TLG 4102 013 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam ii ad Corinthios (catena Pseudo–Oecumenii) (e cod. Paris. gr. 223)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in epistulam ii ad Corinthios (catena Pseudo–Oecumenii) (e cod. Paris. gr. 223)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 5. Oxford: Oxford University Press, 1841 (repr. Hildesheim: Olms, 1967): 345–444.

Citation: Page — (line)

345

(1t)

ΥΠΟΘΕΣΙΣ
2tΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ
3tΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ.
4Ταύτην ἐπιστέλλει ἀπὸ Μακεδονίας. ἡ δὲ πρόφασις τῆς
5Ἐπιστολῆς αὕτη. δεξάμενοι Κορίνθιοι τὴν προτέραν ἐπιστολὴν, κατενύγησαν ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ λαβόντος τὴν μητρυίαν. καὶ ἐλυπήθησαν δὲ, ὡς παριδόντες τὸ τοιοῦτον ἁμάρτημα. εἶτα ὑφηρ‐ πάζοντο παρά τινων καὶ τὰς προφάσεις τῶν σχισμάτων ποιούντων, ὥστε παρακαθέζεσθαι τῷ γράμματι τοῦ νόμου καὶ ἀδιάφορον ἡγεῖ‐
10σθαι τὴν παρὰ τοῦ Χριστοῦ χάριν, καὶ μᾶλλον προσέχειν τοῖς ἐν προσώπῳ καυχωμένοις. ἦσαν δὲ καὶ περὶ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους φροντίζοντες καλῶς. πρὸς ταῦτα οὖν ἀντιγράφει ὁ Ἀπό‐ στολος. καὶ πρῶτον μὲν ἀποδέχεται τοὺς ἐκβαλόντας τὸν παρα‐ νομήσαντα, ἔπειτα ἀξιώσασιν αὐτοῖς καθικετεύει, καὶ μετανοή‐
15σαντα ἐκεῖνον κελεύει δεχθῆναι. ἐν αὐτῇ δὲ διδάσκει περὶ τοῦ νόμου, διαιρῶν τὸ γράμμα, καὶ δείκνυσιν ὅτι οὐ δεῖ λαμβάνειν τὰ γράμματα μόνον τοῦ νόμου, ἀλλὰ ἐν αὐτῷ τῷ γράμματι τὴν διάνοιαν ἐρευνᾶν, (οὐ γὰρ μόνον ῥῆμα ἐστὶν ὁ νόμος, ἀλλ’ ἐν τοῖς ῥητοῖς ἐστὶ καὶ ὁ νοῦς τοῦ πνεύματος.) ἔπειτα ὅτι τοῦ Χριστοῦ
20ἐλθόντος καινὴ κτίσις γέγονε, καὶ οὐ δεῖ κατὰ τὸ παλαιὸν ζῇν, ἀλλ’ ὡς ἐν καινῇ κτίσει, ἐν πᾶσιν ἀνανεοῦσθαι, καὶ ἀργὴν εἶναι λοιπὸν τὴν περιτομήν. ἀναδέχεται δὲ αὐτοὺς καὶ περὶ τῆς διακο‐ νίας, καὶ προτρέπεται μᾶλλον αὐτὴν πλεονάζειν. αἰτιώμενος δὲ τοὺς ἐν προσώπῳ καυχωμένους, καταλέγει πάντα ἅπερ πέπονθε
25διὰ τὸν Κύριον. καὶ τὰς ὀπτασίας διηγεῖται ἅς περ ἑώρακεν, εἴς τε τὸν παράδεισον καὶ εἰς τὸν τρίτον οὐρανὸν ἁρπαγείς. εἶτα
παραγγείλας μὴ ἁμαρτάνειν, ἀλλὰ μετανοεῖν τοὺς ἁμαρτάνοντας,345

346

ἐν εὐχαριστείᾳ τελειοῖ τὴν Ἐπιστολήν. ὁ πᾶς τοίνυν λόγος ἐστὶν ἐν τῇ Ἐπιστολῇ, περί τε ἑαυτοῦ, καὶ περὶ Κορινθίων, καὶ τῶν ψευ‐ δαποστόλων. καὶ ἐκ ταύτης τῆς ὑποθέσεως πρόεισιν, εἴς τε τὰ τῆς χάριτος Θεοῦ, καὶ περὶ ἀγαθῆς πολιτείας, κατὰ τὸ εὐσυνεί‐
5δητον καὶ τὸ ἐναγώνιον, καὶ τὸ ἀφιλοχρήματον, καὶ περὶ τῆς μεταδοτικῆς ἀρετῆς, καὶ περὶ τῆς τῶν ψευδαποστόλων ἀλαζονείας καὶ πονηρίας. Θεοδωρίτου. Τί δή ποτε δευτέραν τίθησιν Ἐπιστολὴν, ζητεῖ‐ σθαι ἄξιον. ὅτι ἐν τῇ πρώτῃ ἀπελθεῖν πρὸς αὐτοὺς ἐπαγγειλάμενος,
10καὶ μὴ ἀπελθὼν, τοῦ Πνεύματος εἰς ἕτερα αὐτὸν ἀπασχολοῦντος, καὶ διὰ τὸ πειρασμοῖς ἐμπεσεῖν, διὰ τῆς νῦν δευτέρας τὸ μὴ ἀπελθεῖν ἀπολογεῖται, καὶ ἵνα καὶ ἀπελθεῖν διὰ τῆς Ἐπιστολῆς δόξῃ. ἔπειτα καὶ ἦσαν βελτίους ἐκ τῆς πρώτης Ἐπιστολῆς γενό‐ μενοι. εὔλογον οὖν ἦν δευτέραν αὐτοὺς ἀξιωθῆναι, ἵνα πλεῖον ἐπι‐
15δώσωσι πρὸς ἀρετήν.346

347

(1t)

ΚΕΦΑΛΑΙΑ
2tΤΗΣ ΠΡΟΣ
3tΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ.
4αʹ. Εὐχαριστία περὶ Θεοῦ βοηθείας, ἐν ᾗ πεποιθέναι φησίν.
5βʹ. Περὶ ἀγάπης τῆς πρὸς αὐτοὺς, καὶ φειδοῦς εἰς τὸ μὴ λυπεῖν, εἰ καὶ λυπῶν ὠφελεῖ, ὡς ἐπὶ τοῦ διὰ πορνείαν ἐπιτιμηθέντος, ᾧ καὶ συγχωρεῖ. γʹ. Περὶ τῆς δι’ αὐτοῦ ὠφελείας τοῖς ἐπιτηδείοις, δι’ ἧς καὶ συνί‐ στασθαι φησίν.
10δʹ. Περὶ τῆς κατὰ πνεῦμα λειτουργίας καὶ δόξης θειοτέρας τῆς κατὰ τὸν νόμον. εʹ. Περὶ θείας δόξης καὶ τοῦ ἀκολούθου βίου, ὅτι τοῖς ἁγίοις γινώ‐ σκεται. ϛʹ. Περὶ τῆς κατὰ σῶμα ἀσθενείας καὶ τῆς τοῦ σώματος ἀποθέσεως,
15 καὶ ἐπαναλήψεως. ζʹ. Περὶ τῆς αὐτοῦ φιλοθεότητος καὶ φιλαδελφίας τῆς κατὰ Χριστόν. ηʹ. Περὶ ἀποδοχῆς τῆς Κορινθίων ὑπακοῆς, καὶ ἀγάπης εὐφραινούσης αὐτόν. θʹ. Προτροπὴ πρὸς ἐπίδοσιν χρημάτων τοῖς ἁγίοις, καὶ τιμὴν τῶν διὰ
20 τοῦτο ἐρχομένων. ιʹ. Διήγησις τῶν ἰδίων πόνων καὶ προθέσεως καὶ τῆς ἐπ’ αὐτῷ χάρι‐
τος πρὸς τὸ μὴ τοῖς ἐπιπλάστοις προστίθεσθαι Κορινθίοις.347

348

(1t)

ΕΞΗΓΗΣΙΣ
2tΕΙΣ ΤΗΝ
3tΠΡΟΣ ΤΟΥΣ ΚΟΡΙΝΘΙΟΥΣ Β ΕΠΙΣΤΟΛΗΝ.
4tΚΕΦ. Αʹ.
5tεὐχαριστίας περὶ Θεοῦ βοηθείας, ἐν ᾗ πεποιθέναι φησίν.
6 ΠΑΥΛΟΣ ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήμα‐ τος Θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαίᾳ.
10 Ἐν τῇ πρώτῃ Ἐπιστολῇ πέμψας ἐκεῖ τὸν Τιμόθεον, νῦν ἀπολα‐ βὼν αὐτὸν, ἑαυτῷ συνάπτει. Ὅρα δὲ, ποτὲ μὲν τέκνον αὐτὸν καλεῖ, “ὡς πατρὶ” γὰρ, φησὶ, “τέκνον ἐδούλευές μοι,” ποτὲ δὲ συνεργόν· “τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγὼ,” νῦν δὲ ἀδελφὸν, διὰ πάντων ἀξιόπιστον αὐτὸν ποιῶν.
15 Τοῖς ἁγίοις—. Ἁγίους αὐτοὺς καλεῖ, ἐμφαίνων ὅτι εἴ τις γεώδης, ταύτης ἐκτός ἐστι τῆς προσρήσεως. Δοκοῦσι δὲ οὗτοι κοινῇ σαλεύεσθαι, διὰ τοῦτο καὶ κοινὴν ποιεῖται τὴν ἴασιν· τοῦτο καὶ πρὸς Γαλάτας καὶ Ἑβραίους γράφων ποιεῖ.
20 Χάρις ὑμῖν. Τὴν συνήθη προσηγορίαν καὶ τούτοις ἐπεύχεται. Ἐπαγγει‐ λάμενος ἦν ἐν τῇ πρώτῃ Ἐπιστολῇ ἀπιέναι πρὸς αὐτοὺς, ἀλλ’ ἐκωλύθη, πειρασμῶν μεγάλων αὐτὸν καταλαβόντων· “Εὐλογητὸς “ὁ Θεὸς,” ἐνταῦθα στικτέον, “καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
25“Χριστοῦ,” ἡμῶν γὰρ Θεὸς, τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
στοῦ, Πατήρ. ταύτην τὴν διαίρεσιν καὶ ὁ δεσπότης ἡμᾶς ἐδί‐348

349

δαξεν· ἐν γὰρ τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, “ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς,” σαφῶς διδάσκων, ὡς αὐτοῦ μέν ἐστι Πατὴρ, τῆς δὲ κτίσεως ποιητὴς καὶ δεσπότης. Ἄρχεται οὖν εὐφυῶς καταβάλλειν ἀπολογίας σπέρματα. Εὐχα‐
5ριστῶ γὰρ, φησὶ, τῷ Θεῷ, ὅτι παρεκάλεσεν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν. Ἔθος γὰρ τοῖς ἁγίοις ἐκ τῶν εἰς αὐτοὺς εὐεργεσιῶν ὀνομάζειν τὸν Θεὸν ἐπιμένειν νίκης πολέμων· “ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου.” νῦν δὲ θεὸν οἰκτιρμῶν καὶ παρακλήσεως ὀνομάζει. Ὅρα δὲ
10τὸ ταπεινὸν τοῦ ἁγίου τούτου· λυτρωθεὶς τῶν διὰ τὸ κήρυγμα πειρασμῶν, οὐ λέγει ὅτι κατ’ ἀξίαν ἐλυτρώθην, ἀλλὰ κατ’ οἰκτιρ‐ μοὺς καὶ ἔλεον. Ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Οὐκ εἶπεν, ὁ μὴ ἐῶν ἡμᾶς θλιβῆναι· οἶδε γὰρ τὰς θλίψεις
15συμφερούσας, ἀλλ’ ὁ παρακαλῶν· εἰπὼν δὲ, “ἐν πάσῃ τῇ θλίψει,” δηλοῖ καὶ συνεχεῖς θλίψεις καὶ συνεχεῖς παρακλήσεις. Εἰς τὸ δύνασθαι. Ὅρα ταπεινοφροσύνης ὑπερβολὴν, οὐ παρεκλήθην, φησὶ, διὰ τὸ εἶναί με ἄξιον παρακλήσεως, ἀλλ’ ἵνα ἐκ τοῦ ὑποδείγματος τῆς
20εἰς ἐμὲ παρακλήσεως ἄλλους ὄντας ἐν πειρασμοῖς δυνηθῶ παρα‐ καλεῖν, ὥστε διὰ τὴν τῶν ἄλλων ὠφέλειαν οὐ δι’ ἐμὲ ἡ παράκλη‐ σις, ἢ ὅτι ἡ εἰς ἐμὲ, φησὶ, παράκλησις καὶ ἄλλους παρακαλεῖ τοὺς οἷον ἀλγοῦντας ἐπὶ ταῖς ἐμαῖς θλίψεσιν. Ὅτι καθὼς—
25 Ἵνα μὴ δόξωσί τινες, ὡσανεὶ μὴ φροντιζομένων τῶν Ἀποστόλων παρὰ θεοῦ γίνεσθαι αὐτοῖς τὰς συνεχεῖς θλίψεις. Ὅρα πῶς ἐξαίρει τὸ πρᾶγμα, λέγων τοῦ Χριστοῦ εἰσιν αἱ θλίψεις καὶ τὰ παθή‐ ματα, ἃ ἡμεῖς ὑπομένομεν· αὗται δὴ τὰ περισσεύουσιν εἰς ἡμᾶς, ὡσεὶ ἔλεγεν, οὐχ’ ὅσα πέπονθεν ὁ Χριστὸς πάσχομεν, ἀλλὰ καὶ
30πλείω. τοῦτο καὶ ἀλλαχοῦ φησι, “καὶ ἀναπληρῶν τὰ ὑστερή‐ “ματα τοῦ Χριστοῦ·” τοῦτο καὶ αὐτὸ καθ’ ἑαυτὸ ἄνευ τῆς ἀπὸ
Θεοῦ παρακλήσεως ἀρκεῖ εἰς παραμυθίαν· τὸ δὲ εἰδέναι ὅτι τοῦ349

350

Χριστοῦ ἐστὶ τὰ πάθη ἃ αὐτοὶ πάσχουσι, μὴ ὅτι καὶ ἡ παράκλη‐ σις τοῦ Χριστοῦ περισσεύουσα ἦν εἰς αὐτοὺς, εὐθυμίας αὐτοῖς ἀφορμὰς ἐμποιεῖ, ὡσεὶ ἔλεγε, περισσαὶ μὲν αἱ θλίψεις, ἀλλὰ πολλῷ μᾶλλον ἡ παράκλησις.
5 Περισσεύει ἡ παράκλησις. Οὐ κατ’ ἀναλογίαν φησὶ τῶν θλίψεων ἡ παράκλησις, ἀλλὰ πολλῷ μείζων· περισσεύει γὰρ ἡ παράκλησις. Εἴτε δὲ θλιβόμεθα. Εἰ θλιβόμεθα, ὑπὲρ τῆς ἡμῶν σωτηρίας καὶ παρακλήσεως
10θλιβόμεθα, πῶς; ὅτι ἐξῆν ἡμῖν ἀπαγορεύσασι τὸ κηρύσσειν ἐν ἀδείᾳ καὶ ἀσφαλείᾳ εἶναι, ἀλλὰ μᾶλλον αἱρούμεθα θλίβεσθαι καὶ κινδυνεύειν, ἵνα ὑμᾶς διὰ τοῦ κηρύγματος σώσωμεν καὶ παρα‐ καλέσωμεν πρὸς τὴν πίστιν· οὐκοῦν ὑπὲρ τῆς ὑμῶν σωτηρίας τὰς θλίψεις ὑπομένομεν τῆς ἐνεργουμένης ἐν ὑμῖν.
15 Ἐνεργουμένης. Ἐνεργεῖται ἐν ὑμῖν ἡ σωτηρία, φησὶν, ἐν ὑπομονῇ οὖσι τῶν ἴσων ἡμῖν παθημάτων· ὥσπερ γὰρ ἡμεῖς κηρύσσοντες πειραζό‐ μεθα, οὕτω καὶ ὑμεῖς μαθητεύοντες· πολλὴν δὲ ἀρετὴν αὐτοῖς μαρτυρεῖ, ὅτι μετὰ πειρασμῶν ἐδέχοντο τὸ κήρυγμα.
20 Καὶ ἡ ἐλπίς. Τουτέστιν, ὅσα ἂν πάσχητε θαρροῦμεν ὅτι οὐ παρατραπήσεσθε, οὔτε ὑπὲρ ὧν ὑμεῖς πάσχετε, οὔτε ὑπὲρ ὧν ὑμᾶς πάσχοντας ὁρᾶτε. Ἄνω εἰπὼν ὅτι ὑπὲρ τῆς ὑμῶν σωτηρίας θλιβόμεθα, ἵνα μὴ
25δόξῃ ἐπαχθής τις εἶναι· νῦν λέγει, ὅτι καὶ ὑπὲρ τῆς ὑμῶν σωτη‐ ρίας παρακαλούμεθα, ἵνα μὴ ἀπαγορεύσαντες ἀμελήσωμεν τῆς σωτηρίας ὑμῶν, ἢ ἵνα παραβληθῆτε ὁρῶντες ἡμᾶς ὑπὸ τοῦ Θεοῦ παρακαλουμένους· ὥσπερ γὰρ φησὶ, κοινωνοί ἐστε τῶν παθημάτων ἡμῶν, οὕτως ἔδει κατὰ τὸ ἀκόλουθον κοινωνοὺς εἶναι καὶ τῆς
30παρακλήσεως. Ὥσπερ κοινωνοί ἐστε. Τοῦτο γὰρ εἰδότες ἐσμὲν, ὅτι ὥσπερ ἐστὲ τῶν πειρασμῶν κοι‐
νωνοὶ, οὕτως ὑμᾶς ἐπάναγκες εἶναι δεῖ καὶ τῆς παρακλήσεως.350

351

Οὐ γάρ. Εἶτα ἐπειδὴ ἀπροσδιορίστως θλίψεως ἐμέμνητο, νῦν λέγει ποίας, ἵνα μηδὲν ἀνοεῖτε τῶν κατ’ ἐμὲ, φησὶν, ὅπερ ἀγάπης ἐστὶν, ἢ ἵνα μὴ ἀγνοοῦντες τὰ συμβάντα ἡμῖν μέμνησθε διὰ τί κατὰ
5τὰς ὑποσχέσεις οὐκ ἤλθομεν πρὸς ὑμᾶς· τοῦτο καὶ ἐν τῇ προτέρᾳ ἔλεγεν Ἐπιστολῇ, ὅτι θύρα μοι ἀνέῳκται, καὶ ἀντικείμενοι πολλοί. Μέγας ἦν, φησὶν, ὁ πειρασμὸς καὶ τὴν ἐμὴν ὑπερβαίνων δύνα‐ μιν. Ἔνι γὰρ καὶ μέγαν ὄντα φέρεσθαι γενναίως παρά τινος. Ὥστε ἐξαπορηθῆναι.
10 Καὶ οὕτως ἦν, φησὶ, μέγας, ὡς καὶ αὐτοῦ τοῦ ζῇν ἐκδιωχθῆναι ἡμᾶς· τὸν δὲ τοιοῦτον ὁ Δαυὶδ πύλας ᾅδου καλεῖ, καὶ ὠδῖνας καὶ σκιὰν θανάτου. Ἀλλὰ αὐτοὶ— Τὸ ἀπόκριμα, τουτέστι, τὴν ψῆφον, τὴν κρίσιν· ὃ δὲ λέγει,
15τοιοῦτόν ἐστιν, ἄχρις ἡμῶν, φησὶ, καὶ τῆς ἡμῶν ἐννοίας ἔστη ἡ τοῦ θανάτου προσδοκία· ὁ γὰρ Θεὸς οὐκ εἴασεν αὐτὴν εἰς ἔργον προελθεῖν, διδάσκων ἡμᾶς μὴ πεποιθέναι ἐπ’ ἰδίᾳ δυνάμει ἢ βουλῇ, ἀλλ’ ἐπ’ αὐτῷ μόνῳ, ὅτι καὶ τὰ παρ’ ἡμῖν ἀνέλπιστα καὶ ἀδύνατα αὐτῷ ῥᾴδια καὶ δυνατά· τοῦτο δὲ, φησὶ, τὸν Θεὸν πεποιηκέναι οὐχ
20ὡς αὐτοῦ Παύλου δεομένου μαθεῖν· τίς γὰρ αὐτοῦ μᾶλλον ᾔδει τῷ ἐπὶ μόνῳ Θεῷ ἐλπίζειν; ἀλλ’ ἵνα δι’ ἡμῶν οἱ ἄλλοι τοῦτο μάθωσι· καὶ οὕτως ἑαυτῶν, φησὶν, ἀπέγνωμεν παντελῶς, ἵνα τὴν ἐλπίδα ἐπὶ μόνῳ Θεῷ σχῶμεν· ὁ δὲ ἑαυτοῦ προαπογινώσκων, πῶς ἂν οἰκείᾳ βουλῇ ἢ δυνάμει ἢ ἀπολογίᾳ σώζεσθαι ἐλπίσιν ὡς ἐξακο‐
25λοῦθον τὸ ἅπαν ἑαυτοῦ ἐκδοῦναι Θεῷ. Ἀλλὰ αὐτὸν ἐν ἑαυτοῖς. Τὸ ἀπόκριμα, τὴν ψῆφον, τὴν προσδοκίαν, τὴν κρίσιν· τοιαύτην ἠφίει τὰ πράγματα φωνήν· τοιαύτην ἀπόκρισιν ἐδίδου τὰ συμ‐ βάντα ὅτι ἀποθανούμεθα πάντως, οὐ μὴν μέχρι τῆς πείρας ἐξέβη
30τοῦτο, ἀλλὰ μέχρι τῆς ὑπονοίας ἔστη τῆς ὑμετέρας· ἡ μὲν γὰρ τῶν πραγμάτων φύσις τοῦτο ἀπεφήνατο· ἡ δὲ τοῦ Θεοῦ δύναμις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐλθεῖν, ἀλλὰ τῇ διανοίᾳ ἡμῶν
τοῦτο συμβῆναι συνεχώρησε· διὸ καὶ ἐν ἑαυτοῖς, φησὶ, τὸ ἀπό‐351

352

κριμα τοῦ θανάτου ἐσχήκαμεν. Ἅμα μὲν ἐμφαίνει τὸ τοῦ κιν‐ δύνου μέγεθος, μονονουχὶ λέγων, ὅτι νεκροὺς γενομένους ἀνέστησεν, ἅμα δὲ καὶ τοῦ τῆς ἀναστάσεως αὐτοὺς ὑπομιμνήσκει λόγου, ὃν πολὺν ἐποιήσατο ἐν τῇ πρώτῃ Ἐπιστολῇ. Οὐκ εἶπε κινδύνου,
5ἀλλὰ θανάτου, ὅπερ καὶ τὸ ὑπερέχον τῶν κινδύνων δηλοῖ, καὶ τὴν ἀνάστασιν πάλιν παρετίθει, ὡσεὶ ἔλεγε, τί ἀπιστοῦσί τινες τῇ ἀναστάσει; ἤδη δίδωσι δείγματα ταύτης ὁ Θεός· ἡμᾶς γὰρ τῷ ὅλῳ μέρει νεκρωθέντας ἤγειρεν. Ἔτι ῥύσεται.
10 Τοῦτο δείκνυσι τὸν αὐτοῦ βίον ἀεὶ ὄντα ἐν προσδοκίᾳ θλίψεων· τὸ γὰρ “ῥύσεται” εἰδότος ἦν ἀεὶ ἕξειν πειρασμούς. Ὅρα δὲ ταπει‐ νοφροσύνην· Παῦλος τῆς Κορινθίων εὐχῆς τὴν συνέργειαν αἰτεῖ· τοῦτο δέ ἐστι καὶ διδάσκοντος τῆς εὐχῆς τὸ ἀναγκαῖον. Ῥύσεται δὲ ἡμᾶς ὁ Θεὸς, καὶ ὑμῶν εἰς τὴν εὐχὴν συνεργούν‐
15των, ἵνα, φησὶ, κοινὴν τὴν χάριν ἐμοί τε καὶ ὑμῖν παράσχῃ, ἵνα ἐν πολλῷ προσώπῳ, τουτέστι, διὰ πολλῶν προσώπων τῶν ὑμετέρων δηλονότι εὐχαριστηθῇ ὁ Θεὸς ὑπὲρ τῆς εἰς ἐμὲ χάριτος. Ἡ γὰρ καύχησις. Ἐπειδὴ εἶπεν ἄνω διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ ἠλεῆσθαι, ἵνα
20μὴ ταύτῃ τὸν ἀκροατὴν ῥᾳθυμότερον ποιήσῃ, λέγει, δεῖ καὶ οἴκοθεν ἔχειν τῆς σωτηρίας τὰς ἀφορμὰς ἀπὸ συνειδότος Χριστοῦ· τὸ μαρτύριον γὰρ, φησὶ, τῆς συνειδήσεως ἡμῶν, ὡσεὶ ἔλεγε, τὸ συν‐ ειδὸς ἡμῶν μαρτυροῦν ἡμῖν ἀγαθὰ, καὶ ὅτι ἐν ἁπλότητι ἀνεστρά‐ φημεν ἐν τῷ κόσμῳ, μεγίστην παρακλήσεως πρόφασιν δέδωκεν
25ἡμῖν, μᾶλλον δὲ οὐ παρακλήσεως μόνον, ἀλλὰ καυχήσεως. Ἐν ἁπλότητι— Ἄνευ δόλου, ἄνευ ἐπικαλύμματός τινος καὶ ὑποκρίσεως. Οὐκ ἐν σοφίᾳ. Οὐκ ἐν δεινότητι καὶ στροφῇ λόγων, συσκιαζούσῃ τὴν ἀλήθειαν
30ἀνεστράφημεν· ὅρα δέ· ἐφ’ οἷς μέγα ἐφρόνουν οἱ ψευδαπόστολοι, ταῦτα αὐτὸς ἀποσείεται καὶ φεύγει· ἀλλ’ ἐν χάριτι Θεοῦ·
τουτέστι σημείοις καὶ τέρασιν, ἅτινα ἦν χαρίσματα Θεοῦ.352

353

Περισσοτέρως. Πῶς; ὅτι μετὰ τῶν σημείων ἔτι καὶ ἀδάπανον παρ’ αὐτοῖς τὸ εὐαγγέλιον ἐκήρυξε, καὶ ὅρα, ὅπερ ἦν αὐτοῦ κατόρθωμα, τοῦτο τῇ χάριτι τοῦ Θεοῦ ἀνατίθησιν.
5 Οὐ γὰρ ἄλλα γράφομεν. Ἐπειδὴ μέγα ἐφθέγξατο περὶ ἑαυτοῦ, ἵνα μή τις νομίσῃ κόμ‐ πον αὐτὰ ῥημάτων εἶναι χηρεύοντα τῶν ἔργων, αὐτοὺς τοῦ ἀλη‐ θεύειν παράγει μάρτυρας· οὐ γὰρ ἄλλα ἐγράφομεν ὑμῖν, τουτέστι ξένα καὶ ἀλλότρια ἡμῶν· ἐγεγραφήκει γὰρ πρότερον ὡς ἀδάπανον
10ἐκήρυξε τὸ Εὐαγγέλιον παρ’ αὐτοῖς, ἀλλ’ ἐκεῖνα, φησὶν, ὑμῖν ἐγράφομεν, “ἃ ἀναγινώσκετε,” τουτέστιν, ἃ ὑπομιμνήσκεσθε εἶναι παρ’ ἡμῖν· ἀνάγνωσις γάρ ἐστιν ἡ ὑπόμνησις, ἡ ἄνωθεν γνῶσις· καὶ τί λέγω, φησὶν, ἅτινα ὑπομιμνήσκεσθε, ἅτινα μὲν οὖν ἐπι‐ γιγνώσκετε εἶναι ἡμῶν ἴδια, μήτε ὑπομνησθῆναι δεόμενοι διὰ τὸ
15πρόδηλον αὐτῶν, ἀλλὰ ἀκριβῶς εἰδότες καὶ πρὸ ὑπομνήσεως. Ἐλπίζω δὲ— Ὁρᾷς ὅτι οὐδὲν ἐπηρμένον λαλεῖ, ἀλλὰ τῷ Θεῷ ἀνατίθησι τὸ πᾶν. Ἐλπίζω γὰρ, φησὶν, εἰς τὸν Θεὸν, ὅτι ἕως τέλους ἐπιγνώ‐ σεσθε ἡμᾶς τοιούτους ὄντας, οἵους αἱ ἐπιστολαὶ δηλοῦσι, καὶ ὁ
20παρελθὼν δηλοῦται βίος· καθὼς φησὶν ἀπὸ μέρους, οἷον ἐκ μέρους ἔγνωτε· μετριάζει δὲ τοῦτο λέγων. Εἶτα ἵνα μὴ φορτικὸς εἶναι δόξῃ, περὶ ἑαυτοῦ λέγων, κοινὰ τὰ αὐτοῦ ποιεῖται κατορθώματα. Εἰ γὰρ τοιοῦτος, φησὶ, δειχθῶ, οἷον εἴρηκα ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, οἷον ἐν τῇ κρίσει· οὐδὲ γὰρ δεῖ, φησὶ, τὰ παρόντα σκο‐
25πεῖν, οἷον τὰς ὕβρεις, τὰ ὀνείδη, ἃς ἀκούομεν οἱ Ἀπόστολοι· εἰ τοιοῦτοι γὰρ οὖν δειχθῶμεν, καύχημα ὑμῶν ἐσμεν· πῶς; ὅτι τοι‐ ούτων ἠπορήσατε διδασκάλων τῶν οὐδὲν ἀνθρώπινον διδαξάντων· καὶ ἡμεῖς δὲ ἐν ὑμῖν καυχησόμεθα, ὅτι τοιούτων ἠπορήσαμεν μαθητῶν τῶν μὴ σαλευομένων ἢ σκανδαλιζομένων ἐν τῷ πάσχειν
30κακῶς τοὺς αὐτῶν διδασκάλους.353

354

(1t)

ΚΕΦ. Β.
2tΠερὶ ἀγάπης τῆς πρὸς αὐτοὺς καὶ φειδοὺς εἰς τὸ μὴ λυπεῖν, εἰ καὶ λυπῶν
3tὠφελεῖ, ὡς ἐπὶ τοῦ διὰ πορνείαν ἐπιτιμηθέντος, ᾧ καὶ συγχωρεῖ.
4Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλ‐
5θεῖν πρότερον. Ποίᾳ ταύτῃ θαρρήσει; ποίᾳ; τὸ καυχᾶσθαι ἐφ’ ὑμῖν, τὸ καύχημα ἡμῶν εἶναι τὸ ἀγαπᾷν ὑμᾶς, τὸ μηδὲν ἑαυτῷ πονηρὸν συνειδέναι. Ἵνα δευτέραν χάριν ἔχητε.
10 Τήν τε διὰ τῆς προτέρας Ἐπιστολῆς καὶ διὰ τῆς παρουσίας. Καὶ δι’ ὑμῶν ἐλθεῖν— Καίτοι ἐν τῇ προτέρᾳ Ἐπιστολῇ εἰρήκει, “ἐλεύσομαι δὲ πρὸς “ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω.” Ἐνταῦθα δέ φησιν, ὅτι ἐβου‐ λόμην πρότερον ἐλθεῖν πρὸς ὑμᾶς· τί οὖν ἑαυτῷ ἐναντιοῦται; μὴ
15γένοιτο, ἀλλὰ τοῦτο λέγει, τοσοῦτον, φησὶν, ἀπέσχον τοῦ ῥᾳθυ‐ μῆσαι ἐλθεῖν πρὸς ὑμᾶς, ὅτι ὅσον ἧκεν εἰς τὴν ἐμὴν γνώμην, καὶ πρὶν Μακεδονίαν ἴδω, ἐλθεῖν πρὸς ὑμᾶς ἤθελον· ἀλλ’ οὐκ ἀπέβη μοι, φησὶ, κατὰ γνώμην τὰ πράγματα. Ἵνα διπλῆν χάριν ἔχητε, καὶ τὴν διὰ τῶν γραμμάτων καὶ τὴν διὰ τῆς παρουσίας· χάριν
20δὲ τὴν χαρὰν λέγει. Ἐν τῇ προτέρᾳ Ἐπιστολῇ εἶπεν, ἵνα ὑμεῖς με προπέμπητε οὗ ἐὰν πορεύωμαι· νῦν λέγει ποῦ ἤμελλε πορεύεσθαι, ὅτι ἐν τῇ Ἰου‐ δαίᾳ. καὶ γὰρ τότε ἠγνόει ποῦ κελεύεται ὑπὸ τοῦ Πνεύματος ἀπελθεῖν· νῦν δὲ ἠκηκόει· λοιπὸν ὁρᾷς αὐτὸν Πνεύματι πανταχοῦ
25ἀγόμενον. Μή τι ἄρα τῇ ἐλαφρίᾳ. Τοῦτο οὖν βουλόμενος τὸ ἐλθεῖν πρὸς ὑμᾶς, τίνος ἕνεκεν οὐκ ἦλθον, ἀλλὰ ὡς ἐλαφρὸς καὶ εὐρίπιστος καὶ τοῖς οἰκείοις ἐναντιού‐ μενος λόγοις; μὴ γένοιτο· ἀλλὰ τί τὸ αἴτιον; ὅτι ἃ βουλεύομαι,
30φησὶν, οὐ κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναὶ, καὶ τὸ οὒ οὔ· ὅπερ αὐτὸς ἐρωτηματικῶς τέθεικε· καὶ τί βούλεται,
ὅρα. Ὁ σαρκικὸς, φησὶν, ἄνθρωπος, καὶ κατὰ σάρκα βουλευό‐354

355

μενος, οἷον ὁ μὴ ἀγόμενος πρὸς τὰ πρακτέα τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, κύριός ἐστιν ἑαυτοῦ ἀπιέναι ὅπου βούλεται· ὁ δὲ ἐκ Πνεύματος ἀγόμενος οὐκ ἔχει ἐξουσίαν βαδίζειν ὅπου θέλει· δεσπότῃ γὰρ ὑποτέτακται Παρακλήτῳ, καὶ τῷ αὐτοῦ νεύματι
5εἴκειν ἀναγκάζεται· ὥστε τὸ ἐλθεῖν οὐχ ὡς εὐρίπιστος καὶ ἐλα‐ φρὸς καὶ ψευδολόγος ὑπερεθέμην, ἀλλὰ τοῦ Πνεύματος, ᾧ ἄγομαι ἡ αἰτία, τοῦ ἀλλαχοῦ ἤπερ ἐβουλόμην ἄξαντος. Ὅρα δὲ σοφίαν· ὅπερ οἱ διαβάλλοντες πρόφασιν λοιδορίας ἐποιοῦντο τὸ ὑποσχό‐ μενον μὴ ἐλθεῖν, τοῦτο αὐτὸς πρόφασιν ἐγκωμίου ποιεῖται τὸ μὴ
10ἐξουσιάζειν ἑαυτοῦ, ἀλλ’ ἄγεσθαι ὑπὸ τοῦ Πνεύματος ὅπου αὐτῷ δόξει. Ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναί. Τί οὖν ὁ Παῦλος ὑπισχνούμενος, οὐ μετὰ τῆς ἐνεργείας τοῦ Πνεύματος ὑπισχνεῖτο, ἀλλ’ ἀγνοῶν εἰ πληρώσει τὰς ὑποσχέ‐
15σεις; φαμὲν ὅτι οὐ πάντα προῄδει ὁ Ἀπόστολος· τοιγαροῦν καὶ εὔχεται ἀσύμφορα ὡς ἐπὶ τοῦ σκόλοπος τῆς αὐτοῦ σαρκὸς, καὶ πάλιν, τὸ γὰρ “τί προσεύξομαι καθὸ δεῖ, οὐκ οἶδα·” καὶ ἐν ταῖς Πράξεσι δὲ δείκνυται ἀπελθεῖν βουλόμενος ποῦ, καὶ κωλυόμενος ὑπὸ τοῦ Πνεύματος· τοῦτο δὲ συμφερόντως ἐγένετο, ἵνα μή τινες
20μείζους αὐτοὺς ὑπολάβωσι τῆς ἀνθρωπίνης φύσεως· καὶ γὰρ ἀπο‐ τυγχάνουσιν αὐτοῖς, πολλάκις θύειν ἠβούλοντο αὐτοῖς ὡς θεοῖς ἐν Λυκαονίᾳ. Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ.
25 Ἀνακύπτουσαν ἀντίθεσιν λύει· εἰ ἀγνοεῖς, φησὶν, εἰ ἔσται ἃ ἐπηγγέλη καὶ πολλάκις λέγεις ἐν πράγματι ναὶ, καὶ εὑρίσκεται οὔ· δεδοίκαμεν μή πως καὶ ὁ λόγος σου, τουτέστιν ὁ κηρυχθεὶς ἡμῖν περὶ τῆς πίστεως, ναὶ καὶ οὔ ἐστι· καί φησι, τὸ μὲν ἐπαγ‐ γείλασθαι ἐλθεῖν, ἐμὸν ἦν· διὸ καὶ ἀπέτυχε· τὸ δὲ κήρυγμα τοῦ
30Θεοῦ ἔστι, καὶ οὐκ ἀποτεύξεται· πιστοῖς γὰρ, φησὶν, ὁ Θεὸς, τουτέστιν, ἀληθὴς, ὅτι ὁ λόγος ἡμῶν, ἐπειδή φησιν ὁ λόγος καὶ τὸ κήρυγμα ἡμῶν οὐ γέγονε ναὶ καὶ οὔ· ἀλλὰ ναὶ ἔσται καὶ ναί· διὰ τοῦτο γὰρ ἀληθὴς, ἐπειδὴ οὐ γέγονε ναὶ καὶ οὔ· καὶ λοιπὸν
λέγει, ποῖος λόγος οὐ γέγονε ναὶ καὶ οὒ, ἀλλ’ ἀσάλευτος ἔμεινεν.355

356

ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ φησιν, ὁ ἐν ὑμῖν κηρυχθεὶς οὐ γέγονε ναὶ καὶ οὒ, τουτέστιν, οὐ νῦν μὲν ὧδε, ἄλλοτε δὲ τοιῶσδε κεκήρυκται, ἀλλὰ ναὶ ἐν αὐτῷ, τουτέστιν, ἀπαρασάλευτα τὰ εἰς αὐτὸν κη‐ ρυχθέντα γεγένηται· διὰ τοῦτο δὲ τὸ πλῆθος τῶν κηρυξάντων
5καταλέγει· ταύτῃ ποιῶν ἀξίοπιστον τὸ κήρυγμα, καὶ ταπεινο‐ φροσύνην ἐπιδεικνύμενος, ὅτι τοὺς ἑαυτοῦ μαθητὰς κοινωνοὺς τοῦ κηρύγματος ὀνομάζει· “δι’ ἐμοῦ” γάρ, φησι, “καὶ Σιλουανοῦ “καὶ Τιμοθέου.” Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι· οὐδὲ νῦν μὲν τοῦτο, νῦν δὲ ἄλλο διελέχθην ὑμῖν·
10τοῦτο γὰρ οὐκ ἔστι πίστεως, ἀλλὰ πεπλανημένης διανοίας· ἀλλὰ καὶ ἐν αὐτῷ γέγονε, τουτέστιν ὅπερ εἶπον ἀπαρασάλευτον καὶ βέβαιον μένει. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ. Ἐν τῷ κηρύγματι πολλὰ ἐστὶ τὰ ἐπαγγελλόμενα, ἀνάστασις
15νεκρῶν, υἱοθεσία, ἐλπίδες τοῦ μέλλοντος αἰῶνος· φησὶν οὖν· οὐ μόνον τὸ κήρυγμα ἀεὶ ὡσαύτως ἔχει τε καὶ κεκήρυκται, ἀλλὰ καὶ αἱ ἐν αὐτῷ ἐπαγγελίαι· Θεοῦ γάρ εἰσιν· ἢ τὰς ἐπαγγελίας, αὐτὸ τὸ κήρυγμα λέγει· ὁ γὰρ σύνδεσμος ὁ “γὰρ” τοῦτο δηλοῖ· πρό‐ παλαι γὰρ ἡ εἰς Χριστὸν πίστις ἐπήγγελτο.
20 Ἐν αὐτῷ τὸ ναὶ, καὶ ἐν αὐτῷ τὸ ἀμήν. Ὅσαι γὰρ, φησὶν, ἐπαγγελίαι Θεοῦ ἐν αὐτῷ τῷ Θεῷ, τουτέστι δι’ αὐτοῦ τοῦ Θεοῦ τὸ ναὶ καὶ τὸ ἀμὴν ἔχουσι· τὸ γὰρ πληροῦ‐ σθαι ἔχουσαι τὸ ναὶ καὶ τὸ ἀμὴν ἔχουσιν εἰς τὸ γενέσθαι δόξαν τῷ Θεῷ δι’ ἡμῶν. Ἢ οὕτως. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ ἐν
25αὐτῷ ἔχουσι τὸ ναὶ καὶ τὸ ἀμὴν δι’ ἡμῶν. ὡσεὶ ἔλεγεν αὐτὸς μὲν τὸ ναὶ ταῖς οἰκείαις δίδωσιν ἐπαγγελίαις· δι’ ἡμῶν δὲ τοῦτο ποιεῖ εἰς τὸ δοξασθῆναι τὸν Θεὸν, ὅτι δι’ ἀνθρώπων τὰ τοσαῦτα ποιεῖ. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν. Ἐπειδὴ εἶπε δι’ ἡμῶν πληροῦνται αἱ ἐπαγγελίαι, ἐπιδιορθοῦ‐
30ται αὐτῷ φησὶ, δι’ ἡμῶν μὲν ὡς διακόνων ποιεῖ· αὐτὸς δὲ ὁ Πατὴρ ὁ βεβαιῶν καὶ ὑμᾶς καὶ ἡμᾶς εἰς τὴν τοῦ Υἱοῦ αὐτοῦ πίστιν, αὐτὸς τὰς ἐπαγγελίας πληροῖ, ὀργάνοις ἡμῖν χρώμενος· τὸ γὰρ πληροῖ συνυπακουστέον, ἵνα ᾖ οὕτως, ὁ βεβαιῶν ἡμᾶς
καὶ ὁ δοὺς, αὐτὸς πληροῖ τὰς οἰκείας ὑποσχέσεις.356

357

Καὶ χρίσας ἡμᾶς Θεὸς, ὁ καὶ σφραγισάμενος ἡμᾶς. Οἱ χριόμενοι ἐν τῇ παλαιᾷ ἢ ἱερεῖς ἢ προφῆται ἢ βασιλεῖς ἐγίνοντο· καὶ νῦν φησι, χριόμεθα, ἵνα πάντα γενώμεθα, βασιλεῖς μὲν καὶ ἄρχοντες τῶν παθῶν, ἱερεῖς δὲ τὰ οἰκεῖα ἱερουργοῦντες
5σώματα, κατὰ τὸ “παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν.” προφῆται δὲ τὰ μεγάλα μυστήρια διδασκόμενοι. χρίει δὲ καὶ σφραγίζει ὁ Πατὴρ διὰ τοῦ Ἁγίου Πνεύματος· ταῦτα γὰρ, φησὶν, ἡ χρίσις καὶ ἡ σφραγὶς ἀρραβών ἐστι τοῦ παρακλήτου. Διὰ τοῦτο δὲ οὐκ εἶπε τὸ Πνεῦμα δοὺς, ἀλλ’ ἀρραβὼν Πνεύματος,
10βεβαιῶν τὰς μελλούσας ἐλπίδας. Ὁ γὰρ ἀρραβὼν εἴωθε βεβαι‐ οῦν τὸ πᾶν σύνταγμα· τοιγαροῦν καὶ ὁ νῦν ἀρραβὼν τοῦ Πνεύ‐ ματος πιστοῦται ἡμῖν τὰ μέλλοντα, “ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ “οὖς οὐκ ἤκουσε.” Καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρ‐
15δίαις ἡμῶν. Ἔξωθεν συνυπακουστέον αὐτός ἐστιν ὁ πληρῶν τὰς οἰκείας, φησὶν, ὑποσχέσεις. Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον.
20 Ἄνω εἰπὼν διὰ τὸ μὴ ἔχειν ἑαυτοῦ ἐξουσίαν, ἀλλαχοῦ ἀποστα‐ λεὶς ὑπὸ τοῦ Πνεύματος· πῶς νῦν λέγει “φειδόμενος ὑμῶν οὐκ “ἦλθον;” καὶ φαμὲν, ὅτι ὅτε ἀφέθη ὑπὸ τοῦ Πνεύματος ἀπελθεῖν, διὰ τὸ φείδεσθαι οὐκ ἀπῆλθεν· ἢ μετὰ τῆς κωλύσεως τοῦ Πνεύ‐ ματος καὶ τοῦτο ἐκώλυσεν, ἢ καὶ εἰς τοῦτο ὑπ’ αὐτοῦ ἐκωλύθη·
25ἧσαν γάρ τινες ἁμαρτήσαντες καὶ μὴ μετανοήσαντες, καὶ περιέ‐ μεινεν τὴν μετάνοιαν αὐτῶν, καὶ διὰ τοῦτο εἶπε “φειδόμενος.” ἐπετέτραπτο γὰρ αὐτῷ καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας· καὶ μαρτυρεῖ Ἐλύμας ὁ μάγος. Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως.
30 Ἐπειδὴ ἀπονοίας ἐδόκει τὸ εἰπεῖν, φειδόμενος ὑμῶν· ἐκείνων γάρ τις φείδεται, ὧν ἔχει ἐξουσίαν, θεραπεύει αὐτὸ, καί φησιν, οὐ διὰ τὸ ἐξουσίαν ἔχειν τῆς πίστεως ὑμῶν εἶπον τὸ “φειδόμενος·”
γνώμης γὰρ ἡ πίστις καὶ προαιρέσεως, καὶ οὐδεὶς ἀναγκάζει357

358

πιστεῦσαι τὸν ἄκοντα· ἀλλ’ ἐπειδὴ, φησὶ, συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, διὰ τοῦτο εἶπον φειδόμενος ὑμῶν· τί δέ ἐστι τοῦτο, ὅρα· εὐφραινόμενος, φησὶν, εἰς ὑμᾶς, ἐγὼ συνεργῶ ὑμῖν εἰς τὸ καὶ ὑμᾶς χαίρειν ἐπὶ τῇ ἐμῇ δι’ ὑμᾶς εὐφροσύνῃ· εἰ οὖν ἦλθον
5διὰ τοὺς ἁμαρτήσαντας, μηκέτι μὲν εὐφραινόμενος, πενθῶν δὲ, εἰς λύπην καὶ ὑμᾶς ἔβαλλον. Ἐφεισάμην οὖν ἐλθεῖν, ἵνα μὴ πρόφα‐ σις γένωμαι λύπης ὑμῖν. Τῇ γὰρ πίστει ἑστήκατε. Εἰπὼν, ὅτι “τῇ πίστει ἑστήκατε,” ἐμφαίνει ὅτι ἐν ἄλλοις
10ἐσφάλλοντο, ὃ καὶ παρακατιὼν σαφηνίζει ἐν τῷ τῆς Ἐπιστολῆς τέλει. Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμᾶς. Τὸ “πάλιν” δείκνυσι καὶ ἤδη λυπηθέντα αὐτὸν ἐπ’ αὐτοῖς.
15 Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς. Θεραπευτικὸς ὁ λόγος· φησὶ γὰρ, εἰ καὶ λυπῶ ὑμᾶς ἐν τῷ ἐπιτιμᾷν ἀποστρέφεσθαι ὑμᾶς· πλὴν εὐφραίνομαι δι’ αὐτὸ τοῦτο, ὅτι τοσοῦτον ὑμῖν ἐμοῦ μέλει, ὡς δάκνεσθαι ἐκ τῆς ἐμῆς ἀποστρο‐ φῆς καὶ λύπης.
20 Θεοδωρίτου. Τί γὰρ μὲ, φησὶν, εὐφραίνει οὕτως, ὡς τῶν ἐγκαλουμένων ἡ αἴσθησις; τεκμηριοῖ γὰρ αὕτη τὴν ἐκ τῶν ἐγκλη‐ μάτων γινομένην ὠφέλειαν. Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό. Πότε ἔγραψε, καὶ τί; ἐν τῷ τέλει τῆς νῦν Ἐπιστολῆς· ἔγραψε
25δὲ τοὺς ἡμαρτηκότας ἐνάγων εἰς μετάνοιαν· μὴ ἐλθόντα γάρ με, φησὶ, πάλιν ταπεινώσει ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προαμαρτησάντων καὶ μὴ μετανοησάντων· τοῦτο οὖν, φησὶ, προέ‐ γραψα, ἵνα διορθώσωνται καὶ μὴ λύπην σχῶ ἀφ’ ὑμῶν ἀφ’ ὧν κατορθούντων χαίρειν ἔδει.
30 Πεποιθὼς ἐπὶ πάντας ὑμᾶς. Καὶ τοῦτο βουλόμενος, φησὶν, οὐ χάριν τοῦ ἐμὲ μόνον εὐφραν‐ θῆναι βούλομαι, ἀλλὰ καὶ ὑμᾶς· πέποιθα γὰρ, ὅτι ἡ διόρθωσις
τῶν ἀδελφῶν καὶ ἐμοὶ τίκτει χαρὰν καὶ ὑμῖν· ἡ γὰρ ἐμὴ χαρὰ358

359

πρόφασις γίνεται καὶ ὑμετέρας χαρᾶς· οὕτω με, φησὶν, ἀγα‐ πᾶτε. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγρα‐ ψα ὑμῖν διὰ πολλῶν δακρύων.
5 Ἐπεὶ οὖν ἡ διόρθωσις τῶν ἀδελφῶν κοινῆς χαρᾶς πρόξενος γίνεται, πάνυ αὐτῆς ἐρῶ, καὶ μὴ γινομένης, ἀλγῶ καὶ τρύχομαι· τοιγαροῦν τὰς ἐγκλήσεις καὶ ἐπιτιμήσεις ἃς ἔγραψα, “ἀπὸ θλί‐ “ψεως καὶ συνοχῆς καρδίας ἔγραψα” οὐχ ἵνα λυπηθῆτε σπου‐ δάζων· τοῦτο γὰρ καὶ ἄλλως ἀνόνητον· ἀλλ’ ἵνα πνευματικῶς καὶ
10ἐπὶ διορθώσει λυπηθῆτε. ἀλλὰ τοῦτο μὲν οὐ λέγει, θεραπεῦσαι δὲ αὐτοὺς θέλων, φησὶν, ἵνα τὴν ἀγάπην μου γνῶτε· τὸ γὰρ ἐμὲ ἀδημονεῖν καὶ κατατρύχεσθαι ἐφ’ οἷς ἁμαρτάνετε ὑμεῖς, δεῖγμα μεγίστης ἀγάπης καθέστηκε. Ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως
15εἰς ὑμᾶς. Πλεῖον, φησὶ, τῶν λοιπῶν μου μαθητῶν· καὶ γὰρ πολλοὶ ἦσαν ἐν Κορίνθῳ πιστοὶ καὶ δόκιμοι. Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν. Βούλεται διὰ τούτων ἀγάπην κυρωθῆναι εἰς τὸν πεπορνευκότα,
20περὶ οὗ ἔγραψεν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· καὶ γὰρ πάντες αὐτὸν ἦσαν ἀποστραφέντες ταῖς τούτου κελεύσεσι· καὶ ὅρα τί ποιεῖ, κοινωνοὺς αὐτοὺς ποιεῖται τῆς λύπης ὡς κοινῇ πάντων λυπηθέντων τῶν ἐπὶ τῷ γενομένῳ, ἵνα καὶ τῆς διδομένης συγγνώμης γίγνωνται κοινωνοί. “Εἰ δέ τις λελύπηκε,” φησὶ, τὸν πεπορνευκότα λέγων,
25οὐκ ἐμὲ λελύπηκε μόνον, ἀλλὰ καὶ ὑμᾶς ἐν μέρει· τοῦτο γὰρ δηλοῖ τὸ “ἀπὸ μέρους·” ἐν μέρει δὲ εἶπον, φησὶν, ἵνα μὴ ἐπι‐ “βαρῶ,” τουτέστιν, ἐπιπαροξύνω κατ’ αὐτοῦ πάντας ὑμᾶς. Ἢ οὕτως μεθ’ ὑπερβατοῦ· λελύπηκε πάντας ὑμᾶς ἐν μέρει, τοῦτο δὲ εἶπον, ἵνα μὴ ἐπιβαρήσω τὸν πεπορνευκότα ἐκ τοῦ λέγειν τοσοῦτον
30αὐτὸν λαὸν λελυπηκέναι. Θεοδωρίτου. Εἰ καὶ τὶ εἰπεῖν ἠβουλήθην, καὶ δεῖξαι πᾶν τὸ σῶμα τῆς ἐκκλησίας κοινωνῆσαν τῆς λύπης, ἀλλὰ τοὺς ἄλλους
καταλιπὼν αὐτῶν ἐμνημόνευσε μόνον· τοῦτο γὰρ δηλοῖ τὸ “ἀπὸ359

360

“μέρους,” καὶ “ἵνα μὴ ἐπιβαρῶ·” εἶτα τὴν πατρικὴν φιλοστορ‐ γίαν γυμνοῖ λέγων, “ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη.” Διὰ τοῦτο τὸ ὄνομα αὐτοῦ οὔτε ἄνω οὔτε ὧδε τίθησιν, αὐτοῦ φειδόμενος, μή πως τῇ ὀνομασίᾳ αὐτοῦ πάλιν ἀναζέσῃ ὁ κατ’
5αὐτοῦ τῶν Κορινθίων θυμός. Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ πα‐ ρακάλεσαι. Μὴ μόνον, φησὶ, λύσητε τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ παρακα‐ λέσατε αὐτὸν, καὶ ἐν τῇ προτέρᾳ ἔχετε τάξει· ἐναντίον δὲ ἡ
10παράκλησις τῆς ἐπιτιμήσεως· ὅρα δὲ, ἵνα μὴ νομίσῃ ὁ πεπορ‐ νευκὼς ἱκανῶς μετανενοηκέναι καὶ τοῦ λοιποῦ ῥᾳθυμότερος γένηται, φησὶ, “χαρίσασθαι,” εἰ καὶ μὴ ἄξιον, φησὶν, ἐστὶ λαβεῖν κατὰ ὀφειλὴν τὴν συγγνώμην. Μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
15 Ὡς ὁ Ἰούδας ἀπὸ τῆς ἀμέτρου λύπης· ἢ “καταποθῇ,” ὑπὸ τοῦ Σατανᾶ· δηλοῖ δὲ ἄφατον τὴν λύπην τοῦ πεπορνευκότος. Διὸ παρακαλῶ ὑμᾶς. Οὐκέτι ὡς διδάσκαλος κελεύει, ἀλλ’ ὡς συνήγορος δικαστὰς παρακαλεῖ.
20 Κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Μὴ ἁπλῶς, ἀλλὰ παγίως· μεγίστην δὲ τοῦτο δείκνυσι Κοριν‐ θίων ἀρετὴν, ὅτι οὕτω μετεβλήθησαν, ὥστε ἐφ’ ᾧ πρότερον ἐφυ‐ σιοῦντο, “καὶ ὑμεῖς γὰρ πεφυσιωμένοι ἐστὲ,” νῦν ἔχθραν ἄσπονδον ἔχειν.
25 Ἵνα γνῷ τὴν δοκιμὴν ὑμῶν. Τὴν ἐν τῇ ἀκοῇ δηλονότι εἰς τοῦτο ἔγραψα, τουτέστι, διὰ τοῦτο, φησὶν, ἔγραψα ὑμῖν ταῦτα, ἵνα γνῷ ἄρα ὥσπερ ἠκούσατέ μου καὶ ἀπεκόψατε ἑαυτοὺς ἀπ’ αὐτοῦ, οὕτως μου ἀκούσεσθε καὶ εἰς τὸ δέξασθαι αὐτόν. καί τοι οὐ μόνον διὰ τὴν ἐκείνου σωτηρίαν, ἵνα
30μὴ “τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ” ἔγραψεν, ἀλλὰ προτρέψα‐ σθαι αὐτοὺς πρὸς τὸ πεισθῆναι βούλεται. Ὧι δέ τι χαρίζεσθε, καὶ ἐγώ.
Ὅρα, αὐτοὺς μὲν ἐν πρωτοτύπῳ τέταχεν, ἑαυτὸν δὲ ἐν παρε‐360

361

πομένῳ. Εἶτα ἵνα μὴ ἀκούσαντες “ᾧ δέ τι χαρίζεσθε,” νομί‐ σωσι κύριοι εἶναι τοῦ ἀπολύειν καὶ μὴ, καὶ ἑαυτὸν προστίθησι, τῷ εἰπεῖν “καὶ ἐγὼ” δι’ ὑμᾶς, φησὶ, κεχάρισμαι. Ἤιδειν γὰρ χαρι‐ ζόμενος καὶ ὑμῖν ἐκ τούτου. εἶτα ἵνα μὴ νομισθῇ δι’ ἀνθρώπους
5συγκεχωρηκέναι, ἐπάγει, “ἐν προσώπῳ Χριστοῦ,” τουτέστι κατὰ Χριστὸν τοῦτο ποιήσας, ὡς καὶ ἐπ’ ὄψεσι Χριστοῦ πράττων, ἢ ἐν προσώπῳ Χριστοῦ, τουτέστιν, εἰς δόξαν Χριστοῦ, ἵνα αὐτοῦ τὸ ὄνομα καὶ οἷον τὸ πρόσωπον ἐπὶ φιλανθρωπίᾳ δοξασθῇ. καὶ γὰρ δόξα Χριστοῦ τὸ τῶν μαθητῶν αὐτοῦ φιλάνθρωπον. Εἰ οὖν εἰς
10δόξαν Χριστοῦ γίνεται τὸ γινόμενον, πῶς δύνασθε μὴ συγγνῶναι καὶ δέξασθαι αὐτόν; Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Τοῦτο δὲ λέγω, “ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ.” εἰ γὰρ εἰάθη οὗτος, καὶ ἐκ τῆς περισσοτέρας λύπης κατεπόθη,
15ἐμέλλομεν πλεονεκτεῖσθαι ὑπὸ τοῦ διαβόλου· τὰ μὴ αὐτοῦ γὰρ λαμβάνων, ἐμείου τὴν ποίμνην τοῦ Χριστοῦ, καὶ τοῦ σώματος ἡμῶν ἀφῄρητο· πάντες γὰρ ἀλλήλων μέλη ἐστὲ, φησίν. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνόουμεν. Ὅτι ποικίλα καὶ δολερὰ καὶ κακομήχανα· οὐ γὰρ μόνον ἐκ
20τοῦ εἰς πορνείαν ἐμβάλλειν ὑποσκελίζει, ἀλλὰ καὶ ἐκ τῆς ἐπὶ τῇ μεταμελείᾳ λύπης δύναται εἰς ἀπόγνωσιν σκελίσαι, ὅταν ἄμετρος ᾖ· ὅταν οὖν καὶ ἐξ ὧν ἁμαρτάνομεν καὶ ἐξ ὧν μεταμελώμεθα ἁλώ‐ σιμοι αὐτῷ ἐσμεν, πῶς οὐχὶ πλεονεκτώμεθα;
24tΚΕΦ. Γ.
25tΠερὶ τῆς δι’ αὐτοῦ ὠφελείας τοῖς ἐπιτηδείοις δι’ ἧς καὶ συνίστασθαι φησίν.
26 Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα, εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τῖτον τὸν ἀδελφόν μου.
30 Οὐχ ἁπλῶς ἀποδημήσας, ἀλλ’ εἰς τὸ Εὐαγγέλιον, τουτέστιν ἐπὶ τὸ κηρύξαι.
Θέλει εἰπεῖν ὅτι πρὸς τοῖς πειρασμοῖς, καὶ ἡ ἀπουσία Τίτου361

362

αὐτὸν ἔθλιβε· δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ στερεῖσθαι· πλὴν οὐκ εἶπεν, οὐκ ἐκήρυξα, ἤγουν τῆς σωτηρίας τῶν προσιόντων τῇ πίστει οὐκ ἐφρόντισα, ἀλλ’ “οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου,” τουτέστιν, ἐλυπούμην καὶ ἠδημόνουν· τὸ μέντοι κήρυγμα οὐ παρὰ
5τοῦτο ἐνεποδίζετο, καὶ τοσαύτη ἦν, φησὶ, λύπη ὅτι, καὶ θύρας μοι ἀνεῳγμένης, τουτέστι, καὶ μαθητῶν εὐπορῶν καὶ τοῦ λόγου τρέ‐ χοντος, ὅμως ἤλγουν ἐπὶ τῇ ἀπουσίᾳ Τίτου. Τὸ ἐν προσώπῳ Χριστοῦ, ἢ εἰς δόξαν Χριστοῦ, ἢ ὡς τοῦ Χριστοῦ τοῦτο κελεύον‐ τος, ὃ μάλιστα αὐτοὺς ἔπειθεν.
10 Ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδο‐ νίαν. Τὸ “ἀποταξάμενος” οὐκ ἔστι τὸ ἑλόμενος μὴ κηρύξαι, ἄπαγε· οἷον γὰρ ἦν εἰ διὰ τὴν ἀπουσίαν Τίτου ἐνεποδίσθη τὸ κήρυγμα, ἀλλὰ ἀντὶ τοῦ, οὐ τοσοῦτον ἐπιμείνας πρὸς αὐτοὺς, ὅσον ἤθελον
15ἐκεῖνοι· τοῦτο μὲν ἴσως καὶ τοῦ Πνεύματος ἐπιτρέψαντος, πλὴν ἐποίει τι καὶ ἀπουσία Τίτου· ἴσως δὲ καὶ χρειώδης ἦν αὐτῷ τῷ κηρύγματι ὁ Τίτος. Τῷ δὲ Θεῷ χάρις. Εἶτα ἐπειδὴ πολλὰς κατέλεξε λύπας, τὰς ἐν Ἀσίᾳ, τὰς ἐν
20Τρωάδι, αὐτὸ τὸ μὴ ἐλθεῖν πρὸς αὐτοὺς, ἵνα μὴ νομίσωσιν εἶναι ταῦτα ὀλοφυρόμενα τὰ ῥήματα, ἐπάγει, “τῷ δὲ Θεῷ χάρις τῷ “θριαμβεύοντι ἡμᾶς,” τουτέστιν, εὐχαριστοῦμεν τῶ Θεῷ, τῷ φανεροῦντι ἡμᾶς καὶ καταδήλους ποιοῦντι διὰ τοῦ πάσχειν κακῶς· φανεροῦντι δὲ μετὰ τῶν κατὰ τοῦ διαβόλου νικῶν καὶ τροπαίων·
25τοῦτο γὰρ ὁ θρίαμβος βούλεται, ἐν γὰρ τῷ πάσχειν κακῶς αἱ κατὰ τοῦ διαβόλου νίκαι συνίστανται. Ὅσον γάρ τις πλεῖον πάσχει, πλεῖον νικᾷ. Τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, Οἷον διὰ τὸν Χριστὸν, διὰ τὸ κήρυγμα.
30 Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ. Ἡ ὀσμὴ τῆς γνώσεως δύο δηλοῖ· ὅτι τε τὸ κήρυγμα οὐράνιόν ἐστι μύρον, καὶ ὅτι οὐκ ἀνακεκάλυπται πᾶσι καὶ πρόδηλόν ἐστιν, ὅπερ καὶ ἀλλαχοῦ φησιν, “ἄρτι βλέπομεν δι’ ἐσόπτρου ἐν αἰνί‐
“γματι.” Ὥσπερ γὰρ ἡ ὀσμὴ δηλοῖ μὲν εἶναί που μύρον, τὴν362

363

δὲ οὐσίαν αὐτὴν οὐ δηλοῖ τοῦ πνέοντος, οὕτω καὶ ἡ διὰ τοῦ κη‐ ρύγματος γνῶσις δηλοῖ μὲν καὶ διδάσκει εἶναι Θεὸν, ὁποῖος δὲ τὴν οὐσίαν, οὐκέτι. Φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ.
5 Θυμιαστήριον γὰρ, φησὶν, ἐσμὲν τοῦ μύρου τούτου καὶ οὐρανίου θυμιάματος, τὴν ὀσμὴν αὐτοῦ περιφέροντες πανταχοῦ. Ἄν τε γὰρ, σώζηταί τις, φησὶν, ἄν τε ἀπόλλυται, τὸ Εὐαγγέλιον τὴν οἰκείαν ἀρετὴν ἔχον μένει· οὐ γὰρ αὐτοῦ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης.
10 Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ. Οὐ μόνον, φησὶν, εὐωδίαν κηρύσσομεν, ἀλλὰ καὶ ἡμεῖς οἱ Ἀπόστολοι “εὐωδία ἐσμὲν Χριστῷ τῷ Θεῷ” οἷον ἀναφερομένη, πῶς; ἢ ἑαυτοὺς ἱερουργοῦντες, ἢ ἀπὸ τῶν ἔξωθεν καθ’ ἡμέραν ἀποθνήσκοντες, καὶ εἰσὶ ἱερεία λογιζόμενοι Χριστοῦ.
15 Ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. Εὐωδία τοιγαροῦν ἐσμεν, καὶ εὐωδίαν κηρύσσομεν, κἄν τις ἐκ τούτου σώζηται διὰ τὴν πίστιν, κἄν τις ἀπόλλυται δι’ ἀπι‐ στίαν· ὥσπερ γὰρ ὁ ἥλιος καὶ τὸ μέλι τοῖς ἀμβλυώττουσι καὶ τοῖς κακουχουμένοις οὐ κατὰ τὴν οἰκείαν ὁρᾶται φύσιν, ἀλλ’
20οὐ παρὰ τοῦτο ἢ σκοτεινὸς ἐκεῖνος ἢ τὸ μέλι πικρὸν, οὕτως καὶ τὸ κήρυγμα· καὶ ἡμεῖς, κἂν ἀπόλλυνταί τινες τῇ ἀπιστίᾳ, οὐ παρὰ τοῦτο οὐκ ἔστι πνευματικὸν μύρον, ἀλλὰ καὶ κατὰ τοῦτο ἔστι θαυμάσαι, ὅτι τοὺς κακοὺς ἐλέγχει, ἐπεὶ καὶ τὸ μύρον τοὺς χοί‐ ρους πνίγειν λόγος, καὶ τὸ πῦρ τὰς ἀκάνθας ἀναλίσκει.
25 Οἷς μὲν, ὀσμὴ θανάτου εἰς θάνατον. Οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αὐτῶν κακίαν, ἐπεὶ καὶ “ὁ Χριστὸς λίθος ἦν προσκόμματος καὶ πέτρα σκανδάλου τοῖς “ἀπολλυμένοις.” Καὶ πρὸς ταῦτα τίς ἱκανός;
30 Ἄρα πρὸς τὴν τοσαύτην χάριν δοκεῖτε ἡμᾶς ἱκανοὺς εἶναι, ὡς εἶναι εὐωδίαν Χριστοῦ; οὐ μὲν οὖν, ἀλλὰ τὸ ὅλον τῆς χάριτός ἐστιν. Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον
τοῦ Θεοῦ.363

364

Τοὺς ψευδαποστόλους ἐνταῦθα αἰνίττεται, οἱ τὴν τοῦ Θεοῦ χά‐ ριν οἰκεῖον ἔφασκον κατόρθωμα· καί φησι, διὰ τοῦτο εἶπον, “τίς “ἱκανός;” καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατέθεικα, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ, τουτέστιν οἱ ψευδαπόστολοι, καπηλεύων καὶ νοθεύων τὴν
5δωρεὰν τοῦ Θεοῦ· ὅταν γὰρ ὁ Θεὸς δῷ δωρεὰν, λέγει δέ τις ἀπὸ οἰκείων πόνων αὐτὴν κεκτῆσθαι, νοθεύει τὴν χάριν τοῦ Θεοῦ· ἢ τοῦτο φησὶ, διὰ τοῦτο τοῖς μὲν ἀπολλυμένοις ὀσμή ἐστι θανάτου, τοῖς δὲ σωζομένοις ὀσμὴ ζωῆς, ἐπειδὴ οὐ καπηλεύομεν τὸν λόγον ὡς καί τινες συμμεταβάλλοντες αὐτὸν τοῖς καιροῖς καὶ τοῖς προσ‐
10ώποις αἰσχροῦ κέρδους χάριν, ἀλλὰ τὴν ἀλήθειαν κηρύσσομεν, ἵνα καὶ οἱ ἄξιοι σωθῶσι καὶ οἱ ἀνάξιοι τῇ οἰκείᾳ ἀπιστίᾳ ἀπόλωνται· καὶ γὰρ ἐξ εἰλικρινείας λαλοῦμεν ἃ εἴδομεν ἢ ἠκούσαμεν παρὰ τοῦ Χριστοῦ. Ἀλλ’ ὡς ἐξ εἰλικρινείας.
15 Ἀλλ’ ὡς ἐκ Θεοῦ λαβόντες καὶ μαθόντες ὡς ἐνώπιον τοῦ Θεοῦ λαλοῦντες, καὶ ὡς ἐν Χριστῷ, τουτέστι διὰ Χριστοῦ ἐνηχούμενοι καὶ διδασκόμενοι λαλοῦμεν· βαβαὶ, πόσην ἀλήθειαν τῷ κηρύγματι ἐμαρτύρησεν; Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν.
20 Ἴσως ἐρεῖ τις, φησὶν, ὅτι ταῦτα διεξερχόμεθα βουλόμενοι ὑμῖν ἑαυτοὺς συνιστᾷν καὶ παρατίθεσθαι, εἰ μὴ χρῄζομεν (κατ’ ἐρώτη‐ σιν ἀνάγνωθι) ἆρα μὴ χρῄζομεν, ἢ ἀφ’ ὑμῶν πρὸς ἑτέρους, ἢ ἀφ’ ἑτέρων πρὸς ὑμᾶς συστατικῶν, τουτέστι παραθετικῶν, ἐπιστολῶν; διὰ τοῦτο τοὺς ψευδαποστόλους αἰνίττεται.
25 Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε. Ἀντὶ ἐπιστολῆς δυναμένης ἡμᾶς παραθέσθαι, ὑμᾶς ἔχομεν, καὶ τὴν ὑμῶν κατὰ Θεὸν εὐδοκίμησιν· δεῖγμα γὰρ ἀρετῆς διδασκάλου, ἡ τῶν μαθητῶν εὐδοκίμησις· οἱ οὖν πρὸς ἄλλους ὑμᾶς ἔχοντες εἰς λόγον συστάσεως, οὐκ ἂν πρὸς ὑμᾶς συστάσεως ἐδεήθημεν.
30 Ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν. Ἐν νῷ γὰρ ὑμᾶς ἔχοντες, φησὶν, ὡς καὶ ἐγγεγράφθαι ἡμῖν δοκεῖν διὰ τὸ ἀνεξάλειπτον πανταχοῦ περιφέρομεν ὑμᾶς, καὶ ἐκ
τῆς ὑμῶν ἀρετῆς ἔχομεν παρ’ ἑτέροις σύστασιν· ὅπερ φησὶ καὶ364

365

ἐν τῇ πρώτῃ Ἐπιστολῇ· “ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς “ὑμεῖς ἐστε ἐν τῷ Κυρίῳ.” Ἀναγιγνωσκομένη. Τῷ πανταχόσε ὑμᾶς περιφέρειν τῇ μνήμῃ· διὰ οὖν τῆς ἀνα‐
5γνώσεως γιγνώσκεσθε· ἀνάγνωσιν δὲ καλεῖ τὴν αὐτοῦ περὶ αὐτῶν ὁμιλίαν καὶ μνήμην. Ἐπιστολὴ Χριστοῦ. Πῶς; τῷ τὸν νόμον αὐτοῦ καὶ τὰς ἐντολὰς παρ’ ὑμῖν γραμμάτων δίκην μένειν καὶ φυλάττεσθαι.
10 Ὑφ’ ἡμῶν. Οἱ δὲ τῆς γνώσεως καὶ τοῦ κηρύγματος τούτου διάκονοι ἡμεῖς εἰς ὑμᾶς ἐγενόμεθα, καὶ ὥσπερ Μωσῆς διάκονος τοῦ νόμου γέγο‐ νεν, οὕτως ἡμεῖς τοῦ κηρύγματος· καὶ ὥσπερ ἐκεῖνος τὰς πλάκας ἐλάξευσεν, οὕτως ἡμεῖς τὰς ὑμῶν καρδίας· εἶτα ἐκ τούτου εἰς
15σύγκρισιν ἦλθε τοῦ πάλαι νόμου καὶ τῆς νέας, καί φησιν, ἐκεῖνος μὲν μέλανι, αὕτη δὲ πνεύματι γέγραπται· ἐκεῖνος ἐν λίθοις, αὕτη δὲ ἐν σαρκίναις πλαξὶν, οἷον ἐν καρδίας· ὅσῳ καὶ τὸ πνεῦμα τοῦ μέλανος, καὶ λίθων ἡ καρδία διαφέρει, τοσούτῳ φησὶ, καὶ ἡ νέα τοῦ νόμου καὶ τῆς παλαιᾶς.
20 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν. Εἶτα ἐπειδὴ τὸ δεῖξαι τὴν νέαν μείζονα τοῦ νόμου καὶ τῆς παλαιᾶς συνυπηκούετο κατὰ τὸ ἀκόλουθον καὶ τὸ τοῦ διακόνου τῆς παλαιᾶς Μωσέως μείζους εἶναι τοὺς Ἀποστόλους· ἐφ’ ὧν γὰρ τὰ πράγματα μείζονα, ἐπὶ τούτων καὶ οἱ διάκονοι. ὅλον τῷ Θεῷ ἀνα‐
25τίθησι τὸ πρᾶγμα, καί φησι, “πεποίθησιν δὲ τοιαύτην ἔχομεν·” ὑπερβατὸν, ὅτι ἡ ἱκανότης ἦν ἐκ τοῦ Θεοῦ, καὶ τὰ λοιπὰ διὰ μέσου, θαρροῦμεν, φησὶ, καὶ πεποίθαμεν ἐς τὸν Θεὸν, διὰ Χριστοῦ τὸ θαρρεῖν ἔχοντες, ὅτι ἡμεῖς μὲν οὐχ ἱκανοί ἐσμεν τοσαύτῃ δια‐ κονίᾳ ὑπηρετήσασθαι, ἀλλ’ οὐδὲ ἐν νῷ λαβεῖν τοῦ πράγματος τὸ
30μέγεθος, ἢ ὅλως λογίσασθαί τι ἐν αὐτῷ, ἀλλ’ ὅτι αὐτὸς ηὐδόκησεν ἡμᾶς ἱκανοὺς γενέσθαι τῷ τηλικούτῳ πράγματι. Οὐ γράμματος, ἀλλὰ Πνεύματος.
Ὁ γὰρ νόμος γράμμα ἔφερε, τὸ δὲ Χριστοῦ κήρυγμα Πνεύ‐365

366

ματος ἐπιφοίτησιν· ἦν μὲν γὰρ καὶ ὁ νόμος πνευματικός· ἀλλ’ οὐ Πνεῦμα ἐχαρίζετο, ὅπερ ποιεῖ τὸ κήρυγμα, ὡσεὶ ἔλεγεν, ἡμεῖς οὐ γράμματα ἐπιστεύθημεν ὡς Μωσῆς, ἀλλὰ Πνεῦμα διδόναι. Τὸ γὰρ γράμμα.
5 Ὁ νόμος, φησὶν, ἀποκτείνει· ἐὰν γὰρ λάβῃ πλημμελοῦντα, ἀναιρεῖ αὐτόν· “παραβὰς γάρ τις,” φησὶ, “νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει·” τὸ δὲ Πνεῦμα νενεκρωμένους ταῖς ἁμαρτίαις λαμβάνον, ἐν τῷ βαπτί‐ σματι ζωοποιεῖ.
10tΚΕΦ. Δ.
11tΠερὶ τῆς κατὰ Πνεῦμα λειτουργίας καὶ δόξης θειοτέρας τῆς κατὰ τὸν νόμον.
12 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυ‐ πωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἐνατενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως,
15διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος; Διδάξας ἐν τοῖς ἄνω τὴν διαφορὰν τῆς νέας ὥσπερ τὴν παλαιὰν, τῷ ἐκείνην μένειν ἐν λίθοις καὶ ἐν μέλανι, ταύτην δὲ ἐν Πνεύματι καὶ ἐν καρδίαις, νῦν θέλει δεῖξαι, ὅτι καὶ ἐν δόξῃ μεῖζον ἡ νέα·
20καὶ ἐπειδὴ ἡ παλαιὰ αἰσθητὴν ἔσχε δόξαν, τὴν τοῦ προσώπου Μωσέως, ἡ δὲ νέα νοητὴν, ἀπὸ συλλογισμοῦ τὴν ὑπεροχὴν δεί‐ κνυσι· καὶ ὅρα εὐθέως διακονίαν αὐτὴν λέγει θανάτου, καὶ ἐν γράμμασι καὶ ἐν λίθοις ἐκτετυπωμένην· ὡσεὶ ἔλεγεν· οὐκ ἦν βοή‐ θειά τις ἐκεῖ ἢ ἄφεσις, ὡς ἐπὶ τοῦ βαπτίσματος, ἀλλὰ γράμ‐
25ματα μόνον καὶ τιμωρία ἀνεξάλειπτος, ἅ τε λίθος ἐγκεκολαμ‐ μένη. Τοῦ θανάτου ἐν γράμμασιν. Διακονίαν θανάτου τὸν νόμον λέγει, καὶ ὅρα, οὐκ εἶπε ποιητικὸν θανάτου· οὐ γὰρ αὐτὸς ὤθει πρὸς ἁμαρτίαν καὶ θάνατον, ἀλλὰ
30διακονίαν· διηκόνει γὰρ τῷ νομοθέτῃ, καὶ τοὺς ἀξίους θανάτου ἐθανάτου.
Θεοδωρίτου. Τὴν διακονίαν τοῦ νόμου διακονίαν θανάτου προσ‐366

367

ηγόρευσεν, ἐπειδὴ τοὺς παραβαίνοντας ὁ νόμος ἐκόλαζεν· εἰ τοίνυν, φησὶν, ἔνθα τιμωρία καὶ θάνατος καὶ γράμματα λίθοις ἐγκεκο‐ λαμμένα, τοσαύτην, ὁ ταῦτα κομίζων ἐν τῷ προσώπῳ δόξαν ἐδέ‐ ξατο, πολλῷ μᾶλλον οἱ τῷ θείῳ διακονοῦντες Πνεύματι, πλείονος
5ἀπολαύσουσι δόξης. Ὥστε μὴ δύνασθαι ἐνατενίσαι. Ἐπαίρει τὴν τοῦ νόμου δόξαν, ἵνα πλέον αὐξήσῃ τὴν τῆς νέας· ἢ ὅτι τοῦτο κατηγορία ἐστὶν Ἰουδαίων, ὅτι οὕτω, φησὶν, ἦσαν πα‐ χεῖς, ὡς μηδὲ τὴν αἰσθητὴν δόξαν ἱκανοὺς εἶναι ὁρᾷν.
10 Διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. Ἄνω ἐπάρας τὴν τοῦ νόμου δόξαν, νῦν ἠρέμα καθαιρεῖ αὐτήν· οὐ γὰρ ὁ νόμος εἶχε τὴν δόξαν, ἀλλ’ ὁ Μωσῆς· καὶ ὁ Μωσῆς δὲ οὐ μένουσαν ἔχει δόξαν, ἀλλὰ καταργουμένην, τουτέστι, παυο‐ μένην· ἐπειδὴ γὰρ ἄνω ἐπῇρε τὰ κατὰ τὸν νόμον, νῦν αὐτὰ καθαι‐
15ρεῖ, ἵνα συγκαθέλῃ τὰ Ἰουδαϊκά· οὕτω δὲ, φησὶν, ἦσαν παχεῖς οἱ Ἰουδαῖοι, ὡς μηδὲ τὴν αἰσθητὴν δόξαν ἱκανοὺς εἶναι ὁρᾷν. Ἡ διακονία τοῦ Πνεύματος. Ὥσπερ διακονίαν θανάτου τὸν νόμον ἐκάλεσεν, οὕτω κατὰ τὸ ἀκόλουθον ὤφειλε τὴν νέαν καλέσαι διακονίαν ζωῆς, ἀλλὰ τοῦτο
20μὲν σιωπᾷ, τὸ δὲ μεῖζον λέγει· διακονίαν γὰρ αὐτὴν Πνεύματος καλεῖ, τοῦ καὶ τὴν ζωὴν παρέχειν ἐξουσίαν ἔχοντος. διακονίαν Πνεύματος λέγων διὰ τὴν ἐπιφοίτησιν τοῦ Ἁγίου Πνεύματος, οἱονεὶ τὴν παρασκευαστικὴν τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοι‐ τήσεως.
25 Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως. Ἀπὸ συλλογισμοῦ τὸ εὔλογον ἔχοντος τὴν σύγκρισιν ποιεῖται· εἰ γὰρ δόξα, φησὶν, ἐστὶν ἐν τῷ νόμῳ, καίτοι ὄντι διακόνῳ θανάτου καὶ κατακρίσεως, πολλῷ μᾶλλον κατ’ αὐτὸ τὸ ἀκόλουθον οὐ μόνον ἐστὶν ἐν τῇ νέᾳ δόξα, ἀλλὰ καὶ περισσεύει· καὶ γὰρ περισσεύει·
30τοῦ γὰρ νόμου ἁμαρτωλοὺς λαμβάνοντος καὶ τιμωρουμένους, τὸ κήρυγμα ἁμαρτωλοὺς λαμβάνον ἐν τῷ βαπτίσματι οὐ μόνον ἀνευ‐ θύνους ἀφίησι, καίτοι ἤρκει καὶ τοῦτο, ἀλλὰ καὶ δικαιοῖ καὶ
ἁγιάζει, καὶ εἰς υἱοθεσίαν καλεῖ, καὶ τὰς μελλούσας ἐλπίδας367

368

ἐπαγγέλλεται, ὅθεν καὶ διακονίαν δικαιοσύνης αὐτὴν καλεῖ, ὡς δικαιοῦσαν τοὺς ἀσεβεῖς. Καὶ γὰρ οὐ δεδόξασται. Καὶ τί, φησιν, ἀντιπαράθεσιν ποιῶ τῆς νέας καὶ τοῦ νόμου;
5τοσαύτη γὰρ φησὶν, ἐστὶν τῆς νέας ἡ διαφορὰ καὶ ἡ δόξα, ὅτι καὶ ἐν συγκρίσεως μέρει· τοῦτο γάρ ἐστιν ὃ λέγει ἐν τούτῳ τῷ μέρει, τουτέστι, τῷ τῆς συγκρίσεως, οὐδὲ δόξαν ἔχειν δόξει ἡ παλαιὰ, καίτοι δεδοξασμένη οὖσα, ὡς πρὸς ἀντιπαράθεσιν τῆς νέας.
10 Θεοδωρήτου. Τοσαύτη γάρ ἐστιν, φησὶ, ἡ τοῖς διακόνοις τῆς χάριτος προσεσομένη δόξα, ὅτι οὐδὲ δόξαν εἴποι τις ἂν εἰκότως τὴν Μωσῇ προσγινομένην, ἀποβλέπων εἰς τούτους· ἐν νυκτὶ μὲν γὰρ τὸ λυχνιαῖον φῶς φανώτατον εἶναι δοκεῖ, ἐν μεσημβρίᾳ δὲ μέσῃ κρύπτεται, καὶ οὐδὲ φῶς εἶναι νομίζεται. τὸν δὲ νόμον ἐκά‐
15λεσε καταργούμενον, ὡς παυσόμενον τῇ τοῦ Χριστοῦ παρουσίᾳ, μένον δὲ τὸ τῆς χάριτος δῶρον, ὡς οὐ ληψόμενον τέλος. εἰ τοίνυν ἐκεῖνος, φησὶ, τετύχηκε δόξης, δηλονότι καὶ τοῦτο πολλαπλασίας τεύξεται. Τὸ δεδοξασμένον.
20Οἷον ὁ νόμος ὁ δόξαν ἔχων διὰ τοῦ προσώπου Μωσέως. Ἐν τούτῳ τῷ μέρει. Ἐν τῷ τῆς συγκρίσεως καὶ παραθέσεως. Ἣν ἔχει, τουτέστιν ἡ νέα. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης.
25 Εἶτα καὶ ἐκ τοῦ μονίμου δείκνυσι τὴν διαφοράν· εἰ γὰρ ὁ καταργεῖσθαι, φησὶ, καὶ παύεσθαι μέλλων νόμος διὰ δόξης ἐδόθη, πόσῳ μᾶλλον ἡ ἀεὶ οὖσα καὶ ἐσομένη νέα ἔσται ἐν νοητῇ δόξῃ; Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. Ἐπειδὴ τὸ ἀσθενὲς τῶν ἀκροατῶν οὐκ ἔβλεπε τὴν δόξαν τῆς
30νέας, οὐ γὰρ ἦν αἰσθητὴ ἰλιγγία, εἰς τὸν μέλλοντα χρόνον αὐτοὺς παραπέμπει· διὸ καὶ ἐλπίδος μέμνηται· “τοιαύτην,” φησὶν,
“ἐλπίδα.” τοιαύτην· ποίαν; ὅτι τι μειζόνων ἡμεῖς ἠξιώθημεν.368

369

Πολλῇ παρρησίᾳ χρώμεθα. Ἐπειδὴ οὖν μειζόνων ἡμεῖς οἱ τῆς νέας διάκονοι ἠξιώθημεν, μετὰ παρρησίας τὸ κήρυγμα κηρύσσομεν, οὐδὲν ἀποκρύπτοντες οὐδὲ ὑποστελλόμενοι, οὐδὲ δεδοικότες μὴ πλήξωμεν ὑμῶν τὴν συν‐
5είδησιν διὰ τὴν ἀτοπίαν τοῦ κηρύγματος, ὥσπερ ὁ Μωσῆς ἔπληττε τῶν Ἰουδαίων τὰς ὄψεις· ὑμεῖς γὰρ ἰδεῖν τὸ ἐνὸν τῷ κηρύγματι κάλλος δύνασθε, καὶ οὐκ ἂν πληγείητε ὁρῶντες οὐδὲ τὸν νοῦν οὐδὲ τὰς νοητὰς ὄψεις. Οὐ καθάπερ Μωϋσῆς ἐτίθει καλύμμα.
10 Διατί δὲ, ὡσεὶ, εἶπέ τις ἀνακεκαλυμμένως κηρύσσετε, καὶ οὐ δίκῃ καλύμματος ἐπεσκιασμένως λαλεῖτε· διὰ τί; πρῶτον μὲν θαρροῦντες τῷ καθαρῷ τοῦ κηρύγματος, ἔπειτα ὅτι καὶ ὑμεῖς ἰδεῖν δύνασθε τὸ ἐνὸν τῷ κηρύγματι κάλλος· οὐ γὰρ ἴσα Ἰουδαίοις ἀμβλυώττετε· ὅσῳ γὰρ ἡ νέα μείζων, τοσούτῳ καὶ τῶν μαθητευο‐
15μένων τὸ διάφορον. Πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραήλ. Ὥστε μὴ ἀτενίσαι, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ τὸ καταρ‐ γεῖσθαι καὶ παύεσθαι ἀπὸ τῆς δόξης μέλλον· βουλόμενος δὲ δεῖξαι ὀλιγοχρόνιον τὴν δόξαν ἐκείνην, ὡς πρὸς σύγκρισιν τῆς ἀεὶ
20μενούσης ἐν τῇ νέᾳ δόξῃ, φησὶν, εἰς τὸ τέλος τοῦ καταργουμένου, ὡσεὶ ἔλεγεν· ὅταν οὐκ ἠδύναντο ἀτενίσαι τῇ δόξῃ Ἰσραὴλ, λοιπὸν τέλος εἶχε καὶ ἐπαύσατο ἡ δόξα ἐκείνη· οὕτως ὀλιγοχρόνιος ἦν, ὡς ἅμα τῷ ἄρξασθαι παύσασθαι· ἀλλ’ οὐδὲ εἰς ἐκείνην, φησὶν, ἰδεῖν ἠδύναντο· οὕτως ἦσαν ἀσθενεῖς.
25 Ἀλλ’ ἐπωρώθη— “Ἀλλ’ ἐπωρώθη τὰ νοήματα αὐτῶν,” τουτέστιν, ἐπωρώθη γὰρ αὐτῶν ὁ νοῦς, καὶ τοσοῦτον, ὅτι οὐ μόνον τότε τὴν Μωσέως δόξαν ἰδεῖν οὐκ ἴσχυον, ἀλλὰ οὐδὲ νῦν τὰ ἐν τῷ νόμῳ ἰδεῖν ἴσχυον ὡς χρή· ἄχρι γὰρ σήμερον, φησὶ, τὸ αὐτὸ παρ’ αὐτοῖς κάλυμμα
30ἔχει ἡ ἀνάγνωσις τοῦ νόμου. ὥσπερ γὰρ κεκαλυμμένης τῆς ἀναγνώσεως οὐ δύνανται ἰδεῖν τὰ ἐν αὐτῇ, οὐδὲ γνῶναι ὅτι ἐν Χριστῷ καταργεῖται καὶ παύεται ὁ νόμος· ποῦ γὰρ εἴποι τις, τοῦτο ἔχει ὁ νόμος, ὅτι ἐν Χριστῷ καὶ διὰ Ἰησοῦ καταργηθήσεται;
καὶ αὐτὸς μὲν ὁ νόμος λέγει· εἰπὼν γὰρ ὅτι ἀναστήσει ὑμῖν προ‐369

370

φήτην, ἐπήγαγεν, αὐτοῦ ἀκούσεσθε πᾶν ὁτιοῦν λέγοντι, φησὶ, κἂν ὑπεναντίων εἴπῃ τοῦ νόμου, περὶ Χριστοῦ λέγων· αὐτὸς δὲ καὶ τὰ σάββατα ἔλυσε θεραπεύων αὐτοῖς ὁ Θεὸς ἐν τῷ ναῷ μόνον θύειν, καὶ ἐν τούτῳ περικλείσας τὰς θυσίας· εἶτα καθελὼν αὐτὸν, οὐκ
5ἄδηλον ὅτι καταργήσει τὰς θυσίας καὶ πάσας τὰς νομικὰς ἱερουργίας· ὥστε καὶ αἰσθητῶς καὶ νοητῶς ὁ νόμος τὴν ἑαυτοῦ κατάργησιν περιέχει. Μὴ ἀνακαλυπτόμενον. “Μὴ ἀνακαλυπτόμενον” εἰς τὸ γνῶναι αὐτοὺς ὅτι ἐν Χριστῷ
10καταργεῖται ὁ νόμος. Ὅτι ἐν Χριστῷ καταργεῖται. Κυρίλλου. Ὁ γὰρ Χριστὸς καταργεῖ τὸ κάλυμμα· αὐτὸς γὰρ ὢν ἡ ἀλήθεια παύει τὴν σκιὰν καὶ τὴν διπλόην τοῦ νόμου. οὕτως ἐν βιβλίῳ ρλα τῆς ἑρμηνείας τοῦ Λουκᾶ.
15 Ἀλλ’ ἕως σήμερον. Εἶτα ἐπειδὴ εἶπε κάλυμμα κεῖσθαι ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς, ἵνα μή τις νομίσῃ τῆς ἀσαφείας τοῦ νόμου εἶναι τὸ αἴτιον ὡς μὴ νοουμένου, σαφέστερον αὐτὸ λέγει, δεικνὺς αὐτῶν καὶ οὐ τοῦ νόμου τὸ ἁμάρτημα· κάλυμμα γὰρ, φησὶν, ἐπὶ τὴν καρ‐
20δίαν αὐτῶν κεῖται, διὸ οὐ δύνανται γνῶναι τὴν διάνοιαν τοῦ νόμου. Εἰ γὰρ ἔγνωσαν, ἀπέστησαν ἂν ἀπ’ αὐτοῦ, καὶ Χριστῷ ἐπίστευ‐ σαν· τοῦτο γὰρ ὁ νόμος βούλεται. Ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον. Καὶ γὰρ ὁ Μωσῆς πρὸς μὲν Ἰουδαίους λαλῶν εἶχε τὸ κά‐
25λυμμα, πρὸς τὸν Θεὸν δὲ εἰσιὼν περιῃρεῖτο τὸ κάλυμμα· τύπος οὖν ἦν αὐτῶν ὁ Μωσῆς· καὶ γὰρ καὶ αὐτοὶ ἡνίκα μὲν ἐμφιλοχω‐ ροῦσι τῷ νόμῳ, ἔχουσι τὸ κάλυμμα, τότε δὲ ἐπιστρέφουσιν, εἰ ἀφέντες τὸν νόμον πιστεύσωσι τῷ Χριστῷ, καὶ τὴν ἀπὸ τοῦ Πνεύματος λάβωσι χάριν ἐν τῷ βαπτίσματι· ἦν γὰρ ἐνταῦθα τὸ
30Πνεῦμα, φησίν. Ὁ δὲ Κύριος—
Εἶτα ἵνα μή τις τῶν ἀσθενεστέρων ἀκροατῶν ἀκούσας, ὅτι370

371

Μωσῆς πρὸς Κύριον ἐπιστρέφων περιῃρεῖτο τὸ κάλυμμα· ἐγὼ δὲ πρὸς τὸ Πνεῦμα ἐπιστρέψαι ὑπό σου προτρεπόμενος, ὦ Παῦλε, οὐ πρὸς τὸν Κύριον ἐπιστρέφω, ἐπάγει, “ὁ δὲ Κύριος τὸ Πνεῦμά “ἐστι,” μὴ φοβοῦ, φησι, καὶ πρὸς τὸ Πνεῦμα ἐπιστρέφων, πρὸς
5Κύριον ἐπιστρέφεις· Κύριος γὰρ τὸ Πνεῦμα, καὶ ὁμόθρονον, ὁμο‐ προσκύνητον καὶ ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ὡς πρὸς τὸν νόμον τοῦτο· ἐκεῖ γὰρ ζυγὸς ἦν καὶ δουλεία, ἐν δὲ τῇ πίστει Χριστοῦ ἐλευθερία.
10 Ἡμεῖς δὲ πάντες. Τοσοῦτον ἐσμὲν, φησὶν, ἐλευθερίας καὶ εὐγενείας ἐντὸς, ὅτι πάντες ἡμεῖς ἀνακεκαλυμμένῳ προσώπῳ· οὐδὲ γὰρ ἔνι παρὰ τοῖς πιστοῖς κάλυμμα· τὴν δόξαν τοῦ Πνεύματος κατοπτριζόμενοι ἀνα‐ μορφούμεθα, φησί. Καθάπερ γὰρ ἄργυρος ἄντικρυς ἡλίου κείμε‐
15νος, ἀντιπέμπει καὶ αὐτὸς ἀκτίνας τινὰς τῇ ἐκβολῆ τοῦ ἡλίου· οὕτω καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι καθαιρόμενοι διὰ τοῦ Πνεύ‐ ματος, καὶ ταῖς ἐκείνου ἀκτίσι καταυγαζόμενοι, αἴγλην τινὰ νοητὴν ἀντιπέμπομεν· βούλεται δὲ καὶ αὐτοὺς εἰς τάξιν ἀγαγεῖν τῶν Ἀποστόλων, διὰ τοῦτο τὸ “ἡμεῖς πάντες.”
20 Κατοπτριζόμενοι. Οἷον ἐλλαμπόμενοι Πνεύματι. Μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. Εἰς τὴν αὐτοῦ, φησὶ, λαμπηδόνα μεταβαλλόμεθα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος εἰς ἡμετέραν δόξαν ἐρχομένης τῆς μετα‐
25μορφώσεως· καὶ εἰς τοιαύτην, φησὶ, δόξαν φθάνομεν, εἰς οἷαν εἰκὸς φθάσαι τὸν ἀπὸ τοῦ παρακλήτου καταυγαζόμενον, καὶ εἰκόνα ἀμυδρὰν τῆς αὐτοῦ δόξης ἐνσημαινόμενον. Ἀπὸ δόξης λέγει τοῦ θείου Πνεύματος εἰς δόξαν τὴν ὑμετέραν,
ἀντὶ τοῦ ἐκεῖθεν δεχόμεθα.371

372

(1t)

ΚΕΦ. Ε.
2tΠερὶ θείας δόξης καὶ τοῦ ἀκολούθου βίου, ὅτι τοῖς ἁγίοις γινώσκεται.
3 Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν.
5 Διὰ τοῦτο οὐκ ἐκκακοῦμεν, διὰ τοῦτο, ποῖον; ὅτι τοιούτων, φησὶν, ἠξιώμεθα. Ἐπειδὴ πολλὰ καὶ μεγάλα περὶ τῶν Ἀποστό‐ λων εἰρήκει, λέγων τὴν δόξαν Κυρίου κατοπτριζόμεθα καὶ μετα‐ μορφούμεθα. Εἰ γὰρ ἐκοινοποίησε τὸν λόγον τὸ εἰπεῖν, “ἡμεῖς “δὲ πάντες,” πλὴν εἰς τοὺς Ἀποστόλους πρωτοτύπως εἴρητο τὰ
10εἰρημένα, λοιπὸν κατάγει τὸν περὶ αὐτῶν λόγον· “ἔχοντες γὰρ,” φησὶ, “τὴν διακονίαν,” τουτέστιν ἡμεῖς, οὐδὲν πλέον ἀλλ’ ἢ διάκονοί ἐσμεν τοῦ κηρύγματος, εἶτα “καθὼς ἠλεήθημεν,” δεικνὺς ὅτι καὶ αὐτὸ τὸ γενέσθαι διάκονοι οὐκ ἦμεν ἄξιοι, ἀλλὰ καὶ τοῦτο κατὰ Θεοῦ ἔλεον ἔχομεν. “οὐκ ἐκκακοῦμεν,” τουτέστιν, οὐκ ἀπα‐
15γορεύομεν πρὸς τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς καὶ τοὺς κιν‐ δύνους. Ἀλλ’ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης. Πρὸς μὲν τὰς θλίψεις οὐκ ἀπείπαμεν· “ἀπειπάμεθα” δὲ καὶ ἀπεκρουσάμεθα “πρὸς τὰ κρυπτὰ τῆς αἰσχύνης,” τουτέστι, τὸ
20τοιαῦτα ποιεῖν ἐν κρυφῇ, ἃ φανερούμενα αἰσχύνην φέρει. Αἰνίτ‐ τεται δὲ τοὺς ψευδαποστόλους οἳ ἐν σχήματι ἁγνείας ἦσαν, καὶ ἐν κρυφῇ πονηροί· πῶς δὲ “ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύ‐ “νης;” ἀπανούργως, φησὶ, καὶ ἀπλάστως ζῶντες. Ὁ δὲ οὕτως ἀναστρεφόμενος βίον καὶ πολιτείαν ἀπάνουργον ἐπιτηδεύομεν,
25ἀλλ’ οὐδὲ δολοῦμεν τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα, ἢ χρη‐ ματιζόμενοι, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διδάσκοντες, ὅπερ οἱ ψευδαπόστολοι ἐποίουν. Ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας. “Ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτούς·”
30οὐδὲν, φησὶ, κρύφιον παρ’ ἡμῖν, οὐδὲ ἄλλο μὲν κρύπτομεν, ἄλλο δὲ λαλοῦμεν, “ἀλλὰ διὰ τὴν φανέρωσιν τῆς ἀληθείας συνιστῶμεν “ἑαυτοὺς” οἷοί ἐσμεν, καὶ παραθέμεθα πάσῃ συνειδήσει ἀν‐
θρώπων.372

373

Πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Πάσῃ συνειδήσει ἀνθρώπων, ἀπίστων τε καὶ πιστῶν ἑαυτοὺς συνιστῶμεν, ἐξ ὧν, φησὶν, ἀναστρεφόμεθα· ἐπειδὴ ἔνι λαθεῖν ἀν‐ θρώπους καὶ ἀπατῆσαι, τὸν Θεὸν ἔφορον ἐφίστησι τῇ ἑαυτοῦ
5πολιτείᾳ. Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ Εὐαγγέλιον. Ἐπειδὴ εἶπε, πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων συνίστασθαι διὰ τῆς ἀληθοῦς φανερώσεως, τουτέστι τοῦ κηρύγματος, ἀντέ‐ κειτο δὲ αὐτῷ τὸ μὴ πᾶσιν εἶναι φανερὸν τὸ κήρυγμα, καὶ δῆλον
10ἐξ ὧν οὐκ ἐπίστευσαν, φησὶν, οὐχ ἡμῶν τὸ ἔγκλημα, ἢ τῆς ἀσα‐ φείας τοῦ Εὐαγγελίου, ἀλλὰ τῆς ἐκείνων ἀπωλείας καὶ τυφλώ‐ σεως. Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου. Τῶν ἔξω τῆς ἀγέλης τοῦ Χριστοῦ, οἱ μὲν αὐτῷ τὴν ἀρχὴν
15ἠπίστησαν τῷ λόγῳ τοῦ κηρύγματος, οἱ δὲ ἐπίστευσαν μὲν, διὰ δὲ τὸ μὴ ἔχειν βάθος γῆς πάλιν ἀπεφοίτησαν τῆς πίστεως, οὓς ἅπαντας ἀπολλυμένους ὁ Παῦλος καλεῖ· νῦν δὲ τέως ὁ λόγος αὐτῷ περὶ τῶν αὐτῷ τὴν ἀρχὴν ἀπιστησάντων· τούτοις γὰρ παν‐ τελῶς κεκάλυπται τὸ Εὐαγγέλιον, καί φησιν, ἐν οἷς ἀπολλυμέ‐
20νοις ἀνθρώποις τῶν παντελῶς ἀπιστησάντων ἐτυφλώθη τὰ νοήματα εἰς τὸ μηδὲ τὴν αὐγὴν δέξασθαι τῆς πίστεως. “Θεὸν δὲ αἰῶνος “τούτου” Μανιχαῖοι μὲν καὶ Μαρκίωνες φασὶ τὸν πονηρὸν λέγειν Θεόν. Δύο γὰρ παρ’ αὐτοῖς θεοί· ἡμεῖς δὲ τῶν ἐπὶ πάντων φαμέν. Ἄλλως. ὥσπερ Θεὸς εἴρηται οὐρανοῦ τε καὶ γῆς, καὶ Θεὸς τῆς
25παρούσης ἡμέρας, καὶ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οὐ παρὰ τοῦτο λοιπῶν οὐκ ἔστι Θεός· οὕτως μοι νόει καὶ τὸ Θεὸς τοῦ αἰῶνος τούτου. Ἢ οὕτως μετὰ ὑπερβατοῦ· τῶν ἀπίστων τοῦ αἰῶνος τούτου· ὧδε γὰρ ἀπιστοῦσι, τότε δὲ πᾶν γόνυ κλινεῖ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται Χριστῷ, ὅταν ἔλθῃ ἐν τῇ πατρῴᾳ
30δόξῃ. Ἰωάννου. Τουτέστι τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλω‐ σεν ὁ Θεὸς τὰ νοήματα. Ὁ γὰρ μέλλων ἀπιστίαν οὐκ ἔχει. τὸ αὐτὸ καὶ Εἰρηναῖος. “Θεὸς αἰῶνος, ὀνομασθεὶς Θεὸς τοῖς ἀπί‐
“στοις, τουτέστιν, ὁ Σατανᾶς.”373

374

Ἐτύφλωσε τὰ νοήματα. Ὁ ἐν ἁγίοις Κυρίλλος ἐν α βιβλίῳ κατὰ Ἰουλιανοῦ ἐν ἀρχῇ. Οὐ τοῦτο αὐτὸς ποιῶν, ἄπαγε, ἀλλὰ γενέσθαι συγχωρή‐ σας διὰ τὸ αὐτεξούσιον, ὡς καὶ ἀλλαχοῦ φησι, “παρέδωκεν αὐ‐
5τοὺς εἰς πάθη ἀτιμίας,” τὸ οἷον συνεχώρησε λέγων. Ἐπειδὴ γὰρ ἀπεφοίτησαν τοῦ Χριστοῦ, εἴασεν αὐτούς· βουλομένων γὰρ, οὐκ ἀναγκαζομένων ἡ σωτηρία, μὴ ὅτι καὶ προσεβλάπτοντο ἀπίστως διακείμενοι καὶ καταναγκαζόμενοι τῷ φωτὶ τοῦ Χριστοῦ, ὥσπερ καὶ ὄψις σαθρὰ ἐξ ἡλιακῆς ἀκτῖνος.
10 Τί δέ ἐστιν ὁ Θεὸς τοῦ αἰῶνος τούτου; οἱ μὲν τὸ Μαρκίωνος νοσοῦντες λέγουσι περὶ τοῦ δημιουργοῦ τοῦ δικαίου μόνου καὶ οὐκ ἀγαθοῦ ταῦτα εἰρῆσθαι. Λέγουσι γὰρ εἶναί τινα Θεὸν δίκαιον καὶ οὐκ ἀγαθόν. Μανιχαῖοι δὲ, φησὶ, τὸν διάβολον ἐνταῦθα λέ‐ γεσθαι, εἰς τοῦτο δημιουργὸν τῆς κτίσεως ἕτερον ἐπεισαγαγεῖν
15παρὰ τὸν ὄντα βουλόμενοι σφόδρα ἀνοήτως· ἡμεῖς δὲ ἐκεῖνο φα‐ μὲν, ὅτι οὐ περὶ τοῦ διαβόλου τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ· καὶ οὕτως ἀναγνωστέον, ὅτι τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήματα, ὁ γὰρ μέλλων ἀπιστίαν οὐκ ἔχει.
20 Εἰς τὸ μὴ αὐγάσαι. Ὅρα, οὐκ εἶπεν, “ἐτύφλωσεν” εἰς τὸ μὴ πιστεῦσαι, ἀλλ’ “εἰς τὸ μὴ αὐγάσαι,” δεικνὺς αὐτοὺς πρῶτον ἀπιστήσαντας, εἶτα ἀναξίους γενομένους τοῦ φωτισμοῦ· καὶ αὐτὸς γὰρ, φησὶν ὁ Κύ‐ ριος “μὴ ῥίπτειν ἔμπροσθεν τῶν χοίρων τοὺς μαργαρίτας·” καλῶς
25δὲ τὸ “αὐγάσαι” κεῖται· ἀμυδρὰν γὰρ ἀπορροίαν τῆς ἀληθινῆς γνώσεως ἔχομεν νῦν, καὶ ὥσπερ ἀπὸ ἡλίου παμφαοῦς αὐγὴν ἀμυ‐ δράν· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, “βλέπομεν ἄρτι” λέγων “δι’ “ἐσόπτρου ἐν αἰνίγματι,” καὶ “ἀρραβῶνα Πνεύματος” καὶ “ὀσμὴν γνώσεως.”
30 Τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης. Δόξα γὰρ Χριστοῦ τὸ Εὐαγγέλιον. Δοξαστὸς μὲν γὰρ ὁ Χριστὸς διὰ μυρία, ἐξ ὧν ἐδημιούργησεν, ἐξ ὧν συνέχει τὰ δη‐ μιουργηθέντα, ἐξ ὧν τὰ πάντα ζωογονεῖ, μάλιστα δὲ ἐκ τοῦ σταυ‐
ροῦ, οὗ κήρυξ τὸ Εὐαγγέλιον.374

375

Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Ὡς ἐν παραδρομῇ λέγει, τουτέστι τοῦ Εὐαγγελίου συνεσκι‐ ασμένον τοῖς ἀπίστοις, ὅτι φησὶ, Θεός ἐστιν ὁ σταυρωθεὶς, εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ἀπαράλλακτος. Ὅτι γὰρ εἰκόνα οἶδεν ὁ
5Ἀπόστολος τὸ κατὰ πᾶν ἴσον καὶ ὅμοιον· ὅρα τί φησιν ἀλλαχοῦ, “σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν οὐκ αὐτὴν τὴν “εἰκόνα τῶν πραγμάτων·” εἰκόνα Θεοῦ τὸν Χριστὸν καὶ Θεὸν ἐκ Θεοῦ προσηγόρευσεν· ἐν αὐτῷ γὰρ δείκνυσι τὸν Πατέρα· διό φησιν, “ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.”
10 Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν. Ἄνω εἶπε, “μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες “τὸν λόγον τοῦ Θεοῦ·” πῶς; ἐπειδὴ μὴ ἑαυτοὺς, φησὶ, κηρύσ‐ σομεν, ἀλλὰ Χριστὸν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν δι’ αὐτόν· τοῦτο δὲ λέγων τοὺς διδασκάλους αὐτῶν αἰνίττεται, περὶ ὧν
15ἔγραφε λέγειν αὐτοὺς, “ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, “ἐγὼ δὲ Κηφᾶ,” οἳ καὶ κατεκυρίευον αὐτῶν. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι. Διὰ τί λέγεις σαυτὸν δοῦλον ἡμῶν, φησι, διὰ τί; ὅτι πεφί‐ λησθε παρὰ τοῦ Θεοῦ μου. Αὐτὸς γὰρ ὁ ἐν ἀρχῇ τῆς κτίσεως
20εἰπὼν ἀπὸ σκότους λάμψαι φῶς· ὃς ἔλαμψε, τουτέστιν, οὗτος ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, ἔλαμψε δὲ, φησὶ, φῶς τι ζῶν ἡμῖν καὶ ἀποκαλύπτον τὴν ἰδίαν γνῶσιν καὶ δόξαν ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, τουτέστι διὰ τοῦ προσώπου τοῦ Χριστοῦ· διὰ γὰρ τοῦ Υἱοῦ ἡμῖν ἡ ἀληθὴς γνῶσις τοῦ Πατρὸς, καὶ τέως ὅτι
25ἔστι Πατὴρ, καὶ ὅτι οὐ διὰ κνίσσης καὶ αἱμάτων προσκυνεῖσθαι βούλεται, καὶ ὅτι ἐν Τριάδι ὁμοουσίῳ καὶ ἰσοδυνάμῳ θρησκεύεται Θεός· ὅθεν καὶ “μεγάλης εἴρηται βουλῆς Ἄγγελος.” Πρὸς φωτισμὸν τῆς γνώσεως. Ὅρα τῆς Ἁγίας Τριάδος τὸ ἀπαράλλακτον καὶ ὁμότιμον, πῶς
30ὁ Παῦλος δηλοῖ, φῶς καὶ φῶς· φῶς καλέσας τὴν Ἁγίαν Τριάδα· ἄνω περὶ Πνεύματος λέγων, φησὶ, τὴν δόξαν, “οἷον τὸ φῶς “Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα” πά‐
λιν περὶ τοῦ Υἱοῦ “εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ375

376

“Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ·” νῦν περὶ τοῦ Πατρός φησι, “πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ.”
3tΚΕΦ. ϛ.
4tΠερὶ τῆς κατὰ σῶμα ἀσθενείας καὶ τῆς τοῦ σώματος ἀποθέσεως καὶ
5tἐπαναλήψεως.
6 Ἔχομεν δὲ θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύ‐ εσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Ἀκόλουθα τῶν ἄνω καὶ τὰ νῦν, ὅτι ἡμεῖς, φησὶν, οἱ Ἀπόστολοι,
10διάκονοι τοῦ κηρύγματός ἐσμεν, ἀνάξιοι τῆς τοσαύτης αὐτοῦ δόξης ὑπάρχοντες· καὶ ὥσπερ χρυσὸν ἐν ὀστρακίνοις φέροντες σκεύεσιν. Καὶ μὴ ἐξ ἡμῶν. Ἵνα μηδεὶς, φησὶν, ἑαυτῷ ἀποδῷ ὡς ἀξίῳ δέξασθαι, ἀλλὰ τὸ πᾶν εἴη τῆς τοῦ Θεοῦ δυνάμεως τοῦ ἱκανώσαντος τὰ ὀστράκινα
15σκεύη εἰς χρυσίου ὑποδοχήν. Ἐν παντὶ θλιβόμενοι— Καὶ τοσοῦτον, φησὶ, τὸ πᾶν δυνάμεώς ἐστι Θεοῦ, ὅτι καίτοι ὀστράκινοι ὄντες, καὶ ἐν τοσούτοις περιστρεφόμενοι πειρασμοῖς, οὐ θραυόμεθα καὶ ἀπόλλυμεν τὸν ἐν ἡμῖν θησαυρόν. ἐν παντὶ, φησὶ,
20καὶ τόπῳ καὶ πράγματι· τὸ δὲ μὴ στενοχωρεῖσθαι τὸν θλιβόμενον Θεοῦ χάριτός ἐστιν. Ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι. “Ἀπορούμενοι,” φησί· τί χρὴ ποιεῖν πρὸς τὸν ἐκ πάντων πόλεμον καὶ διωγμόν; ἀλλ’ οὐκ ἐπὶ τοσοῦτον ὥστε ἡμᾶς καὶ
25ἐξαπορηθῆναι, τουτέστι πεσεῖν καὶ ἡττηθῆναι. Διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι. Διώκουσι μὲν οἱ ἄνθρωποι, οὐ καταλιμπάνει δὲ ὁ Θεός· οὐ γὰρ πρὸς ἧτταν ἡμῶν, ἀλλὰ πρὸς πάλην ἡ συγχώρησις. Καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι.
30Καὶ ὅσον μὲν, φησὶ, πρὸς τὸ μέγεθος τῶν πειρασμῶν ἤδη
καταβληθέντες, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι οὐκ ἀπολλύμενοι.376

377

Ἀντὶ τοῦ ἐν ἀπόροις πράγμασι πόρους εὑρίσκομεν σωτηρίας. Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ. “Τὴν νέκρωσιν,” φησὶ, “τοῦ Κυρίου” καὶ ἡμεῖς πανταχοῦ γῆς περιφέρομεν τὸ καθ’ ἡμέραν ἀποθνήσκειν πανταχοῦ· “καθ’ ἡμέ‐
5“ραν γὰρ,” φησὶν, “ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, “ἵνα” φησὶ, “καὶ ἡ ἀνάστασις τοῦ Κυρίου διάδηλος γένηται διὰ “τοῦ σώματος ἡμῶν·” ὁ γὰρ τῇ ἀναστάσει τοῦ Κυρίου ἀπιστῶν, ἡμᾶς ὁρῶν καθ’ ἡμέραν ἀποθνήσκοντας, καθ’ ἡμέραν δὲ ζῶντας, οὐκ ἂν ἔτι εὐλόγως ἀπιστήσῃ.
10 Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες. Πάλιν περὶ τοῦ αὐτοῦ εἶπε, διὰ τοῦτο γὰρ, φησὶ, συγχωρού‐ μεθα ὑπὸ Θεοῦ παραδίδοσθαι εἰς θάνατον, ἵνα φανερωθῇ, ὅτι ἀνέστη ὁ Χριστός· ὁ γὰρ ἡμᾶς ἐγείρων καθ’ ἡμέραν, καὶ ἑαυτὸν δηλονότι ἤγειρεν. οὕτως διὰ τοῦτο ἑαυτοὺς εἰς θάνατον παραδίδο‐
15μεν, ἵνα ἡ ζωὴ τοῦ Θεοῦ φανερωθῇ καὶ ἐνεργήσῃ ἐν ἡμῖν, δῆλον δὲ ὅτι ἐν τῷ μέλλοντι κόσμῳ· ὡσεὶ ἔλεγεν, ἡμεῖς τοίνυν διὰ τὸν Χριστὸν παραδίδομεν ἑαυτοὺς εἰς θάνατον, ἵνα ὁ Χριστὸς τότε ἀπὸ τοῦ νοητοῦ θανάτου τῆς κατακρίσεως ῥύσηται ἡμᾶς, καὶ εἰς ζωὴν ἀγάγῃ τὴν νοητήν. Ὡς ἐκ τοῦ ἀκολούθου, φησὶ, τοῦτο
20γίνεσθαι, τὸν μὲν θάνατον ἐν ἡμῖν ἐνεργεῖν καὶ ἐνεργὸν ὑπάρχειν, τὴν δὲ ζωὴν ἐν ὑμῖν· ὡσεὶ ἔλεγεν, ἡμεῖς ἀποθνήσκομεν διὰ τὸ κήρυγμα, ἵνα ὑμεῖς ζήσητε δι’ αὐτοῦ τὴν ἀγήρω ἐκείνην καὶ αἰωνίαν ζωὴν πιστεύοντας εἰς Χριστόν. Τὸ αὐτὸ Πνεῦμα τῷ Δαυὶδ, φησὶν, ἔχοντες, τὰ αὐτὰ αὐτῷ καὶ φθεγγόμεθα τὸ “ἐπί‐
25“στευσα διὸ ἐλάλησα·” ἄνω γὰρ ἀπὸ λογισμῶν παραστήσαντες ἀνάστασιν· νῦν ἐκ πίστεως αὐτὴν εἰσφέρει. Εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν. Λαλοῦμεν δὲ τοῦτο, εἰδότες ὅτι ὁ τὸν Κύριον ἐγείρας Πατὴρ, καὶ ἡμᾶς ἐγερεῖ· εἰδότες δὲ πόθεν; ἐκ τῆς πίστεως δῆλον ὅτι.
30 Καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ. Αὐτὸς γὰρ ἥξει ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν σάλ‐ πιγγι, καὶ ἐγερεῖ τοὺς νεκροὺς, καὶ παραστήσει τῷ οἰκείῳ βή‐
ματι.377

378

Τὰ γὰρ πάντα δι’ ὑμᾶς. Ἐνταῦθα παιδαγωγεῖ αὐτοὺς ὑπὲρ τῆς ἀναστάσεως καὶ τῶν λοιπῶν ἀγαθῶν χάριν εἰδέναι, ἀνθρώπων μὲν μηδενὶ, Θεῷ δὲ μόνῳ· οἱ γὰρ ψευδαπόστολοι ἑαυτοῖς τὴν χάριν ἀνετίθεσαν, ὡς διὰ τῶν
5οἰκείων πρὸς Θεὸν παρακλήσεων δωρουμένου ταῦτα τοῦ Θεοῦ· τὰ γὰρ πάντα, τουτέστιν ἀγαθὰ δι’ ὑμᾶς, οὐ διὰ τόνδε καὶ τόνδε, ἀλλὰ διὰ τὸ κοινῇ συμφέρον. Τοῦτο δὲ, φησὶ, γέγονεν, ἵνα ἡ χάρις τοῦ Θεοῦ πλεονάσῃ πολλοῖς παρεχομένη· ταύτης δὲ πλεο‐ ναζούσης, καὶ ἡ εἰς αὐτὸν εὐχαριστία συμπλεονασθήσεται.
10 Διὸ οὐκ ἐκκακοῦμεν. Ἐπεὶ οὖν ἴσμεν πάντα τὰ εἰς ἡμᾶς γενόμενα εἰς εὐχαριστίαν Θεοῦ τελευτᾷν, οὐκ ἐκκακοῦμεν, οὔτε ἀπαγορεύομεν πρὸς τοὺς πειρασμούς· ἔξω δὲ ἄνθρωπον τὸ σῶμα καλεῖ, ὅπερ ἐφθείρετο μαστιζόμενον, διωκόμενον, δεσμούμενον· ἔσω δὲ ἄνθρωπον, τὴν
15ψυχὴν, ἥτις ἀναθάλλει, φησὶ, καθ’ ἑκάστην ἡμέραν τῇ ἐλπίδι καὶ τῇ χαρᾷ, καὶ τῷ εἰδέναι ὅτι ὑπὲρ Θεοῦ πάσχει. Τὸ γὰρ παραύτικα ἐλαφρὸν τῆς θλίψεως. Ὅρα προτροπὴν εἰς τὸ τολμᾷν καταθαρρεῖν τῶν πειρασμῶν· τὸ γὰρ παραυτίκα, φησὶ, τουτέστι τὸ ὀλιγοχρόνιον, τὸ ταχὺ εἰς τὸ
20παυθῆναι τῆς θλίψεως. οὐκ ἠρκέσθη δὲ εἰπὼν, “παραυτίκα,” ἀλλὰ καὶ “ἐλαφρὸν,” φησὶν, “αἰώνιον βάρος, φησὶ, δόξης ἀπεργάζεται·” καὶ οὐχ ἁπλῶς, ἀλλὰ “καθ’ ὑπερβολὴν, καὶ εἰς ὑπερβολὴν” τοῦτο ποιῶν· καὶ ὅρα τῆς ἀντιμισθίας τὸ πλεονάζον· τῷ γὰρ αὐτίκα τὸ αἰώνιον ἀνεμέτρησε, τῷ δὲ ἐλαφρῷ τὸ βαρύ· τῇ θλίψει, τὴν
25δόξαν, καὶ οὐδὲ ἄχρι τούτων οἱ πλεονασμοὶ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ καθ’ ὑπερβολὴν καὶ εἰς ὑπερβολήν. Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα. Ἐπειδὴ βαρείαν οὖσαν τὴν θλίψιν εἶπεν ἐλαφρὰν, ἐπεξηγεῖται πῶς ἐστιν ἐλαφρὸν ἡ νῦν θλίψις· ἐὰν, φησὶ, μὴ σκοπῶμεν τὰ
30βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· ἐὰν γὰρ τὰ ἐκεῖ τοῖς νῦν ἀντιστήσῃς, ἐλαφρὰ τὰ νῦν φανεῖται· πρόσκαιρα γάρ ἐστιν,
ἐκεῖνα δὲ αἰώνια.378

379

Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ. Ἐπίγειος μὲν οἰκία ἡ ἐνταῦθα βραχύβιος ζωή. σκῆνος δὲ τὸ σῶμα ἡμῶν τῶν ψυχῶν· ἄλλο γὰρ οἰκία, καὶ ἄλλο τὸ σκῆνος οὗ
5ἐστιν ἡ οἰκία, καὶ ἄλλο ἡμεῖς ὧν ἐστι τὸ σκῆνος ἴδιον· “ἐὰν “οὖν,” φησὶν, “ἡ οἰκία τοῦ σκήνους ἡμῶν καταλυθῇ,” τουτέστιν ἡ ἐνταῦθα βραχύβιος ζωὴ, ἕξομεν ἀχειροποίητον οἰκίαν, τουτέστι, ζωὴν αἰώνιον, οὐ προσδεομένοις τῆς ἡμετέρας ἐργασίας καὶ τῶν ἡμετέρων χειρῶν πρὸς σύστασιν· καλῶς δὲ πρὸς ἀντιδιαστολὴν
10τῆς παρούσης ζωῆς τὴν μέλλουσαν “ἀχειροποίητον” εἶπεν· ἡ γὰρ παροῦσα ἀπὸ τῶν χειρῶν ἔχει τὴν σύστασιν· ἄρτου, ποτοῦ, ἐνδύ‐ ματος. οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῷ περὶ ἀναστάσεως λόγῳ. Θεοδωρίτου. Ἐπίγειον οἰκίαν τὴν κατὰ τὸ παρόντα βίον λέγει διαγωγήν· σκῆνος δὲ τὸ σῶμα· ἐὰν τοίνυν λάβῃ τέλος τὰ
15παρόντα, τὴν ἀχειροποίητον ἔχομεν οἰκίαν τὴν αἰώνιον καὶ οὐ‐ ράνιον. Ἐπίγειος ἡμῶν οἰκία. Ἐπίγειον οἰκίαν σκήνους τὸ σῶμα καλεῖ. Οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν.
20 Οἷον τὴν ἀνανέωσιν, τὴν ἔγερσιν. Ἐν τοῖς οὐρανοῖς. Οἷον ἐν τοῖς οὐρανοῖς κατασκευασθεῖσαν ἄφθαρτον, τουτέστι διὰ χάριτος οὐρανίου. Ἐν τούτῳ στενάζομεν.
25 Ὑμεῖς, φησὶ, στενάζετε, ὡς εἰκὸς μερικῶς φθειρομένου τοῦ σώματος ὑμῶν ταῖς θλίψεσι· ἡμεῖς δὲ οἷς ἐναργὴς ἡ πίστις τῆς ἀναστάσεως, στενάζομεν, ὅτι μὴ παντελῶς φθείρεται· διὰ τί; ὅτι ἐπιποθοῦμεν τὸ ἄφθαρτον ἡμῶν σῶμα ἐπενδύσασθαι· καλῶς δὲ τὸ “ἐπενδύσασθαι·” τὸ γὰρ θνητὸν τοῦτο σῶμα ἐπενδύεται τὴν
30ἀφθαρσίαν. Θεοδωρίτου. Οἰκητήριον ἐνταῦθα τὴν ἀφθαρσίαν ἐκάλεσεν·
οὐκ εἶπε δὲ ἐνδύσασθαι, ἀλλ’ “ἐπενδύσασθαι,” ἐπειδὴ οὐχ ἕτερον379

380

ἐνδυόμεθα σῶμα, ἀλλὰ τὸ φθαρτὸν τοῦτο τὴν ἀφθαρσίαν ἐπεν‐ δύεται. Οἰκητήριον— Οὐκ εἶπε σκῆνος, ἀλλ’ οἰκητήριον, τὴν εἰς αὐτὸ ἀσφαλῆ μονὴν
5καὶ οἴκησιν δηλῶν. Τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι. Οὐκ ἐπειδὴ ἐξ οὐρανοῦ οὐ κάτεισιν, ἀλλ’ ἐπειδὴ ἐκ Θεοῦ τὴν ἀφθαρσίαν λαμβάνει. Εἴ γε καὶ ἐνδυσάμενοι.
10 “Εἴγε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα,” τουτέστι, κἂν ἀποθώμεθα τὸ σῶμα, οὐ χωρὶς σώματος ἐκεῖ παραστησόμεθα, ἀλλὰ μετ’ αὐτοῦ ἀφθάρτου γενομένου· τινὲς δέ φασιν, εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα· ἵνα γὰρ μὴ ἀπὸ τῆς ἀνα‐ στάσεως πάντες θαρρῶσι, φησὶν, εἴγε καὶ ἐνδυσάμενοι, τουτέστιν
15ἀφθαρσίαν καὶ σῶμα ἄφθαρτον λαβόντες, οὐ γυμνοὶ εὑρεθησόμεθα δόξης· ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκ ἔστιν ἴση, ἀλλ’ οἱ μὲν ἐν τιμῇ εἰσιν, οἱ δὲ ἐν ἀτιμίᾳ. Οὐ γυμνοὶ εὑρεθησόμεθα. Ἵνα μὴ ἐκ τῆς ἀναστάσεως μόνης, καὶ ἐκ τῆς τοῦ σώματος
20ἐναλλαγῆς νομίσωσι τὸ πᾶν κατορθῶσθαι, ἐπάγει, εἴγε καὶ ἄφθαρ‐ τον αὐτὸ ἐνδυσάμενοι, οὐ γυμνοὶ δόξης καὶ τιμῆς εὑρεθῶμεν· ἡ γὰρ ἀφθαρσία τοῖς μὲν εἰς ἀγαθὸν, τοῖς δὲ ὡς κακὸν ἔσται, διαιω‐ νίζειν ποιοῦσα καὶ τὰς τιμὰς καὶ τὰς τιμωρίας. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν.
25 Ἐπειδὴ ἀντέκειτο αὐτῷ ἡ κοινὴ τῶν ἀνθρώπων δόξα, τί, φησὶ, στενάζεις; ἵνα ἀποθάνῃ τὸ σῶμα; καίτοι πάντες ἄνθρωποι στε‐ νάζουσιν ἵνα μὴ ἀποθάνωσι, φησὶν, οὐδὲ ἡμεῖς στενάζομεν, ἵνα ἀποθώμεθα τὸ σῶμα καὶ ἐκδυσώμεθα, ἀλλ’ ἵνα ἐπενδυσώμεθα τὴν ἀφθαρσίαν· οὐ γὰρ ἐπειδὴ σῶμά ἐστι, βαρούμεθα, φησὶν, ἀλλ’
30ἐπειδὴ θνητόν ἐστι καὶ φθαρτόν. Ἀλλ’ ἐπενδύσασθαι. Ἐνδύσασθαι, φησὶ, σπεύδομεν, ἵνα καταποθῇ τὸ νῦν θνητὸν καὶ
φθαρτὸν σῶμα ὑπὸ τῆς ἀφθαρσίας καὶ ἀθανασίας.380

381

Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός. Τίς δὲ ταύτην τὴν ἐναλλαγὴν, φησὶ, τοῦ σώματος ποιήσει; τίς; ὁ εἰς τοῦτο αὐτὸ κατεργασάμενος Θεὸς, ἵνα ὦμεν ἄφθαρτοι καὶ ἀθάνατοι. δείκνυσιν οὐ νεωτέραν τὴν ἐπὶ τούτῳ δόκησιν, ἀλλ’
5ἐπὶ ἀθανασίᾳ μὲν ἡμᾶς διαπεπλᾶσθαι· ἐπειδὴ δὲ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, ἄλλην πάλιν ἐξεῦρεν ὁδὸν ἡμῖν ἀθανασίας ὁ Θεός. Θεοδωρήτου. Στένομεν, φησὶν, οὐκ ἀπαλλαγῆναι τοῦ σώμα‐ τος ἐφιέμενοι, ἀλλὰ τῶν παθῶν αὐτῶν ἐλεύθεροι γενέσθαι πο‐
10θοῦντες· οὐ γὰρ ἀποδύσασθαι τὸ σῶμα, ἀλλ’ ἐπενδύσασθαι τὴν ἀφθαρσίαν ὀριγνόμεθα. Ὁ καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος. Καὶ ὅτι, φησὶν, ἐπὶ τὸ γενέσθαι ἀθανάτους κατειργάσατο, δῆλον ἐξ ὧν ἔδωκε τὸ Πνεῦμα, οὐκ ἂν τοῦτο δοὺς τοῖς μὴ τοῦτο, φησὶ,
15μέλλουσι γίνεσθαι· πανταχοῦ δὲ ἀρραβῶνα λέγει Πνεύματος, ὀφειλέτην αὐτὸν ποιῶν τοῦ δοῦναι καὶ τὸ τέλειον. Εἰδότες ὅτι ἐνδημοῦντες τῷ σώματι. Καλῶς τὸ “ἐνδημοῦντες” ὡς ἐπὶ ἀλλοτρίας· πάροικοι γάρ ἐσμεν καὶ παρεπίδημοι· τοῦτο δὲ θέλει εἰπεῖν, θαρροῦντες, εἰδότες
20τὸ τῇ σωματικῇ προσμένειν ζωῇ διατειχίζει ἡμᾶς τῆς μετὰ Χριστοῦ διαγωγῆς, βουλόμεθα μᾶλλον ἐκδημῆσαι μὲν τοῦ σώμα‐ τος, σὺν Χριστῷ δὲ εἶναι. Τουτέστιν, οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν ὁ πολεμῶν καὶ ἀναι‐ ρῶν, μὴ φοβηθῇς, θάρρει κατακοπτόμενος· οὐ γὰρ μόνον φθορᾶς
25σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέμπει ταχέως. Διὰ πίστεως γὰρ περιπατοῦμεν. Ἵνα μή τις εἴπῃ, τί οὖν ὄντες ἐν σώματι ἀλλότριοί ἐσμεν τοῦ Χριστοῦ, ἐπάγει, διὰ πίστεως γὰρ περιπατοῦμεν, καὶ οὐ διὰ
30εἴδους, ὡσεὶ εἶπε, διὰ τοῦτο εἶπον ἐκδημοῦμεν καὶ οἷον ὁδηγούμεθα εἰς τὴν αὐτοῦ γνῶσιν, τότε δὲ διὰ εἴδους, τοῦτ’ ἔστιν, αὐτοψεί. ὃ καὶ ἀλλαχοῦ φησι, “βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰ‐
“νίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.”381

382

Εὐδοκοῦμεν μᾶλλον. Ἐπεὶ οὖν ἴσμεν τί ποιεῖ ἡ πρὸς τὸν Κύριον ἐνδημία, θαρρούν‐ τως εὐδοκοῦμεν ἀποδημῆσαι τοῦ σώματος, καὶ τοῦτο, φησὶν, ἐπι‐ ποθοῦμεν.
5 Καὶ φιλοτιμούμεθα. Τὸ “φιλοτιμούμεθα” ἢ σπουδάζομεν ἢ καυχόμεθα νόει· εἰς τὸ εἶναι αὐτῷ εὐάρεστοι, φησὶν, ἵνα γὰρ μὴ νομίσωσιν ἀποχρῆν αὐτοῖς τὴν πρὸς Χριστὸν ἐνδημίαν, τὸ εὐάρεστοι αὐτῷ εἶναι ἐπά‐ γει· τοῦτο γὰρ ἢ μακαρίαν τὴν πρὸς αὐτὸν ἐνδημίαν ποιεῖ ἢ τρισ‐
10αθλίαν, ἐὰν μὴ ὦμεν εὐάρεστοι. Τοὺς γὰρ πάντας. Λοιπὸν ἀπὸ τῶν σκυθρωποτέρων πτοεῖ, πλὴν ὅτι ἀναμνήσας τοῦ φοβεροῦ βήματος, οὐ μόνον τὰ σκυθρωπὰ, ἀλλὰ καὶ τὰ χρηστό‐ τερα τῶν ἐκεῖ λέγει.
15 Ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος. Τὰ διὰ τοῦ σώματος αὐτῷ πεπολιτευμένα, φησὶ, καὶ πε‐ πραγμένα, κομίσεται δὲ πρὸς ὃ ἐκήρυξεν, εἴτε ἀγαθὰ εἴτε κακά· ἐπειδὴ γὰρ πρός τε τὰ καλὰ καὶ μὴ τοιαῦτα τὸ σῶμα ὑπηρέτησε τῇ ψυχῇ, καὶ τὰς ἀμοιβὰς μετ’ αὐτῆς ἀπολαμβάνει· τοῦτο τῶν
20λεγόντων ἄλλο σῶμα τότε ἐγείρεσθαι ἐμφράττει τὰ στόματα· οὐ γὰρ ἂν ἄλλου ἁμαρτήσαντος σώματος, ἄλλο ἐτιμωρεῖτο, οὐδὲ ἄλλου κατορθώσαντος, ἄλλο ἐστεφανοῦτο. Πρὸς ἃ ἔπραξεν. Οὐδὲ γὰρ γυμνὴ ἡ ψυχὴ, ἀλλὰ διὰ τοῦ σώματος· κομίζεται
25ταῦτα, τουτέστι, πρὸς ἃ ἔπραξε συμπάσχουσα καὶ συνδοξαζομένη τῷ συζύγῳ σώματι. Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου. Τὸ δικαστήριον, φησὶν, ἐκεῖνο καὶ τὴν κατ’ ἀξίαν ἀπόδοσιν. Ἀνθρώπους πείθομεν.
30 Πείθομεν δὲ διὰ τοῦτο, ἵνα μή τινα ὑμῶν σκανδαλίσωμεν· οὐ γὰρ τὸ πράξαι τι τῶν φαύλων μόνων κατακρίνει, ἀλλὰ καὶ τὸ νομίζεσθαι πράττειν κολάζει, ἐὰν δυνάμενοι τὴν τοιαύτην ὑποψίαν
λῦσαι καταφρονήσωμεν.382

383

Θεῷ δὲ πεφανερώμεθα. Τὸν γὰρ εἰδότα Θεὸν πείθειν οὐ δεῖ. Ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν. Ἐλπίζει δέ, φησιν, ὅτι καὶ ὑμᾶς οὐ σκανδαλίσομεν, ἀλλ’ οἷόν
5ἐσμεν, τοιοῦτοί ἐσμεν ἐν τῇ γνώσει ὑμῶν· τοῦτο γὰρ τὸ ἐν ταῖς συνειδήσεσιν.
7tΚΕΦ. Ζ.
8tΠερὶ τῆς αὐτοῦ φιλοθεότητος καὶ φιλαδελφίας τῆς κατὰ Χριστόν.
9Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορ‐
10μὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε— Ἕξετέ τι ἀπολογεῖσθαι, τί λέγειν, τί καυχᾶσθαι. Συνεχῶς ἀποτρίβεται τὴν τοῦ μὴ δοκεῖν καυχᾶσθαι ὑπόνοιαν, καί φησιν, εἰς τούτους τοὺς λόγους ἤλθομεν, οὐχ ἑαυτοὺς συνιστῶντες, τουτ‐ έστιν, ἐπαίροντες ἢ ἐγκωμιάζοντες, ἀλλ’ ὑμῖν παρέχοντες φησὶν,
15ἀφορμὴν ὑπὲρ ἡμῖν καυχᾶσθαι πρὸς τοὺς ψευδαποστόλους· ἐπειδὴ γὰρ ἐκεῖνοι διασύρουσιν ἡμᾶς, ἵνα ὑμεῖς ἔχητε ὑπὲρ ἡμῖν καυ‐ χᾶσθαι, εἰς τούτους ἤλθομεν, φησὶ, τοὺς λόγους. Περὶ τῶν ψευ‐ δαποστόλων, φησὶν, οἵτινες πάντα πρὸς ἀνθρωπαρεσκείαν καὶ φιλοτιμίαν ἐποίουν, καὶ προσωπεῖον μὲν εἶχον εὐλαβείας καὶ
20σεμνότητος, ἔργων δὲ ἀγαθῶν ἐτύγχανον ἔρημοι. τοῦτο γάρ ἐστι “καὶ μὴ ἐν καρδίᾳ,” διὰ τὸ μὴ ἔχειν ἔνδον ἀγαθόν. Εἶτε γὰρ ἐξέστημεν, Θεῷ— Ἄν τε, φησὶ, μέγα φθεγγώμεθα, τοῦτο γὰρ τὸ ἐξέστημεν, μαι‐ νομένων γὰρ τὸ μεγάλα φθέγγεσθαι καὶ ὑπέρογκα, διὰ τὸν Θεὸν,
25φησὶ, τοῦτο ποιοῦμεν. πῶς; ἵνα μὴ ὑμεῖς νομίσαντες ἡμᾶς εὐτελεῖς, καταφρονήσητε τοῦ ὑφ’ ἡμῶν κηρύγματος· ἄν τε μέ‐ τριόν τι εἴπωμεν, δι’ ὑμᾶς τοῦτο ποιοῦμεν, ἵνα ταπεινοφρονεῖν ὑμᾶς διδάξωμεν. Ἢ οὕτως. εἰ μέν τις ἡμᾶς μαίνεσθαι νομίζει, παρὰ Θεοῦ τὸν μισθὸν λαμβάνομεν, δι’ ὃν τοιοῦτοι νομιζόμεθα· εἰ
30δὲ νήφειν, αὐτὸς τῆς ἐκ τοῦ νήφειν ὠφελείας ἀπολαβέτω. Ἢ οὕτως. Εἰ μαινόμεθα, φησὶ, διὰ τὸν Θεὸν μαινόμεθα, διὰ γὰρ
τὴν ὑμῶν σωτηρίαν, ἧς κήδεται Θεὸς, τοιαῦτα φθεγγόμεθα, ἵνα383

384

γνόντες ἡμᾶς τίνες ἐσμὲν, σωθῆτε· πιστεύσετε τοῖς παρ’ ἡμῶν κηρυσσομένοις, εἰ δὲ σωφρονοῦμεν πεισθῆτε. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς. Ἡ ἀγάπη τοῦ Χριστοῦ, φησὶ, συνέχει καὶ συνωθεῖ ἡμᾶς, καὶ
5ῥᾳθυμεῖν οὐκ ἐᾷ πρὸς τοὺς ὑπὲρ ὑμῶν πόνους· διὸ καὶ τοιαῦτα φθεγγόμεθα, φησὶν, ἵνα ὑμεῖς σωθῆτε ἀξιοπίστους ἡμᾶς νομί‐ σαντες· πείθειν γὰρ οἶδε μαθητὰς ὁ ἐνάρετος διδάσκαλος. Συνέχει ἡμᾶς. “Συνέχει ἡμᾶς,” φησὶ, καὶ συνωθεῖ ἡ ἀγάπη τοῦ Θεοῦ,
10ἐπειδὴ κεκρίκαμεν εἶναι τοῦτο ἀληθές· ποῖον; ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἐπειδὴ οἱ πάντες ἦσαν ἀποθανόντες ἄνθρωποι· διὸ καὶ ὑπὲρ πάντων ἀπέθανεν. Ζῶντες μηκέτι ἑαυτοῖς. Εἰ οὖν οὐ δεῖ ἡμᾶς ἑαυτοῖς ζῇν, εἰκότως σπουδάζομεν καὶ
15ἡμεῖς· εἰκότως δ’ ἂν καὶ ὑμεῖς τῶν ἐπιόντων καταφρονήσητε πει‐ ρασμῶν. Ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι. Τρεῖς εἰσιν ἀπειλῆς ἀφορμαὶ, δι’ ἃς δεῖ σπουδάζειν ἡμᾶς πάντα διὰ τὸν Κύριον ποιεῖν· μία ὅτι αὐτὸς ἡμᾶς ἐποίησε, δευ‐
20τέρα, ὅτι δι’ ἡμᾶς ἀπέθανε, τρίτη ὅτι τὴν ἀπαρχὴν ἡμῶν, τουτέστι τὴν σάρκα, ἀνέστησε, καὶ εἰς οὐρανοὺς ἀνήγαγεν, ἵνα καί σε ἀναγάγῃ ὅπου ἡ ἀπαρχή σου τυγχάνει· ὅρα που ἀνήγαγε τὸν λόγον. Τίς γὰρ ὅλως ἦν χρεία ἐνανθρωπήσεως καὶ σαρκώσεως τῷ Θεῷ Λόγῳ, εἰ μὴ τοῦτο ᾠκονομεῖτο ἡ ἡμῶν ἀνάπλασις καὶ ἀνά‐
25στασις; Ὥστε καὶ ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν. Ἐπεὶ οὖν πάντες ἀπέθανον τῇ ἁμαρτίᾳ, καὶ ζῶσι διὰ τὸν Χριστὸν, οὐδένα ἴσμεν κατὰ σάρκα ζῶντα, τουτέστι, κατὰ τὴν πάλαι πολιτείαν τὴν ἐν ἁμαρτίαις· τὸ γὰρ τοιοῦτον θάνατός ἐστι
30καὶ οὐ ζωή· ἀλλὰ νῦν οἱ ὄντως ἔχουσι ζωὴν, καὶ οὐ τὴν παλαίαν. Κατὰ σάρκα. Οἷον ζῶντα.
Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν.384

385

Καὶ τοσοῦτον, φησὶν, οὐδεὶς ἔτι κατὰ σάρκα ζῇ, ἐκείνη γὰρ οὐκ ἔστι ζωὴ, ἀλλὰ θάνατος, ὅτι καὶ ὁ Χριστὸς, ἵνα δείξῃ ὅτι τὸ κατὰ σάρκα ζῇν ἐπαύσατο· πῶς; οὐ τὸ σῶμα ἀφεὶς, ἄπαγε· μετ’ αὐτοῦ γὰρ ἥξει ὡς ἰδίου κριτὴς ἁπάντων, ἀλλὰ τῶν φυσικῶν
5ἀπαλλαγεὶς παθῶν, οἷον πείνης καὶ δίψης καὶ ὕπνου καὶ κόπου· νῦν γὰρ ἀπαθὲς καὶ ἀκήρατον ἔχει σῶμα. Ὥσπερ ἦν τὸ κατὰ σάρκα, ἐστὶ τὸ ἐν ἁμαρτίαις, καὶ τὸ ἔξω τούτων οὐ κατὰ σάρκα, οὕτω καὶ Χριστοῦ τὸ κατὰ σάρκα τὸ εἴκειν τοῖς φυσικοῖς πάθεσι· τὸ μὴ εἴκειν δὲ οὐ κατὰ σάρκα, ἀλλ’
10ὥσπερ φησὶν ἐκεῖνος, ἀπηλλάγη· οὕτω καὶ ἡμεῖς· οὐκέτι, φησὶν, εἶεν ἐμπαθητὸν σαρκί. οὕτω καὶ ὁ Κλήμης ἐν δ’ ὑποτυπώ‐ σεων. Ὥστε εἴ τις ἐν Χριστῷ. Εἴ τις ἐν Χριστῷ ζῇ, φησὶ, τουτέστιν ἐν τῇ πίστει αὐτοῦ,
15καινὴ κτίσις ἐστὶν, εἰς καινὴν γὰρ ἦλθε καὶ νέαν ζωήν· καὶ γὰρ ἄνωθεν ἐγεννήθημεν διὰ τοῦ Πνεύματος, τοῦ ζῇν οὐ τὴν ἐν ἁμαρ‐ τίαις ζωὴν, ἀλλὰ τὴν ἐν Πνεύματι. Τὰ ἀρχαῖα παρῆλθεν. Ποῖα ἀρχαῖα; ἤτοι τὰ ἁμαρτήματα, φησὶ, καὶ τὰς ἀσεβείας,
20ἢ τὰ Ἰουδαϊκὰ πάντα. πῶς δὲ τὰ ἀρχαῖα παρῆλθε; ψυχὴ καὶ σῶμα ἡμῖν καινὸν, ἐκαθάρθη γὰρ τῷ βαπτίσματι, διαθήκη καινή· ἀντὶ τῆς ἐπιγείου Ἰηρουσαλὴμ, ὁ οὐρανός· ἀντὶ ναοῦ αἰσθητοῦ, ναὸς πνευματικός· ἀντὶ πλακῶν λιθίνων, σάρκινοι πλάκες· ἀντὶ περι‐ τομῆς, βάπτισμα· ἀντὶ μάννα, σῶμα δεσποτικόν· ἀντὶ τοῦ ἐκ
25πέτρας ὕδατος, αἷμα δεσποτικόν· ἀντὶ τῆς ῥάβδου Μωσέως, ὁ σταυρός· ἀντὶ γῆς ἐπαγγελίας, βασιλεία οὐρανῶν· ἀντὶ μυρίων τῶν κατὰ τὸν νόμον ἱερέων, εἷς ἀρχιερεὺς, ὁ Χριστός· ἀντὶ ἀμώ‐ μου προβάτου, ὁ υἱὸς τοῦ Θεοῦ· ἀντὶ ψιλοῦ ὀνόματος υἱοθεσίας, ἀληθὴς υἱοθεσία· ἡ γὰρ καινὴ κτίσις καὶ ὡς πρὸς τὴν ἐν ἁμαρ‐
30τίαις ζωὴν εἴρηται, καὶ ὡς πρὸς τὰ κατὰ νόμον ἤδη καὶ ἐπί‐ ταγμα. Πάντα ἐκ τοῦ Θεοῦ. Ταῦτα δὲ πάντα, φησὶν, ἐκ Θεοῦ ἡμῶν δεδώρηται τοῦ διὰ μεσίτου τοῦ Υἱοῦ αὐτοῦ ἀποκαταλλάξαντος ἡμᾶς ἐκάλεσε διὰ τῆς
35σφραγῖδος τοῦ Υἱοῦ αὐτοῦ.385

386

Καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Ὦ φιλανθρωπίας βάθους· οὐ γὰρ ἐπειδὴ πρέσβιν ἐπὶ καταλ‐ λαγῇ ἔπεμψε τὸν Υἱὸν αὐτὸς, καὶ ἐσφάγη, λοιπὸν ἠμέλησεν ἡμῶν, ἀλλὰ καὶ τοῦ Υἱοῦ ἀποθανόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλα‐
5γῆς πάλιν ἐπίστευσε τοῖς Ἀποστόλοις. Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. Καὶ γὰρ, φησὶ, τὸ πρῶτον, οἷον πρὸ τοῦ σταυροῦ, Θεὸς ἦν, τουτέστιν, ὁ Πατὴρ διὰ μέσου Χριστοῦ ὡς μεσίτου καταλλάσ‐
10σων ἑαυτῷ τὸν κόσμον. Μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα. Οὕτω γὰρ, καὶ οὐκ ἄλλως ἐνῆν τὴν καταλλαγὴν γενέσθαι, τὸ πρῶτον ἀφεῖναι τὰ πλημμελήματα, ὡς εἴγε δίκην ἀπῄτησε τῶν ἁμαρτιῶν, οὐκ ἄν τις, φησὶ, περιελείφθη ὡς καταλλαγείη.
15 Καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὁ Πατὴρ οὖν ἦν καὶ πρὸ τοῦ σταυροῦ, φησὶ, διὰ τοῦ Υἱοῦ αὐτοῦ καταλλάσσων ἑαυτῷ τὸν κόσμον, ὁ καὶ νῦν θέμενος ἐν ἡμῖν τὸν λόγον καὶ τὴν διάνοιαν τῆς καταλλαγῆς. Ἐπειδὴ γὰρ, φησὶν, ὁ Υἱὸς αὐτοῦ ἐσταυρώθη, ἡμᾶς εἴασε παρακαλοῦντας πρὸς καταλ‐
20λαγὴν τοὺς ἐπὶ γῆς. εἶδες μέγεθος ἀφάτου ἀγαθότητος; οὐδὲν τοιγαροῦν φορτικὸν ὑμῖν ἤλθομεν ποιῆσαι, ἀλλὰ φίλους ποιῆσαι ὑμᾶς πρὸς τὸν Θεόν. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν. Ὦ ποῦ ἐξῇρε τὸ πρᾶγμα, “ὑπὲρ Χριστοῦ,” φησὶ, “πρεσβεύ‐
25“ομεν·” τὸ γὰρ αὐτοῦ ἔργον ἡμεῖς ἐδεξάμεθα· ἀντὶ Χριστοῦ οὖν ἡμεῖς πρεσβεύομεν, ὡς τοῦ Πατρὸς παρακαλοῦντος δι’ ἡμῶν· οὔτε γὰρ διὰ τοῦ Χριστοῦ μόνον παρακαλεῖ, ἀλλὰ τούτου σταυρωθέντος δι’ ἡμῶν νῦν παρακαλεῖ. Δεόμεθα ὑπὲρ Χριστοῦ.
30 Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύοντες καὶ ὑπὲρ Χριστοῦ ἡμεῖς παρακαλοῦμεν, καταλλάγητε τῷ Θεῷ. ὑμεῖς γάρ ἐστε οἱ ἐχθροὶ καὶ οἱ μισοῦντες· ὑμεῖς οὖν καταλλάγητε. Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν.
Ὅρα τὸ ἔντεχνον καὶ σοφὸν αὐτοῦ, λοιπὸν ὡς πρεσβευτὴς καὶ386

387

αἰτίαν δι’ ἧς ἂν πεισθεῖεν λέγει· ἵνα γὰρ, φησὶ, μηδὲν εἴπω τῶν πρώτων ὅτι ὑβρίσατε, ὅτι εὐεργέτην, ὅτι δίκην οὐκ ἀπῄτησεν, ὅτι πρῶτος καταλλαγῆναι εἵλετο· κἂν διὸ ἐποίησε νῦν, φησὶν, οὐ δίκαιοι καταλλαγῆναι ὑπάρχετε· ποῖον τοῦτο; “τὸν γὰρ μὴ
5“γνόντα ἁμαρτίαν,” φησὶ, τουτέστι τὸν αὐτοδικαιοσύνην ὄντα καὶ ἁγιασμὸν, τὸν Υἱὸν αὐτοῦ, “ἁμαρτίαν ἐποίησε,” τουτέστιν, ὡς ἁμαρτωλόν τινα καὶ κατάδικον εἴασε σταυρωθῆναι· οὐκ εἶπεν ἁμαρ‐ τωλὸν, ἀλλ’ ἁμαρτίαν, ὅπερ μεῖζόν ἐστιν· ἀπέθανε δὲ, φησὶν, ὁ Χριστὸς, οὐδ’ εἰκῆ, οὐδ’ οὐδὲν ὠφελῶν ἡμᾶς, ἀλλ’ ἵνα δικαίους
10ἀπεργάσηται. Οἰκουμενίου. Ἄλλοι οὕτως ἡρμήνευσαν, “ἁμαρτίαν” λέγεται τὸ ὑπὲρ ἁμαρτιῶν θῦμα, ὡς καὶ ὁ προφήτης “ἁμαρτίας λαοῦ “μου φάγονται,” τουτέστι τὰ ὑπὲρ ἁμαρτιῶν θύματα· θῦμα οὖν ὑπὲρ ἁμαρτιῶν ἐποίησεν ὁ Θεὸς τὸν Υἱὸν, τουτέστιν, ὡς ἁμαρτωλὸς
15κατακριθῆναι. Ἵνα ἡμεῖς γινώμεθα δικαιοσύνη Θεοῦ. Οὐκ εἶπε, δίκαιοι, ἀλλ’ αὐτοδικαιοσύνη, ὅπερ μεῖζον ἦν, καὶ “Θεοῦ δικαιοσύνη·” Θεοῦ δὲ δικαιοσύνη τὸ μὴ ἐξ ἔργων, ἀλλὰ διὰ συγχωρήσεως δικαιωθῆναι ἐν αὐτῷ δι’ αὐτοῦ.
20 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν. Ταῦτα μὲν, φησὶν, ὁ Θεὸς διὰ τοῦ Υἱοῦ αὐτοῦ πεποίηκε, καὶ ἡμεῖς δὲ συνεργοῦντες καὶ παρακαλοῦντες διατελοῦμεν· παρακα‐ λοῦντες μὲν ὑμᾶς, συνεργοῦντες δὲ τῷ Θεῷ· τοῦτο γὰρ αὐτῷ σπουδὴ τὸ ὑμᾶς σωθῆναι, ὅτι καὶ ἀλλαχοῦ φησι, “Θεοῦ συνεργοί
25“ἐσμεν, ἐξ ὧν διατελοῦμεν,” φησί. Μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Παρακαλοῦμεν δὲ ἡμεῖς οἱ Ἀπόστολοι, ἵνα τὴν εὐεργεσίαν τοῦ Θεοῦ δέξησθε καὶ μὴ ἀποκρούσησθε αὐτὴν, μηδὲ εἰς κενὸν καὶ ἀνωφελὲς τὴν χάριν γενέσθαι καὶ δειχθῆναι· τὸ γὰρ καταλλα‐
30γέντας τῷ Θεῷ διὰ τῆς πίστεως, ἐπιμένειν τῷ πρώτῳ βίῳ, οὐδὲν ἕτερόν ἐστιν, ἢ εἰς κενὸν καὶ μάτην γενέσθαι τὴν χάριν τοῦ Θεοῦ, καὶ οὐδὲν ὠφεληθῆναι τοὺς δεξαμένους αὐτήν· εἰ γὰρ αὐτὸς ἁμαρ‐ τίας συνεχώρησεν, ἡμεῖς δὲ πάλιν τούτων πληρούμεθα, τί τὸ
κέρδος;387

388

Ἰδοὺ, νῦν καιρὸς εὐπρόσδεκτος. Καὶ ποῖός ἐστιν ὁ εὐπρόσδεκτος καιρὸς καὶ ἡ ἡμέρα τῆς σω‐ τηρίας; ἡ τῆς δωρεᾶς, ἡ τῆς χάριτος, ὁ νῦν, φησὶν, ὑπάρχων καιρὸς, ἐν ᾧ ἁμαρτημάτων μὲν ἄφεσις πρόκειται· ἡ δὲ δικαιοσύνη
5δωρεὰν δίδοται· ἐπεὶ οὖν ὁ καιρὸς χάριτος, εἰκότως, φησὶν, ἐπή‐ κουσά σου ἐν τούτῳ, ὡς εἴ γε ἔλθοι ὁ τῆς κρίσεως καιρός· οὐκ ἔστιν ἁπλῶς εἰσακούσεται· ὁ οὖν ἐν καιρῷ χάριτος ἐπιτηδεύων πολιτείαν χρηστὴν, εὐχερῶς ἐπιτεύξεται τῶν βραβείων, καὶ ἀκουσθή‐ σεται ὑπὸ τοῦ Θεοῦ, ἐπειδὴ καὶ τοὺς μυρία πλημμελήσαντας δέχε‐
10ται, ἀφεὶς αὐτοῖς τὰς ἁμαρτίας αὐτῶν. τὸ νόημα οὕτως εἴρηται. Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν. Συνεργοῦντες δὲ, φησὶ, καὶ παρακαλοῦντες διατελοῦμεν “μη‐ “δεμίαν μηδενὶ διδόντες προσκοπὴν,” ὅρα δὲ ἐν τάξει διηγήσεως συμβουλήν· ὡσεὶ ἔλεγε, διὰ πάντων ἀπενθυνῶν μου τὸν βίον καὶ
15τὴν πολιτείαν, ὥστε οὐ λέγω κατηγορίας, ἀλλ’ ἵνα μηδὲ μέμψεως δῷ τινι χώραν, ἵνα μή τις, φησὶν, ἐπιλάβηται τῆς διακονίας ἡμῶν καὶ τοῦ ἔργου· αὐτῶν γὰρ σφαλλομένων εἰκότως ἡ μέμψις εἰς τὸ κήρυγμα ἔτρεχεν· ἐπεὶ γὰρ ἂν οἱ Ἀπόστολοι, εἰ ἦν τι χρηστὸν τὸ κήρυγμα, ἤμελλον αὐτὸν ἄνθρωποι πεπιστεῦσθαι πονη‐
20ροί· τοῦτο δὲ εἰπὼν, μονονουχὶ λέγει αὐτοῖς, ὅτι δεῖ καὶ ὑμᾶς ὀρθοῦ ἐπιμελεῖσθαι βίου, ἵνα μὴ εἰς τὴν πίστιν ἡ μέμψις ἀνα‐ δράμῃ· “ἐκ γὰρ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.” Ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτούς. Οὐ μόνον μέμψεων καὶ κατηγοριῶν, φησὶν, ἐσπουδάσαμεν εἶναι
25καθαροὶ, ἀλλὰ καὶ ἐν παντὶ συνεστήσαμεν καὶ ἀπεδείξαμεν ἑαυ‐ τοὺς ὡς Θεοῦ διακόνους· πῶς δ’ ἂν εἴη τοῦτο, καὶ πῶς τις ἀπο‐ δεικνύει ἑαυτὸν Θεοῦ διάκονον, ἢ δι’ ὧν πολιτεύεται καὶ βιοῦ; ὅρα δὲ, οὐκ εἶπε, φαινόμενοι, ἀλλὰ “συνιστῶντες,” ὅ ἐστιν, ἀποδει‐ κνύντες· τοῦτο δὲ τὴν δι’ ἔργων καὶ ἀληθείας ἀπόδειξιν ἔχει.
30 Ἐν ὑπομονῇ πολλῇ. Πάντα γενναίως φέροντες τὰ ῥηθησόμενα, διό φησιν, “ἐν “ὑπομονῇ πολλῇ,” καὶ λοιπὸν καταλέγει, ἐν τίσιν ὄντες καὶ γεν‐
ναίως διαγενόμενοι συνεστήσαμεν ἑαυτοὺς Θεοῦ διακόνους.388

389

Ἐν ἀνάγκαις. Ἐπίτασιν θλίψεως δηλοῦσιν αἱ ἀνάγκαι, ὅταν ἄφυκτα ᾖ τὰ κακά. Ἐν στενοχωρίαις.
5 Δυσδιεξόδευτος ἦν, φησὶν, ἡ ἀπαλλαγή. Ἐν φυλακαῖς. Τούτων καὶ ἕν τι ἀφόρητόν ἐστιν. Ὅταν δὲ καὶ πάντα καὶ ὁμοῦ, θέα τὸν ἀγῶνα. Ἐν ἀκαταστασίαις.
10 Ὅταν ἐλαυνόμενος οὐδ’ ὅπου στῇ εἶχεν. Ἐν κόποις. Τὰ μὲν εἰρημένα παρὰ τῶν πολεμίων τῆς πίστεως ἐπήγετο αὐτῷ, λοιπὸν καὶ τὰ παρ’ αὐτοῦ εἰσενεχθέντα λέγει, ὡς μὴ ἀρ‐ κούντων ἐκείνων· κόπους δέ φησι καὶ τὰς ἐκ τῶν χειρῶν ἐργασίας,
15καὶ τὰς διὰ τὸ κήρυγμα συντριβάς. Ἐν ἁγνότητι. Ἁγνότητι φησὶ τήν τε σωφροσύνην καὶ τὸ ἀδάπανον Εὐαγ‐ γέλιον ἐν ἅπασι καθαρὸν, ἐν γνώσει, ἐν σοφίᾳ Θεοῦ τῇ ὄντως γνώσει, οὐ καθάπερ οἱ ψευδαπόστολοι τῇ ἀνθρωπίνῃ σοφίᾳ κομ‐
20πάζοντες. Θεοδωρίτου. Ἵνα εἴπῃ καὶ περὶ τοὺς γνωρίμους καὶ περὶ τοὺς ἀγνώστους σπουδάζοντες εἶναι μακρόθυμοι καὶ χρηστοί· τὸ γὰρ ἀγνότητι ἀγνοίᾳ λέγει οὐχ ἁγνείᾳ. Θεοδωρίτου. Ἁγνότητα λέγει τὴν τῶν χρημάτων ὑπεροψίαν·
25οὐδὲ γὰρ τὰς ἀναγκαίους χρείας περὶ Κορινθίων ἐδέξατο, γνῶσιν δὲ, ὡς οἶμαι τὴν διδασκαλίαν. Ἐν μακροθυμίαις. Ἀδαμαντίνης δεῖται ψυχῆς τὸ πάντοθεν νυσσόμενον μὴ μόνον μακροθυμεῖν, ἀλλὰ καὶ χρηστεύεσθαι· “ὑβριζόμενοι γάρ,” φησιν,
30“εὐλογοῦμεν.” Ἐν Πνεύματι Ἁγίῳ. Εἶτα δείκνυσι πόθεν τοιοῦτος γέγονεν· ἐν Πνεύματι, φησὶν, ὄντες διετελέσαμεν· τότε δὲ τὴν τοῦ Πνεύματος τέθεικε βοήθειαν,
ὅταν τὰ παρ’ ἑαυτοῦ συνεισήνεγκεν.389

390

Ἐν ἀγάπῃ ἀνυποκρίτῳ. Τοῦτο τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰρ‐ γάσατο· τοῦτο τὸ Πνεῦμα μένειν ἐποίησεν. Ἐν λόγῳ ἀληθείας.
5 “Ἐν λόγῳ ἀληθείας,” ὅπερ ἀλλαχοῦ φησιν, “οὐ δολοῦντες τὸν “λόγον τοῦ Θεοῦ·” εἶτα καὶ ἐν δυνάμει Θεοῦ, δι’ ἧς, φησὶ, πάντα πεπράχαμεν· πάντα γὰρ τῷ Θεῷ ἀνατίθησιν. Διὰ τῶν ὅπλων. Εἰ βούλεσθε μαθεῖν, φησὶ, πόθεν ταῦτα κατωρθώσαμεν, ἀκού‐
10σατε· διὰ τῶν ὅπλων, φησὶ, τῶν δεξιῶν καὶ ἀριστερῶν, ἅτινα εἰ καὶ δοκεῖ ἐναντία εἶναι πρὸς ἑαυτὰ, πλὴν ὅπλα δικαιοσύνης ἐστίν· δεξιὰ δὲ λέγει οἷον ἐπιδέξια δοκοῦντα, τουτέστι τὰς παρὰ ἀνθρώ‐ πων τιμάς· αἷς οὐκ ἐφυσήθημεν, φησὶν, οὐδὲ ἐπῄρθημεν πρὸς δόξαν κενήν· διὰ τοῦτο γὰρ ὅπλα δικαιοσύνης γέγονεν· ἀριστερὰ
15δὲ τὰ τούτοις ἐναντία, οἷον τοὺς πειρασμοὺς, τοὺς διωγμοὺς, τὰς ὕβρεις οἷς οὐ κατεστήσαμεν οὐδὲ ἡττήθημεν, ὡσεὶ ἔλεγεν, ἀεὶ οἱ αὐτοὶ ἐμείναμεν, μήτε τοῖς καλοῖς ἐπαιρόμενοι, μήτε τοῖς κακοῖς μαλακιζόμενοι. Ἰωάννου τοῦ Χρυσοστόμου. Ἀριστερὰ καλεῖ τὰ δοκοῦντα
20εἶναι λυπηρὰ, καίτοι ταῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα· τίνος οὖν ἕνεκεν οὕτως αὐτὰ καλεῖ; ἢ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν, ἢ ἐπειδὴ ἐκέλευσεν ὁ Θεὸς εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Διὰ δόξης. Εἶτα λέγει τὰ ἀριστερὰ καὶ δεξιὰ, καὶ ὅρα τὰς παρὰ ἀνθρώ‐
25πων αὐτῶν προσαγομένας τιμὰς εἰς οἰκεῖον τέθεικε κατόρθωμα· οἶδε γὰρ ὂν μέγα μὴ ἁλῶναι τύφῳ δι’ αὐτάς. Ὡς πλάνοι, καὶ ἀληθεῖς. Αὗται αἱ εὐφημίαι καὶ δυσφημίαι. Τοῦτό ἐστι, διὰ δόξης καὶ ἀτιμίας· τοῖς μὲν γνώριμοί τε ἦσαν
30καὶ περισπούδαστοι, οἱ δὲ οὐδὲ εἰδέναι αὐτοὺς ἠξίουν. Ὡς ἀποθνήσκοντες, καὶ ἰδοῦ ζῶμεν. Κατὰ τὴν σφοδρότητα καὶ τὴν σπουδὴν τῶν πολεμούντων ἡμῖν,
καὶ ἰδοὺ ζῶμεν κατὰ τὴν δύναμιν τοῦ Θεοῦ.390

391

Ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι. Ταῦτα δὲ, φησὶ, συνεχώρει ὁ Θεὸς, παιδεύων μὲν, οὐ μὴν ἄχρι θανάτου ἐγκαταλιμπάνων. Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες.
5 Παρὰ μὲν τοῖς ἔξωθεν, ἐξ ὧν πάσχομεν, ἀθυμεῖν νομιζόμεθα, ἀεὶ δὲ καὶ ἐφ’ ἑκάστῳ ἀδιαλείπτως χαίροντες. Ὅρα τὴν ἁγίαν ψυχήν· οὐ μόνον ἔφερε τοὺς πειρασμοὺς γενναίως, ἀλλὰ καὶ ἔχαι‐ ρεν ἐπ’ αὐτοῖς, εἰδὼς διὰ τὸν Χριστὸν πάσχειν. Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες.
10 Διετελέσαμεν ὡς πτωχοὶ, πολλοὺς δὲ ἐπλουτίσαμεν, ἢ πνευ‐ ματικῷ πλούτῳ ἢ καὶ σαρκικῷ· εἶχον γὰρ τὰς ἁπάντων ἀνεῳγμέ‐ νας οἰκίας ποιούσας ἃ βούλονται. Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Οὐδὲν γὰρ ἔχων τὰ πάντων εἶχε· τῇ γὰρ οἰκουμένῃ ἐπέταττεν·
15“εἰ δυνατὸν γὰρ,” φησὶ, “τοὺς ὀφθαλμοὺς ἐξορύξαντες ἂν ἐδώ‐ “κατέ μοι.” Ἔνι δὲ καὶ περὶ πνευματικῶν ταῦτα νοῆσαι· ὁ γὰρ ἀπορρήτων ἀκούων ῥημάτων, πῶς οὐχὶ πάντων πλουσιώτερος ἦν; Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς. Τὰ τῶν ἰδίων ἀγώνων διελθὼν, εἰς τὸν περὶ πολιτείας ἔρχεται
20πόνον· πρότερον δὲ πεῖσαι θέλει, ὅτι ἀγαπῶν αὐτοὺς ἔλαττον ἀγα‐ πᾶται, καί φησι, “τὸ στόμα ἡμῶν ἀνέῳγεν,” οἷον οὐ δυνάμεθα σιγᾷν πρὸς ὑμᾶς, ἐκεῖ ὑμῖν διαλέγεσθαι θέλομεν, ὅπερ ἀγαπώντων ἴδιον καὶ ἄνευ ὑποστολῆς λαλούντων. Ἡ καρδία ἡμῶν πεπλάτυνται.
25 Καθάπερ γὰρ τὸ θερμὸν εὐρύνειν εἴωθεν, οὕτω καὶ ἡ ἀγάπη· θερμὸν γάρ τι χρῆμα ἡ ἀγάπη· ὡσεὶ εἶπεν, οὐ μόνον στόματι, ἀλλὰ καὶ καρδίᾳ φιλῶ καὶ πάντας ἔνδον ἔχω. διό φησιν, οὐ στε‐ νοχωρεῖσθε ἐν ἡμῖν, τοῦ πόθου εὐρύνοντος αὐτοῦ τὴν ψυχήν· “ἡ “καρδία ἡμῶν πεπλάτυνται” εἰς τὸ πάντα διδάξαι ὑμᾶς, ὑμεῖς δὲ
30“στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν,” τουτέστιν, ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ, ᾗ ἀγαπᾷν με ὀφείλετε· οὕτως ὁ Κλήμης ἐν τετάρτῳ ὑποτυπώσεων. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν.
Ἐγὼ μὲν, φησὶν, οὐ στενοχωροῦμαι, πάντας ὑμᾶς ἔνδον ἔχων,391

392

ὑμεῖς δὲ, φησὶν, ἐν τῷ ἔχειν με ἐν τοῖς σπλάγχνοις ὑμῶν στενο‐ χωρεῖσθε· οὐ γὰρ ὁμοίως μὲν, φησὶν, ἀγαπῶν ἧττον ἀγαπῶμαι. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν. “Τὴν δὲ αὐτὴν ἀντιμισθίαν,” τουτέστιν, ἀμοιβὴν καὶ ἰσότητα
5τῆς φιλίας εἰσενέγκατε ὡς τέκνα, καὶ “πληθύνθητε καὶ ὑμεῖς” ὡς καὶ ἐγώ· καὶ γὰρ αἰσχρὸν ἐμοῦ πάντας ὑμᾶς ἔνδον δεξαμένου, ὑμᾶς πάντας ἕνα μὴ δέξασθαι. Ὡς τέκνοις λέγω— Εἶτα δείκνυσι καὶ ὀφειλομένην τὴν ἀγάπην· ὀφείλει γὰρ τὰ
10τέκνα τοῖς πατράσιν. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Εἶτα ἵνα μὴ νομίσωσι δι’ ἑαυτὸν χρήζειν τῆς ἀγάπης αὐτῶν, δείκνυσι διὰ τὸ αὐτῶν συμφέρον ἐπιζητεῖν ἀγαπᾶσθαι· φησὶ γὰρ, τοῦτό ἐστι τὸ ἀγαπᾷν με τὸ μὴ ἐκκλίνειν πρὸς τοὺς ἀπίστους,
15καὶ συναναμίγνυσθαι αὐτοῖς, καὶ διαφθείρεσθαι ὑπ’ αὐτῶν. Ἀπὸ μεταφορᾶς δὲ τῶν πλαστίγγων τοῦ ζυγοῦ τὸ “ἑτεροζυγοῦντες.” Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Ἀντὶ τῶν προσώπων αὐτὰ τέθεικε τὰ πράγματα, τίς, φησὶ, κοινωνία ὑμῖν καὶ τοῖς ἀπίστοις; ὥσπερ οὐδὲ δικαιοσύνῃ καὶ
20ἀνομίᾳ τι κοινὸν, οὔτε φωτὶ πρὸς σκότος, οὔτε Χριστῷ πρὸς Βελίαρ, τουτέστιν, ἀποστάτῃ καὶ Σατανᾷ. Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Πᾶσι τρόποις ἀπεῖρξαι τῶν ἀπίστων αὐτοῖς θέλων, οὐκ εἶπε δικαίοις καὶ ἀνόμοις, ἀλλ’ ὃ μεῖζον ἦν· οὐκ εἶπε τοῖς τοῦ φω‐
25τὸς καὶ σκότους ἐργάταις, ἀλλ’ ὃ πλέον ἦν· οὐκ εἶπε τοῖς δια‐ κόνοις τοῦ Χριστοῦ καὶ τοῖς τοῦ Σατανᾶ, ἀλλ’ ὃ φοβερώτερον ἦν· εἶτα ἵνα μὴ δόξῃ πραγμάτων ψιλῶν ποιεῖσθαι συγκρίσεις, ἦλθεν ἐπ’ αὐτὰ τὰ πρόσωπα, πιστῷ φησὶ, μετὰ ἀπίστου. Ἢ οὕτως· ὥσπερ, φησὶ, τοῖς ἄνω εἰρημένοις, οὐδὲν κοινὸν πρὸς ἑαυτοὺς,
30οὕτως οὐδὲ τῷ πιστῷ μετὰ ἀπίστου. Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;
“Συγκατάθεσις,” τουτέστιν, ὁμοίωσις· ἐκεῖνοι, φησὶ, ναὸς392

393

εἰδώλων εἰσὶν, ὑμεῖς ναὸς Θεοῦ· τίς οὖν ὑμῖν κἀκείνοις κοινωνία; ὅτι δὲ ναὸς ἐστὲ, φησὶ, Θεοῦ, πάρεστιν ἀκοῦσαι τοῦ προφήτου Ἱερεμίου. Ὅτι ἐνοικήσω ἐν αὐτοῖς.
5 Τὸ μὲν “ἐνοικήσω” ὡς ἐν ναοῖς, τὸ δὲ “ἐμπεριπατήσω” ἐν‐ δεικνύντος ἐστὶ τὴν πρὸς ἡμᾶς σχέσιν. Καὶ ἀφορίσθητε— Τῶν ἀπίστων δηλαδὴ, τῶν ἀκαθάρτων· τὸ δὲ “ἀφορίσθητε” οἱονεὶ μονώθητε, ὅσον ἧκεν εἰς ἐκείνους. Ὅρα δὲ, οὐκ εἶπε, μὴ
10πράττετέ τι ἀκάθαρτον, ἀλλὰ μηδὲ ἅπτεσθε. Κἀγὼ εἰσδέξομαι ὑμᾶς. Ἂν γὰρ ἐκείνων, φησὶν, ἐξέλθητε, μονὴν ἕξετε παρ’ ἐμοί. Καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱούς. Προαναφωνεῖ ὁ προφήτης τὴν νῦν δοθεῖσαν υἱοθεσίαν διὰ τῆς
15πίστεως καὶ τοῦ λουτροῦ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας. Ποίας; τὸ ναοὺς εἶναι Θεοῦ καὶ ἔχειν αὐτὸν ἐνοικοῦντα, τὸ υἱοὺς εἶναι Θεοῦ καὶ λαόν. Καθαρίσωμεν αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ—
20 Τὰ μὲν γὰρ τῶν ἁμαρτημάτων μολύνει τὸ σῶμα, οἷον πορνεία, μοιχεία, τὰ δὲ, τὸ πνεῦμα, τουτέστι τὴν ψυχὴν, οἷον ἀκάθαρτοι λογισμοὶ, μνησικακίαι, λοιδορίαι. Θεοδωρίτου. Πνεύματι ἐνταῦθα τῆς ψυχῆς φησὶ, πνεύματος μὲν ἀκαθαρσίαν λέγων, τὴν πρὸς τὰ εἴδωλα κοινωνίαν, σαρκὸς δὲ,
25τὴν ἐν πράξει ἁμαρτίαν. Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Καὶ οὐκ ἀρκεῖ, φησὶν, ἀκαθαρσιῶν καὶ μολυσμῶν ἀπέχεσθαι, ἀλλά τι καὶ πράξαι χρηστόν· διό φησιν, “ἐπιτελοῦντες ἁγιω‐ “σύνην,” τουτέστι, πράττοντες· ἡ δὲ ἁγιωσύνη σωφροσύνη τε
30νοεῖται καὶ καθαρότης παντὸς πάθους· εἶτα φησὶν “ἐν φόβῳ “Θεοῦ,” ἔνι γὰρ καὶ πρὸς ἀνθρωπαρεσκείαν καὶ ὑπόκρισιν καὶ κενοδοξίαν πράττειν τι τῶν ἐπαινετῶν, ἢ ὅτι διὰ φόβον Θεοῦ· τῷ
γὰρ τοῦ Θεοῦ φόβῳ ἁλωτὴ γίνεται ἡ δικαιοσύνη.393

394

(1t)

ΚΕΦ. Η.
2tΠερὶ ἀποδοχῆς τῆς Κορινθίων ὑπακοῆς καὶ ἀγάπης εὐφραινούσης αὐτόν.
3 Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθεί‐ ραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
5 Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον. Ἐπειδὴ γὰρ ἔπληξεν αὐτοὺς, εἰπὼν, ὅτι αὐτοῦ μὲν ἀποφοιτῶσι, κολλῶνται δὲ ἀπίστοις καὶ ἀκαθάρτοις, νῦν θεραπεύει αὐτοὺς καί φησι, “χωρήσατε “ἡμᾶς,” τουτέστι, δέξασθε ἡμᾶς καὶ τὰ ἡμῶν ῥήματα, νῦν γὰρ οἷον ἐκβεβλήμεθα τῶν διανοιῶν ὑμῶν· εἶτα καὶ τοὺς ψευδαποστό‐
10λους αἰνιττόμενός φησιν, ὅτι οὐκ ἠδικήσαμεν ἢ ἐφθείραμεν ἐν δόγμασιν ἀσεβέσιν. Οὐ πρὸς κατάκρισιν λέγω. Οὐκ ἐπὶ τὸ κατακρῖναι, φησὶν, ὑμᾶς, λέγω ταῦτα· πόθεν δῆλον; ἐκ τῆς ἀγάπης, “ὅτι ἐν ταῖς καρδίαις ἡμῶν,” φησὶν, “ἐστὲ εἰς
15“τὸ συναποθανεῖν καὶ συζῇν.” Εἰς τὸ συναποθανεῖν καὶ συζῇν. Ἔνι καὶ πεφιλῆσθαι καὶ ἐν καρδίᾳ εἶναί τινος, οὐ μὴν εἰς τὸ ἀποθανεῖν καὶ συζῇν, πλὴν ἐμοὶ οὕτως πεφίλησθε· καὶ ποῖον τοῦτο εἶδος φιλίας τὸ συζῇν; ναὶ, φησὶν, εἰσι γάρ τινες οἳ τοῖς φίλοις
20κακῶς μὲν πράττουσι συναλγοῦσι, εὐδρομοῦσι δὲ φθονοῦσιν, ἀλλ’ οὐχ ἡμεῖς. Πολλή μοι παρρησία πρὸς ὑμᾶς. Εἶτα καὶ ἄλλως τὸ βαρὺ τῆς ἐπιπλήξεως λεαίνει· οὐ κατακρί‐ νων ὑμᾶς, φησὶ, ταῦτα λέξω, ἀλλ’ ὅτι “πολλή μοι παρρησία
25“πρὸς ὑμᾶς,” ὅπερ καὶ τοῦτο εἶδος ἀγάπης. Ἀντὶ τοῦ εἰσδέξασθε ἡμᾶς εἰς τὰς ψυχὰς ὑμῶν. Ταῦτα δοκεῖ μὲν τῶν πρώτων ἐναντία εἶναι, ἔνθα αὐτῶν κατεγί‐ νωσκεν ὡς ἀτόποις κολλωμένων, ἀλλ’ οὐδὲν ἐναντίον· ὁ γὰρ διὰ τούτων ἔπαινος, τὴν ἀπὸ τῶν ἐλέγχων ὠφέλειαν ἀπαράδεκτον ποιεῖ,
30ὡς ἀπὸ φιλοῦντος λεγόμενος, ὡσεὶ ἔλεγε, μὴ γὰρ ὡς κατεγνωκὼς ὑμῶν ἐκεῖνα ἔλεγον, οὐμενοῦν, ἀλλ’ ἵνα ἐπιδῶτε πρὸς ἀρετήν. Πεπλήρωμαι τῇ παρακλήσει.
Ποίᾳ; ὅτι ἐφ’ οἷς ἐν τῇ πρώτῃ κατέγνων ὑμῶν Ἐπιστολῇ394

395

διορθωσθέντες δι’ αὐτῶν τῶν ἔργων παρακαλέσατέ με τὸ μὴ λυ‐ πεῖσθαι· καὶ οὐ μόνον τοῦτο φησὶν, ἀλλὰ καὶ χαρᾶς με ἐνεπλή‐ σατε· οὕτως ἡ διόρθωσις σύντομος ἐγένετο καὶ ἐναργὴς, τοῦτο ἐστὶν, ὑπερπερισσεύομαι τῇ χαρᾷ, καὶ τοσαύτη ἐστὶ, φησὶν, ἡ
5χαρὰ, ὅτι ἀντὶ πάσης ἤρκεσεν ἡμῖν τῆς θλίψεως. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν. Εἶτα διηγεῖται τὴν θλίψιν, καὶ ἐπαίρει αὐτὴν τῷ λόγῳ, ἵνα τὴν δι’ αὐτοὺς χάριν μείζονα δόξῃ, ὡς ἰσχύσασαν τοσαύτην θλίψιν ἀμαυρῶσαι, ἐξ ὧν διετελέσαμεν.
10Ἔξωθεν μάχαι— Παρὰ τῶν ἀπίστων οὓς ἔξωθεν καλεῖν εἴωθεν. Ἔσωθεν φόβοι. Διὰ τοὺς πιστοὺς, μή πως τοῖς πειρασμοῖς μαλακισθῶσιν. Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινούς.
15 Τίς ὁ παρακαλῶν τοὺς ταπεινοὺς καὶ ἀνοηθήτους; ὁ Θεὸς δηλαδή· οὗτος ἡμᾶς, φησὶ, παρεκάλεσε διὰ τῆς παρουσίας Τίτου. μέγα τι ποιεῖται τὴν παρουσίαν αὐτοῦ· βούλεται γὰρ ἀξιόπιστον αὐτοῖς καὶ φίλον καταστῆσαι τὸν ἄνδρα. Οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
20 Οὐ μόνον ἡ παρουσία αὐτοῦ ἐποίησέ μοι, φησὶ, τὴν εὐφροσύ‐ νην, ἀλλὰ καὶ τὸ παρακεκλῆσθαι αὐτὸν καὶ εὐφρανθῆναι παρ’ ὑμῶν· ἐπειδὴ γὰρ διωρθώθητε, αὐτός τε ἐπὶ τῇ ὑμῶν μεταβολῇ παρεκλήθη, καὶ ἡμεῖς συμπαρεκλήθημεν. ὁρᾷς πῶς αὐτοῖς οἰκειοῖ τὸν Τίτον; οὗτος ἦν ὁ πεμφθεὶς πρὸς αὐτοὺς μετὰ τῆς πρώτης
25Ἐπιστολῆς. Ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν. Οὐ λέγει, παρ’ ὑμῶν, ἀλλ’ “ἐφ’ ὑμῖν,” ἐπὶ τῇ ὑμῶν γὰρ, φησὶ, μεταβολῇ τὴν παράκλησιν ἔσχεν. Εἶτα καὶ αὐτὴν τὴν
30παράκλησιν λέγει· εὔφρανε γὰρ, φησὶν, ἡμᾶς ἀναγγέλλων ἡμῖν
τὴν ὑμῶν ἐπιπόθησιν, ὅτι ἐπιποθεῖτέ με, φησὶ, ἰδεῖν.395

396

Τὸν ὑμῶν ὀδυρμὸν— Οὐκ ἐδακρύετε, φησὶ, ἀλλ’ ὀδύρεσθε ἐπὶ τῇ ἐπιτιμήσει μου τῇ ἐν τῇ πρώτῃ Ἐπιστολῇ. Τὸν ὑμῶν ζῆλον—
5 Οὐκ εἶπεν, ὀργὴν, ἀλλ’ ὃ πλέον ἦν, ζῆλον φησὶν, ὃν ὠργίσθητε τῷ πεπορνευκότι καὶ τοῖς διασύρουσιν ἡμᾶς ψευδαποστόλοις. Ὥστε με μᾶλλον χαρῆναι— Οὐκ ἐλυπούμην, φησὶ, διὰ τὰς εἰρημένας μου θλίψεις. Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς.
10 Ὅτι ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς διὰ τὴν ἔγκλησιν. Εἰ καὶ τοιαῦτά ἐστι, φησὶ, τὰ γραφέντα ἐν τῇ πρώτῃ Ἐπι‐ στολῇ, ὥστε ὑπερβαίνειν τὸ μέτρον τῆς ἐπιτιμήσεως, καὶ διὰ τοῦτο ποιοῦντα μεταμεληθῆναι, ὅμως τὸ πολὺ κέρδος τὸ ἐξ αὐτῶν γεγονὸς οὐκ ἐᾷ με λοιπὸν μεταμεληθῆναι. Ταῦτα δὲ, φησὶν, οὐκ
15ἐπειδὴ ἀμέτρως ἐπετίμησεν, ἀλλὰ πρόφασιν ἐπαίνων τὸ πρᾶγμα ποιησάμενος. Εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς. Πρὸς ὥραν γὰρ ἡ λύπη, καὶ διηνεκὲς τὸ κέρδος. Νῦν χαίρω—
20 Ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ μεγάλα ὠφέλησεν, ἀλλὰ τοῦτο μὲν οὐκ εἶπεν, ἐπὶ τὴν αὐτοῦ δὲ κηδεμονίαν ἦλθε καὶ τὰ ἐκείνων ἐγκώμια. Οὐχ ὅτι ἐλυπήθητε. Τί γάρ μοι κέρδος ἦν ὅτι ἐλυπήθητε; ὅρα δὲ, τὸ λυπῆσαι τῇ
25Ἐπιστολῇ ἀναθεὶς, τὴν μετάνοιαν οὐ λέγει ἐξ αὐτῆς γεγενῆσθαι, ἀλλ’ ἐκ τῆς ἐκείνων ἀρετῆς· οὐ γὰρ εἶπεν ὅτι ἐλύπησεν ὑμᾶς εἰς μετάνοιαν, ἀλλ’ “ὅτι ἐλυπήθητε εἰς μετάνοιαν.” Ἐλυπήθητε γὰρ κατὰ Θεὸν— Αὕτη γὰρ ἡ καλὴ λύπη, ὡς τό γε κατὰ ἄνθρωπον λυπεῖσθαι
30κακόν.396

397

Ἵνα μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. Εἰ ἐσιωπήσαμεν, φησὶ, καὶ μὴ ἐπεπλήξαμεν, ἡμεῖς ἦμεν οἱ ζημιοῦντες ὑμᾶς, οἱ μὴ παρασχόντες μετανοίας ἀφορμήν. Ἡ γὰρ κατὰ Θεὸν λυπὴ μετάνοιαν εἰς σωτηρίαν
5κατεργάζεται. Λοιπὸν περὶ τῆς λύπης τῆς κατὰ Θεὸν φιλοσοφεῖ, διαιρῶν αὐτὴν τῆς τοῦ κόσμου λύπης, καί φησιν, ἡ γὰρ κατὰ Θεὸν λύπη ἀμεταμέλητον κατεργάζεται, ὡς ἥ γε τοῦ κόσμου θάνατον, ὅταν διὰ χρήματα, ὅταν διὰ δόξαν λυπῆταί τις· ἐπειδὴ γὰρ τὸ τῆς λύπης
10φάρμακον εἰς τὸ τὰς ἁμαρτίας λυπεῖσθαι κατεσκεύασται μόνον, ἐν τούτῳ μόνον καὶ ὠφελεῖ, ἐν δὲ τοῖς λοιποῖς καὶ βλάπτει· παρὰ φύσιν γὰρ αὐτῇ χρώμεθα. Οὔτε γὰρ ὁ λυπηθεὶς κατὰ Θεὸν μεταμεληθείη ποτὲ ἢ κατέγνω ἑαυτοῦ. τί δήποτε λελύπηται; ὅπερ ἐπὶ τῆς τοῦ κόσμου λύπης συμβαίνειν εἴωθεν.
15 Ἰδοὺ γὰρ, αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς. Καὶ λοιπὸν ἐκ τῶν ἀποβεβηκότων τὰς ἀποδείξεις, ὧν εἴρηκε, παρέχει. “Ἰδοὺ γὰρ,” φησὶ, τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς “πόσην κατειργάσατο σπουδήν;” οὐ μόνον γὰρ εἰς μεταμέλειαν
20τοῦ ὅλως λυπηθῆναι οὐκ ἤλθετε, ἀλλὰ καὶ σπουδαιοτέρους ἐποίησε· καὶ λέγει τῆς σπουδῆς τὰ τεκμήρια. Ἀλλὰ ἀπολογίαν— Τὸ “ἀλλὰ” ἐν ὅλοις τούτοις τοῖς κεφαλαίοις ἀντὶ τοῦ καὶ κεῖται, καὶ ἀπολογίαν εἰργάσατο πρός με· ἀπολογήσασθαι γὰρ τῇ μετα‐
25νοίᾳ καὶ τὸ ἀποκόψαι ὑμῶν τὸν πεπορνευκότα. Ἀλλὰ ἀγανάκτησιν— Καὶ ἀγανάκτησιν, φησὶ, πρὸς τὸν πορνεύσαντα καὶ φόβον πρός με· φοβουμένων γὰρ ἦν ἡ τοσαύτη διόρθωσις, καὶ “ἐπιπό‐ “θησιν.” Ἐπειδὴ γὰρ τὸ τοῦ φόβου ἐπαχθὲς ἦν, ἐπάγει, καὶ
30“ἐπιπόθησιν·” ἀγαπῶντες γὰρ, φησὶ, καὶ δεδοικότες, μή με λυ‐ πήσητε, διωρθώσασθε, καὶ “ζῆλον,” φησὶν, ἢ περὶ Θεοῦ, ἡ ὑπὲρ
Θεοῦ τοὺς λοιδοροῦντας ψευδαποστόλους, καὶ “ἐκδίκησιν·” καὶ397

398

γὰρ ἐξεδικήσατε τοὺς τοῦ Θεοῦ νόμους ὑπὸ τοῦ πεπορνευκότος ὑβρισθέντας. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι. Οὐ μόνον, φησὶν, οὐδὲν τετόλμηται ὑμῖν τοιοῦτον, οἷον τῷ
5πεπορνευκότι, ἀλλ’ οὐδὲ συνήσθητε αὐτῷ. Ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ Ἐπιστολῇ εἰρήκει, “καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ,” ὅπερ αὐτοὺς κοινωνοὺς τοῦ πλημμελήματος ἐποίει· νῦν, φησὶ, καὶ ταύ‐ την ἀπερρίψασθε τὴν ὑπόνοιαν. Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν.
10 Τίς ὁ ἀδικήσας, καὶ τίς ὁ ἀδικηθείς; οἱ πεπορνευκότες, ἠδίκη‐ σαν γὰρ ἑαυτοὺς, καὶ ἠδικήθησαν ὑφ’ ἑαυτῶν· λέγει δὲ τοῦτο, τὰς τοσαύτας, φησὶν, ἐγκλήσεις οὐχ ἕνεκεν τῶν πεπορνευκότων ὑμῖν ἔγραψα πρωτοτύπως, ἀλλ’ ἕνεκεν ὑμῶν αὐτῶν. ἀσφαλιζόμενος ὑμᾶς, μή πως ὁδῷ βαδίζον εἰς ὑμᾶς ἔλθῃ τὸ κακόν· “μικρὰ γὰρ ζύμη
15ὅλον τὸ φύραμα ζυμοῖ· ἀλλὰ τότε μὲν οὕτως, νῦν δὲ, φησὶν, ἕνεκεν τοῦ δεῖξαι ὑμῖν πῶς ἐν σπουδῇ καὶ ἐν φροντίδι δι’ ὑμᾶς ἔχω, ὅπερ αὐτὸ μέν ἐστι τῷ πρώτῳ, ἀγαπητικώτερον δὲ εἴρηται. Οὐχ εἵνεκεν ἀδικήσαντος. Οὐ τοῦτο λέγει τὸ ἕνεκεν ἐκείνων οὐκ ἔγραψα, ἀλλὰ τὸ οὐ
20πρωτοτύπως δι’ ἐκείνους, ἀλλὰ διά τε ὑμᾶς καὶ δι’ ἐκείνους. Τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς— Ἦν μὲν, φησὶν, ἀγάπη παρ’ ἐμοὶ, ἀλλὰ καὶ φανερωθῆναι αὐτὴν ἐζήτουν, ὡσανεὶ ἐφορῶντος, φησὶ, Θεοῦ, ὅτι τουτέστιν ἀληθεύω. Διὰ τοῦτο παρακεκλήμεθα.
25 Ἐπειδὴ καὶ τὴν σπουδὴν τὴν περὶ ὑμᾶς ἐπέδειξα, καὶ τὸ πᾶν ἡμῖν κατώρθωται. Ἐπὶ τῇ παρακλήσει ὑμῶν. Ἐπαρεκλήθημεν, φησὶν, ἐπὶ τῇ διορθώσει ὑμῶν, “μᾶλλον ἐχά‐ “ρημεν ἐπὶ τῇ χαρᾷ Τίτου,” ὅτι διὰ τῆς διορθώσεως ὑμῶν ἀναπέ‐
30παυται ἡ ψυχὴ αὐτοῦ. Ὑπὲρ ὑμῶν κεκαύχημαι— Καὶ ἀρετῆς μαθητῶν ἔλεγχος, τὸ διδάσκαλον ὑπὲρ αὐτῶν καυ‐
χᾶσθαι, καὶ ἀγάπης διδασκάλων δεικτικόν.398

399

Οὐ κατῃσχύνθην. Οὐ γὰρ ἐφάνην ψευδόμενος. Ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν. Πολὺ περὶ Τίτου γράψας ἦν, καὶ ὡς ἐν παρεξόδῳ τὰ περὶ αὐτοῦ
5εἰρημένα βεβαιοῖ· ὥσπερ γὰρ, φησὶν, ἐκεῖνα ἀληθῆ, οὕτω καὶ τὰ περὶ ὑμῶν κεκαυχημένα. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως. Οἷον ἡ διάθεσις, τοῦτο δὲ Τίτον ἐστὶν συνιστῶντος αὐτοῖς ὡς σφόδρα ἐκκαιόμενον καὶ συνδεδεμένον αὐτοῖς· διὸ σπλάγχνα, καὶ
10οὐκ ἀγάπην εἴρηκε. τὸ γὰρ σπλάγχνον πλεῖόν τι δηλοῖ. Ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν. Εἶτα ἵνα μὴ δόξῃ κακίας εἶναι τὰ ῥήματα, καὶ τὴν αἰτίαν τῆς διαθέσεως εἴρηκε, μᾶλλον αὐτοὺς ἐκ τούτου προτρεπόμενος· τοῦτο δὲ καὶ τὸν Τίτον σεμνύνει ὡς ἀεὶ Κορινθίους ἔχοντα κατὰ διά‐
15νοιαν, καὶ αὐτοὺς δὲ ὅτι ἴσχυσαν οὕτως ἑλεῖν τὸν Τίτον. Ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Εἶτα ἐπίτασιν λέγει τῆς ὑπακοῆς, ὅτι οὐ μόνον ἦν ὑπακοὴ, ἀλλὰ φόβος καὶ τρόμος μὴ ἔν τινι πάλιν προσκρούσωσι, καθάπερ ἤδη ἐπὶ τοῦ πεπορνευκότος.
20 Χαίρω οὖν ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν. Ἐὰν ἐπιπλήξαι δέοι οὐ δέδοικα μὴ ἀπορραγῆτε, κἂν ὑπὲρ ὑμῶν καυχήσασθαι, οὐ δέδοικα μὴ ψεύστης ὀφθῶ· τοῦτο δὲ λέγων καὶ τὸν περὶ ἐλεημοσύνης κατασκευάζει λόγον.
24tΚΕΦ. Θ.
25tΠροτροπὴ πρὸς ἐπίδοσιν χρημάτων τοῖς ἁγίοις, καὶ τιμὴν τῶν διὰ τοῦτο
26tἐρχομένων.
27 Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας· ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν.
30Τεχνικῶς πάνυ, οὐ γὰρ ἦλθεν ἀπὸ ἐπιπλήξεως εἰς παραίνεσιν, ἢ
γὰρ ἂν δυσπαράδεκτον εἰργάσατο τὸν λόγον, ἀλλ’ ἀπὸ ἐγκωμίων·399

400

βούλεται δὲ τὸν περὶ ἐλεημοσύνης αὐτοῖς κινῆσαι λόγον, καὶ φησὶ, τὴν χάριν τοῦ Θεοῦ, χάριν λέγων τὸ χάρισμα· χάρισμα γὰρ Θεοῦ ἐστι τὸ εἶναι ἐλεήμονα, ὥσπερ τὸ ἰάσεις ἐπιτελεῖν. Τὴν δεδομένην—
5 Ὅρα τὸ εὐμήχανον τοῦ Ἀποστόλου· οὐκ εἶπεν εὐθὺς, δότε ἐλεημοσύνην, ἀλλὰ τὰ ἑτέροις κατορθωμένα περὶ ἐλεημοσύνης διηγεῖται· ἐκ γὰρ τοῦ ἐκείνους ἐγκωμιάζειν, μᾶλλον τούτους πρὸς τὸν ὅμοιον ζῆλον προτρέπει. Ταῖς ἐκκλησίαις τῆς Μακεδονίας—
10 Ὁλόκληρον ἐπαινεῖ τὸ ἔθνος. Οὕτως ἐθλίβησαν, φησὶν, ὅτι καὶ δόκιμοι ἐκ τῆς ὑπομονῆς γεγένηνται, καὶ οὔπω τοῦτο θαυμαστὸν, ἀλλ’ ὅτι ἐκ τοσαύτης θλίψεως τοσαύτη χαρὰ ἐβλάστησεν αὐτοῖς, ἡ περισσεία γὰρ τῆς χαρᾶς αὐτῶν· ἀπὸ κοινοῦ τὸ ἐπερίσσευσεν.
15 Καὶ ἡ κατὰ βάθους πτωχεία. Καὶ ὥσπερ, φησὶν, ἡ θλίψις χαρὰν ἔτεκεν, οὕτω “καὶ ἡ κατὰ “βάθους πτωχεία,” τουτέστιν ἡ πολλή· καὶ γὰρ διηρπάγησαν ὑπὸ τῶν ἰδίων συμφυλετῶν, εἰς πλοῦτον ἁπλότητος, τουτέστι, δαψιλείας, ὡσεὶ ἔλεγεν, ὢ τοῦ παραδόξου, ἡ πτωχεία εἰς δαψιλῆ
20πλοῦτον οὐ μόνον ὑπούργησεν, ἀλλὰ καὶ ἐπερίσσευσεν. οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων, ἀλλὰ τῇ γνώμῃ τῶν παρεχόντων κρίνεται· οὕτω καὶ ἡ χήρα, ἧς τὰ δύο λεπτὰ προκέκριται. Ὅτι κατὰ δύναμιν μαρτυρῶ. Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι κατὰ δύναμιν, καὶ ὑπὲρ δύναμιν
25μενοῦν αὐθαίρετοι· δεύτερον ἐγκώμιον· οὐ γὰρ ἡμεῖς αὐτοὺς προε‐ τρεψάμεθα· μετὰ πολλῆς παρακλήσεως· τρίτον ἐγκώμιον, ὅτι οὐχ ἡμεῖς παρεκαλέσαμεν, ἀλλ’ αὐτοί· εἶτα ἐπιτείνων τὴν παράκλησιν, φησὶ, δεόμενοι ἡμῶν. Τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας.
30 Ζηλωταὶ ἦσαν ἀνθρώπων, χάριν καὶ χάρισμα τὸ πρᾶγμα καλεῖ, ἵνα ἐπιδράμωσι· κοινωνίαν δὲ καλεῖ τὴν ἐλεημοσύνην, δεικνὺς ὅτι οἱ μὲν χρήματα διδοάσιν, οἱ δὲ λαμβάνοντες τὴν παρὰ Θεοῦ
βοήθειαν αὐτοῖς συνεισφέρουσι.400

401

Καὶ οὐ καθὼς ἠλπίσαμεν. Τοῦτο καὶ πρὸς τὰς θλίψεις καὶ τὴν ποσότητα νοητέον· οὐ γὰρ ἠλπίσαμεν, φησὶν, ὅτι ἐν θλίψει ὄντες τοσαύτῃ, ἢ ἔδωκαν ἢ τοσαῦτα ἔδωκαν.
5 Ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶτον. Οὐκ ἐν μέρει μὲν, φησὶ, “τῷ Κυρίῳ,” ἐν μέρει δὲ τοῖς κοσμι‐ κοῖς πράγμασιν, ἀλλ’ ὅλοι δι’ ὅλων “ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ· καὶ ἡμῖν “δὲ οὐκ εἰκῆ, ἀλλὰ διὰ θελήματος Θεοῦ,” τουτέστι διὰ τὸ θέλημα τὸ ἀρεστὸν Θεῷ τοῦτο ποιοῦντες.
10 Εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον. Καὶ τοσοῦτον, φησὶν, ἔδωκαν ἑαυτοὺς πρὸς τοῦτο, ὥστε ἐλθεῖν με εἰς τὸ πέμψαι Τίτον περὶ τούτου πρὸς ὑμᾶς, ἵνα μὴ ἔλαττον σχοίητε Μακεδόνων. Ἵνα καθὼς προενήρξατο.
15 Οἰκειοῖ αὐτοῖς τὸν Τίτον· δείκνυσι γὰρ αὐτὸν προθέμενον καὶ ἀφ’ ἑαυτοῦ ἀπελθεῖν πρὸς Κορινθίους, ἵνα μὴ ἐλαττωθῶσι Μακε‐ δόνων. τοῦτο δὲ ἀγάπης ἦν Τίτου· ἵνα, φησὶ, “καθὼς προενήρ‐ “ξατο,” τουτέστι, προέθετο δεῖν ἐλθεῖν πρὸς ὑμᾶς, “καὶ ἐπιτε‐ “λέσῃ,” τουτέστι πληρώσῃ τὸ ἐγχείρημα· τοῦτο δέ ἐστι τὸ
20παρασκευάσαι αὐτὸν εἰς ἔργον ὑμᾶς ἀγαγεῖν. Καὶ τὴν χάριν ταύτην. Ὡς τὰ λοιπὰ ὑμῖν, φησὶ, διήνυσται, ἅπερ ἐν τοῖς ἄνω μαρ‐ τυρεῖ· ὅρα δὲ πῶς πανταχοῦ χάρισμα καλεῖ τὴν ἐλεημοσύνην, καὶ τὴν χάριν γὰρ, φησὶ, ταύτην.
25 Ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε. Ὅρα πάλιν μετ’ ἐγκωμίων τὴν προτροπήν· περισσεύετε, φησὶ, τουτέστι, μετὰ περισσείας ἔχετε πάντα, πίστει μὲν τῇ εἰς τὸν Κύριον, λόγῳ δὲ τῇ σοφίᾳ, γνώσει δὲ τῇ τῶν δογμάτων, καὶ πάσῃ σπουδῇ τῇ περὶ τὴν ἄλλην ἀρετήν.
30 Καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ. Καὶ ὥσπερ, φησὶ, περισσεύετε ἐν τῷ ἀγαπᾷν με· εἰ γὰρ καὶ μὴ ἠγάπων αὐτὸν οὕτως ὡς αὐτὸς ἐκείνους, ἠγάπων δὲ ὅμως·
πλὴν καὶ προτρεπομένου τὰ ῥήματα.401

402

Ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. Πάλιν χάρισμα τὴν ἐλεημοσύνην καλεῖ. περισσεύητε δὲ, ἢ ὑπὲρ Μακεδόνας τοὺς πένητας, ἢ οἷον δαψιλεύησθε. Οὐ κατ’ ἐπιταγὴν λέγω.
5 Ἐπειδή τε πολλὰ παρῄνεσε καὶ σφόδρα Μακεδόνας ἐνεκωμία‐ σεν, ἵνα μὴ ἐπαχθής τις εἶναι δόξῃ, φησὶν, οὐκ εἰς ἐπιταγὴν λέγω, τουτέστιν, οὐχ ὡς κελεύων, οὐδ’ ὡς ἀναγκάζων. Διὰ τῆς ἑτέρων σπουδῆς. Τουτέστι, διὰ τοῦτο διεξῆλθον τὴν σπουδὴν Μακεδόνων τὴν περὶ
10τὴν ἐλεημοσύνην, ἵνα διὰ τῆς ἐκείνων σπουδῆς δοκιμωτέρους ὑμᾶς τοὺς ὑπ’ ἐμοῦ ἠγαπημένους ποιήσω· δοκιμάζων γὰρ, τουτέστι, δοκιμωτέρους ἀποφαίνων· οἷον ἐνάρετον. Γιγνώσκετε γὰρ τὴν χάριν. Ἐπτώχευσε γὰρ τὴν ἡμετέραν σάρκα· εἶτα κατεδικάσθη καὶ
15ἐσταυρώθη καὶ τὸ ὅτι δι’ ἡμᾶς τοὺς ἀναξίους. Ὅτι δι’ ὑμᾶς ἐπτώχευσε. Εἰ οὖν ἐκεῖνος, φησὶν, ἐπτώχευσε διὰ σὲ, σὺ δὲ χρήματα δίδως δι’ αὐτόν. Πλούσιος ὤν.
20 Καθό ἐστι, καὶ νοεῖται Θεὸς, οἷον ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, δόξαν ἔχων ἀπόρρητον, φῶς ἀνεκλάλητον, μεγαλωσύνην ἀνείκαστον. Ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. Εἰ γὰρ μὴ ἐκεῖνος, φησὶν, ἐπτώχευσεν, οὐκ ἂν ἡμεῖς ἐπλουτί‐
25σαμεν· ἐπλουτίσαμεν δὲ ἄφεσιν ἁμαρτιῶν, ἁγιωσύνην, υἱοθεσίαν, αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ γνώμην ἐν τούτῳ δίδωμι. Ὅρα πῶς ἀνεπαχθὴς εἶναι σπουδάζει· γνώμην, φησὶ, καὶ συμ‐ βουλὴν δίδωμι, οὐκ ἀνάγκην τινὰ ἐπιτίθημι, καὶ αὐτὴν δὲ τὴν
30συμβουλὴν διὰ τὸ ὑμῖν μᾶλλον συμφέρειν τὸ πρᾶγμα ἤπερ τοῖς
λαμβάνουσι λέγω.402

403

Οἵτινες οὐ μόνον τὸ ποιῆσαι. Καὶ λοιπὸν λέγει τὴν γνώμην· οἵτινες φησὶν, οὐ μόνον ἀρχὴν ἔχετε πρὸς τὸ ποιεῖν, ἀλλὰ καὶ πρὸς τὸ θέλειν, τουτέστι τὸ ἑκου‐ σίως ποιεῖν καὶ μηδενὸς προτρεψαμένου, νῦν καὶ τὸ ποιῆσαι ἐπιτε‐
5λέσατε, τουτέστι, πληρώσατε αὐτὸ, ὃ ἐνήρξασθε θέλειν. βούλεται τὸ αὐθαίρετον καὶ τούτοις ὡς Μακεδόσι περιάψαι. Ὅπως καθάπερ ἡ προθυμία. Ἵνα μὴ, φησὶν, ἄχρι προθυμίας στῇ τὸ καλὸν ἔργον τοῦτο. ἀλλ’ ὥσπερ ἡ προθυμία ἐκ γνώμης καὶ ἐκ θελήματος ἑκουσίου
10γέγονεν, οὕτω καὶ τὸ τὴν προθυμίαν πληρωθῆναι γένηται ἐκ τοῦ ἔχειν, τουτέστιν ἐκ τοῦ ἔχοντος εἰσενεγκεῖν· ὡς εἴγε οὐκ ἔχει τις, τὸ ἀπὸ τῆς προθυμίας ἐπλήρωσεν. Εἰ γὰρ ἡ προθυμία. Προκειμένης γὰρ, φησὶ, προθυμίας, καθὸ μέρος ἔχει, εὐπρόσ‐
15δεκτός ἐστι Θεῷ, κἂν μικρὸν ᾖ, κἂν μηδὲν ᾖ παντελῶς· καθὸ γὰρ ἔχει, φησὶν, οὐ καθὸ οὐκ ἔχει, ἀπαιτεῖται. Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις. Οὐ γὰρ ἵνα ἄλλοι μετὰ ἀνέσεως τρυφῶσι χρὴ ὑμᾶς ὑπὲρ δύναμιν δοῦναι, ὥστε καὶ ἔνδειαν καὶ θλίψιν ὑπομεῖναι ἐκ τούτου·
20τοῦτο δὲ, διὰ τὸ αὐτῶν εὐτελὲς, φησίν· ὁ γὰρ Μακεδόνας ἐπαι‐ νῶν, ὅτι ὑπὲρ δύναμιν ἔδωκαν, δῆλός ἐστι καὶ τούτους τοῦτο ποιεῖν ἐθέλων· ἀμέλει παρακατιὼν, αἰνιγματωδῶς κατασκευάζει τὸ δεῖν καὶ ὑπὲρ δύναμιν διδόναι. Ἀλλ’ ἐξ ἰσότητος—
25 Κομᾶτε, φησὶ, χρήμασιν ὑμεῖς, ἐκεῖνοι δὲ τὴν εἰς Θεὸν παρ‐ ρησίαν, οἷς τὰ τῆς ἐλεημοσύνης μέλλει διδόσθαι· δότε τοίνυν αὐτοῖς τὰ περισσὰ τῶν χρημάτων, καὶ λάβετε τὸ περισσὸν τῆς εἰς Θεὸν παρρησίας· εἰπὼν δὲ, “ἐξ ἰσότητος,” ἠρέμα προτρέπεται αὐτοὺς μὴ τὸ περίσσευμα δοῦναι, ἀλλὰ καὶ αὐτὸ τὸ ὑστέρημα·
30τοῦτο γὰρ, φησὶν, εἰ περίσσευμα δῷς, περίσσευμα λαμβάνεις· εἰ δαψιλὲς δῷς, δαψιλὲς λήψῃ· εἰ δὲ ὁλόκληρον ἐπισπάσασθαι βούλῃ τὴν πρὸς Θεὸν παρρησίαν, ὅσα κένωσον καὶ σὺ δὸς καὶ ἐκ
τοῦ ὑστερήματος· ἐξισότητος γάρ ἐστιν ἡ λῆψις τῆς δόσεως.403

404

Καθῶς γέγραπται. Δείξας ὅτι οὐ μόνον διδοῦσιν, ἀλλὰ καὶ ἀντιλαμβάνουσι, καὶ μείζονα ἀντιλαμβάνουσι· καὶ γὰρ εἶπεν ἰσότης πρὸς δαψίλειαν αὐτοὺς προτρέπων. Οὐκ ἔστι γὰρ ἴσον δοῦναι χρήματα καὶ τὴν
5πρὸς Θεὸν παρρησίαν ἀντιλαβεῖν· νῦν ἐκ τῆς μαρτυρίας τοῦτο θέλει κατασκευάσαι, ὅτι κἂν μὴ μεταδῶτε, οὐδὲν ὑμῖν ἔσται πλέον συνάγουσι. Κἂν γὰρ μὴ λάβωσιν ἐκεῖνοι παρ’ ἡμῶν, οὐ παρὰ τοῦτο ἐλαττωθήσονται· οὐ γὰρ ἂν αὐτοὺς περιΐδοι ὁ Θεὸς, δι’ ὅν εἰσι πένητες· καὶ τὴν ἁρπαγὴν γὰρ τῶν ὑπαρχόντων ὑμῶν μετὰ
10χαρᾶς προσεδέξασθε αὐτοῖς γράφων λέγει. Χάρις δὲ τῷ Θεῷ. Διαλεχθεὶς περὶ ἐλεημοσύνης ὅσα ἔχρην, λοιπὸν ἐπαινεῖ τοὺς ἐπὶ τοῦτο σταλέντας, ἵνα ἀνύποπτοι γενόμενοι μᾶλλον εἰς προθυ‐ μίαν αὐτοὺς τοῦ συνεισενεγκεῖν ἐνάγωσι. Θεοῦ δὲ λέγει ἔργον τὸ
15διεγερθῆναι Τίτον εἰς τοῦτο· τούτῳ τῷ τρόπῳ ἀξιόπιστον ποιῶν τὴν δόσιν. Εἰ γὰρ μὴ μέγα ἦν, οὐκ ἂν ἀπὸ Θεοῦ πρὸς τοῦτο διηγέρθη. Τὴν μὲν παράκλησιν— Καὶ πόθεν δῆλον, φησὶν, ὅτι ὁ Θεὸς προέτρεψε τὸν Τίτον;
20πόθεν; ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, τουτέστι, παρεκλήθημεν παρ’ ἐμοῦ, πλὴν καὶ αὐτὸς οἴκοθεν ὥρμητο εἰς τοῦτο. Διὸ καὶ σπουδαιότερος ὑπάρχων τῆς παρ’ ἐμοῦ παρακλήσεως, αὐθαίρετος ἐξῆλθε, τουτέστιν, ἑκὼν καὶ ἐξ οἰκείας προθυμίας. Ὅρα δὲ σο‐ φίαν, καὶ τοῦ Θεοῦ λέγει ἔργον εἶναι τὴν ἔλευσιν Τίτου, καὶ
25ἑαυτὸν παρακεκληκέναι, καὶ Τίτον μηδὲ δεῆσθαι παρακλήσεως· ταύτῃ τὸ πρᾶγμα μειζόνως ἐπαίρων. Συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφόν. Πολλοὶ τὸν Λουκᾶν φασὶ διὰ τὸ σύνταγμα τοῦ Εὐαγγελίου. πολλοὶ τὸν Βαρνάβαν· καὶ γὰρ καὶ τὸ ἄγραφον κήρυγμα εὐαγγέ‐
30λιόν φασι κεκλῆσθαι, ὃ καὶ μᾶλλον· τὰ γὰρ μετὰ ταῦτα τῷ Βαρνάβᾳ ἁρμοδιώτερα. Οὗ ὁ ἔπαινος.
Οὐ γὰρ κηρύσσει μόνον, φησὶν, ἀλλὰ καὶ ἐπαινούμενος· ὁ δὲ404

405

ἔπαινος οὐ παρ’ ἑνὸς, ἀλλὰ διὰ πασῶν τῶν ἐκκλησιῶν ἦλθε, φησί. Τίνος δὲ ἕνεκεν τὸ μὲν ὄνομα Τίτου λέγει, τούτων δὲ οὐκέτι; ὅτι τὸν μὲν Τίτον ᾔδεσαν, τούτους δὲ ἠγνόουν, καὶ ὅτι τοσαῦτα λέγει περὶ αὐτῶν, ὅσα πρὸς σύστασιν ἤρκει μόνον καὶ τοῦ φυγεῖν τὴν
5ὑπόνοιαν τοῦ σφετερισμοῦ τῶν χρημάτων. Οὐ μόνον δὲ— Οὐ μόνον δὲ εὐαγγελιζόμενος εὐδοκιμεῖ, φησὶν, ἀλλὰ καὶ διὰ τόδε. Συνέκδημος ἡμῶν—
10 Εἶτα καὶ ἐκ τῆς τῶν ἐκκλησιῶν χειροτονίας καὶ κλήσεως σεμνύνει τὸν Βαρνάβαν· οὐ γὰρ μόνον εὐαγγελιζόμενος εὐδοκιμεῖ, φησὶν, ἀλλὰ καὶ κεχειροτόνηται ὑπὸ τῶν ἐκκλησιῶν εἶναι ἡμῶν συνέκδημος ἐν τῷ κηρύγματι. Ὁ δὲ ἐν τούτῳ κοινωνὸς κοινωνεῖ δηλονότι καὶ τῶν πειρασμῶν καὶ κινδύνων τῷ Παύλῳ. Καὶ οὐ
15μόνον, φησὶ, συνέκδημος ἡμῶν κεχειροτόνηται, ἀλλὰ καὶ ἐν τῇ χάριτι ταύτῃ κεχειροτόνηται τῇ δεδιακόνηται ὑφ’ ἡμῶν, τουτ‐ έστιν ἐπὶ τὸ ὑποδέξασθαι τὰ τῆς ἐλεημοσύνης χρήματα. Οἰκουμενίου. Δύναται ταῦτα καὶ εἰς τὸν Λουκᾶν νοηθῆναι. Πρὸς τὴν αὐτοῦ—
20 Τοιοῦτος δὲ, ἐστὶ φησὶν ὁ καὶ ἐπὶ τῷ τὰ χρήματα ὑποδέξασθαι παρ’ ὑμῶν ὑπὸ τῶν ἐκκλησιῶν χειροτονηθεὶς, ἵνα ἐξ ὧν πράττῃ καὶ ὁ Χριστὸς δοξάζηται, καὶ ὑμεῖς προθυμότεροι μᾶλλον εἰς τὴν εἰσφορὰν γένησθε. Μή τις ἡμᾶς μωμήσηται.
25 Διὰ τοῦτο δὲ, φησὶ, τοιούτους ἐπέμψαμεν, εὐλαβούμενοι καὶ φυλαττόμενοι, μή τις πονηρὰν ὑποψίαν σχοίη καθ’ ἡμῶν ὡς νοσφιζομένων τὰ χρήματα ἐν τῇ ἁδρότητι, φησὶ, ταύτῃ, τουτέστι, διὰ τὸ εἶναι ἁδρὰν καὶ πλουσίαν τὴν εἰσφορὰν τὴν μέλλουσαν γίνεσθαι ὑφ’ ὑμῶν· καὶ γὰρ τὸ τῶν χρημάτων πλῆθος ἱκανὸν τοῖς
30πονηροῖς κακὴν ὑπόνοιαν ἐκβαλεῖν περὶ ἡμῶν, εἰ μὴ οὕτως ἐπι‐ λέκτους πρὸς τὴν ὑποδοχὴν αὐτῶν ἦμεν πεπομφότες. περιστελλό‐ μενοι οἷα ἀσφαλιζόμενοι. Προνοούμενοι—
Οὐκ εἶπε δὲ μὴ ὑμεῖς περὶ ἡμῶν σκανδαλισθῆτε, ἵνα μὴ405

406

πλήξῃ αὐτοὺς, ἀλλὰ “μή τις.” Ὅρα συγκατάβασιν· οὐκ εἶπε τοῦ συνειδότος μου ὄντος ὀρθοῦ, οἰμωζέτω ὁ ὑπονοῶν τι κακὸν, ἀλλὰ τί; διὰ τοῦτο, φησὶν, εἰς τὴν ἀσφάλειαν καὶ τὴν ἀκρίβειαν ταύτην ἦλθον, ἐπειδὴ προνοοῦμεν καλὰ, τουτέστι καλῶς ἀκούειν οὐ
5μόνον ἔμπροσθεν Θεοῦ, ἀλλὰ καὶ ἀνθρώπων· ὅσῳ γάρ τινες ἀσθενέ‐ στερον διάκεινται, φησὶν, ἀνάγκη συγκαταβαίνειν ἡμᾶς. Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν. Ἰδοὺ καὶ ἔτι προσέθηκε καὶ τοῦτον μετ’ ἐγκωμίου. Ἐδοκιμάσαμεν—
10 Ἐπαίρει ἐκ τῆς αὐτοῦ δοκιμασίας τὸν ἄνδρα, ἐπίτασις δὲ ἐπαίνου τὸ ἐν πολλοῖς καὶ πολλάκις. Νυνὶ δὲ πολὺ σπουδαιότερον. Ἐπειδὴ, φησὶ, θαρρεῖ ὡς ἀποτεύξεται ἐρχόμενος πρὸς ὑμᾶς, σπουδαιότερος οὗ ἦν γεγένηται.
15 Ὑπὲρ Τίτου— Ἐπειδὴ ἀπέδειξεν αὐτῶν τὴν ἀρετὴν, παρακαλεῖ λοιπὸν δι’ αὐτοὺς καὶ ἐν αὐτῇ τῇ παρακλήσει ἐγκωμιάζει αὐτοὺς, καί φησιν, εἴτε ὑπὲρ Τίτου δεῖ, φησὶ, τὶ εἰπεῖν, ταῦτα ἔχω λέγειν, ὅτι κοι‐ νωνός ἐστιν ἐμοὶ καὶ συνεργός μου εἰς ὑμᾶς καὶ εἰς τὴν ὑμῶν
20σωτηρίαν καὶ πίστιν· μέγας δὲ ὁ ἔπαινος, εἴτε ὑπὲρ τῶν ἄλλων δεῖ τι, φησὶν, εἰπεῖν, ταῦτα ἔχω λέγειν, ὅτι εἰσὶν ἀδελφοὶ ἡμῶν, Ἀπόστολοι ἐκκλησιῶν, ἀπεσταλμένοι, φησὶν, ὑπὸ ἐκκλησιῶν, ἐξ ἐπιλογῆς δηλονότι. “δόξα Χριστοῦ,” ἐξ ὧν, φησὶ, πολιτεύονται, δόξαν προξενοῦσι Χριστῷ. “Ἵνα γὰρ,” φησὶ, “θεωροῦντες ὑμῶν
25τὰ καλὰ ἔργα, δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.” Τὴν οὖν ἔνδειξιν. “Ἔνδειξιν,” τουτέστιν, ἀπόδειξιν, ἔλεγχον, ἐπίδειξιν, τὴν ἀπό‐ δειξιν, φησὶν, ἧς με ἀγαπᾶτε ἀγάπης, καὶ τῆς καυχήσεως ἧς καυχώμεθα ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐπιδείξασθε· ὅτι, φησὶν, οὐκ
30εἰκῆ ὑπὲρ ὑμῶν καυχῶμαι. ὡσεὶ ἔλεγε, θέλετε δεῖξαι ὡς ὑμεῖς μὲν ἀγαπᾶτέ με, ἐγὼ δὲ δικαίως ὑπὲρ ὑμῶν καυχῶμαι· τούτους ἀγα‐ πήσατε, τούτοις εὔνοιαν ἐπιδείξασθε. Εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
Εἰς πρόσωπον, φησὶ, τῶν ἐκκλησιῶν, τουτέστι, καὶ εἰς τιμὴν406

407

τῶν ἀποστειλασῶν αὐτοὺς ἐκκλησιῶν· ἂν γὰρ τούτους τιμήσητε, τὰς ἐπιστειλάσας ἐτιμήσατε. Οὐ λέγει δὲ, ἀνθρώπων, ἀλλὰ “ἐκκλησιῶν,” σεμνότερον ἅμα καὶ ἀπαραίτητον ποιῶν τὸν λόγον. Περὶ μὲν γὰρ τῆς διακονίας.
5 Διακονίας ἐλεημοσύνης· περὶ ταύτης τοιγαροῦν τῆς ἐλεημοσύ‐ νης πολλά τε εἰπὼν καὶ πολλὰ λέγειν θέλων, νῦν, ἔφη, περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ὥστε μᾶλλον αὐτοὺς ἐπισπάσασθαι· αἰσχύνεται γὰρ ἄνθρωπος τοιαύτην δόξαν ἔχων, ὡς μήτε δεῖσθαι συμβουλῆς, ἐλάττων φανῆναι τῆς ἰδίας ὑπολήψεως.
10 Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν. Θαρροῦντος μὲν τὸ πεπεῖσθαι. τὸ δὲ καὶ εἰς ἑτέρους καυχᾶσθαι πολὺ πλέον. Ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν. Τοῦτο φησὶν, ἐκαυχώμην πρὸς Μακεδόνας, ὅτι οὐ μόνον ἡ
15Κόρινθος, ἀλλὰ καὶ πᾶσα ἡ Ἀχαΐα πρὸς τὴν ἐλεημοσύνην παρ‐ εσκεύασται. ἐπαρχία δέ τις ἐστὶν ἡ Ἀχαΐα, ὑφ’ ἣν ἡ Κόρινθος. Οὐκ εἶπεν ὅτι εἰσφέρει ἢ συλλέγει, ἀλλ’ ὅτι παρεσκεύασται, τουτέστιν, ἑτοίμη ἐστί. πεπλήρωκε τὸ πᾶν· λοιπὸν τοὺς διακονη‐ σομένους περιμένει.
20 Καὶ ὁ ἐξ ὑμῶν ζῆλος. Ἔνι γὰρ καὶ ἐπὶ χρηστῷ ζῆλος· εἰ οὖν ὑμεῖς γεγόνατε, καὶ τοῖς ἄλλοις πρόξενοι συνεισφορᾶς, πῶς οὐκ ἄτοπον ὑμᾶς ὑστε‐ ρῆσαι; Ἠρέθισε τοὺς πλείονας.
25 Καίτοι περὶ Μακεδόνων εἴρηκεν, ὅτι αὐθαίρετοι καὶ μετὰ σπουδῆς ἦλθον εἰς τοῦτο. Πῶς οὖν νῦν φησὶν, ὅτι ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισεν αὐτούς; ἠρέθισε τοὺς πλείονας, οὐ πάντας. ἔπειτα τὸ αὐθαίρετοι οὕτω νόει, ὅτι οὐ συνεβουλεύσαμεν, οὔτε προετρεψά‐ μεθα αὐτοὺς, ἀλλ’ ὑμᾶς ἐπῃνέσαμεν ὡς παρασκευασμένους ἀπὸ
30πέρυσι, καὶ τοῦτο ἤρκεσεν εἰς τὸ διεγεῖραι αὐτούς. Ἔπεμψα τοὺς ἀδελφούς. Ὅρα τὴν κηδεμονίαν τοῦ Παύλου· ἔπεμψα, φησὶν, αὐτοὺς, ἵνα
μὴ ματαιωθῇ τὸ καύχημα ἡμῶν, καὶ ψεῦσται εὑρεθῶμεν, εἰπόντες,407

408

ὅτι παρεσκευασμένοι εἰσίν. “ἐν τῷ μέρει” φησὶ, “τούτῳ,” τουτέστι τῆς ἐλεημοσύνης. Ἐπειδὴ γὰρ εἶπεν, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν, ἄχρι τῆς ἐλεημοσύνης αὐτὸ περιέκλεισεν. Ἵνα καθὼς ἔλεγον.
5 Ἀπὸ ἀνθρωπίνων λογισμῶν καὶ λόγων αὐτοὺς προτρέπει ἀσθενέ‐ στερον διακειμένους, μή πως, φησὶν, εἰκός ἐστιν αὐτοὺς μετ’ ἐμοῦ ἐλθεῖν. Καὶ εὕρωσι ὑμᾶς ἀπαρασκευάστους. Κολάζει τὸν λόγον, ἡμεῖς καταισχυνθῶμεν ὡς εἰκῆ καυχώμενοι,
10ἵνα, φησὶν, εὐφημότερον λέγοντες μὴ εἴπωμεν ὑμᾶς καταισχύ‐ νεσθαι, εἰ μὴ ὅτι τῶν δύο ἦν αἰσχύνη· τῶν μὲν ὡς ὑστερούντων, τοῦ δὲ ὡς ψεῦδος καυχωμένου ἐν τῇ ὑποστάσει, φησὶ, ταύτῃ τῆς καυχήσεως. ὡσεὶ εἶπεν, οὐκ ἀλλαχοῦ καταισχυνθῶμεν, ἀλλ’ ἐν μόνῃ τῇ περὶ τῆς ἐλεημοσύνης καυχήσει.
15 Ἀναγκαῖον οὖν— Καὶ γὰρ ἦν ὄντως ἀναγκαῖον, καὶ αὐτοὺς αἰσχύνης, καὶ ἑαυτὸν τοῦ δοκεῖν ψεύδεσθαι ἀπαλλάξαι. Ἵνα προσέλθωσιν— Ἐπειδὴ ἄνω εἰρήκει, περιττόν μοί ἐστι τὸ γράφειν περὶ τούτου,
20ὡς αὐτῶν δηλαδὴ ἑτοίμων ὄντων, ἵνα μὴ δόξῃ ἐναντία λέγειν νῦν, οὐκέτι περὶ τοῦ εἰσενεγκεῖν, ἀλλὰ περὶ τοῦ ταχέως καὶ δαψιλῶς καὶ προθύμως διαλέγεται· διὰ τούτων κἀκεῖνο κατασκευάζων. Προκατηγγελμένην— Τὴν μετὰ δαψιλείας ἐλεημοσύνην.
25 Οὕτως— Τουτέστι, μετὰ χαρᾶς καὶ σπουδῆς· οὐδεὶς γὰρ εὐλογίαν διδοὺς λυπεῖται, ἢ ἐξ ἀνάγκης δίδωσιν· ἐκεῖνος γὰρ ἀλγεῖ κατα‐ βάλλων, ὁ πλεονεκτούμενος καὶ διδοὺς ἐξ ἀνάγκης ἅπερ ἐπλεο‐ νέκτησε· νῦν δὲ ἀφορμὴ σωτηρίας ἡ δόσις.
30Τοῦτο δὲ— Φειδωλῶς, φησὶ, καὶ κνιπῶς· τοῦτο δὲ τὸ τῆς ἐλεημοσύνης,
οὕτως ἔχει τρόπου· καὶ λοιπὸν σπόρον αὐτὸ καλεῖ, ἵνα πρὸς τὸν408

409

ἀμητὸν ἀπιδόντες, καὶ ὅτι ὁ σπείρας πολλὰ καὶ ὀλίγα ἀναλόγως θερίζει, προθυμότεροι πρὸς τὴν εἰσφορὰν γένωνται. Καὶ ὁ σπείρων— Μετὰ δαψιλείας, φησὶ, καὶ ἁδρότητος.
5 Ἕκαστος καθὼς— Ἐπὶ τὸ πρότερον πάλιν ἦλθε, μονονουχὶ τοῦτο λέγων, τὰ μὲν λαληθῆναι φησὶ, περὶ ἐλεημοσύνης ὀφείλοντα ταῦτα, πλὴν καθὼς ἕκαστος προαιρεῖται, οὕτως διδότω, μὴ ἐκ λύπης· οὐ γάρ ἐστι πλεονεξία, μηδὲ ἐξ ἀνάγκης, οὐ γὰρ βιαζόμεθα, φησὶ, τινά· εἶπε
10γὰρ ἄνω, “οὐ κατ’ ἐπιταγὴν λέγω,” καὶ πάλιν, “γνώμην δὲ δίδωμι.” Ἱλαρὸν γὰρ— Καὶ μαρτυρίᾳ βεβαιοῖ, τὸ μὴ δεῖν ἐκ λύπης διδόναι. Δυνατὸς— Πνευματικῶν τε, φησὶ, καὶ σαρκικῶν πραγμάτων, ὥστε δύ‐
15νασθαι ὑμᾶς δαψιλῶς μεταδιδόναι, ἢ ὅτι δίδοται ὁ Θεὸς ὑμῶν σαρκικὰ καὶ μικρὰ διδόντων, πνευματικὰ καὶ μεγάλα· ἀντιδοῦναι καὶ περισσεῦσαι· οὐ μόνον, φησὶ, πληρῶσαι, ἀλλὰ καὶ ὑπὲρ τὴν χρείαν δοῦναι. Εἰς ἡμᾶς—
20 Ὅρα σοφίαν ἐν τοῖς σαρκικοῖς· αὐτάρκειαν αὐτοῖς ἐπευχόμε‐ νος ἐν τοῖς πνευματικοῖς, περισσείαν καὶ περιουσίαν εὔχεται. Καθὼς γέγραπται— Τὸν προφήτην αὐτοῖς ἐφίστησι δαψίλειαν παραινοῦντα· τὸ γὰρ σκορπίσαι δαψιλείας σημαντικόν.
25 Πένησιν— Δικαίους γὰρ ἡ ἐλεημοσύνη ποιεῖ, ὥσπερ καθαίρουσα τὰ πλημ‐ μελήματα. Δικαιοσύνη αὐτοῦ— Οὐδέποτε γὰρ σβέννυται.
30Ὁ δὲ ἐπιχωρηγῶν— Ἐν εὐχῆς τάξει αἰνίττεται τὸ μηδὲν δειλιᾷν, μή πως δούς τις
πολλὰ, αὐτὸς ἐνδεὴς εὑρεθῇ· ὁ γὰρ σπέρμα χορηγῶν Θεὸς τῷ τὸν409

410

αἰσθητὸν σπόρον σπείροντι, καὶ τὸ σῶμα τρέφων ἄρτῳ, πῶς ἂν ἀμελήσειε τοῦ τὸν πνευματικὸν σπείροντος σπόρον; Χορήγησαι— Χορηγήσειεν ὑμῖν τὰ σαρκικὰ δαψιλῶς, ἵνα πληθυνθῇ καὶ ἡ
5ἐλεημοσύνη ὑμῖν· ταύτην γὰρ νῦν σπόρον φησίν. Τὰ γενήματα— Ἐκ γὰρ τοῦ τῆς ἐλεημοσύνης σπόρου, αὔξει δικαιοσύνης γενή‐ ματα· τροπικῶς δὲ ὅλα εἶπε. Πλουτιζόμενοι—
10 Εἰς ταύτην, φησὶ, τὴν ἁπλότητα καὶ δαψίλειαν πλουτισθείητε, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Τί δὲ καὶ τοὺς ἄλλους παρασκευάζων εὐαριστεῖν τῷ Θεῷ, ὑπὲρ ὧν ἡμεῖς κεκτήμεθα; ἡ εὐποΐα δηλονότι· πλουτίζεσθε οὖν εἰς εὐποΐαν· τοῦτο γὰρ καὶ τοὺς λαμβάνοντας ἡμᾶς εὐχαριστεῖν ποιήσει Θεῷ.
15Εἰς πᾶσαν— Ἵνα εἴητε, φησί. Ἁπλότητα— Οἷον δαψίλειαν. Τῆς λειτουργίας—
20 Τουτέστιν, ἡ φιλοτιμία καὶ ἡ εἰσφορὰ τῶν χρημάτων τούτων, καὶ ἡ λειτουργία ἡ πνευματικὴ ἡ διακονουμένη ὑφ’ ἡμῶν. Οὐ μόνον— Οὐ μόνον, φησὶ, τοῦτο κατορθοῖ τὸ ἀναπληροῦν τὰ ὑστερήματα καὶ τὴν ἔνδειαν τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύειν ποιεῖ τὴν εἰς Θεὸν
25εὐχαριστίαν, τὸ διὰ πολλῶν προσφέρεσθαι· οἷον δέ ἐστι καὶ τρέ‐ φειν πενομένους καὶ εὐχαριστεῖσθαι παρασκευάζειν τὸν Θεόν· τὰ γὰρ δύο τῶν ἄγαν ἐπαινουμένων. περισσεύει δὲ, φησὶ, διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, τουτέστι, τῆς δοκίμου καὶ πείρᾳ τὴν χρηστότητα δοξαζούσης ἐλεημοσύνης, ἣν ἡμεῖς διακονοῦ‐
30μεν ὑμῖν, φησίν. Ἀλλὰ καὶ περισσεύει.
Πῶς δὲ περισσεύει ἡ εὐχαριστία τῷ Θεῷ; πῶς; ὅτι δοξά‐410

411

ζοντές εἰσιν οἱ ἅγιοι τὸν Θεὸν, οὐ μόνον ὅτι ἐλύθη αὐτοῖς διὰ τῆς ἐλεημοσύνης ἡ ἔνδεια, ἀλλ’ ὅτι καὶ ὑποτεταγμένοι ἐστὲ, φησὶ, τῇ ὁμολογίᾳ τοῦ Εὐαγγελίου· δεῖγμα γὰρ τοῦ ὑποτετάχθαι τοῖς εὐαγγελικοῖς προστάγμασι τὸ εὖ ποιεῖν· πλεῖστα γὰρ περὶ ἐλεη‐
5μοσύνης ὁ Κύριος διηλέχθη. Καὶ ἁπλότητι— Καὶ ὅτι διὰ τὴν ὑποταγὴν καὶ πειθὼ τοῦ Εὐαγγελίου καὶ εἰς τοῦτο ὑποτεταγμένοι ἐστὲ εἰς τὴν εἰς αὐτοὺς ἁπλότητα, οἷον δαψίλειαν τῆς ἐλεημοσύνης καὶ κοινωνίαν, καὶ οὐ μόνον εἰς αὐτῆς
10ἀλλὰ καὶ εἰς πάντας. οἱ γὰρ ἅγιοι οὗτοι, φησὶ, καὶ ὑπὲρ ὧν ἑτέροις παρέχετε, εὐχαριστοῦσι τῷ Θεῷ. Καὶ αὐτῶν δεήσει— Καὶ εἰς τοῦτο, φησὶν, εὐχαριστοῦσι τῷ Θεῷ, ὅτι οὕτως ὑμᾶς δοκίμους ἀπειργάσατο ἡ ὑποταγὴ τοῦ Εὐαγγελίου, οὕτως ποθει‐
15νοὺς, ὡς δέεσθαι αὐτοὺς συνεχῶς ὑπὲρ τοῦ ἰδεῖν ὑμᾶς, “ἐπιποθούν‐ “των γὰρ ὑμᾶς,” φησί. Ἐπιποθούντων— Ἐπιποθοῦσι δὲ, φησὶν, ὑμᾶς, οὐ διὰ τὰ χρήματα, ἀλλ’ ὥστε θεαταὶ γενέσθαι τῆς δοθείσης ὑμῖν ἀπὸ Θεοῦ χάριτος. Διὰ γὰρ
20τὴν ὑπερβάλλουσαν, φησὶ, χάριν τοῦ Θεοῦ ἐφ’ ἡμῖν· διὰ τοῦτο ὑμᾶς ἰδεῖν ποθοῦσιν. Ὑπερβάλλουσαν— Ὅρα σύνεσιν· ἐπάρας αὐτοὺς, τέλος τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ, χάριν τὸ πρᾶγμα καλέσας Θεοῦ.
25 Χάρις δὲ— Εἶτα τὴν τοῦ Θεοῦ χάριν ἐννοήσας, καὶ αὐτὸς δοξάζει τὸν Θεόν. χάρις δὲ τῷ Θεῷ, λέγων ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ, δωρεὰν ἐνταῦθα καλῶν καὶ τὸ ὑποτετάχθαι Κορινθιοὺς τῷ εὐαγγελίῳ, καὶ ὅτι ἐδωρήσατο ἡμῖν διὰ τῆς ἐλεημοσύνης τὰ τοσαῦτα ἀγαθὰ ὅσα
30κατέλεξε, καὶ ὅτι μείζονα δώσει ὑπὲρ αὐτῆς ἐν τῷ μέλλοντι.411

412

(1t)

ΚΕΦ. Ι.
2tΔιήγησις τῶν ἰδίων πόνων καὶ προθέσεως καὶ τῆς ἐπ’ αὐτῷ χάριτος πρὸς τὸ
3tμὴ τοῖς ἐπιπλάστοις προστίθεσθαι Κορινθίοις.
4Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳό‐
5τητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ. Μέγα τὸ ἀξίωμα, ἐγὼ Παῦλος, φησὶ, τουτέστιν, ὁ Ἀπόστολος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὡς καὶ ἀλλαχοῦ, ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν. ἐπαρτήσατο τὸν περὶ ἐλεημοσύνης λόγον· ἄρχεται τῶν ἐπιτιμητικωτέρων λόγων· κατέταττε τῶν ψευδαποστόλων καὶ τῶν
10λοιδορούντων αὐτὸν, καὶ ἑαυτὸν συνίστησιν, εἰς ἀνάγκην ἐλθὼν τοῦ μὴ καὶ τὸ κήρυγμα συνευτελισθῆναι, εἰ αὐτὸς φαῦλος τῇ σιωπῇ νομισθείη· καὶ τὰ τῆς νομισθείσης αὐτῷ χάριτος μετὰ δαψιλείας φησὶ κατορθωμάτων, καὶ τὴν ὑπ’ αὐτοῦ ὑπομονὴν, καὶ τοὺς ὑπὲρ Χριστοῦ ἀγῶνας.
15 Παρακαλῶ ὑμᾶς— Τοῦτο θέλει εἰπεῖν, δέομαι ὑμῶν, μή με ἀναγκάσωσιν, εἰ λοι‐ δοροῦντές με χρήσασθαί μου τῇ δυνάμει κατ’ αὐτῶν, ὑμῶν δέομαι, ὡς λέγειν εἰώθαμεν, συμβουλεύσατε αὐτοῖς, μὴ εἰς τοῦτό με ἀγαγεῖν.
20 Καὶ ἐπιεικείας— Μέγα μὲν καὶ τὸ Παῦλον παρακαλεῖν· ὅταν δὲ καὶ διὰ τῆς ἐπιεικείας Χριστοῦ τὴν ἱκεσίαν ποιῆται φρικωδέστερον. Κατὰ πρόσωπον— Ἢ κατὰ εἰρωνείαν τοῦτό φησι τοῖς τῶν διαβαλλόντων χρησά‐
25μενος λόγοις. Ἔλεγον γὰρ “ὅτι ἡ παρουσία ἀσθενὴς, αἱ δὲ ἐπι‐ “στολαὶ βαρεῖαι,” λέγει οὖν, δέομαι ὑμῶν, ὁ παρὼν μὲν ταπεινὸς ὡς αὐτοὶ, φησίν· ἀπὼν δὲ θαρρῶν τὰ μείζω μου γράφειν· ἢ τοῦτό φησι, ταπεινὸς μέν εἰμι, πλὴν θαρρῶν τῇ ἀγάπῃ ὑμῶν τολμῶ ταῦτα γράφειν· τί δὲ δέῃ τὸ μὴ θαρρῆσαι, φησὶ, τουτέστι τοῦ
30μὴ θαρρούντως χρήσασθαι, ἐρχόμενος πρὸς ὑμᾶς καὶ παρὼν τῇ δυνάμει μου· πεποίθησιν γὰρ τὴν πνευματικὴν αὐτοῦ δύναμιν
καλεῖ διὰ τὸ ῥᾳδίως δύνασθαι τοὺς ἐναντίους ἀμύνασθαι· ποίᾳ412

413

δυνάμει; ᾗτινι, φησὶ, λογίζομαι τολμῆσαι ὡσεὶ ἔλεγεν, οὔπω κέκρικα χρήσασθαι αὐτῇ, ἀλλ’ ἔτι λογίζομαι τολμῆσαι χρή‐ σασθαί μου τῇ δυνάμει. Δέομαι δὲ—
5 Ἐπειδὴ γὰρ ἔλεγον ὅτι παρὼν εὐτελής ἐστι, φησὶ, μὴ παρὼν τιμωρήσομαι. Τολμῆσαι— Ὁρᾷς πῶς ἐστι ταπεινός; ἀνάγκης γὰρ οὔσης χρήσασθαι τῇ δυνάμει, ὀκνεῖ καὶ ἀναδύεται, καὶ τόλμαν τὸ πρᾶγμα καλεῖ· τοῦτο
10γὰρ ἀρίστου διδασκάλου τῇ ἀναβολῇ χώραν παρέχειν τῇ μετα‐ νοίᾳ. Κατὰ σάρκα— Κατὰ τίνων, φησὶν, ἔχεις χρήσασθαι παρὼν τῇ δυνάμει τῇ πνευματικῇ; ἐπὶ τίνας, φησὶ, τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ
15σάρκα περιπατοῦντας. οἱ γὰρ ψευδαπόστολοι διέβαλλον αὐτὸν ὡς ὑποκριτὴν καὶ ἀπατεῶνα καὶ πάντα πρὸς ἐπίδειξιν ἀνθρώπων ποι‐ οῦντα. καί φησιν, “ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα “στρατευόμεθα,” τουτέστιν οὐ σαρκικῶς ζῶμεν. ἢ περὶ τοῦ κη‐ ρύγματος λέγει τὸ “στρατευόμεθα·” πόλεμον γὰρ πρὸς τοὺς
20νοητοὺς καὶ αἰσθητοὺς ἐχθροὺς ἀναδεξάμενοι, οὐ σαρκικοῖς ὅπλοις κεχρήμεθα, τοῦτό ἐστιν, “οὐ κατὰ σάρκα στρατευόμεθα.” Τὰ γὰρ ὅπλα τῆς στρατείας οὐ σαρκικά. Καὶ οὕτως οὐ κατὰ σάρκα στρατευόμεθα, ὅτι καὶ τὰ ὅπλα οἷς χρώμεθα οὐκ ἔστι σαρκικὰ κατὰ τῶν ἀνθισταμένων· σαρκικὰ γὰρ
25ἔχει ἂν πλοῦτος, ἰσχὺς, δυναστεία, δόξα, εὐγλωττία· ἡμεῖς τοι‐ γαροῦν οὐ τούτοις νικῶμεν, ἀλλὰ τοῖς ἐναντίοις, πενίᾳ, εὐδοξίᾳ, ἀσθενείᾳ· διὸ καὶ δυνατὰ τῷ Θεῷ αὐτὰ καλεῖ· καὶ γὰρ ἐν τούτῳ τὸ θαυμαστὸν καὶ δυνατὸν παρὰ Θεοῦ ἔχουσιν, ὅτι τοιαῦτα ὄντα περιγέγονε τῆς οἰκουμένης. Σκόπει δὲ αὐτοῦ τὸ ἄτυφον· οὐκ
30εἶπεν, ἡμεῖς ἐσμὲν οἱ δυνατοὶ, ἀλλὰ τὰ ὅπλα ἡμῶν διὰ τοῦ Θεοῦ· καὶ γὰρ κἀκείνοις τὴν δύναμιν, οὐχ ἡμεῖς, ἀλλ’ ὁ Θεὸς ἔδωκε,
φησίν.413

414

Ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρω‐ μάτων. Ἔστι δὲ δυνατὰ ἡμῶν τὰ ὅπλα πρὸς καθαίρεσιν ὀχυρωμάτων. καλῶς δὲ τὸ “καθαίρεσιν,” δεικνὺς ὅτι οὐ προσβάλλομεν μηχανὰς,
5ἀλλ’ εὐθὺς καθαιροῦμεν ἅπαν ἐναντίον. “Ὀχυρωμάτων” δὲ, φη‐ σὶν, οἷον τοὺς Ἑλληνικοὺς συλλογισμοὺς, τὴν πλάνην αὐτῶν, τὸν τύφον. Εἶτα ἵνα μὴ ἀκούσαντες ὀχυρώματα, σωματικόν τι νομί‐ σωσι, φησὶ, “λογισμοὺς καθαιροῦντες,” οἷον συλλογισμοὺς καὶ τὰ τῶν Ἑλλήνων σοφίσματα· ἢ ὅτι αὐτοὺς τοὺς λογισμοὺς αὐτῶν
10καὶ τὰς ψυχὰς καταβάλλομεν, ἐξ ἧς κεκράτηνται πλάνης, καὶ εἰς τὴν ἀλήθειαν ἄγομεν. Καὶ πᾶν ὕψωμα ἐπαιρόμενον. Ἐπέμεινε τῇ τροπῇ, ἵνα πλείονα ποιήσῃ τὴν ἔμφασιν· τὰ ὅπλα, φησὶ, τὰ ἡμέτερα, κἂν ὀχύρωμα εἴπῃς, κἂν ὕψωμα,
15τουτέστι πυργώματά τινα καὶ φρούρια, κἂν ὁτιοῦν ἐπαιρόμενον καὶ ἀνθιστάμενον τῇ γνώσει τοῦ Θεοῦ. τῇ διὰ τοῦ κηρύγματος πάντα καθαιρεῖ. Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα. Καὶ οὕτως ἅπαν νόημα καὶ πᾶσαν διάνοιαν ἀνθρωπίνην ὑποτάσ‐
20σομεν τῷ βασιλεῖ καὶ ἀρχιστρατήγῳ Χριστῷ, ὡς μηδὲ ἀναπλάσαι τοῦ λοιποῦ οὐδὲ ἀναμαχήσασθαι ἰσχῦσαί τινα τῶν ἡττηθέντων· τοῦτο γὰρ δηλοῖ τὸ αἰχμαλωτεύοντες, οἷον, αἰχμαλώτους ἐκ τῆς τοῦ πονηροῦ τυραννίδος λαμβάνοντες, ἀπὸ δουλείας εἰς ἐλευθερίαν. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν.
25 Ἐνταῦθα καὶ τούτους ἐφόρμησεν, ὑμᾶς γὰρ περιεμένομεν, φη‐ σὶν, ἵνα ὅταν διὰ τῆς παραινέσεως διδαχῆς διορθώσωμεν ὑμᾶς, καὶ ἀποστήσωμεν ἐκείνων, τότε ἐκείνοις μόνοις τοῖς ἀπιστοῦσι τὴν πληγὴν ἐνέγκωμεν. ἕτοιμοι οὖν ὄντες ἐν τούτῳ ὑφ’ ἡμῶν ἀναμὶξ ὄντων κωλυόμεθα· καὶ γὰρ δέος ἐστὶ, φησὶ, μὴ καὶ ὑμῶν ἅψηται
30ἡ πληγὴ διὰ τὸ ἀναμεμίχθαι· ταῦτα δὲ λέγων τοὺς ψευδαποστό‐ λους αἰνίττεται ὅπως διορθώσωνται. Ὑπακούετε μὲν καὶ νῦν, φησὶν, ἀλλ’ οὐ τελείως· διό φησιν, “ὅταν πληρωθῇ ἡ ὑπακοὴ
“ὑμῶν.” Φοβήσας τοὺς ψευδαποστόλους, καὶ αὐτοὺς λοιπὸν ἐπι‐414

415

τιμᾷ, ἐπιπληκτικώτερον αὐτοῖς διαλεγόμενος, “τὰ κατὰ πρόσω‐ “πον, φησὶ, βλέπετε,” τουτέστιν, ἀπὸ τῶν φαινομένων κρίνετε· οἷον, εἴ τις πλουτεῖ, εἴ τις ἐπαίρεται, εἴ τις μεγαλαυχεῖ, εἴ τις ἀρετῆς πρόσωπον περίκειται.
5 Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι. Καὶ γὰρ οἱ ψευδαπόστολοι, ὡς Χριστοῦ ὄντες ἐμεγαλαύχουν. Τοῦτο λογιζέσθω πάλιν ἀφ’ ἑαυτοῦ. Ἂν ὅλως, φησὶ, μετέχει τῆς παρὰ Χριστοῦ χάριτος, ἀφ’ ἑαυ‐ τοῦ λογιζέσθω καὶ μὴ περιμενέτω παρ’ ἡμῶν διὰ τῆς ἐπιτιμήσεως
10μαθεῖν. Οὕτως καὶ ἡμεῖς Χριστοῦ. Ἴσως φησὶν, ἐν τούτῳ κοινωνοῦσι, καὶ οὐδὲν πλέον ἔχουσιν ἡμῶν· οὐ γὰρ αὐτοὶ μὲν Χριστοῦ, ἡμεῖς δὲ ἑτέρου τινός· τοῦτο δὲ κατά τινα συγκατάβασιν εἶπε, ἐπειδὴ προϊὼν δείκνυσιν ὅτι οὐχ
15ὥσπερ ἐκεῖνοι Χριστοῦ, οὕτω καὶ αὐτὸς, ἀλλ’ ἄπειρον τὸ μέσον. ὅθεν φησὶν, “ἐὰν περισσότερόν τι καυχήσομαι· ὡσεὶ ἔλεγεν, ἀρ‐ κεῖ τέως τὸ εἰπεῖν, οὕτω καὶ ἡμεῖς· ἐὰν γάρ τι πλέον τούτου εἴπω, οὐκ ἂν αἰσχυνθῶ, ἀληθῆ γὰρ, φησὶν, ἐρῶ. Περὶ τῆς ἐξουσίας ἡμῶν.
20 Τῆς πληκτικῆς καὶ τιμωρητικῆς τῶν ἀντιδιατιθεμένων δυνάμεως· εἶτα κολάζων τὸ φορτικὸν τοῦ λόγου φησὶν, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, ὡσεὶ ἔλεγε, τὴν δύναμιν ἐλάβομεν ἐπὶ τὸ οἰκοδομεῖν ὑμᾶς πρὸς τὴν πίστιν, οὐ μὴν πρὸς τὸ τιμωρεῖσθαί τινα. Πῶς οὖν εἴποι τις καὶ νῦν αὐτοῖς ἀνατείνῃ τὴν παρὰ Χρι‐
25στοῦ σοι δοθεῖσαν ἐξουσίαν, καὶ ἄνω ἔφασκες “ἐν ἑτοίμῳ ἔχοντες “ἐκδικῆσαι πᾶσαν παρακοὴν,” εἰ οὐκ ἐπὶ τιμωρίᾳ ἀλλ’ ἐπὶ οἰκοδομῇ τὴν ἐξουσίαν εἴληφας; ὅτι αὐτὸ τοῦτο, φησὶ μάλιστά ἐστιν οἰκο‐ δομὴ ὑμῶν τὸ τὰ κωλύματα ἀναιρεῖν καὶ τὰ σκάνδαλα, οἷον τοὺς ψευδαποστόλους καταργεῖν· εἰς τοῦτο μὲν ἐλάβομεν, ἵν’ οἰκοδομῶ‐
30μεν· ἐὰν δέ τις ἀνίατα νοσῇ, καὶ τῇ ἑτέρᾳ χρησόμεθα ἐνεργείᾳ, καθαιροῦντες αὐτὸν καὶ καταβάλλοντες· ὡς εἶναι ἐν πρωτοτύπῳ μὲν τὴν οἰκοδομὴν, ἐν παρεπομένῳ δὲ τὴν καθαίρεσιν. Οὐκ αἰσχυνθήσομαι.
Οὐ δειχθήσομαι φησὶ, ψεύστης ἢ κομπαστής.415

416

Ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς. Διὰ τοῦτο, φησὶν, οὕτω μετρίως εἶπον τὸ “οὐκ αἰσχυνθήσο‐ “μαι,” καὶ οὐδὲν μέγα εἶπον, “ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν “ὑμᾶς διὰ τῶν ἐπιστολῶν.”
5 Εἶτα τοῖς λόγοις τῶν διαβαλλόντων αὐτὸν κέχρηται. Καὶ ἵνα μὴ πάλιν εἴπωσιν “ὅτι αἱ μὲν ἐπιστολαὶ βαρεῖαι” καὶ τὰ ἑξῆς, διὰ τοῦτο, φησὶν, οὕτω μετρίως ἐφθεγξάμην. Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής. Ἔλεγον γὰρ οἱ διαβάλλοντες αὐτὸν, ὅτι κομπάζει διὰ τῶν
10ἐπιστολῶν καὶ φοβερὰ ἐπιστέλλει· παραγενόμενος δὲ, εὐκατα‐ φρόνητός τίς ἐστι, καὶ ἐλέγχεται μὴ ὢν οἷος γράφει. Ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες. Εἰ ταῦτα λέγοντες, φησὶ, τοῦτο ἔστησαν ὅτι καὶ παρόντες καὶ ἀπόντες ὅμοιοί ἐσμεν, καὶ ὥσπερ ἐσμὲν ἀπόντες τῷ λόγῳ καὶ ταῖς
15ἐπιστολαῖς, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ, τουτέστιν, οὐ μόνον ἀπειλοῦμεν ἀπόντες, ἀλλ’ ἰσχύομεν καὶ παραγινόμενοι εἰς ἔργον ἀγαγεῖν τὰ ἀπειλούμενα. Κατὰ ἐρώτησιν ἀναγνωστέον, δοκιμάζειν, φησὶν, ἕκαστον ἡμῶν βούλεσθε, καὶ τὰ καθ’ ἡμᾶς ἐξετάζειν· οὐκοῦν σὺν ἀκριβείᾳ τοῦτο
20ποιήσατε. Κατὰ ἐπιτιμητικὴν ὑπόκρισιν τοῦτο ἀναγνωστέον, ἀντὶ τοῦ οὐκ ἐκ τῶν ἔργων τῆς ἀληθείας τὴν ἐξέτασιν, ἐκ δὲ τῶν ἐπὶ πολλῆς ἁπλῶς φαινομένων λαμβάνεται. Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς
25τισι. Ἐνταῦθα ἀλαζόνας ἐκείνους παρίστησι, καὶ κωμῳδεῖ αὐτοὺς, κατ’ εἰρωνείαν προάγων τὸν λόγον, φησίν· “οὐ γὰρ τολμῶμεν “ἐγκρῖναι,” οἷον συναριθμῆσαι “ἢ συγκρῖναι,” οἷον ἀντιπαραθεῖναί τισιν ἑαυτοὺς τῶν ἑαυτοὺς παρατιθεμένων διὰ τῆς κομπώδους ψευ‐
30δολογίας· ὁρᾷς πῶς αὐτοὺς ἐκωμῴδησεν; Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες. Ἐκείνοις μὲν οὖν οὐ τολμῶμεν ἑαυτοὺς συγκρῖναι, μεγάλοις,
φησὶ, καὶ ὑπερβαίνουσιν ἡμᾶς, ἀλλὰ ἡμεῖς καθ’ ἑαυτοὺς γενόμενοι416

417

ἑαυτοὺς μετροῦμεν, καὶ πρὸς τὰ μέτρα ἡμῶν καὶ λαλοῦμεν καὶ ἐπιστέλλομεν καὶ διαπραττόμεθα. Καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιοῦσιν. Καὶ ἡμεῖς μὲν, φησὶν, ἑαυτοὺς μετροῦμεν, ἐκεῖνοι δὲ ἑαυτοῖς
5συγκρίνοντες· οὐ γὰρ ἀξιοῦσι, φησὶ, πρός τινα τῶν ἀνθρώπων συγ‐ κριθῆναι, ἀλλ’ αὐτοὶ πρὸς ἑαυτοὺς, οὐ συνιοῦσι, φησὶ, τουτέστιν, οὐ νοοῦσιν, οὐδὲ αἰσθάνονται πῶς εἰσὶ καταγέλαστοι τοῖς ὁρῶσιν· οὐ γὰρ λελήθασι, φασὶν, ὅτι μεταξὺ ἀλλήλων ἑαυτοὺς ἐπαί‐ ροντες.
10 Ἡμεῖς δὲ οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα. “Ἡμεῖς δὲ,” φησὶν, “οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα,” καθάπερ, οὗτοι, καὶ γὰρ ἦν εἰκὸς αὐτοὺς ψευδομένους λέγειν, τὴν οἰκουμένην ἐπετρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα διδάσκοντες, ταῦτα οὖν “ἄμετρα” καλεῖ, ὑπερβαίνοντα τὴν δύνα‐
15μιν αὐτῶν καὶ τὸ μέτρον. Ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός. Ὥσπερ γὰρ ἀμπελῶνα διαιρῶν ὁ Θεὸς τὴν οἰκουμένην ἡμῖν, φησὶ, τοῖς Ἀποστόλοις ἐμέρισε· “κατὰ οὖν τὸ μέτρον τοῦ κανό‐
20“νος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς,” καυχησόμεθα καὶ λαλήσομεν, φησί. ποῖον δέ ἐστι τὸ μέτρον σου; τὰ ἄχρις ὑμῶν, φησίν. Ἐφίκεσθαι ἄχρις καὶ ὑμῶν. Ἐπεὶ οὖν ἄχρι καὶ ὑμῶν ἐφθάσαμεν, καὶ τοῦτο ἡμῖν τὸ δεδο‐ μένον παρὰ Θεοῦ μέτρον, ἄχρι καὶ ὑμῶν καυχώμεθα, ἀπὸ κοινοῦ
25γὰρ τὸ καυχησόμεθα. Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι. Οὐ γὰρ ἂν εἴποι τις, φησὶν, ὅτι μὴ ἀφικόμενοι, ἤγουν μὴ ἀφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτοὺς, λέγοντες ἐφθακέναι εἰς ὑμᾶς, εἰκῆ τῷ λόγῳ κομπάζοντες· τῷ γὰρ ὄντι ἄχρις ὑμῶν
30ἐφθάσαμεν· ἐφθάσαμεν δὲ ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, τουτ‐ έστιν, οὐχ ἁπλῶς παραγενόμενοι, ἀλλὰ καταγγέλλοντες ὑμῖν τὸ
Εὐαγγέλιον.417

418

Ἐφικνούμενοι. Μὴ ἰσχύοντες, φησὶ, κἂν ἄχρις ὑμῶν ἐφικέσθαι ἢ φθάσαι. Ὑπερεκτείνομεν ἑαυτούς. Οἷον τῷ κόμπῳ τῶν λόγων.
5 Ἐν τῷ εὐαγγελίῳ— Εἰκὸς γὰρ ἦν τοὺς ψευδαποστόλους καὶ ἄνευ τοῦ κηρύσσειν παραγινομένους που καὶ ὑπὲρ τούτου καυχᾶσθαι. Οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι. Τὰ τὸ μέτρον, φησὶν, ἡμῶν καὶ τὴν δύναμιν ὑπερβαίνοντα ἐν
10ἀλλοτρίοις κόποις· εἰκὸς γὰρ τοὺς ψευδαποστόλους ἄλλων που κηρυξάντων αὐτοὺς ἐπιδημῆσαι ψιλῶς, καὶ ἑαυτοῖς ἐπιγράφειν τὸ κήρυγμα. Ἡμεῖς δὲ, φησὶν, οὐκ ἐπ’ ἀλλοτρίοις κόποις. Ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν. Οὐδὲν ἀποφαίνεται, ἀλλ’ ἐλπίζομεν, φησὶν, τῷ Θεῷ.
15 Αὐξανομένης. Πρὸς ὃ γὰρ ἡ πίστις ἐπιδίδωσι τῶν μαθητῶν, οἱ διδάσκαλοι εὐδοκιμοῦσιν. Ἐν ὑμῖν μεγαλυνθῆναι. Ἐλπίζομεν, φησὶν, ὑμῶν ἐπιδιδόντων πρὸς τὴν πίστιν, ἐν ὑμῖν
20μεγάλοι δειχθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, τουτ‐ έστιν, ἐν ὑμῖν μεγαλυνθῆναι πλέον ἢ νῦν· τοῦτο γὰρ τὸ “εἰς “περισσείαν κατὰ τὸν κανόνα ἡμῶν,” τουτέστι κατὰ τὸ μέτρον ἡμῶν ὃ ἐπιστεύθημεν παρὰ Θεοῦ· καλῶς δὲ κανόνα καὶ μέτρον καλεῖ, ὡς ἐπίκτησιν καὶ κληρονομίαν τῆς οἰκουμένης εἰσελθών.
25 Εἰς τὰ ὑπερέκεινα ἡμῶν εὐαγγελίσασθαι. Καὶ οὕτως μεγαλυνθῆναι ἐν ὑμῖν, ὥστε καὶ “εἰς τὰ ὑπερ‐ “έκεινα εὐαγγελίσασθαι” καὶ διδάξαι, ὃ δὴ καὶ ἐποίησεν. Εἰς τὰ ἕτοιμα καυχήσασθαι. Καὶ οὐχ ὥσπερ, φησὶν, οἱ ψευδαπόστολοι ἔχομεν καυχήσασθαι
30ἐν ἀλλοτρίῳ κανόνι καὶ μέρει καὶ ἔνθα ἄλλος ἐκοπίασε· τοῦτο γὰρ τὸ “εἰς τὰ ἕτοιμα,” ἔνθα φησὶ, προκαταβέβληται σπέρμα δι‐
δασκαλίας.418

419

Ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Ἐκεῖνοι μέν εἰσι κατορθοῦν μέλλοντες, οὐ καυχώμεθα ἐν ἑαυ‐ τοῖς, ἀλλ’ ἐν τῷ Θεῷ· ὁ γὰρ καυχώμενος, φησὶν, ὀφείλει ἐν Κυρίῳ καυχᾶσθαι, καὶ γὰρ καὶ αὐτὸ ὃ ἐφθάσαμεν μέτρον, ἐκ
5Θεοῦ ἔχομεν. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν. Τίνες δὲ οἱ ἑαυτοὺς συνιστῶντες; οἱ ψευδαπόστολοι δηλονότι· κατὰ τὸ μέτρον γὰρ, φησὶ, τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός· ὁ οὖν μερίσας Θεὸς αὐτὸς καὶ συνίστησιν.
10 Ὄφελον ἀνείχεσθέ μου μικρόν. Μέλλων ἐμβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ κέχρηται τῇ προδιορθώσει, τὸ φορτικὸν τοῦ δοκεῖν ἐπαινεῖν ἑαυτὸν ἀποφεύ‐ γων· εἰς τοῦτο δὲ αὐτὸν ἤγαγεν ἡ τῆς ὑποθέσεως ἀνάγκη καὶ τὸ δεδιέναι μὴ εἰς βλάβην τῶν μαθητῶν γένηται· τὸ αὐτὸ μὲν ἐξευ‐
15τελίζεσθαι, τοὺς δὲ ψευδαποστόλους δοκεῖν εἶναί τι· εἴθε ἀνεί‐ χεσθέ μου, φησὶν, ἀφροσύνης πρᾶγμα καὶ ἔργον ποιοῦντος. Ἀνείχεσθέ μου μικρόν. Ἀλλὰ καὶ ἀνείχεσθέ μου· οἶδα γὰρ, φησὶν, ὅτι ἀγαπᾶτέ με, καὶ πάντα μου ἀνέχεσθε.
20 Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Οὐκ εἶπε, φιλῶ, ἀλλ’ ὃ μεῖζον ἦν, “ζηλῶ ὑμᾶς,” φησὶ, τουτέστι, περικαῶς φιλῶ. εἶτα ἵνα μὴ νομίσωσι διὰ τὰ ἀνθρώ‐ πινα, οἷον χρήματα καὶ δόξαν, φιλεῖν αὐτοὺς, ἐπάγει “Θεοῦ “ζήλῳ·” ζηλωτὴς δὲ λέγεται ὁ Θεὸς διὰ τὸ ἄγαν ἡμᾶς ἀγαπᾷν·
25ζηλοῖ δὲ ἵνα ὠφελήσῃ τοὺς ζηλωτυπουμένους· οὕτω οὖν, φησὶ, καὶ ἐγὼ τοιούτῳ ὑμᾶς ζηλῶ ζήλῳ, ἵνα ὑμᾶς ὠφελήσω. “Ἡρμοσάμην·” πρὸς τὴν ἐκκλησίαν ἅπας ὁ λόγος αὐτῷ· αὕτη γὰρ μετὰ γάμον παρθένος ἐστι· μνηστείας δὲ ὁ παρὼν καιρὸς, παστάδων δὲ ὁ μέλλων, καθὸ λέγεται, ἀνέστη ὁ νυμφίος· ποῖα δὲ
30τὰ ἕδνα; ἢ βασιλεία τῶν οὐρανῶν. ταύτης τῆς μνηστείας καὶ ὁ Δαυὶδ προμνήστωρ ἦν λέγων, “ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ “κλῖνον τὸ οὖς σου.” καὶ αὐτὸς ὁ Παῦλος νυμφαγωγὸς ὢν ἔλεγεν, “ὑπὲρ Χριστοῦ πρεσβεύομεν,” ἵνα τὴν νύμφην λάβῃ, φησί·
τούτων τύπος ἦν τὰ περὶ τὸν Ἀβραὰμ, ὃς δοῦλον ἔπεμψε μνηστεύ‐419

420

σασθαι τῷ υἱῷ παρθένον ἐθνικήν· καὶ ὁ Θεὸς ἔπεμψε τοὺς προφή‐ τας πάλαι, καὶ τοὺς Ἀποστόλους ὕστερον μνηστεύσασθαι τῷ υἱῷ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν. Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί.
5 Ἐμνηστευσάμην, φησὶν, ὑμᾶς τῷ Χριστῷ· οὐκοῦν δι’ ἐκεῖνον ζηλῶ, οὐ δι’ ἐμαυτόν. Φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν. Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑμετέρα, ἀλλ’ ὁ φόβος κοινός· οὐκ ἀποφαίνεται ὅτι διεφθάρητε, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ,
10ἀλλὰ ἀμφιβόλως λέγει, “μή πως,” καί τοι ἦσαν διεφθαρμένοι· καὶ γὰρ κἀκεῖνος τὰ μείζονα ἐπηγγείλατο ὥσπερ οἱ ψευδαπόστο‐ λοι· δείκνυσι δὲ γυναικῶδες τὸ ἀπατᾶσθαι. Ἐν τῇ πανουργίᾳ αὐτοῦ. Ἀλλ’ ὥσπερ τὸ εἶναι πανοῦργον τὸν ὄφιν οὐκ ἔδωκε τῇ γυναικὶ
15συγγνώμην, οὕτως οὐδὲ ἡ τῶν ψευδαποστόλων ἀπάτη δώσει ὑμῖν. Οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν. “Φθαρῇ,” οἷον μετενεχθῇ ἀπὸ τῆς ἁπλότητος τοῦ Χριστοῦ εἰς τὴν δεινότητα τὴν ἔξωθεν. δείκνυσι δὲ ὅτι ἀπλάστου καὶ ἀφελοῦς δεῖται ψυχῆς ἡ πίστις, πάντα πίστει δεχομένης καὶ μηδὲν συλ‐
20λογιζομένης. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει. Τέως δείκνυσι τοὺς ψευδαποστόλους ἐπεισάκτους καὶ ξένους ὑπάρχειν· ὅρα δὲ οὐκ εἶπε πλέον τι λαλοῦσι, καὶ γὰρ ἦν ἐκείνους εἰκὸς φλυαρεῖν, καὶ ῥημάτων κάλλει γοητεύειν τοὺς ἀκούοντας,
25ἀλλὰ, φησὶν, ἄλλον Χριστὸν, ἤγουν ὁ ἐρχόμενος πλουσιωτέρους ὑμᾶς ποιεῖν ἐν τοῖς πνευματικοῖς χαρίσμασιν· οὐδέτερον δὲ τούτων χρήζει κομψείας λόγων· ὃ ἔδει κηρυχθῆναι καὶ οὐκ ἐκηρύξαμεν· ὃ ἔδει λαβεῖν ὑμᾶς, καὶ οὐκ ἐλάβετε, ὃ ἔδει δέξασθαι ὑμᾶς, καὶ οὐκ ἐδέξασθε.
30Ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε. Οὐδὲ γὰρ οὐδὲ τοῦτο σοφίας δεῖται τῆς ἔξωθεν· σκόπει δὲ πῶς
δείκνυσι μηδὲν τελειότερον λέγειν ἐκείνους· ὧν οὐκ ἐκηρύξαμεν,420

421

φησὶν, ὧν οὐκ ἐλάβετε, φησὶ, καὶ πάλιν, “ὃ οὐκ ἐδέξασθε,” τῷ προσδιορισμῷ δεικνὺς μηδὲν πλέον ἐκείνους διδάσκειν· οὐδὲ γὰρ τοῖς πλείω λαλοῦσιν, ἀλλὰ τοῖς ἀληθῆ προσέχειν δεῖ. Οὐκ ἐδέξασθε—
5 Ὃ ἔδει δέξασθαι ὑμᾶς καὶ οὐκ ἐδέξασθε. Καλῶς ἠνείχεσθε. Τί λέγεις, ὦ Παῦλε, ὁ Γαλάταις γράφων; “ἐάν τις ὑμᾶς “εὐαγγελίζεται παρὸ παρελάβετε, ἀνάθεμα ἔστω·” τούτοις γρά‐ φεις “καλῶς ἠνείχεσθε;” Καὶ μὴν διὰ τοῦτο οὐκ ἔδει ἀνέχεσθαι·
10εἰ δὲ τὰ αὐτά σοι ἔλεγον, τότε ἀνέχεσθαι ἐχρῆν· ἀλλ’ ὅρα, μέγας γὰρ ὁ κίνδυνος τῷ μὴ προσέχοντι, πάσαις γὰρ αἱρέσεσι δίδωσι πάροδον. οὕτως ἐκόμπαζον οἱ ψευδαπόστολοι ὡς ἀτελῶς τοῦ Παύ‐ λου διδάσκοντος, καὶ ὅτι αὐτοὶ, φησὶ, πλέον τι καὶ τελειότερον λέγουσι· τῇ γὰρ ἔξω παιδείᾳ χρώμενοι τοῖς ἀληθέσι δόγμασι
15φλυαρίας ἀνεμίγνυον· διὸ καὶ ἔφθειρον πολλούς· τοῦτο οὖν φησὶ νῦν, εἰ μέν τι τελειότερον λέγουσιν οὗτοι, καὶ ἕτερον ἔδει κη‐ ρυχθῆναι Χριστὸν καὶ ἡμεῖς παρελείπομεν, “καλῶς ἠνείχεσθε” διὰ τοῦτο γὰρ λέγει “ὃν ἐκηρύξαμεν·” εἰ δὲ τὰ αὐτὰ ἐστὶ, φησὶ τῆς πίστεως κεφάλαια, καὶ οὐδὲν πλέον ἐροῦσιν ὅσον ἧκεν εἰς τὸ
20δόγμα, διὰ τί πλέον ἔχουσι παρ’ ὑμῖν ἐκεῖνοι; ὅσα γὰρ ἂν φλυα‐ ρήσωσι, φησὶν, οὐδὲν πλέον ὧν ἡμεῖς εἴποιεν πλὴν τοῦ κόμπου τῶν λέξεων. Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν Ἀποστόλων.
25 “Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν Ἀποστόλων,” λοιπὸν τοῖς περὶ Πέτρου συγκρίνει ἑαυτὸν, τοῦτο δεῖξαι θέλων, ὅτι εἰ ἐμοῦ, φησὶ, πλέον ἴσασι, καὶ ἐκείνων εἰς ἄτοπον ἀπαγωγὴν φέρων τὸν λόγον· ὅρα δὲ ταπεινοφροσύνην· λογίζομαι, φησὶν, οἷον ἡγοῦμαι, νομίζω, οὐδὲν ἀποφαντικὸν, καὶ οὐχ ἁπλῶς Ἀποστόλων,
30ἀλλὰ τῶν ὑπὲρ λίαν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην αἰνιττόμε‐ νος· τοῦτο δὲ, φησὶν ἐπειδὴ τούτου νῦν χρεία. ἀλλαχοῦ δέ φησιν, “ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι Ἀπόστολος.” Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ.
Ἐπειδὴ ἐν τούτῳ ἐνεκαλλωπίζοντο οἱ ψευδαπόστολοι εἰς τὸ μὴ421

422

εἶναι ἰδιῶται, δείκνυσιν ὅτι οὐ φεύγει τὴν ἰδιωτείαν, ἀλλὰ καὶ σεμνύνεται ἐπ’ αὐτῇ· διὸ καὶ τίθησιν αὐτό. καὶ ἀλλαχοῦ δὲ τοῦτο ποιεῖ, ἔνθα δείκνυσι τὸ εἶναι σοφὸν πρὸς βλάβην ὂν τοῦ κηρύγμα‐ τος “ἦλθον γὰρ,” φησὶν, “οὐ καθ’ ὑπεροχὴν λόγου σοφίας ἵνα
5“μὴ κενωθῇ ὁ σταυρός.” Ἀλλ’ οὐ τῇ γνώσει. Τοὺς ψευδαποστόλους αἰνίττεται κατὰ τὴν τοῦ Θεοῦ γνῶσιν ἰδιώτας ὄντας, ὅπερ ἐστὶν ὀλέθριον. Ἀλλ’ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.
10 Αἰνίττεται τοὺς ψευδαποστόλους δολερούς τινας καὶ συν‐ εσκιασμένους καὶ προσωπεῖον εὐλαβείας περικειμένους· ἡμεῖς δὲ οὐχ οὕτως, φησὶν, ἐν παντὶ γὰρ πράγματι καὶ ἐν πᾶσιν οἷς ποι‐ οῦμεν, φανεροί ἐσμεν εἰς ὑμᾶς ἐν οὐδεμιᾷ διπλόῃ ἢ ὑποκρίσει, φησίν.
15 Ἢ ἁμαρτίαν ἐποίησα. Πληκτικῶς τῷ λόγῳ κέχρηται· ἀπερριμμένον, φησὶν, ἡγεῖσθέ με εὐτελῆ μᾶλλον, ἁμαρτίαν εἰ ἐποίησα ἐμαυτὸν λιμῷ ταπεινώσας καὶ μηδὲν λαβὼν παρ’ ὑμῶν· τοῦτο, φησὶν, ἐποίησα, ἵνα ὑμεῖς εἰς τὰ κατὰ Θεὸν ὑψωθῆτε· ὁρῶντες γὰρ μηδὲν λαμβάνοντα οἰκοδο‐
20μεῖσθε, εἰ δὲ ἐλάμβανον ἐσκανδαλίσθητε ἄν. Ἄλλας ἐκκλησίας ἐσύλησα. Καί τοι ἠδύνατο εἰπεῖν ὅτι ἐκ τῶν χειρῶν μου ἤσθιον, ἀλλὰ πληκτικώτερον τὸν λόγον ποιῶν, φησὶ, παρ’ ἄλλων ἔλαβον ὑμῖν διακονούμενος εἰς τὸ κήρυγμα· τὸ δὲ “ἐσύλησα” οἷον ἐσκύλευσα,
25ἐγύμνωσα· οὐ γὰρ τὸ λάθρα λαβεῖν λέγει, ἄπαγε· τὸ δὲ “ὀψώ‐ “νιον” δηλοῖ αὐτὰ τὰ ἀναγκαῖα δαπανήματα· μεγάλη δὲ ἐκείνων κατηγορία, οὐδὲ ταῦτα αὐτῷ παρεῖχον, καὶ τὸ χεῖρον, ὅτι πρὸς τὴν ὑμῶν, φησὶ, διακονίαν, ὑμῖν γὰρ κηρύσσων παρ’ ἄλλων ἐτρε‐ φόμην.
30 Παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς. Τριπλοῦν τὸ ἔγκλημα, ὅτι καὶ παρ’ αὐτοῖς ἦν καὶ ἐκήρυσσε, καὶ τῆς ἀναγκαίας ἔχρηζε τροφῆς· οὐ μόνον γὰρ ἑτέρωθι ἐπέμ‐ ψατέ μοι, φησὶν, ὅπερ Μακεδόνες ἐποίησαν, ἀλλ’ οὐδὲ παρόντα
ἐτρέφετε.422

423

Οὐ κατενάρκησα οὐδενός. “Οὐ κατενάρκησα,” οἷον, οὐκ ἠτόνησα οὐδὲ ἐξέλυσα τὴν ὑπο‐ μονήν· ταύτῃ γὰρ κουφότερον αὐτοῖς ποιεῖ τὸ ἔγκλημα, ὅτι ἐγὼ, φησὶν, οὐκ ᾔτησα.
5 Οἰκουμενίου. Καὶ οὕτως, καὶ ταῦτα, φησὶν, “ὑστερηθεὶς “οὐ κατενάρκησα” οὐδὲ ἠμέλησα ἢ ῥᾳθυμότερον πρὸς τὸ κήρυγμα γέγονα, ἀλλὰ παρ’ ἐμοῦ μὲν ὅσα ἐχρῆν ἐγένετο πρὸς τὴν ὑμῶν σωτηρίαν, ἐγὼ δὲ ἐν ἐνδείᾳ διέτριβον. Τὸ γὰρ ὑστέρημά μου. προσανεπλήρωσαν.
10 Ἐκ τοῦ εἰπεῖν ὑστέρημα, δείκνυσι μηδὲν ὑπὲρ τὴν ἀναγκαίαν λαβὼν χρείαν. ἔπεμψαν δὲ αὐτῷ οἱ Φιλιππήσιοι, διὰ τοῦτο δὲ καὶ τοὔνομα τέθεικε, εἰς ζηλοτυπίαν αὐτοὺς ἐλεημοσύνης ἄγων. Καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα. Δείκνυσιν ὅτι καὶ βάρος ἡγεῖτο τὰς τροφὰς αὐτῷ χωρηγοῦντες,
15καλῶς δὲ τὸ τηρήσω. Μὴ γὰρ νομίσητε, φησὶ, ταῦτά με εἰρη‐ κέναι, ἵνα τοῦ λοιποῦ λάβω παρ’ ὑμῖν· οὐ μόνον γὰρ ἐτήρησα, ἀλλὰ καὶ τηρήσω. Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. Εἶτα ἵνα μὴ νομίσωσι ταῦτα εἰρηκέναι αὐτὸν, ἵνα αὐτοὺς ἐπι‐
20σπάσηται πρὸς τὸ δοῦναι, φησὶ, “ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ,” τουτέστιν, ἀληθεύων λέγω, ὅτι ἡ καύχησις αὕτη ἡ τοῦ μὴ λαβεῖν δηλαδή. καύχησιν δὲ ταύτην καλεῖ, ἵνα μὴ νομίσωσιν ὀργίζεσθαι αὐτὸν ἐφ’ οἷς ἔλαβεν. “οὐ φραγήσεται,” τουτέστιν οὐκ ἐκκοπήσε‐ ται οὐδὲ διαλείψει. πῶς δ’ ἂν οὐ διαλείψει; εἰ καὶ τοῦ λοιποῦ
25μὴ λάβῃ ἐν ὅλῃ τῇ Ἀχαίᾳ, τουτέστιν ἐν ὅλῃ ὑμῶν τῇ ἐπαρχίᾳ, ἢ ὅτι ἡ καύχησις ἡ προσγενομένη μοι ἐν τῷ κλίματι τῆς Ἀχαίας, ὅτι δωρεὰν ἐκήρυξα, οὐ φραγήσεται· σφόδρα δὲ αὐτῶν ὡς ἀσθε‐ νῶν κατεγίνωσκε παρ’ αὐτοῖς μὴ λαβών. Εἰ γὰρ ἐπὶ τοῦτο ἐκαυ‐ χᾶτο, οὐδαμοῦ λαβεῖν ἔδει, εἰ δὲ ἀλλαχοῦ γράφει ὡς παρὰ εὐ‐
30σκανδαλίστων τούτων οὐκ εἴληφε. Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Τί οὖν; μισεῖς ἡμᾶς; διὰ τοῦτο οὐδὲν αἱρεῖ λαβεῖν παρ’
ἡμῶν; ὁ Θεὸς οἶδε, φησὶν, ὅτι οὐ διὰ τοῦτο λαβεῖν παραιτοῦμαι.423

424

Ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν. Λέγει τὴν αἰτίαν δι’ ἣν οὐ λαμβάνει· ἐπετήρουν οἱ ψευδαπόστο‐ λοι ἵνα εἰ εὕρωσιν αὐτὸν εἰληφότα, ἀφορμὴν λοιδορίας τὸ πρᾶγμα ποιήσωνται. Ἐκείνων οὖν τὴν ἀφορμὴν βουλόμενος ἐκκόψαι,
5φησί. Ἵνα ἐν ᾧ καυχῶνται. Τάχα καὶ μὴ λαβεῖν ὑπεκρίνοντο· διὰ τοῦτο οὐκ εἶπεν, ἐν ᾧ ποιοῦσιν, ἀλλ’ ἐν ᾧ καυχῶνται. Εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.
10 Εἶτα καὶ πλούσιοι ὄντες οἱ ψευδαπόστολοι οὐδὲν ἐλάμβανον, καὶ ἐπὶ τοῦτο ἐκαυχῶντο. Ἵνα οὖν ἐν ᾧ καυχῶνται, ἐν τῷ μὴ λαβεῖν, φησὶ, εὑρεθῶσιν ὅμοιοι ἡμῶν, καὶ μὴ πλέον ἡμῶν ἔχωσιν· ἄτοπον γὰρ εἰς τὰ ἄλλα ἐλαττομένους ὧδε τὸ πλέον ἔχειν. Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι.
15 Τί λέγεις; οἱ τὸν Χριστὸν κηρύσσοντες καὶ τὸ εὐαγγέλιον, οὕτω γὰρ ἄνω περὶ αὐτῶν εἴρηκας, ψευδαπόστολοί εἰσι; ναὶ, φησὶ, ταῦτα γὰρ ὑποκρινόμενοι ἐν τῷ φανερῷ, λάθρα ἀνόσια παρεισφέ‐ ρουσι δόγματα. Μετασχηματιζόμενοι εἰς Ἀποστόλους Χριστοῦ.
20 Ἐργάζονται γὰρ, ἀλλ’ ἀνασπῶσι τὰ καλῶς πεφυτευμένα· τὸ γὰρ προσωπεῖον ὑπεισιόντες τῆς ἀληθείας, οὕτως τὴν βλάβην ἐργάζονται, καὶ σχῆμα περικείμενοι Ἀποστόλων, καὶ δορὰν προ‐ βάτου ἠμφιεσμένοι, λύκοι εἰσὶ τὰ ἔνδον. Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγε‐
25λον φωτός. Οἷον ὁ διδάσκαλος αὐτῶν μετασχηματίζεται, διὸ καὶ πολλοὺς πλανᾷ· καὶ ὢν ἄγγελος σκότους, εἰς ἄγγελον ὁρᾶται φωτὸς, πλα‐ νῶν τὰς ὄψεις. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ.
30Εἰ γὰρ δεῖ θαυμάζειν, ἐκεῖνό ἐστι ἄξιον θαύματος, πῶς ὁ
διδάσκαλος εἰς τοῦτο τόλμης ἔρχεται.424

425

Ὡς διάκονοι δικαιοσύνης. Διάκονοι δικαιοσύνης εἰσὶν οἱ ἅγιοι Ἀπόστολοι, διακονοῦσι γὰρ τῷ Θεῷ ἐν τῷ δικαιοῦν δυναμένῳ Εὐαγγελίῳ. Ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
5 Κἂν γὰρ ὑμᾶς, φησὶν, ἀπατῶσιν, οὐκ ἂν διαλάθωσι τὸν ἀκοί‐ μητον ὀφθαλμὸν τοῦ Χριστοῦ. Πάλιν λέγω μή τις με δόξῃ ἄφρονα εἶναι. Ἤδη μὲν γὰρ πολλῇ διορθώσει ἐχρήσατο, ἀλλ’ οὐκ ἀρκεῖται ἐκείνῃ μόνῃ.
10 Καί τοι ἄνω εἶπεν “ὤφελον ἀνείχεσθέ μου τῆς ἀφροσύνης,” πῶς οὖν ὧδε, φησὶ, “μή τίς με δόξῃ ἄφρονα εἶναι;” ὅτι αὐτὸ μέν, φησι, τὸ ἐπαινεῖν ἑαυτὸν ἀφροσύνης ἐστί· ἐγὼ δὲ οὐχ ὡς ἄφρων κέχρημαι τούτοις τοῖς λόγοις, ἀλλ’ ἀναγκάζομαι πρὸς τὸ τῶν ψευδαποστόλων ἀπαγαγεῖν ὑμᾶς· διό φησι, “μή τίς με δόξῃ
15“ἄφρονα εἶναι,” οὐ γὰρ ἑκὼν, ἀλλ’ ἐξ ἀνάγκης εἰς τοὺς ἐμαυτοῦ ἐπαίνους ἐμπίπτω. Εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με. Εἰ δὲ μὴ πεισθείητε, ἀλλὰ καὶ ἀνάγκην οὖσαν ὁρῶντες, μὴ ἐλευθερόν με ἀφροσύνης νομίσητε, ὡς γοῦν ἄφρονος ἀνάσχεσθε
20λέγοντος ὃ λέγω, ἵνα κἀγὼ καυχήσωμαι, καθάπερ, φησὶν, οἱ ψευ‐ δαπόστολοι. Ἐκεῖνοι γὰρ εἰς ὑμετέραν βλάβην καυχώμενοι, εἰς τούτους με προάγουσι τοὺς λόγους. Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον. Τὸ γὰρ καυχᾶσθαι οὐ κατὰ Κύριον· τὰ ῥήματα τοιγαροῦν “οὐ
25“κατὰ Κύριον,” ὁ δὲ τῶν ῥημάτων σκοπὸς καὶ σφόδρα κατὰ Κύριον. Ἀλλ’ ὡς ἐν ἀφροσύνῃ. Εἶτα ἵνα μὴ τῷ τὸν αὐτὸν ὁμολογεῖν ὅτι οὐ κατὰ Κύριον λαλεῖ, καὶ ὅτι ἐν ἀφροσύνῃ λαλεῖ, πρόφασιν ἐκείνοις πλείονος δῷ λοιδο‐
30ρίας· πρῶτον μὲν οὐ λέγει, ἐν ἀφροσύνῃ, ἀλλ’ “ὡς ἐν ἀφροσύνῃ.” Ἔπειτα, φησὶν, “ἐν ταύτῃ τῇ ὑποτάσει τῆς καυχήσεως,” τουτ‐ έστι κατὰ τοῦτο τὸ μέρος τῆς καυχήσεως οὐ λαλῶ κατὰ Κύριον·
ποῖον; ὅτι μέλλει καυχᾶσθαι Ἑβραῖός εἰμι καὶ Ἰσραηλίτης καὶ425

426

σπέρμα Ἀβραὰμ, τὰ δὲ τοιαῦτα οὐκ ἀνῆκεν εἰς καύχημα Κυρίου, ὅθεν καὶ κατὰ σάρκα ταῦτα καλεῖ· ἡ γὰρ εἰς Χριστὸν καύχησις πρᾳότης ἐστὶ καὶ ἐγκράτεια καὶ ἁγιασμός. ὅτι γὰρ τὸ Ἑβραῖος εἶναι καὶ Ἰσραηλίτης οὐ κατὰ Κύριον ἐστὶ, ἄκουε αὐτοῦ λέγοντος,
5“οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, καὶ ἐν Χριστῷ Ἰησοῦ πάντες ἕν “ἐστε.” Κατὰ τὴν σάρκα— Ἀπὸ τῶν ἔξωθεν, φησὶν, οἷον; ἀπὸ εὐγενείας, ἀπὸ τοῦ περιτο‐ μὴν ἔχειν, καὶ Ἑβραῖος εἶναι.
10 Ἡδέως γὰρ ἀνέχεσθε. Ὥστε ὑμεῖς αἴτιοι ἀνεχόμενοι αὐτῶν. Τῶν ἀφρόνων— Εἰ γὰρ τὸ ἐπὶ τοῖς ὄντως καλοῖς καυχᾶσθαι ἄφρον ἐστὶ, πολλῷ μᾶλλον τὸ ἐπὶ τοῖς μὴ οὖσι· τοὺς ψευδαποστόλους δὲ αἰνίττεται,
15καὶ τὸ βαρὺ, φησὶν, ὅτι καὶ φρόνιμοι ὄντες ἀνέχεσθε αὐτῶν. Εἰ μὲν γὰρ ἦτε ἀνόητοι, κἂν συγγνώμην ἔχετε· νῦν δὲ ἐν εἰδήσει πταίετε. Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ. Ὅρα πόσην δουλοπρέπειαν καταγινώσκει, καὶ ὡς μεθ’ ὑπερ‐
20βολῆς ὑπεκλίνοντο τοῖς ψευδαποστόλοις. Εἴτις κατεσθίει. Ὁρᾷς ὅτι καὶ τὸ ἔμπροσθεν εἰρημένον, τὸ ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν ὡς κἀγὼ, κατὰ συγχώρησιν εἴρηται, καὶ ὥστε μὴ ἐκ προοιμίων ἐλέγξαι αὐτούς· νῦν γὰρ δείκνυσιν αὐτοὺς ὑποκρινομένους
25τὸ μὴ λαμβάνειν, λαμβάνοντας δὲ, “εἴ τις γὰρ λαμβάνει,” φησὶ, καὶ τὸ μεῖζον “εἴ τις κατεσθίει·” τοῦτο γὰρ δηλοῖ καὶ ἐκπιεζομέ‐ νους αὐτοὺς ὑπὸ τῶν ψευδαποστόλων. “εἴτις ἐπαίρεται,” οὐ σύμ‐ μετρος, φησὶν, ὑμῶν ἡ δουλεία, οὐδὲ ἥμεροι οἱ δεσπόται, ἀλλὰ φορτικοί τινες καὶ κατεξανιστάμενοι ὑμῶν, “εἴ τις ὑμᾶς εἰς
30“πρόσωπον δέρει.” εἶδες ἐπίτασιν ἀπονοίας αὐτῶν καὶ τυραννίδος, καὶ ὅτι ὡς ἀνδραπόδοις αὐτοῖς ἐκέχρηντο. Κατὰ ἀτιμίαν λέγω.
Οὐχ ὅτι τύπτεσθε, φησὶν, ἀλλ’ ὅτι τῶν εἰς προσώπου τυπτο‐426

427

μένων οὐκ ἔλαττον πάσχετε, ὡσεὶ ἔλεγε πρὸς ὕβριν ὑμῖν λέγω τοῦτο· τί τοιγαροῦν τούτου γένοιτ’ ἂν αἰσχρότερον; ὅταν καὶ τὰ χρήματα ὑμῶν καὶ τὴν ἐλευθερίαν καὶ τὴν τιμὴν ἀφελόμενοι, ἀλλ’ ὑβριστικώτερον ἀργυρωνήτων ὑμῶν κεχρημένοι. Διό φησι,
5“κατὰ ἀτιμίαν λέγω.” Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. Τίνος ἕνεκεν, φησὶν, αὐτῶν ἀνείχεσθε εἰς ταῦτα; ὡς ἡμῶν ἀσθενούντων ἢ μὴ δυναμένων οὕτως ὑμῖν ἀποκεχρῆσθαι; πληκτικὸν δὲ σφόδρα τὸ εἰρημένον, διὸ καὶ ἀσαφῶς αὐτὸ τέθεικε. Εἰ γὰρ,
10φησὶ, διὰ τοῦτο αὐτοὺς τιμᾶτε, διότι ὑβρίζουσιν ὑμᾶς ἐπαιρόμε‐ νοι, καὶ μόνον οὐκ εἰς πρόσωπον δέροντες δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν. ὡς ἡμῶν γὰρ πρὸς ταῦτα ἀτονησάντων, ἐκείνοις ὑποκέκλισθε. Ὁρᾷς πόσης ἐπιπλήξεως γέμει τὸ εἰρημένον, πᾶσαν δὲ τῆς ἐκείνων ἀπονοίας τὴν αἰτίαν τούτοις ἐπικλᾷ· διὰ οὖν ταῦτα
15καυχᾶσθαι, φησὶν, ἀναγκάζομαι, ἵνα ὑμᾶς τῆς τούτων ἀλαζονείας ἀπαλλάξω, οὐχ ἵνα ἐμαυτὸν λαμπρύνω. Ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, ἐγὼ τολμῶ. Ὅρα πάλιν αὐτὸν ταῖς τοσαύταις μὴ ἀρκεσθέντα προδιορθώσε‐
20σιν, ἀλλὰ νῦν τολμᾷν καὶ ἀφροσύνην καλοῦντα τὸ πρᾶγμα, καὶ μονονουχὶ λέγοντα, βίᾳ ἐπὶ τοῦτο ἔρχομαι· ταῦτα δὲ ποιεῖ παι‐ δεύων ἡμᾶς ἀνάγκης χωρὶς μὴ ἔρχεσθαι εἰς τοιούτους λόγους, ἐν ᾧ δ’ ἄν τις τολμᾷ πράγματι καυχᾶσθαι, ταῦτα γὰρ συνυπακου‐ στέον.
25 Ἑβραῖοί εἰσι— Οὐ γὰρ πάντες οἱ Ἑβραῖοι ἦσαν καὶ Ἰσραηλῖται· ἦσαν γὰρ καὶ Μωαβῖται καὶ Ἀμμανῖται, διὸ ἐκαθάρισεν αὐτοῦ τὴν εὐγέ‐ νειαν· κατὰ ἐρώτησιν καὶ ἀναγνωστέον. τὸ δὲ “διάκονοι Χριστοῦ “εἰσι,” κατὰ τὸν αὐτὸν λόγον τοῦτο λέγων, “ὑπὲρ ἐγώ·” τουτ‐
30έστι, μᾶλλον ἐγώ. Καὶ πάλιν ἀφροσύνην καλεῖ τὸ πρᾶγμα. Φασὶ δέ τινες μὴ δεῖν αὐτὸν κατὰ σύγκρισιν προενεγκεῖν τὸν λόγον, ἀλλὰ παντάπασιν αὐτοὺς ἀρνήσασθαι εἶναι διακόνους Χρι‐ στοῦ. ἀλλ’ ἐροῦμεν ὅτι τοῦτο ὡς μὴ ἀρεσθὲν ἐποίησεν εἰπὼν ψευ‐
δαπόστολοι· ἐνταῦθα μέν τοι εἰς ἐξέτασιν ὁ λόγος ἤρχετο, καὶ οὐκ427

428

ἔδει αὐτὸν προαποφήνασθαι, ἀλλὰ τὴν διὰ τῶν ἔργων παρασχεῖν ἀπόδειξιν, ὅτι αὐτὸς μέν ἐστιν, ἐκεῖνοι δὲ οὔ. Ἐν κόποις περισσοτέρως. Εἶτα λέγει λοιπὸν τὸν χαρακτῆρα τῆς ἀποστολῆς· τὸ δὲ πε‐
5ρισσοτέρως καὶ ὑπερβαλλόντως οὐ κατὰ σύγκρισιν τῶν ψευδαπο‐ στόλων εἴρηται, ἀλλὰ περιουσίας ἐστὶ σημαντικά. Ἐν θανάτοις πολλάκις. Καθ’ ἡμέραν γὰρ, φησὶν, ἀποθνήσκω, ἐπεδίδου γὰρ ἑαυτὸν εἰς κινδύνους θανατηφόρους.
10 Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. Διὰ τί παρὰ μίαν; νόμος ἦν τὸν πλείονα τῶν τεσσαράκοντα τυπτόμενον ἄτιμον εἶναι· ὥρισαν οὖν παρὰ μίαν διδόναι, ἵνα κἂν τῇ ῥύμῃ τοῦ τύπτειν ἐξενεχθεὶς ὁ τύπτων περισσὴν δῷ, τεσσαρά‐
15κοντα δῷ, καὶ μὴ γένηται ἄτιμος ὁ τυπτόμενος. Τρὶς ἐρραβδίσθην— Ὁρᾷς ὅτι οὐ πάντα ἃ πέπονθεν ὁ Παῦλος συνέγραψεν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν; πολλὰ γοῦν τῶν ἐνταῦθα εἰρημένων παρέλιπεν. οὐ γὰρ πρὸς φιλοτιμίαν αὐτῷ τὰ τῆς συγγραφῆς πεπόνηται.
20 Τρὶς ἐναυάγησα— Μακρὰς γὰρ καὶ διαποντίους στελλόμενος ὁδοὺς διὰ τὸ κή‐ ρυγμα, πάντα ἔπασχε τὰ εἰρημένα, νυχθήμερον δὲ νηχόμενος διεγέ‐ νετο μετὰ ναυάγιον. Κινδύνοις ποταμῶν.
25 Καὶ γὰρ διαπορθμεύειν ποταμοὺς ἠναγκάζετο. Κινδύνοις λῃστῶν— Πανταχοῦ τὰ ἆθλα προσέκειτο· πανταχοῦ γὰρ ὁ διάβολος ἐπολέμει, λῃστὰς ἐγείρων, τὰ ἔθνη τῶν Ἑλλήνων, τοὺς συγγενεῖς Ἰουδαίους, οἳ καὶ μᾶλλον ἐπολέμουν διὰ τὴν πίστιν διαπονούμενοι·
30καὶ τόπος οὐκ ἦν ἀσφαλὴς αὐτῷ, οὐ πόλις, οὐκ ἔρημος, οὐκ ἄλλο οὐδέν. Ἰωάννης Χρυσόστομος. Ἀσαφὲς τὸ εἰρημένον· ἐπειδὴ γὰρ
φορτικὸν ἦν, διὰ τοῦτο οὕτως αὐτὸ τέθεικεν, ἵνα κλέψῃ τὴν428

429

ἐπάχθειαν τῇ ἀσαφείᾳ· ὃ γὰρ λέγει τοῦτό ἐστι, μὴ γὰρ οὐ δυνά‐ μεθα καὶ ἡμεῖς τὰ αὐτὰ ποεῖν; τίνος ἕνεκεν αὐτῶν ἀντέχεσθε ὡς ἡμῶν μὴ δυναμένων ταῦτα ποιεῖν; Ἐν ψευδαδέλφοις—
5 Ὅρα ἑτέρων κινδύνων εἶδος, τὸ ἐκ τῶν ψευδωνύμων καὶ ὑποκρι‐ τῶν ἀδελφῶν. ὅρα δὲ τοὺς κινδύνους κόποι καὶ μόχθοι, τούτους πάλιν οἱ κίνδυνοι διεδέχοντο, καὶ οὐκ ἦν ἀναπνεῖν. Ἐν λιμῷ καὶ δίψει. Πανταχοῦ τῆς οἰκουμένης καὶ τῆς ἀοικήτου ἀγῶνες ἦσαν καὶ
10στάδια, ἐν γῇ, ἐν θαλάσσῃ, ἔσωθεν, ἔξωθεν, παρὰ τῶν οἰκείων, παρὰ τῶν ἀλλοτρίων, παρὰ τῶν συγγενῶν, παρὰ τῶν ἐπιπλάστων ἀδελφῶν, καὶ οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, οὐδὲ ψιλοῦ σκεπάσματος ὁ τῆς οἰκουμένης διδάσκαλος, ἀλλὰ γυμνὸς ἠγωνί‐ ζετο, καὶ λιμώττων ἐπύκτευε, καὶ οὐ μόνον οὐκ ἐδυσχέραινεν,
15ἀλλὰ καὶ χάριν ὡμολόγει τῷ ἀγωνοθέτῃ Χριστῷ. Ὅρα δὲ, εἰπὼν, ὅσα πέπονθεν, οὐ λέγει ὅσους ἐπέτρεψε, καὶ Χριστῷ προσήνεγκεν, ὁμοῦ μὲν μετριάζων, ὁμοῦ δὲ καὶ διδάσκων, ὅτι κἂν μηδὲν γένηται πλέον τῷ πονουμένῳ, καὶ οὕτως τὰ τῶν μισθῶν ἐστι πεπληρω‐ μένα.
20 Χωρὶς τῶν παρεκτός. Πλείονα γὰρ ἦν τὰ παραλειφθέντα τῶν ἀπαριθμηθέντων, μᾶλ‐ λον δὲ οὐδὲ αὐτὰ τὰ ῥηθέντα κατ’ εἶδος εἶπεν, ἀλλ’ ὧν μὲν εὔ‐ ληπτος ἦν ὁ ἀριθμὸς, εἶπε, πεντάκις λέγων, τρὶς καὶ τρὶς καὶ ἅπαξ· ὧν δὲ ἦν ἄπειρος ὁ ἀριθμὸς, σιωπᾷ καὶ φησὶ, περισσοτέρως
25καὶ ὑπερβαλλόντως καὶ πολλάκις, ἐπισυστάσεις δὲ, φησὶ, τὰς κοινῇ παρὰ τῶν διωγμῶν ἐφόδους, συνίσταντο γὰρ, φησὶ, κατ’ ἐμοῦ γνώμῃ κοινῇ. Ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Τοῦτο κεφάλαιον ἁπάντων, εἰ γὰρ μιᾶς τις προστατῶν οἰκίας
30οὐδὲ ἀναπνεῖν ἰσχύει, τί πάσχειν εἰκὸς ἦν τὸν Ἀπόστολον μετὰ τοσούτων κινδύνων πάσης προνοοῦντα τῆς οἰκουμένης; Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ;
Καὶ ἵνα μή τις εἴπῃ ὅτι ἐμερίμνα μὲν, οὐ πάνυ οὖν λέγει τῆς429

430

μερίμνης τὴν ἐπίτασιν· τίς ἀσθενεῖ; φησὶν, οἵαν βούλει ἀσθένειαν πνευματικήν τε καὶ σαρκικήν; καὶ οὐκ ἐγὼ ἀσθενῶ. Οὐκ εἶπε, κοινωνῶ τῆς ἀσθενείας, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ ἀσθενῶν, οὕτω διάκει‐ μαι, τὸ δὲ “τίς,” κἂν μέγας, φησὶ, κἂν εὐτελής.
5 Τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι. Ὅρα πάλιν πῶς παρέστησε τὴν ὑπερβολὴν τῆς ὀδύνης· ἐμπί‐ πλαμαι, φησὶ, καὶ καίομαι, ὁ τὰ μὲν ἄλλα πάσχων, καὶ ἥδετο εἰδὼς ὑπὲρ Χριστοῦ πάσχειν· ὧδε δὲ διετιτρώσκετο τὴν ψυχὴν, ὥστε τοῦτο πλεῖον ἠνίου.
10 Τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Οὐδαμοῦ περὶ σημείων λέγει, ἐκεῖνα γὰρ Θεοῦ δῶρον ἦν, ταῦτα δὲ μετὰ τῆς τοῦ Θεοῦ ῥοπῆς καὶ τὴν ἀπ’ αὐτοῦ ὑπομονὴν ἐδείκνυ· ἀσθένειαν δὲ καλεῖ τοὺς διωγμοὺς καὶ τοὺς πειρασμούς· ταῦτα γὰρ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως, τὸ λιμώττειν, τὸ ναυαγεῖν,
15τὸ πλήττεσθαι. ἢ ἀσθένειαν καλεῖ τὴν διὰ τὴν ἀσθένειαν τῶν ἀνθρώπων γιγνομένην αὐτῷ θλίψιν· σκανδαλιζόμενοι γὰρ καὶ ἀσθε‐ νοῦντες ἔθλιβον αὐτόν. οὕτως ὁ ἀποστολικὸς χαρακτὴρ, διὰ τούτων ὑφαίνεται τὸ εὐαγγέλιον. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως.
20 Θέα τὸν πόλεμον, ὅσον δι’ αὐτοῦ ὁ ἄρχων ἐφρούρει τὴν πόλιν. εἰ δὲ μὴ πολὺς ἔπνει κατὰ τῶν ἀντιδιατιθεμένων ὁ Παῦλος, οὐκ ἂν εἰς τοσαύτην ἀνῆψε τὸν ἐνθάρχην μανίαν, ὡς καὶ τὴν πόλιν φρουρεῖν δι’ αὐτόν. Τοῦ βασιλέως.
25 Πενθερὸς ἦν Ἡρώδου ὁ Ἀρέτας. Καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην. Ἤιδει γὰρ εἰρημένον “εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμοὺς,” ὅθεν οὐκ ἐπιρρίπτει ἑαυτὸν τοῖς πειρασμοῖς, ἀλλ’ ἔνθα καὶ ἀνθρω‐ πίνης μηχανῆς ἔνι φυγεῖν οὐ παραιτεῖται· ἐφύλαττε γὰρ ἑαυτὸν
30τῷ κηρύγματι καὶ τῆς σωτηρίας ἐκήδετο τῶν μαθητῶν μᾶλλον ἢ τῆς οἰκείας· διὸ καὶ ἀλλαχοῦ φησι, “καλόν μοι τὸ ἀναλύσαι “καὶ σὺν Χριστῷ εἶναι, τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον
“δι’ ὑμᾶς.”430

431

Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Καίτοι πολλὰ εἰπὼν ἄνω, πῶς ὧδε, φησὶν, “οὐ συμφέρει μοι;” ἐπειδὴ εἰς ἕτερον εἶδος καυχήσεως ἤρχετο, ὅπερ αὐτὸν ἐποίει λαμ‐ πρὸν, τὸ τῶν ἀποκαλύψεων, φησὶν, οὐ συμφέρει μοι τοῦτο, ἵνα μή
5με εἰς ἀπόνοιαν ἄρῃ· ἄλλως γὰρ παρ’ αὐτῶν μὲν ὄντα, εἰς ἑτέρους δὲ ἐκφερόμενον φυσᾷν εἴωθεν· οὐχ ὅτι αὐτὸς τοῦτο πάσχειν ἔμελ‐ λεν, ἄπαγε, ἀλλὰ παιδαγωγῶν ἡμᾶς, παρ’ ἑαυτοῖς τὰ τοιαῦτα ἔχειν, ὡς τῆς διηγήσεως εἰς ἀπόνοιαν ἄραι δυναμένης. Ἢ ἵνα μή τις μείζονα τῆς ἀξίας ἔννοιαν λάβῃ περὶ ἐμοῦ, ὅπερ
10παρακατιὼν φησὶ, “μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με “ἢ ἀκούει τι ἐξ ἐμοῦ.” Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυ‐ ρίου. Μεγάλη μὲν καὶ ἣν εἶπε, πλὴν τὸ πολλὰς εἰπεῖν ἔχων, μίαν
15ταύτην εἴρηκεν· ὅτι γὰρ εἶχε πολλὰς εἰπεῖν, παρακατίων φησὶ, “καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων.” διὰ τοῦτο δὲ αἰνιγματωδῶς αὐτὴν τέθεικεν, ἵνα δείξῃ ὅτι ἄκων λέγει. Οἶδα ἄνθρωπον ἐν Χριστῷ. Τὸ “ἐν Χριστῷ,” προσέθηκε, ἵνα μὴ εἴποιεν οἱ ψευδαπό‐
20στολοι, οὐδὲν γὰρ ἦν αὐτοῖς ἀτόλμητον, διὰ δαιμόνων ἐπῆρθαι ὡς τὸν Σίμωνα. Πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι. Οὐκ ἀκαίρως ὁ χρόνος πρόσκειται, ἀλλὰ δυοῖν ἕνεκεν, τοῦ τε δεῖξαι ὡς ὁ σιγήσας δέκα τέσσαρα ἔτη οὐδὲ νῦν ἂν εἶπε μὴ σφό‐
25δρα βιασθείς· ἐπειδὴ γὰρ μέγα τι ἐδόκουν οἱ ψευδαπόστολοι, καὶ εἵλκυσαν πάντας πρὸς ἑαυτοὺς, λοιπὸν ἠναγκάσθη δεῖξαι, ὅτι μεῖζόν ἐστιν ἐκείνων, ἵνα πείσῃ τοῖς αὐτοῦ προσέχειν λόγοις αὐτούς· τοῦ τε αἰνίξασθαι ὡς ὁ πρὸ δέκα τεσσάρων ἐτῶν τηλικού‐ των ἀξιωθεὶς, πηλίκος νῦν μετὰ τοσούτους ὑπὲρ Χριστοῦ πόνους;
30 Οὐκ οἶδα— Μετριάζει μὴ ἀποκρύψας τὴν ἑαυτοῦ ἄγνοιαν. ἐξῆν γὰρ περὶ τούτου σιωπῆσαι.
Ἁρπαγέντα τὸν τοιοῦτον.431

432

Ἡρπάγη ἕως τρίτου οὐρανοῦ, καὶ πάλιν ἐκεῖθεν εἰς τὸν παρά‐ δεισον. Ὁ Θεὸς οἶδεν— Τί δὲ ὅλως ἡρπάγη; ἵνα μηδὲ ἐν τούτοις ἔλαττον ἔχῃ τῶν λοι‐
5πῶν Ἀποστόλων τῶν διαγενομένων σωματικῶς μετὰ τοῦ Κυρίου. Παράδεισον— Πολὺ γὰρ τὸ ὄνομα τοῦ χωρίου τούτου ᾔδετο, ὅθεν καὶ τῷ λῃστῇ τοῦτον ἐπηγγείλατο. Καὶ ἤκουσεν—
10 Ἴσως γὰρ ἕτερος ἄνθρωπος πλὴν Παύλου οὐκ ἐχώρει τοιαῦτα ἀκοῦσαι. ποῦ εἰσιν οἱ τὴν ψευδεπίγραφον ἀποκάλυψιν συγγρα‐ ψάμενοι; Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι. Βλέπε αὐτοῦ τὸ ἄτυφον, πῶς ὡς περὶ ἑτέρου τινὸς αὐτὰ διη‐
15γεῖται· ὑπὲρ καὶ τοῦ τοιούτου φησὶ, καυχήσομαι· τοῦτο δὲ ποιεῖ συσκιάζων τὸν λόγον· ὅτι γὰρ αὐτὸς ἦν ὁ ἁρπαγεὶς, αἰνίττεται φάσκων, “ἐὰν γὰρ καὶ καυχήσομαι, οὐκ ἔσομαι ἄφρων, ἀλή‐ “θειαν γὰρ ἐρῶ.” καὶ ἄνω, “καυχᾶσθαι δὴ οὐ συμφέρει μοι.” ποῖον δὲ ἀσύμφορον ὑπὲρ ἄλλου καυχᾶσθαι καὶ ἀληθεύειν;
20 Ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι. Καὶ τίνος ἕνεκεν ἄλλου ἁρπαγέντος σὺ καυχᾶσαι; δῆλον οὖν ὅτι περὶ σεαυτοῦ λέγεις, εἰ καὶ συνεσκιασμένως. Εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου— Οἷον ἐν ταῖς θλίψεσιν, ἐν τοῖς διωγμοῖς.
25 Ἐὰν γὰρ θελήσω καυχήσασθαι. Καὶ πῶς ἄνω ἔλεγε, “ὄφελον ἀνέχεσθέ μου, μικρὸν τῆς ἀφρο‐ “σύνης.” καὶ πάλιν, “ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ὡς “ἐν ἀφροσύνη;” καὶ φαμὲν, ὅτι οὐ κατὰ τὸ καυχᾶσθαι εἶπε τὸ “οὐκ ἔσομαι ἄφρων,” ἀλλὰ κατὰ τὸ μὴ ψεύσασθαι, ὅθεν ἐπάγει,
30“ἀλήθειαν γὰρ ἐρῶ.” Μήτις εἰς ἐμέ— Οὐκ εἶπε, πιστεύει ἢ εἴπῃ, ἀλλ’ ἵνα μὴ λογίσηται ἢ ὑπολάβῃ
μεῖζόν τι, φησὶ, τῆς ἐμῆς ἀξίας. διὰ τοῦτο γὰρ τὰ περὶ ἑαυτοῦ432

433

ἀεὶ ἐσίγα καὶ ἔκρυπτεν· καὶ εἰ μή που ἀνάγκη κατέλαβεν, οὐδὲν περὶ ἑαυτοῦ ἔλεγε, καὶ λέγων δὲ, συνεσκίαζεν ἵνα μὴ μείζονα ὑπόνοιαν περὶ ἑαυτοῦ σχῶσιν· εἰ γὰρ θεοὺς αὐτοὺς ἐνόμισαν οἱ ἄνθρωποι διὰ τὸ μέγεθος τῶν σημείων, καὶ ταύρους σφάττειν ἤθε‐
5λον, τί ἂν οἰωθήσαν, εἰ καὶ τὰς ἀποκαλύψεις ἐφανέρου, καὶ τὰ καθ’ ἑαυτὸν ἐκαυχᾶτο; Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. Ἵνα μὴ, φησὶ, φρονήσω μέγα, ἢ ἵνα μὴ ὑπὸ τῶν ἀνθρώπων ὑπεραίρωμαι καὶ δοξάζωμαι, ὅπερ καὶ βέλτιον· οὐ γὰρ ἔχρῃζεν ἡ
10ψυχὴ Παύλου χαλινοῦ τινος πρὸς τὸ μὴ φρονεῖν μέγα. Ἐδόθη μοι σκόλοψ τῇ σαρκί. Τὰ δεσμὰ λέγει, τὰς πληγὰς, τὰς φυλακὰς, τοὺς λιθασμούς. Ἄγγελος Σατᾶν ἵνα με κολαφίζῃ. Τινές φασι κεφαλαλγεῖν τὸν Παῦλον, ἀλλ’ οὐκ ἔστιν· μὴ γὰρ
15εἴη τὸ σῶμα Παύλου ἐκδεδόσθαι τῷ Σατανᾷ, ὁπότε αὐτὸς ἐπέ‐ τασσεν αὐτῷ καὶ ὅρους ἐτίθει, ὅτε τὸν πορνεύσαντα ἐξεδίδου λέγων, “εἰς ὄλεθρον τῆς σαρκὸς,” καὶ οὐχ ὑπερέβη τὸν ὅρον ὁ διάβολος. τί οὖν ἐστι Σατᾶν; ὁ ἀντικείμενος εἴρηται τῇ τῶν Ἑβραίων φωνῇ· ἀγγέλους δὲ Σατᾶν, τοὺς ἀντικειμένους τῷ κηρύγματι, φησὶν,
20οἷον τοὺς περὶ Ἀλέξανδρον, Ὑμέναιον καὶ Φιλητόν. ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· οὐκ εἴασεν ὁ Θεὸς, φησὶν, ἀπονητὶ προβῆναι τὸ κήρυγμα, ἀλλὰ συνεχώρησεν ἡμᾶς πάσχειν σωματικῶς, ἵνα παν‐ ταχοῦ κρατήσῃ τὸ κήρυγμα· καὶ ὅρα, ἄλλην μὲν αὐτὸς εἶπεν αἰτίαν τοῦ δεδόσθαι τὸν κολαφισμὸν αὐτῷ· ἵνα γὰρ, φησὶ, μὴ
25ὑπεραίρωμαι· ὁ δὲ Θεὸς ἄλλην εἶπεν αἰτίαν, ὑπὲρ τοῦ δειχθῆναι, φησὶ, τὴν δύναμίν μου διὰ τῆς δοκούσης ἀσθενείας ὑμῶν. τέλος γὰρ καὶ πέρας ἡ δύναμίς μου λαμβάνει ἐκ τῆς ὑμῶν ἀσθενείας. εἰ γὰρ διὰ τινῶν σοφιστῶν ἢ βασιλέων διηκονεῖτο τὸ κήρυγμα, κἂν τῇ δυνάμει τῶν διακόνων ἔδωκέ τις τὴν ἁπάντων ὑποταγήν·
30νῦν δὲ ἡ τῶν διακονούντων ἀσθένεια τὴν τοῦ Θεοῦ διαδείκνυσι δύναμιν, καὶ τελειοῖ αὐτὴν, τούτεστι τὸ τέλειον ἔχειν αὐτὴν δείκνυσιν. Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου.
Ἵνα μὴ νομίσωσι ὀλοφυρωμένου τὰ τοιαῦτα εἶναι ῥήματα,433

434

φησὶν, “ἥδιστα μᾶλλον καυχήσομαι,” διὰ τί; ὅτι ἡ ἀσθένειά μου καὶ τὴν τοῦ Θεοῦ δείκνυσι δύναμιν, καὶ ἐμὲ λαμπρότερον ποιεῖ, ὥσπερ σίδηρον στομοῦσα τοῖς διωγμοῖς· ὡσεὶ εἶπεν, ἐγὼ μὲν τὸ ἐναντίον ᾔτουν, ἀλλ’ ἐπειδὴ ταῦτα ἤκουσα παρὰ Θεοῦ, ἡδύτερον
5ἐν ταῖς ἀσθενείαις καυχῶμαι. Ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ὅσῳ γὰρ τὰ τῶν πειρασμῶν ἐπιτείνεται, τοσούτῳ τὰ τῆς χάρι‐ τος αὔξεται· “ἐπισκηνώσῃ,” ὅλη ἐν ὅλῳ κατοικήσῃ. Εἶτα ἵνα μή τις νομίσῃ σωματικὴν ἀσθένειαν λέγειν αὐτὸν,
10οἷον πυρετὸν ἢ ἑτέραν περίοδον νοσήματος, φησὶν, “ἐν ὕβρεσιν, “ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ·” ταῦτα γὰρ ἀσθένειαν καλεῖ· τὸ δὲ “εὐδοκῶ,” ἐπιθυμῶ εἶναι ἐν τούτοις καὶ εὐφραίνομαι· ταῦτα καὶ τοὺς ψευδαποστόλους καταισχύνει ἐπὶ τοῖς ἐναντίοις καυχωμένους, καὶ τούτους πείθει μὴ αἰσχύνε‐
15σθαι τοῖς τοῦ διδασκάλου πάθεσι· λαμπρὰ γὰρ πάντα καὶ ἡδέα τὰ τοιαῦτα, Χριστὸν ἔχοντα τοῦ πάσχειν ὑπόθεσιν. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Ὅταν γὰρ ἐβλήθη εἰς τὸ δεσμωτήριον, τότε τὰ θεμέλια αὐτοῦ κλονηθῆναι πεποίηκεν· ὅταν ναυαγήσας εἰς τὴν βάρβαρον ἐξερρίφη,
20τότε μᾶλλον ἐδοξάσθη· ὅτε εἰς τὸ δικαστήριον εἰσῆλθε δεδεμένος, τότε μάλιστα καὶ τοῦ δικαστοῦ περιγέγονε, καὶ τῶν κατηγόρων. ὁρᾷς ὅτι ὅταν ἀσθενὴς ἦν, τουτέστιν ἐν κινδύνοις ἦν καὶ ὕβρεσι καὶ πληγαῖς, τότε δυνατὸς ἦν καὶ λαμπρός. Γέγονα ἄφρων καυχώμενος.
25 Ταπεινοφροσύνης ὑπερβολή· τὰ ὄντως παράδοξα διελθὼν, ὧν οὐκ ἦσαν ἄξιαι αὐτῶν ἀνθρώπων ἀκοαὶ, ἄφρονα ἑαυτὸν καλεῖ· πῶς δὲ ἡμεῖς σε ἠναγκάσαμεν εἴποιεν ἄν; τῶν ψευδαποστόλων καυχω‐ μένων, φησὶν, εἰ μὴ προσείχετε τοῖς τούτων λόγοις, καὶ ἀπώλ‐ λυσθε, οὐκ ἂν εἰς ταῦτα ἦλθον τὰ ῥήματα. ὁρᾷς ὅτι τὴν ἀνάγκην
30τῆς καυχήσεως ἐποίησεν ἡ τούτων ἀπώλεια; μέγα γάρ τι τοὺς ψευδαποστόλους ἡγούμενοι, νόθα παρ’ αὐτῶν καὶ διεστραμμένα ἐμάνθανον δόγματα. Ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι.
Ὑμᾶς ἔδει τῶν ἐμῶν ἀντιποιεῖσθαι καὶ λόγων καὶ ὑπολήψεων,434

435

ὑμῶν δὲ ἐκείνοις προσεχόντων, εἰς τούτους ἐλθεῖν ἠναγκάσθην τοὺς λόγους. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν Ἀποστόλων. Ἄνω, φησὶ, λογίζομαι μηδὲν ὑστερηκέναι, νῦν δὲ ἀποφαντικῶς,
5“οὐδὲν ὑστέρησα,” ἢ ἐνέλιπον ἢ κατόπιν ἦλθον τῶν περὶ Πέτρον· εὐκαίρως δὲ ἐπὶ τοὺς Ἀποστόλους ἦλθον, δεικνὺς ὅτι οὐ μόνον εἰμὶ τῶν ψευδαποστόλων κρείττων, ἀλλὰ καὶ τῶν Ἀποστόλων ἴσος. Εἰ καὶ οὐδέν εἰμι. Ὥσπερ τι μέγα εἰρηκὼς καὶ ὑπερβαίνων αὐτοῦ τὴν δύναμιν,
10διορθοῦται αὐτό· οὐκ εἶπε δὲ εὐτελής εἰμι, ἀλλὰ τὸ πολὺ ἧττον, “οὐδέν εἰμι” σὺ δὲ, φησὶ, μὴ τοῦτο ἴδῃς, εἰ οὐδέν εἰμι, ἀλλὰ πρόσχες εἰ μὴ πάντα ὅσα χαρακτηρίζει Ἀπόστολον ἐξετέλεσα. Τὰ μὲν σημεῖα τοῦ Ἀποστόλου κατειργάσθη ἐν ὑμῖν. Ὑμεῖς, φησὶ, τῶν λόγων μάρτυρες, δεῖγμα δὲ Ἀποστόλου μά‐
15λιστα, τὸ φέρειν πάντα γενναίως. Ὅρα δὲ τὸ τῆς ὑπομονῆς, ὅπερ ἦν αὐτοῦ ἀρετὴ, μιᾷ λέξει τέθεικε· τὰ δὲ τῶν σημείων, ἅπερ οὐκ ἦν αὐτοῦ, ἀλλὰ χάριτος Θεοῦ, διὰ πλειόνων ἐξηγήσατο. ὅμως σκόπει τὸ ταπεινὸν Παύλου, πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους καὶ ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν, πό‐
20σους πολέμους ἐμφυλίους τε καὶ ἐξωτικοὺς μιᾷ λέξει τῇ τῆς ὑπο‐ μονῆς παρέδραμε. Ἐν σημείοις καὶ τέρασι— Πόσους νεκροὺς ἐγερθέντας καὶ τυφλοὺς ὀμματωθέντας, καὶ νεκροὺς καθαρισθέντας, καὶ δαίμονας ἐλαθέντας ᾐνίξατο εἰπὼν, “ἓν
25“σημείοις καὶ τέρασι καὶ δυνάμεσι,” τῶν τριῶν ἕν τι δηλούντων. Τί γάρ ἐστιν ὁ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας; Ἵνα μή τις εἴπῃ, μέγας μὲν εἶ, φησὶν, ὅμως οὐ τοσαῦτα εἰργάσω, ὅσα ἐν ταῖς ἄλλαις ἐκκλησίαις οἱ λοιποὶ Ἀπόστολοι, φησὶ, τί γάρ ἐστιν ὃ ἡττήθητε; τουτέστιν, ἔλαττον ἔχετε ὑπὲρ
30τὰς λοιπὰς ἐκκλησίας· μὴ ἐλάττονος, φησὶ, μετέχετε χαρίσμα‐ τος; Εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν. Πληκτικῷ λόγῳ κέχρηται· εἰ μὴ ἄρα τις τοῦτό με ἐγκαλέσῃ
ὅτι τε ἐπιχωριάζω ὑμῖν, καὶ ἐρχόμενος παντὶ σθένει τῆς σωτηρίας435

436

ὑμῶν κήδομαι, καὶ ἀπὼν δι’ ἐπιστολῶν ὁδηγῶ πρὸς τὰ πρακτέα, καὶ οὐδὲν πρὸς ἕν τι τῶν ὑμῖν συμφερόντων ἐραθύμησα, ἀπών τε καὶ παρών· εἰ διὰ τοῦτο ἀδικῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ σύγγνωτε ἀδικοῦντι.
5 Καὶ οὐ καταναρκήσω ὑμῶν. Δεύτερον, φησὶν, ἦλθον, ἰδοὺ τρίτον παρεσκεύασμαι ἐλθεῖν, καὶ ἐν οὐδενὶ τῆς ὑμῶν παραμελήσω σωτηρίας· εἶτα ἵνα μὴ νομίσωσιν ὅτι δεῖ πάντως αὐτὸν ἐρχόμενον νῦν γοῦν τραφῆναι παρ’ αὐτῶν, μάλιστα ἐπειδὴ καὶ περὶ τούτου πολλὰ διεξελήλυθεν ἐν τοῖς ἔμ‐
10προσθεν, ἐντεῦθεν ἤδη προαναιρεῖ ταύτην τὴν ὑπόνοιαν, ὅτι ὑμᾶς θλίβω, οὐ τὰ ὑμῶν, καὶ ὑμᾶς ἀγαπῶ, οὐ τὰ ὑμῶν, ὥσπερ οἱ ψευ‐ δαπόστολοι· εἶτα καὶ ἀπὸ τοῦ κοινοῦ λογισμοῦ καὶ τῆς φύσεως πιστοῦται τὸν λόγον, ἑαυτὸν μὲν ἐν τάξει πατρὸς, ἐκείνους δὲ ἐν τάξει τέκνων.
15 Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι. Ὁρᾷς πόσους ἔχει βαθμοὺς ὑπερβολῶν τὰ κατὰ τὸν Παῦλον; ἔδει λαβεῖν τοῦ Χριστοῦ τοῦτο κελεύοντος, καὶ οὐκ ἔλαβεν· ἰδοὺ εἷς· καὶ ὑστερούμενος, ἰδοὺ δύο· καὶ αὐτοῖς κηρύσσων, ἰδοὺ τρεῖς· καὶ οὐ μόνον οὐ λαμβάνει, ἀλλὰ καὶ τὴν σάρκα εἰ δέοι προσδί‐
20δωσι, τέσσαρες· εἶτα σὺν τῇ σαρκὶ καὶ τὴν ψυχὴν αὐτήν· πέμπτον· καὶ ὑπὲρ τῶν μὴ σφόδρα φιλούντων αὐτὸν, ἕκτον· καὶ οὐδὲ τὸ ἀγαπῶντα μὴ ἀγαπᾶσθαι ἐγκοπήν τινα ποιεῖ, ἕβδομον. ἐγὼ δὲ πατρὸς ἐπέχων εἰς ὑμᾶς τάξιν, οὐ μόνον οὐ λήψομαι, ἀλλὰ καὶ παρέξω, καὶ οὐχ ῥήματα ἀλλ’ αὐτὸν ἐμὲ καὶ τὴν ἐμαυτοῦ σάρκα·
25τοῦτο γὰρ τὸ “ἐκδαπανηθήσομαι,” τουτέστι, κἂν τὴν σάρκα δέοι δαπανῆσαι ὑπὲρ ὑμῶν, οὐ φείσομαι. Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν. Καὶ ταῦτα ποιῶ, φησὶν, ὑπὲρ τῶν λίαν μὲν φιλουμένων, ἧττον δὲ ἀγαπώντων.
30 Ἔστω δὲ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς. Κατὰ ἐρώτησιν προάγει τὸν λόγον, καί φησι, τοῦτο ὡμολό‐ γηται, ὅτι ἐγὼ οὐ κατεβάρησα ὑμᾶς ἐν τῷ λαβεῖν τι, “ἀλλ’ “ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον,” τουτέστι, δόλῳ ὑμᾶς
μετεχειρησάμην καὶ ἠκόντισα· καὶ γὰρ μὲν αὐτοπροσωπῶς οὐδὲν436

437

εἴληφα· ἄρα μὴ διὰ μέσων τινῶν τοῦτο ἔπραξα, πέμψας τινὰς καὶ δι’ αὐτῶν λαβών; οὐ μὲν οὖν· οἱ γὰρ ἐλθόντες πρὸς ὑμᾶς τοῖς ἐμοῖς ἴχνεσιν ἠκολούθησαν. Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς—
5 Οἷον διὰ μέσου αὐτῶν· ὅρα δέ· πλεονεξίαν καλεῖ τὸ παρὰ ἀκόντων λαβεῖν, καὶ αὐτοὺς δὲ ἠρέμα ὀνειδίζει, ὡς καὶ αὐτῶν πλεο‐ νεκτεῖσθαι ἡγουμένων εἰ θρέψωσι Παῦλον. Παρεκάλεσα Τίτον. Καὶ τοῦτο ὀνειδιστικῶς· οὐ γὰρ ἔπεμψα, ἀλλὰ “παρεκάλεσα,”
10δεικνὺς ὅτι εἰ καὶ εἴληφεν, οὐκ ἐσφάλη· οὐ γὰρ αὐτομάτως, ἀλλὰ κατὰ παράκλησιν ἦλθεν· ἀλλ’ ὅμως οὐδὲ οὕτως εἴληφεν· ἦν δὲ καί τινα ἄλλον τῷ Τίτῳ συναποστείλας. Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν. Τουτέστιν οὐ τῇ αὐτῇ χάριτι ᾗ καὶ ἐγώ· χάρισμα καλεῖ τὸ
15πρᾶγμα τὸ στενούμενον μὴ λαβεῖν· ὅρα δὲ πῶς τὰ οἰκεῖα κατορ‐ θώματα τῷ Θεῷ ἀνατίθησι. Οὐ τοῖς αὐτοῖς ἴχνεσιν. Τουτέστιν οὐδὲ μικρὸν παρήλλαξαν ἐκεῖνοι τὴν ἐμὴν ἀκρίβειαν· ὅρα δέ· οὐ μόνον αὐτὸς οὐκ εἴληφεν, ἀλλὰ καὶ τοὺς ἀποσταλέντας
20ἔπεισε μὴ λαβεῖν. Κατενώπιον τοῦ Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν. Δέδοικε μὴ κόλακός τινος λάβῃ δόξαν· διὸ καὶ ἄνω ἔλεγε, πάλιν ἑαυτοὺς συνιστάνομεν, εἰ καὶ μὴ χρῄζομεν συστατικῶν ἐπι‐ στολῶν· οὐχ ὑμᾶς οὖν κολακεύοντες ἢ ὑμῖν ἀπολογούμενοι λέγο‐
25μεν ταῦτα, ἀλλ’ ὡς ἐνώπιον τοῦ Θεοῦ καὶ ὁρῶντος αὐτοῦ λαλοῦμεν, καὶ ἐν Χριστῷ· οἷον διὰ Χριστοῦ λαλοῦμεν, τὸν δὲ ἐνώπιον καὶ διὰ Χριστοῦ καὶ δίχα Χριστοῦ φθόνον, πῶς ἦν δυνατὸν κολακείας ἢ θωπείας ἕνεκεν λαλεῖν; Τὰ δὲ πάντα ἀγαπητὸς ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
30 Οὐ λαλοῦμεν οὖν πρὸς χάριν ὑμῶν ἢ κολακείαν, ἀλλ’ ὑπὲρ τοῦ ὑμᾶς οἰκοδομῆσαι καὶ ὠφελῆσαι· ἵνα τοὺς ψευδαποστόλους φυ‐ γόντες, ἡμῖν μόνοις προσέχητε καὶ τοῖς ἡμετέροις λόγοις· ἢ ὅτι διὰ τοῦτο οὐκ ἐλάβομεν, ἵνα μὴ ὑμεῖς ἀσθενεῖς ὄντες σκανδα‐
λισθῆτε.437

438

Φοβοῦμαι γὰρ μήπως ἐλθών. Ὁρᾷς κηδεμονίαν πατρικήν; ἀλλὰ ἡμάρτανον, καὶ Παῦλος φοβεῖται. Μή πως ἐλθών—
5Ἐνδιάζει ἔτι, καὶ οὐκ ἀποφαίνεται. Οὐχ οἵους θέλω εὕρω ὑμᾶς. Οἷον διεφθαρμένους. Καὶ εὑρεθῶ κατὰ ἀνάγκην γινόμενος οἷον οὐ θέλετε. Οἰκουμενίου. Τουτέστι, τιμωρούμενος τοὺς ἀνίατα νοσοῦντας.
10 Μή πως— Καὶ λοιπὸν λέγει ποίους εὑρεῖν οὐκ ἤθελε, μετὰ τούτων, φησὶ, τῶν ἐλαττωμάτων· ἔρεις δὲ, φησὶ, διὰ τὸ ἑστάναι. Ἐριθεῖαι— Οἷον ἁψιμαχίαι.
15 Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου. Ὅτι κατ’ αὐτοῦ μὲν ὠφρύοντο, τοὺς δὲ ψευδαποστόλους ἐτίμων. Ἀρκεῖ, φησὶ, τὰ πρότερα. Θεοδωρίτου. Ταπείνωσιν ἑαυτοῦ τὴν ἐκείνων παρανομίαν ἐκά‐ λεσε, βεβαιῶν ἅπερ ἤδη προείρηκε, “τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ;
20“τίς σκανδαλίζεται, καὶ ἐγὼ πυροῦμαι;” Ταπεινώσει— Τὸ λαβεῖν δίκην παρὰ τῶν αἰτιῶν, ταπείνωσιν οἰκείαν καλεῖ, δεικνὺς ὡς οὐκ ἂν δίχα μεγάλης ἀνάγκης τοῦτο κατεδέξατο· δεί‐ κνυσι δὲ ὅτι δι’ αὐτῶν πάντα ὑπομένει, καὶ τὸ ταπεινοῦσθαι καὶ
25τὸ πενθεῖν, τὸ εἰπεῖν “ὁ Θεός μου,” τὸ “μου” γὰρ προσκείμενον τὴν διακαῆ ἀγάπην δηλοῖ τοῦ Χριστοῦ. Καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων. Ὅρα ἀποστολικὴν ἀρετήν· μηδὲν συνειδὼς ἑαυτῷ κακὸν, ὑπὲρ τῶν τοῖς ἄλλοις πλημμελουμένων, πενθεῖ· οὐκ εἶπε δὲ πάντας,
30ἀλλὰ πολλούς· καὶ οὐδὲ τούτους δηλοῖ, μετανοίας χώραν διδοὺς, καὶ ὅπως μὴ γένωνται ἀναισχυντότεροι. Καὶ μὴ μετανοησάντων.
Ποῦ εἰσιν οἱ Ναυατιανοί;438

439

Ἐπὶ τῇ ἀκαθαρσίᾳ. Ἀκαθαρσία δύναται ἐπὶ ἑκάστης ἁμαρτίας λέγεσθαι, οὐδὲν γὰρ ἁμαρτίας εἰδεχθέστερον. Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς.
5 Ἦν δεύτερον ἀπελθών· εἰ οὖν καὶ νῦν ἔλθω, τρίτον ἔρχομαι, καὶ τί τοῦτο; ὥσπερ, φησὶν, ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων ἅπαν ῥῆμα ἀμφίβολον ἵσταται καὶ πέρας λαμβάνει, οὕτως ἐπὶ δύο καὶ τριῶν μου παρουσιῶν ἅπαν ῥῆμα ἀπειλητικὸν σταθήσεται καθ’ ὑμῶν, καὶ πέρας λήψεται· ὅρα δὲ ὅτι ταῖς παρουσίαις ἀντὶ
10μαρτύρων ἐχρήσατο. Καὶ ἤδη προεῖπον, καὶ νῦν προλέγω, ὥσπερ παρὼν πρὸς ὑμᾶς τὸ δεύτερον εἶπον, ἰδοὺ καὶ ἀπὼν τὸ τρίτον προλέγω, ἰδοὺ τρεῖς ἄλλοι μάρτυρες· ἦσαν μὲν αἱ δύο μαρτυρίαι καὶ ἡ μέλλουσα ἔσεσθαι, δύο καὶ τρεῖς μάρτυρες· ἰδοὺ πάλιν ἄλλοι τρεῖς μάρ‐
15τυρες, τὸ δὶς παρὼν προειπεῖν, καὶ νῦν ἅπαξ ἐν τῇ ἀπουσίᾳ· εὐφυῶς δὲ τὴν γραφὴν τὴν περὶ τῶν μαρτύρων ἐξέλαβεν εἴς τε τὰς τρεῖς παρουσίας, καὶ εἰς τὰς τρεῖς παραγγελίας. Οἰκουμενίου. Τοῖς μὲν ἡμαρτηκόσιν, ἵνα διορθώσωνται, τοῖς δὲ λοιποῖς πᾶσιν, ἵνα μάρτυρες εἶεν, ὅτι, φησὶ, παρ’ ἐμὲ οὐδὲν, ἐὰν
20μὴ μετανοήσαντας τιμωρήσωμαι. Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν. Τί προείρηκας καὶ νῦν τι γράφεις; ὅτι, φησὶν, “ἐὰν ἔλθω εἰς “τὸ πάλιν,” τουτέστι τὸ ἄλλο ἅπαξ “οὐ φείσομαι.” Ὅρα δέ· οὐκ εἶπε, τιμωρήσομαι, ἀλλ’ ὡς πατὴρ οὐ φείσομαι, δεικνὺς ὅτι
25ἔτι φείδεται, καὶ ταῦτα σφαλλομένων. Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Δοκιμὴν, πεῖραν, οὐ διὰ τοῦτο δὲ ἐκόλαζεν ὡς δοκιμὴν δώσων, ἀλλ’ ὅτι ἡμάρτανον· τοῦτο δὲ εἴρηται κατὰ τῶν λεγόντων ὅτι ἡ παρουσία αὐτοῦ ἀσθενής· ἐπειδὴ γὰρ, φησὶ, θέλετε δοκιμάσαι εἰ
30ἐν ἐμοὶ λαλεῖ ὁ Χριστός· ὥσπερ γὰρ ἔρημόν με τοῦ Χριστοῦ, οὕτω σκώπτετε. Θεοδωρίτου. Πεῖραν λαβεῖν, ὡς ἔοικε, βούλεσθε τοῦ ἐν ἐμοὶ φθεγγομένου Χριστοῦ, καί τοι σαφῶς αὐτοῦ μαθόντες τὴν δύ‐
ναμιν.439

440

Ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ. Τί βούλεται ἡ προσθήκη τοῦ “εἰς ὑμᾶς” καὶ τοῦ “ἐν ὑμῖν;” οὐ γὰρ πρὸς αὐτοὺς μόνον ἔλεγε, πεῖραν ἔχετε ἀφ’ ὧν πεπόνθατε, ὅτι οὐκ ἀσθενὴς ὁ Χριστὸς, ἢ ὅτι τέως, ἐν ὑμῖν φησὶ, τοῖς καὶ
5διορθωθῆναι δυναμένοις, τὴν δύναμιν ἐπιδείκνυσι· τοὺς γὰρ ἀνίατα νοσοῦντας ἐκεῖ τιμωρήσεται. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας. “Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας.” πολλοὶ θορυβοῦνται τῶν μὴ τῇ δυνάμει τῶν λέξεων προσεχόντων. Ὅρα οὖν, ἀσθενείας
10τρόποι τρεῖς. εἷς ὁ τῶν σωματικῶν νοσημάτων· δεύτερος τὸ περὶ τὴν πίστιν σαθρὸν, ὡς αὐτός φησι, “τὸν δὲ ἀσθενοῦντα τῇ πίστει “προσλαμβάνεσθε·” τρίτος ὁ τῶν διωγμῶν καὶ πειρασμῶν. καὶ γὰρ καὶ ταῦτα ἀσθένειαν ὁ Παῦλος καλεῖ, ὡς ἐκεῖ, “ἡ γὰρ δύνα‐ “μίς μου ἐν ἀσθενείᾳ τελειοῦται,” τουτέστιν ἐν διωγμοῖς καὶ
15κινδύνοις· καὶ πάλιν, “διὸ εὐδοκῶ ἐν ἀσθενείαις,” καὶ ἑρμηνεύων αὐτὸ ἐπάγει “ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις·” καὶ πάλιν, “ὅταν ἀσθενῶ,” τουτέστι, διώκωμαι, “τότε δυνατός εἰμι,” ὡς τότε μάλιστα τῆς χάριτος ἐφιζανούσης. κατὰ τοῦτον οὖν τῆς ἀσθενείας τὸν τρόπον ἐσταυρώθη ὁ Κύριος, ἐπιβουλὴν ὑπομείνας,
20καὶ κίνδυνον, καὶ ὕβριν· ἀλλ’ ὅμως, φησὶν, οὐ παρέβλαψε τοῦτο τὴν δύναμιν αὐτοῦ. Ἢ οὕτως. ἀσθένειαν, φησὶ, τὴν δοκοῦσαν τοῖς ἀπίστοις, ὡσεὶ ἔλεγεν, εἰ καὶ κατὰ τῶν ἀπίστων λόγον “ἐξ “ἀσθενείας ἐσταυρώθη,” δηλαδὴ τοῦτο κατὰ συγχώρησιν διδοὺς, “ἀλλὰ ζῇ,” φησὶν, “ἐκ δυνάμεως Θεοῦ.” ἀκούων δυνάμεως Θεοῦ,
25μὴ τοῦτο τὸ ἀνόσιον ὑπονοήσῃς, ὅτι αὐτὸς ἠτόνει ζωογονῆσαι τὴν ἰδίαν σάρκα, καὶ διὰ τοῦτο τῆς δυνάμεως τοῦ Πατρὸς χρεία γέ‐ γονεν· εἰ γὰρ Χριστὸς Θεοῦ δύναμίς ἐστι, καὶ Θεοῦ σοφία, πῶς ἠτόνει ἡ τοῦ Θεοῦ δύναμις, καὶ ταῦτα εἰς τὴν οἰκείαν σάρκα· ὁ καὶ ἄλλοις ζωὴν διδοὺς, μᾶλλον δὲ ἅπασιν; ἀλλ’ ἀδιαφόρως ὁ
30Παῦλος καὶ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ λέγει, καὶ ἔμπαλιν τὰ τοῦ Υἱοῦ τοῦ Πατρός· ὅτι γὰρ αὐτὸς ὁ Χριστὸς αὐτὴν ἀνέστησεν, ἄκουσον αὐτοῦ λέγοντος, “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν “τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” Εἰ δὲ ὅπερ αὐτὸς ὁ Υἱὸς εἰργάσατο, τοῦτο ἐκ τοῦ Πατρὸς γενέσθαι λέγει ὁ Παῦλος, μὴ
35θορυβηθῇς, οἶδε γὰρ αὐτὸν εἰπόντα, “πάντα τὰ τοῦ Πατρός μου440

441

“ἐμά ἐστι,” καὶ “πάντα τὰ ἐμὰ σά ἐστι,” πρὸς τὸν Πατέρα εἰρηκότα. Εἰ γὰρ τοῦ σταυροῦ τὸ πάθος ὑπέμεινε διὰ θνητὴν τοῦ σώματος φύσιν, οὐδὲν πρὸς τὴν δύναμιν παρεβλάβη, ἐπειδὴ ἐσταυρώθη,
5οὕτως οὐδὲ ἡμεῖς ἐπειδὴ διωκόμεθα καὶ ὑβριζόμεθα· διὸ ἐπάγει “ἐν αὐτῷ.” Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ. “Ἐν αὐτῷ,” τουτέστι, δι’ αὐτὸν καὶ διὰ τὸ κήρυγμα αὐτοῦ ἀσθενοῦμεν ἐν τοῖς διωγμοῖς καὶ τοῖς κινδύνοις, ἀλλ’ ὥσπερ τῶν
10σκυθρωπῶν αὐτῷ κοινωνοῦμεν, οὕτω καὶ τῶν φαιδρῶν κοινωνήσομεν· ὅθεν ἐπάγει, “ἀλλὰ ζησόμεθα σὺν αὐτῷ.” Ὁμοίως νόησον καὶ τοῦτο τῷ ἄνω, “ἀλλὰ ζῇ ἐκ δυνάμεως “Θεοῦ·” τὸ δὲ “εἰς ὑμᾶς,” οἷον ὑμῖν ζήσομεν, τουτέστιν εἰς τὴν ὑμῶν ὠφέλειαν ἢ δι’ ὑμᾶς, ἐπειδὴ, φησὶν, ἐπετρέψαμεν ὑμᾶς, ἢ
15σὺν ὑμῖν ζήσομεν τότε. Ἑαυτοὺς δοκιμάζετε. Ὁρᾷς οἷον κατασκευάζει, καὶ τί λέγω, φησὶ, περὶ ἐμαυτοῦ, ὅτι ὁ Χριστὸς ἐν ἐμοὶ λαλεῖ, καὶ ὑμεῖς γὰρ αὐτοὶ, εἰ μή τι ἀδό‐ κιμοι γεγόνατε, ἔχετε ἐν ἑαυτοῖς τὸν Χριστόν· εἰ δὲ ὑμεῖς, πολλῷ
20μᾶλλον, φησὶν, ἐγώ· ἑαυτῶν τοιγαροῦν ἀπόπειραν ποιεῖσθε, μή τι ἐκ τῶν ὀρθῶν παρετράπη δογμάτων, τῇ τῶν ψευδαποστόλων διδαχῇ. Πῶς δ’ ἂν γνοίησαν; ἐκ τῶν σημείων ὧν ἐποίουν, εἰ ἔτι ποιῶ αὐτὰ, φησὶν, “εἰ μή τι ἀδόκιμοί ἐστε.” ἐνταῦθα καὶ εἰς βίον
25πονηρὸν αὐτοὺς αἰνίττεται· δεῖ γὰρ καὶ πίστεως καὶ βίου πρὸς τὰ σημεῖα· εἰ οὖν καὶ ἐστὲ ἐν τῇ πίστει, μὴ καὶ βίον δὲ τῆς πίστεως κατάλληλον ἐπιτηδεύετε, φησὶν, ἀδόκιμοί ἐστε, καὶ Χριστὸς ἐν ὑμῖν οὐκ ἔστιν, οὐδὲ διὰ τῶν σημείων δείκνυσι παρὼν πρὸς ὑμᾶς. Εἰ μή τι ἀδόκιμοί ἐστε.
30 Εἰ δὲ ὅλως ὑμεῖς μὴ ἐστὲ ἀδόκιμοι, ἐλπίζω ὅτι διὰ τῆς εἰς ὑμᾶς τιμωρίας γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι· ἔδει μὲν οὖν ἄλλῳ τρόπῳ γνῶναι ὑμᾶς καὶ εἰδέναι, ὅτι δόκιμοί ἐσμεν,
ἐπειδὴ δὲ οὐ βούλεσθε, διὰ τῆς ὑμῶν τιμωρίας τοῦτο γνώσεσθε.441

442

Εὔχομαι δὲ πρὸς τὸν Θεόν. Ὅρα φιλόσοφον γνώμην κατεφρονεῖτο, ἐκωμῳδεῖτο ὡς οὐδὲν δυνάμενος, ἀλλ’ ἐν γράμμασι μόνον κομπάζων, καὶ οὐ μόνον ἀνα‐ βάλλεται διὰ τῆς κατ’ ἐκείνων τιμωρίας τὴν οἰκείαν ἰσχὺν φανε‐
5ρῶσαι, ἀλλὰ καὶ εὔχεται μὴ ἐμπεσεῖν ποτε εἰς ἀνάγκην τοῦ ταύτην ἐπιδεῖξαι. Οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν. Ἐκ γὰρ τοῦ μὴ ἁμαρτεῖν αὐτοὺς οὐκέτι τὴν τιμωρητικὴν ἐπε‐ δείκνυτο δύναμιν, καὶ πάλιν ὡς ἀδόκιμος καὶ ἀνίσχυρος ἐκρίνετο.
10 Ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Καλῶς τὸ “ὡς ἀδόκιμοι·” οὐ γὰρ τῇ ἀληθείᾳ ἤμελλεν, ἐπεὶ μὴ τιμωρεῖται μὴ ἁμαρτάνοντας, ἀδόκιμος γίνεσθαι, ἀλλὰ καὶ μάλιστα δόκιμος, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ὑπόληψιν εἶπε τὸ “ὡς ἀδόκιμοι.”
15 Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας. Ἐάν τις ἀληθῶς βιοῖ, φησὶ, καὶ εὐσεβῶς· ἀλήθειαν γὰρ νῦν τὴν εὐσέβειαν καλεῖ, ὡς νόθου ὄντος τοῦ δυσσεβοῦς βίου· οὐδὲ εἰ βουλόμεθα ἐπαγαγεῖν τιμωρίαν δυνάμεθα· οὐ συνεργεῖ γὰρ ὁ Θεός. οὐ γὰρ κατὰ τῆς ἀληθείας οἷον εὐσεβείας τι ἰσχύομεν· ἡ δὲ ἰσχὺς
20ἡμῶν ὑπὲρ αὐτῆς, ἵνα τοὺς μὴ κατ’ αὐτὴν ζῶντας διὰ τῆς τιμω‐ ρίας ἀναγκάζωμεν αἱρεῖσθαι αὐτήν. Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν. Ἐπεὶ μὴ δύναμαι καὶ βουλόμενος κατὰ τῆς ἀληθείας· ἄρα ἀλγῶ ὑπὲρ τούτου; οὐμενοῦν· χαίρω γὰρ ὅταν ἡμεῖς ἀσθενεῖς
25νομιζώμεθα ἐκ τοῦ μὴ ἐπάγειν τιμωρίαν· ὑμεῖς δὲ ἰσχυροὶ ἐκ τοῦ ἀνάλωτοι εἶναι τῇ τιμωρητικῇ μου δυνάμει διὰ τὸ βιοῦν ὀρθῶς. Τοῦτο δὲ καὶ εὐχόμεθα. Ἄρα οὖν μόνον χαίρομεν· “καὶ εὐχόμεθα” μὲν οὖν “τὴν ὑμῶν “κατάρτισιν,” τουτέστιν εὐδοκίμησιν. καὶ τὸ ἀπηρτίσθαι ἐν βίῳ
30καὶ δόγμασι χρηστοῖς, ἢ ἵνα σφαλλομένους τιμωρούμενοι δόξωμεν εἶναι δυνατοί. Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω.
Ἐπειδὴ σφόδρα ἐπέπληξεν αὐτοῖς πανταχοῦ μὲν, μάλιστα δὲ442

443

ἐν τῷ τέλει τῆς Ἐπιστολῆς, ὥσπερ ἀπολογεῖται, καί φησι· διὰ τοῦτο οὕτως ἔγραψα, ὡς βουλόμενος ἄχρι τῶν γραμμάτων εἶναι τὴν ἀποτομίαν, καὶ μὴ ἐν ἔργοις ἐπιδειχθῆναι. Κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέ μοι ὁ Κύριος.
5 Ὥστε κἂν κολάζω, φησὶν, οὐκ ἐγὼ κολάζω, ἀλλὰ διαμέσου ἐμοῦ ὁ ταύτην μοι δεδωκὼς τὴν ἐξουσίαν Χριστός. Ὅρα δὲ, ἐν τῷ ἀπολογεῖσθαι φοβερώτερον τὸν λόγον εἰργάσατο. τί οὖν εἴποι τις αὐτῷ; διὰ τοῦτο εἴληφας ἐξουσίαν, ἵνα τιμωρῇ τοὺς ἀνθρώ‐ πους τοὺς κατ’ εἰκόνα Θεοῦ, καὶ εἰς τοῦτό σε ὅλως κατέστησεν ὁ
10φιλάνθρωπος Χριστός; οὐκ εἰς καθαίρεσιν, φησὶ, καὶ ὄλεθρον ψυχῶν εἴληφα τὴν ἐξουσίαν, ἀλλ’ εἰς οἰκοδομήν· αὐτὸ γὰρ τοῦτο τὸ τοὺς αἰτίους τιμωρεῖσθαι οἰκοδομεῖν ἐκκλησίας ἐστίν· ἀσφαλε‐ στέρων τῶν λοιπῶν καὶ δοκιμωτέρων διὰ τῆς τιμωρίας γινομένων. Λοιπὸν, ἀδελφοὶ, χαίρετε.
15 Μετὰ τὸ ἐμὲ, φησὶ, τὸ ἐμαυτοῦ ποιῆσαι, τουτέστι συμβου‐ λεῦσαι, ἀπειλῆσαι, ὑπόλοιπόν ἐστι τὸ καὶ ὑμᾶς τὰ ἀφ’ ὑμῶν συνεσενέγκαι. τὸ δὲ “χαίρετε” ἐστὶν χαρήσεσθε δὲ διορθούμενοι νῦν τε καὶ ἐν τῷ μέλλοντι. Καταρτίζεσθε.
20 Οἷον τέλειοι γίνεσθε, ἀναπληροῦτε τὰ λείποντα. Παρακαλεῖσθε. Ἐπειδὴ πολλοὶ ἦσαν οἱ πειρασμοὶ, φησὶ, παρακαλεῖσθε ὑφ’ ἑαυτῶν καὶ ὑφ’ ἄλλων, ἔτι δὲ ὑπὸ τῆς συνειδήσεως εἰς βελτίω μεταβολήν.
25 Εἰρηνεύετε. Τοῦτο καὶ ἐν τῇ πρώτῃ Ἐπιστολῇ ἐν προοιμίοις ᾔτησε· διε‐ στασίαζον γὰρ πρὸς ἑαυτούς· τί δὲ βούλεται τό τε αὐτὸ φρονεῖν καὶ εἰρηνεύειν; ὅτι ἔνι τὸ αὐτὸ μὲν φρονεῖν ἐν τοῖς δόγμασι, μὴ εἰρηνεύειν δὲ πρὸς ἑαυτούς.
30 Καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν. “Θεὸς ἀγάπης,” ὁ Θεὸς χρηματίζει διὰ τὸ ἠγαπηκέναι ἡμᾶς, “εἰρήνης” δὲ διὰ τὸ εἰρηνεῦσαι τὰ ἐν οὐρανῷ τοῖς ἐν γῇ· ἐκ δὲ τῆς ἀγάπης ἡ εἰρήνη, “ἐὰν,” φησὶ, “ταῦτα ποιῆτε, ἔσται μεθ’ ὑμῶν
ὁ Θεός.443

444

Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. Μὴ ὑπούλῳ, φησὶ, καὶ δολερῷ ὡς Ἰούδας· διὰ τοῦτο δὲ φιλοῦ‐ μεν, ἵνα ἀναζωπυρῶμεν τὴν πρὸς ἑαυτοὺς ἀγάπην. Ἀσπάζονται ὑμᾶς—
5 Τοὺς μὲν πάροντας διὰ φιλήματος συνάπτει, τοὺς δὲ ἀπόντας διὰ προσρήσεως· ἀπὸ γὰρ τοῦ αὐτοῦ πρόεισι στόματος, ὅ τε ἀσπασμὸς καὶ ἡ πρόσρησις. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐπειδὴ συνῆψεν ἅπαντας, ὅπερ ἔθος αὐτῷ καὶ νῦν ποιεῖ· ἐπεύ‐
10χεται αὐτοῖς τὴν χάριν τοῦ Υἱοῦ, δι’ ἧς ἔσωσε χάριτι καὶ οὐ δι’ ἔργων ἡμῶν, σφαγεὶς ὑπὲρ ἡμῶν· καὶ τὴν ἀγάπην τοῦ Πατρὸς, ἣν ἠγάπησεν ἡμᾶς, τὸν μονογενῆ δοὺς ὑπὲρ ἡμῶν· καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος, οἷον τὴν μετοχὴν αὐτοῦ καὶ μετάληψιν, δι’ ἧς πάντες ἁγιαζόμεθα ἐν τῇ ἐπιφοιτήσει τοῦ παρακλήτου Θεοῦ τοῦ
15Πνεύματος.444