TLG 4102 008 :: CATENAE (Novum Testamentum) :: Catena in Acta (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in Acta (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 3. Oxford: Oxford University Press, 1838 (repr. Hildesheim: Olms, 1967): 1–424.

Citation: Page — (line)

1

(1t)

ἙΡΜΗΝΕΙΑ ΤΩΝ ΠΡΑΞΕΩΝ
2tΤΟΥ
3tΧΡΥΣΟΣΤΟΜΟΥ ΚΑΙ ἙΤΕΡΩΝ ΔΙΑΦΟΡΩΝ.
4Ἀντιοχευς ὑπάρχων τὸ γένος ὁ Λουκᾶς, ἰατρὸς τὴν ἐπιστή‐
5μην, ὁ ὑπὸ Παύλου μαθητευθεὶς, δύο βίβλους συνεγράψατο, μίαν μὲν προτέραν τὴν τοῦ Εὐαγγελίου, δευτέραν δὲ ταύτην τὴν περὶ τῶν Ἀποστολικῶν Πράξεων. Ἔστιν οὖν ὁ πᾶς λόγος τοῦδε τοῦ τεύχους περὶ τῆς μετὰ τὴν ἀνάστασιν εἰς οὐρανοὺς ἀνόδου Χρι‐ στοῦ, καὶ περὶ τῆς τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς Ἀποστόλους
10ἐπιφοιτήσεως· ὅπως καὶ ὅποι τὴν εἰς Χριστὸν εὐσέβειαν κατήγ‐ γειλαν οἱ μαθηταί· καὶ ὡς διὰ προσευχῆς καὶ τῆς εἰς Χριστὸν πίστεως ἐθαυματούργησαν· καὶ περὶ τῆς οὐρανόθεν θείας παρα‐ κλήσεως τοῦ Παύλου, ἀποστολῆς τε αὐτοῦ καὶ κηρύγματος εὐθα‐ λοῦς· καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἔτλησαν οἱ Ἀπόστολοι διὰ
15Χριστὸν, πολλῶν γὲ καὶ μεγίστων κινδύνων.
16tΚΕΦ. Α.
17tΠερὶ τῆς ἐξ ἀναστάσεως διδασκαλίας Χριστοῦ καὶ ὀπτασίας πρὸς μαθητὰς,
18tκαὶ περὶ ἐπαγγελίας τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς, θέας τε καὶ τρό‐
19tπου τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐνδόξου καὶ δευτέρας
20tαὐτοῦ παρουσίας.
21 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδά‐ σκειν. Τοῦ Χρυσοστόμου. Τίνος ἕνεκεν αὐτὸν ἀναμιμνήσκει τοῦ εὐαγ‐
25γελίου; ὥστε τὴν οἰκείαν ἀκρίβειαν ἐνδείξασθαι. καὶ γὰρ ἀρχόμενος
τῆς πραγματείας ἐκείνης φησὶν, “ἔδοξε κἀμοὶ, παρηκολουθηκότι1

2

“ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι·” καὶ οὐδὲ τῇ οἰκείᾳ ἀρκεῖται μαρτυρίᾳ μόνον, ἀλλὰ ἀνάγει ἔτι τοὺς Ἀποστόλους, τὸ πᾶν λέγων “καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ “ὑπηρέται γενόμενοι τοῦ λόγου·” διὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ
5ποίησας, οὐδεμιᾶς δεῖται ἐνταῦθα ἑτέρας συστάσεως, ἅπαξ τοῦς μαθητοῦ πεισθέντος, καὶ δι’ ἐκείνων τὸ ἀκριβὲς αὐτοῦ τῆς ἀληθείας ἀναρτίσας. Ὁ γὰρ ἅπερ ἤκουσεν ἀξιόπιστος γενόμενος γράψαι, καὶ πιστευθεὶς ὃ μὴ παρ’ ἑτέρων παρείληφεν, ἀλλὰ ὧν εἶδε καὶ ἤκουσε, πιστευθῆναι δίκαιος ἂν ἦν. Εἰ γὰρ τὰ τοῦ Χριστοῦ
10ἐδέξω, πολλῷ μᾶλλον τὰ τῶν Ἀποστόλων. Τί οὖν; ἱστορία μό‐ νον τὸ πρᾶγμα ἐστὶ καὶ Πνεύματος ἄμοιρος ὁ λόγος; οὐδαμῶς· εἰ γὰρ “οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου” αὐτὰ παρέδοσαν, τὰ ἐκείνων λέγει. Καὶ μετ’ ὀλίγα—καὶ ὅρα αὐτοῦ τὸ ἄτυφον· οὐ γὰρ λέγει τὸ μὲν πρῶτον εὐαγγέλιον ὃ εὐηγγελισά‐
15μην, ἀλλὰ “τὸν μὲν πρῶτον λόγον ὃν ἐποιησάμην.” μείζονα ἑαυτοῦ εἶναι νομίζων τὴν τοῦ εὐαγγελίου προσηγορίαν. Καίτοι γε ὁ Ἀπόστολος ἐντεῦθεν αὐτὸν κοσμεῖ λέγων· “οὗ ὁ ἔπαινος ἐν τῷ “εὐαγγελίῳ.” ἀλλ’ αὐτὸς μετριάζει καὶ φησί· “τὸν μὲν πρῶτον “λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς
20“ποιεῖν τε καὶ διδάσκειν.” οὐχ ἁπλῶς περὶ πάντων, ἀλλ’ ἀπ’ ἀρχῆς μέχρι τέλους· “ἄχρι γὰρ τῆς ἡμέρας,” φησιν, “ἧς ἀνε‐ “λήφθη.” καὶ μὴν Ἰωάννης φησὶν ὅτι “οὐκ ἦν δύνατον πάντα “γράψαι· εἰ γὰρ ἐγράφη, οὐκ ἂν τὸν κόσμον οἶμαι,” φησὶ, “χωρῆσαι “τὰ γραφόμενα βιβλία.” Πῶς οὖν οὗτος φησὶ “περὶ πάντων”;
25οὐκ εἶπε πάντα· ὡς ἂν εἴποι τις ἁδρομερῶς καὶ παχυμερῶς περὶ πάντων τῶν συνεχόντων καὶ κατεπειγόντων. Ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς Ἀποστόλοις διὰ Πνεύματος Ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη. Τοῦ Χρυσοστόμου. “Διὰ Πνεύματος ἐντειλάμενος·” τουτέστι
30πνευματικὰ πρὸς αὐτοὺς εἰπὼν ῥήματα, οὐδὲν ἀνθρωπινόν· ἢ τοῦτο, ἢ ὅτι διὰ Πνεύματος αὐτοῖς ἐνετείλατο. Καὶ μετ’ ὀλίγα—τί δὲ ἐνετεί‐ λατο; “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· βαπτίζοντες αὐ‐ “τοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύ‐
“ματος.” καὶ τὰ ἑξῆς. Μέγα τῶν Ἀποστόλων τὸ ἐγκώμιον, ὅταν2

3

τοιαῦτα ὦσιν ἐγκεχειρισμένοι· τῆς οἰκουμένης λέγω τὴν σωτηρίαν· ῥήματα τοῦ Πνεύματος γέμοντα ἐντειλάμενος οὖν, φησὶν, ἀνελήφθη· οὐκ εἶπε ἀνέβη· ἔτι ὡς περὶ ἀνθρώπου διαλέγεται· ἄρα καὶ μετὰ τὴν ἀνάβασιν ἐδίδασκε τοὺς μαθητάς· ἀλλὰ τοῦ χρόνου τούτου οὐδεὶς
5εἶπεν ἡμῖν μετὰ ἀκριβείας πάντα· ἀλλ’ ἐγχρονίζει μὲν αὐτῷ Ἰωάννης τῶν ἄλλων μᾶλλον καὶ οὗτος· πάντα δὲ σαφῶς οὐδεὶς ἀπήγγειλε, πρὸς γὰρ ἕτερον ἠπείγετο· ἐμάθομεν δὲ αὐτὰ διὰ τῶν Ἀποστόλων· ἃ γὰρ ἤκουσαν εἶπον. Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν
10αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. καὶ συναλιζόμενος. Τοῦ αὐτοῦ. Εἰπὼν περὶ τῆς ἀναλήψεως πρότερον, λέγει καὶ περὶ τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἤκουσας ὅτι ἀνελήφθη, ἵνα μὴ
15νομίσῃς ὑφ’ ἑτέρων αὐτὸν ἀνειλῆφθαι, ἐπήγαγεν· “οἷς καὶ παρ‐ “έστησεν ἑαυτὸν,” φησὶ, “ζῶντα·” εἰ γὰρ ἐν τῷ μείζονι ἑαυτὸν παρέστησε, πολλῷ μᾶλλον ἐν τῷ ἐλάττονι. Εἶδες πῶς λανθα‐ νόντως ὑποσπείρει ταυτὶ τὰ δόγματα. Τοῦ αὐτοῦ. Οὐ γὰρ ὥσπερ πρὸ τῆς ἀναστάσεως ὡς ἀεὶ μετ’
20αὐτῶν ἦν, οὕτω καὶ τότε· οὐ γὰρ εἶπε τεσσαράκοντα ἡμέρας, ἀλλὰ “δι’ ἡμερῶν τεσσαράκοντα·” ἐφίστατο γὰρ καὶ ἀφίστατο πάλιν· ἀνοίγων αὐτῶν τὰς διανοίας, καὶ οὐκέτι συγχωρῶν ὁμοίως πρὸς αὐτὸν διακεῖσθαι ὥσπερ καὶ ἔμπροσθεν· ἀλλ’ ἑκάτερα μετὰ ἀκριβείας κατασκευάζων· καὶ τὸ πιστευθῆναι τὴν ἀνάστασιν, καὶ τὸ μεῖζον αὐ‐
25τὸν νομισθῆναι ἢ κατὰ ἄνθρωπον. Τίνος δὲ ἕνεκεν οὐχὶ πᾶσιν ἀλλὰ τοῖς Ἀποστόλοις ἐφάνη; ὅτι φάντασμα ἂν ἔδοξεν εἶναι τοῖς πολ‐ λοῖς οὐκ εἰδόσι τὸ ἀπόρρητον τοῦτο μυστήριον. Εἰ γὰρ αὐτοὶ οἱ μαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο· καὶ ἁφῆς ἐδεήθησαν τῆς διὰ χειρὸς καὶ τραπέζης, τί τοὺς πολλοὺς εἰκὸς ἦν παθεῖν;
30διὰ τοῦτο ἐκ τῶν σημείων ἀναμφίβολον ποιεῖ τῆς ἀναστάσεως τὴν
ἀπόδειξιν· ὥστε μὴ τοῖς τότε μόνον, ὅπερ ἐκ τῆς ὄψεως ἔμελλεν3

4

ἔσεσθαι, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα φανερὰν γενέσθαι τὴν ἀνάστασιν. Διά τοι τοῦτο καὶ τοὺς ἀπίστους ἐντεῦθεν συλλογι‐ ζόμεθα· εἰ γὰρ οὐκ ἀνέστη, ἀλλὰ μένει νεκρὸς, πῶς ἐν τῷ ὀνόματι αὐτοῦ οἱ Ἀπόστολοι σημεῖα ἐποίησαν; ἀλλ’ οὐκ ἐποίησαν σημεῖα·
5πῶς οὖν συνέστη τὸ ἔθνος τὸ ἡμέτερον; οὐ γὰρ δὴ πρὸς τοῦτο ἀντιστήσονται· οὐδὲ τοῖς ὁρωμένους μαχήσονται· ὥστε ὅταν λέγωσι μὴ γεγενῆσθαι σημεῖα, μειζόνως ἑαυτοὺς περιπείρουσι. Τοῦτο γὰρ μέγιστον σημεῖον, τὸ χωρὶς σημείων τὴν οἰκουμένην προδρα‐ μεῖν ἅπασαν ὑπὸ δώδεκα πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων
10ἁλιευθεῖσαν. Οὐδὲ γὰρ πλούτῳ χρημάτων, οὐδὲ σοφίᾳ λόγων, οὐκ ἄλλῳ τινὶ τοιούτῳ περιεγίνοντο οἱ ἁλιεῖς· ὥστε καὶ ἄκον‐ τες ὁμολογήσωσι θείαν εἶναι ἐν ἑαυτοῖς δύναμιν· ἀμήχανον γὰρ ἀνθρωπίνην ἰσχὺν δυνηθῆναι τοσαῦτα ποτέ. Διά τοι τοῦτο καὶ τότε τεσσαράκοντα ἡμέρας ἔμεινεν ἐπὶ τῆς γῆς· ἔλεγχον διδοὺς ἐν
15τῷ μακρῷ χρόνῳ τῆς ὄψεως τῆς οἰκείας, ἵνα μὴ φάντασμα εἶναι νομίσωσι τὸ ὁρώμενον. Καὶ οὐδὲ ἐν τούτῳ ἠρκέσθη· ἀλλὰ καὶ τράπεζαν προσετίθει. Ὅπερ οὖν δηλῶν ἔλεγε “καὶ συναλιζόμε‐ “νος αὐτοῖς.” καὶ τοῦτο ἀεὶ καὶ αὐτοὶ οἱ Ἀπόστολοι τεκμήριον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες· “οἵτινες συνεφάγομεν αὐτῷ
20“καὶ συνεπίομεν.” Τί δὲ ἐποίει τὰς τεσσαράκοντα ἡμέρας ὀπτα‐ νόμενος; διελέγετο γὰρ αὐτοῖς φησι “περὶ τῆς βασιλείας τοῦ “Θεοῦ.” Ἐπειδὴ γὰρ καὶ πεπονηκότες ἦσαν καὶ τεταραγμένοι τοῖς ἤδη γεγενημένοις, καὶ πρὸς μεγάλους μέλλοντες ἐξιέναι ἀγῶνας, τοῖς περὶ τῶν μελλόντων αὐτοὺς ἀνεκτᾶτο λόγοις.
25 Τοῦ Χρυσοστόμου. Ὅτι “συναλιζόμενος” ἦν, φησὶν, αὐτοῖς· τὸ δὲ πῶς οὐκ ἡμέτερον εἰπεῖν· τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγίνετο· οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων λοιπὸν, ἀλλὰ συγ‐ καταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γενομένης. Πρῶτον αὐτοὺς εἰς τὴν Γαλιλαίαν ἐξήγαγε, δεδοικότας ἔτι καὶ τρέμοντας, ἵνα
30μετὰ ἀδείαν ἀκούσωσι τῶν λεγομένων· εἶτα ἐπειδὴ ἤκουσαν καὶ τεσ‐ σαράκοντα συνδιέτριβον ἡμέρας, “παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ
“χωρίζεσθαι.” τί δήποτε; καθάπερ τινας στρατιώτας μέλλοντας εἰς4

5

πλῆθος ἐμπίπτειν οὐδεὶς ἀφίησιν ἐξελθεῖν, ἕως ἂν ὁπλίσωνται· οὐδὲ ἵππους προπηδᾶν τῆς βαλβίδος, ἕως ἂν τὸν ἡνίοχον λάβωσιν, οὕτω δὴ καὶ αὐτοὺς πρὸ τῆς τοῦ Πνεύματος καθόδου φανῆναι ἐπὶ τῆς παρατάξεως οὐκ ἠφίει, ὥστε γενέσθαι εὐχειρώτους καὶ ἁλωσίμους
5τοῖς πολλοῖς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ πολλοὶ ἦσαν οἱ μέλλοντες πιστεύειν αὐτόθι· καὶ πρὸς τούτοις πάλιν, ἵνα μὴ λέγωσί τινες, ὅτι τοὺς γνωρίμους ἀφέντες παρὰ τοῖς ξένοις ἦλθον κομπά‐ σαι. Τούτου χάριν παρ’ αὐτοῖς τοῖς πεφονευκόσι παρέχουσι τὰ τεκμήρια τῆς ἀναστάσεως· παρ’ αὐτοῖς τοῖς ἐσταυρωκόσι· τοῖς
10θάψασιν· ἐν αὐτῇ τῇ πόλει ἐν ᾖ τὸ παράνομον ἐτολμήθη πρᾶγμα· ὥστε καὶ τοὺς ἔξωθεν ἐπιστομωθῆναι ἅπαντας· ὅταν γὰρ οἱ ἐσταυ‐ ρωκότες αὐτοὶ φαίνωνται καὶ πεπιστευκότες, εὔδηλον ὅτι καὶ ὁ σταυρὸς, καὶ τοῦ τολμήματος ἐδείκνυτο ἡ παρανομία, καὶ τῆς ἀναστάσεως πολλὴ ἡ ἀπόδειξις.
15 Παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζε‐ σθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου. Ἐξ ἀνεπιγράφου. Εἶτα διὰ τοῦ εἰπεῖν “ἀπὸ Ἱεροσολύμων μὴ “χωρίζεσθαι” ἔδειξεν ὅτι εἰς τὸ λιποτακτῆσαι ἦσαν ἕτοιμοι· διὰ δὲ
20τοῦ εἰπεῖν “ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκού‐ “σατέ μου, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθή‐ “σεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας” ἔδωκεν αὐτοῖς ἐλπίδας, καὶ ἀνακεχηνέναι πεποίηκε τῷ ἀδήλῳ τῶν ἐπηρτημέ‐ νων ἐλπίδων, ὅπως καὶ αὐτῶν τὸν φόβον ἔξω βάλῃ, καὶ τῆς Τριάδος
25ἀδεῶς τὰ εὐκρινῆ πρόσωπα παραστήσῃ. Καὶ διὰ μὲν τοῦ εἰπεῖν, “ἐντειλάμενος” αὐτοῖς “διὰ Πνεύματος Ἁγίου,” δεῖξαι ὅτι οὔτε ἐντελλόμενος δι’ αὐτοῦ μείζων αὐτοῦ ἐστιν· ὡς οὔτε ὁ Πατὴρ αὐτοῦ ἐργαζόμενος ἐν ἑαυτῷ καὶ δι’ αὐτοῦ καὶ σὺν αὐτῷ μείζων αὐτοῦ ἐστιν· οὔτε ἀναγεννώμενος δι’ αὐτοῦ ἥττων αὐτοῦ ἐστι· καὶ ὅτι
30οὐκ ἔστιν ἐπὶ Θεοῦ μικρὸν ἢ μέγα φυσικῶς· καὶ ὅτι οὐ δι’ ἑαυτὸν ταῦτα οὕτως, ἀλλὰ διὰ τὸν λόγον τῆς οἰκονομίας λέγεται καὶ ᾠκονόμηται. Τοῦ Χρυσοστόμου. Καὶ πότε ἤκουσαν φησὶν, ὅτε ἔλεγε· “συμ‐
“φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος5

6

“οὐκ εἰσελεύσεται πρὸς ὑμᾶς.” καὶ πάλιν, “ἐρωτήσω τὸν Πατέρα, “καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν.” Καὶ τίνος ἕνεκεν οὐχὶ παρόντος αὐτοῦ οὐδὲ ἀπελθόντος εὐθέως παρεγένετο; ἀλλ’ αὐτὸς μὲν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνῆλθε, τὸ δὲ Πνεῦμα
5παρεγένετο ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς. Καὶ πῶς εἰ μηδέπω παρεγεγόνει ἔλεγε “λάβετε Πνεῦμα Ἅγιον;” ἵνα δεκτικοὺς αὐτοὺς ποιήσῃ, καὶ ἀρκοῦντας πρὸς τὴν ὑποδοχήν. Εἰ γὰρ ἄγγελον μέλλων ὁρᾶν ὁ Δανιὴλ διελύετο, πολλῷ μᾶλλον οὗτοι μέλλοντες τοσαύτην δέχεσθαι χάριν. Καὶ μετ’ ὀλίγα—
10Τίνος ἕνεκεν οὐδέποτε παραγεγόνει; ἐν ἐπιθυμίᾳ αὐτοὺς ἔδει γενέ‐ σθαι τοῦ πράγματος, καὶ οὕτω δέξασθαι τὴν χάριν· διὰ τοῦτο αὐτὸς ἀπέπτη· καὶ τότε ἦλθεν ἐκεῖνο· εἰ γὰρ παρῆν αὐτὸς, οὐκ ἂν ἐν τοσαύτῃ ἐγένετο προσδοκίᾳ. Διὰ τοῦτο οὐδὲ εὐθέως ἀνελ‐ θόντος αὐτοῦ παρεγένετο, ἀλλὰ μετὰ ὀκτὼ ἢ ἐννέα ἡμέρας. Καὶ
15πρὸς τὸν Θεὸν δὲ τότε μάλιστα διεγειρόμεθα, ὅταν ἐν χρείᾳ κατα‐ στῶμεν· διὰ τοῦτο καὶ Ἰωάννης τότε πέμπει τοὺς μαθητὰς πρὸς τὸν Χριστὸν, ὅτε μάλιστα ἔμελλον ἐν χρείᾳ εἶναι τοῦ Ἰησοῦ, τὸ δεσμωτήριον οἰκοῦντος ἐκείνου· ἄλλως δὲ ἔδει ἐν οὐρανῷ φανῆναι τὴν ἡμέτεραν φύσιν καὶ τὰς καταλλαγὰς γενέσθαι ἀπηρτισμένας·
20καὶ τότε ἐλθεῖν τὸ Πνεῦμα καὶ καθαρὰν γενέσθαι τὴν ἡδονήν· εἰ γὰρ παρόντος αὐτοῦ, ὁ μὲν ἀπῆλθεν, ὁ δὲ ἔμεινεν, οὐκ ἦν τοιαῦτα τὰ τῆς παραμυθίας· εἰ δὲ ἔλαττον ἦν τὸ Πνεῦμα, οὐκ ἦν ἀρκοῦσα ἡ παραμυθία. Πῶς δὲ ἔλεγε “συμφέρει ὑμῖν;” διὰ τοῦτο τὰ μείζονα αὐτῷ τετήρηται τῆς διδασκαλίας, ἵνα μὴ ἔλαττον αὐτὸν
25νομίσωσιν. Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι. Τοῦ αὐτοῦ. Δείκνυσι λοιπὸν τὸ μέσον αὐτοῦ καὶ Ἰωάννου φανε‐ ρῶς· οὐκέτι ὡς πρὸ τούτου συνεσκιασμένως. Καὶ γὰρ σφόδρα συν‐ εσκίασε τὸν λόγον, ὅτε ἔλεγεν· “ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν
30“οὐρανῶν μείζων αὐτοῦ ἐστιν.” ἀλλὰ νῦν φανερῶς φησὶν, “Ἰωάννης “μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ·” οὐκέτι κέχρηται τῇ μαρτυρίᾳ· ἀλλ’ ἀναμιμνήσκει τοῦ προσώπου μόνον εἰς μνήμην τῶν παρ’ αὐτοῦ εἰρημένων ἐνάγων, καὶ δείκνυσιν
αὐτοὺς ἤδη μείζους γεγενημένους Ἰωάννου· εἴγε ἐν Πνεύματι6

7

ἔμελλον καὶ αὐτοὶ βαπτίζειν. Καὶ οὐκ εἶπεν, ὑμᾶς δὲ ἐγὼ βα‐ πτίζω ἐν Πνεύματι Ἁγίῳ, ἀλλὰ “βαπτισθήσεσθε,” διδάσκων ἡμᾶς ταπεινοφρονεῖν· τοῦτο γὰρ ἀπὸ τῆς μαρτυρίας Ἰωάννου δῆλον λοι‐ πὸν ἦν· ὅτι οὗτος ἦν ὁ βαπτίζων· αὐτὸς γὰρ ὑμᾶς βαπτίσει ἐν
5Πνεύματι Ἁγίῳ καὶ πυρί· διὸ καὶ Ἰωάννου ἐμνημόνευσε. Τὰ μὲν οὖν εὐαγγέλια, ἃ ὁ Χριστὸς ἐποίησε καὶ εἶπεν, ἱστορία τίς ἐστιν· αἱ δὲ Πράξεις ὧν ὁ ἕτερος Παράκλητος καὶ εἶπε καὶ ἐποίησε. Καὶ τότε μὲν γὰρ πολλὰ καὶ αὐτὸς ἐποίει· ὥσπερ οὖν καὶ νῦν ὁ Χρι‐ στὸς ἐνεργεῖ καθάπερ καὶ τότε, ἀλλὰ διὰ τοῦ ναοῦ· νῦν δὲ διὰ τῶν
10Ἀποστόλων· καὶ τότε μὲν εἰς παρθενικὴν ἦλθε μήτραν· καὶ ναὸν διέπλασε, νῦν δὲ εἰς ψυχὰς Ἀποστολικάς· καὶ τότε μὲν ἐν εἴδει περιστερᾶς, νῦν δὲ καὶ ἐν εἴδει πυρός. Τί δήποτε; ἐκεῖ μὲν τὸ πρᾶον τοῦ δεσπότου δηλῶν· ἐνταῦθα δὲ καὶ τὸ τιμωρητικόν· καὶ τῆς κρίσεως λοιπὸν ἀναμιμνήσκει· ὅτε μὲν γὰρ ἁμαρτήματα συγ‐
15χωρῆσαι ἔδει, τῆς πραότητος· ἐπειδὴ δὲ ἐτύχομεν δωρεᾶς, λοιπὸν καὶ κρίσεως καιρός. Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ. Τοῦ Χρυσοστόμου. Πῶς δὲ “βαπτισθήσεσθε” λέγει, ὕδατος οὐκ ὄντος ἐν τῷ ὑπερῴῳ; ὅτι τὸ κυριώτερον Πνεῦμα ἐστὶ, δι’ οὗ
20καὶ τὸ ὑδὼρ ἐνεργεῖ· ὥσπερ οὖν καὶ αὐτὸς κέχρισθαι λέγεται οὐ‐ δαμοῦ χρισάμενος ἐλαίῳ, ἀλλὰ πνεῦμα δεξάμενος. Οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Τοῦ αὐτοῦ. Οὐκ ἐδήλωσε πότε, ἵνα ἀεὶ γρηγορῶσιν· ἀλλ’ ὅτι μὲν ἐγγὺς ἔσται εἶπεν, ἵνα μὴ ἐκλυθῶσιν· πότε δὲ, οὐκέτι προσ‐
25έθηκεν ἵνα ἀεὶ νήφωσιν. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν, λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασι‐ λείαν τῷ Ἰσραήλ; Ὅταν τι μέλλωσιν ἐρωτᾶν οἱ μαθηταὶ, ὁμοῦ προσέρχονται· ἵνα
30τῷ πλήθει δυσωπήσωσιν· ἤδεισαν γὰρ τὸ πρώην παρ’ αὐτοῦ εἰρή‐ μενον, ὅτι οὐδεὶς οἶδε τὴν ἡμέραν· διακρουόμενον ἦν· ὅθεν πάλιν προσέρχονται καὶ ἐρωτῶσιν· οὐ γὰρ ἂν εἴγε ὄντως ἦσαν πεπεισμέ‐
νοι ἠρώτησαν αὐτόν.7

8

Εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τοῦ Ἁγίου Ἀθανασίου. Οὐκέτι γὰρ ἔπρεπε σαρκικῶς αὐτὸν ἀποκρίνεσθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς, ἀλλὰ λοιπὸν θεϊκῶς
5διδάξαι· “ὅτι οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους καὶ καιροὺς, οὓς ὁ “Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.” Κυρίλλου. Οὐ γὰρ περιεργάζεσθαι χρῆναι τὰ λίαν ἀπόρρητα καὶ ἐν Θεῷ κεκρύμμενα, καὶ διὰ τούτων ἐδίδασκεν· ἰέναι δὲ μᾶλ‐ λον ἐθέλειν καὶ σφόδρα νεανικῶς ἐπὶ τὸ σφῖσι λυσιτελές· καὶ
10πληροῦν ἐθέλειν τῆς ἀποστολῆς τὴν διακονίαν ἀνατεθεικότας Θεῷ τῶν ὅλων τὴν γνῶσιν. Τοῦ Χρυσοστόμου. Τί τοίνυν θαυμάζεις ὅτι τὴν ἡμέραν τῆς συντελείας οὐ λέγει· ὅπου γε ταύτην τὴν οὕτως ἐγγὺς οὖσαν οὐκ ἠθέλησε ποιῆσαι κατάδηλον· καὶ μάλα εἰκότως, ἵνα ἀεὶ ἐγρηγορό‐
15τες ὦσι, καὶ ἐν προσδοκίᾳ καὶ μερίμνῃ· οὐ γάρ ἐστιν, οὐκ ἔστι χάριτος ἀπολαῦσαι τὸν μὴ νήφοντα. Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύ‐ ματος ἐφ’ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερου‐ σαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως
20ἐσχάτου τῆς γῆς. Τοῦ Χρυσοστόμου. Ὥσπερ γὰρ ἐκεῖ οὐ πρὸς ἃ ἠρώτησαν ἀπεκρίνατο, διδασκάλου γάρ ἐστι τοῦτο, μὴ ἃ βούλεται ὁ μαθη‐ τὴς, ἀλλ’ ἃ συμφέρει μαθητὴν διδάσκειν, οὕτω καὶ νῦν ἃ ἔδει μαθεῖν διὰ τοῦτο προλέγει, ἵνα μὴ ταραχθῶσιν. Ἄρα ἔτι ἀσθενεῖς
25ἦσαν ὥστε παρρησιάζεσθαι· ἐπῆρεν αὐτῶν τὰς ψυχὰς, καὶ τὰ φορτικὰ συνεκάλυψε. Καὶ μεθ’ ἕτερα—ἐπειδὴ γὰρ εἶπεν “εἰς ὁδὸν “ἐθνῶν μὴ ἀπέλθητε·” καὶ ὃ τότε οὐκ εἶπε ἐνταῦθα προσέθηκε· “καὶ “ἕως ἐσχάτου τῆς γῆς·” καὶ τὸ πάντων φοβερώτερον ἐσίγησεν. Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νε‐
30φέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Τοῦ αὐτοῦ. Διατί δὲ νεφέλη ὑπέλαβεν αὐτόν; καὶ τοῦτο τεκμήριον ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν· οὐ πῦρ ὡς ἐπὶ Ἠλιοῦ, οὐδὲ
ἅρμα πυρὸς, ἀλλὰ νεφέλη αὐτὸν ὑπέλαβεν, ὃ τοῦ οὐρανοῦ σύμβολον8

9

ἦν, καθὼς ὁ Προφήτης φησὶν, “ὁ τιθεὶς νέφει τὴν ἐπίβασιν αὐτοῦ.” Περὶ τοῦ Πατρὸς αὐτοῦ εἴρηται τοῦτο· διὰ τοῦτο λέγει ἐπὶ νεφέλης· ἐν τῷ συμβόλῳ φησὶ τῆς θείας δυνάμεως· οὐδαμοῦ γὰρ ἄλλη τις δύναμις ἐπὶ νεφέλης φαίνεται. Ἄκουε πάλιν τί φησιν ὁ Προ‐
5φήτης· “ὁ Θεὸς κάθηται ἐπὶ νεφέλης κούφης·” προσεχόντων γὰρ αὐτῶν σφόδρα τοῖς λεγομένοις καίπερ ἀναγκαίας τῆς ἐρω‐ τήσεως οὔσης, καὶ ἐγηγερμένων καὶ οὐ νυσταζόντων τοῦτο γέ‐ γονεν. Ἵνα μὴ πάλιν αὐτὸν ἐρωτῶσιν, εὐθέως ἀνελήφθη.
10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομέ‐ νου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ. Εἰκότως, “ἐπὶ στόματος γὰρ δύο μαρτύρων σταθήσεται πᾶν “ῥῆμα.”
15 Οἳ καὶ εἶπαν· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέ‐ ποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε πορευόμενον εἰς τὸν οὐρανόν. Διατί εἶπεν “ἄνδρες;” ἀκριβῶς γὰρ ἑαυτοὺς ἀπετύπωσαν ὡς μὴ
20πτοηθῆναι· καὶ εἶπον ἅμα, καὶ κολακευόντων ἦν τὰ ῥήματα· “τί “ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν;” οὐκέτι εἴασεν αὐτοὺς αὐτὸν προσδοκᾶν· πάλιν οὗτοι τὸ μὲν μεῖζον λέγουσι, τὸ δὲ ἔλατ‐ τον οὐκέτι· ὅτι “οὕτως ἐλεύσεταί,” φησι, καὶ ὡς ἐξ οὐρανοῦ αὐτὸν προσδέχεσθε. λοιπὸν ἀπὸ τῆς θέας ἐκείνης ἐπέτρεψαν αὐτοὺς
25αὐτὸν προσδοκᾶν, ἵνα μὴ διὰ τὸ δύνασθαι θεωρεῖν αὐτὸν νομίσωσιν αὐτὸν μὴ ἀνεληλύθεναι, ἀλλ’ ἐν ᾧ διαλέγονται φθάσῃ· εἰ γὰρ πρὸ τούτου ἔλεγον ποῦ ὑπάγεις; πολλῷ μᾶλλον καὶ νῦν εἶπον— Καὶ μετ’ ὀλίγα—Οὐκ εἶπεν ἀναλαμβανομένου αὐτοῦ οὐδὲ βαστα‐ ζομένου· πορεία γὰρ ἡ δι’ αὐτοῦ γινομένη· εἰ γὰρ πρὸ σταυροῦ
30ἐπὶ τῶν ὑδάτων ἐφέρετο, παθητὸν ἔτι καὶ βαρὺ περικείμενος σῶμα, μηδεὶς ἀπορείτω, εἰ μετὰ τὸ ἄφθαρτον αὐτὸ λαβεῖν, τὸν ἀέρα ἔτεμε.
Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ9

10

καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαβ‐ βάτου ἔχον ὁδόν. Τοῦ Χρυσοστόμου. Τότε, φησιν, ὑπέστρεψαν· τότε· πότε; ὅτε ἤκουσαν· οὐ γὰρ ἂν ἀνέσχοντο, εἰ μὴ ἑτέραν αὐτοῖς παρουσίαν
5ὑπέθετο. δοκεῖ δέ μοι καὶ σαββάτῳ γεγονέναι ταῦτα· οὐ γὰρ ἂν οὕτως τὸ διάστημα ἐδήλωσεν εἰπὼν, “ἀπὸ ὄρους τοῦ καλουμέ‐ “νου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν·” εἰ μὴ ὡρισμένον τι μῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου.
10 Ἀμμωνίου. Ταχὰ ἑπτὰ σταδίους λέγει, ὅτι ἀπεῖχε τῆς πό‐ λεως Ἱερουσαλὴμ τὸ ὅρος τῶν Ἐλαιῶν, οὐ μὴν ἑπτὰ ἡμερῶν ὁδὸν, ὅπου σχεδὸν εἰς μίαν ὥραν δύναταί τις ἀπὸ τοῦ ὅρους κατελθεῖν εἰς Ἱερουσαλήμ. ἀπέχει οὖν ὡς μίλιον ἓν, ὃ ποιεῖ σταδίους ἑπτά· ἤτοι τοσοῦτον ἀπεῖχεν ἔξω τῶν τειχῶν διάστημα, ὅσον
15ἐξῆν Ἰουδαίῳ ἐν σαββάτῳ περιπατεῖν, πρὸς τὸ ἀδολεσχῆσαι ὡσανεὶ διακινοῦντα. Ἡ τοῦ σαββάτου ὁδὸς, ὡς φησὶν Ὠριγένης ἐν τῷ εʹ Στρωμα‐ τεῖ, δισχιλίων πηχῶν ὑπῆρχε· καὶ μᾶλλον ἡ ἁγία σκηνὴ καὶ κιβω‐ τὸς τοσοῦτον διάστημα προελάμβανον τὴν παρεμβολήν· καὶ ἀπὸ
20τοσούτου διαστήματος ἐσκήνου· ὃ διάστημα ἐξῆν τοῖς προσκυνοῦσι τὴν ἁγίαν σκηνὴν βαδίζειν ἐν σαββάτῳ. Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες. Τοῦ αὐτοῦ. Ὅρα λοιπὸν ἐν Ἱεροσολύμοις ἔμενον μετὰ τὴν
25ἀνάστασιν. Ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου, Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰα‐ κώβου.
30 Τοῦ Χρυσοστόμου. Οὐκέτι μετὰ τοῦ ἀδελφοῦ μόνον οὗτος ἀριθμεῖται, ἀλλὰ μετὰ Πέτρου οἱ δύο· καλῶς ἐμνημόνευσε τῶν μαθητῶν, ἐπειδὴ γὰρ ὁ μὲν προέδωκεν, ὁ δὲ ἠπίστησε, δείκνυσιν
ὅτι πλὴν ἐκείνου πάντες ἦσαν σῶοι.10

11

Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶ Μαρία τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Τοῦ αὐτοῦ. Μέγα γὰρ τοῦτο τὸ ὅπλον ἐν τοῖς πειρασμοῖς·
5καὶ τοῦτο ἦσαν παιδευθέντες καλῶς· ἄλλως δὲ καὶ ὁ παρὼν πει‐ ρασμὸς αὐτοὺς εἰς τοῦτο ἦγε· σφόδρα γὰρ ἐδεδοίκεισαν τοὺς Ἰου‐ δαίους. “σὺν ταῖς γυναιξί,” φησιν, εἶπε γὰρ ὅτι ἠκολούθησαν αὐτῷ “καὶ Μαριὰμ ἡ μητὴρ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς “αὐτοῦ·” καὶ οὗτοι ἀπιστοῦντες πρότερον ἦσαν. Σκόπει δέ μοι
10πῶς, ὅταν εὔχηταί τις, ὅταν προσκαρτερῇ τῇ δεήσει, ὅταν ἀγάπην ἔχῃ, τότε τὸ Πνεῦμα παραγίνεται.
12tΚΕΦ. Β.
13tΠέτρου διάλογος πρὸς τοὺς μαθητευθέντας περὶ θανάτου καὶ ἀποβολῆς Ἰούδα
14tτοῦ προδότου.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ, ὡς ἑκατὸν εἴκοσι. Τοῦ αὐτοῦ. Ὡς θερμὸς καὶ ὡς πιστευθεὶς παρὰ Χριστοῦ τὴν ποίμνην, καὶ ὡς προτιμώμενος ἀεὶ ἄρχεται τοῦ λόγου.
20 Ἄνδρες ἀδελφοὶ ἔδει πληρωθῆναι τὴν γραφὴν ταύ‐ την, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαβὶδ, περὶ Ἰούδα τοῦ γενομένου ὁδήγου τοῖς συλλα‐ βοῦσι τὸν Ἰησοῦν. Τοῦ ἁγίου Εἰρηναίου. Τὴν ἀναπλήρωσιν τῶν Ἀποστόλων
25ἐκ τῶν ὑπὸ Δαβὶδ εἰρημένων ποιούμενος. Τοῦ Χρυσοστόμου. Εἰ γὰρ ὁ Χριστὸς ἀδελφοὺς αὐτοὺς ἐκάλεσε, πολλῷ μᾶλλον οὗτος πάντων παρόντων· ἰδοὺ ἐκκλησίας εὐθέως ἀξίωμα καὶ εὐαγγελικὴ κατάστασις, οὐδεὶς ἦν ἐκεῖ, οὔτε ἄρσεν οὔτε θῆλυ· τοιαύτας βούλομαι τὰς ἐκκλησίας εἶναι καὶ νῦν· οὐδεὶς βιωτικόν
30τι ἐφρόντιζεν, οὐδεὶς περὶ οἰκίας ἐμερίμνα· τοσοῦτον ἀγαθὸν οἱ πει‐ ρασμοί· τοιοῦτον αἱ θλίψεις· ἀεὶ παραμυθεῖται αὐτοὺς ἀπὸ τῆς προρρήσεως· οὕτω καὶ ὁ Χριστὸς πανταχοῦ ποιεῖ· τὸν αὐτὸν τρό‐
πον καὶ οὗτος δείκνυσιν, ὅτι οὐδὲν ξένον γέγονε, ἀλλὰ τὸ ἤδη προ‐11

12

ειρημένον· καὶ οὐ λέγει Δαβὶδ εἶπεν, ἀλλὰ τὸ Πνεῦμα δι’ αὐτοῦ. Ὅρα εὐθέως ἐν προοιμίοις τοῦ βιβλίου ὁποίᾳ κέχρηται διδασκαλίᾳ· ὅρα ὅτι οὐχ ἅπλως εἶπεν ἀρχόμενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύ‐ ματός ἐστι πολιτεία τὸ βίβλιον τοῦτο.
5 Ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας. Τοῦ Χρυσοστόμου. Κλῆρον δὲ αὐτὸν πανταχοῦ καλεῖ· δεικνὺς, τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ὂν καὶ τῆς ἐκλογῆς· καὶ ἀναμι‐
10μνήσκων αὐτοὺς τῶν παλαιῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἐκληρώσατο καθ‐ άπερ τοὺς Λευΐτας· καὶ ἐνδιατρίβει τοῖς περὶ αὐτοῦ· ὅτι ὁ τῆς προδοσίας μισθὸς αὐτὸς καὶ τῆς τιμωρίας γέγονε κήρυξ· “ἐκτή‐ “σατο γάρ,” φησι, “χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας.” Ὅρα πῶς Θεοῦ οἰκονομία ἦν· “τῆς ἀδικίας” φησὶ, πολλαὶ γὰρ ἀδικίαι·
15ταύτης δὲ οὐδὲν ἀδικώτερον γέγονέ ποτε. Καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος. Τοῦ αὐτοῦ. Καλῶς οὐκ ἐν τῷ ἁμαρτήματι ἀλλ’ ἐν τῇ τι‐ μωρίᾳ τὸν λόγον ἐπῆρεν. Ἀπολιναρίου. Οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ Ἰούδας, ἀλλ’ ἐπεβίω
20καθαιρεθεὶς πρὸ τοῦ ἀποπνιγῆναι· καὶ τοῦτο δηλοῦσιν αἱ τῶν Ἀπο‐ στόλων Πράξεις· “ὅτι πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξε‐ “χύθη τὰ σπλάγχνα αὐτοῦ·” τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ Ἰωάννου μαθητὴς, λέγων οὕτως, ἐν τῷ δʹ τῆς ἐξηγήσεως τῶν Κυριακῶν λόγων· “μέγα δὲ ἀσεβείας ὑπόδειγμα ἐν τούτῳ τῷ
25“κόσμῳ περιεπάτησεν ὁ Ἰούδας· πρησθεὶς ἐπιτοσοῦτον τὴν σάρκα, “ὥστε μὴ δὲ ὁπόθεν ἅμαξα διέρχεται ῥαδίως ἐκεῖνον δύνασθαι “διελθεῖν· ἀλλὰ μὴ δὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον αὐτοῦ. “τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασὶ τοσοῦτον ἐξοι‐ “δῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν· τοὺς ὀφθαλ‐
30“μοὺς δὲ αὐτοῦ μὴ δὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι· “τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας· τὸ δὲ αἰδοῖον
“αὐτοῦ πάσης μὲν ἀσχημοσύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι·12

13

“φέρεσθαι δὲ δι’ αὐτοῦ ἐκ παντὸς τοῦ σώματος συρρέοντας ἰχώ‐ “ρας τε καὶ σκώληκας εἰς ὕβριν· δι’ αὐτῶν μόνον τῶν ἀναγ‐ “καίων· μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ “χωρίῳ τελευτήσαντα· καὶ τοῦτο ἀπὸ τῆς ὁδοῦ ἔρημον καὶ ἀοί‐
5“κητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι· ἀλλ’ οὐδὲ μέχρι τῆς “σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς “ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ· τοσαύτη διὰ τῆς σαρκὸς αὐτοῦ “καὶ ἐπὶ γῆς κρίσις ἐχώρησεν.” Καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
10 Τοῦ Χρυσοστόμου. Τοῦτο παραμυθίαν ἐκείνοις ἔφερεν, ὥσπερ ἐξεχύθη τὰ ἔντερα Ἰούδα, οὕτω καὶ Ἀρείου τοῦ αἱρετικοῦ. Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερου‐ σαλὴμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, Ἀκελδαμὰ, τουτέστι, χωρίον αἵματος.
15 Τοῦτο περὶ τοῦ χωρίου καὶ τῆς οἰκίας. Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Τοῦ Χρυσοστόμου. Τουτέστιν τὴν ἀρχὴν, τὴν ἱερωσύνην, ὥστε
20οὐκ ἐμὴ γνώμη τυγχάνει, ἀλλ’ ἐκείνου τοῦ ταῦτα προειρηκότος. ἵνα γὰρ μὴ δόξῃ μεγάλῳ πράγματι ἐπιχαίρειν, καὶ τοιούτῳ οἵῳ ὁ Χριστὸς, ἐπήγαγε μάρτυρα τὸν προφήτην. Τὸν κλῆρον τῆς διακονίας, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος· ὅρα ὅτι καὶ διάκονοι ἐκαλοῦντο οἱ μαθηταὶ καὶ ἐπίσκοποι.
25 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς. Τοῦ Χρυσοστόμου. Διατί κοινοῦται αὐτοῖς; ἵνα μὴ περιμά‐ χητον τὸ πρᾶγμα γένηται, καὶ εἰς φιλονεικίαν ἐμπέσωσιν· εἰ γὰρ
30αὐτοὶ τοῦτο ἔπαθον, πολλῷ μᾶλλον ἐκεῖνοι· καὶ ἀεὶ τοῦτο παραιτεῖ‐
ται. διὰ τοῦτο ἀρχόμενος ἔλεγεν· “ἄνδρες ἀδελφοὶ,” δεῖ ἐκδέξασθαι13

14

ἀφ’ ὑμῶν· τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τουτέστι γινομένους αἰδεσίμους ποιῶν· καὶ αὐτὸς ἀπαλλαττόμενος ἀπεχθείας τῆς πρὸς ἀλλήλους· μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά· καὶ ὅτι μὲν δεῖ γενέσθαι, τὸν προφήτην παράγει μάρτυρα. ἐκ τίνων δὲ
5δεῖ; ἐκ τῶν συνελθόντων ἡμῖν, φησὶν, ἐν παντὶ χρόνῳ. εἰ μὲν γὰρ εἶπεν τοὺς ἐπιεικεῖς ἔδει παρεῖναι, καὶ τοὺς ἄλλους ἂν ὕβρισαι, τῷ χρόνῳ τὸ πρᾶγμα ἐπέτρεψεν· οὐχ ἁπλῶς συνελθόντων εἰπὼν, ἀλλ’ ἐν παντὶ χρόνῳ. Τοῦ Χρυσοστόμου. Καλῶς γὰρ τὰ πρὸ τούτου οὐδεὶς μαθεῖν,
10ἀλλὰ τότε Πνεύματι ἐμάνθανον. Ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστά‐ σεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων. Τοῦ αὐτοῦ. Ἵνα μὴ ἠκρωτηριασμένος ὁ χορὸς ᾖ· τίς οὖν ἵνα
15γένηται αὐτὸς ἑλέσθαι οὐκ ἐνῆν; ἵνα μὴ δόξῃ χαρίζεσθαι· ἄλλος δὲ καὶ Πνεύματος ἄμοιρος ἦν. Τοῦ αὐτοῦ. Οὐκ εἶπεν τῶν ἄλλων μάρτυρα, ἀλλὰ τῆς ἀνα‐ στάσεως μάρτυρα· καὶ γὰρ ἀξιοπιστότερος ἦν ὁ δυνάμενος εἰπεῖν, ὅτι ἐκεῖνος φαγὼν καὶ πιὼν ὁ σταυρωθεὶς αὐτὸς ἀνέστη· τὸ γὰρ
20ζητούμενον τοῦτο ἦν, ἡ ἀνάστασις· ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡμο‐ λογημένα· αὕτη δὲ λάθρα γέγονεν, καὶ τούτοις μόνοις δήλη. Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσα‐ βᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Οὐχὶ αὐτὸς αὐτοὺς ἔστησεν· ἀλλὰ τὴν γνώμην αὐτὸς εἰσ‐
25ηγήσατο, δείξας οὐδὲ αὐτὴν αὐτοῦ οὖσαν· ἀλλ’ ἄνωθεν κατὰ προ‐ φητείαν, ὥστε ἐξηγητὴς γέγονεν οὐ διδάσκαλος. Καὶ προσευξάμενοι εἶπον· Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ἐκ τούτων τῶν δύο ἕνα ὃν ἐξελέξω. Τοῦ Χρυσοστόμου. Σὺ μὴ ἡμεῖς· καὶ εὐκαίρως καρδιογνώ‐
30στην καλοῦσιν· ἀπὸ γὰρ τούτου αἱρεῖσθαι ἐχρήν· οὕτως ἐθάρρουν, ὅτι πάντως ἕνα δεῖ γενέσθαι· οὐκ εἶπεν ἐκλέξαι, ἀλλ’ ἀνάδειξον
τὸν ἐκλεγέντα· εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ.14

15

Λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀπο‐ στολῆς, ἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. Τοῦ αὐτοῦ. Καλῶς λέγουσιν ἐκείνου τὸ ἁμάρτημα, δεικνῦντες
5ὅτι μάρτυρα ἀπαιτοῦσιν· οὐχὶ πλεονάζοντες τὸν ἀριθμὸν, ἀλλ’ ἐλατ‐ τωθῆναι οὐκ ἐῶντες. Καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα Ἀπο‐ στόλων.
10 Ἐπειδὴ οὐδέπω πνεῦμα ἦν. οὔπω γὰρ ἑαυτοὺς ἀξίους εἶναι ἡγοῦντο τοῦ διάτινος σημείου μαθῆν· ἄλλος δὲ εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσεν διὰ τὸ ἐξ ἀρχῆς γενέσθαι γνώμης ἐπὶ τοῦ Ἰωνᾶ· πολλῷ μᾶλλον ἐνταῦθα ἐπλήρωσε τὸν χορὸν, ἀπήρτησε τὴν τάξιν ὁ ἀναδεχθείς· ἀλλ’ ὁ ἕτερος οὐκ
15ἤλγησεν, οὐ γὰρ ἂν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώματα οἱ Ἀπό‐ στολοι· οἵγε περὶ αὐτῶν τῶν κορυφαίων εἰπόντες, ὅτι ἠγανάκτη‐ σαν ἀλλαχοῦ, καὶ οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Δεῖ τοίνυν τὸν κληρωθέντα τόπον ἔχειν ὃν ἐκληρώθη, καὶ μήτε κατα‐ σκευάζειν ἑαυτῷ, οὐ γὰρ ἂν εἴη κλῆρος τοῦτο, μήτε φεύγειν δο‐
20θέντα· εἰ γὰρ τὰ τοῦ κλήρου κύρια, πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ. Ὅταν ὁ Θεὸς κληρώσῃ, δεῖ καὶ τὸν ποιοῦντα ἀπροσπαθῶς ποιεῖν· τοῦτο γὰρ κλῆρος, μὴ ὃν βούληται αὐτὸς, ἀλλ’ ὃν ἡ χάρις δίδω‐ σιν. Ἕως μὲν οὖν Πνεύματος ἄμοιροι ἦσαν οἱ Ἀπόστολοι κλήρῳ τὰ πράγματα ἐπέτρεπον· ὕστερον δὲ καὶ τῷ πλήθει καὶ τῇ οἰκείᾳ
25χάριτι. ὁ κλῆρος πρᾶγμα ἄλυπον, οὐκ ἀφίησιν οὐδὲ ἐκείνους ἀλ‐ γεῖν ὡς ἀδικουμένους· ὁ κλῆρος συγγένειαν οὐκ οἶδεν· οὐδὲ φιλίαν οὐδὲ χάριν, οὐδὲ ἀπέχθειαν· ἐπειδὴ γὰρ πολλῶν ὄντων πάντας κληροῦσθαι οὐκ ἔνι, εἰκότως ἐκ πολλῶν ὀλίγους ἐπιλεγόμεθα.
29tΚΕΦ. Γ.
30tΠερὶ θείας τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσεως ἐν ἡμέρᾳ Πεντηκοστῆς γενο‐
31tμένης εἰς τοὺς πιστεύσαντας.
32Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντη‐
κοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.15

16

Τοῦ αὐτοῦ. Τουτέστι περὶ τῆς Πεντηκοστῆς· περὶ αὐτὴν ὡς εἰπεῖν· ἔδει γὰρ ἑορτῆς οὔσης πάλιν ταῦτα γίνεσθαι· ἵνα οἱ παρ‐ όντες τῷ σταυρῷ τοῦ Χριστοῦ, οὗτοι καὶ ταῦτα ἴδωσιν. Σευήρου. Χριστὸς ὁ Θεὸς παθὼν τὸ ἑκούσιον πάθος σαρκὶ, καὶ
5ἀναστὰς ἐκ νεκρῶν, συνανέστησεν ἑαυτῷ τοὺς τῇ ἁμαρτίᾳ νενεκρω‐ μένους ἡμᾶς, καὶ τὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων κράτος κατέλυσε. Διὰ τοῦτο μέχρι τῆς Πεντηκοστῆς εἰς γῆν οὐ κλινόμεθα προσ‐ ευχόμενοι καὶ κατὰ τῶν ἐχθρῶν ἡμῶν ψάλλοντες· “αὐτοὶ συνεπο‐ “δίσθησαν καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν·” ἐν
10δὲ πυρίναις γλώσσαις τοῦ Πνεύματος θεοπρεπῶς ἐπιφανέντος ἡμῖν, γόνυ κάμπτομεν, τὴν θέαν οὐ φέροντες, καὶ δηλοῦντες ὅτι διὰ τοῦ Πνεύματος τὴν ἐν Τριάδι τελείαν προσκύνησιν μεμαθήκαμεν· “Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύ‐ “ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”
15 Σευηριανοῦ Γαβάλων. Ἐν τοίνυν ἡμέρᾳ τῆς Πεντηκοστῆς ἐδόθη νόμος, Θεοῦ φανέντος καὶ νομοθετήσαντος, καὶ Μωϋσέως τὰς πλάκας δεξαμένου. Ἔδει οὖν καθ’ ἣν ἡμέραν ἐδόθη ὁ παλαιὸς νόμος, κατ’ αὐ‐ τὴν δοθῆναι καὶ τὴν τοῦ Πνεύματος χάριν. ἵνα καὶ ἡ αὐθεντεία τοῦ Πνεύματος δειχθῇ, καὶ Θεοῦ ἐπιφάνεια ἑρμηνευθῇ· καὶ δείχθῃ ἀδιαί‐
20ρετος ἡ φύσις τῆς θεϊκῆς ὑποστάσεως ἐν παλαίᾳ καὶ νέᾳ, καὶ διαφό‐ ροις χρόνοις μίαν ἐργαζομένη τὴν συμφωνίαν τῶν θείων λόγων. Ὥσ‐ περ γὰρ ὁ Σωτὴρ μέλλων ἐπιτελεῖν τὸ ἅγιον πάθος οὐκ ἠνέσχετο ἄλλῳ καιρῷ ἑαυτὸν ἐκδοῦναι τῷ πάθει, ἀλλὰ καθ’ ὃν καιρὸν ἐθύετο τὸ πρόβατον, ἵνα αὐτῷ τῷ τύπῳ συνάψῃ τὴν ἀλήθειαν· οὕτως καὶ
25ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις οὐκ ἠνέσχετο ἄλλῳ καιρῷ δοθῆναι, ἢ καθ’ ὃν καιρὸν ἐδόθη νόμος· ἵνα δειχθῇ ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τότε ἐνομοθέτησε, καὶ νῦν νομοθετεῖ. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος· ὥσπερ φε‐ ρομένης πνοῆς βιαίας.
30 Σευήρου ἐπισκόπου ἀπὸ λόγου μηʹ. Ἐξ οὐρανοῦ μὲν, ἵνα παραστήσῃ σαφῶς, ὡς οὐρανόθεν θεϊκῶς ἡ τοῦ Πνεύματος κάθοδος γέγονε· πνοῆς δὲ ὥσπερ φερομένης βιαίας, ὅτι τοὺς ὑπο‐
δεξομένους τῆς υἱοθεσίας τὴν χάριν βιαστὰς ἤμελλεν ἀποτελεῖν16

17

τῆς βασιλείας τῶν οὐρανῶν· ἐπλήρου δὲ τὸν οἶκον ὅλον, ἵν’ ἡ δωρεὰ δεδομένη δειχθῇ, μὴ μερικῶς τισὶν, ἀλλ’ ὅλῳ τῷ τῆς ἐκκλησίας πληρώματι· γλῶσσαι ὑπῆρχον ὀφθεῖσαι πυρὸς, τοσοῦτον εἶναι δηλοῦσαι τὸ μέσον τῆς παλαιᾶς νομοθεσίας καὶ τῆς καινῆς, ὅσον
5ἐνάρθρου λόγου διὰ γλώττης ἐκφερομένου καὶ ἀσήμων σαλπίγγων ἠχοῦς. Καὶ ἐκεῖ μὲν ὡς ἐν ἀστραπῇ ἀεὶ τὸ πῦρ αὐτοὺς παρέτρε‐ χεν· ἐνταῦθα δὲ αἱ τοῦ πυρὸς γλῶσσαι τοῖς Ἀποστόλοις ἐπεκα‐ θέστησαν, καὶ παραχρῆμα πλήρης ἦσαν τοῦ Πνεύματος, τὰ θεῖα πλημμυροῦντες νάματα· καὶ ἐγκαθημένην ἔχοντες, οὐ παροδεύου‐
10σαν τὴν φλόγα τῆς χάριτος· καὶ τὰς γλώσσας αὐτῶν πρὸ πᾶν εἶδος διαλέκτου στομώσασας· οὐ σκότῳ καὶ γνόφῳ καλυπτομένην, ἀλλ’ ὥρᾳ τρίτῃ τῆς ἡμέρας ἐκλάμπουσαν· καὶ τοῦτο εἰς ἔνδειξιν τοῦ διὰ τῆς τοῦ Ἁγίου Πνεύματος ἐνδημίας πεφανερῶσθαι λαμ‐ πρῶς ὡς ἐν ἡμέρᾳ τὸ τῆς Τριάδος μυστήριον.
15 Ἰσιδώρου. Ὃν τρόπον τὰ τοῦ νόμου προοίμια φόβου ἐδεῖτο πρὸς φυλακὴν τῶν ἐντολῶν, ἐπιστρέφοντα τοὺς ἀκούοντας, καὶ ἐκ μέσου τοῦ πυρὸς ὁ Θεὸς ἐχρημάτιζεν, οὕτω καὶ μετὰ τὴν τοῦ δεσπό‐ του καὶ Σωτῆρος ἡμῶν ἀνάστασιν ἐν πυρὶ τὸ Πνεῦμα τὸ Ἅγιον τοῖς Ἀποστόλοις κατήρχετο, βιαίας πνοῆς προηγουμένης, ἵνα εἷς ὁ Θεὸς
20ἐν ἀμφοτέραις ταῖς διαθήκαις γνωσθῇ· εἰ καὶ πολὺ τῆς δευτέρας τὸ πρὸς τὴν προτέραν διάφορον· ἡ μὲν γὰρ τυπικοῖς ἐχρῆτο προστάγ‐ μασιν· ἡ δὲ ταῖς ἀλήθεσιν ἐλλάμψεσι θαύμασί τε καὶ δόγμασιν. Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον, οὗ ἦσαν καθήμενοι. Ἰωάννου. Πολλὴν τὴν ῥύμην λέγει τοῦ Πνεύματος, ὥστε
25καὶ τοὺς παρόντας θεραπεῦσαι, καὶ οὕτως ἀξίους δειχθῆναι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ τούτου φρικωδέστερον, “καὶ ὤφθησαν “αὐτοῖς,” φησὶ, “διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός.” Τοῦ αὐτοῦ. Ἡ οἰκία τοῦ κόσμου σύμβολον ἦν. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ
30πυρός. Τοῦ Χρυσοστόμου. “Ὡσεὶ πυρός,” φησι· καλῶς πανταχοῦ τὸ ὡς, ἵνα μηδὲν αἰσθητὸν περὶ τοῦ Πνεύματος νομίσῃς· καὶ ὡσεὶ πνοῆς +κ ἄρα ἄνεμος ἦν ὡσεὶ πυρός· ὅτε μὲν γὰρ Ἰωάννῃ τὸ
Πνεῦμα ἔδει γνωσθῆναι, ὡς ἐν εἴδει περιστερᾶς ἦλθεν ἐπὶ τὴν17

18

κεφαλὴν τοῦ Χρίστου· νῦν δὲ ὅτε πλῆθος ὅλον ἐπιστραφῆναι ἐχρῆν, ὡσεὶ πυρός—Καὶ μετ’ ὀλίγα—ἀνέμνησεν αὐτοῦ καὶ ἑτέρας ὄψεως· ὥσπερ γὰρ ἐφάνη ἐν τῇ βάτῳ. Τοῦ αὐτοῦ. Καὶ καλῶς εἶπε “διαμεριζόμεναι·” ἐκ μιᾶς γὰρ ἦν
5ῥίζης· ἵνα μάθῃς ὅτι ἐνέργειά ἐστιν ἀπὸ τοῦ Παρακλήτου πεμφθεῖσα. ὅρα δὲ καὶ ἐκείνους πρώτους δειχθέντας ἀξίους· καὶ τότε Πνεύματος καταξιωθέντας· οἷον ὥσπερ Δαβὶδ, ἅπερ ἐν ταῖς ποίμναις εἰργά‐ ζετο, ταῦτα καὶ μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον, ἵνα δειχθῇ αὐτοῦ γυμνὴ ἡ πίστις· καὶ πάλιν τὸν Μωσέα καταφρονοῦντα βασιλείων
10καὶ πάντα ἀφιέντα, καὶ μετὰ τεσσαράκοντα ἔτη δημαγωγίας ἁπτόμενον· τὸν Σαμουὴλ ἐν τῷ ναῷ· τὸν Ἐλισσαῖον πάντα ἀφι‐ έντα· τὸν Ἰεζεκιὴλ πάλιν ἐκ τῶν μετὰ ταῦτα δῆλον· οὕτω δὴ καὶ οὗτοι πάντα εἴασαν τὰ ἑαυτῶν. Σχόλ. Τοῦτο σημαίνει τὸν εὐκίνητον καὶ διάπυρον λόγον κατὰ
15τὸ “ἄργυρος πεπυρώμενος γλῶσσα δικαίου·” πᾶς οὖν, ᾧ δέδοται λόγος σοφίας καὶ γνώσεως, τετύχηκε τοῦ προκειμένου χαρίσματος, ὡς εὐχαρίστως εἰπεῖν· “Κύριος διδωσί μοι γλῶσσαν παιδείας τοῦ “γνῶναι ἡνίκα δεῖ εἰπεῖν.” Κυρίλλου. Οἱ μὲν ταῖς γλωσσαῖς ἐλάλουν, καίτοι πρὶν οὐκ εἰδό‐
20τες αὐτάς· οἱ δὲ σύνησαν διερμηνεύοντες, καίτοι πάλαι τὸ οὖς οὐκ ἐντριβῆ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν· δεδόσθαι γε μὴν ὁ θεσπέσιος Παῦλος τοῖς τότε τὴν χάριν διισχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς μοῖρα χαρίσματος, ἀλλ’ ὡς ἐν τάξει σημείου τοῖς πι‐ στοῖς· καὶ δὴ καὶ προτρεπτικὸν παρετίθει λόγιον οὕτως ἔχον· “ὅτι
25“ἐν ἑτερογλώσσοις καὶ ἑτεροχείλεσι λαλήσω τῷ λαῷ τούτῳ, “καὶ οὐδ’ οὕτως πιστεύσουσιν·” ἔνειμε διαφόρως τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν· ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς, ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ ἐκκλησία, διὰ πολλῆς ἁγίων
30πληθύος εἰς ἑνότητα τὴν νοητὴν, τελειοτάτην ἔχει τὴν σύστασιν. Καὶ μετ’ ὀλίγα—ὅτε τοίνυν ἔμελλον οἱ τῆς ὑφ’ ἡλίῳ μυσταγω‐ γοὶ, γλώσσῃ τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐ‐
τοῖς. Ἄνδρες ὄντες Γαλιλαῖοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰου‐18

19

δαῖαν, Ἑβραῖοι τὲ καὶ ἐξ Ἑβραίων, Μήδοις τὲ καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τὲ καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσ‐ σαις· καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύματος
5ἐνεργείᾳ καὶ χάριτι· γέγραπται γὰρ, ὡς “ὤφθησαν αὐτοῖς διαμε‐ “ριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς” καὶ τὰ ἑξῆς. ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν· συνίσταν δὲ οὐ πάντες. ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὥσπερ τινὰ τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι
10τὸ σημεῖον, ῥάθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμα‐ σιν· ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνό‐ μενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς
15ταῖς προὐργιαιτάταις. Γρηγορίου τοῦ Θεολόγου. Ἐν γλώσσαις δὲ, διὰ τὴν πρὸς τὸν λόγον οἰκείωσιν· πυρίναις δὲ, ζητῶ πότερον διὰ τὴν κάθαρσιν· οἶδε γὰρ ὁ λόγος ἡμῶν καὶ πῦρ καθαρτήριον, ὡς πολλαχόθεν βουλομένοις ὑπάρχει μαθεῖν ἢ διὰ τὴν οὐσίαν· πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ
20καταναλίσκον τὴν μοχθηρίαν· μεριζομέναις δὲ, διὰ τὸ τῶν χαρισμά‐ των διάφορον· καθεζομέναις δὲ, διὰ τὸ βασιλικὸν, καὶ τὴν ἐπὶ τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ Χερουβίμ· ἐν ὑπερῴῳ δὲ, εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντος, διὰ τὴν ἀνάβασιν τῶν δεξομένων καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά
25τινα στεγάζονται, δι’ ὧν ὑμνεῖται Θεός· καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις· ἵν’ ἐκεῖ παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ Θεὸν πρὸς ἡμᾶς, ὃ καὶ πρότερον ἐπὶ Μωσέως οἶδα γινόμενον· τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέσθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρνα‐
30μένης· ἕως δ’ ἂν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, τὸ μὲν περιωπῆς, τὸ δὲ ταπεινώσεως ἄμικτος ἡ ἀγαθότης· καὶ τὸ φιλάνθρωπον ἀκοινώ‐ νητον· καὶ χάσμα μέγα ἐν μέσῳ καὶ ἀδιάβατον· οὐ τὸν πλούσιον τοῦ Λαζάρα μόνον καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν
δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγεννήτου καὶ ἑστηκυίας.19

20

Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος· ἐπίσχες μικρὸν τὴν γλῶτ‐ ταν εἰ δύνατον, περὶ ἄλλων γλωσσῶν ὁ λόγος· ταύτας αἰδέσθητι ἢ φοβήθητι μετὰ πυρὸς ὁρώμενας. Σευήρου. Οὐκ εἶπε πυρὸς, ἀλλ’ “ὡσεὶ πυρὸς,” οὐ γὰρ ἦν πῦρ
5τὸ φαινόμενον· ἀλλὰ πῦρ ἐνομίζετο, ἢ ἐφαίνετο. διατί δὲ τὸ πῦρ τοῦ Πνεύματος πρόδρομον εἰς φόβον ἐγεῖρον τοὺς ἀποστόλους; τὸ πῦρ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφάνεια· καὶ ἵνα μὴ εἰς ὕβριν ἐκλά‐ βοις τότε τὴν ἁγίαν καὶ προσκυνητὴν φύσιν πυρὸς ὄψει φανείσαν, ἑρμηνεύει τὰ νέα τὰ διὰ Μωϋσέως γινόμενα. λέγει Μωϋσῆς “καὶ
10“ἦν τὸ εἶδος τοῦ Θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ ὡς πῦρ καιόμενον.” ὅρα καὶ τὴν λέξιν συμφωνοῦσαν, ἐκείνη ἡ δόξα τοῦ Ἰσραὴλ ὡς πῦρ· οὐκ εἶπεν πῦρ, ἀλλ’ ὡς πῦρ· καὶ ᾧδε ὤφθησαν γλῶσσαι, ὡσεὶ πυρὸς διαμεριζόμεναι· πρόσεχε, παρακαλῶ, τὸν τρόπον πῶς ἐγένετο· οὐκ ἐφάνησαν εὐθέως γλῶσσαι, ἀλλὰ πῦρ πολύ· εἶτα ὥσπερ κατε‐
15μένετο τὸ πῦρ καὶ διεμερίζετο εἰς γλῶσσαν. τίνος μερίζοντος; τίνος μεριζομένου; οὐχ ἡ φύσις τοῦ Πνεύματος ἐμερίζετο, ἀλλ’ ἦν τὸ μερίζον τὸ Πνεῦμα, τὸ δὲ μεριζόμενον ἡ δωρεὰ τοῦ Πνεύμα‐ τος· τὸ γὰρ Πνεῦμα οὐ διαιρεῖται, ἀλλὰ διαιρεῖ. “ὤφθησαν διαμε‐ “ριζόμεναι ὡσεὶ πυρός·” διατί γλῶσσαι; ἐπειδὴ κηρύγματος ἦν ἡ
20σταύρωσις, ἵνα τὸ σχῆμα ἑρμηνεύσῃ τὴν ἐνέργειαν· ὅτι ὑπὲρ ἄλλου τινὸς οὐ δίδοται τὸ Πνεῦμα ἐν εἴδει γλωσσῶν, ἀλλ’ ὑπὲρ τοῦ τὸ κήρυγμα ἀνθῆ οὖν τῆς ἀποστολικῆς διδασκαλίας· καὶ ἃ ἔλιπε τῇ φύσει τῶν ἁλιέων διὰ τὴν ἀπαιδευσίαν, ταῦτα δοθῆναι δι’ αὐτῶν· ἵνα παρ’ αὐτῶν λαλούμενα διαφόροις γλώσσαις, καὶ ὑπερβολὴν
25δωρεᾶς ἔχοντα, φωτίζῃ τοὺς ἀκούοντας. Ἔδει δὲ καὶ πυρὸς ἔχειν δύναμιν, εἰς τὸ ἀναλῶσαι πᾶσαν τὴν ἐν τῷ κόσμῳ ὑλομανοῦσαν ἁμαρτίαν· καὶ ὥσπερ τὸ πῦρ ἔχει τὴν φωτιστικὴν καὶ καυστικὴν δύναμιν, οὕτως ὁ λόγος τῶν Ἀποστόλων καὶ ἐφώτιζε τοὺς πιστεύ‐ οντας καὶ ἀνήλισκε τοὺς ἀντιλέγοντας. Τοιαύτην εἶχεν γλῶσσαν
30πυρὸς Παῦλος· ᾗ κατὰ τὸ αὐτὸ καὶ τὸν ἀνθύπατον ἐφώτισεν καὶ Ἐλύμαν τὸν μάγον ἐτύφλωσεν· τῇ αὐτῇ δυνάμει κἀκεῖνον φωτί‐ σας, καὶ τοῦτον τυφλώσας. Σευήρου Ἀντιοχείας. Μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ
μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἐπ‐20

21

αγγελίαν τῆς ἀψευδοῦς ἐκείνης φωνῆς, ἐν πυρίναις γλώσσαις τοῖς Ἀποστόλοις τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεφοίτησεν· οἳ τοῖς ἁπάντων τῶν ἐθνῶν γλώσσαις λαλοῦντες, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν κηρύττοντες, ἐδήλουν, ὡς ὁ πάλαι τὴν τῶν ἀνθρώπων φωνὴν μίαν
5οὖσαν εἰς πολλὰς διελὼν, νῦν τὰς ἁπάντων γλώσσας εἰς μίαν πνοὴν συνήρμοσεν. Τοῦ αὐτοῦ ἀπὸ λόγου κε. Καὶ ἐν πυρίναις γλώσσαις τοῖς Ἀποστόλοις ἐπιφοιτᾶ· διὰ μὲν τοῦ πυρὸς δεικνύον, ὡς ταὐτόν ἐστι τὴν οὐσίαν καὶ τὴν δόξαν ἐκείνῳ τῷ ἐν πυρὶ καταβεβηκότι πρὸς
10τὸ ὄρος Σινᾶ καὶ τὴν βάτον τὴν ἀκατάφλεκτον, καὶ τὸν Μωϋσέα μυσταγωγήσαντι· διὰ δὲ τῶν γλωσσῶν, ὡς σύγγενές ἐστι καὶ οὐκ ἀλλότριον τῆς τοῦ Υἱοῦ καὶ Λόγου θεότητος· γλῶσσα γὰρ καὶ λόγος πολλὴν ἔχει πρὸς ἄλληλα τὴν ἐγγύτητα, καὶ τὰ τοῦ νοῦ κινήματα διαγγέλλουσιν.
15 Σχόλιον. Διὰ γλωσσῶν διεμέρισεν ἅπαν τὸ γένος, καὶ διὰ τοῦτο διὰ γλωσσῶν ἐπὶ τοῦ παρόντος πάλιν ἐπισυνήγαγε πάντας ἐπὶ τὸ αὐτό. Σευήρου Ἐπισκόπου Ἀντιοχείας. Ἵνα τὰς ἀκάνθας κατα‐ φλέξωσιν, ἃς ἡ παράβασις τοῦ Ἀδὰμ κατεφύτευσεν.
20 Διδύμου. Ἀναλαμβανόμενος ἀπὸ τῶν μαθητῶν Ἰησοῦς εἶπεν, μετ’ οὐ πολλὰς ἡμέρας ἐπελεύσεσθαι ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον. μετὰ δέκα ἡμέρας τοῦ ταῦτα λεχθῆναι, συμπληρωθείσης τῆς Πεντηκοστῆς ἡμέρας παρέσχεν δαψιλῶς αὐτοῖς τὸ Πνεῦμα· ὡς πληθῆναι αὐτοῦ ἕκαστον τῶν Ἀποστόλων καὶ τῶν ὄντων μετ’ αὐ‐
25τῶν ἐν τῷ ὑπερῴῳ, ἔνθα ἦσαν κατιόντος τοῦ Πνεύματος· ὤφθησαν γλῶσσαι ὡσεὶ πυρὸς, αἳ καὶ ἐκάθισαν ἐπὶ ἕκαστον αὐτῶν· ση‐ μαίνει δὲ ἡ γλῶσσα ἡ πυρίνη τὸν εὐκίνητον καὶ διάπυρον λόγον κατὰ τὸ “ἄργυρος πεπυρώμενος γλῶσσα δικαίου·” πᾶς οὖν ᾧ δίδοται λόγος σοφίας καὶ γνώσεως, τετύχηκε τοῦ προκειμένου χαρίσματος·
30ὡς εὐχάριστος εἶπεν, “Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ “γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον.” Ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν. Τοῦ Χρυσοστόμου. Τουτέστι παρέμενεν, ἐπαναπαύσατο· τὸ
γὰρ καθίσαι τοῦ ἑδραίου ἐπισημαντικὸν καὶ τοῦ μεῖναι· ἄρα ἐπὶ21

22

τοὺς δώδεκα ἦλθεν; οὐχί· ἀλλ’ ἐπὶ τοὺς ρκ· οὐ γὰρ ἂν ἁπλῶς παρήγαγε τὴν μαρτυρίαν τοῦ προφήτου ὁ Πέτρος λέγων· “καὶ “ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ “Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,” καὶ τὰ ἑξῆς.
5 Σευηριανοῦ Ἐπισκόπου Γαβάλων. “Ἐκάθισεν ἐφ’ ἕνα “ἕκαστον αὐτῶν·” ἦν ἰδεῖν ὑπὲρ κεφαλῆς πάντων τῶν ἁγίων πῦρ οὐ καῖον, ἀλλ’ ἁγιάζον καὶ καταλάμπον. Διατί οὖν τὰς γλώσσας οὐκ ἐπὶ τοῦ στόματος ἐδέξαντο, ἀλλ’ ἐπὶ τῆς κεφα‐ λῆς; εἰκότως οὖν εἰς τὴν γλῶσσαν, τουτέστιν εἰς τὸ τῆς φύσεως
10ὄργανον, ἐδόθη τὸ Πνεῦμα· ἵνα μὴ νομίσωσιν ἐκ τῶν ἰδίων λαγόνων καὶ ἐκ τοῦ ἰδίου στόματος προφέρειν, ἃ μὴ εἶχον· ἀλλ’ ὥσ‐ περ εἰς οὐρανὸν τὰ ὕδατα λαμβανόμενα τὰς κορυφὰς τῶν ὀρέων καταλαμβάνουσι, καὶ ἀπὸ τῶν ὑψωμάτων ἐπὶ τὰς φάραγγας κατα‐ φέρονται, οὕτως τὴν κορυφὴν ὡς ὄρος καταλαμβάνουσα ἡ τοῦ
15Πνεύματος χάρις, ἐπεχωρήγησε λοιπὸν ἀπὸ τῆς κορυφῆς τῷ ἐγ‐ κεφάλῳ· εἶτα τῷ στόματι καὶ τῇ καρδίᾳ, καὶ ὅλον δι’ ὅλου τὸν ἄνθρωπον ἐπλήρωσεν ἀπὸ τῆς κεφαλῆς. Διατί δὲ πάλιν ἐπὶ τὴν κεφαλήν; ἐπειδὴ οἱ Ἀπόστολοι ἐχειροτονοῦντο τῆς οἰκουμένης διδάσκαλοι· χειροτονία δὲ ἄλλως οὐ γίνεται, εἰ μὴ ἐν τῇ κεφαλῇ·
20ὑπὸ γὰρ τοῦ Σωτῆρος εἰ καὶ προεχειρίσθησαν Ἀπόστολοι, ἀλλ’ οὐ τῆς οἰκουμένης· τὴν Ἰουδαίαν δὲ μόνην ἐπιστεύθησαν· ὅθεν παρ‐ ήγγειλεν αὐτοῖς ὁ Σωτήρ· “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς “πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ “πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” τὸ δὲ Πνεῦμα τὸ
25Ἅγιον ἐπιδημῆσαν χειροτονεῖ αὐτοὺς Ἀποστόλους τῆς οἰκουμένης, πάντων τῶν ἐθνῶν· καὶ εἰ μὴ ἐδέξαντο τοῦ Πνεύματος τὴν χάριν, οὐκ ἂν ἐνεχειρίσθησαν τὴν ἀποστολὴν τοῦ κόσμου. μαρτυρεῖ τούτοις τοῖς ῥήμασιν αὐτὸς ὁ δεσπότης· “καὶ λήψεσθε δύναμιν ἐπελθόν‐ “τος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες
30“ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ “ἕως ἐσχάτου τῆς γῆς·” τὴν μὲν γὰρ ἀπαρχὴν παρὰ τοῦ Σωτῆρος ἔλαβον, τὸ δὲ τέλος παρὰ τοῦ Πνεύματος· ἀνώτερον οὖν τὸ Πνεῦμα τοῦ Υἱοῦ; οὐ· ἀλλ’ ὥσπερ ὁ Πατὴρ τὰ μείζονα τῷ Υἱῷ δεδωκὼς, ἑαυτὸν οὐκ ἐλαττοῖ· οὕτω καὶ ὁ Υἱὸς τῷ Πνεύματι παραχωρῶν τὰ
35μείζονα, τὴν ἑαυτοῦ δόξαν οὐκ ἐλαττοῖ· τοῦ Ἁγίου Πνεύματος ἐπι‐22

23

φοιτήσαντος προεχειρίσθησαν οἱ Ἀπόστολοι τῆς οἰκουμένης· τὸ γὰρ τὰς γλώσσας ἐπὶ τῶν κεφαλῶν φανῆναι, δείκνυσι χειροτονίας σχῆμα· πῶς ὑπὲρ κεφαλῆς τίθεται ἡ χειροτονία διὰ τὴν τῶν ἀναγκαίων καὶ ἐκκλησιαστικῶν πραγμάτων ἀκολουθίαν. ὅρα γὰρ
5ὅτι ἐντεῦθεν καὶ ἕως νῦν ἐκράτησε τὸ πρᾶγμα. ἐπειδὴ γὰρ ἀόρατος ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις, ἀπὸ τῆς τοῦ Ἁγίου Πνεύματος διδασκαλίας ὁ νόμος εὕρηται τοῦ εὐαγγελίου· ἐπιτίθεται τῇ κεφαλῇ τοῦ μέλλοντος χειροτονεῖσθαι τὸ εὐαγγέλιον· καὶ ὅτ’ ἂν ἐπιτεθῇ, οὐδὲν ἄλλο ἔστιν ἰδεῖν ἢ γλῶσσαν πυρὸς ἐπικειμένην τῇ κεφαλῇ·
10γλῶσσαν, διὰ τὸ κήρυγμα· πυρὸς, διὰ τὸν λέγοντα· “πῦρ ἦλθον “βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη;” “ἐκάθισεν “ἐφ’ ἕνα ἕκαστον αὐτῶν·” οὐκ εἶπεν ἐδράσθη· οὐκ εἶπεν κατήντησεν, ἀλλ’ ἐκάθισεν· ἵνα δείξῃ ὅτι πᾶς ἄνηρ δουλεύων Θεῷ καὶ δεχόμε‐ νος λειτουργίαν, θρόνος ἐστιν Θεοῦ. οὐκ εἶπεν ἐπεπόλευσεν ἑκάστῳ,
15ἀλλ’ ἐκάθισεν ἐπάνω· καὶ ἦν Πέτρου ἡ κεφαλὴ θρόνος τοῦ Ἁγίου Πνεύματος, καὶ Ἀνδρέου καὶ ἑκάστου αὐτῶν· ὁμοίως ἦν ἰδεῖν ἐπι‐ καθήμενον αὐτοῖς τὸ πῦρ· καὶ ἐννοῆσαι φύσιν, ὄψει μὲν ἕτερα δεικνύουσαν, τῇ δὲ ἐνεργείᾳ ἄλλα παριστῶσαν. Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου.
20 Τοῦ Χρυσοστόμου. Οὐ λαμβάνουσιν ἕτερον σημεῖον, ἀλλὰ τοῦτο πρῶτον· ξένον γὰρ ἦν· καὶ οὐ χρεία ἦν ἑτέρου σημείου· “ἐκάθισεν” φησὶν “ἐφ’ ἕνα ἕκαστον αὐτῶν·” ὅρα μοι πῶς οὐκέτι ἀλ‐ γεῖ ἐκεῖνος ὁ μὴ αἰρεθεὶς ὡς ὁ Ματθίας, καὶ “ἐπλήσθησαν ἅπαντες” φησίν· οὐχ ἁπλῶς ἔλαβον τοῦ Πνεύματος τὴν χάριν, ἀλλ’ “ἐπλή‐
25“σθησαν.” Κυρίλλου ἐκ τῆς Ἰωὴλ ἑρμηνείας τόμου β. Ἀπεφθέγ‐ γοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ Χριστῷ μαρτύρια, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς ἑτοίμως εἰσιέναι πρὸς εὐπείθειαν ἀναπεπεισμένους εὖ μάλα
30τοὺς ἀκροωμένους, ὡς ἐνέστηκε λοιπὸν ὁ τῆς εὐδοκίας καιρός· καὶ τὰ πάλαι διὰ νόμου καὶ προφητῶν ἐπὶ Χριστῷ προαπηγγελμένα
πρὸς πέρας ἥκει λοιπόν· οὐκ οὖν προεφήτευον ἁπάσῃ γλώσσῃ23

24

λαλοῦντες· προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς ἁγίων καὶ τοῦτο· γέγραπται γὰρ “ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις “λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως πιστεύσωσιν.” τοῦτό σοι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος εἰς σημεῖον δεδόσθαι τοῖς Ἰου‐
5δαίοις ἐφ’ ἑκάστην πολυγλωσσίαν τὴν ἀπαρχὴν ἤτοι τὸ γένος. Σευηριανοῦ Γαβάλων. “Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύ‐ “ματος Ἁγίου.” ἐδείχθη πρῶτον ὅτι ἐκάθισεν μὲν ἐπὶ τῇ κεφαλῇ· ἀπὸ δὲ τῆς κεφαλῆς ἐπληρώθη ὁ ἄνθρωπος· “ἐπλήσθησαν Πνεύ‐ “ματος καὶ ἤρξαντο λαλεῖν, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς·”
10αὐτὸ διαιρεῖ· αὐτὸ δίδωσι λαλεῖν καὶ τῷ κηρύττοντι καὶ τῷ λαλοῦντι· οὔτε μαρτυρῆσαι ἔστιν ἀνδρὶ, μὴ ὑπὸ Πνεύματος Ἁγίου χωρηγουμένῳ· “καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι·” οὐ γὰρ ἐξ ἑαυτῶν ἐφθέγγετο, ἀλλ’ ἀπὸ τοῦ Ἁγίου Πνεύματος. λοιπὸν ἡ τοῦ Θεοῦ χάρις ᾠκονόμησεν ἀπαρχῆς τοῖς Ἀποστόλοις
15ἔμπρακτον εἶναι τὸν λόγον· τίς γὰρ χρεία ἦν κηρύκων, τῶν ἀκου‐ όντων οὐκ ὄντων; τίς γὰρ χρεία σπόρου, τῆς γῆς μὴ ἀνανεωθείσης; ἐπεὶ οὖν ἐχρὴν τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προοιμίων τάξιν λαβεῖν, ἐπάγει ὁ συγγραφεὺς “καὶ ἤρξαντο λαλεῖν γλώσ‐ “σαις,” καὶ τὰ ἑξῆς.
20 Καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Τοῦ Χρυσοστόμου. Τίνος ἕνεκεν πρὸ τῶν ἄλλων χαρισμάτων τὸ τῶν γλωσσῶν ἔλαβον οἱ Ἀπόστολοι; ἐπειδὴ πανταχοῦ διέρ‐ χεσθαι ἤμελλον· καὶ ὥσπερ ἐν καιρῷ τῆς πυργοποιΐας ἡ μία
25γλῶττα εἰς πολλὰς διετέμνετο, οὕτω τότε αἱ πολλαὶ γλῶσσαι πολλάκις εἰς ἕνα ἄνθρωπον ᾔεσαν· καὶ ὁ αὐτὸς καὶ τῇ Περσῶν καὶ τῇ Ῥωμαίων καὶ τῇ Ἰνδῶν καὶ ταῖς πολλαῖς διελέγετο γλωσ‐ σαῖς, τοῦ Πνεύματος ἐνηχοῦντος αὐτῷ· καὶ τὸ χάρισμα ἐκαλεῖτο χάρισμα γλωσσῶν, ἐπειδὴ πολλαῖς ἀθρόον ἠδύνατο λαλεῖν φω‐
30ναῖς. Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄν‐
δρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.24

25

Οὐκ ἂν εἶπε παντὸς καὶ τῶν Ἀποστόλων ὄντων ἐκεῖ· εἰ μὴ καὶ οἱ ἄλλοι μετέσχον· οὐ γὰρ ἂν αὐτοὺς ἄνω καὶ κατ’ ἰδίαν προειπὼν καὶ ὀνομαστὶ, νῦν συνῆψεν ἐν τοιούτῳ πράγματι· εἰ γὰρ ὅπου εἰ‐ πεῖν ἦν, ὅτι παρῆσαν, κατ’ ἰδίαν τῶν Ἀποστόλων μνημονεύει, πολλῷ
5μᾶλλον ἐνταῦθα. Τοῦ Χρυσοστόμου. Τὸ κατοικεῖν εὐλαβείας ἦν σημεῖον, ἀπὸ τοσούτων ἐθνῶν πατρίδας ἀφέντες καὶ οἰκίαν καὶ συγγενεῖς, ἐκεῖ οἰκεῖν. Ἀντὶ τοῦ ἀπὸ πολλῶν ἐθνῶν· τὸ γὰρ παντὸς ἐπὶ πολλῶν ἐκλαμ‐
10βάνει ἡ γραφὴ ὑπερβολικῶς χρωμένη· οὕτως εἴρηται καὶ τὸ “ἐκ‐ “χεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” καὶ τὸ “οἱ πάν‐ “τες τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ.” καὶ τὸ, “οὐκ “ἔστι δίκαιος οὐδὲ εἷς·” ἀπὸ τοῦ καθόλου τοὺς πόλλους σημαίνουσα. Ἵνα δείξῃ αὐτοὺς κατὰ τὸν νόμον τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι
15ἐν τῷ ναῷ· ἐκεῖ ᾤκουν οἱ ἀπὸ πάντων τῶν ἐθνῶν. Διδύμου. Τὸ ἀπὸ παντὸς ἔθνους ἁπλούστερον ἐκληπτέον· ἶσον δυνάμενον τῷ ἀπὸ πολλῶν· μᾶλλον δέ τις βιαιότερον ἐπιχειρήσει λέγων ἐπὶ τοὺς εὐλαβεῖς Ἰουδαίους τοὺς κατοικοῦντας Ἱερουσαλὴμ φησὶ, τὸ ἀπὸ παντὸς ἔθνους δηλοῖ τῶν ἐν Ἱερουσαλὴμ ὄντων· οἷον,
20λόγου χάριν ἤτωσαν τὰ πάντα ἔθνη ἑβδομήκοντα· ἀπὸ τούτων τῶν ἑβδομήκοντα, τινὰ ἔθνη ἐτύγχανεν ἐν τῇ Ἱερουσαλήμ· φέρε ἀπὸ τούτων εἴκοσιν οἱ ὄντες εὐλαβεῖς Ἰουδαῖοι ἐν τῇ Ἱερουσαλὴμ ἐλά‐ λουν τὰ μεγαλεῖα τοῦ Θεοῦ· ὡς τὸ ἀπὸ παντὸς ἔθνους μὴ καθάπαξ εἰρῆσθαι, ἀλλὰ τοῦ ὄντος ἐν τῇ Ἱερουσαλήμ. ἐὰν δὲ ἔθνη εἴκοσιν
25ὑποθώμεθα ἐν τῇ Ἱερουσαλὴμ εἶναι, μὴ νομιζέτω τις ἐξ ὁλοκλήρου τὰ εἴκοσιν ἔθνη εἶναι ἐν τῇ Ἱερουσαλήμ· ἀλλ’ ἀπὸ τούτων τινὰς ἀνθρώπους· συμφώνως τούτους νοῆσαι σπουδαστέον, καὶ τὴν προ‐ φητείαν τοῦ Ἰωὴλ τὴν ἐκ προσώπου τοῦ Θεοῦ λέγουσαν “ἐκχεῶ “ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,” ἀλλὰ τὴν παρε‐
30σκευασμένην δέξασθαι τὸ Πνεῦμα δίδοσθαι αὐτὸ ῥητέον. Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ ἐν οἰκίᾳ ἐγένετο τὸ γινόμε‐ νον, εἰκότως ἔξωθεν συνέδραμον. Τοῦ αὐτοῦ. Διὰ τὴν τῶν ἐθνῶν δωρεὰν αἱ γλῶσσαι· ἔδει οὖν
35τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐκεῖθεν λαβεῖν τὸ σημεῖον. ἐγένετο ἄφνω25

26

ἐκ τοῦ οὐρανοῦ φωνὴ, ἵνα καὶ ἐκ τοῦ γενομένου συναχθῇ τὸ πλῆθος· οἶδας δὲ τῶν ἀνθρώπων τὸ φιλοπράγμον, ὅτι οὐκ ἀνέχεται ὁ ἄνθρωπος μὴ ἐρωτῆσαι· σεισμός ἐστιν; ἄνεμός ἐστι; Θεὸς ᾠκο‐ νόμησε τοῦτο· εἶτα λέγουσιν οὐ. ἀλλ’ οἱ μαθηταὶ τοῦ σταυρω‐
5θέντος Πνεῦμα Ἅγιον ἔλαβον· ἤρξαντο πάντες οὐχ ὡς φίλοι τέως, ἀλλ’ ὡς θεωροὶ τοῦ ξένου θεάματος ἑστάναι· “γενομένης δέ, φησι, “τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη” διὰ τὸν φό‐ βον· καὶ ἵνα δείξῃ ὅτι τὴν σύγχυσιν εἰργάσατο ὁ φόβος, καὶ τὸ ξένον τοῦ θεάματος, λέγει, συνεχύθησαν τῷ φόβῳ· ἔστιν οὖν σύγχυσις
10κατάστασιν ἐργαζομένη· ὅταν συγχέῃ σε φόβος Θεοῦ, εἰς κατά‐ νυξιν φέρει· συνεχύθης διὰ τὴν συνείδησιν τῶν ἁμαρτημάτων· κατέστης διὰ τὴν ἐλπίδα τῆς μετανοίας. Καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ δια‐ λέκτῳ λαλούντων αὐτῶν.
15 Τοῦ Χρυσοστόμου. Εἰκότως· ἐνόμιζον γὰρ αὐτῶν τέλος ἔχειν τὸ πρᾶγμα διὰ τὴν γενομένην τόλμαν κατὰ τοῦ Χριστοῦ· καὶ τὸ συνειδὸς κατέσειεν αὐτῶν τὰς ψυχὰς, ἐν χερσὶν ἔτι οὔσης τῆς σφαγῆς· καὶ πάντα αὐτοὺς ἐπτόει. Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον.
20 Τοῦ αὐτοῦ. Ἐξίσταντο καὶ ἐθαύμαζον λέγοντες· “οὐκ ἰδοὺ “πάντες οὗτοι·” πρὸς τοὺς Ἀποστόλους ἑώρων; ὁρᾶς ἐξ ἀνατολῶν εἰς δυσμὰς αὐτοὺς τρέχοντας· “ἕτεροι διαχλευάζοντες ἔλεγον, ὅτι γλεύ‐ “κους μεμεστωμένοι εἰσίν·” ὦ τῆς ἀνοίας· ὦ τῆς κακίας τῆς πολ‐ λῆς· καίτοι οὐδὲ καιρὸς ἦν· τὸ δεινότερον, ὅτι ἐκείνων ὁμολογούν‐
25των, Ἰουδαίων ὄντων, τῶν σταυρωσάντων· ἴσως ἐκεῖνοι μετὰ τὸ εἰπεῖν τοσαῦτα λέγουσιν “ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.” “οὐκ ἰδού,” φησι, “πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι·” καὶ γὰρ τοῦτο ὡμολόγητο· οὕτως αὐτοὺς ἐποίησεν ὁ ἦχος· τὸ γὰρ πλέον τῆς οἰκουμένης κατέλαβε· τοῦτο ἐνεύρου τοὺς Ἀποστόλους.
30 Τοῦ Ἁγίου Σευηριανοῦ Ἐπισκόπου Γαβάλων. Ἐνενόουν πρὸς ἀλλήλους λέγοντες πάντες οἱ ἐξ ἐθνῶν· “οὐκ ἰδοὺ πάντες οἱ “λαλοῦντες εἰσὶ Γαλιλαῖοι;” ἐγνωρίζοντο γὰρ καὶ ἀπὸ τοῦ Σωτῆρος
καὶ ἀπὸ τῆς λαλιᾶς τῆς πρώτης. Καὶ μετ’ ὀλίγα—δεκάπεντε26

27

δὲ γλωσσῶν ἔλαβον τέως χαρίσματα, ὅσον πρὸς τοὺς παρόντας· τίς γὰρ ἦν χρεία Περσικῆς γλώττης, μὴ παρόντων Περσῶν; ἀλλ’ ὥσπερ ἐν τοῖς πολέμοις πᾶσα μηχανὴ κατασκευάζεται καὶ πᾶσα μαγγανεία, ἕκαστον δὲ τούτων ἐνεργεῖ πρὸς τὴν χρείαν καὶ τὴν
5ἀναγκὴν τὴν καταλαβοῦσαν, οὕτως τοσαῦται γλῶσσαι ἐφάνησαν τότε, ὅσαι ἦσαν καὶ τῶν ἐθνῶν ἀπαρχαί. Διατί δὲ δεκαπέντε γλωσ‐ σῶν ἀπαρχαί; ἵνα καὶ ἡ ἐνέργεια τῆς Τριάδος φανῇ· καὶ ὑπηρέ‐ ται οἱ δώδεκα· καὶ πρόσεχε, παρακαλῶ, ἐν τῇ τῶν θαυμάτων φανε‐ ρώσει συνεισῆγον οἱ Ἀπόστολοι, καὶ τὸ κήρυγμα τὸ εὐτελὲς τοῦ
10σταυροῦ· ἵνα ἀπὸ τοῦ φαινομένου ἐνδόξου ἀναιρεθῇ μὲν τὰ τῆς εὐτελοῦς ὑπονοίας, ὑποφαίνηται δὲ κατὰ μέρος καὶ οἰκονομῆται ἡ τοῦ σταυροῦ χάρις· καὶ τὰ γινόμενα ἀντιμαρτυρήσῃ ταῖς τῶν πολλῶν ὑπονοίαις· ὅτι ἄλλο τὸ νομιζόμενον, καὶ ἄλλο τὸ ἐνεργοῦν· οἷον ἐλάλουν οἱ Ἀπόστολοι ταύτην τὴν χάριν, ἣν ἐλάβομεν διὰ τὸν
15παθόντα, τὸν σταυρωθέντα, τὸν οὐρανοῦ δεσποτήν· καὶ οὐκ ἐδόκουν ἐναντία λέγειν· αὕτη γὰρ ἡ γλῶσσα παροῦσα, ἔλυε τὴν ὑποψίαν καὶ ἐβεβαίου τὸ κήρυγμα. Ἐλάλουν οὖν τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἦν ἰδεῖν τὸν Γαλιλαῖον Πέτρον Ῥωμαϊστὶ λαλοῦντα, γλῶσσαν ἣν οὐκ ἔμαθεν· ἵνα πληρώθῃ καὶ τὸ ἀρχαῖον ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ
20γῆς Αἰγύπτου, “γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν.” οἰκονομεῖ δὲ τὸ Πνεῦμα τὸ Ἅγιον, ἵνα μὴ ᾖ στάσις ἐν τοῖς Ἀποστόλοις, τὸ ποῦ δεῖ ἕκαστον ἀπελθεῖν· καὶ δίδοται ἑκάστῳ γλῶσσα καθάπερ κανών· Ῥωμαϊστὶ λαλεῖς, ἄπελθε εἰς τὴν Ῥώμην· Περσιστὶ λαλεῖς, ἄπ‐ ελθε εἰς τὴν Περσίδα. καὶ ὥσπερ ἡ χειροτονία ἡ ἱερατικὴ μηνύει
25τῳ χειροτονουμένῳ τὸ ἀξίωμα, εἶτε διάκονος, εἴτε πρεσβύτερος, εἴτε Ἐπίσκοπος· καὶ οὐ δύναται ἐκφωνηθεῖσαν αὐτῷ κήρυξιν ἁρπά‐ σαι ἑαυτῷ ἄλλο ἀξίωμα, οὕτως καὶ οἱ Ἀπόστολοι ἐκ τῆς γλώσσης ἔλαβον τὸν κανόνα. ἀλλ’ ἐπειδὴ πάλιν ἐχρῆν αὐτοὺς ἐν ὅσῳ ἀπῄεσαν ἐς τὴν Ῥώμην, διέρχεσθαι διὰ πολλῶν ἐθνῶν, ἐλάμβανον
30ὥσπερ βοηθοὺς ἄλλας γλώσσας· τὴν πρώτην ἀπὸ χειροτονίας ἔχοντες. Εὑρίσκεται γὰρ ἕκαστος τῶν Ἀποστόλων καὶ διαφόροις γλώσσαις λαλῶν· ἐπειδὴ καὶ διὰ πολλῶν παρῄεσαν ἐθνῶν, ὡς λέγει Παῦλος· “εὐχαριστῶ τῷ Θεῷ· πάντων ὑμῶν γλώσσαις λαλῶ·”
ἐλάλησε Ῥωμαϊστὶ Πέτρος, καὶ ἐκηρύττετο αὐτῷ ἡ τῶν Ῥωμαίων27

28

ἀρχή· καὶ ἦν κανὼν καὶ ὅρος, ὅτι σοι ἀφώρισται· οὗτος ἐξέλθοι εἰς τὴν ἀνατολήν· οὗτος εἰς τὴν δύσιν, καὶ καταλαμπέτω τὰ ἑσπέρια μέρη· οὗτος τὰ βόρεια· οὗτος τὰ νότια· καὶ ἐσκορπίζοντο οἱ κήρυ‐ κες ὡς ἀστραπαὶ ἀθρόως πηδῶσαι, καθὼς εἴρηται περὶ αὐτῶν διὰ
5τῆς προφητικῆς γλώσσης· “ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκου‐ “μένῃ· εἶδε καὶ ἐσαλεύθη ἡ γῆ·” καὶ μὴν ἀστραπὴ οὐ σαλεύει γῆν, ἀλλὰ σεισμός· ἀλλ’ ἐπειδὴ τὸ κήρυγμα τῶν Ἀποστόλων ἠλευ‐ θέρωσε τὰ ἔθνη ὡς πρὸς καινοτομίαν ἀγανακτοῦντα· “εἶδε καὶ “ἐσαλεύθη ἡ γῆ·” καὶ πῶς ἐσαλεύετο; ὅτε εἰσῆλθε Παῦλος εἰς
10Μακεδονίαν, ἐσαλεύθη ἡ γῆ· ἤρξαντο γὰρ οἱ Ἕλληνες λέγειν, ὅτι “οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι·” ταῦτα δὲ τύπος ἡμῖν ἐγένετο· ἵνα μηδέποτε ἀκούων ὕβρεως λόγον λυπηθῇς· οὐδὲν γὰρ λέγεται ξένον, οἱ οἰκοφθόροι, οἱ Χριστιανοὶ, οἱ ἀνασεισταί· ταῦτα περὶ τῶν φωστήρων ἐκείνων ἐλέχθη· “γλεύκους
15“μεμεστωμένοι εἰσίν·” οὐ λείπει φθόνος τῇ ἀρετῇ· οὐ λείπει τῇ τοῦ Θεοῦ διδασκαλίᾳ ἡ τῶν κακῶν βάσανος. Λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν· Πάρ‐
20θοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπι‐ δημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆ‐
25τες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμε‐ τέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ; ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· τί τοῦτο θέλει εἶναι; Τοῦ Χρυσοστόμου. Οὐ γὰρ ἁπλῶς ἐλάλουν, ἀλλὰ τινὰ θαυ‐
30μαστὰ ἔλεγον. εἰκότως τοίνυν ἠπόρουν· οὐδέποτε γὰρ γέγονέ τι τοιοῦτον· ὅρα εὐγνωμοσύνην ἀνθρώπων. Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι γλεύκους μεμε‐
στωμένοι εἰσίν.28

29

Τοῦ αὐτοῦ. Ὢ τῆς ἀναισχυντίας· καὶ τί θαυμαστόν; ὅπου γε καὶ αὐτὸν τὸν δεσπότην δαίμονας ἐλαύνοντα, δαίμονα ἔχειν λέγουσιν· ἔνθα γὰρ ἂν ᾖ ἰταμότης, ζητεῖ μόνον εἰπεῖν ὅτι δήποτε· οὐχ ὅπως ὅτι λόγῳ πρᾶγμα ἐχόμενον εἴποι, ἀλλ’ ὅπως εἴποι ὅτι
5δήποτε. Ἐξ ἀνεπιγράφου. Ἀρξαμένους δὲ τοῦ τοιοῦδε ἐν τῷ λέγειν “γλεύκους μεμεστωμένοι εἰσὶ” παραχρῆμα ὁ Πέτρος ἄλλος ἐξ ἄλλου γενόμενος, πνευματικώτερός τε καὶ ἐξουσιαστικώτερος ἢ τὸ πρίν, τῇ ἐφιζήσει τοῦ κληρωθέντος αὐτῷ χαρίσματος τοῦ Πνεύ‐
10ματος· καὶ τὴν ὥραν θεωρῶν συνερχομένην εἰς συνηγορίαν αὐτῷ οὖσαν τρίτην τῆς ἡμέρας, τῶν τετολμημένων εἰς τὸν ἐσταυρώμε‐ νον· ὧν ἕνεκεν ἐτόλμησεν ἂν οὐδαμῶς εἰς μέσον τί προσθεῖναι τοῖς διαχειρισαμένοις τὸν Κύριον, εἰ μὴ τὴν ἐξουσίαν εἰλήφει τοῦ φανε‐ ρωθέντος Πνεύματος κατὰ τὴν ἐπαγγελίαν τοῦ Χριστοῦ, ἐπαγγει‐
15λαμένου αὐτοῖς ἐρωτήσασι τὰ περὶ τῆς βασιλείας τοῦ Ἰσραὴλ, “ὅτι “λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς·” διὸ παρρησιέστερον ἀρξάμενος αὐτοὺς καλεῖ ἵστορας τῶν τετολμημένων. Σευηριανοῦ. Θεὸς ἐνήργει, καὶ τῇ μέθῃ ἐπέγραφον· μέθης ἐνομίσθη καρπὸς, ὁ τοῦ Ἁγίου Πνεύματος καρπός. Ὅρα τὴν κα‐
20κίαν καὶ ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς ὥρας ἐλεγχομένην· ἐν τῇ Πεντηκοστῇ πόθεν γλεῦκος; γλεῦκος γὰρ λέγεται ὁ νέος οἶνος· ἀλλὰ τὸ ψεῦδος ἐστὶ τυφλὸν, οὐκ οἶδε πῶς ψεύδεται· εἶτα μέθῃ διαφόρους γλώσσας δίδωσιν; ἣ καὶ τὴν οὖσαν ἀφανίζει. Ὅρα δὲ τί κατασκευάζει Θεός· ἀφίει τὴν ἀρετὴν ὑπονοηθῆναι εἰς χλεύην·
25ἵνα πρῶτον συνέλθῃ τὸ πλῆθος τῶν χλευαζόντων, καὶ τότε λάμψει ἡ δύναμις τῶν ἁγίων· καὶ οὕτως ἡ ἐνέργεια δειχθῇ πολιορκοῦσα τὸ ψεῦδος· ἢ οὐκ οἶδας ὅτι πολλοὶ πολλάκις συνειδότες τισὶν ἀρετὴν ἢ λόγου, ἢ τρόπου, ἢ βίου, ὀκνοῦσι καὶ παραβάλλειν αὐτοῦ τῇ ὄψει, ἵνα μὴ πλήττωνται αὐτῷ τῷ προσώπῳ ἐλεγχόμενοι. εἰ μὴ ὑπενοήθη
30χλεύη, παρῃτοῦντο Ἰουδαῖοι εἰσελθεῖν καὶ ἀκοῦσαι· συνεχώρησεν οὖν ὁ Θεὸς, ἵνα ἡ χλεύη πολλοὺς συναγάγῃ. Σευήρου ἐπισκόπου Ἀντιοχείας. Τῶν Ἀποστόλων τὴν εὐαγγελικὴν διδασκαλίαν προφερόντων ἐν καινότητι Πνεύματος καὶ οὐ παλαιότητι γράμματος· καὶ τούτου σημεῖον παρεχομένων τὸ
35λαλεῖν παντὶ γένει γλωσσῶν· οἱ ἐν ταῖς ἁμαρτίαις καταγηράσαν‐29

30

τες Ἰουδαῖοι τὸ ἀληθὲς καὶ ἄκοντες ἔλεγον· “ὅτι γλεύκους μεμε‐ “στωμένοι εἰσίν·” οἶνος γὰρ νέος ἦν, ἡ τελεία τοῦ Πνεύματος χάρις, ἧς οἱ Ἀπόστολοι ταῖς πυρίναις γλώσσαις καθαρθέντες πλήρεις ἐγίνοντο.
5 Πέτρου Κατήχησις. Στάθεις δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς. Τοῦ Χρυσοστόμου. Ὅτι οὐ μεθύουσιν, εὐθέως ἀπὸ τῆς φωνῆς ἐδήλωσεν· ὅτι οὐκ ἐξεστήκασι καθάπερ οἱ μάντεις· καὶ τοῦτο οὐκ
10ἀνάγκῃ κατείχοντο· τί δέ ἐστι σὺν τοῖς ἕνδεκα; κοινὴν προεβάλ‐ λοντο φωνὴν, καὶ πάντων αὐτὸς ἦν τὸ στόμα· παρεστήκασι δὲ οἱ ἕνδεκα μαρτυροῦντες τοῖς λεγομένοις· “ἐπῆρε τὴν φωνὴν αὐτοῦ,” φησιν, τουτέστι μετὰ πολλῆς τῆς παρρησίας· ἵνα μάθωσι τοῦ Πνεύματος τὴν χάριν. Ὁ γὰρ μὴ ἐνεγκὼν ἐρώτησιν κορασίου
15εὐτελοῦς, οὗτος ἐν μέσῳ δήμῳ φωνούντων μετὰ τοσαύτης δια‐ λέγεται παρρησίας, ὡς ἀναμφισβήτητον τῆς ἀναστάσεως τοῦτο γενέσθαι τεκμήριον· μεταξὺ γελώντων ἀνθρώπων καὶ τὰ τοιαῦτα διαχλευαζόντων· πόσης εἶναι νομίζεις ἰταμότητος τοῦτο; πόσης ἀσεβείας; πόσης ἀναισχυντίας; ἔνθα γὰρ ἂν παραγένηται τὸ
20Πνεῦμα τὸ Ἅγιον, χρυσοῦς ἀντὶ πηλίνων ποιεῖ. Ὅρα μοι λοιπὸν Πέτρον· καὶ ἐξέταζε τὸν δειλόν· σκόπει δὲ τῶν Ἀποστόλων τὴν ὁμόνοιαν· αὐτοὶ παρεχώρουν αὐτῷ τῆς δημηγορίας, οὐ γὰρ ἔδει πάντας φθέγγεσθαι. Σευηριανοῦ. Μάθε λοιπὸν τί ἐνεργεῖ Πνεῦμα Ἅγιον· βλέπε
25τίς ἦν Πέτρος πρὸ τῆς χάριτος· καὶ τίς ἐγένετο μετὰ τὴν χάριν· πρὶν δέξεται τὰς γλώσσας τοῦ πυρὸς, ὑπὸ μιᾶς παιδίσκης οἰκτρᾶς ἐρωτώμενος ἐφοβήθη, καὶ λέγει, “οὐκ οἶδα τὸν ἄνθρωπον.” ἐκεῖ μία παιδίσκη, καὶ δειλία πολλή· ὧδε πλῆθος ἄπειρον, καὶ φωνὴ εὐπαρρησίαστος· διατί; “οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ
30“τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.” “Σταθεὶς ὁ “Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ.” ἐπαρρησιά‐ σατο· οὐκ εἶπεν ἐφθέγξατο, ἀλλ’ “ἀπεφθέγξατο·” πρὸς οἷς ἐλά‐
λησεν ἐν γλώσσῃ, ἐπεφθέγξατο τῇ διδασκαλίᾳ.30

31

Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες. Τοῦ Χρυσοστόμου. Οὓς ξένους εἶπεν ἀνωτέρω, ἐνταῦθα πρὸς ἐκείνους τείνει τὸν λόγον τοὺς διαχλευάζοντας· καὶ δοκεῖ μὲν ἐκεί‐
5νοις διαλέγεσθαι· ὀρθοῖ δὲ τούτους· καὶ γὰρ ᾠκονομήθη τινὰς δια‐ χλευάσαι, ἵν’ ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούμενος διδάξῃ· μέγα ἄρα ἐγκώμιον ἡγοῦντο καὶ τὸ ἐν Ἱεροσολύμοις οἰ‐ κεῖν. Τοῦτο γνωστὸν ὑμῖν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥή‐
10ματά μου· οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύ‐ ουσιν. Σευηριανοῦ. Ἐννόησον τὸν τότε φοβηθέντα, νῦν παρρησιαζό‐ μενον· τὸν τότε δειλὸν, νῦν ἀνδρεῖον. Τοῦ Χρυσοστόμου. Προσεκτικωτέρους τέως αὐτοὺς ἐποίησεν.
15 Τοῦ αὐτοῦ. Τὸ ἐν τρίτῃ ὥρᾳ ταῦτα γενέσθαι οὐχ ἁπλῶς· τότε γὰρ τὸ λαμπρὸν τοῦ πυρὸς δείκνυται, ὅτι περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι· ὅτε περὶ ἄριστον· ὅτε λαμπρὰ ἡ ἡμέρα· ὅτε πάντες εἰσιν ἐπ’ ἀγορᾶς· ὁρᾶς ἐλευθερίας τὸν λόγον γέμοντα. Ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας.
20 Σευηριανοῦ. Οὐδὲ ἡ ὥρα, φησὶν, ἐνέτρεψεν ὑμᾶς; ὥρᾳ τρίτῃ μεθύουσιν οἱ τοῦ λόγου τὸν δρόμον πιστευθέντες; οἱ τὴν κοινὴν τοῦ κόσμου πραγματείαν ἐπανειλημμένοι; αἰδοῦνται τὴν εὔκαιρον με‐ τάληψιν τοῦ οἴνου· καὶ ἡμεῖς οἱ κήρυκες τοῦ νόμου, οἱ τὴν οὐρα‐ νίον διδασκαλίαν ἐγχειρισθέντες, ἡμεῖς μὲν ἀπὸ τοῦ καιροῦ τῶν
25καρπῶν ἐδείξαμεν τὸ ψεῦδος, ὁ δὲ Πέτρος καὶ ἀπὸ τῆς ὥρας. Ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ Προφήτου Ἰωήλ. Τοῦ ἁγίου Εἰρηναίου ἐκ τῶν Οὐαλέντος καὶ Μαρκίωνος. Ὁ οὖν διὰ τοῦ Προφήτου ἐπαγγειλάμενος Θεὸς πέμψειν τὸ Πνεῦ‐
30μα αὐτοῦ ἐπὶ τὴν ἀνθρωπότητα, οὗτος καὶ ἔπεμψε, καὶ Θεὸς ὑπὸ Πέτρου καταγγέλλεται τὴν ἰδίαν ἐπαγγελίαν πεπληρωκώς. Τοῦ Χρυσοστόμου. Οὐδαμοῦ τέως ὄνομα τοῦ Χριστοῦ, οὐδὲ
ἐπαγγελία αὐτοῦ, ἀλλὰ τοῦ Πατρὸς ἡ ἐπαγγελία· ὅρα σύνεσιν·31

32

ὅρα συγκατάβασιν· οὐ παρῆλθε καὶ εἶπεν εὐθέως τὰ κατὰ τὸν Χριστὸν, ὅτι ἐκεῖνος ἐπηγγείλατο ταῦτα μετὰ τὸ σταυρωθῆναι· ἦ γὰρ ἂν πάντα ἀνέτρεψεν οὕτως εἰπών· καίτοι ἱκανὰ ἦν δεῖξαι αὐτοῦ τὴν θεότητα, ἀλλὰ πιστευόμενα· τὸ δὲ ζητούμενον πιστευθῆναι ἦν·
5μὴ πιστευόμενα δὲ ἂν καταλευσθῆναι αὐτοὺς ἐποίησεν. Σευηριανοῦ. Ὁρᾶς ὅτι τὰς ἀπορίας ἄλλο οὐ λύει ἢ μαρτυ‐ ρία προφητική· τοῦτο δὲ λέγω, ἵνα ὅτε κινεῖ αἱρετικὸς πρὸς ὀρθό‐ δοξον, καὶ ἀνακύπτει τι τῶν ἀπόρων ζητημάτων, μὴ καταφύγῃς ἐπὶ τοὺς λογισμούς· ἐνθυμήσεις γὰρ λογισμῶν καὶ λέγονται καὶ ἀνα‐
10τρέπονται, καὶ συνίστανται καὶ ἀποσυνίστανται· Θεοῦ δὲ φωνὴν τίς λύει; λογισμὸς λύεται· γραφὴ οὐ λύεται. Ἀπορούντων ἐκεί‐ νων λέγει ὁ Πέτρος· τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ Προφήτου Ἰωήλ· “ἐκχεῶ ἀπὸ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” οὐκ εἶπεν, ἐκχεῶ τὸ Πνεῦμά μου, ἀλλ’ “ἀπὸ τοῦ Πνεύματος·” οὐ τὸ
15Πνεῦμα ἐκχεῖται, ἀλλ’ ἡ δωρεὰ τοῦ Πνεύματος· “καὶ προφητεύ‐ “σουσι” καὶ τὰ ἑξῆς. Ὅρα πῶς διάφορος ἡ τοῦ Ἁγίου Πνεύματος ἀποκάλυψις· ὁ μὲν προφητεύει ἔχων τοῦ Πνεύματος τὴν χάριν· ἄλλος ἀτονῶν πρὸς τὸ ὑπηρετήσασθαι τοιούτῳ πράγματι, λαμβάνει τὸ τῶν ὁράσεων· ὡς εἶδεν ἕκτῃ ὥρᾳ τὴν εἰκόνα ὁ Πέτρος· ὡς ὁ
20Κορνήλιος ἐνάτῃ ὥρᾳ εἶδε τὸν ἄγγελον· ἐκεῖνο τὸ ἐν τῇ καρδίᾳ οὐ λέγεται ὅραμα, ἀλλ’ ὅρασις· ἄλλως βλέπει τις ὅρασιν, ὡς φησὶν, ὁρῶν βάδιζε· ἄλλως δὲ ὁ τῇ ὄψει μόνον ὁρῶν τὸ θεώρημα· ἄλλως τὸ ἐνύπνιον τῇ φαντασία παιδεύεται. ἔστι δὲ τὸ μὲν πρῶτον προ‐ φητεία, τὸ δὲ δεύτερον ὅραμα· τὸ δὲ τρίτον ἐνύπνιον· “οἱ πρεσβύ‐
25“τεροι ἐνύπνια ἐνυπνιασθήσονται,” ἐπειδὴ τὸ γῆρας ἄτονον πρὸς τὴν ὑπηρεσίαν· εἰ καὶ οὐ δύναται διακονεῖσθαι, ἀλλὰ διὰ τὴν ἀρετὴν μὴ ὑβριζέσθω. Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.
30 Τοῦ Χρυσοστόμου. Δίδωσι καὶ αὐτοὺς ἐλπίδας χρηστὰς ἔχειν· καὶ τέως οὐκ ἀφίησιν αὐτῶν εἶναι τὸ πλεονέκτημα· τὸ γὰρ αὐτῶν μόνων εἶναι, βασκανίαν ποιεῖ· ταύτῃ τὸν φθόνον ὑποτεμνό‐
μενος.32

33

Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς εἰς τὸν προφήτην Ἰωήλ. Καταγγέλλετε σαφῶς τὴν διὰ τοῦ Πνεύματος ἐπιφάνειαν, ἣν καὶ ἀπαρχὴν ὥσπερ καὶ τοῖς ἁγίοις Ἀποστόλοις κατέπεμψεν· “ἤρξαντο “γάρ,” φησι, “λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου
5“αὐτοῖς ἀποφθέγγεσθαι·” ἀπεφθέγγοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ Χριστῷ μαρτύρια· τὸ δὲ καὶ θυγατέρας προφητεύειν εἰπεῖν, τοῦτο ἦν δη‐ λοῦντος τὸ τῆς χάριτος ἀμφιλαφές· τοὺς πρεσβυτέρους γε μὴν ἐνυπνίοις ἐνυπνιάζεσθαι, φησὶν, ὄψεσθαι δὲ καὶ ὁράσεις τοὺς νεα‐
10νίσκους· πρεσβυτικὴν ἡλικίαν λέγων τὴν ὡς ἐν ποσότητι τῆς ἀρε‐ τῆς προύχουσάν τε καὶ ὑπερκειμένην, καὶ οἷον λαμπροῖς πεπολιω‐ μένην κατορθώμασι· νεότητα δὲ τὴν ἐν πίστει ἰσχὺν καὶ ἀκμάζου‐ σαν εἰς τὸ ἀγαθὸν γνώμην. ἀπόδειξις τοῦ μὲν προτέρου ὁ μακάριος Παῦλος, καθ’ ὕπνον ἑωρακὼς τὸν Μακεδόνα λέγοντα, “διαβὰς εἰς
15“Μακεδονίαν βοήθησον ἡμῖν·” ἦν γὰρ πρεσβύτης τὸν νοῦν· τὸ δὲ δεύτερον Ἀνανίας, πρὸς ὃν ἐν ὁράματι λελάληκεν ὁ Θεὸς περὶ τοῦ μακαρίου Παύλου· ἦν γὰρ τὴν πίστιν εὔτονος. Θεοδότου Ἀγκύρας. Ἀλλὰ μὴν οὐκ εἶπεν ἰδικῶς τὸν καιρόν· ἤρκει γὰρ ἡ τοῦ Πνεύματος ἐνέργεια καὶ ἡ παρακολουθοῦσα θεία
20δύναμις δηλῶσαι τὸν σημαινόμενον καιρόν· ὃς δι’ αὐτῶν τῶν πραγμάτων ἐδείχθη, ὁ ἐπὶ τῶν Ἀποστόλων ὑπάρχων. δείκνυται ἄρα διὰ πάντων ἐκεῖνον εἶναι τὸν παρὰ τοῦ προφήτου εἰρημένον καιρόν· οὐ γὰρ δύνανται κἂν ἀναισχυντῶσιν ἀντειπεῖν τούτῳ οἱ Ἰουδαῖοι· οὐ γὰρ ἔχουσιν ἕτερον ἐπιδεῖξαι καιρὸν παρ’ ἐκεῖνον, ἐφ’
25ᾧ ταῦτα ἐξέβη. Καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν. Τοῦ Χρυσοστόμου. Οὔτε ὑμῶν τὸ κατόρθωμα τοῦτο, οὔτε ἐγκώμιον· εἰς τὰ παιδία τὰ ὑμέτερα διέβη ἡ χάρις· υἱοὺς αὐτοὺς
30αὐτῶν καλεῖ καὶ τοὺς πατέρας ἐκείνους. Καὶ οἱ νεανισκοὶ ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσ‐
βύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καί γε ἐπὶ33

34

τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέ‐ ραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφη‐ τεύσουσιν. Τοῦ αὐτοῦ. Τέως δείκνυσιν αὐτοὺς εὐδοκιμηκότας, ἅτε κατ‐
5αξιωθέντας· ἐκείνους δὲ οὐχὶ, ἅτε σταυρώσαντας. οὕτω καὶ ὁ Κύριος βουλόμενος αὐτῶν μαλάξαι τὸν θυμὸν, ἔλεγεν· “οἱ υἱοὶ “ὑμῶν ἐν τίνι ἐκβάλλουσι τὰ δαιμόνια;” οὐκ εἶπεν οἱ μαθηταί μου· καὶ γὰρ ἐδόκει κολακείας εἶναι· οὕτω καὶ αὐτὸς οὐκ εἶπεν ὅτι οὐ μεθύουσιν, ἀλλ’ ὅτι Πνεύματι φθέγγονται· ἀλλ’ ἐπὶ τὸν
10προφήτην κατέφυγε, καὶ αὐτὸν ὑποδὺς, οὕτω λέγει· τῆς μὲν γὰρ κατηγορίας αὐτοὺς ἀπαλλάξας δι’ ἑαυτοῦ· τῆς δὲ χάριτος ἐκεῖνον παράγει μάρτυρα· “ἐκχεῶ,” φησὶν, “ἀπὸ τοῦ Πνεύματός μου “ἐπὶ πᾶσαν σάρκα·” τοῖς μὲν γὰρ δι’ ὀνείρων, τοῖς δὲ καὶ ἐμφα‐ νῶς ἡ χάρις ἐξεχεῖτο· καὶ γὰρ δι’ ὀνείρων εἶδον οἱ προφῆται, καὶ
15ἀποκαλύψεις ἐδέξαντο. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω. Τοῦ αὐτοῦ. Ταῦτα καὶ περὶ τῆς μελλούσης κρίσεως, καὶ περὶ τῶν Ἱεροσολύμων φησὶ, καὶ περὶ τῆς αἰχμαλωσίας.
20 Τοῦ Ἁγίου Κυρίλλου. Τὰ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενη‐ σόμενα προδιδάσκει σαφῶς· καὶ τὰ δι’ αὐτὸν τοῖς Ἰουδαίοις συμ‐ βαίνοντα διὰ τοῦ Ῥωμαίων πολέμου· τὴν δὲ Χριστοῦ ἡμέραν “τὴν “μεγάλην καὶ ἐπιφανῆ,” τὴν τῆς ἀναστάσεως φησίν. Σευηριανοῦ. Καὶ πρώην ἡμῖν εἴρηται· ὅτε τὸν περὶ τοῦ σταυ‐
25ροῦ ἀνελάβομεν λόγον, καὶ τὸ ἅγιον πάθος, καθὼς οἷόν τε ἦν, ἀν‐ επτύξαμεν τῇ θεωρίᾳ· ὅτι ἐδόθη δύο ξένα· αἷμα καὶ πῦρ· πῦρ, ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις· αἷμα, ἡ ἐκ τῆς πλευρᾶς προ‐ ελθοῦσα χάρις· ἀδύνατον γὰρ ἀπὸ νεκροῦ σώματος προελθεῖν αἷμα· πήγνυται γὰρ διὰ τοῦτο, καὶ ἐν σημείοις αὐτὸ τίθησιν ὁ Θεός.
30 Διδύμου. Ὅταν οἱ φοροῦντες τὴν εἴκονα τοῦ ἐπουρανίου, τοῦ φωτὸς τοῦ ἀληθινοῦ μετειληφότες, λέγουσιν, “ἐσημειώθη ἐφ’ ἡμᾶς “τὸ φῶς τοῦ προσώπου σου Κύριε·” δίδοται δὲ καὶ ἐπὶ γῆς τέρατα πάντων ἐθνῶν ἀναχωρούντων τῶν πατρῴων ἐθῶν τὲ καὶ θεῶν, ἐπὶ
τῷ δέξασθαι τὴν ἔκχυσιν τοῦ Πνεύματος· πρὸς τούτοις ἐρεῖ, καὶ τὰ34

35

δοθέντα διὰ τοῦ Πνεύματος καὶ κατὰ τὸ Πνεῦμα, θεῖα χαρίσματα τοῖς ἐπὶ γῆς ἀνθρώποις εἶναι τὰ τέρατα· κληθείη δὲ ταῦτα ἀπὸ ἑτέρας ἀρχῆς οὕτως, ἐπεὶ ἑξῆς εἴρηται· “αἷμα καὶ πῦρ καὶ ἀτμίδα “καπνοῦ.”
5 Νικολάου πρεσβυτέρου Ἀγκύρας εἰς τὸν προφήτην Ἰωήλ. Ταῦτα ἔσται κατὰ τὸν καιρὸν καθ’ ὃν τὰ ἐν οὐρανῷ τε‐ ράστια καὶ τὰ ἐπὶ τῆς γῆς φοβερὰ γενήσεται· αἵματος μὲν ὑπὸ Ῥωμαίων ἐκχεομένου πλείστου κατὰ τὴν Ἰουδαίαν· καπνοῦ δὲ ἐγγινομένου τῶν πόλεων καὶ τῶν κωμῶν ἐμπιπραμένων· δίκην τι‐
10νόντων τῶν Ἰουδαίων τῆς εἰς Χριστὸν παροινίας· ἣν οὐδὲ αὐτὸς ὁ ἥλιος βλέπειν ἀνασχόμενος, μονονουχὶ τὸν ἴδιον ὀφθαλμὸν τὴν φωτιστικὴν αὐτοῦ δύναμιν συνέστελλε, καὶ σκότος τοῖς ἐσκο‐ τισμένοις τὴν διάνοιαν ἔδειξεν· ἀλλ’ οὐδὲ, φησὶν, ἡ σελήνη μεμέ‐ νηκεν ἀπαθής· θυμουμένη δὲ ὡς εἰπεῖν κατὰ τῶν κυριοκτόνων, εἰς
15ἐρύθημα τὴν ἀργυροειδῆ μετέβαλεν ἑαυτῆς ἰδέαν. Αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Τοῦ Χρυσοστόμου. Ὁρᾶς πῶς τὴν ἅλωσιν ὑπέγραψεν. Σευηριανοῦ. Πολλοὶ ἐνόμισαν ὅτι αἷμα περὶ τῆς σελήνης εἶπε, καὶ οὐ περὶ τῆς πλευρᾶς· αἷμα δὲ λέγω, ὃ ἐξέχεαν οἱ Ἰου‐
20δαῖοι, καὶ καθ’ ἑαυτῶν ἐπεσπάσαντο λέγοντες, “τὸ αἷμα αὐτοῦ ἐφ’ “ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν·” καὶ μετὰ τὸ ἀνελεῖν ἀρνοῦνται· ἀεὶ γὰρ ἡ κακία καθ’ ἑαυτῆς ὁρίζουσα μετανοεῖ, καὶ ἀνακαλεῖται τὰς ἰδίας φωνάς· οἱ εἰπόντες “τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς,” λέγουσι τοῖς Ἀποστόλοις “τί βούλεσθε ἐφ’ ἡμᾶς ἐπαγαγεῖν τὸ αἷμα τοῦ ἀν‐
25“θρώπου τούτου;” Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα. Τοῦ Χρυσοστόμου. Ἀπὸ τῆς διαθέσεως τῶν πασχόντων τοῦτο γίνεται· λέγεται μὲν οὖν καὶ πολλὰ τοιαῦτα γεγενῆσθαι ἐν οὐ‐
30ρανῷ, καθὼς Ἰώσηπος μαρτυρεῖ· ἅμα δὲ καὶ αὐτοὺς τοῦ σκότους ἀναμνήσας τοῦ γεγενημένου, καὶ ποιῶν προσδοκᾶν τὰ μέλλοντα. Κυρίλλου. Ἐπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς
Χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφό‐35

36

ρηκεν ἡ φύσις· κατωλοφύρατο δὲ ὥσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς δεσπότην· καὶ ὁ μὲν θεῖος ναὸς μονονουχὶ καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιερρήγνυτο· γέγραπται γὰρ ὅτι τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω·
5ἥλιος δὲ τὸ οἰκεῖον ἀνάπτων σέλας, καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ τῆς γῆς· ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης· ἐσχίζοντο δὲ καὶ αἱ πέτραι· τάχα δέ που καὶ περὶ τὸν τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνήθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. Σεσίγηται μὲν οὖν τὸ
10τοιόνδε παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς· ἀξιόχρεως γε μὴν ἡ πίστις ἐκ προφητείας, ὅτι τοῖς τοῦ δημιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνῳ τὰ σημεῖα γέγονεν, ἀλλ’ οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαΐου· “Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ
15“θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ·” οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησὶν τὰ ἐν οὐρανῷ· καὶ οἷον σάκκῳ τῷ σκο‐ τεινῷ καταμφιέσαι φησὶ, πενθοῦντά τε καὶ κατηλγηκότα· καὶ αὐτῷ δὴ τούτῳ διακεκραγότα τῷ σχήματι. Σημεῖα μὲν οὖν ἤτοι τέρατα, τὰ ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν “αἷμά
20“τε καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ,” καταδήλως εἶεν ἂν οἶμαι που τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός· αἵματι μὲν γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατερραίνετο χώρα· ἔμελλε δὲ ὅμου ταῖς πόλεσι κατα‐ πίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεώς· οἶκοί τε καπνίζεσθαι
25κατασεσεισμένοι· ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπι‐ φανοῦς, καθ’ ἣν ἅπασι τὸ θεῖον προκείσεται βῆμα Χριστοῦ διδόν‐ τος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμ‐ βήσεται, διαμεμήνυκεν εἰπὼν, “πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν “μεγάλην καὶ ἐπιφανῆ.”
30 Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς ἑξαημέρου ὁμιλίας ϛ. Ἤδη δὲ καὶ τῆς τοῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις σημεῖα φανήσεσθαι ὁ Κύριος προηγόρευσεν· “ὁ ἥλιος “μεταστραφήσεται εἰς αἷμα, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος “αὐτῆς·” ταῦτα σημεῖα τῆς συμπληρώσεως καὶ τῆς τοῦ πάντος
35διαλύσεως.36

37

Σευηριανοῦ. Ἐπειδὴ γὰρ ἡ πρώτη ἦν εὐτελὴς ἡ ἐν σαρκὶ, ἡ διδακτική· ἡ δὲ δευτέρα ἔνδοξος, τοῦ ἁγίου σώματος ἐκείνου οὐκέτι ἄλλως φαινομένου, ἀλλ’ αὐγὰς φωτὸς ἀστράπτοντος, διὰ τοῦτο λέγει “τὴν ἡμέραν Κυρίου τὴν μεγάλην·” εἴρηται πολλάκις ἡμῖν,
5ὅτι Θεός ἐστιν ὁ λέγων “ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου πρὶν ἐλθεῖν “ἡμέραν Κυρίου·” εἰπὲ τῷ Ἰουδαίῳ, εἰ ἓν πρόσωπόν ἐστι, καὶ ἓν θεϊκόν ἐστιν ὄνομα, καὶ αὐτὸς λαλεῖ περὶ ἑαυτοῦ, διατί μὴ εἶπε πρὶν ἐλθεῖν τὴν ἡμέραν τὴν ἐμήν. Πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ
10ἐπιφανῆ. Τοῦ Χρυσοστόμου. Μὴ γὰρ ἐπειδὴ νῦν ἀτιμωρητὶ ἁμαρτάνετε, φησὶ, θαρσήσετε· ταῦτα γὰρ προοίμιά ἐστι μεγάλης τινὸς ἡμέρας καὶ χαλεπῆς· ὅρα πῶς αὐτῶν κατέσεισε τὴν ψυχὴν καὶ διέλυσε· καὶ τὸν γελῶτα μετέστρεψεν εἰς ἀπολογίαν· εἰ γὰρ ταῦτα προ‐
15οίμια τῆς ἡμέρας ἐκείνης, ἀνάγκη παρὰ τῶν ἐσχάτων τὸν κίνδυνον ἐπηρτῆσθαι. Νικολάου Ἀγκύρας. Συμβήσεται δὲ ταῦτα πρὸ τῆς τοῦ Κυρίου πάλιν ἐνδόξου καὶ φοβερᾶς ἐλεύσεως, καθ’ ἣν μέλλει κρί‐ νειν ζῶντας τε καὶ νεκρούς· τουτέστιν, ἀδύνατον παρελθεῖν τουτονὶ
20τὸν αἰῶνα, μὴ πάντων τῶν εἰρημένων εἰς πέρας ἐλθόντων. Καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. Τοῦ Χρυσοστόμου. “Ἐπικαλέσηται” οὐχ ἁπλῶς· οὐ γάρ, φησιν, ὁ λέγων μοι Κύριε, Κύριε, ἀλλὰ μετὰ διαθέσεως, μετὰ βίου
25ἀρίστου, μετὰ παρρησίας τῆς προσηκούσης· τέως δὲ κοῦφον ποιεῖ τὸν λόγον, τὸ τῆς πίστεως εἰσάγων, καὶ φοβερὸν τὸ τῆς κολάσεως, ὅτι ἐν ἐπικλήσει ἡ σωτηρία. Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς εἰς τὸν Ἰωὴλ ἑρμηνείας. Ἔσονται μέν, φησιν, ἐν οὐρανῷ τε καὶ γῇ σημεῖα ἐπὶ τοῖς γινο‐
30μένοις κατὰ Χριστοῦ δυσσεβήμασιν· ὅμως προκείσεται αὐτοῖς τὰ ἐξ ἡμερότητος, εἰ τὴν ἐν Χριστῷ δικαίωσιν ἀγαπήσαντες, ἕλοιντο Κύριον αὐτὸν ὁμολογεῖν· τὸ δὲ, οὓς Κύριος προκέκληται, τοῦτό ἐστιν, ὃ καὶ Παῦλος ἔφη· ὅτι “οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τι‐
“μὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ.”37

38

Διδύμου. Ὡς ἀληθεύεται τὸ “πᾶς ὁ αἰτῶν λαμβάνει,” μὴ ἀριθμουμένων εἰς πάντας τοὺς αἰτουμένους τῶν κακῶς αἰτούντων· ὁ γὰρ κακῶς αἰτῶν οὐκ αἰτεῖται· οὕτως ἀληθές ἐστι τὸ “πᾶς, ὃς ἂν “ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται·” οὐ συμπεριλαμβα‐
5νομένων τῶν ἄνευ τοῦ ποιεῖν τὸ θέλημα τοῦ Πατρὸς λεγόντων τὸν Ἰησοῦν Κύριον, Καὶ διὰ τοῦτο δοκούντων ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. καὶ ἕτερως· οὐ ταυτὸν τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, καὶ λέγειν αὐτό· ὁ μὲν γὰρ εὐχόμενος, καὶ τυχεῖν τινὸς ἀγα‐ θοῦ βουλόμενος ἐπικαλεῖται· ᾧ ἀκολούθως γίνεται σωτηρία· ὁ
10δὲ προσποιούμενος εἶναι δοῦλος, λέγει, Κύριε, Κύριε τῷ Ἰησοῦ, οὐ πράττων τὰ δούλου· ὅθεν πρὸς τοὺς τοιούτους φησί· “τί με λέγετε “Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω.” παραπλησίως ἐκδέξῃ τὸ “πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται·” τῷ “οὐδεὶς “λέγει Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ·” Κύριον, τοῦ
15ἔργῳ καὶ διαθέσει δουλεύοντος αὐτῷ, ἀλλ’ οὐ μόνῃ ψιλῇ προφορᾷ λέγοντος τὸν Ἰησοῦν Κύριον. Νικολάου Ἀγκύρας. Οὐκ Ἰουδαῖος μόνον, ἀλλὰ καὶ Ἕλλην καὶ βάρβαρος καὶ Σκύθης, καὶ ἁπλῶς εἰπεῖν πάντων τῶν εἰς Χρι‐ στὸν πιστευόντων ἡ ὁμήγυρις, ἡ ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ ἐπὶ
20τῶν Ἀποστόλων γενομένη, τῶν ἐκ τοῦ καταλείμματος τοῦ Ἰσραὴλ πρὸς τὸ εὐαγγελικὸν κληθέντων κήρυγμα. Περὶ πάθους καὶ ἀναστάσεως καὶ ἀναλήψεως Χριστοῦ, δωρεάς τε τοῦ Ἁγίου Πνεύματος. Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους.
25 Τοῦ Χρυσοστόμου. Οὐκ ἔστι κολακείας τὰ ῥήματα, ἀλλ’ ἐπειδὴ καθήψατο αὐτῶν σφόδρα, ἀνίησιν αὐτοὺς καὶ ἀναμιμνήσκει τοῦ προπάτορος, καὶ πάλιν ἀπὸ προοιμίου ἄρχεται, ἵνα μὴ θορυβη‐ θῶσιν προφήτου ἀκούοντες· τὸ δὲ ὄνομα τοῦ Ἰησοῦ εὐθέως ἂν αὐ‐ τοῖς προέστη· καὶ οὐκ εἶπε πείσθητε, ἀλλ’ ἀκούσατε, ὅπερ ἦν
30ἀνεπαχθές. Σχόλ. Ἰσραηλίτας αὐτοὺς καλεῖ διὰ τοὺς προπάτορας· προ‐ τρεπόμενος αὐτοὺς τούτων μεμνῆσθαι τὴν πίστιν. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδε‐
δειγμένον εἰς ὑμᾶς.38

39

Τοῦ Ἁγίου Ἀθανασίου. Ἆρ’ ἐπειδὴ τοῖς ῥήμασι τούτοις ἐχρή‐ σαντο, μόνον τὸν ἄνθρωπον ἤδεισαν τὸν Χριστὸν οἱ Ἀπόστολοι, καὶ πλέον οὐδέν; μὴ γένοιτο· οὐκ ἔστιν οὐδ’ εἰς νοῦν τοῦτο λαβεῖν ποτέ· ἀλλὰ καὶ τοῦτο ὡς ἀρχιτέκτονες σοφοὶ καὶ οἰκονόμοι μυστη‐
5ρίων Θεοῦ πεποιήκασι· καὶ τὴν αἰτίαν ἔχουσιν εὔλογον. Ἐπειδὴ γὰρ οἱ τότε Ἰουδαῖοι πλανηθέντες καὶ πλανήσαντες Ἕλληνας, ἐνόμιζον τὸν Χριστὸν ψιλὸν ἄνθρωπον μόνον ἐκ σπέρματος Δαβὶδ ἔρχεσθαι, καθ’ ὁμοιότητα τῶν ἐκ τοῦ Δαβὶδ ἄλλων γενομένων τέκνων· οὔτε γὰρ Θεὸν αὐτὸν, οὐδ’ ὅτι ὁ Λόγος σὰρξ ἐγένετο, ἐπί‐
10στευον· τούτου ἕνεκα μετὰ πολλῆς τῆς συνέσεως οἱ μακάριοι Ἀπό‐ στολοι τὰ ἀνθρώπινα τοῦ Σωτῆρος ἐξηγοῦντο τοῖς Ἰουδαίοις· ἵν’ ὅλως πείσαντες αὐτοὺς ἐκ τῶν φαινομένων καὶ γενομένων σημείων ἐληλυθέναι τὸν Χριστὸν, λοιπὸν καὶ εἰς τὴν περὶ τῆς θειότητος πίστιν αὐτοὺς ἀγάγωσι· δεικνύντες ὅτι τὰ γενόμενα ἔργα οὐκ
15ἔστιν ἀνθρώπου, ἀλλὰ Θεοῦ· ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθη‐ τὸν τὸν Χριστὸν, εὐθὺς συνῆπτεν, οὗτος “ἀρχηγὸς τῆς ζωῆς ἐστιν·” ἐν δὲ τῷ Εὐαγγελίῳ ὁμολογεῖ· “σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ “τοῦ ζῶντος·” ἐν δὲ τῇ Ἐπιστολῇ φησὶν αὐτὸν “ἐπίσκοπον ψυ‐ “χῶν·” καὶ Κύριον ἑαυτοῦ τὲ καὶ τῶν Ἀγγέλων καὶ δυναμέων εἶναι·
20πάλιν τὲ ὁ Παῦλος, ὁ λέγων ἄνδρα ἐκ σπέρματος Δαβὶδ εἶναι τὸν Υἱὸν, οὗτος ἐπέστελλεν Ἑβραίοις μὲν, “ὃς ὢν ἀπαύγασμα τῆς “δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·” Φιλιππησίοις δὲ, “ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα “Θεῷ.” τὸ δὲ λέγειν ἀρχηγὸν ζωῆς, καὶ Υἱὸν τοῦ Θεοῦ, καὶ ἀπαύ‐
25γασμα καὶ χαρακτῆρα, καὶ ἴσα Θεῷ, καὶ Κύριον, καὶ Ἐπίσκοπον ψυχῶν, τί ἂν εἴη ἕτερον ἢ ὅτι ἐν σώματι Λόγος ἦν Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο· καὶ ἔστιν ἀδιαίρετος τοῦ Πατρὸς, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς; Τοῦ Χρυσοστόμου. Ὅρα πῶς οὐδὲν λέγει τῶν ὑψηλῶν, ἀλλ’
30ἀπὸ τῶν σφόδρα ταπεινῶν ἄρχεται· καὶ εὐθέως τὴν πατρίδα λέγει, ἥπερ ἐδόκει εὐτελὴς εἶναι· καὶ οὐδὲν μέγα λέγει περὶ αὐτοῦ· οὐδὲ οἷον ἄν τις εἴποι περὶ προφήτου τέως· “Ἰησοῦν,” φησὶ, “τὸν “Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς.” Ὅρα ποῖον ἦν μέγα τὸ εἰπεῖν, ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη· τοῦτο
35γὰρ ἄνω καὶ κάτω, καὶ αὐτὸς ἐσπούδαζε, καὶ Ἰωάννης καὶ οἱ39

40

Ἀπόστολοι, δεῖξαι· ἄκουε γὰρ Ἰωάννου λέγοντος· “ἐκεῖνός μοι εἶπεν, “ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν, οὗ‐ “τος ἐστιν.” αὐτὸς δὲ ὁ Χριστὸς καὶ μεθ’ ὑπερβολῆς τοῦτο ποιεῖ λέγων· “ἀπ’ ἐμαυτοῦ οὐχ ἥκω· ἐκεῖνος με ἔπεμψε,” καὶ
5πανταχοῦ τῶν γραφῶν τοῦτο μάλιστά ἐστι τὸ σπουδαζόμενον. Ἐξ ἀνεπιγράφου. Τοῦτό φησιν· ἐπειδὴ Θεοῦ υἱὸς ὢν, καὶ Θεὸς Λόγος, γέγονεν ἄνθρωπος, λαβὼν δούλου μορφήν· ὡς εἶναι τὸν ἐπιδημήσαντα Χριστὸν ἄνθρωπον ἅμα καὶ Θεόν. ὥσπερ οὖν ὅταν ὁ Χριστὸς λέγηται “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,” περὶ τῆς θεό‐
10τητος αὐτοῦ τὰ λεγόμενα ἐκλαμβάνομεν, ἧς ἔλαβεν ἐκ τῆς παρ‐ θένου. Ὅρα γὰρ ποτὲ μὲν λέγοντα αὐτὸν, “ζητεῖτέ με ἀποκτεῖ‐ “ναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα·” ποτὲ δὲ “ἐγὼ “καὶ ὁ Πατὴρ ἕν ἐσμεν.” Τοῦ Ἁγίου Σευήρου Ἐπισκόπου Ἀντιοχείας ἐκ τῆς πρὸς
15Εὐπράξιον κουβικουλάριον ἀποκρίσεως. Ὅρα σαφῶς ὡς οἶδεν αὐτὸν καὶ ἄνθρωπον ἀληθῶς καὶ Θεὸν ἀπαθῆ, μὴ δυνάμενον κρατεῖσθαι θανάτῳ. εἰ μὴ γὰρ ἦν ὁ αὐτὸς κατὰ φύσιν ἀθάνατος, εἰ καὶ θνητὸς, καθ’ ὃ γέγονε σὰρξ, οὐκ ἂν εἶπε· “καθότι οὐκ ἦν “δύνατον κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ.” καὶ πάλιν Ἰουδαίοις
20ἔλεγεν ἀλλαχοῦ· “τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε·” οὕτως ὁ αὐτός ἐστι παθητὸς σαρκὶ, καὶ θεότητι πάθους ἀνώτερος· καὶ καθὸ μὲν ἄνθρωπος, ἐξηγέρθαι λεγόμενος ὑπὸ τοῦ Πατρός· καθὸ δὲ Θεὸς, οὐχ οἷος τε ὢν κρατεῖσθαι θανάτῳ· οὕτω καὶ Παῦλος Ῥωμαίοις ἐπιστέλλων· ἐξ Ἰουδαίων εἶναί, φησι, “τὸ κατὰ σάρκα Χριστὸν,”
25τὸν αὐτὸν δὲ “Θεὸν εὐλόγητον εἰς τοὺς αἰῶνας· ἀμήν·” γράφει δὲ καὶ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ “εἷς Κύριος Ἰη‐ “σοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ·” καὶ πάλιν ἐν τῇ πρὸς Ἑβραίους· “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, “καὶ εἰς τοὺς αἰῶνας.”
30 Διδύμου. Εἰ καὶ μανέντες ἀπὸ Ἀρτεμᾶ, οἷς ἠκολούθησαν καὶ οἱ ἀπὸ Σαμοσάτων, οἴονται ψιλὸν ἄνθρωπον τὸν Ἰησοῦν διὰ τὴν προκειμένην λέξιν, ἴστωσαν ὅτι τοῦ Θεοῦ Υἱὸς, Θεὸς Λόγος ὢν, ἄνθρωπος γέγονε, δεξάμενος δούλου μορφήν· ὡς εἶναι τὸν ἐπιδημή‐ σαντα Χριστὸν, ἄνθρωπον ἅμα καὶ Θεόν· ὥσπερ οὖν ὅταν ὁ Χρι‐
35στὸς λέγηται “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,” περὶ τῆς θεότητος,40

41

ἀλλ’ οὐ περὶ τοῦ ἀνθρωπείου αὐτὸ ἐκλαμβάνομεν· οὕτω πάλιν ἐὰν λέγηται Χριστὸς τεθνάναι καὶ τεθάφθαι κατὰ τὰς γραφὰς, περὶ τοῦ σώματος αὐτοῦ, οὐχὶ δὲ περὶ τῆς θεότητος ἐκδεχόμεθα· καὶ ἔστι γε μυρία τοιαῦτα ἐν ταῖς γραφαῖς εὑρεῖν· ὅθεν ἐὰν “ἄνδρα”
5λέγῃ “Ἰησοῦν ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ σημείοις καὶ τέρασιν,” ἀκολούθως αὐτὸ νοοῦμεν τῷ “νῦν με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, “ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα,” καὶ τὸ “ἄνθρωπος ἐν πληγῇ ὢν, “καὶ εἰδὼς φέρειν μαλακίαν.” Καὶ γὰρ ἀκούοντες αὐτοῦ τούτου ἀνδρὸς τοῦ ἀποδεδειγμένου ἀπὸ Θεοῦ λέγοντος, “οὕτω γὰρ ἠγάπη‐
10“σεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε·” καὶ “ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·” καὶ “ἐγὼ ἐν τῷ Πατρὶ, “καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” οὐκ ἠλίθιοι ἐσμὲν ὡς περὶ ψιλοῦ ἀνθρώ‐ που ταῦτα λελέχθαι νομίζειν. Εἰπάτωσαν δὲ ἡμῖν οἱ τῆς γνώμης ταύτης, πῶς ἀκούουσιν· “οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ
15“μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου·” καὶ τὸ “ἐὰν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρό‐ “τερον.” οὐ γάρ τι τούτων νοῆσαι εὐσεβῶς δυνήσονται, ἀρνούμε‐ νοι τὴν θεότητα τοῦ Ἰησοῦ· πῶς ὁ ἐκ τῆς Μαρίας, ὃν ὑπονοοῦσι ψιλὸν ἄνθρωπον εἶναι, ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ ἀναβαίνει
20ὅπου ἦν τὸ πρότερον, οὐχ ἕξουσιν εἰπεῖν. Ἐλεγκτέον ἐκ τῆς προκει‐ μένης λέξεως καὶ τοὺς οἰομένους σάρκα μόνον γεγενῆσθαι τὸν Σωτῆρα· οὐ γὰρ κατὰ μόνης σαρκὸς οἰκείως λεχθήσεται ἡ “ἀνὴρ” φωνή. Πρὸς ταύτην τὴν διάνοιαν τείνοι καὶ τὸ εἰρημένον ἐν τῇ πρὸς
25Ῥωμαίους Ἐπιστολῇ Παύλῳ τῷ Ἀποστόλῳ· “τοῦ ὁρισθέντος “Υἱοῦ Θεοῦ ἐν δυνάμει·” τουτέστι τοῦ διὰ τῶν ἔργων ἀποδειχθέν‐ τος καὶ τῆς δυνάμεως τῶν θαυμάτων· ὡς ἔστιν ἀληθῶς Υἱὸς τοῦ Πατρός· κατ’ οὐδὲν διαφέρει τὸ εἰπεῖν, ὁρισθῆναι αὐτὸν υἱὸν Θεοῦ ἐν δυνάμει, καὶ τὸ εἰπεῖν, ἀποδειχθῆναι αὐτὸν δυνάμεσι καὶ τέρασι
30καὶ σημείοις, οἷς ἐποίησεν ὁ Θεὸς δι’ αὐτοῦ καθάπερ δι’ Υἱοῦ· δι’ αὐτοῦ γὰρ θεοπρεπῶς καὶ τοὺς αἰῶνας ἐποίησεν. Δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι’
αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε.41

42

Ἐξ ἀνεπιγράφου. Πάλιν διὰ τοῦ εἰπεῖν “δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν ὁ Θεὸς δι’ αὐτοῦ ἐν μέσῳ ὑμῶν,” ἐμφαντικώτατα ἔδειξε Θεὸν τὸ Πνεῦμα, καὶ ὅτι Θεὸς τὸ Πνεῦμα ἐστὶ, δι’ οὗ καὶ μεθ’ οὗ ταῦτα ἐθαυματουργεῖ· οὐχ ὁ μείζων ἐλάτ‐
5των, ἀλλ’ ὡς Υἱὸς ἐπιφανεὶς καὶ ἐμφανίζων, οὐχ ἑαυτὸν μόνον, ἀλλὰ καὶ Πατέρα τὸν γεννήσαντα καὶ συμπληρωτικὸν τῆς οὐσίας αὐ‐ τοῦ· Θεὸν τὸ Πνεῦμα, ὡς Πνεῦμα Θεοῦ καὶ Θεόν· τοῖς δὲ θεο‐ μάχοις Ἰουδαίοις εἰποῦσιν αὐτῷ “ὅτι ἐν Βεελζεβοὺλ ἐκβάλλεις “τὰ δαιμόνια,” ἀποκριθεὶς εἶπεν· “οὐκ ἐν Βεελζεβοὺλ ἀλλ’ ἐν
10“Πνεύματι Θεοῦ·” σαφῶς καὶ ἑαυτὸν Θεὸν ἔδειξε· καὶ τὸ Πνεῦμα Πνεῦμα αὐτοῦ καὶ Θεόν· οὐδὲν γὰρ τερατωδέστερον ἢ δυνατώτερον ἐν τοῖς σημείοις τοῦ δαίμονας ἀπελαύνειν· ἐξέβαλε δὲ αὐτὸς ὡς Θεός· ἔλεγε δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλειν τὰ δαι‐ μόνια· ἵνα δείξῃ πρόσωπον τοῦ ἐν ᾧ, καὶ μεθ’ οὗ ἐκβάλλειν ἐνυπό‐
15στατον οὐσιωδῶς συμπληροῦντος τὴν Τριαδικὴν ὁμότιμον καθέδραν αὐτῷ καὶ τῷ Πατρί· ἵνα δεικνυμένου αὐτοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ ἐν δυσὶ προσώποις, μίαν ὁμότιμον φύσιν τὲ καὶ ἀξίαν, ἕνα δείξῃ Θεὸν τῇ φύσει τὴν ἀσυγχύτως εὐκρινῆ καὶ ἀδιαίρετον ἐν προσώποις Τριάδα. Ἀμφιλεκτείτω δὲ μηδεὶς μικρότερον τοῦ ἑτέ‐
20ρου ἢ μεῖζον, ἢ αἴτιον ἢ αἰτιατὸν νοεῖν ἢ λέγειν ἐν τῇ ὁμοτίμῳ Τριάδι· διὰ τὸ οἰκονομικῶς καὶ διὰ συστατικῶν λόγων λέγεσθαι τὸν μὲν δι’ οὗ καὶ ἐξ οὗ, συνεκτικῇ ἀσυγχύτῳ ὁμοτιμίᾳ ἐργά‐ ζεσθαί τε καὶ θαυματουργεῖν τὰ ἀνθρώπινα καὶ τὰ ὑπὲρ ἄνθρωπον, καὶ τὰ ἐπέκεινα τῶν ὑπὲρ ἄνθρωπον· τὰς δυνάμεις καὶ τὰ τέρατα,
25σημεῖα τε καὶ παράδοξα· ἀλλ’ ἐκλαμβανέτω ἐν Υἱῷ τὸν Πατέρα καὶ τὸ Πνεῦμα, καὶ ἐκ Πατρὸς τὸν Υἱὸν ἐνυποστάτῳ γεννήσει, καὶ τὸ Πνεῦμα ἐνυποστάτῳ οὐσιώδει ὑπάρξει· ἐκδεχέσθω δὲ καὶ τὸν Πατέρα ἐν Υἱῷ ἅμα τῷ Πνεύματι· αἳ καὶ ἐν μέσῳ ἑστάναι ἐκείνου τοῦ λαοῦ, μᾶλλον δὲ καὶ ἡμῶν· καὶ τὸν Υἱὸν ἐν τῷ Πατρὶ,
30ἔχοντα ἐν ἑαυτῷ καὶ σὺν αὐτῷ τὸν Πατέρα· ἐμφανίζοντα ἐν ἑαυτῷ τὸ ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ Πνεῦμα Θεοῦ καὶ Θεὸν, ἐν ᾧ ἐκβάλλει τὰ δαιμόνια· ἵνα ἀκούοντες τὸ “ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ “ἐν ἐμοὶ,” καὶ τὸ “ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαι‐ “μόνια,” ἐκδεχώμεθα τὸ ἐν τῷ Πνεύματι· ὥς τε “ἐγὼ ἐν τῷ
35“Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·” καὶ “ἐγὼ ἐν τῷ Πνεύματι ἐκ‐42

43

“βάλλω τὰ δαιμόνια,” ἓν εἶναι τὸ ὁμόφωνον διὰ τὸ ὁμοούσιον· εἰ γὰρ καὶ ὁ Πατὴρ Θεὸς, ἀλλὰ λέγεται καὶ Πνεῦμα ὁμωνύμως, τοῦ Πνεύματος μὴ ἀποβάλλων τὸ εἶναι· καὶ Πατὴρ καὶ Πνεῦμα, μὴ γινομένου τοῦ Πνεύματος Πατὴρ, ἀλλὰ μένοντος Πνεῦμα καὶ
5Θεός. Τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε. Τοῦ Χρυσοστόμου. Εἶτα ἐν μέσῳ θεὶς τὸ τόλμημα αὐτῶν τὸ
10ἐναγὲς ἐκεῖνο, ὅρα πῶς πειρᾶται αὐτοὺς ἀπαλλάξαι τοῦ ἐγκλήμα‐ τος· εἰ γὰρ καὶ ὡρισμένον ἦν, φησὶν, ὅμως ἀνδροφόνοι ἦσαν. Καὶ μετ’ ὀλίγα—μονονουχὶ τὰ αὐτὰ τῷ Ἰωσὴφ λέγων ῥήματα, καθ‐ άπερ κἀκεῖνος ἔλεγε πρὸς τοὺς ἀδελφοὺς, “μὴ ὀργίζεσθε πρὸς “ἀλλήλους· ὁ Θεός με ἀπέστειλεν ἐνταῦθα· τοῦ Θεοῦ τὸ ἔργον
15“γέγονε·” τί οὖν καλῶς ἐποιήσαμεν φησίν; ἵνα μὴ τοῦτο εἴπωσι, διὰ τοῦτο προσέθηκε “διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε·” ἐνταῦθα τὸν Ἰούδαν αἰνίττεται, ἅμα δὲ αὐτοῖς δείκνυσιν· ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἦν, εἰ μὴ αὐτὸς συνεχώρησεν· ἢ διὰ χειρῶν ἀνόμων, τῶν στρατιωτῶν φησίν.
20 Τοῦ αὐτοῦ. Εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστι· καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διετύπωτο. Ὃν ὁ Θεὸς ἀνέστησεν ἐκ νεκρῶν. Τοῦ Ἁγίου Σευήρου Ἐπισκόπου Ἀντιοχείας. Τὸ ἐγηγέρ‐ θαι αὐτὸν ὑπὸ τοῦ Πατρὸς λέγεσθαι, διὰ τὸ τῶν ἀκουόντων ἀσθε‐
25νὲς, εὐπαράδεκτον τὸν λόγον ταύτῃ κατασκευάζοντες. Καὶ μετ’ ὀλίγα—ἐν τίνι γὰρ ὁ Πατὴρ ἐνεργεῖ; ἐν τῇ οἰκείᾳ δυνάμει δη‐ λονότι. τίς δέ ἐστιν ἡ αὐτοῦ δύναμις τοῦ Πατρός; οὐδεὶς ἄλλος ἢ ὁ Χριστός· “Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·” οὐκοῦν ἑαυτὸν ἀνέστησεν ὁ Χριστὸς, καὶ ὑπὸ τοῦ Πατρὸς ἐγηγέρ‐
30θαι λεγόμενος. Λύσας τὰς ὠδῖνας τοῦ θανάτου. Ἐξ ἀνεπιγράφου. Ἵνα εἴπῃ ἔρρηξε καὶ ἀνέρρηξε τὴν ἔγκυον καὶ ὠγκωμένην καὶ ὠδίνουσαν γαστέρα τοῦ θανάτου· ὃν οὐ μόνον
ἐφαλλόμενος οὐ κατέπιεν, ἀλλὰ καὶ κατεπόθη ἐπιπηδήσας· καὶ43

44

οὓς εἶχεν ἐξήμεσεν· οὐ μόνον αὐτὸν οὐ πατέπιεν, ἀλλὰ καὶ οὓς εἶχεν ἐξέτρωσε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου· λύειν λέγων τῶν ὠδίνων τοῦ θανάτου τὴν σάρκωσιν τοῦ Θεοῦ Λόγου. Σευήρου Ἀντιοχείας Ἐκ Τοῦ Πρὸς Ἁλικαρνασέα Συν‐
5τάγματος. Τὴν ἀνάστασιν προσηγόρευσεν, ὥσπερ ἐκ κοιλίας τινὸς ὠδινούσης, φημὶ δὴ τῶν τοῦ θανάτου δεσμῶν, καὶ τῶν τοῦ ᾅδου μυχῶν, ἀναδύντος τοῦ Σωτῆρος Χριστοῦ καὶ παρελθόντος ὡς ἐκ τοκετοῦ ξένου τῆς ἀναστάσεως. ταύτῃ τοι καὶ ὠνόμασται “πρω‐ “τοτόκος ἐκ νεκρῶν.”
10 Ὠδῖνας θανάτου ἡ παλαιὰ κίνδυνον φησὶ καὶ συμφοράν. Ὁ ὠδίνων οὐ κατέχει τὸ κατεχόμενον, ἀλλὰ πάσχει καὶ ῥίψαι σπεύδει. Τοῦ Χρυσοστόμου. Οὕτως ἀνέστης ὡς μηκέτι πάλιν ἀποθα‐ νεῖν· τὸ γὰρ εἰπεῖν, “καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’
15“αὐτοῦ,” τοῦτό ἐστιν, ὅτι οὐ κοινὴ τοῖς ἄλλοις γέγονεν ἡ ἀνάστασις. Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. Ἐξ ἀνεπιγράφου. Οἱ ἀθληταὶ ἀλειφόμενοι ἄληπτοί εἰσι τοῖς ἀντιπάλοις, καὶ οἱ ἐπαοιδοὶ ἠλειμμένοι, ἄθικτοι γίνονται καὶ ἀπροσ‐ πέλαστοι τοῖς ὀδοῦσι τοῦ ὄφεως· τῷ δὲ Χριστῷ εἰλημμένῳ μυ‐
20στικῶς τῷ ἑαυτοῦ Πνεύματι διὰ τὴν ὑπὲρ ἡμῶν ἐνανθρώπησιν, καὶ συμπλακέντι τῷ θανάτῳ, καὶ ὑποτάξαντι τὸν ἀλάστορα, προσελθὼν ὁ ἀντίπαλος κατεάγη, κείμενος ἡμῖν εἰς συριγμόν· ἐξ ἐκείνου γὰρ ἔχομεν “ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν “τὴν δύναμιν τοῦ ἐχθροῦ·” τὸ δὲ “καθότι·” καθότι μὲν εὑρεθῆναι αὐ‐
25τὸν Θεὸν ἐκ Θεοῦ γεγενημένον· καὶ τὴν αὐτὴν τῷ γεγεννηκότι κεκτη‐ μένον φυσικῶς ἀνεπίδεκτον φύσιν τε καὶ ὑπόστασιν πάσης τροπῆς ἢ ἀλλοιώσεως ἢ προσθήκης, ἢ ἐπιβολῆς, ἢ συστολῆς, ἢ τῶν εἰς ἀλλοίωσιν φυσικὴν ἢ παραφύσιν· καὶ ἀναλλοίωτον ἐν τῇ σαρ‐ κώσει, ὁποῖον καὶ τὸν ἄσαρκον Πατέρα, καὶ τὸ ἀσώματον Πνεῦμα
30τὸ Ἅγιον καὶ ἀναμάρτητον. Σευήρου ἐκ τοῦ εἰς τὸ Ἅγιος ὁ Θεὸς συντάγματος. Οὗ‐ τος καὶ σαρκὶ συμπλακεὶς τῷ θανάτῳ, καὶ φθάσας μεχρὶ αὐτῶν
ᾅδου πυλῶν, ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ “λύσας τὰς ὠδῖνας τοῦ θα‐44

45

“νάτου, καθότι οὐκ ἦν δυνατὸν,” καθὼς ὁ Ἀπόστολος Πέτρος, “κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ·” ἦν γὰρ κατὰ φύσιν ἀθάνατος, εἰ καὶ τῷ πεφυκότι θνήσκειν σώματι τὸ παθεῖν κατεδέξατο, ἐπείπερ οὐδὲ ἄλλως προσπελάσαι τὸν θάνατον· ὃν τοίνυν ἐπὶ τῆς πείρας εἴδο‐
5μεν ἀθανάτως ἐν θανάτῳ γινόμενον, τοῦτον ἀνυμνοῦντες λέγομεν τὸ “Ἅγιος ἀθάνατος.” Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἰουλιανὸν Ἁλικαρνασέα συν‐ τάγματος. Οὐχὶ τὸ μὴ πάντη αὐτὸν γεύσασθαι θανάτου σαρκὶ, καὶ ὑπὸ τὸν ἐκείνου γίνεσθαι ζυγὸν, ἀλλὰ τὸ διαρρῆξαι τοῦτον διὰ
10τῆς τριταίας ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς παντελοῦς μὴ ἀνα‐ σχέσθαι φθορᾶς τὲ καὶ διαλύσεως. Δαβὶδ γὰρ λέγει εἰς αὐτὸν, προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσης ἐκ τοῦ κατὰ
15Εὐνομίου λόγου. Ἀλλὰ καὶ ὁ προφήτης Δαβὶδ κατὰ τὴν ἑρμη‐ νείαν τοῦ μεγάλου Πέτρου εἰς αὐτὸν προορώμενος εἶπεν· “ὅτι “οὐκ ἐγκαταλείψεις ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιον “σου ἰδεῖν διαφθοράν·” οὕτω τοῦ Ἀποστόλου Πέτρου τὸ ῥητὸν ἑρμηνεύσαντος, ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ κατελείφθη εἰς τὸν ᾅδην,
20οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν· ἡ γὰρ θεότης, καὶ πρὸ τῆς σαρκὸς καὶ ἐν τῇ σαρκὶ, καὶ μετὰ τὸ πάθος, ἀεὶ ὡσαύτως ἔχει, ὃ ἦν τῇ φύσει, πάντοτε οὖσα καὶ εἰσαεὶ διαμένουσα· ἐν δὲ τῷ πα‐ θητῷ τῆς ἀνθρωπίνης φύσεως τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐπλήρωσε, διαζεύξασα πρὸς καιρὸν τὴν ψυχὴν ἐκ τοῦ σώματος, χωρισθεῖσα
25δὲ οὐδετέρου ᾧ ἅπαξ ἡνώθη· καὶ πάλιν τὰ διεστῶτα συνάψασα, ὥστε ἀκολουθίαν καὶ ἀρχὴν δοῦναι πάσῃ τῇ ἀνθρωπίνῃ φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως· “ἵνα τὸ φθαρτὸν ἅπαν ἐνδύσηται τὴν “ἀφθαρσίαν, καὶ τὸ θνητὸν τὴν ἀθανασίαν,” τῆς ἀπ’ ἀρχῆς ἡμῶν διὰ τῆς πρὸς τὸν Θεὸν ἀνακράσεως, εἰς θείαν φύσιν μεταποιη‐
30θείσης. Ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ· διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσα
μου.45

46

Ἐξ ἀνεπιγράφου. Τὸ ἐκ δεξιῶν ἑστάναι τὸν Πατέρα λε‐ γέσθαι τοῦ Υἱοῦ νῦν· ποτὲ δὲ πάλιν ἐκ δεξιῶν τοῦ Πατρὸς κάθ‐ εσθαι τὸν Υἱὸν, οὐδὲν ἕτερον ἢ τὴν ἰσότητα ἡμῖν σημαίνει· Κύριον δὲ αὐτοῦ τὸν Πατέρα καλεῖ, διά γε τὸ λαβεῖν αὐτὸν δούλου
5μορφήν. Διδύμου. Οἱ μὴ ἔχοντες περὶ Θεοῦ ἐννοίας διηρθρωμένας το‐ πικῶς ἐκλαμβάνουσιν ἐκ δεξιῶν εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, διὰ τὸ “κάθου ἐκ δεξιῶν μου·” ἢ κεκαθικέναι τὸν Σωτῆρα μετὰ ἀνά‐ ληψιν ἐκ δεξιῶν τῆς μεγαλωσύνης· οἷς δυνατόν τι εἰπεῖν· εἰ γὰρ
10ἐκ δεξιῶν τοῦ Πατρὸς ὁ Υἱὸς τοπικὼς ὡς οἴονται· ἀδύνατον ἐκ δεξιῶν τοῦ Υἱοῦ τὸν Πατέρα εἶναι κατ’ αὐτὸ τοῦτο τὸ σημαινό‐ μενον· ἀλλὰ λέγει ὁ Υἱὸς, “προωρώμην τὸν Κύριον ἐκ δεξιῶν “μου·” ὅθεν ἑτέρως ἢ κατὰ τόπον ἐκληπτέον τὸν Υἱὸν δεξιὸν τοῦ Πατρὸς, καὶ τὸν Πατέρα τοῦ Υἱοῦ· ὡσαύτως τὸ “ἐγὼ ἐν τῷ
15“Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν·” ἔτι δὲ “καὶ ἡ σάρξ μου “κατασκηνώσει ἐπ’ ἐλπίδι.” ἐπεὶ Ἰησοῦς, καθὸ ἀνεδέξατο θάνατον, ἀπέθετο ἣν κατ’ οἰκονομίαν ἔλαβε σάρκα, ἐπὶ τῷ πάλιν ἀναστῆσαι αὐτὴν ἀπὸ τοῦ θανάτου τῇ τρίτῃ ἡμέρᾳ· εἰκότως τὴν σάρκα ταύ‐ την οὖσαν ἑαυτοῦ ἐπ’ ἐλπίδι κατεσκηνωκέναι φησὶ, διὰ τὴν προσ‐
20δοκίαν τῆς ἀναστάσεως. Εἰ δέ τις ἐκ προσώπου τοῦ Δαβὶδ εἰρῆ‐ σθαι αὐτὸ ἐκλαμβάνει, παυσάσθω κατατρέχων τῆς περὶ ἀναστά‐ σεως δόξης τῶν ἁπλουστέρων· εἰ γὰρ καὶ μὴ οἷοι τέ εἰσι παρ‐ ίστασθαι ὃ φρονοῦσιν· ἀλλ’ οὖν εὐσεβῶς διάκεινται φάσκοντες τὴν σάρκα ἀνίστασθαι ἐπὶ τὸ εἶναι ἄφθαρτον καὶ πνευματικὸν
25σῶμα· ὡς γὰρ ὁ ἐγειρόμενος νεκρὸς μετὰ ἀνάστασιν ζῶν καὶ οὐ νεκρός ἐστιν, οὕτως ἡ ἐγειρομένη σὰρξ μετὰ τὴν ἔγερσιν πνευμα‐ τικὸν καὶ ἄφθαρτον σῶμά ἐστι. Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι. Κυρίλλου. Τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν
30ὄντα κατὰ φύσιν αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς. Καὶ πάλιν—Οὐ γάρ τι θέμις εἰπεῖν φθορᾶ μὲν δύνασθαι κρα‐ τεῖσθαι ποτὲ τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα· κάτοχον δὲ αὐταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν· οὐκ ἐγκατελείφθη γὰρ εἰς
ᾅδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος.46

47

Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Κυρίλλου. Ἀνεβίω γὰρ σκυλεύσας τὸν ᾅδην, καὶ τοῖς ἐν δεσμοῖς εἰπὼν, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύφθητε.
5 Σευήρου Ἀντιοχείας ἐκ τοῦ πρὸς Εὐπράξιον γραφέντος. Καὶ θανάτου λέγεται γεγεῦσθαι δι’ ἡμᾶς, τῷ τὴν αὐτοῦ ψυχὴν χωρισθῆναι τοῦ σώματος, οὐ τῷ θεότητος ἔρημον τὴν ψυχὴν ἢ τὸ σῶμα γενέσθαι· αὐτὸς γὰρ ἑαυτὸν ἀμφοτέρων ἀχώριστον ἔδειξεν· οὔτε γὰρ ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ
10αὐτοῦ εἶδε διαφθοράν· καθὼς ὁ ψάλλων φησίν· ἀλλὰ τοῦ μὲν σώματος οὐ κεχώριστο θαπτομένου, καταργῶν τὴν φθοράν· οὐ γὰρ ἦν, ἀπολειπομένης τῆς ἀφθαρσίας τε καὶ ζωῆς, μὴ πάντως αὐτῷ καὶ πειραθῆναι διαφθορᾶς· τῇ δὲ ψυχῇ συγκάτεισιν εἰς ᾅδου· ὅλος ὢν ἐν αὐτῇ, καὶ ὅλος ὢν ἐν τῷ σώματι· ἀδιαίρετος γὰρ ὡς ἀσώ‐
15ματος, καὶ πάντα πληροῦν δυνάμενος ὡς ἀπερίγραπτος. Ἡσυχίου. Ὥσπερ αἱ ψυχαὶ τῶν δικαίων μετὰ τοῦ Σωτῆρος ἐκ τῶν κάτω χωρίων ἔτριψαν ἀναβαίνουσαι. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς. Κυρίλλου Ἀλεξανδρείας. Ἐκεῖνο διδάσκων ὅτι τὸ τῆς ἀν‐
20θρωπότητος ἔχων πρόσωπον ὁ καθ’ ἡμᾶς γεγονὼς, τοὺς ἡμῖν μᾶλλον καὶ οὐκ αὐτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀνίησι λόγους, ὡς ἐφ’ ἑαυτῷ καὶ πρώτῳ καλῶν· ἐφ’ ἡμᾶς τὴν τῶν οὐρανίων μέθεξιν ἀγα‐ θῶν· ὡς γὰρ ἑαυτῷ δεδόσθαι φησὶ, τῇ τοῦ ἀνθρώπου φύσει προσ‐ νέμει· ἐπεὶ πῶς τῇ τοῦ ἀνθρώπου πτωχείᾳ πεπλουτήκαμεν.
25 Πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Τοῦ ἁγίου Σευήρου Ἀντιοχείας. Πρόσωπον Κυρίου νοητέον τὴν θεοπρεπεστάτην θεοφάνειαν καὶ τὴν ἡμετέραν ἐπισκοπὴν, ἣν ἡμᾶς τότε τελειωτέρον ἐπισκέψεται. Ἄνδρες ἀδελφοὶ ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς
30ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστὶν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
Τοῦ Χρυσοστόμου. Ὅταν μέλλῃ τί λέγειν μέγα, τούτῳ47

48

κέχρηται τῷ προοιμίῳ διεγείρων αὐτοὺς καὶ οἰκειούμενος. Καὶ μετ’ ὀλίγα—πολλὴ ἡ ταπεινοφροσύνη ἔνθα οὐδὲν ἔβλαπτεν, οὐδ’ ἂν ὠργίσθησαν· οὐ γὰρ εἶπε ταῦτα. οὐ περὶ τοῦ Δαβὶδ εἴρηται ἀλλὰ περὶ τοῦ Χριστοῦ· ἀλλ’ ἑτέρως· τῇ πολλῇ περὶ τὸν μακά‐
5ριον Δαβὶδ τιμῇ ἐνέτριψεν αὐτοὺς περὶ τοὺς ὡμολογημένους, ὡς πρὸς τολμηροὺς φθεγγόμενος καὶ παραιτούμενος αὐτούς· καὶ ἐν‐ ταῦθα οὐκ ἔτι περὶ τοῦ Δαβὶδ φησὶν ἁπλῶς, ἀλλὰ καὶ περὶ τοῦ Πατριάρχου· ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη· καὶ οὐκέτι λέγει, καὶ οὐκ ἀνέστη, ἀλλ’ ἑτέρως· καίτοι οὐδὲ τοῦτο μέγα ἦν· “καὶ τὸ
10“μνῆμα αὐτοῦ ἐστὶν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·” εἰς τὸ αὐτὸ ἦλθε, καὶ οὐδὲ οὕτως ἦλθεν ἐπὶ τὸν Χριστόν· ἀλλὰ τί; μετ’ ἐγκωμίων τῶν τοῦ Δαβίδ. Προφήτης οὖν ὑπάρχων, καὶ εἴδως ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεός.
15 Ταῦτα λέγει, ἵνα κἂν διὰ τὴν εἰς ἐκεῖνον τιμὴν καὶ τὸ γένος, δέξωνται τὸν περὶ τῆς ἀναστάσεως λόγον· ὡς καὶ τῆς προφητείας βλαπτομένης, εἰ μὴ τοῦτο εἴη καὶ τῆς εἰς αὐτὸν τιμῆς. Ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀνα‐ στῆσαι τὸν Χριστὸν, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προ‐
20ιδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως Χριστοῦ. Ἐξ ἀνεπιγράφου. Ἐν πολλοῖς τόποις τῆς θείας γραφῆς, ἀντὶ βασιλείας, θρόνος ὀνομάζεται· ὡς καὶ ἐν τῷ προκειμένῳ, καὶ ἐν τῷ “ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα.” ἐβασίλευσε γὰρ ὁ Χριστὸς ἐπὶ τὸν νοητὸν Ἰσραήλ.
25 Ὅτι οὔτε ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδην. Τοῦ Χρυσοστόμου. Τοῦτο πάλιν θαυμαστὸν δείκνυσιν, ὅτι οὐχ ὁμοία τοῖς ἄλλοις ἦν ἡ ἀνάστασις· κατέσχε μὲν γὰρ αὐτὸν, οὐκ εἰργάσατο δὲ τὸ αὐτοῦ τότε ὁ θάνατος. Καὶ μετ’ ὀλίγα—πάντα τοίνυν ἀνατίθησι τῷ Πατρὶ, ἵνα δέξωνται τὰ λεγόμενα.
30 Οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Διδύμου. Τὸ μὴ ἰδεῖν τὴν σάρκα Ἰησοῦ διαφθορὰν, δηλοῖ, οὐ τὸ μὴ τεθνᾶναι· τέθνηκε γὰρ, καὶ ἐν μνήματι ἐτέθη· ἀλλὰ τὸ μὴ
διαλελύσθαι· τρίτῃ γὰρ ἡμέρᾳ ἀνέστη· ἔπρεπε γὰρ οὕτω τὴν48

49

ἀνάστασιν γενέσθαι· εἰ γὰρ ἦν ἡ σὰρξ αὐτοῦ διαλυθεῖσα κατὰ τοὺς νεκροὺς, δισταγμὸν ἔφερεν ἀναστὰς, ἀμφιβαλλομένου εἰ αὐτὸ εἴη τὸ τοῦ Ἰησοῦ σῶμα τὸ ἀναστᾶν· ἠκολούθει δὲ καὶ τὸ μὴ τρίτῃ ἡμέρᾳ, ἀλλ’ ἔτι μετ’ ἐκείνην τὴν ἀνάστασιν γεγονέναι· ὅπως
5οὖν πᾶς ὁ περιελκυσμὸς λυθῇ, καὶ τριήμερος ἀνέστη ἀδιάφθορος ἔτι οὖσα, καὶ ἐν μνήματι κενῷ, ἔνθα οὐδεὶς πρότερον τέθειτο, ἐτάφη· ἵνα μὴ ὑποληφθῇ ἕτερος ἀνθ’ ἑτέρου ἐγηγέρθαι. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός· οὗ πάντες ἡμεῖς ἐσμὲν μάρτυρες.
10Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Οὐκ ἄλλον Θεὸν κατήγγελον οἱ Ἀπόστολοι, οὐδὲ ἄλλον μὲν παθόντα καὶ ἐγερ‐ θέντα Χριστὸν, ἄλλον δὲ τὸν ἀναστήσαντα καὶ ἀπαθῆ διαμεμενη‐ κότα· ἀλλ’ ἕνα τὸν αὐτὸν Θεὸν καὶ Σωτῆρα καὶ Χριστὸν Ἰησοῦν, τὸν ἐκ νεκρῶν ἐγερθέντα· καὶ τὴν εἰς αὐτὸν πίστιν ἐκήρυσσον τοῖς
15μὴ πιστεύουσιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ τῶν προφητῶν συν‐ εβίαζον αὐτοὺς, ὅτι ὃν ἐπεγγείλατο ὁ Θεὸς πέμψειν Χριστὸν, ἔπεμψε τὸν Ἰησοῦν, ὃν αὐτοὶ ἐσταύρωσαν καὶ Θεὸς ἤγειρεν. Πάλιν ἐπὶ τὸν Πατέρα καταφεύγει· καίτοιγε ἤρκει εἰπεῖν τὸ πρότερον, ἀλλ’ οἶδε σῶον τοῦτό ἐστιν, ἐνταῦθα καὶ περὶ τῆς ἀνα‐
20λήψεως ᾐνίξατο, καὶ ὅτι ἐν τοῖς οὐρανοῖς ἐστιν· ἀλλ’ οὐδὲ αὐτὸ φανερῶς λέγει. Σευήρου λόγου οζ. Οἱ Ἀπόστολοι κηρύττοντες τὸ Εὐαγγέ‐ λιον ἔλεγον τὸν Χριστὸν ἐγηγέρθαι ὑπὸ τοῦ Πατρὸς διὰ τὸ τῶν ἀκουόντων ἀσθενὲς, εὐπαράδεκτον τὸν λόγον ταύτῃ κατασκευάζον‐
25τες. Καὶ μετ’ ὀλίγα—Καὶ τὸ ἐγηγέρθαι δὲ αὐτὸν ὑπὸ τοῦ Πα‐ τρὸς λέγεσθαι, τῶν μὲν ἀκουόντων ᾠκονόμει τὸ ἀσθενές· τὸν δὲ αὐτὸν ἔχει νοῦν τὸ “ἠγέρθη, οὐκ ἔστιν ὧδε,” καὶ οὐχ ἕτερον· ἐν τίνι γὰρ ὁ Πατὴρ ἐνεργεῖ; ἐν τῇ οἰκείᾳ δυνάμει δηλονότι. τίς δέ ἐστι δύναμις τοῦ Πατρός; οὐδεὶς ἄλλος ἢ Χριστός· “Χριστὸς γὰρ
30“Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.” οὐκοῦν ἑαυτὸν ἀνέστησεν ὁ Χριστὸς καὶ ὑπὸ τοῦ Πατρὸς ἐγηγέρθαι λεγόμενος. Ἐξ ἀνεπιγράφου. Πρέπον ἐνταῦθα τῷ ἐκ Πατρὸς ἐκφύντι Λόγῳ διὰ τὰ τῆς κενώσεως μέτρα· ὅτι δὲ καὶ μετὰ τὴν ἐνανθρώ‐
πησιν τῆς τοῦ Πατρὸς ἰσοτιμίας οὐκ ἔμεινεν ἐκτὸς, ἄκουσον49

50

λέγοντος τοῦ Δαβίδ· “Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ “δεξιῶν μου·” καὶ πάλιν ὁ Παῦλος· “ἀπεκδεχόμενοι τὴν μακα‐ “ρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ “Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ·” καὶ πάλιν· “ἐν τῷ ὀνόματι
5“Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθο‐ “νίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς “Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.” “Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ Θεός.” ὅταν ἀκούσωμεν λέγοντος τοῦ θεσπεσίου Πέτρου· “τοῦτον τὸν Ἰη‐
10“σοῦν ἀνέστησεν ὁ Θεός·” κἂν τὸν ὁρώμενον λέγῃς καὶ προσηλω‐ θέντα τῷ ξύλῳ, τὸν ταῖς τοῦ Θωμᾶ ψηλαφηθέντα χερσὶν, οὐδὲν ἧττον ἡμεῖς σεσαρκώμενον νοοῦμεν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· ἕνα τε καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Υἱόν. Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν
15τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεε τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε. Τοῦ Χρυσοστόμου. “Ἐξέχεε,” φησὶν, οὐκ ἀξίωμα ζητῶν· καὶ οὐχ ἁπλῶς ἀλλὰ μετὰ δαψιλείας. Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανοὺς, λέγει δὲ
20αὐτός. Τοῦ αὐτοῦ. Θαρρούντως λοιπὸν μετὰ τὴν τοῦ Πνεύματος δόσιν, καὶ περὶ τῆς εἰς οὐρανὸν ἀναλήψεως διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τὸν μάρτυρα παράγων καὶ ἐκείνους ἀναμιμνή‐ σκων περὶ οὗ καὶ ὁ Χριστὸς εἶπεν· “οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς οὐ‐
25“ρανούς·” οὐκέτι ἐνταῦθα μεθ’ ὑποστολῆς λέγει, ἔχων τὸ ἀπὸ τῶν εἰρημένων θάρσος· οὐ λέγει ἐξὸν εἰπεῖν, οὐ δὲ ὅσα τοιαῦτα· λέγει δὲ αὐτὸς “εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου,” καὶ τὰ ἑξῆς. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου. Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείας ἀπὸ λόγου ρκγ. Τὸ
30ἰσότιμον Υἱοῦ καὶ Πατρὸς διὰ τούτου νοοῦμεν· ἐπὶ γὰρ τῆς ἀσω‐ μάτου οὐσίας οὐ δυνατὸν νοῆσαι δεξιὸν ἢ ἀριστερόν. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν
σου.50

51

Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Καὶ τίνες ἂν εἶεν οἱ ἐχθροὶ, ὁ Ἀπόστολος δηλοῖ βοῶν· “ὅταν καταρ‐ “γήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκρατόρας, “ἔσχατος ἐχθρὸς καταργεῖται οἱ Θάνατος.”
5 Ἐνταῦθα καὶ φόβον ἐπέστησε μέγα, ὥσπερ ἐν τῇ ἀρχῇ. Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Καλῶς ἐνταῦθα ἔληξε διασείων αὐτῶν τὴν διάνοιαν· ἐπειδὴ γὰρ
10ἔδειξεν ἡλίκον ἐστὶ, τότε λοιπὸν καὶ τὸ τόλμημα ἐγύμνωσεν, ὥστε μείζονα δεῖξαι καὶ τῷ φόβῳ αὐτοὺς ἑλεῖν. Τοῦ Χρυσοστόμου ἐκ τοῦ κατὰ Ἰωάννην ὑπομνήματος. Ταύτην γὰρ πρώτην πρὸς Ἰουδαίους ἐδημηγόρει δημηγορίαν· οὐδὲν οὖν περὶ τῆς θεότητος αὐτοῦ μαθεῖν σαφὲς ἴσχυον· διὰ τοῦτο τοῖς
15περὶ τὴν οἰκονομίαν ἐνδιατρίβει λόγοις· ἵνα τούτοις ἡ ἀκοὴ γυμνα‐ σθεῖσα, τῇ λοιπῇ προοδοποιήσῃ διδασκαλίᾳ· καὶ εἰ ἕλοιτό τις τὴν δημηγορίαν πᾶσαν ἄνωθεν διελθεῖν, εὑρήσει τοῦτο ὃ λέγω· καὶ γὰρ ἄνδρα αὐτὸν καλεῖ καὶ αὐτὸς, καὶ τοῖς τῆς οἰκονομίας ἐνδια‐ τρίβει λόγοις.
20 Περὶ πίστεως τῶν παρόντων διὰ τοῦ βαπτίσματος αὐτῶν σωτηρίας. Ἀκούοντες δὲ κατενύγησαν τὴν καρδίαν· εἶπον τὲ πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς Ἀποστόλους· τί ποιήσωμεν ἄνδρες ἀδελφοί; Τοῦ Χρυσοστόμου. Οὓς πλάνους ἐκάλουν, ἀδελφοὺς καλοῦ‐
25σιν· οὐχὶ τοσοῦτον ἑαυτοὺς παρεξισάζοντες, ὅσον εἰς φιλοστοργίαν ἐπισπώμενοι καὶ κηδεμονίαν· πάντων δὲ ἐρωτηθέντων ὁ Πέτρος ἀποκρίνεται. Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βα‐ πτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ
30εἰς ἄφεσιν τῶν ἁμαρτιῶν.
Τοῦ αὐτοῦ. Καὶ μὴν ἕτερος τῶν ἐνταῦθα δικαστηρίων ὁ νόμος·51

52

ἐπὶ δὲ τοῦ κηρύγματος, ὅταν ὁ ἡμαρτηκὼς ὁμολογήσῃ, τότε σώ‐ ζεται. Ἐξ ἀνεπιγράφου. Βαλανεῖον γάρ ἐστι πνευματικὸν ἡ ἐκκλη‐ σία, οὐ ῥύπον σώματος, ἀλλὰ ψυχῆς ἀποσμῆχον κηλίδα τοῖς πολ‐
5λοῖς τῆς μετανοίας τρόποις. Ἐξ ἀνεπιγράφου. Εἴτις νομίζει τοῦτο ἐκείνῳ μάχεσθαι, τῷ “βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ “τοῦ Ἁγίου Πνεύματος,” γινωσκέτω ὡς ἡ Ἐκκλησία διαίρετον νοοῦσα τὴν Ἁγίαν Τριάδα, τίθεται τὸν Πατέρα Υἱοῦ εἶναι καὶ τὸν
10Υἱὸν Πατρὸς, καὶ τὸ Ἅγιον Πνεῦμα Πατρὸς καὶ Υἱοῦ τυγχάνειν· ὡς διὰ τὴν ἕνωσιν τὴν ὁμοούσιον ἐν τρισὶν ὑποστάσεσι, τὸν βαπτι‐ ζόμενον εἰς ὄνομα Χριστοῦ, εἰς τὴν Τριάδα βαπτίζεσθαι, οὐκ ἀπο‐ μεριζομένου τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος. Τοῦ αὐτοῦ. Καίτοι εἰ μὴ ἦν τὸ ὄνομα τοῦ Πατρὸς, Θεός· καὶ
15τοῦ Υἱοῦ, Θεός· καὶ τοῦ Ἁγίου Πνεύματος, Θεός· ἐχρῆν νομοθε‐ τῆσαι εἰς τὸ ὄνομα Θεοῦ Ἰησοῦ, ἢ εἰς τὸν Ἰησοῦν μόνον· ἀλλ’ “εἰς “τὸ ὄνομα Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν·” εἰδὼς ὅτι τὸ ὄνομα Ἰησοῦ ὁ Θεός ἐστιν, ὥσπερ καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· καὶ φησὶ, “λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος·” ὁρᾶς πῶς
20μίαν δωρεὰν ἀνέδειξε τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος· ὡς μιᾶς οὔσης τῆς ἀξίας. Διδύμου. Τοῦ Σωτῆρος προστάξαντος τοὺς τετελειωμένους βαπτίζεσθαι εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, οὐ φρονίμως τινὲς ἐντυγχάνοντες τοῖς γεγραμμένοις, ἀκούοντες τῆς
25προτροπῆς Πέτρου παραινοῦντος βαπτισθῆναι ἕκαστον ἐν τῷ ὀνό‐ ματι Ἰησοῦ Χριστοῦ, οἷον τὴν ἰσοδύναμον τὴν μίαν ταῖς τρισὶ προσηγορίαις τοῦ Σαβελλίου τρωθέντες γνώμῃ· ἡ μέντοιγε Ἐκ‐ κλησία ἀδιαίρετον καὶ ἄσχιστον νοοῦσα τὴν Τριάδα, τίθεται τὸν Πατέρα Υἱοῦ, καὶ τὸν Υἱὸν Πατρὸς εἶναι· καὶ τὸ Ἅγιον Πνεῦμα
30Πατρὸς καὶ Υἱοῦ τυγχάνειν· ὡς διὰ τὴν ἕνωσιν ταύτην, τὸν βαπτι‐ ζόμενον εἰς ὄνομα Χριστοῦ, κατὰ τὴν Τριάδα βαπτίζεσθαι· οὐκ ἀπομεριζομένου τοῦ Θεοῦ περιγραφαῖς καὶ διαστάσεσι Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος. Καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος·
35ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν.52

53

Τοῦ Χρυσοστόμου. Ἀξιόπιστος ὁ λόγος, ἐξ ὧν αὐτοὶ ἔλαβον· τέως τὸ εὔκολον λέγει καὶ πολλὴν ἔχον δωρεὰν, καὶ τότε ἐπὶ τὸν βίον ἄγει· ὑπόθεσις γὰρ αὐτοῖς ἔσται σπουδῆς τὸ ἤδη γεύσασθαι τῶν τοσούτων ἀγαθῶν· ἐπειδὴ δὲ ἐπόθει ἀκοῦσαι ὁ ἀκροάτης τί ἦν
5τὸ τῶν πλειόνων λόγων κεφάλαιον· τοῦτό ἐστι, φησὶν, ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος· ἐπῄνεσαν τὰ λεχθέντα καίτοι φόβου γέμοντα, καὶ μετὰ τὴν συγκατάθεσιν τότε ἐπὶ τὸ βάπτισμα ἐξέρχονται. Καὶ πᾶσι τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.
10Τοῦ αὐτοῦ. Πολλῷ μᾶλλον ὑμῖν τοῖς ἐγγύς. Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρατο καὶ παρεκά‐ λει αὐτοὺς λέγων, σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Ὅρα αὐτὸν πανταχοῦ ἐπιτέμνοντα καὶ οὐ φιλοτιμούμενον, οὐδὲ
15δεικτιῶντα· “διεμαρτύρατό,” φησι, “καὶ παρεκάλει λέγων·” ἀπηρ‐ τισμένη αὕτη ἡ διδασκαλία, τὸ μὲν φόβον, τὸ δὲ ἀγάπην ἔχουσα. Οἱ μὲν οὖν ἀσμένως δεξάμενοι τὸν λόγον αὐτοῦ, ἐβαπτίσθησαν. Πῶς οἴη τοῦτο τοὺς Ἀποστόλους ἀνεκτήσατο; μᾶλλον τοῦ
20σημείου. Καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Ἐνταῦθα πληροῦται ἡ προφητεία τοῦ θεσπεσίου Ἡσαιοῦ λέ‐ γουσα. “τίς ἤκουσε τοιοῦτον, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ
25“ἐν μιᾷ ἡμέρᾳ, εἰ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ· ὅτι ὤδινε καὶ “ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς· ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν “ταύτην· εὐφράνθητι Ἱερουσαλὴμ, καὶ πανηγυρίσατε πάντες οἱ “ἀγαπῶντες αὐτήν.” Καὶ ἃ διὰ λόγων ὁ προφήτης ἐδίδαξεν, ἐν‐ ταῦθα ἡ πείρα δείκνυσιν ἐναργῶς.
30 Κατὰ τὴν θείαν πίστιν καὶ ὁ ἀριθμὸς τῶν ἀρξαμένων πιστεύειν τῷ θείῳ βαπτίσματι· τρεῖς χιλιάδες ὁμοουσίων εἰς Τριάδα ὁμοού‐
σιον ἐβαπτίσθησαν.53

54

Περὶ ὁμονοίας κοινωφελοῦς καὶ προσθήκης τῶν πιστῶν. Ἦσαν δὲ προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ διδαχῇ τῶν Ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
5Τοῦ Χρυσοστόμου. Δύο ἀρεταὶ καὶ τὸ προσκαρτερεῖν καὶ τὸ “ὁμοθυμαδὸν τῇ διδαχῇ” φησὶν “τῶν Ἀποστόλων·” πάλιν γὰρ αὐ‐ τοὺς ἐδίδασκον, “καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου, καὶ “τῇ προσευχῇ·” πάντα κοινά· πάντα μετὰ καρτερίας· οὐ γὰρ μίαν ἡμέραν, οὐ δύο καὶ τρεῖς, ἀλλ’ ἐπὶ πολλὰς ἐδιδάσκοντο, ἅτε
10ἐφ’ ἕτερον μεταστάντες βίον. Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος· πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν Ἀποστόλων ἐγίνετο εἰς Ἱερουσαλήμ· φόβος τὲ ἦν μέγας ἐπὶ πάντας αὐτούς. Τοῦ αὐτοῦ. Οὐ γὰρ ὡς τῶν τυχόντων κατεφρόνουν· οὐδὲ τοῖς
15ὁρωμένοις προσεῖχον· ἄρα πεπύρωτο αὐτῶν ἡ διάνοια· ἐπειδὴ γὰρ ἄνωθεν ἦν πόλυς ῥέων ὁ Πέτρος, καὶ ἐδείκνυ τὰς ἐπαγγελίας καὶ τὰ μέλλοντα, εἰκότως ἐξέστησαν τῷ φόβῳ· καὶ διεμαρτύρει τοῖς λεγομένοις τὰ θαύματα· καθάπερ ἐπὶ τοῦ Χριστοῦ πρότερον ση‐ μεῖα· εἶτα διδασκαλία· εἶτα θαύματα· οὕτω καὶ νῦν.
20 Τοῦ αὐτοῦ. Καὶ τῶν οὐ πιστευσάντων δηλονότι, τοσαύτην μεταβολὴν ἀθρόον ἰδόντων, καὶ ἀπὸ τῶν σημείων. Καὶ πάντες δὲ οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά. Τοῦ αὐτοῦ. Ὁρᾶς εὐθέως ὅση ἦν ἐπίδοσις, οὐ γὰρ ἐν ταῖς
25εὐχαῖς μόνον ἡ κοινωνία, οὐδὲ ἐν τῇ διδασκαλίᾳ, ἀλλὰ καὶ ἐν τῇ πολιτείᾳ. Καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε. Ἀμμωνίου Πρεσβυτέρου. Σημειωτέον ὅτι ὡς ἐπὶ μιᾶς ψυχῆς
30καὶ ἐπὶ ἑνὸς σώματος οὕτω δεῖ φρονεῖν περὶ παντὸς πιστοῦ· καὶ ὁ τῆς Ἐκκλησίας θεσμὸς κοινὸν βίον θέλει ἔχειν ἅπαντας μεθ’ ἑαυτῶν.
Τοῦ Χρυσοστόμου. Οὐχ ἁπλῶς καθάπερ οἱ παρ’ Ἕλλησι54

55

σοφοὶ, οἱ μὲν ἀνῆκαν τὴν γῆν, οἱ δὲ εἰς θάλασσαν ἔρριψαν πολὺ χρυσίον· τοῦτο δὲ οὐχ ὑπεροψίᾳ χρημάτων, ἀλλὰ μωρίᾳ καὶ ἀνοίᾳ. ἐσπούδασε γὰρ ὁ Διάβολος ἀεὶ τοῦ Θεοῦ τὰ κτίσματα διαβάλλειν, ὡς οὐκ ἐνὸν καλῶς χρήσασθαι χρήμασιν· ἐνταῦθα δὲ
5οὐδεὶς ἕτερος ἑτέρου πλεῖον εἶχε, καὶ ταχέως ἦλθεν ἐπὶ τὸ αὐτὸ ἐπὶ τὸ πᾶσι μεταδοῦναι· τοῦτο πολιτεία ἀγγελικὴ, μηδὲν αὐτῶν λέγειν ἴδιον εἶναι· εὐθέως ἡ ῥίζα τῶν κακῶν ἐξεκόπη· δι’ ὧν ἔπρατ‐ τον ἔδειξαν ἃ ἤκουσαν· τοῦτο ἦν ὃ ἔλεγε, “σώθητε ἀπὸ τῆς γενεᾶς “τῆς σκολιᾶς ταύτης.”
10 Πλούσιοι ὄντες ἡδέως ἐπτώχευον, μεμνημένοι τοῦ δι’ αὐτοὺς πτωχεύσαντος πλουσίου Θεοῦ. Καθ’ ἡμέραν τὲ προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ. Τοῦ Χρυσοστόμου. Τῆς διδασκαλίας ἀπήλαυον· σκόπει πῶς
15μὲν οὐδὲν ἕτερον ἐποίουν Ἰουδαῖοι, οὐ μικρὸν, οὐ μέγα, ἀλλὰ τῷ ἱερῷ προσήδρευον· ἅτε γὰρ σπουδαιότεροι γεγενημένοι καὶ περὶ τὸν τόπον πλείονα εὐλάβειαν εἶχον· οὐ γὰρ ἀπέσπων αὐτοὺς οἱ Ἀπόστολοι τέως ὥστε μὴ βλάψαι. Τοῦ αὐτοῦ. Τουτέστι μία ψυχή· καὶ οὐδὲ ἐνταῦθα λέγει τὴν
20διδασκαλίαν, ἐπιτέμνων τὸν λόγον· ἅτε γὰρ νέους παῖδας ἔτρεφον τῇ τροφῇ τῇ πνευματικῇ· ἄγγελοι γεγόνασιν ἐξαίφνης ἅπαντες, εὐχῇ καὶ ἀκροάσει προσκαρτεροῦντες· εἶδον ὅτι τὰ πνευματικὰ κοινὰ, καὶ οὐδεὶς ἕτερος ἑτέρου πλεῖον ἔχει, καὶ ταχέως ἦλθον ἐπὶ τοῦτο ἐπὶ τὸ πᾶσι μεταδοῦναι. Καὶ μετ’ ὀλίγα—Ἐπειδὴ τρισ‐
25χίλιοι γεγόνασιν, ἐξάγαγον αὐτοὺς λοιπὸν ἔξω· ἅμα δὲ τῆς τοῦ Πνεύματος παρρησίας πολλῆς οὔσης, καθημέραν τε ὥσπερ εἰς ἱερὸν ἀνῄεσαν τόπον· ἐπεὶ καὶ Πέτρος καὶ Ἰωάννης μικρὸνὕστερον τοῦτο ποιοῦσιν· οὐδὲν γὰρ τέως παρεκίνουν τῶν Ἰουδαϊκῶν. Καὶ αὐτὴ δὲ ἡ τιμὴ εἰς τὸν τόπον διέβαινε τὸ ἐν τῷ οἴκῳ ἐσθίειν· ποίῳ
30οἴκῳ; ἐν τῷ ἱερῷ· καὶ ὅρα εὐλαβείας ἐπίδοσιν· χρήματα ἔρριψαν καὶ ἔχαιρον· καὶ πολλὴ ἦν ἡ εὐφροσύνη· μείζονα γὰρ ἦν ἃ ἐλάμ‐ βανον ἄπονα· οὐδεὶς ὠνείδιζεν, οὐδεὶς ἐφθόνει, οὐδεὶς ἐβάσκαινεν; οὐκ ἦν τύφος, οὐκ ἦν ἐξουδένωσις· καθάπερ παιδία ἐνόμιζον ὄντως παι‐ δεύεσθαι· ὡς ἀρτίτοκοι οὕτω διέκειντο· καὶ τί λέγω ὡς ἐν ἀμυδρᾷ
35εἰκόνι; εἰ μέμνησθε ὅτε τὴν πόλιν ἡμῖν ἔσεισεν ὁ Θεὸς, καὶ πάντες55

56

ἦσαν συνεσταλμένοι, οὕτω τότε ἐκεῖνοι διέκειντο· οὐδεὶς πονηρὸς, οὐδεὶς ὑποῦλος ἦν· καὶ γὰρ τοιοῦτον ὁ φόβος, τοιοῦτον αἱ θλίψεις· οὐκ ἦν τὸ ἐμὸν καὶ τὸ σόν· διὰ τοῦτο ἀγαλλίασις ἦν ἐπὶ τῆς τρα‐ πέζης· οὐδεὶς ὡς ἐξ ἰδίων ἐσθίων διέκειτο, οὐδεὶς ὡς ἐξ ἀλλοτρίων·
5καίτοι δοκεῖ αἴνιγμα εἶναι· ὀυτὲ ἀλλότρια ἐνόμιζον εἶναι τὰ τῶν ἀδελφῶν, δεσποτικὰ γὰρ ἦν· οὔτε ἴδια, ἀλλὰ τῶν ἀδελφῶν· οὔτε ὁ πένης ᾐσχύνετο, οὔτε ὁ πλούσιος ἐτυφοῦτο· τοῦτό ἐστιν ἀγαλλίασις· κἀκεῖνος ὡς εὐεργετούμενος διέκειτο, καὶ εὖ πάσχων μᾶλλον· καὶ οὗτοι ὡς δοξαζόμενοι· ταύτῃ καὶ πάνυ πρὸς αὐτοὺς ἦσαν συνδεδεμέ‐
10νοι. Καὶ μετ’ ὀλίγα—Ὅρα πόσα αὐτοῖς προμαρτυρεῖ· πίστιν γνησίαν· βίον ὀρθόν· τὴν ἐν ἀκροάσει καρτερίαν· τὴν ἐν εὐχαῖς· τὴν ἐν ἀσφαλείᾳ· τὴν ἐν εὐφροσύνῃ· δύο ἦν ἱκανὰ καλεῖν αὐτοὺς εἰς ἀθυμίαν· ἥτε νηστεία καὶ τὰ χρήματα ἀπόλλυσθαι· ἀλλὰ διά τε ἀμφότερα ἔχαιρον· τίς γὰρ τοὺς οὕτω διακειμένους οὐκ ἂν ἠγά‐
15πησεν ὡς πατέρας κοινούς· οὐδὲν ἔτικτον πονηρὸν κατ’ ἀλλήλων· τὸ πᾶν ἐπέτρεπον τῇ χάριτι τοῦ Θεοῦ. Κλῶντές τε κατ’ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας· αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ
20Κύριος προσετίθει τοῖς σωζομένοις καθ’ ἡμέραν τῇ ἐκκλησίᾳ. Τοῦ Χρυσοστόμου. Τὸν ἄρτον δοκεῖ μοι λέγων, καὶ νηστείαν ἐνταῦθα σημαίνειν καὶ σκληρὸν βίον· τροφῆς γὰρ οὐ τρυφῆς μετελάμβανον.
25 Τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι οὐχ ἡ τρυφὴ ἀλλ’ ἡ τροφὴ τὴν ἀπό‐ λαυσιν ἐποίει· οἱ μὲν γὰρ τρυφῶντες ἐν κολάσει καὶ λύπῃ, οὗτοι δὲ οὐχί. Ὁρᾶς ὅτι οἱ Πέτρου λόγοι καὶ τοῦτον εἶχον τὸν τοῦ βίου σωφρονισμόν· οὐ γὰρ ἔνι γενέσθαι ἀγαλλίασιν, μὴ ἀφε‐ λείας οὔσης.
30 Τοῦ αὐτοῦ. Πῶς εἶχον χάριν πρὸς ὅλον τὸν λαόν; δι’ ὧν ἐποίουν, διὰ τῆς ἐλεημοσύνης· μὴ γάρ μοι ὅτι οἱ ἀρχιερεῖς ἐπ‐ έστησαν αὐτοῖς ὑπὸ φθόνου καὶ βασκανίας τοῦτο ἴδῃς, ἀλλ’ ὅτι
πρὸς τὸν λαὸν χάριν εἶχον.56

57

Τοῦ αὐτοῦ. Πάλιν ὁμόνοια· ἡ ἀγάπη τὸ πάντων αἴτιον τῶν ἀγαθῶν· οὐκ ἤρκει τὰ λεχθέντα· ἐκεῖνα μὲν γὰρ ὥστε ἐπάγεσθαι πρὸς τὴν πίστιν ἦν ἱκανά· ταῦτα δὲ, τίνα χρὴ τὸν πιστὸν ποιεῖν. Ἐξ ἀνεπιγράφου. Ὁ συνεργῶν Κύριος τοῖς προαιρουμένοις
5τὸ ἀγαθὸν τοὺς σπουδάζοντας συγκαταριθμηθῆναι, μᾶλλον δὲ ἑνωθῆναι τοῖς προλαβοῦσι, τὴν πίστιν προσετίθει καθ’ ἑκάστην τῇ Ἐκκλησίᾳ ἐπὶ τὸ αὐτό· νοήσεις δὲ τὸ λεγόμενον ἐκ τοῦ εἰρημένου ἐν Εὐαγγελίῳ· “Πᾶν ὃ δίδωσί μοι ὁ Πατήρ μου, πρὸς ἐμὲ ἥξει·” τὸν γὰρ ἐρχόμενον πρὸς τὸν Υἱὸν, δίδωσιν αὐτῷ ὁ Πατήρ· δηλοῖ δὲ
10τὸ ἔρχεσθαι προαιρετικὴν ὁρμὴν, τὸ δὲ δεδόσθαι ὑπὸ τοῦ Πατρὸς συνεργίαν τελειοῦσαν τὴν ὁρμὴν τοῦ παρ’ ἰδίαν βούλησιν ἐρχομέ‐ νου· ὅθεν οἰχέσθω ὁ μύθος τῶν τὰς φύσεις εἰσαγόντων· τοὺς γὰρ οὕτως ἔχοντας ἡ φύσις αὐτῶν προστίθησιν αὐτοὺς τοῖς πιστοῖς, ἀλλ’ οὐχ ὁ Κύριος.
15tΚΕΦ. Δ.
16tΠερὶ τῆς ἐν Χριστῷ θεραπείας τοῦ ἐκ γενετῆς χωλοῦ· Πέτρου τὲ κατηχήσεως
17tἐκλεκτῆς συμπαθητικῆς, συμβουλευτικῆς πρὸς σωτηρίαν αὐτῶν.
18 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην· καί
20τις ἀνὴρ χωλὸς ἐκ κοιλίας τῆς μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένη ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. Τοῦ Χρυσοστόμου. Πανταχοῦ φαίνονται οὗτοι βεβαίαν ἔχον‐
25τες τὴν ὁμόνοιαν· τούτῳ νεύει ὁ Πέτρος· ὁμοῦ εἰς τὸν τάφον ἀπῆλθον· περὶ αὐτοῦ φησὶ τῷ Χριστῷ, “οὗτος δὲ τί;” τὰ μὲν οὖν ἄλλα σημεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων· λέγει δὲ ση‐ μεῖον ἀφ’ οὗ πάντας ἐκίνησε. Καὶ ὅρα πάλιν αὐτοὺς, οὐ προη‐ γουμένως ἐπ’ αὐτὰ ἐρχομένους· οὕτω φιλοτίμως ἦσαν καθαροί.
30Καὶ μετ’ ὀλίγα—Φυσικὸν τὸ πάθος ἦν· κρεῖττον τεχνῆς ἰατρικῆς· τεσσαράκοντα ἦν ἔτη πεποιηκὼς ἐν τῇ Γαλιλαίᾳ καθὼς προϊὼν φησίν· οὐδεὶς αὐτὸν ἐν πάντι τῷ χρόνῳ ἐθεράπευσε· ταῦτα γὰρ μάλιστα δύσκολά ἐστιν ἅπερ ἂν ἐκ γενετῆς ᾖ· καὶ ἐπίσημος δὲ
ὁ ἀνὴρ ἦν, ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ πάθους.57

58

Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας. Δοκεῖ γὰρ ὁ χωλὸς οὗτος τύπον ἐπέχειν πάσης τῆς ἀνθρωπότητος, ἤγουν τῆς ἐκ τῶν ἀθέων καὶ ἐλπίδα μὴ ἐχόντων ἐθνῶν συλλεγείσης Ἐκκλησίας καὶ περιποιηθείσης, ὡς γέγραπται· ἥντινα νενεκρωμένην μὲν ἐζωοποίη‐
5σεν ὁ Χριστὸς τῷ οἰκείῳ θανάτῳ, παρειμένην δὲ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα καὶ βαίνειν τὸ παράπαν οὐ δυναμένην, ἀλλ’ ἔξω κειμένην τοῦ ἱεροῦ, τὴν χεῖρα τῆς διδασκαλίας ὀρέξαντες, ἀν‐ έστησαν οἱ Ἀπόστολοι· ἀργύριον μὲν καὶ χρυσίον οὐ δόντες, εἰ καὶ περὶ ταῦτα ἐκεχήνει, καὶ περὶ τὴν ὑλικὴν φαντασίαν ἐπτόητο·
10τὴν δὲ ὡραίαν αὐτῇ θύραν ὅλην ἀνοίξαντες· ἥτις ἐστὶν Ἰησοῦς, “ὁ ὡραῖος μὲν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων,” ὡς ὁ Προ‐ φήτης φησὶν, εἰσάγων δὲ τοὺς πιστεύοντας πρὸς τὴν ἑαυτοῦ γνῶ‐ σιν καὶ τοῦ Πατρὸς οἷα δὴ θύρα· καὶ ἐν Εὐαγγελίοις βοᾷ· “ἐγώ “εἰμι ἡ θύρα.”
15 Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν, ἠρώτα ἐλεημοσύνην λαβεῖν· ἀτενίσας δὲ Πέ‐ τρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπε· βλέψον εἰς ἡμᾶς· ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ’ αὐτῶν λαβεῖν. Σευήρου ἀπὸ λόγου οδ. Διὰ τοῦτο ὡς ἔοικεν ὁ χωλὸς καὶ
20Πέτρον ᾔτει καὶ Ἰωάννην τὴν τοιαύτην εἰσφορὰν εἰσφέρειν αὐτῷ, δεικνὺς ὡς καὶ τοῖς κατ’ ἐκείνου τὴν ἀρετὴν εἰς προσευχὴν πορευο‐ μένοις ἀναγκαῖος ὁ περὶ τοὺς ἐνδεεῖς οἶκτος καὶ ἔλεος. Τοῦ Χρυσοστόμου. Καὶ οὐδὲ οὕτως ἀνέστη αὐτοῦ ἡ διάνοια, ἀλλ’ ἐπέμενεν ἐνοχλῶν· τοιοῦτον γὰρ ἡ πενία· καὶ εὐρώστους ἀπ‐
25αγορεύοντας ἐπιμένειν ἀναγκάζει· αἰσχυνθῶμεν οἱ ἐν ταῖς εὐχαῖς ἀποπηδῶντες. Ὅρα δέ μοι τὴν ἐπιείκειαν τοῦ Πέτρου· “εἶπέ,” φησι, “βλέψον εἰς ἡμᾶς·” οὕτως αὐτῶν τὸ σχῆμα αὐτόθεν ἐδείκνυ τὸν τρόπον. Εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει
30μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε καὶ περιπάτει. καὶ πιά‐ σας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν. Σευήρου Ἀντιοχείας. Ἀρέσκει σοι, φησὶν, εἰς διδασκαλίαν,
καὶ τὴν ἐκ ταύτης ὑγείαν καὶ ἐπανόρθωσιν, τὸ μόνον ἰδεῖν ἡμᾶς·58

59

ἔασον οὖν τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ξόανα καὶ σεβάσματα τῶν ἐθνῶν· τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἃ καθ‐ άπερ σὺ πόδας ἔχεις καὶ οὐ περιπατεῖς. Τοῦ Χρυσοστόμου. Οὕτως οὐδὲν εἶχον, καὶ ὅμως πάντα κατ‐
5εῖχον· τί ταύτης σεμνότερον τῆς φωνῆς; τί μακαριώτερον; ἕτε‐ ροι μὲν γὰρ ἐπὶ τοῖς ἐναντίοις ἁβρύνονται, λέγοντες, ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα, καὶ οἰκίας καὶ ἀνδράποδα· οὗτος δὲ ἐπὶ τὸ πάντων εἶναι γυμνόν· καὶ οὐ κατα‐ δύεται τῇ πενίᾳ, ὅπερ πάσχουσιν οἱ ἀνόητοι· ἀλλ’ οὐδὲ ἐγκαλύ‐
10πτονται καὶ καλλωπίζονται. Καὶ μετ’ ὀλίγα—Ἤκουσα τῆς Πέ‐ τρου φωνῆς τῆς ἐπιδεικνυμένης πενίαν πλούτου μητέρα τῆς οὐδὲν ἐχούσης καὶ τῶν τὰ διαδήματα περικειμένων εὐπορωτέρας· αὕτη γὰρ μηδὲν ἔχουσα, καὶ νεκροὺς ἀνίστη, καὶ χωλοὺς διώρθου, καὶ δαίμονας ἤλαυνε· καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ τὴν ἁλουργίδα
15περιβεβλημένοι, καὶ τὰ μεγάλα καὶ φοβερὰ στρατόπεδα ἄγοντες, οὐδέποτε ἴσχυσαν χαρίσασθαι. Σευήρου ἀπὸ λόγου οδ. Διδάσκων ὡς χρὴ μᾶλλον οὗ ἔχει τις, τούτου μεταδιδόναι τοῖς ἐνδεέσιν, εἴτε ἐν λόγῳ, εἴτε ἐν ἔργῳ τυγχάνει, καὶ μὴ ἴδιον ἀλλὰ κοινὸν τὸ κτῆμα λογίζεσθαι· καὶ
20τὸν δεδωκότα ἐννοεῖν καὶ ἑαυτοῦ κατεπᾴδειν καὶ λέγειν· τί ἔχεις ὃ οὐκ ἔλαβες; Καὶ μετ’ ὀλίγα—Ἀλλ’ ἴδωμεν πῶς ἐν τύπῳ τοῦ χωλοῦ τὴν Ἐκκλησίαν διανέστησε Πέτρος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ τῶν Ἀποστόλων, ὁμοίως πρὸς τὴν θεογνωσίαν πάλαι χωλεύ‐ ουσαν, καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἁμαρτίᾳ παρειμένην διὰ τὴν
25τοῦ Ἀδὰμ καὶ τῆς Εὔας παράβασιν. Καὶ μετ’ ὀλίγα—“Ἐν τῷ “ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε καὶ περιπάτει·” καὶ ταῦτα εἴποντες καὶ λαμβανόμενοι τῆς δεξιᾶς χειρὸς αὐτοῦ ἤγει‐ ραν· οὐ γὰρ ἂν δεξιάν τινα καὶ εἰς ἀρετὴν φέρουσαν πρᾶξιν ἐνερ‐ γῆσαι ἴσχυσεν, εἰ μὴ τὴν δεξιὰν καὶ τὴν φυσικὴν αὐτῆς δύναμιν
30τοῖς διδάγμασιν ἐπέρρωσαν οἱ Ἀπόστολοι, χειρὶ χεῖρα ἀνάψαντες· καὶ “παραχρῆμα ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυρά·” ἔστησε γὰρ τοὺς πόδας εἰς τὴν πέτραν τῆς πίστεως. Παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ
τὰ σφυρά.59

60

Τοῦ Χρυσοστόμου. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε· πολλάκις λόγῳ ἐθεράπευσε, πολλάκις ἔργῳ, πολλάκις καὶ τὴν χεῖρα προ‐ ήγαγεν, ὅπου ἦσαν ἀσθενέστεροι κατὰ τὴν πίστιν· ἵνα μὴ δόξῃ ἀπὸ ταυτομάτου γενέσθαι· “καὶ πιάσας αὐτοῦ τῆς δεξιᾶς χειρὸς
5“ἤγειρε” φησί· τοῦτο ἐποίησε δήλην τὴν ἀνάστασιν· ἀναστάσεως γὰρ ἡ εἰκών. Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει. Τοῦ αὐτοῦ. Ἀλλὰ καὶ ἐπῆδα, καὶ ἅλμασιν ἐχρῆτο, σκιρτῶν τοῖς θείοις διανοήμασιν.
10 Τοῦ αὐτοῦ. Πειράζων ἴσως ἑαυτόν· καὶ πλείονα τὴν βάσανον ἐποιεῖτο· μὴ γὰρ ἂν ἁπλῶς ἐστὶ τὸ γεγονός· ἀσθενεῖς ἦσαν αὐτοῦ οἱ πόδες οὐ κεκομμένοι· τινὲς δὲ φασὶν ὅτι καὶ ἠγνόει περιπατεῖν. Καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν· καὶ εἶδε πᾶς ὁ λαὸς
15αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν. Τοῦ αὐτοῦ. Ὄντως θαύματος ἄξιον· οὐκ αὐτοὶ αὐτὸν ἐπάγον‐ ται, ἀλλ’ αὐτὸς ἀκολουθεῖ, διὰ τῆς ἀκολουθήσεως τοὺς εὐεργέτας δεικνύς· “καὶ ἁλλόμενός,” φησι, “καὶ αἰνῶν τὸν Θεόν·” οὐκ ἐκείνους θαυμάζων, ἀλλὰ τὸν Θεὸν δι’ αὐτῶν ἐνεργήσαντα. εὐχάριστος ἦν
20ὁ ἀνήρ. Τοῦ αὐτοῦ. Τῶν ἱερῶν καὶ τοῖς λοιποῖς ἀψαύστων θεωρημάτων ἐμφιλοχωροῦσα τοῖς βάθεσι, καὶ αὐτὴ λοιπὸν τοὐναντίον κρατοῦσα τοὺς Ἀποστόλους, καὶ δυσαποσπάστως ἔχουσα, καὶ οὐχ ὑπ’ αὐτῶν κρατουμένη.
25 Ἐπεγίνωσκον δὲ αὐτὸν, ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεη‐ μοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ. Καλῶς εἶπεν “ἐπεγίνωσκον,” ὡς καὶ ἀγνοουμένου λοιπὸν ἀπὸ τοῦ πράγματος· ταύτῃ γὰρ τῇ λέξει κεχρήμεθα ἐπὶ τῶν μόλις γνωρι‐ ζομένων. ἔδει πιστευθῆναι ὅτι ἀφίησι τὰ ἁμαρτήματα τὸ ὄνομα
30τοῦ Χριστοῦ, ὅπουγε καὶ τοιαῦτα ἐργάζεται. Καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ
συμβεβηκότι αὐτῷ· κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον60

61

καὶ τὸν Ἰωάννην, συνέδραμε πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι. Ἀπὸ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς καὶ τῆς φιλίας, οὐκ ἐχωρίζετο αὐτῶν, ἴσως εὐχαριστῶν αὐτοῖς καὶ ἐπαινῶν.
5 Αὕτη μὲν ἡ στοὰ ἵστατο ἀπὸ τῆς κατασκευῆς Σολομῶντος· ἐνέπρησε γὰρ τὸ ἱερὸν ὁ Ναβουχοδονόσορ, καὶ ᾠκοδόμησε Κῦρος ὁ Πέρσης. Ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄν‐ δρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτε‐
10νίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Φανερὸν τὸ κήρυγμα ὁ Πέτρος σὺν Ἰωάννῃ ἐκήρυσσεν αὐτοῖς, τὴν ὑπόσχεσιν ἣν ἐποιήσατο ὁ Θεὸς τοῖς πατράσιν Ἰησοῦ πεπληρῶσθαι εὐαγγε‐
15λιζόμενος· ἀλλ’ οὐκ ἄλλον Θεὸν καταγγέλλων, ἀλλὰ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν καὶ ἄνθρωπον γεγονότα καὶ παθόντα· εἰς ἐπίγνωσιν ἄγων τὸν Ἰσραὴλ, καὶ ἐν Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν κηρύσσων, καὶ σημαίνων ὅτι ὅσα οἱ προφῆται κατήγγειλαν περὶ τοῦ πάθους τοῦ Χριστοῦ, ταῦτα ἐπλήρωσεν ὁ Θεός.
20 Τοῦ Χρυσοστόμου. Οὐδὲ τοῦτο· οὐ γὰρ ἐπειδὴ ἄξιοι ἐσμὲν ἐπεσπασόμεθα τοῦ Θεοῦ τὴν ῥοπήν· “ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς “Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν.” Ὅρα πῶς αὐτὸν εἰσωθεῖ συνεχῶς εἰς τοὺς προγόνους· ἵνα μὴ δόξῃ καινόν τι εἰσάγειν δόγμα· καὶ ἐκεῖ τοῦ Πατριάρχου Δαβὶδ ἐμνημόνευσε,
25καὶ ἐνταῦθα τῶν περὶ τῶν Ἀβραάμ. Τοῦ αὐτοῦ. Οὐ τοῦτο ὑμᾶς ταράττει καὶ θορύβει· μάθετε τίς ὁ ποίησας, καὶ μὴ ἐκπλήττεσθε. καὶ ὅρα πανταχοῦ ὅταν ἐπὶ τὸν Θεὸν καταφεύγῃ, καὶ εἴπῃ παρ’ αὐτοῦ γίνεσθαι πάντα, τότε ἀδεῶς αὐτοῖς ἐπιπλήττει, ὡς καὶ ἀνωτέρω ἔλεγεν, “ἄνδρα ἀποδε‐
30“δειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ἡμᾶς·” καὶ πανταχοῦ ἀναμιμνήσκει αὐτοὺς τοῦ τολμήματος, ἵνα καὶ ἡ ἀνάστασις κυρωθῇ. Ἀμμωνίου. Σημειωτέον ὅτι κἂν σημεῖα τις ποιῇ, οὐκ ὀφείλει ἐπαίρεσθαι.
Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς61

62

Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. Τοῦ Χρυσοστόμου. Πάλιν ταπεινῶς καθὼς ἐν προοιμίῳ· εἶτα
5λοιπὸν ἐνδιατρίβει τῷ τολμήματι καὶ ἐπαίρει τὸ γεγενημένον. Καὶ μετ’ ὀλίγα—Δύο τὰ ἐγκλήματα· ὅτι ὁ Πιλάτος ἤθελεν ἀπολύειν· καὶ ὅτι ὑμεῖς ἐκείνου θελήσαντος οὐκ ἠθελήσατε. Ἐξ ἀνεπιγράφου. Τί φὴς Πέτρε; ὃν οὖν καταγγέλλεις Ἰη‐ σοῦν, οὐκ ἔστι Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ;
10καὶ ἀλλαχοῦ· “ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ “οὐκ ἔστι·” καὶ ἐν τοῖς Εὐαγγελίοις πάλιν τοῖς θεομάχοις Ἰου‐ δαίοις· “ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πρὸς Ἀβραὰμ εἰμὶ ἐγώ.” ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὃν ὑμεῖς ὡς ἀντίθεον καὶ παραβάτην ἐσταυ‐ ρώσατε, καὶ ὡς ἀντιπολιτευόμενον τῷ νόμῳ, Θεός ἐστι καὶ Θεοῦ
15Υἱὸς, ὃς τὸν νόμον δέδωκε καὶ τοὺς προφήτας ἀπέστειλε. Καὶ μετ’ ὀλίγα—Μὴ τοίνυν θαυμάζετε ἐπὶ τούτῳ, καὶ ἡμῖν τι ἀτενί‐ ζετε, ὡς ἰδίᾳ δυνάμει πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν· ὁ Θεὸς γὰρ ἐξαποστείλας τὸν ἑαυτοῦ Υἱὸν, τὴν ἰδίαν δύναμιν δι’ οὗ τὰς ἀρχὰς καὶ μεθ’ οὗ τοὺς θρόνους ὑπεστήσατο· δι’ οὗ καὶ μεθ’ οὗ τὰς κυριό‐
20τητας διετάξατο, καὶ τὴν ἄνω διετυπώσατο Ἱερουσαλήμ· δι’ οὗ καὶ μεθ’ οὗ τοὺς οὐρανοὺς ἐκαμάρωσε, καὶ τὴν γῆν ἥδρασε, καὶ τὴν θάλασσαν ἐθεμελίωσε, καὶ τὸν ἄνθρωπον κατ’ εἰκόνα ἐποίησε καὶ ὁμοίωσιν τὴν αὐτοῦ· δι’ αὐτοῦ νῦν καὶ τοῦτον ἐποίησε περιπα‐ τεῖν ἐνωπίον ὑμῶν· μὴ τοίνυν ἡμῖν ἀτενίζετε, ἀλλ’ ἐκεῖνον ἐπί‐
25γνωτε, ὃν ὁ Πατὴρ ἐδόξασεν, ὃν ὁ Πατὴρ ἐγνώρισεν ἡμῖν, ὃν ὁ Πατὴρ ἐφανέρωσε, καὶ τὸ Πνεῦμα ἐμαρτύρησε, ὃν ὁ Πατὴρ ὑμῖν ἐχαρίσατο· ἐκεῖνον προσκυνήσατε, ἐκεῖνον δέξασθε καὶ δοξάσατε· ἐκείνῳ προσέλθετε, καὶ παρ’ αὐτῷ φωτίσθητε· ὃν ὁ Πατὴρ φῶς ἀπέστειλεν εἰς τὸν κόσμον, ὃν ὑμεῖς ἐσταυρώσατε.
30 Ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν. Τοῦ Χρυσοστόμου. Ὅτι ἀντ’ αὐτοῦ, φησὶ, λῃστὴν ᾐτήσασθε· σφόδρα ἐδείνωσε τὸ πρᾶγμα· ἐπειδὴ γὰρ εἶχεν αὐτοὺς ὑπὸ τὴν
χεῖρα, πλήττει λοιπὸν σφοδρῶς.62

63

Τοῦ αὐτοῦ. Κρίναντος Πιλάτου ἀπολύειν ἐκωλύσατε· τὸν μὲν ἑτέρους ἀνέλοντα ᾐτήσατε ἀπολυθῆναι· τὸν δὲ τοὺς ἀνῃρημένους ζωοποιοῦντα, οὐκ ἠθελήσατε. Καὶ ἵνα μὴ λέγωσι πάλιν, πῶς νῦν αὐτὸν δοξάζει ὁ Θεὸς, ὁ τότε μὴ βοηθήσας; παράγουσι τοὺς προ‐
5φήτας μαρτυροῦντας, ὅτι οὕτω ἔδει γενέσθαι. Καὶ μετ’ ὀλίγα— Καθάπερ γὰρ τοῖς μὲν μεθύουσιν οὐδὲν λέγομεν, ὅταν δὲ νήψωσι καὶ ἀνενέγκωσιν ἐκ τῆς μέθης, τότε ἐπιπλήττομεν· οὕτω δὴ καὶ Πέτρος, ὅτε ἠδύναντο συνιέναι τῶν λεγομένων, τότε τὴν γλῶτταν ἠκόνησε· πολλά τε ἐγκλήματα ἐπάγων· ὅτι ὃν ὁ Θεὸς ἐδόξασεν
10οὗτοι παρέδωκαν· ὅτι ὃν ὁ Πιλάτος ἀπέλυσε· καὶ ὅτι ἠρνήσαντο κατὰ πρόσωπον ἐκείνου· ὅτι προετίμησαν τὸν λῃστήν. Τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν· οὗ ἡμεῖς μάρτυρες ἐσμέν· καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ
15οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὴν πίστιν τῆς ἀναστάσεως κατασκευάζει· “ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν·” πόθεν τοῦτο; οὐκ ἔτι εἰς προφήτας καταφεύγει, ἀλλ’ εἰς ἑαυτὸν, ἐπειδὴ λοιπὸν ἀξιόπιστος ἦν· τότε μὲν γὰρ εἰπὼν ὅτι ἀνέστη, ἐπηγάγετο μάρ‐
20τυρα· νῦν δὲ εἰπὼν, ἐπεισήγαγε τὸν χορὸν τὸν Ἀποστολικόν· “οὗ “ἡμεῖς,” φησὶν, “ἐσμὲν μάρτυρες,” καὶ τὰ ἑξῆς· ζητῶν τὸ πράγμα εἰπεῖν, καὶ πρὶν ἤ τι εἰπεῖν εὐθέως τὸ σημεῖον παράγει· ἐνώπιον, φησὶ, πάντων ὑμῶν· ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ ἔδειξεν ἀναστάντα τὸν σταυρωθέντα, πάλιν ἀνίησι, διδοὺς αὐτοῖς
25ἐξουσίαν μετανοίας· καὶ νῦν φησὶν, “ἀδελφοὶ, οἶδα ὅτι κατ’ ἄγνοιαν “ἐπράξατε,” καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Οὐκ ἄρα παρ’ ἑτέρου ἔσχε τὸ ζῆν· ὁ ἀρχηγὸς τῆς κακίας τίς ἂν εἴη; ὁ τὴν κακίαν τεκών· ὁ ἀρχηγὸς τοῦ φόνου· ὁ τὸν φόνον τεκών· οὕτω καὶ ὁ ἀρχηγὸς τῆς ζωῆς, ὁ παρ’ ἑαυτοῦ
30τὴν ζωὴν ἔχων· ὅτι μὲν οὖν ἀθῶον ἀνῃρεῖτε, ἤδητε, ὅτι δὲ ἀρχηγὸν τῆς ζωῆς, ἴσως ἠγνοεῖτε. Ἐξ ἀνεπιγράφου. Ἵνα εἴπῃ, δι’ οὗ ἐγενόμεθα καὶ ζῶμεν καὶ ἐσμὲν, τὸν αἴτιον τοῦ ἡμετέρου φυράματος, τὸν σύμβουλον καὶ
βούλησιν τοῦ Πατρὸς τοῦτον μετὰ τοῦ Πατρὸς δοξάζετε· τοῦτον63

64

ἀπὸ τοῦ Πατρὸς ἐληλυθότα λάβετε· ταύταις ταῖς θεοσημείαις μὴ ἡμῖν ἀτενίζετε. Θεοδότου ἐπισκόπου Ἀγκύρας. Καὶ μὴν ὁ τῆς ζωῆς ἡμῶν ἀρχηγὸς ἐστὶν ἀθάνατος, ἀλλ’ ἑνωθεὶς τῷ θνητῷ ἀπεκτάνθη, φησίν·
5ἡ γὰρ πρὸς Θεὸν ἕνωσις οὐκ ἀφίησιν εἰς ἄνθρωπον μόνον περιγρά‐ φεσθαι τὰ παθήματα· διὰ τοῦτο δὴ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ καλεῖ Ἰησοῦν· τὴν προσηγορίαν τὴν ἐκ τῆς Μαρίας τεθεῖσαν τῷ βρέφει, ἐκείνου γεγονέναι δηλῶν· καὶ τὸν αὐτὸν πάλιν ἄνθρωπον καλεῖ καὶ ἀρχηγὸν προσαγορεύει ζωῆς· τὸν αὐτὸν ποιητήν τε ὁμοῦ
10τῶν ἁπάντων δεικνὺς καὶ ἄνθρωπον θανάτου γευσάμενον. Καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκλη‐ ρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. Ἀμμωνίου. “Καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ·” ὅτι διὰ πίστεως τῆς εἰς Χριστὸν ὑγιάζεταί τις· δεῖ οὖν ἀμφοτέρων τὴν πίστιν συν‐
15δραμεῖν, καὶ τοῦ ὑγιαζομένου καὶ τοῦ ὑπερευχομένου· ὅμοιον ἐπὶ τοῦ παραλύτου καὶ τῆς αἱμορροούσης. Τοῦ Χρυσοστόμου. Μία αὕτη ἀπολογία· δευτέρα ἑτέρα· ὥσπερ ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς λέγει, “ὅτι ὁ Θεός με ἀπέστειλεν “ἔμπροσθεν ὑμῶν·” ὅπερ ἐκεῖ συνεσταλμένως ἔλεγε, “τῇ ὡρισμένῃ
20“βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες,” τοῦτο πλα‐ τύνει ἐνταῦθα. Καὶ τὰ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Τοῦ αὐτοῦ. Ἅμα δεικνὺς ὅτι οὐκ ἐκείνων ἐστὶν, ἐὰν τοῦτο
25δειχθῇ, ὅτι κατὰ Θεοῦ βουλὴν γέγονε· τὰ ῥήματα δὲ ἃ ἐπὶ τοῦ σταυροῦ ὠνείδιζον αἰνίττεται, “εἰ θέλει αὐτὸν σωσάτω αὐτὸν” φησίν· “εἶπεν ὅτι Θεοῦ υἱός εἰμί· εἰ πέποιθεν ἐπ’ αὐτὸν, καταβήτω ἀπὸ “τοῦ σταυροῦ·” λῆρος ἦν, ὦ ἀνόητοι, ταῦτα, οὕτω γὰρ ἔδει γενέσθαι· καὶ μαρτυροῦσιν οἱ προφῆται, ὥστε οὐ παρὰ οἰκείαν ἀσθένειαν οὐ
30κατέβη· ἀλλ’ οὐδὲ παρὰ δύναμιν· καὶ τίθησιν αὐτὸ ἐν τάξει ἀπο‐ λογίας τῆς ὑπὲρ Ἰουδαίων, ἵνα καὶ δέξωνται· ἐπλήρωσε φησὶν οὕτως· ὁρᾶς πῶς νῦν αὐτὸν δοξάζει ὁ τότε μὴ βοηθήσας. παρά‐ γουσι τοὺς προφήτας μαρτυροῦντας ὅτι οὕτως ἔδει γενέσθαι.
Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων64

65

τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλή‐ ρωσεν οὕτως· μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας. Τοῦ αὐτοῦ. Ἐνταῦθα τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον· ἐν
5βραχεῖ ῥήματι πέλαγος ἄφατον ἀνοίξας· ὁ γὰρ ἀνέκφραστος καὶ ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ὁ δόξαν ἔχων ἄφατον, ὁ φῶς οἰκῶν ἀπρόσιτον, μεγαλωσύνην ἀπέραντον· τοῦτο γάρ ἐστι, πλού‐ σιος ὢν ἐπτώχευσεν· ἄνθρωπος ἐγένετο, κατεδικάσθη, ἐσταυρώθη, τὰ μύρια ἔπαθεν.
10 Ἐξ ἀνεπιγράφου. Τινὲς τῶν προφητῶν προεκήρυξαν τὴν ἐπι‐ δημίαν τοῦ Κυρίου, καὶ τὰ πάθη ἃ ὑπὲρ ἀνθρώπων ἔμελλεν ἀνα‐ δέξασθαι· τὰς περὶ τούτων οὖν προφητείας ἐκβεβηκυίας ἐν τῷ σταυρωθῆναι Χριστὸν, ἐπλήρωσεν ὁ Θεός· ὅθεν ὅταν λέγῃ πάντων τῶν προφητῶν πεπληρῶσθαι τοὺς λόγους, τοῦ Σωτῆρος παθόντος, οὐ
15καθάπαξ πάντας τοὺς προφήτας ἐκλαμβάνομεν, ἀλλὰ πάντας τοὺς προαναφωνήσαντας τὰ τοῦ Χριστοῦ παθήματα, ἀχρὶ καιρῶν ἀποκαταστάσεως. Ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου Κυρίου, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Ἰη‐
20σοῦν Χριστὸν, ὃν δεῖ οὐρανὸν δέξασθαι. Διδύμου. Ὁ προσέχων τῇ ἀναγνώσει πολλὰ εἴδη προφητείας εὕροι δηλούμενα ἐν ταῖς γραφαῖς· ὧν ἐστιν ἡ τῶν μελλόντων προ‐ αναφώνησις. τούτῳ τῷ εἴδει τῆς προφητείας κοσμηθέντες θεόθεν ἄνδρες τινὲς προεθέσπισαν τὴν ἐπιδημίαν τοῦ Χριστοῦ καὶ τὰ
25πάθη, ἃ ὑπὲρ ἀνθρώπων ἔμελλεν ἀναδέξασθαι· τὰς περὶ τούτων προφητείας ἐκβεβηκυίας ἐν τῷ σταυρωθῆναι τὸν Ἰησοῦν, ἐπλήρω‐ σεν ὁ Θεός· ὅθεν ἐὰν γράφηται ἐντεῦθεν πάντων τῶν προφητῶν πεπληρῶσθαι τοὺς λόγους, τοῦ Σωτῆρος παθόντος, οὐ καθάπαξ πάν‐ τας τοὺς προφήτας ἐκλαμβάνομεν, ἀλλὰ πάντας τοὺς προαναφω‐
30νήσαντας τὰ Χριστοῦ παθήματα. Τοῦ Χρυσοστόμου. Δείκνυσιν ἐνταῦθα ταλαιπωρηθέντας αὐ‐ τοὺς καὶ πολλοὺς κατεργαθέντας πολέμοις· πρὸς γὰρ τὸν καυσού‐ μενον καὶ παραμυθίαν ἐπιζητοῦντα, οὗτος ἂν ἁρμόσειεν ὁ λόγος.
ὅρα πῶς ὁδῷ προβαίνει· ἐν μὲν τῇ πρώτῃ δημηγορίᾳ ἠρέμα τὴν65

66

ἀνάστασιν καὶ τὴν ἐν οὐρανῷ κάθισιν ᾐνίξατο· ἐνταῦθα δὲ καὶ τὴν ἐμφανῆ παρουσίαν. Τοῦ αὐτοῦ. Ἐνταῦθα περὶ τῆς ἀναστάσεως διαλέγεται ἀμυ‐ δρῶς· ὄντως γὰρ ἐκεῖνοι “ἀναψύξεως καιροὶ,” οὓς ἐπεζήτει Παῦλος
5λέγων, “καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρού‐ “μενοι.” Ἀχρὶ χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶ‐ νος αὐτοῦ προφητῶν.
10Σκόλιον. Τὸ ἀχρὶ καὶ τὸ ἕως παρὰ τῇ θειᾷ γραφῇ οὐ χρόνων ἐστὶ σημαντικόν· ἐπεὶ πῶς νοητέον τὸ εἰρημένον πρὸς Θεόν; “ἕως “τοῦ αἰῶνος σὺ εἶ·” ἔστιν οὖν ὁ νοῦς οὗτος τοῦ προκειμένου· πολλὰ, φησὶν, εἶπον οἱ προφῆται γίνεσθαι, ἃ οὔπω πάντα πεπλή‐ ρωται· ἀλλ’ ἔτι γίνονται καὶ γενήσονται ἕως τῆς συντελείας τοῦ
15κόσμου· ἀναστὰς οὖν, φησὶν, ὁ Σωτὴρ ἐκ νεκρῶν, ἀνελήφθη εἰς οὐρανόν· ἀλλὰ καὶ μένει ἐκεῖ, ἕως τῆς τοῦ κοσμοῦ συντελείας, ἐλευσόμενος τότε μετὰ δυνάμεως καὶ δόξης θεοπρεποῦς κρῖναι ζῶν‐ τας καὶ νεκρούς. Διδύμου. Ἑπόμενος τίς τῇ συνηθείᾳ τῆς γραφῆς, τὸ ἄχρι
20καὶ τὸ ἕως ἐκλήψεται οὐ πάντως χρονικὰς περιγραφὰς σημαί‐ νοντα· ὡς ἑτέρου τινὸς σημαίνοντος παρὰ τὸ πρότερον μετὰ τὴν χρονικὴν περιγραφήν· τὸ γὰρ ὑπὸ Θεοῦ λεγόμενον πρός τινας· “ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν·” καὶ “ἕως ἂν καταγηράσητε ἐγώ εἰμι” οὐ δηλοῖ, ὅτι μετὰ τὸ γηράσαι τοὺς πρὸς οὓς ὁ λόγος, οὐκ ἔτι Θεός
25ἐστιν, ἀθάνατος γὰρ καὶ ἀΐδιος ὑπάρχει· τούτῳ μυρία συνάδει τῷ αὐτῷ τρόπῳ φερόμενα ἐν τῇ θειᾷ παιδεύσει, ἃς αὐτῷ τις ἐκ‐ λέξασθαι δύναται· εἰ τοίνυν οὕτως ἡ προκειμένη φωνὴ λέγει, δεῖν δέξασθαι τὸν οὐρανὸν τὸν Κύριον “ἄχρι χρόνων ἀποκαταστάσεως,” καὶ τὰ ἑξῆς· ἡγητέον ὡς Χριστὸς ἀναληφθεὶς εἰς οὐρανοὺς μένει
30ἐκεῖ, ἕως τῆς τοῦ κόσμου συντελείας· ἐλευσόμενος τότε μετὰ δυνάμεως, ἀποκαταστάντων πάντων λοιπὸν ὧν προεθέσπισαν οἱ προ‐ φῆται· ἤτοι ὅταν τὸ τέλος ἐνστῇ καὶ παύσεται τὰ αἰσθητὰ, τότε ὁ Χριστὸς ἔσται τῶν οὐρανῶν ὑψηλότερος· οὐ μὴν ἐν οὐρανῷ ἀπο‐
κατασταθεὶς, ἀλλ’ ὑπὲρ οὐρανὸν, “εἰς ἣν δόξαν εἶχε παρὰ τῷ Πατρὶ66

67

“πρὸ τοῦ τὸν κόσμον εἶναι·” ὑπεράνω οὖν γεγονὼς πάσης ὁρωμένης κτίσεως, τέλος ἐπιτίθησι τὸ εἶναι ἐν οὐρανῷ. Μωυσῆς μὲν πρὸς τοὺς πατέρας εἶπεν, ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν
5ὑμῶν, ὡς ἐμέ. Τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ πρὸς Ῥωμαίους τόμου β. Προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουὴλ, ὁ ὡς ἐν τάξει Μωσέως μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ διαπορθμεύων εἰς ἡμᾶς τοῦ ἰδίου Πατρὸς τὴν ἀπόρρητον βούλησιν.
10 Οὐ τῇ οὐσίᾳ ἀλλὰ τοῖς πράγμασιν· εἰ γὰρ τῇ οὐσίᾳ ἔφη, “ὡς ἐμὲ” οὐχ εἷς ἀνέστη ἀλλὰ πολλοὶ μεχρὶ τῆς δεῦρο. Τοῦ Χρυσοστόμου. Τὸ “ὡς ἐμὲ” οὐκ ἐπὶ τῆς φύσεως ἀλλ’ ἐπὶ τῆς πράξεως ἐκληπτέον· ἐδήλου γὰρ ὡς οὐ μόνον προφήτης ἀλλὰ καὶ νομοθέτης ὁ παραγενόμενος ἔσται· οὐ μόνον δὲ Μωϋσῆς
15ἀλλὰ καὶ οἱ προφῆται τὴν εἰς ἀνθρώπους αὐτοῦ κατήγελλον παρ‐ ούσιαν· κατεσήμαναν γὰρ καὶ τὸν τρόπον τῆς γεννήσεως, ὅτι ἐκ παρθένου· καὶ τὸν τόπον, ὅτι ἐκ Βηθλεέμ· καὶ τὸν χρόνον, τὴν ἑβδο‐ μήκοντα ἑβδομάδων προθεσμίαν μηνύοντες· καὶ ὅσα διαπράξεται· ὀφθαλμοὺς λέγοντες αὐτὸν ἀνοίγειν τυφλῶν, καὶ τὰς ἄλλας ἁπά‐
20σας εὐεργεσίας· καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ὅσα πείσεται ὑπὸ τῶν δυσσεβῶν· καὶ τὸν θάνατον αὐτοῦ, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν· ὀψὲ δέ ποτε μετὰ τὴν εἰς οὐρανοὺς τοῦ Κυρίου ἄνοδον ὁ Παράκλητος ἐλθὼν, ἐδίδαξε τοὺς Ἀποστόλους καὶ Εὐαγγελιστὰς τὴν ἀκριβῆ τοῦ μυστηρίου οἰκονομίαν.
25 Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. Ἐξ ἀνεπιγράφου. Τί δέ ἐστιν “ὡς ἐμέ;” Μωϋσῆς οὗτος γεννᾶται ἐν Αἰγύπτῳ, φονευομένων τῶν νηπίων ὑπὸ Φαραὼ τῶν ἀρρένων τῶν Ἑβραίων· ὃν λαβοῦσα ἡ μήτηρ καὶ προσποιησαμένη
30μὴ εἶναι αὐτοῦ μητέρα ἀλλὰ ξενὴν, “κιβώτιον θήβην λεγομένην “κατασκευάσασα καὶ χρίσασα πίσσῃ, ῥίπτει παρὰ τὴν ὀχθὴν τοῦ “ποταμοῦ,” καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα—Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ δεύτερος οὐράνιος Μωϋσῆς, φαίην γὰρ αὐτὸν ἂν καὶ
Μωϋσέα· Μωϋσῇ ἐν παραβολῇ συγκρινόμενον, τῇ σκιᾷ, τῷ δούλῳ·67

68

ὁ δεσπότης τῷ κτίσματι, ὁ κτίστης τῷ γηγενεῖ, ὁ ἄναρχος· τούτῳ ὁ Μωϋσῆς, οὐχ ἑαυτὸν τῷ δεσπότῃ ὁ δοῦλος, οὐ τῷ ποιητῇ τὸ ποίημα, οὐ τῷ πλάστῃ τὸ πλάσμα, οὐ τῷ τεχνίτῃ ὁ πηλὸς, ἀλλὰ καιρὸν συγκρίνων καιρῷ, καὶ ἀλήθειαν ἐν σκιᾷ διαγράφων, καὶ ἐπιτηδεύματα
5ἀνθρώπων προκατασκευαζομένη ἀνθρώποις οἰκονομία, καὶ σχήματα δράμασι Θεοῦ, εὐπορίας, καὶ τρόπον τρόπῳ. Γεννᾶται ἐν Βηθλεὲμ ὁ Χριστὸς, ὡς καὶ Μωϋσῆς ἐν Αἰγύπτῳ· Ἰσραηλίτης ἐκεῖνος, οὗτος τὸ κατὰ σάρκα ὡς ἐκ γένους ἱερατικοῦ, ὡς οὗτος ἐκ Δαβὶδ διὰ τὴν παρθένου· Φαραὼ ἐπ’ ἐκείνου, Ἡρώδης ἐπὶ τούτῳ· βρέφη ἐκεῖνος
10ἀναιρεῖ, βρέφη φονεύει οὗτος· ἀρρενικὰ ἐκεῖνος, ἀρρενικὰ οὗτος· ἐν λάρνακι ἐκεῖνος, καὶ παρὰ ποταμὸν ἐν λύκῳ οὗτος, τῇ παρὰ τὸν αὐ‐ τὸν ποταμὸν Αἰγυπτίᾳ πόλει· ὑπὸ ἀλλοφύλου ἐκεῖνος τῆς Φαραω‐ νίτιδος ἐτρέφετο, ὑπὸ πόλεως καὶ οὗτος Φαραωνίτιδος ἐτρέφετο. Σευήρου Ἀντιοχείας ἐκ τοῦ κατὰ τῆς τοῦ Ἁλικαρνασ‐
15σέως ἀπολογίας συντάγματος. Καὶ τὸ δὲ “ὡς ἐμὲ” τὸ σχῆμα τῆς νομοθεσίας δηλοῖ, τὸ μόνον ἐκβεβηκὸς εἰς Χριστὸν, καὶ οὐκ εἰς ἑτερὸν προφήτην τινά· πρόδηλον γὰρ ὡς διὰ Μωσέως ὁ νόμος ἐδόθη, ὃν καὶ κατὰ τὸ Δευτερονόμιον ἐκ θείας ἐπιπνοίας ἐπλάτυνε, καὶ νομοθέτου δόξαν ἐκαρποῦτο καὶ ὄνομα· πρωτοτυπῶν τὸν ἀληθῆ
20νομοθέτην Χριστὸν, τὸν καὶ τὸν νόμον λαλήσαντα· δι’ αὐτοῦ γὰρ καὶ ἐν νόμῳ καὶ προφήταις πολυμερῶς καὶ πολυτρόπως, ὡς διὰ ἰδίου Λόγου μονογενοῦς καὶ ἐνυποστάτου καὶ ὁμοουσίου, λελάληκεν ὁ Θεὸς καὶ Πατήρ· τοσοῦτον γὰρ ἀξίωμα νομοθέτου καὶ δόξαν εἶχεν ὁ Μωσῆς, τῇ δόσει τῶν νομικῶν ὑπουργήσας πλακῶν, ὅτι δὴ
25καὶ αὐτὸν τὸν νόμον Μωϋσέα καλεῖν ἔθος τῇ θείᾳ γραφῇ. Καὶ μετ’ ὀλίγα—Ἐπεὶ οὖν ἐν σχήματι νομοθέτου μόνος ἐν προφήταις ὁ Μωϋσῆς, διὰ τοῦτο καὶ μοναδικῶς πρὸς τὸν Χριστὸν ἀποβλέπων ἔλεγε, “προφήτην ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν, ἐκ τῶν ἀδελ‐ “φῶν ὑμῶν, ὡς ἐμέ.” καὶ γὰρ ὥσπερ αὐτὸς τὴν νομικὴν εἰσήγαγε
30πολιτείαν, οὕτως ὁ Χριστὸς τὴν εὐαγγελικὴν, κατὰ τὸ τῆς ἑκουσίου κενώσεως μέτρον· μεσίτης ἀνθρωπίνως τῆς καινῆς διαθήκης καὶ τῆς ἐν Πνεύματι λατρείας γενόμενος· καθὸ γὰρ ὑπῆρχε Θεὸς, αὐ‐ τὸς ἦν ἑκατέρας πολιτείας καὶ πρυτάνις καὶ δότης· τοῦτον ᾔτει τὸν νομοθέτην δοθῆναι πᾶσι τοῖς ἔθνεσι, καὶ οὐ καθὰ πάλαι μόνῳ
35τῷ Ἰσραὴλ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, μελῳδῶν ὧδε πῶς ὁ προ‐68

69

φήτης Δαβίδ· “Κατάστησον Κύριε νομοθέτην ἐπ’ αὐτούς· γνώ‐ “τωσαν ἔθνη, ὅτι ἄνθρωποι εἰσί·” τοιγαροῦν καὶ δεξάμενα τὰ ἔθνη τὸν νομοθέτην, τὸν ἐν σαρκὶ φανερωθέντα Θεὸν, ἔγνωσαν ἀληθῶς ὅτι ἄνθρωποί εἰσι, διὰ τῆς εὐαγγελικῆς νομοθεσίας παιδευθέντες τι
5τὸ οἰκεῖον ἀξίωμα· καὶ ὅτι χρὴ τὴν μὲν ψυχὴν ἀνακαθαίρειν τῶν τῆς ἀλογίας παθῶν, ὡς κατ’ εἰκόνα καὶ ὁμοίωσιν γινομένην· τῶν δὲ τῆς σαρκὸς ἡδονῶν ἀμελεῖν, ἵνα καὶ αὐτῇ τῆς ἐν τῇ καταστάσει δόξης κληρονομήσειεν. Ἔσται δὲ, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προ‐
10φήτου ἐκείνου, ἐξολοθρευσήτεται ἐκ τοῦ λαοῦ· καὶ πάν‐ τες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα καλῶς τὸν ὄλεθρον· ὅταν γάρ τι λέγῃ μέγα, ἐπὶ τοὺς πρώτους καταφεύγει, καὶ μαρτυρίαν εὗρεν
15ἀμφότερα ἔχουσαν ὥσπερ εἶπεν· “ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς “πόδας αὐτοῦ·” τὸ γὰρ θαυμαστὸν, ὅτι ὁμοῦ τὰ δύο καὶ ὑπετάγη, καὶ παρακοὴ καὶ ἡ τιμωρία. Σχόλιον. Ἀθάνατος οὖσα τοῦ ἀνθρώπου ἡ ψυχὴ, οὐ καθάπαξ ἐξολοθρεύεται, ἀλλ’ ἐκ τινὸς τάγματος ἀγαθοῦ, ὅπου ἦν τεταγμένος
20πρότερον· οὕτω καὶ Ἰούδας ἐξολοθρεύθη ἐκ τοῦ χοροῦ τῶν Ἀπο‐ στόλων. Διδύμου. Ἐπειδὴ ἀθάνατός ἐστιν ἡ ψυχὴ, ἐξολόθρευσιν αὐτῆς νοοῦμεν, τὸ ἔξω γενέσθαι τῶν ἀγαθῶν ὧν ἤμελλεν ἀπολαύειν, εἴγε θεοσεβῶς ἐπολιτεύσατο.
25 Ὑμεῖς δὲ ἐστὲ οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραὰμ, καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. Τοῦ Χρυσοστόμου. “Ὑμεῖς ἐστὲ υἱοὶ τῶν προφητῶν,” ὥστε ὑμῖν
30ἔλεγον, καὶ δι’ ὑμᾶς πάντα γέγονεν· ἐπειδὴ γὰρ διὰ τὸ τόλμημα ἐνόμιζον ἑαυτοὺς ἠλλοτριῶσθαι, καὶ οὐκ ἔχει λόγον, τὸν αὐτὸν νῦν μὲν σταυροῦσθαι, νῦν δὲ ὡς οἰκείους θεραπεύειν, δεικνὺς ὅτι καὶ ἐκεῖνο διὰ προφητείαν καὶ τοῦτο· “καὶ τῆς διαθήκης ἧς διέθετο ὁ
“Θεός·” τῆς διαθήκης, φησὶν, υἱοὶ, τουτέστι κληρονόμοι· ἵνα γὰρ μὴ69

70

δόξωσιν ὡς ἀπὸ χάριτος Πέτρου ταῦτα λαμβάνειν, δείκνυσιν ὅτι ἄνωθεν αὐτοῖς ὠφείλετο, ἵνα μᾶλλον πιστεύσωσιν ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ· καὶ ἐπάγει Μωσέα λέγοντα ὅτι πάντα ἔσται, ἃ εἶπεν ὁ Χριστός· εἶτα καὶ ἑτέρωθεν μετ’ ἐγκωμίου· ὥστε καὶ διὰ τοῦτο
5πείθεσθαι ὀφείλετε φησίν· “υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης·” τί ἐστιν υἱοί; τουτέστι κληρονόμοι· τί οὖν ὡς περὶ ἀλλότρια διά‐ κεισθε τὰ ὑμέτερα; ἄρα κατηγορίας μὲν ἄξια ἐπράξατε, δυνήσεσθε συγγνώμης τυχεῖν. Ὑμῖν πρῶτον ἀναστήσας ὁ Θεὸς τὸν παῖδα αὑτοῦ
10Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀπο‐ στρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν. “Ὑμῖν πρῶτον,” φησὶν, “ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ “ἀπέστειλεν·” ἄρα καὶ ἑτέροις· ἀλλὰ καὶ ὑμῖν πρῶτον τοῖς σταυ‐ ρώσασιν· “εὐλογοῦντα ὑμᾶς,” φησὶν, “ἐν τῷ ἀποστρέφειν ἕκα‐
15“στον ἀπὸ τῶν πονηριῶν.” Καὶ μετ’ ὀλίγα—Οὐκ εἶπεν, ὑμῖν ἁπλῶς ἀπέστειλε τὸν παῖδα αὐτοῦ, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστα‐ σιν· καὶ ὅτι ἐσταυρώθη· ἵνα γὰρ μὴ νομίσωσιν ὅτι αὐτὸς ὢν ταῦτα ἐχαρίζετο, ὁ δὲ πατὴρ οὐχὶ, διὰ τοῦτο φησὶ “εὐλογοῦντα ὑμᾶς·” εἰ γὰρ ἀδελφὸς ὑμῶν αὐτὸς, καὶ εὐλογεῖ ἡμᾶς, ὑπόσχεσις τὸ
20πρᾶγμα ἐστί· τουτέστι, τοσοῦτον ἀπέχετε μὴ κοινωνεῖν τούτοις, ὅτι καὶ τοῖς ἄλλοις ὑμᾶς αἰτίους καὶ ἀρχηγοὺς οὐ βούλεται γενέσθαι· καὶ γὰρ ὡς ἀπερριμμένοι διάκεισθε. Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐ‐ τοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ.
25Τοῦ Χρυσοστόμου. Σὺ δέ μοι θέα πῶς ἐπὶ τοῦ Χριστοῦ τὸν παραδώσοντα ζητοῦντες, ἐνταῦθα λοιπὸν αὐτοὶ ἐπιβάλλουσι τὰς χεῖρας, θρασύτεροι γεγονότες καὶ ἀναισχυντότεροι μετὰ τὸν σταυ‐ ρόν· ἡ γὰρ ἁμαρτία, ἕως μὲν ἂν ὠδίνηται, ἔχει τινὰ αἰσχύνην· ἐπὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους
30αὐτήν· “καὶ ὁ στρατηγὸς,” φησὶ, “τοῦ ἱεροῦ,” ἵνα πάλιν δημόσιον ἔγκλημα περιθῶσι τοῖς γινομένοις, καὶ μὴ ὡς ἰδιωτικὸν ἐκδικῶσιν, ὅπερ πανταχοῦ σπουδάζουσι ποιεῖν. Καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν
αὐτοὺς τὸν λαόν.70

71

Τοῦ αὐτοῦ. Οὐ μόνον ὅτι ἐδίδασκον, ἀλλ’ ὅτι οὐκ αὐτὸν μόνον ἔλεγον ἐγηγέρθαι, ἀλλὰ καὶ ἡμᾶς δι’ ἐκεῖνον ἀνίστασθαι. Καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν· καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας.
5Τοῦ αὐτοῦ. Οὕτως ἰσχυρὰ ἐγένετο ἡ ἀνάστασις, ὡς καὶ ἑτέ‐ ροις αὐτὸν αἴτιον γενέσθαι ἀναστάσεως. Καὶ ἔθεντο αὐτοὺς εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. Τοῦ αὐτοῦ. Ὢ τῆς ἀναισχυντίας· οὐκ ἔδεισαν τὸ πλῆθος· διὰ
10τοῦτο καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ σὺν αὐτοῖς ἦν· ἔτι τῶν προτέρων αἱμάτων γεμούσας τὰς χεῖρας εἶχον. Τοῦ αὐτοῦ. Οὐκέτι ἄγουσιν αὐτοὺς πρὸς Πιλάτον, αἰσχυνό‐ μενοι καὶ ἐρυθριῶντες τὰ προτέρα, μὴ καὶ ὑπὲρ ἐκείνων ἐγκλη‐ θῶσιν.
15 Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. Τοῦ αὐτοῦ. Τί τοῦτο; μὴ γὰρ εὐδοκιμήσαντας εἶδον, οὐχὶ δεθέντας ἐθεάσαντο. πῶς οὖν ἐπίστευσαν; ὁρᾶς ἐνέργειαν φανεράν·
20καὶ μὴν καὶ τοὺς ἤδη πιστεύσαντας ἔδει ἀσθενεστέρους γενέσθαι· ἀλλ’ οὐκ ἔστι τοῦτο· ἡ γὰρ Πέτρου δημηγορία εἰς τὸ βάθος τὸ σπέρμα κατέβαλε, καὶ τῆς διανοίας καθήψατο· καὶ διὰ τοῦτο ὠργί‐ ζοντο, ὅτι οὐδὲν αὐτοὺς ἐδεδίεσαν, ὅτι οὐδὲν τὰ παρόντα δεινὰ ἡγοῦντο· εἰ γὰρ ὁ σταυρωθεὶς, φησὶ, τοιαῦτα ἐργάζεται, οὐ φοβού‐
25μεθα οὐδὲ τούτους· τὸν χωλὸν ἔστησαν· καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας γέγονε· πλείους γὰρ ἦσαν οἱ νῦν πιστεύσαντες τῶν πρώτων· διὰ τοῦτο ἐκείνων ὁρώντων ἔδησαν τοὺς Ἀποστόλους, ἵνα καὶ αὐτοὺς δειλοτέρους ἐργάσωνται· τὸ δὲ ἐναντίον ἐγένετο· καὶ οὐκ ἐπ’ αὐτῶν αὐτοὺς ἐξετάζουσιν, ἀλλὰ κατ’ ἰδίαν· ἵνα μὴ ἀπὸ
30τῆς παρρησίας οἱ ἀκούσαντες κερδάνωσιν. Τοῦ αὐτοῦ. Τοῦτο γὰρ ἦν τὸ πολλοῖς ἐκπλήξεως γέμον· ὅτι κατέχοντες αὐτοὺς οἱ ἐχθροὶ, καὶ εἰς δεσμωτήριον ἐμβάλλοντες
καὶ δεσμοὺς, οὐ μόνον αὐτῶν οὐ περιεγένοντο, ἀλλὰ καὶ αὐτοὶ71

72

μετὰ ταῦτα αὐτοῖς ὑπέκυπτον· οἱ μαστίζοντες τοῖς μαστιζομέ‐ νοις· οἱ δεσμοῦντες τοῖς δεδεμένοις· οἱ διώκοντες, τοῖς ἐλαυνο‐ μένοις. Διὰ τοῦτο προέλεγεν ἐπὶ τῶν πεντακισχιλίων “δότε αὐτοῖς
5“ὑμεῖς φαγεῖν·” τουτέστι, πεντακισχιλίους κορέσετε πίστεως καὶ ὑμεῖς μετὰ ταῦτα. Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν Ἱερουσαλήμ· καὶ Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν
10καὶ Ἰωάννην καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. Τοῦ Χρυσοστόμου. Οὐκέτι γὰρ μετὰ τῶν ἄλλων κακῶν τὰ τοῦ νόμου ἐφυλάττετο· καὶ πάλιν δικαστηρίου σχῆμα τῷ πράγματι περιτιθέασιν, ἵνα ὑπεύθυνοι τῇ ἀδίκῳ γένωνται κρίσει.
15 Καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ, ἐπυνθάνοντο, ἐν ποία δυνάμει, ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Τοῦ αὐτοῦ. Καὶ μὴν ἤδεσαν· διαπονούμενοι γὰρ ἐν τῷ κατ‐ αγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν, κατέσχον αὐτούς· τίνος οὖν ἕνεκεν ἐρωτῶσι; προσδοκῶντες αὐτοὺς διὰ τὸ πλῆθος ἐξάρνους
20γενέσθαι, καὶ τὸ πᾶν διὰ τούτου νομίζοντες κατορθωκέναι· ὅρα γοῦν τί φασί· καὶ “ἐν ποίῳ ὀνόματι ποιήσατε τοῦτο ὑμεῖς;” Τοῦ αὐτοῦ. Τοῦτο ποῖον; διατί μὴ λέγεις, ἀλλὰ συσκιάζεις; “ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;” Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου, εἶπε πρὸς
25αὐτούς. Τοῦ αὐτοῦ. Ἀναμνήσθητι τοίνυν τοῦ Χριστοῦ λέγοντος, “ὅταν “δὲ ἄγωσιν ὑμᾶς εἰς τὰς συναγωγὰς, μὴ μεριμνήσητε πῶς ἢ τί “λαλήσητε· τὸ γὰρ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἐστι τὸ λαλοῦν “ἐν ὑμῖν·” ὥστε ἐνεργείας πολλῆς ἀπήλαυον.
30 Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραὴλ, ἀκούσατε· εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται.
Τοῦ αὐτοῦ. Ὅρα φιλοσοφίαν ἀνδρὸς πόσης γέμουσαν παρρη‐72

73

σίας· οὐδὲν ὑβριστικὸν φθέγγεται· ἀλλὰ μετὰ τιμῆς σφόδρα αὐτῶν γενναίως καθήψατο· ἀπὸ τοῦ προοιμίου διεκωμῴδησεν αὐ‐ τοὺς, καὶ ἀνέμνησε τῶν προτέρων, ὅτι ἐπ’ εὐεργεσίας αὐτοὺς κρί‐ νουσιν· ὡσανεὶ ἔλεγε, μάλιστα μὲν ἐχρῆν στεφανοῦσθαι ἡμᾶς
5ἐπὶ τούτοις, καὶ ὡς εὐεργέτας ἀνακηρύττεσθαι, ἐπεὶ δὲ καὶ κρινό‐ μεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦ, οὐχὶ πλουσίου, οὐχὶ δυνα‐ τοῦ, οὐχὶ ἐνδόξου· καίτοι ἐν τούτῳ τίς ἂν ἐβάσκῃνε; πολλῆς βαρύτητος ἡ ἐπαγγελία γέμει· καὶ δείκνυσιν ὅτι αὐτοὶ ἑαυτοὺς περιπείρουσιν.
10 Γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ. Τοῦ αὐτοῦ. Ὃ μάλιστα αὐτοὺς ἐλύπει· τοῦτο γὰρ ἐστὶν ὃ ἔλεγεν αὐτοῖς ὁ Χριστὸς, “ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ “τῶν δωμάτων.” Ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου.
15Τοῦ αὐτοῦ. Μὴ νομίσητε, φησὶν, ὅτι κρύπτομεν ἢ τὴν πα‐ τρίδα ἢ τὸ πάθος· “ὃν ὑμεῖς ἐσταυρώσατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ “νεκρῶν· ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής·” πάλιν τὸ πάθος· πάλιν ἡ ἀνάστασις. Ὃν ὑμεῖς ἐσταυρώσατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν,
20ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. Τοῦ αὐτοῦ. Ὢ τῆς πολλῆς παρρησίας· “ὃν ὑμεῖς ἐσταυρώσατε” φησὶν, αὐτὸν ὁ Θεὸς ἤγειρε· τοῦτο μείζονος παρρησίας· μὴ νομί‐ σητε ὅτι τὰ αἰσχρὰ κρύπτομεν· μονονουχὶ ὀνειδίζων αὐτοῖς ταῦτα φησί· καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἐνδιατρίβει τῷ λόγῳ.
25 Κυρίλλου. Ὅτι δὲ ὁ Πατὴρ ἐκ νεκρῶν ἀναστῆσαι λέγεται τὸν Κύριον ἡμῶν Ἰησοῦ Χριστὸν, ἐνεργουμένου δηλονότι περὶ τὴν σάρκα αὐτοῦ τοῦ πράγματος, οὐκ ἂν ἐνδοιάσειέ τις· αὐτός τε ὑπάρχων ἡ ζωοποιός τε καὶ ἐνεργὴς δύναμις τοῦ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναὸν, κατὰ τὸ, “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν
30“ἡμέραις ἐγερῶ αὐτόν.” ἦν ἄρα τὸ ζωοποιούμενον οὐκ ἀλλότριον, οὕτε μὴν ἑνὸς τῶν καθ’ ἡμᾶς ἀνθρώπων, ἀλλ’ ἴδιον αὐτοῦ τοῦ Λόγου σῶμα. Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ἀφ’ ὑμῶν τῶν
οἰκοδόμων.73

74

Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Οὕτως οἱ Ἀπόστολοι οὐ τὸν Θεὸν ἤλασσον, ἀλλὰ τὸν Χριστὸν κατήγγελλον τῷ λαῷ εἶναι τὸν Ἰησοῦν τὸν ἐσταυρωμένον· ὃν ὁ Θεὸς, ὁ τοὺς προ‐ φήτας πέμψας, αὐτὸς Θεὸς ὢν, ἤγειρε, καὶ τὴν σωτηρίαν ἐν αὐτῷ
5ἔδωκε τοῖς ἀνθρώποις. Τοῦ Χρυσοστόμου. Ἀνέμνησεν αὐτοὺς καὶ ῥήματος ἱκανοῦ φοβῆσαι· “καὶ ὁ πεσὼν γάρ,” φησιν, “ἐπὶ τὸν λίθον τοῦτον συν‐ “θλασθήσεται, ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν.” Ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
10Τοῦ αὐτοῦ. Τουτέστιν, ὅτι σφόδρα δόκιμός ἐστι· πολλὴν εἶ‐ χον ἀπὸ τοῦ σημείου τὴν παρρησίαν τὸ λοιπόν· καὶ ὅτε μὲν διδά‐ ξαι ἐχρῆν, ὅρα πῶς λέγουσι καὶ προφητείας παράγουσι πολλάς· ὅτε δὲ παρρησιάσασθαι, μόνον ἀποφαίνονται· “οὐδὲ γὰρ ὄνομα ἕτε‐ “ρόν ἐστι” φησὶ, καὶ τὰ ἑξῆς.
15 Καὶ οὐκ ἔστιν οὐδενὶ ἄλλῳ ἡ σωτηρία. Τοῦ αὐτοῦ. Ποίας οἴει πληγὰς αὐτοὺς λαμβάνειν ἐκ τούτων τῶν ῥημάτων. Διδύμου. Τῆς σωτηρίας βεβαιουμένης μετουσίᾳ Τριάδος, ὁ Χριστὸν τὸν ἐπιδημήσαντα προσηκάμενος, πιστεύσας δὲ ἐν τῷ
20ὀνόματι, σώζεται· δοθέντος ἐν τῇ ὑπ’ οὐρανὸν τῆς Υἱοῦ προσηγο‐ ρίας, ἀπὸ τοῦ τῆς ἐπιδημίας χρόνου, ἐν ᾗ ὁ πιστεύων μεθέξει διὰ Υἱοῦ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος ἀποσταλέντος Παρα‐ κλήτου· ὅθεν ὁ σωζόμενος ἐν τῷ ὀνόματι τοῦ Σωτῆρος ἐκ τῆς Τριάδος ἔχει τὴν σωτηρίαν.
25 Οὐδὲ γὰρ ἕτερον ὄνομά ἐστιν ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα καὶ ὑψηλὰ φθέγγεται· ὅταν γὰρ μὴ ᾖ τι κατορθῶσαι, ἀλλὰ παρρησίαν ἐπιδείξασθαι μόνον, οὐ φείδεται· οὐδὲ γὰρ ἐδεδοίκει μὴ πλήξῃ· καὶ οὐκ εἶπεν ἁπλῶς δι’
30ἄλλου· ἀλλ’ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· τουτέστιν, οὗτος ἡμᾶς σῶσαι δύναται. ταύτῃ τὸν φόβον αὐτῶν κατέστειλεν. Ἐξ ἀνεπιγράφου. Ὥσπερ ἐπὶ τοῦ ἁγίου βαπτίσματος εἴπο‐ μεν, ὅτι ὁ βαπτιζόμενος ἐπὶ τῷ ὀνόματι Ἰησοῦ, καὶ εἰς Πατέρα
καὶ εἰς τὸ Ἅγιον Πνεῦμα βαπτίζεται, ἀδιαιρέτου οὔσης τῆς Ἁγίας74

75

Τριάδος, οὕτω καὶ ἐνταῦθα λέγομεν, ὅτι ὁ σωζόμενος ἐν τῷ ὀνόματι Ἰησοῦ, ἐκ τῆς Ἁγίας Τριάδος ἔχει τὴν σωτηρίαν. Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰω‐ άννου.
5Τοῦ Χρυσοστόμου. Οἱ δύο ἀγράμματοι κατερητόρευσαν αὐ‐ τῶν καὶ τῶν ἀρχιερέων· οὐ γὰρ αὐτοὶ ἐφθέγγοντο, ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις. Καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον· ἐπεγίνωσκον δὲ αὐτοὺς ὅτι σὺν
10τῷ Ἰησοῦ ἦσαν. Οὐκ ἔστι μόνον θαυμαστὸν, ὅτι ἁλιεῖ, ὅτι ἰδιῶται ἦσαν οἱ κήρυκες, ἀλλ’ ὅτι καὶ ἕτερα κωλύματα φύσει ἦν· καὶ πλεῖον γέγονεν ἡ ἐπίδοσις· οὐ μόνον οὐδὲν ἐκώλυσεν ἡ ἰδιωτία, ἀλλὰ καὶ αὐτὸ τοῦτο φανερωθῆναι ἐποίησε τὸ κήρυγμα.
15 Τοῦ Χρυσοστόμου. Οὐχ ἁπλῶς τοῦτο ἔθηκε τὸ χωρίον ὁ Εὐαγγελιστὴς, ἀλλ’ ὅτι ἐπεγίνωσκον αὐτούς, φησιν, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν ἐν τῷ πάθει· οὗτοι γὰρ μόνοι ἦσαν τότε· ἑώρων αὐ‐ τοὺς ταπεινοὺς, συνεσταλμένους· καὶ τοῦτο μάλιστα αὐτοὺς ἐξέ‐ νιζεν, ἡ πολλὴ μεταβολή· καὶ γὰρ ἐκεῖ ἦσαν οἱ περὶ Ἄνναν, καὶ
20παρεστήκεσαν αὐτῷ καὶ οὗτοι· καὶ ἐξέπληττεν αὐτοὺς ἡ παρρη‐ σία. Καὶ μετ’ ὀλίγα—“ἐπεγίνωσκόν τε αὐτοὺς,” φησὶν, “ὅτι σὺν “τῷ Ἰησοῦ ἦσαν·” ὅπερ αὐτοὺς ἐποίει πιστεύειν, ὅτι παρ’ ἐκείνου ταῦτα ᾔδεσαν, καὶ ὡς ἐκείνου μαθηταὶ πάντα ἔπραττον. Τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν
25τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. Τοῦ αὐτοῦ. Πολλὴ ἡ τοῦ ἀνθρώπου παρρησία, καὶ ἐν αὐτῷ τῷ δικαστηρίῳ μὴ ἐγκαταλελοιπότος αὐτούς· εἰ γὰρ εἶπον ὅτι οὐχ οὕτως ἔχει, ἐκεῖνος ἂν κατηγόρησεν.
29tΚΕΦ. Ε.
30tΠερὶ ἀπίστων Ἀρχιερέων προσταττόντων ὡς οὐ δεῖ παρρησιάζεσθαι ἐπὶ τῷ
31tὀνόματι τοῦ Χριστοῦ· καὶ ἀνανεώσεως τῶν Ἀποστόλων.
32Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν,
συνέβαλον πρὸς ἀλλήλους λέγοντες· τί ποιήσωμεν τοῖς75

76

ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι’ αὐτῶν πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερὸν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι. Τοῦ αὐτοῦ. Ὅρα ἐν ἀπορίᾳ ὄντας, καὶ πάλιν τὸν φόβον τὸν
5ἀνθρώπινον πάντα ἐργαζόμενον; ὥσπερ ἐπὶ τοῦ Χριστοῦ ἀνάτρεψαι φησὶν, τὸ γινόμενον οὐκ ἔνι, οὐδὲ συσκιάσαι, ἀλλὰ κωλυόντων αὐτὸν μᾶλλον ἐπεδίδου τὰ τῆς πίστεως, οὕτω καὶ νῦν γίνεται. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. “Τί ποιή‐ “σωμεν τοῖς ἀνθρώποις τούτοις;” τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό
10ἐστιν, ὅτι κατέχοντες αὐτοὺς καὶ ὑπευθύνους ἔχοντες, καὶ δεσμοῦντες καὶ κόπτοντες, ἠπόρουν καὶ ἐν ἀμηχανίᾳ ἦσαν, δι’ αὐτῶν τούτων ἡττώμενοι δι’ ὧν προσεδόκων νικᾶν· καὶ οὔτε τύραννοι οὔτε δῆμοι, οὔτε δαιμόνων φάλαγγες, οὔτε αὐτὸς ὁ διάβολος περιγενέσθαι αὐτῶν ἴσχυσεν, ἀλλ’ ἐκ πολλῆς ἡττῶντο τῆς περιουσίας· ἅπερ κατ’
15αὐτῶν ἐμηχανῶντο παντὰ ὑπὲρ αὐτῶν ὁρῶντες γινόμενα· διὸ καὶ ἔλεγεν ὁ Ἀπόστολος Παῦλος· “ὑπερνικῶμεν·” καινὸς γὰρ οὗτος τῆς νίκης ὁ νόμος ἦν· τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡτ‐ τᾶσθαι· ἀλλ’ ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, οὕτως ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι τούτους.
20 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. “Τί ποιή‐ “σωμεν τοῖς ἀνθρώποις τούτοις;” ὁρᾶς ἐν ἀπορίᾳ ὄντας, οὐ τοὺς ὑποχειρίους καὶ δεδεμένους, ἀλλὰ τοὺς κατέχοντας καὶ δεσμοῦν‐ τας· οὗ τι γένοιτ’ ἂν καινότερον; σὺ κατέχεις καὶ δυσφορεῖς; καὶ μάλα εἰκότως· ἐπειδὴ γὰρ ἐπὶ τῆς ψάμμου πάντα ᾠκοδόμη‐
25σαν· διὰ τοῦτο καὶ ἀσθενέστεροι πάντων ἦσαν. ἀλλ’ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαὸν, ἀπειλῇ ἀπειλησόμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνό‐ ματι τούτῳ μηδενὶ ἀνθρώπων. καὶ καλέσαντες αὐτοὺς παρηγγείλαντο τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδά‐
30σκειν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ. Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς· εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Τοῦ Χρυσοστόμου. Ὅρα καὶ τούτων τὴν ἀναισχυντίαν καὶ
τῶν Ἀποστόλων τὴν φιλοσοφίαν.76

77

Οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς. Εἰ μὲν ψευδῆ ἃ λέγομεν, ἐπιλαβοῦ· εἰδ’ ἀληθῆ, τί κωλύεις; τοιοῦτον ἡ φιλοσοφία· ἐκεῖνοι ἐν ἀπορίᾳ, οὗτοι ἐν εὐφροσύνῃ· ἐκεῖ‐
5νοι πολλῆς γέμοντες αἰσχύνης, οὗτοι μετὰ παρρησίας πάντα πράττοντες· ἐκεῖνοι ἐν τῷ δεδοικέναι, οὗτοι ἐν τῷ θαρρεῖν. Μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτοὺς διὰ τὸν λαόν· ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγο‐ νότι· ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος
10ἐφ’ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως. Τοῦ Χρυσοστόμου ἐκ τοῦ κατὰ Ματθαῖον ὑπομνήματος. Εἶδες φρόνημα ὑψηλόν; εἶδες πέτραν κυμάτων καταγελῶσαν; εἶδες οἰκίαν ἄσειστον; καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὐ μόνον οὐκ ἐγίνοντο δειλοὶ δι’ ὧν ἐπεβουλεύοντο, ἀλλ’ ὅτι καὶ πλέον ἐλάμβανον
15θάρσος, κἀκείνους εἰς μείζονα ἐνέβαλον ἀθυμίαν· καὶ γὰρ ὁ τὸν ἀδά‐ μαντα πλήττων, αὐτός ἐστι ὁ πληττόμενος· καὶ ὁ τὰ κέντρα λακτί‐ ζων, οὗτός ἐστιν ὁ κεντούμενος καὶ χαλεπὰ δεχόμενος τραύματα. Τοῦ Χρυσοστόμου. Ἐπεστόμισε γὰρ αὐτοὺς τὰ σημεῖα· οὐδὲ ἠνείχοντο τελέσαι αὐτοὺς τὸν λόγον, ἀλλὰ μεταξὺ λέγοντας διέ‐
20κοψαν σφόδρα ὑβριστικῶ. Καὶ μετ’ ὀλίγα—Ἀλλ’ ἴδωμεν ἄνω‐ θεν τὰ εἰρημένα· τὸ μὲν πρῶτον διὰ δόξαν ἀνθρωπίνην ἅπαντα ἐποίουν· νυνὶ δὲ καὶ ἕτερον προσέκειτο, τὸ μὴ δόξαι μιαιφόνους εἶναι, ὃ μετὰ ταῦτα ἔλεγον· “βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ “αἷμα ἀνθρώπου τούτου·” ὢ τῆς ἀνοίας· πεισθέντες ὅτι ἀνέστη,
25καὶ τὸ τεκμήριον λαβόντες ὅτι ἔστι Θεὸς, τὸν ὑπὸ τοῦ θανάτου μὴ κατασχεθέντα, ὑπὸ οἰκείων προσεδόκησαν μηχανημάτων συσκιά‐ ζεσθαι· τί ταύτης τῆς ἀνοίας ἶσον; τοιοῦτο γὰρ ἡ πονηρία· οὐδὲν ὁρᾶ, ἀλλὰ πανταχοῦ θορυβεῖται. Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπ‐
30ήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύ‐ τεροι εἶπον. Τοῦ αὐτοῦ. Οὐχὶ φιλοτιμίας ἕνεκεν διηγοῦντο· πῶς γάρ; ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος τὰ τεκμήρια ἐπεδείκνυντο· ὅσα γὰρ
ἐκεῖνοι εἶπον, ταῦτα διηγήσαντο· τὰ δὲ αὐτῶν εἰκὸς καὶ παρελθεῖν.77

78

Τοῦ αὐτοῦ. “Ἦλθον,” φησὶν, “πρὸς τοὺς ἰδίους·” ὅρα αὐτοὺς οὐκ ἐπιρρίπτοντας ἑαυτοὺς τοῖς πειρασμοῖς, ἀλλὰ τοὺς ἐπαγομένους γενναίως φέροντας· ἄλλος εἴτις ἦν τῶν μαθητῶν, ἴσως ἂν τῇ τοῦ πλήθους παρρησίᾳ θαρρῶν καὶ ὕβρισε, κἂν μυρία ἐδέξατο δυσχερῆ·
5ἀλλ’ οὐχ οἱ φιλόσοφοι οὗτοι, ἀλλὰ πάντα ἡμέρως καὶ ἐπιεικῶς. Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον. Τοῦ αὐτοῦ. Καὶ μετὰ σπουδῆς πολλῆς· οὐδὲ γάρ ἐστιν εὐχὴ ἁπλῶς γινομένη· ὅρα δὲ πῶς εἰσὶν ἠκριβωμέναι αὐτῶν αἱ εὐχαί·
10ὅτε τὸν ἄξιον εἰς ἀποστολὴν αὐτοῖς ἠξίουν ἀναδειχθῆναι, οὕτως ἔλεγον· “σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον·” προγνώσεως γὰρ ἦν ἐκεῖ χρεία· ἐνταῦθα δὲ ἐπειδὴ ἐπιστομισθῆναι τοὺς ἐναν‐ τίους ἐχρῆν, περὶ δεσποτείας διαλέγονται· διὸ καὶ οὕτως ηὔξαντο· “Δέσποτα, σὺ ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν
15“θάλασσαν,” καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Ἡ κραυγὴ γέγονεν ἀπὸ ἡδονῆς καὶ διαθέσεως πολ‐ λῆς· αἱ τοιαῦται γὰρ ἀνύουσιν εὐχαὶ, αἱ φιλοσοφίας γέμουσαι, αἱ περὶ τοιούτων γενόμεναι, αἱ παρὰ τῶν τοιούτων, αἱ ἐν τοιούτοις καιροῖς, αἱ κατὰ τὸν τρόπον τοῦτον· ὡς αἵγε ἄλλαι βδελυκταὶ
20καὶ ἀκάθαρτοι· ὅρα πῶς οὐδὲν περιττὸν φησὶν, οὐδὲν γραῶδες καὶ μυθῶδες, ἀλλὰ περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγονται· καθάπερ αὐ‐ τὸς ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις “εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ “ἐκβάλλω τὰ δαιμόνια·” ἰδοὺ καὶ ὁ Πατὴρ ἐν Πνεύματι φθέγ‐ γεται· τί γάρ φασι; “Δέσποτα, ὁ Θεὸς ὁ τοῦ Πατρὸς ἡμῶν διὰ
25“Πνεύματος Ἁγίου στόματος Δαβὶδ παιδός σου εἰπὼν, ἵνα τί “ἐφρύαξαν ἔθνη;” Δέσποτα, σὺ ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος Ἁγίου στόματος Δαβὶδ
30παιδός σου εἰπὼν, ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέ‐ τησαν κενά; Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Αὗται φω‐ ναὶ τῆς Ἐκκλησίας· ἑξῆς πᾶσα ἔσχηκεν ἐκκλησία τὴν ἀρχήν· αὗται
φωναὶ τῆς μητροπόλεως τῶν τῆς καινῆς διαθήκης πολιτῶν· αὗται78

79

φωναὶ τῶν Ἀποστόλων· αὗται φωναὶ τῶν μαθητῶν τοῦ Κυρίου τῶν ἀληθῶς τελείων μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου, διὰ τοῦ Πνεύματος τελειωθέντων, καὶ ἐπικαλουμένων τὸν Θεὸν τὸν ποιήσαντα τὸν οὐρα‐ νὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, τὸν διὰ τῶν προφητῶν κεκη‐
5ρυγμένον· καὶ τὸν τούτου παῖδα, ὃν ἔχρισεν ὁ Θεός· καὶ ἄλλον οὐκ εἰδότων· οὐ γὰρ ἦν τότε Οὐαλεντῖνος ἐκεῖ οὐδὲ Μαρκίων, οὐδ’ οἱ λοιποὶ ἑαυτῶν τε καὶ τῶν πειθομένων αὐτοῖς καταστροφεῖς· διὸ καὶ ἐπήκουσεν αὐτῶν ὁ ποιητὴς τῶν ἁπάντων Θεός· “ἐσαλεύθη γάρ,” φησιν, “ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες
10“τοῦ Ἁγίου Πνεύματος· καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ “παρρησίας” παντὶ τῷ θέλοντι πιστεύειν. Τοῦ Χρυσοστόμου. Καθάπερ συνθήκας ἀπαιτοῦντες τὸν Θεὸν, τὴν προφητείαν εἰς μέσον ἄγουσιν, ἅμα καὶ ἑαυτοὺς παραμυθούμε‐ νοι ὅτι εἰκῆ ἅπαντα μελετῶσιν οἱ ἐχθροί· ἐκεῖνα, φησὶν, εἰς πέρας
15ἄγαγε, καὶ δεῖξον ὅτι κενὰ ἐμελέτησαν. Ἐξ ἀνεπιγράφου. Ἐπειδὴ τινὲς τῶν αἱρεσιωτῶν λέγουσιν ἄλ‐ λον εἶναι Θεὸν τὸν κοσμοποιὸν, καὶ ἄλλον τὸν Πατέρα τοῦ Χριστοῦ· καὶ ἐναντίους εἶναι ἀλλήλοις· τούτου χάριν οἱ ἅγιοι Ἀπόστολοι τὴν αἵρεσιν ταύτην ἐκκόπτοντες, διὰ τῆς εὐχῆς παριστῶσιν, ὡς αὐτός
20ἐστι Θεὸς καὶ κοσμοποιὸς καὶ Πατὴρ Σωτῆρος ὑπάρχων, καθότι παρ’ αὐτοῦ δέδονται ἀμφότεραι αἱ διαθῆκαι. Διδύμου. Πολλοὶ τῶν ἀπὸ αἱρέσεων διαιροῦσι τὴν θεότητα, λέγοντες ἄλλον εἶναι Θεὸν τὸν κοσμοποιὸν, καὶ ἄλλον τὸν Πατέρα τοῦ Χριστοῦ· ὅθεν καὶ τὴν γραφὴν διαιρήσαντες, τὴν μὲν παλαιὰν
25διαθήκην τοῦ κοσμοποιοῦ, τὴν δὲ καινὴν τοῦ Πατέρος Χριστοῦς λέγουσιν εἶναι· ἑπομένως δὲ τῇ δυσσεβεῖ γνώμῃ αὐτῶν, ἀπεναν‐ τίως ἔχειν λέγουσι πρὸς ἑαυτοὺς τοὺς θεοὺς τούτους καὶ τὰς γρα‐ φὰς αὐτῶν· ὡς τοὺς προσφεύγοντας τῷ Κυρίῳ ἐχθροὺς εἶναι τοῦ κοσμοποιοῦ, καὶ βελτίονας αὐτοῦ τυγχάνειν· ὡς αὖ τοῦ κοσμο‐
30ποιοῦ ἄνθρωποι διαβεβλήμενοι εἰσὶ πρὸς τὸν Χριστὸν καὶ τὴν δι‐ δασκαλίαν αὐτοῦ· ἐλέγχει δὲ τὴν ἀσέβειαν αὐτῶν ἡ ἐγκειμένη γραφὴ, εἰσάγουσα τοὺς Ἀποστόλους, μετὰ τὸ ἀπολυθῆναι τῆς ἐπι‐ βουλῆς τῆς πρὸς τῶν ἀρχιέρεων καὶ πρεσβυτέρων, ἐλθόντας πρὸς τοὺς ἰδίους, τουτέστι τοὺς τὴν αὐτὴν πίστιν ἔχοντας ἅμα ἐκείνοις,
35καὶ πᾶσιν ὕμνον χαριστήριον ἀναπέμψαι τῷ ποιητῇ οὐρανοῦ καὶ79

80

γῆς, μετὰ τοῦ μνημονεῦσαι, ὡς διὰ τοῦ στόματος Δαβὶδ ἐν Ἁγίῳ Πνεύματι εἰκότως τὸν δεύτερον ψαλμὸν, οὗ ἡ ἀρχή· “ἵνα τι “ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά·” διὰ γὰρ πάντων τούτων παρίσταται, ὡς αὐτὸς εἴη Θεὸς κοσμοποιὸς καὶ Πατὴρ τοῦ Σωτῆρος
5ὑπάρχων· καὶ ὅτι δίδονται παρ’ αὐτοῦ ἀμφότεραι αἱ διαθῆκαι. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας. Πῶς οὐ
10κενὴ γέγονεν αὐτοῖς ἡ μελέτη, μὴ δεξαμένοις τὸν Σωτῆρα τοῦ κόσμου; φρύαγμα δέ ἐστι τὸ ἀλόγιστον κίνημα. Τοῦ Χρυσοστόμου. Ὥσπερ τότε, φησὶν, “ἐμελέτησαν κενὰ,” οὕτω καὶ νῦν, φησὶ, κενὰ μελετῆσαι αὐτοὺς δός· τουτέστιν, μὴ εἰς ἔργον ἔλθοιεν αἱ ἀπειλαὶ αὐτῶν· ταῦτα δὲ ἔλεγον οὐκ αὐτοὶ παραι‐
15τούμενοι δυσχερές τι παθεῖν, ἀλλ’ ὑπὲρ τοῦ κηρύγματος· οὐ γὰρ εἶπον, ἐξελοῦ κινδύνου ἡμᾶς, ἀλλὰ τί; “καὶ δὸς τοῖς δούλοις σου “μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου.” Καὶ μετ’ ὀλίγα— Ὁρᾶς πῶς πάντα διὰ τὸν Θεὸν αἰτοῦσιν, οὐδὲν εἰς οἰκείαν δόξαν, οὐδὲ εἰς φιλοτιμίαν· τὸν μὲν οὖν αὐτῶν ἐπαγγέλλονται, ὅτι οὐ
20καταπλαγήσονται· ἀξιοῦσι δὲ, φησὶ, σημεῖα γίνεσθαι. Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τὲ καὶ Πόντιος Πιλά‐ τος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι.
25 Εἰς σύμβασιν καὶ φιλίαν ἥκασιν Ἡρώδης τὲ καὶ Πόντιος Πίλατος. Οὐχ ἵνα τι τῶν ἀναγκαίων εἰς ὄνησιν εἰς πέρας ἀγάγωσιν, ἀλλ’ ἵνα ἐμπαροινήσαντες τῷ Χριστῷ τοῦ Κυρίου, τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς, κακοὶ κακῶς ἀπόλοιντο, καὶ τὰς τῆς κυριοκτονίας
30ἐξαπαιτηθεῖεν δίκας. Τοῦ ἁγίου Ἀθανασίου. Ἡ γὰρ εἰς τὸν Χριστὸν ἐπιβουλὴ καὶ εἰς αὐτὸν ἀνατρέχει τὸν Πατέρα· εἰ γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ
Υἱὸς ἐν τῷ Πατρὶ, πῶς οὐ μία τις ἡ εἰς αὐτοὺς ὕβρις ἐγένετο ἄν;80

81

Ἡσυχίου Πρεσβυτέρου. Κύριον καλεῖ τὸν Πατέρα, Χριστὸν εἰκότως τὸν Υἱόν· τῇ γὰρ κατὰ τοῦ μονογένους ἐπιβουλῇ, ὡς ὑβρι‐ ζόμενον ἐν αὐτῷ, τὸν Πατέρα συνέπλεξεν· ἐπειδήπερ εὐδοκίᾳ τοῦ Πατρὸς, ὅλον τὸ ὑπὲρ ἡμῶν μυστήριον ὁ μονογένης ἔπραξεν.
5 Καὶ τανῦν Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν· καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι. Οὕτω μανθάνωμεν εὔχεσθαι καὶ ἡμεῖς· καίτοιγε πόσου οὐκ
10ἐμπλησθείη θύμου, εἰς ἄνδρας ἐμπεσὼν ἀνελεῖν αὐτὸν ἐπιχειροῦντας καὶ ἀπειλοῦντας τοιαῦτα; πόσης οὐκ ἂν ἀπεχθείας πληρωθείη; ἀλλ’ οὐχ οἱ ἅγιοι τοιοῦτοι. Διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. Τοῦ αὐτοῦ. Ἂν ἐν τῷ ὀνόματι ἐκείνῳ γίνονται αἱ ἐνέργειαι,
15μεγάλη ἔσται ἡ παρρησία. Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι. Τοῦ ἀκουσθῆναι αὐτοὺς καὶ τῆς ἐπισκέψεως τοῦτο τεκμήριον γέγονεν. Διατί δὲ οὕτως ἐγένετο, ἄκουε καὶ τοῦ προφήτου λέ‐
20γοντος· “ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν.” ὅτι γὰρ πάρεστι ταῖς εὐχαῖς αὐτῶν ἐδήλωσε· καὶ πάλιν ἕτερος προ‐ φήτης φησὶν, “ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ ἀπὸ προσώπου “Κυρίου.” ἐποίει δὲ τοῦτο ὁ Θεὸς καὶ διὰ φόβον πλείονα· καὶ εἰς θάρσος αὐτοὺς ἐνάγων μετὰ τὰς ἀπειλὰς ἐκείνας εἰς παρρησίαν
25πλείονα ἐπεδίδοσαν· ἐπειδὴ γὰρ ἀρχὴ ἦν, καὶ αἰσθητοῦ ἐδέοντο σημείου πρὸς τὸ πεισθῆναι αὐτούς· μετὰ δὲ ταῦτα οὐδαμοῦ τοῦτο γίνεται. πολλῆς τῆς παρακλήσεως ἔτυχον· οὐδάμοθεν γὰρ εἶχον ἐπιδεῖξαι ὅτι ἀνέστη, ἀλλ’ ἀπὸ τῶν σημείων. Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ
30ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας. Τοῦ αὐτοῦ. Τί ἐστιν ἐπλήσθησαν; τουτέστιν ἀνεπυρώθησαν,
καὶ ἀνεκαίετο ἐν αὐτοῖς τὸ χάρισμα.81

82

Περὶ ὁμοψύχου καὶ καθολικῆς ἐκκλησίας τῶν πιστευόντων. Τοῦ δὲ πλήθους τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά· καὶ δυνάμει μεγάλῃ
5ἀπεδίδουν οἱ Ἀπόστολοι τὸ μαρτύριον τῆς ἀναστάσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ’ ἑαυτὸν εἰσέφερον· πανταχοῦ γὰρ τοῦτο χρὴ παρατη‐ ρεῖν, ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ’ ἑαυτῶν ἐπι‐
10δεικνύουσι. Καὶ μετ’ ὀλίγα—“Τοῦ δὲ πλήθους τῶν πιστευόντων “ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία·” ἄρα εἰπέ μοι ἡ ἀγάπη τὴν ἀκτη‐ μοσύνην ἔτεκεν, ἢ ἡ ἀκτημοσύνη τὴν ἀγάπην; ἐμοὶ δοκεῖ ἡ ἀγάπη τὴν ἀκτημοσύνην, ἣ καὶ ἐπέσφιγγεν αὐτὴν λοιπόν· καὶ πάλιν ἴδου καρδία καὶ ψυχὴ τὸ αὐτό.
15 Ὠριγένους. Γνώρισμα κακίας τὸ συγχυθῆναι τὰς γλώσσας· γνώρισμα ἀρετῆς, ὅτι ἦν πάντων “τῶν πιστευόντων καρδία καὶ ψυχὴ “μία.” καὶ οὕτω τηρῶν τὴν γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα, ὅπου διαίρεσις καὶ ἀσυμφωνία, καὶ ὅσα τοιαῦτα, κακίας εἰσὶ γνωρίσματα· ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια,
20καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα. Τοῦ ἁγίου Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείας ἐκ τῆς πρὸς Πέτρον Μονάζοντα Ἐπιστολῆς. Τῆς γὰρ ἀγαπῆς ἴδιον, τὸ πάντα λογίζεσθαι κοινὰ, καὶ τὴν διαφορὰν ἐκβάλλειν, τὴν τὸ ἐμὸν καὶ τὸ σὸν διακρίνουσαν.
25 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Φωκᾶν Ἐπιστολῆς. Τὰ γὰρ ἔθνη τὸν λόγον τοῦ Εὐαγγελίου παραδεξάμενα τὰ ἐν τῇ γῇ διέπτυσαν πράγματα, “καὶ οὐδεὶς τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι “ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά·” καὶ ἀνδρείαν ἤσκησαν, καὶ τοῖς τοῦ μαρτυρίου στεφάνοις κατεκοσμήθησαν· σωφροσύνην δὲ καὶ ὑπερ‐
30ήλαντο, παρθενίαν καὶ ἀγγελικὸν ζηλώσαντες βίον· οὐ μόνον ἀν‐ δρῶν ἀλλὰ καὶ γυναικῶν οὐκ ὀλίγη πληθύς. Χάρις τε ἦν μεγάλη ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἦν ἐνδεής τις ἐν αὐτοῖς.
Τοῦ Χρυσοστόμου. Καθάπερ ἐγχειρισθέντας αὐτούς τι δείκ‐82

83

νυσι, καὶ ὡς περὶ ὀφλήματος λέγει· τουτέστι τὸ μαρτύριον μετὰ παρρησίας πᾶσιν ἀδεπεδίδουν. Τοῦ αὐτοῦ. Καθάπερ ἐν οἰκίᾳ πατρικῇ τέως ὁμότιμοι πάντες οὕτω διέκειντο. οὐκ ἔνι εἰπεῖν ὅτι ἔτρεφον μὲν τοὺς ἄλλους· ὡς
5ἐξ ἰδίων δὲ τρέφοντες οὕτω διέκειντο. ἀλλὰ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι ἑαυτῶν ἀποστήσαντες τὰ πράγματα οὕτως ἔτρεφον· ἵνα μηκέτι ὡς ἐξ ἰδίων ἀλλ’ ὡς ἐκ κοινῶν τρέφωσι. Τοῦ αὐτοῦ. Διὰ τοῦτο ἦν χάρις, ὅτι οὐδεὶς ἦν ἐνδεής· τουτ‐ έστιν, ἀπὸ τῆς πολλῆς προθυμίας τῶν ἐπιδιδόντων οὐδεὶς ἦν ἐν‐
10δεής. Τοῦ αὐτοῦ. Νῦν πληροῦται τὸ ἐν τῷ Δευτερονομίῳ εἰρημένον· “ὅτι οὐκ ἔσται ἔν σοι ἐνδεής· ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος “ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι.” Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πω‐
15λοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων. Τοῦ αὐτοῦ. Ἐνταῦθα εἰς ἔργον ἐξέβη τὸ ὑπὸ τοῦ Κυρίου εἰ‐ ρημένον, “ὅστις ἀφῆκεν ἄγρους ἢ οἰκίας ἕνεκεν τοῦ ὀνόματός μου, “ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον “κληρονομήσει·” κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, τὰς πάντων
20οὐσίας, μετ’ ἐξουσίας εἶχον τὰς τιμὰς τῶν οἰκιῶν καὶ τῶν χωρίων καὶ αὐτὰ τὰ σώματα τῶν πιστευόντων· καὶ σφαγῆναι γὰρ ὑπὲρ αὐτῶν πολλάκις εἵλοντο· ὡς καὶ Παῦλος πολλοῖς μαρτυρεῖ. Καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν Ἀποστόλων· διε‐ δίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
25Τοῦ αὐτοῦ. Πολλὴ ἡ τιμή· “παρὰ τοὺς πόδας,” φησὶ “τῶν “Ἀποστόλων ἐτίθουν·” οὔτε εἰς χεῖρας ἐτόλμων δοῦναι· οὔτε δὲ τετυφωμένως παρεῖχον, ἀλλὰ παρὰ τοὺς πόδας ἔφερον· αὐτοὺς οἰκονόμους ἠφίεσαν γενέσθαι, καὶ κυρίους ἐποίουν, ἵνα ὡς ἐκ κοι‐ νῶν λοιπὸν ἀναλέγηται, μηκέτι ἐξ ἰδίων· τοῦτο καὶ πρὸς τὸ κενό‐
30δοξον αὐτοῖς συνεβάλλετο. Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν Ἀποστό‐ λων, ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρακλήσεως, Λευΐ‐
της, Κύπριος τῷ γένει.83

84

Τοῦ Χρυσοστόμου. Οὐ δοκεῖ μοι οὗτος ἐκεῖνος εἶναι ὁ μετὰ Ματθίου· ἐκεῖνος γὰρ καὶ Ἰοῦστος ἐλέγετο· καὶ “Βαρνάβας,” φησὶν, “ὅς ἐστιν υἱὸς παρακλήσεως·” δοκεῖ μοι καὶ ἀπὸ τῆς ἀρετῆς εἰ‐ ληφέναι τὸ ὄνομα· ὡς πρὸ τούτου ἱκανὸς ὢν καὶ ἐπιτήδειος.
5 Τοῦ αὐτοῦ. Μέλλει διηγεῖσθαι τὸ κατὰ Ἀνανίαν λοιπὸν καὶ Σάπφειραν· καὶ θέλων δεῖξαι τὸν ἄνδρα χείριστα ἡμαρτηκότα, πρώ‐ του μέμνηται τοῦ κατορθώματος, ὅτι τοσούτου πλήθους ὄντος τοῦ ταῦτα ποιοῦντος, τοσαύτης χάριτος, τοσούτων σημείων, ὑπ’ οὐδενὸς τούτων παιδευθεὶς, ἀλλὰ τῇ φιλοχρηματίᾳ τυφλωθεὶς, τὸν ὄλεθρον
10ἐπήγαγε τῇ ἑαυτοῦ κεφαλῇ. Ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε πρὸς τοὺς πόδας τῶν Ἀποστόλων. Τοῦ Χρυσοστόμου. Δηλοῖ ὅτι τοῦτο μόνον ἐκέκτητο. Τοῦ αὐτοῦ. Πανταχοῦ παρατηρεῖ πῶς δείκνυσι τὸν νόμον λυό‐
15μενον· πῶς δὲ καὶ Κύπριος ἦν· ὅτι λοιπὸν καὶ μετῴκουν καὶ ἐχρημάτιζον Λευΐται. Περὶ Ἀνανία καὶ Σαπφείρης καὶ πικρᾶς αὐτῶν τελευτῆς. Ἀνὴρ δέ τις ὀνόματι Ἀνανίας, σὺν Σαπφείρᾳ τῇ γυν‐ αικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς
20τιμῆς. Τοῦ αὐτοῦ. Τί δεινόν; ὅτι μετὰ συγκαταθέσεως ἡ ἁμαρτία· καὶ οὐδεὶς ἕτερος εἶδε τὸ γενόμενον, πόθεν ἐπῆλθε τῷ ταλαιπώρῳ τούτῳ καὶ ἀθλίῳ τοῦτο ἐργάσασθαι. Ἀμμωνίου Πρεσβυτέρου. Εἰ μέρος ἀργυρίου σφετερισάμενος
25ἐκ τῶν ἰδίων, καὶ μὴ τὸ πᾶν παρὰ τοὺς πόδας τῶν Ἀποστόλων τιθεὶς ἀπέθανε, τί δὴ καὶ φήσομεν περὶ τῶν μὴ ὁλοσχερῶς ἑαυτοὺς προσαγόντων τῷ Θεῷ, ἀλλὰ μερικῶς μὲν τὰ τοῦ Θεοῦ ποιούντων εἰ τύχοι, μερικῶς δὲ ταῖς ἰδίαις ἐπιθυμίαις δουλευόντων; οἷς ἀπαντήσει πολὺ μείζων τιμωρία· ὡς δυνατοῦ ὄντος τοῦ Θεοῦ καὶ
30ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι· ταῦτα δὲ λέγω, διὰ τοὺς μὴ θερμῶς ἀπαιτοῦντας τοὺς πιστοὺς ζῆν. Συνειδυίας καὶ τῆς γυναικὸς, καὶ ἐνέγκας μέρος τι
παρὰ τοὺς πόδας τῶν Ἀποστόλων ἔθηκεν.84

85

Τοῦ αὐτοῦ. Σημειωτέον ὅτι καὶ τὸ συνειδέναι τι γινόμενον παρ’ ἄλλου κακὸν, καὶ σιωπᾶν, ἁμαρτία ἐστίν. Εἶπε δὲ ὁ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ Σατα‐ νᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον,
5καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Τοῦ αὐτοῦ. Εἰ ὁ Σατανᾶς τοῦτο ἐποίησε, τί αὐτὸς αἴτιος γέγονεν; ὁ δεξάμενος αὐτοῦ τὴν ἐνέργειαν καὶ πληρωθείς· ἀλλ’ ἔδει διορθῶσαι φησίν· ἀλλ’ οὐκ ἂν διορθώθη· ὁ γὰρ τοιαῦτα ὁρῶν καὶ μὴ κερδάνας, πολλῷ μᾶλλον οὐκ ἂν ἑτέρως ἐκέρδανεν. οὐκ ἔδει
10τοίνυν ἁπλῶς παρελθεῖν τὸ γεγονὸς, ἀλλ’ ὡς σηπεδόνα ἐκτμηθῆναι, ἵνα μὴ τῷ λοιπῷ λυμήνηται σώματι· νῦν μὲν γὰρ καὶ οὗτος ὠφέ‐ ληται μὴ προελθὼν περαιτέρω κακίας· καὶ οἱ λοιποὶ σπουδαιότεροι γεγόνασι· τότε δὲ ἂν τοὐναντίον συνέβη· δεύτερον ἠλέγχθη, καὶ δείκνυσιν ὅτι οὐκ ἔλαθεν αὐτὸν τὸ γεγονός· καὶ τότε καταδικάζει·
15διατί δέ; ἐκ ποίας προαιρέσεως τοῦτο πεποίηκας; ἤθελες ἔχειν· ἔδει ἔχειν ἐξ ἀρχῆς καὶ μὴ ὑποσχέσθαι· χαλεπή τις ἐστὶν ἡ ἱεροσυλία, ἀγαπητέ· ὁ μὲν γὰρ ἐπεθύμησεν ἴσως ἀλλοτρίων, σοι δὲ ἐξῆν ἔχειν τὰ σά· τί τοίνυν ἐποίησας αὐτὰ ἱερὰ, καὶ τότε ἔλα‐ βες αὐτά; ἀπὸ πολλῆς καταφρονήσεως τοῦτο πεποίηκας· οὐκ
20ἔχει τὸ γενόμενον συγγνώμην· ἐκτός ἐστιν ἀπολογίας· μὴ σκαν‐ δαλίζεσθε τοίνυν, εἴ τινες καὶ νῦν εἰσιν ἱερόσυλοι· εἰ γὰρ τότε ἦσαν, πολλῷ μᾶλλον νῦν, ὅτε πολλὰ τὰ κακά· ἀλλ’ ἐλέγχωμεν αὐτοὺς ἐπὶ πάντων, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Οὐχὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ
25ὑπῆρχε; τί ὅτι ἔθου ἐν καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Θεὸς οὖν τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ ἐψεύσατο Ἀνανίας. Τοῦ ἁγίου Ἀθανασίου. Εἰ ἔμενε, φησὶν, ὑμῖν ἔμενε, καὶ πρα‐ θὲν ἐν τῇ ὑμετέρᾳ ἐξουσίᾳ ἦν. ἐπειδὴ δέ, φησιν, ἐπεχειρήσατε πει‐
30ράσαι τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ εἰς τοῦτο συνεφωνήσατε, λήψεσθε πεῖραν οὗ ἠθελήσατε· σωφρονισθήσονται δὴ καὶ φοβηθήσονται καὶ ἄλλοι πειράσαι, δι’ ὑμῶν τὴν πεῖραν λαβόντες. Διονυσίου. Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαι καὶ μὴ
ἀποδοῦναι· οὐδὲν γὰρ ὁ Θεὸς ἐξ ἀνάγκης οὐδὲ ἐκ λυπῆς βούλεται·85

86

ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι, ἐπειδήπερ οὐκ ἔστι σὰ, ἅπερ ἅπαξ διὰ τῆς ἐν ταῖς εὐχαῖς ἐπαγγελίας ἀνέθηκας. Τοῦ Χρυσοστόμου. Μὴ γὰρ ἀνάγκη τις ἦν καὶ βία; μὴ γὰρ ἄκοντας ὑμᾶς ἕλκομεν, ὅτι ἔθου ἐν ταῖς καρδίαις σου.
5 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ πρὸς Ναυατιανοὺς τάγμα‐ τος. Κατανοῆσαι δεῖ καὶ ἐνταῦθα, ὅτι ἀρχὴ ἦν τοῦ κηρύγματος· καὶ μέγα μὲν ἐτόλμησαν οὗτοι, πειράσαι τὸ Πνεῦμα τὸ Ἅγιον ἐπιχειρήσαντες· μεγάλη δὲ καὶ τοῖς ἄλλοις ἀδελφοῖς ὠφέλεια γέγονεν ἡ τούτων τιμωρία· ἐπαιδεύθησαν γὰρ καὶ ἐδιδάχθησαν
10ὅτι οὐ δεῖ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου τολμᾶν, οὐδὲ πειράσαι τοῦτ’ ἐπιχειρεῖν. Ἀκούων δὲ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξ‐ έψυξεν. Τοῦ Χρυσοστόμου. Τοῦτο μεῖζον τοῦ χωλοῦ τὸ σημεῖον, τὸ
15καὶ ἀνελεῖν, καὶ ἐν διανοίᾳ εἰδέναι καὶ τὰ λάθρα γεγονότα. Ἐξ ἀνεπιγράφου. Πολλοὶ τῶν ἐν ἀμαθίᾳ τυγχανόντων, μᾶλ‐ λον δὲ ἐν ἀσεβείᾳ, ἐν τῷ χωρίῳ τούτῳ φόνου γράφονται τὸν κορυ‐ φαῖον τῶν Ἀποστόλων, διὰ τὸν περὶ Ἀνανίαν καὶ Σάπφειραν γεγε‐ νημένον θάνατον. Ἡ δὲ κατηγορία οὐ τοῦ Πέτρου· μᾶλλον δὲ τοῦ
20Πνεύματος ἅπτεται Ἁγίου, τοῦ τὴν ψῆφον κατ’ αὐτῶν ἐξοίσαντος δικαίαν. Ὁ γὰρ Πέτρος οὐδὲν ἕτερον ἐποίησεν ἢ μόνον ἤλεγξε τὸ ψεῦδος· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον τὸ πάντα γινῶσκον, οὐ μόνον τὰ κρυπτὰ τῶν ἀνθρώπων ἀλλὰ καὶ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἐξουσίαν ἔχον καὶ τῆς ζωῆς καὶ τοῦ θανάτου, τοὺς εἰς αὐτὸ ἁμαρτήσαντας
25ἀνεῖλεν· ἀλλ’ ἐρεῖ τις πάλιν ἀσεβῶς ἀνθιστάμενος· ναί, φησι δοκεῖς ταύτην πιθανὴν πεποιηκέναι ἀπολογίαν· τί δ’ ἂν ἔχοις καὶ περὶ Σαπφείρας λέγειν; οὐχ ὁ Πέτρος αὐτὴν ἀνεῖλεν; ἄπαγε τῆς ἀτοπίας, ἄπαγε· τῶν γὰρ δύο γέγονε τὸ παράπτωμα, καὶ συνομο‐ λογήσεις καὶ αὐτός· οὐκοῦν ὁ κριτὴς ἀμφοτέρους ἐπίσης κατεδί‐
30κασεν· οὐκ ἠγνόησε δὲ τοῦτο ὁ κορυφαῖος τῶν Ἀποστόλων, ὁ διὰ τοῦ Ἁγίου Πνεύματος πανταχοῦ φθεγγόμενος· διὸ καὶ ταύτην παρ’ αὐτοῦ δεξάμενος ἐφθέγξατο τὴν φωνήν· οὕτω καὶ παραχρῆμα εἰς ἔργον ἐξέβη τὸ λεχθέν· οὐκοῦν δι’ ὀλίγων ἐλήλεγκται ἡ τῶν παρανόμων συκοφαντία. Εἰ δέ τις ἀκριβῶς κατανοήσειε τὸ γεγε‐
35νημένον, ὄψεται πολλοὺς τῶν προσεχόντων ἑαυτοῖς μέχρι σήμερον86

87

ὠφελουμένους· οἶδε γὰρ ὁ Θεὸς πολλάκις κολάζειν ἁμαρτήσαντα· κουφοτέραν ἐκεῖ ποιῶν αὐτῷ τὴν κόλασιν, ἢ καὶ τέλεον αὐτὸν ἀπαλ‐ λάττων· πολλοὺς δὲ ἐνταῦθα σωφρονεστέρους ποιῶν τῷ φόβῳ. Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας·
5ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν, καὶ ἐξ‐ ενέγκαντες ἔθαψαν. Τοῦ Χρυσοστόμου. Ἐκεῖνος ἐτιμωρήθη, καὶ ἄλλοι ἐκέρδαινον· οὐχ ἁπλῶς· καίτοι σημεῖα ἐγένετο πρότερον, ἀλλ’ οὐκ ἦν φόβος τοιοῦτος· οὕτως ἀληθές ἐστιν ἐκεῖνο, “ὅτι γινώσκεται Κύριος κρί‐
10“ματα ποιῶν·” οὕτως καὶ ἐπὶ τῆς κιβωτοῦ γέγονεν· ὀζὰ ἐτιμω‐ ρήθη, καὶ ἐγένετο τοῖς ἄλλοις φόβος· ἀλλ’ ἐκεῖ μὲν φοβηθεὶς ὁ βασιλεὺς ἀπώσατο τὴν κιβωτὸν, ἐνταῦθα δὲ μᾶλλον προσεκτικώ‐ τεροι γίνονται. Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα· καὶ ἡ γυνὴ
15αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. Τοῦ αὐτοῦ. Ὅρα δέ· οὐκ ἐκάλεσεν αὐτὴν ὁ Πέτρος, ἀλλ’ ἔμει‐ νεν· ὥστε φόβος τοῦτο διδασκάλου· τοῦτο τιμὴ μαθητῶν· τοῦτο ὑπακοή· “τριῶν ὡρῶν διάστημα·” καὶ οὐκ ἔμαθεν ἡ γυνὴ, οὐδὲ ἐξ‐ εῖπέ τις τῶν παρόντων· καίτοι ἱκανόν γε ἐξηνεχθῆναι ἦν, ἀλλ’
20ἐφοβοῦντο· τοῦτο γοῦν καὶ θαυμάζων ὁ Εὐαγγελιστὴς ἔλεγεν, ὅτι “μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.” Ἀπεκρίθη δὲ Πέτρος πρὸς αὐτήν. εἰπέ μοι, εἰ τοσού‐ του τὸ χωρίον ἀπέδοσθε· ἡ δὲ εἶπε· ναὶ τοσούτου. Ταύτην ἐβούλετο σῶσαι· ἐκεῖνος γὰρ ἦν ὁ ἀρχηγὸς τῆς ἁμαρ‐
25τίας· διὰ τοῦτο αὐτῇ δίδωσι προθεσμίαν ἀπολογίας, ἐξουσίαν μετα‐ νοίας, λέγων, “εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε.” Ἀμμωνίου. Τὸ ἐρωτηθῆναι καὶ μὴ ὁμολογῆσαι τὸ ἴδιον πταῖσμα, ἀλλὰ καὶ τὸ ἐναντίον ζητεῖν λαθεῖν δι’ ἀρνήσεως, ἀσύγγνωστον κακόν· διὸ καὶ ἐπιφθάνει εὐθὺς ἡ τιμωρία. οὕτως εὑρίσκομεν καὶ
30ἐπὶ τοῦ Κάϊν, ὃς ἀκούσας, “ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;” εἶπεν, “οὐκ οἶδα·” καὶ λοιπὸν ἡ κατάρα μετὰ ταῦτα ἐπιφθάνει.
Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· τί ὅτι συνεφωνήθη87

88

ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. Τοῦ Χρυσοστόμου. Πρότερον αὐτὴν παιδεύει τὸ ἁμάρτημα· καὶ τότε δείκνυσιν ὅτι δικαίως τὰ αὐτὰ πείσεται τῷ ἀνδρὶ, ἐπειδὴ
5καὶ τὰ αὐτὰ ἥμαρτεν. Ἰσιδώρου Ἐπιστολῆς ρπα. Οὐκ ἀπονοίας ἐστὶν, ὦ φιλολο‐ γώτατε, ὁ κατὰ τῶν πταισάντων φόνος τοῦ σοφωτάτου Πέτρου, ἀλλὰ διδασκαλίας προγνωστικῆς, τὰ πολλὰ τῶν ἀνθρώπων προιε‐ μένης ἁμαρτήματα. τότε γὰρ ἀρξάμενοι τὰ τοῦ εὐαγγελίου κατα‐
10βάλλεσθαι σπέρματα, καὶ εὐθὺς παρανατείλαντα ἑωρακότες ζιζάνια, σοφῶς αὐτὰ παραχρῆμα ἐξέτιλον· ἵνα μὴ τῷ σίτῳ συναχθέντα, τῷ μέλλοντι πρὸς καύσιν πυρὶ φυλαχθῇ. Οὕτω καὶ Μωϋσῆς ὁ θεσπέσιος τὰ τοῦ νόμου ἐκ προοιμίων παραβαθέντα θεώμενος, εἰ καὶ ἐπιβραχὺ ἁμαρτήματι, καταλευσθῆναι τὸν ἐν σαββάτῳ ξυλο‐
15λογοῦντα ἐκέλευσε, τοῦτο Θεὸν γεγραφὼς ἀποφήνασθαι· ἐπὶ μικρῷ γὰρ καὶ μείζονι ἡ παράβασις γίνεται· ὡς καὶ οἱ πρῶτοι τοῦ γένους προπάτορες, ξύλου γεύσει, τὸν πολυώδυνον καταδικάσθησαν βίον καὶ θάνατον. Ἔπεσε δὲ παραχρῆμα ἐνώπιον αὐτοῦ καὶ ἐξέψυξεν·
20εἰσέλθοντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκρὰν, καὶ ἐξ‐ ενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. Τοῦ Χρυσοστόμου. Τίς λοιπὸν οὐκ ἂν ἐξεπλάγη; τίς οὐκ ἂν ἔδεισε τὸν Ἀπόστολον; τίς οὐκ ἂν ἐθαύμασε; τίς οὐκ ἂν ἐφοβήθη;
25 Καὶ ἐγένετο φόβος μέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Τοῦ Χρυσοστόμου. Μετὰ τὸ γενέσθαι τὸν φόβον αὐτῶν, πλει‐ όνα σημεῖα ποιεῖ καὶ αὐτὸς καὶ οἱ λοιποί. Διὰ δὲ τῶν χειρῶν τῶν Ἀποστόλων ἐγίνετο σημεῖα
30καὶ τέρατα ἐν τῷ λαῷ πολλά. Τοῦ αὐτοῦ. Οὐκέτι ἐν οἰκίᾳ· ἀλλὰ τὸ ἱερὸν καταλαβόντες,
ἐκεῖ διέτριβον· οὐκέτι λοιπὸν ἀκαθάρτων ἅπτεσθαι ἐφυλάττοντο,88

89

ἀλλ’ ἁπλῶς ἥπτοντο τῶν νεκρῶν· καὶ ὅρα· πῶς ἐν μὲν τοῖς οἰκείοις εἰσὶ σφοδροὶ, ἐν δὲ τοῖς ἀλλοτρίοις οὐ κέχρηνται τῇ δυνάμει. Καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶν‐ τος· τῶν δὲ λοιπῶν, οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς,
5ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Τοῦ αὐτοῦ. Ὁ Πέτρος ἦν ὁ θαυμαστὸς, καὶ τούτῳ μᾶλλον προσεῖχον διά τε τὴν δημηγορίαν, καὶ τὴν πρώτην, καὶ τὴν δευ‐ τέραν, καὶ τὴν τρίτην· διά τε τὸ σημεῖον· αὐτὸς γὰρ τὸ σημεῖον εἰργάσατο, τὸ πρῶτον, τὸ δεύτερον, τὸ τρίτον· τοῦτο γὰρ διπλοῦν
10ἦν· πρῶτον μὲν τὸ τὰ κατὰ διάνοιαν ἐλέγξαι· δεύτερον δὲ τὸ ἀνε‐ λεῖν προστάγματι. Τοῦ αὐτοῦ. Οὐκέτι λοιπὸν εὐκαταφρόνητοι ἦσαν καθάπερ καὶ πρότερον· ἐν βραχεῖ γὰρ καιρῷ καὶ μιᾷ ῥοπῇ τοσαῦτα γέγονεν ὑπὸ τοῦ ἁλιέως καὶ ὑπὸ τοῦ τελώνου· οὐρανὸς ἦν ἡ γῆ καὶ πολιτεία
15καὶ παρρησίας καὶ θαυμάτων καὶ πάντων ἕνεκεν, καθάπερ ἄγγελοι οὕτως ἐθαυμάζοντο πρὸς οὐδὲν ἐπιστρεφόμενοι, οὐ πρὸς γέλωτα, οὐ πρὸς ἀπειλὰς, οὐ πρὸς κινδύνους· φιλάνθρωποι ἐτύγχανον καὶ κηδεμονικοί. Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ,
20πλήθη ἀνδρῶν τε καὶ γυναικῶν. Τοῦ αὐτοῦ. Τοῦτο ἐπὶ τοῦ Χριστοῦ οὐ γέγονεν· ὅρα δὲ ἐκβαῖ‐ νον τὸ ὑπ’ αὐτοῦ εἰρημένον, ὅτι “οἱ πιστεύοντες εἰ ἐμὲ, τὰ ἔργα ἃ “ἐγὼ ποιῶ κἀκεῖνοι ποιήσουσι, καὶ μείζονα ποιήσουσι.” Καὶ μετ’ ὀλίγα—Ἀλλ’ ὅρα πῶς ὑφαίνεται αὐτοῖς ὁ βίος· ἀθυμία πρώτη
25γέγονε διὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, εἶτα εὐθυμία διὰ τὴν τοῦ Πνεύματος κάθοδον· πάλιν ἀθυμία διὰ τοὺς χλευάζοντας, εἶτα καὶ εὐθυμία διὰ τοὺς πιστοὺς καὶ τὸ σημεῖον· πάλιν ἀθυμία διὰ τὸ κατασχεθῆναι, εἶτα εὐθυμία διὰ τῆς ἀπολογίας· πάλιν ἐνταῦθα καὶ εὐθυμία καὶ ῥαθυμία· ὅτι μὲν οὖν ἦσαν λαμπροὶ καὶ ὁ Θεὸς
30αὐτοῖς ἀπεκάλυψεν· ὅτι δὲ τοὺς αὐτῶν ἀνήρουν, ἀθυμία· πάλιν εὐ‐ θυμία ἀπὸ τῆς λαμπρότητος· πάλιν ἀθυμία ἀπὸ τοῦ ἀρχιερέως· καὶ δι’ ὅλου ἴδοι ἄν τις· καὶ ἐπὶ τῶν παλαιῶν δὲ τοῦτο εὕροι τίς ἄν.
Ἐξ ἀνεπιγράφου. Τὸ πιστεύειν ὅτε μὲν συγκατάθεσιν ἁπλου‐89

90

στέραν δηλοῖ, ὅτε δὲ πίστιν ἐπιτεταμένην μετά τινος ἁγιότητος, καθὸ λέγεται καὶ θεῖα χαρίσματα δίδοσθαι τοῖς ἀνθρώποις κατ’ ἀναλογίαν τῆς πίστεως· οὐ ταύτην οὖν τὴν πίστιν εἶχεν ὁ Σίμων τὴν ἐπιτεταμένην, καὶ τὴν αἰτίαν τοῦ θεῖόν τι χάρισμα λαβεῖν· ἀλλ’
5ἁπλῶς τὴν ψιλὴν καὶ ἀδιάλυτον· διὸ καὶ ἥμαρτε μετὰ τὸ πιστεῦσαι, καὶ ὡς οὐκ ἔχων ζωὴν αἰώνιον περιέτυχε τῷ τῆς ψυχῆς θανάτῳ. Διδύμου. Τὸ πιστεύειν ὅτε μὲν συγκατάθεσιν ἁπλουστέραν δηλοῖ, ὅτε δὲ ἐπιτεταμένην μετά τινος θειότητος, καθὸ λέγεται, “ἄνδρα δὲ πιστὸν ἔργον ἐστὶν εὑρεῖν·” ὁ ταύτην τὴν πίστιν κατορθῶν
10ἔχει ζωὴν αἰώνιον, καὶ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τῷ πεπιστευκέναι ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν, οὐ δύναται ἁμαρτάνειν διὰ τὴν ἐνυπάρ‐ χουσαν ἐν αὐτῷ πίστιν ἐνεργῆ· τούτων διαφορᾶ δηλοῦται καὶ ἐν τῷ “πᾶς ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ ζήσεται· καὶ πᾶς ὁ ζῶν “καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα·” κἂν τοίνυν
15πεπιστευκέναι καὶ Σίμων ὁ Μάγος λέγηται, κατὰ τὴν ἁπλουστέ‐ ραν διετέθη πίστιν, οὐ τὴν εἰς δικαιοσύνην λελογισμένην· καὶ ἔτι ἐστι τίς πίστις ἐκ τοῦ ἐφ’ ἡμῖν συνισταμένη, ἣν ἀπαιτεῖ Ἰησοῦς λέγων, “πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε·” καὶ ἑτέρα παρὰ ταύτην θεόπεμπτος, περὶ ἧς εἴρηται· ἄλλῳ δίδοται πίστις
20ἐν τῷ αὐτῷ πνεύματι, καὶ ἐπὶ πάντα τὰ χαρίσματα τοῦ Πνεύμα‐ τος κατ’ ἀναλογίαν προλαβούσης πίστεως δίδοται· ἓν δὲ τῶν χαρισμάτων καὶ ἡ πίστις· καὶ αὐτὴ ἄρα κατ’ ἀναλογίαν πίστεως δίδοται· ὁ ταύτην ἔχων τὴν πίστιν ἐκ Θεοῦ γεγένηται, καὶ ζωὴν αἰώνιον ἔχει· Σίμων δὲ οὐ ταύτην εἶχεν, ἀλλὰ μόνην τὴν ἐκ τοῦ
25ἐφ’ ἡμῖν· καὶ ταύτην οὐκ ἐπιτεταμένην, διὸ καὶ ἥμαρτε μετὰ τὸ πιστεῦσαι, καὶ ὡς οὐκ ἔχων ζωὴν αἰώνιον περιέτυχε τῷ ψυχῆς θανάτῳ. Ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς αὐτῶν καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραββάτων, ἵνα
30ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσει τινὶ αὐτῶν. συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱε‐ ρουσαλὴμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευ‐
μάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.90

91

Τοῦ Χρυσοστόμου. Πολλὴ ἡ πίστις καὶ μείζων ἡ ἐπὶ τοῦ Χριστοῦ· πόθεν δὴ τοῦτο γέγονεν; ὅτι ὁ Χριστὸς ἀπεφήνατο· καὶ ταῦτα μενόντων αὐτῶν ἐκεῖ καὶ οὐ περιϊόντων· καὶ ἄλλοθεν ἐφέ‐ ροντο πάντες ἐπὶ τῶν κλινῶν καὶ κραββάτων, καὶ πάντοθεν αὐτοῖς
5συνήγετο θαῦμα, ἀπὸ τῶν πιστευσάντων, ἀπὸ τῶν θεραπευθέντων, ἀπὸ τοῦ κολασθέντος, ἀπὸ τῆς παρρησίας τῆς πρὸς ἐκείνους, ἀπὸ τῆς ἀρετῆς τῶν πιστευσάντων. Τοῦ αὐτοῦ. Σκόπει πῶς οὐκέτι λοιπὸν ἀριθμὸν λέγει τῶν πιστευόντων· οὕτως εἰς πλῆθος λοιπὸν ἐπέτεινε τὰ τῆς πίστεως,
10καὶ ἡ ἀνάστασις ἐκηρύττετο.
11tΚΕΦ. ϛ.
12tὍτι τοὺς Ἀποστόλους ἐμβληθέντας ἐν τῷ δεσμωτηρίῳ Ἄγγελος τοῦ Θεοῦ
13tἐξέωσεν, ἐπιτρέψας ἀκωλύτως κηρύσσειν τὸν Χριστόν.
14Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ.
15Τοῦ αὐτοῦ. Τουτέστι διηγέρθη κινηθεὶς ἐπὶ τοῖς γινομένοις. Ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζή‐ λου, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς Ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Σημειωτεὸν ὅτι αἱρετικοὶ εἰσὶν οἱ Σαδδουκαῖοι.
20 Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἀνοίξας τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρ‐ θρον εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκον· παραγενόμενος δὲ ὁ
25ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπ‐ έστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς· οἱ δὲ ὑπη‐ ρέται παραγενόμενοι οὐκ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ. Ἀμμωνίου. Νῦν σφοδρότερον αὐτοῖς ἐπιτίθενται· οὐκ εὐθέως
30αὐτοὺς ἔκρινε, προσδοκῶν πάλιν πράους ἔσεσθαι, καὶ σφοδρότερον, αὐτοῖς ἐπιτίθεται.
Τοῦ αὐτοῦ. Τοῦτο καὶ εἰς ἐκείνων παραμυθίαν γέγονεν· καὶ91

92

τούτων ὠφέλεια καὶ διδασκαλία. Καὶ μετ’ ὀλίγα—Δέον τοίνυν ἐρωτῆσαι πρῶτον, πῶς ἐξήλθετε; οἱ δὲ ὡς οὐδενὸς γενομένου ἐρω‐ τῶσι λέγοντες, “οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν,” καὶ ὅρα δι’ ἑτέρων μανθάνουσιν ἅπαντα· ὁρῶσι κεκλεισμένην τὴν φυ‐
5λακὴν μετ’ ἀσφαλείας καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν. Τοῦ αὐτοῦ. Εἰ ἐξέβαλλον αὐτοὺς οἱ φύλακες, ὡς ἐκεῖνοι ἐνό‐ μιζον, ἔφυγον ἂν, εἴγε πεισθέντες ἐξῆλθον· καὶ εἰ ἐξέβαλον αὐτοὺς ἐκεῖνοι, οὐκ ἂν εἰς τὸ ἱερὸν ἔστησαν, ἀλλ’ ἀπέδρασαν ἄν· τοῦτο δὲ οὐδεὶς οὕτως ἀνόητος, ὥστε μὴ συνιδεῖν.
10 Ἀναστρέψαντες δὲ ἀπήγγειλαν λέγοντες, ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἐστῶτας ἐπὶ τῶν θυρῶν· ἀνοίξαντες δὲ, ἔσω οὐδένα εὕρομεν· ὡς δὲ ἤκουσαν λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ
15αὐτῶν πρὸς ἑαυτοὺς, τί ἂν γένοιτο τοῦτο· παραγενόμε‐ νος δέ τις ἀπήγγειλεν αὐτοῖς λέγων· ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας.
20Τοῦ Χρυσοστόμου. Διπλῆ ἡ ἀσφάλεια, ὥσπερ ἐπὶ τοῦ τάφου καὶ ἡ σφραγὶς καὶ οἱ ἄνθρωποι. ὅρα πῶς ἦσαν θεομάχοι· ταῦτα ἀνθρώπινά ἐστιν, εἰπέ μοι, τὰ ὑπὲρ αὐτῶν γενόμενα; τίς αὐτοὺς ἐξήγαγεν, εἰπέ μοι, τῶν θυρῶν κεκλεισμένων; εἰπὲ, πῶς ἐξῆλθον; ὄντως μαινομένων καὶ μεθυόντων τὰ ῥήματα· οὓς οὐ κατέσχεν ἡ
25φυλακὴ καὶ τὰ δεσμὰ καὶ θύραι κεκλεισμέναι, τούτων προσεδόκη‐ σαν περιέσεσθαι, παίδων ἀνοήτων πράγματα παθόντες. Ἐφοβοῦντο γὰρ τὸν λαὸν, ἵνα μὴ λιθασθῶσιν. Τοῦ Χρυσοστόμου. Ὢ τῆς ἀνοίας· ἐφοβοῦντο γάρ, φησι, τὸν ὄχλον· τί γὰρ αὐτοὺς ὁ ὄχλος ὠφέλει, δέον τὸν Θεὸν φοβηθῆναι·
30τὸν καθάπερ πτηνοὺς ἀεὶ τῶν χειρῶν αὐτοὺς ἐξαρπάζοντα τῶν ἐκείνων. Ὅτι τῇ ἑξῆς αὐτοὺς οἱ Ἀρχιερεῖς πάλιν συλλαβόμενοι, ἐφ’ ᾧ μηκέτι διδά‐ σκειν, μαστίξαντες ἀπέλυσαν.
Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ, καὶ92

93

ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς λέγων· οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώ‐
5που τούτου. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ματθαῖον ὑπομνήματος. “Τί “ποιεῖτε βουλόμενοι ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα ἀνθρώπου τούτου;” τί φῄς; σὺ βατίζεις, καὶ σὺ φοβῇ; σὺ ἐπηρεάζεις, καὶ σὺ δε‐ δοίκας; σὺ κρίνεις, καὶ σὺ τρέμεις; οὕτως ἀσθενὴς ἡ κακία.
10 Ἀποκριθεὶς δὲ ὁ Πέτρος καὶ οἱ Ἀπόστολοι εἶπον· πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Τοῦ αὐτοῦ. Ἰδοὺ πρᾶγμα παράδοξον ἀληθῶς· τὸν Κύριον ὃν ὡς κατὰ δειλίαν λαλοῦντα νομίζουσιν οἱ Χριστομάχοι, οὗτος τῇ νομιζομένῃ δειλίᾳ θαρσαλέους καὶ ἀφόβους τοὺς ἀνθρώπους κατε‐
15σκεύαζεν. οἱ γοῦν μακάριοι Ἀπόστολοι μετ’ αὐτὸν οὕτως ἐκ τῶν φωνῶν τούτων κατεφρόνουν τοῦ θανάτου, ὡς μηδὲ φροντίζειν τῶν ἀνακρινόντων αὐτοὺς, ἀλλὰ λέγειν, “πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ “ἀνθρώποις·” οἵτε ἄλλοι ἅγιοι μάρτυρες ἐθάρρουν οὕτως, ὡς μᾶλλον νομίζειν αὐτοὺς εἰς ζωὴν μεταβαίνειν, ἢ θάνατον ὑπομένειν.
20 Πάλιν μετὰ ἐπιεικείας διαλέγονται· καίτοιγε ἐνῆν εἰπεῖν, τίνες γὰρ ἐστὲ ὑμεῖς ἀντιδιαταττόμενοι τῷ Θεῷ; ἀλλὰ πάλιν ἐν τάξει παραινέσεως καὶ συμβουλῆς μετ’ ἐπιεικείας πολλῆς ἀποκρίνονται. πολλὴ ἡ σοφία· καὶ δεικνύουσιν αὐτοὺς μαχομένους τῷ Θεῷ. Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν
25ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου. Τοῦ αὐτοῦ. Ὃν γὰρ ὑμεῖς ἀνείλετε, φησὶν, ὁ Θεὸς ἤγειρε· καὶ τῷ Πατρὶ πάλιν τὸ πᾶν ἀνατιθέασιν· ἵνα μὴ δόξῃ ἀλλότριος εἶναι τοῦ Πατρός. Τοῦτον ὁ Θεὸς Ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ
30δεξιᾷ αὐτοῦ. Τοῦ αὐτοῦ. Οὐχ ἁπλῶς τὴν ἀνάστασιν λέγει, ἀλλὰ καὶ τὴν
ὕψωσιν.93

94

Δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. Τοῦ αὐτοῦ. Ὅρα πάλιν τὸ κέρδος· ὅρα ἐν τάξει ἀπολογίας διδασκαλίαν ἀπηρτισμένην. Τοῦ αὐτοῦ. Ἐνταῦθα οὐ μέμηται τῶν ἐθνῶν, ἵνα μὴ δῷ
5λαβήν. Καὶ ἡμεῖς ἐσμὲν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων. Τοῦ αὐτοῦ. Ποίων ῥημάτων; ὅτι ἄφεσιν, ὅτι μετάνοιαν ἀπ‐ ηγγείλατο· ἡ μὲν ἀνάστασις ἦν λοιπὸν ὡμολογημένη· ὅτι δὲ ἄφεσιν δίδωσιν, ἡμεῖς μαρτυροῦμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ οὐκ
10ἂν ἐπῆλθε, μὴ πρότερον τῶν ἁμαρτιῶν λυθεισῶν· ὅθεν ἀναμφισβή‐ τητον τεκμήριον τοῦτό ἐστιν. Πολλὴ ἡ παρρησία καὶ τὸ ἀξιόπιστον. Καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
15Τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι οὐχὶ τῇ τοῦ Πνεύματος μαρτυρίᾳ μόνον κέχρηται· καὶ οὐκ εἶπεν, ὃ ἔδωκεν ἡμῖν, ἀλλὰ τοῖς πειθομένοις· ἅμα μὲν μετριάζοντες, ἅμα δὲ αὐτῷ δεικνύντες καὶ δηλοῦντες ὅτι καὶ αὐτοῖς δυνατὸν λαβεῖν. Καὶ μετ’ ὀλίγα—Διὰ τοῦτο συγ‐ χωρεῖ ὁ Θεὸς ἄγεσθαι αὐτοὺς εἰς δικαστήριον, ἵνα κἀκεῖνοι παι‐
20δεύωνται, καὶ πάντες μανθάνωμεν, καὶ οἱ Ἀπόστολοι εἰς παρρησίαν ἀλείφωνται. Διδύμου. Οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ἐν ἑτέροις χωρίοις τῆς γραφῆς δηλοῦται, ὡς τὸ Ἅγιον Πνεῦμα δίδοται, ἡμῶν τὴν αἰτίαν τοῦ λαβεῖν αὐτὸ παρεχόντων· τὸ γὰρ πειθαρχεῖν Θεῷ προαιρετικὸν
25ὥσπερ τὸ πιστεύειν· οἷς μετὰ ἀναλογίαν δίδοται τὸ Πνεῦμα τοῖς τῶν χαρισμάτων αὐτοῦ τυγχάνουσι· συνᾴδει δὲ τούτοις καὶ τὸ “δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.” Οἱ δὲ ἀκούσαντες διεπρίοντο, καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς.
30Τοῦ Χρυσοστόμου. Ὁρᾶς τούτους πάλιν ἐν ἀπορίᾳ· τούτους ἐν ὀδύνῃ, ἐκείνους δὲ ἐν ἀνέσει καὶ εὐθυμίᾳ καὶ ἐν τρυφῇ· οὐχ ἁπλῶς ὠδυνῶντο ἀλλὰ διεπρίοντο· τοῦτο ἄρα ἐστὶ τὸ κακῶς παθεῖν, τὸ κακῶς ποιεῖν· καθάπερ καὶ ἐνταῦθα ἐστὶν ἰδεῖν· ἐν δεσμοῖς
ἦσαν οὗτοι· παρεστήκεσαν δικαστηρίῳ, καὶ οἱ δικάζοντες ἐν κιν‐94

95

δύνῳ ἦσαν, ἐν ἀπορίᾳ, ἐν ἀμηχανίᾳ πολλῇ· καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγὴν, οὕτω δὴ καὶ οὗτοι. Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ.
5Τοῦ αὐτοῦ. Οὗτος ὁ Γαμαλιὴλ ὁ Παύλου διδάσκαλος ἦν· καὶ θαυμάσαι ἄξιον, πῶς καὶ κατὰ νοῦν κρίσεις ἔχων καὶ νομομαθὴς ὢν, οὐδέπω πιστεύει· ἐπεὶ οὐδέπω Παῦλος ἐπίστευσεν· οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύοντα δι’ ὅλου, καὶ δῆλον ἐκ τῶν ῥημά‐ των αὐτοῦ.
10 Φαρισαῖος ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ· ἔξω βραχύ τι τοὺς Ἀποστόλους ἐκέ‐ λευσε ποιῆσαι· εἶπέ τε πρὸς αὐτούς· Ἄνδρες Ἰσρα‐ ηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
15Τοῦ αὐτοῦ. Ὁρᾶ τὴν σύνεσιν τῆς δημηγορίας, πῶς αὐτοὺς εὐθέως εἰς φόβον ἐνέβαλε· καὶ ὥστε μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ σφοδρότητι κέχρηται, ἀλλ’ ὡς ὑπὸ θυμοῦ μεθύουσιν οὕτω φησὶν, “ἄνδρες Ἰσραηλῖται,” καὶ τὰ ἑξῆς, μὴ ἁπλῶς φησὶ, μηδὲ
20ὡς ἔτυχε φέρεσθαι. Πρὸ γὰρ τούτων ἡμερῶν. Τοῦ αὐτοῦ. Ἀπὸ παραδειγμάτων αὐτοὺς σωφρονίζει, καὶ τοὺς πλείονας ἀποστήσαντα ὕστερον τίθησι παραμυθούμενος αὐτούς· πρὸ μὲν οὖν τὰ παραδείγματα εἰπεῖν, “προσέχετε ἑαυτοῖς·” ἐπειδὴ
25δὲ ἔδειξεν, ἀποφαίνεται, καὶ φησὶν, “ἀπόστητε ἀπὸ τῶν ἀνθρώ‐ “πων τούτων.” Ἀνέστη Θευδᾶς λέγων εἶναί τινα ἑαυτὸν μέγαν, ᾧ προσετέθησαν ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διελύθησαν
30καὶ ἐγένοντο ὡς οὐδέν. Ἐξ ἀνεπιγράφου. Περὶ Θευδᾶ μέμνηται Ἰώσηπος ἐν τῷ ιθʹ
βιβλίῳ τῆς Ἀρχαιολογίας, ὡς φησὶν Εὐσέβιος ἐν τῷ δευτέρῳ τῆς95

96

Ἐκκλησιαστικῆς Ἱστορίας, αὐταῖς λέξεσι παρατιθέμενος τὸν Ἰώ‐ σηπον λέγοντα· “Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης τὶς “ἀνὴρ, Θευδᾶς ὀνόματι, πείθει τὸν ὄχλον ἀναλαβόντα τὰς κτήσεις “ἕπεσθαι πρὸς τὸν Ἰορδάνην ποταμὸν αὐτῷ· προφήτης γὰρ ἔλε‐
5“γεν εἶναι· καὶ προστάγματι τὸν ποταμὸν σχίσας, δίοδον ἔφη “παρέξειν αὐτοῖς ῥᾳδίαν· καὶ ταῦτα λέγων πολλοὺς ἠπάτησεν· οὐ “μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φάδος, ἀλλ’ ἐξέπεμψεν “ἴλην ἱππέων ἐπ’ αὐτοὺς, ἥτις πολλοὺς ἀνεῖλε καὶ ἐζώγρησεν ἐξ “αὐτῶν· αὐτόν τε τὸν Θευδᾶν ζωγρήσαντες, ἀποτέμνουσι τὴν
10“κεφαλὴν καὶ κομίζουσιν εἰς Ἱεροσόλυμα.” Θευδᾶς αἱρεσιάρχης καὶ Ἰούδας Γαλιλαῖος ἐπὶ τῶν χρόνων τῆς ἀπογραφῆς κατελύθησαν. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς· καὶ ἀπέστησε λαὸν ἱκανὸν ὀ‐
15πίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπεί‐ θοντο αὐτῷ διεσκορπίσθησαν· καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐ‐ τούς. Ἐξ ἀνεπιγράφου. Ἐοίκασιν οἱ Γαλιλαῖοι κατὰ τοὺς χρόνους
20Πιλάτου ἐστασιακέναι, δόγμασιν ἑπόμενοι Ἰούδα τοῦ Γαλιλαίου· ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ Ἰώσηπος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαποστέλλον πολλὴν δι’ εὐσέβειαν εὐτονίας· κύριον γὰρ μηδὲ μέχρι στόματος ἔφασκε δεῖ τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην·
25οὕτω δὲ μήτε τὸν βασιλεύοντα· καὶ πολλοί γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον χαλεπωτάτας αἰκίας ὑπέμειναν· οἳ καὶ ἐδίδασκον μὴ δεῖν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας ἑτέρας ἀναφέρεσθαι τῷ Θεῷ· διόπερ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίνεσθαι, περὶ τῆς σωτηρίας
30τοῦ Βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους· εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον, κελεύσαι παρ’ αὐτοῖς αἷς ἐδόκουν προσφέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι· ὡς τότε ἀνα‐ μιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσαγόντων,
καθὰ καὶ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ φέρεται.96

97

Ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστὶν, οὐ δυνή‐ σεσθε καταλύσαι αὐτούς. Τοῦ Χρυσοστόμου. Εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, τί δεῖ
5πραγμάτων ὑμῖν; ἀλλ’ εἰ θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε· ἄληπτος ὁ λόγος. Τοῦ αὐτοῦ. Πόθεν δῆλον, ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων καταλύεται; πεῖραν ἔλαβε, φησὶν, ἀπὸ Ἰούδα καὶ Θευδᾶ· ὥστε καὶ οὗτος ὁ κηρυττόμενος ὑπὸ τούτων, εἰ τοιοῦτός ἐστιν οἷοι κἀκεῖνοι, καὶ μὴ
10θείᾳ δυνάμει πάντα ἐργάζονται, μικρὸν ἀναμείνατε, καὶ ἡ τῶν πραγ‐ μάτων ὑμῶν πιστώσεται ἔκβασις· διὰ τοῦ τέλους εἴσεσθε, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὥς φατε, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀπορρήτῳ δυνάμει τὰ καθ’ ἡμᾶς οἰκονομῶν πράγ‐ ματα· ὅπερ οὖν καὶ ἐγένετο· ἀνέμειναν, καὶ διὰ τῶν ἔργων ἐδη‐
15λοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις. Μήποτε καὶ θεομάχοι εὑρεθῆτε. Τοῦ Χρυσοστόμου. Τί οὖν κωλύει, φησὶ, καὶ ὑμᾶς καταλυθῆ‐ ναι; μήποτε γάρ, φησι, καὶ θεομάχοι εὑρεθῆτε· καὶ διὰ τοῦ ἀδυ‐ νάτου καὶ διὰ τοῦ ἀσυμφόρου ἀποτρέπει αὐτούς· καὶ οὐκ εἶπεν
20ὅτι ἀπό τινος ἀνῃρέθησαν, ἀλλ’ ὅτι ἐνταῦθα διελύθησαν, καὶ ἐρρύη αὐτῶν τὸ σύστημα. εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, τί δεῖ πραγ‐ μάτων ὑμῖν; ἀλλ’ εἰ θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε περιγενέσθαι· ἄληπτος ὁ λόγος. πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον; ἐπείσθησαν γὰρ αὐτῷ, φησίν.
25 Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς Ἀποστόλους, δείραντες, παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· καὶ ἀπέλυσαν αὐτούς. Τοῦ αὐτοῦ. Πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον; ὅρα μετὰ πόσα μαστίζονται, καὶ πάλιν ἡ διδα‐
30σκαλία ἐπετείνετο· καὶ γὰρ ἐν οἰκίᾳ καὶ ἐν τῷ ἱερῷ ἐδίδασκον. Καὶ μετ’ ὀλίγα—Τίνος οὖν ἕνεκεν, φησὶ, μαστίζονται; τῇ μὲν ἀναμφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον, ὅμως δὲ τὸν θυ‐
μὸν ἐπλήρουν τὸν οἰκεῖον, καὶ πάλιν ταύτῃ φοβῆσαι προσεδόκησαν.97

98

Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου. Τοῦ Χρυσοστόμου. Πόσων σημείων τοῦτο οὐ θαυμασιώτερον; οὐδαμοῦ γέγονεν ἐπὶ τῶν παλαιῶν τοῦτο· ἐπεὶ καὶ Ἰερεμίας ἐμα‐
5στίχθη διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τῷ Ἠλίᾳ ἠπείλησαν καὶ τοῖς ἄλλοις· ἀλλ’ ἐνταῦθα καὶ ἀπὸ τούτου καὶ ἀπὸ τῶν σημείων μόνον τὴν δύναμιν ἐνεδείκνυντο τοῦ Θεοῦ· οὐκ εἶπεν ὅτι οὐκ ἤλγουν, ἀλλ’ ὅτι καὶ ἀλγοῦντες ἔχαιρον· πόθεν δῆλον; ἐκ τῆς μετὰ ταῦτα παρρησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ μετὰ τὰς πληγὰς κηρύτ‐
10τοντες. Ἀμμωνίου Πρεσβυτέρου. “Ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι·” τῷ καθολικῷ χρησάμενος ἐδήλωσεν, ὅτι Θεὸς ἦν ὁ Ἰησοῦς· ὥσπερ γάρ τις λέγων, αὐτὸς εἶπεν, ὁ ὢν εἶπε, τὸν Θεὸν σημαίνει· οὕτως καὶ ὁ ἀορίστως τὸ ὄνομα μόνον εἰπὼν, ὁμοίως τὴν θείαν τοῦ Ἰησοῦ
15οὐσίαν ἐσήμανεν. Ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ἀτιμασθῆναι· πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.
20Τοῦ Χρυσοστόμου. Καταξιωθῆναι γὰρ ὄντως ἐστὶ καὶ τὸ ἀτιμασθῆναι· εἰ γὰρ φίλον τις ἔχων, κέρδος ἡγεῖται τὸ δι’ ἐκεῖνόν τι παθεῖν, πολλῷ μᾶλλον ὁ διὰ Χριστόν· μὴ τοίνυν ἀσχάλλωμεν πρὸς τὰς θλίψεις τὰς διὰ Χριστὸν, ἀλλὰ μνημονεύωμεν τῶν δεσ‐ μῶν Παύλου καὶ ἡμεῖς, καὶ τοῦτο ἡμῖν ἔστω προτροπή. Καὶ
25πάλιν—Οὕτω δὴ καὶ ἡ σωτηρία ἡμῶν τότε ἐνεργεῖται μειζόνως· τουτέστι δείκνυται, αὔξεται, ἐπιτείνεται, ὅταν ὑπομονὴν ἔχῃ, ὅταν πάσχῃ, καὶ γενναίως ἅπαντα φέρῃ· ἄρα ἐνέργεια σωτηρίας οὐ τὸ ποιεῖν κακῶς ἀλλὰ τὸ πάσχειν κακῶς· “οὐκ ἄξια γὰρ τὰ παθή‐ “ματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν.”
30tΚΕΦ. Ζ.
31tΠερὶ χειροτονίας τῶν ἑπτὰ Διακόνων.
32 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθη‐ τῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς
Ἑβραίους.98

99

Τοῦ Χρυσοστόμου. Ἑλληνιστὰς οἶμαι καλεῖν τοὺς Ἑλλη‐ νιστὶ φθεγγομένους· οὗτοι γὰρ Ἑλληνιστὶ διελέγοντο. ἰδοὺ ἄλλος πειρασμός· ὅσα καὶ ἔσωθεν καὶ ἔξωθεν τούτους εὐθέως ἐξ ἀρχῆς. Τοῦ αὐτοῦ. Ὅτε ταῦτα ἐγένετο, ὅτε μάστιγες, ὅτε ἀπειλαὶ,
5τότε ἐπληθύνοντο οἱ μαθηταί. Ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον. Τοῦ αὐτοῦ. Ἄρα καθημερινὴ διακονία ἦν ταῖς χήραις· καὶ ὅρα
10πῶς οὗτος διακονίαν καλεῖ, καὶ οὐ ταχέως ἐλεημοσύνην· ἅμα καὶ τοὺς ποιοῦντας καὶ τοὺς πάσχοντας διὰ τούτου ἐπαίροντες· τοῦτο οὐ κακία ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥαθυμία· διὰ τοῦτο προὔθη‐ κεν αὐτὸ εἰς μέσον· οὐ μικρὸν γὰρ τὸ κακὸν ἦν· ὅρα πῶς καὶ ἐν ἀρχῇ τὰ κακὰ οὐχὶ ἔξωθεν μόνον ἦν· ὅρας τὰ ἔξω διαδεχόμενα
15τὰ ἔσω; Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. Τοῦ αὐτοῦ. Πρῶτον τὸ ἄτοπον τίθησιν, ὡς οὐ κενὸν μετὰ τῆς αὐτῆς σπουδῆς ἀμφότερα γίνεσθαι· ἐπεὶ καὶ ὅτε τὸν Ματθίαν
20χειροτονεῖν ἔμελλον, πρῶτον τὴν χρείαν δείκνυσι τοῦ πράγματος, ὅτι ἔλειπεν εἷς, καὶ ἔδει γενέσθαι δώδεκα· καὶ ἐνταῦθα τὴν χρείαν ἐδήλωσαν· οὐ πρότερον ἐποίησαν, ἀλλὰ περιέμενον γενέσθαι τὸν γογγυσμόν· καὶ οὔτε ἠνέσχοντο ἐπιτοπολὺ τοῦτο συμβῆναι· καὶ ὅρα τὴν κρίσιν αὐτοῖς ἐπιτρέπουσι· τοὺς πᾶσιν ἀρέσκοντας, τοὺς
25ὑπὸ πάντων μαρτυρουμένους, ἐκείνους προβάλλονται· καὶ σφόδρα αὕτη καλὴ κρίσις· ἑπτὰ προβάλλονται, οὐκέτι δώδεκα. Τοῦ αὐτοῦ. Τῶν γὰρ ἀναγκαίων τὰ ἀναγκαιότερα προτιμότερα· ὅρα δὲ πῶς εὐθέως καὶ τούτου πρόνοιαν ἐποιοῦντο, καὶ τοῦ κηρύγ‐ ματος οὐκ ἠμέλουν.
30 Ἐπισκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυ‐ ρουμένους ἑπτὰ, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας· οὗς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. Τοῦ αὐτοῦ. Καίτοι ἠδύναντο αὐτοὶ ἐκλέξασθαι Πνεύματι
κινούμενοι· ἀλλ’ ὅμως καὶ τὴν μαρτυρίαν βούλονται τὴν παρ’99

100

αὐτῶν· τὸ μὲν οὖν ὁρίσαι τὸν ἀριθμὸν, καὶ τὸ χειροτονῆσαι καὶ ἐν χρείᾳ τοιαύτῃ αὐτῶν ἦν· τὸ δὲ ἕλεσθαι τοὺς ἄνδρας ἐκείνοις ἐπι‐ τρέπουσιν, ἵνα μὴ δόξωσιν αὐτοὶ χαρίζεσθαι. Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου
5προσκαρτερήσομεν. Τοῦ αὐτοῦ. Πάλιν καὶ ἀρχόμενοι καὶ τελευτῶντες ἀπολογοῦν‐ ται· “προσκαρτερήσομεν,” φησίν· οὕτω γὰρ ἔδει οὐχ ἅπλως, οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ προσκαρτερεῖν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους.
10 Καὶ τοῦτο τῆς αὐτῶν σοφίας ἄξιον· πάντες ἐπῄνεσαν τὸ λεχθὲν, οὕτως ἦν συνετόν. Καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον
15προσήλυτον Ἀντιοχέα. Τοῦ Χρυσοστόμου. Ὅρα καὶ ἐκεῖνοι πλήρεις πίστεως ἦσαν· ἵνα μὴ τὰ αὐτὰ γένηται οἷα ἐπὶ Ἰούδα, οἷα ἐπὶ Ἀνανίου καὶ Σαπφείρης. Ἐξ ἀνεπιγράφου. Δηλοῦται καὶ διὰ τούτου, ὡς ἐκείνη ἡ
20πίστις ἡ μετ’ ἐπιτάσεώς ἐστιν, ἡ αἰτία τοῦ χορηγηθῆναι τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ οὐχ ἡ ἁπλῶς πίστις. Διδύμου. Τῶν μετεχόντων τὴν ἀρετὴν, οἱ μὲν τελείως, οἱ δὲ ἐλλιπῶς αὐτὴν ἔχουσι· Στέφανος γοῦν μαρτυρεῖται τῆς ἐκλογῆς τετυχηκέναι διὰ τὸ πλήρης εἶναι πίστεως καὶ πνεύματος· οὐ
25παντὸς τοῦ ὁπωσδήποτε πιστεύοντος· πλήρης ὄντως πίστεως· εἴρηται γὰρ περί τινος ὀφθέντος τῷ Πέτρῳ, πίστιν ἔχοντος οὐ μὴν πλήρους αὐτῆς ὄντος. Οὓς ἔστησαν ἐνώπιον τῶν Ἀποστόλων. Τοῦ Χρυσοστόμου. Ἐφόρησαν αὐτοὺς τοῦ πλήθους, καὶ αὐτοὶ
30ἕλκουσιν· οὐχ οἱ Ἀπόστολοι ἄγουσιν· ὅρα πῶς οὐκ ἔστι περιττός· οὐ λέγει πῶς, ἀλλὰ τί; ἐχειροτονήθησαν διὰ προσευχῆς· τοῦτο
γὰρ ἡ χειροτονία ἐστίν· ἡ χεὶρ ἐπίκειται τοῦ ἀνδρός· τὸ δὲ πᾶν100

101

ὁ Θεὸς ἐργάζεται, καὶ νῦν ἡ αὐτοῦ χάρις ἐστὶν, ἡ ἁπτομένη τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ἐὰν ὡς δεῖ χειροτονῆται. Καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Ἀμμωνίου. Σημειωτέον ὅτι δι’ εὐχῆς καὶ ἐπιθέσεως τῶν χει‐
5ρῶν τῶν ἡγουμένων τῷ λόγῳ ἡ χειροτονία· καὶ ἡ ἀξία τῆς διακο‐ νίας ἐδόθη ἐξ ἀρχῆς τοῖς διακόνοις, καὶ τοῦτο ἔθος μέχρι καὶ νῦν σώζεται. Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα.
10Τοῦ Χρυσοστόμου. Οὐχ ἁπλῶς εἶπε τοῦτο, ἀλλ’ ἔδειξεν ὅση τῆς ἐλεημοσύνης ἰσχὺς, καὶ τῆς διατάξεως· καὶ μέλλει λοιπὸν αὔξειν τὸ κατὰ Στέφανον· καὶ τὰς αἰτίας αὐτῶν προτίθησιν. Πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει. Ἐπειδὴ γὰρ εἶδον τὸν ἄρχοντα καὶ διδάσκαλον τοιαῦτα ἀπο‐
15φηνάμενον, ἀπὸ τῶν ἔργων λοιπὸν τὴν πεῖραν ἐλάμβανον· θαυμάσαι δὲ ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐν τῇ αἱρέσει τῶν ἀνδρῶν· ὁποῖον δὲ ἀξίωμα εἶχον οὗτοι, καὶ ὁποῖαν ἐδέξαντο χειροτονίαν ἀναγ‐ καῖον μαθεῖν· ἄρα τὴν τῶν διακόνων· καὶ μὴν τοῦτο ἐν ταῖς ἐκκλη‐ σίαις οὐκ ἔστιν· ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία. καίτοι
20οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ’ οἱ Ἀπόστολοι μόνον· ὅθεν οὔτε διακόνων οὔτε πρεσβυτέρων τὸ ὄνομα εἶναι δῆλον καὶ φανερὸν, ἀλλὰ τέως εἰς τοῦτο ἐχειροτονήθησαν· καὶ οὐχ ἁπλῶς ἐχειροτονήθησαν, ἀλλ’ ἐπηύξαντο αὐτοῖς δυνηθῆναι περιγένεσθαι· ὅρα δέ μοι εἰ ἑπτὰ ἀνδρῶν ἐδέησεν εἰς τοῦτο· τοσαῦτα ἴσως ἐπέρρει χρήματα· τοσού‐
25των χηρῶν πλῆθος ἦν. Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέ‐ ρατα καὶ σημεῖα μέγαλα ἐν τῷ λαῷ. Τοῦ αὐτοῦ. Ὅρα πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις πρόκριτος, καὶ τὰ πρῶτα εἶχεν· εἰ γὰρ καὶ ἡ χειροτονία κοινὴ ἦν, ἀλλ’ ὅμως
30ἐπεσπάσατο χάριν πλείονα· καὶ ὅρα πῶς πρὸ τούτου οὐκ ἐποίει, ἀλλ’ ὅτε δῆλος γέγονεν· ἵνα δειχθῇ ὅτι οὐκ ἀρκεῖ μόνη ἡ χάρις, ἀλλὰ δεῖ καὶ τῆς χειροτονίας, ὥστε προσθήκη Πνεύματος ἐγένετο·
εἰ γὰρ πλήρεις Πνεύματος ἦσαν, δηλονότι τοῦ ἀπὸ τοῦ λουτροῦ.101

102

Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγο‐ μένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στε‐ φάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ
5πνεύματι ᾧ ἐλάλει. Τοῦ αὐτοῦ. Πάλιν ἀνάστασιν τὸν παροξυσμὸν αὐτῶν λέγει καὶ τὴν ὀργήν. ἐνταῦθα πολὺ τὸ πλῆθος· καὶ ὅρα ἕτερον τῆς κατη‐ γορίας τὸ σχῆμα· ἐπειδὴ γὰρ ἐκώλυσεν αὐτοὺς Γαμαλιῆλος μηδὲν ὑπὲρ ἐκείνου ἐγκαλεῖν, ἑτέραν κατηγορίαν εἰσάγουσιν.
10 Τοῦ αὐτοῦ. Λιβερτίνοι ἦσαν οἱ Ῥωμαίων ἀπελεύθεροι· ὥσπερ ᾤκουν ἐκεῖ πολλοὶ ξένοι, οὕτω καὶ συναγωγὰς εἶχον, ἔνθα ἔδει τὸν νόμον ἀναγινώσκεσθαι καὶ εὐχὰς γίνεσθαι. Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι ἀκηκόαμεν αὐ‐ τοῦ λέγοντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν
15Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον· ἔστησάν τε μάρτυρας ψευ‐ δεῖς λέγοντας. Τοῦ αὐτοῦ. Διὰ γὰρ τοῦτο συνεζήτουν, ἵν’ ἀναγκάσωσιν αὐτόν
20τι εἰπεῖν· ὁ δὲ γυμνότερον λοιπὸν διελέγετο· καὶ τὴν παύλαν ἔλεγεν ἴσως τοῦ θείου νόμου, ἢ οὐκ ἔλεγε μὲν, ᾐνίττετο δέ· ἐπεὶ εἰ ἔλεγε φανερῶς, οὐκ ἔδει τῶν ὑπολοίπων ἀνδρῶν οὐδὲ τῶν ψευδομαρτύρων. Τοῦ αὐτοῦ. Ἐπὶ μὲν τῶν Ἀποστόλων ἔλεγον, ὅτι τὴν ἀνά‐ στασιν κατήγγελλον, καὶ ὅτι πολὺς ὄχλος ἐπιρρεῖ· ἐνταῦθα δὲ, ὅτι
25ἐθεραπεύοντο· ὑπὲρ ὧν εὐχαριστεῖν ἔδει, ὑπὲρ τούτων ἐμέμφοντο· ὦ τῆς ἀνοίας· τοὺς διὰ τῶν ἔργων κρατοῦντας προσεδόκων κρατήσειν διὰ τῶν λόγων· ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν· καὶ ἀεὶ λόγους αὐτοὺς ἐνέβαλλον· ἁρπάσαι γὰρ ἁπλῶς ᾐσχύνοντο, οὐδὲν ἔχοντες ἐγκαλεῖν. Καὶ μετ’ ὀλίγα—Ὅρα τοῦ κηρύγματος τὴν δύναμιν,
30ὅτι οὐ μαστιζομένων μόνον ἀλλὰ καὶ λιθαζομένων κρατεῖ. Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα βλάσ‐ φημα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου·
ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος.102

103

Τοῦ Χρυσοστόμου. Ὡς ἔργον αὐτοῦ ποιουμένου, καὶ μετὰ προσθήκης, “ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς,” φησὶν, οὐκέτι ὁ Θεός· ὡς ἐπ’ ἀνατροπῇ πολιτείας καὶ ἀσεβείας αὐτοῦ κατηγόρουν. Ἀμμωνίου. Σημειωτέον ὅτι αὐτοὶ οἱ ψευδομάρτυρες ἀληθῆ
5προεφήτευον, καὶ μὴ βουλόμενοι, περὶ τῆς τοῦ ναοῦ ἀπωλείας καὶ τῆς ἐναλλαγῆς τῆς κατὰ τὸν νόμον σαρκικῆς λατρείας. Ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Τοῦ Χρυσοστόμου. “Ἰησοῦς,” φησὶν, “ὁ Ναζωραῖος,” καὶ ὀνει‐
10διστικῶς· “καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη·” τοῦτο περὶ τοῦ Χριστοῦ ἔλεγον, ὁ καταλύων τὸν ναὸν τοῦτον· πολλὴ γὰρ ἦν αὐτοῖς εὐλάβεια περὶ τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις· καὶ περὶ τὸ ὄνομα Μωϋσέως διπλῆ ἡ κατηγορία· εἰ ἀλλάξῃ τὰ ἔθη, καὶ ἕτερα ἀντεισάξει· ὅρα πῶς μικρὰ ἡ κατηγορία, καὶ κιν‐
15δύνων γέμουσα. Καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον Ἀγγέλου. Οὕτως ἔστι καὶ ἐν ἐλάττονι ὄντι βαθμῷ λάμπειν· τί γὰρ, εἰπέ
20μοι, τῶν Ἀποστόλων οὗτος ἔλαττον ἔσχε; οὐχὶ πολλῶν ἐδεήθη· καὶ πολλὴν ἐπεδείξατο παρρησίαν· “εἶδον τὸ πρόσωπον αὐτοῦ,” φησὶν, “ὡς πρόσωπον Ἀγγέλου·” τοῦτο γὰρ ἡ χάρις ἦν· τοῦτο ἡ δόξα Μωϋσέως ἦν· ἐπίχαριν αὐτὸν ἐποίησεν ὁ Θεός. Τοῦ αὐτοῦ. “Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον Ἀγγέλου·”
25ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστράπτουσαν δόξαν· ὅπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὗτος ἐπὶ τῆς ψυχῆς περι‐ έφερε· μᾶλλον δὲ καὶ πολλῷ πλέον· τὸ μὲν γὰρ Μωϋσέως αἰσθη‐ τικώτερον ἦν· τοῦτο δὲ ἀσώματον. Εἶπε δὲ ὁ ἀρχιερεὺς, εἰ ἄρα ταῦτα οὕτως ἔχει, ὁ δὲ ἔφη.
30Τοῦ αὐτοῦ. Μετ’ ἐπιεικείας ἡ ἐρώτησις· ἵνα τι μέγα κακὸν ἐργά‐ σηται· διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ προσηνείας ἄρχεται τῶν ῥημάτων, καὶ φησίν· “ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε μου,” καὶ τὰ ἑξῆς.
Τοῦ αὐτοῦ. Εὐθέως ἐκ τοῦ προοιμίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ103

104

καὶ κατασκευάζει, δι’ ὧν φησὶν, ὅτι οὐδέν ἐστιν ὁ ναὸς καὶ οὐδὲν τὰ ἔθη ἀνυπόπτως· καὶ ὅτι οὐ περιέσονται τοῦ κηρύγματος· καὶ ὅτι ἐξ ἀμηχάνων ἀεὶ ὁ Θεὸς εὐμήχανα κατεσκεύασεν· ὅρα γοῦν διὰ τούτων ὑφαινομένην τὴν δημηγορίαν, καὶ ὅτι πολλῆς ἀπολαύσαντες
5ἀεὶ φιλανθρωπίας, τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψαντο, καὶ ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου. Κυρίλλου Ἀλεξανδρείας. Ἑτοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν
10θείων λόγων τὴν δύναμιν. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν· καὶ εἶπε πρὸς αὐτόν. Τοῦ Χρυσοστόμου. Καὶ ναὸς οὐκ ἦν, καὶ θυσία οὐκ ἦν, καὶ
15θείας ὄψεως ἠξίωτο Ἀβραάμ· καὶ προγόνους Πέρσας εἶχε, καὶ ἐν ἀλλοτρίᾳ γῇ ἦν· καὶ καλῶς ἀρχόμενος “τὸν Θεὸν τῆς δόξης” ἐκά‐ λεσεν, ἐπειδὴ τοὺς ἀτίμους ἐνδόξους πεποίηκε, φησὶ, καὶ ἡμᾶς ποιήσει· ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν σωματικῶν· ἀπὸ τοῦ τόπου τέως· ἐπειδὴ περὶ τόπου ὁ λόγος ἦν· “ὁ Θεὸς τῆς δόξης” φησὶ
20πάλιν, ὅτι οὐ δεῖται τῆς παρ’ ἡμῶν δόξης τῆς διὰ τοῦ ναοῦ. Ἐξ ἀνεπιγράφου. Ὥσπερ οἱ ἄλλοι Ἀπόστολοι καταδραμόν‐ τες τῶν ἄλλον λεγόντων τὸν Θεὸν τὸν κοσμοποιὸν, καὶ ἄλλον τὸν Πατέρα τοῦ Χριστοῦ Ἰησοῦ, ἑνὰ καὶ τὸν αὐτὸν ἐν τῇ εὐχῇ ἐσπού‐ δαζον δεικνύναι· οὕτω καὶ ἐνταῦθα ὁ Στέφανος τοῦ αὐτοῦ μετα‐
25σχὼν Πνεύματος τὰ αὐτὰ φησί· πλεῖστα γὰρ εἰπὼν περὶ τοῦ τὸν νόμου δεδωκότος καὶ τὸν κόσμον πεποιηκότος, ἐπήγαγεν, ὡς τῶν οὐρανῶν ἀνεῳγμένων, εἶδε τὸν Χριστὸν ἐκ δεξιῶν ὄντα τοῦ Θεοῦ· ὑπὲρ οὗ πάντα τὰ εἰρημένα διηγήσατο. Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου,
30καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω· τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν μετὰ τὸ ἀπο‐ θανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν
ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε.104

105

Τοῦ Χρυσοστόμου. Δείκνυσι πῶς οὐκ εἰσὶν οὗτοι τέκνα τοῦ Ἀβραὰμ, πῶς ἐκεῖνος πειθήνιος ἦν, καὶ ἐκ τῆς συγγενείας σου φησίν· ἀμφότερα φορτικά· καὶ ὅτι ἐκεῖνος μὲν τοὺς πόνους ὑπέ‐ μεινεν, ὑμεῖς δὲ τοὺς καρποὺς δρέπεσθε· καὶ ὅτι πάντες οἱ πρό‐
5γονοι ἐν κακουχίᾳ. Ὠριγένους. Λεκτεὸν ὅτι οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες, καὶ ἔσθ’ ὅτε διὰ τὸν λόγον ἀλλοτριούμενοι τῆς ἑαυτῶν γῆς καὶ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς, υἱοὶ εἰσὶν Ἀβραὰμ, τοῦ ταῦτα ἀκούσαντος καὶ ποιήσαντος.
10 Κυρίλλου. Ἄθρει δὴ οὖν ὅτι τοῖς ὁλοσχερῶς τὲ καὶ ὁλοτρόπως ἀκολουθοῦσι Θεῷ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος πεποιημένοις δεύτερα τὰ σαρκὸς καὶ φιληδονίαν κοσμικὴν, ἕψεται πάντως τοῖς τοιούτοις τὸ εὐλογίας τῆς ἄνωθεν πλουσίως μεταλαχεῖν. Παντὶ τῷ ἀναγινώσκοντι φανερόν ἐστιν, ὡς τῷ Σωτῆρι καὶ δι’
15αὐτοῦ τῷ Πατρὶ, ὥσπερ οἱ Ἀπόστολοι, καὶ ὁ Στέφανος ἐπανεῖχε· διὸ ἡγητέον λέγοντα αὐτὸν τὸν πατέρα Ἀβραὰμ προσεληλυθέναι τῷ Θεῷ τῆς δόξης, μὴ ἄλλον εἰδέναι Θεὸν, ἢ τὸν ὠφθέντα τῷ Ἀβραάμ· ὅθεν αἱρετικοὺς ὑποληπτέον εἶναι τοὺς διακόπτοντας τὸν κοσμοποιὸν ἀπὸ Πατρὸς Ἰησοῦ· πλεῖστα γὰρ ὁ προκείμενος ἀνὴρ
20εἰπὼν ἐν τῇ πρὸς Ἰουδαίους ἀπολογίᾳ περὶ τοῦ τὸν νόμον δεδωκότος καὶ τὸν κόσμον πεποιηκότος, ἐπήγαγεν ὡς τῶν οὐρανῶν ἀνεῳγμένων εἶδε τὸν Χριστὸν ἐκ δεξιῶν ὄντα τοῦ Θεοῦ· ὑπὲρ οὗ πάντα τὰ εἰρημένα διηγήσατο. Καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ
25βῆμα ποδός· καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατά‐ σχεσιν αὐτὴν, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς αὐτοὺς ἀπὸ τῆς γῆς ἀνάγει· οὐ γὰρ εἶπε δώσει δηλονότι καὶ οὐδὲν παρ’ αὐτὸν, ἦλθε γὰρ καὶ
30συγγένειαν ἀφεὶς καὶ πατρίδα· διατί οὖν οὐκ ἔδωκεν; ἄρα τύπος ἦν ἑτέρας γῆς, καὶ ἐπηγγείλατο δοῦναι αὐτήν· ὅρα ὅτι οὐχ ἁπλῶς πάλιν τὸν λόγον ἀναλαμβάνει· οὐκ ἔδωκε, καὶ ἐπηγγείλατο καὶ
τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου· πάλιν τὸ105

106

δυνατὸν τοῦ Θεοῦ τὸ ἐξ ἀμηχάνων πάντα ποιεῖν· τὸν ἐν Περσίδι καὶ τοσοῦτον ἀπέχοντα, τοῦτον ἔφησε κύριον τῆς Παλαιστίνης ποιήσειν. δείκνυσιν ἐνταῦθα τὴν ἐπαγγελίαν πρὸ τοῦ τόπου γεγε‐ νημένην· πρὸ τῆς περιτομῆς· πρὸ θυσίας· πρὸ τοῦ ναοῦ· καὶ οὐκ
5ἀξίαν οὗτοι ἔλαβον οὐδὲ περιτομὴν, οὐδὲ νόμον, ἀλλὰ τῆς ὑπακοῆς μόνον μισθὸς ἦν ἡ γῆ· καὶ οὐδὲ τῆς περιτομῆς δοθείσης ἡ ἐπαγ‐ γελία πληροῦται· καὶ ὅτι τύποι ἦσαν· καὶ τὸ τὴν πατρίδα ἀφεῖ‐ ναι τοῦ Θεοῦ κελεύοντος, οὐ παρὰ τὸν νόμον· ἐκείνη γὰρ πατρὶς ἔνθα ἂν ἡγεῖται Θεός· καὶ ἐξῆλθε, φησὶν, ἐκ γῆς Χαλδαίων· καὶ
10ὅτι εἴτις ἀκριβῶς ἐξετάσοι, Πέρσαι εἰσὶν οἱ Ἰουδαῖοι· καὶ ὅτι καὶ χωρὶς σημείων πείθεσθαι χρὴ τῷ Θεῷ λέγοντι, κἂν δεινὰ τινὰ συμβαίνῃ· ἐπεὶ καὶ ὁ Πατριάρχης, καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ· καὶ ὑπέσχετο, φησὶ, δοῦ‐ ναι αὐτὴν αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν· πολλὴ ἐν‐
15ταῦθα τοῦ Κυρίου ἡ φιλανθρωπία δείκνυται, καὶ ἡ τοῦ Ἀβραὰμ πίστις· καίτοι γὰρ οὐκ ὄντος αὐτῷ τέκνου δείκνυσι διὰ τὴν ὑπα‐ κοὴν καὶ τὴν πίστιν· καίτοιγε τὰ γενόμενα τοὐναντίον ἐδείκνυ· οἷον μετὰ τὸ ἐλθεῖν οὐκ ἔσχε βῆμα ποδός· παῖδα οὐκ εἶχεν· ἅπερ ἐναντία ἦν τῇ πίστει· ταῦτα ἑωρακότες καὶ ἡμεῖς, ἅπερ ἐπαγγέλ‐
20λεται Θεὸς, δεχόμεθα, κἂν ἐναντία ᾖ τὰ γινόμενα. καίτοι γε ἐφ’ ἡμῶν οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα ἀκόλουθα· ἔνθα μὲν γὰρ ἂν ὦσιν αἱ ὑποσχέσεις, ὅταν τἀναντία γένηται, ἐναντία ἐστὶν, οὕτως· ἐφ’ ἡμῖν δὲ τοὐναντίον· ἐνταῦθα μὲν θλίψιν εἶπεν, ἐκεῖ δὲ ἄνεσιν.
25 Ἐξ ἀνεπιγράφου. Διὰ τοῦτο οὐκ ἔδωκεν, ἐπειδὴ εἰς κατά‐ σχεσιν αὐτὴν αὐτῷ δώσειν ἐπηγγείλατο· ὁ δὲ πάροικος καὶ παρ‐ επίδημος καὶ μετ’ ὀλίγον ἀναλύειν μέλλων, πῶς κατέχειν ἠδύνατο· σώζεται ἄρα ἡ κληρονομία τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ, ὅ ἐστι Χριστός· ὅτε δὲ καὶ συμβασιλεύσωσιν αὐτῷ οἱ ἅγιοι κατὰ
30τὸ γεγραμμένον, “ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ,” πάν‐ των τῶν ἐθνῶν βασιλεὺς ὤν. Ἐλάλησε δὲ ὁ Θεὸς οὕτως· ὅτι ἔσται τὸ σπέρμα σου πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ
κακώσουσιν, ἔτη τετρακόσια. καὶ τὸ ἔθνος, ᾧ ἂν δουλεύ‐106

107

σωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύ‐ σονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ. Τοῦ Χρυσοστόμου. Ὅρα πρὸ πόσων ἐτῶν ἡ ἐπαγγελία, καὶ ὁ τῆς ἐπαγγελίας τρόπος· καὶ οὐδαμοῦ περιτομή· οὐδαμοῦ θυσία·
5ἐνταῦθα δείκνυσι πῶς αὐτοὺς ἠφίει κακῶς πάσχειν, καίτοι οὐδὲν ἔχων αὐτοῖς ἐγκαλεῖν· ἀλλ’ ὅμως οὐκ ἀτιμωρητὶ ταῦτα ἐποιοῦν. Καὶ μετ’ ὀλίγα—Ἵνα γὰρ μὴ τούτων νομίσωσιν εὐσεβεῖς εἶναι· διὰ τὸ λέγειν, “πέποιθεν ἐπὶ Κυρίου, ῥυσάσθω αὐτὸν,” ὁ ἐπαγγειλά‐ μενος, ὁ δοὺς τὴν γῆν, πρότερον τὰ κακὰ συγχωρεῖ· οὕτω καὶ νῦν·
10εἰ καὶ βασιλείαν ἐπηγγείλατο, ἀλλά φησιν, ἐγγυμνάζεσθε πει‐ ρασμοῖς· εἰ ἐνταῦθα μετὰ τετρακόσια ἔτη ἐλευθερία, τί θαυμαστὸν ἐπὶ τῆς βασιλείας; καὶ ὅμως ἐποίησε, καὶ οὐκ ἴσχυσεν ὁ χρόνος εἰς ψεῦδος ἐμβαλεῖν τὸν λόγον· καὶ οὐ τὴν τυχοῦσαν δουλείαν ὑπέμειναν· οὐδὲ μέχρι τῆς τιμωρίας τῆς ἐκείνων, ἀλλὰ καὶ αὐτοὶ
15ἐν τιμωρίᾳ ἔσονται, φησὶ, μεγίστῃ· ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει τῆς εὐεργεσίας, ἧς ἔτυχον. Εὐσεβίου. Διατί δὲ περισσὰ λέγει ἔτη ὁ Ἀπόστολος λʹ; τάτε πρὸ τῆς διαθήκης ἣν ἐποιήσατο τῷ Ἀβραὰμ, καὶ τὴν ἐξ Αἰ‐ γύπτου πορείαν ἐν τῇ ἐρήμῳ μέχρι τῆς τοῦ νόμου δόσεως.
20 Οὐ μάχεται τοῖς ἐνταῦθα τὰ ἐν τῇ Ἐξόδῳ γεγραμμένα· ἐκεῖ γὰρ εἴρηται, “μετὰ τετρακόσια τριάκοντα ἔτη ἐξῆλθεν ἡ δύναμις “Κυρίου ἐκ γῆς Αἰγύπτου·” ἐνταῦθα δὲ μετὰ υʹ φησί· ἀλλ’ ἐπι‐ στῆσαι δεῖ, ὅτι οὐκ ἐρρήθη, ὡς πληρωθέντων τῶν υʹ ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υʹ ἔτη· ὅπερ ἐμφαίνει καὶ τὰ λʹ.
25 Ἀβραὰμ ἀπὸ οʹ ἔτους ἕως ρʹ ἔτους, ἔτη κεʹ· Ἰσαὰκ ἔτη ξʹ· Ἰακὼβ ἔτη θʹ· Ἰωσὴφ ἔτη ριʹ· ἐν Αἰγύπτῳ ἔτη ρμδʹ· ὁμοῦ ἔτη υλʹ· φησὶ δὲ, “καὶ κακώσουσιν αὐτὸ ἔτη υʹ, καὶ μετὰ ταῦτα ἐξε‐ “λεύσονται καὶ λατρεύσουσί μοι·” τοῦ μετὰ ταῦτα ἐν τοῖς λʹ ἔτεσι σημαινομένου.
30 Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ
ὀγδόῃ·107

108

Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας ἐκ πρὸς Εὐπράξιον Κουβικουλάριον ἀποκρίσεως. Καὶ τοῦτο γὰρ πυνθάνῃ, τίνος ἕνεκεν περιτέμνεσθαι τὴν ἀκροβυστίαν τοῖς πατράσιν ἐνομοθέτητο· καὶ πρόχειρον μὲν τινὲς αἰτίαν ταύτην ἀποδεδώκασι· ἐπειδὴ, φησὶν,
5ὁ Ἀβραὰμ ἐκ τῆς Χαλδαίων ἀπῆρε· Χαλδαίοις δὲ ἐπετέτραπτο κατὰ τὰ πάτρια σφῶν ἤθη, καθὰ δὴ Μήδοις καὶ Πέρσαις, μη‐ τράσι καὶ ἀδελφαῖς ἐπιμίγνυσθαι· ταύτης ἕνεκα τῆς αἰτίας περι‐ τέμνεται τὴν σάρκα τῆς ἀκροβυστίας, τῇ οἰκειότητι τῆς σαρκὸς ἀποταττόμενος, καὶ τοὺς τῆς συγγενείας ἀθεμίτους ἀρνούμενος
10γάμους. Καὶ μετ’ ὀλίγα—Ἄλλοι δὲ, φησὶ, διὰ τοῦτο προστέ‐ ταχθαι τῷ Ἀβραὰμ καὶ τοῖς ἐξ αὐτοῦ τὴν περιτομὴν, ἵνα δῆλον εἴη, ὡς ἐξ αὐτῶν ἔσται ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάν‐ των Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. Καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα
15πατριάρχας. Τοῦ αὐτοῦ. Γινώσκομεν γὰρ ὡς ἡ ἐν σαρκὶ περιτομὴ τυπικῶς γενομένη, τὸ παλαιὸν εἰκόνα ἐπεῖχε τοῦ σωτηρίου βαπτίσματος· διὰ τῆς ἀποβολῆς τῆς ἀκροβυστίας τὴν ἄρνησιν δηλοῦσα τῆς κατὰ σάρκα γεννήσεως, καὶ υἱοὺς ποιοῦσα τοὺς περιτεμνομένους Θεοῦ.
20 Τοῦ αὐτοῦ. Ἐν πρώτοις ὁ Ἰσαὰκ τῇ ὀγδόῃ περιτέμνεται ἡμέρᾳ, ὅθεν καὶ οἱ Ἰουδαῖοι· ὁ δὲ Ἰσμαὴλ δεκατριῶν ἐνιαυτῶν ὑπάρ‐ χων· διὰ τοῦτο καὶ οἱ ἐξ αὐτοῦ Ἰσμαηλῖται οὕτω περιτέμνονται, ὡς Ἰώσηπος φησί. Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο
25εἰς Αἴγυπτον. Τοῦ αὐτοῦ. Πάλιν ἐνταῦθα τύπος τοῦ Χριστοῦ· οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλ’ ἐλθόντα ἐπὶ τροφὴν τὴν αὐτῶν κακῶς διέθηκαν· ὅμως καὶ ἐνταῦθα πάλιν ἐπαγγελία μακρὰ καὶ τέλος λαμβάνει. Σευηριανοῦ ἐπισκόπου Γαβάλων. Ἀλλ’ ἐπλήρωσε τοῦ
30Χριστοῦ τὴν εἰκόνα τῆς πράσεως Ἰωσὴφ, ὁ πραθεὶς ὑπὸ τῶν ἀδελ‐ φῶν διὰ τὰ ἐνύπνια· ᾧτινι προκατεσκεύασεν ὁ φθόνος· ἡ γὰρ ἐπι‐ βουλὴ τῶν ἐπιβουλευσάντων ὁδὸς προκοπῆς ἐγένετο τῷ φθονουμένῳ·
εἰ μὴ γὰρ ἐπράθη, οὐκ ἂν ἦλθεν εἰς Αἴγυπτον· οὐκ ἂν τῇ γυναικὶ108

109

τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας ἐπεδείξατο· εἰ μὴ τοὺς ὑπὲρ τῆς σωφροσύνης ἀνεδέξατο στεφάνους, οὐκ ἂν ᾤκησε τὴν φυλακήν· οὐκ ἂν ἑρμηνευτὴς ἐγένετο ἐνυπνίων· οὐδ’ ἂν ἄρχων Αἰγύπτου ἐχρη‐ μάτισεν.
5 Καὶ ἦν ὁ Θεὸς μετ’ αὐτοῦ· Ἰωάννου. Τοῦτο καὶ ὑπὲρ ἑαυτῶν. Καὶ ἐξείλατο αὐτὸν ἐκ πάσων τῶν θλίψεων αὐτοῦ· Ἰωάννου. Δείκνυσιν ὅτι οὐκ εἰδότες συνέπραττον τῇ προφη‐ τείᾳ· καὶ ὅτι αὐτοὶ αἴτιοι ἐγένοντο, καὶ τὰ κακὰ εἰς αὐτοὺς
10περιετρέπετο. Καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. Χάριν καὶ σοφίαν ἔδωκεν αὐτῷ ἐπὶ βαρβάρου ἀνδρός· τῷ δούλῳ,
15τῷ αἰχμαλώτῳ, οἱ ἀδελφοὶ ἀπέδοντο· ἐκεῖνος δὲ ἐτίμησεν. Σευήρου Ἀντιοχείας ἀπὸ λόγου ρθ. Καὶ Αἰγύπτου μὲν ἡγεμονίαν τῆς συνέσεως ἆθλον δεξάμενος, τὸν δὲ ὁμόφυλον αὐτῷ δῆμον τὸν Ἰσραὴλ ὑπερόριον ἐκεῖ μεταστάντα λιμοῦ φυγάδα πλου‐ σίως ἐκθρέψας, καὶ οἷα δὴ πολίτην τὸν ξένον, καὶ πάλιν προαγο‐
20ρεύσας αὐτῷ τὴν ἐπὶ τὴν γῆν πατρῴαν ἐπάνοδον. Τὰ περὶ τῆς τοῦ λιμοῦ πυρωνίας καὶ ἀναγνωρισμοῦ υἱῶν Ἰακὼβ, καὶ περὶ
γενέσεως Μωϋσέως καὶ τῆς πρὸς αὐτὸν θεοφανίας ἐν ὄρη Σινᾶ.
Ἦλθε δὲ λιμὸς ἐφ’ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χα‐ ναὰν, καὶ θλίψις μεγάλη· καὶ οὐχ ηὕρισκον χορτάσματα
25οἱ πατέρες ἡμῶν. ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτεῖα ἐν Αἰ‐ γύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον· καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὑτοῦ· Ἰωάννου. Κατῆλθον ὠνησόμενοι, καὶ ἐκείνου ἐν χρείᾳ κατ‐ έστησαν· τί οὖν αὐτὸς οὐ μέχρι τούτου τὴν φιλανθρωπίαν ἐπε‐
30δείξατο, ἀλλὰ καὶ τῷ Φαραὼ ἐγνώρισε καὶ αὐτοὺς κατήγαγε;
Καὶ μετ’ ὀλίγα—Εἶτα πάλιν ἄλλη ἀνελπιστία· πρῶτον λιμὸς,109

110

ἀλλὰ διεσώθησαν· δεύτερον τὸ εἰς χεῖρας ἐμπεσεῖν τοῦ ἐχθροῦ· τρίτον τὸ ἀπόλεσθαι ὑπὸ τοῦ βασιλέως· εἶτα τὸ εὐμήχανον τοῦ Θεοῦ. Καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ. ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ,
5καὶ πᾶσαν τὴν συγγένειαν, ἐν ἑβδομήκοντα πέντε ψυ‐ χαῖς. Ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ· ἐπείπερ ἔγνω ἐξ ἐλευθέρου γένους κατάγεσθαι τὸν Ἰωσήφ· καὶ γὰρ ἦν ἀληθῶς χαρᾶς ἄξιον τὸ γνῶναι ὅτι οὐ δοῦλος αὐτῶν ἐβασίλευσεν, ἀλλ’
10εὐγενὴς ἐξ εὐγενῶν. Καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν· καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου, παρὰ τῶν υἱῶν Ἐμμὼρ ἐν Συχέμ.
15 Σημειωτέον ὅτι εἰς Συχὲμ ἐτάφησαν οἱ περὶ τὸν Ἀβραὰμ καὶ οἱ πατριάρχαι· ἥτις ἐκαλεῖτο τάχα Σίκιμα· αὐτὴν γὰρ ὠνήσατο παρὰ Ἐμμὼρ ὁ Ἀβραὰμ, ἵνα θάψῃ ἐκεῖ Σάρραν. Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμο‐ λόγησεν ὁ Θεὸς τῷ Ἀβραὰμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπλη‐
20θύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Τοῦ Χρυσοστόμου. Ὅρα ὅτι οὐδὲ ἐν τοῖς τετρακοσίοις ἔτε‐ σιν αὐτοὺς αὔξει, ἀλλ’ ὅτε ἔμελλεν ἐγγίζειν τὸ τέλος· καίτοι ἤδη τετρακόσια ἦν ἔτη παρελθόντα καὶ πλείονα ἐν Αἰγύπτῳ· τὸ
25δὲ θαυμαστὸν τοῦτό ἐστιν. Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας ἡμῶν, τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὑτῶν, εἰς τὸ μὴ ζωογονεῖσθαι. Τοῦ Χρυσοστόμου. Πανουργοῖς γὰρ ἐπινοίαις αὐτῶν περι‐
30γενέσθαι ἐβουλεύσατο· σοφισμὸς γάρ ἐστι βεβιασμένη ἐξήγησις· διὸ ὧδε ἡ ἔμφασις λέγει, βιαίως ἐπιθέσθαι αὐτοῖς· ὅθεν καὶ σο‐ φιστὰς καλεῖ τοὺς γόητας, ὡς τὸ ἀληθὲς δι’ ἀπάτης καὶ σοφισμοῖς
κρύπτοντας.110

111

Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. Τοῦ αὐτοῦ. Τοῦτο τὸ θαυμαστὸν, ὅτι ὁ προστάτης μέλλων
5ἔσεσθαι, οὐδὲ μετὰ ταῦτα οὐδὲ πρὸ τούτου ἀλλ’ ἐν αὐτῷ μέσῳ τῷ θυμῷ τίκτεται· καὶ “ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πα‐ “τρός·” ἀλλ’ ὅτε τὰ ἀνθρώπινα ἀπηλπίσθη, καὶ ἀπέρριψαν αὐτὸν, τότε τοῦ Θεοῦ ἡ εὐεργεσία ἐδείκνυτο λάμπουσα. Καὶ μετ’ ὀλίγα— Εἰ ἐκεῖνο θαυμαστὸν ὅτι ὑπὸ ἀδελφῶν ἐπράθη, ἐνταῦθα πάλιν ἄλλο
10θαυμασιώτερον, ὅτι βασιλεὺς ἔτρεφεν αὐτὸν τὸν μέλλοντα καθαι‐ ρεῖν αὐτοῦ τὴν ἀρχὴν, αὐτὸς ὁ μέλλων ἀπόλλυσθαι· ὁρᾶς παντα‐ χοῦ τῶν νεκρῶν σχεδὸν διατυπουμένην τὴν ἀνάστασιν. καίτοι οὐκ ἔστιν ἶσον, αὐτόν τι τὸν Θεὸν ποιεῖν, καὶ μετὰ προαιρέσεως ἀνθρω‐ πίνης γίνεσθαι· ταῦτα γὰρ μετὰ προαιρέσεως ἀνθρωπίνης ἦν, ἡ δὲ
15ἀνάστασις καθ’ ἑαυτήν. Εὐσεβίου Ἐμίσης. Ἐγέννησαν οἱ γονεῖς· εἶδον ὅτι καλὸν, προήνθει γὰρ ἡ χάρις· θεασάμενοι δὲ ὅτι καλὸν, ἐφείδοντο· φο‐ βούμενοι δὲ, τὸ πρόσταγμα ἔκρυψαν· κρύψαντες δὲ, ἐνικήθησαν, καὶ ὥρμησαν ῥίψαι διὰ τὸν φόβον· σοφίζονται δὲ τὸ πρᾶγμα διὰ τὰ
20σπλάγχνα· καὶ κιβωτὸν ποιησάμενοι πρὸς μίμησιν τῆς γενομένης ἐπὶ Νῶε, καὶ τὸν Θεὸν τοῦ Νῶε ἐπικαλεσάμενοι, ῥίπτουσι τὸν παῖδα ἐν τῷ ποταμῷ διὰ τῆς κιβωτοῦ· ἵνα καὶ δοκῶσι πείθεσθαι τῷ προστάγματι, καὶ ἀσφαλίσωνται τὸν παῖδα. Καὶ οἱ μὲν ῥίπτουσιν· ὁ δὲ παρακελεύεται τῇ ἀγνοούσῃ θυγατρὶ Φαραὼ ἐξελ‐
25θεῖν ἐπὶ τὸν ποταμόν· ἐξῆλθεν ἀγνοοῦσα· εὗρεν ὃν οὐκ ἐζήτει. Καὶ μετ’ ὀλίγα—Καὶ ἐσώθη Μωϋσῆς διὰ συμβόλων τῆς κοινῆς σωτηρίας τῆς Ἐκκλησίας· ἡ γὰρ κιβωτὸς ἀπὸ ξύλου ἦν· καὶ ξύλον ἀπὸ ὕδατος, καὶ σωτηρία τῷ ἀπαγορευθέντι· καὶ ἡ ἀναλαβοῦσα οὐκ Ἰουδαῖα, ἀλλ’ ἐξ ἐθνῶν καὶ Αἰγυπτία. Καὶ πάλιν—Ἐγένετο
30δὲ πάντα, ἵνα μηδὲν τῶν κατὰ Μωϋσέα νομισθῇ ἀνθρώπινον· τίνος γὰρ ἦν εἰπεῖν ὅτι αὐτῶν ἦν Μωϋσῆς· οἱ γονεῖς; ἀλλ’ ἔρριψαν οἱ Αἰγύπτιοι; ἀλλ’ οὐκ ἐγέννησαν· ἡ μητὴρ ὅτι ἔθρεψεν; ἀλλ’ ἄλλη ἔδωκε μισθούς. οὐκοῦν ἐπειδὴ οὐχ εὑρίσκεται ἀνθρώπων,
ἄνθρωπος Θεοῦ· οὕτως γεννηθεὶς καὶ σωθεὶς παιδεύεται τὰ Αἰ‐111

112

γυπτίων· σοφὸς γὰρ ἦν ὁ παιδεύων· καὶ γὰρ ἐν τοῖς πολέμοις πέμπονται οἱ κατασκοποῦντες, ἵνα πρῶτον γνωσθῇ τῶν ἀντικει‐ μένων τὰ ἐνθυμήματα, καὶ οὕτως καταρχὴ γένηται τῆς μάχης· ἐπεὶ οὖν ἤμελλε κατ’ Αἰγυπτίων καθοπλίζεσθαι Μωϋσῆς, εὐσεβῶς
5ὑπεβλήθη τοῖς Αἰγυπτίοις, ἵνα τὰ Αἰγυπτίων κατασκοπήσῃ, καὶ Θεὸν ἀνθρώπων προτιμήσῃ. Ἐκτεθέντος δὲ αὐτοῦ, ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραώ· Τοῦ Χρυσοστόμου. Οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία, τοσούτων
10οἰκονομιῶν γενομένων· καὶ ἀνετράφη ἐν οἰκῷ βαρβαρικῷ. Καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. Τοῦ αὐτοῦ. Καὶ παιδεία καὶ γράμματα· τεσσαράκοντα ἔτη ἦν ἐκεῖ· καὶ οὐκ ἐάλω ἐκ τῆς περιτομῆς· ὅρα πῶς ἐν ἀσφαλείᾳ ὄντες τὰ αὐτῶν παρορῶσι· καὶ οὕτως καὶ Ἰωσήφ· ἵν’ ἑτέρους σώ‐
15σωσιν. Ἀμμωνίου. Οὔτε Μωϋσῆς οὔτε οἱ περὶ Ἀνανίαν καὶ Δανιὴλ ἔμαθον ἂν τὴν ξένην παιδείαν, εἰ μὴ ἀνάγκῃ καὶ βίᾳ δεσποτῶν. καὶ γὰρ ἐν οὐδενὶ αὐτῇ κέχρηνται· εἰ μή που εἴποι τις, ὅτι καλὸν μαθεῖν πρὸς τὸ ἀνατρέψαι τὰς ἐκείνων ἀπάτας.
20 Διδύμου. Ἐκ τοῦ προκειμένου φανεροῦται, ὡς οὐκ ἀποβλητέα πάντη ἐστὶν ἡ τῶν ἔξωθεν τῆς γραφῆς παίδευσις· τρόπῳ γὰρ ἐγ‐ κωμίου εἴρηται, ὡς “ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων·” καὶ περὶ Δανιὴλ καὶ τῶν σὺν αὐτῷ Ἑβραίων, ὡς ὑπερέβαλον πάντας ἐν τῇ Χαλδαίων φιλοσοφίᾳ καὶ ταῖς συγγένεσιν ἐπιστή‐
25μαις. ὅρα δὲ τούτων λεγομένων, πῶς δεῖ προσέρχεσθαι τοῖς ἄλλοις λογικοῖς· δεῖ γὰρ ἐπ’ ὀλίγοις αὐτοῖς προσέχειν τῇ θεοπνεύστῳ γραφῇ ἐμμένοντας· τὸ γὰρ “μὴ πολὺς ἴστι πρὸς ἀλλοτρίαν,” οὐ περὶ γυναικὸς συνοικούσης ἀνδρὶ, ἀλλὰ τοιαύτης σοφίας εἴρηται· ἀλλο‐ τρίᾳ γὰρ γυναικὶ, οὐδὲ κατὰ πόσον προσέρχεσθαι, ἀβλαβές.
30 Καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. ὡς δὲ ἐπλη‐ ροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος·
Τοῦ ἁγίου Κυρίλλου. Τοιγάρτοι καὶ ἔφασκεν ὁ Χριστὸς, “οὐκ112

113

“ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·” αὐτῶν γὰρ αἱ ἐπαγγελίαι· αὐτῶν οἱ πατέρες. Τοῦ αὐτοῦ. Ἢ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον μονονουχὶ ἐκβεβηκέναι
5δώσωμεν· ἔξω τε γενέσθαι τῆς θεοπρεποῦς εὐκλείας ἐροῦμεν· εἴπερ ἐστὶν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν. Ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ, ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
10Σχόλιον. Ἀδελφοὺς καλεῖ αὐτοὺς, οὐ διὰ τὴν σάρκα τοσοῦτον ὅσον διὰ τὴν διάθεσιν εἰς αὐτόν. Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον· ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ, ὅτι ὁ Θεὸς
15διὰ χειρὸς αὐτοῦ δίδωσι σωτηρίαν αὐτοῖς· οἱ δὲ οὐ συνῆκαν. Κλήμεντος Στρωματέως. Φασὶ δὲ οἱ μύσται λόγῳ μόνῳ ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον ἐν ταῖς Πράξεσι φέρεται, τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσα‐
20μένους, λόγῳ ἀποκτεῖναι. Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών. Εὐσεβίου ἐπισκόπου Ἐμίσης. Εὗρε δὲ οὐχ ὃ ἐζήτει, ἀλλ’ ἀδελφὸν πρὸς ἀδελφόν· παρῄει μέσος, οὐκέτι τὸν ζῆλον κινῶν, ἀλλὰ
25νουθεσίαν προεβάλλετο· μὴ ἀδίκει, φησὶν, ἀδελφός ἐστιν ὃν ἀδι‐ κεῖς· προεβάλλετο τὴν προσηγορίαν, ἵνα δυσωπήσῃ τὴν προσ‐ ηγορίαν. Ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἱνατί ἀδικεῖτε ἀλλή‐ λους;
30Τοῦ αὐτοῦ. Ἀνεῖλε Μωϋσῆς, οὐ θυμῶ εἴξας οὐδὲ ὀργῇ νικηθεὶς, ζηλῷ δέ· πᾶν δὲ ὃ ἂν γένηται εἰς λόγον Θεοῦ, εὐσέβεια· κἂν φόνος ᾖ διὰ Θεὸν, οὐκ ἔστι φόνος. ὁ γοῦν Φινεὲς δύο ἐν μιᾷ χειρὶ
φονεύσας, ἤκουσεν, ἀνέστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ113

114

θραῦσις· διάφορος γὰρ ἡ προαίρεσις φονέως καὶ εὐσεβοῦντος· καὶ τὸ πρᾶγμα τὸ γενόμενον διὰ τοῦ Φινεὲς ἱερωσύνη μᾶλλον ἢ φόνος· τοσοῦτον γὰρ ἴσχυσεν ὁ διπλοῦς οὗτος φόνος, ὅτι τοῦ θανάτου ἐπι‐ νεμημένου τὸν Ἰσραὴλ δι’ ἀσέβειαν, ὅπερ ἴσχυσε τὸ θυμιατήριον
5τοῦ πατρὸς Ἀαρὼν, τοσοῦτον ἴσχυσε φόνος, μᾶλλον δὲ ἡ εὐσέ‐ βεια. Καὶ μετ’ ὀλίγα—Ἃ δὲ ἐποίει, αἴνιγμα ἦν, ἀγνοουμένων πραγμάτων· τὸ γὰρ γενόμενον τοῦτο σημεῖον ἦν, ὅτι μέλλει ὁ Θεὸς διὰ Μωσέως Αἰγυπτίους ἀποκτενεῖν, τοὺς δὲ λεγομένους Ἰσραηλίτας σώζειν.
10 Ὁ δὲ ἀδικῶν τὸν πλησίον, ἀπώσατο αὐτὸν, εἰπὼν, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰ‐ γύπτιον; Τοῦ Χρυσοστόμου. Πάλιν περὶ τὸν εὐεργέτην ἀγνώμονας
15δείκνυσι· καθάπερ γὰρ τότε ὑπὸ τοῦ κακῶς παθόντος Ἰωσὴφ ἐσώ‐ θησαν, οὕτω καὶ νῦν ὑπὸ τοῦ κακῶς παθόντος ἐσώθησαν, Μωϋσέως λέγω· τί γὰρ εἰ μὴ ἀνεῖλεν αὐτὸν τῷ πράγματι; τῷ λόγῳ ἀνεῖλεν· ὥσπερ κἀκεῖνοι· κἀκεῖνοι μὲν ἐκ τῆς γῆς αὐτῶν εἰς ἀλλοτρίαν ἀπέδοντο· οὗτοι δὲ ἐκ τῆς ἀλλοτρίας εἰς ἀλλοτρίαν φυγαδεύουσι·
20κἀκεῖ μὲν τροφὴν ἀποφέρονται, ἐνταῦθα δὲ συμβουλεύοντα δι’ ὃν ἔζη μετὰ Θεόν. Ὅρα πῶς δείκνυσιν ἐκεῖνο τὸ ὑπὸ τοῦ Γαμαλιὴλ εἰρημένον· ὅτι “ἐὰν ᾖ ἐκ Θεοῦ, οὐ δυνήσεσθε καταλῦσαι αὐτό.” Ὅρα τοὺς ἐπιβουλευομένους τῶν ἐπιβουλευόντων αἰτίους σωτηρίας γινο‐ μένους· τὸν λαὸν ἑαυτῷ ἐπιβουλευόντα, καὶ παρὰ τῶν ἄλλων ἐπι‐
25βουλευόμενον, καὶ οὕτω σωζόμενον. λιμὸς οὐκ ἀνάλωσεν αὐτούς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δι’ ἐκείνου ἐσώθησαν τοῦ προσδοκηθέντος ἀπόλ‐ λυσθαι· πρόσταγμα βασιλικόν· καὶ οὐκ ἀνάλωσεν αὐτοὺς, ἀλλὰ τότε μᾶλλον καὶ ηὔξανε τὸ πλῆθος, ὅτε ἐκεῖνος ἀπέθανεν ὁ εἰδὼς αὐτούς· τὸν Σωτῆρα αὐτὸν ἠβουλήθησαν ἀνελεῖν, καὶ οὐδὲ οὕτως ἴσχυσαν.
30Ὁρᾶς ὅτι δι’ ὧν ὁ διάβολος ἐπεχείρει καταλύειν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, διὰ τούτων ἠΰξετο. Καὶ μεθ’ ἑτέρα—Ὅρα τὰ αὐτὰ ῥήματα, ἃ πρὸς τὸν Χριστὸν ἔλεγον. “τίς σε κατέστησεν ἄρχοντα “καὶ δικαστὴν ἐφ’ ἡμᾶς;” οὕτως ἔθος Ἰουδαίοις ἀδικεῖν εὐεργε‐
τουμένοις.114

115

Κυρίλλου Ἀλεξανδρείας. Ἐνεκαλεῖτο μὲν ὁ θεσπέσιος Μωϋ‐ σῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον· καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαι‐ μόνια, καὶ τῆς καθ’ ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς, διὰ
5τούτων ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ θαυμά‐ ζεσθαι, ἔφασκον, “οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν “Βεελζεβοὺλ ἄρχοντα τῶν δαιμόνων.” Ἔφυγε δὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ. Τοῦ Χρυσοστόμου. Ἀλλ’ οὐδὲ ἡ φυγὴ ἔσβεσε τὴν οἰκονο‐
10μίαν· ὥσπερ οὖν οὐδὲ ὁ θάνατος. Εὐσεβίου. Μηδεὶς ἡμῶν ἔστω φίλος τῶν τοῦ Θεοῦ ἐχθρῶν· ὅσον γάρ τις ἀγαπᾷ τὸν Θεὸν, τοσοῦτον μισεῖ τοὺς ἀντικειμένους Θεῷ. Καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιὰμ, οὗ ἐγέννησεν
15υἱοὺς δύο. Τοῦ Ἁγίου Κυρίλλου. Μετακεχώρηκεν τοίνυν ἐκ τῆς Αἰ‐ γυπτίων εἰς Μαδιὰμ ὁ Μωϋσῆς· ἐν ἴσῳ δὲ τρόπῳ καὶ ὁ Χριστὸς ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ
20ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ Ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς βάτου· ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυ‐ ρίου πρὸς αὐτόν· Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι οὐ διακόπτεται χρόνῳ· ὅτε γὰρ
25φυγὰς ἦν, ὅτε ξένος, ὅτε πολὺν χρόνον ἐπὶ τῆς ἀλλοτρίας πεποι‐ ήκει, ὅτε οὐκέτι προσεδόκησεν ὡς καὶ παῖδας ποιῆσαι δύο, τότε ἄγγελος αὐτῷ ἐπιφαίνεται· τὸν υἱὸν τοῦ Θεοῦ καλεῖ, καθάπερ καὶ ἄνθρωπον, ἐν τῇ ἐρήμῳ, οὐκ ἐν ναῷ· ὅρα πόσα γίνεται θαύματα· καὶ οὐδαμοῦ ναός· οὐδαμοῦ θυσία· καὶ οὐδὲ ἐν αὐτῇ τῇ ἐρήμῳ
30ἀλλ’ ἐν βάτῳ. Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.
Τοῦ αὐτοῦ. Ἰδοὺ καὶ φωνῆς ἠξιώθη· ἰδοὺ πῶς δείκνυσιν, ὅτι115

116

αὐτός ἐστιν “ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.” “ὁ μεγά‐ “λης βουλῆς Ἄγγελος·” ἐνταῦθα δείκνυσι τὴν φιλανθρωπίαν ὅσην ποιεῖται ὁ Θεός. Κυρίλλου. Ἄθρει τοῦ νόμου τὸ ἀδρανές· ἐμφανίζει μὲν γὰρ
5ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς, ἀλλ’ ἐμφανῆ καθιστάντος ἀποστρέφει τὸ πρόσωπον ὁ Μωϋσῆς· σημεῖον δ’ ἂν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργὲς, τοῦ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ τὴν θεοπρεπῆ τοῦ Υἱοῦ κατα‐ θρῆσαι δόξαν, ἑαυτὸν ἐμφανίζοντος καὶ μονονουχὶ προσάγοντος ἐπί‐ γνωσιν.
10 Εὐσεβίου ἐπισκόπου Ἐμίσης. Ἐκ βασιλείων ἐξελθὼν, ποι‐ μὴν ἐν ἐρήμῳ ἐγένετο, καὶ οὐκ ἤχθετο· εἴ τις γὰρ θέλει σῶσαι τὴν ἀγαπὴν καὶ τὸ φίλτρον τὸ περὶ Θεὸν, εἴτε ἐν πενίᾳ σώζεται, εἴτε ἐν πόλεσι διαφυλάττεται, εἴτε ἐν δεσμωτηρίῳ, οὐκ ἀγανακτεῖ· ἔχεις τούτου ἐν τῇ γραφῇ τὰ παραδείγματα.
15 Ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατα‐ νοῆσαι. Διδύμου. Εἰ καὶ μὴ αὐταῖς λέξεσι φέρεται ἐν τῇ Ἐξόδῳ ἡ κειμένη φωνὴ, ἀλλ’ οὖν ἰσοδύναμος κεῖται· οὐ πολὺ γὰρ διοίσει τὸ ἔντρομος τὸ “ἔμφοβος δὲ γενόμενος Μωϋσῆς·” λέγεται δὲ ταῦτα
20περὶ τοῦ κατὰ τὴν βάτον ὁράματος, μενούσης τῆς αὐτῆς διαφορᾶς τοῦ φοβεροῦ καὶ ἐμφόβου, καὶ ἐν τῇ διηγήσει τῇ περὶ τοῦ ὄρους Σινᾶ· τὸ γὰρ ἐν τῇ πρὸς Ἑβραίους λεχθέν· “καὶ οὕτω φοβερὸν ἦν τὸ “φανταζόμενον περὶ τοῦ ὄρους,” τοῦτο ἐστίν· ἐπ’ αὐτοῦ γὰρ εἶπε Μωϋσῆς· “ἔμφοβός εἰμι καὶ ἔντρομος·” ἐκ παραλλήλου ταῖς
25λέξεσι χρησάμενος· “ἀλλ’ ἀπώσαντο, καὶ ἐστράφησαν ἐν ταῖς “καρδίαις αὐτῶν εἰς Αἴγυπτον.” Εἶπε δὲ αὐτῷ ὁ Κύριος, λῦσον τὸ ὑπόδημα τῶν πο‐ δῶν σου. Κυρίλλου. Νεκρότητός τε καὶ φθορᾶς τὸ χρῆμα σημεῖον·
30εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνεῶτος ἤδη καὶ κατ‐ εφθαρμένου· ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ καὶ παιδαγω‐ γικῇ λατρείᾳ· προσαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥύπον.
Σευήρου. Δεῖ γὰρ ὡς ἀληθὼς πάσης νεκρᾶς καὶ σαρκικῆς116

117

φαντασίας ὥσπερ ὑποδημάτων τινῶν λῦσαι, τὸν ἐπί τι τῶν θείων θεωρημάτων ἀναβῆναι πειρώμενον νοῦν. Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν. Τοῦ Χρυσοστόμου. Οὐδαμοῦ ναὸς, καὶ ὁ τόπος ἅγιος τῇ ἐπι‐
5φανείᾳ καὶ ἐνεργείᾳ τοῦ Χριστοῦ· πολλῷ θαυμασιώτερον τοῦτο τοῦ τόπου ἐν τοῖς Ἁγίοις τῶν Ἁγίων· ἐκεῖ γὰρ οὐδαμοῦ ἐπεφάνη οὕτως Θεός· οὐδαμοῦ οὕτως ἔντρομος γέγονε Μωϋσῆς· εἶτα ἡ κηδεμονία πολλὴ “ἰδὼν εἶδον,” καὶ τὰ ἑξῆς. Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ,
10καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα· καὶ κατέβην ἐξε‐ λέσθαι αὐτούς· καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴ‐ γυπτον. Τοῦ αὐτοῦ. Ὅρα πῶς δείκνυσιν ὅτι καὶ δι’ εὐεργεσιῶν, καὶ διὰ κολάσεων, καὶ διὰ θαυμάτων ἐπήγετο αὐτούς· οἱ δὲ οἱ αὐτοὶ ἦσαν·
15ὅτι πανταχοῦ πάρεστι ὁ Θεὸς ἐμάνθανον. ταῦτα ἀκούοντες, ἐν ταῖς θλίψεσι πρὸς αὐτὸν καταφεύγωμεν· “καὶ τοῦ στεναγμοῦ αὐτῶν “ἤκουσα,” φησί· οὐχ ἁπλῶς διὰ τὰς συμφοράς· εἰ δέ τις λέγοι, τίνος ἕνεκεν αὐτοὺς εἴασε κακωθῆναι ἐκεῖ; μάλιστα μὲν οὖν αἱ κακώσεις παντὶ δικαίῳ αἴτιαι μισθῶν γίνονται· εἶτα δὲ τίνος ἕνε‐
20κεν αὐτοὺς ἐκάκωσε; τὴν δύναμιν αὐτοῦ δείκνυσιν ὅτι δύναται· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἵνα καὶ αὐτοὺς παιδεύσῃ. Ὅρα γοῦν ὅτε ᾤκουν ἐν τῇ ἐρήμῳ, τότε ἐλιπάνθησαν, ἐπαχύνθησαν, ἐπλατύνθη‐ σαν, ἀπελάκτησαν· καὶ πανταχοῦ ἡ ἄνεσις αὐτοῖς κακόν· διὰ τοῦτο καὶ ἐξ ἀρχῆς τῷ Ἀδὰμ ἔλεγεν, “ἐν ἱδρῶτι τοῦ προσώπου
25“σου φαγῇ τὸν ἄρτον σου·” καὶ ἵνα ἐκ τῆς πολλῆς κακώσεως ἐλθόντες εἰς ἀνάπαυσιν, εὐχαριστήσωσι τῷ Θεῷ· μέγα γὰρ ἡ θλίψις ἀγαθόν· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· “ἀγαθόν μοι, “Κύριε, ὅτι ἐταπείνωσας με·” εἰ δὲ τοῖς μεγάλοις καὶ θαυμα‐ στοῖς ἀνδράσι μέγα ἡ θλίψις, πολλῷ μᾶλλον ἡμῖν.
30 Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο, εἰπόντες, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; τοῦτον ὁ Θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ Ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
Ἐνταῦθα μὲν δοκεῖ περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων λέγειν· λέγε‐117

118

ται δὲ περὶ πάσης τῆς φύσεως, ἧς ἕνεκα σάρκα λαβὼν κατέβαινεν· ὅπερ οὐ κατὰ τὸν καιρὸν τοῦ Μωϋσέως, ἀλλ’ ὕστερον ἐνδημήσαν‐ τος τοῦ Υἱοῦ γεγένηται. Ἀπολέσθαι τὸν ὑπ’ αὐτῶν ἐξουθενηθέντα· τοῦτον ὃν παρῃτή‐
5σαντο, τοῦτον ὁ Θεὸς ἐγείρας ἀπέστειλε· καθάπερ καὶ αὐτοὶ ἔλεγον· “οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα·” δείκνυσιν ἐνταῦθα, καὶ τὰ γενόμενα, διὰ τοῦ Χριστοῦ γενόμενα. Περὶ τῆς ἐξόδου καὶ μοσχοποιίας τοῦ Ἰσραὴλ ἄχρι χρόνων Σολομῶντος καὶ τῆς τοῦ ναοῦ κατασκευῆς.
10 Οὗτος ἐξήγαγεν αὐτοὺς, ποιήσας τέρατα καὶ σημεῖα ἐν τῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα· οὗτός ἐστιν ὁ Μωϋσῆς, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραὴλ, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ·
15αὐτοῦ ἀκούσεσθε. “Ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.” ἐξουθενημένον “ὡς ἐμέ·” ἐβουλήθη καὶ τοῦτον ἀνελεῖν Ἡρώδης, καὶ ἐν Αἰγύπτῳ διεσώθη, καθάπερ καὶ ἐκεῖνος· καὶ παιδίον ὢν, ἐπε‐ βουλεύετο· μὴ θαυμάζετε οὖν εἰ τοὺς παραιτουμένους αὐτοῦ τὴν
20βασιλείαν ὁ Χριστὸς εὐεργετεῖ, εἴγε καὶ ἐπὶ Μωυσέως τοῦτο γέγονε· καὶ οὐχ ἁπλῶς αὐτοὺς ἐξείλατο, ἀλλὰ καὶ ἐν ἐρήμῳ διά‐ γοντας. ὁρᾶς ὅτι δι’ αὐτοὺς ἐκεῖνα τὰ σημεῖα· ὁ τῷ Θεῷ δια‐ λεχθεὶς, ὁ ἐκ παραδόξων σωθεὶς, ὁ τοσαῦτα ἐργασάμενος καὶ δυνη‐ θεὶς δείκνυσι, ὅτι πάντως πληρωθῆναι δεῖ τὴν προφητείαν, καὶ οὐκ
25ἐναντιοῦται αὐτῷ. Προαναφωνεῖ γὰρ πάλαι τὴν τοῦ ἰδίου γεννήματος ἐνανθρώπησιν ὁ Θεὸς καὶ Πατήρ· καὶ ὅτι δεύτερος ἐφ’ ἡμᾶς νομοθέτης ἀνα‐ δειχθήσεται· λαλήσας μὲν πάλαι τοῖς ἀρχαιοτέροις αὐτὸς δι’ ἀγγέλων τὸν νόμον· ἐν δὲ τελευταίοις τοῦ αἰῶνος καιροῖς αὐτουρ‐
30γὸς εἰς ἡμᾶς ἀναδεδειγμένος, καὶ καινῆς χρηματίσας διαθήκης ἄγγελος.
Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ118

119

μετὰ τοῦ Ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν. Τοῦ Χρυσοστόμου. Πάλιν οὐδαμοῦ ναός· οὐδαμοῦ θυσία· δείκνυσι δὲ ὅτι οὐχὶ σημεῖα ἐποίησε μόνον, ἀλλὰ καὶ νόμον ἔδωκεν,
5ὥσπερ ὁ Χριστός· καθάπερ καὶ οὗτος πρῶτον σημεῖα ποιεῖ, καὶ τότε νομοθετεῖ, οὕτω κἀκεῖνος· καὶ οὗτος ἠπίστατο, κἀκεῖνος· ἀλλ’ οὐκ ἤκουσαν αὐτοῦ. Καὶ μετ’ ὀλίγα—Ὁρᾶς ὅτι ἐκεῖθεν ἡ ῥίζα καὶ ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί· “μετὰ τοῦ Ἀγγέλου,” φησὶ, “τοῦ λαλοῦντος αὐτῷ·” ἰδοὺ πάλιν αὐτὸν φησὶ τὸν νόμον δε‐
10δωκέναι· εἴγε μετ’ αὐτοῦ ἦν “ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ·” καὶ ἐνταῦθα θαύματος ὑπομιμνήσκει μεγάλου, τῶν ἐν τῷ ὄρει γεγενη‐ μένων. Διδύμου. Ἡ προκειμένη λέξις δηλοῖ, ὡς οὐ μόνον τοπικῶς εἶναι συμβαίνει κρείττοσι καὶ χείροσι χωρίοις· ἔξω γὰρ τῆς Αἰ‐
15γύπτου κατὰ τόπον ὄντες, οἱ περὶ ὧν ὁ λόγος, τῇ διαθέσει ἐν αὐτῇ ὑπῆρχον. οὐκ ἀποστήσαντες τὴν γνώμην ἑαυτῶν τῶν Αἰγυπτιακῶν ἐθῶν, τῆς αὐτῆς νοήσεως ἐστὶ καὶ τὸ ἐν Εὐαγγελίῳ, “ὅπου ὁ “θησαυρὸς, ἐκεῖ καὶ ἡ καρδία·” οὐ πάντως τοπικῶς ἐκεῖ ὄντος, ὅπου τις ἔχει τὴν γνώμην· πολλοὶ γοῦν ἔτι ἐπὶ γῆς ὄντες θησαυ‐
20ρίζοντες κατάλληλα τῷ οὐρανῷ, ἐκεῖ τὴν καρδίαν ἔχουσι. ἀλλὰ κἀκεῖ ἔτι τυγχάνοντες, οἱ παραβάντες Ἄγγελοι τὴν διάθεσιν εἶχον ἐν τῇ γῇ· ᾧ ἐξηκολούθησε τὸ ἐξ οὐρανοῦ εἰς γῆν αὐτοὺς ἐρρίφθαι. Ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν· ᾧ οὐκ ἠθέλη‐ σαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν.
25 Τοῦ Χρυσοστόμου. Τί ἐστι λόγια ζῶντα; ὧν τὸ τέλος διὰ λόγων ἐδείκνυτο, ἤτοι τὰς προφητείας λέγει. Ἀλλ’ ἀπώσαντο, καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον. Τοῦ αὐτοῦ. Ἔνθα ἔστενον, ἔνθα ἐβόων, ἔνθα τὸν Θεὸν ἐκά‐
30λουν. Εἰπόντες τῷ Ἀαρὼν, ποίησον ἡμῖν θεοὺς οἱ προπο‐ ρεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ·
καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγα‐119

120

γον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ὢ τῆς ἀνοίας, “ποίησον,” φησὶν, ἵνα “προπορεύσωνται ἡμῶν·” ποῦ; εἰς Αἴγυπτον. Ὅρα πῶς δυσαποσπάστως εἶχον τῶν ἐθῶν τῶν
5Αἰγυπτιακῶν. τί λέγεις; οὐκ ἀναμένεις τὸν ἐξαγαγόντα, ἀλλὰ φεύγεις τὴν εὐεργεσίαν καὶ τὸν εὐεργέτην ἀρνῇ; καὶ ὅρα πῶς ὑβρίζουσιν· “ὁ γὰρ Μωϋσῆς οὗτος,” φησὶν, “ὃς ἐξήγαγεν ἡμᾶς ἐκ “γῆς Αἰγύπτου·” οὐδαμοῦ Θεοῦ ὄνομα· ἀλλὰ πάντα Μωϋσεῖ ἐπέ‐ γραφον· ἔνθα μὲν ἀχαριστεῖν ἔδει, Μωϋσῆν φέρουσιν εἰς μέσον·
10ἔνθα δὲ πεισθῆναι νόμῳ, οὐκέτι Μωϋσῆν ἄγουσι· “ποίησον ἡμῖν “θεοὺς,” οὐκ εἶπον Θεόν· καὶ μὴν τοῦτο ἄξιον θαυμάσαι, τὸ μὴ εἰ‐ δέναι· τί θαυμαστὸν, ὅτι ἀγνοεῖτε Χριστὸν, ὅπου καὶ τὸν Μωϋσέα καὶ τὸν Θεὸν τὸν δειχθέντα διὰ τοσούτων σημείων; καὶ οὐκ ἠγνό‐ ησαν μόνον, ἀλλὰ καὶ ἑτέρως ὕβρισαν τῷ εἰδωλοποιῆσαι.
15 Σευηριανοῦ. Μόσχον ὁ Ἰσραὴλ ἐχώνευσε, καὶ Θεὸν ἠθέτησε, καὶ ἠγνόησε τὸν δεσπότην, ἀπέγνω τὸν εὐεργέτην· καὶ λέγει τῷ Ἀαρὼν, “ποίησόν μοι θεούς·” διατί “ποίησον;” εἰ δὲ “ποίησον,” πῶς θεοὶ τὰ γινόμενα. οὕτως ἡ κακία τυφλώττουσα αὐτὴ ἑαυτὴν ἀφανίζει. Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν
20τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βιβλίῳ τῶν προφητῶν. Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν λοιπὸν τὰ ἔθη ταῦτα· ἐντεῦθεν αἱ θυσίαι· αὐτοὶ πρῶτοι ἐποίησαν θυσίας τοῖς εἰδώλοις· διὰ γὰρ τοῦτο ἐπισημαίνεται, “καὶ ἐποίησαν μοσχὸν ἐν Χωρὴβ, καὶ ἀν‐
25“ήνεγκαν θυσίας τῷ εἰδώλῳ·” ἐπεὶ πρὸ τούτου οὐδαμοῦ θυσίας ὄνομα, ἀλλὰ προστάγματα ζῶντα, καὶ λόγια ζῶντα. καὶ εὐφραί‐ νοντο, φησὶ, διὰ τοῦτο καὶ ἑορταί. Τὸ “παρέδωκεν” ἐνταῦθα εἴασεν ἐστίν. Ἐξ ἀνεπιγράφου. Τὸ “παρέδωκεν” ἀντὶ τοῦ εἴασε κεῖται, ὡς
30καὶ ἐν τῷ Ἀποστόλῳ “παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν,” ἀντὶ τοῦ εἴασε παραδοθῆναι. λέγει οὖν, ἐπειδὴ τοῦτον εἶχον οἱ Ἰουδαῖοι τὸν πόθον, τὸ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, κωλύσας πολ‐ λάκις διὰ τῶν προφητῶν τὴν τοιαύτην πρόφασιν, εἶτα ἐμμενόντων
ἐκείνων ὡς εἵλοντο· τὸ δὲ “ἔστρεψε” ἄλλο δηλοῖ θέλημα τοῦ Θεοῦ·120

121

καὶ ἄλλο γεγενημένον κατὰ συγχώρησιν· ἦν μὲν γὰρ αὐτοῦ θέ‐ λημα, ὃ καὶ νενομοθέτηκε· “Κύριον τὸν Θεόν σου προσκυνήσεις, “καὶ αὐτῷ μόνῳ λατρεύσεις·” ἐμμένοντας δὲ τῇ ἀσεβείᾳ εἴασεν, οὐ γὰρ ἐξ ἀνάγκης ἐφέλκεται ἑαυτῷ λατρεύειν, ἵνα μὴ ὑβρίσῃ τὸ
5αὐτεξούσιον· ἀλλὰ παραινεῖ μὲν μὴ ἁμαρτάνειν, ἁμαρτανόντων δὲ ἀνεξικακεῖ· ἐνδεικνύμενος τὸ φιλάνθρωπον, ἅμα δὲ καὶ ἐνδιδοὺς τῇ ἐπιστροφῇ τοῦ αὐτεξουσίου, καιρὸν μετανοίας ταμιευόμενος· ἐμμένοντας δὲ κολάζει πικρῶς· τὸ δὲ “τῇ στρατιᾷ τοῦ οὐρανοῦ,” οὐ τοῖς ἀγγέλοις λέγει ἀλλὰ τοῖς ἄστροις, οἷς καὶ τὸ σέβας προσ‐
10έφερον, ὡς τῷ μόσχῳ εἰς τόπον ὄντι ἑωσφόρου, καὶ τῇ σελήνῃ, ὡς βασιλίσσῃ τοῦ οὐρανοῦ· οὕτω γὰρ ἐν Ἱερεμίᾳ ἐγράφησαν λέ‐ γοντες. Διδύμου. Οἱ μὴ ὃν δεῖ τρόπον ἐντυχόντες τῇ παλαιᾷ γραφῇ, οἴονται παραδεδόσθαι τοὺς Ἑβραίους ὑπὸ Θεοῦ “λατρεύειν τῇ στρα‐
15“τιᾷ τοῦ οὐρανοῦ,” συναρπαγέντες ἐκ τοῦ, “εἰ γὰρ ὁ δι’ ἀγγέλων “λαληθεὶς λόγος,” καὶ ἐκ τοῦ “διατετάχθαι τὸν νόμον δι’ ἀγ‐ “γέλων ἐν χειρὶ μεσσίτου·” πολλῆς δὲ παραμυθίας δεῖ τῷ οὕτως τιθεμένῳ· ἐπιστήσαντες δὲ ἡμεῖς, τὸ “ἔστρεψεν ὁ Θεὸς” καὶ τοῖς ἑξῆς παρα*δοσι νῦν δηλουμένην, οὕτω γενέσθαι ὑπολαμβάνομεν, ὡς
20καὶ ἐπὶ τῶν γραφομένων τῷ Ἀποστόλῳ οὕτως ἐχόντων· “διὰ “τοῦτο παρέδωκεν αὐτοὺς ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν·” καὶ ἔτι, “διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας καὶ “εἰς ἀδόκιμον νοῦν·” ὡς γὰρ ἐν τούτοις οἷς ἡμεῖς εἱλάμεθα, παρα‐ δίδωσιν ὁ Θεὸς μετὰ τὸ πολλάκις κωλῦσαι· οὕτω πόθον ἔχοντας
25τοὺς Ἑβραίους θεραπεύειν τὴν κτίσιν παρὰ τὸν κτίσαντα, κωλύσας πολλάκις διὰ τῶν προφητῶν τὴν τοιαύτην πρόθεσιν, ἐμμένοντας αὐτοὺς παρέδωκεν ᾧ εἵλοντο· ὅθεν ἀκριβεστέρως ἀκούειν δεῖ τοῦ “ἔστρεψεν ὁ Θεὸς καὶ παρέδωκεν αὐτούς·” οὐ γὰρ προηγούμενον ἦν θέλημα τῆς νομοθεσίας τοῦτο· εἰ γὰρ ἐν αὐτῇ φέρεται, “Κύριον τὸν
30“Θεὸν προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,” ταύτην τὴν ἐντο‐ λὴν τοὺς παραβάντας “παρέδωκε λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρα‐ “νοῦ·” οὐκέτι προηγουμένῃ βουλήσει ποιῶν αὐτοὺς, ἀλλ’ ὡς εἶπε τὸ ῥητὸν, στρέψας ἐξ ἄλλου θελήματος. ἀλλ’ οὐ ζητήσεις που τῆς γραφῆς “τῇ στρατιᾷ τοῦ οὐρανοῦ” κεῖται· ἐπὶ ἀγγέλων ὡς ἐπίπαν
35ἢ ὡς ἐπὶ πολὺ κατὰ τῶν φωστήρων καὶ ἀστέρων ἡ λέξις κεῖται.121

122

Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσα‐ ράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; Τοῦ Χρυσοστόμου. “Σκηνὴ τοῦ μαρτυρίου ἦν,” καὶ οὐδὲν ὠφέ‐ λησεν αὐτοὺς, ἀλλ’ ἀνηλίσκοντο· οὔτε πρὸ τούτου δι’ αὐτοῦ τὰ
5σημεῖα, οὔτε μετὰ ταῦτα ὠφέλησέ τι. ἣν καὶ εἰσήγαγον, φησὶ, διαδεξάμενοι οἱ πατέρες ἡμῶν· ὁρᾶς ὅτι ἐκεῖ τόπος ἅγιός ἐστιν, ἔνθα ἂν ᾖ ὁ Θεός· διὰ γὰρ τοῦτο καὶ “ἐν τῇ ἐρήμῳ” εἶπεν, ἵνα τόπον τόπῳ συγκρίνῃ. Τοῦ αὐτοῦ. Ἐμφαντικῶς ἐχρήσατο τῇ λέξει· οὐκ ἔχετε εἰ‐
10πεῖν φησὶ, ὅτι ἀπὸ τοῦ ἐμοὶ θύειν, κἀκείνοις ἐθύετε· καὶ ταῦτα “ἐν τῇ ἐρήμῳ,” ἔνθα μάλιστα αὐτῶν προειστήκει. Τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ εἰς τὸν προφήτην Ἀμὼς τόμου γ. “Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι,” καὶ τὰ ἑξῆς· τοῦτό φησιν, ὅτι ἐν χρόνῳ τεσσαρακονταετεῖ, καθ’ ὃν ἦσαν ἐν
15τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξηγεῖτο δὲ οὐδεὶς ἀναγ‐ καίως, ἀλλ’ ἦν εἰς ἀνάκλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἂν εἰσελά‐ σειαν εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, ταύτῃ τοι φησὶν, “μὴ σφάγια καὶ θυσίας,” καὶ τὰ ἑξῆς· ἀλλ’ ἐσώζοντο τότε καὶ θυσιῶν δίχα· καὶ ᾗ φησι δι’ ἑτέρου προφήτου πάλιν·
20“οὐ κεκτήσω μοι ἀργυρίου θυμίαμα, οὐκ ἡδύναντό μοι πρόβατα “τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ,” αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν ἀλλοπρόσ‐ αλλοίτε ἦσαν τὸ τηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον “τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ
25“θεοῦ ὑμῶν Ῥεφάν·” καὶ τί δὴ τοῦτό ἐστι περιαθρεῖν ἀναγκαῖον. οὐκοῦν ὁ μὲν θεσπέσιος Μωϋσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος τὸν νόμον ὑποδεξόμενος; οἵγε μὴν ἐξ αἵματος Ἰσραὴλ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες· “ποίησον ἡμῖν θεούς.” μεμοσχοποιήκασι τοίνυν κατὰ τὴν ἔρημον· καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονεί πως ἁπάντων
30εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ’ ἑκάστου καὶ ἕτερα διεπράτ‐ τοντο· τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας· καὶ διέπλαττεν ἑαυτῷ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰ‐
γύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λα‐122

123

τρείαις· πρὸς γὰρ τῷ μόσχῳ, καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλα‐ βον· σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μο‐ λόχ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, ἔχον λίθον διαφανῆ καὶ ἐξαίρε‐ τον ἐπὶ μετώποις ἄκροις εἰς ἑωσφόρου τύπον· καὶ ἑρμηνεύεται μὲν
5Μολὸχ βασιλεὺς αὐτῶν, Ῥεφὰν δὲ σκοτασμὸς, ἤτοι τύφλωσις· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσφόρου γε μὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν· “ἀνελάβετε” τοίνυν “τὴν σκηνὴν “τοῦ Μολὸχ,” τουτέστι τοῦ βασιλέως ὑμῶν· τίς δὲ οὗτος ἦν ὁ βα‐ σιλεύς; “τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥεφάν·” ἀλλὰ γέγονε, φησὶν,
10ὑμῖν εἰς τύφλωσιν· ἐσκορπίσθησαν γὰρ αἱ καρδίαι αὐτῶν· προσ‐ εκύνουν γε μὴν τὸν ἑώσφορον, ὡς προανίσχοντα τῆς ἡλίου μαρμα‐ ρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσφέροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ῥεφὰν, τουτέστι σκοτασμὸς ἤτοι τύφλω‐ σις· καὶ οὐχὶ δὴ πάντως ὡς ἐνεργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου
15τὴν τύφλωσιν· ἀλλ’ ὅτι σκοτασμοῦ παραίτιον τὸ εἰς τοῦτο γέ‐ γονε σέβας. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·
20 Τοῦ ἁγίου Κυρίλλου εἰς τὸν προφήτην Ἀμώς. Ἵνα φαί‐ νηται Θεὸς διὰ φιλανθρωπίαν σώσαι αὐτοὺς, καὶ οὐκ ἀντιμισθία θυσιῶν τὸ πρᾶγμα ποιούμενος, φησὶ, “μὴ σφάγια καὶ θυσίας,” ἀλλὰ καὶ τούτων γινομένων φησὶ, “ἀνελάβετε” καὶ τότε “τὴν σκηνὴν τοῦ “Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεφάν·” ἀνελθόντος γὰρ εἰς
25τὸ ὄρος Μωϋσέως, μεμοσχοποιήκασί τε καὶ ταῖς τῶν ἄστρων προσ‐ εκλίθησαν λατρείαις· καὶ σκηνοποιησάμενοι ἔστησαν εἴδωλον, ὃ κεκλήκασι Μολόχ· τοῦτο δὲ εἴδωλον Μωαβιτῶν ἦν. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Τοῦ Χρυσοστόμου. Καὶ ἡ αἰχμαλωσία κατηγορία τῆς κα‐
30κίας. Κυρίλλου. Ἐπειδὴ δὲ τὴν Μωαβιτῶν κακίαν πεπλωρήκατε τῆς γείτονος Δαμασκοῦ, ταύτῃ τοι οἰχήσεσθαι Δαμασκοῦ ἐπ‐
έκεινα, τουτέστιν εἰς Βαβυλῶνα.123

124

Νικολάου πρεσβυτέρου εἰς Ἀμὼς ἑρμηνείας. Τοῦ προ‐ φήτου Ἀμὼς εἰρηκότος, “μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ·” ὁ ἅγιος Στέφανος ἐν ταῖς Πράξεσι τὴν χρῆσιν θεὶς, “μετοικιῶ “ὑμᾶς ἐπεκεῖνα Βαβυλῶνος” εἶπεν, ἀκολουθήσας τῇ Ἑβραίων
5ἐκθέσει· ἢ καὶ ὅτι τέρμα τῆς Δαμασκηνῶν καὶ Σύρων χώρας ἡ Βαβυλὼν τυγχάνει· οἱ δὲ ἑβδομήκοντα ἐπέκεινα Δαμασκοῦ εἰρήκασιν. Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν ἐν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ.
10 Καὶ σκηνῆς οὔσης θυσίαι οὐκ ἦσαν· διὰ τοῦτο ἦν, ἵνα μάρτυρα τὸν Θεὸν ἔχωσι, τοῦτο μόνον ἦν. Καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ, ποιῆσαι αὐ‐ τὴν κατὰ τὸν τύπον ὃν ἑώρακεν. Τοῦ Χρυσοστόμου. Ὥστε ἐν τῷ ὄρει ἡ ὑπογραφὴ γέγονε,
15καὶ αὐτὴ δὲ ἐν τῇ ἐρήμῳ περιφορητὴ ἦν, καὶ οὐκ ἐν τόπῳ κει‐ μένη· καὶ μαρτυρίου σκηνὴν καλεῖ· τουτέστι τῶν θαυμάτων, τῶν προσταγμάτων. Ἐξ ἀνεπιγράφου. Εἰ καὶ Ἄγγελος ἦν ὁ λαλῶν Μωϋσῇ ἐν τῷ ὄρει, ἀλλ’ οὖν εἰς Θεοῦ πρόσωπον ἐλάλει αὐτῷ· πολλὰ δὲ
20ταῦτα ἐν τῇ θείᾳ γραφῇ εὑρίσκεται· εἴρηται γὰρ ἐν τῇ Ἐξόδῳ ὡς “Ἄγγελος Κυρίου εἶπε Μωϋσῇ, μὴ ἐγγίσῃς ὧδε.” Καὶ μεθ’ ἕτερα λέγει ὁ Ἄγγελος, “ἐγὼ ὁ Θεὸς τῶν πατέρων ὑμῶν, ὁ Θεὸς Ἀβραάμ·” ὁμοίως δὲ καὶ ἀπ’ αὐτοῦ τοῦ Ἀβραὰμ ἐστὶ τὸ τοιοῦτον εὑρεῖν, ὅτε τὸν παῖδα προσέφερεν εἰς ὁλοκάρπωσιν. Καὶ ὁ Ἀπόστολος δὲ περὶ
25τοῦ νόμου λέγει· “εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος.” Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ, ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμε‐ ρῶν Δαβίδ· ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ.
30 Τοῦ Χρυσοστόμου. Καὶ οὐκ ἦν ναὸς, καίτοι καὶ τὰ ἔθνη ἐξέωστο· διὰ τοῦτο γάρ φησι, “ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου “τῶν πατέρων ἡμῶν·” “ὧν ἐξῶσε,” φησὶ, καὶ οὐδὲ τότε ναός· καὶ
τοσαῦτα θαύματα, καὶ οὐδαμοῦ ναός· ὥστε εἶναι πρώτη σκηνὴ,124

125

ἀλλ’ οὐ ναὸς οὐδαμοῦ, “ἕως τῶν ἡμέρων,” φησὶ, “Δαβίδ·” καὶ οὐδαμοῦ ναός· καὶ “ᾔτησεν εὑρεῖν χάριν ἐνώπιον τοῦ Θεοῦ.” καὶ “ᾠκοδόμησεν·” οὕτως οὐκ ἦν μέγα τι ὁ ναός. Τοῦ αὐτοῦ. Ἠιτήσατο εὑρεῖν χάριν ὁ Δαβὶδ, καὶ οὐκ ᾠκοδό‐
5μησεν ὁ θαυμαστὸς, ὁ μέγας, ἀλλ’ ὁ ἀπερριμένος ὁ Σολομών. Καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. Κυρίλλου. “Οὐδεμιᾶς γάρ,” φησι, “ἀναπαύλης μεθέξω, πρὶν “ἂν μάθοιμι τὸν τοῦ Κυρίου τόπον καὶ τὸ σκήνωμα,” τουτέστι τὴν σκήνωσιν, “τοῦ Θεοῦ Ἰακώβ·” δῆλον δὲ ὅτι Χριστοῦ.
10 Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Τῷ τετρακοσιοστῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, ἤρξατο ὁ Σολομῶν οἰκοδομεῖν τὸν ναὸν ἐν Ἱερουσαλὴμ, ὡς ἡ τετάρτη βίβλος τῶν Βασιλειῶν ἡμᾶς διδάσκει· διὰ τοῦτο δὲ μετὰ τοσοῦτον χρόνον τῆς ἀπ’ Αἰγύπτου τοῦ Ἰσραὴλ
15ὁ ναὸς ᾠκοδομήθη· ἵν’ ἀποκαμόντες τῇ εἰς τὰ ὄρη περιπλανήσει, τὸν ἕνα τόπον τὸν ἐν Ἱερουσαλὴμ ἀγαπήσωσιν, ὃν ὁ Θεὸς ἐποίησε τίμιον. Ἀλλ’ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοι‐ κεῖ, καθὼς ὁ προφήτης λέγει,
20 Τοῦ αὐτοῦ. Ἐδείχθη μὲν τοῦτο διὰ τῶν ἤδη λεχθέντων· δείκ‐ νυται δὲ καὶ διὰ φωνῆς προφητικῆς· “ποῖον οἶκον οἰκοδομήσετέ “μοι, Κύριος λέγει;” Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον, οἶκον οἰκοδομήσετέ μοι λέγει Κύριος; ἢ τίς
25τόπος τῆς καταπαύσεώς μου; οὐχὶ ἢ χείρ μου ἐποίησε ταῦτα πάντα; Τοῦ Χρυσοστόμου. Ἀλλ’ οὐδὲ ταῦτα ἄξια Θεοῦ, εἴγε ποιή‐ ματά ἐστιν, εἴγε τῆς χειρὸς αὐτοῦ ἔργα· ὅρα πῶς αὐτοὺς κατὰ μικρὸν ἀνάγει· ὅτι οὐδὲ ταῦτα ἔξεστι λέγειν.
30 Τοῦ ἁγίου Κυρίλλου τοῦ κατὰ τοῦ δυσσεβοῦς Ἰουλιανοῦ τόμου β. Εἰ ἕλοιτό τις τὴν τοῦ πράγματος σοφίαν ἀναμαθεῖν, χαλεπὸν οὐδὲν ἀληθεύοντας λέγειν· ἀνεδείματο γὰρ ἐν τοῖς Ἱερο‐
σολύμοις τὸν διαβόητον ἐκεῖνον νεῶν ὁ σοφώτατος Σολομῶν· ἐπε‐125

126

γάννυτο δὲ λίαν αὐτῷ τῶν Ἰουδαίων οἱ δῆμοι· ᾤοντό τε ὅτι κατῴ‐ κηκεν ἐν αὐτῷ περιειλημμένος ὁ τῶν ὅλων Θεός· βραδεῖς γὰρ ἀεί πως εἰς σύνεσιν καὶ τῶν περὶ Θεοῦ λόγων ἀνεπιστήμονες, οἵγε καὶ Θεοῦ πόλιν οἰηθέντες εἶναι τὴν Ἱερουσαλὴμ, ἐν αὐτῇ δὴ καὶ μόνῃ
5διεγίνοντο κατοικεῖν αὐτόν· διά τοι τὸ λεγέσθαι διὰ φωνῆς τοῦ Δαβὶδ “δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.” σμι‐ κρά τοι γὰρ δοξάζοντας ἐλέγχει Θεὸς, καὶ φησὶ, “ποῖον οἶκον οἰ‐ “κοδομήσετε μοι,” θρόνον ἔχοντι τὸν οὐρανὸν, ὑποπόδιον δὲ τὴν γῆν· ἔδει γὰρ ἔδει τοῖς συνεστάλθαι καὶ περιωρῆσθαι τόπον τὴν αὐτοῦ
10φύσιν ὑπειληφόσι, καταδεῖξαι σαφῶς, ὅτι τε εἴη πανταχῆ, καὶ χωρεῖ μὲν αὐτὸν οὐδὲν, ἥκει δὲ μᾶλλον διὰ πάντων αὐτός· καὶ πλήρης μὲν ὁ οὐρανὸς αὐτοῦ, μεστὴ δὲ ἡ γῆ. Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν.
15 Τοῦ Χρυσοστόμου. Ἐνταῦθα λοιπὸν καταφορικῶς τῷ λόγῳ κέχρηται· πολλὴ ἦν παρρησία μέλλοντος αὐτοῦ ἀποθνήσκειν· καὶ γὰρ καὶ τοῦτο οἶμαι αὐτὸν εἰδέναι. Τοῦ αὐτοῦ. Ὅρα τὸν ἄνδρα οὐ μετὰ θυμοῦ διαλεγόμενον· οὐ γὰρ δὴ ὕβρισεν, ἀλλὰ προφητικοῦ ἀνέμνησεν αὐτοὺς λόγου· ὅτι
20γὰρ οὐκ ἦν θυμὸς, ὅτε κακῶς ἔπασχε, τότε ὑπὲρ αὐτῶν ηὔχετο λέγων· “μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην·” οὕτως οὐκ ὀργιζόμενος αὐτοῖς, ἀλλ’ ἀλγῶν ὑπὲρ αὐτῶν καὶ δακνόμενος ταῦτα ἐφθέγγετο. Τοῦ αὐτοῦ. Προλαβὼν Ἱερεμίας ὁ προφήτης ταῦτα λέγει.
25 Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. Σημειωτέον ὅτι ἡ περιτομὴ πνευματικὸν τί ἐστι, καὶ οὐκ ἐν τῇ τῆς ἀκροβυστίας ἀποβολῇ θεωρουμένη. Τοῦ Χρυσοστόμου. Ὅτε οὐκ ἐβούλετο θυσίας εἶναι, ὑμεῖς
30ἐθύετε· ὅτε οὐ βούλεται πάλιν, θύετε· ὅτε οὐκ ἤθελε δοῦναι ὑμῖν παραγγέλματα, ἐπεσπάσασθε· ὅτε ἐλάβετε, ἠμελήσατε· πάλιν ὅτε εἱστήκει ὁ ναὸς, εἴδωλα ἐθεραπεύετε· ὅτε βούλεται χωρὶς ναοῦ θεραπεύεσθαι, τὸ ἐναντίον ποιεῖτε· καὶ οὐκ εἶπε, τῷ Θεῷ “ἀντι‐
“πίπτετε,” ἀλλὰ “τῷ Πνεύματι,” οὕτως οὐδεμίαν οἶδε διαφοράν.126

127

Σευήρου ἐκ τῆς πρὸς τοὺς ἐν τῇ μόνῃ τοῦ Ἰσαάκου ἐπιστολῆς. Ὁ τῶν Ἰουδαίων παράνομος δῆμος τῷ Πνεύματι τῷ Ἁγίῳ διηνεκῶς ἀντιπίπτοντες, καὶ τὴν ἐναντίαν ἀεὶ τοῖς τοῦ Θεοῦ νόμοις φερόμενοι πρὸς τὸ εὐτελὲς καὶ τὸ δι’ ἡμᾶς ταπεινὸν,
5τῆς τοῦ Θεοῦ Λόγου καὶ Σωτῆρος ἐνανθρωπήσεως τυφλώττοντες, ὡς ἐν σκότῳ περιπατοῦντες προσέπταιον· καὶ γέγονεν αὐτοῖς “ὁ “λίθος ἀκρογωνιαῖος καὶ ἐκλεκτὸς καὶ ἔντιμος πέτρα σκανδάλου καὶ “λίθος προσκόμματος·” καὶ οὐδαμῶς ἐνενόουν αὐτοῦ τὴν προαιώνιον ὕπαρξιν, καὶ τὴν ἐκ Πατρὸς ἀσώματον γέννησιν, καὶ τὸ πρὸς τὸν
10γεγεννηκότα ἶσον, καὶ κατὰ πᾶν ὁτιοῦν ἀπαράλλακτον. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Ὠριγένους. Ἀληθεύειν μὲν τὸν Στέφανον πᾶς ὅστις οὖν τῶν προσιεμένων τὰς Πράξεις τῶν Ἀποστόλων ὁμολογήσει· ἀποδεῖξαι δὲ ἀπὸ τῆς παλαιᾶς διαθήκης πῶς εὐλόγως μέμφεται τοῖς πα‐
15τράσι τῶν εἰς τὸν Ἰησοῦν ἀπιστούντων, ὡς διώξασι τοὺς προφήτας καὶ ἀποκτείνασιν· οὐ δυνατὸν ἀπὸ τῶν φερομένων βιβλίων τῆς καινῆς διαθήκης. Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου,
20 Ἰωάννου. Ἔτι “τοῦ δικαίου” λέγει, βουλόμενος αὐτοὺς κατα‐ στεῖλαι. Οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε· Ἐξ ἀνεπιγράφου. Τουτέστιν, οἷς ὁ νόμος δέδοται, διατάξεις ἔχων, αἵτινες ἰσάγγελον ἐποίουν πολιτείαν ἔχειν τοὺς τελοῦντας
25αὐτὸν, Οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. Τοῦ Χρυσοστόμου. Τινὲς φασὶ τὸν ὑπὸ ἀγγέλων διαταχθέντα ἢ ἐγχειρισθέντα αὐτῷ, δι’ Ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῷ
30βάτῳ· μὴ γὰρ ἄνθρωπος ἦν· οὐδὲν θαυμαστόν, φησι, τὸν ἐκεῖνα ποιήσαντα, καὶ ταῦτα ποιῆσαι· τοὺς καταγγείλαντας ἀνείλατε, πολλῷ μᾶλλον αὐτόν· καὶ Θεῷ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ τοῖς προφήταις, καὶ τῷ Πνεύματι, καὶ πᾶσι δείκνυσιν ἀπειθοῦντας·
καθὼς καὶ ἑτέρωθι φησὶν ἡ γραφή· “Κύριε, τοὺς προφήτας σου127

128

“ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέστρεψαν·” τοῦτο παρ‐ ρησία ἀνδρὸς τὸν σταυρὸν ἔχοντος. Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν.
5 Διδύμου. Ὑπόγυον ἐσαφηνίσθη τοῦτο, ὅτε ἐλαμβάνομεν τὸ “εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος·” ὁ δι’ ἀγγέλων διαταγεὶς, νόμος ἀνθρώποις ὑπὸ Θεοῦ ἀγγέλων δίδοται· εἰ μὴ ἄρα καὶ οὕτως δέξηται, ὅτι ὁ νόμος οὕτω διετάγη τοῖς ἀνθρώποις, ἵνα ἀγγέλων πολιτείαν ἔχωσι· καὶ γὰρ οὗτοι ὑπὸ Θεοῦ τεταγμένοι εἰσιν· εἴρη‐
10ται γοῦν περὶ αὐτῶν· “εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι “αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ.” δοκεῖ δὲ βίαιος εἶναι ἡ δευτέρα ἀπόδοσις. Τοῦ Χρυσοστόμου. Πῶς οὐκ ἔλαβον ἐκ τῶν εἰρημένων ἀφορ‐ μὴν εἰς τὸ μὴ ἀνελεῖν αὐτόν· ὅρα πάλιν τοὺς ἀδικοῦντας ἐν κακοῖς·
15καθάπερ Ἰουδαῖοι ἀποροῦσι λέγοντες· “τί ποιήσωμεν τοῖς ἀνθρώ‐ “ποις τούτοις;” οὕτω καὶ οὗτοι διαπρίονται· οἱ συκοφάνται μᾶλλον ἀνῃροῦντο· οὕτως ἀληθὲς, ὅπερ ἀεὶ ἔλεγον, ὅτι τὸ ποιεῖν κακῶς, τοῦτο πάσχειν ἐστὶ κακῶς. Στέφανος δὲ ὑπάρχων πλήρης πίστεως καὶ Πνεύμα‐
20τος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν, ἰδοὺ, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ. Τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὴν ἀνάληψιν λόγου ϛ.
25Υἱὸς ἀνθρώπου ἐστὶν ὁ ἐκ δεξιῶν τοῦ Θεοῦ· καὶ εἰ νομίζεις ὑπερ‐ βολὴν ἔχειν τὸ εἰρημένον, ὁ Πνεύματος πεπληρωμένος καὶ τὰ τοιαῦτα μάλιστα ἀξιωθεὶς ὁρᾶν Στέφανος, ἀποκρίνεταί σοι· ὅτι εἶδε “τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ” μετὰ πολλῆς τῆς δόξης· τί οὖν ἑστῶτα καὶ οὐχὶ καθήμενον; ἵνα δείξῃ
30τὴν ἀντίληψιν τὴν εἰς τὸν μάρτυρα· καὶ γὰρ περὶ τοῦ Πατρὸς λέγεται· “ἀνάστα ὁ Θεός·” καὶ πάλιν, “νῦν ἀναστήσομαι λέγει “Κύριος· θήσομαι ἐν σωτηρίῳ·” ἵνα οὖν πολλὴν τῷ ἀθλητῇ τὴν προθυμίαν παράσχῃ, καὶ πείσῃ τοὺς μαινομένους ἐκείνους καθυ‐
φεῖναι τῆς κατ’ αὐτοῦ λύττης, τὸ τοῦ βοηθοῦντος ἐπιδείκνυται128

129

σχῆμα· ὅτι γὰρ οὐχ ἕστηκεν, ἄκουσον Παύλου λέγοντος, “συν‐ “ήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν δεξιᾷ αὐτοῦ, ὑπερ‐ “άνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος.” Τοῦ Ἁγίου Βασιλείου. Οἶμαι γὰρ τὴν μὲν στάσιν καὶ τὴν
5καθίδρυσιν τὸ πάγιον τῆς φύσεως καὶ πάντῃ στάσιμον ὑποφαί‐ νειν· καθὸ καὶ ὁ Βαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ ἐξαγωγῆς ἐνδεικνύμενος ἔφη, “τὸ σὺ καθήμενος τὸν αἰῶνα, καὶ “ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.” τὴν δεξιὰν δὲ χώραν δηλοῦν τὸ τῆς ἀξίας ὁμότιμον.
10 Ἀμμωνίου. Θεὸν ἰδεῖν ἀδύνατον· διὸ εἶπε “δόξαν Θεοῦ·” ταυτὴν τὴν δόξαν καλεῖ Θεὸν καταχρηστικῶς· διὸ σημειωτέον ὅτι οἱ λε‐ γόμενοι ἑωρακέναι Θεὸν, δόξαν ἑώρουν θείαν· ἢ ἐν πυρὶ, ἢ ἐν στύλῳ νεφέλης, ἢ ἐν σαπφειροειδεῖ ὁράματι ἢ ἠλεκτροειδεῖ. Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐ‐
15τῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν· Ἡσυχίου Πρεσβυτέρου Ὅτι Παρέστη Ἐκ Δεξιᾶς Πένητος. Ἐν γὰρ τοῖς Ἰουδαίοις αὐτὸν διὰ τὴν ἐκείνων ἀπιστίαν πενόμενον, πλουτεῖν πεποίηκεν ἐν τοῖς ἔθνεσιν, ἐκ δεξιῶν αὐτοῦ παριστὰς, ὅπερ σὺ μὲν δοκεῖς εἶναι ταπεινὸν, ἐστὶ δὲ σφόδρα ὑψηλόν· καὶ περὶ
20μόνον Υἱοῦ ὡς Θεοῦ καὶ ὁμοουσίου δυναμένου λέγεσθαι· ὥσπερ γὰρ ὁ Υἱὸς οὐ μόνον ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, ἀλλὰ καὶ ἐκ δεξιῶν ἵσταται, φησὶν γὰρ ὁ Στέφανος, “εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμέ‐ “νους, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τῆς δυνάμεως·” οὕτω καὶ ὁ Πατὴρ ἵστασθαι ἐκ δεξιῶν λέγεται τοῦ Υἱοῦ, ἵνα μίαν ἡμεῖς
25ἀξίαν Υἱοῦ καὶ Πατρὸς μάθωμεν. Τοῦ Χρυσοστόμου. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίησαν, τοῦτο καὶ ἐνταῦθα· καθάπερ γὰρ ἐκεῖνος εἶπεν· “ὄψεσθε ἐκ δεξιῶν “τοῦ Θεοῦ τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον,” καὶ βλασφημίαν τὸ πρᾶγμα καλέσαντες ὥρμησαν ἐπ’ αὐτὸν, οὕτω δὴ καὶ ἐνταῦθα·
30ἐκεῖ διέρρηξαν τὰ ἱμάτια· ὧδε τὰ ὦτα συνέσχον. Καὶ μετ’ ὀλίγα—Καὶ μὴν εἰ ἐψεύδετο, ὡς μαινόμενον ἔδει ἀφεῖναι· ἀλλ’ ἐβούλετο αὐτοὺς ἐπάγεσθαι· ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ θανάτου, καὶ περὶ ἀναστάσεως οὐδὲν διελέχθη· καὶ τοῦτο ἠθέλησε προσθεῖ‐
ναι τὸ δόγμα, καὶ οὕτως αὐτῷ ἐφάνη· ἵνα κἂν οὕτω δέξωνται129

130

Ἰουδαῖοι. ἐπειδὴ γὰρ τὸ καθίσαι φορτικὸν ἦν αὐτοῖς, τέως τὸν περὶ ἀναστάσεως κινεῖ λόγον· διὰ τοῦτο καὶ τὸ πρόσωπον αὐτοῦ δεδόξαστο· ὁ γὰρ Θεὸς φιλάνθρωπος ὢν, δι’ ὧν ἐπεβούλευον, διὰ τούτων ἐβούλετο αὐτοὺς ἀνακαλέσασθαι· καὶ ὅρα ὅσα σημεῖα
5γίνεται. Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. Τοῦ Χρυσοστόμου. Πάλιν ἔξω τῆς πόλεως, ὥσπερ ἐπὶ τοῦ Χριστοῦ· καὶ ἐν αὐτῷ τῷ θανάτῳ ὁμολογία καὶ τὸ κήρυγμα. Ἀρσενίου. “Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν.”
10πῦργον ᾠκοδόμουν παραπέμποντα αὐτὸν εἰς τὸν οὐρανόν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. Ὅρα πῶς ἀκριβῶς περὶ Παύλου διηγεῖται, ἵνα σοι δόξῃ θείαν τὴν ἐνέργειαν. μετὰ δὲ ταῦτα πάντα οὐ μόνον οὐκ ἐπίστευσεν
15ἐκεῖνος, ἀλλὰ καὶ μυρίαις αὐτὸν ἔβαλε χερσί· διὰ γὰρ τοῦτο φη‐ σὶν, “Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.” Συμπαρὼν τῇ ἀναιρέσει Στεφάνου τοῦ Ἀποστόλου καὶ Μάρ‐ τυρος, κοινωνός τε ἦν τοῦ φόνου, τὰ πάντων ἱμάτια τῶν λιθοβολούν‐ των αὐτὸν καταδεξάμενος φυλάσσειν· ἵνα τὰς πάντων χεῖρας χρή‐
20σηται πρὸς τὸν φόνον. Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Ἀθανασίου. Ταῖς πολλαῖς ὡς εἰπεῖν χερσὶν, ὧν αὐτὸς ἐτήρει τὰ ἱμάτια, τὸν Στέφανον λιθάζων.
25 Δεικνύντος ἦν τοῦτο, ὅτι οὐκ ἀπόλλυται, καὶ διδάσκοντος αὐ‐ τούς. Σημειωτέον ὅτι τὴν ψυχὴν τὸ πνεῦμα καλεῖ. Τοῦ ἁγίου Κυρίλλου εἰς τὸ “Πατὲρ εἰς χεῖράς σου παρα‐ τίθημι τὸ πνεῦμά μου.” Μέγα πάλιν καὶ ἐξαίρετον κατόρθωμα
30ταῖς ἡμετέραις ψυχαῖς, διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν, καὶ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα· καὶ
κεκαινοτόμηκεν ἡμῖν, τὸ μηκέτι μὲν εἰς ᾅδου τρέχειν τὰς τῶν130

131

σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος, “Κύριε Ἰησοῦ δέξαι τὸ πνεῦμά μου.” Καὶ ὁ μακάριος δὲ γράφει Πέτρος· “ὥστε καὶ πάσχοντες κατὰ θέλημα τοῦ Θεοῦ,
5“πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς.” Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐ‐ τοῦ.
10 Τοῦ αὐτοῦ. Ὥσπερ γὰρ ἀπολογούμενος ὅτι οὐδὲ τὰ πρότερα ἦν θυμοῦ, φησὶ, “Κύριε·” καὶ βουλόμενος αὐτοὺς ταύτῃ ἐπισπά‐ σασθαι· τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρθῆναι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον.
15 Τοῦ αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εὔχεται ὁ μακάριος οὗτος, ἀλλὰ μετὰ προσοχῆς θεὶς τὰ γόνατα· ὅρα θεῖον αὐτοῦ τὸν θάνατον· μέχρι τούτου συνεχώρησε τὴν ψυχὴν εἶναι ἐν αὐτῷ ὁ δεσπότης. Ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποτα‐ μοὺς ῥέων καὶ πάντας ἐπιστοματίζων, ὁ τὰς ἀναισχύντους ἀπο‐
20φράττων Ἰουδαίων γλώττας, ᾧ οὐδεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχεὶς τὰ Ἰουδαϊκὰ, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περι‐ φανῆ, ὁ γενναῖος οὗτος καὶ σοφὸς, καὶ χάριτος πεπληρωμένος, καὶ τοσαύτην ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη· καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ
25κατελιθοβολεῖτο. Τοῦ αὐτοῦ. Σημεῖον μεγίστον ἐκφέρων τῆς εἰς Θεὸν ἀγάπης. ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώκοντι δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσχων, οὕτως ὁ εὐλογῶν πολὺν ἐμφαίνει αὐτοῖς τὸν ἔρωτα.
30 Τοῦ αὐτοῦ. Τί οὖν οὐκ ἔστησεν αὐτοῖς τὸ ἁμάρτημα, ἀλλ’ ἀφήθη φησίν; εἰ μετενόησαν ἀφήθη· καὶ γὰρ ὁ μυρίαις βάλλων αὐτὸν χερσὶ, καὶ διώξας τὴν ἐκκλησίαν Παῦλος, τῆς ἐκκλησίας
προστάτης ἐγένετο.131

132

(1t)

ΚΕΦ. Θ.
2tΠερὶ διωγμοῦ τῆς Ἐκκλησίας καὶ ταφῆς Στεφάνου.
3 Ἐγένετο δὲ ἐν ἐκεινῇ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις.
5 Τοῦ Χρυσοστόμου. Ὅρα πῶς πάλιν πειρασμοὺς συγχωρεῖ ὁ Θεὸς γίνεσθαι· ὅρα καὶ παρατήρει ὅπως οἰκονομεῖται τὰ πράγ‐ ματα· ἐθαυμάσθησαν διὰ τὰ σημεῖα· μαστιχθέντες οὐδὲν ἔπαθον· κατέστησαν ἐπὶ τῶν χειρῶν, ηὔξανε ὁ λόγος· πάλιν συγχωρεῖ κώ‐ λυμα μέγα γενέσθαι καὶ διωγμὸς οὐχ ὁ τυχών. ἐφοβοῦντο γὰρ
10θρασυτέρους αὐτοὺς γενομένους· καὶ ἅμα δείκνυται ὅτι ἄνθρωποι ἦσαν οἱ φοβούμενοι, οἱ φεύγοντες· ἵνα μὴ σὺ μετὰ ταῦτα λέγῃς, ὅτι χάριτι μόνῃ κατώρθουν, καὶ ἐδιώκοντο, καὶ αὐτοὶ δειλότεροι γεγόνασι, καὶ ἐκεῖνοι θρασύτεροι. Πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας
15καὶ Σαμαρείας, πλὴν τῶν Ἀποστόλων. Τοῦ αὐτοῦ. Τοῦτο οἰκονομία ἦν. ὡς μηκέτι λοιπὸν ἐν Ἱεροσο‐ λύμοις πάντας καθῆσθαι, ἀδεῶς δὲ ἐπεμίγνυντο τῇ Σαμαρείᾳ λοι‐ πὸν οἱ ἀκούοντες “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε” πλὴν τῶν Ἀποστόλων φησὶ, καὶ ταύτῃ προσάγεσθαι βουλόμενοι τοὺς Ἰουδαίους, ἀλλὰ
20μὴ καταλείψειν τὴν πόλιν, καὶ ἑτέροις γενέσθαι θράσους αἴτιοι. Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, Τοῦ αὐτοῦ. Εἰ εὐλαβεῖς ἦσαν, διατί κοπετὸν ἐποίησαν; οὔπω ἦσαν τέλειοι· ἐπίχαρις ἦν ὁ ἄνθρωπος, καὶ τοῦτο δείκνυσιν ἀνθρώ‐ πους ὄντας, οὐχὶ ὁ φόβος μόνον ἀλλὰ καὶ ἡ λύπη καὶ ὁ κοπετός·
25τίς οὐκ ἂν ἔκλαυσεν ὁρῶν τὸν ἥμερον ἐκεῖνον καὶ ἀρνειὸν λιθό‐ λευστον γενόμενον καὶ κείμενον νεκρόν; ἱκανὸν αὐτοῦ ἐπιτάφιον εἶπεν ὁ Εὐαγγελιστὴς τὴν φωνὴν ταύτην, “μὴ στήσῃς αὐτοῖς τὴν “ἁμαρτίαν ταύτην.” Καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτῷ.
30 Διδύμου. Ὥσπερ οὐ πᾶν κέρδος ἀποδέχεσθαι δεῖ, ἢ μόνον τὸ πρὸς τὴν κυρίως ὠφέλειαν συντελοῦν· οὕτως οὐκ ἐπὶ πάσῃ ζημίᾳ
ἢ συμφορᾷ δυσχεραίνειν χρὴ, ἀλλ’ ἐπὶ μόνων τῶν βλαπτόντων132

133

ψυχήν· ἐπεὶ τοίνυν καὶ ὁ Στέφανος σὺν ἀνθρώποις πρὸς θεοσέβειαν τοῖς ποθοῦσιν αὐτῇ πολὺ συνεβάλετο· ἀκόλουθον ἦν ἐπὶ τῇ ἀναι‐ ρέσει αὐτοῦ, ἀνιαρῶς φέρειν στερηθέντας ἀνδρὸς τοιούτου, οὐ μὴν δὲ ὅτι τούτῳ κοπετὸς μέγας γέγονε τῶν ὑστερηθέντων αὐτοῦ, ἀναγκαῖον
5ἐστὶ καὶ ἐπὶ θανάτῳ τῶν τυχόντων, κἂν ἄλλως φιλτάτοις ὦσιν, ὀλοφύρεσθαι, λυπουμένους πέρα τοῦ μέτρου· τύπον γὰρ καὶ περὶ τούτων δίδωσιν ὁ Σωτὴρ, μέχρι τοῦ δακρύσαι ἐπὶ τῷ ἀγαπωμένῳ Λαζάρῳ τεθνηκότι ἔφθασεν. Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴ‐
10κους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν· οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον, Τοῦ Χρυσοστόμου. Πολλὴ ἡ μανία τὸ καινὸν αὐτὸν εἶναι, τὸ καὶ εἰς τοὺς οἴκους εἰσιέναι· τὴν γὰρ ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τοῦ
15νόμου· “συρὼν,” φησὶν, “ἄνδρας καὶ γυναῖκας.” ὅρα καὶ τὴν παρ‐ ρησίαν καὶ τὴν ὕβριν, καὶ τὴν μανίαν· τοὺς ἐμπίπτοντας ἅπαντας μυρίοις διετίθει κακοῖς· ἀπὸ γὰρ τῆς σφαγῆς ταύτης θρασύτερος γέγονεν. Τοῦ αὐτοῦ. Ἐνίσχυσε, φησὶν, ὁ διωγμός· ἀλλὰ τότε μάλιστα
20προκατεχομένους ἐξείλετο· ἐπετείχισε γὰρ αὐτοῖς τὰ σημεῖα· οὐδὲ ὁ θάνατος Στεφάνου ἔσβεσεν αὐτῶν τὸν θυμὸν, ἀλλ’ ἐπέτεινε μᾶλλον· ἐσκόρπισε τοὺς διδασκάλους, ὥστε πλείονα γενέσθαι τὴν μαθητείαν· καὶ χαρὰ ἦν· καίτοι κοπετὸς ἦν μέγας· ἀλλ’ ὅρα πάλιν τὰ χρηστά. ἱκανοῦ χρόνου τὸ νόσημα ἦν, ἀλλ’ οὗτος αὐ‐
25τοὺς ἐξείλατο. πῶς δὲ καὶ τὸν Σίμωνα ἐβάπτισεν; ὥσπερ καὶ τὸν Ἰούδαν ὁ Χριστὸς ἐξελέξατο. Περὶ Φιλίππου τοῦ Ἀποστόλου πολλοὺς ἰασαμένου ἐπὶ τῇ Σαμαρεῖᾳ. Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. προσεῖχον δὲ οἱ ὄχλοι
30τοῖς λεγομένοις ὑπὸ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκού‐ ειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
Ἰσιδώρου ἐξ ἐπιστολῆς υμζ. Οὐχ ὁ Ἀπόστολος Φίλιππος133

134

ὁ ἐν τοῖς δώδεκα καταλεγόμενος, ἀλλ’ εἷς τῶν ἑπτὰ τῶν μετὰ τοῦ ἀριστέως καὶ ἀρχιστρατηγοῦ τῶν καλλινίκων μαρτύρων Στεφάνου ἐπιλεγεὶς πρὸς τὴν τῶν χηρῶν οἰκονομίαν· οὗτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας, καὶ τὸν Σίμωνα κατηχήσας.
5 Τοῦ αὐτοῦ ἐξ ἐπιστολῆς υμη. Ἐπειδὴ καὶ μαρτυρίαν ζη‐ τεῖς τοῦ πράγματος γραφικὴν, ἄκουε τοῦ παναρίστου Λουκᾶ ἐν ταῖς Πράξεσι γεγραφότος· ἀναιρεθέντος Στεφάνου διωγμὸς ἐγένετο μέγας ἐπὶ τὴν ἐκκλησίαν· “πάντες δὲ διεσπάρησαν κατὰ τῆς χώ‐ ρας τῆς Ἰουδαίας καὶ τῆς Σαμαρείας, πλὴν τῶν Ἀποστόλων·” ὡς
10δῆλον εἶναι ὅτι ὁ Ἀπόστολος Φίλιππος σὺν τοῖς ἄλλοις Ἀποστό‐ λοις ἐπὶ Ἱεροσολύμων κατέμεινεν. Τοῦ αὐτοῦ ἐξ ἐπιστολῆς υμη. Τῶν Ἀποστόλων μόνων ἐν Ἱεροσολύμοις περιλειφθέντων, καὶ πάντων τῶν λοιπῶν μαθητῶν, ἄλλου ἀλλαχοῦ ἐνδιασπαρέντος, ἐν τοῖς διασπαρεῖσιν ἦν καὶ οὗτος
15ὁ Φίλιππος, ὁ καὶ τὸν Σίμωνα κατηχήσας ἐν Σαμαρείᾳ, καὶ τὸν εὐνοῦχον κατὰ θεῖον χρησμὸν βαπτίσας· ὑπὸ τοῦ Πνεύματος Κυ‐ ρίου εἰς Ἄζωτον μὲν εὑρέθη· πρὸς δὲ Καισάρειαν ὥρμησε τὴν αὐτὸν ἐνεγκοῦσαν· τῆς γὰρ ἐπὶ Στεφάνου λύπης πειρασθεὶς, καὶ ἴσως δείσας μὴ τῶν ὁμοίων μετάσχῃ, ἐπαλινόστησεν οἴκαδε.
20 Ἐξ ἐπιστολῆς υν. Ἐπειδὴ πολλῶν ἀποδείξεων ἐρᾶς, ἰδοὺ καὶ ἑτέρα. Φίλιππος μὲν ἐβάπτισε τοὺς ἐν Σαμαρείᾳ μαθητευ‐ θέντας· Πέτρος καὶ Ἰωάννης οἱ Ἀπόστολοι καταβάντες ἀπὸ Ἱερο‐ σολύμων πρὸς αὐτοὺς, τὴν τοῦ Πνεύματος χάριν παρέσχοντο· εἰ δὲ ὁ βαπτίσας εἷς τῶν Ἀποστόλων ἐτύγχανεν, εἶχεν τὴν αὐθεν‐
25τείαν τῆς τοῦ Πνεύματος δόσεως· βαπτίζει δὲ μόνον ὡς μαθητής· τελειοῦσι δὲ τὴν χάριν οἱ Ἀπόστολοι, οἷς ἡ τῆς τοιαύτης δόσεως αὐθεντεία ἐδέδοτο. Πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο.
30 Τοῦ Χρυσοστόμου. Τοῦτο γὰρ σημεῖον φανερὸν, ὅτι οὐχ ὡς οἱ μάγοι ἐποίουν· ἴσως γὰρ ἐκεῖνος ἐδέσμει. Πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.
Οὐκ ἦν ἐνταῦθα ἀπάτη· περιπατῆσαι γὰρ ἔδει καὶ ἐνεργῆσαι.134

135

(1t)

ΚΕΦ. Ι.
2tΠερὶ Σίμωνος τοῦ Μάγου πιστεύσαντος καὶ βαπτισθέντος σὺν ἑτέροις
3tπλείοσιν.
4Ἀνὴρ δέ τις ὀνόματι Σίμων, προϋπῆρχεν ἐν τῇ πόλει
5μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν. Πῶς οὖν αὐτὸν οὐκ ἀνεῖλον ὥσπερ Ἀνανίαν καὶ Σάπφειραν; ὅτι καὶ τὸ παλαιὸν ὁ τὰ ξύλα συλλέξας ἀνῃρέθη εἰς ἑτέρων σω‐ φρονισμὸν, καὶ οὐκέτι ἕτερος τὸ αὐτὸ πέπονθεν, οὕτω καὶ νῦν.
10 Τοῦ αὐτοῦ. Ὅρα καὶ ἕτερον πειρασμὸν τὸν τοῦ Σίμωνος “λέγων εἶναί τινα ἑαυτόν.” Τοῦ Ἁγίου Ἐπιφανίου Ἐπισκόπου Κύπρου Ἐκ Τοῦ βʹ Λό‐ γου τοῦ Παναρίου. Ὁ Σίμων οὗτος ὑπεκορίσατο τοὺς Ἀποστό‐ λους· καὶ αὐτὸς δὲ τοῖς ἄλλοις ὁμοίως ὑπὸ Φιλίππου ἐβαπτίσθη
15μετὰ πολλῶν· οἱ δὲ πάντες χωρὶς αὐτοῦ ἐξεδέξαντο τὴν τῶν μεγά‐ λων Ἀποστόλων παρουσίαν, καὶ διὰ τῆς αὐτῶν χειροθεσίας ἔλαβον Πνεῦμα Ἅγιον· ἐπειδήπερ ὁ [Ἀπόστολος] Φίλιππος Διάκονος ὢν, οὐκ εἶχεν ἐξουσίαν τῆς χειροθεσίας, τοῦ δι’ αὐτῆς διδόναι Πνεῦμα Ἅγιον.
20 Ὧι προσεῖχον ἅπαντες ἀπὸ μικροῦ ἕως μεγάλου, λέ‐ γοντες, οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη. Τοῦ Χρυσοστόμου. Καὶ ἐπληροῦτο τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· ὅτι ἐλεύσονται ψευδόχριστοι καὶ ψευδαπόστολοι ἐπὶ τῷ ὀνόματί μου.
25 Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τὲ καὶ γυναῖκες.
30 Ἀμμωνίου. Σημειωτέον ὅτι οὐ δεῖ μὲν πλησιάζειν μάγοις· πλὴν εἰ ἀπατηθείς τις ἐποίησεν, ἀφιστάσθω ταχέως· ἡ γὰρ ἐπι‐ μονὴ ἡ ἐν τοῖς κακοῖς εἰς ἔκστασιν ἄγει φρενῶν, ὥστε μὴ συνιέναι
τὰ γινόμενα διακρῖναι.135

136

Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ θεωρῶν τε σημεῖα καὶ δυνά‐ μεις μεγάλας γινομένας, ἐξίστατο. ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις Ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν
5λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην. Τοῦ Χρυσοστόμου. Οὐ πίστεως ἕνεκεν, ἀλλ’ ὥστε γενέσθαι τοιοῦτος. Οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως
10λάβωσι Πνεῦμα Ἅγιον, οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ἦσαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. τότε ἐπιτίθεσαν τὰς χεῖρας ἐπ’ αὐ‐ τοὺς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον. Τοῦ Χρυσοστόμου. Σημείων μεγάλων γινομένων, πῶς Πνεῦμα
15οὐκ ἔλαβον; Πνεῦμα ἔλαβον τὸ τῆς ἀφέσεως, τὸ δὲ τῶν σημείων οὐκ ἔλαβον. Καὶ μετ’ ὀλίγα—Ὅτι γὰρ τοῦτο ἦν, καὶ τὸ τῶν σημείων Πνεῦμα οὐκ ἔλαβον, ὅρα πῶς ἰδὼν ὁ Σίμων προσῆλθε τοῦτο αἰτῶν. Καὶ μετ’ ὀλίγα—Διατί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦμα Ἅγιον; ἤτοι τοῦ Φιλίππου τιμῶντος τοὺς Ἀποστόλους·
20ἤτοι τῷ μὴ ἔχειν χάρισμα τοιοῦτον· ἤτοι τῶν ἑπτὰ ἦν, ὅπερ μᾶλ‐ λόν ἐστιν εἰπεῖν· ὅθεν μοι δοκεῖ οὗτος ὁ Φίλιππος τῶν ἑπτὰ εἶναι ὁ Στεφάνου δεύτερος, ὁ δὲ τοῦ εὐνούχου τῶν Ἀποστόλων εἶναι· ὅρα δὲ ἐκεῖνοι οὐκ ἐξῄεσαν. ᾠκονομήθη τούτους ἐξελθεῖν· καὶ ἐκείνους ἑτέρως διὰ τὸ Πνεῦμα τὸ Ἅγιον. δυνάμεις γὰρ ἔλαβον
25ποιεῖν σημεῖα, οὐχὶ δὴ καὶ Πνεῦμα διδόναι ἑτέροις· τοῦτο ἦν τὸ τῶν Ἀποστόλων ἐξαίρετον· καὶ ὅρα τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς ἀλλὰ Πέτρον. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας ἐκ τῆς πρὸς Ἰω‐ άννην στρατιώτην ἐπιστολῆς. Καὶ ὁ τελείαν δοὺς τὴν χάριν
30τῷ εὐνούχῳ Φίλιππος διὰ τοῦ ἁγίου βαπτίσματος, τούτοις ἔδοξε μὴ τελείαν διδόναι, λόγοις ἀρρήτοις τισὶ τοῦ Θεοῦ τὰ τοιαῦτα προοι‐ κονομοῦντος· ἵνα καὶ τὰ μετὰ ταῦτα ἀναφύεσθαι μέλλοντα διά τι‐ νας αἰτίας ἀτελῆ βαπτίσματα, πρὸς τέλειον ἀποκαθίστασθαι δόξῃ,
διὰ τῆς τοῦ Ἁγίου Πνεύματος δόσεως, ἣν τὸ χάρισμα χαρίζεται.136

137

Ἀμμωνίου Πρεσβυτέρου. Ἐζήτησε τίς τοῦτο· διατί ὁ Φί‐ λιππος οὐκ ἐποίησε τοὺς ὑπ’ αὐτοῦ βαπτισθέντας μετασχεῖν Πνεύματος Ἁγίου; πρὸς ὃν δεῖ ἀπολογήσασθαι Θεοῦ χάριτι· ὅτι εἰ καὶ τὴν ἀρχὴν ὅτε ἐβάπτισε τοὺς ἐν Σαμαρείᾳ ὁ Φίλιππος,
5οὐδεὶς ἔλαβε Πνεῦμα Ἅγιον· ἀλλ’ οὖν ὕστερον μετὰ τὸ εὔξασθαι Ἰωάννην καὶ Πέτρον, δέδωκε διὰ τῆς τῶν χειρῶν αὐτοῦ ἐπιθέσεως τὸ Ἅγιον Πνεῦμα τοῖς βαπτισθεῖσι· κοινῷ γὰρ ὀνόματι καὶ ἀο‐ ρίστῳ εἶπεν ἡ γραφὴ, ὅτι διὰ τῶν χειρῶν τῶν Ἀποστόλων ἐπιτιθε‐ μένων ἐπὶ τοῖς πιστοῖς, ἐπέλαμψεν ἡ τοῦ Πνεύματος χάρις· οὐκ
10εἶπεν ὅτι διὰ μόνου Πέτρου καὶ Ἰωάννου, ἀλλ’ ἀπροσδιορίστως εἰπὼν συμπεριέλαβε καὶ τὸν Φίλιππον· ἔπειτα δὲ οὐχ ὡς εὐτελὴς ἢ ἀνάξιος ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα ἐπὶ τοὺς ὑπ’ αὐτοῦ βαπτισθέντας, ὁπότε καὶ αὐτὸς ἀνεγράφη σημεῖα πεποιηκὼς ἐν ἰά‐ σεσι νόσων καὶ ἐκβολαῖς δαιμόνων· ἀλλ’ ὅτι οὐκ ηὔξατο τοῦτο αὐτοῖς
15ὑπάρξαι, οὕτω πολλάκις λογισάμενος εἶναι τέως αὐτοῖς συμφέρον, ὡς ἀκμὴν μὴ οὖσιν ἐπιτηδείοις πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχήν. Ὡς ὁρᾶς γὰρ ὁ Σίμων ὁ βαπτισθεὶς ὑπ’ αὐτοῦ, ἀκμὴν τὰ τῆς σαρκὸς φρονῶν ᾔτει τὸν Πέτρον διὰ χρημάτων δόσεως λα‐ βεῖν ἐξουσίαν, ᾧ ἂν θέλῃ διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως δοῦναι
20Πνεῦμα Ἅγιον· ὃν ἀπεσείσατο Πέτρος, ἐπιτρέψας αὐτῷ μετανοῆ‐ σαι, εἴπως ἄρα συγχωρηθείη αὐτῷ· διὰ δὲ τοῦτο εἶπεν “εἰ ἄρα “ἀφεθήσεταί σοι·” ἵνα διὰ τοῦ ἀμφιβόλου καταστήσῃ αὐτὸν ἐν φόβῳ, καὶ μετὰ δακρύων καὶ σπουδῆς ἐπιζητήσῃ τὸν Θεόν· πλὴν ὅμως κἀκεῖνο ἔστι στοχάσασθαι, ὅτι διὰ τοῦτο εἶπεν ὁ Πέτρος
25τοῦτο, ἐπειδὴ ἐδόκει ὁ Σίμων ἀσύγγνωστα ἡμαρτηκέναι ὡς εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσας, διότι δώροις ἐνόμισε τὸν Θεὸν πείθειν· ἢ ὅτι ἐνόμισε τοὺς Ἀποστόλους τοὺς πλήρεις Πνεύματος χρημάτων ἡττᾶσθαι, καὶ ἐνυβρίζειν δι’ αὐτῶν τὸ Πνεῦμα, εἴγε ἐν τοιούτοις ἀνθρώποις ἐνοικεῖ τὸ θεῖον Πνεῦμα τοῖς χρήμασι κατα‐
30δουλουμένοις. ἔπειτα δὲ κἀκεῖνο πάλιν εἰπεῖν δεῖ, ὅτι τὰ πολλὰ ὁ Φίλιππος ἔπραττε νυττόμενος ὑπὸ τοῦ Πνεύματος, καὶ οὐδὲν ἐποίει ἀφ’ ἑαυτοῦ· μὴ προτρεπομένου αὐτὸν τοῦ Πνεύματος ἢ ἀγγέλου, ὡς ἐν τοῖς ἑξῆς εὑρήσεις λέγουσαν τὴν γραφήν· “ἄγγελος “δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων, ἀνάστηθι·” καὶ πάλιν·
35“εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε·” εἶκος οὖν ὅτι μὴ137

138

νυχθεὶς ὑπὸ τοῦ Πνεύματος εὔξασθαι καὶ ἐπιθεῖναι αὐτοῖς τὰς χεῖρας, οὐκ ἐπεχείρησεν ἀφ’ ἑαυτοῦ τοῦτο ποιῆσαι· ἀλλ’ ἀνέμεινε τὴν ἄνωθεν κρίσιν· ὁ δὲ Πέτρος καὶ Ἰωάννης θερμότεροι ὄντες καὶ παρρησιαστικώτεροι ἠνύξαντο Πνεύματος μετασχεῖν τοὺς ἀμετό‐
5χους· οἱ δὲ δύο πλείω τοῦ ἑνὸς ἐνεργοῦσιν εἰς εὐχήν· ἐν μέσῳ γὰρ δύο ἢ πλειόνων συναχθέντων ἐπὶ τῷ ὀνόματι τοῦ Θεοῦ Ἰησοῦ, εὑρεθήσεται ταχύτερον. Ἄλλοι δὲ λέγουσιν ὅτι διὰ τοῦτο Φίλιπ‐ πος οὐ κατήγαγε τὸ Πνεῦμα· ὅτι Διάκονος ἦν μόνον, παρὰ τῶν περὶ Στέφανον προβληθεὶς, οὐ μὴν καὶ Πρεσβυτέρου εἶχεν ἀξίαν
10ἢ Ἐπισκόπου, ὡς οἱ μαθηταὶ τοῦ Κυρίου· ὅτι δὲ Διάκονος ἦν μαρ‐ τυρεῖ ὁ Παῦλος ἐν τοῖς Κανόσιν οὐ μόνον περὶ αὐτοῦ ἀλλὰ καὶ περὶ Ἀνανίου, ὃς ἐβάπτισεν αὐτὸν τὸν Παῦλον, οὐκ ἰδίᾳ αὐθεντίᾳ, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ προτραπέντος τοῦτο ποιῆσαι· καὶ πῶς φησὶ, Διάκονος ὢν ἐβάπτισε; πρῶτον μὲν διὰ τὸ σπάνιν εἶναι Πρεσβυ‐
15τέρων ἐν Σαμαρείᾳ· ὥσπερ τὸ πλεῖστον γὰρ μόνος ἦν, διὰ τὸν γεγονότα διωγμὸν διασπαρέντων πάντων· ἔξεστι δὲ ἐν ἀνάγκῃ καὶ τῷ Διακόνῳ βαπτίζειν, ἀπορίᾳ Πρεσβυτέρου, καθὼς αὐτὸ τὸ Πνεῦμα ἐδίδαξε· προτρεψαμένου αὐτὸν ἐπὶ τῷ πλησιάσαι τῷ εὐ‐ νούχῳ, καὶ πάλιν καὶ ἐξ αὐτοῦ τοῦ εὐνούχου προτραπείς· εἰ δὲ μὴ
20ἦν θέλημα Θεοῦ ποιῆσαι, οὐκ ἂν μετὰ τὸ βάπτισμα τῇ τῶν χει‐ ρῶν ἐπιθέσει ἐπιφοιτᾶ δι’ εὐχῆς ἐπὶ τοὺς βαπτιζομένους εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ τὸ Ἅγιον Πνεῦμα· διὸ καὶ μέχρι νῦν οὕτως ἡ τάξις φυλάττεται.
24tΚΕΦ. ΙΑ.
25tὍτι οὐκ ἀργυρίου οὐδὲ ὑποκριταῖς, ἀλλ’ ἁγίοις διὰ πίστεως ἡ μετοχὴ τοῦ
26tἉγίου Πνεύματος δίδοται.
27 Ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν Ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσ‐ ήνεγκεν αὐτοῖς χρήματα, λέγων, δότε κἀμοὶ τὴν ἐξου‐
30σίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον. Τοῦ Χρυσοστόμου. Οὐκ ἂν εἶδεν εἰ μή τι αἰσθητὸν ἐγένετο, ὥσπερ καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. ὅρα
τὴν μιαρίαν τοῦ Σίμωνος· χρήματα διατί προσήνεγκε; καίτοι οὐκ138

139

εἶδεν αὐτὸν χρημάτων αὐτὸ ποιοῦντα· καὶ οὐκ ἦν ἀγνοίας τὸ πρᾶγμα, ἀλλὰ πειράζοντος καὶ βουλομένου κατηγορίᾳ περιβαλεῖν· διὰ τοῦτό φησι “οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ,” καὶ τὰ ἑξῆς.
5Περὶ ὑποκρίσεως καὶ ἐπιπλήξεως Σίμωνος. Πέτρος δὲ εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ.
10 Τοῦ αὐτοῦ. Ἐπειδὴ οὐκ εἰς δέον αὐτῷ κέχρησαι· οὐκ ἔστι ταῦτα ἀρωμένου ἀλλὰ παιδεύοντος, σοί, φησι, τῷ τοιούτῳ· ὡς ἂν εἴτις εἴποι, συναπόλοιτο μετὰ τῆς προαιρέσεως· οὕτω μικρὰ φρο‐ νεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα.
15 Θεοφίλου Ἐπισκόπου Ἀλεξανδρείας. Τὰς ἐκκλησιαστικὰς χειροτονίας ἠσφαλίζοντο, ἐξ ὀρθῆς πίστεως καὶ βίου σεμνοῦ τὴν μαρτυρίαν ἐχούσας· ἐφόβει γὰρ αὐτοὺς τὰ ἐπὶ τοῦ Ἱεροβοὰμ κακὰ, ἵνα μὴ μελετὴ καὶ ἔθος τοῖς ἀσεβοῦσι γένηται, χρυσίῳ νομίζειν τὴν τῆς ἱερωσύνης τιμήν.
20 Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ. Τοῦ Χρυσοστόμου. Πάλιν τὰ ἐγκάρδια εἰς μέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόμιζεν· ὁρᾶς ἀπὸ τῆς κακίας πάντα πράττοντα. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς
25καρδίας σου. Ἐξ ἀνεπιγράφου. Δείκνυται δὲ ὡς ἡ μετάνοια ἱκανὴ πᾶσαν ἁμαρτίαν νικῆσαι διὰ τὸν χαίροντα ἐπὶ τῇ μετανοίᾳ Θεόν· τὸ δὲ ἄρα προσκείμενον διδάσκει, ὡς δυσκατόρθωτον τὸ πρᾶγμα γίνεται τῆς μετανοίας τοῖς εἰς αὐτὸ τὸ θεῖον ἐξαμαρτάνουσιν· εἰς ὃ καὶ
30Σίμων ἥμαρτεν, ἀργυρίου ὑπακούειν εἰς τὰς ἐνεργείας τὸ Πνεῦμα τὸ Ἅγιον ἡγησάμενος. Διδύμου. Προαιρετικὴ τροπὴ ἣ πίπτει εἰς μόνον τὸν δεκτικὸν ἀρετῆς καὶ κακίας· ὁ δὲ κατὰ τοὺς μύθους τῶν αἱρετικῶν φύσει
κακὸς ὢν ἄνθρωπος, οὐκ ἔστι δεκτικὸς τῆς κατὰ βούλησιν μετα‐139

140

βολῆς· ὅθεν παρέλκει τὸ “μετανόησον” λεγόμενον τῷ Σίμωνι ἐκ κατασκευῆς ὄντι κακῷ κατὰ τοὺς ἐκείνων μύθους· ἀλλ’ οὐ ματαίως εἴρηται τὸ “μετανόησον οὖν·” αὐτεξούσιος ἄρα καὶ αὐτός· τούτου δὲ μὴ ὄντος φύσει κακοῦ, ἢ ἐπιτεταμένην κακίαν ἔχοντος· οὐδ’
5ἄλλος τις εὑρεθείη τοιοῦτος. Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Τοῦ Χρυσοστόμου. Πολλοῦ θυμοῦ τὰ ῥήματα· ἄλλως δὲ οὐκ ἐκόλασεν αὐτὸν, ἵνα μὴ λοιπὸν ἀνάγκης ἡ πίστις ᾖ· ἵνα μὴ τὸ
10πρᾶγμα ὠμὸν εἶναι δόξῃ· ἵνα μὴ καὶ τὰ τῆς μετανοίας εἰσαγάγῃ, ἀρκεῖ πρὸς διόρθωσιν τὸ ἐλέγξαι τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν· ἀρκεῖ τὸ ἐκεῖνον ὁμολογῆσαι ὅτι ἑάλω· τὸ γὰρ εἰπεῖν ὅτι “δεήθητε ὑμεῖς “ὑπὲρ ἐμοῦ·” τοῦτό ἐστιν ὁμολογοῦντος τὸ πλημμέλημα. Τοῦ Ἁγίου Ἀθανασίου Ἐκ Τοῦ Πρὸς Τοὺς Λεγομένους
15Καθαροὺς Λόγου γ. Πρὸς οὖν τὴν προϋποκειμένην αὐτοῦ πικρίαν, καὶ ταύτην αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ ἐπι‐ χείρησιν, Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς εἶπε πρὸς αὐτὸν, “τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν” εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλμαν σου ταύτην, “ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας
20“διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ “λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ “Θεοῦ·” καὶ τοσαῦτα κατ’ αὐτοῦ εἰπὼν ὀρθῶς καὶ δικαίως, οὐδὲν τούτων ἀνίατον ἡγησάμεθα τῷ τῆς μετανοίας φαρμάκῳ· θερα‐ πευτικὰ δὲ ταῦτα κρίνας εἶναι, ἐπήγαγε “μετανόησον οὖν ἀπὸ
25“τῆς κακίας σου καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι “ἡ ἐπίνοια τῆς καρδίας σου·” μέγα γάρ σοι καὶ τοῦτο· καὶ μὴ ἤδη τὴν δωρεὰν οὕτως ἀκαθάρτως καὶ ῥυπαρῶς διὰ χρημάτων σπεῦδε· ἀλλὰ τέως τῆς πικρίας σου καὶ τῆς κακῆς ταύτης ἐπι‐ νοίας παυσάμενος, “μετανόησον, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια
30“τῆς καρδίας σου·” οὐχ ὡς ἀμφιβάλλων, ἀλλ’ ὅτι τὰ δυσίατα πάθη οὐκ ἀνίατα μέντοι ἀλλὰ δυσίατα· εἰ γὰρ ἦν ἀνίατον, περισ‐ σὸν ἦν τὸ “μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι “τοῦ Κυρίου·” ἀλλ’ ὅτι ἡ μετάνοια μὲν ἰσχύει διὰ τούτων· ὅτι δὲ μετὰ πολλῆς μετανοίας καὶ ἐπιμελείας χρεῖα τοῖς βαρυνθεῖσιν
35εἰς κακίαν, παριστῶν ἐπήγαγεν, “εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπί‐140

141

“νοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον “ἀδικίας ὁρῶ σε ὄντα·” καὶ τοσοῦτον ἴσχυσεν ἡ εἰς μετάνοιαν προτροπὴ τοῦ μεγάλου τούτου Ἀποστόλου, καὶ πρὸς τοσοῦτον μάγον, καὶ πρὸς τὸν οὕτω χολῆς καὶ πικρίας μεστὸν, καὶ τοσούτων
5κακῶν πεπληρωμένον, ὡς ἤδη ἐπιμελείας ἑαυτὸν δοῦναι, καὶ ταῦτα αὐτῷ εἰπόντι τὴν γραφὴν ἐπιμαρτυρεῖν· “δεήθητε ὑμεῖς ὑπὲρ “ἐμοῦ πρὸς τὸν Κύριον·” οὐ γὰρ ἐμοὶ παρρησία μέτεστιν· “ὅπως “μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε·” οὔτε δὲ ἀπηγόρευσε ταῦτα αὐτῷ ὁ θεῖος Ἀπόστολος, οὔτ’ ἀπηρνήσατο· πῶς γὰρ ὁ καὶ ὑπο‐
10θέμενος καὶ εἰπών; τοσοῦτον δὲ ὠφελήθη οὗτος αὐτὸς ὁ τηλικοῦ‐ τος μάγος ἀπὸ τῆς ἐλπίδος τῆς εἰς μετάνοιαν, ὡς ἤδη τοσοῦτον τῆς πονηρίας καὶ πικρίας αὐτὸν μεταβληθέντα εἰπεῖν, ἐγὼ μὲν οὐκ εἰμὶ ἱκανὸς ὑπὲρ ἐμαυτοῦ δεηθῆναι, “ὑμεῖς δὲ δεήθητε ὑπὲρ ἐμοῦ “πρὸς Κύριον.”
15 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρή‐ κατε. Τοῦ Χρυσοστόμου. Καὶ τοῦτο ἀφωσιωμένως ἐποίει· δέον κλαῦσαι καὶ πενθῆσαι “εἰ ἄρα ἀφεθήσεταί σοι·” οὐχ ὡς συγχωρη‐
20θέντος ἂν αὐτῷ εἰ ἔκλαυσεν, ἀλλ’ ἔθος καὶ τοῖς προφήταις τοῦτο ἀπαγορεύειν, καὶ μὴ λέγειν, ἐὰν δὲ τόδε ποιήσῃς, συγχωρηθήσεταί σοι· ἀλλ’ ὅτι πάντως ἔσται ἡ τιμωρία. σὺ δέ μοι θαύμασον, πῶς καὶ ἐν καίρῳ συμφορᾶς οὐκ ἠμέλουν, ἀλλὰ τοῦ κηρύγματος εἴχοντο. ὅρα δὲ καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγένετο
25τὰ θαύματα· οὕτω καὶ ἐνταῦθα μαγεία ἦν· καὶ οὕτω φανερὰ ταῦτα σημεῖα ἦν. καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴγε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς. εἰ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παραλυτικοί· ἐκεῖνα οὐκ ἀλήθεια ἦν· οὗτος δὲ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλε‐
30γόμενος. Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λό‐ γον τοῦ Κυρίου. Τοῦ Χρυσοστόμου. Ἴσως διὰ τὸν Σίμωνα, ἵνα μὴ ἀπατῶνται,
ἵνα λοιπὸν ἀσφαλεῖς ὦσιν.141

142

Ὑπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο. Τοῦ αὐτοῦ. Διατί πάλιν ἄπεισιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες; καθάπερ ἐν τοῖς πολέμοις οἱ
5στρατηγοὶ ποιοῦσι, τὸ πονοῦν τοῦ πολέμου μέρος καταλαμβά‐ νουσιν.
7tΚΕΦ. ΙΒ.
8tὍτι τοῖς ἀγαθοῖς καὶ πιστοῖς εὐοδοῖ ὁ Θεὸς τὴν σωτηρίαν, δῆλον ἐκ τῆς
9tκατὰ τὸν εὐνοῦχον ὑποθέσεως.
10 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν, ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. καὶ ἀναστὰς ἐπορεύθη. Τοῦ αὐτοῦ. Ἐμοὶ δοκεῖ τῶν ἑπτὰ οὗτος εἶναι, οὐ γὰρ ἂν ἀπὸ
15Ἱεροσολύμων πρὸς μεσημβρίαν ἀπῄει ἀλλὰ πρὸς ἄρκτον· ἀπὸ δὲ Σαμαρείας πρὸς μεσημβρίαν αὕτη ἔστι, φησὶν, ἔρημος, ὥστε μὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν· καὶ οὐκ ἠρώτησε διατί; ἀλλ’ “ἀναστὰς ἐπορεύθη·” ὅρα ἀγγέλους συναντιλαμβανομένους τῷ κηρύγματι· καὶ αὐτοὺς μὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦν‐
20τας· τὸ δὲ θαυμαστὸν καὶ ἐνταῦθα δείκνυται, ὅπερ δὲ πάλαι σπά‐ νιον ἦν, καὶ μόλις ἐγίνετο, τοῦτο ἐνταῦθα εὐχερῶς· ὅρα μεθ’ ὅσης ἀφθονίας· ἅμα δὲ καὶ παραμυθία αὐτοῖς ἦν· ὅτι καὶ τῶν ἀλλο‐ φύλων κρατήσουσι· καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον ἱκανὸν αὐτοὺς ἆραι· διατί μὴ τῷ εὐνούχῳ φαίνεται καὶ ἄγει αὐτὸν πρὸς
25Φίλιππον; ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ κἂν ἐξεπλάγη μᾶλλον. Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς· ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλὴμ, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ,
30καὶ ἀνεγίνωσκεν Ἡσαΐαν τὸν προφήτην. Τοῦ αὐτοῦ. Μεγάλα ἐγκώμια τούτου, εἴγε καὶ ἐν Αἰθιοπίᾳ μένων, καὶ τοσούτοις κυκλούμενος πράγμασι, καὶ ἑορτῆς οὐκ οὔσης, καὶ ἐν τῇ δεισιδαίμονι πόλει ὢν, ἤρχετο προσκυνήσων εἰς Ἱεροσό‐
λυμα· καὶ πολλὴ ἡ σπουδὴ, ὅτι γε καθήμενος ἐπὶ τοῦ ὀχήματος142

143

ἀνεγίνωσκε· καὶ ὅρα ἐν ποιῷ καίρῳ· ἐν τῷ χαλεπωτάτῳ καύ‐ ματι. Ἐξ ἀνεπιγράφου. Ἐνταῦθα πεπλήρωται ἡ προφητεία ἡ λέ‐ γουσα “Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.”
5 Κανδάκην Αἰθίοπες πᾶσαν τὴν τοῦ βασιλέως μητέρα καλοῦσιν· οὕτω Βίων ἐν πρώτῳ Αἰθιοπικῶν· “Αἰθίοπες τοὺς βασιλέων πα‐ “τέρας οὐκ ἐκφαίνουσιν, ἀλλ’ ὡς ὄντας υἱοὺς ἡλίου παραδιδόασιν· “ἑκάστου δὲ τὴν μητέρα καλοῦσι Κανδάκην.” Εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε, καὶ κολ‐
10λήθητι τῷ ἅρματι τούτῳ. προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην· Τοῦ Χρυσοστόμου. Καὶ τοῦτο αὐτοῦ τῆς φιλοσοφίας· τὸ τὸν προφήτην τοῦτον μετὰ χεῖρας ἔχειν, τῶν ἄλλων ὄντα ὑψηλό‐ τερον· οὐχ ἁπλῶς ὡς ἔτυχεν αὐτῷ διηγεῖται ἀλλ’ ἡμέρως.
15 Σευήρου. Ἐν χερσὶ μὲν ἱστόρηται φέρειν Ἠσαΐου τοῦ προ‐ φήτου βίβλιον· καὶ φιλοπόνως μὲν ἐγκεῖσθαι τῇ ἀναγνώσει, τῇ δὲ διανοίᾳ μὴ γινώσκειν ἃ διὰ γλώττης ἐφθέγγετο· καὶ ὡς οὕτως ἔχοντα φιλοθέως αὐτὸν εἶδεν ὁ τῶν καρδιῶν θεατὴς, ὁ βουλόμενος πάντας ἀνθρώπους πίστει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ‐
20θεῖν, τὸν Φίλιππον αὐτῷ, τῶν οἰκείων μαθητῶν ἕνα, κατὰ τὴν ὁδὸν ἀδοκήτως ἐπέστησεν· ὃς ἐξ αὐτῶν ὧν ἀνεγίνωσκε τῆς μυσταγω‐ γίας ἀρξάμενος, καὶ τὸν τοῖς ῥήμασι τοῖς προφητικοῖς ἐγκεκρυμ‐ μένον νοῦν ἀνακαλύψας, καὶ εἰς τὸ ἐμφανὲς ἀγαγὼν, ἔδειξεν ὡς ὁ ὑπὸ τῶν προφητῶν ἐπηγγελμένος ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων
25γένους παρέσεσθαι, Χριστὸς ἦν Ἰησοῦς· ὁ σαρκωθεὶς ἀτρέπτως δι’ ἡμᾶς τοῦ Θεοῦ Λόγος, ὁ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθεὶς, καὶ τὸν σωτήριον σταυρὸν ὑπὲρ ἡμῶν ἐθελοντὴς ὑπομείνας, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ θανάτου καταλύσας τὸ κράτος· καὶ πρωτοτόκος ἡμῶν γενόμενος ἐκ νεκρῶν, καὶ τῆς ἐλπιζομένης ἡμῖν
30ἀθανασίας διὰ τῆς ἰδίας σαρκὸς ἀπαρξάμενος, ἣν καθ’ ὑπόστασιν ἥνωσεν ἑαυτῷ, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοεράν· καὶ τελείαν ἡμῖν τὴν σωτηρίαν χαρίσεται.
Καὶ εἶπεν, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; ὁ δὲ143

144

εἶπεν, πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον, ἀναβάντα καθίσαι σὺν αὐτῷ. Τοῦ Χρυσοστόμου. Ὅρα πάλιν εὐλάβειαν, ὅτι οὐκ εἰδὼς
5ἀνεγίνωσκεν· εἶτα μετὰ τὸ ἀναγνῶναι ἐξετάζει. Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν, ἦν αὕτη, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
10 Εἰρηναίου. Τοῦτον εἶναι Ἰησοῦν καὶ πεπληρῶσθαι ἐν αὐτῷ τὴν γραφὴν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε, “πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν “Χριστόν·” ὃς καὶ ἐπέμφθη εἰς τὰ κλίματα Αἰθιοπίας κηρύξων τοῦτο ὅπερ ἐπίστευσε· Θεὸν μὲν ἕνα τὸν διὰ τῶν προφητῶν κεκη‐
15ρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι παρουσίαν, καὶ “ὡς πρόβατον εἰς σφαγὴν ἤχθη,” καὶ τὰ λοιπὰ, ὅσα οἱ προφῆται λέγουσι περὶ αὐτοῦ. Τοῦ Χρυσοστόμου. Ὅρα πως οἰκονομεῖται· πρότερον ἀναγι‐ νώσκει καὶ ἀγνοεῖ· εἶτα ἀναγινώσκει αὐτὴν τὴν μαρτυρίαν· ἔνθα
20ἦν τὸ πάθος, καὶ ἡ ἀνάστασις, καὶ ἡ δωρεά. Καὶ μετ’ ὀλίγα— Καλῶς ὁ εὐνοῦχος οὐκ εἶδεν εἰς τὸ σχῆμα· οὐκ εἶπεν, σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ’ ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει· ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συν‐ εῖδεν ὅτι καὶ οἶδε ταῦτα, καὶ βούλεται διδάξαι.
25 Κυρίλλου. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς. ἀπο‐ φέρονται γὰρ εἰς τὸ καρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες· καίτοι πάσχοντα, τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾶ· οὕτως καὶ ὁ Χριστὸς λοιδορούμενος οὐκ ἀντιλοιδόρει· πάσχων οὐκ ἠπείλει· ἐπειδή περ καὶ ὑπὲρ φύσιν
30τὴν καθ’ ἡμᾶς πεπράχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννή‐ σεως αὐτοῦ μυστήριον· διὰ τοῦτό, φησιν, ὅτι “τὴν γενεὰν αὐτοῦ τίς “διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·” ἀντὶ τοῦ ἐπαίρεται, καὶ ὑψηλοτέρα τῶν ἐπὶ γῆς ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτ‐
έστιν ἡ πολιτεία· αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶν ἡ144

145

ζωὴ αὐτοῦ· τουτέστιν ἡ ὑπάρξις τοῦ μονογενοῦς· ὅταν ἔξω σαρκὸς καὶ οὔπω καθ’ ἡμᾶς γενόμενος. Θεοδώρου Ἡρακλείας. Τὸ ἑκούσιον τοῦ Σωτῆρος ἐν τῇ πειρᾷ τῶν οἰκονομουμένων σημαίνεται· ὡς γὰρ πρόβατον ἀγόμενον
5εἰς θυσίαν ἢ ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν, ἀνάγκῃ τε δαμα‐ ζόμενα οὐδὲ βληχᾶσθαι τὸ ἐνδόσιμον ἔχει, οὕτως αὐτὸς ἑκὼν ἐν τῷ πάσχειν ἀπεσιώπα. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Τοῦ αὐτοῦ. Τὴν παράνομον καὶ ἄδικον κρίσιν ἐπ’ αὐτῷ γενο‐
10μένην δηλοῖ τῆς ἀληθείας κρυβείσης. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Τοῦ αὐτοῦ. Τὴν μετὰ τὴν ἀνάστασιν γενομένην δόξαν, καὶ τὴν ἐν γένει αὐτοῦ ἀξίαν, ἣν ἡ τῶν οἰκονομηθέντων ὑπέδειξε πεῖρα, τίς ἔσται ἱκανὸς λόγῳ φράσαι; αὐτοῦ μὲν θανάτῳ ὑποβαλλομέ‐
15νου, πάντων δὲ εἰς ἀφθαρσίαν χάριτι αὐτοῦ ζωοποιουμένων καὶ πίστει λυτρουμένων. Εὐσεβίου Καισαρείας. Διελθὼν αὐτοῦ τὰ πάθη ἀναπέμπει τὴν τῶν ἀκουόντων διάνοιαν ἐπὶ τὴν τῆς γενέσεως αὐτοῦ φαντα‐ σίαν, ἐπιλέγων “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;” τότε γὰρ
20μάλιστα μεῖζόν τις λήψεται θαῦμα τῆς τῶν τοσούτων ὑπομονῆς, ὅταν εἰς ἔννοιαν ἔλθῃ, τίς ὢν καὶ ποῖος, καὶ ἐκ Θεοῦ γεγενημένος μονογενὴς Υἱὸς ταῦτα πάντα ὑπέστη. Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείας ἀπὸ λόγου μϛ. Ἦν γὰρ ὁ αὐτὸς καὶ ἀγενεαλόγητος ὡς Θεὸς, καὶ κατὰ σάρκα γένος
25ἐπιγραφόμενος. Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τοῦ αὐτοῦ Ἐκ Τοῦ Πρὸς Ἰουλιανὸν Συντάγματος. Τοῦ γὰρ εἰς θάνατον ἑκουσίως καταβεβηκότος ἤρθη ἀπὸ τῆς γῆς ἡ ζωή· καὶ μετεωρίσθη καὶ διήλασε καὶ ὑπερανέβη τοὺς οὐρανοὺς,
30ὅτι Βασιλεὺς ὑπῆρχε τῆς δόξης, καὶ ἡ αὐτοκαταφύσιν ζωὴ, καὶ Κύριος τῶν δυνάμεων, καὶ θρόνον ἔχων τὸν ἀνωτάτω· καθὰ καὶ αἱ δυνάμεις αἱ ἐν οὐρανοῖς ἐπέγνωσάν τε καὶ ὡμολόγησαν· ἢ καὶ διὰ
τὴν περὶ ἡμᾶς οἰκονομίαν, καὶ τὴν ἑκούσιον κένωσιν τῆς κατὰ τὸ145

146

πάθος ἐπὶ γῆς ἀτιμίας καὶ ἀδοξίας ἠνέσχετο· τοῦτο διδούσης εὐλόγως αὐτῷ τῆς καθ’ ὑπόστασιν αὐτῷ καὶ ἀδιαιρέτως ἡνωμένης σαρκός· περὶ ἣν τὸ πάθος καὶ ἡ ἐντεῦθεν ἀτιμία συνέβαινε· κατὰ Θεοῦ μὲν τολμωμένη τοῦ σεσαρκωμένου, ψαῦσαι δὲ μηδὲ δυνα‐
5μένη τοῦ ἀπαθοῦς, ὅπερ ἀδύνατον. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε, δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγε‐
10λίσατο αὐτῷ τὸν Ἰησοῦν. Τοῦ Χρυσοστόμου. Τὸ ὅλως εἰδέναι ὅτι ἄλλως καὶ περὶ ἄλ‐ λων λέγουσιν οἱ προφῆται, ἣ ὅτι περὶ ἑαυτῶν ἑτέρῳ προσώπῳ διαλέγονται, σφόδρα περιεσκεμμένη ἐστὶν ἡ ἐρώτησις. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν, ἦλθον ἐπί τι ὕδωρ·
15καί φησιν ὁ εὐνοῦχος, ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτι‐ σθῆναι; Διδύμου. Ἐπιστατέον ὡς πολλὴ σπουδὴ ὑπῆρχε τοῖς τελείως χριστιανίζουσι περὶ τὸ αἰσθητὸν βάπτισμα· διττοῦ γὰρ ὄντος τούτου διδομένου· ὅτε μὲν δι’ ὕδατος, ὅτε δὲ ἐν Πνεύματι Ἁγίῳ
20καὶ πυρί· οὐ διὰ τὴν ὑπεροχὴν τοῦ ἐν Πνεύματι βαπτίσματος κατεφρόνουν τοῦ σωματικωτέρου· συμβάλλεται γὰρ καὶ τοῦτο εἰς σωτηρίαν, κατὰ τὴν ἀνάστασιν τοῦ σώματος. ἔστι δὲ διὰ τῆς προκειμένης βίβλου τῶν Πραξέων τῶν Ἀποστόλων πολλὰ θηρεῦσαι παραστατικὰ τοῦ χρησίμου τοῦ ἐξ ὕδατος βαπτίσματος.
25 Εἶπε δὲ αὐτῷ, εἰ πιστεύεις ἐξ ὅλης καρδίας σου ἔξεστιν· ἀποκριθεὶς δὲ εἶπε, πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν Χριστόν· καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φί‐ λιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν· ὅτε δὲ
30ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Ἅγιον ἐπέπεσεν ἐπὶ τὸν εὐνοῦχον. Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι τὰ δόγματα ἀπηρτισμένα εἶχε·
καὶ γὰρ ὁ προφήτης τὸ πᾶν εἶχε, τὴν σάρκωσιν, τὸ πάθος, τὴν146

147

ἀνάστασιν, τὴν ἀνάληψιν, τὴν κρίσιν τὴν μέλλουσαν· εἰ δὲ πολ‐ λὴν τὴν ἐπιθυμίαν δείκνυσιν, μὴ θαυμάσῃς· αἰσχύνθητε ὅσοι ἀφώ‐ τιστοι τυγχάνετε. Ἄγγελος δὲ Κυρίου ἥρπασε τὸν Φίλιππον· καὶ οὐκ
5εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. Τοῦ αὐτοῦ. Ὅρα προθυμίαν, ὅρα ἀκρίβειαν. Τοῦ αὐτοῦ. Διατί ἥρπασεν αὐτόν; τὸ γενόμενον θαυμασιώ‐ τερον ἐδείκνυτο· καὶ τότε οὐκ ᾔδει· ὥστε οὖν ὕστερον αὐτὸν θαυ‐
10μασθῆναι τοῦτο ἐγένετο· “ἐπορεύετο γάρ,” φησι, “χαίρων.” Τοῦ αὐτοῦ. Ἵνα θεῖον δειχθῇ τὸ γινόμενον· ἵνα μὴ νομίσῃ ὅτι ἄνθρωπος ἐστὶν ἁπλῶς. Διδύμου. Ἡ προκειμένη ἁρπαγὴ ἰσοδυναμοῖ τῇ ἀναλήψει Ἠλιοῦ· καὶ ἐπεὶ ἁρπαγεὶς ὁ Φίλιππος ἐκ τόπου εἰς τόπον με‐
15τηνέχθη, ἀκολοῦθον καὶ τὸν Ἠλίαν ἀναληφθέντα ἐκ τοῦ περὶ γῆν τόπου, εἰς ἕτερον χῶρον μετενεχθῆναι· κἂν ὅπου μὲν σημαίνηται τὰ ὀνόματα τῶν τόπων εἰς ἃ μετενέχθησαν, ὅπου δὲ μὴ σημαί‐ νηται. οἱ ἁρπαγέντες καὶ ἀναληφθέντες, Φίλιππος μετὰ τὴν ἁρ‐ παγὴν εὑρέθη εἰς Ἄζωτον· Παῦλος εἰς τρίτον οὐρανὸν καὶ ἕως
20τοῦ Παραδείσου μετατεθεὶς, ἤκουσεν ἀρρήτων ῥημάτων. Εἰς τοῦτο λήψῃ καὶ τὸν Ἀμβακούμ· καὶ αὐτὸς γὰρ μετεωρίσθη ὑπὸ ἀγγέ‐ λου ἐκ τῆς Ἱερουσαλὴμ εἰς Βαβυλῶνα· Ἠλίας δὲ ἀνελήφθη μετενεχθεὶς οὐκ ἐν ὡρισμένῳ τόπῳ· εἴρηται γὰρ ἀναληφθῆναι αὐτὸν ὡς εἰς τὸν οὐρανόν· αὕτη δὲ ἡ λέξις δηλοῖ ὅτι οὐκ εἰς τὸν
25οὐρανόν· οὐ μὴν ποῦ γέγονεν ὁρίζει. συμφώνως τοῖς εἰρημένοις καὶ Ἐνὼχ μετατεθεὶς ἐκ τόπου εἰς τόπον γέγονε· σαφῶς γὰρ τοῦτο παρίσταται ἐκ τοῦ μετατεθεῖσθαι αὐτόν. Ἐπειδὴ δὲ οὐκ εἴρηται ποῦ ἐν ταῖς δεδημοσιευμέναις βίβλοις, ἐν ἀποκρύφοις λέγεται ὅτι ἐν τῷ Παραδείσῳ. Ἐὰν οὕτως ἔχῃ, συνεπίσκεψαι καὶ
30περὶ τοῦ Ἠλιοῦ, μὴ ἄρα τὸ ὡς εἰς τὸν οὐρανὸν ταυτόν ἐστι τοῦ ἐν τῷ Παραδείσῳ· ἀναμφιβόλως δὲ περὶ τοῦ Σωτῆρος εἴρηται, ὡς μετὰ τὴν ἀνάστασιν εἰς τὸν οὐρανὸν ἀνελήφθη· πολλαὶ γὰρ μαρ‐
τυρίαι εἰσὶ περὶ τούτου.147

148

Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος, εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. Τοῦ Χρυσοστόμου. Οὗτος τῶν ἑπτά ἐστι· καὶ γὰρ ὕστερον
5ἐκεῖ εὑρίσκεται ἐν Καισαρείᾳ· συμφερόντως οὖν ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, ἐπεὶ ἠξίωσεν ἂν καὶ συναπελθεῖν αὐτῷ ὁ εὐνοῦχος, καὶ ἐλύπησεν ἂν ἐκεῖνος ἀνανεύσας καὶ ἀρνησάμενος, οὔπω τοῦ καιροῦ ὄντος. Τοῦ Χρυσοστόμου. Μέγα καὶ ὁ Φίλιππος ἐκέρδανεν· ὅπερ
10ἤκουε περὶ τῶν προφητῶν, περὶ Ἐζεκιὴλ, Ἀμβακοὺμ, καὶ τῶν ἄλλων, εἶδεν ἐπ’ αὐτοῦ γενόμενον· ἐντεῦθεν δείκνυται πολλὴν ὁδὸν ἀπελθὼν, εἴγε ἐν Ἀζώτῳ εὑρέθη· ἐκεῖ αὐτὸν ἕστησεν, ἔνθα λοιπὸν καὶ εὐαγγελίζεσθαι ἔδει.
14tΚΕΦ. ΙΓ.
15tΠερὶ τῆς οὐρανόθεν θείας κλήσεως Παύλου εἰς ἀποστολὴν Χρίστου.
16 Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ Ἀρχιερεῖ, ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν, πρὸς τὰς συναγωγὰς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας
20ἄνδρας τὲ καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερου‐ σαλήμ Τοῦ αὐτοῦ. Ἀξίως εἶπε τὸν Παύλου ζῆλον, καὶ δείκνυσιν ὅτι ἐν μέσῳ τῷ ζήλῳ ἕλκεται, καὶ οὐδέπω κορεσθεὶς τῷ φόνῳ Στεφά‐ νου· οὐκ ἐνεπλήσθη τῷ φόνῳ τῆς ἐκκλησίας καὶ τῇ διασπορᾷ.
25ἰδοὺ τοῦτο ἐπλήρου τὸ παρὰ τῷ Χριστῷ εἰρημένον· ὅτι “οἱ ἀπο‐ “κτένοντες ὑμᾶς δοξοῦσι λατρείαν προσφέρειν τῷ Θεῷ·” οὗτος δὴ οὖν οὕτως ἐποίει, οὐχ ὡς Ἰουδαῖοι, μὴ γένοιτο· ὅτι γὰρ ζήλῳ ἐποίει, δῆλον ἐκ τοῦ καὶ εἰς τὰς ἔξω πόλεις ἀπιέναι· ἐκεῖνοι δὲ οὐκ ἂν οὔτε τῶν ἐν Ἱεροσολύμοις ἐφρόντισαν· ἑνὸς γὰρ ἦσαν μόνου
30τοῦ τιμῆς ἀπολαύειν· διατί δὲ εἰς Δαμασκὸν ἐπορεύετο; μεγάλη ἡ πόλις ἦν· βασιλικὴ ἦν· ἐφοβεῖτο μὴ ἐκείνη προκαταλήφθη· καὶ ὅρα τὸν πόθον καὶ τὴν σφοδρότητα· οὐ προσέρχεται τῷ ἄρχοντι
ἀλλὰ τῷ ἱερεῖ.148

149

Τοῦ αὐτοῦ. Ὑποκείσθω τοίνυν ὡς ἐν πίνακι ἡ ψυχὴ Παύλου· οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμον· οὐδὲν γὰρ βλασφημίας χεῖρον· ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα μετασκευά‐ ζων, καὶ εἶδεν οὐ παρὰ ῥαθυμίαν καὶ βλακίαν οὕτω διαγραφέντα,
5ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας· ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ’ ἐπί‐ γνωσιν τὸν ζῆλον εἶχε· δίδωσιν αὐτὸ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν τὴν εἰκόνα ἀπέδειξε. λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε
10τὸν χρόνον, ἀλλ’ εὐθέως ἐφάνη τεχνίτης ἄριστος· καὶ πρῶτον δεικνύει τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λεῖπον σῶμα τῆς πολιτείας τῆς ἀκριβοῦς. Οἱ μὲν οὖν ζωγρά‐ φοι κατακλείσαντες ἑαυτοὺς μετὰ πολλῆς τῆς ἡσυχίας ἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ
15τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβου‐ μένων, ταραττόντων, οὗτος εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰ‐ κόνα, καὶ οὐκ ἐκωλύετο· διὸ καὶ ἔλεγε· “θέατρον ἐγενήθημεν τῷ “κόσμῳ·” ἐν μέσῳ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ, καὶ τῆς οἰκου‐ μένης ἁπάσης, καὶ τοῦ κόσμου, τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ,
20τὴν εἰκόνα ζωγραφῶν. Καὶ μεθ’ ἕτερα—Εἶδες ἀγάπην πυρὸς θερ‐ μοτέραν; οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον ἐὰν βουλώμεθα· οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν· διά‐ τοι τοῦτο καὶ τὰ πρότερα ἀναγράφει τὰ ἐναντία τούτοις· ἵνα μαθὼν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα.
25μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον οὖν ὅτι Παῦλος βλάσφημος ἦν, καὶ διώκτης καὶ ὑβρίστης, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς· καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρό‐ τερα γέγονε· καίτοι οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται
30κακίας μεθ’ ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς ἐκκλησίας. Καὶ μετ’ ὀλίγα—Καὶ ἡνίκα εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας καὶ γυναῖκας, θορύβου καὶ ταραχῆς πάντα πληρῶν· ἀλλ’ ὅμως μετὰ πάντα ἐκεῖνα γέ‐ γονε τοιοῦτος, υἷος γέγονε· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. ποῦ τοίνυν
35εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προ‐149

150

αιρέσεως ἐλευθερίᾳ; ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέτωσαν· τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλύον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ· καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσῳ καὶ κατὰ φύσιν ἐστὶν ἡμῶν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν
5ἡ πονηρία. Ἐκ Τοῦ Προτασσομένου Προλόγου Τῆς Βίβλου Τοῦ Ἀπο‐ στόλου Παύλου. Πρῶτος μετὰ τῶν στασιαζόντων ἑωρᾶτο· παν‐ ταχῆ σπουδάζων καθαιρεῖν τοὺς τῆς εὐσεβείας λογάδας· πολλάτε ἦν καὶ μεγάλα τὰ παρ’ αὐτοῦ κατὰ τῆς ἐκκλησίας γινόμενα, καὶ
10οὐδὲν εἰς ὑπερβολὴν μανίας ὑπέλιπεν ἐν τούτῳ γὰρ εὐσεβεῖν καὶ τὰ μέγιστα κατορθοῦν ἐνόμιζε· καθὼς αὐτός τε ἐν ταῖς Ἐπιστολαῖς ὁμολογεῖ, καὶ Λουκᾶς ἱστορεῖ. Καὶ μετ’ ὀλίγα—Κομισάμενος δὲ Παῦλος παρὰ τῶν ἱερέων ἐπιστολὰς πρὸς τοὺς ἐν Δαμασκῷ Ἰουδαίους, ὥρμησε μορμύρων ὥσπερ τις χείμαρρος λάβρος περι‐
15κλύσειν δοκῶν τοὺς ἐν Δαμασκῷ μαθητὰς, καὶ εἰς τὸ τῆς ἀπω‐ λείας αὐτοὺς βάραθρον ἐκπέμψειν. γνοὺς δὲ ὁ Κύριος ὅτι ἄδικον μανίαν δικαίᾳ δῆθεν προαιρέσει ἐκέκτητο, ἐν μέσῃ τῇ ὁδῷ ἐπιφα‐ νεὶς, ἀπεστέρησε μὲν αὐτὸν τῶν ὀψέων τῷ μεγέθει τοῦ φωτὸς, καὶ εἰς τοσοῦτον μέτεισιν, ὥστε τὸν πάλαι οὐδὲν ὅτι τῶν δεινῶν κατὰ
20τῆς ἐκκλησίας οὐκ ἐπινοοῦντα, καὶ πάντας τοὺς μαθητὰς ἀπολέ‐ σειν ἄρδην προσδοκῶντα, αὐτίκα δὴ τοῦτον καὶ παραχρῆμα ἀγα‐ πητὸν ἑαυτοῦ καὶ πιστότατον ἡγήσασθαι· ἱκέτης γὰρ εὐθὺς τοῦ Ἰησοῦ, ὁ πολέμιος γίνεται, καὶ παραύτικα τὸ σύνταγμα τῆς μα‐ νίας ἀπορριψάμενος, εἰς πρεσβείαν ἐχώρει, καὶ τὴν εἰς Χριστὸν
25εὐσέβειαν ὡμολόγει. Τοῦ Χρυσοστόμου. Οὕτω γὰρ ἐκαλοῦντο οἱ πιστεύσαντες· ἴσως διὰ τὸ τὴν ὁδὸν τέμνειν τὴν εἰς οὐρανοὺς φέρουσαν. Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τὲ αὐτὸν περιήστραψε φῶς ἐκ τοῦ
30οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγου‐ σαν αὐτῷ.
Τοῦ αὐτοῦ. Διατί μὴ ἐν Ἱεροσολύμοις; διατί μὴ ἐν Δα‐150

151

μασκῷ, ὥστε μὴ ἐξεῖναι ἄλλους ἄλλως αὐτῷ διηγεῖσθαι; ἀλλ’ οὗτος ἀξιόπιστος ἦν διηγούμενος, ὁ διὰ τοῦτο ἀπιών. τοῦτο γοῦν λέγει καὶ πρὸς Ἀγρίππαν ἀπολογούμενος· ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς πλήττειν εἴωθε· μέτρα γὰρ ἔχουσιν οἱ ὀφθαλμοί· λέγεται
5δὲ καὶ φωνῆς ἡ ὑπερβολὴ κωφοὺς ποιεῖν καὶ ἀποπλήγας· ἀλλὰ τοῦτον μόνον ἐπήρωσεν, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυμὸν τῷ φόβῳ, ὥστε ἀκοῦσαι τὰ λεγόμενα. Ἀμμωνίου Πρεσβυτέρου. Ἑωρακὼς τὸν Ἰησοῦν, καὶ μὴ φέρων τὸ πολὺ τοῦ φωτὸς, ἀπελιθώθη τὸ διορατικὸν τῆς ψυχῆς καὶ τὸ
10ζωτικόν· διὸ καὶ δοκῶν ἔχειν ὀφθαλμοὺς οὐχ ἑώρα, καὶ ἔχων στό‐ μα οὐκ ἤσθιεν· ἕως οὗ πιστεύσας τῷ Ἀνανίᾳ λέγοντι αὐτῷ τὸν λόγον, ἰάθη· μετὰ γὰρ τὴν πίστιν ἤρξατο βλέπειν· λοιπὸν ἐβα‐ πτίσθη, καὶ οὕτω τροφῆς μᾶλλον τῆς πνευματικῆς μετασχὼν, ἀνέσφηλεν· σημειωτέον δὲ, ὅτι δεῖ πρῶτον βαπτίζειν, καὶ οὕτω
15μεταδιδόναι τροφῆς· διὸ κακῶς ποιοῦσιν οἱ μετὰ τροφὴν τοὺς τε‐ λείους βαπτίζοντες. Σαοὺλ, Σαοὺλ, τί με διώκεις; εἶπε δὲ, τίς εἶ Κύριε; ὁ δὲ, ἐγὼ εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις. Τοῦ αὐτοῦ. Καὶ οὐδὲν αὐτῷ λέγει· οὐ λέγει πίστευσον, οὐδὲ
20ὅλως τοιοῦτον οὐδὲν, ἀλλ’ ἐγκαλεῖν μονονουχὶ λέγων, τί παρ’ ἐμοῦ μέγα ἢ μικρὸν ἠδικημένος ταῦτα ποιεῖς; Καὶ μετ’ ὀλίγα—Μὴ νομίσῃς πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεμον. καὶ τὴν φωνὴν τοῦ Παύλου ἤκουσαν οἱ συνόντες αὐτῷ, οὐδένα δὲ ἐθεώρουν πρὸς ὃν ἀπεκρίνατο· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς· εἰ τῆς
25φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες ἐθαύμαζον. Ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ “κλητὸν” ἑαυτὸν ἐκάλεσεν· οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ· ἀλλὰ διώκων καὶ πορθῶν τὴν ἐκκλησίαν ἐκλήθην· ἐνταῦθα τοῦ
30μὲν καλοῦντος τὸ πᾶν, τοῦ δὲ κληθέντος οὐδὲν ὡς εἰπεῖν γίνεται, ἢ τὸ ὑπακοῦσαι μόνον Ἰησοῦ Χριστοῦ. Τοῦ αὐτοῦ. Τέως ὁμολόγησεν ἑαυτὸν δοῦλον. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν νβ ὁμιλίαν. Ὦ φιλανθρωπία
δεσπότου, ποῦ κατέβη; Θεὸς ἀνθρώπῳ λέγει, τί με διώκεις; τὸν151

152

πατέρα τὸν ἑαυτοῦ μιμεῖται· καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραϊκῷ λέγει· “λαός μου τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; “ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητί μοι.” οὕτω καὶ ὁ υἱὸς αὐτοῦ τῷ Σαύλῳ λέγει· “Σαῦλε τί με διώκεις;” τί οὖν ἐκεῖνος; “τίς
5“εἶ Κύριε;” εὐθέως τὴν δεσποτείαν ὡμολόγησεν· εἶδες ψυχὴν εὐγνώμονα· “τίς εἶ Κύριε; ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·” ὢ σοφία δεσπότου· διατί μὴ εἶπεν, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ; ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος· ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πα‐ τρός· ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὁ τὸν οὐρανὸν τείνας· ὁ τὴν γῆν
10ἐργασάμενος· ὁ τὴν θάλατταν ἁπλώσας· ὁ τοὺς Ἀγγέλους ποίη‐ σας· ὃ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν· ὁ προὼν καὶ γεν‐ νηθείς; διατί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ μεγάλα καὶ ὑψηλά; ἀλλ’ “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις·” ἀπὸ τῆς κάτω πόλεως, ἀπὸ τοῦ κάτω χωρίου καὶ τοῦ τόπου; διότι ἠγνόει αὐτὸν
15ὁ διώκων; εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωξεν· ἠγνόει ὅτι ἐκ τοῦ Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει· εἰ οὖν εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ· ὁ ἐν ἀρχῇ Λόγος· ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ἄλλος τὲ ἐκεῖνος, καὶ ἄλλον ἐγὼ διώκω· εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ λαμπρὰ καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν,
20οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς· ἀλλ’ ἵνα μάθῃ ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου λαβόντα, τὸν μετ’ αὐτοῦ συνα‐ ναστραφέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, ἀπὸ τοῦ κάτω χω‐ ρίου, λέγει, “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις·” ὃν οἶ‐ δας, ὃν γνωρίζεις, τὸν μετὰ σοῦ ἀναστρεφόμενον· διὰ τοῦτο τὴν
25δεσποτείαν εὐθέως ὡμολόγησε· κατέβη τοσοῦτον ὁ δεσπότης, ὅσον ὁ δοῦλος ἀναβῆναι ἠδύνατο. Ἀλλ’ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαλη‐ θήσεταί σοι, ὅτι σε δεῖ ποιεῖν. Τοῦ αὐτοῦ. Ὅρα πῶς οὐκ εὐθέως πάντα ἐπηγγείλατο, ἀλλὰ
30προμαλάττει αὐτοῦ τὴν διάνοιαν· οὕτω καὶ τοὺς μαθητὰς ἐκάλε‐ σεν· ἐκ δευτέρου δίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀνα‐ βλέψει. Διδύμου. Ἐπεὶ ὁ εἰπὼν τῷ Παύλῳ Ἰησοῦς· “Σαοὺλ, Σαοὺλ
τί με διώκεις;” αἴτιος αὐτῷ γέγονε τοῦ μὴ ὁρᾶν, κατηγορούντων152

153

τῶν αἱρετικῶν τοῦ εἰπόντος “τίς ἐποίησε βλέποντα καὶ τυφλόν· οὐκ “ἐγὼ Κύριος ὁ Θεός;” εἰς ἀπορίαν γὰρ αὐτοὺς τὰ τοιαῦτα περι‐ ίστησι, διαφόρους θεοὺς λέγοντας· καὶ τοῦ μὲν κατηγοροῦντος ὡς τοῦ μὴ βλέπειν αἰτίου· τὸν δὲ ἕτερον ἀποδεχομένους ἐπὶ τῷ τὸ
5βλέπειν παρέχειν. ἡμᾶς δὲ τὸν αὐτὸν ὁμολογοῦντας Θεὸν, οὐ θλί‐ ψει ταῦτα· μάλιστα εἰδότας, ὅτι προνοητὴς τῶν ὅλων ὑπάρχων, οἶδε τίνι τὸ βλέπειν ὀρέξει καὶ μή· καὶ διατί, καὶ πότε, καὶ πῶς. τὸν γοῦν ἀπὸ γενετῆς τυφλὸν, διὰ τοῦτο οὕτω γεγεννῆσθαί φη‐ σιν, ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· οὐ κακὸν δὲ τὸ
10αἴτιον τῆς φανερώσεως τῶν ἔργων τοῦ Θεοῦ· διὸ οὐδὲ ἀπεμφαίνει εἰπεῖν ὅτι ὁ Θεὸς τυφλοῖ τινά· καὶ ταῦτα μὲν τοῦ ῥητοῦ συναγο‐ ρευομένου, δυνατῆς οὔσης καὶ τῆς συναγωγῆς τῷ προσχόντι τῷ, “εἰς κρίμα ἦλθον ἐγὼ εἰς τὸν κοσμὸν τοῦτον, ἵνα οἱ μὴ βλέποντες “βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται·” οὐ γὰρ περὶ αἰσθη‐
15τῆς ὄψεως ἢ τυφλότητος ταῦτα εἴρηται· μάλιστα διὰ τὸ λεχθὲν πρὸς τοὺς εἰπόντας, “μὴ καὶ ἡμεῖς τυφλοὶ ἐσμὲν;” τὸ “εἰ “τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίας.” Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοὶ, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
20 Διδύμου. Τίς ἡ διαφωνία τῶν ἐν ταῖς Πράξεσιν ἀναγεγραμ‐ μένων ἐν τῇ κατὰ Παῦλον ὀπτασίᾳ; ἐν μὲν γὰρ τῇ καθ’ ὁδὸν ὀπτασίᾳ ἱστορεῖ ὁ Λουκᾶς, τοὺς μετ’ αὐτὸν ὄντας τῆς φωνῆς μὲν ἀκηκοέναι, μηδένα δὲ θεωρῆσαι· ἐν δὲ τῷ διηγεῖσθαι τὸν Παῦλον ἐπὶ τῶν ἀναβαθμῶν τὴν αὐτὴν ὀπτασίαν, λέγει τοὺς μετ’ αὐτὸν
25ὄντας τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι· κατὰ μὲν τὴν ἱστορίαν ὁ Χρυσόστομος πάνυ ἡρμή‐ νευσε τὸν τόπον· ἔφη, ὅτι ἡ πρώτη ἐξήγησις ἡ λέγουσα, τῆς φωνῆς ἤκουον οἱ συνόντες, τῆς Παύλου φωνῆς λέγει ἀκούειν αὐτοὺς τῆς λεγούσης, “τίς εἶ Κύριε;” οὐδένα δὲ ἔβλεπον ἄνθρωπον εἰ μὴ Παῦ‐
30λον· ἡ δὲ δευτέρα ἐξήγησις ἡ λέγουσα, τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι, φωνῆς λέγει τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης, μόνον δὲ τὸ φῶς τε‐
θεᾶσθαι.153

154

Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε. Εὐσεβίου. Παρεδόθη τῇ τυφλότητι ὥσπερ στρατιώτῃ φυλάτ‐ τεσθαι, μήπως ἐκ πολλῆς τῆς προλήψεως ἄρξηται λέγειν, ὅτι
5φαντασία τις γέγονε· καὶ τάχα παρήκουσα τὴν φωνήν· καὶ πῶς ἄνωθεν ἔκραξεν, ὃν κάτω ἐγὼ ᾔδειν; ἵν’ οὖν μὴ τὰ τοιαῦτα μερίζη‐ ται ἡ διάνοια, παρεδόθη τῇ τυφλότητι. Χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. Τοῦ Χρυσοστόμου. Τὸ λάφυρον τοῦ διαβόλου, τὰ σκεύη αὐτοῦ,
10καθάπερ πόλεως τινὸς μητροπόλεως ληφθείσης· καὶ τὸ δὴ θαυμα‐ στὸν, αὐτοὶ οἱ πολέμιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν πάντων ὁρώντων. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. Τοῦ αὐτοῦ. Τυφλὸς ἦν· τί τούτου ἶσον γένοιτο; ἀντίρροπος
15τῆς ἐπὶ Στεφάνου ἀθυμίας παράκλησις, ἡ Παύλου προσαγωγὴ γίνεται· ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθιὰν τὸ οὕτως αὐτὸν ἀπελθεῖν· λαβοῦσα δὲ καὶ ταύτην· καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι μεγίστην παρέσχον παράκλησιν· διατί δὲ μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; ἵνα δειχθῇ, ὅτι ὄντως
20ἀνέστη Χριστός· ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ τελευτῇ καὶ τῇ ἀναστάσει, ὁ καὶ τοὺς μαθητὰς διώκων, οὗτος πόθεν ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τῆς ἀναστάσεως ἡ ἰσχύς; ἔστω· ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί δὴ πρὸς αὐτόν; διατί οὖν μὴ μετὰ τὴν ἀνάστασιν εὐθέως; ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πό‐
25λεμος· ὁ γὰρ οὕτως μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς δεσμωτήριον ἐμβάλλειν, ἀθρόον πιστεύει· οὐκ ἤρκεσε τὸ μὴ συγ‐ γενέσθαι τῷ Χριστῷ, ἀλλὰ δὴ καὶ πολεμηθῆναι σφοδρῶς ὑπ’ αὐτοῦ τοὺς πιστούς· οὐδενὶ κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν· ἐπειδὴ δὲ τῆς δεσποτείας αὐτοῦ τὰ τεκμή‐
30ρια καὶ τῆς φιλανθρωπίας εἶδε, τότε ἀποκρίνεται, ἵνα μή τις εἴπῃ ὅτι ὑπεκρίνετο· ὁ καὶ αἱμάτων ἐπιθυμῶν, καὶ τοῖς ἱερεῦσι προσελθὼν, καὶ εἰς κινδύνους ἑαυτὸν ῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων
καὶ τιμωρούμενος, οὕτω δὴ τὴν δεσποτείαν ὁμολογεῖ· διατί δὲ οὐκ154

155

ἔνδον ἐν τῇ πόλει κατηυγάσθη τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; οὐκ ἂν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν· ὅπου γε κἀκεῖ ἀκούοντες ἔλεγον, ὅτι βροντῆς ἐστιν ἄνωθεν ἐνεχθείσης φωνή· οὗ‐ τος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων μᾶλλον τὰ αὐτοῦ· καὶ δεδεμέ‐
5νος εἰσήγετο· οὐ περικειμένων αὐτῷ δεσμῶν· καὶ εἷλκον αὐτὸν, τὸν προσδοκήσαντα αὐτοὺς ἕλξειν καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν· κατε‐ γίνωσκε γὰρ ἑαυτοῦ ἐπὶ τοῖς γινομένοις, ἐξομολογεῖτο, ηὔχετο, παρεκάλει τὸν Θεόν· εἰ δὲ λέγοι τις ἀνάγκης εἶναι τὸ πρᾶγμα· καὶ ὁ Ἐλύμας τὰ αὐτὰ ἔπαθε· πῶς οὖν οὐ μετέστη; τί δὲ ἀναγ‐
10καστικώτερον τοῦ σεισμοῦ τοῦ ἐπὶ τῆς ἀναστάσεως; τῶν στρα‐ τιωτῶν τῶν ἀπαγγειλάντων; τῶν σημείων τῶν ἄλλων; τοῦ ἰδεῖν αὐτὸν ἀναστάντα; ἀλλ’ οὐκ ἔστι ταῦτα ἀναγκαστικὰ, ἀλλὰ δι‐ δακτικά· οἱ Ἰουδαῖοι διατί οὐκ ἐπίστευσαν ταῦτα ἀκούοντες; ὅτι ἠλήθευε δῆλον ἦν· οὐ γὰρ ἂν μετέθετο μὴ γενομένου τούτου· ὥστε
15πάντα πιστεῦσαι ἔδει· τῶν τὴν ἀνάστασιν αὐτοῦ κηρυττόντων οὐκ ἦν οὗτος ἥττων, καὶ ἀξιοπιστότερος ἀθρόον μεταβεβλημένος· οὐ συνεγένετο τινὶ τῶν πιστῶν· ἀλλ’ ἐν Δαμασκῷ μετεβάλετο· μᾶλ‐ λον δὲ πρὸ τῆς Δαμασκοῦ τοῦτο ἔπαθεν. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας·
20καὶ εἶπε πρὸς αὐτὸν ἐν ὁράματι ὁ Κύριος, Ἀνανία· ὁ δὲ εἶπεν, ἰδοῦ, ἐγὼ, Κύριε· ὁ δὲ Κύριος πρὸς αὐτόν· ἀνα‐ στὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν· καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, τῷ γένει Ταρσέα.
25 Ἀμμωνίου Πρεσβυτέρου. Ὅτι καὶ Ἀνανίας Διάκονος ἦν· ὡς καὶ αὐτὸς Παῦλος μαρτυρεῖ ἐν τοῖς Κανόσι· διὰ τὸ σπάνιν εἶναι Πρεσβυτέρων ἐν Σαμαρείᾳ διὰ τὸν γεγονότα διωγμόν. Τοῦ Χρυσοστόμου. Τί δήποτε οὐδένα τῶν ἀξιοπίστων καὶ μεγάλων οὔτε εἵλκυσεν, οὐδὲ μετέστησε πρὸς τὴν τοῦ Παύλου
30κατήχησιν; ὅτι οὐκ ἔμελλε δι’ ἀνθρώπων ἐνάγεσθαι, ἀλλὰ δι’ αὐτοῦ τοῦ Χριστοῦ· ἐπεὶ καὶ οὗτος ἐδίδαξε μὲν αὐτὸν οὐδὲν, ἐβά‐ πτισε δὲ μόνον· ἅμα γὰρ φωτισθεὶς ἔμελλεν ἐπίστασθαι πολλὴν τοῦ Πνεύματος χάριν, ἀπὸ τοῦ ζήλου καὶ τῆς προθυμίας τῆς πολ‐
λῆς· ὅτι γὰρ οὒ τῶν σφόδρα ἐπισήμων ἦν, δῆλον.155

156

Ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα Ἀνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. Τοῦ αὐτοῦ. Οὐκ εἶπε πρὸς αὐτὸν, διαλέχθητι καὶ κατήχησον
5αὐτόν· εἰ γὰρ εἰπὼν ὅτι εὔχεται, καὶ εἶδεν ἄνδρα ἐπιθέντα αὐτῷ τὰς χεῖρας, οὐκ ἔπεισε, πολλῷ μᾶλλον εἰ τοῦτο εἶπε, ὥστε, φησὶν, οὐ διαπιστήσει σοι. Ἀμμωνίου. Σημειωτέον ὅτι ἐκεῖνα τὰ ῥήματα λέγεται, ἅπερ κοινωφελῆ ἐστι, καὶ συμβάλλεται εἰς θεοσέβειαν· ὅσα ἔχει τοῦ
10Κυρίου τὴν παράστασιν ἢ ἀγγέλου· καθ’ ὃν ἂν δέ ἐστιν ἰδικὰ, οὐκ ὀφείλει λαλεῖσθαι· πλὴν εἰ καὶ ἰδικὴ τοῦ Σαύλου ἦν ἡ ὠφέλεια· ἀλλ’ οὖν ἴασις παράδοξος συμβᾶσα πάλιν εἰς θεοσέβειαν τὸν ἄν‐ θρωπον προσκαλεῖται. Ἀπεκρίθη δὲ Ἀνανίας, Κύριε, ἤκουσα ἀπὸ πολλῶν
15περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποί‐ ησεν ἐν Ἱερουσαλήμ· Τοῦ αὐτοῦ. Τί λέγεις; ὁ Θεὸς λέγει, καὶ σὺ ἀμφιβάλλεις; οὔπω καλῶς ἤδεισαν τὴν δύναμιν τοῦ Χριστοῦ. Καὶ μετ’ ὀλίγα— Εἰ πρὸς αὐτὸν ἀντεῖπε, πολλῷ μᾶλλον εἰ ἄγγελον ἔπεμψε· διὰ
20τοῦτο οὐδὲ πρὸ τούτου ὁ Φίλιππος ἀκούει τὸ γινόμενον, ἀλλ’ ὁρᾶ τὸν ἄγγελον· καὶ τότε τὸ Πνεῦμα προστάττει αὐτῷ κολληθῆναι τῷ ἅρματι· ὅρα δὲ ἐνταῦθα πῶς αὐτοῦ τὸν φόβον ὑποτέμνεται· πηρός ἐστι, φησὶ, καὶ εὔχεται, καὶ σὺ δέδοικας; οὕτω καὶ Μωϋ‐ σῆς φοβεῖται· ὥστε τὰ ῥήματα φοβουμένου ἦν καὶ ἀναβαλλο‐
25μένου, οὐκ ἀπιστοῦντος. Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Τοῦ αὐτοῦ. Πόθεν τοῦτο δῆλον; εἰκὸς ἦν αὐτοὺς ἐν φόβῳ ὄντας περιεργάζεσθαι· οὐχ ὡς οὐκ εἰδότος τοῦ Χριστοῦ ταῦτα
30λέγει, ἀλλὰ τούτων ὄντων, πῶς δύναταί, φησι, ταῦτα γενέσθαι; ἐπεὶ καὶ ἐκεῖνοι λέγουσι, “τίς δύναται σωθῆναι;” τοῦτο γεγένηται ἵνα πιστεύσῃ τῷ ἐρχομένῳ· ἐν ὀνείρῳ εἶδε, προεμήνυσεν αὐτῷ·
προσεύχεται, φησὶν, μὴ φοβοῦ. Καὶ μετ’ ὀλίγα—“Εἶδε,” φησὶν,156

157

“ἐν ὁράματι ἄνδρα Ἀνανίαν·” διὰ τοῦτο γὰρ ἐν ὁράματι, ἐπειδὴ πηρὸς ἦν· καὶ οὐδὲ τοῦ θαύματος ἡ ὑπερβολὴ εἷλε τὸν μαθητὴν, οὕτως ἐφοβεῖτο· ὅρα δὲ, Παῦλον τυφλὸν ὄντα ἀναβλέψαι οὕτως ἐποίησε. Τοῦ αὐτοῦ. Ὅρα, φησὶ, τίνι με παραδίδως· φοβοῦμαι μή
5ποτέ με εἰς Ἱεροσόλυμα ἀπαγάγῃ· τί με εἰς τὸ στόμα ἐμβάλ‐ λεις τοῦ λέοντος; φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα μάθωμεν τὴν ἀρετὴν πάντοθεν τοῦ ἀνδρός· τὸ μὲν γὰρ παρὰ Ἰουδαίων ταῦτα λέ‐ γεσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ τούτους οὕτω φοβεῖσθαι μέγιστον τεκμήριον τῆς τοῦ Θεοῦ δυνάμεως δείκνυται· καὶ φόβος δείκνυται,
10καὶ ὑπακοὴ μείζων μετὰ τὸν φόβον· ὄντως γὰρ ἰσχύος χρεία. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Τοῦ αὐτοῦ. Οὐ μόνον πιστὸς ἔσται, φησὶν, ἀλλὰ καὶ διδά‐
15σκαλος, καὶ πολλῇ χρήσεται τῇ παρρησίᾳ. Τοῦ αὐτοῦ. Ἐκ περιουσίας τὸν φόβον ἔλυσεν, εἴγε μέλλοι οὕτω προθύμως τὰ ἡμέτερα φρονεῖν, ὡς καὶ πολλὰ πάσχειν· “σκεῦος” δὲ καλεῖται δικαίως, δεικνύντος τοῦ λόγου ὡς οὐκ ἔστι φυσικὴ ἡ κακία· “σκεῦος,” φησὶν, “ἐκλογῆς·” τὸ δόκιμον γὰρ ἐκλεγόμεθα.
20μὴ δὲ νομίσῃ τις ὅτι ἀπιστῶν τοῖς λεγομένοις ταῦτά φησιν, οὐδὲ ἠπατῆσθαι νομίζων τὸν Χριστόν· μὴ γένοιτο· ἀλλὰ φοβούμενος καὶ τρέμων, οὐδὲ προσεῖχε τοῖς λεγομένοις, ἀκούσας τὸ ὄνομα Παύλου. Τοῦ αὐτοῦ. Ὁ διώκτης καὶ βλάσφημος καὶ ὑβριστὴς, κῆρυξ
25τῆς οἰκουμένης ἀποδείκνυται. Διδύμου. Οἱ τὰς φύσεις δογματίζοντες, φασὶ Παῦλον πνευ‐ ματικὸν ὄντα ἀνεπίδεκτον εἶναι κακίας· κρατύνουσι δὲ τοῦτο αὐ‐ τῶν τὸ φρόνημα καὶ ἐκ τῆς προκειμένης λέξεως, εἰπόντος τοῦ Θεοῦ περὶ αὐτοῦ, “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος·” οὐ γὰρ
30“ἔσται” γέγραπται, φησὶν ἐκεῖνοι· ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ἡ μαρ‐ τυρία αὕτη γέγονεν, ὅτε ἐξ οἰκείας προαιρέσεως πεισθεὶς ὁ ἀνὴρ τῷ χρησμῷ ἀπῆλθεν ἐπὶ τῷ συντυχεῖν τῷ Ἀνανίᾳ· διὸ καὶ ἀκόλουθον τυγχάνει, τὸν τοσαύτην ἐνδειξάμενον μετάνοιαν ἐν ῥοπῇ καιροῦ
ὑπάρξαι τοῦ εἶναι ἐκλογῆς σκεῦος· πρὸς τούτοις καὶ μηδὲ φαγεῖν157

158

ἐφ’ ὅλας τρεῖς ἡμέρας, δεῖγμα ἦν τῆς σφοδρᾶς μετανοίας καὶ νηστείας· δυνατὸν δὲ εἰπεῖν, ὅτι ὁ Θεὸς ὁ τὰ μέλλοντα γινώσκων ἀκριβῶς ὡς τὰ παρόντα, ἐμαρτύρησε διὰ τὴν μέλλουσαν αὐτοῦ ὑπηρεσίαν, ὡς ἤδη “σκεῦος ἐκλογῆς” ὑπῆρχεν· ἄλλος δὲ λέξει, ὅτι
5θεοσεβὴς ὢν, ζήλῳ τῷ μετὰ ἀγνοίας ἐδίωκε τοὺς πιστεύοντας τῷ Σωτῆρι, ὡς ἀποστάτας τοῦ Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ. καὶ ἐπεὶ θεϊκῇ πως προθέσει τοῦτο ἔπραττεν, εἰ καὶ πεπλανημένως, εἰς τὴν πρόθεσιν αὐτοῦ σκοπήσας ὁ χρηματίσας εἶπε, “τί με διώκεις;” εὐθέως γὰρ ἐπήκουσε τῷ καλοῦντι, καὶ κατάλληλα τῇ κλήσει
10ἔπραξεν· ἐπαύσαντο δὲ ἂν τῆς ἀπάτης οἱ τὰς φύσεις φρονοῦντες, εἰ ἐπιστήσαντες ἦσαν τοῦ ἐκλογῆς εἶναι αὐτὸν σκεῦος· τοῦ ἐκ‐ λεγομένου οὐ φύσιν ἀλλὰ βίον σκοποῦντος. Ταῦτα, οὔπω τῆς χάριτος παρούσης, ἐμαρτύρησεν ὁ ταῖς καρ‐ δίαις ἐμβατεύων ἡμῶν· μὴ οὖν σφάλλωμεν ἑαυτοὺς, ἀδύνατον
15εἶναι λέγοντες γενέσθαι κατὰ Παῦλον τινά· τῆς μὲν γὰρ χάριτος καὶ τῶν σημείων ἕνεκεν οὐκέτι Παῦλος ἕτερος ἔσται λοιπὸν, τῆς δὲ ἀκριβείας τοῦ βίου τῶν βουλομένων ἕκαστος τοιοῦτος γένοιτο ἄν· εἰ δὲ μὴ εἰσὶ, παρὰ τὸ μὴ βούλεσθαι μόνον. Οὕτως ἐπιδώσει ἡ διδασκαλία· ὥσπερ ἐξέπληττε τούτῳ, οὕτω
20κἀκείνῳ. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ἅμα καὶ ἐντρεπτικῶς· εἰ ἐκεῖνος πάντα πείσεται ὁ οὕτω μεμη‐ νὼς, σὺ δὲ οὐδὲ βαπτίσαι αὐτὸν θέλεις; καλῶς ἔχει, φησὶν, ἄφες
25αὐτὸν πεπληρῶσθαι· διὰ τοῦτο ταῦτα λέγει, τυφλός ἐστιν ὅλος· τί με κελεύεις ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἵνα πάλιν δήσῃ; μὴ φοβηθῇς τὸ μέλλον· τῇ γὰρ ἀνοίξει οὐ καθ’ ὑμῶν χρήσεται· πρὸς τὸ ἵνα ἀναβλέψῃ ταῦτα εἴρηται· οὐ γὰρ μόνον, φησὶν, οὐδὲν ἐργά‐ σεται εἰς ὑμᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά· τὸ δὴ θαυμα‐
30στὸν, ὅτι τὸ πρότερον πείσεται, καὶ τότε ἐμβήσεται εἰς τοὺς κινδύνους. Ἀπῆλθε δὲ Ἀνανίας, καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς εἰς αὐτὸν τὰς χεῖρας, εἶπε, Σαοὺλ ἀδελφὲ, ὁ Κύ‐
ριος ἀπέσταλκέ με Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ158

159

ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. Εὐθέως αὐτὸν οἰκειοῦται τῷ ὀνόματι· “Ἰησοῦς,” φησιν, “ὁ ὀφθείς “σοι ἐν τῇ ὁδῷ·” καὶ μὴν τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Χριστὸς, ἀλλ’
5ἀπὸ τοῦ Πνεύματος ἔμαθεν· ἵνα ἀναβλέψῃς, φησί. Καὶ μετ’ ὀλίγα—Ταῦτα λέγων τὰς χεῖρας ἐτίθει· ἀνέβλεψε δὲ παρα‐ χρῆμα· τινὲς φασὶ, πηρώσεως εἶναι σημεῖον τοῦτο· διατί μὴ ἐπή‐ ρωσεν αὐτοῦ τοὺς ὀφθαλμούς· τοῦτο παραδοξότερον ἦν, ὅτι ἀνεῳγ‐ μένων οὐκ ἔβλεπεν· ὅπερ ἔπαθεν ἐπὶ τοῦ νόμου, ἕως τὸ ὄνομα
10ἐπετέθη τοῦ Ἰησοῦ. Ἀμμωνίου. Καὶ ἡ ἴασις διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως γίνε‐ ται, ὡς κατάγοντος θείαν δύναμιν ἰατικὴν τοῦ σχήματος ἐπὶ τῆς χειροτονίας, καὶ τῆς ἐπὶ τῶν βαπτισθέντων χειροθεσίας. Τοῦ Χρυσοστόμου. Οὐκ εἶπεν ὁ πηρώσας, ἀλλ’ “ὁ ὀφθείς σοι·”
15ὅρα καὶ τοῦτον οὐκ ἀλαζονικόν· ἀλλ’ ὥσπερ ὁ Πέτρος ἔλεγεν ἐπὶ τοῦ χωλοῦ· “τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐλαβείᾳ “πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν·” οὕτω καὶ οὗτος, “Ἰησοῦς ὁ “ὀφθείς σοι·” τῶν χειρῶν ἐπικειμένων ταῦτα ἐφθέγγετο· διπλῆ πήρωσις λύεται.
20 Τοῦ αὐτοῦ. Καὶ μὴν οὐκ ὤφθη· ἀλλὰ διὰ πραγμάτων ὤφθη· καὶ εὐθέως ἐπήγαγε, θέλων συσκιάσαι τὴν κατηγορίαν· “ὅπως ἀνα‐ “βλέψῃς, καὶ πλησθῇς Πνεύματος Ἁγίου.” οὐχὶ ἐλέγξαι ἦλθον τὸ γεγενημένον, ἀλλὰ δοῦναι τὴν δωρεάν· ἐμοὶ δοκεῖ καὶ τοῦτον καὶ τὸν Κορνήλιον, τούτων λεγομένων τῶν ῥημάτων, τοῦ Πνεύματος
25μετασχεῖν. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λα‐ βὼν τροφὴν ἐνίσχυσεν. Τοῦ αὐτοῦ. Ὅρα καὶ ἐξησθενηκὼς ἦν ἀπὸ τῆς ὁδοιπορίας, ἀπὸ
30τοῦ φόβου, καὶ τοῦ λιμοῦ, καὶ τῆς ἀθυμίας· βουλόμενος οὖν αὐ‐ τοῦ ἐπιτεῖναι τὴν ἀθυμίαν, ἐτύφλωσε τὸν ἄνθρωπον, πρὶν ἢ ἐλθεῖν τοῦτον· καὶ ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι τὴν πήρωσιν, διὰ τοῦτο αἱ λεπίδες· οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συμβὰν
γέγονε διδασκαλία.159

160

Τοῦ αὐτοῦ. Ἰδὼν δὲ ὁ τῆς ἀληθείας ἐξεταστὴς Θεὸς σωφρο‐ νισθέντα τὸν ἄνδρα, καὶ βελτίω ἐκ τῶν κακῶν γεγονότα· οὐχ ἑτέ‐ ρως αὐτὸν ἢ οὕτως ἀπαλλαγήσεσθαι τῆς τιμωρίας ὁ Κύριος ἔφη.
5 Τοῦ αὐτοῦ. Διατί λαβὼν τροφὴν ἐνισχύθη; ὅτι οἱ τοιοῦτοι παρειμένοι γίνονται· οὐκ ἠνέσχετο πρότερον μετασχεῖν τροφῆς, ἕως ὅτε μεγάλων ἔτυχε τῶν δωρεῶν, ὥστε πιστεῦσαι ἐκεῖνον· καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σημεῖα ποιῶν, ἀλλὰ τί; “ὁ ὀφθείς σοι·” ἀπὸ τῶν ἐκείνῳ γνωρίμων· ἐπεὶ καὶ ὁ
10Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν, ἐγώ εἰμι Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ ἐγερθεὶς, ἀλλὰ τί; “ὃν σὺ διώκεις.” οὐκ εἶπεν, ὁ δεδιωγμένος· ἵνα μὴ δόξῃ ὡς ἐπενθουσιᾶν καὶ ἐπεγγελᾶν. Περὶ ἰάσεως καὶ βαπτίσματος Παύλου διὰ Ἀνανίου κατὰ ἀποκάλυψιν Θεοῦ, παρρησίας τε αὐτοῦ καὶ συντυχίας τῆς διὰ Βαρνάβα πρὸς τοὺς Ἀπο‐
15στόλους. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθη‐ τῶν ἡμέρας τινάς· καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκή‐ ρυσσε τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα εὐθέως διδάσκαλος ἦν ἐν ταῖς συναγωγαῖς· οὐκ ᾐσχύνετο
20τὴν μεταβολὴν, οὐκ ἐδέδοικε ἐν οἷς ἦν λαμπρὸς πρότερον, ταῦτα καταλύων· ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς· καὶ εὐθέως ἐκ προοι‐ μίων θανατῶν ὁ ἄνθρωπος ἦν πρὸς φόνους παρεσκευασμένος· ὁρᾶς οἷον σημεῖον ἐναργές· καὶ τούτῳ αὐτῷ πάντας ἐξέπληττεν· καὶ ὧδε γάρ, φησιν, εἰς αὐτὸ ἐλήλυθε.
25 Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Παῦλος μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον, καὶ ἐπιδεῖξαι, ὅτι τὸν ἴδιον δεσπότην ἐδίωκε, διώκων τοὺς μαθητὰς αὐτοῦ· καὶ πέμψας Ἀνανίαν πρὸς αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, ἐν ταῖς συναγωγαῖς, φησὶν, ἐν Δαμασκῷ ἐκήρυσσε μετὰ πάσης παρ‐
30ρησίας “τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ,” ὁ Χριστός· τουτέστι τὸ μυστήριον, ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ· ὅτι ὁ παθὼν ἐπὶ Ποντίου Πιλάτου, οὗτος Κύριος τῶν πάντων, καὶ βασιλεὺς καὶ Θεὸς καὶ κριτής ἐστιν.
Τοῦ Χρυσοστόμου. Οὐχ ὅτι ἀνέστη, οὐ τοῦτο· οὔτε ὅτι ζῆ·160

161

ἀλλὰ τί; εὐθέως ἀκριβῶς τὸ δόγμα ἐξέθετο· “ὅτι οὗτός ἐστιν “ὁ Υἱὸς τοῦ Θεοῦ.” Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλου‐
5μένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; Τοῦ Χρυσοστόμου. Καὶ τόδε θαυμαστότερον· “ὅτι καὶ ὧδε “εἰς τοῦτο ἐλήλυθεν·” οὐκ ἔχομεν εἰπεῖν, ὅτι τοῖς Ἀποστόλοις πρότερον συνεγένετο.
10 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, Τοῦ αὐτοῦ. Ἅτε νομομαθὴς ὢν ἐπεστόμιζεν αὐτοὺς, καὶ οὐκ εἴα φθέγγεσθαι· ἐνόμισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις δια‐ λέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὗ‐
15ρον ἕτερον. Συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός. Τοῦ αὐτοῦ. Τουτέστιν ὅτι μετ’ ἐπιεικείας διδάσκων. Καὶ ὅρα οὐκ ἔλεγον, ὅτι σὺ εἶ ὁ πορθῶν· τί μεταβέβλησαι; ᾐσχύνοντο γάρ· ἀλλὰ πρὸς ἑαυτοὺς ἔλεγον· εἶπε γὰρ ἂν πρὸς αὐτοὺς, ὅτι
20τοῦτο μάλιστα ὑμᾶς διδάξαι ὀφείλει· ἐπεὶ καὶ πρὸς Ἀγρίππαν οὕτως ἀπολογεῖται. Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναὶ, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν. Τοῦ αὐτοῦ. Ἐπὶ τὸν ἰσχυρότερον λογισμὸν ἔρχονται πάλιν οἱ
25Ἰουδαῖοι· οὐκέτι συκοφάντας, καὶ κατηγόρους, καὶ ψευδομάρτυρας ἐπιζητοῦντες, οὐκέτι ἀνέχονται τούτων, ἀλλὰ τί; λοιπὸν αὐτοὶ δι’ ἑαυτῶν· ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόμενον τὸ κήρυγμα, οὐδὲ δικα‐ στήριον καθίζουσιν. Ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετε‐
30τηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι. Τοῦ Χρυσοστόμου. Τοῦτο γὰρ ἁπάντων ἀφορητότερον ἦν αὐ‐
τοῖς τῶν ἤδη γεγενημένων σημείων, τῶν πεντακισχιλίων, τῶν161

162

τετρακισχιλίων, πάντων ἁπλῶς· καὶ ὅρα αὐτὸν οὐ χάριτι σωζό‐ μενον, ἀλλ’ ἀνθρωπίνῃ σοφίᾳ· οὐ καθάπερ ἐκεῖνοι, ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν ἀρετὴν, χωρὶς σημείου λάμποντος. Λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν αὐτὸν
5διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι. Τοῦ αὐτοῦ. Ἵνα ἀνύποπτον ᾖ τὸ πρᾶγμα. ὅτι οὖν τοιοῦτον κίν‐ δυνον διαφυγὼν, ἄρα φεύγει; οὐδαμῶς· ἀλλ’ ἀπέρχεται ἔνθα μει‐ ζόνως αὐτοὺς ἐξῆψεν· ἐπειδὴ ἀκριβῶς ἐπίστευσε· καὶ γὰρ ἄπι‐ στον ἦν· διὰ τοῦτο μεθ’ ἡμέρας ἱκανὰς τοῦτο γίνεται· τί ποτε
10τοῦτό ἐστιν; εἰκὸς αὐτὸν μὴ βούλεσθαι τέως ἐξελθεῖν ἐκεῖθεν, πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔμαθε, τότε ἐπέτρεψε τοῖς μαθηταῖς αὐτοῦ· καὶ γὰρ μαθητὰς εἶχεν εὐθέως· μόνον δὲ αὐτὸν ἐξέπεμψαν, καὶ οὐδένα μετ’ αὐτοῦ· καὶ τοῦτο δὲ συμφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς Ἀποστόλοις ἐν Ἱεροσολύμοις· αὐτοὶ μὲν
15οὖν αὐτὸν ἐξέπεμψαν, ὡς ὀφείλοντα τῇ φυγῇ τὴν σωτηρίαν πορί‐ σασθαι· αὐτὸς δὲ τοὐναντίον πεποίηκεν· εἰς τοὺς μαινομένους μᾶλ‐ λον ἐπήδησε· τοῦτό ἐστι πεπυρῶσθαι· τοῦτο ἀναζεῖν. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Κορινθίους β ἐπιστολῆς ὑπο‐ μνήματος. Εἰ καὶ ἐπεθύμει τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ’ ὅμως
20καὶ τῆς τῶν ἀνθρώπων ἐρᾷ σωτηρίας· διὸ καὶ πολλάκις τοιαῦτα ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐδὲ παρῄτειτο καὶ ἀνθρωπίνοις χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας. Διὰ τοῦτο τείχους ἐχαλᾶτο καὶ διεσώζετο, καὶ φυγὰς ἦν, ὁ μετὰ ταῦτα μυρίων
25θαυμάτων ἐργάτης, τεράτων τε καὶ δυνάμεων, ὡς αὐτός που γράφων φησί· καὶ ἡ πεῖρα ἐδίδαξεν· ἔδει γὰρ αὐτὸν τέως δοκιμασθῆναι τοῖς πάθεσι, καὶ καθάπερ ἐν χαλκείῳ τυπτέσθαι ταῖς πρώταις προσβολαῖς, ἵν’ ἐφ’ ἑαυτῷ πληρώσῃ τὴν θείαν μαρτυρίαν τοῦ προ‐ ηγορευκότος Χριστοῦ· “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος· τοῦ
30“βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν Ἰσ‐ “ραὴλ,” καὶ τὰ ἑξῆς. Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ, ἐπει‐ ρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο
αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μαθητής.162

163

Τοῦ Χρυσοστόμου. Ἄξιον ἐνταῦθα διαπορῆσαι πῶς ἐν μὲν τῇ πρὸς Γαλάτας φησὶν, ὅτι οὐκ ἀπῆλθον πρὸς Ἱεροσόλυμα, ἀλλ’ εἰς Ἀραβίαν καὶ Δαμασκόν· καὶ μετὰ τρία ἔτη εἰς Ἱεροσόλυμα· καὶ ὅτι ἱστορῆσαι Πέτρον· ἐνταῦθα δὲ τοὐναντίον φησί. καὶ “οὐδένα
5“τῶν Ἀποστόλων εἶδον·” νυνὶ δὲ φησὶν, ἤγαγεν αὐτὸν πρὸς τοὺς Ἀπο‐ στόλους· ἢ τοίνυν τοῦτο φησὶν, ὅτι οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι· τί γὰρ λέγει; “οὐ προσανεθέμην, οὐδὲ ἀπῆλθον εἰς Ἱεροσόλυμα·” ἢ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν Δαμασκῷ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε· ἢ εἰ μὴ τοῦτο, πάλιν ἡ ἄνοδος μετὰ τὸ
10ἐλθεῖν ἀπὸ Ἀραβίας. αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς Ἀποστό‐ λους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι· ἅτε διδάσκαλος ὢν καὶ οὐ μαθητής· οὐ διὰ τοῦτο ἀπῆλθον, φησὶν, ἵνα πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους ἀπέλθω· οὐδὲν γοῦν παρ’ αὐτῶν ἔμαθον· ἢ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ’ ἀφίησιν ὥστε εἶναι οὕτως· ὅτι
15ἀπῆλθον εἰς Ἀραβίαν, εἶτα ἦλθον εἰς Δαμασκὸν, εἶτα εἰς Ἱερο‐ σόλυμα, εἶτα εἰς Συρίαν· ἢ εἰ μὴ τοῦτο πάλιν, ὅτι ἀνῆλθον εἰς Ἱεροσόλυμα, εἶτα εἰς Δαμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Ἀραβίαν, εἶτα εἰς Δαμασκὸν πάλιν, εἶτα εἰς Καισαρείαν· καὶ τὸ διὰ δεκα‐ τεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα·
20ἢ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν· ὁ γὰρ ἱστοριογράφος πολλὰ ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς. ὅρα πως οὔκ ἐστι φιλό‐ τιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην· ἀλλ’ “ἐπειρᾶτο,” φησὶ, “κολλᾶσθαι τοῖς μαθηταῖς·” οἱ δὲ “ἐφοβοῦντο αὐτὸν,” καὶ ἀπὸ τούτου πάλιν τὸ θερμὸν Παύλου δείκνυται· οὐκ ἀπὸ Ἀνανίου, οὐδὲ
25ἀπὸ τῶν θαυμαζόντων αὐτὸν ἐκεῖ, ἀλλ’ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις· οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖ. Τοῦ αὐτοῦ. “Ἐπειρᾶτο,” φησὶ, “κολλᾶσθαι τοῖς μαθηταῖς·” οὐκ ἀναισχύντως προσῆλθεν, ἀλλ’ ὑπεσταλμένως· μαθηταὶ πάντες ἐκα‐ λοῦντο τότε διὰ τὴν πολλὴν ἀρετήν· ἦν γὰρ ἡ εἰκὼν τῶν μαθητῶν
30δήλη. ὅρα πῶς ἐφοβοῦντο τοὺς κινδύνους· πῶς ἔτι τὸ δέος αὐτοῖς ἐνήκμαζεν· ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν εἶναι αὐτῷ φίλος· ὅρα πῶς οὐδὲν τούτων φησὶν αὐτός· οὐδ’ ἂν εἰς τοὺς ἄλλους ἐξήνεγκεν, εἰ μή τις ἀνάγκη γέγονεν αὐτῷ.
Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς163

164

Ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δα‐ μασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. Τοῦ αὐτοῦ. Βαρνάβας ἐπιεικὴς ἄνθρωπος ἦν· καὶ ὅρα αὐτὸν οὐ
5πρὸς τοὺς Ἀποστόλους ἀπιόντα διὰ τὸ μετριάζειν, ἀλλὰ πρὸς τοὺς μαθητὰς, ἅτε μαθητὴν ὄντα διὰ τὸ μετριάζειν· οὐκ ἐνομίζετο ἀξιό‐ πιστος εἶναι. Καὶ μετ’ ὀλίγα—Υἱὸς δὲ παρακλήσεως οὗτος λέ‐ γεται, ὅθεν καὶ εὐπρόσιτος γέγονε τῷ ἀνδρί· χρηστὸς σφόδρα ἦν· καὶ τοῦτο καὶ ἐκ τοῦ παρόντος καὶ ἐκ τοῦ κατὰ Ἰωάννην δῆλον
10γέγονεν· ὅθεν οὗτος οὐκ ἐφοβήθη· γοργὸς γὰρ ἦν ὁ ἀνήρ· εἰκὸς αὐτὸν καὶ ἐν Δαμασκῷ ἀκηκοέναι τὰ κατ’ αὐτόν. Καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἱερουσαλὴμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Κυρίου, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλλη‐
15νιστάς· Τοῦ Χρυσοστόμου. Οἱ μὲν οὖν μαθηταὶ ἐφοβοῦντο αὐτὸν, οἱ δὲ Ἀπόστολοι οὐκ ἐπίστευον αὐτῷ· διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος· “ἐλάλει,” φησὶ, “καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς·” τοὺς Ἑλληνιστὶ, φησὶ, φθεγγομένους· καὶ τοῦτο σφόδρα σοφῶς· ἐκεῖνοι
20γὰρ οἱ ἄλλοι, οὐδὲ ἰδεῖν αὐτὸν ἠθέλησαν οἱ βαθεῖς Ἑβραῖοι. Οἱ δὲ ἐπετήρουν ἀνελεῖν αὐτόν. ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέ‐ στειλαν αὐτὸν εἰς Ταρσόν. Τοῦ αὐτοῦ. Τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης
25τεκμήριον τοῦτο· καὶ τῷ σφόδρα λυπεῖσθαι τῷ γεγονότι· φοβη‐ θέντες λοιπὸν μὴ ταυτὸν γένηται, οἷον ἐπὶ Στεφάνου, ἔπεμψαν αὐτὸν εἰς Καισαρείαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσὸν, ἅμα καὶ κηρύττοντα καὶ ἐν ἀσφαλείᾳ μᾶλλον ἐσόμενον, ἅτε ἐν οἰκείᾳ πατρίδι. ὅρα δὲ πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ καὶ συγχωρεῖ
30αὐτοῖς ὁ Θεὸς, καὶ οἰκείᾳ σοφίᾳ οἰκονομεῖν πολλὰ, καὶ ἀνθρωπί‐ νως· εἰ γὰρ ἐπ’ αὐτοῦ τοῦτο γέγονε, πολλῷ μᾶλλον ἐπ’ αὐτῶν,
ἵνα τῶν ῥαθύμων τὴν πρόφασιν ἐκκόψῃ.164

165

Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ Κυρίου, Τοῦ αὐτοῦ. Τουτέστιν ηὔξησε καὶ τὴν εἰρήνην πρὸς ἑαυτήν·
5ταύτην τὴν ὄντως εἰρήνην· οὐ γὰρ ἂν αὐτοὺς ὁ πόλεμος ἐκάκωσεν ὁ ἔξωθεν. Καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπλη‐ θύνετο. Τοῦ αὐτοῦ. Παρεκάλει δὲ αὐτοὺς τὸ Πνεῦμα, καὶ διὰ τῶν
10θαυμάτων, καὶ διὰ τῶν ἔργων· καὶ χωρὶς δὲ τούτων καὶ καθ’ ἑαυ‐ τὸν ἕκαστος.
12tΚΕΦ. ΙΔ.
13tΠερὶ Αἰνέα παραλυτικοῦ ἰαθέντος ἐν Λύδδῃ διὰ Πέτρου.
14Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων, κατελ‐
15θεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Τοῦ αὐτοῦ. Καθάπερ γάρ τις στρατηγὸς περιῄει τὰς τάξεις, ἐπισκοπῶν, ποῖον εἴη συγκεκροτημένον μέρος· ποῖον ἐν κόσμῳ· ποῖον τῆς αὐτοῦ δεῖται παρουσίας· ὅρα πανταχοῦ αὐτὸν ἐπιτρέ‐ χοντα· πρῶτον ὅτε ἑλέσθαι δεῖ τὸν Ἀπόστολον οὗτος πρῶτος· ὅτε
20θεραπεῦσαι τὸν χωλόν· ὅτε δημηγορῆσαι, αὐτὸς πρὸ τῶν ἄλλων ἐστίν· ὅτε πρὸς τοὺς ἄρχοντας, οὗτος· ὅτε πρὸς Ἀνανίαν· ὅτε ἀπὸ τῆς σκιᾶς αἱ ἰάσεις ἐγένοντο, αὐτὸς ἦν. καὶ θέα· ἔνθα μὲν γὰρ ἦν κίνδυνος, οὗτος· καὶ ἔνθα οἰκονομία· ἔνθα δὲ γαλήνης τὰ πράγματα γέμει, κοινῇ πάντες· οὐκ ἀπαιτεῖ τιμὴν μείζονα· ὅτε
25θαυματουργῆσαι ἔδει, αὐτὸς προπηδᾷ· καὶ ἐνταῦθα πάλιν οὗτος πονεῖ καὶ ταλαιπωρεῖ. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμέ‐ νος. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε ὁ Κύριος
30Ἰησοῦς Χριστός· ἀναστῆθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη· καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σαρωνᾶν, οἵτινες ἐπέστρεψαν πρὸς
Κύριον.165

166

Τοῦ Χρυσοστόμου. Διατί μὴ ἀνέμεινε τὴν πίστιν τοῦ ἀνδρὸς, μηδὲ ἠρώτησεν εἰ βούλοιτο θεραπευθῆναι; μάλιστα μὲν οὖν καὶ πρὸς πολλῶν παράκλησιν ἐγένετο τὸ θαῦμα· ἄκουε οὖν τὸ κέρδος ὅσον· “καὶ εἶδον αὐτόν,” φησι, “πάντες οἱ κατοικοῦντες Λύδδαν,”
5καὶ τὰ ἑξῆς. ἐπίσημος γὰρ ἦν ὁ ἀνήρ· καλῶς ἔλεγχον δίδωσι τοῦ σημείου· οὐ γὰρ δὴ τῶν νοσημάτων ἀπηλλάττοντο μόνον, ἀλλὰ καὶ τὴν ὑγείαν παρεῖχον καὶ τὴν ἰσχύν· καὶ τότε οὔπω ἦσαν τεκμήρια τῆς οἰκείας παρασχόντες δυνάμεως· ὥστε οὐκ εἰκότως ἀπῄτειτο τὴν πίστιν ὁ ἀνὴρ, ἐπειδὴ οὐδὲ τὸν χωλὸν ἀπῄτησαν·
10καθάπερ οὖν ὁ Χριστὸς ἀρχόμενος τῶν σημείων οὐκ ἀπῄτει πί‐ στιν, οὕτως οὐδὲ οὗτοι· ἐν Ἱεροσολύμοις μὲν γὰρ εἰκότως ἡ πίστις αὐτῶν πρότερον ἐγένετο· “ἵνα ἐρχομένου Πέτρου κἂν ἡ “σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.” πολλὰ γὰρ ἐγίνετο ἐκεῖ σημεῖα· ἐν‐ ταῦθα δὲ τοῦτο πρῶτον ἐπιβαίνει· τὰ μὲν γὰρ τῶν σημείων ὑπὲρ
15τοῦ τοὺς ἄλλους ἐπισπάσασθαι ἐγίνετο· τὰ δὲ καὶ ὑπὲρ τῆς τῶν πιστευόντων παρακλήσεως. Διδύμου. Πολλὴν διαφορὰν ἔχει τὸ πραχθὲν ὑπὸ Πέτρου εἰς τὸν ἐπὶ ὅλα ὀκτὼ ἔτη διὰ νόσον χαλεπὴν κατακείμενον, πρὸς τὸ ὑπὸ Ἰησοῦ γενόμενον, εἰς τὸν ὅλα τριάκοντα καὶ ὀκτὼ ἔτη ἐπὶ
20σκίμποδος μείναντα διὰ πάρεσιν ἀνίατον. ὁ μὲν γὰρ Πέτρος εἰπὼν, “Αἰνέα ἰᾶταί σε Ἰησοῦς ὁ Χριστὸς, ἀνάστα, στρῶσον σεαυτῷ,” τὸ σημεῖον εἰργάσατο· Ἰησοῦς δὲ φήσας, “ἔγειρε, ἆρον τὸν κρά‐ “βαττον σου καὶ περιπάτει,” οἷα Θεὸς τὸ τεράστιον πεποίηκεν. εἶχε δὲ παραλλαγὴν πολλὴν τὰ πρὸς ἑκατέρους εἰρημένα· τῷ μὲν
25γὰρ ἐλέχθη, “ἀνάστα, καὶ ἆρον τὸν κράβαττον καὶ περιπάτει·” ἐμφαίνει γὰρ ἡ πρόσταξις ἰσχὺν πολλὴν σὺν ὑγείᾳ βεβαίᾳ ἐγγε‐ γονέναι τῷ εὐεργετουμένῳ· μάλιστα ὅτι ἐπιφέρεται “ἀνάστας “οὖν ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.” τῷ δὲ, “ἀνάστα, “στρῶσον σεαυτῷ.” οὐ γὰρ τοσαύτη ἐμφαίνεται ἰσχὺς τοῦ δυνη‐
30θέντος στρῶσαι μετὰ πολλὴν νόσον, ὅσον τοῦ τὸν κράβαττον αἴροντος καὶ περιπατοῦντος ἐσημειωσάμεθα δὲ ταῦτα, προφάσει τῆς ἀναγωγῆς, ἀλλ’ οὐ συγκρίνοντες τὸν Ἰησοῦν Πέτρῳ· ὁ μὲν γὰρ ὡς Θεὸς ἐποίει, ὁ δὲ πιστεύων εἰς Θεόν. φησὶ γὰρ, “ἰᾶταί
“σε Ἰησοῦς Χριστός·” ὡς ἑκάτερα ταῦτα Χριστοῦ εἶναι ἔργα.166

167

Ἐν Ἰοππῇ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά· ἡ διερμηνευομένη λέγεται Δορκάς. Τοῦ Χρυσοστόμου. Δείκνυσιν ὅτι φερώνυμος ἦν· οὕτως ἐγρη‐ γορυῖα καὶ νήφουσα ὥσπερ δορκάς· πολλὰ γὰρ καὶ οἰκονομικῶς
5ὀνόματα τίθεται, ὡς πολλάκις πρὸς ὑμᾶς εἴπομεν. Διδύμου. Σημειωτέον ὅτι καὶ μέχρι γυναικῶν φθάνει τὸ τῶν μαθητριῶν ὄνομα καὶ ἡ ἀξία τῆς ἐπωνυμίας· ἀπέστειλαν δὲ δύο ἄνδρας πρὸς αὐτόν· μᾶλλον ἡ πίστις τῶν πασχόντων τὰς ἰάσεις ἐργάζεται· ἰδοὺ γὰρ καὶ ὧδε οἱ πιστεύσαντες, ὅτι διὰ τῆς τοῦ
10Πέτρου παρουσίας δύναται ἀναστῆναι νεκρὸς, ἐπέτυχον τοῦ σκό‐ που· πλὴν οὐχ οἱαδήποτε πίστις συμβάλλεται, ἀλλ’ ἡ εἰς τοὺς ὄντας ἁγίους. Αὕτη πλήρης ἦν ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
15 Τοῦ Χρυσοστόμου. Οὐχὶ ἐλεημοσύνης μόνον, ἀλλὰ καὶ ἀγα‐ θῶν ἔργων, ὅσα ἐποίει, μετ’ αὐτῶν, φησιν, οὖσα· πολλὴ ἡ ταπει‐ νοφροσύνη· οὐχ ὥσπερ ἡμεῖς, ἀλλὰ καὶ κοινῇ πάντες ἦσαν· καὶ ἐποίει καὶ εἰργάζετο. Διδύμου. Ἐπεὶ τινὲς ὀκνηρῶς ἔχοντες περὶ τελείας ἀρετῆς
20ἀνάληψιν, φασὶ μὴ δυνατὸν κατορθοῦσθαι ἀνθρώπῳ βίον ἄληπτον· ἐλεγκτέον αὐτοὺς ἐκ τῆς προκειμένης γραφῆς μαρτυρούσης, ὡς ἄρα ἡ Δορκὰς “πλήρης πάντων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει,” ὑπῆρχε· ἀκολουθεῖ γὰρ τὸν οὕτω κατορθοῦντα, βίον ἔχειν ἀκηλί‐ δωτον· πλήρης δὲ ἐλεημοσυνῶν ὧν ἐποίει, ἥτις εὑρίσκεται· ὅταν
25διὰ τὸ κοινωνικὸν καὶ Θεοῦ ἐντολὴν ποιῇ αὐτὰς, καὶ μὴ ὅπως θη‐ ρεύσῃ τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον. τὸ αὐτὸ ἐρεῖς καὶ περὶ τῶν ἄλλων ἀγαθῶν, ὧν πλήρης ἡ ἐπαινουμένη ἄνθρωπος ὑπῆρχεν. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν ἐν τῷ ὑπερῴῳ.
30 Ὅρα πανταχοῦ τὰ σημεῖα γινόμενα· ἡμεῖς δὲ αὐτοῖς οὕτω πιστεύομεν ὡς νῦν ὁρωμένοις· οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβιθὰ, ἀλλ’ ἐν ἀρρωστίᾳ γενομένη· καὶ οὐκ ἐκάλεσε Πέτρον, ἕως ὅτε ἐτελεύτα·
εἶτα ἀποστείλαντες ἔλεγον μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Καὶ167

168

μετ’ ὀλίγα—Οὐδαμοῦ κοπετὸς, οὐδαμοῦ θρῆνος· ὅρα πῶς διακαθαί‐ ρεται τὰ πράγματα· “λούσαντες,” φησὶν, “ἔθηκαν ἐν ὑπερῴῳ·” τουτέστι τὰ ἐπὶ νεκρῷ πάντα ἐποίησαν. Διδύμου. Διατί περιέμειναν ἀποθανεῖν; διατί μὴ ἐσκύλη
5Πέτρος καὶ πρὸ τούτου; ἀνάξιον ἡγοῦντο λοιπὸν φιλοσοφοῦντες, ὑπὲρ τῶν τοιούτων τοὺς μαθητὰς σκύλλειν, καὶ τοῦ κηρύγματος παρασπᾶν· ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, εἴπου ἐν τάξει παρέργου τοῦτο ᾔτουν. Τὰ περὶ Ταβιθὰ τῆς φιλοχήρου, ἣν ἤγειρεν ἐκ νεκρῶν ὁ Πέτρος διὰ προσ‐
10ευχῆς ἐν Ἰόππῃ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκού‐ σαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄν‐ δρας πρὸς αὐτὸν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ἀναστὰς δὲ ὁ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν
15παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστη‐ σαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορ‐ κάς. Τοῦ Χρυσοστόμου. Οὐ παρακαλοῦσιν, ἀλλ’ ἐπιτρέπουσιν, ἵνα
20τὴν σωτηρίαν αὐτῇ χαρίσηται· ὅρα ἐλεημοσύνης πόση γίνεται προτροπή. Τοῦ αὐτοῦ Ἐκ Τοῦ Ὑπομνήματος Τῆς Πρὸς Ῥωμαίους Ἐπι‐ στολῆς. Ἀπιόντας ἡμᾶς τῶν ἐντεῦθεν, οὐκ ἔνι λαθεῖν τὸν πλοῦ‐ τον· πολλάκις δὲ, οὐδ’ ἐνταῦθα μένοντας, κατασχεῖν· παρὸν οὕτω
25πλουτεῖν, ὡς μὴ μόνον ἐνταῦθα ἀλλὰ καὶ ἐκεῖ φαίνεσθαι εὐπορω‐ τάτους· ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρύσιον ἐπὶ τῆς γῆς περιφέρων, ὅπου περ ἂν φανῇ, μετὰ τοῦ πλούτου φαίνε‐ ται τούτου· καὶ πῶς ἔνι τοῦτο γενέσθαι φησίν; ἔνι καὶ μετὰ πλείονος εὐκολίας· ἂν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ μεταθῇς διὰ τῆς
30τῶν πενήτων χειρὸς, ἅπαντα εἰς τὴν σαυτοῦ ψυχὴν μεταθήσεις· κἂν θάνατος ἐπέλθῃ, λοιπὸν οὐδείς σε αὐτὰ ἀφαιρήσεται· ἀλλ’ ἀπελεύσῃ κἀκεῖ πλουτῶν· τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ
οἰκία αὐτὴν ἐκήρυττεν, οὐδὲ οἱ τοίχοι, οὐδὲ οἱ λίθοι, οὐδὲ οἱ κίονες,168

169

ἀλλὰ σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα· τοιαύτας καὶ ἡμεῖς κατασκευά‐ σωμεν ἑαυτοῖς ἀποθήκας· τοιαύτας καὶ ἡμεῖς κατασκευασῶμεν οἰκίας· οὕτω καὶ τὸν Θεὸν συνεργὸν ἕξομεν, καὶ αὐτοὶ αὐτοῦ συνερ‐
5γοὶ ἐσόμεθα· αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρή‐ γαγε τοὺς πενομένους· σὺ δὲ παραχθέντας καὶ γενομένους οὐκ ἐᾷς διαφθαρῆναι τῷ λιμῷ καὶ τῇ λοιπῇ ταλαιπωρίᾳ, θεραπεύων, διορ‐ θούμενος, πάντοθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ’ ἂν ἶσον καὶ εἰς ὠφελείας καὶ εὐδοξίας λόγον.
10 Ἐξ ἀνεπιγράφου· Ἐντεῦθεν δείκνυται ὅσον ἐλεημοσύνη μετὰ πίστεως συμβάλλεται, ὅτι καὶ τὴν ὧδε καὶ τὴν αἰώνιον προξενεῖ ζωήν. Ἐκβάλλων δὲ ἔξω πάντας ὁ Πέτρος. Τοῦ Χρυσοστόμου. Τί δήποτε πάντας ἐκβάλλει; ὥστε μὴ
15συγχυθῆναι τοῖς δάκρυσι, μηδὲ ταραχθῆναι. Καὶ θεὶς τὰ γόνατα, προσηύξατο. Τοῦ αὐτοῦ. Οὐ πάντα μετὰ τῆς αὐτῆς εὐκολίας τὰ σημεῖα ἐποίουν· τοῦτο δὲ αὐτοὺς ὠφέλει· οὐ γὰρ δὴ μόνον τῆς τῶν ἄλλων ἐφρόντιζεν ὁ Θεὸς σωτηρίας, ἀλλὰ καὶ τῆς αὐτῶν· ὁ γὰρ τῇ σκιᾷ
20τοσούτους θεραπεύων, πῶς τοσαῦτα νῦν ποιεῖ; ἔστι δὲ ὅπου καὶ ἡ πίστις τῶν προσιόντων συνήργει· ταύτην πρώτην νεκρὰν ἀνίστησιν. Τοῦ αὐτοῦ. Ὅρα τὴν ἐπιτεταμένην εὐχήν. Καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε· Ταβιθὰ, ἀνά‐ στηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα
25τὸν Πέτρον, ἀνεκάθισε· δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν. Τοῦ αὐτοῦ. Ὅρα κατὰ μέρος τὴν ζωὴν, εἶτα τὴν δύναμιν εἰσαγομένην· τὴν μὲν διὰ τοῦ ῥήματος, τὴν δὲ διὰ τῆς χειρός· ὅρα πῶς αὐτὴν καθάπερ ἐξ ὕπνου ἐγείρει· πρῶτον ἤνοιξε τοὺς ὀφ‐
30θαλμούς· εἶτα ἀπὸ τῆς ὄψεως ἀνεκάθισεν· εἶτα ἀπὸ τῆς χειρὸς τὴν δύναμιν ἔλαβεν· ὅρα τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα· διὰ τοῦτο καὶ βάλλει πάντας ἔξω· τὸν διδάσκαλον κἀν τούτῳ μιμού‐
μενος.169

170

Φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. Τοῦ αὐτοῦ. Τοῖς μὲν εἰς παράκλησιν, ὅτι παρέλαβον τὴν ἀδελ‐ φὴν, ἢ ὅτι θαῦμα εἶδον· ταῖς δὲ, εἰς προστασίαν.
5 Γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευον ἐπὶ τὸν Κύριον. Τοῦ αὐτοῦ. Σημειωτέον ὅτι οὐ μόνοις τοῖς ἀπίστοις ἀλλὰ καὶ τοῖς ἁγίοις ἐγίνετο σημεῖα οἰκονομικῶς· ἵνα ἄλλοι πάλιν πιστεύ‐ σωσιν· ἰδοὺ γὰρ μετὰ τὸ σημεῖον τοῦτο πάλιν πολλοὶ ἐπίστευσαν·
10ὡς εἶναι πάλιν τὰ σημεῖα τοῖς ἀπίστοις, οἳ οὐκ ἄλλως ἐπίστευ‐ σαν, εἰ μὴ πάλιν εἶδον σημεῖα· τῶν ἁγίων καὶ δίχα τοῦ σημείου πιστευόντων, ὅτι δυνατός ἐστιν ὁ τοῦ Θεοῦ δοῦλος ἀναστῆσαι ἀμε‐ λητὶ νεκρόν· ἐπεὶ πῶς αὐτὸν μετεστείλαντο; Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ
15παρά τινι Σίμωνι βυρσεῖ. Ὅρα τὸ ἄτυφον τοῦ Πέτρου· ὅρα τὸ ἐπιεικές· πῶς οὐ παρὰ ταύτῃ μένει, οὐδὲ παρὰ ἄλλῳ τινὶ τῶν ἐπισήμων, ἀλλὰ παρὰ βυρ‐ σεῖ· διὰ πάντων εἰς ταπεινοφροσύνην ἐνάγων, οὔτε τοὺς εὐτελεῖς αἰσχύνεσθαι ἀφιεὶς, οὔτε τοὺς μεγάλους ἐπαίρεσθαι· ἐδέοντο γὰρ
20αὐτοῦ τῆς διδασκαλίας οἱ διὰ τὰ σημεῖα πιστεύσαντες.
21tΚΕΦ. ΙΕ.
22tΠερὶ Κορνηλίου ὅσα πρὸς αὐτὸν ὁ ἄγγελος εἶπε, καὶ ὅσα πάλιν Πέτρῳ οὐρα‐
23tνόθεν περὶ κλήσεως ἐθνῶν ἐρρέθη.
24Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκα‐
25τοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς. Τοῦ Χρυσοστόμου. Οὗτος οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ τῶν ὑπὸ τὸν νόμον, ἀλλ’ ἤδη προειλήφει τὴν ἡμετέραν πολιτείαν· ὅρα δύο πιστεύοντας· ὡς τὸν εὐνοῦχον τὸν ἐπὶ τῆς Γάζης, καὶ τοῦτον· ἐν ἀξιώμασιν ὄντας ἀμφοτέρους· καὶ ὅρα πολλὴν ὑπὲρ τούτων γινο‐
30μένην σπουδήν. ἀλλὰ μὴ νομίσῃς ὅτι διὰ τὰ ἀξιώματα τίθησιν, ἵνα μείζων ἡ εὐλάβεια δειχθῆ· θαυμαστότερον γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις ὢν, τοιοῦτος ἦ· τοῦτό τε ἐκείνου ἐγκώμιον, το‐
σαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ μηδὲ καιροῦ καλοῦντος·170

171

καὶ τὸ ἐν ὁδῷ ἀναγινώσκειν, καὶ ἐπὶ ὀχήματος φερόμενον, καὶ τὸ τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα. Πρῶτος οὗτος ἐξ ἀπίστων ἐθνῶν μετετέθη. Εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ
5οἴκῳ αὐτοῦ. Τοῦ αὐτοῦ. Ἵνα μὴ νομίσῃς ὅτι διὰ τὸ ἀξίωμα ταῦτα γίνε‐ ται, ὅτε Παῦλον ἔδει προσαχθῆναι, οὐδαμοῦ ἄγγελος ἀλλ’ αὐτὸς ὁ Κύριος· καὶ οὐ πέμπει αὐτὸν πρὸς μέγαν τινὰ, ἀλλὰ πρὸς εὐτελῆ· ἐνταῦθα δὲ τοὐναντίον τὸν κορυφαῖον ἄγει, καὶ οὐκ αὐτοὺς
10πέμπει, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, καὶ εἰδὼς πῶς κεχρῆ‐ σθαι δεῖ τοῖς τοιούτοις. “ἀνὴρ,” φησὶν, “εὐσεβὴς καὶ φοβούμενος “τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ·” ἀκούσωμεν ὅσοι τῶν οἰκείων ἀμελοῦμεν· οὗτος δὲ καὶ στρατιωτῶν ἐπεμελεῖτο. Σευήρου Ἐπισκόπου Ἀντιοχείας ἐκ τοῦ πρὸς Κωνστάν‐
15τιον ἀπούπατον ἐπιστολῆς. Θεοσεβῶς μὲν βιοῦς, τὴν δὲ τῆς θεοσεβείας θύραν ἀγνοῶν Ἰησοῦν τὸν μέγαν Θεὸν, τὸν ἐν εὐαγ‐ γελίοις μεγαλοφώνως βοήσαντα· “ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν “τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ “νομὴν εὑρήσει·” καὶ δὴ καὶ ἀπέστελλεν αὐτῷ τῶν οἰκείων λει‐
20τουργῶν ἄγγελον ἕνα, πρὸς τὸ τῆς ἀληθείας φῶς ποδηγήσαντα, καὶ ὑποσημανοῦντα τὴν τῆς σωτηρίας ὁδόν. Ἰσιδώρου Πηλουσιώτου. Οὐδὲν ὀνίνησι νηστεία τοὺς ὑγιέσι μὴ προσέχοντας ὅροις· ὅσῳ γὰρ τοῦ σώματος ἡ ψυχὴ προτερεύει, τοσοῦτον πολιτείας δόγματα προκρίνεται εὐσεβείας.
25 Ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διαπαντός. Τοῦ Χρυσοστόμου. Μέγα καὶ τοῦτο τὸ ἐλεημοσύνας ποιεῖν καὶ εὐχὰς, καὶ δίκαιον εἶναι ἐν ἀρχῇ τοιαυτῇ· διὰ τοῦτο τὸν ἄνδρα ποιεῖ γνώριμον καὶ δῆλον, ἵνα μήτις εἴπῃ ὅτι ψεύδεται τῶν γρα‐
30φῶν ἡ ἱστορία· “ἐκ σπείρης,” φησὶ, “τῆς καλουμένης Ἰταλικῆς·” σπεῖρα δέ ἐστιν ὃ καλοῦμεν νυνὶ νούμερον. Εἶδεν ἐν ὁράματι φανερῷ, ὡς περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ
εἰπόντα αὐτῷ, Κορνήλιε.171

172

Διατί βλέπει τὸν ἄγγελον; καὶ τοῦτο εἰς πληροφορίαν Πέ‐ τρου· μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τῶν ἄλλων τῶν ἀσθενεστέρων· ἐνάτη ὥρα, ὅτε φροντίδων ἠφίετο καὶ ἐν ἡσυχίᾳ ἦν· ὅτε ἐν εὐχαῖς ἦν καὶ κατανύξει.
5 Τοῦ Χρυσοστόμου. Καὶ τὰ δόγματα καὶ ὁ βίος αὐτῷ διόρ‐ θωτο. Τοῦ αὐτοῦ. Ὅρα τὸν ἄγγελον οὐκ εὐθέως λέγοντα ἃ λέγει, ἀλλὰ πρότερον αἴροντα αὐτοῦ τὴν διανοίαν καὶ μετεωρίζοντα. ἀπὸ τῆς ὄψεως φόβος ἐγένετο, ἀλλὰ φόβος σύμμετρος, ὅσον ἐπιστρέ‐
10ψαι μόνον· εἶτα καὶ τὰ ῥήματα τὸν φόβον ἔλυσεν· ὁ φόβος διή‐ γειρεν· ὁ ἔπαινος τοῦ φόβου τὸ τραχὺ κατεμάλαξεν. Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν
15τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Ὅρα μέχρι ποῦ προβαίνει ἡ ἐλεημοσύνη· τὸν οὐρανὸν τοῦ οὐρανοῦ· καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ. Καὶ μετ’ ὀλίγα—Καὶ ἡ μὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέμνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἀψίδας· καὶ
20σὺ μὲν σιγᾶς, τὸ δὲ ἔργον βοᾷ· καὶ γίνεται θυσία αἰνέσεως, οὐ δαμάλεως σφαττομένης οὐδὲ δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ’ ἑαυτῆς εἰσφερούσης· φιλανθρωπίας γὰρ πά‐ σης τοιαύτη θυσία εὐδοκιμώτερα. Σευηριανοῦ Γαβάλων. Ἐπειδὴ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλ‐
25μὸς, ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστι, πί‐ στιν οὐκ ἔχοντα· ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον· ὥστε τοὺς καλῶς ἀθλοῦντας στεφανῶσαι τῇ πίστει, ὡς φησὶν ὁ ἄγγελος· “Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου “ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.” εἰ τοίνυν εἰσηκού‐
30σθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἀνέβησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; ἀλλὰ πέμψον εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου· οὐκοῦν οὐκ εἶχε τὰ ἔργα
σωτηρίαν· εἰ γὰρ ἐξ ὧν κηρύσσει Πέτρος σώζεται, οὐκ εἶχεν172

173

οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβρά‐ βευσεν ἡ πίστις· διὰ τοῦτο καὶ Πέτρος ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενο‐ μισμένους ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως
5λέγει, “ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπο‐ “λήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ “ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.” οὐκ εἶπεν, ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ “δεκτός ἐστι·” τούτεστι ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν
10πίστιν, καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα· μήτε τὴν πίστιν ὑβρι‐ ζέτω τῇ ἀκαρπίᾳ· μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ. Ἀμμωνίου. Σημειωτέον ὅτι ἐκτενῶς καὶ καθαρῶς συνειδότι, δεόμενος τοῦ Θεοῦ καὶ ποιῶν ἐλεημοσύνας, οὐ μένει οὕτως, ἀλλ’ ὁ Θεὸς, δι’ ὀπτασίας ἀγγέλου ἢ ἀνθρώπου θεοσεβοῦς, δείκνυσι τὴν
15ἀληθῆ πίστιν, δι’ ἧς τις σώζεται· ὥστε οὖν ἐν ᾧ τις ἀγνοεῖ τόδε ἢ τόδε τὸ πρᾶγμα, εἰ Θεῷ ἀρέσκον ἐστὶν ἢ οὐ, ὀφείλει ἐκτενῶς δεηθῆναι τοῦ Θεοῦ, καὶ ἀποκαλύπτεται αὐτῷ τὸ ἀληθές· μάλιστα δὲ εἰ περὶ τὴν πίστιν ἀπορεῖ, τὸ πῶς δεῖ φρονεῖν ἢ τίνι πιστεῦ‐ σαι· διότι πολλαὶ εἰσὶν αἱρέσεις ἐν τοῖς δοκοῦσιν εἶναι Χριστι‐
20ανοῖς. οὕτως λέγουσι καὶ τὸν ἐν ἁγίοις πατέρα καὶ ἐπίσκοπον Γρη‐ γόριον, δι’ ὀπτασίας νύκτωρ κατηχηθῆναι τὸ μυστήριον τῆς Τριάδος ὅπως δεῖ φρονεῖν. Ταύτας ζητῶμεν τὰς ἀρετὰς, αἳ μετὰ τῆς ἡμετέρας σωτηρίας καὶ τοὺς πλησίον τὰ μέγιστα ὠφελῆσαι δυναιντ’ ἄν· τοιοῦτον
25ἐλεημοσύνη· τοιοῦτον εὐχή· μᾶλλον δὲ καὶ αὐτὴ παρ’ ἐκείνης δυνατὴ καὶ ὑπόπτερος γίνεται· “αἱ εὐχαὶ γάρ σου,” φησὶν, “καὶ “αἱ ἐλεημοσύναι ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ·” οὐκ εὐχὴ δὲ μόνον, ἀλλὰ καὶ νηστεία ἐνταῦθα τὰ νεῦρα ἔχει· κἂν νηστεύῃς χωρὶς ἐλεημοσύνης, οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται,
30ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χείρων ὁ τοιοῦτος· καὶ τοσούτῳ χείρων, ὅσῳ τρυφῆς ὠμότης χαλεπώτερον· καὶ τί λέγω νηστείαν; κἂν σωφρονῇς καὶ παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος, ἐλεη‐ μοσύνην οὐκ ἔχων. Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι
35Σίμωνά τινα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται173

174

παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν ἡ οἰκία παρὰ θά‐ λασσαν. οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν. Τοῦ Χρυσοστόμου. Ἵνα μὴ ἐπ’ ἄλλον ἔλθωσι· οὐκ ἀπὸ τοῦ ἐπωνύμου μόνον, ἄλλα καὶ ἀπὸ τοῦ τόπου δηλοῖ τὸν ἄνδρα.
5 Τοῦ αὐτοῦ. Ἴδετε πῶς τὰ ἀνακεχωρημένα τῶν πόλεων ἐδιώ‐ κων οἱ Ἀπόστολοι ἐρημίας ὄντες φίλοι καὶ ἡσυχίας. τί οὖν εἰ συνέβη καὶ ἄλλον εἶναι; ἴδου ἔστι ἄλλο σημεῖον τὸ παρὰ θά‐ λασσαν οἰκεῖν· οὐκ εἶπε διατί· ἵνα μὴ ἐκλύσῃ αὐτὸν ἐν ἐπιθυμίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι.
10 Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐ‐ σεβῆ τῶν προσκαρτερούντων αὐτῷ, Τοῦ αὐτοῦ. Ὁρᾶς οὐχ ἁπλῶς ταῦτα φησὶν, ὅτι οἱ προσκαρ‐ τεροῦντες αὐτῷ τοιοῦτοι ἦσαν.
15 Καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. Ἀμμωνίου. Σημειωτέον ὅτι οὐκ ἐμποδίζει ἡ στρατεία πρὸς θεοσέβειαν· κἀκεῖνο δὲ, ὅτι οὐκ ἀτάκτους οὐδὲ ἀσεβεῖς, ἀλλὰ θεο‐ σεβεῖς ἔπεμψε πρὸς τὸν Πέτρον ὁ Κορνήλιος· καὶ ὅτι καὶ τοῦτο
20δεῖγμα ἦν τῆς αὐτοῦ ὁσιότητος, τὸ συγκολλᾶσθαι καὶ ἔχειν ἐγγὺς ἑαυτοῦ θεοσεβεῖς ἄνδρας, διὰ τὸ “μετὰ ὁσίου ὅσιος ἔσῃ,” καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Ὅρα τὸ ἄτυφον· οὐ γὰρ εἶπε, καλέσατέ μοι Πέτρον, ἀλλ’ ὥστε καὶ πεῖσαι ἐξηγήσατο ἅπαντα· τοῦτο οἰκονο‐
25μικῶς· οὐ γὰρ ἠξίου ἀπὸ τοῦ ἀξιώματος αὐτὸν μεταπέμψασθαι· διὰ τοῦτο ἐξηγήσατο· οὕτω μέτριος ἦν ὁ ἀνήρ· καίτοι οὐδὲν μέγα ἦν φαντασθῆναι περὶ ἀνδρὸς καταγομένου παρὰ βυρσεῖ. Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων αὐτῶν καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι,
30περὶ ὥραν ἐνάτην. Τοῦ αὐτοῦ. Ὅρα πῶς τοὺς καιροὺς συνάγει τὸ Πνεῦμα· οὔτε θᾶττον οὔτε βραδύτερον τοῦτο ποιεῖ γενέσθαι.
Τουτέστι κατ’ ἰδίαν καὶ ἐν ἡσυχίᾳ, ὡς ἐν ὑπερῴῳ.174

175

Ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρα‐ σκευαζόντων δὲ αὐτῶν, ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις, Τί ἔστιν ἔκστασις; μᾶλλον πνευματική τις ὡσανεὶ θεωρία γέγονεν αὐτῷ τοῦ σώματος· ὡσανεὶ εἴποι τις, ἐξέστη ἡ ψυχή.
5 Ἐξ ἀνεπιγράφου. Ἡ ἔκστασις δηλοῖ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν, καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ἐπὶ τὰ πνευματικὰ ποδηγούμενον. ἀμέλει ἐκστὰς Πέτρος ἀπήγγειλεν ἃ εἶδε καὶ ἤκουσε. καὶ προσέτι τίνος ἦσαν σύμβολα· οὐκ ἄρα κατὰ τοὺς Φρύγας οἱ προφῆται ὑπὸ τοῦ Πνεύματος κατεχόμενοι ἐν παρα‐
10φροσύνῃ εἰσὶν, ἀγνοοῦντες τί μὲν φθέγγονται, τί δὲ πράττουσι· δείκνυται δὲ τῷ κορυφαίῳ τῶν Ἀποστόλων διὰ τῆς ὀθόνης τὸ καθαρὸν τῆς Ἐκκλησίας διὰ τῶν τεσσάρων ἀρχῶν· τῶν εὐαγγελίων τὸ σωτήριον κήρυγμα, τὸ συνέχον τὴν Ἐκκλησίαν εἰς μίαν ἑνό‐ τητα πίστεως· διὰ δὲ τῶν θεωρηθέντων, τὸ ἐκ παντὸς ἔθνους διὰ
15τοῦ βαπτίσματος πεπληρῶσθαι τὴν Ἐκκλησίαν ἁγίων ἅμα καὶ ἁμαρτωλῶν. Διδύμου. Οἱ τὰς φύσεις εἰσάγοντες ἑτερόδεκτοι, φασὶν ἀν‐ επιδέκτους εἶναι σωτηρίας τοὺς ἀνθρώπους ἐκείνους τοὺς διὰ φαυ‐ λότητα ἤθους, κύνας καὶ χοίρους καλουμένους· οἷς τὸ ἅγιον δι‐
20δόναι καὶ τοὺς μαργαρίτας τοὺς θείους ἀπεῖπεν ὁ σωτήρ· πρὸς τούτοις τοὺς φύσει κακοὺς λέγουσι τοὺς εἰρημένους λύκους ἅρπα‐ γας καὶ ἀλώπεκας, καὶ πάντας ἁπαξαπλῶς τοὺς ὀνόμασιν ἀλόγων ζώων δηλουμένους· ἐλεγκτέον οὖν αὐτοὺς ὡς οὐδεὶς ἐκείνων κατὰ φύσιν, ἀλλὰ κατὰ πρόθεσίν ἐστι κακὸς, ἐκ τῆς ἐγκειμένης ὀπτα‐
25σίας. τὸν γὰρ Πέτρον διδάξαι βουλόμενος ὁ Θεὸς μηδένα ἄνθρω‐ πον παραιτεῖσθαι ὡς κοινὸν ἢ ἀκάθαρτον ὄντα, σκεῦος ἐμφερές τι ὀθόνης ἐκ τοῦ οὐρανοῦ τέσσαρσιν ἀρχαῖς καθῆκεν ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ γένη τῶν ἀλόγων ζώων· ἀφ’ ὧν θύσας φαγεῖν ὁ Πέτρος προσετάττετο· ὁ δὲ ἀκμὴν ἐμμένων ἐν τῇ Ἰουδαϊκῇ
30συνηθείᾳ, αἰσθητὰ νομίσας τὰ ὁρώμενα, παρῃτήσατο εἰπὼν, κοινὸν ἢ ἀκάθαρτον μηδέποτε βεβρωκέναι· ταῦτα αὐτοῦ εἰρηκότος, ὁ χρησμὸς πρὸς αὐτόν· “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου·” ἀφ’ οὗ καὶ γνῶσιν λαβὼν, ὡς περὶ ἠθῶν ἀνθρώπων τούτων εἰρημένων, εἶπε δεδειχέναι αὐτῷ τὸν Θεὸν, ὡς οὐδεὶς κατὰ φύσιν ἀκάθαρτος ἀνθρώ‐
35πων· διὸ καὶ ἀναντιρρήτως ἀπαντῆσαι πρὸς τὸν Κορνήλιον, ὠφελη‐175

176

θῆναι θέλοντα σὺν παντὶ τῷ οἴκῳ τὴν εὐαγγελικὴν διδασκαλίαν· ὅθεν ἐπιδέδεικται τὰ τετράποδα καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ ἀναφορὰν ἔχοντα εἰς τὰς ἀνθρώπων καταστάσεις ὑπὸ Θεοῦ χαρισ‐ θέντα· οὐ διὰ φύσιν ἀντιπράττουσαν, τὸ ἅγιον ἢ τοὺς μαργα‐
5ρίτας κεκώλυται κυσὶν ἢ χοίροις διδόναι· ἀλλὰ διὰ προαίρεσιν χειρίστην ἣν καταλεῖψαι δυνατὸν, μηκέτι κύνα ἢ χοῖρον ὄντα. ἡ Συροφοινίκισσα γοῦν γυνὴ διὰ πίστιν ἐκ κυνὸς ἄνθρωπος γέγονεν· ὅθεν καὶ τὸν ἄρτον τῶν τέκνων παρέσχεν αὐτῇ ὁ Ἰησοῦς. “Ἐγένετο δὲ ἐπ’ αὐτόν,” φησιν, “ἔκστασις, καὶ θεωρεῖ τὸν οὐ‐
10“ρανὸν ἀνεῳγμένον.” Οἱ γυναικῶν παραπαιουσῶν ἑλόμενοι εἶναι μα‐ θηταὶ, οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Φρυγίας, φασὶ τοὺς προφήτας κατε‐ χομένους ὑπὸ τοῦ Ἁγίου Πνεύματος μὴ παρακολουθεῖν ἑαυτοῖς πα‐ ραφερομένοις κατὰ τὸν τῆς προφητείας καιρόν. δοκοῦσι δὲ ἀπόδειξιν ἔχειν ταύτης τῆς κακοδοξίας ἐκ τῆς προκειμένης γραφῆς λεγού‐
15σης ἐξεστακέναι τὸν Πέτρον· ἀλλ’ ἴστωσαν οἱ ἠλίθιοι, οἱ ἀληθῶς παραπαίοντες, ὡς πολλὰ σημαίνει ἡ λέξις αὕτη. δηλοῖ γὰρ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν· καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ποδη‐ γούμενον ἐπὶ τὰ πνευματικά· καὶ τὸ παρακόπτειν· ὅπερ οὐ λεκτέον οὔτε ἐπὶ Πέτρου, οὔτε τῶν προφητῶν· ἀλλὰ τὰ ἄλλα ἐκ τῆς
20λέξεως σημαινόμενα· ἀμέλει γοῦν ὁ ἐκστὰς Πέτρος παρηκολούθει, ὡς ἀπαγγέλλειν ἃ εἶδε καὶ ἤκουσε, καὶ τίνος σύμβολα τὰ δειχ‐ θέντα ἦν. Ταῦτα καὶ περὶ τῶν προφητῶν πάντων ἐρεῖς παρακο‐ λουθούντων οἷς ἔλεγον τὰ θεωρούμενα· σοφοὶ γὰρ ἦσαν νοοῦντες ἀπὸ τοῦ ἰδίου στόματος ἃ προέφερον· τοῦ Κυρίου μετὰ τὴν ἀνά‐
25στασιν φανερῶς ἐντειλαμένου μαθητεῦσαι πάντα τὰ ἔθνη· ἢ πῶς οἱ ἐν Ἱεροσολύμοις Ἀπόστολοι ἀκούσαντες τὰ κατὰ τὸν Κορνήλιον, διεκρίνοντο πρὸς τὸν Πέτρον· πάνυ μὲν οὖν ἐδεῖτο τῆς περὶ τῶν ἐθνῶν θείας ἀποκαλύψεως ὁ τῶν Ἀποστόλων ἔξαρχος Πέτρος ὁ πανάγιος· οὐ γὰρ ἐγίνωσκεν ὅτι περιτομῆς καὶ ἀκροβυστίας οὐκ
30ἔστι διαστολὴ κατὰ τὴν πίστιν· οὔτε μὴν ᾔδει σαφῶς ὅτι δίχα τῆς κατὰ νόμον φαινομένης λατρείας μαθητευθῆναι τὰ ἔθνη ὁ Κύριος εἶπεν, ἕως οὗ τῆς ἀπορρήτου βουλῆς αὐτοῦ καὶ ἀποκα‐
λύψεως ἐφανέρωσε τὸ μυστήριον· διά τε τοῦ κατὰ τὴν σινδόνα176

177

παραδείγματος πείσας, διά τε τῆς ἴσως τὴν πίστιν δοθείσης καὶ τοῖς ἔθνεσι χάριτος τοῦ Ἁγίου Πνεύματος, ὡς οὐκ ἔστιν ἐν Χριστῷ διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὅπερ καὶ οἱ ἐν Ἱεροσολύμοις ἀγνοοῦντες Ἀπόστολοι διεκρίνοντο πρὸς αὐτὸν, ἕως ἔμαθον καὶ
5αὐτοὶ τὸν ἐν ἀποκρύφοις πλοῦτον τῆς ἐπὶ πάντας ἀνθρώπους θείας χρηστότητος. θείας γὰρ ζωῆς καὶ καινῆς λατρείας παρὰ τὴν νομικὴν εἰσαγωγὴν, καὶ ψυχῆς ἑκουσίως σώματος ἑαυτὴν ἀπο‐ λυούσης καταγνώμην ὑπῆρχε διδαχῇ, καὶ ἄλλης ἀρχὴ θειοτέρας γενέσεως ὑποτύπωσις ἡ τοῦ κηρύγματος χάρις· καὶ διὰ τοῦτο τῆς
10τοῦ προστάξαντος ἔχρηζον ἐφ’ ἑκάστῳ λόγῳ διδαχῆς οἱ ταύτην πιστευθέντες τὴν διακονίαν· εἰ δέ τῳ μὴ δοκῶ τοῦ δέοντος εἶναι περιεργότερος, πᾶς λόγος θείας ἐντολῆς δεῖται πάντως τοῦ ἐπ’ αὐτῷ πρὸς ἐνέργειαν ὁρισθέντος τρόπου διδαχῆς καὶ ἀποκαλύψεως· οὐ γάρ ἐστι τὸ παράπαν τὸ διαγινῶσκον τόν τινος λόγου τρόπον
15χωρὶς τοῦ φαμένου τὸν λόγον ἀποκαλύψεως· ὅπερ εἰδὼς καὶ ὁ πανεύφημος Πέτρος, λαβὼν ἤδη παρὰ τοῦ Κυρίου τὸν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος λόγον, οὐκ ἐνεχείρησεν· ἀναμένων διδαχθῆ‐ ναι παρὰ τοῦ δόντος τὸν λόγον, τοῦ λόγου τὸν τρόπον. Καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον
20σκεῦός τι, ὡς ὀθόνην μεγάλην, Τοῦ Χρυσοστόμου. Σύμβολον τῆς οἰκουμένης ἁπάσης ὁ ἄν‐ θρωπος ἀκρόβυστος ἦν· οὐδὲ γὰρ κοινὸν εἶχε πρὸς Ἰουδαίους· ἔμελλον αὐτοῦ κατηγορεῖν ἅπαντες ὡς παραβάτου· τοῦτο πάνυ αὐτοῖς προσίστατο· ὅρα οὖν τί οἰκονομεῖται, ἵν’ ἔχῃ ἀπολογίαν
25πρὸς τοὺς ἐγκαλοῦντας, ὅ τι καὶ ἀντεῖπε· πάνυ γὰρ αὐτοὺς ἔδει τὸν νόμον φυλάττειν. εἰς ἔθνη ἐπέμπετο· ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατηγορήσωσιν, ὅρα πόσα οἰκονομεῖται· ἵνα γὰρ μὴ δόξῃ φαντασιά τις εἶναι, εἶπον, φησὶ, “μηδαμῶς Κύριε.” Εὐαγρίου. Αἱ τέσσαρες ἀρχαὶ τὰ τέσσαρα στοιχεῖα δηλοῦσι,
30καὶ τὸ φανὲν σκεῦος τὸν παχύτερον κόσμον σημαίνει· καὶ τὰ διά‐ φορα ζῶα τῆς τῶν ἀνθρώπων ἐστὶ καταστάσεως σύμβολα. Τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς
γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα· καὶ τὰ θηρία,177

178

καὶ τὰ ἑρπετὰ τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐ‐ ρανοῦ. Τέσσαρσιν εὐαγγελίοις δεδεμένην τὴν Ἐκκλησίαν, ἐν ᾗ ὑπῆρχε πάντα τὰ ἔθνη.
5 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτὸν, ἀναστὰς, Πέτρε, θῦ‐ σον καὶ φάγε. ὁ δὲ Πέτρος εἶπε, μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. Ἴσως ἐπὶ γόνατα κείμενος εἶδε τὴν ὀπτασίαν· ἐμοὶ δοκεῖ καὶ κήρυγμα τοῦτο ὅτι θεῖον ἦν τὸ γενόμενον· τό τε ἄνωθεν ἰδεῖν, τό τε
10ἐν ἐκστάσει γενέσθαι, καὶ τὸ φωνὴν ἐκεῖθεν ἥκειν, καὶ τὸ τρὶς ὁμολογῆσαι ὅτι ἀκάθαρτα ἦν, καὶ τὸ ἐκεῖθεν ἥκειν, καὶ τὸ ἐκεῖ ἀνασπασθῆναι μέγα δεῖγμα καθαρότητος. διατί δὲ καὶ τοῦτο γίνεται; διὰ τοὺς μετὰ ταῦτα, οἷς μέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤκουσεν, ὅτι “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε·” εἰ γὰρ καὶ περιτομῆς
15ἐδεήθη καὶ θυσίας ὁ Παῦλος, πολλῷ μᾶλλον τότε, ἐν ἀρχῇ τοῦ κηρύγματος ἀσθενεστέρων ὄντων αὐτῶν. Τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου ἐκ τοῦ α βιβλίου τῶν Παναρίων κατὰ Ἐβιωναίων. Εὑρεθήσεται ἐκ δύο τρόπων τῆς ἀληθείας ἡ σύστασις· εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν
20βρωμάτων διεξεληλυθέναι λόγον τὸν ἅγιον Πέτρον, καὶ λέγειν ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον, ὡς καὶ βόας καὶ αἶγας, καὶ πρό‐ βατα καὶ ὄρνις κοινὰ λέγεσθαι παρ’ αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς· μετὰ γὰρ τὸ γῆμαι, καὶ τέκνα κεκτῆσθαι, καὶ πενθερὰν ἔχειν, συνέτυχε τῷ Σωτῆρι ἐξ Ἰου‐
25δαίων ὁρμωμένος· Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι, καὶ κρεω‐ φαγία παρ’ αὐτοῖς οὐκ ἔστι βδελυκτὴ, οὐδὲ ἀπηγόρευται· ἄρα οὖν αὐτοῦ βεβρωκότος ἀπ’ ἀρχῆς, εἰ καὶ εὐθέως τοῦ συναντῆσαι τῷ Σωτῆρι εἴποιμεν, δειχθήσεται ὅτι οὐδὲν ἡγήσατο κοινὸν τῶν οὐ κοινῶν λεγομένων· καὶ γὰρ οὐ κατὰ πάντων ἀπεφήνατο τὸ κοινὸν
30καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρ‐ των· πάλιν δὲ τούτου δειχθέντος, ὅτι οὐ περὶ πάντων κρεῶν ἔλεγεν ὡς κοινῶν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ Θεὸς τῆς ἁγίας Χριστοῦ Ἐκκλησίας τὸν χαρακτῆρα παραδοὺς,
ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· πάντα γὰρ αὐτῷ ἐστι καθαρὰ178

179

μετὰ εὐχαριστίας καὶ εὐλογίας Θεοῦ λαμβανόμενα· ἀλλ’ εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἢ ἀκαθάρτους, ὅμως ὁ λόγος τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ἔμφασιν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπ‐
5ηγορευμένων, ὡς καὶ παντὶ σαφὲς ἂν εἴη. Ἀμμωνίου. Μᾶλλον ἢ πάντα ἀκάθαρτα ἦν ἐν τῷ σκεύει τῷ ὀθονοειδεῖ, ἢ δεικτικῶς ἡ φωνὴ αὐτῷ ἐσήμανεν ἐκ τῶν ἀκαθάρτων φαγεῖν· ἢ καὶ κοινῷ ὀνόματι ἀορίστως εἰποῦσα ἡ φωνὴ, ἀναστὰς, φάγε ὃ δοκεῖ σοι ἐκ τῶν φαινομένων, ἐποίησε τὸν Πέτρον εἰπεῖν,
10“μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινόν·” “τοῦτο δὲ “ἐγένετο ἐπὶ τρίς.” Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτὸν, Τοῦ Ἁγίου Κυρίλλου Ἐκ Τοῦ Δευτέρου Τεύχους Τῶν Κατὰ Ἰουλιανοῦ. Τοῦ θεσπεσίου Πέτρου ἐπὶ τοῖς Ἰουδαίοις ἔθεσιν
15ἐμφιλοχωρεῖν ἐθέλοντος, καὶ οἷον ὀκνοῦντος ἰέναι πρὸς τὰ βελτίω, διὰ τὸ ἡττῆσθαι δεινῶς τῇ περὶ τοὺς τύπους αἰδοῖ, καθίησι τὴν ὀθόνην ἐξ οὐρανοῦ Θεὸς, ἐγγεγραμμένων αὐτῇ τῶν ζώων, ἃ ταῖς τοῦ νόμου ψήφοις αἰνιγματώδως μὲν, ὡς ἔφην, πλὴν ὡς βέβηλα κατεκρίνετο· καὶ δὴ καὶ σφάττειν ἐκέλευε, καὶ εἴπερ ἕλοιτο ποι‐
20εῖσθαι τροφήν· ἀλύοντος δὲ καὶ οὕτω τοῦ μαθητοῦ, καὶ δὴ καὶ λέγοντος Ἰουδαϊκῶς, “μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν “κοινὸν καὶ ἀκάθαρτον·” οὐδὲ εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον· φωνὴ κατεδόθη, μονονουχὶ καὶ ἐπιπλήττοντος αὐτῷ τοῦ Θεοῦ, λέγοντός τε σαφῶς, “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου·”
25εἶτα συνῆκεν εὐθὺς, ὡς ἐνειστήκει καιρὸς τοῦ μεταπλάττεσθαι δεῖν πρὸς ἀλήθειαν τὰς σκιάς. ἡ δέ γε τῶν τύπων εἰς ἀλήθειαν μεταφοίτησις, ἀποπεραίνει μᾶλλον αὐτοὺς, καὶ οὐ καθάπερ οἴον‐ ταί τινες εἰκῆ τεθειμένους ἀποφήνειεν ἄν· οὐκοῦν οὐ ποτὲ μὲν ὁ νομοθέτης καθαρὸν οἶδε τὸν σῦν, ἤγουν τὰ ἕτερα, ποτὲ δὲ οὐχί·
30ἀλλ’ οἶδεν εὖ γεγονότα· οὐκοῦν εἰ καὶ μὴ πρόσεστιν ὑσὶ τὸ μαρυ‐ κᾶσθαι τυχὸν, ἀλλ’ οὖν οὐκ ἀκάθαρτον· ἐδώδιμον δὲ μᾶλλον ἐστὶ τὸ ζῶον κατὰ μίαν· εἰ δέ τινας κατ’ οὐδένα τρόπον, τόγε ἧκον εἰς ἰδίαν φύσιν· τύποι γὰρ, ὡς ἔφην, ὁ νόμος, καὶ σκιαὶ μέχρι καιροῦ
διορθώσεως ἐπικείμεναι.179

180

Τοῦ Χρυσοστόμου. Δοκεῖ μὲν πρὸς αὐτὸν λέγεσθαι ἡ φωνὴ, τὸ δὲ πᾶν πρὸς Ἰουδαίους λέγεται· εἰ γὰρ ὁ διδάσκαλος ἐπιτιμᾶ‐ ται, πολλῷ μᾶλλον οὗτοι· ἡ οὖν γῆ τουτέστιν ἡ σινδὼν, τὰ δὲ ἐν αὐτῇ θηρία οἱ ἐξ ἐθνῶν· τὸ δὲ “θῦσον καὶ φάγε,” ὅτι κἀκείνοις
5δεῖ προσιέναι· τὸ δὲ τρίτον τοῦτο γενέσθαι τὸ βάπτισμα. Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Εἰρηναίου. Τοῦ Πέτρου τὴν ἀποκάλυψιν ἰδόντος, ἐν ᾗ ἡ οὐράνιος εἶπεν αὐτῷ φωνὴ, “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου·” τοῦθ’ ὅτι διὰ τοῦ νόμου μεταξὺ καθαρῶν καὶ ἀκαθάρτων διαστείλας
10ὁ Θεὸς, οὗτος κεκαθάρικε τὰ ἔθνη διὰ τοῦ αἵματος τοῦ παιδὸς αὐτοῦ, ὃν καὶ ὁ Κορνήλιος ἐσέβετο. Τοῦ Χρυσοστόμου. Πολλὴ ἡ τόλμα· διατί ἀντεῖπε; ἵνα μή τις εἴπῃ ὅτι ἐπείραζεν ὁ Θεὸς ὥσπερ ἐπὶ τοῦ Ἀβραάμ· διὰ τοῦτο φησὶν, οὐχὶ ἀντιλέγων· ὥσπερ οὖν καὶ πρὸς τὸν Φίλιππον ἔλεγε
15“πόσους ἄρτους ἔχετε” οὐχ ἵνα μάθῃ, ἀλλὰ πειράζων αὐτόν· καὶ μὴν αὐτός ἐστιν ὁ περὶ καθαρῶν καὶ ἀκαθάρτων διαλεχθεὶς ἀν‐ θρώπῳ· ἀλλὰ καὶ ἐκεῖ τετράποδα ἦν, καὶ οὐδὲ οὕτως ᾔδει. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
20 Ἀμμωνίου. Τὸ τῆς Τριάδος δείκνυσιν αὐτῷ τὸ ἀληθὲς τῆς ὀπτασίας· ὥσπερ καὶ ἡ εἰς Τριάδα πίστις τὴν ἀληθῆ θεοσέβειαν παρίστησιν. Ὡς δὲ ἐν αὐτῷ διηπόρει ὁ Πέτρος, τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ
25Κορνηλίου, Τοῦ Χρυσοστόμου. Εὐκαίρως ἔρχονται οἱ ἄνδρες τὴν ἀπορίαν λύοντες· ἐπεὶ καὶ τὸν Ἰωσὴφ πρότερον εἴασε θορυβηθῆναι ὁ Χρι‐ στὸς, καὶ τότε τὸν ἄγγελον πέμπει· εὐκόλως γὰρ ἡ ψυχὴ δέχεται τὴν λύσιν, πρότερον ἐν ἀπορίᾳ γενομένη· οὔτε πρὸ τούτου, ἀλλὰ
30περὶ τὸν καιρὸν καθ’ ὃν ἠρώτησαν εἰ ἐκεῖ ἐξενίζετο. Διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα· Τοῦ αὐτοῦ. Ἅτε ὡς εὐτελῆ οἰκίαν κάτωθεν ἐπυνθάνοντο, τοὺς
γείτονας ἠρώτων.180

181

Καὶ φωνήσαντες ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλού‐ μενος Πέτρος ἐνθάδε ξενίζεται. τοῦ δὲ Πέτρου διανοου‐ μένου περὶ τοῦ ὁράματος, εἶπε τὸ Πνεῦμα αὐτῷ, Τοῦ αὐτοῦ. Καὶ πάλιν τοῦτο ἀπολογία Πέτρου πρὸς τοὺς
5μαθητὰς, ἵνα μάθωσιν ὅτι καὶ διεκρίθη καὶ ἐπαιδεύθη μὴ διακρί‐ νεσθαι. Ἀμμωνίου. Σημειωτέον ὅτι οὐ δεῖ τινὰ ἑαυτῷ αὐθεντεῖν καὶ καινοτομίας εἰσάγειν ἐν τῇ πίστει· ὅπου μετὰ ὀπτασίαν ὁ Πέτρος τοσοῦτον διηπόρει, ὥστε καὶ Πνεῦμα αὐτὸν προτρέψασθαι· δεῖ
10οὖν καὶ θείας προτροπῆς ἐν τοῖς δοκοῦσι παρὰ κανόνα γίνεσθαι, ὡς καὶ ἄνω ἐπὶ τοῦ βαπτίσματος Φιλίππου σεσημείωται· ὃν εἶπον διάκονον ὄντα μὴ δύνασθαι δίχα ἀνάγκης βαπτίζειν. Ἰδοὺ, ἄνδρες τρεῖς ζητοῦσί σε· ἀλλὰ ἀναστὰς κατά‐ βηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· ὅτι
15ἐγὼ ἀπέσταλκα αὐτούς. Τοῦ Χρυσοστόμου. Πολλὴ τοῦ Πνεύματος ἡ ἐξουσία· ὃ γὰρ ποιεῖ ὁ Θεὸς, τοῦτο λέγεται τὸ Πνεῦμα ποιεῖν· ὁ μὲν γὰρ ἄγγε‐ λος οὐχ οὕτως· ἀλλὰ πρῶτον εἶπεν, “αἱ εὐχαί σου καὶ ἐλεημο‐ “σύναι σου·” ἵνα δείξῃ ὅτι ἐκεῖθεν ἀπέσταλται· τὸ δὲ Πνεῦμα
20οὐχ οὕτως· ἀλλ’ ὅτι “αὐτοὺς ἐγὼ ἀπέσταλκα.” Τοῦ αὐτοῦ. Καὶ οὐκ εἶπε, διὰ γὰρ τοῦτο ὅραμά σοι ὤφθη· ἀλλ’ “ἐγὼ αὐτοὺς ἀπέσταλκα·” οὕτω δεῖ τῷ Πνεύματι πείθεσθαι, εὐθύνας οὐκ ἀπαιτοῦντα· ἀρκεῖ πρὸς πᾶσαν πληροφορίαν τὸ ἀκοῦ‐ σαι παρ’ αὐτοῦ· τόδε ποιῆσον· τόδε πίστευσον· μηδὲν πλέον.
25 Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας τοὺς ἀπεσταλ‐ μένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὐτὸν, εἶπεν, ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία, δι’ ἣν πάρεστε; Τοῦ αὐτοῦ. Εἶδε στρατιώτην· εἶδεν ἄνθρωπον· οὐκ ἐφοβήθη λοιπὸν, ἀλλὰ πρότερον ὁμολόγησας αὐτὸς εἶναι καὶ ζητήσας, τότε
30τὴν αἰτίαν πυνθάνεται· ἵνα μὴ νομισθῇ διὰ τοῦτο τὴν αἰτίαν πυνθάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι· ἵνα ἂν μὲν εὐθέως κατεπείγει, καὶ συνεξέλθῃ· ἂν δὲ μὴ, ἵνα ξενίσῃ εἰς τὸν οἶκον αὐτούς.
Οἳ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος181

182

καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων. Τοῦ αὐτοῦ. Λέγουσι τὰ ἐγκώμια, ὥστε πεῖσαι, ὅτι καὶ ἄγγελος ὤφθη αὐτῷ· ὅρα πόθεν ἡ ἀρχὴ γίνεται τῶν ἐθνῶν· ἀπὸ ἀνδρὸς εὐσε‐
5βοῦς ἀξίου φανέντος ἀπὸ τῶν ἔργων· εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅμως σκανδαλίζονται, εἰ μὴ τοῦτο ἦν· τί οὐκ ἂν ἐγένετο; ὅρα πόση ἀσφάλεια, ὥστε μηδὲν αὐτοὺς παθεῖν δεινόν. Ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου, μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
10 Τοῦ αὐτοῦ. Μὴ καταφρονήσῃς· οὐχ ὡς καταφρονῶν ἔπεμψεν, ἀλλ’ ἐκελεύσθη οὕτως. Ὅτι μετασταλεὶς ὁ Πέτρος ἦλθε πρὸς Κορνήλιον. Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τοῦ αὐτοῦ. Μετὰ παρρησίας λοιπὸν καὶ συνδιαιτᾶται, καὶ
15ἦλθον σὺν αὐτῷ ἄλλοι. Τῇ ἐπαύριον ἀναστὰς ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ· καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Τοῦ Χρυσοστόμου. Καλῶς πρότερον φιλοφρονεῖται τοὺς ἄν‐
20δρας, ἅτε ἀπὸ καμάτου ὄντας, καὶ οἰκειοῖ ἑαυτῷ· καί τινες ἔρχον‐ ται μετ’ αὐτοῦ· καὶ τοῦτο οἰκονομικῶς, ὥστε εἶναι μάρτυρας μετὰ ταῦτα, ὅταν ἀπολογεῖσθαι δέῃ Πέτρον. Τοῦ αὐτοῦ. Ἐπίσημος ἦν ὁ ἀνὴρ, καὶ ἐν ἐπισήμῳ πόλει τυγ‐ χάνων· διὰ τοῦτο πάντα γίνεται· καὶ ἀπὸ τῆς Ἰουδαίας ἀρχὴν
25λαμβάνει τὸ πράγμα· οὐχὶ ἐν ὕπνῳ ὤφθη, ἀλλ’ ἐγρηγορότι· ἐν ἡμέρᾳ, περὶ ὥραν ἐνάτην οὕτως αὐτῷ προσεῖχεν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκελεσά‐ μενος τοὺς συγγενεῖς αὐτοῦ, καὶ τοὺς ἀναγκαίους φί‐ λους.
30 Τοῦ αὐτοῦ. Τοῦ φίλου τοῦτο θεοσεβοῦς, ἐν τοῖς τοιούτοις ἀγα‐ θοῖς πάντων ποιεῖσθαι κοινωνοὺς τοὺς ἀναγκαίους φίλους· εἰκότως οἷς ἐθάρρει ἀεὶ περὶ τοιούτων ὄντος αὐτῷ τοῦ ἀγῶνος· φοβούμενος
τοῖς ἄλλοις ἐγχειρίσαι. ἐμοὶ δὲ καὶ φίλοι καὶ συγγενεῖς παρ’ αὐ‐182

183

τοῦ δοκοῦσιν εὐωχεῖσθαι· ὅρα πῶς ἐπίστευσεν ὅτι πάντως ἥξει ὁ Πέτρος. Ὡς δὲ ἐγένετο εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνη‐
5σεν. Τοῦ αὐτοῦ. Τοῦτο καὶ τοὺς ἄλλους παιδεύων, καὶ τῷ Θεῷ εὐ‐ χαριστῶν, καὶ τὸ ταπεινὸν αὐτοῦ ἐνδεικνύμενος. Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι, καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι· καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε·
10καὶ εὑρίσκει συνεληλυθότας πολλούς. Τοῦ αὐτοῦ. Ὅρα πῶς πρὸ τῶν ἄλλων τοῦτο αὐτοὺς παιδεύ‐ ουσι, μηδὲν μέγα περὶ αὐτὸν φαντάζεσθαι. Ἀμμωνίου. Εἰ ὁ Πέτρος ὁ τοσοῦτος οὐκ ἠνέσχετο τοῦ προσ‐ πεσόντος αὐτῷ, ἶσον ἑαυτὸν ποιῶν τῷ Κορνηλίῳ, καὶ ταῦτα ἔτι ὄντι
15ἐθνικῷ, τί δεῖ εἰπεῖν περὶ τῶν λοιπῶν ἀνθρώπων; Ἔφη τε πρὸς αὐτοὺς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσεύχεσθαι ἀλλο‐ φύλῳ. Τοῦ Χρυσοστόμου. Ὅρα εὐθέως περὶ τῆς τοῦ Θεοῦ φιλαν‐
20θρωπίας διαλέγεται· καὶ δείκνυσιν ὅτι μεγάλα αὐτοῖς ἐχαρίσατο ὁ Θεός· καὶ ὅρα πῶς ὁμοῦ καὶ μεγάλα φθέγγεται, καὶ μετριάζει· οὐ γὰρ εἶπεν, ἄνθρωποι, μηδενὶ καταξιοῦντες κολλᾶσθαι ἤλθομεν πρὸς ὑμᾶς, ἀλλάγε, ὑμεῖς ἐπίστασθε, ὁ Θεὸς τοῦτο ἐκέλευσε παρά‐ νομον εἶναι κολλᾶσθαι ἣ προσεύχεσθαι ἀλλοφύλῳ.
25 Καί μοι ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Εἰρηναίου. Διὰ τῶν λόγων τούτων σημαίνων ὅτι οὐκ ἂν ἐπε‐ πορεύετο πρὸς αὐτοὺς, εἰ μὴ κεκέλευστο· ἴσως γὰρ οὐδὲ τὸ βά‐ πτισμα οὕτως εὐχερῶς ἔδωκεν αὐτοῖς, εἰ μὴ τοῦ Πνεύματος τοῦ
30Ἁγίου ἐπαναπαύοντος αὐτοῖς, προφητεύοντας αὐτοὺς ἀκηκόει·
καὶ διὰ τοῦτο ἔλεγε· “μή τις τὸ ὕδωρ κωλύσαι δύναται τού‐183

184

“τους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;” πεί‐ θων ἅμα τοὺς συμπαρόντας καὶ σημαίνων, ὅτι εἰ μὴ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς ἐπαναπέπαυτο, ἦν ὁ κωλύσων αὐτοὺς τοῦ βαπτίσματος.
5 Τοῦ Χρυσοστόμου. Ἵνα μηδεὶς οὕτω τὴν χάριν ἔχῃ, ταῦτά φησιν· ἵνα μὴ δόξῃ κολακεύειν αὐτόν. Ἀμμωνίου. Σημειωτέον ὅτι αὐτὸς ὁ Θεὸς ἐπέτρεψε τῷ Χρι‐ στιανῷ λαῷ, μηδένα ἄνθρωπον κοινὸν ἢ ἀκάθαρτον λέγειν, ἀλλὰ συνεῖναι αὐτοῖς· ἅτε ἐλπίδα ἔχοντες τοῦ πιστεύειν μάλιστα εἰς
10τὸν Χριστόν. Διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Ἵνα μὴ νομίσωσιν ὅτι παρανομία ἦν τὸ πρᾶγμα, μὴ δὲ νομίσῃ ἐπειδὴ ἄρχων ἦν διὰ τοῦτο ὑπήκουσεν· ἀλλὰ τὸ πᾶν τῷ Θεῷ λογί‐ σωνται. οὐ μόνον κολλᾶσθαι ἀλλ’ οὐδὲ προσέρχεσθαι ἐξῆν.
15 Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με. Τοῦ αὐτοῦ. Ἤδη τὸ πᾶν ὁ Πέτρος ἤκουσε καὶ παρὰ τῶν στρατιωτῶν, ἀλλὰ πρῶτον βούλεται αὐτοὺς ὁμολογῆσαι, καὶ ὑπευ‐ θύνους ποιῆσαι τῇ πίστει· ἤκουσε γὰρ παρὰ τῶν στρατιωτῶν. Καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι
20ταύτης τῆς ὥρας, ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου. “Τὴν ἐνάτην ὥραν,” φησὶ, “προσευχόμενος,” τί ἐστι τοῦτο; ἐμοὶ δοκεῖ καιροὺς οὗτος ὡρικέναι ἑαυτῷ βίου ἀκριβεστέρου· καὶ ἔν τισιν ἡμέραις· διὰ γὰρ τοῦτο εἶπεν “ἀπὸ τετάρτης ἡμέρας·” ὅρα
25πόσον ἐστὶν εὐχή· ὅτε ἐπέδωκεν εἰς εὐλάβειαν, τότε φαίνεται αὐτῷ ὁ ἄγγελος. αὕτη μία ἡμέρα, καὶ ἣν ἀπῆλθον οἱ πεμφθέντες παρὰ Κορνηλίου, μία· καὶ ἣν ἦλθον, μία· καὶ τετάρτη ἐφάνη ὡσεὶ τρίτην ὥραν μεθ’ ἣν προσηύξατο. Καὶ ἰδοὺ, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
30καὶ φησί.
Τοῦ Χρυσοστόμου. Οὐ λέγει ἄγγελος· οὕτως ἐστὶν ἄτυφος.184

185

Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημο‐ σύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ· πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, παρὰ
5θαλάσσαν· ὃς παραγενόμενος λαλήσει σοι. ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Τοῦ Χρυσοστόμου. Ἵνα δείξῃ ἑαυτὸν ἄξιον ὄντα· ἐπειδὴ εἶπεν, “ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν Ἰουδαίῳ κολλᾶσθαι, ἢ συνεύ‐ “χεσθαι ἀλλοφύλῳ·” οὐκ ἔστι τοῦτο κενοδοξίας· “πάντες ὑμεῖς
10“ἐπίστασθε,” φησὶ, καὶ τὴν ἐκείνων κατεγγυήται γνώμην. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου. Τοῦ αὐτοῦ. Ὅρα ὅση πίστις· ὅρα ὅση εὐλάβεια· ᾔδει ὅτι οὐδὲν ἀνθρώπινον εἶπε Πέτρος· ὅτι ὁ Θεὸς ἔδειξέ μοι, φησί· λέγει
15λοιπὸν οὗτος, “πάρεσμεν ἀκοῦσαι τὰ προστεταγμένα σοι ὑπὸ τοῦ “Κυρίου.” Τοῦ αὐτοῦ. Οὐχὶ ἐνώπιον ἀνθρώπου ἀλλὰ τοῦ Θεοῦ· οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις· εἴδετε διάνοιαν διεγηγερμένην· εἴδετε πῶς ἄξιος ἦν πάντων τούτων.
20 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· ἐπ’ ἀλη‐ θείας καταλαμβάνομαι. Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Τρανῶς σημαίνει ὅτι ὃν πρότερον Θεὸν ἐφοβεῖτο ὁ Κορνήλιος, τὸν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν κατηχεῖτο, δι’ ὧν καὶ τὰς ἐλεημοσύνας ἐποίει, οὗτος
25ἐπ’ ἀληθείας ἐστὶ Θεός· ἔλειπε δὲ αὐτῷ ἡ τοῦ Υἱοῦ γνῶσις. Ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, Τοῦ Χρυσοστόμου. Τουτέστιν ἄν τε ἀκρόβυστος ᾖ, ἄν τε ἐμπερίτομος· τί οὖν φησι; δεκτὸς αὐτῷ ἐστὶν ὁ ἐν Περσίδι; ἂν ᾖ ἄξιος· ταύτῃ δεκτός ἐστι τῷ καταξιωθῆναι τῆς πίστεως· τὸν
30ἐξ Αἰθιοπίας εὐνοῦχον οὐ περιεῖδε· τί οὖν ἂν εἴποι τις περὶ τῶν θεοσεβῶν τῶν περιοφθέντων; οὐκ ἔστι τινὰ περιοφθῆναί ποτε· ὁ δὲ
λέγει τοῦτό ἐστιν, ὅτι οὐδένα ἀπωθεῖται.185

186

Τοῦ αὐτοῦ. Τουτέστιν οὐ προσώπων ποιότητα, ἀλλὰ πραγμά‐ των ἐξετάζει διαφοράν. Τοῦ αὐτοῦ. Ὡς ὅταν λέγῃ Παῦλος, “ὅταν γὰρ ἔθνη τὰ μὴ “νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ,” καὶ δόγμα τίθησι καὶ
5πολιτείαν· εἰ γὰρ μάγους οὐ περιεῖδεν, οὐδὲ Αἰθίοπα, οὐδὲ λῃστὴν, οὐδὲ πόρνην, πολλῷ μᾶλλον τοὺς ἐργαζομένους δικαιοσύνην καὶ βουλομένους πάντως. Τοῦ αὐτοῦ. Προσίεται γὰρ ἅπαντας τοὺς τῶν ἀγαθῶν ἐπιτη‐ δευμάτων ἐργάτας ὁ φιλαρέτας ἡμῶν Χριστός.
10 Ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζό‐ μενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. Ἐὰν προσδράμῃ τῷ βαπτίσματι τῷ θείῳ, ἀποστὰς τῆς προτέ‐ ρας πλάνης, ἤγουν τῆς προλαβούσης. Τοῦ Χρυσοστόμου. Τὴν πᾶσαν φησὶν ἀρετὴν ἐν τάξει ἀπερ‐
15ριμμένων εἶναι. Ἀμμωνίου. Πρὸ τοῦ οὖν δέξασθαι τὸν δικαιοπραγοῦντα διὰ τῆς εἰς ἑαυτὸν πίστεως ὁ Χριστὸς εἰς τὴν Ἐκκλησίαν, καὶ πιστεύ‐ σῃ τοῖς θείοις καὶ ἀληθίνοις δόγμασιν, ἀπρόσδεκτος ὢν, οὐκ εἰσέρχεται εἰς τὴν τῶν οὐρανῶν βασιλείαν.
20 Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγε‐ λιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ, οὗτός ἐστι πάν‐ των Κύριος· ὑμεῖς οἴδατε τὸ ῥῆμα τὸ γενόμενον καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης.
25 Τοῦ Χρυσοστόμου. Ταῦτα λέγει καὶ διὰ τοὺς παρόντας· ἵνα καὶ ἐκείνους πείσῃ· διὰ τοῦτο ἀναγκάζει τὸν Κορνήλιον εἰπεῖν· καὶ δίδωσιν αὐτοῖς τοῖς υἱοῖς Ἰσραὴλ τὸ ἐξαίρετον. Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει.
30Ἐξ ἀνεπιγράφου. Ἐπειδὴ ἐκένωσεν ἑαυτὸν, καὶ παραπλησίως186

187

ἡμῖν μέτεσχεν αἵματος καὶ σαρκός· καὶ ταῦτα ἅπερ ἔχει κατὰ φύσιν ὡς Θεὸς, λαμβάνειν λέγεται διὰ τὸ ἀνθρώπινον· δέχεται γὰρ οὐχ ἑαυτῷ, μᾶλλον δὲ καθ’ ὃ Θεὸς Λόγος ἐστίν· ἴδια γὰρ ἦν αὐ‐ τοῦ· ἀλλ’ ἡμῖν ὡς ἐν ἀπαρχῇ δι’ ἑαυτοῦ.
5 Διδύμου. Ἰστέον ὡς ἡ τάξις ἡ κατὰ τὴν ἐπαγγελίαν τῆς προφορᾶς, οὐ πάντως ἕπεται τῇ τῶν σημαινομένων πραγμάτων ἁρμονίᾳ· εἰ καί ποτε συμπίπτει τοῦτο· διὸ καὶ πραττόμενον ἐν τῇ προφορᾷ τῆς δυνάμεως τοῦ Θεοῦ εὑρίσκεται τὸ Πνεῦμα, οὐ δεῖ νομίζειν ὅτι οὕτω καὶ τὰ σημαινόμενα ἔχει· ἅμα γὰρ καὶ ἀδιαί‐
10ρετον φρονοῦντες εἶναι τὴν Τριάδα, οὐδὲ περὶ οὐσιώδους διαφορᾶς ἐννοοῦμεν· τῷ μὴ ἐκ διαφόρων συμπληροῦσθαι τὸν Πατερὰ καὶ τὸν Υἱὸν, ἢ τὸ Ἅγιον Πνεῦμα· διὸ κἂν λέγηται ὁ Ναζωραῖος Ἰησοῦς, ὁ ἐκ τῆς παρθένου κυηθεὶς, κεχρίσθαι Πνεύματι Ἁγίῳ καὶ δυνάμει, οὐχ ἕτερόν τι ἐκ τῆς λέξεως μανθάνομεν, ἢ ὅτι Πνεύ‐
15ματος Ἁγίου καὶ τῆς τοῦ Θεοῦ δυνάμεως ἐπισκιασάσης αὐτῇ, ἵνα τέκῃ τὸν Ἐμμανουήλ· φαμὲν οὖν τὸ κυηθὲν μὴ ἐξ ἀνδρὸς, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως γεγονέναι. Ὣς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς κατα‐ δυναστευομένους ὑπὸ τοῦ διαβόλου.
20 Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν δείκνυσι πολλὰς πηρώσεις διαβολικὰς, καὶ διαστροφὴν σωμάτων ὑπ’ ἐκείνου γεγενημένας, ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν. Ἦν γὰρ καὶ τὰς ψυχὰς τῶν ἀν‐ θρώπων δι’ ἀπιστίας πεδήσας ὁ Σατανᾶς, καὶ τὰ σώματα λωβη‐ σάμενος, κατὰ τὸ, “ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ὁλοκληρία.”
25 Ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ· καὶ ἡμεῖς μάρτυρες πάν‐ των ὧν ἐποίησεν ἐν τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον, κρεμάσαντες ἐπὶ ξύλου· τοῦτον ὁ Θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐ‐ τὸν ἐμφανῆ γενέσθαι.
30 Τοῦ Χρυσοστόμου. Πάλιν τὰ ταπεινά. Καὶ μεθ’ ἕτερα—Ὅτε ἔδειξεν ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, τότε λέγει ὅτι ἀνῃρέθη· ἵνα
μή τι ἄτοπον φαντασθῇς. ὁρᾶς αὐτοὺς οὐδαμῶς κρύπτοντας τὸν187

188

σταυρόν· ἀλλὰ μετὰ τῶν ἄλλων τιθέντας, καὶ τὸν τρόπον, “ὃν καὶ “ἀνεῖλον,” φησὶ, “κρεμάσαντες ἐπὶ ξύλου.” Οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειρο‐ τονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν,
5 Τοῦ αὐτοῦ. Καίτοι γε αὐτοὺς αὐτὸς ἐξελέξατο· ἀλλὰ καὶ τοῦτο ἀνατίθησι τῷ Θεῷ, “τοῖς προκεχειροτονημένοις” φησίν· ὅρα πόθεν τὴν ἀνάστασιν βεβαιοῦται· διατί μηδὲν ἀναστὰς ἐποίησε σημεῖον, ἀλλ’ ἔφαγε καὶ ἔπιεν; ὅτι αὐτὴ ἡ ἀνάστασις μέγα ση‐ μεῖον ἦν· ταύτης δὲ οὐδὲν οὕτω σημεῖον ὡς τὸ φαγεῖν καὶ πιεῖν.
10“διαμαρτύρασθαι” φησὶ, φοβερῶς· ἵνα μὴ ἔχωσιν εἰς ἄγνοιαν κατα‐ πεσεῖν· καὶ οὐκ εἶπεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλ’ ὃ μᾶλλον αὐτοὺς ἐφόβει, ἡ καιρία κατασκευὴ ἡ ἀπὸ τῶν προφητῶν· μεγάλην γὰρ δόξαν εἶχον ἐκεῖνοι. ὅτε τῷ φόβῳ κατέσεισε, τότε ἐπάγει τὴν συγχώρησιν, οὐ παρ’ αὐτοῦ λεγομένην, ἀλλὰ παρὰ τῶν
15προφητῶν. Οἵ τινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κή‐ ρυξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
20 Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας ἐκ τῆς πρὸς Ἀνα‐ στασίαν διάκονον ἐπιστολῆς. Καὶ μὴν καὶ καινὴν βρῶσιν συνέφαγεν, οὐ κατὰ τὴν προτέραν τάξιν ἣν συνήσθιεν αὐτοῖς καὶ συνέπιε πρὸ τῆς ἀναστάσεως. τότε γὰρ κατὰ πάντα χωρὶς ἁμαρ‐ τίας ὁμοιωθεὶς ἡμῖν, ἤσθιε καὶ ἔπινε καθάπερ ἡμεῖς· ἑκὼν ἐνδιδοὺς
25τῇ σαρκὶ τὴν τῆς τροφῆς χρείαν ἐπιζητεῖν· διὸ καὶ τὸ τῆς πεινῆς βουλόμενος προσείκατο πάθος· μετὰ δέ γε τὴν ἀνάστασιν οὐκέτι κατὰ χρείαν ἔφαγε καὶ ἔπιεν, ἀλλὰ μόνον πιστούμενος καὶ ἐπι‐ δεικνὺς τοῖς οἰκείοις μαθηταῖς· καὶ τοῖς μετὰ ταῦτα δεῖ κεινῶν πιστεύειν μέλλουσι τὴν ἀληθῆ φύσιν τοῦ σώματος· ὃ καὶ πέπονθεν
30ἑκὼν καὶ ἀνέστη θεοπρεπῶς, πανταχόθεν ἀπελαύνων τὴν τῆς ἐπα‐ ράτου δοκήσεως καὶ φαντασίας ὑπόνοιαν. ταύτην οὖν καὶ καινὴν βρῶσιν καὶ πόσιν ἐκάλεσε τὴν μετὰ τὴν ἀνάστασιν γενομένην
αὐτῷ μετὰ τῶν μαθητῶν, οὐ κατὰ τὴν προτέραν συνήθειαν.188

189

Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ αἵματος αὐτοῦ πάντα τὸν πι‐ στεύοντα εἰς αὐτόν. Ἐξ ἀνεπιγράφου. Ὅσοι, φησὶ, προφῆται ἐλάλησαν περὶ
5ἁμαρτιῶν ἀφέσεως, ἐν τούτῳ τῷ Ἰησοῦ εἶπαν αὐτὰς ποιεῖσθαι· οὕτω καὶ Ἠσαΐας τὸ αὐτοῦ εἰσφέρον πρόσωπον λέγει, “ἐγώ εἰμι “ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ τὰς ἀνομίας σου.” Διδύμου. Εἴ τις μετανοῶν ἐφ’ οἷς ἔπραξε κακοῖς, πιστεύσας εἰς τὸ ὄνομα Κυρίου, ἄφεσιν δέχεται τῶν ἡμαρτημένων ἐφ’ οἷς
10γνησίως μετέγνω· πάντες δὲ οἱ προφῆται, ὧν φέρεται διδασκα‐ λία πρὸς τὸν λαὸν τῶν Ἑβραίων, περὶ μετανοίας καὶ πίστεως τῆς εἰς τὸν Πατέρα εἰρήκασι· ἀκολούθως καθόλου δέξεται πάντας τοὺς προφήτας μαρτυρεῖν ἄφεσιν ἁμαρτιῶν δίδοσθαι τῷ πιστεύοντι εἰς τὸν Κύριον.
15 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Τιμόθεον βʹ ἐπιστολῆς Ὁμιλίας βʹ. Ἐπεπήδησεν εὐθέως τὸ Πνεῦμα ἐπὶ Κορνήλιον,
20ἐπειδὴ προλαβὼν τὰ παρ’ ἑαυτοῦ ἐπεδείξατο, καὶ τὴν πίστιν εἰσ‐ ήνεγκεν· οὕτως τὸ πᾶν τῆς πίστεώς ἐστιν. Τοῦ αὐτοῦ. Θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν· οὐκ ἀφῆκεν ἀπαρ‐ τισθῆναι τὸν λόγον, οὐδὲ ἐκ προστάγματος Πέτρου γενέσθαι τὸ βάπτισμα· ἀλλ’ ἐπειδὴ τὴν διάνοιαν αὐτῶν ἔδειξαν θαυμαστὴν
25οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγονε, καὶ ἐπίστευσαν ὅτι πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα. τοῦτο δὲ γίνεται προοικονομοῦντος ἀπολογίαν μεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ· καὶ οὐχ ἁπλῶς Πνεῦμα ἐπῆλθεν, ἀλλὰ καὶ γλωσσαῖς ἐλάλουν· ὅπερ ἐξέπληττε τοὺς συνελθόντας· πάνυ
30ἐπαχθῶς εἶχον πρὸς τὸ πρᾶγμα· διὸ πανταχοῦ τοῦ Θεοῦ τὸ πᾶν γίνεται· καὶ ὁ Πέτρος σχεδὸν ἁπλῶς πάρεστι· παιδευόμενος ὅτι δεῖ αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι’ αὐτῶν δεῖ γενέσθαι τοῦτο. ὅπου γὰρ μετὰ τοσαῦτα, καὶ ἐν Καισαρείᾳ καὶ ἐν Ἱεροσο‐
λύμοις ἀμφισβήτησις γίνεται, τί ἂν ἐγένετο, εἰ μὴ ταῦτα παρη‐189

190

κολούθησε; καὶ διὰ τοῦτο μεθ’ ὑπερβολῆς γίνεται· καὶ ὁ Πέτρος λαβὼν ἀφορμὴν, ὅρα πῶς ἀπολογεῖται· “μήτι τὸ ὕδωρ δύναταί “τις κωλῦσαι,” καὶ τὰ ἑξῆς· ὅρα ποῦ τὸ πρᾶγμα ἀνήνεγκε, πῶς ὤδινεν ἐξενεγκεῖν τοῦτο· οὕτως τῆς γνώμης ταύτης ἦν· “μήτι
5“τὸ ὕδωρ,” φησι, “κωλῦσαι δύναταί τις;” σχεδὸν γὰρ ὥσπερ ἐπεμβαίνοντός ἐστι τοῖς κωλύουσι, τοῖς λέγουσιν ὅτι οὐ χρὴ τοῦτο γενέσθαι· τὸ πᾶν γέγονέ, φησι, τὸ ἀναγκαιότερον· τὸ βάπτισμα γέγονεν ὃ ἡμεῖς ἐβαπτίσθημεν. Κυρίλλου. Ἐάν τις ἀμφιβάλλοι πάλιν, πρὸ τοῦ βαπτισθῆναι
10τοὺς ἀμφὶ τὸν Κορνήλιον, πῶς ἠξιώθησαν τοῦ Ἁγίου Πνεύματος, ἴστω διὰ τὴν κρίσιν τοῦ Πέτρου καὶ τῶν ἐκ περιτομῆς τὸ τοιοῦτον γεγενῆσθαι. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας ἐκ τῆς πρὸς Σόλωνα ἐπίσκοπον ἐπιστολῆς τῆς κατὰ Εὐχιτῶν. Διά τοι τοῦτο καὶ
15παρὰ τὰς ἀρχὰς τοῦ κηρύγματος, ὅτε κατήγγελον οἱ Ἀπόστολοι τὸ Εὐαγγέλιον, οἱ τυγχάνοντες τοῦ ἁγίου βαπτίσματος εἰς ἀπόδειξιν τοῦ Πνεῦμα Ἅγιον εἰληφέναι, καὶ γλώσσαις ἐλάλουν καὶ προε‐ φήτευον· ὅτε γὰρ ἤκμαζε τὰ τῆς ἀπιστίας, τότε κατὰ τὸ χρειῶ‐ δες ἤνθει τὰ θαύματα· τῆς δὲ πίστεως πλατυνθείσης οὐ δεῖ ση‐
20μείων· οὐ γὰρ πρὸς ἐπίδειξιν γίνεται τὰ παρὰ τοῦ Θεοῦ, πρὸς σωτηρίαν δὲ καὶ θεραπείαν, καὶ τὴν τῶν μετεχόντων εὐεργεσίαν. Ἀμμωνίου. Σημειωτέον ὅτι οὐκ ἄλλως ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ τὸν Κορνήλιον καὶ τοὺς σὺν αὐτῷ, καίτοι μαρτυρηθέντας εἶναι θεοσεβεῖς καὶ δικαίους, εἰ μὴ προκατηχηθέντας τὸν τῆς
25πίστεως λόγον, ἤκουσαν καὶ ἐπίστευσαν· ὡς καὶ ἔνθεν δῆλον εἶναι, ὅτι ὁ ἐθνικὸς, κἂν πάνυ δίκαιος ᾖ, οὐδέποτε μεταλαμβάνει τῆς τοῦ Πνεύματος δωρεᾶς, ἀμέτοχος ὢν καὶ ἄγνωστος τῆς ἀληθινῆς πί‐ στεως. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ, ὅσοι συνῆλ‐
30θον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλωσσαῖς, καὶ μεγαλυνόντων τὸν Θεόν. Τοῦ Χρυσοστόμου. Ὅπου γε καὶ τοῖς πεπιστευκόσιν ἐκ
περιτομῆς, παράδοξον τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ ἐνεκάλουν τῷ190

191

Πέτρῳ πρὸς αὐτοὺς ἀπὸ Καισαρείας ἀπελθόντι· καὶ μετὰ τὸ μα‐ θεῖν τὴν οἰκονομίαν τὴν τοῦ Θεοῦ, ἔτι καὶ οὕτως ἐθαύμαζον, πῶς “καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·” τὸ γὰρ ἐκπλήττεσθαι ἐνεδείκνυτο, ὡς οὐκ ἄν ποτε τοῦτο ἐγένετο τὸ
5παράδοξον. Τότε ἀπεκρίθη Πέτρος, μήτι τὸ ὕδωρ δύναταί τις κωλῦσαι τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον, ὡς καὶ ἡμεῖς; Τοῦ αὐτοῦ. Πρὸς τοὺς λεπτολογεῖν ἐθέλοντας καὶ πολυ‐
10πραγμονεῖν τὰ θεῖα μυστήρια, καὶ ζητοῦντας ἃ μὴ δεῖ, καὶ λέ‐ γοντας διατί ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα; πάλιν γὰρ οὐ μέλλει αὐτοῖς εἰπεῖν, διατί πρὸ τοῦ κατελθεῖν τοὺς περὶ τὸν Κορ‐ νήλιον καὶ βαπτισθῆναι ὕδατι, ἐπέπεσεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα. πρὸς οὓς δεῖ εἰπεῖν, ὅτι τῇ τοῦ Θεοῦ κρίσει ταῦτα γίνεται, καὶ
15οὐδεὶς δύναται κωλῦσαι τὸ Πνεῦμα κατελθεῖν, καὶ πρὸ τοῦ βαπ‐ τισθῆναι ὕδατι ἐκεῖνον, ἐφ’ ὃν συνορᾶ τὸ Πνεῦμα ἐπιπεσεῖν, ὡς ὁ Πέτρος ἐμαρτύρει. οὕτως οὖν καὶ ἐπὶ τοῦ Φιλίππου νοητέον· ὅτι οὐκ εὐδόκησεν ὁ Θεὸς ἐπιβαλεῖν τοῖς ὑπ’ αὐτοῦ βαπτισθεῖσι Πνεῦμα, κατὰ τὸν καιρὸν καθ’ ὃν ἐλούσαντο ὕδατι· καὶ ὑπερβαί‐
20νει τὸν ἄνθρωπον ἀναζητεῖν τὴν τοῦ Θεοῦ γνώμην, ἣν μαθεῖν ἀδύ‐ νατον κατὰ τὸ εἰρημένον· “τίς ἔγνω νοῦν Κυρίου;” Προσέταξε δὲ αὐτοὺς βαπτισθῆναι, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ· τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
25 Τοῦ Χρυσοστόμου. Μετὰ τὸ ἀπολογήσασθαι, τότε αὐτοὺς προσέταξε βαπτισθῆναι, παιδεύων αὐτοὺς διὰ τῶν πραγμάτων· τοσοῦτον ἀπεχθῶς εἶχον οἱ Ἰουδαῖοι· διὰ τοῦτο πρότερον ἀπολο‐ γεῖται, καίτοι τῶν πραγμάτων βοώντων· καὶ τότε προσέταξεν. Διδύμου. Ὁ βαπτιζόμενος εἰς τὸ ὄνομα Ἰησοῦ, εἰς τὴν Τριάδα
30βαπτίζεται· ὡς ὁ λαμβάνων ἐκ τοῦ Θεοῦ τὴν δωρεὰν, ἐν Τριάδι αὐτὴν ἔχει βεβαιουμένην· ὅθεν οὐ φοβητέον ἐκ τῶν τοιούτων ῥη‐ μάτων τὴν Σαβελλίου γνώμην· Τριάδα γὰρ τιθέμεθα, ἀλλ’ οὐ
τριώνυμον ὑπόστασιν μίαν.191

192

Τοῦ Χρυσοστόμου. Καὶ τίς ἦν τοῦ ὕδατος χρεία, τοῦ Ἁγίου Πνεύματος ἐπιπεσόντος αὐτοῖς; καὶ ταύτην ἤδη λοιπὸν ὁρῶ τὸ μυστήριον ἐκκαλύπτων ἡμῖν τὸ ἀποκεκρυμμένον· θεῖα τελεῖται ἐν αὐτῷ σύμβολα· τάφος καὶ νέκρωσις· καὶ ἀνάστασις καὶ ζωή.
5ὥσπερ εὔκολον ἡμῖν βαπτίσασθαι καὶ ἀνανεῦσαι· οὕτως εὔκολον τῷ Θεῷ θάψαι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἀναδεῖξαι τὸν νέον. τρί‐ τον δὲ τοῦτο γίνεται, ἵνα μάθῃς ὅτι δυνάμει Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος τὰ πάντα ἐκεῖ πληροῦται. καὶ ὅτι οὐ στο‐ χασμὸς τὸ εἰρημένον, ἄκουσον τοῦ Παύλου λέγοντος· “συνετάφη‐
10“μεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον·” καὶ πάλιν, “ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη·” καὶ πάλιν, “σύμ‐ “φυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.” Τοῦ αὐτοῦ. Τότε εἰκότως καὶ θαρρούντως λοιπὸν ἐπιμένει. Ἤκουσαν δὲ οἱ Ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες
15κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Ὅρα πῶς οὐκ οἰκείως πρὸς αὐτὸν διέκειντο· εἶδες τὸν ζῆλον οἷον εἶχον ὑπὲρ τοῦ νόμου; οὐ τὸ ἀξίωμα Πέτρου ᾐδέ‐ σθησαν· οὐ τὰ γενόμενα σημεῖα· οὐ τὸ κατόρθωμα ὅσον ἦν τὸ
20δέξασθαι τὸν λόγον· ἀλλ’ ὑπὲρ τῶν μικρῶν ἐκείνων διεκρίνοντο· εἰ γὰρ μηδὲν τούτων ἦν, οὐκ ἤρκει τὸ κατόρθωμα· ἀλλ’ οὐκ ἀπολο‐ γεῖται οὕτω Πέτρος, συνετὸς γὰρ ἦν· μᾶλλον δὲ οὐ τῆς συνέσεως αὐτοῦ ἦν, ἀλλὰ τοῦ Πνεύματος τὰ ῥήματα· καὶ δείκνυσι διὰ τῆς ἀπολογίας, ἑαυτὸν μὲν οὐδαμοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ’
25αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν. Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας, καὶ συνέφαγεν αὐτοῖς. Τοῦ Χρυσοστόμου. Μετὰ τοσαῦτα διεκρίνοντο οἱ ἐκ περιτο‐
30μῆς, οὐχ οἱ Ἀπόστολοι· μὴ γένοιτο· ἐσκανδαλίζοντο δὲ, φησὶν, οὐ μικρῶς· καὶ ὅρα τί προβάλλονται· οὐ λέγουσι, διατί κατήγγειλας; ἀλλὰ, διατί συνέφαγες; ὁ δὲ Πέτρος οὐ πρὸς τοῦτο ἵσταται τὸ ψυχρόν· ψυχρὸν γὰρ ὄντως ἦν· ἀλλὰ πρὸς ἐκεῖνο τὸ μέγα· ὅτι εἰ
Πνεύματος μετέλαβον, φησὶ, πῶς τούτου μεταδοῦναι οὐκ ἦν;192

193

(1t)

ΚΕΦ. Ιϛ.
2tὩς Πέτρος καθεξῆς καὶ τὰ ἕκαστα τῶν γεγονότων διηγήσατο τοῖς Ἀποστό‐
3tλοις διακριθεῖσι πρὸς αὐτὸν, τὸ τηνικάδε Βαρνάβαν ἐκπέμψας πρὸς τοὺς
4tἐν Ἀντιοχείᾳ ἀδελφούς.
5 Ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέ‐ γων, ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθό‐ νην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρα‐ νοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν,
10καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Τοῦ αὐτοῦ. Οὐ τῆς συνέσεως Πέτρου ἦν τὰ ῥήματα, ἀλλὰ τοῦ Πνεύματος. καὶ δείκνυσι διὰ τῆς ἀπολογίας ἑαυτὸν μὲν οὐδα‐ μοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ’ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν·
15ἐν ἐκστάσει γὰρ αὐτὸς φησὶν, ἐποίησεν· “ἐγὼ ἐν Ἰόππῃ ἤμην·” τὸ σκεῦος αὐτὸς ἔδειξεν, ἐγὼ καὶ ἀντεῖπον· καὶ πάλιν αὐτὸς εἶπε, καὶ οὐδὲ οὕτως ἤκουσα· τὸ Πνεῦμα ἐκέλευσεν ἀπελθεῖν, καὶ οὕτως ἀπελθὼν οὐκ ἐπέδραμον· εἶπον ὅτι ὁ Θεὸς ἔπεμψε, καὶ οὐδὲ οὕτως ἐβάπτισα μετὰ ταῦτα· ἀλλὰ πάλιν ὁ Θεὸς τὸ πᾶν εἰργάσατο·
20ὁ Θεὸς αὐτὸς ἐβάπτισεν, οὐκ ἐγώ. Τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου ἀπὸ τοῦ Πανα‐ ρίου κεφαλαίου κηʹ. Κήρινθος ὁ αἱρετικὸς παρεκίνει περὶ τοῦ Πέτρου ἐπανελθόντος εἰς Ἱερουσαλὴμ τὰ πλήθη τῶν ἐκ περιτομῆς, λέγων, ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας· ἐποίησε δὲ
25τοῦτο ὁ Κήρινθος πρὶν ἢ ἐν τῇ Ἀσίᾳ κήρυξαι τὸ αὐτοῦ κήρυγμα, καὶ ἐμπεσεῖν εἰς τὸ περισσότερον τῆς αὐτοῦ ἀπωλείας βάραθρον· διὰ γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίτομον δῆθεν, ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν διὰ τῆς περιτομῆς τὴν πρόφασιν ἐθηρά‐ σατο· τοῦ δὲ καὶ δόντος τῷ Πέτρῳ τὸν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ
30ἔλεγχον ποιήσασθαι, φανερὰ γίνεται ἡ τοῦ Κηρίνθου ἄνοια· ἕως τότε γὰρ ἐδίσταζεν ὁ ἅγιος, ἕως ὅτε ὁ Κύριος ἐναργῶς ἔδειξεν αὐτῷ, ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν· εὐθὺς γὰρ
αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ193

194

Κορνήλιον, καὶ ἰδὼν ὁ Πέτρος εἶπε· “μήτι τὸ ὕδωρ δύναταί τις “κωλῦσαι,” καὶ τὰ ἑξῆς· τὸ πᾶν δὲ τοῦτο μυστήριον, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον· ὅπως ὅ τε ἅγιος Πέτρος καὶ πᾶς τις γνώσεται, ὅτι οὐκ ἐξ ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ’ ἐκ
5Θεοῦ ὑπῆρχεν. Καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Τοῦ Χρυσοστόμου. Ὡσανεὶ ἔλεγεν· ἱκανὸν μὲν ἦν καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν σινδόνα· πλὴν ἀλλὰ καὶ φωνὴ προσ‐
10ετίθει. Εἶπον δὲ, μηδαμῶς, Κύριε· ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι τὸ ἐμὸν ἐποίησά· φησιν, ὅτι οὐδέποτε ἔφαγον, πρὸς τοῦτο ὃ ἔλεγον ἐκεῖνοι, ὅτι εἰσῆλθες καὶ συνέφαγες
15αὐτοῖς· τοῦτο δὲ πρὸς Κορνήλιον οὐ λέγει· οὐ γὰρ ἦν ἀνάγκη. Ἀπεκρίθη δὲ ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦ αὐτοῦ. Ὅρα πῶς ἀπολογεῖται, καὶ οὐκ ἀξιοῖ τῷ τοῦ δι‐ δασκάλου ἀξιώματι κεχρῆσθαι· ὅσῳ γὰρ ἐπιεικέστερον φθέγγεται,
20τοσούτῳ μᾶλλον αὐτοὺς χειροῦται· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου κοινὸν ἢ ἀκάθαρτον· καὶ ταῦτα ἀπολογίας ἦν. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρὶς, καὶ ἀνεσπάσθη πάλιν ἅ‐ παντα εἰς τὸν οὐρανόν. καὶ ἰδοὺ, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην, ἀπεσταλμένοι ἀπὸ
25Καισαρείας πρός με· εἶπε δέ μοι τὸ Πνεῦμα, συνελθεῖν αὐτοῖς, μηδὲν διακρίνοντα· Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι Πνεύματος ἡ νομοθεσία. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσ‐ ήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·
30 Τοῦ αὐτοῦ. Οὐδὲν ταπεινότερον ὅταν τῶν ἀδελφῶν τὴν μαρτυ‐ ρίαν ἐπάγηται. Ἀπήγγειλε δὲ ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἰκῷ
αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ, ἀποστεῖλον εἰς Ἰόπ‐194

195

πην, καὶ μεταπέμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέ‐ τρον, ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Τοῦ αὐτοῦ. Οὐκ εἶπε τὰ παρὰ τοῦ ἀγγέλου ῥηθέντα, ὅτι εἶπε
5τῷ Κορνηλίῳ, “αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου,” καὶ τὰ ἑξῆς, ἀλλὰ τί φησι; “λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ “σὺ καὶ πᾶς ὁ οἶκός σου·” τοῦτο εἰκότως πρόκειται· καὶ οὐδὲν λέγει περὶ τῆς ἐπιεικείας τοῦ ἀνδρός· τοῦ Πνεύματος πέμψαντός, φησι, τοῦ Θεοῦ κελεύσαντος διὰ τοῦ ἀγγέλου, ἐκεῖθεν καλέσαντος,
10ἐντεῦθεν ὠθοῦντος, λύοντος τὴν διάκρισιν τῶν πραγμάτων τί ποιῆ‐ σαι ἔδει; ἀλλ’ οὐ λέγει τούτων οὐδέν, ἀλλ’ ἀπὸ τοῦ ὑστέρου ἰσχυρίζεται· ὃ καὶ κατ’ αὐτὸ ἀναμφισβήτητον ἦν τεκμήριον. Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς, ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ.
15 Τοῦ αὐτοῦ. Καὶ οὐκ ἀρκεῖται τοῦτο, ἀλλὰ καὶ ῥήματος ἀνα‐ μιμνήσκει τοῦ Κυρίου. Ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτίσθησεσθε ἐν Πνεύματι Ἁγίῳ.
20 Τοῦ αὐτοῦ. Ὅτι οὐδὲν καινότερον γέγονεν, ἀλλ’ ὅπερ προεῖπεν· ἀλλ’ οὐκ ἔδει βαπτίσαι· ἀλλ’ ἀπήρτιστο τὸ βάπτισμα· καὶ οὐ λέγει ἐκέλευσα αὐτοὺς βαπτισθῆναι· ἀλλὰ τί; δείκνυσιν αὐτὸν οὐδὲν ποιήσοντα· ὅπερ ἐσχήκαμεν, φησὶν, ἡμεῖς, ἔλαβον ἐκεῖνοι. Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς
25καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, Τοῦ αὐτοῦ. Ἵνα μειζόνως αὐτῶν ἐμφράξῃ τὰ στόματα, διὰ τοῦτο προσέθηκε “τὴν ἴσην δωρεάν·” ὁρᾶς πῶς οὐκ ἀφίησιν αὐτοὺς ἔλαττον ἔχειν· “πιστεύσασι,” φησὶ, “τὴν ἴσην δωρεὰν ἔδωκε·”
30καὶ οὐ λέγει ὑμῖν, ἀλλ’ “ἡμῖν·” τί ἀναξιοπαθεῖτε ὅταν ἡμεῖς κοι‐ νωνοὺς αὐτοὺς λέγωμεν; Ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;
Τοῦ Χρυσοστόμου. Βαβαὶ πόση ἀπολογία· οὐ γὰρ εἶπε,195

196

ταῦτα οὖν εἰδότες ἡσυχάζετε; ἀλλὰ τί; δέχεται αὐτῶν τὴν ὁρμὴν, καὶ ἐγκαλοῦσιν ἀπολογεῖται, “τίς ἤμην δυνατὸς κωλῦσαι τὸν “Θεόν;” οὐκ ἠδυνάμην κωλῦσαι· σφόδρα ἐντρεπτικῶς καὶ βα‐ ρέως· ὅθεν λοιπὸν φοιβηθέντες ἡσύχαζον, καὶ ἐδόξαζον τὸν Θεόν.
5 Τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι ἀπὸ τῆς δημηγορίας τοῦ Πέτρου τὸ πᾶν γέγονε, καλῶς ἀπαγγείλαντος τὰ γεγενημένα. Κυρίλλου. Οἰκονομία τις ἐγένετο διὰ τὴν πολλὴν τῶν ἐκ περιτομῆς πιστευσάντων διάκρισιν, πρὸ τοῦ βαπτίσματος κατ‐ αξιωθῆναι τοὺς περὶ τὸν Κορνήλιον τοῦ Πνεύματος· ἵνα τὴν ἀντίρ‐
10ρησιν τῶν ἀγανακτούντων παύσῃ· ὅθεν δὲ καὶ εἰκότως περὶ τῶν ἀντιλεγόντων εἴρηται, “ἀκούσαντες δὲ ἡσύχασαν.” Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες, ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
15 Τοῦ Χρυσοστόμου. Ἐταπεινώθησαν ἀπὸ τούτων τῶν λόγων· ἐντεῦθεν ἀνεῴχθη θύρα πρὸς τὰ ἔθνη λοιπόν. Ἀμμωνίου. Ὅτι ἡ εἰς Χριστὸν πίστις, μετάνοιαν ἔχουσα ἐπὶ τοῖς πρώην πραχθεῖσιν αὐτοῖς ἢ δογματισθεῖσιν, εἰς ζωὴν ἄγοι.
20 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενο‐ μένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, Τοῦ Χρυσοστόμου. Οὐ μικρὸν κατόρθωμα ὁ διωγμὸς γέγονε· “τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν·” οὐκ ἂν
25εἴγε ἐπίτηδες ἐσπούδασαν στῆσαι τὴν Ἐκκλησίαν, ἄλλο τι ἐποίη‐ σαν, ἢ τοῦτο διέσπειραν τοὺς διδασκάλους· ὅρα ποῦ τὸ κήρυγμα ἐξετάθη· “διῆλθον,” φησιν, “ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀν‐ “τιοχείας·” οὐδενὶ μέντοι ἐλάλουν εἰ μὴ μόνοις Ἰουδαίοις. Μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰου‐
30δαίοις. Τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι οἰκονομικῶς τοσαῦτα γέγονε περὶ Κορ‐ νηλίου· τοῦτο δὲ καὶ εἰς ἀπολογίαν τοῦ Χριστοῦ, καὶ εἰς κατη‐
γορίαν τῶν Ἰουδαίων· ὅτε γὰρ Στέφανος ἀνῃρέθη, ὅτε Παῦλος δὶς196

197

ἐκινδύνευσεν, ὅτε οἱ Ἀπόστολοι ἐμαστίχθησαν, ὅτε πολλάκις ἠλά‐ θησαν, τότε τὰ ἔθνη ἐδέχθησαν, τότε Σαμαρεῖται· ὃ καὶ Παῦλος φησί· “ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· “ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ
5“στρεφόμεθα εἰς τὰ ἔθνη·” περιῄεσαν οὖν καὶ ἔθνεσι διαλεγόμενοι. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρη‐ ναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Τοῦ Χρυσοστόμου. Ἴσως διὰ τὸ μὴ εἰδέναι Ἑβραϊστὶ, Ἕλ‐
10ληνας αὐτοὺς ἐκάλουν. Καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν· πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψε πρὸς τὸν Κύριον. ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱερουσαλὴμ περὶ αὐτῶν·
15 Τοῦ αὐτοῦ. Τουτέστι τὰ σημεῖα εἰργάζοντο· ὁρᾶς διατί καὶ νῦν ἡ τῶν σημείων ἀνάγκη γέγονεν, ἵνα πιστεύσωσιν. Καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιο‐ χείας. Τοῦ αὐτοῦ. Διατί μὴ Παύλῳ γράφουσιν, ἀλλὰ Βαρνάβαν
20πέμπουσιν; οὔπω τοῦ ἀνδρὸς ἤδεισαν τὴν ἀρετήν· οἰκονομεῖται δὲ Βαρνάβαν παραγενέσθαι. ἐπειδὴ καὶ πλῆθος ἦν καὶ οὐδεὶς ὁ κω‐ λύων, εἰκότως ἐβλάστησεν ἡ πίστις· καὶ μάλιστα ὅτι οὐδένα ἐνταῦθα ὑπέμειναν πειρασμὸν, καὶ Παῦλος κηρύττει. Εὐσεβίου Καισαρείας ἐκ τοῦ αʹ τόμου τῆς Ἐκκλησιαστι‐
25κῆς Ἱστορίας. Λέγεται εἷς τῶν ἑβδομήκοντα Βαρνάβας γεγο‐ νέναι· τούτων δὲ τῶν ἑβδομήκοντα εἶναι φασὶ καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα, καὶ Ματθίαν δὲ τὸν ἀντὶ Ἰούδα τοῖς Ἀποστόλοις συγκαταλεγέντα· καὶ Θαδδαῖον δὲ ἕνα τῶν αὐτῶν εἶναι φασίν.
30 Ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας
προσμένειν τῷ Κυρίῳ·197

198

Τοῦ Χρυσοστόμου. Καθάπερ γὰρ γῆ λιπαρὰ, τὸν λόγον ἐδέ‐ ξατο αὕτη ἡ πόλις, καὶ πολὺ τὸν καρπὸν ἐπεδείξατο. Ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.
5 Διδύμου. Οὐ ταὐτόν ἐστι Θεὸν μόνον ἀγαθὸν εἶναι, καὶ ἄνδρα ἀγαθὸν ὑπάρχειν. ὁ μὲν γὰρ κατ’ οὐσίαν ἀγαθὸς τυγχάνει· ἀρχὴ καὶ πηγὴ ὢν τῶν ἀγαθῶν· ὁ δὲ ἀνὴρ οὐ κατ’ οὐσίαν τυγχάνει, ἀλλ’ ἐν ἀναλήψει ἀρετῆς ἔχει τοῦτο αὐτό· ἀλλ’ οὐχ ἁπλῶς ἀνὴρ ἀγα‐ θὸς εἰς τοῦτο λήψῃ καὶ τὸ, “εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ.”
10 Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, Τοῦ Χρυσοστόμου. Πολύχρηστος ἦν ὁ ἀνὴρ καὶ ἀφελὴς καὶ συγγνωμονικός· ἦλθεν ἐπὶ τὸν ἀθλητὴν, ἐπὶ τὸν στρατηγὸν, ἐπὶ τὸν μονάχον, ἐπὶ τὸν λεόντα· οὐκ ἔχω τί εἴπω, ὅσα ἐὰν εἴπω· ἐπὶ
15τὸν κύνα τὸν θηρευτικὸν, τὸν λεόντας ἀναιροῦντα· ἐπὶ τὸν ταῦρον τὸν ἰσχυρόν· ἐπὶ τὴν λαμπάδα τὴν φαιδράν· ἐπὶ τὸ στόμα τὸ τῇ οἰκουμένῃ ἀρκοῦν. ὄντως διὰ τοῦτο ἐνταῦθα ἐχρηματίσθησαν κα‐ λεῖσθαι Χριστιανοὶ, ὅτι Παῦλος ἐνταῦθα τοσοῦτον ἐποίησε χρόνον. Καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐ‐
20τοῖς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανόν, Οὐ μικρὸν τῆς πόλεως ἐγκώμιον τοῦτο πρὸς ἅπαντας στῆναι δύναται, ὅτι τοῦ στόματος ἐκείνου τοσοῦτον ἀπήλαυσε χρόνον πρώτη τῶν ἄλλων ἁπασῶν· διὸ καὶ πρώτως ἐνταῦθα τοῦ ὀνόματος
25ἠξιώθησαν. ὁρᾶς Παύλου τὸ κατόρθωμα, εἰς ὅσον ἐπῆρεν ὕψος. ὥσπερ τι σημεῖον τὸ ὄνομα· ἔνθα τρισχίλιοι, ἔνθα πεντακισχίλιοι ἐπίστευσαν, ἔνθα τοσοῦτον πλῆθος, οὐδὲν τοιοῦτον γέγονεν· ἀλλ’ οἱ τῆς ὁδοῦ ἤκουον, ἐνταῦθα Χριστιανοὶ ὠνομάσθησαν. Καὶ μετ’ ὀλίγα—Ἔδει καὶ τὸν τῆς ἐλεημοσύνης ἐνταῦθα φυτευθῆναι καρπόν·
30καὶ ὅρα πῶς ἀναγκαίως οὐδεὶς τῶν περιφανῶν αὐτοῖς γίνεται δι‐ δάσκαλος. Χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς
Χριστιανούς.198

199

Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας. Χριστιανὸς γὰρ ὄνομα πολυθεΐας ἀντίπαλον. Ἀμμωνίου. Σημειωτέον ὅτι μᾶλλον διὰ τοῦτο ἡ Ἀντιόχεια θρόνου ἠξιώθη ἀρχοντικοῦ· ἐπειδὴ ἐκεῖ πρῶτον ἐχρημάτισαν οἱ
5πιστοὶ Χριστιανοί.
6tΚΕΦ. ΙΖ.
7tΠροφητεία Ἀγάβου περὶ λιμοῦ οἰκουμένης, καὶ καρποφορίας πρὸς τοὺς ἐν
8tἈντιοχείᾳ ἀδελφούς.
9Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσο‐
10λύμων προφῆται εἰς Ἀντιόχειαν. Τοῦ Χρυσοστόμου. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι “ὁ νόμος καὶ “οἱ προφῆται ἕως Ἰωάννου,” περὶ ἐκείνων φησὶ τῶν προφητῶν τῶν τὴν παρουσίαν αὐτοῦ προαναφωνησάντων. Ἀναστὰς δέ τις ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε
15διὰ τοῦ Πνεύματος, λιμὸν μέγαν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Τοῦ αὐτοῦ. Κυπρίους ἔσχον διδασκάλους καὶ Κυρηναίους καὶ Παῦλον· ἀλλ’ οὗτος ὑπερέβαινεν αὐτούς· ἐπεὶ καὶ Παῦλος Ἀνα‐ νίαν καὶ Βαρνάβαν ἔσχε διδασκάλους· ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι
20διὰ τοῦτο λιμὸς γέγονεν, ὅτι Χριστιανισμὸς εἰσῆλθεν, ὅτι δαίμονες ἀπέστησαν, προλέγει τὸ Πνεῦμα τὸ Ἅγιον· ἀλλὰ τοῦτο οὐδὲν θαυ‐ μαστόν· καὶ γὰρ ὁ Χριστὸς προεῖπεν· οὐ διὰ τοῦτο, ἐπειδὴ ἐξ ἀρχῆς τοῦτο γεγενῆσθαι ἔδει, ἀλλὰ διὰ τὰ κακὰ τὰ εἰς τοὺς Ἀποστόλους γενόμενα· καὶ ἐμακροθύμησεν ὁ Θεός. ὡς δὲ ἐνέκειντο,
25λιμὸς μέγας γίνεται, μηνύων τοῖς Ἰουδαίοις τὰ ἐσόμενα κακά· εἰ δι’ αὐτοὺς ἦν, πάντως ἔδει καὶ ὄντα παύσασθαι· τί ἠδίκησαν Ἕλληνες, ἵνα καὶ αὐτοὶ τῶν κακῶν μετέχωσιν; εὐδοκιμῆσαι γὰρ αὐτοὺς μᾶλλον ἐχρῆν· ὅτι τὸ αὐτῶν ἐποίουν, ἀνήρουν, ἐκόλαζον, ἐτιμωροῦντο, πάντοθεν ἐδίωκον· καὶ ὅρα πότε γίνεται ὁ λιμός· ὅτε
30καὶ οἱ ἐθνικοὶ λοιπὸν προσετέθησαν. ἀλλ’ εἰ διὰ τὰ κακὰ, φησὶν, ἔδει τούτους ὑφεξαιρεθῆναι, διατί ὁ Χριστὸς τοῦτο προλαβὼν εἶ‐ πεν, ὅτι “θλίψιν ἕξετε·” ὡσανεὶ λόγοις ὅτι ἔδει μηδὲ μαστί‐
ζεσθαι.199

200

Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκα‐ στος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύ‐
5λου. Τοῦ Χρυσοστόμου. Ὅρα αὐτοῖς καὶ τὸν λιμὸν αἴτιον σωτη‐ ρίας, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὁρᾶς ἅμα πιστεύοντας, ἅμα καρποφοροῦντας· οὐ τοῖς αὐτῶν μόνον ἀλλὰ καὶ τοῖς πόρρω.
10 Ἀμμωνίου. Ὥστε οὖν καὶ Πρεσβυτέρων εἶχον ἀξίαν οἱ Ἀπό‐ στολοι· καὶ ἐν ἄλλῳ δὲ κεφαλαίῳ σεσημείωται.
12tΚΕΦ. ΙΗ.
13tΚατασφαγὴ Ἰακώβου τοῦ Ἀποστόλου.
14Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ
15βασιλεὺς τὰς χεῖρας κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκ‐ κλησίας. Τοῦ Χρυσοστόμου. Καλῶς λέγει ὅτι Ἡρώδης ὁ βασιλεὺς οὗτος, οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. ἰδοὺ πειρασμὸς ἕτερος· ὅρα ὅπερ ἐξ ἀρχῆς εἶπον· πῶς τὰ πράγματα πλέκεται· πῶς δι’ ἀνέ‐
20σεως καὶ θλίψεως πάντα ὑφαίνεται· οὐκέτι Ἰουδαῖοι, οὔτε τὸ συν‐ έδριον, ἀλλ’ ὁ βασιλεύς· μείζων ἡ ἐξουσία· χαλεπώτερος ὁ πόλε‐ μος, ὅσῳ πρὸς χάριν ἐγένετο τοῖς Ἰουδαίοις. Τοῦ αὐτοῦ. “Κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκκλησίας,” φησί· καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως ἐποίει· τοῦτό ἐστιν ὃ ἔλε‐
25γεν ὁ Χριστός· “τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, “ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε.” Ἀμμωνίου. Θέα ὅτι οἱ πιστοὶ ἄνδρες, καὶ τὸ ἐξ αὐτῶν σύ‐ στημα Ἐκκλησία καλεῖται. Ποῖον καιρόν; τὸν ἐπὶ Κλαυδίου Καίσαρος· Γάϊος γὰρ αὐτοκρά‐
30τωρ Ῥωμαίων Ἀγρίππαν καθίστησι βασιλέα τῆς Ἰουδαίας, [τὸν
Ἡρώδην ἐξορίσας διαβιοῦν ἐν Λουγδούνῳ τῆς Γαλλίας] σὺν καὶ τῇ200

201

γυναικὶ Ἡρωδιάδι· οὗτός ἐστιν ὁ κατὰ τὸ πάθος τοῦ Κυρίου, ὡς ἱστο‐ ρεῖ Ἰώσηπος ἐν τῷ ιηʹ λόγῳ τῆς Ἀρχαιολογίας, καὶ Εὐσέβιος ἐν τῷ βʹ λόγῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας· ἢ οὖν διαφωνία τοῦ ὀνόματος ἐνταῦθα τὸ λέγειν ἀντὶ Ἀγρίππᾳ Ἡρώδην, ἢ κατὰ σφάλ‐
5μα ὡς εἰκὸς γραφικὸν γέγονεν· ἢ κατὰ διωνυμίαν εἴρηται· ἐπεὶ καὶ ὁ χρόνος καὶ αἱ πράξεις τὸν αὐτὸν ὄντα δεικνύουσιν· τουτέστιν Ἀγρίππαν ἐπὶ Κλαυδίου Καίσαρος, ὃς μετὰ Γάϊον γέγονεν αὐτο‐ κράτωρ. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.
10 Τοῦ Χρυσοστόμου. Ἁπλῶς καὶ ὡς ἔτυχεν· εἰ δέ τις ζητοίη, διατί συνεχώρησεν ὁ Θεὸς, ἐροῦμεν ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶ‐ τον μὲν πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν, ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· τρίτον δεικνὺς ὅτι κατὰ
15συγχώρησιν αὐτοῦ γέγονε τοῦτο. Τοῦ αὐτοῦ. Οὕτως ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτῃ δωρεὰν μεγίστην νομίσαι χαρίσεσθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι. Τοῦ αὐτοῦ. Εἶδες αὐτῶν τὴν ἀνδρείαν; ἵνα γὰρ μηδεὶς λέγῃ
20ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο συγχωρεῖ καὶ ἀναιρε‐ θῆναι καὶ τοὺς κορυφαίους, μάλιστα Στέφανον καὶ Ἰάκωβον· πεί‐ θων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει.
25 Ἀμμωνίου. Σημειωτέον ὅτι Ἰάκωβος πρῶτος ἐμαρτύρησεν ἀπὸ τῶν δώδεκα μαθητῶν, ὑπὸ Ἡρώδου ἢ σφαγεὶς ἢ ἀποτμηθεὶς τὴν κεφαλήν. Τοῦ Χρυσοστόμου. Ἦν γὰρ καὶ ἕτερος Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφός· διὰ τοῦτο ἐπεσημήνατο εἰπὼν τὸν ἀδελφὸν
30Ἰωάννου. Πέτρου σύλληψις πρὸς Ἡρώδου· ὅπως τὲ αὐτὸν θείῳ θελήματι ἄγγελος ἐξείλατο τῶν εἱργμῶν. Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο
συλλαβεῖν καὶ Πέτρον.201

202

Τοῦ αὐτοῦ. Ὑπὲρ τινῶν αὐτοῖς ἐχαρίζετο φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ; Τοῦ αὐτοῦ. “Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι,” φησὶ, “τοῖς Ἰου‐ “δαίοις·” ἀρεστὸν φόνος; καὶ φόνος ἄδικος κακίας; ἀσέβεια
5ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο· δεὸν γὰρ τοὐναν‐ τίον ποιεῖν· ἐγκόπτειν αὐτῶν τὴν ὁρμὴν, ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὢν τῶν νοσούντων, ἀλλ’ οὐκ ἰατρός· καίτοι μύρια παρα‐ δείγματα ἔχων, καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου· καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε
10κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν, πόλεμον ἤγειρε χαλεπόν. Ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων. Τοῦ αὐτοῦ. Πάλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνε‐ λεῖν μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ πράττειν οὐκ ἤθελον. Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς τέσ‐
15σαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτὸν, βουλό‐ μενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Τοῦ αὐτοῦ. Καὶ τοῦ θύμου τοῦτό, φησιν, ἦν καὶ τοῦ δέους. Ὅσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυμασιωτέρα ἡ ἐπίδει‐ ξις· τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου δοκιμωτέρου γινομένου καὶ τὴν ἀν‐
20δρίαν τὴν οἰκείαν. Τοῦ αὐτοῦ. Περὶ τὰ καίρια λοιπὸν ἦν ὁ ἀγὼν, καὶ τὸ ἐκεῖνον ἀναιρεθῆναι περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐμβεβλῆσθαι. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευ‐ χὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν
25Θεὸν ὑπὲρ αὐτοῦ. Τοῦ αὐτοῦ. Φιλοστοργίας ἦν ἡ προσευχὴ, πατέρα πάντες ἐζήτουν, πατέρα ἥμερον· “ἐκτενὴς,” φησὶ, “προσευχή·” ἀκούσατε πῶς διέκειντο πρὸς τοὺς διδασκάλους· οὐκ ἐστασίασαν, οὐκ ἐθορύ‐ βησαν, ἀλλ’ ἐπὶ εὐχὴν ἐτράπησαν ὄντως συμμαχίαν τὴν ἄμαχον.
30 Τοῦ Ἁγίου Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας Ἐκ Τῆς πρὸς Μήτραν πρωτεύοντα ἐπιστολῆς. Τοῦτο καὶ ὑμᾶς ἡμῖν
τοῖς βραχέσι παρακαλοῦμεν συνεισφέρειν, καὶ ἱκετείαις καὶ δά‐202

203

κρυσι· τὰ γὰρ κοινὰ πάθη τῆς Ἐκκλησίας καὶ κοινῶν δεῖται δεή‐ σεων· οὕτω γὰρ καὶ Πέτρου τοῦ κορυφαίου τῶν Ἀποστόλων ἐν τῇ φυλακῇ δύσιν ἀλύσεσι δεδεμένου, καὶ φρουρᾷ στρατιώτων παραδεδομένου, φησὶ τὸ βιβλίον τῶν Πράξεων, “προσευχὴ δὲ ἦν
5“ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.” τοῦτοί νυν Ἀποστόλου τῆς συμμαχίας δεηθέντος τῶν ὑπὸ τῆς Ἐκκλησίας ἀναπεμπομένων εὐχῶν, πῶς ἡμεῖς οἱ ἀτελεῖς καὶ τῇ ἁμαρτίᾳ σύντροφοι, μὴ πολλῷ μᾶλλον αἰτήσωμεν ταύτας ἡμῖν συνεισφέρεσθαι παρὰ τῶν πιστῶν, γνησίων μελῶν ὄντων τῆς ἐκκλη‐
10σίας καὶ πεπαιδευμένων, στενάζειν μετ’ αἰσθήσεως θεοφιλοῦς καὶ πνευματικῆς; Ὅτε δὲ ἔμελλε προαγαγεῖν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας
15ἐτήρουν τὴν φυλακήν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευ‐ ρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων. Τοῦ Χρυσοστόμου. Κατ’ ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε· “καὶ φῶς ἔλαμψε,” φησὶ, “ἐν τῷ οἰκήματι,” ἵνα μὴ νομίσῃ φαν‐
20τασίαν εἶναι· καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου· εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον, εἰ μὴ τοῦτο γέγονε, πολλῷ πλεὸν οὕτως παρετάττετο πρὸς τὸν θάνα‐ τον· τὸ γὰρ πολλῶν ἡμερῶν ἐκεῖ μείναντα μὴ σωθῆναι, τοῦτο ἐποίει.
25 Τοῦ αὐτοῦ. Ὅρα δὲ Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα οὐδὲ ἐν ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ· αὐτῇ τῇ νυκτὶ ᾗ προάγεσθαι ἔμελλε, ἐκά‐ θευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν· καὶ πάλιν ἰσχύει πλῆθος ὅταν καὶ ἀρετὴ ᾗ· καὶ τοσοῦτον ἰσχύει, ὡς κεκλεισμένων τῶν θυρῶν καὶ ἁλύσεων ἐπικειμένων, καὶ φυλάκων ἑκατέρωθεν παρακαθευδόν‐
30των, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλάξαι πάντων ἐκείνων· ἀλλ’ ὥσπερ ἀρετῆς οὔσης μεγάλα δύναται, οὕτω κακίας προσούσης,
οὐδὲν ὀνίνησι πλῆθος.203

204

Τοῦ αὐτοῦ. Ὅρα πῶς ἀκριβὴς ἡ φυλακή· καὶ φησὶ, ἀνάστηθι· συγκαθεύδοντες ἦσαν οἱ φύλακες, “καὶ φῶς ἔλαμψε·” διατί φῶς; ὥστε καὶ ἰδεῖν καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ μὴ νομίσαι φαντα‐ σίαν εἶναι· καὶ τὸ ἐν τάχει, ὥστε μὴ ῥαθυμῆσαι· καὶ ἔπληξεν
5αὐτόν· οὕτως βαθέως ἐκάθευδεν· ἐδόκει δὲ ὅραμα βλέπειν. διῆλ‐ θον πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἰπέ μοι· ποῦ εἰσὶν οἱ αἱρετικοί; εἰπάτωσαν ἡμῖν. Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
10 Τοῦ Χρυσοστόμου. Οὐχὶ θορυβοῦντός ἐστι τοῦτο, ἀλλὰ πεί‐ θοντος μὴ ἀναβάλλεσθαι. Τοῦ αὐτοῦ. Πάλιν ἐνταῦθα δείκνυσιν ὅτι οὐ κακουργία γέ‐ γονεν· οὐδεὶς γὰρ ἐπειγόμενος καὶ διορύξαι βουλόμενος τοσαύτην ποιεῖται σπουδὴν, ὡς τὰ σανδάλια αὐτοῦ λαβεῖν καὶ σώζεσθαι.
15 Εἶπε δὲ ὁ ἄγγελος πρὸς αὐτόν· ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησε δὲ οὕτως· καὶ λέγει αὐτῷ· περιβάλου τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι· Τοῦ αὐτοῦ. Φέρε κἀκεῖνο ἐξετάσωμεν· εἶπεν ὁ Χριστός· “μὴ “κτήσεσθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ ὑπο‐
20“δήματα, μηδὲ ζώνην, μηδὲ ῥάβδον·” τί οὖν, εἶπε μοι, Πέτρος παρὰ τὸ πρόσταγμα; ἐποίει· πῶς γὰρ οὐ; καὶ ζώνην ἔχων καὶ ἱμάτια· ἄκουε γὰρ ἀγγέλου λέγοντος πρὸς αὐτόν· “ζῶσαι καὶ ὑπό‐ “δησαι τὰ σανδάλιά σου·” καίτοι οὐ τοσαύτη χρεία τῶν ὑποδη‐ μάτων ἦν· ἔστι γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι·
25ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνι ἐστὶν, ἀλλ’ ὅμως εἶχε· τί δὴ ὁ Παῦλος ὅταν Τιμοθέῳ γράφων· “σπούδασον πρὸ χειμῶνος ἐλ‐ “θεῖν·” εἶτα παραγγέλλει καὶ λέγει· “τὸν φελώνην ὃν ἀπέλιπον ἐν “Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα “τὰς μεμβράνας·” ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν
30ὅτι καὶ ἕτερον οὐκ εἶχεν ὃν ἐφόρει· εἰ μὲν γὰρ μηδὲ ὅλως ἐφόρει, περιττῶς ἐκέλευε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν,
δηλονότι ἕτερον εἶχε· τί δὲ ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι204

205

ἔμεινεν; ἆρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ λέγων· “ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός·” περὶ οὗ ὁ Χριστὸς ἐμαρτύρησε λέγων· “ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗ‐ “τος·” Καὶ μετ’ ὀλίγα—Τί οὖν ἐστίν; οὐκ ἐναντιώθησαν; μὴ
5γένοιτο· ἀλλὰ καὶ σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγμασι τοῦ Χριστοῦ· τὰ γὰρ ἐπιτάγματα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διὰ παντός· καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, ἀλλ’ ἀπὸ τῶν θείων γράφων· πῶς φησὶν ὁ Λουκᾶς εἰρηκέναι τὸν Χριστὸν τοῖς μαθη‐ ταῖς; “ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ζώ‐
10“νης καὶ ὑποδημάτων, μή τινος ὑστέρησεν ὑμῖν; λέγουσιν αὐτῷ, “οὐ·” οὐκοῦν λοιπὸν κτήσασθε· ἀλλὰ τί ἔδει, εἶπέ μοι, ἕνα χι‐ τωνᾶ ἔχειν; τί οὖν εἰ πλύνασθαι τοῦτον ἔδει; γυμνὸς ἐχρῆν οἴκοι καθῆσθαι; ἢ γυμνὸν περιιέναι καὶ ἀσχημονεῖν χρείας καλούσης; ἐννόησον οἷον ἦν, Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώμασι περιϊόντα
15τὴν οἰκουμένην, διὰ ἱματίου ἐνδείαν οἴκοι καθῆσθαι καὶ τηλικούτοις πράγμασιν ἐμποδίζειν· τί δὲ εἰ κρυμὸς ἐπετέσθη σφοδρὸς καὶ κατέβρεξεν; ἢ καὶ ἐπάγω σε πῶς ξηραίνεσθαι ἐνῆν; καὶ πάλιν γυμνὸν ἐχρῆν καθῆσθαι· τί δὲ εἰ τὸ ψύχος κατέτεινε; τὸ σῶμα τήκεσθαι ἔδει, καὶ μὴ φθέγγεσθαι; ὅτι γὰρ οὐκ ἀδαμάντινα σώ‐
20ματα αὐτοῖς κατεσκεύαστο, ἄκουσον τί φησι πρὸς Τιμόθεον· “οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου “ἀσθενείας·” καὶ πάλιν περὶ ἑτέρου “καὶ γὰρ ἠσθένησε παρα‐ “πλήσιον θανάτου· ἀλλ’ ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ “μόνον, ἀλλὰ καὶ ἐμέ·” ὥστε ἁλώσιμοι πᾶσιν ἦσαν τοῖς πάθεσι·
25τί οὖν ἀπόλλυσθαι ἐχρῆν; οὐδαμῶς· τίνος οὖν ἕνεκε τότε τοῦτο ἐπέταξε; τὴν δύναμιν αὐτοῦ θέλων δεῖξαι. Καὶ ἐξελθὼν ἠκολούθει· καὶ οὐκ ᾔδει, ὅτι ἀληθές ἐστι τὸ γενόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει γὰρ ὅραμα βλέπειν. διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν,
30ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος
ἀπ’ αὐτοῦ.205

206

Ἰωάννου. Ἰδοὺ δεύτερον σημεῖον· ὅτε ἀπέστη ὁ ἄγγελος, τότε ἐνόησεν ὁ Πέτρος. Τοῦ αὐτοῦ. Εἰκότως διὰ τὴν ὑπερβολὴν τῶν γινομένων· ὁρᾶς πόσον ἐστὶν ὑπερβολὴ σημείου· πῶς ἐκπλήττει τὸν ὁρῶντα· πῶς οὐκ
5ἀφίησιν ἀπιστηθῆναι. εἰ γὰρ Πέτρος ἐδόκει ὅραμα βλέπειν τοσού‐ τῳ χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος, τί ἕτερος ἔπαθεν ἄν; διῆλθεν πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἶπέ μοι· ποῦ εἰσὶν οἱ αἱρετικοί; εἰπάτωσαν ἡμῖν. Καὶ μετ’ ὀλίγα—“Ἐξελ‐ “θόντες προῆλθον ῥύμην μίαν,” ἕως ὅτου ἀπέστη ὁ ἄγγελος· τὰ
10μέντοι ἔνδον γενόμενα ἐν τῇ φυλακῇ θαυμασιώτερα ἦν, τοῦτο δὲ λοιπὸν ἀνθρωπινότερον· ὅτε οὐδὲν κώλυμα ἦν, τότε ἀπέστη ὁ ἄγ‐ γελος· εἰ γὰρ προῆλθεν ὁ Πέτρος τοσούτων ὄντων κωλυμάτων, ὄν‐ τως γὰρ ὄντως ἔκπληξις ἦν· νῦν ἔγνων, “ὅτι ἐξαπέστειλε Κύριος “τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλατο,” οὐχὶ τότε ὅτε ἐν δεσμῷ ἦν.
15 Καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος, εἶπε, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ ὁ Θεὸς, καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρώδου, καὶ πάσης τῆς προσδο‐ κίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Τοῦ αὐτοῦ. Νῦν ἔγνων, φησὶν, οὐ τότε· διατί δὲ γίνεται
20τοῦτο, καὶ οὐκ ἔστι Πέτρος ἐν αἰσθήσει τῶν γινομένων· καίτοι τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς ὅτε οἱ πάντες ἀπελύθησαν. καὶ τὸ τὰς ἀλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, καὶ τοῦτο μέγα τεκμή‐ ριον τοῦ μὴ φυγεῖν. ἀθρόον βούλεται τὴν ἡδονὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι, τότε τὴν αἴσθησιν λαβεῖν.
25 Συνιδὼν δὲ ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε ὑπακοῦσαι παιδίσκη ὀνόματι Ῥώδη· καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ
30Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, Τοῦ Χρυσοστόμου. Ὅρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦν‐
τα, ἀλλὰ πρότερον εὐαγγελιζόμενον τοὺς αὐτοῦ. Καὶ μετ’ ὀλίγα—206

207

“συνιδὼν δὲ,” φησί· τί ἐστὶ συνιδών; ὅτι οὐχ ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ’ ἀμείψασθαι τὸν εὐεργέτην· “ἦλθεν ἐπὶ τὴν οἰκίαν Μα‐ “ρίας·” τίς ἦν ὁ Ἰωάννης; ἴσως οὐκ ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών· διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν· εἶπε γὰρ, “τοῦ
5“ἐπικαλουμένου Μάρκου·” ὅρα δὲ εὐχόμενοι ἐν νυκτὶ πόσον ἤνυ‐ σαν· ὅσον ἀγαθὸν ἡ θλίψις· πῶς δὲ διεγηγερμένους αὐτοὺς εἰργά‐ σατο· εἶδες τοῦ φόνου Στεφάνου τὸ κέρδος, ὅτι διεσπάρησαν εἰς τὴν γῆν, καὶ ἐπλατύνθη τὸ κήρυγμα μετὰ τὸν φόνον Στεφάνου· εἶδες καὶ τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια· οὐ γὰρ δὴ ἐξ
10ἑτέρων ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς μέγα δεικνύει τὸ εὐαγγέλιον, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἀδικουμένοις, οὐδὲν δι’ ἐκείνων πασχόντων δεινὸν, αὐτὰς καθ’ ἑαυτὰς θλίψεις δείκνυσι μεγάλας οὔσας· ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάντως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν. Ἀμμωνίου. Τάχα οὗτός ἐστι Μάρκος ὁ Εὐαγγελιστὴς, δι’ οὗ
15λέγουσιν ὅτι Πέτρος εὐαγγελίσατο· τὸ γὰρ Μάρκου εὐαγγέλιον Πέτρου λέγεται εἶναι· πιθανὸς δὲ ὁ λόγος ἐξ ὧν καὶ πρὸς αὐτὸν κατέμενον ὅ τε Πέτρος καὶ οἱ λοιποί. Εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστᾶναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. οἱ δὲ πρὸς αὐτὴν εἶπον, μαίνῃ. ἡ δὲ
20διϊσχυρίζετο οὕτως ἔχειν. Τοῦ Χρυσοστόμου. Ὅρα καὶ τὰς παιδίσκας εὐλαβείας γε‐ μούσας· ἐκεῖνοι δὲ καὶ τούτου γενομένου ἀνένευσαν. Καὶ μετ’ ὀλίγα—Καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁμότιμοι αὐτοῖς ἦσαν· “ἀπὸ τῆς χαρᾶς,” φησὶν, “οὐκ ἤνοιξε·” καλῶς καὶ τοῦτο γέγονεν,
25ἵνα μὴ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ’ ἐγυμνασθῇ αὐτῶν ἡ διάνοια. ὅπερ ἔθος ἡμῖν, ἵνα αὐτὴ τὰ εὐαγ‐ γέλια κομίσηται, ἔσπευσεν· ὄντως γὰρ εὐαγγέλια ἦν. Οἱ δὲ ἔλεγον, ὁ ἄγγελος αὐτοῦ ἐστιν. Τοῦ Χρυσοστόμου. Τοῦτο ἀληθὲς, ὅτι ἕκαστος ἄγγελον ἔχει·
30καὶ τί βούλεται ὁ ἄγγελος; ἀπὸ τοῦ καιροῦ τοῦτο προσεδόκησαν· φησὶ γὰρ, “ὅπου εἰσὶ συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμὶ ἐν “μέσῳ αὐτῶν·” ὅπου ὁ Χριστὸς μέσος, πολὺ πλῆθος ἐστίν· ὅπου ὁ
Χριστὸς, ἀνάγκη καὶ ἀρχαγγέλους, καὶ τὰς ἄλλας δυνάμεις.207

208

Τοῦ ἁγίου Βασιλείου εἰς τὴν ἑρμηνείαν τοῦ λγʹ Ψαλμοῦ. Παντὶ πεπιστευκότι εἰς τὸν Κύριον ἄγγελος παρεδρεύει, ἐὰν μή‐ ποτε ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. ὡς γὰρ τὰς μελίσ‐ σας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία,
5οὕτως καὶ τὸν τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἁμαρτία. ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἔργα, ἀναγκαίως φρουρούς σοι καὶ φύλακας παρακαθίστησιν ὁ Θεός· καὶ περιτει‐ χίζει σε φυλακῇ ἀγγέλων. σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμβολῆ ἀνθρώπων παρα‐
10σκευάζεται ὁ εἷς ἄγγελος· διὰ μὲν οὖν τὸ μέγα τοῦ φυλάσσοντός σε, παρεμβολήν σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἷον περιτειχίζει σε πάντοθεν τῇ ἀπ’ αὐτοῦ ἀσφαλείᾳ. ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν, οὕτως καὶ ὁ
15ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει. Ἀμμωνίου. Τέως σημειωτέον ἐν πρώτοις, ὅτι ἕκαστος τῶν ἀνθρώπων ἔχει ὁδηγόν· καὶ ὅτι συνεχῶς ἑώρων ἀγγέλους οἱ πιστοί· ὡς ὁ Φίλιππος καὶ οἱ περὶ Πέτρον καὶ Ἰωάννην καὶ οἱ ἄλλοι· οἱ
20γὰρ ἄπιστοι οὐχ ὁρῶσι, κἂν πλησίον ὦσιν αὐτῶν· ἀμέλει ὁ Ἡρώ‐ δης οὐκ εἶδε τὸν πατάξαντα αὐτὸν ἀγγελόν· ἀλλὰ τῆς μὲν πληγῆς ἤσθετο, τίς δὲ ὁ πλήξας οὐκ ἐθεάσατο. Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν δηλονότι ἀγγέλους ἔχουσιν οἱ ἅγιοι, ἢ καὶ πάντες· καὶ γὰρ ὁ Ἀπόστολός φησι περὶ τῆς γυναι‐
25κός· ὅτι “ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγ‐ “γέλους·” καὶ Μωσῆς “ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέ‐ “λων Θεοῦ.” Ὁ δὲ Πέτρος ἐπέμενε κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτὸν, καὶ ἐξέστησαν. κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ
30σιγᾷν, διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἀπὸ τῆς φυλακῆς. Τοῦ αὐτοῦ. Πολλῷ ποθεινότερος λοιπὸν ἦν τοῖς μαθηταῖς, οὐ
τῷ σωθῆναι μόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἀπελθεῖν.208

209

Εἶπε δὲ, ἀπαγγείλατε τῷ Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Πῶς οὐκ ἔστι κενόδοξος, οὐδὲ εἶπε, τοῖς ἀπανταχοῦ δῆλα ταῦτα ποιήσατε, ἀλλὰ τοῖς ἀδελφοῖς;
5 Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασμοὺς ἐνέβαλεν ἑαυ‐ τόν· ἐπεὶ καὶ τοῦτο ὅτε ἐκελεύσθησαν ἐποίησαν· “εἰσελθόντες,” φησὶ, “λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ·” τούτῳ δὲ οὐκ εἶπεν ὁ ἄγγελος· ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν, ἔδωκεν ἐξουσίαν
10ἀναχωρῆσαι. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος μέγας ἐν τοῖς στρα‐ τιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζη‐ τήσας αὐτὸν καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι· καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας
15εἰς Καισάρειαν διέτριβεν. Τοῦ Χρυσοστόμου. Ἴσως τινὲς ἀποροῦσιν, ὡς περιεῖδεν ὁ Θεὸς τοὺς ἀθλητὰς ἀπολλυμένους, καὶ νῦν πάλιν τοὺς στρατιώ‐ τας διὰ τὸν Πέτρον· καίτοι δυνατὸν ἦν αὐτῷ μετὰ τὸν Πέτρον κἀκείνους ἐξελέσθαι· ἀλλ’ οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὴν
20ἀξίαν ἀπονεῖμαι ἑκάστῳ· ἄλλως δὲ οὐκ ἐνέβαλεν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ Πέτρος· μᾶλλον γὰρ αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι· ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἐμπαιχθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καὶ μετ’ ὀλίγα— Εἰ γὰρ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος μετὰ τοῦ Πέτρου,
25ἐνομίσθη φυγὴ ἂν εἶναι τὸ πρᾶγμα· τί οὖν οὐκ ἑτέρως ᾠκονομήθη φησί; ποία γὰρ βλαβὴ γέγονε νῦν ἂν, εἰ δῶμεν, ὅτι οἱ ἀδίκως πα‐ θόντες κακῶς, οὐδὲν ἐβλάβησαν· οὐ ζητήσωμεν ταῦτα· διατί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου; διατί αὐτὸν οὐκ ἐξείλατο; “ἡμε‐ “ρὰς δὲ γενομένης,” φησὶν, “ἦν τάραχος οὐκ ὀλίγος·” οὕτως
30οὐκ ᾔσθοντο· ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνω λόγον· τὰ δὲ δεσμὰ ἦν καὶ οἱ φύλακες ἔνδον, καὶ τὸ δεσμωτήριον κεκλεισμένον· οὐδαμοῦ τοῖχος διωρυγμένος· πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπα‐
στος ὁ ἄνθρωπος γέγονε· διατί αὐτοὺς καταδικάζεις; εἰ ἤθελον209

210

ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον· ἀλλὰ χρήματα ἔλαβον· πόθεν; ὁ μηδὲ πένητι ἔχων ἀποδοῦναι, τούτοις ἐδίδου; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἀλύσεις, οὐδὲ λελυμέναι ἦσαν· ἔδει ἰδεῖν ὅτι θεῖον τὸ πρᾶγμα ἦν, καὶ οὐδὲν ἀνθρώπινον.
5Περὶ τῶν φυλάκων κολάσεως, καὶ μετέπειτα περὶ τῆς τοῦ ἀσεβοῦς Ἡρώδου πικρᾶς τε καὶ ὀλεθρίου καταστροφῆς. Ἦν δὲ ὁ Ἡρώδης θυμομαχὼν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο
10εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. Τοῦ Χρυσοστόμου. Ταύτης τί μέμνηται τῆς ἱστορίας, εἶπέ μοι· τί πρὸς τὸ Εὐαγγέλιον ἀνήκει μαθεῖν, ὅτι θυμομαχεῖ Τυρίοις καὶ Σιδονίοις; οὐ μικρὸν οὐδὲ τοῦτό ἐστιν, πῶς εὐθέως ἐπῆλθεν ἡ
15δίκη, καὶ κατέλαβεν αὐτόν· εἰ καὶ μὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν αὐτοῦ μεγαληγορίαν. καὶ μὴν εἰ ἐκεῖνοι φησὶν ἐβόησαν, τί πρὸς τοῦτον; ὅτι κατεδέξατο τὴν φωνήν· ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας· διὰ τοῦτο μάλιστα ἐκεῖνοι παιδεύονται οἱ κολακεύοντες εἰκῆ. ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμω‐
20ρίας, τοῦτον δὲ κολαζόμενον· οὐ γάρ ἐστι κρίσεως ὁ καιρὸς, ἀλλὰ τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει· ἐκείνους ἀφιεὶς ἀπὸ τού‐ του κερδᾶναι. Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βα‐ σιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς
25αὐτούς. ὁ δὲ δῆμος ἐπεφώνει, Θεοῦ φωνὴ καὶ οὐκ ἀν‐ θρώπου παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ’ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν. ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.
30 Τοῦ Χρυσοστόμου. Ἰώσηπος φησὶν, ὅτι καὶ ἐσθῆτα λαμπρὰν ἐξ ἀργυρίου πεποιημένην περιέκειτο. ὅρα καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν· ὅρα καὶ τῶν Ἀποστόλων τὸ φρόνημα· ὃν γὰρ ἔθνος ὁλόκλη‐
ρον οὕτως ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον· ὅρα δὲ πάλιν ἀνά‐210

211

πνευσιν αὐτῶν μεγάλην, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας· εἰ γὰρ οὗτος ἀκούσας, ὅτι φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι μηδὲν εἰπὼν, τοιαῦτα ἔπαθε, πολλῷ μᾶλλον ὁ Χριστὸς, εἰ μὴ αὐτὸς ἀεὶ λέγων, ὅτι “τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἐστὶν ἐμά·” “κἂν πολ‐
5“λοί μοι ὑπηρετοῦσι.” καὶ ὅσα τοιαῦτα. Εὐσεβίου Καισαρείας ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας. Εἴπερ τῆς τοῦ βασιλέως Ἡρώδου προσηγορίας δόξειε τισὶ διαφω‐ νεῖν ὁ Ἰώσηπος· ἀλλ’ ὅγε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δεικνύων· ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου τοῦ ὀνό‐
10ματος, ἢ καὶ διωνυμίας περὶ τὸν αὐτὸν, οἷα καὶ περὶ πολλοὺς, γε‐ γενημένης. Ἰώσηπος λέγει “ὡς ὁ Ἡρώδης στολὴν ἐνδυσάμενος ἐξ “ἀργυρίου πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν “εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας· ἔνθα ταῖς πρώταις τῶν ἡλια‐ “κῶν ἀκτίνων ἐπιβολαῖς ὁ ἄργυρος καταυγασθεὶς, θαυμασίως ἀπέ‐
15“στιλβε· μαρμαρυγῶν τι φοβερὸν, καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι “φρικῶδες. εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲ ἐκείνων πρὸς ἀγαθοῦ “ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προαγορεύοντες, εὐμενής τε “εἴης ἐπιλέγοντες, εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν· “ἀλλὰ τοὐντεῦθεν κρείττονά σε τῆς φύσεως ὁμολογοῦμεν.”
20 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἀπὸ Ἱερου‐ σαλὴμ, πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικαλούμενον Μάρκον. Τοῦ Χρυσοστόμου. Ἔτι Βαρνάβα πρώτου μνημονεύει· οὔπω γὰρ Παῦλος ἦν λαμπρός· οὔπω σημεῖον οὐδὲν εἰργάσατο.
25tΚΕΦ. ΙΘ.
26tἈποστολὴ Βαρνάβα καὶ Παύλου παρὰ τοῦ Θείου Πνεύματος εἰς Κύπρον· ὅσα
27tτε εἰργάσατο ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς Ἐλύμαν τὸν μάγον.
28 Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλη‐ σίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συ‐
30μεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Ἀμμωνίου. Σημειωτέον ὅτι καὶ Παῦλος καὶ Βαρνάβας μετὰ τῶν προφητῶν κατετάγησαν. Μαναήν τε Ἡρώδου τοῦ Τετράρχου σύντροφος, καὶ
Σαῦλος.211

212

“Μαναήν τε Ἡρώδου τοῦ Τετράρχου σύντροφος.” ἰδοὺ ὁ τρό‐ πος ἑκάστου, καὶ οὐκ ἐκ παιδὸς ἀνατροφὴ σώζει· βλέπε γὰρ πῶς ὁ μὲν Ἡρώδης κάκιστος ἦν, μὴ βουληθεὶς μετανοῆσαι· ὁ δὲ τού‐ του σύντροφος Μαναὴν, τοσοῦτον μετεβλήθη, ὅτι καὶ προφητείας
5ἠξιώθη. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόν‐ των, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, Τοῦ Χρυσοστόμου. Τί ἐστι λειτουργούντων; τουτέστι κη‐ ρυττόντων.
10 Ἐξ ἀνεπιγράφου. Ὥσπερ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πάντα πράτ‐ τουσιν αὐτεξουσίως, οὕτως καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ἔργον δὲ λέγει τὸ κήρυγμα, ὅπερ ἐστιν ἴδιον τῆς Ἁγίας Τριάδος. Ἀμμωνίου. Σημειωτέον ὅτι οὐ τοῖς τυχοῦσι λαλεῖ τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ τοῖς λειτουργοῦσιν αὐτῷ καὶ νηστεύουσι· καὶ
15πάλιν σημειωτέον, ὅτι οὐχ ὡς ἔτυχεν ἐχειροτόνουν τοὺς διακόνους, ἀλλὰ προνηστεύοντες καὶ εὐχόμενοι· καὶ ἰδοὺ πάλιν ἐπέθηκαν τὰς χεῖρας τοῖς περὶ Σαῦλον· ὡς ἐκ τούτου στοχάζεσθαι, ὅτι τὸν τοῦ διακόνου βαθμὸν διὰ τῆς ἐπιγενομένης χειροθεσίας ὑπερέβησαν. Ἵνα τὸ ὁμότιμον δείξῃ.
20 Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς· τότε νηστεύσαντες καὶ προσευξάμενοι, καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. Τί ἐστιν “ἀφορίσατέ μοι εἰς τὸ ἔργον;” εἰς τὴν ἀποστολήν· ὅρα
25πάλιν ὑπὸ τινῶν χειροτονεῖται· ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ Μαναήν· μᾶλλον δὲ ὑπὸ τοῦ Πνεύματος· ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ σεμνότερα ἡ τοῦ Θεοῦ φαίνεται χάρις· χειροτονεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε μετ’ ἐξουσίας κηρύττειν· πῶς οὖν αὐτός φησιν, “οὐκ ἀπ’ ἀνθρώπου, οὐδὲ δι’ ἀνθρώπων;” ὅτι
30οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν, οὐδὲ προσήγετο· τουτέστιν οὐδὲ δι’ ἀνθρώπων· διὰ τοῦτό φησιν, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ’ ὑπὸ τοῦ Πνεύματος. Καὶ μετ’ ὀλίγα—Σκόπει δὲ λοιπὸν τὴν αὐθεν‐ τείαν τοῦ Ἁγίου Πνεύματος· τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτοῦ
ἐξουσίας ὢν, ταῦτα εἰπεῖν; πῶς τε αὐτοῖς εἶπε; διὰ προφητῶν212

213

ἴσως· διὰ τοῦτο προλαβὼν εἶπεν· ὅτι καὶ προφῆται ἦσαν, καὶ ἐνήστευον καὶ ἐλειτούργουν· ἵνα μάθῃς ὅτι πολλῆς νήψεως χρεία ἦν. ἐν Ἀντιοχείᾳ χειροτονεῖται ἔνθα κηρύττει· διατί μὴ εἶπε, τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ’ ἐμοί; δείκνυσιν ὅτι ἔνεστι τὸ τῆς ἐξουσίας
5καὶ δυνάμεως· ὅρα ὅσον ἡ νηστεία δείκνυσι μέγα. Καὶ πάλιν— Ὅθεν δῆλον ὅτι καὶ μία ἐξουσία Υἱοῦ καὶ Πνεύματος· ἀπὸ γὰρ Πνεύματος ἀποσταλεὶς, ὑπὸ τοῦ Υἱοῦ φησὶν ἀπεστάλθαι· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ Πνεύματι λογιζόμενος· τοῖς γὰρ Μιλησίων διαλεγόμενος ἄρχουσι καὶ πρεσβυτέροις, “προσ‐
10“έχετε ἑαυτοῖς,” φησι, “καὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἔθετο ὑμᾶς τὸ “Πνεῦμα τὸ Ἅγιον ποιμένας καὶ ἐπισκόπους·” καίτοιγε ἐν ἀλλῇ φησὶν ἐπιστολῇ “οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ· πρῶτον “Ἀποστόλους, δεύτερον προφῆτας, εἶτα ποιμένας καὶ διδασκά‐ “λους.” οὕτως διαφόρως κέχρηται τῷ λόγῳ, τὰ τοῦ Πνεύματος,
15τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος· ἐμφράττει δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων “διὰ Ἰησοῦ “Χριστοῦ καὶ Θεοῦ Πατρός.” ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην προσερρίφθαι τῷ Υἱῷ φασὶν, ὅρα τί ποιεῖ; ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησι, διδάσκων ἡμᾶς μὴ νομοθετεῖν τῇ ἀρρήτῳ φύσει, μηδὲ
20μέτρα θεότητος ὁρίζειν, μέσους καὶ Υἱοῦ καὶ Πατρὸς γενομένους· εἰπὼν γὰρ “διὰ Ἰησοῦ Χριστοῦ,” ἐπήγαγε “καὶ Θεοῦ Πατρός·” εἰ μὲν γὰρ καθ’ ἑαυτὸ τοῦ Πατρὸς μνημονεύσας εἶπεν τὸ δι’ οὗ, ἴσως ἂν καὶ ἐσοφίσαντο λέγοντες ἁρμόζειν τῶ Πατρὶ τὸ δι’ οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰς αὐτὸν ἀναφέρεσθαι· νυνὶ δὲ τοῦ Υἱοῦ μνημονεύ‐
25σας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινὴν θεὶς τὴν λέξιν, οὐκέτι τὸν λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν· οὐ γὰρ ὡς τὰ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ τοῦτο ποιεῖ, ἀλλ’ ὡς δεικνὺς ὅτι οὐδεμίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν εἰσάγει. Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύ‐
30ματος, κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθέν τε ἀπέπλευ‐ σαν εἰς Κύπρον. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ἐν Σελευκείᾳ οὐ διατρίβουσιν, εἰδότες ὅτι ἀπὸ τῆς γείτονος πόλεως ἐκαρπώσαντο ἂν πολλὴν τὴν
ὠφέλειαν· ἀλλὰ πρὸς τὰ κατεπείγοντα σπεύδουσιν.213

214

Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας Ἀπὸ Λόγου κηʹ. Ταῦ‐ τα εἴρηται κατὰ τὴν πρόχειρον ἔννοιαν· κατὰ δὲ τὴν ὑψηλὴν καὶ ἀνηγμένην καὶ ἀληθῆ, θάλασσαν τὸν κόσμον τοῦτον εἶναί φησι, διὰ τὸ ἄστατον καὶ ῥέον τοῦ βίου κλυδώνιον· οὗ τῶν Ἀποστόλων
5οἱ πόδες ἐπιβάντες, ἐτάραξαν ὕδατα πολλὰ, τὰ ἐγκόσμια καὶ φιλήδονα καὶ διακεχυμένα νοήματα διασκεδάσαντες, καὶ τῇ διδα‐ σκαλίᾳ τῆς ἐγκρατείας καὶ σωφροσύνης ξηράναντες. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ
10καὶ Ἰωάννην ὑπηρέτην. Τοῦ Χρυσοστόμου. Ὁρᾶς πᾶσαν σπουδὴν ποιουμένους αὐ‐ τοὺς ἐκείνοις καταγγέλλειν τὸν λόγον πρώτοις, ἵνα μὴ φιλονεικο‐ τέρους ἐργάσωνται· καὶ ἐκείνοις οὐκ ἐλάλουν εἰ μὴ μόνοις Ἰου‐ δαίοις· καὶ αὐτοὶ εἰς τὰς συναγωγὰς ἀπῄεσαν.
15 Διεξελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου, εὗρον ἐκεῖ ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον, ὀνό‐ ματι Βαρϊησοῦν, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. ἀν‐
20θίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος· οὕτως γὰρ μεθερ‐ μηνεύεται τὸ ὄνομα αὐτοῦ· ζητῶν ἀπόστρεψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Τοῦ αὐτοῦ. Πάλιν μάγος Ἰουδαῖος καθάπερ Σίμων· καὶ ὅρα τοῦτον, ὅτε μὲν τοῖς ἄλλοις ἐκήρυττον, οὐ σφόδρα ἀγανακτοῦντα·
25ἐπειδὴ δὲ τῷ ἀνθυπάτῳ προσῄεσαν, τότε· τὸ δὲ θαυμαστὸν τοῦ ἀνθυπάτου, ὅτι καὶ προκατειλημμένος ἐκείνου τῇ μαγείᾳ, ἤθελεν ἀκοῦσαι τῶν Ἀποστόλων· οὕτω καὶ οἱ Σαμαρεῖται ἐποίησαν, ἡνίκα φαίνεται τῆς μαγείας ἁλισκομένης· πανταχοῦ ἡ κενοδοξία καὶ ἡ φιλαρχία αἰτία τῶν κακῶν· πρὸς τὴν ῥίζαν ἐλθόντες τῆς
30νόσου τὸν ἀνθύπατον ἐσπούδαζον διορθῶσαι· ὅτι γὰρ οὐ κολακείας ἦν τὸ λέγειν, συνῆν τῷ ἀνθυπάτῳ ἀνδρὶ συνετῷ, ἀπὸ τοῦ πράγμα‐
τος μάνθανε· πῶς οὐκ ἐδεήθη λόγων πολλῶν; πῶς ἠθέλησεν αὐ‐214

215

τῶν ἀκοῦσαι; καὶ τὰ ὀνόματα δὲ λέγει· ἐπειδὴ προσφάτως ἔγρα‐ φον· ὅρα ὅτι οὐδὲν πρὸς τὸν μάγον εἶπον, ὡς ἐκεῖνος ἀφορμὴν ἔδωκεν, ἀλλὰ τὸν λόγον τοῦ Κυρίου κατήγγελλον· ἐπειδὴ τοὺς ἄλλους ὁ μάγος ἑώρα προσέχοντας, πρὸς ἓν τοῦτο ἑώρα, ὥστε
5ἐκεῖνον μὴ πεισθῆναι. Σαῦλος δὲ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁ‐ γίου, ἀτενίσας εἰς αὐτὸν εἶπεν, Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὸ ὄνομα αὐτοῦ ἀμείβεται μετὰ τῆς χειροτονίας· ὅπερ καὶ ἐπὶ τοῦ Πέτρου γεγένηται.
10 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς. Τίνος ἕνεκεν μετέθηκε τὸ ὄνομα αὐτοῦ ὁ Θεὸς, καὶ Σαῦλον ὄντα Παῦλον ἐκάλεσεν; ἵνα μηδὲ ταύτῃ τῶν Ἀποστόλων ἔλαττον ἔχῃ· ἀλλ’ ὅπερ ἔσχεν ἐξαίρετον ὁ κορυφαῖος τῶν μαθητῶν, τοῦτο καὶ αὐτὸς κτήσηται, καὶ πλείονος οἰκειώσεως ὑπόθεσιν λάβῃ.
15 Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, Τοῦ αὐτοῦ. Καὶ ὅρα· οὐχ ὕβρις τὸ πρᾶγμα ἐστὶν, ἀλλὰ κατηγορία· τοὺς γὰρ ἰταμοὺς καὶ ἀναισχύντους οὕτω δεῖ κατα‐ πλήττεσθαι· ἐνταῦθα ἀποκαλύπτει τὰ ἐν τῇ διανοίᾳ, πρὸς σχήματι
20σωτηρίας ἀπολλύντι τὸν ἀνθύπατον. Τοῦ αὐτοῦ. “Ὢ πλήρης παντὸς δόλου·” οὐδὲν ἐλλιπῶς φησι· καὶ καλῶς εἶπε “παντὸς δόλου,” ὑπεκρίνετο γάρ· “υἱὲ διαβόλου” τὸ γὰρ ἔργον ἐκείνου ἔπραττεν· “ἐχθρὲ πάσης δικαιοσύνης” ἡ γὰρ πᾶσα δικαιοσύνη αὕτη ἦν· ἐμοὶ δοκεῖ καὶ τὸν βίον ἐλέγχειν τὸν
25αὐτοῦ· οὐκ ἦν θύμου τὰ ῥήματα· διὰ τοῦτο προλαβὼν εἶπε, “πλησθεὶς Πνεύματος Ἁγίου,” τουτέστιν ἐνεργείας. Διδύμου. Ἐπεὶ ὁ δικαιοσύνης ἐχθρὸς ἐναντίος αὐτῇ ἔστιν· ἀρετὴ δὲ ἡ δικαιοσύνη· τὸ δὲ ποιότητι ἐναντίον καὶ αὐτὸ ποιότης· οὐ ποιότης δὲ ὁ προκείμενος μάγος, ἀλλ’ ἄνθρωπος· ἐχθρὸς δικαιο‐
30σύνης, οὐχ ᾗ ἄνθρωπος, ἀλλὰ τῷ ἔχειν ἀδικίαν τυγχάνει· εἰ δὲ τῷ ἔχειν ἀδικίαν κακός ἐστιν, οὐκ ἐκ κατασκευῆς ἐστὶ τοιοῦτος· ὅθεν
οὐ ῥαδιουργία ἡ δολιότης ἐστὶν, ἀλλὰ πλήρης τούτων τυγχάνει,215

216

κατὰ διάθεσιν αὐτὰ σχών· ᾧ ἕπεται, κατὰ γνώμην, ἀλλ’ οὐ κατ’ οὐσίαν πονηρὸν αὐτὸν εἶναι, ἐπιστατέον. Ἰσιδώρου Πηλουσιώτου ἐξ ἐπιστολῆς τναʹ. Οὐκ ἔστιν ἐναντίον τῷ θείῳ νόμῳ, ἐμφρονέστατε, τῷ ἀγαπᾶν τοὺς ἐχθροὺς
5παραγγέλλοντι, τὰ παρὰ τοῦ Ἀποστόλου εἰς τὸν μάγον γενόμενα· ἀλλ’ ἐπειδὴ τὰς ὁδοὺς διέστρεφε τοῦ κηρύγματος, καὶ τὸν ἀνθύ‐ πατον ἀφιστᾷ τῆς πίστεως, δι’ οὗ ἅπαν τὸ ἔθνος χειρωθῆναι ἦν πρὸς σωτηρίαν ῥᾴδιον, ἐκ τῆς καθ’ ἑαυτὸν οἰκονομίας, σωφρονίζει ὁ Παῦλος τὸν βλάσφημον· τύφλωσιν ἐπαγαγὼν πρὸς νουθεσίαν, τὴν
10καὶ αὐτὸν χειραγωγήσασαν πρὸς μαθησίαν· ἐδιδάχθη γὰρ ἐκείνῳ θεραπεύειν τῷ φαρμάκῳ τὴν ἀπιστίαν, ὥσπερ αὐτὸς ἰάθη τὴν ἐκ τοῦ νόμου ἀντιλογίαν· τὸ δὲ “ἄχρι καιροῦ” ὅριον τῇ γνωμῇ διδοὺς ἐν ἑαυτῇ ἔχειν τοῦ φωτὸς τὴν ἀπόληψιν, τὸν τρόπον μεταβάλ‐ λουσα πρὸς τὸ βελτίον.
15 Οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐ‐ θείας; Τοῦ Χρυσοστόμου. Οὐχ ἡμῖν πολεμεῖς, φησὶν, οὐδὲ μάχῃ, ἀλλ’ ὁδοὺς Κυρίου διαστρέφεις τὰς εὐθείας. Διδύμου. Καὶ τὸ “οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου,”
20πρὸς δυνάμενον παύσασθαι ἡ ἐπίπληξις· οὐ δυνατὸν δὲ παύσασθαι τῷ κατ’ οὐσίαν κακῷ· συμφωνεῖ τούτοις καὶ τὰ τῆς ἐπιτιμίας· ἐκ βλέποντος γὰρ τυφλὸς γενόμενος μεταβολὴν ἔσχεν· ἀλλὰ καὶ τὸ “ἄχρι καιροῦ” προσκείμενον δείκνυσιν, ὅτι τῷ φαύλως βλέπειν ἀπο‐ βεβηκὼς μετὰ τὸν δηλούμενον καιρὸν, ἔσται ἐν τῷ καλῶς ὁρᾶν·
25καὶ τοῦτο τὸ ῥητὸν ἀνατρέπει δόξαν τῶν λεγόντων, μὴ ἀγαθοῦ Θεοῦ εἶναι τὸ ποιεῖν βλέποντα καὶ τυφλόν· οὐ γὰρ ἐκείνου τοῦ Θεοῦ κατὰ τὴν γνώμην ταύτην τοῦ ἀγαθοῦ διάκονος ὢν Παῦλος, δυνάμει τοῦ ἰδίου Θεοῦ τὸν Ἐλύμαν ἐτύφλωσεν. Καὶ νῦν ἰδοὺ, χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς
30μὴ βλέπων τὸν ἥλιον, ἄχρι καιροῦ. Τοῦ Χρυσοστόμου. Ὧι αὐτὸς προσήχθη σημείῳ, τούτῳ καὶ
τοῦτον ἠβουλήθη προσαγαγεῖν.216

217

Τοῦ αὐτοῦ. “Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ.” οὐκ ἄρα τιμωρία ἦν, ἀλλ’ ἴασις· μονονουχὶ γὰρ ἔλεγεν, οὐκ ἐγὼ ποιῶ, ἀλλ’ ἡ τοῦ Θεοῦ χείρ· ὅρα τὸ ἄτυφον· οὐκέτι φῶς ὡς ἐπὶ Παύλου περιήστραψεν αὐτόν.
5 Τοῦ αὐτοῦ. Τοῦτο οὐ κολάζοντος ἦν τὸ ῥῆμα, ἀλλ’ ἐπιστρέ‐ φοντος· εἰ γὰρ κολάζοντος ἦν, διὰ παντὸς ἂν αὐτὸν ἐποίησε τυφλόν· νῦν δὲ οὐ τοῦτο, ἀλλὰ πρὸς καιρὸν, ἵνα τὸν ἀνθύπατον κερδάνῃ. Ἐξ ἀνεπιγράφου. Τὸ “ἄχρι καιροῦ” μετανοίας ἐστὶ σημαντι‐
10κόν· ἵνα εἰ μὲν μετανοήσῃ, σωτηρίας τύχῃ παρὰ Θεοῦ· εἰ δὲ καταφρονήσει, καὶ οὕτως τῆς τοῦ Θεοῦ μακροθυμίας καὶ χρηστό‐ τητος ἀναπολόγητον ἕξῃ τὴν δίκην. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς· τότε ἰδὼν ὁ ἀνθύπα‐
15τος τὸ γεγονὸς, ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ δι‐ δαχῇ τοῦ Κυρίου. Τοῦ Χρυσοστόμου. Διατί μὴ ἕτερον σημεῖον ἐποίησεν; οὐκ ἦν τούτου ἶσον τὸν ἐχθρὸν ἑλεῖν. Καὶ μετ’ ὀλίγα—Τεκμήριον τῆς τυφλότητος τὸ χειραγωγοὺς ζητεῖν· καὶ ὅρα τὴν πύρωσιν· ὁ
20ἀνθύπατος μόνος ἐπίστευσε, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἐκπληττόμενος· εἶδεν ὅτι οὐ λόγος οὐδὲ ἀπάτη ταῦτα. ὅρα πόσον ἐρῶτα εἶχε διδα‐ σκαλίας, ἐν ἀρχῇ ὢν τοσαύτῃ ἐκπληττόμενος· τὸν γὰρ προκατει‐ λημμένον τῇ μαγείᾳ αὐτοῦ, ταύτῃ τῇ τιμωρίᾳ παιδευθῆναι ἐχρῆν· ὥσπερ οὖν καὶ οἱ μάγοι ὑπὸ τῶν φλυκτίδων ἐπαιδεύοντο. ὅρα δὲ
25αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πι‐ στεύσαντος, οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τιμῇ, ἀλλ’ εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντίπερα χώραν ὁρμῶν‐ τας. Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου, οἱ περὶ Παῦλον,
30ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχω‐ ρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Τοῦ Χρυσοστόμου. Τί δήποτε ὁ Ἰωάννης ἀποχωρεῖ ἀπ’ αὐ‐ τῶν; ἅτε ἐπὶ μακροτέραν λοιπὸν στελλομένων ὁδόν· καίτοι γε
ὑπηρέτης ἦν· ἀλλὰ τὸν κίνδυνον αὐτοὶ εἶχον· ἐλθόντες δὲ αὐτοὶ217

218

πάλιν εἰς Πέργην παρατρέχουσιν· ἐπὶ γὰρ τὴν μητρόπολιν ἠπεί‐ γοντο τὴν Ἀντιόχειαν. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν
5συναγωγὴν τῶν Ἰουδαίων τῇ ἡμέρᾳ τῶν Σαββάτων, ἐκάθισαν. Τοῦ αὐτοῦ. Πάλιν εἰς τὰς συναγωγὰς ἐν σχήματι Ἰουδαίων εἰσῄεσαν, ὥστε μὴ πολεμεῖσθαι μηδὲ ἐλαύνεσθαι· καὶ οὕτω τὸ πᾶν κατώρθουν.
10 Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφη‐ τῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγον‐ τες, ἄνδρες ἀδελφοὶ, εἴτις ἐστὶν ἐν ὑμῖν λόγος παρακλή‐ σεως πρὸς τὸν λαὸν, λέγετε. Τοῦ αὐτοῦ. Λοιπὸν ἐντεῦθεν τὰ κατὰ Παῦλον μανθάνομεν· οὐ
15μικρὰ περὶ τοῦ Πέτρου μαθόντες ἐν τοῖς πρῴην εἰρημένοις· ὅρα δὲ αὐτοὺς ἀφθόνως τοῦτο ποιοῦντας· μετὰ δὲ τοῦτο οὐκέτι· εἰ τοῦτο βούλεσθε, μᾶλλον ἔδει παρακαλέσαι, ἀλλ’ ὢ τῆς φιλαρχίας, ὢ τῆς κενοδοξίας· πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι κατὰ τῆς οἰκείας, κατὰ τῆς τῶν ἄλλων σωτηρίας· ἑστάναι παρασκευάζει
20πηροὺς ὄντας, καὶ τυφλοὺς ἐργάζεται ὥστε χειραγωγοὺς ἐπιζη‐ τεῖν· ἀλλ’ οὐκέτι τούτου ἀνέχονται, ἀλλ’ ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν· οὐδὲν ἀφίησιν ἰδεῖν· καθάπερ ἀχλὺς ἐπιτίθεται, καὶ ζόφος οὐκ ἀφίησι διακλέψαι. Ἀμμωνίου. Ἔθος τοῖς Ἰουδαίοις ἐν τοῖς Σάββασιν ἀναγινώ‐
25σκειν τὸν νόμον Μωυσέως καὶ τοὺς προφήτας· καὶ μετὰ τὴν τού‐ των ἀνάγνωσιν προσομιλεῖν καὶ ἐξηγεῖσθαι· διὸ καὶ οἱ Ἰουδαίων ἀρχισυνάγωγοι μετὰ τὴν ἀνάγνωσιν προετρέποντο τοὺς περὶ Παῦ‐ λον λαλῆσαι παραινετικοὺς λόγους τῇ συναγωγῇ.
29tΚΕΦ. Κ.
30tΠαύλου εὐθαλὴς διδασκαλία εἰς Χριστὸν ἔκ τε τοῦ νόμου καὶ καθεξῆς τῶν
31tπροφητῶν, ἱστορικὴ καὶ εὐαγγελική.
32 Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν, ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεὸν, ἀκού‐
σατε.218

219

Τοῦ Χρυσοστόμου. Ἐνταῦθα κηρύττει πρῶτον Παῦλος· καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· ἔνθα μὲν ἦν κατεσπαρμένος ὁ λόγος, πα‐ ρατρέχει· ἔνθα δὲ οὐδεὶς ἦν, διατρίβει· καθὼς αὐτός φησι γρά‐ φων· “οὕτως δὲ φιλοτιμούμενος εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνο‐
5“μάσθη Χριστόσ”—Καὶ μετ’ ὀλίγα—Ὅρα τὸν Βαρνάβαν παρα‐ χωροῦντα τῷ Παύλῳ· πῶς γὰρ οὔ; ὃν ἤγαγεν ἀπὸ Ταρσοῦ· ὥσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ· καίτοι αὐτοῦ αἰδεσιμώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἑώρων. Ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς
10πατέρας ἡμῶν· καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς· καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτρο‐ ποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ· καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν· ὡς
15ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. Τοῦ Χρυσοστόμου. Ὅρα αὐτὸν τὸν Θεὸν αὐτῶν καλεῖ τὸν κοινὸν πάντων ἀνθρώπων Θεόν· καὶ δείκνυσιν ἄνωθεν τὰς εὐεργε‐ σίας αὐτοῦ μεγάλας οὔσας· καθάπερ καὶ Στέφανος ποιεῖ. Καὶ μετὰ ταῦτα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προ‐
20φήτου. Τοῦ αὐτοῦ. Ἐνταῦθα ὅτι διαφόρως κατ’ αὐτοὺς οἰκονομεῖται ἐδήλωσεν. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμὶν,
25ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν, ἤγειρεν αὐ‐ τοῖς τὸν Δαβὶδ εἰς βασιλέα, Τοῦ αὐτοῦ. Οὐ λέγει τὴν ἀγνωμοσύνην αὐτῶν, ἀλλὰ παντα‐ χοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Θεοδωρήτου εἰς τὴν ἑρμηνείαν τῆς πρώτης τῶν Βασι‐
30λειῶν. “Ζητήσει γὰρ Κύριος,” φησὶν, “ἑαυτῷ ἄνθρωπον κατὰ τὴν “καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται αὐτῷ Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν “λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος·” ἐντεῦ‐
θεν ὁ Παῦλος τέθεικε τὸ, “εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ219

220

τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου·” προφητικῶς γὰρ ταῦτα προείρηκεν ὁ θειότατος Σαμουὴλ πρὸς τὸν Σαούλ. Ὧι καὶ εἶπε μαρτύρησας, εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσ‐ σαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ
5θελήματά μου. Σημειωτέον ὡς οὐδαμῶς αὐτολέξει ταῦτα τὰ ῥητὰ κεῖνται ἐν τῇ βίβλῳ τῶν Βασιλειῶν· ἢ μόνον προφητικῶς ὑπὸ τοῦ θείου Σαμουὴλ εἰρημένα πρὸς τὸν Σαοὺλ οὕτω· “καὶ νῦν ἡ βασιλεία “σου, οὐ στήσεται σοι· καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ
10“τὴν καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ “τὸν λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.” Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα Ἰησοῦν, προκηρύξαντος Ἰωάννου, πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα
15μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο ὡς ἀνῃ‐ ρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς τοῦτο αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριον ἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον· πάνυ ποθεινὸν ἦν αὐτοῖς τὸ τοῦ
20Δαβὶδ ὄνομα· οὐκοῦν ὑπὸ τοῦ παιδὸς αὐτοῦ βασιλεύεσθαι φησὶ “προκηρύξαντος Ἰωάννου τῆς εἰσόδου αὐτοῦ·” εἴσοδον τὴν σάρκωσιν λέγει· οὕτως καὶ Ἰωάννης τὸ εὐαγγέλιον γράφων, ἐπὶ τοῦτον κατα‐ φεύγει συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν.
25 “Ἤγειρε” λέγει, οὐκ ἔκτισε· τὸν γὰρ ὄντα ἤγειρεν, οὐ τὸν μὴ ὄντα. Ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε, τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγὼ, ἀλλ’ ἰδοῦ, ἔρχεται μετ’ ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Τοῦ Χρυσοστόμου. Καὶ Ἰωάννης δὲ μαρτυρεῖ οὐχ ἁπλῶς,
30ἀλλὰ πάντων ἐπ’ αὐτὸν ἀγόντων τὴν δόξαν, αὐτὸς αὐτὴν ἀποκρούε‐ ται· οὐ γάρ ἐστιν ἶσον, μηδενὸς διδόντος καὶ πολλῶν ὑπαρχόντων, ταυτὴν τὴν τιμὴν διωθεῖσθαι· καὶ μηδὲ ἁπλῶς ἀλλὰ μετὰ το‐
σαύτης ὑποστολῆς.220

221

Κυρίλλου. Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερ‐ κειμένης οὐσίας, τὸ ἓν εἶναι δύνασθαι τισὶ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν, τοὺς προσιόντας αὐτῇ· ἐνυπάρχει δὲ τοῦτο οὐ κατὰ μετάληψιν καὶ μέθεξιν τὴν παρ’ ἑτέ‐
5ρου τινὸς, ἀλλ’ οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· βαπτίζει γὰρ ἐν Ἁγίῳ Πνεύματι· Θεὸς οὖν ἄρα ἐστὶ καὶ καρπὸς τοῦ Θεοῦ, καὶ Πατρὸς ὁ ἐνανθρωπήσας Λόγος· ἀλλ’ ἔδρα τοῦτο, καὶ ὅτε γέγονεν ἄνθρωπος, ὡς εἷς ὢν Υἱὸς μετὰ τῆς ἀρρήτως τε καὶ ἀπερινοήτως ἑνωθείσης αὑτῷ σαρκός. καὶ γὰρ ὁ μακάριος βαπτιστὴς προει‐
10πὼν, “ὅτι οὐκ εἰμὶ ἄξιος ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν ὑποδη‐ “μάτων αὐτοῦ,” προσήνεγκεν εὐθύς· “οὗτος ὑμᾶς βαπτίσει ἐν “Πνεύματι Ἁγίῳ καὶ πυρί·” καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων· οὐ γάρ τοι φαίη τις ἂν, εἴγε νοῦν ἔχοι, ὡς ἄσαρκος ὢν ὁ Λό‐ γος, καὶ οὔπω γενόμενος καθ’ ἡμᾶς, πόδας ἔχει καὶ ὑποδήματα,
15ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος· ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν· ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πι‐ στεύουσιν εἰς αὐτόν· ἦν γὰρ ἐν ταυτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός. Ὁ τὸ ὑπόδημα ὁμολογῶν οὐκ ἄξιος εἶναι λῦσαι, πῶς τῇ οὐσίᾳ
20συγκριθήσεται; Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ λόγος οὗτος τῆς σωτηρίας ἐξαπεστάλη. Ἀπὸ τοῦ προπάτορος αὐτοὺς καλεῖ.
25 Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὸ ὑμῖν οὐκ Ἰουδαίοις· δίδωσι δὲ αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολμηκότων· καὶ τὸ ἐπαγόμενον δηλοῖ. Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφη‐
30τῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναν‐ τες ἐπλήρωσαν. Τοῦ αὐτοῦ. Πανταχοῦ σπουδάζουσι δεῖξαι οἰκεῖον αὐτῷ ὂν τὸ ἀγαθὸν, ἵνα μὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν· ἐπειδὴ
ἐσταύρωσαν αὐτὸν, τοῦτό φησιν, “ἀγνοήσαντες·” ἀγνοίας ἦν τὸ221

222

ἁμάρτημα· ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολογεῖται ἡρέμα· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ οὕτως ἔδει γενέσθαι. Τοῦ αὐτοῦ. “Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἐξαπεστάλη·” τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκήν.
5 Τοῖς τὸν ἕνα καὶ μόνον ἀσεβῶς τολμῶσι διαιρεῖν καὶ ἀνὰ μέρος ἱστᾶν τὸν Θεὸν Λόγον, ἀνὰ μέρος δὲ τὸν ἐκ Μαριὰς ἄνθρωπον· καὶ μὴ ὁμολογοῦσιν ἕνα καὶ τὸν αὐτὸν, καθὸ γέγονε σὰρξ ὁ Λόγος τῇ μετοχῇ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ὁ Παῦλος ἐνταῦθα καιρίαν ἔδωκε τὴν πληγήν· λέγει γὰρ ὅτι ἀνῃρέθη ὁ Λόγος· καὶ ὅτι ἐτάφη
10ἐν μνημείῳ· καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὅρας ὅτι ὅσον τὸ κατ’ αὐτοὺς, οὐδὲ ὅλως πέπονθεν ὁ ἐκ Μαρίας παρ’ αὐτοὺς τοῦ Θεοῦ Λόγου διαιρούμενος ἄνθρωπος· ἀλλ’ ἡ ἁγία Ἐκκλησία οὐχ οὕτως ἔχει· ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν οἶδε τὸν ἐκ Πατρὸς καὶ ἐκ παρθένου, τὸν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα·
15παθόντα καὶ ἀναστάντα· καὶ ἀνελθόντα εἰς οὐρανούς· καὶ καθή‐ μενον ἐκ δεξιῶν τοῦ Πατρός· καὶ ἐρχόμενον ἐν τῇ δοξῇ τοῦ Πα‐ τρὸς κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· διό μοι δοκεῖ τοὺς μὴ οὕτως πιστεύοντας Ἰουδαΐζειν, κἂν δοκῶσι λέγεσθαι Χριστιανοί.
20 Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς αὐτοῖς περισπούδαστον τὸν τρό‐ πον εἰπεῖν τοῦ θανάτου· καὶ Πίλατον εἰς μέσον φέρουσιν· ἅμα μὲν ἵνα δῆλον τὸ πάθος γένηται ἀπὸ τοῦ κριτηρίου, ἅμα δὲ ἵνα ἐκεῖ‐
25νοι μειζόνως κατηγοροῦνται, ἀνδρὶ παραδόντες ἀλλοφύλῳ· καὶ οὐκ εἶπεν ἐνέτυχον, ἀλλ’ “ᾐτήσαντο·” χάριν ἔλαβον φησὶν, ὡς ἐκείνου μὴ θέλοντος· ὅπερ σαφέστερον Πέτρος λέγει, “ἐκείνου κρίναντος “ἀπολύειν·” πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος· καὶ ὅρα οὐκ ἐνδιατρί‐ βει τῇ ἀγνωμοσύνῃ τῶν πατέρων, ἀλλ’ αὐτοῖς ἐφίστησι τὸν φόνον·
30Καὶ μετ’ ὀλίγα—Καὶ “μηδεμίαν αἰτίαν θανάτου εὑρόντες·” ὅπερ οὐκ ἦν ἀγνοίας· θῶμεν γὰρ ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν εἶχον, τίνος ἕνεκεν καὶ ἀνήρουν; Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα,
καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.222

223

Τοῦ αὐτοῦ. Ὅρα πῶς σπουδαίως ἔδειξεν οἰκονομίας τὸ πρᾶγμα ὄν· ὅρα τί λέγοντες ἔπεισαν· ὅτι ἐσταυρώθη· τί τούτου ἀπιθανώ‐ τερον; ὅτι ἐτάφη παρ’ αὐτῶν οἷς ἐπηγγέλλετο σωτηρία ἔσεσθαι· ὅτι ὁ ταφεὶς ἀφίησι ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον· καὶ οὐκ
5εἶπεν, ὧν οὐκ ἠβουλήθητε, ἀλλ’ “οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωυ‐ “σέως δικαιωθῆναι, πᾶς ὅς τις ἂν ᾖ,” φησι· οὐδὲν γὰρ ὄφελος ἐκ‐ είνων· ἐὰν μή τις εὐεργεσία ᾖ· διὰ τοῦτο ὕστερον τίθησι τοῦτο τὴν ἄφεσιν· καὶ μείζονα δείκνυσιν, ὅταν ἀδυνάτου ὄντος γένηται. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ
10ἡμέρας πλείους τοῖς συναναβάσιν αὐτῷ ἀπὸ τῆς Γαλι‐ λαίας εἰς Ἱερουσαλήμ. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας ἐκ τῆς πρὸς Μά‐ ρωνα ἐπιστολῆς. Μὴ θορυβείτω δέ σε τὸ τὸν Ἰησοῦν ἐγηγέρθαι ὑπὸ τοῦ Θεοῦ λέγεσθαι· εἰ γὰρ Ἰησοῦς οὐκ ἄλλος ἐστὶν ἢ ὁ Λό‐
15γος ὁ σαρκωθεὶς, οὗτος δέ ἐστιν ἡ δύναμις τοῦ Πατρὸς, δι’ ἧς ἅπαντα ἐνεργεῖ κατὰ τὸ, “Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ “σοφία·” αὐτὸς ἑαυτὸν ἀναστακέναι νοηθήσεται, καὶ ἐγηγέρθαι λεγόμενος ὑπὸ τοῦ Πατρὸς, ἐφ’ ὃν ὡς ἀρχὴν καὶ αἰτίαν ἄχρονον ἅπαντα ἀναφέρεται· ἐπεὶ καὶ αὐτός φησι· “λύσατε τὸν ναὸν
20“τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” Οἵτινες εἰσὶ νῦν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας γενο‐ μένην ἐπαγγελίαν, ὅτι ταύτην ὁ Θεὸς πεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν.
25 Τοῦ Χρυσοστόμου. Οὐκ ἂν ὄντες εἰ μὴ θείᾳ δυνάμει ἐβε‐ βαιοῦντο· οὐκ ἂν πρὸς ἀνθρώπους φονῶντας τοιαῦτα ἐμαρτύρησαν, πρὸς αὐτοὺς τοὺς ἀνελόντας. Τὸ Ἰησοῦς ὄνομα ἐπὶ τοῦ ἀνθρώπου ἐκλαμβάνουσιν, οἱ τῶν θεοκτόνων ἀδελφοί· ἐπειδὴ ὁ προλαβὼν εἶπε τεθεῖσθαι τὸν Λόγον
30ἐν μνημείῳ· ἵνα μή τις ὑπολάβῃ ἄσαρκον αὐτὸν εἰρηκέναι τὸν Λόγον, πάλιν αὐτὸν Ἰησοῦν καλεῖ· οὐδαμοῦ διαίρεσιν διδοὺς τῷ σαρκωθέντι Θεῷ Λόγῳ μετὰ τὴν ἕνωσιν· πανταχοῦ τῶν ἀσεβῶν
ἀποφράττων τὸ στόμα.223

224

Ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Ἰδοὺ τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα τοῦτον εἴρηκεν ἐκ νεκρῶν ἀναστάντα.
5 Κυρίλλου. Ὁ μόνος εἰδὼς τὸν Πατέρα, καὶ ὑπὸ μόνου γινω‐ σκόμενος τοῦ Πατρὸς, ἡ σοφία καὶ ὁ Λόγος αὐτοῦ, “ὁ τῆς μεγά‐ “λης βουλῆς Ἄγγελος” κατὰ τὴν τοῦ Προφήτου φωνήν, τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸ μυστήριον εὖ μάλα διατρανοῖ· Υἱὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ ἐξ αὐτῆς ἀναλάμψας τῆς οὐσίας τοῦ Θεοῦ
10καὶ Πατρὸς, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, κατὰ τὴν Ἰωάννου φωνήν· καὶ κεχρημάτικεν ἀδελφὸς τῶν ἐπὶ τῆς γῆς, καὶ τὴν κατὰ σάρκα μεθ’ ὑμῶν ὑπέστη γέννησιν· καίτοι προαιώνιος ὢν καὶ ἀεὶ συνυφεστηκὼς τῷ γεγεννηκότι, πλὴν εἰ καὶ γέγονε σάρξ. ἴδιον ὄντα Υἱὸν οἶδεν αὐτὸν καὶ οὕτως ὁ Πατήρ· ἔφη γὰρ, ὅτι “Υἱός
15“μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε·” ὁρᾶς ἐναργῆ τὴν ὁμο‐ λογίαν ἤγουν τὴν ἀνάρρησιν· τὸ μὲν γὰρ “εἶ” τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ’ ἦν ἀεὶ τοῦτο, τουτέστιν Υἱός· ἐπήνεγκε δὲ τὸ “σήμερον ἐγέννησά σε,” ἵνα τὴν νεοτάτην αὐτοῦ καὶ κατὰ σαρκὰ δείξῃ γέννησιν, ἣν ὑπέμεινεν
20ἑκὼν διὰ τῆς ἁγίας παρθένου· ταύτῃ τοι καὶ θεότοκος ὠνόμα‐ σται. Ἡσυχίου Πρεσβυτέρου. Ταῦτα τῇ ἐνανθρωπήσει τοῦ Χρι‐ στοῦ πρέπει δήπου τὰ ῥήματα· ἥτις χρονικὴν εἶχε τὴν ἐπιφοίτη‐ σιν· τὸ γὰρ σήμερον καὶ αὔριον ἡμερῶν ἐστὶ παραστατικόν· ἀχρό‐
25νως γὰρ παρὰ τοῦ Πατρὸς, ὡς καὶ παῖδες αἱρετικῶν ὁμολογοῦσι, τίκτεται. Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθορὰν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά.
30 Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας ἐκ τῆς πρὸς Τιμό‐ θεον Ἀρχιεπίσκοπον Ἀλεξανδρείας ἐπιστολῆς. Ψεύδεται γοῦν ὁ λέγων ὁμολογεῖν τὸ σῶμα τοῦ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ
παθητὸν, ἤτοι παθῶν δεκτικόν· καὶ κατὰ ταυτὸν λέγων αὐτὸ καὶ224

225

πρὸ τῆς ἀναστάσεως ἄφθαρτον, τουτέστιν ἀπαθὲς καὶ ἀθάνατον· τὴν γὰρ κατὰ τὸ ἀναμάρτητον ἀφθαρσίαν πρόδηλον ὡς εἶχεν ἐξ αὐτοῦ τοῦ καιροῦ τῆς σαρκώσεως. Διὸ καὶ ἐν ἑτέρῳ λέγει, οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν
5διαφθοράν· Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Αἰδεσινοὺς ἐπιστολῆς. Ἀφθαρ‐ σίας χωρίον ἀπεργασαμένη τὸν τάφον· ἐξ αὐτοῦ γὰρ ἡμῖν ἐγερθεὶς
10ὁ Χριστὸς, ὡς ἀφθαρσίας ἀληθῶς ἡγεμὼν ἀνατέταλκεν, ἵνα καὶ ἡμεῖς ἐκ τῶν τάφων διαναστάντες κατὰ τὴν ἐλπιζομένην ἀνάστα‐ σιν, ἐν νεφέλαις αὐτῷ τὸ δεύτερον ἐρχομένῳ μετὰ δόξης εἰς ἀέρα προσαπαντήσωμεν. Ἡσυχίου Πρεσβυτέρου. Ὁ γὰρ Χριστὸς κατὰ τὸν καιρὸν
15τοῦ πάθους, καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸ σῶμα χωρὶς φθορᾶς ὡς Θεὸς διεφύλαξεν. Καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὐκ εἶδε διαφθοράν. Ὁ τὴν φύσιν φθαρτὸς ὢν καὶ πρὸ θανάτου ὁρᾶ ἑαυτὸν φθειρό‐
20μενον. Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοὶ, ὅτι διὰ τοῦτο ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωυσέως δικαιω‐ θῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
25 Τοῦ Χρυσοστόμου. Καὶ Πέτρος ἅτε ἀρχῆς οὔσης περὶ αὐτοῦ μνημονεύων ἔλεγεν· “ἑξὸν εἰπεῖν μετὰ παρρησίας περὶ πατριάρ‐ “χου Δαβίδ·” καὶ οὐ λέγει ὅτι ἐτελεύτησεν, ἀλλὰ “προσετέθη “πρὸς τοὺς πατέρας αὐτοῦ.” καὶ ὅρα πῶς οὐδαμοῦ τὰ κατορθώ‐ ματα αὐτῶν τίθησιν, ἀλλ’ εὐεργεσίας τοῦ Θεοῦ, ἐξελέξατο, ὕψω‐
30σεν, ἐτροποφόρησε· ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώμια· ᾐτήσαντο, ἔδωκε· τὸν Δαβὶδ ἐγκωμιάζει μόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός. Τοῦ αὐτοῦ. Τί μὴ ἐπήγαγε μαρτυρίαν δι’ ἧς ἔμελλον πεί‐
θεσθαι ὅτι ἄφεσις ἁμαρτιῶν δι’ αὐτοῦ γίνεται; ὅτι τὸ σπουδαζό‐225

226

μενον τοῦτο ἦν, δεῖξαι τέως ὅτι ἀνέστη· τοῦτο δὲ ὡμολογημένου· ἐκεῖνο ἀναμφισβήτητον ἦν. Καὶ μετ’ ὀλίγα—Ὅρα πῶς πλέκει τὸν λόγον ἀπὸ τῶν παρόντων· ἀπὸ τῶν προφητῶν· ἀπὸ τοῦ σπέρ‐ ματος τοῦ κατ’ ἐπαγγελίαν· εἶτα τὸν Ἰωάννην ἐπάγει πάλιν· κρί‐
5ναντες ἐπλήρωσαν πάντα τὰ γεγραμμένα· εἶτα μάρτυρας τοὺς Ἀποστόλους τῆς ἀναστάσεως· εἶτα τὸν Δαβὶδ μαρτυροῦντα· οὐδὲ γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ’ ἑαυτὰ ἐδόκει εἶναι· οὕτως οὔτε ταῦτα ἄνευ ἐκείνων· ὥστε δι’ ἑκατέρων πιστοῦται τὸν λόγον. Ἀμμωνίου. Σημειωτέον ὅτι ὁ εἰς τὸν Χριστὸν πιστεύων, καὶ
10δικαιοῦται καὶ ἄφεσιν ἁμαρτιῶν λαμβάνει· ὁ γὰρ νόμος Μωυ‐ σέως οὐκ ἄδικος ἀλλὰ σκληρὸς, καὶ δυνάμενος δὲ δικαιῶσαι τὸν ἀμέμπτως πάντα τὰ τοῦ νόμου τελέσαντα· διὸ ἀδύνατος εἰς κα‐ τόρθωσιν τοῖς ἀνθρώποις ἐφάνη, διὰ τὸ τὸν ἑνὶ πταίοντα γίνεσθαι πάντων ἔνοχον· οὐχ ὁ νόμος οὖν οὐκ ἠδύνατο δικαιῶσαι, ἀλλὰ τὸ
15ἀκατορθωτὸν αὐτοῦ ἀδυνάτους ἐποίει τοὺς ἀνθρώπους διὰ τῶν ἐντο‐ λῶν τοῦ νόμου δικαιωθῆναι· καθὼς καὶ τὸ ῥῆμα φησὶν, “ὧν οὐκ “ἠδυνήθητε ἐν νόμῳ Μωυσέως δικαιωθῆναι.” Βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προ‐ φηταῖς, ἴδετε, οἱ καταφρονηταὶ, καὶ θαυμάσατε, καὶ
20ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, Κυρίλλου. Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε· καὶ ὃ τραχὺ ὂν πῶς ὑποτέμνεται· μὴ ἐπέλθῃ, φησὶν, ἐφ’ ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον.
25 Τοῦ Χρυσοστόμου. Κατακεκραγότες τῆς ἀδίκου κρίσεως τοῦ προφήτου Ἀββακοὺμ ἀποκρίνεται ὁ Θεὸς τοῖς ἀδικοῦσι, τὰς ἐσο‐ μένας συμφορὰς αὐτοῖς προαπαγγέλλων· θαυμάσια δὲ λέγει τὰ αὐτοῖς συμβήσεσθαι μέλλοντα· καὶ γὰρ ἦν πολλῆς ἐκπλήξεως ἄξιον, πῶς ὁ Ἰσραὴλ, ὁ ἐν τέκνοις κατηριθμημένος Θεοῦ καὶ πρω‐
30τότοκος ὠνομασμένος, καὶ δι’ ὧν ἀπόλωλεν Αἴγυπτος, παραδέδοται τοῖς Βαβυλωνίοις· καὶ οὐ μόνον μαχαίρᾳ, ἀλλὰ γὰρ καὶ δουλείᾳ καὶ αἰχμαλωσίᾳ καὶ τοῖς ἀπευκτοῖς ἅπασι· ταῦτα δέ, φησι, τοσαῦτα καὶ τηλικαῦτα τὸ μέγεθός ἐστιν, ὡς καὶ ἀπιστεῖσθαι
εἴτις αὐτὰ ὑμῖν προαπαγγέλλοι.226

227

Θεοδότου Ἀγκύρας. Ταῦτα μὲν προφανῶς δοκεῖ λέγειν ἱστο‐ ρικῶς· ἡ δὲ τῶν ῥητῶν ἔννοιά ἐστι τοιαύτη· ἀπὸ τῆς τῶν κριτῶν ἀδικίας ἐπὶ καθολικὴν οἰκονομίαν ὁ προφήτης Ἀμβακοὺμ τὸν λόγον ἀπήγαγεν· ὡς τῶν οὕτως ἐχόντων πραγμάτων θαυμαστῆς
5δεομένων ἐπιμελείας, ἐκπληττούσης καὶ ἀφανιζούσης τοὺς κατα‐ φρονητάς· ποίαν δ’ ἂν εἴποιμεν θαυμαστὴν ἐπιμέλειαν, ἢ τὴν διὰ τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ ἐπιδημίας γενομένην· ἐν ᾗ προη‐ γουμένως μὲν τοὺς χαλεποὺς ὑβριστὰς τῆς ἡμετέρας φύσεως δαίμονας ἠφάνισεν· ἐχαλίνωσε δὲ καὶ τὴν ἀδικίαν, ὅπως πληρωθῇ
10τὸ ἐν Ψαλμοῖς εἰρημένον “ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄν‐ “θρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον, Κύριε, νομο‐ “θέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν.” Ἔργον, ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Τοῦ αὐτοῦ. Μὴ θαυμάσητε ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ
15προείρηται ἄνωθεν. Ἐξιόντων δὲ αὐτῶν εἰς τὸ μεταξὺ σάββατον παρε‐ κάλουν λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παυλῷ καὶ τῷ
20Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐ‐ τοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ· τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου. Ἀμμωνίου. “Εἰς τὸ μεταξὺ Σάββατον·” ἀντὶ τοῦ τὸ ἐσσό‐
25μενον, ὡς σαφηνίζει κάτω. Τοῦ αὐτοῦ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν· οὐχὶ τότε ἐθαυ‐ μάσθη μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν αὐτοῖς δευτέρας ἐνέβαλεν ἀκρο‐ άσεως· εἰπὼν τινὰ σπέρματα, καὶ μὴ ἐπιλύσας, μηδὲ ἐπεξελθὼν τῷ λόγῳ, ὥστε αὐτοὺς ἀναρτῆσαι καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ
30χαυνοτέρους ἐργάσασθαι τῷ πάντα ἀθρόον εἰς τὰς ἐκείνων ῥίψαι ψυχὰς, εἶπεν, “ὅτι ἄφεσις ἁμαρτιῶν ὑμῖν διὰ τούτου κατήγγελται·” τὸ δὲ πῶς οὐκ ἐδήλωσε· διατί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; οὐκ
ἦν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν.227

228

Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζή‐ λου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, βλασφημοῦντες. Τοῦ Χρυσοστόμου. Ὅρα τὴν κακίαν πληττομένην ἐν τῷ
5πλήττειν ἑτέρους· τοῦτο μᾶλλον αὐτοὺς ἐποίει λαμπροὺς, τὸ ἀντι‐ λέγειν ἐκείνους· τὸ πρῶτον αὐτόματοι παρεκάλεσαν. Τοῦ αὐτοῦ. Διατί πρὸ τούτου οὐκ ἀντέλεγον; ὁρᾶς ὅτι παν‐ ταχοῦ πάθει ἐκινοῦντο, καὶ οὐκ ἀντέλεγον μόνον, ἀλλὰ καὶ ἐβλασ‐ φήμουν· καὶ γὰρ ἡ κακία οὐδαμοῦ ἵσταται.
10 Τοῦ αὐτοῦ. Τοσαύτη τῆς βασκανίας ἡ τυραννίς· πολλοὶ γὰρ τήκονται καὶ ἀπόλλυνται, ὅταν ἑτέρους εὐδοκιμοῦντας ἴδωσιν, ὅταν ἐκκλησίαν ὠφελουμένην ὁλόκληρον, ἢ λόγῳ ἢ ἑτέρῳ τινὶ τρόπῳ· οὗ τί χεῖρον γένοιτ’ ἄν; οὐδὲ γὰρ τῷ ἀδελφῷ λοιπὸν, ἀλλὰ καὶ τῷ θελήματι τοῦ Θεοῦ οἱ τοιοῦτοι μάχονται.
15Περὶ μεταθέσεως τοῦ κηρύγματος εἰς τὰ ἔθνη, διωγμοῦ τὲ αὐτῶν ἐκεῖ καὶ ἀφίξεως εἰς Ἰκόνιον. Παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον, Τοῦ αὐτοῦ. Ὁρᾶς πῶς φιλονεικήσαντες μᾶλλον ἐξέτειναν τὸ
20κήρυγμα, καὶ μᾶλλον ἔδωκαν ἑαυτοὺς εἰς τὰ ἔθνη· ἀπολογησά‐ μενοι, καὶ ὑπευθύνους ἑαυτοὺς ποιήσαντες παρὰ τοῖς οἰκείοις· καὶ οὐκ εἶπεν, ἀνάξιοι ἐστὲ, ἀλλ’ ἐκρίνατε ἑαυτοὺς ἀναξίους. Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ·
25 Τοῦ αὐτοῦ. Διὰ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου νομίσῃ τις τοῦτο γεγενῆσθαι. Ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυ‐ τοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ, στρεφόμεθα εἰς τὰ ἔθνη. Τοῦ αὐτοῦ. Οὐδὲν ὑβριστικὸν, ὃ δὴ καὶ ἐπὶ τῶν προφητῶν
30ἐποίουν· μὴ λαλεῖτε ἡμῖν, φησὶ, λαλίαν. Τοῦ αὐτοῦ. Οὐχ ἡμᾶς· οὐ γὰρ εἰς ἡμᾶς ἡ ὕβρις ἡ παρ’ ὑμῶν· ἵνα γὰρ μή τις εὐλαβείας εἶναι νομίσῃ, τὸ οὐκ ἀξίους κρί‐
νετε ἑαυτοὺς, διὰ τοῦτο πρῶτον εἶπεν “ἀπωθεῖσθε αὐτὸν,” καὶ τότε228

229

“στρεφόμεθα εἰς τὰ ἔθνη·” πολλῆς ἐπιεικείας γέμει τὸ ῥῆμα· οὐκ εἶπε καταλιμπάνομεν ὑμᾶς, ἀλλ’ ὥστε δυνατὸν φησὶν, καὶ ἐν‐ ταῦθα πάλιν στραφῆναι· καὶ τοῦτο οὐκ ἀπὸ τῆς ὑμετέρας ὕβρεως γέγονεν· οὕτω γὰρ ἐντέταλται ἡμῖν· τί οὖν οὐκ ἐποιήσατε τοῦτο;
5ἔδει μὲν ἀκοῦσαι τὰ ἔθνη· καὶ τοῦτο οὐ πρὸ ὑμῶν· παρ’ ὑμῶν δὲ γέγονε τὸ πρὸ ὑμῶν. Ἀμμωνίου Πρεσβυτέρου. “Καὶ οὐκ ἀξίους κρίνετε ἑαυτούς·” ὥστε οὖν ὁ Θεὸς οὐδὲν ἀνάξιον λέγει τοῦ σωθῆναι ἢ εἰς τὴν βασι‐ λείαν αὐτοῦ εἰσελθεῖν, οὔτε τὸ ἐναντίον κρίνειν τὸν ἄνθρωπον ἄξιον
10εἶναι κολάσεως· ἀλλ’ ἡμεῖς ἑαυτοὺς κρίνομεν κατὰ τὴν ἑκούσιον ἡμῶν κακίαν, ἀναξίους μὲν τῆς αἰωνίου ζωῆς, ἀξίους δὲ τῆς αἰω‐ νίου κολάσεως· ὥστε οὖν ἐν ἡμῖν ἡ κρίσις, τό τε τῆς μελλούσης καταστάσεως κλήρωμα. Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος, τέθεικά σε εἰς
15φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Τοῦ Χρυσοστόμου. Τουτέστιν εἰς γνῶσιν τὴν ἐπὶ σωτηρίᾳ. καὶ οὐχ ἁπλῶς “ἔθνη,” ἀλλὰ πάντων “ὅσοι ἦσαν τεταγμένοι εἰς “ζωὴν αἰώνιον·” καὶ τοῦτο τεκμήριον τοῦ κατὰ Θεοῦ γνώμην αὐτοὺς
20προσλαβέσθαι· τεταγμένοι δὲ οὐ κατ’ ἀνάγκην· οὓς προέγνω φησὶ καὶ προώρισεν. Κυρίλλου. Ἐπέλαμψε τοίνυν τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φω‐ τὸς θείου μεμεστωμένην ἀπέφηνε τὴν ὑπ’ οὐρανὸν, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θείαν τὲ καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν·
25καὶ τοὺς τῆς πνευματικῆς λατρείας καθιερῶσαι τρόπους. Θεοδωρήτου. Γένος τοῦ Κυρίου κατὰ σάρκα κοινὸν μὲν, ἅ‐ πασα τῶν ἀνθρώπων ἡ φύσις, ἴδιον δὲ καὶ πελάζον ὁ Ἰσραήλ· ἐπειδὴ τοίνυν πρὸς μὲν τὸν Ἰσραὴλ παρεγένετο· τὰ δὲ ἔθνη διὰ τῶν Ἀποστόλων ἐφώτισε· δέδωκά σε, φησι, τούτοις διὰ τὴν πρὸς
30τοὺς αὐτῶν γεγενημένην ἐπαγγελίαν· φωτιῶ δὲ διὰ σοῦ τὰ ἔθνη, καὶ πᾶσιν ἀνθρώποις παρέξω τὴν σωτηρίαν· τοῦτο γὰρ σημαίνει τὸ “ἕως ἐσχάτου τῆς γῆς·” καὶ πέρας ἐπιθήσω ταῖς πρὸς τοὺς πατέρας αὐτῶν γεγενημέναις μοι συνθήκαις· τὴν γὰρ διαθήκην
συνθήκην οἱ λοιποὶ ἡρμήνευσαν.229

230

Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, Τοῦ Χρυσοστόμου. Τοῦτο καὶ τούτους προθυμοτέρους ἐποίει· ὅταν ὀφειλόντων ἐκείνων ἀκοῦσαι πρότερον, αὐτοὶ τούτων ἀπο‐
5λαύουσι· κἀκείνους μᾶλλον ἔδακνεν. Καὶ ἐπίστευσαν, ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. Τοῦ αὐτοῦ. Τουτέστιν ἀφωρισμένοι τῷ Θεῷ· ὅρα πῶς δείκ‐ νυσι τὸ τάχος τῆς ὠφελείας.
10 Διδύμου. Ἐπεὶ τὸ “ἐπίστευσαν” προαιρετικὴν ἐνέργειαν δηλοῖ, καὶ οὐκ οὐσιώδη ὁρμὴν, πεπιστευκέναι τοὺς “ὅσοι ἦσαν τεταγμένοι,” ἀνενεκτέον εἰς πρόγνωσιν Θεοῦ καὶ προορισμὸν, ἀλλ’ οὐκ εἰς ὑπό‐ στασιν οὐσιωδῶς κεκτημένην τοῦτο. Ἐξ ἀνεπιγράφου. Προειρηκὼς τὸ “ἐπίστευσαν·” καὶ δεί τὸ
15αὐτοπροαίρετον τῶν ἀνθρώπων, ἐπήγαγε τὸ “ὅσοι ἦσαν τεταγμένοι “εἰς ζωὴν αἰώνιον·” ἵνα ᾖ τὸ “τεταγμένοι” ἀπὸ τῆς πίστεως· πιστεύσαντες φησὶ, καὶ εἰς τοῦτο τὸ τάγμα ἐλθόντες. Ἀμμωνίου. Ὥστε κατὰ μὲν πρόγνωσιν οἱ “τεταγμένοι εἰς ζωὴν,” οὗτοι ἐπίστευσαν, πλὴν οἰκείᾳ γνώμῃ καὶ προαιρέσει· ἡ γὰρ τοῦ
20Θεοῦ πρόγνωσις οὐκ ἀναιρεῖ τῆς ἡμετέρας βουλήσεως τὸ αὐτεξού‐ σιον· ὅπου πρὸ καταβολῆς κόσμου προορισθεὶς ὁ Παῦλος κατὰ τὴν τοῦ θείου πρόγνωσιν, σκεῦος ἐκλεκτὸν ἔσεσθαι, οὐκ ἐκ κοιλίας μητρὸς ἔτυχε τούτου, οὐδὲ ἐν νέᾳ ἡλικίᾳ, ἀλλὰ μετὰ προκοπὴν χρόνου, ὅτε εἶχεν ἑαυτοῦ γνῶσιν καλοῦ καὶ ἀγαθοῦ· καὶ κατὰ τὴν
25ἑαυτοῦ γνώμην πρῴην βλάσφημος ὢν καὶ διώκτης, ὕστερον διὰ τῆς τοῦ Ἰησοῦ χάριτος μετέγνω, φοβηθεὶς τὴν ἐν τῇ ὁδῷ ὀπτα‐ σίαν, καὶ ἑκὼν πιστεύσας τῷ Ἰησοῦ. εἰ δέ τις φησὶ διατί οὖν καὶ νῦν οὐ γίνεται φόβος τοῖς ἀπιστοῦσιν ἵνα μεταγνῶσιν, ἐκεῖνο λεκτέον· ὅτι οὐ πᾶς ἄνθρωπος ἐκφόβος μετανοεῖ· ἀλλ’ ὁ ἀγαθῇ
30προαιρέσει ποιῶν θεοσεβεῖς πράξεις· ὑπὸ δὲ τῆς πατροπαραδότου πίστεως πλανώμενος παρὰ τὴν τοῦ ὄντως ἀληθοῦς γνῶσιν· οἷος ἦν
Κορνήλιος, καὶ Παῦλος, καὶ Κλήμης· οἵτινες ἀφιλονείκως πιστεύ‐230

231

σαντες τῇ ἀληθῇ τῶν γραφῶν διδασκαλίᾳ ἐσώθησαν· καὶ ταῦτα ὄντες ἐκ τῆς ἔξωθεν παιδείας. Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας.
5 Τοῦ Χρυσοστόμου. Ἀντὶ τοῦ διεκομίζετο, ἀντὶ τοῦ οὐκ ἔστησαν μέχρι τοῦ ζήλου, ἀλλὰ καὶ ἔργα προσέθηκαν· ὅρα πάλιν διωκόμενοι πῶς ἕτερα κατασκευάζουσι μεγάλα· διὰ τοῦ ζήλου κατ‐ εσκεύαζον παρρησιάσασθαι αὐτοὺς καὶ εἰς τὰ ἔθνη ἐλθεῖν. Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας
10τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. Τοῦ αὐτοῦ. Ὁρᾶς ὅσον ἤνυσαν ἐναντιούμενοι τῷ κηρύγματι· εἰς ὅσην αἰσχύνην τὰς γυναῖκας ἤγαγον.
15 Ἀμμωνίου. “Εὐσχήμονας” λέγει τὰς πλουσίας· “σεβομένας” δὲ οὐ τὰς πιστὰς λέγει, ἀλλὰ τὰς Ἑλληνίδας ἤτοι Ἰουδαίας· πλὴν ὡς κάκιστοι καὶ μιμηταὶ τοῦ ἀρχεκάκου δαίμονος καὶ παραβάτου, διὰ τῶν γυναικῶν ἀποκλεῖσαι σπουδάζουσι τοῖς ἀνθρώποις τὴν ὁδὸν τῆς σωτηρίας· ὥσπερ κἀκεῖνος διὰ τῆς Εὔας ἀπέκλεισε πρὸς και‐
20ρὸν τοῖς ἀνθρώποις τὸν παράδεισον, ὃν ὁ Θεὸς Ἰησοῦς ἀνέῳξε πάλιν τοῖς πιστεύουσιν ἐπὶ τὸ ὄνομα αὐτοῦ, καὶ εἰσήγαγεν αὐτοὺς ἐκεῖ· ὧν πρῶτος εἰσῆλθε σὺν αὐτῷ ὁ λῃστής. Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον.
25 Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὸ φοβερὸν λοιπὸν ἐποίουν, ὅπερ προσέταξεν ὁ Χριστός· “ἐὰν μή τις ὑμᾶς δέξηται, ἐκτινάξατε “τὸν κονιορτὸν τῶν ποδῶν.” αὐτοὶ δὲ οὐχ ἁπλῶς τοῦτο ἐποίησαν· ἀλλ’ ἐπειδὴ ἀπηλάθησαν παρ’ αὐτῶν. Καὶ πάλιν—ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαί‐
30νεται μεγίστης πρόξενον. Οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου. Τοῦ Χρυσοστόμου. Ἐδιώκοντο οἱ διδάσκαλοι, καὶ αὐτοὶ
ἔχαιρον· εἶδες φύσιν εὐαγγελίου δύναμιν ἔχοντος πολλήν. Καὶ231

232

πάλιν—Πάθος γὰρ διδασκάλου παρρησίαν οὐκ ἐκκόπτει, προθυμό‐ τερον δὲ ποιεῖ τὸν μαθητήν.
3tΚΕΦ. ΚΑ.
4tὍπως ἐν Ἰκονίῳ κηρύξαντες τὸν Χριστὸν, πολλῶν τε πιστευσάντων
5tἐδιώχθησαν οἱ Ἀπόστολοι.
6 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐ‐ τοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως, ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
10 Τοῦ αὐτοῦ. Πάλιν εἰς τὰς συναγωγὰς εἰσῄεσαν· ὅρα πῶς οὐκ ἐγένοντο δειλότεροι, εἴποντες, “ὅτι στρεφόμεθα εἰς τὰ ἔθνη.” ἐκ πολλῆς τῆς περιουσίας ὁμῶς ἀναιροῦσιν αὐτῶν τὴν ἀπολογίαν, “ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος·” εἰκὸς γὰρ αὐτοὺς ὡς καὶ πρὸς Ἕλληνας διαλέγεσθαι.
15 Οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκω‐ σαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Τοῦ Χρυσοστόμου. Κατὰ τὸ αὐτὸ λοιπὸν καὶ τὰ ἔθνη ἐπή‐ γειραν ὡς οὐκ ἀρκοῦντες αὐτοί· τί οὖν ἐκεῖθεν οὐκ ἐξῆλθον; οὐ γὰρ ἐδιώκοντο, ἀλλ’ ἐπολεμοῦντο μόνον.
20 Τοῦ αὐτοῦ. Τουτέστι διέβαλλον τοὺς Ἀποστόλους· μυρία αὐ‐ τῶν κατηγόρησαν· ἀπλάστους ὄντας κακούργως διέθηκαν. Ἀμμωνίου. Ἐπήγειραν κατὰ τῶν πιστῶν· οἱ Ἰουδαῖοι συν‐ δυάζουσι μετὰ Ἑλλήνων, ἵνα καὶ ἐν τούτῳ πληρωθῇ τὸ εἰρημένον ἐν Ψαλμοῖς· “ἱνατί τι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;”
25καίτοι τῶν πιστῶν ἀδελφοὺς αὐτοὺς καλούντων πανταχοῦ ἐν ταῖς παραινέσεσι, καὶ λεγόντων “ἄνδρες ἀδελφοί·” οὕτω γὰρ καὶ ὁ Ψαλμὸς προεφήτευσε περὶ τοῦ Κυρίου, τὸ αὐτὸ ποιοῦντος καὶ λέ‐ γοντος ὡς ἐκ προσώπου τοῦ Χριστοῦ Ἰησοῦ· “ἀπαγγελῶ τὸ “ὄνομά σου τοῖς ἀδελφοῖς μου.”
30 Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν
αὐτῶν.232

233

Τοῦ Χρυσοστόμου. Τοῦτο ἐποίει τὴν παρρησίαν· μᾶλλον δὲ τὴν παρρησίαν ἐποίει ἡ αὐτῶν προθυμία· διὰ τοῦτο μέχρι πολλοῦ σημεῖα οὐ ποιοῦσι· τὸ δὲ πιστεῦσαι τοὺς ἀκούοντας τῶν σημείων ἦν· συντελεῖ δέ τι καὶ ἡ παρρησία. ὅρα δὲ πῶς ἁπανταχοῦ τῷ
5Θεῷ ἀνατιθέασι τὸ πᾶν. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς Ἀποστόλοις. Τοῦ Χρυσοστόμου. Οὐ μικρὸν τοῦτο σχισθῆναι· τοῦτο ἦν ὃ ἔλεγεν ὁ Χριστὸς, “οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν.”
10 Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτοὺς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.
15 Τοῦ αὐτοῦ. Πάλιν ὥσπερ ἐπίτηδες ἐκτεῖναι βουλόμενοι τὸ κήρυγμα, μετὰ τὸ αὐξηθῆναι πάλιν αὐτοὺς ἐξάγουσιν· ὅρα παντα‐ χοῦ τοὺς διωγμοὺς μεγάλα ἐργαζομένους ἀγαθὰ, καὶ τοὺς διώκον‐ τας ἡττῶντας, τούς τε διωκομένους λαμπροτέρους ἀποφαίνοντας· ἐλθὼν γὰρ ἐν Λύστροις ποιεῖ θαῦμα μέγα, τὸν χωλὸν ἀναστήσας,
20καὶ “μεγάλῃ τῇ φωνῇ.” Ἀμμωνίου Πρεσβυτέρου. Οὐδὲν οὖν ἄτοπον εἰ οἱ ἅγιοι φεύ‐ γουσι τοὺς ἐπιβουλεύειν αὐτοὺς μέλλοντας· καὶ οὐ δοκοῦσιν ἐκ τούτου δραπετεύειν τὸν ἀπὸ τοῦ μαρτυρίου πόλεμον ἐνβάσανον. τοῦτο δέ μοι σεσημείωται διὰ τοὺς μεμψαμένους Ἀρειανοὺς τὸν
25μέγαν Ἀθανάσιον ἐν τῇ πίστει φεύγοντα, καὶ μὴ ἐκδιδόντα ἑαυτὸν τοῖς Ἀρειανοῖς εἰς τὸ θανατῶσαι αὐτόν.
27tΚΕΦ. ΚΒ.
28tΠερὶ τοῦ ἐν Λύστροις ἐκ γενετῆς χωλοῦ ἰαθέντος διὰ τῶν Ἀποστόλων· διό‐
29tπερ εἶναί τε θεοὶ καὶ παρεῖναι ἔδοξαν τοῖς ἐγχωρίοις. ἔνθα δὴ καὶ μετ‐
30tέπειτα λιθάζεται ὁ Παῦλος παρὰ τῶν ἀστυγειτόνων.
31 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκά‐ θητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ. ὃς οὐδέποτε περιεπάτησεν. οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς
ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,233

234

εἶπε μεγάλῃ τῇ φωνῇ· σοὶ λέγω ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. Τοῦ Χρυσοστόμου. Διατί “μεγάλῃ τῇ φωνῇ;” ὥστε τοὺς ὄχλους πιστεῦσαι. ὅρα δὲ προσεῖχε, φησὶ, τοῖς λαλουμένοις ὑπὸ
5τοῦ Παύλου. εἶδες φιλοσοφίαν; οὐδὲν ἀπὸ τῆς χωλίας πρὸς τὴν σχολὴν τῆς ἀκροάσεως παρεβλάβη· “ὃς ἀτενίσας αὐτῷ,” φησὶ, “καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι·” ᾔδει, ᾠκειοῦτο τῇ προ‐ αιρέσει· καίτοι ἐπὶ τῶν ἄλλων τοὐναντίον γέγονε· πρότερον ἰώμε‐ νοι τὰ σώματα, τότε τὰς ψυχὰς ἐθεραπεύοντο· οὗτος δὲ οὐχ
10οὕτως. ἐμοὶ δοκεῖ εἰς τὴν ψυχὴν τὴν αὐτοῦ ἰδεῖν τὸν Παῦλον. Ἡ τοῦ ἰωμένου πίστις σὺν τῇ τοῦ δικαίου εὐχῇ ἀνύει τὸ σπου‐ δαζόμενον. σημειωτέον δὲ ὅτι ὁ πνευματικὸς ἄνθρωπος, ὡς θεῖον ἐχὼν ἐν ἑαυτῷ πνεῦμα, ὁρᾶ τὰ ἐν καρδίᾳ, διὰ τοῦ ἐνοικοῦντος ἐν ἑαυτῷ Πνεύματος φωταγωγούμενος.
15 Καὶ ἥλατο καὶ περιεπάτει. Τοῦ Χρυσοστόμου. Τεκμήριον τῆς ὑγείας τῆς ἀληθοῦς τὸ ἅλλεσθαι. Οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησε Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες,
20 Τοῦ αὐτοῦ. Ἀλλ’ οὐκ ἦν τοῦτο οὐδέπω δῆλον· τῇ γὰρ οἰκείᾳ ἐφθέγγοντο φωνῇ, “λέγοντες ὅτι οἱ Θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατ‐ “έβησαν πρὸς ἡμᾶς.” διὰ τοῦτο οὐδὲν αὐτοῖς ἔλεγον· ἐπειδὴ δὲ ἰδόντες τὰ στέμματα, τότε ἐξελθόντες διέρρηξαν τὰ ἱμάτια αὐτῶν. Καὶ μετ’ ὀλίγα—Ὅρα καὶ τῶν ἐθνῶν τὴν ἀφέλειαν καὶ τῶν Ἰου‐
25δαίων τὴν κακουργίαν· δι’ ἔργων ἀπεδείκνυντο ὅτι ἄξιοι ἦσαν ἀκούειν· οὕτως ἐτίμων αὐτοὺς ἀπὸ σημείων μόνων· οἱ μὲν ὡς θεοὺς ἐτίμων, οἱ δὲ ὡς λυμεῶνας ἐδίωκον, καὶ οὐ προσέκοπτον τῷ κη‐ ρύγματι· ἀλλὰ τί φασιν; “οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβη‐ “σαν πρὸς ἡμᾶς·” Ἰουδαῖοι δὲ ἐσκανδαλίζοντο· ἐπειδὴ οὐκ ὠνό‐
30μασε καὶ εἶπεν, ἐν τῷ ὀνόματι Ἰησοῦ ἔγειρε καὶ στῆθι ὀρθὸς, διὰ τοῦτο ὑπέλαβον αὐτὸν θεὸν εἶναι καὶ οὐ διάκονον θεοῦ· ἦν δὲ πρῶ‐ τον τὸν λόγον κηρύσσων αὐτῷ, καὶ τότε εἶπεν ἀνάστηθι· διὰ τοῦτο ἐπανορθοῦται αὐτῷ λέγων· “καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν
“ὑμῖν ἄνθρωποι,” καὶ τὰ ἑξῆς.234

235

Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· ἐκάλουν τε τὸν Βαρνάβαν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν, Τοῦ Χρυσοστόμου. Ἐμοὶ δοκεῖ ἀπὸ τῆς ὄψεως ἀξιοπρεπὴς εἶναι ὁ Βαρνάβας. οὐ μικρὸς οὗτος πειρασμὸς ἐξ ἀμετρίας· ἀλλὰ
5καὶ ἐντεῦθεν τῶν Ἀποστόλων ἡ ἀρετὴ δείκνυται, πῶς πανταχοῦ πάντα ἀνατιθέασι τῷ Θεῷ. Τοῦ αὐτοῦ. Εἶδες πῶς ἔθος τοῖς Ἕλλησιν ἀπὸ ἀνθρώπων θεοὺς ποιεῖν· ὥστε ὅταν λέγουσι, πόθεν ἡ εἰδωλολατρία; μάνθανε τὴν ἀρχήν· οὕτω καὶ τοὺς Ἀποστόλους ἐξ ἀνθρώπων ἐποίουν θεούς·
10οὕτω καὶ ὁ διάβολος ἐφιλονείκησε παρὰ τὴν ἀρχὴν τὴν ἀσέβειαν εἰσαγεῖν, λέγων, “ἔσεσθε ὡς θεοί.” καὶ ἐπειδὴ τότε οὐκ ἴσχυσεν, ὕστερον ἐπιχειρεῖ πανταχοῦ φιλονεικῶν τὴν πολυθεΐαν εἰσαγαγεῖν. Ἀμμωνίου. Ἐν τοῖς ἀναγραψαμένοις τὰς παλαιὰς ἱστορίας εὑρίσκεις, ὅτι ὁ Ζεὺς ἄνθρωπος ὢν ἑαυτὸν ἐθεοποίησε, λέγων ἑαυ‐
15τὸν εἶναι θεόν· ὡς καὶ πολλοὶ τῶν Ῥωμαίων βασιλεῖς καὶ Μακε‐ δόνων ἐχρηματίζον θεοί· διὸ οὐ χρὴ ἀπιστεῖν τοῖς πάλαι λεχθεῖσι περὶ τούτου, ὅτι ἠπατήθησαν τινὲς καὶ ὠνόμασαν τινὰς θεούς· ὅπου γε καὶ οὗτοι ἠπατήθησαν εἰς τὸν Βαρνάβαν καὶ Παῦλον· καὶ ὀπίσω δέ ἐστι τοῦτο σημειώσασθαι ἐπὶ Σίμωνος τοῦ μάγου, ὃν
20ἐν τῇ Σαμαρείᾳ ἔλεγον τὴν τοῦ Θεοῦ δύναμιν τὴν μεγάλην· οὓς ἐπιστομίζοντες, ἅμα δὲ καὶ ἡρέμα διδάσκοντες, οἱ περὶ Βαρνάβαν ἔλεγον, “Θεὸν οὐδεὶς ἑώρακε πώποτε·” ὃ οὖν φαινόμεθα καὶ ψηλα‐ φώμεθα, οὐκ ἐσμὲν θεοὶ ἀλλὰ ἄνθρωποι· μόνον δὲ ἐπὶ τοῦ Ἰησοῦ τοῦτο γέγονεν· ὃς ἦν Θεὸς καὶ ἄνθρωπος ἐν ταυτῷ, κατὰ τὸν τῆς
25ἑνώσεως λόγον· ὧδε δὲ ψιλοὶ ἦσαν ἄνθρωποι, διὰ Πνεύματος θείου τερατουργοῦντες. Ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως, ταύρους καὶ στέμ‐ ματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε
30θύειν. Τοῦ Χρυσοστόμου εἰς τὴν πρὸς Ῥωμαίους ἑρμηνείαν λόγος αʹ. Εἰ γάρ που δημηγορίας ἦν καιρὸς, αὐτῷ πανταχοῦ παρεχώρουν· διὸ καὶ Ἑρμῆς εἶναι ἐνομίζετο παρὰ τοῖς ἀπιστοῖς,
διὰ τὸ τοῦ λόγου κατάρχειν.235

236

Ἀκούσαντες δὲ οἱ Ἀπόστολοι Βαρνάβας καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια ἑαυτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Τοῦ Χρυσοστόμου. Ὅρα αὐτοὺς πανταχοῦ δόξης καθαρούς·
5οὐ μόνον μὴ ἐφιεμένους, ἀλλὰ καὶ διδομένην ἀποκρουομένους· ὥσ‐ περ καὶ Πέτρος ἔλεγε, “τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ “εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν·” καὶ οὗτοι τὸ αὐτὸ φησί. Καὶ μετ’ ὀλίγα—Ὅρα πάντα μετὰ σφοδρότητος τοὺς Ἀποστόλους ποιοῦντας· διέρρηξαν τὰ ἱμάτια· ἐξεπήδησαν· ἔκραξαν·
10πάντα ἀπὸ διαθέσεως ψυχῆς ἀποστρεφομένης τὰ γενόμενα. πέν‐ θος γὰρ ἦν οὕτως· πένθος ἀπαραμύθητον· εἴγε ἔμελλον θεοὶ νομί‐ ζεσθαι, καὶ εἰδωλολατρίαν εἰσάγειν, ἣν ἦλθον καταλῦσαι· καὶ τοῦτο τοῦ διαβόλου ἦν κατασκεύασμα, ἀλλ’ οὐκ ἴσχυσε. Καὶ πάλιν—Πρώτῃ ὄψει κατέπληξαν αὐτοὺς, διαρρήξαντες τὰ ἱμάτια
15αὐτῶν· τοῦτο καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐποίησεν ἐπὶ τῇ ἥττῃ τοῦ λαοῦ. μὴ τοίνυν νομίσῃς ἀνάξιον αὐτῶν εἶναι· τοῦτο καὶ τῆς εὐ‐ σταθείας αὐτῶν· οὐκ ἂν ἄλλως ἔπαυον τὴν τοσαύτην ὁρμήν· οὐκ ἂν ἄλλως τὴν πυρὰν ἔσβεσαν. ὅταν οὖν τι δέῃ τῶν δεόντων γενέσθαι, μηδὲν παραιτώμεθα· εἰ γὰρ καὶ μετὰ ταῦτα καὶ μόλις ἔπεισαν· εἰ
20μὴ οὕτως εἰργάσαντο, τί οὖν ἂν ἐγένετο; εἰ μὴ γὰρ οὕτως ἐποί‐ ησαν, ἐνομίσθησαν ἂν ταπεινοφρονεῖν, καὶ μᾶλλον ἐφίεσθαι τῆς τιμῆς. Κυρίλλου. Ἔθος ἐστὶν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφη‐ μίαις περιρήγνυναι τὰ ἱμάτια. καὶ γοῦν ὁ Καϊάφας, Υἱὸν ἑαυτὸν
25τοῦ Θεοῦ λέγοντος τοῦ Χριστοῦ, περιέρρηξε τὴν ἐσθῃτα, διακεκρα‐ γώς τε καὶ λέγων, “ἐδυσφήμησε.” δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέ‐ σιοι μαθηταὶ Παῦλός τε καὶ Βάρναβας. γεγόνασι μὲν ἐν Λυκαονίᾳ· ἐπειδὴ δέ τινα τῶν ἠρρωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θεοση‐
30μείας οἱ θεωροί· ἔφασκον γὰρ “οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον “πρὸς ἡμᾶς· ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον “Ἑρμῆν, ὅτι αὐτὸς ἦν,” φησὶν, “ὁ ἡγούμενος τοῦ λόγου·” ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέρρηξαν τὰ ἱμάτια ἑαυτῶν, παρα‐ δόσεσι Ἰουδαϊκαῖς καὶ ἐγγράφοις ἔθεσιν ἀκολουθοῦντες· ἔτι δια‐
35βέβληται τὸ ἔθος, ὡς οὐκ ὂν ἐκ νόμου καὶ ἀνόνητον παντελῶς· καὶ236

237

γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων Θεὸς, πλαττομένους τὰ τοιάδε, καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν· “ἐπιστρέψατε “πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ κλαυθμῷ καὶ “ἐν κοπετῷ· καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια
5“ὑμῶν.” Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα
10τὰ ἐν αὐτοῖς· Τοῦ Χρυσοστόμου. Ἄνθρωποι μὲν ἐσμὲν, φησὶ, τούτων δὲ μεί‐ ζους· ταῦτα γὰρ νεκρά. ὅρα αὐτοὺς οὐκ ἀνατρέποντας μόνον, ἀλλὰ καὶ διδάσκοντας· οὐδὲν περὶ ἀοράτων φθεγγομένους. Ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς, εἴασε πάντα τὰ
15ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· Τοῦ αὐτοῦ. Διατί δὲ εἴασεν, οὐκέτι φησί· τέως γὰρ πρὸς τὸ κατεπεῖγον ἵσταται· οὐδαμοῦ τοῦ Χριστοῦ τὸ ὄνομα τιθείς. Σευήρου ἐκ τῆς πρὸς Ἀμμώνιον ἐπιστολῆς. Καὶ γὰρ οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ὁ Θεὸς ἐν ἑκαστῇ γενεᾷ, τὰ ποδηγοῦντα
20τοὺς ἀνθρώπους πρὸς δικαιοσύνην ἐπιτελῶν· τὸ γὰρ αὐτεξούσιον οὐ βιαζόμενος, εἴασεν πάντας ἀνθρώπους πορεύεσθαι κατὰ τὸ σφίσι δοκοῦν· αὐτὸς δὲ ἐκεῖνα διαπαντὸς ἐνήργει τὰ δι’ ὧν ἐνῆν λογικοὺς ὄντας αὐτοὺς τὸν δημιουργὸν ἐννοεῖν. Καίτοιγε οὐκ ἀμάρτυρον ἀφῆκεν ἀγαθουργῶν, οὐ‐
25ρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. Τοῦ Χρυσοστόμου. Ὅρα οὐ βούλεται τὴν κατηγορίαν αὐτῶν αὐξῆσαι, ἀλλὰ μᾶλλον ἐπὶ τὸν Θεὸν τὸ πᾶν ἄγει ἢ αὐτοὺς ἐκεί‐ νους· ἔμαθον γὰρ ὅτι οὐχ οὕτως σπουδάζειν δεῖ ἄξιόν τι εἰπεῖν
30περὶ Θεοῦ, ὡς τὸ τοῖς ἀκούουσιν ὠφέλιμον. ὅρα πῶς λανθανόντως τὴν κατηγορίαν ποιεῖται· καὶ μὴν εἰ τοῦτο ἐποίει, οὐκ εἴασεν, ἀλλ’ ἔδει κολασθῆναι αὐτούς· ἀλλ’ οὐ λέγει τοῦτο φανερῶς. Καὶ μετ’ ὀλίγα—Μάρτυρας αὐτοὺς λέγει τοὺς ἐνιαυσιαίους ὑετούς· ὢ τῆς
μανίας τῆς Ἰουδαϊκῆς· εἰς δῆμον οὕτω τιμήσαντα τοὺς Ἀποστό‐237

238

λους ἐτόλμησαν ἐμβῆναι, καὶ λιθάσαι τὸν Παῦλον· καὶ ἔξω τῆς πόλεως, δεδοικότες ἐκείνους, ὢ τῆς μανίας, ἔσυρον, νομίσαντες αὐ‐ τὸν τεθνάναι. Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους
5τοῦ μὴ θύειν αὐτοῖς, ἀλλὰ πορεύεσθαι ἕκαστον εἰς τὰ ἴδια· Τοῦ Χρυσοστόμου. Καὶ τούτῳ μάλιστα ἐθαυμάσθησαν· ὁρᾶς ὅτι πρὸς τοῦτο ἵσταντο, ὥστε ἀνάτρεψαι τὴν μανίαν ἐκείνην. Ἀμμωνίου. Ὅρα τὸ ἄτυφον καὶ ἀκενόδοξον τῶν ἁγίων· ὅτι
10οὔτε θεοὶ ἠξιώθησαν κληθῆναι τῶν ἐθνῶν, ἀλλ’ ἑαυτοὺς ἐταπείνουν λέγοντες, “καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι·” διὰ τῆς ταπεινοφροσύνης ὑψοῦντες ἑαυτούς. Διατριβόντων δὲ αὐτῶν καὶ διδασκόντων, ἐπῆλθον οἱ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ διαλεγομένων
15αὐτῶν παρρησίᾳ, ἀνέπεισαν τοὺς ὄχλους, ἀποστῆναι ἀπ’ αὐτῶν· λέγοντες, ὅτι οὐδὲν ἀληθὲς λέγουσιν, ἀλλὰ πάντα ψεύδονται. Τοῦ Χρυσοστόμου. Ὄντως διαβόλου τέκνα, οὐκ ἐν ταῖς πό‐ λεσι μόνον, ἀλλὰ καὶ ἔξω τούτων ταῦτα ποιοῦντες· καὶ τοσαύτην
20ποιούμενοι σπουδὴν καθελεῖν τὸ κήρυγμα, ὅσην οἱ Ἀπόστολοι στῆ‐ σαι ἠπείγοντο. Καὶ λιθοβολήσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνηκέναι. Τοῦ αὐτοῦ. Ἐνταῦθα πληροῦται τὸ “ἀρκεῖ σοι ἡ χάρις μου·
25“ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται·” μεῖζον τοῦτο τοῦ τὸν χωλὸν ἐγεῖραι· οἱ μὲν οὖν ἐθνικοὶ ὡς θεοὺς ἐνόμιζον, οὗτοι δὲ ἔσυρον. Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν, ἀναστὰς εἰσ‐ ῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ
30Βαρνάβᾳ εἰς Δέρβην. εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς τὴν Λύστραν, καὶ εἰς Ἰκόνιον, καὶ εἰς Ἀντιόχειαν·
Τοῦ αὐτοῦ. Ὁρᾶς προθυμίαν· ὁρᾶς ζεόντα καὶ πεπυρώμενον·238

239

εἰς αὐτὴν πάλιν τὴν πόλιν εἰσῆλθεν· ὥστε δειχθῆναι ὅτι εἴπου καὶ ὑπεχώρει, διὰ τὸ τὸν λόγον κατεσπαρκέναι, καὶ διὰ τὸ μὴ δεῖν ἐκκαίειν αὐτῶν τὸν θυμὸν, ταῦτα τῶν σημείων οὐχ ἥττονα λαμ‐ προτέρους ἐποίει, καὶ μᾶλλον χαίρειν παρεσκεύαζεν. οὐδαμοῦ δὲ
5λέγει ὅτι ὑπέστρεψαν, χαίροντες ὅτι σημεῖα ἐποίησαν, ἀλλ’ ὅτι ἠξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· καὶ τοῦτο παρὰ τοῦ Χριστοῦ ἐδιδάσκοντο λέγοντος, “μὴ χαίρετε ὅτι τὰ δαιμόνια “ὑμῖν ὑπακούει·” ἡ γὰρ ὄντως χαρὰ καὶ εἰλικρινὴς αὕτη ἐστὶ τὸ πάσχειν τι διὰ τὸν Χριστόν.
10 Ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακα‐ λοῦντες ἐμμένειν τῇ πίστει, καὶ, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τοῦ Χρυσοστόμου. Τοῦτο ἔλεγον· τοῦτο ἐδείκνυον· ἐπιτη‐ δείως δὲ γίνεται οὐ διὰ τῶν Ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν
15μαθητῶν, ἵνα μάθωσιν ἐκ προοιμίων εὐθέως καὶ τοῦ κηρύγματος τὴν δύναμιν, καὶ ὅτι καὶ αὐτοὺς τοιαῦτα δεῖ πάσχειν· ἵνα γενναίως στῶσι, μὴ μόνον πρὸς τὰ σημεῖα κεχηνότες, ἀλλὰ πολλῷ μᾶλλον πρὸς τοὺς πειρασμούς. Ἀμμωνίου. Ὅρα ὅτι ἄνευ κόπου καὶ μόχθου πολλοῦ οὐ δικαι‐
20οῦταί τις· στενὴν γὰρ διὰ τοῦτο καὶ τεθλιμμένην, ἀντὶ τοῦ θλί‐ ψεως μεστὴν, ἐκάλεσεν ὁ Κύριος τὴν πύλην τῆς εἰσόδου τῆς εἰς βασιλείαν ἀγούσης· οὐχ ἁπλῶς δὲ οἱαδήποτε θλίψις ἄγει εἰς βασιλείαν, ἀλλ’ ἡ διὰ τὴν εἰς Θεὸν πίστιν. ὅρα γὰρ πῶς οἱ μα‐ θηταὶ ἐν πρώτοις παρήγγελλον ἐπιμένειν τῇ εἰς Χριστὸν πίστει,
25ἧς ἄνευ σωθῆναι ἀδύνατον, κἂν διὰ πολλῶν τις θλίψεων παρέλθῃ. εἰ γὰρ τοῦτο ἦν, πᾶς ἄνθρωπος σχεδὸν εἰπεῖν ἐδικαιοῦτο· ὅτι τὸ πλεῖστον τῆς ζωῆς αὐτοῦ κόπος καὶ πόνος· καὶ ὡς ἐπὶ τὸ πολὺ πᾶσα ψυχὴ εἰς πόνον, καὶ πᾶσα κεφαλὴ εἰς λύπην· ἀδύνατον γὰρ μὴ λυπεῖσθαι ἄνθρωπον, ἢ διὰ τὰ μάταια τοῦ κόσμου, ἢ διὰ
30τὸν Θεόν· ἀλλὰ τὴν μὲν τοῦ βίου λύπην, διαδέχεται δάκρυον ἀκατάπαυστον· τὴν δὲ κατὰ Θεὸν, εὐφροσύνη καὶ χαρά· ὅπουγε καὶ ἐν τῷ νῦν βίῳ ἀρραβῶνα τῆς τοιαύτης δωρεᾶς λαμβάνοντες,
ἀνεκδιήγητον χαρὰν ἔχουσιν οἱ οὕτως λυπούμενοι· καὶ νῦν τὰ239

240

σπέρματα ἐν κλαυθμῷ καταβάλλοντες, τοὺς καρποὺς ἐν ἀγαλ‐ λιάσει μετὰ τὴν ἔνθεν ἐκδημίαν ἀπολαμβάνουσιν· αὕτη ἐστὶν ἡ ἔντρομος ἀγαλλίασις, ἡ κατὰ τὸν τοῦ Θεοῦ φόβον γινομένη τῇ ψυχῇ.
5 Χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυ‐ τέρους, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. Τοῦ Χρυσοστόμου. Ἄλλη παραμυθία· καὶ νηστεύειν ἐδίδα‐ σκον ἐν τοῖς πειρασμοῖς, καὶ μετὰ νηστειῶν αἱ χειροτονίαι· νη‐
10στεία τὸ καθάρσιον τῶν ἡμετέρων ψυχῶν. διατί ἐν Κύπρῳ οὐκ ἐποίησαν πρεσβυτέρους, οὐδὲ ἐν Σαμαρείᾳ; ὅτι ἐκείνη μὲν ἐγγὺς ἦν τῆς Ἱερουσαλὴμ καὶ τῶν Ἀποστόλων· καὶ ἐν αὐτῇ δὲ Ἀντιο‐ χείᾳ ὁ λόγος ἐκράτει· ἐνταῦθα δὲ πολλῆς ἐδέοντο παραμυθίας· καὶ μάλιστα οἱ ἐξ ἐθνῶν ὀφείλοντες πολλὰ διδάσκεσθαι.
15 Ἀμμωνίου. Ὅρα ὅτι καὶ οἱ περὶ Παῦλον καὶ Βαρνάβαν ἐπι‐ σκόπων εἶχον ἀξίαν, ἐξ ὧν ἐχειροτόνουν οὐ μόνον διακόνους ἀλλὰ καὶ πρεσβυτέρους· καὶ ὀπίσω δὲ ἐσημειωσάμην, ὅτι μετὰ νηστειῶν καὶ εὐχῶν ἐποίουν οἱ μαθηταὶ τὰς χειροτονίας· σημείωσα δὲ καὶ τοῦτο, ὅτι εἰς Μίλητον ἐχειροτονήθησαν οἱ περὶ Βαρνάβαν καὶ
20Παῦλον· καὶ ἐξ αὐτῆς ἐξελθόντες, εὐηγγελίσαντο τὰς μέχρι τῆς Πισιδίας πόλεις, καὶ ὅσας ἄλλας ὁ λόγος ἐσήμανε τέως· ἄλλο δὲ ἀντίγραφον εὗρον ἔχον ἀντὶ Μιλήτου Ἀντιόχειαν, ὃ καὶ πιθα‐ νώτερόν μοι μᾶλλον ἐφάνη. Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς τὴν Παμ‐
25φυλίαν· καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβη‐ σαν εἰς Ἀτταλίαν· κἀκεῖθεν ἀποπλεύσαντες εἰς Ἀντιό‐ χειαν, ὅθεν ἦσαν παραδεδόμενοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. Τοῦ Χρυσοστόμου. Ἵνα γὰρ μὴ καταπέσῃ τὰ φρονήματα
30τῶν μαθητῶν, ὅτι οἱ νομιζόμενοι θεοὶ τοιαῦτα πάσχουσιν, εἰσῆλθον πρὸς αὐτοὺς καὶ διελέχθησαν· καὶ ὅρα πρῶτον εἰς Δέρβην ἐξέρ‐ χεται, διδοὺς αὐτοῖς ἀναπνεῦσαι τοῦ θυμοῦ· καὶ τότε πάλιν εἰς
Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν· θυμουμένοις μὲν αὐτοῖς240

241

εἴκων, πεπαυμένοις δὲ ἐπιτιθέμενος, ὅρα ὅτι οὐ πάντα χάριτι ἀλλὰ καὶ ἰδίᾳ σπουδῇ διῴκουν. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγελλον ὅσα ὁ Θεὸς ἐποίησε μετ’ αὐτῶν,
5 Οὐκ εἶπαν ὅσα ἐποίησαν αὐτοὶ, ἀλλ’ ὅσα ὁ Θεὸς μετ’ αὐτῶν· ἐμοὶ δοκοῦσι τοὺς πειρασμοὺς λέγειν. Καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. Θυρῶν ἄνοιξιν τὴν διδασκαλίαν καλεῖ, ἣν τὰ ἔθνη δι’ αὐτῶν παρεδέξατο, πάλαι βεβυσμένα τῇ πατρίᾳ πλάνῃ καὶ τοῖς δεισι‐
10δαιμονίας μαθήμασι τὰ ὦτα ἔχοντα πρὸς πάντα λόγον θεοσεβῆ. Διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Τοῦ Χρυσοστόμου. Μεγάλη γὰρ οὖσα ἡ πόλις ἐδεῖτο τῶν διδασκάλων. Καὶ μετ’ ὀλίγα—Ὅρα πανταχοῦ τῆς εἰς τὰ ἔθνη διορθώσεως ἀναγκαίαν τὴν ἀρχὴν εἰσαγομένην· πρὸ τούτου ἐγκα‐
15λούμενος ἀπελογίσατο, καὶ ἐν τάξει ἀπολογίας τὸ πᾶν εἶπεν· ὅπερ εὐπαράδεκτον τὸν λόγον ἐποίει· ἔπειτα τῶν Ἰουδαίων ἀποστρα‐ φέντων, οὕτως ἦλθον εἰς τὰ ἔθνη. ἐνταῦθα πάλιν ἄλλην ἀμετρίαν ὁρῶν εἰσαγομένην οὕτως ἵστησι τὸν νόμον· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντας, ἀδιαφόρως διαλέγεσθαι
20πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων· καὶ οὐκ ἔλεγον περιτομὴν ἁπλῶς, ἀλλ’ ὅτι οὐδὲ σωθῆναι δύνασθε· οὗ τοὐναντίον ἦν· ὅτι περιτεμνόμενοι σωθῆναι οὐκ ἠδύναντο· ὅρα συνεχῶς τοὺς πειρασμούς· ἔνδοθεν, ἔξωθεν· καλῶς δὲ οἰκονομεῖται τοῦτο Παύ‐ λου παρόντος, ἵν’ ἀντείπῃ· καὶ οὐκ εἶπε Παῦλος, τί γάρ; οὐκ εἰμὶ
25ἀξιόπιστος ἀπὸ τοσούτων σημείων; ἀλλ’ ἐπείσθη δι’ ἐκείνους. καὶ ὅρα, μανθάνουσι λοιπὸν ἅπαντες τὰ εἰς τὰ ἔθνη γεγενημένα Σαμα‐ ρεῖται, καὶ ἔχαιρον. Καὶ μετ’ ὀλίγα—Ἐν μὲν τοῖς Ἱεροσολύμοις οὐκ ἦσαν ἐξ ἐθνῶν τινὲς, ἐν δὲ Ἀντιοχείᾳ εἰκὸς εἶναι, καὶ διὰ τοῦτο κατέβησαν, ἔτι νοσοῦντες τὴν φιλαρχίαν, καὶ βουλόμενοι
30προσηλύτους ἔχειν τοὺς ἐξ ἐθνῶν· καίτοι Παῦλος νομομαθὴς ἦν,
ἀλλ’ οὐκ ἔπασχε τοῦτο.241

242

(1t)

ΚΕΦ. ΚΓ.
2tὍτι οὐ δεῖ περιτέμνεσθαι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, δόγματι καὶ κρίσει τῶν
3tἈποστόλων.
4Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον
5τοὺς ἀδελφοὺς, ὅτι ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τοῦ Μωϋσέως, οὐ δυνήσεσθε σωθῆναι. Ἀμμωνίου. “Ὅτι ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ “δύνασθε σωθῆναι·” σημειωτέον ὅτι ἔθος καλεῖ τὸ ἔννομον πρόστα‐ γμα ἡ γραφή· οὐδὲ γὰρ ἀγράφως, ἀλλ’ ἐγγράφως καὶ τοῦτο εἶπε
10Μωϋσῆς· ἢ τάχα καὶ διὰ τοῦτο ἐλύθη ἀπὸ τῶν Ἀποστόλων τοῦτο, ὡς ἔθος ὂν καὶ οὐχ ὡς νόμιμον· πλὴν τοῦτο δεῖ καταχρηστικῶς εἰπεῖν, ὅτι οὐδὲ τὰ τῆς Ἐκκλησίας ἔθη χρὴ παραχαράττειν. Γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς, ἔταξαν ἀναβαί‐
15νειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς Ἀποστόλους καὶ τοὺς πρεσβυτέρους εἰς Ἱε‐ ρουσαλὴμ, περὶ τοῦ ζητήματος τούτου. οἱ μὲν οὖν προ‐ πεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινί‐ κην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν
20ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. παραγενόμενοι δὲ εἰς Ἱερουσαλὴμ, ὑπεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν Ἀποστόλων καὶ τῶν πρεσβυτέ‐ ρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ’ αὐτῶν. Τοῦ Χρυσοστόμου. Πῶς τοίνυν ἐν τῇ πρὸς Γαλάτας ἐπι‐
25στολῇ· “οὐδὲ, ἀνῆλθόν,” φησιν, “εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ “ἐμοῦ Ἀποστόλους, οὐδὲ ἀνεθέμην;” ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ’ ἀπεστάλη παρ’ ἑτέρων· δεύτερον δὲ, οὐ μαθησόμενος παραγέγονεν, ἀλλ’ ἑτέρους πείσων· αὐτὸς μὲν γὰρ ἐξ ἀρχῆς ταύ‐ της εἴχετο τῆς γνώμης· ἣν καὶ οἱ Ἀπόστολοι μετὰ ταῦτα ἐκύ‐
30ρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι· ἐπειδὴ δὲ οὐκ ἐδόκει τέως αὐτοῖς
ἀξιόπιστος εἶναι, ἀλλὰ τοῖς ἐν Ἱεροσολύμοις προσεῖχον, ἀνῆλθεν242

243

οὐκ αὐτός τι εἰσόμενος πλεῖον, ἀλλὰ πείσων τοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύμοις τούτοις ψηφίζονται· οὕτως ἐξ ἀρχῆς τὰ δέοντα συνεώρα, καὶ οὐδενὸς ἐδεῖτο διδασκάλου· ἀλλὰ μετὰ πολλὴν διάκρισιν ἔμελλον οἱ Ἀπόστολοι κυροῦν ταῦτα, ἃ αὐτὸς
5πρὸ τῆς διακρίσεως ἄνωθεν εἶχεν ἀκίνητα παρ’ ἑαυτῷ. Καὶ μετ’ ὀλίγα—Ἐπειδὴ δὲ τοῖς ἀδελφοῖς ἔδοξε καὶ παρ’ ἐκείνων μαθεῖν, ἀπῆλθεν ὑπὲρ ἐκείνων οὐχ ὑπὲρ ἑαυτοῦ· εἰ δὲ λέγει ὅτι οὐκ ἀνῆλ‐ θον, ἔστι κἀκεῖνο εἰπεῖν· ὅτι οὔτε ἐν προοιμίοις τοῦ κηρύγματος ἀνῆλθεν, οὔτε ἡνίκα ἀνῆλθεν, ἐπὶ τῷ μαθεῖν· καὶ γὰρ ἀμφότερα
10ἐπισημαίνεται λέγων, “εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵ‐ “ματι·” οὐκ εἶπεν ἁπλῶς “οὐ προσανεθέμην,” ἀλλ’ “εὐθέως.” Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι δεῖ περιτέμνειν αὐτοὺς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως·
15 Τοῦ αὐτοῦ. Πολλὴ ἐπιτριβὴ τῶν Φαρισαίων, καὶ μετὰ τὴν πίστιν ἔτι νομοθετούντων καὶ οὐ πειθομένων τοῖς Ἀποστόλοις· ἀλλ’ ὅρα ἐκείνους πῶς ἐπιεικῶς καὶ οὐ μετὰ αὐθεντίας λέγουσι· τὰ γὰρ τοιαῦτα ἐπιθύμητα καὶ πεπηγμένα μᾶλλον· ὅρα οὐδαμοῦ λόγων ἐπίδειξιν, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων, τὴν διὰ τοῦ Πνεύματος·
20ἀλλ’ ὅμως καὶ τοιαῦτα ἔχοντες τεκμήρια ἐπιεικῶς διαλέγονται· καὶ ὅρα οὐκ ἀπέρχονται διαβάλλοντες τοὺς ἐν Ἀντιοχείᾳ, ἀλλ’ ἐκεῖθεν πάλιν λαμβάνουσιν ἀφορμήν· οὕτως ἐμελέτων τὸ φιλαρ‐ χεῖν· καὶ οὐκ εἰδότων τῶν Ἀποστόλων ἐπέμφθησαν· ἀλλ’ ὅμως οὐδὲν τούτων προήνεγκαν· ἀλλ’ ὅτε ἀπέδειξαν, τότε σφόδρα γράφουσι·
25μέγα γὰρ πανταχοῦ ἡ ἐπιείκεια. Ἀμμωνίου. Οὐχ οἱ ἀπὸ ἐθνῶν πιστοὶ, ἀλλ’ οἱ ἀπὸ Ἰουδαίων ἀπῄτουν τοὺς πιστοὺς περιτέμνεσθαι, καὶ τὰ ἄλλα τοῦ νόμου σαρ‐ κικὰ ποιεῖν· οὓς, ὡς ἔτι τὰ τοῦ νόμου τοῦ παλαιοῦ φρονοῦντας, καὶ εἰς ἰδίαν καύχησιν θέλοντας περιτεμεῖν τοὺς πιστοὺς, οὐκ ἀπεδέ‐
30ξαντο οἱ μαθηταί· καίτοι καὶ αὐτοὶ ἐκ περιτομῆς ὄντες· οὐ γὰρ τὸ ἴδιον θέλημα ἐζήτουν στῆσαι, ἀλλὰ τὸ κοινωφελὲς τοῦ κόσμου. σημειωτέον δὲ ὅτι αἱρετικοὶ ἦσαν οἱ Φαρισαῖοι· καὶ ὅτι τὸ τῶν αἱρετικῶν ὄνομα, καὶ πρὸ τῶν Χριστιανῶν, τοῖς οὐκ ὀρθῶς φρονοῦσιν
ἐπετίθετο.243

244

Συνήχθησαν δὲ οἱ Ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. Τοῦ αὐτοῦ. Πάλιν καὶ ἔνθεν ἐπιστοχάσασθαι, ὅτι ἄλλην τινὰ ἀξίαν ἐπαναβαίνουσαν τοὺς πρεσβυτέρους εἶχον οἱ Ἀπόστο‐
5λοι· διὸ οὐ συμπεριέλαβον αὐτοὺς τοῖς πρεσβυτέροις κοινῷ ὀνό‐ ματι πάντας σημάναι. Πολλῆς δὲ ζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτοὺς, ἄνδρες ἀδελφοὶ, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ Θεὸς διὰ τοῦ
10στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγε‐ λίου, καὶ πιστεῦσαι. καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρ‐ τύρησεν αὐτοῖς, Τοῦ Χρυσοστόμου. Ὅρα τὸν Πέτρον ἄνωθεν κεχωρισμένον τοῦ πράγματος καὶ μέχρι τοῦ νῦν ἰουδαΐζοντα· ὑμεῖς, φησὶν,
15ἐπίστασθε· παρῆσαν ἴσως καὶ οἱ καλέσαντες αὐτῷ πάλαι ἐπὶ Κορνηλίου, καὶ εἰσελθόντες μετ’ αὐτοῦ· διὰ τοῦτο αὐτοὺς παράγει μάρτυρας· “ἀφ’ ἡμερῶν,” φησιν, “ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο.” τί ἐστιν ἐν ὑμῖν; τουτέστιν ἐν Παλαιστίνῃ, ἢ παρόντων ὑμῶν· “διὰ τοῦ στόματός μου·” ὅρα πῶς δείκνυσι δι’ αὐτοῦ τὸν Θεὸν φθεγ‐
20γόμενον, καὶ οὐδὲν ἀνθρωπίνον. “καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρ‐ “τύρησεν αὐτοῖς·” ἐπὶ τὴν πνευματικὴν μαρτυρίαν ἄγει αὐτούς. Ἀμμωνίου. Ὅτι τοὺς περὶ δογμάτων λόγους μετὰ πολλῆς ζητήσεως ἐποιοῦντο οἱ πάλαι πιστοὶ, καὶ μετὰ πολλῆς σπουδῆς· καὶ ὅτι τοσοῦτον ἦν αὐτοῖς ὠφεληθῆναι διὰ λόγων, ὅτι οὐκ ἀπώ‐
25κνησαν οἱ ἀπὸ Ἀντιοχείας πέμψαι εἰς Ἱερουσαλὴμ καὶ ἐρωτῆσαι τὸ ἀμφιβαλλόμενον· καίτοι μὴ πρωτοτύπως περὶ θεότητος ἢ τῆς τοῦ Υἱοῦ οἰκονομικῆς σαρκώσεως ἢ περὶ τοῦ Πνεύματος, ἢ Ἀγγέ‐ λων ἢ ἀρχῶν, ἢ οὐρανοῦ, ἢ ἄλλου τοιούτου ζητηθέντος· ἀλλὰ περιτο‐ μῆς, μέρους ἐλαχίστου τῶν ἀσχημόνων τοῦ σώματος τοῦ ἀνθρώπου·
30ἤδεισαν γὰρ ὅτι “ἰῶτα ἓν ἢ μία κεραία τοῦ νόμου” πνευματικῆς ἔγεμεν ἐμφάσεως· καὶ ἐδειλίασαν οἱ ἐν Ἀντιοχείᾳ μαθηταὶ αὐθεν‐
τῆσαι· ἀλλὰ τοσοῦτον ἐφρόντιζον καὶ τῶν δοκούντων ψιλῶν εἶναι244

245

ζητημάτων, ὅτι δὴ οἱ μὲν ἀπὸ Ἀντιοχείας ἀπέστειλαν Βαρνάβαν καὶ Παῦλον ἐρωτήσοντας τοὺς ἐν Ἱεροσολύμοις· οἱ δὲ ἀπὸ Ἱερου‐ σαλὴμ μαθηταὶ τοὺς περὶ Ἰούδαν καὶ Σίλαν ἔπεμψαν μετὰ τῶν ἰδίων γραμμάτων εἰς Ἀντιόχειαν.
5 Δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν· Πανταχοῦ ἐξισοῖ τὰ ἔθνη. Καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Τοῦ Χρυσοστόμου. Ἀπὸ τῆς πίστεως μόνης φησὶν, ἄξιοι
10φανέντες, τῶν αὐτῶν ἔτυχον· ταῦτα καὶ ἐκείνων παιδευτικὰ, ταῦτα καὶ ἐκείνους διδάξαι δύναται, ὅτι πίστεως δεῖ μόνης καὶ οὐκ ἔρ‐ γων, οὐδὲ περιτομῆς· οὐ γὰρ δὴ περὶ τῶν ἐθνῶν ἀπολογούμενοι ταῦτα λέγουσι μόνον· ἀλλὰ καὶ ἐκείνους παιδεύοντας ἀποστῆναι τοῦ νόμου· ἀλλὰ τέως οὔπω τοῦτο.
15 Ἀμμωνίου. Οὐδεμία, φησὶ, διαφορὰ πιστῶν· εἴτε Ἰουδαῖοι εἰσὶν, εἴτε Ἕλληνες, ὅπου ἡ πίστις καθαρισμὸν ποιεῖ τῶν ἁμαρ‐ τιῶν τῶν ἀπὸ τῆς καρδίας ἐξιόντων. οὗτος δὲ ὁ καθαρισμὸς ἔοικε περιτομῇ· καὶ ἀντὶ τῆς ἐν σαρκὶ περιτομῆς δίδοται ἡ ἐν Πνεύ‐ ματι περιτομὴ, καθαρίζουσα τῇ πίστει τῇ εἰς Χριστὸν τὰ κρυπτά·
20οὕτω δὲ οὐκ ἦν κοινωφελὴς ἡ σαρκικὴ περιτομὴ, ὅτι μόνῳ τῷ ἄρ‐ ρενι ἐδόθη· οὐδὲν δὲ τῶν ἀληθινῶν προσώπων συστέλλεται· ἐν γὰρ τῇ ἀληθῇ πίστει οὐκ ἔνι ἄρρεν καὶ θήλυ· οὐκ ἔνι Ἕλλην ἢ βάρ‐ βαρος· ἀλλὰ πάντες ἕν ἐσμεν. Νῦν οὖν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ
25τὸν τράχηλον τῶν μαθητῶν, Τοῦ Χρυσοστόμου. Τί ἐστι “τί πειράζετε τὸν Θεὸν,” ὡς οὐκ ἰσχύοντα, φησὶ, σῶσαι τῇ πίστει; τουτέστι, τί ἀπιστεῖτε τῷ Θεῷ; ἄρα ἀπιστίας ἐστὶ τὸν νόμον εἰσφέρειν· εἶτα δείκνυσι καὶ τοὺς οὐδὲν ὠφελουμένους, καὶ τὸ πᾶν ἐπὶ τὸν νόμον στρέφει, οὐκ
30ἐπ’ αὐτοὺς, καὶ τὴν κατηγορίαν ὑποτέμνεται. Κυρίλλου. Καὶ γοῦν ὅτι τὲ εἰ φορτικὸς καὶ δύσοιστος ὁ νό‐ μος, διωμολογήκασιν ἀληθῶς οἱ θεσπέσιοι μαθηταὶ, ταῖς τινῶν ἀμαθίαις ἐπιπλήττοντες· ἔφασκον γάρ, “νῦν οὖν τί πειράζετε”—
καὶ ἑξῆς.245

246

Τοῦ αὐτοῦ. Φορτικὸς μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἦν τοῖς ἐξ Ἰσραήλ· ὡμολόγουν δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταί· καὶ αὐτὸς δὲ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ Σωτὴρ προσφωνῶν καὶ λέγων· “δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι· κἀγὼ
5“ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ “ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε “ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·” κοπιῶντας δὲ καὶ πεφορτισμένους τοὺς ὑπὸ νόμον εἶναι φησίν, ἑαυτὸν δὲ πρᾶον ὠνόμαζεν, ὡς οὐκ ἔχον‐ τος τοῦτο τοῦ νόμου.
10 Ἀμμωνίου. Οὐκοῦν εἰ ζυγὸς ὁ νόμος, δεῖ τῷ προφήτῃ πειθαρ‐ χεῖν λέγοντι “ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν·” τὰ σαρ‐ κικὰ τοῦ νόμου λέγων ἡμᾶς ἀποσείσασθαι, τουτέστι τοῦ φυλάτ‐ τειν τὸν νόμον Μωϋσέως, ὅπερ ἦν δυσχερέστατον· δύναμις γὰρ ὑπάρχει τῆς ἁμαρτίας, καθά φησιν ὁ θεσπέσιος Παῦλος· λέγει
15γὰρ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· “τὸ γὰρ κέντρον τοῦ θανά‐ “του ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·” καὶ τοῦτο τὸ χωρίον ἐξηγούμενος ὁ ἁγιώτατος Ἰωάννης ὁ Κωνσταντίνου πόλεως ἐπίσκοπος οὕτω φησί· “πῶς δύναμις τῆς ἁμαρτίας ὁ “νόμος;” ὅτι μὲν γὰρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, καὶ χαλε‐
20πωτέραν καὶ ἐν αὐτῇ τὴν ἰσχὺν οὕτως ἔχει, δῆλον· πῶς δὲ καὶ ταύτης δύναμις ὁ νόμος; ὅτι χωρὶς αὐτοῦ ἀσθένης ἦν, πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτως καταδικάσαι· τὸ μὲν γὰρ κακὸν ἐγί‐ νετο· σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως· ὥστε οὐ μικρὸν εἰσήνεγκεν ὁ νόμος τὸ καὶ γνωρίσαι τὴν ἁμαρτίαν μᾶλλον, καὶ ἐπιτεῖναι τὴν
25κόλασιν· εἰ δὲ βουλόμενος κωλῦσαι, χαλεπωτέραν ἐποίησεν, οὐ παρὰ τὸν ἰατρὸν τὸ ἔγκλημα, ἀλλὰ παρὰ τὸν κακῶς τῷ φαρμάκῳ χρησάμενον· ἐπεὶ καὶ ἡ παρουσία τοῦ Χριστοῦ μᾶλλον ἐβάρησε τοὺς Ἰουδαίους· ἀλλ’ οὐ διὰ τοῦτο αὐτῇ ἐγκαλέσομεν· ἀλλὰ ταύ‐ την μὲν καὶ θαυμασόμεθα· ἐκείνους δὲ καὶ μειζόνως μισήσομεν,
30βλαβέντας δι’ ὧν ὠφελεῖσθαι ἔδει· ὅτι γὰρ οὐχ ὁ νόμος οὗτος τὴν ἁμαρτίαν ἐδυνάμωσεν, ὁ Χριστὸς αὐτὸν ἐπλήρωσεν ἅπαντα, καὶ ἁμαρτίας ἐκτὸς ἦν. Ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν
βαστάσαι; ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ246

247

Χριστοῦ πιστεύομεν σωθῆναι, καθ’ ὃν τρόπον κἀκεῖνοι. ἐσίγησε δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι’ αὐτῶν.
5 Τοῦ Χρυσοστόμου. Πόσης δυνάμεως γέμει ταῦτα τὰ ῥή‐ ματα, ἅπερ ὁ Παῦλος διὰ πολλῶν ἐν τῇ πρὸς Ῥωμαίους εἶπε; ταῦτα καὶ οὗτος· “εἰ γὰρ Ἀβραὰμ,” φησὶ, “ἐξ ἐργῶν ἐδικαι‐ “ώθη, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς τὸν Θεόν.” ὁρᾶς ὅτι ταύτων μᾶλλόν ἐστι παιδευτικὰ ἢ ἀπολογία ὑπὲρ τῶν ἐθνῶν· ἀλλ’ εἰ μὲν
10χωρὶς προφάσεως ταῦτα ἔλεγεν, ὕποπτος ἦν· ἀρχὴν δὲ λαβόμενος ἀδεῶς φθέγγεται· ὅρα πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν κατ’ αὐτῶν γινόμενα· εἰ μὴ ἐκίνησαν ἐκεῖνοι, οὐκ ἂν ταῦτα ἐλέχθη, οὐδὲ τὰ μετὰ ταῦτα· ἀλλὰ καὶ εἰ ἤθελον προσάγεσθαι τὰ ἔθνη, μανθάνου‐ σιν ὅτι οὐδὲ αὐτοὺς δεῖ πᾶν ὁρᾶν.
15 Ἀμμωνίου. Σημειωτέον ὅτι τὰ δυσκατορθωτὰ ἐπιτάγματα τῆς σαρκὸς οὐ δεῖ ἐπικλᾶν τισίν· οἷον ἄκραν νηστείαν ἢ γυμνό‐ τητα, ἢ σιωπήν· εἰ μὴ γέ τις ταῦτα ἑαυτῷ ἐπιτάξει· εἰ γὰρ καὶ δυσχερῆ, ἀλλὰ μὴν οὐκ ἀκατόρθωτα, ἀλλὰ καὶ γενόμενα ὑπὸ πολ‐ λῶν καὶ γινόμενα· ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ
20πιστεύομεν σωθῆναι· ὅμοιον τοῦ “χάριτι ἐστὲ σεσωσμένοι·” ὥστε οὖν πάλαι μὲν οἱ νόμοι τοὺς πάντα διαφυλάττοντας τὰ εἰρημένα τῷ νόμῳ ἔσωζε, νῦν δὲ ἡ χάρις τοῦ Κυρίου, καὶ δίχα τῆς τοῦ νόμου παραφυλακῆς, διὰ τῆς πίστεως σώζει. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος, λέ‐
25γων, Τοῦ Χρυσοστόμου. Ἐπίσκοπος ἦν καθά φησιν οὗτος· διὸ καὶ ὕστερος λέγει· “καὶ τὸ ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων στα‐ θήσεται πᾶν ῥῆμα,” ἐνταῦθα πληροῦται· ὅρα δὲ καὶ τούτου τὴν σύνεσιν, ἀπό τε νέων ἀπό τε παλαιῶν βεβαιούμενον τῶν προφη‐
30τῶν τὸν λόγον· οὐ γὰρ εἶχέ τι πρᾶγμα δεῖξαι καθάπερ Πέτρος ἢ Παῦλος· καὶ καλῶς οἰκονομεῖται δι’ ἐκείνων ταῦτα γενέσθαι τῶν οὐ μελλόντων ἐγχρονίζειν τοῖς Ἱεροσολύμοις· τοῦτον δὲ τὸν διδά‐ σκοντα αὐτοὺς μὴ εἶναι ὑπεύθυνον, μηδὲ μὴν ἀπεσχίσθαι τῆς
γνώμης.247

248

Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Κορινθίους ἐπιστολῆς εἰς τὸ ῥητὸν τὸ φάσκον. “Ἔπειτα ὤφθη Ἰα‐ “κώβῳ.” Ἐμοὶ δοκεῖ τῷ ἀδελφῷ τῷ ἑαυτοῦ· αὐτὸς γὰρ αὐτὸν λέγεται κεχειροτονηκέναι, καὶ ἐπίσκοπον ἐν Ἱεροσολύμοις πεποιη‐
5κέναι πρῶτον. Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο, καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ· καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν,
10 Συμεὼν ὁ ἐν τῷ Λουκᾷ προφητεύσας· “νῦν ἀπολύεις τὸν δοῦ‐ “λόν σου, δέσποτα.” Τοῦ Χρυσοστόμου. Πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς καὶ τελει‐ οτέρα αὕτη ἡ δημηγορία, ὅπουγε καὶ τέλος ἐπιτίθησι τοῖς πρά‐ γμασιν.
15 Καθὼς γέγραπται, μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοι‐ κοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐ‐ τήν· ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώ‐ πων τὸν Κύριον,
20 Εἶτα ἐπειδὴ ἐκεῖνος ἀπὸ μὲν τοῦ χρόνου δῆλος ἦν· τὸ δὲ ἀξιό‐ πιστον οὐκ εἶχε, διὰ τὸ μὴ παλαιὸς εἶναι, ἐπάγει καὶ παλαιὰν προφητείαν, “καθὼς γέγραπται,” φησὶ, “μετὰ ταῦτα ἀναστρέψω “καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν,” καὶ τὰ ἑξῆς· τί οὖν; ἠγέρθη τὰ Ἱεροσόλυμα· ἀλλ’ οὐχὶ κατεστράφη
25μᾶλλον; ποίαν λέγει ἔγερσιν; τὴν μετὰ Βαβυλῶνα· τί δέ ἐστι “καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο·” σφοδρότερον μὲν ὁ Πέτρος διελέγετο· οὗτος δὲ ἡμερώτερον· οὕτω γὰρ χρὴ τὸν ἐν μεγάλῃ δυναστείᾳ, τὰ μὲν φορτικὰ ἑτέροις παραχωρεῖν, αὐτὸν δὲ ἀπὸ τῶν ἡμερωτέρων φαίνεσθαι· “λαβὼν δὲ ἐξ ἐθνῶν,” φησὶ, “λαὸν τῷ ὀνό‐
30“ματι αὐτοῦ·” οὐχ ἁπλῶς ἐξελέξατο, ἀλλὰ “τῷ ὀνόματι αὐτοῦ·” τουτέστι τῇ δόξῃ αὐτοῦ· οὐκ αἰσχύνεται τὸ ὄνομα αὐτοῦ τῇ προ‐
λήψει τῶν ἐθνῶν, ἀλλὰ καὶ μείζων ἔσται ἡ δόξα· ἐνταῦθα τί μέγα248

249

αἰνίττεται· ὅτι πρὸ πάντων οὗτοι· εἰ δέ τις ἀκριβῶς ἐξετάζοι, νῦν ἡ βασιλεία τοῦ Δαβὶδ ἕστηκε τοῦ ἐκγόνου αὐτοῦ, βασιλεύ‐ οντος πανταχοῦ· τί γὰρ ὄφελος τῶν οἰκημάτων καὶ τῆς πόλεως, τῶν ὑπακουόντων οὐκ ὄντων; ποῖον δὲ βλάβος ἐκ τῆς καθαιρέσεως
5τῆς πόλεως, πάντων καὶ τὰς ψυχὰς βουλομένων ἐπιδοῦναι; καὶ τοῦ Δαβὶδ λαμπρότερον γέγονε· νῦν πανταχοῦ τῆς οἰκουμένης ᾄδεται· τοῦτο ἐξέβη, οὐκοῦν καὶ τοῦτο ἐκβῆναι δεῖ; διὰ τὸ ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον· εἰ τοίνυν διὰ τοῦτο ἀνέστη ἡ πόλις, διὰ τῶν ἐξ αὐτῶν δείκνυσιν, ὅτι τῆς οἰκο‐
10δομίας τῆς πόλεως αἴτιον γέγονε τὸ τὰ ἔθνη κληθῆναι· τινὲς δέ εἰσιν οἱ κατάλοιποι; οἱ ὑπολειπόμενοι τότε· ἀλλ’ ὅρα αὐτῶν καὶ τὴν τάξιν φυλάττοντα, καὶ δευτέρους αὐτοὺς εἰσάγοντα· λέγει Κύριος ὁ ποιῶν πάντα ταῦτα· οὐ λέγει, ἀλλὰ ποιεῖ· ἄρα Θεοῦ ἔργον ἦν· ἄλλο δὲ ἦν τὸ ζητούμενον, ὅπερ σαφέστερον ὁ Πέτρος ἔλεγεν, “εἰ
15“δεῖ αὐτοὺς περιτέμνεσθαι.” Τοῦ Χρυσοστόμου. Πεπτώκει γὰρ ὄντως πτῶμα ἀνίατον, καὶ τῆς κραταιᾶς ἐκείνης δεόμενον χειρός· καὶ οὐκ ἦν ἑτέρως ἀναστῆ‐ ναι τὴν φύσιν τὴν ἡμετέραν, μὴ τοῦ τὴν ἀρχὴν διαπλάσαντος αὐτὴν χεῖρα ὀρέξαντος, καὶ διατυπώσαντος ἄνωθεν τὴν δι’ ὕδατος
20ἀναγέννησιν καὶ Πνεύματος. Κυρίλλου. Σκηνὴν Δαβὶδ τὸ τῶν Ἰουδαίων σημαίνει γένος. ἰστέον δὲ ὅτι Κύρου τῆς αἰχμαλωσίας ἀνέντος τὸν Ἰσραὴλ, κατ‐ ῆλθον πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ᾠκοδόμησαν τὸν θεῖον ναὸν, τει‐ χίσαντες τὰς ἠρημωμένας πόλεις, ᾤκουν ἐν αὐταῖς ἀσφαλῶς κατὰ
25τὰς ἡμέρας τοῦ αἰῶνος, τουτέστιν εἰς ἡμέρας πολλὰς καὶ χρόνους μακρούς· δεῖγμά τε καὶ πληροφόρια γεγόνασι τοῖς ἄλλοις ἔθνεσι, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς τὸν Θεόν. Καὶ μετ’ ὀλίγα— Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀλη‐ θέστερος εἴη ἂν ἐν Χριστῷ. ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω τὴν εἰς
30θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι τὴν ἀπὸ γῆς σάρκα ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε δὴ τότε πάντα τὰ ἀνθρώ‐ πινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατερ‐ ριμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. εἴ τις γὰρ ἐν Χριστῷ καινὴ
κτίσις κατὰ τὰς γραφὰς, συνεγηγέρμεθα γὰρ αὐτῷ· καὶ κατέ‐249

250

σκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ. Καὶ πάντα τὰ ἔθνη, ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς· λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα. γνω‐
5στὰ ἀπ’ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. Τοῦ Χρυσοστόμου. “Γνωστὰ ἀπ’ αἰῶνός ἐστι τῷ Θεῷ πάντα “τὰ ἔργα αὐτοῦ·” εἶτα τὸ ἀξιόπιστον τοῦ λόγου· ὅτι οὐδὲν καινὸν, ἀλλ’ ἐξ ἀρχῆς ταῦτα προτετύπωτο· καὶ ἀξίωμα πάλιν, “διὸ ἐγὼ “κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι,” καὶ
10τὰ ἑξῆς. Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν. Ὁ σταυρωθεὶς οὖν ἦν ὁ λέγων ταῦτα ἐν Ἠσαΐᾳ· “αὐτοῦ γὰρ “τὸ ὄνομα ἐπικέκληται πάντα τὰ ἔθνη·” Χριστιανοὶ γὰρ προσα‐
15γορεύονται. Τοῦ Χρυσοστόμου. Τουτέστι μὴ ἀνατρέπειν· εἰ γὰρ ὁ Θεὸς ἐκάλεσεν, αὗται δὲ αἱ παρατηρήσεις ἀνατρέπουσι, τῷ Θεῷ πολεμοῦ‐ μεν· Καὶ πάλιν—“Τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι,” φησί· καὶ καλῶς φησὶ μετ’ ἐξουσίας τὸ “ἐγὼ κρίνω·” διὰ τοῦτό φησι καλὸν
20εἶναι· διατί οὖν μὴ καὶ Ἰουδαίοις ταῦτα ἐπεστέλλομεν; Μωϋσῆς αὐτοῖς διαλέγεται· ὅρα πόση ἡ συγκατάβασις· ἔνθα οὐδὲν ἔβλα‐ πτεν, ἐπέστησεν αὐτὸν διδάσκαλον, καὶ ἐχαρίσατο χάριν οὐδὲν ἐμποδίζουσαν, ἐπιτρέψας Ἰουδαίοις ἀκούειν αὐτοῦ· κατὰ ταῦτα καὶ ἀπαγαγὼν ἐξ ἐθνῶν· ὅρα σύνεσιν· δι’ ὧν ἔδοξεν αὐτὸν τιμᾶν καὶ
25ἐφιστᾶν αὐτοῖς ἑαυτοῦ, διὰ τούτων ἀπήγαγε τὰ ἐξ αὐτοῦ· μανθά‐ νουσι διὰ τὴν τούτων ἀτοπίαν δείκνυσιν, ὅτι καὶ τούτους οὐδὲν πλέον δεῖ φυλάττειν, ἀλλ’ ὡς ἐχόντων τὸν λέγοντα. Ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισ‐ γημάτων τῶν εἰδώλων, καὶ τῆς πορνείας, καὶ τοῦ πνικτοῦ,
30καὶ τοῦ αἵματος. Τοῦ αὐτοῦ. Αὗται γὰρ εἰ καὶ σωματικαὶ, ἀλλ’ ἀναγκαῖαι
φυλάττεσθαι· ἐπειδὴ μεγάλα εἰργάζοντο κακὰ, τούτων μάλιστα250

251

αὐτοὺς ἔπαυσεν· οἰκονομικῶς καὶ ἡ ἀντιλογία· ἵνα μετὰ τὴν ἀντι‐ λογίαν βεβαιότερον ᾖ τὸ δόγμα. Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαιῶν κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν
5σάββατον ἀναγινωσκόμενος. Διδύμου. Εἰ καὶ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ κατὰ πᾶν σάββατον ἐν μόναις ταῖς συναγωγαῖς ἀνεγινώσκετο Μωϋσῆς, ἀλλ’ οὖν μετὰ τὴν ἐπιδημίαν ἐν ταῖς ἐκκλησίαις τοῦ Χριστοῦ οὐ κωλύεται ἀναγινώσκεσθαι· καὶ ὅρα εἰ δυνατὸν τοῦτο γενέσθαι ἐκ
10τοῦ, “ἄχρι γὰρ σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς·” ἀλλὰ καὶ τὸ “πρόσεχε τῇ ἀναγνώσει,” οὐ περὶ μόνων τῶν τῆς καινῆς βιβλίων λέγεται· ὥσπερ οὐδὲ τὸ “πᾶσα γραφὴ θεόπνευστος καὶ “ὠφέλιμος·” εἰ γὰρ μὴ ἀνεγινώσκετο τὰ παλαιὰ γράμματα ἐν ταῖς ἐκκλησίαις, οὐκ ἀκρίτως Γαλάταις ἐπεστέλλετο, τὸ “λέγετέ μοι οἱ
15“ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;” καὶ τὰ ἑξῆς. Τότε ἔδοξε τοῖς Ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παυλῷ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν καλούμενον Βαρσαβὰν, καὶ Σίλαν, ἄνδρας
20ἡγουμένους ἐν τοῖς ἀδελφοῖς· γράψαντες διὰ χειρὸς αὐ‐ τῶν τάδε, Τοῦ Χρυσοστόμου. Ὁρᾶς αὐτοὺς οὐχ ἁπλῶς ταῦτα νομοθε‐ τοῦντας· καὶ ὅρα ὥστε ἀξιοπιστότερον γενέσθαι, πέμπουσι τοὺς παρ’ αὐτῶν, ἵν’ ἀνύποπτοι ὦσιν οἱ περὶ Παῦλον· καὶ ὅρα πῶς φορ‐
25τικοὺς ἐκείνους διαβάλλοντες ἐπιστέλλουσιν. Οἱ ἀποστόλοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ, τῆς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες
30τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα. Τοῦ αὐτοῦ. Ἀρκοῦσα αὕτη κατηγορία κατὰ τῆς ἐκείνων προ‐
πετείας, καὶ ἀξία τῆς τῶν Ἀποστόλων ἐπιεικείας, οὐδὲν παρ’ ἑτέρων251

252

εἰρηκότων. Καὶ μετ’ ὀλίγα—Ὅρα οὐδὲν φορτικώτερον κατ’ ἐκεί‐ νων λέγοντας, ἀλλ’ εἰς ἓν ὁρῶντας μόνον, ὥστε ἀνατρέψαι τὸ γε‐ γενημένον· τοῦτο γὰρ καὶ τοὺς ἐκεῖ στασιάζοντας ὁμολογῆσαι ἐποίει· οὐκ εἶπον ὅτι οἱ ἀπατεῶνες, καὶ ὅσα τοιαῦτα. καίτοι, ἔνθα
5ἐχρῆν, ποιεῖ αὐτὸ Παῦλος· ὡς ὅταν λέγῃ· “ὢ πλήρης παντὸς “δόλου·” ἐνταῦθα δὲ κατορθωθέντος οὐκέτι χρεία ἦν. Ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν, Τοῦ αὐτοῦ. Εἶτα ὅτι οὐ τυραννικῶς, ὅτι πᾶσι ταῦτα δοκεῖ, ὅτι μετὰ ἐπισκέψεως ταῦτα γράφουσιν.
10 Ἀμμωνίου. Σημειωτέον ὅτι οὔτε Ἰάκωβος οὔτε Πέτρος ἐτόλ‐ μησαν, καίτοι κρίναντες αὐτὸ καλὸν εἶναι, δίχα πάσης τῆς ἐκ‐ κλησίας δογματίσαι τὰ περὶ τῆς περιτομῆς· ὅπου τὲ οὔτε πάντες ηὐθέντησαν, εἰ μὴ ἐπείσθησαν ὅτι τοῦτο δοκεῖ καὶ τῷ Ἁγίῳ Πνεύ‐ ματι· οὗ καὶ προέταξαν τὴν αὐθεντείαν ἐν τῇ ἐπιστολῇ εἴποντες·
15“ἔδοξε τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν, Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώ‐ “ποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυ‐ “ρίου·” τηλικοῦτοι ἦσαν οὗτοι, ὅτι ἐμαρτυρήθησαν ὑπὸ τῶν μαθη‐ τῶν μεγάλοι εἶναι. Ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς
20ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παρα‐ δεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ Χρυσοστόμου. Ἵνα μὴ δόξῃ διαβολῆς εἶναι Παύλου καὶ Βαρνάβα τὸ ἐκείνους ἀποσταλῆναι, ὅρα ἐγκωμία αὐτῶν· “ἀνθρώ‐
25“ποις,” φησι, “παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνό‐ “ματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Τοῦ Χρυσοστόμου. Ἔδει γὰρ μὴ τὴν ἐπιστολὴν παρεῖναι
30μόνον· ἵνα μὴ λέγωσιν ὅτι συνήρπασαν, ὅτι ἄλλο ἀντ’ ἄλλου εἶπον· τὸ ἐγκώμιον τὸ περὶ Παύλου ἐνέφραξεν αὐτῶν τὰ στό‐ ματα. Ἔδοξε γὰρ τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον
ἐπιτίθεσθαι ὑμῖν βάρος,252

253

Τοῦ αὐτοῦ. Ταῦτα γὰρ ἡ καινὴ οὐ διετάττετο· οὐδαμοῦ περὶ τούτων διελέχθη ὁ Χριστὸς, ἀλλ’ ἀπὸ τοῦ νόμου ταῦτα λαμβά‐ νουσι· καὶ πνικτῶν, φησὶν, ἐνταῦθα τὸν φόνον ἀπείργει. Τοῦ αὐτοῦ. Καίτοι ἤρκει εἰπεῖν “τῷ Ἁγίῳ Πνεύματι·” τὸ
5μὲν “τῷ Ἁγίῳ Πνεύματι,” ἵνα μὴ νομίσωσιν ἀνθρώπινον εἶναι· τὸ δὲ “ἡμῖν,” ἵνα διδαχθῶσιν ὅτι καὶ αὐτοὶ ἀποδέχονται καὶ ἐν περι‐ τομῇ ὄντες. Κυρίλλου ἐκ τοῦ βʹ τεύχους τῶν κατὰ Ἰουλιανοῦ. Πῶς γὰρ οὐκ ἀληθὲς εἰπεῖν, ὅτι τὸ χρῆναι λοιπὸν τῆς τοῦ νόμου σκιᾶς
10ὀλιγωρεῖν ἐκέλευσε τοῖς διὰ τῆς πίστεως κεκλημένοις εἰς ἀλήθειαν· ἃ γὰρ ἦν εἰκὸς ἀποπεραίνειν δύνασθαι τοὺς ἔτι νηπίους, διὰ τῆς τῶν Ἀποστόλων ἐθεσμοθέτει φωνῆς· φάσκοντες δὲ τὸ “μηδὲν πλέον “ἐπιτιθέναι ὑμῖν βάρος,” ἐδίδασκον ἐναργῶς, ὡς ὄντα διαβριθῆ τὸν νόμον καὶ δυσδιακόμιστον παντελῶς, καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ
15οὐκ ἂν ἐπιθεῖεν αὐτοί· ἐδόκει δὴ οὖν τῷ Πνεύματι, φυλάττεσθαι παρ’ αὐτῶν ἥκιστα μὲν τὸν νόμον, τὰ δὲ οἰστὰ καὶ εὐδιακόμιστα πειρᾶσθαι πληροῦν, τοὺς ὑπὲρ τῶν ἔτι μειζόνων ἱδρῶτας οὔπω διενέγκειν ἰσχύοντας ὀκλάζοντι νῶ, ἄρτι τὲ καὶ μόλις ἀδρυνομένῳ πρὸς τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωήν.
20 Σευήρου. “Ἔδοξε τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν·” μηδέν σε, φησὶν, ὁ αἱρετικὸς, ἀδελφὲ, ξενίσῃ τῶν εἰρημένων· ὡς ἀδελφόν σε καλεῖ, καὶ ὡς πολέμιον ἀναιρεῖ· μὴ θαυμάσῃς, φησιν, εἰ ὑπὲρ τοῦ Ἁγίου Πνεύματος εἶπον οἱ Ἀπόστολοι· ὅταν ταῦτα λέγῃ, ἀπὸ τῆς γραφῆς τὰ βέλη προσφέρομεν· τί οὖν ἔστι πρὸς αὐτοὺς εἰπεῖν;
25εἰ τὸ συνῆφθαι τοὺς Ἀποστόλους τῷ Ἁγίῳ Πνεύματι ἐλαττοῖ τοῦ Πνεύματος τὴν δόξαν· οὐκοῦν τὸ συνῆφθαι Μωσῆν τῷ Θεῷ ἐλατ‐ τοῖ τοῦ Θεοῦ τὴν δόξαν; λέγει γὰρ ἡ γραφή· “ἐπίστευσεν ὁ “λαὸς εἰς τὸν Θεὸν καὶ εἰς Μωσῆν” ἀλλὰ καὶ ἕτερον προενέγκω‐ μεν βέλος· εἰ καθαιρεῖ τοῦ Πνεύματος τὴν ἀξίαν συνημμένη ἡ
30δόξα τῶν Ἀποστόλων, ὑβρίζει καὶ τὸν Θεὸν, καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν Σαμουὴλ προσκείμενος· γέγραπται γὰρ, “καὶ ἐφοβήθη “πᾶς ὁ λαὸς τὸν Κύριον καὶ τὸν Σαμουήλ·” πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας· εἰ ἐλαττοῖ τοῦ Πνεύματος τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντίαν, τὸ συνῆφθαι τῷ
35Πνεύματι τοὺς Ἀποστόλους, ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν Γεδεὼν253

254

προσκείμενος αὐτοῦ τῇ προσηγορίᾳ· “ἐβόησε γὰρ ἅπας ὁ λαὸς, “πόλεμος τῷ Κυρίῳ καὶ τῷ Γεδεών·” ὥσπερ οὖν συνῆπται Μωυ‐ σῆς τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς προφήτης· καὶ Γεδεὼν τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου·
5οὕτως καὶ οἱ Ἀπόστολοι τῷ Πνεύματι, ὡς κήρυκες τοῦ εὐαγγελίου. γνώριζε τοίνυν τὴν αὐθεντίαν, καὶ μὴ ὕβριζε τοῦ Πνεύματος τὴν ἀξίαν. Πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ἐξ ὧν διατη‐
10ροῦντες ἑαυτοὺς, εὖ πράξετε. ἔρρωσθε. Τοῦ Χρυσοστόμου. Δείκνυσιν ὅτι τὰ ἄλλα οὐκ ἀναγκαῖα. “ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε·” δεικνύει ὅτι οὐδὲν αὐ‐ τοῖς λείπει, ἀλλ’ ἀρκεῖ τοῦτο· ἠδύναντο μὲν γὰρ καὶ χωρὶς γραμ‐ μάτων, ἀλλ’ ὥστε νόμον εἶναι ἔγγραφον· πάλιν ὥστε πεισθῆναι
15τῷ νόμῳ καὶ ἐκεῖνοι ἔλεγον, καὶ μετ’ εἰρήνης. Τοῦ αὐτοῦ. “Πλὴν τῶν ἐπάναγκες ἀπέχεσθαι·” τὰ τέσσαρα ταῦτα ἀπαγορεύσαντες ποιεῖν τὰ ἔθνη, τὰ λοιπὰ αὐτοῖς συνεχώ‐ ρησαν· ἔστι δὲ ταῦτα· “ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ “πνικτοῦ, καὶ πορνείας.”
20 Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν· Τοῦ αὐτοῦ. Ὅρα βραχεῖαν ἐπιστολὴν, οὐδὲν πλέον ἔχουσαν· οὐδὲ κατασκευὰς οὐδὲ λογισμοὺς, ἀλλ’ ἐπίταγμα· Πνεύματος γὰρ ἦν νομοθεσία.
25 Ἀναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Τοῦ αὐτοῦ. Εἶτα κἀκεῖνοι αὐτοὺς παρεκάλουν καὶ βεβαιώ‐ σαντας αὐτούς· πρὸς γὰρ Παῦλον φιλονεικότερον διέκειντο· οὕτως ἀπῆλθον μετ’ εἰρήνης. Ἰούδας τὲ καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ
30λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς, καὶ ἐπεστή‐ ριξαν. Ἀμμωνίου. Ἰδοὺ καὶ οὗτοι προφῆται ἦσαν· σημειωτέον δὲ ὅτι καὶ ἡ νέα διδασκαλία ἔσχε προφήτας πολλοὺς, οὐ μόνον ἡ
παλαιὰ γραφή.254

255

Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστειλάντας αὐτούς. ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμε‐
5νοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου. Τοῦ Χρυσοστόμου. Οὐκέτι στάσεις καὶ μάχαι. Παῦλος δὲ λοιπὸν ἐδίδασκεν· οὐδεὶς τύφος ἦν ἐν τῇ ἐκκλησίᾳ· μετὰ Πέτρον Παῦλος φθέγγεται, καὶ οὐδεὶς ἐπιστομίζει· Ἰάκωβος ἀνέχεται, οὐκ ἐπιπηδᾶ· πολλὴ ἡ εὐταξία· οὐδὲν ὁ Ἰωάννης ἐνταῦθα οὐδὲ οἱ
10λοιποὶ Ἀπόστολοι, ἀλλὰ σιγῶσιν· ἐκεῖνος γὰρ ἦν τὴν ἀρχὴν ἐγ‐ κεχειρισμένος, καὶ οὐκ ἀγανακτοῦσιν· οὕτω καθαρὰ δόξης ἦν αὐτῶν ἡ ψυχή. Ἀντίρρησις Παύλου πρὸς Βαρνάβαν περὶ Μάρκου. Μετὰ δέ τινας ἡμέρας εἶπε πρὸς Βαρνάβαν ὁ Παῦλος,
15ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς τοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς ἐκηρύξαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. Βαρνάβας δὲ ἐβούλετο συμπαρα‐ λαβεῖν καὶ Ἰωάννην τὸν καλούμενον Μάρκον· Παῦλος δὲ ἠξιοῦτο, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας,
20καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαρα‐ λαμβάνειν τοῦτον. Τοῦτο γὰρ ζωή· τοῦτο παράκλησις· τοῦτο παραμυθία διδα‐ σκάλῳ νοῦν ἔχοντι, ἡ ἐπίδοσις τῶν μαθητευομένων· οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς
25ἀρχομένους. Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείας πρὸς Ἀναστάσιον ὑπατον ἐπιστολῆς. Εἰ τοῖς Ἀποστόλοις οὕτως ἀναγκαῖον κατ‐ εφαίνετο τὸ ἐπιστρέφειν, καὶ τὰς αὐτὰς περινοστεῖν πόλεις πολ‐ λάκις, ἐν αἷς τὸν τοῦ Εὐαγγελίου λόγον κατήγγελλον, καὶ ἐπι‐
30σκέπτεσθαι τοὺς πεπιστευκότας, καὶ ἀνακρίνειν πῶς ἔχουσι, ποίαν ἕξομεν ἡμεῖς πρὸς Θεὸν ἀπολογίαν, μηδὲ διὰ γραμμάτων πλη‐
ροῦντες ὅπερ ἐπλήρουν ἐκεῖνοι, μετὰ πολλοῦ πόνου βαδίζοντες τοῖς255

256

ἰδίοις ποσὶ, καὶ αὐτομολοῦντες πρὸς τοὺς χρείαν ἔχοντας· καὶ τὰ πρὸς σωτηρίαν λυσιτελοῦντα διδάσκοντες; Ἀμμωνίου. Σημειωτέον ὅτι ἔργον τῶν ἡγουμένων περιεργά‐ ζεσθαι τοὺς ὑπ’ αὐτῶν φωτισθέντας· μήπως ἄρα οὐχ ὑγιαίνουσι
5τῇ πίστει, ἀλλὰ χωλεύουσι· καὶ δεῖ αὐτοὺς διορθωθῆναι. Τοῦ Χρυσοστόμου. Καίτοι οὐκ ἔδει ἀξιοῦν αὐτὸν ἔχοντα κατηγορεῖν μετὰ ταῦτα· τοῦτο καὶ ἐπὶ Θεοῦ γίνεται καὶ τῶν ἀνθρώπων· ὁ μὲν ἀξιοῖ, ὁ δὲ ὀργίζεται· οἷον ὡς ὅταν λέγῃ, “ὅτι ὁ πατὴρ αὐτῆς ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς·” καὶ πάλιν· “ἄφες
10“με, καὶ θυμωθεὶς ἐξαλείψω τὸν λαὸν τοῦτον·” καὶ ὁ Σαμουὴλ ὅταν πενθῇ τὸν Σαοὺλ, οὕτω δὴ καὶ ἐνταῦθα, ὁ μὲν ὀργίζεται, ὁ δὲ οὐκέτι· τοῦτο καὶ ἐφ’ ἡμῶν γίνεται· καὶ ὁ παροξυσμὸς εἰκότως, ἵνα ἐκεῖνος παιδευθῇ, καὶ μὴ δόξῃ σκηνὴ τὸ πρᾶγμα εἶναι. Καὶ μετ’ ὀλίγα—Καθάπερ γάρ τις στρατηγὸς οὐκ ἂν ἕλοιτο σκευο‐
15φόρον ἔχειν ἀεὶ βάναυσον, οὕτω δὲ καὶ ὁ Ἀπόστολος· καὶ τοῦτο καὶ τοὺς ἄλλους ἐπαίδευσε, καὶ αὐτὸν ἐρρύθμιζεν ἐκεῖνον. Ἐγένετο οὖν παροξυσμὸς, ὥστε ἀποχωρισθῆναι αὐ‐ τοὺς ἀπ’ ἀλλήλων, Τοῦ Χρυσοστόμου. Μήτινα τὰ προλαβόντα θορυβείτω· “ἐν
20“ἡμέρᾳ ἀγαθῇ ἀμνησία κακῶν” μηδεὶς παραταττέτω· μηδεὶς λεγέτω· ἐχρῆν ἐν ἱερεῦσι Χριστοῦ μικροψυχίαν εἶναι. μὴ γὰρ ἐπελαθόμεθα ὅτι ἄνθρωποι ἔσμεν· καὶ πολλάκις καὶ ἄκοντες πταί‐ ομεν· ἔχεις εἰκόνα δυναμένην παραμυθήσασθαι· οὐ τοὺς ἁγίους ὑβρίζω· μὴ γένοιτο· ἀλλ’ ἐξ ἐκείνων τὰ πάθη δεικνύων· ἐγένετο
25μεταξὺ Παύλου καὶ Βαρνάβα μικροψυχία· οὐ τοῦ μὲν ἑνὸς μέ‐ ρους δικαιοσύνην τιμῶντος, τοῦ δὲ ἑτέρου ἀδικίαν, ἀλλ’ ἑκάστου μέρους σκοπῷ εὐσεβείας δουλεύοντος· ἡ δὲ αἰτία τῆς μικροψυχίας ἐστὶν αὕτη. Μάρκος τις ἦν συνοδοιπορῶν αὐτοῖς πρὸς τὸν εὐαγγε‐ λικὸν δρόμον ἀπὸ Παλαιστίνης μέχρι Πέργης τῆς Παμφυλίας·
30εἶτα τῶν Ἀποστόλων εὐτόνῳ κεχρημένων δρόμῳ, καὶ ἀκαμπεῖ τῇ ψυχῇ πρὸς τοὺς ἀγῶνας ὁπλιζομένων, Μάρκος ὡς ἄνθρωπος ναρ‐ κήσας, καὶ μὴ εὐτονῶν πρὸς τὸν δρόμον τὸν τοσοῦτον, καὶ πρὸς
τοὺς ἐν ἑκαστῇ πόλει ἀνακύπτοντας ἀγῶνας καὶ κινδύνους καὶ256

257

μάχας ἀποταξάμενος τῷ δρόμῳ τῶν Ἀποστόλων, ἐπανῆλθεν εἰς τὴν Παλαιστίνην· ἦν οὖν οὐ Χριστὸν ἀρνησάμενος, ἀλλὰ τὸν δρόμον τὸν πολὺν ὡς βαρὺν παραιτησάμενος· ἐπανῆλθε πάλιν Παῦλος καὶ Βαρνάβας καρποὺς εὐσεβείας γέμοντες, καὶ τῷ δρόμῳ τῆς
5εὐσεβείας στεφανούμενοι, καὶ εὐαγγελιζόμενοι τὴν ἐν Ἱεροσολύ‐ μοις ἐκκλησίαν. τῶν ἐθνῶν οὖν πάντων ἐπαινούντων τὸν Παῦλον καὶ τὸν Βαρνάβαν ἐπὶ τοῖς κατορθώμασιν, ὁ Μάρκος λυπηθεὶς ἐπλήγει τὴν ψυχήν· κατὰ τὸν λόγον τοῦτον ἐνενόησεν ἴσως πρὸς ἑαυτὸν, τοῦτο λέγων· ὅτι εἰ ἤμην κοινωνὸς τῶν πόνων, ἐγενόμην ἄρτι κοι‐
10νωνὸς καὶ τῶν ἐπαίνων· πολλοὶ γὰρ πολλάκις αὐτὰς τὰς ἀρετὰς διὰ τὸν πόνον φυγόντες, διὰ τὰς ἐξ αὐτῶν εὐφημίας αἱροῦνται πονεῖν· τί οὖν; μεταμεληθεὶς ὁ Μάρκος ἐβουλεύσατο ἐπανιοῦσιν αὐτοῖς τοῖς Ἀποστόλοις συνδραμεῖν· ὁ οὖν Βαρνάβας μετανοή‐ σαντα αὐτὸν ἐδέξατο· ὁ δὲ Παῦλος ἐφιλονείκει καὶ ἔλεγε, “τὸν μὴ
15“συνελθόντα ἡμῖν εἰς τὸ ἔργον Κυρίου οὐ δεῖ συμπαραλαμβάνειν·” ἦν οὖν στάσις, οὐκ ἀδικίας, ἄλλα δικαιοσύνης καὶ μικροψυχίας καὶ φιλανθρωπίας· ὁ Παῦλος ἐζήτει τὸ δίκαιον, ὁ Βαρνάβας τὸ φιλάνθρωπον. στασιάζοντες οὖν τὰς γνώμας, εἰ καὶ συνεφώνουν τῇ εὐσεβείᾳ, εἰς τοσοῦτον ἦλθον παροξυσμὸν, ὡς καὶ χωρισθῆναι
20ἀπ’ ἀλλήλων· οὕτω γέγραπται· διέστησαν δὲ οὐ πίστει, οὐδὲ δια‐ θέσει, ἀλλὰ ἀνθρωπίνῃ μικροψυχίᾳ· ἐγένετο δὲ οἰκονομία· ὡς γὰρ διέστησαν, ὁ Βαρνάβας τὸν Μάρκον παραλαβὼν ἐξῆλθεν εἰς τὸν οἰκεῖον δρόμον· ὠφέλησε δὲ τὸν Μάρκον ἡ Παύλου ἀκρίβεια· ὡς γὰρ εἶδεν ἑαυτὸν οὕτως ἐκβληθέντα διὰ τὴν ῥαθυμίαν, ἐσπούδαζε
25καὶ τῇ προθυμίᾳ τῷ δευτέρῳ δρόμῳ καλύψαι τὴν προτέραν νωχε‐ λίαν· συνῆν τοίνυν ὁ Μάρκος τῷ Βαρνάβᾳ σπουδάζων καὶ τρέχων· ὁ Παῦλος ἐν ταῖς Ἐκκλησίαις παρήγγειλε μὴ δεχθῆναι τὸν Μάρ‐ κον· οὐχ ἵνα λυπήσῃ, ἀλλ’ ἵνα σπουδαιότερον ποιήσῃ· ὡς δὲ εἶδεν ὁ ἅγιος Παῦλος προσλαβόντα τῇ σπουδῇ τὸν Μάρκον· καὶ ἀπο‐
30λογησάμενον διὰ τῶν δευτέρων, ἄρχεται αὐτὸν παρατίθεσθαι· καὶ τί φησιν; “ἀσπάζεται ὑμᾶς Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα· περὶ “οὗ ἐλάβετε ἐντολὰς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθαι αὐτόν·” καὶ νῦν παραμυθείσθω τὰ ἀρχαῖα τὴν νέαν ὑπόθεσιν· εἰ γὰρ τότε μεταξὺ Παύλου καὶ Βαρνάβα ἐγένετο μικροψυχία, τί θαυμαστὸν εἰ με‐
35ταξὺ ἡμῶν;257

258

Τοῦ Χρυσοστόμου. Δοκεῖ μὲν εἶναί τις παροξυσμός· τὸ δὲ πᾶν οἰκονομία ἐστὶν, ὥστε τοὺς προσήκοντας ἕκαστον τόπους ἀπο‐ λαβεῖν· καὶ ἔδει οὐχ ὁμοτίμους εἶναι, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι· καὶ τοῦτο οἰκονομικόν· Κύπριοι μὲν γὰρ οὐδὲν τοιοῦ‐
5τον ἐπεδείξαντο, οἷον οἱ ἐν Ἀντιοχείᾳ καὶ οἱ λοιποί· καὶ ἐκείνου μᾶλλον ἐδέοντο τοῦ ἤθους τοῦ ἁπαλωτέρου, οὗτοι δὲ τούτου. Καὶ ἐν τοῖς προφήταις τοῦτο εὑρίσκομεν, διαφόρους γνώμας καὶ διά‐ φορα ἤθη· οἷον ὁ Ἠλίας αὐστηρὸς, Μωυσῆς πρᾷος· οὕτω δὴ καὶ ἐν‐ ταῦθα σφοδρότερός ἐστιν ὁ Παῦλος· καὶ ὅρα καὶ οὕτω τὸ ἐπιεικές·
10“ἠξίου,” φησὶ, “τὸν ἀποστάντα,” καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα— Λαμβάνουσιν ἑαυτοὺς, ὥστε παιδεῦσαι καὶ ἀπαρτίσαι διὰ τοῦ χωρισμοῦ τοὺς δεομένους τῆς παρ’ αὐτῶν διδασκαλίας. Καὶ μετ’ ὀλίγα—πρῶτον μὲν οὖν οὐδὲν κακὸν γέγονεν, εἰ ὁλοκλήροις ἔθνεσιν ἀρκοῦντες ἀπεσχίσθησαν ἀπ’ ἀλλήλων· ἀλλὰ καὶ μέγα ἀγαθὸν,
15ἄλλως μηδὲ τοῦτο κρύψαντα. Καὶ μετ’ ὀλίγα—Τίς μὲν οὖν ἀμεῖνον ἐβουλεύσατο, οὐχ ἡμῶν ἀποφήνασθαι· τέως δὲ ὅτι μεγάλη γέγονεν οἰκονομία· εἴγε οὗτοι μὲν ἔμελλον δεύτερον ἐπισκέψεως ἀξιοῦσθαι, ἐκεῖνοι δὲ οὐδὲ ἅπαξ. Καὶ μετ’ ὀλίγα—Τί οὖν; ἐχθροὶ ἀνεχώρησαν; μὴ γένοιτο· ὁρᾶς γὰρ πανταχοῦ μετὰ τοῦτο Βαρ‐
20νάβαν πολλῶν ἐγκωμίων ἀπολαύοντα παρὰ Παύλου ἐν ταῖς ἐπι‐ στολαῖς. “παροξυσμός,” φησιν, “ἐγένετο·” οὐκ ἔχθρα οὐδὲ φιλονεικία· τοσοῦτον ἴσχυσεν ὁ παροξυσμὸς ὥστε χωρίσαι· καὶ εἰκότως· ὅπερ ἕκαστος ὑπέλαβεν εἶναι λυσιτελὲς, τοῦτο μετὰ ταῦτα οὐ προήκατο διὰ τὴν πρὸς ἐκεῖνον κοινωνίαν. ἐμοὶ δοκεῖ
25κατὰ συναίνεσιν γεγενῆσθαι ὁ χωρισμὸς, καὶ πρὸς ἀλλήλους εἰ‐ πεῖν· ὅτι ἐπειδὴ ἐγὼ βούλομαι, σὺ δὲ οὐ βούλει, ἵνα μὴ μαχώ‐ μεθα, διανειμώμεθα τοὺς τόπους· ὥστε πάνυ εἴκοντες ἀλλήλοις τοῦτο ἐποίουν· ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας· διὰ τοῦτο ἀνεχώρησεν. εἴθε καὶ ἡμεῖς τοιούτους ἐχωριζόμεθα χωρισ‐
30μοὺς, ὥστε ἐπὶ κήρυγμα ἀπιέναι. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας ἐκ τῆς πρὸς τοὺς ἐπισκόπους ἐπιστολῆς. Ταῦτα γέγραπται πρὸς τύπον ἡμέτε‐ ρον, ἵνα μὴ καταπίπτωμεν, οὐ δὲ γὰρ ἔνεστιν ἀνθρώπους ὄντας μὴ παροξύνεσθαι· παροξυνθέντας δὲ χρὴ μεταβάλλεσθαι.
35Ἐξ ἀνεπιγράφου. Ὁ παροξυσμὸς τῶν Ἀποστόλων οὐ μάχης258

259

ἕνεκεν ἀλλ’ οἰκονομίας γέγονεν· ἐπειδὴ γὰρ ὁ Παῦλος ἔμελλεν συνέκδημον λαμβάνειν τὸν Τιμόθεον, εἰκότως τὸ Πνεῦμα τὸ Ἅγιον τῷ Βαρνάβᾳ τὸν Μάρκον παρέδωκεν· ὅτι δὲ καὶ Παῦλος αὐτὸν ἠγάπα, ἄκουσον αὐτοῦ γράφοντος τῷ Τιμοθέῳ· “Μάρκον ἀναλα‐
5“βὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν·” οἶμαι δὲ τοῦτο γράφειν αὐτὸν, δι’ ἀμφοτέρων κηδευθῆναι βουλό‐ μενος. Ἀμμωνίου. Διὰ τοὺς κεκαυτηριασμένους τὴν συνείδησιν, ὡς διὰ συντόμου ἀπολογητέον περὶ τῶν Ἀποστόλων Βαρνάβα καὶ
10Παύλου· οἱ ἐπὶ τοσοῦτον ἐπέτειναν τὴν φιλονεικίαν, ὅτι καὶ ἐχω‐ ρίσθησάν, φησιν. ὁ Μάρκος ἔδοξεν ἡμαρτηκέναι ἀπολιπὼν αὐτούς· ὁ Παῦλος πρὸς τὸ σωφρονισθῆναι αὐτὸν ὠργίζετο, καὶ ἤθελεν αὐτὸν πρὸς ὀλίγον λυπῆσαι· ἵνα αἰσθόμενος ἐκεῖνος μετανοήσῃ, καὶ λοιπὸν ὑποταγῇ τῷ μὴ ποιεῖν τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ
15παρὰ τὴν ἑαυτοῦ θέλησιν ἀκολουθεῖν πρὸς τὸ ἔργον τῆς διακονίας· οὕτως ἐποίησε καὶ ἐπὶ τοῦ Κορινθίου· ἐκβαλὼν αὐτὸν τῆς ἐκκλη‐ σίας, καὶ αὐτὸς ὑπὲρ αὐτοῦ παρακαλῶν, ἡνίκα μετεμελήθη· οὕτως οὖν ἤθελε καὶ τὸν Μάρκον δαμάσαι. ὁ δὲ Βαρνάβας ἁπλούστερος ὢν, συνεχώρησεν αὐτῷ μᾶλλον καὶ δίχα ἐκπλήξεως τὸ ἁμάρτημα·
20ὃν ὁ Παῦλος παρεκάλει λέγων, μὴ οὕτως ὡς ἔτυχε τὸν δραπετεύ‐ σαντα τῆς συνοδίας προσλαβεῖν, ἀλλ’ ἀποστραφῆναι αὐτὸν, διότι οὐκ αὐτοὺς ἐνύβρισε τοῦτο ποιήσας, ἀλλὰ τῆς διακονίας κατα‐ φρόνησας, τὸν Θεὸν ἐξουδένωσε. τούτῳ οὖν τῷ σκοπῷ ἀντέλεγεν ὁ Παῦλος τῷ Βαρνάβᾳ· ἀμέλει οὐδὲ ὠργίζετο, ἀλλὰ παρεκάλει
25αὐτὸν, ὡς φησὶν ἡ γραφὴ, “Παῦλος δὲ ἠξίου·” οὐκοῦν ὁ μὲν Βαρ‐ νάβας χρηστότητα εἶχε πρὸς τοὺς ὑπηκόους ἕτοιμον, ὁ δὲ Παῦλος ἀποτομίαν, πρὸς καιρὸν ἀποδίδους τοὺς καταφρονητὰς τῷ διαβόλῳ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα μεταμεληθῶσιν. οὐκοῦν ἀμφότεροι κατὰ τὸν οἰκεῖον σκοπὸν καλῶς ἔπραξαν· ἀπεχωρίσθησαν δὲ καὶ
30διὰ τοῦτο ἀπ’ ἀλλήλων· ἐπείπερ οὐκ ἦσαν μιᾶς ἕξεως ἀμφότεροι· καὶ ἠδύνατο καὶ οὕτως, διὰ τῆς ἄγαν ἀνεξικακίας μὴ θέλων κρίνειν ἄλλον, δυσωπῆσαι τοὺς πιστούς· καὶ ὁ Παῦλος διὰ τοῦ ἐπιστατι‐ κοῦ ἑαυτοῦ καὶ ζηλοτυπικοῦ, σῶσαι καὶ σωφρονίσαι τοὺς ἀμελεῖς· οὕτω γὰρ διδάσκει λέγων· “ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον·”
35οὐχ ὡς μὴ δυνάμενοι δὲ φέρειν ἀλλήλων τὰ ἐλαττώματα ἀπέστη‐259

260

σαν· ὅπουγε πολὺν συνέζησαν χρόνον, συγκαμόντες ἀλλήλοις καὶ συγκινδυνεύοντες· ἀλλ’ ἵνα μή τις τὸ ἀνώμαλον τῆς αὐτῶν ὁρῶν πολιτείας σκανδαλισθῇ πρὸς ἕνα, ἢ τὸν Παῦλον ὄργιλον καλῶν, ἢ τὸν Βαρνάβαν καταφρονητὴν καὶ ἑαυτοῦ γινόμενον· μὴ θέλοντα δὲ
5τοὺς ἁμαρτάνοντας ἐπιστομίζειν, ἀλλὰ παρορῶντα τοὺς τῆς ἑαυ‐ τῶν ἀμελοῦντας σωτηρίας· ἐθνικοῖς μάλιστα μέλλοντες εὐαγγελί‐ ζεσθαι, τοῖς μηδεμίαν ἔχουσι διάκρισιν καλοῦ καὶ κακοῦ· καὶ πολλάκις ἐκ τοῦ διαφόρου τῆς αὐτῶν πολιτείας, ὡς ἀσύμφωνον ἐχόντων ἕξιν, ἀσύμφωνον καὶ τὸ παρ’ αὐτῶν εὐαγγελιζόμενον μυ‐
10στήριον ὑποπτεύοντες εἶναι· ὅπερ μᾶλλον ὑπονοήσαντες, ἀπέστη‐ σαν ἀπ’ ἀλλήλων· οὕτως εὖ ἔχειν κρίναντες πρὸς τὴν τοῦ λόγου διακονίαν. Τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦ‐ σαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξ‐
15ῆλθε, Τοῦ Χρυσοστόμου. Θαυμαστὸς οὗτός ἐστιν ὁ ἀνὴρ καὶ σφό‐ δρα μέγας· πάνυ ὠφέλει τὸν Μάρκον ἡ μάχη αὕτη· τὸ μὲν γὰρ Παύλου φοβερὸν ἐπέστρεφεν αὐτόν· τοῦ δὲ Βαρνάβᾳ χρηστὸν ἐποίει μηκέτι ἀπολειφθῆναι· ὥστε μάχονται μὲν, πρὸς ἓν δὲ τέλος
20ἀπαντᾷ τὸ κέρδος· καὶ γὰρ Παῦλον ὁρῶν αἱρούμενον ἀποστῆναι, πάνυ ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ· καὶ Βαρνάβαν ὁρῶν οὕτως αὐ‐ τοῦ ἀντεχόμενον, πάνυ αὐτὸν ἐφίλησε· καὶ διωρθοῦτο ὁ μαθητὴς διὰ τῆς μάχης τῶν διδασκάλων· τοσοῦτον ἀπεῖχε τοῦ σκανδα‐ λισθῆναι.
25 Παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Τοῦ αὐτοῦ. Τί τοῦτό ἐστιν; ηὔξαντο, φησιν, ἐδεήθησαν τοῦ Θεοῦ· ὅρα πανταχοῦ μεγάλα δυναμένην τὴν εὐχὴν τῶν ἀδελφῶν· καὶ λοιπὸν πεζῇ ὥδευε, καὶ διὰ τῆς ὁδοιπορίας ὠφελῆσαι τοὺς ὁρῶντας βουλόμενος.
30 Διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν, ἐπιστηρί‐ ζων τὰς ἐκκλησίας. Τοῦ Χρυσοστόμου. Ὅρα τὴν σύνεσιν Παύλου· οὐ πρότερον ἐπ’ ἄλλας ἔρχεται πόλεις, πρὶν ἢ τὰς δεξαμένας τὸν λόγον ἐπι‐
σκέψασθαι· καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῆ τρέχειν· τοῦτο καὶ ἡμεῖς260

261

ποιῶμεν· τοὺς πρώτους παιδεύομεν, ἵνα μὴ οὗτοι ἐμπόδιον γένων‐ ται τοῖς μετὰ ταῦτα. “πῶς ἔχουσι,” φησί· καὶ τοῦτο ἠγνόει εἰκό‐ τως· ὅρα αὐτὸν ἀεὶ διεγηγερμένον, μεριμνῶντα· οὐκ ἀνεχόμενον καθῆσθαι· καίτοι μυρίους ὑπέμεινε κινδύνους· ὁρᾶς ὅτι οὐ δειλίας
5ἦν τὸ εἰς Ἀντιόχειαν ἐλθεῖν· καθάπερ ἰατρὸς ἐπὶ τῶν καμνόντων ποιεῖ· καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν, εἰπών· “ἐν αἷς “κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου·” ἀπέστη ὁ Βαρνάβας, καὶ οὐκέτι συνῆλθεν.
9tΚΕΦ. ΚΔ.
10tΠερὶ κατηχήσεως Τιμοθέου, καὶ τῆς κατὰ ἀποκάλυψιν ἀφίξεως Παύλου εἰς
11tΜακεδονίαν.
12 Κατήντησε δὲ καὶ εἰς Δέρβην καὶ Λύστραν· καὶ ἰδοὺ, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναι‐ κὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυ‐
15ρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, Τοῦ αὐτοῦ. Ὄντως ἄξιον ἐκπλαγῆναι τοῦ Παύλου τὴν σύνε‐ σιν· ὁ τοσαῦτα μαχεσάμενος περὶ τῆς περιτομῆς· ὁ πάντα κινή‐ σας, καὶ μὴ πρότερον ἀποστὰς, ἕως οὗ κατόρθωσε, τοῦ δόγματος
20κυρωθέντος, περιέτεμε τὸν μαθητήν· οὐ μόνον ἑτέρους οὐ κωλύει, ἀλλὰ καὶ αὐτὸς τοῦτο ἐργάζεται· καὶ οὐδὲν ἁπλῶς ἐποίει προ‐ λήψει· “τοῦτον ἠθέλησε,” φησι, “ἐξελθεῖν σὺν αὐτῷ·” καὶ τὸ θαυμαστὸν τοῦτο· ὅτι καὶ ἐπηγάγετο αὐτὸν διὰ τοὺς Ἰουδαίους, φησὶ, τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· οὐκ ἂν γὰρ ἠνέσχοντο
25παρὰ τοῦ ἀκροβύστου τὸν λόγον ἀκοῦσαι· καὶ τί; ὅρα τὸ κατόρ‐ θωμα· περιέτεμεν, ἵνα περιτομὴν καθέλῃ· τὰ δόγματα γὰρ ἐκή‐ ρυττε τὰ τῶν Ἀποστόλων· ὁρᾶς μάχην, καὶ διὰ μάχης οἰκοδομὴν, οὐ παρ’ ἑτέρων πολεμούμενοι, ἀλλὰ καὶ αὐτοὶ ἐναντία ποιοῦντες, οὕτω τὴν ἐκκλησίαν ᾠκοδόμουν· δόγμα εἰσήνεγκαν μὴ περιτέμνειν,
30καὶ περιέτεμε· κηρύττει μὴ περιτέμνειν, καὶ περιτέμνει τῇ πίστει καὶ τῷ πλήθει· “ἐπερίσσευον,” φησὶ, “τῷ ἀριθμῷ καθ’ ἡμέραν.” εἶδες τὸ κέρδος τῆς περιτομῆς· εἶτα λοιπὸν οὐκ ἐνδιατρίβει τού‐
τοις, ἅτε ἐπισκέψασθαι ἐλθὼν, ἀλλὰ τί; πόρρω πρόεισιν.261

262

Τοῦ Χρυσοστόμου. Οὗτος αὐτὸς ὁ μακάριος Παῦλος, ὁ περι‐ τομὴν ἀναιρῶν μέλλων πότε τὸν Τιμόθεον πέμπειν τοῖς Ἰουδαίοις διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν· ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσελθὼν διὰ
5περιτομῆς καταλύσῃ περιτομήν· ἀλλὰ τὴν αἰτίαν αὐτὸς ἠπίστατο καὶ Τιμόθεος, τοῖς δὲ μαθηταῖς οὐκ εἶπεν· εἰ γὰρ ἔγνωσαν ὅτι διὰ τοῦτο περιέτεμε, ἵνα λύσῃ τὴν περιτομὴν, οὐδ’ ἂν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος, καὶ τὸ πᾶν ἂν διερρύη κέρδος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε· νομίζοντες γὰρ αὐτὸν
10ὡς νόμου φύλακα τοῦτο ποιεῖν, καὶ εὐμενῶς ἐδέξαντο καὶ προσ‐ ηνῶς, καὶ αὐτὸν καὶ τὴν ἐκείνου διδασκαλίαν· δεξάμενοι γὰρ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ παρὰ τὴν ἀρχὴν τὴν αἰτίαν ᾔδεσαν· μαθόντες γὰρ αὐτὴν ἀπεστράφησαν· ἀποστραφέντες δὲ ἔμειναν ἐπὶ τῆς πλάνης
15τῆς προτέρας. Ἀμμωνίου. Τὴν αἰτίαν εἰπὼν δι’ ἣν περιέτεμε τὸν Τιμόθεον ὁ Παῦλος, ἐξέφυγε τὰ τῶν μεμψιμοίρων ἐγκλήματα· “Ἰουδαίας “πιστῆς” ἀπὸ Ἰουδαίων φησί· σημειωτέον δὲ ὅτι τοσοῦτον ἦσαν Ἰουδαῖοι τοῦ νόμου καταφρονήσαντες, ὅτι καὶ Ἕλλησιν ἐγαμοῦντο,
20καὶ Ἑλληνίδας ἐγάμουν. Ἐξ ἀνεπιγράφου. Πολλῆς ζητήσεως ἐν τοῖς προλαβοῦσι γενομένης τοῖς Ἀποστόλοις καὶ πρεσβυτέροις, αὐτῷ δὲ τῷ Παύλῳ ἕνεκεν τῆς περιτομῆς, καὶ πάντων ὁμοῦ κρινάντων μὴ δεῖν περι‐ τέμνεσθαι, τινὸς ἕνεκεν Παῦλος τὸν Τιμόθεον λαβὼν περιέτεμε·
25καίτοι πρὸ τούτου μαθητὴν ὑπάρχοντα δόκιμον; τί δὴ οὖν ἄρα βούλεται; μὴ πρὸς Ἰουδαϊσμὸν ἐξέκλινε; καὶ τοῖς ἤδη θεσπισ‐ θεῖσι παρὰ πάντων ἐναντία διαπράττεται, ἑαυτῷ δὲ καὶ πρῶτον; μὴ γένοιτο. τίνος οὖν ἕνεκε τοῦτο ποιεῖ; πρᾶγμα μέγιστον καὶ πᾶσιν ὁμοῦ τοῖς Ἀποστόλοις καταθύμιον κατορθῶσαι βουλόμενος·
30ποῖον δὴ τοῦτο; ἄνω καὶ κάτω διέβαλλον αὐτὸν οἱ Ἰουδαῖοι, ὡς πανταχοῦ τὸν νόμον ἀνατρέποντα, καὶ τοὺς ἐξ ἐθνῶν ἀποστασίαν διδάσκοντα, καὶ σφόδρα πρὸς αὐτὸν ἀπεχθῶς διέκειντο· ἐπεὶ οὖν τὸν Τιμόθεον εὗρε μαθητὴν ἐξ Ἑλλήνων εὐδόκιμον, καὶ πρὸς ὑπη‐ ρεσίαν ἑαυτοῦ ἐπιτήδειον, καὶ συνέκδημον ἔχειν αὐτὸν ἠβούλετο·
35διὰ τοὺς καταφλυαροῦντας αὐτοῦ ἀσεβῶς, λαβὼν περιέτεμεν αὐτόν·262

263

μή μοι, φησὶν, ἐγκαλεῖτε, ὦ Ἰουδαῖοι, ὡς ἀνατρέποντι τὸν νόμον· ἰδοὺ καὶ αὐτὸς στοιχῶ τῷ νόμῳ· τοῦτο δὲ ποιεῖ, οὐ συνιστῶν τὴν περιτομήν· μὴ γένοιτο· ἀλλὰ διὰ τῆς τοιαύτης κατασκευῆς ἑλκῦ‐ σαι τούτους πρὸς ἑαυτὸν βουλόμενος· μή μοι προφάσεις, ὦ Ἰου‐
5δαῖοι, ὡς ἀνατρέποντι τὸν νόμον· ἰδοὺ καὶ αὐτὸς στοιχῶ τῷ νόμῳ· ἰδοὺ πάντες οἱ σὺν ἐμοὶ μαθηταὶ τοῦ Κυρίου περιτετμημένοι εἰσίν. εἰ γὰρ ἦν Τιμόθεος ἀπερίτμητος διδάσκαλος ὢν, πάντες ἂν ἀπε‐ πήδησαν ἀπ’ αὐτοῦ· ὅτι δὲ τοῦτο τυγχάνει ἀληθὲς, δείκνυσιν ἡ βίβλος ἐν τοῖς ἐφεξῆς· εἰ γὰρ τοσαύτη γέγονεν αὐτοῦ κατηγορία
10διὰ Τρόφιμον τὸν Ἐφέσιον, ὃν ἐνόμιζον, ὅτι ὁ Παῦλος εἰς τὸ ἱερὸν εἰσήγαγεν· ἐξ Ἑλλήνων δὲ ἦν οὗτος· τί ἄρα ἂν ἔπαθεν, εἰ Τιμό‐ θεα ὄντα διδάσκαλον ἐξ ἀκροβύστων εἶχε σὺν αὐτῷ; εἰ δὲ βού‐ λοιτό τις ἀκριβῶς κατανοῆσαι τῶν Ἀποστόλων τὴν σύνεσιν· ὅτι πάντα ἐποίουν τῆς σωτηρίας τῶν Ἰουδαίων ἕνεκεν· αὐτὸν τοῦτον
15θεάσοιτο τὸν διδάσκαλον τῆς οἰκουμένης ἁγνισθέντα τῶν συνα‐ ποστόλων τῇ γνώμῃ· καὶ ἐν τῷ ἱερῷ διαγγέλλοντα τὴν ἐκπλήρω‐ σιν τοῦ ἁγνισμοῦ· εὕροι δέ τις καὶ τὸν κορυφαῖον τῶν μαθητῶν Πέτρον ὑποκριθέντα Ἰουδαϊσμόν. καὶ ταῦτα μὲν τοὺς Ἀποστόλους παντελῶς ἔβλαπτεν οὐδέν· ἐγένετο δὲ τοῖς Ἰουδαίοις σωτηρίας
20ὑπόθεσις, καὶ τῆς εἰς Χριστὸν πίστεως ἀρχή· ὅτι διδασκάλους εἶχε τοιούτους, ὡς ἐνόμιζον φυλάττοντας τὸν νόμον. Καὶ λαβὼν περιέτεμεν αὐτὸν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαν‐ τες, ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.
25 Τοῦ ἁγίου Ἀθανασίου πρὸς ναυατιανοὺς τοὺς ἑαυτοὺς ὀνομάσαντας καθαροὺς βιβλίου λόγου βʹ. Ἵν’ οὖν μὴ κω‐ λύετε εἰς συναγωγὰς παραβάλλειν διὰ τὸ ἀπερίτμητον εἶναι τὸν Τιμόθεον, οὕτως συμπαρεῖναι τοῦθ’ ᾠκονόμησεν οὐχὶ καὶ ἐδογμά‐ τισεν.
30 Ἐξ ἀνεπιγράφου. Ἰδοὺ σαφὼς δόγματα κέκληκε τὴν ἀπο‐ χὴν τῶν εἰδωλοθύτων, πορνείας τὲ, καὶ πνικτοῦ· ἅπερ εἰς κανονικῆς ζωῆς ὁρᾷ διατύπωσιν. ταῦτα γὰρ βιὸν ῥυθμίζει σώφρονα καὶ λογι‐
κοῖς ἀνθρώποις πρέποντα.263

264

Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν Ἀποστό‐ λων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις. Ἀμμωνίου. Δόγματα λέγει· οὐ τὸ τῆς ἐνσάρκου οἰκονομίας
5μυστήριον· ὅπερ κηρύσσων ἔλεγε· “μὴ δ’ ἂν ἐγὼ ἢ ἄλλος τις, ἢ “ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ’ ὃ παρελάβετε, μετα‐ “πεισθῆτε·” ἀλλὰ τὰ περὶ τοῦ μὴ φυλάττεσθαι τὴν περιτομὴν, καὶ ὅσα τούτοις ὅμοια, ἃ ἐν τῷ νόμῳ ἦν· ἀλλὰ τὸ ἀπέχεσθαι εἰδωλοθύ‐ των, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ταῦτα γὰρ ἦν δόξαντα
10τῷ Ἁγίῳ Πνεύματι, καὶ θεσπισθέντα διὰ τῶν ἐν Ἱεροσολύμοις μαθητῶν, καὶ βεβαιωθέντα καὶ κρατυνθέντα καὶ δεχθέντα διὰ τῶν ἐν Ἀντιοχείᾳ. Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν. διῆλθον δὲ τὴν
15Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι οὐ μόνον οὐδὲν ἔβλαψε περι‐ τομὴ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφέλησεν. Κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπεί‐
20ραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι· Τοῦ αὐτοῦ. Διατί μὲν ἐκωλύθησαν οὐ λέγει· ὅτι δὲ ἐκωλύ‐ θησαν, εἶπε, παιδεύων ἡμᾶς πείθεσθαι μόνον, καὶ μὴ ζητεῖν· καὶ δεικνὺς ὅτι πολλὰ καὶ ἀνθρωπίνως ἐποίουν. Καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ· παρελ‐
25θόντες δὲ τὴν Μυσίαν, κατέβησαν εἰς Τρωάδα. Ἀμμωνίου. Σημειωτέον ὅτι οὐδὲν ἐποίουν ἰδίᾳ αὐθεντίᾳ οἱ Ἀπόστολοι· ἀλλὰ πάντα ἃ ἐποίουν, ὑπὸ τοῦ Πνεύματος νυττόμενοι ἐποίουν ἢ οὐκ ἐποίουν· ὥστε οὖν οὐκ ἀκίνδυνον μέμφεσθαι τὰ ὑπὸ τῶν Ἀποστόλων γινόμενα, ἢ πολυπραγμονεῖν τὰ ὑπὸ τοῦ Πνεύμα‐
30τος διατυπούμενα· οὐ δεῖ οὖν ζητεῖν, διατί ἄρα οὐκ ἐπέτρεψε τὸ Πνεῦμα τῷ Παύλῳ κηρύξαι ἐν Ἀσίᾳ.
Καὶ ὅραμα διὰ νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνὴρ Μα‐264

265

κεδών τις ἦν ἑστὼς, καὶ παρακαλῶν αὐτὸν καὶ λέγων, διαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν. Τοῦ αὐτοῦ. Οὐκέτι δι’ ἀγγέλου καθάπερ Φίλιππος, καθάπερ Κορνήλιος· ἀλλὰ τί; δι’ ὁράματος φαίνεται αὐτῷ λοιπὸν ἀνθρω‐
5πινώτερον, οὐκέτι θειότερον· ἔνθα γὰρ εὔκολον τὸ πεισθῆναι, ἀνθρω‐ πινώτερον· ἔνθα δὲ πολλῇ βίᾳ, θειότερον· ἐπειδὴ γὰρ κηρύξαι μὲν ἠπείγετο, μόνον εἰς τοῦτο ὄναρ φαίνεται αὐτῷ· μὴ κηρύξαι δὲ οὐκ ἂν ἠνέσχετο· εἰς τοῦτο Πνεῦμα Ἅγιον ἀποκαλύπτει· οὕτω καὶ ἐκεῖ τῷ Πέτρῳ, “ἀναστὰς κατάβηθι·” οὐ γὰρ δὴ καὶ τὰ εὔκολα
10τὸ Πνεῦμα εἰργάζετο, ἀλλ’ ἤρκει καὶ ὄναρ. Ἀμμωνίου. Ὅσα ἐστὶ κοινωφελῆ ὁράματα καὶ θεοσεβείας ἐχόμενα, τούτοις δεῖ πειθαρχεῖν· ταῦτα γὰρ καὶ ἀνεγράφησαν μόνα ἐν τῇ γραφῇ. Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν
15εἰς τὴν Μακεδονίαν, Τοῦ Χρυσοστόμου. Οὕτως αὐτῷ καὶ ὁ Χριστὸς φαίνεται λέγων· “Καίσαρί σε δεῖ παραστῆναι.” Συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Θεὸς εὐαγ‐ γελίσασθαι αὐτούς. ἀναχθέντες οὖν ἀπὸ Τρωάδος, εὐθυ‐
20δρομήσαμεν εἰς Σαμοθράκην, τῇ δὲ ἐπιούσῃ εἰς Νεάπο‐ λιν, κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος Μακεδονίας πόλις κολώνεια. Τοῦ αὐτοῦ. Στοχαζόμενοι τουτέστι, τῷ καὶ Παῦλον ἰδεῖν καὶ μηδένα ἕτερον τὸ ὅραμα, καὶ τῷ κωλυθῆναι ὑπὸ τοῦ Πνεύματος,
25καὶ τῷ πρὸς τοῖς ὁρίοις εἶναι· ἀπὸ τούτων ἁπάντων πάντα συνῆ‐ γον· τουτέστι καὶ ὁ πλοὺς τοῦτο ἐνέφαινεν, οὐ γὰρ ἐγένετο βραδυ‐ τής· εἰς αὐτὴν τὴν ῥίζαν τῆς Μακεδονίας ἐγένοντο· οὐκ ἂν εἰ κατὰ παροξυσμὸν ἐνήργησε τὸ Πνεῦμα τὸ Ἅγιον· ἡ δὲ τοσαύτη προκοπὴ σημεῖον τοῦ μὴ εἶναί τι ἀνθρώπινον· εἶτα λέγει καὶ τοὺς
30τόπους, ἅτε ἱστορίαν ἐξηγούμενος, καὶ δεικνὺς ποῦ ἐνεχρόνισεν· ἐν ταῖς μείζοσι δηλονότι, τὰς γὰρ ἄλλας παρείη· ἀξίωμά ἐστι πό‐ λεως ἡ κολώνεια.
Ἀμμωνίου. Σημειωτέον ὅτι σὺν τῷ Παύλῳ ἦν ἐν ταῖς πόλεσι265

266

ταύταις ὁ Λουκᾶς· ὡς ἐξ ὧν καὶ τὸ πρόσωπον ἑαυτοῦ συμπεριλαμ‐ βάνει, λέγων· “ἐζητήσαμεν, εὐθυδρομήσαμεν.” Ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς· τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς
5πόλεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, Τοῦ Χρυσοστόμου. Ὅρα πάλιν τὸν Παῦλον Ἰουδαΐζοντα, καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τόπου. Ἀμμωνίου. “Παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχῆ εἶναι·” μᾶλλον μὴ οὔσης ἐκεῖ συναγωγῆς διὰ τὸ σπάνιον, παρὰ τὸν πο‐
10ταμὸν ἔξω τῆς πόλεως λάθρα συνήγοντο οἱ δῆθεν θεοσεβεῖς. Τοῦ Χρυσοστόμου. Οὐ γὰρ δὴ ἔνθα ἦν συναγωγὴ μόνον, ἀλλὰ καὶ ἔξω ηὔχοντο, ὥσπερ τόπον τινὰ ἀφορίζοντες· ἅτε σωματικώ‐ τεροι ὄντες Ἰουδαῖοι, καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων, ὅτε καὶ ὄχλον εἰκὸς συνελθεῖν.
15 Καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί. Τοῦ Χρυσοστόμου. Ὅρα τὸ ἄτυφον πάλιν· γυνὴ καὶ ταπεινὴ αὕτη καὶ ἀπὸ τῆς τέχνης· ἀλλ’ ὅρα φιλόσοφον γυναῖκα· πρῶ‐ τον αὕτη ἐμαρτύρησε τὸ τὸν Θεὸν καλέσαι αὐτήν· ὅρα δὲ πῶς οὐκ αἰσχύνεται τὰ ἐπιτηδεύματα ὁ τὴν ἱστορίαν γράφων· ἅτε
20δὴ καὶ ἀργίας οὔσης μᾶλλον προσεῖχον τοῖς λεγομένοις· καὶ οὐδὲ ἡ πόλις αὕτη μεγάλη ἡ τῶν Φιλιππησίων· ταῦτα δὴ μαθόντας καὶ ἡμεῖς, μηδένα ἐπαισχυνώμεθα· παρὰ βυρσεῖ μένει Πέτρος, παρὰ πορφυροπώλιδι ὁ Παῦλος καὶ ξένῃ· ποῦ ὁ τύφος; ἄρα τοῦ Θεοῦ δεόμεθα ὥστε ἀνοῖξαι καρδίαν· ὁ Θεὸς ἀνοίγει καρδίας τὰς
25βουλομένας· ἔστι γὰρ πεπωρωμένας ἰδεῖν· τὸ μὲν ἀνοῖξαι τοῦ Θεοῦ ἦν, τὸ δὲ προσέχειν, αὐτῆς· ὥστε καὶ θεῖον καὶ ἀνθρώπινον ἦν· “ἔξω τῆς πόλεως·” ἐπιτήδειος ἦν ὁ τόπος πρὸς τὴν ἀκρόασιν, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων. Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως
30Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουεν· Ἀμμωνίου. Σημειωτέον ὅτι δεῖ πρῶτον τὰς κατηχήσεις γίνε‐ σθαι· καὶ ὅταν δέξωνται τὸν λόγον οἱ ἀκούοντες, τότε ἐπιφέρειν
καὶ τὸ βάπτισμα. εἰ δέ τις τολμήσειεν εἰπεῖν, ὅτι ἰδοὺ ὃν βούλε‐266

267

ται ὁ Θεὸς σώζει· ὃν γὰρ θέλει ἐλεεῖ· καὶ οὗ θέλει, διανοίγει τὴν καρδίαν· ὡς ζητῶν αὐτῷ τὴν αἰτίαν περιάψαι τοῦ σώζεσθαι ἡμᾶς ἢ μὴ σώζεσθαι· ἵνα αἴτιον εἶναι τὸν Θεὸν φήσωσιν· ὅρα γάρ, φησι, πῶς διήνοιξε τὴν καρδίαν τῆς Λυδίας. πρὸς ὃν δεῖ εἰπεῖν· “ἐρευ‐
5“νᾶτε τὰς γραφάς·” ὁ γὰρ μὴ ἐρευνῶν οὐκ εὑρίσκει τὸ ζητούμενον· τί οὖν φαμεν Θεοῦ χάριτι, ὃ ἐπὶ τοῦ Κορνηλίου ἐλέχθη; ὅτι ἐκεί‐ νοις ἀνοίγει θύραν ὁ Θεὸς τοῖς θεοσεβῶς μὲν ζῶσι, πλανωμένοις δὲ περὶ τὴν πίστιν, διὰ τὴν πατροπαράδοτον κακοπιστίαν· ἰδοὺ γὰρ καὶ αὐτὴ ἔσεβε μὲν τὸν Θεὸν, ἠγνόει δὲ τὸ πῶς δεῖ σωθῆναι, ὅπερ
10αὐτῇ ὁ Κύριος ἀνεπλήρωσε διὰ τῆς ἀληθοῦς διδασκαλίας· ὡς τὸ ῥητόν φησι, “σεβομένη τὸν Θεόν·” ἐκ δὲ τοῦ ἐναντίου, ὅταν ὁ Θεὸς οὐκ ἀνοίγῃ καρδίαν τινὸς, διὰ τοῦτο οὐκ ἀνοίγει, ἐπεὶ ἄθεός ἐστι, καὶ εἰς μάτην δέχεται τοὺς λόγους· κἂν γὰρ δι’ ἐναργῶν ἀποδεί‐ ξεων συστήσῃ τις τὸν θεῖον λόγον, ὥσπερ καὶ οἱ Ἀπόστολοι διὰ
15σημείων καὶ τεράτων· ἀλλ’ οὖν δουλεύειν θέλων τοῖς ἑαυτοῦ πά‐ θεσι καὶ κακίᾳ, ἀποτρέπεται τὸν λόγον· αὐτὸς ἑαυτῷ αἴτιος γενό‐ μενος· οὐδέποτε γὰρ ὁ Θεὸς συνεργεῖ τινι εἰς κακόν· ἀλλ’ εἰς μὲν τὰ καλὰ διὰ τὴν αὐτοῦ φιλαγαθίαν συνευδοκεῖ· ἐπὶ δὲ κακῶν, συγχωρεῖ πορεύεσθαι ἕκαστον ἐν τοῖς ἐπιθυμήσασιν αὐτοῦ· πρὸς ὃ
20οὖν θέλει τις ζῆ. Ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. Τοῦ Χρυσοστόμου. Οὐκ ἄρα οἱ Ἀπόστολοι ἦσαν οἱ κατορ‐ θοῦντες, ἀλλ’ ἡ προοδοποιοῦσα χάρις αὐτοῖς· ἐκείνων μὲν γὰρ ἦν
25τὸ περιιέναι καὶ κηρύττειν, τὸ δὲ πείθειν τοῦ ἐνεργοῦντος αὐτοῖς Θεοῦ· καθὼς καὶ ὁ Λουκᾶς, ὅτι φησὶ “διήνοιξε τὴν καρδίαν αὐτῶν.” καὶ πάλιν, “οἷς ἦν δεδομένον ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.” Ὡς δὲ ἐβαπτίσθη, αὐτὴ καὶ ὁ οἶκος αὐτῆς, παρεκά‐ λεσε λέγουσα,
30 Σκοπεῖ πῶς ἅπαντας ἔπεισεν· εἶτα βλέπε σύνεσιν, πῶς δυσω‐ πεῖ τοὺς Ἀποστόλους· πόσης ταπεινότητος γέμει τὰ ῥήματα, πό‐ σης σοφίας. Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες
εἰς τὸν οἶκόν μου, μείνατε· καὶ παρεβιάσατο ἡμᾶς.267

268

Οὐδὲν δὲ ἐντρεπτικώτερον· τίνα οὐκ ἂν ἐμάλαξε ταῦτα τὰ ῥή‐ ματα; οὐκ ἠξίωσεν, οὐ παρεκάλεσεν ἁπλῶς, ἀλλ’ αὐτοὺς ἀφῆκε κυρίους εἶναι, καὶ ἠνάγκασε σφοδρῶς· “καὶ παρεβιάσατο ἡμᾶς” τούτοις τοῖς ῥήμασι· Καὶ ἑτέρως πάλιν. Ὅρα γὰρ πῶς εὐθέως καρ‐
5ποφορεῖ· κέρδος ἡγεῖται μέγα· τουτέστιν ὅτι ἐκρίνατε δῆλον, ἐγ‐ χειρίσαντές μοι τοιαῦτα μυστήρια· καὶ οὐκ ἐτόλμησε πρὸ τούτου καλέσαι· διατί δὲ οὐκ ἐβούλοντο οἱ περὶ Παῦλον, ὡς καὶ βιασθῆ‐ ναι αὐτούς; ἤτοι ἐκείνην ἐκκαλούμενοι εἰς μείζονα προθυμίαν· ἢ ἐπειδὴ ἔλεγεν ὁ Χριστὸς, “τίς ἐστιν ἄξιος ἐρωτήσατε, καὶ
10“ἐκεῖ μείνατε·” ἀλλὰ δι’ οἰκονομίαν ἐποίουν· καὶ ἐβαπτίσθη, καὶ δέχεται τοὺς Ἀποστόλους μετὰ τοσαύτης ἱκετηρίας· μετὰ πλειόνος ἢ ὁ Ἀβραάμ· καὶ οὐκ εἶπεν οὐδὲν ἄλλο τεκμήριον, ἀλλ’ ἐκεῖνο ἀφ’ οὗ ἐσώθη· οὐκ εἶπεν εἰ μεγάλην γυναῖκα, εἰ εὐλαβῆ κεκρίκατέ με, ἀλλὰ πιστὴν τῷ Κυρίῳ· εἰ τῷ Κυρίῳ, πολλῷ μᾶλ‐
15λον ὑμῖν. Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν, παιδίσκην τινὰ, ἔχουσαν πνεῦμα Πύθωνος, ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς, μαντευομένη.
20 Τοῦ Χρυσοστόμου. Εἰπὲ δή μοι τίς οὗτος ἐστὶν ὁ δαίμων· θεός, φησι, Πύθων· ἀπὸ τοῦ τόπου οὗτος λέγεται· ὁρᾶς ὅτι καὶ ὁ Ἀπόλλων δαίμων ἐστί· καὶ ἐβούλετο εἰς πειρασμοὺς αὐτοὺς ἐμ‐ βαλεῖν, ὥστε παροξύναι· ὦ μιαρὲ καὶ παμμίαρε, εἰ τοίνυν οἶδας ὅτι ὁδὸν σωτηρίας καταγγέλλουσι, τί μὴ ἐξίστασαι ἐκείνων;
25ἀλλ’ ὅπερ Σίμων ἐβούλετο λέγων, “δότε μοι, ᾧ ἂν ἐπιθῶ τὰς “χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον,” τοῦτο καὶ οὗτος ἐποίει, ἐπειδὴ εἶδεν εὐδοκιμοῦντας· οὐδὲ ὑποκρίνεται· ταύτη προσεδόκησεν αὐτὸν ἀφίεσθαι ἐν τῷ στόματι, εἰ τὰ αὐτὰ κηρύξειεν· εἰ δὲ παρὰ ἀνθρώ‐ που οὐ λαμβάνει τὴν μαρτυρίαν ὁ Χριστὸς Ἰωάννου λέγων, πολλῷ
30μᾶλλον παρὰ δαίμονος· οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτώλου· τὸ γὰρ κηρύττειν οὐκ ἀνθρώπων, ἀλλὰ Πνεύματός ἐστιν Ἁγίου. Τοῦ αὐτοῦ ἐκ τῆς κθʹ ὁμιλίας τῆς αʹ εἰς τοὺς Κοριν‐
θίους ἐπιστολῆς. Λέγεται ἡ Πυθία αὕτη γυνή τις οὖσα ἐπικα‐268

269

θῆσαι τῷ τρίποδι τοῦ Ἀπόλλωνος, διαιροῦσα τὰ σκέλη· εἶθ’ οὕτω πνεῦμα πονηρὸν κάτωθεν ἀναδιδόμενον· καὶ διὰ τῶν γεννητικῶν αὐτῆς διαλυόμενον μορίων, πληροῦν τὴν γυναῖκα τῆς μανίας· καὶ ταύτην τὰς τρίχας λύουσαν, λοιπὸν βακχεύεσθαί τε καὶ ἀφρὸν
5ἐκ τοῦ στόματος ἀφιέναι, καὶ οὕτως ἐν παροινίᾳ γενομένην, τὰ τῆς μανίας φθέγγεσθαι ῥήματα· οἶδα ὅτι ᾐσχύνθητε καὶ ἠρυθριά‐ σατε ταῦτα ἀκούσαντες· ἀλλ’ ἐκεῖνοι καὶ μέγα φρονοῦσι, καὶ διὰ τὴν ἀσχημοσύνην καὶ διὰ τὴν μανίαν ταύτην. Διδύμου. Περὶ τοῦ καλουμένου Πυθῶνος μαντικοῦ πνεύματος
10ἐρεῖ τις, ὡς οὐκ εἴη πονηρὸν οὐδὲ ἀκάθαρτον· οὐδὲν γὰρ περὶ αὐτοῦ γέγραπται τοιοῦτον· προσχρώμενος τῇ μαρτυρίᾳ αὐτοῦ, ᾗ εἶπε περὶ Παύλου καὶ τῶν συνόντων· φησὶ γὰρ, “οὗτοι οἱ ἄνθρωποι “δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί·” πῶς γὰρ πονηρὸν, τὸ οὕτω διακείμενον περὶ θείων ἀνδρῶν, καὶ γινῶσκον πῶς καταγγέλλουσιν·
15ἕτερος δὲ πᾶσαν τὴν κατάθεσιν τὴν πρὸς τὰ χρηστήρια καὶ μαν‐ τεῖα ἀπαγορεύων ἐρεῖ· οὐ σπουδαῖον πνεῦμα τὸ ἐπὶ μισθῷ μαν‐ τευόμενον· εἴπερ γὰρ ἦν τοιοῦτον, κἂν συνεχώρει Παῦλος πείθοντι παραδέχεσθαι τὴν τῆς σωτηρίας ὁδόν· ἀλλ’ οὐ συνεχώρησε· στρα‐ φεὶς γὰρ πρὸς τὴν παιδίσκην πότερον διαπονηθεὶς, εἶπε τῷ πνεύ‐
20ματι ἐξελθεῖν ἀπ’ αὐτῆς· πειστέον τῶν τὰς φύσεις εἰσαγόντων; τί ἐροῦσι περὶ τῶν οὕτως ἐχόντων πνευμάτων, ἃ ἐκ τοῦ φανεροῦ οὔτε πονηρὰ οὔτε ἀστεῖα φαίνεται; ἡμᾶς γὰρ οὐ θλίψει προσ‐ άπτοντας προαίρεσιν πᾶσι τοῖς λογικοῖς, καθ’ ἣν ἄνεσις καὶ ἐπίτασις γίνεσθαι ἀρετῶν τε καὶ κακιῶν· πρέπει δὲ μᾶλλον τὸ
25νομίζειν πᾶν μαντικὸν Πνεῦμα φαῦλον εἶναι· διὸ καὶ κωλύει ἡ θεόπνευστος γραφὴ καθόλου τὴν μαντίαν, ὡς οὐκ ἐπὶ καλοῦ γινο‐ μένην· εὑρεῖν οὖν ἐστιν ἐνδιαπίπτοντας ἐπὶ πολλῶν τοὺς μαντικοὺς δαίμονας· ὡς ἐπὶ τῷ Πυθωνίῳ πνεύματι διαπονηθεὶς Παῦλος, ἐξέ‐ βαλεν αὐτὸ τῆς ἀνθρώπου· ἅμα κἀκείνην ἐλευθερῶν τῆς κατε‐
30χούσης μανίας, καὶ δεικνὺς ὡς οὐ πρέπουσα μαρτυρία ἡ ἀπὸ πονηρῶν τοῖς κήρυξι τῆς ἀληθείας· δεδιέναι γὰρ ἐπέρχεται, μὴ συναρπάσαντες οἱ τοιοῦτοι δαίμονες, δι’ ὧν εἰρήκασιν ἀληθῶς, τοὺς εὐχερεῖς τῶν ἀνθρώπων, ψευδῆ τινα καὶ πονηρὰ καταμίξαντες τῇ
μαρτυρίᾳ, πιστευθέντες, μεγίστης βλάβης αἴτιοι γένωνται· διὸ269

270

οὐδὲ τοῖς αἱρετικοῖς προσεκτέον ῥητὰ γραφικὰ προφέρουσι· βλα‐ πτοῦσι γὰρ μᾶλλον ἢ ὠφελοῦσι προφέροντες τὰ οἷς οὐ πιστεύου‐ σιν ὡς θεῖα. Αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν, ἔκραξε
5λέγουσα, οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψί‐ στου εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας. Τοῦ Χρυσοστόμου. Γνῶθι σαφῶς ὅτι καὶ δαίμονες ἴσασι Θεὸν ὕψιστον ὄντα Ἰησοῦν τὸν ἐσταυρώμενον· τούτου γὰρ δοῦλος ὑπάρχων ὁ Παῦλος διαβεβαιοῦται λέγων· “Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ.”
10 Ἀμμωνίου. Τὸ τῆς Πυθοῦς πνεῦμα μαντείας ἐποίει· διὰ δὲ τοῦτο Πυθῶνος πνεῦμα ἐκαλεῖτο· ἐπειδὴ ἡ Πυθία, ἤτοι ὁ ἐν τῇ Πυθίᾳ δαίμων Ἀπόλλων καλούμενος, ἐμαντεύετο· καὶ ἠπάτα τοὺς ἀνθρώπους, λέγων αὐτοῖς τὰ γεγενημένα· οὐδὲν γὰρ ἦν δυσχερὲς τῷ δαίμονι ἰδεῖν τὰ γενόμενα ἐν Ῥώμῃ σήμερον, καὶ εὐθὺς ἀπαγ‐
15γεῖλαι αὐτά· ὃ καὶ ἐποίησε τῷ Κροίσῳ, ἤτοι τοῖς ὑπὲρ αὐτοῦ μαντευομένοις, ἡνίκα ἐπείραζεν αὐτὸν ὁ Κροῖσος διὰ τῶν εἰς τὴν Πυθίαν ὄντων, τί ποιεῖ σήμερον ὁ Κροῖσος· καὶ ἀκόπως ὁρῶν τὰ ἐν Λυδίᾳ, ἤρχετο εὐθὺς ἐν τῇ Πυθίᾳ, καὶ ἀπήγγελλεν αὐτοῖς· ἔλε‐ γεν οὖν περὶ τῶν παρελθόντων εὐχερῶς. πολλάκις δὲ καὶ περὶ τῶν
20μελλόντων ἔλεγε στοχασμῷ, ὥσπερ τοῦ Κύρου, ὁρῶν αὐτοῦ τὴν ἀρχικὴν ἕξιν, καὶ τὴν μεγαλοφυΐαν ἐκ παιδός· οὐδὲν οὖν δυσχερὲς τῷ δαίμονι ἀσωμάτῳ ὄντι ὁρᾶν τὰ πόρρω ὄντα, καὶ ἀπατᾶν τοὺς ἀνθρώπους ἐν οἷς ἐζήτουν μαντεύεσθαι· ὅπουγε ὡς ἐπὶ τὸ πλεῖστον περὶ τῶν παρελθόντων ἢ ὄντων ἐρωτῶσιν οἱ ἀφερέπονοι, καὶ πάντα
25ὡς ἐὰν παραστῇ ποιοῦντες, ἐρωτῶντες περὶ ἀπολλομένων πραγμά‐ των ἢ περὶ ἀπόντων· ἄρα ζῆ ὁ ὢν ἐν τῇδε τῇ πόλει ἀπόδημος; ὃ, ὡς εἶπον, εὔκολον ἦν εἰπεῖν τῷ δαίμονι, ἢ δι’ ἀνδρὸς ἢ διὰ γυναικὸς δι’ αὐτῶν λαλῶν· ἀμέλει γοῦν καὶ ἕως νῦν τινὲς τοὺς δαιμονῶντας, ἐν τῷ καιρῷ καθ’ ὃν ἐπιτίθενται τοῖς ἀνθρώποις, πειρῶνται ἐπερω‐
30τᾶν τινὰ, ὅπερ ἐστὶν ἄθεον· σημειωτέον δὲ ὅτι καὶ διὰ τῶν δαι‐ μόνων οἷς ἐπίστευον οἱ Ἕλληνες ἐκηρύττετο ὁ Χριστός· καὶ αὐτῶν διαμαρτυρουμένων καὶ λεγόντων, ὅτι οἱ Ἀπόστολοι δοῦλοί εἰσι τοῦ Θεοῦ· καὶ σωτήριόν ἐστι τὸ παρ’ αὐτῶν κήρυγμα· καὶ ὅτι Θεὸς
ὁ Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος· τοῦτο γὰρ ἦν τὸ κήρυγμα τῶν περὶ270

271

Σίλαν καὶ Παῦλον· ἁρμόζει δὲ κατὰ Νεστοριανῶν καὶ Παυλιανι‐ στῶν· ὅτε δὲ διεμαρτύρατο πολλάκις ὁ δαίμων, ὅτι τὸ κηρύγμα τῶν Ἀποστόλων σώζει· τότε καὶ ὁ Παῦλος ἐξέβαλεν αὐτόν· ἵνα δείξῃ τοῖς αὐτὸν πιστεύουσιν, ὅτι ἰσχυρότερος αὐτοῦ ἦν πᾶς
5πιστὸς, καὶ ἐξουσίαν εἶχεν ὡς ὑποταγέντα αὐτῷ τὸν δαίμονα συγ‐ χωρῆσαι μένειν καὶ ἀπολῦσαι· ὅρα δὲ πῶς ἐνήργησε τῶν Χριστοῦ δούλων ὁ λόγος· ὅτι εὐθὺς ἅμα τῇ κελεύσει αὐτῶν τὰ δαιμόνια ἐξῄει. Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε, παραγ‐
10γέλλω σοι, ἐν ὀνόματι τοῦ Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ’ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Τοῦ Χρυσοστόμου. Τί δήποτε καὶ ὁ δαίμων ταῦτα ἐφθέγ‐ γετο, καὶ ὁ Παῦλος ἐκώλυσε; κἀκεῖνος κακούργως ἐποίει, καὶ οὗτος συνετῶς· ἐβούλετο λοιπὸν ἀξιόπιστον ἑαυτὸν ποιεῖν· εἰ γὰρ
15προσηκάτο αὐτοῦ τὴν μαρτυρίαν ὁ Παῦλος, πολλοὺς ἂν καὶ τῶν πιστῶν ἠπάτησεν, ἅτε ὑπ’ ἐκείνου δεχθείς· διὰ τοῦτο ἀνέχεται καθ’ ἑαυτοῦ εἰπεῖν, ἵνα στήσῃ τὰ ὑπὲρ ἑαυτοῦ, καὶ αὐτὸς συγκα‐ ταβάσει κέχρηται πρὸς τὴν ἀπώλειαν. τὸ μὲν οὖν πρῶτον οὐ προσήκατο Παῦλος, ἀλλὰ διέπτυσεν, οὐ βουλόμενος ἁπλῶς ἑαυ‐
20τὸν ἐπιρρίπτειν τοῖς σημείοις· ὡς δὲ ἐπέμενε τοῦτο ποιῶν, καὶ τὸ ἔργον ἐδείκνυ, τότε ἐκέλευσεν αὐτὸ ἐξελθεῖν. Καὶ μετ’ ὀλίγα— “Διαπονηθεὶς δὲ ὁ Παῦλος,” τουτέστι τὴν κακουργίαν εἶδε τοῦ δαί‐ μονος, καθὼς αὐτὸς λέγει· “οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.” Σεβήρου Ἀπὸ Ἐξέβαλε τὸ πνεῦμα ὁ Ἀπόστολος, ἅμα κἀ‐
25κείνην ἐλευθερῶν τῆς κατεχούσης μανίας, καὶ δεικνὺς ὡς οὐ πρέ‐ πουσα μαρτυρία τοῖς κήρυξι τῆς ἀληθείας ἡ ἀπὸ πονηρῶν πνευ‐ μάτων. πρὸς δὲ τούτοις ἐδεδοίκει, μὴ συναρπάσαντες οἱ τοιοῦτοι δαίμονες τοὺς εὐχερεῖς τῶν ἀνθρώπων δι’ ὧν εἰρήκασι τἀληθῆ, ψεύδη τινὰ καὶ πονηρὰ καταμίξαντες τῇ μαρτυρίᾳ, πιστευθέντες ὡς πάλιν
30ἀληθεύοντες, μεγίστης βλάβης αἴτιοι γένωνται τοῖς πολλοῖς.271

272

Ὥσπερ σκολιὸς ποὺς ὀρθῷ ὑποδήματι οὐκ ἐναρμόζεται, οὕ‐ τως οὐδὲ καρδίαις ἐνδιαστρόφοις ἡ αἴνεσις τοῦ Θεοῦ ἐπιτρέπει· διὰ τοῦτο οἶμαι, ὡς οὐ πρέποντος τῷ στόματι τῶν δαιμόνων τοῦ περὶ τοῦ Σωτῆρος λόγου, ἀφαιρεῖται αὐτῶν τὴν ἐξουσίαν, ἵνα μὴ
5φανερὸν αὐτὸν ποιήσωσι· καὶ τῷ Πύθωνι ὁ Παῦλος ἐπιτιμᾷ, ἵνα μὴ ἀπὸ ἀκαθάρτου ἄγος συνίσταται. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σί‐ λαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας.
10 Τοῦ Χρυσοστόμου. Πανταχοῦ τὰ χρήματα αἴτια τῶν κακῶν· ὢ τῆς ὠμότητος τῆς Ἑλληνικῆς· ἐβούλοντο δαιμονᾶν τὸ κοράσιον ὥστε χρηματίζεσθαι. Καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπον, οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰου‐
15δαῖοι ὑπάρχοντες· καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξ‐ εστιν ἡμῖν παραδέχεσθαι, οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι. Τοῦ αὐτοῦ. Τί λέγεις; πείθῃ τῷ δαίμονι; διατί οὖν οὐχὶ καὶ ἐνταῦθα ἐκεῖνος λέγει, ὅτι “δοῦλοι Θεοῦ τοῦ ὑψίστου;” σὺ λέ‐ γεις, ὅτι “ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν·” ἐκεῖνος λέγει, ὅτι κα‐
20ταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας· σὺ λέγεις, παραδιδόασιν ἡμῶν ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι· ὅρα οὐδὲ τῷ δαίμονι προσέχοντας, ἀλλὰ πρὸς ἓν ὁρῶντας τὴν φιλαργυρίαν. Καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατη‐ γοὶ, περιρρήξαντες αὐτῶν τὰ ἱμάτια, ἐκέλευον ῥαβδί‐
25ζειν· Τοῦ αὐτοῦ. Ὁ μὲν οὖν Παῦλος τὸ πᾶν εἰργάσατο, καὶ τὰ θαύματα καὶ τὴν διδασκαλίαν· τῶν δὲ κινδύνων καὶ ὁ Σίλας κοι‐ νωνεῖ. Καὶ μετ’ ὀλίγα—Διατί μὴ εἶπον ὅτι τὸν δαίμονα ἐξέβα‐ λον; εἰς Θεὸν ἠσέβησαν· ἧττα γὰρ αὐτοῖς ἦν· ἀλλ’ ἐπὶ καθο‐
30σίωσιν τρέπονται, ὡς Ἰουδαῖοι λέγοντες· “οὐκ ἔχομεν βασιλέα εἰ “μὴ Καίσαρα.”
Πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς272

273

φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι, ἀσφαλῶς τηρεῖν αὐτούς· Τοῦ αὐτοῦ. Ὅρα δὲ αὐτοὺς οὐκ ἀποκρινομένους, οὐδὲ ἀπολο‐ γουμένους, ἵνα μείζονος θαύματος αἴτιοι γένωνται· ὅταν γάρ φη‐
5σιν ἀσθενῶ, τότε δυνατός εἰμι· “ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ “δύναμίς μου, ἐν ἀσθενείᾳ τελειοῦται·” ὥστε καὶ ἐπιεικείας θαυ‐ μασθῆναι αὐτούς. Ἀμμωνίου. “Παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τη‐ “ρεῖν αὐτούς·” ὥστε οὖν εἰδότες αὐτῶν τὴν δύναμιν ἐφρεναπάτουν
10ἑαυτοὺς λέγοντες, ὅτι ἀσφαλῶς αὐτοὺς τηρεῖ· καὶ ἐμαρτύρουν καὶ αὐτοὶ, ὅτι οὐκ ἦσαν οἱ τυχόντες ἄνθρωποι, ἀλλὰ μεγάλοι τινὲς, ἐξουσίαν ἔχοντες ποιεῖν ὃ θέλουσι διὰ τοῦ Κυρίου. Ὃς παραγγελίαν ταύτην λαβὼν, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν,
15 Τοῦ Χρυσοστόμου. Καὶ τοῦτο αὐτὸ οἰκονομικῶς· ἐπειδὴ θαῦ‐ μα μέλλει γενέσθαι μέγα· ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν· ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ γίνεται, τοσούτῳ τὸ θαῦμα λαμπρό‐ τερον. Καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
20 Τοῦ αὐτοῦ. Ὡς ἂν εἴποι τις, εἰς τὸ ἔργον· πόσων ταῦτα δακρύων ἄξια; οἷα μὲν ἔπαθον ἐκεῖνοι· ἡμεῖς δὲ ἐν τρυφῇ· ἡμεῖς δὲ ἐν θεάτροις· ἡμεῖς δὲ ἀπολλύμεθα καὶ καταποντιζόμεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, οὐδὲ μέχρι ῥημάτων διὰ τὸν Χριστὸν ἀνεχό‐ μενοι λυπηθῆναι, οὐδὲ μέχρι λόγου.
25 Περὶ τοῦ συμβάντος ἐκεῖ σεισμοῦ καὶ θαύματος, καὶ ὅπως πιστεύσας ὁ εἱρκτοφύλαξ, ἐν αὐτῇ τῇ νυκτὶ ἐβαπτίσθη πανέστιος. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευ‐ χόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκρόωντο δὲ αὐτῶν οἱ δέσμιοι.
30 Τοῦ αὐτοῦ. Τί τούτων ἶσον γένοιτ’ ἂν τῶν ψυχῶν; ἐμαστίχθη‐ σαν πολλὰς πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκιν‐ δύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, καὶ οὐδὲ οὕτω καθεύ‐
δειν ἠνείχοντο, ἀλλ’ ἐπαννύχιζον· ὁρᾶτε ὅσον ἡ θλίψις ἀγαθόν·273

274

ἡμεῖς ἐπὶ ἁπαλοῖς ὄντες στρώμασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νυκτὰ καθεύδομεν· τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἦσαν· οὐχ ἡ τοῦ ὕπνου τυραννὶς αὐτοὺς εἷλεν· οὐχ ἡ ἀλγηδὼν ἔκαμψεν· οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν· ἀλλὰ ταῦτα δὴ
5μᾶλλον ἦν τὰ διεγείροντα αὐτούς. Τοῦ αὐτοῦ. Τίνος ἕνεκεν μεσονύκτιον τὸ πρᾶγμα γέγονε; τίνος δὲ καὶ μετὰ σεισμοῦ; ἀκούσατε Θεοῦ οἰκονομίαν καὶ θαυμάσατε· πάντων τὰ δεσμὰ ἐλύθη, καὶ αἱ θύραι ἀνεῴγησαν· ἀλλὰ τοῦτο μόνον διὰ τὸν δεσμοφύλακα γέγονεν· οὐ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς
10σωτηρίαν· ὅτι γὰρ οὐκ ᾔδεσαν οἱ δεσμῶται ὅτι λελυμένοι εἰσὶ, δῆλον ἀπὸ τῆς φωνῆς Παύλου· τί γάρ φησιν; ἐφώνησε φωνῇ μεγάλῃ λέγων· “μηδὲν πράξῃς σεαυτῷ κακόν· πάντες γὰρ ἐσμὲν “ἐνθάδε·” οὐκ ἂν δὲ πάντες ἦσαν ἔνδον, εἰ εἶδον τὰς θύρας ἀνεῳγ‐ μένας καὶ ἑαυτοὺς λελυμένους· οἱ γὰρ τοίχους διατεμόντες, καὶ
15ὀρόφους καὶ θριγκία ὑπερβαίνοντες, καὶ πάντα τολμῶντες μετὰ δεσμῶν, οὐκ ἂν ἐκαρτέρησαν, καὶ τῶν δεσμῶν λελυμένων, καὶ τῶν θυρῶν ἀνεῳγμένων, ἔνδον μένειν· καὶ τοῦ δεσμοφύλακος καθεύδον‐ τος αὐτοῦ. Καὶ μετ’ ὀλίγα—Οἱ δεδεμένοι ἐν νυκτὶ δεσμοῦνται, οὐκ ἐν ἡμέρᾳ· μετὰ πολλῆς οὖν τῆς σπουδῆς ἦν ἰδεῖν λελυμένους
20πάλιν καὶ καθεύδοντας· εἰ δὲ ἐν ἡμέρᾳ ἐγένετο ταῦτα, πολὺς ἂν ἐγένετο θόρυβος· τίνος οὖν ἕνεκεν καὶ ἐσείσθη τὸ οἴκημα; ὥστε διαναστῆναι τὸν δεσμοφύλακα ἐπὶ τὴν τοῦ πράγματος θέαν· οὗτος γὰρ ἦν ἄξιος τῆς σωτηρίας μόνος. Ἀμμωνίου. Τῷ ψαλμῳδῷ πειθόμενοι λέγοντι· “μεσονύκτιον
25“ἐξεγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐποίουν τοῦτο.” Σευήρου Ἐκ Τοῦ Κατὰ Τῆς Διαθήκης Λαμπετίου Συν‐ τάγματος. Ἰδοὺ σαφῶς φησι τὸ γράμμα τὸ ἱερὸν, ὅτι καὶ ὕμνουν· καὶ οὐκ ἐν καρδίᾳ μόνον, ἀλλὰ ὥστε καὶ ἐξακούεσθαι, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· “φωνῇ μου πρὸς τὸν Κύριον ἔκραξα·
30“φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην·” μετὰ γὰρ τῆς μεγαλοφωνίας τῶν πράξεων δεῖ καὶ θυσίας αἰνέσεως ἀναφέρειν διὰ παντὸς τῷ Θεῷ· τουτέστι “καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ,” καθὼς Παῦλός φησι· καὶ Δαβὶδ δὲ τὸ αὐτὸ τοῦτο δηλῶν, λέγει·
“αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον· καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσο‐274

275

“μαι·” τὰ γὰρ τοῦ Πνεύματος λόγια διὰ τοῦ στόματος ᾄδοντες, τὴν βλάβην τῶν δαιμόνων ἐκκλίνομεν, τῶν ἐχθρῶν τῆς ἡμετέρας ζωῆς· δραπετεύουσι γὰρ ὥσπερ βέλεσι βαλλόμενοι τοῖς ψαλμοῖς, οὕ‐ τω γὰρ καὶ ὁ ἅγιος Βασίλειος· “ψαλμὸς δαιμόνων φυγαδευ‐
5“τήριον· τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγὸν ὅπλον ἐν φόβοις “νυκτερίνοις.” Καὶ μετ’ ὀλίγα—“Εἰσαγομένων στοιχείωσις, “προκοπτόντων αὔξησις, τελειουμένων στήριγμα.” Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἠνεῴχθησαν δὲ παρα‐
10χρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνε‐ ῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαι‐ ραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ἐφώνησε δὲ ὁ Παῦλος φωνῇ μεγάλῃ, λέγων,
15μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γὰρ ἐσμὲν ἐν‐ θάδε. Τοῦ Χρυσοστόμου. Σεισμὸς ἐγένετο, ὥστε ἀφυπνισθῆναι ἐκεῖνον· αἱ θύραι ἀνεῴχθησαν, ὥστε θαυμάσαι τὸ γεγονός· ταῦτα δὲ οἱ δεσμῶται οὐχ ἑώρων· ἦ γὰρ ἂν ἔφυγον ἅπαντες. Καὶ μετ’
20ὀλίγα—Ἐθαύμασε Παῦλον· τὴν φιλανθρωπίαν Παύλου ἐξεπλάγη, τὴν ἀνδρίαν, ὅτι καὶ φυγεῖν δυνάμενος οὐκ ἔφυγεν· ὅτι καὶ αὐτὸν ἐκώλυσε τῆς σφαγῆς. διατί δὲ μὴ ἄλλο σημεῖον γέγονεν; ὅτι μά‐ λιστα τοῦτο αὐτὸν ἐφειλκύσατο, ἱκανὸν πεῖσαι, ὅπουγε καὶ αὐτὸς ἐκινδύνευσεν· οὐ γὰρ οὕτως τὰ θαύματα ἡμᾶς αἱρεῖ, ὡς τὰ εἰς
25ἡμετέραν σωτηρίαν ἥκοντα· ἵνα μὴ δόξῃ ἀπὸ ταυτομάτου γεγενῆ‐ σθαι ὁ σεισμός· ἐπηκολούθησε καὶ τοῦτο ἐκείνῳ μαρτύρουν· καὶ ἐν νυκτὶ φαίνεται· οὐδὲν γὰρ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν ἐποίουν· οὐκ ἦν πονηρὸς ὁ δεσμοφύλαξ. Τοῦ αὐτοῦ. Ἔσεισε τὸ δεσμωτήριον, ἵνα σαλεύσῃ τῶν ἀπί‐
30στων τὴν διανοίαν· ἵνα λύσῃ τὸν δεσμοφύλακα· καὶ ἵνα καταγγείλῃ τὸν λόγον τοῦ Θεοῦ. Καὶ πάλιν—Εἶδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν· ὥσπερ γὰρ ὁ τοῦ Κυρίου θάνατος τὸν θάνατον ἐθανά‐ τωσεν, οὕτω καὶ τὰ Παύλου δεσμὰ τοὺς δεσμώτας ἔλυσε, τὸ
δεσμωτήριον ἔσεισε, τὰς θύρας ἀνέῳξε· καίτοι οὐκ αὐτὴ τῶν275

276

δεσμῶν ἡ φύσις ἐστὶν, ἀλλ’ ἡ ἐναντία κατέχειν ἐν ἀσφαλείᾳ τὸν δεδεμένον, οὐχὶ τοὺς τοίχους ἀνοίγειν αὐτῷ· ἀλλὰ τῶν μὲν δεσμῶν ἁπλῶς φύσις οὐκ ἔστιν αὕτη· δεσμῶν δὲ τῶν διὰ Χριστὸν αὕτη.
5 Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμε‐ νος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ· καὶ προαγα‐ γὼν αὐτοὺς ἔξω, εἶπε, Κύριοι, τί δεῖ με ποιεῖν ἵνα σωθῶ; Τοῦ αὐτοῦ. Ὅρα αὐτὸν οὐκ ἐπειδὴ διεσώθη ἐπὶ τούτῳ στέρ‐
10γοντα· ἀλλὰ τὴν δύναμιν ἐκπλαγέντα· εἶδες τί ἐκεῖ γέγονε, καὶ τί ἐνταῦθα· ἐκεῖ παιδίσκη ἀπηλλάγη πνεύματος, καὶ εἰς δεσμω‐ τήριον ἐνέβαλον αὐτοὺς, ὅτι ἠλευθέρωσαν αὐτὴν τοῦ δαίμονος· ἐν‐ ταῦθα ἔδειξαν θύρας ἀνεῳγυίας, καὶ ἤνοιξαν αὐτοῦ τῆς καρδίας τὰς θύρας· ἔλυσε δεσμὰ διπλᾶ· ἧψεν ἐκεῖνος τὸ φῶς· τὸ γὰρ ἐν τῇ
15καρδίᾳ αὐτοῦ φῶς ἔλαμπε· καὶ εἰσεπήδησε καὶ προσέπεσε· καὶ οὐκ ἐρωτᾶ πῶς τοῦτο γέγονεν, ἢ τί γέγονεν· ἀλλ’ εὐθέως φησὶ, “τί δεῖ με ποιεῖν ἵνα σωθῶ;” Ἀμμωνίου. Πάλιν ἔνθεν ἐστὶ στοχάσασθαι τὸ αὐτεξούσιον τῆς τῶν ἀνθρώπων πίστεως. ἰδοὺ γὰρ τοσούτου γενομένου φόβου
20μόνος ὁ δεσμοφύλαξ ἐπίστευσε· καίτοι γε ἔδει μάλιστα τοὺς δεσμώτας κινηθῆναι πρὸς τὸ πιστεῦσαι· ὅπου γε καὶ πλείονος ἐπειράσθησαν τῆς θαυματουργίας· ἄφνω τὰς σιδηρᾶς αὐτῶν χειρο‐ πέδας ἑωρακότες διαρρηχθείσας· ἀλλ’ ἠλίθιοι ὄντες, πρὸς μὲν τὸ παρὸν ἐδειλίασαν, τῶν θεμελίων τῆς φρουρᾶς ἀνακινηθέντων καὶ
25τῶν θυρῶν ἀνεῳχθείσων· καταφρονηταὶ δὲ ὄντες τοῦ Θεοῦ, μετὰ τὸ πρᾶγμα τοσοῦτον ἐπελάθοντο τοῦ γεγονότος, ὥστε μηδὲ λαλῆσαι τῷ δεσμοφύλακι ἢ ἄλλῳ τινὶ τὸν γεγονότα φόβον· ἦ γὰρ ἂν ἤμελλον ὑπὸ τοῦ δεσμοφύλακος ἢ ὑπὸ τῶν περὶ Παῦλον ἀκοῦσαι τὸ αἴτιον τῆς θαυματουργίας, καὶ πολλάκις κατανυγῆναι εἰς θεο‐
30σέβειαν. ἡγοῦμαι δὲ καί τι τοιοῦτον γεγενῆσθαι καὶ ἐν ᾅδου, κατὰ τὸν καιρὸν ἐκεῖνον καθ’ ὃν κατῆλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ στὸς, ὁ τοῦ Θεοῦ Λόγος κάτω, πρὸς ὀλίγον τοῦ θανάτου γευσάμε‐ νος· καὶ ἐσείσθησαν τὰ θεμέλια τῆς γῆς, καὶ πάντων τὰ δεσμὰ
ἐλύθησαν· καὶ ὅσοι μὲν προσέδραμον τῷ Σωτῆρι καὶ ἐπίστευσαν276

277

εἰς αὐτὸν, ἐσώθησαν, ὡς ὁ δεσμοφύλαξ καὶ οἱ αὐτοῦ· ὅσοι δὲ ἀπο‐ προσεποιήσαντο καὶ οὐκ ἀντεποιήσαντο τοῦ πολυπραγμονῆσαι τὸ παράδοξον τοῦ θαύματος, οὗτοι ἔμειναν πάλιν ἐν ᾅδου· ὥσπερ γὰρ οἱ περὶ Παῦλον ἐξῆλθον ἀπολυθέντες ἕω ἀπὸ τῆς φυλακῆς, οὕτω
5καὶ ὁ Χριστὸς ἔννυχος πρωίας ἀνελθὼν ἀπὸ τοῦ ᾅδου καὶ ἀπολυθεὶς, οὐ γὰρ ἦν αὐτὸν εἰκὸς, Θεὸν ὄντα, κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, ἀνέστη, καὶ συντυχὼν τοῖς πιστοῖς αὐτοῦ μαθηταῖς, καὶ ταῖς περὶ Μαρίαν γυναιξὶν ἐν πρώτοις, καὶ παρακαλέσας αὐτοὺς καὶ παρα‐ θαρσύνας πρὸς τὴν πίστιν, καὶ λέγων, “θαρσεῖτε,” ἀνελήφθη εἰς
10οὐρανοὺς, ἐνδημήσας πρὸς τὸν πατέρα ἑαυτοῦ τὸν Θεόν· οὕτω γὰρ καὶ οἱ περὶ Σίλαν ἐξελθόντες ἀπὸ τοῦ δεσμωτηρίου, καὶ συντυχόντες ταῖς περὶ Λυδίαν, καὶ τοῖς πιστοῖς ἀδελφοῖς, ἀπεδήμησαν. σημειω‐ τέον δὲ ὅτι ἄνευ τοῦ πιστεῦσαι εἰς τὸν Ἰησοῦν, ἀδύνατον σωθῆναι· κἂν σώφρων τις ᾖ, κἂν κενόδοξος, κἂν πραῢς, κἂν εἴτι δήποτε
15ἕτερον εἴπῃς ἀρετῆς ἐχόμενον, διὰ τοὺς ψευδοφιλοσόφους, καὶ τοὺς Ἰουδαίους. Οἱ δὲ εἶπον, πιστεῦσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χρι‐ στὸν, καὶ σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. καὶ ἐλάλη‐ σαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ
20οἰκίᾳ αὐτοῦ. Οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμα‐ λωσίαν ἐργασάμενος. Οὗτος ἐστὶν ὁ Στεφανᾶς, ὃν μνημονεύει Παῦλος ἐν τῇ πρὸς
25Κορινθίους πρώτῃ Ἐπιστολῇ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα· ἀναγαγὼν δὲ αὐτοὺς εἰς τὸν οἶκον παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεῖ
30πεπιστευκὼς τῷ Θεῷ. Τοῦ Χρυσοστόμου. Ἔλουσεν αὐτοὺς, καὶ ἐλούθη· ἐκείνους
μὲν ἀπὸ τῶν πληγῶν ἔλουσεν, αὐτὸς δὲ ἀπὸ τῶν ἁμαρτιῶν ἐλούθη·277

278

ἔθρεψε καὶ ἐτράφη· καὶ “ἠγαλλιάσατό,” φησι, καίτοι οὐδὲν ἦν ἀλλὰ ῥήματα μόνον καὶ ἐλπίδες χρησταί· τοῦτο σημεῖον ἦν τοῦ πεπι‐ στευκέναι, ὅτι πάντων ἀφείθη· τί δεσμοφύλακος χεῖρον; τί δὲ ἀγριώτερον; μετὰ πολλῆς αὐτὸν ὑπεδέξατο τῆς τιμῆς· οὐκ ἐπειδὴ
5ἐσώθη εὐφράνθη, ἀλλὰ “πεπιστευκὼς τῷ Κυρίῳ.” Τοῦ αὐτοῦ. Ἀπὸ ἑνὸς σημείου προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός· τὸ μὲν γὰρ γεγονὸς σημεῖον· εἶδε μόνος αὐτὸς, τὸ δὲ κέρδος οὐ μόνος ἐκαρπώσατο, ἀλλὰ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός· εἰ δὲ χρὴ εἰπεῖν Εὐοδίαν καὶ Συν‐
10τύχην, τὴν μὲν γυναῖκα εἶναι τοῦ δεσμοφύλακος, τάχα καὶ αὐτὸν τὸν ἄνδρα. Ἀμμωνίου. Ἰδοὺ πάλιν καὶ ὧδε προλαμβάνει ἡ κατήχησις τὸ βάπτισμα· διὸ τὸν τέλειον ἄνδρα, Ἕλληνα ὄντα καὶ ἔξω ἔχοντα, οὐκ ὀφείλει βαπτίζειν τις, ἐν ᾧ μὴ δύναται ἀκοῦσαι λόγον κατη‐
15χητικὸν καὶ καταδέξασθαι, μάλιστα εἰ μηδέποτε ἐμυήθη λόγων θείων· βλέπε δὲ ὅτι διὰ τὴν ἀνάγκην εὐθὺς μετὰ τὴν κατήχησιν ἐπηκολούθησε τὸ βάπτισμα· δέος γὰρ ἦν, μὴ διωχθέντος τοῦ δυ‐ ναμένου βαπτίσαι, μείνῃ ἀμέτοχος τῆς ζωῆς ὁ βουλόμενος, διὰ τὸ μὴ εἶναι τὸν τοῦτο ποιοῦντα.
20 Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους, λέγοντες, ἀπόλυσον τοὺς ἄνδρας ἐκείνους· ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον, ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνῃ.
25 Τοῦ Χρυσοστόμου. Καὶ τῶν στρατηγῶν δηλωσάντων ὁ Παῦ‐ λος οὐκ ἐξέρχεται, ἀλλὰ καὶ διὰ τὴν Λυδίαν καὶ τοὺς ἀλλοφύλους φοβεῖ αὐτοὺς, ἵνα μὴ νομισθῶσιν ἠξιωκότες ἀπολελύσθαι· ἵνα καὶ τοὺς ἄλλους ἐν παρρησίᾳ καταστήσωσι· διπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκλημα ἦν, ὅτι καὶ Ῥωμαίους, καὶ ἀκατακρίτους καὶ δημοσίᾳ·
30ὁρᾶς ὅτι καὶ ἀνθρώπινα κατεσκεύαζον πολλά. Τοῦ Χρυσοστόμου. Καὶ αὐτοὶ οἱ στρατηγοὶ οἱ μαστίξαντες αὐτοὺς, εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον καὶ οὐ πονηρίας τοῦτο πεποιηκότες· τῷ τε εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτούς· καὶ
τῷ φοβηθῆναι ὕστερον.278

279

Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτοὺς, δείραντες ἡμᾶς δη‐ μοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακὴν, καὶ νῦν λάθρα ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγέτωσαν.
5 Τοῦ αὐτοῦ. Ἵνα μὴ δόξῃ ὡς κατάδικος ἀπολύεσθαι καὶ ὡς ἡμαρτηκὼς, διὰ τοῦτό φησι, “δείραντες ἡμᾶς δημοσίᾳ,” καὶ τὰ ἑξῆς· ἵνα μὴ τῆς χάριτος αὐτῶν ᾖ τὸ πρᾶγμα· ὅρα διάφορα τὴν χάριν οἰκονομοῦσαν· πῶς ἐκεῖνος ἐξῆλθε; πῶς οὗτος; καίτοι ἀμ‐ φότεροι Ἀπόστολοι.
10 Ὅτι παρακληθέντες, τότε ἐξῆλθον ἐκ τοῦ δεσμωτηρίου. Ἀπήγγειλαν δὲ τοῖς στρατιώταις οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοι εἰσὶ, καὶ ἐλθόντες παρεκάλεσαν αὐτοὺς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως.
15 Τοῦ αὐτοῦ. Οὐχ ὅτι ἀδίκως ἐνέβαλον ἠρώτων αὐτοὺς ἐξελθεῖν τῆς πόλεως· χάριν ᾐτήσαντο ταύτην· οἱ δὲ ἐλθόντες πρὸς τὴν Λυδίαν, καὶ βεβαιώσαντες αὐτὴν, οὕτως ἐξῆλθον· οὐ γὰρ ἔδει τὴν ξενοδόχον ἀφεῖναι ἐν ἀγῶνι καὶ μερίμνῃ· ἐξῆλθον δὲ, οὐκ ἐκείνοις πειθόμενοι, ἀλλ’ ἐπὶ τὸ κήρυγμα σπεύδοντες, τῆς πόλεως διὰ τοῦ
20θαύματος ἱκανῶς ὠφεληθείσης· ἔδει γὰρ μὴ παρεῖναι λοιπὸν, τὸ γὰρ θαῦμα μεῖζον φαίνεται τῶν ἐργαζομένων. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν· καὶ ἰδόντες τοὺς ἀδελφοὺς, παρεκάλεσαν αὐ‐ τοὺς, καὶ ἐξῆλθον.
25 Ἀμμωνίου. Ὢ πόσην εἶχον ἀτυφίαν καὶ ἀγάπην· ὅτι οὐκ ἄλλως ἠνέσχοντο ἐκδημῆσαι, καὶ ταῦτα παρὰ τῶν στρατηγῶν κατα‐ σπευδόμενοι, εἰ μὴ εἰσῆλθον πρὸς τὴν εὐτελῆ γυναῖκα καὶ τοὺς λοιποὺς, οὓς καὶ ἀδελφοὺς ἐκάλουν, καὶ συνετάξαντο αὐτοῖς.
29tΚΕΦ. ΚΕ.
30tΠερὶ στάσεως γενομένης ἐν Θεσσαλονικῇ τοῦ κηρύγματος ἕνεκεν, φυγῆς τε
31tΠαύλου εἰς Βεροίαν, κἀκεῖθεν εἰς Ἀθήνας.
32 Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλω‐ νίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν
Ἰουδαίων.279

280

Τοῦ Χρυσοστόμου. Πάλιν μὲν τὰς μικρὰς παρατρέχουσι πόλεις, ἐπὶ δὲ τὰς μείζους ἐπείγονται· ἐκεῖθεν, καθάπερ ἔκ τινος πηγῆς, μέλλοντος τοῦ λόγου διαρρεῖν εἰς τὰς πλησίον. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτοὺς,
5καὶ ἐπὶ σάββατα τρία διελέχθη αὐτοῖς ἀπὸ τῶν γρα‐ φῶν, Τοῦ Χρυσοστόμου. Καίτοι εἰπὼν, “στρεφόμεθα εἰς τὰ ἔθνη,” οὐκ ἀφίει τούτους· πολὺν γὰρ πρὸς αὐτοὺς εἶχε πόθον· ἄκουε γὰρ αὐτοῦ λέγοντος· “ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ
10“ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· καὶ “ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου.” ἐποίει δὲ τοῦτο διὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, καὶ τὴν δόξαν· καὶ τοῦτο, ἵνα μὴ σκάνδαλον ᾖ τοῖς Ἕλλησι. Διανοίγων καὶ παρατιθέμενος, ὅτι ἔδει τὸν Χριστὸν
15παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὃν καταγγέλλω ὑμῖν. Τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι πρὸ πάντων τὸ πάθος κηρύττει· οὕτως οὐκ ᾐσχύνοντο· ἀλλ’ ᾔδεσαν τοῦτο σωτήριον ἕν. Καὶ μετ’ ὀλίγα— Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ἐποίει, ἄνω καὶ κάτω ἀπὸ τῶν γραφῶν
20διαλεγόμενος· οὐ πανταχοῦ ἀπὸ τῶν σημείων· ἐπειδὴ πρὸς τοῦτο ἐναντίως εἶχον, ὡς πλάνους καὶ γόητας διαβάλλοντες· ὁ δὲ ἀπὸ τῶν γραφῶν πείθων οὐκ ἔχει ταύτην τὴν ὑπόνοιαν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθη‐ σαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων πλῆ‐
25θος πολὺ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. Τοῦ αὐτοῦ. Τὸ κεφαλαῖον εἶπε τῆς διαλέξεως· οὕτως ἀπέριτ‐ τός ἐστιν, οὐ πανταχοῦ τὰς δημηγορίας αὐτοῦ λέγων. Ζηλώσαντες δὲ Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς, καὶ ὀχλοποιήσαντες,
30ἐθορύβουν τὴν πόλιν· Ἀμμωνίου. Διττοῦ ὄντος τοῦ ζήλου, τὸν χείρονα ἐπετήδευον
Ἰουδαῖοι· ζῆλον οὖν ὧδε τὸν φθόνον καλεῖ.280

281

Καὶ ἐπίσταντες τῇ οἰκίᾳ Ἰάσωνος, ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺς, ἔσυ‐ ρον τὸν Ἰάσωνα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρ‐ χας, βοῶντες, ὅτι οἱ τὴν οἰκουμένην ὅλην ἀναστατώσαν‐
5τες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· Τοῦ Χρυσοστόμου. Ὢ τῆς τυραννίδος· ἀπὸ τῶν οἰκιῶν εἷλκον αὐτοὺς ἁπλῶς· ἐπειδὴ γὰρ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογμένοις, παρεκίνουν τὴν πόλιν· ἐφ’ ἕτερον ἔγκλημα αὐτοὺς ἄγουσι· καὶ τί φοβεῖσθε, φησὶν, Ἰησοῦν, εἴγε τέθνηκεν; ὅρα πανταχοῦ τοὺς
10διωγμοὺς τὸ κήρυγμα ἐκτείνοντας. Τοῦ αὐτοῦ. Τούτου τοῦ Ἰάσωνος μέμνηται Παῦλος ἐν τῷ τέλει τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς, λέγων· “ἀσπάζεται ὑμᾶς “Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων, καὶ Σωσίπα‐ “τρος ὁ συγγενής μου.”
15 Καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι, Ἰησοῦν. ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα· Ἀμμωνίου. Οὕτω μὲν καὶ οἱ τούτων πατέρες κατηγόρουν τοῦ
20Ἰησοῦ, λέγοντες ὅτι βασιλέα ἑαυτὸν καλεῖ· πλὴν ἐκεῖνοι, κἂν εἶχον τινὰ κατὰ τὸ φαινόμενον εὐαπάτητον λόγον, διότι ἔζη ὁ κατηγορούμενος, οὗτοι ποίαν εἶχον ἀποφυγὴν τοῦ ψεύδους, λέγοντες, ὅτι Ἰησοῦν καταγγέλλουσι βασιλέα, τὸν κατ’ αὐτοὺς ἀποθανόντα· ἤτοι ζῶντα μὲν, οὐ φαινόμενον δέ· περὶ οὗ οὐδέποτε εἶχον οἱ ἐπὶ
25γῆς βασιλεῖς φοβηθῆναι, μὴ ὁρῶντες αὐτὸν ὁλῶς φαινόμενον· λῆ‐ ρος οὖν τὰ παρ’ αὐτῶν κατηγορούμενα· ἀλλ’ ὡς ἔοικε τὸ ἀληθὲς κηρύσσοντες ᾔδεισαν· ὅτι εἰ καὶ ἀφανὴς ἦν, ἀλλ’ οὖν ὄντως βα‐ σιλεὺς ἦν· “καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.” Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν
30λοιπῶν, ἀπέλυσαν αὐτούς. οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ Σίλαν εἰς Βέρ‐
ροιαν·281

282

Τοῦ Χρυσοστόμου. Θαυμαστὸς ὁ ἀνὴρ, εἰς κίνδυνον ἑαυτὸν ἐκδοὺς καὶ ἐκπέμψας αὐτούς. Οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν τῶν Ἰου‐ δαίων ἀπῄεσαν. οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν
5Θεσσαλονίκῃ, Τοῦ αὐτοῦ. “Εὐγενέστεροι,” τουτέστιν ἐπιεικέστεροι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀκριβείας, ἔνθα πάθος οὐκ ἦν, ἀνέκρινον τὰς γραφάς. Τοῦ αὐτοῦ. “Εὐγενέστεροι,” τουτέστιν οὐδὲν πονηρὸν πράσ‐
10σοντες· ἀλλ’ οἱ μὲν ἐπείσθησαν, οἱ δὲ οὐδὲν εἰργάσαντο· καὶ πάλιν καὶ ἐνταῦθα Ἕλληνες. Ἀμμωνίου. Τοῦτο γὰρ ἔδακνε τοὺς Ἰουδαίους, καθὼς καὶ ὀπίσω φησί· “γυναικῶν τε τῶν πρώτων πλῆθος οὐκ ὀλίγον·” ἤθελον γὰρ ἔχειν μεθ’ ἑαυτῶν τὰς πλουσίας γυναῖκας, ἵνα κερδαίνωσιν ἐξ
15αὐτῶν· καὶ γὰρ ὁ τῆς φιλοχρηματίας καὶ αὐταρεσκείας ἔρως ἤτοι δαίμων ἐπεῖχεν αὐτούς· διὸ καὶ λαβόντες χρήματα ἀπέλυσαν τὸν Ἰάσωνα καὶ τοὺς λοιπούς. Οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, καθ’ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχει ταῦτα
20οὕτως. πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰου‐ δαῖοι, ὅτι καὶ ἐν τῇ Βερροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσ‐
25σοντες τοὺς ὄχλους. Ἀμμωνίου. Οὐχ ὡς ἄπιστοι ἀνεζήτουν· ἤδη γὰρ ἦσαν πε‐ πιστευκότες· ἀλλ’ ὡς ἄμοιροι τῆς τῶν παλαιῶν προφητῶν παρα‐ δόσεως· ὅπουγε μᾶλλον διὰ τούτου πιστότεροι ἐγίνοντο, ἐρευνῶντες τὰς γραφὰς, καὶ εὑρίσκοντες τοῖς τῶν παλαιῶν προφητῶν λόγοις
30συνᾴδοντα τὰ περὶ τῆς ἐνσάρκου τοῦ Κυρίου οἰκονομίας πράγ‐ ματα.
Εὐθέως δὲ τόν τε Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ282

283

πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέμενον τὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. Τοῦ Χρυσοστόμου. Σὺ δέ μοι θέα ὅτι οἰκονομικῶς ἔφευγον οὐ δειλιῶντες, ἦ γὰρ ὢν ἐπαύσαντο κηρύττοντες, καὶ οὐχὶ μᾶλλον
5παρώξυναν· ἀλλ’ ἐκ τούτου δύο ἐγίνετο· καὶ ἐκείνων ὁ θυμὸς ἐσβέν‐ νυτο, καὶ τὸ κήρυγμα οὐκ ἐνεκόπτετο. ἐνταῦθα λοιπὸν τὸν Παῦλον πέμπουσι μόνον· περὶ γὰρ αὐτοῦ ἐδεδοίκεισαν μή τι πάθῃ· τὸ κεφάλαιον αὐτῶν αὐτὸς ὤν· οὕτως οὐ πανταχοῦ ἡ χάρις ἐνήργει· ἀλλ’ εἴα αὐτοὺς καὶ ἀνθρώπινα ποιεῖν, διανιστῶσα αὐτοὺς καὶ
10διυπνίζουσα, καὶ εἰς μέριμναν ἐμβάλλουσα. Καὶ μετ’ ὀλίγα— Ὅρα πόσῃ καὶ οἱ λοιποὶ μαθηταὶ περὶ τοὺς κορυφαίους ἐχρῶντο τῇ σπουδῇ· ἀλλ’ οὐχ ὥσπερ νῦν κεχωρίσμεθα, διῃρήμεθα, μεγάλοι καὶ μικροί· οἱ μὲν ἐπαιρόμεθα, οἱ δὲ φθονοῦμεν· διὰ τοῦτο ἐν τῷ σώματι ἡ συμφωνία ἐστὶν, ἐπειδὴ οὐκ ἔστι φυσίωσις· ἐπειδὴ εἰς
15ἀνάγκην τοῦ χρείαν ἀλλήλων ἔχειν τὰ μέλη καθέστηκε, καὶ ἡ κεφαλὴ τῶν ποδῶν δεῖται. Ἀμμωνίου. Τῷ γὰρ Παύλῳ ἐνεῖχον μᾶλλον ἤπερ τοῖς ἄλλοις· διότι αὐτὸς ἦν ὁ τοῦ λόγου καθηγητής· ὡς καὶ ὀπίσω τοῦτο σα‐ φῶς ἐδηλώθη· οἵ τε ἀπὸ τῶν ἐθνῶν ἐν Λύστροις ἐκάλουν αὐτὸν Ἑρ‐
20μῆν· “αὐτὸς γὰρ ἦν ὁ ἡγούμενος τοῦ λόγου,” φησίν· ὅσῳ δὲ αὐτὸς οὐκ ἐνεδίδου, τοσοῦτον ἐγένετο τὸ κατ’ αὐτοῦ παρὰ τῶν Ἰουδαίων μῖσος. Οἱ δὲ ἀποκαθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ
25τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Τοῦ Χρυσοστόμου. Ὅρα αὐτὸν μείζους ἔχοντα πειρασμοὺς παρὰ τοῖς Ἰουδαίοις ἢ παρ’ Ἕλλησιν· ἐν γοῦν Ἀθήναις οὐδὲν πάσχοι τοιοῦτον· ἀλλὰ μέχρι γέλωτος τὸ πᾶν προεχώρησε· καί
30τοι γε ἔπεισεν· ἐν δὲ Ἰουδαίοις πολλὰ τὰ δεινά· οὕτως ἦσαν ἐκ‐ πεπολεμωμένοι.
Ἐν δὲ ταῖς Ἀθηναῖς ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου,283

284

παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντος κατ‐ είδωλον οὖσαν τὴν πόλιν. Τοῦ αὐτοῦ. Οὐκ ὀργὴν ἐνταῦθα φησὶν, οὐδὲ ἀγανάκτησιν· καθ‐ άπερ ἀλλαχοῦ ἐγένετο παροξυσμὸς μεταξὺ αὐτῶν· οἰκονομεῖται
5καὶ ἄκοντα μεῖναι ἐκεῖ, ἐκδεχόμενον ἐκείνους· τί οὖν ἐστὶ παρω‐ ξύνετο; διηγείρετο· ὀργῆς γὰρ καὶ ἀγανακτήσεως πόρρω τὸ χά‐ ρισμα. Ἀμμωνίου. Ἐλυπεῖτο ὁρῶν κατείδωλον τὴν πόλιν καὶ διηρε‐ θίζετο λαλεῖν πρὸς αὐτοὺς, καὶ οὐκ ἠδύνατο καρτερεῖν ἐπὶ τούτῳ·
10ἀλλὰ καὶ συζητήσεις ἐποιεῖτο μετὰ τῶν δοκούντων εἶναι παρὰ τοῖς Ἀθηναίοις σοφῶν, μάλιστα μετὰ τῶν Ἐπικουρίων, τῶν ἀπρονόητα λεγόντων εἶναι τὰ πάντα· πρὸς οὓς μάλιστα τὸν λόγον ἀποτεινό‐ μενος, ἐν τῇ αὐτοῦ διδασκαλίᾳ, μετὰ τὸ κηρύξαι τὸ σέβειν ἕνα Θεὸς τοῖς πᾶσιν· ἐν οἷς φησὶ, “αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν,
15“ὁρίσας προστεταγμένους καιροὺς, καὶ τὰς ὁροθεσίας τῆς κατοικίας “αὐτῶν·” δεικνὺς τοῦ Θεοῦ τὴν πρόνοιαν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγόρᾳ κατὰ πᾶσαν ἡμέ‐ ραν πρὸς τοὺς παρατυγχάνοντας.
20 Τοῦ Χρυσοστόμου. Θαυμαστὸν πῶς οὐ κατεγέλασαν οἱ φι‐ λόσοφοι, οὕτως αὐτοῦ φθεγγομένου ὑβριστικῶς. εὐθέως μακρὰν τοῦτο φιλοσοφίας ἀπὸ τοῦ κηρύγματος· ὅτι οὐδένα τύφον εἶχεν οὐκ ἐνόουν, οὐδὲ συνίεσαν τῶν λεγομένων. πῶς γάρ; οἱ μὲν σῶμα τὸν θεὸν λέγοντες, οἱ δὲ ἡδονὴν τὴν μακαριότητα.
25 Τινὲς δὲ τῶν Ἐπικουρείων καὶ Στοϊκῶν φιλοσόφων συνέβαλον αὐτῷ· καὶ τινὲς ἔλεγον, τί ἂν θέλοι ὁ σπερ‐ μολόγος οὗτος λέγειν; Τοῦ ἁγίου Κυρίλλου εἰς τὴν ἑρμηνείαν τοῦ κατὰ Λου‐ κᾶν Εὐαγγελίου. Οἱ Ἀθηναῖοι ματαίαν αἴροντες ὀφρῦν, ἐπὶ
30γλώττῃ πλαττείᾳ φρονοῦντες μέγα, ἀνοήτως ἔφασκον· “τί ἂν “ἐθέλοι ὁ σπερμολόγος οὗτος λέγειν;” καὶ τὰ ἑξῆς· σπερμολόγον δὲ πτηνὸν εἶναι φασὶν εὐτελέστατον, τὰ ἐν ταῖς τριόδοις κατα‐
σκεδασμένα τῶν σπερμάτων εἰωθὸς συλλέγειν· ᾧ παρεικάζοντες284

285

τὸν θεσπέσιον Παῦλον, ἐγέλων οἱ δείλαιοι τὸν πρὸς αὐτοῖς γεγο‐ νότα σωτήριον λόγον. Τοὺς γὰρ σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσι, φησὶν ὁ παροιμιάστης.
5 Οἱ δὲ, ξένων δαιμονίων καταγγελεὺς δοκεῖ εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν αὐτοῖς εὐηγγελίζετο. Τοῦ Χρυσοστόμου. Καὶ γὰρ τὴν ἀνάστασιν θεόν τινα εἶναι ἐνόμιζον· ἅτε εἰωθότες καὶ θηλείας σέβειν. Καὶ μετ’ ὀλίγα— Δαιμόνια τοὺς θεοὺς αὐτῶν ἐκάλουν· ἦσαν γὰρ αἱ πόλεις δαιμό‐
10νων πλήρεις. Ἐπιλαβόμενοι δὲ αὐτοῦ, ἐπὶ τὸν Ἄρειον Πάγον ἤγα‐ γον, λέγοντες, δυνάμεθα γνῶναι, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; Τοῦ αὐτοῦ. Ἦγον αὐτὸν, φησὶν, “ἐπὶ τὸν Ἄρειον πάγον·” οὐχ
15ὥς τι μαθεῖν, ἀλλ’ ὥστε κολάσαι ἔνθα αἱ φονικαὶ δίκαι. ὅρα γοῦν καὶ ἐλπίδι τοῦ μαθεῖν πανταχοῦ τὴν καινοτομίαν ἐγκαλοῦσι· λά‐ λων πόλις, ἡ πόλις ἐκείνη ἦν. Ἰσιδώρου Πηλουσιώτου ἐπιστολῆς φϛαʹ. Ἐπειδὴ γέγραφας, τίνος ἕνεκεν Ἄρειος Πάγος ἐκαλεῖτο τὸ ἐν Ἀθηναῖς δικαστήριον, ἐν
20ᾧ καὶ ὁ Παῦλος ἐδημηγόρησεν, ἀντεπιστέλλω, ὅτι ὁ Ἄρης ὡς φασὶν ἐκεῖσε δίκας ἔδωκε· πάγος δὲ ὁ ὑψηλὸς τόπος· ἐν γὰρ ὄχθῳ τινὶ ἦν ἐκεῖνο τὸ δικαστήριον· ὅθεν καὶ πάγαρχοι καλοῦνται παρὰ τισὶν οἱ τῶν τόπων ἢ κωμῶν τινῶν ἄρχοντες. Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν·
25βουλόμεθα οὖν γνῶναι, τίνα θέλει εἶναι ταῦτα. Ἀθηναῖοι δὲ πάντες, καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου, εἶπεν, Τοῦ Χρυσοστόμου. Ἐνταῦθα ἐκεῖνο σημαίνεται, ὅτι καίτοι
30ἀεὶ ἐν τούτῳ ἀσχολούμενοι τῷ λαλεῖν καὶ ἀκούειν, ὅμως ξενίζοντα ἐνόμιζον εἶναι ἐκεῖνα, ἅπερ οὐδέποτε ἤκουσαν. Εἰ ἄνθρωπον ἐκήρυσσεν ἐσταυρῶσθαι, οὐ ξενὸν ἦν τὸ λεγόμενον· εἰ δὲ Θεὸν ἔλεγεν ἐσταυρῶσθαι καὶ ἐγηγέρθαι, ὄντως ξενίζοντα εἰσ‐
έφερεν εἰς τὰς ἀκοὰς αὐτῶν.285

286

(1t)

ΚΕΦ. κϛ.
2tΠερὶ τῆς ἐν Ἀθηναῖς ἐπιβωμίου γραφῆς, φιλοσόφου τὲ κηρύγματος, καὶ
3tεὐσεβείας τοῦ Παύλου.
4Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέ‐
5ρους ὑμᾶς θεωρῶ. Τοῦ Χρυσοστόμου. Ὥσπερ ἐγκωμιάζειν αὐτοὺς δοκεῖ, οὐδὲν βαρὺ λέγων· “ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.” Τοῦ αὐτοῦ Ἐκ Τοῦ Κατὰ Ἰουδαίων Λόγου. Ἐπεὶ καὶ Παῦ‐ λος εἰσελθὼν εἰς τὰς Ἀθήνας οὐκ ἀπὸ προφητῶν οὐδὲ ἐξ εὐαγγε‐
10λίων αὐτοῖς διελέγετο, ἀλλ’ ἀπὸ βωμοῦ τὴν παραίνεσιν ἐποιεῖτο· οὐκ ἐπειδὴ τὸν βωμὸν ἀξιοπιστότερον εἶναι τῶν εὐαγγελίων ἐνόμι‐ ζεν, οὐδὲ ἐπειδὴ τὰ γράμματα τὰ ἐκεῖ κείμενα τῶν προφητῶν εἶναι τιμιώτερα· ἀλλ’ ἐπειδὴ πρὸς τοὺς Ἕλληνας διελέγετο, τοὺς οὐδενὶ τῶν ἡμετέρων πιστεύοντας, ἀπὸ τῶν οἰκείων αὐτοὺς ἐχειρώ‐
15σατο δογμάτων· διὰ τοῦτό φησιν, “ἐγενόμην τοῖς Ἰουδαίοις ὡς “Ἰουδαῖος,” καὶ τὰ ἑξῆς. Τοῦτό ἐστι τὸ εἰρημένον τῷ Ἀποστόλῳ, “ἐγενόμην τοῖς ἀνό‐ “μοις ὡς ἄνομος, ἵνα κερδήσω ἀνόμους.” Ἀθηναίοις γὰρ δημηγο‐ ρῶν, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλ’ ἀπὸ
20βωμοῦ τὴν παραίνεσιν ἐποιήσατο· ἀπὸ τῶν οἰκείων αὐτοὺς ἐχει‐ ρώσατο δογμάτων· διὸ οὐκ εἶπεν ἄνομος, ἀλλ’ ὡς ἄνομος. Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπέγραπτο, ἀγνώστῳ θεῷ. Τοῦ Χρυσοστόμου. Οὐκ εἶπε τοὺς δαίμονας ἁπλῶς, ἀλλὰ
25προοδοποιεῖ τῷ λόγῳ· διὰ τοῦτο φησὶ, “δεισιδαιμονεστέρους ὑμᾶς “θεωρῶ,” διὰ τὸν βωμόν· ἐφθέγξατο φωνὴν μίαν, δι’ ἧς πάντα κατ‐ έστρεψε τὰ τῶν φιλοσόφων. οἱ μὲν γὰρ Ἐπικούρειοι αὐτόματα φησὶ καὶ ἀπὸ ἀτόμων· οἱ δὲ Στοϊκοὶ σῶμα καὶ ἐκπύρωσιν· ἀλλ’ ἔργον αὐτοῦ φησὶ τὸν κόσμον, καὶ τὰ ἐν αὐτῷ πάντα· ὅρα συντο‐
30μίαν καὶ ἐν συντομίᾳ σαφήνειαν· ὅρα τίνα ἦν ξενίζοντα αὐτούς· ὅτι ὁ Θεὸς τὸν κόσμον ἐποίησεν· ἃ καὶ τῶν τυχόντων ἴσασι τινὲς νυνὶ, ταῦτα οὐκ ᾔδεσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων οἱ φιλόσοφοι· εἰ γὰρ ἐποίησε, δηλονότι καὶ Κύριος. ὅρα τί φησι, θεότητος εἶναι
γνώρισμα τὸ δημιουργικὸν, ὅπερ ἔχει καὶ ὁ Χριστός· καὶ γὰρ οἱ286

287

προφῆται πανταχοῦ τοῦτο φασὶ, Θεοῦ τὸ δημιουργεῖν· οὐχ ὥσ‐ περ ἐκεῖνοι· ἄλλον μὲν γὰρ τὸν ποιητήν φασιν, οὐ κύριον δὲ, ὕλην ἀγέννητον ὑποθέντες. Δεισιδαίμων λέγεται ὁ δεδιὼς τὰ δαιμόνια, ὁ πάντα θειάζων
5καὶ λίθον καὶ ξύλον καὶ πνεῦμα. Τοῦ Χρυσοστόμου πρὸς τοὺς μὴ ἀπαντήσαντας εἰς τὴν σύναξιν, καὶ εἰς τὸ μὴ παρατρέχειν τὰς ἐπιγραφὰς τῶν βιβλίων· καὶ εἰς τὸ ἐπίγραμμα τοῦ βωμοῦ. Βούλεσθε μαθεῖν ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχὺς, ὅση ἡ δύναμις, ὅσος ἀπόκειται θη‐
10σαυρὸς ἐν ταῖς ἐπιγραφαῖς τῶν γραφῶν; ἀκούσατε ἵνα μὴ κατα‐ φρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων βιβλίων. εἰσῆλθεν εἰς Ἀθήνας ὁ Παῦλος ποτὲ, ἐν αὐτῷ τῷ βιβλίῳ τούτῳ ἐπιγέγραπται ἡ ἱστο‐ ρία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν ἑστηκότα, βωμὸν εἰδώλου· εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, ἀγνώστῳ
15θεῷ· καὶ οὐ παρέδραμεν, ἀλλ’ ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν βωμὸν καθεῖλε Παῦλος ὁ ἅγιος, ὁ Πνεύματος χάριν ἔχων· οὐ παρ‐ έδραμε βωμοῦ ἐπίγραμμα, καὶ σὺ ἐπιγραφὴν γραφῶν παρατρέ‐ χεις· ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι οἱ εἰδωλολάτραι, καὶ σὺ ἃ ἐπέγραψε τὸ Πνεῦμα τὸ Ἅγιον οὐ νομίζεις εἶναι ἀναγ‐
20καῖα· καὶ ποίαν ἔχεις συγγνώμην; ἀλλὰ γὰρ ἴδωμεν πόσον τὸ κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν· ἵνα ὅταν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεκολαμμένον, ὅτι τοσαύτην παρέσχε τὴν ἰσχὺν, μάθῃς ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων γραφῶν τοῦτο ποι‐ ῆσαι δυνήσεται. εἰσῆλθεν εἰς τὴν πόλιν· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέ‐
25γραπται ἀγνώστῳ θεῷ· τί ἔδει ποιῆσαι; Ἕλληνες πάντως ἦσαν ἀσεβεῖς πάντες· τί οὖν ἐχρῆν ποιῆσαι; ἀπὸ εὐαγγελίων δια‐ λεχθῆναι; ἀλλὰ καταγέλων· ἀλλ’ ἀπὸ προφητῶν; ἀλλ’ οὐκ ἐπίστευον· τί οὖν ἐποίησεν; ἐπὶ τὸν βωμὸν ἔδραμε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο· καὶ τοῦτό ἐστιν ὃ λέγει·
30“ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς “ἀνόμοις ὡς ἄνομος.” εἶδε τὸν βωμόν· εἶδε τὸ ἐπίγραμμα· ἀν‐ έστη τῷ Πνεύματι· τοιαύτη γὰρ ἡ Πνεύματος χάρις· παντόθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομένους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά· “αἰχμαλωτίζοντα” γάρ, φησι, “πᾶν νοῆμα εἰς τὴν
35“ὑπακοὴν τοῦ Χριστοῦ·” εἶδε τοίνυν τὸν βωμόν· οὐκ ἐδειλίασεν,287

288

ἀλλὰ μετέστησε τὰ γράμματα πρὸς αὐτόν· μᾶλλον δὲ τὰ γράμματα ἀφ’ οὗ μετέθηκεν αὐτῶν τὸ νόημα· καὶ καθάπερ ἐν πο‐ λέμῳ στρατηγὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον καὶ μέγαν· εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρατιώ‐
5του πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειεν, καὶ παρασκευάσει ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ Παῦλος ἐποίησε· καθάπερ ἐν παρατάξει πολεμίων, τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμ‐ μένον, πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν· ἵνα μετὰ Παύλου τοῖς Ἀθηναίοις πολεμεῖ, ἀλλὰ μὴ μετὰ Ἀθηναίων τὸν Παῦλον βάλλῃ·
10ξίφος ἦν τῶν Ἀθηναίων· μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα ἐκεῖνο· ἀλλ’ αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν· οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς ἐχειρώ‐ σατο· τοῦτο γὰρ κατὰ λόγον σημαίνει· τὸ γὰρ καινὸν καὶ παρά‐ δοξον· ὅταν τὰ τῶν πολεμίων ὅπλα, ταῦτα μηχανήματα τοῖς πολε‐
15μίοις ταῦτα προσάγηται· ὅταν τὸ ξίφος, ὃ καθ’ ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπάγῃ πληγήν· τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις· οὕτω καὶ ὁ Δαβὶδ ἐποίησε ποτέ· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ ἡ τοῦ Θεοῦ χάρις γυμνή· μηδὲν γὰρ ἀνθρώπινον ἔστω φησὶν, ὅταν ὁ Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ· ἐξῆλθε
20τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε τὸν πῦργον ἐκεῖνον· εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε, δραμὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰδ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τοῦ βαρβάρου· οὕτω καὶ ὁ Παῦλος ἐποίησεν ἐπὶ τοῦ ἐπιγράμματος τούτου· καὶ ἵνα σαφέστερος γέ‐ νηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος
25ἐρῶ· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τίς δὲ ἦν ἄλ‐ λος ἀγνοούμενος θεὸς ἀλλ’ ἢ ὁ Χριστός; εἶδες πῶς συνέτως μετ‐ έστησε πρὸς ἑαυτὸν τὸ ὄνομα· εἶδες πῶς ᾐχμαλώτισε τὸ ἐπί‐ γραμμα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ’ ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ· τί οὖν; οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτό
30φησιν; εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυ‐ μαστὸν τὸ κατόρθωμα τοῦ Παύλου· ἀλλὰ τὸ θαυμαστόν ἐστιν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μετα‐
βαλεῖν· πρότερον δὲ ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκεν ἔγραψαν οἱ288

289

Ἀθηναῖοι ἀγνώστῳ θεῷ· τίνος ἕνεκεν ἔγραψαν; πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας, πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, καὶ ἐπιχωρίους καὶ ξένους, καθάπερ ἐπ’ ἀνθρώπων· ὁρᾶτε ὅσος ὁ κατάγελως, εἰ γὰρ θεός ἐστιν, οὐκ ἔστι ξένος· τῆς
5γὰρ οἰκουμένης ἁπάσης δεσπότης ἐστί· τούτους τοίνυν τοὺς μὲν παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων. καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπειροι, καὶ ταύτας ἂν ὑμῖν ἀνέγνων τὰς ἱστο‐ ρίας ἁπάσας· ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ
10μικρὸν εἰσηνέχθησαν αὐτοῖς· ὁ μὲν ἐπὶ τῶν πατέρων, οἱ δὲ ἐπὶ τῶν πάππων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς αὐτῶν, συνελθόντες εἶπον, ὅτι ὥσπερ τούτους ἠγνόουμεν φησὶν, εἶτα ὕστερον αὐτοὺς ἐδεξά‐ μεθα καὶ ἐγνωρίσαμεν· οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμε‐ νον καὶ ὄντα θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ’ ὑμῶν· καὶ διὰ τοῦτο
15λανθάνειν ἀμελούμενον, καὶ μὴ θεραπευόμενον· τί οὖν; ἵνα γένηται, ἔστησαν βωμὸν καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος, ὅτι καὶ εἴτις ἐστὶ θεὸς ἕτερος οὐδέπω γνωσθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν· ὅρα ὑπερβολὴν δεισιδαιμονίας· διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη “κατὰ πάντα ὡς δεισιδαιμονεστέ‐
20“ρους ὑμᾶς θεωρῶ·” οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θεραπεύ‐ ετε μόνον, ἀλλὰ καὶ τοὺς οὔπω γνωρισθέντας ὑμῖν. ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν ἀγνώστῳ θεῷ· ὁ δὲ Παῦλος ἑτέρως ἠρμήνευσεν· οἱ μὲν τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸν μετέστησε πρὸς τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ’ ἑαυτοῦ στήσας
25ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· “ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς, “τοῦτον ἐγὼ καταγγέλλω,” φησίν· ἄγνωστος γὰρ θεὸς οὐκ ἄλλος ἐστιν, ἀλλ’ ἢ ὁ Χριστός· καὶ ὅρα σύνεσιν πνευματικήν· ἤμελλον αὐτῷ ἐγκαλεῖν μετὰ ταῦτα, ὅτι ξενίζοντα δόγματα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· ὅτι καινοτομεῖς· ὅτι θεὸν εἰσφέρεις ὃν οὐκ ἴσμεν·
30βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινο‐ τομίαν, καὶ διδάξαι ὅτι οὐ ξενὸν κηρύττει θεὸν, ἀλλ’ ὃν προσλαβόν‐ τες αὐτοὶ διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι “ὃν
“ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν·” ὑμεῖς με289

290

προελάβετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν κήρυγμα· μὴ τοίνυν ἐγκαλεῖ μοι ὅτι ξενὸν εἰσφέρω θεὸν, τοῦτον γὰρ καταγ‐ γέλλω ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν ἑαυτοῦ τρό‐ πῳ, θεραπεύετε δὲ ὅμως· οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ
5Χριστῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ’ ἀπὸ τούτου ὑμᾶς, καὶ πρὸς ἐκεῖνον, ἀναγαγεῖν δύναμαι· οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ’ ἀπέστησαν ἀπὸ τῆς σωματικῆς θερα‐ πείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν, οἱ πιστεύσαντες ἅπαντες· εἶδες πῶς ἐχειρώσατο αὐτοὺς, οὐκ ἀπὸ εὐαγγελίων, οὐκ ἀπὸ προ‐
10φητῶν, οὐκ ἀπὸ ῥημάτων πνευματικῶν, ἀλλ’ ἀπὸ ἐπιγράμματος· μὴ παράτρεχε τοίνυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων γραφῶν· ἂν μὲν γὰρ νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐπ’ ἀλλοτρίοις εὑρήσεις τι χρήσιμον· ἂν δὲ ῥάθυμος καὶ ἀναπεπτωκὼς ᾖς, οὐδὲ ἀπὸ τῶν γραφῶν ἔσται σοί τι πλέον· ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, ἁπαν‐
15ταχόθεν κερδαίνει, οὕτως ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς ἄπεισι. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγ‐ γέλλω ὑμῖν. Κυρίλλου. Τουτέστι τὸν Θεὸν τὸν ὕψιστον· οἱ γὰρ δείλαιοι
20Ἕλληνες οἴονται εὐσεβεῖν καὶ τὸν ὄντως ὄντα Θεὸν, ἐὰν τοῖς λοι‐ ποῖς θεοῖς σχοῖεν τὸ σέβας αὐτοῦ· ἀγνοοῦντες ὅτι μείζονος τιμω‐ ρίας ἀξιωθήσονται, τὸ φῶς τῷ σκότει συγκρίνοντες, καὶ τῷ φαύλῳ τὸ ἀγαθὸν, καὶ τῷ ἀλόγῳ τὸ νοερὸν, καὶ τῷ εὐτελεῖ τὸ θεῖον· ὅθεν καὶ μωροὺς αὐτοὺς ἐκάλεσε λέγων, “φάσκοντες εἶναι σοφοὶ ἐμω‐
25“ράνθησαν.” Τοῦ Χρυσοστόμου. Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ κατὰ καιρὸν πολλοὺς ἐδέξαντο θεοὺς, καὶ ἀπὸ τῆς ὑπερορίας, οἷον τὸ τῆς Ἀθηνᾶς ἱερὸν, οἷον τὸν Πάνα, καὶ ἄλλους πολλαχόθεν, δεδοικότες μήποτε καὶ ἄλλος τις ᾖ, αὐτοῖς μὲν οὐδέπω γνώριμος, θεραπευό‐
30μενος δὲ ἀλλαχοῦ, ὑπὲρ πλείονος δῆθεν ἀσφαλείας, καὶ τούτῳ βωμὸν ἔστησαν· καὶ ἐπειδὴ οὐκ ἦν δῆλος ὁ θεὸς, ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τοῦτον οὖν Χριστὸν Ἰησοῦν εἶναι φησὶ, τὸν πάντων
Θεὸν, “τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν·” ὅρα πῶς δείκνυσι προειλη‐290

291

φότας αὐτούς· καὶ οὐδὲν ξένον φησὶν, οὐδὲν καινὸν προσφέρω· ἄνω, κάτω τοῦτο ἔλεγον· τίς ἡ καινὴ αὕτη λαλουμένη ὑπὸ σοῦ διδαχή; ξενίζοντα τινὰ εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Ἐξ ἀνεπιγράφου. Ὥσπερ ἐστὶ ζῆλον Θεοῦ ἔχειν μὴ κατ’
5ἐπίγνωσιν, οὕτω καὶ εὐσεβεῖν ἐστι καὶ ἀγνοεῖν τὸν Θεόν· ἑκάτερον δὲ πρόθεσιν δηλοῖ χρηστὴν, ἐσφαλμένην δὲ ὅμως· ἄξιον τοίνυν θαυμάσαι τοῦ Παύλου τὴν σύνεσιν, πρῶτον μὲν ἀφ’ ὧν ἔπραττον, ἀπὸ τούτων αὐτοῖς ἀναπλέξαντα τὴν μυσταγωγίαν· δεύτερον δὲ, τοῦ ἐπὶ τὸν λόγον τοῦτον εὐθέως αὐτοὺς ἀγαγεῖν τὸν περὶ δημιουργίας·
10ἅτε πολλοὺς τῶν Ἐπικουρείων, ὡς καὶ ὁ συγγραφεὺς ἐπισημαί‐ νεται, παρεστῶτας ὁρῶντα· οὗτοι δὲ ἀγένητον τὸν κόσμον καὶ ἐξ αὐτοματισμοῦ φασί· τρίτον, τοῦ τῶν ξοάνων ἀνατροπὴν ποιή‐ σασθαι, ἅτε καὶ δεομένων τῆς διὰ χειρῶν ἀνθρώπων θεραπείας· εἰ μὴ γὰρ ἐπιμελοῖντο, διαφθείρονται· τὸ τέταρτον, τοῦ λέγειν ἐξ
15αὐτοῦ τοῦ Θεοῦ καὶ τὸ ἀναπνεῖν ἡμῖν ὑπάρχειν· πέμπτον, τοῦ ἐκ τοῦ Ἀδὰμ πάντων τῶν ἐθνῶν διδάξαι τὴν γένεσιν· ἕκτον, τοῦ τοὺς αὐτῶν αὐτοῖς περὶ τῶν λεγομένων προσφέρειν μάρτυρας· πρὸς δὲ τούτοις ἅπασι τὸν περὶ τῆς οἰκονομίας αὐτοῖς παραθεῖναι λόγον, ἀρξάμενον ἀπὸ μετανοίας, καὶ τοῦτον ἀμυδρῶς καὶ ἐπικεκαλυμ‐
20μένως· οὐ γὰρ ἐκ πρώτης ἀκροάσεως δυνατοὶ ἦσαν περὶ τῆς θεό‐ τητος ἀκούειν τοῦ Ἰησοῦ· διὸ ἀπὸ τῆς ἐνανθρωπήσεως ἄρχεται, ἀκροβολισάμενος αὐτοῖς καὶ τὸν περὶ ἀναστάσεως λόγον· περὶ ἧς καὶ ζήτησιν πάρεσχε τισὶ, καὶ πίστιν ἐκ τῆς ζητήσεως. Τοῦ Χρυσοστόμου. Οὐ γὰρ ἦν δυνατὸν διὰ τῆς ἔξωθεν σο‐
25φίας τὴν ἀκρίβειαν γινώσκειν· αὕτη γὰρ καθάπερ τις θεραπαινὶς ἠτιμωμένη, οὐκ ἠφείθη ἔνδον εἰσελθεῖν καὶ παρακύψαι εἰς τὰ δεσμωτικὰ μυστήρια. Διδύμου. Ὥσπερ ἐστὶ ζῆλον Θεοῦ ἔχειν μὴ κατ’ ἐπίγνωσιν, οὕτω καὶ εὐσεβεῖν καὶ ἀγνοεῖν τὸν Θεόν· ἑκάτερον γὰρ δηλοῖ πρό‐
30θεσιν χρηστὴν, ἐσφαλμένην δέ· τοιοῦτοί εἰσιν οἱ τῇ κτίσει προσ‐ κυνοῦντες, καὶ οἱ διώκοντες τοὺς προφήτας καὶ τὸν Υἱὸν τοῦ Θεοῦ· καὶ ἀγνοοῦντες τὸν Θεὸν, οἰόμενοι δὲ εὐσεβεῖν ἢ εἰδέναι τὸν Θεὸν, ἀγνοοῦντες δὲ τὴν οἰκονομίαν αὐτοῦ· ὁ γὰρ τοῦ κόσμου δημιουργὸς
οὐκ αἰσθητὴ οὐσία ἐστί· διὸ καὶ ἀπερίγραφος καὶ τόπῳ ἀπεριό‐291

292

ριστος, οὐκ ἐν ναοῖς ἐξ ἀνθρώπων γεγονόσιν ἐνοικεῖ, κατὰ τὰ ἀγάλ‐ ματα πρὸς ἄνθρωπον ἢ ἕτερον κτίσμα μεμορφωμένα, ὡς δεῖσθαι ἀνθρωπίνης αὐτῷ προσαγομένης θεραπείας, οἷον θυσίων, ἢ τινὸς τοιούτου· ἐκείνῳ γὰρ ἀρέσκεται, ὃς οὐ χαρακτηρίζει αὐτὸν ἐν
5τόπῳ, οὔτε ἀφομοιοῖ αὐτὸν αἰσθητῇ μορφῇ· τῷ μὴ εἶναι αὐτὸν ὅμοιον μηδεμιᾷ αἰσθητῇ ἐνθυμήσει· εἰ δὲ “ἐν αὐτῷ πάντες ζῶμεν, “καὶ ἐσμὲν, καὶ κινούμεθα·” οὐκοῦν διὰ πάντων χωρῶν οὐκ ἐν τόπῳ ἐστι περίγραπτος· οὗτος ἐκ τοῦ Ἀδὰμ ἐποίησε γένος πρὸς τὸ οἰκεῖν πᾶσαν τὴν γῆν· οὗτος πατὴρ τοῦ παντὸς ἀνθρώπων γένους
10ὡμολόγηται· τοῦτον τέχνη οὐ δύναται γνωστὸν ποιῆσαι· ἀλλὰ “μόνος ὁ Υἱὸς τὸν Πατέρα ἀποκαλύπτει, καὶ ὁ Πατὴρ τὸν Υἱὸν “οἷς βούλεται·” “οὐ σὰρξ καὶ αἷμα,” τουτέστιν ἀνθρωπίνη ἐπίνοια. Ἰσιδώρου Πηλουσιώτου Ἐπιστολῆς αφλϛʹ. Δύο φησὶν
15αἰτίας εἶναι τῷ ἐπιγεγράφθαι Ἀθήνῃσι τῷ βωμῷ, ἀγνώστῳ θεῷ· οἱ μὲν γάρ φασιν ὡς Φιλιππίδην ἔπεμψαν Ἀθηναῖοι ἡμεροδρόμον πρὸς Λακεδαιμονίους περὶ συμμαχίας, ἡνίκα Πέρσαι ἐπεστράτευσαν τῇ Ἑλλάδι· ᾧ κατὰ τὸ Παρθένιον ὅρος Πανὸς φάσμα ἐντυχὸν, ᾐτιᾶτο μὲν Ἀθηναίους ὡς ἀμελοῦντας αὐτοῦ, ἄλλους θεοὺς θερα‐
20πεύοντας, βοηθεῖν δὲ ἐπηγγέλλετο· νικήσαντες οὖν, βωμὸν ᾠκοδό‐ μησαν, καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· ἄλλοι δέ φησιν, ὅτι λοιμὸς κατέσκηψε ποτὲ Ἀθηνάζε· καὶ εἰς τοσοῦτον αὐτοὺς ἐξέκαυσεν, ὡς μηδὲ τῶν λεπτοτάτων σινδόνων ἀνέχεσθαι· τοὺς νομιζομένους οὖν θεοὺς αὐτῶν θεραπεύοντες, οὐδὲν ἀπώναντο· ἐννοήσαντες οὖν ὅτι ἴσως
25τίς ἐστι θεὸς, ὃν αὐτοὶ κατέλιπον ἀγέραστον, ὁ τὸν λοιμὸν κατα‐ πέμψας, νέον δειμάμενοι βωμὸν, καὶ ἐπιγράψαντες ἀγνώστῳ θεῷ, καὶ θύσαντες, εὐθέως ἐθεραπεύθησαν· ταῦτα λαβὼν ὁ Παῦλος, ἐκ τῶν οἰκείων δογμάτων τοὺς μέγα ἐπὶ σοφίᾳ φρονοῦντας Ἀθηναίους ἐχειρώσατο.
30 Ὁ Θεὸς, ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, Τοῦ Χρυσοστόμου. Ἵνα μὴ νομίσωσιν ἕνα τῶν πολλῶν εἶναι θεὸν, τὸν ὑπ’ αὐτοῦ κηρυττόμενον, διορθοῦται ἐπάγων, “οὐκ ἐν χει‐
“ροποιήτοις ναοῖς κατοικεῖ.”292

293

Οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται, προσδεόμενος τινὸς, Τοῦ αὐτοῦ. Ὁρᾶς πῶς κατὰ μικρὸν εἰσάγει τὴν φιλοσοφίαν· πῶς καταγελᾷ τῆς Ἑλληνικῆς πλάνης. Καὶ μετ’ ὀλίγα—Ἐν‐
5ταῦθα λοιπὸν αἰνιγματωδῶς εἶπε τὸ αὐτοῦ καὶ ἔστησε, καὶ καθαι‐ ρεῖ τὸ ἐκείνων· οἰκεῖ μὲν γὰρ ἐν ναοῖς, ἀλλ’ οὐκ ἐν τοιούτοις· ἀλλ’ ἐν ἀνθρωπίνῃ ψυχῇ τὴν σωματικὴν ἀνεῖλε λατρείαν· τί οὖν; οὐ κατῴκει ἐν τῷ ναῷ τῶν Ἱεροσολύμων; οὐ δῆτα, ἀλλ’ ἐνήργει· πῶς οὖν ἐθεραπεύετο ὑπὸ χειρῶν ἀνθρώπων παρὰ Ἰουδαίοις; οὐχ
10ὑπὸ χειρῶν, ἀλλ’ ὑπὸ διανοίας· ἐπεὶ ἐκεῖνά γε οὐ ζητεῖ οὗτος, ὡς προσδεόμενος· “μὴ φάγομαι,” φησὶ, “κρέα ταύρων, ἢ αἷμα τρά‐ “γων πίομαι;” Αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· Τοῦ αὐτοῦ. Δύο τεκμήρια θεότητος, τὸ αὐτόν τε μηδένος
15δεῖσθαι, καὶ πᾶσι πάντα παρέχειν. πάραγε ἐνταῦθα Πλάτωνα, ὅσα περὶ Θεοῦ ἐφιλοσόφησεν, ὅσα Ἐπίκουρος, καὶ πάντα λῆρος πρὸς ταῦτα· “διδούς,” φησι, “ζωὴν καὶ πνοήν.” ἰδοὺ καὶ τῆς ψυχῆς δημιουργὸν αὐτὸν ποιεῖ, οὐ γεννήτορα. Ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων,
20κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, Τοῦ αὐτοῦ. Ταῦτα βελτίω ἐκείνων· καὶ πόση κατηγορία τῶν τε ἀτόμων καὶ τῆς ὕλης· ὅτι οὐκ ἔστι μερικὴ, οὐδὲ ψυχὴ τοῦ οὐρανοῦ· τοῦτο δὲ οὐκ ἔστι δημιουργὸν εἶναι, ὅπερ ἐκεῖνοι φασὶν, ἀλλὰ καὶ διανοίᾳ θεραπεύεται αὐτὸς, οὐκ οἱ μερικοὶ δαίμονες· καὶ
25τὰ πάντα αὐτοῦ ἐστι φησί· πῶς καὶ ἄνθρωπος γέγονε πρότερον ἔδειξεν· ὅτι οὐ κατοικεῖ, καὶ τότε ἀπεφήνατο· εἰ ὁ Θεὸς, πάντα ἐποίησε δηλονότι· εἰ δὲ μὴ ἐποίησεν ὁ Θεὸς, θεοὶ οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· πολλῷ μείζονα δόγματα εἰσάγει· καίτοι οὐδέπω τὰ μεγάλα εἶπεν, ἀλλ’ ὡς παισὶ διελέ‐
30γετο· καὶ πολλῷ μείζω ταῦτα ἐκείνων ἦν, τὴν δημιουργίαν, τὴν κυριότητα, τὸ ἀνενδέες, τὸ πάντων αἴτιον ἀγαθῶν ἐδήλωσεν· ἀλλὰ πῶς θεραπεύεται εἶπεν· οὔπω καιρός· τί τούτου τοῦ ὑψηλοῦ ἶσον; θαυμαστὸν καὶ τοῦτο, ἐξ ἑνὸς ποιῆσαι τοσούτους· ἀλλὰ καὶ ποιή‐
σας αὐτοὺς συγκρατεῖ.293

294

Ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλα‐ φήσειεν αὐτὸν ἢ εὕροιεν, Τοῦ αὐτοῦ. Ὥρισε ζητῆσαι τὸν Θεόν· ἀλλ’ οὐ διὰ παντὸς
5τοῦτο ὥρισεν, ἀλλὰ προστεταγμένους καιρούς· δεικνὺς, ὅτι νῦν οὐχὶ ζητήσαντες εὗρον· ἐπειδὴ γὰρ ζητήσαντες οὐχ εὗρον, δείκνυ‐ σιν ὅτι οὕτως ἦν φανερὸς, ὥσπερ ἂν εἰς μέσον ψηλαφώμενος· οὐ γὰρ ἐνταῦθα μὲν ἦν οὐρανὸς, ἀλλαχοῦ δὲ οὐ· οὐδὲ ἐν τούτῳ μὲν τῷ χρόνῳ ἦν, ἄλλῳ δὲ οὐ· ὥστε καὶ κατὰ πάντα καιρὸν καὶ κατὰ
10πᾶσαν ὁροθεσίαν δυνατὸν αὐτὸν εὑρεῖν· οὕτως ᾠκονόμησεν, ὥστε μήτε τόπῳ κωλύεσθαι, μήτε χρόνῳ· αὐτὸ γὰρ δὴ τοῦτο μάλιστα συνεβάλλετο, τῷ πανταχοῦ εἶναι τὸν οὐρανὸν, τῷ ἐν παντὶ χρόνῳ ἑστάναι. Καίγε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
15ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· Τοῦ αὐτοῦ. Βαβαὶ πᾶσιν ἐγγύς ἐστι τοῖς πανταχοῦ τῆς οἰ‐ κουμένης οὖσι· τί τούτου μεῖζον; ὅρα πῶς καθαιρεῖ τοὺς μερι‐ κούς· τί λέγω μακράν; οὕτως ἐγγύς ἐστιν, ὡς χωρὶς αὐτοῦ μὴ ζῆν· “ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν,” ὥσπερ ἐν σω‐
20ματικῷ ὑποδείγματι, ὥσπερ ἀδύνατον ἀγνοῆσαι τὸν ἀέρα πανταχοῦ κεχυμένον· “καὶ οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκαστοῦ ἡμῶν ὑπάρχοντα,” μᾶλλον δὲ καὶ ἐν ἡμῖν ὄντα· ὅρα πῶς τὴν πρόνοιαν αὐτοῦ φησι καὶ τὴν συγκρότησιν· τὸ εἶναι παρ’ αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ μὴ ἀπόλεσθαι.
25 Ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασι, τοῦ γὰρ καὶ γένος ἐσμέν. Τοῦ αὐτοῦ. Ἀλλ’ οὐδὲν ἶσον εἶπεν ὁ ποιητὴς ἐκεῖνος· “τοῦ “γὰρ καὶ γένος ἐσμὲν” φησὶ, ἀλλ’ ἐκεῖνος μὲν περὶ Διὸς εἶπεν, οὗτος δὲ περὶ τοῦ δημιουργοῦ αὐτὸ λαμβάνει· οὐ τὸν αὐτὸν ἐκείνῳ
30νοῦν λέγων· μὴ γένοιτο· ἀλλὰ τὸ κυρίως ἐπ’ αὐτῷ λέγων· ἐπεὶ καὶ βωμὸν τούτου εἶπεν, οὐκ ἐκείνου ὃν ἔσεβον· εἴρηται μὲν γὰρ τινὰ καὶ πράττεται εἰς τοῦτον· ἀλλ’ οὐκ ἴστε, ὅτι εἰς τοῦτον. εἰπὲ
γάρ μοι, περὶ τίνος ἂν λεχθείη κυρίως ἀγνώστῳ θεῷ; περὶ τοῦ294

295

δημιουργοῦ, ἢ περὶ τοῦ δαίμονος, ὅτι πάντα πεπλήρωται τοῦ θεοῦ; ἢ τοῦ Διὸς μιαροῦ τινὸς ἀνθρώπου καὶ καταπύστου; ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ Παῦλος εἶπε· μὴ γένοιτο· ἀλλ’ ἑτέρῳ νῷ· γένος γὰρ Θεοῦ εἶπεν ἡμᾶς εἶναι, τουτέστιν οἰκείους, ἐγγυτάτους· ὥσπερ
5παροίκους καὶ γείτονας ὅταν λέγῃ. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομί‐ ζειν, χρυσῷ ἢ ἀργυρίῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Ἐπειδὴ ἐκ τοῦ γένους ἡμῶν εὐδόκησεν ὁ Θεὸς τεχθῆναι ἐπὶ τῆς
10γῆς. Τοῦ Χρυσοστόμου. Οὐκ εἶπεν, οὐκ ὀφείλετε νομίζειν, χρυσῷ ἢ ἀργύρῳ τὸ θεῖον εἶναι ὅμοιον· καὶ μιαροί ἐστε καὶ παμμίαροι· εἶτα τὸ ταπεινότερον τοῦτο, “οὐκ ὀφείλομεν νομίζειν,” φησὶ, ὑπὲρ τοῦτο Θεός· οὐδὲ τοῦτο· ἀλλ’ οὐδὲ λέγομεν τούτῳ “τὸ θεῖον εἶναι ὅμοιον·”
15τίς γὰρ ἂν εἴποι; ὅρα πῶς τὸ ἀσώματον εἰσήγαγεν· ἡ γὰρ διά‐ νοια ὅταν ὑποπτεύσῃ σῶμα, καὶ διάστημα ὑπονοεῖ. Καὶ μετ’ ὀλίγα—Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὅμοιοι ἐκείνοις κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός· τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας· ἀλλ’ οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ διανοίᾳ ὑποβάλλεται, φησίν· ἢ τέχνη
20ἢ διάνοια εὗρεν· ὅπερ οὖν τέχνη οὐκ εὑρίσκομεν αὐτόν· διπλοῦν τὸ ἔγκλημα· ὅτι τὲ ἐκεῖνον οὐχ εὗρον, καὶ τοιούτους εὗρον· οὐδα‐ μοῦ διάνοια ἀξιόπιστος καθ’ ἑαυτήν. Διδύμου. Οὐ μόνον, φησὶν, οἱ κατ’ εὐσέβειαν ζῶντες δηλοῦνται γένος Θεοῦ, ἀλλὰ καὶ πᾶς, διὰ τὸ μὴ εἶναι ἡμᾶς ἀπολλυμένης
25φύσεως· εἰ καί τινες φαίνονται τὸ ἀκριβὲς μὴ σώζοντες τῆς θεο‐ σεβείας, οἷος ὁ Ἄρατος ὁ τοῦτο εἰπών. Ἀμμωνίου. Σημείωται ὅτι οὐ δύναται νοῦς ἀνθρώπου κατα‐ λαβεῖν τὸν Θεὸν, ὡς ἔστι φύσει· καὶ τοὺς λέγοντες ἀνθρωπόμορ‐ φον τὸ θεῖον, δεῖ ἐπιστομίζειν ἐκ τῶν προκειμένων ῥητῶν· εἰ γὰρ
30δύναται ἄνθρωπος πλάσαι, ἢ γλύψαι, ἢ γράψαι ἄνθρωπον, ἤτοι
ἀνθρώπου ὁμοίωμα, ἢ ἄλλου οἱουδηποτοῦν ἐπὶ γῆς φαινομένου295

296

εἰκόνα ἐκτυπῶσαι· οὐδενὶ δὲ ἔοικε τῶν χειροποιήτων ὁ Θεὸς, κατὰ τὸ εἰρημένον τῷ Ἀποστόλῳ, ἄρα ἀπερίγραφον, ἀκατάληπτον, ἀνεί‐ δεον, ἀσώματον, ἄδηλον τὸ θεῖον· μήτε ἀνθρώπου μορφῇ ἢ ἄλλο τινὶ ἐοικός· εἰκὸς γὰρ τοὺς Ἕλληνας μὴ μόνον τὰ ἀνθρωπόμορφα
5ξόανα σέβειν, ἀλλὰ καὶ τοὺς ἀλλοίας ὄντας μορφῆς ὡς θεοὺς, οἷον, ἴβεις, καὶ αἰλούρους, καὶ πιθήκους, καὶ ἄλλα τούτοις παρα‐ πλήσια. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις
10 Τοῦ Χρυσοστόμου. Τί οὖν οὐδεὶς κολάζεται τούτων; οὐδεὶς θελόντων μετανοεῖν· περὶ τούτων φησὶν, οὐ περὶ τῶν ἀπελθόντων· ἀλλ’ οἷς παραγγέλλει· οὐκ ἀπαιτεῖ λόγον ὑμᾶς φησίν· οὐκ εἶπε παρεῖδεν, οὐκ εἶπεν εἴασεν, ἀλλ’ ἠγνοήσατε· ὑπερεῖδε, τουτέστιν οὐκ ἀπαιτεῖ κόλασιν, ὥσπερ ἀξίους ὄντας κολασέως, ἠγνοήσατε·
15καὶ οὐ λέγει ἑκόντες ἐκακουργήσατε· ἀλλὰ τοῦτο διὰ τῶν ἄνω ἔδειξεν. Ὅπερ γὰρ ἐπὶ ἡλίου καὶ σελήνης καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων ἐποίησεν· οὐ τοῖς μὲν πλουτοῦσι καὶ σοφοῖς πλείονος μεταδιδοὺς τῆς ἀπὸ τούτων χορηγίας, ἐλάττονος δὲ τοῖς πένησιν·
20ἀλλ’ ἴσην ἅπασι τὴν ἀπόλαυσιν προτιθεὶς, τοῦτο καὶ ἐπὶ τοῦ κη‐ ρύγματος εἰργάσατο· καὶ πολλῷ πλεῖον· ὅσῳ καὶ ἀναγκαιότερον τοῦτο ἐκείνων. Σευήρου Ἐκ Τοῦ Κατὰ Ἀλέξανδρον συντάγματος. Παρα‐ στήσας γὰρ αὐτοῖς διὰ πάσης τῆς δημηγορίας καὶ διαλέξεως·
25ὅτι παρ’ ὅλον τὸν βίον αὐτῶν ἠγνόησαν τὸν ὄντα Θεὸν, διὰ τῶν αὐτῶν τούτων βούλεται τὸ μέγεθος τῆς φιλανθρωπίας ἐνδείξασθαι· καὶ φησὶ, τῶν χρόνων τούτων τὴν ἄγνοιαν ὑπεριδὼν, τουτέστι ὑπερ‐ βὰς, καὶ δέον κολάσαι, μὴ κολάζων, καλεῖ τανῦν πρὸς μετάνοιαν· ἐξεπίτηδες πληθυντικῶς ὀνομάσας τοὺς χρόνους, ἵνα μᾶλλον ἐξάρῃ
30τὴν δωρέαν. Ἀμμωνίου. Οὐκοῦν εἰ ὑπερεῖδεν ὁ Θεὸς τὰ ἐξ ἀγνοίας γενό‐ μενα τοῖς ἀνθρώποις παραπτώματα ἀπὸ καταβολῆς κόσμου, καὶ
παντὶ δίδωσι τῶν παραπτωμάτων ἄφεσιν, εἰκότως ἐπ’ ἐσχάτου τῶν296

297

καιρῶν ἐπεδήμησεν· ἵνα ἐφ’ ὅσον ἀναβάλλεται τὴν ἑαυτοῦ παρουσίαν· ἐπὶ τοσοῦτον δειχθῇ αὐτοῦ ἡ ἀμέτρητος φιλανθρωπία· ἐξ ὧν πολυ‐ πλασιαζόμενα τὰ κακὰ συγχωρεῖ, καὶ τῶν μελλόντων συσφίγγει τὸν χρόνον· ἵνα ἐν τῇ ὀλιγότητι τοῦ χρόνου διασωθῇ ἡ πίστις· διὸ
5δὴ ἔλεγεν αὐτοῖς· “ἄρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν “πίστιν ἐπὶ τῆς γῆς;” καὶ μή μοι λέγε, τί πρὸς τοὺς τετελευ‐ τηκότας; ὅπουγε καὶ αὐτοῖς ἐκηρύχθη τὸ τῆς ἀληθείας εὐσεβὲς μυστήριον· καὶ πάντες οἱ πιστεύσαντες ἐλύθησαν ἐκ τῶν τοῦ θανάτου δεσμῶν· καὶ ἀνελθόντες ἐξ ᾅδου μετῴκησαν εἰς τὸν παρά‐
10δεισον· καὶ ὅτι τοῦτο ἀληθὲς, δυνατὸν μᾶλλον καὶ ἐξ ἐκείνου στο‐ χάσασθαι· οἴδαμεν ὅτι ἐν τῇ ὥρᾳ ᾗ ἀπέθανεν Ἰησοῦς, ὁ Θεὸς ἡμῶν, πολλοὶ νεκροὶ ἀνέστησαν καὶ ὤφθησαν ἐν Ἱεροσολύμοις κατὰ τὸ προφητευθέν· “ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς “μνημείοις·” ὡς ἐκ τούτου γνῶναι ἡμᾶς, ὅτι κατελθὼν εἰς ᾅδου ὁ
15Κύριος, καὶ κηρύξας ἄφεσιν τοῖς εἰς αὐτὸν πιστεύουσιν, ἀπέλυσε τὰς ψυχὰς τῶν εἰς αὐτὸν πιστευσάντων· ἅπαντες δὲ οὐκ ἐπίστευσαν, διὸ οὐδὲ πάντα τὰ σώματα τῶν κεκοιμημένων ἀνέστη τότε, ἀλλὰ τινά· οὐκ εἶπε δὲ τὸ Εὐαγγέλιον, ὅτι Ἰουδαίων μόνον ἀνέστησε σώ‐ ματα, ἀλλ’ ἀορίστως εἰπὼν “πολλοὶ,” ἐδήλωσεν ὅτι καὶ Ἑλλήνων·
20ἦσαν γὰρ ἀπὸ χρόνων αἰωνίων, καὶ σώματα ἐκεῖ ἐθνικῶν, διὰ τὸ πρῴην ὑπὸ Ἑλλήνων τὴν χώραν οἰκεῖσθαι· καὶ ὕστερον πάλιν λαβόντων τῶν Ἰουδαίων τὴν πόλιν, μὴ ἐξολοθρευθῆναι τὸν Ἰεβουσαῖον λαὸν εἰς τέλος, ἀλλὰ κατοικῆσαι ἐν μέσῳ τῆς Ἰούδα· καὶ μή μοι τις λεγέτω, καὶ πῶς με πείθεις, καὶ περὶ τῶν λοιπῶν ψυχῶν;
25ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν καταλαμβάνομεν· εἰ μὲν γὰρ οἷόν τε ἦν βλέψειν ἡμᾶς τοὺς ὄντας ἐν σώμασι ψυχὰς ἀνθρώπων, εἴχομεν ἂν ἰδεῖν πάντας τοὺς ἀνελθόντας ἐκ τοῦ ᾅδου πιστοὺς, καὶ εἰς παράδεισον ἢ εἰς οὐρανοὺς ἀποπτάντας· ἐπειδὴ δὲ οὐ δύναται φύ‐ σις ἀνθρώπου ἐν σαρκὶ οὖσα πνεῦμα λεπτομερὲς, ὅ ἐστι ψυχὴ,
30ὀφθαλμοῖς θεωρῆσαι, εἰκότως πρὸς πειθὼ τινὰς ἡμῖν παρέστησε μετὰ τῶν σωμάτων, ἵνα θεωροῦντες αὐτοὺς πεισθῶμεν· ἄτοπον γὰρ ἦν πάντας ἐγεῖραι τοὺς νεκροὺς τοὺς ἀπὸ καταβολῆς κόσμου τετελευτηκότας, πιστεύσαντας δὲ ἐν ᾅδου· πρῶτον μὲν ἵνα μὴ
πρὸ καιροῦ γένηται ἀνάστασις πολλῶν, ἀρκούντων καὶ ὀλίγων πεῖ‐297

298

σαι τοὺς ἀφιλονείκως τῇ ἀληθείᾳ πιστεύοντας, μᾶλλον δὲ πολλῶν κατὰ τὸ εἰρημένον ἐν τῷ Εὐαγγελίῳ· ἔπειτα δὲ διὰ τὸ ἐγκεκαλυμ‐ μένως ποιεῖν αὐτὸν τὰ σημεῖα, δι’ ὧν ἐπειθόμεθα τῇ ἀληθείᾳ· ὅθεν καὶ αὐτὸς οὐ μετὰ φαντασίας κατῆλθεν ἐπὶ γῆς, ἀλλὰ λεληθότως
5θεσμῷ ἀνθρώπων, γενόμενος ἐκ γυναικὸς, καὶ ποιῶν σημεῖα καὶ ἰάσεις, δι’ ὧν ἔπειθεν ὅτι Θεὸς ἦν· ἵνα οἱ δόκιμοι φανῶσιν· οὕτως οὖν καὶ ἐπὶ τούτου ἐποίησεν· ἐν μέρει τινὶ τῆς γῆς ὀφθαλμοφανῶς παραστήσας τοὺς νεκροὺς τοῖς ζῶσιν, ἵνα διὰ τῶν αὐτόπτως ἑωρα‐ κότων οἱ λοιποὶ πεισθῶμεν· μὴ μόνον περὶ τῆς τῶν νεκρῶν ἀφέ‐
10σεως, ἀλλὰ καὶ περὶ τῆς αὐτοῦ ἐπιδημίας, ἥτις οὐκ ἐν ὅλῃ τῇ γῇ γέγονεν, ἀλλ’ ἐν μέρει τινὶ τῆς γῆς. διὰ τῶν αὐτὸν ἑωρακότων ἐπι‐ στοποιήθη πάσῃ τῇ γῇ, ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν, ἀπὸ ἄρκτου καὶ μεσημβρίας. Πάντας πανταχοῦ μετανοεῖν·
15 Τοῦ Χρυσοστόμου. Πάλιν τὴν οἰκουμένην αἰνίττεται· ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν μερικῶν· ὁρᾶ πῶς πάλιν τὸ πάθος δηλοῖ· ὅρα τὸ ἔμπαλιν δι’ ἄνθρωπον· ὅτι γὰρ ἀληθὴς ἡ κρίσις, δῆλον ἐκ τῆς ἀναστάσεως· συγκατασκευάζεται γὰρ ὅτι πάντα ἀληθῆ ἃ εἶπε· δῆλον ἐξ ὧν ἀνέστη· πᾶσι γὰρ ταύτην παρέχειν πίστιν τὸ ἀνα‐
20στῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ τοῦτο λοιπὸν δῆλον. Καθὸ ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκου‐ μένην ἐν δικαιοσύνῃ, Τοῦ αὐτοῦ. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ τοῖς
25καταδίκοις. Σευήρου Ἀντιοχείας ἐκ τῆς πρὸς Ἀναστάσιον διάκο‐ νον ἐπιστολῆς. Μία γάρ ἐστιν ἡ πάντων ἀνάστασις· καὶ μίαν ἡμέραν ὥρισεν ὁ Θεὸς, “ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαι‐ “οσύνῃ·” μεθ’ ἣν ἡμερῶν καὶ νυκτῶν οὐκ ἔσται περίοδος καὶ μηνῶν
30καὶ ἐνιαυτῶν ἀνακύκλωσις· ἡ γὰρ αὐτὴ τῆς ἀναστάσεως ἐστιν ἡμέρα, καὶ κρίσεως, καὶ τῆς τῶν ἀγαθῶν ἀπολήψεως. Τοῦ αὐτοῦ. Τὰ τῆς ἀναβολῆς φησὶ τῶν εὐθυνῶν μέχρι τῆς ἡμέρας τῆς κρίσεως· τότε γὰρ ἡ οἰκουμένη πᾶσα, τουτέστιν ἡ φύ‐
σις ἀνθρώπων, κριθήσεται.298

299

Διδύμου. Ὥσπερ τὰ ἄλλα τῆς προνοίας αὐτοῦ ἔργα φανερὰ πεποίηκεν· ἀναγκαίως κρίσιν κατὰ πασῶν πράξεων καὶ διαλήψεων ποιήσει, ἐν ἀνδρὶ ᾧ ὥρισεν ἔσεσθαι κριτὴς ζώντων καὶ νεκρῶν· οὗτος δέ ἐστιν ὁ ἐνανθρωπήσας Κύριος.
5 Ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστή‐ σας αὐτὸν ἐκ νεκρῶν. Τοῦτον γὰρ τὸν ἄνδρα ὁρῶν ὁ Ἀβραὰμ ὡς ἄνδρα, διελέγετο· “μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;” Τοῦ Χρυσοστόμου ἐκ τοῦ κατὰ Ἰωάννην ὑπομνήμα‐
10τος. Τί ποιεῖς ὦ μακάριε Παῦλε; οὐδὲν περὶ τῆς τοῦ Θεοῦ λέ‐ γεις μορφῆς, οὐδ’ ὅτι ἶσος αὐτῷ, οὐδ’ ὅτι ἀπαύγασμα τῆς δόξης· οὔ φησιν· οὔπω τούτων καιρὸς τῶν ῥημάτων· ἀγαπητὸν αὐτοὺς παραδέξασθαι τέως, ὅτι ἄνθρωπός ἐστιν· οὕτω καὶ αὐτὸς ἐποίησε· παρ’ ἐκείνου ταῦτα ἔμαθον· οὐ γὰρ εὐθέως ἡμῖν ἑαυτοῦ τὴν θεό‐
15τητα ἐξεκάλυψεν· ἀλλὰ πρῶτον μὲν ἐνομίζετο εἶναι προφήτης καὶ Χριστὸς, ἁπλῶς ἄνθρωπος· ὕστερον δὲ ἐφάνη τοῦτο ὅπερ ἦν. Καὶ μετ’ ὀλίγα—Οὐδὲν οὖν περὶ τῆς θεότητος αὐτοῦ μαθεῖν σαφὲς ἴσχυον. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον·
20οἱ δὲ εἶπον, ἀκουσόμεθά σου περὶ τούτου πάλιν. καὶ οὕ‐ τως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. Τοῦ Χρυσοστόμου. Τί δήποτε παίσαντες ἑαυτοὺς καὶ πάλιν αὐτῶν ἀκούσεσθαι, καὶ κινδύνων οὐκ ὄντων, οὕτως ἐπείγεται τὰς Ἀθήνας ἀφεῖναι ὁ Παῦλος; ἴσως ᾔδει οὐ μέγα ὀνήσων, καὶ ὑπὸ
25τοῦ Πνεύματος εἰς Κόρινθον ἤγετο. Καὶ μετ’ ὀλίγα—Πόσα με‐ γάλα καὶ ὑψηλὰ ἀκούσαντες οὐ προσεῖχον, ἀλλὰ τὴν ἀνάστασιν χλευάζοντες· “ψυχικὸς γάρ,” φησιν, “ἄνθρωπος, οὐ δέχεται τὰ “τοῦ Πνεύματος·” “καὶ οὕτω,” φησὶν, “ἐξῆλθεν ὁ Παῦλος·” πῶς; τοὺς μὲν πείσας, ὑπὸ δὲ τῶν χλευαζόμενος.
30 Ἀμμωνίου. Οἱ γὰρ πάντα σαρκικοὶ καὶ ἄπιστοι ἄνθρωποι μό‐ νον τῇ θέᾳ ἐπιτρέπουσι τὸ πᾶν· οὐδὲν τῇ τοῦ Θεοῦ διδασκαλίᾳ πιστεύοντες· ὅσα γὰρ ἔργῳ τις αὐτοῖς οὐκ ἠδύνατο παραστῆσαι, τούτοις ἠπίστουν· διὸ καὶ οἱ θέλοντες αὐτοῖς φρεναπατᾶν περὶ τῶν
μετεώρων, δι’ ἑτέρων παραδειγμάτων, ἢ παρὰ τῶν τροχοὺς καὶ μύρ‐299

300

μηκας εἰς ἀπόδειξιν ἡλίου καὶ οὐρανοῦ δρόμον παραφέροντες, καὶ ἐκ τούτων τὰ ἄδηλα καταστοχαζόμενοι, καὶ διὰ τῶν ἀπατηλῶν γοητεύοντες τὰς τῶν ἠλιθίων ψυχάς. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν
5οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς. Τοῦ Χρυσοστόμου. Οἱ μὲν γὰρ ἐπιμελώμενοι βίου ταχέως ἐδέξαντο τὸν λόγον, οἱ δὲ λοιποὶ οὐκέτι. Ἔξω τῆς πόλεως ἦν τὸ κατ’ Ἄρειον πάγον δικαστήριον, κατ’
10αὐτὴν τὴν ἐξοχὴν τοῦ κατὰ τὴν πόλιν συστάντος δικαστηρίου, μεταξὺ Ποσειδῶνος καὶ Ἄρεος· ὁ γὰρ Ποσειδῶν πρὸς Ἄρεα κατὰ τοὺς ἀρχαίους μύθους παρ’ Ἀθηναίοις ἐν τῷ τόπῳ τούτῳ ἐδικά‐ σατο, φάσκων ἀναιρεθῆναι τὸν ἴδιον υἱὸν Ἁλιρρόθιον ὑπ’ Ἄρεος· κἀκεῖθεν ἐξ Ἄρεος ὁ πάγος ἐκεῖνος ἐκλήθη. ἐδίκαζον οὖν Ἀρεοπα‐
15γῖται περὶ πάντων σχεδὸν τῶν σφαλμάτων καὶ παρανομιῶν· διὰ δὴ τοῦτο ἅτε καινῶν δαιμονίων καταγγελέα τὸν θειότατον Παῦλον, οἱ τῆς ὑπὸ Θεοῦ μωρανθείσης φιλοσοφίας ἐρασταὶ, πρὸς τὴν ἐξ Ἀρείου Πάγου βουλὴν ἕλκουσιν· ἀλλ’ ἐν τοῖς Ἀρεοπαγίταις τότε βουλεύων, ἅτε δικαστὴς ἀκλινέστατος, ὁ θεῖος Διονύσιος, ἀδέκαστον
20ἀπένειμε τῇ κατὰ τὸν πνευματοφόρον Παῦλον ἀληθείᾳ τὴν ψῆφον· ἐρρῶσθαι τὲ πολλὰ φράσας τῇ τῶν Ἀρεοπαγιτῶν ἀνοήτῳ σεμνό‐ τητι, τὸν ἀληθῆ Χριστὸν καὶ Υἱὸν Θεοῦ ἐννοήσας, ἐκήρυξεν εὐθὺς, καὶ τοῦ φωτίσματος εἴχετο· κἂν γὰρ Ῥωμαῖοι τότε ἐκράτουν, ἀλλ’ οὖν αὐτονόμους ἀφῆκαν Ἀθηναίους καὶ Λακεδαίμονας· ὅθεν
25ἔτι παρ’ Ἀθηναίοις καὶ κατὰ τοὺς Ἀρεοπαγίτας ἐπολιτεύετο· καὶ τελεῖται μὲν ἅπαντα τῆς σωτηρίας τὰ δόγματα διὰ Παύλου· παιδεύεται δὲ διδασκαλικῶς ὑπὸ ἱεροθέῳ τῷ μεγίστῳ, καθά φησιν αὐτός· εἶτα καθίσταται κατὰ τὸ φερόμενον ἐν ζ βιβλίῳ τῶν Ἀπο‐ στολικῶν διατάξεων ὁ Διονύσιος Ἐπίσκοπος ὑπὸ Παύλου τῶν
30Ἀθήνῃσι πιστευσάντων.300

301

(1t)

ΚΕΦ. ΚΖ.
2tΠερὶ Ἀκύλα καὶ Πρισκίλλης καὶ τῆς Κορίνθου ἀπειθείας· τῆς τε κατὰ πρό‐
3tγνωσιν ἐπ’ αὐτοῖς εὐδοκίας τοῦ Θεοῦ ἀποκαλυφθείσης τῷ Παύλῳ.
4Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν,
5ἦλθεν εἰς Κόρινθον· καὶ εὑρὼν τινὰ Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρισκίλλαν γυναῖκα αὐτοῦ, Τοῦ Χρυσοστόμου. Εἰς Κόρινθον, ὡς ἔφην, ὑπὸ τοῦ Πνεύμα‐ τος ἠπείγετο, ἐν ᾗ μένειν ἔδει· οἱ γὰρ Ἀθηναῖοι, καίτοι ξένης ὄντες
10ἀκροάσεως ἐρασταὶ, ὅμως οὐ προσεῖχον· οὐ γὰρ τοῦτο ἐσπούδαζον· ἀλλ’ ὥστε ἀεί τι ἔχειν εἰπεῖν, ὅπερ αὐτοὺς καὶ προσχέσθαι ἐποίη‐ σεν· εἰ δὲ τοῦτο ἦν αὐτοῖς ἔθος, πῶς ἐγκαλοῦσιν ὅτι ξένων δαι‐ μονίων καταγγελεύς ἐστιν; ἱκανῶς οὖν ἔχειν ἔδοξε τῷ Παύλῳ τὸ καταβαλεῖν τὰ σπέρματα, τὸ γὰρ πλέον αὐτῷ τῆς ζωῆς ἐνταῦθα
15προκεχωρήκει. Διὰ τὸ διατεταχέναι Κλαύδιον, χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· Τοῦ αὐτοῦ. Ἐπὶ μὲν γὰρ Νέρωνος ἐτελειώθη ὁ Παῦλος· ἐπὶ δὲ Κλαυδίου ἀνεριπίζετο λοιπὸν ὁ πρὸς Ἰουδαίους πόλεμος· μακρό‐
20θεν μὲν, ὥστε κἂν οὕτως σωφρονίσαι· καὶ ἀπὸ Ῥώμης ὡς λυμεῶνες ἠλαύνοντο· διὰ τοῦτο οἰκονομεῖται τοῦτον ὡς δέσμιον ἀπαχθῆναι ἐκεῖ, ἵνα μὴ ὡς Ἰουδαῖος ἀπελαύνηται, ἀλλ’ ὡς ὑπὸ τῇ τάξει πράττων· καὶ φυλάττεται ἐκεῖ. Καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενε παρ’ αὐτοῖς καὶ
25εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. διελέ‐ γετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μα‐ κεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύ‐ ματι ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι
30Χριστὸν Ἰησοῦν. Τοῦ Χρυσοστόμου. Παρ’ αὐτῷ μένει, καὶ οὐκ αἰσχύνεται
μένων· ἀλλὰ καὶ διὰ τοῦτο μένει, ὡς ἐπιτήδειον εὑρὼν καταγώγιον·301

302

πολλῷ γὰρ αὐτῷ τῶν βασιλείων ἐπιτηδειότερον ἦν· καὶ μὴ γελά‐ σῃς, ἀγαπητέ· καθάπερ γὰρ ἀθλητῇ ἡ παλαίστρα τῶν ἁπαλῶν στρωμάτων μᾶλλον χρήσιμον, οὕτω καὶ πολεμιστῇ τὸ ξίφος τὸ σιδηροῦν, ἀλλ’ οὐ τὸ χρυσοῦν· καὶ εἰργάζετο κηρύττων· αἰσχυν‐
5θῶμεν ἡμεῖς οἱ καὶ χωρὶς τοῦ κηρύττειν ἀργῶς ζῶντες. Τοῦ αὐτοῦ. Μηδεὶς τοίνυν αἰσχυνέσθω τῶν τὴν τέχνην ἐχόν‐ των, ἀλλ’ οἱ εἰκῆ τρεφόμενοι καὶ ἀργοῦντες· οἱ διακόνοις κεχρη‐ μένοι πολλοῖς, καὶ ἀφάτου θεραπείας ἀπολαύοντες. τὸ γὰρ διὰ παντὸς ἐργαζόμενον τρέφεσθαι, φιλοσοφίας εἶδος ἐστί· τούτων αἱ
10διάνοιαι καθαρώτεραι· τούτων αἱ διάνοιαι εὐτονώτεραι· ὁ γὰρ ἀρ‐ γῶν πολλὰ εἰκῆ μᾶλλον πράττει· καὶ ἐργάζεται δι’ ὅλης ἡμέρας οὐδὲν, πολλῆς νάρκης ἐμπεπλησμένος· ὁ δὲ ἐν ἐργασίᾳ ὢν, οὐδὲν ταχέως περιττὸν παραδέξεται· οὔτε ἐν ἔργοις, οὔτε ἐν λόγοις, οὔτε ἐν ἐννοίαις. ὅλη γὰρ δι’ ὅλης συντέταται πρὸς τὸν ἐπίπονον βίον
15ἡ ψυχή. μὴ τοίνυν καταφρονῶμεν τῶν ἀπὸ τῶν χειρῶν τρεφομέ‐ νων, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς μακαρίζωμεν διὰ τοῦτο. Καὶ πά‐ λιν—Παῦλος οὗτος μετὰ μυρίους διαύλους, κατὰ τοσαῦτα θαύ‐ ματα, ἐπὶ σκηνορραφείου ἑστὼς δέρματα ἔρραπτε· καὶ ᾐδοῦντο αὐτὸν ἄγγελοι, καὶ δαίμονες ἔτρεμον· καὶ οὐκ ᾐσχύνετο λέγων,
20“ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες “αὗται.” Τοῦ αὐτοῦ. Ὁ Κύριος ἐν φάτνῃ ἐτέθη τεχθεὶς, καὶ μητέρα ἔλαβεν εὐτελῆ· καὶ τῷ πρὸς καπηλείαν βλέποντι ἔλεγεν· “ὁ δὲ “υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ·” ὁμοίως
25καὶ οἱ αὐτοῦ μαθηταὶ τὸν αὐτὸν διετήρουν νόμον, εἰς τὰς τῶν πενήτων οἰκίας καταγόμενοι· καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνορράφον· κατέλυον καὶ πρὸς πορφυρόπωλιν· οὐ γὰρ οἰκίας περιφάνειαν, ἀλλὰ ψυχῶν ἀρετὰς ἐπεζήτουν. Ἀμμωνίου. Σημειωτέον ὅτι εἰργάζετο ὁ Ἀπόστολος, καὶ ὅτι
30σκηνοπηγικὴν εἶχε τέχνην. Ἀνθισταμένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτι‐
ναξάμενος αὐτοῦ τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς·302

303

Τοῦ Χρυσοστόμου. Ὥστε μὴ ῥήματι μόνον, ἀλλὰ καὶ πράγ‐ ματι φοβῆσαι· καὶ σφοδρότερον διαλέγεται, ἅτε καὶ πολλοὺς πεπεικώς. Καὶ πάλιν—Σφοδρῶς αὐτοὺς φοβήσας ὁ Παῦλος ἀφίσταται αὐτῶν.
5 Τὸ αἷμα ὑμῶν ἐπὶ τὰς κεφαλὰς ὑμῶν καθαρὸς ἐγώ· Ἀμμωνίου. “Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν·” ἀσαφές ἐστι τὸ ῥητόν· οἶμαι δὲ αὐτὸ τοῦτο λέγειν· ἕκαστος τῶν ἀπιστούν‐ των Χριστῷ, ὅς ἐστι ζωὴ, δοκεῖ ἑαυτὸν φονεύειν, ἀπὸ τῆς ζωῆς μεταβαίνων εἰς θάνατον· τὸ αἷμα ἑαυτοῦ τρόπον τινὰ ἐκχέων διὰ
10τῆς σφαγῆς, ἣν ἐπιφέρει ἑαυτῷ· τοῦτο οὖν φησίν· ἀνθ’ ὧν σφά‐ ξετε ἑαυτοὺς διὰ τῆς ἀπιστίας, αὐτοῦ τούτου ὑμεῖς ὑπόσχητε δίκην, ἐμοῦ ἀθῴου ὄντος. ἐκ ταύτης δὲ τῆς σημειώσεως δυνατὸν τάχα εἰπεῖν, ὅτι ὁ σφάζων ἑαυτὸν τιμωρεῖται ὡς φονεὺς παρὰ τῷ Θεῷ· εἰ δὲ ἄλλος τις γένηται αἴτιος αὐτῷ τούτου, κἀκεῖνος· τί
15γὰρ ὅτι διωκόμενός τις ὑπό τινος, καὶ ῥίψας ἑαυτὸν κατὰ κρημνῶν ἀπέθανεν, ἢ καὶ ὑπὸ πολλῆς περιστάσεως, καὶ πικρᾶς φυλακῆς, καὶ ποικίλων ἐπιπολὺ βασάνων συνεχόμενος, δηλητηρίῳ ἐχρήσατο; Ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύομαι. καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τίτου Ἰούστου,
20σεβομένου τὸν Θεὸν, Τοῦ Χρυσοστόμου. Ὅρα πῶς πάλιν εἰπὼν “ἀπὸ τοῦ νῦν εἰς “τὰ ἔθνη,” οὐδὲ οὕτως αὐτῶν ἀμελεῖ. ὥστε τοῦ διεγεῖραι ἕνεκεν ἔλεγε τοῦτο. Οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
25 Τοῦ αὐτοῦ. Ὥστε καὶ ἀπὸ τούτου ζῆλον ἔχειν ἀπὸ τῆς γειτ‐ νιάσεως. Περὶ Κρίσπου ἀρχισυναγώγου πιστεύσαντος σὺν ἑτέροις τισὶ καὶ βαπτισθέντος. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ
30σὺν ὅλῳ τῷ οἰκῷ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. Τοῦ αὐτοῦ. Ὅρα γοῦν εὐθέως τὸν ἀρχισυνάγωγον Κρίσπον
πεισθέντα, καὶ ἑτέρους πολλοὺς, τούτου γενομένου· “καὶ ἐβαπτί‐303

304

“ζοντο·” τοῦτον λέγει Κρίσπον, ὡς καὶ γράφων φησὶν, “οὐδένα “ἐβάπτισε εἰ μὴ Κρίσπον καὶ Γάϊον·” τοῦτον οἶμαι καὶ Σωσθένην λέγεσθαι, ἄνδρα πιστὸν, ὥστε καὶ τύπτεσθαι καὶ παρεῖναι ἀεὶ τῷ Παύλῳ· ἔπειθε δὲ τὸν Κρίσπον τὸ πλῆθος, ἡ δὲ οἰκείωσις τοῦ
5Χριστοῦ πλέον· μείζων γὰρ ὁ κίνδυνος ἐγίνετο λοιπὸν, καὶ τῶν πλειόνων πιστευόντων, καὶ τοῦ ἀρχισυναγώγου. Εἶπε δὲ ὁ Κύριος ἐν νυκτὶ δι’ ὁράματος τῷ Παύλῳ, μὴ φόβου, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς· διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί
10σε· διότι λαός μοι πολύς ἐστιν ἐν τῇ πόλει ταύτῃ. ἐκά‐ θισε δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. Ἀμμωνίου. Σημειωτέον ὅτι εἶδε τὸν Κύριον Ἰησοῦν ὁ Παῦλος δι’ ὀνείρων· διὸ καὶ αὐτὸς ἔλεγεν· “οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν
15“ἑώρακα;” εἴτε δὲ δι’ ὀνείρων, εἴτε καὶ ἐγρηγορῶς ἐθεώρησε τὸν Ἰησοῦν, οὐδεμία διαφορά· πλὴν καὶ ἐν ἡμέρᾳ ὤφθη αὐτῷ. Διδύμου. Ἐν Κορίνθῳ τυγχάνοντι τῷ Ἀποστόλῳ, ὁ Θεὸς δι’ ὁράματος ὀφθεὶς, προτρέπεται αὐτὸν μὴ φείδεσθαι τοῦ λέγειν τὸν τῆς διδασκαλίας λόγον· τὴν αἰτίαν τοῦ μὴ δεῖν σιωπᾶν, ἀλλὰ
20λαλεῖν αὐτὸν, δηλώσας· ἔστι δὲ αὕτη· πολλοὺς εἶναι ἐν τῇ πόλει τῇ προκειμένῃ γνωσθέντας αὐτῷ τῷ Θεῷ, ὡς παραδέξονται τὴν κηρυττομένην διδασκαλίαν· ἐπεὶ γὰρ εἰκὸς ἦν ἄνθρωπον ὄντα δε‐ διέναι ἐπιβουλὴν, σχεδὸν γὰρ πάντες εἰσέτι τότε εἰδωλολάτραι ἐτύγχανον, παραθαρσύνει, καὶ εἰς ἀνδρίαν ἀλείφει τὸν διδάσκαλον,
25φήσας, μετὰ σοῦ εἰμι, κωλύων πάντας τοὺς ἐπιτιθεμένους κακῶ‐ σαί σε· ὡς μηδὲ τὰς χεῖρας ἐπιβαλεῖν κατὰ σοῦ. ἐπεὶ οὖν χρῶνται τῷ ῥητῷ οἱ τὰς φύσεις εἰσάγοντες, φάσκοντες πολλοὺς εἶναι ἐν Κορίνθῳ τῆς πνευματικῆς φύσεως, οἳ καὶ λαὸς εἰσὶ τοῦ Θεοῦ, ῥητέον, ὡς οὐ διὰ φύσιν, ἀλλ’ εὐσεβῆ πρόθεσιν, οἰκειοῦταί τις
30τῷ Θεῷ· οὕτω γὰρ καλεῖ λοιπὸν λαὸν ἑαυτοῦ τὸν οὐκ ὄντα αὐτοῦ πρότερον· ὅθεν Θεοῦ ὄντος τοῦ εἰρηκότος λαὸν εἶναι ἐκεῖ πλείονα, λεκτέον, ὡς εἶδεν ἤδη τὴν ἐσομένην συγκατάθεσιν πρὸς τὴν διδα‐
σκαλίαν.304

305

Στάσεως κινηθείσης ἐν Κορίνθῳ, ὁ Παῦλος ὑπεχώρησεν, ἐλθὼν τὲ εἰς Ἔφεσον καὶ διαλεχθεὶς ἐξῆλθεν. Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας, κατεπέ‐ στησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον
5αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες, ὅτι παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. Τοῦ Χρυσοστόμου. Ὅρα διὰ πόσων αὐτὸν ὁ Κύριος πείθει· καὶ ὃ μάλιστα αὐτὸν ᾔδει, τοῦτο ὕστερον αὐτῷ λέγει· “ὅτι λαὸς “πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ·” πῶς οὖν συνεπέθεντο, εἴποιτό
10τις ἄν; καὶ μὴν οὐδὲν ἴσχυσαν· ἀλλ’ ἦγον αὐτὸν πρὸς τὸν ἀνθύ‐ πατον· ἱκανὸν δὲ αὐτὸν τοῦτο διαναστῆσαι τὸ μὴ παθεῖν· εἴτε ἠλέγχθη φοβούμενος, ἢ οὐκ ἠλέγχθη· οὐ γὰρ εἴασεν αὐτοὺς ὁ Κύριος ἀεὶ πάσχειν κακῶς, ὥστε μὴ ἀσθενεστέρους γενέσθαι· οὐδὲν δὲ οὕτως ἐλύπει τὸν Παῦλον, ὡς οἱ ἀπειθοῦντες, ὡς οἱ ἀντιταττό‐
15μενοι· τοῦτο καὶ τῶν κινδύνων χαλεπώτερον ἦν· διὰ τοῦτο αὐτῷ φαίνεται νῦν. Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Τοῦ Χρυσοστόμου. Ἐπιεικής τις ἄνθρωπος οὗτος εἶναί μοι
20δοκεῖ· ἀπετείχισεν αὐτοῖς τὸ δικαστήριον· λαμπρὰ γέγονεν ἡ νίκη· δείκνυσι τῶν Ἰουδαίων τέως κατὰ τὸ πρόχειρον τὴν παράνομον κατὰ τοῦ Παύλου κατηγορίαν ὁ ἀνθύπατος, ἀποβαλλόμενος αὐτούς· καὶ κατακρίνει τὸν Πιλάτον, τὸν μηδεμίαν εὑρηκότα κατηγορίαν κατὰ τοῦ Θεοῦ Λόγου Ἰησοῦ, καὶ μαστιγώσαντα αὐτὸν, καὶ παρα‐
25δόντα εἰς θάνατον· καίτοι αὐτὸς λέγων, “ὅτι οὐδεμίαν εὑρίσκω “ἀφορμὴν θανάτου κατὰ τοῦ ἀνθρώπου τούτου.” Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς,
30ὄψεσθε αὐτοί· κριτὴς γὰρ τούτων οὐ βούλομαι εἶναι· καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. ἐπιλαβόμενοι
δὲ πάντες οἱ Ἰουδαῖοι Σωσθένην τὸν ἀρχισυνάγωγον,305

306

ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελλεν. Τοῦ αὐτοῦ. Τυπτομένου γὰρ αὐτοῦ οὐχ ἡγήσατο ἰδίαν εἶναι ὕβριν, οὕτως ἦσαν ἰταμοὶ Ἰουδαῖοι· ὢ τῆς αἰσχύνης· ἀναισχύν‐
5τησαν, καὶ οὐδὲν τῷ Γαλλίωνι ἔμελλε· καίτοι εἰς τὴν αὐτοῦ ὕβριν τὸ πρᾶγμα ἦν· ἀλλ’ ὡς δῆθεν ἐξουσίαν λαβόντες ἔτυπτον· διατί μὴ ἐκεῖνος ἐτύπτησε; καίτοι αὐτὸς ἐξουσίαν εἶχεν· ἀλλ’ ἐπαιδεύοντο, ὥστε καὶ τὸν δικαστὴν μαθεῖν, τίς ἦν ὁ ἐπιεικέ‐ στερος.
10 Ἀμμωνίου. Ἢ διὰ τοῦτο ἔτυπτον τὸν Σωσθένην, ἐπειδὴ καὶ αὐτὸς ἦν μᾶλλον προστιθέμενος τῷ Παύλῳ, ὡς καὶ Κρίσπος ὁ ἀρχισυνάγωγος· ἢ εἰς τοσοῦτον ἦσαν ἐληλακότες μανίας, ὅτι ἀπο‐ τυχόντες τοῦ σκοποῦ ἑαυτῶν, ἀντὶ τοῦ τύπτειν τὸν Παῦλον, Σωσθέ‐ νην τὸν ἀρχισυνάγωγον ἔτυπτον· ἢ διὰ τοῦτο ἔτυπτον αὐτὸν, ἐπειδὴ
15ἠβουλήθησαν αὐτὸν φονεῦσαι τὸν Παῦλον, καὶ Σωσθένης διεκώ‐ λυσεν αὐτούς. Καὶ μετ’ ὀλίγα—Ἐπ’ αὐτοῦ τοῦ ἄρχοντος ἀκα‐ θοσιώτως ποιοῦντες, ἔτυπτον Σωσθένην, τοῦτο λέγοντες· εἰ ὁ θέλων ποιεῖ ὃ θέλει, καὶ οὐκ ἔστι νόμος, ἰδοὺ ἡμεῖς τύπτομεν τοῦτον· καὶ οὐ προσεποιεῖτο αὐτοὺς ὁ ἀνθύπατος, ἀλλ’ εἴα αὐτοὺς τύπτειν
20ἀλλήλους· ἐπεὶ εἰ ἦσαν κατά τινος ἄλλου καὶ μὴ καθ’ ἑαυτῶν ποιήσαντες τὸ ἄτοπον τοῦτο, πάντως εἶχεν αὐτοὺς σωφρονίσαι. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κεγχρεαῖς
25τὴν κεφαλήν· εἶχε γὰρ εὐχήν. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ὁ νόμος κατελύετο. ὅρα πῶς τῷ συνειδότι κατείχοντο· τοῦτο γὰρ Ἰουδαϊκὸν ἦν τὸ κείρεσθαι τὰς κεφαλὰς κατ’ εὐχήν· ἔδει δὲ καὶ θυσίαν γενέσθαι, ἥτις οὐκ ἐγέ‐ νετο ἔτι μετὰ τὸ τυφθῆναι τὸν Σωσθένην· ἔδει γὰρ αὐτὸν ἔτι
30μένειν καὶ παρακαλέσαι περὶ τούτων· τί πάλιν ἐπιθυμεῖ τὴν Συρίαν καταλαβεῖν; ἐνταῦθα ἐχρηματίσθησαν οἱ μαθηταὶ κα‐ λεῖσθαι Χριστιανοί· ἐνταῦθα παρεδόθη τῇ χάριτι τοῦ Θεοῦ· ἐν‐
ταῦθα τοιαῦτα ἤνυσε πράγματα κατὰ τὸ δόγμα.306

307

Ἐξ ἀνεπιγράφου. Ἐπειδὴ ἐδόκει τοῖς Ἰουδαίοις ἀποστασίαν τοῦ νόμου διδάσκειν, καὶ ἐσκανδαλίζοντο πολλοὶ εἰς αὐτὸν, καὶ οὐ παρεδέχοντο τὸ κήρυγμα, τούτου χάριν καὶ ἐνταῦθα καὶ ἐν τῷ ἱερῷ ἐν Ἱεροσολύμοις, οἰκονομικῶς τοῦτο πράσσει· καὶ τοῦτο ἦν ὃ
5αὐτὸς ἔλεγεν, “ἐγενόμην τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς “ὑπὸ νόμον κερδήσω.” Ἀμμωνίου. Εὐχὴν ἣν λέγει ὑπόσχεσιν ὑποσχόμενος ἦν ἀπο‐ κόψαι τὴν τρίχα· ἵνα μηκέτι ὡς κοσμικὸς τὰ τῶν κοσμικῶν πράτ‐ τει· ἀλλ’ ὡς κατὰ Θεὸν ζῶν παραμείνῃ τῇ Ἐκκλησίᾳ σχολάζων
10τὸ ἀκόλουθον τοῖς Ἀποστόλοις καὶ μαθηταῖς· καὶ Ἀκύλας δὲ ἐξ ὑποσχέσεως ἀπέκοψεν ἑαυτοῦ τὰς τρίχας. σημειωτέον δὲ ὅτι οἱ θέλοντες δῆθεν θεοσεβῶς ζῆν, ἐποίουν τοῦτο· ὥστε οὖν καλῶς καὶ οἱ μονάζοντες καὶ αἱ κανονικαὶ ἀποκείρονται τὴν κόμην· οὐχ ἁπλῶς δὲ τοῦτο ἐποίουν, ἀλλ’ ἔθος ἦν παλαιὸν Ἰουδαίοις τοῦτο, ὡς ἐν τῷ
15λβʹ κεφαλαίῳ εὑρήσεις· κἀκεῖνοι μὲν σκιοτύπως, ἡμεῖς δὲ ἀλη‐ θείᾳ τὸ ἔργον ποιοῦμεν, ἐν τῷ κόσμῳ διὰ τῆς ἀποκοπῆς τῆς κόμης ἀποταττόμενοι· ἐν τῷ κεφαλαίῳ τούτῳ μέμνηται ὁ συγγραφεὺς Ἀκύλα καὶ Πρισκίλλης καὶ Κρίσπου καὶ Τίτου· ὃν καὶ αὐτὸς ὁ Ἀπόστολος ἔν τισι τῶν Ἐπιστολῶν ἑαυτοῦ, ὡς καὶ Λουκᾶς μέμνη‐
20ται καὶ Μάρκου καὶ Τιμοθέου οἱ ἦσαν σὺν αὐτῷ περινοστοῦντες. Διδύμου. Τοῦ Σωτῆρος μετὰ τὴν ἀνάστασιν εἰπόντος τοῖς μαθηταῖς, “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη·” γνῶσιν εἶχον οἷς ἐνεχείρησε τὴν πρόσταξιν, ὡς θέλει ὁ Θεὸς πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ ἐπεὶ προδιῄρητο
25τῶν ἀνθρώπων τὸ γένος αἱρεσιλατρείας εἰς Ἰουδαίους καὶ Ἕλλη‐ νας, διαίρεσις γέγονε καὶ τῶν κηρύκων τοῦ Εὐαγγελίου· ὡς τοὺς μὲν ἐγχειρισθῆναι διδάσκειν τοῖς Ἰουδαίοις, τοὺς δὲ Ἀποστόλους εἶναι τῶν ἐθνῶν· ἀλλ’ ἐπεὶ σκοπὸν ἕνα εἶχον πάντες οἱ διδάσκαλοι, προσαγαγεῖν τῇ γνώσει τοῦ ἑνὸς Θεοῦ, καὶ τῇ κατηχήσει τοῦ
30Εὐαγγελίου· ἀμέλει Παῦλος ἐθνῶν Ἀπόστολος ὢν, εἴ ποτε παρ‐ ετύγχανεν ὠφεληθῆναι δυνάμενος Ἰουδαίοις, Ἰουδαῖος Ἰουδαίοις ἐγένετο, ὅπως μὴ ἀλλοτριωθῶσιν αὐτοῦ ὡς ἀφιστῶντος νόμου, καί‐ τοι ὑπεραναβὰς ἤδη τὸν τῆς σκιᾶς Ἰουδαϊσμόν· ταύτῃ γοῦν κατὰ τὰ πάτρια νόμιμα κείρεται τὴν κεφαλὴν ἐν Κεγχρεαῖς, εὐχὴν
35ἔχων περὶ τούτου, κατὰ διάταξιν τοῦ παλαιοῦ νόμου· ἀλλὰ καὶ307

308

ἐν Ἱεροσολύμοις ἐλθὼν τοῖς ἔχουσι τὴν τοιαύτην εὐχὴν τέσσαρσιν ἄνδρασι συνέδραμε γνώμῃ, τῶν ἐκεῖ πρεσβυτέρων συμβουλευσάν‐ των λῦσαι αὐτὸν τὴν κρατήσασαν περὶ αὐτοῦ διαβολὴν, ὡς ἄρα ἀποστασίαν τοῦ νόμου διδάσκει· πρὸς τούτοις δι’ ὠφελείαν ἑτέρων
5Ἰουδαίων περιτέμνει Τῖτον καὶ Τιμόθεον· δηλοῖ δὲ τὴν πρόθεσιν ἑαυτοῦ, καθ’ ἣν ταῦτ’ ἐποίει, γράψας, ὡς ἐπὶ τῷ κερδῆσαι αὐτοὺς, Ἰουδαῖος ἐγένετο αὐτοῖς· καὶ Πέτρος δὲ τῆς προειρημένης γνώμης ὢν, Ἀπόστολος τεθεὶς τῆς περιτομῆς, καὶ Ἕλληνας ἐδίδασκεν, ὅτε λόγος ᾕρει· εἰσῆλθε γοῦν πρὸς Κορνήλιον, καὶ πάντας τοὺς ἅμα
10αὐτῷ ἀκροβυστίαν ἔχοντας, πληροφορίαν ἔχων ὑπὸ Θεοῦ, μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· ἀπολογεῖται γοῦν εἰδέναι, ὡς οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, δεχόμενος τὸν ἐν παντὶ ἔθνει καὶ τόπῳ φοβούμενον αὐτὸν, καὶ ἐργαζόμενον δικαιοσύνην· εἰ γὰρ τὸν οὕτως ἔχοντα ἀρετῆς δέχεται ὁ Θεὸς, οὐ συντελεῖ τι μετὰ τὸ
15Εὐαγγέλιον ἡ περιτομὴ πρὸς θεοσέβειαν· ὅθεν καὶ ποιῶσι τοιαῦτα τινὰ οἱ Ἀπόστολοι, διὰ σωτηρίαν τῶν προσερχομένων Ἑλλήνων τε καὶ Ἰουδαίων, ὡς ἀδιαφόροις αὐτοῖς χρῶνται· δεόντως αὐτὰ πράτ‐ τοντες, δυνατοῦ ὄντος καὶ κακῶς αὐτοῖς χρήσασθαι ὑπ’ ἄλλων· ἔννοια γὰρ ἀδιαφόρου, τὸ οἷον τε εὖ καὶ χειρόνως αὐτοῖς χρή‐
20σασθαι. Κατήντησε δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐ‐ τοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν, διελέχθη τοῖς Ἰουδαίοις. Τοῦ Χρυσοστόμου. Τούτους ἀφῆκεν εἰς Ἔφεσον, εἰκότως ὡς
25διδάσκοντας· τοσοῦτον γὰρ αὐτῷ συγγενόμενοι χρόνον πολλὰ ἐμάν‐ θανον· καὶ ὅμως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς· ὅρα γοῦν ἐνταῦθα καὶ παρακαλούμενον αὐτὸν μεῖναι· ἐπειδὴ δὲ οὐκ ἠνέσχετο, ἐπειγόμενος ἐλθεῖν, οὐχ ἁπλῶς αὐτοὺς εἴα‐ σεν, ἀλλὰ μετὰ ὑποσχέσεως· ἐκείνους δὲ τοὺς τόπους κατελάμ‐
30βανεν, οἷς ἐπέβη πρὸ τούτου. Ἐρωτώντων δὲ αὐτὸν ἐπὶ πλείονα χρόνον μεῖναι, οὐκ ἐπένευσεν· ἀλλ’ ἀποταξάμενος αὐτοῖς καὶ εἰπὼν, δεῖ με
πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσό‐308

309

λυμα· πάλιν ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου· Τοῦ Χρυσοστόμου. Ὁ Παῦλος προφήτης ὢν, καὶ εἰδὼς ὅτι ἤμελλεν ἀναστρέφειν, ἐπηγγείλατο πάλιν ἀναστρέφειν· πλὴν ἵνα
5μή τις ὑπὸ προπετείας τὸ αὐτὸ ποιῇ, ἀτόπως ὑπισχνούμενος τόδε τι ποιεῖν, ἐδίδασκεν ἡμᾶς μηδὲν περὶ τῶν μελλόντων ὑπισχνεῖσθαι ποιεῖν, δίχα τοῦ εἰπεῖν “τοῦ Θεοῦ θέλοντος·” οὕτω γὰρ καὶ ὁ Ἰάκωβος παραινεῖ ἐν τῇ αὐτοῦ Ἐπιστολῇ· “οὐ γάρ τις οἶδε τί τέξεται ἡ “ἐπιοῦσα ἡμέρα·” ἄφρων οὖν ὁ μὴ προσδιορίζων τῇ ἐπαγγελίᾳ τὸ,
10ἐὰν ὁ Κύριος θέλῃ· καὶ ἐὰν ὡς θαρρῶν, ὅτι πάντως ποιήσει, ἐπαγ‐ γέληται, ἀκούσεται πολλάκις, ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαίρω· ἃ δὲ ὑπέσχω πότε ἔσται; Καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασά‐ μενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. καὶ ποιή‐
15σας χρόνον τινὰ, ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γα‐ λατικὴν χώραν καὶ τὴν Φρυγίαν, ἐπιστηρίζων τοὺς μαθητάς. Ἀμμωνίου. Ἔθος ἀεὶ τοῦτο τῷ Παύλῳ, ἐπισκέπτεσθαι τοὺς πιστοὺς, καὶ ἐπιστηρίζειν αὐτούς· εἰ γὰρ εὗρεν αὐτοὺς σαθρωθέν‐
20τας ἢ ἀτονίσαντας, διὰ τοῦ διδασκαλικοῦ αὐτοῦ λόγου ἀνεκούφιζεν αὐτοὺς, τὰ βάρη αὐτῶν ἐπιστηρίζων διὰ τοῦ Θεοῦ λόγου, ἵνα ἐλπί‐ ζοντας εἰς αὐτὸν ὡς δυνάμενον ἀνωρθῶσαι τοὺς κατερραγμένους, καὶ ἰσχυροποιῆσαι διὰ τῆς ἁγίας καὶ ἀφθάρτου αὐτοῦ σαρκὸς τὰ φθαρτὰ ἡμῶν μέλη, θαρσαλεώτεροι πρὸς τοὺς πόνους γένωνται.
25 Περὶ Ἀπολλῶ ἀνδρὸς λογίου καὶ πιστοῦ. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. Τοῦ Χρυσοστόμου. Ἰδοὺ καὶ λόγιοι λοιπὸν ἐνήγοντο, καὶ ἀπο‐
30δημοῦσι λοιπὸν καὶ οἱ μαθηταί· ὁρᾶς ἐπίδοσιν τοῦ κηρύγματος. Διδύμου. Εἰσὶ διαβεβαιούμενοι, ὡς Ἀπολλὼς ὁ αὐτός ἐστιν Ἀπελλὴς τῶν Κορινθίων Ἐπίσκοπος, περὶ οὗ γράφει Παῦλος·
“περὶ δὲ Ἀπολλῶ πολλὰ παρεκάλεσα αὐτόν·” καὶ “ὅτι ἐγὼ ἐφύ‐309

310

“τευσα, Ἀπολλὼς ἐπότισε·” καὶ εἰ ἀληθὲς τοῦτο, σκόπει εἰ διώνυμος ὁ ἀνὴρ, εἰ ἄλλως μετεποίθη θάτερον τῶν ὀνομάτων εἰς τὸ λοιπόν. Ἀμμωνίου. Πεπαιδεύμενος τὴν θείαν γραφὴν, καὶ λόγον ἀπο‐
5δοῦναι δυνάμενος τοῖς ἐρωτῶσι, καὶ ἱκανὸς ὢν εἰς τὸ παραστῆσαι τὰ νέα τῇ παλαιᾷ συνᾴδοντα, καθὼς παρακατιών φησι, “δυνατὸς “ὢν ἐν ταῖς γραφαῖς.” Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι, ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ
10περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰω‐ άννου· Τοῦ Χρυσοστόμου. Εἰ τὸ βάπτισμα μόνον Ἰωάννου ἠπίστατο οὗτος, πῶς τῷ Πνεύματι ἔζη; τὸ γὰρ Πνεῦμα οὐχ οὕτως ἐδίδοτο· καὶ εἰ οἱ μετὰ τοῦτον ἐδεήθησαν τοῦ βαπτίσματος τοῦ Χριστοῦ,
15πολλῷ μᾶλλον καὶ οὗτος ἐδεήθη ἄν· τί οὖν ἐστιν εἰπεῖν; οὐδὲ γὰρ ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀμφότερα· ἐμοὶ δοκεῖ οὗτος εἶναι τῶν ρκʹ τῶν μετὰ τῶν Ἀποστόλων βαπτισθέντων· ἢ εἰ μὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ Κορνηλίου γέγονε, γεγένηται καὶ ἐπὶ τούτῳ· ἀλλ’ οὐδὲ βαπτί‐ ζεται· τὸ οὖν ἀκριβῶς ἐξετασθὲν τὸ ἐμοὶ δοκεῖ τοῦτο εἶναι· ὅτι
20καὶ βαπτισθῆναι αὐτὸν ἔδει, ἐπεὶ οἱ δώδεκα οἱ ἄλλοι οὐδὲν ᾔδεσαν ἀκριβὲς οὐδὲ τὰ περὶ Ἰησοῦ, εἰκὸς δὲ αὐτὸν καὶ βαπτισθῆναι· εἰ δὲ οὗτοι οἱ Ἰωάννου μετὰ τὸ βάπτισμα πάλιν ἐβαπτίζοντο, ἔδει καὶ τοὺς μαθητὰς τοῦτο. Ἐξ ἀνεπιγράφου. Ὅτι μὲν ὁ Χριστὸς ἐπεδήμησεν, ᾔδεισαν,
25καὶ ὅτι θεοσημείας ἐποίησε πολλάς· καὶ τάδε τυχὸν ᾠκονόμησεν· εἰκὸς δὲ ἀγνοεῖν τῆς ἐπιδημίας τὴν αἰτίαν, ὅτι διὰ τοῦτο παρα‐ γέγονεν, ἵνα καταλύσῃ τὸν πόλεμον, καὶ ἀνέλῃ τὴν ἔχθραν, καὶ συνάψῃ τῷ Πατρὶ, καὶ πατήσῃ θάνατον, καὶ ἀνοίξῃ τὸν ᾅδην, καὶ ἐξαγάγῃ ἐκ σκότους, καὶ ἀναγάγῃ εἰς οὐρανὸν, καὶ συνθρόνους ἐν
30ἑαυτῷ ποιήσῃ, καὶ τῆς δόξης μεταδῷ τῆς βασιλικῆς· ταῦτα γὰρ ἐπλουτήσαμεν δι’ αὐτοῦ, ἐν αὐτῷ μένοντες. Ἀμμωνίου. Πῶς οὗτος μόνον εἰς τὸ Ἰωάννου βάπτισμα βαπ‐
τισθεὶς εἶχε Πνεῦμα Ἅγιον, οἱ δὲ παρακατιόντες οὐκ εἶχον; πρὸς ὃ310

311

δεῖ εἰπεῖν, ὅτι μᾶλλον διὰ τοῦτο ἔζεε τῷ Πνεύματι ὁ Ἀπελλὴς, ἐπειδὴ τῇ χάριτι Θεοῦ φωταγωγηθεὶς, ἀκριβῶς ἠπίστατο, καὶ ἐδίδασκεν ἀπὸ τῶν γραφῶν, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός· καὶ αὐτὴ ἡ γνῶσις οὐκ εἴα αὐτὸν ἠρεμεῖν, ἀλλ’ ἐδίδασκε καὶ αὐτὸς καὶ οἱ
5μαθηταὶ τὰ περὶ τοῦ Ἰησοῦ, ἔργον ποιῶν εὐαγγελιστοῦ. σημειω‐ τέον δὲ ὅτι καὶ γυναῖκας τὸν λόγον τῆς πίστεως παραδιδούσας χρὴ πείθεσθαι· βλέπε δὲ πῶς ὅλως τοῦ σωθῆναι ἦν ὁ Ἀπελλὴς, ὅτι καίπερ λόγιος ὢν, καὶ τὰ τῆς γραφῆς διαγινώσκων ἀπόκρυφα, οὐκ ἀπηξίωσε τὸ ἀκριβὲς τῆς πίστεως παρὰ γυναικὸς μαθεῖν· οὐδὲ
10πρὸς τῦφον ἐτράπη, παρὰ γυναικὸς ἀκούων ὡς ἐν ἐλεγμῷ, ὅτι ἁπλού‐ στερον τὰ περὶ τῆς οἰκονομίας τοῦ Θεοῦ λόγου κατηχήθῃς· διὸ ἠκρίβαζεν αὐτῷ τὰ τῆς πίστεως διὰ τῆς διδασκαλίας, καὶ κατε‐ δέχετο ὁ Ἀπελλὴς ἀκούων· ᾔδει μὲν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ παῖς, καὶ συνίστατο ἀπὸ τῆς γραφῆς· πλὴν ἀτελὴς
15ἦν, μὴ εἰδὼς τὰ διὰ τοῦ Πνεύματος τοῖς Ἀποστόλοις λαληθέντα καὶ θεσπισθέντα· διὸ καὶ ἀκριβέστερον αὐτῷ οἱ περὶ Ἀκύλαν, ὡς ἀκολουθήσαντες τῷ Παύλῳ, ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ· οἷον, τὴν ἐν Πνεύματι λατρείαν, καὶ τὴν ἀχειροποίητον περιτομὴν, καὶ ὅσα ἄλλα πρὸς καταρτισμὸν τῆς Ἐκκλησίας ἐλέγετο.
20 Οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελά‐ βοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Κυρίου. βουλομένου τὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθη‐
25ταῖς ἀποδέξασθαι αὐτόν· Τοῦ Χρυσοστόμου. Πολλὴ ἦν ἡ παρρησία τοῦ ἀνδρός· ἀκρι‐ βῶς ἐλάλει τὰ περὶ τοῦ Ἰησοῦ, ἀλλ’ ἐδεῖτο ἀκριβείας, ἑτέρας διδασκαλίας· ταύτῃ τοι καὶ οὐκ εἰδὼς πάντα, ἀπὸ τῆς προθυμίας ἐπεσπάσατο τὸ Πνεῦμα τὸ Ἅγιον, καθάπερ οἱ περὶ Κορνήλιον.
30 Ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευ‐ κόσι διὰ τῆς χάριτος· εὐτόνως γὰρ τοῖς Ἰουδαίοις δια‐ κατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς ἀπὸ τῶν γραφῶν, εἶναι τὸν Χριστὸν Ἰησοῦν.
Τοῦ Χρυσοστόμου. Τῷ μὲν οὖν δημοσίᾳ ἐλέγχειν ἡ παρρησία311

312

ἐδείκνυτο, τῷ δὲ σαφῶς ἡ δύναμις ἐδηλοῦτο· τὸ δὲ ἐκ τῶν γραφῶν ἐπιδείκνυσιν ἡ ἐμπειρία· οὔτε γὰρ ἡ παρρησία τι συνετέλει καθ’ ἑαυτὸ, οὐκ οὔσης δυνάμεως· οὔτε ἡ δύναμις, οὐκ οὔσης παρρη‐ σίας.
5 Ἀμμωνίου. Δεῖ γὰρ εὔτονον εἶναι τὸν πιστὸν καὶ μὴ κατα‐ λελυμένον, κατὰ τῶν ἀνθισταμένων τοῖς τῆς Ἐκκλησίας θεσμοῖς, καὶ τῇ ἀκαπηλεύτῳ πίστει. Διδύμου. Οὐ διαφωνεῖ τὸ ἀκριβέστερον λαλεῖν τὰ περὶ τοῦ Ἰησοῦ τῷ ἀκριβέστερον ἐνδιαθέσθαι τὰ περὶ τῆς ὁδοῦ τῆς Χρι‐
10στοῦ διδασκαλίας· δυνατὸν γὰρ ὁλοσχερῶς γνῶσιν ἔχοντα τῶν περὶ Ἰησοῦ ἀκριβῆ, δεέσθαι τῆς λεπτομερεστάτης αὐτῶν ἐξηγή‐ σεως· ὁ προκείμενος γὰρ ἀνὴρ, Ἰουδαῖος ὑπάρχων δυνατὸς ἠπίστατο τὰς παλαιὰς γραφὰς, τὰς περὶ τοῦ Ἰησοῦ μαρτυρούσας· εἶτα λόγιος ὢν τῷ πνεύματι ἐλάλει, καὶ ἐδίδασκεν ἃ ᾔδει περὶ τοῦ
15Ἰησοῦ ἐν ταῖς συναγωγαῖς· τοῦτον προσλαμβάνουσιν οὕτω σπου‐ δῆς ἔχοντα, ἀκουσταὶ γενόμενοι τοῦ Ἀποστόλου Παύλου Ἀκύλας καὶ Πρίσκιλλα, ἐπὶ τῷ παραδοῦναι αὐτῷ πᾶσαν τὴν εὐαγγελικὴν ὁδόν· εἰκὸς οὖν τὸν Ἀπελλὴν εἰδέναι, ὅτι Ἰησοῦς ἐπεδήμησε τοῖς ἀνθρώποις, καὶ τάδε ᾠκονόμησε· μὴ μὴν εἰδέναι τῆς ἐπιδημίας
20τὴν αἰτίαν.
21tΚΕΦ. ΚΗ.
22tΠερὶ βαπτίσματος καὶ τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς δοθείσης διὰ προσ‐
23tευχῆς Παύλου τοῖς ἐν Ἐφέσῳ πιστεύσασι, καὶ περὶ ἰάσεως τοῦ λαοῦ.
24Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ,
25Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφε‐ σον· καὶ εὑρεῖν τινὰς μαθητὰς, εἶπε πρὸς αὐτοὺς, εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐ‐ τὸν, ἀλλ’ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν, ἠκούσαμεν. εἶπέ τε, εἰς τί οὖν ἐβαπτίσθητε;
30 Πολλῷ οὗτοι ἐκείνων διεστήκασιν· οἱ μηδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν εἰδότες· ὅτι γὰρ οὐδὲ εἰς Χριστὸν ἐπίστευον, δῆλον ἐκ τοῦ εἰπεῖν, εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι· καὶ οὐκ εἶπεν ὅτι οὐδέν ἐστι τὸ βάπτισμα Ἰωάννου, ἀλλ’ ὅτι ἀτελές· οὐδὲ
προσέθηκεν, ἀλλ’ ἐδίδασκεν, καὶ πολλοὶ τὸ Πνεῦμα ἐλάμβανον·312

313

ὥστε εἰκὸς ἦν αὐτοὺς Πνεῦμα ἔχειν, μὴ φαίνεσθαι δὲ, οὐ γὰρ ἐβούλετο περιάγειν αὐτοὺς, ἀλλ’ εἰς Ἔφεσον καταλιπεῖν· οὗτοι δὲ μετὰ ταῦτα τὴν Κόρινθον ᾤκησαν· καὶ μεγάλα αὐτοῖς μαρτυ‐ ρεῖ, καὶ Ῥωμαίοις ἐπιστέλλων προσαγορεύει αὐτούς· ὅθεν μοι
5δοκεῖ παρ’ αὐτὰ εἰς Ῥώμην ἀπελθεῖν, ἅτε ἐμφιλοχωροῦντας τοῖς τόποις ἐκείνοις ὅθεν ἐξέπεσαν ἐπὶ Νέρωνος. Οἱ δὲ εἶπον, εἰς τὸ Ἰωάννου βάπτισμα. εἶπε δὲ ὁ Παῦλος, Ἰωάννης ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύ‐
10σωσι, τουτέστιν εἰς τὸν Χριστὸν Ἰησοῦν. Τοῦ Χρυσοστόμου. Πόθεν ἐκεῖνοι ἐν Ἐφέσῳ ὄντες τὸ βάπ‐ τισμα εἶχον Ἰωάννου; ἴσως ἐπεδήμησαν τοῖς Ἱεροσολύμοις τότε, καὶ ἀπῆλθον, καὶ οὐδὲ τὸν Ἰησοῦν ἠπίσταντο· καὶ οὐ λέγει αὐτοῖς, πιστεύετε εἰς τὸν Ἰησοῦν· ἀλλὰ τί; “εἰ Πνεῦμα Ἅγιον ἐλάβετε;”
15ᾔδει ὅτι οὐκ εἶχον· ἀλλὰ βούλεται αὐτοῖς εἰπεῖν, ἵνα μαθόντες ὧν ἀπεστέρηνται, αἰτήσωσιν· ἀπ’ αὐτοῦ τοῦ βαπτίσματος προφη‐ τεύει, καὶ ἐνάγει αὐτοὺς ὅτι τοῦτο βούλεται τὸ βάπτισμα Ἰωάν‐ νου. διπλοῦν τὸ χάρισμα, γλῶσσαι καὶ προφητεῖαι· ἐντεῦθεν δείκ‐ νυται δόγμα μέγα, ὅτι ἀτελὲς Ἰωάννου τὸ βάπτισμα εἰς μετά‐
20νοιαν· καὶ οὐκ εἶπεν ἀφέσεως, ἀλλὰ μετανοίας βάπτισμα. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυ‐ ρίου Ἰησοῦ. Τοῦ Χρυσοστόμου. Βαπτισθέντες δὲ εὐθέως Πνεῦμα ἐλάμ‐ βανον· τὸ δὲ Πνεῦμα οὐχ ἑώρων, ἀόρατον γάρ ἐστιν· αἰσθητὸν δέ
25τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνης ἡ χάρις· καὶ ὁ μὲν τῇ Περσῶν, ὁ δὲ τῇ Ῥωμαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐθέως ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι Πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ. Ἀμμωνίου. Ὥστε οὖν τὸ Ἰωάννου βάπτισμα προτροπὴν εἶχε
30μετανοίας μόνον, οὐ μὴν καὶ καθαρισμοῦ ἁμαρτίας· ὡς εἶναι ταυ‐ τὴν διαφορὰν τοῦ Ἰωάννου βαπτίσματος καὶ τοῦ τῶν πιστῶν· ὅτι τὸ τῶν πιστῶν καὶ ἄφεσιν ἁμαρτιῶν χαρίζεται· ὁ μὲν Ἰωάννης βαπτίζων ἔλεγε, βαπτίζω σε εἰς τὸν ἐρχόμενον μετ’ ἐμὲ, καὶ
ἀπαιτῶ σε πιστεύειν εἰς αὐτὸν, ὅτι οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ·313

314

ὁ δὲ πιστῶς βαπτίζων φησί· βαπτίζω σε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τὴν ὁμοούσιον Τριάδα πιστεύειν· καὶ ἀποπλύνων καὶ ἀπεκδύων αὐτὸν ἀπὸ τῆς προυπούσης αὐτῷ θρησκείας, καὶ μετενδύων αὐτὸν εἰς Χριστὸν, καὶ καθαρῶς
5τὴν οὖσαν διαγγέλλων πίστιν. σημειωτέον δὲ πάλιν, ὅτι μετὰ τὸ εἰς Χριστὸν βάπτισμα, διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ βαπτί‐ ζοντος, ἐπιφοιτᾶ τὸ Πνεῦμα τὸ Ἅγιον τοῖς βαπτισθεῖσι· καὶ ὅτι οὐκ εἶχον Πνεῦμα Ἅγιον οἱ τὸ Ἰωάννου βάπτισμα βαπτισθέντες· πῶς οὖν Ἀπελλῆς μόνον εἰς τὸ Ἰωάννου βαπτισθεὶς, ἔζεε τῷ Πνεύ‐
10ματι; ὁ Ἀπελλῆς εἰ καὶ ἔζεε τῷ Πνεύματι, ἀλλ’ οὖν οὐκ εἴρηται ὅτι καὶ Πνεῦμα Ἅγιον εἶχεν· ἀμέλει γοῦν οὔτε γλωσσαῖς ἐλάλει, οὔτε ἐπροφήτευεν· ἄλλο οὖν τί ἐστι τὸ ζέειν τῷ Πνεύματι, καὶ ἄλλο τὸ ἔχειν Πνεῦμα Ἅγιον· ὁ ἔχων Πνεῦμα Ἅγιον εἶχεν αὐτὸ ἐνοικοῦν ἐν αὐτῷ, καὶ ἐλάλει αὐτὸ τὸ Πνεῦμα ἐκ τῶν ἔσωθεν· ὡς
15πολλὰ τοιαῦτα κεῖται ὀπίσω, πῶς ἐλάλησε τῷ Φιλίππῳ, τῷ Πέτρῳ, τοῖς Ἀποστόλοις, τοῖς περὶ Παῦλον, κωλύον αὐτοὺς λαλεῖν τὸν λόγον ἢ μὴ λαλεῖν ἔν τισι τῶν πόλεων· ὁ δὲ ζέων τῷ Πνεύ‐ ματι δι’ ἐλλάμψεως καὶ προτροπῆς τῆς ἔξωθεν ἔπραττέ τι· ὁδη‐ γούμενος ὑπὸ τοῦ Πνεύματος, ὡς ἂν εἰ δι’ ἀγγέλου τις ὁδηγηθείη
20ἢ φυλαχθείη. καὶ μή μοι λέγε, καὶ πῶς οἷόν τε ζέειν τῷ Πνεύ‐ ματι, τὸν μὴ μέτοχον ὄντα τοῦ Πνεύματος; ἀπὸ γὰρ τῶν αἰσθητῶν τὸ ἀόρατον δεῖ στοχάζεσθαι· εἰ ὁ ἥλιος ἔξωθεν ὢν, καὶ τὸ πῦρ, διὰ τοῦ πλησιάζειν τοῖς σώμασιν ἢ καὶ ὀλίγον ἀφεστάναι, ὅ ἐστιν ἐπὶ πυρὸς εἰπεῖν, θερμαίνοι ἡμῶν τὰ σώματα, τί δεῖ εἰπεῖν περὶ
25τοῦ θείου Πνεύματος τοῦ ὄντως θερμοτάτου καὶ πυρίζοντος τὸν ἔσω ἡμῶν ἄνθρωπον, κἂν μὴ ἐνοικῇ, ἀλλ’ ἔξωθεν ᾖ; ἐγχωρεῖ οὖν, ᾗ πάντα δυνατά ἐστι τῷ Θεῷ, θερμαίνεσθαι τινὰ, κἂν μὴ ἐν ἑαυτῷ οἰκοῦν τὸ θερμαῖνον. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ
30Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον· ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα. Τοῦ Χρυσοστόμου. Διατί; χωρὶς Πνεύματος γὰρ οὐκ ἐνῆν· ἀλλὰ δεικνὺς ὁ Θεὸς, ὅτι τοῦτο τῆς ἐξουσίας ἐστὶ τῆς ἀνωτάτω,
καὶ τῆς οὐσίας τῆς βασιλικῆς ἐκείνης, καὶ τὴν αὐτὴν ἔχει ἰσχύν.314

315

Σχόλιον. Ἰδοὺ ἐνταῦθα ἰδικῶς πληροῦται τὸ “ὁ μικρότερος ἐν τῇ “βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν·” ἰδοὺ γὰρ ὁ τῶν Ἀπο‐ στόλων ἔσχατος περὶ τὴν κλῆσιν, ὅπερ οὐκ ἔδωκεν Ἰωάννης ἐν τῷ βα‐ πτίσματι, τοῦτο διὰ τῶν χειρῶν Παύλου ἔλαβον οἱ βαπτισθέντες.
5 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασι‐ λείας τοῦ Θεοῦ. Τοῦ Χρυσοστόμου. Ὅρα πανταχοῦ ἑαυτὸν εἰσωθοῦντα εἰς τὰς συναγωγὰς, καὶ οὕτως ἐξιόντα· πανταχοῦ γὰρ παρ’ αὐτῶν ἐβούλετο
10λαβεῖν ἀφορμὴν, ὅπερ ἔφη· τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν, καὶ ῥαδίως αὐτὸν ἀπεδέξατο· οἵτε Ἰουδαῖοι τῶν ἐθνῶν δεχομένων μετε‐ νόουν· ἐβούλετο ἀποστῆσαι τοὺς μαθητὰς ἐκεῖθεν, καὶ παρ’ αὐτῶν λαβεῖν τὴν ἀρχὴν, ὥστε μὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς τοῦτο ἐποίει· διὰ τοῦτο ἐνοχλεῖ αὐτοῖς συνεχῶς μεταπείθων· μὴ γὰρ δὴ
15ἐπειδὴ παρρησίαν ἠκούσας, τραχύτητα νομίσῃς· περὶ χρηστῶν πραγμάτων διελέγετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσε; τί δέ ἐστιν ἐπαρρησιάζετο; πρὸς κινδύνους ἦν παρατεταγμένος· ἢ καὶ φανερώτερον διελέγετο, οὐ συσκιάζων τὰ πράγματα. Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦν‐
20τες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, Τοῦ αὐτοῦ. Ὁδὸν εἰκότως ταύτην ἐκάλουν· ὄντως αὕτη ἦν ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἢ ὁδὸν λέγει τὸν Χριστόν· καὶ ὁδὸς καλεῖται· ἢ ὁδὸν λέγει τὴν πίστιν τὴν ἀληθῆ, τὴν διὰ τοῦ Παύλου καταγγελλομένην, δι’
25ἥν τις ὁδεύων ἤρχετο ἐπὶ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀποστὰς ἀπ’ αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. τοῦ‐ το δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦν‐ τας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου, Ἰουδαίους
30τε καὶ Ἕλληνας. Τοῦ Χρυσοστόμου. Ὅρα πόσον ἤνυσεν ἡ ἀποστασία· καὶ
Ἰουδαῖοι καὶ Ἕλληνες ἤκουον.315

316

Παιδεύει χωρίζεσθαι ἀπὸ τῶν βλασφημούντων τὸν Υἱὸν τοῦ Θεοῦ τοὺς εἰς αὐτὸν πιστεύοντας. Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ Θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέ‐
5ρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύ‐ ματα τὰ πονηρὰ ἐκπορεύεσθαι. Τοῦ Χρυσοστόμου. Οὐχὶ φοροῦντος ἥπτοντο μόνον, ἀλλὰ καὶ λαμβάνοντες ἐπετίθεσαν. καὶ διὰ τοῦτο οὐκ εἴα ἀπελθεῖν αὐτὸν
10εἰς τὴν Ἀσίαν, τηρῶν τοῦτον τὸν καιρὸν ὡς ἔγωγε οἶμαι· ὅρα πώ‐ ρωσιν Ἰουδαϊκήν· τὰ ἱμάτια αὐτοῦ ἰδόντες ἐνεργοῦντα, οὐ προσεῖ‐ χον· τί τούτου μεῖζον ἂν γένοιτο; ἀλλὰ καὶ εἰς τοὐναντίον περιέ‐ στησαν· εἴ τις Ἑλλήνων ἀπιστεῖ, τὴν κόνιν ὁρῶν ταῦτα ἐργαζο‐ μένην πιστευέτω· οἱ κακολογοῦντες ἡττῶνται· θέα πανταχοῦ, οὐχ
15οὕτως τοὺς ἀνθρώπους ἐπιστρεφομένους ἀπὸ τῶν χρηστῶν ὡς ἀπὸ τῶν φοβερῶν· ἐπὶ Σαπφείρας φόβος ἐπέπεσεν ἐπὶ τὴν ἐκκλησίαν, καὶ οὐκ ἐτόλμων κολλᾶσθαι αὐτοῖς· ἐνταῦθα σουδάρια καὶ σιμι‐ κίνθια ἐλάμβανον καὶ ἰῶντο. Τοῦ αὐτοῦ ἐκ τοῦ ξγʹ λόγου τοῦ εἰς τὸ κατὰ Ἰωάννην
20Εὐαγγέλιον. Τοῦτό ἐστιν ὅ φησιν ὁ Χριστὸς, “ὁ πιστεύων εἰς “ἐμὲ, μείζονα σημεῖα ποιήσει ἐμοῦ ἐν τῷ ὀνόματί μου·” ταῦτα γὰρ τὰ μείζονα ἃ ἐποίησαν, αἱ σκιαὶ αὐτῶν νεκροὺς ἤγειραν· οὕτω γὰρ μάλιστα ἐκηρύττετο ἡ τοῦ Χριστοῦ δύναμις· οὐ γὰρ οὕτως θαυ‐ μαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν, ὡς ἀποθανόντος αὐτοῦ, ἑτέ‐
25ρους ἐν τῷ ὀνόματι ἐκείνου, μείζονα αὐτοῦ δυνηθῆναι· ἀναμφισβή‐ τητος γὰρ ἦν αὕτη τῆς ἀναστάσεως ἡ ἀπόδειξις· καὶ οὐκ ἂν, οὐδὲ εἰ ὤφθη, οὕτως ἐπιστεύθη· ἐκεῖνο γὰρ εἶχον εἰπεῖν, ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνον ψιλοῦ μείζονα γινό‐ μενα σημεῖα, ἢ ὅτε αὐτὸς ἦν ἐν σαρκὶ μετὰ ἀνθρώπων, οὐκ ἂν
30ἠπίστησεν, εἰ μὴ σφόδρα ἀναίσχυντος ἦν. Ἀμμωνίου. Τὸ τῶν σουδαρίων καὶ τῶν σκιῶν τῶν μαθητῶν, σημεῖα ἐστὶ μείζονα ὧν ὁ Ἰησοῦς ἐποίησε· καὶ πληροῦται καὶ ἐν τούτοις ὁ λόγος ὃν εἶπεν ὁ Ἰησούς, “ὅτι ὁ πιστεύων εἰς ἐμὲ μείζονα
“σημεῖα ποιήσει ὧν ἐγὼ ποιῶ·” “σουδάρια καὶ σιμικίνθια·” ἀμφό‐316

317

τερα νομίζω λινοειδῆ εἶναι· πλὴν τὰ μὲν σουδάρια ἐπὶ τῆς κεφαλῆς ἐπιβάλλεται, τὰ δὲ σιμικίνθια ἐν ταῖς χερσὶ κατέχουσιν, οἱ μὴ δυνάμενοι ὀράρια φορέσαι· οἷον εἰσὶν οἱ φοροῦντες τὰς ὑπατικὰς στολὰς ἢ γουνία, πρὸς τὸ ἀπομάττεσθαι τὰς ὑγρότητας τοῦ προσ‐
5ώπου, οἷον, ἱδρῶτας, πτύελον, δάκρυον, καὶ τὰ ὅμοια. Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰου‐ δαίων ἐξορκιστῶν ὀνοματίζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύ‐ ματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες, ἐξορκίζομεν ὑμᾶς τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει.
10 Τοῦ Χρυσοστόμου. Ὅρα οὗτοι πάντα ἐποίουν πραγματείας ἕνεκεν· ὅρα καὶ πιστεῦσαι μὲν οὐκ ἤθελον, διὰ δὲ τοῦ ὀνόματος ἤθελον ἐκβάλλειν τοὺς δαίμονας· βαβαὶ τὸ ὄνομα τοῦ Παύλου πόσον ἦν· οὐδὲν δὲ μέγα ἐνόμιζον εἶναι τὸν Ἰησοῦν, ἀλλὰ τὸν Παῦ‐ λον προσετίθεσαν, ὡς αὐτὸν μέγα τι νομίζοντες.
15 Ὁ ἅγιος Ἰωάννης ὁ Κωνσταντίνου πόλεως Ἐπίσκοπος λέγει ἐν Κορίνθῳ γενέσθαι. Ἀμμωνίου. “Ἐπεχείρησαν δέ τινες·” αὕτη ἡ λέξις δείκνυ‐ σιν, ὅτι οὐκ ὡς πιστεύοντες τῷ Ἰησοῦ οἱ ἐπορκισταὶ ἐπόρκιζον τὰ ἀκάθαρτα πνεύματα τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
20ἀλλ’ ὡς πειράζοντες, δίψυχοι ὄντες, ἀκατάστατοι· διὸ, ὡς καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐμαρτύρησεν, ὡς μὴ ὄντες πιστοὶ, τῆς προ‐ πετείας δεδώκασι πρὸς ὀλίγον δίκην· τὸ οὖν “ἐπεχείρησαν” τοῦτο δηλοῖ, ὅτι οὐκ ἐθάρρουν μὲν, πλὴν ἐπέβαλον τὰς χεῖρας, εἴπω ἐπιτεύξονται τοῦ σκοποῦ· οὕτω καὶ ἡ Αἰγυπτία ἐπεχείρησε τῷ
25Ἰωσὴφ, καὶ οὐκ ἐπέτυχε· καὶ οἱ ἐπιχειρήσαντες Ἰουδαῖοι τοῖς μαθηταῖς. Τῷ ὀνόματι Κυρίου καὶ ἄλλοι προεφήτευσαν, Βαλαὰμ καὶ Σαοὺλ καὶ Καϊάφας. Διδύμου. Ὡς ὁμολογῶν τὸν Θεὸν μόνῃ φωνῇ ἀρνεῖται αὐτὸν
30τοῖς ἔργοις, οὕτως ἐστὶ κατὰ ψιλὴν διάληψιν γινώσκειν τὸν Ἰη‐ σοῦν· διὸ οὐ παράδοξον εἰ λέγει τὸ πνεῦμα τὸ πονηρὸν τοῖς ἐξορ‐ κισταῖς Ἰουδαίοις, “τὸν Ἰησοῦν γινώσκω” καὶ τὰ ἑξῆς· καὶ γὰρ
ἕτεροι δαίμονες αὐτῷ τῷ Ἰησοῦ μετὰ βοῆς ἔλεγον· “οἶδά σε τίς εἶ, ὁ317

318

“Ἅγιος τοῦ Θεοῦ,” εἰς ταῦτα λήψῃ τὸ, “καὶ δαιμόνια πιστεύουσι “καὶ φρίσσουσιν,” οὐδὲ γὰρ μαρτυρεῖται ὡς ἔχει τὰ δαιμόνια πί‐ στιν λελογισμένην εἰς δικαιοσύνην· ῥητέον δὲ εἰς τὰ προκείμενα καὶ οὕτως· ὥσπερ οἱ τὰς ἰάσεις δεχόμενοι πρὸς τοῦ Ἰησοῦ κατὰ τὴν
5πίστιν ἑαυτῶν ἐλάμβανον, οὕτως οἱ ὀνομάζοντες τὸν Ἰησοῦν ἐπεκ‐ βολῇ δαίμονος ἢ ἄλλης ἰάσεως, καθ’ ἣν ἔχουσι πίστιν ἀνύουσιν· ἀκολούθως δὲ τὸ πνεῦμα φησὶ, “τίνες ἐστὲ ὑμεῖς” ὀνομάζοντες τὸν Ἰησοῦν· οὐ γὰρ αἰσθάνομαι δύναμιν, ἧς πολλάκις πεῖραν ἔσχον, λεχθείσης αὐτοῦ τῆς προσηγορίας.
10Περὶ τῶν υἱῶν Σκευᾶ, ὅτιπερ οὐ δεῖ ἐγχειρεῖν ἀπιστοῖς καὶ ἀναξίοις τῆς πίστεως γενομένοις, καὶ περὶ ἐξομολογήσεως τῶν πιστευόντων. Ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ οἱ τοῦτο ποιοῦντες. ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπί‐
15σταμαι· ὑμεῖς δέ τινος ἐστέ; καὶ ἐφαλλόμενος ὁ ἄν‐ θρωπος ἐπ’ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, καὶ κρατήσας ἀμφοτέρων, ἴσχυσε κατ’ αὐτῶν, ὥστε γύμνους καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλ‐
20λησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον, καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτοὺς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυ‐ ρίου Ἰησοῦ. Τοῦ Χρυσοστόμου. Λανθανόντως ἐποίουν· εἶτα ἐκπομπεύεται αὐτῶν ἡ ἀσθενεία. Καὶ μετ’ ὀλίγα—Ἄξιον ἐνταῦθα θαυμάσαι,
25πῶς ὁ δαίμων οὐ συνέπραττεν ἐκείνοις τῇ τῶν ἐξορκιστῶν πλάνῃ· ἀλλὰ διήλεγξεν αὐτοὺς, καὶ τὴν σκηνὴν αὐτῶν φανερὰν ἐποίη‐ σεν· ἐμοὶ δοκεῖ σφόδρα θυμωθεὶς, ὥσπερ ἂν εἴτις περὶ τῶν ἐσχά‐ των κινδυνεύων ὑπό τινος οἰκτροῦ καὶ ταλαιπώρου διελέγχοιτο, καὶ πάντα εἰς ἐκεῖνον ἀφεῖναι βούλεται τὸν θυμόν· ἵνα γὰρ μὴ δόξῃ
30καταφρονεῖσθαι τὸ ὄνομα τοῦ Ἰησοῦ, πρότερον ὁμολογήσας, τότε ἔλαβεν ἐξουσίαν· ὅτι γὰρ οὐκ ὀνόματος ἦν ἀσθένεια, ἀλλὰ τῆς ἐκείνων ἀπάτης τὸ πᾶν, ἐπὶ Παύλου διατί μὴ γεγένηται ταῦτα;
προσήραξεν αὐτῶν τὰς κεφαλὰς, ἴσως διέρρηξε τὰ ἱμάτια—Καὶ318

319

μετ’ ὀλίγα—Δείκνυται δαιμόνων ἡ δύναμις μεγάλη τις οὖσα, ὅταν πρὸς ἀπίστους ἔχῃ. Ἐξ ἀνεπιγράφου. Ὥσπερ ἐστὶ φωνῇ μὲν ὁμολογεῖν τὸν Θεὸν, τοῖς δὲ ἔργοις ἀρνεῖσθαι, οὕτως ἐστὶν εἰδέναι τὸν Ἰησοῦν καὶ τοὺς
5Ἀποστόλους αὐτοῦ, οὐκ ἔχοντα δύναμιν ἐπιστημονικὴν καὶ γνωστι‐ κήν· διὸ οὐδὲ παράδοξον, εἰ τοῖς τοιούτοις ἐφάλλεται τὸ πνεῦμα τὸ πονηρὸν, λέγον· “ὑμεῖς δὲ τίνες ἐστέ;” ὧν τὴν φωνήν, φησι, τὴν προφέρουσαν τὸν Ἰησοῦν, οὐχ ὡς πυρὸς αἰσθάνομαι· πυρὸς γὰρ σφοδρότερον ἐνεργοῦσα εἰς τὰ πνεύματα τῇ τῶν Ἀποστόλων φωνῇ,
10ἡ τοῦ Ἰησοῦ προσηγορία ἐξήλαυνε τῶν σωμάτων αὐτούς. Πολλοὶ δὲ τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογού‐ μενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. Ἀμμωνίου. Δεῖ πάντα πιστὸν λέγειν τὰς ἑαυτοῦ ἁμαρτίας, καὶ ἀποτάττεσθαι διὰ τοῦ ἑαυτὸν ἐλέγχειν τοῦ ἔτι ποιεῖν τὰ αὐτὰ,
15ἵνα δίκαιος γένηται κατὰ τὸ εἰρημένον· “λέγε σὺ τὰς ἁμαρτίας “σου πρῶτον, ἵνα δικαιωθῇς·” καὶ τὸ, “δίκαιος ἑαυτοῦ κατήγο‐ “ρος·” τοσοῦτοι δὲ ἦσαν κατείδωλοι οἱ Ἐφέσιοι καὶ γόητες, ὅτι καὶ πολυτίμως τὰς γοητευτικὰς κατεσκεύαζον βίβλους, ὡς τῶν ἐν βίῳ ἐχουσῶν τὰ κάλλιστα· ἅπερ εἰς Χριστὸν πιστεύσαν‐
20τες οὐκ ἐπώλησαν, καίτοιγε ἄλλων ἐκεῖσε τοιούτων ὄντων τῶν θελόντων τὰς βίβλους κτήσασθαι, ἀλλ’ ἔκαυσαν· πρῶτον μὲν ἵνα μήτις μετάσχῃ τῆς ἀπ’ αὐτῶν ψυχοφθόρου λύμης· ἔπειτα δὲ ἵνα μὴ ἀπὸ τοιαύτης αἰτίας κτήσωνταί τι. ὥσπερ γὰρ ἀπηγόρευται τὸ τοῦ κυνὸς τίμημα, ἢ τὸ ἀπὸ πορνείας κέρδος προσάγειν Θεῷ, οὕτως
25οὐδὲ τὸ ἐκ τῆς αἰτίας ταύτης ἀργύριον τεθῆναι παρὰ τοὺς τῶν Ἀποστόλων πόδας δίκαιον ἔκριναν. Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, εἰσενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψή‐ φισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας
30πέντε. οὕτως κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν. Τοῦ Χρυσοστόμου. Εἰδότες ὅτι οὐδὲν αὐτῶν ὄφελος λοιπὸν
ἦν, ὅταν καὶ αὐτοὶ οἱ δαίμονες ταῦτα ποιῶσιν. οὐκ ἄρα τὸ ὄνομα319

320

τι ποιεῖ, ἐὰν μὴ μετὰ πίστεως λέγηται· “ὁ πιστεύων εἰς ἐμέ,” φησι, “καὶ μείζονα ποιήσῃ, ὧν ἐγὼ ποιῶ·” τοῦτο τὸ τῶν σκιῶν ἐστὶν ὅπερ ἔλεγε. Καὶ πάλιν—Ὅτε γοῦν τὸν δαίμονα τὸν πονηρὸν ἐκεῖνον ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες συνελθοῦσαι, πλῆθος
5βιβλίων τῶν μαγγανικῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν με‐ θίσταντο· καὶ καθάπερ ἐν πολέμῳ πύργου πεσόντος, ἢ τυράννου κατενεχθέντος, οἱ μετ’ ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες τῷ στρα‐ τηγῷ προσέχουσιν· οὕτω δὴ καὶ τότε ἐγένετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος, οἱ πολυορκηθέντες ἅπαντες τὰ βιβλία ῥίψαντες, μᾶλ‐
10λον δὲ κατακαύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον. Διδύμου. Οἱ διαβάλλοντες τοὺς Χριστοῦ μαθητὰς ὡς ἐκ μαγι‐ κῆς κατασκευῆς ἔχοντας, προκειμένης λέξεως ἐλεγχέσθωσαν, δηλού‐ σης ὡς δυνάμει τῆς διδασκαλίας αὐτῶν πᾶσα γοητεία κατελύετο. ἰδοὺ γοῦν οὐχ οἱ εὐκαταφρόνητοι, ἀλλ’ ἱκανότητα πολλὴν πρὸς
15τὴν τέχνην ταύτην ἔχοντες, αἴσθησιν λαβόντες τῆς καθαιρέσεως τῆς περιεργείας ἴσως τῶν δαιμόνων τῶν συνήθων, τὰς βίβλους πάσας τὰς περὶ τούτων συγκομίσαντες, ἔμπροσθεν πάντων τότε παρόντων κατέκαυσαν· καίτοι πολλοῦ τιμήματος οὔσας. προλήψει τοῖς προκειμένοις καὶ τὰ περὶ Σίμωνος.
20 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύ‐ ματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. Τοῦ Χρυσοστόμου. Τήν τε παρουσίαν ἀπαγγεῖλαι, καὶ προ‐
25θυμοτέρους ποιοῦντας, μάλιστα πάντων τῇ Ἀσίᾳ ἐνδιατρίβει· εἰκό‐ τως· ἐκεῖ γὰρ ἦν τυραννὶς τῶν φιλοσόφων· καὶ ἐλθὼν πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἡ δεισιδαιμονία. Ἀποστείλας δὲ εἰς Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς
30τὴν Ἀσίαν. Τοῦ αὐτοῦ. Ἴσως ὡς κιβώρια μικρὰ πολλὴ ταύτης ἡ τιμὴ ἐν Ἐφέσῳ· ὅπου καὶ τὸ ἱερὸν αὐτῶν ἔμπροσθεν οὕτως ἐλύπησεν
αὐτοὺς, ὡς τὸν ἐμπρήσαντα κελεῦσαι μηδὲ ὀνόματι λέγεσθαι· ὅρα320

321

πανταχοῦ τὴν εἰδωλολατρίαν ἀπὸ χρημάτων· καὶ οὗτος διὰ χρή‐ ματα, οὐ τῆς εὐσεβείας κινδυνευούσης αὐτοῖς, ἀλλ’ ὡς τοῦ πορι‐ σμοῦ τὴν ὑπόθεσιν οὐκ ἔχοντος. Περὶ τῆς ἐν Ἐφέσῳ κινηθείσης στάσεως ὑπὸ Δημητρίου τοῦ ἀργυροκόπου
5 κατὰ τῶν Ἀποστόλων. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὄλι‐ γος περὶ τῆς ὁδοῦ. Δημήτριος γάρ τις ὀνόματι, ἀργυ‐ ρόκοπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλιγὴν ἐργασίαν·
10 Τοῦ αὐτοῦ. Τὸν κίνδυνον ἐπέστησεν, ὅτι ἀπὸ τῆς τέχνης ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν· καίτοι τὰ εἰρημένα ἱκανὰ εἰς εὐσέβειαν αὐτοὺς ἀγαγεῖν· ἀλλὰ ταλαίπωροί τινες ὄντες καὶ ψυχροὶ ταῦτα ποιοῦσιν· εἰ γὰρ ἄνθρωπος οὗτος τοσαῦτα ἰσχύει ὡς μεταστῆσαι πάντας, καὶ κινδυνεύει τὰ τῶν θεῶν, δεῖ ἐννοῆσαι
15ἡλίκος ὁ τούτου θεός· καὶ ὅτι πολλῷ μᾶλλον ἐκεῖνα ὑμῖν δώσει ὑπὲρ ὧν φοβεῖσθε· ἤδη προκατέλαβεν αὐτῶν τὰς ψυχὰς, λέγων “ὅτι οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ χειρῶν ἀνθρώπων γινόμενοι·” ὅρα ὑπὲρ τίνος ἀγανακτοῦσιν Ἕλληνες, ἐπειδὴ εἶπεν, ὅτι οἱ ὑπὸ ἀνθρώπων γινόμενοι οὐκ εἰσὶ θεοί· πανταχοῦ εἰς τὴν τέχνην ὠθεῖ τὸν λόγον·
20εἶτα τὸ μάλιστα αὐτοὺς λυπῆσαν ὕστερον τίθησιν. Οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι· Ἀμμωνίου. Ἤιδει οὖν ὁ Δημήτριος ὅτι ἠπάτα τοὺς ἀνθρώπους,
25ποιῶν αὐτοῖς ναοὺς καὶ θεοὺς ἀργυροῦς· καὶ ἐδεδείη μὴ ἐλεγχθῇ αὐτοῦ ἡ ῥαδιουργία καὶ ἡ ἀπάτη, διὰ τῆς ἀληθοῦς τοῦ Παύλου διδαχῆς. σημειωτέον δὲ ὅτι τοσοῦτον διέλαμπεν ἡ ἀληθὴς πίστις, καίτοι μήπω ἐπικρατήσασα τότε τῆς οἰκουμένης, ὅτι Δημήτριος ἐδεδείει, μὴ καὶ εἰς τέλος ἀπόληται τῆς Ἀρτέμιδος ὁ ἐν Ἐφέσῳ
30ναός· καὶ προανεφώνει τὴν ἀπώλειαν τοῦ ναοῦ, ὃ καὶ γέγονεν. Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ
καὶ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας321

322

μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. Τοῦ Χρυσοστόμου. “Πείσας” μετέστησεν οὐ βιαίως· οὕτω δεῖ πείθειν. Καὶ μετ’ ὀλίγα—Πῶς ἔπεισεν ἄνθρωπος εὐτελής; πῶς
5τοσαύτης ἐκράτησε συνουσίας; τί ποιῶν, ἢ τί λέγων; οὐκ ἔστι Παύλου, οὐκ ἔστιν ἀνδρός· καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, “ὅτι οὐκ εἰσὶ “θεοί·” εἰ μὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι κατα‐ γνωσθῆναι ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι ταχέως. Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπε‐
10λεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτεμί‐ δος ἱερὸν εἰς οὐδὲν λογισθῆναι μέλλει, καθαιρεῖσθαί τε τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκου‐ μένη σέβεται. Τοῦ αὐτοῦ. Ὅρα πῶς ἔδειξε μείζω τὴν Παύλου δύναμιν, πάν‐
15τας ἀθλίους αὐτοὺς καὶ ταλαιπώρους ἀποφαίνων, εἴγε ἄνθρωπος ἐλαυνόμενος καὶ σκηνοποιὸς ταῦτα δύναται· ὅρα παρ’ ἐχθρῶν τὰς μαρτυρίας τοῖς Ἀποστόλοις γινομένας· ὅτε ἐκαθῄρουν αὐτῶν τὰ σεβάσματα, τότε στέμματα καὶ ταύρους προσέφερον. Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον
20λέγοντες, Τοῦ αὐτοῦ. Πόθεν ὁ θυμὸς γέγονεν; ὅτε περὶ τῆς Ἀρτεμίδος ἤκουσαν, ὅτε περὶ τοῦ πορισμοῦ· τοιαῦτα γὰρ τὰ τῶν ἀγοραίων ἤθη ἀπὸ τοῦ τυχόντος συναρπάσεσθαι καὶ ἐκκαίεσθαι· διὸ ταῦτα μετὰ ἐξετάσεως δεῖ ποιεῖν.
25 Μεγάλη ἡ Ἀρτεμὶς Ἐφεσίων. καὶ ἐπλήσθη ὅλη ἡ πόλις τῆς συγχύσεως· Τοῦ αὐτοῦ. Κατὰ πόλιν γὰρ αὐτῶν ἦσαν θεοὶ, καὶ οὕτω διέ‐ κειντο, ὡς διὰ τῆς φωνῆς ἀνακτώμενοι τὸ σέβας αὐτῆς, καὶ τὰ γεγενημένα ἀναλύοντες· ὅρα ἄτακτον πλῆθος· παιδικὴ ὄντως ἡ διά‐
30νοια· καθάπερ φοβούμενοι μὴ σβεσθῇ τὸ σέβασμα αὐτῶν, συνε‐ χῶς ἐβόων.
Ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπά‐322

323

σαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνα, συνεκδήμους Παύλου. Τοῦ Χρυσοστόμου. Τούτων ἔν τινι ἑαυτοῦ Ἐπιστολῇ μέμνη‐ ται ὁ Ἀπόστολος· πλὴν καὶ ἡ γραφὴ αὐτοῖς μαρτυρεῖ, ὅτι διὰ
5τὴν πίστιν καὶ ἐκινδύνευσαν. Τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
10 Τοῦ αὐτοῦ. “Παρεκάλουν τὸν Παῦλον μὴ δοῦναι ἑαυτὸν εἰς τὸ “θέατρον” ἀτάκτῳ δήμῳ καὶ ῥύμῃ· καὶ ὁ Παῦλος πείθεται· οὐ γὰρ ἦν κενόδοξος οὐδὲ φιλότιμος. Καὶ πάλιν—Εἰδότες αὐτοῦ τὴν προθυμίαν παρεκάλουν· οὕτως αὐτὸν πάντες ἐφίλουν οἱ πιστοί. Μὴ δὴ καταπίπτωμεν ἐν τοῖς πειρασμοῖς· αὐτὸς γὰρ ποιήσει
15καὶ τὴν δύναμιν τοῦ δύνασθαι ὑπενεγκεῖν· οὐδὲν οὕτως φιλοὺς ποιεῖ καὶ συγκροτεῖ ὡς θλίψεις· οὐδὲν οὕτω συνδεῖ καὶ ἐπισφίγγει τῶν πιστῶν τὰς ψυχάς· οὐδὲν ἡμῖν τοῖς διδασκάλοις ἐπιτήδειον πρὸς τὸ τὰ παρ’ ἡμῶν λεγόμενα ἀκούεσθαι. ἐν μὲν γὰρ ἀνέσει τυγχάνων ὁ ἀκροατὴς, χαῦνός τε ἐστι καὶ ῥάθυμος, καὶ ἐνοχλεῖ‐
20σθαι δοκεῖ παρὰ τοῦ λέγοντος· ἐν δὲ θλίψει καὶ στενοχωρίᾳ, εἰς πολλὴν ἐπιθυμίαν ἀκροάσεως ἐμπίπτει· στενοχωρούμενός τε τὴν ψυχὴν πανταχόθεν ζητεῖ παραμυθίαν τῆς θλίψεως εὑρεῖν· οὐ μι‐ κρὰν δὲ φέρει ὁ λόγος παραμυθίαν. Καὶ μεθ’ ἑτέρα—Μηδὲ κατα‐ πίπτωμεν ἐν ταῖς θλίψεσιν· ἀλλ’ ἐν πᾶσιν εὐχαριστῶμεν, ἵνα καὶ
25κερδάνωμεν μέγα· ἵνα εὐδοκιμήσωμεν παρὰ τῷ Θεῷ τῷ τὰς θλί‐ ψεις συγχωροῦντι· μήτε οὖν ἐπισπώμεθα αὐτὴν, καὶ παροῦσαν γενναίως φέρωμεν, ἀεὶ μυρίων οὖσαν ἀγαθῶν αἰτίαν· ἵνα καὶ τῆς παρὰ Θεοῦ ῥόπης ἀπολαύσωμεν. Πολλοὺς κινδύνους ὑπέμεινεν ἐν Ἐφέσῳ ὁ Παῦλος, ὥστε μι‐
30κροῦ δεῖν καὶ θηρίοις ὁμιλῆσαι· καὶ τοῦτό ἐστιν ὅ φησιν ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· “εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν “Ἐφέσῳ, τί μοι τὸ ὄφελος;” Ἰωάννης δὲ ὁ ἁγιώτατος Ἐπίσκοπος Κωνσταντίνου πόλεως ἐξηγούμενος τὸ ῥητὸν τοῦτο, οὕτως εἶπε· τί
ἐστιν “εἰ κατὰ ἄνθρωπον;” ὅσον τὸ εἰς ἀνθρώπους ἧκον “ἐθηριο‐323

324

“μάχησα·” τί γὰρ εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; ὥστε ὁ μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνῶν· ἐγώ εἰμι ὁ τοσούτους κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν· εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀναστάσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ πα‐
5ρόντος τὰ ἡμέτερα συγκέκλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ ἐσμέν. Καὶ μετ’ ὀλίγα—Ταῦτα δὲ ἅπαντα ἔλεγεν· οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος, καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ἀσθέ‐ νειαν, καὶ ὥστε αὐτοὺς εἰς τὸν περὶ τῆς ἀναστάσεως στηρίξαι λόγον.
10 Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν, τίνος ἕνεκα συνεληλύθεισαν. Ἀμμωνίου. Δείκνυσι τὴν ἄκριτον κατὰ τοῦ Παύλου ἐπανά‐ στασιν· ὅτι δὴ καὶ ἠγνόουν τινὲς καταβοῶντες, ἐφ’ οἷς συναχθέν‐
15τες ἔκραζον. Τοῦ Χρυσοστόμου. Τοιοῦτον τὸ πλῆθος· ἁπλῶς ἕπεται, κα‐ θάπερ πῦρ εἰς ὕλην ἐμπεσόν· ὁ μὲν οὖν Παῦλος ἐβούλετο εἰσελ‐ θὼν δημηγορῆσαι, τοὺς γὰρ διωγμοὺς ἐλάμβανεν εἰς διδασκαλίαν· ἀλλ’ οἱ μαθηταὶ οὐκ εἴων· σκόπει πόσῃ περὶ αὐτὸν προνοίᾳ κέχρην‐
20ται πανταχοῦ· καὶ ἐξ ἀρχῆς αὐτὸν ἐξήγαγον· ὥστε μὴ περὶ τὰ καίρια λαβεῖν τὴν πληγήν· καίτοιγε ἤκουσαν ὅτι δεῖ αὐτὸν καὶ Ῥώμην ἰδεῖν. Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλ‐ λόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατα‐
25σείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ· ἐπι‐ γνόντων δὲ ὅτι Ἰουδαῖος ἐστὶ, φωνὴ ἐγίνετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Τοῦ Χρυσοστόμου. Προεβάλοντο οἱ Ἰουδαῖοι τὸν Ἀλέξανδρον·
30οἰκονομικῶς δὲ οὗτος οὐκ ἐφθέγξατο· πάλιν δὲ ἔκραζον “μεγάλη ἡ “Ἄρτεμις·” παιδικὴ ὄντως ἡ διάνοια· καθάπερ γὰρ φοβούμενοι μὴ σβεσθῇ τὸ σέβας αὐτῶν, συνεχῶς ἐβόων· δύο ἔτη ἐκάθισεν ἐκεῖ ὁ
Παῦλος· καὶ ὅρα πόση ἔτη Ἕλληνες· τίνος δὲ ἕνεκεν Ἀλέξανδρος324

325

ἐβούλετο ἀπολογήσασθαι; μὴ γὰρ αὐτὸς ἐνεκλήθη, ἀλλ’ ὥστε και‐ ρὸν εὑρεῖν, καὶ τὸ πᾶν καταστρέψαι, καὶ ἑλκύσαι τοῦ δημοῦ τὸν θυμόν· εἶδες θυμὸν ἄτακτον. Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον, φησὶν,
5ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων, ὃς οὐκ ἐπι‐ γινώσκει τὴν τῶν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; Τοῦ αὐτοῦ. Καλῶς καὶ ἐπιτιμητικῶς ὁ γραμματεύς· “τίς ἐστι,” φησὶν, “ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν;” περὶ οὗ ἐφοβοῦντο,
10οὐκοῦν τοῦτό φησιν, ὅτι οὐ θεραπεύετε αὐτήν· καὶ οὐκ εἶπε, τίς γάρ ἐστιν, ὃς οὐ γινώσκει τὴν Ἄρτεμιν, ἀλλὰ τὴν πόλιν τὴν ὑμε‐ τέραν; ἐθεράπευεν αὐτήν· τί τοίνυν ζητεῖτε ὡς ἀδήλων ὄντων; προσχῆμα τὴν εὐσέβειαν ἐβούλοντο ποιεῖν τοῦ χρηματισμοῦ. Ἀμμωνίου. “Καὶ τοῦ διοπετοῦς,” τοῦ ναοῦ τοῦ Διός· ἤτοι τοῦ
15στρογγυλοειδοῦς· ἢ μᾶλλον ὅπερ καὶ ἀληθές ἐστι, διοπετὲς καλεῖ τὸ ἄγαλμα τῆς Ἀρτέμιδος, ἤτοι τὸ Παλλάδιον· ὅπερ ἄνωθεν ἐκ τοῦ Διὸς διαθήλασθαι ᾤοντο, καὶ οὐκ ἐξ ἀνθρώπων. Ἰσιδώρου ἐπιστολῆς αφληʹ. Τινὲς μὲν φασὶν ὅτι περὶ τοῦ τῆς Ἀρτέμιδος ἀγάλματος εἴρηται, τουτέστι τῆς μεγάλης Ἀρτέ‐
20μιδος, καὶ τοῦ διοπετοῦς αὐτῆς ἀγάλματος· τινὲς, ὅτι καὶ τὸ Παλ‐ λάδιον, ἄγαλμα δὲ ἦν τῆς Ἀθηνᾶς· τοῦτο ἐσέβοντο μετὰ τῆς Ἀρτέμιδος. Τὸ ἐξ οὐρανοῦ παρὰ τοῦ Διὸς πεμφθὲν ἤτοι καταπτὰν, καὶ οὐ γενόμενον ὑπὸ ἀνθρώπου ἄγαλμα, ἢ τῆς Ἀρτέμιδος ἢ τῆς Παλ‐
25λάδος, καθὼς ἐμυθεύοντο Ἕλληνες πρὸς κατάπληξιν τῶν ἀκεραιο‐ τέρων. Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἔστιν ὑμᾶς κατεσταλμένους ὑπαρχεῖν, καὶ μηδὲν προπετὲς πράσ‐ σειν. ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύ‐
30λους οὔτε βλασφημοῦντας τὴν θεὸν ὑμῶν. Τοῦ Χρυσοστόμου. Εἶτα ἠρέμα καθάπτεται αὐτῶν, δεικνὺς
ὅτι προπετῶς ἔπραξαν, καὶ οὐκ ἔδει ἰδιωτικῶν ἐγκλημάτων ἕνεκεν325

326

κοινὴν ἐκκλησίαν ποιεῖσθαι· σφόδρα γὰρ αὐτοὺς ἠλόγησε καὶ διη‐ πόρησε· “τίς γάρ ἐστιν ἀνθρώπων,” καὶ τὰ ἑξῆς· τούτῳ πρώτῳ τὸν θυμὸν αὐτῶν ἔσβεσε. “καὶ τοῦ διοπετοῦς·” ἱερὸν ἕτερον οὕτως ἐκα‐ λεῖτο, ἤτοι τὸ ὄστρακον αὐτῆς φησιν. “οὔτε βλασφημοῦντα τὴν
5“θεὸν ἡμῶν·” τοῦτο ψεῦδος, ταῦτα μὲν πρὸς τὸν δῆμον· ὥστε δὲ κἀκείνους ἐπιεικεστέρους γενέσθαι, φησίν. Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνίται ἔχουσι πρός τινα λόγον, Τοῦ αὐτοῦ. Ὅρα πῶς οἱ ἄπιστοι· φρονίμως πῶς καὶ συνετῶς
10οὕτως ἔσβεσεν τὸν θυμόν· ὥσπερ γὰρ ῥαδίως ἐξάπτεται, οὕτω καὶ ῥαδίως σβέννυται. Ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοι εἰσίν· ἐγκαλείτω‐ σαν ἀλλήλοις· εἰ δέ τι περαιτέρω ζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται· καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖ‐
15σθαι στάσεως περὶ τῆς σήμερον, μηδένος αἰτίου ὑπάρ‐ χοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης· καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκ‐ κλησίαν. Ἀμμωνίου· Εἶδος ἦν δικαστῶν ἐν τῇ Ἀσίᾳ εὐτελῶν οἱ ἀγο‐
20ραῖοι, οἵτινες ἐδίκαζον τοῖς πένησι καὶ ἀγοραίοις ἀνθρώποις· διὸ καὶ ἀγοραῖοι ἐκαλοῦντο μᾶλλον· ὥσπερ εἰσὶν οἱ ἔκδικοι κατὰ πό‐ λεις τινάς· οἱ δ’ ἀνθύπατοι ταῖς τῶν πλουσίων ἢ τῶν ἐγκλημάτων δίκαις ὑπήκουον· ἢ ἀγοραῖοι εἰσὶν οἱ δικολόγοι, παρὰ τὸ ἀγορεύειν λεχθέντες, ὅ ἐστι δημηγορεῖν.
25tΚΕΦ. ΚΘ.
26tΠερίοδος Παύλου, ἐν ᾗ περὶ θανάτου καὶ ἀνακλήσεως Εὐτυχοῦς διὰ προσευ‐
27tχῆς ἐν Τρωάδι· παραίνεσις τὲ αὐτοῦ ποιμαντικὴ πρὸς τοὺς ἐν Ἐφέσῳ
28tπρεσβυτέρους.
29Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, μεταπεμψά‐
30μενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ παρακαλέσας, ἀσπα‐ σάμενός τε, ἐξῆλθε πορεύεσθαι εἰς Μακεδονίαν· διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ,
ἦλθεν εἰς τὴν Ἑλλάδα.326

327

Τοῦ Χρυσοστόμου. Ἔδει δὲ πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκείνης· τοῦτο δὲ ποιήσας ἦλθεν εἰς Μακεδονίαν, εἶτα εἰς τὴν Ἑλλάδα· πάλιν δὲ διώκεται ὑπὸ Ἰουδαίων, καὶ ἔρχεται εἰς Μακεδονίαν· πῶς δὲ τὸν Τιμόθεον Θεσσαλονικέα φησίν; οὐ τοῦτο
5λέγει· ἀλλὰ προέλαβον, φησὶν, οὗτοι εἰς τὴν Τρωάδα προοδοποι‐ οῦντες αὐτῷ· τὰς δὲ ἑορτὰς ἐμοὶ δοκεῖ σπουδάζειν αὐτὸν ποιεῖν ἐν ταῖς μεγάλαις πόλεσι· προελθόντες ἀπὸ Φιλίππων, ἔνθα κατὰ τὸ δεσμωτήριον ἐγένετο· τρίτον τοῦτο εἰς Μακεδονίαν ἐπανῆλθε, καὶ πολλὰ μαρτυρεῖ τοῖς Φιλιππησίοις, διὸ καὶ ἐνδιατρίβει ἐκεῖ·
10“καὶ ἀσπασάμενος αὐτοὺς,” φησὶν, “ἐξῆλθε.” καὶ τούτῳ πάλιν ἀνεκτήσατο, ἱκανὴν διδοὺς παραμυθίαν· “καὶ παρακαλέσας λόγῳ “πολλῷ.” Ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων, μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν,
15ἐγένετο γνώμης ὑποστρέφειν διὰ Μακεδονίας. συνεί‐ πετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Πύρρου Βε‐ ροιαῖος· Θεσσαλονικέων δὲ, Ἀρίσταρχος καὶ Σεκοῦν‐ δος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ, Τυχικὸς καὶ Τρόφιμος· οὗτοι προελθόντες ἔμενον ἡμᾶς
20ἐν Τρωάδι· ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρι ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά. Τοῦ αὐτοῦ. Ὅρα πανταχοῦ διὰ λόγων τὸ πλέον κατορθοῦντα,
25οὐ διὰ σημείων· συνεχῶς ἡμῖν αὐτὸν δείκνυσιν ἐπειγόμενον εἰς τὴν Συρίαν· τὸ δὲ αἴτιον ἡ ἐκκλησία ἦν καὶ τὰ Ἱεροσόλυμα· ἀλλ’ ὅμως κατεῖχε τὸν πόθον, καὶ τὰ ἐκεῖ κατώρθου· καίτοι οὐ μεγάλη ἡ Τρωάς ἐστι· τί οὖν ἡμερῶν ἑπτὰ ποιοῦσι; μεγάλη ἴσως ἦν κατὰ τοὺς πιστούς· καὶ ἡμέρας ἑπτὰ διατρίψας, τῇ ἐπιούσῃ τὴν
30νυκτὰ ἀνήλωσεν εἰς τὴν διδασκαλίαν· οὕτω δυσαποσπάστως αὐτῶν εἶχε, καὶ αὐτοὶ αὐτοῦ. Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων ἡμῶν
κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξ‐327

328

ιέναι τῇ ἐπαύριον, παρέτεινε δὲ τὸν λόγον μέχρι μεσο‐ νυκτίου· ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι. Τοῦ Χρυσοστόμου. Πεντηκοστὴ τότε ἦν· ὅρα πῶς πάντα
5πάρεργα ἦν τοῦ κηρύγματος· καὶ κυριακὴ ἦν· “μέχρι μεσονυκτίου,” φησίν· οὐδὲ νύκτα ἐσίγα, ἀλλὰ τότε μᾶλλον διελέγετο, ἅτε ἡσυ‐ χίας οὔσης· ὅρα πῶς καὶ πολλὰ διελέγετο, καὶ παρ’ αὐτὸν τοῦ δείπνου τὸν καιρόν· ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ μὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών. Καὶ
10μετ’ ὀλίγα—“Συνηγμένων δὲ ἡμῶν,” φησὶ, “κλάσαι ἄρτον” πρὸς αὐτὸν τὸν καιρόν. ἀρχὴν λαβὼν ὁ λόγος παρέτεινεν ὡς ἐνδεικνύμενος πεινῆν· καὶ οὐκ ἦν ἄκαιρος, οὐ γὰρ προηγουμένως εἰς διδασκαλίαν καθῆκεν, ἀλλὰ συνῆλθον μὲν “κλάσαι ἄρτον,” ἐμπεσόντος δὲ λόγου παρέτεινε τὴν διδασκαλίαν. ὅρα πῶς καὶ τῇ τραπέζῃ τοῦ Παύλου
15πάντες ἐκοινώνουν· ἐμοὶ δοκεῖ καὶ παρὰ τὴν τραπέζαν αὐτὸν καθη‐ μένον διαλέγεσθαι, παιδεύοντα ἡμᾶς πάντα τὰ λοιπὰ πάρεργον ἡγεῖσθαι. Καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ
20Παύλου ἐπὶ πλεῖον, καὶ κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου, ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. κατα‐ βὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν αὐτὸν εἶπε, Τοῦ αὐτοῦ. Συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, βαπτίσας τὸν
25ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών· θέα δέ μοι τὸ θέατρον, ὅπως ἦν συγκεκροτημένον, καὶ τὸ σημεῖον, οἷον· ἐπὶ θυρίδος ἐκάθητο ἀωρὶ τῶν νυκτῶν· τοσοῦτον ἦν ὁ πόθος τῆς ἀκροάσεως· αἰσχυνθῶμεν ἡμεῖς· ἀλλὰ Παῦλος διελέγετο, φησὶ, τότε· καὶ νῦν δὲ Παῦλος διαλέγεται· μᾶλλον δὲ οὐδὲ τότε Παῦλος, οὐδὲ νῦν, ἀλλ’ ὁ Χρι‐
30στὸς, καὶ οὐδεὶς ἀκούει· οὐχὶ θυρὶς ἔστι νῦν, οὐ πεῖνα, οὐχ ὕπνος ἐνοχλεῖ, καὶ ὅμως οὐκ ἀκούομεν· οὐ στενοχωρία τόπου, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι δὴ νεανίας ὢν, οὐκ
ἦν ῥάθυμος· καὶ ὕπνῳ καταφερόμενος οὐκ ἀπέστη, οὐδὲ ἔδεισε τὸν328

329

κίνδυνον, μὴ κατενεχθῇ· οὐκ ἀπὸ ῥαθυμίας ἐνύσταξεν, ἀλλ’ ἀπὸ ἀνάγκης φύσεως· σὺ δέ μοι θέα, ὅτι οὕτως ἔζεον τῇ προθυμίᾳ, ὅτι καὶ ἐν τριστέγῳ ἦσαν. οὔπω γὰρ ἦν ἡ ἐκκλησία. Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
5 Τοῦ Χρυσοστόμου. Οὐκ εἶπεν, ἀναστήσεται, ἐγερῶ γὰρ αὐ‐ τόν· ἀλλ’ ὅρα τὸ ἄτυφον αὐτοῦ καὶ παρακλητικὸν, “ἡ γὰρ ψυχὴ “αὐτοῦ ἐν αὐτῷ ἐστιν.” Ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. ἤγα‐
10γον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. Ἀμμωνίου. Σημειωτέον ὅτι καὶ ὁ Παῦλος νεκρὸν ἤγειρεν τὸν καλούμενον Εὔτυχον. Τοῦ Χρυσοστόμου. Τοῦτο διέκοψε τὸν λόγον, οὐ μὴν ἔβλαψε τὸν λόγον· ὁρᾶς τοῦ δείπνου τὸ ἀπέριττον· τίνος δὲ ἕνεκεν ἐν νυκτὶ
15διελέγετο; “ἔμελλεν ἐξιέναι,” φησὶ, καὶ οὐδὲ ὁρᾶν αὐτοὺς λοιπόν. Τοῦ αὐτοῦ. Ὁρᾶς ὅπως διενυκτέρευον· τοιαῦται τράπεζαι ἦσαν, ὡς νήφοντας πάλιν ἀπιέναι τοὺς ἀκροατὰς πρὸς ἀκρόασιν ἐπιτηδείους. Παράπλους Παύλου ἀπὸ Ἐφέσου ἄχρι Καισαρείας τῆς Παλαιστίνης.
20 Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦ‐ λον· οὕτως γὰρ ἐντεταλμένος ἦν, ὡς μέλλων αὐτὸς πε‐ ζεύειν. ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόν‐ τες αὐτὸν, ἤλθομεν εἰς τὴν Μιτυλήνην· κἀκεῖθεν ἀποπλεύ‐
25σαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου. τῇ δὲ ἑσπέρᾳ παρεβάλομεν εἰς Σάμον· καὶ μείναντες ἐν Τρω‐ γυλλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ·
30 Τοῦ αὐτοῦ. Τὸν μὲν κουφότερον ἐκείνοις ἐπιτρέπων, τὸ δὲ ἐπιπονώτερον αὐτὸς αἱρούμενος, ἐπέζευεν ἅμα, καὶ πολλὰ οἰκονο‐
μῶν, παιδεύων τὲ αὐτοὺς χωρίζεσθαι αὐτοῦ.329

330

Ἔσπευδε γὰρ, εἰ δυνατὸν εἴη αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Τοῦ Χρυσοστόμου. Ὅρα καὶ ἀνθρωπίνως αὐτὸν κινούμενον· διὰ γὰρ τοῦτο ταῦτα γίνεται, ἵνα μὴ νομίσωμεν, ὅτι ὑπὲρ φύσιν τὴν
5ἀνθρωπίνην ἦν· καὶ ἐπιθυμοῦντα αὐτὸν ὁρᾶς καὶ σπεύδοντα, καὶ οὐκ ἐπιτυγχάνοντα πολλάκις· οἱ γὰρ ἅγιοι καὶ μεγάλοι ἄνδρες ἐκεῖνοι, τῆς μὲν φύσεως ἡμῖν τῆς αὐτῆς ἐκοινώνουν, τῆς δὲ παρ‐ αινέσεως οὐκέτι· διὸ καὶ πολλὴν ἐπεσπῶντο τὴν χάριν· ὅρα γοῦν πόσα καὶ ἀφ’ ἑαυτῶν οἰκονομοῦσιν.
10 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκα‐ λέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Τοῦ αὐτοῦ. Ὅρα αὐτὸν καὶ ἐπειγόμενον παραπλεῦσαι καὶ μὴ παρορῶντα, ἀλλὰ καὶ τὸ πᾶν οἰκονομοῦντα· τοὺς ἄρχοντας μετα‐ πεμψάμενος· δι’ ἐκείνων αὐτοῖς διελέγετο· ἄξιον δὲ θαυμάσαι, πῶς
15εἰς ἀνάγκην ἐμπεσὼν τοῦ μεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶ‐ ται μετριάζειν· καθάπερ Σαμουὴλ ὁ προφήτης, μέλλων παραδιδόναι τὴν ἀρχὴν τῷ Σαούλ. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν, ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς
20μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ’ ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης, Τοῦ αὐτοῦ. Ὅρα τί μάλιστα ἄρχουσι προσήκει· μισοῦντας, φησὶν, ὑπερηφανίαν, ὃ μάλιστα ἄρχουσιν ἁρμόζει· διὰ τὸ ἀνάγ‐ κην εἶναι ἀπονοίας αὐτοῖς· τοῦτο ἡ ὑπόθεσις τῶν ἀγαθῶν· ὥσπερ
25οὖν ὁ Χριστὸς ἔλεγε, “μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι·” οὐχ ἁπλῶς δὲ τὸ ταπεινοφροσύνης, ἀλλὰ “μετὰ πάσης·” πολλὰ γὰρ εἴδη τῆς ταπεινοφροσύνης· ἐν λόγῳ· ἐν ἔργῳ· πρὸς ἄρχοντας· πρὸς ἀρχομένους· εἶτα τὸ ἥμερον πανταχοῦ· κοινωνίᾳ πολλῇ “μεθ’ ὑμῶν,” φησιν, “ἐγενόμην δουλεύων τῷ Κυρίῳ·” κοινοποιεῖται τὰ κατορ‐
30θώματα· οὐδὲν αὐτοῦ ἐξαίρετον. Ἀμμωνίου. Οὐχ ὡς ἐπαινῶν ἑαυτὸν ὁ Παῦλος καταλέγει τὰς
προσούσας αὐτῷ ἀρετάς· ἄτοπον γὰρ καὶ μάλιστα πρὸς εἰδότας330

331

λέγειν, ἀλλ’ ἵνα μιμηταὶ αὐτοῦ γένωνται ἐν πᾶσι· καθῶς ἐν τέλει τῆς αὐτοῦ δημηγορίας φησὶ, πάντα ὑπέδειξα ὑμῖν· ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Διδύμου. Ἐπεὶ οὐ πᾶσι συμφέρει τὰ ὑπερφυῶς καὶ βαθύ‐
5τερα τῶν ἀληθῶν, τὰ βελτιοῦντα οἷς συμφέρει εἶπεν· αὐτοὺς δὲ μάρτυρας φέρει τοῦ οὕτω πεποιηκέναι· εἰ δὲ πρεσβύτεροι τῆς Ἐκκλησίας εἰσὶν ὑπὸ τοῦ Ἁγίου Πνεύματος ἐπισκοπεῖν τὸ ποίμνιον τεθειμένοι, μήτις δὲ παράδοξον ἡγείσθω ἀκούων, μὴ ἑκάστῳ πάντα τὰ ἀληθῆ συμφέρειν· καὶ γὰρ αὕτη ἡ φανέρωσις τοῦ Πνεύματος
10δίδοται τοῖς λαμβάνουσι πρὸς τὸ συμφέρον· τοῦ γὰρ λαμβάνον‐ τος ἐλάττωσιν δηλοῖ, ἀλλ’ οὐ τοῦ διδομένου, μὴ δυναμένου δέξα‐ σθαι τὸ ὑπὲρ αὐτῶν ἐπὶ τῷ λυσιτελεῖ. Καὶ πολλῶν δακρύων καὶ πειρασμῶν, τῶν συμβάν‐ των μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
15 Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι ἀλγεῖ τοῖς γινομένοις· ἐνταῦθα δὲ αὐτοῦ καὶ τὸ συμπαθὲς δοκεῖ δηλοῦν· ἔπασχε γὰρ ὑπὲρ τῶν ἀπολλυμένων, ὑπὲρ αὐτῶν τῶν ποιούντων· ἐπεὶ ὑπὲρ τῶν εἰς αὐτὸν καὶ ἔχαιρεν· ἐκείνου γὰρ ἦν τοῦ χόρου τοῦ χαίροντος ὅτι κατηξιώ‐ θησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· καὶ πάλιν λέγει νῦν, χαίρω
20ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν. Τοῦ αὐτοῦ Ἐκ Τοῦ Πρὸς Κολοσσαῖς. Εἰκότως ἐκείνοις ταῦτα εἶπεν, ἡνίκα ἀπὸ τῆς Ἐφέσου αὐτοὺς εἰς τὴν Μίλητον· διδασκάλοις γὰρ ἔλεγεν, ὥστε ἐκείνους μὲν καὶ τὸ συναλγεῖν ἀπαιτεῖ· τούτους δὲ τὸ κινδυνεύειν μόνον· ποίαν βούλει παραβα‐
25λεῖν πηγὴν τοῖς δάκρυσι τούτοις; τὴν ποτίζουσαν τὴν γῆν ἅπα‐ σαν; ἀλλ’ οὐδὲν ἶσον ἐρεῖς· αὕτη γὰρ ἡ τῶν δακρύων πηγὴ, ψυχὰς ἐπότιζεν, οὐ γῆν· ἥτις ἡμῖν δεδακρυμένον ἔδειξε Παῦλον καὶ στε‐ νάζοντα· οὐ πολλῷ βέλτιον ἦν ἰδεῖν ἢ μυρίους χοροὺς φαιδρῶς ἐστεφανωμένους; Καὶ μετ’ ὀλίγα—Τούτοις ἄρδεται ἡ Ἐκκλησία,
30τούτοις ψυχαὶ φωτίζονται τοῖς δάκρυσι· κἂν πῦρ ᾖ, ταῦτα τὰ δάκρυα σβέσαι δύναται καὶ αἰσθητὸν καὶ σωματικόν· ταῦτα τὰ δάκρυα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέννυσι. μνημο‐ νεύωμεν τοίνυν αὐτοῦ τῶν δακρύων, καὶ πάντων καταγελασόμεθα
τῶν παρόντων· ταῦτα ἐμακάριζεν ὁ Χριστὸς τὰ δάκρυα, λέγων,331

332

“μακάριοι οἱ πεινῶντες· καὶ μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ “γελάσονται.” Ὡς οὐδὲν τῶν συμφερόντων ὑπεστειλάμην, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς
5 Τοῦ Χρυσοστόμου. Ἐνταῦθα χαρακτῆρα διδασκαλίας δείκ‐ νυσι τὸ ἄφθονον, τὸ ἄοκνον· καὶ “τῶν συμφερόντων·” ἦν γὰρ ἃ οὐκ ἔδει μαθεῖν· ὥσπερ γὰρ τὸ τινὰ κρύπτεσθαι φθόνος, οὕτως τὸ πᾶν λέγειν ἀνοίας· διὰ τοῦτο προσέθηκε “τῶν συμφερόντων·” οὐκ εἶπε μόνον, ἀλλὰ καὶ ἐδίδαξεν.
10 Ἐξ ἀνεπιγράφου. Αὕτη διδασκάλῳ πρέπουσα ἡ παρρησία· οὗτος ὁ νόμος τοῖς ἐκκλησιῶν προϊσταμένοις συγγέγραπται· τοῦτο μὴ πράττοντας εὐθύνει παρὰ τὸ δικαστήριον ἐκεῖνο Χριστός. Δημοσίᾳ καὶ κατ’ οἴκους, διαμαρτυράμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν, καὶ πίστιν
15εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τοῦ Χρυσοστόμου. Οὐχὶ πρὸς ὑμᾶς μόνον· ἐνταῦθα ἡ παρρη‐ σία· καὶ ὅτι κἂν μηδὲν ὀφελῶμεν λέγειν δεῖ· τὸ γὰρ διαμαρτύ‐ ρασθαι τοῦτό ἐστιν, ὅταν πρὸς τοὺς μὴ προσέχοντας λέγωμεν· τὸ γὰρ διαμαρτύρασθαι ὡς ἐπὶ πολὺ τοῦτό ἐστιν.
20 Καὶ νῦν ἰδοὺ, δεδεμένος ἐγὼ τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλὴμ, τὰ ἐν αὐτῇ συμβησόμενά μοι μὴ εἰδὼς, Τοῦ αὐτοῦ. Τοῦτο διατί φησι; παρασκευάζων αὐτοὺς ἀεὶ ἑτοίμους εἶναι πρὸς κινδύνους, καὶ τοὺς δήλους καὶ τοὺς ἀδήλους,
25καὶ πάντα τῷ Πνεύματι πείθεσθαι. Ἐξ ἀνεπιγράφου. Εἰς τὸ δεδεμένος ὑποστίξαι δεῖ· ἵνα ᾖ ἡ διάνοια αὕτη· πορεύομαι εἰς Ἱερουσαλὴμ, προγνοὺς διὰ τοῦ Πνεύ‐ ματος τὰ ἐσόμενα, πορεύομαι δέσμιος ὤν. Ἀμμωνίου. Σημειωτέον ὅτι οὐ πάντα ἴσασιν οἱ προφῆται,
30ἀλλ’ ὅσα ὑποβάλλει αὐτοῖς τὸ Ἅγιον Πνεῦμα· ἰδοὺ γὰρ προειπὼν ὡς προφήτης ὁ Παῦλος “ὅτι δεσμὰ καὶ θλίψεις με μένουσι,” καὶ ὅτι οὐκέτι ἤμελλον οἱ ἐν Ἐφέσῳ βλέπειν αὐτὸν, καὶ περὶ τῶν γενησομένων ἐν αὐτοῖς κακοπίστων καὶ αἱρετικῶν, τὸ ἓν εἶπεν
ἀγνοεῖν· τὸ τί ἄρα ἔσται τούτων τὸ τέλος. πάντα γὰρ φανερώσας332

333

αὐτῷ ὁ Κύριος, ἐκεῖνο μόνον ἔκρυψεν ἀπ’ αὐτῷ, τὸ τί ἄρα ἔσται αὐτῷ μετὰ τὰ δεσμὰ καὶ τὰς θλίψεις· ἵνα μὴ ἐπαρθεὶς καὶ εἰδὼς ὅτι πάντα τεύξεται τούτου, διὰ ὑπεροψίας ἐκπέσῃ· ἀλλ’ εἴασεν αὐτὸ ἀμφίβολον αὐτῷ τὸ Πνεῦμα· ἵνα δεδιὼς τὸ τῆς σαρκὸς
5ἀσθενὲς, δεηθῇ τοῦ Θεοῦ ῥυσθῆναι ἐκ πειρασμῶν. Διδύμου. Ὁ ἑνωθεὶς τῷ Πνεύματι τῷ Ἁγίῳ δέδεται ἐν αὐτῷ, ὥστε μηδὲ κατὰ πόσον ἀποχωρίζεσθαι αὐτοῦ. ὁ οὕτω διαθέσεως ἔχων δέσμιός ἐστι Χριστοῦ, ἔχων τὸ Πνεῦμα αὐτοῦ· εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ, τοῦ ἔχοντος
10αὐτὸ, δηλόνοτι τὸν Χριστὸν ἔχοντος ἐν αὐτῷ· τούτοις τοῖς δεσμίοις συσφιγγόμενος καὶ ἐγκαλλωπιζόμενος τις γεννᾷ τοὺς παιδευομέ‐ νους ὑπ’ αὐτοῦ, ἑαυτοῦ τὲ καὶ τοῦ Εὐαγγελίου δεσμοῖς· καὶ ἔστιγε ἐκ τῆς γραφῆς ἐπιμαρτύρασθαι· ὡς αἱ μετουσίαι τῶν θείων τού‐ των δηλοῦνται τῷ ὀνόματι· φησὶ γὰρ ὁ Θεὸς περί τινων, “ἐξέτεινα
15“αὐτοὺς ἐν δεσμοῖς ἀγάπης ἕως ἐμοῦ·” καὶ ἔν τισιν ἀντιγράφοις τῶν Ψαλμῶν φέρεται· “τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ.” λεκτέον οὖν εἰς τὰ προκείμενα, ὅτι ἕτοιμος ὢν ὁ Ἀπόστολος περὶ τὸ δεσμοῖς ὑποβάλλεσθαι ὑπὲρ εὐσεβείας· ἀκούσας μὴ δεῖν εἰς Ἱερουσαλὴμ ἀναβῆναι, διὰ τὸ πάντως ἐκεῖ γενόμενον θλίψεσι καὶ
20δεσμοῖς ὑποβληθήσεσθαι, φησὶ, δεδεμένον τῷ Πνεύματι νῦν ἐπεί‐ γεσθαι ἐπὶ τὴν Ἱερουσαλὴμ, οὐκ ἀγνοοῦντα τὰ ἐν αὐτῇ ἀπαντη‐ σόμενα· ταύτης τῆς προαιρέσεως αὐτοῦ παραστατικὸν καὶ τὸ “καθημέραν ἀποθνήσκω·” καὶ τὸ “ἀεὶ ἡμεῖς οἱ ζῶντες εἰς θάνα‐ “τον παραδιδόμεθα διὰ Χριστὸν Ἰησοῦν·” εἰς τοῦτο λήψῃ τὸ ὑπὸ
25τοῦ Ὑμνῳδοῦ λεχθὲν, τὸ “ἐγὼ εἰς μάστιγας ἕτοιμος,” ἐπεὶ δυ‐ νατὸν ὑποστίξαντας εἰς τὸ “δεδεμένος,” ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνῶ‐ ναι τὸ “τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ.” Πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρ‐ τύρεταί μοι λέγων,
30 Τοῦ Χρυσοστόμου. Ἵνα δείξῃ ὅτι ἑκὼν ἀπέρχεται· ἵνα μὴ δεσμὸν ἢ ἀνάγκην νομίσῃς, φησὶν, ὅτι “κατὰ πόλιν.” Καὶ μετ’ ὀλίγα—“Δεσμὰ καὶ θλίψεις με μένουσιν·” ὅτι μὲν πειρασμοὶ
οἶδα· ὁποῖοι δὲ οὐκ οἶδα· ὅπερ ἦν χαλεπώτερον.333

334

Πολλὰς θλίψεις διαφόρως ὑπέμεινεν ὁ Παῦλος· καὶ τοῦτο δείκνυσι, λέγων ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ Ἐπιστολῇ· “εὐλό‐ “γητος ὁ Θεὸς ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει·” ἐξηγούμενος δὲ τὸ ῥητὸν τοῦτο ὁ τῆς Κωνσταντίνου πόλεως Ἐπίσκοπος, ὁ ἁγιώ‐
5τατος Ἰωάννης, οὕτως φησὶν, “οὐκ εἶπεν ὁ μὴ ἐῶν ἡμᾶς θλίβεσθαι, “ἀλλ’ ἐν τῷ θλίβεσθαι παρακαλῶν· τοῦτο γὰρ καὶ τοῦ Θεοῦ τὴν “δύναμιν δείκνυσι, καὶ τῶν θλιβομένων αὔξει τὴν ὑπομονήν· ἡ γὰρ “θλίψις,” φησὶ, “τὴν ὑπομονὴν κατεργάζεται·” τοῦτο καὶ ὁ προ‐ “φήτης ἔλεγεν· “ἐν θλίψει ἐπλάτυνάς μοι·” οὐκ εἶπεν ὅτι οὐκ εἴα‐
10“σάς με ἐμπεσεῖν εἰς θλίψιν· οὐδ’ ὅτι παρήγαγε τάχεως τὴν “θλίψιν, ἀλλ’ ὅτι μενούσης αὔτης ἐπλάτυνάς με· τουτέστι πο‐ “λὺν τὴν εὐρυχωρίαν καὶ τὴν ἄνεσιν πάρεσχες.” Ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς
15τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακο‐ νίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύ‐ ρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. Τοῦ Χρυσοστόμου. Ἕως οὗ, φησι, τελέσω “τὸν δρόμον μετὰ “χαρᾶς·” ὅτι οὐκ ἀποδυρομένου ἦν τὰ ῥήματα, ἀλλὰ μετριάζοντος
20καὶ παιδεύοντος ἐκείνους, καὶ συμπάσχοντος τοῖς γενομένοις· οὐκ εἶπεν ὅτι ἀλγῶμεν, ἀνάγκη δὲ φέρειν, ἀλλ’ οὐδὲ ἡγοῦμαί τι· τοῦτο πάλιν οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλ’ ἐκείνους διδάσκων διὰ τῶν προτέρων τὴν ταπεινοφροσύνην, διὰ δὲ τούτων, τὴν διδασκαλίαν, τὴν παρρησίαν. Καὶ μετ’ ὀλίγα—“Οὐ γὰρ ἔχω τιμίαν τὴν
25“ἐμαυτοῦ ψυχὴν,” ἵνα ἀναστήσῃ αὐτῶν τὴν διανοίαν ταῦτά φησι, καὶ πείσῃ, μὴ μόνον μὴ φεύγειν, ἀλλὰ καὶ γενναίως φέρειν· διὰ τοῦτο “δρόμον καὶ διακονίαν” καλεῖ· τὸ μὲν δεικνὺς λαμπρὸν ἀπὸ τοῦ δρόμου, τὸ δὲ ὀφειλόμενον ἀπὸ τῆς διακονίας. Τοῦ Χρυσοστόμου. Τί οὖν ἀπέρχῃ, εἰ δεσμὰ καὶ θλίψεις σε
30μένει; διὰ τοῦτο αὐτὸ, ἵνα δεσμευθῶ διὰ Χριστόν· ἵνα ἀποθανῶ δι’ αὐτόν· “οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω “ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” Ἀμμωνίου. Ἵνα κατὰ κοινοῦ λάβῃ τις τὸ “ποιοῦμαι·” ἀντὶ τοῦ,
οὐ προτιμῶ τὴν ζωήν μου· ἀλλ’ οὐδὲ ἄλλου τινὸς ἀντιποιοῦμαι ἐν334

335

τῷ νῦν βίῳ, ἢ τοῦ ἐκτελέσαι τὴν διακονίαν μου, καὶ πειθαρχῆσαι τῇ τοῦ Κυρίου βουλῇ· οὐ γίνομαι κατὰ τὸν Ἰωνᾶν τὸν ἀπολιπόντα τὴν διακονίαν τοῦ κηρύγματος, ἵνα μὴ φανῶ, φησι, ψεύστης, ἐν ᾧ μὴ ἀποβαίνει τὰ παρ’ αὐτοῦ κηρυττόμενα. οὐ προτιμῶ δόξαν
5ἀνθρώπων τῆς διακονίας, οὐ χρήματα, οὐκ ἄλλο τι· τοῦτο γὰρ οἶμαι σημαίνειν τὸ “οὐδενὸς λόγου ποιοῦμαι.” Καὶ νῦν ἰδοὺ, ἐγὼ οἶδα, ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσω‐ πόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν.
10 Τοῦ Χρυσοστόμου. Ὥστε εἰκότως διαμαρτύρομαι ὑμῖν, ἅτε μηκέτι παραγινόμενος, “ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων,” καὶ τὰ ἑξῆς. Διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι κα‐ θαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων·
15 Τοῦ αὐτοῦ. Ὁρᾶς πῶς φοβεῖ πεπονημένας αὐτῶν τὰς ψυχὰς, καὶ τεθλιμμένας ἐπιτρίβει· ἀλλ’ ἀναγκαῖον ἦν. Ἐξ ἀνεπιγράφου. “Καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων·” εἰ νυστάξαντες ἀποθανεῖτε ἀπὸ τοῦ φονευτοῦ τῶν ψυχῶν· τὸ γὰρ τοῦ διδασκάλου, φησὶ, πεποίηκα, τὸ ἀπαγγεῖλαι ὑμῖν τὴν βουλὴν
20τοῦ Θεοῦ· αὕτη δέ ἐστιν ἡ βουλὴ τοῦ Θεοῦ καὶ τὸ θέλημα αὐτοῦ, ὡς ὁ Κύριος εἶπεν· “ἵνα πιστεύσωσιν εἰς τὸν μονογενῆ αὐτοῦ,” τὸν ἀποσταλέντα ἐξ οὐρανοῦ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν. Ἀμμωνίου. “Ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων.” καὶ ὀπίσω τοιοῦτόν τι ἐσημειωσάμην, ὅτι ὁ ψευδοδιδάσκαλος δίκην
25ὑπέχει ὑπὲρ τῶν ψυχῶν τῶν δεχομένων τὸν λόγον αὐτοῦ· ὡς τὸ αἷμα αὐτῶν, ὅ ἐστιν ἡ ζωὴ ἡμῖν, ἐκχέων· τὸ οὖν “καθαρός εἰμι” μᾶλλον τοῦτο σημαίνει· μαρτύρομαι, ὅτι ἡ διδασκαλία μου οὐδένα τῆς αἰωνίου ζωῆς ἀποστερεῖ, ἀλλὰ προτίθησι καὶ οὐρανῶν βασι‐ λείαν· ὁ οὖν μὴ πειθαρχῶν μοι, ἑαυτὸν αἰτιάσθω ὡς φονέα· ἀθῶος
30γάρ εἰμι ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων τῶν ἀκουόντων τῶν λόγων καὶ μὴ πιστευόντων. Διδύμου. Ὁ ἐν τῷ διδάσκειν τοὺς ὠφελεῖσθαι δυναμένους μὴ
βλάπτων τινὰ αὐτῶν, καὶ ἐν τούτῳ μιμητὴς Παύλου γενόμενος,335

336

ἐρεῖ καθαρὸς εἶναι ἀπὸ τοῦ αἵματος πάντων τῶν ἀκροατῶν, σφάτ‐ τοντος δηλονότι τὸν μανθάνοντα δι’ ἀπάτης τοῦ διδάσκοντος· ὡς ἐκχεῖσθαι αὐτοῦ τὴν ζωτικὴν δύναμιν τῆς ψυχῆς, αἷμα ἀλληγορι‐ κώτερον ὠνομασμένην. πρὸς τῇ προκειμένῃ φωνῇ παρρησιάζεται, ὡς
5διεστείλατο αὐτοῖς πᾶσαν τὴν τοῦ Θεοῦ βουλὴν, ἀπαγγείλας αὐ‐ τὴν αὐτοῖς· εἶτα ἐπεὶ καθάπαξ λεγομένη, πᾶσα ἡ τοῦ Θεοῦ βουλὴ ἀκατάληπτος τοῖς γενητοῖς ἐστι· “τίς γὰρ ἔγνω νοῦν Κυρίου;” ἐπιστατέον ποίαν ἔχει διάνοιαν τὸ προκείμενον· μή ποτ’ οὖν ἐπεὶ πρόσκειται τὸ ἀπήγγειλα ὑμῖν, σημαίνεται, ὡς “πᾶσαν” ἐκεινὴν
10“τὴν βουλὴν” λέγει, ἣν δυνατὸν εἰπεῖν καὶ ἀκοῦσαι ἀνθρώποις· συμφωνήσει γὰρ ταύτῃ τῇ νοήσει καὶ τὸ “ἐκ μέρους γινώσκομεν·” καὶ γὰρ αὕτη ἡ γνῶσις, ὡς πρὸς τὴν ἐν τῷ μέλλοντι αἰῶνι, μερική ἐστιν αὐτὴ καθ’ ἑαυτὴν, ὡς τοιαύτη οὔση καὶ πληρεστάτη οὖσα· δυνατὸν δὲ “πᾶσαν βουλὴν Θεοῦ” λέγεσθαι, τὴν περὶ τῆς δόσεως
15τοῦ νόμου καὶ προφητῶν καὶ τοῦ Εὐαγγελίου· οἴονται γὰρ πᾶσαν αὐτὴν ἀπαγγέλλεσθαι διδασκαλικῶς. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ ὑμῖν. Ἄρα ὁ μὴ λέγων ὑπεύθυνός ἐστι τοῦ αἵματος, τουτέστι τῆς
20σφαγῆς· οὐδὲν τούτου φοβερώτερον. δείκνυσιν ὅτι κἀκεῖνοι ἂν μὴ ποιῶσιν, ὑπεύθυνοί εἰσι τοῦ αἵματος· καὶ δοκεῖ μὲν ἀπολογεῖσθαι, ἐκείνους δὲ φοβεῖ. Ἀμμωνίου. Σημειωτέον, ὅτι οὐδὲν ὠφελεῖ ὁ διδάσκαλος ἀπο‐ κρύπτων τοὺς πιστοὺς τῶν ὅσα πρὸς θεοσέβειαν ἄγει.
25 Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, Τοῦ αὐτοῦ. Ὁρᾶς δύο προσέταξεν· οὔτε γὰρ τὸ ἑτέρους κατορ‐ θοῦν μόνον ἔχει κέρδος· “φοβοῦμαι γάρ,” φησι, “μήπως ἄλλοις κη‐ “ρύξας, αὐτὸς ἀδόκιμος γένωμαι·” οὔτε τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι ἔχει·
30ὁ γὰρ τοιοῦτος φίλαυτος, καὶ τὸ ἑαυτοῦ ζητεῖ· καὶ τοῦ τὸ τάλαν‐ τον καταχώσαντος ἶσος ἐστίν· οὐκ ἐπειδὴ προτιμοτέρα ἡ ἡμετέρα σωτηρία τοῦ ποιμνίου, ἀλλ’ ἐπειδὴ ὅταν ἑαυτοῖς προσέχωμεν, τότε
καὶ τὸ ποίμνιον κερδαίνομεν. “ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο336

337

ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ Κυρίου ἐστὶν ἡ Ἐκκλησία. Ὁρᾶς παρὰ τοῦ Πνεύματος τὴν χειροτονίαν ἔχετε ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου.
5 Ἀμμωνίου. “Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκό‐ “πους·” σημειωτέον ὅτι οὓς ὀπίσω ἐκάλεσε πρεσβυτέρους, ὧδε ἐπισκόπους καλεῖ· ἤτοι καὶ διὰ τὸ τοὺς πρεσβυτέρους ἀνάγκην ἔχειν ἐποπτεύειν τὰ τῆς Ἐκκλησίας λογικὰ ποίμνια· μήτις ἀσθε‐ νεῖ τῇ πίστει, μήτις πεινᾷ ἢ διψᾷ, ἢ ἐλέγχου καὶ ἐπιστροφῆς
10δεῖται, κατὰ τὸ ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· ἢ καὶ ἐπι‐ σκόπους ὧδε τοὺς Ἐπισκόπους λέγει. Διδύμου. “Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ,” καὶ τὰ ἑξῆς· ἐπεὶ μὴ ἐκ φύσεως, ἀλλ’ ἐξ οἰκείας τῆς ἐκ τοῦ ἐφ’ ἡμῖν ἀρετῆς χειροτονεῖταί τις εἰς ἐπισκοπὴν ὑπὸ τοῦ Ἁγίου Πνεύματος,
15ἐκπεσεῖν δυνατὸν τοιαύτην τάξιν ἔχοντα τινὰ, εἰ μὴ προσέχοι. εἰ γὰρ διὰ κατασκευὴν οὐσίας ὡρίζετό τις ποιμὴν εἶναι τῆς Ἐκκλη‐ σίας, ἀμεταπτώτως εἶχεν, ἣν ἔσχεν ἀρχήν· λέγειν δὲ μὴ μόνον προσέχειν δεῖν ἑαυτοῖς τοὺς ἐπισκόπους, ἀλλὰ καὶ τῷ ποιμνίῳ ὃ περιεποιήσατο ὁ Σωτὴρ τῷ ἰδίῳ αἵματι· καὶ ὥσπερ ὁ ἑαυτῷ
20προσέχων, καὶ τὴν προσοῦσαν ἀρετὴν καὶ εὐσέβειαν τηρῶν, οὐκ ἐκπεσεῖται, ὡς ὁρμῆσαι ἐπὶ τὸ λέγειν διεστραμμένα κατὰ ψευδο‐ δοξίαν ἤτοι ἐριθείαν, πρὸς τὸ ἀποσπᾶν τοὺς Χριστοῦ μαθητὰς ἐπὶ τῷ ἑαυτὸν μιμεῖσθαι καὶ ἕπεσθαι αὐτῷ, οὕτω καὶ τῷ ποιμνίῳ δεῖ προσέχειν, ἀποστρέφοντα ἀπ’ αὐτῶν τοὺς ψευδαποστόλους λύκους,
25βαρεῖς ὄντας, ζῶντας ἐπὶ λύμῃ τῶν προβάτων· ἀποστρέφει δέ τις τούτους, δυνατὸς ὢν τοὺς λέοντας ἐπιστομίζειν, τῷ διαλύειν τὰς ἀπατηλὰς αὐτῶν διδασκαλίας· εἰς τοῦτο ληπτέον τὰ περὶ αὐτῶν εἰρημένα, “ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες·” ἀποστρέφει δὲ τοὺς οὕτω λύκους, καλὸς ὢν ποιμὴν, ὁ τεθειμένος ὑπὸ τοῦ Πνεύματος
30ἐπισκοπεῖν τὴν Ἐκκλησίαν· τοῦ μισθωτοῦ, καὶ οὐ ποιμένος ὄντος, φεύγοντος, ἐρχομένου τοῦ λύκου ἐπὶ τῷ σκορπίσαι καὶ ἀπολέσαι τὰ πρόβατα· μισθωτὸς δὲ καὶ οὐ ποιμήν ἐστιν, ὅτι κέρδει καὶ
μισθῷ προϊστάμενος τοῦ κοινοῦ, ἀλλ’ οὐ διὰ τὸ συμφέρον. ἐπιστα‐337

338

τέον δὲ ὡς τὸ Ἅγιον Πνεῦμα ποιμένας καὶ ἐπισκόπους τίθησι τῇ Ἐκκλησίᾳ, ὡς καὶ ὁ Θεὸς τίθησιν ἐν τῇ Ἐκκλησίᾳ “πρῶτον Ἀπο‐ “στόλους,” καὶ τὰ ἑξῆς. Ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου,
5 Ἐξ ἀνεπιγράφου. Πολλοὶ τῶν ἀνοήτων, μᾶλλον δὲ τῶν σφό‐ δρα πρὸς τὴν ἀλήθειαν ἀπεχθῶς διακειμένων, διαβάλλουσι τοὺς λέγοντας, σῶμα καὶ αἷμα Θεοῦ τὸ σωτήριον· οἷς ἀναγκαῖον αὐτὰ παραθεῖναι τοῦ Κυρίου τὰ ῥήματα· τίνα δέ ἐστιν, ἄκουε αὐτοῦ λέγοντος, “ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ ἔχει
10“ζωὴν αἰώνιον· ἐγὼ εἰμὶ ὁ ἄρτος τῆς ζωῆς.” “οἱ πατέρες ὑμῶν,” πρὸς Ἰουδαίους λέγων, “ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέ‐ “θανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ἵνα τις “ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ· ἐγὼ εἰμὶ ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ “τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται
15“εἰς τὸν αἰῶνα· ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω αὐτῷ, ἡ σάρξ μου ἐστὶν “ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.” Καὶ πάλιν μεθ’ ἕτερα—“Ἀμὴν, “ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώ‐ “που, καὶ πίῃτε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· ὁ “τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώ‐
20“νιον· κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἡ γὰρ σάρξ “μου ἀληθής ἐστι βρῶσις· καὶ τὸ αἷμα μου ἀληθής ἐστι πόσις· “ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, “κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ “τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι’ ἐμέ.” Καὶ
25πάλιν—“Ὁ τρώγων τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα.” ὁρᾶς παν‐ ταχοῦ αὐτὸν ἐσθίεσθαι λέγει, καὶ οὐχ ἕτερα ἐν ἑτέρῳ· τούτοις οὖν τοῖς δεσποτικοῖς ῥήμασι πειθόμενος ὁ μαθητὴς, τὴν Ἐκκλη‐ σίαν αὐτοῦ λέγει λελυτρῶσθαι τῷ ἰδίῳ αἵματι· “ἣν” γάρ φησι “περιεποιήσατο ὁ Θεὸς διὰ τοῦ αἵματος τοῦ ἰδίου·” θάρρει, οὖν ὦ
30ἄνθρωπε, τούτοις πειθόμενος τοῖς λόγοις· καὶ μηδὲν ἐνδοιάσεις ἀκούειν ὥσπερ Ἰουδαῖοι, αἷμα καὶ σῶμα Θεοῦ τὸ σωτήριον, δι’ οὗ λυτρωθεὶς υἱὸς Θεοῦ γέγονας, καὶ κληρονόμος, ἐὰν θέλῃς, τῆς αἰω‐ νίου ζωῆς.
Ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.338

339

Τοῦ Χρυσοστόμου. Δείκνυσι τίμιον τὸ πρᾶγμα, ὅτι οὐχ ὑπὲρ μικρῶν ὁ κίνδυνος· εἴγε οὐδὲ τοῦ ἰδίου αἵματος ἐφείσατο· ἐκεῖνος μὲν ἵνα ἐχθροὺς καταλλάξῃ, καὶ τὸ αἷμα ἐξέχεε· σὺ δὲ οὐδὲ φίλους γινομένους ἰσχύεις κατασχεῖν.
5 Ἐγὼ οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου, εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες δι‐ εστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Τοῦ αὐτοῦ. Πάλιν ἄλλοθεν αὐτοὺς ἐπιστρέφει ἀπὸ τῶν ἐσο‐
10μένων· ὥσπερ ὅταν λέγῃ· “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα “καὶ σάρκα·” “ὅτι εἰσελεύσονταί,” φησι, “μετὰ τὴν ἄφιξίν “μου λύκοι βαρεῖς·” διπλοῦν τὸ κακὸν, ὅτι τὲ αὐτὸς οὐ πάρεστιν, ὅτι τὲ ἕτεροι ἐπιθήσονται· τί οὖν ἀπέρχῃ εἰ τοῦτο προοῖδας; τὸ Πνεῦμά με ἕλκει· καὶ “λύκοι βαρεῖς οὐ φειδόμενοι τοῦ ποιμνίου·”
15καὶ τὸ χαλεπώτερον, ἐξ ὑμῶν αὐτῶν τὸ βαρύ· ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ, περισπούδαστον σφόδρα τὸ πρᾶγμα· Ἐκκλησία γάρ ἐστι· μέγας ὁ κίνδυνος· αἵματι γὰρ αὐτὴν ἐλυτρώσατο· πολὺς ὁ πόλεμος καὶ διπλοῦς. Κυρίλλου Ἀλεξανδρείας. Ἵνα μὴ ξενιζώμεθα τῶν αἱρετικῶν
20τὰ ἐκβράσματα, Πνεύματι Ἁγίῳ ἀσφαλιζόμενος ἡμᾶς ταῦτά φησι. Ἀμμωνίου. Τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν· ὁ γὰρ τῶν αἱρετικῶν σκοπὸς σπουδάζει περιποιῆσαι ἑαυτοῖς λαὸν, οὐ τῷ Κυρίῳ· ἵνα ἑαυτοῖς καυχῶνται, ἐμφερομένου αὐτοῖς τοῦ ὀνόμα‐
25τος τῶν αἱρετικῶν, ἵνα ἐξ αὐτοῦ χρηματίζωσιν· οἷον ἐκ Μάνη, Μανιχαῖοι· ἐξ Ἀρείου, Ἀρειανοί· ἐκ Νεστορίου, Νεστοριανοί· καὶ ἄλλα αἱρέσεων εἴδη· τοῦτο προαναστέλλων αὐτὸς ὁ Παῦ‐ λος ἐπιστομίζει, καὶ μέμφεται τοὺς λέγοντας· “ἐγὼ μὲν εἰμὶ “Παύλου· ἐγὼ δὲ Ἀπολλῶ· ἐγὼ δὲ Κηφᾶ·” μὴ θέλων ἐξ ὀνομα‐
30σίας ἀνθρώπου δηλοῦσθαι αὐτῶν τὸ σύστημα, ἀλλ’ ἐκ τοῦ Χρι‐ στοῦ, Χριστιανοὺς πάντας ὀνομάζεσθαι θέλων· κἂν παρὰ διαφό‐ ρων διδασκάλων κατηχήθησαν. ὅταν οὖν οἱ πάντες ἕνα σκοπὸν
ἔχωσιν οἱ διδάσκαλοι, τὸ τὴν ἀληθῆ καταγγεῖλαι πίστιν, σβεννυ‐339

340

μένου τοῦ ἐξ ἰδικοῦ διδασκάλου χρηματίζειν τοὺς μαθητὰς, τῷ κοινῷ ὀνόματι καλοῦνται Χριστιανοί· εἰ δέ τι παρατρώσουσι τῶν τῆς Ἐκκλησίας δογμάτων οἱ καθηγηταὶ, σβεννυμένης τῆς καθολι‐ κῆς προσηγορίας, ἐπὶ τὸ ἰδικὸν τοῦ διδάξαντος ἀνάγοντα ὄνομα.
5 Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Δεῖ τὸν διδάσκαλον συμπαθῆ εἶναι, καὶ ἀνενδότως διδάσκοντα νυκτὸς καὶ ἡμέρας.
10 Τοῦ Χρυσοστόμου. Ὅρα πάσαι ὑπερβολαί· μετὰ δακρύων καὶ νυκτὰ καὶ ἡμέραν· καὶ ἕνα ἕκαστον· οὐ γὰρ εἰ πολλοὺς εἶδε τότε ἐφίστατο, ἀλλ’ ᾔδει καὶ ὑπὲρ μιᾶς ψυχῆς πάντα ποιεῖν· οὕτως γοῦν αὐτοὺς συνεκρότησεν· ἀρκεῖ τὰ παρ’ ἐμοῦ· τριετίαν ἔμεινα· ἱκανῶς ἐστερεώθησαν, φησὶν, ἱκανῶς ἐριζώθησαν.
15 Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι ὑμῖν τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Τοῦ Χρυσοστόμου. Ὅπερ ἐπιστέλλων ποιεῖ, τοῦτο καὶ συμ‐
20βουλεύων· ἀπὸ παραινέσεως εἰς εὐχὴν τελευτᾷ· ἐπειδὴ γὰρ αὐτοὺς σφόδρα ἐφόβησε λέγων· “ὅτι λύκοι βαρεῖς εἰς ὑμᾶς ἐλεύσονται,” ἵνα μὴ καταπλήξῃ τῇ διανοίᾳ καὶ ἀπολέσῃ, ὅρα τὴν παραμυθίαν· “καὶ τὰ νῦν,” φησι, “παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, ἀδελφοὶ, καὶ “τῷ λόγῳ τῆς χάριτος αὐτοῦ·” τουτέστι τῇ χάριτι αὐτοῦ· ἡ
25χάρις σώζει· συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς χάριτος, σπου‐ δαιοτέρους ποιῶν ὡς ὀφειλέτας, καὶ πειθῶν θαρρεῖν. Ἀμμωνίου. Δείκνυσιν ἀφανῶς καὶ λεληθότως, ὅτι ὁ Πατὴρ καὶ Θεὸς, καὶ ὁ τούτου Υἱὸς Ἰησοῦς, ὁ Θεὸς Λόγος ἔνεισιν· οὐ γὰρ εἶπε τοῖς δυναμένοις πληθυντικῶς, ἀλλ’ ἑνικῷ ὀνόματι τὴν
30μοναδικὴν οὐσίαν ἀμφοτέρων ἐσήμανεν εἰπὼν “τῷ δυναμένῳ·” ὥστε οὖν καὶ τὴν μίαν οἴδαμεν Πατρὸς καὶ Υἱοῦ οὐσίαν, καὶ ὅτι δύο εἰσὶ καὶ ὑφίστανται, οὐκ ὀνόμασι ψιλοῖς δηλούμενοι, ἀλλ’ ἀλη‐ θείᾳ ὑφιστάμενοι, ἐκ τῶν νῦν τῷ Παύλῳ λεγομένων εἰς καταρ‐
τισμὸν τῶν τῆς Ἀσίας ἐκκλησίων.340

341

Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδένος ἐπεθύμησα· Τοῦ Χρυσοστόμου. Τὴν ῥίζαν ἀναιρεῖ τῶν κακῶν, τὴν φιλαρ‐ γυρίαν· “ἀργυρίου,” φησιν, “ἢ χρυσίου·” οὐκ εἶπεν, οὐκ ἔλαβον, ἀλλ’ οὐδὲ ἐπεθύμησα· οὐδὲ μέγα τοῦτο· τὸ δὲ ἑπόμενον μέγα·
5“ὑμεῖς ἐπίστασθε· ὅτι ταῖς χρείαις μου,” καὶ τὰ ἑξῆς. Ἐξ ἀνεπιγράφου. Νόμον τίθησι τοῖς διδασκάλοις, πῶς ὀφεί‐ λουσιν οἰκονομεῖν τὰ καθ’ ἑαυτούς· μεγίστης γὰρ ὡς ἀληθῶς παρ‐ ρησίας τοῖς κηρύττουσι τὸ Εὐαγγέλιον, τὸ μηδενὸς τῶν ἐπιγείων ἡττᾶσθαι.
10 Ἀμμωνίου. Σημειωτέον ὅτι δεῖ ἀποστρέφεσθαι τὴν φιλαργυ‐ ρίαν, καὶ μηδενὸς τὸ σύνολον τῶν ἐπὶ γῆς ἐπιθυμεῖν. Διδύμου. Μεγίστη παρρησία παιδεύοντος κατὰ τὸ Εὐαγγέ‐ λιον, τὸ μηδὲν τῶν συμπληρούντων πλοῦτον ἡττᾶσθαι· λέγονται δὲ αἱ προκείμεναι λέξεις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς τεθεῖσιν
15ἐπισκοπεῖν τὴν Ἐκκλησίαν. καὶ μέγιστός γε ἔπαινος τὸ μὴ ἐπι‐ θυμεῖν ἀλλοτρίου πλούτου· πόρρω γὰρ πάσης ἀδικίας ἡ τοιαύτη πρόθεσις. Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται.
20 Τοῦ Χρυσοστόμου. Ὅρα αὐτὸν τῷ ἔργῳ κεχρημένον οὐχ ἁπλῶς ἀλλὰ κοπιῶντα· ὅρα πῶς εἰργάζετο μετὰ σπουδῆς ἄνθρωπος, νύκτα καὶ ἡμέραν διαλεγόμενος. Τοῦ αὐτοῦ. Καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς Ἐπιστολῇ φησὶν, “ἐργάζεσθαι ἐν ταῖς χερσὶν ὑμῶν·” ποῦ εἰσὶν οἱ ἔργον ζητοῦντες
25τὸ πνευματικόν; ὁρᾶς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν εἰπὼν, “ταῖς χερσὶν ὑμῶν·” ἆρα νηστείαν τις ἐργάζεται ταῖς χερσί; ἆρα παννυχίδας; ἀλλὰ χαμευνίαν οὐδεὶς τοῦτο ἂν εἴποι· ἀλλὰ περὶ ἔργου φησὶ τοῦ πνευματικοῦ· πνευματικὸν γὰρ οὕτως ἐστὶ, τὸ τὸν ἐργαζόμενον ἑτέροις παρέχειν· καὶ οὐδὲν ἶσον τούτου.
30 Ἀμμωνίου. Σημειωτέον ὅτι ἡ ἀληθὴς ἐλεημοσύνη τὸ ἐκ τῶν ἰδίων κόπων διδόναι τοῖς ἐνδεέσι. Διδύμου. Τοῖς προισταμένοις τῆς Ἐκκλησίας λέγεται ταῦτα,
ἵνα πρὸς τοῖς ἄλλοις μιμηταὶ τοῦ λέγοντος κρίναντες εἶναι, λή‐341

342

ψεως χρημάτων ἀπέχονται· ἐμφαίνει γὰρ τοῦτο τὸ ἐπιφερόμενον ἑξῆς· τὸ “πάντα ὑπέδειξα ὑμῖν, ὅτι δεῖ κοπιῶντας ἀντιλαμβά‐ “νεσθαι τῶν ἀσθενούντων,” ἐπικουροῦντας αὐτοῖς· ὑπάρξεται δὲ τοῦτο, εἰ διὰ μνήμης οἱ λόγοι τοῦ Κυρίου μένοιεν εἰρηκότος,
5“μακάριον εἶναι μᾶλλον τοῦ λαμβάνειν τὸ διδόναι.” ὅθεν προκρι‐ νέσθω τοῖς ἐπισκόποις τὸ διδόναι. Καὶ πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τοῦ Χρυσοστόμου. Οὐκ ἔχετε εἰς ἄγνοιαν καταφυγεῖν· “ὑπέ‐
10“δειξα” διὰ τῶν ἔργων, “ὅτι οὕτως κοπιῶντας δεῖ” ἐργάζεσθαι· καὶ οὐκ εἶπεν ὅτι κακὸν τὸ λαβεῖν, ἀλλὰ βέλτιον τὸ μὴ λαβεῖν. Καὶ μετ’ ὀλίγα—Τοῦτο συμπαθείας τῆς πρὸς τοὺς ἀσθενεῖς· ἐπεὶ ἐκ τῶν ἀλλοτρίων διδόναι οὐ καλόν. Μνημονεύετε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐ‐
15τὸς εἶπε, μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Τοῦ αὐτοῦ. Καὶ ποῦ εἶπεν; ἴσως ἀγράφως παρέδωκαν οἱ Ἀπόστολοι· ἢ ἐξ ὧν ἄν τις συλλογίσαιτο δῆλον· καὶ γὰρ ἔδειξε τὴν παρρησίαν τὴν πρὸς τοὺς κινδύνους, τὴν συμπάθειαν τὴν πρὸς τοὺς ἀρχομένους, τὴν διδασκαλίαν τὴν μετὰ παρρησίας, τὴν τα‐
20πεινοφροσύνην, τὴν ἀκτημοσύνην· τοῦτο δὲ τῆς ἀκτημοσύνης μεῖ‐ ζον· εἰ γὰρ ἐκεῖ “πώλησόν σου,” φησι, “τὰ ὑπάρχοντα, εἰ θέλεις “τέλειος εἶναι,” ὅταν πρὸς τῷ μηδὲν λαμβάνειν, καὶ ἑτέρους τρέφῃ· τί τούτου ἶσον; εἷς βαθμὸς, ῥίψαι τὰ αὐτοῦ· δεύτερος, ἑαυτῷ ἐπαρκεῖν· τρίτος, καὶ ἑτέροις· τέταρτος, τὸ καὶ κηρύττοντα ἐξου‐
25σίαν ἔχοντα λαμβάνειν, μὴ λαμβάνειν· ὥστε πολὺ τῶν ἀκτημό‐ νων οὗτος βελτίων ἦν. Καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσι προσηύξατο. Τοῦ αὐτοῦ. Οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς κατανύξεως
30πολλὴ ἡ παράκλησις τὸ εἰπεῖν “παρατίθεμαι ὑμᾶς τῷ Κυρίῳ.” Ἀμμωνίου. Σημειωτέον ὅτι δεῖ τὸν συνταττόμενον εὐχὴν καὶ γονυκλισίαν ποιεῖσθαι σὺν πᾶσι τοῖς παροῦσι, καὶ οὕτως ἀπο‐
χωρεῖν.342

343

Ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων· καὶ ἐπιπεσόν‐ τες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτόν. Τοῦ Χρυσοστόμου. Τὴν διάθεσιν δείκνυσιν ἐκ τοῦ εἰπεῖν “ἐπὶ “τὸν τράχηλον,” ἅτε ὑστέρας περιπλοκὰς περιπλεκόμενοι, καὶ
5πολλὴν ἀπὸ τῆς δημηγορίας λαβόντες τὴν ἀγάπην καὶ τὸ φίλ‐ τρον. Ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμ‐ πον δὲ αὐτὸν εἰς τὸ πλοῖον· ὡς δὲ ἐγένετο ἀναχθῆναι
10ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν, Τοῦ Χρυσοστόμου. Δείκνυσι τὴν βίαν τῷ εἰπεῖν “ἀποσπα‐ “σθέντες ἀπ’ αὐτῶν·” καὶ εἰκότως· εἰς γὰρ τὴν θάλασσαν αὐτοὺς λοιπὸν ἐμβῆναι οὐκ ἐνῆν. Εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ· τῇ δὲ ἑξῆς εἰς
15τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα. καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. ἀναφανέν‐ τες δὲ τὴν Κύπρον, καὶ καταλίποντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον.
20 Τοῦ αὐτοῦ. Τί ἐστιν “εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ;” ἀντὶ τοῦ προήλθομεν· οὐδὲν ἐνδιετρίψαμεν ἐν ἑτέροις τόποις· εἶτα εἰς Ῥόδον· ὅρα αὐτὸν ἐπειγόμενον· “καὶ εὑρόντες πλοῖον διαπε‐ “ρῶν εἰς Φοινίκην·” ἴσως ἐκεῖνο αὐτόθι διέτριβε, διὸ μετετίθουν ἀλλαχοῦ· καὶ οὐχ εὑρίσκοντες εἰς Καισαρείαν ἀπερχόμενον ἀλλ’
25εἰς Φοινίκην, ἀνῆλθον· καὶ Κύπρον δὲ εἴασαν καὶ Συρίαν· τὸ γὰρ “καταλιπόντες αὐτὴν εὐώνυμον” οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὅτι οὐδὲ ἐγγὺς γενέσθαι τῆς Συρίας ἔσπευδον· ἦλθεν οὖν εἰς Λυκίαν· καὶ τὴν Κύπρον ἀφεὶς, εἰς Τύρον κατέπλευσεν· ἐκεῖσε γὰρ τὸ πλοῖον ἀπεφόρτιζε τὸν γόμον.
30 Ἀνευρόντες δὲ τοὺς μαθητὰς, ἐπεμείναμεν αὐτοῦ ἡμέ‐ ρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος, μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα.
Τοῦ αὐτοῦ. Εἰ τοίνυν τὸ Πνεῦμα ἐκέλευε, διατί ἀντεῖπε;343

344

τουτέστι διὰ τοῦ Πνεύματος εἰδότες· οὐ γὰρ δὴ τὴν παραίνεσιν διὰ τοῦ Πνεύματος ἐποιοῦντο· οὐ γὰρ ἁπλῶς αὐτῷ τὰ δεινὰ προὔ‐ λεγον, ἀλλ’ ὅτι ἀναβῆναι οὐ χρὴ, φειδόμενοι αὐτοῦ. Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόν‐
5τες ἐπορευόμεθα· προπεμπόντων δὲ ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν, προσευξάμενοι ἠσπασάμεθα ἀλλήλους, καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι τὲ ὑπέ‐ στρεψαν εἰς τὰ ἴδια.
10 Τοῦ αὐτοῦ. Πάλιν ἐκεῖ προσευχόμενοι διαλύονται ἀπ’ ἀλλή‐ λων· “ἐξαρτίσαι,” τουτέστι πληρῶσαι τὰς τεταγμένας· “προπεμ‐ “πόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις·” ὅρα πόση ἡ παρά‐ κλησις ἦν. Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες, ἀπὸ Τύρου κατην‐
15τήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελ‐ φοὺς ἐμείναμεν ἡμέραν μίαν παρ’ αὐτοῖς. τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρ’ αὐτῷ. τούτῳ δὲ ἦσαν παρθένοι
20θυγατέρες τέσσαρες προφητεύουσαι. Τοῦ Χρυσοστόμου. Θέα μοι πάσας τὰς ἡμέρας· μετὰ τὰ ἄζυμα εἰς Τρωάδα ἦλθον δι’ ἡμερῶν πέντε· εἶτα ἐκεῖ ἐποίησαν ἑπτὰ ἡμέρας· τὰς πάσας δώδεκα· εἶτα εἰς Ἄσσον, Μιτυλήνην, Τρωγίλιον· εἶτα εἰς Κῶ, Ῥόδον, Πάταρα· εἰκοσὶ μίαν· εἶτα βουλη‐
25θῆναι πέντε εἰς Τύρον, κϛʹ· ἐκεὶ ἑπτὰ, λγʹ· Πτολεμαεῖς, τριάκοντα τέσσαρες· εἶτα εἰς Καισάρειαν, πλείους ἡμέρας· τότε λοιπὸν αὐτοὺς ἐκεῖθεν ἀνάγει ὁ προφήτης· οὕτως ἡ πεντηκοστὴ πληροῦ‐ ται· καὶ ἐκεῖ αὐτὴν ποιεῖ· εἰς Καισάρειαν δὲ εἰσελθόντες παρὰ Φιλίππῳ, φησιν, ἐμείναμεν· “τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες
30“παρθένοι προφητεύουσαι·” ἀλλ’ οὐκ αὐταὶ προλέγουσι τῷ Παύλῳ, καίτοι προφητεύουσαι, ἀλλ’ Ἄγαβος.
Ἀμμωνίου. Ὅτι τοῦ διακόνου Φιλίππου ἦσαν αἱ θυγατέρες·344

345

ὥστε οὖν ἐξῆν τῷ κοινωνήσαντι γάμῳ διακονεῖν· σημειῶσαι δὲ ὅτι αἱ προφητίδες αἱ θυγατέρες αὐτοῦ παρθένοι ἦσαν, καὶ ὅτι ἤσκουν μᾶλλον δι’ εὐλάβειαν τοῦτο, ὥστε καὶ προφητείας ἠξιῶ‐ σθαι· εἰ μὴ δὲ ἦν περισπούδαστον, οὐκ ἂν προσέθηκεν ὁ συγγρα‐
5φεὺς, ὅτι καὶ πάρθενοι ἦσαν.
6tΚΕΦ. Λ.
7tἈγάβου προφητεία περὶ τῶν συμβησομένων τῷ Παύλῳ ἐν Ἱερουσαλήμ.
8 Ἐπιμένοντες δὲ ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος· καὶ ἐλθὼν πρὸς
10ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας, εἶπε· τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, τὸν ἄνδρα, οὑ ἐστὶν ἡ ζώνη αὕτη, οὕτως δή‐ σουσιν αὐτὸν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώ‐ σουσιν αὐτὸν εἰς χεῖρας ἐθνῶν.
15 Τοῦ Χρυσοστόμου. Ἄγαβος, ὁ πάλαι τὸν λίμον μηνύσας οὗτος, “τὸν ἄνδρα τοῦτον οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτω δήσουσιν ἐν “Ἱερουσαλὴμ,” ὅπερ οἱ προφῆται ἐποίουν, καὶ ὄψει τὲ γινόμενα ὑπογράφοντες, ὅταν περὶ αἰχμαλωσίας ἔλεγον, ὡς ὁ Ἰεζηκιὴλ τοῦτο καὶ οὗτος ἐποίησε· καὶ τὸ δὴ χαλεπὸν, ὅτι εἰς χεῖρας ἐθνῶν
20παραδώσουσιν· ὅρα δὲ αὐτὸν, ὅτε τὸ Πνεῦμα οὐκ ἐκώλυεν, οὐ πει‐ θόμενον. ἐν Πτολεμαΐδι μίαν μένουσιν ἡμέραν· ἐν δὲ Καισαρείᾳ πλείους· ὅτε ἤκουσεν ὅτι μυρία δεινὰ ἔχει παθεῖν, τότε ἐπείγεται· οὐκ εἶπε δὲ Ἄγαβος ὅτι Παῦλον δήσουσιν, ἵνα μὴ δόξῃ ἐκ συν‐ θήκης λέγειν, ἀλλὰ “τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη.” Ὅρα· καὶ
25ζώνην εἶχεν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τὲ καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. Τοῦ Χρυσοστόμου. Πολλοὶ, φησὶ, παρεκάλουν μὴ ἀνελθεῖν, καὶ οὐδὲ οὕτω ὑπήκουσεν, ὁρᾶς· ἵνα γὰρ μὴ ἀκούσας νομίσῃς
30ἀνάγκης εἶναι τὸ “δεδεμένος τῷ Πνεύματι πορεύομαι·” μηδὲ
ἀγνοοῦντα αὐτὸν ἐμπεσεῖν, διὰ τοῦτο ταῦτα προλέγεται.345

346

Τότε ἀπεκρίθη ὁ Παῦλος, τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. μὴ πειθο‐
5μένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, τοῦ Κυρίου τὸ θέλημα γινέσθω. Τοῦ αὐτοῦ. Ἄλλοι ἔκλαιον, αὐτὸς δὲ παρεκάλει, ἀλγῶν ἐπὶ τοῖς δάκρυσι τοῖς ἐκείνων· “Τί ποιεῖτε γάρ,” φησι, “κλαίοντες “καὶ συνθρύπτοντές μου τὴν καρδίαν;” οὐδὲν αὐτοῦ φιλοστοργό‐
10τερον· ὅτι ἑώρα δακρύοντες ἤλγει, ὁ μὴ πάσχων ἐπὶ τοῖς οἰκείοις πειρασμοῖς· “τὸ θέλημα,” φησὶ, “τοῦ Κυρίου γενέσθω·” ἐμὲ ἀδι‐ κεῖτε τοῦτο ποιοῦντες, μὴ γὰρ ἀλγῶ ἐγώ· τότε ἐπαύσαντο, ὅτε εἶπε, “συντρίβοντές μου τὴν καρδίαν·” ἐφ’ ὑμῖν κλαίω, φησὶν, οὐκ ἐπὶ τοῖς παθήμασιν· ὑπὲρ γὰρ ἐκείνων καὶ ἀποθανεῖν βούλομαι· εἶπαν,
15μὴ δῷς ἑαυτὸν εἰς τὸ θέατρον, καὶ οὐκ ἔδωκε· πολλάκις αὐτὸν ἐξήγαγον καὶ ἐπείσθη· διὰ θυρίδος πάλιν ἔφυγε, καὶ νῦν ὡς εἰπεῖν μυρίων παρακαλούντων, καὶ τῶν ἐν Τύρῳ, καὶ τῶν ἐν Καισαρείᾳ κλαιόντων, καὶ μυρία προλεγόντων δεινὰ, οὐκ ἀνέχεται· καὶ μὴν αὐτὰ τὰ δεινὰ προέλεγον· ἀλλὰ διὰ τοῦ Πνεύματος προέλεγον·
20οὐ τὴν παραίνεσιν διὰ τοῦ Πνεύματος ἐποιοῦντο· οὐ γὰρ ἁπλῶς αὐτῷ τὰ δεινὰ προὔλεγον· ἀλλ’ ὅτι ἀναβῆναι οὐ χρὴ, φειδόμενοι αὐτοῦ· ἐπειδὴ οὐκ ἴσχυσαν πεῖσαι, διὰ τοῦτο ἔκλαιον· εἶτα ἡσύ‐ χασαν· ὁρᾶς φιλοσοφίαν· ὁρᾶς φιλοστοργίαν· Κυρίος, φησὶ, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει· συνεῖδον ὅτι θέλημα ἦν Θεοῦ· οὐ
25γὰρ ἂν Παῦλος οὕτω προεθυμήθη, ὁ ἀεὶ κινδύνων προεξαρπάζων ἑαυτόν. Τοῦ αὐτοῦ. Τί λέγεις, εἰπέ μοι, ἐκείνην τὴν ἀδαμαντίνην ψυ‐ χήν; συντρίψαι δάκρυον ἴσχυσε; ναί, φησι, πρὸς πάντα γὰρ ἀντέχω, πλὴν τῆς ἀγάπης· αὕτη γάρ μου περιγίνεται καὶ κρατεῖ·
30τοῦτο τῷ Θεῷ δοκεῖ· ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδάτων, καὶ μικρὰ δάκρυα συνέτριψεν. Ἀμμωνίου. Σημειωτέον ὅτι δεῖ ἀποτρέπεσθαι τοὺς κωλύοντας
τινὰ ποιεῖν τί γενναῖον, κἂν δακρύωσι· καὶ ὅτι τὸ τοιοῦτον δάκρυον346

347

καὶ αὐτὸν τὸν Παῦλον συνέκλα, καὶ τὸ ἐρρωμένον αὐτοῦ διέλυε· διὸ ἀποσείεται αὐτούς· τί οὖν δεῖ εἰπεῖν περὶ τῶν λοιπῶν τοῦ Παύλου τοῦτο εἰπόντος; ἁρμόζει κατὰ μητέρων ἤτοι γονέων κωλυ‐ όντων τοὺς ἑαυτῶν παῖδας μονάζειν.
5 Διδύμου. Ῥητέον καὶ εἰς ταύτην τὴν διαστολὴν τοιαῦτα· τί με κωλύετε κλαίοντες ᾗ προστίθεμαι ὁδοῦ, ἀκούσαντες ὡς δεσμὰ καὶ θλίψεις με μένουσι γενόμενον εἰς Ἱερουσαλήμ; ἰστέον οὖν ὅτι τῷ Πνεύματι, τῷ φανεροῦντί μοι τὰ ἀπαντησόμενά μοι, ἕπομαι, καὶ τῆς ἐπὶ τὴν πόλιν πορείας ἄρχομαι· οὐκ ἀγνοῶν τὰ ἐκεῖ ἀπαν‐
10τησόμενα, προεῖδον γὰρ αὐτὰ, καὶ οὐ κωλύομαι τῆς πορείας· διὸ μὴ συνθρύπτετέ μου τὴν καρδίαν ὑμετέροις δάκρυσιν· ὁ οὖν εἰς ἀνδρείαν γνησίως παρεσκευασμένος, ὡς καὶ θανάτου αὐτοῦ κατα‐ φρονεῖν, οὐ πίπτει εἰς δειλίαν, κἂν ᾖ ὁ εἰς τοῦτο ἐρεθίζων· ὅσον γὰρ ἐπ’ ἐκείνοις, ταραχὴ ἐγγίνεται τῷ λογισμῷ. λέγων οὖν ὁ Ἀπό‐
15στολος συνθρύπτεσθαι ἑαυτοῦ τὴν καρδίαν, οὐκ ἀσθένειαν τοῦτο εἶπεν, ἀλλ’ ὅσον ἧκεν εἰς ἐκείνους πικρῶς κλαίοντας· εἰ μὴ ἄρα εἴποι τις, ὅτι ὥσπερ τὰ μικρὰ τῶν ἁμαρτημάτων δοκεῖ μεγάλα εἶναι ἁγίῳ ἀνδρὶ προσόντα, οὕτω τὴν προσπάθειαν τῶνδε, ὡς με‐ γάλην σύνθρυψιν καρδίας τῆς ἑαυτοῦ εἶπεν.
20 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαί‐ νομεν εἰς Ἱεροσόλυμα. Τοῦ Χρυσοστόμου. “Ἐπισκευασάμενοι·” τουτέστι τὰ πρὸς τὴν ὁδοιπορίαν λαβόντες· ὅτε δὲ ἤκουσεν ὅτι μυρία δεινὰ ἔχει πα‐ θεῖν, τότε ἐπαίρεται· οὐκ ἐπὶ τοὺς κινδύνους ῥίπτων ἑαυτὸν, ἀλλ’
25ἡγούμενος τοῦ Πνεύματος εἶναι τὸ πρόσταγμα. Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ’ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. Τοῦ αὐτοῦ. Δείκνυσι πολὺν τοῦ κηρύγματος τὸν χρόνον λοι‐
30πὸν, ὅθεν μοι δοκεῖ πολλὰ ἔτη ἐπιτέμνειν ἐν ταῖς πράξεσιν οὗτος· τὰ κατεπείγοντα λέγων· Κυρίος, φησὶ, τὸ ἀρεστὸν αὐτὸς ἐνώπιον
αὐτοῦ ποιήσει· συνεῖδον γὰρ ὅτι θέλημα Θεοῦ ἦν· οὐ γὰρ ἂν347

348

Παῦλος οὕτω προεθυμήθη, ὁ ἀεὶ κινδύνων ἐξαρπάσας ἑαυτόν. οὐκ ἐβούλοντο βαρῆσαι τὴν Ἐκκλησίαν, ὄντος ἑτέρου τοῦ ξενίζοντος αὐτούς· οὐδὲ ἀξίωμα ἀπῄτουν. Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἀπε‐
5δέξαντο ἡμᾶς οἱ ἀδελφοί. Τοῦ Χρυσοστόμου. Τὸ λοιπὸν εἰρήνης ἦν μετὰ τὰ πράγματα ἐν Ἰουδαίοις· οὐχ οὕτως πόλεμος ἦν. Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκω‐ βον, πάντες τὲ παρεγένοντο οἱ πρεσβύτεροι. καὶ ἀσπα‐
10σάμενος αὐτοὺς, ἐξηγεῖτο καθ’ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. Τοῦ αὐτοῦ. Οὗτος Ἐπίσκοπος ἦν τῶν Ἱεροσολύμων· καὶ πρὸ τούτου πρὸς τοῦτον πέμπεται· οὗτος ἦν ἀδελφὸς τοῦ Κυρίου· ἀνὴρ μέγας καὶ θαυμαστός· “εἰσῄει ὁ Παῦλος,” φησὶ, “σὺν ἡμῖν.”
15ὅρα τὸ ἄτυφον σχῆμα· καὶ οἱ πρεσβύτεροι· πάλιν αὐτοῖς τὰ τῶν ἐθνῶν διηγεῖται· οὐ κενοδοξῶν, μὴ γένοιτο· ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλανθρωπίαν ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐμπλῆσαι χαρᾶς. Ἀμμωνίου. Διὰ τῆς διακονίας αὐτοῦ· ἀντὶ τοῦ τῆς κηρύξεως
20τοῦ εὐαγγελικοῦ λόγου. Τοῦ αὐτοῦ. Οὐκ ἐκεῖνον ἐπῄνουν, οὐδὲ ἐθαύμαζον· οὕτω γὰρ διηγήσατο ὡς ἀνατιθέμενος τῷ Θεῷ.
23tΚΕΦ. ΛΑ.
24tΠαραίνεσις Ἰακώβου πρὸς Παῦλον, περὶ τοῦ μὴ δοκεῖν κωλύειν Ἑβραίους
25tπεριτέμνεσθαι.
26 Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεόν· Τοῦ Χρυσοστόμου. Ὅρα καὶ αὐτοὶ μεθ’ ὅσης ὑποστολῆς· οὐχ ὡς Ἐπίσκοπος αὐθεντικῶς διαλέγεται· ἀλλ’ αὐτὸν παραλαμβάνουσι κοινωνὸν τῆς γνώμης, ὡσανεὶ εὐθέως ἀπὸ προοιμίων ἀπολογούμενοι
30ἀεὶ, ὅτι οὐκ ἐβουλόμεθα· ὁρᾶς τοῦ πράγματος τὴν ἀνάγκην. Εἶπόν τε αὐτῷ, θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰ‐
σὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων·348

349

Τοῦ αὐτοῦ. Αὗται οἱ μυρίαδες, ἐκ τῶν βοησάντων “τὸ αἷμα “αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν,” ὑπῆρχον· ἀλλ’ ὅμως ὁ φιλάνθρωπος τοσαύτῃ μανίᾳ χρησαμένων, καὶ καθ’ ἑαυτῶν καὶ κατὰ τῶν παίδων, οὐδ’ ἐπ’ αὐτῶν τὴν ψῆφον ἐκύρωσεν· ἀλλὰ καὶ
5ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετανοήσαντας καὶ πιστεύ‐ σαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν· καὶ γὰρ καὶ Παῦλος ἐξ αὐ‐ τῶν ἦν. Καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. κατηχή‐ θησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋ‐
10σέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπα‐ τεῖν. τί οὖν ἐστί; πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκού‐ σονται γὰρ ὅτι ἐλήλυθας. Τοῦ αὐτοῦ. Δύο αἰτίαι, καὶ τὸ πλῆθος καὶ ἡ γνώμη· οὔτε γὰρ
15εἰ ὀλίγοι ἦσαν καταφρονῆσαι ἔχει, οὔτε εἰ πολλοὶ, καὶ μὴ πάντῃ τοῦ νόμου ἀντεῖχον τὸ περὶ πολλοῦ ποιεῖσθαι· εἶτα καὶ τρίτη αἰτία· “καὶ οὗτοι πάντες κατηχήθησαν,” φησὶ, “περὶ σοῦ, ὅτι “ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως·” καὶ τὰ ἑξῆς· οὐκ εἶπεν ἤκουσαν, ἀλλ’ οὕτως ἐπίστευσαν καὶ ἐδιδάχθησαν.
20 Σευήρου ἐκ τῆς πρὸς Μισαὴλ Κουβικουλάριον ἐπι‐ στολῆς. Οὕτως καὶ οἱ Ἀπόστολοι καὶ τοῦ Σωτῆρος ἱεροὶ μαθηταὶ, τοὺς ἐκ περιτομῆς μεθιστάντας ἐπὶ τὴν εὐαγγελικὴν πολιτείαν, ἐξ ἀρχῆς αὐτοῖς κατὰ τὸν νόμον Μωϋσέως περιτέμνεσθαι συνεχώρη‐ σαν· ἵνα μόνον τὸ πιστεύειν εἰς Χριστὸν παραδέξωνται· καὶ λοιπὸν
25αὐτοὶ δι’ ἑαυτῶν ἐμφορηθέντες τῆς ἐν Πνεύματι λατρείας καὶ εὐαγγελικῆς τελειότητος, τὰ μικρὰ καὶ σκιώδη καὶ νομικὰ παρα‐ τηρήματα διαπτύσωσι· καὶ τὴν σαρκικὴν περιτομὴν ἀτιμάσωσι, τὸ τὰς ψυχὰς περιτέμνεσθαι τῆς κακίας ἀνταλλαξάμενοι. Τοῦτο οὖν ποιῆσον, ὅ σοι λέγομεν·
30 Τοῦ Χρυσοστόμου. Ὡς συμβουλεύοντες φασὶν, οὐχ ὡς ἐπι‐ τάττοντες· ὅθεν πείθουσιν αὐτὸν, ὅτι οἰκονομία καὶ συγκατάβασις ἦν· οὐκ ἄρα ἐγκοπὴ τοῦ κηρύγματος τοῦτο ἦν· ὅπου γε καὶ αὐτοὶ
ἐνομοθέτουν ἐκείνοις τὰ τοιαῦτα· οὐκ ἆρα ἐγκαλεῖ Πέτρῳ ἁπλῶς·349

350

ὅπερ γὰρ ἐνταῦθα ἐποίησεν αὐτὸς, τοῦτο Πέτρος ἐκεῖ σιγῶν καὶ ἱστῶν αὐτοῦ τὸ δόγμα· καὶ οὐκ εἶπε τί γὰρ οὐ χρὴ τοὺς κατὰ τὰ ἔθνη διδάσκειν· οὐκ ἀρκεῖ τὸ μὴ κηρύξαι ἐκεῖ, ἀλλ’ ἔδει καὶ πλέον τι, ποιῆσαι νόμον.
5 Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ’ ἑαυ‐ τῶν· τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὑτοῖς, Ἀμμωνίου. Οἱ ἐν Ἱεροσολύμοις πιστεύσαντες ἀπὸ Ἰουδαίων τὰ ἔθη τὰ νομικὰ ἤθελον φυλάττειν. Τοῦ Χρυσοστόμου. Ἔργῳ τὴν ἀπολογίαν ποιῆσαι μὴ λόγῳ·
10“ἵνα ξυρίσωνται,” φησὶ, “καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται “περὶ σοῦ, οὐδέν ἐστιν·” οὐκ εἶπον ὅτι διδάσκεις, ἀλλ’ ἐκ περιουσίας, ὅτι καὶ αὐτὸς φυλάττεις· οὐ γὰρ μόνον τοῦτο ἦν τὸ σπουδαζόμενον, εἰ μὴ ἑτέρους διδάσκει, ἀλλὰ τί; καὶ αὐτὸς τηρεῖ· τί οὖν ἂν τὰ ἔθνη μάθωσι; βλάψω αὐτούς φησι, πῶς, ὅπου καὶ ἡμεῖς οἱ τῶν
15Ἰουδαίων διδάσκαλοι ἐπέμψαμεν πρὸς αὐτούς· “περὶ δὲ τῶν πεπι‐ “στευκότων,” φησὶν, “ἐθνῶν, ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν “τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς, τὸ εἰδωλόθυ‐ “τον καὶ τὸ αἷμα, καὶ τὸ πνικτὸν καὶ πορνείαν·” ἐνταῦθα ἐντρεπτι‐ κῶς· ὥσπερ ἐκείνοις ἡμεῖς ἐπετάξαμεν, καίτοι Ἰουδαίους κηρύτ‐
20τοντες· οὕτω καὶ σὺ τοῖς ἔθνεσι κηρύττων σύμπραξον ἡμῖν· ὅρα τὸν Παῦλον οὐ λέγει· καὶ μὴν δύναμαι Τιμόθεον παραγαγεῖν, ὃν περιέτεμον· καὶ μὴν δύναμαι πεῖσαι τῷ λόγῳ· ἀλλ’ ἐπείσθη αὐ‐ τοῖς· καὶ πάντα ἐποίησεν, καὶ γὰρ οὕτως συνέφερεν· οὐ γὰρ ἦν ἶσον εἰς ἀπολογίαν καταστῆσαι, καὶ οὐδενὸς εἰδότος ποιῆσαι ταῦτα·
25ἀνύποπτος ἦν τῷ καὶ δαπανᾶσθαι ταῦτα. Καὶ δαπάνησον ἐπ’ αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κε‐ φαλὴν, Θεοδωρήτου Κύρου. Τουτέστι τὰς ὑπὲρ αὐτῶν προσφερο‐ μένας κατὰ τὸν νόμον θυσίας· σὺ πάρασχε ἵνα λύσῃς τὴν ὑπο‐
30ψίαν. Καὶ γνώσωνται πάντες, ὅτι περὶ ὧν κατήχηνται περὶ
σοῦ, οὐδέν ἐστιν, ἀλλὰ καὶ στοιχεῖς καὶ αὐτὸς, φυλάσ‐350

351

σων τὸν νόμον. περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
5 Τοῦ αὐτοῦ. Πολλὰ τῆς ἐπαγγελίας τὰ εἴδη· οἱ μὲν γὰρ θυσίας ἐπηγγέλλοντο, οἱ δὲ χρήματα, οἱ δὲ ἑαυτούς· οἱ δὲ ῥητὸν ἀριθμὸν ἡμερῶν μὴ πιεῖν οἶνον, μὴ κείρασθαι τὴν κεφαλήν· τοιοῦ‐ τοι ἦσαν καὶ οὗτοι οἱ ἄνδρες· εὐχὴν δὲ καλεῖ τὴν ὑπόσχεσιν· αἱ γὰρ τρίχες νεκρώσεως σύμβολον· νεκραὶ γὰρ αὗται, καὶ ὀδύνης
10αἴσθησιν οὐ δεχόμεναι· τοῦτό φησι καὶ ὁ Ἀπόστολος· “ζῶ δὲ “οὐκέτι ἐγώ.” Τοῦ Χρυσοστόμου. Συγκατάβασις τὸ πρᾶγμα ἐστί· μὴ φο‐ βηθεὶς οὐ πρότερον παραινοῦσιν αὐτῷ, ἕως τοῦ εἰπεῖν τὴν οἰκονο‐ μίαν πρῶτον καὶ τὸ κέρδος· καὶ τὸ ἐν Ἱεροσολύμοις δὲ τοῦτο
15ποιεῖν φορητόν· ποιῆσον τοῦτο ἐνταῦθα· ἵνα ἐξῇ σοι ἔξω ποιεῖν ἐκεῖνο· εἰκὸς γὰρ ἦν αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ διατρίβειν ἐν τῷ ἱερῷ. Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς, εἰσῄει εἰς τὸ ἱερόν.
20 Τοῦ αὐτοῦ. Ἐγένετο δὲ ταῦτα, οὐ τῆς γνώμης αὐτοῦ μετα‐ βαλλομένης, ἐπεὶ κακία τὸ πρᾶγμα ἦν· ἀλλὰ τῆς ἀγάπης συγ‐ καταβαινούσης· ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς ταῦτα μεταστήσῃ· ἐγίνετο δὲ ταῦτα οὐκ ἀληθῶς· ἐπιδεικνύμενος μόνον οὐκ ἐκ δια‐ νοίας αὐτὰ πράττων οὕτως ἐχούσης· πῶς γὰρ ὁ καὶ ἑτέρους μετα‐
25θεῖναι σπεύδων, καὶ διὰ τοῦτο ταῦτα ποιῶν, ἵνα ἄλλους ποιοῦντας ἐλευθερώσῃ τῆς ταπεινότητος ἐκείνης; Καὶ πάλιν—Καὶ ἐξύρατο, καὶ πάντα τὰ Ἰουδαϊκὰ ἐπετέλεσεν· ἔνθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ἦν ταπεινότερος· ἔνθα δὲ ἐκ τῆς ταπεινο‐ φροσύνης ἑώρα τινὰς ἀδικουμένους, οὐκέτι κέχρηται τῷ αὐτῷ πλε‐
30ονεκτήματι· τοῦτο γὰρ λοιπὸν οὐκ ἦν ταπεινοφρονεῖν, ἀλλὰ λυ‐ μαίνεσθαι καὶ διαφθείρειν τοὺς μαθητευομένους. Ἀμμωνίου. Ἔθος μᾶλλον ἦν τοὺς ἔχοντας εὐχὴν κείρασθαι
τὴν κεφαλὴν μετὰ τὸ ἁγνισθῆναι, καὶ οὕτως ἐπὶ ζʹ ἡμέρας ποιεῖν351

352

προσφορὰν ὑπὲρ ἑαυτῶν· τοιοῦτόν τι ἐποίησεν Ἀκύλας καὶ Πρί‐ σκιλλα· ὡς δῆλον εἶναι, ὅτι ὡς θεοσεβοῦντες ἀπεκείροντο τὴν κόμην· καλῶς οὖν καὶ νῦν οἱ εὐλαβεῖς κείρονται· δεῖ δὲ καὶ ἁγνισμοῦ· ἐν τοῖς Ἀριθμοῖς δὲ κεῖται ὁ νόμος οὗτος· Ἰουδαϊκὸν
5οὖν τὸ ἔθος. Τοῦτό ἐστι τὸ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ εἰρημένον· “ἐγενόμην τοῖς Ἰουδαίους ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίοις κερδήσω· “τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς “ἀνόμοις ὡς ἄνομος, ἵνα κερδήσω ἀνόμους·” ταῦτα τὰ ῥητὰ δια‐
10λαμβάνων Ἰσίδωρος ὁ Πηλουσιώτης ἐν τῇ χλζʹ Ἐπιστολῇ· λέγει οὕτως· “ἐγένετο τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ὅτε ἐν τῷ ἱερῷ ἡγνί‐ “σατο καὶ ἔθυσε· καὶ περιτεμὼν Τιμόθεον Ἰουδαίοις πέπομφε δι‐ “δάσκαλον, διὰ περιτομῆς τὴν περιτομὴν ἀναιρῶν· διὸ οὐκ εἶπεν “Ἰουδαῖος, ἀλλ’ ὡς Ἰουδαῖος· τοῖς ἀνόμοις ὡς ἄνομος, ὅτε Ἀθηναίοις
15“δημηγορῶν, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλὰ “ἀπὸ βώμου τὴν παραίνεσιν ἐποιήσατο· ἀπὸ τῶν οἰκείων αὐτοὺς “χειρούμενος δογμάτων· διὸ οὐκ εἶπεν ἄνομος, ἀλλ’ ὡς ἄνομος.” Διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνι‐ σμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ
20προσφορά. Τοῦ Χρυσοστόμου. “Διαγγέλλων·” τουτέστι καταγγέλλων· αὐτὸς ἦν ὁ δῆλον ἑαυτὸν ποιῶν.
23tΚΕΦ. ΛΒ.
24tΠερὶ τῆς ἐν Ἱερουσαλὴμ κατὰ τοῦ Παύλου κινηθείσης ἀταξίας· ὅπως τε αὐ‐
25tτὸν ὁ χιλίαρχος τοῦ πλήθους ἐξαιρεῖται.
26 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συμπληροῦσθαι, θεα‐ σάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι συνέχεαν πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας, κράζοντες,
30 Τοῦ αὐτοῦ. “Οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·” μάλιστα γὰρ ἐκεί‐ νοις συγχρονίζει, “θεασάμενοι αὐτὸν συνέχεον πάντα τὸν ὄχλον·” ὅρα οἰκονομίαν γενομένην, μετὰ τὸ πεισθῆναι τοὺς Ἰουδαίους, τότε ἐπιτίθενται ἐκεῖνοι, ἵνα κἀκεῖνοι συνεπιτίθωνται.
Τοῦ Χρυσοστόμου. Ὅρα τὸ ἦθος αὐτῶν πανταχοῦ ταραχῶδες·352

353

καὶ ἁπλῶς βοώντων ἐν τῷ μέσῳ, ὥστινος δυσθηράτου καὶ δυσχειρώ‐ του ταῖς ἐκείνων ἐμπεσόντος χερσίν. Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. οὗτός ἐστιν ὁ ἄνθρω‐ πος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τού‐
5του πάντας πανταχῆ διδάσκων· Τοῦ αὐτοῦ. Μάλιστα αὐτοὺς ἐθορύβει ὁ ναὸς καὶ ὁ νόμος· καὶ οὐδὲν ἐνεκάλεσε τοῖς Ἀποστόλοις ὁ Παῦλος, ὅτι αὐτοὶ αἴτιοι γεγόνασιν αὐτῷ. Ἔτι τὲ καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κε‐
10κοινώνηκε τὸν ἅγιον τόπον τοῦτον. ἦσαν γὰρ προεω‐ ρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. Τοῦ αὐτοῦ. Εἶτα καὶ ἡ κατηγορία μείζων ἀπὸ τῶν παρόντων· “ἔτι δὲ,” φησὶ, “καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ
15“κεκοινώνηκε·” καὶ μὴν καὶ ἐπὶ τοῦ Χριστοῦ ἀνέβησαν προσκυνή‐ σοντες· ἀλλὰ τοὺς οὐκ ἀνελομένους προσκυνῆσαι φασίν. Ἐκινήθη τὲ ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
20 Τοῦ αὐτοῦ. Ἐβούλοντο γὰρ αὐτὸν ἀνελεῖν, καὶ διὰ τοῦτο ἔξω εἷλκον· ὥστε μετὰ πλείονος ἀδείας τοῦτο ποιῆσαι. Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλι‐ άρχῳ τῆς σπείρης, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· ὃς ἐξ αὐτῆς παραλαβὼν τοὺς στρατιώτας καὶ ἑκατοντάρχους,
25κατέδραμεν ἐπ’ αὐτούς. οἱ δὲ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. Τοῦ αὐτοῦ. Οὐκέτι νόμων ἐδέοντο οὐδὲ δικαστηρίων· ἀλλ’ ἔτυπτον αὐτὸν δι’ ὅλου. Ἐν δὲ τῷ μεταξὺ στάσις κατειλήφει τις τὴν πόλιν· καὶ ὁ δῆ‐
30μος ἦν θορύβῳ πολλῷ, Ἰουδαίων ταραττόντων τὸ κοινόν· δεινὸν γὰρ καὶ βαρὺ ἡγήσαντο κατήγορον ἔχειν τὸν πάλαι προστάτην καὶ
κοινωνὸν τῆς μανίας αὐτῶν· καὶ κτείνειν αὐτὸν ἔσπευδον.353

354

Τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέ‐ λευσε δεθῆναι ἁλύσεσι δυσίν· καὶ ἐπυνθάνετο τίς εἴη, καὶ τί ἐστι πεποιηκώς. ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν
5θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμοὺς, συνέβη βαστά‐ ζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιώτων διὰ τὴν βίαν τοῦ ὄχλου. Τοῦ Χρυσοστόμου. Παραμυθούμενος τὸν θύμον τοῦ δήμου.
10 Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ, κράζοντες, αἶρε αὐτόν. Τοῦ Χρυσοστόμου. Τί ἐστιν “αἶρε αὐτόν;” τουτέστιν ὃ παρ’ ἡμῖν λέγουσι κατὰ τὴν Ῥωμαϊκὴν συνήθειαν, ἐν τοῖς σίγνοις αὐτὸν ἔμβαλε, αἶρε αὐτόν· ἐφοβοῦντο γὰρ αὐτὸν μὴ διαφύγῃ.
15 Τοῦ αὐτοῦ. Ἵππος ἐστὶν ἀναβάτην φέρων, ἡ κραυγὴ δὲ τὴν ὀργήν· συμπόδισον τὸν ἵππον, καὶ κατέστρεψας τὸν ἀναβάτην. Ἀμμωνίου. Ἔθος τοῖς Ἰουδαίοις ταύτην λέγειν τὴν φωνὴν κατὰ τῶν δικαίων· ὡς καὶ κατὰ τοῦ Κυρίου· “αἶρε αὐτόν·” ἀντὶ τοῦ, ἔπαρον αὐτὸν ἐκ τῶν ζώντων.
20 Μέλλων δὲ εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦ‐ λος, εἶπε τῷ χιλιάρχῳ, εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις; οὐκ ἄρα σὺ εἶ ὁ Αἰ‐ γύπτιος, ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους τῶν σι‐
25καρίων; Τοῦ Χρυσοστόμου. Ὅρα μεθ’ ὅσης συστολῆς διαλέγεται ὁ Παῦλος τῷ χιλιάρχῳ· “εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; ὁ δὲ “ἔφη, Ἑλληνιστὶ γινώσκεις; οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος;” ἄν‐ θρωπος γάρ τις νεωτεροποιὸς γέγονε καὶ στασιαστὴς καὶ ἀπατεὼν
30καὶ γόης· καὶ προσεδόκησε ὁ διάβολος συσκιάζειν διὰ τούτου, καὶ κοινωνοὺς ποιεῖν τῶν ἐκείνους προσηκόντων καὶ τὸν Χριστὸν καὶ τοὺς Ἀποστόλους· ἀλλ’ οὐδὲν ἴσχυσεν· ἀλλὰ τί; λαμπροτέρα
γέγονεν ἡ ἀληθεία· οὐδὲν παραβλαβεῖσα τοῖς τοῦ διαβόλου μη‐354

355

χανήμασιν, ἀλλὰ καὶ μᾶλλον λάμψασα· εἰ μὲν γὰρ μὴ ἦσαν γόητες, εἶτα καὶ οὗτοι ἐκράτουν, τάχα ἄν τις ἐπελάβετο· ὅτε δὲ καὶ αὐτοὶ ἐφάνησαν, τοῦτό ἐστι τὸ θαυμαστὸν, ἵνα καὶ οἱ δόκιμοι φανεροί, φησι, γένωνται· μὴ τοίνυν ἀλγῶμεν ὅταν αἵρεσίς ἐστιν,
5ὅπου καὶ ψευδόχριστοι· καὶ τῷ Χριστῷ ἐπιθέσθαι ἠθέλησαν, καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο, ὥστε συσκιάσαι· ἀλλ’ ἡ ἀλήθεια λάμπει, καὶ δήλη ἐστὶ πανταχοῦ. Ὠριγένους. Παρὰ Ἰουδαίοις τρεῖς αἱρέσεις γενικαί· Φαρι‐ σαῖοι· Σαδδουκαῖοι· Ἐσσηνοί· οὗτοι τὸν βίον σεμνότερον ἀσκοῦσι,
10φιλάλληλοι ὄντες, καὶ ἐγκρατεῖς· διὸ καὶ Ἐσσηνοὶ προσαγορεύ‐ ονται, ἤγουν ὅσιοι· ἄλλοι δὲ αὐτοὺς σικαρίους ἐκάλεσαν, ἤγουν ζηλωτάς. Ἰωσήπου. Σικάριοι λέγονται λῃσταὶ, ξίφεσι διαχρώμενοι, παραπλησίοις μὲν τὸ μέγεθος τοῖς τῶν Περσῶν ἀκινάκαις, ἐπι‐
15καμπέσι δὲ καὶ ὁμοίαις ταῖς ὑπὸ Ῥωμαίων σίκαις καλουμέναις· ἀφ’ ὧν καὶ τὴν προσηγορίαν οἱ λῃστεύοντες ἔλαβον. Εἶπε δὲ ὁ Παῦλος, ἐγὼ ἄνθρωπος μὲν εἰμὶ Ἰουδαῖος, Ταρσεὺς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης· Τοῦ Χρυσοστόμου. Ὅρα αὐτὸν ὅταν πρὸς τοὺς ἔξω διαλέγηται,
20παραιτούμενον καὶ τοῖς ἀπὸ τῶν νόμων κεχρῆσθαι βοηθήμασιν· ἐν‐ ταῦθα αὐτὸν ἀπὸ τῆς πόλεως ἐντρέπει, καὶ ἀλλαχοῦ πάλιν οὕτως φησί· “δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας “ἔβαλον εἰς φυλακήν·” ἐπειδὴ γὰρ εἶπε, “σὺ εἶ ὁ Αἰγύπτιος;” εὐθέως αὐτὸν ταύτης ἀπήγαγε τῆς ὑποψίας· εἶτα ἵνα μὴ νομισθῇ
25τὸ ἔθνος Ἰουδαῖος, λέγει τὴν θρησκείαν· καὶ γὰρ καὶ ἀλλαχοῦ, ἔννομον ἑαυτὸν Χριστοῦ καλεῖ· τί δὴ τοῦτό ἐστι; τί οὖν οὐκ ἠρ‐ νήσατο; μὴ γένοιτο· Ἰουδαῖος γὰρ ἦν καὶ Χριστιανὸς, ὅσα ἔδει φυλάττων· ἐπεὶ καὶ τῷ θείῳ νόμῳ μάλιστα πάντων αὐτὸς ἐπεί‐ θετο ὁ τῷ Χριστῷ πιστεύων· καὶ πρὸς Πέτρον διαλεγόμενος φη‐
30σὶν, “ἡμεῖς φύσει Ἰουδαῖοι.” Ἀμμωνίου. “Ἄνθρωπος μέν εἰμι Ἰουδαῖος·” φύσει γὰρ Ἰουδαῖοι ἐσμὲν οἱ Χριστιανοὶ, ὡς ἐξομολογούμενοι τὴν ἀληθῆ πίστιν· ὅπερ
σημαίνει τὸ Ἰούδας ὄνομα.355

356

Δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβάθμων, κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ, λέγων,
5 Τοῦ Χρυσοστόμου. Καὶ τοῦτο τεκμήριον ὅτι οὐ ψεύδεται· εἴγε πάντας ἐπήγετο μάρτυρας· ὅρα δὲ αὐτὸν πάλιν μετὰ ἐπι‐ εικείας διαλεγόμενον· τοῦτο τεκμήριον πάλιν τοῦ μηδένος εἶναι ὑπεύθυνον, τὸ οὕτως ἕτοιμον εἶναι πρὸς ἀπολογίαν, καὶ βούλεσθαι. εἰς λόγον καταστῆναι τῷ δήμῳ τῶν Ἰουδαίων. ὅρα τεταγμένον ἄν‐
10δρα· ὅρα οἰκονομίαν· εἰ μὴ ὁ χιλίαρχος ἦλθεν, εἰ μὴ ἔδησεν, οὐκ ἂν ἐδεήθη λόγου πρὸς ἀπολογίαν· οὐκ ἂν τοιαύτης ἀπήλαυσε σιγῆς· “ἑστὼς,” φησὶν, “ἐπὶ τῶν ἀναβάθμων·” καὶ ἀπὸ τοῦ τόπου πολλὴ ἡ εὐκολία, τὸ καὶ ὑψηλὸν ὄντα δημηγορεῖν καὶ δεδε‐ μένον· τί τούτου ἶσον τοῦ θεάματος, δυσὶν ἀλύσεσι δεδεμένον ἰδεῖν
15Παῦλον δημηγοροῦντα; πῶς οὐκ ἐταράχθη; πῶς οὐ συνεχύθη; πῶς τοσοῦτον δῆμον ἐκπεπολεμωμένον ὁρῶν, τοῦ ἄρχοντος ἐφεστῶ‐ τος; πρότερον ἀπέστησεν αὐτοὺς τοῦ θυμοῦ· εἶτα ὅρα πῶς φρονί‐ μως, ὅπερ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα· πρῶτον τῇ συγγενείᾳ τῆς φωνῆς αὐτοὺς ἐπισπᾶται· εἶτα
20αὐτῷ τῷ ἡμέρῳ· “προσεφώνησε” γάρ, φησι, “τῇ Ἑβραΐδι δια‐ “λέκτῳ.” Παύλου κατάστασις περὶ ἑαυτοῦ καὶ τῆς εἰς Ἀπόστολον αὐτοῦ κλήσεως. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, Τοῦ Χρυσοστόμου. Ὅρα καὶ κολακείας ἀπηλλαγμένον τὸν
25λόγον, καὶ τὸ ἐπιεικὲς ἔχοντα· οὐ γὰρ εἶπε, δεσπόται, οὐδὲ κύριοι, ἀλλ’ “ἀδελφοὶ,” ὃ μάλιστα ἐπόθουν· ὅτι οὐκ ἀλλότριος ὑμῶν ἐγώ φησιν, οὐδὲ καθ’ ὑμῶν, “ἄνδρες ἀδελφοὶ καὶ πατέρες·” τοῦτο τιμῆς, ἐκεῖνο γνησιότητος. Ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας. ἀκού‐
30σαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνησεν αὐ‐ τοῖς, μᾶλλον πάρεσχον ἡσυχίαν. Τοῦ αὐτοῦ. Ὁρᾶς πῶς αὐτοὺς εἷλε τὸ ὁμοιόφωνον· εἶχον γάρ
τινα αἰδῶ πρὸς τὴν γλῶτταν ἐκείνην.356

357

Καί φησιν, ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγενημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, Τοῦ αὐτοῦ. Ὅρα πως προοδοποιεῖ τῷ λόγῳ οὕτως ἀρχόμενος·
5“ἐγὼ μέν εἰμι,” φησὶν, “ἀνὴρ Ἰουδαῖος,” ὃ μάλιστα πάντων ἀκοῦσαι ἠβούλοντο. Τοῦ αὐτοῦ. Ἵνα μὴ πάλιν νομίσωσι τὸ ἔθνος ἀλλὸ, τὴν θρη‐ σκείαν ἐπήγαγεν, “ἀνατεθραμμένον δὲ ἐν τῇ πόλει ταύτῃ·” τὴν πολλὴν αὐτοῦ δείκνυσι σπουδὴν τὴν περὶ τὴν λατρείαν· ὅπουγε καὶ
10πατρίδα τηλικαύτην ἀφεὶς τοσοῦτον ἀφεστῶσαν, ἐνταῦθα εἵλετο τραφῆναι διὰ τὸν νόμον· ὅρα πῶς ἄνωθεν προσεῖχε τῷ νόμῳ· ταῦτα δὲ οὐ πρὸς ἐκείνους ἀπολογούμενος λέγει μόνον, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἀνθρωπίνῳ σκοπῷ πρὸς τὸ κήρυγμα ἤχθη, ἀλλὰ θείᾳ δυνάμει· οὐ γὰρ ἂν οὕτω πεπαιδευμένος ἀθρόον μετέστη· εἰ μὲν ἦν τις τῶν
15πολλῶν, εἰκὸς ἦν τοῦτο ὑποπτεῦσαι· εἰ δὲ τῶν μάλιστα πάντων κατεχομένων ὑπὸ τοῦ νόμου, οὐκ ἦν ἁπλῶς εἰκὸς, καὶ οὐδεμιᾶς ἀνάγκης ἰσχυρᾶς οὔσης, μεταθέσθαι αὐτόν. Παρὰ τοὺς πόδας Γαμαλιήλου, πεπαιδευμένος κατὰ ἀκρίβειαν· τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ
20Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστὲ σήμερον· Τοῦ αὐτοῦ. Οὐχ ἁπλῶς εἶπε παρὰ Γαμαλιῆλον, ἀλλὰ “παρὰ “τοὺς πόδας·” τὴν καρτερίαν, τὴν προσεδρείαν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν, τὴν πολλὴν πρὸς τὸν ἄνδρα αἰδῶ δεικνύς. Τοῦ Χρυσοστόμου. Οὐχ ἁπλῶς “νόμου,” ἀλλὰ “τοῦ πατρῴου·”
25δείκνυσιν ὅτι ἄνωθεν τοιοῦτος ἦν, καὶ οὐχ ἁπλῶς εἰδὼς τὸν νόμον· ταῦτα δὲ δοκεῖ μὲν ὑπὲρ ἐκείνων λέγεσθαι, κατ’ ἐκείνων δὲ ἦν· εἴγε καὶ εἰδὼς αὐτὸν εἴασε· τί οὖν εἰ ᾔδεις μὲν ἀκριβῶς τὸν νόμον, οὐκ ἐκδικεῖς δέ; οὐ φιλεῖς δέ; “ζηλωτής” φησιν οὐχ ἁπλῶς. Ἐπειδὴ μεγάλα περὶ ἑαυτοῦ ἐγκώμια εἶπε, κοινοποιεῖ τὸν λόγον
30ἐπάγων, “καθὼς πάντες ὑμεῖς σήμερον,” καὶ δείκνυσιν αὐτοὺς οὐχ ἁπλῶς ἀνθρωπίνῳ σκόπῳ ποιοῦντας, ἀλλὰ ζήλῳ θείῳ, χαρισάμενος αὐτοῖς καὶ προκαταλαμβάνων τὴν διάνοιαν· καὶ κατάρχων ἐν οἷς
βλάβος οὐδὲν ἦν.357

358

Ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὴν ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ’ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς,
5εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ, ἵνα τιμωρηθῶσιν. Τοῦ Χρυσοστόμου. Πόθεν τοῦτο; μάρτυρας παράγει αὐτὸν τὸν ἀρχιερέα καὶ τοὺς πρεσβυτέρους· λέγει μὲν, “ζηλωτὴς ὑπάρχων “καθὼς ὑμεῖς,” δείκνυσι δὲ διὰ τῶν ἔργων, ὅτι ὑπὲρ αὐτοὺς ἦν·
10οὐ γὰρ δὴ περιέμενον, φησὶν, ὥστε συλλαβεῖν, ἀλλὰ καὶ τοὺς ἱερέας διήγειρον, καὶ ἀποδημίας ἐστελλόμην· οὐδὲ μέχρι ἀνδρῶν ἐχώρουν καθάπερ ὑμεῖς, ἀλλὰ καὶ γυναικῶν, δεσμεύων καὶ εἰς δεσμωτήρια ἐμβάλλων· ἀναμφισβήτητος ἡ μαρτυρία· ἀναπολό‐ γητα τὰ τῶν Ἰουδαίων· ὅρα πόσους ἐπάγει μάρτυρας· τὸ πρεσ‐
15βυτέριον, τὸν ἀρχιερέα, τοὺς ἐν τῇ πόλει· ὅρα αὐτοῦ τὴν ἀπολο‐ γίαν, οὐ δειλίας οὖσαν, ἀλλὰ διδασκαλίας μᾶλλον καὶ κατηχή‐ σεως· εἰ γὰρ μὴ λίθοι ἦσαν οἱ ἀκούοντες, προσεῖχον ἂν τοῖς λεγο‐ μένοις· μέχρι γὰρ τούτου μάρτυρας εἶχε· τὰ δὲ λοιπὰ ἁμάρτυρα. Καὶ πάλιν—Περὶ τῆς προτέρας αὐτοῦ σπουδῆς διηγήσασθαι βου‐
20λόμενος, μάρτυρας αὐτοὺς καλεῖ τῶν γενομένων· ὅτι μὲν γὰρ κατ‐ ηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καλέσαι με ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε· καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διε‐ δόθη. Τοῦ αὐτοῦ. Μάλιστα μὲν οὖν καὶ ταῦτα ἀξιόπιστα ἔδει εἶναι
25ἀπὸ τῶν προλαβόντων· οὐ γὰρ ἂν μετεστράφη· τί οὖν εἰ κομ‐ πάζει φησί; διατί τοσοῦτον ἐξαίφνης ἔρριψε ζῆλον; εἰπέ μοι, τιμὴν προσδοκῶν; καὶ μὴν τἀναντία ὑπέμεινεν· ἀλλ’ ἄνεσιν; οὐδὲ τοῦτο· ἀλλά τι ἕτερον; ἀλλ’ οὐδὲν ἀπὸ λογισμῶν εὑρεῖν δυνατόν· ταῦτα τοίνυν ἀφεὶς αὐτοῖς συλλέγειν, τὰ πράγματα διη‐
30γεῖται. Τοῦ Χρυσοστόμου. Ἵνα γὰρ μὴ νομίσῃς ὅτι θυμοῦ ἦν τὸ πρᾶγμα, δείκνυσιν ὅτι ζήλῳ τὸ πᾶν ἐποίει, εἰ καὶ μὴ κατ’ ἐπί‐ γνωσιν· οὐκ ἀπὸ κενοδοξίας οὐδὲ ὑπὸ ἔχθρας ἐκδιώκων, ἀλλὰ “ζη‐
“λωτὴς ὑπάρχων” τῶν πατρικῶν μου παραδόσεων φησίν.358

359

Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζων τῇ Δαμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ· ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαοὺλ, Σαοὺλ, τί με διώκεις;
5 Τοῦ αὐτοῦ. Ὅρα πόση ὑπερβολὴ τοῦ φωτός· τί οὖν εἰ κομ‐ πάζει; φησὶν, οἱ συνόντες μαρτυροῦσιν, οἱ χειραγωγοῦντες, οἱ τὸ φῶς θεασάμενοι· ἑτέρωθι δὲ φησὶ, “τὴν μὲν φωνὴν ἀκούοντες, μη‐ “δένα δὲ θεωροῦντες.” οὐκ εἶπεν, ὅτι τὸ φῶς οὐκ ἔβλεπον, ἀλλὰ μηδένα· τουτέστι λαλοῦντα· εἰκότως δὲ τοῦτο ἐγένετο· αὐτὸν γὰρ
10ἔδει τῆς φωνῆς καταξιωθῆναι ἐκείνης· εἰ μὲν γὰρ ἤκουσαν κἀκεῖ‐ νοι, οὐκ ἂν τοσοῦτον ἐγένετο· ἐπειδὴ γὰρ οἱ παχύτεροι ὄψει πεί‐ θονται μᾶλλον, τὸ φῶς εἶδον ἐκεῖνοι, καὶ ἔμφοβοι γίνονται· ἐπεὶ οὐδὲ περὶ αὐτοὺς τὸ φῶς τοσοῦτον εἰργάσατο ὅσον περὶ τοῦτον· καὶ γὰρ ἐπήρωσεν αὐτοῦ τὰς ὄψεις· διὰ τῶν εἰς τοῦτον συμβαι‐
15νόντων κἀκείνοις ἔδωκεν ἀναβλέψαι, εἴγε ἤθελον· ἐμοὶ δὲ δοκεῖ ἐκείνους μὴ πιστεῦσαι· καὶ οἰκονομικῶς, ὥστε εἶναι μάρτυρας ἀξιοπίστους. Ἀμμωνίου. “Φῶς ἱκανὸν,” πολὺ φῶς· οὗ μὴ ἐνεγκὼν τὴν αἰγλὴν ὁ Παῦλος, ἀπελιθώθη τοὺς ὀφθαλμούς· οὐ μόνον τοὺς αἰσθη‐
20τοὺς, ἀλλὰ τάχα καὶ τοὺς νοητούς· ἀμέλει φησὶν, “ὡς δὲ οὐκ “ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου.” Ἐγὼ δὲ ἀπεκρίθην, τίς εἶ, Κύριε; εἶπε τὲ πρός με, ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο·
25τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. εἶπον δὲ, τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀνα‐ στὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σε ποιῆσαι. ὡς δὲ οὐκ ἐνέ‐ βλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγού‐
30μενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν. Τοῦ Χρυσοστόμου. Καλῶς ἡ πόλις πρόσκειται· ὥστε ἐπι‐ γνῶναι αὐτούς· καὶ οἱ Ἀπόστολοι οὕτως ἔλεγον, καὶ αὐτὸς ἐμαρ‐
τύρησεν ὅτι ἐδιώκετο.359

360

Φωνῆς λέγει, τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης· μόνον δὲ τὸ φῶς τεθεᾶσθαι. Περὶ ὧν ὁ Ἀνανίας πρὸς τὸν Παῦλον ἐν Δαμασκῷ, ὀπτασίας τὲ καὶ φωνῆς Θεοῦ γενομένης ποτὲ πρὸς αὐτὸν ἐν τῷ ἱερῷ.
5 Ἀνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον μαρτυ‐ ρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων ἐν Δαμασκῷ, ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφὲ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
10 Τοῦ Χρυσοστόμου. Εἶτα ἡ διὰ τῶν πραγμάτων μαρτυρία· ὅρα διὰ προσώπων καὶ πραγμάτων αὐτὴν πλεκομένην· προσώπων οἰκείων τὲ καὶ ἀλλοτρίων· οἱ ἱερεῖς, οἱ πρεσβύτεροι, οἱ συνοδεύον‐ τες· τὰ πράγματα, ἃ ἐποίει, ἃ ἔπαθε· καὶ πράγματα πράγμασι μαρτυρεῖ, οὐχὶ πρόσωπα μόνον· εἶτα ἀλλότριος ὁ Ἀνανίας· εἶτα τὸ
15πράγμα αὐτὸ ἡ ἀνάβλεψις· εἶτα προφητεία μεγάλη. Ὁ δὲ εἶπεν, ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρί‐ σατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, Τοῦ αὐτοῦ. Καλῶς εἶπε “τῶν πατέρων·” ἵνα δείξῃ αὐτοὺς οὐκ ὄντας Ἰουδαίους, ἀλλὰ ἀλλοτρίους τοῦ νόμου· καὶ οὐχὶ ζήλῳ
20ποιοῦντας· “γνῶναι” φησὶ τὸ “θέλημα αὐτοῦ·” οὐκοῦν αὐτοῦ θέλημα τοῦτο. ὅρα πῶς ἐν τάξει διηγήσεως διδασκαλία ἐστίν. Καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ στόμα‐ τος αὐτοῦ· Τοῦ αὐτοῦ. Τέως τοσοῦτον λέγει· εἰ δίκαιος, οὗτοι ὑπεύθυνοι·
25“καὶ ἀκοῦσαι φωνὴν ἐκ στόματος αὐτοῦ.” ὅρα πῶς τὸ πρᾶγμα ἐπαίρει. Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους, ὧν τὲ ἑώρακας καὶ ἤκουσας. Τοῦ Χρυσοστόμου. Διὰ τοῦτο, ὅτι οὐ προδώσει τὴν ὄψιν καὶ
30τὴν ἀκρόασιν, ὧν τὲ εἶδες, φησὶν, ὧν τὲ ἤκουσας· δι’ ἑκατέρων τῶν αἰσθήσεων αὐτὸν πιστοῦται. Καὶ μετ’ ὀλίγα—“Μάρτυς ἔσῃ,”
φησὶ, “πρὸς πάντας ἀνθρώπους·” οὐχὶ πρὸς τοὺς οἰκείους μόνον,360

361

ἀλλὰ καὶ πρὸς τοὺς ἀλλοτρίους· οἱ γὰρ μάρτυρες τοιοῦτοί εἰσιν, οὐχὶ τοὺς εἰδότας πείθουσιν, ἀλλὰ τοὺς οὐκ εἰδότας. Ἀμμωνίου. Σημειωτέον ὅτι καὶ εἶδε τὸν Ἰησοῦν καὶ ἤκουσεν αὐτοῦ ὁ Παῦλος· οἱ δὲ συνόντες τὴν λαμπηδόνα μόνον τοῦ φωτὸς
5αὐτοῦ εἶδον, οὐ μὴν αὐτόν· καὶ τὸν ἦχον ἤκουον τῆς φωνῆς, οὐ μὴν συνῆκαν τὰ λαλούμενα, ὡς ὀπίσω ἐλέχθη. Καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλου‐ σαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα μέγα ἐφθέγξατο· οὐ γὰρ εἶπεν,
10εἰς τὸ ὄνομα αὐτοῦ βαπτίσαι, ἀλλ’ “ἐπικαλεσάμενος τὸ ὄνομα “αὐτοῦ” τοῦ Χριστοῦ· δείκνυσιν αὐτὸν Θεὸν ὄντα. οὐ γὰρ ἔνι ἕτερον ἐπικαλέσασθαι τινὰ, εἰ μὴ τὸν Θεόν· εἶτα δείκνυσιν ἑαυ‐ τὸν οὐκ ἀναγκασθέντα· ἐγὼ γὰρ εἶπον, φησὶ, τί με δεῖ ποιεῖν; ὅρα οὐδὲν ἀμάρτυρον, ἀλλὰ πόλεως ὁλοκλήρου αὐτοῦ μαρτυρίαν παρά‐
15γει, εἴγε εἶδον αὐτὸν χειραγωγούμενον· καὶ ὅρα προφητείαν ἐξελ‐ θοῦσαν· “πρὸς πάντας,” φησὶν, “ἀνθρώπους” μάρτυς αὐτοῦ γέ‐ γονε· μάρτυς, ὡς χρὴ, δι’ ὧν ἔπαθε, καὶ δι’ ὧν εἶπεν. Ἀμμωνίου. Οὐ πᾶν οὖν βάπτισμα ἀλλὰ μόνον τὸ εἰς Κύριον Ἰησοῦν ποιεῖ ἁμαρτιῶν καθαρισμόν.
20 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστά‐ σει, καὶ εἶδον αὐτὸν λέγοντά μοι, σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.
25 Ὅρα πῶς αὐτὸν εἰσωθεῖ· ἦλθόν, φησι, μετὰ τὴν ὄψιν ἐκείνην εἰς Ἱερουσαλήμ· πάλιν τοῦτο ἁμάρτυρον· ἀλλ’ ὅρα ἐκ τῆς ἐκ‐ βάσεως ἡ μαρτυρία· εἶπεν, ὅτι οὐ δέξονταί σου τὴν μαρτυρίαν· οὐκ ἐδέξαντο· καὶ μὴν φησὶν, εἴγε ἀπὸ λογισμῶν ἔδει τοῦτο ὑπο‐ πτεῦσαι, ὅτι πάντως δέξονται· ἐγὼ ἤμην ὁ πολεμῶν Χριστιανοῖς,
30ὥστε διὰ τοῦτο ἔδει αὐτοὺς δέξασθαι· ἐνταῦθα δύο κατασκευάζει, ὅτι τὲ ἀναπολόγητα αὐτοῖς ἐστιν· οὐ γὰρ κατὰ τὸ εἰκὸς αὐτὸν ἐδίωκον οὐδὲ κατὰ λογισμόν· καὶ ὅτι Θεὸς ἦν ὁ Χριστὸς, τὰ παρὰ προσδοκίαν προφητεύων, καὶ οὐχ ὁρῶν εἰς τὰ γενόμενα, ἀλλὰ τὰ
μέλλοντα προειδώς. Καὶ μετ’ ὀλίγα—“Προσευχομένῳ,” φησὶν,361

362

“ἐν τῷ ἱερῷ·” ὅτι οὐχ ἁπλῶς φαντασία ἦν· διὰ τοῦτο προσευχο‐ μένῳ ἐπέστη· καὶ δείκνυσιν ὅτι οὐχὶ φοβούμενος αὐτὸν τοὺς κιν‐ δύνους ἔφυγεν, ἀλλ’ ὅτι οὐκ ἐδέχοντο τὴν μαρτυρίαν αὐτοῦ. Καὶ ἐγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ
5ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπί σε· Τοῦ αὐτοῦ. Διατί εἶπεν, ὅτι “αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην “δεσμεύων;” οὐχὶ ἀντιλέγων τῷ Χριστῷ, ἀλλὰ βουλόμενος μα‐ θεῖν τὸ οὕτω παράδοξον· ἀλλ’ οὐκ ἐδίδασκεν αὐτὸν ὁ Χριστὸς, ἀλλ’
10εἶπε μόνον ἀπελθεῖν. Τοῦ αὐτοῦ. “Αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων·” τοῦτό φησιν ὁ Παῦλος, ὅτι εἰ καὶ μὴ πιστεύωσί σοι οἱ Ἰουδαῖοι, ἀλλ’ οὖν ὤφειλον τὸν ἐμὸν καταδέξασθαι λόγον· ἐπείπερ σὺν αὐ‐ τοῖς ἤμην ὁ διώκων τὴν ἐκκλησίαν, καὶ ἔδει αὐτοὺς πληροφορηθῆναι,
15ὅτι οὐκ ἄλλως ἀπέστην τῆς πρώτης δόξης, εἰ μὴ ἀκριβῶς ἐπλη‐ ροφορήθην· ὅτι οὐκ ἔστιν ἄλλως σωθῆναι ἄνθρωπον εἰ μὴ διὰ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως· τὸ οὖν παράδοξον τῆς ἐμῆς μετα‐ βολῆς ἐχρῆν κἀκείνους μεταπεῖσαι. Καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός
20σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναι‐ ρέσει αὐτοῦ, καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. Τοῦ Χρυσοστόμου. Τὸν Στέφανον· ὑπέμνησεν αὐτοὺς μιαι‐ φονίας χαλεπῆς· τότε δὴ μάλιστα οὐκ ἤνεγκαν, ἐπειδὴ τοῦτο οὐκ
25ἤλεγχεν αὐτούς· καὶ ἤδη ἡ προφητεία ἐπληροῦτο· ὁ ζῆλος πολὺς καὶ ἡ κατηγορία σφοδρὰ, καὶ οἱ μάρτυρες τῆς ἀληθείας τοῦ Χρι‐ στοῦ· οὐκ ἠνέσχοντο λοιπὸν οἱ Ἰουδαῖοι πάσης ἀκοῦσαι τῆς δημη‐ γορίας, ἀλλ’ ὑπὸ τοῦ θυμοῦ σφόδρα ἐμπλησθέντες, ἐβόων. Ἀμμωνίου. Οἶδεν ὅτι τὸ ὁμολογεῖν ἐπὶ τοῦ Θεοῦ τὰ ἴδια
30πλημμελήματα, καὶ κατακρίνειν ἑαυτὸν, ποιεῖ καθαρισμὸν ἁμαρ‐ τιῶν· καὶ ὡμολόγει καὶ αὐτὸς τὰ πραχθέντα αὐτῷ ἄτοπα, ἵνα δικαιωθῇ, καὶ τοῦ μεγάλου κριτηρίου ἀφεθῇ· ἐξ ὧν αὐτὸς ἑαυτὸν
ἐνταῦθα κατακρίνων ἐφαίνετο.362

363

Καὶ εἶπε πρός με, πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ἄνωθεν καὶ κάτω διισχυρίζεται,
5ὅτι τοῦ Χριστοῦ γέγονε μαθητής· οὐκ ἀνθρώπου μεσιτεύσαντος, ἀλλ’ αὐτοῦ δι’ ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι αὐτῷ τὴν γνῶ‐ σιν πᾶσαν. Τοῦ αὐτοῦ. Ὥστε καὶ τῷ διαστήματι παραμυθήσασθαι τὸ μῖσος.
10 Καὶ ἐπῇραν αὐτῶν τὴν φωνὴν, λέγοντες, αἶρε τὸν τοιοῦτον ἀπὸ τῆς γῆς· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν. Τοῦ αὐτοῦ. Καὶ μὴν ὑμᾶς οὐ καθήκει ζῆν, οὐχὶ τοῦτον τὸν πάντα πειθόμενον τῷ Θεῷ, ὦ μιαροὶ καὶ ἀνδροφόνοι. Κραυγαζόντων δὲ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια,
15καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, Τοῦ αὐτοῦ. Ὥστε χαλεπωτέραν γενέσθαι τὴν στάσιν, φοβῆ‐ σαι βουλόμενοι τὸν ἄρχοντα· καὶ ὅρα οὐ λέγουσι τὴν αἰτίαν· ἐπειδὴ μηδὲν εἶχον εἰπεῖν, ἀλλὰ τῇ βοῇ καταπλήξειν οἴονται. Ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος εἰσάγεσθαι εἰς τὴν
20παρεμβολὴν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα γνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. Τοῦ Χρυσοστόμου. Καὶ μὴν παρ’ ἐκείνων ἔδει μαθεῖν τῶν καταβοώντων, καὶ ἐρωτῆσαι εἴ τινος τῶν εἰρημένων ἐπελαμβά‐ νοντο· ἀλλ’ ἁπλῶς τῇ ἐξουσίᾳ χαρίζεται· καὶ ἐκείνοις πρὸς χάριν
25ποιεῖ· οὐ γὰρ τοῦτο ἐζήτει, ὅπως δικαίως τι πράξειεν, ἀλλ’ ὅπως παύσειεν τὸν ἐκείνων θυμὸν ἄδικον ὄντα. Ὅτι μέλλων ἐπὶ τούτοις ὁ Παῦλος τύπτεσθαι, εἰπὼν ὅτι Ῥωμαῖος ἐστὶν, ἀνέθη. Ὡς δὲ προέτειναν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα
30ἑκατόνταρχον ὁ Παῦλος, εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; ἀκούσας δὲ ὁ
ἑκατόνταρχος, προσελθὼν τῷ χιλιάρχῳ, ἀπήγγειλε λέ‐363

364

γων, τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥω‐ μαῖός ἐστι. Οὐκ ἂν ἐψεύσατο Παῦλος, μὴ γένοιτο· Ῥωμαῖος γὰρ ἦν· εἰ καὶ μηδὲν ἕτερον, ἔδεισεν ἂν μὴ ἁλῷ, καὶ μείζονα δίκην δῷ· καὶ
5ὅρα οὐχ ἁπλῶς φησιν· ἀλλ’ ἔξεστιν ὑμῖν δύο τὰ ἐγκλήματα, καὶ ἄνευ λόγου, καὶ τὸ Ῥωμαῖον ὄντα· μεγάλην εἴχοντό τε ταύτην τὴν προνομίαν· ἀπὸ γὰρ Ἀδριανοῦ φασι πάντας εἶναι Ῥωμαίους· καὶ γὰρ Ῥωμαίων βασιλεὺς σχεδὸν κατ’ ἐκεῖνο καιροῦ ἐκράτει πάσης τῆς γῆς, καὶ αὐτῆς τῆς Ἰουδαίας· τὸ δὲ παλαιὸν οὐχ οὕτως
10ἦν. εὐκαταφρόνητος ἂν ἐγένετο μαστιχθεὶς, νῦν δὲ εἰς πλείονα αὐτοὺς ἐμβάλλει φόβον, εἰ μάστιξαν καὶ παρέτρεψαν ἂν τὸ πρᾶγμα, ἢ καὶ ἀπέκτειναν αὐτόν· νῦν δὲ οὐχ οὕτως γίνεται· ὅρα πῶς ὁ Θεὸς συγχωρεῖ ἀνθρωπίνως πολλὰ γίνεσθαι, καὶ ἐπ’ αὐτῶν καὶ τῶν λοιπῶν. ὅρα πῶς ὑπόπτευσαν πρόφασιν εἶναι τὸ πρᾶγμα,
15καὶ τὸ εἰπεῖν ἑαυτὸν Ῥωμαῖον· τοῦτο ὑπολαμβάνοντες ἀπὸ τῆς πενίας. Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, λέγε μοι, σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη, ναί. ἀπεκρίθη δὲ ὁ χιλίαρχος, ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησά‐
20μην. Ἀμμωνίου. “Λέγε μοι σύ· Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη ναί·” εἰ‐ δὼς ὅτι δεῖ ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάττεσθαι· καὶ ὅτι ὁ Ῥω‐ μαίων βασιλεὺς κατ’ ἐκεῖνο καιροῦ ἐκράτει σχεδὸν εἰπεῖν πάσης γῆς, ἔτι μὴν καὶ αὐτῆς τῆς Ἰουδαίας· οἵτινες καὶ φόρον ἐτέλουν
25Καίσαρι· ὡμολόγησεν εἶναι ἑαυτὸν Ῥωμαῖον, μὴ ἀποσειόμενος τὴν ἀρχὴν καὶ δεσποτείαν τὴν Ῥωμαϊκήν· ὅπερ οἱ λοιποὶ Ἰουδαῖοι φρεναπατῶντες, τὸν μὲν Θεὸν ἑαυτῶν μόνον ἔλεγον ἴδιον βασιλέα, οὐ μὴν ἄνθρωπον· ἔργοις δὲ αὐτοῖς ὡς ὑποτελεῖς οἰκέται φόρον ἐτέλουν, τὸ μὲν ὄνομα ἀρνούμενοι, ἔργοις δὲ ὑποκείμενοι· οὓς καὶ
30ἐπόρθησεν Οὐεσπασιανὸς, ὡς μὴ ὑποτασσομένους· ὃς μετὰ τέσ‐ σαρας βασιλεῖς Ῥωμαίων ἐβασίλευσεν. Ὁ δὲ Παῦλος ἔφη, ἐγὼ καὶ γεγέννημαι. εὐθέως οὖν
ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ364

365

ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς, ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι αὐτὸν ἦν δεδεκώς. Τοῦ Χρυσοστόμου. Ὅρα καὶ πατρὸς ἦν Ῥωμαίου· τί οὖν ἀπὸ τούτου γίνεται; λύσας κατήγαγεν αὐτὸν πρὸς τοὺς Ἰουδαίους·
5οὐκ ἄρα ψεῦδος ἦν, ὅτι Ῥωμαῖός ἐστιν· “ἐφοβήθη” γάρ, φησιν, “ὁ χιλίαρχος, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν.” Ἀμμωνίου. Πρὸ γὰρ τοῦ γεννηθῆναι τὸν Παῦλον γεγενημένης τῆς Κιλικίας ὑπὸ Ῥωμαίους, ἀνάγκη καὶ αὐτὸν ὡς ὄντα ὑπ’ αὐ‐ τοὺς, Ῥωμαῖον εἶναι· τέως δὲ κατὰ τὴν προφητείαν ἐδεσμεύθη ἐν
10Ἱερουσαλὴμ ὁ Παῦλος, καὶ ἐξέβη ὁ λόγος. Μαξίμου. Τί δήποτε ὁ Ἀπόστολος Παῦλος Ῥωμαῖον ἑαυτὸν ἀποκαλεῖ· καὶ πρὸς χιλίαρχον διαλεγόμενος ἔφη· “ὅτι ἐγὼ δὲ “καὶ γεγέννημαι;” οἱ κατὰ πᾶσαν χώραν, ὡς δή τι μέγα τὸ Ῥωμαῖοι καλεῖσθαι νομίζοντες, παρέχοντες δόσεις ἀπεγράφοντο
15Ῥωμαῖοι, καὶ ἔτρεχεν εἰς τὸ γένος τὸ ὄνομα· ἐπεὶ οὖν οἱ γονεῖς τοῦ Ἀποστόλου ὄντες ἐν Ταρσῷ ἀπεγράφησαν εἰς τὸ καλεῖσθαι Ῥωμαῖοι, εἰκότως ὁ Ἀπόστολος ὡς ἐξ αὐτῶν γεννηθεὶς λέγει· “ὅτι ἐγὼ δὲ καὶ γεγέννημαι.”
19tΚΕΦ. ΛΓ.
20tὍσα Παῦλος καταβὰς εἰς τὸ συνέδριον ἐπαθέ τε καὶ εἶπε, καὶ εὐθυβόλως
21tἔπραξεν.
22 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν, καὶ ἐκέλευσε συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ
25πᾶν τὸ συνέδριον· καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτούς. Οὐκέτι πρὸς τὸ πλῆθος οὐδὲ πρὸς τὸν δῆμον διαλέγεται. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ εἶπεν, ἄνδρες ἀδελ‐ φοὶ, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ
30ἄχρι ταύτης τῆς ἡμέρας. ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐκέ‐ λευσε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. Τουτέστιν οὐ σύνοιδα ἐμαυτῷ τι ἠδικηκὼς ὑμᾶς, οὐδὲ ἄξιον
τῶν δεσμῶν τούτων πράττων.365

366

Τινὲς φασὶν ὅτι οὐκ ᾔδει ὅτι ἐστὶν ἀρχιερεύς· τί οὖν ἀπολο‐ γεῖται ὡς κακηγορίας οὔσης, καὶ ἐπάγει, “ἄρχοντα τοῦ λαοῦ σου “οὐκ ἐρεῖς κακῶς;” εἰ γὰρ μὴ ἄρχων ἦν, ἄλλον ἁπλῶς ὑβρίζειν ἔδει· αὐτός φησι, “λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχό‐
5“μεθα·” ἐνταῦθα δὲ τοὐναντίον· καὶ οὐ λοιδορεῖται μόνον ἀλλὰ καὶ ἐπαρᾶται· παρρησίας μᾶλλόν ἐστι τὰ ῥήματα ἢ θυμοῦ· οὐκ ἐβούλετο εὐκαταφρόνητος φανῆναι τῷ χιλιάρχῳ· εἰ γὰρ αὐτὸς μὲν ἐφείσατο μαστίξαι, ὡς δὴ τοῖς Ἰουδαίοις ἐκδίδοσθαι μέλλοντα, τὸ ὑπὸ τῶν οἰκετῶν τύπτεσθαι, μᾶλλον ἂν ἐκεῖνο θρασύτερον εἰρ‐
10γάσατο· διὰ τοῦτο οὐ πρὸς τὸν παῖδα ἀποτείνεται, ἀλλὰ πρὸς αὐτὸν τὸν ἐπιτάξαντα· τὸ δὲ “τοῖχε κεκονιαμένε, καὶ σὺ κάθῃ “κρίνων με κατὰ τὸν νόμον;” ἀντὶ τοῦ ὑπεύθυνος ὤν· ὡσανεὶ ἔλεγε, καὶ μυρίων πληγῶν ἄξιος ὤν. Καὶ μετ’ ὀλίγα—Σφόδρα πείθομαι μὴ εἰδέναι αὐτὸν ὅτι ἀρχιερεύς ἐστι· διὰ μακροῦ μὲν
15ἐπανελθόντα χρόνου, μὴ συγγενόμενον δὲ Ἰουδαίοις, ὁρῶντα δὲ αὐ‐ τὸν ἐν τῷ μέσῳ μετὰ πολλῶν καὶ ἑτέρων· οὐκέτι γὰρ δῆλος ἦν ὁ ἀρχιερεὺς, πολλῶν ὄντων καὶ διαφόρων. Καὶ μετ’ ὀλίγα—Οὐδὲ ὕβρις ἦν τὸ παρ’ αὐτοῦ εἰρημένον, εἰ μὴ καὶ τὰ τοῦ Χριστοῦ ὕβριν εἴποι τις, ὅταν λέγῃ· “οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι
20“παρομοιάζετε τάφοις κεκονιαμένοις.” Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; οἱ δὲ παρεστῶτες εἶπον, τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;
25ἔφη τε ὁ Παῦλος· οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἐστὶν ἀρχιε‐ ρεύς· γέγραπται γὰρ, ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Ἐξ ἀνεπιγράφου. Εἴ τις ἀμφιβάλλει εἰ καλῶς ἐλέχθη τὰ προκείμενα, ἀκουέτω, ὡς εἰ μὲν λοιδορῆσαι σπεύδων τοῦτο ἐποίη‐
30σεν, οὐ δεόντως· εἰ δὲ χάριν ἐλέγξαι ὑπόκρισιν, καὶ τοῦ κολάσεως ὀφειλέτην εἶναι τὸν ὄντα μὲν κακὸν, πλαττόμενον δὲ τὸ καλὸν ἐπὶ ἀπάτῃ πολλῶν, προσηκόντως εἴρηται· διὸ οὐδὲ ἀρχιερέα εἰδέναι
λέγει, εἴγε ἀρχιερέως μὲν ἔργον τὸ καὶ σώζειν τὸ ὑποτεταγμένον366

367

ποίμνιον· οὗτος δὲ καὶ ἐπέτριβε καὶ ἐλυμαίνετο, ἀφιστῶν τῆς δεδομένης σωτηρίας παρὰ Θεοῦ. Σευηριανοῦ. Διατί τοῖχον κεκονιαμένον καλεῖ; ἐπειδὴ λαμπρὰν μὲν εἶχε τὴν ὄψιν, ὡς νόμου ἔκδικος, καὶ νόμῳ δικάζων, ἡ δὲ διά‐
5νοια ἀνομίας πεπλήρωτο· ἐλέγχει αὐτοῦ τὸ σχῆμα ἐκ τῆς ἔξωθεν διαθέσεως· οἱ δὲ παρεστῶτες ἔλεγον· “τὸν ἀρχιερέα τοῦ Θεοῦ “λοιδορεῖς;” ὁ δὲ ἅγιος Παῦλος βουληθεὶς δεῖξαι, ὅτι δεῖ καὶ θυμὸν δίκαιον περιστέλλειν, καὶ ἀγανάκτησιν δικαίαν καλύπτειν· ὥσπερ μεταμεληθεὶς λέγει· “οὐκ ᾔδειν,” καὶ τὰ ἑξῆς· οὐκ ᾔδεις
10ὅτι ἱερεύς ἐστι; πῶς οὖν ἔλεγες, “καὶ σὺ κάθη κρίνων με κατὰ “τὸν νόμον;” ἀλλὰ προσποιεῖται ἄγνοιαν, οὐ βλάπτουσαν ἀλλ’ οἰκονομοῦσαν· ἔστι γὰρ καὶ μεταχειρισμῷ χρήσασθαι ἰσχυροτέρῳ παρρησίας· πολλάκις μὲν παρρησία ἄκαιρος ἔβλαψε τὴν ἀλήθειαν· μεταχειρισμὸς δὲ εὔκαιρος κατόρθωσε τὸ προκείμενον.
15 Διδύμου. Ὁ τῆς ἔξω ἐπιφανείας ἐπιμελόμενος, κακὸς ὢν τῇ γνώμῃ, τοῖχος κεκονιαμένος εἴη, ᾧ κόλασις ἕπεται, διὰ τὸ δολερῶς ὑποκρίνεσθαι τὴν ἁγίου κατάστασιν· ἐπειδὴ δὲ ταῦτα προσδο‐ κοῦντα ἀρχιερέα λέγεται ὑπὸ Παύλου, ἀμφιβάλλεταί τις εἰ μετὰ τοῦ καθήκοντος ἐλέγχθη· πρὸς ὃν λεκτέον· εἰ μὲν γὰρ διὰ
20τοῦ λοιδορήσασθαι προέκειτο, οὐ δεόντως· εἰ δὲ τοῦ ἐλέγξαι, καὶ τὸ κολαστέον εἶναι τὸν ἐπιμορφαζόμενον τὸ καλὸν, καθηκόντως εἴρηται ἡ φωνή· διὸ καὶ μάλιστα ἐπεὶ ἀρχιερεὺς ὢν, ἐδόκει τοῖ‐ χος εἶναι, τοῖχον κεκονιαμένον εἶπεν αὐτόν. οὐ παντὸς ὑποκριτοῦ· ὡς ὅτε ὑποτεταγμένος ἐστὶ ὄντος τοίχου.
25 Ἀμμωνίου. “Καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;” ἤλεγχε τὸν ἀρχιερέα τῶν Ἰουδαίων παραβάτην ὄντα τοῦ νόμου, καὶ μὴ ὀφείλοντα ἄλλον ἐπὶ παρανομίᾳ κρίνειν. Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδου‐ καίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραζεν ἐν τῷ συνεδρίῳ,
30 Τοῦ Χρυσοστόμου. Πάλιν ἀνθρωπίνως διαλέγεται· καὶ οὐ πανταχοῦ τῆς χάριτος ἀπολαύει· καὶ ἐν τούτῳ μετὰ ταῦτα ἐβου‐ λήθη σχίσαι τὸ πλῆθος, τὸ κακῶς ὁμονοοῦν κατ’ αὐτοῦ· καὶ οὐ
ψεύδεται οὐδὲ ἐνταῦθα· Φαρισαῖος γὰρ ἦν ἐκ προγόνων.367

368

Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Τοῦ αὐτοῦ. Ἐπειδὴ γὰρ ἐκεῖνοι οὐκ ἠβούλοντο εἰπεῖν διατί κρίνουσιν αὐτὸν, ἀναγκάζεται λοιπὸν αὐτὸς ἐξειπεῖν. Καὶ πάλιν—
5Ἀπὸ τῆς κατηγορίας αὐτῶν καὶ διαβολῆς, συνίστησιν ἑαυτόν· οὐκ ἴσασι Σαδδουκαῖοι τάχα, οὐδὲ τὸν Θεὸν, παχεῖς τινὲς ὄντες· ὅθεν οὐδὲ ἀνάστασιν βούλονται πιστεύειν εἶναι. Τοῦτο δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆ‐
10θος. Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα. Τοῦ Χρυσοστόμου. Καὶ μὴν τρία ἐστί· πῶς λέγει ἀμφό‐ τερα; πνεῦμα καὶ ἄγγελος ἕν φησι· ὅτε μετ’ αὐτῶν ἔστη, τότε
15ἀπολογοῦνται ὑπὲρ αὐτοῦ. Ἀμμωνίου. Σημειωτέον ἐν ῥητῷ τὴν τῶν Σαδδουκαίων αἵρεσιν· καὶ ὅτι ἡ λέξις ἡ λέγουσα “ἀμφότερα,” οὐ μόνον περὶ δύο λέγει, ὅπερ κυρίως δηλοῖ τὰ ἀμφότερα, ἀλλὰ καὶ περὶ τριῶν· ὥς τε οὖν οὐ δεῖ ἐκ τῆς ἔξωθεν ἀκριβολέκτου κυριότητος κρίνειν τὰς τῶν ἁπλῶν
20καὶ ἀγραμμάτων ἁλιέων συγγραφάς· ἐκ τούτων γὰρ πᾶσα ὡς εἰπεῖν αἵρεσις γεννᾶται, κατὰ κυριολεξίαν ἐπί τινων λόγων τὰς γρα‐ φὰς πολυπραγμονεῖν ζητούντων. Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο,
25λέγοντες, οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ. εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶ‐ μεν. Τοῦ Χρυσοστόμου. Διατί μὴ πρὸ τούτου ὑπὲρ αὐτοῦ ἀπελο‐ γήσαντο; ὁρᾶς ὅταν τὰ πάθη ὑποχωρήσῃ, πῶς ἡ ἀλήθεια εὑρί‐
30σκεται· ποῖον ἔγκλημα; φησίν· “εἰ ἄγγελος αὐτῷ ἐλάλησεν ἢ “πνεῦμα.” ὅρα συνετῶς τὸν Παῦλον, οὐδεμίαν αὐτοῖς δόντα λαβήν.
Ἰσιδώρου Πηλουσιώτου ἐπιστολῆς αωξη. “Εἰ δὲ πνεῦμα368

369

“ἐλάλησεν αὐτῷ ἢ ἄγγελος·” τὸ γὰρ “εἰ” ἤ ἐστι· τουτέστιν, ἢ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος. Ἀμμωνίου. “Εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος.” ἀσαφὲς τὸ ῥητὸν, ἢ γὰρ λείπει τι αὐτῷ πρὸς ἀναπλήρωσιν τοῦ
5νοήματος, ἵνα ἦ οὕτως· εἰ δὲ πνεῦμα ἢ ἄγγελος ἐλάλησεν αὐτῷ τὴν μηχανὴν τοῦ λόγου, ἵνα ἐκφύγῃ τὴν ἐπιβουλὴν, ἄδηλόν φησιν· ἢ ὡς ἀπὸ τῶν Φαρισαίων τὸ ῥῆμα λεκτέον· “εἰ δὲ πνεῦμα ἐλά‐ “λησεν αὐτῷ ἢ ἄγγελος,” ἀντὶ τοῦ, ἰδοὺ τὰ περὶ ἀναστάσεως λαλῶν δῆλός ἐστιν, ἢ διὰ Πνεύματος Ἁγίου ἢ δι’ ἀγγέλου κατη‐
10χηθεὶς τὸν τῆς ἀναστάσεως λόγον. Πολλῆς δὲ γενομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρ‐ χος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τὲ εἰς τὴν παρεμβολήν.
15 Τοῦ αὐτοῦ. Φοβεῖται λοιπὸν ὁ χιλίαρχος μὴ διασπασθῇ, ἐπειδὴ εἶπεν, ὅτι Ῥωμαῖός ἐστι· καὶ οὐκ ἀκίνδυνον ἦν τὸ πρᾶγμα· ὁρᾶς ὅτι δικαίως ὡμολόγησεν ἑαυτὸν Ῥωμαῖον εἶναι· ἦ γὰρ ἂν οὐδὲ νῦν ἐφοβήθη· καὶ τὸ στράτευμα λοιπὸν ἁρπάζει αὐτὸν ὡς ἴδιον, οἶμαι.
20 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε, θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσα‐ λὴμ, οὕτως δεῖ καὶ εἰς Ῥωμὴν μαρτυρῆσαι. Τοῦ Χρυσοστόμου. Ὅρα πόση ἡ παράκλησις· πρῶτον αὐτὸν ἐπαινεῖ, “ὡς διεμαρτύρω τὰ περὶ ἐμοῦ,” φησιν, “ἐν Ἱεροσολύμοις·”
25εἶτα οὐκ ἀφίησιν οὐδὲ τὸ ἄδηλον τῆς ἀποδημίας φοβηθῆναι τῆς ἐπὶ Ῥώμην· καὶ γὰρ καὶ ἐκεῖ, φησιν, οὐκ ἀπελεύσῃ μόνος, ἀλλὰ τοσαύτῃ χρήσῃ παρρησίᾳ· ὅτι σωθήσεται ἐδηλοῦτο, ἀλλ’ ὅτι καὶ ἐπὶ μεγάλοις στεφάνοις. Διατί δὲ οὐ πρὶν ἢ ἐμπεσεῖν εἰς τὸν κίνδυνον ἐφάνη αὐτῷ; ὅτι
30ἀεὶ ἐν ταῖς θλίψεσι παρακαλεῖ ὁ Θεός· τότε γὰρ ποθεινότερον φαίνεται, καὶ ἐν τοῖς κινδύνοις ἐγγυμνάζων ἡμᾶς· καὶ μετὰ τὸ φανῆναι πάλιν ἀφίησιν αὐτὸν ἀνθρωπίνως σωθῆναι· τί δὴ τοῦτο
οὐκ ἐθορυβήθη; οὐδὲ εἶπεν, ἆρα ἠπάτημαι παρὰ Χριστοῦ, ἀλλ’369

370

ἐπίστευσεν; οὐ μὴν ἐπειδὴ ἐπίστευσεν, ὕπνωσεν· ἀλλὰ τὰ ἐνόντα ἐξ ἀνθρωπίνης σοφίας οὐ προέδωκεν. ἀνάγκην τινὰ ἑαυτοῖς ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀναθεματισμοῦ· ἰδοὺ νηστεία ἀνδροφονίας μήτηρ· καθάπερ ὁ Ἡρώδης ἀνάγκην τὴν ἀπὸ τοῦ ὅρκου ἑαυτῷ
5ἐπέθηκεν, οὕτω δὴ καὶ οὗτοι· τοιαῦτα γὰρ τὰ διαβολικά· προ‐ σχήματι δῆθεν εὐλαβείας τὰς παγίδας τίθησι· καὶ μὴν ἐχρῆν προσελθεῖν, ἐχρῆν αἰτιάσασθαι, δικαστήριον συγκροτῆσαι· ταῦτα γὰρ οὐχ ἱερέων ἀλλὰ λῃσταρχῶν· ταῦτα οὐκ ἀρχόντων ἀλλὰ λυ‐ μαινομένων· καὶ τὸν ἄρχοντα διαφθεῖραι ἐπιχειροῦσιν· ἀλλ’ ᾠκο‐
10νομήθη, ὥστε καὶ ἐκεῖνον καταμαθεῖν αὐτῶν τὴν ἐπιβουλήν. Τοῦ αὐτοῦ. Ἀεὶ μὲν γὰρ οἱ ἅγιοι θαυμαστοὶ, καὶ πολλῆς γέμουσι χάριτος· μάλιστα δὲ ὅταν διὰ Χριστὸν κινδυνεύωσιν, ὅταν δέσμοι γίνωνται· καθάπερ γὰρ στρατιώτης γενναῖος, ἀεὶ μὲν καὶ ἁπλῶς ἐγγυμναζόμενος τοῖς ὅπλοις, ἡδὺ θέαμα τοῖς ὁρῶσι
15γίνεται, μάλιστα δὲ ὅταν εἰστήκῃ καὶ παρατάττηται παρ’ αὐτὸν τὸν βασιλέα, οὕτω δὴ καὶ Παῦλον ἐννόησον, ὅσον ἦν ἰδεῖν μετὰ τῶν δεσμῶν αὐτὸν διδάσκοντα.
18tΚΕΦ. ΛΔ.
19tΠερὶ ἐπιβουλῆς μελετωμένης ὑπὸ Ἰουδαίων κατὰ Παῦλον, καὶ μηνύσεως αὐτῆς
20tπρὸς Λυσίαν.
21 Γενομένης δὲ ἡμέρας, ποιήσαντες συστροφὴν οἱ Ἰου‐ δαῖοι, ἀναθεμάτισαν ἑαυτοὺς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον· ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι·
25οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέ‐ ροις εἶπον, ἀναθέματι ἀναθεματίσαμεν ἑαυτοὺς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως καταγάγῃ αὐτὸν πρὸς ὑμᾶς, ὡς μέλλοντας ἀκριβέστερον
30διαγινώσκειν τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ, πρὸ τοῦ ἐγγίσαι αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. Τοῦ αὐτοῦ. Ὅρα πῶς σφοδροὶ καὶ ἀμυντικοὶ περὶ τὴν κακίαν,
καὶ τεσσαράκοντα ὁμοῦ· τοιοῦτον γὰρ τὸ ἔθος· ὅταν μὲν ἐπὶ ἀγαθῷ370

371

δεῖ συμφωνῆσαι, οὐδὲ δύο συνέρχονται· ὅταν δὲ ἐπὶ κακῷ, δῆμος ὁλόκληρος· καὶ λαμβάνουσι κοινωνοὺς τοὺς ἄρχοντας. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς πρόεισι τὸ κακόν· ἡ πικρία τὸν θυμὸν ἔτεκεν, ὁ θυμὸς τὴν ὀργήν· ἡ ὀργὴ τὴν κραυγήν, ἡ κραυγὴ
5τὴν βλασφημίαν· ἡ βλασφημία τὰς πληγὰς, αἱ πληγαὶ τὰ τραύματα, τὰ τραύματα θάνατον. Τοῦ αὐτοῦ. “Ἀναθεμάτισαν ἑαυτούς·” τίς ἡ τοσαύτη σπουδὴ, “ὅπως καταγάγῃ αὐτὸν πρὸς ἡμᾶς;” οὐχὶ δεύτερον πρὸς ὑμᾶς ἐδη‐ μηγόρησεν; οὐχὶ Φαρισαῖον ἑαυτὸν εἶπε; τί τὸ περιττόν; ὄντως
10οὐδὲν ἐφοβοῦντο οὔτε δικαστήρια οὔτε νόμους· οὕτως οὐδὲν αὐτοῖς ἀτόλμητον ἦν· καὶ τὴν γνώμην εἰσηγοῦνται καὶ τὴν πράξιν ἐπαγ‐ γέλλονται· ἀνάγκην αὐτοῖς τινὰ ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀναθε‐ ματισμοῦ. Ἀμμωνίου. “Ἀναθεμάτισαν ἑαυτοὺς,” ἀντὶ τοῦ ἔξω εἶναι τῆς
15κατὰ Θεὸν πίστεως εἶπον ἑαυτοὺς, εἰ μὴ ποιήσαιεν τὰ δόξαντα· εἴτε οὖν ἐψεύσαντο τὴν ὑπόσχεσιν, ὡς καὶ ἐψεύσαντο, ἀνάθεμά εἰσιν· εἴτε καὶ τὸν Παῦλον δίκαιον ἄνδρα καὶ ἀκατάκριτον ἐξεγε‐ γόνει αὐτοῖς φονεῦσαι, πάλιν ὡς φονεῖς ἀνάθεμα ἑαυτοὺς ἐποίουν· ἤτοι ὁ Θεὸς ἐποίει αὐτοὺς, εἰ καὶ παρεσιώπων οἱ ἀρχιερεῖς.
20 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγ‐ γειλε τῷ Παύλῳ. Τοῦ Χρυσοστόμου. Τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἦν, τὸ μὴ συνιδεῖν αὐτοὺς, ὅτι ἀκούσεται· τί οὖν ὁ Παῦλος; οὐκ ἐθορυβήθη
25ἀλλὰ συνεῖδεν, ὅτι Θεοῦ ἔργον ἐστὶ τοῦτο· καὶ τὸ πᾶν ἐπ’ αὐτὸν ῥίψας, οὕτως ἑαυτὸν ἀφίησιν. Ἀμμωνίου. Μᾶλλον ὡς Ἰουδαῖος ὢν καὶ συνὼν αὐτοῖς ἤκουσε· σημειωτέον δὲ ὅτι οὐ συγγένεια ποιεῖ ὁμοπίστους, ἀλλ’ ὁ τρόπος· ἢ καὶ οὐκ ἦν Ἰουδαῖος, καὶ ἀκούσας ἦλθε, καὶ προδιωρθώσατο τὸν
30Παῦλον. Ὅτι παρεπέμφθη ὁ Παῦλος τῷ ἡγεμόνι εἰς Καισάρειαν μετὰ στρατιωτῶν καὶ γραμματέων. Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρ‐
χων, εἶπε, τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλί‐371

372

αρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. ὁ μὲν οὖν παρα‐ λαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καὶ φησὶν, ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με, ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.
5ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀνα‐ χώρησας κατ’ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν, ὃ ἔχεις ἀπαγ‐ γεῖλαί μοι; εἶπε δὲ, ὅτι καὶ οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον, ὡς μελλόντων τί ἀκριβέστερον πυνθάνε‐
10σθαι περὶ αὐτοῦ. σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύ‐ ουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀναθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν ἕτοιμοί εἰσι, προσδε‐ χόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
15 Τοῦ Χρυσοστόμου. Πάλιν ἀνθρωπίνη σώζεται προμηθεία· καὶ ὅρα ὁ Παῦλος οὐδένα ἀφίησι μαθεῖν, οὐδὲ τὸν ἑκατόνταρχον, ὥστε μὴ τὸ πρᾶγμα γενέσθαι διάδηλον· ἀλλὰ λαβὼν ὁ ἑκατόνταρχος ἀπήγαγε τῷ χιλιάρχῳ· καὶ καλῶς ὁ χιλίαρχος κελεύει κρύψαι, ὥστε μὴ γενέσθαι δῆλον· καὶ τότε λέγει τοῖς ἑκατοντάρχοις τὸ τί
20δεῖ γένεσθαι. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κορινθίους ἐπιστολῆς ὑπομνή‐ ματος. Τί λέγεις; καὶ Παῦλος κινδύνους ἐφοβεῖτο; καὶ σφό‐ δρα ἐδεδοίκει· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλ’ ἄνθρωπος ἦν· τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ’ ἀσθένεια μὲν τῆς φύσεως,
25ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πλη‐ γὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν· ὡς οἱ λέγοντες ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ μόνον αὐτὸν οὐ σεμνύνουσιν, ἀλλὰ καὶ ὑποτέμνονται πολὺ τῶν ἐπαίνων· εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρ‐ τερία, ἢ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν; ἐγὼ γὰρ διὰ
30τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμενος, καὶ οὐχ ἁπλῶς φοβούμενος, ἀλλὰ καὶ τρέμων τοὺς κινδύνους, διὰ παντὸς ἔδραμε στεφανού‐ μενος· καὶ οὐδενὶ τῶν δικαίων ἐνέδωκεν ἐκκαθαίρων τὴν οἰκουμένην,
καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων.372

373

Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγ‐ γείλας μηδενὶ ἐκλαλῆσαι, ὅτι ταῦτα ἐνεφάνισας πρός με. Τοῦ Χρυσοστόμου. Ὠικονομήθη ὥστε κἀκεῖνον μαθεῖν αὐτῶν
5τὴν ἐπιβουλήν· οὐ γὰρ ἐκ τοῦ μηδὲν ἔχειν εἰπεῖν, ἀλλὰ ἐκ τοῦ λάθρα ἐπιχειρεῖν ἤλεγξαν ἑαυτοὺς μηδὲν ὄντας· εἰκὸς δὲ καὶ μετὰ τὸ ἀποσταλῆναι αὐτὸν προσελθεῖν τοὺς ἀρχιερεῖς αἰτοῦντας, καὶ καταισχυνθῆναι· οὐ γὰρ δὴ ἐβούλετο οὔτε ἀρνήσασθαι οὔτε ἐπι‐ νεῦσαι· τότε δὲ ἐπίστευσεν ἐκ τῶν ἤδη γενομένων.
10 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, ἑτοιμάσατε στρατιώτας διακοσίους, ὅπως πορευ‐ θῶσι, μεχρὶ Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· κτήνη τε παραστῆσαι, ὅπως ἐπιβάσαντες τὸν Παῦλον
15διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· γράψας ἐπιστο‐ λὴν περιέχουσαν τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναι‐ ρεῖσθαι ὑπ’ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξει‐
20λόμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστι. Τοῦ αὐτοῦ. Πέμπεται λοιπὸν ἐν Καισαρείᾳ, ἵνα καὶ ἐκεῖ διαλεχθῇ ἐπὶ μείζονος θεάτρου καὶ λαμπροτέρου τοῦ ἀκροατηρίου· ἵνα μὴ ἔχωσι λέγειν οἱ Ἰουδαῖοι, ὅτι εἰ εἴδομεν Παῦλον, ἐπιστεύ‐ σαμεν ἂν, εἰ ἠκούσαμεν αὐτοῦ διδάσκοντος· καὶ αὐτὴ οὖν αὐτοῖς
25ἡ ἀπολογία ἐκκόπτεται. Βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα.
30μηνυθείσης δέ μοι ἐπιβουλῆς ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ
πρὸς αὐτὸν ἐπὶ σοῦ. ἔρρωσο.373

374

Τοῦ Χρυσοστόμου. Ὅρα πῶς διὰ τῆς ψήφου τῶν ἔξω ἀθῳοῦ‐ ται ὁ Παῦλος, ὡς καὶ ὁ Χριστὸς παρὰ Πιλάτου· ὅρα τὴν κακίαν ἀναιρουμένην· παρέδωκαν γὰρ αὐτὸν, ὥστε καὶ ἀνελεῖν καὶ κατα‐ δικάσαι· γίνεται δὲ τοὐναντίον· καὶ σώζεται καὶ ἀθῶος εὑρίσκεται·
5εἰ γὰρ μὴ οὗτος, κἂν διεσπάσθη· εἰ μὴ οὗτος, ἀπώλετο, κἂν κατε‐ δικάσθη. οὐ μόνον ἐκείνης αὐτὸν τῆς ὁρμῆς ἐξαιρεῖται, ἀλλὰ καὶ ἄλλης πολλῆς· ὅρα πῶς αὐτῷ ὑπηρέτης γίνεται, ὥστε ἀκινδύνως διασωθῆναι μετὰ τοσαύτης παρατάξεως.
9tΚΕΦ. ΛΕ.
10tΤερτύλλου περὶ Παύλου κατηγορία, καὶ αὐτοῦ ἀπολογία ἐπὶ τοῦ ἡγεμόνος.
11 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐ‐ τοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
15οἵτινες ἐλθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τῷ ἡγεμόνι τὴν ἐπιστολὴν, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. ἀναγνοὺς δὲ, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστὶ, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, διακούσομαί σου, ἔφη, ὅταν οἱ κατήγοροί σου παραγένωνται.
20 Τοῦ αὐτοῦ. Καθάπερ εἰ βασιλέα τινὰ δορυφόροι παρέπεμπον μετὰ τοσούτου πλήθους, καὶ ἐν νυκτὶ, φοβούμενοι τοῦ δήμου τὴν ὁρμήν· ἐπεὶ οὖν τῆς πόλεως αὐτὸν ἐξέβαλον, τότε ἀφίστανται· οὐκ ἂν μετὰ τοσαύτης ἀσφαλείας ἐξέπεμψεν, εἰ μὴ καὶ αὐτῆς ἔτυχεν, οὐδὲν αὐτοῦ κατεγνωκώς· καὶ ἐκείνων ᾔδει τὸ φονικόν.
25 Ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρώδου φυ‐ λάσσεσθαι. μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλ‐ λου τινός, Ἀμμωνίου. Σημειωτέον ὅτι ἐν Καισαρείᾳ ἐστὶ τὸ πραιτώριον
30Ἡρώδου· “ἐνεφάνισαν τῷ ἡγεμόνι·” λείπει πάλιν τῷ ῥητῷ πρὸς τὸ νόημα λέξις, ἵνα ᾖ οὕτως· οἵτινες ἐνεφάνισαν διδασκαλικὸν χαρ‐
τὴν κατὰ τοῦ Παύλου.374

375

Οἵτινες ἐνεφάνησαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς οὐδὲ οὕτως ἀπέστησαν, μυρίοις κωλύμασι κωλυόμενοι, ἀλλ’ ἔρχονται ὥστε καὶ ἐκεῖ καταισχυν‐ θῆναι.
5 Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλ‐ λος, λέγων· πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ διορθωμάτων πολλῶν γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κρά‐ τιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
10 Τοῦ αὐτοῦ. Ὅρα πῶς τοῖς ἐπαίνοις προκαταλαμβάνεται τὸν δικαστὴν ἐκ προοιμίων, καὶ ὡς νεωτεροποιὸν καὶ στασιαστὴν βού‐ λεται παραδοῦναι τὸν Παῦλον· εἶτα πῶς πολλὰ ἔχων εἰπεῖν παρέ‐ τρεχεν. Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ συντό‐
15μως ἀκοῦσαι ἡμῶν τῇ σῇ ἐπιεικείᾳ. Τοῦ αὐτοῦ. Ὅρα πῶς εἰς ἐπιθυμίαν ἐμβάλλει κολάσεως τὸν δικαστὴν, εἴγε ἔμελλεν τὸν τὴν οἰκουμένην ἀνατρέποντα καθέξειν. Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην,
20 Τοῦ αὐτοῦ. “Τοῖς κατὰ τὴν οἰκουμένην,” φησιν, “Ἰουδαίοις “στάσεις κινῶντα,” ὡς εὐεργέτην λοιπὸν καὶ κοινὸν σωτῆρα τοῦ ἔθνους ἔμελλον ἀνακηρύττειν. Πρωτοστάτην τὲ τῆς τὸν Ναζωραίων αἱρέσεως· Τοῦ αὐτοῦ. Ἐδόκει τοῦτο ἐπονείδιστον εἶναι, τὸ τῶν Ναζω‐
25ραίων· καὶ ἀπὸ τούτου πάλιν διέβαλλον αὐτόν· ἡ γὰρ Ναζαρὲτ εὐτελὴς ἦν. Ἀμμωνίου. Αἱρετικοὺς λέγει τοὺς Ναζωραίους ὁ Τέρτυλλος, ὡς εἶναι καὶ ταύτην ἐν Ἰουδαίοις αἵρεσιν· μᾶλλον δὲ ὁ Τέρτυλλος Ἕλλην ἦν· διὸ καὶ ἐρητόρευεν, ἤτοι ἐδικολόγει.
30 Ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ ἐκρα‐ τήσαμεν, καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν
κρῖναι.375

376

Τοῦ Χρυσοστόμου. Ὅρα πῶς καὶ τὸν νόμον ὑβρίζουσιν, εἴγε τοῦτο νόμου ἦν, τὸ τύπτειν, τὸ ἀναίρειν, τὸ ἔνεδρα ποιεῖν. Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, κελεύσας τοὺς κατηγό‐
5ρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· παρ’ ᾧ δυνήσῃ αὐτὸς ἀνα‐ κρίνας περὶ πάντων τούτων ἐπιγνῶναι, ὧν ἡμεῖς κατη‐ γοροῦμεν αὐτοῦ· συνεπέθοντο δὲ καὶ οἱ Ἰουδαῖοι, φά‐ σκοντες ταῦτα οὕτως ἔχειν. Τοῦ αὐτοῦ. Εἶτα καὶ τοῦ Λυσίου κατηγορία· οὐ προσῆκον
10αὐτῷ, φησὶ, μετὰ πολλῆς βίας ἀπέσπασε. Καὶ μετ’ ὀλίγα‐ “Ἐπείρασέ,” φησι, “βεβηλῶσαι τὸ ἱερὸν,” τὸ δὲ πῶς οὐ λέγει· καὶ τὸ μὲν ἐκείνου οὕτως ἐπῇρεν· ὅρα δὲ τὰ αὐτῶν πῶς ἐλαττοῖ· “ἐκρατήσαμέν,” φησι, “καὶ ἠθελήσαμεν κρῖναι κατὰ τὸν ἡμέτερον “νόμον·” δείκνυσιν ὅτι ἐπηρεάζονται εἰς δικαστήρια ξένα ἐρχόμενοι,
15καὶ ὅτι οὐκ ἂν ἐνώχλησαν αὐτῷ, εἰ μὴ ἐκεῖνος ἠνάγκασε, καὶ ὅτι οὐ προσῆκον αὐτῷ ἥρπασε τὸν ἄνδρα· καὶ γὰρ τὰ ἀδικήματα πρὸς ἡμᾶς, ἡνίκα τὸ δικαστήριον παρ’ ἡμῖν ἔδει γενέσθαι· ὅτι γὰρ τοῦτό ἐστιν ὅρα τὸ ἑξῆς· “μετὰ πολλῆς,” φησι, “βίας·” βία γὰρ τοῦτό ἐστι· “παρ’ οὗ δύνασαι,” φησὶ, “γνῶναι·” εἰ δὲ κατηγορῆ‐
20σαι τολμᾷ, μέγας συγγνωμονικὸς ὁ ἀνήρ· οὐδὲν ἁπλῶς μετέρχε‐ ται· εἶτα πάλιν ἵνα μὴ δόξῃ ψεύδεσθαι, αὐτὸν ἐφίστησιν ἑαυτοῦ κατήγορον τὸν Παῦλον· “παρ’ οὗ,” φησι, “δύνασαι ἀνακρίνας “γνῶναι·” εἶτα καὶ μάρτυρες τῶν εἰρημένων κατήγοροι· αὐτοὶ μάρτυρες καὶ κατήγοροι.
25 Ἀπεκρίθη δὲ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν δίκαιον τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθύμος τὰ ἐμαυτοῦ ἀπολογοῦμαι· δυναμένου σου ἐπιγνῶναι, ὅτι οὐ πλείους εἰσί μοι ἡμέ‐ ραι δεκαδύο, ἀφ’ ἧς ἀνέβην προσκυνήσων εἰς Ἱερου‐
30σαλήμ· Τοῦ Χρυσοστόμου. Οὐκ ἔστι ταῦτα τὰ κολακείας ῥήματα ἀλλὰ μαρτυρίας, μαρτυρῆσαι τῷ δικαστῇ δικαιοσύνην· ἐκεῖνα δὲ μᾶλλον·
“εἰρήνης” γάρ, φησι, “τυγχάνοντες διὰ σοῦ·” τί οὖν στασιά‐376

377

ζεσθε ἀδίκως· οὗτος δὲ τὸ δίκαιον ζητεῖ· ὅτι “ἐκ πολλῶν ἐτῶν,” καὶ τί τοῦτο; ὅτι οὐκ ἂν εὐθέως ἐπιστὰς στάσιν ἐκίνησα· ἐπειδὴ ὁ κατήγορος οὐδὲν εἶχε δεῖξαι ἐν Ἱεροσολύμοις, ὅρα τί φησι· “τοῖς κατὰ τὴν οἰκουμένην πᾶσαν Ἰουδαίοις.” διὰ τοῦτο ὁ Παῦλος
5ἐνταῦθα αὐτὸν ἕλκει· “προσκυνῆσαί,” φησιν, “ἀνέβην,” τοσοῦτον ἀπέχω τοῦ στάσεις κινεῖν· καὶ τούτῳ ἐνδιατρίβει τῷ λόγῳ, ὅπερ ἦν ἰσχυρόν. Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγό‐ μενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συν‐
10αγωγαῖς, οὔτε κατὰ τὴν πόλιν· οὔτε παραστῆσαι δύναν‐ ται περὶ ὧν νῦν κατηγοροῦσί μου. Τοῦ Χρυσοστόμου. Τί οὖν ἀνέβης; τί ἦλθες προσκυνῆσαι; ἐλεημοσύνας, φησι, ποιῆσαι· τοῦτο οὐκ ἦν στασιώδους· κἀκεῖνος μὲν πρωτοστάτην φησὶ, καθάπερ ἐπὶ μάχης καὶ συστάσεως· οὗ‐
15τος δὲ ὅρα ἐπιεικῶς ἀποκρίνεται· “ἐκ πολλῶν ἐτῶν ὄντα κριτὴν “δίκαιόν,” φησι· οὐκ ἄρα ξένος ἐστὶν οὐδὲ ἀλλότριος, οὐδὲ νεω‐ τεροποιός· εἴγε ἐκ πολλῶν ἐτῶν οἶδε τὸν δικαστήν· καὶ καλῶς ἐπήγαγε τὸ δίκαιον· ἵνα μὴ πρὸς τὸν ἀρχιερέα ἴδῃ, μηδὲ πρὸς τὸν δῆμον, μηδὲ πρὸς τὸν κατήγορον· ὅρα πῶς οὐ προήχθη εἰς
20ὕβριν, καίτοιγε ἀνάγκης οὔσης. Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγου‐ σιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ, Ἐξ ἀνεπιγράφου. Μετὰ τὴν κλῆσιν τοῦ εἶναι Ἀπόστολος Χριστοῦ, λατρεύων τῷ πατρῴῳ Θεῷ λέγων, δείκνυσιν ἕνα ὄντα Θεὸν
25παλαιᾶς τε καὶ νέας. Ἀμμωνίου. Ὁδὸν λέγει τὴν πίστιν ἤτοι τὴν παράδοσιν· καὶ σημειωτέον ὅτι Ναζωραῖοι πιστεύουσι τῷ Θεῷ τῷ πατρῴῳ, καὶ τοῖς κατὰ τὸν νόμον, καὶ τοῖς προφήταις, καὶ εἰς ἀνάστασιν νεκρῶν· δείκνυσιν ὁ Παῦλος, ἐξ ὧν φησι, “τῷ πατρῴῳ Θεῷ λατρεύω,”
30ὅτι εἰς τὸν Ἰησοῦν πιστεύει· ἀλλ’ οὐκ ἄλλον σέβει Θεὸν, ἀλλὰ τὸν αὐτὸν ὄντα τῷ Πατρὶ τῷ ἐκ νόμου καὶ προφήτων κηρυχθέντι· καὶ ὅτι οἱ εἰς τὸν Χριστὸν πιστεύοντες, ὡς καὶ ὁ Παῦλος, δέχον‐ ται Μωσέως τὸν νόμον καὶ τοὺς προφήτας· καὶ βλέπε μὴ ἐκ τῆς
τοῦ ῥητοῦ ἀκριβείας μόναις δεῖ ἐγκύπτειν ταύταις ταῖς βίβλοις,377

378

εἰ μή τι γε καταχρηστικῶς, ὡς πάσης οὔσης παλαιᾶς γραφῆς θεο‐ πνεύστου καὶ ὠφελίμου, δέξοιτό τις καὶ τὴν Ἐσθὴρ καὶ Ἰουδὴθ, καὶ τὴν Τωβὶ βίβλον. Διδύμου. Ἐπειδὴ μετὰ τὸ γενέσθαι Ἀπόστολον Ἰησοῦ ὁ
5Παῦλος ἑαυτὸν λέγει πιστεύειν τῷ πατρῴῳ Θεῷ καὶ τῷ νόμῳ καὶ τοῖς προφήταις, φανεροῖ ὡς ὅτι ἕνα οἶδε Θεὸν παλαιᾶς καὶ καινῆς διαθήκης· διὸ καὶ συμφωνεῖ Φαρισαίοις καὶ αὐτοῖς ἐλπίζουσι πάντων ἀνθρώπων ἀνάστασιν, δικαίων καὶ ἀδίκων· καὶ ἐπειδὴ τινὲς αἱρετικοὶ ἀνάστασιν λέγουσιν οὐ σώματος ἀλλὰ ψυχῆς ἐκκαθαι‐
10ρομένης, πευστέον τί ἐροῦσι περὶ τῶν ἀνισταμένων ἀδίκων· τῶν ὄντων κατ’ αὐτοὺς χοϊκῶν, τῶν μὴ πεφυκότων καθαίρεσθαι· ὁ γὰρ Παῦλος εἶπεν ὅτι ἄδικοι ἀνίστανται· οὔκουν σωμάτων ἐστὶν ἡ δηλουμένη ἀνάστασις; εἶτα λέγουσι περὶ τῆς μεσότητος, ἣν καὶ ψυχικὴν φύσιν καλοῦσιν, ὅτι αὕτη ἡ μεσότης ὧδε ἔχει μετάπτω‐
15σιν, ὅπερ καλεῖται ἔγερσις, ὡς σημαίνει τὸ εἰρημένον ὀπίσω· “καὶ “ἀναστάντες τινὲς τῶν γραμματέων διεμάχοντο λέγοντες, οὐδὲν “κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ·” καὶ πάλιν λέγουσι τοὺς ἐγειρομένους πρεσβυτέρους ἐπὶ τῷ διεστραμμένα λαλεῖν· πρὸς οὓς ἐροῦμεν, ὅτι συνᾴδοντα ἡμῖν λαλεῖτε· καὶ γὰρ καὶ ἡμεῖς οὕτω
20δοξάζομεν, ὅτι ἑκάστη ψυχὴ ἐν μεσότητί ἐστι, καὶ ὅπου θέλει ῥέπει, ἢ εἰς ἀρετὴν ἢ εἰς κακίαν· καὶ τοῦτο ἐπὶ πάσης ἀνθρώπων ψυχῆς λέγομεν, ὅπερ αὐτοὶ ἐπὶ μόνης λέγουσιν εἶναι τῆς μεσό‐ τητος· κἂν τοίνυν ἀνίστασθαι τοὺς ἀδίκους λέγωσι τῷ ἀφίστασθαι ἀπὸ κακίας, καὶ εἰς ἀρετὴν ῥέπειν, ματαία εὑρίσκεται ἡ ἐλπὶς ἡ
25περὶ τῆς τοιαύτης ἀναστάσεως, ἣν λέγουσιν οὗτοι· ἑκάστοτε τῆς τοιαύτης ἀναστάσεως γινομένης· καθ’ ἡμέραν γάρ εἰσιν οἱ μετα‐ νοοῦντες· ἀλλ’ οὔτε μάχεται ὑμῖν, λέγουσι, πᾶσαν μετάπτωσιν προαιρετικῇ ῥοπῇ γίνεσθαι, οὐ μὴν φύσεως γίνεσθαι μεταβολὴν, τὸ τοὺς πρεσβυτέρους εἰς ἑτέραν μετατραπῆναι βούλησιν.
30 Πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, Τοῦ Χρυσοστόμου. Ἐχώριζον αὐτὸν ἐκεῖνοι· οὗτος συνεισά‐ γει καὶ οἰκειοῖ ἑαυτὸν τῷ νόμῳ.
Ἐλπίδα ἔχων εἰς Θεὸν,378

379

Τοῦ αὐτοῦ. Οὐκ εἶπε πιστεύουσι πᾶσι τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις· οὗτος γὰρ πᾶσιν ἐπίστευσεν, οὐκ ἐκεῖνοι· πῶς δὲ πᾶσι μακροῦ ἂν εἴη λόγου· καὶ οὐδαμοῦ τοῦ Χριστοῦ μέμνηται ἐνταῦθα· τὸ πιστεύειν εἰπὼν, καὶ τὰ κατὰ τὸν Χριστὸν εἰσήγαγεν·
5ἀλλὰ τέως τῷ τῆς ἀναστάσεως ἐνδιατρίβει λόγῳ. Ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλ‐ λειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων· Σευήρου ἀρχιεπισκόπου ἐκ τοῦ κατὰ τῶν κωδικέλλων Ἀλεξανδρείας. Μαρτυρεῖ ὁ Παῦλος, ὅτι πρὸς Ἰουδαίους οὐδαμῶς
10περὶ τοῦ κατὰ τὴν ἀνάστασιν τῶν σωμάτων διαφερόμεθα λόγου. Ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. Τοῦ Χρυσοστόμου. Ἡ τελεία αὕτη ἀρετὴ, ὅταν μηδὲ ἀνθρώ‐ ποις δίδωμεν λαβὰς, καὶ παρὰ Θεῷ σπουδάζωμεν εἶναι ἀπρόσ‐
15κοποι. Δι’ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς· Τοῦ αὐτοῦ. Πῶς οὖν ἂν ἐτάραξα, ὃς ὥστε ἐλεημοσύνην ποιῆ‐ σαι, τοσαύτην ἦλθον ὁδόν.
20 Ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, Τοῦ Χρυσοστόμου. Πανταχοῦ τὴν στάσιν ἀναιρεῖ. Τινὲς δὲ τῶν ἀπὸ τῆς Ἀσίας Ἰουδαίων, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρός με· ἢ
25αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάν‐ τος μου ἐπὶ τοῦ συνεδρίου, Τοῦ αὐτοῦ. Τοῦτο γὰρ περιουσία δικαιωμάτων, μὴ φεύγειν τοὺς κατηγόρους, ἀλλ’ ἕτοιμον εἶναι πᾶσι διδόναι λόγον. Ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα ἐν αὐτοῖς
30ἑστὼς, ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ σήμερον κρί‐ νομαι ὑφ’ ὑμῶν.
Τοῦ αὐτοῦ. Καὶ γὰρ διὰ τοῦτο ἐξ ἀρχῆς διεπονοῦντο, ὅτι τὴν379

380

ἀνάστασιν ἐκήρυττον· τούτου γὰρ δειχθέντος, εὐκόλως καὶ τὰ τοῦ Χριστοῦ ἐπεισήγετο ὅτι ἀνέστη. Καὶ μετ’ ὀλίγα—Ἐν τῷ συν‐ εδρίῳ, οὐχὶ κατ’ ἰδίαν, ἀλλ’ ἐξετάσεως γενομένης· ὅτι γὰρ ταῦτα ἀληθῆ λέγω, μαρτυροῦσιν οἱ περὶ τούτου ἐγκαλοῦντες.
5 Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτοὺς, ἀκρι‐ βέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπὼν, ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ’ ὑμᾶς· Τοῦ αὐτοῦ. Τουτέστιν ἐπιτηδὲς ὑπερέθετο, οὐ δεόμενος μαθεῖν, ἀλλὰ διακρούσασθαι τοὺς Ἰουδαίους· ἀφεῖναι οὐκ ἤθελε δι’ ἐκεί‐
10νους· κολάσαι οὐκ ἦν δυνατὸν, ἀναίσχυντον γὰρ ἦν. Ἀμμωνίου. Σημειωτέον ὅτι ᾔδει ὁ Φῆλιξ τὴν πίστιν ἀκριβῶς, κατηχηθεὶς ἐκ τῆς παλαιᾶς τὰ περὶ Χριστοῦ, καὶ κατὰ ἀνθρω‐ παρέσκειαν οὐκ ἀπέλυε τὸν Παῦλον, ὡς παρακατιὼν ὁ λόγος φησί· “θέλων δὲ χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ·”
15ἔτι γε μὴν καὶ χρήματα ἐλπίζων λαμβάνειν διὰ τοῦτο παρ’ αὐτοῦ· ᾔδει δὲ, ὡς ἔχων γυναῖκα Ἰουδαίαν, παρ’ ἧς συνεχῶς ἤκουε ταῦτα. Διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρε‐ τεῖν ἢ προσέρχεσθαι αὐτῷ.
20 Τοῦ Χρυσοστόμου. Καὶ οὗτος αὐτὸν ἀφῆκεν ἐγκλημάτων· ἀλλ’ ἐκείνοις χαριζόμενος ἔτι κατεῖχεν· ἔτι δὲ καὶ προσδοκῶν χρήματα λήψεσθαι, μετεκαλεῖτο τὸν Παῦλον. Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ,
25 Ἀμμωνίου. “Σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικί·” παρὰ τὸν νόμον αὐτῷ συνήφθη Ἰουδαῖα οὖσα Ἕλληνι· ἢ τάχα ἦν μὲν Ἰου‐ δαῖα, γαμηθεῖσα δὲ αὐτῷ ἐγένετο Ἑλληνίς· διὸ καὶ ἐξέλεγεν αὐτῷ τὴν ἑαυτῆς πίστιν· ἢ οὖν Ἰουδαῖα ἦν καὶ ἔλεγεν, ἵνα καὶ μεταπείσῃ καὶ τὸν ἄνδρα· ἢ ὡς παραβᾶσα τὸν νόμον, καὶ εἰς
30τοῦτο παρέβη. Μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ
τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως.380

381

Τοῦ Χρυσοστόμου. Σκόπει πῶς οὐ κρύπτει ἐνταῦθα τοῦ δι‐ κάστου τὴν γνώμην· καίτοι εἰ κατεγνώκει, οὐκ ἂν τοῦτο ἐποίησεν, οὐδ’ ἂν ἀκοῦσαι ἠθέλησε παρὰ καταδίκου καὶ πονηροῦ. Καὶ ὅρα τὸν Παῦλον, καίτοι πρὸς ἄρχοντα διαλεγόμενον, μηδὲν τούτων λέ‐
5γοντα ὧν εἰκὸς ἀνεῖναι αὐτοῦ τὴν ψυχὴν, ἀλλὰ “περὶ δικαιοσύνης,” φησὶ, “καὶ τοῦ μέλλοντος κρίματος” καὶ ἀναστάσεως· καὶ τοσαύτη ἡ ἰσχὺς τῶν ῥημάτων ἦν, ὥστε καὶ φοβῆσαι τὸν ἄρχοντα. Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρα‐ τείας καὶ τοῦ μέλλοντος κρίματος, ἔμφοβος γενόμενος
10ὁ Φῆλιξ ἀπεκρίθη, τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· ἅμα καὶ ἐλπίζων, ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος διε‐ λέγετο αὐτῷ.
15 Τοῦ αὐτοῦ. Ὁρᾶς πῶς τῆς ἀληθείας ἔχεται τὰ γραφόμενα· μετεπέμπετο αὐτὸν συνεχῶς· οὐχὶ θαυμάζων αὐτὸν, οὐδὲ ἐπαινῶν τὰ λεγόμενα, οὐδὲ πιστεῦσαι βουλόμενος· ἀλλὰ τί; προσδοκῶν χρήματα δοθήσεσθαι, φησὶν, αὐτῷ. Τοῦ αὐτοῦ. Ὅρα τὴν πώρωσιν· τοιαῦτα ἀκούων, χρήματα
20προσεδόκει λήψεσθαι παρ’ αὐτοῦ· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ διαλεχθεὶς, πρὸς γὰρ τῷ τέλει τῆς ἀρχῆς ἦν, κατέλιπεν αὐτὸν δεδεμένον, ἵνα χαρίσηται τοῖς Ἰουδαίοις· ὥστε οὐ χρημάτων ἐρᾷ μόνον, ἀλλὰ καὶ δόξης· πῶς χρήματα, ὦ μιαρὲ, παρὰ ἀνθρώπου τὸ ἐναντίον κηρύττοντος ἐπιζητεῖς; ὅτι δὲ οὐκ ἔλαβε, δῆλον ἐξ ὧν
25εἴασε δεδεμένον· λύσας ἂν εἴπερ ἔλαβεν.
26tΚΕΦ. Λϛ.
27tΠερὶ τῆς Φήλικος διαδοχῆς καὶ τῆς Φήστου προαγωγῆς, τῆς τε ἐπ’ αὐτοῦ
28tἀνακρίσεως Παύλου καὶ ἐφέσεως.
29Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ
30Πόρκιον Φῆστον· θέλων τε χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη
εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας. ἐνεφάνισαν δὲ αὐτῷ381

382

οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύ‐ λου, καὶ παρεκάλουν αὐτὸν, αἰτούμενοι χάριν παρ’ αὐ‐ τοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλὴμ, ἐνέ‐ δραν ποιοῦντες τοῦ ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. ὁ μὲν
5οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον ἐν Και‐ σαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· Τοῦ Χρυσοστόμου. Οἰκονομικῶς δὲ ἀφίσταται τῶν Ἱεροσο‐ λύμων πρὸς τοιαῦτα θηρία ἔχων· καὶ ἀξίουσιν αὐτὸν ἀχθῆναι ἐκεῖ τὸν Παῦλον δικασόμενον· ἐνταῦθα λοιπὸν ὁ Θεὸς ᾠκονόμησεν, οὐκ
10ἐπιτρέπων τῷ ἄρχοντι· εἰκὸς γὰρ αὐτὸν νεωστὶ τῆς ἀρχῆς ἐπιβάντα καὶ θελῆσαι χαρίσασθαι· ἀλλ’ οὐκ ἀφίησιν ὁ Θεός· ἐπειδὴ δὲ κατῆλθον, λοιπὸν ἀναισχύντως καὶ μειζόνως ἐποιοῦντο τὴν κατη‐ γορίαν. Οἱ οὖν ἐν ὑμῖν, φησὶ, δυνατοὶ συγκαταβάντες, εἴ τι
15ἐστὶν ἐν τῷ ἀνδρὶ τούτῳ ἄτοπον, κατηγορείτωσαν αὐτοῦ. διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ἐννέα ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. παραγενο‐ μένου δὲ αὐτοῦ, περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων
20καταβεβηκότες Ἰουδαῖοι, Τοῦ Χρυσοστόμου. Εὐθέως ἐκάθισεν ἐπὶ τοῦ βήματος, μετὰ τοσαύτης σπουδῆς· οὕτως αὐτὸν ὤθουν, οὕτως αὐτὸν ἐπείγουσιν· ἕως μὲν οὐδέπω πεῖραν ἦν λαβὼν τῶν Ἰουδαίων καὶ τῆς τιμῆς παρ’ αὐτῶν, ὀρθῶς ἀπεκρίνατο· ἐπειδὴ δὲ ἐγένετο ἐν τοῖς Ἱεροσολύμοις
25δέκα ἡμέρας, καὶ οὗτος χαρίζεται αὐτοῖς. Πολλὰ καὶ βαρέα αἰτιάματα φέροντες κατὰ τοῦ Παύ‐ λου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι· ἀπολογουμένου δὲ αὐτοῦ, ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερὸν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
30 Ἀμμωνίου. Ἰδοὺ μαρτυρία σαφὴς ὅτι ἐν πᾶσιν ἑαυτὸν ἀπρόσ‐ κοπον ὁ Παῦλος ἐφύλαττε· μήτε εἰς τὸν νόμον ἢ εἰς ἄνθρωπον, ἢ εἰς τὸ ἱερὸν ἁμαρτήσας, ἀντὶ τοῦ οὐδὲ τὰ ἐκ λίθων οἰκοδομήματα
τῶν Ἰουδαίων ἐνύβρισε ποτὲ ὁ Παῦλος, καίπερ εἰδὼς καὶ κηρύσ‐382

383

σων, μὴ ἐν χειροποιήτοις τὸν ὕψιστον οἰκεῖν, ἀλλ’ οὔτε ἱερέα ἐτόλ‐ μησεν ὑβρίσαι ἐν εἰδήσει Ἰουδαῖον, καίτοιγε μὴ πειθαρχῶν ἔτι τοῖς Ἰουδαίων ἀρχιερεῦσιν. Ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν κατα‐
5θέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, θέλεις εἰς Ἱεροσό‐ λυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ὑπ’ ἐμοῦ; Τοῦ Χρυσοστόμου. Διότι καὶ αὐτὸς τοῖς Ἰουδαίοις χαρίζε‐ ται, διωγμῷ ὁλοκλήρῳ καὶ πόλει· διὰ τοῦτο πάλιν αὐτὸν ἐφόβη‐ σαν, ἀνθρωπίνῳ χρησάμενος ὅπλῳ.
10 Εἶπε δὲ ὁ Παῦλος, ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις· Ἀμμωνίου. “Καίσαρος ἑστώς εἰμι· οὗ με δεῖ κρίνεσθαι·” ἀντὶ τοῦ ἐν τῇ Ῥωμῇ θέλω ἀπελθεῖν παρὰ τῷ βασιλεῖ, κἀκεῖ
15δικάσασθαι ἐκκαλοῦμαί σε, φησίν. Εἰ μὲν οὖν ἀδικῶ, καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· Τοῦ Χρυσοστόμου. Δείκνυσιν ὅτι δικαίως ἐπεκαλέσατο Καί‐ σαρα· εἰ γὰρ οὐδὲν μὲν εἶχον δεινὸν εἰπεῖν, ἐκεῖνος δὲ ἐμεμήνεσεν,
20εἰκότως ἐπ’ ἐκεῖνον ἔρχεται. Εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται τούτοις χαρίσασθαι. Καίσαρα ἐπικαλοῦ‐ μαι. Τοῦ αὐτοῦ. Εἴποι ἄν τις τίνος ἕνεκεν ἀκούσας “ὅτι καὶ ἐν
25“Ῥώμῃ δεῖ σε μαρτυρῆσαι τὰ περὶ ἐμοῦ,” ὡς ἀπιστῶν ταῦτα ποιεῖ; μὴ γένοιτο, ἀλλὰ καὶ ὡς σφόδρα πιστεύων· ἐπεὶ πειράζον‐ τος ἦν τὸ θαρρεῖν ἐκείνῃ τῇ ἀποφάσει, καὶ εἰς μυρίους ἑαυτὸν ἐπιβάλλειν κινδύνους, καὶ λέγειν· εἰδῶμεν, εἰ δύναται ὁ Θεὸς καὶ οὕτως ἐξελεῖν με· ἀλλ’ οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλὰ τὰ καθ’
30ἑαυτὸν πάντα εἰσφέρει, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ. Ἀνίεται μὲν τέως τοῦ κριτηρίου· ἀργεῖ δὲ ἡ κατ’ αὐτοῦ τοῖς
Ἰουδαίοις μελετωμένη ἐπιβουλή.383

384

Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ. ἡμερῶν δὲ διαγενομένων, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερ‐ νίκη κατήντησαν εἰς Καισάρειαν, ἀσπασόμενοι τὸν
5Φῆστον. Τοῦ Χρυσοστόμου. Ἀνακοινοῦται πάλιν τῷ Ἀγρίππᾳ, ὥστε καὶ ἑτέρους γενέσθαι πάλιν ἀκροατὰς, καὶ τὸν βασιλέα καὶ τὸν στρατηγὸν, καὶ τὴν Βερνίκην. Καὶ μετ’ ὀλίγα—Ὅρα πάλιν ἐκτεινομένην αὐτοῦ τὴν δίκην, καὶ τὴν ἐπιβουλὴν ἀφορμὴν τοῦ
10κηρύγματος γενομένην· ὥστε μετὰ εὐκολίας καὶ φυλακῆς ἀπε‐ νεχθῆναι εἰς Ῥώμην, ὑπὸ μηδενὸς ἐπιβουλευόμενον· οὐ γὰρ ἦν ἶσον ἁπλῶς παραγένεσθαι καὶ ἐπὶ αἰτίᾳ τοιαύτῃ· τοῦτο γὰρ καὶ συνελθεῖν ἐποίησεν Ἰουδαίους ἐκεῖ. Τοῦ Χρυσοστόμου. Ἀγρίππας δὲ οὗτος ὁ καὶ Ἡρώδης, ἕτε‐
15ρος ἦν μετ’ ἐκεῖνον τὸν ἐπὶ Ἰακώβου, ὡς εἶναι τέταρτος οὗτος. Ἀμμωνίου. Ἢ εἰς τάξιν βασιλέως κατῄει ἐν ταῖς ἐπαρχίαις ὁ Ἀγρίππας, καὶ διὰ τοῦτο καὶ βασιλεὺς ἐχρημάτιζεν· ἢ καὶ τάχα βασιλεὺς ἦν καὶ αὐτὸς τῶν ἀνατολικῶν μερῶν· τοῦ Νέρωνος τῶν δυτικῶν ἄρχοντος καὶ ὄντος ἐν Ῥωμῇ· τὸ γὰρ Καίσαρ ὄνομα
20Ῥωμαϊστὶ βασιλέα σημαίνει, ὡς κοινῷ ὀνόματι πάντας βασιλεῖς Ῥωμαίων Καίσαρας μὲν καλεῖσθαι, καθὸ βασιλεῖς· οὐ μὴν καὶ ἰδικὰ αὐτῶν εἶναι ὀνόματα ταῦτα· τοῦτο δὲ εἶπον, ἵνα μήτις ἐκ τῆς ὁμωνυμίας τοῦ καθολικοῦ ὀνόματος νομίσῃ, ὅτι ἐπὶ τοῦ αὐτοῦ βασιλέως καὶ ὁ Κύριος ἡμῶν ἐτέχθη, καὶ ὁ Παῦλος ἔπαθεν· ἐτέχθη
25μὲν γὰρ ὁ Κύριος, καθὼς οἱ χρόνοι δηλοῦσιν, ἐπὶ Αὐγούστου Καί‐ σαρος· ἀπέθανε δὲ μετὰ τριάκοντα δύο ἔτη ἐπὶ Τιβερίου Αὐ‐ γούστου· ὁ δὲ Παῦλος ἀπέθανεν ἐπὶ Νέρωνος μετὰ εἰκοστὸν δεύ‐ τερον ἔτος τοῦ θανάτου τοῦ Κυρίου. μᾶλλον δὲ καὶ ὁ Ἡρώδης ὡς ὁ Ἀγρίππας ἐν τάξει βασιλέως κατῆλθε· διὸ καὶ αὐτὸς ἐκαλεῖτο
30βασιλεύς. Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, περὶ οὗ,
γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς384

385

καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ’ αὐτοῦ δίκην· πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥω‐ μαίοις χαρίζεσθαι τινὰ ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους,
5τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. Ἀμμωνίου. Ὥστε οὖν ὁ Πίλατος χαρισάμενος τὸν Ἰησοῦν τοῖς Ἰουδαίοις, ἵνα αὐτὸν ἀνέλωσιν, δῆλος ἦν μιαιφονικῇ ψυχῇ τοῦτο ποιήσας, ὅπου γε οὐ μόνον τὸ τοῦ Θεοῦ ὑπερεῖδε κρίμα εἰς τοῦτο, ἀλλὰ καὶ τὸν τῶν Ῥωμαίων νόμον κατεπάτησε, καὶ τῶν
10θεσμῶν ὑπερεφρόνησε τοῦ βασιλέως· ἵνα αἷμα ἀθῶον παραδοὺς εἰς θάνατον ἀρέσῃ τοῖς φονεύταις, κἂν παρανομίας ἤμελλε κρίνεσθαι παρὰ τοῦ Ῥωμαίων βασιλέως· παρ’ οὗ ἦν καὶ ἐκπεμφθεὶς ἄρξαι τῶν τῆς Ἱερουσαλὴμ ὅρων. Συνελθόντων οὖν ἐνθάδε αὐτῶν, ἀναβολὴν μηδεμίαν
15ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέ‐ λευσα ἀχθῆναι τὸν ἄνδρα· περὶ οὗ σταθέντες οἱ κατή‐ γοροι, οὐδεμίαν αἰτίαν ἔφερον, ὧν ὑπενόουν ἐγὼ, πονηράν· Τοῦ Χρυσοστόμου. “Οὐδεμίαν αἰτίαν ἔφερον” κατ’ αὐτοῦ· καὶ μὴν ἔφερον, ἀλλ’ οὐκ ἤλεγξαν· ἡ μὲν γὰρ ἐπιβουλὴ καὶ τὸ
20τόλμημα τοῦτο ὑποπτεύειν ἐδήλου· ἡ δὲ ἐξέτασις οὐδὲν τοιοῦτον. Ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, Τοῦ αὐτοῦ. Εἰκότος περί τινος λέγει· ἄνθρωπος ἐν ἀρχῇ ὢν καὶ τούτων οὐ φροντίζων.
25 Ὃν ἔφασκεν ὁ Παῦλος ζῇν. Τοῦ αὐτοῦ. Εἰκότως ὑπερέβαινεν ἀκοὰς δικαστοῦ ἡ περὶ τού‐ των ζήτησις. Ἀπορούμενος δὲ ἐγὼ εἰς τὴν περὶ τούτων ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα, κἀκεῖ
30κρίνεσθαι περὶ τούτων. τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέ‐ λευσα τηρεῖσθαι αὐτὸν, ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς
Καίσαρα.385

386

Ἀμμωνίου. Σεβαστὸν καταχρηστικῶς τὸν βασιλέα καλεῖ, ὥσπερ καὶ Καίσαρα· ὃν καὶ παρακατιὼν καὶ Κύριον καλεῖ. Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη, ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ὁ δέ, φησιν, αὔριον
5ἀκούσῃ αὐτοῦ. Ὅρα τοὺς ἐχθροὺς συμπράττοντας ἄκοντας ὥστε μέγα γενέ‐ σθαι τὸ ἀκροατήριον· εἰς ἐπιθυμίαν ἐνέπεσεν ὁ Ἀγρίππας τῆς ἀκροάσεως, καὶ οὐχ ἁπλῶς ἀκούει, ἀλλὰ μετὰ παρασκευῆς· καὶ ὅρα ἀπολογίαν· οὕτως γράφει Φῆστος, καὶ ἐκπομπεύεται ἡ ὠμό‐
10της ἡ Ἰουδαϊκή· ὅταν γὰρ ταῦτα ὁ ἄρχων λέγῃ, ἀνύποπτός ἐστιν, ὥστε καὶ παρ’ αὐτοῦ καταγνωσθῆναι τοὺς Ἰουδαίους· μετὰ γὰρ τὸ πάντας αὐτῷ καταπεφήνασθαι, τότε ἐπάγει τὴν κόλασιν ὁ Θεός· κατέγνω Φῆλιξ, κατέγνω Φῆστος, καίτοι χαριζόμενος αὐτοῖς, κατ‐ έγνω Ἀγρίππας· τί λοιπόν; κατέγνωσαν ἑαυτῶν οἱ Φαρισαῖοι.
15tΚΕΦ. ΛΖ.
16tἈγρίππα καὶ Βερνίκης παρουσία καὶ πεῦσις τῶν κατὰ Παῦλον.
17 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντες εἰς τὸ ἀκροατήριον, σύν τε τοῖς χιλιάρχοις καὶ ἄνδρασι τοῖς
20κατ’ ἐξοχὴν οὖσι τῆς πόλεως, Τοῦ Χρυσοστόμου. Ὅρα οἷον ἀκροατήριον συλλέγεται ἐν τῷ Παύλῳ, “τοῖς κατ’ ἐξοχήν,” φησι, “τῆς πόλεως·” τοὺς δορυ‐ φόρους πάντας συναγαγὼν ὁ ἄρχων, καὶ ὁ βασιλεὺς καὶ οἱ χιλίαρ‐ χοι παραγεγόνασιν· εἶτα ἀχθέντος τοῦ Παύλου, ὅρα πῶς ἀνακη‐
25ρύττεται. Καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος. καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ παρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις
30καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν αὐτὸν ζῇν μηκέτι. Τοῦ Χρυσοστόμου. Καὶ γίνεται λαμπρότερος ὁ Παῦλος·
τοιαῦται γὰρ, ὅπερ ἔφην, αἱ ἐπιβουλαί· εἰ μὴ ταῦτα ἦν, οὐδεὶς ἂν386

387

τούτων κατηξίωσεν ἐπακοῦσαι αὐτοῦ τῶν ἀρχόντων· οὐδεὶς ἂν μετὰ τοσαύτης ἡσυχίας καὶ σιγῆς· καὶ δοκεῖ μὲν διδάσκειν, καὶ δοκεῖ ἀπολογεῖσθαι· δημηγορεῖ δὲ μᾶλλον μετὰ πολλῆς τῆς εὐταξίας. Καὶ μετ’ ὀλίγα—Σκόπει πῶς ἐκείνων μὲν κατηγορεῖ, τοῦτον δὲ
5ἀφίησιν· ὢ τῆς τῶν δικαιωμάτων περιουσίας· ὅπως καταδικάσει οὐχ εὑρίσκει ὁ ἄρχων, τοσαύτης γενομένης ἐξετάσεως· τοῦτον ἄξιον θανάτου ἔφασκον εἶναι. Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν
10Σεβαστὸν, ἔκρινα πέμπειν. Τοῦ αὐτοῦ. “Ἀχθέντος τοῦ Παύλου.” ὅρα πῶς ἀνακηρύττε‐ ται· ἀφίησιν αὐτὸν τῶν ἐγκλημάτων· πᾶν τὸ πλῆθος τῶν Ἰου‐ δαίων παρῆσαν· οὐχ οἱ μὲν, οἱ δὲ οὔ· ἐπέστησαν οἱ Ἰουδαῖοι λοι‐ πὸν, τῇ ἐφέσει χρησάμενοι ἐκείνου· καὶ τότε ἑαυτῷ λαμπρότερον
15γίνεται τὸ θέατρον· δείκνυσιν ὅτι δικαίως ἐπεκαλέσατο Καίσαρα. Ἀμμωνίου. Τέως αὐτὸς ὁ δικαστὴς μαρτυρεῖ αὐτῷ ὅτι ἀνεύ‐ θυνος ἦν· πλὴν ὅμως οὐκ ἀπέλυσεν αὐτὸν, τάχα οὕτως οἰκονομή‐ σαντος τοῦ Κυρίου, ἵνα ἐκκαλέσηται, καὶ ἀνάγκῃ τῆς ἐκκλήτου πεμφθῇ εἰς Ῥώμην, καὶ πληρωθῇ τὸ προφητευθὲν ὑπ’ αὐτοῦ. “ὅτε
20“δεῖ με καὶ Ῥώμην ἰδεῖν.” Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ Κυρίῳ μου οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ’ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, Τοῦ Χρυσοστόμου. Καὶ τοῦτο ἦν τῆς Παύλου καθαρότητος,
25τὸ μηδὲν ἔχειν τὸν δικαστὴν ὅτι εἴπῃ περὶ αὐτοῦ. Ὅπως τῆς ἀνακρίσεως γινομένης σχῶ τι γράψαι. ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ’ αὐτοῦ αἰτίας σημᾶναι. Ἀγρίππας δὲ πρὸς τὸν Παῦ‐ λον ἔφη, ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν.
30 Τοῦ αὐτοῦ. Ὅρα πῶς βασανίζεται πολλάκις τὸ πρᾶγμα· καὶ τῆς ἀλογίας ταύτης Ἰουδαῖοι αἴτιοι, ἣν ἔμελλον μανθάνειν καὶ οἱ ἐν τῇ Ῥώμῃ· ὅρα πῶς κήρυκες ἄκοντες καὶ τῆς οἰκείας γίνονται
κακίας, καὶ τῆς Παύλου ἀρετῆς, καὶ αὐτῷ τῷ κρατοῦντι· ὥστε387

388

λαμπρότερον ἀπήγετο Παῦλος, ἢ εἰ χωρὶς δεσμῶν ἀπῆλθεν· οὐκ‐ έτι γὰρ ὡς πλάνος καὶ γόης, τοσούτων αὐτὸν ἀφέντων δικαστῶν, ἀπήγετο· πάντα τοίνυν ἀποδυσάμενος, παρ’ οἷς ἐτράφη καὶ ἐτέχθη, καὶ οὐχ ἁπλῶς, οὕτως καθαρὸς ὑποψίας ἐπιβαίνει τῇ Ῥώμῃ.
5Παύλου ἀπολογία ἐπ’ αὐτῶν περὶ τῆς ἐν νόμῳ θρησκείας αὐτοῦ καὶ κλήσεως εἰς τὸ Εὐαγγέλιον. Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο οὕτως, Τοῦ Χρυσοστόμου. Οὐκ εἶπε, τί δὴ τοῦτο; ἃ ἐπεκαλεσάμην Καίσαρα, μυριάκις ἐκρίθην· μέχρι πότε; ἀλλὰ τί; πάλιν ἕτοι‐
10μος ἐγένετο δοῦναι εὐθύνας, καὶ ἐπὶ τοῦ μάλιστα εἰδότος· καὶ μετὰ πολλῆς τῆς παρρησίας, οἷά τε οὐκ ὄντων κυρίων, ἀλλὰ τῆς ἀποφάσεως ἐκείνης κρατούσης, ὅτι πρὸς Καίσαρα πορεύσῃ· δίδωσι λόγον καὶ πολλὰς τὰς εὐθύνας περὶ πάντων, οὐ περὶ τῶν μὲν, περὶ τῶν δὲ οὔ.
15 Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον, ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι· Τοῦ αὐτοῦ. Ταῦτα δὲ ἔλεγεν οὐ κολακεύων αὐτὸν, ἄπαγε· ἀλλὰ διὰ τῆς ἡμερότητος κερδάναι βουλόμενος· καὶ ἐκ μέρους
20ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλε ὁ τέως κατάδικος εἶναι νομιζόμε‐ νος· καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ, παρόντων ἁπάντων λέγων, “ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γε‐ “νέσθαι.” Μάλιστα ἐπιστάμενος γνώστην σε ὄντα πάντων τῶν
25κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων. Τοῦ αὐτοῦ. Καίτοι γε εἰ συνῄδει ἑαυτῷ, φοβηθῆναι ἐχρῆν, παρὰ τῷ πάντα εἰδότι δικαζόμενον· ἀλλὰ καθαροῦ συνειδότος τοῦτό ἐστι, μὴ παραιτεῖσθαι δικαστὴν τὸν ἀκριβῶς εἰδότα τὰ γεγενημένα, ἀλλὰ καὶ χαίρειν καὶ μακάριον ἑαυτὸν λέγειν.
30 Διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου. Τοῦ αὐτοῦ. Ἐπειδὴ μέλλει λόγον ἐκτείνειν καὶ λέγειν τι περὶ ἑαυτοῦ, διὰ τοῦτο προλαβὼν παρεκάλεσεν.
Οὐ λέγει ποταπὸς αὐτοῦ ὁ βίος, ἀλλ’ ἀφίησιν αὐτὸν τῷ συν‐388

389

ειδότι, καὶ τὸ πᾶν ἐν τῇ αἱρέσει τίθησιν· οὐκ ἂν ἑλόμενος αὐτὴν, εἰ μοχθηρὸς ἦν καὶ πονηρός. Τὴν μὲν οὖν βίωσίν μου ἐκ νεότητος, τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάν‐
5τες οἱ Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμε‐ τέρας θρησκείας ἔζησα Φαρισαῖος· Ἀμμωνίου. Ἀντὶ τοῦ ἴσασι τὸ ἀληθὲς, ἀλλ’ οὐ θέλουσιν εἰ‐ πεῖν, ἑκουσίᾳ γνώμῃ ψευδόμενοι καὶ ἁμαρτάνοντες, οὐκ ἐκ φύσεως
10ἔχοντες. τοῦτο ἁρμόζει κατὰ Μανιχαίων, ἤτοι τῶν ἀστρολογίαις καὶ τύχῃ καὶ εἱμαρμένῃ τὰ πρακτέα ἀνατιθέντων, καὶ τὸ τῶν ἀν‐ θρώπων αὐτεξούσιον ἀναιρούντων· σημειωτέον δὲ ὅτι καὶ οἱ Φαρι‐ σαῖοι αἱρετικοὶ, εἰ καὶ ἀκριβέστερον τῶν ἄλλων αἱρέσεων τῶν Ἰουδαϊκῶν τὰς γραφὰς ἀνακρίνουσιν· ἀκριβῶς δὲ εἶπε καὶ οὐκ
15ἀληθῶς· οὐ γὰρ εἶχον τὴν ἀληθῆ τῶν γραφῶν γνῶσιν· ἡ οὖν ἀκρί‐ βεια λεπτολογεῖ καὶ συλλογίζεται· οὐ μὴν ὅτι πάντως γινώσκει τὸ ὂν, ἀλλ’ ἔστιν ὅτε καὶ φρεναπατᾷ τις ἑαυτόν. Καὶ νῦν ἐπ’ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ, ἕστηκα κρινόμενος,
20εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενίᾳ νύκτα καὶ ἡμέ‐ ραν λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγ‐ καλοῦμαι, ὑπὸ Ἰουδαίων. τί; ἄπιστον κρίνεται παρ’ ἡμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; Δύο τίθησι περὶ ἀναστάσεως λογισμούς· ἕνα μὲν τὸν ἀπὸ προ‐
25φητῶν, καὶ οὐ παράγει προφήτην, ἀλλ’ αὐτὴν τῶν Ἰουδαίων τὴν δόξαν· ἄλλον δὲ τὸν ἰσχυρότερον τὸν ἀπὸ πραγμάτων, ὅτι διελέχθη αὐτῷ ὁ Χριστὸς, καὶ κατασκευάζει καὶ τοῦτον ἀπὸ λογισμῶν, τὴν προτέραν αὐτοῦ μανίαν διηγούμενος ἀκριβῶς· εἶτα καὶ μετ’ ἐγκω‐ μίου τῶν Ἰουδαίων· “νύκτα καὶ ἡμέραν,” φησὶ, “λατρεῦον,
30“ἐλπίζει καταντῆσαι·” ὥστε εἰ καὶ μὴ ἀλήπτου βίου ἤμην ὑπὲρ τούτων, οὐκ ἔδει κρίνεσθαί τι ἄπιστον, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει.
Καὶ ἀλλὸς λογισμός· εἰ γὰρ μὴ τοιαύτη δόξα ἦν· εἰ γὰρ μὴ389

390

ἀνατεθραμμένοι ἦσαν ἐν τούτοις τοῖς δόγμασι, νῦν δὲ εἰσεφέρετο, τίς οὐκ ἂν ἐδέξατο τὸν λόγον; ὑπὲρ τῆς αἱρέσεως ταύτης, φησὶν ἐγκαλοῦμαι, καὶ αὐτὴ παρ’ αὐτοῖς πρεσβεύεται· διὰ ταύτην ηὔ‐ χοντο, διὰ ταύτην λατρεύουσιν, ἵνα ταύτης τύχωσι· ταύτην ἐγὼ
5καταγγέλλω. Σευήρου ἀρχιεπισόπου Ἀντιοχείας ἐκ τοῦ κατὰ τῶν κωδικέλλων Ἀλεξανδρείας. Οὐ γὰρ ἐπειδὴ τὸν Χριστὸν ἐσταύ‐ ρωσαν καὶ τὸ Εὐαγγέλιον οὐκ ἐδέξαντο, ἤδη που καὶ τὰ ἐκ τῶν πατέρων καὶ προφητῶν διὰ μέσων αὐτῶν καταβάντα διωθησόμεθα·
10καὶ τῶν τηλικούτων ἀγαθῶν ξενοὺς ἑαυτοὺς καταστήσομεν. Καὶ μετ’ ὀλίγα—Ἀκούεις ὅπως ἐν τούτοις οὐκ ἐρυθριᾷ Παῦλος περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως τὴν αὐτὴν ἔχειν ἐλπίδα τοῖς Ἰουδαίοις ὁμολογῶν· ἥντινα καὶ πρὸς τοὺς πατέρας ἐπαγγελίαν ἐκάλεσε τοῦ Θεοῦ, ὡς οὐκ Ἰουδαίων, ἀλλὰ τὴν ὑπάρχουσαν.
15 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· ὃ καὶ ἐποί‐ ησα ἐν Ἱεροσολύμοις· καὶ πολλοὺς δὲ τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξου‐ σίαν λαβών· ἀναιρουμένων τὲ αὐτῶν, κατήνεγκα ψῆφον.
20καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐ‐ τοὺς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τὲ ἐμμαινόμε‐ νος αὐτοῖς, ἐδίωκον καὶ εἰς τὰς ἔξω πόλεις. Τοῦ Χρυσοστόμου. Λέγει πῶς ἐδίωκε· καὶ τοῦτο δὲ κατα‐ σκευαστικόν· καὶ τοὺς ἱερεῖς παράγει μάρτυρας, καὶ “τὰς ἔξω
25“πόλεις·” καὶ ὅτι ἤκουσε λέγοντος αὐτῷ “σκληρὰ λακτίζειν·” καὶ δείκνυσι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι ὁ διωκόμενος ὤφθη αὐτῷ· οὐ γὰρ ἐμὲ μόνον εὐηργέτησεν, ἀλλὰ καὶ ἑτέροις ἔπεμψε διδά‐ σκαλον· καὶ δεικνὺς τὴν προφητείαν ἐξελθοῦσαν τὴν λέγουσαν, “ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν.” “ἐγὼ μὲν οὖν
30“ἔδοξα ἐμαυτῷ,” τουτέστιν ἔκρινα “πολλὰ ἐναντία πρᾶξαι·” οὐκ ἤμην τῶν μαθητῶν τοῦ Χριστοῦ· τῶν πολεμούντων αὐτῷ ἤμην· ὅθεν καὶ ἀξιόπιστος γίνεται μάρτυς, ὅτι μυρία ποιῶν καὶ πολεμῶν
καὶ ἀναιρῶν τοὺς πιστεύοντας καὶ πείθων βλασφημεῖν, καὶ πάντα390

391

κινῶν πόλεις καὶ ἄρχοντας· δι’ ἑαυτοῦ ταῦτα πράττων, οὕτως ἐξαίφνης μεταβέβληται· εἶτα πάλιν οἱ μάρτυρες οἱ συνόντες· εἶτα δείκνυσιν ἑαυτὸν δικαίως πεισθέντα, καὶ οὐκ ἀπατηθέντα, ἀπὸ τοῦ φωτὸς, ἀπό τε τῶν προφητῶν, ἀπό τε τῶν ἐκβάσεων, ἀπό τε
5τῶν νῦν γεγενημένων. ὅρα γοῦν πῶς ἀπὸ προφητῶν καὶ ἀπὸ τού‐ των αὐτοὺς πιστοῦται· ἵνα γὰρ μὴ δόξῃ καινοτομεῖν, καίτοι γε ἔχων μεγάλα εἰπεῖν, πάλιν ἐπὶ τοὺς προφήτας καταφεύγει, καὶ τοῦτο μέσον τίθησι· τοῦτο μὲν οὖν ἀξιοπιστότερον, ἅτε νῦν γενό‐ μενον· ἀλλ’ ἐπειδὴ μόνος εἶδε, πάλιν αὐτὰ ἀπὸ προφητῶν πιστοῦ‐
10ται. Καὶ ὅρα αὐτὸν οὐχ ὁμοίως διαλεγόμενον ἐν δικαστηρίῳ καὶ ἐν ἐκκλησίᾳ· ἐκεῖ μὲν οὖν λέγει, ὅτι καὶ ἀνείλετε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ὥστε μὴ πλέον ἐκκαῦσαι τὸν θυμόν· ἀλλὰ τὸ αὐτὸ δείκνυσιν εἰπὼν, εἰ παθητὸς ὁ Χριστὸς, οὕτως ἀφίησιν αὐτὸν ἐγ‐ κλημάτων· ὅτι καὶ οἱ προφῆται, φησὶ, τοῦτο λέγουσιν, οὐκοῦν
15δέξασθε. καὶ τὸ λοιπὸν, ἐπειδὴ εἶπε τὴν ὄψιν, λοιπὸν μετ’ ἀδείας καὶ τὰ κατορθώματα λέγει. Ἀμμωνίου. “Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ” ἐνόμισα ἐξ οἰκείας ἐπικρίσεως τοῦτο οὕτω δεῖν γενέσθαι· “περισσῶς τε ἐμμαινόμενος,” ἄτοπα τινὰ ἐποίουν, ἅπερ οἱ πάνυ μεμηνότες ἐποίουν· ἢ τάχα καὶ
20περισσότερον ἐγὼ ἐκείνων ἐμαινόμην, ἐπείπερ ἑκὼν ἔπραττον τὸ κακόν. Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρό‐ τητα τοῦ ἡλίου, περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ
25πορευομένους. πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι δια‐ λέκτῳ, Σαοὺλ, Σαοὺλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Τοῦ αὐτοῦ. “Εἶδον ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου,” τῶν
30αἰσθητῶν τὸ φωτεινότερον παράγων, καὶ μὴ δυνάμενος ἀντισῶσαι τῷ φωτὶ ἐκείνῳ τὸ τοῦ Ἰησοῦ φῶς, καθὼς δύναται παραδέξασθαι ἀκοῇ ἀνθρώπου λαβεῖν· ὑπερνικᾶν τὸ ἡλιακὸν φῶς ἐκεῖνο φήσας “ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν,” τῷ ἐθνικῷ διαλεγόμενος, κηρύξαι τὲ
αὐτῷ πρῶτον ἀνάστασιν νεκρῶν, ἐπιφέρει, καὶ τὸ δεῖν πιστεύειν391

392

τῷ μόνῳ Θεῷ, ἀποστάντα τινὰ τῆς τοῦ Σατανᾶ πλάνης· ἀφίστα‐ ται δὲ, εἰ τοῖς λόγοις τοῖς τῶν εὐαγγελιζομένων πεισθῇ τις· εἶτα καταλέγει καὶ τὰ τῶν πιστῶν ἀγαθὰ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ μετὰ τῶν ἁγίων ἐγκαταλεγῆναι.
5 Ἐγὼ δὲ εἶπον, τίς εἶ, Κύριε; ὁ δὲ Κύριος εἶπεν, ἐγὼ εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις· ἀλλ’ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην προχειρί‐ σασθαί σε ὑπηρέτην καὶ μάρτυρα, ὧν τε εἶδες, ὧν τε ὀφθήσομαί σοι,
10 Τοῦ Χρυσοστόμου. Τούτοις ἐπείσθην, φησὶ, ταύτῃ τῇ ὀπτα‐ σίᾳ με ἐπηγάγετο, καὶ οὕτως ἔπεισε μὴ ἀναβάλλεσθαι. Ἐξαιρούμενός σε, ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐξαποστελῶ σε, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπι‐ στρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ τῆς ἐξουσίας τοῦ
15Σατανᾶ ἐπὶ τὸν Θεὸν, Τοῦ Χρυσοστόμου. Τὰ συνέχοντα κακὰ τοὺς ἀπίστους δείκ‐ νυσι τὸν Σατανᾶν, τὸ σκότος· τὰ ἀγαθὰ τῶν πιστῶν, τὸ φῶς, τὸν Θεὸν, τὸν κλῆρον τῶν ἁγίων· οὐχ ἁπλῶς μετανοεῖν παραινεῖ, ἀλλὰ καὶ βίον ἐπιδείκνυσθαι θαυμαστόν· καὶ ὅρα πανταχοῦ τὰ ἔθνη
20συμπλεκόμενα τῷ λαῷ· οἱ γὰρ παρόντες ἐξ ἐθνῶν ἤσαν. Τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις τῇ πίστει τῇ εἰς ἐμέ. ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ ἐν Ἱεροσολύμοις,
25εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ἀπήγγελλον μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν ζῶντα Θεὸν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Τοῦ αὐτοῦ. Ὁ τοίνυν καὶ τοὺς ἄλλους παιδεύων περὶ βίου ἀρίστου, πῶς ἂν αὐτὸς στάσεως καὶ φιλονεικίας ἀρχηγὸς γέ‐
30γονα; Ἀμμωνίου. Ὁ Παῦλος κηρύξας δι’ ὧν κρίνεται τὴν πίστιν,
ἐπὶ τέλει τοῦ λόγου, φησὶ, τῷ λαῷ καὶ τοῖς ἔθνεσιν· ἵνα καὶ τὸν392

393

Ἀγρίππαν καὶ τοὺς σὺν αὐτῷ προτρέψηται ἐθνικοὺς, καὶ τοὺς ὅσοι παρῆσαν Ἰουδαῖοι. Καὶ πάλιν, “ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγε‐ “νόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ·” ὥσπερ οὖν ἐγὼ ἐπίστευσα, οὕτω δεῖ καὶ τὸν ἀκούοντά μου, πιστεῦσαί μοι· οὐ γὰρ ἀκοὴν
5ἀπαγγέλλω λόγων ἑτέρων, ἀλλ’ ὧν ἐγὼ ἤκουσα καὶ εἶδον ἐξ οὐρα‐ νοῦ· κατὰ ὀπτασίαν δέ ἐστιν ἡ καθαρὰ θέα, ἡ ὑπερβαίνουσα ἄν‐ θρωπον· ἅπερ τις ἐν σαρκὶ, δίχα τοῦ ἀποκαλυφθῆναι αὐτοῦ τοὺς ὀφθαλμοὺς, οὐκ ἔστιν ἰδεῖν δυνατός. Ἕνεκα τούτων Ἰουδαῖοί με συλλαβόμενοι ὄντα ἐν τῷ
10ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι. ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τὲ καὶ μεγάλῳ, Τοῦ Χρυσοστόμου. Ὅρα πως ἐκτὸς κολακείας ἐστὶν ὁ λόγος αὐτοῦ· καὶ τὸ πᾶν ἐπιγράφει τῷ Θεῷ· εἶτα ἡ παρρησία· ἀλλ’
15οὐδὲ νῦν ἀφίσταμαι, καὶ τὸ ἀσφαλὲς ἀπὸ προφητῶν γὰρ ἰσχυρί‐ ζομαι, “εἰ παθητὸς ὁ Χριστός·” εἶτα ἡ ἀνάστασις καὶ ἡ ἐπαγ‐ γελία· εἶδε τὴν παρρησίαν ὁ Φῆστος, καὶ τί φησιν; ἐπειδὴ ἀεὶ πρὸς τὸν βασιλέα διελέγετο, ὥσπερ ἔπαθέ τι, καὶ φησὶ πρὸς αὐ‐ τὸν, “μαίνῃ Παῦλε,” καὶ τὰ ἑξῆς.
20 Οὐδὲν ἐκτὸς λέγων ὧν τὲ οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωυσῆς, εἰ παθητὸς ὁ Χρι‐ στὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι. Τοῦ Χρυσοστόμου. Ἵνα μὴ δόξῃ αὐτὸς διδάσκαλος εἶναι, τοὺς
25προφήτας ἐπάγει, τὸν Μωσέα λέγοντα, “εἰ παθητὸς ὁ Χριστὸς, “εἰ πρῶτος ἐξαναστάσεως.” Ὅτι μὲν οἱ προφῆται ἐλάλησαν περὶ τοῦ πάθους Χριστοῦ, περιττὸν τὰ πᾶσι πρόδηλα λέγειν· ὅτι δὲ καὶ Μωσῆς, δῆλον ἐκ τοῦ εἰπεῖν αὐτὸν ὡς ἐκ προσώπου τοῦ Ἰούδα, “ὡς λέων ἀναπεσὼν
30“ἐκοιμήθη, καὶ ὡς σκύμνος λέοντος· τίς ἐγερεῖ αὐτόν;” σαφῶς γὰρ τὸν θάνατον τοῦ Χριστοῦ καὶ τὴν ἀνάστασιν σημαίνει, καὶ μὴν καὶ τὸ πάθος δι’ ὧν πάλιν φησὶν, “ὄψεσθε τὴν ζωὴν ὑμῶν κρε‐
“μαμένην ἐπὶ ξύλου ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν.”393

394

Διδύμου. Ὁ βουλόμενος ἀποδεικνύναι πῶς Μωϋσῆς οἶδε τὸ πάθος καὶ τὴν ἀνάστασιν τοῦ Χριστοῦ· ἀλλὰ πῶς φωτίσει τὸν λαὸν καὶ τὰ ἔθνη, συγχρήσεται τῇ πρὸς Ἰούδαν εὐλογίᾳ ἀναφερο‐ μένῃ ἐξ ὅλων εἰς τὸν Χριστὸν, ἧς ἐν μέρει κεῖται· “σκύμνος
5“λέοντος Ἰούδα ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ἀναπεσὼν ἐκοιμή‐ “θης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;” Καὶ μεθ’ ἕτερα—Καὶ αὐτὸς προσδοκία ἐθνῶν· κοίμησις γὰρ ἐν τούτοις ὁ θάνατος, καὶ ἡ ἀνάστασις ἔγερσις λέγεται. μεθ’ ἣν ἀνάστασιν, “μαθητεύσατε πάντα τὰ ἔθνη,” τοὺς γνωρίμους ἔπεμψε· πολλοὶ
10εἰλήφασι περὶ τοῦ σταυροῦ εἰρῆσθαι παρὰ τῷ Μωσεῖ· “ὄψεσθε “τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν·” συγ‐ χρήσῃ καὶ τῷ “εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ” φερομένῳ ἐν Δευτερονομίῳ· πρὸς δεῖξιν τοῦ φωτὸς κατηγγελκέναι τὸν Ἰη‐ σοῦν, μὴ μόνον τοῖς ἔθνεσιν ἀλλὰ καὶ τῷ λαῷ Ἰσραήλ· καὶ πάλιν
15εἰπὼν περὶ Μωσέως ὁ Παῦλος, μείζονα πλοῦτον ἡγησάμενος τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ ὑπὲρ τοὺς ἐν Αἰγύπτῳ βασιλικοὺς θησαυ‐ ροὺς, πάλιν τὸν σταυρὸν σημαίνει. Ἀμμωνίου. “Εἰ παθητὸς ὁ Χριστός·” τὸ τοῦ Χριστοῦ ὄνομα Θεὸν ἔνσαρκον, σὺν ψυχῇ νοερᾷ παρέχον νοεῖν ἡμῖν, οὐκ ἔξω λόγου,
20καὶ παθητὸν αὐτὸν λέγει· ταῦτα δέ, φησι, Μωυσῆς καὶ οἱ προφῆ‐ ται προεῖπον· εἰ πρῶτος ἐξαναστάσεως νεκρῶν φῶς μέλλει καταγ‐ γέλλειν τῷ λαῷ, καὶ τοῖς ἔθνεσι τὸ τί· ἀντὶ τοῦ ὅτι ἐστί. Μωσῆς τε εἶπεν· “εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξαναστάσεως·” ὅτι παθητὸς ὁ Χριστὸς, πρῶτος. πρῶτος γὰρ οὗτος ἀνέστη, καὶ οὐκέτι
25ἀποθνήσκει· οἱ γὰρ ἀναστάντες δι’ αὐτοῦ, ἢ τῶν μαθητῶν, πάλιν ἀπέθανον, ἕως τῆς καθολικῆς ἀναστάσεως μένοντες. Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησὶ, μαίνῃ Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει· ὁ Παῦλος, οὐ μαίνομαί, φησι,
30κράτιστε Φῆστε, ἀλλὰ σωφροσύνης καὶ ἀληθείας ῥή‐ ματα ἀποφθέγγομαι. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ ἀεὶ πρὸς τὸν βασιλέα διελέγετο, ὥσπερ ἔπαθέ τι, καὶ ἰδὼν τὴν παρρησίαν ἀπὸ θυμοῦ καὶ ὀργῆς
φησὶν ὁ Φῆστος, “μαίνῃ Παῦλε·” ὁ δὲ Παῦλος τὴν αἰτίαν394

395

διδάσκει, δι’ ἣν πρὸς τὸν βασιλέα τὸν λόγον ἀπέστρεψε· “τόδε “γὰρ οὐκ ἔστιν ἐν γωνίᾳ πεπραγμένον.” Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων
5οὐδὲν πείθομαι· οὐδὲ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα περὶ τοῦ σταυροῦ φησι, περὶ τῆς ἀναστάσεως, ὅτι πανταχοῦ τῆς οἰκουμένης γέγονε τὸ δόγμα. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα
10ὅτι πιστεύεις. ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη, ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Τοῦ αὐτοῦ. Ταῦτα φησὶ δεικνὺς ὅτι τὰ πάντα οἶδεν ὁ Ἀγρίπ‐ πας, καὶ μονονουχὶ λέγων καὶ πρὸς αὐτούς· ἔδει μὲν καὶ ὑμᾶς ταῦτα εἰδέναι· τὸ γὰρ ἐπαγόμενον τοῦτό ἐστιν· “οὐ γάρ ἐστιν ἐν
15“γωνίᾳ πεπραγμένον.” Ὁ δὲ Παῦλος ἔφη, εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ πολλῷ, οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους, ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
20 Τοῦ αὐτοῦ. Τὸν ἐθνικὸν εἰς πίστιν θέλων ἑλκῦσαι, ἤθελεν αὐτὸν μαρτυρῆσαι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις, δι’ ὧν φησὶν, “τί ἄπι‐ “στον κρίνεται παρ’ ὑμῖν; ἵνα, δι’ ὧν αὐτὸς ὡμολόγει, σωθῇ·” τῷ δὲ Θεῷ τὴν τῆς ἀναστάσεως τῶν νεκρῶν κατόρθωσιν ἀφορίζει πρὸς τῷ μηδένα τοῖς λεγομένοις ἀντειπεῖν· τίς γὰρ οὗτος ἠλίθιος ἢ
25βλάσφημος, ὃς τολμήσειεν εἰπεῖν, ὅτι οὐ δύναται ὁ Θεὸς ποιῆσαι ὅσα θέλει; ἢ οὖν ἑκόντας διαπιστεῖν ἤθελεν ἐκείνους συνθέσθαι τῷ τῆς ἀναστάσεως λόγῳ, ἢ διὰ τὸν φόβον τοῦ μὴ θεομάχους ὑπο‐ πτευθῆναι αὐτούς. Οὗτός ἐστιν ὁ μετὰ τὸν πρῶτον Ἀγρίππαν καὶ τὸν Ἡρώδην
30δεύτερος Ἀγρίππας, συνώνυμος τῷ δευτέρῳ καὶ υἱὸς αὐτοῦ γενό‐ μενος, ὑπὸ Κλαυδίου αὐτοκράτορος Ῥωμαίων βασιλεὺς τῆς Ἰου‐ δαίας.
Τοῦ Χρυσοστόμου. Καίτοι ἄξιον ἦν δόξης· ἀλλὰ πρὸς τὴν395

396

κείνων ὑπόληψιν ἀφορῶν, διὰ τοῦτο εἶπε, “παρεκτὸς τῶν δεσμῶν “τούτων.” Τοῦ αὐτοῦ. Τί λέγεις, ὦ Παῦλε, ἄνευ τῶν δεσμῶν; καὶ ποιά σοι λοιπὸν παρρησία, εἰ ταῦτα αἰσχύνῃ καὶ φεύγεις; καὶ ταῦτα
5ἐπὶ δήμου τοσούτου· οὐ πανταχοῦ τῶν Ἐπιστολῶν ἐπὶ τῷ πράγματι τούτῳ καυχᾶσαι, καὶ δεσμὸν σεαυτῷ καλεῖς; καὶ τὴν ἄλυσιν ἡμῖν ἀντὶ διαδήματος πανταχοῦ περιφέρεις; τί τοίνυν γέγονε νῦν, ὅτι ἀπεύχῃ τὰ δεσμά; “οὐκ αὐτὸς ἀπεύχομαι,” φησιν, “οὐδὲ αἰ‐ “σχύνομαι·” ἀλλ’ ἐκείνων τῇ ἀσθενείᾳ συγκαταβαίνω· οὔπω γὰρ
10χωροῦσι δέξασθαι τὸ καύχημα τὸ ἐμόν· ἔμαθον δὲ παρὰ τοῦ δε‐ σπότου μου “μὴ ἐπιβαλεῖν ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ “παλαίῳ·” καὶ διὰ τοῦτο οὕτως εἶπον. Καὶ μετ’ ὀλίγα—Δεῖ τοίνυν συγκαταβαίνειν· ὅταν γὰρ μάθωσι φιλοσοφεῖν, τότε εἴσονται καὶ τοῦ σιδήρου τούτου τὸ κᾶλλος καὶ τὴν ἀπὸ τῶν δεσμῶν περι‐
15φάνειαν. Καὶ πάλιν—Οὐ γὰρ τὸ δεθῆναι διὰ Χριστὸν, ἀλλὰ τὸ φοβηθῆναι τὰ δεσμὰ, καὶ προδοῦναί τι τῶν τοῦ Χριστοῦ, τοῦτο αἰσχύνη· ὡς ἐὰν τοῦτο μὴ ᾖ, καὶ παρρησίας πρόξενα τὰ δεσμά. Ἀμμωνίου. Δείκνυσι τὸ τῆς θεοσεβοῦς αὐτοῦ ἀγάπης ὁ λόγος· εἰς μὲν τὰ καλὰ πάντας θέλων κοινωνοὺς εἶναι, μηδένα δὲ αὐτῷ
20κοινωνῆσαι εἰς βάσανον ἢ θλίψιν. Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη τὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι οὐδὲν ἄξιον θανάτου ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος
25οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, ἀπολελύσθαι ἠδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα. Τοῦ Χρυσοστόμου. Ὁρᾷς πῶς καὶ πάλιν ὑπὲρ αὐτοῦ ψηφί‐ ζονται, καὶ μετὰ τὸ εἰπεῖν μαίνῃ, ἀφίησιν αὐτὸν, οὐ τοῦ θανάτου ἀλλὰ καὶ τῶν δεσμῶν. καὶ τέλεον ἂν ἀφῆκαν αὐτὸν, εἰ μὴ Καίσαρα
30ἐπεκέκλητο· ἀλλὰ τοῦτο οἰκονομικῶς γέγονε τὸ καὶ μετὰ δεσμῶν ἀπελθεῖν μέχρι δεσμῶν, ὡς κακοῦργος φησὶν, εἰ γὰρ ὁ Κύριος αὐτοῦ μετὰ ἀνόμων ἐλογίσθη, πολλῷ μᾶλλον οὗτος· ἀλλ’ ὥσπερ ἐκεῖνος οὐκ ἐκοινώνησε τῆς δόξης, οὕτως οὐδὲ οὗτος· τὸ γὰρ θαυμαστὸν τότε ἀνα‐
φαίνεται τὸ ἀναμεμιγμένον τούτοις, μηδὲν παρ’ αὐτῶν βλάπτεσθαι.396

397

(1t)

ΚΕΦ. ΛΗ.
2tΠλοῦς Παύλου ἐπὶ Ῥώμην κινδύνων τὲ πλείστων καὶ μεγάλων ἔμπλεως.
3 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμῶτας
5ἑκατοντάρχῳ ὀνόματι Ἰουλίῳ, σπείρης Σεβαστῆς. ἐπι‐ βάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ, μέλλοντι πλεῖν ἐπὶ τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα·
10 Τοῦ Χρυσοστόμου. Καὶ Ἀρίσταρχος μέχρι που συνέρχεται τῷ Παύλῳ· καλῶς καὶ χρησίμως πάρεστιν Ἀρίσταρχος, μέλ‐ λων ἅπαντα ἀπαγγέλλειν εἰς Μακεδονίαν τὰ περὶ αὐτοῦ. Φιλανθρώπως τὲ ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος, ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυ‐
15χεῖν. Τοῦ αὐτοῦ. “Φιλανθρώπως τέ.” εἰκὸς γὰρ ἦν αὐτὸν ἀπὸ πολλῆς κακώσεως εἶναι, τῶν δεσμῶν, τοῦ φόβου, τοῦ ἄγεσθαι καὶ φέρεσθαι· ὅρα πῶς οὐδὲ τοῦτο κρύπτει, ὅτι ἐβούλετο ἐπιμελείας τυχεῖν.
20 Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνεμοὺς εἶναι ἐναντίους. τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήλθο‐ μεν εἰς Μύρα τῆς Λυκίας. Τοῦ αὐτοῦ. Πάλιν πειρασμοὶ, πάλιν ἄνεμοι ἐναντίοι· ὅρα διὰ
25πάντων οὕτω τὸν βίον τῶν ἁγίων ὑφαινόμενον· ἐξέφυγε τὸ δικα‐ στήριον, καὶ περιπίπτουσι ναυαγίῳ χειμῶνος. Κἀκεῖσε εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρινὸν πλέον εἰς Ἰταλίαν, ἀνεβίβασεν ἡμᾶς εἰς αὐτό. ἐν ἱκα‐ ναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι
30κατὰ τὴν Κνίδον, μὴ προσεῶντος τοῦ ἀνέμου, ὑπεπλεύ‐397

398

σαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλε‐ γόμενοι αὐτὴν, ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Κα‐ λοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασία. Τοῦ αὐτοῦ. “Πλοῖον,” φησὶν, “Ἀλεξανδρινὸν,” εἰκὸς καὶ
5ἐκείνους ἀπαγγεῖλαι εἰς τὴν Ἀσίαν τὰ κατὰ τὸν Παῦλον, καὶ τούτους εἰς τὴν Λυκίαν· ὅρα τὸν Θεὸν οὐδὲν καινίζοντα οὐδὲ μετα‐ βάλλοντα· ἀλλὰ ἀφιέντα αὐτὸν εἰς τοὺς ἀνεμοὺς τοὺς ἀνεπιτη‐ δείους πλεῖν· οὐκ ἀφῆκεν αὐτοὺς εἰς πέλαγος, ἀλλ’ ἀεὶ παρὰ γῆν ἔπλεον.
10 Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπι‐ σφαλοῦς τοῦ πλοὸς, διὰ τὸ καὶ νηστείαν ἤδη παρελη‐ λυθέναι, παρῄνει ὁ Παῦλος, λέγων αὐτοῖς, Τοῦ αὐτοῦ. Τὴν νηστείαν ἐνταῦθα τῶν Ἰουδαίων λέγειν ἡγοῦ‐ μαι· μετὰ γὰρ τὴν πεντηκοστὴν ἐξῆλθον ἐκεῖθεν μετὰ πολὺν χρό‐
15νον, ὡς ἐν αὐτῷ σχεδὸν τῷ χειμῶνι παραγενέσθαι εἰς τὰ μέρη τῆς Κρήτης· καὶ τοῦτο δὲ οὐ μικρὸν θαῦμα τὸ διασωθῆναι, καὶ δι’ αὐτὸν ἐκείνους. Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν
20ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. Τοῦ Χρυσοστόμου. Ὅρα τὸ ἄτυφον· ἵνα μὴ δόξῃ προφη‐ τεύειν, ἀλλ’ ἀπὸ στοχασμοῦ λέγειν· “θεωρῶ,” φησιν, οὐδὲ γὰρ ἂν ἐδέξαντο εὐθέως, εἰ τοῦτο εἶπε· πρότερον προφητεύει καὶ λέγει, ὁ Θεὸς, ᾧ λατρεύω, ἐνάγων αὐτούς· πῶς οὖν ἐγένετο μετὰ ζημίας
25ψυχῶν; ἐγένετο ἂν, εἰ μὴ ὁ Θεὸς διέσωσεν· ὅσον γὰρ κατὰ τὴν φύσιν τοῦ πράγματος, ἀπώλοντο ἂν, ἀλλ’ ὁ Θεὸς ἐκώλυεν. Ἀμμωνίου. Προφήτης γὰρ ὢν, ἀνήγγειλε τὸν ἐσόμενον ἐν τῷ πλοίῳ κίνδυνον Παῦλος· καὶ παραινῶν, οὐκ ἔπειθεν αὐτοὺς ἐν Κρήτῃ παραχειμάσαι, οὐ τῆς εἱμαρμένης αὐτοὺς εἰς τοῦτο εἰσα‐
30γούσης, ἀλλὰ τῆς ἑαυτῶν γνώμης. Ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο, ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις.
ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμα‐398

399

σίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴπως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λι‐ μένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρα‐
5τηκέναι, ᾄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. Τοῦ αὐτοῦ. Νομίζων ὅτι δεῖ μᾶλλον τοῖς ἐμπείρως ἔχουσι πρὸς τὸ πλεῖν πείθεσθαι, ἢ ἐπιβάτῃ ἀπείρῳ ναυτικῆς· ὥστε οὖν γνώμης ἦν καὶ οὐ τύχης τὸ ἁμάρτημα· ὅτι γὰρ οἴδαμεν κατὰ φύσιν ἐκφυγεῖν κίνδυνον, αὐτὴ ἡ πείρα τῶν πραγμάτων διδάσκει
10μὴ κατακρημνίζειν ἑαυτὸν τινὰ, ὡς ἀναμφιβόλως τοῦ πράγματος κίνδυνον φέροντος, τῆς τύχης καὶ εἱμαρμένης εἰπὼν προὖπτον κοι‐ μωμένης, ἢ γρηγορούσης μὲν, μηδὲν δὲ δυναμένης ἀντιπράξασθαι κατὰ τῆς προαιρέσεως τῆς τῶν ἀνθρώπων· καθ’ ἣν ᾧ ἂν βούλωνται, τὰ ἐφ’ ἑαυτῆς πράγματα ἄγουσι καὶ φέρουσιν, ὡς καὶ οἱ σὺν τῷ
15Παύλῳ ἐκδημοῦντες· οὕτω δὲ κατὰ προαίρεσιν ἔπραττον, ὅτι εὐ‐ θέως ἐπιτηδείου τυχόντες ἀνέμου ἔχαιρον κατὰ τὸ ῥῆτον· φησὶ γὰρ, “ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατη‐ “κέναι,” ὧν τὸ ἀπειθὲς κατελέγχων ὁ Παῦλος φησὶν, “ἔδει μὲν, “ἄνδρες, πειθαρχήσαντάς μοι, μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης.”
20 Μετ’ οὐ πολὺ δὲ ἔβαλε κατ’ αὐτῆς ἄνεμος τυφωνι‐ κὸς, ὁ καλούμενος Εὐρυκλύδων. συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπι‐ δόντες ἐφερόμεθα· νησίον δέ τι ὑποδραμόντες Κλαύδην, μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· ἢν
25ᾄραντες, βοηθείας ἐχρῶντο, ὑποζωννῦντες τὸ πλοῖον· Ἀμμωνίου. “Συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυνα‐ μένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ·” ὥστε οὐ δεῖ κυριολεκτεῖν ἀπαι‐ τεῖν τὴν γραφήν· ἐπεὶ πῶς δύναται κυρίως ἐπὶ πλοίου λαβεῖν τὴν λέξιν τοῦ ἀντοφθαλμεῖν, ὅπου ἐπὶ ἀνθρώπου ἁρμόζει;
30 Φοβούμενοί τε μὴ εἰς τὴν σύρτην ἐκπέσωσι, χαλά‐ σαντες τὸ σκεῦος, οὕτως ἐφερόμεθα. σφοδρῶς δὲ χει‐ μαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο. καὶ τῇ
τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν· μήτε399

400

δὲ ἡλίου, μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέ‐ ρας, χειμῶνος δὲ οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃ‐ ρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς. Τοῦ Χρυσοστόμου. Τουτέστι τὰ ἱστία· ὅταν γὰρ σφοδρὸς
5ἄνεμος ᾖ, τοῦτο γίνεται ἐγκοπτομένης τῆς πρύμνης· τὸ μὲν οὖν γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο, τὸ δὲ θαῦμα μεῖζον, ὅτι ἐν καιρῷ τοιούτῳ ἐκ μέσων ἐσώθησαν τῶν κινδύνων, αὐτός τε καὶ δι’ αὐτὸν οἱ λοιποί. Καὶ μετ’ ὀλίγα—Εἶτα χαλεπὸς ὁ χειμὼν, πολὺ τὸ σκότος· καὶ ἵνα μὴ ἐπιλάθωνται, καὶ τὸ πλοῖον διαλύεται, καὶ ὁ
10σῖτος ῥίπτεται καὶ πάντα, ἵνα μὴ ἔχωσι μετὰ ταῦτα ἀναισχυν‐ τεῖν· διὰ γὰρ τοῦτο καὶ τὸ πλοῖον διαλύεται καὶ ἐπισφίγγονται αὐτῶν αἱ ψυχαί. Παραίνεσις Παύλου πρὸς τοὺς σὺν αὐτῷ περὶ ἐλπίδος σωτηρίας. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦ‐
15λος ἐν μέσῳ αὐτῶν εἶπεν, ἔδει μὲν, ὦ ἄνδρες, πειθαρχή‐ σαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμιᾶς ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. παρέστη γάρ μοι ταύτῃ τῇ
20νυκτὶ τοῦ Θεοῦ, οὗ ἐγὼ λατρεύω, ἄγγελος, λέγων, μὴ φοβοῦ, Παῦλε, Καίσαρί σε δεῖ παραστῆναι· Τοῦ αὐτοῦ. Εἶτα μετὰ τὸν τοσοῦτον χειμῶνα οὐκ ἐπεμβαί‐ νων αὐτοῖς διαλέγεται, ἀλλὰ βουλόμενος κἂν εἰς τὸ μέλλον πι‐ στευθῆναι, καὶ τὰ γεγενημένα παραλαμβάνει εἰς μαρτυρίαν τῆς
25τῶν ῥηθησομένων ἀληθείας· καὶ δύο προλέγει· ὅτι εἰς νῆσον ἐκπε‐ σεῖν δεῖ, καὶ ὅτι τὸ μὲν πλοῖον ἀπολεῖται, οἱ δὲ ἐνόντες σωθήσον‐ ται· ὅπερ οὐκ ἦν στοχασμοῦ ἀλλὰ προφητείας· καὶ ὅτι “Καίσαρι “δεῖ παραστῆναι.” Καὶ ἰδοὺ, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέ‐
30οντας μετὰ σοῦ. διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ, ὅτι οὕτως ἔσται καθ’ ὃν τρόπον λελάληταί μοι. εἰς
νῆσον δέ τινα δεῖ ὑμᾶς ἐκπεσεῖν.400

401

Τοῦ Χρυσοστόμου. Τὸ “κεχάρισταί σοι ὁ Θεὸς ἅπαντας,” οὐχὶ ἀλαζονείας ἐστὶν, ἀλλὰ βουλομένου προσάγεσθαι τοὺς πλέ‐ οντας· οὐχ ἵνα αὐτῷ χάριν ἔχωσιν, ἀλλ’ ἵνα πείθωνται τοῖς ὑπ’ αὐτοῦ λεγομένοις· ὡσανεὶ ἔλεγεν, ἄξιοι μέν εἰσιν ἀποθανεῖν, ἐπειδὴ
5παρήκουσαν· πλὴν εἰς τὴν χάριν τὴν σὴν τοῦτο γεγένηται· πρότε‐ ρον γοῦν προφητεύει καὶ λέγει “ὁ Θεὸς ᾧ λατρεύω,” ἐνάγων αὐ‐ τούς. πῶς οὖν οὐκ ἐγένετο μετὰ ζημίας ψυχῶν; ἐγένετο ἂν, εἰ μὴ ὁ Θεὸς διέσωσεν· ὅσον γὰρ κατὰ τὴν φύσιν τοῦ πράγματος, ἀπώ‐ λοντο ἄν· ἀλλ’ ὁ Θεὸς ἐκώλυσεν· εἶτα ἵνα δειχθῇ ὅτι οὐκ ἀπὸ
10στοχασμοῦ ταῦτα ἔλεγεν, ὁ κυβερνήτης τὰ ἐναντία ἔλεγε, καὶ ταῦτα ἔμπειρος ὤν· οὕτως οὐκ ἀπὸ στοχασμοῦ ἦν τὰ λεγόμενα· καὶ ὁ τόπος ταῦτα παρῄνει ἀνεύθετος ὢν, καὶ οἱ πλείους ἀπὸ στο‐ χασμοῦ μᾶλλον ἐφαίνοντο λέγοντες· εἶτα χαλεπὸς ὁ χειμὼν, πολὺ τὸ σκότος, καὶ ἵνα μὴ ἐπιλάθωνται καὶ τὸ πλοῖον διαλύεται·
15καὶ ἐπισφίγγονται αὐτῶν αἱ ψυχαί· οὐ μικρὰ δὲ πρὸς τὴν ἀκρόα‐ σιν συνεβάλλετο καὶ ὁ χειμὼν καὶ τὸ σκότος· ὅρα γοῦν πῶς πεί‐ θεται ὁ ἑκατοντάρχης· καὶ ὁ τόπος χαλεπὸς κατὰ τὸν Ἁδρίαν, καὶ ἀσιτία πολλή· ἐν μέσῳ γὰρ ἦσαν θανάτου. Ἀμμωνίου. “Κεχάρισταί σοι ὁ Θεὸς πάντας·” ὥστε οὖν
20ψευδὲς τὸ εἰρημένον τῷ Ὁμήρῳ· μοίραν δ’ οὔτινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν, οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται. Ὃ σημαίνει ὅτι ἀδύνατον ἐκφυγεῖν τὴν τοῦ θανάτου εἱμαρμένην ἅμα τῇ γεννήσει ὁριζούση τοῦ ἀνθρώπου τὸν θάνατον· ἰδοὺ γὰρ εἰ
25μὴ διὰ Παῦλον πάντες εἶχον οἱ ἐν τῷ πλοίῳ ἀπολέσθαι, τοῦ Θεοῦ τοῦτο δωρησαμένου αὐτοῖς τιμῇ τοῦ δικαίου· ἔπειτα δὲ εἰ εἵμαρτο πάντας ἀπολέσθαι, ὅσον ἐκ τῶν εἰκότων, ἐν πελάγει ἄσιτος μείνας δεκατέσσαρας ἡμέρας ἐν τῷ πλοίῳ, καὶ ὕστερον ναυαγήσας· εἶπε γὰρ ὁ ψευδὴς λόγος,
30 οὐ κακὸν, οὐδὲ μὲν ἐσθλὸν, ἔδει γὰρ καὶ τοὺς καλοὺς καὶ τοὺς κακοὺς ἐν ἑνὶ πεσόντας πτώματι ἀναμφίβολον φέροντι θάνατον, ἀποθανεῖν· ἀλλὰ τὸ ἐναντίον εἶπεν ἡ γραφὴ, ὅτι ὁ δίκαιος ἐσώζετο ἐξ ὡμολογημένου κινδύνου, καίτοι πάντων τῶν ἐν αὐτῷ ἀποθνησκόντων· οὕτω γὰρ ἦν τῷ Θεῷ δόξαν
35ἀπελθεῖν αὐτὸν ἐν Ῥώμῃ· καὶ ἠδύνατο μὲν ὁ Θεὸς καὶ ἁρπάσας401

402

ἀπὸ Ἱερουσαλὴμ δι’ ἀγγέλου στῆσαι ἐν Ῥώμῃ, καθὼς τὸν Ἀμβα‐ κοὺμ ἐξ Ἰουδαίας ἁρπάσας παρέστησεν ἐν Βαβυλῶνι τῷ λάκκῳ τοῦ Δανιήλ· ἀλλ’ οὐκ ἐποίησε· καὶ τοῦτο θαυματουργίας ἔργον εἶναι δεῖξας, τὸ ἐξ ἀνελπίστου κινδύνου σῶσαι τὸν Παῦλον καὶ
5τοὺς σὺν αὐτῷ· ἐχαρίσατο δὲ τὰς μὲν ψυχὰς τῷ Παύλῳ, φιλό‐ στοργος γὰρ ἦν καὶ φιλάδελφος· τὸ δὲ πλοῖον καὶ τὰ σὺν αὐτῷ, ὡς μὴ ἀντιποιουμένου τοῦ θεοφιλοῦς τῶν ἐπὶ γῆς, μηδὲ ἀχθομέ‐ νου ἐπὶ τῇ τούτων ἀπωλείᾳ· ὧδε οὖν διὰ τὸν δίκαιον ζῶσιν οἱ ἀσεβεῖς· ἔστι δὲ ὅτε τὸ ἐναντίον· καὶ πρὸ ὥρας ὁ ἀσεβὴς ἀπόλ‐
10λυται διὰ τὴν ἑαυτοῦ κακίαν· τοῦ Θεοῦ οὕτως πάλιν βουλομένου, καθὼς ὁ Ἐκκλησιαστὴς φησὶ, “μὴ ἀσεβήσῃς πολὺ, μηδὲ γίνου “σκληρὸς, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου·” πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται· πάντα μὲν δυνατὰ τῷ πιστεύοντι· πλὴν οὗτος οὐ διὰ πίστεως καὶ εὐχῆς ἤνυσε τὴν σωτηρίαν τῶν συμπλεόντων, ἀλλὰ
15πιστεύσας ὅτι οὕτως ἔσται, ὡς ἐλαλήθη αὐτῷ. Ὡς δὲ τεσσαρεσδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες, εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν
20βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥί‐ ψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει
25ἐκ πρώρας ἀγκύρας μελλόντων ἐκτείνειν, Τοῦ Χρυσοστόμου. Ἔμελλον οἱ ναῦται φευγεῖν, ἀπιστοῦντες τοῖς λεγομένοις· ὁ δὲ ἑκατοντάρχης πιστεύει σὺν τῷ Παύλῳ· φησὶ γὰρ, ἐὰν οὗτοι φύγωσιν, “ὑμεῖς σωθῆναι οὐ δύνασθε·” οὐ διὰ τοῦτο, ἀλλ’ ἵνα κατάσχῃ αὐτοὺς, καὶ ἡ προφητεία μὴ διαπέσῃ·
30ὅρα καθάπερ ἐν ἐκκλησίᾳ παιδευομένους αὐτούς· τοῦ Παύλου τὴν φιλοσοφίαν· πῶς ἐκ μέσων αὐτῶν ἔσωσε τῶν κινδύνων· οἰκονομι‐ κῶς ἀπιστεῖται ὁ Παῦλος, ἵνα μετὰ πείρας τῶν πραγμάτων πιστευθῇ· ὅπερ οὖν καὶ γέγονεν· ὅρα γοῦν πῶς πείθεται ὁ ἑκατόν‐
ταρχος, ὥστε καὶ τὴν σκάφην ἀφεῖναι καὶ ἀπόλεσαι· εἰ δὲ οἱ402

403

ναῦται οὐδέπω ἐπείσθησαν, ἀλλ’ ὕστερον πείθονται· καὶ γὰρ τὸ γένος τὸ τούτων ἰταμόν πως ἐστὶν, οὐκ ἔστιν εὐπαράδεκτον· ἐγκα‐ λῶν τίς ἐν συμφορᾷ τότε εὐπαράδεκτος γίνεται· τότε τοίνυν ἐπι‐ τίθεται, ὅτε πᾶσα ἡ ἐλπὶς τοῦ σωθῆναι περιαιρεθῇ· ἵνα μήτις
5εἴπῃ, ὅτι οὐδὲν γέγονεν, ὁ φόβος μαρτυρεῖ· τότε τὰ χρηστὰ λέγει. Εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώ‐ ταις, ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία
10τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. Ἀμμωνίου. Ὅτε εἶδον ὅτι ἡ ἀβουλία αὐτῶν ἐποίησεν αὐτοὺς κινδυνεῦσαι, τότε ἤρξαντο τῷ Παύλῳ πείθεσθαι, ὡς μᾶλλον τῆς εὐκαίρου συμβουλῆς τῆς παρὰ ἁγίου ἀνδρὸς γινομένης, δυναμένης σῶσαι, ἢ εἱμαρμένης τῆς ἐν κινδύνῳ, μηδὲ ὄνομα ἐχούσης· εἰ γὰρ
15εἱμαρμένῃ ἐπείθοντο ἐκεῖνοι, καίτοι ὄντες ἐθνικοὶ, παριδόντες τὴν τοῦ θεοσεβοῦς συμβουλὴν, εἴων ἀπελθεῖν τοὺς ναύτας λέγοντες, ὅτι οὐκ ἂν οὗτοι ἀπελθῶσι, μὴ φέρῃ δὲ ἡμᾶς ἀποθανεῖν οὐδὲν τοῦτο ποιεῖ· ἀλλ’ οὐκ εἶπον οὔτε ἐποίησαν τὸ ἠλίθιον τοῦτο, καὶ πάσης γέμον ψευδαπάτης καὶ ἀγνοίας· δι’ ἃ ἐκ πολλῶν ἐκβλητέος ὁ
20περὶ εἱμαρμένης ἢ τύχης λόγος. Ἄχρι δὲ οὗ ἡμέρα ἤμελλε γίνεσθαι, παρεκαλεῖ ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, τεσσαρεσ‐ καιδεκάτην σήμερον ἡμέραν ἐπιτελεῖτε προσδοκῶντες, καὶ ἄσιτοι διαμένετε, μηδὲν προσλαβόμενοι, διὸ παρα‐
25καλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· Τοῦ Χρυσοστόμου. Παραινεῖ πάλιν μεταλαβεῖν τροφῆς· καὶ πείθονται, καὶ αὐτὸς πρῶτος μεταλαμβάνει· οὐ λόγῳ ἀλλ’ ἔργῳ πείθων, ὡς οὐδὲν ἔβλαψεν ὁ χειμὼν, ἀλλὰ καὶ μᾶλλον αὐτῶν τὰς ψυχὰς ὠφέλησε. Καὶ μετ’ ὀλίγα—Πῶς ἔφερον; ὁ φόβος κατ‐
30εῖχεν αὐτοὺς, καὶ οὐκ εἴα εἰς ἐπιθυμίαν τροφῆς ἐμπεσεῖν, μέλ‐ λοντας ὑπὲρ τῶν ἐσχάτων κινδυνεύειν· τὸ μὲν οὖν γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο· τὸ δὲ θαῦμα μεῖζον ὅτι ἐν καιρῷ τοιούτῳ, ἐκ
μέσων ἐσώθη πάντων κινδύνων, αὐτός τε καὶ δι’ αὐτὸν οἱ λοιποί.403

404

Τοῦτο γὰρ πρὸς τὴν ὑμετέραν σωτηρίαν ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται. Τοῦ Χρυσοστόμου. “Τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτη‐ “ρίας,” ἐστὶ τὸ φαγεῖν· μήποτε τῷ λιμῷ διαφθαρῆτε· τὸ εὐ‐
5χαριστῆσαι τῷ Θεῷ ἐπὶ τοῖς γεγενημένοις ἔρρωσεν αὐτοὺς, τοῦτο γὰρ ψυχῆς πεπληροφορημένης, ὅτι σωθήσονται. Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. εὔ‐ θυμοι δὲ γενόμενοι πάντες, καὶ αὐτοὶ προσελάβοντο
10τροφῆς· Ἀμμωνίου. “Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας τῷ Θεῷ ἐνώ‐ “πιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν·” ἑωρακὼς ὁ Παῦλος ὅτι διὰ τὴν ἀνάγκην ἐπείθοντο τῷ Παύλῳ οἱ συνόντες· καιρὸς δὲ οὐκ ἦν ἀθυμοῦσιν αὐτοῖς καὶ κινδυνεύουσιν εὐαγγελίζεσθαι τὸν Χριστόν·
15τέως ἐκ μέρους διδάσκει αὐτοὺς τὴν θεοσέβειαν, τὸ μὴ ἄλλως κλᾶν ἄρτον εἰ μὴ πρῶτον εὐχαριστήσαντας τῷ μόνῳ Θεῷ, καὶ οὕτως ἐσθίειν· καὶ ἡμᾶς δὲ τὸ αὐτὸ διδάσκει· ὁ δὲ τῆς εὐχαρι‐ στίας τρόπος τοῦτο δοκεῖ ἔχειν, ὅτι εὐχαριστοῦμεν σοι, ὦ Θεὸς, ὅτι ἠξίωσας ἡμᾶς ζῆσαι ἕως ἄρτι, ἀσίτους μείναντας· διό σοι δόξαν
20ἀναπέμποντες, κλῶμεν τὸν ἄρτον ἐπὶ τῷ μετασχεῖν τροφῆς. Ἦμεν δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομηκονταέξ. κορεσθέντες δὲ τροφῆς, ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. Τοῦ Χρυσοστόμου. Οὐ μικρὸν καὶ τοῦτο· εἴγε ἐπίστευσαν,
25ἄκαιρος ὁ πλοὸς οὐ γέγονεν· ἀλλ’ οὐκ ἦν αὐτοῖς φροντὶς τροφῆς· ἅτε οὐ περὶ τῶν τυχόντων ὄντος τοῦ λόγου· εἰκὸς ἦν αὐτοὺς ἐρω‐ τᾶν τὴν αἰτίαν δι’ ἣν πλέουσι, καὶ μαθεῖν πάντα· οὐκ ἁπλῶς οὐδὲ ἡ παρολκὴ τοῦ πλοὺς, ἀλλὰ παρέσχε τῷ Παύλῳ διδασκα‐ λίας καιρόν.
30 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβου‐ λεύοντο, εἰ δυνατὸν, ἐξῶσαι τὸ πλοῖον. καὶ τὰς ἀγκύ‐
ρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς404

405

ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμωνα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Τοῦ αὐτοῦ. Ἡμέρας δὲ, φησὶ, γενομένης, ἀνῆκαν τὰς ζευκτη‐ ρίας, καὶ λύεται τὸ πλοῖον ἐν ἡμέρᾳ, ἵνα μὴ τῷ φόβῳ διαλυθῶσιν·
5ἵνα ἴδῃς ἔργῳ τὴν προφητείαν, ὁρᾷς ὅτι καὶ κατὰ τοῦτο τῷ Παύλῳ ἐχαρίσθησαν· διὰ γὰρ αὐτὸν οὐκ εἴασεν αὐτοὺς ἀναιρεθῆ‐ ναι ὁ ἑκατοντάρχης· οὕτως ἐμοὶ δοκοῦσιν ὡμολογημένοι εἶναι κακοὶ ἐκεῖνοι ὥστε ἑλέσθαι αὐτοὺς ἀνελεῖν. Ναυάγιον Παύλου, ὅπως τὲ διεσώθησαν εἰς Μελίτην τὴν νῆσον, καὶ ὅσα τὰ
10 ἐν αὐτῇ ἐθαυματούργησεν. Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον, ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρώρα ἐρείσασα, ἔμενεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων. τῶν δὲ στρατιωτῶν ἡ βουλὴ ἐγένετο ἵνα τοὺς δεσμῶτας ἀπο‐
15κτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγῃ. ὁ δὲ ἑκατον‐ τάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, Πάλιν πειρᾶται ὁ διάβολος ἐμποδίσαι τῇ προφητείᾳ, καὶ ἐβούλοντό τινας ἀνελεῖν, ἀλλ’ οὐκ εἴασεν ὁ ἑκατοντάρχης, ἵνα τὸν
20Παῦλον σώσῃ· οὕτω ᾠκειωμένος ἦν αὐτῷ ὁ ἑκατοντάρχης. Ἀμμωνίου. Σημειωτέον πάλιν ὅτι ἑκών τις φονεύει τινὰ, οὐ τῆς εἱμαρμένης κωλυούσης τοῦτο γενέσθαι, ἢ προτρεπομένης· ἰδοὺ γὰρ βουληθέντες πρᾶξαι, ἦλθον ἐπὶ τὸ ἔργον τοῦ φόνου αὐτόβουλοι, καὶ ἀκούσαντες τοῦ ἑκατοντάρχου, πάλιν ἑκόντες ἐπαύσαντο, ὡς
25ἐξῆν αὐτοὺς μὴ πεισθῆναι, πολλοὺς ὄντας καὶ ἰσχυροὺς καὶ ξιφη‐ φόρους· ἀλλ’ ἡ βουλὴ καὶ ἡ αὐθαίρετος γνώμη καὶ πράττει ἃ θέλει, καὶ οὐ πράττει ἃ μὴ βούλεται· μωρὸν οὖν τὸ ἐνθυμεῖσθαί τι περὶ ἀσυστάτων ὀνομάτων. Ἐκελευσέ τε τοὺς δυναμένους κολυμβᾷν, ἀπορρίψαν‐
30τας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς, οὓς
μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου.405

406

καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν. καὶ διασωθέντες ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται. οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρω‐ πίαν ἡμῖν· ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάν‐
5τας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψύχος. Τοῦ Χρυσοστόμου. “Καὶ πάντες ἐσώθησαν,” καὶ ἡ προφη‐ τεία τέλος ἐλάμβανε· καὶ εἰ μὴ τῷ χρόνῳ σεμνή τις οὖσα, οὐ γὰρ πρὸ πολλῶν ἐτῶν προεῖπεν, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων
10ἑπομένη· ἀνέλπιστα γὰρ ἦν πάντα· καὶ διὰ τῆς οἰκείας σωτηρίας ἐμάνθανον τίς ὁ Παῦλος ἦν· ἀλλ’ εἴποιεν ἄν τις, διατί μὴ καὶ τὸ πλοῖον διέσωσεν; ἵνα μάθωσιν οἷον κίνδυνον διέφυγον· ὅτι οὐκ ἀν‐ θρωπίνης βοηθείας ἦν τὸ πᾶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος χωρὶς πλοίου σωζούσης· ὥστε οἱ δίκαιοι, κἂν ἐν χειμῶνι ὦσι, κἂν ἐν
15θαλάσσῃ, κἂν ἐν πελάγει, οὐδὲν πάσχουσιν· ἔπλεον, ἐκινδύνευον, καὶ ναυάγιον ὑπέμεινον, καὶ δεσμῶται διὰ Παῦλον ἐσώθησαν· ἐν‐ νόησον τί ἐστιν ἔχειν ἅγιον ἄνδρα ἐν οἰκίᾳ· πολλοὶ γὰρ οἱ χειμῶ‐ νες καὶ ἡμῖν ἐφίστανται, καὶ πολλῷ τούτων χαλεπώτεροι· ἀλλὰ δύναται ἡμᾶς ὁ Θεὸς χαρίσασθαι, μόνον ἐὰν πειθώμεθα τοῖς ἁγίοις·
20καθάπερ ἐκεῖνοι ἂν ποιῶμεν ἃ πράττουσιν· οὐ γὰρ ἁπλῶς σώ‐ ζονται, ἀλλὰ καὶ αὐτοὶ πίστιν εἰσήνεγκαν· κἂν δέσμιος ᾖ ὁ ἅγιος, τῶν λελυμένων μεῖζον ἐργάζεται· ὁ λελυμένος ἑκατοντάρχης αὐτοῦ ἐδεῖτο τοῦ δεδεμένου· ὁ ἐπιστήμων κυβερνήτης, τοῦ μὴ κυβερνή‐ του ἔχρηζε· μᾶλλον δὲ τοῦ ὄντος κυβερνήτου· οὐ γὰρ τοιοῦτο
25κυβερνᾷ σκάφος, ἀλλὰ τῆς οἰκουμένης τὴν Ἐκκλησίαν· παρ’ ἐκείνου μάθωμεν, τοῦ καὶ θαλάσσης δεσπότου· πειθώμεθα Παύλῳ, κἂν ἐν μέσῳ ὦμεν χειμῶνι, πάντων ἀπαλλαγησόμεθα τῶν κινδύνων· κατέχωμεν παρ’ ἑαυτοῖς τοὺς ἁγίους, καὶ οὐκ ἔσται χειμών· μᾶλ‐ λον δὲ κἂν χειμὼν ἦ, ἔσται γαλήνη καὶ εὐδία πολλὴ καὶ ἀπαλ‐
30λαγὴ κινδύνων· ὅταν δὴ τὸν ἅγιον εἶχε φίλον ἐκείνη ἡ χήρα, καὶ θάνατος ἐλύθη τοῦ παιδίου, καὶ τὸν παῖδα πάλιν ζῶντα ἀπελάμ‐ βανεν· ἔνθα πόδες ἁγίων ἐπιβαίνουσιν οὐδὲν ἔσται λυπηρὸν, κἂν γένηται προσδοκιμὴν καὶ πρὸς μείζονα δόξαν Θεοῦ. ἔθισον τὸ ἔδα‐
φος τῆς οἰκίας σου ὑπὸ τοιούτων πατεῖσθαι ποδῶν, καὶ οὐ πατήσει406

407

δαίμων ἐκεῖ· ἀλλ’ ὥσπερ ἔνθα ἄκανθα, ἐκεῖ θηρία· ἔνθα δὲ φιλο‐ ξενίαι, οὐκ εἰσὶν ἄκανθαι· ἡ γὰρ ἐλεημοσύνη ἐπεισελθοῦσα παντὸς δρεπάνου τομώτερον ἀναιρεῖ τὰς ἀκανθὰς, παντὸς πυρὸς σφοδρό‐ τερον· αἰδεῖται τὰ ἴχνη τῶν ἁγίων, καθάπερ λέοντας ἀλωπέκες·
5“δίκαιος γάρ,” φησιν, “ὡς λέων πέποιθεν·” εἰσάγωμεν τούτους τοὺς λέοντας εἰς τὴν οἰκίαν, καὶ πάντα φυγαδεύεται τὰ θηρία· οὐ βοώντων αὐτῶν μεγάλα, ἀλλ’ ἁπλῶς φθεγγομένων· οὐ γὰρ οὕτως βρυχηθμὸς λέοντος φυγαδεύει τὰ θηρία, ὡς εὐχὴ δικαίου φυγα‐ δεύει δαιμόνας· ἂν φθέγξηται μόνον κατεπτήχασι· καὶ ποῦ τοιοῦ‐
10τοι φησὶν, εἰσί; πολλαχοῦ· ἂν πιστεύωμεν ἡμεῖς, ἂν ζήτωμεν, ἂν περιεργαζώμεθα· ποῦ ἐζήτησας; εἶπέ μοι· πότε τοῦτο ἔργον ἔσχες; πότε πρᾶγμα ἔθου τοῦτο; εἰ δὲ οὐ ζητεῖς, μὴ θαυμάσῃς ὅτι οὐχ εὑρίσκεις· ὁ γὰρ ζητῶν εὑρίσκει, οὐχ ὁ μὴ ζητῶν· ἄκου‐ σον τοὺς ἐν ταῖς ἐρημίαις ὄντας· ἀπάγαγε χρυσίον καὶ ἀργύριον·
15πανταχοῦ τῆς οἰκουμένης εἰσί· κἂν μὴ τῇ οἰκίᾳ δέξῃ· ἄπελθε σὺ πρὸς αὐτὸν, συγγενοῦ τῷ ἀνδρί· πρὸς τὸ οἴκημα γενοῦ τὸ ἐκείνου, ἵνα δυνηθῇς ἐπιτυγχάνειν· σπουδάζωμεν ἵνα διὰ τῶν εὐχῶν τούτων βοηθούμενοι, τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.
20 Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελ‐ θοῦσα καθήψατο τῆς χειρὸς αὐτοῦ. Τοῦ Χρυσοστόμου. Ὅρα αὐτὸν ἐνεργοῦντα· ὅρα αὐτὸν οὐδαμοῦ θαυματουργοῦντα ἁπλῶς, ἀλλ’ ἀπὸ χρείας· καὶ ἐν τῷ χειμῶνι
25πάλιν αἰτίας οὔσης ἐπροφήτευσεν οὐχ ἁπλῶς· καὶ ἐνταῦθα τέως φρύγανα ἐπιτίθησιν· οὐδὲν δὲ τετυφώμενον, ἀλλ’ ὥστε διασωθῆναι αὐτοὺς, καὶ θέρμης τινὸς ἀπολαῦσαι. Τοῦ Ἁγίου Βασιλείου. Μηδεὶς δὲ ἐγκαλείτω ἰοβόλα καὶ φθαρτικὰ καὶ πολέμια τῇ ζωῇ ἡμῶν· ἧ οὕτω γ’ ἄν τις
30καὶ παιδαγωγῷ ἐγκαλοίη εἰς τάξιν ἄγοντι τὴν δυσκολίαν τῆς νεό‐ τητος, καὶ πληγαῖς καὶ μάστιξι τὸ ἀκόλαστον σωφρονίζοντι. πίστεώς ἐστιν ἀπόδειξις τὰ θηρία· πέποιθας ἐπὶ Κύριον; ἐπὶ
ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσῃ λέοντα καὶ407

408

δράκοντα· καὶ ἔχεις διὰ τῆς πίστεως ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· οὐχ ὁρᾷς ὅτι φρυγανιζομένῳ τῷ Παύλῳ ἐνάψασα ἔχις, οὐδεμίαν προσετρίψατο βλαβὴν, διὰ τὸ πληρωτὴν πίστεως εὑρεθῆναι τὸν ἅγιον· εἰ δὲ ἀπιστεῖς, φοβοῦ μὴ μᾶλλον τὸ θηρίον
5ἢ τὴν σεαυτοῦ ἀπιστίαν, δι’ ἧς πάσῃ φθορᾷ ἑαυτὸν εὐάλωτον κατασκεύασας. Θεοδωρήτου. Ὁ ἔχις τῇ τοῦ Ἀποστόλου χειρὶ τοὺς ὀδόντας ἐμβαλὼν, καὶ τῆς ἁμαρτίας τὸ χαῦνον οὐχ εὑρὼν, ἀπεπήδησε παρ‐ αύτικα, καὶ κατὰ τῆς πυρᾶς ἥλατο, ὥσπερ δίκας ἑαυτὸν εἰσπρατ‐
10τόμενος, ὅτι τῷ μηδαμόθεν προσήκοντι προσέβαλε σώματι· ἡμεῖς δὲ τὰ θήρια δεδοίκαμεν, ἐπειδὴ τῆς ἀρετῆς τὴν πανοπλίαν οὐκ ἔχομεν. Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον, πάντως φο‐
15νεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, Τοῦ Χρυσοστόμου. Καλῶς καὶ τοῦτο συνεχωρήθη, ὥστε καὶ ἰδεῖν αὐτοὺς καὶ φθέγξασθαι ταῦτα· ἵνα ὅταν γένηται μὴ ἀπιστῆ‐ ται τὸ πρᾶγμα· καὶ ὅρα αὐτοὺς αἰδεσίμως πρὸς ἀλλήλους λέ‐ γοντας· ὅρα τὴν φυσικὴν κρίσιν διηρθρωμένην, καὶ τὰ παρὰ
20βαρβάροις μηδὲ καταγινώσκοντας· ἁπλῶς καὶ οὗτοι πρότερον βλέπουσιν, ἵνα μᾶλλον θαυμάσωσιν. Ὃν διασωθέντα ἐκ τῆς θαλάσσης, ἡ δίκη ζῇν οὐκ εἴασεν. ὁ μὲν οὖν ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν.
25 Τοῦ Χρυσοστόμου. Ἄρα καὶ τὸν περὶ προνοίας λόγον εἶχον· πολλῷ τῶν φιλοσόφων οὗτοι οἱ βάρβαροι φιλοσοφώτεροι ἐτύγχα‐ νον· οὐκ ἀφίησι προνοίας ἀπολαύειν τὰ ὑπὸ σελήνην, καὶ παντα‐ χοῦ νομίζουσιν αὐτοὶ παρεῖναι τὸν Θεόν· καὶ ὅτι κἂν πολλά τις διαφύγῃ, οὐ διαφεύξεται εἰς τέλος· καὶ οὐκ ἐπιτίθενται, ἀλλ’
30αἰδοῦνται τέως διὰ τὴν συμφοράν· καὶ οὐκ ἐκπομπεύουσιν, ἀλλὰ πρὸς ἀλλήλους λέγουσι· τὰ γὰρ δεσμὰ τοῦτο ἐδίδασκεν ὑπο‐ πτεύειν· καίτοι δεσμῶται ἦσαν· αἰσχυνέσθωσαν οἱ λέγοντες μὴ
εὖ ποίει τοῖς ἐν ταῖς φυλακαῖς· αἰσχυνθῶμεν τοὺς βαρβάρους·408

409

οὐ γὰρ ᾔδεσαν τίνες ἦσαν ἐκεῖνοι, ἀλλ’ ἀπὸ τῆς συμφορᾶς, τέως ὅτι ἄνθρωποι ἦσαν. Ἀμμωνίου. “Ὁ μὲν οὖν ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ·” οἱ γὰρ πιστοὶ κρείττους εἰσὶ πάσης ἐπιβουλῆς, εἴτε ὑπὸ ἀνθρώ‐
5πων, εἴτε ὑπὸ θηρίων γινομένης· καὶ ὅμοιοί εἰσι θεοῖς, καθὼς καὶ ἡ γραφή· “ἐγὼ εἶπα, θεοί ἐστε.” ὑμεῖς δὲ δι’ ἀπιστίαν, ὡς ἄνθρω‐ ποι θνήσκετε· διὸ καὶ οἱ βάρβαροι ἑωρακότες τοῦτον μὴ ἀποθα‐ νόντα, ἀλλ’ ἐκφυγόντα τὸν ἀμφίβολον θάνατον, θεὸν αὐτὸν ἐνόμισαν εἶναι· ὡς ἔθος ἔχοντες πάντα τὸν ποιοῦντά τι παράδοξον θεὸν νομί‐
10ζειν· ὥσπερ καὶ τοὺς παλαιοὺς θεοὺς ὠνόμαζον, ἢ δι’ ἰσχὺν πε‐ ρισσὸν τί τῶν καθ’ ἑαυτοὺς ποιοῦντας, οἷος ἦν ὁ Ἡρακλῆς ὁ ἐκ Σεμέλης· ἢ διὰ μαγείαν ἐξιστάνων τοὺς ὁρῶντας· οἷος ἦν ὁ Σίμων ἐν Σαμαρείᾳ. “προσεδόκων μέλλειν ἐμπίπρασθαι.” Οἱ δὲ προσεδόκουν αὐτὸν μέλλειν πίμπρασθαι ἢ
15καταπίπτειν ἄφνω νεκρόν· ἐπιπολὺ δὲ αὐτῶν προσδο‐ κώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινό‐ μενον, Τοῦ Χρυσοστόμου. Τότε εἶδον καὶ ἐξεπλάγησαν, καὶ οὐκ ἐγένετο ἄφνω τὸ σημεῖον· ἀλλὰ τῷ χρόνῳ ἐνδιέτριψαν οἱ ἄνθρωποι·
20οὕτως οὐκ ἦν ἀπάτη, οὐκ ἦν συναρπαγή. Μεταβαλλόμενοι, ἔλεγον αὐτὸν θεὸν εἶναι. Τοῦ αὐτοῦ. Πάλιν ἄλλη ὑπερβολή. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος
25ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. Ἰδοὺ πάλιν ἄλλος φιλόξενος ὁ Πόπλιος καὶ πλούσιος καὶ εὐ‐ πορώτατος, οὐδὲν ἰδὼν, ἀλλ’ ἀπὸ τῆς συμφορᾶς μόνον ἐλεήσας αὐτοὺς, ὑπεδέξατο καὶ ἐθεράπευσε. Καὶ μετ’ ὀλίγα—Διηκόσια ὀγδοήκοντα ὀνόματα. ἐννόησον ὅσον τῆς φιλοξενίας τὸ κέρδος· οὐχ
30ὡς ἀνάγκης οὔσης, οὐχ ὡς ἄκων, ἀλλὰ κέρδος τιθέμενος τρεῖς ἡμέρας ἐξένισεν αὐτούς. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ
δυσεντερίᾳ κατεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος409

410

εἰσελθὼν, καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ, ἰάσατο αὐτόν. τούτου οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ, προσήρχοντο καὶ ἐθερα‐ πεύοντο·
5 Ὥστε ἄξιος ἦν τοῦ παθεῖν καλῶς· διὸ καὶ ἀμοιβὴν αὐτῷ ἀπο‐ διδοὺς τῆς ἀποδοχῆς, ἰάσατο αὐτόν. Ἀμμωνίου. Δυσεντερία τὸ δυσίατον τοῦ πάθους· ἴασιν λαβὼν διὰ τοῦ Παύλου πολλοὺς εἰς πίστιν ἤγαγεν· ὥστε οὖν ἀεὶ τὰ σημεῖα ἐν τοῖς ἀπίστοις καὶ διὰ τοὺς ἀπίστους ὡς ἐπιτοπολὺ
10γίνεται. Οἱ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, Τοῦ Χρυσοστόμου. Ὅρα δὲ τοῦ χειμῶνος ἀπαλλαγέντας ἀμε‐ λεστέρους γινομένους· ἀλλὰ καὶ τὴν ὑποδοχὴν φιλότιμον γινομέ‐ νην δι’ αὐτῶν. “καὶ πολλαῖς τιμαῖς,” φησιν, “ἐτίμησαν ἡμᾶς·”
15οὐχὶ μισθὸν ἔλαβε, μὴ γένοιτο· ἀλλὰ κατὰ τὸ γεγραμμένον, “ἄξιος “ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.” Καὶ ἀναγομένων ἐπέθεντο τὰ πρὸς τὴν χρείαν. Τοῦ αὐτοῦ. Εὔδηλον ὅτι καὶ τὸν λόγον ἐδέξαντο τοῦ κηρύγμα‐ τος οἱ οὕτως αὐτοὺς ὑποδεξάμενοι· οὐ γὰρ ἂν ἐν τριμήνῳ τοσούτῳ
20διελέχθησαν, μὴ σφόδρα αὐτῶν πιστευσάντων, καὶ καρποὺς ἐπι‐ δειξαμένων ὥστε ἀπὸ τούτου τεκμήριον μέγα τοῦ πλήθους τῶν πιστευόντων ἐστὶν ἰδεῖν.
23tΚΕΦ. ΛΘ.
24tὍπως ἀπὸ Μελίτης εἰς Ῥώμην κατήντησεν ὁ Παῦλος.
25 Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακε‐ χειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρινῷ, παρασήμῳ Διοσ‐ κούροις· καὶ καταχθέντες εἰς Συρακούσας, ἐπεμείναμεν ἡμέρας τρεῖς· ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥή‐ γιον,
30 Τοῦ αὐτοῦ. Διὰ Παῦλον ὅρα πάντα γινόμενα ταῦτα· ὥστε πιστεῦσαι τοὺς δεσμώτας, τοὺς στρατιώτας, τὸν ἑκατοντάρχην·
εἰ γὰρ αὐτοὶ λίθινοι ἦσαν δι’ ὧν συμβουλεύσαντος ἤκουσαν, καὶ410

411

δι’ ὧν προειπόντος, καὶ δι’ ὧν θαυματουργήσαντος, καὶ μεγάλα ἂν ἐφαντάσθησαν περὶ αὐτοῦ. Τοῦ Χρυσοστόμου. Ἴσως τοῦτο γεγραμμένον ἦν ἐν αὐτῷ· οὕτως ἦσαν κατείδωλοι. ὅρα ἐνδιατρίβοντας καὶ πάλιν σπεύδοντας·
5λοιπὸν αἰδέσιμος ἦν ὁ Παῦλος, ὥστε συγχωρεῖσθαι καθ’ ἑαυτὸν μένειν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν. Καὶ μετ’ ὀλίγα—Ἤδη καὶ τῆς Σικελίας τὸ κήρυγμα ἥψατο· ὅρα πῶς διέδραμεν· ἐν Ποτιόλοις εὗρόν τινας, εἶτα ἀπήντησαν καὶ ἀλλοί· τοσαύτη ἦν ἡ προθυμία τῶν ἀδελφῶν·
10οὐκ ἐθορύβησεν αὐτοὺς τὸ ἐν δεσμοῖς εἶναι τὸν Παῦλον. Κυρίλλου. Ἔθος ἀεί πως ἐν ταῖς Ἀλεξανδρέων μάλιστα ναυσὶ πρός γε τῇ πρώρῃ δεξιά τε καὶ εἰς εὐώνυμα γραφὰς εἶναι τοιαύτας. ἐπειδὴ δὲ ἦν εἰκὸς εἰδωλολατρίας κρατούσης κατ’ ἐκεῖνο καιροῦ ἐν ᾧ γεγράφθαι τῇ νηῒ τοὺς Διοσκόρους, ταύτῃ τοι νοεῖν ἀκόλουθον
15ἀλλόφυλον, τουτέστιν εἰδωλολάτριν· καθώς που καὶ Ἡσαΐας φησὶ, “πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύ‐ “σουσιν.” Καὶ μετὰ μίαν ἡμέραν ἐπιγινομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· οὗ εὑρόντες ἀδελφοὺς, παρε‐
20κλήθημεν παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. Ἀμμωνίου. Τοσοῦτον ἦν διαδραμὸν τὸ τῆς πίστεως τῆς εἰς Χριστὸν κήρυγμα, ὅτι δὴ καὶ ἄχρι Ῥώμης ἦν φθάσαν καὶ ἐν‐ εργῆσαν, καὶ πρὸ τῆς τοῦ Παύλου ἐπιδημίας· χαρὰ ἦν τῷ Παύλῳ
25μεγάλη τὸ ὁρᾶν πιστὸν, καὶ ὡς εἰς αὐτὸν φθανούσης τῆς εὐεργε‐ σίας ηὐχαρίστει. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλ‐ θον εἰς ἀπάντησιν ἡμῶν, ἄχρις Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν·
30 Ἰσιδώρου. Τόπους τινὰς σημαίνει πρὸ τῆς Ῥώμης· τὸν μὲν εἰκόνα τινὰ Ἀππίου ἔχοντα ὡς εἰκὸς, καὶ Φόρον ἐκείνου καλουμέ‐ νην. καὶ μέχρι τοῦ νῦν αἱ τῶν βασιλέων εἰκόνες Φόροι προσαγο‐ ρεύονται· τὰ δὲ τῶν Ταβερνῶν πανδοχείων τινῶν ἢ καπηλείων
χρῆσιν αἰνίσσονται, τῇ Ῥωμαίων φωνῇ οὕτως ὀνομαζόμενα.411

412

Οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος. Τοῦ Χρυσοστόμου. Ὅρα δέ μοι αὐτὸν ἀνθρώπινόν τι παθόντα· θάρσος, φησὶν, ἔλαβεν ἰδὼν τοὺς ἀδελφούς· καίτοι τοσαῦτα ση‐
5μεῖα ἐργασάμενος· ἀλλ’ ὅμως ἔλαβε καὶ ἀπὸ τῆς ὄψεως προσ‐ θήκην· καὶ ἀπὸ τούτου μανθάνομεν, ὅτι ἀνθρωπίνως καὶ παρεκα‐ λεῖτο καὶ τοὐναντίον.
8tΚΕΦ. Μ.
9tΠερὶ διαλέξεως Παύλου τῆς πρὸς τοὺς ἐν Ῥώμῃ Ἰουδαίους.
10 Ὅτε δὲ ἤλθομεν εἰς Ῥώμην, ὁ ἑκατοντάρχης παρ‐ έδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ’ ἑαυτὸν σὺν τῷ Φυλάσσοντι αὐτὸν στρατιώτῃ. Τοῦ Χρυσοστόμου. Συνεχωρήθη αὐτῷ καθ’ ἑαυτὸν μεῖναι· οὐ
15μικρὸν καὶ τοῦτο τεκμήριον τοῦ θαυμασθέντος· οὐ γὰρ δὴ μετὰ τῶν ἄλλων ἠρίθμουν αὐτόν· λοιπὸν γὰρ αἰδέσιμος ἦν ὁ Παῦλος ὥστε καὶ καθ’ ἑαυτὸν μένειν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν· “σὺν τῷ φυλάσσοντι αὐτὸν “στρατιώτῃ,” ὥστε μὴ ἐξεῖναι μηδὲ ἐκεῖ ἐπιβουλὴν τινὰ αὐτὸν
20ὑποστῆναι, οὐ γὰρ ἐνῆν στασιάσαι λοιπόν· ὥστε οὐκ ἐκεῖνον ἐφύ‐ λασσον, ἀλλ’ ὥστε μὴ γενέσθαι τι τῶν ἀηδῶν· οὐ γὰρ ἐξῆν λοιπὸν καὶ πόλεως οὔσης τοσαύτης, καὶ βασιλέως ὄντος, καὶ ἐφέσεως οὔσης, γενέσθαι τι παρὰ τὴν ἀκολουθίαν. οὕτως ἀεὶ διὰ τῶν δο‐ κούντων εἶναι καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν πάντα γίγνεται· φύλαξ γὰρ
25ἦν τοῦ Παύλου. Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Τοῦ αὐτοῦ. Ὥστε μὴ προληφθῆναι αὐτῶν τὰς ἀκοάς· καίτοι κοινὸν πρὸς ἐκείνους εἶχεν· οὐ γὰρ ἂν οὗτοι ἔμελλον κατηγορήσειν
30αὐτοῦ· ἀλλ’ ὅμως οὐ τούτου ἐφρόντιζεν, ἀλλὰ τοῦ διδάξαι καὶ μὴ προστῆναι αὐτοῖς τὰ λεγόμενα· οἱ μὲν οὖν Ἰουδαῖοι τοσαῦτα ὁρῶντες σημεῖα, ἐδίωκον, ἤλαυνον· διελέγετο αὐτοῖς· ἀντιλέγοντες δὲ ἀνε‐
χώρησαν· καὶ ὑβρίζονται παρ’ αὐτοῦ, καὶ οὐδὲν τολμῶσιν εἰπεῖν·412

413

οὐ γὰρ τῇ ἐξουσίᾳ αὐτῶν ἐπετρέπετο τὸ κατ’ αὐτόν· τὸ γὰρ θαυ‐ μαστὸν τοῦτό ἐστιν, ὅτι οὐ διὰ τῶν δοκούντων εἶναι πρὸς ἀσφά‐ λειαν, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων πάντα ὑπὲρ ἡμῶν γίνεται. Συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτοὺς, ἄνδρες
5ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδό‐ θην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.
10 Τοῦ αὐτοῦ. Πῶς λόγον ἔχει, φησὶ, τὸ ἁπλῶς σε παραδοῦναι; μαρτυροῦσιν οἱ Ῥωμαίων ἄρχοντές, φησιν, οἳ ἐβούλοντό με ἀπο‐ λῦσαι· πῶς οὖν οὐκ ἀπέλυσαν ἀντιλεγόντων τῶν Ἰουδαίων; ὅρα πῶς καθαιρεῖ αὐτῶν τὰ ἐγκλήματα· εἰ γὰρ ἐβούλετο αὐξῆσαι, ἐνῆν καταφορικώτερον χρήσασθαι· διὸ, φησὶν, “ἠναγκάσθην ἐπι‐
15“καλέσασθαι Καίσαρα·” ὥστε συγγνώμης τὸ πᾶν ἐστίν. Ἐξ ἀνεπιγράφου. Τὸ γὰρ ἀντὶ τῆς σκιᾶς τῆς ἀληθείας, αὐτὴν ἑλέσθαι θεραπεύει τὴν ἀλήθειαν· οὐκ ἦν ἐναντίως ποιεῖν· ὥσπερ ἀμέλει οὐδὲ ζωγράφος τὸν ἤδη σκιογραφηθέντα ἄνθρωπον εἰς τὸ ἐμφανέστερον ἄγων, αὐτὸς ἑαυτῷ ἐναντία χαράττειν δόξει.
20 Διδύμου. Ὁ ὑπερβὰς τὸ γράμμα τοῦ νόμου πνευματικὸν ὄψε‐ ται καὶ καταλλήλως αὐτὸ ἐκλήψεται, καὶ τὰ πάτρια ἤθη εἶναι νοητά· καὶ ἐπεὶ οὕτως προηγουμένως ὁ Θεὸς ταῦτα δεδώκει, οἱ τούτοις ἐμμένοντες λαός εἰσι Θεοῦ. οὐδὲν ἐναντίον ποιήσας κατὰ τὸ εὐαγγέλιον πολιτευσάμενος Παῦλος, ἀλλ’ οὐδὲ τῷ νόμῳ ἢ τοῖς
25πατρίοις ἔθεσι, δεσμώτης εἰς τὰς χεῖρας τῶν Ῥωμαίων παρεδόθη, πεμφθεὶς ὑπὸ τῶν τότε κατοικούντων τὴν Ἱερουσαλὴμ Ἰουδαίων, πάντα κατὰ σκιὰν ἐκλαμβανόντων τὰ τοῦ νόμου καὶ τῶν ἐθῶν τῶν πατρῴων. μηδεὶς οὖν εἰρηκότα τὸν Ἀπόστολον τὰ προκείμενα ψεύ‐ δεσθαι αὐτὸν ἡγήσηται· οἱ γὰρ τοιοῦτοι ἀπεναντίας πολλὰ ποιοῦσι
30τῷ μετὰ τὸ Εὐαγγέλιον περιέπειν τὴν σήν. Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικα‐ λέσασθαι Καίσαρα,
Ἀμμωνίου. Σημειωτέον πάλιν ὅτι οὐ μόνον ἐγγράφοις νόμοις413

414

ἤτοι παραγγελίαις δεῖ ἡμᾶς πειθαρχεῖν τοὺς τῇ πίστει τῇ εἰς Χριστὸν πιστεύοντας, ἀλλὰ καὶ τοῖς ἔθεσιν· ὅπερ κυρίως ἐστὶν ἔγγραφος νόμος· ἁρμόζει κτὰ τῶν τὰ ἔθη τῆς Ἐκκλησίας πολυπραγμονούντων καὶ λογισμὸν ἀφ’ ἑκάστου ζητούντων, ἢ ἔγ‐
5γραφον παράδοσιν καινοτομίας εἰσάγειν πειρωμένων κατὰ τὴν ἄκριτον αὐτῶν βουλήν. “ἀντιλεγόντων Ἰουδαίων ἠναγκάσθην ἐπι‐ “καλέσασθαι Καίσαρα·” εἰδὼς ὁ Παῦλος ὅτι ἄτοπον ἦν ὅλως δικά‐ σασθαι, καὶ μάλιστα παρὰ ἀπίστῳ, περὶ ἀμφοτέρων ἀπολογεῖται, ὅτι οὔτε παρὰ τὸν νενομισμένον πράξας ἀλλὰ συκοφαντηθεὶς ἀν‐
10εκλήθην ὑπὸ Ἰουδαίων, οὔτε ἑκὼν ἐπεκαλεσάμην Καίσαρα, ἀλλ’ αὐτῶν δεδωκότων τὴν αἰτίαν· ἀνθ’ ὧν οὐκ ἠνείχοντο, οὔτε κατὰ τὸν τῆς Ἐκκλησίας νόμον δικάσαι μοι· οὔτε ταῖς τῶν ἀρχόντων πει‐ θαρχῆσαι ἐννόμοις ἀποφάσεσι· εἵνεκα γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, μία γὰρ ἦν ἐλπὶς σωτηρία τοῖς Ἰουδαίοις περιλιμπανο‐
15μένη ἐκ τῶν γραφῶν, ὁ Χριστὸς, ὃν ἐγὼ κηρύσσων εἰς ταύτην ἦλθον τὴν κατάστασιν τῶν δεσμῶν. Οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι. διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσ‐ λαλῆσαι·
20 Τοῦ Χρυσοστόμου. Τί οὖν ἵνα αὐτῶν κατηγορήσῃς τοῦτο πε‐ ποίηκας; οὔ φησιν, ἀλλ’ ὥστε διαφυγεῖν τὸν κίνδυνον. Ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, τὴν ἅλυσιν ταύτην περίκειμαι. Διακεῖσθαι, ὅτι ἕνεκεν ὑμῶν “τὴν ἅλυσιν ταύτην περίκειμαι·”
25διὰ ταύτην, φησὶ, τὴν αἰτίαν ἐβουλόμην ὑμᾶς ἰδεῖν, ὥστε μὴ ἐξεῖναι τινὰ κατηγορεῖν, καὶ τὰ παριστάμενα λέγειν, ὅτι δὴ τὰς χεῖρας αὐτῶν διαφυγὼν, ἐπὶ τὸ αὐτὸ ἦλθον, οὐχ ἑτέροις διδοὺς κακὰ, ἀλλ’ αὐτὸς φεύγων κακά. Οἱ δὲ πρὸς αὐτὸν εἶπον, ἡμεῖς οὔτε γράμματα περὶ
30σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν, ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν. Τοῦ αὐτοῦ. Εἶτα καὶ ἐκεῖνοι οὕτως ἐχειρώθησαν τῷ λόγῳ, ὡς
καὶ αὐτοὶ ἀπολογήσασθαι ὑπὲρ τῶν συγγενῶν.414

415

Ἀξιοῦμεν δὲ ἀκοῦσαι παρὰ σοῦ ἃ φρονεῖς· Εὐσεβίου. Πρὶν ἐπιδημῆσαι τὸν Παῦλον ἐν τῇ Ῥώμῃ παρηγ‐ γελμένοι ἦσαν Ἰουδαῖοι μὴ παραδέξασθαι τὸ περὶ Χριστοῦ κή‐ ρυγμα· οὐκ αὐτοὶ δὲ μόνοι, ἀλλὰ καὶ οἱ πανταχοῦ γῆς· πόθεν
5δῆλον; τοῦτο εὕρομεν ἐν τοῖς τῶν παλαιῶν συγγράμμασιν, ὡς οἱ τὴν Ἱερουσαλὴμ οἰκοῦντες ἱερεῖς καὶ γραμματεῖς καὶ πρεσβύτε‐ ροι, γράμματα διαχαράξαντες, εἰς πάντα διεπέμψαντο τὰ ἔθνη τοῖς ἁπανταχοῦ Ἰουδαίοις διαβάλλοντες τὴν τοῦ Χριστοῦ διδα‐ σκαλίαν ὡς ἀλλοτρίαν τοῦ Θεοῦ· παρήγγελλόν τε δι’ ἐπιστολῶν
10μὴ παραδέξασθαι αὐτήν· τοῦτο δὴ αὐτὸ σημαίνειν ἔοικε καὶ ἡ λέγουσα προφητεία Ἡσαίου· “οὐαὶ γῆς, πλοίων πτέρυγες ἐπέ‐ “κεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ “ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος·” δι’ ὧν σημαίνει, ὡς καὶ παρὰ τῆς Αἰθιόπων χώρας καὶ τῶν ἐσχατιῶν τῆς γῆς ὁ τῆς
15πονηρίας ἦχος τῶν τὴν Ἰουδαίαν οἰκούντων διά τινων ὥσπερ ἱπτα‐ μένων πλοίων προῆλθεν· οἵ τε ἀπόστολοι αὐτῶν ἐπιστολὰς βυβλί‐ νας ἐπικομιζόμενοι ὑπεράνω τὲ τῶν ὑδάτων ναυτιλλόμενοι, καὶ τὴν θάλασσαν ἐμπλέοντες, πανταχοῦ γῆς διέτρεχον τὸν περὶ τοῦ Σωτῆρος ἡμῶν διαβάλλοντες λόγον· ἀποστόλους δὲ εἰσέτι νῦν
20ἔθος ἐστὶν Ἰουδαίοις ὀνομάζειν, τοὺς ἐγκύκλια γράμματα παρὰ τῶν ἀρχόντων αὐτῶν ἐπικομιζομένους· τὸ δὲ ἑξῆς τῆς προφητείας περὶ τῶν μαθητῶν τοῦ Σωτῆρος ἡμῶν εἰρῆσθαι, οὓς διὰ τὸ πᾶσιν ἀνθρώποις ἀγαθῶν εὐαγγελιστὰς εἶναι, ἀγγέλους κούφους ὠνόμασε, πρὸς ἀντιδιαστολὴν ὧν ἐδήλωσεν Ἰουδαϊκῶν ἀποστόλων.
25 Περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης, γνωστὸν ἡμῖν ἐστιν, Ἀμμωνίου. Αἵρεσιν καλοῦσιν Ἰουδαῖοι τὴν εἰς Χριστὸν πί‐ στιν· “ὅτι πανταχοῦ ἀντιλέγεται·” ἰδοὺ καὶ Ἰουδαῖοι μαρτυροῦσιν ὅτι πανταχοῦ ἐκηρύχθη ὁ Χριστός· πλὴν οὐ πάντες, φησὶ, κατα‐
30δέχονται τὸ κήρυγμα, ἀλλὰ ἀντιλέγουσι τινὲς Ἰουδαῖοι ἢ Ἕλ‐ ληνες, ἢ καὶ ἄλλως αἱρετικοὶ, μὴ συμφωνοῦντες τῇ ἀληθῇ πίστει· ἔδει γὰρ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανῶσι, καὶ πληρωθῇ
διὰ πάντων τὸ προφητευθὲν εἰς τὸν Χριστὸν διὰ Συμεὼν τοῦ προ‐415

416

φήτου εἰπόντος περὶ αὐτοῦ, “ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ “ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγό‐ “μενον.” Ὅτι πανταχοῦ ἀντιλέγεται.
5 Τοῦ Χρυσοστόμου. Ἀλλὰ καὶ πείθονται πανταχοῦ. Ταξάμενοι δὲ ἡμέραν, ἦλθον εἰς τὴν ξενίαν πρὸς αὐ‐ τὸν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρούμενος τὴν βασι‐ λείαν τοῦ Θεοῦ, πείθων τὲ αὐτοὺς περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ
10ἕως ἑσπέρας. Τοῦ αὐτοῦ. Ὅρα πάλιν, οὐκ ἀπὸ σημείων ἀλλὰ νόμου καὶ προφητῶν ἐπιστομίζοντα αὐτούς· καίτοιγε ἐνῆν καὶ σημεῖα ποιῆ‐ σαι· ἀλλὰ λοιπὸν οὐκέτι πιστὸν τὸ πρᾶγμα ἦν· μέγα γὰρ τοῦτο σημεῖον ἦν, ἀπὸ νόμου καὶ τῶν προφητῶν διαλέγεσθαι.
15 Ἀμμωνίου. Ἐξ ἐγγράφων ἀποδείξεων συνιστᾷ τοὺς ἑαυτοῦ λόγους ὁ Παῦλος· καὶ οὐδὲ ἐξ ἀσήμων καὶ ἀκανονίστων βιβλίων, οὐδὲ ἐξ ἀλλοτρίας θρησκείας, ἀλλ’ ἐξ ἑαυτῶν· διό φησι, “καλῶς “τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς “τοὺς πατέρας ὑμῶν.” Καὶ μετ’ ὀλίγα—Ἀλλ’ ἐκ Μωσέως καὶ τῶν
20προφητῶν· διὸ πρὸς τοὺς μὴ πεισθέντας, ὡς κακοήθως καὶ ἄνευ λόγου ἀποτρεπομένους, αὐτὴν παρήγαγε τὴν Ἡσαΐου χρῆσιν· ἐν οἷς φησὶ, “καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐ‐ “τῶν ἐκάμμυσαν·” δεικνὺς ὅτι ἐν εἰδήσει ὄντες τοῦ ἀληθοῦς, ἀπο‐ προσποιοῦνται, μὴ θέλοντες πεισθῆναι· “καὶ οἱ μὲν ἐπείθοντο τοῖς
25“λεγομένοις, οἱ δὲ ἠπίστουν·” ἀνενδότως εἶχε περὶ τὸ πρᾶγμα ὁ Παῦλος, μὴ ἀποκάμνων πρὸς τὸ ἔργον τῆς σωτηριώδους πίστεως, καὶ πρὸς τὸν εὐαγγελικὸν λόγον· διὸ καὶ ἔπειθε τινὰς, τῶν ἄλλων διὰ κακίαν ἀπιστούντων. Καὶ οἱ μὲν αὐτῶν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ
30ἠπίστουν. ἀσύμφωνοί τε ὄντες πρὸς ἀλλήλους ἀπε‐ λύοντο, Τοῦ Χρυσοστόμου. Ἀλλ’ ὅρα πῶς οὐ ῥάπτουσιν ἐπιβουλὰς
νῦν κατ’ αὐτοῦ· ἐν γὰρ τῇ Ἰουδαίᾳ ὡς ἐν τυραννίδι ἦσαν· τίνος416

417

οὖν ἕνεκα ᾠκονόμησεν ἐκεῖ αὐτὸν ἀπελθεῖν· καίτοι εἰπὼν, σπεῦσον, ἔξελθε ἐξ Ἱερουσαλήμ; ἵνα δειχθῇ αὐτῶν καὶ ἡ κακία, καὶ ἡ προ‐ φητεία τοῦ Χριστοῦ ἀληθὴς, ὅτι οὐκ ἀνέχονται· καὶ ὥστε μαθεῖν πάντας, ὅτι πάντα ἑτοιμός ἐστι παθεῖν· καὶ ὥστε εἰς παράκλησιν
5τῶν ἐν Ἰουδαίᾳ γενέσθαι τὸ γενόμενον· καὶ γὰρ καὶ ἐκεῖ πολλὰ ἔπασχον δεινά· εἰ δὲ κηρύττων τὰ Ἰουδαϊκὰ τοῦτο ἔπασχεν· εἰ ἐκήρυττε τὰ τῆς δόξης τοῦ Χριστοῦ, πῶς ἂν ἠνέσχοντο; ἁγνιζό‐ μενος οὐκ ἐγένετο φορητός· καὶ πῶς κηρύσσων φορητὸς ἦν; τί ἐγκαλεῖτε ὑμεῖς; τί ἠκούσατε; οὐδὲν τοιοῦτον εἶπεν· ἁπλῶς ὤφθη,
10καὶ πάντας παρώξυνεν· εἰκότως ἄρα τοῖς ἔθνεσιν ἀπενεμήθη· εἰκό‐ τως μακρὰν ἐπέμφθη· καὶ ἐκεῖ μέλλων τοῖς ἔθνεσι διαλέγεσθαι, πρώτους Ἰουδαίους καλεῖ· ἔπειτα δείξας αὐτοῖς τὰ πράγματα, τότε ἐπὶ τὰ ἔθνη ἔρχεται. Εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι καλῶς τὸ Πνεῦμα
15τὸ Ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν, Τοῦ αὐτοῦ. Καὶ ἀντιλέγοντες ἀνεχώρησαν, καὶ ὑβρίζονται παρ’ αὐτοῦ, καὶ οὐδὲν τολμῶσιν εἰπεῖν· οὐ γὰρ τῇ ἐξουσίᾳ αὐτῶν ἐπε‐ τρέπετο λοιπὸν τὰ κατ’ αὐτόν· τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ
20διὰ τῶν δοκούντων εἶναι πρὸς ἀσφάλειαν, ἀλλὰ καὶ διὰ τῶν ἐναν‐ τίων πάντων ὑπὲρ ἡμῶν γίνεται. Τοῦ αὐτοῦ. Ὅτε δὲ ἀνεχώρουν ἀντιτασσόμενοι αὐτῷ, τότε ὑβρίζει· οὐκ ἐκείνους ὑβρίσαι βουλόμενος, ἀλλὰ τούτους στηρί‐ ξαι. Καὶ μετ’ ὀλίγα—Τὸ δὲ εἰπεῖν ὅτι εἶπε τὸ Πνεῦμα, οὐδὲν
25θαυμαστόν· καὶ γὰρ ἄγγελος λέγεται λέγειν, ἅπερ ἂν Κύριος εἶπε· “καλῶς εἶπε,” φησὶ, “τὸ Πνεῦμα τὸ Ἅγιον·” ἀλλ’ ἐκεῖνο οὐκ ἔτι· ὅταν διήγηταί τις περὶ τῶν ὑπὸ τοῦ ἀγγέλου λεχθέντων, οὐ λέγει, καλῶς εἶπεν ὁ ἄγγελος· ἀλλὰ καλῶς εἶπεν ὁ Κύριος· ἀλλὰ καλῶς εἶπε τὸ Πνεῦμα· ἀντὶ τοῦ, οὐκ ἐμοὶ ἀπιστεῖτε, ἀλλ’ ἄνω‐
30θεν τοῦτο προῄδει ὁ Θεός. Ἐξ ἀνεπιγράφου. Τοῖς ὑπουργὸν λέγουσι τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ἐνταῦθα πάλιν ὁ Παῦλος καιρίαν δίδωσι τὴν πληγήν· τὸν γὰρ Κύριον τὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ
ἐπηρμένου, ὡς εἶδεν Ἡσαΐας, ὧδε λέγει “τὸ Πνεῦμα τὸ Ἅγιον·”417

418

ὁμοούσιον γάρ ἐστι τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῆς ἴσης ἐξουσίας μετέχει· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. Σευήρου. Ἰστέον δὲ ὅτι τὰ τῆς προφητείας ταύτης εἰς τὸν μέλλοντα χρόνον ἐγκέκλιται· καὶ περὶ Ἰουδαίων προλέγει τῶν
5μελλόντων ἀπιστήσειν τῷ ἄνθρακι, τουτέστι τῷ Σωτῆρι Χριστῷ, τῷ διαλεχθησομένῳ καὶ διδάξοντι καὶ οὐκ ἀκουσθησομένῳ πρὸς αὐτῶν, καὶ σημεῖα καὶ θεοπρεπέστατα θαύματα δείξοντι, καὶ οὐ θεαθησομένῳ διὰ τὴν αὐτῶν αἰτίαν· ἐπήγαγε γὰρ εὐθὺς ὁ λόγος, ἵνα μή τις φιλαιτίως ταύτην ἐπὶ Θεὸν ἀναφέρῃ τὸ “ἐπαχύνθη
10“γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως “ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι “τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, “καὶ ἐπιστρέψωσι πρός με, καὶ ἰάσομαι αὐτούς·” τοῦτο ὑποστί‐ ζοντας οὕτως ἀναγινώσκειν προσήκει· “καὶ τοὺς ὀφθαλμοὺς αὐ‐
15“τῶν ἐκάμμυσαν, μήποτε ἴδωσι·” καὶ γὰρ τῆς ἄκρας αὐτῶν παχύτητος τῆς καρδίας, καὶ τῆς τυφλώσεως τῶν τῆς διανοίας ὀφθαλμῶν κατηγορίαν ἔχει μεγίστην· οὕτω γάρ φησι, τὴν καρ‐ δίαν ἐπάχυναν καὶ τοὺς ὀφθαλμοὺς ἔμυσαν· τάχα που καὶ δεδιότες μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς· καὶ οὐχ ὡς ἐκ Θεοῦ σπουδάζοντος
20μὴ ἰδεῖν αὐτοὺς, τοῦτο λέγεται, τοῦ βουλομένου πάντας σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὥσπερ φθονοῦντος μὴ ἄρα που κατακούσωσι· τοῦτο γὰρ κἂν τῇ συνηθείᾳ λέγειν εἰώθασιν ἐπὶ τῶν πόρρω φευγόντων καὶ μὴ βουλομένων ἀκοῦσαι λόγον σωτηρίας· ὁ ἄνθρωπος οὗτος τοσοῦτον φεύγει καὶ ἀπάγει τὴν ἀκοὴν, φοβού‐
25μενος μήποτε καὶ ἀκούσῃ λόγον τὸν ἐπιστρέφοντα καὶ ἀναχαιτί‐ ζοντα τῆς κακίας αὐτόν. Λέγον, πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἶπον, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέ‐ ψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ
30λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφ‐ θαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.
Τοῦ ἁγίου Βασιλείου· Τοῦτο τὸ ῥητὸν σαφῶς καὶ ἀναντιρ‐418

419

ρήτως ἐπὶ τοὺς χρόνους φέρων τῆς τοῦ Κυρίου ἐπιδημίας, ὁ μα‐ κάριος Παῦλος ἔλεγεν ἐν ταῖς Πράξεσι τοῖς ἐν Ῥώμῃ Ἰουδαίοις διαλεγόμενος, “καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε διὰ Ἡσαΐου “τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν λέγον, πορευθῆτι καὶ
5“εἶπον τῷ λαῷ τούτῳ,” καὶ τὰ ἑξῆς· καὶ τοῦτο μάλιστα τὸ ῥη‐ τὸν ὡς θεόθεν ἀποφθεγγόμενον παρασκευάζει· ἐπείπερ ἤκουσεν ὁ λαὸς τοῦ Ἰησοῦ λόγον καὶ οὐ συνῆκε, καὶ βλέπων τὰ ὑπ’ αὐτοῦ γινόμενα τεράστια οὐχ ἑώρα· εἰς μέλλοντα γὰρ χρόνον ἐγκλίνον τὸ ῥητὸν, ἐμφαίνει τὴν εἰς ὑστέρους χρόνους τῶν προφητευομένων
10ἀναφοράν· καὶ ἐν τούτῳ τὸ εὔλογον τῆς τοῦ Θεοῦ κρίσεως ἀναφαί‐ νεται· εἰπόντος γὰρ τοῦ Ἡσαΐου ὅτι “ἀκάθαρτα χείλη ἔχω,” καὶ συνάψαντος περὶ τοῦ λαοῦ, ὅτι “ἐν μέσῳ λαοῦ οἰκῶ ἀκάθαρτα “χείλη ἔχοντος,” αὐτῷ μὲν ἐδόθη χάρις τῆς συγχωρήσεως, καὶ ἡ κάθαρσις δι’ ἑνὸς τῶν Σεραφεὶμ, τῷ δὲ λαῷ οὐκέτι· ἐπειδὴ οὐδὲ
15τὴν διάθεσιν ὁμοίαν εἶχον ὅ τε προφήτης καὶ ὁ λαός· ὁ μὲν γὰρ εἶδε Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπίστευσεν οἷς ἐθεάσατο· οἱ δὲ βλέποντες ἐπιδημήσαντα τὸν Κύριον, οὐκ ἐπί‐ στευον· καὶ ὁ μὲν ἀκούσας τῶν Σεραφεὶμ συνῆκε τῆς δοξολογίας αὐτῶν· οἱ δὲ ἀκούοντες τῶν ῥημάτων τοῦ Σωτῆρος, οὐ κατεδέ‐
20χοντο· καὶ τοῦ μὲν ἡ καρδία κατανυγεῖσα συνήσθετο τῆς ἰδίας ἁμαρτίας· διὸ εἶπεν, “ὢ τάλας ἐγὼ ὅτι κατανένυγμαι·” τῶν δὲ ἐπεσχέθη ἡ καρδία πρὸς τὸ μηδεμίαν λαβεῖν ἔννοιαν ὧν ἡμάρ‐ τανον, μηδὲ προσελθεῖν τῷ δυναμένῳ αὐτοῖς ἀφιέναι ἁμαρτίας· διὰ τοῦτο ὁ μὲν ἐκαθαρίσθη, οἱ δὲ ἀφείθησαν ἐν ταῖς ἁμαρ‐
25τίαις. Τοῦ Χρυσοστόμου. Ἴδε καὶ τὸν προφήτην μετὰ τοσαύτης ἀκριβείας κατηγοροῦντα· οὐδὲ γὰρ αὐτὸς εἶπεν, ὅτι οὐ μὴ βλέ‐ ψητε, ἀλλ’ ὅτι βλέψητε, καὶ οὐ μὴ ἴδητε· οὐδ’ ὅτι οὐκ ἀκού‐ σεσθε, ἀλλ’ ὅτι ἀκούσεσθε, καὶ οὐ μὴ συνῆτε· αὐτοὶ ἑαυτοὺς
30ἀφεῖλον, πρῶτοι τὰ ὦτα βύσαντες, τοὺς ὀφθαλμοὺς καμμύσαντες, τὴν καρδίαν βαρύναντες· οὐ γὰρ μόνον οὐκ ἤκουον, ἀλλὰ καὶ βα‐ ρέως ἤκουον· ἐποίησαν δὲ τοῦτό, φησι, “μήποτε ἐπιστρέψωσι, καὶ “ἰάσομαι αὐτούς·” ἐπιτεταμένην αὐτῶν πονηρίαν καὶ τὴν μετὰ σπουδῆς ἀποστροφήν· καὶ τοῦτο λέγει ἐφελκόμενος αὐτοὺς καὶ
35ἐρεθίζων, καὶ δεικνὺς, ὅτι ἐὰν ἐπιστρέψωσιν ἰάσεται αὐτούς.419

420

Γνῶστον οὖν ὑμῖν ἔστω, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.
5 Τοῦ Χρυσοστόμου. Ὥστε τοῖς ἔθνεσι δέδοται γνῶναι τὸ μυ‐ στήριον τοῦτο· οὐδὲν οὖν θαυμαστὸν, εἰ ἀντέλεγον· ἄνωθεν τοῦτο προελέγετο· πάλιν τὸν ζῆλον αὐτῶν κινεῖ τῶν ἐξ ἐθνῶν. Καὶ μετ’ ὀλίγα—“Αὐτοί,” φησι, “καὶ ἀκούσονται·” τί οὖν ἡμῖν διαλέγῃ ταῦτα οὐκ ᾔδεις; ναὶ ἀλλ’ ὥς τε πεισθῆναι καὶ ἀπολογήσασθαί
10με, καὶ μηδενὶ δοῦναι λαβήν. Ἀμμωνίου. Καὶ ὀπίσω ἐλέχθη, ὅτι τῶν Ἰουδαίων ἀποβαλλο‐ μένων τὸν λόγον, “στρεφόμεθα εἰς τὰ ἔθνη·” λείπει δὲ τὸ διὰ, ἀντὶ τοῦ ἡ σωτηρία ἡ διὰ τοῦ Θεοῦ διδομένη τοῖς πιστοῖς. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώ‐
15ματι, καὶ ὑπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν. Τοῦ Χρυσοστόμου. Δείκνυσι τὴν ἐλευθερίαν· λοιπὸν κηρύτ‐ των, φησὶν, ἀκωλύτως ἐν Ῥώμῃ ὁ ἐν Ἰουδαίᾳ κωλυθεὶς, ἐπὶ δύο ἔτη ἔμεινεν ἐκεῖ· τὰ δὲ μετὰ τὴν διετίαν τι λέγομεν, εἰς Σπα‐
20νίαν ἐλθεῖν ἐπείγομαι, καὶ ἐλπίζω, φησὶ, διαπορευόμενος θεά‐ σασθαι ὑμᾶς· πρὸς δὲ ὑμᾶς ἀπὸ μέρους· ὅρα πῶς πάντα προ‐ εώρα ἡ ἁγία καὶ θεία κεφαλὴ, ὁ τῶν οὐρανῶν ὑψηλότερος πάν‐ των, ὁ ψυχὴν πάντα ὁμοῦ δυναμένην περιλαβεῖν, ὁ τὰ πάντα κα‐ τέχων Παῦλος· οὗ τοῖς εἰδόσι καὶ τὸ ὄνομα μόνον ἀρκεῖ πρὸς
25διέγερσιν ψυχῆς, πρὸς νῆψιν, πρὸς πάντα ὕπνον ἀποτινάξασθαι· ἐδέξατο αὐτὸν Ῥώμη δεδεμένον, ἀπὸ θαλάσσης ἀναβαίνοντα, ἐκ ναυαγίου διασωθέντα· καὶ ἀπηλλάγη τοῦ ναυαγίου τῆς πλάνης. καθάπερ τις βασιλεὺς ναυμαχήσας καὶ νικήσας, ἔβαινε τῆς βα‐ σιλικωτάτης ἐκείνης νέως· περὶ τούτου γάρ, φησι, “ἐλεύσομαι,
30“καὶ συναναπαύσομαι ὑμῖν ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγε‐ “λίου·” ἐγγύτερος ἦν λοιπὸν τοῦ οὐρανοῦ· ἐδέξατο αὐτὸν ἡ Ῥώμη δεδεμένον, καὶ εἶδε στεφανωθέντα καὶ ἀνακηρυχθέντα ἐκεῖ· συνα‐ ναπαύσομαι ὑμῖν, φησι· τὸ δὲ ἀρχὴ τοῦ δρόμου πάλιν ἦν· καὶ
τρόπαια τροπαίοις συνῆπτεν ἀκατάπληκτος ὤν. Κόρινθος αὐτὸν420

421

κάτεσχε δύο ἔτη, καὶ Ἀσία τρία· καὶ αὐτὴ δύο τέως· δεύτερον ἐπέβη πάλιν, ὅτε καὶ ἐτελειώθη. “ἐν τῇ πρώτῃ ἀπολογίᾳ, φησιν, “οὐδείς μοι συμπαρεγένετο·” οὕτω διέφυγε τότε, καὶ πᾶσαν ἐμ‐ πλήσας οἰκουμένην, κατέλυσεν οὕτω τὸν βίον· τί ἐβούλου μαθεῖν
5τὰ μετὰ ταῦτα; τοιαῦτα ἐστὶ καὶ ἐκεῖνα· τὰ δεσμὰ, βάσανοι, μάχαι, φυλακαὶ, ἐπιβουλαὶ, συκοφαντίαι, θάνατοι καθημερινοί· εἶδες αὐτοῦ μικρὸν μέρος χρυσοῦν, ὅσον ἂν ἴδῃς τοιοῦτός ἐστι· λοιπὸν οὐρανοῦ μέρος ἂν ἴδῃς ἕν· ὅπου δ’ ἂν ἀπέλθῃς, τοιοῦτον ὄψει ἡλίου τὰς ἀκτῖνας, κἂν ἐκ μέρους ἴδῃς, στόχασαι τὸ λοιπόν·
10οὕτω καὶ Παύλου τὰς πράξεις εἶδες ἐκ μέρους· πᾶσαι τοιαῦται τυγχάνουσι· κινδύνων γέμουσιν· οὐρανὸς ἦν ἐκεῖνος ἥλιον δικαιο‐ σύνης ἔχων, οὐ τοιοῦτον, ὥστε καὶ οὐρανοῦ βελτίων ὁ ἀνήρ· ἢ μικρὸν οἴει τοῦτο εἶναι; ὅταν Ἀπόστολον εἴπῃς, εὐθέως οἱ πάντες ἐννοοῦ‐ σιν, ὥσπερ ὅταν βαπτιστὴν, εὐθέως τὸν Ἰωάννην.
15 Τοῦ Χρυσοστόμου. Οὐ καθάπερ ὁ Σινωπεὺς ἐκεῖνος, ὁ ῥάκια περιβεβλημένος καὶ πίθον οἰκὼν εἰς οὐδὲν δέον, ἐξέπληξε μὲν πολ‐ λοὺς, ὠφέλησε δὲ οὐδένα· ὁ δὲ Παῦλος τούτων μὲν οὐδὲν ἐποίει· οὐδὲ γὰρ πρὸς φιλοτιμίαν ἔβλεπεν· ἀλλὰ καὶ ἱμάτια περιεβέ‐ βλητο μετ’ εὐσχημοσύνης ἁπάσης, καὶ οἰκίαν ᾤκει διηνεκῶς, καὶ
20τὴν ἀκρίβειαν πᾶσαν ἐπὶ τῆς ἄλλης ἀρετῆς ἐπεδείκνυτο· ἧς ὁ Κυνικὸς κατεφρόνει, ζῶν ἀσελγῶς, καὶ δημοσίᾳ ἀσχημονῶν, καὶ ὑπὸ τῆς περὶ τὴν δόξαν μανίας συρόμενος· ἂν γὰρ ἔρηταί τις τῆς τοῦ πίθου οἰκήσεως τὴν αἰτίαν, οὐδεμίαν ἑτέραν εὑρήσειεν, ἀλλ’ ἢ κενοδοξίαν μόνην· ὁ δὲ Παῦλος καὶ μισθὸν παρεῖχε τῆς οἰκίας ἐν
25ᾗ κατέμενεν ἐν τῇ Ῥώμῃ· καίτοιγε ὁ τὰ πολλὰ συντονώτερα δυνη‐ θεὶς, πολλῷ μᾶλλον τοῦτο ἴσχυσεν ἄν· ἀλλ’ οὐχ ἕωρα πρὸς δόξαν, τὸ χαλεπὸν θήριον, τὸν δαίμονα τὸν δεινὸν, τὴν λύμην τῆς οἰκου‐ μένης, τὴν ἔχιν τὴν ἰοβόλον. Κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ,
30 Τοῦ Χρυσοστόμου. Ὅρα οὐδὲν αἰσθητὸν, οὐδὲ περὶ τῶν πα‐ ρόντων, ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ἔτρεφεν, οὐκ ἔχων ἐπιδείξασθαι ἀπὸ τῶν καθ’ ἑαυτόν. Καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ,
μετὰ πάσης παρρησίας ἀκωλύτως. Ἀμήν.421

422

Τοῦ αὐτοῦ. Μετὰ παρρησίας ἀκωλύτως· ἔνι γὰρ μετὰ παρ‐ ρησίας λέγειν, ἀλλὰ κεκωλυμένως· τὴν γὰρ παρρησίαν αὐτοῦ οὐδὲν ἔκοψεν, ἀλλὰ καὶ ἀκωλύτως ἔλεγεν· ὁρᾶς οἰκονομίαν Θεοῦ; ἀφίησι διψῶντα τὸν ἀκροατήν· τοῦτο καὶ οἱ ἔξω ποιοῦσι· τὸ γὰρ
5πάντα εἰδέναι νωθῆ ποιεῖ καὶ ἐκκεχυμένον. Ὁ ἅγιος Ἰωάννης ὁ Κωνσταντίου πόλεως Ἐπίσκοπος ἐν τῷ ὑπομνήματι τῆς πρὸς Τιμόθεον δευτέρας ἐπιστολῆς λέγει, ῥητοῦ προκειμένου “ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ πάντες με ἐγκατέλιπον·” ποίαν πρώτην ἀπολογίαν λέγει; παρέστη ἤδη τῷ Νέρωνι, καὶ
10διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, τότε αὐτὸν ἀπέτεμεν· ἄλλοι δέ φησιν, ὅτι καὶ τὰς παλλακὰς αὐτοῦ κατή‐ χησεν. Ἐκ τοῦ Προλόγου τοῦ ἐν τῷΒίβλῳ Τῶν Ἐπιστολῶν τοῦ αὐτοῦ Ἀποστόλου Παύλου προτασσομένου. Συνῆν δὲ
15τῷ Παύλῳ καὶ Ἀρίσταρχος, ὃν καὶ εἰκότως συναιχμάλωτόν που τῶν Ἀποστόλων ἀποκαλεῖ, καὶ Λουκᾶς ὁ τὰς Πράξεις τῶν Ἀπο‐ στόλων γραφῇ παραδούς· κἀκεῖσε οὖν ἐπὶ τῆς Ῥωμαίων ὁ Παῦλος διετίαν ὅλην αὖθις ἐφυλάττετο· ταῦτα γὰρ καὶ μέχρι τούτων ἱστορεῖ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, κατ’ ἐκεῖνο
20καιροῦ τὸ βιβλίον συγγραψάμενος· καὶ καθεξῆς ἥκιστα τότε γινώσκων· οὐδὲ γὰρ τὸ μαρτύριον τούτου ἐγκατέθετο τῇ βίβλῳ· καταλιπόντες γὰρ αὐτὸν Λουκᾶς τε καὶ Ἀρίσταρχος ἐξῆλθον. Εὐσέβιος δὲ τοὺς μετέπειτα χρόνους ἀκριβῶς περιεργασάμενος, ἱστόρησεν ἡμῖν καὶ ἐν τῷ βʹ τόμῳ τῆς Ἐκκλησιαστικῆς ἱστορίας
25τούτου καὶ τὸ μαρτύριον· καί φησι τὸν Παῦλον ἄνετον διατρίψαι, καὶ τὸν τοῦ Θεοῦ λόγον ἀκωλύτως κηρύξαι ἐπισημηνάμενος. τότε μὲν οὖν ἐπὶ Νέρωνος ἀπολογησάμενον τὸν Παῦλον αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι, πρὸς Καίσαρος ἀπολυθέντα, καὶ εὐαγγελίσασθαι ἐφ’ ἑτέροις δέκα ἔτεσιν. εἰς
30ἄκρον δὲ μανίας ὁ Νέρων ἀφικόμενος, ἀνεῖλε μὲν Ἀγριππίναν πρῶ‐ τον τὴν ἰδίαν μητέρα, ἔτι δὲ καὶ τὴν ἀδελφὴν τοῦ πατρὸς, καὶ τὴν Ὀκταουΐαν τὴν ἑαυτοῦ γυναῖκα, καὶ ἄλλους μυρίους τῷ γένει
προσήκοντας· μετέπειτα δὲ καθολικὸν διωγμὸν ἐκίνησε κατὰ τῶν422

423

Χριστιανῶν· καὶ οὕτως ἐπὶ τὰς κατὰ τῶν Ἀποστόλων ἐπήρθη σφαγάς. μεταστειλάμενος γὰρ τὸν Παῦλον, αὖθις ἐπὶ τοῦ βήμα‐ τος παριστᾷ· συνῆλθε πάλιν ὁ Λουκᾶς αὐτῷ· ἔνθα δὴ συνέβη τῷ Παύλῳ λϛʹ ἔτει τοῦ σωτηρίου πάθους, τρισκαιδεκάτῳ δὲ Νέρωνος,
5μαρτυρῆσαι, ξίφει τὴν κεφαλὴν ἀποτμηθέντα. Ἔστι τοίνυν ἀπὸ τοῦ ιθʹ ἔτους Τιβερίου Καίσαρος, ἐξ οὗ κηρύσσειν τὸ Εὐαγγέλιον ἤρξατο, ἕως κβʹ, ἔτη δʹ· καὶ τὰ Γαΐου δὲ ὡσαύτως ἔτη δʹ· αὖθις δὲ καὶ τὰ Κλαυδίου ἔτη μικρῷ ἔλαττον ιδʹ· ὃν διαδεξάμενος Νέρων τρισκαιδεκάτῳ ἔτει τῆς αὐτοῦ ἀρχῆς τὸν Ἀπόστολον ἀνεῖλε· γρά‐
10φει δ’ οὖν ὁ Ἀπόστολος Τιμοθέῳ, περὶ μὲν τῆς πρώτης αὐτοῦ ἀπο‐ λογίας φάσκων τάδε· “ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι “παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· “ὁ δὲ Κύριος παρέστη, καὶ ἐνεδυνάμωσέ με· ἵνα δι’ ἐμοῦ τὸ κή‐ “ρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσι πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην
15“ἐκ στόματος λέοντος” τοῦτον τὸν Νέρωνα εἶναι λέγων. περὶ δὲ τῆς βʹ, ἐν ᾗ τελειοῦται τῷ κατ’ αὐτὸν μαρτυρίῳ, φησὶ, “τὴν “καλὴν διακονίαν σου πληροφόρησον· ἐγὼ γὰρ ἤδη σπένδομαι, “καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε·” καὶ ὅτι Λουκᾶς ἦν πάλιν σὺν αὐτῷ, μετ’ ὀλίγα τῆς Ἐπιστολῆς “ἀσπάζεταί σε,” γρά‐
20φει, “Λουκᾶς ὁ σὺν ἐμοί.” Ἔστιν οὖν ὁ πᾶς χρόνος τοῦ κηρύγμα‐ τος Παύλου καʹ ἔτος, καὶ ἕτερα βʹ ἔτη, ἃ ἐτέλεσεν ἐν τῷ κατὰ Καισαρείαν δεσμωτηρίῳ· πρὸς δὲ τούτους πάλιν τὰ ἐν Ῥώμῃ ἕτερα δύο· καὶ τὰ τελευταία δὲ ἔτη δέκα· ὥστε εἶναι τὰ πάντα ἀπὸ τῆς κλήσεως αὐτοῦ μέχρι τελειώσεως, δεʹ. Ἀλλὰ μήτις ἐπὶ
25τούτοις ἐμοὶ καταμεμφέσθω καὶ παραγραφέσθω τὰ καθεξῆς τῶν Πράξεων, λέγων τὸν Λουκᾶν ταῦτα μὴ φάσκειν· ὃν ἐρήσεταί τις ἐχέφρων ἀνὴρ, εἰ τοὺς χρόνους, ὅταν οὐκ εἰσδέχῃ τοὺς μετέ‐ πειτα τῶν πράξεων, δός μοι, φησὶ, τὸν Λουκᾶν ἱστοροῦντα τοῦ Παύλου τὸ μαρτύριον· εἰ μὲν γὰρ τοῖς δυσὶ τούτοις μόνοις ἔτεσιν
30ὁ Λουκᾶς ἐμέτρησε Παύλου τὴν ἐν Ῥώμῃ ζωὴν, τὸ μαρτύριον ἡμῖν ὑφηγησάμενος, οὐδεμιᾶς τινὸς ἡμῶν ἐδεῖτο περιεργίας τῶν χρόνων· ἀλλ’ ἐπειδὴ τὸ μαρτύριον ἡμῖν οὗτος οὐ γράφει, ἔξωρον γὰρ καὶ μετὰ πολὺ τῆς βίβλου γεγένηται, πείθου λοιπὸν Εὐσε‐
βίῳ τῷ χρονογράφῳ, καὶ τὴν ἱστορίαν εὐγνωμόνως ὡς φίλος εἰσδέ‐423

424

χου· οἱ γὰρ τοῦ Χριστοῦ μαθηταὶ πειθοῖ καὶ πίστει τὰς τῶν πα‐ τέρων διδασκαλίας τε καὶ παραδόσεις πρὸς οἰκοδομὴν παραδεχό‐ μενοι, τῆς οὐρανιοῦ βασιλείας κληρόνομοι καθίστανται. Μαρτυρολόγιον Παύλου τοῦ Ἀποστόλου.
5 Ἐπὶ Νέρωνος τοῦ Καίσαρος Ῥωμαίων ἐμαρτύρησεν αὐτόθι Παῦλος ὁ Ἀπόστολος ξίφει τὴν κεφαλὴν ἀποτμηθεὶς ἐν τῷ λϛʹ ἔτει τοῦ σωτηρίου πάθους, τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος ἐν Ῥώμῃ· πέμπτῃ ἡμέρᾳ τοῦ Πανέμου μηνὸς, ἥτις λέγοιτ’ ἂν παρὰ Ῥωμαίοις ἡ πρὸ τριῶν Καλανδῶν Ἰουλίων· καθ’ ἣν ἐτελειώθη ὁ ἅγιος Ἀπό‐
10στολος τῷ κατ’ αὐτὸν μαρτυρίῳ ξθʹ ἔτει τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας. Ἔστιν οὖν ὁ πᾶς χρόνος ἐξ οὗ ἐμαρτύρησε, τλʹ ἔτη μέχρι τῆς ὑπατίας, τετάρτης μὲν Ἀρκαδίου, τρίτης δὲ Ὀνωρίου, τῶν δύο ἀδελφῶν αὐτοκρατόρων Αὐγούστων, θʹ ἰνδικτιῶνος τῆς ιεʹ ἐτη‐ ρικῆς περιόδου, μηνὶ Ἰουνίῳ κθʹ ἡμέρᾳ.
15Τέλος σὺν Θεῷ τῶν Πράξεων τῶν Ἀποστόλων.424