TLG 4102 010 :: CATENAE (Novum Testamentum) :: Catena in epistulam ad Romanos (typus Vaticanus) (e cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48])

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in epistulam ad Romanos (typus Vaticanus) (e cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48])

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 4. Oxford: Oxford University Press, 1844 (repr. Hildesheim: Olms, 1967): 1–162.

Cf. et 4102 011

Citation: Page — (line)

1

(1t)

ΥΠΟΘΕΣΙΣ
2tΤΗΣ ΠΡΟΣ
3tῬΩΜΑΙΟΙΣ ΕΠΙΣΤΟΛΗΣ.
4Ἡ δὲ πρὸς Ῥωμαίους Ἐπιστολὴ περιέχει τὴν πρὸς τὸν
5Χριστὸν παρασκευὴν, μάλιστα τοῖς ἐκ φύσεως λογισμοῖς ἐλεγ‐ χθεῖσαν, καὶ διὰ τοῦτο προτάττεται ἄλλαις ἁπάσαις, ὡς δὴ πρὸς αὐτοὺς γεγραμμένη τοὺς ἤδη τὰ θεῖα προμηνυθέντας. ταύτην ἐπι‐ στέλλει ἀπὸ Κορίνθου, μήπω μὲν ἑωρακὼς Ῥωμαίους, ἀκούων δὲ περὶ αὐτῶν, καὶ ἐπιποθῶν αὐτοὺς ἰδεῖν. καὶ πρῶτον μὲν, ἀποδέ‐
10χεσθαι φησὶ τὴν πίστιν αὐτῶν, καταγγελλομένην ὁρῶν παντα‐ χοῦ. ἔπειτα σημαίνει πολλάκις ἑαυτὸν προθέμενον ἐλθεῖν διὰ τὸν εἰς αὐτοὺς πόθον, τέως μὴ δεδυνῆσθαι. καὶ λοιπὸν διδασκαλικὴν τὴν Ἐπιστολὴν ποιεῖται, περὶ κλήσεως ἐθνῶν. καὶ ὅτι ἡ περιτομὴ ἕως καιροῦ ἦν, καὶ νῦν πέπαυται. καὶ ὅτι διὰ τοῦ Χριστοῦ λέλυ‐
15ται τὸ παράπτωμα τοῦ Ἀδὰμ, καὶ ἡ σκιὰ τοῦ νόμου παρῆλθε. τὴν μὲν οὖν κλῆσιν τῶν ἐθνῶν ἀκολούθως κατασκευάζει οὕτως, ἀπο‐ δεικνὺς πᾶσιν ἀνθρώποις ἔμφυτον εἶναι τὸν νόμον, καὶ πάντας ἀδιδάκτῳ τε τῇ φύσει, καὶ ἀπ’ αὐτῆς τῆς κτίσεως δύνασθαι γινώ‐ σκειν τὸν Θεόν.
20 Διὸ καὶ εἰκότως αἰτιᾶται πρῶτον Ἑλλήνας, ὡς μὲν τοῦ Θεοῦ φανερώσαντος αὐτοῖς ἐκ τῶν ποιημάτων τοῦ κόσμου τὴν περὶ ἑαυτοῦ γνῶσιν καὶ τῆς ἀϊδίου δυνάμεως αὐτοῦ, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ἐν ᾧ καὶ δι’ οὗ, τὰ πάντα πεποίηκεν, αὐτοὺς δὲ, μὴ ἐγνω‐
κέναι μὲν ἐκ τῶν κτισμάτων εἶναι Θεὸν τὸν τούτων δημιουργὸν, τὰ1

2

δὲ ποιήματα θεοποιήσαντας, καὶ τῇ κτίσει μᾶλλον ἢ αὐτῷ λατρεύ‐ σαντας. αἰτιᾶται δὲ καὶ Ἰουδαίους, ὡς μὴ φυλάξαντας τὸν νόμον, ἀλλὰ καὶ μᾶλλον διὰ τῆς παραβάσεως τοῦ νόμου, τὸν Θεὸν ἀτιμάσαντας. καὶ οὕτως ἀμφότερα τὰ μέγιστα Ἰουδαίους καὶ
5Ἑλλήνας συγκλείει καὶ ἐλέγχει ἐπὶ παρανομίᾳ, ἵνα δείξῃ ὅτι ὅσοι γενόμενοι οἱ πάντες, ἐπίσης, ὡς ὑπεύθυνοι, τοῦ λυτρουμένου δέονται. τῆς δὲ χάριτος καὶ λυτρώσεως ἐπίσης τῆς Ἰουδαίοις γενομένης καὶ ἐπὶ τὰ ἔθνη, εἰκότως καὶ ἡ κλῆσις γέγονε τῶν ἐθνῶν. τῆς δὲ κλήσεως τῶν ἐθνῶν γενομένης, ἐξ ἀνάγκης πέπαυται
10ἡ περιτομὴ, καὶ ἡ ἐν τῷ νόμῳ σκιά. ὁ γὰρ Ἁβράμ φησιν οὐκ ἐν περιτομῇ, ἀλλὰ πρὸ τῆς περιτομῆς δικαιωθεὶς, μετωνομάσθη μὲν Ἁβραὰμ, ὅτι πατὴρ πολλῶν ἐθνῶν ἔμελλεν εἶναι, κατὰ τὴν ἐν τῇ ἀκροβυστίᾳ πίστιν. ἔλαβε δὲ μετὰ τὸ δικαιωθῆναι καὶ τὴν περι‐ τομὴν ἐν σαρκὶ, ἵνα σημεῖον ᾖ τοῖς κατὰ σάρκα γεννωμένοις ἐξ
15αὐτοῦ, παύσεσθαι ποτὲ τὴν περιτομὴν, ὅταν τὰ ἔθνη γένηται τέκνα τοῦ Ἁβραὰμ, ἀρξάμενα πολιτεύεσθαι κατὰ τὴν πίστιν τοῦ Ἁβραὰμ, ἐν ᾗ ἐδικαιώθη ὅτε ἦν ἐν ἀκροβυστίᾳ. τούτων γὰρ χάριν μετωνομάσθη Ἁβραάμ. ἀνάγκη δὲ ἐλθόντων τῶν σημαινομένων, παύσασθαι τὸ σημαῖνον. εἰ μὲν οὖν τὰ ἔθνη ἀναγκάζουσι περι‐
20τέμνεσθαι, παυέτωσαν δὲ τὸ ὄνομα τοῦ Ἁβραὰμ, καὶ καλείσθω Ἁβράμ. εἰ δὲ Ἁβραὰμ παρὰ Θεοῦ μετωνομάσθη, οὐ δεῖ περι‐ τέμνεσθαι τὰ ἔθνη. ἀλλ’ οὐδὲ αὐτοὺς ἔτι τοὺς κατὰ σάρκα Ἰου‐ δαίους, ἵνα ᾖ τὸ ὄνομα βέβαιον, καὶ πατὴρ ἐθνῶν πολλῶν καλῆται. καὶ γὰρ οὐ χρείαν ἔχει λοιπόν τις περιτέμνεσθαι, ἀρκούμενος τῇ
25πίστει τοῦ Ἁβραάμ· οὐδὲ τῆς ἄλλης δὲ τῆς ἐν νόμῳ σκιᾶς. οὐ γὰρ ἐκ τούτων, ἀλλ’ ἐκ πίστεως δικαιοῦταί τις, καθάπερ καὶ ὁ Ἁβραάμ. Ταῦτα οὕτως κατασκευάσας, ἀποδείκνυσι πάλιν ὅτι ἄλλως οὐκ ἂν γένοιτο λύτρωσις καὶ χάρις τοῦ Ἰσραὴλ καὶ τοῖς ἔθνεσιν, εἰ
30μὴ λυθῇ ἡ ἀρχαία ἁμαρτία τοῦ Ἀδὰμ, ἡ εἰς πάντας γενομένη. δι’ ἄλλου δὲ ταύτην μὴ δύνασθαι ἐξαλειφθῆναι φησὶν, ἀλλ’ ἢ διὰ Χριστοῦ τοῦ Θεοῦ, δι’ οὗ καὶ ἐξ ἀρχῆς κατάρα γέγονεν. οὐ γὰρ δυνατὸν ἦν, ἄλλον λῦσαι τὸ παράπτωμα. εἶτα γράφει ὅτι ἄλλως τοῦτο οὐ μὴ γένηται, εἰ μὴ σῶμα φορέσῃ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ
35γένηται ἄνθρωπος, ἵνα τοῦτο προσενέγκας ὑπὲρ πάντων, τοὺς πάν‐2

3

τας ἐλευθερώσῃ ἀπὸ τοῦ θανάτου. καὶ ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, οὕτως καὶ δι’ ἑνὸς ἀνθρώπου ἡ χάρις γένηται. καὶ λοιπὸν ὡς καλὸς οἰκονόμος, τοὺς μὲν Ἰουδαίους παραμυθεῖται· ὅτι οὐ παραβάται γίνεσθε τοῦ νόμου, ἐὰν εἰς τὸν
5Χριστὸν πιστεύσητε. τοῖς δὲ ἀπὸ τῶν ἐθνῶν παρεγγυᾷ, μὴ ἐπαί‐ ρεσθαι κατὰ τοῦ Ἰσραὴλ, ἀλλὰ γινώσκειν ὅτι ὡς κλάδος ἐπὶ τὴν ῥίζαν, οὕτως ἐπ’ ἐκείνους ἐνεκεντρίσθησαν. μετὰ δὲ ταῦτα παραινε‐
τικοὺς λόγους εἰς τὰ ἤθη διδάξας, τελειοῖ τὴν Ἐπιστολήν.3

4

(1t)

ΚΕΦΑΛΑΙΑ
2tΤΗΣ ΠΡΟΣ
3tΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.
4αʹ. Εὐαγγελικὴ διδασκαλία περί γε τῶν ἔξω χάριτος Χριστοῦ,
5 καὶ τῶν ἐν χάριτι, καὶ περὶ ἐλπίδος καὶ πολιτείας πνευ‐ ματικῆς. βʹ. Περὶ κρίσεως τῆς κατὰ ἐθνῶν, τῶν οὐ φυλασσόντων τὰ φυσικά. γʹ. Περὶ κρίσεως τῆς κατὰ τοῦ Ἰσραὴλ, τοῦ μὴ φυλάσσοντος τὰ νόμιμα.
10δʹ. Περὶ ὑπεροχῆς Ἰσραὴλ, τοῦ τυγχάνοντος τῆς ἐπαγγελίας. εʹ. Περὶ χάριτος, δι’ ἧς ἄνθρωποι μόνον δικαιοῦνται, οὐ κατὰ γένος διακεκριμένως, ἀλλὰ κατὰ Θεοῦ δόσιν ἰσοτίμως κατὰ τὸν Ἁβραὰμ τύπον. ϛ.ʹ Περὶ τῆς ἀποκειμένης ἐλπίδος.
15ζʹ. Περὶ εἰσαγωγῆς τοῦ πρὸς σωτηρίαν ἡμῶν ἀνθρώπου Ἰησοῦ Χριστοῦ, ἀντὶ τοῦ πεσόντος ἐξ ἀρχῆς γηγενοῦς Ἀδάμ. ηʹ. Περὶ τῆς ὀφειλομένης ἐπὶ τῇ πίστει πράξεως ἀγαθῆς. θʹ. Ἐπανάληψις περὶ τῆς ἐν χάριτι ζωῆς. ιʹ. Περὶ τῆς ὑπὸ νόμου κατακρίσεως διὰ τὴν ἁμαρτίαν.
20ιαʹ. Περὶ τῶν ἐν ἀνθρωπίνῃ φύσει παθῶν, ἀδύνατον ποιούντων τὴν πρὸς νόμον συμφωνίαν. ιβʹ. Περὶ ἀποδόσεως τῶν φυσικῶν παθημάτων, διὰ τῆς πρὸς τὸ πνεῦμα συμφωνίας. ιγʹ. Ἐπανάληψις περὶ τῆς ἀποκειμένης τοῖς ἁγίοις δόξης.
25ιδʹ. Περὶ τῆς ὀφειλομένης ἀγάπης Χριστοῦ. ιεʹ. Περὶ ἐκπτώσεως Ἰσραὴλ τοῦ ἀποβληθέντος, καὶ κλήσεως τοῦ ἀληθοῦς, τοῦ εἰσαχθέντος μετὰ ἐθνῶν. ιϛʹ. Ὅτε κατὰ ἀπιστίαν ἡ ἔκπτωσις διὰ τῆς εἰς ἄγνοιαν καταλή‐ ψεως, καὶ τοῦ μὴ ἁρμόζοντος αὐτοῖς κηρύγματος.
30ιζʹ. Περὶ τοῦ σκοποῦ καθ’ ὃν ἐξεβλήθησαν, ὥστε δεύτερον ἐπανελθεῖν ζήλῳ τῶν τιμηθέντων ἐθνῶν συναχθέντων πιστῶν. ιηʹ. Παραίνεσις περὶ ἀρετῆς τῆς πρὸς Θεὸν καὶ ἀνθρώπους. ιθʹ. Περὶ μιμήσεως τῆς Χριστοῦ ἀνεξικακίας.
κʹ. Περὶ λειτουργίας αὐτοῦ, τῆς ἐν ἀνατολῇ καὶ δύσει.4

5

(1t)

ΕΞΗΓΗΣΙΣ
2tΕΙΣ ΤΗΝ ΠΡΟΣ
3tΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
4tΚΕΦ. Α.
5Εὐαγγελικὴ διδασκαλία περί γε τῶν ἔξω χάριτος Χριστοῦ καὶ τῶν ἐν χάριτι, καὶ περὶ ἐλπίδος καὶ πολιτείας πνευματικῆς. Παύλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπό‐ στολος. Σευηριανοῦ. Τί δήποτε τὸ κοινὸν ἰδιοποιεῖται; ἐπειδὴ πολλοὶ
10μὲν καὶ θεασάμενοι τὸν Κύριον, καὶ μὴ θεασάμενοι ἐπίστευσαν· Παῦλος δὲ οὐρανόθεν καλεῖται, “Σαοὺλ, Σαοὺλ, τί με διώκεις;” προσέτι δὲ αὐτῷ δὲ καὶ πλέον τι παρὰ τοὺς λοιποὺς Ἀποστόλους. τοὺς γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ὁ Κύριος καλέ‐ σας, καὶ μαθητὰς ἐσχηκὼς, οὐκ εὐθὺς Ἀποστόλους ἐποίησεν ἢ
15ὠνόμασε. τὸν δὲ Παῦλον, ὁμοῦ καὶ ἐκάλεσεν, καὶ εἰς ἀποστολὴν παρήγαγεν. Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Ἀπολιναρίου. Κεχωρισμένος καὶ ἀφωρισμένος εἰς τὸν εὐαγ‐ γελισμὸν, ὡς ὁ νόμος ἀφόρισμα καὶ ἀφαίρεμα λέγει τὸ χωριζό‐
20μενον τῶν θυμάτων Θεῷ καὶ ἱερεῦσιν. Ὠριγένους. Ἀφορίζεται δὲ εἰς Εὐαγγέλιον Θεοῦ, οὐ διὰ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον, καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ, ὑπὲρ τὰς τῶν τοιούτων φύσεις· ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν πρό‐ τερον πράξεις, ὕστερον δὲ γενομένας ἐκ τῆς παρασκευῆς καὶ τῆς
25προαιρέσεως τῆς ἀποστολικῆς.5

6

Περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. Ἀπολιναρίου. Γενόμενος τοίνυν κατὰ σάρκα ἐν ὁμοιώματι τῆς ἡμετέρας γενέσεως υἱὸς ἀνθρώπου, κατὰ τὸ πνεῦμα καὶ κατὰ τὴν
5δύναμιν, Υἱὸς ἀναδείκνυται Θεοῦ ἐν τῇ δευτέρᾳ γενέσει τῇ ἐκ νεκρῶν, πρὸς τὸ καὶ ἡμᾶς ὁμοιουμένους αὐτῷ υἱοὺς γενέσθαι Θεοῦ· τὴν υἱοθεσίαν κομισαμένους ἐν τῇ ἀπολυτρώσει τοῦ σώματος, ὡς αὐτὸς ὁ Ἀπόστολος ἔφη. Κυρίλλου. Οὐκοῦν ὡς εἰκόνες πρὸς ἀρχέτυπον, οὕτω καὶ ἡμεῖς
10οἱ κατὰ θέσιν υἱοὶ, πρὸς τὸ φύσει τε καὶ δυνάμει καὶ ἀληθῶς ἐκ Πατρὸς μεμαρτυρημένον εἰς τοῦτο κατὰ Πνεῦμα ἁγιωσύνης, καὶ ἐκ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν. ὁρίζεται δὲ εἰς υἱὸν καὶ κατὰ τὸ ἀνθρώπινον· ἔτι δὲ καὶ κατὰ φύσιν Υἱὸς Θεοῦ καὶ ἐν δυνάμει μαρτυρουμένος “κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν.”
15τουτέστιν ἀπόγε τοῦ δύνασθαι καταργεῖν τὸ τοῦ θανάτου κράτος. Δι’ οὗ ἐλάβομεν χάριν ἀποστολῆς. Ἀπολιναρίου. Ἵνα δὲ δείξῃ ὅτι καὶ Ῥωμαῖοι, τῶν ἐθνῶν ὄντες πάντων τῶν τὴν οἰκουμένην κατοικούντων, δικαίως αὐτοῦ δέχονται τῆς ἀποστολῆς τὸ κήρυγμα.
20 Ἀπολιναρίου. Σευηριανοῦ. Ἀπὸ ἀγάπης γὰρ Θεοῦ ἡ κλῆ‐ σις, οὐκ ἀξίας τῶν κληθέντων· καὶ ἡ προσθήκη δὲ τοῦ “ἁγίοις” οὐχ ἁπλῶς εἴρηται· ἀλλ’ ἐπειδὴ πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλε‐ κτοὶ, οὐ γὰρ πάντες ἐπέμενον τῇ κλήσει· ἵνα μὴ τοὺς μαργαρί‐ τας ῥίπτῃ τοῖς χοίροις, καὶ τὰ ἅγια τοῖς κυσὶν, “ἁγίοις” εἴρηκε
25δηλονότι· καὶ ἐντεῦθεν ἡμῖν ἡ πηγὴ τῶν ἀγαθῶν ἁπάντων. πάντας δὲ τοὺς πιστοὺς ἁγίους καλεῖ. Χάρις ὑμῖν καὶ εἰρήνη. Σευηριανοῦ. Κατὰ δὲ τοὺς αἱρετικοὺς, εἰ Κύριος ὁ Χριστὸς, πατὴρ δὲ ἡμῶν ὁ Θεὸς, ἔσται καὶ ὁ Πατὴρ δοῦλος τοῦ Χριστοῦ.
30οἷος γὰρ υἱὸς, τοιοῦτος καὶ ὁ πατήρ. ἀλλ’ οὐχ οὕτως ταῦτα ἔχει. πατὴρ γὰρ ἡμῶν εἶπεν, ἵνα τὴν χάριν δείξῃ· Κύριον δὲ Ἰησοῦν, ἵνα μὴ μέγα φρονήσαντες, ὡς καὶ αὐτοὶ υἱὶ Θεοῦ, καθέλωσι τοῦ
Ἰησοῦ τὴν δόξαν, ἢ ἑαυτοὺς ἀγάγωσιν ὑπὲρ τὴν φύσιν.6

7

Ἀπολιναρίου. Θεὸν καλοῦσιν οἱ ἐξαιρέτως καὶ ὑπὲρ τοὺς ἄλλους προσήκοντες αὐτῷ, πάλαι μὲν οἱ προφῆται, νῦν δὲ οἱ Ἀπόστολοι. δηλοῖ δὲ ὅτι οὐκ ἔνι εὐχαριστῆσαι Θεῷ ἄνευ Χριστοῦ. χαίρει δὲ ἀγγελικῇ διαθέσει χρώμενος, ἐπὶ τὸ κεκρατηκέναι τὴν
5Χριστοῦ πίστιν ἐν Ῥώμῃ· “χαρὰ γὰρ ἐν οὐρανῷ γίνεται καὶ ἐπὶ “ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.” καὶ συγχαίρει τῷ συναποστόλῳ αὐτοῦ Πέτρῳ, τοσοῦτον ἰσχύσαντι διὰ τῆς χάριτος. Μάρτυς γάρ μου ἐστὶν ὁ Θεός. Ἀπολιναρίου. Εἴδη δὲ λατρείας πολλά. καὶ γὰρ ὁ προσευ‐
10χόμενος Θεῷ λατρεύει. καὶ ὁ νηστείᾳ χρώμενος, καὶ ὁ τοῖς θείοις λογίοις προσέχων, καὶ μέντοι καὶ ὁ τῆς τῶν ξενῶν θεραπείας ἐπι‐ μελούμενος. ὁ δέ γε θεῖος Ἀπόστολος λατρεύειν ἔφη τῷ Υἱῷ τῷ τοῦ Θεοῦ προσφέρων τοῖς ἔθνεσιν Εὐαγγέλιον· καὶ λατρεύειν ἐν πνεύ‐ ματι, ἀντὶ τοῦ, κατὰ τὴν δεδομένην μοι χάριν τοῦ Πνεύματος.
15 Ὠριγένους. Ἔτι δὲ καὶ χωρὶς θελήματος Θεοῦ ἥκειν πρός τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸ Βαλὰκ καταρασάμενος μισθοῦ τὸν Ἰσραήλ· οἶμαι δὲ καὶ πᾶς ἐθνικὸς, ἢ ὅπως δή ποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν τι αὐτοῖς, οὐ καὶ ἐν θελήματι Θεοῦ εὐοδοῦται, γίνεσθαι πρὸς οὓς
20γίνεται· εἰ καὶ εὐοδοῦται ποτέ. “ἔστι γάρ,” φησιν ἡ γραφὴ, “ἐν κακοῖς εὐοδία ἀνδρός.” Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν. Ὠριγένους. Ὡς ὄντος καὶ χαρίσματος μὴ πνευματικοῦ, ἡγοῦμαι ὅτι ἀναγκαίως πρόσκειται. ἔστι γάρ τινα χαρίσματα οὐ
25πνευματικὰ, ὡς καὶ ὁ γάμος. τὸ γὰρ πνευματικὸν, οὐκ ἄν ποτε ἐμποδίσαι προσευχῇ. ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναι‐ κὸς, κωλύει. ὅτι δὲ χάρισμα ὁ γάμος, δηλοῖ ὁ Ἀπόστολος φήσας, “θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, ἀλλ’ ἕκαστος ἴδιον “ἔχει χάρισμα ἐκ Θεοῦ· ὁ μὲν οὕτως, ὃς δὲ οὕτως.”
30 Ἀπολιναρίου, Ἰωάννου, Θεοδώρου. Διδάσκει μὲν, τοὺς μήπω γινώσκοντας φωτίζων. παρακαλεῖ δὲ, ὁ τοὺς ἤδη πεφωτισ‐ μένους εὐφραίνων τῷ τῆς σοφίας λόγῳ, ὡς αὐτὸς διαιρῶν φησίν·
“εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ7

8

“παρακλήσει.” παρακαλουμένων δὲ Ῥωμαίων, καὶ αὐτός, φησι, συμπαρακληθήσεται, κοινωνῶν τῆς ἐκείνων παρακλήσεως διὰ τὴν ἀγάπην. ἅμα δὲ, ὡς οὐδὲ αὐτὸς ὢν ὑπὲρ ἄνω τοῦ χρήζειν τῆς ἐκ λόγου ὠφελείας. παράκλησις γὰρ ὁ λόγος καὶ τῷ λέγοντι.
5 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοί. Ἀπολιναρίου. Καὶ ἐπειδὴ τὸ κήρυγμα πολλάκις εὐαγγέλιον προσηγόρευσεν, πάθους δὲ τοῦτο μνήμην ἔχει καὶ σταυροῦ καὶ θανάτου, τοῖς δὲ μὴ πεπιστευκόσιν, ἀτιμίας ἐδόκει εἶναι ταῦτα μεστὰ, εἰς καιρὸν ἐπήγαγεν, “οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέ‐
10“λιον,” καὶ τὰ ἑξῆς. Οὐ γὰρ ἐπαισχύνομαι τοῦ Εὐαγγελίου τοῦ Χρι‐ στοῦ. Ἀπολιναρίου. Οὐ βλέπω, φησι, τὴν φαινομένην ἀτιμίαν, ἀλλὰ τὴν ἐκ ταύτης φυομένην εὐεργεσίαν· ἐκ ταύτης γὰρ τὴν
15σωτηρίαν τρυγῶσιν οἱ πιστεύοντες· τοῦτο δὲ καὶ πᾶσιν ἔφη προ‐ κεῖσθαι καὶ Ἰουδαίοις καὶ Ἕλλησι. προτέθηκε δὲ τῶν Ἑλλήνων τοὺς Ἰουδαίους, ἐπειδὴ καὶ ὁ δεσπότης Χριστὸς πρώτους τοὺς ἱεροὺς ἀπέστειλε κήρυκας. Ἀπολιναρίου. Εἰ ἐν τῇ μεγίστῃ τοίνυν τῶν πόλεων, φησὶ,
20χλευάζεσθαι δεῖ παρὰ τοῖς ἀνοήτοις κηρύττοντα τὸν σωτήριον σταυρὸν, οὐ παραιτήσομαι. εἰ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν αἰσχύνην ἀνθ’ ἡμῶν ἐβάστασε τὴν τοῦ σταυροῦ, πῶς οὐκ ἄτοπον ἡμᾶς αἰσχύνεσθαι τὸ τοῦ Κυρίου δι’ ἡμᾶς πάθος; Ἀπολιναρίου. Καὶ ἄν τις δι’ ἔργων οὐκ εἰλικρινοῦς οὐδὲ
25ζωοποιοῦ δικαιοσύνης τὴν διὰ πίστεως ζωὴν χαριζόμενον ἦν, καὶ ὁ προφήτης εἴρηκεν “ἐκ πίστεως εἰς πίστιν·” “εἰ γὰρ ἐπιστεύετέ,” φησι, “Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί.” Ἀπολιναρίου. Διδάσκει πόσων ἀπαλλάξει κακῶν τὸ Εὐαγ‐ γέλιον καὶ ἡ δι’ αὐτοῦ πίστις· καὶ διεξελθὼν τά τε ἐν ἔθνεσι καὶ
30ἐν Ἰουδαίοις κακὰ, μετὰ ταῦτα προϊὼν, τὸν περὶ τῆς πίστεως ἐπι‐ φέρει λόγον· ἀναγκαίαν γεγενῆσθαι τὴν τοῦ Χριστοῦ παρουσίαν διδάσκων· καὶ οὕτω περὶ τῆς τῶν Ἰουδαίων ἐκπτώσεως διαλέγε‐ ται. καὶ τὸ τελευταῖον ἐπάγει τὰς παραινέσεις. ἄρχεται δὲ ἀπὸ τοῦ κατὰ ἐθνῶν λόγου, καί φησιν, ὡς τὸν ἐν τῇ φύσει παρὰ τοῦ
35δημιουργοῦ γραφέντα νόμον ἀδεῶς παρέβησαν.8

9

(1t)

ΚΕΦ. Β.
2tΠερὶ κρίσεως τῆς κατὰ ἐθνῶν τῶν οὐ φυλασσόντων τὰ νόμιμα.
3 Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ. Ἀπολιναρίου. Ὡς τὸ τοῦ Θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ
5τοῦ Θεοῦ μετενεγκόντες δημιουργήματα· εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκανὴ δεικνύναι, καταλιπόντες δὲ τοῦτο οἱ ἄνθρωποι, τὰ δημιουργήματα ἐθεοποίησαν, ἐν ἀδικίᾳ κατέσχον τοῦ Θεοῦ τὴν ἀλήθειαν, ἀφ’ ὧν δὴ γνῶναι τὸν Θεὸν, πλανηθέντες καὶ τόγε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν καὶ
10τὴν ἀλήθειαν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι· ἀλλ’ ἐκείνη ἄτρεστος μένει, τὴν οἰκείαν ἔχουσα δόξαν ἀκίνητον. Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ἀπολιναρίου. Οὐκ οὐσία τούτου ἡ ἐνεργοῦσα, ὥσπερ ἑτέρωθι φησὶν “ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ,” ἀλλ’ αἱ ταύτης ἐνέρ‐
15γειαι ἀόρατοι οὖσαι φύσει, καὶ μηδέποτε γινόμεναι καταφανεῖς, ἀλλὰ διὰ τῆς κτίσεως ἐνδεικνύμεναι. Κυρίλλου. Ὅτι φθαρτὴν ἐχόντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν, καὶ κεκλημένων ἐν χρόνῳ τὴν ὕπαρξιν, ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀΐδιος· οὐκοῦν οὐδεμίαν
20εὑρήσουσιν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως. Ἀπολιναρίου. Μάταιος ἄρα ἡ τοῦ μὴ ὄντος, ὡς ὄντος φαντα‐ σία· μηδένος ὄντος περὶ τὸν Θεὸν ὁμοιώματος τῶν παρὰ τούτοις προσκυνουμένων. ἐκ τῆς οὖν ἄφρονος ἑαυτῶν διανοίας καὶ σκότος ταῖς ψυχαῖς ἑαυτῶν ἐπεισήγαγον.
25 Εὐσεβίου. Δοκεῖ μὲν οὖν ἁπλούστερον τὸν πρὸς Ἕλληνας ἐνίστασθαι λόγον· ὡς καθ’ ἓν μόνον εἶδος ἀσεβείας τὴν εἰδωλο‐ λατρείαν ποιούμενος τὸν ἔλεγχον. οὐ μὴν καὶ τοῖς ἀκριβέστερον θεωροῦσιν ἃ λέγει τοῦτο φαίνεται ποιῶν, ἀλλὰ πολὺ μᾶλλον πλατύνων τὴν κατ’ αὐτῶν ἐπιτίμησιν ὡς ἐλλειπούντων ἀσεβείας
30εἶδος. Οἵ τινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες.
Ἀπολιναρίου. Ἐνταῦθα πάλιν τὸ ἀναίτιον τοῦ Θεοῦ, καὶ τὸ9

10

ὑπαίτιον τοῦ ἀνθρώπου, καὶ τὸ δίκαιον τῆς ἐπιφερομένης κρίσεως. ταῦτα γὰρ δρῶσιν, οὐκ ἀγνοοῦντες τὸ τοιοῦτον, ὅτι παρὰ Θεῷ κριτῇ κολάσεώς ἐστιν ἄξια. δῆλοι γάρ εἰσιν οὐκ ἀγνοοῦντες τὸ τοιοῦτο, ἐπειδὰν κρίνωσι, καὶ θανάτῳ τοὺς τὰ τοιαῦτα ποιοῦντας μετέρ‐
5χονται. ὅταν οὖν καὶ οἱ φαῦλοι τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντες φαίνονται, καὶ χρώμενοί γε αὐτῇ, ἐπειδὰν μὴ ταῖς ἡδοναῖς παρα‐ τρέπωνται, μαρτυροῦσι τῇ δημιουργίᾳ τοῦ Θεοῦ ὅτι καλή· ὅπερ καὶ ὁ Ἐκκλησιαστὴς ἐπιθεώρησας φησίν· “ὅτι ἐποίησεν ὁ Θεὸς “τὸν ἄνθρωπον εὐθυ, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.”
10τῶν δὲ ἀνθρώπων, οἱ μὲν ἀρχηγοὶ πρὸς τὸ κακὸν, οἱ δὲ ἀκολουθη‐ ταὶ τοῦ κακοῦ. ἀμφότεροι δὲ πονηροὶ, καὶ ὁ κατάρξας, καὶ ὁ συνδραμών. τοῦ δὲ ποιεῖν τὸ συνευδοκεῖν χεῖρον τίθησι κατὰ τὸ λεγόμενον, “εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ.” ὁ μὲν γὰρ ποιῶν, μεθύων τῷ πάθει, ἡττᾶται τῆς πράξεως· ὁ δὲ συνευδοκῶν,
15ἐκτὸς ὢν τοῦ πάθους, πονηρίᾳ χρώμενος, συντρέχει τῷ κακῷ· τὸ οὖν “οὐ μόνον, ἀλλὰ καὶ συνευδοκοῦσιν,” ἐπιστάσεώς ἐστι· τούτους μέντοι αἰτιᾶται, ὡς ἑκάτερα ποιοῦντας. Διὸ ἀναπολόγητος εἶ ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων. Ἀπολιναρίου. Περὶ Θεοῦ διαλεγόμενος, “ἀποδώσει,” φησὶ,
20“κατὰ τὰ ἔργα αὐτοῦ,” κατὰ τὸ εἰρημένον τῷ ψαλμῳδῷ· ὁ δὲ Σωτὴρ περὶ αὐτοῦ τοῦτο λέγει φάσκων, “τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν “πρᾶξιν αὐτοῦ.” ὅταν οὖν ὅπερ ὡμολόγηται εἶναι Θεοῦ, τοῦτο Υἱοῦ φαίνεται ὂν, κοινωνία τῆς φύσεως δείκνυται, καὶ ἀληθὴς υἱότης. Τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ.
25Σευηριανοῦ. Ὥσπερ δὲ ἀσύγγνωστον τὸ ἐξ ἐριθείας, οὕτως καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον. ἔστι γὰρ ἐργά‐ ζεσθαι παλαίοντα, μὴ νικώμενον δέ. τὸ δὲ κατεργάζεσθαι, τῆς μετ’ ἐπιμελείας ἐργασίας ἐστι τοῦ κακοῦ. Ὠριγένους. Ὀργὴ δέ ἐστιν ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν
30ἐπὶ τιμωρίᾳ πόνος. θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ διοιδαίνουσαν. οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἂν διὰ τὰς ἁμαρτίας πάσχων τινὰ, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης, ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ
καὶ θλίψις ἕπεται τοῖς τοιούτοις· οὐχ ὑπομονὴν κατεργαζομένη,10

11

οὐδὲ εἰ νῆστις ὢν καυχήσεται, ἀλλ’ εἰ συνέζευκται στενοχωρίᾳ. οὐκ ἂν δέ τις ἐστενοχωρήθη, εἰ πεποίηκέ τις αὐτῷ ἀπὸ σοφίας πλάτος καρδίας, καὶ ἤκουσε τοῦ Ἀποστόλου λέγοντος· “πλα‐ “τύνθητε καὶ ὑμεῖς.” συνάγειν γὰρ εἴωθε καὶ στενοῦν τὴν ψυχὴν
5τὰ κακὰ, ὡς τὸν διάβολον, ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν. Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη. Σευηριανοῦ. Ἐπὶ μὲν τοῦ κακοῦ, τὴν κατάκρισιν ὥρισεν, οὐχ ἁπλῶς ἀλλ’ ἐπὶ τῶν κατεργαζομένων· ἐπὶ δὲ τοῦ ἀγαθοῦ τὴν δόξαν, οὐ μόνον ἐπὶ τῶν κατεργαζομένων, ἵνα δι’ ἑκατέρων τοῦ
10Θεοῦ τὸ ἀγαθὸν δειχθῇ, καὶ ὅτι κατακρίνει οὐχ ἁπλῶς τοὺς ἐργα‐ ζομένους, ἀλλὰ τοὺς κατεργαζομένους· καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν. Ἀπολιναρίου. Καλῶς δὲ πάλιν ἐνταῦθα Ἰουδαίῳ τε πρῶτον φησὶ, δευτέρως δὲ Ἕλληνι· οἱ γὰρ πλησιέστερον τοῦ δεσπότου
15καὶ τῶν ἐπιτιμήσεων ὑπὲρ τοὺς ἄλλους τιμῶνται, καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους ἀπολαύουσιν.
17tΚΕΦ. Γ.
18tΠερὶ κρίσεως τῆς κατὰ τοῦ Ἰσραὴλ, τοῦ μὴ φυλάσσοντος τὰ νόμιμα.
19Ὅσοι γὰρ ἀνόμως ἥμαρτον.
20Ἀπολιναρίου. Δικαίωσιν δὲ οὐ τὴν τελείαν, τὴν κατὰ Χρι‐ στόν. περὶ γὰρ ἐκείνης ὅταν φησὶν, “ἐξ ἔργων νόμου οὐ δικαιω‐ “θήσεται πᾶσα σάρξ.” Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει. Ἀπολιναρίου. Εἰ καὶ τῆς ἀκροάσεως τῆς τοῦ νόμου, φησὶν,
25ἀπολέλειπται τὰ ἔθνη, ἀλλ’ ἐὰν κατὰ τὸν φυσικὸν νοῦν ἐπιτελῇ τὰ τοῦ νόμου βουλήματα, νόμον ἔχει τὴν φύσιν. Συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως. Θεοδώρου. Ἡ δὲ τούτων, φησι, διάγνωσις τότε ἔσται, ὅτε καὶ τῶν κατὰ νόμον βιούντων, ἑνὸς ὄντος τοῦ καιροῦ καθ’ ὃν “τὰ
30“πάντων τῶν ἀνθρώπων ἐξετάζει Θεὸς διὰ τοῦ Χριστοῦ, κατὰ τὸ
“Εὐαγγέλιόν μου,” ἵνα εἴπῃ, καθὼς καὶ αὐτὸ κηρύττων διατελῶν,11

12

ὅτι ἔσται κρίσεως καιρὸς, καὶ δεῖ πιστεύσαντας Χριστῷ τὴν τιμωρίαν ἐκφυγεῖν ἐκείνην. Ὠριγένους. Ἢ καὶ οὕτως κρινεῖ ὁ Θεὸς κατὰ τὸ Εὐαγγέλιον Παύλου, ἔτι καὶ τῶν παραπλησίων ἐκείνῳ, καὶ ἀξίους ἑαυτοὺς
5πεποιηκότων, οὐδενὸς σκυθρώπου ἀλλ’ ἐφ’ ᾧ χαίρειν χρή. διὸ αὐτῶν ἐστὶ τὸ Εὐαγγέλιον σὺν τῇ τοῦ Θεοῦ κρίσει διακόνῳ κεχρημένῃ. Ἀπολιναρίου. Ἄνθρωποι γὰρ τῶν φανερῶν κάθονται δικασταὶ μόνον, κρίσιν δὲ τῶν ἀποκεκρυμμένων ὡς Θεὸς ποιεῖται. “ἄνθρωπος
10“γάρ” φησιν “ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν.” ὥστε Χριστοῦ κρίνοντος, Θεὸν εἶναι τὸν κριτήν. Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ. Θεοδώρου. Οὐ κατ’ ἐρώτησιν, ὥς τινες ὑπέλαβον, ἀναγνωστέον τὸ “ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ,” ἀλλὰ κατὰ ἀπόφασιν. ἵνα εἴπῃ·
15μὴ ὢν ἀληθῶς καὶ ἐν κρυπτῷ Ἰουδαῖος, ἀλλὰ λεγόμενος. Ὁ οὖν διδάσκων ἕτερον. Ζητῆσαι χρὴ ποσαχῶς ὁ νόμος λέγεται, καὶ μάλιστα παρὰ τῷ Ἀποστόλῳ, ἵνα μὴ δόξῃ ἐναντιοῦσθαι ἑαυτῷ· τοτὲ μὲν “εἰ “περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει·” ποτὲ δὲ, “περι‐
20“τομὴν ὠφελεῖν ἐὰν νόμον τίς πράσσῃ.” ἐστὶν οὖν νόμος καθ’ ἕνα τρόπον ψιλὸν, τὸ Μώσεως γράμμα, καθὸ σημαινόμενον εἴρηται τὸ “εἰ ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.” καὶ τὸ “ὁ νό‐ “μος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν.” ἔτι καὶ ὁ κατὰ πνεῦμα νόμος κυρίως ὀνομαζόμενος, καθὸ εἴρηται· “ὥστε ὁ μὲν
25“νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία.” ἔτι καὶ ὁ φυσικὸς, καθὸ εἴρη‐ ται· “ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου “ποιεῖ,” καὶ τὰ ἑξῆς. λέγεται νόμος καὶ ἡ Μώσεως ἱστορία, ὡς ὅταν ἐν τῇ πρὸς Γαλάτας φάσκῃ “λέγετέ μοι οἱ τὸν νόμον ἀνα‐ “γινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ Ἀβραὰμ
30“δύο υἱοὺς ἔσχε,” καὶ τὰ ἑξῆς. καλεῖ δὲ καὶ τὰ προφητικὰ νόμον, “ὡς ἐν τῷ νόμῳ γέγραπται, ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν
“ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ,” ἐν Ἡσαΐᾳ. μήποτε δὲ καὶ τὴν12

13

Χριστοῦ περὶ τῶν πρακτέων διδασκαλίαν νόμον καλεῖ, ὡς ὅταν φάσκῃ, “οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπετάσατε,” ἀνατρέπει ἡμᾶς ἀπὸ τοῦ Μώσεως γράμματος. περιτομὴν οὖν ἣν αὐτός φησι, νῦν ἑτέραν λέγει παρὰ τὴν κατατομὴν καὶ νόμον τὸν
5πνευματικόν. δύναται δὲ νῦν νόμος νοεῖσθαι καὶ ὁ κατὰ τὰς φυσι‐ κὰς ἐννοίας. κατὰ γὰρ τὴν τῆς ψυχῆς βελτίωσιν, ὁ πνευματικῶς περιτεμνόμενος, ὠφελεῖται κατὰ τὴν τῶν φαύλων περιαίρεσιν. διὰ δὲ τοῦ πράττειν τὸν νόμον τὰ πρακτέα ἐργαζόμενος. δύναται δέ τις καὶ κατὰ τὸ ῥητὸν ἐκτὸς ἀναγωγῆς ἐξηγήσασθαι τὸ ῥητόν·
10καί φησιν ὅτι πρὸς τοὺς ἀπὸ Ἰουδαίων διαλεγόμενος τοῦτό φησιν· ἐγένετο γὰρ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσῃ, περιτεμὼν τὸν Τιμόθεον καὶ κειράμενος καὶ καθαιρόμενος κατὰ νόμον, ὥστε καὶ πρὸς αὐτοὺς λέγειν, “περιτομὴ μὲν γὰρ ὠφελεῖ, “ἐὰν νόμον πράσσῃς,” πρὸς δὲ τοὺς ἐξ ἐθνῶν διαλεγόμενος, ταύτην
15κωλύει, μὴ ἐναντιούμενος ἑαυτῷ. Ἐπειδὴ δὲ εἴρηται ἐν τῷ περὶ ταύτης λόγῳ, τῷ Ἀβραὰμ τοὺς ἐξ ἐθνῶν περιτέμνεσθαι, εἰ μὴ τοὺς ἀπὸ σπέρματος αὐτοῦ, καὶ τοὺς οἰκογενεῖς καὶ τοὺς ἀργυρωνήτους· ὁμοίως δὲ καὶ ἐν τῷ Λευϊτικῷ περὶ τῶν υἱῶν Ἰσραὴλ εἴρηται μόνον. οὐκ ἀνάγκη δὲ
20καὶ τοὺς προσηλύτους τούτους προσυπακούεσθαι, ἐπεὶ οὐδὲ τὰ περὶ τῶν Λευιτῶν ἰδικῶς νενομοθετημένα, ἢ τὰ περὶ τῶν ἱερέων, ἢ τὰ περὶ τῆς γερουσίας προσυπακούειν αὐτοῖς δίδωσι καὶ ἑτέρους. ὅταν γὰρ καὶ τοὺς προσηλύτους βούλεταί τι διαπράττεσθαι, ἰδικῶς καὶ αὐτῶν μέμνηται· ὡς ὅταν περὶ θυσίας φησὶν, ἀμέλει
25καὶ συνεστηκότος τοῦ καλουμένου ἁγιάσματος προσέφερον καὶ προσήλυτοι. ὡς καὶ περὶ τῶν δέκα λεπρῶν τῶν καθαρθέντων ὁ Κύριος ἔφη, “πορευθέντες δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι;” ἀφ’ ὧν Σαμαρείτης εἷς ἦν. ᾧ μαρτυρῶν ὁ Σωτήρ φησιν, “οὐχὶ οἱ δέκα “ἐκαθαρίσθησαν, οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες
30“δόξαν δοῦναι τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογένης οὗτος.” εἰ δέ τις τὰ ἀπὸ τῆς Ἐξόδου ἀνθυποίσει περὶ τῶν ἐσθίειν τὸ πάσχα βουλο‐ μένων προσηλύτων, ὡς δεῖ αὐτοὺς περιτέμνεσθαι, φήσομεν, ὡς ἐν ἑνὶ τόπῳ θύεσθαι τὸ πάσχα προσέταξεν ὁ Θεὸς, τούτου δὲ ἱστα‐
μένου, νῦν περιττὴ ἡ περιτομὴ τοῖς ἐξ ἐθνῶν.13

14

Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νό‐ μου. Θεοδώρου. Τῷ πνεύματι, οὐ τῷ Ἁγίῳ. οὐ γὰρ περὶ τῶν ἐν τῇ χάριτι κατορθούντων διαλέγεται, ἀλλ’ ὑποτίθεται δι’ ὅλου τοὺς ἔξω
5τὰ τοῦ νόμου ποιοῦντας· καὶ δείκνυσι κρείττονας τῶν ἐν τῷ νόμῳ παραβαινόντων· συνάδει δὲ ἅπαντα καταλλήλως τῷ οἰκείῳ σκόπῳ· πρόθεσιν ἔχων καὶ τοῦ φυσικῷ καὶ τοῦ θέτου· ἵνα διὰ πάντων καὶ Ἰουδαίους πρὸς τῷ φυσικῷ καὶ τοῦ θέτου· ἵνα διὰ πάντων στήσῃ τὸ τῆς χάριτος χρήζειν ἅπαντας. λέγει δὲ τὸ “ἐν πνεύ‐
10“ματι,” ἀντὶ τοῦ τῇ προθέσει, ὡς ἐν τῇ τῶν Ἀριθμῶν βίβλῳ φησιν ὁ Θεὸς, “ὅτι πάντες οἱ παροξυναντές με οὐκ ὄψονται τὴν γῆν· ὁ δὲ “παῖς μου Χάρεβ, ὅτι ἐγεννήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπη‐ “κολούθησέ μοι,” καὶ τὰ ἑξῆς. φανερῶς πνεῦμα τὴν πρόθεσιν εἰ‐ πών· καὶ ὁ προφήτης “πνεύματι πορνείας ἐπλανήθησαν.” ἵνα εἴπῃ
15πρόθεσιν ἔσχον πορνικήν. Ὠριγένης. Καὶ κρινεῖ ἡ ἐκ πίστεως ἀκροβυστία. ἐλέγξησέ, φησιν, ὁ τὸ σημεῖον μὲν μὴ ἔχων· τὰ δὲ τοῦ σημείου κατορθώσας ὡς μὴ κατορθώσαντα· καίτοι δέον, ἐπεὶ καὶ ὑπέσχον, διὰ τοῦ ση‐ μείου μᾶλλον ἐκείνου τὸ κατόρθωμα ἐπιδεικνύναι.
20tΚΕΦ. Δ.
21tΠερὶ ὑπεροχῆς Ἰσραὴλ, τοῦ τυγχάνοντος τῆς ἐπαγγελίας.
22 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; Ὠριγένους. Τὸ πιστευθῆναι τὰ λόγια τοῦ Θεοῦ, οὐκ ἐν τῷ βιβλία καὶ γράμματα πιστευθῆναι, χαρακτηρίζεται· ἀλλ’ ἐν τῷ
25τὸν ἐν αὐτοῖς νοῦν καὶ τὰ ἐναποκείμενα μυστήρια γινώσκεσθαι. κατὰ γὰρ τὸν ὑγιῆ λόγον ὁ σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στό‐ ματος. ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην. τοιοῦτος ἦν Μωϋ‐ σῆς καὶ οἱ προφῆται, Ἰουδαῖοι ὄντες καὶ πιστευθέντες τὰ λογία τοῦ Θεοῦ, καὶ εἴτις παρ’ αὐτοῖς τούτοις παραπλήσιος. καὶ οἱ
30Ἀπόστολοι δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἶχον τὸ περισσὸν τοῦ Ἰουδαίου, καὶ τὴν τῆς περιτομῆς ὠφέλειαν παρὰ τοὺς ὑπ’
αὐτῶν μαθόντας τὸν Χριστιανισμόν. Ἔστι δὲ καὶ τοῖς ἐξ ἐθνῶν14

15

πολὺ τὸ περισσὸν παρὰ τοὺς ἐκ περιτομῆς. ἀπ’ ἐκείνων γὰρ ἤρθη ἡ βασιλεία τοῦ Θεοῦ, ἵνα δοθῇ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. εἰ δὲ πρῶτοι ἐκεῖνοι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ, εἰσὶν οἱ καὶ δεύτερον πιστευθέντες. τὸ γὰρ πρῶτον τινός ἐστιν, ἢ τινῶν πρῶτον.
5τίνες οὖν δεύτερον ἐπιστεύθησαν, ἰδεῖν ἐστὶν ἐκ τοῦ, “τῷ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας,” καὶ τὰ ἑξῆς. εἰ δέ τις συγχεόμενος ταυτὸν οἴεται τὰ λόγια τοῦ Θεοῦ τοῖς γράμμασι τοῦ Θεοῦ, προσεχέτω τῷ λέγοντι ψαλμῷ, “τὰ λόγια Κυρίου, λόγια “ἁγνὰ, ἀργύριον πεπειρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον
10“ἑπταπλασίως.” ἐγὼ γὰρ οὐκ οἶμαι “τὰ ἁγνὰ λόγια,” εἶναι τὰ αὐτὰ, “τῷ ἀποκτείναντι γράμματι.” ὥσπερ δὲ οἱ προειρημένοι Ἰουδαῖοι πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ, οὕτω καί τινες ἠπίστησαν· ἀλλ’ οὐχὶ τῶν τοιούτων· εἴτε πρὸς τὸν Θεὸν, εἴτε πρὸς τὰ λόγια αὐτοῦ, ἀπιστίᾳ τὴν πίστιν τοῦ Θεοῦ καταργήσει. ποίαν
15δὲ πίστιν τοῦ Θεοῦ; πότερον ἣν Θεὸς πιστεύει τισὶ τὰ λόγια, ἢ ἣν οἱ πιστευθέντες τὰ λόγια πιστεύουσι τῷ Θεῷ; ὡς “Ἁβραὰμ “ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” ἑκά‐ τερον οἶμαι λόγον ἔχειν. μεμνῆσθαι γὰρ δεῖ τόν τε πιστεύοντα τῷ Θεῷ, καὶ τὸν πεπιστευμένον τὰ λόγια αὐτοῦ. μάλιστα ἐν
20καιρῷ τῆς τῶν ἀπίστων χλεύης, ἣν χλευάζουσι τοὺς πεπιστευκό‐ τας, τοῦ μὴ καταργεῖσθαι τὴν πίστιν τοῦ Θεοῦ ὑπὸ τοῦ λόγου τῶν ἀπιστούντων. Εὐσεβίου καὶ Σευηριανοῦ. Τὸ μὲν πρῶτον, οὐχ ἵνα, φησὶ, δεύτερόν τι εἴπῃ καὶ τρίτον, ἀλλ’ ὅτι τοῦτο πρῶτον πάντων ἐστὶ
25καλῶν περιεκτικόν. τοῦ γὰρ πιστεῦσαι τοῖς τοῦ Θεοῦ λόγοις τί κρεῖττον ἂν εἴη; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταρ‐ γήσῃ; Ἀπολιναρίου. Ὁμολογείσθω, φησὶ, τὸ τοῦ Θεοῦ βέβαιον καὶ
30ἀληθὲς πανταχοῦ. ἄνθρωποι δὲ ἀβέβαιοι καὶ ψευδεῖς ἐλεγχέσθω‐ σαν. ἵνα νικᾷ ταῖς εὐεργεσίαις ὁ Θεὸς ὑπὲρ τὴν ἀξίαν τῶν ἀνθρώ‐ πων, τὰ παρ’ ἑαυτοῦ χαριζόμενος. καὶ ἐπειδὰν κρίνηται πρὸς πᾶσαν σάρκα κατὰ τὸ γεγραμμένον ἀναμφισβήτητον, ἢ τὰ πάντα μὲν
αὐτὸν παρεσχηκέναι κατὰ τὴν ἀγαθότητα τὴν ἑαυτοῦ, καὶ ὑπὲρ15

16

τὴν ἀνθρώπων ἀξίαν· τοὺς δὲ ἀνθρώπους μὴ παρεσχηκέναι αὐτῷ τὰ μὴ προσήκοντα. Κυρίλλου. Ἐντιμώτεροι τῶν ἄλλων οἱ προεγνωσμένοι, καὶ νόμον λαχόντες παιδαγωγὸν, καὶ ὑποσχέσεις ἔχοντες ἐπὶ Χριστῷ,
5καὶ δὴ καὶ ἀπειληφότες καὶ προκεκλημένοι τῶν ἄλλων. ἔφασκε γὰρ ὁ Σωτὴρ, “οὐκ ἀπεστάλην εἰ μὴ πρὸς τὰ πρόβατα τὰ ἀπολω‐ “λότα οἴκου Ἰσραὴλ,” καὶ τῶν διὰ πίστεως ἀνασεσωσμένων ἀπαρχὴ γεγονότες. οὐ γὰρ εἴ τινες ἐκ φρενοβλαβείας τοῦ πιστεύειν ἀπώ‐ λεσθον, ταύτη τοι, φησὶν, ἀφαμαρτήσειεν ἂν τοῦ καὶ ἀληθὴς εἶναι
10Θεός. οὐκοῦν πέπομφε μὲν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατὴρ, πεπιστεύ‐ κασί γε μὴν οὐ πάντες αὐτῷ. ἆρ’ οὖν ὅτι γεγόνασί τινες ὑβρισταί τε καὶ ἄπιστοι, οὐκ ἔσται ὁ Θεὸς ἀληθὴς διὰ τοῦτο; μὴ γένοιτο. “γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης.” ἀντὶ τοῦ νοείσθω τε καὶ λεγέσθω πρὸς ἡμῶν ἀληθής. καθοριζέσθω δὲ ὥσπερ
15ἀνθρώπου παντὸς τοῦ ψεύδους τὸ κατηγόρημα. ἄτρεπτος μὲν γὰρ καὶ ἀναλλοίωτος παντελῶς ἡ θεία φύσις ἐστί. σεσάλευται δὲ λίαν ἡ ἀνθρώπου φύσις, καὶ ὅσον ἧκεν εἴς τε τὸ ἐγχωροῦν πᾶς ἄνθρωπος ψεύστης· καταθλεῖ γὰρ ἔσθ’ ὅτε τῆς ἀνθρώπου διανοίας ὡς ἁμαρτία τὸ ψεῦδος, καὶ δέχεταί πως ἡ φύσις καὶ τοῦ τοιοῦδε
20τὴν νόσον. ἐπὶ δέ γε τοῦ πάντων κρατοῦντος Θεοῦ τοιοῦτόν τι νοεῖν ἢ λέγειν οὐ θέμις. οὐκοῦν τόγε δύνασθαι παθεῖν τὸ ψεῦδος τὴν ἀνθρώπου φύσιν ἤγουν τὴν διάνοιαν, ἀληθὲς ἔσται τὸ κατηγόρημα· οὕτω που φησὶ καὶ ὁ μακάριος Δαβὶδ, “ἐγὼ εἶπα ἐν τῇ ἐκστά‐ “σει μου, πᾶς ἄνθρωπος ψεύστης.” ὁ αὐτὸς δ’ ἂν γένοιτο λόγος
25περί τε Θεοῦ καὶ ἡμῶν καὶ περὶ τῶν ἄλλων ἁπάντων, οἷον ἐπὶ τῆς δικαιοσύνης, φαίη γὰρ ἄν τις καὶ οὐκ ἔξω λόγου, γινέσθω δίκαιος ὁ Θεὸς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Σευηριανοῦ. Τάχα δ’ ἄν τις ἁπλούστερον καὶ τοῖς προκει‐ μένοις οἰκειότερον ἑρμηνεύσειε τὸν λόγον, μὴ κατὰ ἀπόφασιν
30ἀλλὰ κατὰ ὑπόθεσιν ἐκδεξάμενος τὸ ῥηθὲν, προσθήκῃ μιᾶς συλ‐ λαβῆς· ὅτι κἂν πάντες ἄνθρωποι πρὸ τῆς ἀληθείας ἀγαπῶσι τὸ ψεῦδος, οὐδὲν ἧττον ὁ Θεὸς ἀληθὴς διαμένει καὶ δίκαιος, ὑπι‐ σχνούμενος οἷα Θεῶ προσῆκε, καὶ πᾶν τὸ τελεσθὲν ἐπιτελῶν, ἡνῖκα
προσῆκεν.16

17

Ὠριγένους. Τὸ οὖν “γενηθήτω” εἴρηται ἀντὶ εὐκτικοῦ ὡς τὸ “εἴη τὸ ὄνομά σου εὐλογημένον εἰς τοὺς αἰῶνας.” Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι. Κυρίλλου. Ἡ τῆς τοιαύτης διαβολῆς πρόφασις ἐντεῦθεν γε‐
5γένηται. μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οἱ υἱοὶ Ἰσραὴλ κελευ‐ θέντες ὑπὸ Κύρου ἀναδείμασθαι τὸν νεὼν, καὶ πληροῦν εὐχὰς, καὶ προσάγειν θυσίας, γεγόνασι ῥάθυμοι, προφασιζόμενοι πτωχείαν, καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ταλαιπωρίαν. ταύτῃ συμμέτροις ἐσωφρο‐ νίζοντο παιδείαις, ἀφορίαις καρπῶν, καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλον‐
10τες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς, καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγοντας· καὶ ἔφασκον ἀμείνους ἑαυτῶν ὑπάρχειν ἐκείνους. καὶ γοῦν ἔφασκε πρὸς αὐτοὺς Μαλαχίας ὁ προφήτης· “ἐβαρύνατε ἐπ’ ἐμὲ τοὺς “λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε, ἔν τινι κατελαλήσαμεν
15“κατὰ σοῦ; εἴπατε φησὶ, μάταιος ὁ δουλεύων Θεῷ. καὶ τί πλέον “ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ; καὶ διότι ἐπορεύθημεν “ἱκέται πρὸ προσώπου Κυρίου παντοκράτορος, καὶ νῦν ἡμεῖς μακα‐ “ρίζομεν ἀλλοτρίους; καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα; ἀν‐ “τέθησαν Θεῷ καὶ ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι
20“τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλήσιον αὐτοῦ· καὶ πρόσεσχε Κύ‐ “ριος, καὶ εἰσήκουσε.” ταύτης ἕνεκα, φησὶ, τῆς αἰτίας, ᾤοντό τινες τοὺς Ἰουδαίους λέγειν, ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. ἔνδικον δὲ μὴν τὸ κρίμα εἰπὼν, ἢ τῶν Ἰουδαίοις ἐπιφημιζόντων ἐκεῖ‐ να, ἤγουν τῶν λέγειν ἀποτολμώντων, ὅτι ποιήσωμεν τὰ κακὰ, ἵνα
25ἔλθῃ τὰ ἀγαθά.
26tΚΕΦ. Ε.
27tΠερὶ χάριτος δι’ ἧς ἄνθρωποι μόνον δικαιοῦνται, οὐ κατὰ γένος διακεκριμένως,
28tἀλλὰ κατὰ Θεοῦ δόσιν ἰσοτίμως κατὰ τὸν Ἁβραὰμ τύπον.
29Τί οὖν προεχόμεθα; οὐ πάντως.
30Θεοδώρου. Ἵνα εἴπῃ, ἄγε τοίνυν μετὰ τὸν οἰκείων ἔλεγχον, τῶν ἡμετέρων τὸ μέγεθος λέξομεν. Ὠριγένους. Βούλεται ῥητὰ συναγαγεῖν πῶς ἅπαντες Ἰου‐ δαῖοι καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασι. ἀρξάμενος ἀπὸ τοῦ
“καθὼς γέγραπται, οὐκ ἔστι δίκαιος οὐδὲ εἷς. οὐκ ἔστιν ὁ συνιὼν,17

18

“οὐκ ἔστιν ὁ ζητῶν, τὸν Θεόν.” ὅπερ αὐταῖς λέξεσιν, οὐχ εὕρομέν που γεγραμμένον, ἀλλὰ νομίζομεν ἀπὸ τοῦ τρισκαιδεκάτου καὶ τοῦ πεντηκοστοῦ δευτέρου μεταποιεῖσθαι ὑπὸ τοῦ Ἀποστόλου τὰ ῥητά· ἐν μὲν γὰρ τῷ ιγʹ ψαλμῷ εἴρηται· “Κύριος ἐκ τοῦ οὐρανοῦ διέ‐
5“κυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ “ἐκζητῶν τὸν Θεόν.” ἐν δὲ τῷ νβʹ· “ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ “διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ “ἐκζητῶν τὸν Θεόν.” ἔοικεν οὖν νενοηκέναι ἰσοδυναμεῖν τὸ “τοῦ “ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν.” καὶ τὸ “οὐκ ἔστι
10“δίκαιος οὐδὲ εἷς,” νομίζω γεγονέναι ἐκ τοῦ “οὐκ ἔστι ποιῶν χρη‐ “στότητα· οὐκ ἔστιν ἕως ἑνός.” ὥστε τῇ δυνάμει δὶς αὐτὸν τεθει‐ κέναι, ἅπαξ μὲν μεταποιήσαντα, ἅπαξ δὲ λέξεσι ταῖς αὐταῖς χρη‐ σάμενον, καὶ παραλίποντα τὸ δεύτερον εἰρημένον “οὐκ ἔστιν.” Θεοδώρου. Τῇ μαρτυρίᾳ οὐχ ὡς προφητικῶς εἰρημένῃ ἐχρή‐
15σατο, ἀλλ’ ὡς ἁρμοζούσῃ τοῖς ἀποδεδειγμένοις, τῷ περιληπτικῶς περὶ ἐπταικότων λέγειν αὐτὰ τὸν Δαβίδ. ὥσπερ οὖν ἡμεῖς ἄχρι τῆς δεῦρο ἐν ταῖς ἐκκλησιαστικαῖς διαλέξεσι, μαρτυρίαις συγκε‐ χρήμεθα, ὡς ἂν ἁρμόζειν δυναμέναις ἀπὸ τῆς διανοίας τοῖς παρ’ ἡμῶν λεγομένοις. ὁ γὰρ ψαλμὸς ἐκεῖνος οὐ περὶ πάντων ἀνθρώπων
20εἴρηται τῷ Δαβίδ. καὶ δῆλον ἐξ ὧν φησὶν, “οὐχὶ γνώσονται “πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἐσθίοντες τὸν λαόν μου “ἐν βρώσει ἄρτου.” τίνα δὲ ἔμελλεν ὀνομάζειν οἰκεῖον Θεῷ ὃ περὶ πάντων ἀνθρώπων ὥστε τὸ χεῖρον ἐκκλινάντων ἀποφηνά‐ μενος.
25 Σευηριανοῦ. “Τί οὖν κατέχομεν περισσόν;” προῃτησάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς ἐλλειπῶς εἴρηται. τὸ γὰρ “τί οὖν κατέχομεν περισσόν;” ἀκόλουθον ἦν ἐπαγαγεῖν τὴν ἐκ πίστεως δικαιοσύνην· προῃτησάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας. προῃτήσατο δὲ πῶς; ἐν τῷ Ἕλληνας μὲν ἀπελέγξαι
30διαφθείραντας τὴν φυσικὴν γνῶσιν ἐν οἷς ἔφη, “ὁ Θεὸς γὰρ “αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, “τοῖς ποιήμασι νοούμενα καθορᾶται. καὶ διότι γνῶντες τὸν “Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν.” Ἰουδαίους δὲ
παραβεβηκότας τὸν νόμον, δι’ ὧν φησιν, “ὃς ἐν νόμῳ καυχᾶσαι,18

19

“διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;” δείξας καὶ ὅτι παρ’ οἷς μὲν ἡ φύσις ἠσθένησε· παρ’ οἷς δὲ, καὶ ἡ φύσις καὶ ὁ νόμος, ἀκολούθως τὴν ἐκ τοῦ Εὐαγγελίου χάριν εἰσάγει καὶ φησὶ, τί ἔχομεν ἡμεῖς ἐκ τῆς χάριτος περισσὸν καὶ ἐξαίρετον;
5τὴν πίστιν τὴν διὰ Ἰησοῦ Χριστοῦ δικαιοσύνης οὖσαν ἀπεργα‐ στικήν. Ὠριγένους. “Τὸ δὲ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,” αὐταῖς λέξεσι κεῖται ἡ χρῆσις παρὰ τῷ ρλθʹ ψαλμῷ· τὸ δὲ ἐπὶ τούτοις “ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει,” ἔοικε γεγονέναι
10ἀπὸ τοῦ ἐν τῷ ἐννάτῳ ψαλμῷ οὕτως εἰρημένου· “οὗ ἀρᾶς τὸ “στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου.” εἶθ’ ἑξῆς τοῦτο ἐστίν· “ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα.” τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἠσαΐᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν ἐκδόσεσιν, ἐν τῷ “ταχυνοὶ ἐκχέαι αἷμα.” ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῇ
15ἐκδόσει τῶν ἑβδομήκοντα. “τὸ δὲ σύντριμμα καὶ ταλαιπωρία ἐν “ταῖς ὁδοῖς αὐτῶν,” μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς. οἶμαι δὲ ἔν τινι τῶν προφητῶν γέγραφθαι τὸ, “ὁδὸν εἰρήνης οὐκ “ἔγνωσαν.” ἐν δὲ Ψαλμοῖς, “οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν “ὀφθαλμῶν αὐτῶν.” πλήθους δὲ ὄντων ἁμαρτημάτων οὐ πάντως
20ἔνοχος ἕκαστός ἐστι τοῖς ἅπασιν. ἀλλ’ οἱ μὲν, τῷ δὲ τῷ ἁμαρ‐ τήματι, οἱ δὲ τῷδε, καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν. Οἴδαμεν γὰρ ὅτι ὅσα ὁ νόμος λέγει. Ὠριγένους. Τί κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μώ‐ σεως νόμου; πῶς δὲ καὶ τῆς ἁμαρτίας ἐπίγνωσιν διὰ τοῦ νόμου
25Μωϋσέως γίνεται; πολλῶν καὶ πρὸ Μωσέως ἐπεγνωκότων τὰ ἴδια ἁμαρτήματα. Καῒν μὲν, φησὶ, “μείζων ἡ αἰτία μου τοῦ ἀφε‐ “θῆναί με.” οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πατριάρχαι, λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ “ἐν ἁμαρτίαις ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν,” καὶ τὰ ἑξῆς. ἀλλὰ
30καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μωσέως γεγονέναι, φησίν· “εἰ δὲ “καὶ ἁμαρτῶν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,” καὶ τὰ ἑξῆς. ὥστε δοκεῖ μοι μὴ τὸν Μωσέως νόμον νῦν λέγεσθαι τῷ Ἀποστόλῳ,
ἀλλὰ περὶ τοῦ φυσικοῦ, ὃς καὶ γέγραπται ἐν ταῖς καρδίαις τῶν19

20

ἀνθρώπων. τίνες δ’ ἂν εἶεν οἱ ἐν τῷ νόμῳ; ἢ πᾶς ὁ συμπληρώσας τὸν λόγον ἄνθρωπος; οὐκ εἰσὶ γὰρ ἐν τῷ νόμῳ, οἱ ἔτι ζῶντες χωρὶς νόμου, ὁποῖος ἦν καὶ Παῦλος ποτὲ, πλὴν οἱ ἅγιοι, οὓς προέγνω καὶ προώρισε καὶ ἐδικαίωσε καὶ ἐδόξασε, νόμος εἰσὶ καὶ
5οὐκ ἐν νόμῳ. διόπερ οὐ φραγήσεται αὐτῶν τὸ στόμα, οὐδὲ ὑπό‐ δικοι γενήσονται τῷ Θεῷ· οὐ γὰρ εἰσὶ σάρξ. καὶ εἰ δικαιοῦνται δὲ, οὐκ ἐξ ἔργων νόμου, νόμος γὰρ, “οὐκ ἐξ ἔργων νόμου δικαιω‐ “θήσεται,” αὐτόθεν δίκαιος ὤν· οὕτω δὲ δὴ νόμου ἐπίγνωσις ἁμαρτίας, ὡς διὰ ἰατρικῆς ἐπίγνωσις νόσου, καὶ μάλιστα τῆς
10λανθανούσης καὶ αὐτὸν τὸν νοσοῦντα. καὶ ἄλλως δὲ, ὅσον ἐπὶ τῷ νόμῳ τιμωρηθῆναι τὸν μοιχεύοντα, ἐχρῆν καὶ τὸν φονεύοντα κολά‐ ζεσθαι βουλομένῳ πάντως· τὸ δὲ “Κύριος ἀφεῖλε τὸ ἀνόμημά “σου,” οὐκέτι βούλημα ἦν τοῦ νόμου, ἀλλὰ χάρις τοῦ δεδωκότος τὸν νόμον. διὰ τοῦτο ἀκριβῶς εἰπὼν τὸ “ἐξ ἔργων νόμου,” οὐκ
15ἐπήγαγε, πᾶς ἄνθρωπος, ἀλλὰ πᾶσα σάρξ. διαθέσει μὲν γὰρ δικαιοῦσθαι δυνατὸν, ὅταν τῇ προθέσει πρὸς τὸ τοῦ νόμου ῥέπῃ βούλημα. ἔργοις δὲ, οὐκέτι δυνατόν. τὰ δὲ ἔργα σαρκὸς, ἅπερ ἀνέληται ψυχή. Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται.
20Ὠριγένους. Ὃ λέγει τοιοῦτόν ἐστιν. οὐχ ὥσπερ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, οὕτω καὶ φανέρωσις δικαιοσύνης Θεοῦ διὰ νόμου γίνεται. μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ Θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἵ τινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατα‐ νοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς, ἀλλὰ τὴν αὐτοῦ τοῦ Θεοῦ, οὗ τὰ
25δικαιούμενα κρίματα ἀνεξερευνητά εἰσιν. διὸ “νυνὶ χωρὶς νόμου “πεφανέρωται ἡ τοῦ Θεοῦ δικαιοσύνη,” ἧς διδάσκαλός ἐστιν ὁ Χριστὸς, ἐν μηδενὶ παραλαμβάνων εἰς παράτασιν τῆς τοῦ Θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον. ἐμαρτυρεῖτο δὲ αὕτη ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ Ἁγίου Πνεύματος αἰνιγματωδῶς
30εἰρημένων, καὶ ὑπὸ τοῦ προφήτου Μωϋσέως νόμου. καὶ μὴ θαυ‐ μάσῃς, εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ. εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ
ἐν ἄλλαις γραφαῖς· οἷον “οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι,20

21

“καὶ ὁ θερισμὸς ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ “θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.” δὶς γὰρ ἐκεῖ ὁ θερισμὸς ὀνομασθεὶς, καὶ τὰ μὲν τὸν πρότερον ἐπὶ τὸν σωματικὸν ἀναφέρεται, κατὰ δὲ τὸν δεύτερον ἐπὶ τὸν πνευματικόν.
5εἴπερ δὴ ὁ αὐτὸς νόμος παρείληπται κατά τινας. εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται. εἰ δὲ ὑπὸ νόμου μαρτυρεῖται, οὐ χωρὶς τοῦ νόμου πεφανέρωται. Ἀπολιναρίου. Οὐ κατὰ ἐναντίωσιν τὴν πρὸς νόμον, ἀλλὰ κατὰ προσθήκην ἀγαθοῦ καὶ δωρεὰν Θεοῦ· ἵνα μηκέτι ἐν ἀνθρω‐
10πίνῃ δικαιοσύνῃ κρινώμεθα τῇ πάντως ἐξελεγχομένῃ· ἀλλὰ τῇ παρὰ Θεοῦ δικαιοσύνῃ τελειωθῶμεν. αὕτη δέ ἐστιν ἡ διὰ τῆς Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας, καὶ πᾶσιν ἐπαναπαυομένη. Τοῦ αὐτοῦ. Ἀνέλαβε τὸ προειρημένον, ἵνα προσθῇ τὸ λεῖπον.
15ἐπειδὴ γὰρ εἶπε δικαιοσύνη Θεοῦ πεφανέρωται, εἶτα τινὰ παρενέ‐ θηκεν ἀναγκαίως, τοῦτον τὸν λόγον ἀναλαβὼν, δείκνυσι διὰ τῆς εἰς τὸν δεσπότην Χριστὸν πίστεως ταύτης ἅπαντας ἀπολαύοντας, εἴτε Ἰουδαῖοι εἶεν, εἴτε Ἕλληνες, οἱ ταύτης τυχεῖν ἐφιέμενοι. τὸ γὰρ “εἰς πάντας” τοὺς Ἰουδαίους λέγει, “ἐπὶ πάντας” δὲ τοὺς ἐκ τῶν
20ἄλλων ἐθνῶν. Κυρίλλου. Οἶδα ὅτι γέγραπται περί τινων, ὅτι “ἦσαν δίκαιοι “ἀμφότεροι πορευόμενοι ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ “Χριστοῦ ἄμεμπτοι.” καὶ ὁ μακάριος δὲ Παῦλος ἔφη, ὅτι καὶ αὐτὸς κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γέγονεν ἀμεμπτός. ἀλλ’ ὁ
25ἐν τούτοις ἄμεμπτος οὔπω πέπραχε τὰ δι’ ὧν ἔσται λαμπρὸς καὶ ἀοίδιμος. καὶ γοῦν αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ὡς ἡγεῖτο μὲν ἅπαντα τὰ ἐν νόμῳ ζημίαν, καὶ ἐν ἴσῳ σκυβάλοις κατελογίζετο. ζητοίη δὲ πάλιν τὸ ὑπέρεχον τῆς γνώσεως τοῦ Χριστοῦ. κατακρίνει δὲ πάλιν ὁ νόμος τοὺς παραβαίνοντας.
30ταύτη τοι ἑτέρωθι φησίν· “εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ. Πλείστης δὲ οὔσης ἐντολῆς ἐν αὐτῷ, πᾶσα πῶς ἀνάγκη καὶ τὸν ἀκριβῆ νομοφύλακα διαπταίειν ἔν τισι, καὶ παραβάτην νόμου
35καθίστασθαι· καὶ ὅτι φορτικὸς ἀληθῶς διωμολογήκασιν ἐναργῶς21

22

οἱ θεσπέσιοι μαθηταί· ἔφασκον γὰρ “νῦν οὖν τί πειράζετε τὸν “Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν “οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;” ὅτε τοίνυν Ἕλληνες μὲν ἦσαν ὑφ’ ἁμαρτίαν ὡς ἠγνοηκότες τὸν δη‐
5μιουργὸν, Ἰουδαῖοι δὲ ὡς τῆς τοῦ νόμου παραβάσεως ἔνοχοι, ἐδέησεν ἀναγκαίως τοῖς οὖσιν ἐπὶ τῆς γῆς τοῦ δικαιοῦντος Χριστοῦ· δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος· αὐτὸς γὰρ ἦν ὁ κατὰ πάλαι λέγων διὰ φωνῆς προφητῶν, “ἐγώ εἰμι ὁ ἐξαλεί‐
10“φων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.” διᾴττει γε μὴν ἡ δικαιοῦσα χάρις εἰς πάντας ἐν ἴσῳ, Ἰουδαίους τέ φημι καὶ Ἕλληνας, “ὅτι καὶ πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης “τοῦ Θεοῦ,” δόξα Θεοῦ δὲ νοοῖτ’ ἂν εἰκότως τὸ μήτε εἰδέναι μήτε μὴ πεφυκέναι πλημμελεῖν. κατόπιν δὲ πάντως τῶν τῆς
15θεότητος αὐχημάτων, πᾶσα ἡ γενητὴ κτίσις, παρώλισθον γὰρ καὶ τῶν Ἀγγέλων τινὲς, πλὴν εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφα‐ λαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τῷ δικαιοῦντι δωρεὰν τῇ αὐτοῦ χάριτι. τέθεινται γὰρ ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι. ἐπειδὴ γὰρ πεποίηται τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ
20ἴδιον αἷμα, σέσωκε τὴν ὑπ’ οὐρανὸν, ἵλεών τε καὶ εὐμενῆ κατέστη‐ σεν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Οὐ γάρ ἐστι διαστολή. πάντες γὰρ ἥμαρτον. Ὠριγένους. Δίκαιον δὲ παραθέσθαι τοὺς μετὰ αἵματος γενο‐ μένους κατὰ τὸν νόμον ἱλασμοὺς, ἵν’ εὑρεθῇ ἐκ τῶν παρατιθεμένων,
25καὶ ὧν ἐστι σύμβολα τὰ γεγραμμένα. γέγραπται τοίνυν μετὰ τὴν τοῦ ἀρχιερέως θυσίαν ἐν τῷ Λευιτικῷ, “ἐὰν δὲ πᾶσα συνα‐ “γωγὴ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, “καὶ ποιήσωσι μίαν ἁπασῶν τῶν ἐντολῶν Κυρίου. ἣ ἡ ἁμαρτία, “ἥμαρτον ἐν αὐτῇ καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν
30“περὶ τῆς ἁμαρτίας.” εἶτα μετ’ ὀλίγα· “καὶ εἰσοίσει ὁ ἱερεὺς, ὁ “χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρ‐ “τυρίου.” Καὶ πάλιν μετ’ ὀλίγα—“καὶ ποιήσει,” φησι, “τὸν
“μόσχον ὃν τρόπον ἐποίησε τὸν μόσχον τῆς ἁμαρτίας· οὕτως22

23

“ποιηθήσεται αὐτῷ· καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεὺς, καὶ “ἀφεθήσεται αὐτοῖς.” Ἰωάννου. Σευηριανοῦ. Οὐδαμοῦ δέ φησιν, ὅτι πάντες ἠσέ‐ βησαν, ἀλλ’ ἥμαρτον τὸ τῆς ἁμαρτίας κοινόν· οὐ τὸ τῆς ἀσεβείας·
5οὐδὲ ὑστερούμενος ἔχοντι τὸ ὑστεροῦν, ζητεῖ τὸ λεῖπον· εἶχον οἱ Ἰουδαῖοι τὸν νόμον. ὑστερεῖ δὲ αὐτοῖς ἡ τῆς χάριτος τελείωσις. Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. Σευηριανοῦ. Θεοδωρήτου. Ἠνέσχετο γὰρ ὁ Θεὸς, ἵνα δείξῃ τὴν ἑαυτοῦ δικαιοσύνην. εἰ γὰρ ὑπεξεληλύθει, πάντως ἂν ἀνεῖλεν.
10εἰ δὲ ἀνῄρει, οὐκ ἦν ὁ σωζόμενος. ἐπειδὴ δὲ ἠνέσχετο καὶ προστι‐ θεμένων τῶν ἁμαρτημάτων, ἔδειξεν ὅτι βουλόμενος οὐ καταλλάξαι νόμον τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ δικαιῶσαι, τὸ πρότερον ἠνέ‐ σχετο. συγχωρήσας τοίνυν ἁμαρτάνειν, ἀθρόαν τὴν ἄφεσιν ἐχαρί‐ σατο. δίκαιον δὲ τὸν Θεὸν λέγομεν· ἤτοι ἀνταποδιδόντα, ἢ τὴν
15δικαιοσύνην χαριζόμενον. ὃ οὖν ἐγὼ δικαιοῦμαι, Θεοῦ δικαιοσύνη, ἐπειδὴ οὐκ ἐξ ἐμῶν ἔργων, ἀλλ’ ἐκ τῆς τοῦ δικαιοῦντος χάριτος. οἷον συντόμως δείξας τὰ δῶρα τῆς χάριτος, ἀνατρέχει τὸν περὶ τοῦ νόμου λόγον καὶ δείκνυσιν αὐτόν. Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη.
20Ὠριγένους. Ἐπειδὴ πᾶσα ἡ ἐξ ἔργων ἀπεκλείσθη πᾶσιν ἀνθρώποις καύχησις, διὰ τοῦτο “πᾶς ὁ ὕψων ἑαυτὸν ταπεινωθήσε‐ “ται·” κἂν ἀληθεύων λέγει τὸ “ὁ Θεὸς ὁ εὐχαριστῶν σοι, ὅτι οὐκ “εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων,” καὶ τὰ ἑξῆς. διὰ νόμου δὲ πίστεως ἐκκλείεται πᾶσα καύχησις, ὁποῖα ἦν ἡ Παύλου λέγοντος
25“ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι ἐπ’ οὐδεμίᾳ τῶν ἀρετῶν, ἢ ἐν “μόνῳ τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” Πάντως ἐρεῖτέ μοι, τίς ἐπεισελθὼν νόμος τοῦτον ἐξέβαλεν; ἐπειδὴ νόμῳ πέφυκεν ὁ κρατῶν λύεσθαι νόμος. πρὸς οὕς, φησιν, οὐ νόμος ἔργων ἐπεισελθὼν τὸν πρότερον ἔλυσε. κάλλιστα γὰρ
30εἶχεν ἐκεῖνος, κατά γε τοῦτο. νόμος δὲ πίστεως ἐπεισεληλυθὼς, περιττὸν εἰκότως τοῦτον ἀπέφηνεν, νικώσης τὴν ἀπὸ τοῦ νόμου τῶν ἔργων. ἐπειδὴ ταῦτα ἡμῶν ἀπὸ τῆς θείας ὑπάρχει χάριτος, ἃ σὺν
πολλῷ τῷ πόνῳ προσγίνεσθαι ἀπὸ τῶν προτέρων οὐκ ἠδυνήθην.23

24

ἔδειξε δὲ διὰ νόμου πίστεως ***** σθαι πρὸς τὸν νόμον ὡς ἀλλότριον ἐπὶ τῶν οἰκείων τὴν προσηγορίαν ἀσπάζεται. Κυρίλλου. Τίς γὰρ ὅλως, ἢ ἐπί τισι καυχήσεται, πάντων ἠχρειωμένων καὶ ἐκκεκλεικότων τῆς εὐθείας ὁδοῦ, καὶ οὐδενὸς
5ὄντος παντελῶς τοῦ ποιοῦντος χρηστότητα; οὐκοῦν “ἐξεκλείσθη,” φησὶν, ἡ καύχησις. τουτέστιν ἐκβέβληται, καὶ ἀνήρηται τόπον. τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων πεπλουτήκαμεν ἐλέῳ καὶ χάριτι, δικαιούμενοι δωρεὰν ἐν Χριστῷ. Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον.
10Θεοδώρου. Τὸ δὲ “λογιζόμεθα” οὐκ ἐπὶ ἀμφιβολίας λέγει, ἀλλ’ ἀντὶ τοῦ λογισμῷ τῷ προσήκοντι· ἡγοῦμαι τῆς κατὰ πίστιν δικαιώσεως ἄνευ ἔργων νόμου πάντα ἄνθρωπον βουληθέντα μετέ‐ χειν. σημειωτέον δὲ ὡς οὐχ ἁπλῶς εἶπε “χωρὶς ἔργων νόμου,” ὡσανεὶ καὶ ἐργαζοίμεθα ἀρετῆς ἐπιμελούμενοι, οὐκ ἀνάγκη νόμου
15τοῦτο ποιούντων, ἀλλ’ ὑφ’ ἑτέρου πρὸς τοῦτο ἀγομένων. Ὠριγένους. Ὅτι δὲ ἀρκεῖ εἰς δικαιοσύνην ὁ τῆς πίστεως νό‐ μος καθόλου μηδὲν ἐργασαμένοις ἡμῖν, ἔχομεν δεῖξαι τὸν συσταυ‐ ρωθέντα λῃστὴν τῷ Ἰησοῦ, καὶ τὴν ἐν τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομίσασαν ἀλάβαστρον μύρου, καὶ στάσαν παρὰ
20τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιηκέναι. ἐξ οὐδενὸς γὰρ ἔργου, ἀλλ’ ἐκ τῆς πίστεως ἀφέονται ταύτης αἱ ἁμαρτίαι, καὶ ἤκουσε τὸ “ἡ πίστις σου σέσωκέ σε. “πορεύου εἰς εἰρήνην.” ὅτι δὲ μετὰ τὴν ἐπίγνωσιν ἀδικία γενο‐ μένη, ἀθετεῖ τὴν χάριν τοῦ δικαιώσαντος, σαφῶς αὐτὸς ἐν τοῖς
25ἑξῆς παραστήσει. ἐγὼ δὲ οἶμαι, φησὶν, ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα, κἂν δοκῇ εἶναι δεξιὰ, ὡς μὴ ἐποικοδομηθέντα καλῷ θεμελίῳ τῇ πίστει, οὐ δικαιοῖ τὸν ποιήσαντα αὐτά. Ἢ Ἰουδαίων Θεὸς μόνον καὶ οὐκ ἐθνῶν; νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως;
30Κυρίλλου. Ἔφη τῷ θεσπεσίῳ Μωσῇ ὁ τῶν ὅλων Θεὸς, “προ‐ “φήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτοῦ· καὶ λαλήσει “αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ἐκεῖνος ὃς
“μὴ ἀκούσῃ τῶν λόγων, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ24

25

“ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.” πῶς οὖν οὐχ ἱστῶμεν νόμον διὰ τῆς πίστεως τὸν παρ’ αὐτοῦ προσιέμενον λόγον· καὶ προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουὴλ, ὁ ὡς ἐν τάξει Μωσέως μεσίτης Θεοῦ καὶ ἀνθρώπων. καὶ πάλιν ὁ μὲν
5νόμος ἦν ἐν σκιαῖς, πλὴν ὠδίνων ὁρᾶσθαι τῆς ἀληθείας τὴν μόρφω‐ σιν. οὐκ ἀναιρεῖ δὲ τοὺς τύπους ἡ ἀλήθεια, καθίστησι δὲ ἐμφα‐ νεστέρους. Ὠριγένους. Τίνι διαφέρει ἡ ἐκ πίστεως δικαιουμένη περι‐ τομὴ, τῆς δικαιουμένης διὰ τῆς πίστεως ἀκροβυστίας; οὐ γὰρ
10νομιστέον ὡς ἔτυχε Παῦλον ταῖς προθέσεσι διαφόρως κεχρῆσθαι. οἷον καὶ ἐν τῇ πρὸς Κορινθίους, “ἡ γυνὴ,” φησὶν, “ἐκ τοῦ ἀνδρὸς, “ὁ δὲ ἀνὴρ διὰ τῆς γυναικός.” δοκεῖ δέ μοι οἰκειότερον εἶναι τὸ ἔκ τινος τῷ ἐξ οὗ, ἤ περ τὸ διά τινος τῷ δι’ οὗ. ἡ μὲν γὰρ γυνὴ πρώτως ἐξ ἀνδρός ἐστιν· οὐδέποτε δι’ ἀνδρός. οὐδὲ γὰρ ἐξ ἄλλου
15ποτὲ γυνὴ, ἵνα γένηται δι’ ἀνδρός. καὶ μάλιστα ἐπὰν ἀκούῃ τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, διὰ τὸ “τοῦτο νῦν ὀστοῦν “ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου.” ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικὸς, ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὢν, μετὰ τοῦτο γίνεται διὰ γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ
20τοῦ Ἀδὰμ, ἀλλ’ ἐπὶ παντὸς ἀνδρὸς μετ’ ἐκεῖνον. ἐπεὶ τοίνυν εὐ‐ γενέστερον περιτομὴ ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως, ἵνα δικαιωθῇ οὐκ ἐλθοῦσα διὰ τῆς πίστεως. πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν περιτομὴν, καὶ μάλιστα ἣν φησὶν ὁ Ἀπόστολος “τὴν ἐν κρυπτῷ,” ὥστε βέλ‐
25τιον νοεῖται τὸ ἐξ ἀνδρὸς, καθὸ ἐξ ἀνδρὸς τὸ διὰ γυναικός. ὅτι ἐπὶ παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς, γέγονεν ἐξ ἀνδρός. ἐπὶ δὲ τοῦ Σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς, οὐκ ἔχει τὸ γεγόνεναι αὐτὸν διὰ γυναικός· διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν, ἡ σὰρξ αὐτοῦ μὴ γενο‐
30μένη ἐξ ἀνδρὸς, γέγονεν ἐκ γυναικὸς, καὶ οὐ διὰ γυναικός. Θεοδώρου. Ἐπὶ τῶν Ἰουδαίων τὸ “ἐκ πίστεως” τέθεικεν· ὡς ἂν ἐχόντων μὲν καὶ ἑτέρας ἀφορμὰς πρὸς δικαίωσιν, οὐ δυναμένων δὲ αὐτῆς μετέχειν πλὴν ἐκ τῆς πίστεως. ἐπὶ δὲ τῶν Ἑλλήνων “διὰ
“τῆς πίστεως.”25

26

Ὠριγένους. Ζητοῦμεν διατί μὴ εἶπεν ἐκ πίστεως δικαιού‐ μενον ἡ περιτομή ἐστιν. καὶ οὐκ ἀμφιβάλλομέν φησιν, εἰ μὴ καταργεῖται ἐκ πίστεως δικαιουμένης, καταργεῖται ὁ νόμος. ἀλλὰ νῦν νόμον ἐλάβομεν τὸν Μωσέως, διὰ τῆς πίστεως οὐ καταργού‐
5μενον. ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ἐκ Θεοῦ ὄντα· πρόδη‐ λον δὲ ὥσπερ τι τῆς ὀρθῆς πίστεως φαμέν. εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους Ἐπιστολῆς τὸ “εἰ δὲ ἡ διακονία “τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις, ἐγενήθη ἐν “δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ
10“πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν “καταργουμένην,” ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστι, τὸ νόμος οὖν καταργεῖται, τὸν νόμον οὖν καταργοῦμεν. οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ νόμος ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον. εἰ γὰρ καὶ καταργεῖται ὑπὸ τῆς ὑπερβαλλούσης δόξης τοῦ Χριστοῦ, “Κύριος γάρ,” φησι,
15“τοῦ σαββάτου ἐστὶ,” καὶ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς ὑπερβαινούσης δόξης. μόνον γοῦν ὠνόμασε τὸ Χριστοῦ. τὸ δὲ μὴ μένον καταργούμενον, ἐπεὶ “ὁ νόμος παιδαγωγὸς, ἕως ἂν ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου.” Εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη.
20Ὠριγένους. Ἐπὶ τίνι ἐπίστευσεν Ἁβραὰμ τῷ Θεῷ, οὐ πανὺ, σαφῶς διηγήσατο γραφή· ἔοικε δὲ ὁ Ἀπόστολος ἡ καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος. εἰ δὲ ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ Θεῷ, οὐκ ἀκολούθει ὅτι καθόλου ἐπίστευσεν. ἔστι γὰρ μέτρα
25τοῦ πιστεύειν Θεῷ· διὸ “Ἁβραὰμ μὲν ἐπίστευσε τῷ Θεῷ, καὶ “ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” οὐδὲν δὲ τοιοῦτον γέγραπται, “ἡνίκα εἶδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος “τοῖς Αἰγυπτίοις, καὶ ἐφοβήθη ὁ λαὸς Κύριον, καὶ ἐπίστευσε τῷ “Κυρίῳ, καὶ Μωσῇ τῷ θεράποντι αὐτοῦ.” οὐ πρόσκειται δὲ ὡς
30ἐπὶ τοῦ Ἁβραὰμ τὸ “ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” Ἀπολιναρίου. Τύπῳ κατὰ τὸν Ἁβραὰμ ἐπιδείκνυσι τὴν πί‐
στιν· οὐ τοῖς ἐν νόμῳ καὶ περιτομῇ διδομένην μόνοις, εἰς δικαίω‐26

27

σιν, ἀλλὰ καὶ τοῖς ἐν ἀκροβυστίᾳ. δεδικαίωται μὲν γὰρ καὶ Ἁβραὰμ, οὐκ ἐξ ἔργων. οὐδὲ γὰρ ἦν τὸ καύχημα αὐτοῦ λαμπρὸν, ἀτελὲς ὂν, καὶ παρὰ Θεῷ μὴ δυνάμενον φαίνεσθαι· παρ’ ᾧ δικαι‐ οσύνη χωλεύουσα, καύχησιν ἔχειν οὐ δύναται· ἀλλ’ ἐκ πίστεως ἡ
5δικαίωσις τοῦ πατρὸς ἡμῶν Ἁβραάμ. πατέρα κατὰ σάρκα αὐτὸν λέγει τῶν Ἰσραηλιτῶν τῶν κατὰ Πνεῦμα Θεοῦ γενομένων υἱῶν· οἷς ἐξομοιωθεὶς Χριστὸς ἐν τῇ κατὰ σάρκα γενέσει, ἐξομοιώσειεν αὐτοὺς πρὸς ἑαυτὸν, διὰ τῆς ἐν Πνεύματι κατὰ χάριν γεν‐ νήσεως.
10 Κυρίλλου. Χρῆναι δὲ ὑπολαμβάνω, ἔφη τις, τὸν περὶ τοῦ προ‐ πάτορος Ἁβραὰμ πολυπραγμονοῦντας λόγον, ἐκεῖνο εἰπεῖν. εἴρηται που τινὶ τῶν ἁγίων μαθητῶν, δίχα τῶν ἔργων, τὴν πίστιν εἶναι νεκράν· προσεπάγει δὲ τούτοις τὸ θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; Ἁβραὰμ ὁ
15πατὴρ ἡμῶν, οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; ἆρ’ οὖν ἀλλήλοις τἀναντία φασὶν οἱ πνευματοφόροι; τί οὖν πρὸς ταῦτα φαμέν; εἰς γῆρας ἐληλακότι λοιπὸν ἀδοκήτως λίαν ἐπηγγέλετο αὐτῷ υἱὸν ὁ τῶν ὅλων Θεός· ἔφασκέ τε ὅτι τῇ τῶν ἄστρων ἀναριθμήτῳ πληθύϊ φιλονεικοῦν τὸ
20ἐξ αὐτοῦ γενήσεται σπέρμα. ὁ δὲ ἐπείπερ ἐτίμα τὸν ὑπισχνού‐ μενον τὸ πάντα δύνασθαι κατορθοῦν, διὰ τούτου ἐπιμαρτυρῶν τῷ Θεῷ δεδικαίωται παρ’ αὐτῷ, καὶ γέρας ἐντάξιον τῆς οὕτω θεοφι‐ λοῦς ἐκομίζετο γνώμης, τῶν ἀρχαίων αἰτιαμάτων τὴν ἀμνηστείαν. πλὴν ἐποιεῖτο κατὰ καιροὺς γύμνασμα τῷ δικαίῳ Θεὸς τὸ ἐπί γε
25τῷ Ἰσαὰκ χρησμῴδημα. ἀλλ’ ἦν καὶ ἐπ’ αὐτῷ πιστὸς καὶ φιλό‐ θεος, ὡς τῆς πρὸς Θεὸν ἀγάπης προτάξας οὐδέν. πλὴν καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, ἡ πίστις συνεργεῖ τοῖς ἔργοις· καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐβεβαιώθη. ἔφη δέ που καὶ ὁ θαυμάσιος Παῦλος περὶ τοῦ προπάτορος Ἀβραὰμ, “πίστει προσενήνοχε τὸν
30“Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγε‐ “λίας ἀναδεξάμενος· πρὸς ὃν ἐλαλήθη, ἐν Ἰσαὰκ κληθήσεταί σοι “σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ
“Θεός.” οὐκοῦν κἂν εἰ λέγοι τὸ τυχὸν ἐξ ἔργων δεδικαιῶσθαι διά‐27

28

τοι τὸ προσενεγκεῖν τὸν Ἰσαὰκ πειραζόμενον, ἀλλ’ ἦν καὶ τοῦτο αὐτῷ πίστεως τῆς ἑδραιοτάτης ἀπόδειξις ἐνεργής. Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν.
5Ὠριγένους. Οὐδὲν ὧν δίδωσιν ὁ Θεὸς τῇ γεννητῇ φύσει, ὡς ὀφείλων δίδωσιν, ἀλλὰ πάντα ὡς χάριν δωρεῖται. καὶ πάντα τὰ εὐεργετούμενα, οὐκ ὀφειλομένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τὸ βούλεσθαι τὸν Θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν, οὓς ἂν εὐερ‐ γετῇ. νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι,
10καὶ ἄλλως κοινότερον νοούμενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων, καὶ τὸν μισθὸν ἀπ’ ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι, φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάϊν ἐργαζομένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω, καὶ ὡς μισθὸν τῶν ἐργαζο‐
15μένων ἀποδίδοσθαι τὰς κολάσεις. διὸ καὶ ὁ Ἀπόστολος ὀψώνια μὲν τῆς ἁμαρτίας ἔφησεν εἶναι τὸν θάνατον· οὐκέτι δὲ ὀψώναι καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ Θεοῦ τὴν αἰώνιον ζωὴν, ἀλλὰ χάρισμα αὐτοῦ. φησὶ γὰρ, “τὸ δὲ χάρισμα τοῦ Θεοῦ, ζωὴ αἰώνιος, ἐν “Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.” οὐ νομιστέον οὖν ἐπὶ τῶν
20κρειττόνων ἔργων λέγεσθαι ἐν τῷ Εὐαγγελίῳ τὸ “ᾧ μέτρῳ με‐ “τρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.” “χάριτι γάρ ἐσμεν σεσωσμένοι· “καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μήτις καυχήσηται.” πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῶν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον.
25 Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀν‐ θρώπου. Θεοδώρου. Θαυμασιώτατα δὲ τὰς μαρτυρίας συνέκρουσεν. ἐπὶ μὲν τῆς πίστεως, “καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” ἐπὶ δὲ τῶν ἔργων· “καὶ οὐ μὴ λογίσεται Κύριος ἁμαρτίαν.” ἐκεῖ γὰρ
30ἤρεσεν ἡ πίστις, ὥστε λογισθῆναι αὐτῷ εἰς δικαιοσύνην. ἐνταῦθα δὲ τὰ ἔργα καὶ πρὸς τὸ ἐναντίον ῥέποντα οὐ λογίζεται, ὅταν ἡ τοῦ Θεοῦ φιλανθρωπία τῶν γεγονότων ἀνωτέρα φαίνεται. Ὠριγένους. Μηκέτι πραττομένου τοῦ χείρονος, ἄφεσις εἰκὸς
δύναται γενέσθαι ἀνομιῶν. ἀγαθοῦ δὲ ἐπιτελουμένου ὡς τὰ γενόμενα28

29

κώλυμα γενέσθαι τῶν προημαρτημένων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι τῶν προαγόντων, οὐδὲ λογίζε‐ ται ἔτι Κύριός τινι τῷ ἡμαρτηκέναι. Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἁβραὰμ ἡ πίστις
5εἰς δικαιοσύνην. Σευηριανοῦ. Περιτομὴ ἐδόθη διὰ τρεῖς αἰτίας ταύτας. ὥστε σημεῖον εἶναι πίστεως, καὶ τοῦ Ἁβραμιαίου γένους εἶναι δηλωτικὸν, καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος, ὥστε οὐχ ὡς δικαιοσύνης τοῦ Ἁβραάμ.
10 Θεοδώρου. Εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τὸν πιστευόν‐ των κατὰ τὸ οἰκεῖον ἰδίωμα κἀνταῦθα εἶπεν ὡς τὸ εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· λέγει γὰρ τὸ ἀναγκαίως τοῖς γεγονόσιν ἑπόμενον. ἐντεῦθεν φησὶ κοινός ἐστιν ἁπάντων πατὴρ, ἐπειδὰν τὴν πρὸς αὐτὸν ὁμοιότητα τῆς πίστεως δέξωνται.
15 Ὠριγένους. Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς, ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλί‐ νουσαν δίκην τῶν ἐσφραγισμένων τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων· ἵν’ οἱ μετὰ τὴν πίστιν, ἐκεῖνοι ἐκ περιτομῆς τοῦ Ἁβραὰμ ἕτεροι ὄντες τῶν ἐκ πίστεως δικαιωθησομένων τεκνῶν
20αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτεροι ὦσι λαοὶ παρὰ τῶν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησομένων. ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη, ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιουμένων, τότε ἡ
25σφραγὶς καὶ τὸ σημεῖον ἐκεῖνο ἐλύθη, ὡστ’ ἂν λεχθῆναι τῷ βου‐ λομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν, ὅτι ἐὰν περιτέμνησθε, Χρι‐ στὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Τοῦ αὐτοῦ. Νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ ἐπιστήσαντας τῇ ἀκριβείᾳ τῆς γραφῆς, ἐκτεθήσεσθαι τὸ ἀπὸ τῆς γενέσεως
30ῥητὸν, οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ. οὐκ ἂν γὰρ ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ “ἐπίστευσε δὲ Ἁβραὰμ τῷ Θεῷ.” οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γέγραφθαι ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, “ὅτι ἐλογίσθη ἡ πίστις τῷ Ἁβραὰμ εἰς δικαιοσύνην.” νυνὶ δὲ ἔχο‐
μεν ἡμεῖς Ἁβραάμ.29

30

Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἁβραάμ. Ἀπολιναρίου. Οὐ νόμον ὁρίσας τὴν ἐπαγγελίαν ὁ Θεὸς ἔδωκε τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, ἀλλὰ πίστει δικαιώσας αὐ‐ τόν. ἡ δὲ δοθεῖσα τῷ Ἁβραὰμ ἐπαγγελία ἦν, ὡς παρὰ τοῦ Μωσέως
5μεμαθήκαμεν, ἡ λέγουσα, “σοὶ δώσω καὶ τῷ σπέρματί σου πᾶσαν “τὴν γῆν ταύτην.” διὸ καὶ κόσμου κληρονομίας εἶναι τὴν ἐπαγ‐ γελίαν ὁ Ἀπόστολος λέγει· γῆς οὖσαν ἐπαγγελίαν. ἐν δὲ τῇ πρὸς Κορινθίους, εἰς ἡμᾶς τοὺς τοῦ Ἁβραὰμ κατὰ πνεῦμα διαδόχους, ἀναφέρων πάντα ἡμῶν φησὶν, “εἴτε κόσμος, εἴτε ἐνεστῶτα, εἴτε
10“μέλλοντα.” καὶ δῆλον τοῖς τὰ Μωσέως ἀναγινώσκουσιν, ὅτι οὐ νόμου προστάγματα λαβὼν ὁ Ἁβραὰμ, ἐπὶ τούτοις ἔσχε τὴν τοιαύτην ἐπαγγελίαν. ὁ δέ γε Παῦλος ἐν τοῖς προκειμένοις, καὶ τὴν αἰτίαν ἀποδίδωσι, δι’ ἣν οὐκ ἐπὶ νόμῳ τὴν ἐπαγγελίαν ἔδωκεν ὁ Θεὸς, ἀλλ’ ἐπὶ πίστει.
15 Ἔδειξεν ὅτι ἀναγκαία ἡ πίστις, ὅτι πρεσβυτέρα περιτομῆς, ὅτι νόμου ἰσχυροτέρα, ὅτι συνίστησι νόμον. εἰ γὰρ πάντες ἥμαρ‐ τον, ἀναγκαία. εἰ ἀκρόβυστος ὢν ἐδικαιώθη, πρεσβυτέρα. εἰ μαρ‐ τυρεῖται ὑπὸ τοῦ νόμου, καὶ τὸν νόμον ἵστησιν, οὐκ ἐναντία ἀλλὰ φίλη καὶ σύμμαχος. δείκνυσι δὲ πάλιν καὶ ἑτέρωθεν, ὅτι οὐδὲ
20δυνατὸν ἦν διὰ νόμου τὴν κληρονομίαν λαβεῖν. καὶ παραβαλὼν αὐτὴν τῇ περιτομῇ, καὶ λαβὼν τὰ νικητήρια, ἀντεπεξάγει πάλιν αὐτὴν τῷ νόμῳ. ἵνα μή τις λέγῃ, ὅτι καὶ πίστιν δυνατὸν ἔχειν, καὶ νόμον τηρῆσαι δείκνυσιν ὅτι ἀμήχανον. ὁ γὰρ ἐχόμενος τοῦ νόμου ὡς σώζοντος ἀτιμάζει τῆς πίστεως τὴν *****
25διό φησι, “κεκένωται ἡ πίστις·” τουτέστιν οὐ χρεία τῆς κατὰ σάρκα σωτηρίας. οὐδὲ γὰρ δύναται τὴν ἰσχὺν τὴν ἑαυτῆς ἐπιδεί‐ ξασθαι. καὶ γὰρ ὁ Ἰουδαῖος ἴσως ἂν εἴποι, τί μοι γὰρ χρεία πίστεως; οὐκοῦν εἰ τοῦτο ἀληθὲς, μετὰ τῆς πίστεως καὶ τὰ τῆς ἐπαγγελίας ἀνήρηται. ποίαν δὲ ἐπαγγελίαν φησί· τὸ κληρονόμον
30αὐτὸν εἶναι τοῦ κόσμου, καὶ ἐν αὐτῷ πάντας εὐλογεῖσθαι. καὶ πῶς κατήργηται ἡ ἐπαγγελία αὕτη φησὶν, “ὅτι ὁ νόμος,” καὶ τὰ
ἑξῆς.30

31

Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Ἀπολιναρίου. Εἰ δὲ ὀργὴν κατεργάζεται, καὶ παραβάσει κατευθύνους ποιεῖ, εὔδηλον ὅτι καὶ κατάρᾳ καὶ τιμωρίᾳ καὶ παρα‐ βάσει πάντες ὑπεύθυνοι. οὔτε κληρονόμων ἄξιοι, ἀλλὰ τοῦ δίκην
5διδόναι καὶ ἐκβάλλεσθαι. τί οὖν γίνεται; ἔρχεται ἡ πίστις, ἐφελ‐ κομένη τὴν χάριν. ὥστε τὴν ἐπαγγελίαν ἔργον ἐξελθεῖν. ὅπου γὰρ χάρις, συγχώρησις. ὅπου δὲ συγχώρησις, οὐδεμία κόλασις· κολά‐ σεως δὲ ἀνῃρημένης, ἐπιγινομένης διὰ τῆς πίστεως, τί τὸ κωλύον κληρονόμους ἡμᾶς γενέσθαι τῆς ἐπαγγελίας; διὰ τοῦτο οὖν ἐκ
10πίστεως φησὶν, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγ‐ γελίαν τοῦ Θεοῦ παντὶ τῷ σπέρματι. ὁρᾶς ὅτι οὐ τὸν νόμον ἵστησι μόνον ἡ πίστις, ἀλλὰ καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐκ ἀφίησι διαπεσεῖν; ὁ δὲ νόμος τοὐναντίον καὶ τὴν πίστιν καταργεῖ παρὰ καιρὸν τηρούμενος, καὶ τὴν ἐπαγγελίαν κωλύει. διὰ τοῦτο φησὶ
15“κατὰ χάριν” εἰς τὸ μὴ καταισχυνθῆναι, ἀλλ’ “εἰς τὸ εἶναι βε‐ “βαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ πιστεύοντι.” Τοῦ αὐτοῦ. Δυὸ τίθησιν ἐνταῦθα ἀγαθά· ὅτι καὶ βέβαια τὰ διδόμενα, καὶ παντὶ τῷ σπέρματι, τοὺς ἐξ ἐθνῶν συναγάγων, καὶ δεικνὺς Ἰουδαίους ἐκτὸς ὄντας, ἂν πρὸς τὴν πίστιν φιλονεικήσω‐
20σιν. εἶτα διορίζεται τῷ σπέρματι τοὺς ἐκ πίστεως φησὶ, συνά‐ πτων τὴν πρὸς τὰ ἔθνη συγγένειαν· καὶ δεικνὺς, ὅτι οὐδὲ δύνανται φρονεῖν ἐπὶ τῷ Ἁβραὰμ οἱ μὴ πιστεύοντες ὁμοίως ἐκείνῳ. τὴν τοίνυν συγγένειαν τὴν πρὸς τὸν δίκαιον, ἀκριβεστέραν ἡ πίστις ἐποίησε, καὶ πλειόνων ἐκγόνων ἀπέφηνε πρόγονον. διὸ οὐδὲ ἁπλῶς
25εἶπεν Ἁβραὰμ, ἀλλὰ τοῦ πατρὸς ἡμῶν τῶν πιστῶν. Ὠριγένους. Ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ Ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. φασὶ γάρ τινες, εἰ ἔνθα οὐκ ἔστι νόμος, οὐδὲ παράβασις δηλονότι. οὐδεὶς ἐν παρα‐ βάσει γέγονε πρὸ Μωσέως εἰδέναι· εἰ δὲ μὴ γέγονέ τις, οὔτε
30ψεκτὸς, οὔτε οὖν Κάϊν, οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυσμὸν παθόντες, ἢ οἱ ἐν Σοδόμοις ἐν παραβάσει γεγό‐ νασι. καὶ πρόγε τούτων Ἀδὰμ καὶ ἡ Εὖα. λεκτέον οὖν πρὸς τού‐ τους ὅτι ὁ Μωσέως νόμος, οὐ τὴν ἐν κρίσει ὀργὴν κατεργάζεται,
ἀλλὰ τὴν κατ’ αὐτόν· τοὺς μὲν λιθολεύστους ποιῶν· ἑτέρους δὲ31

32

ἐπὶ πυρὸς κατακαίων, ἢ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ. ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· ὅτε ὅσα ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ’ αὐτῷ Παύλῳ νόμον πίστεως ὀνομαζόμενον Θεοῦ ὀργὴν κατεργάζεσθαι, καὶ παρά‐
5βασιν εἶναι ἔνθα ἐστιν ὁ τῆς πίστεως νόμος καὶ ὁ τοῦ Θεοῦ. Σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ Θεοῦ, ᾧ μόνῳ καὶ αὐτὸς συνήδεται κατὰ τὸν ἔσω ἄνθρωπον. ἕτερον δὲ νόμον εἶναι τὸν ἐν τοῖς μέλεσιν ἑαυτοῦ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός. καὶ ὅρα μήποτε οὗτος ἐστὶν ὁ ἀληθῶς ὀργὴν κατεργαζόμενος. καὶ
10οὗ οὐκ ἔστι νόμος οὗτος, ἐκεῖ οὐδὲ παράβασίς ἐστι· καὶ οἱ ἐκ τούτου τοῦ νόμου, οὐδαμῶς εἰσὶ κληρονόμοι. εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις. “παντὶ δὲ τῷ σπέρματι” φησὶν, ἤτοι τῷ ἐκ τοῦ νόμου, ἢ τὸ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τὸ ἐκ τοῦ νόμου, ἀλλ’ εἰ ἔχοι πρὸς τὸ ἐκ τοῦ νόμου τὸ ἐκ τῆς πί‐
15στεως. εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ Ἰσραὴλ, καὶ τοῖς ἐκ Χετοῦρας, ἅπερ οὐκ ἀρέσκει. Τοῦ αὐτοῦ. Ἀναγκαῖον δέ, φησιν, ἐξετάσαι φαίνεται, πῶς ἀκολουθεῖ τὸ ἐκ πίστεως καὶ τὸ κατὰ χάριν, τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν. ἄρα γὰρ εἰ ἦν ἐκ νόμου, οὐχ οἷόν τε ἦν βεβαίαν
20τυγχάνειν τὴν ἐπαγγελίαν. πρόσχες οὖν, οἱονεὶ δευσοποιός τις βαφὴ γίνεται ἐκ πίστεως περὶ τὴν ψυχὴν, καὶ μάλιστα τῆς λελο‐ γισμένης εἰς δικαιοσύνην, ὥστε τὴν δι’ αὐτῆς ἐπαγγελίαν καὶ χάριν ἴσχειν διὰ τὸ ἀνέκπλυτον αὐτῆς, ἢ ἀμεταβολόν γε τὴν βεβαιότητα· ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. ἀπο‐
25στρέφειν γοῦν ποτὲ δίκαιος ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ λέγεται, καὶ ποιεῖν ἀδικίαν. οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγρα‐ πται, ὅτι ἀπέστρεψέ τις ἀπὸ τῆς πίστεως ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι, καὶ δικαιωθεὶς διὰ τὴν πίστιν. εἶτα καὶ τὴν μαρ‐ τυρίαν ἐπισφραγίζει ὁ θεῖος Ἀπόστολος τὸ εἰρημένον αὐτῷ.
30 Τοῦ αὐτοῦ. Ὃ δὲ λέγει τοῦτό ἐστιν· ὥσπερ ὁ Θεὸς, μερικὸς οὐκ ἔστι Θεὸς, ἀλλὰ πάντων πατὴρ, οὕτω καὶ αὐτός. καὶ πάλιν
ὥσπερ ὁ Θεὸς πατήρ ἐστιν, οὐ κατὰ τὴν φυσικὴν συγγένειαν, ἀλλὰ32

33

κατ’ οἰκείωσιν πίστεως, οὕτω καὶ αὐτός. ἡ γὰρ ὑπακοὴ ποιεῖ πατέρα πάντων ἡμῶν. ἐπειδὴ γὰρ οὐδὲν ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριωτέραν, ἐπὶ τὸν Θεὸν τὸν λόγον ἀνάγων. καὶ μετὰ τοῦτον
5κἀκεῖνο ἐμφαίνει, ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν. ὥστε ἂν μὴ τοῦτο ᾖ, κἂν πάντων ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων τὸ κατέναντι οὐκέτι χώραν· τὸ γὰρ “κατέναντι,” τὸ ὁμοίως ἐστί. τὸ γὰρ παράδοξον τοῦτό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως, τούτους ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς λαβεῖν.
10 Σευηριανοῦ. “Κατέναντι οὗ ἐπίστευσεν,” ἀντὶ ἐνώπιον προσ‐ ώπου οὗ ἐπίστευσε Θεοῦ. Τοῦ αὐτοῦ. Τὸ “κατέναντι οὗ ἐπίστευσε Θεοῦ,” φησὶν, ἀντὶ τοῦ ὅτε ἐπίστευσε τῷ Θεῷ· ἐπειδὴ γὰρ διαλεγομένῳ παρ’ ὧν ἐπί‐ στευσε τὸ κατέναντι τέθεικεν. ἀντὶ τοῦ εἰς τρόπον καὶ ὅστε ἐπί‐
15στευσεν. Ὠριγένους. Ὁποῖα φησὶ τὰ πολλὰ ἔθνη ἦν, ὧν τέθεικεν αὐ‐ τὸν πατέρα, ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς Θεός· περὶ γὰρ τῶν διὰ τὴν ἁμαρτίαν νενεκρωμένων, ὧν ἡ ψυχὴ νεκρὰ γεγένητο ἐν σώματι ζῶντι, οἴομαι νῦν αὐτὸν λέγειν· “ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα
20“αὕτη ἀποθανεῖται.” τίνα δὲ τὰ μὴ ὄντα, ἢ οἱ ἐστερημένοι τοῦ ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλούμενοι πρὸς ἀντιδια‐ στολὴν τῶν μετεχόντων τοῦ εἰπόντος “ἐγώ εἰμι ὁ ὤν.” καλεῖ δὲ τὰ μὴ ὄντα, ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. ἀλλ’ ἴσως τις πρὸς ταῦτα ἐρεῖ, πῶς ὁ Ἀπόστολός φησι μεθ’ ἕτερα,
25“ἐξελέξατο ὁ Θεὸς τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ;” ἀλλ’ εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος, ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε ἀποφάσεως. ὄντες μὲν γὰρ ἐν‐ θάδε οἱ κατὰ σάρκα σοφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖς· μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτοις διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν.
30 Ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν. Σευηριανοῦ. Παρ’ ἐλπίδα τῆς οἰκείας φύσεως, ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως· τὸ δὲ “οὕτως ἔσται τὸ σπέρμα σου,” οὐ μόνον τῷ πλήθει, ἀλλὰ καὶ τῇ λαμπρότητι.
Ὠριγένους. Ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων33

34

κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, κατήλεκται καὶ ἡ πίστις. φησὶ γὰρ ὁ Παῦλος μεθ’ ἕτερα· “ἄλλῳ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.” ὁ δ’ αὐτός φησι καὶ ἀλλαχοῦ· “ὅτι ἀπὸ Θεοῦ ὑμῖν ἐχαρίσθη, οὐ “μόνον τὸ εἰς Χριστὸν πιστεύειν, ἀλλὰ τὸ καὶ ὑπὲρ αὐτὸν πάσχειν.”
5οἶμαι δὲ ὅτι καὶ οἱ Ἀπόστολοι ἐλλειπῆ πεισθέντες εἶναι τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν πίστιν, εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι, καὶ ἡ ἐπαγγελία, ἵνα κατὰ χάριν, οὐ δ’ αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος καθ’ ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται.
10 Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ. Ὠριγένους. Ὅρα μήποτε ὡς “Ἁβραὰμ παρ’ ἐλπίδα ἐπ’ “ἐλπίδι ἐπίστευσεν,” οὕτω καὶ πάντες οἱ τῆς πίστεως Ἁβραὰμ υἱοὶ, παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι περὶ πάντων πιστεύουσιν. εἴτε περὶ ἀναστάσεως νεκρῶν, εἴτε περὶ τοῦ κληρονομήσειν βασιλείαν οὐρα‐
15νῶν ἢ βασιλείαν Θεοῦ. ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει παρ’ ἐλπίδα ἐστιν· ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ Θεοῦ καὶ ταῖς ἀψεύδεσιν ἐπαγγελίαις αὐτοῦ, ἐπ’ ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. καὶ ἐπείπερ ὁ πιστεύων ἐπ’ ἐλπίδι πιστεύει, διὰ τοῦτο “μένει πίστις, ἐλπὶς,” ἀφ’ ὧν γεννᾶται καὶ τὸ τρίτον
20μεῖζον τούτων ἡ ἀγάπη. καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν· προκοπῆς δὲ, τὴν ἐλπίδα, τελειότητος δὲ τὴν ἀγάπην. ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἁβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τινὰ τρόπον προσθέμενος Ἁβραὰμ ἔλαβε γυναῖκα τοὔνομα Χεττοῦραν, καὶ ἔτεκεν αὐτῷ
25μετὰ τὴν τελευτὴν Σάρρας, ἥτις ἔζησεν ἔτη ἑκατὸν εἰκοσιεπτά· πρεσβύτερος δὲ τῆς Σάρρας δεκαέτης εὑρίσκεται σαφῶς ὁ Ἁβραάμ. εἰ οὖν διὰ τὴν ἐπαγγελίαν, ὥς φασι τινὲς, ἐπαιδοποίησε τὸν Ἰσαὰκ, πῶς χωρὶς ἐπαγγελίας μετὰ ἑκατὸν εἰκοσιεπτὰ ἔτη ἔτεκε τοὺς ἀπὸ Χεττούρας. ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη
30νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεκρώσαντος· ὅτε γάρ τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῖ, τότε σβέννυσι πᾶσαν
τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν. ὥστε τὴν τοῦ Ἰσαὰκ34

35

γένεσιν μὴ εἶναι ἀπὸ πυρώσεως, ἀλλ’ ἐξ ἐπαγγελίας Θεοῦ. ἄξιοι γὰρ γεγόνασι τὴν τούτου ἐπιγραφῆναι πατριάρχου γονεῖς. Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ. Ὠριγένους. Νῦν τὸ δι’ αὐτοῦ μόνου, ἀλλὰ καὶ τὸ δι’ ἡμᾶς,
5ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἁβραὰμ ἐντυχὸν ὁ Μωυσέως προ‐ γενέστερος τῷ μεταγενεστέρῳ αὐτοῦ γράμματι ὠφελήθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ περὶ ἡμῶν οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν. πρόσχες
10ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει “ἐπὶ τὸν ἐγείραντα “Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν,” ὁ συνεγερθεὶς Χριστῷ· ὥστ’ ἂν εἰπεῖν “καὶ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις “ἐν Χριστῷ·” συνηγέρθη δὲ Χριστῷ ὁ σύμμορφος γενόμενος τῇ ἀναστάσει αὐτοῦ· καὶ διὰ τὸ συναποτεθνηκέναι συζῶν αὐτῷ· “εἰ
15“γὰρ συναποθάνωμεν, καὶ συζήσομεν.” συναπέθανε δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφ’ ἅπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ, συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆς περιπατῶν. Ἀπολιναρίου. Ἀνίστησι μὲν τὸν ἑαυτοῦ ναὸν ὁ Κύριος· ἐγή‐
20γερκεν δὲ αὐτὸν ὁ Πατὴρ ἐκ νεκρῶν, ὥσπερ τὰ πάντα διὰ τοῦ παιδὸς, οὕτω καὶ τοῦτο ἐργασάμενος.
24tΚΕΦ. ϛ.
25tΠερὶ τῆς ἀποκειμένης ἐλπίδος.
26 Δικαιωθέντες οὖν ἐκ πίστεως—εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται. Ἀπολιναρίου. Ἀχώριστος τοῦ Πατρὸς Υἱὸς, προσαγόμενος ἡμᾶς πρὸς ἑαυτὸν, καὶ τῇ πίστει τὴν ἁγιάζουσαν χάριν ἐπι‐
30νείμας, αἴτιος γέγονε τοῦ προσαχθῆναι Θεῷ, συναφείας αἴτιος τοῖς διεστῶσι καταστὰς διὰ τῆς αὐτοῦ μεσιτείας. πρὸς μὲν τὸν Πατέρα τῇ θεότητι συνημμένος· πρὸς δὲ ἡμᾶς κατὰ τὴν ἀνθρω‐
πότητα συναφθείς. ὥστε ὅσους κατὰ τὸ ἀνθρώπινον προσάγεται.35

36

τούτους κατὰ τὸ θεῖον προσάγει Θεῷ. ἑστηκέναι δὲ ἡμᾶς εἰπὼν ἐπὶ τῆς προσαγούσης Θεῷ χάριτος, ἐπάγει τῇ πίστει τὰ περὶ τῆς ἐλπίδος· δεικνὺς τὴν πίστιν, ὡς ἐν τῇ πρὸς Ἑβραίους γέγρα‐ πται, ἐλπιζομένων οὖσαν ὑπόστασιν πραγμάτων. καὶ φησὶν, “ὅτι
5“καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ,” προσδοκῶντες τὴν θείαν ἐπαμφιέννυσθαι δόξαν, ἧς τύπος μὲν ἐν Μωϋσῇ, ἀληθεία δὲ ἐν Χριστῷ· ἐξεικονισμὸς δὲ εἰς ἡμᾶς. αἰτία δὲ τῆς τοιαύ‐ της ἀποδοθησομένης ἡμῖν δόξης, ἡ παροῦσα χάρις. ὥσπερ γάρ τις τεχνίτης εἰσοικιζόμενος εἰς ἡμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον, χαρακτη‐
10ρίζει νῦν καὶ μορφοῖ πρὸς ὁμοιότητα Χριστοῦ, δι’ ἀποκρυφῶν ἐνερ‐ γειῶν, μέχρι περ ἂν εἰδοποιηθὲν καὶ ἐπιτελεσθὲν, τὸ ὅταν ἐκλάμψῃ κατὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος, ἧς Ἰωάννης λέγει, “ἀδελφοὶ, “νῦν τέκνα Θεοῦ ἐσμὲν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν “ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.”
15 Μεγάλη δὲ ἡ τῆς ἐλπίδος βεβαιότης τῶν ἤδη καυχωμένων ὡς παροῦσι τοῖς μέλλουσι, καύχησιν γὰρ ἐπ’ ἀγαθῷ βεβαίως ὑπάρ‐ χοντι γίνεται· καὶ αὕτη ἦν ἡ μακαρία καύχησις, ἣν ὁ προφήτης Ἱερεμίας εἰσηγεῖται· “μὴ καυχάσθω,” λέγων, “ὁ πλούσιος ἐν “τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος,
20“συνιεῖν καὶ γινώσκειν τὸν Κύριον,” καὶ τὰ ἑξῆς. καὶ οὐχ ὅτι πόνοι φησι καὶ θλίψεις πάρεισι, διὰ τοῦτο τὴν ἐπὶ τοῖς ἥξουσιν ἀγαθοῖς καύχησιν ἀμβλύνομεν, καὶ ταύτῃ μᾶλλον ἔτι καυχώμεθα συναίτιον τῆς τῶν ἀγαθῶν ἀπολαύσεως, εἰδότες τὴν τῶν πόνων ὑπομονήν, διὰ γὰρ θλίψεως ὑπομονὴ συνίσταται· ὁ δὲ ὑπομείνας,
25δόκιμος. ὁ δὲ δόκιμος παρὰ Θεῷ γενόμενος, ἐλπίζει ἔχειν τὰ παρὰ Θεοῦ. ὁ δὲ ἐλπίσας εἰς Θεὸν, οὐκ αἰσχυνθήσεται. εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζο‐ μένων ἀγαθῶν ἡ θλίψις, γίνεται ὁδηγὸς ἐπὶ τὴν ἐλπίδα καθιστα‐ μένη· ἀσφαλῆ δὲ τὴν ἐλπίδα δείκνυσιν οὖσαν ἐπὶ τὸν ἠγαπηκότα
30ἡμᾶς Θεὸν γινομένην. τῆς δὲ ἀγάπης τεκμήριον τὴν τοῦ Πνεύ‐ ματος δωρεάν· ἐξέχεε γὰρ ἐφ’ ἡμᾶς τὴν ἀγάπην ὁ τὸ αἷμα ἐκχέας. ἐξέχεε δὲ προηγουμένως τὸ Πνεῦμα ἐνῴκισεν· ὡς καὶ
αὐτὸς ὁ Σωτὴρ λέγει· “ὅτι παρ’ ὑμῖν μένει· καὶ σὺν ἡμῖν ἔσται.”36

37

Χρυσοστόμου. Τί ἐστιν “εἰρήνην ἔχωμεν;” τινές φασιν, ὅτι μὴ δὴ στασιάζωμεν εἰσαγαγεῖν. ἐμοὶ δὲ δοκεῖ περὶ πολιτείας ἡμῖν λοιπὸν διαλέγεσθαι. ἐπειδὴ γὰρ πολλὰ περὶ πίστεως δια‐ λεχθεὶς καὶ τῆς διὰ τῶν ἔργων δικαιοσύνης αὐτὴν προὔθηκεν, ἵνα
5μήτις νομίσῃ ῥαθυμίας ὑπόθεσις εἶναι τὰ λεγόμενα φησὶν “εἰ‐ “ρήνην ἔχωμεν” τουτέστιν, μηκέτι ἁμαρτάνωμεν, μὴ δὲ πρὸς τὰ πρότερα ἐπανερχώμεθα· τοῦτο γάρ ἐστι πόλεμον ἔχειν πρὸς τὸν Θεόν. καὶ πῶς δυνατόν φησι, τὸ μηκέτι ἁμαρτάνειν; πῶς τὸ πρότερον ἐγένετο δυνατόν; εἰ γὰρ τοσούτων ὄντες ὑπεύθυνοι, πάν‐
10των ἀπηλλάγημεν διὰ τοῦ Χριστοῦ, πολλῷ μᾶλλον ἐν οἷς ἐσμὲν, μεῖναι δι’ αὐτοῦ δυνησόμεθα· οὐ γάρ ἐστιν ἶσον μὴ οὖσαν εἰρήνην λαβεῖν, καὶ δοθεῖσαν κατασχεῖν. ἐπειδήπερ ἡ κτῆσις τῆς φυλα‐ κῆς χαλεπώτερον. ἀλλ’ ὅμως γέγονε τὸ χαλεπώτερον εὔκολον, καὶ εἰς ἔργον ἐξέβη· οὐκοῦν ἔσται καὶ τὸ εὐκολώτερον ἡμῖν εὐκατόρ‐
15θωτον, ἂν ἐχώμεθα καὶ ἐκεῖνα ἡμῖν ἠνυκότες. ἐνταῦθα δὲ οὐ τὸ εὔκολον αἰνίττεσθαί μοι δοκεῖ μόνον, ἀλλὰ καὶ τὸ εὔλογον. εἰ γὰρ αὐτὸς ἡμᾶς κατήλλαξε πολεμωμένους, εὔλογον μένειν ἐπὶ τοῖς καταλλαγεῖσι, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαχέναι τῷ Πατρί.
20 Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν. Ἀπολιναρίου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ γὰρ ὑπὲρ ἀν‐ δρὸς ἐναρέτου οὐκ ἄν τις ἕλοιτο ταχέως ἀποθανεῖν, ἐννόησον τοῦ δεσπότου τὴν ἀγάπην, ὅταν μὴ ὑπὲρ ἐναρέτων αὐτὸς, ἀλλ’ ὑπὲρ
25ἁμαρτωλῶν καὶ ἐχθρῶν φαίνεται σταυρωθείς. Ὠριγένους. Ὅπου μὲν ἀσθενεῖς ἢ ἁμαρτωλοὺς ὀνομάζει, καὶ ἑαυτὸν τοῖς τοιούτοις ἐμπεριλαμβάνει. ὅπου δὲ λέγει ἀσεβεῖς, οὐκέτι· καὶ τάχα εἰκότως ὁ ὑπὸ τὸν νόμον ὢν, ὃς ἠσθένει διὰ τῆς σαρκὸς, ἀσθενὴς μέν ἐστι καὶ ἁμαρτωλὸς, οὐ μὴν καὶ κατὰ τὴν
30συνήθειαν τῆς διαστολῆς τῶν γραφῶν, καὶ ἀσεβεῖς λεγόντων τῶν ὑπὸ νόμον ἁμαρτανόντων τῷ Θεῷ· καὶ γὰρ “ἐὰν ἁμαρτάνωμεν, σοὶ
“ἐσμὲν, εἰδότες σου τὸ κράτος·” ἀσεβεῖς δὲ τότε οἱ νομιζόμενοι εἶναι37

38

ὑπὸ τὸν νόμον, τυγχάνουσιν· ἐπὰν ἐγκαταλιπόντες τὸν Θεὸν τῶν πατέρων, ζητοῦσι τοὺς θεοὺς τῶν ἐθνῶν. πρὶν δὲ προσελθεῖν ἡμᾶς θεοσεβείᾳ, ἀγάπη ἐν ἡμῖν οὐ συνειστήκει· πάντα γὰρ μᾶλλον ἢ Θεὸν ἀγαπῶμεν. ὅτε δὲ τοιούτων ἡμῶν ὑπαρχόντων, Χριστὸς ὑπὲρ
5ἡμῶν ἀπέθανε, τότε συνέστη καὶ ὑπέστη ἐν ἡμῖν ἡ τοῦ Θεοῦ ἀγάπη, πάντων περιαιρεθέντων τῷ τοῦ Ἰησοῦ θανάτῳ ἀφ’ ἡμῶν τῶν ἐμπο‐ διζόντων τῇ συστάσει τῆς εἰς ἡμᾶς τοῦ Θεοῦ ἀγάπης. κατὰ ταύ‐ την οὖν τὴν διήγησιν τοῦ “συνίστησιν” ἀκουστέον, συνιστάντος καὶ ὑφιστάντος τοῦ Θεοῦ ἐν ἡμῖν τὴν ἑαυτοῦ ἀγάπην, τὴν οὐδενὸς
10ἑτέρου κυρίως, ἢ αὐτοῦ τοῦ Θεοῦ τυγχάνουσαν. Τοῦ αὐτοῦ. Οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον, ὡς προσοικειωθέντες τῷ Θεῷ σεμνυ‐ νόμεθα τὰ κατὰ τὸν δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἡμῶν γενόμενος, τὴν εἰρήνην ἐπραγματεύσατο.
15 Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ. Ἀνώνυμον. Τὸ “οὐ μόνον,” περὶ τὴν τῶν προειρημένων εἴρη‐ ται ἀπόδειξιν. θαρσεῖν γὰρ πάρεστι, φησὶ, καὶ ταύτῃ περὶ τῶν εἰρημένων, ἣ καυχώμεθα ἐν τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. εἰσὶ δὲ δυνάμεις καὶ χαρίσματα τῶν ἰαμάτων, ἃς ἐπιτελοῦντες οἱ Ἀπό‐
20στολοι, πίστιν τῷ κηρύγματι παρείχοντο μεγάλην· καλῶς δὲ τὸ καύχημα εἶπεν ἔχειν ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. οἱ μὲν γὰρ ἐξ ἔργων νόμου τι κτώμενοι, ἐφ’ ἑαυτοῦ ἔχειν εἴρηται τὸ καύχημα· οἱ δὲ ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δικαιούμενοι, ἐν τῷ Θεῷ τὸ καύχημα ἔχουσι· τῷ δωρουμένῳ διὰ
25Ἰησοῦ Χριστοῦ τὰ πλούσια χαρίσματα τῶν ἰαμάτων, ἀρραβὼν τυγχάνοντα τῆς μελλούσης χαρᾶς. πιστοποιεῖται ἡμᾶς καὶ τῆς ὀργῆς ῥυθησομένους διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ σωθησομένους ἐν τῇ ζωῇ αὐτοῦ. αὐτὸ δὲ τοῦτο καὶ τῆς πρὸς τὸν Θεὸν καταλλαγῆς σημεῖον εἶναί τι ὑπὲρ ἁμαρτωλῶν ἀποτεθνη‐
30κέναι, οὐ πάντων, φησὶν, ἀνθρώπων ἀσεβῶν τυγχανόντων. οὐ γὰρ Ἀβραὰμ, ἢ οἱ προφῆται ἢ πάντες οἱ κατὰ νόμον πολιτευσάμενοι ἀσεβεῖς. ἀλλὰ τῶν μὲν ὡς ἁμαρτωλῶν, τῶν δὲ καὶ ὡς ἀσεβῶν· ἵνα πᾶς μὲν ἀσεβὴς καὶ ἁμαρτωλὸς ᾖ, οὐ μὴν τοὐναντίον· ἐπὶ πλεῖον
μὲν ἡ ἁμαρτία· ἡ δὲ ἀσέβεια ἐπ’ ἔλαττον· καὶ διὰ τοῦτο καὶ ὁ38

39

Ἀπόστολος ἐν πρώτοις εἰρηκὼς Χριστὸν ὑπὲρ ἀσεβῶν ἀποτεθνη‐ κέναι, ὕστερον ἐπιδιορθούμενος ἑαυτὸν, τὸ καθολικὸν ἐπείπει. ἀσε‐ βῶν οὖν φησὶ τῶν ἐθνῶν, οὐ μὴν τὸ καθολικὸν ταύτη δηλοῦται· ἀλλ’ ἐν τῷ εἰπεῖν· “ἔτι γὰρ ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς
5“ὑπὲρ ἡμῶν ἀπέθανε·” τὸ ὑπὲρ πάντων αὐτὸν ἀποτεθνηκέναι δη‐ λοῦται σαφῶς ἐνταῦθα. Ἀλλ’ εἰ καὶ τοῦτό τις παραδέξαιτό, φησι, πιθανῶς εἰρημένον, πῶς οὐκ ἂν ἐπιζητήσειεν, τίνα τρόπον ἁμαρτωλὸς ἂν λέγοιτο ὀρθῶς ὁ Ἀβὲλ, ὁ καὶ ὑπ’ αὐτοῦ τοῦ Κυρίου δίκαιος κεκλημένος;
10ἢ αὖ ὁ μετατεθεὶς τοῦ μὴ ἰδεῖν θάνατον Ἐνώχ; ἢ οἱ λοιποὶ πάν‐ τες, οἱ ὑπὸ τῆς θείας γραφῆς χρηματίσαντες “ὧν οὐκ ἦν ἄξιος ὁ “κόσμος;” φαμὲν οὖν, τῶν ἁμαρτημάτων, τὰ μὲν κατὰ διάνοιαν εἶναι μόνον· τὰ δὲ καὶ εἰς ἐνέργειαν ἔρχεται· τὸ γὰρ μηδὲ μέχρις ἐνθυμήσεως λογίσασθαι τὸ πονηρὸν, τὴν ἡμετέραν ἴσως ἐκπέ‐
15φευγε δύναμιν· τὰ μὲν οὖν εἰς ἐνέργειαν ἥκοντα, τὴν παλαιὰν νομίζομεν ἐπισεσημειῶσθαι γραφήν· τὰ δὲ μέχρις ἐνθυμήσεως, ἢ καὶ τὴν ἡμετέραν ἐκφεύγοντα διάνοιαν, ἃ δὴ κρύφια ὠνόμασεν ὁ Δαβὶδ, οὐκ ἠξιῶσθαι ὑπονοοῦμεν ἐν αἰτίας μέρει τεθεῖσθαι, καὶ ὅλως ἀναγέγραφθαι. καὶ ἴσως οὐ τὰ ἐνθυμήματα ἔκρινεν ὁ νόμος,
20ἀλλὰ τὰ ἀποτελέσματα, ἃ καὶ ἠλέγχοντο ὁμολογεῖν ἄνθρωποι· κἂν γὰρ ὁ νόμος “οὐκ ἐπιθυμήσεις” λέγει, οὐ τὴν ἐπιθυμίαν, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα κρίνει. καὶ ἴσως ταύτῃ πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ὡς μὴ μόνον
25τοῦ τὰ ἄτοπα μὴ πράσσειν δύναμιν κεκτῆσθαι, ἀλλὰ καὶ τοῦ μὴ ἐνθυμεῖσθαι τὰ φαῦλα. οὐ γὰρ ἂν ἐπέτασσεν ὁ Ἰησοῦς, “ἐρρέθη,” λέγων, “τοῖς ἀρχαίοις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέπων “γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ “καρδίᾳ αὐτοῦ.” καὶ περὶ φόνου καὶ πληγῶν ὡσαύτως καὶ τῶν
30παραπλησίων. Τῶν οὖν μοχθηρῶν ἐνθυμήσεων καθαρεύειν βουλόμενος τοὺς ἑαυ‐ τοῦ μαθητὰς, δύναμιν αὐτοῖς ἐνέθηκεν ἀναστὰς ἐκ νεκρῶν τὴν τοῦ Ἁγίου Πνεύματος χάριν, τοῦ μὴ ἀναβαίνειν ἐπὶ τὰς καρδίας
αὐτῶν ἐνθυμήσεων φαντάσματα· καὶ ταύτη καὶ ὑπὲρ τῶν ἁμαρ‐39

40

τωλῶν ἀπέθανεν, ἵνα καὶ τοὺς τοιούτους καὶ τοὺς ὀλίγῳ πρόσθεν εἰρημένους ὁ θάνατος αὐτοῦ καθαρεύσῃ, πιστεύοντας εἰς τὸν θάνα‐ τον αὐτοῦ καὶ εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν. τοῦτο φανερώτερον ὁ Ἀπόστολος ἐδήλωσεν ἐν τῇ πρὸς Ἐφεσίους λέγων, “οἱ ἄνδρες
5“ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε “τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν “ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι.” εἶτα βουλόμενος διατάξαι τίς ἁγιασμὸς, ἐπιλέγει γράφων, “ἵνα παρα‐ “στήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον,
10“ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος·” καὶ διὰ τοῦτο οὐδεὶς λέγεται τετελειῶσθαι, πρὸ τοῦ τὸν Κύριον παθόντα, καὶ τῶν τοιούτων σπίλων καὶ ῥυτίδων καθάρσιον γενέσθαι τοῦ γέ‐ νους ἡμῶν.
14tΚΕΦ. Ζ.
15tΠερὶ εἰσαγωγῆς τοῦ πρὸς σωτηρίαν ἡμῶν ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἀντὶ τοῦ
16tπεσόντος ἐξ ἀρχῆς γηγενοῦς Ἀδάμ.
17 Κυρίλλου. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἀξιάγαστον ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπησιν, ἣν εἰς ἡμᾶς ἐπεδείξατο, καθιστὰς ἐναργῆ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ πέρας καὶ τὸ
20ἐπὶ τῷ σταυρῷ πάθος παρεκόμιζεν εἰς ἀπόδειξιν, ὧδέ πη λέγων· “οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ “τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπολλυή‐ “ται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” ἔδωκε γὰρ ὁ Θεὸς ἀληθῶς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν. ἐκλελυτρώμεθα δὲ ἡμεῖς, ἀπηλλάγμεθα θανάτου
25καὶ ἁμαρτίας· οὐ γὰρ ἑκατέρου τινος χάριν γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ἵνα τὸν τῆς σαρκὸς θάνατον ἀνατλὰς, θριαμβεύσῃ μὲν ἀρχὰς καὶ ἐξουσίας· καταργήσῃ δὲ καὶ αὐτὸν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν Σατανᾶν, καὶ ἀνέλῃ μὲν τὴν φθορὰν, ἀποστήσῃ δὲ σὺν αὐτῇ καὶ τὴν καθ’ ἡμῶν τυραν‐
30νήσασαν ἁμαρτίαν, ἄπρακτόν τε οὕτως ἀποφήνῃ λοιπὸν τὴν ἀρ‐ χαίαν ἐκείνην ἀρὰν, ἣν ἡ τοῦ ἀνθρώπου φύσις ὑπέμεινεν ἐν Ἀδὰμ,
ὡς ἐν ἀπαρχῇ τοῦ γένους, καὶ ὡς ἐν ῥίζῃ τῇ πρώτῃ.40

41

Παραβὰς γὰρ τὴν ἐντολὴν ὁ Ἀδὰμ, προσκέκρουκε τῷ δη‐ μιουργῷ. ταύτη τοι γέγονε καὶ ἐπάρατος καὶ θανάτῳ κάτοχος. ὁλο‐ τρόπως δὲ ἀπολωλότας κατελέησε πάλιν ὁ τῶν ὅλων δεσπότης. καθήκετο γὰρ ἐξ οὐρανῶν ὁ Υἱὸς ἀνιεὶς ἐγκλήματα, δικαιῶν ἐν
5πίστει τὸν ἀσεβῆ, μεταχαλκεύων ὡς Θεὸς τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρσίαν, καὶ ἀνακομίζων εἰς τὸ ἀπαρχῆς· “καινὴ γὰρ κτίσις “τὰ ἐν Χριστῷ,” ὅτι καὶ ῥίζα τέθειται καινή. γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀπο‐ στροφῆς τῆς ἄνωθεν τοῖς ἐξ αὐτοῦ γεγονόσι· πρόξενος δὲ μᾶλλον
10καὶ δοτῆρ τῆς πρὸς ἓν οἰκειότητος δι’ ἁγιασμοῦ τε καὶ ἀφθαρσίας, καὶ τῆς ἐν πίστει δικαιοσύνης. ταῦτα ἡμῖν ὁ σόφος ἐξηγεῖται Παῦλος διὰ τῆς προκειμένης ῥήσεως. οὐκοῦν “ὡς δι’ ἑνὸς ἀνθρώ‐ “που,” φησιν, “ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς “ἁμαρτίας ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον.” εἰσέδυ μὲν
15γὰρ, ὡς ἔφην, διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐν τῷ πρωτοπλάστῳ καὶ ἐν τῇ τοῦ γένους ἀρχῇ· εἶτα ὅλον ἐφεξῆς κατενεμήθη τὸ γένος. ἀλλὰ καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς δράκων ἰσχύσας ἐν Ἀδὰμ τοῖς τῆς φαυλότητος τρόποις βατὴν ἤργασται τὴν ἀνθρώπου διάνοιαν· πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. ἐκ προσώπου δὴ οὖν
20γεγονότες τοῦ Παναγίου Θεοῦ, διάτοι τὸ ἐπιμελῶς ἐγκεῖσθαι τὴν ἀνθρώπου διάνοιαν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, ἀλογώτερον διέζωμεν βίον. καὶ κατέπιεν μὲν ὁ θάνατος ἰσχύσας, ὡς ὁ προφήτης φησίν· “ἐπλάτυνε δὲ καὶ ὁ Ἅιδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ “στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν.” ἐπειδὴ γὰρ τῆς ἐν Ἀδὰμ πα‐
25ραβάσεως γεγόναμεν μιμηταὶ, καθὸ πάντες ἥμαρτον, ταῖς ἴσαις ἐκείνῳ δίκαις ὑπενενήγμεθα· ἀλλ’ οὐ μεμένηκεν ἀνεπικούρητος ἡ ὑπουρανόν· καθήρηται γὰρ ἡ ἁμαρτία· πέπτωκεν ὁ Σατανᾶς· κατήργηται δὲ καὶ ὁ θάνατος. Ἄχρι γὰρ νόμου, ἁμαρτία ἦν ἐν κόσμῳ.
30Κυρίλλου. Ὁ νόμος διὰ Μωϋσέως, ἔλεγχος ἦν, ὡς ἔφην, τῆς τῶν πταιόντων ἀσθενείας, οὐ λυτικὸς ἁμαρτίας, κατεργάζετο δὲ μᾶλλον ὀργήν. ἦν γὰρ ἀνάγκη τοὺς παραβαίνοντας ταῖς ἐν νόμῳ
διωρισμέναις ὑποφέρεσθαι δίκαις. οὗ δὲ δὴ ὅλως παραβάσεως τρό‐41

42

πος, ἐκεῖ που πάντως καὶ ἁμαρτία. καὶ εἴπερ ἔστιν ἁμαρτία θανάτου πρόξενος, πᾶσα πῶς ἀνάγκη συνερρῶσθαι λέγειν αὐτῇ καὶ τὸν ἐξ αὐτῆς ἀναφέντα θάνατον· καθῃρημένη τε πάντως συγκατα‐ σείεσθαι· καὶ οἷά περ ἰδίᾳ συνδιολλύσθαι μητρί. ἦν οὖν ἄχρι νόμου
5ἁμαρτία, φησιν, ἐν κόσμῳ· κειμένου γὰρ ἔτι τοῦ νόμου, καὶ τὰ τῆς παραβάσεως ἐγκλήματα κατὰ τῶν πταιόντων ἐκρατύνετο· ἀργοῦντος δὲ ἤδη, πέπαυται σὺν αὐτῷ τοῦ παραβαίνειν ἡ γραφή. πεπαυμένης δὲ τῆς ἁμαρτίας, ὡς ἔφην, συμπεπαύσεται καὶ ὁ θάνατος.
10 Τοῦ αὐτοῦ. Ἀλλ’ εἰ τοῦτο τίνα τρόπον φαίη τις ἂν, κατεκρά‐ τησε τῶν ἐπὶ τῆς γῆς καὶ πρὸ νόμου θάνατος. Τοῦ αὐτοῦ. Εἰ γὰρ καί τινες οὐ γεγόνασι ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχοι, διάτοι τὸ μήπω τεθεῖσθαι τὸν νόμον, ἀλλ’ ὑπέδυσαν καὶ αὐτοὶ τὴν φθορὰν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβά‐
15σεως Ἀδάμ· ὅμοιον ὡς εἰ λέγοι τυχὸν, ἐπιτρέχοντος τοῦ θανάτου καθ’ ὁμοιότητα τὴν Ἀδὰμ τὸ ἐξ αὐτοῦ πᾶν γένος, ὥσπερ φυτοῦ παθόντος βλάβος εἰς ῥίζαν, πᾶσά πως ἀνάγκη τοὺς ἐξ αὐτοῦ γεγονότας μαραίνεσθαι κλῶνας· τύπον γε μὴν αὐτὸν τοῦ μέλλον‐ τος εἶναί φησι, τουτέστι Χριστοῦ· καίτοι παραγεγονότος ἤδη καὶ
20τῆς μετὰ σαρκὸς οἰκονομίαν διαπεράναντος τὸ μυστήριον· πῶς οὖν μέλλοντα καλεῖ; φαίη τίς ἂν ἴσως· παραθεὶς γὰρ ἡμῖν τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν τῆς παραβάσεως διαμνημονεύσας και‐ ρῶν, ὡς μετ’ αὐτοὺς παρεσόμενόν τε καὶ ἔσχατον Ἀδὰμ ὠνόμασε τὸν Χριστόν· προώριστο μὲν γὰρ ὡς ἐν θελήσει τε καὶ προμηθείᾳ
25τοῦ Θεοῦ καὶ Πατρὸς, σωτήρ τε καὶ λυτρωτής. ἐπέφανε δὲ και‐ ροῖς ἰδίοις καθ’ οὓς ἠθέλησεν ὁ δυνάστης· οὗτοι δὲ εἰσὶν οἱ ἐν ἐσχάτοις καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ παρόντος αἰῶνος. οὐκοῦν τεθει‐ κὼς εἰς τύπον τοῦ πρώτου τὸ δεύτερον, μονονουχὶ καὶ διαπυνθάνεται τὸν ἀκροώμενον, ὡς ἐν ὑποστιγμῇ τε καὶ ἐρωτήσει λέγων τὰ ἑξῆς.
30 Γενναδίου. Ταύτης ἡμῖν φησὶ τῆς ἐν τούτῳ τῷ κόσμῳ ζωῆς τῆς ἁμαρτεῖν τε καὶ ἀποθανεῖν ἐπιδεχομένης, καὶ διὰ τοῦτο καὶ νόμου δεομένης εἰκότως τοῦ τὴν ἁμαρτίαν ὑποδεικνύντος τε καὶ ἀπαγορεύοντος, ἦρξε πρῶτος ὁ Ἀδὰμ, ἅτε πρῶτος καὶ γενόμενος
καὶ παρανόμησας. τῶν οὖν ἐξ αὐτοῦ κατὰ διαδοχὰς τικτομένων,42

43

πάντες ἀπέθνησκον ὡς εἰκὸς τοῦ προπάτορος κληρονομοῦντες τῆς φύσεως· ἀλλὰ τῶν ἀποθνησκόντων τούτων οἱ μὲν δι’ ὧν καὶ αὐτοὶ παρηνόμουν, ἠπείγοντο τῷ θανάτῳ· οἱ δὲ διὰ μόνην τοῦ Ἀδὰμ τὴν κατάκρισιν, οἷον ἡ τῶν νηπίων μερίς· διὰ τοῦτο νῦν μὲν φησὶν εἰς
5πάντας ἀνθρώπους εἰσῆλθεν ὁ θάνατος, ἐφ’ ᾧ πάντες ἥμαρτον· ἀντὶ τῶν πολλῶν λέγων τοὺς πάντας ὥσπερ αὐτοῖς μετὰ ταῦτα· “εἰ “γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον,” τοὺς πολ‐ λοὺς ἀντὶ τῶν πάντων φησι· “νῦν δὲ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ “Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας·” οἱ
10γὰρ οὔτε πράξεως, οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντὸς, πῶς ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, τοιοῦτόν ἐστιν. Ὁ μακάριος Παῦλος ἀπὸ τῶν κατὰ Χριστὸν πολλάκις ἡμῖν διαλέγεται· ὡς μετὰ τὴν φανέρωσιν τοῦ Σωτῆρος, οὐκέτι τῆς
15παλαῖας κρατούσης ἀλλὰ τῆς καινῆς καταστάσεως. ἐν μὲν οὖν τῇ παλαίᾳ σαρκικοῖς οὖσιν ἡμῖν καὶ ὑποκειμένοις μαθήμασιν, ἀναγκαίαν εἶναι τὴν δόσιν τοῦ νόμου συνέβαινε ταῖς τῶν τιμω‐ ριῶν ἀπειλαῖς ἀνακόπτοντος ἡμῶν τῆς φύσεως τὰς πρὸς τὴν ἁμαρτίαν ὁρμάς· καινοῖς δὲ γενομένοις ἐν Χριστῷ καὶ δικαίοις,
20τουτέστι τὴν διὰ τῆς ἁμαρτίας παλαίωσιν ἐπιδεχομένοις οὐκέτι, περιττὸς παντάπασιν ὁ νόμος ἐστί. διὰ τοῦτο λέγει, “δικαίῳ “νόμος οὐ κεῖται· καὶ ὑμεῖς οὐκ ἐστὲ ὑπὸ νόμον.” διὰ τοίνυν τοῦ “ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ” τοῦτο λέγει, ὅτι ἕως οὗ φύσεως ἦμεν σαρκικῆς τε καὶ παθητικῆς, καὶ διὰ τοῦτο ὑπὸ νόμον
25εἶναι χρῃζούσης, τῇ ἁμαρτίᾳ κατεκρατούμεθα· πολιτευομένης αὐ‐ τῆς ἐν τῷ κόσμῳ παντί· ἀναιρεθέντος μέντοι τοῦ νόμου, διὰ τὸ πνευματικοὺς γενομένους πρὸς δικαίωσιν ἡμᾶς ἐν Χριστῷ μετελ‐ θεῖν, συνανῄρηται καὶ ἡ ἁμαρτία. οὐ γὰρ ἐλλογεῖται λοιπὸν, μὴ ὄντος νόμου.
30 Ὁ τοίνυν σύμπας, ὡς ἂν ἐν κεφαλαίῳ τίς εἴποι, τῆς ῥήσεως ταύ‐ της νοῦς οὗτός ἐστι. παρέχει πᾶσιν ἡμῖν ἡ κατὰ Χριστὸν χάρις, τὸ βεβαίως αὐτῇ πεπιστευκότας καυχᾶσθαι. καὶ διὰ τοῦτο ὅτι οὐδὲν ἀπεικὸς, ἀλλὰ καὶ σφόδρα γε εὔλογον ἄρξαι τοῦτον ἡμῖν
τῆς ἀθανάτου καὶ δικαίας ζωῆς· ὃν τρόπον ἦρξεν ἡμῶν τὸ πρότερον43

44

ὁ Ἀδὰμ τῆς φθαρτῆς τε καὶ παθητικῆς. εἰ γὰρ ἐκείνῳ πταίσαντι καὶ κατακριθέντι τελευτῇ, οἱ μετ’ αὐτὸν ἐξ αὐτοῦ κεκοινωνήκαμεν ἅπαντες, οἱ μὲν, καὶ αὐτὸ προσεφαμαρτάνοντες τὸ παρανομεῖν· οἱ δὲ ἀπὸ μόνης κατὰ τὸ συγγενὲς τῆς ἐκείνου κολάσεως· πῶς οὐκ
5ἀντίρρητον τῷ καὶ τῷ δεσπότῃ Χριστῷ κατὰ τὸ ἀνθρώπινον πολι‐ τευσαμένῳ καὶ κατορθώσαντι καὶ κομισαμένῳ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὴν ἀμείνονα λῆξιν. διὰ τοῦτο γάρ, φησιν, αὐτὸν ὁ Θεὸς ὑπερύψωσεν τοὺς ἑνουμένους αὐτῷ διὰ πίστεως, καὶ κα‐ ταξιουμένους τῆς τοῦ Πνεύματος ἐνοικήσεως, τοῦ πρῶτον αὐτὸν
10ἐκεῖνον ἐγείραντος ἐκ νεκρῶν, κοινωνεῖν αὐτῷ τῆς ἀκηράτου ζωῆς, ἀντὶ σαρκικῶν γενομένους πνευματικούς. Ἀλλ’ “ἐβασίλευσέ,” φησιν, “ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι “Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς “παραβάσεως Ἀδάμ.” ἀντὶ τοῦ, καθ’ ὃν τρόπον παραβεβηκότος
15Ἀδὰμ, ὁ θάνατος ἐβασίλευσεν, οὕτω καὶ τῶν ἐξ αὐτοῦ μετ’ αὐτὸν γενομένων, ἡμαρτηκότων τε καὶ οὐχ ἡμαρτηκότων ὁμοίως. τὸ δὲ “μέχρι Μωσέως” ταυτόν ἐστι τὸ ἄχρι γὰρ νόμου· Μωσέα γὰρ νῦν, οὐκ ἰδικῶς τὸ πρόσωπον τοῦ ἀνδρὸς, ἀλλὰ τὸ πρᾶγμά φησι, τὸν νόμον ἐκ τοῦ νομοθέτου καλῶν· οὕτω καὶ ἐν τῇ πρὸς Κορινθίους
20“ἕως ἀναγινώσκηται Μωσῆς,” τουτέστιν ὁ νόμος ὁ διὰ Μωσέως δοθεὶς, ὅς ἐστι τύπος τοῦ μέλλοντος. ἐτυποῦτο δὲ ἄρα, φησιν, ἐν τοῖς περὶ τὸν Ἀδὰμ, καὶ προδιεγράφετο τὰ μετέπειτα γενησόμενα· ταῦτα δὴ τὰ κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἔδει γὰρ ἴσως γενέσθαι τὸν μὲν “πρῶτον ἄνθρωπον Ἀδὰμ εἰς ψυχὴν ζῶσαν,
25“τὸν δὲ ἔσχατον Ἀδὰμ, εἰς πνεῦμα ζωοποιοῦν.” ἐπειδὴ γοῦν, “ὁ μὲν πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ὁ δὲ δεύτερος “ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ,” ἀνάγκη “κατὰ μὲν τὸν χοϊκὸν “εἶναι τοὺς χοϊκούς· κατὰ δὲ τὸν ἐπουράνιον τοὺς ἐπουρανίους. “καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω δήπου καὶ τὴν
30“εἰκόνα τοῦ ἐπουρανίου φορέσομεν.” ἀκολούθως ἐκ τῶν ὑποδεεστέ‐ ρων ἀναβιβαζόμενοι πρὸς τὰ ὑπάρχοντα. Διοδώρου. Προειπὼν ὅτι ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ Ἀδὰμ, ἐπὶ τῇ ἀποφάσει τοῦ θανάτου καὶ οἱ λοιποὶ πάντες ἥμαρτον, πιστοῦται ὅτι
ἥμαρτον, ἐκ τοῦ ἐπάγειν· “ἄχρι γὰρ νόμου ἁμαρτίᾳ ἦν ἐν κόσμῳ.”44

45

μὴ γὰρ νομίσητέ, φησιν, ὅτι οὐκ ἦν ἁμαρτία ἕως τοῦ νόμου τοῦ Μωσαϊκοῦ. εἰ δὲ ἐνελογεῖτο ἁμαρτία ἀνθρώποις, ἦν γὰρ καὶ ἐνε‐ λογεῖτο, ἐπεὶ καὶ νόμος ἦν· ποῖον οὖν νόμον ἐμφαίνει; τὸν φυσι‐ κὸν, καθ’ ὃν κινούμεθα διακρίνοντες τὰ βελτίονα καὶ τὰ χείρονα·
5περὶ οὗ νόμου ἤδη ἔφησεν, “ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα “φύσει τὰ τοῦ νόμου ποιῇ, οὕτω νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσὶ “νόμος.” ἀλλ’ ὡς ὄντων, φησὶν, ἁμαρτημάτων, καὶ ἐμπολιτευομέ‐ νων, ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς θέσεως τοῦ νόμου, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας μηδὲ παραβεβηκότας ἐντολὴν
10Θεοῦ κατὰ τὸν Ἀδάμ· ἀλλὰ νόμον φύσεως παραχαράξαντας. τὸ δὲ, “ὅς ἐστι τύπος τοῦ μέλλοντος,” τουτέστι τύπος τοῦ Χριστοῦ ὁ Ἀδὰμ, οὐ κατὰ τὴν ἁμαρτίαν, ἢ τὴν δικαιοσύνην, κατὰ γὰρ ταῦτα ἐναντίως ἔσχον, ἀλλὰ κατὰ τὸ προῆρχθαι. ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδὰμ διεδόθη εἰς πάντας ὁ θάνατος, οὕτως ἀπὸ τοῦ Χριστοῦ διε‐
15δόθη εἰς πάντας ἡ ζωή. ἔστι δὲ τύπος καὶ καθ’ ἕτερον λόγον. ὥσπερ γὰρ ὁ Ἀδὰμ κεφαλὴ ἦν τῆς Εὔας, καθὸ ἀνὴρ, οὕτω καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καθὸ νυμφίος αὐτῆς ἀνηγόρευ‐ ται· ὡς καὶ ὁ Ἀπόστολός φησιν, “ἀντὶ τούτου καταλείψει “ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθή‐
20“σεται πρὸς τὴν γυναῖκα αὐτοῦ· τὸ μυστήριον τοῦτο, μέγα ἐστιν· “ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν.” Θεοδώρου. Οὐδὲ γὰρ ὁ νόμος ἐπεισελθών, φησι, τὴν ἁμαρτίαν ἔλυσεν· ἀλλ’ ἄχρις ἦν τε ὁ νόμος καὶ ἐπολιτεύετο καὶ ἐκράτει παρὰ τοῖς ἀνθρώποις, ἐλάμβανε καὶ τὰ τῆς ἁμαρτίας προσθήκην·
25οὐδὲν πρὸς τοῦτο τῆς τοῦ νόμου θέσεως συμβαλέσθαι δυνηθείσης αὐτοῖς· καὶ πρὸς ἀπόδειξιν τοῦ προκειμένου ἐπάγει, “ἁμαρτία δὲ “οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.” τοσοῦτον γὰρ ἀπεῖχεν ὁ νόμος, φησὶ, τοῦ τὴν ἁμαρτίαν ἀνελεῖν, ὥστε οὐδ’ ἂν γένοιτο ἁμαρτία, εἰ μὴ νόμος εἴη. νόμον δὲ νῦν καλεῖ τὴν ἥντινα δήποτε διάκρισιν·
30εἴτε ἀπὸ φύσεως, εἴτε ἀπὸ θέσεως ἐγγινομένην· μὴ γὰρ οὔσης τῆς διακρίσεως οὐκ ἄν τις λέγοιτο ἁμαρτάνειν ἁμαρτίαν· εἰ δὲ ὁ τὸ φαι‐ νόμενον κακὸν καὶ διακεκριμένον ἀπὸ τοῦ καλοῦ μετιὼν, ἀλλὰ τοῦτο μὲν, εἰς αὔξησιν τοῦ ἐφ’ ᾧ πάντες ἥμαρτον, τέθεικεν. ἐχόμενος δὲ τῆς οἰκείας ἀκολουθίας, ἐπήγαγεν, “ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος
35“ἀπὸ Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν45

46

“τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ὅς ἐστι τύπος τοῦ μέλ‐ “λοντος.” Τὸ μὲν οὖν “καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι “τῆς παραβάσεως Ἀδὰμ,” τοῦτο λέγει, ὅτι ὁ θάνατος ἐκράτησεν
5ἁπάντων τῶν ὁπωσδήποτε ἡμαρτηκότων. οὐ γὰρ ἐπειδὴ οὐχ ὅμοιον ἦν τὸ τῆς ἁμαρτίας εἶδος τό τε τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν ἀνθρώ‐ πων, θανάτου γεγόνασιν ἐκτὸς οἱ λοιποί· ἀλλ’ ὑπὲρ ὧν ἡμάρτανον ὁπωσδήποτε, τοῦ θανάτου τὴν ἀπόφασιν ἐδέξαντο πάντες. οὐ γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται, ἀλλὰ πάσης
10ἁμαρτίας· ἔστι δὲ ἐν τῷ πᾶν ἀπὸ τοῦ, “οὐ μόνον δὲ ἀλλὰ καὶ καυ‐ “χώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” οὐ λέγει γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται, ἀλλὰ πάσης ἁμαρτίας. λέγει γὰρ ὅτι οὐκ ἐπὶ τούτῳ μόνον καυ‐ χώμεθα, ὅτι διὰ τοῦ Χριστοῦ κατήλλαξεν ἡμᾶς ὁ Θεὸς ἑαυτῷ,
15ἀλλ’ ὅτι καὶ πάντα δὴ τὰ παλαιὰ ἔλυσε κακά. ποῖα ταῦτα; ἡμαρ‐ τηκότος γὰρ τοῦ Ἀδὰμ, καὶ μὴν καὶ θνητοῦ διὰ τοῦτο γεγονότος, ἥτε ἁμαρτία πάροδον ἔλαβεν εἰς τοὺς ἑξῆς, καὶ ὁ θάνατος πάντων ἐκράτει τῶν ἀνθρώπων ὡς εἰκός· πάντων γὰρ ἡμαρτηκότων, εἰ καὶ μὴ παραπλησίαν τῷ Ἀδὰμ ἁμαρτίαν, ἀλλ’ οὖν γε ὁπωσδήποτε,
20τῶν μὲν οὕτω, τῶν δὲ οὕτω· ἀνάγκη καὶ τὸν θάνατον ἦν κρατεῖν ἐφ’ ἁπάντων ὁμοίως· ἀλλ’ οὐδὲ ὁ νόμος ἐπεισελθὼν ἀνελεῖν αὐτὴν ἐπὶ τῶν ἀνθρώπων ἐδυνήθη· τοὐναντίον μὲν οὖν καὶ ἡ τοῦ ἁμαρτά‐ νειν ἀφορμὴ ἐντεῦθεν ἡμῖν ἐπεγίγνετο· τῷ μηδὲ οἷόν τε εἶναι ἁμάρτημα κρίνεσθαι νόμων ἐκτός· ὄντων δὲ τῶν καθ’ ἡμᾶς ἐν τού‐
25τοις ὡς μηδεμίαν τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς ὑποφαίνεσθαι ἐλπίδα, λύσιν ἁπάντων ὁ Χριστὸς εἰργάσατο τῶν κακῶν. διὸ συν‐ τόμως ἐπήγαγε τὸ “ὅς ἐστι τύπος τοῦ μέλλοντος·” ἵνα εἴπῃ ὅτι ἐγένετο δὲ τὰ κατὰ τὸν Ἀδὰμ τύπος τῶν κατὰ Χριστόν. ἐπειδὴ ὥσπερ δι’ ἐκείνου τῶν χειρόνων ἡ πάροδος ἐγένετο, οὕτω διὰ τούτου
30τῆς τῶν κρειττόνων ἀπολαύσεως τὴν ἀφορμὴν ἐδεξάμεθα. Ἀκακίου. Οὐχ ἁπλῶς εἴρηκε “καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας·” ἄντικρυς γὰρ ἐναντίον ἦν τῷ ἀλλαχοῦ αὐτῷ εἰρημένῳ· τῷ “πάν‐ “τες γὰρ ἥμαρτον,” ἀλλ’ “ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ “ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ·” τουτέστι καὶ ἐπὶ τοὺς μὴ
35διὰ τοῦ φαγεῖν ἀπὸ τοῦ ἐν τῷ παραδείσῳ ξύλου ἁμαρτῶντας. ἐκ46

47

τούτου δὲ ἴσως ἄν τις κατασκευάσῃ, ἀλλὰ περὶ ἑνὸς καὶ μόνου τοῦ Ἀδάμ· εἰ γὰρ περὶ τοῦ κοινοῦ ἀνθρώπου γεγραμμένον ἦν τὸ περὶ τῆς παραβάσεως γράμμα, οὐκ ἂν ἐνταῦθα ἐλέγετο “καὶ ἐπὶ “τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως
5“Ἀδάμ.” Φωτίου. “Ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μεχρὶ “Μωϋσέως.” τριά ἐστιν ἐν τούτοις τοῖς παραβολικῶς ἀλλήλοις παρατεθεῖσιν, ὁμοιότης τις, ἐναντιότης, ὑπερβολή. κατὰ τὴν ὁμοιό‐ τητα ἐναντιότης μὲν, ἁμαρτία, ἀναμάρτητον· ἔχθρα πρὸς Θεὸν,
10καταλλαγὴ πρὸς Θεόν· κατάκριμα, δικαίωμα· ἀπώλεια καὶ πτῶ‐ μα καὶ θάνατος, σωτηρία καὶ ζωὴ καὶ ἀνάστασις. ἡ μὲν οὖν ἐναντιότης ἐν τούτοις· ἡ δὲ ὁμοιότης, ὥσπερ δι’ ἑνὸς τοῖς πᾶσιν ἐπιγέγονεν· ἡ δὲ ὑπερβολὴ, ὅτι ἐπὶ μὲν τῶν χειρόνων συνέπραξαν, τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτοῖς τῶν κακῶν, ἐπὶ δὲ τῶν
15ἀμεινόνων οὐδεὶς συνέπραξεν, ἀλλὰ μόνον τοῦ ἑνὸς Χριστοῦ τὸ χαρίσμα γέγονεν. ὥστε οὐχ ὁμοίως καὶ ἐπίσης, ἀλλὰ καθ’ ὑπερ‐ βολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιότης· πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εἰσαχθέντων, οὐκ ἀνῃρέθη μόνον ταῦτα, ὅπερ ὡς ἐναντίοις ὅμοιον καὶ ἀνάλογον, ἀλλὰ καὶ ἐπεδόθη παρὰ Χριστοῦ τὰ ἀμείνω·
20ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησιν. Ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Κυρίλλου. Τέθεικας εἰς τύπον τοῦ προτέρου τὸν δεύτερον, μονονουχὶ πυνθάνεται τὸν ἀκροώμενον, ὡς ὑποστιγμῇ τε καὶ ἐπερω‐ τήσει λέγων· “ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χά‐
25“ρισμα.” ὅμοιον γὰρ ὡς λέγοι· κατακεκρίμεθα τῷ θανάτῳ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὅλης τῆς ἀνθρωπείας φύσεως τοῦτο παθούσης ἐν αὐτῷ· καὶ γὰρ ἦν ἀπάρχη τοῦ γένους· ἀλλ’ ἐν Χριστῷ πάλιν ἀνεθάλλομεν εἰς ζωήν. τύπος δὲ ἦν ὁ Ἀδὰμ τοῦ μέλλοντος, τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν
30ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν. ἆρα οὖν, φησὶ, τοῦτο λέγων, διημάρτηκα κατ’ ἀληθοῦς; ἔξω φέρομαι τοῦ εἰκότος; “οὐχ “ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα;” ἀλλ’ ἴσχυσε μὲν
δι’ ἑνὸς ὁ θάνατος, ἀτονήσει δὲ δι’ ἑνὸς ἡ ζωή; καίτοι πῶς οὐχ47

48

ἀληθὲς ἐκεῖνο εἰπεῖν; “εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολ‐ “λοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν “χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, εἰς τοὺς πολλοὺς “ἐπερίσσευσεν.” ἀνέξεται γὰρ ἥκιστά γε φιλάνθρωπος ὢν ὁ δημι‐
5ουργὸς, κατισχύσαι μὲν θάνατον διὰ τοῦ ἑνὸς, ἀπρακτῆσαι δὲ τὴν δι’ ἑνὸς ἀνθρώπου ζωήν. ὑπερκείσεται δὲ ἡ χάρις τὰ ἐξ ὀργῆς. Γενναδίου. Μία μὲν γάρ φησιν ἡ ἁμαρτία τῆς κατακρίσεως πάντων αἰτία, καὶ τὴν ἐκείνης δίκην οἱ καθεξῆς πάντες ἐξέτισαν. ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης
10βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπται‐ στον παντελῶς τοῦ λοιποῦ καὶ δικαίαν ἐργασαμένη τὴν φύσιν ἡμῶν. Διοδώρου. Τοῦτο δοκεῖ ἐναντίως ἔχειν τῷ προκειμένῳ τὸ “εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν·” εἰπὼν γὰρ ἀνωτέρω
15περὶ πάντων, νῦν περὶ πολλῶν λέγει. ἀλλὰ χρὴ εἰδέναι ὅτι διῆλθε μὲν εἰς πάντας ὁ θάνατος, ἐπειδὴ καὶ πάντες ἡμάρτομεν. ἀλλὰ διῆλθε πάντας μὲν διερευνῶν καὶ πειράζων, κατέχων δὲ οὐ τοὺς ἁπλῶς ἁμαρτάνοντας, ἀλλὰ τοὺς ἐμπαραμένοντας ταῖς ἑαυτῶν ἁμαρτίαις. ὅπερ καὶ διὰ τῶν ἑξῆς δηλοῖ λέγων, ὅτι ἁμαρτωλοὶ
20κατεστάθησαν οἱ πολλοί. δι’ ὧν ἐμφαίνει τὸ ἀμετάθετον τῆς κακίας αὐτῶν. ὥστε διῆλθε μὲν εἰς πάντας ὁ θάνατος, διερευνῶν, ὁρῶν αὐτοὺς ἁμαρτάνοντας· ἐθανάτωσε δὲ οὐ πάντας. ἔνιοι μὲν οὖν διαφορὰν θανάτου ᾠήθησαν διὰ τούτων δηλοῦσθαι· καὶ διὰ μὲν τοῦ “πάντες” σωματικὸν ἐμφαίνεσθαι τὸν θάνατον· διὰ δὲ τοῦ “πολ‐
25“λοὶ” ψυχικὸν, ἀλλ’ οὐδὲν τούτων νῦν ἡ ἀκολουθία τοῦ λόγου δείκνυ‐ σιν. οὐδὲ γὰρ διαστολή τις ἐν αὐτῷ ἐστιν, ἀλλ’ ὡς περὶ ἑνὸς οἰκου‐ μενικοῦ πράγματος διέξεισι. φιλοτιμεῖται μέντοι δεῖξαι, ὅτι εἰ καὶ τὸ παράπτωμα τοῦ Ἀδὰμ κατεσκεύασεν ὁ πονηρὸς, ἀρχὴν ἑαυτῷ τῆς κατ’ ἄνθρωπον βασιλείας πραγματευόμενος, ἀλλὰ μεῖ‐
30ζον χάρισμα ἐπιδήμησας ὁ Κύριος ἐχαρίσατο. Θεοδώρου. Καὶ οὐδὲ τοῦ παραπτώματος εἶδός φησι, τοσοῦτον, ὅσον τὸ τοῦ χαρίσματος· εἰ γὰρ καὶ ἡ τοῦ ἑνὸς ἁμαρτία τοῖς
ἀνθρώποις τὸν θάνατον ἐπήγαγεν· ἀλλ’ οὖν γε ἡ διὰ τοῦ Χριστοῦ48

49

δωρεὰ, μείζων τις περὶ τοὺς ἀνθρώπους ἐγένετο. τὸ γὰρ “οἱ πολ‐ “λοὶ ἀπέθανον” ἀντὶ τοῦ πάντες λέγει. πάντες γὰρ ἀπέθανον, ὡς αὐτὸς ἀνωτέρω φησίν· “εἰ πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος.” δῆλον δὲ ὅτι τὸ “καὶ εἰς τοὺς πολλοὺς ἐπερίσσευεν” ὁμοίως ἀντὶ τοῦ
5εἰς πάντας λέγει· κοινὴ γὰρ καὶ ἡ τῆς ἀναστάσεως χάρις, ἁπάν‐ των ἀνισταμένων ὁμοίως. Καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα. Κυρίλλου. Ἀνατίθησιν ὥσπερ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν τοῦ νοήματος δύναμιν ἐπὶ τὸ ὅτι μάλιστα πρέπον τῷ Θεῷ. εἰ
10γὰρ δή, φησι, τὸ ἐξ ἑνὸς, ἤτοι δι’ ἑνὸς κατάκριμα τοῦ Ἀδὰμ ἀπεφοίτησεν εἰς πάντας καθ’ ὁμοιότητα τὴν αὐτοῦ· ῥίζα γὰρ ἦν, ὡς ἔφην, τοῦ γένους παθοῦσα τὴν φθορὰν, πῶς οὐκ ἂν γένοιτο καὶ πίστει παράδεκτον καὶ ἀγαπητὸν τῷ Θεῷ τὸ δεῖν ἐξ ἑνὸς δικαιώματος ἐκ πολλῶν παραπτωμάτων δικαιοῦσθαι πολλούς;
15ἢ οὐχ αἱρετὸν τὸ σώζειν μᾶλλον ἢ ἀπολλύναι παρὰ Θεῷ; ὥσπερ τοίνυν καταδεδίκασται μὲν ὁ Ἀδὰμ, κατεκράτησε δὲ Μωσέως ἡ τῆς ἀρᾶς δύναμις ὑποφέρουσα τῇ φθορᾷ τοὺς ἐπὶ τῆς γῆς, οὕτως ἐπειδήπερ δεδικαίωται Χριστὸς ὁ δεύτερος Ἀδὰμ ὁδῷ τῇ πρώτῃ, βαδιεῖταί που πάντως καὶ εἰς ἡμᾶς ἡ δικαίωσις. δεδικαιῶσθαι δὲ
20φαμὲν τὸν Χριστὸν, οὐχ ὡς ἄδικον μὲν γεγονότα ποτὲ, προσήκοντά γε μὴν ἐξ ἐπιδόσεως τῆς εἰς τὰ ἀμείνω εἰς δικαίωσιν· ἀλλ’ ὅτι πρῶτός τε καὶ μόνος ἄνθρωπος αὐτὸς ἐπὶ γῆς οὐκ ἐποίησεν ἁμαρ‐ τίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Γενναδίου. Μιὰ μὲν γάρ, φησιν, ἁμαρτία τῆς κατακρίσεως
25πάντων αἰτία, καὶ τὴν ἐκείνης δίκην οἱ καθεξῆς πάντες ἐξέτισαν. ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπται‐ στον παντελῶς καὶ δικαίαν ἐργασάμενος τὴν φύσιν ἡμῶν. Διοδώρου. Ἀντὶ τοῦ πρὸς ἓν ἁμάρτημα τοῦ Ἀδάμ. μεγάλη
30γὰρ ἦν καὶ πολλὴ, καὶ τὰ ἁμαρτήματα τῇ φιλανθρωπίᾳ ὑπερ‐ βαίνουσα· ὅπερ διδάσκων ἐπάγει· “τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς “κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίω‐ “μα.” βούλεται γὰρ εἰπεῖν, ὅτι τὸ μὲν τοῦ Ἀδὰμ ἁμάρτημα ἓν
ἦν, ἀλλ’ ὅμως ἓν ὂν ἐξ ἑνὸς ἁμαρτήματος κατέκρινε τοὺς πολλοὺς49

50

διὰ τὸ μισήσασθαι τὸν Ἀδάμ. τὸ δὲ χάρισμα τοῦ Κυρίου, οὐ πρὸς τὸ ἓν ἁμάρτημα ἐμετρήθη, ἀλλὰ πρὸς τὰ πάντων πολλὰ ὄντα· ὥστε ἐκ πολλῶν παραπτωμάτων ἀπαλλάξαν, ἤγαγεν εἰς δικαίωμα· ἐν γὰρ τούτῳ ἐστι τῆς χάριτος τὸ περίσσευμα, ὅτι οὐ
5μόνον τῶν παραπτωμάτων ἀπήλλαχεν, ἀλλὰ καὶ εἰς δικαιοσύνην ἐχειραγώγησεν. Θεοδώρου. Μίαν ταύτην αἰτίαν λέγει τῆς διαφορᾶς. ἐκεῖ μὲν γάρ φησιν, εἷς ἡμαρτηκὼς, καὶ κατακριθεὶς διὰ τοῦτο, εἰς τοὺς ἑξῆς τὴν τιμωρίαν ἐνεχθῆναι παρεσκεύασε πάντας, κοινωνοὺς τῆς
10ἀποφάσεως ἐσχηκὼς τοῦ θανάτου. ἡ δὲ χάρις οὐχ ὁμοίως. οὐ γὰρ ἀπ’ ἑνὸς ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ εἰς τοὺς ἑξῆς ἐλήλυθεν. ἀλλὰ πολλῶν ὄντων τῶν ἤδη κατακεκριμένων, σύντομον εἴς τε τοὺς πρό‐ τερον καὶ εἰς τοὺς ἑξῆς ἀνθρώπους τῆς δωρεᾶς ἐποιήσατο τὴν ἐξά‐ πλωσιν. ἔστιν οὖν μείζων πολλῷ· εἴπερ ἐκεῖνο μὲν ἔκλαμψε τοὺς
15ἑξῆς· τοῦτο δὲ οὐ τοὺς ἑξῆς μόνον ὠφέλησεν, ἀλλὰ γὰρ καὶ τοὺς προσειληφότας ἔλυσε τῶν ἐγκλημάτων. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι. Κυρίλλου. Ἄθρει δὴ πάλιν ὡς ἀλκιμωτέραν τῆς κατακρινού‐ σης ἀρᾶς καταλογίζεται τὴν δικαιοῦσαν χάριν. οὐ γὰρ δή, φησι,
20φαίη τις ἂν ὡς ἦν εἰκὸς κατισχύσαι μὲν τῶν ἐπὶ τῆς γῆς τὸν δι’ ἑνὸς θάνατον, εὐσθενείας γε μὴν ἀμοιρῆσαι τὴν ζωήν· πολλῷ γὰρ μᾶλλον οἱ χάριν ἔχοντες τὴν διὰ Χριστοῦ καὶ τὴν τῆς δικαιοσύνης δωρεὰν ἐκ φιλοτιμίας τῆς ἄνωθεν, ἀποσείσονται μὲν τοῦ θανάτου τὸ κράτος, συμβασιλεύσουσι δὲ τῷ ζωοποιοῦντι τὰ πάντα Χριστῷ.
25 Γενναδίου. Ἀποδείξας αὐτάρκως τὸ περιττὸν τῆς χάριτος κατὰ σύγκρισιν, ἐπισυλλογίζεται λοιπὸν καὶ κατασκευάζει τὸ σπουδαζόμενον, καὶ φησὶν, “εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι “ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς,” καὶ τὰ ἑξῆς. τῷ γὰρ συν‐ δεσμῷ, νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο. εἰ τοίνυν φησι καὶ ἑνὸς ἀν‐
30θρώπου παραπτώματι καὶ δι’ ἑνὸς παραπτώματος ὁ θάνατος ἐβα‐ σίλευσεν, ἄρα οὖν πολλῷ μᾶλλον οἱ τὸ πλέον τῆς εἰς δικαιοσύνην χάριτος ἐν τῷ ἑνὶ Χριστῷ κομιζόμενοι, καθὼς ἀποδέδεικται, βασι‐ λεύσουσιν ἐν ἀθανάτῳ ζωῇ.
Θεοδώρου. Ἔτι μὴν κἀκεῖνο φησὶ, πολλὴν δείκνυσι τὴν δια‐50

51

φοράν· ὅτι ἐκεῖ μὲν ὁ θάνατος εἰσαχθεὶς τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ, καὶ κρατήσας ἐπὶ τῶν ἀνθρώπων, ἐδέξατο λύσιν. ἡ δέ γε τῆς δωρεᾶς ἀπόλαυσις διὰ τοῦ Χριστοῦ προσγεγονυῖα ἡμῖν, δι’ ἣν καὶ τῆς ἀναστάσεως τευξόμεθα, καὶ ἐν δικαιοσύνῃ διατελέσομεν ἁμαρ‐
5τεῖν οὐκ ἐπιδεχόμενοι, λύσιν οὐ δέξεται. διαμενοῦμεν γὰρ τῆς μελλούσης ζωῆς διηνεκῶς ἀπολαύοντες. Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος. Κυρίλλου. Προσεπάγει ταῖς προκειμέναις ἐννοίαις ὁ θεσπέ‐ σιος Παῦλος οἱονεὶ τὸ συμπέρασμα, καὶ φησὶν, “ἄρα οὖν ὡς δι’
10“ἑνὸς παραπτώματος,” καὶ τὰ ἑξῆς. κατακεκρίμεθα γὰρ, ὡς προεῖπον ἐν Ἀδὰμ, καὶ ὡς ἐκ ῥιζῆς τῆς πρώτης εἰς ἅπαν διέβη τὸ ἐξ αὐτῆς γενόμενος ὁ ἐξ ἀρᾶς θάνατος. δεδικαιώμεθα δὲ καὶ ἀνεβλαστήσαμεν εἰς ζωὴν, δικαιωθέντος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ. ἀφειδήσας μὲν γὰρ τῆς αὐτῷ δοθείσης ἐντολῆς ὁ προπάτωρ, προ‐
15κέκρουκε τῷ Θεῷ καὶ ὑπομεμένηκε τὰ ἐκ θείας ὀργῆς. κατώλισθε γὰρ εἰς φθορὰν τότε, καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ἡ ἁμαρτία· οὕτω καὶ ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, τουτέστιν οἱ ἀνὰ πᾶσαν τὴν γῆν. ἀλλ’ εἴποι τις ἄν· ναὶ παρώλισθεν ὁ Ἀδὰμ, καὶ τῆς θείας ἀλογίσας ἐντολῆς, φθορᾷ καὶ θανάτῳ κατεδικάζετο. εἶτα
20πῶς ἁμαρτωλοὶ δι’ αὐτὸν κατεστάθησαν οἱ πολλοί; τί πρὸς ἡμᾶς τὰ ἐκείνου πταίσματα; πῶς δὲ ὅλως οἱ μήπω γεγενημένοι κατα‐ δεδικάσμεθα σὺν αὐτῷ, καίτοι Θεοῦ λέγοντος, “οὐκ ἀποθανοῦνται “πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων. ψυχὴ ἡ ἁμαρ‐ “τάνουσα αὕτη ἀποθανεῖται,” τίς οὖν ἂν γένοιτο πρὸς ἡμᾶς τῆς
25ἀπολογίας ὁ τρόπος; οὐκοῦν ψυχὴ μὲν ἡ ἁμαρτάνουσα αὕτη ἀπο‐ θανεῖται. ἁμαρτωλοὶ δὲ γεγόναμεν διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ διὰ τοιόνδε τρόπον. πεποίητο μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ καὶ ζωῇ, ἦν δὲ αὐτῷ καὶ ὁ βίος ἁγιοπρεπὴς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς· ὅλον ἦν καὶ διαπαντὸς ἐν θεοπτίαις ὁ νοῦς, ἐν εὐδίᾳ δὲ καὶ γα‐
30λήνῃ τὸ σῶμα, κατηρεμούσης ἁπάσης αἰσχρᾶς ἡδονῆς· οὐ γὰρ ἦν ἐκτόπων κινημάτων θόρυβος ἐν αὐτῷ. Ἐπειδὴ δὲ πέπτωκεν ὑφ’ ἁμαρτίαν καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκα‐
θαρσίαι. ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων νόμος.51

52

νενόσηκεν οὖν ἡ φύσις τὴν ἁμαρτίαν διὰ τῆς παρακοῆς τοῦ ἑνὸς, τουτέστιν Ἀδάμ· οὕτως ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· οὐχ ὡς τῷ Ἀδὰμ συμπαραβεβηκότες, οὐ γὰρ ἦσαν πωπότε, ἀλλ’ ὡς τῆς ἐκείνου φύσεως ὄντες τῆς ὑπὸ νόμον πεσούσης τὸν τῆς ἁμαρ‐
5τίας. ὥσπερ τοίνυν ἠρρώστησεν ἡ ἀνθρώπου φύσις ἐν Ἀδὰμ διὰ τῆς παρακοῆς τὴν φθορὰν, εἰσέδυ τε οὕτως αὐτὴν τὰ πάθη, οὕτως ἀπήλλακται πάλιν ἐν Χριστῷ. γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καὶ οὐκ ἐποίησεν ἁμαρτίαν. Διοδώρου. Ἐξετάσας καὶ διαγυμνάσας τήν τε διὰ τοῦ Ἀδὰμ
10προστριβείσαν ἀνθρώποις ζημίαν, καὶ τὴν παρὰ τοῦ Κυρίου δωρη‐ θεῖσαν εὐεργεσίαν, ἐπάγει λοιπὸν ἀποφατικώτερον διδάσκων, ᾧ, τοῦ μὲν Ἀδὰμ κατέκρινε, καὶ ἐθανάτωσεν ἀνθρώπους τὸ παρά‐ πτωμα, τοῦ δὲ Κυρίου ἐζωοποίησε τὸ δικαίωμα. τί δὲ τοῦ Ἀδὰμ τὸ παράπτωμα; ἡ παρακοή· τί τοῦ Κυρίου τὸ δικαίωμα; ἡ ὑπα‐
15κοὴ, ἣν ὑπήκουσεν τῷ Πατρὶ κατὰ τὸ ἐνανθρωπῆσαι καὶ παθεῖν ὑπὲρ ἀνθρώπων, καθὼς ἐν ἑτέροις ὁ Ἀπόστολός φησι, “σχήματι “εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.” ὥστε ἡ ὑπακοὴ καθεῖλε τὴν παρακοὴν, καὶ τῷ βελτίστῳ τὸ χείριστον κατηγωνίσατο.
20 Θεοδώρου. Ἀρκούντως ἐν τοῖς προκειμένοις τὴν διαφορὰν δεί‐ ξας τῶν πραγμάτων, συλλογίζεται ἐνταῦθα τὸ πᾶν πρὸς τὸ διὰ “τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε·” ταῦτα ἀποδιδοὺς καὶ λέγων, ὅτι δέδεικται διὰ τούτων ἡμῖν, ὅπως τοῦ Ἀδὰμ καὶ ἁμαρτήσαντος καὶ θανάτου αἰτίου γεγονότος, ὁ
25Χριστὸς καὶ τὴν λύσιν τῶν ἁμαρτημάτων ἡμῶν ἐχαρίσατο, καὶ τὴν ἀπαλλαγὴν τοῦ θανάτου τῇ τῆς ἀναστάσεως ἐλπίδι, καθ’ ἣν ἔξω πάσης ἁμαρτίας πολιτευσόμεθα. τοῦτο γὰρ λέγει τὸ ἁμαρ‐ τωλοί. οὕτως ὁ Χριστὸς τὴν ἀνάστασιν ἡμῖν ἐδωρήσατο, ὥστε ἐν ἀθανάτῳ τῇ φύσει καταστάντας, πάσης ἁμαρτίας διάγειν ἐλευθέ‐
30ρους, ἐν ἀκριβεῖ τῇ δικαιοσύνῃ πολιτευομένους. ἔδειξε δὲ κἀν‐ ταῦθα ὅτι τὸ οἱ πολλοὶ ἀντὶ τοῦ πάντες λέγει· εἰπὼν γὰρ τὸ “εἰς “πάντας ἀνθρώπους, εἰς δικαίωσιν ζωῆς, ἐπήγαγεν “ἁμαρτωλοὶ “κατεστάθησαν οἱ πολλοί.” ὥστε δῆλον ὅτι οἱ πολλοὶ ἀντὶ τοῦ οἱ
πάντες λέγει, καὶ ἀνωτέροις, κἀνταῦθα.52

53

Ἀκακίου. “Ὥσπερ γάρ,” φησι, “διὰ τῆς παραβάσεως τοῦ “ἑνὸς ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ,” οὐ τοῦτο λέγει ὅτι ἑνὸς ἁμαρτῶντος καὶ οἱ πολλοὶ ἁμαρτῶντες, τὴν αὐτὴν δόξαν ἀπη‐ νέγκαντο μετὰ τῶν τιμωριῶν· ἄδικον γὰρ, ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἀρχὴν
5ἔσχεν ἡ ἀνθρωπότης, καὶ ὑπάρχειν καὶ ἁμαρτάνειν. Σευηριανοῦ. Εἶδες πῶς διορίζει κἀνταῦθα ἐπὶ μὲν τῆς ἁμαρ‐ τίας καὶ τῆς δικαιοσύνης, τὸ “πολλοὶ” τιθείς· οὐ γὰρ πάντες ἥμαρτον οἱ πρὸ νόμου, οὐδὲ ἐδικαιοπράγησαν πάντες ἐν τῇ χάριτι· “πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.” ἐπὶ δὲ τοῦ σωματικοῦ
10θανάτου καὶ τῆς σωματικῆς ἀναστάσεως πάντες καὶ πάντες. Ἀνεπιγράφου. Τοῦτο ἐναντιοῦται τῇ ἀποστολικῇ ῥήσει τῇ λεγούσῃ “εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον,” καὶ τὰ ἑξῆς. τοὺς πολλοὺς οὖν τοὺς πάντας λέγει. ἡ γὰρ χάρις καὶ ἡ δωρεὰ ἡ διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ οὐκ ἔστι μερική· ὥστε
15“οἱ πολλοὶ” ἀντὶ πάντων εἴληπται· εἰ δέ τις βούλοιτο τοὺς πολ‐ λοὺς νοεῖν τεθνηκέναι, ὑπεξαιρουμένων τοῦ Ἐνὼχ, καὶ τοῦ Ἠλία, εἰς οὓς διῆλθε μὲν ὁ θάνατος, καθὸ γεγόνασι θνητοὶ, οὐ μὴν καὶ κάτεσχεν αὐτῶν· ὅτι ὁ μὲν μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, ὁ δὲ ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, πόσῳ μᾶλλον ἡ εἰς τὰ ἄπειρα πλήθη
20ἀποσταλεῖσα χάρις τοῦ παναγάθου Θεοῦ ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ; εἰ δὲ καί τινες ἐν τῇ παρουσίᾳ καταληφθέντες τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μὴ γεύσαιντο θανάτου, καὶ πρὸς τοὺς τοιούτους ἂν εἴη ἀντιδιαστελλόμενον τὸ “οἱ πολλοὶ ἀπέθανον·” τί γὰρ τὸ ἀναγκαῖον τοὺς περιλειπομένους ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου θανάτου γεύσα‐
25σθαι, εἶτα αὖθις ἀνίστασθαι· ἀλλὰ μὴ ἐντεῦθεν εἰς ἀθανασίαν χωρεῖν. οὐ γὰρ ὅτι ὁ Χριστὸς ἀπέθανε, ταύτῃ καὶ πάντας ἀποθα‐ νεῖν ἀνάγκη. ἀλλ’ ἐκ τοῦ ἐναντίου, εἰ ὑπὲρ πάντων ἀπέθανεν, οὐδεὶς ὤφειλεν ἀποθνήσκειν οὐκέτι. εἰ δὲ διὰ τὴν φύσιν τοῦ πράγματος οὕτω γίνεται, οἱ καταλαμβανόμενοι ἐν τῇ παρουσίᾳ αὐτοῦ οὐ
30τεθνήξονται. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Κυρίλλου. Διαλογιεῖταί τις, φησὶ, κατὰ τὸ εἰκὸς ἐκεῖνο που,
καὶ λέγει· τύπος ἦν τοῦ μέλλοντος ὁ Ἀδάμ· καὶ ὥσπερ ἐν ἐκείνῳ53

54

κατεστάθημεν ἁμαρτωλοὶ διὰ τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα δι’ ὑπακοῆς. ἔδει τοίνυν μεσολαβοῦντος, φησὶν, οὐ‐ δενὸς, τὴν ἐν Χριστῷ δικαίωσιν τοῖς ἐπὶ γῆς ἀναφαίνεσθαι. εἶτα ποία γέγονε τῶν διὰ Μώσεως νόμων ὡς ἐξ ἀνάγκης ἡ χρεία. πρὸς
5δὴ τὰ τοιαῦτα πάλιν ὁ θεσπέσιος Παῦλος μονονουχὶ καὶ ἀνίσταται λέγων “νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα·” τὸ δὲ “παρεισῆλθεν,” ἀντὶ τοῦ παρεισβέβληκε μεταξὺ τῆς τε ἐν Ἀδὰμ κατακρίσεως, καὶ τῆς ἐν Χριστῷ δικαιοσύνης. Καὶ τίς ἂν νοοῖτο πάλιν τῆς τοῦ νόμου παρεισδρομῆς ἡ χρεία,
10σαφῶς ἀκούσει λέγοντος, “ἵνα πλεονάσῃ τὸ παράπτωμα.” τί φῆς ὦ Παῦλε; ἆρα καὶ ἁμαρτίας ὁ νόμος ἦν πρόξενος; καὶ πεπλή‐ θυνται δι’ αὐτοῦ τὰ παραπτώματα; μὴ γένοιτο. χρὴ τοίνυν κατ‐ ευρύναι τῆς μυσταγωγίας τὸν τρόπον. ἔφη τοιγαροῦν ὁ Δαβὶδ “ὅτι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἦν ὁ ποιῶν χρη‐
15“στότητα, οὐκ ἦν ἕως ἑνός.” διεφθάρκασι γὰρ πάντες οἱ ἐπὶ τῆς γῆς τὴν ὁδὸν αὐτῶν, μετὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ταύτη τοι καὶ ἐκολάζοντο· κοινὴν μὲν ἅπαντες ὑπομείναντες δίκην τὸν κατακλυ‐ σμόν· ἰδικῶς δὲ καὶ κατὰ καιροὺς καὶ κατὰ χώρας τε καὶ πόλεις· εἰ γὰρ καὶ νόμος οὐκ ἦν, ἀλλ’ οὖν καὶ ἐξ ἐμφύτων κινημάτων
20ἐπαιδαγωγεῖτο παρὰ Θεοῦ πρὸς εἴδησιν τῶν ἀγαθῶν ἡ ἀνθρώπου φύσις. Πεπραχότας οὖν ἀθλίως τοὺς ἐπὶ γῆς κατηλέει Θεὸς, καὶ τῆς τυραννούσης αὐτοὺς ἁμαρτίας ἀπαλλάττειν ἐν Χριστῷ φιλα‐ γάθως ἐσκέπετο· ἀλλὰ δεῖ ᾠήθη καὶ μαλὰ ὀρθῶς πολὺ, νοσοῦν‐
25τας προαναφαίνεσθαι τοὺς ἐπὶ τῆς γῆς· ἵνα χρειωδεστάτην ἔχουσα τὴν εἰς τὸν κόσμον εἰσβολὴν, ἡ ἐν Χριστῷ δικαίωσις ὁρῷτο λοιπόν· δικαιοῦσθαι γὰρ φαμὲν, οὐ τὸν ἤδη δίκαιον, ἀλλ’ εἴ τις ἐστιν ἁμαρ‐ τίαις ἔνοχος. πῶς οὖν ἔδει προαναδείκνυσθαι τοὺς ἐπὶ τῆς γῆς τῆς ἐν Χριστῷ χάριτος δεδεημένους; παρεισῆλθε νόμος, ἵνα πλεονάσῃ τὸ
30παράπτωμα· τουτέστιν, ἵνα ἐν τοῖς ὑπὸ νόμον πολὺ φαίνοιτο τὸ παράπτωμα· μηδένος δηλονότι δικαιοῦσθαι δυναμένου διὰ τὸ τῆς φύσεως ἀσθενές· ὑποπιπτόντων δὲ ὥσπερ ἁπάντων ταῖς ἐκ παρα‐
βάσεως αἰτίαις. τέθειται τοίνυν ὁ νόμος ἔλεγχος οἷά τις τῆς54

55

ἁπάντων ἀσθενείας, ἵνα φαίνοιτο τὰ ἀνθρώπινα μόνης τῆς διὰ Χριστοῦ θεραπείας δεδεημένα. ταύτῃ τοι φησὶν, “οὗ δὲ ἐπλε‐ “όνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.” ἔδει γὰρ εἶναι τοσαύτην, ὡς ἀμείνω φαίνεσθαι τοῦ κατακρίνοντος νόμου.
5 Διοδώρου. Εἰπὼν ἵνα πλεονάσῃ, ἔδειξεν ὅτι καὶ πρὸς νόμον ἦν παράπτωμα, καὶ ᾔδεσαν πταίοντες ἄνθρωποι. οὐ μὴν πάντα ἃ ἔπταιον ἐπεγίνωσκον ὡς πταίσματα· ἀλλ’ ὁ νόμος δοθεὶς, ἀπε‐ γύμνωσε καὶ ἔδειξε πλείονα ὄντα ἢ ἃ ἐνόμιζον· ἀκριβῶς δὲ εἶπε τὸ “παρεισῆλθε,” μεταξὺ γὰρ τῆς τοῦ Ἀδὰμ παρακοῆς, καὶ τῆς
10τοῦ Σωτῆρος ἐπιδημίας πάροδον εἰς τὸν βίον ἔλαβεν ὁ νόμος. “οὗ “δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.” ποῦ οὖν ἐπλεόνασεν ἡ ἁμαρτία; ὅπου ὁ νόμος. εἰ δὲ παρὰ Ἰουδαίοις ὁ νόμος, ἐκεῖ καὶ ὑπερεπερίσσευσεν ἡ χάρις. ἐκεῖθεν γὰρ εὐαγ‐ γελισταὶ καὶ Ἀπόστολοι, καὶ τὸ τῆς σωτηρίας κεφάλαιον ὁ
15Χριστός. Φωτίου. Εἰπὼν ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ· τύπος δὲ δηλονότι ἐκ τοῦ ἐναντίου· ὡς γὰρ ἐκεῖνος αἴτιος ἀνθρώποις θανά‐ του, οὕτως ὁ Χριστὸς αἴτιος ἀνθρώποις ἀναστάσεως. εἰπὼν οὖν, ὡς ἔφημεν, ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ· ἐπειδὴ μέλλων αὐτὸ
20κατασκευάζειν, οὐ μόνον τὴν ὁμοιότητα κατασκευάζει καὶ τύπον, ἀλλὰ καὶ τὴν ἐν τῷ τύπῳ καὶ ὁμοιότητι ὑπεροχὴν καὶ περισσείαν· τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ λέγειν, ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα· καὶ πάλιν, καὶ οὐχ ὡς ἑνὸς ἁμαρτήσαντος. ἐπεὶ οὖν σύνθετον αὐτῷ πως γέγονε τὸ ἐπιχείρημα, ἀνομοιώτητά πως ἐν ὁμοιότητι δια‐
25πλέκοντι· νῦν ἐπαναλαμβάνεται μὲν τὸ αὐτὸ, καθαρῶς δὲ τὴν ὁμοιότητα δείκνυσι· καὶ οὐκέτι πλέκων ὅσον ἀπὸ τῆς λέξεως τινὰ ἀνομοιώτητος μάχην· εἶτα σαφῶς τοῦτο καὶ καθαρῶς ἐνδειξάμενος, ὅτι ὥσπερ δι’ ἑνὸς ἐβασίλευσεν ὁ θάνατος, πολλῷ μᾶλλον ἐν ζωῇ βασιλεύσει δι’ ἑνὸς Χριστοῦ, ἐπάγει ὥσπερ συμπαραινούμενος,
30καὶ εἰς τὸ ἔτι σαφέστερον καὶ συνεσταλμένον ἀνάγων τὸν λόγον, καί φησιν· “ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀν‐ “θρώπους τὸ κατάκριμα,” καὶ τὰ ἑξῆς· εἶτα καὶ ἐπειδὴ καὶ ἐν
τῷ πρώτῳ καὶ συνθέτῳ ἐπιχειρήματι, καὶ ἐν τῷ δευτέρῳ καὶ δια‐55

56

κεκαθαρμένῳ καὶ ἐπαναληπτικῷ· καὶ ἐν τῷ “ὥσπερ” συμπεράσματι ἐπενεχθέντι. παραπτώματος μὲν καὶ χαρίσματος καὶ κατακρί‐ ματος καὶ δωρήματος καὶ δικαιώματος καὶ τοιούτων μνημονεύει· ὅθεν καὶ τὴν ἀρχὴν εἴληφεν· ἑκάτερα τῶν ἐναντίων ἡ συστοιχία
5αὕτη οὐδέπω ἐπεσημήνατο. νῦν αὐτὸ τοῦτο διασαφεῖ καὶ ἀποκαλύ‐ πτει, καί φησιν, ὅτι τὰ μὲν ἐκ παρακοῆς ἐρρύη, τὰ δὲ ἐξ ὑπακοῆς ἤνθησεν· ὥστε κατασκευαστικὸν ἂν εἴη τοῦτο τοῦ ἐπιχειρήματος τοῦ κατασκευάζοντος τὸν τύπον καὶ τὴν ὁμοιότητα, οἷον τοῦ “εἰ “γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος,” καὶ ἑξῆς.
10 Οὐ ταυτολογεῖ τοίνυν, ὡς ἄν τις οἰηθείη, ὁ θεῖος Ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν· ἔστι μὲν οὖν τὸ μὲν “ἀλλ’ “οὐχ ὡς τὸ παράπτωμα,” καὶ ἑξῆς, ἕως τοῦ “ἐκ πολλῶν παραπτω‐ “μάτων εἰς δικαίωμα.” ἐπιχείρημα μὲν, ὡς ἔφημεν, δεικτικὸν τοῦ
15τύπου καὶ τῆς ὁμοιότητος· ἐδεῖτο οὖν σαφηνείας καὶ διακαθάρ‐ σεως. τοῦτο ποιεῖ τὸ ἐφεξῆς ἐπιχείρημα, ἐπαναλαμβάνον τὸ προ‐ ειρημένον καὶ διακαθαῖρον καὶ εἰς τὸ σαφὲς ἀπαγγέλον· ἀλλ’ ἔδει καὶ τοῦτο λαβεῖν ἀξίωμα, καὶ μὴ ἐξ ὑποθέσεως προτείνεσθαι μόνον. οὐδὲ τοῦτο παρορᾷ, ἀλλ’ ὥσπερ συμπεραινόμενος, καὶ τῇ τοῦ λόγου
20θαρρῶν ἀληθείᾳ, μετὰ βεβαιώσεως ἀποφαίνεται· “ἄρα οὖν ὡς δι’ “ἑνὸς παραπτώματος,” καὶ τὰ ἑξῆς. εἶτα, ἐπεὶ οὖν ἦν εἰπὼν ἐν τοσούτοις ἐπιχειρήμασιν οὐδαμοῦ πόθεν ἔσχεν ἀρχὴν τὸ δικαίωμα καὶ τὸ κατάκριμα, οὐδὲ τοῦτο παρορᾷ, ἀλλὰ τίθησι λέγων, “ὥσπερ “γὰρ διὰ τῆς παρακοῆς,” καὶ ἑξῆς.
25 Ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ. Γενναδίου. Ὥστε φησὶν ἀναντίρρητον ὅτι καθάπερ ἡ ἁμαρτία τὴν ἑαυτῆς ἐν τῷ θανάτῳ καὶ διὰ τοῦ θανάτου δυναστείαν ἐκρά‐ τυνεν, οὕτω καὶ ἡ χάρις τὴν ἐν Χριστῷ τοῖς πᾶσι παρεχομένη δικαίωσιν, ἐν ἀτελευτήτῳ ζωῇ τὴν βασιλείαν ἀδιάδοχον ἥξει.
30 Θεοδώρου. Τῷ βασιλεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν, οὕτως λέγει· μείζονα περὶ τὸ ἁμαρτάνειν ῥοπὴν θνητοὶ γεγονότες ἐσχή‐ καμεν. πολλὰ μὲν γὰρ ἀπὸ ἡδονῆς, τῆς περί τε βρῶσιν καὶ πόσιν, καὶ τὸν ἔξωθεν κόσμον, καὶ μὴν καὶ τὰς τῶν γυναικῶν ἐπιμιξίας
ἐγγίνεται ἡμῖν πταίσματα, ἐφ’ ἑκάστου τούτων, οὐκ ἐπὶ τοῦ56

57

πρέποντος τῶν πολλῶν ἱσταμένων, ἀλλ’ εἰς ἀμετρίαν ἐκφερομένων· ταῦτα δὲ ἀθανάτῳ μὲν οὐκ ἄν ποτε ἐγγένοιτο φύσει· ποία γὰρ ἡδονή; τίς δὲ φιλαργυρία ἐπὶ τῆς ἀθανάτου χώραν ἕξει φύσεως; ἐπειδὴ δὲ θνητοὶ γεγόναμέν τε καὶ ἐσμὲν τὴν φύσιν, ἄφατον
5μέν τινα ἀπὸ τῶν προειρημένων παθῶν τὴν ἐνόχλησιν ὑπομέ‐ νομεν, πολλὴν δὲ τὴν περὶ τὸ ἁμαρτάνειν ῥοπὴν ἐντεῦθεν δεχό‐ μεθα. καλῶς οὖν ἔφη βασιλεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν, μονονουχὶ κρατοῦσαν ἡμῶν διὰ τῆς ἐνούσης ἡμῖν ἐντεῦθεν περὶ τὸ ἁμαρτάνειν ῥοπῆς. ὥσπερ οὖν τότε φησὶν, ἡ ἁμαρτία ἡμῶν ἐκρά‐
10τει συνωθουμένων ἐπ’ αὐτὴν, καὶ παρὰ γνωμὴν πολλάκις, οὕτω δὴ ἡ τοῦ Θεοῦ καθέξει δ̣ ρ̣ α̣ φιλοτιμία, ἀσάλευτον τὴν βασιλείαν ἔχουσα ἐν ἡμῖν, ἐπειδὰν τῆς αἰωνίου ζωῆς καταξιωθέντες διὰ τῆς ἀναστάσεως ἐν ἀληθινῇ καὶ βεβαίᾳ τῇ δικαιοσύνῃ διάγειν μέλ‐ λομεν, ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι.
15 Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ. Γενναδίου. Τὰ προλαβόντα εἰρηκὼς ἐπὶ συστάσει τοῦ περὶ τῆς κατὰ Χριστὸν χάριτος λόγου, συνεῖδεν ἐκ τούτων αὐτῷ τικτομένην ἀντίθεσιν· καὶ ταύτην ἀντιθεὶς, ὡς ἀπὸ τοῦ ἐναν‐ τίου τὴν λύσιν αὐτῆς ἰσχυροτάτην ἐργάζεται, καὶ φησὶν, “τί
20“οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ; “μὴ γένοιτο.” ἄρα οὖν φησὶν, ἔκ γε ὧν ἔφην, ὡς ἐπεξαμαρτητέον ἡμῖν, καὶ ταύτῃ τὴν χάριν ποιητέον πλείονα τε καὶ μείζονα. εἴπερ οὖν πρὸς τὸ τῶν ἡμετέρων πλῆθος ἁμαρτημάτων καὶ ἡ ταύτης αὔξεται φύσις. ἔοικε δὲ μάλιστα τοῦτο, τῷ “φασί τινες ἡμᾶς λέ‐
25“γειν, ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά.” μὴ γένοιτό φησι· τέως ὡς ἀνόσιον παντὸς λογισμοῦ τὸν λόγον ἀπηύξατο. μετὰ τοῦτο δὲ ἤδη καὶ λογισμοῖς ἀναμφιλέκτοις τὴν ἀτοπίαν αὐτοῦ διε‐ λέγχει, καὶ φησὶν, “οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι “ζήσομεν ἐν αὐτῇ;” τοῦτο λέγειν ἄν φησιν ἔχοιεν οἱ σαρκικοί
30τε καὶ ἄπιστοι. ἡμᾶς μέντοι τῶν παντάπασιν ἀδυνάτων ἐστὶν αὖθις ἀναβιῶναι τῇ ἁμαρτίᾳ τοὺς ἅπαξ ἀποθανόντας αὐτῇ. Διοδώρου. “Τί οὖν ἐροῦμεν,” φησὶν, “ἐπιμενοῦμεν τῇ ἁμαρ‐
“τίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο.” ἀσφαλῶς ἐπήγαγε57

58

τὸ “μὴ γένοιτο·” οὐ γὰρ οἱ κακοτέχνως ἁμαρτάνοντες ἀφέσεως ἄξιοι, ἀλλ’ οἱ διὰ ῥαθυμίαν καὶ ἀπροσεξίαν τὰς παρὰ τοῦ διαβό‐ λου μεθοδείας δεχόμενοι, οὗτοι ἐλεεῖσθαι δίκαιοι παρὰ τοῦ Θεοῦ. “οἵ τινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσωμεν ἐν αὐτῇ;”
5ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῷ κόσμῳ, καὶ ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ.
7tΚΕΦ. Η.
8tΠερὶ τῆς ὀφειλομένης ἐπὶ τῇ πίστει πράξεως ἀγαθῆς.
9Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν
10Ἰησοῦν. Κυρίλλου. Βεβαπτίσμεθα μὲν ὁμολογουμένως “εἰς τὸ ὄνομα “τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος·” εἰ δὲ δὴ λέγοι ὡς εἰς Χριστὸν Ἰησοῦν βεβαπτίσμεθα, οὐκ ἔξω τοῦ εἰκότος ἐρεῖ· μάλιστα μὲν γὰρ ὀνόμασί τε καὶ ὑποστάσεσι καὶ προσώ‐
15πων διαφοραῖς εἰς ἰδικὴν ἑτερότητα διεστήξει πῶς Πατὴρ πρὸς Υἱὸν, καὶ πρὸς ἄμφω τὸ Πνεῦμα. Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ, καὶ οὐχ Υἱός· Υἱὸς δ’ αὖ πάλιν κατὰ φύσιν ὁ ἐξ αὐτοῦ, καὶ οὐ Πατήρ. Πνεῦμα δὲ ἰδικῶς τὸ Πνεῦμα τὸ Ἅγιον. ἐπειδὴ δὲ ἐν Πατρὶ μέν ἐστιν ὁ Υἱὸς, ἐν Υἱῷ δὲ Πατὴρ, ὄντος ἐν ἀμφοῖν τοῦ
20Ἁγίου Πνεύματος διὰ τὸ τῆς οὐσίας ταυτὸν, κἂν εἰ ἕν τις ὀνο‐ μάσῃ δυνάμει θεωρημάτων τὴν τοῦ παντὸς δήλωσιν ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας, οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. Ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς
25ἀνέτλη θάνατον ὁ Ἰησοῦς· κεχώρηκεν ἀναγκαίως ὁ μακάριος Παῦλος ἐπὶ τὸ ὅτι μάλιστα τῇ προκειμένῃ μυσταγωγίᾳ χρειω‐ δέστατον· ἔδει γὰρ ὀνόμασται τὸν πεπονθότα. ταύτῃ τοι φησὶν, “ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον “αὐτοῦ ἐβαπτίσθημεν.” προκαταθέμενοι γὰρ ὥσπερ τὸ ἐκ συνει‐
30δήσεως ὀρθῆς ἀγαθὸν ἐπερώτημα εἰς Χριστὸν, καὶ πίστει παραδε‐
ξάμενοι, ὅτι καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἐτάφη καὶ ἀνεβίω, τὴν58

59

ἄφεσιν τῶν ἁμαρτιῶν ἐσχήκαμεν διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ τὴν τῆς ἁμαρτίας ὑπομένοντες νέκρωσιν· καὶ οἷον τῷ δι’ ἡμᾶς τεθνεώτῃ συναποθνήσκοντες, διὰ τὸ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. “ὁ μὲν γὰρ Χριστὸς τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ. ὁ δὲ
5“ζῇ τῷ Θεῷ.” ἡμεῖς δὲ τὸν ἴσον αὐτῷ θάνατον ὑπομένομεν, καὶ μονονουχὶ συντεθάμμεθα, τὴν αὐτοῦ νέκρωσιν περιφέροντες ἐν ἰδίοις σώμασι· συνετάφημεν δὲ τῷ Χριστῷ. τί δὴ ἄρ’ ἐντεῦθεν ἀποκερ‐ δαίνοντες, σαφηνιεῖ λέγων αὐτὸς, “ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ “νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτως καὶ ἡμεῖς ἐν καινότητι
10“ζωῆς περιπατήσωμεν.” Δεῖ γὰρ ἡμᾶς ὡς συντεθαμμένους καὶ συνανίστασθαι νοη‐ τῶς. καὶ εἴπερ ἐστι τεθνάναι τῇ ἁμαρτίᾳ τὸ συνθάπτεσθαι τῷ Χριστῷ, δῆλον ἂν εἴη δήπουθεν ὡς οὐχ ἕτερόν τι τὸ συνανίστασθαι νοοῖτ’ ἂν εἰκότως πλὴν ὅτι τὸ ζῆν ἐν δικαιοσύνῃ. ἐγηγέρθαι μὴν
15διαβεβαιοῦνται Χριστὸν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὐχ ὡς ἰσχύος ἐπιδεᾶ· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων Κύριος· ἀλλ’ ὅτι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τῇ τῆς ἀνωτάτω φύσεως δόξῃ προσ‐ άπτειν ἔθος, αὐτῷ τε Χριστῷ καὶ τοῖς αὐτοῦ. οὐκοῦν κἂν εἴτι λέγοιτο κατορθοῦν ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἐξεκενοῦμεν τῆς ἐφ’
20ἅπασιν ἐνεργείας αὐτοῦ τὸν Υἱόν. εἰ γὰρ πάντα γέγονεν δι’ αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέν τις ὡς ἐνήργηκε διὰ Υἱοῦ καὶ αὐτοῦ τοῦ ἁγίου σώματος τὴν ἀνάστασιν. καὶ γοῦν ὁ Υἱὸς ἐνεργὸν εἰς τοῦτο δεικνὺς ἑαυτὸν τοῖς Ἰουδαίοις, ἔφασκε “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν “τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” ἄθρει δὴ οὖν ὅπως αὐτὸς ἐγείρειν
25ἐπαγγέλλεται τὸν ἴδιον ναὸν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀνα‐ στῆσαι λεγομένου. ἐπειδὴ γάρ ἐστιν αὐτὸς ἡ ζωοποιὸς δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναόν. Γενναδίου. Ἴστε τοῦτο πάντως, φησὶν, ὡς τὸ Χριστοῦ βάπτι‐ σμα τύπον ἔχειν αὐτοῦ, τοῦ τε θανάτου φαμὲν καὶ τῆς ἀναστάσεως.
30οἱ τοίνυν τοῦτο πίστει δεξάμενοι, πρόδηλον ὡς ἐπὶ ταῖς ἐλπίσιν αὐτὸ ταύταις εἰλήφαμεν· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν εἰς υἱοθεσίαν ἐπίδοξον, τοῦτο γὰρ λέγει “διὰ τῆς δόξης τοῦ Πατρὸς,”
οὕτω καὶ ἡμεῖς τοῦ θανάτου κεκοινωνηκότες αὐτῷ διὰ τοῦ βαπτί‐59

60

σματος, κοινωνοὶ ἦμεν τῆς ἀκηράτου καὶ ἀπαλαιώτου καὶ παμμα‐ καρίας ἐκείνης ζωῆς. Θεοδώρου. Ἢ οὐκ ἴστε, φησὶν, ἐκεῖνο, ὅτι τὸ βάπτισμα κοινωνοὺς ποιεῖ τοῦ θανάτου τοῦ Χριστοῦ; καὶ γὰρ ὥσπερ συν‐
5θάπτεσθαι δοκοῦμεν αὐτῷ βαπτιζόμενοι κατά γε τὸν τύπον· ὥστε προσήκειν ἡμᾶς, καθάπερ Κύριος ἐκ νεκρῶν ἀναστὰς εἰς ἑτέραν καινήν τινα κατέστη ζωὴν, οὕτως καὶ αὐτοὺς ἐν καινῇ τινὶ ζωῇ καθεστάναι μετὰ τὸ βάπτισμα, λογιζομένους ἄξιον ἐπιδείκνυσθαι τὸν βίον τῆς ζωῆς ἐκείνης, εἰς ἣν διὰ τοῦ βαπτίσματος γεγενῆσθαι
10πιστεύομεν. Σευηριανοῦ. Τὸ ἐν καινότητι ζωῆς ἐστι, τὸ καινῆς τινὸς καὶ νέας ἐνάρξασθαι ζωῆς, τὴν παλαιὰν τὴν ἐν ἁμαρτίαις ἀποθεμένους· καὶ γὰρ ἡ ἀναγέννησις καινοῦ τινος βίου καὶ νέου πολιτείαν ἐπαγ‐ γέλλεται.
15 Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θα‐ νάτου αὐτοῦ. Κυρίλλου. Χρῆναι, φησὶν ὁ θεσπέσιος Παῦλος τοὺς συντε‐ θαμμένους Χριστῷ καὶ συναναστήσεσθαι προσδοκᾷν· καὶ τὸ μὲν “σύμφυτοι” τὸ οἱονεὶ σύμμορφοί τε καὶ ταυτοειδεῖς νοητῶς
20ὑπεμφήνειεν ἄν· πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον. τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Ἐμμανουὴλ, καὶ ἀπέθανε κατὰ σάρκα. συντεθάμμεθα δὲ αὐτῷ, τίνα δὴ τρόπον ἡμεῖς οἱ βεβαπτισμένοι; ἄρα ὡς ἀνατλάντες σὺν αὐτῷ τὸν τῆς σαρκὸς θάνατον; οὐ μενοῦν. πῶς οὖν ἄρα σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου
25αὐτοῦ; φέρε δὴ φέρε, λέγωμεν· ἀπέθανε μὲν γὰρ κατὰ σάρκα Χριστὸς, ἵνα λύσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν. ἀποθνήσκομεν δὲ ἡμεῖς οὐ κατάγε τὴν σάρκα ποθὲν, ἀλλὰ τῇ ἁμαρτίᾳ καθὰ γέ‐ γραπται· τουτέστιν ἀεργῆ τε καὶ ἄπρακτον ἐν ἑαυτοῖς ἀποφαί‐ νοντες τὴν ἁμαρτίαν, διὰ τοῦ κατανεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς
30γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλε‐ ονεξίαν. Σύμφυτοι δὴ οὖν γεγόναμεν, οὐχὶ δὴ μόνον τῷ κατὰ σάρκα θανάτῳ Χριστοῦ, ἀλλὰ καὶ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.
τοῦτο δ’ ἂν εἶναι νοοῖτο τὸ ὑπὲρ τῆς ἁμαρτίας ἀποθανεῖν, καὶ οὐχ60

61

ὑπέρ τε τῆς ἰδίας· πολλοῦ γε καὶ δεῖ. καὶ γὰρ ἔστιν ἄμωμος ὁ Θεὸς, καὶ τοῦ δύνασθαι πλημμελεῖν ἀπωτάτω· ἀλλ’ ἵνα ὡς ἔφην, ὑπὲρ τῆς τοῦ κόσμου ἁμαρτίας. “ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέ‐ “θανεν ἐφάπαξ.” οὐκοῦν σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ
5θανάτου αὐτοῦ. ἐσόμεθα δὲ πάντως σύμφυτοί τε καὶ ταυτοειδεῖς καὶ τῆς ἀναστάσεως αὐτοῦ. ζησόμεθα γὰρ ἐν Χριστῷ· καὶ ἀνα‐ βιώσεται μὲν ἡ σὰρξ, ζησόμεθα δὲ καὶ καθ’ ἕτερον τρόπον αὐτῷ, τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοί τε πρὸς ἁγιασμὸν, καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι.
10 Θεοδώρου. Δῆλον δὲ ἄρα κἀκεῖνο φησὶν, ὡς οὐκ ἔνεστι τυπι‐ κῶς κοινωνήσαντες τῷ θανάτῳ, μὴ καὶ τῆς ἀναστάσεως ἐπ’ αὐτῷ τυχεῖν τῶν πραγμάτων. καλῶς δὲ εἶπε τὸ “σύμφυτοι,” περί τε νεκρώσεως καὶ ζωοποιήσεως διαλεγόμενος· ἐπειδὴ καὶ τῶν φυτῶν ἴδιόν ἐστι τὸ νεκροῦσθαι μὲν ἐν τῇ φυτείᾳ, μεθίστασθαι δὲ ἐπὶ
15τὸ κρεῖττον καὶ ἐνδοξέτερον πολλῷ. καὶ εἰκότως ἀπὸ τῶν παρόντων τὰ μέλλοντα ἐπιστώσατο· ἐπειδὴ γὰρ δῆλον ἦν ὡς Πνεύματος μετεῖχον ἐν τῷ βαπτίσματι· τοῦτο δὲ ὑπ’ αὐτῶν σαφῶς ἐδείκνυτο τῶν πραγμάτων· καλῶς ἀπὸ τοῦ φαινομένου τότε τὸ μηδέπω δῆλον αὐτοὺς ἐπιστώσατο.
20 Διοδώρου. Ἀκριβῶς τὸ σύμφυτον τέθεικε· τῶν γὰρ συμπε‐ φυτευμένων πρέμνων εἰς ταῦτο ἑνοῦται πολλάκις ἡ φύσις διὰ τῆς κολλήσεως· οὕτως οὖν καὶ οἱ γνησίως βαπτισθέντες εἰς τὸν θάνα‐ τον τοῦ Χριστοῦ, ἑνοῦνται αὐτῷ διὰ τῆς πίστεως. Ὠριγένους. Πλάσας τὸ ὄνομα τέθεικε φυτόν τι, ἐπιστάμενος
25τὸν Ἰησοῦν θάνατον φέρον καρποὺς ἀναιρετικοὺς τῆς ἁμαρτίας· ᾧ φυτῷ ὁ λόγος γεωργεῖ ἐν τοῖς παραδεξαμένοις τὴν διδασκαλίαν τὴν διὰ Χριστοῦ, ποιῶν αὐτοὺς συμφύτους τῷ ὁμοιώματι τοῦ θανάτου ἐκείνου, δύναται ἡ ἀνθρωπίνη φύσις ἀναλαβεῖν, τὸν δὲ ἐκείνου θάνατον τοῦ ἁμαρτίαν μὴ ποιήσαντος, μηδὲ γνόντος ἁμαρ‐
30τίαν, ἀλλ’ ἀποθανόντος ἐπὶ τῇ καθαιρέσει, οὐχὶ τῆς ἐν αὐτῷ ἁμαρ‐ τίας, ἀλλὰ τῆς ἐν ἡμῖν, οὐχ οἷόν τε ἐστὶν ἀποθανεῖν τινὰ τῶν ἡμαρτηκότων· “πάντες δὴ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ
“Θεοῦ, δικαιούμενοι δωρεὰν,” καὶ τὰ ἑξῆς.61

62

Ἀνώνυμον. Ἐν ἄλλοις δὲ λέγει, “συνήγειρε καὶ συνεκά‐ “θισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· καὶ εἰ συνηγέρθητε τῷ “Χριστῷ, τὰ ἄνω ζητεῖτε.” πῶς οὖν ἐνταῦθα λέγει, “καὶ τῆς “ἀναστάσεως ἐσόμεθα;” πρὸς τοῦτο λεκτέον ὅτι διττῶς ὀνομάζει
5τὴν ἀνάστασιν ὁ Ἀπόστολος· μίαν μὲν τὴν ἤδη, καθ’ ἣν ὁ ἅγιος συνανέστη Χριστῷ, καὶ συνεγερθεὶς αὐτῷ, τὰ ἄνω ζητεῖ· ἑτέραν δὲ τὴν ὅταν ἔλθῃ τὸ τέλειον, περὶ ἧς καὶ Δανιὴλ προφητεύων φησὶ, “πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, “οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσ‐
10“χύνην αἰώνιον.” τὴν ἑτέραν μὲν οὖν τῶν ἀναστάσεων οἱ ἅγιοι ἐροῦσι συνεγηγέρθαι τῷ Χριστῷ· κατὰ δὲ τὴν ἑτέραν καὶ ἀνα‐ στήσεσθαι. Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος. Κυρίλλου. Τίς “ὁ παλαιὸς ἡμῶν ἄνθρωπος,” ποῖον δὲ “τὸ
15“σῶμα τῆς ἁμαρτίας τὸ καταργούμενον,” καὶ τίνα δὴ τρόπον συνεσταυρώθη Χριστῷ, πολυπραγμονεῖν ἀναγκαῖον. ἴσως μὲν οὖν οἰήσονταί τινες ἁμαρτίας εἰρῆσθαι σῶμα τὴν ἀπὸ γῆς σάρκα, καθάπερ ἐν τάξει δίκης τῇ τοῦ ἀνθρώπου δοθεῖσαν ψυχῇ, διὰ τὸ καὶ πρὸ σωμάτων ἡμαρτηκέναι. δοκεῖ γὰρ ὧδέ τισι καὶ φρονεῖν
20καὶ λέγειν. Ἑλλήνων δὲ οὖσαν τὴν δόξαν ὡς οὐκ ἀληθῆ διωσώ‐ μεθα. σῶμα τοίνυν ἁμαρτίας καὶ παλαιὸν ἡμῶν ἄνθρωπον τὸ σῶμα λέγει τὸ ἀπὸ γῆς ἔχον ὥσπερ ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸ κα‐ ταφθείρεσθαι δεῖν· καὶ καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ καὶ πρώτῳ· ἠρρωστηκὸς δὲ πρὸς τούτῳ καὶ τὸ φιλήδονον. ἔχοι γὰρ οὕτω κατὰ
25φύσιν ἡ σὰρξ ἐξ ἐμφύτων κινημάτων. Πῶς οὖν ἄρα συνεσταύρωται ἀπὸ γῆς τῷ Χριστῷ; γέγονεν ἄνθρωπος ὁ μονογένης, καὶ σάρκα τὴν ἀπὸ γῆς ἠμπέσχετο καταρ‐ ρωστοῦσαν, ὡς ἔφην, ὡς ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸν θάνα‐ τον· ὠδινοῦσαν δὲ ὥσπερ ἐν ἑαυτῇ, καὶ τὸ ἐξ ἐμφύτων κινημάτων
30ἀκονᾶσθαι πρὸς ἁμαρτίαν· κατηρεμεῖ μὲν τῆς ἁμαρτίας ὁ νόμος ἐν τῇ ἁγίᾳ καὶ πανάγνῳ σαρκὶ τοῦ Χριστοῦ, καὶ οὔτι που κεκινῆ‐ σθαι φαμὲν ἐν αὐτῷ τὰ τῶν ἀνθρωπίνων παθῶν ἐκτοπώτερα· πλὴν ὅσα τὴν κίνησιν ἀδιάβλητον ἔχει· τὸ πεινῇν δὲ λέγω καὶ τὸ διψῇν
καὶ τὸ κοπιᾶν καὶ ὅσα καὶ παρ’ ἡμῖν ὁ τῆς φύσεως νόμος ἔξω62

63

τετήρηκεν αἰτίας· ὅμως εἰ καὶ μὴ κεκίνηται τυχὸν ἐν Χριστῷ τῆς ἁμαρτίας ὁ νόμος, διάτοι τὸ κατευνᾶσθαι τῇ τοῦ οἰκονομοῦν‐ τος λόγου δυνάμει τε καὶ ἐνεργείᾳ· ἀλλ’ οὖν ὅταν αὕτη καθ’ ἑαυτὴν ἡ τῆς σαρκὸς δοκιμάζεται φύσις, κἂν εἰ ἐν Χριστῷ νοοῖτο
5τυχὸν, οὐχ ἑτέραν οὖσαν παρὰ τὴν ἡμῶν εὑρήσομεν. συνεσταυρώ‐ μεθα τοίνυν αὐτῷ σταυρωθείσης αὐτοῦ τῆς σαρκὸς, καὶ οἷον ὅλην ἐχούσης ἐν ἑαυτῇ τὴν φύσιν· καθάπερ ἀμέλει καὶ ἐν Ἀδὰμ, ὅτε γέγονεν ἐπάρατος, ὅλη νενόσηκε τὴν ἀρὰν ἡ φύσις· οὕτω γὰρ καὶ συνεγηγέρθαι λεγόμεθα τῷ Χριστῷ· συγκαθῆσθαι δὲ καὶ ἐν τοῖς
10ἐπουρανίοις· εἰ γὰρ ἐστὶν ὑπὲρ ἡμᾶς ὡς Θεὸς ὁ Ἐμμανουὴλ, ἀλλ’ οὖν ἐπείτοι γέγονε καθ’ ἡμᾶς ὡς εἷς ἐξ ἡμῶν, ἐγηγερταί τε καὶ συνεδρεύει τῷ Θεῷ καὶ Πατρί. Συνεσταυρώθη τοίνυν ὁ παλαιὸς ἄνθρωπος· λέλυται γὰρ διὰ τῆς ἀναστάσεως τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἡ δύναμις· κατήργηται δὲ
15καὶ τὸ σῶμα τῆς ἁμαρτίας, καὶ οὐχὶ δὴ πάντως ἡ σὰρξ, ἀλλὰ τῶν ἐν αὐτῇ κινημάτων ἡ ἔμφυτος ἀγριότης, κατασείσουσα μὲν ἀεὶ πρὸς τὰ αἰσχίω τὸν νοῦν· ἐνιεῖσα δὲ ὥσπερ πηλῷ καὶ τέλμασι ταῖς γεωδεστέραις ἡδοναῖς. ὅτι γὰρ ἐν Χριστῷ καὶ τοῦτο κατώρ‐ θωται τῇ ἀνθρωπείᾳ φύσει· πῶς ἂν ἐνδοιάσειέ τις Παύλου λέγον‐
20τος ἐναργῶς, “τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς “σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς “ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ὁρᾶς οὖν ὅπως τὸ τῆς ἁμαρτίας κατήργηται σῶμα. κατακέκριται γὰρ ἐν τῇ σαρκὶ τῆς ἁμαρτίας τὸ κέντρον, καὶ νενέκρωται μὲν ἐν πρώτῳ
25Χριστῷ· διαβέβηκε δὲ παρ’ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς ἡμᾶς ἡ χάρις. Γενναδίου. Παλαιὸν ἄνθρωπον, τὸν φθαρτὸν λέγει καὶ πάθη‐ τον· ὡς τῆς παλαιότητος φθειρούσης τὸν ὥσπερ ἂν ἐπιγίνοιτο· ἁμαρτίας δὲ σῶμα φησὶ, τὸ μηκέτι μένον τὸ ἀναμάρτητον, ἀλλ’
30ἐπιδεχόμενον ἁμαρτίαν. τοῦτο τοίνυν καταργεῖται φησὶ, τουτέστι ἀνενέργητον πρὸς τὴν ἁμαρτίαν καθίσταται. διὸ καὶ οὐχ ἁπλῶς ἔφη καταργεῖσθαι τὸ σῶμα, ἀλλὰ τὸ σῶμα τῆς ἁμαρτίας. τοῦτο γὰρ φθαρτὸν ὂν νῦν, ἐνδύεται ἀφθαρσίαν· καὶ θνητὸν ὂν νῦν, ἐνδύ‐ σεται ἀθανασίαν, μετασχηματίζοντος ἡμῶν τὸ σῶμα τῆς ταπει‐
35νώσεως τοῦ δεσπότου Χριστοῦ, πρὸς τὸ γενέσθαι αὐτὸ σύμμορφον63

64

τῷ σώματι τῆς δόξης αὐτοῦ. ὁ γὰρ ἀποθανὼν φησὶν, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τί τοῦτό ἐστιν ὃ λέγει; τῶν ζώντων ταυτηνὶ τὴν ζωὴν τὸ πταίειν ἐστίν. ἐπειδὴ καὶ τὸν νόμον ἔχειν τούτων ἐστί· τοῖς τετελευτηκόσι δὲ προσήκει τούτων οὐδέτερον. οὔτε γὰρ
5νόμος τῷ τεθνηκότι προσδιαλέγεται· πῶς γὰρ τῷ γε μηδὲ ἀκούοντι; καὶ ἁμαρτία τὸν τοιοῦτον οὐ διοχλεῖ. τῷ τοίνυν ἀποθανόντι φησὶν, οὐδὲν πρὸς τὴν ἁμαρτίαν κοινόν· οὐδὲ αὐτὴ πρὸς ἐκεῖνον ἔχει τὸ δίκαιον. οὐδὲ γὰρ τῷ πλημμελεῖν ὑπόκειται τοῦ λοιποῦ. Θεοδώρου. Λέγει καὶ τὸ πάθος τοῦ Κυρίου ἐπί τισιν ἐγένετο,
10εἰς μείζονα πίστιν τῶν εἰρημένων. ἐπειδὴ γὰρ ὑπὸ τὴν ἀπόφασιν γενόμενοι τοῦ θανάτου, πλεῖστον ὅσον ἐπιρρεπέστερον πρὸς τὸ ἁμαρτάνειν ὑπὸ τῆς θνητότητος ἐγινόμεθα, τῷ Χριστῷ φησὶν ἐσταυρωμένῳ, ὥσπερ ἅπασα ἡμῶν ἡ ὑπὸ τὴν θνητότητα κειμένη φύσις συνεσταυρώθη, ἐπειδὴ καὶ πᾶσα αὐτῷ συνανέστη. πάντων
15ἀνθρώπων αὐτῷ συμμετασχεῖν ἐλπιζόντων τῆς ἀναστάσεως. ὡς ἐντεῦθεν συναφανισθῆναι μὲν τὴν περὶ τὸ ἁμαρτάνειν ἡμῶν εὐκο‐ λίαν, διὰ τῆς ἐπὶ τὴν ἀθανασίαν τοῦ σώματος μεταστάσεως· γενηθῆναι δὲ καὶ ἡμᾶς ἔξω καταστῆναι τῆς τοῦ ἁμαρτάνειν ἀνάγκης.
20 Σευηριανοῦ. Οἱ κατὰ τὸν παλαιὸν ἄνθρωπον ζῶντες, σῶμα ἔχουσιν ἁμαρτίας προκείμενον τῷ διαβόλῳ εἰς ἐπιβουλάς· οἱ δὲ κατὰ τὸν νέον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, σῶμα δικαιο‐ σύνης· ἐπειδὴ καὶ μέλη τοῦ Κυρίου εἰσὶν, οὐκοῦν τοῦ διαβόλου τοὺς ἀνθρώπους ἐξερεθίζοντος ἁμαρτεῖν, ἡττηθέντος διὰ Χριστοῦ,
25καὶ τῷ σταυρῷ προσηλωθείσης τῆς σαρκὸς τοῦ Λόγου, ὁ πονηρὸς ἐκβέβληται· καὶ ἐλευθεριάζουσι νῦν οἱ βουλόμενοι. ὁ γὰρ ἀποθα‐ νὼν κατὰ τὸν τοῦ βαπτίσματος λόγον, τῷ κόσμῳ ἀπέθανε, καὶ δεδικαίωται καὶ ἀπήλλακται τιμωρίας, τῆς ἁμαρτίας ἀπαλ‐ λαγείς.
30 Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ. Γενναδίου. Οὐκοῦν, φησι, καθάπερ ὁ Χριστὸς, καὶ ἡμεῖς ἀποθνήσκομεν, καθάπερ ὁ Χριστὸς ζησόμεθα καὶ ἡμεῖς. προσήκει οὖν εἰς ἐκεῖνον ὑμῖν ἀφορᾶν· καὶ ἅπερ ἐκεῖνον ἅπαξ ἀποθανόντα τῇ ἁμαρτίᾳ, εἶτα ἀναστάντα τῷ Θεῷ, τῶν ἀδυνάτων ἐστὶν αὖθις
35ἀποθανεῖν, οὕτω δέοι ἂν καὶ ὑμᾶς λογισμῷ χρωμένους δικαιοτάτῳ64

65

τὸν ἑαυτῶν τοῦ λοιποῦ βίον ἐν τῇ κατὰ Χριστὸν ῥαθυμίζειν ζωῇ ὡς ἐλπίδι πρὸς ταύτην μεταβεβηκότας ἐκ τῆς προτέρας. Διοδώρου. Εἰ μὲν ἦν δυνατόν φησι τὸν Χριστὸν καὶ δὶς καὶ τρὶς ἀποθανεῖν ὑπὲρ τῶν ἁμαρτανόντων, ἴσως ἀκίνδυνον ἦν ἐπὶ τὴν πα‐
5λαιὸν τῶν ἁμαρτημάτων παλινδρομῆσαι συνήθειαν, ὁμοίαν ἔχουσιν ἀεὶ καὶ τῆς φιλανθρωπίας ἐλπίδα. εἰ δὲ ἅπαξ ἀποθανὼν οὐκ ἔτι ἀποθνήσκει, οὕτω καὶ ἡμεῖς συνταφέντες αὐτῷ καὶ συνεγερθέντες, οὐκέτι ταῖς ἁμαρτίαις ἀποθνήσκομεν. οὐ γάρ ἐστι δεύτερον βά‐ πτισμα οὔτε δεύτερος Χριστοῦ θάνατος. διὸ ἀσφαλέστερον δεῖ
10βιοῦν. “ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.” τουτέστιν ὑπὲρ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων· “ὃ δὲ ζῇ, τῷ Θεῷ ζῇ.” τουτ‐ έστιν εἰσαεὶ ζῇ, ἅτε δὴ Θεὸς ὤν· οὕτως οὖν καὶ ὑμεῖς ταῖς ἁμαρ‐ τίαις νεκρώθητε· τῷ δὲ Θεῷ ζώσατε, δι’ ὃν ζῆτε. Καὶ οὕτω νοήσεις, ὥσπερ λέγομεν, ἐπὶ τοῦ καθ’ ἡμᾶς ἀνθρώ‐
15που, ἀπέθανε τῇ σαρκὶ, ζῇ δὲ τῇ ψυχῇ, κατὰ δοτικὴν ἀποδιδόντες τὸν λόγον, οὕτω μοι νόει “τῷ Θεῷ ζῇ·” τουτέστι τὸ εἶναι Θεὸς, οὐκ ἐπειδὴ καὶ τὸ εἶναι ψυχῇ οὐκ ἔζη, ἀλλὰ τὸ ἀμαχώτερον ἔθηκε τὸ εἶναι αὐτὸν Θεόν. Ὠριγένους. Ἀποτετολμημένως ἐπιφέρει τὸ “θάνατος αὐτοῦ
20“οὐκέτι κυριεύει·” ὅπερ ἐστι δυσφημοειδές. οἱ γὰρ πλεῖστοι φασιν ἀποθανεῖν αὐτόν· οὕτω κυριεύεσθαι ἀπὸ τοῦ θανάτου, ἀλλὰ τῷ ἑκόντα τὴν ψυχὴν αὐτοῦ τεθεικέναι ὑπὲρ τῶν προβάτων ἑαυτοῦ, ἢ ὑπὲρ τῶν φίλων ἑαυτοῦ· φησὶν γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ, “οὐδεὶς “αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’
25“ἐμαυτοῦ.” ὁ μὲν οὖν τις πρὸς ταῦτα φησὶν, ὅτι θάνατος λέγεται νῦν ὁ μέσος καὶ ἀδιάφορος, ὃν κατὰ τὸ κοινότερον ἀπέθανεν, ὅτε ὥς φησιν ὁ Παῦλος, “ἀπέθανε κατὰ τὰς γραφάς.” ἀλλὰ πῶς ταύτη δυνήσεται συναγορεῦσαι τῇ διηγήσει τὸ “ἀπεθάνομεν σὺν Χριστῷ,” καὶ τὸ, “ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ;” ἀλλ’ ἴσως
30ὁ τοιοῦτος ἐρεῖ, ὡς τὰ αὐτὰ ὀνόματα τίθησι δίττως ἡ γραφή· ποτὲ μὲν ἐπὶ τῶν σωματικῶν, ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ, ὡς καὶ περὶ τῆς Σαμαρειτίδος γεγραμμένον, ἐν ᾧ τὸ ὕδωρ καὶ τὸ πιεῖν κατὰ τὸν αὐ‐ τὸν τόπον, ὅτε μὲν ἐπὶ τοῦ σωματικοῦ· ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ
τετάχθαι δοκεῖ· καὶ τὸ περὶ τοῦ θερισμοῦ ὡσαύτως φησί.65

66

Φησὶ τοίνυν οὐδὲν θαυμαστὸν κατὰ τοῦτον τὸν χαρακτῆρα καὶ τὸν Ἀπόστολον εἰρηκέναι, τὸ μὲν “ἀπεθάνομεν σὺν Χριστῷ,” τάσσοντα, οὐκ ἐπὶ τοῦ κοινοτέρου θανάτου· τὸ δὲ “θάνατος αὐτοῦ “οὐκ ἔτι κυριεύει,” ὡς θανάτου νῦν τοῦ μέσου ὀνομαζομένου. ἕτε‐
5ρος δὲ παρὰ τοῦτον ἐρεῖ ὅτι θάνατος ἐνταῦθα λέγεται ὁ κυριεύων Χριστοῦ, οὐκ ἄλλος ἢ ὁ ἐχθρὸς αὐτοῦ, οὗ τόπος ἦν τὸ κατὰ τὸν Ἰωνᾶν κῆτος προφητευόμενον, καὶ ὑπὸ τοῦ Ἰὼβ φάσκοντος, “ἀλλὰ “κατεράσαιτο αὐτὴν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι·” πρὸς ὃν θάνατον ὁδεύων, κατὰ τὸν καιρὸν τοῦ μέσου θανάτου ἔλε‐
10γεν, οὐ διὰ τὸν μέσον θάνατον, ἀλλὰ δι’ ἐκεῖνον· “νῦν ἡ ψυχή μου “τετάρακται, καὶ περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.” οἰνεὶ (sic) γὰρ ἀπῄει εἰς τὴν χώραν αὐτοῦ διὰ τοὺς κρατουμένους ὑπ’ αὐτοῦ, ὡς τάχα διὰ τοῦτο ἐρεῖσθαι τὸ “εἰς χοῦν θανάτου κατή‐ “γαγές με.” καὶ ἑαυτὸν πεποίηκεν αὐτῷ “ὑπήκοος γενόμενος μέχρι
15“θανάτου.” διὰ γὰρ τὸ γεγονέναι ἐν αὐτῷ κατακριθεὶς ὑπ’ αὐτοῦ, κατέκρινε τὴν ἁμαρτίαν, οὖσαν ἐν ἐκείνῳ τῷ θανάτῳ. ὡς ἄν τις παραδείγματος ἕνεκεν, ἐλεύθερος ὢν, δοῦλον ἑαυτὸν παραδίδωσι τῷ στρατηγῷ τῶν πολεμίων, ἵνα παρ’ αὐτῷ γενόμενος, ἐλευθερώσῃ τῇ ἑαυτοῦ οἰκονομικῇ δουλίᾳ τοὺς πολίτας ἀπὸ τοῦ ὑπ’ ἐκείνῳ
20κινδύνου διὰ τοῦ ἐνέδρᾳ τινι ἀποκτεῖναι τὸν στρατηγὸν, καὶ τοὺς ὑπ’ αὐτῷ πολεμίους. ἐκυριεύθη γὰρ ὁ τοῦτο δράσας, ὡς οὐκ αἰχμάλωτος ἁλοὺς, ἀλλὰ φρονήματι χρησάμενος ἀριστέως· οὕτως οὖν καὶ ὁ Χριστὸς ἑαυτὸν παρέδωκε τῇ δουλείᾳ, ἵνα μηδεὶς θανά‐ του γένηται τῶν μαθητευομένων αὐτοῦ τῷ λόγῳ δοῦλος· οὕτως
25γὰρ φησὶν ἡ γραφὴ, “κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ “θανάτου, τουτέστι τὸν διαβόλον,” καὶ τὰ ἑξῆς. τάχα δὲ καὶ παρέδωκεν ἑαυτὸν τῷ θανάτῳ κυριευθησόμενον, ῥυόμενος τοὺς ὑπ’ αὐτοῦ κεκρατημένους, καὶ ἀντ’ ἐκείνων ἑαυτὸν παραδιδούς· ἵνα μετὰ τοῦτο καταστρατηγήσῃ καὶ καταργήσῃ τὸν θανάτον.
30 Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι. Διοδώρου καὶ Θεοδωρίτου. “Μὴ παριστάνετέ,” φησι, “τὰ “μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ,” ἀντὶ τοῦ, μὴ ὑμεῖς καθ’
ἑαυτῶν δίδοτε ὅπλα τῷ πονηρῷ καὶ ἰσχὺν, ἁμαρτάνοντες· “ἁμαρτία66

67

“γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν.” ποία ἁμαρτία οὐ κυριεύσει; ἡ πρὸ τοῦ βαπτίσματος, ἥνπερ ἀφί‐ ησιν ἡ χάρις τοῦ Χριστοῦ. τοῦτο δὲ ὁ νόμος ποιεῖν οὐκ ἠδύνατο. οὐκ ἐστὲ ὑπὸ νόμον, τὸν μὴ δυνάμενον ῥύσασθαι, ἀλλὰ μᾶλλον
5τιμωρούμενον. Θεοδώρου. Λέγει μὲν, ὅτι τούτων οὕτως ἐχόντων, δίκαιον ἡμᾶς μὴ ἁμαρτάνειν κατὰ τὸν παρόντα βίον· κἂν ἔτι θνητοὶ τὴν φύσιν ὄντες, πλείονα ἔχητε τὴν ἐπὶ τοῦτο ῥοπήν· ἐπειδὴ δὲ τὸ βασιλεύειν ἐπὶ τῆς ἁμαρτίας τέθεικε, καλῶς εἶπε, τὸ “μὴ
10“παριστάνετε τὰ μέλη ὑμῶν.” παρεστάναι γὰρ τοῖς βασιλεῦ‐ σιν ἔθος τοὺς δορυφόρους. μὴ τοίνυν φησὶν ὡς βασιλίδι τῇ ἁμαρτίᾳ σπεύδοντες ὑπηρετεῖσθαι, διαπράττεσθε ἃ μὴ δεῖ. σπου‐ δάσατε δὲ μᾶλλον ἑαυτοὺς ἀφορίσαι τῷ Θεῷ, κατὰ τοὺς ἐκ νεκρῶν ἀναβιώσοντας· ὅλοι δι’ ὅλων τὰ διακαιοσύνης ἔργα ποιεῖν ἐσπου‐
15δακότες. Θαυμασιώτατον δὲ αὐτοῦ τὸ ὡσεὶ ἐκ νεκρῶν ζῶντας δεικνύντος ὅτι οὐ τὸ πρᾶγμα παρ’ αὐτῶν ἀπαιτεῖ, ἀλλὰ τὴν κατὰ τὸ δυνατὸν μίμησιν· ζῶντες μὲν γὰρ ἐκ νεκρῶν τότε ἔσονται, νυνὶ δὲ ὡς ἐκ νεκρῶν ζῶντές φησιν, ἀντὶ τοῦ κατὰ τὸ δυνατὸν ἐκεῖνο μιμούμενοι·
20καὶ καλῶς πείθων αὐτοὺς μὴ δεδοικέναι τὴν περὶ τὸ ἁμαρτάνειν ῥοπὴν καὶ τὰς ἐντεῦθεν κινήσεις, εἰ τὰ τῆς γνώμης ἀκέραια σώ‐ ζοιτο, ἐπάγει, “ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει.” ἐπειδὴ γὰρ ἀπὸ τῶν μελλόντων μὴ δεῖν αὐτοὺς ἁμαρτάνειν ἔδειξεν, ἀκολούθως ἐπήγαγεν, ὅτι κρατῆσαι ὑμῶν καθόλου τὴν ἁμαρτίαν τῶν ἀδυνά‐
25των· ἔσται γὰρ καιρὸς ὁ μέλλων, ἐν ᾧ πάσης ἁμαρτίας ἀπηλ‐ λαγμένοι πολιτεύσεσθε· ὥστε εἰ νῦν τὰ τῆς γνώμης ὑμῶν ὑγιαίνοι, ἅπαν εἶδος ἁμαρτίας ἀποστρεφομένων, καὶ σπουδῇ τὰ καλὰ ποιεῖν ἐθελόντων, οὐ δεῖ δεδοικέναι τὴν ἐπὶ τὸ χεῖρον ῥοπήν. λήψεται γὰρ ἴασιν τοῦτο πάντως ἐν καιρῷ τῷ προσήκοντι, καὶ οὐ χρεία τῶν
30ἡμετέρων πρὸς τοῦτο πόνων. καὶ τὸ μεῖζον, “οὐ γὰρ ἐστὲ ὑπὸ νόμον, “ἀλλ’ ὑπὸ χάριν.” τοσοῦτον γὰρ ἀφέξετε τότε καί τι τοιοῦτον δε‐
δοικέναι, ὥστε οὐδὲ νόμων ὑμῖν δεήσει τῶν ὑποδεικνύντων ἃ πράττειν67

68

προσήκει. χάριτί τε καὶ φιλοτιμίᾳ τοῦ δεδωκότος τῆς τοῦ Πνεύ‐ ματος ἀπολαύσεται δωρεᾶς. Γενναδίου. Ἀνατρίψας ἐκ τῶν κατὰ χριστῶν τὴν ἀντίθεσιν, καὶ δείξας οὐκέτι τοῦ ἁμαρτάνειν αὐτοῖς οὐδαμῶς, ὡς οὐκ οὖσιν ἔτι
5μετὰ τὸ βάπτισμα σαρκικοῖς· ταῦτα δὲ μόνῃ πίστει τέως οὐ πείρᾳ κεκτήμεθα· οὔτε γὰρ ἀπαθεῖς, οὔτε ἀθάνατοί πως γεγόναμεν, τοῦ πράγματος αὐτοῦ κατά τινα λόγον ἀπόρρητον τῷ τῆς κοινῆς ἀναστάσεως φυλαττομένου καιρῷ, συμβουλὴν μετρίαν τε αὐτοῖς καὶ τὴν ἐνδεχομένην προσάγει· οὐ γὰρ ἔφη, μὴ οὖν ἁμαρτάνετε.
10τοῦτο γὰρ φύσεως ἀπαθοῦς τε καὶ ἀθανάτου, ἀλλὰ “μὴ βασι‐ “λευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν,” κράτος ἐχέτω· μὴ δὲ δίκην οἰκετῶν τὸ προσταττόμενον ὑπ’ αὐτῆς ἐν ταῖς τοῦ σώματος ἡμῶν ἐπιθυμίαις ἔτι ποιεῖν καταδέχεσθε, δορυφόρους ὥσπερ αὐτὴν πρὸς συνεργείαν τῆς ἀδικίας τὰ ἑαυτῶν παρεχόμενοι μέλη. ἀλλ’
15ἀποφυγόντες ἐκείνην, καὶ πολεμίαν ὑμῖν εἶναι καὶ ἐχθρὰν ἡγησά‐ μενοι, καταφύγετε πρὸς Θεὸν, καὶ ὡς ἀθανάτους αὐτῷ πρὸς δικαιοσύνης κατὰ δικαιοσύνης κατόρθωσιν ἑαυτοὺς εὐτρεπίσατε· “ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γὰρ ἐστὲ ὑπὸ νόμον ἀλλ’ “ὑπὸ χάριν.” ἔγνω τούτου τὸν σαρκικὸν ἑτοίμως ἑξόμενον· καὶ
20τῇ χάριτι πρὸς ἁμάρτημα ἀποχρησάμενον ἄδειαν τοῦτο τοίνυν προυπειδόνος (sic) ἑαυτῷ, τὸν παρ’ ἐκείνου λόγον ἀνθυποφέρει καὶ φησίν. Ὠριγένους. Ἀνωτέρω μὲν εἶπεν, “ἵνα ὥσπερ ἐβασίλευσεν “ἡ ἁμαρτία ἐν τῷ θανάτῳ.” νυνὶ δὲ οὐκ εἶπε τοῦτο, ἀλλὰ, “μὴ
25“βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνήτῳ ὑμῶν σώματι.” διδάσκων ὅτι ὥσπερ θρόνος καὶ βασίλειόν ἐστι τῆς ἁμαρτίας τὸ θνητὸν ἡμῶν σῶμα· τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν, καὶ πάλιν τὸ φρόνημα τῆς σαρκὸς θάνατος. ἀλλὰ καὶ πάντα τὰ ἁμαρτήματα ἔργα σαρκός ἐστιν, ἅπερ ὁ Ἀπόστολος “φανερὰ” ὠνόμασεν. ἐν
30αὐτοῖς δὲ τάξας καὶ τὰς αἱρέσεις, ἐδίδαξεν ὅτι καὶ αὖται σαρκὸς εἰσὶν ἔργον ἀπολύον ἡμᾶς περισπασμοῦ· ἵνα μὴ νομίζωμεν τινὰ
μὲν εἶναι ἔργα σαρκὸς, τινὰ δὲ ἁμαρτήματα οὐ σαρκὸς, ἤτοι δὲ68

69

ψυχῆς ἢ νοῦ. ἀλλ’ ἐπάν τις ζητῇ πῶς καὶ αἱρέσεις τῆς σαρκός εἰσι κατειλεγμέναι, λεκτέον πρὸς αὐτὸν, ὅτι αἱρέσεις γίνονται ἀπὸ τοῦ νοῦ τῆς σαρκὸς, περὶ οὗ φησί που ὁ Παῦλος “εἰκῆ ἐμβα‐ “τεύων καὶ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ
5“κρατῶν τὴν κεφαλήν·” τάχα δὲ καὶ ὅτε ἁμαρτάνομεν βασιλευ‐ ούσης τῆς ἁμαρτίας ἐν τῷ θνητῷ ἡμῶν σώματι, οὐδὲν ἄλλο ἐσμὲν, ἤπερ τὸ θνητὸν σῶμα καὶ σάρκες· “οὐ μὴ,” γάρ φησι, “κατα‐ “μείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ “τὸ εἶναι αὐτοὺς σάρκας.” καὶ αὐτὴ δὲ ἡ ψυχὴ ἔοικε μὴ μένειν,
10ἀλλ’ ἤτοι διὰ κακίαν γίνεσθαι σὰρξ, ἢ δ’ ἀρετὴν πνεῦμα· ὅτε γὰρ κολλᾶται τῇ πόρνῃ, γίνεται εἰς σάρκα μίαν πρὸς αὐτήν· ὁ δὲ κολ‐ λώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμα ἐστίν. Τοῦ αὐτοῦ. Καὶ ἤδη τοῦτο εἴρηκεν, “οὕτω καὶ ὑμεῖς λογί‐ “ζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ,”
15οὐ μὴν ἐν Χριστῷ Ἰησοῦ. τινὲς δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν λήψοντα. λέγεσθαι ἑτέρων, οἱ ἔζησαν μὲν τῷ Θεῷ, οὐ μὲν ἐν Χριστῷ Ἰησοῦ. ἡμεῖς δὲ φαμὲν, μήποτε ἀδυνατόν ἐστι ζῇν μὲν Θεῷ ἐν Χριστῷ Ἰησοῦ **** ἐπείπερ “εἶδε τὴν Χριστοῦ ἡμέραν καὶ ἐχάρη·” εἴτε Μωσῆς ἔζησε τῷ
20Θεῷ, ἐν Χριστῷ Ἰησοῦ ἔζησεν· “ὅστις γε καὶ μείζονα πλοῦτον “ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ·” ἀλλὰ καὶ οἱ ἐπιθυμήσαντες πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ἃ εἶδον οἱ Ἀπόστολοι, καὶ ἀκοῦσαι ὧν ἤκουσαν, οὐκ ἂν ἦλθον εἰς τὴν τῶν τοιούτων ἐπιθυμίαν καὶ ὄρεξιν, ἔξω τυγχάνοντες τοῦ ἐν
25Χριστῷ Ἰησοῦ ζῇν τῷ Θεῷ. Ζητήσεις δὲ εἰ χρὴ φάσκειν πάντα τὸν ζῶντα τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ νεκρὸν εἶναι τῇ ἁμαρτίᾳ. πρὸς τοῦτο λέγοιτ’ ἂν, εἰ μὲν ὡς νεκρὸς τῇ ἁμαρτίᾳ ἔζη πότε τῇ ἁμαρτίᾳ, ἐὰν δέ τις ὑπὸ τοῦ πάντα ἐρευνῶντος Πνεύματος καὶ τὰ βάθη τοῦ Θεοῦ, φωτισθεὶς εὕρῃ
30τινας χωρὶς τοῦ ἐζηκέναι τῇ ἁμαρτίᾳ ποτὲ ζῶντας τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἀποφαίνεται, ὅτι οὐκ εἴ τις ζῇ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, οὗτος ἤδη πάντως νεκρός ἐστι τῇ ἁμαρτίᾳ, καὶ ὕστερον νεκρὸς γενόμενος αὐτῇ ἔζησε τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. ἕτερος δὲ εἴποι
ἂν, ὅτι ἐνδέχεται καὶ διδομένου τοῦ ζῇν τινας τῷ Θεῷ ἐν Χριστῷ69

70

Ἰησοῦ μηδέποτε γενομένους ἐν ἁμαρτίᾳ, οὐδὲν ἧττον κἀκείνους νεκροὺς εἶναι τῇ ἁμαρτίᾳ· ὥσπερ χωρὶς νόμου ἁμαρτία ἦν νεκρὰ, οὐκ ἐκ τοῦ ποτὲ ζῇν ἐλθοῦσα ἐπὶ τὸ γενέσθαι νεκρά. Δείκνυσι δὲ ὁ θεῖος Ἀπόστολος καὶ ἑτέρωθεν τῆς νίκης τὴν
5εὐκολίαν· “ἁμαρτία γὰρ ἡμῶν,” φησιν, “οὐκ ἔτι κυριεύσει,” “οὐ γάρ ἐστε,” φησὶ, “ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν.” πρόσχες ἐνταῦθα τῇ ἀποστολικῇ ἀκριβείᾳ· τίνα τρόπον τὸ κυριεύειν τάσσων ἐπὶ τοῦ Σωτῆρος καὶ ἐφ’ ἡμῶν. ἐπὶ μὲν τοῦ Σωτῆρος, “θάνατος,” εἶπεν, “αὐτοῦ οὐκ ἔτι κυριεύσει.” ἐπὶ δὲ ἡμῶν, “ἁμαρτία γὰρ
10“ὑμῶν οὐ κυριεύσει.” οὔτε γὰρ ἐπὶ τοῦ Σωτῆρος ἔπρεπε λέγε‐ σθαι τὸ ἁμαρτία αὐτοῦ οὐ κυριεύσει, οὔτε ἐφ’ ὑμῶν κυριώτερον ἦν τὸ θάνατος ὑμῶν οὐ κυριεύσει. καὶ ἵνα μὴ ταυτὸν περὶ τοῦ Σωτῆ‐ ρος καὶ ἡμῶν λέγεται ὡς παραπλησίων, μετὰ ταῦτα ὥσπερ αἰτίαν παριστὰς τοῦ ἁμαρτίαν ἡμῶν μὴ κυριεύειν, φησὶ τὸ “οὐ γὰρ ἐστὲ
15“ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν.” κατὰ γὰρ αὐτὸν τὸν Παῦλον, “ἡ “δύναμις τῆς ἁμαρτίας ὁ νόμος ἐστι.” καὶ “νόμος παρεισῆλθεν, ἵνα “πλεονάσῃ τὸ παράπτωμα. ἀλλ’ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ἐκεῖ “ὑπερεπερίσσευσεν ἡ χάρις. διότι οὐκέτι ἐσμεν ὑπὸ νόμον ἀλλ’ “ὑπὸ χάριν.” δικαίῳ γὰρ νόμος οὐ κεῖται. οὐ γὰρ δέεται τῆς ἀπὸ
20γράμματος νομικῆς διδασκαλίας εἰς τὸ τηρεῖν τὰς ἐντολὰς τοῦ Θεοῦ, θεοδίδακτος ὢν, ὡς Παῦλος διδάσκει λέγων, “περὶ δὲ τῆς “ἀγάπης οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, ὑμεῖς γὰρ θεοδίδακτοι “ἐστὲ εἰς τὸ ἀγαπᾶν ἀλλήλους.” εἴ τινι οὖν συμπέφυκεν ὁ τοῦ Θεοῦ νόμος, ὡς μὴ ἕτερον μὲν βούλεσθαι τὸν νόμον· ἕτερον δὲ
25εἶναι τὸ θέλημα τοῦ ἀνθρώπου, ὁ τοιοῦτος οὐκ ἔστιν ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν. οὕτω νοητέον “ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέ‐ “λημα αὐτοῦ.” Τί οὖν; ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν;
30Γενναδίου. Οὐ γὰρ ὑμᾶς τοῦτο, φησὶ, λέληθεν, ὅτι προσ‐ ῆκον ὑμῖν ταῖς ὑμῶν αὐτῶν ὁμολογίαις ἐμμένειν· καὶ τοῦτον ὅτι
δεσπότην ἑαυτοῦ τοῖς ἔργοις τίς ἐπιδέδεικται τὸν οὗ τοῖς (sic)70

71

κελεύσμασιν ἔγνωκεν ὑπακούειν· κἂν ἁμαρτία τοῦτο, κἂν δικαιο‐ σύνη. τὸ γὰρ ἤτοι ἁμαρτίας, ἢ ὑπακοῆς εἰς δικαιοσύνην ἀσαφῶς εἰρημένον τοιοῦτόν ἐστιν, ἤτοι ἁμαρτίας εἰς ὑπακοὴν, ἢ δικαιο‐ σύνης.
5 Θεοδώρου. Τοῦτο Ἰουδαίοις μάλιστα λέγειν ἐνῆν, ὅτι νόμου φύσις διορίζει τί μὲν πράττειν προσήκει, τί δὲ μή. εἰ μὲν οὖν ἔξω νόμου τυγχάνομεν, οὐδὲν ἂν κωλύοι τὸ προστυχὸν ἅπαντας πράττειν. εἰ δὲ ἔστι τις πρακτέων καὶ μὴ τοιούτων διάκρισις, ὑπὸ νόμον πάλιν ἐσμέν· καὶ σχῆμα ψιλὸν ἔχει τὰ λεγόμενα παρ’
10ὑμῶν. ταύτην τοίνυν ἀντιθεὶς αὐτῷ τὴν ἀντίρρησιν, λέγει μὲν πῶς ἁμαρτίας ἐκτὸς εἶναι προσῆκεν ἡμᾶς, οὐχ ὑπὸ νόμον ὄντας· ὅπως δὲ ἡ τῆς χάριτος ἀπόλαυσις οὐκ ἄδειαν ἡμῖν τοῦ ἁμαρτάνειν παρέχεται· καὶ εὐθὺς μὲν ἐπάγει κατὰ τὸ σύνηθες αὐτῷ, μὴ γένοιτο τοῦ ἁμαρτάνειν· καὶ τὴν προσηγορίαν φευκτὴν εἶναι ἡγού‐
15μενος, τὴν δέ γε λύσιν τῆς ἀντιθέσεως οὕτω ποιεῖται· πᾶς ἄνθρω‐ πος ὅτῳ περ ἂν ὑπακούειν ἕληταί, φησι, δοῦλον ἑαῦτον ἐκείνου κατέστησεν εἰς τὸ πείθεσθαί τε αὐτῷ καὶ τὰ ἐκείνῳ δοκοῦντα πράττειν ἅπαντα. ἢ τοίνυν τῇ ἁμαρτίᾳ πείθεσθαι ἑλόμενοι, τὰ ἐκείνῃ δοκοῦντα ποιεῖν ἀνάγκην ἔχετε, τὸν ἐπιγινόμενον ἐντεῦθεν
20θάνατον ἐκδεχόμενοι, ἢ τῇ δικαιοσύνῃ προσνείμαντας ἑαυτοὺς, δεή‐ σει πάντως τὸ ταύτης βούλημα πληροῦν, τὰ ἐκεῖθεν ἀγαθὰ περι‐ μένοντας. Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας. Γενναδίου. “Χάρις,” φησὶ, “τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς
25“ἁμαρτίας,” λάχετε, τῆς ἁμαρτίας ἀνθελόμενοι τὴν δικαιοσύνην· καὶ ταύτην ἀντ’ ἐκείνης δεσπότην ἔχειν καταδεξάμενοι. ἧς καὶ τὸν τύπον τῆς διδαχῆς παρειληφότες προσήκασθε, πρὸς ὃν τοῦ λοιποῦ βιωτέον ὑμῖν ἀκριβῶς. Θεοδώρου. Ἀναγκαιότατον μὲν οὖν καὶ τὸ “χάρις δὲ τῷ
30“Θεῷ·” ἔδει γὰρ ἀπὸ εὐχαριστίας ἄρξασθαι, τόν γε τοσούτων ἀγαθῶν δόσιν παρὰ Θεοῦ ὑπάρξασαν ἡμῖν ἐξηγεῖσθαι μέλλοντα. καιριώτατα δὲ τὸ “εἰς ὃν παρεδόθητε τύπον διδαχῆς.” οἱ γὰρ Ἀπόστολοι διετέλουν ἁπανταχοῦ λέγοντες, ὅτι λέλυται τὰ πα‐
λαιὰ, πέπαυται θάνατος, ἔσβεσται ἁμαρτία· ἔργῳ μὲν ὕστερον,71

72

ἐπαγγελίᾳ δὲ ἤδη. τύπον δέ τινα καὶ σύμβολα πληροῦμεν ἐκείνων ἐπὶ τοῦ βαπτίσματος, διὰ τῆς δεδομένης ἡμῖν ἐν αὐτῷ τοῦ Πνεύ‐ ματος δωρεᾶς· ὥσπερ ἀναγεννώμενοι κατὰ μίμησιν τῶν ἐσομένων τότε. τοῦτο οὖν λέγει· ὅτι γνώμῃ τὴν ἡμετέραν διδασκαλίαν
5εἵλεσθαι, δι’ ἧς προσηγάγομεν ὑμᾶς, καὶ μονονουχὶ παρεδώκαμεν τῷ τύπῳ τῶν μελλόντων διὰ τοῦ βαπτίσματος. τούτοις δὴ πει‐ σθέντας, ἀνάγκη σύμφωνα διαπράττεσθαι, μιμουμένους ἐκεῖνα τῷ βίῳ, εἰς ἃ τῷ τύπῳ κατέστητε. Γενναδίου. Εἰς τοιούτους κατενένεγμαι λόγους, καὶ παρα‐
10δείγμασιν ἀνθρωπίνων ἐχρησάμην ἐθῶν τοῦ πρὸς ἀρετὴν ἀτόνου τῆς σαρκὸς ὑμῶν με καταναγκάσαντα. Διοδώρου. Ἠδυνάμην, φησὶ, τελειότερόν τι καὶ μεῖζον εἰπεῖν, καὶ εὐεργεσίας ὑπερβαλλούσης ἄξιον. λέγω δὲ ὑμῖν τοσοῦτον, ὅσον χωρεῖτε, ἀσθενεῖς τε ὄντες τῇ σαρκί.
15 Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ. Γενναδίου. “Ὥσπερ γὰρ παρεστήσατε,” φησὶ, “τὰ μέλη “ὑμῶν,” καὶ τὰ ἑξῆς. τὸν γὰρ κἀνταῦθα σύνδεσμον, ἀντὶ τοῦ τοίνυν παρείληφε. δεῖ τοίνυν ὑμᾶς, φησὶν, ὥσπερ ἐν τῷ πρόσθεν
20ὅλους ἑαυτοὺς τῇ ἀνομίᾳ πρὸς ἐργασίαν ἀκαθαρσίας ἐκδεδώκειτε πάσης, οὕτω νῦν, ἢ καὶ μᾶλλον ἀποσχομένους ἐκείνων παντάπασι, τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν. Διοδώρου. Δῆλον μὲν οὖν φησιν, ὅτι τοσούτῳ μείζονα περὶ ταῦτα ἔχειν προσῆκε τὴν σπουδὴν, ὅσῳ κακίας κρείττων τρήσας
25πλείονα περὶ τὸ χεῖρον ἐχούσῃ τὴν ῥοπὴν, μὴ μέγα τι φθέγξομαι μὴ ὑπὲρ ἄνθρωπον. τοσοῦτο γοῦν ὑμᾶς περὶ τὴν ἀρετὴν ἔχειν βού‐ λομαι, ὅσον τῇ ἁμαρτίᾳ προσεσχήκατε. Γενναδίου. Ἴστε γάρ που τὸν χρόνον ἐκεῖνον, φησὶν, ἐν ᾧ τῆς ἁμαρτίας ἐπιτάγμασιν ὑπετάττεσθε. πῶς ἦν ὑμῖν πρᾶγμα κοινὸν
30πρὸς τὴν δικαιοσύνην οὐδέν. Ὠριγένους. Ἐπειδὴ ὡς πολλαχοῦ φησὶν, ἐτηρήσαμεν τὸ τῆς
δικαιοσύνης ὄνομα, ἀντὶ τῆς ἀρετῆς ἔσθ’ ὅτε παραλαμβάνεται,72

73

λεκτέον ὅτι καὶ νῦν τοιοῦτόν ἐστι τὸ λεγόμενον. ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ ἀρετῇ. καὶ παρακολουθεῖ τῷ γενικῷ τῆς ἁμαρτίας ὀνόματι, τὸ γενικὸν τῆς ἀρετῆς δικαιοσύνην ἐν τούτοις ὀνομάζεσθαι. δόξει δὲ ἰδικῶς τὸ εἰς ἁγιασμὸν λέγειν
5προτρεπόμενος εἰς ἁγνείαν καὶ καθαρότητα βίου τὸν δυνάμενον χωρῆσαι. Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐν οἷς νῦν ἐπαισχύ‐ νεσθε. Γενναδίου. Καίτοι ἡδέως ἂν ἔγωγε νῦν πυθοίμην ὑμῶν ὑπὲρ
10ὅτου κατεσπευσμένως οὕτως τῇ ἁμαρτίᾳ τὴν καλὴν ἐκείνην δουλείαν ἐξεπληροῦτε, καὶ τίς τῆς πολλῆς ταύτης εὐνοίας ὑμῶν ὁ καρπός. οὐ φθορὰ καὶ ἀκαθαρσία καὶ θάνατος, καὶ τὰ πάσης αἰσχύνης ἀνάμεστα; Θεοδώρου. Κατ’ ἐρώτησιν ἀναγνωστέον τὸ, “τίνα οὖν κάρπον
15“εἴχετε τότε·” εἶτα κατὰ ἀπόκρισιν “ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε.” εἴδομεν γὰρ τὸ κέρδος, φησὶ, τῆς περὶ ἐκεῖνα σπουδῆς, ἃ καὶ λεγόντων ἑτέρων αἰσχύνεσθε. Ὠριγένους. Ἐξευτελίζων τὸν καρπὸν τῶν δούλων τῆς ἁμαρ‐ τίας ὡς οὐδενὸς ἄξιον λόγου φησίν. ἐφ’ οἷς γάρ τις πρότερον ἐν
20ἁμαρτίᾳ καὶ ἀγνοίᾳ πεπραγμένοις ὕστερον εἰς συναίσθησιν ἐλθόν‐ των ἡμαρτημένων αἰσχύνεται, ταῦτα καρπὸς ἂν εἴη ἄχριστος, ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐθὲν ἐπιτηδεῖος. καὶ γὰρ τέλος τῶν τοιούτων ἔργων οὐκ ἄλλο ἢ θάνατος ἐστὶν, ὁ ἐχθρὸς Χριστῷ τῷ εἰπόντι, “ἐγώ εἰμι ἡ ζωή.” κυριευόντων τοιούτους καρποὺς ἐνηνο‐
25χότων· ἐν ᾧ θανάτῳ οὐκ ἔστιν ὁ μνημονεύων Θεοῦ. καὶ γὰρ πᾶς ὁ ἐν αὐτῷ τέθνηκε τῷ Θεῷ, καὶ ζῇ τῷ θανάτῳ, ὅπερ ταῦτόν ἐστι, τὸ ζῇν τῇ ἀναμαρτίᾳ. Γενναδίου. Ἄρα οὖν, φησὶ, τοιαῦτα καὶ τὰ νῦν, ἢ μικρῷ τῷ καὶ τῷ τυχόντι διεστηκότα, ἀλλ’ οὐχὶ τῷ ὅλῳ καὶ τῷ παντί.
30ἀλλαξάμενοι γὰρ τῆς ἁμαρτίας Θεὸν, καὶ τὰ δοκοῦντα τούτῳ διαπράττεσθαι γνόντες, καρποῦσθε μὲν τὸν ἁγιασμὸν τὸ ἀνα‐ μάρτητον· τουτέστιν, ἐκ δὲ τούτου τὸ ἀθανάτοις ὑμῖν διαμένειν
περίεσται.73

74

Ὠριγένους. Ἡμέτερος καρπὸς εἰς ἁγιασμόν. οὐχ ἡμέτερος δὲ, οὐδὲ κατὰ τὴν ἡμετέραν φύσιν ὁ φέρων τῷ ἤδη συνῃσθημένῳ αὐτοῦ αἰσχύνην. ὅτι δὲ ἡμέτερον μὲν τὸ κρεῖττον, οὐ τοιοῦτον δὲ τὸ χεῖρον, δηλοῖ δὲ ὁ Σωτὴρ λέγων, “εἰ τὸ ἀλλότριον ἐπιστεύ‐
5“θητε, καὶ οὐκ ἐγένεσθε ἄξιοι, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;” κἂν γὰρ μὴ γενώμεθα ἄξιοι τοῦ κρείττονος, ὡς ἡμέτερον αὐτὸ τῇ φύσει οὐ λαμβάνομεν διὰ τὴν ἁμαρτίαν. ἐρεῖ δέ τις ἐνταῦθα τὸν εἰς ἁγιασμὸν καρπὸν εἶναι τῶν δεδουλωμένων τῷ Θεῷ τὴν παντελῆ ἀπὸ τῶν ἀφροδισίων καθάρευσιν. καί φησιν ὁ τοιοῦτος, τοῖς μὲν
10ἐν γάμῳ ἁρμόζειν τὸ “ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, “ἐδουλώθητε τῇ δικαιοσύνῃ.” τοῖς δὲ ἐν ἁγνείᾳ ὡς μεῖζον, τὸ “νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας,” καὶ τὰ ἑξῆς. ὥστε τὸν μὲν ἔσχατον καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸ δεδουλῶσθαι τῷ Θεῷ. δεδουλῶσθαι πολὺ πρότερον τῇ δικαιοσύνῃ μὴ πάντως
15ἔχειν τὸν καρπὸν αὐτοῦ ἔχει εἰς ἁγιασμὸν διὰ τοῦ κατὰ συγγνώ‐ μην λόγον. Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος. Διοδώρου. Ὀψωνοῦνται οἱ ἁμαρτάνοντες ὑπὸ τοῦ διαβόλου, τοῦτον τὸν τρόπον πιπράσκοντες σωφροσύνην καὶ ὠνούμενοι ἀκολα‐
20σίαν, πωλοῦντες χρηστότητα, καὶ ἀντιλαμβάνοντες ὠμότητα. οἱ οὖν τοιοῦτοι ἴδιον κτῆμα ὥσπερ τῆς ἁμαρτίας γενόμενοι, θανάτῳ ἑαυτοὺς ὑπάγουσι. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας, θάνατος. ἢ τάχα τοῦτο λέγει, ὅτι τὰ παρὰ τοῦ ἐχθροῦ ὀψωνούμενα θανάτου παρεκτικά.
25 Ὠριγένους. Καλὴ ἡ διαφορά· ὀψωνίου μὲν ἐπὶ τῆς ἁμαρ‐ τίας τεταγμένου· χαρίσματος δὲ ἐπὶ τοῦ Θεοῦ. οὔτε γὰρ ὀψώνια ὡς ὀφειλόμενα δίδωσιν ὁ Θεὸς, ἀλλὰ χάρισμα· οὐδὲ χάρισμα ἡ ἁμαρτία ἀλλ’ ὀφειλόμενα ὀψώνια. τὸ δὲ χάρισμα τοῦ Θεοῦ οὐκ ἔταξεν ἁπλῶς ζωὴ αἰώνιος· ἀτελὴς γὰρ αὕτη νοεῖται, ὅτε μὴ ἐν
30Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ἐστι. δηλοῦται δὲ ὅτι ἡ ἁμαρτία τῷ βασιλευομένῳ ὑπ’ αὐτῆς δίδωσι τὸν θάνατον· καὶ οὐχ ὁ Θεὸς ἐπιφέρει τὸν ἐχθρὸν τοῦ Χριστοῦ θάνατον. “ὁ γὰρ Θεὸς θάνατον
“οὐκ ἐποίησεν,” καὶ τὰ ἑξῆς. ἐὰν δέ τις πρὸς τοῦτο ἀνθυποίσῃ καὶ74

75

τὸ “ἐγὼ ἀποκτενῶ καὶ ζωοποιήσω,” καὶ “Κύριος θανατοῖ καὶ “ζωογονεῖ,” ἐροῦμεν ὅτι ἀποκτένει ὁ Θεὸς τῇ ἁμαρτίᾳ, ἵνα μετὰ τοῦτο ζωοποιήσῃ τὸν ἀποθανόντα τῇ ἁμαρτίᾳ.
4tΚΕΦ. Θ.
5tἘπανάληψις περὶ τῆς ἐν χάριτι ζωῆς.
6 Ἢ ἀγνοεῖτε ἀδελφοὶ, γινώσκουσι γὰρ νόμον λαλῶ. Κυρίλλου. Πανταχοῦ ἐπισφαλὲς ἀποφαίνει τὸ ὑπὸ νόμον κεῖσθαι ζητεῖν. προτρέπει δὲ μᾶλλον ἐφίεσθαι καὶ ὅλῃ διανοίᾳ διψῇν τὴν διὰ πίστεως χάριν, τουτέστιν τὴν ἐν Χριστῷ δικαίω‐
10σιν. ᾧ καὶ συντεθάφθαι διισχυρίσατο τοὺς βεβαπτισμένους· ἵνα νεκρωθέντες τῇ ἁμαρτίᾳ, Θεῷ ζήσειαν ἐν δικαιοσύνῃ. τοιγάρτοι καὶ ἔφασκε, “μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν “σώματι, εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστά‐ “νετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστή‐
15“σατε ἑαυτοὺς τῷ Θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας· καὶ τὰ μέλη “ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ· ἁμαρτία γὰρ ὑμῶν οὐκέτι “κυριεύσει· οὐ γὰρ ἐστὲ ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν.” ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴν ἐν Χριστῷ χάριν. πλὴν οὐκ ἠγνόησεν ὁ πνευμα‐
20τοφόρος ὅτι δὴ πάντως ἐροῦσί τινες, ἤγουν διαλογιοῦνται, ὅτι διη‐ μαρτήκασιν ἄρα τῆς εὐθείας ὁδοῦ καὶ ζωῆς οἱ πατέρες. ὤνησε δὲ αὐτοὺς ὁ νόμος οὐδὲν, καὶ φροῦδα πῶς ἤδη τῆς ἐκείνων πολι‐ τείας τὰ αὐχήματα. εἰ γάρ ἐστι τῶν ἀτόπων τὸ ὑπὸ νόμῳ κεῖσθαι ζητεῖν, καὶ ἦν οὗτος τοῖς ἀρχαίοις ὁ βίου σκόπος, πῶς οὐκ ἀληθὲς
25εἰπεῖν ὡς τοῦ πρέποντος διημαρτήκασιν; Ἀγωνίζεται τοίνυν ὁ Χριστὸς (sic) ἔχων ἐν ἑαυτῷ, καὶ ὑπο‐ πλάττεται μὲν εὐφυῶς τὸ καὶ αὐτοῖς βούλεσθαι συνειπεῖν τοῖς ὑπὸ νόμον βεβιωκόσι. περιτρέπει δὲ ποικίλως εἴς γε τὸ δεῖν οἴεσθαι καιροῦ καλοῦντος εἰς πίστιν, μὴ λίαν ἐθέλειν τοῖς ἀρχαίοις
30ἔθεσιν ἐμφιλοχωρεῖν. ταυτήτοι φησὶν, “ἢ ἀγνοεῖτε ἀδελφοὶ, γινώ‐
“σκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’75

76

“ὅσον χρόνον ζῇ;” ὅρος οὗτος γενικὸς κατά τε νόμου παντὸς καὶ τῶν ὑπὸ νόμον. ἅπασι μὲν γὰρ τοῖς ὑπὸ σκῆπτρα βασιλέων διορίζουσι νόμοι τό τε πρακτέον καὶ τὸ μή. ἰσχύουσι δὲ παρά γε τοῖς ζῶσιν ἔτι. εἰ δὲ δή τις τῶν ὑπὸ νόμον τῆς ἐνσωμάτου ζωῆς ἀπαλλάτ‐
5τοιτο, συναπεδύσατο τῇ ζωῇ καὶ τῶν νόμων τὴν ἐξουσίαν. εἰ γὰρ πέπαυται τοῦ πλημμελεῖν, ἀπρακτήσει τοῦ πάντως καὶ ὁ νόμος ἐπ’ αὐτῷ. ἀληθὲς οὖν ὅτι κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρό‐ νον ζῇ. Καὶ τίς ἄρα ἐστὶν ὁ τοῦ λόγου σκοπὸς ἀναγκαῖον εἰπεῖν. δύο
10κατ’ αὐτὸν εἰσκομίζει χρήσιμα. ἡμεῖς μὲν γάρ, φησιν, οἱ συντε‐ θαμμένοι Χριστῷ διὰ τοῦ βαπτίσματος, οἱ ἀποθανόντες τῇ ἁμαρ‐ τίᾳ, ἔξω γεγόναμεν τῆς ἐξουσίας τοῦ νόμου· μετεστοιχειώθημεν γὰρ εἰς ζωὴν ἑτέραν. οἱ δέ γε πρὸ τῆς ἐπιδημίας οὔπω τὸν ἐν Χριστῷ νοούμενον θάνατον ὑπομείναντες, ἔζων ἔτι τῇ ἁμαρτίᾳ·
15ἐκράτει δὴ οὖν ὡς ζώντων ὁ νόμος, καθάπερ ἀμέλει καὶ γυναικὸς ὁ ἁνήρ. ὥσπερ γὰρ ἡ ὕπανδρος γυνὴ, ζῶντος μὲν ἔτι τοῦ κατὰ νόμον συνῳκήσαντος, οὐκ ἀνεύθυνον ποιεῖται τὴν ὑφ’ ἑτέρῳ σύνοδον εἰ δὲ δὴ τεθναίη φησὶν, ἔξω κεῖσθαι δίκης, κἂν εἰ ἕλοιτο δρᾶν εὐνόμως. κατὰ τὸν ἴσον οἶμαι τρόπον, οἱ μήπω τῆς ἁμαρτίας τὴν
20νέκρωσιν ἔχοντες ἐν Χριστῷ, ζῶντες δὲ ὥσπερ ἐν αὐτῇ, πεπρά‐ χασιν εἰκότως καὶ ὑπὸ νόμον. κυριεύει γὰρ τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ· οἱ δέ γε ὑπὸ χάριν ἤδη γεγονότες τὴν ἐν Χριστῷ, δι’ ἧς καὶ τεθνήκασι τῇ ἁμαρτίᾳ, καὶ νενέκρωνται τῇ σαρκὶ, τουτέστι τοῖς πάθεσι τῆς σαρκὸς, εἰ μηκέτι χρηματίζουσιν ὡς ζῶντες ἐν
25κοσμῷ, ἀκαταίατο ποιοῖντο ἂν τὴν ἔξω νόμου ζωήν. τεθανάτων‐ ται γὰρ, ὡς ἔφην, διὰ τοῦ σώματος τοῦ Χριστοῦ, καὶ ἀπέθανον τῷ νόμῳ, δικαιούμενοι διὰ πίστεως. Διοδώρου. Ἐκ τούτου κατασκευάζει ὅτι ἰσχύοντος μὲν τοῦ νόμου πρὸ Χριστοῦ οὐκ ἦν ἐξὸν ἑτέρῳ συναφθῆναι, τουτέστιν τῇ
30χάριτι. παυσαμένου δὲ τοῦ νόμου, καὶ τρόπον τινὰ ἀπαθανόντος, ἔξεστι λοιπὸν συνάπτεσθαι τὴν Ἐκκλησίαν τῷ οὐρανίῳ νυμφίῳ. καὶ γὰρ τὸν νόμον καὶ τὸν Χριστὸν ἐν χώρᾳ ἀνδρὸς τίθησι.
τὸν μὲν τῆς Ἐκκλησίας, ἐπειδὴ ὥσπερ ἀρχὴ γυναικὸς ὁ ἀνὴρ,76

77

οὕτως ὁ Χριστὸς τῆς Ἐκκλησίας. καὶ ὁ νόμος ποτὲ τῆς συνα‐ γωγῆς. “ὁ νόμος,” φησὶ, “κυριεύει τοῦ ἀνθρώπου, ἐφ’ ὅσον χρόνον “ζῇ.” τίς ζῇ; ὁ νόμος. ὥσπερ δὲ περὶ ἀνδρὸς καὶ συνοίκου αὐτῷ διαλέγεται περὶ αὐτοῦ.
5 Ὠριγένους. Τὸ γινώσκειν τὸν νόμον πάντως οἶδε τὴν διαφορὰν τῆς ἐν αὐτῷ παλαιότητος τοῦ γράμματος καὶ τῆς ἐνυπαρχούσης τοῖς νοήμασιν αὐτοῦ καινότητος τοῦ Πνεύματος. τοῦτο γάρ ἐστι τὸ τελείως γινώσκειν τὸν νόμον. ἐπιφέρει δὲ καὶ παράδειγμα, σφόδρα τῷ προκειμένῳ παράλληλον. ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι
10ἀνδρὶ δέδεται νόμῳ. ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. ὁ νόμος ἐστὶν ὁ ἀνήρ. δῆλον δὲ ὅτι ὁ κατὰ τὸ γράμμα. οὗτος γὰρ καὶ τὸ ἀποθνήσκειν ἐπεδέξατο, διὰ τὸ εἶναι παλαιότης γράμματος. τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. λέγεται δὲ καὶ ἀποθνήσκειν, ἐπεὶ μηδὲ παρὰ τοῖς
15βουλομένοις αὐτὸν φυλάσσειν, καὶ οὕτω προαιρουμένοις· ἵν’ οὕτως εἴπω ζη *** Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ. Ἀνεπίγραφον. Ἀπόλουθον ἦν εἰπεῖν, ὥστε ἀδελφοί μου καὶ
20ὑμεῖς τοῦ νόμου τελευτήσαντος οὐ κρίνεσθαι μοιχείας ἀνδρὶ γενό‐ μενοι ἑτέρῳ. ἀλλ’ οὐκ εἶπεν οὕτως. ἀλλὰ πῶς; “ἐθανατώθητε “τῷ νόμῳ·” εἰ νεκροὶ γεγόνατε, οὐκ ἐστὲ ὑπὸ νόμον. εἰ γὰρ τελευ‐ τήσαντος τοῦ ἀνδρὸς, οὐκ ἔστιν ὑπεύθυνος ἡ γυνὴ, πολλῷ μᾶλλον αὐτὴ τετελευτηκυῖα ἀπήλλακται τούτου. εἶδες Παύλου σοφίαν;
25πῶς τὸν νόμον ἔδειξε τοῦτο βουλόμενον τὸ ἀποστῆναι αὐτοῦ καὶ γενέσθαι ἀνδρὶ ἑτέρῳ. οὐ γὰρ κωλύει, φησὶ, συνιέναι ἀνδρὶ ἑτέρῳ, τελευτήσαντος τοῦ προτέρου. πῶς γὰρ, ὅπου καὶ ζῶντος ἐπιτρέπει βιβλίον ἀποστασίου λαβοῦσαν; ἀλλὰ τοῦτο οὐ τίθησιν, ὅπερ ἔγκλημα ἦν τῶν γυναικῶν. εἰ γὰρ καὶ συνεχωρῆτο, ἀλλ’ ὅμως οὐκ
30ἦν αἰτίας ἀπηλλαγμένον. ὅταν γὰρ ἀπὸ τῶν ἀναγκαίων καὶ δοκί‐ μων ἔχῃ τὰ νικητήρια, οὐ ζητεῖ τὰ περιττά. τὸ τοίνυν θαυμαστὸν
φησὶ, τοῦτό ἐστιν, ὅτι αὐτὸς ὁ νόμος ἀπαλλάττει τῶν ἐγκλημά‐77

78

των ὑμᾶς ἀποστάντας αὐτοῦ. καὶ γὰρ καὶ αὐτὸς τέθνηκε, καὶ ἡμεῖς τεθνήκαμεν. καὶ διπλῆ τὰ τῆς ἐξουσίας ἀνῄρηται. ὁ δὲ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλὰ καὶ τὸ αἴτιον προστίθησιν. οὐ γὰρ ἁπλῶς ἀπηλλάγητέ φησιν, ἀλλὰ διὰ τοῦ θανάτου τοῦ δεσποτικοῦ.
5“ἐθανατώθητε,” γάρ φησιν, “τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ “Χριστοῦ.” οὐκ ἐντεῦθεν δὲ προτρέπει μόνον, ἀλλὰ καὶ ἐκ τῆς ὑπεροχῆς τοῦ δευτέρου ἀνδρός. διὸ καὶ ἐπήγαγεν, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ ἐκ νεκρῶν ἐγερθέντι. Γενναδίου. Φέρε δή, φησιν, συστήσωμεν καὶ ἀπὸ τοῦ νόμου
10τοῦτο αὐτό. οὐκοῦν ἴστε νομομαθεῖς ὄντες τοῦτό γε ἀκριβῶς, ὅτι τοῦ ἀνθρώπου κύριος ὁ νόμος μέχρις οὗ ζῇ καθέστηκεν. ἡ γοῦν ὕπανδρος γυνὴ ζῶντι μὲν τῷ ἀνδρὶ, προσδέδεται νόμῳ. οὐκοῦν αὐτοῦ περιόντος ἴδοι πρὸς ἕτερον, ἢ κεκρίσεται μοιχαλίς· τελευ‐ τήσαντος δὲ ἀφεῖται τοῦ νόμου, καὶ συνοικήσει μὲν, ᾧ βούληται·
15τὸ δὲ τῆς μοιχείας ἔγκλημα διαφεύξεται. ἄρα οὖν ἀδελφοὶ, τοιοῦ‐ τόν τι καὶ τὸ καθ’ ὑμᾶς. γεγόνατε μὲν γὰρ πιστεύσαντες τοῦ σώματος τοῦ Χριστοῦ. τετελευτηκὼς δὲ ἐκεῖνος τῷ νόμῳ πρὸς ἑτέραν ἐκ τῶν νεκρῶν ἀνεβίω ζωήν. οὐκοῦν ἓν ὄντες καὶ ὑμεῖς ἐν αὐτῷ, τῷ μὲν νόμῳ τεθνήκατε· καρπώσετε διὰ τῆς ἀναστάσεως
20αὐτῷ παραπλησίως καὶ ὑμεῖς. Θεοδώρου. Δεικνὺς τῶν κατὰ Χριστὸν τὸ ὠφέλιμον, ἐπάγει· “ἵνα καρποφορήσωμεν τῷ Θεῷ.” οὐκ ἐπ’ αἰτίας δὲ λέγει τὸ εἶναι, ἀλλὰ τὸ ἑπόμενον τῷ πράγματι κατὰ τὸ σύνηθες αὐτῷ· βούλεται γὰρ εἰπεῖν, ὅτι ἐν ταύτῃ γενόμενοι τῇ ζωῇ, διηνεκεῖς οἴσομεν τῆς
25δικαιοσύνης τῷ Θεῷ τοὺς καρποὺς, τῆς κατὰ νόμον πολιτείας ἀπηλλαγμένοι. θαυμασιώτατον δὲ αὐτοῦ τὸ μὴ εἰπεῖν, ἐθανατώθητε διὰ τοῦ βαπτίσματος, ἀλλὰ διὰ τοῦ σώματος τοῦ Χριστοῦ. ἀρχὴ μὲν γὰρ τῆς παρούσης ζωῆς ὁ Ἀδὰμ πᾶσιν ἀνθρώπους ἐγένετο· τῆς δὲ μελλούσης ὁ Χριστός. ὥσπερ οὖν ἐπὶ τοῦ παρόντος βίου,
30τὴν πρὸς τὸν Ἀδὰμ κοινότητα τῆς φύσεως ἔχομεν, οὕτως ἐπὶ τοῦ μέλλοντος, τὴν πρὸς τὸν Χριστὸν ὁμοιότητα λαμβάνομεν· ἐκεῖ‐ θεν τὰς ἀφορμὰς τῆς ἀναστάσεως ἔχοντες. μέρος οὖν τοῦ σώ‐ ματος λεγόμεθα τοῦ Κυρίου, ἅτε δὴ τὴν πρὸς αὐτὸν κοινωνίαν
δεχόμενοι.78

79

Ὅθεν ἐπειδὴ τυπικῶς ἐν ἐκείνοις διὰ τοῦ βαπτίσματος γε‐ γενῆσθαι πιστεύομεν, τοῦτο λέγει, ὅτι μέρος γενόμενοι τοῦ σώμα‐ τος τοῦ Χριστοῦ διὰ τῆς κατὰ τὴν ἀνάστασιν κοινωνίας, τῆς ἐν τῷ βαπτίσματι, πληροῦν τοὺς τύπους ἡγούμεθα. νεκρὸς μὲν εἶ
5τῷ παρόντι βίῳ λοιπὸν, ἔξω δὲ τῆς ὑπὸ τὸν νόμον πολιτείας καθέ‐ στηκας· οὐδεμίαν φέρων ἑαυτῷ διαβολὴν, εἰ μὴ κατὰ ταυτὸν πολιτεύοιο. ἐπειδὴ φύσις αὐτῷ τὸ κρατεῖν ἐπὶ τῶν τὴν παροῦσαν ζώντων ζωήν. Ὅτε μὲν γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν
10ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου. Κυρίλλου. Σάρκα μὲν, τὸ σαρκικὸν ὀνομάζει φρόνημα, ὡς καὶ ἐν ἑτέροις φησὶν, “οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ “δύνανται.” καίτοι πῶς οὐκ ἀληθὲς ὡς οὐκ ἔξω γεγονόσι τοῖς παρ’ αὐτοῦ μυσταγωγουμένοις τὰ τοιάδε παρεγγυᾷ; τί δὲ βού‐
15λεται δηλοῦν πολυπραγμονεῖν ἀναγκαῖον. ὅτε τοίνυν σαρκικῶς ἐπολιτευόμεθα φησὶ, καὶ τὸ γεῶδες ἐν ἡμῖν ἐκράτει φρόνημα, τότε καὶ ἐνηργεῖτο ἐν ἡμῖν τὰ τῆς σαρκὸς πάθη διὰ τοῦ νόμου, πρὸς τὸ καρποφορῆσαι τῷ θανάτῳ. τί οὖν; φαίη τις ἂν, πάθη τῆς σαρκὸς εἰσεκομίσθη διὰ τοῦ νόμου; εἶτα πῶς αὐτὸν ἐγκλημάτων ἀπαλλά‐
20ξωμεν; τί οὖν πρὸς τοῦτο φαμέν; οὐ διὰ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κεκίνηται πάθη· τίκτεται δὲ μᾶλλον καὶ ἐξ ἐμφύτου μὲν ἡδονῆς, τὸν δὲ ἀσθενῆ καταληΐζεται νοῦν. καὶ τοῦτο ἡμῖν ἐμφανὲς καθίστησι λέγων, “ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ “πνεῦμα κατὰ τῆς σαρκός.” ταῦτα δὲ ἀλλήλοις ἀντίκειται. νυνὶ
25δὲ τοῦτο παρεὶς, ἀντεξάγειν τὴν σάρκα τῷ πνεύματί φησιν, διὰ μέσου τιθεὶς οὐδέν. οὐκοῦν οὐ διάγε τοῦ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κινεῖται πάθη· μᾶλλον δὲ φυσικῶς. καὶ τόγε παράδοξον τοῖς τοῦ νόμου θελήμασιν ἀντανίσταται, ὡς αὐτός που φησὶν ὃ Παῦλος, “ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἐχθρὰ εἰς Θεόν.” τῷ γὰρ
30νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. εἰ δὲ μά‐ χεται τῷ νόμῳ τὸ φρόνημα τῆς σαρκὸς, πῶς οὐκ ἀπόπληκτον ἐννοεῖν δι’ αὐτοῦ κινεῖσθαι πρὸς ἐνέργειαν τὰ οὕτως ἀνθεστη‐
κότα.79

80

Τί οὖν; ὁ Παῦλος φησίν· ὡς τεθνεῶσι τῇ ἁμαρτίᾳ διαλέγε‐ ται τοῖς διὰ τοῦ βαπτίσματος συντεθαμμένοις Χριστῷ· καὶ ὡς ἤδη τὴν τῶν παθῶν νέκρωσιν πεπλουτηκόσιν, οἷς ἂν πρέποι καὶ τὸ ἔξω δεῖν ἰέναι τοῦ νόμου, διάγε τοῦ ἀπηλλάχθαι παθῶν τῶν διὰ
5τοῦ νόμου καταδεδικασμένων. οὐκοῦν ἔτι μενόντων ἡμῶν ἐν τῷ φρονήματι τῆς σαρκὸς, πάθη τὰ διὰ τοῦ νόμου κατειρημένα τε καὶ ὠνομασμένα, φησὶν, ἐνηργεῖτο ἐν ἡμῖν. ἦμεν δὲ καὶ ὑπεύθυνοι τὸ τηνικάδε τῷ νόμῳ, ἅτε δὴ καὶ ζώσης ἐν ἡμῖν τῆς ἁμαρτίας· ἔτι νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν ᾧ κατειχό‐
10μεθα. ἔνοχοι γὰρ ἦμεν τῷ νόμῳ, ὑποτιθείσης ἡμᾶς τῆς ἁμαρτίας αὑτῷ. εἰ δὲ ἀπεθάνομεν ἐν ᾧ κατειχόμεθα, τουτέστι τῇ ἁμαρτίᾳ, συναπρακτήσει πάντως αὐτῇ καὶ ὁ νόμος· τεθέσπισται γὰρ δι’ αὐτὴν, ἵνα ἐλέγχῃ τοὺς παραβαίνοντας. Γενναδίου. Τῷ τῆς σαρκὸς ὀνόματι διχῶς ἡ θεία χρῆται
15γραφή· νῦν μὲν τὴν φύσιν οὕτως αὐτὴν ὀνομάζουσα, ὡς τὸ “πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα,” τῷ Σωτῆρι πρὸς τοὺς μαθητὰς περὶ αὐτοῦ μετὰ τὴν ἀνάστασιν εἰρημένον· νῦν δὲ οὐκ αὐτὴν, ἀλλὰ τὸ αὐτῆς ἐμπαθὲς, ὡς τοῦτο αὐτὸ τὸ προκείμενον. οὐ γὰρ ὡς ἀσάρκων νῦν ὄντων ἔφησε τὸ “ὅτε
20“ἦμεν ἐν τῇ σαρκὶ,” ἀλλ’ ὡς πρὸς ἀθανασίαν καὶ ἀπάθειαν ἐν Χριστῷ μετεληλυθότων. πολλάκις γὰρ, καθὼς ἤδη προέφην, ἀπὸ τῶν κατὰ Χριστὸν πιστευομένων ἡμῖν ὡς ἐνεστώτων προσδιαλέγε‐ ται. λέγει τοίνυν ὅτι τῆς προτέρας ἡμῶν ἔτι τῆς σαρκικῆς ὄντων ζωῆς, τὰ ἐν τοῖς ἡμετέροις παθήματα μέλεσι πρὸς ἁμαρτίαν
25ἐνηργεῖτο διὰ τοῦ νόμου. τουτέστιν ὑπ’ ἡμῶν ἐνεργούμενα, διὰ τὸν νόμον ἡμῖν εἰς ἁμαρτίαν κατελογίζετο· τιτρωσκόμενοι δὲ ὑπὸ ταύ‐ της, ἀναγκαίως τῷ θανάτῳ παραπεμπόμεθα. πρὸς γὰρ τούτοις δι’ ἀλλήλων κρατυνομένοις ἡ φύσις ἡμῶν ἐδογματίζετο· τῆς μὲν ἁμαρτίας ἰσχυούσης διὰ τοῦ νόμου, τοῦ θανάτου δὲ διὰ τὴν
30ἁμαρτίαν κρατοῦντος· τοῦ νόμου δὲ τοῖς θνητοῖς τε καὶ διὰ τοῦτο πρὸς ἁμαρτίαν ἐπιρρεπέσιν, ἀναγκαίως ἐπικειμένου. οὐκοῦν τὴν
μὲν ἁμαρτίαν ὁ κόσμος νόμος συνέστη. ἡ δὲ ἁμαρτία τὸν θάνατον80

81

ἀπεγέννα. ὁ δὲ θάνατος τὴν φύσιν εἰς ἁμαρτίαν εὐόλισθον διὰ τοῦ ἐμπαθοῦς ἐργασάμενος, ἐν χρείᾳ νόμων κατέστησεν. Διοδώρου. “Ὅτε γάρ,” φησιν, “ἦμεν ἐν τῇ σαρκὶ,” ἀντὶ τοῦ ἐν τῷ νόμῳ· οἱ γὰρ ἐν νόμῳ ἐχαρίζοντο τῇ σαρκί· ἀκριβῶς δὲ εἶπε
5“τὰ διὰ τοῦ νόμου,” οὐ τὰ ἀπὸ τοῦ νόμου. οὐ γὰρ τὸ ἁμαρτά‐ νειν πάρεσχεν ὁ νόμος, ὅς γε προσέταξε μὴ ἁμαρτάνειν. εἶπεν οὖν διὰ τοῦ νόμου, ἐπειδὴ συγχωρῶν τρυφᾶν ἐδίδου τοῖς πάθεσι πρόφασιν. ὥστε οὐχ ὃ ἤθελε κατεσκεύαξεν ὁ νόμος, ἀλλ’ ὃ μὴ ἤθελεν.
10 Θεοδώρου. Ἡ θεία γραφὴ ποτὲ μὲν σάρκα λέγει τὴν φύσιν αὐτὴν, ποτὲ δὲ οὐ τὴν φύσιν ἁπλῶς, ἀλλ’ ἀπὸ τῆς θνητότητος οὕτως αὐτὴν ὀνομάζει, ὡς ἂν οὐκέτι δυναμένην οὕτω καλεῖσθαι, εἰ δὴ ἀπόθοιτο τὸν θάνατον. ὡς ὅταν λέγῃ τὸ “σὰρξ καὶ αἷμα βασι‐ “λείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται.” ὡς ἂν οὐκέτι σαρκὸς,
15οὔτε οὔσης οὔτε ὀνομάζεσθαι δυναμένης τῆς ἐπὶ τοῦ μέλλοντος αἰῶνος γεγονυίας ἀθανάτου. ἔστι δὲ ὅτε καὶ τὸ πάθος αὐτὸ σάρκα οἶδε καλεῖν, ὡς ὅταν λέγῃ, “ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς “αὐτοῦ,” ἵνα εἴπῃ ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτε πρὸς αὐτῷ ἔμελλε γενέσθαι τῷ θανάτῳ. καὶ μὴν καὶ τὸ πρόσκαιρον καὶ
20εὐδιάλυτον ἅπαν οἶδεν οὕτω καλεῖν, ὡς ἐν τῇ πρὸς Κορινθίους εἰ‐ πὼν, “ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καται‐ “σχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀσθενῆ, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· “καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,” ἐπήγαγεν, “ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ·”
25καίτοιγε οὐ διαφόρων ζώων μνησθεὶς, ἀλλ’ ἵνα εἴπῃ ὥστε παντὰ τὰ πρόσκαιρα φανῆναι ἄτονα πρὸς τὴν τῆς εὐσεβείας ἐπίγνωσιν. οὕτω δὲ τοῦ μὲν ἀθανάτου ζῶντος ζωὴν, οὐδέ ποτε ταύτῃ καλου‐ μένου τῇ φωνῇ. Σαρκὸς δὲ, ποτὲ μὲν τῆς φύσεως λεγομένης, ποτὲ δὲ τῆς
30προσηγορίας, οὐκ ἐπὶ τῆς φύσεως λαμβανομένης, ἀλλ’ ἐπὶ ση‐ μασίᾳ τῆς θνητότητος, ὑφ’ ἣν εἶναι συμβέβηκεν ἡμᾶς. ποτὲ δὲ τοῦ προσκαίρου παντὸς τὴν ὑπὸ τὸν ὅρον τοῦ θανάτου κειμένην καλεῖ, ὡς τὸ “σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι “οὐ δύνανται·” οὕτως λέγει τὸ, “ὅτε ἦμεν ἐν τῇ σαρκὶ,” ἀντὶ
35τοῦ ὅτε ἦμεν θνητοὶ, ἐν σαρκὶ λέγων εἶναι τὸ εἶναι θνητούς. τοὺς81

82

γὰρ πεπιστευκότας Χριστῷ, καὶ τὴν περὶ τῶν μελλόντων ἐπαγ‐ γελίαν ἤδη κομισαμένους, καὶ μὴν καὶ τοῦ τύπου τῆς ἐν τῷ βαπτίσματι χάριτος καταξιωθέντας, οὐκέτι λογίζεται εἶναι θνη‐ τούς· ὅθεν καὶ κοιμωμένους ἐν τῇ πρὸς Θεσσαλονικεῖς καλεῖ τοὺς
5ἀποθνήσκοντας· τότε τοίνυν τὸ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνεργεῖν ἐν τοῖς μέλεσιν ἡμῶν, ὥσπερ διάφορα πάθη τῷ σώματι τῷ ἡμετέρῳ συμβαίνειν πέφυκε, κἂν μὴ πάντα πᾶσι μηδὲ πάντοτε ἐγγίνεται. οὕτω καὶ ἁμαρτιῶν διάφορα πάθη πέφυκεν ἡμῖν ἐνοχλεῖν, κἂν μὴ πάντα παρὰ πάντων ἐπιτελῆται,
10μηδὲ πάντοτε. ὡς γὰρ κατὰ τὸ σῶμα, ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον τοῖς πάθεσι περιπίπτει, οὕτω ἐπὶ τῶν ἁμαρτημάτων, ὁ μὲν πλείονα ὁ δὲ ἐλάττονα ἁμαρτάνει. Ἐπειδὴ τοίνυν νόμῳ τινι τὰ ἁμαρτήματα κρίνεται, εἴτε κατὰ τὴν φυσικὴν διάκρισιν, εἴτε κατὰ τὰς δεδομένας ἔξωθεν διατάξεις,
15τοῦτο λέγει, ὅτι πάντα τῶν ἁμαρτιῶν τὰ πάθη ὅσα περὶ νόμῳ τινὶ διακρινόμενα ἐγγίνεσθαι ἡμῖν συμβαίνει, ὅταν τι παρὰ τὸ φαινόμενον ἡμῖν, ἢ διηγορευμένον καλὸν διαπραττώμεθα, ταῦτα δὴ πάντα καὶ ἐπράττετο παρ’ ἡμῶν· ἵνα εἴπῃ ὅτι θνητοὶ τὴν φύσιν ὄντες, καὶ περὶ τὸ ἁμαρτάνειν πολλὴν διὰ τοῦτο τὴν ῥοπὴν ἔχοντες,
20ἅπαν εἶδος ἐπετελοῦμεν ἁμαρτίας· καίτοιγε διαφόροις τοῖς νό‐ μοις παιδευόμενοι ὧν ἀπέχεσθαι προσῆκον ἦν ἡμᾶς καί τι τὸ ἐντεῦθεν γινόμενον εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ· λέγει δὲ ὅτι ἐντεῦθεν ἡμῖν ἐπεσφίγγετο τοῦ θανάτου ἡ τιμωρία. ὡς γὰρ ὑπὸ τῆς θνητότητος μείζονα τοῦ ἁμαρτάνειν τὴν ἐνόχλησιν ὑπεμένομεν,
25οὕτως ἡ τιμωρία ὑπὸ τοῦ πταίειν ἡμῖν ἐπεσφίγγετο, καὶ ὁ νόμος οὐδὲν ἡμᾶς ὠφελεῖν ἠδύνατο· τοὐναντίον δὲ καὶ ἁμαρτημάτων ἐγίγνετο πρόξενος, ἐπειδὴ ταῖς διαγορεύσεσι τἀναντία διεπραττό‐ μεθα. Νυνὶ δὲ κατηγορήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες,
30ἐν ᾧ κατειχόμεθα. Κυρίλλου. Ἔνοχοι γὰρ ἦμεν τῷ νόμῳ, φησὶν, ὑποτιθείσης ἡμᾶς τῆς ἁμαρτίας αὐτῷ. εἰ δὲ ἀπεθάνομεν “ἐν ᾧ κατειχόμεθα,” τουτέστι τῇ ἁμαρτίᾳ, συναποπρακτήσει πάντως αὐτῇ καὶ ὁ νόμος·
τεθέσπισται γὰρ δι’ αὐτὴν, ἵνα ἐλέγχῃ τοὺς παραβαίνοντας. ἔξω82

83

δὴ οὖν τῆς τοῦ νόμου χρείας, οἱ τῇ ἁμαρτίᾳ νενεκρωμένοι· γεγόνα‐ μεν γὰρ ἑτέρῳ· καὶ αὐτῷ δουλεύσωμεν ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Γενναδίου. Νῦν μέντοι, φησὶν, ἀπὸ τοῦ νόμου τοῦ κατέχοντος
5ἡμᾶς κατηργήθημεν, “ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος “καὶ οὐ παλαιότητι γράμματος.” δέον οὖν ὡς ἀθανάτους τοῦ λοιποῦ καὶ πνευματικοὺς γεγενημένους ἡμᾶς πολιτεύεσθαι· ἀλλὰ μὴ ὡς φθαρτοὺς ἔτι καὶ παλαιουμένους, καὶ νόμῳ διὰ τοῦτο κατηναγκα‐ σμένους δουλεύειν. ἀντιδιέστειλε δὲ τῷ γράμματι μὲν τὸ πνεῦμα·
10τῇ παλαιότητι δὲ τὴν καινότητα· καὶ αὐτοῖς τοῖς ὀνόμασι μεγί‐ στην δεικνὺς τὴν τῶν πραγμάτων διαφοράν. Θεοδώρου. Ἀλλὰ πάντα νῦν φησὶ μεταβέβληται· τῷ γὰρ βίῳ τούτῳ νεκροὶ γεγόναμεν· ᾧ δὴ τυγχάνοντες ὥσπερ ὑπό τινος ἀνάγκης κατειχόμεθα εἰς τὸ τῷ νόμῳ πολιτεύεσθαι· ὅθεν οὐδὲ
15ἔστι τις ἡμῖν κοινωνία βίου πρὸς αὐτὸν τοῦ λοιποῦ· ἀνακαινισθέν‐ τες γὰρ τῇ δυνάμει τοῦ Πνεύματος, καὶ ἕτεροι μὲν ἀνθ’ ἑτέρων γεγονότες, μεταστάντες δὲ εἰς ἄφθαρτον ζωὴν ἀπὸ τοῦ παρόντος βίου, οὐδεμίαν ἁμαρτημάτων ἐνόχλησιν ὑπομένομεν. οὐκοῦν οὐδὲ νόμων δεόμεθα καὶ γραμμάτων τῶν διδασκόντων ἡμᾶς τοῦ κακοῦ
20τὴν ἀποχήν. ταῦτα γὰρ τοῖς ἐν τῇ τοῦ βίου τούτου παλαιότητι καθεστῶσι χρήσιμα εἶναι δύναται, οὐ τοῖς ὑπὸ τοῦ πνεύματος ἀνακαινισθεῖσι καὶ γεγόνασιν ἀφθάρτοις· οἷς νόμων οὐκέτι χρεία, διὰ τὸ μηδὲ ἁμαρτάνειν ἐπιδέχεσθαι. οὕτω κρείττονα τὰ ἡμέτερα ἐκείνων φησὶ, καὶ πολλῷ μείζονα τὰ κατὰ Χριστὸν ὠφέλειαν
25ἔχοντα τῶν ὑπὸ τὸν νόμον παιδαγωγουμένων.
26tΚΕΦ. Ι.
27tΠερὶ τῆς ὑπὸ νόμου κατακρίσεως διὰ τὴν ἁμαρτίαν.
28 Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος. Ὠριγένους. Τὸ Ἅγιον Πνεῦμα ἀεὶ ἐστὶν ἐν καινότητι, οὔτε
30παλαιούμενον οὔτε γηράσκον, ἀλλὰ μᾶλλον τοῦ ἔσω ἡμῶν ἀνθρώ‐
που ἀνακαινουμένου, ἡμέρα καὶ ἡμέρα· καὶ ἡ παλαιότης δὲ τοῦ83

84

γράμματος, οὐκ ἔστιν ὅτε καινὴ ἦν, οὐδὲ παλαιὸς ἡμῶν ἄνθρωπος καινὸς ποτὲ ἦν. ὅστις ἅμα τῷ ὑποστῆναι πεπαλαίωται, οὐ χρόνῳ, τῶν τοίων δὲ νοημάτων καὶ ἔργων παλαιωσάντων αὐτόν. Σευηριανοῦ. Οὐ τὸ πταίειν παρεῖχεν ὁ νόμος ὁ προστάτ‐
5των μὴ ἁμαρτάνειν· διὰ δὲ τοῦ συγχωρεῖν τὴν τρυφὴν τοῖς παθή‐ μασι. τὸ οὖν παρέχειν τοῖς παθήμασι πρόφασιν, οὐκ ἦν τοῦ σκό‐ που τοῦ νόμου, τὸ δὲ συμβαῖνον τῆς οἰκονομίας ἦν δοθῆναι τότε· λέγω δὴ τὸ ἐσθίειν καὶ πίνειν ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν. κινεῖται γὰρ καὶ ἐν τοῖς νηστεύουσιν ἐπιθυμία. ἀλλ’ οὐκ ἐνεργεῖ‐
10ται εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. οὕτω διακονία θανάτου γέ‐ γραπται Μωσῆς, ἐπειδὴ ἐβάρει ὁ νόμος. καὶ ὃ μὲν ἐβούλετο, οὐ κατόρθου· ὃ δὲ μὴ ἤθελε, προεξένει. Ἀπολιναρίου. Μηδεὶς ταῦτα ἀκούων, ἐρεσχελείτω πρὸς τὸν Ἀπόστολον φάσκων, ὡς εἰ τοῦτό ἐστιν ἐν τῷ νόμῳ τὰ θανατοῦντα
15διαγορεύειν, καὶ γνώριμα ποιεῖν τὰ φαῦλα τῶν πραγμάτων καὶ καλὰ, οὐδὲν ἧττον καὶ ὁ Κύριος, τό τε φαῦλον ἐν τοῖς ἑαυτοῦ λό‐ γοις καὶ τὸ καλὸν διορίζων, δόξειεν ἂν τὴν ἴσην ἐξεργάζεσθαι τῇ ἁμαρτίᾳ κατὰ τῶν μὴ πειθομένων ὁδόν. τὸ γὰρ διάφορον μέγα, καὶ πολὺ τὸ μεταξύ· νόμου μὲν ἐν ῥήμασι νόμου κειμένου, καὶ
20μηδεμίαν εἰς δικαιοσύνην δύναμιν ἐνδιδόντος, ἀλλ’ ἐπὶ τῇ πράξει τῶν ἀκουόντων τὸ σύμπαν καταλείποντος. τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ μὲν σύμπαν ἐν τῇ δόσει τοῦ Πνεύματος τὴν τῶν ὑφ’ ἑαυτὸν σωτηρίαν ἐργαζομένου, καὶ οἱονεὶ δημιουργοῦντος ἡμᾶς ἐξαρχῆς, καὶ μεταπλάττοντος καὶ ῥυθμίζοντος ἐν τῷ τὴν
25θείαν ἐπίπνοιαν ὑποδέχεσθαι τοὺς πιστεύοντας, καὶ πρὸς αὐτὴν οἰκειοῦσθαι. λόγοις δὲ εἰς παραίνεσιν κεχρημένου, δι’ ὧν ἐπιτηδείους ἡμᾶς κατασκευάζει τῷ μορφοῦντι καὶ διατιθέντι Πνεύματι. οὐχ ἡμῖν αὐτοῖς τὰ καθ’ ἡμᾶς ἐπιτρέψας. ᾖ γὰρ ἂν κατεκρινόμεθα πάλιν, ἀδυνατοῦντες εἰς τὸ πείθεσθαι· καὶ ἡ τῆς ἁμαρτίας γνῶσις
30καθ’ ἡμῶν μᾶλλον ἢ παρ’ ἡμῶν ἐγίνετο· ἀλλὰ τῷ Πνεύματι δο‐ χεῖα παρασκευάζων ἡμᾶς· ἀνιέντας μὲν ὡσημέραι (sic) πρὸς τὸν κόσμον συμπάθειαν, καὶ λύοντας τὰ δεσμὰ τὰ σαρκικά· ἐπιτεί‐ νοντας δὲ τὴν πρὸς τὸ Πνεῦμα οἰκείωσιν.
Διὸ καὶ νόμος μὲν εἰς τιμωρίαν ὀξύς· Πνεῦμα δὲ ἀνεξίκακον.84

85

ὁ μὲν τὴν ἰδίαν τῶν ἀνθρώπων κατόρθωσιν εἰς δικαιοσύνην ζητῶν, τὸ δὲ τὴν παρ’ ἑαυτοῦ χορηγοῦν. τούτῳ γὰρ ἕπεται τὸν μὲν νόμον οὐ κατορθουμένου τοῦ προκειμένου τιμωρητικὸν ἐπιφέρειν τῷ προσ‐ τακτικῷ· τούτῳ γὰρ ἦν ἐχόμενον ἐκείνου. τὸ δὲ Πνεῦμα δύναμιν
5ἔχων (sic) εἰς τὴν τῶν πεπιστευκότων διόρθωσιν, εἰ καὶ τὰ πρῶτα ἐξασθενοίην τὴν παρ’ αὐτοῦ δημιουργίαν ὑποδέξασθαι. μήτε ἀπο‐ γινώσκειν, μήτε κολάζειν εὐθὺς, ἀλλὰ τῇ παρ’ ἑαυτοῦ σωτηρίᾳ φυλάττον τὸν ἄνθρωπον παιδευόμενον, ὥσπερ ὁ Παῦλος ἔφασκε τῷ Σατανᾷ παραδώσειν εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα
10σωθῇ, τὸ Πνεῦμα τοῦ Κυρίου. ἀνέχεται γὰρ ἄχρι τῆς Χριστοῦ παρουσίας, ἕως περ ἂν ὁ τῆς νῦν ἐπιτελουμένης δημιουργίας ἐξήκῃ χρόνος, κρίσεως ἐπιστάσης, ἣ τοὺς ἀδιορθώτους ἀποθεῖται τὸ λοιπὸν, ἀνεπιτηδείους εἰς τὴν αἰώνιον ζωὴν εὑρισκομένους. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησὶν ὁ Ἀπόστολος “Θεὸν εἶναι τὸν
15“ἐνεργοῦντα ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδο‐ “κίας.” οὐχὶ τὸ αὐτεξούσιον ἡμῶν περικόπτων, ἀλλὰ τὴν παρὰ Θεοῦ δύναμιν εἰς ἀρετὴν ἐξηγούμενος. καὶ ὁ Σωτὴρ Πνεῦμα Ἅγιον ἐνεφύσησεν ἀναστάς· διὰ τοῦτο προσοικείων ἡμᾶς· καὶ μηδὲ με‐ ριμνᾶν ὅτι λαλήσομεν ἐκέλευσεν· “οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λα‐
20“λοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.” ἤδη δὲ καὶ ὁ προφητικὸς λόγος τὴν νέαν διαθήκην ἐν τῇ δόσει τοῦ Πνεύματος ὁριζόμενος λέγει, θεϊκὴν ἐξηγούμενος πρὸς τὸν Ἰσραὴλ διάλεξιν. “καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη εἶπεν, καὶ τὸ “Πνεῦμα τὸ ἐμὸν ἐστὶν ἐπί σοι, καὶ τὰ ῥήματα ἃ δέδωκα εἰς τὸ
25“στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ “σπέρματος σου, εἶπε Κύριος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.” καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαΐου. Διὰ δὲ τοῦ Ἱερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελλόμενος ὁ Θεὸς, “αὕτη,” φησὶν, “ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς ἐν
30“ἐκείναις ταῖς ἡμέραις, διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐ‐ “τῶν, καὶ ἐπὶ διανοίαν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ οὐ μὴ δι‐ “δάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, λέγοντες γνῶθι τὸν Κύριον, “ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι “ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν.” τὴν τοῦ Πνεύματος ἐν
35τούτοις ἐνέργειαν εἰς καρδίας ἐπαγγελλόμενος, δι’ ἧς καὶ ἱλασμὸς85

86

παρὰ Θεοῦ γίνεται. τῶν μὲν τῆς ἁμαρτίας ἐκλογισμῶν τῶν κατὰ τὸν νόμον ἀνιεμένων, τῆς δὲ πνευματικῆς ἀνεξικακίας τὸν ἱλασμὸν ἐπιχωρούσης. καὶ μὴν καὶ διὰ τοῦ Ἐζεκιὴλ δώσειν καρδίαν και‐ νὴν καὶ Πνεῦμα καινὸν ἐπαγγέλλεται, εἰς τὴν τῶν ἰδίων θελημάτων
5ἐν ἡμῖν πλήρωσιν. ὥστε καλῶς καὶ ἐν τοῖς προκειμένοις ὁ Ἀπό‐ στολος τὴν κατὰ Χριστὸν ζωὴν ὁριζόμενος, οὐκ ἐν γράμματι καὶ τὸ τῆς ἁμαρτίας παραλύεσθαί φησι καθ’ ἡμῶν ἰσχυρόν. ἅτε δὴ τοῦ Πνεύματος οὐκ εἰς γνῶσιν καὶ τὴν διὰ ταύτης κατάκρισιν ἐπι‐ δημοῦντος, ἀλλ’ εἰς ἀναίρεσιν μὲν ἁμαρτίας, δικαιοσύνης δὲ ἐνέρ‐
10γειαν, οὐκ ἀνθρωπίνης ἀλλὰ θεϊκῆς, ὡς καὶ ἐν ἀρχῇ, δικαιοσύνην Θεοῦ διὰ τοῦ εὐαγγελίου εἶπεν ἀποκαλύπτεσθαι. Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Κυρίλλου. Ἄθρει δὴ ὅπως σοφῶς τοὺς ἐπὶ τῷ νόμῳ ποιεῖται λόγους. ἔφη μὲν γὰρ ὅτι “ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα
15“τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, “εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·” ἀπήλλακτο δ’ ἂν οὐδαμῶς ὑπο‐ ψίας ὁ λόγος. ἔφη γὰρ ἄν τις πρὸς ταῦτα εὐθὺς, βραβευτὴς οὖν ἄρα καὶ εἰσηγητὴς ἁμαρτίας ὁ λόγος. εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐν ἡμῖν ἐνεργεῖται δι’ αὐτοῦ τὰ παθήματα τῆς σαρκὸς, πῶς οὐκ ἂν
20νοοῖτο καὶ ἁμαρτίας γένεσις; τί οὖν ὁ μυσταγωγός; δριμὺς ὑπαντᾷ, καὶ ἀποφάσκει μὲν ὅτι πατὴρ ἁμαρτίας ὁ νόμος· αἰτιᾶ‐ ται δὲ μᾶλλον τὴν ἀνθρώπου φύσιν, ὡς ἀσθενῆ καὶ δι’ αὐτοῦ πα‐ θοῦσαν τὸ ἐναλῶναι δίκαις. ταύτη τοι φησὶ, τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο. ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ
25διὰ νόμου.” ἀλλ’ ὅτι μὴ ἔγνω μᾶλλον αὐτήν. οὐκοῦν οὐ πρόφα‐ σις ἁμαρτίας ὁ νόμος. παραδεικτικὸς δὲ μᾶλλον αὐτῆς τοῖς οὐκ εἰδόσιν αὐτήν. ἐμφανεὶς καθιστὰς, οὐχ ἵνα μαθόντες ἐργάσαιντο, εἴγε καὶ πρὶν εἰδέναι, πάντως που καὶ ἔδρων. οὐ γὰρ ἦν δίκαιος κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἀλλ’ ἵνα τὸ ἀδικοῦν εἰδότες, πρὸς
30τὰ ἀμείνω μεταχωρήσειαν. Καί μοι δοκεῖ γενέσθαι τι τοιοῦτον τοῖς ἀρχαιοτέροις διὰ τῆς Μώσεως ἐντολῆς. ὑποκείσθω τῷ λόγῳ πλατεῖά τις οἶμος ἀποκο‐ μιζοῦσά ποι. καὶ διερρίφθωμεν ἐν αὐτῇ πολλὴ διὰ μέσου χάσμος.
ὀρωρύχθω (sic) δὲ εἰ δοκεῖ καὶ βόθροι. εἶτα τινὲς ἔστωσαν οἱ ἐν86

87

νυκτὶ καὶ σκότῳ βαδίζοντες ἐν αὐτῇ, περιπταίοντές τε καὶ μαλὰ συχνῶς τοῖς διὰ μέσου κειμένοις· καὶ μὴν καὶ βόθροις ἀβουλήτως ἐγκαθιέμενοι. ἔχοντος δὲ ὧδε τοῦ πράγματος, δᾷδά τις λαβὼν, ἐπ’ αὐταῖς ἔστησε ταῖς τριόδοις ἐμφανῆ καθιστὰς τοῖς οὖσι τὰ
5μεταξύ. οὐχ ἵνα πάλιν αὐτοῖς περιπταίωσιν, ἀλλὰ ἵνα μᾶλλον ὑπερφέροιντο καὶ ἀπαλλάττοιντο τοῦ κακοῦ. ἆρα οὖν ἠδίκησε τὸ φῶς, ὅτι παρέδειξε τὸ λυποῦν; ἢ μᾶλλον ἐκεῖνο φαμὲν, ὡς πλεί‐ στην ὅσην αὐτοῖς ἐνεποίει τὴν ὄνησιν, ἀπετέλει δὲ καὶ ἀσφαλε‐ στέρους. ἀλλ’ οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἀσυμφανές.
10ὅτε τοίνυν ὄντες ἁμαρτωλοὶ, πλείστοις τε ὅσοις ἐγκλήμασι πε‐ ριπταίοντες, ἐγνώκαμεν διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, οὐχ ἁμαρτία μᾶλλον ὁ νόμος νοοῖτ’ ἂν εἰκότως ἢ λέγοιτο, πολλοῦ γε καὶ δεῖ. παραδεικτικὸς δὲ μᾶλλον τῆς ἁμαρτίας, ὡς ἔφην. Θεοδώρου. Τὸ οὖν ᾔδειν καὶ οὐκ ἔγνων, οὐ παντελοῦς ἀγνοίας
15ἐνταῦθα δηλωτικὰ, ἀλλὰ τοῦτο λέγει, ὅτι ἀκριβεστέραν τῆς φυ‐ σικῆς διακρίσεως ἐδεξάμην γνῶσιν διὰ τοῦ νόμου. Γενναδίου. “Τήν τε γὰρ ἐπιθυμίαν,” φησὶν, “οὐκ ᾔδειν, εἰ μὴ ὁ “νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” οὐ τοῦτό φησιν, ὅτι τῆς ἐπιθυμίας μοι τὴν φύσιν ἐντέθεικεν οὐκ ἔχοντι τὸ παράγγελμα. ἡ γὰρ ἐπι‐
20θυμία τῆς φύσεως. ἀλλ’ ὅτι μὴ διδάξαντός με τοῦ νόμου διὰ τῆς ἀπαγορεύσεως, ἐπίψογόν τε καὶ φαύλην ἐπιθυμίαν ὑπάρχειν οὐκ ἠπιστάμην. Διοδώρου. “Ἀλλὰ τὴν ἁμαρτίαν,” φησὶν, “οὐκ ἔγνων εἰ “μὴ διὰ νόμου.” οὐκ εἶπεν, ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα εἰ
25μὴ διὰ νόμου, ἀλλ’ “οὐκ ἔγνων.” ὥστε, οὐ τοῦ ποιεῖν, ἀλλὰ τοῦ διαγινώσκειν τὴν ἁμαρτίαν ὁ νόμος αἴτιος. παιδευτικὸς οὖν ὁ νόμος μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλόγων ἐμ‐ πίπτειν φύσιν. ἐκεῖνο μέντοι ζητητέον πῶς ἐνταῦθα εἰπὼν τὴν ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ τοῦ νόμου, ἐν ἑτέροις δείκνυσιν ὅτι
30ἔχομεν ἐν ἑαυτοῖς τὸ διακριτικὸν, ἐν οἷς φησιν, “ὅταν γὰρ ἔθνη “τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ “ἔχοντες, ἑαυτοῖς εἰσὶ νόμος.” διὰ τούτων παρίστησιν, ὅτι καὶ ἄνευ νόμου ἐνῆν συνορᾶν τὰ δέοντα. λογιστέον δὲ ὅτι καὶ ἐνῆν,
ἀλλ’ οὐ πάντα. οὕτω γε καὶ νῦν ἔτι ἔνια παρ’ ἄλλοις ἔθνεσιν ὡς87

88

καλὰ καὶ ἔννομα πολιτεύεται. παρ’ ἄλλοις δὲ ὡς ἄνομα καὶ κακῶς ἔχοντα ἐκβάλλεται· διὸ δὴ εἰ ἀναγκαῖα τοῦ νόμου ἡ δόσις, διορί‐ ζουσα ἡμῖν τά τε πρακτέα καὶ τὰ μὴ, καὶ διαρθροῦσα ἡμῖν καὶ φωτίζουσα τοῦ δικαίου τὴν πολιτείαν.
5 Θεοδώρου. Αἰσθόμενος ἀπό τε τοῦ “τὰ παθήματα τῶν ἁμαρ‐ “τιῶν” καὶ “διὰ τοῦ νόμου,” καὶ ἀπὸ τοῦ “νόμος δὲ παρεισῆλθεν ἵνα “πλεονάσῃ τὸ παράπτωμα,” καὶ ἑτέρων πλειόνων ὧν ἐν τοῖς ἀνω‐ τέροις εἰρήκει, διαβολὴν τινὰ ἐπιφυομένην τῷ νόμῳ ὡς ἀναιτίῳ (sic) καὶ ποιητικῷ τῶν ἁμαρτημάτων, τρέπεται μὲν ἐπὶ περὶ τούτων
10λόγον. ἄρχεται δὲ τῆς ἀντιθέσεως οὕτω λέγων, “τί οὖν ἐροῦμεν; ὁ “νόμος ἁμαρτίᾳ;” ἀλλ’ ἆρα φησὶ, μὴ τοῦτο; ἀπὸ τῶν ἡμετέρων δείκνυται ῥημάτων, ὅτι δὴ φαῦλος καὶ ποιητικὸς ἁμαρτίας ὁ νό‐ μος; “μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ “νόμου.” τοὐναντίον οὐδ’ ἂν ἔγνων τὴν ἁμαρτίαν, δι’ ἧς ἐκκλίνειν
15προσήκει τὴν πρᾶξιν, εἰ μὴ νόμος ἦν ὁ τῇ διακρίσει τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παιδεύων ἡμᾶς ὥστε ποιεῖν καὶ ὧν ἀπέχεσθαι δεῖ. ὥστε ὁ νόμος ἡμῖν τοῦ μίσους τῆς ἁμαρτίας ἐγένετο αἴτιος· ὃς ὑπέδειξέ τε αὐτὴν, καὶ ἀποφεύγειν προσέταξε· καὶ σαφέστερον ποιῶν τὸ εἰρημένον ἐπήγαγε, “τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ
20“μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” Πολλῶν ἐπιθυμεῖν ἡμᾶς κατὰ τὸν παρόντα βίον συμβέβηκεν· οὐ βρωμάτων καὶ πομάτων καὶ γαμικῆς κοινωνίας μόνον, ἀλλὰ καὶ δόξης καὶ χρημάτων. ὧν δὲ τὴν ἐπιθυμίαν ἐνοῦσαν ἔχομεν, τούτων οὐκ ἄν ποτε εἶναί τι φαῦλον ἡγησάμεθα, μὴ νόμου δι‐
25δάσκοντος ἡμᾶς, ὧν ἐπιθυμοῦντας ἀπέχεσθαι προσήκει. ὥσπερ οὖν καὶ τὸν λόγον ἕκαστον ἀπαραιτήτων τὴν οἰκείαν ἐκπληροῦν ἐπιθυμίαν ἐπείγεται, ἅτε δὴ οὐδενὸς αὐτὰ πρὸς τοὐναντίον ἀνθέλ‐ κοντος. ὑφ’ οὗ πρὸς μάχην τῆς οἰκείας ὀρέξεως καταστήσεται. εἶτα ὑποδείγματι κέχρηται τοῖς περὶ τὸν Ἀδὰμ, εἰς μείζονα τοῦ
30γενομένου σαφήνειαν· νόμος γὰρ ἦν καὶ ἡ πρὸς ἐκεῖνον ἐντολὴ περὶ τοῦ φυτοῦ γενομένη· καὶ συνεβάλλετο τὰ κατ’ ἐκεῖνον εἰς σύστα‐ σιν τῶν περὶ τοῦ νόμου λόγων. Ὠριγένους. Νόμον ὧδε νοοῦμεν οὐ μόνον τὸν Μώσεως τὸν
κωλύοντα τὴν ἐπιθυμίαν, ἀλλὰ καὶ τὸν φυσικόν. ἐνέσπαρται γὰρ88

89

ἡμῖν φυσικῶς ἡ ἐπιθυμία ὡς πάθος, καὶ ὁ περὶ ταύτην νόμος, καὶ ἔλαβεν ἀφορμὴν ἡ ἁμαρτία, οὐ διὰ τῆς γραπτῆς μόνης ἐντολῆς, ἀλλὰ καὶ διὰ τῆς φυσικῆς. καὶ ὁ Ἀδὰμ δὲ ᾔδει τοῦτο καὶ πρὸ τοῦ Μώσεως νόμου.
5 Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Γενναδίου. Μὴ διδάξαντός με τοῦ νόμου, φησὶ, διὰ τῆς ἀπα‐ γορεύσεως, ἐπίψογόν τε καὶ φαύλην ἐπιθυμίαν ὑπάρχειν οὐκ ἠπι‐ στάμην. νυνὶ δὲ διὰ τῆς ἐντολῆς τοῦτο μεμάθηκα. μετρούσης γάρ μοι ταύτης τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει, καὶ τὴν χρῆσιν
10αὐτῆς ἄφετον οὐκ ἐώσης, ἀλλ’ ὅροις τακτοῖς αὐτὴν περιγραφούσης τε καὶ περιλαμβανούσης, ἡ ἁμαρτία λαβοῦσα δι’ αὐτῆς ἀφορμὴν, τουτέστιν ἰσχύος εὐπορήσασα καὶ ἐπικουρίας, εἶτά με πρὸς ἀμε‐ τρίαν ὑποσκελίσασα, ἐνεργὸν εἰς ἁμαρτίαν μοι πᾶσαν ἐπιθυμίαν ἀπειρημένην κατέστησε· τὸ γὰρ “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν
15“ἐπιθυμίαν,” ἐνδεῖτο ἀπηγορευμένην. Θεοδώρου. Ὑποδείγματι κέχρηται τοῖς περὶ τὸν Ἀδὰμ, ἐπεὶ κἀκεῖνος προκειμένων ἐπὶ τοῦ παραδείσου τῶν φυτῶν ἀδεῶς ἁπάν‐ των μεταλαμβάνειν ἐδύνατο, εἰ μὴ νόμος αὐτῷ τις περὶ ἀποχῆς ἔτυχε δοθείς. καὶ οὐκ ἦν ἁμάρτημα τὸ μετὰ τῶν λοιπῶν βουλη‐
20θέντα κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις ἐνῆν αὐτῷ τῆς μεταλήψεως ὡς εἰκὸς τοῦ καρποῦ. ἐκωλύετο δὲ ὅμως ὑπὸ τῆς ἐντολῆς, ἁμάρ‐ τημα εἶναι τὸ φαγεῖν τῶν ἀπηγορευμένων ἡγούμενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχε. τῆς μὲν ἐντολῆς ἐπεχούσης τὴν βρῶσιν·
25τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν τῆς ἐντολῆς βουληθέντος ἰδεῖν, ἀλλὰ πιστωθέντος μὲν τοῦ ἐπιβούλου τοῖς λόγοις, ὅλου δὲ τῆς ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος. Καὶ οὐ μονὸν ἀφορμὴ τῆς ἁμαρτίας ἐντεῦθεν ἐγένετο, ἀλλὰ γὰρ ἔτι κἀκεῖνο ἐμάθομεν, ὡς οὐκ ἀπάτῃ ταῖς ἐπιθυμίαις προσ‐
30ῆκεν ἕπεσθαι ἡμᾶς. δοκιμάζοντες δὲ ἃ χρὴ ποιεῖν, τῶν ἑτέρων ἀπέχεσθαι· οἷς οὐκ ἐμμένοντες, δῆλοι πάντως ἐσμὲν ἁμαρτά‐ νοντες. ὥστε οὐ κατ’ ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχε διὰ τῆς ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφαμεν· ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις ἕπεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς ἐντεῦθεν μανθά‐
35νοντες ἡμαρτάνομεν, τὰ τῆς ἐπιθυμίας παρὰ τὸ δέον πληροῦν ἐπει‐89

90

γόμενοι. τοῦτο γὰρ λέγει τὸ “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ‐ “μίαν·” ἀντὶ τοῦ παντὸς ἁμαρτήματος ἀπό τινος ἐπιθυμίας τικτο‐ μένου, ἐντεῦθεν ἡ ἀρχὴ γέγονεν ἡμῖν, ἅτε δὴ τῆς διακρίσεως τὰς ἀφορμὰς δεξαμένης ἐντεῦθεν. οὕτω καὶ ἐν τοῖς ἀνωτέροις τὸ “τὴν
5“ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” ἀντὶ τοῦ οὐκ ἂν ᾔδειν ὡς οὐ δεῖ τι ποιεῖν τῶν ἐν ἐπιθυμίᾳ κειμένων, εἰ μὴ νόμος ἦν ὁ τοῦτο διορίζων ἡμῖν. Καὶ γὰρ τὸ “ἐν ἐμοὶ” ὅτε λέγει, τὸ κοινὸν λέγειν τῶν ἀν‐ θρώπων καὶ τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοίνων. ὅθεν
10ἐπὶ τοῦ οἰκείου κἀκεῖνο λέγει προσώπου· διὰ πάντων δεῖξαι βου‐ λόμενος ὅτι ἀναγκαίως μὲν κατὰ τὸν παρόντα βίον νόμοις πολι‐ τευόμεθα, ὑφ’ ὧν ἡ ἔμφυτος ἀνακινεῖται διάκρισις· παιδευομένων ὧν τε ἀπέχεσθαι καὶ ἃ ποιεῖν προσήκει· ὥς τε καὶ τὸ λογικὸν ἐν ἡμῖν ἐνεργὸν εἶναι. χρεία δὲ τῆς μελλούσης ἡμῖν καταστάσεως, ἐν
15ᾗ γεγονότες, τὰ φαινόμενα ἡμῖν καλὰ ταῦτα καὶ ποιῆσαι δυνησό‐ μεθα ῥαδίως. ὅθεν τῆς οἰκείας ἐχόμενος ἀκολουθίας καὶ τοῦ δεικνύ‐ ναι, ὡς οὐδ’ ἄν τις ἦν ἐν ἡμῖν διάκρισις τοῦ τε καλοῦ καὶ τοῦ χεί‐ ρονος, οὐδὲ ἁμαρτίας ἐπίγνωσις, εἰ μὴ νόμῳ ταῦτα διώριστο παρ’ ἡμῖν, ἀλόγων δὲ δίκην τὸ προστυχὸν ποιεῖν ἅπαν ἐμέλλομεν,
20ἐπάγει, “χωρὶς γὰρ νόμου, ἁμαρτία νεκρά.” οὐδ’ ἂν ἐνεργηθείη, φησιν, ἁμάρτημα, μὴ νόμῳ διωρισμένον· διά τι; ὅτι οὐχ ἡ πρᾶξις ἁμάρτημα ἁπλῶς, ἀλλὰ τὸ εἰδότα ὧν ἀπέχεσθαι προσήκει, ποιεῖν τι παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν. Ὠριγένους. Οὐκ ἐν Παύλῳ μόνῳ ἀλλ’ ἐν πάσῃ ψυχῇ, ὅτε ἡ
25ἁμαρτία ὑπέστη, πᾶσα ἐπιθυμία κατεπολέμει τὸ γένος. ἀμήχανον γὰρ ἀνθρωπίνην ψυχὴν, μὴ ἀποπεσεῖν πάθεσι· κἂν ἐξ ἐπιμελείας ὕστερον οἱονεὶ ἐν ἀπαθείᾳ γένηται. ὧδε δὲ ὁ Παῦλος πᾶσαν ἐπι‐ θυμίαν λέγει παθητικὴν καὶ ἁμαρτωλὸν, ἣν ὁ νόμος ἀπαγορεύει, διδάσκων τὸ “οὐκ ἐπιθυμήσεις.” ἥτις ἐστὶν ὄρεξις ἄλογος γινο‐
30μένη κατὰ ὁρμὴν πλεονάζουσαν παράλογον, καθ’ ἣν φιλοζωοῦμεν ὡς ἀγαθοῦ ὀρεγόμενοι, πλούτῳ καὶ δόξῃ καὶ γυναιξὶ καὶ ταῖς λοι‐ παῖς ἐπιθυμίαις, κατὰ τὸ τῆς ἁμαρτίας βούλημα ποιούσης ἡμᾶς ἐκτείνεσθαι ὡς ἐπὶ ἀγαθὸν πᾶν τὸ ὑφ’ ἡμῶν ἐπιθυμούμενον. φαν‐ τασία γὰρ ἀγαθοῦ ἡ ἐπιθυμία γίνεται.
35Σευηριανοῦ. Οὐ κακός, φησιν, ὁ νόμος, οὐδὲ ἁμαρτία, ἀλλὰ90

91

γνωρίζεται μὲν τὴν ἁμαρτίαν, ἀποστῆσαι δὲ αὐτὴν οὐ δεδυνημένος, ἐπιδόσεως ἀφορμὴν αὐτῇ πάρεσχε. τοῦτο δὲ διατί φησι; δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος, ἵνα συναποδείξῃ τῆς χάριτος τὴν ὑπερ‐ βολήν. οὕτω, φησὶν, ἦν ἰσχυρὰ ἡ ἁμαρτία, ὅτι διὰ τῶν ἀπαγο‐
5ρευόντων μᾶλλον ἐκράτει καὶ πλέον ἴσχυεν· ὥσπερ φλόγα ἀρξα‐ μένην μὲν καὶ τὸ τυχὸν σβέννυσιν. ἐξαφθεῖσαν δ’ ἐπὶ πλέον, καὶ τὸ σβεστικὸν ὑδὼρ πλέον ἅπτει. οὕτως τὴν ἁμαρτίαν πάσης τῆς οἰκουμένης κρατήσασαν καὶ πάντας ἐπινεμομένην, ὁ νόμος ἤλεγξαι, σβέσαι δὲ οὐκ ἴσχυσεν.
10 Ἀπολιναρίου. Τοῖς μὲν οὐκ ἀκούσασι νόμου, φυσικῶς ἡ τούτου γνῶσις ἐγγίνεται, καθὰ καὶ πρότερον εἴρηκεν· “ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιοῦντα, γραπτὸν ἐνδείκνυσθαι “τὸ ἔργον τοῦ νόμου ἐν ταῖς ἑαυτῶν καρδίαις.” τοῖς δὲ ὑπὸ νόμον τὸ τοῦ νόμου γράμμα καὶ τὴν φυσικὴν ἔννοιαν ἀνακινεῖ, κατηχου‐
15μένοις ὑπὸ τοῦ διδασκάλου, πρὸς τὸ καὶ συνιέναι τὸ καλὸν καὶ τὸ φαῦλον ἀφ’ ἑαυτῶν δύνασθαι. Χωρὶς γὰρ νόμου, ἁμαρτία νεκρά. Κυρίλλου. Εἰ γὰρ μὴ κέοιτο φησὶν ὁ τὸν τῆς φαυλότητος τρόπον καταδικάζων νόμος, ἀδρανὲς ἂν γένοιτο τὸ κακόν. κατερεθί‐
20ζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν διὰ τοῦ νόμου· καὶ ῥαθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῷ μηδενός. μόνον δὲ οὐχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον. οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ
25πρακτέον διακρίνοντος. ἐζηκέναι δὲ, φησὶν ὁ μυσταγωγὸς, χωρὶς νόμου ποτέ. εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρ‐ τίαν· τεθνάναι γε μὴν αὐτὸν ἰσχυρίζεται. καὶ σχηματίζει μὲν ἐν τούτοις ἐφ’ ἑαυτῷ τὸν λόγον. οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βού‐ λεσθαι δηλοῦν αὐτόν. ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ
30τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἢ τὸ ἐν εἰδήσει νόμων. εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον, τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωήν· εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ᾐρημένῳ, ἥλω γραφῇ ἁμαρτίας, καὶ πέ‐ πτωκεν ὑπὸ δίκην, τότε δὴ τότε, ταῖς ἑαυτοῦ ῥαθυμίαις ἐπι‐
στύγνασας. καὶ τῆς ἀκριβείας τοῦ νόμου μονονουχὶ κατακεκρά‐91

92

ζεται λέγων, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. ἐλθούσης δὲ τῆς “ἐντολῆς ἡ ἁμαρτία ἔζησεν. ἐγὼ δὲ ἀπέθανον.” εἰ γάρ ἐστιν ἀληθῶς ἁμαρτία νεκρὰ χωρὶς νόμου, πῶς οὐ πιθανὸν ἐννοεῖν ζωο‐ ποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, τοῦ καὶ ἐμφανῆ
5καθιστάντος αὐτὴν, καὶ οἷον ἐμπνοῦν ἀποτελοῦντος; καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ τῷ ἐν ἡμῖν. οὐ γὰρ ἦμεν δίκαιοι. ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας, διάτοι τὸ μὴ εἶναι τυχὸν τὸν καταδικάζοντα νόμον, ἔζωμεν ἡμεῖς τῆς ἀγνοίας τὴν παραίτησιν εὐάμορφον (sic) ἔχοντες. “οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις,”
10καθὰ φησὶν αὐτός. οὕτω παρελθούσης εἰς μέσον τῆς ἐντολῆς, ἀνεβίωμεν ὥσπερ ἡ ἁμαρτία, κατηργήθη δὲ ὁ θάνατος, καὶ ἄρα καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας. Καὶ τί τὸ ἐντεῦθεν; πέπρακταί τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκή‐ των ἐφ’ ἡμῖν. εὕρηται γὰρ ἡ ἐντολή, φησιν, ἡ δοθεῖσα πρὸς ζωὴν,
15αὕτη εἰς θάνατον. ὥσπερ γὰρ κατασίνεταί πως τῆς ἡλιακῆς ἀκτῖ‐ νος τὸ φῶς, τοὺς οἵσπερ ἂν εἶεν τὴν ὄψιν ἠρρωστηκότες· καίτοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον. καὶ ὁ κατ’ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν. νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀρρωστίας ἔγκλημα τὸ ἀδικεῖσθαι παρ’ αὐτοῦ· κατὰ τὸν ἶσον οἶμαι τρόπον
20πρόφασιν διδόσθαι τῇ ἁμαρτίᾳ, φησὶ, τὴν ἐντολὴν, ἐξηπατῆσθαί τε δι’ αὐτῆς, κατακομισθῆναι δὲ καὶ εἰς θάνατον. Φαίη δ’ ἄν τις καὶ ἑτέρως, ὅτι δὴ σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πως μάχεσθαι τὸ φιλόπονον· καὶ οἱ τῆς φαυ‐ λότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι γενικώτερον ἀν‐
25τεξάγουσι· καὶ τονοῦν ἐσθ’ ὅτε καταληΐζονται, καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες· καίτοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν. ταυτή τοι, φησὶ, σοφὸς ὢν ὁ Παῦλος, ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι’ αὐτῆς ἀποθα‐ νεῖν. ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς
30ἐν ἡμῖν ἡδονὰς, κατάγε τοὺς προειρημένους τρόπους. Ἰσιδώρου. Ἐπειδή πως χωρὶς νόμου ἡ ἁμαρτία νεκρὰ, ἠθέλη‐
σας μαθεῖν, φημὶ ὅτι τοῦτο βούλεται εἰπεῖν ὁ Παῦλος, ὅτι οὔπω92

93

ἦν γνώριμος. οὐ γὰρ τοῦτο αἰνίττεται, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες, ἐπεὶ ἀλόγως εὑρεθεῖεν κολασθέντες οἱ πρὸ τοῦ νόμου. οἱ μὲν γὰρ ὕδατος, οἱ δὲ πυρὸς ἔργον ἐγένοντο. ἀλλ’ ὅτι ᾔδεσαν μὲν, οὐχ οὕτω δὲ ἀκριβῶς. διὸ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς.
5 Γενναδίου. “Χωρὶς γὰρ νόμου” φησὶν, “ἡ ἁμαρτία νεκρά.” τὴν γὰρ πρᾶξιν ἁμαρτωλὸν ὁ νόμος ἀπαγορεύων συνίστησιν, ὡς ἐὰν μὴ τούτου μοι προπαρηγγελκότος αὐτῆς ἀποχὴν ἐπιτετηδευ‐ κὼς ὑπῆρχον αὐτὴν, οὐκ ἂν ἦν ἔνοχος πλημμελήματι. “οὗ γὰρ οὐκ “ἐστὶ νόμος, οὐδὲ παράβασις.” οὐ γὰρ ἐλλογεῖται ἁμαρτία, μὴ
10ὄντος νόμου. “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ.” τὸ “ἐγὼ” νῦν ἀντὶ τοῦ ὁ ἄνθρωπος λέγει, λέγει δὲ περὶ τοῦ Ἀδάμ. “ἐλθούσης δὲ τῆς “ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον.” ἐμὲ γοῦν τὸν ἄνθρωπον ἔχοντα πρὸ τοῦ νόμου τὸ ζῆν ἡ ἐντολὴ προσελθοῦσα διὰ τῆς πρόσθεν νεκρᾶς ἁμαρτίας, ἀναζησάσης, τοῦτο ἀφείλετο· καὶ
15εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. καὶ πέπονθά τι σχέτλιον, καὶ ὄντως ἐλεεινὸν, τῇ εὐεργεσίᾳ βλαβεὶς, καὶ τῷ πρὸς ζωὴν δοθέντι μοι βοηθήματι, τούτῳ τὸ ζῇν ἀπόλεσας. “ἡ γὰρ “ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι’ “αὐτῆς ἀπέκτεινεν.” ἔχουσα γὰρ διὰ τῆς ἐντολῆς πρόφασιν ἡ κα‐
20τάρατος ἁμαρτία, καὶ δυνατωτέρα τῷ ὅπλῳ τῷ ἐμῷ γενομένη, δι’ αὐτοῦ με τούτου παρακρουσαμένη κατέσφαξε. δίεισι μέντοι περὶ τῆς ἁμαρτίας, ὡς ζώσης τε καὶ ὑφεστηκυίας καὶ σοφιζομένης τὸν ἄνθρωπον, κατὰ τὸ τῆς θείας ἔθος γραφῆς. οὕτω γοῦν καὶ τὴν δι‐ καιοσύνην προσωποποιῶν ὁ μακάριος εἰσάγει λέγων, “δικαιοσύνη
25“ἐνώπιον αὐτοῦ προπορεύσεται” καὶ πάλιν ὁ Σολομὼν τὴν σοφίαν. καὶ ὅλως ἐν τοῖς θείοις λογίοις πολὺ τὸ τοιοῦτον ἰδίωμα. Διοδώρου. “Ἐλθούσης δέ,” φησι, “τῆς ἐντολῆς, ἡ ἁμαρτία “ἀνέζησεν· ἐγὼ δὲ ἀπέθανον.” εἰ ἀνέζησε, δῆλον ὅτι ἔζη ποτὲ, καὶ ἀποθανοῦσα ἀνέζησε. πότε οὖν ἔζη; ὅτε εἰληφότα τὸν Ἀδὰμ
30ἐντολὴν καὶ εἰδότα, τὴν παράβασιν ὀλέθριον ἠπάτησε καὶ κατη‐ γωνίσατο ὁ διάβολος. ὡσαύτως δὲ ὅτε καὶ τὸν Κάϊν. καὶ γὰρ αὐτὸς ἐν γνώσει ἥμαρτε παραγγελθεὶς μὴ φονεύειν τὸν ἀδελφὸν, διὰ τοῦ “ἥμαρτες, ἡσύχασον.” μὴ οὔσης οὖν μεταξὺ, μήτε ἐντο‐
λῆς, μήτε νόμου, ἐνεκροῦντο ἡ ἁμαρτία τῇ τῶν ἁμαρτανόντων93

94

ἀγνωσίᾳ. τὰ γὰρ πλεῖστα ἠγνόουν πταίοντες· ὥστε οὔτε ὑπὸ τοῦ συνειδότος κατεκρίνοντο. τί οὖν ἐκ τούτων; ἐλυσιτέλει μὴ δοῦναι τὸν νόμον; ἀλλ’ ἐζημιοῦντο οἱ μέλλοντες κατορθοῦν. ἄτοπον δὲ διὰ τοὺς ῥαθύμους καὶ φιληδόνους ἀνελεῖν τῶν σπουδαίων καὶ ἐνα‐
5ρέτων τὴν τῆς σωτηρίας ὑπόθεσιν. Θεοδώρου. Πάλιν ἐπὶ τὸ παράδειγμα χωρεῖ εἰς τὴν τοῦ προ‐ κειμένου πίστωσιν, καὶ φησὶν, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτὲ,” περὶ τοῦ Ἀδὰμ λέγων. ὡς ἂν ὅτε εὐθὺς ἐγένετο, ἔξω νόμου τυγχά‐ νοντος· πρὶν ἢ δέξασθαι παρὰ τοῦ Θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ
10ἐπίταγμα. δῆλον γὰρ ὡς ἐγένετο πρότερον· εἶτα τὴν ἐντολὴν ἐδέ‐ ξατο ὕστερον. ὅθεν ἐπάγει· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία “ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον· καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, “αὕτη εἰς θάνατον.” ἐπειδὴ δέ, φησιν, ὁ Θεὸς τὸν περὶ τοῦ φυτοῦ δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ μὲν ἁμαρ‐
15τία παρείσδυσιν ἔσχεν· ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ Θεῷ δεδογμένοις, θανάτῳ κατεκρίθην. γέγονέ τε ἡμῖν λοιπὸν θανάτου παρεκτικὸς ὁ παρὰ τοῦ Θεοῦ τεθεὶς νόμος, ἐπὶ τῷ ζῆσαι πεισθέν‐ τας αὐτῷ. ὁ γάρ τοι μακάριος Παῦλος ἐλήλυθε μὲν ἐπὶ τούτοις ἀπὸ τοῦ νόμου τοὺς λόγους· δεῖξαι βουλόμενος ὡς οὐ φαῦλον
20αὐτὸν ἡγεῖται. κοινῶς δὲ λοιπὸν περὶ τῆς τοῦ νόμου φύσεως δια‐ λέγεται, τὸ χρειῶδες αὐτοῦ καὶ ὠφέλιμον διδάσκων. ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς. ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώ‐ ποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα καλῶς ἐπάγει· “ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία” καὶ τὰ ἑξῆς.
25 Ὠριγένους. Τότε γὰρ καὶ γένοιτ’ ἂν περὶ τοῦ τοιούτου, ὅτι οὗτος ζῇ χωρὶς νόμου. ἐπὶ ταύτην γὰρ τὴν κατάστασιν ἀναφέρων ὁ Παῦλος καὶ πᾶς ἄνθρωπος ἐρεῖ, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου “ποτέ.” ἐπεὶ ποτὲ ἦν χωρὶς νόμου, ὅπου καθὼς αὐτὸς φησὶ, περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, Ἑβραῖος ἐξ Ἑβραίων.
30οὐ γὰρ δύναται τὸ ἔτι ἄλογον ἔχον κατάστασιν παιδίον ζῇν ὑπὸ νόμον. πᾶς γὰρ ἄνθρωπος ἔζη χωρὶς νόμου ποτὲ, ὅτε παιδίον ἦν. καὶ παντὶ ἀνθρώπῳ ἦλθε ποτὲ ἡ ἐντολή. ποτὲ δὲ ἢ ὅτε συνεπλή‐ ρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προτάττουσαν μὲν τὰ
τοιάδε, ἀπαγορεύουσαν δὲ τὰ τοιάδε. ἅμα δὲ τοῦ ἐλθεῖν τὴν ἐντο‐94

95

λὴν κατὰ τὸν πρῶτον αὐτῆς καιρὸν, ὑφίσταται ἡ κακία, ἢ ὡς ὁ Παῦλος ὠνόμασεν, ἀναζῇ ἡ ἁμαρτία, τέως οὖσα νεκρά. ἐπειδὴ μὴ πέφυκεν ἀναζῇν ἁμαρτία, καὶ ὁ ἔσω ἄνθρωπος, διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀναζῇ, ἡ δὲ ψυχὴ ἀποθνήσκει· κατὰ
5τὸ, “ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται.” τὸ γὰρ “ἐγὼ” ἐπὶ τὴν ψυχὴν καὶ ἐπὶ τὸν ἔσω ἄνθρωπον ἀναφέρεται. μὴ νομίσῃς δὲ παραπλήσιον τι ἔχειν τὸν θάνατον τὸν πρῶτον τῆς ἁμαρτίας, τῷ δευτέρῳ ταύτης θανάτῳ. ὡς γὰρ πολλὴ διαφορὰ ὅτε νεκρὰ ἡ ἁμαρτία χωρὶς νόμου, καὶ ὅτε νεκρὰ ἡ ἁμαρτία, νεκρωθέντων τῶν
10μελῶν τῶν ἐπὶ γῆς ἀπὸ τοῦ λόγου. οὕτως καὶ τὴν καθ’ ἑκάτερα νεκρότητα τῆς ἁμαρτίας ζωῆς, πολλή τις ἂν εἴη καὶ οὐ συγκρι‐ τικὴ ἡ ἑτέρα τῇ ἑτέρᾳ διαφορᾷ τοῦ ζῇν. δῆλον γὰρ ὅτι ἡ νεκρὰ ἁμαρτία ζῇ, ὅτε μήπω νεκροῦται τὰ μέλη τὰ ἐπὶ τῆς γῆς ὑπὸ τοῦ λόγου. πρὸ δὲ τοῦ νόμου καὶ τοῦ ἐλθεῖν τὴν ἐντολὴν ἔζη, νεκρὰ
15οὖσα. Ἀπολιναρίου. Νόει γοῦν μοι, φησι, μὴ τεθέντα πρῶτον νόμον, ὡς νῦν οὐ πάρεστιν ἐπιτίμησις. ἄγνοια γὰρ ἀνεύθυνον κόλασιν οὐχ ὑπόκειται. μετὰ ταῦτα ἐπεισιοῦσαν θεώρει τὴν ἐντολήν. ἐνταῦθα κατεξανίσταται καθ’ ἡμῶν ἡ ἁμαρτία, προσγενομένης τῆς γνώσεως,
20καὶ μηκέτι τῆς ἀγνοίας τὴν ὀργὴν ἀφιστάσης τὴν ἐπὶ τοῖς γινο‐ μένοις. οὕτω δὲ ζῇ μὲν ἡ ἁμαρτία, δύναμιν καὶ ἰσχὺν λαμβά‐ νουσα. ἀποθνήσκει δὲ ἄνθρωπος, τῇ γνώσει καταδικαζόμενος· καὶ περιίσταται τὸ ζωοποιοῦν ἀγαθὸν ἡ τοῦ νόμου πρόσταξις, εἰς θανά‐ του πρόφασιν. ἧς γὰρ ἄνευ, τὴν ἁμαρτίαν, οὐχ οἷόν τε ἁμαρτίαν
25εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον, διὰ ταύτης δήπου καὶ τὸ τῆς πονηρίας ἔγκλημα, καὶ τὸ τῆς κολάσεως ἐπιτίμιον συνίσταται. Φωτίου. Ἡ μὲν ἁμαρτία νεκρά· ἐγὼ δὲ ἐν ζωῇ, ἅτε μὴ ἐνοχλούμενος μηδὲ νυττόμενος, μηδὲ νεκρούμενος ὑπ’ αὐτῆς. πῶς
30οὖν ἀνέζησεν ἐκείνη διὰ τοῦ νόμου; τίνα τρόπον; ὅτι τοῦ νόμου δοθέντος μᾶλλον ἐκείνη πρὸς ἐπίθεσιν παρωξύνθη, καὶ οἷον ἐπηρεά‐ σαι ὥρμησεν· ἅτε δὴ καὶ στεφανοῦσθαι μέλλοντα τὸν φυλάξαντα τὴν ἐντολὴν ὑπολογιζομένη, καὶ διὰ τοῦτο μᾶλλον διαβασκαί‐
νουσα. καὶ ἐγὼ πάλιν γνοὺς διὰ τῆς ἐντολῆς τὴν ἁμαρτίαν, ὡς ἐν95

96

γνώσει πράττων ἃ φεύγειν ἔδει, μᾶλλον κατὰ τοῦτο ἡμάρτανον· καὶ μᾶλλον αὐτὴν κατ’ ἐμαυτοῦ ἐπερρώννυον, ἰσχὺν αὐτῇ διὰ τῆς κατὰ γνῶσιν ἀτόπου πράξεως ἐπιχορηγῶν, καὶ οἷον ἀσθενῆ καὶ νενεκρωμένην οὖσαν ἐνισχύων καὶ ἀναζωπυρῶν. ἡ δὲ ζήσασα ἐμὲ
5ἐνέκρωσε. πρὸ δὲ τοῦ ἀναζῆσαι ἐκείνην, ἐγὼ ἔζων μᾶλλον. τοῦτο δὲ ἦν πρὸ τοῦ νόμου καὶ τῆς ἐντολῆς. ὥστε εἰ καὶ μὴ ὁ νόμος ἁμαρτία, ἀλλ’ οὖν ἐκείνου δοθέντος, κατὰ δύο τρόπους ἡ ἁμαρτία ἀνέζησεν. αὐτῆς τε ἐκείνης μᾶλλον πρὸς ἐπίθεσιν ἀνακινηθείσης καὶ διεγερθείσης, καὶ ἡμῶν τῇ κατὰ γνῶσιν ἐκτόπῳ πράξει ἐνισχυ‐
10σάντων αὐτήν· καὶ τὴν καθ’ ἡμῶν ἐπιβουλὴν σὺν παρρησίᾳ παρα‐ σχομένην. “ἀλλ’ ἐκείνη μὲν ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον.” “Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα.” ἀνωτέρω εἰπὼν “ὅτι “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ἐπιθυμίαν,” ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργά‐
15σατο, ἀλλὰ καὶ ἐθανάτωσέ με. αὕτη γέγονεν εἰς θάνατον. εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συναίρειν, καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι καὶ τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησί πως “κατειργάσατο πᾶσαν ἐπιθυμίαν,” καὶ φησὶν, “ὅτι ἀφορμὴν λα‐ “βοῦσα ἐξηπάτησέ με.” εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα
20ὅτι ἐκ τούτου δὲ εἰργάσατο τὴν ἐπιθυμίαν, καὶ τοῦτο ἀφεὶς ἐπισυν‐ άπτει τὸ τέλος, “καὶ ἀπέκτεινεν·” ἵν’ ἦ κατὰ συνέχειαν εἴ τις ἀνα‐ λάβοι οὕτως αὐτῷ εἰρημένον. “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν·” τὴν δὲ ἐπιθυμίαν κατειργάσατο ἀπατήσασα· ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν, ἀπέκτεινέ
25με. ἔστιν οὖν ἀπάτη αἰτία τῆς ἐπιθυμίας. ἡ δὲ ἐπιθυμία τοῦ θανάτου. τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία· ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς, διὰ τοῦ ἀγαθοῦ τὸ κακιστὸν ἐργαζομένης. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ
30δίκαια καὶ ἀγαθή. Κυρίλλου. “Ἅγιος ὁ νόμος καὶ ἡ ἐντολὴ ἁγία καὶ δίκαια “καὶ ἀγαθή.” ἀποφαίνει γὰρ ἁγίους τε καὶ δικαίους καὶ ἀγαθοὺς
τοὺς οἵπερ ἂν δύναιντο φυλάττειν αὐτόν. ἵνα δὴ γένοιντο ταῖς ἐκ96

97

παραβάσεων αἰτίαις οὐδαμόθεν ἁλώσιμοι. ἀλλ’ ἦν τοῦτο πῶς ἀνέ‐ φικτον. “παραπτώματα γάρ τις συνήσει;” κατὰ τὸ γεγραμμένον. Γενναδίου. “Ὥστε,” φησὶν, “ὁ μὲν νόμος ἅγιος, καὶ ἡ “ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.” ὁ μὲν σύνδεσμος ἁπλῶς
5ἐνταῦθα προσέρριπται· νόμον δὲ καὶ ἐντολὴν ταυτὸν ἀμφοτέρως ὠνόμασεν. ἁγίαν μέντοι τὴν ἐντολὴν εἶπεν, ὡς τῆς ἁμαρτίας ἀπα‐ γοῦσαν, καὶ διϊστῶσάν τε καὶ ἀφορίζουσαν τοῦ κακοῦ. δικαίαν δὲ, ὡς μετὰ τοῦ δικαίου τιμῶσάν τε ὑπακούοντας, καὶ κολάζουσαν παρακούοντας. ἀγαθὴν δὲ ὡς ὁδηγοῦσάν τε πρὸς τὸ ἀγαθὸν καὶ δι’
10ἀγαθότητα δοθεῖσαν Θεοῦ. οὐ τοίνυν ὁ νόμος ἁμαρτία φησὶν, ὅσγε γνωρίζει τέ μοι τὸ φαῦλον, καὶ τῆς τούτου πράξεως εἴργει. ἀλλὰ τοὐναντίον, ἅγιός τε καὶ δίκαιος καὶ ἀγαθός. Θεοδώρου. Τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς. ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμ‐
15φότερα λέγει, “ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δι‐ “καία καὶ ἀγαθή.” ἵνα εἴπῃ ὅτι ἀμφότερα τοίνυν ἄγαν ὠφέλιμα. καλῶς δὲ ἐπὶ τῆς ἐντολῆς πλείοσιν ἐχρήσατο τοῖς ἐπαίνοις, ἅτε δὴ καὶ τῆς δόσεως οὐκ ἐπ’ ἀναγκαίοις κατὰ τὸ πρόχειρον δοξάσης δέδοσθαι, καὶ θανάτου παρεκτικῆς ἁπᾶσι γενομένης. ἐκάλεσε δὲ
20αὐτὴν ἁγίαν μὲν, ὡς τὰς ἀφορμὰς παρέχουσαν τῆς τε τοῦ καλοῦ καὶ τοῦ κακοῦ διακρίσεως, καὶ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος ἀφο‐ ρίζουσαν· δικαίαν δὲ, ὡς ἀναγκαίως μετὰ τὸ δεῖξαι τὸ καλὸν ἐπά‐ γουσαν τῷ παραβάτῃ τὴν τιμωρίαν· ἀλλὰ καὶ ἀγαθὴν, ὡς καλῶν παρεκτικὴν, τό τε παρέχειν τὴν διάγνωσιν, καὶ τὸ μείζονα πειθο‐
25μένοις ὑπισχνεῖσθαι καλά. Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος. Κυρίλλου. “Ἅγιος μὲν ὁ νόμος, ἁγία δὲ καὶ ἡ ἐντολὴ καὶ “ἀγαθή.” εἶτα πῶς ἔφασκε, “καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν “αὕτη εἰς θάνατον;” ἆρα οὖν, εἰπέ μοι, γέγονε τὸ ἀγαθὸν ὀλέ‐
30θρου πρόξενον; μὴ γένοιτό, φησιν, ἐπαιτιῶμαι γὰρ ἐν τούτοις, ἥκιστα μὲν τὸν νόμον, ἕστηκα δὲ ὥσπερ τῆς ἁμαρτίας κατήγορος. καταβιάζεται γὰρ οὕτω τὴν ἀνθρώπου φύσιν, καὶ τῆς ἐν ἡμῖν δια‐ νοίας κεκράτηκεν, ὥστε αὐτὸν τὸν εἰς σωτηρίαν ἡμῖν καὶ ζωὴν δο‐
θέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι97

98

πρόφασιν τοῖς ὑπεζευγμένοις. πῶς, ἢ τίνα τρόπον; εἰ γὰρ ἕψε‐ ται μὲν ἀεὶ τοῖς παρανομοῦσιν ἡ δίκη, διεληλάκαμεν δὲ πρὸς τοῦτο λοιπὸν ἀσθενείας ἡμεῖς, ὡς ἀεὶ ταῖς παραβάσεσιν ἐναλίσκεσθαι, ἐναργὲς ἤδη πῶς, ὅτι κατὰ τοῦτον τὸν τρόπον, ὁ σώζων νόμος, ὁ
5ἅγιος τε καὶ ἀγαθὸς, νεῦρά πως δοκεῖ γενέσθαι τῇ ἁμαρτίᾳ, καὶ ὁδὸς εἰς θάνατον τοῖς ὑφ’ ἁμαρτίαν. καὶ τάχα που φησὶν, “ἵνα “γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.” τοῖς μὲν ἠγνοηκόσι τὸ τῷ δεσπότῃ δοκοῦν ἕψεται μὲν πάντως τὸ ἐναλῶναι δίκαις. ἠνομήκασι γὰρ, εἰ καὶ μὴ ἐγνώκασι. πλήν ἐστιν
10αὐτοῖς καὶ ἀπολογίας οὐκ ἀπίθανος οἶμαι λόγος. προβαλοῦνται γὰρ κατὰ τὸ εἰκὸς τὴν ἄγνοιαν. τοῖς γε μὴν ἐν νόμῳ τὸ μὴ εἰδέ‐ ναι λέγειν τὸ θέλημα τὸ δεσποτικὸν, εἰ καὶ μὴ ὀνείδη πως, οὐκοῦν ἐφαίνετο διαβιοῦν ᾐρημένοις ἀνοσίως, οὐκ ἀγνοίας ἔσται, ἀλλ’ ἀπο‐ νοίας τὸ κατηγόρημα, καὶ τῆς; ἀνωτάτω λοιπὸν ἀφιλοθεΐας. οὕτως
15ἂν λέγοιτο “καθ’ ὑπερβολὴν ἁμαρτωλός.” ἁμαρτωλοῦ μὲν ὑπάρχον‐ τος καὶ τοῦ πεπλημμεληκότος ὡς ἐν ἀγνοίᾳ, ἥκιστα γε μὴν καθ’ ὑπερβολὴν λεγομένου τε καὶ ὄντος ἁμαρτωλοῦ. Γενναδίου. Τὸ οὖν ἀγαθὸν ἐμοὶ, φησὶ, γέγονε θάνατος; μὴ γένοιτο. ἀλλ’ ἡ ἁμαρτία. οὐκ ἄρα, φησὶ, τοῦ κακοῦ μοι τὸ ἀγαθὸν
20αἰτιάσομαι· τῆς δὲ ἁμαρτίας κατηγορῶ, καὶ ταύτην μισῶ. καὶ πρὸς ταύτην οὐκ ἂν ἑκὼν εἶναι σπεισαίμην ποτέ. ἵνα φανῇ, φησὶν, ἡ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. αὕτη γὰρ βλάψασά με τῷ ἀγαθῷ, δι’ αὐτοῦ μοι τούτου καὶ τὴν ἑαυτῆς φύ‐ σιν ἥτις ἐστὶ κατεφάνη· “ἵνα γένηταί,” φησι, “καθ’ ὑπερβολὴν
25“ἁμαρτωλὸς καὶ ἁμαρτία διὰ τῆς ἐντολῆς.” ἐλέγχεται γὰρ διὰ τοῦ νόμου, φησὶν, ἡλικόν τε καὶ ὅσον ἐστὶν ἡ ἁμαρτία κακόν. τὸν γὰρ παρακελευόμενον αὐτήν μοι φυλάττεσθαι καὶ δεδομένον εἰς συμμαχίαν, ὑποσκελίσασά με, δι’ ἀπάτης αὐτόν μοι τοῦτον ἐπέ‐ στησε φονευτήν.
30 Διοδώρου. Ἔλεγχός, φησι, τῆς τοῦ διαβόλου πονηρίας ὁ νόμος. ἀγαθὸν δὲ τὸν νόμον εἶπε. φαίνεται οὖν ὁ πονηρὸς δεινὸς ὢν πονηρός. ὅταν διὰ τοῦ δοθέντος ἀγαθοῦ θάνατον τοῖς λαβοῦσι τὸν ἀγαθὸν νόμον προὐξένησεν. “ἁμαρτωλός,” φησιν, “ἡ ἁμαρτία.”
φανερώτατα νῦν ἔδειξεν ὅτι ἁμαρτίαν τὸν διάβολον ἔλεγε, καὶ98

99

ἁμαρτωλὸν νῦν αὐτὸν ὠνόμασεν· ἁμαρτωλὸς γάρ ἐστιν ὁ ἁμαρτιῶν ποιητικός. Ὠριγένους. Εἴ τις πρὸς τὰ εἰρημένα ἀνθυποφέρει λέγων, μήποτε ὁ ἅγιος νόμος γέγονεν εἰς θάνατον τῷ ἀνθρώπῳ; “ἐλθούσης
5“γὰρ τῆς ἐντολῆς ἀνέζησεν ἡ ἁμαρτία. ὁ δὲ ἄνθρωπος ἀπέθανεν.” ἀκούσετε ὅτι οὐ τὸ ἀγαθὸν γέγονε θάνατος, ἀλλ’ ἔδει τὴν ἁμαρ‐ τίαν φανῆναι ἡλικόν ἐστι κακόν. ὅτε γὰρ ἐπιδημεῖ τὸ ἀγαθὸν τῇ ψυχῇ, φανεροῦται τὸ κακόν. καὶ ἐάν τις μετὰ τοῦτο ἁμαρτῇ, εὑρίσκεται τὸν θάνατον ποιοῦσα θανάτου πρόξενος. καὶ ἡ ἁμαρτία
10οὐχ ἁπλῶς ἁμαρτία, ἀλλὰ καθ’ ὑπερβολὴν ἁμαρτωλὸς αὕτη, διὰ τῆς ἁγίας ἐντολῆς παρεισδύνουσα, καὶ τὸν θάνατον ἡμῖν κατεργα‐ ζομένη. Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν. Κυρίλλου. Πνευματικόν φησι τὸν νόμον, ὡς ἀποτελοῦντα
15πνευματικοὺς τοὺς ἑπομένους αὐτῷ. νοεῖται δὲ πνευματικὸς, ὁ μὴ κατὰ σάρκα ζῶν, ἀπονενευκὸς δὲ μᾶλλον ἐπὶ τὸ θέλειν ἕπεσθαι τῇ θελήσει τοῦ Πνεύματος. ἔφη δὲ καὶ ὁ μακάριος Δαβὶδ, “ὁ νόμος “Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς. ἡ μαρτυρία Κυρίου πιστὴ, “σοφίζουσα νήπια· ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶ‐
20“νος.” ὥσπερ οὖν ἄμωμόν φησιν εἶναι τὸν νόμον, οἶδε γὰρ ἀμώμους ἀποτελεῖν· πιστὴν δὲ τὴν μαρτυρίαν, ὡς πιστοὺς ἀποφαίνουσαν· καὶ ἁγνὸν τὸν φόβον· ἔστι γὰρ ἁγνοποιός· οὕτως ἐκδέξῃ κἀνθάδε πνευματικὸν εἰρῆσθαι τὸν νόμον, ὡς πνευματικοὺς ἀποφαίνοντα τοὺς ἑπομένους αὐτῷ. εἰ γάρ ἐστιν ἐν σκίαις, ἀλλ’ οὖν ἔχει τῆς
25ἀληθείας τὴν μόρφωσιν. τί οὖν ὁ Παῦλος; ἰσχυρίζεται μὲν ὅτι πνευματικὸς ὁ νόμος. αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς πολὺ νοσοῦσαν τὴν ἁμαρτίαν· καὶ πειρᾶται πληροφορεῖν· ὡς ἐπείπερ ἐστὶ πνευματικὸς ὁ νόμος, ταύτη τοι μάλιστα φορτικός ἐστι τῇ τοῦ ἀνθρώπου φύσει. τί γὰρ εἰπέ μοι φησιν; “εἰ ὁ μὲν νόμος ἐστὶ
30“πνευματικὸς, ἐγὼ δὲ σαρκικός εἰμι·” τουτέστι τὸ τῆς σαρκὸς φρονήματι τυραννούμενος. ὁρᾷς ὅπως εἰς ὅσην ἡμῖν ἐναντιότητα θελημάτων τίθησι τὰ δηλούμενα. ἕτερον γὰρ τὸ θέλημα τοῦ πνεύ‐
ματος, καὶ ἕτερον ἂν νοοῖτο τὸ τῆς σαρκός. ἀντίκεινται γὰρ99

100

ἀλλήλοις, καὶ ἀσύμβατον ἔχουσι τὴν εἰς ταυτότητα συνδρομήν· ὅτε τοίνυν σαρκικὸς μὲν ὁ ἄνθρωπος, πνευματικὸς δὲ ὁ νόμος, πῶς ἂν γένοιτο καὶ εἰς τὸ τοῖς οὕτως ἠρρωστηκόσι τὴν ἁμαρτίαν; μάλα ἐμφρόνως. εἰ γάρ ἐστι σαρκικὸς, νοηθείη ἂν οἷά τις αἰχμά‐
5λωτος, καὶ ἐν τάξει τῇ οἰκετικῇ. Γενναδίου. Ἐπὶ πλέον ὑπεραπολογούμενός τε τοῦ νόμου, καὶ τῆς αἰτίας ἀπολύων αὐτὸν, τοῦτό, φησιν, ἐπίσταμαι, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἵνα εἴπῃ τέλειος καὶ ἀνενδεὴς, καὶ ἀρετὴν ἀπηκριβωμένην ἀπαιτῶν ἀθανάτοις προσήκουσαν. ἀλλ’ ἐγὼ τί
10πάθω; θνητὴν καὶ φθαρτὴν καὶ πολλοῖς πάθεσιν ὑποκειμένην περι‐ κείμενος σάρκα, ἐκδεδομένος ὥσπερ εἰς πταίσματα; τὶ γὰρ πε‐ πραμένος ὑπὸ τὴν ἁμαρτίαν; ἀντὶ τοῦ ὡς πεπραμένος λέγει· καὶ τοῦτο δὲ ἰδίωμα γραφικὸν τὸ δίχα τοῦ ὁμοιωματικοῦ ἐπιρρήματος λέγειν τι τῶν προκειμένων πολλάκις. οἷόν ἐστι καὶ τὸ “ὁ Θεὸς
15“ἡμῶν πῦρ καταναλίσκον.” ἔοικε δὲ τὸ “δοῦλοι ἦτε τῆς ἁμαρτίας” ἐν τοῖς “τίνι ὑπόχρεως ὢν πέπρακα ὑμᾶς, ἀλλ’ ἢ ταῖς ἁμαρτίαις “ὑμῶν ἐπράθητε·” καὶ τῷ ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἰρημένῳ παρὰ τοῦ Σωτῆρος ἡμῶν. “ὅτι ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι “τῆς ἁμαρτίας.” ὄντως γὰρ ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.
20 Διοδώρου. Εἰκότως λέγεται πνευματικὸς ὁ νόμος. φυλαχθέντα γὰρ τὰ ἐν αὐτῷ παραγγέλματα πνευματικὸν ἐποίει τὸν ἄνθρωπον. ἢ καὶ ὅτι φησὶ κατ’ ἐνέργειαν Πνεύματος Ἁγίου ἐπιδεκτικοὺς, κεκαθαρμένους, τῇ τοῦ νόμου παιδαγωγίᾳ. “πεπραμένος ὑπὸ τὴν “ἁμαρτίαν,” οὐχ ὑπὸ ἑτέρου τινὸς πεπραμένος, ἀλλ’ αὐτὸς ὑφ’
25αὐτοῦ κατολιγωρῶν τῶν πεπαρηγγελμένων. Θεοδώρου. Τὸ “πνευματικὸς” ἀντὶ τοῦ ὠφελεῖν καὶ παιδεύειν ἃ δεῖ δυνάμενος τὴν ψυχήν. τὸ δὲ σαρκικὸς ἀντὶ τοῦ θνητὸς, καὶ διὰ τοῦτο πολλὴν περὶ τὸ ἁμαρτάνειν ἔχων ῥοπήν. τοῦτο γὰρ λέγει τὸ “πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.” ἐπειδήπερ ἡ πρᾶσις, δοῦλον πάν‐
30τως ποιεῖ τὸν πεπραμένον ὑπὸ τὸν τῆς ὑπηρεσίας καθιστάμενον ἀνάγκην, ὡς ἂν οὕτω καὶ ἡμῶν διὰ τῆς θνητότητος εἰς τὴν τοῦ ἁμαρτάνειν ἑτοιμότητα καταστάντων. βούλεται γὰρ εἰπεῖν ὅτι
καλὸς μὲν ὁ νόμος, παιδεύει γὰρ τὴν ψυχὴν, τινὰ μὲν ἀγαπᾶν,100

101

τινὰ δὲ ἀποστρέφεσθαι προσήκει, καὶ τὸ πάντων προτιμᾶν τῶν θείων τὸ βούλημα· ὄφελος δὲ ἐμοὶ πρὸς τὸ ἀπηλλάχθαι τῆς ἁμαρ‐ τίας ἐντεῦθεν οὐ γίνεται. θνητὸς γὰρ ὢν τὴν φύσιν, καὶ πολλὴν διὰ τούτου περὶ τὸ ἁμαρτάνειν τὴν εὐκολίαν δεξάμενος, ἀπηλ‐
5λάχθαι τοῦ πταίειν οὐ δύναμαι. κἂν μυριάκις ἃ προσήκει διὰ τοῦ νόμου παιδεύωμεν τὴν ψυχήν. Ὠριγένους. Ζήτημα ἀνακύπτει ἀπὸ πάσης τῆς προκειμένης περικοπῆς, πῶς ταῦτα λέγων ὁ Παῦλος, οὐ δοκεῖ ἐναντιοῦσθαι τοῖς ἰδίοις λόγοις, ὁ λέγων “τιμῆς ἠγοράσθητε,” καὶ “Χριστὸς
10“ἡμᾶς ἐξηγόρασε,” καὶ “ζῶ δὲ, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι‐ “στός.” εἰ μή που εἴπωμεν ὅτι προσωποποιΐας ἔχει διαφόρους ποιότητας προσώπων, ἔνθα οἱ φαῦλοι ἄλλα πράττουσι παρὰ τὴν προηγουμένην ἑαυτῶν πρόθεσιν. ὁ δὲ παρὼν λόγος ἁρμόζει λέ‐ γεσθαι ὑπὸ τῶν μεμαθηκότων τὰ περὶ τοῦ νόμου, ὅτι θεῖός ἐστι,
15καὶ βλεπόντων αὐτοῦ τὰ προστάγματα ὅτι εἰσὶ καλά. οὐδὲν δὲ ἧττον ὡς πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν καὶ σαρκικοὶ ὄντες, καὶ γινώσκουσι πῶς ἐμπίπτουσιν ὑπὸ τὴν ἁμαρτίαν. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Κυρίλλου. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν
20Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ’ ὅπως ἐκεῖνοι πρεσβεύειν ἐγνωκάσι, πλανῶντές τε καὶ πλανώμενοι. εἱμαρμένην γάρ τινα πλαστουργοῦντες, καὶ τύχην κατὰ τὸ σφίσι δοκοῦν· εἶτα τὸ κρατεῖν τῶν καθ’ ἡμᾶς πραγμάτων ταῖς οὐκ οὔσαις ἀνάπτοντες, παραιροῦνται τὸν ἄνθρωπον τοῦ ὅτι μάλιστα πρέποντος αὐτῷ, φημὶ
25δὲ τοῦ χρῆναι βιοῦν ἐλευθέρως, ἀνειμένην τε καὶ ἐθελούσιον ἔχοντα τὴν ῥοπὴν, τὴν ἐφ’ ὅπερ ἂν ἕλοιτο τῶν πρακτέων. ἀνάγκη δὲ ὥσπερ καὶ τοῖς παρ’ ἐκείνων ὅροις τὲ καὶ ψήφοις ὑπάγοντες, οὐ μετρίως ἀδικοῦσι τοὺς κατὰ τόνδε τὸν βίον. εἰ γάρ τις ἴοι κατ’ αὐτοὺς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις, οὐκ ἐνὸν αὐτῷ, κἂν εἰ βούλοιτο, τυχὸν τῆς
30εἱμαρμένης τὸ νεῦμα διαφυγεῖν, οὐδ’ ἂν ὅλως διαμωμήσαιτο τις εὖ φρονῶν, κἂν εἰ ὁρῷτο πλημμελῶν. ὃ γὰρ ἦν ἀνάγκη καὶ οὐχ ἕκοντα δρᾶν, εἰ ἁλίσκοιτο πεπραχὼς, ἔξω που πάντως αἰτίας ἔσται καὶ δίκης.
Ἐπαινέσειε δ’ ἄν τις οὐ λίαν ἐμφρόνως τὸν ἐπιεικῆ καὶ κόσμιον.101

102

τί γὰρ εἰ γέγονε τοιοῦτος οὐχ ἑκὼν, ἀλλὰ τοῖς ἑτέρου νεύμασι παρενηνεγμένος εἰς τοῦτο· μᾶλλον δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἀνάγκην κατεξανιστάσης τῆς τύχης; οὐκοῦν ἀπηχὲς μὲν παντε‐ λῶς τὸ ταῖς Ἑλλήνων τερθρείαις συναποφέρεσθαι λέγειν τὸν τῶν
5καλλίστων εἰσηγητήν· ἤγουν οἴεσθαι τῆς ἐκείνων ἀβελτερίας ἰέναι κατόπιν, τὸν τῶν θείων ἡμῖν μυστηρίων γεγονότα ταμίαν, εἰ λέγοι τυχόν· “ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω. ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ.” εἰ γὰρ δή τις ὅλως διισχυρί‐ σαιτο, καὶ δὴ καὶ ἕλοιτο φρονεῖν ὡς εἱμαρμένη μὲν καὶ τύχη τὴν
10τῶν καθ’ ἡμᾶς ἀπονενέμηκεν ἐξουσίαν, πῶς οὐκ ἂν εἰκότως εἴροιτο ἂν αὐτὸν ἐκεῖνό που λέγων· εἰ σκληραῖς καὶ δυσαντήτοις ἀνάγκαις ἐνειλημμένοι τῶν πρακτέων ἢ μὴ, κύριοι μὲν ἡμεῖς οὐδάμοθεν καθε‐ στήκαμεν· εἴκομεν δὲ μᾶλλον ὡς κρατοῦσιν ἑτέροις καὶ τοῦ κατὰ γνώμην εἰργόμεθα· πῶς ἡμῖν γέγραφας αὐτὸς, “ἢ ἀγνοεῖτε ἀδελ‐
15“φοὶ, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀν‐ “θρώπου ἐφ’ ὅσον χρόνον ζῇ.” κυριεύει δὴ οὖν τινα τρόπον τῶν ζώντων ὁ νόμος. ἀπρακτήσει μὲν γὰρ ἀραρότως ἐπὶ τοῖς τεθνεῶσιν. ὁρίζεται δὲ οὐκ ἐκείνοις ποθὲν, ἀλλὰ τοῖς ἔτι τῶν ἐν σώματι τρί‐ βουσι βίον. καὶ στεφανοῖ μὲν ἐπαίνοις τὸν εὐδοκιμεῖν εἰωθότα,
20καταψηφίζεται δὲ τῶν βεβήλων τὴν δίκην. εἶτά πως ὁ νομοθέτης ὅσιος ἔσται κριτὴς κολάζων ἡμαρτηκότας τοὺς εἰς τοῦτο πεσεῖν ἀβουλήτως ἐκ τύχης ἠναγκασμένους; μᾶλλον δέ τε καὶ ὅλως τὸν νόμον ὡρίσατο. τοῖς μὲν γὰρ ἔχουσιν ἐπ’ ἐξουσίας ἃ ἂν βούλοιντο δρᾶν, ὁσίαν ὁ νόμος ὁρίζει τὴν δίκην, εἰ παρὸν εὐδοκιμεῖν ταῖς
25ἀγαθουργίαις ἐπιδόντας τὸν νοῦν, αὐτοὶ τὰ αἰσχίω τετιμηκάσι, καὶ τῶν ἀμεινόνων ἠλλάξαντο τὰ διὰ νόμου κατεγνωσμένα. Τοῖς γε μὴν ἐπηρτημένον ἔχουσι τὸν τῆς ἀνάγκης ζυγὸν, καὶ οἵπερ ἂν τοῖς κρατοῦσι δοκῇ τρεπομένοις ἀεὶ, περιττὸν οἶμαί που τὸ θέσπισμα· καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐδ’ ἂν ἡμῖν ὁ
30πάντα εἰδὼς τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπετίθει, τὸ αὐτῷ δοκοῦν εὖ μάλα βραβεύοντα καὶ παιδαγωγοῦντα πρὸς τὸ συμφέρον, εἰ τοῖς εἱμαρμένοις βρόχοις ἐνειλημμένους ἠπίστατο; ἢ γὰρ ἐκεῖνο λεγόν‐
των οἱ δι’ ἐναντίας, ὡς ἠγόη (sic) καὶ τοῦτο Θεός. ἢ εἴπερ ὀρθὰ102

103

φρονεῖν ᾑρημένοι, δεδίασι σφόδρα τὸ τῆς ἀρρήτου δόξης καταχέαι τὴν ἄγνοιαν. νενομοθετηκέναι δέ φασι, καὶ μὴν καὶ τῶν πλημμε‐ λούντων καθορίσαι τὰς δίκας ὁμολογήσουσιν ἐναργῶς. οἶδέ που πάντως ἐλευθέρῳ φρονήματι διαζῶντα τὸν ἄνθρωπον, καὶ ῥοπαῖς
5ἐθελουσίοις ἐφ’ ὅπερ ἂν ἐβούλετο διᾴττειν ἰσχύοντα, παραποδίζον‐ τος οὐδενός. Ταύτητοι καὶ ὁ θεσπέσιος Παῦλος κυριεύειν ἔφη τοῦ ἀνθρώπου τὸν νόμον, ἐφ’ ὅσον χρόνον ζῇ. οὐκοῦν οὐχ ὡς τῆς ἀνθρώπου δια‐ νοίας τοῖς ἑτέρων ὑποκειμένοις νεύμασι τὰ τοιάδε φησί· φιλοσο‐
10φεῖ δὲ, καὶ τῆς ἀνθρώπου φύσεως τὰ πάθη περιεργάζεται. μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀρρωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται τοῦ νοσοῦντος ἔτι τὴν φιλοσαρκίαν, ἑαυτῷ τὸ πρόσωπον εὖ μάλα προτιθείς. εἰ γὰρ καὶ ἐσταύρωται μὲν αὐτὸς τῷ κόσμῳ, καὶ μὴν ὁ κόσμος αὐτῷ,
15καὶ ἦν ἀξιάγαστος ἀληθῶς, ἀλλ’ ἡγεῖτο σοφὸν, μὴ εἰς τὸ οἰκεῖον χάρισμα βλέπειν, ἀλλὰ τὴν οὔπω γεγονότων κατ’ αὐτὸν ἀσθένειαν ὑπόθεσιν ἀναγκαίαν ποιεῖσθαι τῷ λόγῳ. Ὅταν οὖν ἀκούσῃς λέγοντος, “ὃ γὰρ κατεργάζομαι, οὐ γινώ‐ “σκω,” ἐννόει τινὰς τῶν ὑπεράγαν ἁμαρτωλῶν οἰομένους, ὅτι τὸν
20πανάριστον ἀληθῶς διαζῶσι βίον· καὶ ὅτι τῆς ἐν τῷδε τῷ κόσμῳ τρυφῆς καὶ ἐξιτηλίας οὐδὲν ἂν γένοιτο τὸ ἰσοστατοῦν. καταμυ‐ σάττονται μὲν γὰρ τῆς ἐπιεικείας τοὺς τρόπους, ἐναμβρύνονται δὲ καὶ ἐνσπαταλῶσι λίαν ταῖς σφῶν αὐτῶν ἡδοναῖς. καὶ περὶ αὐτῶν οἶμαί που φησὶν ὁ Παῦλος, “οἱ τὰ ἐπίγεια φρονοῦντες, ὧν ὁ θεὸς
25“ἡ κοιλία· καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.” οὗτοι φαῖεν ἂν εἰκότως ὥς τι τῶν ἄγαν ἐπαινουμένων πληροῦντες τὸ φαῦλον, “ὃ “γὰρ κατεργάζομαι οὐ γινώσκω.” οὐκοῦν ἀκουέτωσαν, “ἐκνήψατε “οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν.” ὅνπερ γὰρ τρόπον οἱ φιλοπόται καὶ κάτοινοι παρακεκομμένοι τῷ πάθει τῆς διανοίας τὸ ἀκριβὲς,
30οὐκ ἂν εἰδεῖεν τὰ σφισὶ δρώμενα, κατὰ τὸν τοῦ μεθύειν καιρὸν, οὕτως οἱ τὴν φρένα κατηρρωστηκότες, ἐκ φιλοσαρκίας καὶ τῶν αἰσχίστων ἡδονῶν, οὐδὲ ὅτι ποτε δρῶσιν εἰδεῖεν ἄν.
Νόσημα οὖν ἡμῖν ἀνθρώπου καρδίας ὁ Παῦλος ἐξηγεῖται λέγων,103

104

“ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω.” εἰ δὲ δή τις εἴη τοῖς μὲν ἀπὸ τοῦ συνειδότος ἐλέγχοις τρυφερωτέραν ὥσπερ ὑπέχων τὴν ἑαυτοῦ καρδίαν· καὶ ἀσχάλλων μὲν ὅτι πλημμελεῖ· πλὴν ἔτι πλεονεκτούμενος ταῖς εἰς ἁμαρτίαν ἡδοναῖς, καὶ οἷον ἀβουλήτως
5ἰὼν πρὸς τὸ πλημμελὲς, φαίην ἂν εἰκότως. “οὐ γὰρ ὃ θέλω, τοῦτο “πράσσω, ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ.” ὡς πόσοι ποσάκις τεθαυμά‐ κασι μὲν τὴν ἐγκράτειαν· καὶ δὴ καὶ μελέτης τῆς εἰς αὐτὴν ἀρξάμενοι, τοῖς τῆς μυσαρᾶς ἡδονῆς νενίκηνται κέντροις, καὶ ὀκλά‐ σαντος αὐτοῖς τοῦ νοῦ πρὸς τὸ χεῖρον ἐνηργήκασι τὴν ἁμαρτίαν·
10κατηφείας γε μὴν μεμέστωνται· τούτοις ἂν πρέποι καὶ μάλα εἰκότως μονονουχὶ καὶ ἀβουλήτως ἠσθενηκόσι τὸ φάναι δὴ πάλιν, “νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ “ἡ ἁμαρτία.” Γενναδίου. Ἐπειδὴ εἶπεν τὸ “πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν·”
15καὶ διὰ τούτου τὴν μὲν ἐν τάξει δεσποίνης ὑπέθετο· ἑαυτὸν δὲ ἐν δούλου, πρὸς τοῦτο ἀκολούθως ἐπάγει, “ὃ γὰρ κατεργάζομαι οὐ “γινώσκω.” τοῦτο γὰρ ἴδιον οἰκετῶν, τὸ μὴ γνώμης ἰδίας εἶναι κυρίους, ἀλλὰ δεσποτικοῖς ὑπηρετεῖσθαι προστάγμασι. πολλάκις γοῦν τι φησὶ, οὐ προαιρούμενος αὐτὸς διαπράττομαι. τὸ γὰρ “οὐ
20“γινώσκω” οὐχ ὅτι ἀγνοῶν λέγει· πῶς γὰρ, εἰ ὃ πράττει τις τοῦτο αὐτὸν ἀγνοεῖν ἐγχωρεῖ. ἢ ὅλως ἂν αὐτῷ τὸ τοιοῦτον εἰς σφάλμα καταλογίζοιτο ἐν εὐαγγελίοις τοῦ Σωτῆρος, “οὐκ οἶδα ὑμᾶς, ἀπέλ‐ “θετε ἀπ’ ἐμοῦ.” ἀντὶ τοῦ κατεργάζομαι τι πολλάκις, οὐκ οἰκειού‐ μενος, οὐδὲ χαίρων, οὐδὲ ἡδόμενος αὐτῷ κατὰ πρόθεσιν· οὐδὲ ἐμαυ‐
25τοῦ, συντόμως εἰπεῖν, ὑπακούων, ἀλλ’ ἄλλου. καὶ ὅτι τοῦτο οὕτως ἔχει, φησι, δῆλον. “οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ, “τοῦτο ποιῶ.” τουτέστιν, ἃ μὲν αὐτὸς ἐμαυτῷ θέλω, τούτων οὐδὲν διαπράττομαι. ποιῶ δὲ τἀναντία· καὶ ἃ μισῶ, οὐκ ἂν ἐμαυτῷ βουληθείην ποτέ. διὰ μὲν τοιούτων τὸν τοῦ Σωτῆρος ἐκείνου νόμον
30παραβαίνειν φησὶ τὸν φυσικόν τε καὶ περιεκτικὸν τῶν ἁπάντων· τὸν “ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς
“ποιεῖτε. οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.”104

105

Διοδώρου. Οὐχ ὅτι τὴν ἁμαρτίαν, ὅτι ἁμαρτία ἐστὶν ἀγνοεῖν φησὶν, ἀλλ’ ἀντὶ τοῦ πῶς αὐτὴν ποιῶ, καὶ πῶς ὑποβλέπτομαι οὐκ αἰσθάνομαι. οἷον πολλάκις κρίνας κρατῆσαι θυμοῦ, ἡττήθην ἐμαυ‐ τοῦ. χρὴ μέντοι εἰδέναι, ὅτι οὐχ ἑαυτοῦ κατηγορεῖ, ἀλλὰ τὸ κοινὸν
5τῶν ἀνθρώπων ἐν ἑαυτῷ ὑπογράφει. τὸ φορτικὸν ἐπὶ ἑτέρου τάξαι παραιτούμενος. δείκνυσι γὰρ ὅτι ὀρεγόμεθα μὲν τῆς ἀρετῆς, ἡττώ‐ μεθα δὲ τῆς ἡδονῆς, ὅσοι ὑπὸ νόμον ἐσμέν. οὐ μὴν ὅσοι ὑπὸ χάριν· οἳ καὶ ἔξω ἁμαρτίας διὰ τὴν χάριν γεγόναμεν. Ὠριγένους. Ἁρμόζει τὰ ῥήματα ταῦτα λέγειν τοῖς παλαί‐
10σασι πρὸς τὰς ἐπιθυμίας· διὰ δὲ ἀσθένειαν λογισμοῦ πεσοῦσι· καὶ τοῖς ὑπὸ θυμοῦ ἐσθ’ ὅτε νικωμένοις καὶ ὑπὸ φόβου, καὶ πράτ‐ τουσιν ἃ μὴ θέλουσι, καὶ ἃ μισοῦσιν· ὅταν δὲ καὶ ἀπὸ λόγου ἐπάρσεως ἡττηθέντες νικηθῶμεν ἐκ τοῦ δοκοῦντος εἶναι ἀγαθοῦ οὐ μὴν ἀληθοῦς, σύμφαμεν τῷ νόμῳ ὅτι καλὸς, ποιοῦμεν δὲ τὸ καθ’
15ἡδονήν. Εἰ δὲ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. Γενναδίου. Εἰ τοίνυν φησὶν, “ὃ μὴ αὐτὸς θέλω, τοῦτο ποιῶ,” διὰ τοῦτο τὸν νόμον εἶναι καλὸν καθομολογῶ. ἃς γὰρ ἐκεῖνος κακί‐
20ζων πράξεις ἀπαγορεύει μοι, τούτων καὶ αὐτὸς ἐγὼ προκατέγνωκα, κἂν μετίω τοῖς ἔργοις αὐτά, Κυρίλλου. Ἐνίησι πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς, τῇ τοῦ σώματος φύσει, καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀρρωστημάτων τὴν δύναμιν κατασκέπτεται· αἵ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὅτι
25οὖν ἀποκομιζοῦσαι τῶν παθῶν, καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκλή‐ ματα πηγὴν ἔχουσι τὴν σάρκα· καὶ πρός γε τοῦτο, ἡμᾶς ἐμπεδοῖ λέγων τοῦ Σωτῆρος ὁ μαθητὴς, “πόθεν πόλεμοι ἐν ὑμῖν, καὶ πόθεν “μάχαι; οὐχ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων
“ἐν τοῖς μέλεσιν ὑμῶν;”105

106

(1t)

ΚΕΦ. ΙΑ.
2tΠερὶ τῶν ἐν ἀνθρωπίνῃ φύσει παθῶν, ἀδύνατον ποιούντων τὴν πρὸς νόμον
3tσυμφωνίαν.
4Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί
5μου, ἀγαθόν. Θεοδώρου. Καὶ τοῦτο μὲν νόμου, φησὶ, τὸ χρήσιμον δείκνυται· ἀφ’ ὧν οὐδενὶ τῶν πραττομένων ἀρέσκομαι. ὁμολογῶ γὰρ ἄτοπα εἶναι, κἂν μυριάκις αὐτὰ διαπράττωμαι, τὸ πεπαιδεῦσθαι τοῦτο ὑπὸ τοῦ νόμου. φαίνεται δὲ ἡ τῆς ἁμαρτίας ἰσχὺς, οὕτω μου διὰ
10τὴν θνητότητα κρατοῦσα, ὡς καὶ ἄκοντα πολλάκις ἐπὶ τὴν τῶν ἀτόπων καταφέρεσθαι πράξιν· καὶ τὸ αὐτὸ πάλιν· “οἶδα γὰρ ὅτι “οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν·” καὶ γὰρ ἐπίσταμαί, φησιν, ὅτι ὅσον ἐπὶ τῇ σαρκὶ, θνητὴν ἐχούσῃ τὴν φύσιν, οὐδὲν τῶν εἰς ἀρετὴν συντελούντων πραχθῆναι δύναται. ἡ
15μὲν γὰρ θνητότης τῶν παρόντων ἐφίεσθαι μόνον ἡμᾶς παρασκευά‐ ζει. ἐκ δὲ τῆς περὶ ταῦτα σπουδῆς ἀρετὴν εἰς ἄκρον οὐδαμῶς οἷόν τε μὴ τῶν παρόντων ὑπερορῶντα κρείττονι λογισμῷ ἀθανάτων ἀφιέμενοι πραγμάτων. Τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι
20τὸ καλὸν οὐχ εὑρίσκω. Κυρίλλου. “Τὸ γὰρ θέλειν,” φησὶ, “παράκειταί μοι, τὸ “δὲ κατεργάζεσθαι τὸ καλὸν οὐ,” καὶ τὰ ἑξῆς· εἰς ἀπόδειξιν τοῦ κατηγορεῖσθαι τὴν σάρκα δεινῶς ὠδινοῦσαν ἐν ἑαυτῇ, τὴν ἁμαρ‐ τίαν παραδέχεται σοφῶς· τὸ παρακεῖσθαι μὲν ἡμῖν τὸ ἀγαθόν·
25μὴ μὴν ἔτι καὶ τὸ δύνασθαι διαπεραίνειν αὐτό. καταβιάζεται γὰρ εἰς ἀβούλητον ἐντροπὴν, καὶ οὐχ ἑκόντα τὸν νοῦν. οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἂν ἔξω καὶ ἁμαρτίας. ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν εἴη ἄν· εἰκότως οὐκ αὐτοῦ δὴ μᾶλλον ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτη τοι φησίν· “εἰ
30“δὲ ὃ οὐ θέλω, ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, “ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.”
Διὰ πάντων τούτων τὸ ἐν τοῖς εὐαγγελίοις λέγει παρὰ τοῦ106

107

δεσπότου λεχθὲν ὅτι “τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.” τὸ γὰρ φθαρτὸν τῆς σαρκὸς καὶ συμπαθὲς τῆς παρανομίας καται‐ τιᾶται, “οὐκ οἰκεῖ,” γάρ φησιν, “ἐν τῇ σαρκί μου ἀγαθόν.” τουτέστιν οὐκ ἔχει τὸ ἀπαθὲς οὐδὲ τὸ τέλειον, καὶ ἀνενδεές τε καὶ
5ἀναμάρτητον· ὅθεν αὐτὴν καὶ σάρκα πολλάκις ἁμαρτίας καλεῖ, καὶ σῶμα ἁμαρτίας καὶ σῶμα θανάτου. αἱροῦμαι γοῦν τῷ νῷ τὸ ἀγαθὸν, καὶ παρεσκεύασμαι πρὸς τοῦτο κατὰ ψυχήν· ἐπὶ δὲ τῶν διὰ σαρκὸς ἔργων αὐτὸ μετελθεῖν οὐχ εὑρίσκω, ἀλλ’ ἐσπούδακα μὲν καὶ ἀγωνίζομαι ποιῆσαι τὸ ἀγαθόν. ὑπάγομαι δὲ παρ’ αὐτῆς
10πράττειν ἃ μὴ προῄρημαι. τὴν οὖν τοιαύτην πράξιν εἰκότως οὐκ ἐμὴν, ἀλλ’ ἀλλοτρίαν λογίζομαι. Θεοδώρου. Ἐπιμένων τοῖς αὐτοῖς, “οὐ γὰρ ὃ θέλω,” φησὶ, “ποιῶ ἀγαθὸν, ἀλλ’ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. εἰ δὲ ὃ οὐ θέλω “τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν
15“ἐμοὶ ἁμαρτία.” τὸ γὰρ αὐτὸ κἀνταῦθα λέγει· ὅτι τῇ μὲν ψυχῇ αἱροῦμαι τὸ καλὸν, ὑπὸ τοῦ νόμου παιδευόμενος ἃ δεῖ· ποιῶ δὲ οὐχ ἃ βούλομαι πολλάκις, ἀλλὰ ἃ μὴ βούλομαι μᾶλλον. βού‐ λομαι μὲν γὰρ τὰ τοῖς θείοις νόμοις ἀκόλουθα. πράττω δὲ τἀναντία, ὧν ἐπίσταμαί τε καὶ βούλομαι καλῶν. ὡς ἐντεῦθεν τῆς
20ἁμαρτίας φαίνεσθαι τὴν ἰσχὺν, ἣν κατ’ ἐμοῦ διὰ τῆς θνητότητος ἐπεκτήσατο· εἴπερ δὴ καὶ παρὰ γνώμην ἐπὶ τὴν οἰκείαν με καθέλκειν δύναται πράξιν. τὸ γὰρ “οὐκ ἐγὼ κατεργάζομαι,” ἀνωτέρω κἀνταῦθα λέγει τὸ παρὰ γνώμην. διὰ πάντων δὲ τούτων ἀπὸ τοῦ “οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστι,” βούλεται
25εἰπεῖν, ὅτι καλὸς μὲν ὁ νόμος, παιδεύων ἃ δεῖ τὴν ψυχήν· καὶ τού‐ του γε ἕνεκεν σφόδρα χρήσιμος. Ἐγὼ δὲ διὰ τῆς θνητότητος δεξάμενος ἀπηλλάχθαι τοῦ πταίειν διὰ τῆς τοῦ λόγου διδασκαλίας, οὐ δύναμαι. πολλὴν μὲν γὰρ ἔχει τὴν ἰσχὺν ὁ νόμος ἐν τῇ τῆς ψυχῆς διδασκαλίᾳ. καὶ τοῦτο δῆλον,
30ἐξ ὧν ἀκριβὴς ἔγκειται ἡμῖν ἥτε τοῦ καλοῦ καὶ τοῦ κακοῦ διά‐ κρισις· οὐδὲ πώποτε γοῦν ὑπὸ τοῦ πλήθους τῶν ἁμαρτημάτων, τὸ εἰδέναι τοῦτο ἀπεβάλομεν. τοὐναντίον δὲ καὶ μυρία πταίοντες. τοῦ γοῦν εἰδέναι τῆς ἁμαρτίας τὴν φαυλότητα ἐκτὸς οὐ γεγόνα‐ μεν. οὐ μὴν ἀφελεῖν ἡμῶν τὸ ἁμαρτάνειν δεδύνηται, τῆς θνητό‐
35τητος πολλὴν τὴν εὐκολίαν ἡμῖν ἐργασαμένης. ἀλλὰ κἂν σφόδρα107

108

διὰ τῆς οἰκείας διδασκαλίας πολλὴν τοῦ προσήκοντος ἐργάσηται τὴν διάθεσιν, ἄκοντες καὶ ὡς οὐκ ἴσμεν πολλάκις, εἰς τὴν τῶν ἀτό‐ πων ὑποφερόμεθα πράξιν. Διοδώρου. Ἀγαθοεργῶν ὁ θεῖος Ἀπόστολος, εἰκὼν ἀκηλίδωτος
5ἐγίνετο τῶν μαθητευομένων· ὅτου χάριν καὶ ἐκέκραξε, “μιμηταί “μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.” τοιγαροῦν οὐκ αὐτοῦ ἐστὶ κατὰ κυριότητα ὃ ἔφη· “οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν τῇ σαρκί μου “τὸ ἀγαθὸν,” ἀλλ’ οὐδὲ τὸ “ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με “ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου.” ἀλλὰ ταῦτα καὶ
10ὅσα τοιαῦτα, ἐν παρενθέτῳ προσώπῳ ὑποκρινόμενος λέγει· πρὸς ἔλεγχον τῶν φιλαμαρτημόνων. ὥσπερ δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶν σφῶν πράξεων, σαρκικοὺς, ψυχικοὺς, πνευματικοὺς, καὶ ἑτέροις μυρίοις ὀνόμασι καλεῖν οἶδεν ἡ θεία γραφὴ, οὕτω δὴ καὶ τὸν διά‐ βολον, οὐ μόνον Σατανᾶν καὶ ἀντικείμενον καὶ διάβολον καὶ ὄφιν,
15καὶ λέοντα καλεῖν οἶδε, καὶ Βελίαρ, ἀλλὰ γὰρ καὶ σάρκα καὶ νόμον καὶ ἁμαρτίαν καὶ θάνατον· τούτοις γὰρ ἐδουλεύσαμεν διὰ τῆς πα‐ ρακοῆς, καὶ οὐ τῷ Χριστῷ. Ὅτου χάριν λέγει, “ὅτε ἧμιν ἐν τῇ σαρκὶ,” δηλῶν ὡς νυνὶ οὐκ ἔτι ὄντων αὐτῶν ἐν σαρκὶ, καίπερ ὄντων ἐν σαρκί· ὡς οὐκ ἄρα
20τὴν σάρκα ἣν περικείμεθα διαβάλλων, ἀλλὰ τὴν ὁμωνύμως αὐτὴν λεγομένην σάρκα. ἧς καὶ ἀπηλλάγημεν διὰ τὸ ἀποθανεῖν ἡμᾶς ἐν Χριστῷ, διὰ τοῦ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτίσματος. ὄντως ταύτης ἠλευθερώθημεν τῆς σαρκός. ἐπιφέρει γὰρ λέγων, “νυνὶ “δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας, ἀποθανόντες ἐν
25“ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, “καὶ οὐ παλαιότητι γράμματος.” εἶθ’ οὕτως ἤρξατο πάλιν τῆς καθ’ ὑπόθεσιν προσωποποιΐας, ἀρξάμενος ἀπὸ τοῦ “τί οὖν ἐροῦ‐ “μεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο,” ἕως τοῦ “ταλαίπωρος ἐγὼ “ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;”
30ἄσειστον θεμέλιον προθέμενος ἐν προλόγῳ τὴν ἑαυτοῦ ἀπολογίαν οὕτω λέγων· “τί οὖν; ὁ νόμος ἅγιος, καὶ ἐντολὴ ἁγία καὶ δικαία “καὶ ἀγαθή.” ἐνταῦθα νόμον λέγει, οὐ τὸν ἀντιστρατευόμενον τῷ
νόμῳ τοῦ νοὸς ἡμῶν, ἀλλὰ τὸν προπαραινετικὸν, τὸν τοὺς ἁμαρτά‐108

109

νοντας κολάζοντα. ὅτου χάριν καὶ συνεψηφίσατο αὐτῷ ὡς ὁσίῳ καὶ δικαίῳ καὶ ἀγαθῷ. Εἶθ’ οὕτως ἤρξατο ἐπιλύειν ἀκολούθως οἷς ἀνωτέρω προεῖπεν, λόγον εὐχάριστον προοιμιασάμενος οὕτως· “εὐχαριστῶ τῷ Θεῷ διὰ
5“Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.” εἶτα πρὸς κατάκρισιν τῶν τοι‐ άδε ἀφορμαζομένων καὶ κακιζόντων ἃς περικείμεθα σάρκας, λέγει ἐπερωτηματικῶς, “ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύων νόμῳ “Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.” ἆρα κἀγὼ Παῦλος μεμέ‐ τρισμαι; πῇ μὲν δουλεύων νόμῳ Θεοῦ, πῇ δὲ νόμῳ ἁμαρτίας;
10ἆρα τὸν Χριστὸν καὶ τὸν Βελίαρ, ἅμα καὶ κατὰ τὸ αὐτὸ ἔχω ἐν ἐμαυτῷ; ἆρα ἐγὼ ὁ λέγων “ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ “Χριστὸς,” ψευσάμενος τὴν ἁμαρτίαν ζῶσαν ἔχω ἐν ἐμαυτῷ; ἄλλοις προφωνήσας, “οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ “ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστι;” καὶ “δοξάσατε τὸν Θεὸν ἐν
15“τοῖς μέλεσιν ὑμῶν,” αὐτὸς ἐγὼ ἐν τῷ σώματι οὐδὲν ἔχων ἀγαθόν; ἀλλ’ οὐκ ἔστι τοιοῦτος, οὐκ ἔστι· μὴ γένοιτο. τέκνον γὰρ ὀργῆς καὶ σκεῦος ὀργῆς πρὶν, μεταβαλὼν τὸν τρόπον οὐ τὴν φύσιν, ἐγένετο τίμιον ἐκλογῆς σκεῦος. ἐπεὶ οὖν τὰ προσωποποιη‐ θέντα ῥήματα οὔτε τῷ θεσπεσίῳ Παύλῳ ἁρμόζει, οὔτε μὴν παντὶ
20τῷ συνταφέντι Χριστῷ διὰ τοῦ βαπτίσματος· διότι τῆς ὀνομα‐ ζομένης σαρκὸς ἠλευθερώθησαν. οὐ γὰρ ἔτι κατακριθήσονται οἱ τοιοῦτοι διὰ τὴν τοῦ Ἀδὰμ παρακοήν· οὐκέτι βασιλεύει αὐτῶν ἡ ἁμαρτία· οὐχ ὁ θάνατος ὁ διὰ τῆς ἁμαρτίας· συνετάφησαν γὰρ τῇ ζωῇ τοῦ Χριστοῦ, διὰ τῆς ὑπακοῆς τὴν παρακοὴν ἐξαφανίσαν‐
25τος, καὶ τῷ ἑκουσίῳ ἑαυτοῦ θανάτῳ τὸν ἐξ αὐτῆς ἐπισυμβάντα ἡμῖν θάνατον ἐκκρουσαμένῳ· γέγονε γὰρ ἑκὼν ὑπὸ νόμον τὸν τῆς παρακοῆς, ἵνα ἡμᾶς τοὺς ὑπὸ νόμον τὸν τῆς κατακρίσεως ἐξαγο‐ ράσῃ. διὰ τοῦτο ἔφη “πᾶς λελυτρώμενος.” “Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. τὸ
30“γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς “τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατέ‐ “κρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ὅτι δὲ ταῦθ’ οὕτως καλῶς τεθε‐
ώρηται, ἐπιφέρει λέγων ὁ θεῖος Ἀπόστολος· “οὐδὲν ἄρα κατάκριμα109

110

“τοῖς ἐν Χριστῷ Ἰησοῦ—ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρ‐ “τίας καὶ τοῦ θανάτου,” καὶ τὰ τούτων ἑξῆς. πειράσω δὴ διὰ βραχέων καὶ εἰς αὐτὰ τὰ ῥήματα τὰ κατὰ προσωποποιΐαν εἰρη‐ μένα παρατρεχόντως εἰπεῖν, ἀρξάμενος ἀπὸ τοῦ, “ἀφορμὴν δὲ
5“λαβοῦσα ἡ ἁμαρτία, διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι’ “αὐτῆς ἀπέκτεινε.” Τὸ ἁμαρτίας ὄνομα, οὐκ οὐσίαν ὑφεστῶσαν δηλοῖ, ἀλλὰ τρό‐ πον καὶ βίον τοῦ διημαρτηκέναι τινὰ τοῦ κατὰ λόγον καὶ ὀρθῶς ἔχοντος πράγματος. ὥσπερ γὰρ γενικώτατόν ἐστιν ὄνομα ἡ ἁμαρ‐
10τία, κατὰ πολλῶν καὶ διαφόρων πραγμάτων κατηγορουμένη. πᾶν δὲ ἁμάρτημα οὔτε λόγῳ, οὔτε νόμῳ προστακτικῷ γίνεται· εἰ γὰρ κατὰ νόμον καὶ λόγον ἐγίνετο ὀρθὸν, οὐκέτι ἂν ἦν ἁμάρτημα ὡρισμένον καὶ τεταγμένον ἔχον τὸν τῆς γενέσεως λόγον. ἐπειδὴ ὁ θεῖος Ἀπόστολος οὐχ ἁπλῶς ἁμαρτημάτων, ἀλλ’ ἁμαρτίας γενι‐
15κωτάτης ἐχούσης φρόνημα, ἐχούσης νόμον, δυναμένης σοφίσασθαι, ἀφορμὰς πορίσασθαι πρὸς τὴν τοῦ κακοῦ κατασκευὴν, μνημονεύει, οὐκ ἄλλον τινα γενικωτάτως ἁμαρτίαν ὀνομάζει, ἀλλ’ ἢ αὐτὸν τὸν τῶν ἁμαρτημάτων ἀρχηγέτην καὶ πατέρα διάβολον, ὅτου χάριν καὶ βασιλεύειν τῶν ἁμαρτημάτων αὐτὸν ὁ Ἀπόστολος ἀπεφήνατο.
20“μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι.” ὡς γὰρ τοὺς ἀνθρώπους ἀφ’ ἧς ἐπιτηδεύουσι τέχνης καλοῦμεν, οὕτω δὴ καὶ αὐτὸν τὸν διάβολον ὡς πρώτως ἐφευρετὴν γενόμενον τῆς ἁμαρτίας, ἁμαρτίαν καλεῖ. Ἐπειδὴ τοίνυν διὰ τῆς δοθείσης τῷ Ἀδὰμ ἀφορμὰς πορισά‐
25μενος διὰ τῆς ἐντολῆς. ἔστι δὲ αὕτη. “τὶ ὅτι,” φησὶν, “εἶπεν ὁ “Θεὸς, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ, οὐ φάγεσθε ἀπ’ “αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς Θεοὶ, “γινώσκοντες καλὸν καὶ πονηρόν.” σοφίζεται δὲ αὐτοὺς μεῖζον, ἐπαγγελίᾳ κατακρύψαι τὴν ἀπάτην, ὑπισχνεῖται τὸ πλέον, ἵνα
30τοὺς τῆς ἐντολῆς φυλάκας τῶν τῆς ἀρετῆς βάθρων τῷ ὁμοίῳ αὐτοὺς πτώματι καταστρέψῃ. τὸν γὰρ ἄνθρωπον ἐξοιστρήσας, ἴσα Θεῷ ἐθέλει γενέσθαι, τῆς κατὰ ἀπάτην ὁμιλίας τὴν ἀφορμὴν ἐπορίζετο ἐκ τῆς παραχθείσης ἐντολῆς· ὅτου χάριν ὁ Παῦλος
ἔφη, “ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπά‐110

111

“τησέ με.” ἵνα δὲ μὴ τὴν ἐντολὴν ἢ τὸν ταύτην δεδωκότα Θεὸν, αἰτιάσονται τινὲς, γείτονι καὶ ὁμοσπόρῳ ἐχρήσατο ῥήματι τοιάδε φάσκων· “οἴδαμεν δὲ ὅτι ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ “δικαία καὶ ἀγαθή.”
5 Ἐπεὶ οὖν οὐδ’ αὐτὴ ἡ ἁμαρτία, τουτέστιν ὁ διάβολος, φύσει καὶ οὐσίᾳ ἁμαρτία ἐστιν, ἐπιφέρει λέγων, “ἵνα γένηται καθ’ ὑπερ‐ “βολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.” τὸ γὰρ κατ’ οὐ‐ σίαν τι ὂν, τὸ πλεὸν καὶ τὸ ἔλαττον οὐκ ἐπιδέξεται. ἔστι γὰρ ὅπερ ἐστιν, ἀεὶ τοῦτο ὂν ὅπερ ἐστιν οὐσιωδῶς. τῷ γὰρ γινομένῳ
10καὶ ἐπιγινομένῳ τι, εἴτε ὀλίγον, εἴτε καθ’ ὑπερβολὴν, ἕτερός ἐστι κατ’ οὐσίαν τῶν αὐτῷ ἐπιγινομένων· τὸ γὰρ ποσὸν, οὐκ οὐσία, ἀλλὰ περὶ τὴν οὐσίαν, ἐστὶν, οὐκ ὂν οὐσία. ἡ ἄρα τοίνυν καλου‐ μένη ὑπὸ τοῦ Ἀποστόλου ἁμαρτία, τὸ πλέον ἐπιδεχομένη ἁμαρ‐ τήσειν, ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, ἄρα
15καὶ τοῦ εἶναι ἁμαρτία, ᾗ ἁμαρτία ἐστὶν, ἀρχὴν ἔλαβεν, οὐκ οὖσα καθ’ ὑπερβολὴν ἐν ἀρχῇ κατὰ τὸ ἡμαρτηκέναι ἁμαρτωλὸς ἡ ἁμαρτία· διὸ δὴ καὶ τὴν ἐπίτασιν τοῦ γενέσθαι καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. εἰ δὲ λέγοιεν καὶ πῶς ἂν εἴη ἀγαθὴ καὶ δικαία; πῶς δὲ ἁγία ἡ ἐντολὴ καὶ ὁ νόμος, ὁπότε
20διὰ τῆς ἀφορμῆς αὐτῶν ἁμαρτωλὸς καθ’ ὑπερβολὴν ἐγένετο ἁμαρ‐ τωλὸς ἡ ἁμαρτία; πρὸς ταῦτα ἀκουέτωσαν, ὅτι οὐκέτι κατα‐ βλάπτεται ἤδη, καὶ ἡ ἀφορμὴ δι’ ἣν βλάπτεται φαύλη ἐστὶ καὶ πονηρά. οὐδὲ γὰρ ὅτι οἱ ἀνόδως καὶ ἀμέτρως ἐνατενίζοντες τῷ ἡλίῳ βλάπτονται τὰς ὄψεις, ἤδη καὶ τὸν ἥλιον φαμὲν πονηρόν. οὐδ’ ὅτι
25καθ’ ὑπερβολὴν ὁ διάβολος ἁμαρτωλὸς γέγονε τῷ ἐπιχειρηκέναι κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἤδη καὶ τὸν Υἱὸν τοῦ Θεοῦ φαῦλον καὶ πονηρὸν εἶναι λέγομεν. “Οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, “ἀγαθόν.” νῦν εἰς τὸ τοῦ Ἀδὰμ πρόσωπον ἐξηγεῖται. καὶ ὅτι
30στερηθεὶς τὸν Θεὸν ἔχειν ἐν ἑαυτῷ ἀντὶ τῆς ὄντως ζωῆς θάνατον καταλλαξάμενος. καὶ γὰρ θάνατος οὐχ ὁ κοινὸς μόνος τῶν μελῶν αὐτοῦ ἐκράτησεν, ἀλλὰ καὶ ὁ τῆς παρακοῆς, κατὰ τῆς ψυχῆς αὐτοῦ εἰσβαλών. μάλιστα γὰρ ὁ κρατῶν θάνατος πρὸ τῆς τοῦ Χριστοῦ
ἐπιδημίας, ἐβασίλευσε, κατὰ πάντων νόμον καὶ σκῆπτρον τῆς ἑαυ‐111

112

τοῦ βασιλείας ἔχων τὴν παρακοήν. ἀλλ’ οὐκ ἄναρχος ἢ ἀγένητος ἡ τοῦ θανάτου βασιλεία. ἐκ γὰρ τῶν ζώντων τὸ τεθνάναι συμβαίνει, καὶ ἐκ τῆς τῶν ὑπηκόων ὑπακοῆς τὸ παρακοῦσαί τινα. “τὸ γὰρ “θέλειν παράκειταί μοι· τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ. ὃ γὰρ
5“θέλω ἀγαθὸν, τοῦτο οὐ ποιῶ, ἀλλ’ ὃ μισῶ, τοῦτο πράττω.” εἰ τὸ θέλειν μόνον ἐν ἡμῖν ἐστὶ, τὸ δὲ κατεργάζεσθαι τὸ θεληθὲν καλὸν, οὐκ ἔστιν ἐν ἡμῖν, εἰς μάτην ὁ ἀγαθὸς Θεὸς τὰς ὁμοουσίας ἑαυτοῦ ψυχὰς ἐν τοῖς σώμασι κατέπεμψε· τὸ γὰρ αὐτῷ καὶ αὐ‐ ταῖς φιλὸν οὐ πράττουσιν, οὐκ ἐνεργοῦσιν, ἀλλὰ μόνον θέλουσι.
10τάχα δὲ οὐδὲ αὐτὸ, ἄδηλον γάρ. Εἰ δὲ τοῦτο ἀληθές ἐστι, κατὰ τοὺς ἀσεβεῖς ἐρῶ· ἄρα οὐκ ἦν, οὐδὲ ἔσται ἐν βίῳ τὸ καλόν. οὔτε τίς ποτε αὐτὸ ἐνήργησεν, εἴγε κατὰ ἀναίρεσιν τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐπὶ παντὸς ἀνθρώπου ἐκλαμβάνωσιν, ὅτι “ὃ θέλω ἀγαθὸν, τοῦτο οὐ ποιῶ, ἀλλ’ ὃ μισῶ,
15“τοῦτο πράττω.” πόθεν δὲ καὶ ἐν τῷ τῶν ἀνθρώπων βίῳ ἀρετῶν ὀνό‐ ματα εὑρέθη· εἰ δὲ εἰσὶν ἐνεργοῦντες τὸ καλὸν, κἂν ὀλίγοι εἶεν οἱ ταῦτα δρῶντες, ἄρ’ οὐχ οἱ πάντες φήσουσιν, οἴδαμεν δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἡμῖν ἀγαθόν. ὃ γὰρ ἠθέλησαν ἀγαθὸν, τοῦτο οὐ πράττουσιν. εἰ δὲ οἱ τὸ ἀγαθὸν ἐνεργοῦντες, ἐν σαρκὶ ὑπάρχοντες τοῦτο ἐνεργοῦ‐
20σιν, καὶ οἱ τοῦτο μὴ ποιοῦντες ἀλλὰ τὸ κακὸν, ἐν σαρκί εἰσιν, ἄρα οὐ τῇ σαρκὶ τὸ αἴτιον τοῦ μὴ γίνεσθαι τὸ ἀγαθὸν περιαπτέον, ἀλλὰ τῇ τούτων μαλακοψυχίᾳ. εἰ γὰρ τοῖς ἐθέλουσι τὸ καλὸν ποιῆσαι παροικεῖται τὸ κακὸν, ὁμοίως δὲ καὶ τοῖς ἐθέλουσι κακο‐ υργεῖν, οὐ καλὸν παράκειται. προνοήσαντες δὲ καὶ προθελήσαντες
25ἐπὶ τοσοῦτον ἐνεργείας ἔρχονται, ἄρα οὐ φύσει καὶ οὐσίᾳ τὰ σώ‐ ματα ἡμῶν ἐστὶ φαῦλα. τῶν γὰρ πρακτέων ἡμῶν προηγεῖται βουλὴ καὶ θέλησις. ψυχῆς δὲ ταῦτα φρόνημα ἐχούσης αὐτεξούσιον, ῥέψαι δυναμένης πρὸς ἅς βούλεται πράξεις. “Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν
30“ἐμοὶ ἁμαρτία.” ἀπελογήσατο διὰ τούτου τοῦ λογίου, ὅτι περ οὐ φαύλη κατὰ φύσιν ἡ σάρξ. οὐ γὰρ ἡ σὰρξ ἣν περικείμεθα οἰκεῖ ἐν ἡμῖν, ἀλλ’ ὁ ἐν τοῖς παρανόμοις οἰκῶν διάβολος. ᾧ γὰρ λέγω, Χριστὸς οἰκεῖ ἐν παντὶ δικαίῳ τὸ ἀγαθὸν ἐργαζομένῳ· τὸν
αὐτὸν οἶμαι τρόπον οἰκεῖν τὸν διάβολον ἐν παντὶ κακοποιῷ. οὐκ112

113

οὖν οὐχ ἡμεῖς ἐσμεν, καθὸ σάρκα ἔχομεν, πονηροὶ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἡμῖν ἁμαρτία, ἄλλη τις οὖσα παρὰ τὴν σάρκα καὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου· καὶ γὰρ ἐν ψυχῇ μαλίστα λέγεται ἐπιχωριάζειν ὁ διάβολος, κατὰ τὸ “εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα.”
5καὶ κατὰ τὸ “Ἀνανία, ἵνα τι ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν “σου;” ἐν δὲ τῷ εἰπεῖν “οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸς, ἀλλ’ “ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.” ἔργου γὰρ καὶ κατέργου πολὺ τὸ μέσον· διότι τοῦ μὲν ἔργου ποιεῖται τὸ κάτεργον, ὥστε φέρε εἰπεῖν οἰκίας, ἢ νηός. τὸ δὲ κάτεργον, τουτέστι τῆς ὕλης ἡ προ‐
10παρασκευή. Ἡ τοίνυν οἰκοῦσα ἐν τοῖς ἁμαρτάνουσιν ἁμαρτία, τουτέστιν ὁ Σατανᾶς, ὁμολογουμένως ἐν τοῖς λογισμοῖς ἡμῶν προκατεργάζεται τοῦ ἐσομένου κακοῦ τῆς ἰδέας τὴν κατασκευὴν, τῆς ὑποδεξαμένης αὐτὸν ψυχῆς συμπραττούσης αὐτῷ τῆς κακίας· καθάπερ τοῖς
15σπείρουσιν ἡ τῆς θήλεος μήτρα πρὸς τὸ τελεσφορηθῆναι τὸ σπα‐ ρέν. καὶ ἐπειδήπερ ἐκ τῆς καρδίας ἐκπορεύονται λογισμοὶ πονηροὶ ἐκ τῆς γενναμένης τοῦ διαβόλου συλλήψεως, κέκραγε τὸ θεῖον λόγιον, “λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον “κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.” ὥσπερ τοῖς αὐτοῖς φιλαρέτοις
20ψυχαῖς τὸ Ἅγιον Πνεῦμα συγκοπιᾶν λέγεται, κατὰ τὸ “περισ‐ “σότερον πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ “ἡ σὺν ἐμοί.” ἐπὰν ῥάθυμος ψυχὴ ταῖς τοῦ διαβόλου προτροπαῖς ἑπεσθῇ, συνεργὸν ἔχει πρὸς τὸ κακὸν αὐτὸν τὸν διάβολον. αὐτὸς γὰρ καὶ τὸν τύπον τῆς ἐσομένης ἁμαρτίας προκατηργάσατο ἐν
25αὐτῇ. ὅτου χάριν εἴρηται, “οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ “ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.” Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Ἄθρει δὲ πάλιν ὡς σοφῶς καὶ εὐτέχνως ἀποδέχεται τὸν νό‐
30μον. οὐχ ὡς τῆς ἁμαρτίας τὸ κέντρον ἀπαμβλύνειν ἰσχύοντα· οὔτε μὴν κατανεκροῦν οἷόν τε τὴν ἐν ἡμῖν ἁμαρτίαν, ἀλλ’ ὡς ἐνιέντα μόνῳ τῷ νῷ τὴν τοῦ συμφέροντος γνῶσιν. εἰ γὰρ ἐμοὶ, φησὶ, παράκειται τὸ κακὸν, ὡς ἐνοικοῦν τῇ σαρκὶ, κατακιβδηλεύει
γε μὴν ὁ νόμος αὐτῷ χαρίζεται τὴν ἐπικουρίαν· καὶ νοεῖται σύμ‐113

114

βουλος, οὐ μὴν ἔτι καὶ λυτρωτής. δεῖ δὲ δὴ πάντως τοῖς ἀρρω‐ στοῦσι τὴν ἁμαρτίαν, οὐ τοῦ διειδέναι μόνον, ὅτι τὰ ἀμείνω προσ‐ ήκει δρᾶν αὐτοὺς, ἀλλὰ καὶ τοῦ δύνασθαι κατορθοῦν ἅπερ ἂν εὖ ἔχοι, καὶ τῷ νόμῳ δοκῇ. καθάπερ ἀμέλει καὶ τοῖς ἐθέλουσι εὐδο‐
5κιμεῖν ἐν μάχαις, οὐκ ἀπόχρη πρὸς τοῦτο γυμνὴ καὶ μόνη τῶν τακτικῶν ἡ εἴδησις, ἀλλ’ εἰ προσυπάρχοι τούτῳ καὶ τὸ εὐσθενὲς, εἶεν ἂν οἱ τοιοίδε μόλις λαμπροὶ καὶ ἀπόβλεπτοι. οὐκοῦν εἰ διδά‐ σκει μὲν ὁ νόμος τὸ ἐν ἀγαθοῖς εὐτεχνὲς, κατ’ οὐδένα δὲ τρόπον τοῖς πλεονεκτουμένοις ἐπικουρεῖ τὴν ἁμαρτίαν ἀπονευρῶν, καλὸς
10μὲν ὅτι καὶ διδάσκαλος· οὐ μὲν ἔτι καὶ ἐν ἴσῳ χάριτι τῇ διὰ Χριστοῦ καταλογισθείη ἂν εἰκότως, τοῦ καὶ σοφοῦν ἰσχύοντος, καὶ ἀλκιμωτέρους ἡμᾶς ἀποφαίνοντος τοῦ κακοῦ. Γενναδίου. Οὐκοῦν φησὶν ἐκ τούτων δείκνυται βουλόμενος καὶ ὁ νόμος συνῳδὰ τῷ περὶ τὸ καλόν μου θελήματι, ἐξ ὧν καὶ τὸ
15κακὸν, ἀμφοτέροις, ἐμοί τε κἀκείνῳ, ταυτὸν ἀποφαίνεται. Διοδώρου. Τῷ “εὑρίσκω τὸν νόμον” λείπει τὸ δυσκατόρθωτον. φησὶ γὰρ, ὅτι ἐξ ὧν καὶ βουλόμενός τι ποιῆσαι καλὸν, οὐ δύναμαι, ἀλλ’ ἐπὶ τὸ χεῖρον παρατρέπομαι, εὑρίσκω τὸν νόμον δυσκατόρθω‐ τόν μοι θέλοντι ποιεῖν τὸ καλόν. παράκειται γάρ μοι τὰ ἑτοιμό‐
20τερα τὰ κατὰ πρὸς τὸ ποιεῖν αὐτά. διὰ δὲ τοῦ “παράκειται” δεί‐ κνυσιν, ὡς οὐκ ἐργῶδές ἐστι μετιέναι τὴν κακίαν. Θεοδώρου. Κατὰ διαίρεσιν ἀναγνωστέον. “εὑρίσκω ἄρα τὸν “νόμον ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν.” εἶτα ἑξῆς, “ὅτι ἐμοὶ τὸ “κακὸν παράκειται.” ἕκαστον γὰρ αὐτῶν ἰδία τελείαν καὶ ἀπηρτι‐
25σμένην ἔχει τὴν ἔννοιαν. τὸ μὲν, τῷ θέλοντι ἐμοὶ κατὰ τὴν ψυχὴν λέγοντος. τὸ δὲ, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται κατὰ τὴν σάρκα. λέγει γὰρ ὅτι κατὰ μὲν τὴν ψυχὴν, χρήσιμος ὁ νόμος, παιδεύων αὐτὴν ἐφίεσθαι τοῦ καλοῦ, ἀποστρέφεσθαι δὲ τὸ κακόν. τὴν περὶ τὸ ἁμαρτάνειν δὲ ἡμῶν εὐκολίαν, οὐδαμῶς δύναται ἀφελεῖν, ἥτις
30ἀπὸ τῆς θνητότητος ἐνεγένετο. Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Κυρίλλου. Ὡς ἔφην ἤδη, διψᾷ μὲν ὁ νοῦς τὸ ἐλεύθερον, καὶ
τῶν διαβεβλημένων ἀπαλλακτιᾷ, καὶ ταῖς ἀνωτάτω τιμαῖς στε‐114

115

φανοῖ τὸν νόμον ὡς τῶν καλλίστων εἰσηγητήν. καταβιάζεται δὲ εἰς ἐκτόπους ἡδονὰς ἡ τῆς σαρκὸς φύσις, πολεμοῦντός τε καὶ ἐγκειμένου τοῦ νόμου τῆς ἁμαρτίας. νόμον δὲ ἁμαρτίας εἶναί φησι τὸ ἔμφυτον κίνημα, καὶ ὅπερ ἂν ὑπάρχειν οἴοιτό τις, τῆς φιλοσαρ‐
5κίας τὸ πάθος. καθάπερ ἀμέλει καὶ νόμον ἔφη νοὸς, τὴν εἴς γε τὸ ἀγαθὸν αὐτοῦ ῥοπήν τε καὶ θέλησιν. Γενναδίου. “Συνήδομαι γὰρ,” φησὶ, “τῷ νόμῳ τοῦ Θεοῦ “κατὰ τὸν ἔσω ἄνθρωπον,” καὶ τὰ ἑξῆς. τῷ “γὰρ” ἀντὶ τοῦ τοίνυν κἀνταῦθα ἐχρήσατο. πάντων γὰρ ἀπὸ τοῦ “οἴδαμεν ὅτι ὁ
10“νόμος πνευματικός ἐστι” προειρημένων αὐτῷ, συναγωγὴν ἠβου‐ λήθη ποιήσασθαι· τῷ μὲν νόμῳ τοίνυν συνήδομαι τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, ὀνομάζει τὸν ἐν ἡμῖν νοερὸν, καὶ χαίρω καὶ γέγηθα τούτου τοῖς παραγγέλμασι. βλέπω δὲ νόμον ἕτερον τῶν ἑαυτοῦ μελῶν ἀντιπαραττόμενον τούτῳ, καὶ πρὸς βίαν ὡς ἑαυτὸν
15ἀποσπῶντά με, καὶ οἷον αἰχμαλώτῳ τινὶ παρακεχρημένῳ μοι. ἃ γὰρ ἐκεῖνος ἐπιτάττει, καὶ ὧν ἐκεῖνος ἔχεσθαί μοι κελεύει, οὗτος ἀπέχεσθαι τούτων ἐπαναγκάζει. νόμον δὲ ἁμαρτίας ἐν τοῖς μέλε‐ σιν αὐτοῦ, τὸ βούλημα καὶ τὸν σκοπὸν τῆς παθητῆς λέγει σαρκός· ἐπειδὴ καὶ παντὸς ἴδιον νόμου, τὸ τοῖς ὑπ’ αὐτὸν τὰ αὐτῷ δοκοῦντα
20παρακελεύεσθαι. ἐγὼ τοίνυν οὐχ ᾧ χαίρω νόμῳ, φησὶν, ὑπακούω, ἀλλ’ ᾧ μὴ χαίρω. οὐ πράττω γὰρ ἃ βούλομαι· ἃ δὲ μὴ βούλο‐ μαι πράττω· καὶ μᾶλλόν μου τῶν μελῶν ὁ νόμος τοῦ θείου νόμου κατακρατεῖ. καὶ πρὸς αὐτὸν ἀγωνιζόμενος ἀντισχεῖν οὐκ ἀρκῶ. τὸ μὲν γὰρ τὸ καὶ τὸ ποιῆσαι, καὶ πάλιν τὸ καὶ τὸ μὴ ποιῆσαι,
25διὰ τοῦ θείου νόμου παιδευόμενος ἔχω μετρούμενος ὑπὸ τὴν γνῶσιν τῆς ἀρετῆς. ἐνεργῆσαι δὲ αὐτὴν κωλυόμενος ὑπὸ τῆς σαρκὸς, παρ’ αὐτοῦ βοηθείας οὐκ ἀξιοῦμαι. ἀλλ’ ὁ τῶν μελῶν μου νόμος ἀμε‐ τραίνων οἴχεται μετὰ πολέμου λάφυρον κατακτώμενος. Διοδώρου. Τὸν κοινὸν καὶ ἐν τούτοις ἄνθρωπον διαγράφει. τοῦ
30γὰρ κοινοῦ ἀνθρώπου τὸ συνορᾶν μὲν τῷ νῷ τὰ δέοντα, μὴ πάντως δὲ κατορθοῦν. τοῦ δὲ εἰς Χριστὸν πεπιστευκότος, τὸ σὺν τῷ νῷ κατορθοῦν διὰ τῆς τοῦ Πνεύματος ἐπικουρίας. διὸ καὶ πνευματι‐
κὸς ὁ τοιοῦτος καλεῖται. δείκνυσι δὲ ὅτι ὥσπερ ἀντινομοθετεῖ τῇ115

116

τοῦ Θεοῦ νομοθεσίᾳ ὁ διάβολος· οἷς γὰρ προσέταξεν ὁ Θεὸς, τἀναντία ποιεῖν, πείθει τοὺς ἀνθρώπους. πεφυλαγμένως δὲ πάνυ ἐν τοῖς μέλεσιν εἶναι φησὶ τὸν τῆς ἁμαρτίας νόμον· δεικνὺς ὡς οὐκ ἀρέσκεται τοῖς τοῦ σώματος πάθεσιν ἡ ψυχὴ, εἰ καὶ συγ‐
5καθέλκεται πολλάκις αὐτῷ. Θεοδώρου. Σφόδρα μὲν γὰρ ἐπὶ τοῖς τοῦ Θεοῦ νόμοις ἥδομαι, φησὶ, τὴν ψυχὴν, ἐπαινῶν τε αὐτοὺς, καὶ περὶ πολλοῦ ποιούμενος, ἀντιπράττουσα δὲ ἡ ἁμαρτία τῷ βουλήματι τῆς ψυχῆς, διὰ πάν‐ των ὡς εἰπεῖν τῶν μελῶν ἐπὶ τὴν ἑαυτῆς μεθέλκει πρᾶξιν· καὶ
10καλῶς εἶπεν “ἐν τοῖς μέλεσιν,” ἐπειδὴ πολύτροπος ἡ ἁμαρτία διὰ πάντων ἐπιτηδεύεσθαι φύσιν ἔχουσα τῶν μελῶν. τὰ μὲν γὰρ δι’ ὀφθαλμῶν, τὰ δὲ διὰ γλώττης, τὰ δὲ ἑτέρως ἁμαρτάνομεν. θαυ‐ μάσαι δὲ ἄξιον ἐνταῦθα τοὺς διαπορήσαντας, πότερον τρεῖς ἢ τέσσαρας νόμους ὁ Ἀπόστολος βούλεται λέγειν· δήλης οὔσης καὶ
15ἀπολύτου τῆς διανοίας. ἀντὶ γὰρ τοῦ εἰπεῖν τὴν ἁμαρτίαν, νόμον εἶπεν ἁμαρτίαν, οὐδὲν ἀλλοιότερον λέγων. κατά τι δὲ αὐτὸ οἰκεῖον τεθεικὼς ἰδίωμα. οὕτω καὶ ἐν τοῖς ἀνωτέρω λέγει, “ὁ διὰ νόμου πί‐ “στεως·” καὶ μετὰ βραχέα δέ· “ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς “ζωῆς,” ἀντὶ τοῦ εἰπεῖν τὸ πνεῦμα τῆς ζωῆς. ἐπειδὴ γὰρ σκοπός
20ἐστι νόμου παντὸς, ἰδίως ἐφ’ ἑκάστου τὸ τοῦ νόμου προστίθησιν ὄνομα· ἵνα εἴπῃ τὸν σκοπὸν τοῦ πράγματος, περὶ οὗπερ ἂν λέγῃ, αὐτὸ τὸ πρᾶγμα καὶ οὐχ ἕτερον λέγων. Ὠριγένους. Ἐν τοῖς μηδέπω κρατύνασι τὴν ἕξιν ἐπὶ τὰ βέλτιστα διαγράφει ὁ Παῦλος τὸν παρόντα λόγον. ὥσπερ τοίνυν
25στρατιώτης κρατήσας πολεμίων αἰχμαλώτους ἄγει, οὕτως ἐν τοῖς προειρημένοις προσώποις ἐστιν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν, καὶ αἰχμαλωτίζων τὴν ταλαίπωρον ψυχὴν, καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον ἐν τοῖς σωματικοῖς μέλεσιν.
30 Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ θανάτου τούτου. Γενναδίου. Οὐκ εἶπε κακὸς ἄνθρωπος, οὐδὲ πονηρὸς, ἀλλὰ “ταλαίπωρος.” προσδιηγησάμενος γὰρ καὶ δείξας αὐτὸν τῷ νῷ
μὲν ὁρῶντα πρὸς τὸ καλὸν, ὑποσυρόμενον δὲ πρὸς τὸ φαῦλον τῷ116

117

πάθει τῷ τῆς σαρκὸς, εἰκότως ὡς ἐλεεινὸν μᾶλλον ταλαίπωρον προσηγόρευσεν, οὐχ ὡς μισητὸν πονηρόν. θαυμασιώτατα δὲ ἔφη τὸ “τίς;” ἐμφαίνων διὰ τῆς ἀπορήσεως τὸ τοῦ πράγματος δύσκολον. τίς οὖν ἄρα, φησὶ, τοσοῦτος, ὅς με τῆς τυραννίδος τοῦ
5σώματος ἀπαλλάξει, ὑφ’ ἧς πρὸς ἁμαρτίαν καθελκόμενος θανα‐ τοῦμαι; σῶμα γὰρ θανάτου, τὸ θανάτου παραίτιον λέγει. ἐκ τοῦ ἀποτελέσματος αὐτὸ προσειπών. ὑποδείξας δὲ αὐτάρκως τὴν ἀνάγκην, καὶ δηλώσας τὸ τοῦ πράγματος μέγεθος, ἐπάγει, μετ’ εὐχαριστίας καὶ ὕμνου τὸν εὐεργέτην δηλῶν, “εὐχαριστῶ τῷ Θεῷ
10“μου διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.” τοῦτο λέγων ὅτι χάρις τῷ φιλανθρώπῳ Θεῷ δωρησαμένῳ τὴν ἀθανασίαν ἡμῖν, καὶ τὴν ἀφθαρσίαν καὶ τὴν ἀπάθειαν διὰ τῆς οἰκονομίας τῆς κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς μεγαλοφώνῳ πρὸς ἡμᾶς κη‐ ρύγματι κέκραγε, “δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορ‐
15“τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” Διοδώρου. Ἐπισημαντέον ὡς οὐχ ἁπλῶς ἐκ τοῦ σώματος τούτου, ἀλλ’ ἐκ τοῦ θανάτου τοῦ σώματος. οὐ γὰρ τοῦ σώματος εὔχεται ῥυσθῆναι, ἀλλὰ τοῦ κατέχοντος θανάτου τὸ σῶμα διὰ τῆς ἁμαρτίας.
20 Σευηριανοῦ καὶ Θεοδώρου. Θεωρήσας τῷ νῷ τὸν διὰ τοῦ σώματος κατὰ τῆς ψυχῆς γινόμενον πόλεμον, καὶ διὰ τοῦ τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, καταφυγὴν σωτηρίας ζητεῖ, καὶ τὸν ῥυόμενον περιβλέπεται, ἵνα αὐτὸ τὸ σῶμα τοῦ θανάτου εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα ὡς εὑρεθέντος τοῦ ῥυομένου, καὶ ἑτοίμου
25ὄντος πρὸς τὴν χάριν τῆς σωτηρίας, τὴν πρέπουσαν εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, δι’ οὗ αὐτῷ καὶ τὸ ῥυσθῆ‐ ναι τοῦ πολεμίου προσεγένετο. οὐ λέγει δὲ ἁπλῶς, οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου, διὰ τῆς ἁμαρτίας τοῦ θανάτου. θέλει γὰρ τὸ σῶμα αὐτοῦ ζωῆς
30εἶναι σῶμα, οὐ σῶμα θανάτου, οὐδὲ σῶμα ἁμαρτίας. Ὠριγένους. Ὡς κακίζων τὴν ἀνθρωπίνην ἀσθένειαν τὴν περι‐ έλκουσαν καὶ περισπῶσαν τὸν λογισμὸν, καὶ προσκαλουμένην ἐπὶ
τὰ ἐναντία, λέγει τὸ, “ταλαίπωρος ἐγὼ ἄνθρωπος.” καὶ ὡς διὰ117

118

ἐπικουρίας θείας ῥυσθεὶς τοῦ σώματος, τοῦ ὀνομασθέντος σώμα‐ τος θανάτου, διὰ τὰς προειρημένας αἰτίας ἐπάγει τὸ, “εὐχαριστῶ “τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.” Ἄρα γοῦν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ,
5τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας. Κυρίλλου. Μακρὸς μὲν αὐτῷ ἐκπεποίηται λόγος, βασανίζοντι λεπτῶς ἕκαστα τῶν ἐν ἡμῖν, καὶ τῆς πλεονεξίας τοὺς τρόπους, οὓς ὑπομένειν ἔθος τὴν ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ. διϊσχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ’ ὅτε τῶν ἐπιεικε‐
10στέρων ὁ νοῦς, τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος. ἀλύει δὲ σφόδρα, καὶ ἀσθενῶν αἰσχύνεται. τόγε μὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν, οὐδαμόθεν ἔχει, δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταύτῃτοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν, οὐδὲν τὸ παρά‐ παν διάγε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει δὴ οὖν
15ὁ θεσπέσιος Παῦλος, εἰ τῷ μὲν νοῒ δουλεύειν τῷ Θεῷ διϊσχυρί‐ σαιτο νόμῳ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. καὶ τοῦτο οἶμαι ἐστὶν ὅπερ ἔφη· “τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι “τὸ καλὸν, οὔ.” πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τόγε ἧκον εἰς νοῦν καὶ τὴν ἐν αὐτῷ θέλησιν, τὸ ἑλέσθαι τῷ θείῳ δου‐
20λεύειν νόμῳ. κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ, τὸ οἰκεῖον ὥσπερ ἀντιστᾶσα θέλημα. ἦν οὖν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυναμένοις διὰ τὸ τυραννεῖσθαι τοῖς πάθεσιν. ἀλλ’ ἐν Χριστῷ πέπαυται τὸ κατάκρι‐ νον, τουτέστιν ἡ τῶν σαρκικῶν κινημάτων πλεονεξία.
25 Γενναδίου. Ἀποδοὺς τῷ εὐεργέτῃ τὴν καθήκουσαν εὐφημίαν, ἔχεται τοῦ προκειμένου· ἐγὼ τοίνυν ὁ αὐτὸς Θεοῦ τε δοῦλος, καὶ ἁμαρτίας εἰμὶ, καί με διὰ τοῦ παθητοῦ τῆς σαρκὸς ἡ ἁμαρτία μερίζεται πρὸς Θεόν. ὑποδείξας δὲ τῶν ὑπὸ νόμον τὸ πρὸς δικαίω‐ σιν ἐλλιπὲς, ἐπιφέρει τὸ τῆς χάριτος τέλειον, καὶ φησὶν, “οὐδὲν
30“ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ,” καὶ τὰ ἑξῆς. ἀλλ’ ἰδοὺ γὰρ νῦν ἡ διὰ Χριστοῦ χάρις, φησὶ, τῆς κατακρίσεως ταύτης
ἡμᾶς ἠλευθέρωσε· πρὸς γὰρ ἀπαθῆ καὶ ἀθάνατον ζωὴν διὰ τῆς τοῦ118

119

πνεύματος δωρεᾶς μεθιστάμενοι, καὶ ὅλοι πνευματικοὶ δι’ ὅλων γινόμενοι, τῆς τε ἁμαρτίας ἀπαλλαττόμεθα, καὶ τοῦ θανάτου τοῦ δι’ αὐτήν. Διοδώρου. Παραμένει ἐλέγχων τοῦ παλαίου ἀνθρώπου τὴν
5πρὸς ἑαυτὸν ἐκπολέμωσιν, οὐκ εἰρηνεύοντος πρὸς τὴν ψυχὴν τοῦ σώματος. ταῦτα δὲ διελέγχει, ἵνα τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἐπιδείξῃ τὰ κατορθώματα, καὶ τὴν γενομένην ἕνωσίν τε καὶ εἰρήνην ψυχῆς καὶ σώματος διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. συνή‐ γαγεν οὖν ὃ ἐβούλετο, καὶ ἦλθεν ἐφ’ ὃ κατεσκεύαζεν, εἰπὼν, “οὐδὲν
10“ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ.” ἀποδείξας γὰρ ὅτι οἱ ὑπὸ νόμον ὄντες, ἅτε δὴ κατὰ σάρκα ζῶντες, ὑπὸ ἁμαρτίαν εἰσὶ καὶ κατάκριμα, ἐπήγαγεν, ὅτι οἱ ὑπὸ Χριστὸν ὄντες, οὐκ εἰσὶν ὑπὸ κατάκριμα, ἐπειδὴ μὴ κατὰ σαρκὰ περιπατοῦσιν. Θεοδώρου. Τῇ μὲν γὰρ ψυχῇ, φησὶν, αἱροῦμαι τὰ δοκοῦντα
15τῷ νόμῳ τοῦ Θεοῦ, ὑπὸ δὲ τῆς θνητότητος ἐπὶ τὴν ἁμαρτίαν καθέλκομαι. ἀλλ’ ἀπηλλάγμεθα τούτων ἁπάντων, καὶ τιμωρίας ἁπάσης κατέστημεν ἐκτὸς, οἱ διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως ἔξω γενόμενοι τῆς θνητότητος καὶ τοῦ κατ’ αὐτὴν ζῇν. τοῖς γὰρ θνητοῖς καὶ τὴν ἐπὶ τὸ χεῖρον ῥοπὴν δεχομένοις, ἀναγκαῖος ὁ νόμος,
20ἀπείργων τοῦ χείρονος. ἀθανάτοις δὲ καὶ ἀτρέπτοις γεγονόσι, πε‐ ριττὸς ἐξ ἀνάγκης καθέστηκεν. Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ. Κυρίλλου. Ἀναγκαῖον δὲ οἶμαι πρὸς ἀκριβῆ διασάφησιν τῶν
25ἐν τούτοις ἐννοιῶν, ἐκεῖνο εἰπεῖν. ὥσπερ γὰρ ἁμαρτίας καὶ θανά‐ του νόμον τὸ σαρκικὸν ὀνομάζει φρόνημα, πρὸς πᾶν εἶδος φαυλό‐ τητος ἀποφέρον ἡμᾶς, οὕτω καὶ νόμον Πνεύματος ζωῆς τὸ θέλημα τὸ πνευματικόν· τουτέστι τὴν εἴς γε τὸ ἀγαθὸν τῆς διανοίας ῥοπήν. ἀλλ’ “ὁ μὲν σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει
30“φθορὰν, ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει “ζωὴν αἰώνιον.” οὐκοῦν “ὁ μὲν νόμος τοῦ Πνεύματος τῆς ζωῆς,” τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἦν μὲν ἐν ἡμῖν καὶ πάλαι· ἐδουλεύομεν γὰρ τῷ νοῒ, νόμῳ Θεοῦ· ἀλλ’
ἠρρώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν, καὶ ταῖς τῆς119

120

σαρκὸς ἐπιθυμίαις ἡττώμενος κατεκρίνετο τῷ νόμῳ. ἐπειδὴ δὲ τὸ νοσεῖν ἀποβαλὼν, ἐρρώσθη διὰ Χριστοῦ, κατεσφραγίσμεθα γὰρ δι’ αὐτοῦ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὴν ἐξ ὕψους δύναμιν ἠμφι‐ έσμεθα. ταύτητοι καὶ λελυτρώμεθα· καὶ ὑπεζευγνύμεθα μὲν οὐκέτι
5τῷ κακῷ, κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλεύθερον ἀξίωμα. Οὐκοῦν “ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς,” τουτέστιν τὸ θέλη‐ μα τοῦ νοῦ τὸ νενευκὸς εἰς ἀγαθουργίαν, καὶ εἰς ζωὴν ἀποφέρον, ὅτε τὴν διὰ Χριστοῦ πεπλούτηκε χάριν, καὶ τῆς ἀρχαίας ἀσθενείας ἀπήλλακται, τότε τῶν ἐξ ἁμαρτίας ἀλογήσας κακῶν, καὶ τοῦ τῆς
10σαρκὸς κατευμεγεθήσας νόμου, ἠλευθέρωσέ με φησί. καὶ οὐκ αὐτός που πάντων τὴν ἐλευθερίαν διδούς· γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας, πᾶσα πῶς ἀνάγκη καὶ τοῖς τοῦ θανάτου καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς ἐλευθε‐
15ρωμένους τε διὰ Χριστοῦ, δεῖ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῇν ἐν ἁγιασμῷ. Διοδώρου. Νόμον τοῦ Πνεύματος εἶπεν, ἀντιδιαστέλλων πρὸς τὸν νόμον τοῦ γράμματος, ἀντὶ τοῦ ἡ παρὰ Χριστοῦ χάρις ἡ ζωοποιός.
20 Θεοδώρου. Τῇ τοῦ Πνεύματος μετουσίᾳ, τὴν ἀνάστασιν γί‐ νεσθαι ὁ Ἀπόστολός φησι. “σπείρεται γάρ,” φησι, “σῶμα “ψυχικὸν, ἐγείρεται σῶμα πνευματικὸν,” ὡς ἂν αὐτοῦ τότε κρα‐ τοῦντος ἡμᾶς ἐν ἀφθαρσίᾳ τε καὶ ἀτελευτότητι. Πνεῦμα οὖν αὐτὸ ζωῆς καλεῖ, ὡς ἂν τῆς ἀθανάτου ζωῆς παρεκτικὸν, ἧς τότε
25τευξόμεθα. τὸ τοίνυν Πνεῦμά φησι, τὸ ἐπ’ ἐλπίδι τῆς ἀθανασίας ἡμῖν δεδόμενον, οὗ τὴν ἀπόλαυσιν ἡ ἐπὶ τὸν Χριστὸν πίστις παρέ‐ σχηκεν ἡμῖν, ἀπήλλαξέ με τοῦ τε θανάτου καὶ τῆς ἁμαρτίας. δῆλον δὲ ὅτι ἀπὸ τῶν μελλόντων ποιεῖται τὴν ἀπόδειξιν τῶν διὰ Χριστοῦ παρεσχεθέντων ἡμῖν, ὅτε ἐπὶ τῶν πραγμάτων τὴν ἔκβα‐
30σιν λήψεται. ἐπεὶ καὶ ἡ τοῦ θανάτου ἐλευθερία τότε ἡμῖν προσ‐ γενήσεται, οὐκ ἀνισταμένοις μόνον, ἀλλὰ [γὰρ] καὶ ἀθανάτου ζωῆς
ἀξιουμένοις. τότε δὲ καὶ τῆς ἁμαρτίας ἀπαλλαττόμεθα. τότε120

121

ἄτρεπτοι γεγονότες τῇ τοῦ Πνεύματος χάριτι, ἁμαρτεῖν οὐκ ἐπι‐ δεχόμεθα. κατὰ γάρ τοι τὸν παρόντα βίον, πρόδηλον ὡς θνητοί τε ἐσμὲν, καὶ ὑπὸ τὴν τῆς ἁμαρτίας ἐνόχλησιν κείμεθα.
4tΚΕΦ. ΙΒ.
5tΠερὶ ἀποδόσεως τῶν φυσικῶν παθημάτων, διὰ τῆς πρὸς τὸ Πνεῦμα συμ‐
6tφωνίας.
7 Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Κυρίλλου. Ἀξιάγαστος μὲν ὁ μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν
10εἰς θεωρίας. ἰδιώτης δὲ εἶναι φησὶ τῷ λόγῳ· ταύτητοι φαμὲν ἐρυθριῶντες οὐδὲν, ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων, λείπει τί βραχὺ πρὸς ἐντελῆ διασάφησιν. ἔδει γὰρ εἰπεῖν, τὸ γὰρ ἀδύνα‐ τον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, λέλυται τυχὸν, ἢ πέπαυται. εἶτα προσυπενεγκεῖν τοῦ πράγματος τὴν ἀπόδοσιν, καὶ
15τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν, “ὁ γὰρ “Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, “καὶ περὶ ἁμαρτίας, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” καὶ τὰ τούτοις ἐφεξῆς δέδωκε τῆς τῶν λέξεων συνθήκης, κατάγε τὸν ἐνόντα σκοπὸν αὐτῷ. φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θερα‐
20πείας τὸν τρόπον. Πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου; καὶ ποῖον ἂν ὅλως τὸ ἀδύνατον νοοῖτο τοῦ νόμου; λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ Πνεύματος, καθ’
25ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθόν· εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνασθαι δρᾶν αὐτό. ἔφη γὰρ, ὅτι “τὸ γὰρ θέλειν παράκειταί “μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ.” πλεονεκτούσης δῆλον ὅτι τῆς ἁμαρτίας, καὶ τοῦ τῆς σαρκὸς νόμου καταστρέφοντος εἰς τὰ οἰκεῖα καὶ οὐκ ἑκόντα τὸν νοῦν. κατὰ τὸν αὐτὸν οἶμαι τουτονὶ
30τρόπον νοοῖτ’ ἂν εἰκότως τὸ ἀδύνατον τοῦ νόμου, τοῦ τε ἐν γράμ‐ μασι καὶ διὰ Μώσεως, καθάπερ ἔφην ἀρτίως. καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν, καθ’ ὃν “καὶ τὰ ἔθνη καί τοι τὸν γραπτὸν
“οὐκ ἔχοντα νόμον, φύσει ποιοῦντα τὸν νόμον φαίνεται, καὶ νόμος121

122

“εἰσὶν ἑαυτοῖς, ἐνδείκνυνται γὰρ τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς “καρδίαις αὐτῶν, καθὰ γέγραπται.” ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνα‐ τον, βασανίσαι καιρός. Ὁ μὲν γὰρ ἐν γράμμασι νόμος διδάσκαλος ἦν εὐκοσμίας καὶ
5τῶν ἀρίστων εἰσηγητής· δεδικαίωκε δὲ παντελῶς οὐδένα. ὅγε μὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ Πνεύματος, ἀπονέ‐ νευκε μὲν εἰς τὸ ἀγαθὸν, ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον, τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν, εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χρι‐
10στοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρη‐ μένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ’ οὐδένα τρόπον ὁ τοῦ Πνεύματος, ἤτοι τοῦ νόος ἀσθενήσει νόμος· νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι. Ὁ γὰρ τοῦ Θεοῦ Λόγος, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐν
15ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν σαρκί. γέγονε γὰρ ἄνθρωπος καθεὶς ἑαυτὸν εἰς κένωσιν. καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἂν λέγοιντο τῆς ἁμαρτίας· διά τε τὸ πεφυκέναι νοσεῖν
20τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν. τὸ δέ γε σῶμα Χριστοῦ φαίη τίς [γὰρ] οὐχ ἁμαρτίας εἶναι σάρκα; μὴ γένοιτο. ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας· τουτέστι προσεοικὸς μὲν τοῖς ἡμετέ‐ ροις σώμασιν, οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν. ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεὼς, καὶ ὅσον μὲν ἧκεν εἰς
25ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἂν οὐδεὶς ἐκεῖνο εἰπεῖν, ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἂν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα. ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκησεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις, ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατορθώμενον. μετεσχήκαμεν γὰρ
30αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς. ὅταν γὰρ καὶ ἡμῖν ἐναυ‐ λίζεται Χριστὸς, διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ διὰ τῆς μυστι‐ κῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατα‐
κρίνεται νόμος.122

123

Ἀληθὲς οὖν ὅτι τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, πέπαυται διὰ Χριστοῦ, κατακρίναντός τε καὶ κατηγορη‐ κότος τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν. πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου,
5τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου· ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετήν· τοῦ ἐν ἡμῶν ὄντος νόμου κατ’ οὐδένα τρόπον, ὡς ἔφην, ἀσθενοῦντος ἐστὶ διὰ τοῦ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι· ζῇν δὲ μᾶλλον ἐθέλουσι
10πνευματικῶς. Γενναδίου. Ἣν ὁ νόμος, φησὶ, δικαίωσιν ὑπαγορεύων ἠτόνει διὰ τῆς ἡμετέρας σαρκὸς ἐν ἡμῖν κατορθῶσαι, ταύτης ἐν Χριστῷ πάρεσχεν ἡμῖν ὁ Θεός. τὸν γὰρ Υἱὸν πέμψας τὸν ἑαυτοῦ, σάρκα τὴν αὐτὴν ἡμῖν ἔχοντα, παθητήν τε καὶ ἁμαρτεῖν ἐπιδεχομένην·
15ὁμοίωμα γὰρ σαρκὸς ἁμαρτίας, τὴν ἐνδεχομένην ἁμαρτῆσαι σάρκα φησίν· ὡς καὶ τὸ “ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος” ἀντὶ τοῦ γενό‐ μενος ἄνθρωπος. ταύτην οὖν ἔχοντα τὴν σάρκα φησὶν, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας περὶ ἁμαρτίας, τουτέστιν ἐφ’ ὅτε τὴν ἁμαρ‐ τίαν καταγωνίσασθαι, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, κατε‐
20δίκασεν αὐτὴν ἐν αὐτῇ. ἀνέπαφον αὐτὴν καὶ ἀνάλωτον παντελῶς διαφυλάξας αὐτήν. ἢ καὶ ἄλλως. ὅτι περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ἀντὶ τοῦ, ἀναμαρτήτου τῆς σαρκὸς οὔσης αὐτῷ, καὶ οὐχ ὑποκειμένης διὰ τοῦτο θανάτῳ· κατέκρινε μὲν περὶ ἁμαρτίας τὴν ἁμαρτίαν ὁ Θεὸς ἐν αὐτῇ, ὡς οὐκ ἐν δίκῃ
25τῷ θανάτῳ τὴν τοῦ Κυρίου σάρκα περιβαλοῦσαν. διὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐκείνην μετέβαλε πρὸς ἀπάθειαν. καὶ οὕτω λοιπὸν ἡ τοῦ νόμου δικαίωσις ἐν ἡμῖν κατορθοῦται, διὰ πίστεως ἡμῶν ἑνουμένων αὐτῷ, καὶ πνευματικῶν ἀντὶ σαρκικῶν γινομένων. τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας εἰρημένον αὐτῷ,
30ὅτι “ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μώσεως δικαιω‐ θῆναι, ἐν τούτῳ καὶ ὁ πιστεύων δικαιοῦται. Διοδώρου. “Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς
“σαρκός.” οὐχ ὁ νόμος φησὶν, ἀδύνατα προσέτασσεν, ἀλλ’ ἡ123

124

σὰρξ οὐκ ἠδύνατο πληροῦν τὴν τοῦ νόμου πολιτείαν, διὰ τὸν ἐμπο‐ δίζοντα πονηρὸν, ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινε Χριστός. “ὁ Θεός, φησι, τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς “ἁμαρτίας.” ὅταν μὲν ἀποβλέψῃ πρὸς τὴν τοῦ Κυρίου σάρκα ὁ
5Ἀπόστολος, ἀληθῶς οὖσαν σάρκα, ἐξ ὧν καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπολιτεύσατο τῷ βίῳ, φανερῶς τὴν σάρκα προσαγορεύει, ὡς καὶ ἐνταῦθα ἐπάγει “κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί·” καὶ πρὸς Τιμόθεον γράφων, “Θεὸς ἐφανερώθη ἐν σαρκί·” ὅταν δὲ ἀπο‐ βλέψῃ πρὸς τὸ τῆς σαρκὸς ἀναμάρτητον καὶ καθαρὸν καὶ ὅσιον,
10ὁμοίωμα αὐτὸ σαρκὸς ὀνομάζει. οὐχ ὅτι κατὰ τὴν φύσιν διήλ‐ λαττεν, ἀλλ’ ὅτι ὅμοιον ἦν τῇ σαρκικῇ ἁμαρτίᾳ. ἔπεμψεν οὖν, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, οὐκ ἐν ὁμοιώματι ἀγγέλου ἢ τινὸς τοιαύτης δυνάμεως, ἀλλ’ ἐν ὁμοιώματι σαρκὸς, ἵνα σαρκὸς ἡττη‐ θείσης ἐπὶ τοῦ Ἀδὰμ, σὰρξ καταγωνίσηται τὸν πονηρὸν ἐπὶ τοῦ
15Κυρίου. ἀπεστάλη δέ, φησιν, ὁ Κύριος διὰ τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν. τοῦτο γὰρ τὸ “περὶ ἁμαρτίας,” ἀντὶ τοῦ διὰ τὴν ἁμαρτίαν. Παρέλκει δὲ τὸ “καὶ” ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ, φησὶν ἐν ἡμῖν. οἷον ἐβούλετο μὲν πληρῶσαι δικαίωμα ὁ νόμος,
20ἠσθένει δὲ διὰ τὸ συγχωρῆσαι αὐτὸν αὐτοῖς τρυφᾶν. τί οὖν συνε‐ χώρει. ὅτι οὐκ ἂν παρεδέχθη, εἰ μὴ συγκατέβαινεν αὐτῶν τῇ ἀσθενείᾳ. τί οὖν ὠφέλησε συγκαταβὰς, εἰ μὴ ἐδικαίωσεν; ὅτι τὸν νοῦν εἰς ἀναισθησίαν ἀγνοίας ἐκπεσόντα ἀνεκαλέσατο. “τοῖς “μὴ κατὰ σάρκα περιπατοῦσι,” φησὶν, ἀντὶ τοῦ κατὰ τὸν νόμον.
25εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς· σαρκικὸν δὲ ἦν καὶ τὸ συγχωρῆσαι τρυφᾶν. Θεοδώρου. Ὁ μὲν οὖν νόμος, εἰ καὶ τὴν ψυχὴν ὠφελεῖ, φη‐ σὶν, ἀλλὰ τῇ κατορθώσει τῆς ἀρετῆς ἀτονῶν ἐφαίνετο· ἀντιπρατ‐ τούσης αὐτῷ τῆς θνητότητος; καὶ πολλὴν τῆς ἁμαρτίας τὴν
30ἐνόχλησιν ἡμῖν ἐργαζομένης. ὁ δέ γε Υἱὸς τοῦ Θεοῦ ἐν ταύτῃ γεγονὼς τῇ φύσει τῇ θνητῇ, καὶ ἁμαρτίαις ὑποκειμένῃ, οὐχ ἑτέρου ἕνεκεν, ἀλλ’ ἢ ὥστε ἀφελεῖν αὐτῆς τὴν ἁμαρτίαν, ἀνεῖλε τὸ ἐνεῖναι
δοκοῦν αὐτῇ κῦρος τῆς ἁμαρτίας. ἀφελὼν μὲν αὐτῆς τὴν θνητό‐124

125

τητα, συνανελὼν δὲ αὐτῇ καὶ τῆς ἁμαρτίας τὴν ἐνόχλησιν. ὡς λοιπὸν τοῦ νόμου τὸν σκοπὸν καὶ τὸ βούλημα ἐν ἡμῖν πληροῦσθαι, τοῖς ἀπηλλαγμένοις μὲν τῆς θνητότητος, ἐν ἀθανασίᾳ δὲ καθε‐ στῶσιν. ὃ γὰρ οὐκ ἴσχυσε ποιεῖν ἐν ἡμῖν ὁ νόμος, ὅτε ἔτι θνητοὶ
5τὴν φύσιν ὦμεν, καίτοιγε πλεῖστα περὶ τοῦ μὴ δεῖν ἁμαρτάνειν διαλεγόμενος, τοῦτο ἡμῖν ἐν τῇ τῆς θνητότητος ἀφαιρέσει προσ‐ εγένετο. οὐδὲ μίαν ἐνόχλησιν ἁμαρτίας δυναμένοις ὑπομένειν, ἐπειδ’ ἂν ἅπαξ τὴν φύσιν ἀθάνατοι γενόμεθα. Ὠριγένους. Μᾶλλον τὸ ἀδύνατον τοῦ νόμου τοῦ τῆς ἁμαρ‐
10τίας καὶ τοῦ θανάτου ὧδε λέγει. ὥσπερ γὰρ ἡ ἀρετὴ ἰδίᾳ φύσει ἰσχυρὰ, οὕτω καὶ ἡ κακία καὶ τὰ ἀπ’ αὐτῆς ἀσθενῆ καὶ ἀδύνατα. κρατεῖ γὰρ οὐ τῶν ἰσχυρῶν, ἀλλὰ τῶν ἐκλύτων· οὐ διὰ τὴν ἰδίαν ἰσχὺν, ἀλλὰ διὰ τὴν ἐκείνων ἀδράνειαν. τοῦ τοιούτου νόμου ἡ φύσις ἀδύνατός ἐστι. διὸ καὶ ἐνήργει ἐν τῇ ἀσθενεῖ σαρκί. ὃν τρόπον
15κατέκρινεν ὁ Θεὸς, πέμψας τὸν ἑαυτοῦ Υἱὸν, οὐκ ἐν σαρκὶ ἁμαρ‐ τίας τοιαύτης, ᾗ ὁ δουλεύων κατὰ νόμον ἁμαρτίας δουλεύει, ἀλλ’ ἐν ὁμοιώματι τοιαύτης σαρκός. διὰ δὲ τοῦτο οὐκ ἦν ἁμαρτία ἡ σὰρξ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀλλ’ ὁμοίωμα. ἐπείπερ οὐκ ἦν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ὕπνῳ συνελθούσης. οὐκοῦν ὁ Θεὸς
20κατεδίκασε τὴν ἁμαρτίαν γενομένην καθ’ ὑπερβολὴν ἁμαρτωλόν· καὶ διὰ τῆς σαρκὸς ἐπληρώθη τὸ τοῦ θείου νόμου δικαίωμα ἐν ἡμῖν, ὅτε μὴ κατὰ σάρκα περιπατοῦμεν. ἐν ᾗ σαρκὶ ἐνεργεῖ τὸ ἀδύνατον τοῦ νόμου καὶ ἀσθενὲς, ὅ ἐστιν ἡ κακία. ἀλλ’ ἑπόμενοι Θεῷ κατὰ τὸ Πνεῦμα αὐτοῦ, πράττομεν πάντα, εἰς ἑαυτοὺς παραδεχόμενοι
25τὸν Υἱὸν τοῦ Θεοῦ. Οἱ δὲ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν. Κυρίλλου. Θάνατον μὲν εἶναι φησὶ τὸ τῆς σαρκὸς φρόνημα, καὶ μάλα ὀρθῶς. τὸ δέ γε τοῦ Πνεύματος ζωὴν καὶ εἰρηνήν. θανάτου μὲν γὰρ ἀληθῶς ἡ φιλοσαρκία πρόξενος· ζωῆς δὲ τῆς
30εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν τὸ διαβιοῦν ἑλέσθαι πνευμα‐ τικῶς. Γενναδίου. Ὥσπερ, φησὶ, τοὺς ὄντας φθαρτοὺς, καὶ τὸ
φρόνημα φθαρτὸν ἔχειν ἀνάγκη, οὕτω καὶ τοὺς ὄντας ἀφθάρτους125

126

ἄφθαρτον εἰκός ἐστιν ἔχειν καὶ τὸ φρόνημα. ἑκατέρων ἀνάλογον τῆς οἰκείας φύσεως τῶν λογισμὸν κεκτημένων. “τὸ γὰρ φρόνημα,” φησι, “τῆς σαρκὸς, θάνατος.” θάνατον τουτέστι προξενοῦν, καὶ πρὸς κόλασιν παροξύνον Θεόν. “τὸ δὲ φρόνημα τοῦ Πνεύματος ζωὴ
5“καὶ εἰρήνη·” τουτέστιν ἀθανασίαν δωρούμενον καὶ φιλίαν τὴν πρὸς Θεόν. Θεοδώρου. Ἀπεντεῦθεν λοιπὸν διὰ πλειόνων λέγει, ὅτι τοῖς μὲν θνητοῖς τὸ ἁμαρτάνειν ἕπεται πάντως. ἀθάνατοι δὲ γεγονότες, ἀπηλλάγμεθα τούτου. ὥστε κατὰ παράθεσιν φανῆναι τὰ κατὰ
10Χριστὸν πλεῖστον ὑπερέχοντα τοῦ νόμου, εἴπερ ἐκεῖνος μὲν ἀφε‐ λεῖν τὸν θάνατον οὐκ ἠδύνατο, καὶ ἀνάγκη πᾶσα ἦν κρατεῖν ἐν ἡμῖν τὴν ἁμαρτίαν· καὶ μυριάκις ἐπαιδεύετο ἡ ψυχὴ τὸ δέον. ὁ δέ γε Χριστὸς τόν τε θάνατον ἀφεῖλε, καὶ τὴν ἐνοῦσαν ἡμῖν τῆς ἁμαρτίας ἐνόχλησιν συνανεῖλε τῷ θανάτῳ. ἤρξατο μὲν οὖν ἀπὸ
15τοῦ “δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν “διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,” τῶν διὰ τοῦ Χριστοῦ παρασχεθέντων ἡμῖν ἐξηγεῖσθαι τὸ μέγεθος σὺν πολλοῖς ἑτέροις, παραθέσει τῆς πρὸς τὸν νόμον δεῖξας αὐτῶν τὴν ὑπεροχήν. Ἐπειδὴ δὲ εἰς τὴν τῶν ἀνακυπτόντων ζητημάτων ἐτράπη λύσιν,
20ἀπολογησάμενος ὑπὲρ αὐτῶν ὡς τοῖς προκειμένοις δέδεικται ἡμῖν σαφέστερον, καὶ δὴ καὶ ὑπὲρ τοῦ ἁμαρτίας ποιητικὸν λέγειν τὸν νόμον· ἔδειξε μὲν αὐτοῦ τὸ χρήσιμον ἀναγκαίως. καὶ τοῦτο δὲ ἐν τοῖς ἀρτίως ἑρμηνευθεῖσι σαφέστερον δεδηλώκαμεν. πάλιν δὲ κατὰ παράθεσιν τοῦ νόμου λέγων τῶν διὰ τοῦ Χριστοῦ τὸ μέγεθος,
25ἐπὶ τὸν τῶν πρώτων ζητημάτων ἀνατρέχει λόγον· καὶ τὸ δεικνύναι ὡς μεγίστων ἡμῖν ἀγαθῶν ὁ Χριστὸς ἐγένετο πρόξενος. οὗπερ ἕνεκεν κἀνταῦθα βούλεται διὰ πολλῶν δεικνύναι, ὅτι τῇ μὲν θνητό‐ τητι τὸ ἁμαρτάνειν ἕπεται. ἀθάνατοι δὲ γεγονότες, ἀπηλλάγμεθα τούτου. διό φησιν, “οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς
30“φρονοῦσι” καὶ τὰ ἑξῆς. τοῦτο λέγει, ὅτι οἱ μὲν θνητοὶ τὴν φύ‐ σιν, ἀναγκαίως πλείστην τοῦ ἁμαρτάνειν τὴν ἐνόχλησιν ὑπομέ‐ νουσι. τί γὰρ ἂν καὶ βουλεύσαιτο ἀθάνατον φύσις θνητή; εἰ δὲ καί τις ἐστὶν ἐν ἡμῖν ἀρετὴ, οὐ τῆς σαρκός ἐστιν αὕτη, ἀλλὰ τοῦ φρονήματος τῆς ψυχῆς, ἐπειδὰν ἀνωτέρα γένηται τῶν παρόντων.
35οἱ μέντοι τοῦ Πνεύματος ἤδη μετεσχηκότες, κρείττονα τούτων126

127

ἔχουσι τὸν λογισμὸν, ἀθάνατοι γεγονότες τὴν φύσιν, καὶ πάσης τῆς ἀπὸ τῶν χειρόνων ἐνοχλήσεως ἀπηλλαγμένοι. τοῦτο γὰρ λέγει τὸ εἰρήνην. ἐπειδὴ ἐν τοῖς ἀνωτέροις παρὰ τοῖς τὴν φύσιν θνητοῖς πόλεμον εἶναι ἔφη, τῆς ἁμαρτίας ἀντιπραττούσης τῷ βουλήματι
5τῆς ψυχῆς. εἰρήνην ἐνταῦθα λέγων τὸ ἀφαιρεῖσθαι τῆς ἁμαρτίας τὴν ἐνόχλησιν. Διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν. Γενναδίου. Ἀμήχανον γάρ, φησι, τοῖς τοῦ Θεοῦ θελήμασι, τοῖς διὰ τοῦ νόμου γνωριζομένοις ἡμῖν, τὸ θέλημα τῆς σαρκός
10ποτε συνελθεῖν καὶ φιλίαν ἀσπάσασθαι. ὁ μὲν γὰρ ἀπάθειαν ἐπαγγέλλεται, ἡ δὲ ἐστὶ παθητή. οὐ τοίνυν οὐδὲ τοὺς ἀνεχομένους τῷ φρονήματι τῆς σαρκὸς, καὶ μετέχοντας τῆς φύσεως ταύτης, οἷόν τε ἀρέσαι Θεόν. ἐπὶ τοσοῦτον γὰρ αὐτοῦ διεστήκασιν, ἐφ’ ὅσον εἰσὶ ταύτης ἐγγύς· καὶ εἰσὶν ἀρετῆς πόρρω τοσοῦτον, ὅσον
15θνητότητος ἀθανασίας. Ὠριγένους. Ἀφ’ ὧν διδάσκει ὁ Παῦλος, μανθάνομεν τίνες εἰσὶ κατὰ σαρκά· οἱ τὰ τῆς σαρκὸς φρονοῦντες. καὶ τίνες οἱ κατὰ Πνεῦμα· οἱ τὰ τοῦ Πνεύματος φρονοῦντες. τὰ δὲ φρονή‐ ματα τῆς σαρκός εἰσι, πορνεία, ἀσέλγεια, εἰδωλολατρεία καὶ τὰ
20ὅμοια· ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι. τὰ δὲ τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα· ἅπερ ἐστὶ ζωή. καὶ ἤδη ἐν τῇ ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ εὐφραίνονται. ἀκόλουθον οὖν τοὺς μὲν εἰς τὴν σάρκα σπείροντας, θερίζειν φθοράν. τοὺς δὲ Πνεύματι ζῶντας, σπείρειν εἰς τὸ Πνεῦμα,
25ἀφ’ οὗ ἐστι θερίσαι ζωὴν αἰώνιον. πρὸς δὲ τούτοις καὶ ἐχθροί εἰσι τοῦ Θεοῦ οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σαρκὸς καὶ ὅσοι βούλονται πλουτεῖν, ἢ ἐπιθυμοῦσι δόξης· καὶ οἱ κατὰ τὸ γράμμα ζῶντες Ἰουδαῖοι· καὶ τὴν ἐν φανερῷ περιτομὴν ἐν σαρκὶ ἀσκοῦντες· οὗτοι τὰ τῆς σαρκὸς τοῦ νόμου φρονοῦσιν.
30οἱ δὲ κατὰ Πνεῦμα, οἱ ἐν κρυπτῷ Ἰουδαῖοι, οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, ἤτοι φρονοῦσι τὰ τοῦ Πνεύματος. Καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ νόμου, θάνατόν τις
εὑρήσει καὶ ἔχθραν τὴν εἰς Θεόν. ἐν δὲ τῷ φρονήματι τοῦ νόμου127

128

τοῦ Πνεύματος, ζωὴν καὶ εἰρήνην. οἱ δὲ ἐν τῇ σαρκὶ τοῦ νόμου ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται· ἀλλ’ οἱ ἐν τῷ Πνεύματι τοῦ νόμου ὄντες. ἀμφότεροι γὰρ ἐπαγγελλόμεθα τὸν Μώσεως νόμον. ἀλλ’ ἐκεῖνοι μὲν, κατὰ σάρκα, ἡμεῖς δὲ κατὰ Πνεῦμα. διὸ ἐκεῖνοι σαρ‐
5κικὰς ἡγοῦνται τὰς ἐπαγγελίας, ἀκολούθως τῷ σαρκικῷ νόμῳ· ἡμεῖς δὲ πνευματικὰς, ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπου‐ ρανίοις. Ὑμεῖς δ’ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.
10Γενναδίου τοῦτο καὶ Θεοδωρήτου. Ἀλλ’ ὑμεῖς γάρ, φη‐ σιν, ἐκ θνητότητος εἰς ἀθανασίαν μεταβεβήκατε· ἀντὶ σαρκικῶν γεγενημένοι πνευματικοί. καὶ ἀναντίρρητον τοῦ λόγου τούτου τὴν ἀπόδειξιν ἔχων. “εἴπερ Πνεῦμα Θεοῦ,” φησὶν, “οἰκεῖ ἐν ὑμῖν.” τότε γὰρ πρὸς τῷ τῆς υἱοθεσίας χαρίσματι καὶ ἑτέρων ἐπὶ θαυ‐
15ματουργίᾳ χαρισμάτων ἀπέλαβον, τοῦ Πνεύματος αὐτοὺς διὰ τούτων καὶ περὶ τῶν τέως ἀφανῶν πιστουμένου. ὅτι τοίνυν, φησὶ, πρὸς πνευματικὴν μετέστησε ζωὴν ἐκ τῆς σαρκικῆς, ἡ τοῦ Πνεύ‐ ματος κατοικοῦσα χάρις ὑμᾶς ἀποχρώντως δηλοῖ. Διοδώρου. “Ὑμεῖς δέ” φησιν,” οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν
20“Πνεύματι·” ἀντὶ τοῦ οὐκ ἐστὲ ἐν σαρκικαῖς ἐπιθυμίαις, ἀλλ’ ἐν πνεύματι ζῆτε, “εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.” διεγείρων αὐτοὺς εἰς τὸ ἐγρηγορέναι τὸν νοῦν, καὶ μὴ ὑπτιοῦσθαι ὡς κατωρ‐ θωκότας, κατὰ δισταγμὸν ἐξήνεγκε τὸν λόγον εἰπὼν, “εἴπερ Πνεῦμα “Θεοῦ οἰκεῖ ἐν ὑμῖν.” τὸ γὰρ ὀφρυῶσαι αὐτοὺς καὶ φυσιῶσαι,
25ὡς ἤδη ἔχοντας Πνεῦμα Θεοῦ, ἐπιβλαβὲς ἦν, καὶ τὴν σπουδὴν διακόψαι ἱκανόν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Γενναδίου. “Εἰ δέ τις,” φησι, “Πνεῦμα Χριστοῦ οὐκ ἔχει,
30“οὗτος οὐκ ἔστιν αὐτοῦ.” ὥσπερ οἱ ἐξ Ἀδὰμ τοῦ Ἀδὰμ εἶναι λεγόμεθα, τῆς φύσεως αὐτῷ κοινωνήσαντες, ἑνώσεως εἶναι λέγοντες
τοῦ Χριστοῦ, διὰ τῆς τοῦ ἑνὸς πνεύματος κοινωνίας μετουσίας εἰ128

129

δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. εἰ τοίνυν γνωρίζεται Χριστὸς φησὶν, ἐν ὑμῖν, τὸ τοῦ Πνεύματος αὐτοῦ μετέχειν ὑμᾶς, ὃν τρόπον ἐστὶ τὸ σῶμα διὰ τὴν ἁμαρτίαν ἀθανασίας ἀμέτοχον, οὕτως αὖ θανάτου
5πόρρω διὰ τὴν δικαιοσύνην τὸ πνεῦμα. Πνεῦμα δὲ τὸ πνευματικὸν σῶμα προσεῖπεν· ἐκ τοῦ μεθεκτικοῦ τὸ μέτοχον καλέσας, ὡς καὶ ἐν τοῖς Εὐαγγελίοις, “τὸ γεγενημένον,” φησὶν, “ἐκ τοῦ Πνεύμα‐ “τος, Πνεῦμα.” Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν Ἰησοῦν
10οἰκεῖ ἐν ὑμῖν. Γενναδίου. Ἀλλὰ μὴν οὐδὲ δεῖ περὶ τούτου, φησὶ, διαμ‐ φισβητεῖν, ὅτι τοὺς ἠξιωμένους λαοὺς γενέσθαι τοῦ Πνεύματος, καὶ ταύτη κεκοινωνηκότας Χριστῷ, ἐχόμενόν ἐστι κοινωνῆσαι αὐτῷ δι’ αὐτὸ τοῦτο καὶ τῆς ἐκ νεκρῶν εἰς ἀθάνατον ζωὴν ἀνα‐
15στάσεως. Θεοδώρου. Προειπὼν “Πνεῦμα Χριστοῦ,” πάλιν φησὶ, “τὸ “Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν οἰκεῖ ἐν ὑμῖν.” ἐπαναγαγὼν ἀπὸ τοῦ Χριστοῦ ἐπὶ τὸν Πατέρα· οὐδὲν ἕτερον ἢ σαφῶς διδάσκων ὅτι ἐκ τοῦ Υἱοῦ καὶ τὸ Πνεῦμα οὐκ ἀλλότριον τῆς πατρικῆς θεότητός
20ἐστι· καὶ οἷς μία ἡ ἐνέργεια, τούτοις πάντως καὶ ἡ οὐσία τῷ Πατρὶ συναΐδιος. ἀκολούθως μέντοι ἐνοικήσαντος Πνεύματος Ἁγίου καὶ τῆς ἁμαρτίας νεκρωθείσης, ἕπεσθαι τοῖς ἀγωνιζομένοις τὰ ἔπαθλα φησίν· ὧν πρῶτον καὶ μέγιστον ἦν ἡ ἐκ νεκρῶν ἀνά‐ στασις.
25 Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Γενναδίου. Ἀγωνισάμενος διὰ πάντων, καὶ δείξας οὐκ ἔτι προσήκειν αὐτοὺς τῷ Ἀδὰμ, τουτέστι τῇ παθητῇ καὶ ὑπὸ νόμον ζωῇ, ἀλλ’ εἶναι Χριστοῦ, τουτέστι πνευματικούς τε καὶ ἀκη‐
30ράτους, συγκεφαλαιούμενος τὰ διὰ πλειόνων ἐν τοῖς ἔμπροσθεν εἰρημένα, νουθεσίαν σαφῆ τε καὶ σύντομον ἐπιφέρει λέγων, μὴ χρῆναι τοῦ λοιποῦ τοῖς τῆς σαρκὸς ἑαυτοὺς πάθεσιν ἐκδιδόναι. διατί; εἰ γὰρ κατὰ σάρκα ζῆτε, φησὶ, μέλλετε ἀποθνήσκειν. τῆς
γὰρ τοιαύτης ζωῆς, φησὶ, φθορὰ τὸ τέλος ἐστίν. εἰ δὲ πνεύματι129

130

τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. εἰ μέντοι, φησι, κατὰ τὴν ἐνοῦσαν ὑμῖν τοῦ Πνεύματος χάριν σπουδάζοιτε ζῇν, ἀνενεργήτους ἑαυτοὺς πρὸς τὰς τοιαύτας τοῦ σώματος πράξεις διαφυλάττοντες, οἴσεσθε τὴν ἀθανασίαν.
5 Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσὶν υἱοὶ Θεοῦ. Γενναδίου. Οἱ γὰρ Πνεύματι Θεοῦ κυβερνώμενοι, τουτέστιν οἱ πνευματικοὶ καὶ οὐ ψυχικοὶ, ἑαυτοῖς ὡς ἀληθῶς τὸ εἶναι υἱοὶ Θεοῦ βεβαιοῦσιν. ἔφη δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν ὑπὸ τὸν
10νόμον χρηματισάντων υἱῶν Θεοῦ, καὶ αὐτῶν διὰ τὴν ὡς πρὸς τοὺς λοιποὺς ἀνθρώπους ἐξαίρετον τοῦ Θεοῦ κηδεμονίαν περὶ αὐτούς. “ἐλάλησας γὰρ ἐν ὁράσει τοῖς υἱοῖς σου,” φησι· καὶ “ἐγὼ εἶπα “Θεοὶ ἐστὲ, καὶ υἱοὶ ὑψίστου πάντες.” ὡς πρὸς τούτους οὖν ἀντι‐ διαιρῶν τοὺς κατὰ Χριστὸν, ἔφη, “οὗτοι εἰσὶν υἱοὶ Θεοῦ.”
15 Θεοδώρου. Δῆλον οὖν ὅτι οἱ τοιοῦτοι τὴν μακαρίαν ζωὴν παρὰ τῷ ἑαυτῶν πατρὶ ζήσονται. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας. Διοδώρου. Τὸν νόμον “πνεῦμα δουλείας” εἶπε, καὶ δούλους
20τοὺς ὑπὸ τὸν νόμον. τὸ γὰρ ἐπιτάττεσθαι ὑπὸ τοῦ νόμου, καὶ τῆς ἐπιταγῆς ἀμελήσαντας, τιμωρίαν ἀπειληθεῖσαν φοβεῖσθαι, δου‐ λείας σημεῖόν ἐστι. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν Θεὸν ἀποκα‐ λεῖν, διὰ τὴν τοῦ βίου καθαρότητα, υἱοθεσίας ἐλπίδας ἐπαγγέλλε‐ ται. εἴτε δὲ δουλείας ἐδόθη πνεῦμα, ἐπ’ ἀμφοτέρων ἐστὶ κατὰ τὸ
25συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργεῖσαν κατὰ τὴν ἀμφοτέρων ἀξίαν. Θεοδώρου. Τὸ “πάλιν,” ὡς πρὸς τὸ “δουλείας” ἀπέδωκεν. ἀναγνωστέον οὖν οὕτως· “οὐ γὰρ ἐλάβετε πνεῦμα·” εἶτα διαστή‐ σαντα ἐπαγαγεῖν χρὴ, “δουλείας πάλιν εἰς φόβον.” περὶ γὰρ
30τῶν ἐν νόμῳ λέγει· καὶ ἐν τῇ πρὸς Γαλάτας, ὅτι μία μὲν ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα δούλους τοὺς ἐν νόμῳ, παραθέσει τῶν
τοῦ μέλλοντος αἰῶνος καλῶν. ἐπειδὴ οὗτοι μὲν ὑπὸ προστάγματα130

131

ὄντες, ἢ παραβαίνοντες ἐτιμωροῦντο, ἢ φυλάττοντες ἐπαινοῦντο. ὅπερ οὖν τῶν δούλων ἴδιον εἶναι συμβέβηκεν. ἐκεῖνοι δὲ χάριτι τοῦ δεσπότου τῶν μελλόντων ἀγαθῶν κομιζόμενοι τὴν ἀπόλαυσιν, οὐδεμίαν ἔτι μεταβολὴν ὑφορῶνται. ὅπερ οὖν ὑπάρχει τοῖς τέκνοις
5ἐκ τῶν πατέρων ἔθος. ὥσπερ γὰρ ἐν τῇ πρὸς Τιμόθεον λέγει· “οὐ “γὰρ ἐλάβετε πνεῦμα δειλείας·” οὐχ ὡς ὄντος δειλίας πνεῦμα, ἀλλ’ ἀντὶ τοῦ ταῦτα ἐμποιεῖν τὸ πνεῦμα φύσιν οὐκ ἔχει. οὕτως ἐνταῦθα, “οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον·” ἀντὶ τοῦ Πνεύματος μετεσχήκατε, οὐχ ἵνα πάλιν ὑπὸ δουλείαν
10ἦτε καὶ φόβον κατὰ τοὺς ἐν νόμῳ, ταῦτα γὰρ ἐκεῖναι τοῖς παν‐ τελῆ τοῦ Πνεύματος δεξαμένοις τὴν χάριν οὐχ οἷόν τε· λάβετε Πνεῦμα υἱοὺς ἐργαζόμενον Θεοῦ. ὅθεν καλεῖν πατέρα τὸν Θεὸν προαγόμεθα. Δῆλον γὰρ ὅτι κατὰ τὴν τοῦ Κυρίου παράδοσιν τὴν “Πάτερ
15“ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς,” ἐκάλουν Πατέρα τὸν Θεὸν, οἱ τοῦ βαπτίσματος ἠξιώμενοι. καλῶς δὲ τὸ “ἀββᾶ ὁ πατὴρ,” ἐπειδὴ τῶν νηπίων ἴδιόν ἐστι τὸ ἀββᾶ καλεῖν τοὺς πατέρας. νήπιοι δὲ ἔτι κατὰ τὸν παρόντα βίον ἦσαν, οἱ διὰ τοῦ βαπτίσματος ἠξιω‐ μένοι τῆς υἱότητος, τὴν τελείαν καὶ ἀληθῆ ἐπὶ τοῦ μέλλοντος
20προσδοκῶντες αἰῶνος. τὸ οὖν ἀββᾶ ὁ πατὴρ τέθεικε, τὸ μὲν, εἰς μήνυσιν τῆς προσδοκωμένης τελειότητος· τὸ δὲ, σύμβολον τῆς παρούσης καταστάσεως, ἐν ᾗ νηπίων δίκην, οὐχ ὁλοτελῶς τῆς μετουσίας τῶν ἀγαθῶν κομισάμενοι τὴν ἀπόλαυσιν, περιέμενον τὸ ποτὲ αὐτοῖς προσέσεσθαι κἀκεῖνα ταῖς νῦν ἐπαγγελίαις ἀκολούθως.
25 Σευηριανοῦ. Ἔνιοι δὲ “πνεῦμα δουλείας” τοῦ πονηροῦ φα‐ σὶν, ἀλλ’ οὐκ ἔστι. τὸν γὰρ νόμον ὧδε πνεῦμα δουλείας λέγει, καὶ δούλους τοὺς ὑπὸ νόμον. διὸ ὡς τιμωρούμενοι εἰ ἔπταισαν ἐφοβοῦντο. ὅπερ δουλείας ἐστὶ σημεῖον. τὸ δὲ ἐπιτραπῆναι πα‐ τέρα τὸν Θεὸν καλεῖν διὰ τὸ τοῦ βίου καθαρὸν, υἱοθεσίας ἐλπίδας
30ἐπαγγέλλεται. τὸ δὲ αὐτὸ πνεῦμα ἐστὶν ἐπ’ ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ
ἁρμόδιον κατὰ τὴν ἀμφοτέραν ἀξίαν.131

132

Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν. Διοδώρου. Ἔδειξε διὰ τούτου, ὅτι καὶ τὴν ψυχὴν πνεῦμα λέγει, ὅταν ᾖ πνευματική. καὶ τὸ χάρισμα τοῦ Πνεύματος Πνεῦμα. τοῦτο οὖν ἐστὶν ὅ φησιν ἀλλαχοῦ. “τὸ γὰρ τί προσ‐
5“ευξόμεθα οὐκ οἴδαμεν· αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν “στεναγμοῖς ἀλαλήτοις·” καὶ τοῦτο δὲ δεῖται ἑρμηνείας. ἔστι δὲ τοιοῦτον χάρισμα προσευχῆς ἡ ἐπὶ τῶν Ἀποστόλων. ἐπειδὴ πολ‐ λάκις κατὰ τὰ μὴ συμφέροντα αἰτοῦμεν. διὰ τοῦτο ἀνιστάμενός τις ἐπὶ τῶν Ἀποστόλων, ὁ τὸ χάρισμα τῆς προσευχῆς ἔχων ἐπὶ
10τοῦ λαοῦ τὰ συμφέροντα τὸν Θεὸν ᾔτει, στεναγμοῖς ἀλαλήτοις χρώμενος, ἵνα πρὸς εὐλάβειαν καὶ φόβον πάντας ἑλκύσῃ. καὶ τοῦτό ἐστιν ὅ φησιν ἀλλαχοῦ, “ἕκαστος ὑμῶν ψαλμὸν ἔχει· “προσευχὴν ἔχει.” οὐκοῦν καὶ τοῦ ψάλλειν χάρισμα ἦν, καὶ τοῦ προσεύχεσθαι χάρισμα ἦν. συμμαρτυρεῖ δὲ τῷ πνεύματι ἡμῶν,
15ἐπειδὴ ὑπὲρ ὅλου τοῦ λαοῦ πνεύματι προσηύχετο ὁ ἔχων τὸ χά‐ ρισμα. προσευχόμενος δὲ τὸ “Πατὲρ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς” ἔλεγε. διὰ τοῦτο φησὶ, συμμαρτυρεῖ τὸ Πνεῦμα τῆς προσευχῆς τῷ πνεύματι ἡμῶν, ὃ ἔχομεν διὰ τοῦ βαπτίσματος, “ὅτι ἐσμὲν “τέκνα Θεοῦ.” κράζει γὰρ τὸ πνεῦμα, τουτέστι τὸ χάρισμα τὸ
20τῆς προσευχῆς, “ἀββᾶ ὁ πάτηρ.” Θεοδώρου. Αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι πνευματικῶς διάγομεν· διὸ καὶ ἐσμὲν τέκνα Θεοῦ. ἐὰν οὖν συμπάσχωμεν τῷ Χριστῷ, τουτέστιν ἐὰν τὰ αὐτὰ πάσχειν αἱρησώμεθα, ἅπερ ὁ Χριστὸς τὴν ἀλήθειαν πρεσβεύων
25ἔπαθεν ἑκών· ἐὰν διωκόμενοι καρτερῶμεν, καὶ ὅσα ὅμοια πάσχωμεν ὑπὲρ εὐσεβείας, συνδοξασθησόμεθα αὐτῷ, ἐν τῷ γενέσθαι τέκνα Θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ. τίς δὲ ἡ κληρονομία προείρηται ὀπίσω, ἔνθα ὁ λόγος ἦν περὶ τοῦ, “εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι,
κεκένωται ἡ πίστις.132

133

(1t)

ΚΕΦ. ΙΓ.
2tἘπανάληψις περὶ τῆς ἀποκειμένης τοῖς ἁγίοις δόξης.
3 Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξάσθωμεν. Κυρίλλου. Κατορθοῦται μὲν οὐ **** τὸ ἀγαθόν.
5πλὴν ἐπὶ μεγάλοις ἐλπίσι τοῖς ἁγίοις ὁ πόνος καὶ τῶν ὑπὲρ νοῦν καὶ λόγον ἡ μέθεξις. οἱ γὰρ τῶν ἐπὶ γῆς ὑπερορῶντες, ἄξιοι καὶ τῶν ἀνωτάτω γερῶν· καὶ οἱ προπονηκότες ἐν ἀνδρείᾳ καὶ ὑπο‐ μονῇ, μέλλουσι στεφάνων ἀπολαύειν ἐν ἀσυγκρίτοις ὑπεροχαῖς. μειονεκτεῖται γὰρ ὁ εἰς ἀρετὴν πόνος τῶν μετὰ ταῦτα τιμῶν.
10δόξαν δὲ λέγει τῶν ἁγίων, ἐπείπερ ἐκλάμψουσιν οἱ δίκαιοι κατὰ καιροὺς ὡς ὁ ἥλιος, ἐν τιμῇ καὶ δόξῃ καὶ ἀφθαρσίᾳ γεγονότες, ἐν τῷ μεταβληθῆναι αὐτῶν τὸ σῶμα, καθὼς μετεμορφώθη ὁ Χριστὸς ἐν τῷ ὄρει. Γενναδίου. Ἐν τοῖς πρὸ ὀλίγου τῆς ἀντεξετάσεως ἁψάμενος
15τῆς πρὸς τὰ παλαιὰ, καὶ διὰ τῆς παράλληλα θέσεως αὐτῶν, τὸ ὑπερέχον γνωρίσας τῆς χάριτος· εἶτα ἵνα μὴ διὰ τὸ μέγεθος τοῖς μαθηταῖς ἀμφιβάλοιτο, πιστωσάμενος αὐτὸ τῇ τοῦ Ἁγίου Πνεύ‐ ματος μετουσίᾳ, μέτεισιν ἐπὶ παράκλησιν ἀκολούθως, καὶ προ‐ τρέπει μηδὲν ἀκίνδυνον ὑπὲρ τῶν τοιούτων ἀποδιδράσκειν. σφόδρα
20χρησίμης καὶ ἀναγκαίας αὐτῷ τῆς περὶ τούτων οὔσης διδασκα‐ λίας· ἄλλως τε καὶ πολλῶν πολέμων ἐν ταῖς ἀρχαῖς τοῦ κη‐ ρύγματος ἐπιφερομένων τοῖς μαθηταῖς. χρὴ τοίνυν, φησὶ, τῆς διὰ Χριστοῦ δόξης ὀρεγομένους, ὁμοίως αὐτῷ πρὸς τοὺς ὑπὲρ αὐτῆς ἐνίστασθαι πειρασμούς. ἡ γὰρ τῶν παθημάτων κοινωνία, καὶ τῆς
25ἀντιδόσεως κοινωνίαν ἐργάσεται. ἐγὼ γοῦν φησὶν, ἐνθυμούμενος, καὶ πάσας ἀντιπαρατιθεὶς τὰς ἐπὶ τοῦ παρόντος θλίψεις αἰῶνος, τοῖς ἐπηγγελμένοις ἡμῖν ἀγαθοῖς ἐν Χριστῷ, μικρὰς καὶ τὸ μηδὲν οὔσας εὑρίσκω. Θεοδώρου. Τὸ “λογίζομαι” ἀντὶ τοῦ λογίσμῳ τῷ προσήκοντι
30πέπεισμαι τοῦτο οὕτως ἔχειν, ὡς τὸ “λογιζόμεθα οὖν πίστει δι‐
“καιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου.”133

134

Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκαλύψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Κυρίλλου. Ἀποκαραδοκία μέν ἐστιν, ἡ ἐλπὶς καὶ ἡ τῆς τῶν πραγμάτων ἐκβάσεως προσδοκία τε καὶ ἐπιτήρησις. ἐκδέχεταί
5γε μὴν ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ Θεοῦ, οὐκ αὐτή που πάντως εἰδυῖα τὸ ἐσόμενον τοῦ Θεοῦ. πῶς γὰρ, ἢ πόθεν; ἀλλ’ ὅτι ταῖς ἀπορρήτοις οἰκονομίαις τοῦ πάντα μεταρυθμίζοντος εἰς τὸ ἄμεινον Θεοῦ, πρὸς τοῦτο ἥξει τὸ τέλος. μεταπλαττομένων γὰρ ὥσπερ εἰς δόξαν ἐξ ἀτιμίας, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν τῶν
10τοῦ Θεοῦ τέκνων, τουτέστι τῶν τὴν εὐδόκιμον κατορθωκότων ζωήν· καὶ αὐτοί που πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον. καὶ πρόσγε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ, εἰπὼν, ὅτι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν· καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.
15 Γενναδίου. Τοσοῦτον ἐστὶ, φησὶ, τῆς εἰς ἡμᾶς ἀποκα‐ λυφθησομένης δόξης τὸ περιὸν, ὡς καὶ τὴν ἀποκαραδοκίαν τῆς κτίσεως, τουτέστι τὴν ἄπωθεν αὐτῆς προσδοκίαν δήλην ὑπάρχειν, ὅτι τὴν ἀποκάλυψιν ἐκδέχεται τῶν υἱῶν τοῦ Θεοῦ, διὰ τὸ τέως τὴν ζωὴν ἡμῶν κεκρύφθαι σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. τὸ μέντοι
20σύμπαν νόημα, τοιοῦτον ἐστίν. εἰώθαμεν πολλάκις οἱ ἄνθρωποι μετὰ τὰς τῶν πραγμάτων ἐκβάσεις, ὡς σαφῆ ταῖς μνήμαις ἀνα‐ λαμβάνειν τὰ πρόσθεν ἡμῖν ἀσαφῆ. οἷόν τι λέγω· πεφώραταί τις ἀγαθόν τι πεποιηκὼς, ἢ πάλιν κακόν. εὐθὺς παριόντες φαμὲν, ἀλλὰ καὶ πόρρωθεν οὗτος τοιοῦτος ὢν κατεφαίνετο, καὶ ἐδείκνυ
25τῷ σχήματι. καὶ ἐγὼ μὲν αὐτὸν ἐκ τῆσδε τῆς ῥήσεως ὅστις ἦν, αὐτίκα μάλα κατέμαθον. καὶ ὅλως τοιαῦτά τινα πρὸς τὴν παροῦ‐ σαν πράξιν τῶν παλαιῶν λαμβάνοντες σύμβολα, βεβαιοῦμεν ἑαυ‐ τοῖς ἐκ τῶν προτέρων τὰ δεύτερα. τοιοῦτόν τι φησὶ καὶ ὁ Εὐαγ‐ γελιστὴς περὶ τῶν μαθητῶν τοῦ Κυρίου, ὅτι οὐ συνίεσαν μὲν τὰ
30περὶ αὐτὸν οἰκονομούμενα πρότερον· ὅτε δὲ ἀνέστη ἐκ τῶν νεκρῶν, τότε ἔγνωσαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα· καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς. κἀνταῦθα τοίνυν ὁ μακάριος Παῦλος πνευματικῇ χάριτι τῆς οἰκονομίας τῆς ἐν
Χριστῷ τὴν γνωμὴν παρειληφὼς, καὶ γνοὺς ὅτι ἄνωθεν δέδοκτο134

135

τῷ Θεῷ, καὶ ὅτι ἐξελέξατο ἡμᾶς πρὸ καταβολῆς κόσμου, διδάσκει τὰ τοῖς πρόσθεν ἀπόρρητα. λέγει γὰρ ὅτι αὐτῆς τῆς κτίσεως ἡ τοιουτότροπος διασκεύη προκηρύττει τὸ νῦν πεφηνὸς εὐαγγέλιον, καὶ δήλη καὶ σαφής ἐστι τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ
5περιμένουσα. ἐπεὶ μηδὲ ματαίως ὄντως ἔκτισε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Διοδώρου. Ἐν τοσαύτῃ φησὶν ἔσεσθαι ἡμᾶς τῶν ἀγαθῶν δωρεᾷ τοῦ Θεοῦ, ὥστε ἡ ἔλπις καὶ ἡ προσδοκία τῆς κτίσεως ἐκδέ‐ χεται τῶν υἱῶν τοῦ Θεοῦ τὴν ἀποκάλυψιν· οἷον τὴν κεκρυμμένην
10αὐτῶν μακαριότητα, μικρὸν ὕστερον ἀποκαλυφθησομένην. ὑπόνοιαν δὲ τοῖς πολλοῖς δίδωσι τὰ γεγραμμένα ὡς ἔμψυχός ἐστιν ἡ ὁρω‐ μένη κτίσις, καὶ λογικήν τινα ἔχειν αἴσθησιν ὁ κόσμος. εἰ γὰρ συστενάζει καὶ συνωδίνει, καὶ τὴν ἀποκάλυψιν ἀπεκδέχεται, δῆλον ὅτι, φησὶ, καὶ συναισθάνεται, καὶ λογισμῷ κινεῖται. οὐχ οὕτω δὲ
15ἔχει· ἀλλὰ τὰς ἐφεστηκυίας αὐταῖς δυνάμεις, τὰς ταγείσας παρὰ Θεοῦ διέπειν τὴν κτίσιν κατὰ τὴν τοῦ δημιουργοῦ βούλησιν κατὰ τὸ γεγραμμένον, “ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς ἔσπειρεν “υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.” οὕτω δὲ καὶ ἐπὶ τοῦ, “εὐλογεῖτε ψῦχος καὶ καῦμα·” καὶ πάλιν
20“χάλαζα καὶ χιὼν” καὶ τὰ ὅμοια, ταῖς ἐφεστηκυίαις ἐπὶ τούτων δυνάμεσι λέγεσθαι νοητέον. οὐ γὰρ ἀναισθήτοις ὕλαις παρακε‐ λεύεται αἰνεῖν τὸν Θεόν. ὥσπερ γὰρ, “πᾶσα ἡ γῆ προσκυνησάτω “σοι, καὶ ψαλάτωσάν σοι” καὶ ὥσπερ “ὁ Κύριος ἐβασίλευσεν· “ἀγαλλιάσθω ἡ γῆ·” τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπους λέγει· καὶ
25“πενθήσει οἶνος, καὶ πενθήσει ἄμπελος,” τοὺς ἐφεστηκότας λέγει γεωργούς· οὕτω καὶ νῦν τὴν κτίσιν λέγει τὰς δυνάμεις τὰς ἐφε‐ στηκυίας ταῖς ἀψύχοις ὕλαις, καὶ αὐτὰς κτιστὰς οὔσας. ὥσπερ στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.
30 Θεοδώρου. Καραδοκεῖν λέγεται τὸ ἐλπίζειν· ἀποκαραδοκεῖν τὸ ἀπελπίζειν. ὃ τοίνυν λέγει τοιοῦτόν ἐστιν. ἓν σῶμα τὴν σύμ‐ πασαν κτίσιν ἐποίησεν ὁ Θεός. ὅθεν καὶ κόσμος λέγεται πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα· ὡς ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ
φησὶν, “ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέλοις καὶ ἀν‐135

136

“θρώποις.” ἐπειδὴ τοίνυν διαφορά τίς ἐστιν ἐν αὐτοῖς, τὸ τὰ μὲν εἶναι ὁρατὰ, τὰ δὲ ἀόρατα· βουλόμενος εἰς ἓν τὰ πάντα συνῆφθαι, πεποίηκε τὸν ἄνθρωπον. ἐξ ὁρατοῦ μὲν συγκείμενον τοῦ σώματος, καὶ συγγενοῦς τῇ φαινομένῃ κτίσει. ἐκ γῆς γὰρ σύγκειται καὶ
5ἀέρος καὶ ὕδατος καὶ πυρός· ἀοράτου δὲ τῆς ψυχῆς, καὶ οἰκείας τοῖς ἀοράτοις. καὶ δὴ πεποίηκεν αὐτὸν, ὥσπερ τι φιλίας ἐνέχυρον τοῖς πᾶσι. χρήσιμα μὲν γὰρ αὐτῷ τὰ φαινόμενα, ὡς αὐτῇ τῇ πείρᾳ μανθάνομεν. ἐφεστᾶσι δὲ αὐτοῖς αἱ νοηταὶ φύσεις, πρὸς τὸ ἡμῖν ὠφέλιμον αὐτὰ κινοῦσαι. καὶ τούτου μάρτυς ὁ Ἀπόστολος,
10περὶ τῆς ἐναντίας λέγων δυνάμεως, “κατὰ τὸν ἄρχοντα τῆς ἐξου‐ “σίας τοῦ ἀέρος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.” ὡς εἶναι δῆλον ἡμῖν, ὅτι πρὸ τῆς παραβάσεως εἰς τοὺς ἐφεστῶτας τῇ τοῦ ἀέρος κινήσει ὁ διάβολος συνετέλει. καὶ μὴν καὶ τοῖς πρὸς διδασκαλίαν τῆς εὐσεβείας εἰς ἡμετέραν ὠφέλειαν ὑπηρε‐
15τεῖσθαι σύνηθες αὐτοῦ, ὡς καὶ Ἀπόστολός φησιν, “οὐχὶ πάντες “εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ “τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;” Ἐντεῦθεν τοίνυν ἀόρατοι φύσεις εἰς οἰκεῖα τίθενται τὰ καθ’ ἡμᾶς εὐφραινόμεναι. εἰ δὴ πρὸς τὸ κρεῖττον ῥέπειν ἡμᾶς συμ‐
20βαίνει. καὶ τοῦτο ἡμᾶς ὁ Κύριος διδάσκει λέγων, “ἐπὶ ἑνὶ ἁμαρ‐ “τωλῷ μετανοοῦντι καὶ ἀγγέλους χαίρειν ἐν οὐρανοῖς.” δῆλον δὲ ὅτι καὶ λύπην αὐτοῖς προξενεῖ τὰ καθ’ ἡμᾶς ἐπὶ τὸ χεῖρον διακεί‐ μενα. οὐδὲ γὰρ ἂν εὐφραίνοιντο ἡμῶν ἀφισταμένων τῆς τῶν ἀτό‐ πων πράξεως, εἰ μὴ καὶ λύπην αὐταῖς ἐκίνει τὸ μένειν ἡμᾶς ἐπ’
25ἐκείνων. οὕτω δὴ γνώμης ἔχουσαι περὶ ἡμᾶς, ὡς ἅτε δὴ οἰκεῖον ζῶον καὶ συγγενὲς αὐταῖς, ἡνίκα γεγονὼς ὁ Ἀδὰμ, ἐδέξατο τοῦ Θεοῦ τὸ ἐπίταγμα, ὁμοῦ κἀκεῖνο ἀκούσας, ὡς παραβὰς ἀποθανεῖ‐ ται, ἐσκόπουν ἥντινα ἄρα τὰ κατ’ αὐτὸν τὴν ἔκβασιν λήψεται· καὶ ἐπειδὴ παραβὰς θνητὸς ἐγένετο διὰ τῆς ἀποφάσεως, ἐχωρίζετό
30τε ὡς εἰκὸς ἡ ψυχὴ τοῦ σώματος, καὶ ὁ μηχανηθεὶς διὰ τοῦ ἀνθρώπου σύνδεσμος τῆς κτίσεως διέλυτο. Τούτῳ τῷ τρόπῳ ἐσκυθρώπαζον αἱ νοηταὶ φύσεις ἐπὶ τοῖς γιγνομένοις, περὶ ἡμᾶς τε οὐκ εἶχον οἰκείως, ὡς ἂν τοιούτων γεγο‐
νότων αἰτίους κακῶν. ὡς δὲ τοῦ χρόνου προϊόντος, οἱ καθεξῆς136

137

ἄνθρωποι μειζόνως ἐπὶ τὸ χεῖρον προβαίνοντες ἐπέσφιγγον ἑαυτοῖς τοῦ θανάτου τὴν ἀπόφρασιν· πάντα μὲν τὰ καθ’ ἡμᾶς ἀπεγίνω‐ σκον· μεῖζον δὲ καθ’ ἡμῶν ἀνεδέχοντο τὸ μῖσος. ὅθεν οὐδὲ πράτ‐ τειν ὑπὲρ ἡμῶν ἐβούλοντό τι λοιπόν. τοῦτο μὲν, ὡς ἀλλοτρίους
5ἑαυτῶν ἀποστρεφόμενοι, τοῦτο δὲ ὡς ἐχθροὺς τοῦ Θεοῦ μυσαττό‐ μενοι. Τί οὖν ἐπὶ τούτοις ἐγένετο; ἔφησεν αὐτοῖς ὁ Κύριος, ὡς ποιή‐ σει τὴν καθ’ ἡμᾶς διόρθωσιν, ἀναστήσας τε ἡμᾶς καὶ ἀθανάτους ἐργασάμενος, ὡς μηκέτι δεδοικέναι μηδεμίαν πάλιν μεταβολὴν
10καὶ διάλυσιν τοῦ κοινοῦ συνδέσμου τῆς κτίσεως. ταύτην δεξάμενοι τὴν ὑπόσχεσιν ηὐθύμουν μαθόντες ὡς ἡ θεία χάρις τῶν ἡμῶν ἐπταισμένων ποιήσεται τὴν διόρθωσιν, καὶ φιλοτιμίᾳ πάντα ἡμῖν ἀποδώσει, ὧν ἡμεῖς ἑαυτοὺς διὰ μοχθηρίαν ἀπεστερήσαμεν τρό‐ που. καὶ μενεῖ μὲν ὁ καθόλου σύνδεσμος διάλυσιν οὐδεμίαν ἐπιδε‐
15χόμενος τοῦ λοιποῦ. μενεῖ δὲ ἄρρηκτος καὶ τῇ κτίσει πρὸς ἑαυτὴν ἡ φιλία. ἐντεῦθεν καὶ πράττει ἅπαντα ὑπὲρ ἡμῶν οὐκ ὤκνουν. καίτοιγε ἐν τοῖς χείροσιν ἐξεταζομένων τῇ τῶν μελλόντων ἐλπίδι, διὰ τὴν τοῦ Θεοῦ ἐπαγγελίαν κρατούμενοι. τοῦτο οὖν λέγει, ὅτι ἡ κτίσις τόγε ἐφ’ ἡμῖν πολλάκις τὰ καθ’ ἡμᾶς ἀπελπίσασα,
20ταύτην ἀπεκδέχεται τῶν ἁπάντων διόρθωσιν, τὴν προσδοκίαν τῶν μελλόντων, ὅτι ἀναστησόμεθα πάντες εἰς τὸ εἶναι ἀθάνατοι. τὴν γὰρ ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, λέγει τὴν ἀνάστασιν· καθό‐ λου τὴν υἱοθεσίαν τὴν ἀθανασίαν καλῶν. ἐπειδὴ υἱῶν εἶναι νομίζει Θεοῦ τὸ ἀθανάτους εἶναι. ὅθεν καὶ ὁ Δαβὶδ λέγει, “ἐγὼ εἶπα
25“θεοὶ ἐστὲ, καὶ υἱοὶ ὑψίστου πάντες·” ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀπο‐ θνήσκετε. ὡς ἂν οὐκ ἔχοντος λόγου τὸ ἀποθνήσκειν τοὺς υἱοὺς τοῦ Θεοῦ χρηματίσαντας. Σευήρου Ἀντιοχείας. Προσωποποιεῖται τὴν κτίσιν ὁ κήρυξ τῆς ἀληθείας, παραστῆσαι βουλόμενος τὸ τοῦ πράγματος μέγεθος,
30καὶ φησὶν ἀποκαραδοκεῖν αὐτὴν, τουτέστι σφοδρῶς προσδοκᾶν τὴν τῆς ἀναστάσεως ἡμέραν, ἥτις ἐστὶν ἡ ἀποκάλυψις τῶν υἱῶν τοῦ
Θεοῦ, καὶ ἡ τῶν δικαίων φανέρωσις. καραδοκία γὰρ ἡ ἐπιτεταμένη137

138

τῶν ἐλπιζομένων ἐπιτήρησις εἴρηται. ὡς τὸν προσδοκῶντα μονον‐ ουχὶ καὶ ἐπικλίνειν τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς ἐντείνειν, ὡς παραυτίκα ἰδεῖν μέλλων τὸ προσδοκούμενον. Ἀπολιναρίου. Πᾶσα, φησὶν, ἡμᾶς ἡ κτίσις ἀναμένει, καὶ τὸν
5καιρὸν ὁπότε ἐπὶ τῆς προσηκούσης ἡμῖν δόξης ὀφθησόμεθα ποθεῖ. ὡς μηδὲν εἶναι λαμπρότερον τῆς πρὸς ἡμᾶς ἐσομένης εὐδοξίας. ἀκόλουθον δὲ υἱοῖς Θεοῦ τὴν κτίσιν ἕπεσθαι κτῆμα οὖσαν Θεοῦ. ἐλευθέρῳ γὰρ τὸ δοῦλον ἀκολουθεῖ, καὶ υἱῷ τὸ κτῆμα διὰ τὴν εὐγένειαν ὑποτέτακται. καὶ ἡ πρὸς τὸν πατέρα οἰκείωσις τοῖς
10υἱοῖς ὑποτάττει τὸ δοῦλον. δῆλον δὲ ὅτι κατὰ χάριν ἔχοντες τὸ υἱοὶ εἶναι Θεοῦ, διὰ τὴν τοῦ Πνεύματος, ὡς προείρηκε, μετουσίαν, κατὰ χάριν ἔχομεν τὸ ἡγεμονικὸν ἐν τῇ κτίσει τῇ δόξῃ τοῦ ἀλη‐ θοῦς Υἱοῦ δεξάμενοι. ὥστε μὴ εἶναι παρὰ δόξαν τὸ τὴν τοσαύτην καὶ τοιαύτην κτίσιν ἀνθρώποις ὑποτετάχθαι, μικροῖς ἐν τῇ κτίσει
15φαινομένοις. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη. Κυρίλλου. Ματαιότητα ἔνθαδε φησὶ τοὺς ζῶντας ἐν ματαιό‐ τητι, τουτέστιν ἐν φρονήματι σαρκικῷ· περὶ ὧν ἂν λέγοιτο καὶ μάλα εἰκότως, “ἄνθρωπος ματαιότητι ὡμοιώθη,” καὶ μὴν καὶ ὅτι
20παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὑτοῖς. ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος. τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που πάντως ἑκοῦσα ποτέ. πῶς δὲ δὴ ἄρα καὶ τοῦτο φαμέν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ’ ἡμᾶς ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις. οὐ γάρ ἐστι λογική. ἀλλ’ εἰ καί τις δοίη τὸ
25δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἂν ἠνέσχετο, φησὶ, τῆς οὕτως αἰσχρᾶς δουλείας, οὐδ’ ἂν ἠθέλησεν ὑποτετάχθαι τε καὶ ὑπηρετεῖν τοῖς ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις. ἀλλ’ ἐπ’ ἐλπίδι, φησὶ, τῶν σωθησομένων καὶ τῶν κατὰ καιροὺς ἁγίων τε καὶ ἐκλεκτῶν ὑποτέτακταί τε, ὡς ὑποζευγνῦντος αὐτὴν τοῦ Θεοῦ, καὶ
30οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν ὑπόγε τοῖς ἁγίοις καὶ τοῖς ἀγα‐ πῶσιν αὐτόν. ἵνα δὴ μόνοις ὑπηρετεῖ τοῖς αὐτοῦ τέκνοις καὶ ταῖς τῶν ἐξειλεγμένων παραβαίσετο χρείαις· ἀλύει μὲν γὰρ μονονουχὶ
καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ ἦν αὐτῇ τὸ καὶ εἰδέναι τί138

139

δύνασθαι τῶν καθ’ ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώζουσα. πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ τὴν ἀπο‐ κάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ. Γενναδίου. Ματαιότητα λέγει τὸν ῥευστὸν τοῦτον καὶ φθαρ‐
5τὸν βίον ἡμῶν. ἐπεὶ τίνος χάριν, φησὶν, οὕτω πρὸς τὴν ὑπηρεσίαν τῶν φθαρτῶν ἅπασα συνετείνετο· μὴ ἐπ’ ἐλπίδι καὶ προσδοκίαις τοιαύταις ποιεῖν αὐτῇ, τοῦ Θεοῦ τοῦτο νομοθετήσαντος; τὸ δὲ “οὐχ ἑκοῦσα” προσωποποιήσας ἔφη. πολὺ δὲ τοῦτο παρὰ τῇ θεοπνεύστῳ γραφῇ τὸ ἰδίωμα· λέγω τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς
10ἀψύχοις περιτιθέναι. ὥσπερ ἀμέλει κἀν τῇ τετάρτῃ τῶν Βασι‐ λειῶν, “ἀπέστειλε γὰρ,” φησὶν, “Ἰωνᾶς βασιλεὺς Ἰσραὴλ πρὸς “Ἀμεσίαν βασιλέα Ἰούδα, λέγων, ὁ ἀκὰν ὁ ἐν τῷ Λιβάνῳ ἀπέ‐ “στειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων, δὸς τὴν θυγα‐ “τέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα.” ἀλλὰ καὶ ἐν τοῖς Κριταῖς,
15Ἰωθὰμ ὁ Γεδεῶνος τοῦ καὶ Ἱεροβοὰμ υἱὸς, εἶπε, φησὶ, πρὸς ἄνδρας Σικίμων, “ἐξεπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφ’ ἑαυτὰ βασιλέα· “καὶ εἶπον τῇ ἐλαίᾳ, βασίλευσον ἐφ’ ἡμᾶς.” καὶ ὅλως ἀνάπλεως ὡς ἔφην τῶν τοιούτων ἡ θεῖα γραφή. τὸ οὖν “οὐχ ἑκοῦσα” κατὰ τοῦτο καὶ ὁ Ἀπόστολος ἔφησε τὸ ἰδίωμα. ἢ καὶ διὰ τοὺς Ἀγγέ‐
20λους τυχὸν, ἵνα ἀπὸ τοῦ κρείττονος ὡς περὶ πάσης αὐτῆς ᾖ τὸ λεγόμενον. Θεοδώρου. Ἀμέλει, φησὶν, οὐδὲν ἔτι ποιεῖν ὑπὲρ ἡμῶν οἱ Ἄγγελοι ἀνεχόμενοι, διὰ τὴν ἐπαγγελίαν ταύτην εἵλαντο πάντα ποιεῖν. καίτοιγε περὶ τὰ μάταια ἡμῶν ἀσχολουμένων, τοῦτο κατὰ
25τὴν τοῦ Θεοῦ ἐπαγγελίαν ἀπεκδεχόμενοι, τὸ πάντα ἀπαλλαγῆναι φθορᾶς, καὶ μεταβολῶν καὶ τροπῆς. ἐπειδὰν καὶ ἡμεῖς ἀξιωθέντες τῆς ἀναστάσεως, ἀθάνατοι τῇ τοῦ Θεοῦ δυνάμει γινόμεθα. Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.
30Γενναδίου. Ἀνέχεται μέντοιγε νῦν φησὶν, ὡς καὶ αὐτὴ τῆς ἡμετέρας ἐλευθερίας συναπολαύουσα. παύσεται γὰρ τηνικαῦτα λοιπὸν δουλεύουσα τῇ φθορᾷ. τουτέστιν οὔτε ἡμῖν ἔτι φθαρτοῖς οὖσιν ἐξυπηρετήσεται. ἴσμεν γὰρ ὅση νῦν ἡ τῶν στοιχείων κτίσις
ἀλλοίωσιν ὑφίσταται καὶ φθοράν. καὶ μὴν καὶ τοὺς Ἀγγέλους139

140

ὅτι μήπω φύσει τὸ ἄτρεπτον ἔχουσιν ἐπιστάμεθα· οὐκ ἀπὸ τῶν ἐκπεπτωκότων μόνον, καὶ διὰ τοῦτο πεσόντων ἐξ οὐρανοῦ, ἀλλὰ καὶ ἀφ’ ὧν Παῦλος ἔφη περὶ αὐτῶν ὡς ἐνδεχομένων τὸ ἁμαρτεῖν· “κἂν γὰρ ἡμεῖς,” φησὶ, “κἂν Ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζε‐
5“ται ὑμᾶς παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.” Διοδώρου. Τῆς ὑλώδους φύσεως δεδουλωμένης τῷ πονηρῷ, καὶ ἐπιβουλευομένης ὑπ’ αὐτοῦ πολλάκις κατὰ συγχώρησιν Θεοῦ, ὥστε καὶ λιμοὺς καὶ λοιμοὺς καὶ νόσους καὶ πολέμους καὶ ἄλλας φθορὰς ὑπ’ αὐτοῦ κατασκευάζεσθαι. καὶ γὰρ οἰκὸς τῶν ἐνοικούντων
10ἀσεβῶς διαγόντων, ἔχειν χώραν τὸν πονηρὸν, ὡς ἰδίων κατεπιβαί‐ νειν· καὶ ἐπὶ τῇ αὐτῶν κακώσει τὰ περὶ αὐτοὺς στοιχεῖα κακοῦν. ὧν γενομένων, αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις στενάζουσι καὶ ὠδίνουσι, καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου διαμέ‐ νουσιν. ᾧ καὶ ἡ κτίσις συνελευθερωθεῖσα, τῆς τοῦ διαβόλου ἐξου‐
15σίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον, τοῦτο τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ, ὡς καὶ νῦν φαμὲν, ἡ οἰκία θορυβεῖται, ἡ πόλις ἀγανακτεῖ, ἡ χώρα ὀργίζεται· ἐκ τῶν διοικου‐ μένων καὶ περιπολουμένων τόπων, τοὺς διοικοῦντας καὶ περιπο‐ λοῦντας πολλάκις σημαίνοντες.
20 Καὶ καθ’ ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ὑπὸ τῶν συνδούλων αὐτῆς. ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὥστε τῆς δεσποτι‐ κῆς ἀκουσίως ἀπολαύουσα τιμῆς, βάρεως φέρει τὸ γινόμενον, καὶ
25ὠδίνει καὶ ἄχθεται πρὸς τὴν τῶν ἀνθρώπων ματαίαν προσκύνησιν, καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς. φησὶ δὲ ὅτι οὐδὲ ἐξ ἀρχῆς ἑκοῦσα οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ. ἀλλ’ ὑπετάγη συγχωρήσαντος τοῦ Θεοῦ· καὶ ὑπετάγη ἐπ’ ἐλπίδι μελλούσῃ. ποιᾷ; ταύτῃ, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται.
30πότε δὲ ἐλευθερωθήσεται; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δι‐ καίων· διὸ εἰκότως “ἡ καραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν “τῶν τέκνων τοῦ Θεοῦ ἀπεκδέχεται.” Θεοδώρου. Ἀπαλλάττονται γὰρ, φησὶ, τότε καὶ αὐτοὶ τοῦ
ὑπηρετεῖσθαι φθοριμαίοις πράγμασιν, ἐπειδὰν ἡμεῖς ἀθάνατοι140

141

γενώμεθα· καὶ τὰ πάντα ἀπαλλαγῇ τοῦ τρέπεσθαι· ἐπεὶ μηδὲ ἔστι τοῦ λοιποῦ τὸ συναναγκάζον αὐτοὺς πρὸς τὴν τούτων ὑπηρε‐ τεῖσθαι κίνησιν. Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συν‐
5ωδίνει ἄχρι τοῦ νῦν. Γενναδίου. Γνώριμός ἐστιν ἅπασί, φησιν, ἡ φύσις τῆς κτίσεως συνταλαιπωρουμένη τέως ἡμῖν, καὶ οἷον ἡ κατεπείγουσα καὶ προευτρεπιζομένη πρὸς τὴν κοινὴν ἀναγέννησιν. Θεοδώρου. Καλῶς οὐκ εἶπε στενάζει καὶ ὠδίνει, ἀλλὰ
10“συστενάζει καὶ συνωδίνει.” ἐπειδὴ καὶ τὸ “πᾶσα ἡ κτίσις” ἐν‐ ταῦθα προσέθηκεν. ἄνω “ἡ κτίσις” εἰρηκὼς μόνον. βούλεται δὲ εἰπεῖν ὅτι συμφώνως ἐπιδείκνυται τοῦτο πᾶσα ἡ κτίσις· ἵνα καὶ τὸ παρὰ πάσης τὸ αὐτὸ γίνεσθαι ὁμοίως, παιδεύσῃ τούτους τὴν πρὸς ἅπαντας κοινωνίαν αἱρεῖσθαι τῇ τῶν λυπηρῶν καρτερίᾳ. πῶς
15δὲ πᾶσαν ἔφη τοῦτο ὑπομένειν τὴν κτίσιν; τὰς μὲν ἀοράτους ὡς εἰκὸς, ἅτε δὴ λογικὰς καὶ τῶν γινομένων ἐχούσας τὴν αἴσθησιν· τὰς δὲ ὁρατὰς, τῇ κοινωνίᾳ τοῦ πράγματος. Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τὴν πνεύ‐ ματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν.
20Κυρίλλου. Δέδεται πρὸς ἀπόδειξιν τῶν εἰρημένων τὸ ἐν ἡμῖν γίνεσθαι πεφυκός. αὐτοὶ γὰρ ἡμεῖς, φησὶν, οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, στενάζομεν βαρούμενοι, υἱοθεσίαν ἀπεκδεχό‐ μενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἀληθὲς γὰρ ὅτι φθαρ‐ τὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν
25πολυφρόντιδα. γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Πνεύματος, καὶ μεταστοιχειοῦντος ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς, ἀντεξάγει ὥσπερ ἡ φιλοσαρκία ἰξοτοῖς μέλεσιν ἡμῶν ἐγκατασκήψας νόμος ἀεὶ κα‐ ταφεύγων εἰς ἐκτόπους ἡδονὰς, ἀπηνῶς ἀντανίσταται. ταύτητοι στενάζομεν τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν. ἔσεσθαι δὲ
30προσδοκῶ τὸ σῶμα πνευματικὸν, τουτέστιν ἀποβεβληκὸς εἰς
ἅπαν φρόνημα τὸ σαρκικὸν καὶ γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ141

142

κέντρον. τοῦτο εἶναι φαμὲν τὸ σῶμα τὸ πνευματικόν. εἰ δὲ τῆς υἱοθεσίας ἡ χάρις τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν ἔχει, μηδέ τινες ὅλως συκοφαντείτωσαν τὴν ἀνάστασιν· μήτε μὴν εἰς τοῦτο ἡκόντων ἀσεβείας, ὡς ἀπόβλητον μὲν ποιεῖσθαι τὴν σάρκα καὶ
5ἀφαντισθήσεται λέγειν εἰς ἅπαν αὐτὴν πεσοῦσαν εἰς γῆν. ἀντα‐ νίστασθαι δὲ ὥσπερ ἕτερόν τι πνευματικὸν, ἰσχυόν φημι καὶ ἀερῶδες· νοοῦσι γὰρ ὧδε τὸ πνευματικὸν αὐτοί. Γενναδίου. Τί περὶ τῆς κτίσεως ταῦτα λέγω; φησίν· ἀλλ’ ἡμεῖς αὐτοὶ τὸ κεφάλαιον τῆς δημιουργίας· καὶ δι’ οὓς καὶ μεθ’
10ὧν τὰ πάντα ἀνακαινίζεται, δεδεγμένοι τὴν τοῦ Πνεύματος ἀπαρχὴν, τοσοῦτον τῶν μελλόντων εἰλήφαμεν πόθον, ὥστε ἀσχάλλομεν πρὸς τὴν μέλλησιν, καὶ ῥαδίως οὐχ ὑποφέρομεν τὴν ἀναβολήν· ἀλλὰ κομίσασθαι τὸ πᾶν ἤδη γλιχόμεθα. καὶ τὴν υἱοθεσίαν δηλῶν, τὴν ἀπολύτρωσίν, φησι, τοῦ σώματος ἡμῶν ἐπιθυμοῦμεν, τουτέστιν ἀπο‐
15λυθῆναι τὸ ἡμέτερον σῶμα φθορᾶς καὶ ἁμαρτίας καὶ θανάτου ποτέ. ἐπειδήπερ ἐν τοῖς ἀνωτέροις μὲν ὡς ἤδη τῆς θνητότητος τὴν εὐχα‐ ριστίαν ἀνέκραγεν, ἐνταῦθα πάλιν ὡς οὔπω τούτου τετυχηκὼς, ἀλλ’ ἔτι τυχεῖν ἐφιέμενος προστίθησι· “τῇ γὰρ ἐλπίδι ἐσώθημεν·” ἐν ἐλπίσιν ἔτι, φησὶ, τὰ τῆς σωτηρίας ἡμῶν.
20 Διοδώρου. Οὐ μόνον, φησὶν, ἡ κτίσις στενάζει καὶ ὠδίνει τὴν ἐλευθερίαν διὰ τοῦ Πνεύματος ἀπεκδεχομένην, ἀλλὰ καὶ ἡμεῖς, καίτοι ἤδη τὰς ἀπαρχὰς τοῦ Πνεύματος εἰληφότες, καὶ πειρασθέντες αὐτοῦ τῆς εὐεργεσίας. εἰ καὶ μηδέπω τὸ τέλειον τῆς ὑποσχέσεως εἰλήφαμεν. ὅ ἐστιν ἡ υἱοθεσία διὰ τῆς τοῦ σώματος
25ἀπολυτρώσεως. Διοδώρου. Οὐδέπω γάρ, φησι, τῆς ἀναστάσεως τετυχήκαμεν· ἀλλὰ δεξάμενοι τὴν ὑπόσχεσιν ταῖς ἐλπίσι ψυχαγωγούμεθα. Γενναδίου. “Ἐν ἐλπίδι,” φησὶν, “ἐστὶ τὰ τῆς σωτηρίας “ἡμῶν.”
30 Θεοδώρου. Σωτηρίαν καλεῖ τὴν παντελῆ τῶν κακῶν ἀπαλλα‐ γήν· ἥτις αὐτοῖς ἐπὶ τοῦ μέλλοντος αἰῶνος προσγίνεσθαι ἔμελλε. ταῦτα τοίνυν, φησὶ, βεβαίως ἐλπίζειν ὅτι πρόσεσται ἡμῖν, ἐπὶ τοῦ
παρόντος εἰλήφαμεν βίου.142

143

Ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς. Θεοδώρου. Εἰ μὲν γὰρ ἀπελαύομεν ἤδη τῶν προσδοκωμένων, φησὶν, ὑπ’ ὄψιν ἔκειτο πάντως τὴν ἡμετέραν. περὶ δὲ τῶν φαινο‐ μένων ἐλπίζειν οὐδαμῶς ἐδεόμεθα. ἐπειδὴ δὲ ἐλπίζομεν περὶ αὐτῶν
5ὡς οὐ φαινομένων, εἰκότως, ἀνάγκη ἅπασαν τὴν ἔκβασιν αὐτῶν περιμένοντας, ὑπομένειν ἅπαν ὅτι ἂν καὶ παθεῖν ὑπὲρ ἐκείνων δέοι. Ὠριγένους. Ἀνθ’ οὗ ἐν ἄλλοις εὕρομεν· ἀντὶ τοῦ “ὃ γὰρ βλέ‐ “πει” μέγα δὲ ποιεῖ ὁ ἐλπίζων εἰς μὴ βλεπόμενον· καὶ δι’ ἐκεῖνο
10τὸ τετάσθαι τὸν νοῦν αὐτοῦ πρὸς αὐτὸ, πᾶν ὁτιποτοῦν ὑπομένων. Ὡσαύτως καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται. Κυρίλλου. “Στεναγμοῖς ἀλαλήτοις ἐντυγχάνει ὑπὲρ ἡμῶν,” τὸ ἡμῶν δηλονότι πνεῦμα· στενάζομεν γάρ ἐσθ’ ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ποιεῖσθαι σπουδάζοντες· οὐκοῦν ἐν Ἁγίῳ Πνεύματι
15καὶ τοῦτο μανθάνομεν. σοφὸν γάρ ἐστι καθάπερ καὶ ὁ εἷς. ἐπειδὴ δὲ φησὶ, τὸ “τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν,” ἐκεῖνο ζητήσωμεν. καίτοι τὸ τίνα δεῖ τρόπον προσεύξεσθαι δεῖ, προπε‐ παιδεύμεθα παρὰ Χριστοῦ λέγοντος ἐναργῶς· “οὕτως οὖν ὑμεῖς “προσεύχεσθε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ
20“ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, “ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς,” καὶ ὅσα τούτοις ἐστὶν ἐφεξῆς. ὅτε τοίνυν ἐγνώκαμεν καθ’ ὃν ἂν πρέποι τρόπον ποιεῖσθαι τὰς ἱκε‐ τείας, τίς ἂν γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων, ἢ ὅποι‐ περ ἂν βλέποιτο διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν ὅτι
25προσευξόμεθα μὲν τὴν τῶν ἀγαθῶν ζητοῦντες αἴτησιν, καὶ πρόγε τῶν ἄλλων τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι’ ὧν ἂν γένοιτο βιῶναί τε ὀρθῶς, καὶ τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι ζωήν. “τὴν δὲ ἀπαρ‐ “χὴν τοῦ Πνεύματος ἔχοντες καὶ αὐτοὶ στενάζομεν ἐν ἑαυτοῖς, “υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος.” καὶ
30ὡς ἔν γε τούτῳ τῷ μέρει τὸ “τί προσευξόμεθα, καθ’ ὃ δεῖ οὐκ “οἴδαμεν.” εἰ γὰρ “ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ “ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐
“πῶσι αὐτὸν,” τί προσιόντες αἰτήσομεν; ἢ πῶς ἂν ἐδείημα καὶ143

144

τεθεάμεθα· μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ, καὶ ταῖς ἀνθρώπων καρδίαις οὐκ ἐγνωσμένα; ποία δ’ ἂν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις; ἢ τίς ὁ μετάπλασμος; ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν, αὐτὸς ἂν εἰδείη καὶ μόνος ὁ τούτων
5τεχνήτης. Ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς, καθ’ ὃ δεῖ προσεύχεσθαι μὴ εἰδότας, αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. οὐκοῦν πρέπει ἂν καὶ μάλα εἰκότως τοῖς ὧδε διακειμένοις εἰπεῖν τὸ “τί προσευξό‐
10“μεθα καθ’ ὃ δεῖ οὐκ οἴδαμεν.” ἀλαλήτοις δὴ οὖν στεναγμοῖς αἰτοῦμεν ἐν πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται πεπιστεύκαμεν· τίνα δὲ τρόπον, ἀγνοοῦμεν παντελῶς. ἡ μὲν φύσις ἡμῶν, φησιν, ἐστὶν ἀσθενὴς, καὶ τὸ καθ’ αὐτὴν ἀρνουμένη τὸ αὖθις ἀναμώσεσθαι· τὰ δὲ ἐπηγγελμένα μεγάλα τε καὶ θεῖα καὶ οἷον μηδενὶ χωρηθῆναι
15δυνάμενα, μηδ’ ὅλως ἐπὶ ἀνθρώπου καρδίαν ἀνέβη ποτέ. ἀλλ’ ὅμως πρὸς πίστιν τούτων τῶν τηλικούτων οὐ μικρὰν ἐπικουρίαν ἀπὸ τοῦ Πνεύματος ἔχομεν. ταῦτα γὰρ καὶ αἰτήσεως κρείττονα, καὶ περὶ ὧν οὐκ ἴσμεν οὔδε ὅπως εὔξασθαι χρή. ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ ὑπὲρ εὐχὴν ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ Πνεύματος
20χάρις ἀπορρήτως εἰσπράττεται· καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ τοῦ παντός. ὥσπερ γὰρ οἱ ἐπὶ τῶν γάμων ἀρραβῶνες, οἷς ἀλλήλοις οἱ γαμοῦντες δίδωσιν, ἐγγυῶνται τὰ μετὰ ταῦτα, καὶ προφερόμενοι τὰς ἐφ’ οἷς δέδονται συνθήκας ἐπὶ πέρας ἀχθῆναι καταναγκάζουσιν· οὕτως οἶμαι καὶ ἡ ἀπαρχὴ τοῦ Πνεύματος,
25τουτέστι τὸ μερικὸν τοῦ Πνεύματος χάρισμα, ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, τὴν ἐπὶ καιροῦ δοθησομένην καθόλου χάριν ἡμῖν βεβαιοῖ. δέον οὖν ἄρα, τοὺς ὑπὲρ αὐτῆς πόνους μὴ ἀποφεύ‐ γειν. τὸ δὲ ἐντυγχάνειν μεταφορικῶς εἶπεν ἀπὸ τοῦ καὶ ἡμῶν τὰς χεῖρας ταῖς πρὸς ἀλλήλους ἐντυχίαις ἀνύεσθαι.
30 Θεοδώρου. Σχηματισμός ἐστι κατὰ τὸ σύνηθες τῇ θείᾳ γραφῇ τὸ εἰρημένον, ὡς ἑτέρου φαίνεσθαι τῷ προχείρῳ, μᾶλλον ἢ ὃ βούλεται λέγειν. λέγει μὲν γὰρ ὅτι ἡμεῖς οὐδὲ προσδοκᾶν ἐκεῖνα
κατάγε τὴν τῆς φύσεως ἀκολουθίαν δυνάμεθα, ἀλλ’ ἡ τοῦ Πνεύ‐144

145

ματος χάρις, ἧς τὴν ἀπαρχὴν ἐνταῦθα εἰλήφαμεν, ἀναμφιβόλως ἡμῖν ἐγγυᾶται τὴν μετουσίαν ἐκείνων· ἐσχημάτισε δὲ οὕτως. ἃ προσδοκῶμεν, ταῦτα καὶ αἰτοῦμεν παρὰ Θεοῦ. ἃ δὲ μὴ δυνατὸν ἐλπίσαι λαβεῖν, ταῦτα οὐδ’ ἂν αἰτῆσαι ποτὲ ἀνασχοίμεθα. τὸ οὖν
5μὴ δύνασθαι προσδοκᾶν ἐκεῖνα, τὸ μὴ εἰδέναι καθ’ ὃ δεῖ προσεύ‐ ξασθαι περὶ αὐτῶν ἐκάλεσεν. ἐπειδὴ, ὡς ἔφην, ταῦτα οὐδ’ ἂν αἰτήσειέν τε ἃ μηδενὶ λόγῳ δύναται προσδοκᾶν. τὸ δὲ τῇ τοῦ Πνεύματος δυνάμει πάντως αὐτοῖς αὐτὰ περιέσεσθαι ἐλπίζειν, τὸ Πνεῦμα ἐντυγχάνειν ἔφη. ἐπειδὴ γὰρ ἀρχὴ (sic) πολλάκις
10λαμβάνομεν ἐκεῖνα ἃ μηδαμῶς ἑαυτοῖς περιποιῆσαι δυνάμεθα, ἐνετίθη δὲ αὐτοῖς καὶ τὸ πιστεύειν περὶ μελλόντων ἡ ἐπὶ τοῦ πάροντος βίου τοῦ Πνεύματος δόσις· αὐτό φησι τὸ Πνεῦμα ἐν‐ τυγχάνει ὑπὲρ ἡμῶν. ἵνα εἴπῃ ὅτι τοῦτο ἡμῖν ἐκείνων αἴτιον, ὃ ὥσπερ ἐν ἀρραβῶνος τάξει κατὰ τὸν παρόντα βίον ἡμῖν δοθὲν,
15ἀναγκαίως καὶ περὶ τοῦ τελείου πιστεύειν ποιεῖ. ὅθεν ἵνα μὴ νομίσῃς περὶ εὐχῆς λέγειν αὐτὸν ἀληθῶς, ἐπήγαγε, “στεναγμοῖς “ἀλαλήτοις,” ἵνα εἴπῃ ὅτι ἀπορρήτῳ τρόπῳ ἐκεῖνα ἐφέλκεται. τὸ γὰρ ἐπὶ ταῖς μελλούσαις ἐπαγγελίαις κατά γε τὸν παρόντα βίον δεδομένον ἡμῖν παρέχεται πάντως ἡμῖν ἐκεῖνα. καὶ τὸ “στεναγ‐
20“μοῖς” δὲ ἀκολούθως τῷ σχηματισμῷ ὡς ἐπὶ εὐχῆς ἔφη. ἐπει‐ δή πως μετὰ στεναγμῶν εὐχόμενοι, ἀκούεσθαι νομίζονται μᾶλλον. ὡς ἂν συντονώτερον ποιούμενοι τὰς δεήσεις. οὕτω καὶ ἀνωτέρω περὶ τῆς κτίσεως ἔφη τὸ στενάζειν καὶ περὶ ἡμῶν, ὅτι στενάζο‐ μεν· στεναγμὸν ἁπανταχοῦ τὴν προσδοκίαν ἐκείνων καλέσῃς· ὥσπερ
25οὖν κἀνταῦθα ἔφη τὸ Πνεῦμα μετὰ στεναγμῶν ἐντυγχάνειν. ὡς ἂν παρέχον ἡμῖν ἐκεῖνα καὶ προσδοκᾶν ἃ τῶν παρασκευαζόντων τὴν ἔκβασιν οἰκουμ (sic). ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα φροντίσει που. εἰ δὲ ἀμελεῖς, ἀμεληθήσῃ. Τοῦ αὐτοῦ. Τοῦτο οὖν ὁ Διάκονος πληροῖ, ταῦτα λιτανεύων.
30 Ὠριγένους. Τουτέστιν ἂν πληροῖ τὰ τῆς ἡμετέρας ἀσθενείας ἀντιλαμβανόμενον αὐτῆς. ἅμα δὲ μανθάνομεν ὅτι πᾶσιν ἀνθρωπίνη φύσις διὰ τούτων δεδήλωται.
Τοῦ αὐτοῦ. Ἐν δεισεξαριθμήτουςοις τὸ Πνεῦμα ἀντιλαμβάνεται145

146

τῇ ἀσθενείᾳ ἡμῶν. οὐκ ἔλαττον δὲ καὶ ἐν τῷ προσεύχεσθαι ἡμᾶς, ἐπὰν διαβαίνωμεν ὥστε προσεύχεσθαι. τότε γὰρ τί προσευξώμεθα καθ’ ὃ δεῖ οὐκ εἰδότες, ἀντιλαμβανομένου τοῦ Πνεύματος τῆς ἐν ἡμῖν ἀσθενείας, διὰ τὴν ἀπὸ τούτου βοήθειαν, προσευχόμεθα πνεύ‐
5ματι· εἶτ’ ἐφεπομένου αὐτῷ βοηθοῦντι τοῦ νοῦ, προσευχόμεθα καὶ τῷ νοΐ. ἐλλειπὴς δὲ ἡ εὐχὴ τοῦ μὴ προσευχομένου ἀμφοτέροις· ὡς δῆλον ἐκ τοῦ, “ἐὰν γλώσσαις λαλῶ, τὸ πνεῦμά μου προσεύ‐ χεται· ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.” ἵνα οὖν μὴ ἄκαρπος ᾖ ὁ νοῦς, “προσεύξομαί,” φησι, “τῷ πνεύματι, προσεύξομαι καὶ
10τῷ νοΐ. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ Ἁγίων. Γενναδίου. Οὐκ ἄγνοιαν ἀλλὰ τὴν ἀκριβῆ τοῦ Θεοῦ γνῶσιν τῶν καθ’ ἡμᾶς διὰ τῆς “ἐρευνῶν” ἐσήμανε λέξεως. ἐπειδὴ καὶ
15ἡμεῖς ἐρευνῆς ταῦτα καὶ πλείονος ἀξιοῦμεν ζητήσεως, ἅπερ ἂν ἀκριβῶς μαθεῖν βουληθείημεν. τούτῳ προσέοικε κἀκεῖνο “τὸ “Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ·” καὶ τὸ παρὰ τῷ προφήτῃ Σοφονίᾳ, “ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει ᾗ ἐξερευνήσω “τὴν Ἱερουσαλὴμ μετὰ λύχνου.” Θεὸς οὖν φησὶν, ὁ σαφῶς τὰ
20πάντα τῶν ἀνθρώπων εἰδὼς, οὐ δὲ τὸν σκοπὸν τοῦ πνεύματος ἡμῶν ἀγνοεῖ, ἀλλ’ οὐδὲν ὅτι κατὰ τοῦ αὐτοῦ βούλημα ἐφ’ ᾧ δέδωκεν αὐτό· τοῦτο γάρ ἐστι τὸ “κατὰ Θεὸν,” πρὸς αὐτὸν ποιεῖται τὴν ἔντευξιν. ὥστε τυχεῖν τοὺς οἷς πρὸς σὲ τὴν ὁλόκληρον τῆς ἁγιό‐ τητος. τουτέστιν ὅτε αὐτοῖς διὰ τῆς ἀναστάσεως εἰς ἀθάνατον καὶ
25ἀπαθῆ καὶ παντελῶς ἀνόλεθρον μεταστῆναι ζωήν. εἰδὼς δὲ τοῦτο, μὴ πληρώσῃ τὴν δωρεάν. Θεοδώρου. Ἐνταῦθα βούλεται εἰπεῖν, ὅτι ταῦτα ἡμῖν παρα‐ σχεθήσεται ὑπὸ τοῦ Πνεύματος, γνώμῃ Θεοῦ· ὃς ἐπειδὴ ἠβουλήθη τὴν ἀπαρχὴν ἡμᾶς τοῦ Πνεύματος ἐπὶ τοῦ παρόντος κομίσασθαι
30βίου, ἀναγκαίως παρέξει κἀκεῖνα, ὧν ἐπ’ ἐλπίδι ταύτην ἐκομι‐ σάμεθα. ἐπεὶ δὲ ἐσχημάτισεν ὡς ἐπὶ εὐχῆς τὸ διὰ τῆς ἐνταῦθα ἀπαρχῆς τοῦ Πνεύματος, ἀναγκαίως ἡμᾶς προσδοκᾶν καὶ τὰ μέλλοντα, ἀναγκαίως ἐπήγαγεν, ὅτι καὶ ὁ Θεὸς εἰδὼς τὸ βούλημα
τοῦ Πνεύματος, καὶ ὅτι κατὰ γνώμην αὐτοῦ τὰς αἰτήσεις ποιεῖ‐146

147

ται, ἐπινεύει τῇ προσευχῇ. καλῶς δὲ καὶ τὸ ὑπὲρ ἁγίων, ἵνα εἴπῃ τῶν πρὸς τοῦτο ἀφωρισμένων, καὶ μετεσχηκότων ἤδη τοῦ Πνεύ‐ ματος. ἐντυγχάνειν δὲ τὸ Πνεῦμα τὸ χάρισμα λέγει τὸ ἐπὶ τοῦ παρόντος ἡμῖν δεδομένον βίου. καὶ ἀπαρχὴν τοῦ Πνεύματος
5οὐ τῆς ὑποστάσεως αὐτοῦ καλεῖ, ἀλλὰ τῆς τότε ἡμῖν εἰς παντελῆ μετουσίαν τῶν ἀγαθῶν προσδοκωμένης δοθήσεσθαι χάριτος. ὅτι μέντοι σύνηθες τῇ θείᾳ γραφῇ σχηματίζειν τὰς τὰ δὲ ἀπὸ τῶν παρὰ τῷ μακαρίῳ Δαβὶδ συνεχῶς τὰ τοιαῦτα λέγειν εἴωθε “γνόφον ἔχοντα ὑπὸ τοὺς πόδας,” καὶ ὅσα κατ’ ἐκεῖνο τὸ μέρος
10φησίν. οὐδὲ γὰρ τοῦ παρόντος ἅπαντα λέγειν ἐπὶ καιροῦ. ἐν δὲ τῷ κγʹ, πρός τε τὰς πύλας φωνὴν σχηματίζειν ὡς ἂν ἀνοιχθῆναι ὀφειλούσας, καὶ παρ’ αὐτῶν ἀπόκρισιν. τούτων γὰρ οὐδὲν μὲν, ὡς εἴρηται, νοεῖσθαι δύναται. ἕτερα δέ τινά ἐστι τὰ ἀπ’ αὐτῶν ἐμφαι‐ νόμενα. ἐγὼ μέντοι τέθεικα καὶ τοῦτο, ὥστε μηδένα καινόν τι
15νομίζειν λέγεσθαι παρ’ ἡμῶν τὸ κατὰ σχηματισμὸν εἰρῆσθαι τῷ Ἀποστόλῳ τὰ προκείμενα. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνερ‐ γεῖ εἰς ἀγαθὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Κυρίλλου. “Συνεργεῖ μὲν ἅπαντα πρὸς τὸ ἀγαθὸν τοῖς ἀγα‐
20“πῶσι Θεὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι.” “κατὰ πρόθεσιν” δὲ ἄρα τὴν τινῶν; τί δ’ ἂν νοοῖτο τὸ “κατὰ πρόθεσιν;” οὐκοῦν τὸ “κατὰ πρόθεσιν” εἴη ἂν τὸ κατὰ βούλησιν; κέκληνται δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος, κατὰ βούλησίν τινων, πότερον δὴ τοῦ κεκλη‐ κότος, ἢ καὶ αὐτῶν τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις
25πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτ’ ἂν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός; ἔφη γάρ που, ὁ Χριστὸς, “οὐδεὶς δύναται “ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.” πλὴν ἔν γε τούτοις οὐκ ἄν τις ἁμάρτοι τοῦ πρέποντος λέγω, ὡς κλητοὶ γεγόνασί τινες κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ
30τὴν ἑαυτῶν. Γενναδίου. Ἀλλὰ μὴν καὶ τοῦτο ἡμῖν φησί που, πάντως ἀνομολόγηται ὅτι Θεὸς οὐκ ἔγνω καταλείπειν τοὺς ἀγαπῶντας
αὐτὸν, ἀλλὰ πάντα αὐτοῖς τὰ περὶ αὐτοῖς συμβαίνοντα γίνεται147

148

παρασκευάζει πρὸς ἀγαθὸν, ἅτε καὶ κατὰ τὴν ἀγαθὴν αὐτῶν πρό‐ θεσιν προσκεκλημένους αὐτούς· ἐντεῦθεν μέντοι καὶ τὴν ἀπο‐ λογίαν τῆς ὑπὲρ τῆς Ἰουδαίων ἀποβολῆς ἤρξατο προκατασκευ‐ άζειν.
5 Θεοδώρου. Οὐ δεῖ θαυμάζειν, φησὶν, εἰ τοιαῦτα μὲν τότε προσδοκῶμεν ἡμῖν ἀγαθὰ περιέσεσθαι, ἐν ἀνηκέστοις δὲ ἄγαν κακοῖς κατὰ τὸ παρὸν εὑρισκόμεθα. πάνυγε εἰδότας ὡς διὰ πάντων εὐεργετεῖν ἔθος τῷ Θεῷ τοὺς ἀγαπῶντας αὐτόν. ἄφθονον αὐτοῖς τῶν ἀγαθῶν τὴν χορηγίαν παρεχόμενος. ὥστε καὶ ἀπὸ τῶν δοκούν‐
10των εἶναι λυπηρῶν, μείζονας αὐτοῖς τοὺς αἰωνίους προξενεῖσθαι μισθούς. καλῶς δὲ τοῦτο οἴδαμεν, ἐπειδὴ σφόδρα ὡμολογημένον ἔφη πρᾶγμα, παντὸς οὕτινος οὖν πάνυγε συνθησομένου, ὅτι τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθῶν πρόξενος γίνεται Θεός· ὅπουγε καὶ πλημ‐ μελούντων ἀνέχεται, ἡλίουτε ἀνατολὴν καὶ ὑετῶν χορηγίαν αὐτοῖς
15χαριζόμενος. εἶτα καὶ ἀποδείξεων ὅπερ ἔφην πιστούμενος, “τοῖς “κατὰ πρόθεσιν κλητοῖς οὖσι·” τούτων γὰρ ᾔδη καὶ πάλαι ὁ Θεὸς τὴν περὶ αὐτῶν πρόθεσιν, οἷά τις ἔσται. ὅθεν αὐτοὺς καὶ ἐκάλεσεν ἐπὶ τῷ τῆς οἰκείας ἀξίως τιμῆσαι προαιρέσεως. Φωτίου. “Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι·” τουτέστι τοῖς
20κατὰ γνώμην, κατὰ πρόθεσιν ἀξιωθεῖσι τῆς κλήσεως. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Γενναδίου. Προώρισε δὲ τοῦτο, φησὶ, καὶ μετέδωκε τῆς υἱο‐
25θεσίας καὶ ἄλλοις. οὐ τὸν Υἱὸν ταύτῃτοι ζημιώσας· ἔχει γὰρ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ πλεονεκτεῖ τοῖς πρωτοτόκοις τῶν ἀδελφῶν. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε. καὶ οὓς ἐκά‐ λεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους
30καὶ ἐδόξασεν. Κυρίλλου. Εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαι τινὰς
τὸ ἀπεικὸς οὐδὲν, ἐξ ἀμαθίας συνηρπασμένους, καὶ λέγοντας, εἰ οὓς148

149

αὐτὸς προέγνω κατὰ πρόθεσιν καὶ προαίρεσιν, οὗτοι κέκληνται, πρὸς ἡμᾶς οὐδὲν τοὺς οὔπω πεπιστευκότας· οὐ γάρ τοι κεκλή‐ μεθα· οὔτε μὴν προωρίσμεθα. πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλε συναγεῖραι
5τοὺς κεκλημένους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν. εἰσῆλθον δὲ μετ’ ἐκεί‐ νους οἱ κλητοὶ κατ’ ἰδίαν πρόθεσιν· πέπλησται δὲ οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδ’ οὖν ἀφ’ αὐτοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδῶν ὁρᾶται κειμένων. ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις. οὔτε μὴν ὀνίνησι τινὰς ἐπιδιδασκόντων, εἰ μὴ καὶ αὐτοὶ προεγνώσθη‐
10σαν, οἱ ταῖς ἀπειθίαις ἐξυβρικότες τὸν κεκληκότα Θεόν. ἀλλὰ καὶ κέκληνται μὲν, καὶ εἰσπεπηδήκασί τινες εἰς τὸν γάμον. πλὴν οὐ γεγόνασιν ἐκλεκτοὶ, οὐδὲ δεδικαίωνται, οὐδὲ ἐδοξάσθησαν. διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἠμφιέννυντο στολήν· ἄλλωστε καὶ αὐτὸν εὑρίσκομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν
15Χριστὸν ἀναφανδὸν εἰρηκότα, “δεῦτε πρός με πάντες οἱ κοπιῶντες “καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἰδοὺ ἤδη σύμπαν‐ τας ἐκάλει πρὸς ἑαυτόν. ἀμοιρήσειεν δ’ ἂν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος· ἐν γὰρ τῷ πάντας εἰπεῖν, ἀπόπεμπτον ποιεῖ‐ ται παντελῶς οὐδένα· οὓς εἰδὼς πόρρωθεν, φησὶν, ὁποῖοί τινες
20ἔσονται, ἀφώρισεν εἰς τὸ τῶν μελλόντων μετασχεῖν ἀγαθῶν, τού‐ τους καὶ ἐκάλεσεν, ὥστε διὰ τῆς ἐπ’ αὐτὸν πίστεως ἀπολαῦσαι δικαίωσιν, ἁμαρτεῖν οὐκ ἐπιδεχομένοις τότε· ἡ δέ γε δόξα ἐν ἀφθαρσίᾳ τε καὶ ἀθανασίᾳ γεγονόσι καθάπαξ. ἅπαντα μέντοι ταῦτα ἀπέδωκε πρὸς τὸ, “οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν
25“πάντα συνεργεῖ εἰς ἀγαθὸν,” διδάξαι βουλόμενος, ὡς οὐ περιορῶν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς παρούσαις ἐξετάζεσθαι ποιεῖ συμφοραῖς. πῶς γὰρ, ὅγε ἐπὶ τοσούτων ἀγαθῶν ἀπόλαυσιν καλέσας αὐτούς. καὶ τούτου νῦν, ἀλλὰ πάλαι καὶ προπάλαι, ἐξότεπερ αὐτοὺς κατὰ τὴν ἀπόρρητον ἑαυτοῦ πρόγνωσιν ἠπίστατο ὁποῖοί τινες
30ἔσονται, καὶ πρὸ τοῦ γενέσθαι. εἰδὼς γὰρ ἄνωθεν τοιούτους ἐσο‐ μένους αὐτοὺς, ἀνάλογα τῇ περὶ αὐτῶν διαθέσει πόρρωθεν αὐτοῖς
ηὐτρέπιζεν ἀγαθά. πῶς οὖν αὐτοὺς περιιδεῖν οἷόν τε, καὶ πρὸ τοῦ149

150

γενέσθαι τῆς προαιρέσεως αὐτῶν τὰς ἀμοιβὰς εὐτρεπίσαντα, καὶ ἐπὶ τούτους αὐτοὺς καλέσαντα, ὥστε διὰ τῆς ἐπ’ αὐτὸν πίστεως τῶν προσδοκωμένων ἀγαθῶν. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν,
5τίς καθ’ ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο. Γενναδίου. Θεοῦ τοίνυν, φησὶν, ὄντος ὑπὲρ ἡμῶν, ἡμεῖς ἄλλον τινὰ τῶν πάντων φοβηθησόμεθα; καὶ τὸν ἴδιον Υἱὸν οὕτως ὑπὲρ ἡμῶν διδοὺς ἀφειδῶς, οὗτος εἰς ἡμᾶς περὶ τῶν ὑπολοίπων σμικρο‐ λογήσεται; οὐκ ἔστι πάντα δεύτερα Θεῷ τῆς ἀγάπης αὐτοῦ
10τῆς περὶ ἡμᾶς; εὔκαιρον τούτῳ νῦν ἐπισχεῖν· ὅτι ἐνταῦθα τοῦ Υἱοῦ παρὰ τοῦ Πνεύματος ὑπὲρ ἡμῶν παραδέδοσθαι λέγων ὁ Παῦλος, ἐν τῇ πρὸς Ἐφεσίους, αὐτὸν παρ’ ἑαυτοῦ λέγει τὸν Υἱὸν τοῦτο πεποιηκέναι. “ὁ Χριστὸς, γὰρ,” φησὶν, “ἠγάπησεν ἡμᾶς, “καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.” τί διδάσκων ἡμᾶς ἕτερον
15ἢ ἓν εἶναι Πνεύματι καὶ Υἱῷ τῆς ἀνθρώπου σωτηρίας τὸ βού‐ λημα; Διοδώρου. Δείξας διὰ τῶν πράξεων ὅτι συνεργεῖ πάντα ἡμῖν εἰς ἀγαθὸν διὰ τὴν τοῦ Θεοῦ περὶ ἡμᾶς ἀγάπην, οὓς εὗρε κατὰ πρόθεσιν κλητοὺς, τὸ μέγα τεκμήριον τῆς ἀγάπης τοῦ Θεοῦ,
20ἐπάγει, ὃ ἐπεδείξατο ἐν τῷ τοῦ μονογενοῦς μὴ φείσασθαι· εἰ καὶ μὴ θάνατος κατεκυρίευσε τοῦ Σωτῆρος, ἐπεὶ καὶ ἐπ’ αὐτῷ Κυρίῳ τῷ θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ πάλιν λαβεῖν αὐτὴν, ἀλλ’ ὅμως σκοπητέον ὅτι Χριστὸς ἑαυτὸν τοῖς ἀνθρωπίνοις ὑπέβαλε πάθεσι· τήν τε ἰδίαν τοῦ Πατρὸς ἐκπληρῶν βούλησιν. πάντα οὖν ὑπὲρ
25ἡμῶν Θεοῦ οἰκονομοῦντος, τίς ἐμποδίσει; τίς οὗτος ἰσχυρὸς, ὥστε τὰς εἰς ἡμᾶς τοῦ Θεοῦ δωρεὰς διακωλύσαι. εἰκότως γὰρ ὁ τοῦ Υἱοῦ δι’ ἡμᾶς μὴ φεισάμενος, καὶ τὰ ἄλλα πάντα ὑπὲρ ἡμῶν οἰκονομήσει, καὶ τῶν ἄλλων προθήσει τὴν χάριν. Κυρίλλου. Τοῖς ἀγαθοεργεῖν ᾑρημένους, πάντα συνεργεῖ, Θεοῦ
30ὑπερασπίζοντος. ὁ γὰρ τοῦ κατὰ φύσιν ἠφειδηκὼς Υἱοῦ, ἵνα σώσῃ κινδυνεύοντας, καὶ ἀπαλλάξῃ κινδύνων, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ
πάντα ἡμῖν χαριεῖται;150

151

Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν. τίς ὁ κατακρίνων; Γενναδίου. Ἐγκαλούντων τοιγαροῦν οἱ βουλόμενοι καὶ κατη‐ γορούντων ἡμᾶς· οὐ γὰρ ἰσχύουσιν ἡμῖν ἀμύνεσθαι τὸ παράπαν
5τῆς Θεοῦ ψήφου, μεθ’ ἡμῶν τε καὶ ὑπὲρ ἡμῶν τεταγμένης· βού‐ λεται εἰπεῖν ὅτι μηδενὶ δυνατὸν ταῦτα ἡμῶν ἀφελέσθαι, ἃ προλα‐ βὼν ἡμῖν ὁ Θεὸς ἐχαρίσατο. οὔτε οὖν ἐκλεξαμένου ἡμᾶς τοῦ Θεοῦ ἐπὶ τῇ τῶν μελλόντων ἀπολαύσει ἀνατραπῆναι ὑπό τινος τὴν ἐκλο‐ γὴν ἡμῶν δυνατόν. οὔτε παρέχοντος ἡμῖν τὰ προσδοκώμενα· καὶ
10πρόγε πάντων τὴν ἀληθινὴν ἐκείνην δικαίωσιν ἐν ᾗ καταστησό‐ μεθα, ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι, τότε ἔσται τις ὁ μεταβολὴν τῶν καθ’ ἡμᾶς ποιῆσαι δυνάμενος; ὥστε οὐ προσῆκε δεδιέναι τοὺς διώκοντας. ἀφελέσθαι γὰρ τὰ ἀγαθὰ παρ’ ἡμῶν δύνανται οὐδα‐ μῶς, ἅπερ ἐπὶ τοῦ μέλλοντος ἡμῖν αἰῶνος προσέσεσθαι ἐλπίζομεν.
15διὸ εἶπε “τὴν ἐκλογὴν καὶ τὴν δικαίωσιν.” διὰ μὲν τῆς ἐκλογῆς τὸ πρὸς τοῦτο ἐντεῦθεν ἤδη ἀφωρίσθαι. σημαίνων δὲ διὰ τῆς δικαιώσεως τὸ εἶναι αὐτῶν ἐν ἀπολαύσει. τό τε δικαίωσιν τὸ ἁμαρτίαν μὴ ἐπιδέχεσθαι καλῶν. αὕτη γὰρ ἀληθὴς δικαίωσις. ἀπὸ δὲ τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων. οἱ γὰρ
20ἁμαρτάνοντες ἐν τοῖς διδομένοις μενοῦμεν ἀεί. ὅθεν οὐδὲ ἀνατρα‐ πῆναι ὑπό τινος αὐτὸ δυνατὸν εἶναι ἔφη. Ὠριγένους. Δοκεῖ μοι τοῦτο ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον, ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν οἷς ἐγκαλέσει. οὐδεὶς γάρ ἐστιν, οὗ ἐκεῖνος μὴ κατηγορήσῃ, καὶ ᾧ οὐκ ἐγκαλέσῃ, εἰ μὴ
25μόνον Ἰησοῦ, “ὃς ἁμαρτίαν οὐκ ἐποίησεν· οὐδὲ εὑρέθη δόλος ἐν τῷ “στόματι αὐτοῦ·” καὶ διὰ τοῦτο λέγων, “νῦν ἔρχεται ὁ ἀρχὼν τοῦ “κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.” διὰ τοῦτο οὖν ἐκεῖ‐ νος ἐξευτελίζεται, ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν Θεοῦ. τοῦ γὰρ Θεοῦ δικαιοῦντος, τίς κατακρίναι δύναται; κἂν ὁ κατήγορος φέρῃ
30εἰς μέσον τὰ ἀπηλιμμένα ἐφ’ οἷς κατεκρίθησαν, εἰ μὴ ἀπείλιπτο. ἐδικαίωσε δὲ αὐτοὺς, ὡς νεφέλην ἀπαλείψας τὰς ἀνομίας αὐτῶν, καὶ λευκάνας τοὺς πρότερον ἡμαρτηκότας ὡς χιόνα. Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθείς.
Γενναδίου. Πρὸς τὴν ἀπόδειξιν αὖθις τῶν προειρημένων χω‐151

152

ρεῖ, καὶ φησὶ, “Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς,” καὶ τὰ ἑξῆς. οὐ γὰρ ὥς τινες ᾠήθησαν μέλλουσαν ἀντίρρησιν αὐτῷ παρά τινων ταύτην ἀνθυποφέρεσθαι διαλύων τοῦτο ἐπήγα‐ γεν, ἐπεὶ μηδὲ ὑπεφύετο μηδαμόθεν ἐκ τῶν προειρημένων αὐτῷ
5τοιαύτη τις ἔνστασις· ὅ περ ἐπὶ τῶν ἄλλων εὕρομεν ἀντιθέσεων. τίς γὰρ ἂν τοῦτο ὑπέλαβε πρὸς τὸν Παῦλον, τὸ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοῦντος ἡμᾶς, ὁ Χριστὸς ὁ Υἱὸς οὐκ ἐάσει; οὐδὲ εἷς δήπου· οὐ τοίνυν οὐδὲ ὁ Ἀπόστολος πρὸς οὐκ ἀνθιστάμενον αὐτῷ λόγον ἔμελλεν εἰκῆ διαγωνίζεσθαι καὶ σκιομαχεῖν. πιστοῦσθαι
10μέντοι καὶ βεβαιοῦν πλέον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὡς προέ‐ φαμεν, ἦν αὐτῷ καὶ σφόδρα γε ἀναγκαῖον. διὰ τοῦτο τοῖς προειρη‐ μένοις ἐπήγαγε, “Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς, “ὃς καὶ ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ. ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.” μὴ γὰρ ἑνί; τί δεῖ σε, φησὶ, τοῦ λοιποῦ; μὴ γὰρ ὑπείδεσθαι
15μεταβολήν. ἔχει τέλος· τὸ πρᾶγμα πρὸς πέρας ἐκβέβηκεν. οὐδὲν ἐνδεῖ πρὸς τὴν σωτηρίαν ἡμῶν. τέθνηκε Χριστὸς, μᾶλλον δὲ καὶ ἐγήγερται, καὶ τετίμηται τὰ πρῶτα παρὰ Θεῷ· καὶ τὴν χάριν αὐτὸς ἐκβιβάζει τὴν εἰς ἡμᾶς. τουτέστιν αὐτῷ τῷ πράγματι δῆλος ἐστὶν ὡς ἑαυτὸν ἡμᾶς προσκαλούμενος, καὶ ἡ ἀπαρχὴ τὸ
20πᾶν ἀπολήψεται· καὶ τῇ κεφαλῇ τὸ λοιπὸν ἀποδοθήσεται σῶμα. τὴν γὰρ ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ ὑψωθεὶς, ἕλξει καὶ ἡμᾶς ὡς ἑαυτὸν κατὰ τὴν οἰκείαν ὑπόσχεσιν. “ὅταν γὰρ,” φησὶν, “ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν.” ἐσχημάτισε δὲ κἀνταῦθα τὸ πρᾶγμα διὰ τῆς “ἐντυγχάνει” λέξεως, πρὸς πληρο‐
25φορίαν ἡμῶν. καθὰ καὶ πρὸ βραχέως ἐν τοῖς περὶ τοῦ Πνεύματος ἔφαμεν. Ἀπολιναρίου. Λέλυκε, φησὶν, ἡ ἐκλογὴ τὰ ἐγκλήματα, καὶ τὴν κατάκρισιν προανῄρηκεν ἡ δικαίωσις. ὥστε οὔτε νόμος κατα‐ δικάζων, οὔτε ἄρχοντες τοῦ αἰῶνος τούτου κατέχοντες ὑφ’ ἁμαρ‐
30τίαν τὸν ἄνθρωπον, καὶ διὰ τῆς ἁμαρτίας ἐπὶ δουλείαν θανάτου καθέλκοντες, ἰσχυροὶ καθ’ ἡμῶν ἔτι γενήσονται· ἀλλὰ παύσεται μὲν τὸ τοῦ νόμου φοβερὸν, χάριτι Χριστοῦ νικώμενον. ἐξασθενεῖ δὲ ἡ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου πονηρία, τῇ ἀγαθότητι τοῦ δι’ ἡμᾶς σφαγιασθέντος, καὶ ἑκουσίως ἑαυτὸν ἐκδεδωκότος εὐδοκίᾳ
35τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ ἐπῆλθεν ἀνάστασις τὸν θάνατον152

153

ἀποκρύπτουσα· καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστὸν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ Πατρὶ, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον, καθὸ καὶ πρὸς ἀνθρώπους συνήφθη, τὰ διε‐ στῶτα συνάπτων.
5 Σευηριανοῦ. Διὰ τούτων τὴν ἄμετρον τοῦ Χριστοῦ δείκνυσιν ἀγάπην, ἣν ἔχει περὶ ἡμᾶς. οὐκ ἠρκέσθη γὰρ τῷ ἀποθανεῖν ὑπὲρ ἡμῶν. καὶ δῆλον ὅτι ταῦτα ἐντυγχάνει, ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα· ᾔτει γὰρ τὸν Πατέρα λέγων, “ἵνα ὅπου ἐγώ εἰμι, “καὶ αὐτοὶ ὦσιν.” περὶ τούτου ἐντυγχάνει ὁ Σωτὴρ, οὔτε δὲ ὡς
10ἀγνοοῦντα τὸν Πατέρα τὰ καθ’ ἡμᾶς διδάσκει ἐντυγχάνων, οὔτε ὡς μὴ βουλόμενον· ἃ γὰρ βούλεται ὁ Πατὴρ, βούλεται καὶ ὁ Υἱός. τὸ οὖν βούλεται ἡ πρεσβεία καὶ ἡ ἐντυχία, τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος· διδάσκων, ὡς εἰ καὶ μία ἐστὶ τῆς Τριάδος ἡ οὐσία, ἀλλ’ οὐχὶ μία ὑπόστασις. διὰ
15γὰρ τῆς ἐντεύξεως ἕτερος ὁ αἰτῶν, καὶ ἕτερος ὁ αἰτούμενος δείκνυ‐ ται. οὐκ ἄτοπον γὰρ τὸν μὲν Υἱὸν αἰτεῖν, τὸν δὲ Πατέρα χαρί‐ ζεσθαι. ὅπως ἂν ἁρμόζουσα τάξις ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἢ οὐκ ἄτοπον ἦν εἰδότα τοῦ Πατρὸς τὴν γνώμην φθάνειν τὸν Υἱὸν τοῦ Πατρὸς τὴν δωρεὰν, καὶ ὑφαρπάζοντα διδόναι
20τὴν χάριν. οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ Υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ τοῦ Πατρὸς, ἵνα διόλου τὸ ἀκόλουθον καὶ πρέπον ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ἡμᾶς ὁ λόγος τὴν περὶ τοῦ Πατρὸς καὶ Υἱοῦ ἀσύγχυτον τάξιν. ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ Χριστὸν λογίσῃ αἰτοῦντα, πόλλῳ σοι μᾶλλον φανεῖται ὁ
25λόγος εὐσυνοπτότερος.
26tΚΕΦ. ΙΔ.
27tΠερὶ τῆς ὀφειλομένης ἀγάπης Χριστῷ.
28 Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Γενναδίου. Αὐξήσας τὸ περὶ ἡμᾶς φίλτρον τοῦ Θεοῦ, καὶ
30τὴν ἡμετέραν λοιπὸν εὐγνωμοσύνην, ἣν περὶ τὸν τοσοῦτον ἡμᾶς
εὐεργέτην ἔχειν χρεὼν, διεξέρχεται λέγων, ὡς οὐδὲν τῶν ἐν ἀν‐153

154

θρώποις ὄντων δεινῶν τῆς εἰς Χριστὸν ἀγάπης προσῆκεν ἡμᾶς ἐπιστᾶν. Τοῦ αὐτοῦ. Ταῦτα προείρηται τῷ προφήτῃ Δαβὶδ περὶ τῆς ὑπὲρ τοῦ νόμου τῶν Μακκαβαίων ἐνστάσεως. τί γὰρ τὸ θαυμα‐
5στὸν, φησὶν, ἐργασόμεθα, τὴν ἴσην τοῖς πρεσβυτέροις εὔνοιαν ἐπι‐ δεικνύμενοι περὶ τὸν Θεόν; οἷς οὐκ ἴσην ἀλλὰ καὶ πολλῷ μείζονα κεκοσμήμεθα χάριν· καὶ ἐπειδὴ τῆς οἰκείας γνώμης ἐξεῖπε τὴν πρόθεσιν, ἵνα μὴ δόξῃ κατ’ ἀλαζονείας ἑψέσθαι, τάχεως ἐπήγαγε τὸ ἑξῆς.
10 Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπή‐ σαντος ἡμᾶς. Γενναδίου. Ἔχομεν μέντοι, φησὶ, τὸ τούτων κατὰ περιουσίαν κρατεῖν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Θεοδώρου. Δεικνὺς ὅτι μηδὲ τὴν βαρύτητα δεδιέναι προσήκει
15τῶν ἐπαγομένων κακῶν, εἰκότως ἐπήγαγεν, “ἀλλ’ ἐν τούτοις πᾶ‐ “σιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” παρ’ αὐτοῦ γὰρ ἡμῖν καὶ τὸ δοκοῦν εἶναι βαρὺ τῶν θλίψεων ἐπικουφίζεται. ἀνε‐ παίσθητον τῇ παρ’ αὐτοῦ συνεργείᾳ τῶν λυπηρῶν ἐργαζομένου τὴν πείραν.
20 Ὠριγένους. Νικᾷ μὲν ὁ μετὰ ἀμφηρίστου ἀγῶνος τοὺς ἐν τοῖς ἀγωνιζομένοις περὶ νίκης περιγινόμενος τοῦ ἀνταγωνιστοῦ. ὑπερνικᾷ δὲ ὁ μηδὲ τὴν ἀρχὴν ἐπιτρέψας στῆναι πρὸς αὐτὸν τῷ ἐναντιουμένῳ. τοιοῦτος ὁ Παῦλος καὶ οἱ τὴν ὁμοίαν αὐτῷ παρα‐ σκευὴν πρὸς τοὺς πειρασμοὺς ἀνειληφότες, τὸ θλίβον καταπα‐
25τοῦντες καὶ ἐντρυφῶντες τῷ στενοχωροῦντι, καὶ τὸ διῶκον τῇ ὑπομονῇ διώκοντες· καὶ τὸν λιμὸν διὰ τὴν οὐράνιον τροφὴν γελῶν‐ τες· καὶ τὴν γυμνότητα ἐν οὐδενὶ τιθέμενοι, δι’ ἣν ἐνδέδυνται Χριστὸν, καὶ τὸν κίνδυνον ὡς οὐ κινδυνεύοντες καταπατοῦντες, καὶ τὴν μάχαιραν, διὰ τὸν ζῶντα τοῦ Θεοῦ λόγον, οὐδὲν χαλεπὸν
30ἐργάσασθαι αὐτοὺς πειθόμενοι. Σευηριανοῦ. Λαμπρῶς δείξας τὴν τοῦ Θεοῦ περὶ ἡμᾶς διά‐ θεσιν, καὶ τὴν τοῦ Υἱοῦ αὐτοῦ ἀγάπην, ἀκολούθως διδάσκει, οἵους λοιπὸν εἶναι δεῖ περὶ τὸν εὐεργέτην τοὺς εὐγνώμονας. ὥστε μηδὲ
τῶν πάνυ φοβερῶν δύνασθαι διαστῆσαι ἡμᾶς τοῦ Χριστοῦ.154

155

Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωή. Γενναδίου. Θάνατον μὲν οὖν πάντα λέγει τὰ χαλεπά· ἐπειδὴ τῶν τοιούτων πάντων τέλος ὁ θάνατος. ζωὴν δὲ πάντα τὰ τρυφηλά τε καὶ ἀγαθά· ἐπειδὴ τῶν τοιούτων πάντων τέλος πάλιν ἐστιν ἡ
5ζωή. Ἀγγέλους δὲ καὶ ἀρχὰς καὶ δυνάμεις, τὰς ἀοράτους οὐσίας αἳ τοῖς διαφόροις τούτοις ὀνόμασι καταλλήλως αἷς ὑπηρετοῦν‐ ται χρείαις προσαγορεύονται. Ἄγγελοι μὲν παρὰ τὸ ἐξαγγέλ‐ λειν τοῖς ἀνθρώποις τὰ ἐκ Θεοῦ. ἀρχαὶ δὲ, παρὰ τὸ ἄρχειν, ἢ πόλεων, ἢ ἐθνῶν ὅλως οἷς ἐφεστᾶσι. δυνάμεις δὲ, παρὰ τὸ
10δυνατὰς δεδημιουργεῖσθαι πρὸς ὑπηρεσίαν Θεοῦ. “εὐλογεῖτε,” γὰρ φησὶ, “τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἴσχυι, “ποιοῦντες τὸν λόγον αὐτοῦ.” ἐνεστῶτα δὲ, σύμπαντα περιλη‐ πτικῶς τὰ παρόντα· μέλλοντα δὲ, ὁμοίως πάντα τὸν προσδοκώ‐ μενα· ὕψωμά τε καὶ βάθος, ὑπερουράνιά τε καὶ ὑποχθόνια· προσ‐
15έθηκε δὲ καὶ τοῦτο, οὔτε τις κτίσις ἑτέρα, δεικνὺς τῆς περὶ Θεὸν ἀγάπης αὐτοῦ τὴν ὑπερβολήν· καὶ ὅτι ταύτης χάριν ἕτοιμός ἐστιν τοῖς τε οὖσι καὶ τοῖς οὐκ οὖσι διαμάχεσθαι. διὰ μέντοι τοῦ “οὔτε μέλλοντα,” δῆλον πεποίηκεν ἀκριβῶς, ὅτι οὐ διά τι φιλεῖ τὸν Θεὸν, οὐδὲ ἀμοιβῶν ἐλπίδι τινῶν, ἀλλ’ αὐτὸ τοῦτο στέργων
20τὸ φιλεῖν τὸν Θεὸν, καὶ καθ’ αὐτὸ κρίνων αὐτὸ περισπούδαστον. οὐδὲν οὖν τῶν προαπηριθμημένων, φησὶν, ἀποστήσει τῆς εἰς Θεὸν ἀγάπης ἡμᾶς, ἕνεκε τῆς ἀφάτου περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο. Ὠριγένους. Ὅρα εἰ μὴ εὐλόγως τὸ μὲν “πέπεισμαι,” ὅτι
25οὐ δύναται ἡμᾶς χωρίσαι. τὰ δέ τινα ἔταξεν ἐπὶ τῶν μειζόνων ἢ κατὰ ἄνθρωπον πειρασμῶν. τὸ δὲ “τίς ἡμᾶς χωρίσει” ἐξευτελί‐ ζων τοὺς ἀνθρωπίνους ἐπὶ τῶν ἐλαττόνων γυμνασίων τῆς ἀνθρωπίνης ψυχῆς· καὶ ἐὰν ὑπερνικῶμεν δὲ τὰ πρότερα καὶ ἀνθρώπινα, οὐ χωρὶς συμπνοίας καὶ ἐνεργείας κρείττονος αὐτὸν περιεσόμεθα. διὸ
30καλῶς ὁ Παῦλος προσέθηκε τὸ “διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” πρόσχες δὲ εἰ θάνατος μὲν παλαίει βουλόμενος χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, οὐχ ὁ κοινὸς περὶ οὗ ἀνωτέρω εἴρηται, τὸ “ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν,”
ἀλλ’ ὁ ἐχθρὸς Χριστοῦ καὶ ἔσχατος καταργηθησόμενος. βουλή‐155

156

σεται μὲν γὰρ οὗτος χωρίσαι, φέρε εἰπεῖν Παῦλον· οὐ δυνήσεται δὲ καὶ καταργούμενος ὑπὸ τοῦ ἐν αὐτῷ Χριστοῦ. ζωὴ δὲ, οὐχὶ τῷ θανάτῳ τούτῳ ἐναντία. τὰ γὰρ ἀλλήλοις ἐναντία οὐ πέφυκεν ἓν καὶ ταυτὸ βούλεσθαι, ἀλλὰ ἡ καθ’ ἣν ζῇ τις τῇ ἁμαρτίᾳ καὶ
5τοῖς εἴδεσιν αὐτῆς καὶ τῷ ψεύδει. εἰ δὲ καὶ καθ’ ἕκαστον εἶδος ἁμαρτία ἔστι τις, φαύλῃ ζωῇ ἐπιστήσεις διὰ τὸ κρεῖττον “τὸ “ἔλεός σου ὑπὲρ ζωάς·” αὕτη γὰρ βουλήσεται μὲν χωρίσαι τὸν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. οὐ δύναται δὲ, καταργου‐ μένη, πῆ μὲν ὑπὸ τοῦ θανάτου καθ’ ὃν ἀποθνήσκει τις τῇ ἁμαρτίᾳ·
10πῆ δὲ ὑπὸ τῆς ζωῆς ἣ μέν τις κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. καὶ Ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, περὶ ὧν λέλεκται τοῖς ἐξ εὐωνύμων, “ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ “καὶ τοῖς Ἀγγέλοις.” τὸ δὲ “οὔτε ἀρχαὶ” ἐπὶ τὸ, “οὐκ ἔστιν ἡμῖν
15“ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς” καὶ τὰ ἑξῆς ἀναφέρεται· καὶ εἰς τὸ “ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ “πᾶσαν ἐξουσίαν καὶ δύναμιν.” ἑξῆς τοῦτο ἐστὶ “τὰ ἐνεστῶτα·” ταῦτα δὲ ἐπίσκεψαι εἰ δύναται ἀναφέρεσθαι ἐπὶ τοὺς κοσμοκρά‐ τορας τοῦ σκότους τούτου, καὶ οὐχὶ ἐπί τινα ἐνεστῶτα ἀνθρώπινα.
20 Ἄλλος δ’ ἂν λέγοι τὰ ἐνεστῶτα ἀναφέρεσθαι ἐπὶ τὰ βλεπό‐ μενα καὶ πρόσκαιρα. μετὰ τοῦτο εἴδωμεν τίνα “τὰ μέλλοντα” καὶ εἴτι πρὸς τὸν μέλλοντα χρόνον παλαίσοντα τῷ Ἀποστόλῳ τῆς ἐν τῷ βίῳ τούτῳ παρεπιδημίας ὡς πρὸς ταῖς ἐνεστηκυίαις αὐτῷ τῆς γραφῆς τῆς Ἐπιστολῆς ἡμέραις, ἢ τὰ μετὰ τὸν ἐνεστηκότα
25αἰῶνα καὶ μετὰ τὴν ἔξοδον εὐθέως ἀπαιτησόμενα, ὅτε ὁ ἄρχων τοῦ κόσμου τούτου, καί τινες ὑπ’ αὐτῷ δυνάμεις βουλήσονται μὲν κρατεῖν τοῦ ἐκδημήσαντος, οὐ δυνήσονται δὲ ἐπὶ τῶν προανειληφό‐ των τὴν ἀγάπην τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ἑξῆς δὲ αὐτῷ ἐστὶ τὸ “οὔτε δυνάμεις,” ὅπερ ἔοικεν εἶναι εἴδους τινὸς τῶν ἔξω θνητοῦ
30σώματος λογικῶν. μήποτε δὲ ἡ τοῦ ἀνθρώπου ψυχὴ ἐπιβουλεύεται, ὑπὸ μὲν ὑψώματος, κατὰ “ἐν τοῖς ἐπουρανίοις πνευματικὰ τῆς “πονηρίας.” ὑπὸ δὲ βάθους, κατὰ τὰ καταχθόνια, ὧν οὐδέτερον τὸν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ὁπλισάμενον χωρισθῆναι αὐτῆς ἐάσει.
Εἰ δὲ καὶ παρὰ τὴν βλεπομένην ὅλην ταύτην κτίσιν ἐστὶν156

157

ἑτέρα κτίσις, τῇ φύσει μὲν βλεπομένη, νῦν δὲ οὐδέπω ὁρωμένη, ζητήσεις εἰ δύναται ἐπ’ ἐκείνην ἀναφέρεσθαι τὸ “οὔτε κτίσις “ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ.”
4tΚΕΦ. ΙΕ.
5tΠερὶ ἐκπτώσεως Ἰσραὴλ τοῦ ἀποβληθέντος, καὶ κλήσεως τοῦ ἀληθοῦς τοῦ
6tεἰσαχθέντος μετὰ ἐθνῶν.
7 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι· συμμαρ‐ τυρούσης μοι τῆς συνειδήσεώς μου. Κυρίλλου. Ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν
10Ἰσραήλ· καὶ δὴ καὶ πρωτότοκον αὐτὸν ἀπεκάλει. ἀλλὰ γεγόνασιν ἀλάζονες καὶ ὑβρισταὶ, καὶ τὸ ἔτι τούτων ἐπέκεινα κυριοκτόνοι· ταύτητοι διολώλασι. γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξερριμμέ‐ νοι, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος εἰς ἅπαν ὠλισθηκότες, τέθ‐ εινται κατόπιν ἐθνῶν· πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος
15ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος, τῶν θείων εὐαγγελίων τέθειται λειτουργὸς, καὶ διεκήρυττε τοῖς ἔθνεσι τὸν Ἰησοῦν, ἄνω τε καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων· καὶ τοὺς ἐν σκότῳ ποτὲ καὶ τῶν δαιμονίων θεραπευτὰς κλητοὺς γενέ‐ σθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διϊσχυριζόμενος, ἵνα μή
20τινες οἴωνται τῶν ἀμαθεστέρων μονονουχὶ κειμένοις καὶ ἐνάλ‐ λεσθαι τοῖς ἐκ γένους αὐτὸν καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν, καὶ φησὶν, “ἀλήθειαν λέγω ἐν Χριστῷ, “οὐ ψεύδομαι,” καὶ τὰ ἑξῆς· ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότη‐ τος τρόπον ἐκπεφοιτηκόσιν ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν,
25σκληράς τε τὰς ἐπὶ τοῦτο λοιπὸν ἀνατλῆναι δίκας, ἐπιστυγνά‐ σειεν ἄν τις, καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον, εἴη ἂν οὐ πέρα λόγου, μᾶλλον δὲ τῆς ἀγάπης τὴν πλήρωσιν ἔχει. τό γε δὴ καὶ ὑπὲρ αὐτῶν ἀνάθεμα θέλειν εἶναι Χριστοῦ, μέτρων ἐπέκεινα τῶν ἀγάπης λοιπόν. οὐ γὰρ ἂν ἕλοιτό τις, εἴπερ ἐστὶν ἐν
30καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ· καὶ
ποιεῖσθαι μὲν παρουδὲν τὴν ἑαυτοῦ ζωήν· ἑτέροις γε μὴν τὸ χρῆμα157

158

ἐνεῖναι ἑλεῖν. τί οὖν ἄρα, φησὶ, τῆς Ἰουδαίων σωτηρίας ἀντάλ‐ λαγμα τὴν ἑαυτοῦ προτιθείς; οὐκοῦν ὑπερβολικὸς ὁ λόγος· καὶ ἀγάπης ἀπόδειξιν ἔχει τῆς τελεωτάτης. “εὐχόμην γάρ,” φησιν, “ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν
5“μου, τῶν συγγενῶν μου.” ὅμοιον γὰρ ὡς εἴπερ λέγοι. εἰ προσ‐ κεκρουκότος ἐμοῦ τῷ Χριστῷ, ὁ Ἰσραὴλ ἀνασώζεται, εἱλόμην ἂν αὐτὸς ἐγὼ, ὁ καὶ τοῖς ἐν πίστει δεδικαιωμένοις εἰπὼν, “οὐ γὰρ “ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον “ἐσταυρωμένον·” ὁ πᾶσι διακηρύττων, “τίς ἡμᾶς χωρίσει ἀπὸ
10“τῆς ἀγάπης τοῦ Χριστοῦ, θλίψις ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ “λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;” τὸ οὕτω δεινὸν ὑπο‐ στῆναι κακὸν, καὶ εἷς ὑπὲρ πάντων χωρίσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπειθίαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας. ᾤοντο γὰρ τῶν Ἰουδαίων τινὲς, οἷον
15ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον, τοῖς διὰ Μώσεως ἀντιφέρεσθαι νόμοις. ταύτητοι τοῖς πιστεύσασιν ἐπιστέλλει λέ‐ γων· “εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν·” οὐκοῦν ἑλοίμην ἂν ἔγωγε, καὶ μάλα προθύμως φησὶν, ἵνα τοὺς ἐξ αἵμα‐ τος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ. προσεπάγει δὲ
20ὥσπερ τῆς ἐπ’ αὐτοῖς λύπης τὴν αἰτίαν, οὐκ ἀνικάνως ἔχουσαν ἀποφαίνων εἴς γε τὸ δύνασθαι τοιαύτην αὐτῷ τὴν διάθεσιν ἐνερ‐ γάζεσθαι. ἵνα μήτι δοκοίη σκληρόν τε καὶ ἀπηχὲς εἰπεῖν τῆς ἑτέρων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δωρούμενος. πρῶτον μὲν γάρ φησιν “Ἰσραηλῖται, αὐτῶν ἡ υἱοθεσία καὶ ἡ δόξα· καὶ αἱ διαθῆ‐
25και καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι. ἐξ αὐτῶν “δὲ τὸ κατὰ σάρκα, καὶ αὐτὸς ὁ Χριστός.” ἀλλ’ εἰ μέν τινες ἦσαν τούτων οὐ πάλαι διεγνωκότων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, εἰ μὴ νόμος αὐτοῖς ὁ διὰ Μωύσεως γέγονε βραβευτὴς, τῆς εἰς αὐτὸν οἰκειότητος, εἰ μὴ τῆς τῶν ἁγίων πατέρων ἐξέφυσαν
30ῥίζης, καὶ τῆς ἐκείνων εὐκλείας τέθεινται κληρονόμοι. εἰ μὴ πρῶ‐ τοι τοὺς τῆς εἰς Θεὸν λατρείας μεμελητήκασιν ἐλπίδας, μετριω‐ τέραν ἄν τις τὴν ἐπ’ αὐτοῖς ἐποιήσαντο λύπην. ἐπειδὴ δὲ αὐτῶν
οἱ πατέρες καὶ τὰ ἄλλα, μόνον δὲ οὐχὶ καὶ ἐξ οὐρίας αὐτοῖς τῶν158

159

πραγμάτων ἰόντων εἰς ἀδόκητον ἐκπεπτώκασι τέλος, καὶ διημαρ‐ τήκασι τῆς ἐλπίδος· πῶς οὐ πάνδεινον ἀληθῶς τὸ τοῖς ἀθλίοις συμβεβηκός; Γενναδίου. Τονώσας οὕτω διὰ πάντων αὐτοὺς εἰς τὸ πιστεύ‐
5οντας τῷ Εὐαγγελίῳ βεβαίως, πάντας ἀόκνως τοὺς ὑπὲρ τούτου πειρασμοὺς καταδέχεσθαι, βούλεται πρὸς ἔνστασιν ἀνθυποφερο‐ μένην αὐτῷ καὶ μάλα νεανικὴν ἀποκρίνεσθαι. ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσι τὸν νόμον ἐκβαλὼν, τὴν χάριν πολυτρόπως καὶ μά‐ λιστά γε ἀπ’ αὐτοῦ τοῦ νόμου συνέστησε· καὶ ἀληθῶς υἱοὺς Θεοῦ
10τοὺς ταύτης ἔφησεν εἶναι, οὓς καὶ πάλαι προειδότα κεκληκέναι νῦν τὸν Θεόν· ἔγνω τὸν Ἰουδαῖον εὐθὺς τοῦτον ἀντιστησόμενον, καὶ τὴν πολυθρύλλητον αὐτοῖς ἐκείνην ἀντίθεσιν αὐτῷ προκαλούμενον. ἔφασκον γὰρ Ἰουδαίων οἱ τοῖς Ἀποστόλοις καὶ τῷ κηρύγματι πολεμοῦντες, δυοῖν ἐξ ἀνάγκης ὑπάρχειν τὸ ἕτερον· ἢ ψευδὲς τὸ
15εὐαγγέλιον, ἢ τὸν Θεὸν ψεύστην. εἰ μὲν γὰρ ἃ κηρύττετε, φησὶν, εἰσὶν ἀληθῆ, ψευδὴς ὁ Θεὸς, τὰς οἰκείας πρὸς τοὺς πατέρας ἡμῶν περὶ ἡμῶν ὑποσχέσεις τοῖς ἔργοις ἐξαρνησάμενος. ἐπηγγείλατο μὲν γὰρ τῷ Ἁβραὰμ, εἰς τὸ σπέρμα τὸ αὐτοῦ παραπέμψειν τὰς εὐλογίας. νυνὶ δὲ ἀνθ’ ἡμῶν, ἀκαθάρτους καὶ ἀλλοφύλους ἀνθρώ‐
20πους τὰ ἔθνη προσδέδεκται. εἰ τοίνυν ἡ τῶν ἐπαγγελιῶν ἐκείνων ἔκβασίς ἐστιν ὡς φατὲ τὸ ὑμέτερον κήρυγμα, πρόδηλον ὡς ἔψευ‐ σται τοὺς πατέρας ἡμῶν ὁ Θεός. εἰ δὲ οὐχ ὅσιον περὶ Θεοῦ τοῦτο εἰπεῖν, ὑμεῖς ἄρα καὶ ὁ παρ’ ὑμῶν λόγος ψευδής. τοῦτον πρὸς τοὺς Ἀποστόλους τὸν λόγον συνεχῶς παραβαλλόμενοι, πραγμά‐
25των οὐ μικρῶν αὐτοῖς αἴτιοι καὶ θορύβων καθίσταντο. διὰ γὰρ τῆς τοιαύτης πιθανολογίας αὐτῶν ἐξαπατῶντες τὰς καρδίας τῶν ἀκά‐ κων, τούτους τε ἀφῃροῦντο τῆς σωτηρίας, καὶ διωγμοὺς τοῖς Ἀπο‐ στόλοις ἀφορήτους ἐπήγειρον. Ταύτην τοίνυν αὐτῶν καὶ νῦν ὁ ἅγιος Παῦλος τὴν ἀντίρρησιν
30βούλεται διαλύσαι, καὶ δεῖξαι τόν τε τοῦ Εὐαγγελίου λόγον ἀληθῆ, καὶ τὸν Θεὸν οὐ ψευσάμενον. μέλλων δὲ τοῦτο κατασκευάζειν, εἰς αὐτοὺς ἐκείνους προτρέψαι βούλεται τὴν κατηγορίαν, καὶ τὴν ἀπο‐ βολὴν αὐτῶν, οὔτε τὸν Θεὸν ψεύστην, οὔτε τὸ Εὐαγγέλιον διε‐
λέγχειν, ἀλλὰ τὴν ἐκείνων αὐτῶν πονηρίαν τε καὶ πρὸς τὸν Θεὸν159

160

ἀπιστίαν. ἵνα οὖν τοῦτο ποιῶν μὴ δοκοίη ποιεῖν αὐτὸ φιλονεικίᾳ τινὶ καὶ μίσει τῷ πρὸς αὐτοὺς, ἀλλὰ τὸ οὕτως ἀληθείας ἔχειν τὸ πρᾶγμα, προδιορθοῦται τὸν λόγον καὶ τὸ μέλλον ἀνθυφορμεῖν ἐξ αὐτοῦ καὶ προΐστασθαι τῷ ἀκροατῇ προϊόμενος ἄρχεται οὕτως.
5“ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι,” καὶ τὰ ἑξῆς. ἀνάθεμα τὸ ἀφωρισμένον ἐστὶν, εἴτε δὲ ἐπ’ ἀγαθῷ οἷον Θεῷ, εἴτε ἐπὶ κακῷ, οἷον ἀπὸ Θεοῦ. τοῦτο δὲ ἐκ τοῦ ὑποκειμένου γνωρίζεται. “εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν “ἀδελφῶν μου, τῶν συγγενῶν μου” καὶ τὰ ἑξῆς. Διελθὼν ἐν τοῖς
10πρὸ τούτων τῆς ἐν Χριστῷ τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολὴν, καὶ τὴν ὑπὲρ αὐτῆς ἑαυτοῦ προθυμίαν καὶ ἔνστασιν, νῦν μέμνηται τῶν προτέρων, ὅτε καθ’ ὑπερβολὴν ἐδίωκε τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθησεν αὐτήν· περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν αὐτοῦ παραδόσεων· καί φησιν, ὅτι αὐτὸς οὗτος ἐγὼ, ὁ νῦν ἕτοιμος
15ὢν ὑπὲρ τοῦ Εὐαγγελίου καὶ πᾶν ὁτιοῦν ὑπομεῖναι, οὕτως ἐκ τῆς ἐναντίας γνώμης αὐτοῦ τὸ πρόσθεν πολέμιος ἦν, ὥστε αὐχεῖν τὸ ἀπηλλοτριῶσθαι Θεοῦ, καὶ κοινωνίαν εἶναι μηδετιναοῦν πρὸς αὐτόν. οὕτω δὲ, φησὶ, διεκείμην, πρὸς τὴν κατὰ σαρκά μου τῶν Ἰουδαίων συγγένειαν ἀφορῶν, καὶ νομίζων ἐπείπερ Ἰσραηλῖται τυγχάνουσιν
20οὗτοι, ψευδὲς εἶναι τὸ κήρυγμα ταῖς θείαις περὶ αὐτῶν ἐναντιού‐ μενον ὑποσχέσεσι. κατὰ γοῦν μὲν τὸν νόμον καὶ προσιέμενον δίχα τούτου τοὺς ἐθνικοὺς, ἀπωθούμενον δὲ τούτους ὧν ἡ υἱοθεσία, τουτ‐ έστιν οἵπερ ἦσαν οἱ ἐκλεκτοί· καὶ οὓς ἐνδόξους διὰ τῶν περὶ αὐτοὺς ἀεὶ θαυμάτων ἐποίησεν ὁ Θεός· καὶ οἵτινες ὑπῆρχον τῶν
25διαθηκῶν οἱ διάδοχοι· καὶ οἷς νομοθετῆσαι Θεὸς κατηξίωσε· καὶ οἷς ἐκ πάντων τὴν αὐτῷ προσήκουσαν λατρείαν ποιεῖν ἐφανέρωσεν. οὓς περιεῖχον αἱ ὑποσχέσεις, καὶ ὧν οἱ πατέρες, οἱ πάνυ φίλοι Θεοῦ. καὶ τὸ μέγιστον πάντων, “ἐξ ὧν Χριστὸς τὸ κατὰ σάρκα, “ὁ ὢν ἐπὶ πάντων Θεὸς, εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν.”
30 Πρότερον μὲν οὖν, οὕτω διεκείμην· νυνὶ δέ τι κληθῆναι διὰ τῆς χάριτος καταξιωθεὶς, καὶ γνοὺς ἀληθῶς εἶναι τοῦτο ἐκεῖνο τὸ παρὰ
Θεοῦ πρὸς τοὺς πατέρας ἐπάγγελμα, κατέγνωκα μὲν ἐπὶ τοῖς160

161

πρόσθεν ἐμαυτοῦ, λύπῃ δὲ ἀφορήτῳ καὶ ὀδύνῃ συνέχομαι, διαρκῆ λογιζόμενος ὑπὲρ τινῶν τίνι διεμαχόμην. καὶ πῶς Χριστοῦ μὲν χωρίζειν καὶ ἀλλοτριοῦν ἐσπούδαζον ἐμαυτόν· προετίμων δὲ τὴν κατὰ σάρκα πρὸς τοὺς Ἰουδαίους ἠπατημένος οἰκείωσιν. ὅθεν
5ἐπειδὴ τὸ λεγόμενον οὐκ εὐπαράδεκτον ὂν, ἠπίστατο τῷ ἀκροατῇ, διά τε τὸ τῆς μεταβολῆς ὑπερβάλλον, καὶ ὅτι γνώμης ἦν καὶ προαιρέσεως ἀοράτου, προδιατείνεται μὴ λέγειν ψευδῆ, καὶ ἐπιμαρ‐ τύρεται τὸν Χριστὸν, ὡς παρ’ ἑαυτοῦ καὶ τῆς αὐτοῦ συνεργείας τῶν λόγων αὐτοῦ τὸ ἀληθεύειν ἐχόντων. συμμαρτυρεῖ δέ μου,
10φησι, καὶ ἡ συνείδησις, διὰ τῆς πνευματικῆς χάριτος, εἰς τοῦτο φθάσαντος γνώμης. φήσας μέντοι τὸ “εὐχόμην αὐτὸς ἐγὼ ἀνά‐ “θεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγ‐ “γενῶν μου,” προσέθηκε τὸ “κατὰ σάρκα·” διὰ τοῦτο δύο γεν‐ νήσεις ἡμῶν οἶδεν ἡ θεία γραφή· μίαν μὲν τὴν θνητὴν, ἣν καὶ
15σαρκικὴν ὀνομάζει. δευτέραν δὲ τὴν ἐκ νεκρῶν ἀναστάσεως, τὴν ἀθάνατον, ἣν καὶ πνευματικὴν εἶναι φησίν· “οἱ οὐκ ἐξ αἱμάτων,” “γὰρ,” φησὶν, “οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀν‐ “δρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.” Θεὸς μὲν οὖν ἡμῶν ἐν ἑκατέρᾳ γεννήσει δημιουργός. “σὺ ἔπλασάς με,” φησὶ, “καὶ ἔθηκας ἐπ’
20“ἐμὲ τὴν χεῖρά σου.” ὅμως ἀνθρώπων μὲν υἱοὺς καλεῖ τοὺς τῆς προτέρας γεννήσεως· Θεοῦ δὲ τοὺς τῆς δευτέρας. θελήσας τοίνυν ὁ Ἀπόστολος τοῦτο ἐμφῆναι, ὅτι μὴ κοινωνοῦσιν αὐτῷ κατὰ τὴν θείαν συγγένειαν ἠπιστηκότες Χριστῷ, καὶ τῇ κατ’ αὐτὸν νῦν ἀναφανείσῃ γεννήσει, προσέθηκε τὸ “κατὰ σάρκα·” αὕτη μὲν οὖν
25ἡ τῆς προεκτεθείσης πίστεως ἀκριβὴς ἑρμηνεία· κωλύει δὲ οὐδὲν καὶ τὴν δοξάσαν ἑτέροις εἰπεῖν. ἔφασαν τοίνυν τὸ, “λύπη μοί ἐστι “μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ” τὸν Παῦλον εἰπεῖν, οὐ διότι ἐδίωξε τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἠύχετο ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, ἀλλ’ ὑπὲρ τῆς ἀποβολῆς τῶν Ἰουδαίων τῶν
30συγγενῶν αὐτοῦ κατὰ σάρκα. ὑπὲρ ὧν καὶ αὐτὸ τοῦτο εὔχεσθαι τὸ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. ἐγὼ δὲ πρὸς τοῦτο, τοῦτο μὲν, οὔ φημι, ὅτι οὐ περὶ ἐνεστώσης, ἀλλὰ περὶ παρεληλυθυίας γνώμης ὁ λόγος αὐτῷ. εὐχόμην γοῦν εἶπεν, οὐκ εὔχομαι. πολὺ γὰρ τῆς τῶν χρόνων ἐναλλαγῆς τὸ ἀδιάφορον παρὰ τῇ γραφῇ. ἐκεῖνο δὲ
35λέγω, ὅτι οὐκ ἦν εἰκὸς Παῦλον τὸν ὑπὲρ τῆς εἰς Χριστὸν ἀγάπης

162

παθεῖν πάντα προθύμως καταδεχόμενον ὡς εὐτελοῦς πράγματος διὰ τοὺς Ἰουδαίους καταφρονεῖν τοῦ Χριστοῦ, καὶ τῆς ἰδίας πρὸς τὸν Χριστὸν οἰκειώσεως, οὕτως ἔμπροσθεν τὴν Ἰουδαίων σωτηρίαν ποιεῖσθαι, ὡς καὶ εὔχεσθαι τὸ ἀπεσχίσθαι Χριστοῦ. ἀλλ’ αὐτὸ
5τοῦτο φησὶ, τὴν τῶν Ἰουδαίων σωτηρίαν ᾔδη καταθυμίαν οὖσαν Χριστῷ, καὶ διὰ τοῦτο τοῦ οἰκείου καλοῦ τὸ φίλον Χριστῷ προε‐ τίμα. καλῶς οὐκοῦν καὶ τὴν ἰδίαν σωτηρίαν οὖσαν Χριστῷ φίλην ἠπίστατο δήπουθεν· οὐ γάρ ἐστιν ἄλλως εἰπεῖν. εἰ τοίνυν ἐθερά‐ πευε ταύτῃ παρώξυνε, καὶ χαριζόμενος μᾶλλον ἐλύπῃ. τὸ σώ‐
10ζεσθαι γὰρ, ἄλλων ἀπολλυμένων, ἥκιστα Χριστῷ προσφιλές, ἀλλ’ ἐπέπειστο, φησὶ, Χριστὸν αὐτὸν ἀποδεχόμενον τῆς τοιαύτης προθέσεως μὴ ἀναπολεῖν· καὶ διὰ τοῦτο ηὔχετο ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. ἀλλὰ τοῦτο τοῦ προτέρου βαρύτερον, εἴπερ ἀσμενί‐ ζειν διὰ τὴν εἰς Χριστὸν εὔνοιαν ὑπεκρίνετο τιμωρίαν, ἣν οὐδαμῶς
15συμβησομένην προῄδει. θαρρῶν γὰρ τὸ μὴ παθεῖν, εἰρωνείᾳ τὴν εὔνοιαν διὰ τοῦ τοιούτου πάθους ἐπλάττετο. Διοδώρου. Ἀναγκαίως τῷ παρέποντι ὅρκῳ πιστοῦται τὸν λόγον. προειπὼν γὰρ ὅτι οὐκ ἔστι τι ὃ δυνήσεται αὐτὸν χωρίσαι τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐπάγει ὅτι μόνος τῆς συγγενείας αὐτοῦ
20ἡττᾶται. φησὶν οὖν ὅτι ὑπὲρ τῶν Ἰουδαίων ἡδέως ἂν καὶ σῶμα καὶ ψυχὴν προήκατο. ἵνα ὧν ἐκπεπτώκασι, τὰ αὐτὰ πάλιν ἀνα‐ καλέσωνται πιστεύσαντες εἰς Χριστόν. τί γὰρ τῶν καλῶν οὐκ Ἰουδαίων ἦν, ἐφ’ οἷς νῦν τὰ ἔθνη σεμνύνεται; ἡ υἱοθεσία, ἡ δόξα, αἱ διαθῆκαι, αἱ ἐπαγγελίαι, ἡ λατρεία, οἱ θεοφιλεῖς πατέρες· καὶ
25τὸ μέγιστον, ἐξ ὧν ὁ Χριστὸς, τὸ κατὰ σάρκα. ἐξ αὐτῶν, φησὶν, ὁ Χριστός. Θεὸς δὲ οὐ μόνων αὐτῶν, ἀλλὰ κοινῇ ἐπὶ πάντων ἐστὶ Θεός. τούτων οὖν πάντων ἐκπεπτώκασιν Ἰουδαῖοι· ἀλλ’ ἵνα ταῦτα ἀνακτήσωνται, φησὶν, ἡδέως ἂν ἀνάθεμα ὑπὲρ αὐτῶν ἐγενόμην ἀπὸ τοῦ Χριστοῦ. τὸ δὲ ἀνάθεμα τὸν ἀλλότριον δηλοῖ. ἐπεὶ τὸ ἀνα‐
30τεθὲν τοῦ ἀνατεθέντος ἀλλότριον. ἀναγκαίως δὲ ὅσην ἔχει περὶ αὐτοὺς διάθεσιν δείκνυσιν. ἵνα μήτις τοὺς κατ’ αὐτῶν ἐλέγχους
πρὸς ἀπέχθειαν λέγεσθαι ὑποβάλλοι.161