TLG 4102 020 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam ad Ephesios (typus Parisinus) (e cod. Coislin. 204)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in epistulam ad Ephesios (typus Parisinus) (e cod. Coislin. 204)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 6. Oxford: Oxford University Press, 1842 (repr. Hildesheim: Olms, 1967): 96–225.

Citation: Page — (line)

96

(1t)

ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ
2tΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗ‐
3tΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.
4(Τοῦ Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, ἡ Ἔφεσος,
5ἔστι μὲν τῆς Ἀσίας ἡ μητρόπολις, ἐτελεῖτο δὲ τῇ Ἀρτέμιδι, καὶ μάλιστα ταύτην ἐκεῖ ἔσεβον τὴν Θεόν· καὶ τοσαύτῃ δεισιδαι‐ μονίᾳ ἐκέχρηντο, ὡς μήδε τοὔνομα τοῦ τὸν ναὸν ἐμπρήσαντος ποιῆσαι φανερόν· ἐνεπρήσθη γάρ· καὶ ὁ μακάριος δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς, τὰ πολλὰ διέτριψεν ἐκεῖ. καὶ γὰρ καὶ ἐξωρίσθη
10ἐκεῖ, καὶ ἐτελεύτησε· καὶ Τιμόθεον ἐκεῖ κατέλιπεν ὁ Παῦλος, καθὼς γράφων πρὸς αὐτὸν φησὶν, “καθὼς παρεκάλεσά σε προσ‐ “μεῖναι ἐν Ἐφέσῳ·” καὶ τῶν φιλοσόφων οἱ πολλοὶ μάλιστα ἀνθήσαντες περὶ τὴν Ἀσίαν εἰσί. λέγεται μὲν γὰρ καὶ Πυθαγόρας ἐκεῖθεν εἶναι· τέως δὲ, ἡ Ἰωνικὴ πᾶσα, ἡ περὶ Παρμενίδην καὶ
15Ζήνωνα καὶ Δημόκριτον· καὶ πολλοὺς ἔτι καὶ νῦν εὕροι τίς ἂν φιλοσόφους ἐκεῖ. ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὥστε δεῖξαι, ὅτι πολλῆς ἔδει τῷ Παύλῳ σπουδῆς πρὸς ἐκείνους γρά‐ φοντι. λέγεται δὲ καὶ τὰ βαθύτερα τῶν νοημάτων αὐτοῖς ἐμπι‐ στεῦσαι, ἅτε ἤδη κατηχημένοις· ἔστι δὲ νοημάτων μεστὴ ἡ Ἐπι‐
20στολὴ ὑψηλῶν, καὶ δογμάτων· γράφει δὲ τὴν Ἐπιστολὴν ἀπὸ Ῥώμης δεδεμένος, καθὼς καὶ αὐτὸς φησίν· “προσεύχεσθε περὶ “ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρ‐ “ρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσ‐ “βεύω ἐν ἁλύσει·” ἃ δὲ μηδαμοῦ σχεδὸν ἐφθέγξατο, ταῦτα
25ἐνταῦθά φησιν· ὡς ὅταν λέγῃ, “ἵνα γνωρίσθῃ νῦν ταῖς ἀρχαῖς96

97

“καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας, ἡ “πολυποίκιλος σοφία τοῦ Θεοῦ·” καὶ πάλιν· “συνήγειρε καὶ “συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις· καὶ ὃ ἑτέραις γενεαῖς οὐκ “ἐγνωρίσθη, ὡς νῦν ἀπεκαλύφθη τοῖς Ἀποστόλοις τοῖς ἁγίοις
5“αὐτοῦ καὶ προφήταις ἐν τῷ Πνεύματι εἶναι τὰ ἔθνη συγκληρο‐ “νόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν “τῷ Χριστῷ.” Σευηριανὸς δέ φησι, ὥσπερ τοῖς Ῥωμαίοις ἔγραφεν, ὅτε μηδέπω αὐτοὺς τεθέατο, οὕτως καὶ τοῖς Ἐφεσίοις· Ἰωάννου προ‐
10λαβόντος, καὶ τὸ κήρυγμα αὐτοῖς καταβαλλομένου, εὐκαίρως παραινῶν αὐτοῖς, μὴ κρατεῖσθαι νόμῳ· ἐπειδὴ οἱ Ἀπόστολοι ἐν Ἱεροσολύμοις διάγοντες, διὰ τοὺς ἀπὸ τῆς περιτομῆς πιστεύ‐ σαντας ἐτήρουν νόμον· εἶτα ἐπειδὴ ἱκανῶς ὁ Ἰωάννης ἐθεολόγησε, καὶ οὐδὲν ἐνέλιπε τῶν εἰς θεογνωσίαν κηρυγμάτων, ὡς ἦν ἀνθρώ‐
15ποις χωρητὸν, ἐπὶ τὸ παραστῆσαι τῆς ἐνανθρωπήσεως τὴν οἰκονο‐ μίαν, ἔρχεται τὸ οἰκεῖον αὐτῇ μέγεθος καὶ διὰ ῥημάτων ἀξίως τῶν πραγμάτων περιτιθεὶς, καὶ τὸ δυσκολώτερον ἀναδεξάμενος· τὸ μὲν γὰρ τῆς θεότητος, εἶχεν οἰκεῖον τὸ ἀξίωμα καὶ ὡμολογη‐ μένον· τὸ δὲ τῆς ἐνανθρωπήσεως κατὰ τὸ φαινόμενον ταπεινὸν
20ἀξίως διηγήσασθαι, δυνάμεως ἦν πνευματικῆς. Θεόδωρος δέ φησι, ἐπῆλθέ μοι σφόδρα θαυμάζειν ἐκεῖνα τῶν εἰρηκότων τὸν μακάριον Ἰωάννην τὸν εὐαγγελιστὴν, πρῶτον τοῖς Ἐφεσίοις παραδεδωκέναι τὸν τῆς εὐσεβείας λόγον· οὐκ ἐνενόησαν γὰρ, ὡς Ἰωάννης τοὺς ὑστέρους χρόνους παρ’ Ἐφεσίοις ἐγένετο·
25διαγενόμενος ἄχρι τῶν Τραϊανοῦ τοῦ βασιλέως καιρῶν, ἀπὸ τῶν Νέρωνος ἀρξάμενος· ἀφ’ οὗ Παῦλος ἀπετμήθη τὴν κεφαλὴν, καὶ ὁ Ἰουδαϊκὸς πόλεμος ἀρχὴν ἐδέξατο. Ἐπὶ τούτου γὰρ δὴ τοῦ πολέμου, πάντας μὲν ἀναχωρῆσαι τοὺς Ἀποστόλους τῆς Ἰουδαίας ἐγένετο· τότε δὲ καὶ Ἰωάννης εἰς τὴν Ἔφεσον γενόμενος, διετέ‐
30λεσεν ἐπ’ αὐτῆς, ἄχρι τῶν Τραϊανοῦ διαγεγόνως, ὡς ἔφην, καιρῶν. Παῦλος δὲ, οὐδὲ τεθεαμένος αὐτοὺς ἐπιστέλλων φαίνεται· κατα‐ λιμπάνει δὲ Τιμόθεον μετὰ τοῦτο, ἐπιστατήσοντα τῇ παρ’ αὐτοῖς ἐκκλησίᾳ, γεγονὼς ἤδη παρ’ αὐτοῖς ὡς εἰκός. Τίς δὲ οὕτως ἠλί‐
θιος ὥστ’ ἂν οἰηθῆναι, ὅτι παρόντος Ἰωάννου, Τιμόθεον ἐπὶ τῷ97

98

τὴν ἐκκλησίαν οἰκονομεῖν κατελίμπανεν; ἔτι καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις λογίζεσθαι χρή· ὡς Ἐφεσίους ἐθεάσατο πολλῷ πρό‐ τερον, ἢ ἐπὶ τὴν Ῥώμην ἀπὸ τῆς Ἰουδαίας ἀναχθῆναι ὅλως, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων μάθοι ἄν τις σαφέστερον· ὥστε
5φαίνεσθαι αὐτὸν πανταχόθεν, πολλῷ πρότερον τῆς Ἰωάννου δια‐
τριβῆς ταῦτα γράφοντα πρὸς αὐτούς.98

99

(1t)

ΚΕΦΑΛΑΙΑ
2tΤΗΣ ΠΡΟΣ
3tΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.
4αʹ. Περὶ τῆς ἐν Κυρίῳ ἐκλογῆς ἡμῶν καὶ εἰσαγωγῆς καὶ τελειώσεως.
5βʹ. Εὐχὴ περὶ γνώσεως τῶν ἐν Χριστῷ εἰσαχθέντων ἀγαθῶν εἰς ἡμᾶς. γʹ. Περὶ τῆς τῶν ἐθνῶν καὶ Ἰουδαίων οἰκειώσεως πρὸς Θεὸν διὰ Χριστοῦ ἐπ’ ἐλπίδι κατὰ χάριν. δʹ. Περὶ τῆς δοθείσης αὐτῷ θείας σοφίας εἰς φωτισμὸν ἐθνῶν καὶ
10 ἔλεγχον δαιμόνων. εʹ. Εὐχὴ ὑπὲρ τῆς ἐκκλησίας εἰς δύναμιν καὶ ἀγάπην Θεοῦ. ϛʹ. Παραίνεσις περὶ ἀγάπης ἑνωτικῆς, εἰ καὶ τὰ χαρίσματα διῄρηνται πρὸς ὠφέλειαν κοινήν. ζʹ. Περὶ σωφροσύνης καὶ δικαιοσύνης ποιούσης ἡμᾶς θεοειδεῖς.
15ηʹ. Περὶ τοῦ ζῇν ἐπαξίως τοῦ ἁγιασμοῦ, ἔργοις τὴν κακίαν ἐλέγχον‐ τας, οὐ λόγοις, πνεύματι πληρουμένους διὰ ψαλμῶν, μὴ οἴνῳ. θʹ. Διάταξις οἰκειακῶν καθηκόντων ἀρχομένοις καὶ ἄρχουσι κατὰ Χριστόν.
20ιʹ. Ἐν σχήματι ὁπλίσεως περὶ τῆς κατὰ Χριστὸν δυνάμεως.99

100

(1t)

ΕΞΗΓΗΣΙΣ
2tΕΙΣ ΤΗΝ
3tΠΡΟΣ ΤΟΥΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
4tΚΕΦ. Α.
5tΠερὶ τῆς ἐν Κυρίῳ ἐκλογῆς ἡμῶν καὶ εἰσαγωγῆς καὶ τελειώσεως.
6 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. Ἐν τούτῳ κατὰ τὸ εἰωθὸς αὐτῷ τῆς Ἐπιστολῆς τὴν προγράφην συνεπέρανε· παραπλήσιόν τι τῇ παρ’ ἡμῖν συνηθείᾳ ποιῶν· ὡς
10ὅταν ἐπιστέλλοντες λέγομεν, ὁ δεῖνα, τῷ δεῖνι χαίρειν· προσέ‐ θηκε δὲ τὸ “διὰ θελήματος Θεοῦ,” ὁμοῦ τε συνδέων αὐτὰ, ὡς μηδὲν διακεκρίσθαι μηδὲ ἀπεσπάσθαι δοκεῖν τοῦ Θεοῦ τῶν διὰ τοῦ Χριστοῦ γενομένων· ὁμοῦ δὲ καὶ τὸ τῆς ἀποστολῆς ἔργον ἀναγκαιότατον ἑαυτῷ πανταχόθεν δεικνύς· πλήν γε δεῖ, ὅτι σύν‐
15τομον τὴν προγραφὴν ἐποιήσατο· καταλλήλως καὶ τοῦτο τῇ προ‐ θέσει τοῦ λόγου ποιῶν· προκεῖται γὰρ αὐτῷ, τῆς τοῦ Χριστοῦ παρουσίας τὸ ὠφέλιμον εἰπεῖν ἐν εὐχαριστίας εἴδει συντόμως· οὐχ ὡς ἐπὶ τῆς πρὸς Ῥωμαίους ἐξεργαστικώτερον καὶ μετὰ τοῦ πρὸς τοὺς ἐναντίους λόγου.
20 Σευηριανὸς δέ φησι, κἀνταῦθα τὸ “διὰ,” καὶ τῷ Θεῷ προσ‐ ήκειν κατὰ τὸν Παῦλον, καὶ οὐκ ἠλάττωται Πατήρ. εἰκότως δὲ λέγει τὸ “διὰ θελήματος Θεοῦ,” ἵνα δείξῃ ὅτι ὡς ἠθέλησεν ὁ Θεὸς Ἰωάννην εἶναι Ἀπόστολον, οὕτως κἀμέ· τοῦτο δὲ γράφει, ἵνα ἀξιόπιστα ᾖ τὰ ὑπ’ αὐτοῦ λεγόμενα.
25(Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης φησιν, ἰδοὺ τὸ100

101

“διὰ,” τῷ Πατρὶ δέδωκε· τί οὖν; ἐλάττονα αὐτὸν ἐροῦμεν; μηδα‐ μῶς. ἐπειδὴ δὲ δεῖ καὶ τῶν αἱρετικῶν μὴ ἀγνοεῖν τὴν πονηρίαν, ἀκούσωμεν τί καὶ Ὠριγένης φησι περὶ τούτου. Ὠριγένους. Εἰ ἡ διὰ πρόθεσις τὸ ὑπηρετικὸν ἐμφαίνει,
5ὥσπερ ἐπὶ πλεῖον ἐζητάσαμεν, διηγούμενοι τὸ “πάντα δι’ αὐτοῦ “ἐγένετο,” τιθέντες καὶ τὰς φαινομένας ἡμῖν εἰς τοῦτο ἀνθυπο‐ φορὰς, ζητήτεον πῶς Ἀπόστολός ἐστι Παῦλος Χριστοῦ Ἰησοῦ· οὐκ ἐκ θελήματος Θεοῦ, ἀλλὰ “διὰ θελήματος Θεοῦ.” ὁ μὲν οὖν τις ἐρεῖ, μὴ πάνυ ἀκριβοῦν πανταχοῦ τὸν Παῦλον τὰ τῶν
10προθέσεων ἰδιώματα, ὅπερ αὐτὸν ποιεῖν καὶ ἐπ’ ἄλλων σημαινο‐ μένων. ἄλλος δὲ, διαφορὰν εἰδὼς τοῦ διὰ Θεοῦ καὶ τοῦ “διὰ θελή‐ “ματος Θεοῦ,” ἐρεῖ, ὅτι ἄτοπον ἂν ἦν, εἰ ἐγέγραπτο Παῦλος Ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ Θεοῦ· εἰ δὲ τὸ θέλημα τοῦ Θεοῦ ὑπηρετικόν ἐστιν, ἡγουμένου ὄντος αὐτοῦ τοῦ χρωμένου αὐτῷ, οὐκ
15ἂν εἴη τοῦτο ἄλογον. ἐπιστήσεις δὲ καὶ περὶ “τοῦ θελήματος “τοῦ Θεοῦ,” εἰ δύναται τάσσεσθαι ἐπὶ Χριστοῦ· ἵν’ ὥσπερ ἐστὶ “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,” οὕτως ᾖ καὶ θέλημα αὐτοῦ, Θεοῦ ὑπόστασιν ἔχον αὐτόν· ἐὰν δέ τινι ἀπεμφαῖνον φαίνηται οὐσιῶσθαι λέγειν τὸ τοῦ Θεοῦ θέλημα, ἐπιστησάτω, εἰ μὴ ἡ
20δοκοῦσα ἀπέμφασις παραπλήσιός ἐστι καὶ ἐπὶ δυνάμεως Θεοῦ, καὶ σοφίας Θεοῦ, καὶ λόγου Θεοῦ, καὶ ἀληθείας καὶ ἀναστάσεως καὶ ὁδοῦ· παραπλήσιος γάρ μοι δοκεῖ τυγχάνειν περὶ πάντων τούτων, ὡς οὐσιωμένων ἐν τῷ μονογενεῖ Λόγῳ. ταῦτα μὲν Ὠρι‐ γένης.
25 Ὅτι δὲ καὶ ἐπὶ Πατρὸς, τὸ δι’ οὗ εἴρηται ἐν πάσῃ τῇ γραφῇ καὶ οὐ τὸ ὑπηρετικὸν ἐμφαίνει, ἄκουσον πρὸς τὸ παρὸν αὐτοῦ τοῦ Ἀποστόλου ἐν τῇ πρὸς Κορινθίους εἰπόντος· “πιστὸς ὁ Θεὸς δι’ “οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.” Τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν
30Χριστῷ Ἰησοῦ. (Τοῦ Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησι, ἰδοὺ ἁγίους καλεῖ ἄνδρας ἔχοντας καὶ παιδία καὶ γυναῖκας καὶ οἰκέτας· καὶ τοῦτο δῆλον, ἀπὸ τοῦ τέλους τῆς Ἐπιστολῆς, ὡς ὅταν λέγῃ “αἱ
“γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε.” καὶ πάλιν “τὰ101

102

“τέκνα ὑπακούετε τοῖς πατράσιν ὑμῶν, καὶ οἱ δοῦλοι ὑπακούετε “τοῖς δεσπόταις·” ἐννοήσωμεν ὅση κατέχει νῦν ῥαθυμία, καὶ ὅση τότε ἡ διαφορὰ ἦν τῶν ἐναρέτων· ὡς καὶ τοὺς κοσμικοὺς, ἁγίους καὶ πιστοὺς λέγεσθαι.
5 Ὠριγένης δέ φησι, ἐπὶ μόνων Ἐφεσίων εὕρομεν κείμενον, τὸ “τοῖς ἁγίοις τοῖς οὖσι·” καὶ ζητοῦμεν εἰ μὴ παρέλκει προσκεί‐ μενον τὸ “τοῖς ἁγίοις τοῖς οὖσι,” τί δύναται σημαίνειν. ὅρα οὖν εἰ μὴ ὥσπερ ἐν τῇ Ἐξόδῳ ὄνομα φησιν ἑαυτοῦ ὁ χρηματίζων Μωσεῖ τὸ ὢν, οὕτως οἱ μετέχοντες τοῦ ὄντος, γίνονται ὄντες,
10καλούμενοι οἱονεὶ ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι· “ἐξελέξατο γὰρ ὁ “Θεὸς τὰ μὴ ὄντα,” φησὶν ὁ αὐτὸς Παῦλος, “ἵνα τὰ ὄντα “καταργήσῃ·” καὶ ζητήσει τίς, πῶς τὰ ὄντα καταργεῖ· ἀλλὰ ἀκούομεν ἐπιφέροντος αὐτοῦ τὸ “ὅπως μὴ καυχήσηται πᾶσα “σὰρξ ἐνώπιον τοῦ Θεοῦ·” ἐὰν γάρ τις μετεσχηκὼς τοῦ εἶναι,
15ἐπιλαθόμενος τῆς μετοχῆς, ἑαυτῷ καταχαρίσηται τὴν τοῦ εἶναι αἰτίαν, καὶ μὴ τὴν πᾶσαν εὐχαριστίαν ἀναφέρῃ ἐπὶ τὸν ἐκ τοῦ μὴ εἶναι τὸ εἶναι αὐτῷ ὅμοιον καὶ κατ’ εἰκόνα χαρισάμενον, τότε καταργεῖται τὸ ὄν. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν
20Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Ὁ μέν τις ἐρεῖ, διὰ τὰς ἐν Λευϊτικῷ καὶ Δευτερονομίῳ εὐλο‐ γίας, καὶ εἴπου ἀλλόθι τῆς γραφῆς τοιαῦται εἰσὶν ἀναγεγραμ‐ μέναι· πρὸς ἀντιδιαστολὴν ἐκείνων δὲ λέγεσθαι τὴν πνευματικὴν
25εὐλογίαν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς Ἰησοῦ Χριστοῦ ἡμᾶς εὐλογοῦν‐ τος, οὐκ ἐν σωματικῇ ὁμοίως ἐκείνοις εὐλογίᾳ, ἀλλὰ πνευματικῇ· καὶ οὕτω γε ἐκδέξονται οἱ ἑτερόδοξοι, νομίσαντες ἂν καὶ ἀφορμὴν τοῦ διακόπτειν τὴν θεότητα ἐκ τοιαύτης ἐκδοχῆς λήψεσθαι. Ἡμεῖς δὲ παραστήσαντες ὅτι οὐδὲ ἐπὶ τῶν κατὰ νόμον δέδον‐
30ται αἱ εὐλογίαι, εἰ σωματικῶς νοήθειεν τοῖς πεπιστευμένοις κατὰ τὸν νόμον καὶ ὑγιῶς βεβιωκέναι, ἐλέγξομεν τοὺς οὕτως ὑπειλη‐ φότας, ἤτοι ψεύδεσθαι τὸν τὰς εὐλογίας δεδωκότα, ἢ τὸ μὴ ἀπὸ τῆς προχείρου ἐκδοχῆς νοούμενον ἐπηγγέλθαι τοῖς βιώσασι, καθὼς
προσέταξεν· ἀκόλουθον γάρ ἐστι τῷ ὁ νόμος πνευματικός ἐστι,102

103

καὶ τὰς ἐν αὐτῷ εὐλογίας εἶναι πνευματικάς· οὐ τετεύχασι δὲ σωματικῶς τῶν εὐλογιῶν, φέρε εἰπεῖν, οἱ προφῆται· οὐ γὰρ ἐδάνεισαν ἔθνεσι πολλοῖς, ἄνθρωποι περιελθόντες “ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν· ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐν
5“ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς “τῆς γῆς.” οὐδὲ εὐλόγηνται ἐν πόλει ἢ ἐν ἀγρῷ· ἀλλ’ οὐδὲ αἱ ἀποθῆκαι αὐτῶν εὐλόγηνται, ἃς οὐδὲ ἐκτήσαντο τὴν ἀρχήν. καὶ ὅρα εἰ μὴ ἐκ τούτων ἀναγκάσομεν τοὺς ἄλλως νοοῦντας μεταθέ‐ σθαι, εἰ τήροιεν τὸ ἀξίωμα τοῦ τὰς εὐλογίας δεδωκότος Θεοῦ,
10πρὸς τὸ πνευματικῶς αὐτὸν δεδωκέναι αὐτὰς τοῖς μακαρίοις ἑαυ‐ τοῦ. οὐ μόνον δὲ πᾶσα εὐλογία πνευματική ἐστιν ἣν εὐλόγηνται Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, καὶ οὐδεμία αὐτῶν σωματικὴ, ἀλλὰ καὶ ἐν τοῖς ἐπουρανίοις. Ἔπρεπε γὰρ τούτοις, ὧν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει,
15θησαυρίζουσιν ἐν οὐρανῷ καὶ τὴν καρδίαν ἔχουσιν ὅπου ἐστὶν αὐτῶν ὁ θησαυρὸς, καὶ ἐν τοῖς ἐπουρανίοις τῶν πνευματικῶν τυγχάνειν εὐλογιῶν. πῶς δὲ ἤδη ἐστὶν “εὐλογήσας ὁ Θεὸς καὶ Πατὴρ τοῦ “Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ “ἐν τοῖς ἐπουρανίοις,” ἄξιον ἐπισκέψασθαι· οὐ γὰρ εἴρηται ὁ
20εὐλογήσων ἡμᾶς. καὶ ὅρα εἰ δύνασαι τὸ ἐν τοῖς ἐπουρανίοις εἶναι, ἀντὶ τοῦ ἐν τοῖς νοητοῖς, καὶ ἔξω αἰσθήσεων. οὕτω γὰρ καὶ θη‐ σαυρίζει τίς ἐν οὐρανοῖς· καὶ τὴν καρδίαν οὐκέτι ἔχει ἐπὶ γῆς· τουτέστιν ἐν τοῖς ὑλικοῖς καὶ σωματικοῖς, ἀλλ’ ἐν οὐρανῷ· τῇ νοητῇ φύσει ἀεὶ αὐτῇ ὁμιλῶν. ὑπὲρ δὲ τοῦ ἀκριβέστερον θεωρῆσαι
25ἡμᾶς ἀμφότερα, εἴρηται περὶ τῆς εὐλογίας, καὶ ὅτι ἔστι πνευμα‐ τικὴ, καὶ ὅτι ἐν τοῖς ἐπουρανίοις, καὶ πρὸς τούτοις, ὅτι ἐν Χριστῷ, οἱονεὶ ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ καὶ τῇ ἀληθείᾳ, καὶ τῇ δυνάμει· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
30(Τοῦ Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, εἶπε χάριν, καὶ Πατέρα τὸν Θεὸν ἐκάλεσε. τῆς χάριτος γὰρ ἐκείνης τεκμή‐ ριον τοῦτο· πῶς; ἄκουσον αὐτοῦ ἑτέρωθι λέγοντος· “ὅτι δὲ ἐστὲ “υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς “καρδίας ὑμῶν κράζον, ἀββᾶ ὁ Πατήρ·” καὶ “Κύριε Ἰησοῦ
35“Χριστὲ,” δι’ ἡμᾶς γὰρ Χριστὸς γέγονε, καὶ ἐν σαρκὶ ὤφθη.103

104

Σευηριανὸς δέ φησιν, εἰ ἑκάτερον καταχρηστικῶς εἴρηται καὶ τὸ Πατὴρ καὶ τὸ Κύριος, ὁμολογηθήσεται μείζων τοῦ Πατρὸς ὁ Υἱός· εἰ ὁ μὲν Πατρὸς ἔχει ὄνομα, ὁ δὲ Κυρίου· ἀλλ’ ὡμολό‐ γηται τούτων τῶν ῥητῶν ἡ αἰτία· ἐπειδὴ γὰρ εἶπε, “Πατρὸς
5“ἡμῶν,” Πατὴρ δέ ἐστι τοῦ Χριστοῦ, ἵνα μὴ τὸ αὐτὸ ὄνομα καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τῶν πιστῶν κείμενον, ἢ τὸν υἱὸν καθελῇ παρὰ φύσιν, ἢ ἐκείνους ὑπὲρ φύσιν ἀναγάγῃ, εἰπὼν “Πατρὸς “ἡμῶν,” καὶ δεικνὺς ὅτι χάριτι ἡ προσηγορία, ἐπήγαγε, “καὶ “Κυρίου Ἰησοῦ Χριστοῦ.” οὐ γὰρ ἐνῆν κοινῇ φύσει τῆς προση‐
10γορίας οὔσης κοινὸν εἶναι καὶ τὸ ἀξίωμα· διατί οὖν Κύριος μὲν τούτων ὁ Πατὴρ, οὐχὶ δὲ καὶ αὐτὸς Κύριος τοῦ Υἱοῦ, εἴπερ κατα‐ χρηστικὸν ἦν τὸ τῆς προσηγορίας ἐφ’ ἑκατέρων; Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
15(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· ἰδοὺ Θεὸς τοῦ σαρκωθέντος, εἰ δὲ μὴ βούλει, ἀλλὰ τοῦ Θεοῦ Λόγου, Πατήρ. Θεόδωρος δέ φησι, τὸ “εὐλογητὸς” ἀντὶ τοῦ ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι ἄξιος· τὸ μέντοι “ὁ Θεὸς καὶ Πατὴρ τοῦ “Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,” δύναται τὸ μὲν καὶ διῃρημένως
20λέγεσθαι, ἵν’ ᾖ τὸ μὲν “Θεὸς,” κατὰ διαίρεσιν ἀπολύτως νοού‐ μενον· τὸ δὲ “Πατὴρ,” καθ’ ἑαυτό· εἰ δέ τις αὐτὸ ἐπισυμπλέκειν φιλονεικοίῃ, ὡσὰν καὶ τοῦ Θεὸς καὶ τοῦ Πατὴρ ἐπὶ τοῦ προσώπου νοεῖσθαι ὀφείλοντος τοῦ Χριστοῦ, οὐδὲ πρὸς τοῦτο μαχόμεθα· ἵν’ ᾖ κατ’ οἰκονομίαν αὐτοῦ Θεὸς, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλο‐
25γίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.” εὐλογίαν ἐκά‐ λεσε πνευματικὴν, τοῦ Πνεύματος τὰ χαρίσματα, ἀντιδιαστέλλων ταῖς κατὰ τὸν νόμον εὐλογίαις· τὸ δὲ “ἐν τοῖς ἐπουρανίοις,” ἀντὶ τοῦ περὶ τῶν ἐπουρανίων, οὐχ ἵνα γῆν κληρονομήσωμεν κατὰ νόμον, οὐδ’ ἵνα κατὰ γῆν πολιτευσάμεθα· καὶ οἱ λοιποὶ ὁμοίως ἐν Χριστῷ
30Ἰησοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, τουτέστι διὰ Χριστοῦ Ἰησοῦ, οὐ διὰ Μωϋσέως αὕτη ἡ εὐλογία, ὥστε οὐ μόνον τῇ παλαιότητι, ἀλλὰ καὶ τῷ μεσίτῃ διαφέρομεν ἡμεῖς, ὥσπερ
καὶ ἐν τῇ πρὸς Ἑβραίους φησὶ, “καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ104

105

“τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων. “Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκος ἐσμὲν ἡμεῖς, “καθὼς καὶ ἐξελέξατο ἡμᾶς,” φησὶν, “ἐν αὐτῷ, πρὸ καταβολῆς “κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.” ὃ
5δὲ λέγει τοιοῦτόν ἐστι· δι’ οὗ ηὐλόγησεν ἡμᾶς, διὰ τούτου καὶ ἐξελέξατο. αὐτὸς τοίνυν ἡμῖν πάντα δώσει ἐκεῖνα· αὐτός ἐστιν ὁ κριτὴς, καὶ ἐρεῖ, “δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρο‐ “νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς “κόσμου.” καὶ ἐν πάσαις σχεδὸν ταῖς ἐπιστολαῖς, τοῦτο σπου‐
10δάζει δεικνύναι, ὅτι οὐ νεώτερα τὰ καθ’ ἡμᾶς, ἀλλ’ ἄνωθεν τοῦτο τετύπωτο· οὐδὲ ἐκ μεταμελείας, ἀλλ’ οὕτως ᾠκονόμητο καὶ προώ‐ ριστο. καὶ τοῦτο δὲ κηδεμονίας πολλῆς. τί ἐστιν “ἐν αὐτῷ ἐξε‐ “λέξατο;” διὰ τῆς εἰς αὐτὸν πίστεως ὁ Χριστὸς τοῦτο κα‐ τώρθωσε, πρὶν ἢ γενέσθαι ἡμᾶς, μᾶλλον δὲ πρὶν ἢ τὸν κόσμον
15καταβληθῆναι. καὶ καλῶς καταβολὴν εἶπεν, ὡς ἀπό τινος ὕψους μεγάλου καταβεβλημένον αὐτὸ δεικνύς· καὶ γὰρ μέγα καὶ ἄφα‐ τον τὸ ὕψος τοῦ Θεοῦ, οὐ τῷ τόπῳ, ἀλλὰ τῷ ἀνακεχωρηκότι τῆς φύσεως· τί ἐξελέξατο; ὥστε ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώ‐ πιον αὐτοῦ γενέσθαι· ἵνα τοίνυν μὴ ἀκούσας ὅτι “ἐξελέξατο,”
20τὴν πίστιν ἀρκεῖν νομίσῃς μόνον, καὶ τὸν βίον προστίθησι· διὰ τοῦτο ἐξελέξατο, φησὶ, καὶ ἐπὶ τοῦτο, ἵνα ἅγιοι ὦμεν καὶ ἄμωμοι· πάντως δὲ τοὺς δοκίμους ἐκλέγεται ὁ Θεός· ἐποίησεν ἡμᾶς αὐτὸς ἁγίους διὰ τῆς πίστεως· ἅγιος γάρ ἐστιν ὁ τῆς πίστεως μετέ‐ χων· ἄμωμος, ὁ ἀνεπίληπτον βίον ἔχων, ἀλλ’ ἁγιότητα καὶ τὸ
25ἀνεπίληπτον οὐχ ἁπλῶς ζητεῖ, ἀλλὰ τὸ ἐνώπιον αὐτοῦ τοιούτους φαίνεσθαι. Θεόδωρος δέ φησι, πρόδηλον ὡς ἀπὸ τῶν μελλόντων ἔθος αὐτῷ τῶν κατὰ Χριστὸν ποιεῖσθαι τὴν ἀπόδειξιν. ἅτε δὴ τότε φαινομένων ἐπὶ τοῦ πράγματος· νῦν γὰρ ἐν ἐπαγγελίᾳ μόνον αὐτῶν
30ἐσμὲν διὰ πίστεως. Ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὑτόν. Πάλιν ἐπὶ τὴν χάριν αὐτοῦ ἄνεισιν· οὐ γὰρ ἀπὸ πόνων οὐδὲ
κατορθωμάτων τοῦτο γίνεται, ἀλλ’ ἀπὸ ἀγάπης· οὔτε ἀπὸ ἀγάπης105

106

μόνον, οὔτε ἀπὸ τῆς ἡμετέρας ἀρετῆς· εἰ γὰρ δὴ ἀπὸ ἀγάπης μόνης, ἐχρῆν ἅπαντας σωθῆναι. εἰ δὲ ἀπὸ τῆς ἡμετέρας ἀρετῆς πάλιν μόνης, περιττὴ ἡ παρουσία αὐτοῦ, καὶ πάντα τὰ οἰκονομη‐ θέντα· ἀνάγκη οὖν ἐξ ἀμφοτέρων. εἰπὲ γάρ μοι· τί Παῦλος ἂν
5ὠφελήθη; ποῦ δὲ ἂν ἐπεδείξατο, εἰ μὴ καὶ ἄνωθεν αὐτὸν ἐκάλεσε, καὶ ἀγαπήσας εἵλκυσε πρὸς ἑαυτόν; ἄλλως δὲ, καὶ τὸ τοσούτων ἀξιῶσαι, ἀγάπης ἦν, οὐ τῆς ἡμετέρας ἀρετῆς. τὸ γὰρ ἐναρέτους γενέσθαι καὶ πιστεῦσαι, καὶ προσελθεῖν, καὶ τοῦτο μὲν αὐτοῦ ἦν τοῦ καλέσαντος, πλὴν καὶ ἡμέτερον. τὸ δὲ προσελθόντας τοσού‐
10των ἀξιῶσαι τιμῶν, ὥστε εὐθέως ἀπὸ ἐχθρῶν εἰς υἱοθεσίαν ἀγα‐ γεῖν, ὑπερβαλλούσης οὕτως ἀγάπης· “ἐν ἀγάπῃ” φησὶ “προορί‐ “σας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὑτόν.” ὁρᾷς πῶς οὐδὲν ἄνευ Χριστοῦ, πῶς οὐδὲν ἄνευ τοῦ Πατρὸς, ἐκεῖνος προώρισεν, οὗτος προσήγαγε, καὶ ταῦτα τίθησιν ἐπαίρων τὰ
15γεγενημένα, καθάπερ καὶ ἑτέρωθί φησιν· “οὐ μόνον δὲ, ἀλλὰ καὶ “καυχώμεθα διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” μεγάλα μὲν γὰρ τὰ δοθέντα, πολλῷ δὲ μείζονα γίνεται, τὸ διὰ τοῦ Χριστοῦ δοθῆναι, ὅτι οὐκ ἔπεμψε τινὰ τῶν δούλων πρὸς τοὺς δούλους, ἀλλ’ αὐτὸν τὸν μονογενῆ.
20 Σευηριανὸς δέ φησιν, εἰ τοίνυν ἐν Χριστῷ εἰς υἱοθεσίαν ὡρίσθησαν οἱ ἅγιοι, οὐ θετὸς ὁ υἱὸς, ἀλλὰ φύσει Υἱός. Θεόδωρος δέ φησι, τοῦτο ἐπίτασιν ἔχει τοῦ προκειμένου διχόθεν. ἐπείπερ ἡμῖν ἀγάπη τῆς ἐκλογῆς μείζων, καὶ τὸ τῆς υἱοθεσίας, τοῦ ἁγίους καὶ ἀμώμους· οἰκειότητος γὰρ ἀπόδειξιν
25ἔχει ταῦτα μεγίστην. τὸ δὲ “εἰς αὑτὸν,” ἵνα αὐτοῦ υἱοὶ λεγοί‐ μεθά τε καὶ χρηματίζωμεν. Ὠριγένης φησὶ, ζητῆσαι δ’ ἄν τις πρὸς τὸ “εἶναι τινὰς “ἁγίους καὶ ἀμώμους κατενώπιον τοῦ Θεοῦ,” εἰ μὴ τὸ προφητικὸν ἐναντιοῦται τούτῳ, λέγον, “οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς
30“ζῶν.” εἰ δὲ κατενώπιον τοῦ Θεοῦ πᾶς ζῶν οὐ δικαιωθήσεται, πῶς κατενώπιον αὐτοῦ ἔσονται ἅγιοι; εἰ γὰρ ἅγιοι καὶ ἄμωμοι ἔσονται καὶ δικαιωθήσονται, ἐπὶ τὴν ἀμφιβολίαν τίς καταφυγὼν τοῦ προφητικοῦ ἐρεῖ, τὸ μὴ δικαιοῦσθαι κατενώπιον τοῦ Θεοῦ πάντα ζῶντα, τοιοῦτό τι σημαίνειν. οἱονεὶ ὅλος καὶ ἐξ ὅλου τοῦ
35ἑαυτοῦ χρόνου, οὐ δικαιωθήσεται κατενώπιον τοῦ Θεοῦ, τῷ πάντας106

107

ἡμαρτηκέναι ποτέ· ὅπερ ἐὰν οὕτως ἔχῃ, οὐ κωλύει τὸ εἶναι τινὰς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐκ διορθώσεως τοιούτους γεγενημένους· ἢ καὶ τὸ μὴ πᾶς ζῶν, ἀλλ’ οὖν γέ τινας δικαιοῦ‐ σθαι. “ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν, διὰ Ἰησοῦ
5“Χριστοῦ εἰς αὑτόν·” ἤτοι τὸ ἐν ἀγάπῃ τῶ προορίσας συναπτέον· ἢ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ ἐν ἀγάπῃ, πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ Ἰησοῦ Χριστοῦ εἰς αὑτὸν, ὥστε ἡμᾶς εἶναι ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. δηλοῖ δὲ τὸ ὄνομα τῆς υἱοθεσίας τὸ μὴ φύσει εἶναι υἱοὺς τοῦ Θεοῦ τοὺς προορισθέν‐
10τας ὑπ’ αὐτοῦ. οὐκ ἂν γοῦν ταχθείη τὸ ὄνομα τῆς υἱοθεσίας ἐπὶ τοῦ Σωτῆρος, ἀλλ’ ἐπὶ τούτων, οἳ λαβόντες τὸ ὄνομα τῆς δουλείας εἰς φόβον, ἀποδόντες τὸν φόβον, ἄξιοι γίνονται ἐλευθερίας, καὶ τοῦ ἀκοῦσαι “οὐκέτι ὑμᾶς λέγω δούλους,” οἳ καὶ διὰ τοῦτο λαμ‐ βάνουσι τὸ πνεῦμα τῆς υἱοθεσίας. ὅτε δέ τις τὸν Υἱὸν λαμβάνει, οὐ
15πρότερον ἐσχηκὼς αὐτὸν, τότε καὶ τὸ πνεῦμα κεχώρηκε τῆς υἱοθε‐ σίας. οὕτω γὰρ διὰ Χριστοῦ ἡ υἱοθεσία ἡμῖν ἐπεισέρχεται, ἐπὶ τῷ μέντοιγε εἰς αὐτὸν καταντῆσαι “ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ “πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατε‐ “νώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ διὰ Χρι‐
20“στοῦ·” τούτοις γὰρ ἐπιφέρεται τὸ “εἰς αὑτόν.” “Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ.” τὸ τῆς εὐδοκίας ὄνομα οὐ πάνυ τι τετριμμένον ἐν τῇ τῶν Ἑλλήνων συνηθείᾳ νομίζω ὂν, ὠνοματοποιεῖσθαι δὲ ὑπὸ τῶν ἑρμηνευσάντων· ἐχρήσαντο γὰρ τῇ λέξει ἐπὶ τῶν προφητικῶν, ὡς ἐν τῷ πδ ψαλμῷ, “εὐδόκησας,
25“Κύριε, τὴν γῆν σου.” καὶ ἐν ρε, “μνήσθητι ἡμῶν, Κύριε, ἐν “τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου.” καὶ ἐν τῷ Ἀμβακοὺμ, “καὶ ἐὰν “ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ·” πλὴν ἡ εὐδο‐ κία ἐμφαίνει, τὸ εὖ καὶ τὸ δοκεῖν· ὥστε μὴ ἂν λεχθῆναι ἐπὶ τῶν δοκούντων ἡμῖν οὐ καλῶς, ἀλλ’ ἐπὶ μόνων τῶν ἐπαινετῶς δοκούντων·
30ζητητέον οὖν, πῶς ἐν ἀγάπῃ προορίσας εἰς υἱοθεσίαν οὓς προώρισεν ὁ Θεὸς, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ προώρισε· καὶ ἀπόδειξιν εὑρετέον, τοῦ εὐδοκίαν εἶναι τοῦ θελήματος αὐτοῦ ἐπὶ τούτοις· καὶ γὰρ ἐπὶ τῷ ἐπαινεῖσθαι τῆς εἰς τοὺς σωζομένους
χάριτος αὐτοῦ τὴν δόξαν, εὐδόκησεν αὐτοῦ τὸ θέλημα.107

108

Θεόδωρος δέ φησιν, ἵνα εἴπῃ ὅτι σφόδρα ἤρεσεν αὐτῷ ταῦτα περὶ ἡμᾶς διαπράξασθαι· ὡς γὰρ ἐν εὐχαριστίας προσχήματι λέγων αὐτὰ, πανταχόθεν αὔξει τῶν γεγονότων τὴν χάριν τῷ μεγέ‐ θει τῶν πραγμάτων.
5 Σευηριανὸς δέ φησι, εἰ κατὰ τὸν νόμον ἡ θέλησις ἐνέργειά ἐστι, τίς ἡ εὐδοκία ἡ ταύτης τῆς θελήσεως; οὐ γὰρ ἂν εἶπε θέλησιν θελήματος, “εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ·” προ‐ λαβὼν ἤδη εἶπον, ὅτι κατακοσμεῖ τὸν ἑαυτοῦ λόγον, τῷ ἀξιώματι τῆς οἰκονομίας.
10 Θεόδωρος δὲ ὧδε λέγει· ὥστε, φησὶν, ὑπὲρ τούτων ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι δίκαιον αὐτοῦ παρ’ ἡμῶν, ἀνθ’ ὧν οἰκείᾳ χάριτι τοσαύτης ἡμῖν μετέδωκε δόξης. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης οὕτω φησί· τουτέστι, διὰ τὸ σφοδρῶς θελῆσαι ἡ ἐπιθυμία αὐτοῦ, ὡς ἄν τις εἴποι, αὕτη
15ἐστί· πανταχοῦ γὰρ εὐδοκία τὸ θέλημά ἐστι τὸ προηγούμενον· ἔστι γὰρ καὶ ἄλλο θέλημα· οἷον θέλημα πρῶτον, τὸ μὴ ἀπολέ‐ σθαι ἡμαρτηκότας· θέλημα δὲ δεύτερον, τὸ γενομένους κακοὺς ἀπολέσθαι. οὐ γὰρ δὴ ἀνάγκῃ αὐτοὺς κολάζει, ἀλλὰ θέλων· τοιοῦτο καὶ ἐπὶ Παύλου ἔστιν ἰδεῖν, οἷον ὡς ὅταν λέγῃ, “θέλω
20“πάντας ἀνθρώπους εἷναι ὡς καὶ ἐμαυτόν.” θέλω πάλιν νεωτέρας γαμεῖν, τεκνογονεῖν· εὐδοκίαν οὖν, τὸ πρῶτον θέλημα φησί· τὸ σφοδρὸν θέλημα, τὸ μετ’ ἐπιθυμίας θέλημα, ὃ ἐφ’ ἡμῶν· οὐ γὰρ παραιτήσομαι καὶ κοινοτέρᾳ λέξει χρήσασθαι, σαφηνείας ἕνεκεν τῶν ἀφελεστέρων, ὃ λέγομεν ἡμεῖς πίσμα· κατὰ τὸ πίσμα ἡμῶν·
25τουτέστι σφόδρα ἐφίεται, σφόδρα ἐπιθυμεῖ τῆς σωτηρίας τῆς ἡμετέρας· τίνος οὖν ἕνεκα οὕτως ἡμᾶς ἀγαπᾷ, οὕτως ἡμᾶς φιλεῖ; ἀπὸ ἀγαθότητος μόνης· ἡ γὰρ χάρις, ἀγαθότητος ἐστί· διὰ τοῦτο, φησὶν, εἰς υἱοθεσίαν ἡμᾶς προώρισε, θέλων καὶ σφόδρα τοῦτο βου‐ λόμενος, ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ.
30 Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ.
Ἵνα ἡ τῆς χάριτος αὐτοῦ, φησι, δόξα δειχθῇ, “ἐν ᾗ ἐχαρίτωσεν108

109

“ἡμᾶς·” οὐκοῦν εἰ εἰς τοῦτο ἡμᾶς ἐχαρίτωσεν εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, καὶ ἵνα δείξῃ τὴν χάριν αὐτοῦ, μένωμεν ἐν αὐτῇ· “εἰς ἔπαινον δόξης,” φησὶν, ἵνα τίς αὐτὸν ἐπαινέσῃ καὶ δοξάσῃ, ὥστε τὴν πρὸς αὐτὸν ἀγάπην θερμοτέραν ἡμῖν ἐγγενέσθαι· οὐδενὸς
5γὰρ ἐφίεται τῶν παρ’ ἡμῶν, ἀλλ’ ἢ τῆς σωτηρίας ἡμῶν, καὶ πάντα διὰ τοῦτο ποιεῖ· ἣν ἐχαρίτωσεν ἡμᾶς φησι· τουτέστιν οὐ μόνον ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐπεράστους ἐποίησεν, ἐπιθυ‐ μοῦσι γὰρ ἄγγελοι παρακύψαι πρὸς τοιαύτην ψυχήν. Διὰ τοῦ ἠγαπημένου, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρω‐
10σιν διὰ τοῦ αἵματος αὐτοῦ. Πῶς; οὐ μόνον ὅτι τὸν Υἱὸν δέδωκε, θαυμαστὸν, ἀλλ’ ὅτι καὶ τούτῳ τῷ τρόπῳ, ὥστε καὶ σφάξαι αὐτόν· τὸν ἀγαπώμενον, ὑπὲρ τῶν μισουμένων. ὅρα πῶς ἡμᾶς τιμᾶται· εἰ ὅτε αὐτὸν ἐμισοῦμεν καὶ ἐχθροὶ ἦμεν, τὸν ἀγαπώμενον ἔδωκε, τί οὐ ποιήσει λοιπόν; πρό‐
15τερον δὲ τὴν υἱοθεσίαν εἰπὼν, καὶ ἁγιασμὸν, καὶ ἀμώμους, τότε τὸ πάθος φησίν. οὐκ ἀπὸ μεγάλων ἐπὶ τὰ μικρὰ κατάγων τὸν λόγον, ἀλλὰ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μεγάλα· οὐδὲν γὰρ οὕτω μέγα, ὡς τὸ αἷμα ἐκχυθῆναι τοῦ Υἱοῦ ὑπὲρ ἡμῶν· μέγα μὲν γὰρ τὸ ἀφεθῆναι τῶν ἁμαρτημάτων, ἀλλὰ μεῖζον, τὸ διὰ τοῦ αἵματος
20τοῦ δεσποτικοῦ. Ὠριγένης φησὶν, ἠγαπημένος ἁπλῶς λέγεται ὁ Σωτήρ· ἐπεὶ κἂν πλανῶνται οἱ ἄνθρωποι περὶ τὴν τῆς δικαιοσύνης κατάληψιν καὶ τῆς ἀληθείας καὶ τῆς σοφίας, πλὴν πάντες ἂν ὁμολογήσαιεν ἀγαπᾶν σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην. διὰ τοῦτο ἠγαπη‐
25μένος λέγεται ὁ μονογενὴς τοῦ Θεοῦ, πάντων ἀγαπώντων τὰ ἐπι‐ νοούμενα αὐτῷ· ἤτοι δὲ σφαλλομένων τοῦ σκοποῦ, ἢ ἐπιτυγχα‐ νόντων· ὥσπερ πάντες τεθήπασι τὸν Θεὸν, σφάλλονται δὲ οἱ ἀποπίπτοντες τῆς ὑγιοῦς ἐννοίας περὶ τοῦ Θεοῦ. Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος
30αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων. Ἀπολύτρωσις, ἡ λύτρωσις γίνεται τῶν αἰχμαλώτων καὶ γενο‐ μένων ὑπὸ τοῖς πολεμίοις· γεγόναμεν δὲ ὑπὸ τοῖς πολεμίοις, τῷ ἄρχοντι τοῦ αἰῶνος τούτου καὶ ταῖς ὑπ’ αὐτὸν πονηραῖς δυνάμεσιν·
καὶ διὰ τοῦτο ἐδεήθημεν ἀπολυτρώσεως καὶ τοῦ ἐξαγοράζοντος109

110

ἡμᾶς, ἵνα ἡμᾶς ἀπαλλοτριωθέντας αὐτοῦ ἀπολάβῃ· ἔδωκεν οὖν ὁ Σωτὴρ τὸ ὑπὲρ ἡμῶν λύτρον, τὸ ἑαυτοῦ αἷμα· διόπερ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπ‐ τωμάτων· τῇ ἀπολυτρώσει ἕπεται ἡ ἄφεσις τῶν παραπτωμά‐
5των· πρὶν ἀπολυτρωθῆναι τινὰ, οὐκ ἐνδεχομένης αὐτῷ γενέσθαι ἀφέσεως παραπτωμάτων· πρῶτον οὖν ἀπολυτρωθῆναι ἡμᾶς δεῖ, καὶ μηκέτι εἶναι ὑπὸ τῷ αἰχμαλωτεύσαντι καὶ κεκρατηκότι· ἵνα ἐλευθερωθέντες καὶ ἔξω γενόμενοι τῶν, ἵν’ οὕτως εἴπω, χειρῶν αὐτοῦ, ἐπ’ ὠφελείᾳ δυνηθῶμεν λαβεῖν τὴν ἄφεσιν τῶν παραπτω‐
10μάτων, καὶ θεραπευθέντων ἀπὸ τῶν τραυμάτων τῆς ἁμαρτίας, ἐνερ‐ γῆσαι κατὰ εὐσέβειαν καὶ τὰς λοιπὰς ἀρετάς. Κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς. Ὁ νοήσας τί ἐστι “χάριτι ἐστὲ σεσωσμένοι, καὶ οὐκ ἐξ ἔργων·”
15καὶ συγκρίνων παραπτώματα παραπτώματι, βλέποι ἂν κατὰ τὴν λέγουσαν παραβολὴν, περὶ τῶν πεντακοσίων καὶ πεντήκοντα δηνα‐ ρίων, τίς ὀφείλει πλείονας χάριτας ὁμολογεῖν τῷ συγχωρήσαντι τὸ χρέος οἰκοδεσπότῃ· ἔτι δὲ θεωρῶν πῶς “οὐκ ἄξια τὰ παθήματα τοῦ “νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀνακαλυφθῆναι εἰς ἡμᾶς,”
20τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χάριτος συνίδοι ἂν, καὶ ὡς ἐπερίσσευσεν οὕτως ἐπὶ τοὺς κλητοὺς καὶ ἐκλεκτοὺς μάλιστα, τοὺς ἀλλοτρίους τῶν διαθηκῶν τοῦ Θεοῦ καὶ ξένους τῶν ἐπαγγελιῶν αὐτοῦ τῷ παραπτώματι τοῦ Ἰσραὴλ, ἑλκυσθέντας ἀπὸ τῆς πατρικῆς χρη‐ στότητος ἐπὶ τὴν σωτηρίαν· ἔτι δὲ μᾶλλον τὸν πλοῦτον τῆς χρη‐
25στότητος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς μακαρίους, μεῖζον τίς κατανοῆσαι θεωρῶν τὸ “οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν,” καὶ τὸ “εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι·” καὶ τὸ περὶ τοῦ ἐπὶ πᾶσι λεγομένου ἔσεσθαι, “δὸς ἵνα ὡς ἐγὼ καὶ σὺ ἓν ἐσμὲν, ἵνα “καὶ αὐτοὶ ἐφ’ ἡμῖν ἓν ὦσιν.” οὗτος δὲ ὁ πᾶς πλοῦτος τῆς χά‐
30ριτος τοῦ Θεοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς ἁγίους, ἀπό τινος ἀρχῆς ἐπιχορηγούμενος καὶ αὔξων καὶ πληθυνόμενος, ἤτοι ἀντιφιλοτι‐ μούμενον καὶ συμπαρεκτεινόμενον κατὰ τὸ δυνατὸν ἔχει τὸν τυγχά‐ νοντα τῶν προειρημένων, ἢ ἀπολειπόμενον κατὰ τὸ ἐνδεχόμενον
ποιεῖν πάντα τὰ ἐπιβάλλοντα.110

111

Εἰ μὲν οὖν ἀπολείποιτό τις, οἱονεὶ κενὴ γένοιτ’ ἂν πρὸς τὸν τοιοῦτον ἡ χάρις· εἰ δὲ τὰ παρ’ αὐτοῦ ἀνελλιπῶς ποιῆσαι λέγοι ἂν τὸ ἀποστολικὸν “ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐ κενὴ ἐγενήθη.” (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, ὅτι τὸ διὰ
5τοῦ αἵματος τοῦ δεσποτικοῦ λυτρωθῆναι, πολλῷ μεῖζον ἁπάντων· ὅρα πῶς καὶ ἐνταῦθα ἀνεβόησε· “κατὰ τὸν πλοῦτον τῆς χάριτος “αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς·” πλοῦτος μὲν γὰρ κἀκεῖνο, τὸ τῆς υἱοθεσίας, τὸ τῆς ἀφέσεως τῶν παραπτωμάτων· πολλῷ δὲ πλέον οὗτος καὶ πλοῦτος, καὶ ἐπερίσσευσε· τουτέστιν, ἄφατος ἐξε‐
10χύθη· οὐκ ἔνεστι λόγῳ παραστῆσαι, ὧν διὰ τῶν ἔργων ἐπειράθημεν· ὥστε πάντοθεν ἀμήχανον αὐτὸν λεχθῆναι. Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ. Τουτέστι, σοφοὺς καὶ φρονίμους ποιήσας, τὴν ὄντως σοφίαν,
15τὴν ὄντως φρόνησιν. βαβαὶ πόση φιλία. τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει, τοῦ θελήματος αὐτοῦ φησιν· ὡς ἂν εἴποι τις, τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡμῖν ἐγνώρισε· τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης σοφίας γέμον καὶ φρονήσεως· τί γὰρ ταύτης τῆς σοφίας ἴσον ζητεῖς; τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως
20εἰς πλοῦτον ἀγάγῃ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν τούτῳ τῷ καιρῷ· καὶ τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ σταυροῦ· μακρὸς ἐνταῦθα λόγος δεῖξαι, πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο. Πάλιν “κατὰ τὴν εὐδοκίαν αὐτοῦ,” φησιν, “ἣν προέθετο ἐν
25“αὐτῷ.” τουτέστι τοῦτο ἐπιθυμεῖ, τοῦτο ὤδινεν, ὡς ἄν τις εἴποι, ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. ποῖον δὴ τοῦτο; ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται· τοῦτο δὲ γέγονεν, Εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακε‐ φαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς
30οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ. Ἀπέσχιστο, φησὶ, τὰ ἐπουράνια τῶν ἐπιγείων· οὐκ εἶχε μίαν κεφαλήν· κατὰ μὲν γὰρ τὸν τῆς δημιουργίας λόγον, εἷς Θεὸς ἦν· κατὰ δὲ τὸν τῆς οἰκειώσεως, οὐκέτι, τῆς Ἑλληνικῆς πλάνης κεχυ‐
μένης· “εἰς οἰκονομίαν” φησὶ “τοῦ πληρώματος τῶν καιρῶν·”111

112

πλήρωμα τῶν καιρῶν αὐτὸ ἐκάλεσεν· ὅρα πῶς ἀκριβῶς φθέγγεται· καὶ τὴν μὲν ἀρχὴν ἀπὸ τοῦ πατρὸς δείξας, τὴν πρόθεσιν, τὴν βουλὴν, τὴν πρώτην ὁρμήν· τὴν δὲ διὰ τῶν ἔργων ἐκπλήρωσιν, διὰ τοῦ Χριστοῦ· οὐδαμοῦ διάκονον αὐτὸν ὀνομάζει.
5 Ὠριγένης φησί· τί τὸ “πάσῃ σοφίᾳ,” καὶ μετὰ τοῦτο, τί τὸ “φρονήσει,” κέχρηται τῇ λέξει; καὶ Ἰησοῦς ἐν τῇ Σοφίᾳ, ἀρξάμενος ἀπὸ τοῦ “πᾶσα σοφία παρὰ Κυρίου, καὶ μετ’ αὐτοῦ “ἐστιν εἰς τὸν αἰῶνα·” εἴ τις οὖν κατενόησε τὰ βλεπόμενα καὶ τίνα τὰ ἐν αὐτοῖς ἢ καὶ ἔξω αὐτῶν μὴ βλεπόμενα, καὶ κατακερ‐
10ματίσας τῷ λόγῳ, ἴδια τὰ ἀόρατα καὶ ἴδια τὰ ὁρατὰ, ἐξετάζοι τὴν σοφίαν ᾖ τὰ πάντα πεποίηκεν ὁ Θεὸς “πάντα γὰρ ἐν σοφίᾳ” φησὶν ὁ Δαβὶδ “ἐποίησας,” οὗτος τὴν παρὰ Κυρίου πᾶσαν ἐπι‐ βλέποι σοφίαν· ἀλλ’ εἰκὸς τινὰ ἀπογνόντα, τὸ ἤδη δύνασθαι ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γενέσθαι τὸν ἔτι τὸ σῶμα τοῦτο
15περικείμενον, κατακούοντα δὲ καὶ τοῦ “ἐκ μέρους γινώσκομεν καὶ “ἐκ μέρους προφητεύομεν,” προσκόψειν τῷ “ἐν πάσῃ σοφίᾳ “καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ·” ὡς κατακεχαρισμένως μᾶλλον, ἢ ἀληθῶς εἰρημένῳ· ἵνα γὰρ καὶ ἐν σοφίᾳ γνωρισθῇ Παύλῳ καὶ τοῖς παραπλησίοις αὐτῷ τὸ μυστή‐
20ριον τοῦ Θεοῦ, ἀλλ’ οὐκ ἐν πάσῃ σοφίᾳ γνωρίζεται πάντα αὐτῷ ἐκ μέρους γινώσκοντι, καὶ ἐκ μέρους προφητεύοντι· ὅρα οὖν εἰ μὴ πρὸς τὴν ζήτησιν ταύτην, ἄλλη διαστολὴ τῆς ἀναγνώσεως ἁρμόζει τῶν κατὰ τὸν τόπον, οὕτως ἔχουσα· “εἰς ἔπαινον δόξης τῆς χάρι‐ “τος αὐτοῦ, ἧς ἐχαρίτωσεν ἡμᾶς, ἐν τῷ ἠγαπημένῳ· ἐν ᾧ ἔχομεν
25“τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν “παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπε‐ “ρίσσευσεν εἰς ἡμᾶς, ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει.” Ἐνθάδε καταπαύσας τὴν τούτου τοῦ τόπου διαστολὴν, ἀπ’ ἄλλης ἀρχῆς οὕτως ἀναγνώσεται τὸ “γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελή‐
30“ματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ.” ὥστε τὸ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, μὴ ἐφαρμόζειν τῷ “γνωρίσας ἡμῖν τὸ μυστήριον “τοῦ θελήματος αὐτοῦ,” ἀλλὰ τοῖς ἀνωτέρω· “ἐχαρίτωσε γὰρ “ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ, καὶ τῇ “αὐτοῦ φρονήσει ὁ Θεός.” ἀλλὰ καὶ “ἐν τῷ ἠγαπημένῳ ἔχοντες
35“τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ,” ἐν πάσῃ σοφίᾳ112

113

καὶ φρονήσει τοῦ Θεοῦ ἐλάβομεν ταῦτα· καὶ ἐν πάσῃ σοφίᾳ αὐτοῦ καὶ φρονήσει τετυχήκαμεν τῆς ἀφέσεως τῶν παραπτωμά‐ των· περισσεύοντος αὐτοῦ εἰς ἡμᾶς τοῦ πλούτου τῆς χάριτος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει· ἅπερ πάντα πεποίηκε,
5“γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν “εὐδοκίαν αὐτοῦ.” Ἐὰν δὲ ᾖ καὶ ἡ προτέρα ἀνάγνωσις, τοιοῦτος ἀποδοθήσεται λόγος, μὴ ἐναντιούμενος τῇ ἐνεργείᾳ τοῦ ἐκ μέρους γινώσκειν, καὶ τοῦ δοκοῦντος καταλαμβάνειν, ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ καὶ
10φρονήσει ὁ Θεὸς ἡμᾶς ᾠκονόμησε, “γνωρίσας τὸ μυστήριον τοῦ “θελήματος αὐτοῦ.” ἵνα γὰρ δυνηθῶμεν γνωρίσαι τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, καὶ τοῦτο χωρῆσαι ἐξισχύσωμεν, σώματα ταπεινώσεως περικείμενοι, πάσης σοφίας Θεοῦ οἰκονομούσης ἡμᾶς χρῄζομεν· καὶ εἴπερ τὸ τῶν μυστηρίων ὄνομα ἐπὶ τῶν θείων καὶ
15ἀπορρήτων καὶ μὴ ἐπιτηδείων φθάνειν εἰς πολλοὺς παραλαμ‐ βάνεται, δηλονότι καὶ περὶ τῶν σωθησομένων θελήματι τοῦ Θεοῦ, μυστηρίου ἔχεται· τὸ γὰρ πολὺ πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κέκρυπται τοῖς φοβουμένοις αὐτὸν, καθὼς φησὶν ὁ Δαβὶδ, “ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας
20“τοῖς φοβουμένοις σε.” ἐπίστησον δὲ εἰ διαφέρει προορισμὸς καὶ πρόθεσις· ὡς μετὰ τὸν προορισμὸν τὴν πρόθεσιν γίνεσθαι· ὥστε οἷον κατὰ μὲν τὰ ἐννοήματα τοῦ Θεοῦ γίνεσθαι τὸν προορισμόν· κατὰ δὲ ταῦτα, ἤδη τὴν περὶ ὧν προώρισε πρόθεσιν οὐσιωμένων πῶς ἐπακολουθεῖν, καὶ εἰς ἔργον ἐρχομένων τοῦ προορισμοῦ· ὅθεν
25καὶ πρότερον μὲν γέγραπται τὸ “ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς “υἱοθεσίαν,” δεύτερον δὲ, “κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο “ἐν αὐτῷ.” Ἐξεταστέον δὲ, τί ἐστι “τὸ πλήρωμα τῶν καιρῶν·” τούτῳ δὲ παράκειται, τὸ “πλήρωμα τοῦ χρόνου,” παρὰ τῷ αὐτῷ λεγόμενον
30Παύλῳ· “ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ “Θεὸς τὸν Υἱὸν αὐτοῦ.” ὥσπερ δὲ ὁ καιρὸς τοῦ παραλαβεῖν τὴν πατρῴαν κτῆσιν τὸν κληρονόμον γενόμενον ἐν ἡλικίᾳ ἀνδρὸς, πλή‐ ρωμα ἄν πως ὀνομάζοιτο τοῦ χρόνου αὐτοῦ ἢ τοῦ καιροῦ αὐτοῦ· οὕτως ἐν πληρώματι τῶν καιρῶν γένοιτ’ ἂν ὁ διὰ τῶν φερουσῶν
35ἐπὶ τὴν τελειότητα ὁδῶν καὶ προκοπῶν καταντήσας ἐπὶ τὸ δύ‐113

114

νασθαι τὰ προωρισμένα καὶ προτεθειμένα ὑπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις λαβεῖν. Θεόδωρος. Καὶ Θεόδωρος δέ φησι, μυστήριον τοῦ θελήματος τοῦ Θεοῦ λέγει, τὸ ἀποκεκρυμμένον αὐτοῦ θέλημα καὶ ἄδηλον τοῖς
5πᾶσι μυστήριον αὐτὸ καλῶν· ὅπερ οὖν φησι, πόρρωθεν αὐτῷ δο‐ κοῦν καὶ προωρισμένον ἦν, τοῦτο μετὰ πολλῆς σοφίας καὶ φρονή‐ σεως ἐγώρισεν ἡμῖν· ἵνα εἴπῃ, ἐπ’ αὐτῶν ἔδειξε τῶν πραγμάτων· διατί δὲ νῦν εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν; ἐπειδὴ κατὰ τάξιν πάντα οἰκονομεῖσθαι ἔδει.
10 Ὅτε οὖν ἐπληρώθησαν οἱ καιροὶ τῶν λοιπῶν, τότε κατὰ τὴν ἄνωθεν οἰκονομουμένην τάξιν, ἐπὶ τῶν οἰκείων καιρῶν καὶ τὰ περὶ τὸν Χριστὸν ἐδείχθη. Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ.
15Ὠριγένης φησὶ, τὸ ὄνομα τῆς ἀνακεφαλαιώσεως εἴρηται ἐπὶ τῶν τραπεζητικῶν καὶ τῶν παραπλησίων συμψηφιζομένων λόγων, καὶ εἰς ἓν κεφάλαιον συναγομένων δόσεων καὶ ἀναλωμά‐ των ἢ λήψεων. ὅθεν οἴομαι καὶ τὸν Ἀπόστολον ἐνταῦθα κεχρῆ‐ σθαι τῇ λέξει. πολλῶν γὰρ ὄντων λόγων τῆς οἰκονομίας τῶν ἐν
20οὐρανοῖς καὶ διοικήσεως τῶν ἐπὶ γῆς πάντων, ἅτε ἑνὸς τοῦ σύμ‐ παντος κόσμου μερῶν τυγχανόντων συμπνεόντων καὶ συννευόντων εἰς ἓν ἀποτέλεσμα, ἀνακεφαλαίωσίς ἐστιν ἐν τῷ Χριστῷ. Οὐ μόνον γὰρ οἱ κατακερματισμοὶ τῶν οἰκονομουμένων καὶ οἱ καθ’ ἕνα λόγοι τῶν διοικουμένων εἰσὶν ἐν τῷ τοῦ Θεοῦ Λόγῳ καὶ τῇ
25σοφίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἡ ἀνακεφαλαίωσις, καὶ ὡσὰν εἴποι τίς συγκεφαλαίωσις πάντων. κεφάλαιον λέγεται πολλάκις καὶ τὸ περιληπτικὸν νόημα. κεφάλαιον γ’ οὖν φησιν ἐπὶ τοῖς λεγομένοις· καὶ κεφαλαίωσον ἐν ὀλίγοις πολλά. κεφάλαιον δὲ λέγεται, ὡς οἶμαι, ἀπὸ τοῦ καὶ τὴν κεφαλὴν ἡμῶν ἅπαντα ἔχειν ἐν αὐτῇ, καὶ
30τὰ ὅλα ἡμῖν τῆς ζωῆς αἰσθητήρια ὡς ἐν κεφαλαίῳ. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ “πλήρωμα “τῶν καιρῶν,” ἡ παρουσία αὐτοῦ ἦν. ἐπεὶ οὖν πάντα ἔπραξε, καὶ δι’ ἀγγέλων καὶ διὰ τῶν προφητῶν, καὶ διὰ νόμου· καὶ οὐδὲν
πλέον ἐγένετο, ἀλλ’ ἐκινδύνευσεν εἰκῆ γεγενῆσθαι ὁ ἄνθρωπος·114

115

μᾶλλον δὲ καὶ ἐπὶ κακῷ πάντων ἀπολλυμένων ἁπλῶς, καὶ μει‐ ζόνως ἢ ἐπὶ τοῦ κατακλυσμοῦ, εὗρε ταύτην τὴν οἰκονομίαν τὴν διὰ τῆς χάριτος, ὥστε μὴ εἰκῆ μηδὲ μάτην αὐτὸν γεγενῆσθαι· τὸ πλήρωμα τῶν καιρῶν τοῦτο λέγει καὶ σοφίαν· ὅτι ὅτε μάλιστα
5ἔμελλον ἀπόλλυσθαι, τότε διεσώθησαν· καὶ τὰ διὰ μακροῦ χρόνου οἰκονομούμενα, ἀνεκεφαλαιώσατο ἐν αὐτῷ. τουτέστι, συνέτεμε· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. καὶ ἐκεῖνα περιέλαβε, καὶ ἕτερα προσέθηκε. τοῦτό ἐστιν ἀνακεφαλαίωσις. ἔστι καὶ ἕτερόν τι δηλούμενον· μίαν κεφαλὴν ἅπασιν ἐπέθηκε τὸν
10Χριστὸν, καὶ ἀνθρώποις καὶ ἀγγέλοις· καὶ ὑπὸ μίαν ἤγαγε κεφα‐ λήν· οὕτως γὰρ ἂν γένοιτο ἕνωσις ἀκριβὴς καὶ συνάφεια. Σευηριανὸς δέ φησιν, ἐπειδὴ ἔπεσεν ὁ πλασθεὶς διὰ τῆς παρακοῆς, καὶ ἀσεβησάντων ἀνθρώπων, ἀπηλλοτριώθη τὰ ἐπου‐ ράνια τῶν ἐπιγείων, ἐλθὼν, πάντα ἀνεκεφαλαιώσατο· καὶ τοῦτο,
15μετὰ ταῦτα ἑτέρως φησὶ, εἰπὼν “εἰρηνοποιήσας τὰ ἐν τοῖς οὐρα‐ “νοῖς καὶ τὰ ἐπὶ τῆς γῆς.” αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν· ὁ ποιή‐ σας τὰ ἀμφότερα ἓν, τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας, διὰ τῆς εἰς Χριστὸν πίστεως. Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρό‐
20θεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, πανταχοῦ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐσπούδασεν ὁ Παῦλος τὴν περὶ ἡμᾶς δεῖξαι, ὡς αὐτῷ δυνατόν. ὅτι γὰρ μετὰ ἀκριβείας οὐχ οἷόν
25τε, ἄκουσον τί φησὶν αὐτός· “ὢ βάθος πλούτου καὶ σοφίας καὶ “γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξ‐ “ιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.” πλὴν, ἀλλ’ ὡς οἷόν τε δείκνυσι· τί οὖν, φησίν; εἶπεν “ἐξελέξατο ἡμᾶς” ἀνωτέρω· ἐνταῦθα, “ἐκλη‐ “ρώθημεν·” ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συντυχίας πρᾶγμα ἐστὶν, οὐ
30προαιρέσεως οὐδὲ ἀρετῆς· ἀγνοίας γὰρ καὶ ἐπιτυχίας ἔχεται· καὶ τοὺς ἐναρέτους πολλάκις ἀφεὶς, τοὺς οὐδενὸς ἀξίους λόγου, τού‐ τους εἰς μέσον παρήγαγεν. ὅρα πῶς αὐτὸ διορθοῦται· “προο‐ “ρισθέντες” φησὶ “κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος·”
τουτέστιν, οὐχ ἁπλῶς ἐκληρώθημεν· ὥσπερ οὐδὲ ἁπλῶς ἐξελέγη‐115

116

μεν· Θεὸς γὰρ ὁ ἐκλεξάμενος καὶ κληρωσάμενος, ἀλλὰ κατὰ πρόθεσιν· τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους, γράφων φησὶ, “τοῖς “κατὰ πρόθεσιν κλητοῖς οὖσιν· οὓς καὶ ἐκάλεσεν, οὓς καὶ ἐδι‐ “καίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε·” πρότερον
5εἰπὼν “τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν,” ὁμοῦ καὶ τὸ ἐξαίρετον τὸ πρὸς τοὺς ἄλλους δηλῶσαι βουλόμενος καὶ κλῆρον εἶπε. καὶ ὥστε τὸ αὐτεξούσιον μὴ ἀφελέσθαι, ὅπερ ἐστὶ μακαριότητος, μᾶλ‐ λον αὐτὸ τίθησιν. ὁ γὰρ κλῆρος οὐκ ἀρετῆς ἐστὶν ἀλλὰ συντυ‐ χίας. ὡσανεὶ ἔλεγε, κλήρου γενομένου, ὑμᾶς ἐξελέξατο· τὸ δὲ
10ὅλον ἀπὸ τῆς προαιρέσεως· προορισθέντας, τουτέστιν ἑαυτῷ ἐκ‐ λεξάμενος, ἀφώρισεν· οἷον, ἑώρα ὑμᾶς πρὶν ἢ γενέσθαι, κεκληρω‐ μένους· θαυμαστὴ γὰρ ἡ τοῦ Θεοῦ πρόγνωσις, καὶ πάντα εἰδυῖα πρὶν γενέσεως αὐτῶν. Σὺ δὲ θέα, πῶς πανταχοῦ σπουδὴν ποιεῖται δεῖξαι, ὅτι οὐκ ἐκ
15μετανοίας, ἀλλ’ ἄνωθεν τὰ πράγματα οὕτω τετύπωτο· ὥστε μηδὲν ἡμᾶς ἔχειν τῶν Ἰουδαίων ἔλαττον κατὰ τοῦτο· διὰ τοῦτο πάντα ὑπὲρ τούτου ποιεῖ. πῶς οὖν φησὶν αὐτὸς ὁ Χριστὸς, “οὐκ ἀπε‐ “στάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ;” πάλιν ὁ Παῦλος ἔλεγεν· “ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι
20“τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους “κρίνετε αὐτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη;” διὰ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου νομίσῃ τίς τοῦτο γεγενῆσθαι· “κατὰ πρόθεσιν” φησὶ τοῦ τὰ πάντα ἐνεργοῦντος “κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ·” τουτέστιν, οὐδὲν μετὰ
25ταῦτα ἐνήργησε· πάντα ἄνωθεν διατυπώσας οὕτως, αὐτὸς ἐπάγει “πάντα κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ,” ὥστε οὐκ ἐπειδὴ Ἰουδαῖοι οὐ προσεῖχον, διὰ τοῦτο τὰ ἔθνη ἐκάλεσεν, οὐδὲν ἀναγκα‐ σθεὶς, οὐδὲ ἐξ ἐκείνων ὁρμηθείς. Σευηριανὸς δέ φησι, φανερῶς ἐνταῦθα, ἄλλο ἐνέργειαν λέγει
30καὶ ἄλλο βούλησιν· εἰπὼν “τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν “βουλὴν,” εἶπε “τοῦ θελήματος,” ἵνα δείξῃ κεκριμένον τὸ θέ‐ λημα· ἅπερ ἄν τις ἀπὸ βουλῆς καλῆς ἐβεβαίωσε, ταῦτα κρίσει ὥρισται, λέγων ἐχρήσατο ταῖς φωναῖς. Ὠριγένης φησὶν, ὅσα ἐνεργεῖ ὁ Θεὸς καὶ πράττει καὶ ἐπιτε‐
35λεῖ, ταῦτα πάντα κατὰ τὴν ἰδίαν βουλὴν τοῦ θελήματος αὐτοῦ116

117

ἐνέργει· οὐδὲν γάρ ἐστιν ὃ δύναται αὐτὸς ποιῆσαι πρᾶξαί τε παρὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ· πάντων γὰρ κρατεῖ καὶ ἄρχει τῶν ὅλων· ἵνα δὲ τὸ περιεσκεμμένον ὁ Παῦλος παραστήσει τῶν ἐνεργείων τοῦ Θεοῦ κατὰ τὸ θέλημα αὐτοῦ γινομένων, προέταξε
5τοῦ θελήματος τὴν βουλήν· πάντων γὰρ μᾶλλον ὁ Θεὸς μετὰ βουλῆς πάντα ποιεῖ· διόπερ πάντα ἐνεργεῖ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. Εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προ‐ ηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες
10τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, τουτέστι, “δι’ “οὗ.” ὅρα πανταχοῦ τὸν Χριστὸν πάντων αἴτιον γινόμενον, καὶ οὐδαμοῦ τὸ τοῦ ὑπουργοῦ ὄνομα, οὐδὲ τὸ τοῦ διακόνου· ὥσπερ καὶ
15ἀλλαχοῦ φησὶν Ἑβραίοις γράφων· “ὅτι πάλαι λαλήσας τοῖς “πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, “ἐλάλησεν ἡμῖν ἐν Υἱῷ·” τουτέστιν, δι’ Υἱοῦ· τὸν λόγον φησὶ τῆς ἀληθείας, οὐκέτι τὸν τοῦ τύπου οὐδὲ τὸν τῆς εἰκόνος. “τὸ “Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν·” καὶ καλῶς Εὐαγγέλιον αὐτὸ
20σωτηρίας καλεῖ· τὸ μὲν, πρὸς τὸν νόμον αἰνιττόμενος· τὸ δὲ, πρὸς τὴν μέλλουσαν κόλασιν· οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ κήρυγμα, ἀλλ’ ἢ σωτηρίας Εὐαγγέλιον· ὅτι τοὺς ἀξίους ἀπόλλυσθαι, οὐκέτι ἀπόλ‐ λυσιν. Θεόδωρός φησι, τῷ γὰρ αὐτῷ δὴ τρόπῳ, φησὶ, τῶν τοῦ
25Εὐαγγελίου ῥημάτων ἀκούσαντες, τῇτε πίστει προσεληλύθατε, καὶ τῇ τοῦ Πνεύματος μετουσίᾳ τὴν βεβαίωσιν ἐδέξασθε· τοῦτο γὰρ λέγει τὸ “ἐσφραγίσθητε·” προσεγίνετο δὲ αὐτοῖς διὰ τῆς τοῦ Πνεύματος χάριτος, ἡ βεβαίωσις τῶν ἀκολουθούντων ὡς εἰκὸς θαυμάτων, μειζόνως εἰς τὴν πίστιν ἐπίσφιγγον αὐτούς· κα‐
30λῶς δὲ αὐτὸ Πνεῦμα τῆς ἐπαγγελίας ἐκάλεσεν· ἐπειδὴ πάντα τὰ προσδοκώμενα αὐτοῖς ἐπὶ τοῦ μέλλοντος αἰῶνος προσέσθαι ἀγαθὰ, τῇ τοῦ Πνεύματος μετουσίᾳ. Ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ὑμῶν.
Κληρονομίαν τῶν τότε καλεῖ τὴν ἀπόλαυσιν· ἅτε δὴ βεβαίως117

118

αὐτοῖς διδομένων· ἀρραβῶνα δὲ τῆς κληρονομίας, τὴν ἐνταῦθα δόσιν τοῦ Πνεύματος· ἐπειδὴ τὰς περὶ τῶν μελλόντων ἐπαγγε‐ λίας δεχόμενοι, καὶ τὴν τελείαν τοῦ Πνεύματος προσδοκῶντες μετάδοσιν, βραχείαν τινὰ, ὥσπερ οὖν εἶπον, ἀπαρχὴν τοῦ παρόντος
5ἐλάμβανον. Ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ· ὅ ἐστιν ἀρραβὼν τῆς κληρο‐ νομίας ὑμῶν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, πάλιν πολλῆς
10προνοίας δεῖγμα, τὸ σφραγισθῆναι, οὐ τὸ ἀφορισθῆναι· οὐδὲ τὸ κληρωθῆναι μόνον, ἀλλὰ καὶ τὸ σφραγισθῆναι· καθάπερ γὰρ εἴτις τοὺς λαχόντας αὐτῷ δήλους ποιήσειεν, οὕτω καὶ ὁ Θεὸς ἀφώρισεν εἰς τὸ πιστεῦσαι, ἐσφράγισεν εἰς τὸ κληρονομῆσαι τὰ μέλλοντα. Ὅρα πῶς προϊόντος τοῦ χρόνου, θαυμαστοὺς αὐτοὺς ποιεῖ. ἕως
15μὲν γὰρ ἦσαν ἐν τῇ προγνώσει, οὐδενὶ ἦσαν δῆλοι· ἐπειδὴ δὲ ἐσφραγίσθησαν, δῆλοι γεγόνασιν· ἀλλ’ οὐχ ὡς ὑμεῖς. ἔσονται γὰρ πλὴν ὀλίγων δῆλοι. Ἐσφραγίσθησαν καὶ οἱ Ἰσραηλῖται, ἀλλὰ περιτομῇ, καθάπερ τὰ βοσκήματα καὶ τὰ ἄλογα· ἐσφραγίσθημεν καὶ ἡμεῖς, ἀλλ’ ὡς
20υἱοὶ Πνεύματι. τί ἐστι “Πνεύματι ἐπαγγελίας;” ἤτοι ὅτι κατ’ ἐπαγγελίαν αὐτὸ ἐλάβομεν· δύο γάρ εἰσιν ἐπαγγελίαι· μία μὲν διὰ τῶν προφητῶν, ἑτέρα δὲ ὑπὸ τοῦ Υἱοῦ. διὰ τῶν προφητῶν· ἄκουε τοῦ Ἰωὴλ λέγοντος· “ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ “πᾶσαν σάρκα,” καὶ τὰ ἑξῆς. ἄκουε δὲ πάλιν τοῦ Χριστοῦ λέ‐
25γοντος· “καὶ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος “ἐφ’ ὑμᾶς· καὶ ἐσεσθέ μοι μάρτυρες, ἔν τε Ἱερουσαλὴμ καὶ ἐν “πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.” Τεκμήριον οὖν ποιεῖται τῆς τῶν μελλόντων ἐπαγγελίας, τὰ ἤδη δεδομένα· διὰ τοῦτο καὶ “ἀρραβῶνα” καλεῖ· ὁ γὰρ ἀρραβὼν,
30μέρος ἐστὶ τοῦ παντός. Ἠγόρασε παρ’ ἡμῶν τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ ἔδωκεν ἡμῖν ἀρραβῶνα τέως. διατί οὖν μὴ τὸ ὅλον εὐθέως ἔδωκεν; ἐπειδὴ μηδὲ ἡμεῖς τὸ ὅλον εἰργασάμεθα. ἐπι‐ στεύσαμεν· τοῦτο ἀρχή· ἔδωκε καὶ αὐτὸς ἀρραβῶνα· ὅταν τὴν
πίστιν διὰ τῶν ἔργων δείξωμεν, τότε τὸ πᾶν προστίθησι· μᾶλλον118

119

δὲ καὶ ὅλην ἔδωκε τιμὴν, τὸ ἴδιον αἷμα, καὶ πάλιν ἄλλην ὑπέ‐ σχετο. (Σευηριανός.) Ἄλλος φησὶ, τῶν προεγνωσμένων, φησὶν, ἐστὲ καὶ ὑμεῖς, οἰκειούμενοι Χριστῷ δι’ ὑπακοῆς καὶ τῆς ἐπὶ τῇ ἀκοῇ
5πίστεως καὶ τοῦ ἐπὶ τῇ πίστει σφραγισμοῦ, ὅς ἐστιν ὁμοίωσις πρὸς Χριστὸν διὰ τῆς τοῦ Πνεύματος μεταλήψεως· παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας; ἢ παρὰ Ἰωάννου τοῦ εὐαγγελι‐ στοῦ; ἐκεῖ γὰρ ἐκήρυττε· διὸ καὶ ὑψηλότερον αὐτοῖς ὁ Παῦλος διαλέγεται, ἐκ τῆς ἐκείνου διδασκαλίας κατηρτισμένοις.
10 Ὠριγένης φησὶν, “ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες.” ἐν ᾧ, δηλον‐ ότι Χριστῷ· πρὸς ἑτέροις ἀκούσασι, καὶ ὑμεῖς ἀκούσαντες τὸν τῆς ἀληθείας λόγον· ὅσπερ ἀληθείας λόγος, τὸ Εὐαγγέλιόν ἐστι τῆς σωτηρίας ὑμῶν· καὶ “πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύ‐ “ματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ·” δόξει δὲ ὡς πρὸς τὴν φράσιν,
15τὸ δεύτερον “ἐν ᾧ,” παρέλκειν. ὅπερ καὶ αἴτιον γεγένηται τοῦ δοκεῖν ὅτι κρεμαμένου τοῦ διανοήματος, ἡ ὑποτακτικὴ φράσις οὐκ ἐπενή‐ νεκται. οὐχ οὕτω δὲ ἔχει. ἔλεγε δή τις τῶν πρὸ ἡμῶν, ἀπὸ τῆς πολλῆς περὶ τὸν Ἰησοῦν ἀγάπης τὸν Παῦλον συνεχέστατα αὐτοῦ μεμνῆσθαι· καὶ ὡσπερεὶ παρελκόντως, ὥσπερ καὶ ἐπὶ τοῦ “ἐν ᾧ”
20καὶ πιστεύσαντες ἔστιν ἰδεῖν κατὰ τὸ ἐν ᾧ. πάνυ δὲ κατὰ τοὺς Ἐφεσίους ἐστὶ κεκοινωνηκότας ἀπορρήτων λόγων, ὑφηγουμένου τοῦ Παύλου, τὸ ἀκούειν “ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον “τῆς ἀληθείας·” οὐκ οἶμαι γὰρ τοὺς τοῦ κηρύγματος μόνου ἀκη‐ κοότας, καὶ τοὺς λόγους τῶν πραγμάτων μὴ παρειληφότας, ἐν
25διηγήσει καὶ τρανεῖ ἀναπτύξει ἀκούειν τὸν λόγον τῆς ἀληθείας. διαφέρει γὰρ ὁ λόγος καὶ τὸ κήρυγμα, ὡς καὶ ἐν ἄλλοις ὁ Παῦλος διδάσκει λέγων· “καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμα μου “οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ “δυνάμεως.”
30 Κἀκεῖ γὰρ παρατηρητέον, ὅτι ἕτερον λέγει εἶναι τὸν λόγον ἑαυτοῦ τοῦ κηρύγματος ἑαυτοῦ. ἐξεταστέον δὲ καὶ ἐν ἄλλῃ Ἐπι‐ στολῇ, κατὰ τὸ ἀκηκόεναι τινὰς τὸν λόγον τῆς ἀληθείας· ἵνα τὸ παρατήρημα ἀκριβέστερον κατὰ τὸ βούλημα τοῦ Παύλου φανῇ·
ἀλλὰ τοῦτο μὲν Εὐαγγέλιον ὀνομάζεται.119

120

Παρατηρητέον δὲ καὶ τὰς προστιθεμένας αὐτῷ λέξεις· οἷον, “κατὰ τὸ Εὐαγγέλιόν μου·” ἢ “ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ “Χριστοῦ·” ἢ “Εὐαγγέλιον αἰώνιον·” ἢ Εὐαγγέλιον τῆς σωτηρίας τῶν Ἐφεσίων· ἢ ἁπλῶς Εὐαγγέλιον· ὥσπερ ὅταν λέγῃ περὶ τοῦ
5Λουκᾶ ὁ Παῦλος, “οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν “ἐκκλησιῶν.” σφραγίζεται δὲ τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ πᾶς ὁ ἀκούσας τὸν τῆς ἀληθείας λόγον ὄντα Εὐαγγέλιον τῆς σωτηρίας τοῦ ἀκούοντος καὶ πιστεύοντος· ὡσεὶ ἀκούσας μὲν, μὴ πιστεύσας δὲ, οὐκ ἂν σφραγισθείη.
10 Ἄλλος δέ τις ἐρεῖ, ὅτι εἰ καὶ πιστεῦσαι μὲν, μὴ ἐπὶ τοσοῦτον δὲ προκόπτοι· ὡς ἀκούειν τὸν λόγον τῆς ἀληθείας, οὐδ’ οὕτως ἂν χωρῆσαι τὴν τοῦ Πνεύματος ἐπαγγελίαν τοῦ Ἁγίου σφραγίδα· εἴτις ἐστὶν ἀληθῶς ἐκτύπωσις καὶ τράνωσις τούτων, ἃ πρέπει ἐκτυποῦσθαι καὶ τρανοῦσθαι, ὑπὸ τοῦ τῆς ἐπαγγελίας Ἁγίου
15Πνεύματος. Ζητητέον δὲ καὶ εἴ που εἴρηται Πνεῦμα ἐπαγγελίας Ἅγιον· καὶ τί ἐκδεκτέον εἰς τὸ Πνεῦμα τῆς ἐπαγγελίας τὸ Ἅγιον. οἶμαι τοίνυν ὅτι ὥσπερ τὸ Πνεῦμα τὸ Ἅγιον, γενόμενον ἐπί τινι, ἅγιον ποιεῖ, καὶ τὸ Πνεῦμα τῆς σοφίας σοφὸν, καὶ τὸ Πνεῦμα τῆς
20συνέσεως συνετὸν, οὕτω καὶ τὸ Πνεῦμα τὴς ἐπαγγελίας εἶναί πως ἤδη ἐν τῇ ἐπαγγελίᾳ. Ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύ‐ τρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Ζητήσεις, εἰ πᾶς ὁ μετέχων Ἁγίου Πνεύματος, μετέχει τοῦ
25Πνεύματος τῆς ἐπαγγελίας, ἢ μόνος ὁ ἀκούσας λόγον ἀληθείας. ὄντος Εὐαγγελίου σωτηρίας, καὶ πιστεύσας, οὗτος λαμβάνει τὸ τῆς ἐπαγγελίας Πνεῦμα Ἅγιον. ἔτι δὲ τούτοις ἐπιστήσαμεν· εἰ πᾶς ὁ μετέχων ὁπώσποτε Πνεύματος Ἁγίου ἔχει τὸν ἀρραβῶνα τῆς κληρονομίας· βέλτιον δὲ νοεῖν, ὅτι ὥσπερ ἐπὶ τῶν συνωνουμέ‐
30νων τι καὶ διδόντων ἀρραβῶνα, κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τοῦ ὅλου ἀργυρίου δίδοται ἀρραβὼν, οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου προεγνωσμένων ἁγίου μελλόντων ἀγαθῶν, δίδοται
ἀρραβὼν τῆς κληρονομίας, ὡς ἀπὸ τοῦ ἀρραβῶνος τὸν δυνάμενον120

121

κατανοεῖν διαφορὰς τῆς δυναμεῶς τοῦ ἀρραβῶνος· καὶ ἀρραβῶνος ἔδει ἂν ἀποφήνασθαι περὶ πλείονος καὶ ἐλάττονος κληρονομίας, τῆς ἀποκειμένης τοῖς Χριστοῦ συγκληρονόμοις. Ὥσπερ δὲ ὁ ἀρραβὼν τῆς κληρονομίας οὐχὶ ἔξω τί ἡμῶν
5ἐστιν, ἐν γὰρ ἑκάστῳ τὸ Πνεῦμα τῆς ἐπαγγελίας ἐστὶ τὸ Ἅγιον, ὁ ἀρραβὼν τῆς ἐπαγγελίας, οὕτως ἡ κληρονομία οὐκ ἔξωθέν ἐστι τοῦ κληρονομοῦντος, ἀλλ’ ἐν τῷ νῷ τοῦ κληρονομοῦντος, καὶ τῇ ψυχῇ αὐτοῦ· οὐδὲν γὰρ τῶν ἔξωθεν συγκρίνεσθαι δύναται τελειό‐ τητι νοῦ, θεωροῦντος κάλλη σοφίας καὶ λόγου Θεοῦ καὶ ἀληθείας·
10τοῦτο μέντοι γε τὸ Πνεῦμα τῆς ἐπαγγελίας τὸ Ἅγιον, ὅπέρ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, ἐπὶ τοῦ παρόντος δίδοται τοῖς ἁγίοις, ἵνα ἀπολυτρωθῶσι, περιποιηθῶσι, τῷ Θεῷ καταρτιζόμενοι εἰς ἔπαινον τῆς δόξης τοῦ Θεοῦ· τὸ δὲ “εἰς ἔπαινον τῆς δόξης “αὐτοῦ,” πρὸς τῷ ἀποδεδομένῳ, δύναται καὶ τοσοῦτο δηλοῦν· ἐπὶ
15τῷ ἐπαινεῖν τὴν δόξαν τοῦ Θεοῦ· ἕκαστος νῦν μὲν τὸ Πνεῦμα τῆς ἐπαγγελίας λαμβάνων ἀρραβῶνα τῆς κληρονομίας, ὕστερον δὲ αὐτὴν τὴν κληρονομίαν· οὐ μέντοι ὡς ἄν τις ὑπονοῆσαι σημαί‐ νεσθαι ἐκ τῆς λέξεως ὡς χρῄζοντες τοῦ Θεοῦ τῶν ἐπαινούντων τὴν δόξαν αὐτοῦ, ἀλλ’ ὡς μεγίστων ἀγαθῶν περιγινομένων τοῖς τεθεω‐
20ρηκόσι τὸ ἐπαινετὸν τῆς δόξης τοῦ Θεοῦ, καὶ μὴ δυναμένων σιωπᾶν αὐτὸ, ἀλλ’ ἀεὶ πρὸς τὸ εὐφραίνεσθαι ἐν τῷ ὑμνεῖν αὐτὸ γινο‐ μένοις. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οἱ ὄντως Πνεύ‐ ματος μετέχοντες, ἴσασιν ὅ τι ἀρραβὼν τῆς κληρονομίας ἡμῶν
25ἐστί· τοιοῦτος ὁ Παῦλος ἦν, ἐντεῦθεν τῶν ἐκεῖ γεγευμένος· διὸ καὶ ἠπείγετο καὶ ὤδινε τὰ ἐνθάδε ἀφεῖναι· ἐν ἑτέροις γὰρ ὀφθαλ‐ μοῖς ἑώρα, πάντα τὸν νοῦν μεταστήσας ἐκεῖ· οὐ μετέχεις τῶν πραγμάτων· διὰ τοῦτο καὶ τῶν ῥημάτων ἐκπίπτεις· εἰ μετείχομεν Πνεύματος, ὡς μετέχειν ἔδει, καὶ τοὺς οὐρανοὺς ἑωρῶμεν, καὶ τῶν
30ἐκεῖσε κατάστασιν. ἀρραβὼν τίνος ἐστί; τῆς ἀπολυτρώσεως, τῆς περιποιήσεως· ἡ γὰρ καθαρὰ ἀπολύτρωσις τότε γίνεται· νῦν μὲν γὰρ καὶ ἐν κόσμῳ ἀναστρεφόμεθα, καὶ πολλὰ ἡμῖν ἀνθρώπινα συμπίπτει· καὶ μετὰ ἀσεβῶν ἐσμέν· ἡ δὲ καθαρὰ ἀπολύτρωσις, ὅτε μήτε ἁμαρτήματα ᾖ μήτε πάθη ἀνθρώπινα, μήτε ἀναμὶξ
35ὦμεν μετὰ πάντων, τότε ἐστί· νῦν δὲ ἀρραβών. καὶ γὰρ καὶ νῦν121

122

αὐτῶν ἀπέστημεν· οὐ γὰρ ἔστιν ἡμῶν τὸ πολίτευμα ἐπὶ τῆς γῆς· καὶ νῦν ἐκτός ἐσμεν, πάροικοι γὰρ ἐσμέν· καὶ νῦν χωρὶς ἁμαρτη‐ μάτων οἱ ὄντες εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. συνεχῶς τοῦτο τί‐ θησι· τί δήποτε ἱκανὸν ὄν; πληροφορῆσαι τοὺς ἀκούοντας. εἰ
5μὲν γὰρ ἡμῶν, φησιν, ἕνεκεν ταῦτα ἐποίει, κἂν ἦν ἀμφίβολον· εἰ δὲ δι’ ἑαυτὸν, καὶ ὥστε δεῖξαι τὴν ἀγαθωσύνην αὐτοῦ ὥσπέρ τινα μαρτυρίαν αἰτίαν τίθησι, τοῦ μὴ ἂν ἄλλως ταῦτα γενέσθαι· ἅπερ καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν ἄνω καὶ κάτω ὁρῶμεν λεγόμενα, “ποίη‐ “σον ἡμῖν διὰ τὸ ὄνομά σου·” καὶ πάλιν αὐτὸς ὁ Θεὸς ἔλεγε,
10“ποιῶ ἕνεκεν ἐμοῦ·” καὶ ὁ Μωϋσῆς· “ποίησον ἡμῖν διὰ τὸ “ὄνομά σου·” εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου· πληροφορεῖ γὰρ τοῦτο τοὺς ἀκούοντας, καὶ ἀνίησι μαθόντας ὅτι διὰ τὴν οἰκείαν ἀγαθό‐ τητα πάντως ποιήσει ἅπερ ἐπαγγέλλεται. Θεόδωρός φησιν, “ἀπολύτρωσιν περιποιήσεως,” τὸ διὰ τῆς
15ἀναστάσεως καὶ τῆς ἀθανασίας τῶν ἐντεῦθεν ἀπαλλαττομένους κακῶν, τὴν πρὸς αὑτὸν οἰκείωσιν λαμβάνειν· ἀφ’ ὧν τῆς παρ’ αὐτοῦ μετάσχοντες δόξης, εἰκότως θαυμαστὸν ἐκεῖνον ἐνδείκνυμεν, τὸν τοσούτων αἴτιον ἡμῖν τῶν ἀγαθῶν γεγονότα· τοῦτο γὰρ λέγει τὸ “εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.”
20tΚΕΦ. Β.
21tΕὐχὴ περὶ γνώσεως τῶν ἐν Χριστῷ εἰσαχθέντων ἀγαθῶν εἰς ἡμᾶς.
22 Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους ἀγά‐ πην, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν.
25 Τοῦτο ἀναγκαίως προτέθεικεν οὐκ αὐτῶν μόνον ἕνεκεν, ἀλλ’ ὥστε καὶ μὴ δοκεῖν ἐπιμεμφόμενον οἷς ἤδη παρέλαβον κεχρῆσθαι τῇ πρὸς αὐτοὺς διδασκαλίᾳ· εἰ γὰρ καὶ μὴ Ἰωάννης, ἀλλ’ ἕτερός τις τῶν εὐσέβειαν κηρυττόντων ἦν ὁ τὰ τῆς ἀληθείας δόγματα αὐτοῖς παραδοὺς, ἀναγκαῖα ἡ προσθήκη.
30 (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οὐδὲν ἦν ἴσον τῶν σπλάγχνων τῶν ἀποστολικῶν· ὃς πάσας αὐτοῦ τὰς εὐχὰς
ὑπὲρ πόλεων ὁλοκλήρων ἐποιεῖτο καὶ δήμων· διὰ τοῦτο φησὶ,122

123

τουτέστιν διὰ τὸ μέλλον, καὶ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὀρθῶς πιστεύουσι καὶ βιοῦσιν. ἄξιον μὲν οὖν εὐχαριστεῖν Θεῷ, ὑπὲρ πάντων τῶν ὑπηργμένων παρ’ αὐτοῦ τῷ τῶν ἀνθρώπων γένει, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα. ἄξιον δὲ αὐτῷ εὐχαριστεῖν, καὶ
5ὑπὲρ τῆς πίστεως τῶν πιστευόντων· ἀκούσας, φησὶ, τὴν πίστιν τὴν καθ’ ὑμᾶς διὰ τοῦ Χριστοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας ἁγίους· πανταχοῦ συνάπτει καὶ συγκολλᾷ τὴν πίστιν καὶ τὴν ἀγάπην, θαυμαστήν τινα ξυνωρίδα. οὐ τοὺς ἐπιχωρίους, φησὶ, μόνον, ἀλλὰ πάντας. “οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν
10“ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου.” τί δέῃ; καὶ τί παρακαλεῖς; “ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ “Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως.” δύο ἀξιοῖ αὐτοὺς μαθεῖν ὡς χρή· ἐπὶ τίσιν ἐκλήθησαν, καὶ πῶς ἀπηλλάγησαν τῶν προτέρων· φησὶ δὲ αὐτὸς ταῦτα τρία εἶναι.
15πῶς οὖν ἐστι τρία; περὶ τῶν μελλόντων ἵνα μάθωμεν· ἀπὸ μὲν γὰρ τῶν ἀποκειμένων ἀγαθῶν, τὸν ἄρρητον καὶ ὑπερφυᾶ πλοῦτον αὐτοῦ εἰσόμεθα· ἀπὸ δὲ τοῦ μαθεῖν τίνες ὄντες πῶς ἐπιστεύσαμεν, τὴν δύναμιν αὐτοῦ καὶ τὴν αὐθεντείαν· τῷ τοὺς ἐπὶ τοσούτῳ χρόνῳ ἀλλοτριωθέντας ἐπιστρέψαι· τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ, ἰσχυρότε‐
20ρον τῶν ἀνθρώπων ἐστίν· ἀπὸ γὰρ τῆς αὐτῆς δυνάμεως ἀφ’ ἧς τὸν Χριστὸν ἤγειρε, καὶ ἡμᾶς εἵλκυσε πρὸς αὐτὸν, καὶ οὐ μέχρι τῆς ἀναστάσεως ἡ δύναμις, ἀλλὰ καὶ πολλῷ πλέον. Καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπὲρ ἄνω πάσης ἀρ‐ χῆς, καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ
25παντὸς ὀνόματος ὀνομαζομένου, καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἤτις ἐστὶ τὸ σῶμα αὐτοῦ· τὸ πλή‐ ρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Μεγάλων ὄντως μυστηρίων καὶ ἀπορρήτων ἡμᾶς ἐποίησε κοι‐
30νωνούς· καὶ ταῦτα ἄλλως οὐκ ἔνι μαθεῖν, ἀλλ’ ἢ Πνεύματος μετέχοντας χάριτος. διὰ τοῦτο καὶ Παῦλος εὔχεται· “ὁ Πατὴρ “τῆς δόξης” φησί· τουτέστιν, ὁ μεγάλα ἡμῖν δεδωκὼς ἀγαθά.
ἀπὸ γὰρ τῶν ὑποκειμένων ἀεὶ αὐτὸν καλεῖ· ὡς ὅταν λέγῃ “ὁ123

124

“Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως·” καὶ πάλιν ὁ προφήτης· “Κύριος ἰσχύς μου καὶ βοήθειά μου.” Ὁ Πατὴρ τῆς δόξης. Οὐκ ἔχει ἐπ’ ὀνόματος αὐτὰ παραστῆσαι, καὶ πανταχοῦ δόξαν
5καλεῖ· ὅπερ πάσης ἐστὶ λαμπρότητος παρ’ ἡμῖν ὄνομα καὶ προση‐ γορία. ἰδοὺ τῆς δόξης Πατὴρ, τοῦ δὲ Χριστοῦ Θεός· τί οὖν ἐλάτ‐ των τῆς δόξης ὁ Υἱός; ἀλλ’ οὐδεὶς οὐδ’ ἂν οὐδὲ μαινόμενος εἴποι τοῦτο. Δώῃ ὑμῖν.
10 Τουτέστιν, ἐπάραι τὴν διάνοιαν ὑμῶν καὶ ἀναπτερώσειεν· οὐ γάρ ἐστιν ἄλλως ταῦτα μαθεῖν· “ψυχικὸς γὰρ ἄνθρωπος οὐ “δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν·” ἄρα πνευματικῆς δεῖ σοφίας, ἵνα τὰ πνευματικὰ νοήσωμεν. Δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως.
15 Τουτέστιν, χάρισμα ὑμῖν παράσχῃ· εἰ δὲ ἀποκαλύψεως τοῦτό ἐστιν, οὐκ ἔστι λογισμῶν εὕρεσις· ὁ γὰρ τὸν Θεὸν μαθὼν, καὶ τὸν Θεὸν γνοὺς, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσει· διὰ τοῦτό φησιν, Ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν.
20 Ὁ μαθὼν τί ἐστι Θεὸς, οὐχ ὑπὲρ τῶν ἐπαγγελιῶν ἀμφισβη‐ τήσει· οὐχ ὑπὲρ τῶν ἤδη γενομένων ἀπιστήσει· εὔχεται μὲν οὖν δοθῆναι αὐτοῖς Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως· πλὴν καὶ αὐτὸς ἀπὸ λογισμῶν ὅσα δύναται κατασκευάζει καὶ τῶν ἤδη ὑπαρξάντων· ἐπειδὴ γὰρ τὰ μὲν ἤδη γενόμενα ἤμελλε λέγειν, τὰ δὲ οὔπω
25σύμβαντα, ἀπὸ τῶν γενομένων τὰ μὴ γενόμενα πιστοῦται· οἷόν τι λέγω· “εἰς τὸ εἰδέναι ὑμᾶς,” φησι, “τίς ἐστιν ἡ ἐλπὶς τῆς κλή‐ “σεως αὐτοῦ·” ἔτι ἄδηλός ἐστι, φησὶν, ἀλλ’ οὐ τοῖς πιστοῖς. Καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις.
30 Ἔτι καὶ τοῦτο ἄδηλον· τί δὲ δῆλον; ὅτι ἐπιστεύσαμεν ἀπὸ τῆς δυνάμεως τῆς αὐτοῦ ὅτι ἤγειρε τὸν Χριστόν· τοῦ γὰρ ἀνα‐
στῆσαι νεκρὸν, πολλῷ θαυμασιώτερον τὸ πεῖσαι ψυχάς. καὶ ἐγὼ124

125

τοῦτο πειράσομαι ποιῆσαι φανερόν. ἄκουε γὰρ, εἶπεν ὁ Χριστὸς τῷ τεθνεῶτι, “Λάζαρε δεῦρο ἔξω,” καὶ εὐθέως ὑπήκουσεν· εἶπεν ὁ Πέτρος, “Ταβιθᾶ ἀνάστηθι,” καὶ οὐκ ἀντεῖπεν· ἐρεῖ αὐτὸς ἐν τῇ τελευταῖᾳ ἡμέρᾳ, καὶ πάντες ἀναστήσονται, καὶ μετὰ τοσούτου
5τάχους, ὡς τοὺς ἔτι ζῶντας μὴ φθάσαι τοὺς κοιμηθέντας, “ὡς “ἐν ἀτόμῳ, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ” πάντα γενέσθαι καὶ συνδραμεῖν· ἐπὶ δὲ τοῦ πιστεῦσαι, οὐχ οὕτως· ἀλλ’ ἄκουε αὐτοῦ πάλιν λέγον‐ τος· “πόσακις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ “ἠθελήσατε·” ὁρᾷς ὅτι τοῦτο δυσκολώτερον; ὥστε ἀπὸ τούτου
10τὸ πᾶν κατασκευάζει· πολλῷ γάρ ἐστι λογισμοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι, τοῦ φύσιν ἐργάσασθαι. Τὸ δὲ αἴτιον, ἐπειδὴ αὐτὸς οὕτω βούλεται ἑκόντας ἡμᾶς γενέσθαι ἀγαθούς· ὄντως εἰκότως εἶπεν “ὑπερβάλλον τὸ μέγεθος “τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας·” ὅτε γὰρ προφῆ‐
15ται οὐδὲν ἤνυσαν, οὔτε ἄγγελοι, οὔτε ἀρχάγγελοι· ὅτε πᾶσα ἡ κτίσις ἡ ὁρατὴ καὶ ἀόρατος· ὁρατὴ μὲν, εἰς μέσον προκειμένη καὶ μὴ ἰσχύουσα χειραγωγῆσαι· ἀόρατος δὲ πολλὴ, ᾠκονόμησε τὴν αὐτοῦ παρουσίαν τότε, δεικνὺς, ὅτι θείας ἔχρηζε τὸ πρᾶγμα δυνάμεως. “πλοῦτον δόξης·” τουτέστιν, ἄφατον δόξαν· ποῖος γὰρ
20λόγος τὴν δόξαν ἐκείνην παραστῆσαι δυνήσεται, ἧς οἱ ἅγιοι τότε μετέξουσιν; ἀλλὰ χάριτος ὄντως δεῖ, πρὸς τὸ τὴν διάνοιαν μαθεῖν· ὅρα ὅσα εἰργάσατο· ἤγειρε τὸν Χριστόν· μικρὸν τόδε; ἀλλ’ ὅρα καὶ πάλιν· ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ· ἄρα τίς λόγος τοῦτο παραστῆσαι δυνήσεται· τὸν ἀπὸ τῆς γῆς· τὸν τῶν ἰχθύων ἀφονώ‐
25τερον· τὸν παίγνιον τῶν δαιμόνων γενόμενον, ὅρα ποῦ ἀνήγαγεν· ὄντως “ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ·” καὶ θέα ποῦ ἀνήγαγεν· ἐν τοῖς ἐπουρανίοις· πάσης κτιστῆς φύσεως ἀνώτερον ἐποίησεν. Ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας.
30 Ὄντως Πνεύματος χρεία, διανοίας σοφῆς, ἐν τῇ ἐπιγνώσει αὐτοῦ· ὄντως ἀποκαλύψεως χρεία. ἐννόησον ὅσην ἐστὶν ἀνθρώπου καὶ Θεοῦ φύσεως τὸ μέσον· καὶ ἀπὸ ταύτης τῆς εὐτελείας, εἰς ἐκείνην αὐτὸν ἀνήγαγε τὴν τιμήν· καὶ οὐχ ἁπλῶς εἶπεν ἄνω, ἀλλ’
ὑπὲρ ἄνω·” τῶν γὰρ ἄνω δυνάμεων ἀνώτερός ἐστιν ὁ Θεός· ὥστε125

126

ἐκεῖ αὐτὸν ἀνήγαγε τὸν ἐξ ἡμῶν “ὑπὲρ ἄνω πάσης ἀρχῆς” οὐ τῆς μὲν ναὶ, τῆς δὲ οὔ· ἀλλὰ “πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυνά‐ “μεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου·” εἴτι ἐστιν ἐν τῷ οὐρανῷ, πάντων ἀνώτερος γέγονε· τοῦτο περὶ τοῦ ἐκ
5νεκρῶν ἐγερθέντος, ὅπερ ἄξιον θαυμάσαι· περὶ γὰρ τοῦ Θεοῦ λό‐ γος οὐδαμῶς· ὅπερ γάρ εἰσι κώνωπες πρὸς ἀνθρώπους, τοῦτο ἡ πᾶσα κτίσις πρὸς τὸν Θεόν. Σχόλιον. Τὴν σάρκα ἣν ἤνωσεν ἑαυτῷ καθ’ ὑπόστασιν σταυ‐ ρωθεὶς καὶ ἀναστὰς ἐκ νεκρῶν· καθὸ γὰρ Θεὸς ἦν καὶ Θεοῦ Λόγος,
10πάσης κτίσεως ὑψηλότερος ἦν, καὶ πρὸ σαρκὸς, ἀσυγκρίτοις ὑπεροχαῖς. Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλ‐ λοντι. Ἄρα ἔστι δυνάμεων τινῶν ὀνόματα ἄσημα ἡμῖν καὶ οὐ γνωρι‐
15ζόμενα. Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐχ ἁπλῶς ἀνώτερον ἐποίησεν, ὡς προτιμᾶσθαι αὐτὸν ἐκείνων, οὐδὲ κατὰ σύγκρισιν, ἀλλ’ ὡς δούλων. Βαβαὶ φρικτὰ ὄντως τὰ πράγματα· ἀνθρώπου γέγονε δούλη
20πᾶσα ἡ κτιστὴ δύναμις, διὰ τὸν ἐνοικοῦντα Θεὸν Λόγον· διὰ τοῦτο εἶπεν “ὑπὸ τοὺς πόδας αὐτοῦ,” τὴν ἐσχάτην λέγων ὑπο‐ ταγήν. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ. Βαβαὶ πάλιν, ποῦ καὶ τὴν ἐκκλησίαν ἀνήγαγεν; ὥσπερ διά
25τινος ἕλκων μηχανῆς, εἰς ὕψος αὐτὴν ἀνήγαγε μέγα. καὶ αὐτὴν ἐκάθισεν εἰς ἐκεῖνον τὸν θρόνον· ἔνθα γὰρ ἡ κεφαλὴ, ἐκεῖ καὶ τὸ σῶμα. τί δέ ἐστιν “ὑπὲρ πάντα;” οὐκ ἄγγελον· οὐκ ἀρχάγγελον· οὐκ ἄλλον οὐδένα ἀφῆκεν ἀνώτερον. ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν, τὴν ἀρχὴν μόνον νομίσῃς, ἀλλὰ καὶ τὴν βεβαιότητα· οὐχ ὡς
30ἄρχοντα μόνον, ἀλλ’ ὡς σώματος κεφαλήν. Ἄλλος δέ φησιν, ἔδειξεν ἡμῖν, φησιν, ὁ Θεὸς ἐν Χριστῷ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν, ὧν ἡμῖν ἐχαρίσατο· συνήγειρε μὲν γὰρ καὶ συνεκάθισεν ἐν Χριστῷ ἐν τοῖς ἐπουρανίοις.
Ἐπειδὴ γὰρ οὐκ ἦν τὸ σῶμα τὸ ἡμέτερον δι’ ἑαυτοῦ δεκτικὸν126

127

τῆς δυνάμεως καὶ τῆς ζωοποιοῦ ἐνεργείας, ὅτι ἦν σῶμα θανάτου, τῆς ἁμαρτίας ἐν αὐτῷ ἐγκατῳκισμένης διὰ τὴν παράβασιν, διὰ τοῦτο ἴδιον αὐτὸ ὁ μονογενὴς ἐποιήσατο, ἵνα ἀναμάρτητον αὐτὸ φυλάξας καὶ τῆς ζωῆς καὶ τῆς δόξης αὐτὸ παρασκευάσῃ γένεσθαι
5δεκτικόν· καὶ τοῦτό ἐστι τὸ “συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς “ἐπουρανίοις.” Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ. Ὡς μηκέτι τοὺς οὐρανίους δυνάμεις εἶναι κεφαλήν· καθὸ καὶ
10ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἦμεν, κατὰ τὴν ἱερὰν τοῦ Ἀποστό‐ λου φωνήν· σῶμα δὲ αὐτοῦ ἡ Ἐκκλησία, κατὰ τὴν μετάληψιν τοῦ Ἁγίου αὐτοῦ Πνεύματος. Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, εἶτα ὡς οὐκ
15ἀρκοῦντος τούτου δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἐγγύτητα, τί φησι; τὸ πλήρωμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ πλήρωμα κεφαλῆς σῶμα· καὶ πλήρωμα σώματος κεφαλή· οἷον ἡ κεφαλὴ πληροῦται παρὰ τοῦ σώματος. τουτέστιν, διὰ πάντων τὸ σῶμα συνέστηκε, καὶ ἓν ὂν ἑκάστου· οὐχὶ κοινῆ μόνον αὐτὸν χρῄζοντα
20εἰσάγει· ἂν γὰρ μὴ ὦμεν πολλοὶ, καὶ ὁ μὲν χεὶρ, ὁ δὲ ποῦς, ὁ δὲ ἄλλο τι μέρος, οὐ πληροῦται ὅλον τὸ σῶμα· διὰ πάντων οὖν πληροῦται τὸ σῶμα αὐτοῦ· τότε πληροῦται ὁ κεφαλὴ, τότε τέλειον σῶμα γίνεται, ὅταν ὁμοῦ πάντες ὦμεν συνημμένοι καὶ συγκεκολλημένοι.
25 Σευηριανός φησιν, ἡ ἀπολύτρωσις τῆς περιποιήσεώς ἐστιν· ἵνα γὰρ περιποιηθῶμεν καὶ οἰκειωθῶμεν τῷ Θεῷ, ἀπολυτρούμεθα· μεμνημένοι δὲ τοῦ αἵματος οὗ ἀπελυτρώθημεν· καὶ τῆς οἰκονομίας πάσης, φανερὸν ὅτι Θεὸν τὸ κατὰ σάρκα τοῦ Χριστοῦ λέγει· οὐδαμοῦ γὰρ ἐνταῦθα τοῦ τῆς θεότητος ἀξιώματος ἐμνημόνευσεν,
30ἀλλὰ τῆς καθ’ ἡμᾶς οἰκονομίας· ἥτις ὡμολόγηται τῆς σαρκὸς εἶναι· δόξαν δὲ πολλάκις ἡ γράφη λέγει, αὐτὴν τοῦ Θεοῦ τὴν οὐσίαν· ἐπειδὴ γὰρ ἀψηλάφητος καὶ ἀνέφικτος, δόξαν αὐτὴν ὠνό‐ μασεν· ἵνα μὴ λόγον ἀπαιτῇς, ἀλλὰ προσκυνῇς, πρῶτος τὴν
οὐσίαν τοῦ Θεοῦ δόξαν λέγει Ἰεζεκιὴλ ἐν ὀπτασίαις θεασάμενος127

128

τὸν Θεὸν καθεζόμενον, καὶ ἐπάγων· “τοῦτο ὁμοίωμα τῆς δόξης “Κυρίου·” ὅπερ ἀλλαχοῦ ἑρμηνεύων “ὁ Θεός” φησιν, “ἐγὼ ὁρά‐ “σεις ἐπλήθυνα· καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.” ἣν οὖν εἶπε δόξαν ὁ Ἰεζεκιὴλ, ταύτην ὁ Θεὸς φησὶ τὸ ἐγώ· λέγει δὲ Παῦλος,
5“ὃς ὢν ἀπαύγασμα τῆς δόξης·” ποίας δόξης; “καὶ χαρακτὴρ “τῆς ὑποστάσεως αὐτοῦ·” κἀνταῦθα τοίνυν τὸ μὲν Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν σάρκα λέγει· τὸ δὲ Πατὴρ τῆς δόξης, κατὰ τὴν φύσιν. Καὶ παντὸς ὀνόματος ὀνομαζομένου· οὐ μόνον ἐν τῷ
10αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἐν γὰρ τῷ αἰῶνι τούτῳ, ὀνομάζομεν θρόνους, ἀρχὰς, κυριότη‐ τας, ἐξουσίας, δυνάμεις, ἀγγέλους, ἀρχαγγέλους· ἐπειδὴ δέ ἐστι μυρία τάγματα ἀοράτων δυνάμεων ἡμῖν ἄγνωστα, καὶ διὰ τοῦτο ἀκατονόμαστα, μετὰ δὲ τὴν ἀνάστασιν ἔσται γνωστά· καὶ λήψε‐
15ται μετὰ τῆς γνώσεως καὶ τὴν παρ’ ἡμῶν προσηγορίαν, διὰ τοῦτο εἶπε, “καὶ ἐν τῷ μέλλοντι.” Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντων τῇ Ἐκκλη‐ σίᾳ· ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.
20 Διὰ τούτου ἐδήλωσεν, ὅτι πλήρωμα τοῦ Θεοῦ λέγει τὸ σῶμα τοῦ Χριστοῦ· τουτέστι τὴν Ἐκκλησίαν· διὰ τί δὲ πλήρωμα; ἐπειδὴ πεπλήρωται Θεοῦ· ὥσπερ γάρ, φησιν, ἐν πᾶσι τὰ πάντα πληροῖ, οὕτως καὶ ἐν τῇ Ἐκκλησίᾳ πληροῦται, κατὰ τὸ εἶναι αὐτὴν σῶμα τοῦ Χριστοῦ· Χριστοῦ οὖν σῶμα, πλήρωμα δὲ Θεοῦ
25ἡ Ἐκκλησία. Τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Ἔστι γὰρ ἐν οὐρανῷ· τουτέστιν ἐνεργῶν οὐχ ὡς ἐν γῇ· καὶ ἔστιν ἐν γῇ, οὐχ ὡς ἐν οὐρανῷ ἐνεργῶν· καὶ ἐν ἀγγέλοις, ἐν ἡλίῳ· ἀλλ’ ἐν ἑκάστῳ, κατὰ τὴν αὐτοῦ φύσιν· λέγει γὰρ “ἀφ’ ὧν
30“μεταλαμβάνομεν” ἡ γραφὴ περὶ Θεοῦ, οὐκ ἀφ’ ὧν αὐτός ἐστι· τοῦτο γὰρ ἀκατάληπτόν ἐστιν.
Θεόδωρος δέ φησιν εἰς τὸ “δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ128

129

“ἀποκαλύψεως” καὶ τὰ ἑξῆς· τοῦτο αἰτῶ, φησιν, ὡς ἂν παρασχε‐ θείη ὑμῖν παρὰ τοῦ Θεοῦ Πνεύματος χάρις, εἰς τὸ σοφίας τὲ ὑμᾶς πληρωθῆναι καὶ ἐπιγνώσεως τοῦ Θεοῦ, δεξαμένους τῶν ἀπορ‐ ρήτων τὴν ἀποκάλυψιν, ὥστε τὴν διάνοιαν ὑμῶν, φωτὸς δίκην τῇ
5ἀπὸ τοῦ Πνεύματος καταλάμπεσθαι γνώσει· τίνος ἕνεκεν; “εἰς “τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ·” ἀντὶ τοῦ ἐπὶ ποίαις ἐλπίσι κεκλήμεθα παρ’ αὐτοῦ, “καὶ τίς ὁ πλοῦ‐ “τος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις·” καὶ ὅση τίς περίεσται κτῆσις ἀγαθῶν τῆς τοῦ Θεοῦ ἁγίοις, ἐπὶ τοῦ μέλ‐
10λοντος αἰῶνος. καλῶς δὲ δόξαν μὲν κληρονομίας ἐκάλεσεν, ὡς ἂν ἐπιδόξων τότε γινομένων ἡμῶν· πλοῦτον δὲ δόξης, ἵνα εἴπῃ τῶν δω‐ ρεῶν τὴν ὑπερβολήν. Τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Οὐκ εἶπεν ὅτι τὰ πάντα πληροῖ, ἀλλ’ ὅτι αὐτὸς ἐν πᾶσι πλη‐
15ροῦται· τουτέστιν, ἐν πᾶσι πλήρης ἐστίν· ὅλος ὢν ἐν ἑκάστῳ διὰ τὸ τῆς φύσεως ἀπερίγραφον, οὐ κατὰ μέρη διαιρούμενος. ἀναγκαία δὲ καὶ ἡ τοῦ τὰ πάντα προσθήκη, δεικνύντος, ὅτι ἐν πᾶσίν ἐστιν· ὅλος ὢν ἐν ἑκάστῳ, καθότι ἄν τις ἐννοήσειεν, εἴτε οὐσίᾳ, εἴτε ἐνεργείᾳ, εἴτε δυνάμει, εἴτε ἐξουσίᾳ, εἴτε ὅτῳ δήποτε ἑτέρῳ, διὰ
20τὸ κατὰ πάντα εἶναι αὐτὸν ἀπερίγραφον, καὶ διὰ τοῦτο ἐν ἑκάστῳ ὅλον κατὰ πάντα θεωρεῖσθαι, τῷ πάντα ἐν πᾶσιν εἶναί τε αὐτὸν καὶ δύνασθαι, ὡς εἰκὸς τὸν ἑκάστῳ ὅλον ὄντα. Ὠριγένης φησὶ, δόξει σόλοικον εἶναι τὸ “ἐν ἐπιγνώσει αὐ‐ “τοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας,” εἰ μὴ ὡς
25ὑπερβατὸν αὐτὸ ἀποδῶμεν· δι’ ὅπερ τὸ ἑξῆς τῆς συμφράσεως οὕτως ἔχειν οἰόμεθα· “διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς “πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους “τοὺς ὀφθαλμοὺς τῆς καρδίας, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, “οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ
30“τῶν προσευχῶν μου· ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ “στοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀπο‐ “καλύψεως, εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως “ὑμῶν” καὶ τὰ ἑξῆς.
Εἰ ὁ Πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστι Πατὴρ, λέγεται129

130

δὲ καὶ τῆς δόξης Πατὴρ, δηλονότι ἡ δόξα ὑποκείμενον τί ἐστι καὶ οὐσιωμένον, καὶ μήποτε ὁ Σώτηρ ἡμῶν, ὥσπέρ ἐστι Λόγος καὶ σοφία καὶ ἀλήθεια, καὶ εἰρήνη, καὶ δικαιοσύνη, οὕτω καὶ δόξα. καὶ εἴποτε ὦφθαι ἀναγέγραπται δόξα Θεοῦ, οὐκ ἄλλο τι νοητέον
5ὦφθαι, ἢ τὸν Υἱὸν τοῦ Θεοῦ. τὸ μὲν οὖν Πνεῦμα τῆς σοφίας, σοφὸν ποιεῖ· τὸ δὲ Πνεῦμα τῆς ἀποκαλύψεως περιαιρεῖ ἀπὸ τῆς καρδίας τὸ κάλυμμα· ἵνα ἀνακεκαλυμμένῳ τίς προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν. οὐδεὶς οὖν μὴ σοφὸς ἔχει Πνεῦμα σοφίας· καὶ
10οὐδεὶς τὸ ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἔστι ἐχόντων ἐπὶ τὴν καρδίαν ἤδη, εἴληφε τὸ τῆς ἀποκαλύψεως Πνεῦμα. εἰ μὴ δρᾷ τὸ Πνεῦμα τῆς σοφίας ποσότητι τῶν θεωρημάτων τῆς σοφίας διαφόρως σοφοὺς ποιεῖ· καὶ ποσότητι τῆς περιαιρέσεως τῶν ἐπὶ τοῖς γράμμασι καλυμμάτων, οὐχ ὁμοίως διακονεῖ τὴν ἀποκά‐
15λυψιν, ὧν περιαιρεῖται τὸ κάλυμμα. πρὸς τούτοις ἀκουστέον, τὸ “ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρ‐ “δίας·” εἰ γὰρ μὴ ταὐτόν ἐστι γνῶσις Θεοῦ καὶ ἐπίγνωσις Θεοῦ, ἀλλ’ ὁ ἐπιγνώσκων οἱονεὶ ἀναγνωρίζει ὃ πάλαι εἰδὼς ἐπελέ‐ ληστο· ὅσοι ἐν ἐπιγνώσει γίνονται Θεοῦ, πάλαι ᾔδεσαν αὐτόν· δι’
20ὅπερ “μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ “πέρατα τῆς γῆς·” ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸς, τὸ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας. Εἰς τὸ εἰδέναι ἡμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως
25αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν.
30Ὠριγένους. Ἡ κλῆσις τοῦ Θεοῦ, ἐλπίδα ἔχει. ἣν χρὴ γνῶ‐ ναι, ἀπὸ πολλῆς προσοχῆς βίου καὶ ἐντρεχείας νοῦ· καὶ ἡ κληρο‐
νομία αὐτοῦ πλοῦτον ἔχει δόξης πολλῆς ἐν τοῖς ἁγίοις ἄνω τόποις,130

131

ᾧ κατὰ τὴν εὐχὴν τοῦ Παύλου δίδοται “τὸ πνεῦμα τῆς σοφίας “καὶ τῆς ἀποκαλύψεως,” αὐτὸς εἴσεται τὰ ἀποκείμενα τοῖς κα‐ λουμένοις, καὶ θεωρήσει τὰ ἐλπιζόμενα ὄντα πλοῦτον δόξης τῆς κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν δίδωσι τοῖς ἐπὶ τὴν ἁγίαν ταύτην
5καλουμένοις κληρονομίαν. Ζητήσεις δὲ, εἰ ἔστι καὶ αὐτὸς ὁ Θεὸς τῶν ἁγίων κληρονομία· ὡς καὶ οὕτως νοεῖσθαι τοὺς κληρονόμους τοῦ Θεοῦ· ἵν’ ὥσπερ λέγομεν κληρονόμους χωρίων, καὶ κληρονόμους οἰκιῶν, τὴν κληρο‐ νομίαν τάσσοντες ἐπὶ τῶν κτημάτων, οὕτως νοήσωμεν καὶ τοὺς κλη‐
10ρονόμους τοῦ Θεοῦ. καὶ ἔχεταί γε τοιαύτης διανοίας ὁ λέγων νόμος, “τοῖς δὲ υἱοῖς Λευῒ, οὐ δώσεις κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν “αὐτῶν, ὅτι ἐγὼ μερὶς αὐτῶν λέγει Κύριος·” καὶ ἀλλαχοῦ· “Κύριος κληρονομία αὐτῶν·” γίνεται τοίνυν “ὁ πλοῦτος τῆς δόξης “τῆς κληρονομίας τοῦ Θεοῦ,” ἐν τῷ νῷ τῶν ἁγίων τὰ τοσαῦτα
15τῆς τοῦ Θεοῦ θεωρίας καὶ τοῦ λόγου αὐτοῦ χωρησόντων, ὑπερβάλ‐ λοντι μεγέθει δυνάμεως Θεοῦ τῷ εἰς τοὺς ἁγίους καὶ πιστεύοντας. οὐ γὰρ τῆς τυχούσης δυνάμεως ἀπὸ Θεοῦ ἡμῖν χρεία ἐστὶν, εἰς τὸ εἰδέναι τί ἐστιν “ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος “τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,” ἀλλὰ μεγέθους
20δυνάμεως αὐτοῦ ἐγγινομένου εἰς ἡμᾶς τοὺς πιστευόντας ἀπ’ αὐτοῦ, καὶ ἐγγινομένου κατὰ τὴν ἐνέργειαν τῆς πάντων κρατούσης ἰσχύος αὐτοῦ· ἥτις κράτος ἰσχύος αὐτοῦ, παρὰ τῷ Παύλῳ νῦν ὠνόμα‐ σται· ταύτῃ δὲ ἐνεργείᾳ τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ χρησάμε‐ νος, ἐνήργησεν ἃ ἐνήργησεν ἐν τῷ Χριστῷ, ἀναστήσας αὐτὸν ἐκ
25νεκρῶν. Καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριό‐ τητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα
30ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ αὐτὸν ἔδωκε κεφα‐ λὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ· τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρου‐
μένου.131

132

Σωματικῷ χαρακτῆρι ἡγητέον ταῦτα εἰρῆσθαι· οὐχ ὡς καθε‐ δρῶν τινῶν ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς, ἐφ’ ὧν καθέ‐ ζεται ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐκ δεξιῶν τοῦ Πατρός· οὕτω γὰρ νοοῦν‐ τες, οὐκ ἂν τῆς θείας φύσεως ἀξίως ταῦτα λέγοιμεν· οὐδὲ γὰρ
5αὐτῷ τῷ Θεῷ σωματικῶς ὑπόκειται ἡ γῆ, καθεζομένῳ ἐν οὐρανῷ ὡς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. πῶς γὰρ ὁ οὐρανὸς θρόνος εἶναι δύνα‐ ται τῇ σπιθαμῇ αὐτοῦ μεμετρημένος; καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, καὶ αὐτὴ τῇ δρακὶ αὐτοῦ ἐμπεριειλημμένη; φησὶ γὰρ ὁ Ἡσαΐας, “τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν
10“σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;” ἡγοῦμαι οὖν καὶ τὸ πλη‐ σίον εἶναι Θεοῦ καὶ τὸ πόρρω αὐτοῦ, νοητά· πάντων μὲν τῶν ἁγίων καὶ κατὰ βούλημα τοῦ Πατρὸς τῶν ὅλων βιούντων καὶ ἐγγιζόντων Θεῷ· τῶν δὲ ἀσεβῶν, πόρρω αὐτοῦ τυγχανόντων· περὶ ὧν φησὶν ὁ Προφήτης, “ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται·”
15ὥσπερ οὖν νενόηται τίς ὁ πλησίον Θεοῦ, καὶ τίς ὁ πόρρω αὐτοῦ, οὕτως ἡγητέον τοὺς μὲν ἁγίους, ἐν τοῖς δεξιοῖς εἶναι αὐτοῦ λεγέσθαι· τοὺς δὲ ἀσεβεῖς οἱονεὶ ἐν τοῖς ἀριστεροῖς· ὥσπερ καὶ ὁ Σωτήρ φησι· “στήσει τὰ πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ “εὐωνύμων·” ἀλλὰ καὶ τὸ “καθίσας ἐν δεξιᾷ,” τοιοῦτόν ἐστιν·
20ἱδρύσας καὶ βασιλείαν αὐτῷ καὶ ἀρχὴν δωρησάμενος, καθ’ ἣν ἐπιστατεῖ καὶ ἄρχει τῶν ἁγίων, ὠφελῶν αὐτοὺς καὶ μεταδιδοὺς ἑαυτοῦ ὁ ὑπὲρ ἄνω πάντων γενόμενος Ἰησοῦς, διὰ τὴν φιλάνθρωπον εἰς πάντα οἰκονομίαν. Πολλὰ μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς
25παρ’ αὐτοῦ ἐπιστασίας, καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα· πολλὰ δὲ καὶ τὰ τῆς ἰδίας δυνάμεως μεταδιδόντα· τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, τινὰ δὲ καὶ ἐν τῷ μέλλοντι ἐνεργή‐ σοντα. οὐδὲν δὲ τούτων ἄρχει ἀρχὴν ἡλίκην ὁ Υἱός· δεῖται γὰρ πάντα τὰ ἄρχοντα αὐτοῦ ἄρχοντος αὐτῶν· ἀλλὰ καὶ ἐξουσίαι βέλ‐
30τιον ἐξουσιάσουσιν, ὑπὸ τὴν ἐξουσίαν ὄντες τοῦ Χριστοῦ· ὑπερε‐ χούσης τῆς τοῦ Θεοῦ δυνάμεως παρὰ πᾶσαν τὴν λοιπὴν δύναμιν· ἀλλὰ κἀν ἄγηταί τινα ἐπὶ συμφέρουσαν δουλείαν ὑπὸ τῶν καλῶς κυριευόντων, ἀνάγκη ταῦτα τὰ κυριεύοντα λαμβάνοντα τὴν ἐπι‐ στήμην τοῦ κυριεύειν ἀπὸ τοῦ Κυρίου τῶν κυριευόντων, κυριεύειν
35ὧν κυριεύει· ὅθεν “ὁ ἐγείρας ἐκ νεκρῶν τὸν Χριστὸν, ἐκάθισεν132

133

“αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπὲρ ἄνω πάσης ἀρχῆς “καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος “ὀνομαζομένου· οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ “μέλλοντι.” εἰκὸς γὰρ εἶναι τινὰ καὶ ἄρρητα καὶ ἀνεκδιήγητα
5κατὰ τὴν διάταξιν τῶν ὅλων ἡμῖν, οὐ ληπτὰ ὀνόματα ὀνομαζόμενα τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Πόθεν δὲ τῷ Ἀποστόλῳ τὰ ὀνόματα ταῦτα ἢ ἀπὸ τοῦ ἀποκα‐ λύψαντος αὐτῷ Ἁγίου Πνεύματος; Πῶς δὲ εἴρηται “καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ,”
10ἐξεταστέον. Φανεροῦ ὄντος, ὅτι μυρίοι ὅσοι εἰσὶν οἱ ἔτι ἀνυπο‐ τακτοῦντες τῷ λόγῳ τοῦ Θεοῦ· “οὔπω γὰρ ἔτι ὁρῶμεν τὰ πάντα “ὑποτεταγμένα,” καὶ τὸ “δεῖ δὲ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ “πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ,” δηλοῖ, τὸ μηδέπω πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ εἶναι· Ὃ μὲν οὖν τις
15ἐρεῖ, ὅτι κατὰ πρόγνωσιν εἴρηται καὶ τοῦτο, ἕτερος δὲ τὴν κατάτα‐ ξιν τοῦ Θεοῦ, ᾗ κατατάσσει ἕκαστον, εἴς τι τάγμα παριστὰς, ἐρεῖ· τὸ δὲ “πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ,” ὅσα τῆς τάξεώς ἐστι τῶν ὑποτασσομένων, “καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα “τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τοῦ τὰ πάντα ἐν πᾶσι
20“πληρουμένου.” σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλη‐ σίαν, ζητοῦμεν, πότερόν ποτε ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν νοεῖν, ἢ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλὴ, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ, καὶ πληρούμενον ὑπὸ
25τοῦ Πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἢ ἄλλως πῶς δεῖ ταῦτα ἐκλαμβάνειν. ἐὰν μέν τοι γε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικότερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος· τὸ δὲ θεῖον καὶ ζωοποιὸν πᾶσαν τὴν ἐκκλησίαν, ἢ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεῖα.
30 Πῶς δὲ ἡ Ἐκκλησία οὖσα σῶμα Χριστοῦ πλήρωμά ἐστι τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου θέλομεν γνῶναι, καὶ διατί οὐ λέγεται τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος, ἀλλ’ αὐτοῦ πληρουμένου· δόξει γὰρ ἀκολουθότερον ἂν εἰρῆσθαι τὸ τὸν Χριστὸν εἶναι τὸν πλη‐
ροῦντα, οὐχὶ δὲ τὸν πληρούμενον. Αὐτὸς γὰρ οὐ μόνον νόμου ἐστὶ133

134

πλήρωμα, ἀλλὰ καὶ πάντων τῶν πληρωμάτων ἀεὶ πλήρωμα, οὐκ ἂν χωρὶς αὐτοῦ τινὸς πλήρους γινομένου. Ὅρα δὲ, εἰ δύναται πρὸς ταῦτα οὕτως ἀπαντῆσαι ὁ λέγων, ὅτι καθάπερ διὰ τὴν πολλὴν σχέσιν καὶ κοινωνίαν τοῦ Υἱοῦ πρὸς τὰ
5λογικὰ, ὥσπερ πλήρωμά ἐστι πάντων τῶν λογικῶν ὁ Υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ὡσπερεὶ πλήρωμα εἰς ἑαυτὸν ἀναλαμβάνει, πληρέστατος ἀποδεικνύμενος καθ’ ἕκαστον τῶν μακαρίων. Καὶ ἵνα γε σαφέστερον γένηται τὸ λεγόμενον, ἐννόει βασιλέα μὲν πληρού‐ μενον τῆς βασιλείας καθ’ ἕκαστον τῶν αὐξόντων τὴν βασιλείαν·
10κενούμενον δὲ ταύτης ἐν τοῖς ἀφισταμένοις τούτου τοῦ βασιλέως. οὐδὲν δὲ οὕτως ἁρμοδιώτερον τῇ Χριστοῦ φιλανθρώπῳ ἐστὶ βασι‐ λείᾳ, ἑκάστου τῶν συμπληρούντων αὐτὴν εὐεργετουμένων ὑπ’ αὐτοῦ λογικῶν καὶ τελειουμένων, οἵτινες προσφεύγοντες αὐτῷ συμπληροῦ‐ σιν αὐτοῦ τὸ σῶμα, κενόν πως ὂν, ὅτε λείπει τῶν εὐεργετουμένων.
15διὸ πληροῦται ἐν πᾶσι τοῖς προσιοῦσιν ὁ Χριστὸς, λείπων τούτοις πρὶν προσέλθωσιν.
17tΚΕΦ. Γ.
18tΠερὶ τῆς τῶν ἐθνῶν καὶ Ἰουδαίων οἰκειώσεως πρὸς Θεὸν διὰ Χριστοῦ ἐπ’
19tἐλπίδι κατὰ χάριν.
20 Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξου‐ σίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνετρά‐
25φημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποι‐ οῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώ‐
30μασι συνεζωοποίησε τῷ Χριστῷ. Τὸ ἑξῆς ἐστι· καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς
ἁμαρτίαις ὑμῶν, συνεζωοποίησε τῷ Χριστῷ, ὁ Θεὸς, πλούσιος ὢν ἐν134

135

ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, ἐν οἷς ποτε περιεπατήσαμεν, κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς
5ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνετράφημέν ποτε ἐν ταῖς ἐπι‐ θυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν φύσει τέκνα ὀργῆς, συνεζωοποίησε τῷ Χρι‐ στῷ. τὸν “δὲ” σύνδεσμον τὸν ὅπου, “ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν “ἐλέει·” ἡγούμεθα ἤτοι παρεμβεβλῆσθαι μάτην ἐν τοῖς ἀντιγρά‐
10φοις, ἢ ὡς ὑπὸ ἰδιώτου τῷ λόγῳ Παύλου μὴ τεθεωρῆσθαι παρέλ‐ κοντα. σαφῶς δὲ θάνατος τῆς ψυχῆς εἶναι λέγεται τὰ ἁμαρτήματα· ἐκ τοῦ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρ‐ τίαις ὑμῶν. καὶ ἐπεὶ ἴδιόν ἐστι τῆς γραφῆς ὄνομα τὸ παράπτωμα, ἐξεταστέον εἰ διαφέρει τῆς ἁμαρτίας, καὶ μάλιστα ἐπειδὴ ἐνθάδε
15συμπεπλεγμένως εἴρηται τὸ “καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παρα‐ “πτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν.” καὶ ζητοῦμεν, εἰ τὰ κακῶς ἡμῖν ἤδη τετελεσμένα ἁμαρτίαι ἡμῶν λέγονται· αἱ δὲ ἀρχαὶ τούτων οἱονεὶ μηδέπω πτώματα οὖσαι ἀλλ’ ὁδεύουσα ἐπὶ τὸ πεσεῖν ἡμᾶς, παραπτώματα. καὶ τάχα διὰ τοῦτο, ἐν τῷ ὀκτωκαιδεκάτῳ λέγεται
20ψαλμῷ, “παραπτώματα τίς συνήσει;” τῷ τὸν συνιέντα τὰς ῥίζας καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας παραπτώματα, δύνασθαι ἂν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς ἁμαρτίαις. Τί ἐστι “κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου περιπατεῖν, καὶ οὐχὶ κατὰ τὸν αἰῶνα τοῦ κρείττονος κόσμου ἐφ’ ὃν οἱ ἅγιοι σπεύ‐
25δουσιν; ὁ μὲν οὖν τις ἁπλούστερον αἰῶνα τοῦ κόσμου τούτου ἡγή‐ σεται, τὸν συμπαρεκτεινόμενον χρόνον τῇ τούτου τοῦ κόσμου ἀπ’ ἀρχῆς μεχρὶ τέλους κατασκεύῃ· ἄλλος δὲ, ἐκ τοῦ ἑξῆς ὑπονοήσει, μὴ ἄρα ὁ αὐτός ἐστιν ὁ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύ‐ ματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ὁ αἰὼν
30τοῦ κόσμου τούτου· ἐπείπερ ὡς καθ’ ἑνὸς τέτακται ταῦτα πάντα, λέγοντος Παύλου “ἐν οἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα “τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος “τοῦ πνεύματος·” καὶ ἐν τῇ πρὸς Γαλάτας δὲ, τὸ “ὅπως ἐξέ‐ “ληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ,” νομίσει δη‐
35λοῦν ὅτι ζῶον πονηρόν ἐστιν ὁ ἐνεστὼς αἰὼν, ὁ αὐτὸς ὢν τῷ ἄρ‐135

136

χοντι τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος· πλὴν ἔχει ἀντεπι‐ χείρησιν τὸ ἐκ τῆς πρὸς Γαλάτας Ἐπιστολῆς ῥητόν· ἐπεὶ καὶ περὶ ἡμερῶν λέγεται τῶν ὁμολογουμένων ὡς οὐκ οὐσῶν ἐμψύχων, τοιοῦτό τι· “ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί
5“εἰσι·” καὶ “μικραὶ καὶ πονηραί εἰσιν αἱ ἡμέραι ἃς παρῴκηκα “ἐπὶ τῆς γῆς,” φησὶν ὁ Ἰακώβ· καὶ τὸ “δι’ οὗ ἐποίησε τοὺς “αἰῶνας” κείμενον, δόξει κτίσμα λέγειν τοὺς αἰῶνας· ὦν δύναται εἷς ἀποστατικῶς πονηρὸς γεγονέναι, καὶ λέγεσθαι αἰὼν τοῦ κόσμου τούτου καὶ “ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος, τοῦ
10“νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς “πάντες ἀνεστράφημέν ποτε·” καὶ παρατηρητέον γε, ὅτι οὐκ εἶπε κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος, ἀλλὰ τῆς ἐξουσίας τοῦ ἀέρος· οὐκοῦν ζητητέον τὴν τοῦ ἀέρος ἐξουσίαν, ἵν’ οὕτως ἴδωμεν τὸν ἄρχοντα ταύτης.
15 Δύναται δὲ ἡ λέξις καὶ τοιοῦτό τι δηλοῦν· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ πνεύματος· ὅπερ πνεῦμα ἀέρος ἐστὶ, τὸ πνεῦμα τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ἐπεὶ οὖν ὁ ἄρχων τινός ἐστιν ἄρχων, ἐπιστήσεις μήποτε πάσης ἐξουσίας ἄρχων ἐστι τῆς περὶ τὸν ἀέρα, ὁ νῦν λεγόμενος· ἥτις ἐνεργεῖ, διατρίβουσα
20περὶ τὸν ἀέρα εἰς τοὺς τῆς ἀπειθείας υἱούς· καὶ πᾶς δὲ ὁ καταγ‐ γελλομένων θείων δογμάτων ἀπειθῶν αὐτοῖς, δι’ αὐτοῦ τοῦ ἀπει‐ θεῖν, υἱὸς ἀπειθείας ἀναφαίνεται. καὶ μή ποτε πρὸς ταύτης ἡμῖν τὰς ἐξουσίας ἡ πάλη· ἀνθισταμένοις ταῖς ἐνεργείαις αἷς βούλον‐ ται ἐμποιεῖν καὶ εἰς ἡμᾶς, θέλουσαι ἡμᾶς ποιῆσαι υἱοὺς ἀπειθείας.
25οὐ θαυμαστὸν δὲ ταύτας τὰς ἐξουσίας ἐν τοῖς ἐπουρανίοις εἶναι λέγεσθαι· ὥσπερ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμο‐ κράτορας ἐν τοῖς ἐπουρανίοις, τοῦ περὶ ἡμᾶς ἀέρος, κατά τινα συνήθειαν τῆς γραφῆς, οὐρανοῦ ὀνομαζομένου· λέγεται γὰρ πετεινὰ οὐρανοῦ· σαφὲς δὲ ὅτι ταῦτα κατὰ τὸν ἀέρα λέγεται.
30 Τὸ δὲ “καὶ ἐν οἷς ἡμεῖς πάντες ἀνεστράφημεν ποτε,” τίσιν, ἢ τοῖς παραπτώμασι; καὶ γὰρ οὐκ ἀπέδωκε τί πρὸς τὰ παραπτώ‐ ματα, ἀλλὰ πρὸς μόνας τὰς ἁμαρτίας· εἰπὼν γοῦν “καὶ ὑμᾶς “ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν,” ἐπιφέρει τὸ “ἐν οἷς ποτὲ περιεπατήσατε.” νῦν δὲ ἀποδίδωσι
35πρὸς τὸ τοῖς παραπτώμασιν ὑμῶν, τὸ “καὶ ἐν οἷς καὶ ἡμεῖς136

137

“πάντες ἀνεστράφημέν ποτε·” ἵνα μὴ δόξῃ εἰπὼν τὸ “ἐν οἷς ποτὲ “περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου,” ἑαυτὸν δὲ ἀποσιωπῶν, οἷον ἀλαζονεύεσθαι δοκεῖν· οἶδε δέ τινα αὐτὸς ὁ Παῦλος ἐπιθυμίαν τῆς σαρκὸς, καὶ ἑτέραν ἐπιθυμίαν τοῦ πνεύ‐
5ματος, λέγων· “ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ “πνεῦμα κατὰ τῆς σαρκός.” ἀναστραφέντες δὲ ἐν τοῖς παραπτώ‐ μασιν, ἐπεὶ ἤμεθα ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ἐποιοῦ‐ μεν οὐχ ἕν τι, ἀλλὰ πλείονα θελήματα· καὶ οὐ μόνον τῆς σαρκὸς, ἀλλὰ καὶ τῶν διανοιῶν. ζητοῦμεν δὲ, τίνα τὰ θελήματα τῶν δια‐
10νοιῶν, ἕτερα ὄντα τῶν θελημάτων τῆς σαρκός· καὶ στοχαζόμεθά γε τῷ μὲν ποιεῖν τὰ ἔργα τῆς σαρκὸς, καὶ φιληδονεῖν, ποιεῖ τίς τὰ θελήματα τῆς σαρκός· τῷ δὲ ἀποπεπτωκέναι τῆς ὑγίους δόξης καὶ τῆς ὀρθῆς διανοίας, ποιοῦμεν τὰ θελήματα τῶν διανοιῶν. Εἰς δὲ τὸ “ἤμεθα φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποὶ,” οὐκ
15οἴδαμεν ὅ τι ποτε ἐροῦσιν οἱ τὰς πνευματικὰς ἀρχῆθεν φύσεις εἰσάγοντες· πῶς γὰρ ὁ φύσει Υἱὸς Θεοῦ, φύσει εἶναι λέγεται υἱὸς ὀργῆς, ἀποκρινέσθωσαν. ἡμεῖς δὲ οἰόμεθα διὰ τὸ σῶμα τῆς ταπεινώσεως, γεγονέναι τέκνα φύσει ὀργῆς· ὅτε ἐνέκειτο ἡμῶν ἡ διάνοια ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· κατὰ γὰρ τὸν Σολομῶντα
20“οὐκ ἐστὶ δίκαιος ἐπὶ τῆς γῆς, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρ‐ “τήσεται.” (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πανταχοῦ παραμυθεῖται τὸν ἀκροατὴν ὁ Ἀπόστολος, μὴ βαρῶν αὐτόν· ἐπειδὴ γὰρ εἶπεν εἰς ἔσχατον κακίας ἠλάσατε· τοῦτο γάρ ἐστι νεκρω‐
25θῆναι· ὥστε μὴ σφόδρα βαρύναι αὐτοὺς, αἰσχύνονται γὰρ οἱ ἄνθρωποι τῶν προτέρων κακῶν εἰς μέσον φερομένων· κἂν ἀπολλύ‐ μενα ᾖ καὶ κίνδυνον οὐκ ἔχοντα, δίδωσιν αὐτοῖς συνεργὸν, ὥστε μὴ νομισθῆναι τὸ πᾶν αὐτῶν εἶναι, καὶ συνεργὸν ἰσχυρόν· τίνα δήπου, τὸν διάβολον· διὰ τί δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου
30φησίν; ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν, ἑκόντες καὶ προτρεπόμενοι, καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ ἀγαθὰ οὐδὲ προσέχει τίς· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ τοιοῦτο, ἀλλ’ εἰς γέενναν παρα‐
πέμποντι, πάντες ὑπείκουσιν· ἀλλ’ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ·137

138

καὶ πλείους οὗτος ἔχει τοῦ Θεοῦ, διὰ τὴν ῥαθυμίαν τὴν ἡμε‐ τέραν. Κατὰ τὴν ἐξουσίαν τοῦ ἀέρος τοῦ πνεύματος. Τοῦτο πάλιν φησὶν, ὅτι τὸν ὑπουράνιον ἔχει τόπον, καὶ πνεύ‐
5ματα πάλιν ἀέρια, ἀσώματοι δυνάμεις εἰσὶν, αὐτοῦ ἐνεργοῦντος· ἔστι γὰρ αἰώνιος ἡ ἀρχή· τουτέστιν, τῷ παρόντι αἰῶνι συγκατα‐ λυομένη· ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους
10“τοῦ αἰῶνος τούτου.” ἵνα γὰρ μὴ κοσμοκράτορα ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῇς, εἶπε τοῦ “αἰῶνος τούτου·” καὶ ἀλλα‐ χοῦ πονηρὸν αἰῶνα καλεῖ, τὸν καιρὸν τὸν διεστραμμένον· οὐ περὶ τῶν κτισμάτων λέγων· ἐμοὶ γὰρ δοκεῖ γενόμενος ἄρχων ὑπὸ τὸν οὐρανὸν, μὴ μεταπεπτωκέναι τῆς ἀρχῆς καὶ μετὰ τὴν παρά‐
15βασιν. Τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς ὅτι οὐ βίᾳ, οὐδὲ τυραννίδι, ἀλλὰ πειθοῖ τοὺς πάντας ἐφέλκεται; καὶ οὐ τούτῳ μόνον αὐτοὺς παραμυθεῖται τῷ δοῦναι κοινωνὸν, ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι μετ’ ἐκείνων. “καὶ ἦμεν φύσει
20“τέκνα ὀργῆς·” τὸ φύσει, τὸ γνήσιον ἐνταῦθα παρίτησιν· “ὡς καὶ “οἱ λοιποὶ πάντες·” τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες· ἀλλ’ ἵνα μὴ τὴν σάρκα διαβάλῃ καὶ μὴ δὲ μέγα τις εἶναι νομίσῃ τὸ πλημμέλημα, ὅρα πῶς ἀσφαλίζεται· τὰ θελήματα τῆς σαρκὸς ἡμῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες· τουτέστιν τὰ τῆς ἡδονῆς
25πάθη· παρωξύναμεν τὸν Θεὸν καὶ παρωργίσαμεν· τουτέστιν, ὀργὴ ἦμεν, καὶ οὐδὲν ἕτερον. ὥσπερ γὰρ ἀνθρώπου ὢν τέκνον φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡμεῖς, ὡς καὶ οἱ λοιποί. Ἄλλος φησὶν, ὑμᾶς φησὶ, τοὺς ἐξ ἐθνῶν ἐξαιρέτως ὄντας τοῦ θανάτου διὰ τὴν ἁμαρτίαν ἐν ᾗ ἐζῆτε, ὑπὸ τοῦ πονηροῦ δαίμονος
30τοῦ ἄρξαντος διὰ τῶν εἰσπνεομένων ἡμῖν πονηρῶν ἐννοιῶν, ἐλέου ἀξίωσας ὁ Θεὸς καὶ χάριτος ἑκουσίου, τὴν ἀντὶ ἁμαρτίας νεκρό‐ τητα ἡμῶν μετέβαλεν εἰς ζωὴν, κοινωνίᾳ τῇ πρὸς τὸν Χριστόν.
ὅπερ γάρ ἐστιν ἐν Χριστῷ, τοῦτο εἰς ἡμᾶς χωρεῖ συναπτομένους138

139

αὐτῷ· καὶ τοὺς ἔχοντας δὲ νόμον, τὰ ὅμοια τῶν ἐθνῶν πεπονθέναι φησὶν, ἐν ἁμαρτίαις, ἵνα τὸ μέγεθος ἐνδείξηται τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι τοὺς πάντας κρατουμένους ὑπὸ τῆς φθορᾶς διέσωσεν. Σευηριανὸς δέ φησι, κόσμος, διττῶς λέγεται· καὶ ἡ σύστα‐
5σις ἡ δημιουργικὴ, καὶ τῶν ἀνθρώπων τὸ σύστημα τὸ πονηρόν. νυνὶ δὲ διεῖλε τοῖς ἀνόμοις τὰ πράγματα· αἰῶνα καλέσας, τῶν ἀνθρώπων τὴν πονηρίαν καὶ τὴν ἁμαρτίαν· κόσμον δὲ τὴν σύστα‐ σιν τοῦ παντός· καθὼς καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει, “ὅπως “ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ.” τοῦτον τὸν
10νῦν αἰῶνα λέγει. τὴν οὖν κοινὴν ἀπόστασιν τῶν ἀνθρώπων καὶ πλά‐ νην, αἰῶνα ὠνόμασεν· ἧς μέρος ἦσαν ποτὲ, καὶ οἱ νῦν πιστεύσαντες τῷ Χριστῷ. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύ‐ ματος.
15 Φανερῶς διὰ τούτου δείκνυσιν ὁ Ἀπόστολος, ὅτι οὐκ ἀπ’ οὐρανοῦ ἄγγελος ἦν ὁ διάβολος, ἀλλ’ ἀέριον τὸ πονηρὸν πνεῦμα· κἂν ὁ Κύριος λέγῃ “εἶδον τὸν Σατᾶναν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ “οὐρανοῦ,” οὐχὶ τὸν τόπον δείκνυσιν ὅθεν ἔπεσεν, ἀλλ’ ἐπειδὴ ἄνωθεν ἡ ἀστραπὴ ὀξέως πίπτει, τὴν ὀξύτητα τῆς διαβολικῆς
20πτώσεως ἀστραπῇ παρέβαλε, λέγων ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ὀξέως φέρεται, οὕτως εἶδον τὴν πτῶσιν αὐτοῦ ὀξείαν. “τοῦ νῦν ἐνερ‐ “γοῦντος.” ἐδήλωσεν ὅτι οὐ πάντοτε τὴν ἰσχὺν ὁ διάβολος ἔχει, ἀλλ’ ἡ ἀσθένεια τῶν ἀνθρώπων ἰσχὺς αὐτῷ γέγονεν. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύ‐
25ματος. Ἀντὶ τοῦ ἀερίου πνεύματος. Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν. Ἐκ τούτου δείκνυται, ὅτι οὐκ ἀντίκειται ἡ σὰρξ τῇ ψυχῇ, συν‐ εφώνει γὰρ εἰς τὴν ἁμαρτίαν.
30Καὶ ἦμεν τέκνα φύσει ὀργῆς. Ὥσπερ υἱοὶ γεέννης, οὕτω καὶ τέκνα ὀργῆς. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει.
Οὐχ ἁπλῶς ἐλεήμων, ἀλλὰ πλούσιος· καθὰ καὶ ἐν ἑτέρῳ φη‐139

140

σίν· “ἐν τῷ πλήθει τοῦ ἐλέου σου·” καὶ πάλιν· “ἐλέησόν με “κατὰ τὸ μέγα ἔλεός σου. Διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς. Πόθεν ἡμᾶς ἠγάπησε; ταῦτα γὰρ οὐκ ἀγάπης ἄξια, ἀλλ’
5ὀργῆς καὶ τιμωρίας τῆς ἐσχάτης· καὶ τοῦτο οὖν ἀπὸ πολλοῦ ἐλέους. Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωο‐ ποίησε τῷ Χριστῷ. Πάλιν ὁ Χριστὸς μέσος· καὶ τὸ πρᾶγμα ἀξιόπιστον· εἰ γὰρ
10ἡ ἀπαρχὴ ζῆ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον, καὶ ἡμᾶς· ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται; εἶδες τὸ ὑπερβάλλον μέγε‐ θος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας; τοὺς νεκροὺς, τοὺς ὀργῆς υἱοὺς, τούτους ἐζωοποίησεν· εἶδες τὴν ἐλπίδα τῆς κλή‐ σεως; συνήγειρε καὶ συνεκάθισεν· εἶδες τὴν δόξαν τῆς κληρονο‐
15μίας αὐτοῦ; τὸ μὲν συνήγειρε δῆλον, τὸ δὲ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, πῶς ἕστηκεν; ὡς τὸ συνή‐ γειρεν· οὐδέπω γὰρ οὐδείς ἐστιν ἐγηγερμένος· εἰ μὴ ὅτι τῆς κεφαλῆς ἀναστάσης, καὶ ἡμεῖς ἠγέρθημεν· ὡς καὶ ἐκεῖ τοῦ Ἰακὼβ προσκυνήσαντος, καὶ ἡ γυνὴ προσεκύνησε τὸν Ἰωσήφ· οὐκοῦν οὕτω
20“καὶ συνεκάθισε,” τῆς κεφαλῆς καθεζομένης καὶ τὸ σῶμα συγκά‐ θηται. Διὰ τοῦτο γὰρ ἐπήγαγεν, “ἐν Χριστῷ Ἰησοῦ·” ἢ εἰ μὴ τοῦτο, ἀλλὰ συνήγειρε διὰ τοῦ λουτροῦ. πῶς οὖν συνεκάθισεν; εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· εἰ ἀπεθάνομεν, καὶ συζήσομεν. ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε
25τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων. εἶτα ἵνα μὴ ἀπιστήσῃς, ὅρα τί ἐπάγει, Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ· ἐν χρηστό‐ τητι ἐφ’ ἡμᾶς, ἐν Χριστῷ Ἰησοῦ.
30 Ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τοῦ Χριστοῦ, ταῦτα δὲ οὐδὲν ἦν πρὸς ἡμᾶς· τί γάρ, φησι, πρὸς ἡμᾶς, εἰ ἐκεῖνος ἀνέστη; ἔδειξε μὲν οὖν, ὅτι καὶ πρὸς ἡμᾶς, εἴγε οὕτως ἡμῖν ἥνωται. πλὴν ἀλλὰ καὶ
τὰ ἡμῶν κατ’ ἰδίαν φησίν· “ὄντας γὰρ ἡμᾶς νεκροὺς τοῖς παραπτώ‐140

141

“μασι, συνήγειρε καὶ συνεκάθισεν·” ὥστε ὅπερ ἔφην, μὴ ἀπίστει, ἀπό τε τῶν προτέρων, ἀπό τε τῆς κεφαλῆς, ἀπό τε τοῦ βούλεσθαι ἐνδείκνυσθαι αὐτὸν τὴν ἀγαθότητα, λαβὼν τὴν ἀπόδειξιν. πῶς γὰρ ἐνδείξηται, ἂν τοῦτο μὴ γένηται; καὶ ἐνδείξηται ἐν τοῖς αἰῶσι
5τοῖς ἐπερχομένοις. νῦν μὲν γὰρ λῆρος εἶναι δοκεῖ τοῖς ἀπίστοις τὰ λεγόμενα, τότε δὲ πάντες εἴσονται. Ὠριγένης δέ φησι· τὸ “συνήγειρε καὶ συνεκάθισεν,” ὃ μὲν ἁπλούστερον ἐκλαμβάνων, κατὰ πρόγνωσιν καὶ προορισμὸν Θεοῦ φήσει εἰρῆσθαι, ὡς ἤδη γενόμενον τὸ ἑπόμενον· ὁ δὲ νοητὴν θεωρῶν
10τὴν Χριστοῦ βασιλείαν, οὐκ ὀκνήσει λέγειν τὸν ἤδη ἅγιον, ὥσπερ οὐκ εἶναι ἐν σαρκὶ, καὶ ὑπὸ τῶν ἁπλουστέρων λέγηται εἶναι ἐν σαρκὶ, οὕτως οὐκ εἶναι ἐπὶ γῆς, κἂν κατὰ τὸ αἰσθητὸν βλέπηται ἐπὶ γῆς τυγχάνων. ὁ γὰρ ἐν Πνεύματι, οὐκ ἔστιν ἐπὶ γῆς, καὶ οὐδεὶς τῶν ἐν τοῖς ἐπουρανίοις ἐστὶν ἐν σαρκὶ, ἀλλ’ ἤδη ἐν Πνεύ‐
15ματι. αἱ γ’ οὖν τοιαῖδε διαθέσεις καὶ ἡ τῶν τηλίκων γε καὶ τοιῶνδε κατάληψις οὐκ ἔστιν ἐπίγειος, ἀλλ’ ἐπουράνιος· πάντων τῶν ἤδη τὸ πολίτευμα ἐν οὐρανοῖς ἐχόντων τῶν συγκαθισάντων τῷ Χριστῷ ἐν τοῖς ἐπουρανίοις, εἴπερ καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ἡμῶν ἐστιν, ἵν’ οὕτως ὦμεν κεκαθικότες ἐν τοῖς ἐπουρανίοις, συγκα‐
20θήμενοι τῷ Χριστῷ καὶ συνιδρυμένοι τῇ σοφίᾳ καὶ τῷ λόγῳ τοῦ Θεοῦ. [τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι, διὰ πίστεως.] (Χρυσόστομος.) Ὁ μακάριος Ἰωάννης φησὶ, ἵνα μὴ πάλιν τὸ αὐτεξούσιον λυμήνηται, ἔθηκε καὶ τὸ ἡμῶν, καὶ πάλιν αὐτὸ ἀνεῖλε, καὶ φησὶ, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, οὐδὲ ἡ πίστις φησὶν ἐξ ἡμῶν. εἰ
25γὰρ μὴ ἦλθεν, εἰ γὰρ μὴ ἐκάλεσε, πῶς ἠδυνάμεθα πιστεῦσαι; Θεοῦ τοίνυν τὸ δῶρον· μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαι, φησὶν, ἀλλ’ ἵνα μὴ ἀργοὺς μηδὲ καινοὺς σώσῃ, ταύτην ἐζήτησεν ὁ Θεὸς, φησί· τοῦτο αὐτὸ Θεοῦ δῶρόν ἐστιν, ἵνα μή τις καυχήσῃ τι, ἵνα εὐγνώ‐ μονας περὶ τὴν χάριν ποιήσῃ. τί οὖν αὐτὸς ἐκώλυσεν ἐξ ἔργων
30δικαιωθῆναι; οὐδαμῶς, ἀλλ’ οὐδεὶς ἐξ ἔργων, φησὶ ἐδικαιώθη, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ χάρις καὶ ἡ φιλανθρωπία· οὐχὶ ἔχοντας ἔργα ἀπώσατο, ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε μηδένα λοιπὸν ἔχειν καυχᾶσθαι. εἶτα ἵνα μὴ ἀκούσας, ὅτι οὐκ ἐξ ἔργων, ἀλλὰ πίστει τὸ πᾶν κατωρθώθη, ἀργὸς γένῃ, ὅρα τί
35ἐπήγαγεν.141

142

Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Τὴν ἀναγέννησιν ἐνταῦθα αἰνίττεται· ὄντως ἡ κτίσις ἑτέρα ἐστὶν
5ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθημεν· ὅπερ ἦμεν πρότερον, ἀπεθάνομεν, τουτέστιν, ὁ παλαιὸς ἄνθρωπος· ὅπερ ἐγενόμεθα, οὐκ ἦμεν πρότερον· ἄρα ἡ κτίσις τὸ πρᾶγμά ἐστι καὶ τῆς ἑτέρας τιμι‐ ωτέρα. ἐξ ἐκείνης μὲν γὰρ τὸ ζῇν, ἐκ δὲ ταύτης τὸ καλῶς ἡμῖν ζῇν περιγέγονεν· “ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς,
10“ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.” Διαρκοῦσι γὰρ ἡμῖν χρεία τῆς ἀρετῆς, οὐχὶ ἵνα ἀρξώμεθα, ἀλλ’ ἵνα περιπατήσωμεν· οὐδὲ γὰρ εἰ βαδίζειν ὁδὸν ἔδει, εἰς πόλιν φέρουσαν βασιλικήν· εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ μαλακισθέντες ἐκαθί‐ σαμεν, ὤνησεν ἂν ἡμᾶς αὕτη ἡ ἐλπὶς τῆς κλήσεως· ἐπ’ ἔργοις γὰρ
15φησὶν, ἀγαθοῖς. οὐδὲν οὖν ἂν ὤνησεν ἡμᾶς τὸ πρᾶγμα. οὕτω δὴ καὶ ἐνταῦθα· οὐχ ἵνα ἓν ἔργον ἐργασώμεθα, προστάττει, ἀλλ’ ἵνα πάντα. Θεόδωρος δέ φησιν, “εἰς τὸ αὐτοῦ γάρ ἐσμεν ποίημα, κτι‐ “σθέντες ἐπ’ ἔργοις ἀγαθοῖς.” ἐνταῦθα οὐ κατὰ τὴν πρώτην
20λέγει δημιουργίαν, ἀλλὰ κατὰ τὴν δευτέραν, καθ’ ἣν ἀνακτιζό‐ μεθα διὰ τῆς ἀναστάσεως, ἵν’, ἅπερ ἀπὸ τῆς οἰκείας προαιρέσεως κατορθῶσαι οὐδαμῶς οἷοί τε ἐγενόμεθα, τῷ τὴν φυσικὴν ἀντιπράτ‐ τειν ἡμῖν ἀσθένειαν, ταῦτα δίχα πόνου παντὸς σὺν εὐμαρείᾳ πολλῇ χάριτι τοῦ πρὸς τοῦτο ἡμᾶς ἀνακτίζοντος, ἐπιτελέσαι ἡμῖν
25ἐγγένηται. Σευηριανὸς δέ φησιν, ἐπειδὴ κτισθέντες λέγει, ἡ κτίσις οἰ‐ κείωσίς ἐστι· τὸ δὲ “ἐπὶ ἔργοις ἀγαθοῖς” ἐπήγαγεν, ἵνα λοιπὸν σαυτὸν οἰκοδομῇς ...... Τῶν εἰς τὴν πρὸς Ἐφεσίους Ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου
30ἐξηγητικῶν ἐκλογῶν τόμος αʹ.142

143

(1t)

ΤΟΜΟΣ Β.
2 Διὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόμενοι ἀκροβυστία, ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς
5Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχον‐ τες καὶ ἄθεοι, ἐν τῷ κόσμῳ. (Χρυσόστομος.) Ὁ μακάριος Ἰωάννης φησὶ, πολλὰ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν· πρῶτον, ὅτι δι’ ἑαυτοῦ ἔσωσε, καὶ
10δι’ ἑαυτοῦ τρόπῳ τοιούτῳ· δεύτερον, ὅτι τίνας ὄντας ἔσωσε· τρῖ‐ τον, ὅτι ποῦ ἀνήγαγε· καὶ πάντα ταῦτα κινεῖ νῦν γράφων ὁ Παῦλος. εἶπεν, ὅτι νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τέκνα ὀργῆς ἔσωσε. νῦν λέγει, τίνων ἐποίησεν ἴσους. “διὸ” φησὶ, “μνημονεύετε,” ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν ἐκ τῆς πολλῆς
15εὐτελείας εἰς ἀντίρροπον, εἰ καὶ μείζονα τιμὴν ἀναχθῶμεν, μηδὲ μεμνῆσθαι τῶν προτέρων. διὰ τοῦτό φησι· “διὸ μνημονεύετε·” “διὸ” ποῖον; ἐπειδὴ ἐκτίσθημεν ἐπὶ ἔργοις ἀγαθοῖς· τοῦτο δὲ ἱκανὸν ἡμᾶς πεῖσαι τῆς ἀρετῆς ἐπιμελεῖσθαι, καὶ εὐγνώμονας περὶ τὸν εὐεργέτην ποιῆσαι, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη οἱ λεγόμενοι· ἐν ῥήμα‐
20σιν ἦν ἡ τιμή· ἐν σαρκὶ τὸ προτέρημα· “οὐδὲν γάρ ἐστιν ἡ “ἀκροβυστία, οὐδὲν ἡ περιτομὴ,” “ὑπὸ τῆς λεγομένης φησὶ, περι‐ “τομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς “Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ “ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας· ἐλπίδα μὴ ἔχοντες, καὶ
25“ἄθεοι ἐν τῷ κόσμῳ.” Ὑμεῖς ὑπὸ Ἰουδαίων τοῦτο καλούμενοι. τί δή ποτε δὲ μέλλων δεικνύναι τὴν εὐεργεσίαν αὐτῶν ἐν τούτῳ γενομένην· ἐν τῷ κοινωνῆσαι αὐτοῖς τῷ Ἰσραὴλ, πάλιν τὸ ἀξίωμα τὸ Ἰσραηλιτικὸν οὐ καθαιρεῖ, ἀλλ’ ἐν τούτοις ἐπαίρει αὐτὸ ἐν τοῖς ἀναγκαίοις· ἐν τούτοις δὲ καθαιρεῖ, ἐν οἷς οὐκ ἐκοινώνησαν. προϊὼν
30γὰρ, φησὶ, συμπολῖται τῶν ἁγίων ἐστὲ, καὶ οἰκεῖον τοῦ Θεοῦ. ὁρᾷς πῶς οὐ καθαιρεῖ; ταῦτα, φησὶ, ἀδιάφορά ἐστι. μὴ νομίσητε
ὅτι περιτομῆς οὐκ ἐτύχετε, ἀλλ’ ἀκροβυστία ἐστὲ, διαφοράν τινα143

144

εἶναι. τὸ γὰρ χαλεπὸν τοῦτο ἦν, τὸ χωρὶς Χριστοῦ εἶναι, τὸ τῆς πολιτείας ἀπηλλοτριῶσθαι· τοῦτο δὲ οὐ πολιτεία. τὸ δὲ ξένους εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, τὸ ἐλπίδα μὴ ἔχειν τὴν μέλ‐ λουσαν, τὸ ἀθέους εἶναι ἐν τῷ κόσμῳ τούτῳ, ταῦτα πάντα ἐκείνων
5ἦν. εἶπε περὶ τῶν οὐρανίων πραγμάτων, λέγει δὲ περὶ τῶν ἐπὶ γῆς, ἐπειδὴ μεγάλην εἶχον περὶ αὐτὸν δόξαν οἱ Ἰουδαῖοι· οὕτω καὶ ὁ Χριστὸς παραμυθούμενος τοὺς μαθητὰς, μετὰ τὸ εἰπεῖν ὅτι “μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ “βασιλεία τῶν οὐρανῶν,” τὸ ἔλαττον τίθησιν· “οὕτω γὰρ,”
10φησὶν, “ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.” τοῦτο γὰρ πρὸς μὲν τὸ μέγεθος ἔλαττόν ἐστι, πρὸς δὲ τὸ ἐγγὺς εἶναι καὶ πιστεῦ‐ σαι, μέγα καὶ ἱκανὸν, καὶ πολλὴν ἔχει τὴν ἰσχύν. ἄρα τοῦτο ἦν τὸ πολιτεύεσθαι· πολλὴ δὲ τῶν ῥημάτων ἡ ἔμφασις, πολὺν δει‐ κνῦσα τὸν χωρισμόν· “ἀπηλλοτριωμένοι,” φησὶ, “καὶ ξένοι τῶν
15“διαθηκῶν,” ἐπεὶ καὶ Ἰσραηλῖται τῆς πολιτείας ἦσαν ἐκτός· ἀλλ’ οὐχ ὡς ἀλλότριοι, ἀλλ’ ὡς ῥᾴθυμοι καὶ τῶν διαθηκῶν ἐξέπεσον, οὐχ ὡς ξένοι. τίνες δὲ αἱ διαθῆκαι τῆς ἐπαγγελίας; “σοὶ καὶ “τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην,” καὶ ὅσα ἕτερα ἐπηγ‐ γείλατο. “ἐλπίδα,” φησὶ, “μὴ ἔχοντες, καὶ ἄθεοι·” καί τοι
20Θεοὺς προσεκύνουν, ἀλλ’ οὐκ ἦσαν. οὐ γὰρ ἐστί τι εἴδωλον. Ὠριγένης φησὶ πρὸς τοὺς νομίζοντας μὴ τὴν τοῦ Ἰσραὴλ πολιτείαν πολιτεύεσθαι τοὺς εἰς Χριστὸν πεπιστευκότας, ἀλλὰ ἄλλην τινὰ καινὴν, καὶ οὐδὲν πρὸς ἐκείνην κοινὸν ἔχουσαν, καλὸν παρατήρημα ἐντεῦθεν ἔστι λαβεῖν, “ἦτε” γὰρ, φησὶν, “ἐν τῷ
25“καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ “Ἰσραὴλ,” ὡς νῦν οὐκέτι αὐτῶν ὄντων χωρὶς Χριστοῦ, ἀλλ’ οὐδὲ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ· τοῖς γὰρ νοοῦσι τὸν πνευματικὸν νόμον, καὶ κατ’ αὐτὸν βιοῦσι, πᾶσιν ὑπάρχει τὸ οἰκειῶ‐ σθαι τῇ πολιτείᾳ τοῦ Ἰσραήλ· καὶ μᾶλλον τῶν σωματικῶν Ἰουδαίων,
30ἀκόλουθόν ἐστι τὸν χωρὶς Χριστοῦ καὶ ἀπηλλοτριωμένον τῆς πολι‐ τείας τοῦ Ἰσραὴλ, καὶ ξένον νομίζειν εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. ζητήσεις δὲ, μή ποτε διὰ τοῦτο εἴρηται “ἄθεοι, ἐν “τῷ κόσμῳ τούτῳ·” ἐπεὶ ὅσον ἐπὶ τῇ προγνώσει τοῦ Θεοῦ οὐκ
ἦσαν ἄθεοι, οἷς γράφεται ἡ Ἐπιστολή.144

145

Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν, ἐγεννήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Τὸ μακρὰν καὶ τὸ ἐγγὺς ὠνομάσθη ἀπὸ τῶν τοπικῶς μακρὰν ἢ ἐγγὺς, εἰς παράτασιν τῆς πόρρω τοῦ Θεοῦ προαιρέσεως, καὶ τῆς
5ἐγγιζούσης τῷ θελήματι αὐτοῦ· γινόμεθα δὲ ἐγγὺς, καθαρθέντες τῷ αἵματι τοῦ Χριστοῦ, καὶ ταύτης τῆς τιμῆς ἀγορασθέντες. “αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.” τηρητέον, ὅτι ὥσπερ ἐστὶ Λόγος ὁ Χριστὸς καὶ σοφία καὶ δύναμις καὶ ζωὴ, οὕτω καὶ εἰρήνη· καὶ συνακτέον γε πάντα ἀπὸ πάσης γραφῆς, ἃ ὀνομάζεται, ἵνα αὐτὸν
10ἀκριβέστερον νοήσωμεν. ὥσπερ οὖν ὁ ἔχων αὐτὸν ἔχει λόγον· ὅτε αὐτὸν ζητήσας εὗρεν ὡς λόγον, τὸ δὲ ἀνάλογον καὶ ἐπὶ σοφίας καὶ δικαιοσύνης ἔχει, οὕτω ζητήσωμεν αὐτὸν καὶ ὡς εἰρήνην· ἵνα αὐτὸν ἔχωμεν, καθώς ἐστιν εἰρήνη, καὶ εἰρήνη πάντων τῶν λογικῶν· ὁ δὲ μὴ ἔχων τὴν εἰρήνην οὐκ ἔχει τὸν Χριστόν.
15 Σευηριανὸς δέ φησιν· οὐκ εἶπεν ἐγγύτερον τῶν πιστευσάν‐ των ἀπὸ περιτομῆς, ἀλλ’ ἐγγύς. Θεόδωρος δέ φησι, νῦν ὁ τοῦ Χριστοῦ θάνατος τὴν ἀνάστα‐ σιν χαρισάμενος, καὶ ἕτερον ἀντὶ τοῦ παρόντος ἐπεισαγαγὼν βίον, συνῆψεν ὑμᾶς τοὺς ἀφεστῶτας πολύ· πῶς καὶ τίνα τρόπον; “αὐτὸς
20“γάρ ἐστιν ἡ εἰρήνη ἡ ἡμῶν,” καὶ τὰ ἑξῆς. ὁ Χριστὸς τὴν διὰ τῆς ἀναστάσεως ἀθανασίαν ἡμῖν παρασχὼν, κατέλυσε τὴν διαίρεσιν ταύτην. ἐν γὰρ ἀθανάτῳ φύσει περιτομὴ μὲν οὐκ ἂν γένοιτο. τούτου δὲ οὐκ ὄντος, οὐδὲ μία φανήσεται ἀκροβύστου καὶ περι‐ τετμημένου διάκρισις, ἀλλὰ μὴν καὶ αὐτῶν τῶν ἐντολῶν τὸν νόμον
25ἐντεῦθεν ἔπαυσε· περιττὴ γὰρ τότε πᾶσα τοῦ νόμου διάταξις. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν οὐ τοῦτο λέγει, ὅτι εἰς ἐκείνην τὴν εὐγένειαν ἡμᾶς ἤγαγε, ἀλλ’ ὅτι καὶ ἡμᾶς κἀκείνους εἰς μείζονα· πλὴν ἡμῖν μείζων ἡ εὐεργεσία. τοῖς μὲν γὰρ καὶ ἐπήγγελτο, καὶ ἐγγυτέρω ἦσαν,
30ἡμῖν δὲ οὐδὲ ἐπήγγελτο, καὶ πορρωτέρω ἦμεν. διό φησι, “τὰ δὲ “ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θέον.” ἐπηγγείλατο μὲν τοῖς Ἰσρα‐ ηλίταις, ἀλλ’ ἀνάξιοι ἦσαν· τούτοις δὲ οὐδὲ ἐπήγγελτο, ἀλλὰ ξένοι ἦμεν, οὐδὲν κοινὸν εἴχομεν πρὸς αὐτούς· καὶ ἐποίησεν ἡμᾶς ἓν, οὐχ
ἡμᾶς ἐκείνοις συνάψας, ἀλλὰ καὶ ἐκείνους καὶ ἡμᾶς εἰς ἓν συνάψας.145

146

Ὑπόδειγμα δὲ ἐρῶ. Ὑπόδειγμα εἶναι ἀνδριάντας δύο, τὸν μὲν ἐξ ἀργύρου, τὸν δὲ ἐκ μολύβδου, εἶτα ἀμφοτέρους καταχωσθέντας ἀνελθεῖν χρυσοῦς τοὺς δύο· ἰδοὺ τοὺς δύο ἓν ἐποίησεν. ἔστω πάλιν ὁ μὲν δοῦλος ὁ δὲ υἱοποιητὸς, ἀμφότεροι δὲ αὐτὸν προσκυνείτωσαν·
5ὁ μὲν ἀποκήρυκτος ὢν παῖς, ὁ δὲ δραπέτης, καὶ οὐδὲ ἐγνωκὼς τὸν πατέρα. εἶτα ἀμφότεροι γινέσθωσαν κληρονόμοι καὶ γνήσιοι παῖ‐ δες. ἰδοὺ εἰς μίαν ἤχθησαν τὴν τιμήν· οἱ δύο γεγόνασιν ἕν, ὁ μὲν πόρρωθεν ἐλθὼν, ὁ δὲ ἐγγύθεν. Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.
10 Ποῖον ἔστι τὸ μεσότοιχον; τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. τινὲς φασὶ τὸ μεσό‐ τοιχον τῶν Ἰουδαίων πρὸς τοὺς Ἕλληνας, ὅτι οὐκ ἀφίησιν αὐτοὺς ἀναμίγνυσθαι. ἐμοὶ δὲ οὐ τοῦτο δοκεῖ, ἀλλὰ τὸ μεσότοιχον τοῦτο κοινὸν εἶναι τὴν ἔχθραν· τοῦτο μεσότοιχον ἦν διαφράσσον, καθὼς
15ὁ προφήτης φησίν· “οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν ἀναμέσον “ὑμῶν καὶ ἐμοῦ·” μεσότοιχον ἦν, ἔχθρα ἦν, καὶ πρὸς Ἰουδαίους καὶ πρὸς Ἕλληνας εἶχε· τοῦ δὲ νόμου ὄντος, οὐ μόνον οὐκ ἐλύετο, ἀλλὰ ηὔξετο. “ὁ γὰρ νόμος,” φησὶν, “ὀργὴν κατεργάζεται.” ὥσπερ οὖν ἐκεῖ λέγων ὁ νόμος, ὀργὴν κατεργάζεται, οὐκ αὐτὸ τὸ
20πᾶν ἐπιγράφει, ἀλλ’ ἐπειδὴ παρέβημεν, ὑπακούεται. οὕτω δὲ ἐνταῦθα μεσότοιχον αὐτὸν φησὶν, ἐπειδὴ παρακουόμενος ἔχθραν ἐποίει. φραγμὸς ὁ νόμος ἦν· ἀλλ’ οὗτος ἐγένετο μὲν ἀσφαλείας ἕνεκεν. διὸ καὶ φραγμὸς ὠνόμασται. ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, “καὶ φραγμὸν αὐτῷ περιέθηκαν,” καὶ πάλιν “καθεῖλε
25“τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευό‐ “μενοι τὴν ὁδόν·” ἐκεῖ τὴν ἀσφάλειαν φησίν· “καθελῶ τὸν “φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα·” γέγονε δὲ μεσό‐ τοιχον, οὐκέτι αὐτοὺς ἐν ἀσφαλείᾳ καθιστῶν, ἀλλὰ χωρίζων αὐτοὺς ἀπὸ τοῦ Θεοῦ.
30 Τοιοῦτο γὰρ τὸ μεσότοιχον τὸ ἀπὸ τοῦ φραγμοῦ ὅπερ ἔλυσεν ὁ Χριστὸς, οἷον δὴ τοῦτό ἐστι τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. πῶς; σφαγεὶς καὶ λύσας ἐκεῖ τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· οὐ τούτῳ δὲ μόνον, ἀλλὰ καὶ τῷ φυλάξαι αὐτὸν, τὸν νόμον τῶν
ἐντολῶν ἐν δόγμασι καταργήσας. βαβαὶ, ἔδωκεν ἡμῖν νόμον, ἵνα146

147

φυλάσσωμεν· ἐπειδὴ οὐκ ἐφυλάξαμεν, δέον κολασθῆναι· τὸν νόμον κατέλυσεν, ὡς ἂν εἴ τις παιδίον ἴδιον παραδοὺς παιδαγωγῷ, ἐπειδὴ μὴ ὑπακούῃ, καὶ τοῦ παιδαγωγοῦ ἐλεύθερον ποιήσῃ καὶ ἀπάγοι. τί ἐστιν, “ἐν δόγμασι καταργήσας;” πολλὴν γὰρ ἐνταῦθα δια‐
5φορὰν φησὶν ἐντολῆς καὶ δογμάτων, ἢ τὴν πίστιν αὐτήν φησιν δόγμα καλῶν, ἀπὸ γὰρ πίστεως μόνης ἔσωσεν, ἢ τὴν παραγγελίαν, καθὼς ἔλεγεν ὁ Χριστός· “ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ ὀργισθῆναι “ὅλως·” τουτέστιν, ἐὰν πιστεύσῃς, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καὶ πάλιν “ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ
10“στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. μὴ εἴπῃς, τίς ἀναβήσεται “εἰς τὸν οὐρανὸν, ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, ἢ τίς “αὐτὸν ἀνήγαγε ἐκ νεκρῶν;” ἀντὶ βίου πίστιν εἰσήγαγεν· ἵνα γὰρ μὴ εἰκῆ σώσῃ, ἀπῄτησεν αὐτοὺς τὴν πίστιν διὰ δογμάτων, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην.
15 Ὁρᾷς οὐχὶ τὸν Ἕλληνα γινόμενον Ἰουδαῖον, ἀλλὰ τοῦτον κἀκεῖνον εἰς ἑτέραν κατάστασιν ἥκοντας, οὐχὶ ἵνα τοῦτον ἕτερον ἐργάσηται, ἀλλὰ τοὺς δύο κτίσῃ. καὶ καλῶς πανταχοῦ τῷ ὀνόματι κέχρηται τῷ κτίσει; καὶ οὐκ εἶπε, μεταβάλῃ, ἵνα δείξῃ τὸ ἐναργὲς τοῦ γενομένου, καὶ ὅτι εἰς ὁρατὸν ἡ κτίσις, ἀλλ’ ἐκείνης οὐκ ἐλάττων,
20καὶ ὅτι ὡς ἀπὸ φυσικῶν πραγμάτων ἀποπηδᾷν ἡμᾶς οὐ χρὴ λοι‐ πόν. ἵνα τοὺς δύο κτίσῃ, φησὶν, ἐν αὐτῷ, τουτέστι, δι’ ἑαυτοῦ· οὐκ ἄλλῳ τοῦτο ἐπέταξεν, ἀλλὰ δι’ ἑαυτοῦ καὶ τοῦτον κἀκεῖνον χωνεύσας, ἕνα ἀνήνεγκε θαυμαστὸν, αὐτὸς πρῶτος τοῦτο γινό‐ μενος, ὅπερ τῆς προτέρας κτίσεώς ἐστι μεῖζον, αὐτὸς πρῶτος
25τύπον παρασχὼν καὶ ὑπόδειγμα. ἔνθεν γὰρ τὸν Ἰουδαῖον κατα‐ σχὼν, καὶ ἔνθεν τὸν Ἕλληνα, μέσος αὐτὸς γενόμενος καὶ συμμί‐ ξας αὐτοῖς, καὶ πᾶν αὐτῶν τὸ ἠλλοτριωμένον ἀφανίσας, ἀνέπλασεν ἄνωθεν διὰ πυρὸς καὶ ὕδατος, οὐ δι’ ὕδατος καὶ γῆς. γέγονεν Ἰουδαῖος περιτμηθεὶς, γέγονεν ἐπικατάρατος, γέγονεν Ἕλλην, ἐκτὸς
30νόμου—καὶ ὑπὲρ Ἕλληνας καὶ Ἰουδαίους εἰς ἕνα καινὸν ἄνθρωπον, φησὶν, ποιῶν εἰρήνην, πρὸς τὸν Θεὸν, ἢ καὶ πρὸς ἀλλήλους, μᾶλλον δὲ πρὸς τὸν Θεόν· τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ. Τί γάρ φησι; “καὶ “ἀποκαταλλάξει τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ “σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.” οὐκ εἶπε, καταλ‐
35λάξει, ἀλλ’ ἀποκαταλλάξει, δεικνὺς, ὅτι ἡ ἀνθρωπίνη φύσις ἀκα‐147

148

τάλλακτος ἦν, οἷον ἐπὶ τῶν ἁγίων, καὶ πρὸ τοῦ νόμου· ἐν ἑνὶ σώματι, φησὶ, τῷ αὐτοῦ, τῷ Θεῷ. πῶς τοῦτο γίνεται; τὴν ὀφειλομένην φησὶν δίκην αὐτὸς ὑποστάς. “Διὰ τοῦ σταυροῦ, “ἀποκτείνας τὴν ἔχθραν ἐν ἑαυτῷ.” οὐδὲν κυριώτερον τῶν λέξεων,
5οὐδὲν ἐμφαντικώτερον. ὁ θάνατος αὐτοῦ, φησὶ, τὴν ἔχθραν ἀπέ‐ κτεινεν, ὥστε μηκέτι αὐτὴν ἀναστῆναι. πῶς οὖν ἀνίσταται; ἀπὸ τῆς πολλῆς ἡμῶν κακίας, ἕως ἂν μένωμεν ἐν τῷ σώματι τοῦ Χριστοῦ, ἕως ἂν ὦμεν ἡνωμένοι, οὐκ ἀνίσταται, μᾶλλον δὲ ἐκείνη οὐδέποτε ἀνίσταται, κἂν ἑτέραν τέκωμεν, οὐκέτι παρὰ τὸν τὴν
10προτέραν ἀνελόντα καὶ ἀπολύσαντα· σὺ δὲ ὠδίνεις ἑτέραν· τὸ γὰρ φρόνημα, φησὶ, τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· ἂν μηδὲν φρονῶμεν σαρκικὸν, οὐ τεχθήσεται ἑτέρα. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς, ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσα‐
15γωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα. Οὐ δι’ ἄλλου τινὸς ἐμήνυσεν ἡμῖν, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ, ἐπειδὴ τὸ διορθῶσαι τὰ τοσαῦτα κακὰ οὐδενὸς ἑτέρου ἦν, ἀλλὰ τῆς αὐτοῦ παρουσίας· ὑπηρέτου σχεδὸν καὶ διακόνου τάξιν ἐδείξατο ὁ δεσπό‐ της. τοὺς Ἰουδαίους φησὶν ἐγγὺς, ὡς πρὸς τοὺς Ἕλληνας, “ὅτι
20“δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύ‐ “ματι πρὸς τὸν Πατέρα·” εἰρήνην τὴν πρὸς Θεὸν φησὶν, οὐχ ὑμῖν ἔλαττον, ἐκείνοις δὲ πλέον, ἀλλὰ μιᾷ χάριτι· τὴν μὲν γὰρ ὀργὴν ἔλυσε τῷ θανάτῳ, ἐπεράστους δὲ ἡμᾶς ἐποίησε τῷ Πατρὶ διὰ τοῦ Πνεύματος.
25 Σευηριανός φησι, εἰς τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, οὐ τὸν φραγμὸν, ἀλλὰ τὸ μεσότοιχον. τίς δὲ ὁ φραγμός; “ἀφελῶ τὸν “φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν,” τουτέστι, τὴν ἀσφά‐ λειαν τοῦ πνεύματος. τί δὲ τὸ μεσότοιχον; τὸ πρὸς τοὺς Ἕλ‐ ληνας ἄμικτον. κεκώλυτο γὰρ Ἕλλησιν ἐπιμίγνυσθαι Ἰουδαίους,
30ἵνα μὴ Ἰουδαῖοι εἰς τὴν εἰδωλολατρείαν καταπέσωσιν, οἱ καὶ χωρὶς τούτου εἰδωλολατροῦντες, καὶ τοῦτό ἐστιν ὃ λέγει Δαβίδ· “ὁ Θεὸς “κατοικίζει μονοτρόπους ἐν οἴκῳ.” ἔδει γὰρ τὸ προζύμιον ἰσχυ‐ ρὸν γενέσθαι, ἵν’ οὕτως τὸ ὅλον τοῦ κόσμου ζυμωθῇ· τὸν νόμον τῶν ἐντολῶν, τὸν νενομισμένον λέγει, ὡς ἀπὸ τῶν ἐντολῶν Μωσαϊκῶν· ἐν
35δόγμασι τοῖς ἰδίοις καταργήσας, ὧν ἐστιν, “οὐ τὰ εἰσπορευόμενα148

149

“κοινοῖ τὸν ἄνθρωπον·” τοῦτο δὲ ἔλυσε, τὸ τόδε φαγὲ, τὸ δὲ μὴ φάγῃς, τὸ μὴ διδόναι βιβλίον ἀποστασίου, τοῦτο ὑπεναντίως εἶχε πρὸς τὸ κατὰ πᾶσαν αἰτίαν ἀφιέναι γυναῖκα· τὸ ἡμέρας παρατη‐ ρεῖσθαι, καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς ἐναντίον ἦν οἷς
5ἔδωκε Μωϋσῆς· καὶ ὅλως πολλὰ τοιαῦτα ἐστὶ δογματικὰ, οἷς τὸν νόμον τῶν ἐντολῶν κατήργησεν, οὐ τὰς ἐντολὰς ὡς ἀτόπους, ἀλλὰ τὸ ἔθος ὡς οὐκέτι χρησιμεῦον. αἱ γὰρ ἐντολαὶ τιμῶνται κἂν μὴ ἐνεργῶσιν, ὁ δὲ νόμος λοιπὸν, τουτέστι τὸ ὑπὸ νόμον τῶν ἐντολῶν καθ’ ἡμᾶς εἶναι ἔπλαττε μετὰ τὴν χάριν.
10 Θεόδωρος δὲ φησὶ, ἵνα εἴπῃ διὰ τῶν ἰδίων δογμάτων τῆς ἀναστάσεως, τῆς ἀφθαρσίας, τῆς ἀθανασίας, δόγματα καλέσας ταῦτα, ὡς ἐν πράγμασιν ὄντα, τῆς θείας χάριτος ἐν ἡμῖν κατα‐ πραττομένης, ὡς μηδὲ προσταγμάτων ἡμᾶς δεῖσθαι καὶ ἐντολῆς, τῆς τόδε ποιεῖν, ἢ μὴ ποιεῖν βουλομένης ἡμᾶς.
15 Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Σευηριανός φησιν, Ἕλληνες μὲν γὰρ τῆς εἰδωλολατρείας ὡς ἀσεβείας, Ἰουδαῖοι δὲ τοῦ νόμου ὡς οὐκέτι χρησιμεύοντος ἀφι‐ στάμενοι, εἰς ἑτέραν τινὰ καινότητα εὐσεβείας ἀνοικοδομοῦνται. Ποιῶν εἰρήνην.
20 Ὁ γὰρ νόμος οὐ βούλεται εἰρήνην εἶναι· διατί; ἵνα μὴ ἡ εἰρήνη ἡ σωματικὴ πόλεμον κατὰ τῆς εὐσεβείας ἐγείρῃ. “ἀμφοτέρους “καταλλάξει τῷ Θεῷ·” ἐπειδὴ οἱ μὲν Ἕλληνες ἐπλανῶντο, οἱ δὲ Ἰουδαῖοι παραβεβήκεσαν. Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.
25 Πλάτος ἔχει τὸ νόημα ἐν συντομίᾳ ῥήματος· ἐπειδὴ γὰρ νόμος ἦν ὁ διϊστῶν Ἰουδαίους Ἑλλήνων κατὰ τὸ προειρημένον, ἔμελλε δὲ παύεσθαι ὁ νόμος· οὐχ ἑτέρως δὲ ἐπαύσατο, ἢ ἐπειδὴ ἐκ νεκρῶν ἀνέστη ὁ Κύριος, ᾧ ἔδει συναφθῆναι τὴν ἐκκλησίαν ἑτέρῳ ἀνδρὶ μετὰ νόμον. λέγει ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἐκείνην τὴν
30ἔχθραν ἀπέκτεινε, παύσας τὸν νόμον. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς. Τοῦτο δείκνυσιν, ὅτι οὐκ ἀσεβῆ τὸν νόμον λέγει τὸν Μωσέως ὡς τὸ εἰδωλολατρεῖν. μακρὰν γάρ φησιν εἶναι τοὺς εἰδωλολάτρας,
35ἐγγὺς δὲ τοὺς Ἰουδαίους· τὸ δὲ ἐγγὺς καὶ μέρος εὐσεβείας δεί‐149

150

κνυσι καὶ οὐ τέλειον. εἰ γὰρ εἶχον τὸ τέλειον, οὐκ ἦσαν ἐγγὺς, ἀλλ’ ἐν αὐτῷ· εἰ δὲ πάλιν ἦσαν ἐναντίοι, οὐκ ἦσαν ἐγγὺς, ἀλλὰ πόρρωθεν μετὰ τῶν Ἑλλήνων. Ὠριγένης δέ φησι, ταῦτα λέγεσθαι περὶ τῶν θειοτέρων δυνά‐
5μεων καὶ τῶν ἀπὸ ἀνθρώπων σωζομένων, τῶν μὲν θειοτέρων δυνάμεων οὐσῶν, καὶ πρότερον ἐγγὺς, τῶν δὲ ἀνθρώπων μακράν· ἐφαρμόσει δὲ τούτοις ὁ ταῦτα λέγων, τὸ “εἰρηνοποιήσας διὰ τοῦ αἵματος “τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρα‐ “νοῖς·” καὶ ὅλα τὰ κατὰ τὸν τόπον οὕτω διηγήσεται, τῶν μὲν
10κρειττόνων δυνάμεων, ὅτι ἐν φιλίᾳ ἦν πρὸς τὸν Θεὸν, τῶν δὲ ἐν κόσμῳ ἀνθρώπων, ὅτι ἐν ἔχθρᾳ ἦν πρὸς αὐτὸν, καὶ αὕτη ἡ ἔχθρα τὸ μεσότοιχον ἦν τοῦ φραγμοῦ, κωλύον τοῦ ἑνοῦσθαι τὴν ἀνθρώπων φύσιν τῇ μακαριότητι τῶν κρειττόνων. τοῦτο οὖν τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔχθρα τυγχάνον, ἐλύθη διὰ τοῦ ἐνηνθρωπηκέναι τὸν
15Σωτῆρα ἡμῶν· καὶ διὰ τοῦτο λέγεται λελύσθαι ἐν τῇ σαρκὶ αὐτοῦ· καὶ πρόσχες γε τῷ ἑξῆς· εἰ δύναται πληκτικώτερον λέ‐ γεσθαι ὑπὸ τοῦ οὕτω ἑρμηνεύοντος κατά γε τὸν ἀληθῆ νόμον, οὗ σκιὰ καὶ ὑπόδειγμα τὸ γράμμα Μωσέως ἦν, ἐλάτρευόν τινες ἐν τοῖς ἐπουρανίοις. καὶ ἐκεῖνος ὁ νόμος δόγματά ἐστι μᾶλλον ἢ
20νόμος ἐντολῶν, ἅπερ δόγματα ὁ ἀξιωθεὶς νοῆσαι τὸ καταλελύσθαι τὸ διατειχίζον αὐτὸν ἀπὸ τῶν κρειττόνων μεσότοιχον τοῦ φραγμοῦ, οὐκέτι τῷ νόμῳ τῶν ἐντολῶν ζῇ· τὸν γὰρ νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργεῖ Χριστὸς, ἵνα νοηθέντων τῶν δηλουμένων ἀπὸ τοῦ νόμου τῶν ἐντολῶν δογμάτων καταφρονηθῇ ὡς ἀποκτέννον τὸ
25γράμμα τοῦ νόμου τῶν ἐντολῶν. καταργηθεὶς τοίνυν ἀπὸ τοῦ Σωτῆρος ὁ νόμος τῶν ἐντολῶν διὰ τῆς τῶν ἐν αὐτοῖς δογμάτων φανερώσεως, συνήγαγεν ἀμφοτέρους, λέγω δὴ τὰς θειοτέρας δυνά‐ μεις, καὶ τοὺς ἐξ ἀνθρώπων πιστεύοντας, εἰς ἕνα καινὸν ἄνθρωπον· ὁ δὲ καινὸς ἄνθρωπος ἐκ τοῦ ὁσήμεραι ἀνακαινοῦσθαι νοεῖται, καὶ
30κατοικισθήσεις ἐν καινῷ κόσμῳ· ὅτι ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. δόξει δὲ τὸ “εἰς ἕνα καινὸν ἄνθρωπον,” ἐναντιοῦσθαι τῇ ἑρμηνείᾳ. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμ‐
πολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομη‐150

151

θέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ προφητῶν, ὄντως ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς οἰκοδομεῖσθε, εἰς κατοικητήριον
5τοῦ Θεοῦ ἐν Πνεύματι. Πρὸς τὸ προειρημένον “ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας·” νῦν λέγεται “ἄρα οὐκέτι εἰσὶ ξένοι καὶ πάροικοι,” καὶ πρὸς τὸ “ἀπηλ‐ “λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ·” νῦν τὸ “ἀλλὰ συμπολῖ‐ “ται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ·” τὰ δὲ ῥήματα ταῦτα προσ‐
10ακτέον τοῖς εἰσάγουσι τὰς φύσεις. πῶς γὰρ ξένοι οἱ φύσει πολῖ‐ ται τῶν ἁγίων, καὶ πῶς οἱ φύσει ξένοι οἰκεῖοι τοῦ Θεοῦ; τὰ δὲ ἀπὸ τοῦ “ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ “προφητῶν” δόξει συνᾴδειν τῇ ἑρμηνείᾳ, τῇ περὶ τοῦ ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρῳ δὲ τὰ ἔθνη. δεήσῃ δὲ τούτοις τοῖς ῥητοῖς
15χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θειότητα καὶ οἰομένων ἑτέρου εἶναι Θεοῦ τοὺς προφήτας, καὶ ἄλλου τοὺς Ἀποστόλους. εἰ γὰρ “οἱ μηκέτι ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων “καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν Ἀπο‐ “στόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ,
20“ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον “ἐν Κυρίῳ,” φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶντας λί‐ θους τῇ πάσῃ οἰκοδομῇ, ἵνα συνοικοδομηθέντες κατοικητήριον γενώ‐ μεθα τῷ Θεῷ, χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν θεολογίαν αὐτοῦ, ὅτι δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἀμφότεροι ἐν ἑνὶ
25Πνεύματι. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, Ἰδοὺ πάλιν τὸ “ἐν” διά ἐστι· διὰ Υἱοῦ καὶ Πνεύματος, τουτέστι, προσήγαγε τῷ Πατρί. “Ἄρα οὖν οὐκ ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται “τῶν ἁγίων.” ὁρᾷς ὅτι οὐχ ἁπλῶς τῶν Ἰουδαίων, ἀλλὰ τῶν ἁγίων
30καὶ μεγάλων ἐκείνων ἀνδρῶν τῶν περὶ Ἀβραὰμ καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς τὴν αὐτὴν πόλιν ἀπεγράφημεν, εἰς ἐκείνην ἐμφανιζό‐ μεθα· “καὶ οἰκεῖοι τοῦ Θεοῦ,” ὅπερ ἔσχον ἐξ ἀρχῆς ἐκεῖνοι διὰ το‐
σούτων πόνων, τοῦτο ἡμῖν διὰ τῆς τοῦ Θεοῦ χάριτος κατωρθώθη.151

152

Ἐποικοδομηθέντες, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Τουτέστι, θεμέλιος οἱ Ἀπόστολοι καὶ οἱ προφῆται. καὶ πρῶτον τίθησι τοὺς Ἀποστόλους, ἐσχάτους ὄντας τοῖς χρόνοις. Ἤ τοι
5οὖν τοῦτο δεικνύς φησι· τουτέστι, θεμέλιός εἰσιν ἐκεῖνοι, μία οἰκοδομὴ τὸ πᾶν, καὶ ῥίζα μία. εἶτά φησιν· ὁ τὸ πᾶν συνέχων, ὁ Χριστός. ὁ γὰρ λίθος ὁ ἀκρογωνιαῖος τοὺς τοίχους συνέχει καὶ τοὺς θεμελίους. “ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογεῖται.” ὅρα πῶς αὐτὸ συνῆψε· ποτὲ μὲν ἄνωθεν κατάγοντα τὸ πᾶν σῶμα καὶ συγ‐
10κροτοῦντα, ποτὲ δὲ κάτωθεν διαβαστάζοντα τὴν οἰκοδομὴν καὶ ῥίζαν ὄντα. τὸ “ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον,” διὰ τούτου ἐδήλωσεν, ὅτι δι’ ἑαυτοῦ συνῆψεν ἑκατέρους τοίχους, ὅτι ἐν αὐτῷ ἐκτίσθη· καὶ πρωτότοκός φησι πάσης κτίσεως· τουτέστι, πάντα αὐτὸς διαβαστάζει, “ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογου‐
15“μένη,” κἂν τὸν ὄροφον εἴπῃς, κἂν τοὺς τοίχους, κἂν ὁτιοῦν ἕτερον, τὸ πᾶν διαβαστάζει. ἀλλαχοῦ δὲ αὐτὸν θεμέλιον καλεῖ· “θεμέ‐ “λιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς “ἐστιν Ἰησοῦς Χριστός.” “ἐν ᾧ πᾶσα,” φησὶν, “οἰκοδομὴ συναρ‐ “μολογουμένη.” δείκνυσι καὶ τὸ ἀκριβὲς, ὅτι οὐκ ἔνι ἄλλως τεθῆ‐
20ναι μὴ μετὰ πολλῆς τῆς ἀκριβείας βιώσαντα. “αὔξει εἰς ναὸν,” φησὶν, “ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς,” φησὶ, “συνοικοδομεῖ‐ “σθε.” τί δὴ βούλεται ἡ οἰκοδομή; ὥστε τὸν Θεὸν ἐνοικῆσαι ἐν τῷ ναῷ τούτῳ· καὶ ἕκαστος ὑμῶν ναός ἐστι, καὶ κοινῇ πάντες, καὶ ὡς ἐν σώματι Χριστοῦ οἰκεῖ, καὶ ὡς ἐν ναῷ πνευματικῶς οἰκεῖ.
25 Θεόδωρος δέ φησιν, ἐπειδὴ εἰς ναὸν τοῦ Θεοῦ τελοῦμεν ἀμ‐ φότεροι, τῇ αὐτῇ δυνάμει τοῦ Πνεύματος διὰ τῆς ἀναγεννήσεως τοῦ συντελεῖν εἰς μίαν οἰκοδομὴν δεξάμενοι. τὸ δὲ “ἐν ᾧ πᾶσα “ἁφὴ συναρμολογουμένη·” ἵνα εἴπῃ, πᾶς λίθος ὑπὸ ἁφὴν πίστεως· ἀπό τινος ἰδιώματος οὕτως εἰπών· ἐν τάξει δηλονότι ἀνθρώπου
30τὸν λίθον λέγων.152

153

(1t)

ΚΕΦ. Δ.
2tΠερὶ τῆς δοθείσης αὐτῷ θείας σοφίας εἰς φωτισμὸν ἐθνῶν, καὶ ἔλεγχον
3tδαιμόνων.
4Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Χριστοῦ Ἰησοῦ
5ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέ‐ γραψα ἐν ὀλίγῳ. Βούλεται εἰπεῖν, ὅτι πάντως που ἠκούσατε τὴν παρασχεθεῖσάν
10μοι τῆς εἰς ὑμᾶς χάριτος κοινωνίαν, καὶ ὅτι κατὰ ἀποκάλυψιν ἐδεξάμην τοῦ μυστηρίου τούτου τὴν γνῶσιν, περὶ οὗ δὴ καὶ γεγρά‐ φηκα ὑμῖν ὡς ἐνῆν διὰ βραχέων, ἐπὶ τὸ γνῶναι καὶ ὑμᾶς τοῦ μυστηρίου τὴν σύνεσιν. Σευηριανὸς δέ φησι, ἐνταῦθα βούλεται δεῖξαι, ὅτι οὐκ ἐπέρ‐
15ριψεν, ὡς ἀλλοτρίοις καὶ ὑπὸ ἄλλων δεδιδαγμένοις, ἀλλ’ ὅτι ἐθνῶν κῆρυξ αἱρεθεὶς, ἐχρεώστει καὶ τούτοις τὸ δεῖγμα, καὶ ὅτι ὡς ὁ Κύριος ἐδίδαξε τοὺς περὶ Ἰωάννην, οὕτω κἀμὲ κατὰ ἀποκάλυψιν. ᾐνίξατο δὲ, ὅτι ἠδύνατο μὲν βαθύτερόν τι εἰπεῖν, συνεμετρήσατο δὲ τὴν διδασκαλίαν πρὸς ὅπερ ἐχώρουν.
20 Ὠριγένης δέ φησιν, ὡς πρὸς τὴν φράσιν καὶ τὸ δυνατὸν ζητή‐ σαντες ἀποκαταστῆσαι αὐτὴν φαμὲν, ὅτι οὐκ ἀνταποδέδωκε πρὸς τὸ “τούτου χαρὶν ἐγὼ Παῦλος ὁ δέσμιος,” τὸ τί τούτου γὰρ χάριν πεποίηκα, ἢ τί μοι γεγένηται, οὐ πάνυ τι παρέστησεν. εἰ μὴ ἄρα τοῦ μὲν ὡς πρὸς τὴν φράσιν ἀκολούθου ὡς ἰδιώτης τῷ λόγῳ ἀπο‐
25πέπτωκε, τὸν δὲ ὀφειλόμενον νοῦν οὐκ εὐφραδῶς ἀποδέδωκεν, οὕτως λέξοντα ἂν, “τούτου χάριν ἐγὼ Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ,” καὶ δέσμιος ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, ἐγνώρισα τὸ μυστήριον, ὑπὲρ τοῦ καὶ ὑμῖν μεταδοῦναι, ὡς καὶ αὐτὸς ἐν τοῖς πρὸ τούτων δι’ ὀλίγων ἔγραψα. ὀφείλει δὲ ἀκηκοέναι τὴν οἰκονομίαν τῆς χάριτος
30τοῦ Θεοῦ, τῆς δοθείσης μοι εἰς ὑμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν, ὑπὲρ ὧν
δέσμιος γέγονα Ἰησοῦ Χριστοῦ. Σολοικισμὸν δὲ νομίζω γεγονέναι153

154

ἐν τῷ τόπῳ. δέον γὰρ αὐτὸν εἰρηκέναι, τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ ἐγνώρισα τὸ μυστήριον. ὃ δέ φησι, “τούτου χάριν ἐγὼ Παῦλος δέσμιος, κατὰ ἀποκάλυψιν ἐγνωρίσθη “μοι τὸ μυστήριον.” εἰ δέ τις δύναται παραστῆσαι πρὸς τῇ
5διανοίᾳ, καὶ τὴν φράσιν αὐτῷ ἐπιτετευγμένην, ἐκείνου μάλιστα ἀκουστέον· ἐν ὀλίγοις τοῖς πρὸ τούτων ἔστιν ἀληθῶς εὑρεῖν τὸν ἐπιμελῶς ἐντυγχάνοντα ἀποκάλυψιν ἐγνωρισμένην μυστηρίου ἁγίου τῷ Παύλῳ. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησὶ, τὴν πρόρρησιν
10αἰνίττεται τὴν πρὸς τὸν Ἀνανίαν ῥηθεῖσαν περὶ αὐτοῦ ἐν Δαμασκῷ, ἡνίκα ἔλεγε, “πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ “βαστάσαι τὸ ὄνομα μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων.” οἰκονο‐ μίαν χάριτος φησὶ τὴν ἀποκάλυψιν, τουτέστιν, οὐ παρὰ ἀνθρώπου ἔμαθον, καὶ κατηξίωσεν ἐμοὶ ἑνὶ ὄντι ἀποκαλύψαι δι’ ὑμᾶς. αὐτὸς
15γάρ μοι εἶπε, φησὶ, “πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.” οἰκονομία γὰρ ἦν μεγάλη τὸ μηδαμόθεν πειθόμενον ἄνωθεν καλέ‐ σαι καὶ εἰπεῖν, “Σαῦλε, Σαῦλε, τί με διώκεις;” καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἐκείνῳ τῷ ἀπορρήτῳ. μυστήριον δὲ καὶ τὸ τὰ ἔθνη ἐξαί‐ φνης εἰς μείζονα τῶν Ἰουδαίων εὐγένειαν ἀγαγεῖν, καθὼς προέ‐
20γραψα, φησὶν, ἐν ὀλίγῳ, διὰ βραχέων, πρὸς ὃ δύνασθε ἀναγι‐ νώσκοντες νοῆσαι, ὥστε οὐ τὸ πᾶν ἔγραφεν, οὐδὲ ὅσα γράψαι ἐχρῆν· ἀλλ’ ἐνταῦθα μὲν ἡ φύσις τοῦ πράγματος τοῦτο ἐποίει, ἀλλαχοῦ δὲ ἡ κακία, ὡς παρ’ Ἑβραίοις, ὡς παρὰ Κορινθίοις. “πρὸς “ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου,” φησὶν, “ἐν
25“τῷ μυστηρίῳ τοῦ Χριστοῦ,” τουτέστι, πῶς συνῆκα, πῶς ἐνόησα, ἤτοι αὐτὰ ἃ εἶπεν ὁ Θεός. ἢ ὅτι κάθηται ἐκ δεξιῶν. εἶτα καὶ τὸ ἀξίωμα· “οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει·” καὶ ποῖον ἔθνος τοῦτο, ᾧ ἐποίησεν οὕτως ὁ Θεός. “ὃ ἑτέραις,” φησὶ, “γενεαῖς οὐκ ἐγνωρίσθη “τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀπο‐
30“στόλοις αὐτοῦ, καὶ προφήταις ἐν τῷ Πνεύματι.” Τί οὖν; εἰπέ μοι οὐκ ᾔδεσαν οἱ προφῆται; πῶς οὖν φησιν ὁ Χριστός; “ὅτι “Μωϋσῆς καὶ οἱ προφῆται ταῦτα περὶ ἐμοῦ ἔγραψαν·” καὶ πάλιν· “εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί·” τοῦτό
φησιν, ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἀπεκαλύφθη· προσέθηκε γὰρ, “ὃ154

155

“ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν “ἀπεκαλύφθη.” ἢ ὅτι οὕτως οὐκ ἐγνωρίσθη διὰ πραγμάτων αὐτῶν καὶ ἔργων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι. ἐννόησον γάρ· ὁ Πέτρος, εἰ μὴ παρὰ τοῦ
5Πνεύματος ἤκουσεν, οὐκ ἂν ἐπορεύθη εἰς τὰ ἔθνη. ἄκουσον γὰρ, τί φησιν· “ἄρα ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς “καὶ ἡμῖν;” τουτέστιν, ἐν Πνεύματι ἐξελέξατο ὁ Θεὸς λαβεῖν αὐτοὺς τὴν χάριν. ἔλεγον μὲν οὖν οἱ προφῆται, οὕτω δὲ ἀκριβῶς οὐκ ᾔδεσαν· ὅπου γε οὐδὲ οἱ Ἀπόστολοι μετὰ τὸ ἀκοῦσαι· πολὺ
10γὰρ ὑπερέβαινεν ἀνθρώπινον λογισμὸν καὶ ἐλπίδα κοινὴν, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα. τοῦτό ἐστι τὸ μέγα, τὸ ἓν σῶμα εἶναι. ὅτι μὲν γὰρ κληθήσονται, ᾔδεσαν, ὅτι δὲ καὶ τοσοῦτον, ὥστε γενέσθαι σύσσωμα, οὐκέτι. τοῦτο καλεῖ μυστήριον τῆς ἐπαγγελίας. μετεῖχον οἱ Ἰσραηλῖται, συμ‐
15μετεῖχον καὶ τὰ ἔθνη τῆς ἐπαγγελίας τοῦ Θεοῦ ἐν τῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου, τουτέστι, τὸ πεμφθῆναι πρὸς αὐτοὺς καὶ τὸ πιστεῦσαι. οὐ γὰρ ἁπλῶς, ἀλλὰ διὰ τοῦ εὐαγγελίου. καὶ ἄλλο δὲ μεῖζον ἡμῖν ἀποκαλύπτει· ὅτι οὐ μόνον ἄνθρωποι, ἀλλ’ οὐδὲ ἄγγελοι, οὐδὲ ἀρχαὶ, οὐδὲ ἄλλη τις κτιστὴ δύναμις ᾔδει τοῦτο·
20μυστήριον γὰρ ἦν, καὶ οὐκ ἀπεκαλύφθη. Οὗ ἐγενήθην διάκονος, κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. Εἶπεν, ὅτι δέσμιός εἰμι. ἀλλὰ πάλιν τὸ ὅλον αὐτοῦ φησι, κατὰ
25τὴν δωρεὰν τῆς χάριτος, κατὰ δύναμιν δωρεᾶς γέγονε τὸ ἀξίωμα τῆς τιμῆς ταύτης, ἀλλ’ οὐκ ἤρκει ἡ δωρεὰ, εἰ μὴ καὶ δύναμιν ἐνέθηκεν. Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον
30πλοῦτον τοῦ Θεοῦ, καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ.
Καὶ ἐκ τούτων ἐστὶ μαθεῖν τῆς ταπεινοφροσύνης Παύλου τὴν155

156

ὑπερβολήν. ἐπειδὴ γὰρ ἔμελλε λέγειν τὸ μέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ταῦτα φησί· καὶ οὐκ εἶπεν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάν‐ των Ἀποστόλων, ἀλλὰ “τῶν ἁγίων,” ὥστε κἀκεῖνο τούτου ἔλαττον. εἶτα φησὶν,
5 Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σο‐ φία τοῦ Θεοῦ. Ἐν γὰρ τῷ Θεῷ, φησὶν, ἐκέκρυπτο “τῷ τὰ πάντα κτίσαντι διὰ “Ἰησοῦ.” πόθεν οὖν τοῖς Ἀγγέλοις δῆλον γέγονε; διὰ τῆς ἐκκλη‐
10σίας. καὶ οὐδὲ ἁπλῶς εἶπεν, ἡ ποικίλη σοφία τοῦ Θεοῦ, ἀλλὰ “πολυποίκιλος·” ὅτε ἡμεῖς ἐμάθομεν, τότε κἀκεῖνοι δι’ ἡμῶν. ἄκου‐ σον γὰρ τοῦ Ἀγγέλου λέγοντος πρὸς τὸν Ἰωσὴφ, “καλέσεις τὸ “ὄνομα αὐτοῦ Ἰησοῦν. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν “ἁμαρτιῶν αὐτῶν.” αὐτὸς γὰρ ἀπεστάλη εἰς τὰ ἔθνη, ἐκεῖνος δὲ
15εἰς τὴν περιτομήν· ὥστε τὸ θαυμασιώτερον καὶ ἔκπληκτον ἐμοὶ, φησὶν, ἐδόθη τῷ ἐλαχιστοτέρῳ, οὐχ ὡς μείζονι, οὐδ’ ὡς θαυμα‐ σιωτέρῳ. καὶ τοῦτο δὲ χάριτος ἦν, τὸ τῷ μικρῷ τὰ μείζονα ἐγχειρισθῆναι, τὸ γενέσθαι τοῦτον εὐαγγελιστήν· ὁ γὰρ τῶν μει‐ ζόνων γενόμενος εὐαγγελιστὴς, ταύτῃ μέγας ἐστὶν, “εὐαγγελί‐
20“σασθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ·” εἰ ὁ πλοῦτος αὐτοῦ ἐξιχνίαστος καὶ μετὰ τὸ φανῆναι, πολλῷ μᾶλλον ἡ οὐσία· “καὶ φωτίσαι πάντας,” φησί· “τίς ἡ οἰκονομία “τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, “τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ.”
25 Ὅτι μὲν οὖν ἐκλήθη τὰ ἔθνη, ᾔδεισαν καὶ Ἄγγελοι, ὅτι δὲ ἐπὶ τοῖς αὐτοῖς, καὶ ὥστε εἰς τὸν θρόνον καθίσαι τὸν τοῦ Θεοῦ, τοῦτο τίς ἂν προσεδόκησεν ἢ ἐπίστευσεν; καλῶς δὲ εἶπε, διὰ Ἰησοῦ Χριστοῦ. ὁ γὰρ πάντα δι’ αὐτοῦ κτίσας, καὶ τοῦτο δι’ αὐτοῦ ἀποκαλύπτει. εἰπὼν δὲ ἀρχὰς, ἐξουσίας, καὶ τοὺς ἄνω, καὶ τοὺς
30κάτω εἶπε, κατὰ πρόθεσιν τῶν αἰώνων. νῦν μὲν, φησὶ, γέγονεν· οὐκοῦν δὲ ὥριστο, ἀλλ’ ἄνωθεν προτετύπωτο, κατὰ πρόθεσιν τῶν αἰώνων, ὧν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, προειδὼς τὰ μέλλοντα, τοὺς μέλλοντας αἰῶνας. ᾔδει γὰρ τὰ ἐσόμενα, καὶ
οὕτως ὥρισε.156

157

Σευηριανός φησιν εἰς τὸ “ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς—” εἰκότως. εἰ γὰρ ἐν τῷ Θεῷ ἐκέκρυπτο, ἠγνόουν πᾶσαι αἱ ἐξουσίαι. τὸν γὰρ “νῦν” οὐ τὸν τῆς χάριτος καιρὸν λέγει, ἀλλ’ ἀφ’ οὗ προ‐ φῆται ἤρξαν τὸ ἀποκαλύπτειν τὰ ἐσόμενα. “ἐν ᾧ ἔχομεν,” φησὶ,
5“τὴν παρρησίαν, καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πί‐ “στεως αὐτοῦ.” (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οὐχ ὡς αἰχμά‐ λωτοι προσήχθημεν, φησὶν, οὐδὲ ὡς ἡμαρτηκότες καὶ συγγνώμης ἀξιούμενοι, ἀλλὰ “παρρησίαν ἔχομεν ἐν πεποιθήσει·” τουτέστι,
10μετὰ τοῦ θαρρεῖν διὰ τῆς πίστεως αὐτοῦ. Ὠριγένης δέ φησιν, “ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, “παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν·” μέγα δέ ἐστιν οὐχ ἁπλῶς ἔχειν παρρησίαν, ἀλλ’ “ἐν πεποιθήσει” παρρησίαν καὶ προσαγωγὴν, διὰ τὸ βέβαιον πάλιν ἐν παρρησίᾳ. ἀρχὴ δὲ τῆς ἐν πεποιθήσει παρρησίας
15ἐστὶ καὶ προσαγωγῆς, ἡ πίστις ἡ εἰς τὸν Χριστόν. πολλάκις δὲ εἴπομεν, ὅτι ὁ πάντα λόγῳ ποιῶν, πεπίστευκεν εἰς τὸν Χριστὸν Λόγον. καὶ ὁ τὴν σοφίαν καταλαμβάνων, πεπίστευκεν εἰς τὸν Χριστὸν τὴν σοφίαν· καὶ ὁ τὴν ἀλήθειαν τρανῶν, πεπίστευκεν εἰς Χριστὸν τὴν ἀλήθειαν· καὶ ὁ κατὰ δικαιοσύνην βιοὺς, πεπίστευκεν
20εἰς Χριστὸν τὴν δικαιοσύνην. Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ἐμοῦ, ἥτις ἐστὶν δόξα ὑμῶν. Ἀγωνιζόμενος ὑπὲρ τῶν Χριστῷ μαθητευομένων, πολλὰ ἔχει τὰ θλίβοντα, “διὸ αἰτοῦμαι,” φησὶ, “μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί
25“μου ὑπὲρ ὑμῶν·” αἰσθανομένου γὰρ ἑαυτοῦ ἐστιν οἷον κινδυνεύον‐ τος ἐκκακεῖν τῷ ταῦτα λέγειν. μετὰ ταῦτα ζητοῦμεν, τίνι ἐφαρ‐ μόσομεν τὸ, “ἥτις ἐστὶ δόξα ὑμῶν.” ὁ μὲν οὖν τις ἐρεῖ, ὅτι πρὸς τὰς θλίψεις ἀποδέδωκε, τὸ “ἥτις ἐστὶ δόξα ὑμῶν,” ὡσεὶ ἔλεγεν, αἵτινές εἰσι δόξα ὑμῶν. διὰ δὲ τὸ ἑνικὸν τῆς δόξης, ὡς ἰδιώτης τῷ
30λόγῳ ἀποδέδωκεν ἀντὶ τοῦ αἵτινες τὸ “ἥτις.” Ἄλλος δὲ τὸ “ἥτις “ἐστὶ δόξα ὑμῶν,” ἤτοι πρὸς τὴν παρρησίαν ἢ τὴν προσαγωγὴν ἢ τὴν πίστιν ἀποδώσει· καὶ γὰρ ἡ παρρησία δόξα τοῦ ἔχοντός ἐστι· καὶ ἡ προσαγωγὴ, δόξα τοῦ προσαγομένου Θεῷ· καὶ ἡ πίστις,
δόξα τοῦ πιστεύοντος ἂν εἶναι λέγοιτο. δύναται δὲ τὸ “διὸ157

158

“αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν,” τοιοῦτο εἶναι. διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα. καὶ δόξει γε τὰ ἑξῆς ταύτῃ μᾶλλον τῇ ἐκδοχῇ συνᾴδειν.
5 Τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι. Χρεία γὰρ δυνάμει κραταιωθῆναι τὸν μὴ ἐκκακήσοντα ἐπὶ θλίψεσιν. ἐρεῖ δέ τις πρὸς τὸ δεύτερον, λόγον μὲν εἶχε θλιβομέ‐
10νων τῶν Ἐφεσίων αἰτεῖν τὸν Παῦλον περὶ αὐτοῦ μὴ ἐκκακεῖν· γελοῖον δὲ εἶναι δόξει τὸ Παύλου θλιβομένου εὐχῆς δεῖσθαι τοὺς Ἐφεσίους, ἵνα μὴ ἐκκακῶσιν ἐν ταῖς ἐκείνου θλίψεσιν. ἀλλὰ πρὸς τοῦτο παραθετέον, “τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου οὐκ “ἐξουθενήσατε, οὔτε ἐξεπτύσατε.” ἐμφαίνεται γὰρ διὰ τούτων,
15ὅτι ἐν τῇ σαρκὶ Παύλου πειρασμὸς ἑτέροις ἐγίνετο. ἄλλως δὲ καὶ ἐπιστήσωμεν, εἰ μὴ τὸ μάλιστα τὸ πολλοὺς ταράττον ἐν τοῖς περὶ προνοίας λόγοις ἐστὶν, ὅτε τοῖς μὲν ἁγιωτάτοις καὶ δικαιω‐ τάτοις ὁρῶσι θλίψεις μυρίας καὶ περιστάσεις συμβαινούσας, τοῖς δὲ ἀνομωτάτοις τὰ νομιζόμενα καλὰ γινόμενα. ὅτι δὲ ἐν τῇ
20Ἐφέσῳ καὶ περὶ τὴν Ἀσίαν πολλὰ πέπονθεν ὁ Παῦλος, γέγραπται μὲν καὶ ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν. ἔξεστι δὲ καὶ ἀπ’ αὐτοῦ μαθεῖν λέγοντος “εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν “Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται;” καὶ ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους· “οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ,
25“περὶ τῆς θλίψεως ὑμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ “ὑπερβολὴν κατὰ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς “καὶ τοῦ ζῇν· ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου “ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ “Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων θανάτων ἐρ‐
30“ρύσατο ἡμᾶς καὶ ῥύεται.” ὅρα γὰρ ὅσα ἦν τὰ τῶν θλίψεων αὐτοῦ, ὡς λέγειν, “ὃς ἐκ τηλικούτων θανάτων ἐρρύσατο ἡμᾶς καὶ ῥύεται.” (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πῶς ἐστι δόξα αὐτῶν; ὅτι οὕτως αὐτοὺς ἠγάπησεν ὁ Θεὸς, ὥστε καὶ τὸν Υἱὸν
ὑπὲρ αὐτῶν δοῦναι καὶ τοὺς δούλους κακοῦν. ἵνα γὰρ οὗτοι τύχωσι158

159

τοσούτων ἀγαθῶν, Παῦλος ἐδεσμεῖτο. ἄρα τοῦτο τῆς πολλῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγάπης. πῶς δὲ ἐξεκάκουν ἄλλου θλιβομένου; τουτέστιν, ἐθορυβοῦντο, ἐταράττοντο. ταῦτα καὶ Θεσσαλονικεῦσι γράφει, “ὥστε μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.” οὐ
5μόνον γὰρ οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν χρή.
6tΚΕΦ. Ε.
7tΕὐχὴ ὑπὲρ τῆς Ἐκκλησίας εἰς δύναμιν καὶ ἀγάπην Θεοῦ.
8 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα
10πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. Χρυσοστόμου. Τὴν διάθεσιν τῆς εὐχῆς τῆς ὑπὲρ αὐτῶν δείκνυσιν. οὐκ εἶπεν ἁπλῶς, εὔχομαι, ἀλλὰ τὴν κατανενυγμένην δέησιν διὰ τοῦ “κάμπτω τὰ γόνατα” ἐδήλωσεν. “ἐξ οὗ πᾶσα “πατρία,” οὐκέτι κατὰ ἀριθμὸν Ἀγγέλων φησίν· ἀλλ’ ὅταν καὶ
15τὰς ἄνω, καὶ τὰς κάτω ποιῇ πάντα φυλὰς, οὐχ οἷαι αἱ Ἰου‐ δαϊκαί. Σευηριανός φησιν, ἐν οὐρανοῖς, φησιν, ἡ τῶν δικαίων δια‐ γωγή· ἐπὶ γῆς δὲ ἡ πάντων ἀνθρώπων. οὐ γάρ εἰσι τεταγμένοι ἐπὶ τῆς γῆς οἱ δίκαιοι οἱ μετὰ ζώντων, ἀλλ’ ἰδιάζει ὥσπερ γενεά
20τις ἐξαίρετος ἡ τῶν ἀνακειμένων τῷ Θεῷ. καὶ λέγεται ἐπουράνιος μὲν ἡ γενεὰ τούτων ὡς καθαρά· ἡ δὲ τῶν λοιπῶν γηΐνη ὥσπερ ἐρρυπωμένη. ἐπισημαντέον δὲ ὅτι ἀφ’ ὧν ὁ Ἀπόστολος δείκνυσι τὸ ὄνομα τοῦ Πατρὸς, οὐκ ἀφ’ ἡμῶν ἀνῆλθεν ἄνω, ἀλλ’ ἄνωθεν ἦλθεν εἰς ἡμᾶς, δηλονότι ὡς φύσει ὂν, καὶ οὐκ ὀνόματι μόνον.
25δεῖ γὰρ πάντως μετὰ τὸ φυσικὸν εἶναι τὸ καταχρηστικόν· καὶ τῶν φυσικῶν πρῶτον τὸ ἄνωθεν, εἶτα τὸ κάτωθεν. ἐπισημαντέον δὲ, ὅτι πατριὰν εἶπεν, ὡς ἐπὶ συγγενείας, οὐ φρατρίαν. πανταχοῦ γὰρ ἡ θεία γραφὴ πατριὰς τὰς συγγενείας λέγει. Θεόδωρος δέ φησι· τινὲς πατριὰν ἀνέγνωσαν, οὐ συνιέντες τὸ
30κείμενον. ἔστι δὲ φρατρία. πατριὰ μὲν γὰρ ἡ συγγένεια λέγεται,159

160

φρατρία δὲ τὸ σύστημα. ἐν δὲ τοῖς οὐρανοῖς συγγένεια οὐδεμία, συστήματα δὲ καὶ πολλά. τὸ τοίνυν “τούτου χάριν” ἄνωθεν μὲν ἀποδεδωκὼς πρὸς τὰ προκείμενα διήγησιν ἔχοντα τοῦ μεγέθους τῆς περὶ ἡμᾶς χάριτος τοῦ Θεοῦ· ἐνταῦθα δὲ αὐτῷ μετὰ τὰ
5παρεντεθέντα ἀναλαβὼν τοῦτο λέγει, ὅτι ὑπὲρ τούτων ἁπάντων, ὧν ἡμῖν παρεῖχε, καὶ ὡς προειπὼν οὕτως ὄντων μεγάλων καὶ θαυμα‐ στῶν, ἑκάστοτε προσπίπτω τῷ Πατρὶ τοῦ Χριστοῦ, ὃν ἅπαν σύστημα, εἴτε ἐν οὐρανοῖς, εἴτε ἐπὶ γῆς, οἰκεῖον καλεῖται καὶ ἡγεῖται δεσπότην.
10 Ὠριγένης φησὶ, τὸ κάμπτειν τὰ γόνατα σύμβολόν ἐστιν ἄλλης γονυκλισίας, τῆς γινομένης ἐν τῷ ὑποτάσσεσθαι τῷ Θεῷ, καὶ ὑποπεπτωκέναι αὐτῷ. τούτῳ γὰρ τῷ λόγῳ καὶ ὁ Ἀπόστολός φησιν· “ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτῃ ἐπουρανίων “καὶ ἐπιγείων καὶ καταχθονίων.” καὶ λέγομεν μὴ πάντως τὰ
15ἐπουράνια ἔχειν σώματα γεγονατωμένα· ἔτι δὲ καὶ τὰ καταχθόνια ὁμοίως. πρὸς τούτοις οὐδὲ τὰς ἀπηλλαγμένας τούτου τοῦ σώματος ψυχάς. πατριὰς δὲ καὶ αὐτὸς ἐξέδωκεν, οὐ φρατρίας κατὰ Θεό‐ δωρον. Ἵνα δώῃ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ,
20δυνάμει κραταιωθῆναι, διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ἔοικεν ἡ θειότης αὐτοῦ ἰδίως κατὰ τὴν γραφὴν δόξα αὐτοῦ ὀνομάζεσθαι. πλουτεῖ δὲ θειότητι πολλῇ καὶ δυσκαταλήπτῳ οὔσῃ
25τῇ γεννητῇ φύσει ὁ Θεός· ἀπὸ τοῦ πλούτου δὴ τούτου, ἀπὸ τῆς θειότητος καὶ τῆς δόξης αὐτοῦ μεταδιδοὺς οἷς κρίνει μεταδιδόναι δεῖν δυνάμεως καὶ κραταιότητος, δυνάμει κραταιοῖ διὰ τοῦ Πνεύ‐ ματος αὐτοῦ· κραταιοῖ δὲ κατοικίζων εἰς τὸν χωροῦντα ἔσω ἄνθρω‐ πον τὸν Χριστόν· καὶ τὸ παραδοξότατον, ὅλος ὢν ὁ Χριστὸς καθ’
30ἑαυτὸν ζῶν, κατοικεῖ καὶ ἐν τοῖς μετέχουσιν αὐτοῦ, κατοικεῖ δὲ διὰ τῆς πίστεως εἰς τὸν ἔσω ἄνθρωπον, τουτέστι τῷ ἡγεμονικῷ. ἐπάγει γὰρ, “ἐν ταῖς καρδίαις ὑμῶν.” πῶς; Ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξ‐
ισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ160

161

πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ὅπερ ἀρχόμενος ηὔξατο, τοῦτο καὶ νῦν. τί δὲ ἔλεγεν ἐν ἀρχῇ; “ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς
5“δόξης δῴη ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει “αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ “εἰδέναι ὑμᾶς τί ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ· καὶ τίς ὁ “πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις· καὶ τί “τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς
10“πιστεύοντας·” καὶ νῦν τὸ αὐτό φησι, τουτέστι τὸ μυστήριον τὸ ὑπὲρ ὑμῶν οἰκονομηθὲν μετὰ ἀκριβείας εἰδέναι, “καὶ τὸ πλάτος καὶ “τὸ μῆκος καὶ τὸ βάθος καὶ τὸ ὕψος,” τουτέστι τὸ μέγεθος τῆς ἀγάπης τοῦ Θεοῦ, πῶς πανταχοῦ ἐκτέταται· καὶ σωματικοῖς αὐτὴν ὑπέγραψε σχήμασι, δεικνὺς τὸν ἄνθρωπον, περιέλαβε τὰ
15ἄνω, τὰ κάτω, τὰ ἐκ πλαγίων. εἶπον μὲν γὰρ, φησὶν, οὐκ ἔστι δὲ τῶν ἐμῶν λόγων ταῦτα διδάξαι, ἀλλὰ τοῦ Πνεύματος τοῦ Ἁγίου. “δυνάμει κραταιωθῆναι,” φησὶ, πρὸς τοὺς πειρασμοὺς καὶ τὸ μὴ παραφέρεσθαι, ὥστε οὐκ ἔνι ἄλλως κραταιωθῆναι, ἀλλὰ διὰ Πνεύματος Ἁγίου, καὶ πειρασμῶν ἕνεκεν καὶ λογισμῶν. πῶς δὲ ὁ
20Χριστὸς κατοικεῖ ἐν ταῖς καρδίαις, ἄκουε αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, “ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ “ποιήσομεν,” ἐν ταῖς καρδίαις ταῖς πισταῖς, ταῖς ἐρριζωμέναις ἐν τῇ ἀγάπῃ αὐτοῦ, ταῖς μὴ παραφερομέναις. Ὠριγένης φησὶ, δοκεῖ μοι σαφῶς τὰ ἑξῆς ἐν σολοικίῳ εἰρῆ‐
25σθαι, ὡς πρὸς τὴν φράσιν. πρὸς γὰρ τὸ “δῴῃ ὑμῖν,” ἀκόλουθον ἦν εἰπεῖν ἐρριζωμένοις καὶ τεθεμελιωμένοις, ὥστε εἶναι τὸ ἑξῆς, ἵνα δῷ ὑμῖν ἐν ἀγάπῃ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύ‐ ματος αὐτοῦ, ὥστε εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν
30διὰ τῆς πίστεως· εἰς τὸν ἔσω ἄνθρωπον λέγω, κατὰ τὰς καρδίας ὑμῶν, τουτέστι τὰ ἡγεμονικά. ὁ δὲ θέλων ἀποκαταστῆσαι τὰ κατὰ τὸν τόπον χωρὶς σολοικίας. σκέψαι, εἰ μὴ βιάσεται οὕτω τὴν φράσιν ἀποκαταστάς· “τούτου χάριν κάμπτω τὰ γόνατά μου
“πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατρία ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς161

162

“ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, “δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω “ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρ‐ “δίαις ὑμῶν, ἵνα ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε
5“καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος” καὶ τὰ ἑξῆς. ὥστε κατὰ ταύτην τὴν ἐκδοχὴν μεταθετέον τὸ ἵνα, ἀπὸ τοῦ ἵνα ἐξισχύσητε, ἐπὶ τὸ ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι· ἐν ἀγάπῃ δὲ ἐρριζω‐ μένοις καὶ τεθεμελιωμένοις τῇ πρὸς Θεόν· δηλονότι ἐξ ὅλης
10ψυχῆς καὶ ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας, καὶ τῆς πρὸς τὸν πλησίον ἀγάπης κατοικίζεται Χριστός. καὶ ὡς φυτὰ μὲν, ἐρρίζωνται ἐν ἀγάπῃ οἱ ἐρριζωμένοι ἐν αὐτῇ, ὡς δὲ οἰκοδομὴ, τεθεμελίωνται ἐν ἀγάπῃ. ἔφη δὲ ὁ αὐτὸς Παῦλος, “Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.” ἔργον δὲ ἰδεῖν, ἐπὶ τίνος
15νῦν εἴρηται τὸ πλάτος, καὶ ἐπὶ τίνος τὸ μῆκος, καὶ ἐπὶ τίνος τὸ βάθος, καὶ ἐπὶ τίνος τὸ ὕψος. ἔχει δὲ αὐτὰ πάντα ὁ σταυρὸς τοῦ Χριστοῦ, δι’ οὗ ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν. καὶ κατέβη εἰς τὰ κατώτατα τῆς γῆς. εἶχε γὰρ καὶ ὕψος καὶ βάθος, καὶ εἰς πᾶσαν τὴν γῆν αὐτὸς διέδραμεν, ἐπὶ τὸ πλάτος
20καὶ μῆκος αὐτῆς φθάσας. καὶ ὁ Χριστῷ γε συνεσταυρωμένος καὶ συνεκτεινόμενος αὐτῷ, καταλαμβάνει τὸ πλάτος, καὶ μῆκος καὶ βάθος καὶ ὕψος. ἔργον δὲ τοῦ ἁγίου καὶ τὸ γνῶναι τὴν ὑπερβάλ‐ λουσαν γνώσεως ἀγάπην τοῦ Χριστοῦ. οὐδεὶς δὲ ὑπερβάλλουσαν ἀγάπην ἔχων γνώσεως δύναταί τι ἀγαπῆσαι τῶν περισπώντων καὶ
25περιελκόντων ἀπὸ τῆς καταλήψεως τῆς περὶ τῆς ὑπερβαλλόντως ἀγαπωμένης γνώσεως. Σευηριανός φησιν, ἐσχημάτισεν ὥσπερ τυπικώτερον εἰς σταυροῦ τύπον. βάθος γὰρ καὶ ὕψος καὶ πλάτος καὶ μῆκος, τί ἕτερον ἂν εἴη, ἢ τοῦ σταυροῦ φύσις; διπλοῦν δέ που ἔοικε τὸν
30σταυρὸν λέγειν, οὐχ ἁπλῶς· ἀλλ’ ἐπειδὴ ἡ μὲν τοῦ Κυρίου οἰκο‐ νομία θεότης ἐστὶν ἄνωθεν, καὶ ἀνθρωπότης κάτωθεν, τὸ δὲ κή‐ ρυγμα ἀποστολικὸν διέτεινεν ἀπὸ ἄρκτου εἰς μεσημβρίαν, καὶ ἀπὸ ἀνατολῆς εἰς δύσιν, συναγαγὼν καὶ Κυρίου τὴν οἰκονομίαν καὶ τῶν Ἀποστόλων ὑπηρεσίαν· τὸ διπλοῦν τῆς οἰκονομίας, ὡς ἐν διπλῷ
35τῷ σταυρῷ ἐπιδεικνύμενος, οὕτως εἶπεν. οὐ γὰρ ἐνῆν αὐτὸν ἁπλῶς162

163

τοὺς τόπους εἰπεῖν, τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὴν γραμμὴν, τὸ πλάτος καὶ τὸ μῆκος “ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ “Θεοῦ,” τουτέστι, τὴν ἐκκλησίαν. πλήρωμα γὰρ τὴν ἐκκλησίαν λέγει.
5 Θεόδωρός φησι, τὸ “γνῶναι” ἀντὶ τοῦ ἀπολαῦσαι λέγει, ἐπὶ πραγμάτων εἰπὼν τὴν γνῶσιν, ὡς ἐν τῷ ψαλμῷ τὸ “ἐγνώρισάς “μοι ὁδοὺς ζωῆς,” ἀντὶ τοῦ ἐν ἀπολαύσει με τῆς ζωῆς κατέστη‐ σας· ὁμοίως δὲ καὶ τὸ “ἐξισχύσητε καταλαβέσθαι,” τὸ ἐν ἀπο‐ λαύσει καταστῆναι τοῦ πράγματος λέγει· καὶ τοῦτο δείκνυσι διὰ
10τοῦ “σὺν τοῖς ἁγίοις.” τὸ δὲ “πλάτος καὶ μῆκος, καὶ βάθος καὶ “ὕψος,” ἵνα εἴπῃ τῆς χάριτος τὸ μέγεθος ἀπὸ τῶν παρ’ ἡμῖν ὀνομά‐ των. εὔχομαι τοίνυν ὥστε ὑμᾶς συναπολαῦσαι τοῖς ἁγίοις, τῆς οὕτω μεγάλης καὶ θαυμαστῆς δωρεᾶς τοῦ Θεοῦ, ἣν ἡ πολλὴ τοῦ Χριστοῦ περὶ ἡμᾶς ἀγάπη παρέσχεν ἡμῖν.
15 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισ‐ σοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, κατὰ τὴν δύνα‐ μιν τὴν ἐνεργοῦσαν ἐν ἡμῖν, ὅτι ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ
20νοοῦμεν ἐποίησε. δῆλον ἐξ ὧν ἔγραφεν αὐτός. ἐγὼ μὲν γὰρ, φησὶ, εὔχομαι, αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐμῆς εὐχῆς, μείζονα ἐργάσεται τῶν ἡμετέρων αἰτήσεων· οὐχ ἁπλῶς μείζονα, ἀλλ’ ἐκ περισσοῦ, οὐχ ἁπλῶς ἐκ περισσοῦ, ἀλλ’ ὑπὲρ ἐκ περισσοῦ. καὶ δῆλον ἐκ τῆς δυνάμεως τῆς ἐνεργουμένης ἐν ἡμῖν· οὔτε γὰρ ᾐτήσαμεν ποτὲ
25αὐτὰ, οὔτε προσεδοκήσαμεν, οὔτε ἐνενοήσαμεν. Αὐτῷ ἡ δόξα, ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων, ἀμήν. Καλῶς εἰς εὐχὴν καὶ δοξολογίαν τὸν λόγον κατέκλεισεν. ἔδει γὰρ τὸν τὰ τοσαῦτα ἡμῖν παρασχόντα δοξασθῆναι καὶ εὐλογηθῆ‐
30ναι, ὥστε καὶ τοῦτο μέρος ἡμῖν τοῦ μεγέθους παρὰ τοῦ Θεοῦ τὸ δοξάζειν διὰ Ἰησοῦ Χριστοῦ. ἡ δόξα αὐτοῦ ἐστιν ἐν τῇ Ἐκκλησίᾳ·
αὕτη γὰρ οἶδε μόνη μένειν εἰς τὸ διηνεκές.163

164

(1t)

ΚΕΦ. ϛ.
2tΠαραίνεσις περὶ ἀγάπης ἑνωτικῆς εἰ καὶ τὰ χαρίσματα διῄρηνται, πρὸς
3tὠφέλειαν.
4Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως
5περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε. Ὅρα τὸν Παῦλον τὰ πλείονα ἐν ἱκετηρίας τάξει φθεγγόμενον, καὶ οὐδὲν ἐπιτακτικὸν γράφοντα, οὐδὲν αὐθεντικὸν, ἀλλὰ συνε‐ σταλμένον καὶ καθιεμένον. καίτοι γε οἱ παρακαλοῦντες ὑπὲρ τῶν αὐτῶν αὐτοῖς διαφερόντων παρακαλοῦσιν· ἀλλ’ ἐμοὶ καὶ τοῦτο,
10φησὶ, διαφέρει· καθὼς καὶ ἑτέρωθι γράφων ἔλεγε· “νῦν ζῶμεν, “ἐὰν ὑμεῖς ἐστήκετε ἐν Κυρίῳ·” σφόδρα γὰρ ἀεὶ τῆς σωτηρίας τῶν μαθητευομένων ἐφίετο. “ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ.” οὐδὲν οὕτω λαμπρὸν, ὡς δέσμιος διὰ Χριστόν. εἴ τις φιλεῖ τὸν Χριστὸν, ἔγνω τὸ λεγόμενον· οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον· εἰ
15αὐτὸς δι’ ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἡγεῖτο ἐν δόξῃ εἶναι, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ, τί ἐμὲ παθεῖν οὐ δεῖ; ἄκουε γὰρ αὐτοῦ λέγοντος, “δόξασόν με Πᾶτερ.” τοῦτο δόξαν καλεῖς; ναὶ, φησὶν, ὑπὲρ γὰρ τῶν φιλουμένων ἐγὼ πάσχω. οὐ μάτην οὖν ὡς ἔοικε ταύτην ὁ Παῦλος τὴν ἅλυσιν προβάλλεται,
20ἀλλ’ ὡς δι’ αὐτῆς δυσωπῶν, “ἀξίως,” φησὶ, “περιπατῆσαι τῆς “κλήσεως, ἧς ἐκλήθητε.” πῶς; “μετὰ πάσης ταπεινοφροσύνης, “μετὰ πραότητος καὶ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν “ἀγάπῃ.” Οὐχ ἁπλῶς τὸ δέσμιον εἶναι καλὸν, ἀλλὰ τὸ διὰ Χριστόν.
25διὰ τοῦτό φησι, παρακαλῶ ὑμᾶς ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε. ποίας δὴ ταύτης; σῶμα ἐκλήθητε, φησὶ, κεφα‐ λὴν ἔχετε τὸν Χριστὸν, συνήγειρε καὶ συνεκάθισε ὑμᾶς ἐχθροὺς ὄντας καὶ μυρία ὅσα ἐργασαμένους κακά. μεγάλη ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις, οὐχ ὅτι ἀπ’ ἐκείνων μόνον, ἀλλὰ καὶ ἐπὶ τοιαῦτα
30καὶ τοιούτῳ τρόπῳ. πῶς δέ ἐστιν ἀξίως περιπατῆσαι; μετὰ πά‐ σης ταπεινοφροσύνης, ὁ τοιοῦτος ἀξίως περιπατεῖ· τοῦτο ἀρετῆς ἁπάσης ὑπόθεσις· μετὰ πάσης, φησὶ, ταπεινοφροσύνης, μὴ τῆς ἐν
ῥήμασι, μηδὲ ἐν πράγμασι μόνης, ἀλλὰ καὶ ἐν σχήματι, καὶ ἐν164

165

φθέγμασι καὶ ἐν τοῖς κατορθώμασιν. ἔσο ταπεινὸς ὁμοίως δὲ καὶ πρᾷος· ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον, ἀλλ’ οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχόμενος, πάντα ἀπώλεσεν.
5 Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. Πῶς ἀνέχεσθαι δυνατὸν, ἂν ὀργίλος ᾖ, ἂν κακηγόρος; εἶπε τὸν τρόπον “ἐν ἀγάπῃ·” εἰ σὺ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σου ἀνέξεται ὁ Θεός; Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, ἐν
10τῷ συνδέσμῳ τῆς εἰρήνης. Τί ἐστιν ἑνότης Πνεύματος; καθάπερ ἐν σώματι Πνεῦμά ἐστι τὸ πάντα συνέχον, καίτοιγε ἐν διαφόροις μέλεσιν, οὕτω καὶ ἐν‐ ταῦθα· διὰ γὰρ τοῦτο, Πνεῦμα ἐδόθη, ἵνα τοὺς γένει καὶ τρόποις διαφόροις διεστηκότας ἑνώσῃ.
15 Ὠριγένης φησὶ, τηρεῖ τὴν ἑνότητα τοῦ Πνεύματος ὁ κατηρ‐ τισμένος τῷ αὐτῷ νοῒ, καὶ τῇ αὐτῇ γνώμῃ τῆς ἀληθείας καὶ τοῦ λόγου καὶ τῆς σοφίας πρὸς τὸν πλησίον. Ὅταν δὲ μὴ τὸ αὐτὸ λέγωμεν πάντες καὶ διὰ τοῦτο [μὴ] ᾖ ἐν ἡμῖν σχίσματα, οὐ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, διακόπτο‐
20μεν αὐτὴν εἰς πλείονα· εἰ μέντοι γε ὁ Θεὸς δίδωσι διαιρέσεις χαρισμάτων, ἀλλὰ τηρεῖ τὸ αὐτὸ Πνεῦμα. καὶ εἰ χαρίζεται διαιρέσεις διακονιῶν, ἀλλὰ φυλάττει τὸν αὐτὸν Κύριον· καὶ εἰ δωρεῖται διαιρέσεις ἐνεργημάτων, ἀλλ’ αὐτὸς μένει Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἐφεσίοις μὲν οὖν τοῖς ἤδη ἐσχηκόσι τὴν ἑνό‐
25τητα τοῦ Πνεύματος, καὶ δεομένοις τηρεῖν ταύτην, λέγεται “ἐν “ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος·” τοῖς δὲ μηδέπω ἔχουσι τὴν ἑνότητα τοῦ Πνεύματος, λέγοιτο, σπουδά‐ ζοντες καταντᾶν ἐπὶ τὴν ἑνότητα τοῦ Πνεύματος. τηρεῖται δὲ ἡ ἑνότης τοῦ Πνεύματος, τῆς ἀγάπης συνδεούσης τοὺς κατὰ τὸ
30Πνεῦμα ἑνουμένους, καὶ εἰς ἓν σῶμα αὐτοὺς συναγούσης τοῦ Χριστοῦ. Θεόδωρος δέ φησι, Πνεῦμα τὸ ἀναγεννῆσαν σῶμα, εἰς ὅπερ
διὰ τῆς ἀναγεννήσεως κατέστητε.165

166

Καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Μία πρόκειται ἡ τῶν προσδοκωμένων ἐλπίς. (Χρυσοστόμου.) Ὁ Μακάριος δὲ Ἰωάννης φησὶν, οἱ πανταχοῦ τῆς
5οἰκουμένης πιστοὶ, καὶ ὄντες καὶ γενόμενοι καὶ ἐσόμενοι πάλιν, καὶ οἱ πρὸ τῆς Χριστοῦ παρουσίας εὐηρεστηκότες, ἓν σῶμα εἰσί· πῶς; ὅτι κἀκεῖνοι τὸν Χριστὸν ᾔδεσαν. πόθεν δῆλον; “Ἀβραάμ,” φησιν, “ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ “εἶδε καὶ ἐχάρη·” καὶ πάλιν· “εἰ ἐπιστεύετε,” φησὶ, “Μωσεῖ,
10“ἐπιστεύετε ἂν ἐμοῖ· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.” καὶ οἱ προφῆται οὐκ ἂν δὲ ἔγραψαν περὶ οὗ ἠγνόουν· οὐ γὰρ ἠγνόουν ὃ ἔλεγον· εἰδότες δὲ αὐτὸν καὶ προσεκύνουν· ὥστε κἀκεῖνοι ἓν σῶμα. οὐ διέστηκεν σῶμα Πνεύματος· ἐπεὶ οὐκ ἂν εἴη σῶμα· καὶ γὰρ καὶ ἡμῖν ἔθος ἐπὶ τῶν ἡνωμένων καὶ πολλὴν τὴν ἀκολουθίαν ἐχόν‐
15των, λέγειν, ἓν σῶμά ἐστιν· οὕτω καὶ ἡμεῖς ἐπὶ τῆς ἑνώσεως τὸ σῶμα λαμβάνομεν. μία κεφαλὴ καὶ ἓν σῶμα· εἰ δὲ μία κεφαλὴ καὶ ἓν σῶμα, τὸ σῶμα ἐξ ἐντίμων καὶ ἀτίμων σύγκειται μελῶν· πλὴν ἀλλ’ οὔτε τοῦ φαυλοτάτου τὸ μεῖζον κατεξανίσταται, οὔτε τοῦτο ἐκείνου διαφθονεῖται· καίτοιγε οὐ τὴν αὐτὴν συντέλειαν τὰ
20πάντα εἰσφέρει, ἀλλὰ κατὰ μὲν τὸν τῆς ἀνάγκης λόγον, καὶ ὅτι πάντα ἀναγκαίως γεγένηται, καὶ εἰς χρείας διαφόρους, πάντα ὁμό‐ τιμα· εἰσὶ δὲ τὰ μὲν καιριώτατα, τὰ δὲ ἥττονα. Ἀγάπην οὖν ζητεῖ παρ’ ἡμῶν ὁ Παῦλος οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν συγκολλῶσαν καὶ ἀδιασπάστως πρὸς ἀλλήλους ἔχειν
25ποιοῦσαν· καὶ τοσαύτην ἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχομένην, ὡσανεὶ μέλη πρὸς μέλη· διὰ τοῦτό φησιν, “ἓν σῶμα.” καλῶς δὲ εἶπε “καὶ ἓν Πνεῦμα·” δεικνὺς ὅτι ἀπὸ τοῦ ἑνὸς σώματος, ἓν Πνεῦμα ἔσται· ἢ ὅτι ἔστι μὲν σῶμα εἶναι ἓν, οὐχ ἓν δὲ Πνεῦμα· ὡσανεί τις καὶ αἱρετικῶν φίλος εἴη· ἢ ὅτι ἀπ’ ἐκείνου δυσωπεῖ·
30τουτέστιν οἱ ἓν Πνεῦμα λαβόντες καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν· ἢ Πνεῦμα ἐνταῦθα, τὴν προθυμίαν φησιν. εἶτα “καθὼς ἐκλήθητε,” φησὶν, “ἐν μίᾳ ἐλπίδι τῆς κλήσεως
“ὑμῶν.” ὁ Θεὸς ἡμᾶς, φησὶν, ἐπὶ τοῖς αὐτοῖς ὑμᾶς ἐκάλεσεν·166

167

οὐδὲν ἑτέρῳ πλέον ἀπένειμε τοῦ ἑτέρου· πᾶσιν ἀθανασίαν· πᾶσιν ζωὴν αἰώνιον· πᾶσιν δόξαν ἀθάνατον· πᾶσιν ἀδελφότητα· πᾶσι κληρονομίαν ἐχωρίσατο· κοινὴ πάντων ἐγένετο κεφαλή· πάντας συνήγειρε καὶ συνεκάθισεν· οἱ τοίνυν ἐν τοῖς πνευματικοῖς τοσαύ‐
5την ἔχοντες ἰσοτιμίαν, πόθεν μέγα φρονεῖτε καὶ κατεπαίρεσθε; Εἷς Κύριος· μία πίστις· ἓν βάπτισμα. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως· “εἷς Θεὸς καὶ Πατὴρ πάντων· ὁ “ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν” αὐτός· μὴ γὰρ σοὶ μὲν ὁ μείζων, ἐκείνῳ δὲ ὁ ἐλάττων ἐπεβλήθη· μὴ γὰρ σὺ μὲν
10ἀπὸ πίστεως, ἐκεῖνος δὲ ἀπὸ ἔργων ἐσώθη· μὴ γὰρ σοὶ μὲν ἀφείθη διὰ τοῦ βαπτίσματος, ἐκείνῳ δὲ οὐδέν. Εἷς Θεὸς καὶ Πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. Τί δέ ἐστι “πάντων καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν
15“πᾶσιν ἡμῖν;” ἐπὶ πάντων, τουτέστιν ὁ Κύριος· καὶ ἐπάνω πάν‐ των, τουτέστιν ὁ προνοῶν καὶ διοικῶν· καὶ ἐν πᾶσι, τουτέστιν ὁ οἰκῶν· καίτοι τοῦ Υἱοῦ τοῦτο εἶναι φασὶν, ὥστε εἰ ἐλαττώσεως ἦν, οὐκ ἂν περὶ τοῦ Σωτῆρος ἐρρήθη. τί οὖν φησι; πόθεν τὰ χα‐ ρίσματα τὰ διάφορα; ἀκριβέστερον μὲν οὖν αὐτὸ ἐν τῇ πρὸς
20Κορινθίους Ἐπιστολῇ ἐπεξέρχεται· νῦν δὲ ἐνταῦθα μόνον ᾐνίξατο· καὶ ὅρα τί φησι· κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· τὰ πάντων κεφαλαιωδέστερά φησι, κοινὰ πάντων ἐστὶ, τὸ βάπτισμα· τὸ διὰ πίστεως σωθῆναι· τὸ τὸν Θεὸν ἔχειν πατέρα· τὸ τοῦ αὐτοῦ Πνεύματος ἅπαντας μετέχειν. εἰ δέ τι ὁ δεῖνα πλέον ἔχει ἐν τῷ
25χαρίσματι, μὴ ἄλγει· ἐπεὶ καὶ ὁ πόνος αὐτῷ πλείων ἐστιν, καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν, πέντε ἀπῃτεῖτο· ὁ δὲ τὰ δύο, δύο μόνον προσήνεγκε, καὶ οὐδὲν ἔλαττον ἔσχεν ἐκείνου· διὰ τοῦτο ἐνταῦθα ἀπὸ τῆς αὐτῆς αἰτίας παραμυθεῖται τὸν ἀκούοντα· “πρὸς καταρ‐ “τισμὸν τῶν ἁγίων,” φησι, “εἰς ἔργον διακονίας· εἰς οἰκοδομὴν
30“τοῦ σώματος τοῦ Χριστοῦ.” διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ μὲν πλέον ὁ δὲ ἔλαττον ἔλαβεν· ἕκαστος γὰρ, πρὸς τὴν οἰκοδομὴν συντελεῖ· καὶ δι’ ἑτέρους ἔλαβεν, ὡς αὐτὸς
ἐμέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· “τὰ δὲ μέλη ἔθετο ἓν ἕκαστον,167

168

“καθὼς αὐτὸς ἠθέλησεν·” καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων· διὸ λέγει, Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδω‐ κεν δόματα τοῖς ἀνθρώποις.
5 Τουτέστιν, τί μέγα φρονεῖς; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν· ὁ μὲν προφήτης φησὶν ἐν τῷ ψαλμῷ, “ἔλαβες δόματα ἐν ἀνθρώποις·” αὐτὸς δὲ φησὶν, “ἔδωκες δόματα ἐν ἀνθρώποις·” τοῦτό ἐστιν ποιῶν ταυτόν. Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ
10κατώτερα μέρη τῆς γῆς; ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ταῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε· ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα· καθά‐
15περ γὰρ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν, παράγει τὸν Χρι‐ στὸν, οὕτω δὴ καὶ ἐνταῦθα. ἀπὸ δὲ τοῦ ἀναβῆναι, τὴν κατάβασιν αἰνίττεται· τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατον φησὶν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας· καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· “κατάξετε “τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ᾅδου·” καὶ πάλιν ἐν τῷ ψαλμῷ·
20“καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον·” τουτέστιν, τοῖς ἀποθανοῦσιν· ἐνταῦθα. ποίαν αἰχμαλωσίαν φησί; τὴν τοῦ διαβόλου· αἰχμάλωτον τὸν τύραννον ἔλαβε τὸν διάβολον καὶ τὸν θάνατον καὶ τὴν ἀρὰν καὶ τὴν ἁμαρτίαν· ὁρᾷς σκύλα καὶ λαφυρά; “τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβῃ;” τοῦτο πρὸς τοὺς
25Παύλου τοῦ Σαμωσάτεως. εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς, μεθ’ ὃ οὐκ ἔστιν ἑτέρα· “καὶ ἀνέβη ὑπὲρ ἄνω πάντων τῶν οὐρά‐ “νων, ἵνα πληρώσῃ τὰ πάντα,” μεθ’ ὃ οὐκ ἔστιν ἕτερόν τι· τουτέστιν τῆς δεσποτείας αὐτοῦ καὶ τῆς ἐνεργείας· καὶ γὰρ πάλαι πάντα πεπλήρωτο.
30 Θεόδωρος δέ φησι, μήτε τὸ εἷς Κύριος ἐπ’ ἀναιρέσει τοῦ Πατρὸς νοητέον, μήτε τὸ εἷς Θεὸς ἐπ’ ἀναιρέσει τοῦ Υἱοῦ· ἀλλ’ ἵνα εἴπῃ, οὐ διαφόρους Κυρίους· οὐ δὲ διαφόρους νομίζομεν θεούς.
ἀδιάσπαστος γὰρ ἡμῖν τῆς θεότητος καὶ τῆς κυριότητος ἡ ὁμολο‐168

169

γία· οὐ διαιρουμένων τῶν γνώμων ἡμῶν κατὰ τὸν τῶν προσώπων ἀριθμὸν, ἀλλὰ τὴν ὁμοίαν ἀποδιδόντων προσκύνησιν. “ὁ ἐπὶ πάντων” δὲ, ἵνα εἴπῃ ὁ πάντων ὑπερέχων, καὶ διὰ πάντων ἡμῶν, τὴν οἰκείαν ἐπιδεικνύμενος πρόνοιαν, ἐν πᾶσι τὲ ἡμῖν εἶναι καὶ οἰκεῖν πιστευό‐
5μενος. καὶ ἐπειδὴ διὰ πάντων ἔδειξεν αὐτοῖς τὴν ὁμόνοιαν, ἐδόκει δέ τις αὐτοῖς εἶναι διαφορὰ ἀπὸ τῆς τῶν χαρισμάτων ποικιλίας, ἐπιφέρει, Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
10 Εἰ δὲ ἴδιόν τι χάρισμα ἕκαστος ἡμῶν ἔχει, ἡ διαφορὰ γέγονε, καθὼς τὴν ἑαυτοῦ δωρεὰν ἑκάστῳ ἡμῶν ὁ δεσπότης ἐπεμέτρησε Χριστός. Ὅ τε γὰρ δεδωκὼς ἡμῖν εἷς, καὶ τὸ δοθὲν ἡμῖν Πνεῦμα ἕν· ὑπαλλάξας δὲ τὸ “ἔλαβε δόματα” οὕτως ἐν τῳ ψαλμῷ κεί‐
15μενον, “ἔδωκε δόματα” εἶπε, τῇ ὑπαλλαγῇ περὶ τὴν οἰκείαν χρησάμενος ἀκολουθίαν· ἐκεῖ μὲν γὰρ πρὸς τὴν ὑπόθεσιν τὸ ἔλαβεν ἥρμοττεν, ἐνταῦθα δὲ τῷ προκειμένῳ τὸ ἔδωκεν ἀκόλουθον ἦν. βούλεται δὲ εἰπεῖν, ὅτι ἀγῶνα ὑπὲρ ἡμῶν ἐνστησόμενος πρὸς τὸν διάβολον, καὶ ὥσπερ πολέμου νόμῳ νικήσας αὐτόν· ἐπειδὴ
20ἀφεῖλεν ἑαυτὸν τοῦ θανάτου, πρότερος ἀναστὰς, κοινὴν ἐπὶ πάντων ἡμῶν τοῦ θανάτου τὴν λύσιν ἐποιήσατο· ὥσπερ αἰχμαλώτους τινὰς τοὺς ἀνθρώπους καὶ ὑπὸ τὴν τοῦ διαβόλου τυραννίδα κατε‐ χομένους, τῆς ἐκείνου καταδυναστείας αὐτοὺς ἀφελὼν, ἀνῆλθεν εἰς τοὺς οὐρανούς.
25 Ὠριγένης δέ φησι· διὰ τοὺς συγχέοντας Πατέρα καὶ Υἱὸν, τὸ μὲν Κύριος τέτακται ἐπὶ τοῦ Υἱοῦ, τὸ δὲ εἷς Θεὸς, ἐπὶ τοῦ Πατρός· καὶ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου δὲ δύο διδόντας βαπτί‐ σματα χρηστέον τῷ ῥητῷ, “ἓν βάπτισμα·” πάντων δέ ἐστιν ὁ Θεὸς καὶ Πατήρ· τὸ τινῶν μὲν εἶναι Θεὸς καὶ μὴ Πατὴρ, τινῶν
30δὲ Θεὸς καὶ Πατήρ· ὡς εἴτις δείξας δέκα τινὰς τὸν ἀριθμὸν ἀνθρώπους· ὧν οἱ μὲν πέντε τοῦδε τινὸς υἱοὶ εἰσὶν, οἱ δὲ πέντε δοῦλοι, ἔλεγεν οὗτος τῶν δέκα κύριος ἐστὶ καὶ πατήρ· πρὸς τού‐ τοις, ἐξεταστέον τὴν διαφορὰν τῶν προθέσεων, τῆς “ἐπὶ” καὶ τῆς
“διὰ,” καὶ τῆς “ἕν·” καὶ σωματικῇ γε εἰκόνι χρηστέον τοιαύτῃ·169

170

τὸ πῶς ὁ ἥλιος ἐπὶ πάντων ἐστὶ, φέρε εἰπεῖν, τῶν ἐπὶ γῆς, ταῖς δὲ αὐγαῖς λέγοιτ’ ἂν εἶναι διὰ πάντων· εἰ δὲ καὶ εἰς τὸ βάθος ἑκά‐ στου ἔφθανεν ἡ δύναμις τοῦ φωτὸς αὐτοῦ, ἐλέγετο ἂν εἶναι καὶ ἐν πᾶσιν· οὕτως τοίνυν καὶ κατὰ τὰ νοητά· τὴν μὲν ὑπεροχὴν οἰόμεθα
5δηλοῦσθαι διὰ τὸ “ἐπὶ πάντων·” “τὸ δὲ διαρκὲς πρὸς ἕκαστον, ἐν “τῷ διὰ πάντων·” τὸ δὲ καὶ φθάνειν “ἐν πᾶσι,” τῆς δυνάμεώς ἐστι τοῦ Θεοῦ· ὥστε μηδένα εἶναι κενὸν πάντη αὐτοῦ διὰ τοῦ “ἐν πᾶσιν.” Καὶ τῷ ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ
10μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Οὕτω νενοῆσθαι νομίζομεν· οὐκ ἐκ μέτρου μὲν δίδωσι τὸ Πνεῦμα καὶ τὴν χάριν ὁ Θεὸς “οὗ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ “ἔστι πέρας·” μέτρον δὲ δίδωσι, φειδόμενος τῶν λαμβανόντων, μὴ χωροῦντος ἑκάστου πλέον, οὗ συμφερόντως λαμβάνει. πλὴν ἐπεὶ
15χάρις ἐστὶν ἡ διδομένη, καὶ οὐκ ἐξ ἔργων ἐστὶν, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις, δίδοται ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· εἰ καὶ μὴ ἐξ ἔργων δὲ, ἀλλ’ ἐπὶ τινός γε τῶν ἐφ’ ἡμῖν· ἐκ πίστεως γὰρ δίδοται ἡ χάρις, ἐπὶ τῷ συνεργούσης αὐτῆς τὴν πίστιν κατακοσμηθῆναι καὶ τοῖς ἔργοις ὡς εἰπεῖν τὸν λαμβά‐
20νοντα τὴν χάριν· “καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐκ εἰς κενὸν “ἐγενήθη, ἀλλὰ τοσόνδε ἐκοπίασα·” Παῦλος δὲ ἔλεγεν τὸ “ἀλλὰ “καὶ περισσότερον αὐτῶν πάντων ἐκοπίασα.” Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προ‐ φήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ δι‐
25δασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χρι‐ στοῦ. Ἐχομένως τῶν προκειμένων καὶ ταῦτα ἐπιφέρει. εἰ γὰρ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἐστὶν ὁ Χριστὸς, ἀλλ’ ἑκά‐
30στων ἁγίων ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χρι‐ στοῦ, ὥστε τοὺς μέν τινας εἶναι Ἀποστόλους, τοὺς δὲ προφήτας καὶ ἄλλους εὐαγγελιστὰς, καὶ μετὰ τούτους ποιμένας, καὶ ἐπὶ
πᾶσι διδασκάλους. εἴπερ οὖν διδάσκαλον εἶναι χάρισμά ἐστι διδό‐170

171

μενον, κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ δηλονότι, καὶ ποι‐ μένα ποιμαίνοντα μετὰ ἐπιστήμης χρὴ, πῶς δὲ καὶ εὐαγγελι‐ στὴς τίς ἔσται, οὗ μὴ εἰσὶν ὡραῖοι ἵν’ οὕτως εἴπω, οἱ πόδες τῆς ψυχῆς; ἀλλὰ καὶ προφήτην ἀπίστους ἐλέγχοντα καὶ ἀνακρίνοντα.
5τοιοῦτος γάρ ἐστιν ὁ τῆς κοινῆς διαθήκης προφήτης, ὃν ἀπὸ Θεοῦ καθίστασθαι τῇ Ἐκκλησίᾳ νομιστέον. εἰ δὲ ταῦτα δυνατὸν ἀεὶ εἶναι ἐν τῇ Ἐκκλησίᾳ, μή ποτε καὶ Ἀποστόλους, οἷς δίδοται τὰ σημεῖα τοῦ Ἀποστόλου κατεργάζεσθαι, δυνατὸν εὑρεθῆναι καὶ νῦν· χρεία δὲ Ἀποστόλων καὶ προφητῶν, καὶ τῶν ἑξῆς εἰς τὸν καταρ‐
10τισμὸν τῶν ἁγίων, ἵνα καταρτίζωνται κατὰ τὸ ἔργον τῆς Χριστοῦ διακονίας, ὅπως οἰκοδομῆται, ἐνεργεῖται τὸ σῶμα τοῦ Χριστοῦ ἐκ τῶν ζώντων λίθων. Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς
15ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυ‐ βείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς
20αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλὴ Χριστοῦ. Τίνες πάντες καταντήσομεν εἰς τὴν ἑνότητα τῆς πίστεως. ζητη‐ τέον, πότερον πάντες ἁπαξαπλῶς ἄνθρωποι ἢ ἡμεῖς οἱ κληρωθέντες ἐν Χριστῷ. δόξει δὲ πρὸς τὸ πρότερον ἀποδεδόσθαι, διὰ τὸ πολ‐ λοὺς ἀνόμους εἶναι τῆς διδασκαλίας, τοὺς κλυδωνίζοντας ἐν τῇ
25κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλά‐ νης, σχεδὸν τοὺς πάντας ἢ τοὺς πλείστους. πλὴν φιλοτιμητέον ἐπὶ τὴν ἑνότητα τῆς πίστεως καταντῆσαι, καὶ πρὸς τῇ ἑνότητι τῆς πίστεως γενέσθαι, καὶ ἐν τῇ ἑνότητι τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὧν ἓν γενομένων, πᾶσαν νηπιότητα ἀποθέμενοι,
30ἄνδρες χρηματίσωμεν τέλειοι, τὸ μέτρον τῆς ἐν κρυπτῷ ἡλικίας, ἄκρως ἀπειληφότες, ὅπερ μέτρον ἡλικίας πληρώματος μέτρον ἐστὶ τοῦ Χριστοῦ, πάντων τῶν ἐπὶ τὸ μέτρον τῆς προειρημένης ἡλικίας ἐφθακότων, τὸ πλήρωμα τοῦ Χριστοῦ κεχωρηκότων, ὅτε
οὐκέτι ἔσονται νήπιοι, οὐδὲ διὰ τὸ περὶ τῶν δογμάτων ἀνερμάτι‐171

172

στον καὶ ἀμφίβολον περὶ αὐτῶν ἐν νηπίων ἕξει πατοῦσιν, ὥσπερ ὑπὸ κλύδωνος τῶν ὑπὲρ ἑκάστου ψεύδους πιθανῶν περιφερόμενοι, καὶ παντὶ ἀνέμῳ διδασκαλίας ἐπιδιδόντες ἑαυτούς· τινῶν μὲν ἀνθρώπων οὐ διακειμένων ἀλλὰ κυβευτικῶς διδασκόντων, ἄλλων δὲ
5μετὰ πάσης πανουργίας καὶ συντρεχείας ἀπατώντων τῶν τὴν πλάνην μεθόδοις χρῆσθαι μυρίαις καθ’ ἡμῶν. καὶ ὅταν γε καταν‐ τήσωσιν οἱ ἅγιοι εἰς τὸν προειρημένον τέλειον ἄνδρα, τότε τῷ νενοηκέναι τὴν ἀγάπην ἀληθεύοντες, ἐν αὐτῇ αὐξήσωμεν εἰς τὸν Χριστόν· πάντα τὰ δοθέντα αὐτοῖς τῆς ἀληθείας σπέρματα χρώ‐
10μενοι, ὡς σῶμα κεφαλῇ τῷ Χριστῷ. Ἐπειδὴ δέ φησιν, “ἵνα μηκέτι ὦμεν νήπιοι,” ζητοῦμεν πότερον ταῦτα κατὰ μετριότητα εἶπε, συμπεριλαμβάνων ἑαυτὸν οὐκ ὄντα νήπιον, ἢ ὁρῶν ὅσον ἀπολείπεται ὁ ἐκ μέρους γινώσκων καὶ ἐκ μέρους προφητεύων τῆς τελειότητος, ἀληθῶς φησιν εἶναι νήπιος.
15πλὴν ὁ λέγων αὐτὸν κατὰ νηπιότητα ταῦτα εἰρηκέναι, χρήσεται τὸ “ὅτε ἤμην ὡς νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος· “ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα καὶ τοῦ νηπίου.” ὁ δὲ ἕτερος πρὸς τοῦτο ἀποκρίνεται, ὅτι συγκρίσει μὲν τῶν πολλῶν, ἐγεγόνει μὲν ὁ Παῦλος ἀνήρ· πρὸς δὲ τὰ ἀποκείμενα τοῖς ἁγίοις τέλη,
20ἔτι νήπιος ἦν. καὶ πάντας γὰρ ὁ προφητικὸς λόγος παιδία ὀνο‐ μάζει λέγων· “ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.” μετὰ ταῦτα ἐπιστήσεις εἰ μὴ κατὰ μετριότητα ὁ Παῦλος οὐ μόνον νήπιος εἶναι φησὶν, ἀλλὰ καὶ κλυδωνιζόμενος καὶ περιφερό‐ μενος παντὶ ἀνέμῳ διδασκαλίας, καὶ τὰ ἑξῆς. ὁ μέντοιγε καὶ
25τοῦτο λέγων, μὴ ἀπὸ μετριότητος αὐτὸ εἰρῆσθαι φήσει, ὅτι ἄνθρω‐ πος ἦν ὀξὺς καὶ εὐεπήβολος, καὶ ἑώρα τοὺς ἐπὶ ἑκάτερα ἐπιχει‐ ρουμένους λόγους ἱκανοὺς ὄντας περισπᾶσαι καὶ ἐν κλύδωνι ποιῆ‐ σαι γενέσθαι τὸν θεωροῦντα τὰς πιθανότητας. διὰ τοῦτο δὲ καὶ ὡς ἄνθρωπος περιεφέρετο παντὶ ἀνέμῳ διδασκαλίας, οὐ κατασπώμενος
30μὲν οὐδὲ ναυαγῶν, ὥσπερ δὲ ναῦς παλαίων ποικίλοις πνεύμασιν. ἑώρα δὲ καὶ τοὺς τῶν ἀντικειμένων λόγους, οἱονεὶ ἐν κυβείᾳ δι‐ δάσκοντας, οὐκ ὄντας εὐκαταφρονήτους, ἀλλὰ πανουργότατα λεγο‐ μένους, ὥστε ἱκανοὺς εἶναι πλανῆσαι, καὶ ἤλπιζε τάξεσθαί ποτε
τῆς ἀπὸ τοῦ Θεοῦ βοηθείας πρὸς τὸ ἀποθέσθαι πάντα περισπασμὸν172

173

καὶ ἀληθεῦσαι ἀπερισπάστως, καὶ ἐν ἀγάπῃ αὐξῆσαι εἰς τὸν Χριστὸν, ὃν ᾔδει αὐτοῦ ὄντα κεφαλὴν καὶ παντὸς τοῦ τῆς ἐκκλη‐ σίας σώματος. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησιν, “εἰς τὴν
5“ἑνότητα,” φησὶ, “τῆς πίστεως,” τουτέστιν, ἕως ἂν δειχθῶμεν πάντες τὴν πίστιν ἔχοντες, ὅταν πάντες ὁμοίως τὸν σύνδεσμον ἐπι‐ γινώσκωμεν, μέχρι τότε ἐργάζεσθαι χρή· ἀλλαχοῦ δὲ νηπίους ἡμᾶς φησὶ, καὶ ὅταν τέλειοι ὦμεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν. ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν, νηπίους ἐκάλεσεν· ἐνταῦθα δὲ πρὸς
10ἕτερον εἶπε, πρὸς τὸ ἀμετάπτωτον· ὥσπερ καὶ ἀλλαχοῦ φησι· “τελείων δέ ἐστιν ἡ στερεὰ τροφή.” ὅρα γὰρ κἀκεῖ πῶς ἐκάλεσε τελείους. ὥσπερ οὖν καὶ ἐνταῦθα, ὡς διὰ τῶν ἐπαγομένων δηλοῖ, “ἵνα μηκέτι ὦμεν νήπιοι.” αὐτό φησι τὸ μέτρον τὸ ὀλίγον, ὅπερ ἐλάβομεν, ἵνα κατέχωμεν μετὰ πάσης σπουδῆς, μετὰ στερρότητος
15καὶ βεβαιώσεως. “ἵνα μηκέτι” τὸ μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας. καὶ τίθησι καὶ ἑαυτὸν, καὶ ἐν τάξει διηγήσεως διορθοῦ‐ ται. ἐπεξῆλθε δὲ τῇ τροπῇ, δεικνὺς τὰς δισταζούσας ψυχὰς, ἐν οἵῳ κινδύνῳ εἰσίν. παντὶ “ἀνέμῳ, φησὶν, ἐν τῇ κυβείᾳ τῶν ἀν‐ “θρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν πλάνης.” κυβευταὶ
20λέγονται οἱ τοῖς πεττοῖς κεχρημένοι. τοιοῦτοί εἰσιν οἱ πανοῦργοι· ἐπειδὰν ἀφελεστέρους λάβωσι· καὶ γὰρ κἀκεῖνοι μετατιθέασι καὶ μεταφέρουσιν ἅπαντα. ἐνταῦθα καὶ βίου ἥψατο. Ἀληθεύοντες ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ, ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ
25σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον, διὰ πά‐ σης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Ὅ φησι, τοῦτό ἐστι. καθάπερ τὸ σῶμα τὸ πνεῦμα τὸ ἀπὸ
30τοῦ ἐγκεφάλου καταβαῖνον τὸ διὰ τῶν νεύρων, τὸ αἰσθητικὸν οὐχ ἁπλῶς δίδωσι πᾶσιν, ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστου μέλους, τῷ μὲν δυναμένῳ πλέον δέξασθαι, πλέον· τῷ δὲ ἔλαττον, ἔλαττον· οὕτω καὶ ὁ Χριστὸς, καθάπερ μελῶν, τῶν ψυχῶν εἰς αὐτὸν ἀνηρ‐
τημένων, ἡ πρόνοια αὐτοῦ καὶ ἡ χορηγία τῶν χαρισμάτων κατὰ173

174

ἀναλογίαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέλους αὔξησιν ποιεῖται. τί δέ ἐστι “διὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας;” τουτέστι, διὰ τῆς αἰσθή‐ σεως. τὸ γὰρ πνεῦμα ἐκεῖνο τὸ ἐπιχορηγούμενον τοῖς μέλεσιν ἀπὸ τῆς κεφαλῆς ἑκάστου μέλους ἁπτόμενον οὕτως ἐνεργεῖ, ὡς ἄν τις
5εἴποι, τὸ σῶμα ἀντιλαμβανόμενον τῆς ἐπιχορηγίας κατὰ ἀναλο‐ γίαν τῶν ἐν αὐτῷ μελῶν, οὕτω ποιεῖται τὴν αὔξησιν. ἢ ἑτέρως· τὰ μέλη κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου μέτρου δεχόμενα τὴν ἐπι‐ χορηγίαν, οὕτως αὔξεται. ἢ καὶ ἑτέρως· τὸ πνεῦμα ἄνωθεν ἐπιρ‐ ρεόμενον ἀφθόνως, καὶ πάντων ἁπτόμενον τῶν μελῶν καὶ χορηγού‐
10μενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως αὔξεται. Τίνος δὲ ἕνεκεν προσέθηκεν “ἀγάπῃ;” οὐ γὰρ ἔνι κατελθεῖν ἐκεῖνο τὸ πνεῦμα, μὴ οὔσης ἀγάπης. καθάπερ γὰρ εἰ τύχοι, χεὶρ ἀποσπασθεῖσα τοῦ σώματος, τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ἐπιζητοῦν, καὶ μὴ εὑρὸν οὐκ ἀπάλλεται τοῦ σώμα‐
15τος καὶ διατρῆσαν πρὸς τὴν χεῖρα ἔρχεται, ἀλλ’ ἐὰν μὴ εὕρῃ κείμενον οὐχ ἅπτεται, οὕτω καὶ ἐνταῦθα, ἐὰν μὴ ὦμεν τῇ ἀγάπῃ συνδεδεμένοι. ταῦτα δὴ πάντα πρὸς ταπεινοφροσύνην αὐτῷ εἴρη‐ ται. τί γάρ φησι; εἰ πλέον λαμβάνει ὁ δεῖνα, τὸ αὐτὸ πνεῦμα ἔλαβεν ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεμπόμενον, ὁμοίως ἐνεργοῦν,
20ὁμοίως “ἁπτόμενον, συναρμολογούμενον καὶ συμβιβαζόμενον,” τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιμελείας· οὐ γὰρ ἁπλῶς, ἀλλὰ σφόδρα τεχνικῶς δεῖ κεῖσθαι τὸ σῶμα· ὡς ἐὰν τὸν τόπον ἐκβῇ, οὐκέτι κεῖται. ὥστε οὐχ ἡνῶσθαι τῷ σώματι δεῖ, ἀλλὰ καὶ τοῦ οἰκείου τόπου ἐπέχειν· ὡς ἂν ὑπερβῇς, οὐχ ἥνωσαι, οὐδὲ δέχῃ
25τὸ πνεῦμα.
26tΚΕΦ. Ζ.
27tΠερὶ σωφροσύνης καὶ δικαιοσύνης ποιούσης ἡμᾶς θεοειδεῖς.
28 Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ, ἐν μα‐
30ταιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ· ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν
τὴν οὖσαν ἐν αὐτοῖς· διὰ τὴν πώρωσιν τῆς καρδίας174

175

αὐτῶν· οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ· εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὠριγένης φησὶν, ὅτε μὲν οὖν ὁ νοῦς ἤτοι πρὸς τοῖς βιωτικοῖς ἐστι, τῇ δυνάμει ἑαυτοῦ πρὸς ταῦτα καταχρώμενος· ἢ πρός τισι
5δόγμασιν ἀναπεπλασμένοις ὡς ἀληθέσιν, οὐκ οὖσιν ἀληθέσιν, ἐν ματαιότητι ἐστίν· ματαία γὰρ καὶ πᾶσα φροντὶς βιωτικὴ, καὶ πάντες οἱ προσποιούμενοι εἶναι ἀληθείᾳ ψευδεῖς λόγοι· ὅτε δὲ ἡ διάνοια, ἥτις ἐστὶν διέξοδος λογικὴ ὑποσυγκέχυται, οὔτε τὴν φύσιν τῶν λεγομένων θεωροῦσα, οὔτε ἐφέπεσθαι τοῖς ποικίλοις
10τῶν λεγομένων δυναμένη, τότε ἐσκοτῶσθαι εὐλόγως ἂν λέγοιτο· οὔτ’ οὖν ἐν ματαιότητι τοῦ νοὸς εἶναι δεῖ, οὔτε ἐσκοτισμένους τῇ διανοίᾳ· ἵνα μὴ ἀπηλλοτριωμένοι τυγχάνωμεν τῆς ζωῆς τοῦ Θεοῦ, ἀγνοίας ἐνυπαρχούσης ἡμῖν καὶ πωρώσεως καρδίας. ταῦτα δὲ ἐὰν ἐπιπλέον νεμηθῇ τὴν ψυχὴν ἡμῶν, λέγω δὲ ματαιότης νοὸς καὶ
15σκότωσις διανοίας, τὰ ἀλλοτριοῦντα τῆς ζωῆς τοῦ Θεοῦ, καὶ παρείσδυσιν διδόντα ἀγνοίᾳ πώρωσίν τε τῆς καρδίας ἐπιτρέπονται τότε εἰς ἀναισθησίαν ἐμπεσούμεθα, συνωθοῦντες ἡμῶν τὸ συνειδὸς ἐπὶ τοῖς ἁμαρτανομένοις, καὶ παραδώσομεν ἑαυτοὺς, οὐδὲ κατὰ ποσὸν ἀνθιστάμενοι, ταῖς σαρκικαῖς ἐπιθυμίαις, τῇ ἀσελγείᾳ εἰς ἐργα‐
20σίαν ἀκαθαρσίας ἁπάσης μετὰ τοῦ πλεονεκτεῖν· ἐκείνους δὲ, ὧν τοὺς γάμους νοθεύομεν. Εἰ δὲ θέλομεν νοῆσαι τὸ “οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέ‐ “δωκαν τῇ ἀσελγείᾳ,” συγκρίνομεν τοὺς δυσσυνειδητοῦντας καὶ βασανιζομένους, ἐπὶ τῷ συνεγνωκέναι τι ἑαυτοῖς φαῦλον, τοῖς
25μετὰ πάσης ἀδείας πολλὰ πλασίονα πταίουσιν. οἱ μὲν γὰρ οὐδέπω ἀπηλγήκασιν, ἀλλ’ ἔτι ἀλγοῦσιν· διόπερ δύνατόν ἐστιν τυχόντας αὐτοὺς βοηθείας λογικῆς, θεραπευθῆναι· ὥστε τὸν ἑξῆς βιῶσαι ἀνεπιλήπτως χρόνον. οἱ δὲ οὐκέτι ἀλγοῦσιν ἁμαρτάνοντες· διόπερ μηδὲ ἐπὶ ποσὸν ἀντιτείνοντες, μὴ δὲ ἐγκρατευόμενοι, ἑαυ‐
30τοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἔργον ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ· πλὴν, εἰς ταῦτα πάντα κίνδυνος ἐμπεσεῖν, παντὶ τῷ ἐν ματαιότητι τοῦ νοὸς τυγχάνοντι καὶ ἐσκοτισμένῳ τῇ διανοίᾳ.
ὅθεν τοῦ νοῦ καὶ τῆς διανοίας ἡμῖν ἐπιμελητέον. ἵνα ἡ μὲν διανοία175

176

ᾖ πεφωτισμένη· λυομένου τοῦ σκότους ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς, ὅπέρ ἐστιν ὁ τοῦ Θεοῦ λόγος· ὁ δὲ νοῦς ἀπὸ τῆς περὶ τὰ μάταια προσπαθείας ἀνατρεπόμενος, προηγεῖτο τῷ Θεῷ διὰ τοῦ λόγου τῆς σοφίας.
5 Εἰ μέντοιγε διὰ τὴν ἄγνοιαν καὶ πώρωσιν τῆς καρδίας ἀπαλ‐ λοτριοῦνται τῆς ζωῆς τοῦ Θεοῦ οἱ ἀπηλλοτριωμένοι αὐτῆς, τῷ ἐν ματαιότητι γεγονέναι αὐτῶν τὸν νοῦν καὶ ἐν σκοτισμῷ τὴν διά‐ νοιαν, οὐκ ἐκ φύσεως ἀλλ’ ἐξ αἰτιῶν τῶν παρ’ ἡμῶν γινομένων, ἐκ τοῦ ἐφ’ ἡμῖν, ἀλλοτριοῦνται τῆς ζωῆς ἐκεῖνοι οἱ ἀλλοτριούμενοι
10αὐτῆς. ἀκαθαρσίαν δὲ ἐν πλεονεξίᾳ, τὴν μοιχείαν οἴομαι εἶναι· ἀλλαχοῦ γὰρ τοῦτό φησιν ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ, ἐν ᾗ ταῦτα· “τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, ἀπέχεσθαι ὑμᾶς “ἀπὸ τῆς πορνείας· εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος “κτᾶσθαι, ἐν ἁγιασμῷ καὶ τιμῇ· μὴ ἐν πάθει ἐπιθυμίας, καθά‐
15“περ καὶ τὰ ἔθνη, τὰ μὴ εἰδότα τὸν Θεόν·” τὸ μὴ “ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος “ὁ Κύριος περὶ πάντων τούτων καθὼς προείπομεν ὑμῖν καὶ διε‐ “μαρτυράμεθα· οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, “ἀλλ’ ἐν ἁγιασμῷ καὶ τιμῇ· τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον
20“ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν διδόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον “εἰς ὑμᾶς.” παρατήρει δὲ, ὅτι προτρεπόμενος ἐπὶ τὴν ἁγνείαν ἡμᾶς, πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν φησιν, εἴτις τὴν τοῦ ἀδελφοῦ λαμβάνοι γυναῖκα· πλὴν ἔκδικος Κύριος περὶ πάντων τούτων τῶν πεπλεονεκτημένων, εἴτε ἀδελφῶν εἴτε καὶ ἀπίστων.
25 Χρυσόστομος. Ὁ μακάριος Ἰωάννης φησὶν, εἰ οὖν ἄγνοιά ἐστιν, εἰ πώρωσίς ἐστι, τί ἐγκαλοῦνται; τὸν γὰρ ἀγνοοῦντα, οὐ κακῶς πάσχειν δεῖ, οὐδὲ ἐγκαλεῖσθαι· ἀλλὰ μανθάνειν δίκαιόν ἐστιν ἅπερ ἀγνοεῖ. ἀλλ’ ὅρα πῶς αὐτοὺς εὐθέως ἀφαιρεῖται τῆς συγγνώμης· “οἵτινες,” φησὶν, “ἀπηλγηκότες, παρέδωκαν τῇ
30“ἀσελγείᾳ·” δείκνυσιν ἐνταῦθα, ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος· ὁ δὲ βίος, ἐξ οἰκείας γέγονε ῥαθυμίας καὶ ἀναλγη‐ σίας· “οἵτινες,” φησὶν, “ἀπηλγηκότες ἑαυτῶν, ἑαυτοὺς παρέ‐ “δωκαν.” Ὅταν οὖν ἀκούσῃς ὅτι παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον
35νοῦν, τούτου μέμνησο τοῦ ῥήματος, ὅτι “ἑαυτοὺς παρέδωκαν·” εἰ176

177

γὰρ “ἑαυτοὺς παρέδωκαν,” πῶς ὁ Θεὸς αὐτοὺς παρέδωκεν; εἰ δὲ ὁ Θεὸς αὐτοὺς παρέδωκε, πῶς “ἑαυτοὺς παρέδωκαν;” τὸ οὖν παρέδωκε, τουτέστι συγκεχώρηκεν. ὁρᾷς πῶς αὐτοὺς ἀποστερεῖς συγγνώμης, ἐργασίαν ἀκαθαρσίας εἰπών; οὐ παραπέσοντες, φησὶν,
5ἥμαρτον, ἀλλ’ εἰργάζοντο αὐτὰ τὰ δεινὰ καὶ μελέτῃ τῷ πράγματι ἐκέχρηντο. ἐν πάσῃ ἀκαθαρσίᾳ· ποίας λέγει ἀκαθαρσίας; πᾶσα πορνεία, μοιχεία, παιδεραστία, φθόνος· πᾶσα ἁμαρτία, ἀκαθαρσία ἐστίν. Θεόδωρος δέ φησι· τοῦτο λέγει συντόμως. οὐ δίκαιον ὑμᾶς
10ἀκόλουθα πράττειν τοῖς ἔθνεσιν, οἳ μηδὲν ἐπιστάμενοι τῶν δεόντων, ὥσπερ ἐν σκότῳ διάγουσι, τῆς εὐσεβείας μακρὰν τυγχάνοντες, καὶ τῆς τοῦ Θεοῦ ζωῆς ἀλλότριοι καθεστῶτες· ἵνα εἴπῃ, τῆς προσδο‐ κωμένης ἀναστάσεως· τὸ δὲ “ἀπηλγηκότες,” ὥσπερ τῶν ἀπὸ πάθους τινὸς μέρη πολλάκις τοῦ σώματος νενεκρωμένων· οἷς οὐ
15μόνον ἄλγος οὐδὲν ἐκεῖθεν ἐγγίνεται, ἀλλ’ οὐδὲ ἡ τοῦ μέρους ἀφαίρεσις αἴσθησιν ἐμποιεῖ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε. Τοῦτο λέγει, ὅτι πάντως ποῦ καὶ ἠκούσατε καὶ ἐδιδάχθητε
20περὶ τοῦ Χριστοῦ ταῦτα, ἅπερ δὴ καὶ ἀληθῆ καθέστηκε καὶ οὕτως ἔχει· ποῖα; Ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπι‐ θυμίας τῆς ἀπάτης αὐτοῦ· ἀνανεοῦσθαι δὲ τῷ πνεύματι
25τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Ἐπειδὴ τοῖς θνητοῖς ἕπεται τὸ ἁμαρτάνειν, ἀθάνατοι δὲ γενό‐ μενοι ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἁμαρτεῖν οὐκ ἐπιδεχόμεθα· σύμ‐
30βολον δὲ ἐκείνου ἡ τοῦ Πνεύματος ἀναγέννησις, ἣν ἐν τῷ βαπτί‐ σματι πληροῦμεν, ὥσπερ ἀνακτιζόμενοι ἐντεῦθεν ἤδη καὶ ἀναγεν‐ νώμενοι κατὰ τύπον ἐλπίδι τῶν προσδοκωμένων, τοῦτο λέγει· ὅτι
πάντως οὐκ ἀγνοεῖτε ὅτι λέλυται μὲν ὁ παλαιὸς ἄνθρωπος ὁ θνητὸς177

178

ἐκεῖνος, καινὸς δέ τις ἀντεπεισῆκται ἄφθαρτος, οὗπερ εἰς τύπον ἐπὶ τοῦ βαπτίσματος ἀνακαινισμὸν ἐδέξασθε τὴν τοῦ Πνεύματος ἀπαρχὴν κομισάμενοι· ὥστε δίκαιον ὑμᾶς ἀκόλουθα τούτοις καὶ φρονεῖν καὶ πολιτεύεσθαι.
5 Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης ὧδε λέγει, ἄρα καὶ τοῦτο μαθεῖν ἐστιν τὸν Χριστὸν, τὸ ὀρθῶς βιοῦν· ὁ γὰρ πονηρῶς βιοὺς, ἀγνοεῖ τὸν Θεὸν, καὶ ἀγνοεῖται παρ’ αὐτοῦ· ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος, “Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις “ἀρνοῦνται.”
10 Καθώς ἐστιν ἀληθεία ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον. Τουτέστιν, οὐκ ἐπὶ τούτοις συνέθου· οὐ γὰρ ματαιότης τὰ παρ’ ἡμῖν, ἀλλ’ ἀλήθεια· ὥσπερ τὰ δόγματα ἀληθῆ, οὕτω καὶ ὁ βίος· ματαιότης γὰρ, ἡ ἁμαρτία ἐστὶν καὶ ψεῦδος· οὗ δὲ βίος ὀρθὸς,
15ἀλήθεια· ἔχει γὰρ τέλος μέγα· ἡ δὲ ἀκολασία εἰς οὐδὲν τελευτᾷ· “τὸν φθειρόμενον” φησὶ “κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὐτοῦ.” Ὥσπερ αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται, οὕτω καὶ αὐτός. πῶς αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται; τῷ θανάτῳ πάντα λύεται· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀπολοῦνται
20“πάντες οἱ διαλογισμοὶ αὐτοῦ·” καὶ οὐ τῷ θανάτῳ μόνῳ ἀλλὰ καὶ ἄλλοις πολλοῖς· οἷον· τὸ κάλλος καὶ νόσου καὶ γήρως ἐπελ‐ θόντος, ὑπεξέστη καὶ ἀπέθανεν καὶ ἐφθάρη· ἡ ῥώμη τῆς ἰσχύος, τοῖς αὐτοῖς πάλιν ἁλίσκεται· ἡ τρυφὴ, οὐδὲ αὕτη τὴν αὐτὴν ἔχει ἐν γήρᾳ ἡδονὴν οὐδὲ τὴν αὐτὴν ἰσχύν· ἢ ἑτέρως. πάλιν
25τοῦτο αὐτὸν φθείρει καὶ ἀπόλλυσιν, ἡ ἐπιθυμία· καθάπερ γὰρ τὸ ἔριον, ἀφ’ ὧν τίκτεται, ἀπὸ τούτων ἀπόλλυται, οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος· καὶ γὰρ δόξης ἔρως ἀπόλλυσι, καὶ ἡδοναὶ πολ‐ λάκις ἀπώλεσαν· τέσσαρας δὲ ἀνθρώπους ἡμῖν ἐνταῦθα ὑπογρά‐ φει· δύο μὲν, οὕτω λέγων ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, ἀνα‐
30νεοῦσθε δὲ τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν· καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. ἐν δὲ τῇ πρὸς Ῥωμαίους, ἄλλους δύο· ὡς ὅταν λέγῃ· “βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον “τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς
“ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου·” ὁ νοῦς καὶ ἡ σάρξ· καὶ178

179

οὗτοι πρὸς ἐκεῖνα ἔχουσι τὴν συγγένειαν· πρὸς μὲν τὸν ἔσω, ὁ καινός· πρὸς δὲ τὸν ἔξω, ὁ παλαιός. ἀλλ’ ὅμως οἱ τρεῖς διεφθάρη‐ σαν· μᾶλλον δὲ τρεῖς εἰσὶ, καινὸς καὶ παλαιός· καὶ οὗτος, οὐσιώ‐ δης καὶ φυσικός.
5 Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν. Ἵνα μή τις νομίσῃ ὅτι ἐπεισάγει ἄνθρωπον, εἰπὼν παλαιὸν καὶ καινὸν, ὅρα τί φησιν· “ἀνανεοῦσθαι·” ἀνανεοῦσθαι δέ ἐστιν, ὅταν αὐτὸ τὸ γεγηρακὸς ἀνανεοῦται ἄλλο ἐξ ἄλλου γενόμενον· ὥστε τὸ μὲν ὑποκείμενον τὸ αὐτό· ἡ δὲ μεταβολὴ πρὸς τὸ συμβεβηκός·
10πῶς δ’ ἂν γένοιτο ἡ ἀνανέωσις; “ἐν τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν” φησιν· ὃς ἐὰν οὖν ἔχῃ πνεῦμα παλαιὸν, οὐδὲν ἐργάζεται· οὐ γὰρ ἀνέχεται τὸ πνεῦμα παλαιῶν πράξεων. “Τῷ πνεύματί” φησιν “τοῦ νοὸς ὑμῶν,” τουτέστιν, τῷ πνεύ‐ ματι τῷ ἐν τῷ νῷ.
15 Καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον. Ὁρᾷς ὅτι τὸ μὲν ὑποκείμενον ἕν ἐστι, μεταβολὴ δὲ τὸ ἐκδυό‐ μενον καὶ ἐκδυόμενον; “τὸν καινὸν ἄνθρωπον” φησὶ, “τὸν κατὰ “Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.” διατί δὲ ἄνθρωπον καλεῖ τὴν ἀρετήν; καὶ διατί ἄνθρωπον τὴν
20κακίαν; ὅτι χωρὶς ἐνεργείας οὐδ’ ἂν δειχθείη ἄνθρωπος· ὥστε οὐχ ἧττον τῆς φύσεως ταῦτα ἄνθρωπον δείκνυσιν εἴτε καλὸν εἴτε πονηρόν· ὥσπερ δὲ τὸ ἀποδύσασθαι καὶ ἐνδύσασθαι εὔκολον, οὕτως καὶ ἐπὶ ἀρετῆς καὶ κακίας ἔστιν ἰδεῖν· ὁ νέος ἰσχυρός ἐστιν· οὐκοῦν καὶ ἡμεῖς ἰσχυροὶ γενώμεθα πρὸς τὴν ἐνέργειαν τῶν ἀγα‐
25θῶν πράξεων· τὴν κτίσιν ὅρα τί φησι· τὴν οὐσίωσιν τῆς ἀρετῆς, τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραχθείσαν· τί δὲ, ἐκείνη οὐ κατὰ Θεὸν ἡ κτίσις; οὐδαμῶς· ἀλλὰ κατὰ τὸν διάβολον· αὐτὸς δη‐ μιουργὸς τῆς ἁμαρτίας· πῶς; ὁ γὰρ ἄνθρωπος οὐκ ἀπὸ ὕδατος οὐδὲ ἀπὸ γῆς ἐκτίσθη λοιπὸν, ἀλλ’ ἐν δικαιοσύνῃ καὶ ὁσιότητι
30τῆς ἀληθείας· τί ἐστι τοῦτο; υἱὸν εὐθέως αὐτὸν ἔκτισε· τοῦτο γὰρ ἀπὸ τοῦ βαπτίσματος γίνεται· αὕτη ἐστιν ἡ οὐσία ἐν δικαιο‐ σύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας· ἦν ποτε δικαιοσύνη καὶ ὁσιότης ἐπὶ Ἰουδαίων, ἀλλ’ οὐ τῆς ἀληθείας· ἀλλὰ τοῦ τύπου ἡ δικαιοσύνη
ἐκείνη· τὸ γὰρ καθαρὸν εἶναι σώματι, τύπος καθαρότητος ἦν· καὶ179

180

τύπος δικαιοσύνης, οὐχὶ ἀληθεία· καὶ πρὸς τὸ ψεῦδος φησὶν, ὅτι πολλοί εἰσι παρὰ τοῖς ἔξωθεν δοκοῦντες εἶναι δίκαιοι, ἀλλὰ ψευ‐ δεῖς· δικαιοσύνη δὲ ἡ καθολικὴ ἀρετὴ λέγεται· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος “ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον
5“τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βα‐ “σιλείαν τῶν οὐρανῶν.” καὶ πάλιν δίκαιος λέγεται, ὁ μηδεμίαν ἔχων λαβήν. ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις, ἐκεῖνον φαμὲν δίκαιον, τὸν ὀδυνηθέντα καὶ μὴ ἀνταδικήσαντα. Ὠριγένης φησὶ τὸ μαθεῖν τὸν Χριστὸν, ταυτόν ἐστι τῷ
10μαθεῖν τὴν ἀρετήν· καὶ τὸ ἀκοῦσαι αὐτὸν οὐ διαφέρει τοῦ συνεῖναι τὸν λόγον τῶν ἀναγεγραμμένων ἐπινοιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ. εἴτις οὖν ἔμαθε τὸν Χριστὸν καὶ ἤκουσεν αὐτὸν ὡς Θεοῦ Λόγου, παρα‐ δεξάμενος ἃ μεμάθηκε καὶ ἤκουσεν, οὐ περιπατήσει ἐν τῇ ματαιό‐ τητι τοῦ νοὸς αὐτοῦ, οὐδὲ ἔσται τῇ διανοίᾳ ἐσκοτισμένος, οὐδὲ τῆς
15ζωῆς τοῦ Θεοῦ ἀπηλλοτριωμένος. μάθωμεν τοίνυν τὸν Χριστὸν, καὶ ἀκούσωμεν αὐτὸν καὶ διδαχθῶμεν ἐν αὐτῷ. οὐκ ἀπογνωστέον μέντοιγε καὶ τὸ διδαχθῆναι θείᾳ δυνάμει ὑποβαλλούσῃ τῷ νῷ ἡμῶν κεκαθαρμένον λόγον τὸν περὶ Χριστοῦ τέλειον καὶ ἀληθινὸν, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. ἐδίδαξέ τί τὸ μαθεῖν τὸν Χρι‐
20στὸν καὶ ἀκοῦσαι καὶ διδαχθῆναι, εἰπὼν, “καθώς ἐστιν ἀλήθεια “ἐν τῷ Ἰησοῦ·” ἡ γὰρ τῆς ἀληθείας πρωτότυπος οὐσία, ἐν τῷ Ἰησοῦ μόνῳ λέγοντι, “ἐγώ εἰμι ἡ ἀλήθεια.” τὸ δὲ “ἀποθέσθαι “ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον,” ἀσυνάρτητον ὂν, ὅρα εἰ δυνάμεθα οὕτως ἀποκαταστῆσαι· ὑμεῖς δὲ
25οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπά‐ της, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. ἵνα ὁ νοῦς ᾖ· ὅτι ὡς ἔστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, οὕτως ἔσται καὶ ἐν ὑμῖν μαθοῦσι τὸν Χρι‐
30στὸν, καὶ αὐτὸν ἀκούσασι καὶ ἐν αὐτῷ διδαχθεῖσιν, ἀποθεμένοις τὲ κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρό‐ μενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· “παλαιὸν δὲ ἄνθρωπον” ὃν δεῖ ἤδη ἀποθέσθαι, τὸν πεπαλαιωμένον ὑπὸ τῆς ἁμαρτίας λέ‐ γεσθαι νομιστέον· οὗτος γὰρ κατὰ τὴν προτέραν ἀναστροφὴν καὶ
35τὰς ἐπιθυμίας τῆς ἀπάτης διὰ τοῦ ἁμαρτάνειν καὶ μηδέποτε180

181

ἀφθαρσίας τί ποιεῖν, ἀλλ’ ὅλα τὰ τῆς φθορᾶς ἐργάζεσθαι, ἀεὶ φθείρεται. αἱ μὲν οὖν ἐπιθυμίαι τῆς ἀπάτης καὶ ἡ προτέρα ἀνα‐ στροφὴ, ἐνεργοῦσι τὸ φθείρεσθαι αὐτόν· καὶ οὐδέπω πάντῃ ἔφθαρ‐ ται ὅσον ταῦτα ποιεῖ, ἀλλὰ φθείρεται· ὁ δὲ λόγος τοῦ Θεοῦ,
5οὐ φθείρει ἀλλ’ ἀποκτείνει τὸν παλαιὸν ἄνθρωπον ἐπὶ τῷ ζωοποιῆ‐ σαι· “ἐγὼ γάρ,” φησιν, “ἀποκτενῶ καὶ ζῇν ποιήσω·” καὶ “ὅταν “ἀπέκτενεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν.” Ἔτι ζητήσεις, πῶς ὁ κατὰ τὴν κακίαν πεπαλαιωμένος παλαιὸς ἄνθρωπος λέγεται. καὶ μήποτε ὥσπερ ἀνακαινοῖ καὶ ἀνακτίζει ἡ
10ἀρετὴ, οὕτως ἡ ἐναντία αὐτὴ κακία παλαιοῖ· ὡς καὶ τῆς παλαιό‐ τητος σημεῖα γίνεσθαι περὶ τὴν ψυχὴν, οἱονεὶ τὰς ῥυτίδας, ὥσπερ γίνεται ἐπὶ τῶν γηρασκόντων σωμάτων. διὰ τοῦτο ἔνδοξον αὐτῷ παρίστησι τὴν Ἐκκλησίαν Χριστὸς, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἢ τί τῶν τοιούτων. ὅσον μὲν γὰρ ἔχει σημεῖα τῆς παλαιότητος,
15ἔχει καὶ τὴν ῥυτίδα· ὅταν δὲ ἀπόθῃται τὸν παλαιὸν ἄνθρωπον ἅπαντα, ἀκμάζει καὶ πᾶσα ῥυτὶς ἐξαφανίζεται· ἀπάτης δέ ἐστιν ἐπιθυμία, ἡ μοχθηρὰ ἐπιθυμία καὶ ἡ φαύλη. “ἀνανεοῦσθαι δὲ τῷ “πνεύματι τοῦ νοὸς ὑμῶν. Εἰ χρὴ ἀνανεοῦσθαι κατὰ τὴν λέξιν ταύ‐ “την οὔτε ἁπλῶς ἐν τῷ πνεύματι, οὔτε ἐν τῷ νοῒ, ἀλλ’ ἐν τῷ πνεύ‐
20“ματι τοῦ νοὸς ὑμῶν,” ζητητέον ἰδίᾳ, τίς ὁ νοῦς ἡμῶν, καὶ τί τὸ πνεῦμα αὐτοῦ· πρόσχες δὲ καὶ τῷ “ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ “καὶ τῷ νοΐ· προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ.” ἐπιστήσει οὖν εἰ ὥσπερ ἐστὶ πολλὰ πνεύματα, καὶ ἕκαστον τινὶ ᾠκείωται, οὕτως ἐστὶν τί πνεῦμα ᾠκειωμένον ἡμῶν τῷ νοΐ· ὅπερ
25τοῦ νοὸς ἡμῶν ἀποκαθαιρομένου καὶ πᾶσαν ἀποβαλόντος ἀχλὺν, ᾠκειωμένον αὐτῷ ἀνανεοῖ ἡμᾶς. εἰ θέλομεν “ἐνδύσασθαι τὸν καινὸν “ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα,” νοήσωμεν τὸ “μιμηταί “μοῦ γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· καὶ τὸ “ζῶ δὲ οὐκέτι ἐγώ· “ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς,” καὶ ἁπαξαπλῶς μορφωθέντα τὸν Χριστὸν
30ἐν ἡμῖν ὅλον καὶ κατὰ πᾶσαν πρᾶξιν δείξομεν. Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ. Οἱ μὲν ἁπλούστεροι, πλέον τοῦ ἠθικοῦ οὐδὲν οἰήσονται λέγε‐
σθαι ἐκ τοῦ λεγομένου· ἡμεῖς δὲ ἐναντίον εἶναι πειθόμενοι τῇ181

182

ἀληθείᾳ τὸ ψεῦδος, τὸ ἐναντίον τῇ καθηκόντως λαλουμένῃ ἀληθείᾳ πρὸς μόνον τὸν πλησίον ζητοῦμεν ψεῦδος ἀποθέσθαι, ὅπέρ ἐστιν ἡ ψευδοδοξία· ἔργον δὲ οὐ τυχόν ἐστιν πρὸς τὸ ἀποθέσθαι ἐκεῖνο τὸ ψεῦδος, καὶ τὸ οὕτως ψεῦδος ἀποθέσθαι· καὶ γὰρ δόκιμον δεῖ εἶναι
5τραπεζίτην καὶ πάντα δοκιμάζειν ἱκανὸν, ἵνα μόνον κατέχωμεν τὸ καλὸν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπεχώμεθα· ἐναντίον δὲ τῷ κατὰ τὰς ψευδοδοξίας ψεύδει ἐστὶν ἡ σωτήριος ἀλήθεια· τὸ δὲ “λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ,” εἴληπται ἀπὸ τοῦ Ζαχαρίου.
10 Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Ὅτι ἀπὸ τοῦ τετάρτου ψαλμοῦ τοῦτο εἴληπται, δῆλον ἐστίν· δύο δὲ σημαίνεται ἐκ τῆς ὀργίζεσθαι φωνῆς· ἢ τὸ ἀπροαίρετον, ὅπέρ τινες ἐκάλεσαν προπάθειαν, ἥτις συμβήσεται καὶ τοῖς τελεί‐ οις ἀπροαίρετόν τι πάσχουσι κατὰ τὰ τοιάδε εἰς ὀργὴν προ‐
15καλούμενα συμπτώματα· ἕτερον δὲ, ὅταν ἤδη ἡ συγκατάθεσις παραδέχηται τὸ καθήκειν δεῖν τιμωρεῖσθαι τὸν ἠδικημένον νομιζό‐ μενον· ὅπερ ὡς ἐφ’ ἡμῖν τυγχάνον, κελεύει ἀποθέσθαι ὁ Ἀπόστολος ἡμᾶς. τὸ πρότερον οὖν τῶν σημαινομένων δηλοῦται ἐν τῷ “ὀργί‐ “ζεσθε καὶ μὴ ἁμαρτάνετε,” ἀντὶ τοῦ εἰ καὶ παρεδέξασθέ ποτε
20τὴν ὀργὴν, ἀλλ’ ἄπρακτον καταλείψατε· τοῦτο γὰρ καὶ ὁ ἅγιος φησὶν Ἀθανάσιος. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ἐὰν τὸν αἰσθητὸν ἥλιον ἀκούσωμεν λέγεσθαι, ἁμαρτησόμεθα, ὅτι ὀργιζόμεθα καὶ τηροῦμεν τὴν ὀργὴν, τοῦ ἡλίου δύνοντος· ὅπερ
25ἄτοπον εἶναι νομίζω. μήποτ’ οὖν ὁ ἀληθινὸς ἥλιος ὥσπερ δύσεται ἐπὶ τοὺς πονηροὺς προφήτας κατὰ τὸ εἰρημένον, “δύσεται ὁ “ἥλιος ἐπὶ τοὺς προφήτας ὑμῶν μεσημβρίας,” οὕτως καὶ δύει ἐπὶ πάντας τοὺς ἁμαρτάνοντας, οὐ χαριζόμενος αὐτοῖς ἔτι ἁμαρ‐ τάνουσι τὴν ἰδίαν ἀνατολήν. ἐντέλλεται οὖν ἡμῖν ὁ Παῦλος μὴ
30ποιῆσαι τοιαῦτα κατὰ τὴν ὀργὴν, ὡς ἐπιδύναι ἡμῖν τὸν ἥλιον, καὶ γενέσθαι ἐν ταῖς ψυχαῖς ἡμῶν νύκτα. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, μὴ ἀπερχέσθω
εἰς ἀναξίους λάμψας ὁ ἥλιος· εἰ γὰρ ὁ μὲν δεσπότης ἀπὸ πολλῆς182

183

ἀγαθότητος ἔπεμψεν, καὶ ἀφῆκεν σοι τὰ ἁμαρτήματα· σὺ δὲ τῷ πλησίον οὐκ ἀφίης, ὅρα πόσον τὸ κακόν; Μὴ δὲ δίδοτε τόπον τῷ διαβόλῳ. Τὸ ἀλλήλους πολεμεῖν, τόπον ἐστὶ δοῦναι τῷ διαβόλῳ· οὐδέ‐
5ποτε γὰρ οὕτως τόπον ἔχει ὁ διάβολος, ὡς ἐν ταῖς ἔχθραις· τὰ μυρία ἐντεῦθεν τίκτεται κακά· καὶ καθάπερ ἕως μὲν ὦσιν ἡρμο‐ σμένοι λίθοι καὶ μηδὲν διάκενον ἔχοντες, ἑστήκασιν ἀρραγεῖς· ἐὰν δὲ ῥαγάδα τριχὸς ἐπέχουσαν τόπον συμβῇ γενέσθαι, τοῦτο πάντα καταλύει καὶ ἀπόλλυσιν, οὕτω καὶ ἐπὶ τοῦ διαβόλου· ἕως μὲν ἂν
10ὦμεν πεπυκνωμένοι, καὶ συνηρμοσμένοι, οὐδὲν ὅλως ἐπεισάγει τῶν αὐτοῦ· ἐπειδὰν δὲ μικρὸν ἡμᾶς διαχαυνώσῃ, καθάπέρ τις χειμάρ‐ ρους ἐπεισχέεται· πανταχοῦ γὰρ ἀρχῆς αὐτῷ χρεία μόνης. Ὠριγένης δέ φησιν, ὅμοιον τοῦτο ἐστὶ, τῷ ἐν τῷ Ἐκκλη‐ σιαστῇ εἰρημένῳ, “ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπί σε,
15“τόπον σου μὴ ἀφῇς· ὅτι ἴαμα καταπαύσῃ ἁμαρτίας μεγάλας.” τόπον δὲ δίδομεν τῷ διαβόλῳ ἢ τῷ ἐξουσιάζοντι πνεύματι ἀνα‐ βάντι ἐφ’ ἡμᾶς, ὅτε οὐ πεπλήρωται ἡμῶν τὸ ἡγεμονικὸν ἁγίων μαθημάτων ἢ τῆς σωτηρίου πίστεως, καὶ λογισμῶν διαφερόντων καὶ συμβουλευόντων ἡμῖν τὰ ἄριστα· κατὰ γὰρ τὸν [πατέρα Ἰωάννου]
20Ζαχαρίαν, “ἐπὶ τὰ κλίματα τῆς ψυχῆς ἐπισκηνοῖ ὁ Σατανᾶς,” καὶ αἱ τοιαῖδε συγκαταθέσεις, τοῖς χείροσιν αἱ ῥοπαὶ ἐπὶ τὰς συγκαταθέσεις προκαλοῦνται τὸν διάβολον εἰσελθεῖν ἡμῶν εἰς τὰς ψυχάς· καὶ ἐπὶ τοῦ Ἰούδα γοῦν γέγραπται τοῦ προδότου, “πρό‐ “τερον μὲν τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα
25“παραδῷ αὐτὸν Ἰούδα Σίμωνος Ἰσκαριώτου·” μετὰ δὲ ταῦτα ὅτι “μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς.” ὡς εἰσβε‐ βληκότος τοῦ διαβόλου εἰς τὴν καρδίαν Ἰούδα, ἵνα παραδῷ τὸν Κύριον. πρὸς τὸ βληθὲν στὰς ὁ Ἰούδας ἦν, οὐκ ἂν ὕστερον εὑρήκει τόπον εἰς αὐτὸν εἰσελθεῖν ὁ Σατανᾶς.
30 Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ καὶ κοπι‐ άτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ μετα‐
διδόναι τῷ χρείαν ἔχοντι.183

184

Ἐπείπερ ἐν ταῖς τοῦ βίου πραγματείαις ἀναστρεφόμενοι, προ‐ φάσει τοῦ πορισμοῦ τῶν ἐπιτηδείων, καὶ πολλοὶ τῶν πεπιστευ‐ κέναι νομιζομένων, κἂν δοκῶσι καθαρεύειν ἀπὸ εἰδωλολατρείας καὶ πάσης πορνείας, οὐκ εὐκόλως ἀφίστανται τοῦ βλέπειν ἐν τῷ ὠνεῖ‐
5σθαι καὶ πιπράσκειν καὶ συμπραγματεύεσθαί τισι, διὰ τοῦτο οὐκ ὤκνησεν ὡς ἔτι κλεπτόντων καὶ ταῦτα ἐν Ἐφέσῳ τινῶν οἱονεὶ ἐλέγξαι, ὡς εἰδὼς τοὺς τοιούτους· τὸν δὲ δίκαιον πορισμὸν δηλοῖ αὐτοῦ, τὸ “ἐργαζόμενος τὸ ἀγαθόν·” τῶν μὲν ἀδίκως ποριζόντων, οὐ τὸ ἀγαθὸν, ἀλλὰ τὸ πονηρὸν ἐργαζομένων· τῶν δὲ μετ’ εὐλα‐
10βείας περιποιούντων αὐτοῖς τὰ ἀναγκαῖα, καὶ ἐν τούτῳ τὸ ἀγαθὸν ἐργαζομένων. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησὶ, ποῦ οἱ καθαροὶ οἱ λεγόμενοι, οἱ παντὸς ῥύπου γέμοντες, καὶ τοῦτο ἑαυτοὺς ὀνομά‐ ζειν τολμῶντες; ἔτι γάρ ἐστιν ἀπολύσασθαι τὸ ἔγκλημα· οὐ τὸ
15στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τὸ ἀγαθόν τι ἐργά‐ σασθαι· ὁρᾶτε πῶς ἀπολύεσθαι τὰ ἁμαρτήματα χρή; ἔκλεψαν; τοῦτο ἔστι τὸ ἁμάρτημα· οὐκ ἔκλεψαν; τοῦτο οὐκ ἔστι τὸ ἁμάρ‐ τημα λῦσαι· ἀλλὰ πῶς; ἐκοπίασαν καὶ ἑτέροις μετέδωκαν, οὕτως ἔλυσαν τὰ ἁμαρτήματα· οὐχ ἁπλῶς ἡμᾶς ἐργάζεσθαι βούλεται,
20ἀλλ’ ὥστε κοπιᾶν· ὥστε καὶ ἑτέροις μεταδιδόναι. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπο‐ ρευέσθω. Τί ἐστι σαπρός; ὅν φησι καὶ ἀργόν· καταλαλία, αἰσχρολογία, εὐτραπελία, μωρολογία· ὁρᾷς πῶς τὰς ῥίζας ἐκκόπτει τῆς ὀργῆς,
25τὸ ψεῦδος, τὴν κλοπὴν, τὴν ἄκαιρον διάλεξιν· τὸ δὲ “μηκέτι “κλεπτέτω,” οὐκ ἐκείνοις συγγινώσκων τοιοῦτό φησιν, ὅσον τοὺς ἠδικημένους πρᾴους καθιστῶν, καὶ τὸ μηκέτι τὰ αὐτὰ παθεῖν ἀρκεῖσθαι παραινῶν· οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων τίνομεν δίκας.
30 Ὠριγένης φησὶν, ἀγαθὸς λόγος ἐστὶ πρὸς οἰκοδομὴν τῆς χρείας, διδοὺς “χάριν τοῖς ἀκούουσιν,” ὁ διδασκαλικὸς, καὶ ἐπ’ ἀρέτην μὲν προτρεπτικὸς, κακίας δὲ ἀποστερητικός· “σαπρὸς”
δὲ, ὁ συναύξων τὴν κακίαν καὶ ἐρεθίζων ἐπὶ τὰ χείρονα.184

185

Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Εἴπερ ἡ λύπη πάθος ἐστὶ, καὶ καλῶς ἀποδίδοται περὶ αὐτῆς, ὅτι ἔστι δόξα πρόσφατος κακοῦ παρουσίας ἐφ’ ᾧ καθήκει συστέλ‐
5λεσθαι· οὔτε δὲ δοξάζει τὸ Ἅγιον Πνεῦμα, οὔτε ἵνα δοθῇ δοξάζειν, δοξάζει τὸ κακὸν αὐτῷ παρεῖναι, οὒ λυπήσεται τὸ Ἅγιον Πνεῦμα. μήποτ’ οὖν τὸ ὅσον ἐφ’ ἡμῖν τάδε πράττοντες, λυποῦμεν τὸ Ἅγιον Πνεῦμα τοῦ Θεοῦ. καὶ ὁ Κύριος δέ φησιν ἐν τῷ Ἰεζεκιήλ· “καὶ “ἐν πᾶσι τούτοις ἐλύπησέ με τάδε πολλάκις ἡμῖν εἰρημένα.”
10ἃ περὶ ὀργῆς καὶ θυμοῦ, ὕπνου τὲ καὶ τῶν ἀνθρωποπαθῶν φωνῶν χρήσιμα. καὶ εἰς τὸν λόγον τὸν περὶ τοῦ “μὴ λυπεῖτε τὸ Πνεῦμα “τὸ Ἅγιον τοῦ Θεοῦ.” ἐσφραγίσθημεν δὲ τῷ Ἁγίῳ Πνεύματι, ἵνα τὸν τύπον τοῦ Ἁγίου Πνεύματος δεξάμενοι, ἀμερίστου μείναν‐ τος τοῦ σφραγίσαντος, τοὺς τύπους λάβοντες τοῦ Ἁγίου Πνεύμα‐
15τος, ἅγιοι γενώμεθα, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου καθέκαστον ἡμῶν τὸ ἐν ἡμῖν ἅγιον γένηται· οἶμαι δὲ ὅτι καὶ ἡ ψυχή. τῷ Πνεύματι μὲν οὖν τῷ Ἁγίῳ ὁ σφραγιζόμενος σφραγίζεται, ὁ δὲ Θεός ἐστιν ὁ σφραγίζων. σφραγίζεται δὲ ὑπὸ τοῦ Πατρὸς τῷ Ἁγίῳ Πνεύματι πᾶς ὁ ἐκ τοῦ πιστεύειν τῷ Θεῷ σφραγίσας ὅτι
20ἀληθής ἐστιν ὁ Θεός· καὶ σφραγίζεται, ἵνα τηρήσας τὴν σφρα‐ γίδα καὶ δείξας αὐτὴν ἐν ἡμέρᾳ ἀπολυτρώσεως ἄθραυστον, τοῖς ἀπολυτρουμένοις συναριθμηθῇ. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· τοῦτο λέγει, ὅπερ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας, φησὶν, ἐν Ἐπιστολῇ· “ὁ γὰρ
25“ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν·” οὕτω καὶ ἐνταῦθα· ἂν εἴπῃς ὑβριστικὸν ῥῆμα· ἂν πλήξῃς τὸν ἀδελφὸν, οὐκ ἐκεῖνον ἔπληξας, ἀλλὰ τὸ Πνεῦμα ἐλύπησας· εἶτα καὶ ἡ προσθήκη τῆς εὐεργεσίας, ἵνα μείζων γένηται ἡ κατηγορία· “καὶ μὴ λυπῇτε “τὸ Πνεῦμα τὸ Ἅγιόν,” φησιν, “ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν
30“ἀπολυτρώσεως.” τοῦτο ἡμᾶς ἔδειξεν ἀγέλην βασιλικὴν, τοῦτο ἡμᾶς πάντων τῶν πρώτων ἀπέστησε· τοῦτο οὐκ ἀφῆκεν ὑποκεῖσθαι μετὰ τῶν ὑπευθύνων τῆς ὀργῆς τοῦ Θεοῦ, καὶ σὺ αὐτὸ λυπεῖς; ὁρᾷς πῶς ἐκεῖ μὲν φοβερῶς, “ὁ γὰρ ἀθετῶν,” φησὶν, οὐκ “ἄν‐
“θρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν·” ἐνταῦθα δὲ ἐντρεπτικῶς καὶ185

186

δυσωπητικῶς, “μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον,” φησὶν, “ἐν ᾧ “ἐσφραγίσθητε;” ἡ σφραγὶς αὕτη ἐπὶ τοῦ στόματος κείσθω· μὴ ἀνέλῃς τὰ σήμαντρα. στόμα πνευματικὸν οὐδὲν τοιοῦτον φθέγ‐ γεται ἀνάξιον τοῦ χαρίσματος. ὁ Θεὸς δὲ τῆς εἰρήνης, φυλάξει
5ἡμῶν καὶ τὸν νοῦν καὶ τὴν γλῶσσαν, καὶ τειχίσει ἀσφαλεῖ τει‐ χίῳ, τῷ αὐτοῦ φόβῳ· ἐν Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Τριὰς μονὰς, ἐλέησον. τόμος βʹ.
10tΤΟΜΟΣ Γ.
11 Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ. Ὠριγένης φησὶ, γενικὸν μὲν τινὲς πάθος ᾠήθησαν εἶναι τὴν ὀργὴν, καὶ αὐτὴν τάξαντες ὑπὸ γένος τὴν ἐπιθυμίαν. καὶ ὅρον γε
15ἀποδεδώκασι τῆς ὀργῆς τοιοῦτον. ὀργή ἐστιν ἐπιθυμία πονηρίας τοῦ δοκοῦντος οὐ προσηκόντως ἠδικηκέναι. εἴδη δὲ πολλὰ τῆς ὀργῆς ἀναγράψαντες, συγκατατάττουσιν αὐτοῖς, τὴν πικρίαν μὲν εἶναι ὀργὴν δυσπαράδεκτον, ἢ παραχρῆμα ἐκρηγνυμένην. εἰλῆφθαι δέ φασι τὸ δυσπαράδεκτον κατὰ τὸ μὴ ῥᾴδιον αὐτὴν εἶναι
20τοῖς ἐκτὸς προσδέχεσθαι· θυμὸν δὲ ὀργὴν ἐναρχομένην. ἔοικε δὲ ἡ γραφὴ σφόδρα πολλαχοῦ διαφορὰν εἰδέναι θυμοῦ καὶ ὀργῆς, ὥσπερ καὶ ἐν τῷ “Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με·” οὐχ ὁμοίως δὲ ὁριούμεθα τὸν ἐλέγχοντα θυμὸν Θεοῦ, καὶ τὸν θυμὸν διαρ‐ θῆναι ἀφ’ ὑμῶν· οὐδὲ τὴν παιδεύουσαν ὀργὴν Κυρίου, καὶ τὴν
25ἡμετέραν τροπικώτερον εἴρηται· τὰ δὲ περὶ ἡμῶν ὀνομαζόμενα ὁμολογουμένως πάθη ἐστὶ καὶ ἁμαρτήματα. κεῖται δὲ τὸ ὄνομα τῆς πικρίας καὶ ἐν τῷ Ἱερεμίᾳ, “καὶ ἡ πικρία γάρ σου,” φησὶν, ἀνέβη πρός με.” οἶμαι οὖν πικρίαν μὲν νῦν λέγεσθαι παρὰ τῷ Ἀποστόλῳ, καθὸ λέγομεν τινὰς πικροὺς ἐναντίους τοῖς γλυκέσι·
30καὶ ἡ συνήθεια γὰρ γλυκεῖς ἀνθρώπους οἶδε καὶ πικρούς. θυμὸν
δὲ τὴν ἐναρχομένην ἐπί τινα γενέσθαι ὀργὴν ἐν τῇ ψυχῇ. ὀργὴν δὲ186

187

τάχα οὐ τὸ γένος τούτων καὶ ἑτέρων παραπλησίων, ἀλλὰ τὴν ἤδη ἑτοίμην καὶ ἐνεργητικὴν πρὸς τὴν τιμωρίαν τοῦ ἠδικηκέναι νομιζομένου. καὶ ὡς ἐπίπαν παρακολουθεῖ τοῖς πάθεσι τούτοις ἡ κραυγὴ, κεκραγότων τῶν πικραινομένων καὶ θυμουμένων καὶ ὀργι‐
5ζομένων, καὶ θορυβωδέστερον λαλούντων, καὶ προφερομένων λόγους καὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς. διὸ πρὸς τοῖς προτέροις κεκραυ‐ γητέον, ἀσκητέον ἀρθῆναι ἀφ’ ἡμῶν, ἣν προσφέρονται ἀπὸ παθῶν ὀργιζόμενοι πολλάκις, οἱ κατὰ τοῦ θείου τολμῶντες ἐν τῷ καιρῷ τῆς ὀργῆς λαλεῖν, ὅταν πᾶσα ἡ κατηγορία περὶ οὗτινος οὖν λαμ‐
10βάνηται αὖθις ἐν τῇ βλασφημίᾳ. βλασφημεῖν γὰρ λέγονται οἱ κακῶς λέγοντες ἐκείνους, οὓς λέγουσι κακῶς, ἀκολούθως τοῖς περὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς καὶ κραυγῆς. Λέγεται δεῖν ἀποτίθεσθαι καὶ τὴν βλασφημίαν· εἰ μέντοι γε καὶ τὴν βλασφημίαν τάσσοιμεν ἐπὶ πάσης φωνῆς τῆς κακῶς τὸ θεῖον
15λεγούσης, οὐ μόνον ἐκ λύπης καὶ ὀργῆς κατὰ τοὺς καιροὺς τῆς δυ‐ σαρεστήσεως δυσφημούντων τῶν ἀνθρώπων, ἀλλὰ πολλάκις καὶ κατὰ ἄγνοιαν τοῦ περὶ ἀληθείας λόγου, ὡς δῆλον ἐκ τῶν παρὰ τοῖς ἑτερο‐ δόξοις δογμάτων. βλασφημεῖ δὲ καὶ ὁ τὸν ἀληθῆ λόγον ψευδῆ ἀπο‐ φαινόμενος εἶναι, ἢ τὸν ψευδῆ ἀληθῆ, καὶ μάλιστα περὶ Θεοῦ καὶ
20τῶν τοῦ Θεοῦ πραγμάτων. τίς οὖν οὕτως δόκιμος τραπεζίτης, ὡς εἰδέναι πάντα δοκιμάζειν, καὶ τὸ μὲν καλὸν κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι; ἐπεὶ δέ τινες οἴονται εὐλόγως ποτὲ γίνεσθαι ὀργὴν, μὴ καλῶς προστιθέντες τῷ Εὐαγγελίῳ τὸ “εἰκῆ” κατὰ τὸ ῥητὸν, “ὃς ἂν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ, ἔννοχος
25“ἔσται τῇ κρίσει·” ἀνέγνωσαν γάρ τινες, “ὃς ἐὰν ὀργισθῇ τῷ “ἀδελφῷ αὐτοῦ εἰκῆ,” δυσωπήσωμεν αὐτοὺς ἐκ τοῦ προκειμένου ῥητοῦ, λέγοντες, “πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ, καὶ κραυγὴ, “καὶ βλασφημία ἀρθήτω ὑφ’ ὑμῶν·” σαφῶς γὰρ ἐνθάδε ἡ πᾶσα φωνὴ κατὰ κοινοῦ ἐπὶ πάντων εἴρηται, ὡς μηδεμιᾶς πικρίας συγ‐
30χωρουμένης, μηδὲ θυμοῦ τινος ἐπιτρεπομένου, μηδὲ ὀργῆς τινος εὐλόγως συνερχομένης. καὶ ἐν τριακοστῷ ἕκτῳ ψαλμῷ, ὡς πάσης ὀργῆς ἁμαρτίας οὔσης, ὁμοίως δὲ καὶ θυμοῦ, λέγεται, “παῦσαι “ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμόν.” οὐκοῦν οὐκ ἔστι ποτὲ εὐλό‐
γως ὀργισθῆναί τινι, καὶ οὐ μόνον γε πᾶσαν κακίαν καὶ πάντα187

188

θυμὸν, καὶ πᾶσαν ὀργὴν, καὶ πᾶσαν βλασφημίαν φιλοπονητέον ἀρθῆναι ἀφ’ ἡμῶν, ἀλλὰ ταῦτα σὺν πάσῃ τῇ κακίᾳ. κακίαν δὲ ἐκλαμβάνομεν, ἢ τὴν ἐναντίαν ἕξιν τῇ ἀρχῇ, ἢ τὴν πονηρίαν. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πικρίαν εἶναι
5τὴν ὕπουλον καὶ δολερὰν κατάστασιν, ὡς ἐπὶ τῶν κυνῶν τῶν ὑλακτούντων, ἀλλὰ καὶ περισαινόντων καὶ λαθραίως δακνόντων. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαρι‐ ζόμενοι ἑαυτοῖς, καθῶς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν.
10Ὠριγένης φησὶ, ἡμεῖς μὲν τὸ ἐναντίον τῷ πικρῷ γλυκὺ ὠνο‐ μάσαμεν. ἔοικε δὲ ὁ Παῦλος τὴν ἐναντίαν τάξιν τῇ πικρίᾳ χρη‐ στότητα νῦν λέγειν μεταφορικῶς ἀπὸ τῶν βρωμάτων· οὕτως οὖν δυνάμεθα νοεῖν τὸ “γίνεσθε εἰς ἀλλήλους χρηστοὶ,” ἀντὶ τοῦ εὐπρόσιτοί τινες καὶ κατὰ τὸ ἦθος γλυκεῖς τε καὶ προσηνεῖς.
15τοῦτο δὲ γίνεται εἰ τὸ ὠμὸν καὶ ἀνηλεὲς καὶ ἀσυμπαθὲς πρὸς τὸν πλησίον ἀποθέμενοι, εὔσπλαγχνοι πρὸς πάντας γινόμεθα· διὰ τούτων οὐ μόνον τοῖς πέλας, ἀλλὰ καὶ ἑαυτοῖς τὰ μέγιστα χαρι‐ ζόμενοι· ἑαυτοῖς ἑτέρου ὄντος, παρὰ τὸ χαριζόμενοι ἀλλήλοις, ἐπεί‐ περ ὅσα ἂν ἐν τῷ εὐεργετεῖν ποιῶμεν ἑτέρους καλῶς, ταῦτα καὶ
20διὰ τὸ τέλος καὶ διὰ τὸ συσσώμους ἡμᾶς εἶναι μᾶλλον εἰς ἡμᾶς ἀναφέρεται, ἤπερ εἰς οὓς δοκοῦμεν εὖ πεποιηκέναι. ταῦτα δὲ ἑαυ‐ τοῖς χαριζόμεθα, ὅσα καὶ ὁ Θεὸς ἡμῖν ἐν Χριστῷ ἐχαρίσατο, οἱονεὶ παραδεχόμενοι αὐτὰ καὶ τηροῦντες· καὶ μιμούμενοι τὸν χα‐ ρισάμενον, καὶ τὸν τρόπον τοῦ χαρίζεσθαι αὐτόν.
25 Ἄλλος δέ τις, μηδὲν ἡγούμενος διαφέρειν τὸ χαριζόμενοι ἑαυτοῖς τοῦ χαριζόμενοι ἀλλήλοις, ἰσοδυναμοῦν οἰήσεται λέγεσθαι τὸ χαριζόμενοι ἀλλήλοις, μάλιστα διὰ τὸ “καθὼς ὁ Θεὸς ἐν Χριστῷ “ἐχαρίσατο ἡμῖν,” καὶ ἐνέγκε ταῦτα, ἐπὶ τὴν ἄφεσιν τῶν ἁμαρ‐ τημάτων, λέγων, δεῖν ἡμᾶς ἀφιέναι τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσιν,
30ὡς καὶ ἡμῖν ἀφῆκε τὰ ἁμαρτήματα ὁ Θεός. πῶς δὲ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν τὰ ἁμαρτήματα; ἢ ὅτι ἐν Χριστῷ ὢν ὁ Πατὴρ ἀφῆκεν ἡμῖν τὰ παραπτώματα· ἐν Χριστῷ δὲ ἐχαρίσατο ἡμῖν καὶ τὰ ἀγαθά· εἴ γε ἐν Χριστῷ σοφία ἐστὶν, ἣν ἐχαρίσατο
ἡμῖν, καὶ ἀλήθεια καὶ δικαιοσύνη.188

189

(Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησὶ, καὶ τοῦτο μέγα ἔχει αἴνιγμα, οὐχ ἁπλῶς ἀκινδύνως ἐχαρίσατο, φησὶν, ἀλλὰ μετὰ τοῦ κινδύνου τοῦ Υἱοῦ. ἵνα σοὶ συγγνῷ, τὸν Υἱὸν ἔθυσε. σὺ δὲ πολλάκις τὸ ἀδάπανον καὶ ἀκίνδυνον ὁρῶν, τὴν συγχώρησιν οὐ ποιῇ.
5 Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ, εἰς ὀσμὴν εὐωδίας. Ἵνα μὴ νομίσῃς ἀνάγκης εἶναι τὸ πρᾶγμα, ἄκουσον τί φησιν,
10ὅτι ἑαυτὸν παρέδωκεν. ὡς ὁ δεσπότης σε ἠγάπησεν, ἀγάπησον σὺ τὸν φίλον, μᾶλλον δὲ οὐδὲ οὕτως δυνήσῃ, πλὴν ἀλλ’ ὡς δύνασαι. ἰδοὺ καὶ ἄλλη παράκλησις εὐγενεστέρα, “ὡς τέκνα ἀγαπητὰ,” φησί· καὶ ἄλλην ἔχετε ἀγάπην τοῦ μιμεῖσθαι αὐτὸν, οὐ τὸ παθεῖν δὲ μόνον, ἀλλὰ καὶ τὸ τέκνα καλεῖσθαι, καὶ ἀγαπητά. ἐπειδὴ
15γὰρ οὐ πάντες τοὺς πατέρας μιμοῦνται, ἀλλὰ τὰ ἀγαπητὰ,” διὰ τοῦτό φησιν, “ὡς τέκνα ἀγαπητά·” καὶ “περιπατεῖτε ἐν ἀγάπῃ.” ἰδοῦ πάντων ἡ ὑπόθεσις ταύτης οὔσης οὐκ ὀργὴ, οὐ θυμὸς, οὐ κραυγὴ, οὐ βλασφημία, ἀλλὰ πάντα ἀνῄρηται. διὸ ὕστερον τὸ κεφάλαιον τίθησι· διὰ ταύτης ἐσώθης, διὰ ταύτης Υἱὸς γέγονας,
20“καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς,” σὺ τῶν φίλων φείδῃ, ἐκεῖνος τῶν ἐχθρῶν. οὐκοῦν πολλῷ μεῖζον τὸ παρὰ τοῦ δεσπότου γενόμενον; τὸ γὰρ καθὼς ποῦ σώζεται, ἢ δηλονότι ἐὰν τοῖς ἐχ‐ θροῖς καὶ ἡμεῖς εὖ ποιῶμεν. “καὶ παρέδωκεν ἑαυτὸν προσφορὰν “καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.” ὁρᾷς τὸ ὑπὲρ ἐχθρῶν
25παθεῖν, ὅτι ὀσμὴ εὐωδίας ἐστι, θυσία εὐπρόσδεκτος; κἂν ἀποθά‐ νῃς, τότε ἔσῃ θυσία. τοῦτο μιμήσασθαι ἐστὶ τὸν Θεόν. Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· καὶ αἰσχρό‐ της, καὶ μωρολογία, ἀλλὰ μᾶλλον εὐχαριστία.
30 Μὴ εἴπῃς ἀστεῖα, μὴ αἰσχρὰ, μηδὲ πράξῃς, καὶ κατέσβεσας τὴν φλόγα· “μηδὲ ὀνομαζέσθω παρ’ ὑμῖν,” φησί· τουτέστι, μη‐ δαμοῦ μηδὲ φαινέσθω· οἱ γὰρ λόγοι τῶν πραγμάτων εἰσὶν ὁδοί. εἶτα ἵνα μὴ δόξῃ φορτικός τις εἶναι καὶ βαρὺς, καὶ εὐτραπελίαν
ἐκκόπτων, ἐπήγαγε καὶ τὴν αἰτίαν, εἰπὼν τὰ μὴ ἀνήκοντα· ταῦτα189

190

οὐδὲν πρὸς ἡμᾶς, φησὶν, “ἀλλὰ μᾶλλον εὐχαριστία.” τί ὠφελεῖ τὸ ἀστεῖον εἰπεῖν; γέλωτα ἐκίνησας μόνον· μηδεὶς ἔστω λόγος ἀργός· οὐ διαχύσεως ὁ παρὼν καιρὸς, ἀλλὰ πένθους. ὁ Χριστὸς ἐσταυρώθη διὰ τὰ σὰ κακὰ, σὺ δὲ γελᾷς;
5 Ὠριγένης δέ φησιν, ἡ μὲν πρὸς πόρνην κοινωνία, κατὰ τὸ ἔθος τῆς γραφῆς πορνεία ὀνομάζεται· πᾶσα δὲ ἡ κατὰ τὸν τόπον τῶν σαρκικῶν γαργαλισμῶν ἁμαρτία, οὐ μόνον κατὰ τὰς μοιχείας καὶ παιδοφθορίας, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα, ὅσα ἐπενόησεν ἡ ἀνθρωπίνη ἀκολασία, ἐν διαφόροις καὶ παντοδαπαῖς παρατριβαῖς,
10ἀκαθαρσία γενικῶς ὠνόμασται. τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλού‐ στερον ἐκδεικτέον, ἢ ὡς ἐν ἄλλοις παρεστήσαμεν τὴν μοιχείαν· ὅτε καὶ ἐχρησάμεθα τῷ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἕκα‐ στον τὸν ἀδελφὸν αὐτοῦ. πᾶσαν δὲ τὴν ἀκαθαρσίαν δεῖ φυ‐ λάξασθαι, ἐπεὶ τοῦτο πρέπει ἁγίοις· αἰσχρότης δέ τίς ἐστι,
15καθ’ ἕκαστον εἶδος ἀκολασίας· καὶ ὁμοίως γε αἰσχρότης ἐστὶ καὶ ἀκαθαρσία· ἐμφαίνει γὰρ καὶ τὸ ἀκάθαρτον καὶ τὸ αἰ‐ σχρὸν ἑκάστη πρᾶξις ἡ κατὰ τὸν τόπον τῆς εἰς τὸ ἀποκρίνειν ἐνεργείας· ταῦτα δὲ ἐπὶ τῶν παρὰ φύσιν λεκτέον, οὐκ ἐπὶ τοῦ γάμου. Ἴδωμεν δὲ τίς καὶ ἡ μωρολογία, ἣν καὶ αὐτὴν οὐδὲ ὀνομά‐
20ζεσθαι χρὴ ἐν τοῖς ἁγίοις. καὶ ὁ μὲν οὖν τις φήσει ἁπλούστερον τὴν λέξιν ἐξειληφὼς, μωρολογίαν εἶναι τὴν ἀσκουμένην ὑπὸ τῶν μωρολόγων καὶ γελωτοποιῶν· ὅρα δὲ μὴ μωρολογεῖν λεκτέον, καὶ τοὺς ὁτιδήποτε σοφίας καὶ συνέσεως ἠλλοτριωμένον πάντας, καὶ μωρὸν ἐν τοῖς δογματιζομένοις ὑπ’ αὐτῶν. δόξει δὲ συνᾴδειν τῷ
25ἁπλούστερον ἐκδέξασθαι τὴν μωρολογίαν, ἡ ἐπιφερομένη αὐτῇ εὐτραπελία, ἥντινα ἰδιωτῶν συνήθεια τάσσει, ἀπὸ τῶν οὐ μόνον ἀπὸ μωρολογίας, ἀλλὰ καὶ ἀφ’ οἱασδήποτε αἰτίας γέλωτα κινούν‐ των. οὐκ ἀνῆκε δὲ τοῖς ἁγίοις οὐδὲ αὐτὴ, ἀλλὰ μᾶλλον ἡ ἐν πᾶσι πρὸς Θεὸν εὐχαριστία. ἥγ’ οὖν εὐχαριστία, καθ’ ἣν εὐχαρίστους
30καὶ χαρίεντας τινὰς φαμέν. μωρολόγον μὲν οὖν καὶ εὐτράπελον οὐ δεῖ εἶναι, εὐχάριστον δὲ καὶ χαρίεντα· καὶ ἐπεὶ ἀσύνηθές ἐστι τὸ εἰπεῖν, “ἀλλὰ μᾶλλον εὐχαριστία·” τάχα ἀντὶ τούτου ἐχρή‐ σατο τῇ ἐπ’ ἄλλου κειμένῃ λέξει, καὶ εἶπεν, “ἀλλὰ μᾶλλον εὐχα‐ “ριστία·” καὶ μή ποτε ἔθος ἐστὶ τῷ ὀνόματι τῆς εὐχαριστίας,
35καὶ τοῦ εὐχαρίστου τοὺς ἀπὸ Ἑβραίων χρῆσθαι, ἀντὶ τῆς εὐχα‐190

191

ριστίας καὶ εὐχαρίτου· τοιοῦτο δὲ ἐνομίσαμεν εἶναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον, “γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ “δόξαν,” ἀντὶ τοῦ εὐχάριτος γυνή· ὀνομάζεσθαι δὲ ἂν ἐδόξαμεν τὸ “γυνὴ εὐχάριστος” ἀντὶ τοῦ εὐχάριτος ἐκλαμβάνοντες, εἰ μὴ
5αἱ λοιπαὶ ἐκδόσεις συνῇδον ταύτῃ τῇ ἐκδοχῇ. ὁ μὲν γὰρ Ἀκύλας οὕτως ἡρμήνευσε· “γυνὴ χάριτος ἀντέχεται δόξης.” Θεοδοτίων δὲ καὶ Σύμμαχος, “γυνὴ χάριτος ἀνθέξεται δόξης.” Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκά‐ θαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει
10κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Παρατηρητέον ὅτι ἓξ ἀπαγορεύσας ἁμαρτήματα, πορνείαν καὶ ἀκαθαρσίαν, καὶ πλεονεξίαν, καὶ αἰσχρότητα, καὶ μωρολο‐ γίαν, καὶ εὐτραπελίαν, οὐ κατὰ τὰ ἓξ ἐπιφέρει, ὥστε τὸν ἐνε‐ χόμενον τινὶ αὐτῶν μὴ ἔχειν κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ
15Χριστοῦ καὶ Θεοῦ, ἀλλὰ τρία, λέγω δὲ πορνείαν, καὶ ἀκαθαρσίαν πᾶσαν, καὶ πλεονεξίαν. εἰ γὰρ μὴ εἶχον κληρονομίαν ἐν τῇ βασι‐ λείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, καὶ ὁ μωρολογίᾳ καὶ εὐτραπελίᾳ ἔνοχος, ὠμότερον ἄν τινι ἐφαίνετο τὸ κατὰ τὴν κρίσιν ἐπὶ μηδενὶ συγγινώσκουσαν τῇ ἀσθενεῖ ἡμῶν φύσει. ἄλλως μὲν γὰρ οὐδὲ
20ταῦτα ἀνῆκε, πλὴν οὐχ ὥστε πραττομένων αὐτῶν ἐκπίπτειν τινὰ τῆς κληρονομίας τοῦ Χριστοῦ καὶ Θεοῦ· λείπει καὶ περὶ τῆς αἰσχρότη‐ τος ἐπιστῆσαι δόξαις ἀρὰν εὔλογον εἶναι τὸ λέγεσθαι, πᾶς πόρνος ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ἢ αἰσχρὸς οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ· ἀλλὰ μήποτε ἡ αἰσχρότης
25ἐστιν ἐν τῷ κατὰ τὸ κρυπτὸν μόνον παθητικῶς μεμολυσμένῳ, ᾗ καὶ πυρωθεὶς τίς ἀνέστειλε τὴν ἐπὶ τὴν πορνείαν, ἢ τὴν ἐπὶ τὴν ἀκαθαρσίαν ὁρμήν· καὶ ἐν τοῖς ἀνωτέρω δὲ, τὰ μὲν κωλύοντα κλη‐ ρονομίαν ἔχειν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ τοῦ Θεοῦ, κατ’ ἰδίαν ὀνομάσας φησὶ, “μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν.” Εἶτα ἐν ἰδίᾳ
30χώρᾳ διῃρημένῃ ἀπὸ τῶν προτέρων ἐπήνεγκε τὴν αἰσχρότητα καὶ μωρολογίαν καὶ εὐτραπελίαν. ἐπειδὴ δὲ ἐν τοῖς ἀνωτέρω ὑπενοή‐ σαμεν τὴν πλεονεξίαν τετάχθαι ἐπὶ τῆς μοιχείας, ζητοῦμεν ἐκ τοῦ “ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης·” πότερον ἀνατρέπε‐
ται ἐκείνη ἡ ἐκδοχὴ, ἢ ἔτι δύναται χώραν ἔχειν. εὕρομεν δὴ πολ‐191

192

λαχοῦ τῶν προφητῶν τὴν εἰδωλολατρίαν πορνείαν ὠνομασμένην, ἐν τῷ “ἐπόρνευον ὀπίσω τῶν εἰδώλων αὐτῶν.” δύναται δέ τις καὶ τὴν πορνείαν τάξαι ἐπὶ τῆς εἰδωλολατρίας, ἐκ τοῦ λέγειν, “πνεύ‐ “ματι πορνείας ἐπλανήθησαν.” ἐὰν δὲ πλεονέκτης ᾖ, ὁ ὅθεν μὴ δεῖ
5περιποιῶν ἑαυτῷ ἀργύριον, εἰδωλολατρία λέγεται ἡ πλεονεξία, οἱονεὶ λατρευόντων τοῖς ἐγγεγραμμένοις εἰδώλοις ἐν τοῖς ἀργυρίοις· καὶ τὰ ἐν αὐτοῖς ἐντετυπωμένα εἴδωλα, οἶμαι δέ που καὶ τὴν φιλαργυρίαν εἰδωλολατρίαν ὠνομᾶσθαι παρὰ τῷ Ἀποστόλῳ. (Χρυσόστομος.) Ὁ μακάριος Ἰωάννης φησι, ἦσαν, ὡς ἔοικε,
10τινὲς καὶ παρὰ τοῖς Ἐφεσίοις, οἱ τὰς χεῖρας ἐκλύοντες τοῦ λαοῦ, καὶ τὸ παρὰ Ἐζεκιὴλ εἰρημένον εἰς ἔργον ἄγοντες, μᾶλλον δὲ τὰ τῶν ψευδοπροφητῶν ποιοῦντες, “οἳ δρακὸς κριθῶν ἐκφαυλίζοντες “τὸν Θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ,” καὶ λέγοντες, ὑπερβολῆς ἔχε‐ σθαι τὸ ῥῆμα· ὅταν εἴπωμεν ὅτι ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν
15εἰς γέενναν ἀπέρχεται, καὶ ὅτι ὁ πλεονέκτης εἰδωλολάτρης ἐστὶ, καὶ πάσας οὕτω τὰς ἐντολὰς ἐκφαυλίζοντες· τούτους αἰνιττόμενος ὁ Ἀπόστολος φησὶ, “τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος “ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει “κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.” εἶτα
20ἐπάγει, “μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις·” κενοί εἰσιν οὗτοι οἱ λόγοι. “Οἱ πρόσχαιρον ἔχοντες χάριν,” καὶ οὐδαμῶς ἐπὶ τῶν ἔργων δεικνύμενοι· ἀπάτη γὰρ τὸ πνεῦμα ἐστί. Διὰ τοῦτο ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
25 Διὰ τὴν πορνείαν φησὶ, διὰ τὴν πλεονεξίαν, διὰ τὴν ἀκαθαρ‐ σίαν, ἢ καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἀπάτην, ἐπειδή ἐστιν ἀπατεῶνος. υἱοὺς ἀπειθείας, τοὺς σφόδρα ἀπειθεῖς καλεῖ. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.
30 Ὅρα πῶς συνετῶς προέτρεψεν· πρῶτον ἀπὸ τοῦ Χριστοῦ, ὅτι ἀγαπᾶτε ἀλλήλους καὶ μηδένα ἀδικεῖτε προτρέπει· πάλιν ἀπὸ τῆς κολάσεως καὶ τῆς γεέννης· “ἦτε γάρ ποτε σκότος,” φησί· “νῦν δὲ “φῶς ἐν Κυρίῳ·” ὅπερ λέγει καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ,
“τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε;” καὶ192

193

ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας κακίας· τουτέστιν, ἐννοήσατε τί ἦτε ποτε ὑμεῖς, καὶ τί γεγόνατε· μὴ πάλιν δρομεῖτε πρὸς τὴν προτέραν κακίαν· μὴ δὲ ἐνυβρίζετε τοῦ Θεοῦ τὴν χάριν· ἦτε ποτὲ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· οὐκ ἀπὸ τῆς ὑμετέρας ἀρετῆς,
5ἀλλὰ διὰ τῆς τοῦ Θεοῦ χάριτος τοῦτο ὑμῖν ὑπῆρξε· τουτέστιν, καὶ ὑμεῖς τῶν αὐτῶν ἄξιοι ἦτε ποτὲ, ἀλλ’ οὐκέτι.
7tΚΕΦ. Η.
8tΠερὶ τοῦ ζῇν ἐπαξίως τοῦ ἁγιασμοῦ, ἔργοις τὴν κακίαν ἐλέγχοντας, οὐ λόγοις,
9tπνεύματι πληρουμένους διὰ ψαλμῶν, μὴ οἴνῳ.
10 Ὡς τέκνα τοίνυν φωτὸς περιπατεῖτε. Τί δέ ἐστι “τέκνα φωτός;” τὸν καρπὸν τοῦ Πνεύματος φησίν· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ δικαιοσύνῃ καὶ ἀγαθωσύνῃ καὶ ἀληθείᾳ. Δοκιμάζοντες, τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ.
15 “Ἐν πάσῃ,” φησὶν, “ἀγαθωσύνῃ·” τοῦτο πρὸς τοὺς ὀργιζο‐ μένους, πρὸς τοὺς πικρούς· καὶ “δικαιοσύνῃ·” πρὸς τοὺς πλεονεκ‐ τοῦντας· καὶ “ἀληθείᾳ,” πρὸς τὴν ψευδῆ ἡδονήν· οὐκ ἐκεῖνα ἃ εἶπον φησὶν, ἀλλὰ τὰ ἐναντία· ἐν πᾶσι, τουτέστιν, καρπὸν φέρειν πνευ‐ ματικόν· “δοκιμάζοντες τί ἐστιν εὐαρέστον τῷ Κυρίῳ·” ἄρα
20παιδικῆς ἐκεῖνα διανοίας καὶ ἀτελοῦς. Ὠριγένης φησὶ, κενοὺς ἔοικε φάσκειν λόγους, τοὺς διά τινος πιθανότητος ἀνατρέπειν θέλοντας τὸν περὶ τῶν προσαγομένων τοῖς κακῶς βεβιωκόσι κολάσεων λόγον· ἀπάτης γ’ οὖν φησιν εἶναι τοὺς τοιούτους λόγους καὶ κενοὺς, τῷ πάντως ἔρχεσθαι τὴν λεγομένην
25ὀργὴν τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἀπειθείας δὲ υἱοὺς ὀνομάζει τοὺς ἀπειθεῖς· οἱονεὶ τῆς κατὰ τὴν ἀπείθειαν κακίας μητρὸς γινομένης καὶ γεννώσης αὐτοὺς, ἔχοντας οἱονεὶ τὸν τῆς μητρὸς χαρακτῆρα· οὕτως καὶ υἱοὺς καὶ τέκνα πορνείας, καὶ υἱοὺς θανάτου, καὶ υἱοὺς γεέννης, καὶ ἄλλα τούτοις παραπλήσιά ἐστι
30πολλαχοῦ τῶν γραφῶν εὑρεῖν. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.
Τηρήσεις τὴν μέτοχος καὶ συμμέτοχος φωνήν· μήποτε ὁ μὲν193

194

μέτοχος, ἐπὶ κρείττονος εἴρηται· ὁ δὲ συμμέτοχος, ἐπὶ χείρονος· οἷον, “διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ “τοὺς μετόχους σου.” καὶ “μέτοχοι γὰρ Χριστοῦ γεγόναμεν, “ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν
5“κατάσχωμεν.” οὐ μέμνημαι δὲ ἀλλαχοῦ παρὰ τὴν ἐνεστηκυῖαν λέξιν τὸν συμμέτοχον εἰρῆσθαι· πλὴν φανερὸν ἐνταῦθα ὅτι ἐπὶ χειρόνων ἐστὶν ὁ συμμέτοχος. Ἦτε γάρ ποτε σκότος· νῦν δὲ φῶς ἐν Κυρίῳ. Εἰ δυνατὸν τὸν ποτὲ σκότος μεταβαλὸν γενέσθαι φῶς, οὐκ
10εἰσὶν ἀπολλύμεναι φύσεις. ὥσπερ δὲ οἱ δίκαιοι φῶς εἰσὶ τοῦ κόσμου, οὕτως οἱ ἀσεβεῖς σκότος ἂν εἶναι λέγοιντο· καὶ οἱ μὲν δίκαιοι φῶς ὄντες, ἐν φωτὶ ὄψονται φῶς· οἱ δὲ ἄδικοι σκό‐ τος τυγχάνοντες, λαός εἰσι καθημένος ἐν σκότει, μηδὲν βλέ‐ ποντες. ἀπὸ δὲ τῶν καρπῶν, ἐπιγνωσόμεθα τοὺς ὄντας φῶς ἢ
15σκότος· πᾶς μὲν γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ μὴ ἐρχόμενος πρὸς τὸ φῶς, σκότος ἐστι καὶ υἱὸς σκότους καὶ νυκτός· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἐρχόμενος πρὸς τὸ φῶς, φῶς ἐστι, καὶ υἱὸς φωτὸς καὶ ἡμέρας. πρὸς τούτοις ἐπιστήσεις, εἰ μὴ ὡς ὄντων τινῶν φώτων, ἀλλ’ οὐκ ἐν Κυρίῳ, λέγεται περὶ τῶν δικαίων τὸ
20“νῦν δὲ φῶς ἐν Κυρίῳ·” καὶ μάλιστά γε τοῖς πεφωτισμένοις ἐν φωτὶ γνώσεως Ἐφεσίοις ἔπρεπε λέγεσθαι τὸ “νῦν δὲ φῶς ἐν “Κυρίῳ·” “ὡς τέκνα φωτὸς περιπατεῖτε.” εἴπερ “ὁ Θεὸς φῶς “ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία,” τὰ τέκνα τοῦ Θεοῦ τέκνα ἐστὶ φωτός· “ὁ γὰρ καρπὸς τοῦ φωτὸς, ἐν πάσῃ
25“ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ.” πρὸς τοὺς διαχωρί‐ ζοντας τὸν δίκαιον ἀπὸ τοῦ ἀγαθοῦ, καὶ οἰομένους τὸν μὲν δημι‐ ουργὸν εἶναι δίκαιον· ὃν δὲ οἴονται ὑπὲρ αὐτὸν ἀγαθὸν Θεὸν, χρή‐ σιμα τὰ ῥητά. ἐπείπερ ὁ τοῦ φωτὸς καρπὸς, καὶ ἐν ἀγαθωσύνῃ ἐστὶ καὶ ἐν δικαιωσύνῃ καὶ ἐν ἀληθείᾳ· ὅπου οὖν ἀγαθωσύνη,
30ἐκεῖ δικαιοσύνη· καὶ ὅπου ἀλήθεια, ἐκεῖ δικαιοσύνη· παρὰ δὲ τῷ ἀγαθῷ πατρὶ, ἀγαθωσύνη καὶ ἀλήθεια· παρ’ αὐτῷ ἄρα καὶ οὐ παρ’ ἄλλῳ ἐστὶν ἡ δικαιοσύνη. ἐπιστήσεις δὲ αὐτοὺς, καὶ ἐκ τοῦ τὸν Χριστὸν εἶναι δικαιοσύνην· ἐν μὲν οὖν τῷ εὐεργετικῷ, ἐμφαίνεται ἡ ἀγαθωσύνη· ἐν δὲ τῷ κατ’ ἀξίαν ἀπονεμητικῷ, ἡ δικαιοσύνη· ἐν
35δὲ τῷ ἐπιστημονικῷ τοῦ τῶν ὅλων λόγου, ἡ ἀλήθεια.194

195

Δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Χρεία τοῦ μετὰ βουλῆς πάντα ποιεῖν, ἵνα περισκοποῦντες ἕκαστον τῶν πρακτέων ἀπὸ ἐξετάσεως, τὰ μὲν δοκιμαστὰ καὶ εὐάρεστα τῷ Θεῷ παραδεξώμεθα ὡς δόκιμοι τραπεζίται· τὰ δὲ
5ἀδόκιμα καὶ δυσάρεστα αὐτῷ ἀποσειώμεθα· ἐπεὶ δὲ ἀπήρτηται τὰ τῆς φράσεως, δοκεῖ μοι οὕτως ἂν ἀποκαταστῆναι· “μὴ οὖν “γίνεσθε συμμέτοχοι αὐτῶν· δοκιμάζοντες τί ἐστιν εὐάρεστον “τῷ Κυρίῳ.” εἰ καὶ ἦτε ποτὲ σκότος· νῦν δὲ φῶς ὄντες ἐν Κυρίῳ, ὡς τέκνα φωτὸς περιπατεῖτε, τοὺς καρποὺς ἐπιδεικνύμενοι τοῦ
10φωτός· ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· καὶ μὴ “συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους·” καὶ ἐν ἄλλοις, τὸ μὲν τοῦ καρποῦ ὄνομα ἔταξεν ἐπὶ τοῦ Πνεύματος· τὸ δὲ τοῦ ἔργου, ἐπὶ τῆς σαρκός· εἰπὼν, “φανερὰ δέ ἐστι τὰ ἔργα “τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία,” καὶ τὰ ἑξῆς· “ὁ δὲ καρπὸς
15“τοῦ Πνεύματος ἐστιν, ἀγάπη, χαρὰ, εἰρήνη,” καὶ τὰ ἑξῆς· νῦν μέντοι γε τὰ τοῦ σκότους ἔργα, ἄκαρπα εἶναι φησὶν, οἷς κοινωνεῖ ὁ ποιῶν αὐτά. Μᾶλλον δὲ καὶ ἐλέγχετε. Ἐν ταῖς ἐντολαῖς εἶναι νομιστέον, καὶ τὸ ἐλέγχειν. ὅπερ ποιή‐
20σει ὁ μὴ ἀκουσόμενος ἂν, “ὑποκριτὰ, ἔκβαλε πρῶτον ἐκ τοῦ “ὀφθαλμοῦ σου τὴν δοκὸν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ “κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου·” δι’ ὅπερ καὶ οἱ προφῆται μηδαμῶς ἐλέγχοις ὑπεύθυνοι τυγχάνοντες, ἤλεγχον τοὺς ἁμαρτάνοντας.
25 Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. Τίνων αὐτῶν οὐ πάνυ σαφῶς προεῖπεν, εἰ μὴ ἄρα τίς ἀναφέρῃ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας τὴν λέξιν· ὥστε οὕτως αὐτὴν ἔχειν· τὰ γὰρ κρυφῆ γινόμενα ὑπὸ τῶν υἱῶν τῆς ἀπειθείας, αἰσχρόν ἐστι
30καὶ λέγειν, ἅτινα ἦν πορνεία καὶ ἀκαθαρσία. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦν‐ ται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· εἶπεν ὅτι φῶς
ἐστε· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν τῷ σκότει γινόμενα· ἂν ἦτε,195

196

φησὶν, ὑμεῖς ἐνάρετοι καὶ θαυμαστοὶ, λαθεῖν οὐ δυνήσονται οἱ πονηροί· καθάπερ γὰρ λύχνου κειμένου πάντες φωτίζονται, καὶ ὁ λῃστὴς οὐκ ἂν ὑπεισέλθοι· οὕτως τοῦ φωτὸς ὑμῶν λάμποντος, ἁλώσονται οἱ πονηροὶ ἐλεγχόμενοι· ἄρα δὲ ἐλέγχειν δεῖ· πῶς οὖν
5φησι, “μὴ κρίνετε ἵνα μὴ κριθῆτε;” περὶ τῶν ἐλαχίστων ἁμαρ‐ τημάτων εἶπεν· ἀμέλει ἐπήγαγεν· “τί βλέπεις τὸ κάρφος τὸ “ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ “δοκὸν οὐ κατανοεῖς.” τί δέ ἐστιν ὅ φησιν; ὥσπερ τὸ τραῦμα, ἕως ἂν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν καὶ διὰ βάθους τρέχει,
10οὐδεμιᾶς ἀπολαύει τῆς ἐπιμελείας, οὕτως καὶ ἁμαρτία· ἕως μὲν ἂν κρύπτηται, καθάπερ ἐν σκότῳ μετὰ ἀδείας τολμᾶται πολλῆς· ἐπειδὰν δὲ φανερωθῇ, γίνεται φῶς· οὐχὶ αὑτὴ ἡ ἁμαρτία· πῶς γάρ; ἀλλ’ ὁ ἐργασάμενος, ὅταν εἰς μέσον ἐνεχθῇ, ὅταν κολασθῇ, ὅταν νουθετηθῇ, ὅταν μετανοήσῃ, ὅταν ἀφέσεως τύχῃ· ἢ τοῦτο
15φησὶν, ἢ ἐκεῖνο· ὅτι ὁ μὲν ὑμέτερος βιὸς φανερὸς ὢν, φῶς ἐστιν· οὐδεῖς γὰρ τὸν ἄληπτον κρύπτει βίον· τὰ δὲ κρυπτόμενα, διὰ τὸ ἐσκοτίσθαι κρύπτεται. Διὸ λέγει ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιψαύσεις τοῦ Χριστοῦ.
20 Καθευδόντα καὶ νεκρὸν, τὸν ἐν ἁμαρτίαις φησί· καὶ γὰρ δυσω‐ δίας πνεῖ ὡς ὁ νεκρός· καὶ ἀνενέργητός ἐστιν ὡς ὁ καθεύδων· καὶ οὐδένα ὁρᾷ ὡς ἐκεῖνος, ἀλλ’ ὀνειρώττει καὶ φαντάζεται. “καὶ “ἐπιψαύσεις,” φησὶ, “τοῦ Χριστοῦ.” οἱ δὲ φασὶν, “ἐπιφαύσει “σοι ὁ Χριστός·” μᾶλλον δὲ τοῦτό ἐστιν· ἀπόστηθι τῆς ἁμαρ‐
25τίας, καὶ δυνήσῃ τὸν Χριστὸν ἰδεῖν· ὁ γὰρ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· ὁ τοίνυν μὴ πράτ‐ των, ἔρχεται καὶ ἐπιψαύσει τοῦ Χριστοῦ. ἀλλ’ οὐ περὶ τῶν ἀπί‐ στων τοῦτο μόνον φησί· πολλοὶ γὰρ καὶ τῶν πιστῶν οὐδὲν ἧττον τῆς κακίας ἔχονται· εἰσὶ δὲ οἳ καὶ πολλῷ μᾶλλον· διὸ καὶ πρὸς
30τούτους ἀναγκαῖον εἰπεῖν, “ἔγειρε ὁ καθεύδων, καὶ ἀνάστα ἐκ “τῶν νεκρῶν, καὶ ἐπιψαύσει σοι ὁ Χριστός·” πρὸς τούτοις ἁρμότ‐ τει καὶ τοῦτο εἰπεῖν· “ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων.” Ὠριγένης δέ φησιν, ἐπείπερ τὰ ἐλεγχόμενα ἔργα τοῦ σκό‐ τους ὑπὸ τοῦ φωτὸς φανεροῦται, μεταβαλλόντων τῶν ἐλεγχομένων
35εἰς φῶς, λέγεται τοῖς καθεύδουσι καὶ ἐν νεκρότητι τυγχάνουσιν196

197

ἐκ τοῦ τὰ ἄκαρπα ἔργα τοῦ σκότους πεποιηκέναι, τὸ “ἔγειραι “ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ “Χριστός.” ζητήσαι δ’ ἄν τις, τί λέγει κατὰ τὸ ἐνθάδε γεγραμ‐ μένον, “διὸ λέγει, ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν.”
5ὁ μὲν οὖν τις φήσει ἔν τινι τῶν προφητῶν ἀνεγνωκότα ταῦτα τὸν Ἀπόστολον, ἐνθάδε αὐτὸν ἀναγεγραφέναι· ἕτερος δὲ αὐτὸν τὸν Ἀπόστολον προσωποποιεῖν τινὰ ἐκ τοῦ Πνεύματος λεγόμενα εἰς προτροπὴν τὴν ἐπὶ μετάνοιαν· ἔτι δὲ ζητήσεις, πῶς τῷ αὐτῷ λέγεται ὡς μὲν ζῶντι καὶ καθεύδοντι “ἔγειρε ὁ καθεύδων·” ὡς
10δὲ τεθνηκότι, τὸ “ἀνάστα ἐκ τῶν νεκρῶν·” μήποτ’ οὖν ἐπείπέρ ἐστι καὶ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπερ ἐπὶ κρείττονος τετηρήκαμεν λέγεσθαι· ἔστι δέ τι καὶ δεύτερον ἡ ψυχὴ, τὸ καὶ νόσου καὶ θανάτου ἐκ τῶν ἁμαρτημάτων δεκτικὸν, τὸ μὲν “ἔγειρε “ὁ καθεύδων” λέγεται διὰ τὸ πνεῦμα· τὸ δὲ “ἀνάστα ἐκ τῶν
15“νεκρῶν,” διὰ τὴν ψυχήν· ἐπείπερ “ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη “ἀποθανεῖται·” τοῦ δὲ πνεύματος, οὐδαμοῦ εὕρομεν θάνατον· φῶς δὲ ὢν ἀληθινὸν ὁ Χριστὸς, ἐπιφαύσει τῷ ἐγειρομένῳ ἀπὸ ὕπνου καὶ ἀναστάντι ἐκ νεκρῶν. Σευηριανὸς δέ φησι· τὸ “ἔγειρε ὁ καθεύδων,” καὶ τὰ ἑξῆς,
20οὐδαμοῦ τῆς παλαιᾶς ἢ τῆς καινῆς εὑρίσκομεν γεγραμμένον· τί οὖν ἐστιν; χάρισμα ἦν τότε καὶ προσευχῆς καὶ ψαλμῶν, ὑπο‐ βάλλοντος τοῦ πνεύματος, καθὼς λέγει ἐν τῇ πρὸς Κορινθίους· ἕκαστος ὑμῶν “ψαλμὸν ἔχει, προσευχὴν ἔχει· τί οὖν ἐστι προσ‐ “εύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ· ψαλῷ τῷ πνεύ‐
25“ματι, ψαλῶ καὶ τῷ νοΐ;” δῆλον οὖν ὅτι ἐν ἑνὶ τούτων τῶν πνευ‐ ματικῶν ψαλμῶν ἤτοι προσευχῶν, ἔκειτο τοῦτο ὃ ἐμνημόνευσεν. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσο‐ φοι, ἀλλ’ ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες,
30ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Ὠριγένης φησὶν, ὁ δοκιμάζων καθ’ ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνήσεται καὶ βλέ‐ πειν ἀκριβῶς ἐκ τῆς πολλῆς προσοχῆς, πῶς περιπατήσει· ὁ δὲ
βλέπων ἀκριβῶς πῶς περιπατήσει, πάντως ἐστὶ σοφός. καὶ ἐπεὶ197

198

πρόθεσιν τινὲς ἔχουσι χρηστοτέραν, οὐ σοφοὶ δὲ τυγχάνοντες θέ‐ λουσι βλέπειν ἀκριβῶς πῶς περιπατοῦσι, προσέθηκε τὸ, “μὴ ὡς “ἄσοφοι, ἀλλ’ ὡς σοφοί.” σοφίας δὲ ἔργον τὸ βλέπειν ἀκριβῶς καὶ τὰ εὐθικὰ, “ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί
5“εἰσιν·” οἱονεὶ, ἑαυτοῖς τὸν καιρὸν ὠνούμενοι ἔχοντα ὡς πρὸς τὸν ἀνθρώπινον βίον πονηρὰς ἡμέρας. ὅτε οὖν εἴς τι δέον τὸν καιρὸν καταναλίσκομεν, ὠνησάμεθα αὐτὸν καὶ ἀντηγοράσαμεν ἑαυτοῖς ὡσπερεὶ πεπραμένον τῇ τῶν ἀνθρώπων κακίᾳ. οὐδεὶς δὲ βιωτικώ‐ τερον ζῶν, καὶ ἐν φροντίσιν ἢ μερίμναις τυγχάνων, ἐώνηται ἑαυτῷ
10τὸν καιρὸν, ἀλλ’ ὁ μόνος εἴς τι δέον καὶ τὴν κτῆσιν τοῦ μακαρίου βίου ἀναλίσκων αὐτόν· ἐξαγοραζόμενοι δὲ τὸν καιρὸν ὄντα ἐν ἡμέραις πονηραῖς, οἱονεὶ μεταποιοῦμεν τὰς πονηρὰς ἡμέρας εἰς ἀγαθάς· καὶ ὡσπερεὶ ἑαυτοῖς ποιοῦμεν αὐτὰς εἶναι, οὐ τοῦ ἐνστῶ‐ τος αἰῶνος ἡμέρας πονηρὰς, ἀλλὰ τοῦ μέλλοντος αἰῶνος ἡμέρας
15ἀγαθάς. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Διὰ ποῖον τοῦτο ἢ τὸ βλέπειν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί; “μὴ γίνεσθε ἄφρονες·” εἰ γὰρ ἔσεσθε
20ἄφρονες, ἀκριβῶς οὐ περιπατήσετε, οὐδὲ ὡς σοφοί· προστάσσει δὲ αὐτοῖς τὸ τοῦ Κυρίου ἐξετάζειν θέλημα, καὶ συνιέναι αὐτὸ, ἵν’ ὅπου τι περὶ τοῦ πράττειν καταλάβοιεν, αὐτὸ πράττωσιν ὡς θέλημα Κυρίου· ὅπου δὲ πάσχουσι, φέρουσιν αὐτὸ ὡς θέλημά τι γινόμενον Κυρίου.
25 (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησιν, οὐχὶ ποικί‐ λους ἡμᾶς καὶ παντοδαποὺς εἶναι βουλόμενος ταῦτα παραινεῖ· ἀλλὰ τί φησιν; οὐκ ἔστιν ὑμέτερος καιρός· νῦν πάροικοί ἐστε καὶ παρεπίδημοι καὶ ξένοι, καὶ ἀλλότριοι· μὴ ζητεῖτε τιμὰς, μὴ ζητεῖτε δόξαν, μὴ δυναστείαν, μηδὲ ἐκδίκησιν· πάντα φέρετε,
30καὶ τούτῳ τὸν καιρὸν ἐξαγοράζεσθε· πολλὰ πάθετε, πᾶν ὅ τι οὖν θέλωσιν. ἐννόησον τινὰ οἰκίαν ἔχοντα λαμπρὰν, εἶτα τινὰς ἐπεισ‐ ερχομένους, ὥστε αὐτὸν ἀνελεῖν, κἀκεῖνον πολλὰ διδόντα καὶ
ἐξαιρούμενον ἑαυτὸν, τότε λέγομεν, ὅτι ἐξηγόρασεν ἑαυτόν. οὕτω198

199

καὶ σὺ οἰκίαν ἔχεις μεγάλην καὶ πίστιν ἀληθῆ· ἐπέρχονται ὥστε λαβεῖν πάντα· δὸς ὅ τι οὖν ἀπαιτήσει τις, μόνον τὸ κεφάλαιον διάσωσον, τὴν πίστιν λέγω. “ὅτι αἱ ἡμέραι πονηραί εἰσιν·” οὐ τὴν οὐσίαν ἢ τὰ κτίσματα διαβάλλει, ἀλλὰ τὰ ἐν αὐτοῖς γινόμενα,
5καθάπερ ἡμῖν ἔθος λέγειν, χαλεπὴν ἡμέραν διήγαγον. Σευηριανὸς δέ φησιν, ὁ ἐξαγοραζόμενος τὸν ἀλλότριον δοῦλον, ἐξαγοράζεται καὶ κτᾶται αὐτόν. ἐπεὶ οὖν ὁ καιρὸς ὁ παρὼν δου‐ λεύει τοῖς πονηροῖς, ἐξαγοράσασθε αὐτὸν, ὥστε καταχρήσασθαι αὐτῷ πρὸς εὐσέβειαν.
10 Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι. Ὠριγένης φησὶ, δύναται μὲν καὶ ἁπλούστερον ταῦτα νοεῖ‐ σθαι, ἀσωτίας οὔσης ἐν τῇ χρήσει τοῦ μεθύειν ποιοῦντος οἴνου. δύναται δὲ καὶ οἶνος, ἐν ᾧ ἐστιν ἀσωτία, νοεῖσθαι, περὶ οὗ ἐν ᾠδῇ
15μεγάλῃ λέγεται· “θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς “ἀσπίδων ἀνίατος,” ὅν τινα πάντες οἱ ἐξιστάμενοι καὶ μεθύοντες τὸν λογισμὸν πίνουσι, πολλὴν ἔχοντα τὴν ἀσωτίαν. πρὸς ἀντιδια‐ στολὴν δὲ ἐκείνου τοῦ οἴνου τοῦ μεθύσκοντος, ἐν ᾧ ἐστιν ἀσωτία, ἐναντίος νοεῖται ὁ πεπληρωμένος πνεύματι, καὶ πᾶν ὃ χωρεῖ τοῦ
20θειοτέρου λαμβάνων. πολλάκις δὲ τετηρήκαμεν τῷ ὀνόματι τοῦ πνεύματος χωρὶς προσθήκης γεγραμμένον, ὅτι ἐπὶ κρείττονος εἴρη‐ ται, ὅπερ καὶ ἐνθάδε σημαίνεται. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, καὶ τούτου ἡ ἀμετρία θυμώδεις ποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς, ὀργίλους τε
25καὶ χαλεπούς· εἰς εὐφροσύνην ὁ οἶνος δέδοται, οὐκ εἰς μέθην. “δότε γὰρ,” φησὶν, “οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν “ὀδύνῃ.” εἰκότως· τὸ γὰρ τραχὺ καὶ σκυθρωπὸν οἶδε μαλάττειν· “οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου.” οὐκ ἄρα ἐκ τοῦ οἴνου ἡ μέθη, ἀλλ’ ἐκ τῆς ἀμετρίας. ὁ οἶνος δι’ οὐδὲν ἕτερον ἡμῖν δέδοται,
30ἢ δι’ ὑγίειαν σώματος, ἀλλὰ καὶ πρὸς τοῦτο ἐμποδίζει ἡ ἀμετρία· ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου γράφοντος Τιμοθέῳ “ὀλίγῳ “οἴνῳ χρῶ, διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθε‐
“νείας.”199

200

Ἀλλὰ πληροῦσθε Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλ‐ μοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ, εὐχαριστοῦν‐ τες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι Κυρίου ἡμῶν
5Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί· ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Βούλει, φησὶν, εὐφραίνεσθαι; βούλει τὴν ἡμέραν ἀναλίσκειν; ἐγώ σοι δίδωμι πότον πνευματικόν. μάθε ψάλλειν, καὶ ὄψει τοῦ Πνεύματος τὴν ἡδονήν· οἱ ψάλλοντες γὰρ Πνεύματος πληροῦνται
10Ἁγίου, ὥσπερ οἱ ᾄδοντες τὰς σατανικὰς ᾠδὰς πνεύματος ἀκα‐ θάρτου. τί ἐστιν ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ; τουτέστι, μετὰ συνέσεως προσέχοντες. οἱ γὰρ οὐ προσέχοντες, ἁπλῶς ψάλλουσι τὰ ῥήματα φθεγγόμενοι, τῆς καρδίας ῥεμβομένης ἑτέρωθι· “πάν‐ “τοτε,” φησὶν, “ὑπὲρ πάντων εὐχαριστοῦντες·” “ἐν ὀνόματι,”
15φησὶ, “τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρὶ, “ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ·” “τὰ αἰτήματα “ὑμῶν,” φησὶ, “μετὰ εὐχαριστίας γνωριζέσθω πρὸς τὸν Θεόν.” οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ὅταν ᾖ τις εὐχάριστος. μάλιστα δὲ δυνάμεθα εὐχαριστεῖν, ἀπάγοντες τῶν προειρημένων
20τὴν ψυχὴν τὴν ἡμετέραν, διακαθαίροντες αὐτὴν τούτοις οἷς εἶπον. “ἀλλὰ πληροῦσθε,” φησὶν, “ἐν Πνεύματι.” ἄρα ἐν ἡμῖν τοῦτο· καὶ γὰρ ἐν ἡμῖν· ὅταν γὰρ ψεῦδος, ὅταν ὀργὴν, ὅταν πικρίαν, ὅταν πορνείαν, ὅταν ἀκαθαρσίαν, ὅταν πλεονεξίαν ἀποσοβήσωμεν τῆς ψυχῆς τῆς ἡμετέρας, ὅταν γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, χαρι‐
25ζόμενοι ἑαυτοῖς, καὶ πᾶσαν ἀρετὴν ἐπιτηδεύσωμεν, τί τὸ κωλύον τὸ Πνεῦμα τὸ Ἅγιον ἐπελθεῖν καὶ πληρῶσαι τὴν καρδίαν ἡμῶν; Ὠριγένης δέ φησιν, οἱ μὲν ὕμνοι δύναμιν καὶ θειότητα κα‐ ταγγέλλουσι τοῦ Θεοῦ· καὶ εἴη ἂν ὁ ἐπιστήμων τοῦ θεολογεῖν ἐν ὕμνοις πνευματικοῖς· τάχα δὲ ὁ περὶ τῶν πρακτέων διαλαμβάνων,
30καὶ τῶν οἷς δεῖ ἐνεργεῖν διὰ τοῦ ὡς ψαλτηρίου ὀργάνου σωματικοῦ ἡμῶν· οὗτος ἐν ψαλμοῖς ἐστι πνευματικοῖς. ὁ δὲ ἄλλως φυσιο‐ λογῶν περὶ τῆς τοῦ κόσμου τάξεως, καὶ τῶν λοιπῶν δημιουργη‐
μάτων, οὗτος ἐν ᾠδαῖς πνευματικαῖς· καὶ χρή γε ᾄδειν κατὰ τὴν200

201

φυσιολογίαν, καὶ ψάλλειν κατὰ τὴν περὶ τῶν ἠθῶν διέξοδον τῷ Κυρίῳ, διακείμενον γνησίως πρὸς τὰ λεγόμενα· τοῦτο γάρ ἐστι τὸ ψάλλειν καὶ ᾄδειν τῇ καρδίᾳ τῷ Κυρίῳ. Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ
5Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί. Καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ φησί· “πάντοτε “χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε.” ταύτην δὴ τηρήσει τὴν ἐντολὴν ὁ διειληφὼς περὶ τῆς προνοίας φθανούσης καὶ ἐπὶ τὰ β ἀσσαρίων πωλούμενα πέντε στρουθία, ὧν
10ἓν οὐ πίπτει εἰς παγίδα, χωρὶς τοῦ ἐν οὐρανοῖς Πατρός. τὸ δὲ ἐν παντὶ εὐχαριστεῖν, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν ἐστιν· οὐκοῦν καὶ ἐπὶ ταῖς περιστάσεσιν εὐχαριστητέον· ἐπεί περ καὶ αὗται τῶν ἐφ’ οἷς δεῖ εὐχαριστεῖν εἰσί· καὶ ὥσπερ δεῖ εὐχαριστεῖν τὸν ἐν τῷ κόσμῳ ἐν τῷ μεταλαμβάνειν τοῦ κόσμου, καὶ καταθεᾶσθαι
15τοῦ κάλλους αὐτοῦ καὶ θεωρεῖν ὅσα ** διὰ τὸ λογικόν· οὕτω καὶ ἐπὶ τοῖς ἐν μέρει εὐχαριστητέον. τὸν δὲ εὐχαριστοῦντα τῷ Θεῷ καὶ Πατρὶ, ἐν τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων εὐχαριστεῖν χρὴ, ὥστε ἡμᾶς ποιῆσαι τὸ ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστεῖν τῷ Θεῷ καὶ Πατρὶ, “ὑποτασσόμενοι, φη‐
20“σὶν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.” πάνυ τοῦτο καθαιρετικόν ἐστιν τοῦ φίλαρχον εἶναι καὶ φιλόπρωτον. πᾶσι γὰρ αὕτη δέδοται ἐντολή· “ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, “ἵνα πάντας κερδήσω.” ἀλλὰ καὶ ἡ λέγουσα ἐντολὴ “δουλεύετε “ἀλλήλοις,” προτάσσει τοῦτο. διόπερ διὰ τῆς ἀγάπης ἐδούλευ‐
25σαν ταῖς ἐκκλησίαις οἱ Ἀπόστολοι, λειτουργοῦντες καὶ ὑπηρε‐ τοῦντες τῇ τῶν ἀνθρώπων σωτηρίᾳ· καὶ αὐτὸς δὲ ὁ Σωτὴρ τὴν δούλου μορφὴν ἀνείληφεν, οὐ τοσοῦτον δι’ ἄλλο τι, ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰς τὸν νιπτῆρα πλύνειν τοὺς πόδας τῶν μαθητῶν. ἀλλὰ καὶ τὸ
30“ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔσται πάντων δοῦλος,” ὁ νοήσας ὑποτάσσεται κατὰ τὸ δουλεύειν οἷς δεῖ. ἔξεστι μέντοι γε τὸν δουλεύοντα ποιεῖν τὰ ἐν τῷ δουλεύειν τὰ πρόσφορα τοῖς δουλευο‐
μένοις δοκεῖν μὴ ὑποτάσσεσθαι, ὅτε παρ’ αὐτὸ μὴ ἐπίστασθαι τὰ201

202

συμφέροντα οἱ δουλευόμενοι, ἐπιτάσσουσι τοῖς δουλεύειν ἐθέλουσι ποιεῖν τὰ μὴ κατάλληλα αὐτοῖς· πλὴν καὶ τότε ὁ πρὸς τὸ συμ‐ φέρον ποιῶν καὶ δουλεύει καὶ ὑποτάσσεται τῇ χρείᾳ τοῦ ᾧ δου‐ λεύει, διὰ τὸν κατὰ τὸν λόγον τοῦ Θεοῦ ἀπαθῆ καὶ μακαριοποιὸν
5φόβον. τοῦτο γὰρ νομίζω δηλοῦσθαι ἐκ τοῦ, “ἐν φόβῳ Χριστοῦ.”
6tΚΕΦ. Θ.
7tΔιάταξις οἰκειακῶν καθηκόντων ἀρχομένοις καὶ ἄρχουσιν κατὰ Χριστόν.
8 Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ Κυρίῳ· ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς
10καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας. Πᾶσαν συζυγίαν ἀνδρὸς καὶ γυναικὸς, ὁ λόγος οὗτος σύμβολον εἶναι θέλει Χριστοῦ καὶ ἐκκλησίας· τοῦ μὲν ἀνδρὸς, εἶτα τοῦ γάμου κατὰ λόγον οἰκονομεῖ, μιμούμενος Χριστὸν τὸν τῆς ἐκκλη‐ σίας νυμφίον· τῆς δὲ γυναικὸς, ἐὰν δεόντως τῷ ἀνδρὶ συνοικῇ,
15ζηλούσης τὴν, ἵν’ οὕτως εἴπω, συμβίωσιν πρὸς τὸν Χριστὸν τῆς ἐκκλησίας· οὕτω γὰρ ὁ ἀνὴρ ἔσται κεφαλὴ τῆς γυναικὸς, ὁμοίως τῷ καὶ τὸν Χριστὸν τῆς ἐκκλησίας. εἰ μέντοι γε μὴ οὕτω συναρ‐ μοσθεῖεν ἀλλήλοις ἀνὴρ καὶ γυνὴ, οὐκ ἂν λεχθείη ἐπὶ τούτων, ὅτι ὁ δέ τις κεφαλή ἐστι τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς τῆς ἐκκλη‐
20σίας. φιλοτιμείσθω οὖν ἕκαστος ἀνὴρ εἶναι πρὸς τὴν γυναῖκα, ὡς ὁ Χριστὸς πρὸς τὴν ἐκκλησίαν· καὶ ἑκάστη πρὸς τὸν ἄνδρα, ὡς ἡ ἐκκλησία πρὸς τὸν Χριστόν· καὶ πάντα δὲ τὰ Χριστοῦ νοείτω καὶ ποιείτω ἀνὴρ, καὶ τὰ τῆς ἐκκλησίας ἡ γυνή. Θεόδωρος δέ φησιν, ἣν γὰρ ἐπέχει τάξιν ὁ Χριστὸς τῇ ἐκ‐
25κλησίᾳ, τὸ αὐτό ἐστιν ὁ Σωτήρ· ἀντὶ τοῦ ὁ τὴν αἰτίαν παρασχό‐ μενος τῇ συστάσει τοῦ ἐκκλησιαστικοῦ σώματος, ταύτην ἐπέχει τὴν τάξιν ὁ ἀνὴρ τῇ γυναικί· ἅτε δὴ τὸ εἶναί τε καὶ συνεστάναι ἐκεῖθεν λαβούσῃ. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησι· πῶς οὖν ἀλ‐
30λαχοῦ λέγει, “ἐὰν μή τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ, οὐ “δύναται ἀκολουθῆσαί μοι.” Εἰ γὰρ ὡς τῷ Κυρίῳ ἀποτάσσεσθαι
χρὴ, καὶ διὰ τὸν Κύριον ἀφίστασθαι ἀεὶ καὶ σφόδρα μὲν οὖν χρὴ,202

203

ἀλλὰ τὸ ὡς οὐ πάντως πανταχοῦ ἰσοτιμίας ἐστίν. ἢ τοῦτό φησιν, ὡς εἰδυῖαι, ὅτι τῷ Κυρίῳ δουλεύετε, ὅπερ ἀλλαχοῦ φησιν, ὅτι εἰ καὶ μὴ διὰ τὸν ἄνδρα, ἀλλὰ προηγουμένως διὰ τὸν Κύριον, ὅταν ὑπείκῃς τῷ ἀνδρὶ, ὡς τῷ Κυρίῳ δουλεύουσα. εἰ γὰρ ὁ ἀρχαῖς
5ταύταις ἔξωθεν ταῖς πολιτικαῖς ἀντιτασσόμενος τῇ Κυρίου καὶ Θεοῦ διαταγῇ ἀνθείκῃς· πολλῷ μᾶλλον ἡ τῷ ἀνδρὶ μὴ ὑποτασσο‐ μένη. οὕτως ἐξ ἀρχῆς ἠθέλησεν ὁ Θεός. πειθώμεθα οὖν τὸν μὲν ἄνδρα κεῖσθαι ἐν τάξει κεφαλῆς, τὴν δὲ γυναῖκα ἐν τάξει σώμα‐ τος. εἶτα καὶ ἀπὸ λογισμῶν “ὅτι ἀνὴρ κεφαλή ἐστι τῆς γυναι‐
10“κὸς,” φησὶ, “καθὼς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας, καὶ αὐτός “ἐστι σωτὴρ τοῦ σώματος.” καὶ γὰρ ἡ κεφαλὴ τοῦ σώματος σωτηρία ἐστίν. ἤδη προκατεβάλετο τῷ ἀνδρὶ τῆς ἀγάπης τὴν ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμων χώραν· τούτῳ μὲν τὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν
15ὑποτακτικήν. Ὡς οὖν “ἡ ἐκκλησία, ὑποτάσσεται τῷ Χριστῷ·” τί ἐστιν ἡ ἐκκλησία; ἄνδρες καὶ γυναῖκες· οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν, ὡς τῷ Θεῷ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χρι‐
20στὸς ἠγάπησε τὴν ἐκκλησίαν. Ἤκουσας τῆς ὑποταγῆς τὴν ὑπερβολήν; ἐπῄνεσας τὸν Παῦλον ἅτε ὡς συγκροτοῦντα τὸν βίον ἡμῖν; ἀλλ’ ἄκουσον ἃ καὶ παρὰ σοῦ ἀπαιτεῖ. πάλιν γὰρ τῷ αὐτῷ ὑποδείγματι κέχρηται, “οἱ “ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε
25“τὴν ἐκκλησίαν.” εἶδες μέτρον ὑπακοῆς; ἄκουσον καὶ μέτρον ἀγάπης. βούλει τὴν γυναῖκα ὑπακούειν ὡς τῷ Χριστῷ τὴν ἐκκλη‐ σίαν; προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς ἐκκλησίας, κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δέῃ· μὴ παραιτήσῃ, κἂν ταῦτα πάθῃς. οὐδὲν οὐδέπω πεποίηκας οἷον ὁ Χριστός. σὺ μὲν γὰρ ἤδη
30συναφθεὶς ταῦτα ποιεῖς· ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφομένης αὐτὸν καὶ μισούσης, καὶ ὥσπερ οὕτως αὐτῆς διακειμένης, οὐκ ἀπειλαῖς οὐδὲ ὕβρεσιν, οὐδὲ φόβῳ, οὐδὲ ἑτέρῳ οὐδενὶ τοιούτῳ, ὑφ’ ἑαυτὸν αὐτὴν ἐποιήσατο. οὕτω καὶ σὺ πρὸς τὴν γυναῖκα ἔχε. δυνήσῃ
γὰρ αὐτὴν ὑπὸ τοὺς πόδας ἀγαγεῖν τοὺς σοὺς, τῇ πολλῇ περὶ203

204

αὐτὴν προνοίᾳ, τῇ ἀγάπῃ, τῇ φιλίᾳ. οὐδὲν γὰρ τούτων τυραννι‐ κώτερον τῶν δεσμῶν· καὶ μάλιστα ἀνδρὶ καὶ γυναικί. κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, μὴ ὀνειδίσῃς· οὐδὲ γὰρ ὁ Χριστὸς τοῦτο ἐποίησε· καὶ ἑαυτὸν, φησὶν, παρέδωκεν ὑπὲρ αὐτῆς, “ἵνα αὐτὴν ἁγιάσῃ καθαρί‐
5“σας.” ἄρα ἀκάθαρτος ἦν, ἄρα μῶμον εἶχεν, ἄρα ἄμορφος ἦν, ἄρα εὐτελής. οἵαν ἂν λάβῃς γυναῖκα, οὐ τοιαύτην λήψῃ νύμφην, οἵαν ὁ Χριστὸς τὴν ἐκκλησίαν, οὐδὲ τοσοῦτον σοῦ ἀπέχουσαν, ὅσον ἡ ἐκκλησία τοῦ Χριστοῦ· ἀλλ’ ὅμως οὐκ ἐβδελύξατο, οὐκ ἐμίσησε διὰ τὴν ὑπερβολὴν τῆς ἀμορφίας, καὶ τοιαύτην λαβὼν, καλλωπίζει
10αὐτὴν καὶ λούει. καὶ οὐδὲ τοῦτο παραιτεῖται. Ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον, τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοι‐ ούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
15 Τῷ λουτρῷ λούει αὐτῆς τὴν ἀκαθαρσίαν· ἐν ῥήματι, φησί· ποίῳ; ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος· καὶ οὐχ ἁπλῶς αὐτὴν ἐκόσμησεν, ἀλλ’ ἔνδοξον ἐποίησε, μὴ ἔχουσαν σπῖ‐ λον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. “οὕτως ὀφείλουσιν οἱ ἄνδρες, φησὶν, “ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα.”
20τί δὴ τοῦτό ἐστιν; ὡς εἰς μείζονα εἰκόνα καὶ σφοδρότερον ἦλθεν ὑπόδειγμα, ἢ οὐ τοῦτο, ἀλλ’ ὡς ἐγγύτερον καὶ σαφέστερον καὶ δικαίωμα ἕτερον· ἐκεῖνο γὰρ οὐκ ἦν πολλῆς ἀνάγκης· ἐκεῖνο Χρι‐ στὸς ἦν καὶ Θεὸς ἦν, καὶ ἑαυτὸν παρέδωκεν· ἑτέρωθεν αὐτὸ μεθο‐ δεύει λοιπὸν λέγων, “οὕτως ὀφείλουσιν·” οὐ γὰρ χάρις ἐστὶ τὸ
25πρᾶγμα, ἀλλ’ ὀφειλή· καὶ “ὡς τὰ ἑαυτῶν σώματα·” καὶ διατί; Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν. Τουτέστιν θεραπεύει μετὰ πολλῆς τῆς ἐπιμελείας· πῶς αὐτοῦ ἐστὶ σάρξ; “τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου,” φησὶν, “καὶ
30“σὰρξ ἐκ τῆς σαρκός μου.” ἀπὸ γὰρ τῆς ἡμετέρας γέγονεν ὅλης· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ “καὶ ἔσονται,” φησὶν, “οἱ δύο εἰς “σάρκα μίαν.” “Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν·” πάλιν ἐπὶ τὸ
πρῶτον ὑπόδειγμα ἦλθεν, ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ204

205

τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ· ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδὰμ ἐκ τῆς σαρκὸς καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ ἡ γυνὴ γέγονε, ταῦτα γάρ ἐστιν ἡμῖν τὰ κυριώτατα σάρκες καὶ ὀστᾶ· τὰ μὲν ὥσπέρ τις τρόπις ὑποκείμενα, τὰ δὲ ὥσπερ οἰκοδομία· ἀλλ’ ἐκεῖνο μὲν δῆ‐
5λον· τοῦτο δὲ πῶς; ὥσπερ ἐκεῖ τοσαύτη ἐγγύτης ἐστὶν, οὕτω, φησὶ, καὶ ἐνταῦθα· τί ἐστιν “ἐκ τῆς σαρκὸς αὐτοῦ;” τουτέστιν, γνησίως ἐξ αὐτοῦ. καὶ πῶς τοῦ Χριστοῦ μέλη οὕτως ἐσμέν; ὅτι κατ’ αὐτὸν γεγενήμεθα· καὶ πῶς ἐκ τῆς σαρκὸς αὐτοῦ; ἴστε ὅσοι μετέχετε μυστηρίων· “ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται” φησίν·
10ἐκ τούτου εὐθέως ἀναπλαττόμεθα· καὶ πῶς, πάλιν ἄκουε τοῦ μακαρίου τούτου λέγοντος, “ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵ‐ “ματος καὶ σαρκὸς, παραπλησίως καὶ αὐτὸς μετέσχεν τῶν αὐτῶν·” ἀλλ’ ἐνταῦθα οὗτος ἡμῖν ἐκοινώνησεν, οὐχ ἡμεῖς αὐτῷ· πῶς οὖν ἐκ τῆς σαρκὸς αὐτοῦ ἔσμεν καὶ ἐκ τῶν ὀστέων αὐτοῦ; τινὲς τὸ
15αἷμα φασὶ καὶ τὸ ὕδωρ· οὐκ ἔστιν δέ· ἀλλ’ ὥσπερ ἄνευ συνουσίας ἐκεῖνος γεγένηται ἐκ Πνεύματος Ἁγίου, τοῦτο καὶ ἡμεῖς γινόμεθα ἐν τῷ λουτρῷ. Ὅρα ποῖα ὑποδείγματα ὥστε πιστευθῆναι τὴν γέννησιν ἐκείνην· πῶς οὖν ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ; τουτέστιν,
20ἐξ ὁλοκλήρου τῆς οὐσίας αὐτοῦ ἐπλάσθη ὁ Ἀδάμ· ἐτέχθη ὁ Χριστὸς, πῶς ἐκ τῆς πλευρᾶς αὐτοῦ ἔλαβεν· ἐν τῷ σταύρῳ ἡ ἀναίρεσις ἐγένετο, καὶ ἡμεῖς τῆς αὐτῆς οὐσίας αὐτῷ. Σευηριανὸς δέ φησιν, ἐπειδὴ προσήχθη ἀμνὸς, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν, φιλεῖ δὲ ἀναδιδόσθαι ἡ τροφὴ εἰς τὸ σῶμα τοῦ
25ἐσθίοντος, δηλονότι πνευματικῶς τὸ σῶμα αὐτοῦ ἐσθιόμενον, ἀνα‐ δίδοται ἡμῶν εἰς τὸ σῶμα· καὶ οὕτως σὰρξ ἐκ τῆς σαρκὸς, καὶ ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ. Θεόδωρος δέ φησιν, ὥσπερ μέρος ἐγένετο τοῦ Ἀδὰμ ἡ γυνὴ ἐκ τῶν ὀστῶν αὐτοῦ καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ ληφθεῖσα, οὕτως
30καὶ ἡμεῖς τοῦ δεσποτικοῦ σώματος ἐσμὲν μέλη, ὥσπερ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ γεγονότες. Ὠριγένης φησὶν, εἰ οὕτως δεῖ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως δεήσει βιούσας τὰς γυναῖκας ὑπο‐
35τάσσεσθαι τοῖς ἀνδράσιν, ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ205

206

Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως βιοῦσα· σπῖλοι δέ εἰσιν, οἷον φακοὶ γινόμενοι ἐπὶ τοῦ σώματος καὶ μελανίαι καὶ ἀλφοὶ καὶ μυρμηκίαι· τούτων γὰρ περιαιρεθέντων, ὡραιοτέρα γένοιτ’ ἂν γυνή· καὶ τὰ ἀνάλογον αὐτοῖς νοείσθω γινόμενα καὶ
5περὶ τὴν ψυχήν· ἅτινα οὐδενός ἐστιν ἢ τοῦ λόγου περιελεῖν. Ἵνα παραστήσῃ ἑαυτῷ τὴν ἰδίαν νύμφην, μὴ ἔχου‐ σαν σπῖλον ἢ ῥυτίδα ἢ τί τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Ῥυτίδες δὲ, σημεῖον εἰσὶ γήρως· οὕτως εἴ τις ἴχνη τοῦ πα‐
10λαιοῦ ἐπιμένοι ἔχων, μὴ ἀεὶ ἀνακαινούμενος, ῥερυτιδῶσθαι ἂν λέ‐ γοιτο κατὰ τὴν ψυχήν. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Παρατηρητέον ὥσπερ καὶ ἐν ἄλλοις πεποιήκαμεν, ὅτι πολλάκις
15οὐκ αὐταῖς λέξεσιν ἐκτίθενται τὴν παλαιὰν γραφὴν οἱ τὴν καινὴν διαθήκην γράφοντες· καὶ περὶ μὲν τούτου, ἐν μὲν τῇ Γενέσει οὕτω γέγραπται· “ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα “αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν “γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·” ἐνθάδε δὲ,
20ἀντὶ τοῦ “ἕνεκεν τούτου,” πεποίηκεν ὁ Παῦλος “ἀντὶ τούτου·” παραλέλοιπέν τε τὸ μετὰ “τὸν πατέρα” εἰρημένον, “αὐτοῦ,” καὶ μετὰ τὸ “τὴν μητέρα” δεύτερον εἰρημένον, “αὐτοῦ·” ἀλλὰ καὶ τὸ “προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ.” (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, ἰδοὺ καὶ τρί‐
25τον δικαίωμα· ὅτι καὶ τοὺς γεννησαμένους τίς ἀφεὶς, καὶ ἐξ ὧν ἔφυ, ἐκείνῃ συμπλέκεται· καὶ λοιπὸν ἡ σὰρξ, ὁ πατὴρ καὶ ὁ παῖς καὶ ἡ μητήρ ἐστιν ἐκ τῆς ἑκατέρου συνουσίας συγχυθείσης· καὶ γὰρ μιγέντων τῶν σπερμάτων, πάλιν τίκτεται ὁ παῖς· ὧστε τοὺς τρεῖς εἶναι μίαν σάρκα· ἀλλὰ πάλιν γίνεται μία σὰρξ διὰ τῆς
30συνουσίας, ἀναδιδομένη πάλιν· καὶ πολλῷ μᾶλλον αὐτὴ ἢ τὸ παιδίον· τί δήποτε; ὅτι ἐξ ἀρχῆς οὕτω γέγονεν· μή μοι λέγε τάδε ἐστὶν καὶ τάδε ἐστίν. οὐχ ὁρᾷς ὅτι καὶ ἐν τῇ σαρκὶ πολλὰ ἔχο‐ μεν ἐλαττώματα; ὁ μέν ἐστι χωλός· ὁ δὲ, διεστραμμένους ἔχει
τοὺς πόδας· ἕτερος χεῖρας ἔχει ξηράς· ἄλλος ἄλλο τι μέλος206

207

ἀσθενὲς, καὶ οὐκ ἀλγεῖ οὐδὲ ἐκκόπτει, ἀλλὰ καὶ προτίθησιν αὐτὸ πολλάκις τοῦ ἄλλου· εἰκότως· αὐτοῦ γάρ ἐστιν. ὅσην γὰρ ἕκα‐ στος πρὸς ἑαυτὸν ἀγάπην ἔχει, τοσαύτην πρὸς τὴν γυναῖκα ἡμᾶς βούλεται ἔχειν· φύσεως μιᾶς κοινωνοῦμεν, ἀλλὰ πλέον τοῦτο ἡμῖν
5τὸ δικαίωμα τὸ πρὸς τὴν γυναῖκα, ἐπειδὴ δύο σώματα· ἀλλ’ ὁ μὲν κεφαλὴ, ὁ δὲ σῶμα· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός· οὕτω καὶ ἐγὼ φημὶ, ὅτι ὥσπερ ἓν σῶμα, οὕτω Χριστὸς καὶ Πατὴρ εὑρίσκεται· ἄρα καὶ ὁ Πατὴρ κεφαλὴ ἡμῶν ὢν, δύο τίθησιν ὑποδείγματα, τὸ τοῦ σώματος, τὸ τοῦ Χριστοῦ.
10 Τὸ μυστήριον τοῦτο, μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. Μέγα φησὶ καὶ θαυμαστὸν ᾐνίξατο ὁ μακάριος Μωϋσῆς, μᾶλ‐ λον δὲ ὁ Θεός· τέως μέντοι φησὶν εἰς Χριστὸν λέγω, ὅτι καὶ αὐτὸς τὸν Πατέρα ἀφεὶς, κατῆλθε καὶ ἦλθε πρὸς τὴν νύμφην,
15καὶ ἐγένετο εἰς πνεῦμα ἕν· ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι· καὶ καλῶς εἶπε μέγα μυστήριον· ὡσανεὶ ἔλεγε· πλὴν οὐχ ἡ προσηγορία ἀνατρέπει τὴν ἀγάπην· “ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν “ἄνδρα·” ἀρχὴ δευτέρα ἐστὶν, ἡ γυνή· μήτε αὕτη τὴν ἰσοτιμίαν ἀπαιτείτω, ὑπὸ γὰρ τὴν κεφαλήν ἐστιν· μήτε ἐκεῖνος ὡς ὑποτε‐
20ταγμένης καταφρονείτω· σῶμα γάρ ἐστι· κἂν καταφρονῇ τοῦ σώ‐ ματος ἡ κεφαλὴ, καὶ αὐτὴ προσαπολεῖται· ἀλλ’ ἀντίρροπον τῆς ὑπακοῆς εἰσαγαγέτω τὴν ἀγάπην· καὶ πῶς ἂν γένοιτο ἀγάπη φησὶ, φόβου ὄντος; μάλιστα τότε ἂν γένοιτο· ἡ γὰρ φοβουμένη, καὶ ἀγαπᾷ· ἡ ἀγαπῶσα, καὶ φοβεῖται· ὡς κεφαλὴν ἀγαπᾷ, ὡς
25μέλος. Ἐπεὶ καὶ ἡ κεφαλὴ, μέλος ἐστὶ τοῦ παντὸς σώματος, διὰ τοῦτο τὴν μὲν ὑπέταξε, τὸν δὲ ἐπέθηκεν, ἵνα εἰρήνη ᾖ· ἔνθα γὰρ ἰσοτιμία, εἰρήνη οὐκ ἄν ποτε γένοιτο· ἀλλὰ ἀνάγκη μίαν εἶναι τὴν ἀρχὴν ἐπὶ τῶν σωματικῶν· ἐπεὶ ἐὰν ὦσι πνευματικοὶ, ἔσται
30εἰρήνη. Θεόδωρος δέ φησιν, ὅπερ φησὶν εἴρηται ἐν ἀρχῇ τῆς δη‐ μιουργίας περὶ τῶν γυναικῶν καὶ τῶν ἀνδρῶν, τοῦτο μυστικώτερον ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας πεπλήρωται· πάντες γὰρ τῆς
ἐξ πατρὸς καὶ μητρὸς γεννήσεως ἔξω γενόμενοι, ἅτε δὴ καὶ207

208

θανάτῳ χωρισθέντες τῆς ζωῆς ἐκείνης, πνευματικῇ τῇ ἀναγεννήσει τὴν ἀνάστασιν δεχόμεθα· ἀπορρήτῳ λόγῳ τῷ Χριστῷ συναπτό‐ μενοι, καὶ τὴν πρὸς αὐτὸν ὁμοιότητα τῆς ἀθανασίας ἀκριβῆ λαμ‐ βάνοντες.
5 Σευηριανὸς φησὶν, οὐ τὸ μυστήριον, ἀλλ’ ὁ Θεός· τί οὖν ἐστιν ὃ λέγει; ὅτι αὕτη ἡ πλάσις τοῦ Ἀδὰμ καὶ τῆς Εὔας τῆς ἐξ αὐτοῦ, καὶ ἡ συνάφεια, τύπος γέγονε τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας· δι’ ὅπερ φησὶν, “ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ ἐσμὲν, “καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ,” εἰ ἐκ τοῦ Ἀδὰμ ἦν ἡ Εὔα· τὸ
10οὖν “ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν,” τὸ τοῦ γάμου μυστήριον λέγει· ἀντὶ τοῦ τύπος ἐστὶν τὰ κατὰ τὸν γαμι‐ κὸν νόμον καὶ τὴν ἐξ ἀρχῆς δημιουργίαν τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας· διὰ τοῦτο ἐπήγαγεν, Πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα. ἵνα ἕκαστος τὴν ἑαυτοῦ
15γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν. Διὰ τί εἶπεν “οἱ καθ’ ἕκαστον;” ἐπειδὴ τὰ κατὰ τὸν Ἀδὰμ ἦν τύπος τῆς Ἐκκλησίας καὶ τῶν Χριστοῦ, διὰ τοῦτο εἶπεν, “καὶ “ὑμεῖς οἱ καθ’ ἕκαστον” ἀγαπᾶτε· τὸ μὲν γὰρ μυστήριον οὗ ἦν τύπος ὁ γάμος, γεγένηται καὶ ἀληθές ἐστιν· δεῖ δὲ καὶ τὸν τύπον
20αὐτῶν πληροῦσθαι, καὶ ἕκαστον ἀγαπᾶν τὴν ἑαυτοῦ γυναῖκα. Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ· ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
25Ὠριγένης φησὶν, ἀμφίβολόν ἐστι τὸ ῥητόν· ἤτοι γὰρ τοῖς ἐν Κυρίῳ γονεῦσιν χρὴ ὑπακούειν τὰ τέκνα, ἢ ἐν Κυρίῳ δεῖ ὑπα‐ κούειν τὰ τέκνα τοῖς γονεῦσιν· καὶ οὐδετέραν γε τῶν ἐκδοχῶν ἀπο‐ δοκιμαστέον· τοῖς τε γὰρ ἐν Κυρίῳ γονεῦσιν ὁποῖος ὁ Παῦλος ἦν Κορινθίων, ὑπακουστέον· ἀλλ’ ἐν Κυρίῳ προστάττουσιν οὐκ ἐναν‐
30τία τῷ τοῦ Κυρίου βουλήματι· δίκαιον δὲ τὸ ὑπακούειν καθ’ ἕτερον· ἅμα δὲ καὶ σημειώσῃ πρὸς ἑτεροδόξους διαχωρίζοντας δίκαιον Θεὸν ἀπὸ ἀγαθοῦ, ὅτι τοῖς μαθηταῖς τοῦ ὡς φασὶν ἀγαθοῦ προστάσσει τὸ ὡς ἂν ἐκεῖνοι λέγοιεν πρόσταγμα τοῦ ἑτέρου Θεοῦ,
εἴγε ὁ ἕτερος δίκαιος ἐστιν· καὶ φησὶν ὁ Παῦλος δίκαιον εἶναι208

209

τὸ τὰ τέκνα ὑπακούειν τοῖς γονεῦσιν ἐν Κυρίῳ· ἢ ἐν Κυρίῳ ὑπα‐ κούειν τοῖς γονεῦσιν. Τὸ δὲ ῥητὸν, εἴληπται ἀπὸ τῆς Ἐξόδου οὕτως ἔχον· “τίμα “τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ
5“ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου “δίδωσί σοι·” καὶ ἐνθάδε δὲ ἐκτιθέμενος ὁ Ἀπόστολος τὴν λέξιν, παραλέλοιπεν τὰ μετὰ “τὴν μητέρα σου” καὶ πεποίηκεν, ἀντὶ τοῦ “καὶ ἵνα μακροχρόνιος γένῃ,” “καὶ ἔσῃ μακροχρόνιος·” παρα‐ λέλοιπέν τε μετὰ τὸ “ἐπὶ τῆς γῆς,” τὸ “ἧς Κύριος ὁ Θεός σου
10“δίδωσί σοι.” ἔστι δὲ ἡ ἐντολὴ πέμπτη τῆς Δεκαλόγου· διὸ ζητητέον, πῶς δεῖ ἐκλαβεῖν τὸ “ἥτις ἐστὶν ἐντολὴ πρώτη·” πρώ‐ της εἰρημένης ἐντολῆς, τὸ “οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν “ἐμοῦ·” τινὲς μὲν οὖν οὕτως ἀνέγνωσαν· ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ· ὡς τῶν πρὸ αὐτῆς ἐντολῶν οὐ περιεχουσῶν
15ἐπαγγελίαν. ἐπὶ γὰρ ταύτης οἴονται πρώτην ἐπαγγελίαν κεῖσθαι, τὴν “ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς· “ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.” Ἐοίκασιν δὲ οὗτοι, μὴ τετηρηκέναι ἐπαγγελίαν κειμένην καὶ ἐπὶ τῆς δευτέρας ἐντολῆς, “οὐ ποιήσεις γάρ,” φησι, “σεαυτῷ
20“εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν “τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσ‐ “κυνήσεις αὐτοῖς, οὐδ’ οὐ μὴ λατρεύσῃς αὐτοῖς. ἐγὼ γάρ εἰμι “Κύριος ὁ Θεός σου· Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων “ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με· καὶ
25“ποιῶν ἔλεος εἰς χιλιάδας, τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάσ‐ “σουσι τὰ προστάγματά μου.” παρατήρει γὰρ ὅτι ἐπαγγελία ἐστὶ τὸ “ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς “φυλάσσουσι τὰ προστάγματά μου.” μήποτ’ οὖν ἐπεὶ ἡ Δεκά‐ λογος πρώτη τῷ λαῷ νομοθεσία μετὰ τὸ ἐξελθεῖν τὴν Αἴγυπτον,
30εἴρηται, ἑκάστη τῶν δέκα ἐντολῶν πρώτη ἐστὶν ἐν πρώτοις τῶν ἑξῆς εἰρημένη. ὁ μέντοιγε θέλων ἐπιμένειν τῇ ἀποδόσει τοῦ “ἥτις “ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,” ἐρεῖ, ὅτι ἰδία μέν ἐστι τῆς “τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου” ἐντολῆς ἡ ἐπαγ‐ γελία, ἡ “ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός
35“σου διδωσί σοι·” οὐκ ἰδία δὲ τῆς “οὐ ποιήσεις σεαυτῷ εἴδωλον209

210

“οὐδὲ παντὸς ὁμοίωμα,” ἢ “ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί “με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου·” πάλιν δὲ αὖ καὶ πρὸς τοῦτο ἐνστήσεται, ὁ τὴν δεκάλογον ὅλην περιέχειν πρώτας ἐντολὰς διηγούμενος· ἐρεῖ γὰρ τὸ μακροχρόνιον γενέσθαι ἐπὶ τῆς
5γῆς, ἧς Κύριος ὁ Θεὸς δίδωσι τοῖς ἁγίοις, οὐ διὰ μόνην δίδοσθαι τὴν “τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου” ἐντολὴν, ἀλλὰ καὶ δι’ ἄλλας μυρίας· δεήσει τε τὸν τοιοῦτον συναγαγεῖν ἐντολὰς, αἷς ἐπιφέρεται τὸ “ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ “Θεός σου δίδωσί σοι.”
10 Μετὰ ταῦτα ζητητέον περὶ τῆς χαριζομένης ἐπαγγελίας τὸ μακροχρόνιον ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς δίδωσι τοῖς ἁγίοις· καὶ οὐκ ἀγνοητέον γε, ὅτι κατὰ τὸ ῥητὸν ἡγοῦνται τοῦτο γίνεσθαι οἱ Ἰουδαῖοι· ἀλλ’ ὁρῶμεν οὐ πάντως τοῦτο ἀληθές· φησὶ δὲ καὶ ὁ προφήτης· “οἴ μοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.” ζητητέον οὖν
15τὴν ἀγαθὴν γῆν ἣν Κύριος ὁ Θεὸς ἐν ἐπαγγελίᾳ δίδωσι τῷ καταλι‐ πόντι τὴν πνευματικὴν Αἴγυπτον, καὶ μετὰ πάσης μακροθυμίας καὶ ὑπομονῆς ὁδεύσαντι τὴν πνευματικὴν ἔρημον, τὴν πολλὴν καὶ φοβερὰν, καὶ νικήσαντι οὓς πατάσσει Κύριος βασιλεῖς μεγάλους, καὶ οὓς ἀνεῖλεν Κύριος βασιλεῖς κραταιούς.
20 (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, καθάπερ σῶμα τίς πλάττων, πρῶτον μὲν τὴν κεφαλὴν, ἔπειτα τὴν αὐχένα, εἶτα τοὺς πόδας τίθησιν, οὕτω καὶ ὁ μακάριος Παῦλος τῷ λόγῳ πρόει‐ σιν· εἶπεν περὶ τοῦ ἀνδρός· εἶπεν περὶ τῆς γυναικὸς τῆς δευτέρας ἀρχῆς· χωρεῖ λοιπὸν ὁδῷ βαδίζων, ἐπὶ τὴν πρώτην· αὕτη δέ ἐστιν
25ἡ τῶν παίδων. τῆς μὲν γὰρ γυναικὸς ἄρχει ἀνήρ· τῶν δὲ παίδων ὁ ἀνὴρ καὶ ἡ γυνή· ὅρα οὖν τί φησι· “τὰ τέκνα ὑπακούετε τοῖς “γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· αὕτη γάρ ἐστιν ἐντολὴ πρώτη ἐν “ἐπαγγελίαις·” οὐδὲν ἐνταῦθα περὶ Χριστοῦ διαλέγεται· οὐδὲν περὶ τῶν ὑψηλῶν· ἔτι γὰρ πρὸς ἁπαλὰς διαλέγεται διανοίας· διὸ
30καὶ βραχείαν ποιεῖται τὴν παραίνεσιν, ἅτε οὐ δυναμένων τῶν παίδων μακρῷ παρακολουθῆσαι λόγῳ· ἀλλ’ ἃ μάλιστα ψυχὴ νηπιώδης ἀκοῦσαι ποθεῖ, ταῦτα φησίν· ὅτι μακροχρόνιος ἔσται. εἰ γάρ τις ἐξετάζοι, διατί μὴ περὶ βασιλείας διελέχθη, ἀλλὰ τὴν ἐν τῷ νόμῳ κειμένην ἐντολὴν αὐτοῖς ἔθηκεν, ὡς ἅτε νηπιωδεστέ‐
35ροις οὖσιν· καὶ εἰδὼς ὅτι τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὕτω δια‐210

211

κειμένων κατὰ τὸν νόμον ὃν ἔθηκεν, οὐ πολλοῦ καμάτου ἐστὶ τὰ παιδία ὑποτάξαι· ὅταν γὰρ πρᾶγμα τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν λάβῃ καλὴν, ὁδῷ πάντα καὶ νόμῳ προβαίνει λοιπόν. Πρώτην δέ φησι αὐτὴν ἐντολὴν εἶναι, οὐ τῇ τάξει, ἀλλὰ
5τῇ ἐπαγγελίᾳ· ἐκείναις μὲν οὖν οὐ κεῖται μισθὸς, ἅτε περὶ κακῶν διατεταγμέναις καὶ τῆς τῶν κακῶν ἀναχωρήσεως· ἐν ταύ‐ ταις δὲ, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται· καὶ ὅρα πῶς θαυμαστὴν κρηπῖδα τέθεικε τῇ τῆς ἀρετῆς ὁδῷ, τὴν εἰς γονέας τιμὴν καὶ αἰδῶ· ἀπαγαγὼν τῶν πονηρῶν πρά‐
10ξεων, καὶ μέλλων εἰς τὰ ἀγαθὰ ἐμβαίνειν, τοῦτο πρῶτον ἐπέ‐ ταξε τὴν εἰς τοὺς γονέας τιμήν· ἐπειδὴ καὶ πρὸ πάντων, τοῦ ζῇν μετὰ τὸν Θεὸν οὗτοι γεγόνασιν αἴτιοι· παραινέσας τοίνυν ἅπερ ἐχρῆν τοῖς παισὶ, μεταβαίνει ἐπὶ τοὺς πατέρας καὶ φησὶ, Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’
15ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Οὐκ εἶπεν ἀγαπᾶτε αὐτά· τοῦτο γὰρ καὶ ἀκόντων αὐτῶν ἡ φύσις ἐπισπᾶται, καὶ περιττὸν ἦν περὶ τῶν τοιούτων νόμον τιθέ‐ ναι· ἀλλὰ τί φησιν; “μὴ παροργίζετε τὰ τέκνα ὑμῶν·” οἷον οἱ πολλοὶ ποιοῦσιν· ἀποκληρονόμους ἐργαζόμενοι καὶ ἀποκηρύκτους
20ποιοῦντες, καὶ φορτικῶς ἐπικείμενοι, οὐχ ὡς ἐλευθέροις, ἀλλ’ ὡς ἀνδραπόδοις· “ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ “Κυρίου·” ὁρᾷς ὅτι τῶν πνευματικῶν ὄντων καὶ τὰ σαρκικὰ ἕψε‐ ται. βούλει εἶναι τὸν υἱὸν πειθήνιον, ἐξ ἀρχῆς αὐτὸν ἔκτρεφε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
25 Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ· ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς μετ’ εὐνοίας· δουλεύοντες τῷ Κυρίῳ καὶ
30οὐκ ἀνθρώποις· εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγα‐211

212

θὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου· εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Οὐκ ἐνταῦθα δίδωσιν αὐτοῖς τὴν ὑπόσχεσιν, ἀλλ’ ἐν τῷ μέλ‐ λοντι· καὶ φιλοσοφεῖν διδάσκει· εἰ γὰρ καὶ τῷ ἀξιώματι τῶν
5παίδων εἰσὶν ἐλάττους, ἀλλὰ τῷ φρονήματι μείζους. Εὐθέως δὲ τὴν λελυπημένην ἀνέστησε ψυχήν· εὐθέως παρεμυ‐ θήσατο· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἡ δεσποτεία ἐστὶν πρόσκαιρος καὶ βραχεῖα· ὅπερ γὰρ ἂν ᾖ σαρκικὸν, ἐπίκαι‐ ρόν ἐστι· “μετὰ φόβου” φησὶ “καὶ τρόμου·” ὁρᾷς ὅτι οὐ τὸν αὐτὸν
10ἀπαιτεῖ παρὰ γυναικὸς καὶ δούλων φόβον; ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν, “ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα,” ἐνταῦθα δὲ, μετ’ ἐπι‐ τάσεως, “ἐν ἁπλότητι” φησὶ “καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ·” συνεχῶς τοῦτο λέγει· εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσ‐ σεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν,
15“ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ·” εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, πολλῷ μᾶλλον τὸν οἰκέτην. οὐ γὰρ δυσγένεια τὸ πρᾶγμα ἐστὶν, ἀλλ’ ἡ πρώτη εὐγένεια τὸ εἰδέ‐ ναι ἐλαττοῦσθαι καὶ μετριάζειν καὶ εἴκειν τῷ πλησίον· “ἐν ἁπλό‐ “τητι,” φησὶ, “καρδίας·” ἐπειδὴ ἔνι καὶ μετὰ φόβου καὶ τρόμου
20δουλεύειν, οὐκ ἐξ εὐνοίας δὲ, ἀλλὰ κακουργοῦντας τοὺς αὐτῶν δεσπό‐ τας· καὶ ταύτην ἀναιρεῖ τὴν κακουργίαν, λέγων· “ἐν ἁπλότητι καρ‐ “δίας ὑμῶν ὡς τῷ Χριστῷ· μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπο‐ “πάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ· ποιοῦντες τὸ θέλημα τοῦ “Θεοῦ ἐκ ψυχῆς μετ’ εὐνοίας· δουλεύοντες τῷ Κυρίῳ καὶ οὐκ
25“ἀνθρώποις·” ὁρᾷς πόσον ἐδεήθη, ὥστε τοῦτο ἐμφυτεῦσαι τὸ καλὸν τὸ μετ’ εὐνοίας λέγω; ὁρῶμεν γὰρ πολλοὺς, φόβῳ καὶ ἀπειλῇ πολλὰ ποιοῦντας· αὐτὸς δεῖξον, φησὶν, ὅτι ὡς Χριστοῦ δοῦλος δουλεύεις· ποίησον εἶναι σὸν τὸ κατόρθωμα, μὴ τῆς ἀνάγκης, ὡς Θεῷ δουλεύων καὶ οὐκ ὡς ἀνθρώποις ἀρέσκων· εἰ
30γὰρ ἀνθρώποις ἀρέσαι βούλει, Χριστοῦ δοῦλος οὐκ εἶ· ἀπὸ προαι‐ ρέσεως, μὴ ἐξ ἀνάγκης. Εἰδότες ὅτι ὃ ἄν τις ἐργάσηται ἀγαθὸν, τοῦτο κομιεῖ‐ ται παρὰ Κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος.
Ἐπειδὴ εἰκὸς ἦν πολλοὺς τῶν δεσποτῶν ἀπίστους ὄντας, μὴ212

213

ἀμείβεσθαι τοὺς οἰκέτας τῆς ὑπακοῆς, ὅρα πῶς αὐτοὺς παρεμυθή‐ σατο· ὥστε μὴ ὑποπτεύειν τὴν ἀνταπόδοσιν, ἀλλὰ σφόδρα θαρ‐ ρεῖν ὑπὲρ τῆς ἀμοιβῆς. Καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνιέντες
5τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν, Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ’ αὐτῷ. “Τὰ αὐτὰ” ποῖα; μετ’ εὐνοίας δουλεύετε· ἀλλ’ οὐκ εἶπεν δου‐ λεύετε· καίτοιγε εἰπὼν “τὰ αὐτὰ,” τοῦτο ἐδήλωσεν, δουλεύει γὰρ
10καὶ ὁ δεσπότης· μὴ ὡς ἀνθρωπαρέσκοι φησίν· μετὰ φόβου καὶ τρόμου τοῦ πρὸς Θεόν· δεδοικότες, μήποτε ὑμῖν ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς τοὺς δούλους ἀμελείας· “ἀνιέντες” φησὶ, “τὴν ἀπει‐ “λήν·” ἀντὶ τοῦ μὴ φορτικοὶ, μηδὲ ἐπαχθεῖς· “εἰδότες ὅτι καὶ “αὐτῶν ὑμῶν Κύριός ἐστιν ἐν οὐρανοῖς·” τουτέστιν “ᾧ μέτρῳ
15“μετρεῖς, ἀντιμετρηθήσεταί σοι·” “καὶ προσωποληψία” φησὶν, “οὐκ ἔστι παρ’ αὐτῷ·” μὴ νομίσῃς ὅτι τὰ εἰς δοῦλον γινόμενα ὡς εἰς δοῦλον οὕτως ἀφήσει· οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόμοι· ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ δεσπότου, οὐδεμίαν οἶδεν διαφοράν· ἅτε κοινῆ πάντας εὖ
20ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς. Ὠριγένης δέ φησιν, τίνα “τὰ αὐτὰ” τῶν προειρημένων; οἶμαι οὖν ὅτι “ἐν ἁπλότητι καρδίας·” καὶ τὸ “ποιοῦντες τὸ “θέλημα τοῦ Θεοῦ,” καὶ τὸ “ἐκ ψυχῆς καὶ μετ’ εὐνοίας” τῆς πρὸς τοὺς οἰκέτας.
25tΚΕΦ. Ι.
26tἘν σχήματι ὁπλίσεως περὶ τῆς κατὰ Χριστὸν δυνάμεως.
27 Τὸ λοιπὸν, ἀδελφοί μου ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Τὸ “δυναμοῦσθε ἐν Κυρίῳ,” δυναμοῦσθαι ἐστὶν ἐν λόγῳ καὶ ἐν
30σοφίᾳ, καὶ τῇ τῆς ἀληθείας θεωρίᾳ, καὶ πάσαις ταῖς Χριστοῦ ἐπινοίαις· οὗ μέγιστόν ἐστι τὸ τῆς ἰσχύος κράτος, καὶ κραταιό‐
τερον ἀρετῆς καὶ τῶν εἰδῶν αὐτῆς· ἅτινα πάντα εἰσὶ δυνάμεις,213

214

ὥσπερ αἱ κακίαι ἀδυναμία· ἔστι δέ τις τῶν ἀρετῶν, ὡς φασὶν οἱ περὶ ταῦτα δεινοὶ, ἀθεώρητος, ἡ καλουμένη ἰσχύς· ὠνομασμένη οὕτως, τῷ ἀναλογίαν τινὰ ἔχειν πρὸς τὴν σωματικὴν ἰσχύν· καὶ ἄλλη θεωρητὸς, κάλλος ἀπὸ τοῦ σωματικοῦ ὠνομασμένη, καθ’ ὃ
5κάλλος λέγεται, “περιζῶσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν “σου δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου·” καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πρὸς τὴν νύμφην, “ὅλη καλὴ εἶ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί·” καὶ πάλιν ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ “καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.”
10 (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, “ἐνδυναμοῦσθε “ἐν Κυρίῳ·” τί ἐστιν ἐν Κυρίῳ; ἐν τῇ ἐλπίδι τῇ εἰς αὐτὸν, διὰ τῆς αὐτοῦ βοηθείας· ἐπειδὴ γὰρ πολλὰ ἐπέταξεν, ἅπερ ἔδει γενέσθαι, μὴ δείσητε, φησίν· ἐπιρρίψατε, φησὶν, τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν, καὶ πάντα ἐξευμαρίσει.
15 Καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ, ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Τί ἐστι μεθοδεία; μεθοδεῦσαι ἐστὶ τὸ ἀπατῆσαι καὶ διὰ συντόμου ἑλεῖν· ὅπερ καὶ ἐπὶ τῶν τεχνῶν γίνεται, καὶ ἐν λόγοις
20καὶ ἐν ἔργοις καὶ ἐν παλαίσμασιν ἐπὶ τῶν παραγόντων ἡμᾶς· οἷόν τι λέγω· “οὐδέποτε φανερὰ προτίθησιν τὰ ἁμαρτήματα, ἀλλ’ “ἑτέρως αὐτὰ κατασκευάζει ὁ ἐχθρὸς μεθοδεύων·” τουτέστιν, πιθανὰ κατασκευάζων, ἐπικαλύμμασι κεχρημένος. Ὠριγένης δέ φησιν, ἐκ τῶν ἑξῆς καὶ τῶν περὶ τοῦ Σωτῆρος
25ἀναγεγραμμένων, ἔστιν εἰπεῖν πανοπλίαν εἶναι τοῦ Θεοῦ τὸν Χριστόν· ὥστε ταὐτὸν εἶναι τὸ “ἐνδύσασθε τὴν πανοπλίαν τοῦ “Θεοῦ,” τῷ “ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν·” ἡ γὰρ ζώνη μέν ἐστιν ἡ ἀλήθεια· θώραξ δὲ ἡ δικαιοσύνη· ὁ Σωτὴρ δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη· δηλονότι ὁ Σωτήρ ἐστιν ἡ ζώνη καὶ ὁ
30θώραξ. Ἀνάλογον δὲ τούτοις αὐτοῖς ἂν εἴη ἡ ἑτοιμασία τοῦ Εὐαγγε‐ λίου τῆς εἰρήνης, καὶ ὁ τῆς πίστεως θυρεὸς, καὶ ἡ τοῦ σωτηρίου περικεφαλαία, καὶ ἡ τοῦ Πνεύματος μάχαιρα· ὅπέρ ἐστι ῥῆμα
Θεοῦ ὁ ζῶν λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν214

215

μάχαιραν δίστομον. ποίαν δὲ κἂν ἐπινοῆσαι ἄλλην ἔστιν λέ‐ γεσθαι πανοπλίαν Θεοῦ, ἣν χρὴ ἐνδύσασθαι τὸν ἐνστησάμενον πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἢ τὴν ἀρετὴν ἥτις ἐστιν ὁ Χριστός; τοῦτον γὰρ κατὰ πάσας τὰς ἐπινοίας αὐτοῦ ἐνδυσάμε‐
5νος, ἱκανὸς ἔσται στῆναι πρὸς πάσας τὰς μεθοδείας τῆς κακίας, ἐνεργουμένας ὑπὸ τοῦ πατρὸς αὐτῆς διαβόλου. Καὶ καθὸ μὲν τὴν ἀλήθειαν ἔζωσταί τις, οὐκ ἐξελκυσθήσεται ἐπὶ τοῦ συγκαταθέσθαι τοῖς ὑπὲρ τοῦ ψεύδους πιθανοῖς καὶ σο‐ φισματώδεσι λόγοις· καθὸ δὲ τὴν δικαιοσύνην ἠμφίεται, ἄτρωτος
10ἔσται ἀπὸ τῶν βελῶν τῆς ἀδικίας, οὐδενὸς αὐτῶν καθικνουμένου καὶ ἄδικον ποιοῦντος τὸν ἐνδεδυμένον τὴν δικαιοσύνην· καὶ ὁ ὑπο‐ δησάμενος δὲ καλὰ ὑποδήματα τῆς ἑτοιμασίας τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ὡς ἕτοιμος καὶ ἑτοιμάσας εἰς τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ, καὶ διὰ τοῦτο εἰρήνης ἄνθρωπος γεγονὼς, οὔτε πολεμικόν τι
15καὶ στασιῶδες ἐργάσεται, οὔτε τοῖς ἀνετοίμοις συγκαταδικασθή‐ σεται· χώραν τὲ οὐχ ἕξει ἡ ἐχθρὰ τῇ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους ἀπιστία, ἔνθα ὁ τῆς πίστεως ἐστὶ θυρεός· ἄθραυστός τε διαφυλαχθήσεται τὴν κεφαλὴν τῆς ψυχῆς, ἐν ᾗ ἐστι τὰ θεῖα καὶ νοητὰ αἰσθητήρια, ὁ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περικείμε‐
20νος· ἀλλὰ καὶ ὡς γενναῖος στρατιώτης, πάντα τὰ πολέμια τῇ ἀληθείᾳ δόγματα κατακόψει καὶ ἀνελεῖ ὁ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστιν ῥῆμα Κυρίου, κρατῶν. Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας· πρὸς τοὺς
25κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Νομίζω πρὸς αἷμα καὶ σάρκα εἶναι, πειρασμοὺς τοὺς λεγομέ‐ νους παρ’ αὐτῷ ἀνθρωπίνους πειρασμούς· ὅτε ἡ σὰρξ ἐπιθυμοῦσα κατὰ τοῦ πνεύματος, προσκαλεῖται ἡμᾶς ἐπὶ τὸ ποιῆσαι τὰ ἔργα
30αὐτῆς· οὐκέτι δὲ ἀνθρώπινος πειρασμὸς, οὐδὲ πρὸς αἷμα καὶ σάρκα ἡ πάλη, ὅτι ἤτοι ὁ Σατανᾶς μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς, ἀγωνίζεται ἡμᾶς πεῖσαι προσέχειν αὐτῷ ὡς ἀγγέλῳ φω‐
τὸς, ἢ τί τῶν παραπλησίων τούτοις, ἃ γίνεται ἐν πάσῃ δυνάμει215

216

καὶ σημείοις καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας· καὶ εἰ πεῖσαι δέ τινα ὁ ἐχθρὸς παραδέξασθαι αὐτὸν ὡς Κύριον, ἐροῦντα ἐν αὐτῷ, τάδε λέγει Κύριος· ὥστε καὶ ὑπολαβεῖν τινὰ ἑαυτὸν προφήτην γεγονέναι τοῦ τῶν ὅλων Θεοῦ, ταῦτ’ ἂν ποιῆσαι,
5οὐχ ὡς αἷμα καὶ σὰρξ ἢ ἀνθρώπινος πειρασμὸς παλαίσας τῷ μέχρι τούτων ἑαυτὸν φρουρήσαντι· δι’ ὅπερ, οὐδαμῶς δοτέον τῷ διαβόλῳ. Ἐρεῖ δέ τις τὸ “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα “ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας” καὶ τὰ ἑξῆς, λέ‐
10γεσθαι, ἵνα διδασκώμεθα μηδὲ τὰ νομιζόμενα ἀπὸ τοῦ φρονήματος ἔρχεσθαι τῆς σαρκὸς ἡμῖν ἁμαρτήματα, πρῶτον νομίζειν ἔρχεσθαι ἡμῖν ἀπὸ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ἀλλ’ ἀπό τινων δυνάμεων ταῦτα ἐνεργουσῶν· εἰσὶ γάρ τινες δαίμονες ἐνεργοῦντες τοὺς ἔρω‐ τας καὶ τὰ φίλτρα, ὡς δηλοῖ καὶ ὁ προφήτης λέγων· “πνεύματι
15“πορνείας ἐπλανήθησαν·” τόδ’ ὅμοιον εἰπεῖν, καὶ περὶ ἄλλων δαιμόνων, θυμὸν καὶ ὀργὴν ἐμποιούντων· οὓς ἀνακόπτοντες καὶ οἱ περίεργοι λέγονται θυμοκάτοχά τινα ποιεῖν· τὸ μισεῖν δὲ, οὐ χωρὶς τῶν ἐνεργούντων ποιοῦμεν, ὅτε μισοῦμεν, δαιμόνων—καὶ τοῦτο δέ τις ἐκ τῶν λεγομένων μισήτρων οὐκ ἀτόπως κατασκευά‐
20σει. ἐπεὶ οὖν βούλεται φησὶν, ἡμᾶς ὁ Ἀπόστολος διδάξαι, οὐκ ἀπὸ τῆς φύσεως τοῦ σώματος ἔρχεσθαι ἡμῖν τὸ ἁμαρτάνειν, διὰ τοῦτο λέγει, “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, “ἀλλὰ πρὸς τὰς ἀρχὰς πρὸς τὰς ἐξουσίας” καὶ τὰ ἑξῆς. ζη‐ τοῦντες δὲ ἀπὸ ποίων παλαίων ὠφελημένος γράφων ὁ Παῦλος
25ταῦτα φησὶν ἀποκαλυφθεισῶν αὐτῷ καὶ φανερωθεισῶν, στοχαζό‐ μεθα ὅτι ἐκ τῶν ἀναγεγραμμένων περὶ πολέμων καὶ μονομαχιῶν· οἷον τοῦ Δαβὶδ πρὸς τὸν Γολίαθ, καὶ τῶν υἱῶν Ἰσραὴλ πρὸς τοὺς ἀλλοφύλους, ἢ τὰ ἔθνη οἷς ἀνταγωνιζόμενοι νενικήκασιν· εἰκὸς γὰρ ἕκαστον ἐκείνων, σύμβολον εἶναι πνευματικῶν ἀρχῶν ἡττωμέ‐
30νων ἢ περιγινομένων. Ἡ πάλη οὖν ἐστιν ἡμῖν πρὸς ἐξουσίας οὐχ ὁρατάς τινας καὶ σαρκίνας καὶ κοσμοκράτορος τοῦ περιέχοντος τὸ τῶν ἀνθρώπων γένος σκότους, καὶ πρὸς τὰ τῆς πονηρίας πνεύματα οἰκοῦντα τὸν
ἐπουράνιον τόπον, τουτέστιν τὸν ἀέρα· καὶ ἐν ἄλλοις γοῦν εἶπεν·216

217

“ἐν οἷς περιεπατήσατε ποτὲ κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου· “κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ “νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.” ἔοικεν γὰρ ὁ περι‐ κεχυμένος ἡμῖν ἀὴρ, πεπληρῶσθαι δυνάμεων ἀντικειμένων· “ὅτι
5“οὐκ ἔστιν ἡμῖν ἡ πάλη” φησὶν, “πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ “πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας “τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονη‐ “ρίας ἐν τοῖς ἐπουρανίοις.” Ἐν τοῖς ἐπουρανίοις, φησὶν, ἡ μάχη κεῖται, οὐ περὶ χρημάτων
10οὐδὲ περὶ δόξης, ἀλλ’ ὑπὲρ ἀνδραποδισμοῦ ὁ ἀγών· ἢ τὸ “ἐν τοῖς “ἐπουρανίοις,” ἀντὶ τοῦ ὑπὲρ τῶν ἐπουρανίων· οὐχ ἵνα αὐτοὶ τινὸς τύχωσι νικήσαντες, ἀλλ’ ἵνα ἡμᾶς ἀποστερήσωσιν· ὡσανεὶ ἔλεγεν· ἡ συνθήκη, ἐν τίνι κεῖται; ἐν χρυσῷ; τὸ “ἐν” ὑπέρ ἐστιν· τὸ “ἐν” διά ἐστιν· διεγείρει οὖν ἡμᾶς ἡ δύναμις τοῦ ἐχθροῦ, τὸ
15εἰδέναι περὶ μεγάλων ὄντα τὸν κίνδυνον καὶ ὑπὲρ μεγάλων τὴν νίκην· τοῦ γὰρ οὐρανοῦ ἡμᾶς ἐκβάλλειν σπουδάζει· ἀρχάς τινάς φησι καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· ποίου σκότους; ἄρα τῆς νυκτός; οὐδαμῶς· ἀλλὰ τῆς πονηρίας· ἦμεν γάρ ποτε σκότος φησι. τὴν πονηρίαν λέγω τὴν
20ἐν τῷ παρόντι βίῳ· οὐ γὰρ ἕξει περαιτέρω χώραν· οὐκ ἐν οὐρανῷ· οὐκ ἐν τῷ μετὰ ταῦτα αἰῶνι· κοσμοκράτορας δὲ αὐτοὺς φησίν· οὐχ ὡς τοῦ κόσμου κρατοῦντας· ἀλλ’ οἶδε τὸν κόσμον τοῦτον καλεῖν ἡ γραφὴ, τὰς πονηρὰς πράξεις· ὡς ὅταν λέγῃ ὁ Χριστός· “ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου·” καὶ πάλιν, “ὁ κόσμος
25“ἐμὲ μισεῖ, ὑμᾶς δὲ οὐ δύναται μισεῖν·” πάλιν τὰς πονηρὰς πράξεις λέγων· οὕτω κόσμον ἐνταῦθα, τοὺς πονηροὺς ἀνθρώπους φησίν· οἱ δὲ δαίμονες μάλιστα τούτων κρατοῦσι· “πρὸς τὰ “πνευματικά” φησι “τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις.” Ἀρχὰς δὲ καὶ ἐξουσίας φησὶ, καθάπερ καὶ ἐπὶ τῶν ἐπουρανίων·
30θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι. διὰ τοῦτο φησὶν “ἀναλάβετε “τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ “τῇ πονηρᾷ· καὶ ἅπαντα κατεργασάμενοι, στῆναι·” ἡμέραν πάλιν πονηρὰν, τὸν παρόντα βίον φησί· καὶ αἰῶνα πονηρὸν τοῦτον φησὶν, ἀπὸ τῶν ἐν αὐτῷ γινομένων κακῶν· τουτέστιν, ἀεὶ ὁπλίζεσθε· “καὶ
35“ἅπαντα,” φησὶ, “κατεργασάμενοι·” τουτέστιν καὶ πάθη καὶ ἐπι‐217

218

θυμίας ἀτόπους, καὶ τὰ ἐνοχλοῦντα ἡμῖν ἅπαντα· οὐχ ἁπλῶς ἐρ‐ γάσασθαι εἶπεν, ἀλλ’ ὥστε κατεργάσασθαι, ὥστε ἀνελεῖν· οὐ δεῖ δὲ ἀνελεῖν μόνον, ἀλλὰ καὶ στῆναι μετὰ τὸ ἀνελεῖν· πολλοὶ γὰρ τὴν νίκην ταύτην νικήσαντες, πάλιν ἔπεσον.
5 Ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ. Ὠριγένης. Ὁ ἀντιστῆναι ζητῶν ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, ὀφείλει ἔχειν τὴν πανοπλίαν τοῦ Θεοῦ, ἣν ἐξέθετο ὁ Ἀπόστολος· δι’ ἣν ὁ ἐξ ἐναντίας ἐντραπήσεται οὐδὲν ἔχειν περὶ ἡμῶν λέγειν φαῦλον ὁ διάβολος καὶ κατήγορος τῶν ἀδελφῶν ἡμῶν καὶ ἀπατῶν
10εἰς ἰδίους καὶ τῆς μερίδος αὐτοῦ γεγενημένους τοὺς ἁμαρτωλούς. ἄλλος δέ τις ἐρεῖ, τὸν ἐνεστῶτα αἰῶνα εἶναι πονηρὰν ἡμέραν· τρί‐ τος δὲ, παρὰ τὰς δύο ἐκδοχὰς ἔσται τίς λόγος λέγων, μὴ πέρας ἔχειν τὸν ἀγῶνα τῷ τὸν βίον τοῦτον ἐξεληλυθότι, ἀλλὰ καὶ τὸν ἐνταῦθα νενικηκότα, καὶ ἐν ἄλλῃ πονηρᾷ ἡμέρᾳ μέλλειν ἀγωνί‐
15ζεσθαι, πρὸς τὰς ἀντικειμένας ἐνεργείας ἐπιφαινομένας. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀλη‐ θείᾳ. Καὶ ἐν τῷ κατὰ Λουκᾶν γέγραπται· “ἔστωσαν, αἱ ὀσφῦες “ὑμῶν περιεζωσμέναι·” τίς δὲ ἡ ζώνη νῦν γινώσκομεν· ὁ τὰ τῆς
20γεννήσεως συστείλας πράγματα, καὶ μηκέτι αὐτῇ ὑπηρετῶν, ἀλλὰ σπεύδων ἐπὶ τὴν ἀθανασίαν, τὴν ὀσφῦν ζώννυται. Καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης. Ὥσπερ δυσπαθέστερός ἐστιν ὁ βαλλόμενος ὑπὸ τῶν ἐχθρῶν, ὁ θώρακα ἐνδυσάμενος, καὶ μάλιστα κατὰ τὰ κυριώτερα δυσπαθέ‐
25στερος, οὕτως ὁ τὴν δικαιοσύνην ἠμφιεσμένος, οὐκ ἂν τρωθείη· οὔτε ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ· οὔτε γὰρ εἰς θυμὸν, οὔτε εἰς ἐπιθυμίαν ἐμπεσεῖται, ἀλλὰ καὶ καθαρὸς τὴν καρ‐ δίαν μενεῖ, τῷ ἐνδεδύσθαι τῆς δικαιοσύνης τὸν θώρακα, κεχαλκευ‐ μένον αὐτῷ ἀπὸ τοῦ τεχνίτου τῶν ὅλων Θεοῦ· ὅστις ἑκάστῳ τῶν
30ἀξίων κατασκευάσαι δίδωσι τὴν πανοπλίαν. Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.
Παρατήρει, ὅτι δύναμίν τινα τῆς ψυχῆς πόδας ὠνόμασεν· οἷς218

219

οἱονεὶ ὁδεύομεν βαδίζοντες, κατὰ τὸν εἰπόντα “ἐγώ εἰμι ἡ ὁδός·” οὕστινας ὑποδῆσαι δεῖ τῇ ἑτοιμότητι τοῦ τῆς εἰρήνης Εὐαγγε‐ λίου· οἶμαι δὲ τούτων τῶν ὑποδημάτων σύμβολα εἶναι τὰ ἐν τῇ Ἐξόδῳ ἐνγεγραμμένα ὑποδήματα, ἅπερ ἐχρῆν ἔχειν τοὺς ἐσθιόν‐
5τας τὸ Πάσχα, καὶ ἑτοίμους ὄντας περὶ τὴν ὁδοπορίαν· οὕτω γάρ φησι, “φάγεσθε αὐτὸ, αἱ ὀσφῦες ὑμῶν περιεζωσμέναι, καὶ τὰ “ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν “ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· Πάσχα ἐστὶ “Κυρίου.” ἑτοιμότητος γὰρ καὶ τὸ ἐσθίειν μετὰ σπουδῆς, καὶ τὸ
10ὑποδεδεμένον ἐσθίειν· ἵνα ἰσχυροποιηθέντες ὑπὸ τῶν τροφῶν, ὁδεῦ‐ σαι δυνηθῶσιν. ὁ μὲν οὖν ὁδεύων, ὑποδεδέσθω· ὁ δὲ φθάσας ἐπὶ τὴν ἁγίαν γῆν, ὑπολυέσθω· “λῦσαι,” γάρ φησι, “τὸ ὑπόδημα ἐκ τῶν “ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστί.” διὰ τοῦτο ὁ μὲν μὴ Ἀπόστολος, ὑποδεδέσθω τοὺς πόδας ἐν ἑτοιμασίᾳ
15τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ὁ δὲ Ἀπόστολος, μηκέτι ὑποδήματα αἰρέτω εἰς ὁδόν· ἤδη τελειωθεὶς καὶ ὢν ἐν τῷ τόπῳ, ὅπου καὶ ἑστηκὼς καὶ περιπατῶν ἐν γῇ ἁγίᾳ ἐστὶ, ζῶν ἐν Χριστῷ. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, συντάξας τὸ στρατόπεδον τοῦτο καὶ διεγείρας αὐτῶν τὴν προθυμίαν, λοιπὸν
20αὐτοὺς καθοπλίζει καὶ ἵστησιν εὐτάκτως. πρῶτον τὸ τακτικὸν εἶδος· τὸ εἰδέναι ἑστάναι καλῶς. διὰ τοῦτο πολλὰ περὶ τοῦ στῆ‐ ναι διαλέγεται, καὶ ἑτέρωθι λέγων· “στήκετε· γρηγορεῖτε·” καὶ πάλιν οὕτως· “στήκετε ἐν Κυρίῳ·” ὁ ἑστὼς, ὀρθὸς ἕστηκεν· ὁ διακεχυμένος, οὐκ ἔτι, κλινόμενος τινί. ὁ τρυφῶν, οὐχ ἕστηκεν
25ὀρθός· ὁ λάγνος, ὁ φιλοχρήματος, ἀλλὰ κέκλιται. “στῆτε οὖν” φησι “περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθείᾳ·” τί δὲ τὸ ζών‐ νυσθαι; τὸν στρατιώτην διαρρέοντα καὶ διακεχαλασμένον ταῖς ἐπιθυμίαις καὶ χαμαιπετεῖς λογισμοὺς ἔχοντα συρομένους, ἀνα‐ στέλλει διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν ἱμα‐
30τίων· συμπλεκόμενον ταῖς κνημίσιν, ἀλλ’ εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν. ὀσφῦν δὲ ἐνταῦθα φησὶν, καθάπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις, οὕτως καὶ ἐφ’ ἡμῶν ἡ ὑπόθεσις παντὸς τοῦ σώματος ἡ ὀσφὺς ὥσπερ θεμέλιός ἐστι· καὶ ἐπ’ αὐτῷ τὸ πᾶν οἰκοδομεῖται.
καὶ ἡ ζώνη διὰ τοῦτο γίνεται ἐν τοῖς πολέμοις, ἵνα συγκρατῇ καὶ219

220

συνέχῃ τὸν θεμέλιον τὸν ἐν ἡμῖν· διὰ τοῦτο καὶ τρέχοντες ζωννύ‐ μεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡμῖν ἰσχυρόν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦντες, ἰσχυροὶ ἐσόμεθα· ζών‐ νυται δὲ ἡ ψυχὴ, τῷ κεφαλαίῳ τῶν λογισμῶν. τί ἐστιν “ἐν ἀλη‐
5“θείᾳ·” μηδὲν ψεῦδος ἀγαπῶμεν· πάντα τὰ πράγματα μετέωμεν ἐν ἀληθείᾳ, δόγματά τε καὶ βίον· τὰ γὰρ μὴ ἀληθῆ, ἀπὸ τῆς γῆς ἐστιν. Καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης. Καθάπερ ὁ θώραξ ἄτρωτός ἐστιν, οὕτω καὶ ἡ δικαιοσύνη· δι‐
10καιοσύνην δὲ ἐνταῦθα, τὸν καθολικὸν καὶ ἐνάρετον βίον φησίν· τὸν τοιοῦτον, οὐδεὶς οὐδέποτε δυνήσεται καταβαλεῖν· ἀλλὰ τιτρώ‐ σκουσι μὲν πολλοὶ, διατέμνει δὲ οὐδείς. Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐ‐ αγγελίου τῆς εἰρήνης.
15 Ἐπειδὴ γὰρ πολέμου ἐμνήσθη καὶ μάχης, δείκνυσιν ὅτι τὴν μάχην, πρὸς τοὺς δαίμονας ἔχειν δεῖ· τὸ γὰρ Εὐαγγέλιον εἰρήνης ἐστίν· ἐκεῖνος ὁ πόλεμος, ἕτερον καταλύει πόλεμον τὸν πρὸς Θεόν· ἂν τῷ διαβόλῳ πολεμῶμεν, εἰρηνευόμεν τῷ Θεῷ· μὴ δείσῃς τοί‐ νυν ἀγαπητὲ, εὐαγγέλιόν ἐστιν· ἤδη ἡ νίκη γεγένηται.
20 Ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως. Ἐνταῦθα οὐ τὴν γνῶσιν φησίν· οὐ γὰρ αὐτὴν ὑστέραν ἔταξεν, ἀλλὰ δι’ ἧς τὰ σημεῖα γίνεται· εἰκότως τὴν πίστιν ὀνομάζει θυρεόν· καθάπερ γὰρ ἐκεῖνος προβέβληται τοῦ παντὸς σώματος, ὥσπερ τεῖχος ὢν, οὕτω δὴ καὶ ἡ πίστις· πάντα γὰρ αὐτῇ εἴκει.
25 Ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Οὐδὲν γὰρ δύναται τῷ θυρεῷ τούτῳ· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος πρὸς τοὺς μαθητάς· “ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινά‐ “πεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβή‐
30“σεται.” πῶς δὲ ἕξομεν τὴν πίστιν; ὅταν ἐκεῖνα κατορθώσωμεν· βέλη δὲ αὐτοῦ, καὶ τοὺς πειρασμοὺς φησὶ, καὶ τὰς ἐπιθυμίας τὰς ἀτόπους· εἰ γὰρ δαίμοσιν ἐπέταξεν ἡ πίστις, πολλῷ μᾶλλον
τοῖς πάθεσι τῆς ψυχῆς.220

221

Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε. Τουτέστιν τῆς σωτηρίας ὑμῶν· περιφράττει γὰρ αὐτούς. Καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Ἤτοι τὸ Πνεῦμά φησιν, ἤτοι ἐν τῇ μαχαίρᾳ τῇ πνευματικῇ·
5διὰ γὰρ ταύτης, πάντα τέμνεται· καὶ τὴν κεφαλὴν τοῦ δράκοντος διατέμνομεν διὰ ταύτης. Θεόδωρος. Καλῶς τὸ “ὅ ἐστι ῥῆμα Θεοῦ,” εἰς παράστασιν τοῦ δυνατοῦ τῆς ἐνεργείας τοῦ Πνεύματος· ῥῆμα γὰρ Θεοῦ λέγει, ἀντὶ τοῦ Θεοῦ ἐνέργεια· ὡς τὸ “τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε‐
10“ρεώθησαν·” ἀντὶ τοῦ τῇ ἐνεργείᾳ καὶ τῇ δυνάμει τοῦ Θεοῦ ταῦτα συνέστη· οὕτως καὶ παρὰ τοῖς προφήταις κεῖται συνεχῶς, “τὸ ῥῆμα τοῦ Θεοῦ ὃ ἐγένετο·” καὶ “λόγος Κυρίου ὃς ἐγένετο·” ἀντὶ τοῦ ἡ ἀποκάλυψις ἡ κατ’ ἐνήργειαν τοῦ Θεοῦ εὐαποτεθεῖσα· κἀνταῦθα τοίνυν Θεοῦ ῥῆμα, τὴν τοῦ Πνεύματος ἐκάλεσεν ἐνέρ‐
15γειαν. Σευηριανὸς δέ φησι, εἰ ἡ μάχαιρα ῥῆμα Θεοῦ, Πνεύματος δὲ ἡ μάχαιρα, Θεὸς ἄρα τὸ Πνεῦμα, οὗ ἡ μάχαιρα· εἴτε ῥῆμα Θεοῦ τὸ Πνεῦμα τὸ Ἅγιον εἶπε, δηλονότι ὡς Λόγος ὁ Υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ ῥῆμα τοῦ Θεοῦ τὸ Πνεῦμα. μάχαιραν δὲ τοῦ
20Πνεύματος εἶπεν, τὴν τιμωρητικὴν ἐνέργειαν τοῦ Πνεύματος. Ὠριγένης φησὶ, βέλη τοῦ πονηροῦ, οἱ πονηροί εἰσι διαλο‐ γισμοί· οὐδὲ τὴν ἀρχὴν οὖν βαλεῖν εἰς τὴν καρδίαν δυνήσεται, ἐπὰν τίς σκεπόμενος τῷ τῆς πίστεως θυρεῷ σβεννυμένων πάντων τῶν πεπυρωμένων τοῦ ἐχθροῦ βελῶν ἐν αὐτῷ· ἐρεῖ δὲ τὸν θυρεὸν
25τῆς πίστεως περικείμενος, “ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε “τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη, ὡς στρουθίον; ὅτι ἰδοὺ “οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον· ἡτοίμασαν βέλη εἰς φαρέτραν, “τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.” πε‐ ποιθότος γάρ μου, φησὶν, ἐπὶ τῷ Κυρίῳ, πῶς μοι συμβουλεύετε
30μὴ ἵστασθαι πρὸς τὰ ὑπὸ τῶν ἁμαρτωλῶν ἐντεινόμενα κατ’ ἐμοῦ τόξα καὶ ἑτοιμαζόμενα ὑπ’ αὐτῶν βέλη ἐν φαρέτραις, θελόντων τρῶσαι τοὺς εὐθεῖς τῇ καρδίᾳ; ἰδοὺ γὰρ καὶ ἕστηκα, καὶ οὐ μετα‐ ναστεύω· καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα ὅσον
οὔπω σβεσθήσεται.221

222

Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων καὶ ὑπὲρ ἐμοῦ.
5 Ὁ ὑγιαίνων λόγος ἀπὸ Θεοῦ Πνεύματος ῥεῖ· ὁ δὲ ἐναντίος ἐκ τῆς γῆς λαλεῖ· “ὁ γὰρ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς “γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν· καὶ “ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ·” ὁ δὲ ἐκ τοῦ Πνεύματος λόγος μάχαιρά ἐστιν. δι’ ὅπερ ἐνταῦθα, φησὶν ὁ Παῦλος τὴν
10μάχαιραν τοῦ Πνεύματος εἶναι ῥῆμα Θεοῦ. “ζῶν γὰρ ὁ λόγος “τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν “δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ Πνεύμα‐ “τος.” τέμνει τε καὶ διαιρεῖ ἀνύων καὶ διὰ τῆς προσευχῆς καὶ δεήσεως ἐν τοῖς πάντι καιρῷ προσευχομένοις, καὶ προσευχομένοις
15πνεύματι κατὰ τὸ “προσεύξομαι πνεύματι·” καὶ ἀνύει τοῖς ὑπὲρ τοῦ πλουτῆσαι ἐν ῥήματι Θεοῦ· ἀγρυπνοῦσι καὶ προσκαρτεροῦσι τῇ τούτου κτήσει, ἐπὶ τῷ καὶ ἄλλους ὠφελῆσαι, καὶ τοῖς ὠφε‐ λοῦσι διὰ τῶν εὐχῶν ἐνεργῆσαι· παρατήρει δὲ καὶ τὸ τοῦ Ἀπο‐ στόλου μέτριον, αἰτοῦντος ἀπὸ τῶν Ἐφεσίων δεήσεις γένεσθαι
20ὑπὲρ αὐτοῦ. Σευηριανὸς φησὶν, “προσευχόμενοι Πνεύματι” οὐκ ἁπλῶς εἶπεν· ἀλλ’ ἐπειδὴ καθ’ ὃ δεῖ προσεύξασθαι οὐκ οἴδαμεν, φησὶν, ἀλλαχοῦ, αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν· ἵνα αὗται αἱ αἰτήσεις ὑμῶν μηδὲν ἔχωσι σαρκικόν· πνευματικὰς δὲ αἰτήσεις
25ἔχομεν τῇ δυνάμει τοῦ Πνεύματος βοηθουμένας. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, καθώπλισεν αὐτοὺς μετὰ πάσης ἀσφαλείας· τί οὖν δεῖ λοιπόν; τὸν βασιλέα καλεῖν καὶ παρακαλεῖν ὥστε ὀρέξαι χείρα. “δι’ ἁπάσης προσευχῆς,” φησὶν, “καὶ δεήσεως· προσευχόμενοι ἐν πάντι καιρῷ ἐν Πνεύ‐
30“ματι.” ἔστι γὰρ μὴ προσεύχεσθαι ἐν Πνεύματι, ὅτάν τις βατ‐ τολόγῃ· “καὶ εἰς αὐτὸ” φησὶ “ἀγρυπνοῦντες·” τουτέστιν, νη‐ φόντες· τοιοῦτον εἶναι χρὴ τὸν καθωπλισμένον, τὸν παρὰ τὸν βασιλέα ἑστῶτα ἄγρυπνον, νηφάλιον.
Ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων222

223

ἁγίων καὶ ὑπὲρ ἐμοῦ ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στοματός μου. Οὐκ ἄρα ἐμελέτα ἅπερ ἔλεγεν· ἀλλὰ καθὼς εἶπεν ὁ Χριστὸς “ὅταν παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἤ τι λαλήσητε· δοθή‐
5“σεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσητε·” οὕτως πάντα πίστει ἔπραττε, πάντα χάριτι. “ἐν παρρησίᾳ” φησὶν “γνωρίσαι “τὸ μυστήριον τοῦ Εὐαγγελίου·” τουτέστιν ἵνα ἀπολογήσωμαι ὡς χρὴ, μετὰ παρρησίας, μετὰ συνέσεως, μετὰ ἀνδρείας. Ὠριγένης. Ὅταν ἀνοιχθῇ τὸ στόμα δοθέντος λόγου, τότε
10παρρησίᾳ γνωρίζεται τὸ μυστήριον τοῦ Εὐαγγελίου, καὶ οὐκ ἔτι ἐν παροιμίαις καὶ παραβολαῖς· ὡς καὶ ὁ Σωτὴρ φησὶν, “ἔρχεται “ὥρα, ὅτε οὐκ ἔτι ὑμῖν ἐν παροιμίαις λαλήσω, ἀλλὰ παρρησίᾳ “περὶ τοῦ Πατέρος ἀπαγγελῶ ὑμῖν·” τὸν δὲ ἐν παρρησίᾳ λόγον, μόνος καὶ πᾶς χωρῆσαι δύναται, ὁ τὴν καρδίαν ἔχων μὴ καταγι‐
15νώσκουσαν, “ἐπεὶ ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ, παρρησίαν ἔχο‐ “μεν πρὸς τὸν Θεόν· καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ’ αὐτοῦ·” ὅθεν καὶ σπάνιος ὁ ἐν παρρησίᾳ γνωρίζων τὸ μυστήριον, τῷ σπά‐ νιον εἶναι τὸν παρρησίαν ἔχοντα πρὸς Θεόν· τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ
20ἁμαρτιῶν; Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυριῷ· ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ
25τὰς καρδίας ὑμῶν. Ἐπεὶ πᾶς ὁ τοῦ Ἀποστόλου βίος καὶ πᾶσα πράξις αὐτοῦ καὶ ἐνεργεία λόγῳ Θεοῦ ἐγίνετο, ζῶντος ἐν αὐτῷ τοῦ Χριστοῦ, διὰ τοῦτο πέμπει τὸν Τυχικὸν, τὸν κανόνα τοῦ βίου καὶ τὴν τάξιν τῶν πράξεων αὐτοῦ ἀπαγγελοῦντα τοῖς Ἐφεσίοις· καὶ ἔπρεπέ γε τῷ
30Ἀποστόλῳ ὑπὲρ τοῦ ἔχειν παράδειγμα πολιτείας ἀγαθῆς τοὺς Ἐφεσίους, πέμψαι δι’ αὐτὸ τοῦτο τὸν Τυχικόν· ἔμελλον δὲ καὶ παρακαλεῖσθαι τὰ ἀρίστα καὶ τὰ Ἀποστόλῳ ἁρμόζοντα κατορ‐ θοῦσθαι μανθάνοντες τῷ Παύλῳ.
(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης οὕτως φησὶν, ἐπειδὴ223

224

δεσμῶν ἐμνήσθη, ἀφίησί τι καὶ τῷ Τυχικῷ παρ’ ἑαυτοῦ δια‐ λεχθῆναι. ἃ μὲν γὰρ ἦν δογμάτων καὶ παρακλήσεως, ταῦτα διὰ τῆς Ἐπιστολῆς ἐδήλου· ἃ ἀπ’ ἀγγελίας ψιλῆς, ταῦτα τῷ κομίζοντι τὴν Ἐπιστολὴν ἐπέτρεπεν· “ἵνα γνῶτε,” φησὶ, “τὰ
5“περὶ ἡμῶν,” τουτέστιν ἵνα μάθητε· τοῦτο καὶ αὐτοῦ τὴν ἀγάπην ἐδήλου τὴν πρὸς αὐτοὺς καὶ τὴν ἐκείνων. Εἰρήνη τοῖς ἀδελφοῖς, καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὔχεται αὐτοῖς εἰρήνην εἶναι ἀγάπην μετὰ πίστεως. καλῶς
10εἶπεν, οὐκ ὥστε ἁπλῶς ἔχειν τὸν τῆς ἀγάπης λόγον, καὶ τοῖς ἑτερο‐ πίστοις ἑαυτοὺς ἀναμιγνύναι· ἢ τοῦτο, ἢ ἐκεῖνο φησίν· ὥστε καὶ πίστιν αὐτοὺς ἔχειν καὶ θαρρεῖν περὶ τῶν μελλόντων. ἡ εἰρήνη πρὸς τὸν Θεὸν καὶ ἡ ἀγάπη· ἐὰν γὰρ εἰρήνη, καὶ ἀγάπη ἔσται· καὶ ἐὰν ἀγάπη, καὶ εἰρήνη ἔσται· “μετὰ πίστεως·” οὐδὲν γὰρ ὄφε‐
15λος ἀγάπης, πίστεως χωρίς. μᾶλλον δὲ οὐδ’ ἂν γένοιτο ἀγάπη ἑτέρως. Ὠριγένης φησὶν, εἰ καὶ τί ἄλλο δῶρον ἔστι διδόμενον ἀπὸ Θεοῦ Πατρὸς καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εἰρήνη, ὅπερ ἓν τῶν τιμιωτάτων ἐστὶ δώρων, ἡ ὑπερέχουσα πάντα νοῦν·
20ἤτις φρουρήσει τὰς καρδίας καὶ τὰ νοήματα τῶν ἁγίων· γαληνή τις καὶ εὐδία οὖσα ψυχῆς, πάντος χειμῶνος καὶ πάσης ἀκατα‐ στασίας καὶ πάθους ἀλλοτρία· ὁμοίως δὲ τῇ εἰρήνῃ καὶ ἡ μετὰ πίστεως ἀγάπη δῶρον ἐστὶ διδόμενον ἀπὸ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· ἀγάπη δὲ πρὸς Θεὸν μὲν, ὡς γέγραπται “ἐξ ὅλης
25“καρδίας,” καὶ τῶν ἑξῆς· πρὸς τὸν πλησίον δὲ ὡς ἑαυτόν· ἀλλὰ καὶ πρὸς τοὺς ἐχθροὺς ὁ λαβὼν δῶρον τὴν ἀγάπην ἐπιφαίνει αὐτὴν, οὐδένα μισῶν καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων εὐχόμενος. “ἡ χάρις “μετὰ πάντων ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν “ἀφθαρσίᾳ.” διηγήσαντό τινες εἶναι τὸ ἀγαπᾶν αὐτὸν ἐν ἀφθαρ‐
30σίᾳ, καθαρεύοντα ἀπὸ τῶν ἔργων τῆς φθορᾶς· ἔργα δὲ τῆς φθορᾶς ἔστι τὰ κατὰ τὴν συνουσίαν· ὅθεν καὶ ἡ συνήθεια ἀφθόρους ὀνό‐ μαζε τοὺς καθαροὺς ἀπὸ συνουσίας, καὶ ἐφθαρμένους, τοὺς μίξεως γευσαμένους· ὑπερτείνοντες δέ τινες τὸ “εἴ τις τὸν ναὸν τοῦ Θεοῦ
“φθείρει, φθερεῖ αὐτὸν ὁ Θεός.”224

225

Χρυσοστόμου. Οὕτως ἐδείξαντο οὐ δυναμένοι τούτῳ ὁμοίωσαι τὸ “ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ·” ὁ μὲν οὕτως, ὁ δὲ οὕτως· ὅρα δὲ εἰ δύναται πᾶσα μὲν ἁμαρτία φθορὰ εἶναι ψυχῆς· ἡ δὲ παντελὴς αὐτῆς ἀποχὴ ἀφθαρσία· ὥστε τοὺς ἀγαπῶντας
5τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρίστον ἐν ἀφθαρσίᾳ εἶναι, τοὺς πάσης ἁμαρτίας ἀπεχομένους· μεθ’ ὧν πάντων ἐστὶ τοῦ Θεοῦ χάρις. ὡς ὄντων μέντοι γέ τινων τῶν ἀγαπώντων μὲν τὸν Κύριον, οὐ μὴν ἐν ἀφθαρσίᾳ ἀγαπώντων αὐτὸν, φησὶν ὁ Παῦλος, “ἡ χάρις μετὰ “πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν
10“ἀφθαρσίᾳ.” Θεοῦ φησίν· πᾶσι δὲ προσείη τοῦ Θεοῦ ἡ χάρις τοῖς ἀγαπῶσι τὸν Χριστὸν καὶ ἐν ἀφθαρσίᾳ πολιτευομένοις. ἔοικεν δὲ μὴ εἰρηκέναι ἡ χάρις μεθ’ ὑμῶν συνήθως· ἀλλ’ ἁπλῶς τῶν ἀγαπώντων τὸν Κύριον ἐν ἀφθαρσίᾳ, ἐπὶ τῷ παιδεῦσαι αὐτοὺς, πολλὴν τούτου ποιεῖσθαι τὴν ἐπιμέλειαν· ὡς ἂν τῶν τοιούτων καὶ
15τῆς παρὰ τοῦ Θεοῦ χάριτος ἀπολαύειν δυναμένων· ὡς γὰρ φησὶν καὶ Σευηριανὸς, τῆς φθορᾶς τίς ἀπαλαττόμενος ἀπὸ τοῦ διαβόλου, ἐν ἀφθαρσίᾳ δέχεται τὴν χάριν τοῦ Πνεύματος. (Χρυσοστόμου.) Καὶ ὁ μακάριος Ἰωάννης, τί ἐστιν ἐν ἀφθαρ‐ σίᾳ; ἤτοι ἐν κοσμιότητι ὑπὲρ τῶν ἀφθάρτων πραγμάτων· οἷον μὴ
20ἐν πλούτῳ ἀλλ’ ἐν ἐκείνοις τοῖς ἀφθάρτοις. τὸ “ἐν” διά ἐστιν· διὰ ἀφθαρσίας φησίν· τουτέστι δι’ ἀρετῆς. “πᾶσα γὰρ ἁμαρτία “φθορὰ ἦν. ῥωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν “Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατέρι, ἅμα τῷ Ἁγίῳ Πνεύματι, “δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰωνῶν.
25“Ἀμήν.” Τριὰς * μονὰς * ἐλεήσον. Τῶν εἰς τὴν πρὸς Ἐφεσίους Ἐπιστολὴν Παύλου τοῦ Ἀποστό‐ λου ἐξηγητικῶν ἐκλογῶν τόμος, ἀπὸ φωνῆς Ὠριγένους, τοῦ μακα‐
ρίου Ἰωάννου, Σευηριανοῦ, Θεοδώρου.225