TLG 4102 019 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam ad Galatas (typus Parisinus) (e cod. Coislin. 204) CATENAE (Novum Testamentum) Caten. Catena in epistulam ad Galatas (typus Parisinus) (e cod. Coislin. 204) Citation: Page — (line) | ||
1(1t) | ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ | |
2t | ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗ‐ | |
---|---|---|
3t | ΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. | |
4 | ΤΟΥ κηρύγματος εἰς τὰ ἔθνη δεχθέντος, τινὲς τῶν ἐκ τῆς περι‐ | |
5 | τομῆς ἐξιόντες ἔπειθον τὰ ἔθνη Ἰουδαΐζειν. καὶ πρώτη περὶ τούτου φαίνεται ζήτησις γεγενημένη ἐν Ἀντιοχείᾳ, ὅτε ἔδοξε τοῖς αὐτόθι πιστοῖς ἀποστεῖλαι Παῦλον καὶ Σίλαν πρὸς τοὺς Ἀποστόλους τοὺς ἐν Ἱεροσολύμοις ἔτι τότε διατρίβοντας, ἐφ’ ᾧ τε τὸ ἐκείνοις δοκοῦν μαθεῖν τε καὶ πληρῶσαι, ὅτε καὶ οἱ Ἀπόστολοι δείξαντες | |
10 | ὅτι τῷ Ἁγίῳ Πνεύματι δοκεῖ ὃ μέλλουσι γράφειν προστάττουσι μὴ ὑποκεῖσθαι νόμῳ· τηρεῖν δὲ μόνον τοῦ εἰδώλου καὶ τοῦ εἰδωλο‐ θύτου καὶ τοῦ αἵματος καὶ τοῦ πνικτοῦ καὶ τῆς πορνείας τὴν φυγήν. Ταῦτα πανταχοῦ περιϊὼν καὶ κηρύττων ὁ Παῦλος τηρεῖν | |
15 | προσέταττεν· ἀλλ’ οἱ ἐκ περιτομῆς οὐκ ἐπαύοντο τὰ ἐναντία ποι‐ οῦντες· καὶ τοῦτο δῆλον ἀπὸ τοῦ ἐν πλείοσιν ἐπιστολαῖς τὸν Παῦλον ἰσχυρῶς πρὸς αὐτοὺς ἀποτείνεσθαι. Ἐκράτησε δὲ τὸ νόσημα τῶν Γαλατῶν ἁπάντων συμφώνως Ἰουδαΐζειν βουληθέντων· ἐπείσθησαν δὲ ὑπὸ τῶν διαστρεφόντων | |
20 | Ἰουδαΐζειν λεγόντων ὅτι καὶ Πέτρος ὁ πρῶτος τῶν Ἀποστόλων καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ τῷ μίμῳ κέχρηνται καὶ οὐ κωλύουσι τοὺς βουλομένους τοῦτον τηρεῖν. οὐκ ἐκώλυον δὲ δογμα‐ τίζοντες, ἀλλὰ τῇ ἀσθενείᾳ συγκαταβαίνοντες τῶν ἐξ Ἰουδαίων πιστευόντων. | |
25 | Ὁ δὲ Παῦλος εἰς τὰ ἔθνη κηρύττων οὐ χρείαν εἶχε τῆς συγ‐ καταβάσεως ταύτης, ὥστε γ’ οὖν ἐν Ἰουδαίᾳ γέγονε, καὶ αὐτὸς τῇ συγκαταβάσει ἐχρήσατο ταύτῃ· ἀλλ’ οἱ ἀπατῶντες οὐ λέγοντες | |
τὰς αἰτίας δι’ ἃς καὶ οὗτοι κἀκεῖνοι συγκατέβαινον, προελογίζοντο | 1 | |
2 | τοὺς ἀφελεστέρους, λέγοντες ὅτι οὐ δεῖ Παύλου ἀνέχεσθαι· οὗτος γὰρ χθὲς καὶ σήμερον ἐφάνη· ἐκεῖνοι δὲ πρῶτοι οἱ περὶ Πέτρου· καὶ οὗτος μὲν μαθητὴς τῶν Ἀποστόλων γέγονεν, ἐκεῖνοι δὲ τοῦ Κυρίου· καὶ οὗτος μόνος, ἐκεῖνοι δὲ πολλοὶ καὶ στύλοι τῆς ἐκκλη‐ | |
5 | σίας. καὶ εἰς ὑπόκρισιν δὲ αὐτὸν διέβαλλον, λέγοντες ὅτι καὶ αὐτὸς οὗτος ὁ ἀναιρῶν περιτομὴν καὶ τὰ λοιπὰ νόμιμα, φαίνεται τούτοις χρησάμενος ἀλλαχοῦ, καὶ ἑτέρως μὲν ἡμῖν ἑτέρως δὲ ἄλλως κηρύττων. ἐπεὶ οὖν ἐμπρησθὲν εἶδεν ἔθνος ὁλόκληρον καὶ πυρὰν χαλεπὴν κατὰ τῆς Γαλατῶν ἀναφθεῖσαν ἐκκλησίας, γράφει τὴν | |
10 | Ἐπιστολὴν πρὸς πάντα ταῦτα ἀπολογούμενος· καὶ ἐκ προοιμίων εὐθέως πρὸς ἐκεῖνο ἀποτείνεται, ὃ οἱ διορύττοντες αὐτοῦ τὴν ὑπό‐ ληψιν ἔλεγον, ὅτι οἱ μὲν ἄλλοι τοῦ Χριστοῦ αὐτὸς δὲ τῶν Ἀπο‐ | |
στόλων γέγονε μαθητής· διὸ καὶ οὕτως ἔλεγεν. | 2 | |
3(1t) | ΚΕΦΑΛΑΙΑ | |
2t | ΤΗΣ ΠΡΟΣ | |
3t | ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΣ. | |
4 | αʹ. Διήγησις τῆς ἑαυτοῦ μεταστάσεως ἀπὸ Ἰουδαϊσμοῦ κατὰ ἀπο‐ | |
5 | κάλυψιν. βʹ. Περὶ τῆς τῶν ἀποστόλων ἐπιμαρτυρήσεως εἰς τὴν ἐν πίστει ζωήν. γʹ. Περὶ τῆς πρὸς Κηφᾶν ἀντιρρήσεως, περὶ τῆς ἐν πίστει καὶ οὐκ ἐν νόμῳ σωτηρίας. δʹ. Ὅτι διὰ πίστεως ὁ ἁγιασμὸς, οὐ διὰ νόμου. | |
10 | εʹ. Ὅτι καὶ Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη εἰς τύπον ἡμῶν. ϛʹ. Ὅτι ὁ νόμος οὐ δικαιοῖ ἀλλ’ ἐλέγχει, καὶ κατάραν ἐπιτίθησιν, ἣν λύει Χριστός. ζʹ. Ὅτι οὐκ ἐκ νόμου, ἀλλ’ ἐξ ἐπαγγελίας τὰ ἀγαθά. ὁ δὲ νόμος παρασκευαστὴς δι’ ἐλέγχου. | |
15 | ηʹ. Ὅτι ὑπὸ κτίσιν ἦσαν οἱ ἐν νόμῳ. θʹ. Ὅτι ἐν τῇ ἐλευθέρᾳ γυναικὶ τοῦ Ἀβραὰμ καὶ τῷ γνησίῳ παιδὶ ὑποτυπωθέντας, οὐ χρὴ δουλοῦσθαι νόμῳ. ιʹ. Ὅτι ἡ κλῆσις ἡμῶν οὐχ ὑπόκειται περιτομῇ καὶ νόμῳ διὰ τὸ Χριστοῦ πάθος. | |
20 | ιαʹ. Ὑπογραφὴ τῆς κατὰ πνεῦμα ἐλευθερίας. ιβʹ. Ἀποτροπὴ ἀπὸ τῶν ἑλκόντων ἐπὶ τὴν περιτομὴν, καὶ προτροπὴ | |
πρὸς νέαν ζωὴν τὴν ὑπὸ πνεύματι. | 3 | |
4(1t) | ΕΞΗΓΗΣΙΣ | |
2t | ΕΙΣ ΤΗΝ | |
3t | ΠΡΟΣ ΤΟΥΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. | |
4 | ΠΑΥΛΟΣ Ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ | |
5 | ἀνθρώπων. Ἔλεγον γὰρ, ὡς προσεῖπον, οἱ ἀπατεῶνες ἐκεῖνοι, ὅτι τῶν Ἀποστόλων ἐκείνων ἔσχατος οὗτός ἐστι, καὶ παρ’ ἐκείνων ἐδι‐ δάχθη. Πέτρος γὰρ καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ ἐκλήθησαν πρῶτοι, καὶ κορυφαῖοι τῶν Ἀποστόλων εἰσί· καὶ τὰ δόγματα | |
10 | ἐδέξαντο παρὰ τοῦ Κυρίου, καὶ χρὴ μᾶλλον ἐκείνοις πείθεσθαι ἢ τούτῳ. καὶ ταῦτα λέγοντες καὶ τὰ τοιαῦτα· καὶ τοῦτον μὲν καθαιροῦντες, ἐκείνων δὲ τὴν δόξαν ἐπαίροντες, οὐκ ἵνα ἐκείνους ἐγκωμιάσωσιν, ἀλλ’ ἵνα Γαλάτας ἀπατήσωσιν, ἔπειθον ἀκαίρως τῷ νόμῳ προσέχειν. εἰκότως οὖν οὕτως ἤρξατο. ἐπειδὴ γὰρ τὴν | |
15 | μὲν αὐτοῦ διδασκαλίαν ἐξηυτέλιζον, παρὰ ἀνθρώπων αὐτὴν λέγοντες εἶναι, τὴν δὲ Πέτρου παρὰ Χρίστου, ἐκ προοιμίων εὐθέως πρὸς τοῦτο ἵσταται λέγων· “Ἀπόστολος εἶναι οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ “δι’ ἀνθρώπων.” ἐβάπτισε μὲν γὰρ αὐτὸν Ἀνανίας, ἀλλ’ οὐκ ἐκεῖνος τὴς πλάνης ἀπήλλαξεν, οὐδὲ πρὸς τὴν πίστιν ἤγαγεν· | |
20 | ἀλλ’ αὐτὸς ἄνωθεν ὁ Χριστὸς τὴν θαυμάστην ἐκείνην πρὸς αὐτὸν ἀφῆκε φωνὴν, δι’ ἧς αὐτὸν ἐσαγήνευσε. Τὸν μὲν γὰρ Πέτρον καὶ τὸν ἀδελφὸν τούτου, καὶ τὸν Ἰωάννην, καὶ τὸν ἀδελφὸν τὸν ἐκείνου, περιπατῶν παρὰ τὴν θάλασσαν ἐκά‐ λεσε, τὸν δὲ Παῦλον εἰς οὐρανοὺς ἀνελθών· καὶ ὥσπερ οὐκ ἐδεή‐ | |
25 | θησαν ἐκεῖνοι δευτέρας φωνῆς, ἀλλ’ εὐθέως ἀφέντες τὰ δίκτυα καὶ πάντα τὰ ἄλλα ἠκολούθησαν, οὕτω καὶ οὗτος, ἀπὸ τῆς πρώτης κλήσεως, πρὸς ἄκραν ἀνέβη κορυφήν· ὁμοῦ τε βαπτισάμενος, | |
καὶ πόλεμον ἄσπονδον πρὸς Ἰουδαίους ἑλόμενος· καὶ ταύτῃ μά‐ | 4 | |
5 | λιστα τῶν Ἀποστόλων πλεονεκτήσας· “περισσότερον γὰρ αὐτῶν “ἐκοπίασα,” φησίν. ἀλλὰ τέως οὐ κατασκευάζει τοῦτο, ἀλλ’ ἀγαπᾷ τὰ ἴσα φέρων· τὸ γὰρ σπουδαζόμενον ἦν αὐτῷ, οὐ δεῖξαι ἑαυτὸν ἐκείνων ὑπερέχοντα, ἀλλὰ τῆς πλάνης καταλῦσαι τὴν | |
5 | ὑπόθεσιν. Τὸ μὲν οὖν “ἀπ’ ἀνθρώπων,” κοινὸν ἁπάντων ἦν· ἄνωθεν γὰρ τὴν ἀρχὴν καὶ τὴν ῥίζαν ἔχει τὸ κήρυγμα· τὸ δὲ “οὐ δι’ ἀνθρώπων,” ἴδιον τῶν Ἀποστόλων· οὐδὲ γὰρ δι’ ἀνθρώπων ἐκάλεσεν αὐτοὺς, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ. διατί δὲ μὴ τῆς κλήσεως ἐμνημόνευσεν, | |
10 | ἀλλὰ τῆς ἀποστολῆς; ὅτι περὶ τούτου πᾶς ὁ λόγος ἦν· ἔλεγον γὰρ αὐτὸν ὑπὸ ἀνθρώπων τῶν Ἀποστόλων ἐγκεχειρίσθαι τὴν διακο‐ νίαν ταύτην, καὶ δεῖν ἐκεῖνον αὐτοῖς πείθεσθαι. Ὅτι δὲ οὐχ ὑπ’ ἀνθρώπων ἐνεχειρίσθη, ὁ Λουκᾶς ἐδήλωσεν αὐτοῖς εἰπών· “λειτουργούντων δὲ αὐτῶν καὶ νηστευόντων τῷ | |
15 | “Χριστῷ, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, ἀφορίσατέ μοι τὸν Παῦλον “καὶ τὸν Βαρνάβαν.” ὅθεν δῆλον, ὅτι καὶ μία ἐξουσία Υἱοῦ καὶ Πνεύματος· ὑπὸ γὰρ τοῦ Πνεύματος ἀποσταλεὶς, ὑπὸ τοῦ Χριστοῦ φησὶν ἀπεστάλθαι. Τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ τῷ Πνεύματι λογιζόμενος· τοῖς γὰρ Μιλησίων διαλεγόμενος πρεσβυ‐ | |
20 | τέροις, “προσέχετε ἑαυτοῖς,” φησὶ, “καὶ παντὶ τῷ ποιμνίῳ, ἐν “ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ποιμένας καὶ ἐπισκόπους·” καίτοι γε ἐν ἄλλῃ μὲν Ἐπιστολῇ· “οὗς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ “Ἐκκλησίᾳ· πρῶτον Ἀποστόλους· δεύτερον προφήτας· εἶτα ποι‐ “μένας καὶ διδασκάλους.” οὕτως ἀδιαφόρως κέχρηται τῷ λόγῳ· | |
25 | τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος. ἐμφράττει δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων· “διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός·” ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην ὡς ἐλάττονα οὖσαν προσερρίφθαι τῷ Υἱῷ φασὶν, ὅρα τί ποιεῖ· ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησι, διδάσκων ἡμᾶς, μὴ νομο‐ | |
30 | θετεῖν τῇ ἀρρήτῳ φύσει, μηδὲ μέτρα θεότητος ὁρίζειν, μέστους Υἱοῦ καὶ Πατρὸς γενομένους· εἰπὼν γὰρ “διὰ Ἰησοῦ Χριστοῦ,” ἐπήγαγε. Καὶ Θεοῦ Πατρός. | |
Εἰ μὲν γὰρ καθ’ ἑαυτὸ τοῦτο Πατρὸς μνημονεύσας εἶπε τὸ δι’ | 5 | |
6 | οὗ, ἴσως ἂν καὶ ἐσοφίσαντο λέγοντες ἁρμόζειν τῷ Πατρὶ τὸ δι’ οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰς αὐτὸν ἀναφέρεσθαι· νῦν δὲ τοῦ Υἱοῦ μνη‐ μονεύσας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινὴν θεὶς τὴν λέξιν, οὐκέτι τὸν λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν. | |
5 | Οὐ γὰρ ὡς τὸ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς ὅτι οὐδὲ μίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν ... τί δὲ .... καὶ ἀπὸ τοῦ βαπτίσματος ἐπινοοῦντές τινα ἐλάττωσιν διὰ τὸ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος βαπτί‐ ζεσθαι ἐνταῦθα ἂν εἴποιεν; εἰ γὰρ καταδεέστερος ὁ Χριστὸς διὰ | |
10 | τὸ μετὰ Πατέρα κεῖσθαι, ἐπειδὴ ἐνταῦθα ἀπὸ τοῦ Υἱοῦ ἀρξάμενος ὁ Ἀπόστολος ἐπὶ τὸν Πατέρα ἔρχεται, τί ἂν εἴποιεν; ἀλλ’ οὐδὲν ἂν εἴποιμεν βλάσφημον· οὐ γὰρ χρὴ φιλονεικοῦντας ἐκείνοις τῆς ἀληθείας ἐξίστασθαι· ἀλλὰ τὰ μέτρα τῆς εὐσεβείας ἡμᾶς διατη‐ ρεῖν ἀναγκαῖον. ὥσπερ οὖν οὐκ ἂν εἴποιμεν ἡμεῖς μείζονα τοῦ | |
15 | Πατρὸς τὸν Υἱὸν, ἐπειδὴ τοῦ Χριστοῦ πρῶτον ἐμνημόνευσεν, ἐσχά‐ της γὰρ τοῦτο μανίας, οὕτως οὐδὲ ἐκεῖ ἐλάττονα χρὴ νομίζειν ὑμᾶς εἶναι τοῦ Πατρὸς τὸν Υἱόν. (Εὐσεβίου Ἐμίσης.) Ἄλλος δέ φησι· πατέρα νῦν καλεῖ τὸν Θεὸν, ἐπειδὴ βούλεται τὴν Ἐκκλησίαν εἰς υἱοθεσίαν ἐληλυθυῖαν, | |
20 | ἐλευθέραν εἶναι τῆς διὰ νόμου δουλείας. Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Τί ποιεῖς, ὦ Παῦλε; Ἰουδαΐζοντας ἀνθρώπους ἐνάγειν εἰς πίστιν θέλων, οὐδὲν τῶν μεγάλων ἐκείνων καὶ λαμπρῶν ἄγεις εἰς μέσον· οἷον ὃ πρὸς Φιλιππησίους γράφων ἔλεγες· “ὅτι ἐν μορφῇ | |
25 | “Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·” ὃ μετὰ ταῦτα ἐπιστέλλων Ἑβραίοις ἀνεβόησας· “ὅτι ἀπαύγασμά “ἐστι τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.” ὃ ἐκ προοιμίων ὁ τῆς βροντῆς υἱὸς ἀνεφώνησεν· “ὅτι ἐν ἀρχῇ ἦν ὁ “Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.” | |
30 | ὃ πρὸς Ἰουδαίους πολλάκις αὐτὸς ὁ Ἰησοῦς φθεγγόμενος ἔλεγεν· ὅτι τὰ αὐτὰ δύναται τῷ Πατρὶ, καὶ τὴν αὐτὴν ἐξουσίαν ἔχει· τού‐ των οὐδὲν λέγεις· ἀλλὰ ταῦτα πάντα ἀφεὶς, τῆς κατὰ σάρκα οἰκονομίας μέμνησαι, σταυρὸν εἰς μέσον φέρων καὶ νέκρωσιν. καὶ | |
φησίν· εἰ μὲν γὰρ πρὸς ἀνθρώπους ὁ λόγος ἦν, μηδὲν μέγα περὶ | 6 | |
7 | τοῦ Χριστοῦ φανταζομένους, καλῶς εἶχεν ἐκεῖνα λέγειν· ἐπειδὴ δὲ ὡς μέλλοντας τιμωρεῖσθαι εἰ ἀποσταῖεν τοῦ νόμου, στασιά‐ ζουσι πρὸς ἡμᾶς, διὰ τοῦτο πράγματος μέμνηται, δι’ οὗ πᾶσαν ἐκβάλλει τοῦ νόμου τὴν χρείαν· λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ καὶ | |
5 | τῆς ἀναστάσεως εὐεργεσίαν γενομένην ἅπασι· τὸ μὲν γὰρ εἰπεῖν, “ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος,” καὶ τὸ ἐν μορφῇ Θεοῦ ὑπῆρχεν,” καὶ τὸ “ἴσον αὐτὸν εἰπεῖν τῷ Θεῷ,” καὶ ὅσα τοιαῦτα, δεικνύντος μὲν ἦν τὴν τοῦ Λόγου θεότητα· οὐδὲν δὲ τοσοῦτον εἰς τὸ παρὸν συμ‐ βαλλομένου· τὸ δὲ εἰπεῖν “τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,” | |
10 | ἀναμιμνήσκοντος ἦν τῆς ὑπὲρ ἡμῶν πρὸς ἡμᾶς εὐεργεσίας τὸ κεφάλαιον. ὅπερ οὐ μικρὸν εἰς τὸ προκείμενον αὐτῷ συνετέλει· καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτως τοῖς τὴν τοῦ Θεοῦ μεγαλωσύνην παριστῶσι προσέχειν λόγοις, ὡς τοῖς τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ἐνδεικνυμένοις. | |
15 | Διόπερ ἀφεὶς ἐκεῖνα εἰπεῖν, περὶ τῆς εἰς ἡμᾶς εὐεργεσίας γεγενημένης ποιεῖται τὸν λόγον· καὶ ὅτι οὐ Μωϋσῆς ἀπέθανεν ὑπὲρ τοῦ κόσμου, οὐδέ τις τῶν προφητῶν ἄλλος· οὐ δεῖ τοίνυν ἡττᾶσθαι τοῦ μὴ σώσαντος, ἀλλὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθάνοντος· Εἰ γὰρ ἤρκει ὁ νόμος καὶ τὰ νόμιμα εἰς σωτηρίαν, οὐκ ἦν χρεία | |
20 | τοῦ σταυροῦ καὶ τοῦ ἐλθεῖν τὸν Χριστὸν ἐπὶ τὸν σταυρόν. ἀλλ’ ἐπιπηδῶσιν οἱ αἱρετικοὶ λέγοντες· ἰδοὺ ὁ Πατὴρ ἐγείρει τὸν Υἱόν· ἐπειδὴ γὰρ ἅπαξ νενοσήκασι, πρὸς μὲν τὰ ὑψηλὰ τῶν δογμάτων ἐθελοκωφοῦσι, τὰ δὲ ταπεινὰ, καὶ ἢ τῆς σαρκὸς ἕνεκεν εἰρημένα οὕτως, ἢ διὰ τὴν εἰς τὴν Πατέρα τιμὴν κατ’ ἄλλην τινὰ οἰκο‐ | |
25 | νομίαν, ταῦτα ἐκλέγουσιν καὶ καθ’ ἑαυτὰ ἐξετάζοντες, ἐπηρεά‐ ζουσιν ἑαυτοῖς· οὐ γὰρ ἂν εἴποιμι τῇ γραφῇ. οὓς ἡδέως ἂν ἐροί‐ μην, τίνος ἕνεκεν ταῦτα λέγουσιν; ἆρα ἀσθενῆ τὸν Υἱὸν ἀποδεῖξαι βουλόμενοι, καὶ οὐκ ἰσχύοντα πρὸς ἑνὸς ἀνάστασιν σώματος; καὶ μὴν ἡ εἰς αὐτὸν πίστις, καὶ τὰς σκιὰς τῶν πιστευόντων ἀνιστᾶν | |
30 | ἐποίει νεκρούς. Εἶτα οἱ μὲν εἰς αὐτὸν πιστεύοντες ἄνθρωποι θνητοὶ ὄντες ἔτι, ἀπὸ σκιᾶς μόνης τῶν πηλίνων σωμάτων ἐκείνων καὶ ἱματίων τοῖς σώμασι τούτοις περικειμένων νεκροὺς ἤγειρον, αὐτὸς δὲ ἑαυτὸν ἀναστῆσαι οὐκ ἴσχυεν; καὶ πῶς οὐ φανερὰ αὕτη ἡ μανία καὶ παρανοίας ἐπίστασις; οὐκ ἤκουσας αὐτοῦ λέγοντος, | |
35 | ὅτι “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν;” | 7 |
8 | καὶ πάλιν· “ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν “ἔχω πάλιν λαβεῖν αὐτήν;” Τίνος οὖν ἕνεκεν ὁ Πατὴρ αὐτὸν ἐγηγερκέναι λέγεται, ὥσπερ καὶ τὰ ἄλλα ποιεῖν ἅπερ αὐτὸς ποιεῖ; καὶ γὰρ καὶ τῆς εἰς τὸν Πατέρα τιμῆς ἕνεκεν εἴρηται τοῦτο, καὶ | |
5 | τῆς τῶν ἀκροατῶν ἀσθενείας. Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί. Οὐδαμοῦ τοῦτο προσέθηκεν ἐπιστέλλων· ἢ γὰρ τὸ αὐτοῦ ὄνομα τίθησι μόνον, ἢ δύο καὶ τριῶν ἑτέρων ὀνομαστί· ἐνταῦθα δὲ πλῆθος ὁλόκληρον τέθεικε· διόπερ οὐδὲ ὀνομαστὶ τινὸς ἐμνημόνευσε. τίνος | |
10 | οὖν ἕνεκεν τοῦτο ποιεῖ; διέβαλλον αὐτὸν ὡς μόνον ταῦτα κηρύττοντα, καὶ καινοτομίαν τινὰ τοῖς δόγμασιν ἐπεισάγοντα· θέλων οὖν ἀνε‐ λεῖν αὐτῶν τὴν ὑποψίαν, καὶ δεῖξαι ὅτι πολλοὺς ἔχει τῆς γνώμης κοινωνοὺς, συνέταξε τοὺς ἀδελφούς· δηλῶν, ὅτι ἅπερ γράφει, καὶ ἀπὸ τῆς ἐκείνων γράφει γνώμης. | |
15 | Εὐσεβίου. Καὶ οὐκ εἶπε, καὶ οἱ σὺν ἐμοὶ ἀδελφοὶ, ἀλλὰ “πάντες·” τῷ “πάντες” παριστῶν ὡς ἓν ἦν τὸ πλῆθος. Ταῖς ἐκκλησίαις τῆς Γαλατίας. Τοῦ Χρυσοστόμου. Οὐ γὰρ μίαν πόλιν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ’ ὁλόκληρον τῶν Γαλατῶν τὸ ἔθνος, αὕτη τῆς πλάνης ἐπενέμετο | |
20 | ἡ πυρά. θέα δέ μοι καὶ ἐνταῦθα τὴν πολλὴν ἀγανάκτησιν. οὐ γὰρ εἶπε, τοῖς ἀγαπητοῖς οὐδὲ τοῖς ἡγιασμένοις, ἀλλὰ “ταῖς ἐκκλη‐ “σίαις τῆς Γαλατίας.” τοῦτο δὲ ἦν σφόδρα βαρυθυμοῦντος καὶ ὀδύνην ἐνδεικνυμένου, τὸ μὴ ἀπὸ τῆς ἀγάπης, μηδὲ ἀπὸ τῶν ὀνομάτων αὐτοὺς καλέσαι τῆς τιμῆς, ἀλλ’ ἀπὸ τῆς συνόδου | |
25 | μόνης· καὶ μηδὲ προσθεῖναι ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλ’ ἁπλῶς “ταῖς ἐκκλησίαις τῆς Γαλατίας.” ἄλλως δὲ καὶ συνάψαι ἐκ προοιμίων τὸ στασιάζον ἐπείγεται· διὸ καὶ τὸ ὄνομα τῆς ἐκκλη‐ σίας οὐ τέθεικεν, ἐντρέπων αὐτοὺς καὶ συνάγων εἰς ἕν· οἱ γὰρ εἰς πολλὰ διῃρημένοι μέρη οὐκ ἂν δύναιντο ταυτῇ καλεῖσθαι τῇ | |
30 | προσηγορίᾳ· τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα, συμφωνίας καὶ ὁμο‐ νοίας ἐστίν. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. | |
Πανταχοῦ μὲν ἀναγκαίως τοῦτο τίθησι, μάλιστα δὲ Γαλά‐ | 8 | |
9 | ταις ἐπιστέλλων· ἐπειδὴ γὰρ τῆς χάριτος ἐκινδύνευον ἐκπεσεῖν, ἐπεύχεται αὐτοῖς ταύτην ἀνακτήσασθαι πάλιν. ἐπειδὴ πρὸς τὸν Θεὸν ἑαυτοὺς ἐξεπολέμωσαν, παρακαλεῖ τὸν Θεὸν πρὸς τὴν αὐτὴν αὐτοὺς ἐπαγαγεῖν εἰρήνην. | |
5 | Θεοῦ Πατρός. Κἀντεῦθεν πάλιν ῥᾳδίως ἁλίσκονται οἱ αἱρετικοί. Ἐπειδὴ γὰρ φασὶ τὸν Ἰωάννην ἐκ προοιμίων τῶν εὐαγγελίων λέγοντα, “καὶ “Θεὸς ἦν ὁ Λόγος·” διὰ τὸ χωρὶς ἄρθρου τεθεικέναι τοῦτο, ὡς ἐλάττονα εἰσάγοντα τὴν θεότητα τοῦ Υἱοῦ· καὶ πάλιν τὸν Παῦλον | |
10 | “ἐν μορφῇ Θεοῦ τὸν Υἱὸν ὑπάρχειν” λέγοντα, οὐ περὶ τοῦ Πατρὸς εἰρηκέναι διὰ τὸ χωρὶς ἄρθρου καὶ αὐτὸ κεῖσθαι, τί ἂν εἴποιεν ἐνταῦθα τοῦ Παύλου λέγοντος οὐκ ἀπὸ τοῦ Θεοῦ, ἀλλ’ “ἀπὸ Θεοῦ “Πατρός;” πατέρα δὲ ἐνταῦθα τὸν Θεὸν καλεῖ, οὐ κολακεύων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα καθαπτόμενος καὶ ὑπομιμνήσκων τὴν | |
15 | αἰτίαν, δι’ ἧς ἐγένοντο υἱοί· οὐ γὰρ διὰ νόμου, ἀλλὰ διὰλουτροῦ παλιγγενεσίας ταύτης ἠξιώθησαν τῆς τιμῆς. Διὰ τοῦτο παντα‐ χοῦ καὶ ἐν προοιμίοις κατασπείρει τὰ ἴχνη τῆς εὐεργεσίας τοῦ Θεοῦ, μονονουχὶ λέγων· οἱ δοῦλοι καὶ οἱ ἐχθροὶ καὶ ἠλλοτριωμένοι, πόθεν ἐξαίφνης Πατέρα καλεῖτε τὸν Θεόν; μὴ ὁ νόμος ὑμῖν ταύ‐ | |
20 | την ἐχαρίσατο τὴν εὐγένειαν; μὴ ἄφεσιν ἁμαρτιῶν ἐδωρήσατο; τί τοίνυν καταλίποντες τὸν εἰς ταύτην ὑμᾶς τὴν ἐγγύτητα ἀγα‐ γόντα, προστρέχετε πάλιν τῷ παιδαγωγῷ; οὐκ ἐπὶ τοῦ Πατρὸς δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Υἱοῦ ταῦτα αὐτοῖς τὰ ὀνόματα ἱκανὰ τὴν εὐεργεσίαν ἐνδείξασθαι. Τὸ γὰρ Κυρίου Χριστοῦ Ἰησοῦ ὄνομα | |
25 | μετὰ ἀκριβείας ἐξεταζόμενον, τὴν εὐεργεσίαν πᾶσαν ἐνδείκνυται. καὶ γὰρ Ἰησοῦς διὰ τοῦτο κληθήσεται, φησὶν, “ὅτι αὐτὸς σώσει “τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν·” καὶ ἡ τοῦ Χριστοῦ δὲ προσηγορία, τῆς τοῦ Πνεύματος ἀνέμνησε χρίσεως. Τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. | |
30 | Ὁρᾷς ὅτι οὐ δουλικὴν ὑπέμεινε διακονίαν, οὐδὲ ἠναγκασμένην, ἀλλ’ ἑαυτὸν ἔδωκεν; ὥστε ὅταν ἀκούσῃς Ἰωάννου λέγοντος, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ ἡμῶν ὁ Πατὴρ, μὴ ἐλατ‐ τώσῃς τὴν ἀξίαν τοῦ μονογενοῦς διὰ τοῦτο, μηδὲ ἀνθρώπινον ὑπο‐ | |
πτεύσῃς· κἂν γὰρ ὁ Πατὴρ λέγηται δεδωκέναι, οὐχ ἵνα δουλικὴν | 9 | |
10 | ἐννοήσῃς διακονίαν τοῦτο λέγεται, ἀλλ’ ἵνα μάθῃς ὅτι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν ἦν· ὅπερ οὖν καὶ ἐνταῦθα ὁ Παῦλος ἐδήλωσεν εἰπῶν, “κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν,” οὐ κατ’ ἐπι‐ ταγὴν, ἀλλὰ κατὰ τὸ θέλημα. Ἐπειδὴ γὰρ ἓν θέλημα Πατρὸς | |
5 | καὶ Υἱοῦ, ἅπερ ὁ Υἱὸς ἐβούλετο, ταῦτα καὶ ὁ Πατὴρ ἤθελεν. Ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Μυρίοις, φησὶν, ἑαυτοὺς περιεπείραμεν κακοῖς, καὶ τῆς ἐσχάτης ἦμεν ὑπεύθυνοι ...... καὶ ὁ μὲν νόμος οὐ μόνον οὐκ ἀπήλ‐ λαξεν, ἀλλὰ καὶ κατεδίκασε· τὸ μὲν ἁμάρτημα φανερὸν καθιστὰς, | |
10 | ἐλευθερῶσαι δὲ οὐκ ἰσχύων, οὐδὲ παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν. ὁ δὲ Υἱὸς τοῦ Θεοῦ καὶ τὸ ἀδύνατον τοῦτο δυνατὸν ἐποίησε, τάς τε ἁμαρτίας λύσας, καὶ τοὺς ἐχθροὺς ἐν τάξει φίλων καταστήσας, καὶ μυρία ἕτερα χαρισάμενος ἀγαθά. εἶτα φησὶν, Ὅπως ἐξέληται ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ. | |
15 | Πάλιν ἕτεροι ταύτης τῆς λέξεως ἐπιλαμβάνονται αἱρετικοὶ, τὸν παρόντα βίον διαβάλλοντες, καὶ τὴν Παύλου μαρτυρίαν παρά‐ γοντες. Ἰδοὺ γάρ, φησι, τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἴρηκε. Καὶ τί ποτέ ἐστιν αἰὼν, εἰπέ μοι; χρόνος δηλονότι· ὁ δὲ χρόνος ἐν ὥραις καὶ ἡμέραις· τί οὖν; τὸ διάστημα τῶν ἡμέρων πονηρὸν, | |
20 | καὶ ὁ τοῦ ἡλίου δρόμος; ἀλλ’ οὐδεὶς ἂν εἴποι τοῦτο ποτὲ, κἂν εἰς ἐσχάτην ἀλογίαν κατενεχθείη· ἀλλ’ οὐ τὸν χρόνον εἶπε, φησὶν, ἀλλὰ τὴν παροῦσαν ζωὴν πονηρὰν ἐκάλεσε· καὶ μὴν τὰ ῥήματά σου τοῦτο φησὶν, ἀλλ’ οὐχ ἵσταται ἐπὶ τῶν ῥημάτων, ἀφ’ ὧν τὴν κατηγορίαν ἔπλεξας, ἀλλὰ σαυτῷ τέμνεις ἑρμηνείας ὁδόν. οὐκοῦν | |
25 | καὶ ἡμῖν συγχωρήσεις ἑρμηνεῦσαι τὰ εἰρήμενα· καὶ τοσοῦτον μᾶλλον, ὅσον καὶ εὐσεβῆ τὰ ἡμέτερα καὶ λόγον ἔχοντα· τί οὖν ἂν εἴποιμεν; ὅτι οὐδὲν τῶν κακῶν ἀγαθοῦ γένοιτ’ ἂν αἴτιον ποτέ· τῶν δὲ μυρίων στεφάνων καὶ τοσούτων μισθῶν ὁ παρὼν ἡμῖν βίος αἰτιός ἐστιν. αὐτὸς γοῦν οὗτος ὁ μακάριος Παῦλος ἐπαινεῖ μεθ’ | |
30 | ὑπερβολῆς αὐτὸν, λέγων οὕτως· “εἰ δὲ τὸ ζῆν ἐν σαρκὶ τοῦτό μοι “καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γινώσκω·” καὶ αἵρεσιν δὲ ἑαυτῷ προθεὶς τοῦ ζῆν ἐνταῦθα καὶ τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, προτιμᾷ τὴν ἐνταῦθα διαγωγήν· εἰ δὲ πονηρὸς ἦν, οὐκ ἂν | |
ἐκεῖνος περὶ ἑαυτοῦ ταῦτα εἶπεν, οὐτ’ ἂν ἄλλος τις εἰς ἀρετὴν | 10 | |
11 | αὐτῷ καταχρήσασθαι ἐδυνήθη, εἰ καὶ σφόδρα σπουδάζομεν· κακίᾳ γὰρ, οὐκ ἄν ποτε εἰς ἀγαθόν τις χρήσαιτο· οὐ πορνείᾳ εἰς σωφρο‐ σύνην· οὐ φθόνῳ εἰς φιλοφροσύνην· καὶ γὰρ ὅταν λέγῃ Παῦλος περὶ τοῦ φρονήματος τῆς σαρκὸς ὅτι τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑπο‐ | |
5 | τάσσεται· οὐδὲ γὰρ δύναται, τοῦτο λέγει· ὅτι ἡ κακία οὐ δύναται εἶναι ἀρετή· ὥστε ὅταν ἀκούσῃς πονηρὸν αἰῶνα, τὰς πράξεις ἐννόει τὰς πονηρὰς, τὴν προαίρεσιν τὴν διεφθαρμένην. Οὐδὲ γὰρ ἵνα ἀποκτείνῃ ἡμᾶς καὶ ἐξαγάγῃ τῆς παρούσης ζωῆς ἦλθεν ὁ Χριστὸς, ἀλλ’ ἵνα ἀφεὶς ἐν τῷ κόσμῳ, παρασκευάσῃ τῆς | |
10 | ἐν τοῖς οὐρανοῖς διαγωγῆς γενέσθαι ἀξίους· διὰ τοῦτο καὶ τῷ Πατρὶ διαλεγόμενος ἔλεγε, “καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, καὶ “ἐγὼ πρὸς σὲ ἔρχομαι· οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ “κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ,” τοῦτ’ ἔστιν, ἀπὸ τῆς κακίας. εἰ δὲ μὴ ἀνέχῃ τούτων, ἀλλ’ ἔτι πονηρὰν τὴν | |
15 | παροῦσαν ζωὴν εἶναι φῇς, μὴ ἐγκάλει τοῖς ἑαυτοὺς ἀναιροῦσιν. ὥσπερ γὰρ ὁ τῆς κακίας ἑαυτὸν ὑπεξάγων οὐκ ἐγκλημάτων ἀλλὰ στεφάνων ἄξιος, οὕτως καὶ ὁ βιαίῳ θανάτῳ καταλύων τὴν ζωὴν, οὐκ ἂν εἴη δίκαιος ἐγκαλεῖσθαι καθ’ ὑμᾶς· νῦν δὲ καὶ ὁ Θεὸς τοὺς τοιούτους κολάζει τῶν ἀνδροφόνων μᾶλλον, καὶ πάντες βδελυττό‐ | |
20 | μεθα εἰκότως. εἰ γὰρ ἑτέρους ἀναιρεῖν οὐ καλὸν, πολλῷ μᾶλλον ἑαυτόν. εἰ δὲ πονηρὸν ἡ παροῦσα ζωὴ, τοὺς ἀνδροφόνους στεφανοῦν ἔδει, ὅτι τῆς πονηρίας ἡμᾶς ἀπαλλάττουσι. τίνος οὖν ἕνεκεν ... ........ φησὶν αἰῶνα πονηρὸν ἐνεστῶτα; τῇ κοινῇ κεχρη‐ μένος συνηθείᾳ· καὶ γὰρ καὶ ἡμεῖς εἰώθαμεν λέγειν, κακὴν ἔσχον | |
25 | ἡμέραν· οὐ τὸν καιρὸν, ἀλλὰ τὴν πρᾶξιν ἢ τὴν περίστασιν δια‐ βάλλοντες· οὕτω καὶ Παῦλος τὰς πονηρὰς διαβάλλων προαιρέ‐ σεις φησὶ, τῇ συνηθείᾳ κεχρήμενος, καὶ δείκνυσιν ὅτι καὶ τῶν προτέρων ἡμᾶς ἀπήλλαξεν ὁ Χριστὸς ἁμαρτημάτων, καὶ πρὸς τὸ μέλλον ἠσφαλίσατο· τῷ μὲν γὰρ εἰπεῖν “τοῦ δόντος ἑαυτὸν ὑπὲρ | |
30 | “τῶν ἁμαρτιῶν ἡμῶν,” ἐκεῖνο ἐδήλωσε· τῷ δὲ προσθεῖναι “ὅπως “ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ,” τὴν πρὸς τὸ μέλλον ἀσφάλειαν ἐνέφηνεν. ὁ μὲν γὰρ νόμος καὶ πρὸς τὸ ἓν αὐτὸ τοῦτο ἠσθένει· ἡ δὲ χάρις πρὸς ἀμφότερα δυνατὴ γέγονεν. Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. | |
35 | Ἐπειδὴ γὰρ ἐνόμιζον ἐκεῖνοι τοῦ Θεοῦ παρακούειν ὡς δεδωκότος | 11 |
12 | τὸν νόμον, καὶ ἐδεδοίκεισαν εἰ τὴν παλαιὰν ἀφέντες προσέλθοιεν τῇ κοινῇ, καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ὑπόνοιαν λέγων, ὅτι καὶ τῷ Πατρὶ ταῦτα δοκεῖ· καὶ οὐκ ἁπλῶς εἶπε Πατρὸς, ἀλλὰ Πατρὸς ἡμῶν· καὶ συνεχῶς αὐτὸ τίθησιν· ἐντρέπων αὐτοὺς τῷ | |
5 | δεικνύναι ὅτι πατέρα ἡμῶν τὸν αὐτοῦ Πατέρα πεποίηκεν ὁ Χριστός. (Εὐσεβίου.) Ἄλλος δέ φησι, τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἰπὼν, ἔδειξεν ὅτι τὸ κακὸν, οὐκ ἀγέννητον ἀλλὰ πρόσκαιρον, καὶ ἐν ἀνθρώποις πρὸς οὓς ἔγραψε, καὶ περὶ ἀνθρώπων τῶν πεισάντων | |
10 | αὐτοὺς ἀκαίρως κεχρῆσθαι τῷ νόμῳ. (Θεοδώρου.) Αἰὼν δέ ἐστιν, ὡς ἄλλος φησὶν, οὐ φύσις ἐν ὑπο‐ στάσει γνωριζομένη, ἀλλὰ διάστημα, ὁπώς ποτε ἐπινοούμενον, χρόνου, εἴτε μικρὸν, εἴτε μέγα· μικρὸν μὲν, ὡς ὅταν τὴν ἡμετέραν ζωὴν οὕτως καλῇ “ὃ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου | |
15 | “σου·” μέγα δὲ, ὡς ὅτε τὸ πᾶν διάστημα οὕτω λέγει, τὸ ἀπὸ τῆς τοῦ κόσμου καταβολῆς ἄχρι τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ἐπὶ συντελείᾳ αὐτοῦ παρόντος βίου γινομένης νοούμενον· περὶ οὗ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος φησίν· “ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι “πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος·” ὃν δὴ καὶ | |
20 | ἐνεστῶτα αἰῶνα ὁ Ἀπόστολος λέγει· οὕτω καλῶν αὐτὸν, ὡς ἂν ἐν αὐτῷ τὴν παροῦσαν ταυτηνὶ ζωὴν ζώντων ἡμῶν. πῶς οὖν ἂν γένοιτο διάστημα, ὃ μηδὲ ἐν ὑποστάσει θεωρεῖται ἢ καλὸν ἢ κακὸν κατὰ φύσιν; ἀλλ’ ὅπερ βούλεται εἰπεῖν ὁ Ἀπόστολος, τοῦτό ἐστιν. ὁ πρῶτος ἄνθρωπος ὡς ἐγένετο, εἰ μὲν ἀθάνατος ἔμεινεν, ἐνεστὼς βίος | |
25 | οὐκ ἂν ἦν· ἅτε δὴ τέλος οὐκ ἔχων· ἐπειδὴ δὲ θνητὸς ἐγένετο διὰ τὴν ἁμαρτίαν, ἐνεστὼς καλεῖται βιὸς ὡς εἰκὸς ἡ παροῦσα ζωὴ πρὸς τὴν μέλλουσαν ὕστερον· ἐν ταύτῃ μὲν οὖν, καὶ ἁμαρτάνειν ἐπιδεχόμεθα, ὅθεν καὶ νομίμων ἡμῖν χρεία, ἐπὶ δέ γε τοῦ μέλλον‐ τος αἰῶνος, οὐδὲ διὰ τάξεως χρεία ἡμῖν τίνος· ἐπείπερ ἔξω πάσης | |
30 | ἁμαρτίας τῇ τοῦ Πνεύματος χάριτι φυλαττόμεθα. βούλεται τοί‐ νυν εἰπεῖν, ὅτι δέδοται μὲν ὁ νόμος, ἁμαρτία δὲ οὐκ ἀνῄρητο· ἀλλὰ γὰρ καὶ σφόδρα ἡμῖν ἐπολιτεύετο· ἐπειδὴ γὰρ ἑκάστοτε παρεβαίνομεν ποτὲ μὲν ταῦτα, ποτὲ δὲ ἐκεῖνα, παρὰ τὴν τοῦ νόμου διαπραττόμενοι διάταξιν, καὶ ἢν οὐδὲν τὸ τοῦ ἁμαρτάνειν ἡμᾶς | |
35 | ῥυόμενον· ἀλλὰ αὐτὴ ἡ τῆς φύσεως ἀσθένεια καθεῖλκεν ἐπὶ τὸ | 12 |
13 | πταίειν, ὁ δέ γε Χριστὸς ἀποθανὼν ὑπὲρ ἡμῶν καὶ ἀναστὰς, παρα‐ σχόμενος δι’ αὐτοῦ καὶ ἡμῖν τὴν τῆς ἀναστάσεως μετουσίαν, ἀπήλλαξεν ἡμᾶς τῆς τοῦ παρόντος βίου ζωῆς, ἐν ᾗ πολλὰ τῶν οὐ προσηκόντων διαπραττόμεθα, καὶ κατέστησεν ἐπὶ ἐλπίδι τῆς μελ‐ | |
5 | λούσης ζωῆς· λοιπὸν ἀθάνατοί τε καὶ ἀπαθεῖς διαμένοντες, καὶ ἔξω πάσης ἁμαρτίας ὃ μηδαμῶς παρασχεῖν ἡμῖν ὁ νόμος ἐξίσχυ‐ σεν· ὃ καὶ καλῶς ἐπισφίγγων προσέθηκε, “κατὰ τὸ θέλημα τοῦ “Θεοῦ καὶ Πατρὸς ἡμῶν.” τὸ δὲ “ἐξέληται” εἴρηκεν, ἵνα παρα‐ στήσῃ ὅτι οὐκ ἦν ἄλλῳ εὐχερὲς τινὶ οὔτε νόμῳ οὔτε προφήταις· | |
10 | τὸ γὰρ ἐξέληται, μικροῦ βίαν σημαίνει· ἀλλ’ οὐ βίαν, ἀλλὰ δύνα‐ μιν τοῦ ῥυσαμένου. πῶς δὲ οὐ βίαν ἀλλὰ δύναμιν; οὐκ εἶπεν τοῦ ἁρπάσαντος, ἀλλὰ “τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν “ὅπως ἐξέληται ἡμᾶς·” αὕτη ἡ λέξις, τὸ δυσκατόρθωτον παντὶ ἄλλῳ παρέστησε. κέκληται δὲ πατὴρ ἡμῶν ὁ Θεὸς, ἵνα τῆς υἱοθε‐ | |
15 | σίας φανερουμένης, ἐκβληθῇ ἡ διὰ νόμου ἀνάγκη. “ᾧ ἡ δόξα εἰς “τοὺς αἰῶνας ἀμήν·” καὶ τοῦτο καινὸν καὶ παρηλλαγμένον· τὸ μὲν γὰρ ἀμὴν, οὐδαμοῦ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις ἐπιστολῆς εὑρίσκομεν κείμενον, ἀλλὰ μετὰ πολλά· ἐνταῦθα δὲ δεικνὺς ὅτι καὶ τὰ εἰρημένα ἱκανὴν εἶχεν κατηγορίαν Γαλατῶν καὶ ὅτι λόγος | |
20 | ἀπηρτίσμενος ἐστὶν, τὸ προοίμιον ταῦτα τέθεικε· τὰ γὰρ φανερὰ τῶν ἐγκλημάτων, οὐ πολλῆς δεῖται κατασκευῆς. ἀναμνήσας τοίνυν τοῦ σταυροῦ, τῆς ἀναστάσεως, τῆς τῶν ἁμαρτημάτων λυτρώσεως, τῆς πρὸς τὸ μέλλον ἀσφαλείας, τῆς τοῦ Πατρὸς γνώμης, τῆς τοῦ Υἱοῦ βουλῆς, τῆς χάριτος, τῆς εἰρήνης, πάσης αὐτοῦ τῆς δωρεᾶς, | |
25 | εἰς δοξολογίαν κατέκλεισε τὸν λόγον· τὴν αὐτῷ δυνατὴν εὐφημίαν ὑπὲρ τῆς οἰκουμένης ἀναπέμπων ἁπάσης· διὰ τοῦτο καὶ σφοδρό‐ τερον τῷ μετὰ ταῦτα κέκρηται λόγῳ, καθάπερ πυρωθεὶς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, εἰπὼν γάρ· “ᾧ ἡ δόξα “εἰς τοὺς αἰῶνας ἀμὴν,” ἀπὸ σφοδροτέρας ἄρχεται ἐπιπλήξεως | |
30 | οὕτω λέγων· Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον Εὐαγ‐ γέλιον. | |
Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ νόμου φυλακῆς | 13 | |
14 | ὑπώπτευον ἀρέσκειν τῷ Πατρὶ καὶ Ἰουδαῖοι τὸν Χριστὸν διώκοντες, τοῦτο πρῶτον ἐνδείκνυται· ὅτι οὐ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα παροξύνουσι τοῦτο πράττοντες· οὐ γὰρ ἀπὸ τοῦ Χριστοῦ φησὶν, ἀλλὰ καὶ ἀπὸ τοῦ Πατρὸς μεθί‐ | |
5 | στασθαι τοῦτο ποιοῦντες· ὥσπερ γὰρ ἡ παλαιὰ οὐ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τοῦ Υἱοῦ, οὕτως καὶ ἡ χάρις οὐ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς, καὶ πάντα τὰ κοινά· “πάντα γάρ” φησι “τὰ τοῦ Πατρός μου, ἐμά ἐστιν·” εἰπὼν τοίνυν ὅτι καὶ τοῦ Πατρὸς ἀφίστανται, δύο ἐγκλήματα τίθησι, καὶ τὴν μετάθεσιν, | |
10 | καὶ τὴν ταχίστην μετάθεσιν· καὶ μὴν τὸ ἐναντίον κατηγορίας ἄξιον, τὸ μετὰ πολὺν ἀποστῆναι χρόνον· ἀλλὰ ἐνταῦθα περὶ ἀπάτης ὁ λόγος. Ἄξιος μὲν γὰρ ἐγκλημάτων καὶ ὁ μετὰ πολὺν ἀποστὰς χρόνον. ὁ δὲ ἐκ πρώτης προσβολῆς, καὶ ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς | |
15 | καταπεσὼν, ἐσχάτης ἐξήνεγκεν ἀσθενείας ὑπόδειγμα· ὃ καὶ τού‐ τοις ἐγκαλεῖ λέγων· τί τοῦτο; οὐδὲ χρόνου δέονται οἱ ἀπα‐ τῶντες ὑμᾶς· μετὰ τοσαύτην χάριν, μετὰ τοσαύτην δωρεὰν, μετὰ τοσαύτην ἁμαρτημάτων συγχώρησιν καὶ φιλανθρωπίας ὑπερβολὴν, ἐπὶ ζυγὸν δουλείας ηὐτομολήσατε; ταῦτα δὲ λέ‐ | |
20 | γων, δείκνυσιν ὁμοῦ οἵαν ἔχει περὶ αὐτῶν ὑπόνοιαν, ὅτι μεγάλην τινὰ καὶ ἐσπουδασμένην· οὐδὲ γὰρ ἂν εἰ τῶν τυχόντων αὐτοὺς ἐνόμιζεν εἶναι, ἐθαύμασεν ἂν ἐπὶ τῷ γενομένῳ· ἀλλ’ ἐπειδὴ τῶν γνησίων φησὶ καὶ πολλὰ πεπονηκότων ὑμεῖς, διὰ τοῦτο θαυμάζω· ὅπερ ἦν ἱκανὸν αὐτοὺς ἀναστήσασθαι, καὶ πρὸς τὰ πρότερα ἐπανα‐ | |
25 | γαγεῖν· ὃ καὶ ἐν μέσῃ τῇ Ἐπιστολῇ δηλῶν ἔλεγε, “τοσαῦτα “ἐπάθετε εἰκῆ·” εἴγε καὶ εἰκῆ καὶ οὐκ εἶπε μετέθεσθε, ἀλλὰ “μετατίθεσθε·” τοῦτ’ ἐστιν, οὐδέπω πιστεύω οὐδὲ ἡγοῦμαι ἀπηρ‐ τισμένην εἶναι τὴν ἀπάτην· ὃ καὶ αὐτὸ πάλιν ἐστὶν ἀνακτωμένου· τοῦτο γοῦν σαφέστερον προϊὼν λέγει· “ἐγὼ πέποιθα εἰς ὑμᾶς, ὅτι | |
30 | “οὐδὲν ἄλλο φρονήσετε.” Ἀπὸ τοῦ καλέσαντος ὑμᾶς, ἐν χάριτι Χριστοῦ. Ἡ μὲν κλῆσις ἐστὶ τοῦ Πατρός· τῆς δὲ κλήσεως ἡ αἰτία τοῦ Υἱοῦ· αὐτὸς γάρ ἐστιν ὁ καταλλάξας καὶ δωρεὰν δούς· οὐ γὰρ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐσώθημεν· μᾶλλον δὲ καὶ | |
35 | ταῦτα ἐκείνου, καὶ ἐκεῖνα τούτου· “τὰ γὰρ ἐμὰ, σὰ,” φησὶ, | 14 |
15 | “καὶ τὰ σὰ, ἐμά.” καὶ οὐκ εἶπεν ἀπὸ τοῦ Εὐαγγελίου μετατί‐ θεσθε, ἀλλ’ ἀπὸ τοῦ καλέσαντος ὑμᾶς, φησι, Θεοῦ· ὃ γὰρ ἦν φρικωδέστερον, καὶ μᾶλλον ἱκανὸν αὐτοὺς καταπλῆξαι, τοῦτο τέ‐ θεικεν. οἱ γὰρ ἀπατᾶν αὐτοὺς βουλόμενοι οὐκ ἀθρόως τοῦτο ἐποί‐ | |
5 | ουν, ἀλλ’ ἠρέμα αὐτοὺς τῶν πραγμάτων μεθιστῶντες, τῶν ὀνομά‐ των οὐ μεθίστων· τοιαύτη γὰρ τοῦ διαβόλου ἡ πλάνη, μὴ γυμνὰ προτιθέναι τὰ θήρατρα· εἰ μὲν γὰρ εἶπον ἀποστῆναι ἀπὸ τοῦ Χρι‐ στοῦ· ὡς πλάνους ἂν καὶ λυμεῶνας ἐφυλάξαντο· νῦν δὲ ἀφέντες αὐτοὺς ἐν τῇ πίστει τέως, καὶ τῇ πλάνῃ τὸ τοῦ Εὐαγγελίου ἐπι‐ | |
10 | θέντες ὄνομα, μετὰ πολλῆς τῆς ἀδείας διώρυττον τὴν οἰκοδομὴν τῶν εἰρημένων· καθαπέρ τινων παραπετασμάτων, τῶν ὀνομάτων τούτων κρυπτόντων τοὺς τοιχωρύχους· ἐπεὶ οὖν Εὐαγγέλιον ἐκά‐ λουν τὴν ἑαυτῶν ἀπάτην, καλῶς αὐτὸς καὶ πρὸς τὸ ὄνομα μάχεται λέγων. | |
15 | Εἰς ἕτερον Εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο. Ἀλλ’ ὅμως ὅπερ πάσχουσιν οἱ νοσοῦντες, ἐκ τῶν ὑγιεινῶν βλαπτόμενοι σιτίων, τοῦτο καὶ Μαρκίων ἐνταῦθα ἔπαθεν .... ...... ὅτι ἰδου.. Παῦλος εἶπεν, οὐκ ἔστιν Εὐαγγέλιον· οὐδὲ γὰρ παραδέχονται τοὺς Εὐαγγελιστὰς ἅπαντας, ἀλλ’ ἕνα | |
20 | μόνον· καὶ αὐτὸν περικόψαντες καὶ συγχέσαντες ὡς ἐβούλοντο· τί οὖν ὅταν αὐτὸς λέγῃ, “κατὰ τὸ Εὐαγγέλιόν μου καὶ τὸ “κήρυγμα Ἰησοῦ Χριστοῦ;” Ἔστι μὲν οὖν πολλοῦ γέλωτος ἄξια τὰ εἰρημένα παρ’ αὐτῶν· πλὴν ἀλλὰ κἂν καταγέλαστα ἦ, ἀναγκαῖον ἐλέγχειν αὐτὰ, διὰ | |
25 | τοὺς εὐκόλως ἀπατωμένους· τί οὖν ἐροῦμεν; ὅτι κἂν μυρίοι γρά‐ φωσιν Εὐαγγέλια, τὰ δὲ αὐτὰ γράφωσιν, ἕν ἐστι τὰ πολλά· καὶ οὐδὲν ἀπὸ τοῦ τῶν γραφόντων πλήθους εἰς τὸ ἓν εἶναι παραβλα‐ βήσεται. Ὥσπερ οὖν κἂν εἷς ᾖ πάλιν ὁ γράφων, καὶ ἐναντία γράφῃ, οὐκ | |
30 | ἔστιν ἓν τὰ γραφόμενα· τὸ γὰρ ἓν καὶ τὸ οὐκ ἓν, οὐ τῷ τῶν γρα‐ φόντων ἀριθμῷ, ἀλλὰ τῇ ταυτότητι καὶ ἑτερότητι τῶν λεγομένων κρίνεται· ὅθεν δῆλον ὅτι καὶ τὰ τέσσαρα Εὐαγγέλια ἕν ἐστιν Εὐαγγέλιον. ὅταν γὰρ οἱ τέσσαρες τὰ αὐτὰ λέγωσιν, οὐκ ἔστιν ἄλλο καὶ ἄλλο διὰ τὴν τῶν προσώπων διαφορὰν, ἀλλ’ ἓν διὰ τὴν | |
35 | τῶν εἰρημένων συμφωνίαν καὶ τὴν τῶν δογμάτων ἀκρίβειαν. | 15 |
16 | (Σευηριανοῦ.) Ἄλλος δέ· “Εἰς ἕτερον Εὐαγγέλιον ὃ οὐκ ἔστιν “ἄλλο” φησίν· τὸ γὰρ ἡμέτερον Εὐαγγελίον καὶ τὸ τῶν Ἀπο‐ στόλων ἐκτὸς ὑμᾶς εἶναι βούλεται νόμου. (Θεόδωρος.) Ἄλλος δὲ πάλιν, οὕτως ἑρμηνεύει τὰ εἰρημένα. | |
5 | διὰ πάντων ηὔξησε τὴν ἀτοπίαν τῆς μεταβολῆς τὸ οὕτως εἰπὼν, πολλὴν εἶχον τὴν ἔνδειξιν· καὶ τὸ ταχέως ἐπισυνάψας καὶ τὸ “μετατίθεσθε” προστεθεικὼς οὐ μετάγεσθε, ὡς ἐπὶ ἀψύχων φησὶ “μετατίθεσθε·” “εἰς ἕτερον Εὐαγγέλιον·” ἵνα δοκῇ παντε‐ λὴς εἶναι εὐσεβείας μετάθεσις· καὶ ἵνα μὴ δόξῃ συγχωρεῖν ἕτε‐ | |
10 | ρον Εὐαγγέλιον εἶναι ὃ οὐκ ἔστιν ἄλλο· πῶς οὖν εἶπας ἕτερον; “εἰ μὴ τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μετα‐ “στρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ·” τὴν ἀπὸ τοῦ ὄντος Εὐαγγελίου μεταβολὴν, ἕτερον εἰπὼν Εὐαγγέλιον· εἶτα ἐπειδὴ τὰ τῶν Ἀποστόλων πρόσωπα προεβάλλοντο, ὥστε δεῖξαι ὅτι οὐκ ἑαυ‐ | |
15 | τὸν ἐκείνων προτιμᾷ, ἀλλὰ τὴν ἀλήθειαν, ἧς ἐκτὸς οὐδὲ ἑαυτὸν εἶναί τι νενόμικεν· ὅθεν αὐτὸ καὶ ἐπαύξων ἔλεγεν· “ἢ ἄγγελος ἐξ “οὐρανοῦ·” ἵνα μηδὲ ἡ τοῦ τόπου ἀξιοπιστία μετὰ τοῦ προσώπου συναφθεῖσα ἀντίρροπος τῆς ἀληθείας εἶναι νομίζηται· “εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς” φησὶ “καὶ θέλοντες ἀνατρέπειν τὸ | |
20 | “Εὐαγγέλιον τοῦ Χριστοῦ.” τουτέστιν, ἕως ἂν ὑγιαίνητε τὸν νοῦν, οὐκ ἐπιγνώσεσθε ἕτερον Εὐαγγέλιον· ἕως ἂν ὀρθὰ βλέπητε καὶ μὴ διεστραμμένα, τὰ μὴ ὄντα φανταζόμενοι. Δεικνὺς δὲ ὅτι μικρὸν παραποιηθὲν τὸ ὅλον λυμαίνεται, εἶπε, τὸ Εὐαγγέλιον ἀνατρέπεσθαι. | |
25 | Καθάπερ γὰρ ἐν τοῖς βασιλικοῖς νομίσμασιν, ὁ μικρὸν τοῦ χαρακτῆρος περικόψας, ὅλον τὸ νόμισμα κίβδηλον εἰργάσατο, οὕτως καὶ ὁ τῆς ὑγιοῦς πίστεως, καὶ τὸ βραχύτατον ἀνατρέψας, τῷ παντὶ λυμαίνεται, ἐπὶ τὰ χείρονα προϊὼν ἀπὸ τῆς ἀρχῆς. διὰ τοῦτο καὶ ὁ Παῦλος τὴν περιτομὴν, ἀνατροπὴν τοῦ Εὐαγγελίου | |
30 | καλεῖ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγε‐ λίζηται ὑμῖν, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. | |
Ὁρᾷς σύνεσιν ἀποστολικήν; ἵνα γὰρ μήτις λέγῃ ὅτι κενο‐ | 16 | |
17 | δοξίας ἕνεκεν τὰ ἴδια συγκροτεῖ δόγματα καὶ ἑαυτὸν ἀναθεμάτι‐ σεν· ἐπειδὴ δὲ καὶ εἰς ἀξιώματα κατέφυγον, Ἰάκωβον, καὶ Ἰωάν‐ νην, διὰ τοῦτο καὶ ἀγγέλων ἐμνήσθη. μὴ γάρ μοι Ἰάκωβον εἴπῃς, φησὶ, καὶ Ἰωάννην· κἂν γὰρ τῶν πρώτων ἀγγέλων ᾖ τίς τῶν ἐξ | |
5 | οὐρανοῦ διαφθείρων τὸ κήρυγμα, ἀνάθεμα ἔστω. καὶ οὐκ ἁπλῶς εἶπεν ἐξ οὐρανοῦ, ἀλλ’ ἐπειδὴ καὶ ἱερεῖς ἄγγελοι ἐκαλοῦντο, “χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν· καὶ νόμον ἐκζητήσουσιν “ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν·” ἵνα μὴ τούτους νομίσῃς λέγεσθαι ἀγγέλους, τῇ τοῦ “οὐρανοῦ” | |
10 | προσθήκῃ τὰς ἄνω δυνάμεις ᾐνίξατο· καὶ οὐκ εἶπεν, ἐὰν ἐναντία καταγγέλλωσιν ἢ ἀνατρέπωσι τὸ πᾶν, ἀλλὰ κἂν μικρόν τι εὐαγ‐ γελίζωνται “παρ’ ὃ εὐηγγελισάμεθα,” κἂν τὸ τυχὸν παρακίνω‐ σιν, “ἀνάθεμα ἔστω.” Ὡς προείρηκα καὶ πάλιν λέγω. | |
15 | Ἵνα γὰρ μὴ νομίσῃς θυμοῦ τὰ ῥήματα εἶναι, ἢ ὑπερβολικῶς εἰρῆσθαι, ἢ κατὰ συναρπαγήν τινα, δεύτερον αὐτὸ πάλιν τίθησιν· ὁ μὲν θυμῷ τι προαχθεὶς εἰπεῖν, κἂν μεταγνοίη ταχέως· ὁ δὲ δεύ‐ τερον τὰ αὐτὰ λέγων, δείκνυσιν ὅτι κρίνας οὕτως εἰπεῖν καὶ πρό‐ τερον τῇ γνώμῃ κυρώσας, οὕτως ἐξήνεγκε τὸ λεχθέν· οἱ γὰρ | |
20 | ἄγγελοι, κἂν μεγάλοι, ἀλλὰ δοῦλοι καὶ λειτουργοὶ τυγχάνουσιν ὄντες· αἱ δὲ γραφαὶ πᾶσαι, οὐ παρὰ δούλων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων δεσπότου Θεοῦ γραφεῖσαι παρεπέμφθησαν· διὰ τοῦτό φησιν· “ἐάν τις ὑμᾶς εὐαγγελίσῃ τι παρ’ ὃ εὐηγγελισάμεθα” ὑμᾶς, καὶ οὐκ εἶπεν ὁ δεῖνα καὶ ὁ δεῖνα, συνετῶς σφόδρα καὶ ἀνεπαχθῶς· | |
25 | τί γὰρ ἔδει λοιπὸν ὀνομάτων μνησθῆναι τὸν τοσαύτῃ ἄνω χρησά‐ μενον ὑπερβολῇ, ὡς ἅπαντας καὶ τοὺς κάτω περιλαβεῖν; διὰ μὲν γὰρ τοῦ εὐαγγελιστὰς καὶ ἀγγέλους ἀναθεματίσαι, πᾶν ἀξίωμα περιέγραψε· διὰ δὲ τοῦ ἑαυτὸν, πᾶσαν οἰκειότητα καὶ γνησιότητα. ταῦτα δὲ, οὐχ ὡς καταγιγνώσκων τῶν Ἀποστόλων | |
30 | φησὶν, οὐδὲ ὡς παρακαινόντων τὸ κήρυγμα· ἄπαγε. εἴτε γὰρ ἡμεῖς εἴτε ἐκεῖνοι, φησὶν, οὕτω κηρύσσομεν· ἀλλὰ δεῖξαι βουλόμε‐ νος ὅτι ἀξίωμα προσώπων οὐ προσίεται, ὅταν περὶ ἀληθείας ὁ | |
λόγος ᾖ. | 17 | |
18 | (Σευηριανοῦ.) Ἄλλος δέ, φησιν, ἔστω ἄγγελος· διὰ τί δὲ καὶ ἡμεῖς, ὅτε ἐκηρύττομεν Πνεύματος Ἁγίου δυνάμει ἐκηρύξαμεν· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον .................. .... ἔστω οὖν καὶ ὁ κῆρυξ ἀνάθεμα ἀθετῶν τὸ κήρυγμα. | |
5 | Παρ’ ὃ παρελάβετε. Οὐκ ἐκήρυξα μὲν ἐγὼ φησίν· ὑμεῖς δὲ οὐκ ἐλάβετε, ἀλλὰ καὶ ἐγὼ ἐκήρυξα, καὶ ὑμεῖς παρελάβετε· οὔτε ἐγὼ μετανοῶ κηρύξας, καὶ ὑμεῖς τηρήσατε ὃ εἰλήφατε. Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; ἢ ζητῶ | |
10 | ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χρι‐ στοῦ δοῦλος οὐκ ἂν ἤμην. Μέλλων αὐτοὺς ὑπομιμνήσκειν τοῦ ἰδίου Εὐαγγελίου, προλα‐ βὼν ἀσφαλίζεται, ἵνα μὴ νομίσωσιν ὅτι θεραπεύει ὑπαγόμενος· ἐπιπλήττει γὰρ νουθετῶν. εἰπὼν δὲ, “εἰ ἔτι,” ἐδήλωσεν ὅτι ἤρεσκε | |
15 | ποτ’ ἀνθρώποις· τίσι δὲ ἤρεσκε; παρ’ ὧν ἔλαβεν ἐπιστολὰς τοὺς εἰς Δαμασκὸν πιστοὺς κακῶσαι· εἰ οὖν, φησὶν, ἤρεσκον ἔτι τοῖς Ἰουδαίοις, οὐκ ἂν ἐπίστευσα τῷ Χριστῷ. Ἄλλος. δέ φησι, πρὸς ἐκείνην ἀπομάχεται τὴν ὑπόνοιαν τὴν φάσκουσαν, ὅτι παρ’ ὑμῖν ἄλλα εἶπεν, ἐν δὲ Ἰουδαίᾳ ἄλλως ἔζῃ, | |
20 | καὶ φησί· πῶς δύναμαι ἄλλος εἶναι ἔξωθεν, ἄλλος δὲ ἔσωθεν, Θεοῦ ὄντος τοῦ ἐφόρου; τί δὲ προβαλλόμενος ἀξιώματα ἀνθρώ‐ πινα, οἷς ἐγὼ οὔτε μάχομαι οὔτε διαφωνῶ; Ὥστε ὁμοῦ μὲν ἀπολογούμενος, ὁμοῦ δὲ αὐτῶν κατεξανιστά‐ μενος ταῦτα τέθεικε· τοὺς γὰρ μαθητευομένους, οὐ δικάζειν τοῖς | |
25 | διδασκάλοις ἀλλὰ πιστεύειν προσῆκεν. Ἐπειδὴ δὲ ἀντεστράφη ἡ τάξις, μάθετε ὅτι τῆς μὲν πρὸς ὑμᾶς ἀπολογίας οὐ πολύς μοι λόγος· τὸ δὲ πᾶν διὰ τὸν Θεὸν πράττομεν, καὶ ὥστε ἐκείνῳ περὶ τῶν δογμάτων ἀπολογήσασθαι τούτων. ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ, καὶ ἀπάτῃ κέχρηται, ὥστε πεῖσαι | |
30 | καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην· ὁ δὲ Θεὸν πείθων, καὶ ἀρέ‐ σκειν ἐκείνῳ σπουδάζων, ἁπλῆς δεῖται διανοίας καὶ καθαρᾶς· ὅθεν φησι “καὶ ἡμεῖς οὐ φιλαρχίας ἕνεκεν, οὐδὲ τῆς παρ’ ὑμῶν ἐφιέ‐ | |
“μενοι δόξης, ταῦτα γράφομεν νῦν.” Εἰ γὰρ ἤθελον ἀνθρώποις | 18 | |
19 | ἀρέσκειν, ἔτι μετὰ Ἰουδαίων ἤμην, ἔτι τὴν ἐκκλησίαν ἐδίωκον. Ἵνα οὖν μὴ νομίσωσιν ὅτι αὐτοῖς ἀπολογούμενος ταῦτα λέγει καὶ τὰ ἑξῆς, καὶ ἐπαρθῶσι, διὰ τοῦτο προεῖπεν. Ἄρτι γὰρ ἀνθρώπους πείθω. | |
5 | Οἶδε γὰρ ἐς καιρὸν τὸν προσήκοντα, πρὸς τὴν τῶν μαθητῶν διόρθωσιν, καὶ ὑψηλὸν καὶ μέγα τί φθέγγεσθαι· καίτοι γε ἦν ἑτέ‐ ρωθεν τὰς ἀποδείξεις ποιήσασθαι τοῦ μετὰ ἀληθείας κηρύττειν, ἀπὸ τῶν σημείων, ἀπὸ τῶν θαυμάτων, ἀπὸ τῶν κινδύνων, καὶ ἀπὸ πάντων τῶν ἄλλων ὧν κατέλεξε Κορινθίοις ἐπιστέλλων· ἀλλ’ | |
10 | ἐπειδὴ οὐ πρὸς τοὺς ψευδαποστόλους ἀλλὰ πρὸς τοὺς Ἀποστό‐ λους ὁ λόγος αὐτῷ ἦν νῦν, ἐκεῖνοι δὲ καὶ τούτων ἦσαν κεκοινωνη‐ κότες, ἑτέρωθεν μεθοδεύει τὸν λόγον, τὴν προτέραν ἀποστροφὴν διη‐ γούμενος, καὶ φησίν, “γνωρίζω δὲ ὑμῖν ἀδελφοί.” | |
14t | ΚΕΦ. Α. | |
15t | Διήγησις τῆς ἑαυτοῦ μεταστάσεως ἀπὸ Ἰουδαϊσμοῦ κατὰ ἀποκάλυψιν. | |
16 | Γνωρίζω δὲ ὑμῖν ἀδελφοὶ τὸ Εὐαγγέλιον τὸ εὐαγγε‐ λισθὲν ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου αὐτὸ παρέλαβον, οὐδὲ ἐδι‐ δάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. | |
20 | Ὅρα πῶς ἄνω καὶ κάτω τοῦτο διισχυρίζεται, ὅτι τοῦ Χριστοῦ γέγονε μαθητής· οὐκ ἀνθρώπου μεσιτεύσαντος, ἀλλ’ αὐτοῦ δι’ ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι τὴν γνῶσιν αὐτῷ πᾶσαν· καὶ ποῖα τοῖς ἀπίστοις ἀπόδειξις γένοιτ’ ἂν, τοῦ τὸν Θεὸν ἀποκαλύψαι σοι δι’ ἑαυτοῦ καὶ μὴ δι...... ἀπόρρητα ἐκεῖνα μυστήρια; | |
25 | ἡ προτέρα ἀναστροφὴ φησί· οὐ γὰρ ἂν εἰ μὴ Θεὸς ἦν ὁ ἐκκα‐ λύπτων, οὕτως ἀθρόαν ἔσχον μεταβολήν· οἱ μὲν γὰρ ὑπὸ ἀνθρώπων διδασκόμενοι, ὅταν σφοδροὶ καὶ διακαεῖς ὦσιν ἐν τοῖς ἐναντίοις, χρόνου δέονται καὶ πολλῆς τῆς μηχανῆς πρὸς τὸ πεισθῆναι· ὁ δὲ οὕτως ἀθρόον μεταστὰς, καὶ ἐν αὐτῇ τῇ τῆς μανίας ἀκμῇ καθα‐ | |
30 | ρῶς σωφρονήσας, εὔδηλον ὅτι θείας τυχὼν ὄψεως καὶ διδασκαλίας, ἀθρόον πρὸς τὴν καθαρὰν ἐπανῆλθεν ὑγίειαν. διὰ τοῦτο ἀναγκάζε‐ | |
ται περὶ τῆς προτέρας αὐτοῦ διηγήσασθαι σπουδῆς, καὶ μάρτυρας | 19 | |
20 | αὐτοὺς καλεῖ τῶν γενομένων· ὅτι μὲν γὰρ κατηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς δι’ ἑαυτοῦ με καλέσαι ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε· πῶς γὰρ οἱ μὴ παρόντες; ὅτι δὲ διώκτης ἤμην σφοδρὸς, ἴστε· καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διεδόθη· καίτοι | |
5 | πολὺ τὸ διάστημα Παλαιστίνων καὶ Γαλατῶν· ὥστε οὐκ ἂν τοσοῦτον διέβη ἡ φήμη, εἰ μὴ πολλὴ ἡ τῶν γινομένων ὑπερβολὴ ἦν, καὶ πᾶσιν ἀφόρητος. διὸ καὶ φησί. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφὴν, ὅτι καθ’ ὑπερ‐ βολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν | |
10 | αὐτήν. Ὁρᾷς πῶς ἕκαστον μετὰ ἐπιστάσεως τίθησιν; καὶ οὐκ αἰσχύ‐ νεται· οὐ γὰρ ἁπλῶς ἐδίωκεν, ἀλλὰ καὶ μεθ’ ὑπερβολῆς· καὶ οὐκ ἐδίωκεν μόνον, ἀλλὰ καὶ ἐπόρθει. τουτέστι, σβέσαι ἐπιχείρει τὴν ἐκκλησίαν, καταστρέψαι, καθελεῖν, ἀφανίσαι· τοῦτο γὰρ πορ‐ | |
15 | θοῦντος ἔργον. (Εὐσεβίου.) Ἄλλος δέ φησι. Ἐν ἀρχῇ μὴ καλέσας Εὐαγ‐ γέλιον αὐτοῦ, ἐνταῦθα ἐπιφέρει· “τὸ Εὐαγγέλιον τὸ εὐαγγελι‐ “σθὲν ὑπ’ ἐμοῦ.” Ἐπειδὴ ἀμφίβολον ἐγίνετο ποῖον ἔστι τὸ τοῦ καλέσαντος | |
20 | Εὐαγγέλιον οὐχὶ τοῖς πράγμασιν, ἀλλὰ ταῖς συκοφαντίαις· ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον, ὡς φασὶν, ὅτι παρὰ Πέτρου παρέλαβον· πῶς οὐκ ἔστι κατὰ ἄνθρωπον; “οὐδὲ γὰρ ἐγὼ παρέλαβον αὐτὸ, “οὐδὲ ἐδιδάχθην·” χρήσιμον τὸ “παρέλαβον,” καὶ καλὸν τὸ “ἐδιδάχθην·” ταῦτα γὰρ τοῖς ἀνθρώποις συνῆπτον· ἡ γὰρ χάρις | |
25 | ἀθρόως λαμπρύνει, οἱ δὲ ἄνθρωποι ἠρέμα παραδιδόασι καὶ δι‐ δάσκουσι· ἀναγκαῖα δὲ καὶ ἡ τῶν ἀδελφῶν προσηγορία· ἐπειδὴ γὰρ ἐπιβουλεύειν ὑπωπτεύετο· ἄλλα μὲν εἰπὼν, ἄλλα δὲ ἔχων, διὰ τῆς προσηγορίας τῶν ἀδελφῶν, ἐξωθεῖται τὴν ὑπόνοιαν. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφὴν ποτὲ ἐν τῷ | |
30 | Ἰουδαϊσμῷ. Καὶ οὐκ εἶπε τῷ νόμῳ· τίς οὖν ἡ ἀναστροφή; “ὅτι καθ’ “ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ.” Ἐπειδὴ γὰρ πρὸς τὰ νόμιμα μέλλει λέγειν, ἐδόκει δὲ ὁ νόμος εἶναι Θεοῦ· περὶ | |
Χριστοῦ δὲ ἄλλα ὑπενοεῖτο, οὐκ εἶπε “καθ’ ὑπερβολὴν ἐδίωκον | 20 | |
21 | “τὴν ἐκκλησίαν τοῦ Χριστοῦ,” ἀλλὰ “τὴν ἐκκλησίαν τοῦ “Θεοῦ.” Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ, ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς | |
5 | ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Πάλιν “Ἰουδαισμῷ·” οὐ γὰρ βούλεται ὑπομνῆσαι τοῦ νόμου, ἵνα μὴ σκληρὸν ᾖ τὸ λεγόμενον· “ὑπὲρ πόλλους συνηλικιώτας·” “πόλλους” καὶ οὐ πάντας, διὰ τὸ σύμμετρον· “συνηλικιώτας” δὲ, διὰ τὸ μὴ κατὰ τῶν πρεσβυτέρων δοκεῖν ἐπαίρεσθαι· “ἐν τῷ | |
10 | “γένει μου” δὲ, ἵνα παραστήσῃ ὅτι ἐκεῖθεν μὲν αὐτῷ ἡ ῥίζα, ἐντεῦθεν δὲ ὁ καρπός· “περισσοτέρως ζηλωτὴς ὑπάρχων,” ἵνα διὰ τῆς ὑπερβολῆς ὅσον ἀντέκειτο τῇ Ἐκκλησίᾳ παραστήσῃ. “πα‐ “τρικῶν” δὲ “παραδόσεων” εἶπε, καὶ οὐ νομίμων· τὰ γὰρ παρὰ Φαρισαίων προτεθέντα λέγει, καὶ ἐν τούτοις ἑαυτὸν ζηλωτὴν | |
15 | ὑπάρχειν. Ἄλλος δέ φησι. Νῦν δείκνυσιν, ὅτι πλέον τί τῶν περὶ Πέτρον ἔχει· οὐ γὰρ ἐζήλωσαν ἐκεῖνοι ὑπὲρ τοῦ Ἰουδαϊσμοῦ ἀπειθοῦντες τῷ Χριστιανισμῷ ὡς ἐγώ· μὴ τοίνυν οἰηθῆτι ὅτι μισήσας τὸν νόμον ἦλθον εἰς τὴν χάριν· ἐξεδίκουν γὰρ τὸν νόμον, ἀλλ’ εὗρον τὸ | |
20 | τέλειον, καὶ οὐκ ἐξισῶ τὸν νόμον τῇ τελείᾳ χάριτι. (Χρυσόστομος.) Καὶ ἄλλος δὲ ὧδε λέγει. εἰ τὰ κατὰ τῆς ἐκκλησίας οὐ δι’ ἄνθρωπον ἔπραττον ἀλλὰ διὰ ζῆλον θεῖον· ἐσφαλ‐ μένον μὲν, ζῆλον δὲ ὅμως. πῶς νῦν ὑπὲρ τῆς ἐκκλησίας τρέχων καὶ τὴν ἀλήθειαν ἐπιγνοὺς, διὰ κενοδοξίαν ταῦτα πράττω; εἰ γὰρ ἐν | |
25 | τῷ σφάλλεσθαι οὐκ ἐκράτει μου πάθος τοιοῦτον, ἀλλ’ ὁ τοῦ Θεοῦ ζῆλος ἐπὶ τοῦτό με ἤγαγε, πόλλῳ, μᾶλλον εἰ τὴν ἀλήθειαν ἐπέγνων, πάσης ἀπηλλάχθαι τοιαύτης δίκαιος ἂν εἴην ὑπονοίας· ὁμοῦ τε γὰρ μετέστην πρὸς τὰ τῆς ἐκκλησίας δόγματα, καὶ πᾶσαν ἀπεδυσάμην πρόληψιν Ἰουδαϊκὴν, πολλῷ πλείονα ζῆλον | |
30 | ἐνταῦθα ἐπιδειξάμενος· ὅπερ σημεῖον ἐστὶ, φησὶ, τοῦ μετὰ ἀλη‐ θείας μεταστῆναι· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἕτερον, ἐστί μοι, τὸ | |
παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν καὶ ὕβριν τιμῆς, καὶ | 21 | |
22 | κινδύνους ἀνέσεως· καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι; οὐκ ἐστιν οὐδὲν, ἀλλ’ ὁ τῆς ἀληθείας ἔρως. Ὅτε εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου· καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀπο‐ | |
5 | καλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐ‐ τὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Ὅρα τί σπουδάζει δεῖξαι ἐνταῦθα, ὅτι καὶ τὸν χρόνον ὃν ἐγκατελείφθη, διά τινα οἰκονομίαν ἀπόρρητον ἀφείθη. | |
10 | Εἰ γὰρ ἐκ κοιλίας μητρὸς ἀφώριστο γενέσθαι Ἀπόστολος καὶ κληθῆναι πρὸς τὴν διακονίαν ταύτην, ἐκλήθη δὲ τότε, καὶ ἅμα κληθεὶς ........ δηλονότι Θεὸς δι’ ἀπόρρητόν τινα αἰτίαν ἀνεβάλλετο τέως· κέκληκε δὲ αὐτὸν ὁ Θεὸς διὰ τὴν ἀρετὴν αὐ‐ τοῦ· “σκεῦος γὰρ ἐκλογῆς μοι ἐστὶ” πρὸς τὸν Ἀνανίαν ἔλεγε, | |
15 | “τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων·” τουτέστιν, ἱκανὸς διακονῆσαι καὶ ἔργον ἐπιδεῖξαι μέγα· καὶ ταύ‐ την τὴν αἰτίαν τῆς κλήσεως τίθησιν· αὐτὸς δὲ πανταχοῦ, τῆς χάριτος εἶναι φησὶ τὸ πᾶν, καὶ τῆς φιλανθρωπίας αὐτοῦ τῆς ἀφάτου, οὕτω λέγων· “ἀλλ’ ἠλεήθην, οὐχ ὅτι ἱκανὸς ἤμην, οὐδ’ | |
20 | “ὅτι ἐπιτήδειος, ἀλλ’ ἵνα ἐν ἐμοὶ ἐνδείξηται τὴν πᾶσαν μακροθυ‐ “μίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς “ζωὴν αἰώνιον·” εἶδες ταπεινοφροσύνης ὑπερβολὴν, διὰ τοῦτο γάρ φησιν ἠλεήθην, ἵνα μηδεὶς ἀπογνῷ, ὡς τοῦ πάντων ἀνθρώπων κακίστου, φιλανθρωπίας ἀπολελαυκότος. | |
25 | Ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί. Ἀλλαχοῦ δὲ φησὶν ὁ Χριστός· “οὐδεὶς γινώσκει τὸν Πατέρα, “εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι·” εἶδες ὅτι καὶ Πατὴρ Υἱὸν, καὶ Υἱὸς Πατέρα ἀποκαλύπτει; οὕτω καὶ ἐπὶ τῆς δόξης· καὶ Υἱὸς δοξάζει Πατέρα καὶ Πατὴρ Υἱόν· “δόξασόν | |
30 | “με,” φησὶν, “ἵνα δοξάσω σε.” διατί δὲ μὴ εἶπεν “ἀποκαλύψαι “τὸν Υἱὸν αὐτοῦ” ἐμοὶ, ἀλλ’ “ἐν ἐμοί;” δεικνὺς ὅτι οὐ διὰ ῥη‐ μάτων μόνον ἤκουσε τὰ περὶ τῆς πίστεως, ἀλλὰ καὶ πολλοῦ Πνεύματος ἐπληρώθη· τῆς ἀποκαλύψεως καταλαμπούσης αὐτοῦ | |
τὴν ψυχήν· καὶ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα. | 22 | |
23 | Ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. Οὐ γὰρ τὸ πιστεῦσαι μόνον, ἀλλὰ καὶ τὸ χειραγωγηθῆναι αὐτὸν παρὰ τοῦ Θεοῦ γέγονεν· οὕτως γάρ μοι αὐτὸν ἀπεκάλυψεν, οὐχ ἵνα αὐτὸς ἴδω μόνον, ἀλλ’ ἵνα καὶ εἰς ἄλλους ἐξενέγκω· καὶ | |
5 | οὐκ εἶπεν ἄλλους ἁπλῶς, ἀλλ’ “ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν “τοῖς ἔθνεσιν·” ἐντεῦθεν προανακρουόμενος οὐ μικρὸν τῆς ἀπολο‐ γίας κεφάλαιον, ἀπὸ τοῦ τῶν μαθητῶν προσώπου· οὐ γὰρ ὁμοίως Ἰουδαίοις καὶ τοῖς ἐξ ἐθνῶν κηρύττειν ἀναγκαῖον ἦν. Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. | |
10 | Τοὺς Ἀποστόλους ἐνταῦθα αἰνίττεται, ἀπὸ τῆς φύσεως αὐτοὺς καλῶν· εἰ δὲ καὶ περὶ πάντων ἀνθρώπων τοῦτο φησὶν, οὐδὲ ἡμεῖς ἀντεροῦμεν. Σευηριανός. Οὐ διαβάλλων δὲ τοὺς Ἀποστόλους τοῦτο φη‐ σὶν, ἀλλ’ ὅτι οὐκ ἐστοίχησα θνητῇ σαρκί. | |
15 | (Θεόδωρος.) Καὶ ἄλλος δὲ εἰς τὸ, “ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς “ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου” φησίν—Καλῶς αὐτὸ ἐπὶ τὴν πρόγνωσιν ἀνήνεγκε τοῦ Θεοῦ, ὥστε καὶ πρὸ τῆς αὐτοῦ ὑπάρξεως φαίνεσθαι τῷ Θεῷ τοῦτο δεδογμένον· τοσοῦτον ἀποδέον τοῦ καινότητα εἶναί τινα καὶ εὕρεσιν ἀνθρώπων τὸ κήρυγμα. | |
20 | Οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους. Τοῦ Χρυσοστόμου. Ταῦτα εἰ μέν τις αὐτὰ καθ’ ἑαυτὰ ἐξε‐ τάσειε τὰ ῥήματα, δοκεῖ πολλοῖς μεγαληγορίας γέμειν, καὶ πόρ‐ ρωθεν εἶναι φρονήματος ἀποστολικοῦ. τὸ γὰρ ἑαυτῷ ψηφίζεσθαι, | |
25 | καὶ μηδένα λαμβάνειν κοινωνὸν τῆς γνώμης, ἀνοίας εἶναι δοκεῖ· “εἶδον γάρ” φησιν “ματαιότητα, ἄνθρωπον δόξαντα παρ’ ἑαυτῷ “φρόνιμον εἶναι· ἐλπίδα μέντοι εἶχεν ἄφρων μᾶλλον αὐτοῦ·” καὶ “οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες·” καὶ αὐτὸς πάλιν· “μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς.” οὐκ ἂν οὖν | |
30 | ὁ τοσαῦτα παρ’ ἑτέρων ἀκούσας, καὶ αὐτὸς ....... ἑτέροις, τούτοις ..... ἂν δὲ τὴν αἰτίαν προσθῶμεν, δι’ ἣν ταῦτα ἐλέ‐ γετο, θαυμάσονται πάντες ὁμοφώνως τὸν εἰρηκότα. τοῦτο τοίνυν ποίωμεν· οὐδὲ γὰρ δεῖ τὰ ῥήματα γυμνὰ ἐξετάζειν, ἀλλὰ τῇ δια‐ | |
νοίᾳ προσέχειν τοῦ γράφοντος· καὶ τί δεῖ λέγειν ἐπὶ ῥημάτων, | 23 | |
24 | ὅπου καὶ ἐπὶ πραγμάτων; ἂν μή τις τὸν κανόνα τοῦτον φυλάττῃ, πάντα ἄνω καὶ κάτω γενήσεται· καὶ τὸν Ἡλίαν οὕτως ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Σαμουὴλ, καὶ τὸν Φινεές· τὸν δὲ Ἀβραὰμ παι‐ δοκτόνον, εἰ τὰ πράγματα μέλλοιμεν ἐξετάζειν γυμνὰ, μὴ προστι‐ | |
5 | θέντες αὐτοῖς τὴν τῶν ποιούντων γνώμην. ἐξετάσωμεν τοίνυν καὶ τοῦ Παύλου τὴν διάνοιαν, ἀφ’ ἣς ταῦτα ἔγραφεν· ἴδωμεν αὐτοῦ τὸν τρόπον καὶ τίς ἦν δι’ ὅλου περὶ τοὺς Ἀποστόλους, καὶ τότε εἰσόμεθα ταῦτα, ἐκ ποίας ἐλέγετο γνώμης· οὐ γὰρ ἐξευτελίζων ἐκείνους οὐδὲ ἑαυτὸν ἐπαίρων, οὔτε ταῦτα εἴρηκεν, οὔτε τὰ πρό‐ | |
10 | τερα, πῶς γάρ; ὅπου γε καὶ ἑαυτὸν ἀνεθεμάτισεν, ἀλλὰ πανταχοῦ τοῦ εὐαγγελίου τὴν ἀσφάλειαν διατηρῶν. Ἐπειδὴ γὰρ ἔλεγον οἱ τὴν ἐκκλησίαν πορθοῦντες, ὅτι τοῖς Ἀποστολοῖς ἔπεσθαι ἔδει τοῖς μὴ κωλύουσι ταῦτα οὐχὶ τῷ Παύλῳ τῷ κωλύοντι, ἐντεῦθεν δὲ Ἰουδαϊκὴ πλάνη κατὰ μικρὸν εἰσήγετο, ἀναγκάζεται στῆναι πρὸς | |
15 | ταῦτα γενναίως· οὐ τοὺς Ἀποστόλους κακῶς εἰπεῖν βουλόμενος, ἀλλὰ τῶν οὐκ ὀρθῶς ἐπαιρόντων ἑαυτοὺς τὴν ἄνοιαν καταστεῖ‐ λαι. διὰ τοῦτο φησὶν, “οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.” καὶ γὰρ ἦν ἀτοπίας ἐσχάτης τὸ παρὰ Θεοῦ μαθόντα, ἀνθρώποις ἀνατίθεσθαι λοιπόν. οὐκ ἀπονοίας οὖν ἕνεκα ταῦτα ἔλεγεν, ἀλλ’ | |
20 | ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα· “οὐδὲ ἀνῆλθον,” φησὶ, “πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους·” ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔλεγον ὅτι πρὸ αὐτοῦ ἦσαν ἐκεῖνοι, οὐκ ἀπῆλθον, φησὶ, πρὸς ἐκείνους. Εἰ δὲ ἐχρῆν αὐτοῖς ἀνακοινώσασθαι, ὁ ἀποκαλύψας αὐτῷ τὸ | |
25 | κήρυγμα καὶ τοῦτο ἂν ἐκέλευσεν· ἀπῆλθεν οὖν πρὸς αὐτοὺς, μαθη‐ σόμενός τι παρ’ αὐτῶν· πότε; ὅτε ἐν Ἀντιοχείᾳ τῇ τὸν πολὺν ζῆλον ἄνωθεν ἐπιδειξαμένῃ ἐκκλησίᾳ γέγονε, περὶ αὐτοῦ τούτου τοῦ νῦν προκειμένου καὶ ἐζήτουν πότερον χρὴ περιτέμνειν τοὺς ἐξ ἐθνῶν, ἢ μηδὲν τοιοῦτον ἀναγκάζειν αὐτοὺς ὑπομένειν· τότε δὴ | |
30 | ἦλθεν αὐτὸς οὗτος ὁ Παῦλος καὶ Σίλας· πῶς οὖν, φησὶν, “οὐκ “ἀνῆλθον οὐδὲ ἀνεθέμην;” ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ’ ἀπεστάλη παρ’ ἑτέρων· δεύτερον, οὐ μαθησόμενος παρεγένετο· ἀλλ’ ἑτέρους πείσων· αὐτὸς μὲν ἐξ ἀρχῆς, ταύτης εἴχετο τῆς γνώμης, ἣν καὶ οἱ Ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν | |
35 | περιτέμνεσθαι. | 24 |
25 | Ἐπειδὴ δὲ αὐτοῖς οὐκ ἐδόκει τέως ἀξιόπιστος εἶναι ἀλλὰ τοῖς ἐν Ἱεροσολύμοις προσεῖχον, ἀνῆλθεν· οὐκ αὐτὸς πεισόμενος πλέον, ἀλλὰ πείσων τοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύμοις τού‐ τοις ψηφίζονται. Εἰ δὲ λέγει, “οὐκ ἀνῆλθον,” ἔστι κἀκεῖνο εἰπεῖν, | |
5 | ὅτι οὔτι ἐν προοιμίοις τοῦ κηρύγματος ἀνῆλθεν, οὔτε ὅτε ἀνῆλθεν ἐπὶ τὸ μαθεῖν· καὶ ταῦτα ἀμφότερα ἐπισημαίνεται λέγων· “εὐ‐ “θέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.” οὐκ εἶπεν ἁπλῶς οὐ προσανεθέμην, ἀλλ’ “εὐθέως·” εἰ δὲ μετὰ ταῦτα ἀνῆλθεν, οὐχ ὑπὲρ τοῦ τί προσλαβεῖν αὐτός. | |
10 | Ἀλλ’ ἀπῆλθον εἰς Ἀραβίαν. Ὅρα ζέουσαν ψυχήν· τοὺς τόπους ἐσπούδαζε καταλαμβάνειν, τοὺς οὐδέπω γεωργηθέντας, ἀλλ’ ἀγριώτερον ἔτι διακειμένους· βίον ἐναγώνιον αἱρούμενος, καὶ πολὺν ἔχοντα τὸν πόνον· καὶ θέα μοι τὴν ταπεινοφροσύνην, εἰπὼν γὰρ, “ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν | |
15 | “ὑπέστρεψα εἰς Δαμασκὸν,” οὐ λέγει τὰ κατορθώματα αὐτοῦ, οὐδὲ τίνας κατήχησε καὶ πόσους· οὕτως ἅπερ λέγει πάντα, οὐ φιλοτιμίας ἕνεκεν λέγει, οὐδὲ ὑπὲρ τοῦ νομισθῆναι τῶν Ἀποστόλων μείζων, οὐδὲ δακνόμενος ἐπὶ τῷ ἐξευτελίζεσθαι, ἀλλὰ δεδοικὼς μή τι γένηται τῷ κηρύγματι βλάβος ἐντεῦθεν. Καὶ γὰρ καὶ ἔκ‐ | |
20 | τρωμα αὑτὸν καλεῖ, καὶ πρῶτον τῶν ἁμαρτωλῶν, καὶ ἔσχατον τῶν Ἀποστόλων, καὶ τῆς προσηγορίας ταύτης ἀνάξιον· καὶ ταῦτα ἔλεγεν, ὁ πλέον πάντων κοπιάσας· ὅπερ μάλιστά ἐστι ταπεινο‐ φροσύνης. Ἔπειτα μετὰ ἔτη τρία, ἀνῆλθον εἰς Ἱεροσόλυμα | |
25 | ἱστορῆσαι Πέτρον. Ὅρα πῶς τὴν προσήκουσαν αὐτοῖς ἀπονέμει τιμήν· καὶ οὐ μόνον ἀμείνω, ἀλλ’ οὐδὲ ἴσον ἑαυτὸν ἐκείνων εἶναι νομίζει· καὶ τοῦτο, ἐκ τῆς ἀποδημίας ταύτης δηλοῖ· οὐ γὰρ μαθησόμενός τι παρ’ αὐτοῦ οὐδὲ ὡς διόρθωσίν τινα δεξόμενος, ἀλλὰ διὰ τοῦτο | |
30 | μόνον, ὥστε ἰδεῖν αὐτὸν καὶ τιμῆσαι τῇ παρουσίᾳ· οὕτω πολλῆς ἄξιον ἡγεῖτο σπουδῆς, καὶ τὸ μόνον ἰδεῖν τὸν ἄνδρα. Ἔνθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ταπεινό‐ | |
τερος ἦν· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, | 25 | |
26 | οὐκ ἔτι ἐχρῆτο τούτῳ τῷ πλεονεκτήματι· τοῦτο γὰρ οὐκ ἦν λοιπὸν ταπεινοφρονεῖν, ἀλλὰ λυμαίνεσθαι καὶ διαφθείρειν τοὺς μαθητευο‐ μένους. Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δέκα πέντε. | |
5 | Τὸ μὲν οὖν δι’ αὐτὸν ἀποδημῆσαι, τιμῆς ἦν πολλῆς· τὸ δὲ καὶ ἐπιμεῖναι τοσαύτας ἡμέρας, φιλίας καὶ σφοδροτάτης ἀγάπης. Ἕτερον δὲ τῶν Ἀποστόλων οὐκ εἶδον. Ὅρα ὡς πρὸς τὸν Πέτρον μείζονα τὴν φιλίαν ἔχει· δι’ αὐτὸν ἀπεδήμησε, καὶ πρὸς αὐτὸν ἔμεινε· ταῦτα δὲ λέγω συνεχῶς | |
10 | καὶ ἀξιῶ φυλάττειν, ἵνα ὅταν λέγῃ, ὅτι ἀντέστην Πέτρῳ, μηδεὶς ἔχθρας ἢ φιλονεικίας ταῦτα εἶναι νομίσῃ τὰ ῥήματα. Εἶδον οὖν, φησὶ, τὸν Ἰάκωβον· “εἶδον,” οὐκ ἐδιδάχθην παρ’ αὐτοῦ οὐδέν. Ὅρα δὲ μεθ’ ὅσης τιμῆς καὶ τοῦτον ὠνόμασεν· ἐνῆν γὰρ καὶ ἐξ ἑτέρου γνωρίσματος, τοῦτον ποιῆσαι δῆλον, καὶ εἰπεῖν | |
15 | τὸν τοῦ Κλοπᾶ, ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἔλεγεν· ἀλλ’ ἐπειδὴ τὰ τῶν Ἀποστόλων σεμνολογήματα ἴδια ἐνόμιζεν, ὡς ἑαυτὸν ἐπαίρων οὕτω σεμνύνει κἀκεῖνον, εἰπὼν τὸν ἀδελφὸν τοῦ Κυρίου. Καίτοι γε, οὐδὲ κατὰ σαρκὰ ἀδελφὸς ἦν τοῦ Κυρίου, ἀλλ’ οὕτως ἐνομίζετο. | |
20 | Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ οὐ ψεύδο‐ μαι. Εἶδες διὰ πάντων ὁμοίως ἐκλάμπουσαν τῆς ἁγίας ταύτης ψυ‐ χῆς τὴν ταπεινοφροσύνην; καθάπερ γὰρ ἐν δικαστηρίῳ ἀγωνιζό‐ μενος καὶ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἐσπούδακεν ἀπολογή‐ | |
25 | σασθαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. Μετὰ τὸ τὸν Πέτρον ἰδεῖν, πάλιν ἔχεται τοῦ λόγου καὶ τοῦ ἀγῶνος τοῦ προκειμένου· τῆς μὲν Ἰουδαίας οὐχ ἁπτόμενος, διά τε | |
30 | τὸ πρὸς τὰ ἔθνη ἀπεστάλθαι, καὶ διὰ τὸ μὴ ἀνέχεσθαι ἐπ’ ἀλλό‐ τριον θεμέλιον οἰκοδομεῖν· διόπερ οὐδὲ κατὰ ψιλὴν αὐτὸ συντυχίαν εἶδε· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. “Ἤμην γάρ,” φησιν, “ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας· μόνον | |
“δὲ ἀκούοντες ἦσαν, ὅτι ὁ διώκων ἡμᾶς ποτὲ, νῦν εὐαγγελίζεται | 26 | |
27 | “τὴν πίστιν ἣν ποτὲ ἐπόρθει·” ταῦτα φησὶν ἵνα μάθῃς ὅτι τοσοῦτον ἀπεῖχε τοῦ κηρῦξαι αὐτοῖς περιτομὴν, ὅτι οὐδὲ ἀπ’ ὄψεως γνώριμος ἦν αὐτοῖς. Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν. | |
5 | Σκόπει καὶ ἐνταῦθα τὸν κανόνα αὐτοῦ τῆς ταπεινοφροσύνης. οὐκ εἶπε καὶ ἐθαύμαζόν με, ἐπῄνουν, ἐξεπλήττοντο, ἀλλὰ τὸ πᾶν τῆς χάριτος ἔδειξεν ὄν. τὸν γὰρ Θεὸν, φησὶν, ἐδόξαζον ἐν ἐμοί. | |
8t | ΚΕΦ. Β. | |
9t | Περὶ τῆς τῶν Ἀποστόλων ἐπιμαρτυρήσεως εἰς τὴν ἐν πίστει ζωήν. | |
10 | Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν, ἀνέβην εἰς τὰ Ἱερο‐ σόλυμα, μετὰ Βαρνάβα συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν. Τῆς μὲν πρώτης ἀναβάσεως τὴν αἰτίαν, Πέτρον εἶναι φησί· τῆς δὲ δευτέρας, τὴν ἀποκάλυψιν τοῦ Πνεύματος. | |
15 | Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι· κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. Οὐκ αὐτὸς ἐδεῖτο μαθεῖν ὅτι οὐκ εἰς κενὸν ἔτρεχεν, ἀλλ’ ἵνα οἱ ἐγκαλοῦντες πληροφορηθῶσιν. | |
20 | Ἐπειδὴ γὰρ μείζονα περὶ Πέτρου καὶ Ἰωάννου δόξαν εἶχον, καὶ διαστασιάζειν αὐτοὺς ᾤοντο, διὰ τὸ τὸν μὲν ἄνευ περιτομῆς κηρύττειν, ἐκείνους δὲ ταύτην συγχωρεῖν, καὶ παράνομα πράττειν αὐτὸν ᾤοντο καὶ εἰς κενὸν τρέχειν, ἀνῆλθον, φησὶ, καὶ ἐκοινωσάμην αὐτοῖς τὸ Εὐαγγέλιον· οὐχ ἵνα αὐτός τι μάθω, ὃ καὶ προϊὼν | |
25 | σαφέστερον λέγει, ἀλλ’ ἵνα διδάξω αὐτοὺς ταῦτα ὑποπτεύοντας, ὅτι οὐκ εἰς κενὸν τρέχω· τὸ γὰρ Πνεῦμα τὴν τοιαύτην προορώμενον φιλονεικίαν, παρεσκεύασεν αὐτὸν ἀνελθεῖν. Βαρνάβαν καὶ Τίτον ἔλαβον μάρτυρας γενομένους τοῦ κη‐ ρύγματος· “καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον ὃ κηρύσσω ἐν | |
30 | “τοῖς ἔθνεσι·” τουτέστι, τὸ χωρὶς περιτομῆς· “κατ’ ἰδίαν δὲ τοῖς “δοκοῦσιν.” Ἐπειδὴ γὰρ ἐν τοῖς Ἱεροσολύμοις πάντες ἐσκανδα‐ | |
λίζοντο, εἴτις παραβαίη τὸν νόμον, εἴτις κωλύσειε χρήσασθαι | 27 | |
28 | τῇ περιτομῇ, διὸ καὶ ἔλεγε, “θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες “εἰσὶ τῶν Ἰουδαίων τῶν πεπιστευκότων;” καὶ οὗτοι πάντες εἰσὶ κατηχημένοι περί σου, ὅτι ἀποστασίαν περὶ τοῦ νόμου τοῦ Μωϋ‐ σέως διδάσκεις· ἐπεὶ οὖν ἐσκανδαλίζοντο, παρρησίᾳ μὲν παρελ‐ | |
5 | θεῖν καὶ τὸ κήρυγμα ἀποκαλύψαι τὸ ἑαυτοῦ οὐκ ἠνείχετο· κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσιν ἀνέθετο ἐπὶ Βαρνάβα καὶ Τίτου· ἵν’ οὗτοι μάρτυρες ἀξιόπιστοι γένωνται πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι οὐδὲ τοῖς Ἀποστόλοις ἔδοξεν ἐναντία ταῦτα εἶναι· ὅταν δὲ λέγῃ “τοῖς “δοκοῦσιν,” οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοὺς μεγάλους τοῦτο λέγει, | |
10 | ἐπεὶ καὶ περὶ ἑαυτοῦ φησὶ, “δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν” ὅπέρ ἐστι μετριάζοντος, οὐκ ἀναιροῦντος τὸ ἔχειν· οὕτω καὶ ἐν‐ ταῦθα “τοῖς δοκοῦσι” φησί· μετὰ τῆς ἑαυτοῦ, καὶ τὴν κοινὴν πάντων λέγων ψῆφον. Εὐσεβίου. Ἄλλος δέ φησι· καλῶς τὸ “ἔδραμον·” προεί‐ | |
15 | ληπτο γὰρ τὸ κήρυγμα· “τρέχω” δὲ, ἐπειδὴ ἐνειστήκει. Ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ Ἕλλην ὢν, ἠναγκάζετο περιτμηθῆναι. Τοῦτ’ ἔστιν ἐξ Ἑλλήνων ὢν καὶ ἀκρόβυστος· οὐ μόνον γὰρ ἐγὼ οὕτως ἐκήρυττον, ἀλλὰ καὶ οὕτως ἔπραττον· καὶ Τίτον ἀκρό‐ | |
20 | βυστον ὄντα οὐκ ἠνάγκασαν οἱ Ἀπόστολοι περιτμηθῆναι· ὅπερ ἀπόδειξις ἦν μεστὴ τοῦ μὴ καταγινώσκειν τῶν ὑπὸ τοῦ Παύλου λεγομένων ἢ πραττομένων· καὶ τὸ πολλῷ τούτων μεῖζον, ὅτι οὐδὲ ἐπικειμένων τῶν ἐναντιουμένων καὶ ταῦτα εἰδότων, ἠναγκάσθησαν οἱ Ἀπόστολοι τοῦτο κελεῦσαι. | |
25 | Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους. Τίνες εἰσὶν οὗτοι οἱ ψευδάδελφοι; καὶ διατί ψευδαδέλφους καλεῖ τοὺς κατὰ τὴν τῶν Ἀποστόλων γνώμην καὶ αὐτοὺς κελεύον‐ τας τοῦτο ποιεῖν; ὅτι πρῶτον μὲν οὐκ ἔστι ταυτὸν κελεύειν γί‐ νεσθαι, καὶ γινόμενον συγχωρεῖν· ὁ μὲν γὰρ προστάττων μετὰ | |
30 | σπουδῆς ὡς ἀναγκαῖον καὶ προηγούμενον ποιεῖ· ὁ δὲ μὴ κελεύων, τὸν δὲ βουλόμενον μὴ κωλύων, οὐχ ὡς δέον γενέσθαι συγχωρεῖ, ἀλλ’ οἰκονομίαν τινὰ πληρῶν. οἱ ψευδάδελφοι τοίνυν οὐχ ὡς οἰκονο‐ μίαν ποιοῦντες, ἀλλ’ ὡς τῆς χάριτος ἐκβαλεῖν καὶ πάλιν ὑπὸ τὸν | |
τῆς δουλείας ζυγὸν ἀγαγεῖν βουλόμενοι· πρώτη μὲν οὖν αὕτη ἡ | 28 | |
29 | διαφορὰ, πολὺ τὸ μέσον ἔχουσα· δευτέρα δὲ, ὅτι οἱ μὲν Ἀπόστολοι ἐν Ἰουδαίᾳ τοῦτο ἐποίουν, ἔνθα καὶ ὁ νόμος ἐκράτει· οἱ δὲ ψευδά‐ δελφοι πανταχοῦ. Θεόδωρος. Σευηριανός. Τινὲς τὸν “δε” σύνδεσμον, περισσὸν | |
5 | ἔφασαν εἶναι· “διὰ δὲ τοὺς ψευδαδέλφους·” ἡ γὰρ ἀκολουθία ἐστὶν, ὅτι οὐδὲ Τίτος Ἕλλην ὢν ἠναγκάσθη περιτμηθῆναι διὰ τοὺς παρεισάκτους ψευδαδέλφους, τουτέστι τοὺς βουλομένους τηρεῖν τὸν νόμον. Οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν | |
10 | ἡμῶν, ἣν ἔχομεν ἐν τῷ Χριστῷ Ἰησοῦ. Ὅρα πῶς καὶ τῇ τῶν κατασκόπων προσηγορίᾳ τὸν πόλεμον ἐδήλωσεν ἐκεῖνον· οἱ γὰρ κατάσκοποι, δι’ οὐδὲν εἰσέρχονται, ἀλλ’ ἵνα καταμαθόντες τὰ τῶν ἐναντίων, πρὸς τὸ πορθῆσαι καὶ καθελεῖν πολλὴν ἑαυτοῖς παρασκευάσωσι τὴν εὐκολίαν· καθάπερ καὶ οὗτοι | |
15 | τότε ἐποίουν, τὴν ἐλευθερίαν ἡμῶν τὴν ἐν Χριστῷ, ὑπὸ τὴν δου‐ λείαν τὴν παλαιὰν εἰσαγαγεῖν βουλόμενοι· διὸ παρετήρουν περι‐ σκοποῦντες ἀκριβῶς τίνες ἀκρόβυστοι· οὐ τῷ τῶν κατασκόπων δὲ ὀνόματι μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς λαθραίας εἰσόδου καὶ παρεισδύσεως τὴν ἐπιβουλὴν αὐτῶν ἐνεδείξατο. | |
20 | Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ. Ὅρα λέξεως εὐγένειαν καὶ ἔμφασιν· οὐ γὰρ εἶπε τῷ λόγῳ, ἀλλὰ “τῇ ὑποταγῇ·” οὐ γὰρ ἵνα τί διδάξωσι χρήσιμοι ταῦτα ἐποίουν, ἀλλ’ ἵνα ὑποτάξωσι καὶ δουλώσωνται· διὰ τοῦτο τοῖς μὲν Ἀποστόλοις εἴξαμεν, τούτοις δὲ οὐκέτι. | |
25 | Ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. Ἵνα ὅπερ ἔφθημεν φησὶν εἰπόντες, τοῦτο διὰ τῶν ἔργων βε‐ βαιώσωμεν· “ὅτι τὰ ἀρχαῖα παρῆλθε, καὶ γέγονε καινὰ τὰ “πάντα, καὶ ὅτι εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·” καὶ ὅτι τοὺς περιτεμνομένους Χριστὸς οὐδὲν ὠφελήσει ταύτην τὴν ἀληθείαν | |
30 | βεβαιοῦντες, οὐδὲ πρὸς ὥραν εἴξαμεν· εἶτα ἐπειδὴ εὐθέως ἀντέ‐ πιπτεν αὐτῷ τὰ παρὰ τῶν Ἀποστόλων, καὶ εἰκὸς ἦν τινὰς λέγειν, πῶς οὖν ἐκεῖνοι ταῦτα προστάττουσιν; ὅρα πῶς λύει σαφῶς τὴν ἀντίθεσιν· οὐ γὰρ λέγει τὴν οὖσαν αἰτίαν ὅτι ἕνεκεν οἰκονομίας | |
τοῦτο ἐποίουν οἱ Ἀπόστολοι· ἢ γὰρ ἂν ἐβλάβησαν οἱ ἀκούοντες. | 29 | |
30 | Δεῖ γὰρ τῆς οἰκονομίας ἀγνοεῖν τὴν αἰτίαν, τοὺς μέλλοντας τί καρποῦσθαι παρ’ αὐτῆς χρήσιμον· εἰ γὰρ φανείη τῶν γινομένων ἡ πρόφασις, τὸ πᾶν οἰχήσεται· καὶ ἵνα σαφέστερον ὃ λέγω ποιήσω, ἐπ’ αὐτῆς ταύτης τῆς ὑποθέσεως χρήσομαι τῷ ὑποδείγματι. | |
5 | οὗτος αὐτὸς ὁ μακάριος Παῦλος μέλλων ποτὲ τὸν Τιμόθεον πέμ‐ πειν Ἰουδαίοις διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν· ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροα‐ ταῖς, καὶ εἰσελθὼν μετὰ περιτομῆς, καταλύσῃ περιτομήν· ἀλλὰ τὴν αἰτίαν αὐτὸς μὲν ἠπίστατο, καὶ Τιμόθεος τοῖς ....... | |
10 | ........ ἵνα λύσῃ περιτομὴν, οὐδ’ ἂν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέ‐ λησε· νομίζοντες γὰρ αὐτὸν ὡς νόμου φύλακα τοῦτο ποιεῖν, προσηνῶς αὐτὸν ἐδείξαντο καὶ τὴν ἐκείνου διδασκαλίαν· δεξάμενοι δὲ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· διὰ | |
15 | τοῦτο καὶ ἐνταῦθα οὐ λέγει τῆς οἰκονομίας τὴν πρόφασιν, ἀλλ’ ἑτέρως μεθοδεύει τὸν λόγον, οὕτω λέγων, Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει· πρόσωπον ἀνθρώπου Θεὸς οὐ λαμ‐ βάνει. | |
20 | Ἐνταῦθα οὐ μόνον οὐκ ἀπολογεῖται ὑπὲρ τῶν Ἀποστόλων, ἀλλὰ καὶ σφόδρα βαρεῖ τοὺς ὑγίους, ἵνα ὠφελήσῃ τοὺς ἀσθε‐ νοῦντας· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ ἐπιτρέπουσιν ἐκεῖνοι περιτέμνεσθαι, τὸν λόγον αὐτοὶ τῷ Θεῷ δώσουσιν· οὐδὲ γὰρ ἐπειδὴ μεγάλοι εἰσι, καὶ ἔξαρχοι, ὁ Θεὸς αὐτῶν πρόσωπον λήψε‐ | |
25 | ται· ἀλλ’ οὕτω μὲν σαφῶς οὐκ εἶπε, πεφεισμένως δέ· καὶ οὐκ εἶπεν “ὁποιοί ποτε” εἰσὶν, ἀλλ’ “ἦσαν·” δεικνὺς, ὅτι καὶ αὐτοὶ λοιποὶ ἦσαν πεπαυμένοι τοῦ οὕτω κηρύττειν, ἅτε τοῦ κηρύγματος παν‐ ταχοῦ διαλάμψαντος· τὸ δὲ “ὁποῖοί ποτε ἦσαν,” εἰ οὕτω, φησὶν, ἐκήρυττον, αὐτοὶ τὸν λόγον δώσουσιν· οὐ γὰρ ἀνθρώποις, ἀλλὰ | |
30 | Θεῷ μέλλουσιν ἀπολογεῖσθαι· ταῦτα λέγει, οὐκ ὡς ἀμφιβάλλων, οὐδ’ ὡς ἀγνοῶν τὰ ἐκείνων· ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, οὕτω συμφέ‐ ρειν νομίζων, μεθοδεύει τὸν λόγον· εἶτα ἵνα μὴ δόξῃ ὡς τὴν ἐναν‐ τίαν ἔχων τάξιν κατηγορεῖν αὐτῶν, καὶ ἀπὸ τούτου κατασκευάσῃ | |
μάχης ὑπόθεσιν, ἐπήγαγεν εὐθέως τὴν διόρθωσιν εἰπὼν, | 30 | |
31 | Ὅτι ἐμοὶ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο. Ἃ μὲν ὑμεῖς λέγετε, φησὶν, οὐκ οἶδα· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἐμοὶ οὐκ ἠναντιώθησαν, ἀλλὰ καὶ συνέπνευσαν καὶ συνεφώνησαν· τὸ γὰρ “δεξιὰς ἔδωκαν,” ταῦτα ἐστὶ δηλοῦντος· ἀλλὰ | |
5 | τέως, οὐ λέγει τοῦτο· ἀλλ’ ὅτι οὐκ ἐδίδαξαν, οὐ διώρθωσαν, οὐ πλέον τι προσέθηκαν ὧν ᾔδειν· καὶ ταῦτα εἰδότες ὅτι διὰ τοῦτο παρεγενόμην, ὥστε αὐτοῖς κοινώσασθαι· καὶ κατὰ ἀποκάλυψιν Πνεύματος παρεγενόμην· καίτοι τὸν ἀκρόβυστον εἶχον μετ’ ἐμαυ‐ τοῦ· οὔτε οὖν ἐμοί τι πλέον ὧν ᾔδειν προσέθηκαν, οὔτε ἐκεῖνον | |
10 | περιέτεμον· ἀλλὰ τοὐναντίον. τινὲς μὲν φασὶ τοῦτο αὐτὸν λέγειν, ὅτι οὐ μόνον αὐτὸν οὐκ ἐδίδαξαν, ἀλλὰ καὶ ἐδιδάχθησαν παρ’ αὐτόν· ἐγὼ δὲ, οὐκ ἂν εἴποιμι τοῦτο· τί γὰρ ἔμελλον παρ’ αὐτοῦ μανθάνειν· καὶ γὰρ ἕκαστος αὐτῶν ἀπηρτισμένος ἦν· εἶτα ἐπειδὴ εἰκὸς ἦν ἀντειπεῖν τινὰς, ὅτι εἰ ἐπῄνεσαν πῶς τὴν περιτομὴν, οὐκ | |
15 | ἀνεῖλον· εἰ γὰρ ἐπῄνεσαν, ἐχρῆν ἀνελεῖν, εἰπεῖν μὲν ὅτι ἀνεῖλον, λίαν ἀναίσχυντον εἶναι ἐνόμιζε, καὶ πρὸς τὰ ὡμολογημένα φανερὰν μάχην εἰσάγειν· πάλιν ὁμολογοῦντα τὴν τῆς περιτομῆς συγχώ‐ ρησιν, εἰς ἑτέραν ἀντίθεσιν ἐμπεσεῖν ἀνάγκην οὖσαν ἑώρα· εἰ γὰρ ἐπῄνεσαν τὸ κήρυγμα τὸ σὸν φησὶ, καὶ αὐτοὶ πάλιν ἐπέτρεπον | |
20 | μὲν περιτομὴν, ἑαυτοῖς δὲ ἐμάχοντο· τίς οὖν ἡ τούτου λύσις; ὅτι συγκαταβάσεως Ἰουδαϊκῆς ἕνεκεν ταῦτα ἐποίουν· ἀλλὰ τοῦτο εἰπὼν, ὅλον τῆς οἰκονομίας τὸν θεμέλιον διεσάλευσεν ἄν· δι’ ἃ, τοῦτο μὲν οὐ λέγει· ἀφίησι δὲ αὐτὸ ἐν ἀπορίᾳ καὶ μετέωρον· ἐπάγει δὲ, | |
25 | Ἀλλὰ τοὐναντίον εἰδότες ὅτι πεπίστευμαι τὸ Εὐαγ‐ γέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Περιτομὴν καὶ ἀκροβυστίαν οὐ τὰ πράγματα λέγων αὐτὰ, ἀλλὰ τὰ ἀπὸ τούτων γνωριζόμενα ἔθνη· ἐπήγαγε γοῦν, | |
30 | Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτο‐ μῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. | |
Ὥσπερ οὖν τὴν ἀκροβυστίαν τὰ ἔθνη καλεῖ, οὕτω καὶ περιτο‐ | 31 | |
32 | μὴν Ἰουδαίους· καὶ δείκνυσιν ὁμότιμον αὐτοῖς ὄντα λοιπόν· καὶ οὐ τοῖς ἄλλοις ἑαυτὸν, ἀλλὰ τῷ κορυφαίῳ συγκρίνει· δεικνὺς, ὅτι τῆς αὐτῆς ἕκαστος ἀπέλαυσεν ἀξίας· ἐπειδὴ γὰρ τὴν περὶ τῆς ὁμοουσίας αὐτῶν κατεσκεύασεν ἀπόδειξιν, θαρρῶν λοιπὸν μετὰ παρ‐ | |
5 | ρησίας διαλέγεται· καὶ οὐκέτι ἵσταται μέχρι τῶν Ἀποστόλων μόνον, ἀλλ’ ἐπὶ τὸν Χριστὸν ἀνάγει τὸν λόγον, καὶ τὴν ὑπ’ ἐκεί‐ νου δοθεῖσαν χάριν αὐτῷ· καὶ μάρτυρας τούτων, τοὺς Ἀποστόλους καλεῖ, καὶ φησὶ, Ὅτι γνόντες τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι· | |
10 | Ἴάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης. Τουτέστιν καταμαθόντες δι’ αὐτῶν τῶν πραγμάτων. Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶδες πῶς κατὰ μικρὸν ἔδειξε καὶ τῷ Χριστῷ τοῦτο δοκοῦν καὶ τοῖς Ἀποστόλοις; οὐδὲ γὰρ ἂν ἐδόθη οὐδὲ ἐνήργησεν ἡ χάρις, | |
15 | εἰ μὴ δοκοῦν αὐτῷ τὸ τοιοῦτο κήρυγμα ἦν· καὶ ὅπου μὲν συγ‐ κρίναι ἑαυτὸν ἔδει, Πέτρου μέμνηται μόνου· ὅπου δὲ μαρτυρίαν καλέσαι, τῶν τριῶν ὁμοῦ, καὶ μετ’ ἐγκωμίου· “Κηφᾶς” λέγων “καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι·” πάλιν οὐ τὸ εἶναι ἀναιρῶν τοὺς δοκοῦντας φησὶν, ἀλλὰ καὶ τὴν τῶν | |
20 | ἄλλων παραλαμβάνων γνώμην, καὶ λέγων· ὅτι οἱ μεγάλοι καὶ ἐξαίρετοι καὶ οὓς πάντες πανταχοῦ περιφέρουσιν, οὗτοι μόνοι μάρτυρες εἰσὶ τῶν λεγομένων· ὅτι καὶ τῷ Χριστῷ ταῦτα δοκεῖ, καὶ διὰ τῶν πραγμάτων ταῦτα ἔμαθον· διὸ καὶ δεξιὰς ἔδωκαν ἐμοὶ καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῷ Βαρνάβᾳ. | |
25 | Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ὢ συνέσεως ὑπερβολή· δείκνυσι καὶ τὰ ἐκείνων αὐτοῦ, καὶ τὰ αὐτοῦ ἐκείνων· ταῦτα γὰρ ἑκατέροις ἐδόκει. Εὐσεβίου. Καὶ αἱ δεξιαὶ τὴν ὁμονοίαν δηλοῦσι· προστέ‐ τακται δέ φησιν Ἰάκωβος, διὰ τὸ τοῦ τόπου κύριον εἶναι· διατὶ | |
30 | δὲ ποτὲ μὲν Κηφᾶς, ποτὲ δὲ Πέτρος; οἱ ἐλθόντες εἰς τὴν Γαλα‐ τίαν καὶ ταράξαντες, Ἰουδαῖοι ἦσαν· Πέτρος οὖν, ὁ κατ’ ἐκείνους Κηφᾶς ὀνομαζόμενος· ἵνα οὖν δι’ οὖ ἤκουσαν, διὰ τούτου καὶ | |
καλέσῃ, εἴρηται. | 32 | |
33 | Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ὃ καὶ ἐσπούδασα τοῦτο αὐτὸ ποιῆσαι. Ἐν μὲν τῷ κηρύγματι, φησὶ, διειλόμεθα τὴν οἰκουμένην. κἀγὼ μὲν τοὺς ἐξ ἐθνῶν, ἐκεῖνοι δὲ τοὺς Ἰουδαίους ἔλαβον, κατὰ τὸ | |
5 | τῷ Θεῷ δοκοῦν· εἰς δὲ τὴν τῶν πτωχῶν ἐπιμέλειαν τῶν παρὰ Ἰουδαίοις, ἐγὼ παρ’ ἐμαυτοῦ συνεισήνεγκα ἐκείνοις. εἰ δὲ πόλε‐ μος ἦν καὶ μάχη, οὐκ ἂν τοῦτο κατεδέξαντο ἐκεῖνοι. τίνες δέ εἰσιν οὗτοι οἱ πτωχοί; πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες ἐν Παλαιστίνῃ, τὰ ὄντα ἀφῃρέθησαν ἅπαντα καὶ πανταχόθεν ἠλαύ‐ | |
10 | νοντο· καὶ τοῦτο δηλοῖ, ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ λέγων· “καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσ‐ “εδέξασθε·” μέμνηται δὲ καὶ αὐτῶν, καὶ ἐν τῇ πρὸς Θεσσαλονι‐ κεῖς Ἐπιστολῇ, διὰ πάντων δεικνὺς, ὅτι οὐχ οὕτως οἱ ἐξ Ἑλλήνων πιστεύσαντες ὑπὸ τῶν μενόντων Ἑλλήνων ἐπολεμοῦντο, ὡς οἱ ἀπὸ | |
15 | Ἰουδαίων πιστεύσαντες, ὑπὸ τῶν ὁμοφύλων ἠλαύνοντο· τραχύτερον γὰρ πάντων τοῦτο τὸ ἔθνος. διὰ ταῦτα πολλὴν ποιεῖται σπουδὴν, ὥστε πάσης αὐτοὺς ἀπολαύειν ἐπιμελείας· καὶ διὰ πάντων δείξας τὴν πρὸς αὐτοὺς ὁμόνοιαν καὶ συμφωνίαν, ἀναγκάζεται λοιπὸν καὶ τῆς πρὸς Πέτρον γενομένης αὐτῷ ἐν Ἀντιοχείᾳ διαλέξεως μνησθῆ‐ | |
20 | ναι· καὶ φησὶν οὕτως, | |
21t | ΚΕΦ. Γ. | |
22t | Περὶ τῆς πρὸς Κηφᾶν ἀντιρρήσεως περὶ τῆς ἐν πίστει καὶ οὐκ ἐν νόμῳ | |
23t | σωτηρίας. | |
24 | Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιοχείαν, κατὰ πρόσωπον | |
25 | αὐτῷ ἀντέστην· ὅτι κατεγνώσμενος ἦν. πρὸ τοῦ γὰρ ἐλθεῖν τινὰς ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτι δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμε‐ νος τοὺς ἐκ περιτομῆς. Πολλοὶ τῶν ἀναγινωσκόντων ἁπλῶς τουτὶ τὸ χωρίον τῆς Ἐπι‐ | |
30 | στολῆς, νομίζουσι τοῦ Πέτρου τὸν Παῦλον κατηγορεῖν ὑπόκρισιν· | |
ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἄπαγε· πολλὴν γὰρ εὐρήσομεν | 33 | |
34 | καὶ τοῦ Πέτρου καὶ τοῦ Παύλου τὴν σύνεσιν ἐγκεκρυμμένην ἐνταῦθα, πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. Οἱ Ἀπόστολοι, καθὼς ἔφθην εἰπὼν, ἐν Ἱεροσολύμοις συνεχώ‐ ρουν περιτέμνεσθαι· οὐ γὰρ ἦν ἀθρόως ἀποσπάσαι τοῦ νόμου· ἐν | |
5 | Ἀντιοχείᾳ δὲ ἐλθόντες, οὐδὲν τοιοῦτο παρετήρουν λοιπόν· ἀλλὰ μετὰ τῶν ἐξ ἐθνῶν πιστευόντων ἀδιαφόρως ἔζων. Ὃ δὴ καὶ Πέτρος ἐποίει τότε· ἐπειδὴ δὲ ἦλθον ἀπὸ Ἱεροσολύ‐ μων οἱ εἰδότες αὐτὸν ἐκεῖ οὕτω κηρύττοντα, οὐκ ἐποίει τοῦτο, φοβούμενος πλῆξαι ἐκείνους, ἀλλ’ ἀνέθετο· δύο ταῦτα οἰκονομῶν, | |
10 | καὶ τὸ μὴ σκανδαλίσαι τοὺς ἐξ Ἰουδαίων, καὶ τὸ παρασχεῖν εὔλο‐ γον Παύλῳ τῆς ἐπιτιμήσεως πρόφασιν. εἰ γὰρ αὐτὸς ὁ ἐν Ἱερο‐ σολύμοις κήρυξας μετὰ περιτομῆς μετέθετο ἐς Ἀντιοχείᾳ, ἔδοξεν ἂν τοῖς ἐξ Ἰουδαίων διὰ τὸν τοῦ Παύλου φόβον τοῦτο ποιεῖν· καὶ κατέγνωσαν ἂν αὐτοῦ πολλὴν τὴν εὐκολίαν οἱ μαθηταί· οὐ μικρὸν | |
15 | δὲ τοῦτο σκάνδαλον ἔμελλε γίνεσθαι· τῷ μέντοι Παύλῳ πάντα σαφῶς εἰδότι, μεταστὰς, οὐκ ἂν τοσαύτην παρέσχεν ὑπόνοιαν· καὶ γὰρ ᾔδει τὴν γνώμην μεθ’ ἧς ἐγένετο ταῦτα. διὸ καὶ Παῦλος ἐπιπλήττει καὶ Πέτρος ἀνέχεται· ἵνα ἐγκαλουμένου τοῦ διδασκά‐ λου καὶ σιγῶντος, εὐκολώτερον οἱ μαθηταὶ μετάθωνται. εἰ μὲν | |
20 | γὰρ μηδενὸς γενομένου τοιούτου παρῄνεσεν ὁ Παῦλος, οὐδὲν ἂν εἰργάσατο μέγα· νῦν δὲ ἀφορμὴν λαβὼν ἐπιτιμήσεως σφοδροτέ‐ ρας, πλείονα τοῖς μαθηταῖς Πέτρου τὸν φόβον ἐνέθηκε. καὶ γὰρ εἰ μὲν ἀκούων ταῦτα Πέτρος ἀντέλεγε, καλῶς ἄν τις ἐμέμψατο ὡς τῆς οἰκονομίας ἀνατρεπομένης· νυνὶ δὲ ἐκείνου μὲν ἐπιτιμῶν‐ | |
25 | τος, τούτου δὲ σιγῶντος, πολὺς τοῖς ἐξ Ἰουδαίων φόβος ἐγίνετο· διὸ καὶ σφοδρῶς ἐχρήσατο τῷ Πέτρῳ. Καὶ σκόπει μεθ’ ὅσης ἀκριβείας κέχρηται τῷ λόγῳ· διδοὺς τοῖς συνετοῖς ἰδεῖν, ὅτι οὐ μάχης ἦν τὰ ῥήματα, ἀλλ’ οἰκονομίας· “ὅτε γὰρ ἦλθε,” φησὶ, “Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον | |
30 | “αὐτῷ ἀντέστην ὅτι κατεγνωσμένος ἦν·” οὐκ εἶπεν ὑπ’ ἐμοῦ, ἀλλ’ ὑπὸ τῶν ἄλλων· εἰ δὲ αὐτὸς κατεγίγνωσκεν, οὐκ ἂν παρῃτήσατο καὶ τοῦτο εἰπεῖν· καὶ τὸ “κατὰ τὸ πρόσωπον δὲ ἀντέστην,” σχῆμα ἦν· εἰ γὰρ ὄντως ἐμάχοντο, οὐκ ἂν ἐπὶ τῶν μαθητῶν | |
ἀλλήλοις ἐπετίμησαν· σφόδρα γὰρ ἂν αὐτοὺς ἐσκανδάλισαν· νυνὶ | 34 | |
35 | δὲ αὐτοῖς λυσιτελοῦσα ἦν ἡ ἐν τῷ φανερῷ μάχη· καὶ ὥσπερ ὁ Παῦλος εἶξεν αὐτοῖς ἐν Ἱεροσολύμοις, οὕτω καὶ οὗτοι ἐν Ἀντιο‐ χείᾳ. Τίς οὖν ἡ κατάγνωσις; “Πρὸ τοῦ γὰρ ἐλθεῖν τινὰς ἀπὸ | |
5 | “Ἰακώβου,” αὐτὸς γὰρ ἦν ὁ διδάσκαλος ἐν Ἱεροσολύμοις, “μετὰ “τῶν ἐθνῶν συνήσθιεν. Ὅτε δὲ ἦλθον, ὑπέστελλε, καὶ ἀφώριζεν “ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς.” Οὐ τοῦτο φοβούμε‐ νος μὴ κινδυνεύσῃ· ὁ γὰρ ἐν ἀρχῇ τοῦ κηρύγματος ἐν Ἱεροσο‐ λύμοις μὴ φοβηθεὶς, πολλῷ μᾶλλον τότε. ἀλλ’ ἵνα μὴ ἀποστῶ‐ | |
10 | σιν· ἐπεὶ καὶ αὐτὸς λέγει Γαλάταις· “φοβοῦμαι μήπως εἰκῆ “κεκοπίακα εἰς ὑμᾶς.” καὶ πάλιν· “φοβοῦμαι μήπως, ὡς ὁ “ὄφις Εὔαν ἠπάτησε, φθαρῇ τὰ νοήματα ὑμῶν.” ὁ μὲν γὰρ τοῦ θανάτου φόβος ἀδιάφορος ἦν αὐτοῖς· ὁ δὲ τῆς ἀπωλείας τῶν μαθητῶν, σφόδρα αὐτῶν κατέσεισε τὴν ψυχήν. | |
15 | Ὥστε καὶ Βαρνάβας συναπήχθῃ αὐτῶν τῇ ὑπο‐ κρίσει. Μὴ θαυμάσῃς εἰ τὸ πρᾶγμα ὑπόκρισιν καλεῖ· οὐ γὰρ βούλε‐ ται, ὅπερ ἔφθην εἰπὼν, ἐκκαλύψαι τὴν γνώμην, ἵνα ἐκεῖνοι κατορ‐ θωθῶσιν. | |
20 | Ἐπειδὴ γὰρ σφοδρῶς ἀντείχοντο τοῦ νόμου, διὰ τοῦτο καὶ ὑπό‐ κρισιν καλεῖ τὸ γιγνόμενον καὶ σφόδρα ἐπιπλήττει, ὥστε πρόρρι‐ ζον αὑτῶν ἀνελεῖν τὴν πρόληψιν· καὶ ἀκούων ταῦτα Πέτρος, συνυποκρίνεται ὡς ἁμαρτάνων, ἵνα ἐν τῇ πρὸς αὐτὸν ἐπιτιμήσει διορθωθῶσιν. εἰ μὲν γὰρ τοῖς ἐξ Ἰουδαίων ὁ Παῦλος ἐπίπληξεν, | |
25 | ἠγανάκτησαν ἂν καὶ διέπτυσαν· οὐ γὰρ πολλὴν περὶ αὐτοῦ δόξαν εἶχον· νυνὶ δὲ τὸν διδάσκαλον ὁρῶντες ἐπιτιμώμενον ...... οὔτε καταφρονῆσαι, ...... εἰπεῖν τοῖς λεγομένοις εἶχον. Ἀλλ’ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλή‐ θειαν τοῦ Εὐαγγελίου. | |
30 | Μὴ δὲ αὕτη ὑμᾶς θορυβείτω ἡ λέξις· οὐ γὰρ Πέτρου κατα‐ γιγνώσκων ταῦτα λέγει· ἀλλ’ οὕτως χαρακτηρίζει τὴν λέξιν, ὡς συμφέρον ἦν ἀκοῦσαι τοὺς διὰ τῆς ἐπιτιμήσεως Πέτρου μέλλον‐ | |
τας βελτίους γενέσθαι. | 35 | |
36 | Εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Εἶδες πῶς τοὺς ἄλλους διορθοῦται; διὰ γὰρ τοῦτο “ἔμπροσθεν,” ἵνα καὶ οἱ ἄλλοι ἀκούσαντες φοβηθῶσιν. Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐχὶ Ἰουδαϊκῶς | |
5 | ζῇς, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν. Καίτοι οὐ τὰ ἔθνη αὐτῷ συναπήχθη, ἀλλ’ οἱ Ἰουδαῖοι· τί οὖν ἐγκαλεῖς ὃ μὴ γέγονε; τί δὲ μὴ τρέπῃς τὸν λόγον ἐπὶ τοὺς ὑπο‐ κρινομένους τοὺς ἐξ Ἰουδαίων, ἀλλ’ ἐπὶ τὰ ἔθνη; διατί δὲ Πέτρῳ μόνῳ ἐγκαλεῖς, εἰ καὶ οἱ λοιποὶ αὐτῷ συνυπεκρίθησαν; καὶ μὴν | |
10 | αὐτὸς ὑπεστέλλετο μόνος· τὸ οὖν ἐστιν ὃ κατασκευάσαι βούλε‐ ται, ἀνύποπτον ποιῆσαι τὴν ἐπιτίμησιν. εἰ μὲν γὰρ εἶπε κακῶς ποιεῖς τὸν νόμον τηρῶν, ἐπετίμησαν ἂν οἱ ἐξ Ἰουδαίων αὐτῷ ὡς θρασυνομένῳ κατὰ τοῦ διδασκάλου· νυνὶ δὲ ὑπὲρ τῶν οἰκείων ἐγκαλῶν αὐτῷ μαθητῶν, τῶν ἐξ ἐθνῶν λέγω, εὐπαράδεκτον ποιεῖται | |
15 | ταύτῃ τὸν λόγον· καὶ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ πάντων ἀπο‐ στῆσαι τὴν ἐπιτίμησιν, τῷ Ἀποστόλῳ περιστῆσαι πᾶσαν αὐτήν· εἰ γὰρ σὺ, φησὶν, Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς καὶ οὐχὶ Ἰουδαι‐ “κῶς·” μονονουχὶ διαρρήδην λέγων, μιμήσασθε τὸν διδάσκαλον· ἰδοὺ γὰρ καὶ αὐτὸς Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇ· ἀλλ’ οὕτω μὲν οὐ | |
20 | λέγει· οὐ γὰρ ἂν ἐδέξαντο τὴν παραίνεσιν· προσχήματι δὲ ἐπιτι‐ μήσεως τῆς ὑπὲρ τῶν ἐθνῶν, ἐκκαλύπτει τοῦ Πέτρου τὴν γνώμην· καὶ γὰρ αἱ ἐπιπλήξεις, ὅταν μὴ σφόδρα φορτικαὶ ὦσι, τότε μάλιστα δύνανται εὐπαράδεκτοι γίνεσθαι· οὐδὲ γὰρ τῶν ἐξ ἐθνῶν τίς ἠδύνατο ἐγκαλέσαι τῷ Παύλῳ τὸν ὑπὲρ τῶν Ἰουδαίων ποιου‐ | |
25 | μένῳ λόγον· τοῦτο δὲ ὅλον κατώρθωσε σιγήσας καὶ καταδεξάμενος ὑποκρίσεως δόξαν λαβεῖν ὁ Πέτρος, ἵνα ἀληθοῦς ὑποκρίσεως ἀπαλ‐ λάξῃ τοὺς Ἰουδαίους. Ταῦτα μὲν ἐνταῦθα ὁ μακάριος Ἰωάννης φησίν. ἐν δὲ τῷ λόγῳ τῷ ἰδικῶς εἰρημένῳ αὐτῷ εἰς τὰ προκείμενα ῥητὰ, προστί‐ | |
30 | θησι καὶ ταῦτα. τινὲς φασὶ, οὐκ ἦν οὗτος ὁ Πέτρος ὁ τῶν Ἀπο‐ στόλων πρῶτος, ὁ παρὰ τοῦ Κυρίου τὰ πρόβατα πιστευθεὶς, ἀλλ’ | |
ἕτερός τις εὐτελὴς καὶ ἀπερριμμένος· πόθεν τοῦτο δῆλον φασὶν, | 36 | |
37 | ὅτι ἐπήγαγεν ὁ Παῦλος “ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῷ “τῇ ὑποκρίσει.” τῷ γὰρ εἰπεῖν “ὥστε καὶ Βαρνάβας,” δηλοῦν‐ τός ἐστιν, ὅτι πολὺ τοῦτο θαυμασιώτερον ἦν τοῦ Πέτρον ἀπαχθῆ‐ ναι· ὡς γὰρ μείζονα αὐτὸν τιθεὶς, οὕτως εἶπεν. ἀλλὰ ταῦτα, οὐκ | |
5 | ἔστιν· οὐ γὰρ ἐπειδὴ μείζων ἦν ὁ Βαρνάβας, διὰ τοῦτο ἐπὶ τούτῳ θαυμάζει μᾶλλον ἢ ἐπὶ τῷ Πέτρῳ, ἀλλ’ ὅτι ἐκεῖνος μὲν εἰς τὴν περιτομὴν ἀπεστάλη· Βαρνάβας δὲ μετὰ Παύλου τοῖς ἔθνεσιν ἐκήρυσσε, καὶ πανταχοῦ τῷ Παύλῳ συνέζευκτο· διὰ τοῦτο τοίνυν θαυμάζει ὅτι καὶ αὐτὸς συναπήχθη, ἐπειδὴ μετ’ αὐτοῦ κηρύττων | |
10 | ἀεὶ, καὶ οὐδὲν κοινὸν πρὸς Ἰουδαίους ἔχων, ἀλλ’ ἐν τοῖς ἔθνεσι διδάσκων καὶ αὐτὸς συναπήχθη. Ὅτι δὲ Πέτρος ἐστὶ περὶ οὗ ταῦτα φησὶ, δῆλον ἐκ τῶν ἀνω‐ τέρω καὶ ἐκ τῶν μετὰ ταῦτα· τῷ γὰρ εἰπεῖν “κατὰ πρόσωπον “αὐτῷ ἀντέστην” καὶ ὡς μέγα θεῖναι τοῦτο, οὐδὲν ἕτερον δηλοῦν‐ | |
15 | τος ἦν, ἀλλ’ ὅτι οὐκ ᾐδέσθη τοῦ προσώπου τὸ ἀξίωμα· οὐκ ἂν δὲ περὶ ἑτέρου λέγων, ὅτι κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὡς μέγα τί τοῦτο ἔθηκε· πάλιν εἰ ἄλλος ἦν Πέτρος, οὐκ ἂν ἡ μετάστασις αὐτοῦ τοσοῦτον ἴσχυεν ὥστε καὶ τοὺς λοιποὺς ἐφελκύσασθαι Ἰουδαίους διὰ τὸ τοῦ προσώπου ἀξίωμα. ὅτι μὲν οὖν Πέτρος ἦν, | |
20 | ἐκ τούτων δῆλον. εἰ δὲ βούλεσθε καὶ τὴν ἕτεραν λύσιν ἐροῦμεν. Τίς οὖν ἐστὶν ἡ ἕτερα; ὁ Πέτρος ἐπεθύμει καὶ τοὺς ἐξ Ἱερο‐ σολύμων κατελθόντας τοὺς ἀπὸ Ἰακώβου, ἀπαλλάξαι τῆς παρατη‐ ρήσεως τῆς Ἰουδαϊκῆς· ἀλλ’ εἰ μὲν αὐτὸς ταύτην εἰσηγήσατο τὴν γνώμην, ὡς ἐναντία ἑαυτῷ δημηγορῶν, καὶ τοῖς ὑπ’ αὐτῷ γεγενη‐ | |
25 | μένοις πᾶσι κατὰ τὸν ἔμπροσθεν χρόνον, ἐσκανδάλισεν ἂν τοὺς μαθητάς. πάλιν εἰ Παῦλος πρὸς αὐτοὺς τοῦτον ἀπέτεινε τὸν λόγον, οὐδ’ ἂν προσέσχον, οὐδ’ ἂν ἠνέσχοντο τῆς ἀκροάσεως. οἱ γὰρ καὶ χωρὶς τούτου μισοῦντες αὐτὸν καὶ ἀποστρεφόμενοι διὰ τὴν τοιαύτην φήμην, πολλῷ μᾶλλον εἰ καὶ συμβουλεύοντος ταῦτα | |
30 | ἤκουσαν· τί οὖν γίνεται; Ἰουδαίοις μὲν οὐδὲν ἐπιτιμᾷ τοῖς ἐξ Ἰακώβου· δέχεται δὲ τὴν ἐπιτίμησιν ὁ Πέτρος παρὰ τοῦ Παύλου· ἵνα ἐγκαλούμενος παρὰ τοῦ συναποστόλου, δικαίαν σχῇ λοιπὸν παρρησίαν τοῦ καὶ τοῖς μαθηταῖς ἐπιπλῆξαι· καὶ ἐπιτιμᾶται μὲν ὁ Πέτρος, διορθοῦνται δὲ οἱ μαθηταί. διὰ τοῦτο κατὰ πρόσωπον | |
35 | αὐτῷ ἀντέστη· καὶ πάλιν εἶπε, “τῷ Πέτρῳ ἔμπροσθεν πάντων·” ὁ | 37 |
38 | δὲ Πέτρος ἀνέχεται καὶ σιγᾷ καὶ οὐκ ἀντιλέγει· οἶδε γὰρ τὴν γνώμην μεθ’ ἧς ὁ Παῦλος ἐπετίμα· καὶ τὸ πᾶν ὁ Πέτρος κατώρ‐ θωσε σιγήσας· ἡ γὰρ τούτου σιγὴ, διδασκαλία τοῖς Ἰουδαίοις ἐγίνετο, τοῦ μηκέτι τοῖς νομίμοις ἐνέχεσθαι· οὐ γὰρ ἂν ὁ δι‐ | |
5 | δάσκαλος ἐσίγησέ φησιν, εἰ μὴ συνῄδει δικαίως ἐπιτιμῶντι τῷ Παύλῳ. ἐλέγχει δὲ αὐτὸν ἀπὸ τῆς προτέρας ἀναστροφῆς, ἵνα μὴ ἐκ τῆς Παύλου γνώμης ἡ παραίνεσις καὶ ἡ συμβολὴ, ἀλλ’ ἐκ τῆς Πέτρου κρίσεως τῆς ἤδη γεγενημένης ............. ............. τὴν σύνεσιν Παύλου, ἀλλὰ καὶ ἐκ τῶν | |
10 | ἑξῆς εἰρημένων· οὐ γὰρ εἶπεν, εἰ σὺ Ἰουδαῖος ὢν ἐθνικῶς ἔζης, ἀλλὰ “ζῇς·” ὥστε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχεις· καὶ οὐκ εἶπε τί τοὺς Ἰουδαίους ἀναγκάζεις Ἰουδαΐζειν; ἀλλὰ “τί τὰ ἔθνη ἀναγκά‐ “ζεις Ἰουδαΐζειν;” ἵνα ἐν προσχήματι τῆς τῶν ἐθνῶν κηδεμονίας, πείσῃ τοὺς Ἰουδαίους ἀποστῆναι τῆς παλαιᾶς συνηθείας· οἱ γὰρ | |
15 | συναπαχθέντες οὐχ οἱ ἐξ ἐθνῶν, ἀλλ’ οἱ Ἰουδαῖοι. καὶ ἵνα μάθητε ὅτι οὐκ ἐπιτίμησις ἦν κατὰ Πέτρου τὰ λεγόμενα, ἀλλὰ παραίνε‐ σις καὶ διδασκαλία τοῖς Ἰουδαίοις ἐν τάξει τῆς ἐπιτιμήσεως τῆς κατὰ Πέτρου, ἄκουσον τῶν ἑξῆς, Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. | |
20 | Ταῦτα γὰρ λοιπὸν διδάσκοντός ἐστι, καὶ οὐκέτι εἰς Πέτρον τὸ πᾶν περιΐστησιν, ἀλλὰ κοινοῖ τὸν λόγον. Εἰ μὲν γὰρ ὡς διδάσκων ἐξ ἀρχῆς εἰσέβαλεν, οὐκ ἂν ἠνέσχοντο Ἰουδαῖοι· νῦν δὲ τὴν ἀρχὴν ἐξ ἐπιτιμήσεως λαβὼν, καὶ δόξας δικαίαν ποιεῖσθαι κατὰ τοῦ Πέτρου τὴν ἐπιτίμησιν, ὡς τοὺς ἐξ | |
25 | ἐθνῶν ἕλκοντος πρὸς τὴν τῶν νομίμων παρατήρησιν, ἐκβαίνει λοι‐ πὸν εἰς παραίνεσιν ἀδεῶς, ὡς τῆς ἀκολουθίας εἰς τοῦτο ἀγούσης αὐτόν. ἵνα γὰρ μή τις ἀκούσας τί τὰ ἔθνη Ἰουδαΐζειν, νομίσῃ ὅτι μόνοις ἐκείνοις οὐκ ἔξεστιν Ἰουδαΐζειν, τοῖς Ἰουδαίοις ἐπαφίεται, εἰς αὐτοὺς τοὺς διδασκάλους τὸν λόγον περιίστησι· τί λέγω | |
30 | φησὶν περὶ ἐθνῶν, Ἰουδαίων ἢ τῶν λοιπῶν; ἡμεῖς οἱ διδάσκαλοι· ἡμεῖς οἱ Ἀπόστολοι· καὶ οὐ τοῦτο μόνον λέγει τὸ δικαίωμα ὅτι οἱ διδάσκαλοι καὶ οἱ Ἀπόστολοι, ἀλλ’ ὅτι καὶ οἱ ἐκ προγόνων Ἰου‐ δαῖοι καθάπαξ ἀπέστημεν τοῦ νόμου· ποίαν οὖν ἔχοιμεν ἀπολογίαν | |
ἑτέρους εἰς τοῦτο ἕλκοντες; | 38 | |
39 | Σχόλιον Θεοδώρου. Ἀντὶ τοῦ ἐκ γένους καὶ οὐ προσήλυτοι. ὁρᾷς πῶς λανθανόντως τῶν Ἰουδαίων καθάπτεται, καὶ τὴν διδασκα‐ λίαν συντίθησιν ἀπηρτισμένην; εἰπὼν γὰρ “φύσει Ἰουδαῖοι καὶ οὐκ “ἐξ ἐθνῶν ἁμαρτωλοὶ,” καὶ αἰτίαν τίθησιν εὔλογον δι’ ἣν ἀπέστη‐ | |
5 | σαν τοῦ Ἰουδαϊσμοῦ. Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου. | |
10 | Ὅρα καὶ ἐνταῦθα πῶς μετὰ ἀσφαλείας ἅπαντα φθέγγεται· οὐ γὰρ ὡς πονηρὸν, ἀλλ’ ὡς ἀσθενῆ, φησὶν, αὐτὸν εἰάσαμεν· εἰ τοίνυν οὐ παρέχει δικαιοσύνην ὁ νόμος, περιττὸν τὸ τῆς περιτομῆς· ἀλλὰ νῦν μὲν οὕτως· προϊὼν δὲ δείκνυσιν ὅτι οὐ μόνον περιττὸν, ἀλλὰ καὶ ἐπικίνδυνον· ὅπερ καὶ μάλιστα παρατηρητεόν· πῶς παρὰ | |
15 | μὲν τὴν ἀρχὴν φησὶν “οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου.” προβαίνων δὲ καὶ φορτικώτερον φθέγγεται. (Σευηριανός.) Ἄλλος φησὶ, εἰ γὰρ ἐξ ἔργων οὐδεὶς δικαιοῦται τῶν πόνον φερόντων, ἐκ δὲ πίστεως, ὅπου τὸ τῆς εὐκολίας, καὶ τὸ τῆς δικαιοσύνης μέγα, πῶς οὐκ ἀναγκαῖον, φησὶν, ἐάσαντας νόμον | |
20 | ἀρκεῖσθαι τῇ χάριτι; ἐξ ἔργων νόμου λέγει μὴ δικαιοῦσθαι, οὐκ ἐξ ἐντολῶν· ἡ γὰρ ἐντολὴ δικαιοῖ ἀκουομένη· τὸ δὲ ἔργον ἦν τὸ δυσκατόρθωτον. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί· ἄρα Χριστὸς ἁμαρτίας διάκονος; | |
25 | Τοῦ Χρυσοστόμου. Εἰ γὰρ οὐκ ἰσχύει ἡ εἰς αὐτὸν πίστις δικαιῶσαι, ἀνάγκη πάλιν λοιπὸν τοῦ νόμου ἔχεσθαι. ὅτι τὸν νόμον ἀφέντες διὰ τὸν Χριστὸν καὶ οὐ δικαιούμενοι ἐκ τῆς ἀφέσεως· ἀλλὰ καὶ κατακρινόμενοι, τῆς ........... τὸ αἴτιον γιγνόμενον ..............φεντες πρὸς τὴν πίστιν | |
30 | ηὐτομολήσαμεν, ὁρᾷς τί κατασκευάζουσιν οἱ Ἰουδαίζοντες; τὸν Χριστὸν τὸν τῆς δικαιοσύνης ἡμῖν αἴτιον, τοῦτον καὶ ἁμαρτίας ἡμῖν ἀποφαίνουσιν αἴτιον· καθὼς καὶ Παῦλός φησι· “ἄρα Χρι‐ | |
“στὸς ἁμαρτίας διάκονος;” εἶτα εἰς ἄτοπον τὸν λόγον ἀπαγαγὼν, | 39 | |
40 | οὐκ ἐδεήθη λοιπὸν κατασκευῆς πρὸς τὴν ἀνατροπὴν, ἀλλ’ ἠρκέσθη τῇ ἀπαγορεύσει μόνον, εἰπὼν “μὴ γένοιτο·” πρὸς γὰρ τὰ λίαν ἀναίσχυντα καὶ ἀναιδῆ, οὐδὲ κατασκευαστικῶν δεῖ λόγων· ἀλλ’ ἀρκεῖ καὶ ἀπαγορεῦσαι μόνον. | |
5 | Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παρα‐ βάτην ἐμαυτὸν συνίστημι. Ἐκεῖνοι δεῖξαι ἐβούλοντο ὅτι ὁ μὴ τηρῶν τὸν νόμον παραβάτης· οὐ τῆς πίστεως, ἀλλὰ καὶ αὐτοῦ τοῦ νόμου· οὒ γὰρ κατέλυσα, τὸν νόμον, φησί. ὁ δὲ λέγει, τουτέστι· πέπαυται ὁ νόμος, καὶ | |
10 | τοῦτο ὡμολογήσαμεν, δι’ ὧν ἀφέντες αὐτὸν κατεφύγομεν ἐπὶ τὴν ἐκ τῆς πίστεως σωτηρίαν. ἂν τοίνυν φιλονεικήσωμεν στῆσαι αὐτὸ τοῦτο, παραβάται γινόμεθα, τὰ παρὰ τοῦ Θεοῦ λυθέντα φιλονει‐ κοῦντες τηρεῖν. (Εὐσεβίου.) Ἄλλος δέ φησι. Ἡ ἐκκλησία νόμον οὐ τηροῦσα, | |
15 | νόμον ................ πεπλήρωται ὁ νόμος καὶ πέπαυται. κἂν μὴ τηρῇ νόμον, οὐ παρανομεῖ· ὁ δὲ πότε μὲν ἐσθίων τὰ ἀπηγορευμένα ὑπὸ τοῦ νόμου· πάλιν δὲ μὴ ἐσθίων, τῷ ἐκ δευ‐ τέρου μὴ ἐσθίειν, μηνύει ὅτι ἰσχύει ὁ νόμος καὶ μένει εἰς ὃν ἀνα‐ τρέχει· οὐκ οὖν ἐπειδὴ μένει ὁ νόμος, αὐτὸς δὲ παρὰ τὰ νόμιμα | |
20 | ἔφαγε, καλῶς ἀκούεις ταῦτα. (Σευηριανός.) Καὶ ἄλλος πάλιν φησὶ, πρὸς τὸν Πέτρον ὁ λόγος· σὺ κατέλυσας αὐτὰ δόγματι, ὅπερ ἀπεστάλη παρ’ ὑμῶν τοῖς Ἀντιοχεῦσι καὶ πάσῃ τῇ οἰκουμένῃ· ἀπρεπὲς οὖν ταῦτα διδά‐ σκειν ἑτέρους, ὧν τῆς ἐπιμελείας ἀπέστης, καὶ ἰδίῳ κατέλυσας | |
25 | δόγματι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον. Διπλὴν ἔχει τοῦτο τὴν θεωρίαν· ἢ γὰρ νόμου τοῦ τῆς χάριτος φησί· οἶδε γὰρ καὶ τοῦτον νόμον καλεῖν, ὡς ὅταν λέγῃ· “ὁ δὲ “νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με·” ἢ νόμον ἐνταῦ‐ | |
30 | θα, τὸν παλαιὸν λέγει· δεικνὺς ὅτι διὰ τούτου τοῦ νόμου τῷ νόμῳ ἀπέθανε· τουτέστιν αὐτός με ὁ νόμος ἐνήγαγεν εἰς τὸ μηκέτι προσέχειν αὐτῷ· εἰ τοίνυν μέλλοιμι αὐτῷ προσέχειν, καὶ αὐτὸν παραβαίνω· καὶ τινὶ τρόπῳ Μωϋσῆς φησι, “προφήτην ὑμῖν ἀνα‐ | |
“στήσει Κυρίος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, αὐτοῦ | 40 | |
41 | “ἀκούσεσθε” περὶ τοῦ Χριστοῦ λέγων· ὥστε οἱ μὴ τούτῳ πειθό‐ μενοι παραβαίνουσι τὸν νόμον. Τοῦ Χρυσοστόμου. Καὶ ἑτέρως δὲ πάλιν νοητέον ἡμῖν τοῦτο· τὸ διὰ νόμου νόμῳ ἀπέθανον· ὁ γὰρ νόμος πάντα κελεύει ποιεῖν | |
5 | τὰ γεγραμμένα, καὶ τὸν μὴ ποιοῦντα κολάζει· οὐκ οὖν ἅπαντες αὐτῷ τετελευτήκαμεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. καὶ ὅρα πῶς καὶ ἐνταῦθα μεμετρημένως ποιεῖται τὴν πρὸς αὐτὸν μάχην· οὐ γὰρ εἶπε, νόμος μοι ἀπέθανεν, ἀλλ’ “ἐγὼ τῷ νόμῳ ἀπέθανον·” ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ τὸν νέκρον καὶ τεθνεῶτα οὐκ | |
10 | ἔστιν ὑπάγειν ταῖς ἐντολαῖς τοῦ νόμου, οὕτως καὶ ἐμὲ τὸν ἐκ τῆς ἀρᾶς τῆς ἐκείνου τελευτήσαντα, τῷ γὰρ λόγῳ τῷ ἐκείνου ἀπέθα‐ νον· μὴ τοίνυν ἐπιταττέτω τῷ τεθνεῶτι, ὃν καὶ αὐτὸς ἀνεῖλε· καὶ θάνατον οὐ τὸν σωματικὸν μόνον, ἀλλὰ καὶ τὸν ψυχικόν· δι’ οὗ καὶ τὸν σωματικὸν ἐπήγαγεν· ὅτι γὰρ τοῦτο λέγει, διὰ τῶν ἑξῆς | |
15 | ἐδήλωσεν. Ἵνα γὰρ ζήσω Θεῷ Χριστῷ συνεσταύρωμαι. Ἐπειδὴ γὰρ εἶπεν “ἀπέθανον·” ἵνα μὴ τίς εἴπῃ, πῶς οὖν ζῇς; ἐπήγαγε καὶ τὴν αἰτίαν τῆς ζωῆς· καὶ ἔδειξεν ὅτι ὁ μὲν νόμος, ζῶντα ἀπέκτεινεν· ὁ δὲ Χριστὸς νεκρὸν λαβὼν, διὰ θανάτου ἐζωο‐ | |
20 | γόνησε· καὶ διπλοῦν τὸ θαῦμα δείκνυσιν, ὅτι καὶ τὸν νεκρὸν ἐζωοποίησε, καὶ διὰ θανάτου τὴν ζωὴν ἐχαρίσατο· ζωὴν δὲ λέγει νῦν τὴν ἀθάνατον. τοῦτο γάρ ἐστιν “ἵνα Θέῳ ζήσω, Χριστῷ συνε‐ “σταύρωμαι.” καὶ πῶς ὁ ζῶν καὶ ἐμπνέων συνεσταυρώθης; φησὶν, ὅτι μὲν γὰρ ὁ Χριστὸς ἐσταυρώθη, δῆλον· σὺ δὲ πῶς ἐσταύρωσαι | |
25 | καὶ ζῇς; Ζῶ δὲ οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τὸ μὲν γὰρ εἰπεῖν “Χριστῷ συνεσταύρωμαι,” τὸ βάπτισμα ᾐνίξατο. τὸ δὲ εἰπεῖν “ζῶ δὲ οὐκέτι ἐγώ,” τὴν μετὰ ταῦτα πολι‐ τείαν δι’ ἧς νεκροῦται ἡμῶν τὰ μέλη. Τί οὖν ἐστι τὸ “ζῇ δὲ | |
30 | “ἐν ἐμοὶ Χριστός;” οὐδὲν γίνεται, φησὶν, ὑπ’ ἐμοῦ ὧν ὁ Χριστὸς οὐ βούλεται· ὥσπερ γὰρ θάνατον λέγει οὐ τοῦτον τὸν κοινὸν, ἀλλὰ τὸν ἐκ τῶν ἁμαρτίων, οὕτω καὶ ζωὴν τὴν ἐκείνων ἀπαλλαγήν. Θέῳ γὰρ οὐκ ἔστιν ἄλλως ζῇν, ἀλλ’ ἢ νεκρωθέντα τῇ ἁμαρτίᾳ. | |
ὥσπερ οὖν ὁ Χριστὸς τὸν σωματικὸν ὑπέστη θάνατον, οὕτως ἐγὼ | 41 | |
42 | τὸν κατὰ τῆς ἁμαρτίας. “Νεκρώσατε γὰρ τὰ μέλη ὑμῶν τὰ “ἐπὶ τῆς γῆς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία.” καὶ πάλιν λέγει, “ἄρα ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη,” ὅπερ ἐν τῷ λούτρῳ γέγονε. μετὰ δὲ ταῦτα· ἐὰν μὲν ἦς νεκρὸς τῇ ἁμαρ‐ | |
5 | τίᾳ, ζῇς τῷ Θέῳ· ἐὰν δὲ πάλιν αὐτὴν ἀναστήσῃς, ἐλυμήνω τὴν τοιαύτην ζωήν· ἀλλ’ οὐχ ὁ Παῦλος τοιοῦτος· διέμενε δὲ διόλου νεκρός. εἰ τοίνυν ἐν τῷ Θέῳ ζῶ, φησὶν, ἕτεραν παρὰ τὴν ἐν τῷ νόμῳ ζωὴν, καὶ νεκρὸς ἐγενόμην τῷ νόμῳ, οὐδὲν τοῦ νόμου φυλάτ‐ τειν δύναμαι· καὶ οὐκ εἶπε ζῶ ἐγώ· ἀλλὰ “ζῇ ἐν ἐμοὶ Χριστός·” | |
10 | τίς ταύτην τολμήσει ῥῆξαι τὴν φωνήν; Ἐπειδὴ γὰρ εὐήνιον ἑαυτὸν τῷ Χριστῷ κατεσκεύασε, καὶ πάντα ἐξέβαλε τὰ βιωτικὰ, καὶ πρὸς τὸ θέλημα τὸ ἐκείνου πάντα ἔπραττεν, οὐκ εἶπε ζῶ τῷ Χριστῷ, ἀλλ’ ὃ πολλῷ πλεῖον ἦν, “ζῇ “δὲ ἐν ἐμοὶ ὁ Χριστός.” | |
15 | Ὥσπερ γὰρ ἡ ἁμαρτία ὅταν κρατήσῃ, αὕτη ἐστὶν ἡ ζῶσα, πρὸς ἃ βούλεται τὴν ψυχὴν ἄγουσα, οὕτως ἂν ἐκείνης νεκρωθείσης, τὰ Χριστῷ δοκοῦντα γίνεται, οὐδὲ ἀνθρωπίνη λοιπὸν ἔστιν ἡ τοιαύτη ζώη, αὐτοῦ ζῶντος ἐν ἡμῖν, τουτέστιν, ἐνεργοῦντος, κρατοῦντος. Ἄλλος δέ φησιν· ὁ νόμος, σωματικῶν ἔχει τὴν ἐργασίαν καὶ | |
20 | τὴν ἀπόλαυσιν· τὸ δὲ φάγε, καὶ τόδε μὴ φάγῃς· Σάββατον τήρησον, περιτομήν· ἡ χάρις οὐ βούλεταί σε διὰ τούτων εὐδο‐ κιμεῖν ἐνεκρώθ....... τούτοις τὴν χρείαν ἔχω νόμου· ζῶ ... .... ἐγὼ, ζῇ δὲ ἐμοὶ ὁ Χριστός· ὃ ἐγὼ ἔζων ἐμαυτῷ, ὑπὸ νόμον ἤμην· ἐπειδὴ δὲ Χριστὸς ζῇ ἐν ἐμοὶ, ὁ μηκέτι ὑπὸ νόμον ἀλλ’ ἐν | |
25 | οὐρανοῖς, ἐκ δεξιῶν τοῦ Πατρὸς, οὐκ ἀθετῶ τὸν ἐν ἐμοὶ ζῶντα. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Πιστεύω γὰρ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ· εἰ δὲ ὁ Υἱὸς τοῦ Θεοῦ ᾧ πιστεύω, ἐν δεξίᾳ τοῦ Πατρὸς, ἐν οὐρανοῖς πολιτεύομαι· ὁ δὲ νόμος, ἐν τοῖς ἐπὶ γῆς εἶχε τὰς τηρήσεις· οὐκ ἄρα ὑπόκειμαι | |
30 | νόμῳ. (Θεόδωρος.) Ἄλλος πάλιν ὧδε φησίν· ἐπειδὴ ἐν τῷ βαπτί‐ σματι τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως τύπον ἐπλήρουν, συσταυροῦσθαι ἐλέγοντο τῷ Χριστῷ· ὡς ἂν αὐτοῦ μὲν διὰ σταυ‐ | |
ροῦ τὸν θάνατον δεξαμένου καὶ ἀναστάντος, αὐτοὶ δὲ κατὰ τύπον | 42 | |
43 | τοῦ βαπτίσματος ἐν τοῖς ὁμοίοις γιγνόμενοι, ἐπ’ ἔλπιδι τοῦ καὶ πάντη πότε μετασχεῖν τῶν ὁμοίων, ὅταν τῆς κοινῆς πάντων ἀνα‐ στάσεως ἐν τῇ τοῦ αἰῶνος συντελείᾳ τὸν καιρὸν παρεῖναι συμ‐ βαίνῃ· τοῦτο οὖν λέγει· “ὅτι συνεσταύρωμαι,” φησὶν, “τῷ | |
5 | “Χριστῷ·” οὐδὲ μίαν πρὸς τὴν παροῦσαν ταύτην ζωὴν κοινωνίαν ἔχων, ἐν ᾗ κατὰ νόμον πολιτεύεσθαι ἡμᾶς ἀνάγκη. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός. Τῷ τὴν ἐκείνου ζωὴν ζῇν τὴν ἀθάνατον· ἃ γὰρ ἐπὶ τῶν πραγμά‐ των ἔσται τότε, ταῦτα ὡς ἤδη γεγενημένα λέγει. | |
10 | Καὶ Ἄλλος πάλιν φησὶ, “ζῇ ἐν ἐμοὶ ὁ Χριστός·” ὁ μὴ ὑπο‐ κείμενος νόμῳ, ὑπὲρ νόμον ὢν ὡς Υἱός· ἐγὼ δὲ διὰ τὸν ζῶντα ἐν ἐμοὶ, ὥσπερ οἱ δεχόμενοι τὰς αὐγὰς τὰς ἡλιακὰς φωτεινοὶ καὶ διειδεῖς, υἱός· ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ· τὰ μὲν εἰρημένα μοί φησιν, περὶ τῆς νοερᾶς ζωῆς. εἰ | |
15 | δὲ τίς καὶ ταύτην ἐξετάζοι τὴν αἰσθητὴν, καὶ αὕτη διὰ τὴν εἰς Χριστόν μου πίστιν γέγονεν. ὅσον γὰρ εἰς τὴν παλαιὰν πολιτείαν καὶ τὸν νόμον, ἐσχάτης κολάσεως ἄξιος ἤμην, καὶ πάλαι ἂν ἀπολώ‐ λειν· “πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ·” καὶ ὑπὸ τὴν ἀπόφασιν ἡμᾶς κειμένους, καὶ γὰρ οἱ πάντες ἀπέ‐ | |
20 | θανον εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ ἀποφάσει, καὶ τὴν πληγὴν ἐκδεχομένους. ἐπειδὴ καὶ ὁ νόμος κατηγόρησε καὶ ὁ Θεὸς ἀπε‐ φήνατο, ἐλθὼν ὁ Χριστὸς καὶ εἰς θάνατον ἑαυτὸν ἐκδοὺς, πάντας ἡμᾶς ἐξήρπασε τοῦ θανάτου· ὥστε “ὃ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει “ζῶ,” τουτέστι, διὰ τὴν εἰς αὐτὸν πίστιν ζῶ. ἐπεὶ, εἰ μὴ τοῦτο | |
25 | ἦν, οὐδὲν ἐκώλυε πάντας ἀφανισθῆναι· ὃ καὶ ἐπὶ τοῦ κατακλυσμοῦ γέγονεν· ἀλλ’ ἡ τοῦ Χριστοῦ παρουσία, στήσασα τοῦ Θεοῦ τὴν ὀργὴν, διὰ τῆς πίστεως ζῇν ἡμᾶς ἐποίησεν· ὅτι γὰρ τοῦτο φησὶν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ ὅτι “ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει “ζῶ,” ἐπήγαγε. | |
30 | Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ πα‐ ραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. | |
Ἐννοήσας τὴν ἀπόγνωσιν τῆς ἀνθρωπίνης φύσεως καὶ τὴν | 43 | |
44 | ἄφατον τοῦ Χριστοῦ κηδεμονίαν, καὶ τινῶν ἀπήλλαξε καὶ τίνα ἐχαρίσατο· καὶ πυρωθεὶς ὑπὸ τοῦ περὶ αὐτὸν πόθου, οὕτω φθεγγέ‐ ται· ἐπεὶ καὶ οἱ προφῆται, τὸν κοινὸν Θεὸν ἰδιοποιοῦντο πολλάκις οὕτω λέγοντες, “ὁ Θεὸς, ὁ Θεός μου πρόσχες μοι.” καὶ πάλιν· | |
5 | “ὁ Θεὸς, ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω.” καὶ χωρὶς δὲ τούτων, δείκνυσιν ὅτε ἕκαστος ἡμῶν τοσαύτην ὀφείλει τῷ Θέῳ χάριν, ὅσην ἂν εἰ καὶ δι’ αὐτὸν μόνον ἦλθεν· οὐ γὰρ ἂν παρῃτήσατο καὶ ὑπὲρ ἑνὸς τοσαύτην οἰκονομίαν ἐπιδείξασθαι· οὕτως ἕκαστον ἄνθρωπον τοσούτῳ μέτρῳ ἀγάπης φιλεῖ, ὅσῳ τὴν οἰκουμένην ἅπασαν. | |
10 | Ἡ μὲν οὖν θυσία, ὑπὲρ πάσης προσενήνεκτο φύσεως καὶ ἱκανὴ πάντας ἀπολῦσαι· οἱ δὲ τῇ εὐεργεσίᾳ χρησάμενοι οἱ πιστεύ‐ σαντες εἰσὶ μόνοι· ἀλλ’ ὅμως οὐκ ἐπέστησεν αὐτὸν τῆς τοιαύτης οἰκονομίας τὸ μὴ πάντας προσελθεῖν· εἶτα αὐτὸς μὲν οὕτω σε ἠγάπησεν, ὡς καὶ ἑαυτὸν παραδοῦναι, καὶ οὐκ ἔχοντα σωτηρίας | |
15 | ἐλπίδα εἰς τοσαύτην καὶ τοιαύτην ζωὴν ἀναγαγεῖν· σὺ δὲ μετὰ τοσαῦτα ἀγαθὰ πρὸς τὰ παλαιὰ παλινδρομεῖς; Ἐπειδὴ τοίνυν τὰ ἀπὸ τῶν λογισμῶν ἔθηκεν ἀκριβῶς, λοιπὸν ἐν ἀποφάσει σφοδρῶς ἀνακηρύττει λέγων· “οὐκ ἀθετῶ τὴν χάριν “τοῦ Θεοῦ.” ἀκουέτωσαν οἱ ἔτι καὶ νῦν Ἰουδαΐζοντες· καὶ γὰρ | |
20 | πρὸς ἐκείνους ταῦτα λέγεται. Εὐσεβίου. Οὐ λέγω ὅτι καὶ μετὰ τὸ πάθος τοῦ Χριστοῦ χρεία νομίμων· τοῦτο γάρ ἐστιν εἰπεῖν ὅτι ἡ χάρις οὐδὲν ἰσχύει, ὅτι οὐδὲν συμβάλλεται τὸ πάθος. Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χρίστος δωρεὰν | |
25 | ἀπέθανεν. Τοῦ Χρυσοστόμου. Τί ταύτης τῆς ἁμαρτίας χαλεπώτερον; τί τούτων τῶν ῥημάτων ἐντρεπτικώτερον; εἰ γὰρ ὁ νόμος δικαιοῖ, περιττὸς, φησὶν, ὁ τοῦ Χριστοῦ θάνατος· ὃν προφῆται μὲν ὤδινον· πατριάρχαι δὲ προύλεγον· ἄγγελοι δὲ ..... ἐννοήσας .... | |
30 | ὑπερβολὴν τῆς ἀτοπίας· εἰς τοσοῦτον πρᾶγμα καὶ τηλικοῦτον, περιττῶς λέγοιεν γεγενῆσθαι· τοῦτο γὰρ ἀφ’ ὧν ἐποίουν συνίστατο, | |
καὶ ὕβρει κατ’ αὐτῶν κέχρηται σφοδροτάτῃ οὕτω λέγων, | 44 | |
45(1t) | ΚΕΦ. Δ. | |
2t | Ὅτι διὰ πίστεως ὁ ἁγιασμὸς οὐ διὰ νόμου. | |
3 | Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι; οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς | |
5 | προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος. Ἐνταῦθα λοιπὸν, ἐφ’ ἕτερον μεταβαίνει κεφάλαιον· ἐν μὲν γὰρ τοῖς προτέροις ἔδειξεν, ὅτι οὐχ ὑπ’ ἀνθρώπων ἦν Ἀπόστολος οὐδὲ δι’ ἀνθρώπων· οὐδὲ ἐδεήθη τῆς τῶν Ἀποστόλων διδασκαλίας. Ἐνταῦθα δὲ λοιπὸν ἀξιόπιστον καταστήσας ἑαυτὸν διδάσκαλον, | |
10 | μετὰ πλείονος τῆς αὐθεντείας διαλέγεται· πίστεως καὶ νόμου σύγκρισιν ποιούμενος. ἀρχόμενος μὲν οὖν φησὶ, “θαυμάζω ὅτι “οὕτω ταχέως μετατίθεσθε.” ἐνταῦθα δὲ “ὦ ἀνόητοι Γαλάται·” τότε μὲν γὰρ ὤδινε τὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπελογήσατο, εἰς μέσον αὐτὴν ἀπορρήξας ἐξήνεγκε μετὰ | |
15 | τὴν ἀπόδειξιν. εἰ δὲ ἀνοήτους καλεῖ, μὴ θαυμάσῃς· οὐ γὰρ παρα‐ βαίνων τοῦ Χριστοῦ τὸν νόμον τὸν λέγοντα, μὴ καλεῖν μῶρον τὸν ἀδελφὸν αὐτοῦ· ἀλλὰ καὶ σφόδρα αὐτὸν τηρῶν τοῦτο ποίει· οὐ γὰρ ἁπλῶς εἴρηται ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μῶρον, ἀλλ’ ὁ εἰκῆ καλῶν· ὅτι γὰρ ἔδειξε τὴν πίστιν ἐξωθουμένους καὶ τὸν θάνατον | |
20 | τοῦ Χριστοῦ περιττὸν ἀποφαίνοντας, τότε ἐπάγει τὴν ἐπιτίμησιν· καὶ οὐδὲ τότε κατ’ ἀξίαν· καὶ γὰρ πολλῶν χαλεπωτέρων ἤσαν ἄξιοι ῥημάτων. ὅρα δέ μοι πῶς εὐθέως καθυφίησι πλῆξας· οὐ γὰρ εἶπε, τίς ὑμᾶς ἠπάτησε; τίς ὑμῖν ἀπεχρήσατο; τίς ὑμᾶς παρε‐ λογίσατο; ἀλλὰ “τίς ὑμᾶς ἐβάσκηνεν;” οὐκ ἄμοιρον ἐγκωμίων | |
25 | τὴν ἐπίπληξιν θείς· τοῦτο γὰρ δεικνύντος ἐστιν, ὅτι φθόνου ἔπρατ‐ τον ἄξια πρότερον· καὶ δαίμονος ἐπήρεια τὸ γενόμενον ἦν· ταῦτα δὲ λέγει· οὐχ ὡς τοῦ φθόνου καθ’ ἑαυτῶν τὴν ἰσχὺν ἔχοντος, ἀλλ’ ὡς τῶν ταῦτα διδασκόντων διὰ βασκανίαν ἐπὶ τοῦτο ἐλθόντων· “οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυ‐ | |
30 | “ρώμενος.” Τοῦτο φησὶ τῆς πίστεως δεικνὺς τὴν ἰσχὺν, καὶ τὰ πόρρωθεν | |
δυναμένης ὁρᾶν· καὶ οὐκ εἶπεν ἐσταυρώθη· ἀλλὰ “προεγράφη | 45 | |
46 | “ἐσταυρωμένος·” δηλῶν ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἀκρι‐ βέστερον ἐθεώρησαν τῶν παρόντων ἐνίων· ἐκείνων μὲν γὰρ πολλοὶ θεασάμενοι, οὐδὲν ἀπώναντο· οὗτοι δὲ ὀφθαλμοφανῶς μὲν οὐκ εἶδον, ἀκριβέστερον δὲ διὰ τῆς πίστεως εἶδον· ταῦτα δὲ λέγει, | |
5 | καὶ καθαπτόμενος αὐτῶν ὁμοῦ καὶ ἐπαινῶν· ἐπαινῶν μὲν ὅτι μετὰ τοσαύτης ἐδέξαντο πληροφορίας τὸ γεγενημένον· καθαπτό‐ μενος δὲ, ὅτι ὃν εἶδον ὑπὲρ αὐτῶν γυμνωθέντα, ἀνεσκολοπισμένον, προσηλωμένον, κωμῳδούμενον, ἐμπτυόμενον, ὄξος ποτιζόμενον, κα‐ τηγορούμενον ὑπὸ λῃστῶν, λόγχῃ νυττόμενον· ταῦτα γὰρ πάντα | |
10 | ἐδήλωσε διὰ τοῦ εἰπεῖν, “προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος·” τοῦτον ἀφέντες, εἰς τὸν νόμον ἀνέδραμον, οὐδὲν αἰδεσθέντες τῶν παθημάτων ἐκείνων. σὺ δὲ μοὶ σκόπει, πῶς πανταχοῦ τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὰ ἄλλα πάντα ἀφεὶς, τὴν δύναμιν ἀνε‐ κήρυττε τοῦ Χριστοῦ, τὸν σταυρὸν περιστρέφων· τοῦτο γὰρ μάλι‐ | |
15 | στα κεφάλαιον τῆς ὑπὲρ ἡμῶν κηδεμονίας ἦν. Τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; ...... τοῖς μακροῖς ...... λόγοις φησὶν, οὐδὲ τῆς οἰκονομίας τὸ μέγεθος κατοπτεῦσαι βούλεσθε, διὰ συντόμου λόγου | |
20 | καὶ ταχίστης ἀποδείξεως ὑμᾶς πεῖσαι βούλομαι· ἐλάβετε, φησὶν, Πνεῦμα Ἅγιον· εἰργάσασθε δυνάμεις πολλάς· ἐτελέσατε σημεῖα· προφητεύοντες, γλώσσαις λαλοῦντες· τὴν τοσαύτην ἰσχὺν τίς ὑμῖν δέδωκεν; ὁ νόμος; καὶ μὴν οὐδὲν πρότερον ἐποιεῖτε τοιοῦτον· ἀλλ’ ἡ πίστις; πῶς οὖν οὐκ ἐσχάτης μανίας τοσαῦτα παρὰ τῆς | |
25 | πίστεως εὐεργετηθέντας, ταύτην μὲν ἀφεῖναι, πρὸς δὲ τὸν οὐδὲν τούτων παρασχόντα νόμον αὐτομολῆσαι πάλιν; Ἄλλος δέ φησι, δεξάμενοι τὸ Πνεῦμα ἐπ’ ἐλπίδι τῆς ἀνα‐ στάσεως καὶ τῆς ἀθανασίας, ὅτε χάριτι πάσης ἑκτὸς ἁμαρτίας ἐσόμεθα, αὖθις ὡς θνητοί τινες, ὑπὸ τὴν τοῦ νόμου φυλακὴν ἑαυ‐ | |
30 | τοὺς ποιεῖτε; Οὕτως ἀνόητοι ἐστέ· ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Πάλιν εὐκαίρως τὴν ὕβριν ἐπήγαγε· δέον γὰρ, φησὶ, προσθή‐ | |
κην ποιῆσαι τοῦ χρόνον προϊόντος, οὐ μόνον οὐκ ἐπεδώκατε, ἀλλὰ | 46 | |
47 | καὶ εἰς τοὐπίσω κατηνέχθητε πάλιν. οἱ γὰρ ἀπὸ τῶν μικρῶν ἀρχόμενοι, προΐοντες ἐπὶ τὰ μείζονα ἀναβαίνουσιν· ὑμεῖς δὲ ἀπὸ μεγάλων ....... ἀρξάμενοι, ἐπὶ τὰ σαρκικὰ κατελύσατε· τὸ μὲν γὰρ σημεῖα ποιεῖν, πνευματικόν· τὸ δὲ περιτέμνεσθαι, | |
5 | σαρκικόν· ὑμεῖς δὲ μετὰ τὰ σημεῖα ἐπὶ τὴν περιτομὴν ἤλθετε· μετὰ τὸ δράξασθαι τῆς ἀληθείας, ἐπὶ τοὺς τύπους κατεπέσετε. καὶ οὐκ εἶπε σαρκὶ τελεῖτε, ἀλλὰ “σαρκὶ ἐπιτελεῖσθε.” δεικνὺς ὅτι δίκην θρεμμάτων ἀλόγων λαβόντες αὐτοὺς ἐκεῖνοι κατέκυπτον· τούτων ἑαυτοὺς ἐκδόντων εἰς τὸ πάσχειν, ὅπερ ἐβούλοντο ἐκεῖνοι. | |
10 | Τοσαῦτα ἐπάθετε εἰκῆ; Τοῦ Χρυσοστόμου. Τοῦτο τοῦ προτέρου πολυπληκτικώτερον· οὐ γὰρ οὕτως ἠδύνατο δακεῖν ἡ τῶν σημείων ἀνάμνησις, ὡς ἡ τῶν ἀγαθῶν ἐπίδειξις καὶ ἡ τῶν παθῶν ὑπομονὴ τῶν διὰ τὸν Χριστόν· πάντα γὰρ ἐκεῖνα, φησὶν, ἅπερ ὑπεμείνατε, ζημιῶσαι ὑμᾶς οὗτοι | |
15 | βούλονται· εἶτα ἵνα μὴ κατασείσῃ αὐτῶν τὴν ψυχὴν, καὶ ἐκλύσῃ τὰ νεῦρα, οὐκ ἐνέμενεν ἕως τῆς ἀποφάσεως, ἀλλ’ ἐπήγαγεν. Εἰ γὲ καὶ εἰκῆ. Εἰ γὰρ βουληθείητέ φησιν ἀνανῆψαι καὶ ἀνακτήσασθαι ἑαυ‐ τοὺς, οὐκ εἰκῆ. ποῦ νῦν εἰσὶν οἱ τὴν μετάνοιαν ἐκκόπτοντες; ἰδοὺ | |
20 | γὰρ οὗτοι, καὶ πνεῦμα ἔλαβον, καὶ σημεῖα εἰργάσαντο, καὶ μυ‐ ρίους ὑπομείναντες διὰ Χριστὸν κινδύνους καὶ διωγμοὺς, τῆς χάρι‐ τος ἐξέπεσον· ἀλλ’ ὅμως φησὶν, ἐὰν βούλεσθε, δύνασθε ἑαυτοὺς ἀνακτήσασθαι. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν πνεῦμα, καὶ ἐνεργῶν δυνά‐ | |
25 | μεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; Τοσαύτης ἠξιώθητε, φησὶ, δωρεᾶς διὰ τὴν πίστιν, ἢ διὰ τὸν νόμον; δῆλον ὅτι διὰ τὴν πίστιν· ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον καὶ περιέφερον λέγοντες, ὅτι οὐκ ἔχει ἡ πίστις ἰσχὺν, τοῦ νόμου μὴ προκειμένου, δεικνὺς τὸ ἐναντίον, ὅτι τῶν ἐντολῶν | |
30 | προτεθεισῶν οὐδὲν ἡ πίστις ὠφελήσει λοιπόν· τότε δὲ ἰσχύει ἡ πίστις, ὅταν μὴ προτέθῃ τὰ ἀπὸ τοῦ νόμου, καὶ ὅτε φησὶν οὐ προσείχετε τῷ νόμῳ ἀλλὰ τῇ πίστει, τότε πνεῦμα ἐλάβετε καὶ σημεῖα ἐπετελέσατε· εἶτα ἐπειδὴ περὶ νόμου ὁ λόγος ἦν, καὶ | |
ἕτερον κινεῖ τόπον ἀγωνιστικώτατον, τὸν Ἀβραὰμ εἰς μέσον εἰσά‐ | 47 | |
48 | γων, καὶ σφόδρα εὐκαίρως καὶ μετὰ πολλῆς τῆς περιουσίας οὕτω λέγων, Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θέῳ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. | |
5 | Δηλοῖ μὲν γὰρ τῆς πίστεως, φησὶν, τὴν δύναμιν, καὶ τὰ ὑφ’ ὑμῶν γινόμενα θαύματα· εἰ δὲ βούλεσθε, καὶ ἐκ παλαιῶν ὑμᾶς πεῖσαι δύναμαι διηγημάτων· εἰ ὁ πρὸ τῆς χάριτος, φησὶν, ἀπὸ πίστεως ἐδικαιώθη· καίτοιγε καὶ ἐν ἔργοις κομῶν, πολλῷ μᾶλλον ἡμεῖς· τί γὰρ ἐκεῖνος ἐβλάβη μὴ γενόμενος ὑπὸ νόμον; οὐδέν· | |
10 | ἀλλ’ ἤρκεσεν ἡ πίστις εἰς δικαιοσύνην αὐτῷ· ὥσπερ γὰρ τότε οὐδέπω δοθεὶς ἦν ὁ νόμος, οὕτω καὶ νῦν δοθεὶς πέπαυται· εἶτα ἐπειδὴ μέγα ἐφρόνουν τῷ ἐς Ἀβραὰμ γεγενῆσθαι, καὶ ἐδεδοίκεσαν μὴ τὸν νόμον ἀφέντες, ἀλλοτριωθῶσι τῆς ἐκείνου συγγενείας, καὶ τοῦτον πάλιν εἰς τὸ ἐναντίον περιτρέπει τὸν λόγον, καὶ λύει τὸν | |
15 | φόβον ὁ Παῦλος, δεικνὺς ὅτι τὴν πρὸς ἐκεῖνον ἀγχιστείαν μά‐ λιστα ἡ πίστις ἐργάζεται· καὶ τοῦτο σαφέστερον μὲν ἐν τῇ πρὸς Ῥωμαίους κατεσκεύασεν, οὐχ ἧττον δὲ αὐτὸ καὶ ἐνταῦθα ἐργάζε‐ ται λέγων οὕτως, | |
19t | ΚΕΦ. Ε. | |
20t | Ὅτι καὶ Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη εἰς τύπον ἡμῶν. | |
21 | Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοὶ εἰσὶν Ἀβραάμ. Εἶτα καὶ αὐτὸ τοῦτο, ἀπὸ μαρτυρίας παλαιᾶς συνίστησι. “Προσιδοῦσα γὰρ,” φησὶν, “ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ | |
25 | τὰ ......... τῷ Ἀβραὰμ ......... πάντα τὰ ἔθνη.” Εἰ τοίνυν οὐχ οἱ τὴν φυσικὴν ἔχοντες πρὸς αὐτὸν συγγένειαν οὗτοι εἰσὶν υἱοὶ, ἀλλ’ οἱ τὴν πίστιν ἐκείνου μιμησάμενοι· τοῦτο γάρ ἐστιν “ἐν σοὶ τὰ ἔθνη,” δηλονότι εἰς ταύτην εἰσάγεται τὴν | |
30 | συγγένειαν. διὰ δὴ τοῦτο, καὶ ἕτερον δείκνυται μέγα· ἐπειδὴ γὰρ αὐτοὺς ἐθορύβει, τὸ τὸν νόμον ἀρχαιότερον εἶναι, τὴν δὲ πίστιν | |
μετὰ τὸν νόμον, καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν αὐτῶν, δεικνὺς, | 48 | |
49 | ὅτι τοῦ νόμου πρεσβυτέρα ἡ πίστις· καὶ τοῦτο δῆλον, ἀπὸ τοῦ Ἀβραάμ· πρὶν ἢ γὰρ φανῆναι τὸν νόμον, ἐκεῖνος ἐδικαιώθη· δεί‐ κνυσι δὲ ὅτι καὶ τὰ νῦν γενόμενα, κατὰ προφητείαν ἐγένετο. Προϊδοῦσα γὰρ ἡ γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ | |
5 | ἔθνη ὁ Θεὸς, οὐκ ἐκ τοῦ νόμου, προευηγγελίσατο τῷ Ἀβραάμ. Τί δὲ τοῦτό ἐστιν; αὐτὸς ὁ τὸν νόμον διδοὺς, φησὶ, καὶ πρὶν ἢ τὸν νόμον δοῦναι, τοῦτο ἦν ὁρίσας· ἐκ πίστεως δικαιωθῆναι τὰ ἔθνη· καὶ οὐκ εἶπεν ἀπεκάλυψεν, ἀλλ’ εὐηγγελίσατο· ἵνα μάθῃς | |
10 | ὅτι καὶ ὁ πατριάρχης τούτῳ τῷ τρόπῳ τῆς δικαιοσύνης ἔχαιρε, καὶ σφόδρα ἐπόθει τοῦτο ἐκβῆναι· ἐπειδὴ δὲ φόβος εἶχε καὶ αὐτοὺς ἕτερος ......... πᾶς ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά·” καὶ τοῦτο λύει τὸ δέος ὁ σοφὸς καὶ συνετὸς σφόδρα, εἰς τὸ ἐναντίον αὐτὸ περιτρέ‐ | |
15 | πων καὶ δεικνὺς ὅτι οὐ μόνον εἰσὶν ἐπικατάρατοι οἱ τὸν νόμον ἀφιέντες, ἀλλὰ καὶ εὐλογημένοι· οἱ δὲ κατέχοντες, οὐ μόνον οὐκ εὐλογημένοι, ἀλλὰ καὶ ἐπικατάρατοι. Πῶς οὖν ταῦτα δείκνυσιν; ἔδειξε μὲν γὰρ καὶ ἔμπροσθεν τοῦτο εἰπὼν, ὅτι ἡ γραφὴ εἶπε τῷ πατριάρχῃ “ὅτι ἐν σοὶ εὐλογηθήσον‐ | |
20 | “ται πάντα τὰ ἔθνη·” τότε δὲ νόμος οὐκ ἦν ἀλλὰ πίστις· διὸ καὶ συλλογιζόμενος ἐπήγαγεν. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται, σὺν τῷ πιστῷ Ἀβραάμ. Ἵνα δὲ μὴ τοῦτο εἰς ἀντίθεσιν λάβωσιν καὶ εἴπωσιν· εἰκότως | |
25 | ἀπὸ πίστεως ἠδικαιώθη, οὔπω γὰρ ἦν ὁ νόμος, σὺ δέ μοι δεῖξον μετὰ τὴν τοῦ νόμου θέσιν τὴν πίστιν δικαιοῦσαν, ἐπὶ τοῦτο ἔρχε‐ ται, καὶ πλέον ὧν ζητοῦσιν. Ἀποδείκνυσιν δὲ οὐχὶ δικαιοῦσαν μόνον τὴν πίστιν, ἀλλὰ καὶ ἐπικαταράτους τοὺς χρωμένους τῷ | |
νόμῳ ποιοῦσαν. | 49 | |
50(1t) | ΚΕΦ. ϛ. | |
2t | Ὅτι ὁ νόμος οὐ δικαιοῖ ἀλλ’ ἐλέγχει. | |
3 | Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ἀλλὰ τοῦτο ἀπόφασις, οὐδέπω τὴν ἀπόδειξιν ἔχουσα· τίς οὖν | |
5 | ἡ ἀπόδειξις; ἐξ αὐτοῦ τοῦ νόμου. Ἐπικατάρατος γὰρ πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου τοῦ ποιῆ‐ σαι αὐτά· ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. | |
10 | Πάντες γὰρ ἥμαρτον καὶ ὑπὸ κατάραν εἰσίν· ἀλλ’ οὕτω μὲν οὐ λέγει, ἵνα μὴ δόξῃ αὐτοὺς ἀποφαίνεσθαι. πάλιν δὲ ἀπὸ μαρ‐ τυρίας αὐτὸ συνίστησιν, ἀμφότερα ἐχούσης ἐν βραχεῖ· καὶ ὅτι νόμον οὐδεὶς ἐπλήρωσε· διὸ καὶ ἐπικατάρατοι ἦσαν, καὶ ὅτι ἡ πίστις δικαιοῖ. τίς οὖν ἡ μαρτυρία; ἀπὸ τοῦ προφήτου Ἀμβα‐ | |
15 | κοὺμ οὕτω λέγοντος· “ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.” Τοῦτο γὰρ οὐ τὴν ἐκ πίστεως δείκνυσι δικαιοσύνην μόνον, ἀλλ’ ὅτι καὶ διὰ νόμου σωθῆναι οὐκ ἔνι· ἐπειδὴ γάρ, φησι, νόμον ἐτή‐ ρησεν οὐδείς· ἀλλὰ πάντες ἦσαν ὑπὸ τὴν ἀρὰν, διὰ τὴν παρά‐ βασιν, ἐπενοήθη ῥᾳδία τίς ὁδὸς, ἡ ἀπὸ τῆς πίστεως· ὅπερ καὶ | |
20 | σημεῖον μέγιστόν ἐστιν, τοῦ μηδένα δυνηθῆναι δικαιωθῆναι ἐκτὸς νόμου· οὐ γὰρ εἶπεν ὁ προφήτης, ὁ δὲ δίκαιος ἐκ νόμου ζήσεται, ἀλλ’ “ἐκ πίστεως.” Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως· ἀλλ’ ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. | |
25 | Οὐ γὰρ πίστιν ἐζήτει μόνον ὁ νόμος, φησὶν, ἀλλὰ καὶ ἔργα· ἡ δὲ χάρις ἀπὸ πίστεως σώζει καὶ δικαιοῖ· ἐπειδὴ γὰρ ἠσθένει πρὸς δικαιοσύνην ὁ νόμος τὸν ἄνδρα ἀγαγεῖν, εὑρέθη φάρμακον οὐ μικρὸν, πίστις, τὸ ἀδύνατον τοῦ νόμου ποιοῦσα δυνατὸν δι’ αὐτῆς. | |
30 | Εἰ τοίνυν καὶ ἡ γραφὴ λέγει ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται, ἀπογιγνώσκουσα τὴν διὰ τοῦ νόμου σωτηρίαν, καὶ ὁ Ἀβραὰμ ἐκ | |
πίστεως ἐδικαιώθη, δηλονότι τῆς πίστεως πολλὴ ἡ ἰσχύς· ἀλλ’ | 50 | |
51 | ὅτι μὲν ὁ μὴ ἐμμένων τῷ νόμῳ ἐπικατάρατος, καὶ ὅτι ὁ τῇ πίστει προσέχων δίκαιος, δῆλον· ὅτι δὲ οὐχ ἕστηκεν ἐκείνη ἡ κατάρα, πόθεν ἔχεις ἡμῖν ἀποδεῖξαι, φησί; ὁ μὲν γὰρ Ἀβραὰμ, πρὸ τοῦ νόμου ἦν· ἡμεῖς δὲ ἅπαξ ὑπὸ τὸν ζυγὸν γενόμενοι τῆς δουλείας, | |
5 | ὑπευθύνους ἑαυτοὺς κατεστήσαμεν τῇ κατάρᾳ· τὶς οὖν ὁ τὴν κατάραν λύων ἐκείνην; ἱκανὰ μὲν καὶ τὰ εἰρημένα· ὁ γὰρ δικαιω‐ θεὶς ἅπαξ καὶ ἀποθανὼν τῷ νόμῳ καὶ ζωῆς ἐπιλαβόμενος ξένης, πῶς ἂν ὑπεύθυνος εἴη τῇ ἀρᾷ; πλὴν ἀλλ’ οὐκ ἀρκεῖται τούτοις· ἀλλὰ καὶ ἑτέρως ἀγωνίζεται γράφων οὕτως. | |
10 | Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ὑμῶν κατάρα· γέγραπται γὰρ, ἐπικατά‐ ρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Καὶ μὴν ἑτέρᾳ κατάρᾳ ὁ λαὸς ὑπεύθυνος ἦν τῇ λεγούσῃ, “ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν | |
15 | “τῷ βιβλίῳ τοῦ νόμου.” οὐ γὰρ ἦν τίς ὁ πεπληρωκὼς τὸν νόμον ἅπαντα· ὁ δὲ Χριστὸς ἑτέραν κατάραν ταύτης ἠλλάξατο τὴν λέγουσαν, “ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·” ἐπεὶ οὖν ὁ κρεμάμενος ἐπὶ ξύλου ἐπικατάρατος, καὶ ὁ τὸν νόμον παρα‐ βαίνων ἐπικατάρατος· μέλλοντα δὲ ἐκείνην τὴν κατάραν λύειν, | |
20 | ὑπεύθυνον οὐκ ἔδει γενέσθαι αὐτῇ, ἔδει δὲ δέξασθαι κατάραν, ἀντ’ ἐκείνης ταύτην ἐδέξατο καὶ διὰ ταύτης ἐκείνην ἔλυσε. Καὶ καθά‐ περ τινὸς καταδικασθέντος ἀποθανεῖν, ἕτερος ἀνεύθυνος ἑλόμενος ἀποθανεῖν ἁπὲρ ἐκείνου, ἐξαρπάζει τῆς τιμωρίας αὐτὸν, οὕτω καὶ ὁ Χριστὸς ......... ὑπέκειτο κατάρᾳ τῆς παραβάσεως, | |
25 | ἀνεδέξατο ὁ Χριστὸς ἀντ’ ἐκείνης ταύτην, ἵνα λύσῃ τὴν ἐκείνων· “ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι “αὐτοῦ.” ὥσπερ οὖν ἀποθανὼν τοὺς ἀποθνήσκειν μέλλοντας ἐξείλετο θανάτου, οὕτως καὶ κατάραν δεξάμενος, τῆς κατάρας ἀπήλλαξεν. | |
30 | Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται. Πῶς εἰς τὰ ἔθνη; “ἐν τῷ σπέρματί σου,” φησὶν, “ἐνευλο‐ “γηθήσονται τὰ ἔθνη·” τουτέστιν ἐν τῷ Χριστῷ. εἰ δὲ περὶ Ἰουδαίων τοῦτο ἐλέγετο, πῶς ἂν ἔχοι λόγον τοὺς ὑπευθύνους ὄντας | |
τῇ κατάρᾳ διὰ τὴν παράβασιν, τούτους ἑτέροις εὐλογίας αἰτίους | 51 | |
52 | γενέσθαι; οὐδεὶς γὰρ τῶν κατηραμένων ἑτέρῳ μεταδίδωσιν εὐλο‐ γίας, ἧς αὐτὸς ἀπεστέρηται· ὅθεν δῆλον ὅτι περὶ τοῦ Χριστοῦ τὸ πᾶν εἴρηται· αὐτὸς γὰρ σπέρμα ἦν τοῦ Ἀβραὰμ, καὶ δι’ αὐτοῦ τὰ ἔθνη εὐλόγηνται καὶ οὕτω πρόεισιν ἡ τοῦ Πνεύματος ἐπαγγελία· | |
5 | ὅπερ καὶ αὐτὸ δηλῶν ἔλεγεν, “ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος “λάβωμεν διὰ τῆς πίστεως·” ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν τοῦ Πνεύματος εἰς ἀκάθαρτον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον, τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιω‐ θέντες, ἐπισπῶνται τοῦ Πνεύματος τὴν χάριν· ὥστε ὁ μὲν σταυ‐ | |
10 | ρὸς τὴν κατάραν ἔλυσεν· ἡ δὲ πίστις, τὴν δικαιοσύνην εἰσήγαγεν· ἡ δὲ δικαιοσύνη, τὴν χάριν τοῦ Πνεύματος ἐπεσπάσατο. Ἄλλος δέ φησι, ἄλλωστε καὶ περιττὴ λοιπὸν ἡμῖν ἡ τοῦ νόμου τήρησις, φησίν· ὃ γὰρ ὠφείλετο τῷ νόμῳ χρέος τῆς φυλακῆς παρὰ τῶν ἀνθρώπων, τοῦτο ὁ Χριστὸς κατέβαλεν ὑπὲρ ἡμῶν· μετὰ | |
15 | γὰρ πάσης αὐτὸν τῆς ἀκριβείας πληρώσας, καὶ ὥσπέρ τινα λύτρα καταβαλὼν ὑπὲρ ἡμῶν, ἐξηγόρασέ τε ἡμᾶς τῆς ἐκεῖθεν δουλείας, καὶ τῆς ἀπὸ τοῦ νόμου κατάρας ἀπήλλαξε· πῶς καὶ τινί τρόπῳ; γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Τέλος τόμου τῶν εἰς τὴν πρὸς Γαλάτας ἐπιστολὴν | |
20 | ἐξηγητικῶν ἐκλογῶν. | |
21t | ΚΕΦ. Ζ. | |
22t | Ὅτι οὐκ ἐκ νόμου, ἀλλ’ ἐξ ἐπαγγελίας τὰ ἀγαθά· ὁ δὲ νόμος παρασκευαστὴς | |
23t | δι’ ἐλέγχου. | |
24 | Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου προ‐ | |
25 | κεκυρωμένην διαθήκην, οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. Τί ἐστι “κατ’ ἄνθρωπον λέγω;” ἐξ ἀνθρωπίνων παραδειγμά‐ των. ἐπειδὴ γὰρ καὶ ἀπὸ γραφῶν, καὶ ἀπὸ τῶν παρ’ αὐτοῖς γινομένων θαυμάτων, καὶ ἀφ’ ὧν ὁ Χριστὸς ἔπαθε, τὸν λόγον συνέ‐ στησε, καὶ ἀπὸ τοῦ πατριάρχου, καὶ εἰς τὴν κοινὴν λοιπὸν | |
30 | ἐμβαίνει συνήθειαν· ἔθος γὰρ αὐτῷ ἀεὶ τοῦτο ποιεῖν, ὥστε κατα‐ γλυκαίνειν τὸν λόγον καὶ εὐπαράδεκτον καὶ εὐμαθέστερον τοῖς | |
παχυτέροις ποιεῖν. οὕτω καὶ Κορινθίοις διαλεγόμενος φησὶ, “Τίς | 52 | |
53 | “ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; τίς “φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει;” καὶ Ἑβραίοις πάλιν, “διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε “ἰσχύει ὅτε ζῇ ὁ διατιθέμενος.” καὶ ὁ Θεὸς ἐν τῇ παλαίᾳ, συνε‐ | |
5 | χῶς αὐτὸ ποιεῖ, οὕτω λέγων· “μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου “αὐτῆς; καὶ πάλιν, “μὴ ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ τί “ποιεῖς;” τί οὖν αὐτῷ τὸ ὑπόδειγμα βούλεται; ὅτι ἡ πίστις ἀρχαιοτέρα ἦν, ὁ δὲ νόμος, νεώτερός τε καὶ πρόσκαιρος, καὶ διὰ τοῦτο δεδομένος, ἵνα προοδοποιήσῃ τῇ πίστει·” διό φησιν· | |
10 | “ἀδελφοὶ κατὰ ἄνθρωπον λέγω·” ἀνωτέρω ἀνοήτους εἰπὼν, ἐν‐ ταῦθα ἀδελφοὺς καλεῖ, ἐπιστύφων τε ὁμοῦ καὶ παραμυθούμενος. Ὅμως ἀνθρώπου προκεκυρωμένην διαθήκην. Ἐὰν ἄνθρωπος, φησὶ, διάθηται, μὴ τόλμᾳ τις ἀνατρέψαι μετὰ ταῦτα ἐλθὼν, ἢ προσθεῖναί τι· τοῦτο γάρ ἐστιν “ἐπιδιατάσσεται.” | |
15 | οὐκοῦν πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ· καὶ πρὸς τινὰ διέθετο ὁ Θεός; Τῷ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρ‐ ματι αὐτοῦ· οὐ λέγει καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός· καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χρι‐ στός· τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ | |
20 | Θεοῦ εἰς Χριστόν· ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγ‐ γελίαν. εἰ γὰρ ἐκ νόμου ἣ κληρονομία, οὐκέτι ἐξ ἐπαγγε‐ λίας· τῷ γὰρ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ Θεός. Ἰδοὺ τοίνυν καὶ ὁ Θεὸς διέθετο τῷ Ἀβραὰμ διαλεγόμενος, εἰς τὰ | |
25 | ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ ἥξειν τὰς εὐλογίας· πῶς οὖν ὁ νόμος ἀνατρέψαι δύναται ταύτας; ἐπειδὴ δὲ τὸ παράδειγμα ἅπαν οὐκ ἴσχυσεν ἑλκύσαι πρὸς τὸ ὑποκείμενον, καὶ διὰ τοῦτο προεῖπε, “κατὰ ἄνθρωπον λέγω,” μηδὲν ἀπὸ τοῦ παραδείγματος εἰς τὴν τοῦ Θεοῦ μεγαλοπρέπειαν παραβλαβείς. σκόπει δὲ ἄνωθεν τὸ ὑπό‐ | |
30 | δειγμα. ἐπηγγείλατο τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ εὐλογεῖσθαι τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ κατὰ σάρκα ἐστὶν ὁ Χριστός· ἦλθε μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ὁ νόμος. εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας καὶ τὴν ζωὴν καὶ τὴν | |
δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν· εἶτα ἀνθρώπου μὲν | 53 | |
54 | οὐδεὶς ἀκυροῖ διαθήκην, τοῦ δὲ Θεοῦ μετὰ τετρακόσια τριάκοντα ἔτη ἀκυροῦται ἡ διαθήκη; εἰ γὰρ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δὲ δίδωσιν, ἀλλ’ ἕτερος ἀντ’ ἐκείνης, ἐκβέβληται ἐκείνη· καὶ πῶς ἂν ἔχοι λόγον ταῦτα; τίνος οὖν ἕνεκεν τὸν νόμον ἔδωκε; φησὶ, | |
5 | τῶν παραβάσεων χάριν· οὐδὲ γὰρ οὗτός ἐστι περιττός. ὁρᾷς πῶς πάντα συνορᾷ; πῶς μυρίους κέκτηται ὀφθαλμούς; ἐπειδὴ γὰρ τὴν πίστιν ἐπῆρε καὶ πρεσβυτέραν ἔδειξεν, ἵνα μή τις νομίσῃ περιττὸν τὸν νόμον, καὶ τοῦτο διορθοῦται τὸ μέρος, δεικνὺς ὅτι οὐκ εἰκῇ, ἀλλὰ πάνυ χρησίμως ἐδόθη τῶν παραβάσεων χάριν, τουτέ‐ | |
10 | στιν ἵνα μὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῆν καὶ εἰς ἔσχατον ἐξολισθαί‐ νειν κακίας, ἀλλ’ ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ’ ὅμως κἂν ἐνίας τῶν ἐντολῶν. ὥστε οὐ μικρὸν τὸ κέρδος τοῦ νόμου. ἀλλ’ ἄχρι τίνος; “ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται,” περὶ | |
15 | Χριστοῦ λέγων. εἰ τοίνυν μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας δέδο‐ ται, περαιτέρω καὶ παρὰ καιρὸν αὐτὸν ἕλκεις. Ἄλλος φησὶ, μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γέγονεν ὁ νόμος, οὐχὶ τῆς ἐξόδου τῆς ἀπ’ Αἰγύπτου, ἀλλὰ τῆς καταρχῆς ταύτης τῆς ἐπαγγελίας· ὥστε οἱ δοκοῦντες φιλονεικεῖν τῇ ἐκκλη‐ | |
20 | σίᾳ περὶ πρωτείων, ἑκατοντάσι καὶ δεκάσιν ἐτῶν εὑρίσκονται ὕστε‐ ροι μετὰ τὴν πίστιν. (Θεόδωρος.) Ἄλλος πάλιν φησὶν, ἡ πρὸς τὸν Ἀβραὰμ φωνὴ, ἐπαγγελίας ἐστὶ φησὶν, ὁ δὲ νόμος κατορθῶσαι ἀπαιτεῖ, καὶ τότε δίδωσι τὸν μισθόν· ὥστε εἰ μὲν ἀπὸ τοῦ νόμου ταῦτα περιμένο‐ | |
25 | μεν, περιττὴ ἡ ἐπαγγελία· ὁ γὰρ ἡμέτερος κάματος καὶ οὐχ ἡ τοῦ Θεοῦ ἐπαγγελία, τὸν μισθὸν ἡμῖν ἀποδίδωσιν· εἰ δὲ ἡ ἐπαγ‐ γελία γεγένηται τὴν τοῦ ὑποσχομένου χάριν ἐμφαίνουσα, οὐκ ἄρα ἡ τοῦ νόμου κατόρθωσίς ἐστιν, ἀλλ’ ἡ τοῦ Θεοῦ ὑπόσχεσις ἡ τὴν κοινωνίαν ἡμῖν τῆς εὐλογίας χαριζομένη· τὸ δὲ τῷ σπέρματι | |
30 | αὐτοῦ εἰρημένον, οὕτως ἁπλῶς εὑρίσκομεν ἐπὶ τοῦ Χριστοῦ ἀκρι‐ βῶς πληρούμενον· οὗτος γὰρ σπέρμα μὲν αὐτοῦ κατὰ φύσιν, ὡς οὖν καὶ οἱ λοιποὶ οἱ τὸ γένος ἐκεῖθεν κατάγοντες· πιστεύομεν δὲ ἐπ’ αὐτόν. εἶτα καὶ τὸν Ἀβραὰμ πατέρα ἐπιγραφόμεθα, καὶ οὕτω τῆς εὐλογίας τὴν κοινωνίαν δεχόμεθα, ὥστε τὸ εἰρημένον ὡς ἐφ’ | |
35 | ἑνὸς, δυνάμενον δὲ κατὰ κοινοῦ ὡς ἐπὶ πολλῶν νοεῖσθαι, τῷ σπέρ‐ | 54 |
55 | ματι αὐτοῦ εἶναι πάντας τοὺς ἐκεῖθεν τὸ γένος κατάγοντας, ἐπὶ τοῦ Χριστοῦ κυρίως ἐπ’ αὐτῶν πληρούμενον τῶν πραγμάτων εὑρί‐ σκομεν. Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσε‐ | |
5 | τέθη. Τοῦ Χρυσοστόμου. Καθ’ ὑπόκρισιν ἀναγνωστέον φησὶν, ἀλλὰ τοῦτο ἐρωτᾷς, τίς ἡ τοῦ νόμου χρεία; εἴπερ δὴ τὴν ἐπαγγελίαν καὶ τὴν χάριν ἔδει κρατεῖν, “τῶν παραβάσεων χάριν προσετέθη.” Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται. | |
10 | Τοῦτο δὲ παρέγκειται· ἡ γὰρ ἀκολουθία· τί οὖν; ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη, διαταγεὶς δι’ ἀγγέλου ἐν χειρὶ μεσίτου; ἵνα ᾖ διαταγεὶς, ἐπὶ τοῦ νόμου νοούμενον. Σευηριανοῦ. Καὶ μὴν ὡς ἄλλος φησὶν, ἐβάρει πλέον ὁ νόμος, καὶ διακονία θανάτου διὰ τοῦτο ὠνόμασται. πῶς οὖν τῶν παρα‐ | |
15 | βάσεων χάριν προσετέθη, φησίν; ἐν συντόμῳ ῥήματι τοιοῦτόν ἐστι· πρὸ νόμου, καὶ ὁ νοῦς τῶν ἀνθρώπων μετὰ τῆς σαρκὸς ἐδού‐ λευε τῇ ἁμαρτίᾳ, καὶ ἔστεργε τὸ κακόν· δοθέντος τοῦ νόμου, ὁ μὲν νοῦς ἐπαιδεύθη, ἡ δὲ σὰρξ ἔτι κατείχετο. ἐπεὶ οὖν ὁ μὲν ἀγνοῶν τὴν ἁμαρτίαν ὅτι ἁμαρτία ἦν, τὴν ἀσέβειαν ὡς εὐσέβειαν | |
20 | μετιὼν καὶ σπουδαιότερον αὐτῇ προσέχει· ὁ δὲ γνοὺς ὅτι κακὸν, τοῦτο γοῦν κερδανεῖ τὸ συνειδέναι ὅτι παραβαίνει καὶ ἐπιθυμεῖ τῷ Θεῷ ὑπακοῦσαι, διὰ τοῦτο ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ἀντὶ τοῦ εἰ ἐδόθη νόμος, οὐκ ἐδόθη φησὶ κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, ἀλλ’ οὐδὲ διὰ παντὸς κρατεῖν ἐδύνατο. | |
25 | Θεόδωρος δέ φησιν, εἰ γὰρ τοιαύτη τις δύναμις τῷ νόμῳ προσῆν, ὥστε τοὺς ὑπ’ αὐτῷ πολιτευομένους καὶ δικαιοῦσθαι καὶ τῆς αἰωνίου δύνασθαι τυγχάνειν ζωῆς, ἀναιρετικὸς ἦν τῆς ἐπαγγε‐ λίας ὁ νόμος αὐτὸς, ἀντ’ ἐκείνης τὴν δικαίωσιν παρέχων· νυνὶ δὲ τὸ ἐναντίον, ἀπαγορεύων μὲν τὴν ἁμαρτίαν, ἀπαλλάττειν δὲ αὐτῆς | |
30 | οὐκ ἰσχύων τοὺς διὰ τὴν τῆς φύσεως ἀσθένειαν καταπίπτοντας εἰς αὐτὴν, καὶ διὰ τούτου μειζόνως ἐλέγχων ἡμῶν τὸ πρὸς δικαίωσιν ἄτονον, μᾶλλον δὲ πάντῃ ἀδύνατον, ἀναγκαίως τῆς τοῦ Χριστοῦ | |
χάριτος δεομένους δείκνυσιν ἡμᾶς. | 55 | |
56 | Διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου. Ἢ τοὺς ἱερέας ἀγγέλους καλεῖ, ἢ καὶ αὐτοὺς τοὺς ἀγγέλους ὑπηρετήσασθαί φησι τῇ νομοθεσίᾳ· μεσίτην δὲ ἐνταῦθα τὸν Χρι‐ στὸν φησὶ, δεικνὺς ὅτι πρώην καὶ τὸν νόμον αὐτὸς ἔδωκεν. | |
5 | Ἄλλος φησὶ, τοῦτο λέγει, ὅτι ἡ διαταγὴ “δι’ ἀγγέλων ἐν “χειρὶ μεσίτου,” τουτέστι μεσιτευσάντων τῶν ἀγγέλων πρὸς τὸ δοθῆναι τὸν νόμον, ἵνα ἀκούσωμεν τὴν μὲν ἐπαγγελίαν, αὐτὸς δι’ ἑαυτοῦ· τὸν δὲ νόμον οὐ δι’ ἑαυτοῦ, ἀλλὰ διέταξε δι’ ἀγγέλων μεσιτευόντων. | |
10 | Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν. Τοῦ Χρυσοστόμου. Τί ἐνταῦθα ἂν εἴποιεν οἱ αἱρετικοί; εἰ γὰρ τὸ μόνος ἀληθινὸς, οὐκ ἀφίησι τὸν Υἱὸν εἶναι Θεὸν ἀληθινὸν, οὐκ ἄρα οὐδὲ Θεὸν διὰ τὸ λέγεσθαι “ὁ δὲ Θεὸς εἷς ἐστιν·” εἰ δὲ ἑνὸς λεγομένου Θεοῦ τοῦ Πατρὸς, ἔστι Θεὸς καὶ ὁ Υἱὸς, εὔδη‐ | |
15 | λον ὅτι καὶ ἀληθινοῦ μόνου λεγομένου τοῦ Πατρὸς, ἀληθινὸς καὶ ὁ Υἱός· ὁ δὲ μεσίτης φησὶ, δύο τινῶν γίνεται μεσίτης. τίνος οὖν μεσίτης ἦν ὁ Χριστός; εὔδηλον ὅτι ἀνθρώπων καὶ Θεοῦ· ὁρᾷς πῶς δείκνυσιν ὅτι καὶ τὸν νόμον αὐτὸς ἔδωκεν; εἰ τοίνυν αὐτὸς ἔδωκε, Κύριος ἂν εἴη καὶ λύσαι πάλιν. | |
20 | Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ. Εἰ γὰρ ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ αἱ ἐπαγγελίαι καὶ αἱ εὐλογίαι δέδονται, ὁ δὲ νόμος κατάραν εἰσάγει, ἄρα κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ. πῶς οὖν λύει τὴν ἀντίθεσιν; πρῶτον μὲν ἀπαγορεύει εἰπὼν, “μὴ γένοιτο,” ἔπειτα κατασκευάζει οὕτω | |
25 | λέγων, Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Εἰ ἐν αὐτῷ φησὶ τὴν ἐλπίδα τῆς ζωῆς ἔχομεν, καὶ αὐτὸς ἦν τὸ κῦρος ἔχων τῆς ἡμετέρας σωτηρίας, ἴσως καλῶς ταῦτα ἔλεγες, | |
30 | εἰ δὲ ἀπὸ πίστεως σώζῃ κἂν ἐπικαταράτους ποιήσῃ· οὐδὲν ἐβλά‐ βης ἐρχομένης ἐκείνης καὶ πάντα λυούσης· εἰ δὲ διὰ τοῦτο ἐδόθη ἵνα συγκλείσῃ πάντας, τουτέστιν ἵνα ἐλέγξῃ καὶ διδάξῃ τὰ οἰκεῖα | |
αὐτῶν πλημμελήματα, οὐ μόνον οὐ κωλύει σε τυχεῖν τῆς ἐπαγγε‐ | 56 | |
57 | λίας, ἀλλὰ καὶ συμπράττει πρὸς τὸ τυχεῖν· τοῦτο γοῦν ἐδήλωσε λέγων, Ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς | |
5 | πιστεύουσιν. Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι οὐδὲ τῶν ἁμαρτημάτων ᾐσθάνοντο τῶν οἰκείων, οἱ δὲ μὴ αἰσθανόμενοι οὐδὲ ἀφέσεως ἐπεθύμουν, ἔδωκε νόμον ἐλέγχοντα τὰ τραύματα, ἵνα ποθήσωσι τὸν ἰατρόν. εἶδες ὅτι οὐ μόνον κατὰ τῶν ἐπαγγελιῶν ἐδόθη; εἰ γὰρ μὴ νόμος ἐδόθη, | |
10 | πάντες ἂν εἰς κακίαν ἐξώκειλαν, καὶ οὐδεὶς ἔμελλεν Ἰουδαίων ἔσεσθαι ὁ ἀκουσόμενος τοῦ Χριστοῦ· νυνὶ δὲ δοθεὶς, ἀρετήν τε σύμμετρον παιδεύσας τοὺς προσέχοντας, καὶ πείσας εἰδέναι τὰ οἰκεῖα ἁμαρτήματα, προθυμοτέρους ἐποίησε πρὸς τὸ ζητεῖν τὸν Χριστόν. οἱ γοῦν μὴ πιστεύσαντες αὐτῷ, ἐκ τοῦ μὴ καταγνῶναι | |
15 | τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἐπίστευσαν, καὶ τοῦτο δηλῶν, ἔλε‐ γεν· “ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν “δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ “ὑπετάγησαν.” Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρού‐ | |
20 | μεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκα‐ λυφθῆναι εἰς ἡμᾶς. Εἶδες πῶς σαφῶς ἅπερ εἰρήκαμεν παρέστησε; τὸ γὰρ “ἐφρουρούμεθα” καὶ “συγκεκλεισμένοι,” οὐδὲν ἕτερον δηλοῦν‐ τός ἐστιν, ἢ τὴν ἐκ τῶν ἐντολῶν τοῦ νόμου γενομένην ἀσφάλειαν. | |
25 | (Εὐσεβίου.) Ἕτερος δέ φησι, τὸ προηγεῖσθαι νῦν λέγω, οὐχὶ ἐπιλαθόμενος τῆς ἐπαγγελίας πρωτευούσης, ἀλλ’ ὅτι καὶ Γαλά‐ ταις χρήσιμον ἐν καιρῷ, καὶ οὐ χρήσιμον εἰς τὰ ἑξῆς· τὸ οὖν πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα, τοῦ νόμου παρεν‐ τεθέντος μεταξὺ τῆς ἐπαγγελίας καὶ αὐτῆς τῆς παρουσίας τῆς | |
30 | πίστεως. Θεοδώρου. Ἐπισημαντέον ἐκεῖνο, ὅτι τῶν κατὰ Χριστὸν ποιεῖται μὲν ἀπὸ τῶν μελλόντων ὡς εἰκὸς τὴν ἀπόδειξιν, ἐπειδὴ πᾶσα τῶν παρ’ αὐτοῦ κατορθωμάτων ἡμῖν ἡ φανέρωσις ἐπὶ τῶν | |
πραγμάτων γίνεται τότε. κάλει δὲ πίστιν μὲν, ἐπειδὴ μηδέπω | 57 | |
58 | γεγονότες ἐπὶ τῶν πραγμάτων, πιστεύομεν τέως περὶ αὐτῶν. ἐπαγγελίαν δὲ, ὡς ἂν τὴν περὶ αὐτῶν ὑπόσχεσιν ἤδη κεκομισμέ‐ νων ἡμῶν· καὶ χάριν δὲ εἰκότως αὐτὰ ὀνομάζει μάλιστα, ἐπειδὴ δωρεὰ σαφής τις τοῦ Θεοῦ ἐστι τὰ διδόμενα· οὐκ ἀπὸ τῆς ἡμε‐ | |
5 | τέρας ἀξίας, ἀλλ’ ἀπὸ τῆς αὐτοῦ φιλοτιμίας ἔχοντα τὴν ἀρχήν· ἀντιπαρεξετάζει δὲ τὸν νόμον πᾶσιν εἰκότως. (Σευηριανοῦ.) Ἄλλος δέ φησι, εἰ καὶ μηδὲν ἕτερον κατώρθου ὁ νόμος, ἀλλὰ τὸ τὸν Θεὸν εἰδέναι παρεῖχε· τὸ δὲ τὸν Θεὸν εἰδέναι, ἕτοιμον ἐποίει πρὸς τὴν τῆς χάριτος ὑποδοχήν. | |
10 | Ὥστε ὁ μὲν νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Τοῦ Χρυσοστόμου. Ὁ δὲ “παιδαγωγὸς,” οὐκ ἐναντιοῦται τῷ διδασκάλῳ, ἀλλὰ καὶ συμπράττει· πάσης κακίας ἀπαλλάττων τὸν νέον, καὶ μετὰ πάσης σχολῆς τὰ μαθήματα παρὰ τοῦ διδασκά‐ | |
15 | λου δέχεσθαι παρασκευάζων· ἀλλ’ ὅταν ἐν ἕξει γένηται, ἀφίστα‐ ται λοιπὸν ὁ παιδαγωγός· διὰ τοῦτό φησι, Ἐλθούσης δὲ τῆς πίστεως. Τῆς εἰς τὸν τέλειον ἄνδρα ἀγούσης. Οὐκ ἔτι ὑπὸ παιδαγωγὸν ἐσμὲν, πάντες γὰρ υἱοὶ | |
20 | Θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Θεοδώρου. Ἀντὶ τοῦ εἰπεῖν τέλειοι· τοῦτο γὰρ ἀκόλουθον πρὸς τὸ ὑπὸ παιδαγωγὸν τὸ υἱοὶ Θεοῦ εἰπεῖν· τῷ γὰρ Υἱῷ τοῦ Θεοῦ οὐδὲν λείπει πρὸς τελειότητα. Βαβαὶ πόση τῆς πίστεως ἡ δύναμις; καὶ πῶς αὐτὴν ἐκκαλύπτει προϊών; πρότερον μὲν γὰρ | |
25 | ἔδειξεν, ὅτι υἱοὺς ἐποίει τοῦ πατριάρχου· γινώσκετε γάρ φησιν, ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ· νυνὶ δὲ ἀποφαίνει ὅτι καὶ τοῦ Θεοῦ· εἶτα λέγει καὶ τὸν τρόπον τῆς υἱοθεσίας· “Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.” καὶ τίνος ἕνεκεν οὐκ εἶπεν ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε | |
30 | ἐκ τοῦ Θεοῦ ἐγεννήθητε; τὸ γὰρ ἀκόλουθον τοῦ δεῖξαι υἱοὺς τοῦτο | |
ἦν· ὅτι πολὺ φρικωδέστερον αὐτὸ τίθησιν· εἰ γὰρ ὁ Χριστὸς Υἱὸς | 58 | |
59 | Θεοῦ, σὺ δὲ αὐτὸν ἐνδέδυσαι· τὸν υἱὸν ἔχων ἐν ἑαυτῷ καὶ πρὸς αὐτὸν ἀφομοιωθεὶς, εἰς μίαν συγγένειαν καὶ μίαν ἰδέαν ἤχθης. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· ἅπαντες γὰρ | |
5 | ὑμεῖς εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ. Εἰπὼν, ὅτι αὐτὸν ἐνεδύσασθε τὸν Χριστὸν, οὐδὲ ταύτῃ ἀρκεῖται τῇ λέξει· ἀλλ’ ἑρμηνεύων αὐτὴν ἐνδοτέρῳ πρόεισι τῆς τοιαύτης συναφείας, καὶ φησὶν, ὅτι “πάντες εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ.” τουτέστι, μίαν μορφὴν, ἕνα τύπον ἔχετε πάντες τοῦ Χριστοῦ. τί | |
10 | τούτων γένοιτο φρικωδέστερον τῶν ῥημάτων; ὁ Ἕλλην, καὶ Ἰου‐ δαῖος, καὶ δοῦλος πρώην, οὐκ ἀγγέλου οὐδὲ ἀρχαγγέλου, ἀλλ’ αὐτοῦ τοῦ πάντων δεσπότου τὴν μορφὴν ἔχων περιέρχεται, καὶ ἐν ἑαυτῷ δείκνυσι τὸν Χριστόν. (Σευηριανοῦ.) Ἄλλος, οὐχ ἡ τοῦ νόμου τήρησις, φησὶ, βελ‐ | |
15 | τίονας ποιεῖ τοὺς πιστεύσαντας τῶν ἀπὸ τῶν ἐθνῶν τοὺς Ἰουδαίους, ἀλλ’ ἡ δύναμις τοῦ βαπτίσματος τὸ Χριστὸν ἐνδύσασθαι παρέ‐ χουσα, κοινὴν ποίει τὴν χάριν πάντων ὁμοῦ, βαρβάρων, Ἑλλήνων, Ἰουδαίων, θήλεος, ἄρρενος· οὐχ ἁπλῶς δὲ παρέμιξε τὸ θῆλυ καὶ τὸ ἄρρεν· ὅσον γὰρ εἰς τὸ ῥήματι ἐζήτει πρὸς τὸ προκείμενον· | |
20 | ἀλλ’ εἰ τὸ ἄρρεν καὶ τὸ θῆλυ διαφέρον εἰς μίαν χάριν συνάγει τὸ βάπτισμα, πόσῳ μᾶλλον Ἕλληνα καὶ Ἰουδαῖον; (Θεόδωρος.) Ἄλλος τίς τὸ αὐτὸ ῥητὸν ὧδε λέγει· τῆς παρού‐ σης ζωῆς ἀρχὴ μὲν τοῖς πᾶσιν ὁ Ἀδὰμ, εἷς δὲ ἄνθρωπος οἱ πάντες ἐσμὲν, τῷ λόγῳ τῆς φύσεως· πρὸς γὰρ δὴ τὸ κοινὸν ὡσπερεὶ | |
25 | μέλους τάξιν ὁ μαθεὶς ἡμῶν ἐπέχει· οὕτω δὴ καὶ ἐπὶ τῆς μελ‐ λούσης ζωῆς ἀρχὴ μὲν ὁ Χριστός· πάντες δὲ οἱ κοινωνοῦντες αὐτῷ τῆς ἀναστάσεως καὶ τῆς μετὰ τὴν ἀνάστασιν ἀθανασίας, ὥσπερ εἷς γινόμεθα πρὸς αὐτὸν, τῇ ὁμοιότητι τοῦ πράγματος μέλους τάξιν πρὸς τὸ κοινὸν τοῦ καθ’ ἕνα ἡμῶν ἐπέχοντες· τότε | |
30 | τοίνυν οὔτε ἄρσεν, οὔτε θῆλυ θεωρεῖται· οὐ γάρ ἐστι γαμῆσαι ἢ γαμηθῆναι· οὔτε Ἰουδαῖος οὔτε Ἕλλην· οὐδὲ γὰρ περιτομὴ ἐν ἀθανάτῳ φύσει χώραν ἔχει, ὥστε διακριθῆναι περιτετμημένον, | |
ἀκρόβυστον· οὔτε δοῦλος, οὔτε ἐλεύθερος· πᾶσα γὰρ ἀνωμαλία | 59 | |
60 | πραγμάτων ἀνῄρηται· ἐπειδὴ τοίνυν κατὰ τύπον διὰ τοῦ βαπτί‐ σματος ἓν ἐκείνοις γινόμεθα, τοῦτο λέγει, Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ, κατ’ ἐπαγγελίαν κληρονόμοι. | |
5 | Εἰ γὰρ ὑμεῖς τοῦ Χριστοῦ σῶμα διὰ τὴν ἐπὶ τοῦ βαπτίσματος ἀναγέννησιν τύπον ἔχουσαν τῆς τότε παρεσομένης ὑμῖν πρὸς αὐτὸν ὁμοιότητος, ὁ δὲ Χριστὸς τοῦ Ἀβραὰμ σπέρμα, ἀνάγκη καὶ ὑμᾶς τὸ ἐκείνου σῶμα, τούτου εἶναι σπέρμα οὗπερ δὴ κἀκεῖνος· ὅθεν εἰκότως καὶ τῆς ἐπαγγελίας κληρονόμοι. εἶδες πῶς, ὅπερ ἔμπροσθεν | |
10 | ἔλεγεν, ἀπέδειξε νῦν τὸ περὶ τοῦ σπέρματος, ὅτι αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ αἱ εὐλογίαι εἰσὶ δεδόμεναι. | |
12t | ΚΕΦ. Η. | |
13t | Ὅτι ὑπὸ κτίσιν ἦσαν οἱ ἐν νόμῳ. | |
14 | Λέγω δὲ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, | |
15 | οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ’ ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτως καὶ ἡμεῖς, ὅτι ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλώμενοι. Νήπιον ἐνταῦθα, οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώμην· | |
20 | δεικνὺς ὅτι ὁ Θεὸς μὲν ἐβούλετο ἐξ ἀρχῆς ταῦτα χαρίσασθαι· ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα· αἱ γὰρ ἡμέραι ἀπὸ δρόμου ἡλίου καὶ σελήνης γίγνονται· εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ’ ἢ καὶ ἐν | |
25 | τῷ χρόνῳ τῆς τελείας ἡλικίας, εἰς τουπίσω πάλιν ὑμᾶς ἀπάγου‐ σιν. ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡμερῶν; τὸν κύριον, τὸν οἰκο‐ δεσπότην, τὸν πάντων κρατοῦντα, ἐν ὑπηρέτου καθίστησι τάξει. (Θεόδωρος.) Ἄλλος φησὶ, οὐσίᾳ μὲν ὑπέθετο τὴν ἀρετὴν ὁ Ἀπόστολος, τῇ περὶ τὸν Θεὸν ἀγάπῃ καὶ τῇ περὶ τὸν πλησίον | |
30 | γνωριζομένῃ· χρῆσιν δὲ αὐτῆς οὐκ εἰς δέον, τῷ τἀναντία διαπρατ‐ | |
τομένους ἀφανίζειν αὐτῆς τὴν ὑπόστασιν· ὑπὸ ἐπιτρόπους τοίνυν | 60 | |
61 | καὶ οἰκονόμους γεγόναμεν, ἵνα ἡ συνεχὴς τούτων παρατήρησις εἰς ὑπόμνησιν ἄγῃ πάντοτε ἡμᾶς τοῦ δεδωκότος Θεοῦ τοὺς νόμους· καὶ οὕτω σωφρονέστερον βιοῦντες, μὴ τὴν παραδοθεῖσαν ἡμῖν παραφανίζωμεν οὐσίαν· ἄχρις ἂν ἡ τότε ἐπιστᾶσα τελειότης, | |
5 | βεβαίαν καὶ ὁλοτελῆ τῆς οὐσίας παράσχῃ τὴν ἀπόλαυσιν· ἅτε δὴ καὶ φυλάττειν τότε ἀκέραιον τὴν πατρῴαν δυναμένοις κλη‐ ρονομίαν. Ὅτε δὲ καὶ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέ‐ στειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, | |
10 | γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Τοῦ Χρυσοστόμου. Δύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορ‐ θώματα τῆς σαρκώσεως· κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν· ἅπερ οὐδενὶ δυνατὸν ἦν ἢ αὐτῷ κατορθώσειν μόνῳ. τίνα δὲ ταῦτα | |
15 | ἦν; ἀπαλλαγῆναι τῆς ἀρᾶς τοῦ νόμου, καὶ εἰς υἱοθεσίαν ἀχθῆναι· ἵνα γὰρ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ φησὶ, καὶ “ἵνα τὴν υἱοθεσίαν “ἀπολάβωμεν·” καλῶς εἶπεν “ἀπολάβωμεν·” δεικνὺς ὀφειλο‐ μένην· ἄνωθεν γὰρ ταῦτα ἐπήγγελτο, καθὼς καὶ αὐτὸς διὰ πολλῶν ἔδειξε, τὰς πρὸς τὸν Ἀβραὰμ ὑπὲρ τούτων ἐπαγγελίας γεγενημένας· | |
20 | καὶ πόθεν δῆλον ὅτι γεγόναμεν υἱοὶ φησί; εἶπε τρόπον ἕνα, ὅτι τὸν Χριστὸν ἐνεδυσάμεθα τὸν ὄντα Υἱόν· λέγει καὶ δεύτερον, ὅτι τὸ Πνεῦμα τῆς υἱοθεσίας ἐλάβομεν· οὐ γὰρ ἂν ἐδυνήθημεν καλέ‐ σαι πατέρα, εἰ μὴ πρότερον υἱοὶ κατέστημεν· εἰ τοίνυν ἀντὶ δού‐ λων ἐλευθέρους, ἀντὶ νηπίων τελείους, ἀντὶ ἀλλοτρίων κληρονόμους | |
25 | ἐποίησε καὶ υἱοὺς ἡ χάρις, πῶς οὐκ ἄτοπον καὶ ἐσχάτης ἀγνωμο‐ σύνης, ἀφεῖναι μὲν ταύτην, ὑποστρέψαι δὲ εἰς τὰ ὀπίσω; (Θεόδωρος.) Ἄλλος φησὶ, ἠκολουθεῖ τότε τῇ δόσει τοῦ Πνεύ‐ ματος τὰ γινόμενα θαύματα· ὅπερ ἀναμφίβολον αὐτοῖς τὴν δόσιν ὡς εἰκὸς ἐποίει τοῦ Πνεύματος· ἐντεῦθεν δὲ καὶ τὸ τῆς υἱοθεσίας | |
30 | μετειληφέναι ἐπίστευον· ὅθεν καὶ αὐτὸς θαρρήσας τῷ ἰσχυρῷ τῆς ἀποδείξεως, ὡς ἅτε δὴ ἀπὸ τῶν πραγμάτων εἰλημμένων τῶν καὶ παρ’ αὐτοῖς ἀναμφιβόλων ἐπάγει, Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱὸς, καὶ κληρονόμος | |
Θεοῦ διὰ Χριστοῦ. | 61 | |
62 | Οὕτως οὐδὲ μία σοι, φησὶ, πρὸς τοὺς ὑπὸ νόμον ζῶντας κοινωνία λοιπόν. Ἀλλὰ τότε οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνω‐ | |
5 | σθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε, Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτεινόμενος φησὶ, ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρα‐ | |
10 | τηρήσεως φυλακή· καὶ ὅτι μείζονα φέρει τὴν κόλασιν. νῦν δὲ καὶ Θεοὺς οὐ φύσει τὰ στοιχεῖα ἐκάλεσε, ταῦτα αὐτὰ κατασκευάσαι βουλόμενος καὶ εἰς μείζονα ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι τότε μὲν ἐσκοτισμένοι καὶ ἐν πλάνῃ διάγοντες χαμαὶ ἐσύρεσθε· νῦν δὲ ὅτε ἔγνωτε Θεὸν, μᾶλλον δὲ ὅτε ἐγνώ‐ | |
15 | σθητε παρ’ αὐτοῦ, πῶς οὐ μείζονα καὶ χαλεπωτέραν ἐπισπάσεσθε κόλασιν, μετὰ τοσαύτην ἐπιμέλειαν τὰ αὐτὰ νοσοῦντες πάλιν; Οὐδὲ γὰρ ὑμεῖς καμόντες εὕρετε τὸν Θεὸν, ἀλλ’ ὑμεῖς μὲν ἐν τῇ πλάνῃ διετρίβετε, αὐτὸς δὲ ὑμᾶς ἐπεσπάσατο· ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ μὴ δὲ μίαν δυνάμιν ἔχειν εἰς τὰ προκεί‐ | |
20 | μενα ἀγαθά. (Σευηριανοῦ.) Ἄλλος φησὶ, νῦν βούλεται δεῖξαι, ὅτι μετὰ τὸ τὴν χάριν ἐλθεῖν, κἂν δοκῇ τις κατὰ νόμον σάββατον τηρεῖν καὶ νεομηνίας καὶ ἑορτὰς, ὥσπερ εἰδωλολατρεῖ ταῖς στοιχείοις οἷς ἐθρήσκευεν ἐθνικὸς ὢν, ἄλλως δουλεύων· καὶ οὐ νόμον τηρεῖ, πέ‐ | |
25 | παυται γάρ. πτωχὰ δὲ στοιχεῖα εἰπὼν, οὐ κατηγόρησεν ὡς πονη‐ ρῶν, ἀλλ’ ὡς πλουτίζειν μὴ δυναμένων καὶ ἀρκεῖν πρὸς εὐσέ‐ βειαν. (Εὐσέβιος.) Ἄλλος πάλιν ὧδε φησὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, τὸ γνήσιον τηρῶν· μετ’ ἄρθρου εἶπε τὸν υἱὸν αὐτοῦ· | |
30 | τὸν ὄντα υἱὸν, γενόμενον ἐκ γυναικός. ἐπειδὴ γὰρ γυνὴ προεξένη‐ κεν ἁμαρτίαν, ἐκ γυναικὸς ὁ σώζων· ἐπειδὴ δὲ ὁ νόμος οὐκ ἐδόθη δυνάμενος καὶ ζωοποιῆσαι, γέγονε καὶ ὑπὸ νόμον ὁ ἐλθὼν ἰάσασθαι· στοιχεῖα δέ φησι, τὰ νόμιμα. εἰ δὲ ζητεῖς ἑρμηνείαν παρ’ αὐτοῦ, | |
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ· ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, | 62 | |
63 | τὴν ἀποκειμένην ἤδη ταῖς ἐπαγγελίαις· κατεχομένην δὲ, ἐν τῷ μεταξὺ εἰσαχθέντος τοῦ νόμου καὶ τῶν χρόνων μὴ ἀποπληρωθέν‐ των· πληρωθέντος δὲ τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, ᾧ ἀπέκειτο ταῦτα· εἰ οὖν καλεῖς ὁ Πατὴρ, δηλονότι γέγο‐ | |
5 | νας υἱὸς, καὶ μαρτυρεῖ σοι τὸ Πνεῦμα· “εἰ δὲ υἱὸς, καὶ κληρονό‐ “μος Θεοῦ διὰ Χριστοῦ.” τουτέστιν, ἐκ χαρίσματος οὐκ ἐκ φύσεως. Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ὦ Γαλάται, ἐδου‐ λεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς. | |
10 | Τοῖς εἰδώλοις· πῶς πάλιν ἐπεστρέψατε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; πῶς δυνατόν ἐστι τὸν Ἕλληνα ὄντα, τὸν Γαλά‐ την ἐπιστρέψαι ἐπὶ τὰ στοιχεῖα τοῦ νόμου ἐξ ὧν οὐδὲ ἐξῆλθεν; πρῶτον μάθωμεν τίνα λέγει πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε· ἐάν τις προσχῇ ἄνωθεν τῷ λέγοντι, “ἀλλὰ | |
15 | “τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι “θεοῖς,” δηλονότι περὶ Ἑλληνισμοῦ ἀκούει· “μᾶλλον δὲ γνω‐ “σθέντες ὑπ’ αὐτοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ;” πάλιν νομίζει τις, ὅτι εἰς εἰδωλολατρείαν ἐγκαλεῖται. τὸ γὰρ πάλιν ἐπιστρέψαι, ἀναδραμεῖν ἐστιν ἐπ’ ἐκεῖνα ἀφ’ ὧν τις ἐξῆλθεν· | |
20 | οὐκοῦν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ, στοιχεῖα, κατὰ ταύτην τὴν ἀκολουθίαν, Ἑλληνικοῦ νομίζεται· εἴδωμεν τί λέγει τὰ ἑξῆς· “οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε·” ἑρμήνευσε τί ἐστι τὸ “ἐπιστρέφετε·” τὸ “οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε.” Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ | |
25 | ἐνιαυτούς· φόβουμαι ὑμᾶς μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Εἰ ἀπὸ Ἑλληνισμοῦ ἤρξαντο, πῶς ἔρχονται ἐπὶ Ἰουδαϊσμόν; ἀλλὰ τὰ δύο ταῦτα γέγονεν εἰς τοὺς Γαλάτας· καὶ πρὸς τὰ δύο ταῦτα μεταχειρίζεται τὰ φάρμακα· ἔστω φησίν· ἦτε ἀγνοοῦντες | |
30 | Θεόν· νῦν δὲ γνόντες αὐτὸν, μᾶλλον δὲ γνωθέντες ὑπ’ αὐτοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ νόμον, ὃν οὔτε ἔσχον ὅσοι ἔσχον; καὶ συνίστατο λοιπὸν ὁ νόμος· οὕτως καθὼς λέγει καὶ περὶ Ἑλλη‐ νισμοῦ αὐτῶν τοῦ ποτὲ, καὶ περὶ ἀναδρομῆς τῶν Ἰουδαϊζόντων ἐπὶ | |
τὸν νόμον. | 63 | |
64 | (Χρυσοστόμου.) Ἄλλος φησὶ, ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον αὐτοῖς περιτομὴν ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ καὶ τὰς ἑορτὰς καὶ νουμηνίας· “φόβουμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς·” ὡσανεὶ ἔλεγεν, ἀναμνήσθητέ μου τῶν κόπων, τῶν πόνων τῶν εἰς | |
5 | ὑμᾶς· μὴ κενώσητέ μου τοὺς τοσούτους ἱδρῶτας· εἰπὼν δὲ “φό‐ “βουμαι” καὶ τὸ “μήπως” προσθεὶς, καὶ εἰς ἀγωνίαν αὐτοὺς ἐνέκαλε, καὶ εἰς ἐλπίδας χρηστάς· οὐ γὰρ εἶπεν εἰκῆ ἐκοπίασα, ἀλλὰ μήπως· κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην· εἶτα ὥσπερ χειμαζομένοις χεῖρα | |
10 | ὀρέγων, ἑαυτὸν εἰς μέσον ἄγει λέγων, Γίνεσθε ὡς ἐγώ· ὅτι κἀγὼ ὡς ὑμεῖς. Ταῦτα πρὸς τοὺς ἐξ Ἰουδαίων· κἀντεῦθεν πείθων αὐτοὺς ἀπο‐ στῆναι τῶν παλαιῶν· εἰ γὰρ καὶ μηδένα ἕτερον ἔχετε ὑπόδειγμα, ἤρκει εἰς ἐμὲ μόνον ἰδεῖν ταύτης ἕνεκεν τῆς μεταβολῆς, καὶ θαρ‐ | |
15 | ρῆσαι ῥᾳδίως· ἴστε γὰρ σαφῶς φησὶ, πῶς μεθ’ ὑπερβολῆς πολ‐ λῆς ἀντειχόμην τοῦ Ἰουδαϊσμοῦ, καὶ πῶς μετὰ μείζονος σφοδρό‐ τητος αὐτὸν εἴασα μετὰ ταῦτα· καὶ καλῶς αὐτὸ τέθεικεν ὕστε‐ ρον. οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων, κἂν μυρίους εὕρωσι λογισμοὺς καὶ δικαίους, ἀπὸ τοῦ ὁμογενοῦς μᾶλλον ἐφέλκονται· καὶ ὅταν | |
20 | ἕτερον ἴδωσι τὰ αὐτὰ πράττοντα, μᾶλλον ἔχονται τῶν αὐτῶν. (Εὐσέβιος.) Ἄλλος φησὶ, καὶ μὴν οὔτε σὺ ἦς Ἕλλην, οὔτε οὗτοι Ἰουδαῖοι· ἀλλὰ ἐπειδὴ Ἰουδαΐζον, καὶ αὐτὸς ἀπὸ Ἰουδαϊσμοῦ μετῆλθε, λέγει, Ἀδελφοὶ δέομαι ὑμῶν. | |
25 | Ὁ ἀλγῶν δέεται, καὶ ὁ πονῶν παρακαλεῖ· ἀδελφοὺς δὲ καλεῖ, τῇ οἰκειότητι τῆς προσηγορίας ἐκβάλλων τὴν ὑπόνοιαν τὴν κατὰ τὴν ἐπιβουλήν· εἰ γὰρ ἄλλα μὲν ἐφρόνει, ἄλλα δὲ παρ’ αὐτοῖς ἔλεγεν, ἐπίβουλος ἦν καὶ ἐχθρός. Σευηριανός. Μὴ γὰρ ἄλλην τινὰ ἔσχον λύπην πρὸς ὑμᾶς | |
30 | καὶ διὰ τοῦτο ἐπιπλήττω. Χρυσοστόμου. Καὶ δηλῶν, ὅτι οὐ μίσους οὐδὲ ἔχθρας ἦν τὰ εἰρημένα, ἀναμιμνήσκει τῆς ἀγάπης αὐτοὺς, ἣν ἐνεδείξατο περὶ αὐτὸν, καὶ μετ’ ἐγκωμίων τὴν ἀπολογίαν τίθησι· διὸ φησὶ, | |
Δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε· οἴδατε δὲ, ὅτι δι’ | 64 | |
65 | ἀσθένειαν τῆς σαρκός μου, εὐαγγελισάμην ὑμῖν καὶ τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε. Οὐ μόνον οὐκ ἠδικήσατέ με φησὶν, ἀλλὰ καὶ πολλὴν καὶ ἄφα‐ τον ἐπεδείξασθε περὶ ἐμὲ εὔνοιαν· καὶ οὐχ οἷόν τε τὸν τοσαύτης | |
5 | ἀπολαύσαντα θεραπείας ἐκ κακονοίας ταῦτα λέγειν· εἰ τοίνυν μὴ δι’ ἐπάχθειαν ταῦτα λέγω, λείπεται διὰ φιλοσοφίαν καὶ κηδε‐ μονίαν· ἠλαυνόμην γάρ φησιν· ἐμαστιγούμην· μυρίους θανάτους ὑπέμενον κηρύττων ὑμῖν, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ μου· τοῦτο γάρ ἐστι “τὸ πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενή‐ | |
10 | “σατε οὐδὲ διεπτύσατε·” ἀλλ’ ὅμως, οὐδὲν ὑμᾶς τούτων ἐσκαν‐ δάλισε φησίν· οὐδὲ διεπτύσατε τὰ πάθη καὶ τοὺς διωγμούς· ἀσθένειαν γὰρ καὶ πειρας........... καλεῖ. Ἄλλην γραφὴν παρέθετο Εὐσέβιος ὁ Ἐμίσης, ἔχουσαν οὕτως, “Καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθενή‐ | |
15 | “σατε·” καὶ φησίν· ἐγὼ ταῦτα ὑπέμενον, καὶ ὑμεῖς ἐπειράζεσθε δοκιμαζόμενοι, εἴγε προσίεσθέ με καὶ τὸν δι’ ἐμοῦ κηρυττόμενον λόγον, ἐν τούτοις με θεωροῦντες τοῖς κινδύνοις· τὰ οὖν ἐμὰ πάθη, καὶ οἱ διωγμοὶ, ὦ Γαλάται, ὑμέτερος ἦν πειρασμός. Ἀλλ’ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με. | |
20 | Χρυσοστόμου. Πῶς οὖν οὐκ ἄτοπον, διωκόμενον μὲν καὶ ἐλαυ‐ νόμενον ὡς ἄγγελον Θεοῦ δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα μὴ δέχεσθαι; Τίς οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν, ὅτι εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν, ἐδώ‐ | |
25 | κατέ μοι· ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν. Τίς ὑμᾶς φησὶν, ἐξαπάτησε καὶ ἔπεισεν ἑτέρως διατεθῆναι πρὸς ὑμᾶς; οὐχ ὑμεῖς ἐστὲ οἱ περιέποντες καὶ θεραπεύοντες, καὶ τῶν ὀφθαλμῶν τιμιώτερον ἄγοντες; τί τοίνυν γέγονε; πόθεν ἡ ἔχθρα; πόθεν ἡ ὑποψία; ὅτι τἀληθῆ πρὸς ὑμᾶς εἶπον; διὰ τοῦτο | |
30 | μὲν οὖν μειζόνως ἐχρῆν τιμᾶν καὶ θεραπεύειν· ἐγὼ γάρ φησι, οὐκ οἶδα ἄλλην αἰτίαν, ἢ τὸ τἀληθῆ λέγειν ὑμῖν. καὶ ὅρα μεθ’ ὅσης ἀπολογεῖται ταπεινοφροσύνης· οὐ γὰρ ἀφ’ ὧν περὶ αὐτοὺς ἐπε‐ δείξατο, ἀλλ’ ἀφ’ ὧν αὐτοὶ περὶ αὐτὸν, δείκνυσιν ἀδύνατον εἶναι | |
ἐκ κακονοίας ταῦτα λέγεσθαι· οὐδὲ γὰρ εἶπεν οὕτως· καὶ πῶς | 65 | |
66 | ἐγχωρεῖ τὸν μαστιζόμενον, τὸν ἐλαυνόμενον, τὸν μυρία πάσχοντα δι’ ὑμᾶς, νῦν ἐπιβουλεύειν ὑμῖν; ἀλλ’ ἀφ’ ὧν εἶχον ἐναβρύνεσθαι ἐκεῖνοι, ἀπὸ τούτων συλλογίζεται λέγων, πῶς ἐγχωρεῖ τὸν τιμη‐ θέντα παρ’ ὑμῶν, τὸν ὡς ἄγγελον δεχθέντα, τοῖς ἐναντίοις ἀμεί‐ | |
5 | ψασθαι; Θεόδωρος. Τὸ οὖν “τίς” ἐνταῦθα, ἀντὶ τοῦ ποῦ ὁ μακαρισμός; οἴχεται, ἀπώλετο· καλῶς οὐκ ἀποφηνάμενος, ἀλλὰ δι’ ἐρωτήσεως ἐνδειξάμενος. Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ’ ἐκκλεῖσαι ὑμᾶς θέ‐ | |
10 | λουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. Τοῦ Χρυσοστόμου. Ἔστι ζῆλος καλὸς, ὅταν τις οὕτως ζηλοῖ, ὥστε μιμήσασθαι τὴν ἀρετήν· ἔστι καὶ ζῆλος πονηρὸς, ὅταν τις οὕτως ζηλοῖ, ὥστε ἐκκαλεῖν τῆς ἀρετῆς τὸν κατορθοῦντα· ὃ δὴ καὶ οὗτοι νῦν ἐπιχειροῦσι· τῆς μὲν τελείας γνώσεως ἐκκαλεῖν | |
15 | θέλοντες, εἰς δὲ τὴν ἠκρωτηριασμένην καὶ νόθον ἀγαγεῖν· δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἵνα αὐτοὶ μὲν ἐν τάξει κάθηνται διδασκάλων, ὑμᾶς δὲ τοὺς ὑψηλοτέρους αὐτῶν ὄντας, ἐν τάξει καταστήσωσι μαθη‐ τῶν· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ἵνα αὐτοὺς ζηλοῦτε·” ἐγὼ δὲ, τοὐναντίον βούλομαι φησὶν, ὑμᾶς αὐτῶν κανόνα καὶ ὑπόδειγμα | |
20 | γίνεσθαι τῶν τελειοτέρων· ὃ δὴ καὶ ἐγένετο, ὅτε πρὸς ὑμᾶς ἤμην· διὸ καὶ ἐπάγει λέγων, Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. Ἐνταῦθα γὰρ αἰνίττεται, ὅτι ἡ ........ | |
25 | ...... τοῦτό ἐστι, τὸ μὴ πάροντος τοῦ διδασκάλου μόνον, τοὺς μαθητὰς τὴν δέουσαν γνώμην ἔχειν, ἀλλὰ καὶ ἀπόντος. Ἐπειδὴ δὲ ἐκεῖνοι, οὐδέπω πρὸς τοῦτο ἦσαν τελειότητος ἀφιγμένοι, πάντα ποιεῖ ὥστε εἰς τοῦτο αὐτοὺς ἐμβιβάσαι. (Σευηριανός). Ἄλλος δέ φησι εἰς τὸ “τίς οὖν ὁ μακαρισμός;” | |
30 | ἀντὶ τοῦ οὐδείς· ἢ οὕτως· τὸ τηρεῖν νόμον, ἢ τὸ πίστει ζῆν· καὶ ἐπειδὴ εἶπεν ὅτι ἐκεῖνοι θέλουσιν οὐχὶ ὑμᾶς ζηλοῦν, ἵνα τὸ τέλειον αὐτοὶ ἔχωσι τῆς πίστεως, μὴ τηροῦντες νόμον, ἀλλ’ αὐτοὺς ὑμᾶς ζηλοῦν, ἐπήγαγεν, ὅτι ταῦτα λέγω οὐ φθονῶν αὐτοῖς, ὄφελον γὰρ | |
κἀκεῖνοι τέλειοι ἦσαν τῇ πίστει κεχρημένοι, καὶ ἀκώλυτον ἦν | 66 | |
67 | αὐτοὺς ζηλοῦσθαι καὶ μιμεῖσθαι ἡμᾶς· καὶ ὑμεῖς οὖν τοιαῦτα πράττετε, ἃ καὶ ζηλωτοὺς ὑμᾶς ποιεῖ· ἵνα πάντες ὑμᾶς μιμῶνται, καὶ μὴ ὅταν ἔλθω αἰδεσθέντες με, τοιοῦτοι γίνεσθε, ἀλλὰ καὶ ἐμοῦ μὴ παρόντος ἑαυτοὺς διορθοῦσθε. | |
5 | Παιδία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τοῦ Χρυσοστόμου. Μητέρα μιμεῖται περιτρέμουσαν τοῖς παιδίοις· εἶδες ἀθυμίαν Ἀποστόλῳ πρέπουσαν; διεφθείρατε φησὶ, τὴν εἰκόνα· ἀπωλέσατε τὴν συγγένειαν· τὴν μορφὴν ἠλλοιώσατε· | |
10 | ἀναγεννήσεως ἑτέρας ὑμῖν δεῖ καὶ διαπλάσεως· ἀλλ’ ὅμως ἐπεὶ τέκνα καλῶ τὰ ἀμβλωθρίδια, τὰ ἐκτρώματα· καὶ τοῦτο μὲν οὐ λέγει, ἑτέρως δέ· φείδεται γὰρ καὶ οὐ βούλεται πλῆξαι, οὐδὲ τραύματα ἐπιθεῖναι τραύμασιν· ἀλλ’ ὥσπερ οἱ σοφοὶ τῶν ἰατρῶν τοὺς εἰς μακρὰν καταπεσόντας νόσον οὐχ ὑφ’ ἓν θεραπεύουσιν, | |
15 | ἀλλὰ διαλιμπάνουσιν, ὥστε μὴ ὀλιγοψυχοῦντας ἀπολέσθαι, οὕτως καὶ ὁ μακάριος οὗτος· καὶ γὰρ αἱ ὠδῖνες αὗται τῶν σωματικῶν δριμύτεραι· ὅσῳ καὶ φιλοστοργία μείζων· καὶ τὸ ἁμαρτηθὲν, οὐ τὸ τυχὸν ἦν. Θεόδωρος. Τὸ δὲ πάλιν, ὥστε τῶν παλαιῶν ὠδίνων ἀγαγεῖν | |
20 | εἰς μνήμην· τὸ δὲ “ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν,” ἐπίτασιν ἔχει τοῦ πάθους, οὐδὲ γὰρ εἰδότος ἐστι ποῦ ποτε στήσεται αὐτῷ τὰ τῶν ὠδινῶν. Ἤθελον παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου. | |
25 | Χρυσοστόμου. Οὐκ ἀρκεῖται τοῖς ῥήμασιν, ἀλλ’ ἐπιζητεῖ καὶ τὴν παρουσίαν· τοιοῦτον γὰρ ἡ ἀγάπη· τίνος δὲ ἕνεκεν ζητεῖ τὴν παρουσίαν; ὥστε “ἀλλάξαι τὴν φωνήν μου” φησίν· ὀλοφυρ‐ μὸν κινῆσαι καὶ δάκρυα, καὶ πάντας εἰς θρῆνον ἐπισπάσασθαι· διὰ γὰρ ἐπιστολῆς, οὐκ ἦν δάκρυα δεῖξαι οὐδὲ ὀλολυγμόν· διὸ καίεται | |
30 | τὴν παρουσίαν ζητῶν. (Εὐσέβιος.) Ἄλλος φησὶν, ἐπειδὴ ἐτύγχανε δεδεμένος καὶ κατεχόμενος, φησὶ, τὸ “ἤθελον ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἀλλάξαι “τὴν φωνήν μου·” αὐτὰ ταῦτα νῦν ὑμῖν κηρύττειν, ἃ οἱ ταράτ‐ | |
τοντες λέγουσί με κηρύττειν ἀλλαχοῦ· καὶ ὅτι δεῖ περιτέμνεσθαι | 67 | |
68 | καὶ τὰ νόμιμα τηρεῖν· ἄρα οὐκ ἂν αὐτοὶ ὑμεῖς οἱ τότε μὲν παρ’ ἐμοῦ ἐκεῖνα δεξάμενοι, νῦν δὲ τὰ ἐναντία ἀκούοντες σκηνὴν καὶ παίγνιον ἐνομίσατε τὰ κατ’ ἐμέ· θαυμάζω γὰρ εἰ ἐκεῖνα ἀκού‐ σαντες παρ’ ἐμοῦ, ὑποπτεύετέ με ἄλλα ἔχειν ἐν τῇ διανοίᾳ, ἄλλα | |
5 | δὲ τοῖς οὕτω με τιμήσασι κεκηρυχέναι. Ὅτι ἀποροῦμαι ἐν ὑμῖν. Οὐκ ἔχω γάρ φησι, τί εἴπω· οὐκ ἔχω τί λογίσομαι πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τοῦ οὐρανοῦ τὴν κορυφὴν, καὶ διὰ τῶν κιν‐ δύνων οὓς ὑπεμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων ὧν | |
10 | ἐπεδείξασθε διὰ τῆς πίστεως, νῦν ἄθροον οὕτως εἰς τοσαύτην εὐτέ‐ λειαν κατηνέχθητε ὡς εἰς περιτομὴν καὶ σάββατα σύρεσθαι, καὶ τῶν Ἰουδαΐζειν ἀναγκαζόντων ἐκκρέμασθαι. ἐπειδὴ οὖν ὠλοφύρατο, καὶ ἐμάλαξεν αὐτῶν τὴν διάνοιαν, καὶ ἐπεσπάσατο μειζόνως, πά‐ λιν εἰς τοὺς ἀγῶνας ἐμβαίνει, κεφάλαιον τιθεὶς μεῖζον· καὶ δεικνὺς | |
15 | ὅτι αὐτὸς ὁ νόμος οὐ βούλεται ἑαυτὸν φυλάττεσθαι· τότε μὲν οὖν ἀπὸ τοῦ Ἀβραὰμ τὸ παράδειγμα εἰσήγαγε· νῦν δὲ αὐτὸν εἰσάγει τὸν νόμον παραινοῦντα μὴ φυλάττειν αὐτὸν ἀλλ’ ἀναχωρεῖν· ὅπερ ἦν ἰσχυρότατον. Θεόδωρος. Καλὴ δὲ καὶ ἡ πρὸς ἐκείνους ἀποστροφὴ τῶν | |
20 | λόγων· διὰ γὰρ πάντων φαίνεται ὁ Ἀπόστολος ὑπὸ τῆς τῶν γεγο‐ νότων ὀργῆς συνεχεῖς τὰς μεταβολὰς δεχόμενος, καὶ τὰ μὲν πρὸς τούτους ἀγανακτῶν, τὰ δὲ πρὸς ἐκείνους, τὸ δὲ καὶ ἀλγῶν ὡς ἐπὶ τέκνοις ἀπολωλόσι· καὶ ὅλως ἀκριβῶς τίς σκοπούμενος, πολλὴν ἴδοι ἂν ἐν τοῖς γεγραμμένοις τῶν παθῶν τὴν ἐναλλαγήν. | |
25t | ΚΕΦ. Θ. | |
26t | Ὅτι ἐν τῇ ἐλευθέρᾳ γυναικὶ τοῦ Ἀβραὰμ καὶ τῷ γνησίῳ παιδὶ ὑποτυπωθέν‐ | |
27t | τας, οὐ χρὴ δουλοῦσθαι νόμῳ. | |
28 | Λέγετέ μοι ὑμεῖς οἱ ὑπὸ νόμου θέλοντες εἶναι. Χρυσοστόμου. Καλῶς εἶπεν “οἱ θέλοντες·” οὐ γὰρ τῆς τῶν | |
30 | πραγμάτων ἀκολουθίας, ἀλλὰ τῆς ἐκείνων ἀκαίρου φιλονεικίας τὸ πρᾶγμα ἦν· νόμον δὲ ἐνταῦθα, τὸ βιβλίον τῆς κτίσεως καλεῖ· ὅπερ πολλάκις ποιεῖ, τὴν παλαιὰν πᾶσαν οὕτως ὀνομάζων. “ὅτι | |
“Ἀβραὰμ, δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ | 68 | |
69 | “τῆς ἐλευθέρας·” πάλιν ἐπὶ τὸν Ἀβραὰμ ἄνεισιν, ἐπειδὴ πολλὴ παρὰ τοῖς Ἰουδαίοις τοῦ πατριάρχου ἦν ἡ δόξα· ἣν δείκνυσιν, ὅτι ἐκεῖθεν οἱ τύποι τὴν ἀρχὴν ἔλαβον, καὶ τὰ παρόντα ἐν αὐτῷ προε‐ ζωγραφεῖτο· καὶ πρῶτον δείξας υἱοὺς ὄντας τοῦ Ἀβραάμ· ἐπειδὴ | |
5 | οὐ τῆς αὐτῆς ἀξίας ἦσαν υἱοὶ τοῦ πατριάρχου· ἀλλ’ ὁ μὲν ἐκ τῆς δούλης, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δείκνυσιν ὅτι οὐ μόνον υἱοὶ, ἀλλὰ καὶ οὕτως υἱοὶ, ὡς ὁ ἐλεύθερος καὶ εὐγενής· τοσαύτη τῆς πίστεως ἡ δύναμις. Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγέννη‐ | |
10 | ται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας, κατ’ ἐπαγγελίαν. Ἐπειδὴ ἔλεγεν ὅτι ἡ πίστις ἡμᾶς συνάπτει τῷ Ἀβραὰμ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι, εἰ τοὺς μὴ γενομένους ἐξ· ἐκείνου τούτους φησὶ υἱοὺς εἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παρά‐ δοξον τοῦτο, ἄνωθεν γέγονεν. | |
15 | Ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ φύσεως ἀκολουθίαν, οὐδὲ κατὰ σαρκὸς δύναμιν γενόμενος, καὶ υἱὸς καὶ γνήσιος ἦν· ἀπὸ νεκρῶν σωμάτων φὺς καὶ ἀπὸ τῆς μήτρας ἐκείνης· οὐ γὰρ ἡ σὰρξ τὴν κύησιν, οὐδὲ τὸ σπέρμα τὸν τόκον εἰργάσατο, ἀλλ’ ὁ τοῦ Θεοῦ λόγος αὐτὸν ἔπλασεν· ἐπὶ δὲ τοῦ δούλου οὐχ οὕτως, ἀλλ’ ἐκεῖνος τοῖς | |
20 | τῆς φύσεως θεσμοῖς καὶ τῇ τοῦ γάμου συνηθείᾳ τίκτεται· ἀλλ’ ὅμως ὁ μὴ κατὰ σάρκα, τοῦ κατὰ σάρκα γεννηθέντος τιμιώτερος ἦν. μὴ θορυβείτω τοίνυν ὑμᾶς τὸ κατὰ σάρκα γεγεννῆσθαι· διὰ γὰρ τοῦτο μάλιστα αὐτοῦ συγγενεῖς ὑμεῖς, ὅτι οὐ κατὰ σάρκα ἐγεννήθητε· θαυμαστότερος γὰρ ὁ τόκος ὁ μὴ κατὰ σάρκα, καὶ | |
25 | πνευματικώτερος· καὶ δῆλον ἐκ τῶν ἄνωθεν τεχθέντων· ἐτέχθη κατὰ σάρκα ὁ Ἰσμαὴλ, ἀλλὰ δοῦλος ἦν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξεβάλλετο τῆς πατρῴας οἰκίας· ὁ δὲ κατ’ ἐπαγγελίαν τεχθεὶς ὁ Ἰσαὰκ, ἅτε υἱὸς ὢν γνήσιος καὶ ἐλεύθερος, κύριος πάν‐ των ἦν. | |
30 | Ἅτινά ἐστιν ἀλληγορούμενα. Καταχρηστικῶς τὸν τύπον ἀλληγορίαν ἐκάλεσεν· ὃ δὲ λέγει τοῦτό ἐστιν· ἡ μὲν ἱστορία αὕτη· οὐ τοῦτο δὲ μόνον παραδηλοῖ ὅπερ φαίνεται, ἀλλὰ καὶ ἄλλα τινὰ ἀναγορεύει, διὸ καὶ ἀλληγορία | |
κέκληται· τί δὲ ἀνηγόρευεν ἕτερον ἢ τὰ παρόντα πάντα; | 69 | |
70 | (Θεόδωρος.) Καὶ ἄλλος δὲ ἀλληγορίαν, φησὶν, ἐκάλεσε, τὴν ἐκ παραθέσεως τῶν ἤδη γεγονότων πρὸς τὰ παρόντα σύγκρισιν· ὥσπερ γάρ, φησιν, ὁ Ἰσμαὴλ κατὰ σάρκα γεγέννηται, οὕτως καὶ ἐνταῦθα ὁ νόμος τοὺς ὑπ’ αὐτὸν ἐβούλετο πολιτεύεσθαι καὶ τὴν | |
5 | ἐκεῖθεν δικαίωσιν δέχεσθαι· καὶ ὥσπερ ὁ Ἰσαὰκ κατὰ χάριν γε‐ γέννηται· τοῦτο γὰρ ἡ ἐπαγγελία τῆς ἀκολουθίας τοῦτο μὴ βου‐ λομένης, οὕτως καὶ τῶν κατὰ Χριστὸν ὁ σκοπὸς οὗτος ἦν καὶ τὸ τέλος· λυθῆναι μὲν τὸν θάνατον, ἀναστάντας δὲ ἅπαντας τοὺς πώποτε γεγονότας ἀνθρώπους, ἐν ἀθανάτῳ διάγειν τῇ φύσει, μηδα‐ | |
10 | μῶς ἁμαρτεῖν ἐπιδεχομένους ἔτι, διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἔτι τότε χάριν τοῦ πνεύματος. ἔστι δὲ ἀκολουθία μὲν γινομένη φύσεως, ἡ εἰς τόνδε τὸν βίον τῶν τικτομένων πάροδος· ἐφ’ οὗ τὴν κατὰ νόμον πολιτείαν χώραν ἔχειν συμβέβηκε· χάριτος δὲ ἡ γέννησις ἐκείνη, καθ’ ἣν ἀνιστάμενοι πάντες, εἰς τὴν μέλλουσαν ζωὴν ἀποτίκτονται. | |
15 | (Σευηριανός.) Καὶ ἄλλος δὲ ὧδε φησὶ, νῦν τῷ ὀνόματι κατε‐ χρήσατο, οὐ τῇ δυνάμει τῆς ἀλληγορίας. ἡ γὰρ ἀλληγορία, οὐ στοιχεῖ τοῖς ῥητοῖς, ἄλλα δέ τινα ἐμφαινόμενα ἀπὸ τῆς κατὰ τὴν ὑφὴν τῶν νοημάτων ἀκολουθίας εἰσάγει· οἷόν ἐστι, τὸ “φιλη‐ “σάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ,” τοῦ ἐν τοῖς ἄσμασι | |
20 | τῶν ἀσμάτων. ἐκεῖ γὰρ οὔτε φίλημα οὔτε θρὶξ οὔτε κοιλία οὐδὲ μηροὶ οὐδὲ ἕτερόν τι, ἀλλὰ ἄλλα δι’ ἄλλων εἰσάγεται· καὶ τοῦτό ἐστι ἀλληγορίας εἶδος κύριον· ἐνταῦθα δὲ καὶ ἡ ἱστορία ὡμολόγη‐ ται, καὶ ὅτι τύπος ἐστὶ τοῦ μέλλοντος ἀποδέδεικται· ἡ οὖν δι’ ... προφητεία, ἀλληγορία νῦν ὠνόμασται· τῶν γὰρ προφητειῶν, αἱ μὲν | |
25 | εἰσὶ διὰ λόγων μόνον, ὡς τὸ “ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται·” ἡ δὲ δι’ ἔργων μόνον, ὡς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ· ἡ δὲ καὶ δι’ ἔργων καὶ διαλόγων, ὡς τὸ πρὸς Ἱερεμίαν ῥηθὲν, τὸ “λάβε περίζωμα καινὸν, καὶ περιθοῦ, εἶτα θάψον αὐτὸ παρὰ τὸν “Εὐφράτην· καὶ ὡς διερρύη τῷ χρόνῳ καὶ διεβρώθη, λάβε αὐτό” | |
30 | φησιν “ἐκεῖθεν.” Ἕως γὰρ τούτου, δι’ ἔργων ἡ προφητεία· τὸ δὲ ἑξῆς, καὶ διὰ λόγων· “ὅτι οὕτως κἀγὼ τοὺς υἱοὺς Ἰσραὴλ “περιεθέμην, καὶ οὕτως αὐτοῖς ἐβοήθησα, καὶ οὕτως αὐτοὺς εἰς Βαβυλῶνα ἀπάγω αἰχμαλώτους, καὶ σαθρωθέντας καὶ φθαρέντας “ἐκεῖθεν ἀναγάγω καὶ ἀποκαθιστῶ·” νῦν οὖν τὴν δι’ ἔργων προφη‐ | |
35 | τείαν, ἀλληγορίαν ὠνόμασεν. | 70 |
71 | Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Χρυσοστόμου. Αὗται τίνες; αἱ μητέρες τῶν παιδίων ἐκείνων, ἡ Σάρρα καὶ ἡ Ἄγαρ. τί εἰσι δύο διαθῆκαι; δύο νόμοι· ἀλλ’ | |
5 | ἐπειδὴ γυναικῶν ὀνόματα ἦν ἐν τῇ ἱστορίᾳ, ἐνέμεινε τῇ προσηγορίᾳ τοῦ γένους· καὶ ἀπὸ τῶν ὀνομάτων πολλὴν δεικνὺς τὴν ἀκολουθίαν· πῶς ἀπὸ τῶν ὀνομάτων; Τὸ γὰρ Ἄγαρ Σινὰ ὄρος ἐστὶ ἐν τῇ Ἀραβίᾳ. Ἄγαρ ἐλέγετο ἡ δούλη· τὸ δὲ Σινὰ ὄρος οὕτω μεθερμηνεύεται | |
10 | τῇ ἐπιχωρίῳ αὐτῶν γλώττῃ, ὥστε τοὺς ἀπὸ παλαιᾶς τικτομένους πάντας, ἀνάγκη δούλους εἶναι· τὸ γὰρ ὄρος ἐκεῖνο ἔνθα ἡ παλαιὰ διαθήκη ἐδόθη ὁμώνυμον τῇ δούλῃ, περιλαμβάνει καὶ τὴν Ἱερουσα‐ λήμ· τοῦτο γάρ ἐστι “συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ·” τουτέστι, γειτνιάζει, ἅπτεται· τί οὖν ἐκ τούτου; ὅτι οὐ μόνον ἐκείνη δούλη | |
15 | ἦν καὶ δούλους ἔτικτεν, ἀλλὰ καὶ αὕτη, τουτέστιν ἡ διαθήκη, ἧς τύπος ἡ δούλη· καὶ γὰρ Ἱερουσαλὴμ ἐκ γειτόνων κεῖται τῷ ὄρει τῷ ὁμωνύμῳ τῇ δούλῃ· ἐν τούτῳ οὖν τῷ ὄρει, καὶ ἡ διαθήκη δέδο‐ ται. ποῦ οὖν καὶ τῆς Σάρρας τύπος; Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ | |
20 | μητὴρ ἡμῶν. Ἡ ἄνω ποία; ἡ ἐν τῷ οὐρανῷ· αὐτὴ γὰρ οὐχ ὑπόκειται νόμῳ, τοῦτο γάρ ἐστιν ἐλευθέρα ἐστίν. οὐκοῦν καὶ οἱ ἐξ αὐτῆς τικτόμε‐ νοι, οὐ δοῦλοι. (Θεόδωρος.) Καὶ ἄλλος δέ φησιν, Ἀραβία τὸ παλαιὸν, οὐχ ἡ | |
25 | νῦν οὕτως ὀνομαζομένη μόνον ἐλέγετο, ἀλλ’ Ἄγαρ ἥτε ἔρημος πᾶσα καὶ τὰ περὶ αὐτὴν οἰκούμενα μέρη· καὶ μὴν καὶ τῆς Αἰγύπτου μέρος οὐκ ἐλάχιστον· τοῦτο οὖν θέλει εἰπεῖν περὶ τῆς Ἄγαρ, ὅτι τῇ παρ’ ἡμῖν Ἱερουσαλὴμ, τουτέστι τῇ κατὰ τὸν βίον τοῦτον θεω‐ ρουμένῃ ἰσοδυναμεῖ ἡ Ἄγαρ· ταύτην ἡμῖν τὴν τάξιν ἐπεχούσης | |
30 | τῆς νῦν Ἱερουσαλὴμ, ἐφ’ ἧς τὰ τῆς διαθήκης ἐκείνης νόμιμα πλη‐ ροῦται πρὸς τὰ προσδοκώμενα· ὧν δεῖ καὶ τεύξεσθαι ἐπὶ τοῦ μέλ‐ λοντος ἐλπίζομεν αἰῶνος, ἣν ἐπεῖχεν ἡ Ἄγαρ πρὸς τὴν Σάρραν κρινομένη· τὸ μέντοι “δουλεύει μετὰ τῶν τέκνων αὐτῆς” οὐ περὶ | |
τῆς Ἄγαρ λέγει, ἀλλὰ περὶ τῆς ἐν τῷ Σινᾶ δοθείσης θιαθήκης. | 71 | |
72 | Καὶ ἄλλοι δὲ πάλιν φησὶν, οὐχ ἁπλῶς ἐμνημόνευσε τοῦ Σινᾶ ὄρους, ἀλλ’ ἐπειδὴ οἱ Σαρακηνοὶ οἱ ἀπὸ τοῦ Ἰσμαὴλ τὴν ἔρημον ἔχουσι τὴν παρατείνουσαν ἕως τοῦ Σινᾶ ὄρους. Ἐν δὲ τῷ Σινᾷ ὁ νόμος ἐδόθη εἰς δουλείαν γεννῶν. ἀπὸ δὲ τοῦ Σινὰ ὄρους αἱ πλάκες | |
5 | δοθεῖσαι ἐκομίσθησαν ἐν τῷ Ἰσραὴλ, καὶ πολλάκις μετενεχθεῖσαι ἀπὸ τόπου εἰς τόπον τελευταῖον ἱδρύθησαν ἐν Ἱεροσολύμοις. Διὰ τοῦτο ἐπήγαγεν “συστοιχεῖ τῇ νῦν Ἱερουσαλὴμ” “δουλεύει δὲ “μετὰ τῶν τέκνων αὐτῆς,” ὅπου γῆς ἐπαγγελία καὶ κτῆσις καὶ γάμος, καὶ τὰ ἀνθρώπινα, καὶ δουλεία ἀκολουθεῖ. Ὅπου δὲ ἀπαλ‐ | |
10 | λαγὴ τῶν ἐπὶ γῆς φροντίδων καὶ τῶν δεσμῶν, καὶ ἐν οὐρανοῖς ἡ πολιτεία, ἐξ αὐτῆς τῆς πολιτείας ἡ ἐλευθερία. Οὐ γὰρ ἀρκεῖται τοῖς τύποις. Ἀλλὰ καὶ τὸν Ἡσαίαν προστίθησι μαρτυροῦντα τοῖς εἰρημένοις. Εἰπὼν γὰρ ὅτι ἡ ἄνω Ἱερουσαλὴμ μήτηρ ἡμῶν ἐστι, καὶ τὴν ἐκκλησίαν οὕτω καλέσας, παρίστησι τὸν προφήτην τὰ | |
15 | αὐτὰ αὐτῷ ψηφιζόμενον. “Εὐφράνθητι γὰρ, στεῖρα,” φησιν, ἡ “οὐ τίκτουσα ῥῆξον, καὶ βοῆσον ἡ οὐκ ὠδινοῦσα, ὅτι πολλὰ τὰ “τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.” Τίς οὖν ἡ στεῖρα, καὶ τίς ἡ ἔρημος πρὸ τούτου; οὐκ ἄδηλον ὅτι ἡ τῶν ἐθνῶν ἐκκλησία τῆς τοῦ Θεοῦ γνώσεως ἀπεστερημένη. Τίς δὲ ἡ τὸν | |
20 | ἄνδρα ἔχουσα; οὐκ εὔδηλον ὅτι ἡ συναγωγή; ἀλλ’ ὅμως ἐνίκησεν αὐτὴν τῇ πολυπαιδίᾳ ἡ στεῖρα· ἐκείνη μὲν γὰρ, ἓν ἔθνος ἔχει· τὰ δὲ τῆς ἐκκλησίας τέκνα τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν γῆν, τὴν θάλατταν, τὴν οἰκουμένην ἐνέπλησεν ἅπασαν. εἶδες πῶς διὰ μὲν πραγμάτων ἡ Σάρρα, διὰ δὲ ῥημάτων ὁ προφήτης τὰ μέλ‐ | |
25 | λοντα ὑμῖν ὑπέγραψε; σκόπει δέ· στεῖραν ἐκάλεσεν ὁ Ἡσαΐας, καὶ ταύτην ἔδειξε πολύπαιδα γενομένην· ταῦτα τυπικῶς ἐπὶ τῆς Σάρρας συνέβη· καὶ γὰρ καὶ αὕτη στεῖρα οὖσα, πλήθους ἐκ‐ γόνων ἐγένετο μητήρ· τῷ Παύλῳ δὲ οὐδὲ ταῦτα ἀπόχρη· ἀλλὰ καὶ πῶς ἐγένετο μητὴρ ἡ στεῖρα περιεργάζεται, ἵνα καὶ ἐντεῦθεν | |
30 | προσαγάγῃ τῇ ἀληθείᾳ τὸν τύπον. διὸ καὶ ἐπάγει λέγων, Ἡμεῖς δὲ ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Οὐ γὰρ μόνον στεῖρα ἦν ἡ ἐκκλησία ὥσπερ ἡ Σάρρα· οὐδὲ | |
μόνον πολύπαις ἐγένετο ὥσπερ ἐκείνη, ἀλλὰ καὶ οὕτως ἐγέννησεν | 72 | |
73 | ὥσπερ ἡ Σάρρα· καθάπερ γὰρ ἐκείνην μητέρα οὐχ ἡ φύσις, ἀλλ’ ἡ ἐπαγγελία τοῦ Θεοῦ πεποίηκεν· ὁ γὰρ λόγος τοῦ Θεοῦ ὁ εἰρη‐ κὼς “κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρα “υἱὸς,” οὗτος εἰσελθὼν εἰς τὴν νηδὺν, τὸ βρέφος διέπλασεν, οὕτω | |
5 | δὴ καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας· φύσις μὲν οὐδεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ τὰ διὰ τοῦ ἱερέως λεγόμενα, ἅπερ ἴσασιν οἱ πιστοὶ, ταῦτα ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων καθάπερ ἐν νηδύϊ τινὶ διαπλάττει καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον· οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν παῖδες, καὶ ἐλεύθεροί ἐσμεν· καὶ ποία αὕτη ἐλευ‐ | |
10 | θερία ἴσως εἴποι τις ἂν, ὅταν οἱ μὲν Ἰουδαῖοι κατέχωσι καὶ μα‐ στίζωσι τοὺς πιστούς· οἱ δὲ δοκοῦντες ἐλεύθεροι εἶναι διώκωνται· ταῦτα γὰρ τότε συνέβαινε τῶν πιστῶν διωκομένων· ἀλλὰ μὴ δὲ τοῦτο ὑμᾶς θορυβείτω, φησί· καὶ γὰρ καὶ τοῦτο προέλαβεν ἐν τῷ τύπῳ· ὁ γὰρ Ἰσαὰκ ἐλεύθερος ὢν, ὑπὸ τοῦ δούλου Ἰσμαὴλ | |
15 | ἐδιώκετο· διὸ καὶ ἐπάγει λέγων, Ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς, ἐδίωκε τὸν κατὰ Πνεῦμα, οὕτω καὶ νῦν· ἀλλὰ τί λέγει ἡ γραφή; ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ κλη‐ ρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευ‐ | |
20 | θέρας. Τί οὖν· αὕτη ἡ παράκλησις πᾶσα, τὸ δειχθῆναι ὅτι δεῖ τοὺς ἐλευθέρους ὑπὸ τῶν δούλων διώκεσθαι; οὐχί φησι· ἄκουσον γὰρ τῶν ἑξῆς, καὶ τότε λήψῃ παραμυθίαν ἱκανήν· οὐ μικροψυχῶν τοῖς διωγμοῖς ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης· “οὐ γὰρ μὴ κληρονομήσῃ | |
25 | “μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας·” εἶδες τὰ ἐπίχειρα τῆς προκαίρου τυραννίδος, καὶ τῆς ἀπονοίας τῆς ἀκαίρου; ἐκπίπτει τῶν πατρῴων ὁ παῖς, καὶ γίνεται φυγὰς καὶ πλάνος μετὰ τῆς μητρός· σὺ δέ μοι σκόπει τὴν σοφίαν τῶν εἰρημένων· οὐ γὰρ εἶπεν ἐπειδὴ ἐδίωκε, διὰ τοῦτο ἐξεβάλλετο μόνον, ἀλλ’ ἵνα μὴ κληρονομήσῃ· δεικνὺς | |
30 | ὅτι καὶ τοῦ διωγμοῦ χωρὶς, τοῦτο ἄνωθεν τετυπώμενον ἦν· ὁρᾷς διὰ πάντων τὸν τύπον τηρούμενον; ὥσπερ γὰρ ἐν ὀλίγοις τοῖς ἔμπροσθεν ἔτεσι μὴ τίκτουσα ἡ Σάρρα, ἐν ἐσχάτῳ γήρᾳ γίνεται μητὴρ, οὕτω καὶ αὕτη ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου τίκτει. | |
(Θεόδωρος.) Ἄλλος δέ φησι, οὐ τὸ τῆς πίστεως καὶ τῆς | 73 | |
74 | ἐπαγγελίας μόνον ἐντίθησιν ὄνομα, ἀλλὰ γὰρ καὶ τὸ τοῦ Πνεύ‐ ματος· ἅτε δὴ προσδοκώντων ἡμῶν τῇ μετουσίᾳ τοῦ Πνεύματος τὴν ἀπόλαυσιν δέξασθαι τῶν μελλόντων· οὑτωσὶ δὲ καὶ ἐπὶ τῶν κατὰ νόμον τὸ τῆς σαρκὸς, ἅτε δὴ κατὰ τὸν παρόντα τουτονὶ υἱὸν χρη‐ | |
5 | σιμεύειν τοῦ νόμου δυναμένου· σάρκα γὰρ τὸ πρόσκαιρον καὶ εὐδιάλυτον λέγει, ὅταν μὴ τὴν ἡμετέραν ὀνομάζῃ φύσιν. οἱ τοίνυν τοῦ νόμου προεστάναι δῆθεν βουλόμενοι, τὰ τῆς χάριτος ἀπελαύ‐ νουσιν, ὥσπερ καὶ ὁ Ἰσμαὴλ τὸν Ἰσαάκ· “ἀλλὰ τί λέγει ἡ “γραφή;” καὶ τὰ ἑξῆς· οὐδὲ γάρ ἐστι τίς κοινωνία τῶν παρόντων | |
10 | καὶ τῶν μελλόντων· οὐδ’ ἔχει χώραν τὰ νόμιμα ἐπὶ τῆς καθ’ ἡμᾶς διαίτης, ἣν κατὰ τύπον πληροῦμεν τῆς ἀναστάσεως· καὶ λοιπὸν ὡς ἀπὸ τῶν προκειμένων ἐπισυλλογίζεται, Ἄρα ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. | |
15 | Χρυσοστόμου. Ταῦτα πάντα κινεῖ καὶ στρέφει, δεῖξαι βου‐ λόμενος, ὅτι τὸ γενόμενον οὐ πρόσφατον ἦν ἀλλ’ ἄνωθεν καὶ πρὸ πολλῶν διετυποῦτο χρόνων· πῶς οὖν οὐκ ἄτοπον τοὺς πρὸ τοσούτων ἐτῶν ἀφορισθέντας, καὶ ἐλευθερίας τυχόντας, ἑαυτοὺς εἰς τὸν τῆς δουλείας ὑπάγειν ζυγόν; εἶτα καὶ ἄλλην αἰτίαν τίθησι, τὴν πεί‐ | |
20 | θουσαν αὐτοὺς μένειν ἐπὶ τῶν δογμάτων. Τῇ ἐλευθερίᾳ οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στή‐ κετε. Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε ὅτι πάλιν ἐπὶ τὴν προτέραν τρέχετε δεσποτείαν; ἄλλος ἐστὶν ὑμᾶς ὁ ἠγορακὼς, ὁ τὴν τιμὴν | |
25 | δοὺς ὑπὲρ ὑμῶν· ὁρᾷς δι’ ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλά‐ νης; πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενομένους, δούλους ἀντ’ ἐλευθέρων ἐπιθυμεῖν εἶναι· δεύτερον, ὅτι περὶ τὸν εὐεργέτην ἀχάριστοι καὶ ἀγνώμονες δειχθήσονται· τοῦ μὲν ἐλευθερώσαντος καταφρονοῦντες, τὸν δὲ δουλωσάμενον στέρ‐ | |
30 | γοντες· τρίτον, ὅτι οὐδὲ δυνατὸν τοῦτο· οὐ γὰρ ἔχει τὴν δεσπο‐ τείαν ὑμῶν ὁ νόμος ἅπαξ, ἑτέρου παρ’ αὐτοῦ πάντας ὑμᾶς πρια‐ μένου· “στήκετε” δὲ εἰπὼν, τὸν σάλον ἔδειξεν. Καὶ μὴ ζυγῷ δουλείας πάλιν ἐνέχεσθε. | |
Τῷ μὲν τοῦ ζυγοῦ ὀνόματι, τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς | 74 | |
75 | ἐνδείκνυται· τῷ δὲ “πάλιν” εἰπεῖν, πολλὴν αὐτῶν δείκνυσιν ἀναι‐ σθησίαν· εἰ μὲν γὰρ ἄπειροι νῦν ἦτε τοῦ βάρους ἐκείνου, οὐ τοσού‐ των ἦτε ἐγκλημάτων ἄξιοι· εἰ δὲ τῇ πείρᾳ μαθόντες τὸ φορτίον τοῦ ζυγοῦ, εἶτα ὑποτίθετε ἑαυτοὺς ἐκείνῳ πάλιν, ποίας ἂν ἦτε | |
5 | δίκαιοι συγγνώμης τυχεῖν; | |
6t | ΚΕΦ. Ι. | |
7t | Ὅτι ἡ κλῆσις ἡμῶν οὐχ ὑπόκειται περιτομῇ καὶ νόμῳ διὰ τὸ Χριστοῦ πάθος. | |
8 | Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. | |
10 | Πῶς Χριστὸς αὐτοὺς οὐδὲν ὠφελήσει; αὐτὸς μὲν τοῦτο οὐ κατεσκεύασεν, ἀλλ’ ἀπεφήνατο, ὡς τῆς τοῦ προσώπου ἀξιοπι‐ στίας ἀρκούσης ἀντὶ πάσης ἀποδείξεως λοιπόν· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, “ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν·” ὅπερ ἦν θαρροῦν‐ τος οἷς λέγει· ὑμεῖς δὲ ὅσον οἷόν τε ᾖ, τὰ παρ’ ἑαυτῶν προσ‐ | |
15 | θήσετε. Πῶς οὖν οὐδὲν ὠφελεῖ τὸν περιτεμνόμενον ὁ Χριστός; ὁ περι‐ τεμνόμενος ὡς νόμον δεδοικὼς περιτέμνεται· ὁ δεδοικὼς ἀπιστεῖ τῇ δυνάμει τῆς χάριτος· ὁ δὲ ἀπιστῶν οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης· πάλιν ἑτέρως· ὁ περιτεμνόμενος τὸν νόμον κύριον | |
20 | ποιεῖ· κύριον δὲ εἶναι νομίζων, καὶ ἐκ τοῦ μείζονος αὐτὸν παρα‐ βαίνων μέρους, ἐκ δὲ τοῦ ἐλάττονος τηρῶν, πάλιν ὑπὸ τὴν ἀρὰν ἑαυτὸν τίθησιν· ὑποβάλλων δὲ ἑαυτὸν τῇ ἀρᾷ, καὶ διακρουόμενος τὴν ἀπὸ τῆς πίστεως ἐλευθερίαν, πῶς δύναται σωθῆναι; Εἶτα εἰπὼν “οὐδὲν ὠφελήσει·” αἰνιγματωδῶς καὶ διὰ βρα‐ | |
25 | χέων, καὶ τὴν ἀπόδειξιν τίθησιν οὕτω λέγων, Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνο‐ μένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Ἵνα γὰρ μὴ νομίσῃς κατ’ ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν μόνον λέγω φησὶν, ἀλλὰ καὶ “παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι | |
30 | “ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι·” ἀλλήλων γὰρ ἔχον‐ ται τὰ νόμιμα· καὶ καθάπερ τις ἀπογραψάμενος εἶναι δοῦλος ἐξ ἐλευθέρων, οὐκέτι κύριός ἐστι τὸ ἢ τὸ ποιεῖν· ἀλλὰ πᾶσι τοῖς τῆς | |
δουλείας κατέχεται νόμοις, οὕτω καὶ ἐπὶ τοῦ νόμου· ἂν δέξῃ μι‐ | 75 | |
76 | κρὸν τοῦ νόμου· καὶ ὑπαγάγῃ ἑαυτὸν τῷ ζυγῷ, ὅλην ἐφειλκύσω τὴν δεσποτείαν. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δι‐ καιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. | |
5 | Ὅταν γὰρ ὁ τῷ νόμῳ προστρέχων μήτε ἐκεῖθεν δύνηται σώ‐ ζεσθαι, καὶ τῆς χάριτος ἐκπίπτῃ, τί τὸ λειπόμενον λοιπὸν, ἀλλ’ ἡ κόλασις ἀπαραίτητος· τοῦ μὲν ἀτονοῦντος, τῆς δὲ οὐ προσιεμένης αὐτόν; κατασείσας τοίνυν αὐτῶν τῷ φόβῳ τὴν διάνοιαν, καὶ δείξας τὸ ναυάγιον ὃ μέλλουσιν ὑπομένειν, ἐγγύθεν ἀνοίγνυσιν αὐτοῖς τῆς | |
10 | χάριτος τὸν λιμένα· διὸ καὶ ἐπάγει λέγων, Ἡμεῖς γὰρ διὰ πίστεως ἐν Πνεύματι, ἐλπίδα δικαιο‐ σύνης ἀπεκδεχόμεθα. Οὐδενὸς ἐκείνων δεόμεθα τῶν νομίμων φησίν· ἀρκεῖ γὰρ ἡ πί‐ στις ἡμῖν Πνεῦμα παρασχεῖν, καὶ δι’ αὐτοῦ δικαιοσύνην καὶ τὰ | |
15 | πολλὰ καὶ μεγάλα ἀγαθά. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομὴ τί ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη. Ὅρα πῶς λοιπὸν μετὰ πλείονος ἀποδύεται παρρησίας· ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω φησίν· | |
20 | ὅρα δὲ ποῦ τὴν περιτομὴν ἐξέβαλε, μετὰ ἀκροβυστίας στήσας αὐτήν· τὸ γὰρ ποιοῦν τὴν διαφορὰν ἡ πίστις ἐστί· τὸν γὰρ μέλ‐ λοντα ἀπογράφεσθαι εἰς τὴν καινὴν διαθήκην, οὐδὲν βλάπτει τὰ σωματικὰ, ὥσπερ οὖν οὔτε ὀνίνησι. τί δέ ἐστι “δι’ ἀγάπης ἐνερ‐ “γουμένη;” μεγάλην ἐνταῦθα πληγὴν αὐτοὺς ἔπληξεν· ἐμφήνας, | |
25 | ὅτι ἐκ τοῦ τὴν πρὸς τὸν Χριστὸν ἀγάπην μὴ ῥιζωθῆναι, αὕτη ἡ παρείσδυσις γέγονεν· οὐ γὰρ τὸ πιστεῦσαι ἐστὶ τὸ ζητούμενον, ἀλλὰ καὶ τὸ μεῖναι ἀγαπῶντας· ὡσανεὶ ἔλεγεν· εἰ ἠγαπᾶτε τὸν Χριστὸν ὡς ἐχρῆν, οὐκ ἂν ηὐτομολήσατε πρὸς τὴν δουλείαν· οὐκ ἂν τὸν ἐξαγοράσαντα ὑμᾶς ἀφήκατε· οὐκ ἂν ὑβρίσατε τὸν ἐλευ‐ | |
30 | θερώσαντα. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Οὐκ ἐρωτῶντός ἐστι τοῦτο, ἀλλ’ ἀποροῦντος καὶ ὀλοφυρομένου· | |
πῶς ὁ τοσοῦτος ἐνεκόπη δρόμος; τίς τοσοῦτον ἴσχυσεν, ὥστε | 76 | |
77 | ὑμᾶς ἀπατῆσαι τῇ ἀληθείᾳ μὴ πείθεσθαι, ἀλλὰ τοῖς τύποις ἐμ‐ μένειν; ταῦτα ἀνακαλοῦντός ἐστι καὶ θρηνοῦντος μᾶλλον, ὥσπερ καὶ ἔμπροσθεν ἔλεγε, “τίς ὑμᾶς ἐβάσκηνεν;” “ἡ πεισμόνη, οὐκ “ἐκ τοῦ καλοῦντος ὑμᾶς·” οὐκέτι τούτοις ἐκάλεσεν ὑμᾶς ὁ καλῶν | |
5 | ὥστε οὕτως σαλεύεσθαι· οὐ ταῦτα ἐνομοθέτησεν ὥστε Ἰουδαΐζειν. (Θεόδωρος.) Ἄλλος δέ φησι, τῆς χάριτος Θεοῦ ἦν τὸ καλέ‐ σαι, τὸ δοῦναι τοῦ Πνεύματος τὴν χάριν, ὑποσχέσθαι τὰ μέλ‐ λοντα· τὸ μέντοι μένειν βεβαίους ἐπὶ τῆς πίστεως, οὐκ ἦν ἐκείνου ἀλλ’ ὑμέτερον· εἶτα ἵνα μήτις λέγῃ, τί τὸ πρᾶγμα ἐπαίρεις; | |
10 | μίαν ἐντολὴν τοῦ νόμου ἐφυλάξαμεν μόνον καὶ τοσαῦτα θορυβεῖς· ἄκουσον πῶς φοβεῖ· οὐκ ἀπὸ τῶν παρόντων, ἀλλ’ ἀπὸ τῶν μελ‐ λόντων, λέγων οὕτως, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Οὕτως καὶ ὑμᾶς ἰσχύει, φησὶ, τὸ μικρὸν τοῦτο κακὸν μὴ διορ‐ | |
15 | θωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν, ὥσπερ ἡ ζύμη τὸ φύραμα. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Τουτέστι, ὅτι διορθωθήσεσθε, πιστεύω τῷ Θεῷ, καὶ τῇ ἐκείνου | |
20 | συμμαχίᾳ πρὸς τὴν ὑμετέραν διόρθωσιν θαρρῶ· καὶ οὐχ ἁπλῶς εἶπε πέποιθα τῷ Κυρίῳ, ἀλλὰ “πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ·” πανταχοῦ γὰρ μετ’ ἐγκωμίων πλέκει τὰς κατηγορίας· ὡσανεὶ ἔλεγε· τοὺς ἐμοὺς μαθητὰς οἶδα· οἶδα ὑμῶν τὸ εὐδιόρθωτον· θαρρῶ, τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολύεσθαι οὐδὲ τὸ | |
25 | τυχόν· τοῦτο δὲ δι’ ὑμᾶς, τοὺς δυναμένους ἑαυτοὺς ταχέως ἀνα‐ κτήσασθαι. Ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἂν ᾖ. Ἑκατέρωθεν αὐτοὺς ἀλείφει, καὶ ἐξ ὧν παρεθάρρυνε, καὶ ἐξ ὧν | |
30 | ἐκείνους ἢ ἐπαράσατο, ἢ προεφήτευσε· σὺ δέ μοι σκόπει, πῶς οὐδαμοῦ ὄνομα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. καὶ οὐχ ἁπλῶς εἶπεν οἱ ταράσσοντες, ἀλλὰ καὶ ἐπῆρε τὸν λόγον, εἰπὼν, “ὅστις ἂν ᾖ,” οὐ γὰρ αἰδεῖται πρόσωπον, ὅταν | |
ἡ ἀλήθεια κρίνηται. | 77 | |
78 | Ἐγὼ δὲ ἀδελφοὶ εἰ περιτομὴν κηρύσσω, τί ἔτι διώ‐ κομαι; Θεοδώρου. Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς πολλαχοῦ Ἰου‐ δαΐζοντα ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶς ἀπεδύσατο, | |
5 | μάρτυρας αὐτοὺς καλῶν· οἴδατε γὰρ, φησὶν, καὶ ὑμεῖς, ὅτι διω‐ γμοῦ μοι πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι νόμου· εἰ δὲ περιτομὴν κηρύσσω, τί διώκομαι; οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν μοι ἔχουσιν οἱ ἐξ Ἰουδαίων, ἢ τοῦτο· τί οὖν οὐκ ἐκήρυξε περιτο‐ μήν; οὐ περιέτεμε τὸν Τιμόθεον; οὐκ εἶπεν, ὅτι περιτομὴν οὐκ | |
10 | ἐργάζομαι, ἀλλ’ οὐ κηρύσσω· τουτέστιν, οὐχ οὕτως κελεύω πι‐ στεύειν· μὴ γάρ μοι τὴν πρόσκαιρον οἰκονομίαν εἰς δογμάτων λάβῃς βεβαίωσιν· περιέτεμον μὲν γὰρ, οὐκ ἐκήρυξα δὲ περιτομήν. Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ, Τουτέστι τὸ ἐμπόδιον· τὸ κώλυμα ἀνῄρηται εἰ τοῦτό ἐστιν ὅ | |
15 | φατε· οὐδὲ γὰρ οὕτως ὁ σταυρὸς ἦν ὁ σκανδαλίζων τοὺς Ἰου‐ δαίους ὡς τὸ μηδὲν πείθεσθαι τοῖς πατρῴοις νόμοις. καὶ γὰρ Στέ‐ φανον προενεγκόντες, οὐκ εἶπον ὅτι οὗτος ἐσταυρωμένον προσκυνεῖ, ἄλλ’ ὅτι κατὰ τοῦ νόμου καὶ τοῦ τόπου λέγει τοῦ ἁγίου· καὶ τῷ Ἰησοῦ τὸ αὐτὸ ἐνεκάλουν, ὅτι τὸν νόμον παραλύει· διό φησιν ὁ | |
20 | Παῦλος, εἰ συγκεχώρηται περιτέμνεσθαι, λέλυται ἡ φιλονεικία ἡ πρὸς ἡμᾶς, οὐδεμία λοιπὸν ἔχθρα μένει πρὸς τὸν σταυρὸν καὶ τὸ κήρυγμα. εἰ δὲ καθ’ ἑκάστην ἡμέραν φονῶσι καθ’ ἡμῶν, πῶς τοῦτο ἐγκαλοῦσιν; ἐμοὶ γοῦν διὰ τοῦτο ἐπέθεντο, ὅτι εἰσή‐ νεγκα ἀκρόβυστον εἰς τὸν ναόν. Ἆρ’ οὖν οὕτως ἀνόητός εἰμι, | |
25 | φησὶν, ὡς συγκεχωρημένης περιτομῆς, εἰκῇ καὶ μάτην τοσαύ‐ την ἀναδείξασθαι βλάβην, τοσοῦτον σκάνδαλον θεῖναι τῷ σταυρῷ; ὁρᾶτε γοῦν ὅτι δι’ οὐδὲν ἡμῖν πολεμοῦσιν οὕτως ὡς διὰ τὴν περι‐ τομήν· οὕτως ἀνόητος ἤμην ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι καὶ σκανδαλίζειν ἑτέρους; σταυροῦ δὲ σκάνδαλον ἐκάλεσεν, ἐπειδὴ καὶ | |
30 | ὁ τοῦ σταυροῦ λόγος τοῦτο ἐπέταττε. καὶ τοῦτο ἦν μάλιστα τὸ σκανδαλίζον Ἰουδαίους καὶ κωλύον τὸν σταυρὸν καταδέξασθαι, τὸ κελεύεσθαι τῶν πατρῴων ἐξίστασθαι ἐθῶν. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. | |
Ἐπειδὴ καλῶς ἐπαίδευσε τοὺς ἠπατημένους καὶ διώρθωσε, | 78 | |
79 | πρὸς τοὺς ἠπατηκότας τρέπεται λοιπόν. δεῖ δὲ ἡμᾶς συνιδεῖν αὐτοῦ καὶ ἐντεῦθεν τὴν σοφίαν· πῶς τοὺς μὲν ὡς παῖδας οἰκείους καὶ δυναμένους λαβεῖν διόρθωσιν νουθετεῖ καὶ σωφρονίζει· τοὺς δὲ ἠπατηκότας, ὡς ἀλλοτρίους καὶ ἀνίατα νοσοῦντας ἐκκόπτει, ἐπα‐ | |
5 | ρώμενος αὐτούς· καὶ καλῶς εἶπεν “οἱ ἀναστατοῦντες ὑμᾶς.” τὴν γὰρ πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν συγγένειαν ἀφέντας τὴν ἄνω, τὴν ἀλλοτρίαν καὶ ξένην μεταδιώκειν ἠνάγκασαν, καθάπερ αἰχμαλώτους καὶ μετανάστας. εἰ βούλονται τοίνυν, μὴ περι‐ τεμνέσθωσαν μόνον, ἀλλὰ καὶ ἀποκοπτέσθωσαν. Ποῦ νῦν εἰσὶν οἱ | |
10 | τολμῶντες ἀποκόπτειν ἑαυτοὺς, καὶ τὴν ἀρὰν ἐπισπώμενοι ταύτην, καὶ τὴν τοῦ Θεοῦ δημιουργίαν διαβάλλοντες, καὶ τοῖς Μανιχαίοις συμπράττοντες; ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα φασὶν, ἐπίβουλον εἶναι καὶ ὕλης τῆς πονηρᾶς· οὗτοι δὲ διὰ ἔργων τοῖς χαλεποῖς δόγμασι τούτοις διδόασιν ἀφορμήν. Ὡς γὰρ ἐχθρὸν καὶ ἐπίβουλον ἀποκο‐ | |
15 | κόπτουσι τὸ μέρος· οὐκοῦν πολλῷ μᾶλλον τοὺς ὀφθαλμοὺς πηρῶ‐ σαι ἐχρῆν; Διὰ γὰρ τῶν ὀφθαλμῶν εἰς τὴν ψύχην κάτεισιν ἡ ἐπιθυμία· ἀλλ’ οὔτε ὀφθαλμὸς οὔτε ἄλλο μέλος αἴτιον, ἀλλ’ ἡ πονηρὰ προαίρεσις μόνον. | |
19t | ΚΕΦ. ΙΑ. | |
20t | Ὑπογραφὴ τῆς κατὰ Πνεῦμα ἐλευθερίας. | |
21 | Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί. Ἐνταῦθα εἰς τὸν ἠθικὸν ἐμπεσὼν λόγον, πάλιν μίγνυσι τὸν δογματικὸν, ὅπερ ἐν οὐδεμιᾷ τῶν ἄλλων ἐπιστολῶν πεποίηκε. καὶ | |
25 | γὰρ οὗτος ἐκείνου πάλιν ἔχεται ἐν τῇ πρὸς Μανιχαίους μάχῃ. τί δέ ἐστιν, ὅ φησιν; ἀπήλλαξεν, ὑμᾶς ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας· κυρίους ἀφῆκε τοῦ πράττειν ὅ, τι βούλεσθε· οὐχ ἵνα τῇ ἐξουσίᾳ πρὸς κακίαν χρησώμεθα, ἀλλ’ ἵνα μείζονος λάβωμεν μισθοῦ πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἀνιόντες. ἐπειδὴ γὰρ | |
30 | ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον καὶ κατάρας ἀπαλ‐ λαγὴν, ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν λέγων, | |
οὐχ ἵνα παράνομος γένηται ἡ πολιτεία, ἀλλ’ ἵνα ὑπὲρ νόμον ἡ | 79 | |
80 | φιλοσοφία· ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμὰ, ἵνα χωρὶς ζυγοῦ βαδίζητε εὔρυθμα. εἶτα καὶ δείκνυσι τρόπον, δι’ οὓ ῥᾳδίως ἂν τὸ τοιοῦτο κατορθωθείη. τίς οὖν ὁ τρόπος; Ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. | |
5 | Πάλιν ἐνταῦθα αἰνίττεται, ὅτι φιλονεικία καὶ στάσις καὶ φι‐ λαρχία καὶ ἀπόνοια ταύτης αἰτία τῆς πλάνης αὐτοῖς ἐγένετο. ἡ γὰρ τῶν αἱρέσεων μητὴρ, ἡ τῆς φιλαρχίας ἐστὶν ἐπιθυμία. εἰπὼν γὰρ δουλεύετε ἀλλήλοις, ἔδειξεν ὅτι ἐξ ἀπονοίας καὶ τύφου, τοῦτο ἔλαβεν ἡ ἀρχὴ τὸ κακόν· ἀλλὰ φανερῶς μὲν οὐ λέγει τὸ ἁμάρ‐ | |
10 | τημα· φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι’ αὐτῆς κἀκεῖνο μάθωσιν· ὁ γὰρ ἀγαπῶν ὡς χρὴ, τὸν πλησίον, οὐ παραιτεῖται δουλεύειν αὐτῷ, παντὸς δούλου ταπεινότερον. Διὰ τοῦτο οὐκ εἶπεν· ἀγαπᾶτε ἀλλήλους ἁπλῶς, ἀλλὰ, “δουλεύετε,” τὴν ἐπιτεταμένην δηλῶν φιλίαν. Ἐπειδὴ γὰρ τὸν τοῦ νόμου ζυγὸν ἀνεῖλεν, ἵνα μὴ | |
15 | ἀποσκιρτήσωσιν, ἕτερον αὐτοῖς ἐπιτίθησι ζυγὸν τῆς ἀγάπης· ἰσχυ‐ ρότερον μὲν ἐκείνου, κουφότερον δὲ καὶ ἡδίω πολλῷ. Εἶτα δεικνὺς αὐτοῦ τὸ κατόρθωμα φησὶν, Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. | |
20 | Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τὸν νόμον ἔστρεφον, εἰ βούλει αὐτὸν, φησὶ, πληροῦν, μὴ περιτέμνου· οὐ γὰρ ἐν τῇ περιτομῇ, ἀλλ’ ἐν τῇ ἀγάπῃ πληροῦται. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. | |
25 | Οὐκ ἀποφαίνεται ἵνα μὴ βαρήσῃ· οὐ γὰρ εἶπεν, ἐπειδὴ ἀλλή‐ λους δάκνετε, ἀλλ’, “εἰ ἀλλήλους δάκνετε·” καὶ τὸ ἑξῆς ὁμοίως οὐκ ἀπεφήνατο, ὅτι ὑπὸ ἀλλήλων ἀναλωθήσεσθε, ἀλλὰ “βλέπετε “μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.” ὅπερ ἐστι φοβοῦντος καὶ ἀσφα‐ λιζομένου, οὐ καταδικάζοντος· καὶ ταῖς λέξεσι δὲ ἐμφαντικῶς | |
30 | ἐχρήσατο· οὐ γὰρ εἶπε, δάκνετε μόνον, ὅπερ ἐστι θυμουμένου, ἀλλὰ καὶ, κατεσθίετε, ὅπερ ἐστιν ἐμμένοντος τῇ πονηρίᾳ. δήγματα δὲ καὶ βρώσεις, οὐ τὰς σωματικάς φησιν, ἀλλὰ τὰς πολὺ χαλε‐ | |
πωτέρας· οὐ γὰρ οὕτως ὁ ἀνθρωπίνης ἀπογευσάμενος σαρκὸς | 80 | |
81 | ἔβλαψεν, ὡς ὁ δήγματα εἰς τὴν ψυχὴν πηγνύς· ὅσῳ γὰρ τιμιω‐ τέρα ψυχὴ σώματος, τοσούτῳ χαλεπωτέρα ἡ ταύτης βλάβη. Βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Ἡ γὰρ διάστασις καὶ ἡ μάχη φθοροποιὸν καὶ ἀναλωτικὸν, | |
5 | καὶ τῶν δεχομένων αὐτὴν καὶ τῶν εἰσαγόντων. (Θεόδωρος.) Ἄλλος δέ φησιν, εἰ μέλλετε, φησὶν, πρὸς ἀλ‐ λήλους οὕτω φιλονεικεῖν ἀνενδότως, οὐ μόνον οὐδὲν ὠφελεῖτε τοὺς ἁμαρτάνοντας, ἀλλὰ γὰρ τοὐναντίον ἔξω παντελῶς γενέσθαι αὐ‐ τοὺς τῆς εὐσεβείας παρασκευάζετε, ὃ καὶ καλῶς ἀναλίσκεσθαι | |
10 | ἐκάλεσεν· ἅτε δὴ μείωσιν ἐργαζομένων τῷ κοινῷ τῶν τῆς εὐσε‐ βείας ἀποχωρούντων. Λέγω δὲ Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρ‐ κὸς οὐ μὴ τελέσητε. Ἐπειδὴ εἶπε τὸ ποιοῦν τὴν νόσον, λέγει καὶ τὸ τὴν ὑγίειαν | |
15 | χαριζόμενον φάρμακον. ποῖον δὲ τοῦτό ἐστι; καὶ τίς ἡ λύσις τῶν εἰρημένων κακῶν; τὸ Πνεύματι ζῇν· οὐ νόμῳ τῷ ἀπειλοῦντι δού‐ λοις, Πνεύματι δὲ τῷ ἄγοντι τέκνα Θεοῦ. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος· τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀλλήλοις ἀντίκει‐ | |
20 | ται, ἵνα μὴ, ἃ ἂν θέλητε, ταῦτα ποιῆτε· Σάρκα ἐνταῦθα οὐ τὸ σῶμα λέγει· εἰ γὰρ τοῦτο φησὶ, πῶς ἔχει λόγον τὸ ἑξῆς εἰρημένον; ἐπιθυμεῖ γάρ, φησι, κατὰ τοῦ Πνεύ‐ ματος, καὶ μὴν τοῦτο οὐ τῶν κινούντων, ἀλλὰ τῶν κινουμένων ἐστὶν, οὐ τῶν ἐνεργούντων, ἀλλὰ τῶν ἐνεργουμένων. ἡ γὰρ ἐπιθυ‐ | |
25 | μία, οὐ σαρκὸς ἀλλὰ ψυχῆς· καὶ γὰρ ἀλλαχοῦ ποῦ φησι “κατεπίθυ‐ “μός ἐστιν ἡ ψυχή μου·” καὶ “τί ἐπιθυμεῖ ἡ ψυχή σου καὶ ποιήσω “σοι·” καὶ “πορεύου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου·” καὶ πάλιν “οὕτως ἐπιθυμεῖ ἡ ψυχή μου.” οἶδεν οὖν σάρκα καλεῖν οὐ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ καὶ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ, | |
30 | “ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι.” καὶ πάλιν, “οἱ “δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται,” ἀλλὰ καὶ αὐτὸ τοῦτό φησι κατηγορία τοῦ σώματος τὸ τὰ ἁμαρτήματα τῆς | |
ψυχῆς σαρκὸς ὀνόματι καλεῖσθαι. ἐγὼ δὲ ὁμολογῶ μὲν ἐλάττονα | 81 | |
82 | εἶναι τῆς ψυχῆς τὴν σάρκα καὶ αὐτὴν δὲ καλήν· τὸ γὰρ ἔλαττον τοῦ καλοῦ καὶ αὐτὸ καλόν· τὸ δὲ κακὸν οὐκ ἔλαττον τοῦ καλοῦ, ἀλλ’ ἐναντίον· σὺ δὲ εἰ μὲν ἔχεις δεῖξαι ἀπὸ τοῦ σώματος μόνον κατασκευαζομένην τὴν κακίαν, κατηγόρει τῆς σαρκός· εἰ δὲ ἀπὸ | |
5 | τῆς προσηγορίας διαβάλλειν ἐπιχειρεῖς, ὥρα σε καὶ τῆς ψυχῆς κατηγορεῖν. Καὶ γὰρ ψυχικὸς ἄνθρωπος λέγεται ὁ τῆς ἀληθείας ἐστερημένος, καὶ πνευματικὰ πονηρίας λέγεται τὰ τῶν δαιμόνων πλήθη. τῷ δὲ τῆς σαρκὸς ὀνόματι πάλιν καὶ τὰ μυστήρια καλεῖν εἴωθεν ἡ γραφὴ, καὶ τὴν ἐκκλησίαν πᾶσαν σῶμα λέγουσιν | |
10 | εἶναι τοῦ Χριστοῦ. Εἰ δὲ βούλει καὶ κατορθώματα μαθεῖν τὰ δι’ αὐτῆς γινόμενα, σβέσον τῷ λόγῳ τὰς αἰσθήσεις καὶ ἔρημον ὄψει τὴν ψυχὴν γνώσεως ἁπάσης καὶ οὐδὲν εἰδυῖαν ὧν οἶδεν. Εἰ δὲ λέγει, “ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος,” περὶ δύο φησὶ λογισμῶν. Οὗτοι γὰρ ἀλλήλοις ἀντίκεινται, ἡ ἀρετὴ καὶ ἡ κακία, | |
15 | οὐχ ἡ ψυχὴ καὶ τὸ σῶμα, εἰ γὰρ ταῦτα ἀλλήλοις ἀντίκεινται, ἀλλήλων ἐστὶν ἀναιρετικὰ, ὡς τὸ πῦρ τοῦ ὕδατος, καὶ τὸ φῶς τοῦ σκότους· εἰ δὲ ἐπιμελεῖται σώματος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖται πρόνοιαν, καὶ μυρία πάσχει ὥστε αὐτὸ μὴ καταλιπεῖν, πῶς ἂν ἐναντία ταῦτα εἴη; οὐ τοίνυν περὶ τούτων φησὶν, ἀλλὰ | |
20 | λογισμῶν πονηρῶν καὶ ἀγαθῶν μάχην εἰσάγει· τὸ γὰρ θέλειν καὶ μὴ θέλειν, τῆς ψυχῆς. Διὰ τοῦτό φησι· “ταῦτα δὲ ἀλλήλοις “ἀντίκεινται,” ἵνα μὴ συγχωρήσῃς τῇ ψυχῇ πορεύεσθαι ἐν ταῖς ἐπιθυμίαις αὐτῆς ταῖς πονηραῖς. (Θεόδωρος.) Ἄλλος δέ φησιν, ἀναιρετικὸν μὲν θνητότητος | |
25 | ἀθανασία, ἀθανασία δὲ θνητότητος· οὐδὲ γὰρ συμφωνεῖ ταῦτα ἀλλήλοις· ὅθεν οὐδὲ ἡμῖν ἔξεστι ποιεῖν ἅπερ βουλόμεθα, ἐπεὶ μηδὲ δυνατὸν ἐν ἐκείνοις ὄντας τὰ τῆς θνητότητος πράττειν· τὸ γὰρ ἵνα οὐκ ἐπὶ αἰτίας εἶπεν, ἀλλ’ ὡς ἀκόλουθον κατὰ τὸ οἰκεῖον ἰδίωμα. | |
30 | (Σευηριανός.) Ἄλλος πάλιν ὧδε λέγει, ζητεῖται διατί νόμον ἀποσπῶν μέμνηται τῆς ἁμαρτίας· ἐπειδὴ τρυφᾶν ἐκέλευεν ὁ νόμος· διὰ δὲ τούτου διερεθίζεται ἡ ἐπιθυμία, καὶ ἀκατάσχετος οὖσα πρὸς ἁμαρτίαν ἄγει, τούτου ἕνεκεν ὅτε νόμου ἦν μνήμη, ταῦτα λέγει· καὶ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους τοῦ νόμου μνημο‐ | |
35 | νεύων, καὶ τῆς διὰ τοῦ Κυρίου διορθώσεως, εἰσήγαγε τὸ “οἱ γὰρ | 82 |
83 | “κατὰ σάρκα ζῶντες, Θεῷ ἀρέσαι οὐ δύνανται·” διατί δὲ συνεχω‐ ρήθη τὸ τρυφᾶν καὶ ἐσθίειν; ὅτι ἡ τῶν ὡμολογημένων κακῶν ἀποχὴ, οὐκ ἂν προεχώρησεν, εἰ μὴ ἐνεδόθη αὐτοῖς τὸ ἐσθίειν καὶ πίνειν· ᾔδει μὲν γὰρ ὁ νομοθέτης, ὅτι ἀδύνατον τρυφῶντας κρατεῖν | |
5 | ἡδονῶν· τέως δὲ ἠθέλησε τὸν νοῦν παιδεῦσαι, ἵνα γνῷ τί καλὸν καὶ τί κακὸν, καὶ τί τὸ εὐσεβές· προεώρα γὰρ ὅτι ἔμελλεν ἔρχεσθαι ὁ τὸ λεῖπον τῷ νόμῳ προστιθεὶς, λέγω δὴ τὸ μὴ κατὰ σάρκι περιπατεῖν, ὡς λέγει ὁ Παῦλος Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. | |
10 | Χρυσοστόμου. Ὁ Πνεῦμα ἔχων ὡς χρὴ, σβέννυσι διὰ τούτου πονηρὰν ἐπιθυμίαν ἅπασαν· ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου παραγγελίας γενόμενος· ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, “οὐ φονεύσεις;” ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρήζει | |
15 | τοῦ παιδεύοντος μὴ μοιχεύειν; τίς γὰρ διαλέξεται περὶ τοῦ καρ‐ ποῦ τῆς κακίας τῷ τὴν ῥίζων αὐτὴν ἀνασπάσαντι; ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐγκώμιον τοῦ νόμου μέγα εἰρηκέναι καὶ θαυμαστὸν, εἴγε ἐν τάξει τοῦ Πνεύματος ὁ νόμος ἦν, κατὰ δύναμιν τὴν ἑαυτοῦ πρὸ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως· οὐ μὴν διὰ τοῦτο ἐναπομένειν | |
20 | χρὴ τῷ παιδαγωγῷ· τίς γὰρ χρεία νόμου, τῷ οἴκοθεν κατορθοῦντι τὰ μείζω; Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι, πορ‐ νεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, φαρμακεία, εἰδωλολα‐ τρεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐρίθειαι, διχοστασίαι, | |
25 | αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κώμοι, καὶ τὰ ὅμοια τού‐ τοις· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι τὰ τοι‐ αῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Τί λέγεις ἐνταῦθα λοιπὸν, ὁ τῆς σαρκός σου κατηγορῶν, καὶ νομίζων ὡς περὶ ἐχθρᾶς καὶ πολεμίας ταῦτα εἰρῆσθαι; ἔστω γὰρ | |
30 | ἡ μοιχεία καὶ ἡ πορνεία σαρκὸς καθ’ ἡμᾶς· αἱ ἔχθραι καὶ αἱ ἔρεις καὶ οἱ ζῆλοι, καὶ οἱ ἐρίθειαι, καὶ αἱ φαρμακεῖαι, τίνος ἂν εἶεν; προαιρέσεως γὰρ ταῦτα διεφθαρμένης μόνον· ὥσπερ οὖν | |
καὶ τὰ ἄλλα, πῶς ἂν εἶεν σαρκός; ὁρᾷς ὅτι οὐ τὴν σάρκα λέγει | 83 | |
84 | ἐνταῦθα, ἄλλα τὸν γεώδη λογισμόν; διὸ καὶ φοβεῖ λέγων, ὅτι “οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.” εἰ δὲ φύσεως ταῦτα πονηρᾶς καὶ οὐ προαιρέσεως πονηρᾶς, περιτ‐ τῶς εἶπε “πράσσουσιν,” οὐ γὰρ πράσσουσιν, ἀλλὰ πάσχουσι. | |
5 | τίνος δὲ ἕνεκεν βασιλείας ἐκπιπτεύουσιν; οὐδὲ γὰρ τῶν φύσει, ἀλλὰ τῶν ἐν προαιρέσει καὶ οἱ στέφανοι καὶ αἱ κολάσεις· διὸ καὶ ταῦτα ἠπείλησεν ὁ Παῦλος. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Καὶ οὐκ εἶπε τὸ ἔργον τοῦ Πνεύματος, ἀλλ’ “ὁ καρπός·” | |
10 | οὐκοῦν ἡ ψυχὴ περιττή· εἰ γὰρ περὶ σαρκὸς καὶ Πνεύματος ὁ λόγος, ποῦ ἡ ψυχή; οὐδαμῶς περιττὴ ἡ ψυχὴ, καὶ γὰρ ἡ ἐγκρά‐ τεια τῶν παθῶν ταύτης, καὶ περὶ αὐτήν· καὶ ἐν μέσῳ κειμένη κακίας καὶ ἀρετῆς, ἂν μὲν εἰς δέον χρήσηται τῷ σώματι, πνευ‐ ματικὸν αὐτὸ κατειργάσατο· ἂν δὲ καὶ ἀποστῇ μὲν τοῦ Πνεύμα‐ | |
15 | τος, ἐκδῷ δὲ ἑαυτὴν τοῖς πονηραῖς ἐπιθυμίαις, γεωδέστεραν αὐτὴν κατεσκεύασεν· ὁρᾷς πανταχόθεν πῶς οὐ περὶ οὐσίας ὁ λόγος αὐτῷ νῦν σαρκὸς, ἀλλὰ περὶ προαιρέσεως μοχθηρᾶς καὶ οὐ τοιαύ‐ της; διατί δὲ καρπὸν καλεῖ τοῦ Πνεύματος; ὅτι τὰ μὲν πονηρὰ ἔργα ἐξ ἡμῶν γίνεται μόνον· διὸ καὶ ἔργα καλεῖ· τὰ δὲ καλὰ οὐ | |
20 | τῆς ἡμετέρας ἐπιμελείας δεῖται μόνον ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας· εἶτα μέλλων αὐτὰ διηγεῖσθαι, τὴν ῥίζαν τίθησι πρῶτον τῶν ἀγαθῶν οὕτω λέγων, Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγα‐ θωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιού‐ | |
25 | των, οὐκ ἔστι νόμος. Τί γὰρ ἄν τις ἐπιτάξειε τῷ πάντα ἔχοντι παρ’ ἑαυτῷ, καὶ διδάσκαλον καλὸν ἀπηρτισμένον κεκτημένῳ τῆς φιλοσοφίας τὴν ἀγάπην; ὥσπερ γὰρ οἱ τῶν ἵππων εὐήνιοι καὶ ἀφ’ ἑαυτῶν ἅπαντα πράττοντες οὐκ ἂν δεηθεῖεν μάστιγος, οὕτω καὶ ψυχὴ κατορθοῦσα | |
30 | τὴν ἀρετὴν ἀπὸ Πνεύματος, οὐ δεῖται τοῦ νουθετοῦντος νόμου· πάνυ δὲ καὶ ἐνταῦθα θαυμαστῶς τὸν νόμον ἐξέβαλεν· οὐχ ὡς φαῦλον, ἀλλ’ ὡς ἐλάττονα τῆς δεδομένης παρὰ τοῦ Πνεύματος | |
φιλοσοφίας. | 84 | |
85 | Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἵνα γὰρ μὴ λέγωσι, καὶ τίς ἐστι τοιοῦτος; δείκνυσιν ἐπὶ τῶν ἔργων τοὺς τὰ τοιαῦτα κατορθοῦντας· σάρκας πάλιν ἐνταῦθα τὰς | |
5 | πονηρὰς πράξεις καλῶν· οὐ γὰρ δὴ τὴν σάρκα ἀνεῖλεν· ἐπεὶ πῶς ἔμελλον ζῇν; τὸ γὰρ ἐσταυρωμένον, νεκρόν ἐστι καὶ ἀνενέργητον· ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν δηλῶν· ἐπεὶ οὖν τοῦ Πνεύματος τοσαύτη ἡ ἰσχὺς, ἐκείνῳ ζῶμεν, ἐκείνῳ ἀρκούμεθα· διὸ καὶ αὐτὸς ἐπάγει λέγων, | |
10 | Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Κατὰ τοὺς ἐκείνου νόμους πολιτευόμενοι· τοῦτο γάρ ἐστι τὸ “στοιχῶμεν” τουτέστιν, ἀρκεσθῶμεν τῇ τοῦ Πνεύματος δυνάμει, καὶ μὴ ἐπιζήτωμεν τὴν ἀπὸ τοῦ νόμου προσθήκην· εἶτα δεικνὺς ἐκείνους τοὺς ἐπεισάγοντας τὴν περιτομὴν διὰ φιλοτιμίαν τοῦτο | |
15 | ποιοῦντας, φησὶ, Μὴ γινώμεθα κενόδοξοι· ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Εἰς φιλονεικίαν δηλονότι καὶ ἔρεις ἀλλήλοις φθονοῦντες· ἀπὸ γὰρ κενοδοξίας φθόνος, καὶ ἀπὸ φθόνου, τὰ μυρία ταῦτα κακά. | |
20 | Ἀδελφοὶ ἐὰν καὶ προλήφθῃ ἄνθρωπος ἔν τινι πτώ‐ ματι. Ἐπειδὴ γὰρ ἐπιτιμήσεως προσχήματι τὰ αὐτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν μὲν ἁμαρτημάτων ἕνεκεν τοῦτο ποιεῖν· τὴν δὲ αὐτῶν φιλαρχίαν στῆσαι ἐβούλοντο, φησὶν, “ἀδελφοὶ, ἐὰν καὶ | |
25 | “προληφθῇ·” οὐκ εἶπεν ἐὰν πράξῃ, ἀλλ’ “ἐὰν καὶ προληφθῇ·” τουτέστιν, ἐὰν συναρπαγῇ. Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπε μὴ καταδικάζητε, ἀλλὰ διορθοῦτε· καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ δεικνὺς ὅτι σφόδρα αὐτοὺς ἡμέρους εἶναι δεῖ τοῖς | |
30 | ὑποσκελιζομένοις, οὕτως ἐπήγαγεν. Ἐν Πνεύματι πραΰτητος. Οὐκ εἶπεν ἐν πραότητι, ἀλλ’ “ἐν Πνεύματι πραότητος,” δη‐ | |
λῶν, ὅτι καὶ τῷ Πνεύματι τοῦτο δοκεῖ· καὶ τὸ δύνασθαι μετὰ | 85 | |
86 | ἐπεικείας διορθοῦν τοὺς ἁμαρτάνοντας, χαρίσματός ἐστι πνευμα‐ τικοῦ· εἶτα ἵνα μὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν οὕτως εἰπὼν, Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. | |
5 | Ὥσπερ γὰρ οἱ πλουτοῦντες ἐράνους τοῖς δεομένοις εἰσφέρουσιν· ἵνα εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν, οὕτω καὶ ἡμᾶς ποιεῖν χρή· διὸ καὶ τὴν αἰτίαν ἀναγκαίαν τίθησι λέγων, “σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς·” καὶ ἀπολογεῖ‐ ται ὑπὲρ τοῦ ἡμαρτηκότος· πρῶτον μὲν εἰπὼν, “ἐὰν καὶ προ‐ | |
10 | “ληφθῇ·” δεύτερον, “καὶ ἄνθρωπος·” τὸ τῆς πολλῆς ἀσθενείας ὄνομα· εἶτα “μὴ καὶ σὺ πειρασθῇς·” δαίμονος ἐπήρειαν μᾶλλον, ἢ ψυχῆς ῥαθυμίαν αἰτιώμενος. Ἀλλήλων τὰ βάρη βαστάζετε. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον χωρὶς ἁμαρτήματος εἶναι, | |
15 | παραινεῖ μὴ ἀκριβεῖς ἐξεταστὰς γίνεσθαι τῶν ἑτέροις πεπλημ‐ μελημένων, ἀλλὰ καὶ φέρειν τὰ τῶν πλησίον ἐλαττώματα, ἵνα καὶ τὰ αὐτοῦ φέρηται παρ’ ἑτέρων· ὁ γὰρ ἐκ τοῦ κοινοῦ γινόμενος ἔρανος καὶ σῶμα καὶ οἰκοδομὴν συνίστησιν. Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. | |
20 | Τουτέστι, κοινῆ πάντες πληρώσατε δι’ ὧν ἀλλήλους φέρετε· οὕτως γὰρ ἀλλήλοις χεῖρα ὀρέγοντες, ἐν οἷς μέλλετε καταπίπτειν, δι’ ἀλλήλων κοινῆ πληρώσατε τὸν νόμον· τὸ λεῖπον τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰ τῆς οἰκείας ὑπομονῆς· ὥσπερ γὰρ ἐν τῷ σώματι, εἰ τὴν αὐτὴν τίς ἀπαιτοίη παρὰ πάντων χρείαν, οὐδέποτε | |
25 | τὸ σῶμα στήσεται, οὕτως καὶ ἐπὶ τῶν ἀδελφῶν πολὺς ἔσται πόλεμος, εἰ παρὰ πάντων πάντα ἐπιζητοίημεν. (Θεόδωρος.) Ἄλλος δέ φησι, νόμον Χριστοῦ τὴν ἀγάπην φησίν· ἀλλὰ καὶ κοινωνῆσαι αὐτῷ τοῦ φορτίου ὀφείλεις· τοῦτο δὲ γίνεται, ὅταν διὰ παραινέσεως καὶ χρηστότητος ἐπικουφίζῃς | |
30 | αὐτῷ τὴν ψυχὴν, ὑπὸ τῆς τοῦ ἁμαρτήματος συνειδήσεως βεβα‐ ρημένην. Εἰ γάρ τις δοκεῖ εἶναί τι, μηδὲν ὢν, ἑαυτὸν φρενα‐ πατᾷ. | |
Πάνυ ἐνταῦθα τὴν ἀπόνοιαν κατακόπτει· ὁ γὰρ δοκῶν εἶναί τι, | 86 | |
87 | οὐδέν ἐστι· πρῶτον τῆς εὐτελείας αὐτοῦ δεῖγμα φέρων τὴν τοιαύ‐ την ὑπόνοιαν. Τὸ δὲ ἔργον δοκιμαζέτω ἕκαστος. Ἐνταῦθα δείκνυσιν ὅτι δεῖ βίου ἐξεταστὰς εἶναι, καὶ οὐχ | |
5 | ἁπλῶς, ἀλλὰ μετὰ ἀκριβείας δοκιμάζειν τὰ πεπραγμένα ἡμῖν· καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ μὲν εἶναι λαμπρὸν πρὸ τοῦ χωνευ‐ τηρίου· ὅταν δὲ αὐτὸ παραδῷς τῷ πυρὶ, τότε ἀκριβῶς διαδείκνυ‐ ται, τοῦ νόθου παντὸς ἀπὸ τοῦ γνησίου χωριζομένου, οὕτω καὶ τὰ ἡμέτερα ἔργα, ὅταν μετὰ ἀκριβείας ἐξετάζωμεν, τότε σαφῶς | |
10 | ἐκκαλυφθήσεται, καὶ πολλῶν ὀψόμεθα ἑαυτοὺς ὑπευθύνους ὄντας ἐγκλημάτων, καὶ τότε εἰς ἑαυτὸν τὸ καύχημα ἔχει, καὶ οὐκ εἰς τὸν ἕτερον· ταῦτα οὐ νομοθετῶν φησὶν, ἀλλὰ συγκαταβαίνων· ὡσανεὶ ἔλεγεν, ἄτοπον μὲν τὸ καυχᾶσθαι· εἴδ’ ἄρα βούλει, μὴ κατὰ τοῦ πλησίον ὡς ὁ Φαρισαῖος· ὁ γὰρ τοῦτο παιδευθεὶς, καὶ | |
15 | ἐκείνου ἀποστήσεται ταχέως· διὸ καὶ τοῦτο συνεχώρησεν, ἵνα τὸ περιττὸν κατὰ μικρὸν ἐξέλῃ· ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον καυχᾶσθαι καὶ μὴ κατὰ ἄλλων, ταχέως καὶ τοῦτο διορθώσεται τὸ ἐλάττωμα· ὅταν γὰρ μὴ νομίσῃ τῶν ἄλλων ἑαυτὸν εἶναι βελ‐ τίονα· τοῦτο γάρ ἐστιν οὐκ εἰς τὸν ἕτερον· ἀλλ’ ἑαυτὸν καθ’ ἑαυτὸν | |
20 | ἐξετάζων ἁβρύνηται, παύσεται ὕστερον καὶ τοῦτο ποιῶν· καὶ ἵνα μάθῃς ὅτι τοῦτο βούλεται κατασκευάσαι, ὅρα πῶς αὐτὸν συστέλ‐ λει τῷ φόβῳ· ἀνωτέρω μὲν εἰπὼν “δοκιμαζέτω τὸ ἔργον αὐτοῦ,” ἐνταῦθα δὲ ἐπάγων, Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. | |
25 | Δοκεῖ μὲν γὰρ τιθέναι λογισμὸν κωλύοντα καθ’ ἑτέρου καυ‐ χᾶσθαι, διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδὲ αὐτὸν μέγα φρονεῖν· εἰς ἐννόησιν ἄγων αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου καὶ τῆς ἀχθοφορίας πιέζων αὐτοῦ τὸ συνειδός. | |
30 | Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατη‐ χοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Ἐνταῦθα περὶ τῶν διδασκάλων λοιπὸν ὁ λόγος αὐτῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν μαθητευομένων θεραπείας· καὶ τίνος | |
ἕνεκεν οὕτως ἐνομοθέτησεν ὁ Χριστός; καὶ γὰρ ἐν τῇ καινῇ οὗτος | 87 | |
88 | κεῖται ὁ νόμος, ὥστε τοὺς εὐαγγελίου καταγγέλλοντας, ἐκ τοῦ εὐαγγελίου ζῇν· καὶ ἐν τῇ παλαιᾷ δὲ ὁμοίως πολλαὶ τοῖς Λευΐ‐ ταις παρὰ τῶν ἀρχομένων ἦσαν αἱ πρόσοδοι· τίνος οὖν ἕνεκεν ταῦτα διεπράξατο; ταπεινοφροσύνης καὶ ἀγάπης ὑπόθεσιν προα‐ | |
5 | ποτιθέμενος· ἐπειδὴ γὰρ τὸ διδασκαλικὸν ἀξίωμα πολλάκις φυσᾷ τοὺς ἔχοντας, καταστέλλων αὐτῶν τὸ φρόνημα, εἰς ἀνάγκην κατέστησε τοῦ δεῖσθαι τῶν μαθητευομένων· κἀκείνους πάλιν εἰς ἀφορμὴν ἤγαγε τοῦ πρὸς εὐποιΐαν εὐκολωτέρους γίνεσθαι· γυμνά‐ ζων αὐτοὺς ἐν τῇ περὶ τοὺς διδασκάλους εὐνοίᾳ, καὶ περὶ τοὺς | |
10 | ἄλλους ἡμέρους εἶναι, ὅπερ καὶ ἀγάπην οὐ μικρὸν εἰργάζετο ἑκα‐ τέρῳ τῷ μέρει· διὰ τοῦτο δὲ καὶ κοινωνίαν τὸ πρᾶγμα καλεῖ, δεικνὺς ἀντίδοσιν γινομένην· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγεν, “εἰ “ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν “τὰ σαρκικὰ θερίσωμεν;” μείζονα γὰρ ὁ μαθητὴς λαμβάνει ἢ | |
15 | δίδωσι· καὶ τοσούτῳ μεῖζον, ὅσῳ τῶν γηΐων τὰ ἐπουράνια ἀμείνω. εἶτα, ἵνα μὴ πονηρία διδασκάλου ὀκνηρότερον περὶ ταῦτα ποιῇ τὸν μαθητὴν, καὶ πένητα ὄντα παρατρέχῃ πολλάκις διὰ τὸν τρό‐ πον, προϊὼν μέν φησι· “τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκάκωμεν·” ἐνταῦθα δὲ τὸ μέσον τῆς τοιαύτης καὶ τῆς ἐν τοῖς βιωτικοῖς φιλο‐ | |
20 | τιμίας δείκνυσιν οὕτω λέγων, Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν | |
25 | αἰώνιον. Ὥσπερ γὰρ ἐπὶ τῶν σπερμάτων, δεῖ τοῦ αὐτοῦ γένους εἶναι καὶ τὸν σπόρον καὶ τὸν ἄμητον, οὕτως καὶ ἐν τοῖς ἔργοις ὁ καταβάλ‐ λων εἰς τὴν σάρκα, τρυφὴν, μέθην, ἐπιθυμιὰν ἄτοπον, τὰ ἐκ ταύ‐ της ἀμήσει· τίνα δέ ἐστι ταῦτα; κόλασις, τιμωρία, αἰσχύνη, | |
30 | γέλως, φθορά· τῶν γὰρ πολυτελῶν τραπεζῶν οὐδὲν ἕτερον τὸ τέλος, ἢ φθορά· καὶ γὰρ αὐτὸ φθείρεται καὶ συμφθείρει τὸ σῶμα· τὰ δὲ τοῦ Πνεύματος, οὐ τοιαῦτα· ἀλλ’ ἀπεναντίας ἅπαντα τούτοις. | |
(Σευηριανός.) Ἄλλος δέ φησι, ἐδήλωσεν ἐκ τούτου, ὅτι πολλοὶ | 88 | |
89 | ἀκαίρως μὲν ἀνήλισκον, παρέχοντες τοῖς τηρεῖν νόμον παρακελευο‐ μένοις, τοῖς δὲ τὴν Παύλου διδασκαλίαν κηρύττουσιν, οὐδὲν παρεῖ‐ χον· διὸ φησὶν, “ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ·” ὁ γὰρ νόμῳ ὑποκείμενος, ἐν τοῖς σαρκικοῖς ζῇ· ὁ τοίνυν τῷ ταῦτα διδάσκοντι | |
5 | παρέχων, εἰς τὴν σάρκα σπείρει μόνον. Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκάκωμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι. ἄρ’ οὖν, ὡς καιρὸν ἔχο‐ μεν, ἐργαζώμεθα τὸ καλὸν πρὸς πάντας μὲν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. | |
10 | Ἵνα γὰρ μηδεὶς νομίσῃ, ὅτι διδασκάλων μὲν ἐπιμελεῖσθαι δεῖ, καὶ τρέφειν αὐτοὺς, τῶν δὲ ἄλλων ἀμελεῖν, εἰς κοινὸν ἐξάγει τὸν λόγον, καὶ πᾶσιν αὐτοῖς τὴν θύραν τῆς τοιαύτης ἀνοίγνυσι φιλοτι‐ μίας· καὶ τοσαύτην ποιεῖται τὴν ὑπερβολὴν, ὡς καὶ Ἰουδαίους καὶ Ἕλληνας κελεύειν ἐλεεῖν· μετὰ προσηκούσης μὲν τάξεως, | |
15 | ἐλεεῖν δ’ οὖν ὅμως. τίς δὲ ἡ τάξις; τὰ πλείονα περὶ τοὺς πιστοὺς ἐπιδείκνυσθαι τὴν πρόνοιαν φιλοτίμως καὶ διηνεκῶς· καὶ γὰρ τοῦ καιροῦ τὸ ὄνομα, καὶ τὸ μὴ δεῖν ἐκκακεῖν, τοῦτο αἰνίττεται· εἶτα ἐπειδὴ μέγα ἀπῄτησε, καὶ τὸ ἔπαθλον ἐπὶ θύραις τίθησιν ἀμήτου μεμνημένος καινοῦ τινὸς καὶ παραδόξου. ἐπὶ μὲν γὰρ τῶν γηπό‐ | |
20 | νων, οὐχ ὁ σπείρων μόνον, ἀλλὰ καὶ ὁ θερίζων πολὺν ὑπομένει τὸν πόνον, αὐχμῷ καὶ κονιορτῷ καὶ πολλῇ μαχόμενος ταλαιπωρίᾳ· τότε δὲ, οὐδὲν τούτων ἔνι φησίν· ὃ καὶ παραδηλῶν ἔλεγε· “καιρῷ “γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.” καὶ ἐντεῦθεν μὲν αὐτοὺς προτρέπει καὶ ἐφέλκεται, ἑτέρωθεν δὲ κατεπείγει καὶ συνωθεῖ | |
25 | λέγων, “ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν.” ὥσπερ γὰρ οὐκ ἀεὶ τοῦ σπείρειν ἐσμὲν κύριοι· οὕτως οὐδὲ τοῦ ἐλεεῖν· ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουλήθωμεν, οὐδὲν περανοῦμεν πλέον· διό φησιν, “ὡς καιρὸν ἔχομεν, ἐργαζώ‐ “μεθα τὸ ἀγαθὸν,” πρὸς πάντας, καὶ ταύτῃ μάλιστα ἀπαλ‐ | |
30 | λάττων τῆς Ἰουδαϊκῆς ταπεινότητος· ἐκείνοις μὲν γὰρ τὰ τῆς φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν· ἡ δὲ τῆς χάρι‐ τος φιλοσοφία, γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν· εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν | |
ἐπιδείκνυται. | 89 | |
90(1t) | ΚΕΦ. ΙΒ. | |
2t | Ἀποτροπὴ ἀπὸ τῶν ἑλκόντων ἐπὶ τὴν περιτομὴν, καὶ προτροπὴ πρὸς νέαν | |
3t | ζωὴν τὴν ὑπὸ Πνεύματι. | |
4 | Ἴδετε, πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ | |
5 | χειρί. Εἰπὼν ὀλίγα περὶ αὐτῶν, πάλιν ἐπὶ τὰ πρότερα ἐπανέρχεται, ἃ μάλιστα αὐτοῦ τὴν ψυχὴν διετάραττεν. αἰνίττεται δὲ οὐδὲν ἕτερον, ἀλλ’ ὅτι αὐτὸς ἔγραψε τὴν Ἐπιστολὴν ἅπασαν, ὃ πολλῆς γνησιότητος σημεῖον ἦν· ἐποίησε δὲ τοῦτο ἐνταῦθα, οὐ δι’ ἀγάπην | |
10 | μόνον, ἀλλὰ καὶ διὰ τὴν τῆς πονηρᾶς ὑπονοίας ἀναίρεσιν· ἐπειδὴ γὰρ διεβάλλετο ἐπὶ πράγμασιν οἷς οὐδὲν ἐκοινώνει, καὶ ἐλέγετο περιτομὴν καταγγέλλειν καὶ ὑποκρίνεσθαι ὡς καταγγέλλων, διὰ τοῦτο ἠναγκάσθη ἰδιόγραφον ποιήσασθαι τὴν Ἐπιστολὴν, μαρτυ‐ ρίαν ἔγγραφον προαποτιθέμενος· τὸ δὲ “πηλίκοις,” ἐμοὶ δοκεῖ | |
15 | οὐ τὸ μέγεθος, ἀλλὰ τὴν ἀμορφίαν τῶν γραμμάτων ἐμφαίνων λέ‐ γειν, μονονουχὶ λέγων· ὅτι οὐδὲ ἄριστα γράφειν εἰδὼς, ὅμως ἠναγκάσθην δι’ ἐμαυτοῦ γράψαι, ὥστε τῶν συκοφαντῶν ἐμφράξαι τὰ στόματα. (Θεόδωρος.) Ἄλλος δέ φησι, μέλλων καθάπτεσθαι τῶν ἐναν‐ | |
20 | τίων, ἄγαν μείζοσιν ἐχρήσατο γράμμασιν, ἐμφαίνων ὅτι οὔτε αὐτὸς ἐρυθριᾷ, οὔτε ἀρνεῖται τὰ λεγόμενα. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγ‐ κάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. οὐδὲ γὰρ οἱ περιτεμνόμενοι | |
25 | νόμον φυλάσσουσιν· ἀλλὰ θέλουσι περιτέμνεσθαι ὑμᾶς, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐνταῦθα δείκνυσιν, οὐχ ἑκόντας αὐτοὺς τοῦτο ὑπομένοντας, ἀλλ’ ἀναγκαζομένους· παρέχων αὐτοῖς ἀφορμὴν ἀναχωρήσεως, καὶ σχεδὸν ὑπὲρ αὐτῶν ἀπολογούμενος. τί δὲ ἐστὶν εὐπροσωπεῖν ἐν | |
30 | σαρκί; εὐδοκιμεῖν παρ’ ἀνθρώποις. ἐπειδὴ γὰρ ὠνειδίζοντο παρὰ | 90 |
91 | τοῖς Ἰουδαίοις, ὡς τῶν πατρῴων ἀποστάντες ἐθῶν, ἵνα μὴ ταῦτα ἐγκαλῶνται, φησὶ, βούλονται ὑμῖν λυμήνασθαι διὰ τῆς ὑμετέρας σαρκὸς, ἐκείνοις ἀπολογούμενοι· ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ διὰ Θεὸν ταῦτα ἔπραττον· εἶτα δεικνὺς ὅτι καὶ ἑτέρωθεν συγγνώ‐ | |
5 | μης εἰσὶν ἀπεστερημένοι, διελέγχει πάλιν αὐτοὺς, οὐ διὰ τὴν εἰς ἑτέρους ἀρέσκειαν μόνον, ἀλλὰ καὶ δι’ οἰκείαν κενοδοξίαν ταῦτα ἐπιτάττοντας· διὸ καὶ ἐπήγαγεν, “ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυ‐ “χήσωνται,” ὡς μαθητὰς ἔχοντες. καὶ τίς ἡ τούτων ἀπόδειξις; οὐδὲ γὰρ αὐτοί, φησι, νόμον φυλάττουσι· μάλιστα μὲν γὰρ εἰ καὶ | |
10 | ἐφύλαττον, καὶ οὕτως ἄξιοι κατηγορίας· νυνὶ δὲ καὶ ὁ σκοπὸς αὐτῶν διεφθαρμένος ἐστίν. (Εὐσέβιος.) Ἄλλος δέ φησι, τοῦ νόμου ἔχοντος τὴν ἀπόφασιν, ὅτι ἐπικατάρατος ὁ μὴ ἐμμένων πᾶσιν· ὁ οὖν μὴ τηρῶν πάντα, οὐ τετήρηκεν, “ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα τῇ ὑμετέρᾳ | |
15 | “σαρκὶ καυχήσωνται·” τουτέστιν ὅτι τὰ ἔθνη ἡμῖν ἀκολουθεῖ, καὶ μὴ ἀναγκασθῶσιν εἰπεῖν ὅτι τοῖς ἔθνεσι συνεθέμεθα, ἐκεῖνοι μὲν τοῦτο θέλουσιν εὐπροσωπῆσαι σαρκὶ καὶ καυχᾶσθαι· ἐγὼ δὲ τῇ ἐμὴ χειρὶ γράφω. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ | |
20 | τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ μὲν τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δοκεῖ, ἀλλ’ ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἀπίστοις· ἐν δὲ οὐρανοῖς καὶ παρὰ τοῖς πιστοῖς δόξα μεγίστη· καὶ γὰρ πενία ἐπονείδιστον, ἀλλ’ ἡμῖν καύχημα· καὶ τὸ ἐξευτελίζεσθαι παρὰ πολλοῖς γέλως, ἀλλ’ ἡμεῖς ἁβρυνόμεθα τούτῳ· | |
25 | οὕτω καὶ ὁ σταυρὸς ἡμῖν καύχημα. καὶ οὐκ εἶπεν, ἐγὼ δὲ οὐ καυχῶμαι· ἢ ἐγὼ δὲ οὐ βούλομαι καυχᾶσθαι, ἀλλ’ “ἐμοὶ δὲ μὴ “γένοιτο·” ὥσπερ τι τῶν ἀτόπων ἀπηύξατο, καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν ἐκάλεσεν εἰς τὸ κατορθῶσαι τοῦτο. καὶ τί ἐστι τὸ καύχημα τοῦ σταυροῦ; ὅτι Χριστὸς δι’ ἐμὲ δούλου μορφὴν | |
30 | ἀνέλαβε, καὶ ἔπαθεν ἅπερ ἔπαθεν· ἐμὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν ἀγνώμονα· ἀλλ’ οὕτω με ἠγάπησεν, ὥστε καὶ ἑαυτὸν ἐκδοῦναι ἀρᾷ· τί τούτου γένοιτ’ ἂν ἴσον; πῶς οὐ καυχᾶσθαι χρὴ, ὅταν ὁ δεσπότης, ὁ ἀληθὴς Θεὸς, μὴ ἐπαισχύνηται τὸν ὑπὲρ ἡμῶν σταυ‐ ρόν; μὴ τοίνυν μηδὲ ἡμεῖς ἐπαισχυνώμεθα τὴν ἄφατον αὐτοῦ | |
35 | φιλανθρωπίαν. | 91 |
92 | Δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ. Κόσμον νῦν οὐ τὸν οὐρανὸν φησὶν, οὐδὲ τὴν γῆν, ἀλλὰ τὰ βιω‐ τικὰ πράγματα, τὸν ἔπαινον τὸν παρὰ τῶν ἀνθρώπων, τὴν δορυφορίαν, τὴν δόξαν, τὸν πλοῦτον, καὶ ὅσα τοιαῦτα. ταῦτα γάρ μοι νεκρὰ | |
5 | γέγονεν. τοιοῦτον εἶναι χρὴ τὸν Χριστιανὸν, ταύτην ἀεὶ τὴν φωνὴν περιφέρειν· οὐδὲ γὰρ ἠρκέσθη μόνον τῷ προτέρῳ τῆς νεκρώσεως τρόπῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν εἰπὼν, “κἀγὼ κόσμῳ·” διπλῆν τὴν νέκρωσιν αἰνιττόμενος καὶ λέγων, ὅτι ἐκεῖνα ἐμοὶ νεκρὰ, κἀγὼ ἐκείνοις· οὐδὲν τῆς νεκρότητος ταύτης μακαριώτερον· αὕτη γὰρ | |
10 | τῆς μακαρίας ζωῆς ἐστὶν ὑπόθεσις. Οὔτε γὰρ περιτομὴ τί ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. | |
15 | Εἶδες σταυροῦ δύναμιν, εἰς ὅσον αὐτὸν ὕψος ἀνήγαγεν; οὐ γὰρ μόνον τὰ τοῦ κόσμου πράγματα ἐνέκρωσεν αὐτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς παλαιᾶς ἀνωτέρω πολλῷ κατέστησε· τί ταύτης τῆς ἰσχύος ἴσον; τὸν γὰρ ὑπὲρ τῆς περιτομῆς σφαττό‐ μενον καὶ ἑτέρους σφάττοντα, τοῦτον ἔπεισεν ὁ σταυρὸς ἐν ἴσῳ τῇ | |
20 | ἀκροβυστίᾳ αὐτὴν ἀφέντα, ξένα τινὰ καὶ παράδοξα καὶ τὰ ὑπὲρ τοὺς οὐρανοὺς ἐπιζητεῖν πράγματα· καινὴν γὰρ κτίσιν ταύτην καλεῖ, τὴν καθ’ ἡμᾶς πολιτείαν ταύτην, διά τε τὰ γενόμενα, διά τε τὰ ἐσόμενα· τὰ γεγενημένα μὲν, ὅτι ἡ ψυχὴ ἡμῶν παλαιω‐ θεῖσα τῷ γήρᾳ τῆς ἁμαρτίας, ἀθρόως διὰ τοῦ βαπτίσματος ἀνε‐ | |
25 | νεώθη· διὸ καινὴν καὶ οὐρανίαν ἀπαιτούμεθα πολιτείαν· τὰ ἐσόμενα δὲ, ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶσα ἡ κτίσις εἰς ἀφθαρσίαν μεταστήσεται μετὰ τῶν σωμάτων τῶν ἡμετέρων. μὴ τοίνυν μοι λέγε περιτομὴν, φησὶ, λοιπὸν, τὴν οὐδὲν δυναμένην· πῶς γὰρ αὕτη φανεῖται, πάντων ἐπὶ τοσοῦτον μεταβεβλημένων; ἀλλὰ τὰ καινὰ | |
30 | ζήτει πράγματα τὰ τῆς χάριτος· οἱ γὰρ ταῦτα διώκοντες, οὗτοι καὶ εἰρήνης καὶ φιλανθρωπίας ἀπολαύσονται· καὶ τῷ τοῦ Ἰσραὴλ ὀνόματι κυρίως ἂν καλοῖντο· οἱ γὰρ κυρίως Ἰσραὴλ τὸ εἶναι δυνάμενοι, οἱ τὸν κανόνα τοῦτον διατηροῦντες εἰσὶν, οἱ τῶν παλαιῶν | |
ἀπεχόμενοι καὶ τὰ τῆς χάριτος διώκοντες. | 92 | |
93 | (Σευηριανός.) Ἄλλος δέ φησι, ἵνα μὴ νομισθῇ ἀκροβυστίας ἀντιποιεῖσθαι, καὶ οὐχὶ περιτομῆς καὶ διαβολῆς πρόφασιν δῷ τοῖς ἀντιλέγουσι, κάλλιστα ἐπήγαγε τὸ τελευταῖον, “ὅτι οὔτε περι‐ “τομὴ τί ἰσχύει, οὔτε ἀκροβυστία·” καινὴν δὲ κτίσιν εἶπε, περὶ | |
5 | ἧς ἀλλαχοῦ, “εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·” εἰ καινή, φησι, κτίσις, μὴ γίνου ὑπὸ νόμον· ὁ γὰρ ζῶν κατὰ νόμον, ἐν κόσμῳ ζῇ· ὁ δὲ ζῶν ἐν Χριστῷ, ἐν οὐρανοῖς πολιτεύεται· ἐσταύρωται οὖν ἐμοὶ κόσμος, κἀγὼ κόσμῳ. Ἄλλος δὲ πάλιν φησὶν, οὐ περιτέμνεται ὁ Χριστιανὸς, οὐδὲ | |
10 | ἔστιν ἐν τῇ ἀκροβυστίᾳ τῇ Ἑλληνικῇ· ἔχει γὰρ ἰδίαν περιτομήν. μετὰ Ἰουδαίων οὐ περιτέμνεται, ἐπειδὴ ἔχει καλλίονα· μετὰ Ἑλλήνων δὲ οὐκ ἔστιν ἐν ἀκροβυστίᾳ, ὅτι ἔχει περιτομήν. ὁ οὖν οὔτε μετὰ Ἑλλήνων οὔτε μετὰ Ἰουδαίων, “καινὴ κτίσις, καὶ “ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσι” τῷ τῆς καινῆς κτίσεως, ὅσοι | |
15 | οὐδὲ Ἰουδαΐζουσιν οὐδὲ Ἑλληνίζουσιν, ἀλλὰ Χριστιανίζουσιν, “εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος.” ἔλεος εἰς συγχώρησιν ἁμαρτημά‐ των· εἰρήνη εἰς συνάφειαν τὴν πρὸς Θεὸν, “καὶ ἐπὶ τὸν Ἰσραὴλ “τοῦ Θεοῦ·” ἀνάλαβε πάντα ἐκεῖνα τὰ τοιαῦτα. ὁ πᾶς νόμος ἐν ὑμῖν, ὅτι πληροῦτε τὸν νόμον τοῦ Χριστοῦ. καὶ τίς Ἰσραὴλ τοῦ | |
20 | Θεοῦ; ὡς τοῦ ποτε Ἰσραὴλ κληθέντος, μηκέτι ὄντος τοῦ Θεοῦ. Ἄλλος δὲ ὧδε λέγει· “καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχή‐ “σουσιν,” ἵνα εἴπῃ ὅτι πάντες οἱ κατὰ ταῦτα προῃρημένοι τυγ‐ χάνουσι τῶν παρ’ αὐτοῦ καλῶν· τὴν μὲν εἰρήνην εἰπὼν, ὡς ἂν τότε πάσης λυομένης διαστάσεως, τὸ δὲ “ἔλεος,” ἐπειδὴ φιλανθρωπίᾳ | |
25 | ἅπαντα ἡμῖν τὰ παρ’ αὐτοῦ προσγίνεται ἀγαθά. ὅμοιον δέ ἐστι τὸ “χάρις ὑμῖν καὶ εἰρήνη,” ἐπεὶ μηδὲ διαφέρει τὸ ἔλεος τῆς χάριτος. Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω. Ὡς γὰρ εἰς πολλοὺς καμάτους ἀπὸ τῆς ἐκείνων ἐμπεπτωκὼς | |
30 | κακίας, ἀπαλλασσέσθωσάν, φησι, καὶ μὴ γινέσθωσαν πρόξενοι καμάτων· ἐμὲ γὰρ ἀποστῆναι τῆς τοῦ Χριστοῦ ὁμολογίας, τῶν ἀδυνάτων· ὑπὲρ ἧς πολλὰ παθὼν, μικροῦ κατέστιγμαι τὸ σῶμα. Ἄλλος δέ φησιν· ἐνταῦθα οὐχ ὡς καμὼν, οὐδὲ ὡς περικακή‐ σας ταῦτα φθέγγεται. ὁ γὰρ πάντα ποιεῖν καὶ πάσχειν ὑπὲρ τῶν | |
35 | μαθητῶν αἱρούμενος, πῶς ἂν ἐξελύθη καὶ ἀνέπεσε νῦν; τίνος οὖν | 93 |
94 | ἕνεκεν ταῦτα φησίν; ἀναστέλλων αὐτῶν τὴν ῥάθυμον γνώμην, καὶ εἰς φόβον πλείονα ἐμβάλλων, καὶ πηγνὺς τοὺς παρ’ αὐτοῦ τεθέν‐ τας νόμους, καὶ οὐ συγχωρῶν ἀεὶ κινεῖν αὐτούς. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ | |
5 | Χριστοῦ, ἐν τῷ σώματί μου βαστάζω. Οὐκ εἶπεν ἔχω, ἀλλὰ “βαστάζω.” καὶ καθάπερ οἱ σημειο‐ φόροι τῶν στρατιωτῶν, οὕτω καὶ αὐτὸς ἀγάλλεται τραύματα περιφέρων· διατί δὲ τοῦτο λέγει; παντὸς λόγου, πάσης φωνῆς λαμπρότερον, διὰ τούτων ἀπολογοῦμαι, φησὶ, πρὸς τοὺς ἀντιλέ‐ | |
10 | γοντας, καὶ λέγοντας ὑποκρίνεσθαί με τὸ δόγμα, καὶ πρὸς ἀνθρώ‐ πων ἀρέσκειαν τί λέγειν· οὐδὲ γὰρ εἴ τις στρατιώτην εἶδεν ἐκ παρατάξεως ἐλθόντα ᾑμαγμένον καὶ μυρία τραύματα ἔχοντα, δειλίας κρίνειν καὶ προδοσίας ἠνείχετο, τὸν ἐπὶ τοῦ σώματος τῆς ἀνδραγαθίας φέροντα τὴν ἀπόδειξιν. ἀρχόμενος μὲν οὖν τῆς Ἐπι‐ | |
15 | στολῆς ἀπὸ τῆς ἀθρόας αὐτοῦ μεταβολῆς, τὴν ἀνυπόκριτον αὐτοῦ σαφῶς ἔδειξε γνώμην· τελευτῶν δὲ ἀπὸ τῶν ταύτης κινδύνων. εἶτα ἀπολογησάμενος διὰ πάντων σαφῶς, καὶ δείξας ὡς οὐδὲν εἶπε τῶν εἰρημένων θυμῷ καὶ ἀπεχθείᾳ, ἀλλ’ ἀκίνητον ἔχει τὴν πρὸς αὐτοὺς φιλοστοργίαν, πάλιν αὐτὸ τοῦτο κατασκευάζει, εἰς | |
20 | εὐχὴν μυρίων γέμουσαν ἀγαθῶν κατακλείων τὸν λόγον, καὶ οὕτω λέγων, Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύ‐ ματος ὑμῶν, ἀδελφοί. ἀμήν. Οὐκ εἶπεν ἁπλῶς μεθ’ ὑμῶν ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ “μετὰ | |
25 | “τοῦ πνεύματος ὑμῶν,” ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ παν‐ ταχοῦ δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσκων τῆς χάριτος ἧς ἀπήλαυσαν· δι’ ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς ἀπαγαγεῖν πλάνης· τό τε γὰρ Πνεῦμα λαβεῖν, οὐ τῆς νομικῆς ἦν πτωχείας, ἀλλὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης· τό τε κατα‐ | |
30 | σχεῖν λαβόντας οὐκ ἀπὸ περιτομῆς, ἀλλ’ ἀπὸ χάριτος ἐγένετο· πάλιν διὰ τοῦτο τὴν παραίνεσιν εὐχῇ κατέκλεισε χάριτος, καὶ Πνεύματος ἀναμνήσας ὁμοῦ καὶ ἀδελφοὺς προσειπὼν, καὶ παρα‐ καλέσας τὸν Θεὸν, τούτων αὐτοὺς διηνεκῶς ἀπολαύειν. καὶ διπλῷ | |
τοὺς ἀνθρώπους ἀσφαλισάμενος τρόπῳ· τὸ γὰρ αὐτὸ καὶ εὐχὴ | 94 | |
95 | καὶ διδασκαλία ἦν τῶν εἰρημένων ὁλόκληρος, ἀντὶ τείχους αὐτοῖς διπλοῦ γενομένη· ἥτε γὰρ διδασκαλία ἀναμιμνήσκουσα αὐτοὺς ὅσων ἀπέλαυσαν, μᾶλλον κατεῖχεν ἐν τοῖς τῆς ἐκκλησίας δόγμα‐ σιν· ἥτε εὐχὴ, καλοῦσα τὴν χάριν καὶ παραμένειν αὐτοῖς πείθουσα, | |
5 | οὐκ ἠφίει τὸ Πνεῦμα αὐτῶν ἀποστῆναι· τούτου δὲ ἐν αὐτοῖς ὄντος, πᾶσα ὥσπερ κόνις ἀπεσοβεῖτο τῶν τοιούτων δογμάτων ἡ ἀπάτη. Τριὰς μονὰς ἐλέησον. Τῶν εἰς τὴν πρὸς Γαλάτας ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου | |
ἐξηγητικῶν ἐκλογῶν τόμος βʹ. | 95 |