ καὶ ἡ ἐπίτασις, τῷ ἀγαπητῷ, τοὺς ἐχθροὺς, τοὺς ἐσκοτισμένους· καὶ οὐδὲ τοῦτο, ἀλλὰ καὶ τὸ τῆς φύσεως ὁμότι‐ μον· τί γάρ φησιν; “ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.”
15ἀλλ’ οὐκ εὐθέως ἐπὶ τοῦτο ἦλθεν· ἀλλὰ παρενέβαλεν τὴν εὐεργε‐ σίαν τὴν εἰς ἡμᾶς· ἵνα γὰρ μὴ ἀκούων τίς, ὅτι τὸ πᾶν τοῦ Πα‐ τρὸς ἦν, νομίσῃ τὸν Υἱὸν ἐκτὸς εἶναι· δίδωσι τὸ πᾶν τῷ Υἱῷ καὶ τὸ πᾶν τῷ Πατρί· ἐκεῖ μὲν γὰρ μετέθεικεν· ἀλλ’ οὗτος τὴν αἰτίαν παρέσχεν· τί γὰρ φησίν; “ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξου‐
20“σίας τοῦ σκότους.”
21tΚΕΦ. Γ.
22tΠερὶ τῆς ἐν Χριστῷ κτίσεως καὶ ἀνακτίσεως τῆς κατὰ συνάφειαν Θεοῦ.
23 Ταυτὸν δέ ἐστιν “ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν τὴν ἄφεσιν “τῶν ἁμαρτημάτων·” εἰ γὰρ μὴ ἀφείθημεν τῶν ἁμαρτημάτων
25οὐκ ἂν μετέστημεν ἐνταῦθα· ἰδοὺ πάλιν ἐνταῦθα τὸ “ἐν ᾧ·” καὶ οὐκ εἶπεν λύτρωσιν, ἀλλ’ “ἀπολύτρωσιν·” ὥστε μηδὲ ἐκπεσεῖν λοι‐ πὸν, μηδὲ γενέσθαι θνητούς. (Σευηριανοῦ.) Ἕτερος δὲ φησὶν, καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ κατακλυσμοῦ, πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ, ἦσαν Ἄγγελοι
30ὑπηρετούμενοι τῷ Θεῷ, πρὸς τὴν ἡμετέραν σωτηρίαν· ἀλλ’ οὐδὲν κατώρθωσαν· νυνὶ δὲ ὁ Θεὸς διὰ τῆς οἰκονομίας τοῦ Κυρίου μετέ‐ στησεν ἡμᾶς ἐς τὴν βασιλείαν αὐτοῦ, ὃν ἠγάπησεν· Ἀγγέλους μὲν
γὰρ ὡς λειτουργοὺς ἀγαπᾷ, Χριστὸν δὲ ὡς Υἱόν. οὐκ ἤγαγεν οὖν301

302

ὑμᾶς εἰς τὴν τῶν Ἀγγέλων, ἀλλ’ “εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς “ἀγάπης αὐτοῦ·” ὑπὸ τὸν κληρονόμον ἐσμέν· οὐχ ὑπὸ τοὺς οἰκέτας. “Υἱὸν οὖν ἀγάπης” λέγει· ἐπειδὴ ὡς Υἱὸς ἀγαπᾶται· οὐκ ἐπειδὴ τῆς ἀγάπης τοῦ Θεοῦ ἐστιν· οὐδὲ γὰρ οἱ υἱοὶ τῆς ἀπειθείας, ταύ‐
5της υἱοὶ φύσει· οὐδὲ οἱ υἱοὶ τῆς γεέννης, ταύτης τέκνα· οὐδὲ υἱὸς φύσει ἀπωλείας ὁ διάβολος· οὐδὲ υἱὸς ἁμαρτίας ὁ ἀντικεί‐ μενος· οὕτως οὐδὲ τῆς ἀγάπης Υἱὸς ὁ Κύριος· ἀλλ’ ἐπειδὴ εἰσὶν ἀγαπώμενοι δοῦλοι, ὁ δὲ Υἱὸς ὡς Υἱὸς ἀγαπᾶται, εἶπεν “τοῦ “Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.”
10 Ἢ οὕτως· “μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τῆς ἀγάπης “τοῦ Υἱοῦ αὐτοῦ·” ἐπειδὴ ἀγαπήσας ἡμᾶς ὁ Υἱὸς, ἔπαθεν ὑπὲρ ἡμῶν, ἵνα τῆς βασιλείας αὐτοῦ καταξιώσῃ ἡμᾶς· διὰ τοῦτο φησὶν, “μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ αὐτοῦ·” τὸ γὰρ ἀπαράλλακτον ἔχων πρὸς τὸν γεγεννηκότα, κατὰ τὸ ἀγα‐
15πῆσαι καὶ εὐεργετῆσαι τοὺς ἁμαρτωλοὺς, εἰκών ἐστι τοῦ Πα‐ τρός. Ἀλλ’ ὁ ἀνόσιος Θεόδωρος τούτοις ἀντιφθεγγόμενος, ἕνα σκοπὸν ἔχων Ἰουδαϊκῶς καὶ βλασφήμως τὰς θείας γραφὰς ἑρμηνεύειν, τὰς δεικνύσας τοῦ Χριστοῦ τὴν θεότητα, καὶ τὴν προκειμένην
20χρῆσιν οὕτως ἐξηγήσατο. οὐκ εἶπεν, φησὶν, τοῦ υἱοῦ ἀλλὰ “τοῦ “υἱοῦ τῆς ἀγάπης αὐτοῦ·” οὐ γὰρ κοινωνοὶ τῆς βασιλείας τοῦ Θεοῦ Λόγου γινόμεθα, ἀλλὰ τοῦ ἀναληφθέντος ἀνθρώπου, ᾧ κοινω‐ νοῦμεν τῆς τιμῆς διὰ τὴν φυσικὴν ὁμοιότητα, ὅταν πρὸς αὐτὸν διάθεσιν ἐπὶ τῶν ἔργων ἐπιδειξώμεθα· ὅθεν καὶ “υἱὸν ἀγάπης”
25αὐτὸν ἐκάλεσεν· ὡς οὐ φύσει τοῦ Πατρὸς ὄντα υἱὸν ἀλλ’ ἀγάπῃ τῆς υἱοθεσίας ἀξιωθέντα τούτων. τί ἂν εἴη ἀσεβέστερον, τοῖς εὐτυγχάνουσιν καταλείψω σκοπεῖν. Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὑτοῦ.
30 Οὐκ ἐν Ἀγγέλῳ ἐλυτρώθημεν· ἀλλ’ ἐν τῷ Υἱῷ, οὐχ ἁπλῶς προστάξαντι, ἀλλὰ μέχρις αἵματος ἀντικαταστάντι· ὥστε ὀφεί‐ λομεν αὐτῷ τὴν εἰς αὐτὸν οἰκείωσιν. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος
πάσης κτίσεως.302

303

Εἰ τὸ Θεὸς ὄνομα τῆς οὐσίας τοῦ Θεοῦ, εἰκὼν δὲ τοῦ Θεοῦ ὁ Υἱὸς, ὁ Υἱὸς εἰκὼν τῆς οὐσίας. εἰ δὲ λέγοιεν μὴ εἶναι τῆς οὐσίας ὁ Υἱὸς, τὸ ἀόρατον ὄνομα τίνος δώσουσι; τῆς οὐσίας ἢ ἑτέρου τινός; ἀλλ’ οὐδενὸς ἑτέρου τὸ ἀόρατον, ἢ μόνης τῆς οὐσίας· ὡς
5καὶ ἀλλαχοῦ· “ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ Θεῷ·” ἄφθαρτος δὲ ἡ οὐσία τοῦ Θεοῦ· οὐκ οὖν καὶ ἀόρατος ἡ οὐσία τοῦ Υἱοῦ· “εἰκὼν “δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου,” τῆς οὐσίας ἄρα εἰκών· ἄρα οὖν οὐ καθ’ ὃ πρωτότοκος εἰκών· ἀλλ’ εἰκὼν μὲν τοῦ Θεοῦ, πρωτότοκος δὲ τῆς κτίσεως. ἐπειδὴ γὰρ εἶπεν εἰκὼν τοῦ Θεοῦ, τὸ ἀπαράλ‐
10λακτον τῆς πρὸς τὸν Πατέρα οὐσίας δεικνὺς τοῦ Υἱοῦ· ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν· εἴρηκεν ὅτι καὶ πρωτότοκος πάσης κτίσεως γεγεννημένος· καὶ τῇ ἐπαγωγῇ πλέον τοῦτο δείκνυσι λέγων, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.
15 Εἰ δὲ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; ὥστε τὸ πρωτότοκος, οὐ κυρίως εἴληπται. ἐπεὶ ἐναντίον ἐστὶ τῷ μονογενεῖ· φύσει γὰρ μονογενὴς μέν ἐστιν, ὁ μόνος πατρί· πρω‐ τότοκος δὲ, ὁ ἔχων ἄλλους ἀδελφοὺς, ὧν ἐστι πρῶτος. καὶ ἑκά‐ τερα λαμβάνεσθαι κυρίως οὐκ ἐγχωρεῖ. ἐν αὐτῷ δὲ εἶπεν ἐκτίσθαι
20τὰ πάντα· ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς Ἀγγέλους, τὰς ἐλπί‐ δας ἔχωμεν ἐν Χριστῷ· καὶ ταύτην ἔχει τὴν αἰτίαν τῆς θεολογίας ὁ Παῦλος· καὶ τοῦ δημιουργὸν αὐτὸν δεῖξαι πάσης κτίσεως· τὸ δὲ “ἐν αὐτῷ,” ἀντὶ τοῦ δι’ αὐτοῦ λέγεται. Χρυσοστόμου. Τίνος οὖν βούλει εἰκόνα εἶναι; οὐκοῦν καὶ
25ἀπαράλλακτος οὗπερ ἂν θῇς· εἰ μὲν γὰρ ὡς ἀνθρώπου εἰκὼν, εἰπὲ, καὶ λοιπὸν ὡς μαινομένου ἀποστήσομαι· εἰ δὲ ὡς Θεὸς καὶ Θεοῦ Υἱὸς, εἰκὼν, τὸ ἀπαράλλακτον δείκνυσιν· διὰ τί μηδαμοῦ μήτε εἰκὼν μήτε υἱὸς Ἄγγελος κέκληται, ἀλλ’ ἄνθρωπος ἀμφότερα; διὰ τί; ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως ἀνηγμένον, ταχέως ἂν τοὺς πολλοὺς
30εἰς ταύτην τὴν ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα δὲ τὸ εὐτελὲς καὶ ταπεινὸν ἐγγυᾶται τὴν ἀσφάλειαν· καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτο, καὶ καταγαγεῖν κάτω τὸν λόγον. διὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ ταπεινότης, θαρρούντως ἡ γραφὴ τίθησι τὴν
τιμήν· ἔνθα δὲ μείζων ἡ φύσις, οὐκέτι· ἡ γὰρ τοῦ ἀοράτου εἰκὼν303

304

καὶ αὕτη ἀόρατος, καὶ ὁμοίως ἀόρατος· ἐπεὶ οὐδ’ ἂν εἰκὼν εἴη· τὴν γὰρ εἰκόνα, καθό ἐστιν εἰκὼν, καὶ παρ’ ἡμῖν ἀπαράλλακτον εἶναι δεῖ· οἷον τῶν χαρακτήρων καὶ τῆς ὁμοιώσεως· ἀλλ’ ἐνταῦθα μὲν οὐδαμῶς τοῦτο δυνατόν· τέχνη γάρ ἐστιν ἀνθρωπίνη ἡ πολ‐
5λαχοῦ διαπίπτουσα· μᾶλλον δὲ ἀπανταχοῦ ἂν μετὰ ἀκριβείας ζητῇς· ἔνθα δὲ Θεὸς, οὐδαμοῦ σφάλλεται, οὔτε διάπτωσίς τις γί‐ νεται. εἰ δὲ κτίσμα, πῶς εἰκών; οὐδὲ γὰρ ἵππος ἀνθρώπου εἰκών· εἰ μὴ τὸ ἀπαράλλακτον τοῦ ἀοράτου δηλοῖ ἡ εἰκών· τί κωλύει καὶ ἀγγέλους εἰκόνα εἶναι; καὶ γὰρ καὶ οὗτοι ἀόρατοι· ἀλλ’ οὐχ
10ἑαυτοῖς· ἀλλὰ ψυχὴ ἀόρατος· ἀλλ’ ἢ ἐπειδὴ ἀόρατος ἁπλῶς, διὰ τοῦτο εἰκών· καὶ μὴ οὕτως ὥσπερ αὐτὸς, καὶ ἄγγελοι εἰκόνες. “Πρωτότοκος πάσης κτίσεως·” τί οὖν φασίν; ἰδοὺ ἔκτισται· καὶ μὴν οὐ πρωτόκτιστος εἴρηται, ἀλλὰ πρωτότοκος ἐπὶ τὰ πολλὰ εἰκὸς αὐτὸν λέγεσθαι· καὶ γὰρ ἀδελφὸν αὐτὸν δεῖ λέγειν
15κατὰ πάντα, καὶ τὴν δημιουργίαν ἀφαιρεῖν· καὶ μήτε ἀξιώματι μήτε ἄλλῳ τινὶ προέχειν· τὸ γὰρ πρωτότοκος οὐχὶ ἀξίας τιμὴ οὐδὲ ἄλλου τινὸς, ἀλλὰ χρόνου μόνον. τί σημαίνει ὁ πρωτότοκος; τὸ ἔκτισται φησὶν, καλῶς· ἐὰν οὖν τοῦτο ᾖ· καὶ ἀδελφοὺς ἔχει, καὶ ὁμοούσιος ἐστὶν ὧν ἐστὶ πρωτότοκος. οὐκοῦν πάντων ἔσται ὁ
20υἱὸς πρωτότοκος, καὶ λίθων; πάσης γὰρ εἶπεν κτίσεως· οὐκοῦν καὶ λίθων; καὶ ἐμοῦ πρωτότοκός ἐστιν ὁ Θεὸς Λόγος· ἄλλως δὲ, εἰπέ μοι, πρωτότοκος ἐκ τῶν νεκρῶν· καὶ οὐκ εἶπεν ὅτι ἀπέθανε πρῶτος· ἀλλ’ ὅτι πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνέστη· ὥστε οὐδὲν ἕτερον δηλοῖ ἢ τοῦτο· ὅτι τῆς ἀναστάσεως ἀπαρχὴ γέγονεν·
25οὐκοῦν οὐδὲ ἐνταῦθα· εἶτα λοιπὸν ἐμβαίνει εἰς τὸ δόγμα αὐτό· ἵνα γὰρ μὴ νομίσωσιν νεώτερον αὐτὸν εἶναι, διὰ τὸ πάλαι μὲν δι’ Ἀγγέλων προσάγεσθαι, νῦν δὲ δι’ αὐτοῦ· δείκνυσι πρῶτον, ὅτι οὐδὲν ἴσχυσαν ἐκεῖνοι, οὐ γὰρ ἀπὸ σκότους εἰς φῶς ἀγαγεῖν ἠδυ‐ νήθησαν, ὡς οὗτος. δεύτερον ὅτι καὶ πρὸ αὐτῶν ἐστιν, καὶ σημεῖον
30ποιεῖται τὸ πρὸ αὐτῶν εἶναι τὸ δι’ αὐτοῦ αὐτοὺς ἐκτίσθαι. (Βασίλειος.) Καὶ τὸ μακάριος δὲ Βασίλειος ἐν τοῖς κατ’ Εὐνομίου λόγοις φησὶν, εἰκὼν οὐκ ἄψυχος οὐδὲ χειρόκμητος οὐδὲ τέχνης ἔργον καὶ ἐπινοίας, ἀλλ’ εἰκὼν ζῶσα· μᾶλλον δὲ αὐτὸ οὖσα ζωή· οὐκ ἐν σχήματος ὁμοιότητι, ἀλλ’ ἐν αὐτῇ τῇ οὐσίᾳ τὸ
35ἀπαράλλακτον διασώζουσα. ὁμοίως καὶ ἐν τῷ δευτέρῳ λόγῳ τῆς304

305

αὐτῆς ὑποθέσεως· εἰ δὲ ὅτι “πρωτότοκος πάσης κτίσεως,” καὶ “πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς” ὁ Κύριος προσηγόρευται, τοῦτο αὐτοὺς παιδοτριβεῖ πρὸς ἀσέβειαν, διδασκέσθωσαν ἐκ τοῦ Εὐαγ‐ γελίου, ὅτι καὶ μητέρα ἑαυτοῦ καὶ ἀδελφοὺς ὁ Κύριος τοὺς ἐκ
5τῶν ἔργων τῆς ἀρετῆς οἰκειωθέντας προσαγορεύει· “τίς γάρ ἐστι,” φησὶν, “ἡ μητήρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; ἀλλ’ ἢ οἱ ποιοῦν‐ “τες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.” ὥστε καὶ πατὴρ ἡμῶν ὁ Θεὸς, οὐ καταχρηστικῶς οὐδὲ ἐκ μεταφορᾶς, ἀλλὰ κυρίως καὶ πρώτως καὶ ἀληθινῶς ὀνομάζεται· εἰ δὲ ἡμῶν τῶν
10χάριτι τῆς υἱοθεσίας ἠξιωμένων ἀληθῶς κέκληται Πατὴρ ὁ Θεός· τίς ἀφαιρήσεται λόγος τοῦ κατὰ φύσιν Υἱοῦ, μὴ οὐχὶ πρεπόντως αὐτὸν Πατέρα προσαγορεύεσθαι; (Γρηγόριος.) Καὶ Γρηγόριος δὲ ὁ θεόλογος ἐν τῷ περὶ Υἱοῦ δευτέρῳ λόγῳ ὁμοίως φησὶν, εἰκὼν δὲ ὡς ὁμοούσιον· καὶ ὅτι τοῦτο
15ἐκεῖθεν, ἀλλ’ οὐκ ἐκ τούτου πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται, πλὴν ὅτι καὶ πλεῖον· ἐκεῖ μὲν γὰρ ἀκίνητος κινουμένου· ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα καὶ πλεῖον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σὴθ, καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον. τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις·
20μήτε μὲν ἐοικέναι, τὸ δὲ ἀπεοικέναι, ἀλλ’ ὅλον ὅλου τύπον εἶναι καὶ ταυτὸν μᾶλλον ἢ ἀφομοίωμα. (Κύριλλος.) Ὁ μακάριος δὲ Κύριλλος ἐν τῷ ἐπιγεγραμμένω βιβλίῳ Θησαυρὸς φησὶν, πρωτότοκος οὐχ ἁπλῶς οὐδὲ ἀπολελυ‐ μένως, ἀλλ’ ἐν πολλοῖς ἀδελφοῖς, καθάπερ γέγραπται· πότε οὖν
25ἄρα γέγονεν ἡμῶν ἀδελφός; εἰ μὴ ὅτε τὴν ἡμῶν περιεβάλλετο σάρκα· οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν ἀπέδει‐ ξεν υἱοὺς Θεοῦ; πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶτος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμα‐ σιν ὑπάρχων οὐσίας, ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβα‐
30σιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. παρατηρῆσαι δὲ ὅμως κἀκεῖνο καλόν· μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμίας αὐτῷ συμπεπλεγμένης αἰτίας καθ’ ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ’ ἀπολελυμένως. “ὁ μονογενὴς
“Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός·” ὅτε δὲ πρωτότοκον305

306

αὐτὸν αἱ θεῖαι καλοῦσι γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὧν ἐστι πρω‐ τότοκος, καὶ τὴν αἰτίαν δι’ ἢν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν· “πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς·” “πρωτότοκος ἐκ τῶν νεκρῶν.” ἐπειδὴ γὰρ ἔδει τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ φύσιν ἔχοντα τὸ πρω‐
5τεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος, τοῦτο μὴ ἀπολέσαι· εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. οὐ γὰρ καθ’ ὃ γέγονεν ἄνθρωπος, ἐλάττον ἔσται τινὸς, ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει, ἀλλὰ καὶ οὕτω πρωτεύ‐ σει καὶ καθηγήσεται πάσης ὁμοῦ κτίσεως, ἅτε δὴ ποιητὴς ὑπάρ‐
10χων αὐτῶν καὶ Κύριος. Θεόδωρος δέ φησιν, τὸ “πρωτότοκος” οὐκ ἐπὶ χρόνου λέγεται μόνον· ἀλλὰ γὰρ καὶ ἐπὶ προτιμήσεως πολλάκις, ὡς τὸ “ἐπικα‐ “λέσεταί με, πατήρ μου εἶ σύ· καὶ ἐγὼ πρωτότοκον θήσομαι “αὐτόν.” οὐ τοῦτο εἰπόντος τοῦ Θεοῦ, ὅτι ἕκαστον αὐτῶν πρό‐
15τερον ποιήσω τῷ χρόνῳ τῶν λοιπῶν· ἀλλ’ ὅτι περὶ πολλοῦ ποιή‐ σομαι. λέγει δὲ ταῦτα φησὶν ὁ Δαβὶδ, τῶν πρὸς αὐτὸν ἐπαγγε‐ λιῶν τοῦ Θεοῦ μνημονεύων, ὡς ἂν ὑποσχομένου τοὺς ἐξ αὐτοῦ κατὰ διαδοχὴν οἰκειώσεσθαι. ὁ δὲ Ἀπόστολος φησὶν τὸ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς· ἵνα εἴπῃ τὸν πολλῆς ἄγαν
20ἠξιωμένον τῆς τιμῆς· καὶ “τὸ υἱὸς πρωτότοκός μου Ἰσραήλ·” ἀντὶ τοῦ τίμιος ἐμοί· οὕτως φησὶ κἀνταῦθα “πρωτότοκος πάσης “κτίσεως,” ἀντὶ τοῦ παρὰ πᾶσαν τὴν κτίσιν τιμώμενος. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι,
25εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάν‐ των, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. Ὁ μακάριος Ἰωάννης φησὶν, τί λέγουσιν ἐνταῦθα οἱ Παύλου τοῦ Σαμοσατέως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς
30οὐρανοῖς; ὅπερ ἀμφισβητούμενον ἦν, πρῶτον τέθεικεν· “καὶ τὰ ἐπὶ “τῆς γῆς·” εἶτα φησὶν, “τὰ ὁρατὰ καὶ τὰ ἀόρατα,” οἷον ψυχὴ, καὶ ὅσα ἐν οὐρανῷ γέγονεν ὁρατά· οἷον ἥλιος, πόλος. “εἴτε θρόνοι·” καὶ
τὸ μὲν ὁμολογούμενον ἀφίησι, τὸ δὲ ἀμφιβαλλόμενον τίθησιν.306

307

“εἴτε θρόνοι,” φησὶν, “εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξου‐ “σίαι·” τὸ “εἴτε καὶ εἴτε,” τοῦ παντὸς περιληπτικόν ἐστιν. ἀπὸ τῶν μειζόνων καὶ τὰ ἐλάττω δεικνύντος ἐστίν. τὸ δὲ Πνεῦμα οὐ μετὰ τῶν ἐξουσίων τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
5ἰδοὺ τὸ “ἐν αὐτῷ” δι’ αὐτοῦ ἐστιν. εἰπὼν γὰρ ὅτι “ἐν αὐτῷ,” ἐπή‐ γαγεν “δι’ αὐτοῦ·” τὸ δὲ “εἰς αὐτὸν” τί ἐστιν; τουτέστιν εἰς αὐτὸν κρέμαται πάντων ἡ ὑπόστασις· οὐ μόνον αὐτὸς αὐτὰ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ἀλλὰ καὶ αὐτὸς αὐτὰ συγκρα‐ τεῖ νῦν· ὥστε ἂν ἀποσπασθῇ τῆς αὐτοῦ προνοίας, ἀπόλωλε καὶ
10διέφθαρται, ἀλλ’ οὐκ εἶπεν διακρατεῖ, ὅπερ ἦν παχύτερον, ἀλλὰ λεπτότερον, ὅτι εἰς αὐτὸν κρέμαται· μόνον τὸ πρὸς αὐτὸν νεύειν ἱκανὸν διακρατῆσαι καὶ συσφίγξαι. οὕτως καὶ πρωτότοκος ὡς θεμέλιος· τοῦτο δὲ οὐ τὸ ὁμοούσιον τῶν κτισμάτων, ἀλλὰ τὸ δι’ αὐτοῦ πάντα εἶναι, καὶ ἐν αὐτῷ φέρεσθαι δηλοῖ· ἐπεὶ καὶ Παῦλος
15ὅταν λέγῃ “θεμέλιον τέθεικα,” οὐ περὶ οὐσιώσεως φησὶν, ἀλλὰ τῆς ἐνεργείας. ἵνα γὰρ μὴ νομίσῃς ὑπηρέτην εἶναι αὐτόν· φησὶν αὐτὸν αὐτὰ διακρατεῖν· ὅπερ οὐχ ἧττον τοῦ ποιῆσαι ἐστίν· καίτοι ἐφ’ ἡμῶν καὶ μεῖζον· ἐκεῖνο μὲν γὰρ ἡ τέχνη εἰσάγει· τοῦτο δὲ οὐκέτι, οὐδὲ διαφθειρόμενον κατέχει.
20 Καὶ αὐτός ἐστι πρὸ πάντων. Τοῦτο Θεῷ ἁρμόζον· ποῦ Παῦλος ὁ Σαμοσατεύς; Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. Τουτέστιν εἰς αὐτὸν ἔκτισται· συνεχῶς αὐτὰ στέφει τῇ συνε‐ χείᾳ τῶν ῥημάτων καθάπερ πυκναῖς τισὶ πληγαῖς πρόρριζον
25ἀνασπὼν τὸ δόγμα τὸ ὀλέθριον· εἰ γὰρ καὶ τοσαῦτα εἴρηται, καὶ μετὰ τοσοῦτον χρόνον ἔφυ Παῦλος ὁ Σαμοσατεύς· πόσῳ μᾶλλον εἰ μὴ ταῦτα προείρητο; “καὶ τὰ πάντα,” φησὶν, “ἐν αὐτῷ συνέ‐ “στηκεν.” πῶς συνέστηκε τῷ οὐκ ὄντι; ὥστε καὶ τὰ δι’ Ἀγγέ‐ λων δι’ αὐτοῦ ἐστίν.
30 Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλη‐ σίας· ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν. Εἰπὼν ἀνωτέρω περὶ τῆς ἀξίας· λέγει λοιπὸν καὶ περὶ τῆς φιλανθρωπίας· “αὐτός ἐστι,” φησὶν, “ἡ κεφαλὴ τοῦ σώματος
τῆς ἐκκλησίας·” οὐκ εἶπεν τοῦ πληρώματος· αὐτὸ μὲν δηλῶν·307

308

θέλων δὲ ἡμῖν οἰκειότερον δεῖξαι αὐτόν· ὅτι οὕτως ἄνω καὶ πάντων ἀνώτερος, τοῖς κάτω ἑαυτὸν συνῆψεν· πανταχοῦ γὰρ πρῶτος· ἄνω πρῶτος· ἐν τῇ ἐκκλησίᾳ πρῶτος· κεφαλὴ γάρ ἐστιν· ἐν τῇ ἀνα‐ στάσει πρῶτος. τουτέστιν, ἵνα γένηται αὐτὸς πρωτεύων, ὡς καὶ
5ἐν γενέσει πρῶτος. καὶ τοῦτό ἐστι μάλιστα τὸ σπουδαζόμενον δεῖξαι τῷ Παύλῳ. ἂν γὰρ τοῦτο κατασκευασθῆ, ὅτι πρὸ πάντων ἦν τῶν Ἀγγέλων, κἀκεῖνο συνεισάγεται, ὅτι τὰς ἐκείνων αὐτὸς ἐποίει ἐπιτάττων· καὶ τὸ δὴ θαυμαστὸν ἐν τῇ ὑστέρᾳ ἐφιλονείκησε πρῶτον αὐτὸν δεῖξαι· καίτοι γε ἀλλαχοῦ πρῶτον φησὶ τὸν Ἀδὰμ,
10ὥσπερ οὖν καὶ ἔστιν. ἀλλὰ τὴν Ἐκκλησίαν ἔλαβεν ἀντὶ τοῦ παν‐ τὸς ἀνθρώπων γένους· τῆς γὰρ Ἐκκλησίας πρῶτος ἐστίν· καὶ τῶν μὲν ἀνθρώπων καθάπερ ὁ τῆς κτίσεως πρῶτος τὸ κατὰ σάρκα· καὶ διὰ τοῦτο αὐτὸν καὶ ἐνταῦθα πρωτότοκον τίθησιν ἐκ τῶν νεκρῶν. τί ἐστιν ἐνταῦθα πρωτότοκος; ὁ πρῶτος κτισθείς· ἢ ὁ πρὸ πάν‐
15των ἀναστάς· ὥσπερ καὶ ἐκεῖ ὁ πρὸ πάντων ὤν· καὶ ἐνταῦθα μὲν ἀπαρχὴν τέθεικεν, εἰπὼν, “ὅς ἐστιν ἀπαρχὴ, πρωτότοκος ἐκ τῶν “νεκρῶν·” ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· δεικνὺς ὅτι καὶ οἱ ἄλλοι τοιοῦτοι· ἐκεῖ δὲ οὐκ ἀπαρχὴ τῆς κτίσεως· καὶ ἐκεῖ μὲν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τότε πρωτότοκος. ἀπαρχὴν δὲ
20εἶπεν, καθάπερ ἐπὶ καρποῦ τινός· δεικνὺς ὅτι πάντας ἡμᾶς ἡγία‐ σεν· καὶ ὥσπερ θυσίαν προσήνεγκεν διὰ τῆς ἀπαρχῆς. (Σευηριανός.) Καὶ Σευηριανὸς φησίν· εἰ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; καὶ τὰ ἄλλα ὁμοίως. “καὶ “αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας·” δημιουρ‐
25γὸς μὲν τῆς κτίσεως, δημιουργὸς δὲ καὶ τῆς ἡμετέρας ἐπιστροφῆς· ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. εἰ γὰρ κεφαλὴ τῆς ἐκκλη‐ σίας, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἐν πολιτείᾳ πρῶτος· καὶ ἐν παθήμασι πρῶτος, καὶ ἐν ὑπακοῇ πρῶτος· καὶ ἐν βαπτίσματι πρῶτος· ἐν πᾶσιν αὐτὸς πρωτεύει κατὰ τὴν οἰκονομίαν.
30 Θεόδωρος δὲ, καὶ ταύτην πλημμελῶς ἐξηγεῖται τὴν ῥῆσιν, φάσκων, οὐκ εἶπεν δι’ αὐτοῦ, ἀλλ’ “ἐν αὐτῷ.” οὐ γὰρ τὴν πρώ‐ την λέγει κτίσιν, ἀλλὰ τὴν ἐν αὐτῷ γενομένην ἀνάκτισιν, καθ’ ἣν τὰ πάντα διαλελυμένα, εἰς συμφωνίαν ἤχθη μίαν, ὡς καὶ ἀλλαχοῦ φησὶν, “ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ·
35“τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς.”308

309

Ὅτι δὲ ταῦτα Παύλου τοῦ Σαμοσατέως φησὶν εἶναι ὁ μακάριος Ἰωάννης, φθάσαντες παρεθέμεθα. ἐναντιούμενος δὴ συνήθως πᾶσι τοῖς ἁγίοις πατράσι, καὶ ταῦτα ἐπιφέρει—οἱ δέ γε παρερμηνεύειν βου‐ λόμενοι τὰ ῥητὰ καὶ τὸ “ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρω‐
5“τότοκος πάσης κτίσεως,” ἐπὶ τῆς θείας ἐκλαβεῖν ἐπιχειρήσαντες φύσεως, οὐδαμῶς συκοφαντῆσαι τὴν ἑρμηνείαν ἡμῶν δυνήσονται ἀπὸ τῆς ἀπὸ τῶν θείων ἐπὶ τὰ ἀνθρωπίνα μεταβάσεως, ἤτοι τῆς ἀπὸ τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεία· τὸ γὰρ αὐτὸ καὶ αὐτοὺς ποιῆσαι ἀνάγκη· τὰ μὲν ἀνώτερα ἐπὶ τῆς ἄνω ἐκλαμβάνοντας φύσεως· τὸ
10δὲ “πρωτότοκος ἐκ τῶν νεκρῶν” εἰ τὰ πάντα ἀναισχυντοῖεν, οὐδα‐ μῶς ἐκλαβεῖν ἐπὶ τῆς θείας δυναμένους φύσεως. προφανῶς τοίνυν κἀν τούτοις ἀπεδείχθη Θεόδωρος τὴν πρὸς τοὺς ἁγίους πάντας ἀράμενος μάχην. Ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι,
15καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνο‐ ποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· τὸ πλήρωμα οἱ μὲν τῆς θεότητος φασὶν, καθάπερ ὁ Ἰωάννης ἔλεγεν “ἐκ τοῦ
20“πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.” τουτέστιν, εἴτι ἦν ὁ Υἱὸς, ὅλος ὁ Υἱὸς ἐκεῖ ᾤκησεν· οὐχὶ ἐνέργειά τις ἀλλ’ οὐσία· οὐκ ἔχει δὲ αἰτίαν εἰπεῖν οὐδεμίαν, ἀλλὰ τὴν θέλησιν τοῦ Θεοῦ· τοῦτο γάρ ἐστιν “ὅτι ἐν αὐτῷ εὐδόκησεν·” καὶ “δι’ αὐτοῦ ἀποκα‐ “ταλλάξαι τὰ πάντα εἰς αὐτόν·” ἵνα μὴ νομίσῃς ὅτι ὑπηρέτου
25τάξιν ἀνέλαβεν, “εἰς αὐτὸν φησίν·” καὶ μὴν ἀλλαχοῦ φησὶν ὅτι τῷ Θεῷ καταλάττει, καθάπερ ἐν τῇ πρὸς Κορινθίοις Ἐπιστολῇ φησίν. καλῶς εἶπεν “δι’ αὐτοῦ ἀποκαταλλάξαι·” ἤδη γὰρ ἦσαν κατηλ‐ λαγμένοι· ἀλλὰ τελείως· ὥστε μηκέτι ἐχθραίνειν αὐτῷ. πῶς; οὐ γὰρ ἡ καταλλαγὴ ἀπεδίδοτο μόνον, ἀλλὰ καὶ ὁ τρόπος τῆς
30καταλλαγῆς· εἰρήνη διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. μέγα μὲν τὸ καταλλάξαι· τὸ δὲ καὶ δι’ αὐτοῦ, μεῖζον. καὶ τὸ τού‐ του μεῖζον, τὸ “διὰ τοῦ αἵματος·” οὐχ ἁπλῶς αἵματος· ἀλλὰ τὸ τούτου μεῖζον, “διὰ τοῦ ἰδίου σταυροῦ·” ὥστε πέντε θαυ‐
μαστά ἐστιν, τῷ Θεῷ κατήλλαξεν, δι’ ἑαυτοῦ· διὰ τοῦ αἵματος309

310

αὐτοῦ· διὰ τοῦ σταυροῦ· ἵνα γὰρ μὴ νομίσῃς πέντε εἶναι, μηδὲ τὸν σταυρὸν εἶναί τι καθ’ ἑαυτὸν, λέγει δι’ ἑαυτοῦ· πῶς οἶδεν μέγα τοῦτο ὄν; ὅτι οὐ ῥήματα εἰπὼν, ἀλλ’ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῆς καταλλαγῆς, οὕτως ἅπαντα εἰργάσατο.
5 Τί δὲ ἐστὶ “τὰ ἐν τοῖς οὐρανοῖς; τὰ μὲν γὰρ ἐπὶ τῆς γῆς·” εἰκότως· ἔχθρας γὰρ ἐμπέπληστο, καὶ εἰς πολλὰ διῄρητο· καὶ πρὸς ἑαυτὸν ἕκαστος ἡμῶν διεστασίαζεν, καὶ πρὸς τοὺς πολ‐ λούς· τὰ δὲ ἐν τοῖς οὐρανοῖς πῶς εἰρηνοποίησεν; ἢ καὶ ἐκεῖ πόλεμος ἦν καὶ μάχη; καὶ πῶς εὐχόμεθα λέγοντες “γενηθήτω
10“τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς;” τί οὖν ἐστιν; ἀπέσχιστο ἡ γῆ τοῦ οὐρανοῦ· ἐκπεπολεμωμένοι ἦσαν οἱ Ἄγγελοι πρὸς τοὺς ἀνθρώπους· τὸν δεσπότην ὁρῶντες τὸν ἑαυτὸν ὑβριζόμενον· τὰ μὲν οὖν ἐν τοῖς οὐρανοῖς οὕτως μετέστησεν· ἐκεῖ τὸν ἄνθρωπον ἤγαγεν αὐτοῖς, τὸν ἐχθρὸν, τὸν μισούμενον· οὐ μένοντα ἐπὶ τῆς
15γῆς ἐποίησεν εἰρηνεύειν· ἀνήγαγεν πρὸς αὐτοὺς αὐτὸν τὸν ἐχθρὸν καὶ πολέμιον· τοῦτο εἰρήνη βαθεία. Ἄγγελοι ἐπὶ γῆς ἐφαίνοντο λοιπὸν, ἐπειδὴ καὶ ἄνθρωπος ἐν οὐράνῳ ἐφάνη. δοκεῖ δέ μοι ἡ ἁρπαγὴ τοῦ Παύλου τούτου ἕνεκεν γεγενῆσθαι, καὶ τοῦ δεῖξαι ὅτι καὶ ὁ Υἱὸς ἐκεῖ ἀνελήφθη. καὶ τὸ μὲν πρὶν ἐπὶ γῆς ἐφαίνοντο
20Ἄγγελοι πρὸς τιμωρίαν ἀποστελλόμενοι ἐπὶ τῶν Ἰσραηλιτῶν· ἐπὶ τοῦ Δαβὶδ, ἐπὶ τῶν Σολομιτῶν· ἐπὶ τῆς κοιλάδος τοῦ κλαυθμῶ‐ νος. νῦν δὲ ἐξ ἐναντίας ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες· καὶ τούτους κατήγαγε πρὸς αὐτούς· καὶ τοὺς ἀνθρώπους ἀνήγαγεν ἐκεῖ. καὶ θέα μοι τὸ παράδοξον· τούτους πρώτους κατήγαγεν ὧδε,
25καὶ τότε τὸν ἄνθρωπον ἀνήγαγεν· ἐπειδὴ τὰ τῆς γῆς ἔμελλεν οὐρανὸς δέχεσθαι· διὰ τοῦτο εὐχαριστοῦμεν λέγοντες· “δόξα ἐν “ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία,” τουτ‐ έστιν καταλλαγή. Σευηριανὸς δέ φησιν, ἐν τῇ πρὸς Ἐφεσίους ἐδείκνυεν ὅτι
30πλήρωμα Θεοῦ ἡ Ἐκκλησία λέγεται· ηὐδόκησεν οὖν ὁ Θεὸς τὸ πλήρωμα ἑαυτοῦ, τουτέστιν τὴν ἐκκλησίαν τὴν πεπληρωμένην αὐτοῦ ἐν τῷ Χριστῷ, οἷα ἐν κεφαλῇ ἰδίᾳ, οἰκῆσαι· τουτέστιν αὐτῷ στοιχεῖν καὶ αὐτοῦ ἐξῆφθαι· ἀλλὰ μὴ Ἀγγέλων· ηὐδόκησε γὰρ δι’ αὐτοῦ ἀποκαταλλάξαι πάντα, οὐ δι’ Ἀγγέλων· καὶ γὰρ τὰ ὑπὲρ
35τοῦ κόσμου κατορθώματα διὰ τοῦ Χριστοῦ.310

311

(1t)

ΚΕΦ. Δ.
2tΠερὶ ἐθνῶν προσαγωγῆς τῆς ἐν σώματι Χριστοῦ καὶ πάθει διὰ πίστεως.
3 Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκα‐
5τήλλαξεν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανά‐ του, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγ‐ κλήτους ἐνώπιον αὐτοῦ. Ἐνταῦθα δείκνυσιν ὅτι καὶ ἀναξίους ὄντας καταλλαγῆς, κατήλ‐ λαξε· καὶ ἵνα μὴ νομίσῃς διὰ τοῦ εἰπεῖν ὑπὸ τὴν ἐξουσίαν τοῦ σκό‐
10τους, ἀνάγκης εἶναι, προσεπάγει τὸ “ἀπηλλοτριωμένους,” ἀντὶ τοῦ οὐχὶ ἄκοντας οὐδὲ ἀναγκαζομένους, ἀλλ’ ἑκόντας καὶ μετὰ τοῦ βούλεσθαι ἀποπηδῶντας αὐτοῦ καὶ ἀναξίους ὄντας, ἀπήλλαξεν, μὴ δὲ προσδοκῶντας ἐπανελθεῖν· εἶτα οὐχὶ μέχρι τῆς προαιρέσεως μόνης ἡ ἀλλοτρίωσις, ἀλλὰ τί; “καὶ ἐν τοῖς ἔργοις τοῖς πονη‐
15“ροῖς·” καὶ ἔχθροι ἦτε φησὶν, καὶ τὰ τῶν ἐχθρῶν ἐπράττετε· “νυνὶ “δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι,” φησὶν, “τῆς σαρκὸς αὐτοῦ·” πάλιν τίθησι καὶ τὸν τρόπον τῆς καταλλαγῆς· ὅτι ἐν τῷ σώματι· οὐχὶ ἁπλῶς πληγεὶς οὐδὲ μαστιγωθεὶς, ἀλλὰ καὶ ἀποθανών· καὶ ἀποθανὼν τῷ αἰσχίστῳ θανάτῳ· διὰ τοῦτο πάλιν τοῦ σταυροῦ μέμνη‐
20ται “εἰς τὸ παραστῆσαι,” φησὶν, “ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ “ἀνεγκλήτους κατενώπιον αὐτοῦ.” οὐ γὰρ δὴ μόνον τῶν ἁμαρτη‐ μάτων ἀπήλλαξεν, ἀλλὰ καὶ τοῖς εὐδοκιμηκόσι κατέστησεν· καὶ τὸ δὴ μέγα, ὅτι ἁγιωσύνην τὴν κατενώπιον αὐτοῦ ἔδωκεν, καὶ τὸ ἀνέγκλητον. ἐπίτασις τοῦ ἀμώμου τὸ ἀνέγκλητον· ὅταν μηδὲ
25μέχρι καταγνώσεως ἢ ἐγκλήματος ᾖ τί πεπραγμένον ἡμῖν. ἀλλ’ ἐπειδὴ τὸ ὅλον αὐτῷ τέθεικεν, ὅτι διὰ τοῦ θανάτου ταῦτα κατώρ‐ θωσεν· διὰ τοῦτο ἐπήγαγεν, Εἴγε ἐπιμένετε τῇ πίστει, τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγε‐
30λίου. Τὴν ῥαθυμίαν αὐτῶν ἐνταῦθα ἐπικόπτει· καὶ οὐχ ἁπλῶς εἶπεν
“ἐπιμένετε·” ἔστιν γὰρ ἐπιμένειν σαλευόμενον, διχοστατοῦντα·311

312

“εἴγε ἐπιμένετε,” φησὶν, “τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ “μετακινούμενοι,” ὅρα οὐδὲ φορτικὸν τέως τίθησιν, οὐδὲ ἐπίτονον· ἀλλὰ πίστιν καὶ ἐλπίδα. τουτέστιν ἐὰν μένητε πιστεύοντες ὅτι ἀληθὴς ἡ ἐλπὶς τῶν μελλόντων· ἐπὶ μὲν γὰρ τῆς ἀρετῆς, οὐκ ἔνι
5μὴ μετασαλευθῆναι κἂν μικρόν· ἐπὶ δὲ τῆς πίστεως καὶ τῆς ἐλπίδος δυνατόν· οὕτως οὐκ ἔστιν ἐπαχθές. τίς δέ ἐστιν ἡ ἐλπὶς τοῦ εὐαγγελίου ἀλλ’ ἢ ὁ Χριστός; αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ πάντα ταῦτα ὁ ἐργασάμενος, οὐχὶ Ἄγγελοι· ὥστε ὁ ἑτέροις ἐπιγράφων μετακεκίνηται· “οὗ ἠκούσατε,” φησίν· καὶ πά‐
10λιν αὐτοὺς φέρει μάρτυρας· εἶτα τὴν οἰκουμένην ἅπασαν. οὐ λέγει τοῦ κηρυττομένου, ἀλλ’ ἤδη πιστευθέντος καὶ κηρυχθέντος· ὅπερ καὶ ἀρχόμενος ἐποίησεν· ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας καὶ τού‐ τους στῆσαι βουλόμενος. Οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
15 Καὶ τοῦτο εἰς τὸ ἀξιόπιστον συνετέλει· μέγα γὰρ ἦν αὐτοῦ τὸ ἀξίωμα λοιπὸν πανταχοῦ δεομένου, καὶ τῆς οἰκουμένης ὄντος διδασκάλου. Θεόδωρος φησίν· τοῦτο γὰρ ἦν ἔργον αὐτοῦ, τὸ κηρύττειν εἰς τὰ ἔθνη τὸ Εὐαγγέλιον ἔξω τῆς τῶν νομικῶν παρατηρήσεως.
20tΚΕΦ. Ε.
21tΠερὶ τῆς διὰ τῶν πόνων αὐτοῦ διδαχῆς, ἀνακτητικῆς εἰς παράστασιν Θεοῦ.
22 Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ
25ἐκκλησία. Ὥστε φησὶν, ἥδομαι καὶ πάσχων ὑπὲρ ὑμῶν· καὶ ἐπειδὴ προ‐ λαβὼν ὑπὲρ τῆς ὑμετέρας εὐεργεσίας ἔπαθεν ὁ Χριστὸς, ὥστε σῶμα ἑαυτοῦ ὑμᾶς ἀποφῆναι διὰ τῆς ἀναστάσεως· τὰ προσλεί‐ ποντα ταῖς θλίψεσιν αὐτοῦ ταῖς ὑπὲρ ὑμῶν ἀναπληρῶ. τί δὲ ἦν
30τὸ προσλεῖπον; τὸ μαθόντας ὑμᾶς τίνα ἔστι τὰ ὑπὲρ ὑμῶν κατορ‐
θωθέντα, παρ’ αὐτοῦ δέξασθαι τὴν περὶ αὐτῶν ἐπαγγελίαν· τοῦτο312

313

δὲ ἄνευ πόνων καὶ θλίψεων γενέσθαι οὐδαμῶς οἷόν τε ἦν· ὑπὲρ δὴ τούτων πάσχω, περιϊὼν καὶ κηρύττων ἅπασι τὰ κατορθωθέντα· ὥστε ὑμᾶς πιστεύσαντας τῇ διαθέσει τῆς ψυχῆς, τὴν πρὸς αὐτὸν οἰκεί‐ ωσιν δέξασθαι· τούτων γὰρ ἐγὼ κατέστην διάκονος.
5 (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, καὶ διάκονος φησὶν, ἀντὶ τοῦ οὐδὲν παρ’ ἐμαυτοῦ εἰσφέρω· ἀλλὰ τὰ ἑτέρων καταγγέλλων, οὕτω πιστεύω ὅτι καὶ πάσχω ὑπὲρ αὐτοῦ καὶ χαίρω πάσχων, πρὸς τὴν ἐλπίδα τὴν μέλλουσαν ὁρῶν· καὶ πάσχω οὐχ ὑπὲρ ἐμαυτοῦ ἀλλ’ ὑπὲρ ὑμῶν· “καὶ ἀνταναπληρῶ,” φησὶν, “τὰ
10“ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου.” δοκεῖ μὲν μέγα εἶναι ὅπερ ἐφθέγξατο· ἀλλ’ οὐκ ἔστιν ἀπονοίας, μὴ γένοιτο· ἀλλὰ καὶ φιλοστοργίας τῆς περὶ τὸν Χριστόν· οὐ γὰρ βούλεται αὐτοῦ εἶναι, ἀλλ’ ἐκείνου τὰ πάθη· τούτους οἰκειῶσαι αὐτῷ βουλόμενος. καὶ ἃ ἐγὼ πάσχω, δι’ ἐκείνου πάσχω, φησίν·
15ὥστε μὴ ἐμοὶ χάριν ἔχετε, ἀλλ’ ἐκείνῳ· αὐτὸς γὰρ πάσχει ταῦτα· ὥσπερ ἂν εἴ τις πεμφθεὶς πρός τινα ἀξιώσειεν λέγων, παραβαλῶ σε ὑπὲρ ἐμοῦ· ἄπελθε πρὸς τόνδε· εἶτα ἐκεῖνος λέγει ὅτι διὰ τόνδε ταῦτα ποιῶ· ὥστε οὐκ ἐπαισχύνεται καὶ ταῦτα αὐτοῦ παθή‐ ματα λέγειν. οὐ γὰρ μόνον ἀπέθανεν ὑπὲρ ὑμῶν, ἀλλὰ καὶ μετὰ
20τὸ ἀποθανεῖν, ἕτοιμός ἐστι θλιβῆναι δι’ ὑμᾶς· ἐφιλονείκησεν καὶ ἐβιάσατο δεῖξαι ἑαυτὸν καὶ νῦν κινδυνεύοντα ὑπὲρ τῆς ἐκκλησίας διὰ τοῦ ἰδίου σώματος. καὶ πρὸς ἐκεῖνο ἀποτείνεται ὅτι οὐ δι’ ἡμῶν προσάγεσθε, ἀλλὰ δι’ αὐτοῦ, κἂν ἡμεῖς ταῦτα ποιῶμεν. καὶ ταυτόν ἐστιν ὥσπερ ἂν εἰ τάξις λαχοῦσα στρατηγὸν τὸν ὑπερ‐
25ασπίζοντα αὐτῆς καὶ ἐν τῷ πολέμῳ στήκοι· εἶτα ἀπελθόντος ἐκείνου, ὁ ὑποστράτηγος τὰ ἐκείνου τραύματα ἀναδέξαιτο μέχρι τοῦ λυθῆναι τὸν πόλεμον. διὰ γὰρ τοῦτο καὶ “ὑστερήματα” εἶπεν, ἵνα δείξῃ ὅτι οὐδὲ τὸ πᾶν ἡγεῖται οὐδέπω πεπονθέναι ὑπὲρ ὑμῶν· καὶ μετὰ θάνατον γὰρ πάσχει· εἶκε ἔτι ἐλλείμματα ἔμει‐
30νεν. οὐ τοίνυν ἑαυτὸν ἐπαίρων λέγει ταῦτα, ἀλλὰ τὸν Χριστόν· δεῖξαι βουλόμενος ἔτι καὶ νῦν ὑπὲρ αὐτῶν φροντίζοντα· καὶ τὸν λόγον ἀξιόπιστον δείκνυσιν τῷ ἐπαγαγεῖν “ὑπὲρ τοῦ σώματος “αὐτοῦ.” ὅρα πῶς ἡμᾶς συνῆψεν αὐτῷ. τί τοίνυν ἐπεισάγετε
διὰ μέσου Ἀγγέλους;313

314

Κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ. Ἤτοι τοῦτό φησιν, ὅτι οὕτως ἠθέλησεν αὐτοῦ ἀπελθόντος ἡμᾶς διαδέξασθαι τὴν οἰκονομίαν, ἵνα μὴ ὡς ἐγκαταλελειμμένοι δια‐
5κεῖσθε· αὐτὸς γάρ ἐστιν ὁ παθών· αὐτὸς ὁ πρεσβεύων. ἢ τοῦτό φησιν, ὅτι ἐμὲ τὸν μάλιστα πάντων διώκτην, διὰ τοῦτο εἴασεν διῶξαι, ἵνα ἀξιόπιστος ὦ κηρύττων. ἢ οἰκονομίαν φησὶν, ὅτι οὐκ ἔργα ἐζήτησεν, οὐδὲ πράξεις, οὐδὲ κατορθώματα, ἀλλὰ πίστιν καὶ βάπτισμα· οὐ γὰρ ἂν ἑτέρως ἐδέξασθε τὸν λόγον. “εἰς ὑμᾶς,”
10φησὶν, “πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ·” περὶ τῶν ἐθνῶν λέγει, δεικνὺς αὐτοὺς ἔτι σαλευομένους, τῷ εἰπεῖν “πληρῶσαι·” τὸ γὰρ ἔθνη ἀπερριμένα δυνηθῆναι τοσοῦτον ὕψος δογμάτων δέξασθαι, οὐχὶ Παύλου ἦν, ἀλλ’ οἰκονομίας τῆς τοῦ Θεοῦ. ἐπεὶ ἐγὼ οὐκ ἂν ἴσχυσα φησίν· δείξας δὴ τὸ μεῖζον τὰ αὐτοῦ παθήματα τοῦ
15Χριστοῦ ὄντα· τότε τὸ σαφέστερον ἐπάγει· ὅτι καὶ τοῦτο τοῦ Θεοῦ ἐστιν τὸ πληρῶσαι τὸν λόγον εἰς ὑμᾶς· καὶ δείκνυσιν ἐν‐ ταῦθα οὐ φανερῶς ὅτι καὶ τοῦτο οἰκονομίας τὸ νῦν λεχθῆναι ὅτι δύνασθε ἀκούειν, ἀλλ’ οὐκ ἀμελείας· ἀλλ’ ὥστε δεκτικοὺς γενέ‐ σθαι· ὁ γὰρ Θεὸς οὐκ ἀθρόως πάντα ποιεῖ· ἀλλὰ κέχρηται συγ‐
20καταβάσει διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν· καὶ τοῦτο αἴτιον τοῦ παραγενέσθαι νῦν τὸν Χριστὸν, ἀλλὰ μὴ πάλαι. Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ· οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι, τὶ τὸ πλοῦτος
25τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· ὃν ἡμεῖς καταγ‐ γέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκον‐ τες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.
30 Εἰπὼν ὧν ἐτύχομεν, καὶ δείξας τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν τιμὴν, τῷ μεγέθει τῶν δοθέντων, πάλιν ἑτέραν ἐπίτασιν εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡμῶν τίς αὐτὸ ἔμαθεν· ὃ καὶ ἐν τῇ πρὸς
Ἐφεσίους ποιεῖ λέγων, οὔτε Ἄγγελοι, οὔτε Ἀρχάγγελοι, οὔτε314

315

ἀρχαὶ, οὔτε ἄλλη τίς κτιστὴ δύναμις, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ Υἱὸς ᾔδει. καὶ οὐχ ἁπλῶς κεκρυμμένον εἶπεν, ἀλλ’ ἀποκεκρυμ‐ μένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστιν, καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διατετύπωτο. διατί
5δὲ οὐκέτι λέγει· “ἀπὸ τῶν αἰώνων,” φησίν· ἐξ ἀρχῆς, ὥσπερ ἂν εἴποι τίς· καὶ μυστήριον εἰκότως καλεῖ, ὃ οὐδεὶς ᾔδει πλὴν ὁ Θεός· καί που κεκρυμμένον; ἐν τῷ Χριστῷ· “νυνὶ δὲ ἐφανερώθη,” φησὶ, “τοῖς ἁγίοις αὐτοῦ.” ὥστε τῆς οἰκονομίας ἐστι τοῦ Θεοῦ τῶν ὅλων· καὶ ἔτι καὶ νῦν κέκρυπται, εἴγε τοῖς ἁγίοις ἐφανερώθη
10μόνοις. μὴ τοίνυν ὑμᾶς ἀπατάτωσαν ἐκεῖνοι· οὐ γὰρ ἴσασιν. διατί μόνοις; οἷς ἠθέλησεν φησίν· ὅρα πῶς πανταχοῦ ἐπιστομίζει τὰς ἐρωτήσεις αὐτῶν· τὸ δὲ θέλειν αὐτοῦ οὐκ ἄλογον· χάριτος μᾶλ‐ λον ὑπευθύνους ποιῶν, ἢ ἀφιεὶς αὐτοὺς ἐπὶ κατορθώματι φρονεῖν· εἶπεν “οἷς ἠθέλησε γνωρίσαι, τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυ‐
15“στηρίου τούτου ἐν τοῖς ἔθνεσι.” Σεμνῶς εἶπεν· καὶ ὄγκον ἐπέθηκεν, ἀπὸ πολλῆς διαθέσεως ἐπι‐ τάσεις ζητῶν ἐπιτάσεων· ὅτι καὶ τοῦτο ἐπιτάσεως, ἀορίστως εἰ‐ πεῖν “τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν.” μάλιστα γὰρ ἐν τοῖς ἔθνεσι φαίνεται· καθὼς καὶ ἀλλαχοῦ φησί·
20“τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.” φαίνεται μὲν γὰρ καὶ ἐν ἑτέροις, πολλῷ δὲ πλέον ἐν τούτοις ἡ πολλὴ τοῦ μυστηρίου δόξα· τὸ γὰρ ἀθρόον ἀνθρώπους λίθων ἀναισθητοτέρους εἰς Ἀγγέλων ἀγαγεῖν ἀξίωμα, ἁπλῶς, διὰ ψιλῶν ῥημάτων καὶ πίστεως μόνης, χωρὶς ἔργων, ὄντως δόξα καὶ πλοῦτος μυστηρίου· “ὅς ἐστι Χρι‐
25“στὸς ἐν ὑμῖν.” ὅτι ὁ πάντων ἀνώτερος, καὶ Ἀγγέλων καὶ ἀρχῶν κρατῶν καὶ τῶν ἄλλων ἁπασῶν δυνάμεων, κατέβη κάτω, καὶ ἄν‐ θρωπος γέγονεν, καὶ μυρία ἔπαθεν, καὶ ἀνέστη καὶ ἀναλήφθη. Ταῦτα πάντα μυστηρίου ἦν· καὶ μετ’ ἐγκωμίου τίθησι λέγων· “ὅς ἐστι Χριστὸς ἐν ὑμῖν.” εἰ δὲ ἐν ὑμῖν ἐστιν, τί Ἀγγέλους
30ζητεῖτε τοῦ μυστηρίου τούτου; ἔστι γὰρ καὶ ἄλλο μυστήριον· ἀλλὰ τοῦτο ὄντως μυστήριον, ὃ οὐδεὶς οἶδεν· ὅ ἐστι θαυμαστόν· ὃ παρὰ τὴν κοινὴν προσδοκίαν, ὃ ἐκρύπτετο· “ὅς ἐστι Χριστὸς ἐν ὑμῖν· “ἡ ἐλπὶς τῆς δόξης ὃν ἡμεῖς καταγγέλλομεν” ἄνωθεν αὐτὸν φέροντες· ὃν ἡμεῖς, οὐκ Ἄγγελοι διδάσκοντες, φησὶ, καὶ νουθε‐
35τοῦντες· οὐκ ἐπιτακτικῶς οὐδὲ μετὰ ἀνάγκης· καὶ γὰρ τοῦτο τῆς315

316

τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ τυραννικῶς προσάγεσθαι. ἐπειδὴ τὸ διδάσκοντες μέγα ἦν, ἐπήγαγεν, “νουθετοῦντες·” ὅπερ ἦν πατρὸς μᾶλλον ἢ διδασκάλου. “ἐν πάσῃ σοφίᾳ·” ὥστε σοφίας δεῖ πάσης· τουτέστιν πάντα ἐν σοφίᾳ λέγοντες· τὸ γὰρ τοιαῦτα δυνη‐
5θῆναι μαθεῖν, οὐ τοῦ τύχοντος ἐστίν. Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χρι‐ στῷ Ἰησοῦ. Τί λέγεις; πάντα ἄνθρωπον; ναί, φησι, τοῦτο σπουδαζόμεν, “τέλειον ἐν Χριστῷ Ἰησοῦ·” οὐκ ἐν νόμῳ, οὐδὲ ἐν Ἀγγέλοις· ἐκεῖνο
10γὰρ οὐ τέλειον ἐν Χριστῷ· τουτέστιν ἐν τῇ γνώσει τοῦ Χριστοῦ. “εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος” μετὰ πολλῆς τῆς σπουδῆς, μετὰ πολλῆς τῆς ἀγρυπνίας. (Σευηριανός.) Καὶ ἕτερος φησὶν, πλοῦτος ἡμῖν, φησὶν, Χριστὸς ἐδόθη· μὴ γενώμεθα πτωχοὶ, εἰς Ἀγγέλων προστασίας τραπέντες.
15 (Θεόδωρος.) Καὶ ἄλλος ὁμοίως, οὗτος ὁ μέγας πλοῦτος ὁ Χριστὸς, καὶ τὸ ἐπ’ αὐτῷ πιστεύειν· οὗτος γὰρ ἡ τῆς μελλούσης δόξης ἐλπίς· ὁ καὶ τὴν αἰτίαν ἡμῖν τοῦ προσδοκᾶν ἐκεῖνα χαρισά‐ μενος. μυστήριον δὲ καλεῖ τὴν περὶ τὰ ἔθνη χάριν, ὡς ἂν ἄδηλον οὖσαν τοῖς πρὸ τούτου. ἐπίγνωσιν δὲ μυστηρίου τὴν μετουσίαν
20αὐτῆς· εἶτα δείκνυσι θεῖον ὂν “κατὰ τὴν ἐνέργειαν αὐτοῦ,” φησὶν, “τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει,” ὃ ἴσχυρόν με ποιεῖ εἰς τοῦτο, δηλονότι τοῦτο βούλεται.
23tΚΕΦ. ϛ.
24tΠερὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ ἀπατηλῇ τοὺς ἐν Χριστῷ τὴν σοφίαν
25tἔχοντας.
26 Θέλω γὰρ ὑμᾶς εἰδέναι, ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ. Χρυσοστόμου. Δείκνυσι τὴν πρὸς αὐτοὺς ἐνταῦθα φιλοστορ‐ γίαν· εἶτα ἵνα μὴ δόξῃ τῆς αὐτῶν ἀσθενείας εἶναι τοῦτο, συνῆψε
30καὶ ἑτέρους, καὶ οὐδέπω κατέγνω· ἀλλὰ διατί “καὶ ὅσοι οὐχ
“ἑωράκασι,” φησὶν, “τὸ πρόσωπόν μου ἐν σαρκί;” θείως δείκνυ‐316

317

σιν ἐνταῦθα ὅτι ἑώρων αὐτὸν συνεχῶς ἐν πνεύματι· μαρτυρεῖ αὐ‐ τοῖς ἀγάπην πολλήν. Ἵνα παρακληθῶσι αἱ καρδίαι αὐτῶν, συμβιβασθέν‐ των ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας
5τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ Χριστοῦ, ἐν ᾧ εἰσὶ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἤδη λοιπὸν σπαράττει καὶ ὠδίνει ἐμβαλεῖν εἰς τὸ δόγμα· οὐδὲ καταγορῶν, οὐδὲ ἀπαλάττων αὐτοὺς τῆς κατηγορίας. ἀγῶνα
10ἔχω, φησὶν, ἵνα συμβιβασθῶσιν· τουτέστιν, ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει· ἀλλ’ οὐ τίθησιν οὕτως· ἀλλ’ ὑποτέμνεται τὰ τῆς κατηγορίας. τοῦτό ἐστιν ἵνα ἐντεθῶσι μετὰ ἀγάπης, οὐ μετὰ ἀνάγκης· οὐ γὰρ ἁπλῶς τὴν συναγωγὴν βούλομαι γενέσθαι· ἀλλ’ “ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι, συμβιβασθέντων ἐν ἀγάπῃ,
15“εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως·” τουτέστιν ἵνα ὑπὲρ μηδενὸς ἀμφιβάλωσιν· ἵνα ὑπὲρ πάντων πεπληροφορη‐ μένοι ὦσιν. πληροφορίαν δὲ εἶπον, τὴν διὰ πίστεως· ἔστιν γὰρ πληροφορία, ἡ διὰ λογισμῶν· ἀλλ’ οὐδενὸς λόγου ἐκείνη ἀξία· ἀλλ’ ἵνα πληροφορηθῆτε μετὰ συνέσεως, οὐχ ἁπλῶς μετὰ ἀγά‐
20πης· “εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ “Χριστοῦ·” ὥστε τοῦ Θεοῦ τοῦτό ἐστιν μυστήριον, τὸ διὰ τοῦ Χριστοῦ προσάγεσθαι· “ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι·” εἰ δὲ ἐν αὐτῷ εἰσὶν, ἄρα σοφῶς καὶ νῦν ἦλθεν· ἀπόκρυφοί εἰσι καὶ ἀπὸ Ἀγγέλων, οὐκ ἀφ’ ὑμῶν
25μόνον· ὥστε παρ’ αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν· τῷ μὲν οὖν “θησαυροὶ” εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δὲ “πάντες,” τὸ μηδὲν ἀγνοεῖν· τῷ δὲ “ἀπόκρυφοι” τὸ μόνον εἰδέναι. (Θεόδωρος.) Ἄλλος δὲ φησίν· ἀποκρύφους πάντας τοὺς θη‐
30σαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως εἶναι ἐν τῷ Χριστῷ λέγει· ὡς ἂν τῶν μετὰ πολλῆς κατορθωθέντων συνέσεως διὰ τοῦ Χριστοῦ ὑπὲρ τῆς ἡμετέρας εὐεργεσίας, νῦν μὲν ὄντων ἀδήλων, φανησο‐
μένων δὲ τότε ὅποτ’ ἂν φαίνεται καὶ αὐτός.317

318

Τοῦτο δὲ λέγω, ἵνα μήτις ὑμᾶς παραλογίζηται ἐν πι‐ θανολογίᾳ. Χρυσοστόμου. Ὁρᾷς ὅτι διὰ τοῦτό φησιν, εἶπον ταῦτα, ἵνα μὴ παρὰ ἀνθρώπων ζητῇτε· “παραλογίζηται,” φησὶν, “ἐν πιθα‐
5“νολογίᾳ.” Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί. Τὸ ἀκόλουθον τοῦτο ἦν εἰπεῖν· εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλ’ ὅμως οἶδα τοὺς ἀπατεῶνας· νῦν δὲ εἰς ἐγκώμιον κατέληξεν.
10 Χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. Τάξιν τὴν εὐταξίαν φησὶν, τὸ δὲ ἑξῆς ἐγκωμίων μᾶλλον ἐστίν· “στερέωμα” εἶπεν, καθάπερ πρὸς στρατιώτας εὐτάκτως ἑστῶτας καὶ βεβαίως, τὸν στερρὸν οὐκ ἀπάτη οὐ πειρασμὸς διασαλεύει·
15οὐ μόνον, φησὶν, οὐ πεπτώκατε, ἀλλ’ οὐδὲ τὴν τάξιν ὑμῶν συνέχεέν τις· ἡ γὰρ τάξις οὕτω φυλάττεται ἀπὸ τοῦ στερεώματος· τοῦτο δὲ τῆς ἀγάπης ἔργον ἐστίν· τοῖς γὰρ καθ’ ἑαυτοὺς ὄντας, ὅτ’ ἂν ἀκριβῶς συγκολλήσῃ καὶ συνάφῃ, στερροὺς ἐργάζεται· καὶ ἡ πίστις πάλιν τὸ αὐτὸ ποιεῖ, ὅτ’ ἂν μὴ ἀφῇ λογισμοὺς ἐπεισελ‐
20θεῖν· ὥσπερ γὰρ οἱ λογισμοὶ διαιροῦσι καὶ σαλεύουσιν, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι ποιεῖ· ἐπειδὴ μείζονα ἢ κατὰ ἀν‐ θρώπινον λογισμὸν εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, εἰκότως τὴν πίστιν ἐπεισήγαγεν. Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον,
25ἐν αὐτῷ περιπατεῖτε. Πάλιν αὐτοὺς τῇ οἰκείᾳ προκαταλαμβάνει μαρτυρίᾳ λέγων· “ὡς οὖν παρελάβετε.” οὐδὲν ξένον φησὶν ἐπεισάγομεν· μηδὲ ὑμεῖς ἐν αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, ἡ προσά‐ γουσα πρὸς τὸν Πατέρα· μὴ ἐν τοῖς Ἀγγέλοις· οὐ φέρει ἐκείνη
30ἡ ὁδὸς ἐκεῖ. “ἐρριζώμενοι·” τουτέστιν πεπήγοτες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην· καὶ ἐποικοδομούμενοι τῇ διανοίᾳ· φθά‐ νοντες εἰς αὐτὸν καὶ βεβαιούμενοι ἐν αὐτῷ φησί· τουτέστιν κατέ‐
χοντες αὐτὸν ὡς ἐπὶ θεμέλιον· δείκνυσιν αὐτοὺς καταπεσόντας.318

319

τὸ γὰρ οἰκοδομούμενα τοῦτό ἐστιν· οἰκοδομὴ γὰρ ὄντως ἐστὶν ἡ πίστις· καὶ δεῖ καὶ τοῦ θεμελίου ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς· “καθὼς ἐδιδάχθητε.” πάλιν τὸ “καθώς·” περισσεύ‐ “οντες,” φησὶν, “ἐν εὐχαριστίᾳ.” οὐ λέγω ἁπλῶς εὐχαριστεῖν·
5ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας, πλέον ἢ ἐμάθετε. Βλέπετε μήτις ὑμᾶς ἔστω ὁ συλαγωγῶν. Ὅρα πῶς ἔδειξε κλέπτην καὶ ἀλλότριον ὄντα καὶ ἠρέμα ἐπει‐ σίοντα· ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθη‐ σιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ὑμεῖς βλέπετε. τοῦτο γὰρ ἔργον
10ἐκείνων, τὸ μηδὲ παρέχειν αἴσθησιν. “βλέπετε μή τις ὑμᾶς·” καὶ τὴν ὁδὸν δείκνυσι. διὰ τῆσδε τῆς ὁδοῦ, “διὰ τῆς φιλοσοφίας,” φησίν· εἶτα ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ ὄνομα τὸ τῆς φιλοσο‐ φίας, προσέθηκεν “καὶ κενῆς ἀπάτης· κατὰ τὴν παράδοσιν τῶν “ἀνθρώπων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν.”
15τέως τοῦ ἐλέγχου ἅπτεται· τῆς τῶν ἡμερῶν παρατηρήσεως· στοι‐ χεῖα κόσμου, ἥλιον καὶ σελήνην λέγων. καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγεν, “πῶς πάλιν ἐπιστράφετε ἐπὶ τὰ ἀσθενῆ καὶ “πτωχὰ στοιχεῖα;” καὶ οὐκ εἶπεν ἡμερῶν παρατηρήσεις, ἀλλὰ δι’ ὅλου τοῦ κόσμου τοῦ παρόντος· ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ
20ὁ κόσμος ὁ παρὼν οὐδὲν, πολλῷ μᾶλλον καὶ τὰ στοιχεῖα. καὶ οὐ κατὰ Χριστὸν φησίν· μάλιστα μὲν γὰρ εἰ καὶ οὕτως ἦν ἐξ ἡμι‐ σείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει. νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς εἶναι κατὰ Χριστόν· πρότερον δια‐ σαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς
25ἀναιρεῖ· καὶ γὰρ Ἕλληνες καὶ Ἰουδαῖοι, παρετήρουν· ἀλλ’ οἱ μὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόμου. πρότερον τοίνυν πρόσεισι τού‐ τοις, ἔνθα μείζων ἡ κατηγορία. πῶς; Οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· καὶ ἐστὲ ἐν αὐτῷ
30πεπληρωμένοι· ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Τουτέστιν εἴτι ἔστι, Θεὸς ἐν αὐτῷ κατοικεῖ· ἀλλ’ ἵνα μὴ
νομίσῃς αὐτὸν συγκεκλεῖσθαι ὡς ἐν σώματι, φησὶν “πᾶν τὸ319

320

“πλήρωμα τῆς θεότητος σωματικῶς. καὶ ἐστὲ ἐν αὐτῷ πεπλη‐ “ρωμένοι.” (Σευηριανός.) Ἄλλος φησὶν, ὅτι τὴν ἐκκλησίαν λέγει πεπλη‐ ρωμένην ὑπὸ τῆς θεότητος αὐτοῦ· καθὼς ἀλλαχοῦ φησίν· “τοῦ
5“τὰ πάντα ἐν πᾶσι πληρουμένου.” τὸ δὲ “σωματικῶς” ἐν‐ ταῦθα ὡς ἐν κεφαλῇ σῶμα· πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις ἐστὶν ἡ Ἐκκλησία; (Κυρίλλου.) Ἢ περὶ τοῦ Πατρὸς τινὲς φασίν· καὶ λέγει ὅτι τῆς θεότητος τὸ πλήρωμα ἐν αὐτῷ οἰκεῖ· πρῶτον μὲν ὅτι τὸ οἰκεῖν
10οὐ κυρίως λέγεται ἐπὶ Θεοῦ. δεύτερον ὅτι τὸ πλήρωμα οὐ τὸ δεχόμενόν ἐστιν· “τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.” καὶ πάλιν ὁ Ἀπόστολος “ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ” τὸ ὅλον λέγεται πλήρωμα. ἔπειτα τὸ “σωματικῶς·” τί ἐβού‐ λετο; ὡς ἐν κεφαλῇ. τί δὲ πάλιν τὸ αὐτὸ λέγει· “καὶ ἐστὲ ἐν
15“αὐτῷ πεπληρωμένοι;” τί οὖν ἐστιν; ὅτι οὐδὲν ἔλαττον ἔχετε αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ ᾤκησεν, οὕτω καὶ ἐν ὑμῖν. βιάζεται γὰρ ὁ Παῦλος ἐγγὺς ἡμᾶς ποιεῖν τοῦ Χριστοῦ· ὡς ὅταν λέγῃ “συνή‐ “γειρε καὶ συνεκάθισεν ἡμᾶς·” καὶ “εἰ ὑπομένομεν, καὶ συμ‐ “βασιλεύσομεν·” καὶ “πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν
20“χαρίσηται;” καὶ συγκληρονόμους καλῶν· εἶτα περὶ τοῦ ἀξιώ‐ ματος· “καὶ αὐτός ἐστι,” φησὶν, “ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ “ἐξουσίας·” ὁ πάντων ἀνώτερος· ἡ αἰτία οὐχὶ ὁμοούσιος πάσης ἀρχῆς καὶ ἐξουσίας; εἶτα τὰ τῆς εὐεργεσίας θαυμαστῶς ἐπή‐ γαγεν.
24tΚΕΦ. Ζ.
25tὍτι ἡ πρὸς Θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει πνευματικῶς, εἰς
26tτὸ συζῇν Χριστῷ.
27 Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός· ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.
30Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγματος; ἐν τῇ ἀπεκδύσει
φησίν· οὐκ εἶπεν ἐκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, τὸν παλαιὸν320

321

βίον φησίν· συνεχῶς ταῦτα στρέφει καὶ διαφόρως· οὐκέτι ἐν μαχαίρᾳ φησὶν, ἡ περιτομὴ, ἀλλ’ ἐν αὐτῷ τῷ Χριστῷ· οὐ γὰρ χεὶρ ἐπάγει, καθάπερ ἐκεῖ τὴν περιτομὴν ταύτην, ἀλλὰ τὸ Πνεῦμα· οὐ μέρος, ἀλλ’ ὅλον ἄνθρωπον περιτέμνει· οὐ σάρκα, ἀλλ’ ἁμαρ‐
5τήματα. ποῦ καὶ πότε; Συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνη‐ γέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀλλ’ οὐ τάφος μόνον ἐστίν· ὅρα γὰρ τί φησίν· “ἐν ᾧ καὶ
10“συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγεί‐ “ραντος αὐτὸν ἐκ νεκρῶν·” καλῶς εἶπεν πίστεως· πίστεως γὰρ τὸ ὅλον ἐστίν· ἐπιστεύσατε ὅτι δύναται ὁ Θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρθητε· εἶτα καὶ τὸ ἀξιόπιστον, “τοῦ ἐγείραντος αὐτὸν,” φησὶν, “ἐκ τῶν νεκρῶν·” ἤδη δείκνυσι τὴν ἀνάστασιν.
15 Καὶ ἡμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνεζοωποίησεν σὺν αὐτῷ. Ὑπὸ γὰρ τὴν δίκην ἐκεῖσθε· ἀποθανεῖν δεῖ· καὶ ἀπεθάνετε θάνατον χρήσιμον. ὅρα πῶς πάλιν δείκνυσι τίνων ἦσαν ἄξιοι, δι’
20ὧν ἐπήγαγεν, Χαρισάμενοι ἡμῖν πάντα τὰ παραπτώματα ἡμῶν· ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ὑπεναντίον ἡμῖν. Θεόδωρος. Ἀκροβυστίαν ἐνταῦθα, οὐ τὴν τοῦ σώματος λέγει·
25ἀλλ’ ὥσπερ περιτομὴν τὴν ἀφαίρεσιν ἐκάλεσεν τῆς θνητότητος, οὕτως ἀκροβυστίαν τὸ περικεῖσθαι ἔτι τὴν θνητότητα· τοῦτο οὖν λέγει, ὅτι νενεκρωμένους ἡμᾶς τοῖς ἁμαρτήμασι διὰ τὴν περικει‐ μένην θνητότητα, συνανέστησεν τῷ Χριστῷ· ἐν αὐτῷ τὴν κοινὴν ἀνάστασιν κατεργασάμενος· ἀφ’ ἧς πᾶν εἶδος ἁμαρτίας ὑμῶν
30ἀφανισθήσεται. Σευηριανός. Τὸ καθ’ ἡμῶν δὲ χειρόγραφον πῶς ἐξήλειψεν; ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς
Ἰσραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέμενος· ὥσπερ οὖν χειρό‐321

322

γραφον ἡ συγκατάθεσις γέγονεν, τοῦτο οὖν τὸ χειρόγραφον ἔλα‐ βεν τοῖς δόγμασι· ποίοις; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι δὲ τὴν ἐν χάριτι πολιτείαν. Καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτῷ τῷ
5σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδει‐ γμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Χρυσοστόμου. Χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, ἃ τὴν νεκρότητα ἐποίει· καὶ τί ἄρα ἀφῆκεν μεῖναι; οὐχὶ, ἀλλὰ καὶ ἐξήλειψεν ὥστε μὴ φαίνεσθαι· ποῖον χειρόγραφον ἢ ὃ ἔλεγεν
10πρὸς τὸν Μωσέα; “ὅτι πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιησόμεν καὶ “ἀκουσόμεθα·” ἢ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ Θεῷ ὑπακοήν· ἢ εἰ μὴ τοῦτο, ὅτι φησὶν, ὁ διάβολος, χειρόγραφον ἐποίησεν πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, “ᾗ ἂν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ.” κατεῖχεν οὖν τὸ χειρόγραφον ὁ διάβολος· οὐκ ἔδωκεν ἡμῖν αὐτὸ,
15ἀλλ’ αὐτὸς αὐτὸ ἔσχισεν· ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος ἐστίν· “ἀπεκδυσάμενος,” φησὶν, “τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας·” ἐν‐ ταῦθα τὰς διαβολικὰς λέγει δυνάμεις· ἐπεὶ οὖν αὐτὰς ἡ ἀνθρω‐ πίνη φυσὶς ἐνδέδυτο· ἢ ἐπειδὴ ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενό‐ μενος ἀπεδύσατο τὴν λαβήν.
20 Τί ἐστιν “ἐδειγμάτισεν;” καλῶς εἶπεν· οὐδέποτε οὕτως ὁ διάβολος ἠσχημόνησεν· προσδοκῶν γὰρ αὐτὸν ἔχειν, καὶ οὓς εἶχεν ἀπώλεσεν· ἐκεῖ τοῦ σώματος προσηλουμένου, καὶ οἱ νεκροὶ ἀνί‐ σταντο· ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ θάνατος, ὑπὸ σώματος νεκροῦ καιρίαν λαβών· καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον
25βεβληκέναι, καιρίαν κατέχεται λαβήν· οὕτω δὴ καὶ αὐτὸς δεί‐ κνυσιν ὅτι τὸ μετὰ παρρησίας ἀποθανεῖν ἀσχημοσύνη ἐστι τοῦ διαβόλου· ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν· τοῦ δὲ θανάτου εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἂν ἐγένετο ἕτερος· διὰ τοῦτο ἀπέθανεν μὲν δημοσίᾳ πάντων ὁρώντων.
30οὐκ ἀνέστη δὲ δημοσίᾳ· εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρή‐ σοντα τῇ ἀληθείᾳ· τὸ γὰρ τοῦ κόσμου ὁρῶντος, ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτο θαυμαστόν. Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος ὥστε λαθόντα αὐτὸν ἀπο‐
θανεῖν; ἄκουε τοῦ Πιλάτου λέγοντος, “ἄρατε αὐτὸν ὑμεῖς καὶ322

323

“σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν,” καὶ μυρία ἀνθισταμένου. καὶ πάλιν οἱ Ἰουδαῖοι ἔλεγον αὐτῷ· “εἰ “υἱὸς εἰ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ·” λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβεν, κατέβη· διὰ τοῦτο καὶ ταφῇ παρεδόθη·
5ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι· ἀλλ’ ἵνα πιστευθῇ τὸ πρᾶγμα· καὶ ὁ στρατιώτης οὐ κατέαξεν αὐτοῦ τὰ σκέλη καθάπερ τῶν ἄλ‐ λων, ἵνα φανερωθῇ ὅτι τέθνηκεν· καὶ φανεροὶ εἰσὶν οἱ τὸ σῶμα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται οἱ Ἰουδαῖοι μετὰ τῶν στρατιωτῶν. ἐπειδὴ γὰρ οἱ Ἄγγελοι οὐδὲν τοιοῦτο πεπόνθασιν,
10διὰ τούτου ὑπὲρ τούτου πάντα ποιεῖ· δεικνὺς ὅτι μέγα κατώρθω‐ σεν ὁ θάνατος. ὥσπερ μονομάχιον γέγονεν· ἔπληξε τὸν Χριστὸν ὁ θάνατος· ἀλλ’ ὁ Χριστὸς πληγεὶς, ὕστερον αὐτὸν ἀνεῖλεν· νεκρῷ σώματι κατελύετο, ὁ δοκῶν θάνατος εἶναι. (Σευηριανός.) Ἄλλος δὲ φησίν· ἐπειδὴ ὑπὲρ ἡμῶν ἐπολιτεύ‐
15σατο, τὴν παρακοὴν λύων, καὶ τὴν ἁμαρτίαν ἀναιρῶν, προσηνέχθη, καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν· ταύτας δὲ ἀπολλὺς, καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν· ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἀπεκδυσάμενος. καὶ διὰ ταύτης τῆς ἐκδύσεως, θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικει‐
20μένας δυνάμεις· ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο· καὶ ἐκείνας ἐθριάμβευσεν, δι’ ὧν ἔπαθεν καὶ κατώρθωσεν. Ἄλλος δὲ οὕτω φησὶν, αἱ ἀντικείμεναι δυνάμεις οὐκ ἂν ποτὲ ἔσχον τινὰ ἰσχὺν, μὴ ἐπιδεχομένων ἡμῶν ἁμαρτάνειν· τῷ οὖν ἀποθέσθαι, φησὶν, τὴν θνητότητα, ἣν ὑπὲρ τῆς κοινῆς ἀφεῖλεν
25εὐεργεσίας, ἀπεδύσατο κἀκείνων τὴν αὐθεντείαν, ᾗπερ ἐκέχρηντο καθ’ ἡμῶν· μεγίστην καὶ ἀναμφίβολον τὴν κατ’ αὐτῶν ἐργασά‐ μενος νίκην· ὡς αἰσχυνθῆναι κἀκείνους, μάτην τοσοῦτον ἐπιδειξα‐ μένους καθ’ ἡμῶν τὸν πόνον· ἀφ’ οὗ μηδὲν αὐτοῖς ἐγένετο ὄφειλος, ἐν κρείττονι τῇ καταστάσει γεγονότων ἡμῶν· ὡς μηδὲ ἁμαρτάνειν
30ἡμᾶς ἐπιδέχεσθαι ἔτι.323

324

(1t)

ΚΕΦ. Η.
2tὍτι οὐ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, οὐ πνευματικοῖς τοῖς
3tἐν δυνάμει Χριστοῦ ζῶσιν.
4Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν
5μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων. Χρυσοστόμου. Πρῶτον αἰνιγματωδῶς εἰπὼν “βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων,” καὶ πάλιν ἀνωτέρω· “τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται “ἐν πιθανολογίᾳ·” καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνη‐
10μένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μειζόνως τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον καὶ φησὶν, “μὴ οὖν τις “ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.” ὅρα πῶς αὐτὰ καθαιρεῖ· εἰ τοιούτων τετυχήκατέ, φησιν, τί τοῖς μικροῖς ὑπευθύνους ἑαυτοὺς ἐποιεῖτε; καὶ ἐξευτελίζει λέγων· “ἢ ἐν μέρει ἑορτής·” οὐ γὰρ δὴ
15πάντα κατεῖχον τὰ πρότερα. διὸ οὐκ εἶπεν ἐν σκηνοπηγίαις καὶ ἀζύμοις καὶ πεντηκοστῇ, ἀλλ’ “ἐν μέρει ἑορτῆς·” δεικνὺς ὅτι τὸ πλέον λέλυται· εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ’ οὐκ ἀκριβῶς· καὶ οὐκ εἶπεν μὴ τοίνυν φυλάττετε, ἀλλὰ μή τις ὑμᾶς κρινέτω· ἔδει‐ ξεν αὐτοὺς παραβαίνοντας καὶ λύοντας· ἐφ’ ἑτέρους δὲ τὸ ἔγκλημα
20ἐπήνεγκεν. μὴ ἀνέχεσθε τῶν κρινόντων, φησὶν, ἅ ἐστι σκία τῶν μελλόντων· τὸ δὲ σῶμα Χριστοῦ ὅτε ἐγένετο ταῦτα, φησὶ, σκία ἦν τῶν μελλόντων· ἡ δὲ σκία προτρέχει τοῦ σώματος· ἐπειδὴ τοίνυν ἡ σκία τὰ νόμιμα, τί τὸ σῶμα οὐ σκία τοῦ Χριστοῦ; ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκία. τινὲς οὖν οὕτως τί ζη‐
25τοῦσιν· οἱ δὲ τὸ σῶμα τοῦ Χριστοῦ. Μηδεὶς ὑμᾶς καταβραβευέτω. Τουτέστιν ἐπηρεαζέτω· ἢ βραβευθῆναί ἐστιν ὅταν παρ’ ἑτέρῳ μὲν ἡ νίκη, παρ’ ἑτέρῳ δὲ τὸ βραβεῖον· ὅταν ἐπηρεάζῃ σὺ νική‐ σας, ἄνωθεν ἕστηκας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας. τί πάλιν
30ὑπάγει σεαυτὸν τῇ ἁμαρτίᾳ; διὰ τοῦτο ἔλεγεν· “ὀφειλέτης “ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι·” καὶ πάλιν “εὑρέθη Χριστὸς
“ἁμαρτίας διάκονος.”324

325

Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέ‐ λων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ. Ἢ πῶς ἐν ταπεινοφροσύνῃ, ἢ πῶς φυσιούμενος, δείκνυσι κενο‐
5δοξίας τὸ πᾶν. τί δὲ ὅλως ἐστὶ τὸ λεγόμενον; εἰσί τινες οἱ λέγοντες, οὐ δεῖ, φησὶν, διὰ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν Ἀγγέλων· ἐκεῖνο μεῖζον ἐστὶν ἢ καθ’ ἡμᾶς. διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ ὑπὸ τοῦ Χριστοῦ πραχθέντα, διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. διὰ τοῦτο λέγει ὅτι ὑπὲρ ἡμῶν ἔπαθεν, ὅτι
10ἠγάπησεν ἡμᾶς. καὶ αὐτὸ δὲ τοῦτο, ἐπειρῶντο πάλιν· καὶ οὐκ εἶπεν προσαγωγὴν ἀλλὰ θρήσκειαν· “ἃ μὴ ἑώρακεν ἐμβατεύων·” οὐ γὰρ εἶδεν Ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών· διὰ τοῦτό φησιν “φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ εἰκῆ·” οὐδὲ ἐπί τινι ἀληθεῖ πράγματι· ἐπὶ τῷ δόγματι πεφύσηται, καὶ προ‐
15βάλλεται ταπεινοφροσύνης σχῆμα· ὑπὸ σαρκικῆς διανοίας, οὐ πνευματικῆς· ἀνθρώπινος ὁ λογισμός. (Σευηριανός.) Ἄλλος φησίν· ἐπειδὴ ἔλεγον, ὅτι ὁ Θεὸς μέγας ἐστὶν, ἀκατάληπτος ἐστὶν, ἀόρατος ἐστὶν, καὶ οὐ φθάνομεν ἐκεῖ· διὰ τοῦτο ἐπειδὴ οὐ χωροῦμεν τὸ μέγα, διὰ τῶν Ἀγγέλων προσ‐
20αγόμεθα· καὶ ταύτην ταπεινοφροσύνην φησίν. Θεόδωρος. Ἢ ἐπειδὴ δι’ Ἀγγέλων ὁ νόμος ἐλέγετο δεδόσθαι, ὡς ἂν διακονησαμένων αὐτοῦ πρὸς τὴν δόσιν, καθὼς καὶ ὁ μακάριος Παῦλος φησίν· “εἰ γὰρ ὁ δι’ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο “βέβαιος·” οἱ τὸν νόμον φυλάττειν αὐτοὺς ἀναπείθοντες προσ‐
25εβάλλοντο τοὺς Ἀγγέλους· ὡς ἂν καὶ ἐκείνων ἀγανακτούντων, εἰ μὴ ὁ νόμος φυλάττοιτο· εἶτα καὶ μετριότητά τινα δῆθεν ἐπεδεί‐ κνυντο, ὡς ἂν δὲ τῆς τοῦ νόμου φυλακῆς οὐκ ἐξιστάμενοι τῷ μηδὲ τοὺς Ἀγγέλους περιορᾶν τοῦ νόμου τὴν καταφρόνησιν. μὴ τοίνυν φησὶ τοῖς τὴν μετριότητα ταύτην ἐπιδεικνυμένοις καὶ βουλομένοις
30τοὺς Ἀγγέλους προβαλέσθαι προσέχητε· ὑπὸ γὰρ τύφου διανοίας λέγουσιν, ἃ μὴ ἴσασιν. Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα. Πᾶν τὸ σῶμα ἐκεῖθεν ἔχει τὸ εἶναι καὶ τὸ καλῶς εἶναι· τί τὴν
κεφαλὴν ἀφεὶς ἔχῃ τῶν μελῶν; ἂν ἐκεῖθεν ἐκπέσῃς, ἀπόλωλας,325

326

ὅστις ἂν ᾖ, οὐ τὸ ζῆν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ. πᾶσα ἡ ἐκκλησία ἕως ἂν ἔχῃ τὴν κεφαλὴν αὔξει. ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεμα· ἰδοῦ τὸ ἐξ οὗ ἐπὶ τοῦ Υἱοῦ.
5 Διὰ τῶν ἀφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ. Τὴν κατὰ Θεὸν φησὶ, τὴν τῆς ἀρίστης πολιτείας. (Σευηριανός.) Ἄλλος οὕτως ἐξηγήσατο· ἐντεῦθεν ἔδειξεν τὸν σκόπον ὃν λέγομεν ὅτι διὰ τὸ τινὰς παραινεῖν δι’ Ἀγγέλων προσ‐
10άγεσθαι, διὰ τοῦτο ἐκινήθη. δεῖ, φησὶν, τῆς κεφαλῆς ἔχεσθαι· κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ Θεὸς Λόγος· τὶ οὖν ἀφεὶς τὴν κεφαλὴν, κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συνα‐ πτούσης δύο μέλη, ἢ πλείονα τῶν Ἀγγέλων ἡ δύναμις· ἀλλ’ οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς Ἀγγέλους ὡς
15Ἀγγέλους, εἰς Ἀρχαγγέλους ὡς Ἀρχαγγέλους· εἰς τὰ ὁρατὰ ὡς ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην· καὶ οὕτως ἕκαστον μέρος τοῦ κόσ‐ μου ἐν μελῶν τάξει συντιθεὶς, εὑρήσεις ἓν σῶμα τοῦ παντός· καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτως τὰς ἀοράτους
20δυνάμεις ἐν τοῖς ὁρατοῖς· πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή· ἀφ’ ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα· ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς. Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε;
25Χρυσοστόμου. Οὐκ ἔχει ἀκολουθίαν· ἔδει γὰρ εἰπεῖν πῶς ζῶντες ὑπείκετε τοῖς στοιχείοις; ἀλλὰ τοῦτο ἀφεὶς τί φησιν· μὴ ἅψῃ μηδὲ, γεύσῃ, μηδὲ θίγῃς, ἅ ἐστι πάντα εἰς φθόραν τῇ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων. Σευηριανός. Οὐκ ἐστὲ ἐν τῷ κόσμῳ, φησὶν, πῶς τοῖς στοι‐
30χείοις ὑπόκεισθε; πῶς ταῖς τοῦ κόσμου παρατηρήσεσιν; καὶ ὅρα πῶς αὐτοὺς κωμῳδεῖ· μὴ θίγῃς· μηδὲ ἅψῃ· μὴ γεύσῃ· ὡς δει‐ λοὺς καὶ μεγάλων τινῶν ἀπεχομένους· ἅ ἐστι φησὶ, πάντα εἰς φθορὰν τῇ ἀποχρήσει· καθεῖλεν τῶν πολλῶν τὴν φυσίωσιν, καὶ
ἐπήγαγεν· “κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.”326

327

τί λέγεις; διδασκαλίας ἀνθρώπων καὶ τὸν νόμον λέγεις λοιπόν; διδασκαλία ἔστιν ἀνθρώπων μετὰ τὸν καιρόν· ἢ ὅτι παρεποίουν· ἢ τὰ τῶν Ἑλλήνων αἰνίττεται· ὅλον τὸ δόγμα ἀνθρώπινόν ἐστι, φησίν.
5 Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας, ἐν ἐθελοθρη‐ σκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. Λόγον φησὶν, οὐκ ἀλήθειαν οὐδὲ δύναμιν· ὥστε κἂν λόγον ἔχῃ σοφίας, ἀποστρεφώμεθα. δοκεῖ γὰρ εὐλαβής τις εἶναι καὶ μέτριος
10καὶ τοῦ σώματος καταφρονεῖν, “οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν “τῆς σαρκός·” ὁ Θεὸς γὰρ τιμὴν ἔδωκεν, αὐτοὶ δὲ οὐκ ἐν τιμῇ κέχρηνται· ἀτιμάζουσι τὴν σάρκα φησὶν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαιρούμενοι· ὁ δὲ Θεὸς τὴν σάρκα ἐτίμησεν. (Θεόδωρος.) Ἄλλος φησὶν, ἀσαφὲς μέν ἐστι, βούλεται δὲ
15εἰπεῖν, ὅτι τὸ ταῦτα παραδιδόναι, δοκεῖ μὲν τινὰς τῶν διδασκόν‐ των ἔνδειξιν ἔχειν γνώσεως, καὶ δῆθεν καὶ μετριοφροσύνης· βουλο‐ μένους ἐπιμελεῖσθαι τοὺς περὶ ταῦτα ἔχοντας ἐπιδείκνυσιν, ὡς ἂν καὶ τοῦ σώματος ἀφειδοῦντας, καὶ οὐ τίμιον νομίζοντας τὸ διὰ πάντων πληροῦν τὴν σάρκα· ἀλλὰ γὰρ μᾶλλον αἱρουμένους ἀπέ‐
20χεσθαι τῶν πολλῶν διὰ τὴν τοῦ νόμου παράδοσιν. Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξίᾳ τοῦ Θεοῦ καθήμενος. Ἄντι τοῦ ταπεινὸν πρὸς ὑμᾶς κρινομένη ἡ περὶ τὰ τοιαῦτα σπουδή· τοὺς ἤδη τῷ Χριστῷ κατὰ τὴν ἐπαγγελίαν συναναστάν‐
25τας, οὐ προσήκει μικρὰ τούτων ἁπάντων φροντίζοντας τὰ ἄνω φαν‐ τάζεσθαι, καὶ τὴν ἐν οὐρανοῖς ἀπομιμεῖσθαι δίαιταν; Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τεθνήκατέ, φησιν, ἤδη τῷ βίῳ τούτῳ· τοῦτο γὰρ ἡ φύσις δέξε‐
30ται. ἀλλὰ γὰρ καὶ ἠγέρθητε· καὶ γὰρ καὶ τοῦτο ἐπὶ τοῦ Χριστοῦ· καὶ ἀμφιβάλλειν ἔσεσθαι καὶ ἐπὶ ἡμῶν οὐδαμῶς οἷόντε· ἀλλὰ ἄδηλον τέως τοῦτο· ἐπεὶ μηδὲ αὐτὸν ὁρῶμεν τὸν Χριστόν· ἐν οὖν τῇ τοῦ Θεοῦ δυνάμει τοῦ κατεργαζομένου τοῦτο σὺν αὐτῷ τῷ Χρι‐
στῷ, τῇ τούτων ἀπαρχῇ, τέως ἐστὶν ἀφανὲς τὸ ἐσόμενον.327

328

Χρυσοστόμου. Βαβαῖ ποῦ τὸν λόγον ἀνήγαγεν τὸν ἡμέτερον; πῶς φρονήματος αὐτοὺς ἐπλήρωσεν μεγάλου; οὐκ ἤρκει τὰ ἄνω εἰπεῖν, οὐδὲ οὗ ὁ Χριστός ἐστιν, ἀλλὰ τί; “ἐν δεξίᾳ τοῦ Θεοῦ “καθήμενος·” ἐκεῖθεν λοιπὸν ὁρᾶν τῆν γῆν παρεσκεύασεν· τὰ ἄνω
5φρονεῖτε, φησίν, μὴ τὰ ἐπὶ τῆς γῆς. “ἀπεθάνετε γάρ· καὶ ἡ ζωὴ “ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.”
7tΚΕΦ. Θ.
8tΠαραίνεσις καθάρσεως, ἁγιασμοῦ, φιλανθρωπίας, φιλοθεότητος, φιλομαθείας,
9tψαλμῳδίας, εὐφήμου εἰς Θεὸν διαγωγῆς, εὐχαριστίας.
10 Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκ ἔστιν αὕτη, φησὶν ἡ ζωὴ, ἡμετέρα· ζωὴ ἕτερα ἐστίν· ἤδη βιάζεται μεταστῆσαι αὐτοὺς, καὶ φιλονεικεῖ δεῖξαι καθημένους ἄνω καὶ νεκροὺς ὄντας· ἐξ ἑκατέρων κατασκευάζων μὴ ζητεῖν τὰ
15ἐνταῦθα. εἴτε γὰρ νεκροί ἐστε, εἴτε ἄνω ἐστὲ, οὐκ ὀφείλετε ζη‐ τεῖν τὰ ἐνταῦθα. μὴ φαίνεται ὁ Χριστὸς, οὐδὲ ἡ ζωὴ ὑμῶν ἐν τῷ Θεῷ· ἄνω ἐστίν· τί οὖν; πότε ζησόμεθα; ὅταν ὁ Χριστὸς φανε‐ ρωθῆ ἡ ζωὴ ὑμῶν· τότε τὴν δόξαν ζητεῖτε, τότε τὴν ζωὴν, τότε τὴν τρυφήν. ταῦτα προπαρασκευαστικὰ τοῦ τῆς τρυφῆς ἀπαγα‐
20γεῖν καὶ τῆς ἀνέσεως· τοιοῦτον ἔθος αὐτῷ, ἀλλὰ κατασκευάζοντι εἰς ἄλλα μεταπηδᾶν· οἷον ὥσπερ περὶ τῶν προλαμβανόντων εἰς τὰ δεῖπνα διαλεγόμενος, ἐνέπεσεν ἀθρόον εἰς τὴν τῶν μυστηρίων παρατήρησιν· μέγαν γὰρ ἔλεγχον ἔχει ὅτ’ ἂν ἀνυπόπτως γίνηται· “κέκρυπται,” φησὶν, ἀφ’ ὑμῶν· τότε καὶ ὑμεῖς ἐν αὐτῷ φανερω‐
25θήσεσθε. ὅπερ γὰρ εἶπον, ἀεὶ φιλονεικεῖ δεῖξαι τὰ αὐτὰ ἔχοντας ἅπερ καὶ ὁ Χριστός· καὶ διὰ πασῶν αὐτοῦ τῶν Ἐπιστολῶν οὗτος ὁ λόγος ἐν πᾶσι κοινωνοῦντας αὐτοῦ δεῖξαι· εἰ τοίνυν τότε φανε‐ ρούμεθα, μὴ ἀσχάλλωμεν, ἐπεὶ καὶ ὁ μαργαρίτης κέκρυπται, ἕως ἂν ᾖ ἐν τῷ ὀστρέῳ.
30Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Τί λέγεις; σὺ εἶπες ὅτι συνετάφημεν, ὅτι περιετμήθημεν·
ὅτι ἀπεκδυσάμεθα τὸ σῶμα τῆς σαρκὸς, πῶς οὖν πάλιν λέγεις328

329

“νεκρώσατε·” ὡς ὄντων αὐτῶν ἐν ἡμῖν οὕτω διαλέγῃ, οὐκ ἐστὶν ἐναντιολογία· ἀλλ’ ὥσπερ εἴτις ἐρρυπωμένον ἀνδρίαντα ἀποσμήξας, μᾶλλον δὲ ἀναχαλκεύσας, καὶ λαμπρὸν δεῖξας ἄνωθεν, λέγοι μὲν ὅτι κατεπόθη ὁ ἰὸς καὶ ἀπώλετο· παραινεῖ δὲ πάλιν σπουδάζειν
5ἀποτίθεσθαι τὸν ἰὸν, οὐκ ἐναντιολόγει· οὐ γὰρ ὃν ἀπέσμηξεν ἰὸν, ἀλλὰ τὸν ἐπιγινόμενον μετὰ ταῦτα παραινεῖ ἀποθέσθαι· οὕτως οὐ τὴν προτέραν νέκρωσιν λέγει, οὐδὲ τὰς πονηρὰς ἐκείνας, ἀλλὰ τὰς ἐπιγινομένας ὕστερον. διὰ τοῦτο δὲ μέλη καλεῖ· καθάπερ ἀριστέα τινὰ εἰσάγων καὶ εἰς μείζονα ἄγων ἔμφασιν· καὶ καλῶς εἶπεν
10“τὰ ἐπὶ τῆς γῆς·” ἐνταῦθα γὰρ μένει, καὶ ἐνταῦθα πολλῷ μᾶλ‐ λον τῶν μελῶν· ὥστε οὐχ οὕτως τὸ σῶμα ἐστὶν ἀπὸ γῆς, ὡς ἡ ἁμαρτία γηΐνη. εἰπὲ δή μοι· ἐπειδὴ εἶπεν “νεκρώσατε ὑμῶν τὰ “μέλη τὰ ἐπὶ τῆς γῆς,” καὶ ἡ γὴ διαβέβληται; ἢ τὰ ἐπὶ γῆς αὐτὰ καλεῖ ἁμαρτήματα, πορνείαν, ἀνακαθαρσίαν, φησίν. παρῆ‐
15κεν τὰ πράγματα ἃ οὐδὲ εἰπεῖν καλόν· καὶ διὰ τῆς ἀκαθαρσίας ἅπαντα ἐνέφηνεν· πάθος, φησὶν, ἐπιθυμίαν κακήν· ἰδοὺ γενικῶς τὸ πᾶν εἶπεν· πάντα γὰρ ἐπιθυμία κακή. Καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς
20ἀπειθείας. Οὐκ εἶπεν ἐφ’ ὑμᾶς· ἀλλ’ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Ἐντρεπτικῶς “ὅτε ἐζῆτε,” φησὶν, “ἐν αὐτοῖς” καὶ μετὰ ἐγκω‐
25μίου· ὡς νῦν οὐ ζώντων, τότε ἐζῆν. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα. Καὶ καθολικῶς ἀεὶ λέγει καὶ ἰδικῶς. ταῦτα δέ ἐστι διαθέσεως. Ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν, ἐκ τοῦ στόματος ὑμῶν. καὶ μὴ ψεύδεσθε εἰς ἀλλήλους,
30ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νεὸν, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.
Ἄξιον ἐνταῦθα ζητῆσαι τί δήποτε μέλη καὶ ἄνθρωπον καὶ σῶμα329

330

καλεῖ; τὸν διεφθαρμένον βίον καὶ τὸν ἐνάρετον πάλιν τὸ αὐτό· καὶ εἰ ὁ ἄνθρωπος εἰσὶν ἁμαρτίαι, πῶς φησὶν “σὺν ταῖς πράξεσιν “αὐτοῦ;” ἅπαξ γὰρ εἶπεν παλαιὸν ἄνθρωπον, δεῖξας ὅτι οὐ τοῦτό ἐστιν ἄνθρωπος ἀλλ’ ἐκεῖνο· τῆς οὐσίας ἡ προαίρεσις κυριωτέρα·
5καὶ τοῦτο μᾶλλον ἄνθρωπος ἡ ἐκεῖνο· οὐ γὰρ ἡ οὐσία ἐμβάλλει εἰς γέενναν, οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ’ αὐτοὶ οἱ ἄνθρωποι· καὶ οὐδένα οὔτε φιλοῦμεν οὔτε μισοῦμεν ᾗ ἄνθρωπος ἀλλ’ ἢ τοιόσδε ἢ τοιόσδε ἄνθρωπος. τί δὲ φησὶν, “σὺν ταῖς πράξεσιν;” τὴν προαίρεσιν μετὰ τῶν ἔργων. παλαιὸν δὲ καλεῖ, τὸ αἰσχρὸν αὐτοῦ
10βουλόμενος δεῖξαι καὶ δυσειδὲς καὶ τὸ ἠσθενηκός· καὶ νέον, ἀντὶ τοῦ μὴ προσδοκήσητέ, φησιν, ὅτι καὶ οὗτος τὸ αὐτὸ πείσεται· ἀλλὰ τοὐναντίον· ὅσῳ γὰρ ἂν προΐῃ, οὐ πρὸς γῆρας ἐπείγεται ἀλλὰ πρὸς νεότητα μείζονα τῆς προτέρας· ὅταν γὰρ πλείονα λάβῃ τὴν γνῶσιν; καὶ μειζόνων ἀξιοῦται καὶ μᾶλλον ἀκμάζει· οὐκ ἀπὸ τῆς
15νεότητος μόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸς ὅ ἐστιν. ἰδοὺ κτίσις ἡ ἀρίστη πολιτεία λέγεται κατ’ εἰκόνα τοῦ Χριστοῦ· τοῦτο γάρ ἐστι “κατ’ εἰκόνα αὐτοῦ κτίσαντος αὐτόν.” ἐπεὶ καὶ ὁ Χριστὸς οὐ πρὸς γῆρας ἐτελεύτησεν· ἀλλ’ οὕτως ἐστὶν καλὸς ὡς μηδέ ἐστιν εἰπεῖν.
20 (Σευηριανός.) Καὶ Ἄλλος φησὶν, σάρκα καλεῖ τὴν ἁμαρτίαν, ἧς καὶ τὰ μέλη καταριθμεῖ· καὶ ἀριθμήσας τὸν ἐκ τούτων τῶν μελῶν συνεστῶτα ἄνθρωπον, παρακελεύεται “ἀπεκδύσασθαι τὸν “παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ.” ὥστε ὁ παλαιὸς ἄνθρωπός ἐστιν τὸ φρόνημα τὸ τῆς ἁμαρτίας· μέλη δὲ αὐτοῦ αἱ
25πράξεις τῶν ἁμαρτημάτων. καὶ ὥσπέρ ἐστι παλαιὸς ἄνθρωπος, οὕτως ἐστὶ καὶ νέος· τουτέστιν τὸ φρόνημα τὸ πνευματικόν· καὶ μέλη αὐτοῦ, αἱ ἀγαθαὶ πράξεις· ὡς καὶ ἀριθμεῖ λέγων, “χρη‐ “στότητα, μακροθυμίαν,” καὶ τὰ ἑξῆς. Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ
30ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Πάντα, φησὶν, ὑμῖν ὁ Χριστός ἐστιν, καὶ ἀξίωμα καὶ γένος· καὶ ἐν πᾶσι ὑμῖν αὐτός· ἢ ἕτερον φησὶν ὅτι πάντες εἰς Χριστὸν
ἐγένεσθε, σῶμα αὐτοῦ ὄντες.330

331

(Σευηριανός.) Ἄλλος φησίν· ὅμοιόν ἐστιν “ἵνα ᾖ ὁ Θεὸς τὰ “πάντα ἐν πᾶσι.” οὐκοῦν οὐρανὸς ἐν οὐρανῷ, οὐδὲ γῆ ἐν γῇ· ἀλλ’ ὃ φησὶν τοιοῦτόν ἐστιν· ὅταν τὸ τούτου φρονῇς καὶ ποιῇς, Θεός ἐστιν ὁ ποιῶν διὰ σοῦ· καὶ αὐτός ἐστιν ἐν σοὶ, τὸ ποιεῖν σε ἃ
5ἐκείνῳ δοκεῖ. Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτὰ Θεοῦ ἅγιοι καὶ ἠγαπη‐ μένοι. Χρυσοστόμου. Τὸ εὔκολον δείκνυσι τῆς ἀρετῆς καὶ διηνεκῶς αὐτὴν ἔχειν· καὶ ὥστε ὡς μεγίστῳ κόσμῳ κεχρῆσθαι. καὶ μετὰ
10ἐγκωμίου ἡ παραίνεσις· τότε γὰρ μάλιστα ἰσχύει· ἐγένοντο γὰρ ἅγιοι, ἀλλ’ οὐκ ἐκλεκτοί· νυνὶ δὲ καὶ ἐκλεκτοὶ, ἅγιοι καὶ ἠγα‐ πημένοι. “σπλάγχνον,” φησὶν, “οἰκτιρμοῦ.” οὐκ εἶπεν ἔλεον, ἀλλ’ ἐμφαντικώτερον διὰ τῶν δύο· καὶ οὐκ εἶπεν ὅτι ὡς ἀδελφοῖς, ἀλλ’ ὡς παισὶ πατέρες· μὴ γάρ μοι εἴπῃς ὅτι ἥμαρτεν· διὰ τοῦτο
15εἶπεν σπλάγχνα, καὶ οὐκ εἶπεν οἰκτιρμὸν, ἵνα μὴ ἐκείνους ἐξευτε‐ λίσῃ, ἀλλὰ σπλάγχνα οἰκτιρμοῦ. Χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυ‐ μίαν, ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχα‐
20ρίσατο ὑμῖν. Οὕτως καὶ ὑμεῖς· ἀπὸ γὰρ χρηστότητος, ταπεινοφροσύνη· καὶ ἀπὸ ταύτης, μακροθυμία· “ἀνεχόμενοι,” φησὶν, “ἀλλήλων·” τουτέστιν, παραπεμπόμενοι· καὶ ὅρα πῶς αὐτὸ οὐδὲν ἔδειξεν “μομφὴν” καλέσας· καὶ εἰπὼν “καθὼς καὶ ὁ Χριστὸς ἐχαρί‐
25“σατο ὑμῖν·” μέγα τὸ ὑπόδειγμα ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Χριστοῦ προτρέπων αὐτούς· διὰ δὲ τοῦ ὑποδείγματος ἔδειξεν ὅτι κἂν με‐ γάλα ἔχωμεν ἐγκαλεῖν, δεῖ χαρίζεσθαι· τὸ γὰρ “καθὼς καὶ ὁ “Χριστὸς,” τοῦτο σημαίνει· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ φιλεῖν δεῖ ἐξ ὅλης καρδίας· καὶ ὅτι καὶ τὴν ψυχὴν δεῖ ὑπὲρ αὐτῶν
30θεῖναι. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἤτις ἐστὶ σύνδε‐ σμος τῆς τελειότητος. Ὁρᾷς ὅτι τοῦτο λέγει; ἐπειδὴ γὰρ ἔνι χαριζόμενον μὴ φιλεῖν,
καὶ ὁδὸν δείκνυσιν δι’ ἧς δυνατὸν χαρίζεσθαι· ἔστι γὰρ καὶ χρη‐331

332

στὸν εἶναί τινα, καὶ πρᾶον καὶ ταπεινόφρονα καὶ μακρόθυμον, καὶ μὴ ποθεῖν· διὸ ἀρχόμενος εἶπεν, σπλάγχνα οἰκτιρμοῦ καὶ ἀγάπην καὶ ἔλεον· ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην φησὶν, “ἤτις “ἐστὶ σύνδεσμος τῆς τελειότητος·” τουτέστιν ὅτι οὐδὲν ἐκείνων
5ὄφελος. διαλύεται γὰρ πάντα ἐκεῖνα, ἐὰν μὴ μετὰ ἀγάπης γίνη‐ ται· πάντα ἐκεῖνα αὐτὴ συσφίγγει· καὶ ὅπερ ἂν εἴπῃς ἀγαθὸν, ταύτης ἀπούσης, οὐδέν ἐστι, ἀλλὰ διαρρεῖ, ὃν τρόπον καὶ ἐπὶ πλοίου· κἂν γὰρ μεγάλα ᾖ τὰ σκεύη, ὅταν μὴ ᾖ τὰ ὑποζώματα, οὐδὲν ὄφελος· καὶ ἐπὶ σώματος, κἂν μέγα ᾖ τὰ ὀστᾶ, οἱ σύν‐
10δεσμοι ἐὰν μὴ ὦσιν, οὐδὲν ὄφελος. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν σώματι ἑνὶ, καὶ εὐχάρι‐ στοι γίνεσθε. Ἐὰν μάχωνται, φησὶν, λογισμοὶ δύο, μὴ στήσῃς τὸν θυμὸν μὴ
15δὲ τὴν ἐπήρειαν κατέχουσαν τὸ βραβεῖον, ἀλλὰ τὴν εἰρήνην· οἷον ἔστω τις ὑβρισθεὶς ἀδίκως, ἀπὸ τῆς ὕβρεως ἐτέχθησαν δύο λο‐ γισμοί· ὁ μὲν κελεύων ἀμύνεσθαι, ὁ δὲ ἐνεγκεῖν. καὶ παλαίουσιν ἀλλήλοις. ἐὰν ἡ εἰρήνη τοῦ Θεοῦ ἑστήκοι βραβεύουσα μέση, τῷ κελεύοντι φέρειν δίδωσι τὸ βραβεῖον, καὶ καταισχύνει ἐκεῖνον·
20πῶς; πείθουσα ὅτι ὁ Θεὸς εἰρήνη ἐστίν. (Σευηριανός.) Ἄλλος φησὶν, μὴ οἱ πλανῶντες καταβραβευέ‐ τωσαν, ἀλλ’ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, τουτέστι τῷ ἡνῶσθαι Χριστῷ καὶ τὰ αὐτοῦ φρονεῖν· εἶτα πάλιν προτροπή· “εἰς ἣν ἐκλήθητε,” φησὶν, τουτέστιν ἐφ’ ἣν
25ἐκλήθητε· ἀνέμνησεν ὅσων ἀγαθῶν αἰτία ἡ εἰρήνη· διὰ ταύτην ἐκάλεσεν· ἐπὶ ταύτῃ σε ἐκάλεσεν ὥστε ἀξιοπίστως ἀναδέξασθαι τὸ βραβεῖον· διὰ τί γὰρ ἓν σῶμα ἐποίησεν; οὐ διὰ τὴν εἰρήνην; “καὶ εὐχάριστοι γίνεσθε.” τοῦτό ἐστιν εὐχάριστον εἶναι· τὸ ὁμοίως κεχρῆσθαι τοῖς ὁμοδούλοις, ὥσπερ αὐτῷ ὁ Θεός· οὐ γὰρ δὴ ὁ τῷ
30Θεῷ χάριν ὁμολογῶν ὑπὲρ ὧν ἔπαθεν, τὸν ποιήσαντα ἀμυνεῖται.332

333

(1t)

ΚΕΦ. Ι.
2tΤὰ πρὸς τοὺς οἰκείους ὁμονοητικῶς.
3Ὁ λόγος τοῦ Θεοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Τουτέστιν ἡ διδασκαλία, τὰ δόγματα, ἡ παραίνεσις, ἐν αἷς
5οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναι φησὶν, οὐδὲ τὰ ταύτης ἀγαθά. “ἐνοικείτω,” φησὶν, “ἐν ὑμῖν πλουσίως·” μὴ ἁπλῶς· ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας. Ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυ‐ τούς.
10 Τὴν ἀρετὴν σοφίαν φησὶν, καὶ ἡ ταπεινοφροσύνη καὶ ὅσα τοιαῦτα, σοφία ἐστίν. ὥσπερ οὖν τἀναντία ἄνοια· ὅθεν πολλαχοῦ τὴν πᾶσαν ἁμαρτίαν ἀφροσύνην καλεῖ· “εἶπεν,” φησὶν, “ἄφρων “ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεὸς,” καὶ πάλιν “προσώζεσαν καὶ “ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.”
15 Ψαλμοῖς καὶ ὑμνοῖς καὶ ᾠδαῖς πνευματικαῖς. Οἱ ψαλμοὶ πάντα ἔχουσιν· οἱ ὕμνοι οὐδὲν ἀνθρώπινον, ἅτε θειότερον πρᾶγμα· αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· ἁμαρτωλοὶ, οὐχ ὑμνοῦσιν· “οὐ γὰρ ὡραῖος αἶνος,” φησὶν, ἐν “στόματι ἁμαρτωλοῦ.” διὰ τοῦτο μετὰ τὰς ψαλμῳδίας ὕμνοι,
20ἅτε ἐπὶ τελειότερόν τι πρᾶγμα. Ἄιδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ. Ἢ τοῦτό φησιν, ὅτι διὰ χάριν ἡμῖν ταῦτα ἔδωκεν ὁ Θεός· ἢ ταῖς ἐν τῇ χάριτι ᾠδαῖς· ἢ νουθετοῦντες ἑαυτοὺς καὶ διδάσκοντες ἐν χάριτι, ἢ ὅτι ἐν χάριτι εἶχον ταῦτα τὰ χαρίσματα· ἐπεξήγη‐
25σίς ἐστιν ἀπὸ τῆς χάριτος, φησὶν, τοῦ Πνεύματος· “ᾄδοντες ἐν “ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ·” μὴ ἁπλῶς, φησὶν, τῷ στόματι· ἀλλὰ μετὰ προσοχῆς· τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν· ἐκεῖνο δὲ τῷ ἀέρι. Καὶ πᾶν ὅτι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν
30ὀνόματι Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐὰν γὰρ οὕτως ποιῶμεν, οὐδὲν ἔσται μιαρὸν οὐδὲ ἀκάθαρτον·
ἔνθα ἂν ὁ Χριστὸς καλῆται· εἰ γὰρ ὑπάτων ὀνόματα ἀσφαλῆ τὰ333

334

γραμματεῖα ποιεῖ, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ ὄνομα· ἢ τοῦτο φησίν· πάντα κατὰ Θεὸν πράττετε καὶ λέγετε, μὴ τοὺς Ἀγγέ‐ λους ἐπεισάγετε. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν
5ἐν Κυρίῳ Ἀντὶ τοῦ ὑποτάσσεσθε διὰ τὸν Θεόν. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Ὥσπερ ἐκεῖ φόβον καὶ ἀγάπην τίθησιν, οὕτω καὶ ἐνταῦθα·
10ἐστὶ γὰρ καὶ ἀγαπῶντα πικραίνεσθαι· ὃ οὖν φησὶν τοῦτό ἐστι· μὴ μάχεσθε· αἱ γὰρ πρὸς τὰ φιλούμενα πρόσωπα γινόμεναι μά‐ χαι, αὐταὶ πικραί· τὸ μὲν οὖν ἀγαπᾶν τῶν ἀνδρῶν ἐστιν· τὸ δὲ εἴκειν ἐκείνων. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο
15γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Πάλιν τὸ ἐν Κυρίῳ τέθεικεν, καὶ νόμους τιθεὶς ὑπακοῆς, καὶ ἐντρέπων καὶ καταβάλλων· ὅρα πῶς οὐκ ἀπὸ τῆς φύσεως μόνης, ἀλλὰ πρὸ ταύτης ἀπὸ τῶν τῷ Θεῷ δοκούντων βούλεται ὑμᾶς ἅπαντα πράττειν ἵνα καὶ μισθὸν ἔχωμεν.
20 Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ἵνα μὴ ἀθυ‐ μῶσιν. Οὐκ εἶπεν ἀγαπᾶτε τὰ τέκνα, περιττὸν γὰρ ἦν· αὐτὴ γὰρ ἡ φύσις καταναγκάζει· ἀλλ’ ὅπερ ἔδει διώρθωσεν· τουτέστιν μὴ φιλονεικοτέρους αὐτοὺς ποιῆτε· ἔστιν ὅπου καὶ συγχωρεῖν ὀφεί‐
25λετε. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις. Ἐπὶ τρίτην ἦλθεν ἀρχήν· ἐνταῦθα ἔστι μέν τι καὶ φίλτρον· ἀλλ’ οὐκέτι φυσικὸν καθάπερ ἄνω, ἀλλὰ συνηθείας· καὶ ἀπ’ αὐτῆς
30τῆς ἀρχῆς καὶ ἀπὸ τῶν ἔργων· ἐπεὶ οὖν ἐνταῦθα τὸ μὲν τοῦ φίλ‐ τρου ὑποτέμνεται, τὸ δὲ τῆς ὑπακοῆς ἐπιτέταται, τούτῳ ἐνδια‐ τρίβει, βουλόμενος ὅπερ οἱ πρῶτοι ἔχουσιν ἀπὸ τῆς φύσεως,
τούτοις δοῦναι ἀπὸ τῆς ὑπακοῆς· ἀλλ’ ἵνα μὴ ἀλγήσῃ δοῦλος334

335

ἀκούων, ἐπήγαγεν “τοῖς κατὰ σάρκα κυρίοις.” τὸ κρεῖττόν σου, ἡ ψυχὴ, ἠλευθέρωται, φησίν· πρόσκαιρος ἡ δουλεία· ἐκεῖνο τοίνυν ὑποτάξον, ἵνα μηκέτι ἀνάγκης ᾖ ἡ δουλεία· μὴ κατ’ ὀφθαλμὸν δουλείαν ὡς ἀνθρωπάρεσκοι· ποίησον φησὶν τὴν ἀπὸ τοῦ νόμου
5δουλείαν, ἀπὸ τοῦ φόβου τοῦ Χριστοῦ γενέσθαι· καὶ γὰρ μὴ ὁρῶν‐ τος ἐκείνου, ἂν πράττῃς τὰ δέοντα καὶ τὰ πρὸς τιμὴν τοῦ δεσπό‐ του, δηλονότι διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν ποιεῖς. Ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν. Ἐκεῖνο γὰρ οὐχ ἁπλότης, ἀλλ’ ὑπόκρισις, ἕτερον ἔχειν καὶ
10ἕτερον ποιεῖν· ἀλλ’ ἐν ἁπλότητι καρδίας, οὐχ ἁπλῶς, ἀλλὰ φο‐ βούμενοι τὸν Θεόν· τοῦτο γάρ ἐστι τὸ φοβεῖσθαι τὸν Θεὸν, ὅτ’ ἂν μηδενὸς ὁρῶντος, μηδὲν πράττωμεν πονηρόν· ἐὰν δὲ πράττωμεν· οὐχὶ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους φοβούμεθα. Πᾶν ὅτι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ
15Κυρίῳ καὶ οὐκ ἀνθρώποις. Οὐ μόνον ὑποκρίσεως, ἀλλὰ καὶ ἀργίας αὐτοὺς ἀπηλλάχθαι βούλεται· ἐλευθέρους αὐτοὺς ἐποίησεν ἀπὸ δούλων· ὅταν μὴ δέων‐ ται τῆς τῶν δεσποτῶν ἐπιστασίας· τὸ γὰρ ἐκ ψυχῆς τοῦτό ἐστιν, τὸ μετ’ εὐνοίας, μὴ μετὰ δουλικῆς ἀνάγκης, ἀλλὰ μετὰ ἐλευθέ‐
20ρας προαιρέσεως· καὶ τίς ὁ μισθός; “εἰδότες,” φησὶν, “ὅτι ἀπὸ “Κυρίου λήψεσθε τὸν ἀνταπόδοσιν τῆς κληρονομίας ὑμῶν·” τῷ γὰρ Κυρίῳ δουλεύετε καὶ παρ’ αὐτοῦ λήψεσθε τὸν μισθόν· “ὁ δὲ “ἀδικῶν,” φησὶν, “κομιεῖται ὃ ἠδίκησεν·” ἐνταῦθα βεβαιοῖ τὸν πρότερον λόγον· ἵνα γὰρ μὴ δόξῃ κολακείας εἶναι τὰ ῥήματα,
25λήψεται, φησὶν, ὃ ἠδίκησεν· τουτέστι καὶ τιμωρίαν δίδωσιν. ἐν‐ ταῦθά μοι δοκεῖ τοὺς Ἕλληνας αἰνίττεσθαι δεσπότας. τί γὰρ, ἐκεῖνος μὲν Ἕλλην· σὺ δὲ Χριστιανός; οὐ τὰ πρόσωπα, ἀλλὰ τὰ πράγματα ἐξετάζεται· ὥστε καὶ οὕτως μετ’ εὐνοίας καὶ ἐκ ψυχῆς δεῖ δουλεύειν.
30 Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε. Τί ἐστι τὸ δίκαιον; τί δέ ἐστιν ἰσότης; πάντων ἐν ἀφθονίᾳ
καθιστᾶν καὶ μὴ ἐᾶν ἑτέρων δεῖσθαι, ἀλλ’ ἀμείβεσθαι αὐτοὺς τῶν335

336

πόνων· “καὶ ὑμεῖς μετ’ ἐκείνων,” φησίν· ἐνταῦθα κοινὴν ἐποίησεν τὴν δουλείαν. Εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐ‐
5χαριστίᾳ. Ἐπειδὴ γὰρ τὸ καρτερεῖν ἐν ταῖς εὐχαῖς, ῥαθυμίαν πολλάκις ποιεῖ, διὰ τοῦτό φησιν “γρηγοροῦντες,” τουτέστιν νήφοντες, μὴ ῥεμβόμενοι. οἶδεν γὰρ, οἶδεν διάβολος, ὅσον ἀγαθὸν εὐχή· διὸ βαρὺς ἔγκειται· οἶδεν δὲ καὶ Παῦλος πῶς ἀκηδιῶσι πολλοί. διὸ
10φησὶν, προσκαρτερεῖτε τῇ προσευχῇ· ὡς περί τινος ἐπιπόνου· καὶ τοῦτο, φησὶν, ἔστω ἔργον ὑμῶν, ἐν ταῖς εὐχαῖς εὐχαριστεῖν, καὶ ὑπὲρ τῶν φανερῶν καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ κοινῶν εὐεργε‐ σιῶν, καὶ ὑπὲρ ἰδίων· καὶ ἁπλῶς, ἐν παντὶ εὐχαριστεῖν. Προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν.
15 Ὅρα τὴν ταπεινοφροσύνην, μετ’ ἐκείνους ἑαυτὸν τίθησιν· “ἵνα,” φησὶν, “ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου λαλῆσαι τὸ μυστήριον τοῦ “Χριστοῦ.” εἴσοδον φησὶν καὶ παρρησίαν· οὐκ εἶπεν, ἵνα ἀπαλ‐ λαγῶμεν τῶν δεσμῶν· ἀλλὰ δέσμιος ὢν, ἑτέρους παρακαλεῖ ἐπὶ πράγματι μεγάλῳ, ἵνα παρρησίαν λάβῃ. “τὸ μυστήριον,” φησὶ,
20“τοῦ Χριστοῦ.” δείκνυσιν ὅτι οὐδὲν αὐτοῦ τούτου ποθεινότερον τοῦ λαλῆσαι. Διὸ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λα‐ λῆσαι. Μετὰ πολλῆς, φησὶν, τῆς παρρησίας, μηδὲν ὑποστειλάμενον
25τὰ δεσμά. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Τουτέστιν, μηδεμίαν αὐτοῖς δίδοτε λαβὴν καθ’ ὑμῶν· διὰ γὰρ τοῦτο, πρόσκειται πρὸς τοὺς ἔξω, ἵνα μάθωμεν ὅτι πρὸς τὰ
30μέλη τὰ οἰκεῖα οὐ τοσαύτης ἡμῖν δεῖ τῆς ἀσφαλείας, ὅσης πρὸς τοὺς ἔξω. Τὸν καιρὸν ἐξαγοραζόμενοι.
Τουτέστιν οὐκ ἔστιν ὑμέτερος ὁ καιρὸς, ἀλλ’ ἐκείνων ἐστιν· μὴ336

337

τοίνυν βούλεσθε αὐθεντεῖν, ἀλλ’ ἀγοράζετε· ὑμέτερον αὐτὸν ποιεῖτε ἑτέρως. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος. Τουτέστιν ὥστε μὴ εἰς ἀδιαφορίαν τὸ χάριεν ἐκπίπτειν· ἔνι
5γὰρ καὶ χαριεντίζεσθαι, μετὰ τῆς προσηκούσης κοσμιότητος. Εἰδότες πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ὥστε οὐχ ὁμοίως πᾶσι διαλέγεσθαι χρή· Ἕλλησι λέγω καὶ ἀδελφοῖς. Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς
10ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ. Βαβαῖ, πόση σοφία Παύλου; πῶς οὐ πάντα ἐντίθησιν εἰς τὰς ἐπιστολὰς, ἀλλὰ τὰ ἀναγκαῖα καὶ τὰ καταπείγοντα; πρῶτον μὲν οὐ βουλόμενος αὐτὰς εἰς μῆκος ἐκτείνειν· δεύτερον καὶ τὸν ἀπερ‐ χόμενον αἰδεσιμώτερον ποιῶν, ἵνα ἔχῃ τί καὶ διηγεῖσθαι· τρίτον
15δεικνὺς πῶς πρὸς αὐτὸν διάκειται· οὐ γὰρ ἂν αὐτῷ ταῦτα ἐνεχεί‐ ρισεν εἰπεῖν, ἃ οὐκ ἔδει διὰ γραμμάτων δηλωθῆναι. “ὁ ἀγαπητός,” φησὶν, “ἀδελφός.” εἰ ἀγαπητὸς, πάντα οἶδεν, καὶ οὐδὲν αὐτὸν ἔκρυπτεν· “καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ.” εἰ πιστὸς, οὐδὲν ψεύσεται· εἰ σύνδουλος, κεκοινώνηκεν τῶν πειρασμῶν·
20ὥστε πάντοθεν τὸ ἀξιόπιστον συνήγαγεν. “ὃν ἔπεμψα,” φησὶν, “πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο·” ἐνταῦθα τὴν ἀγάπην δείκνυσι τὴν πολλήν· εἴ γε διὰ τοῦτο αὐτὸν ἀπέσταλκεν· δείκνυσι δὲ αὐτοὺς καὶ ἐν πειρασμοῖς ὄντας τῷ εἰπεῖν, Ἵνα παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ
25τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ὀνήσιμος οὗτός ἐστιν περὶ οὗ γράφων τῷ Φιλήμονι ἔλεγεν, “ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν “τοῖς δεσμοῖς τοῦ εὐαγγελίου. χωρὶς δὲ τῆς σῆς γνώμης, οὐδὲν
30“ἠθέλησα ποιῆσαι·” καὶ τὸ ἐγκώμιον δὲ προστίθησι τῆς πόλεως ἵνα καὶ ἐγκαλλωπίζωνται, “ὅς ἐστι,” φησὶν, “ἐξ ὑμῶν.” “πάντα “ὑμῖν γνωριοῦσι τὰ ὧδε.” Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου.
Οὐδὲν τούτου τοῦ ἐγκωμίου μεῖζον. οὗτός ἐστιν ὁ ἀπὸ Ἱεροσο‐337

338

λύμων ἀναχθεὶς μετ’ αὐτοῦ. μεῖζον εἶπεν οὗτος τῶν προφητῶν· ἐκεῖνοι μὲν γὰρ ξένους καὶ παρεπιδήμους καλοῦσιν ἑαυτούς· οὗτος δὲ καὶ αἰχμάλωτον. καθάπερ αἰχμάλωτος, οὕτως ἤγετο καὶ ἐφέ‐ ρετο· καὶ πᾶσιν εἰς τὸ κακῶς πάσχειν προύκειτο.
5 Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα. Καὶ τοῦτον ἐγκωμίασεν ἀπὸ τῆς συγγενείας. μέγας γὰρ ἦν ὁ ἀνὴρ Βαρνάβας. Περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέ‐ ξασθε αὐτόν.
10 Τί γὰρ, οὐκ ἐδέχοντο; ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς. καὶ τοῦτον τὸν ἄνδρα δείκνυσι μέγαν· πόθεν τὰς ἐντολὰς ἔλαβον οὐ λέγει· ἴσως δὲ παρὰ Βαρνάβα τὰς ἐντολὰς ἔλαβον. Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος. Ἴσως Κορίνθιος ἦν οὗτος.
15 Οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἐπειδὴ εἶπεν συναιχμάλωτος, ἵνα μὴ συγκατενέγκῃ τὴν ψυχὴν τῶν ἀκουόντων· ὅρα πῶς τοῦτο τίθησι, καὶ διανίστησιν αὐτούς. “συνεργοὶ,” φησὶν, “εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.” ὥστε τῶν πει‐
20ρασμῶν κοινωνοῦντες, τῆς βασιλείας κοινωνοῦσι. δείκνυσι δὲ αὐτοὺς καὶ μεγάλους. εἴγε Παύλου παρηγορία γεγέννηται· καὶ ἑαυτὸν ἐν πειρασμοῖς ὄντα. Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς, ὁ ἐξ ὑμῶν, δοῦλος Χρι‐ στοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσ‐
25ευχαῖς. Συνίστησιν αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ· τὸ γὰρ αἰδέ‐ σιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια· καὶ πάλιν τὸ εἰπεῖν “ὁ ἐξ ὑμῶν.” ἵνα καὶ σεμνύνωνται ἐπὶ τῷ ἀνδρί· ἅτε τοιούτους φέροντες ἄνδρας· “πάντοτε,” φησὶν, “ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν
30“ταῖς προσευχαῖς,” τουτέστι τρέμων καὶ δεδοικώς. Ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελή‐ ματι τοῦ Θεοῦ. μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν.
Ὁ πεπληρωμένος οὐκ ἀφίησιν ἄλλο θέλημα ἐν αὐτῷ· ἐπεὶ οὐ338

339

πεπλήρωται· ἀξιόπιστος δὲ ὁ μάρτυς, “ὅτι ἔχει πολὺν ζῆλον ὑπὲρ “ὑμῶν.” τουτέστιν, ὅτι σφόδρα ὑμᾶς ἀγαπᾷ καὶ ἐκκαίεται τῷ περὶ ὑμᾶς φίλτρῳ. Καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
5 Κἀκείνοις αὐτὸν συνίστησιν· ἀλλὰ πόθεν τοῦτο ἔμελλον εἰδέναι; δηλονότι τῆς ἐπιστολῆς ἀναγινωσκομένης· “ποιήσατε γὰρ,” φησὶν, “ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ.” Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς, καὶ Δημᾶς.
10 Οὗτός ἐστιν ὁ εὐαγγελιστής. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμ‐ φᾶν, καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. Ὅρα πῶς αὐτοὺς συγκολλᾷ καὶ συνάπτει πρὸς ἑαυτούς· οὐ τῷ ἀσπάσασθαι μόνον, ἀλλὰ καὶ τῷ τὰς ἐπιστολὰς ἐπιδοῦναι· οὐχ
15ἁπλῶς δὲ χαρίζεται, κατ’ ἰδίαν ἕκαστον προσαγορεύων, ἀλλὰ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ἄγων ζῆλον· ὅρα γοῦν πῶς δείκνυσι μέγαν τὸν ἄνδρα, εἴγε ἡ οἰκία αὐτοῦ ἐκκλησία ἦν. Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολὴ, ποιή‐ σατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ.
20 Ἐμοὶ δοκεῖ εἶναί τινα τῶν γραφέντων ἐκεῖ, ἃ καὶ τούτους ἐχρῆν ἀκοῦσαι· μείζων γὰρ ἦν ὠφέλεια, ὅτ’ ἂν ἑτέρων ἐγκαλουμένων τὰ οἰκεῖα ἁμαρτήματα ἐπιγινώσκουσιν. Καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Τίνες λέγουσιν ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλ‐
25μένην ἀλλὰ τὴν παρ’ αὐτῶν Παύλῳ. οὐ γὰρ εἶπεν τὴν πρὸς Λαο‐ δικέας ἀλλὰ “τὴν ἐκ Λαοδικείας,” φησὶ, γραφεῖσαν. Καὶ εἴπατε Ἀρχίππῳ, βλέπε τὴν διακονίαν ἣν πα‐ ρέλαβες ἐν Χριστῷ, ἵνα αὐτὴν πληροῖς. Τίνος ἕνεκεν οὐ γράφει πρὸς αὐτόν; ἴσως οὐκ ἐδεῖτο. ἀλλὰ
30ψιλῆς μόνης ὑπομνήσεως ὥστε σπουδαιότερον εἶναι. τούτῳ δὲ μά‐ λιστα αὐτοὺς ὑποτάσσει αὐτῷ· οὐκετὶ γὰρ ἂν ἔχοιεν ἐγκαλεῖν ἐκείνῳ ἐπιτιμῶντι αὐτοῖς. ἐπεὶ οὐκ ἔχει λόγον τοῖς μαθηταῖς περὶ τοῦ διδασκάλου λέγειν, ἀλλ’ ἐπιστομίζων αὐτοὺς ταῦτα γράφει.
(Θεόδωρος.) Ἄλλος δέ φησιν, ὡς ἔστιν ἐκ τῶν γεγραμμένων339

340

εἰκάσαι, παρὰ Λαοδικεῦσιν ὄντι καὶ τὴν διακονίαν ἐγκεχειρισμένῳ τῆς διακονίας. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Τοῦτο γνησιότητος καὶ φιλίας τεκμήριον, τὸ καὶ τὰ γράμματα
5ὁρᾶν, καὶ πάσχειν τί πρὸς ταῦτα. Μνημονεύετέ μου τῶν δεσμῶν. Βαβαῖ πόση παράκλησις; τοῦτο γὰρ ἱκανὸν εἰς πάντα αὐτοὺς προτρέψαι, καὶ γενναιοτέρους ποιῆσαι πρὸς τοὺς ἀγῶνας. μονονουχὶ γάρ φησιν, καθ’ ὁμοιότητά μου, καὶ πάσχειν ὑπὲρ τῆς ἀληθείας
10μὴ ὀκνῆτε. Καὶ χάρις μεθ’ ὑμῶν. ἀμήν. Τὸν φόβον ἔλυσεν. εἰ γὰρ ὁ διδάσκαλος ἐν δεσμοῖς, ἀλλ’ ἡ χάρις αὐτὸν λύει· καὶ τοῦτο δὲ τῆς χάριτος, τὸ συγχωρεῖν αὐτὸν δεθῆναι· ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος, ὅτι “ὑπέστρεφον οἱ
15“Ἀπόστολοι ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώ‐ θησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Θεόδωρος. Τὸ δὲ χάρις ὑμῖν οὕτω τίθησιν. ὥσπερ ἡμεῖς τὸ χαίρειν ἐν ταῖς προγραφαῖς τῶν ἐπιστολῶν εἰώθαμεν· τὰ ἐν Θεῷ Πατρὶ τεθεικὼς, ὡς καὶ ἡμεῖς τὸ ἐν Κυρίῳ γράφομεν.
20 Τοῦ εἰς τὴν πρὸς Κολοσσαεῖς Ἐπιστολὴν ἐξηγητικῶν ἐκλόγων τόμος αʹ. * τρίας * μονάς * ἐλέησον. * Αἱ ἐκλογαὶ τῆς ἑρμηνείας τῆς παρούσης Ἐπιστολῆς ἐκ τοῦ κατὰ πλάτος ὑπομνήματος τοῦ σοφοῦ καὶ οἰκουμενικοῦ διδασκάλου
25Ἰωάννου τοῦ ἐπισκόπου τῆς Βασιλίδος πόλεως, καὶ Σευηριανοῦ τοῦ Γαβαλῆς, καὶ Θεοδώρου τοῦ Μοψουεστίας. ἔχει καὶ μίαν
χρῆσιν τοῦ μακαρίου Κυρίλλου.340