TLG 4102 018 :: CATENAE (Novum Testamentum) :: Supplementum et varietas lectionis ad epistulam ii ad Corinthios (catena Pseudo–Oecumenii) (e cod. Oxon. Bodl. Roe 16)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Supplementum et varietas lectionis ad epistulam ii ad Corinthios (catena Pseudo–Oecumenii) (e cod. Oxon. Bodl. Roe 16)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 5. Oxford: Oxford University Press, 1841 (repr. Hildesheim: Olms, 1967): 479.

Citation: Page — (line)

479

(1t)

Π ΕΡΙΣΤ.
2 Τύφλωσεν τὰ νοήματα. Ἰωάννου. Τουτέστιν τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλω‐ σεν ὁ Θεὸς τὰ νοήματα· ὁ γὰρ μέλλων ἀπιστίαν οὐκ ἔχει. τὸ
5αὐτὸ καὶ Εἰρηναῖος. στενάζομεν βαρούμενοι. Θεοδωρήτου. Στένομέν φησι, οὐκ ἀπαλλαγῆναι τοῦ σώματος ἐφιέμενοι, ἀλλὰ τῶν παθῶν αὐτοῦ ἐλεύθερον γενέσθαι ποθοῦντες· οὐ γὰρ ἀποδύσασθαι τὸ σῶμα ἀλλ’ ἐπενδύσασθαι τὴν ἀφθαρσίαν
10ὀρεγόμεθα. Ἀρέθα διακόνου. Οὐχὶ διότι δεδοίκαμεν τὸν θάνατον, ἐπέρ‐ χεται δὲ ἡμῖν, διὰ τοῦτο στενάζομεν, ἀλλὰ στενάζομεν, τὴν μετὰ δόξης ἀφθαρσίαν ἐπενδύσασθαι ἐπιποθοῦντες. Ἐν ἁγνότητι.
15 Θεοδώρου. Ἵνα εἴπῃ καὶ περὶ τοὺς γνωρίμους καὶ περὶ τοὺς ἀγνώστους σπουδάζοντες εἶναι μακρόθυμοι καὶ χρηστοί· τὸ γὰρ ἀγνότητι ἀγνοία λέγει καὶ οὐχὶ ἁγνεία. Θεοδωρήτου. Ἀγνότητα λέγει τὴν τῶν χρημάτων ὑπεροψίαν· οὐδὲ γὰρ τὰς ἀναγκαίας χρείας παρὰ Κορινθίων ἐδέξατο· γνῶσιν
20δὲ ὡς οἶμαι τὴν διδασκαλίαν. Ὁ σπείρων φειδομένως. Φειδολῶς φησὶν καὶ κνιφῶς. Τὰ κατὰ πρόσωπον βλέπετε; Γενναδίου. Κατὰ ἐπιτιμητικὴν ὑπόκρισιν τοῦτο ἀναγνωστέον·
25ἀντὶ οὐκ ἐκ τῶν ἔργων τῆς ἀληθείας τὴν ἐξέτασιν, ἐκ δὲ τῶν ἐπι‐
πολῆς ἁπλῶς φαινομένων λαμβάνετε.479