TLG 4102 005 :: CATENAE (Novum Testamentum) :: Catena in Joannem (catena integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in Joannem (catena integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 2. Oxford: Oxford University Press, 1841 (repr. Hildesheim: Olms, 1967): 177–413.

Citation: Page — (line)

177

(1t)

ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΥ
2tΤΑ ΚΕΦΑΛΑΙΑ.
3αʹ. Περὶ τοῦ ἐν Κανᾶ γάμου. βʹ. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ.
5γʹ. Περὶ Νικοδήμου. δʹ. Ζήτησις περὶ καθαρισμοῦ. εʹ. Περὶ τῆς Σαμαρειτίδος. ϛʹ. Περὶ τοῦ βασιλικοῦ. ζʹ. Περὶ τοῦ ληʹ ἔτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ.
10ηʹ. Περὶ τῶν εʹ ἄρτων καὶ τῶν βʹ ἰχθύων. θʹ. Περὶ τοῦ ἐν θαλασσῇ περιπάτου. ιʹ. Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ. ιαʹ. Περὶ Λαζάρου. ιβʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
15ιγʹ. Περὶ ὧν εἶπεν Ἰούδας. ιδʹ. Περὶ τοῦ ὄνου. ιεʹ. Περὶ τῶν προσελθόντων Ἑλλήνων. ιϛʹ. Περὶ τοῦ νιπτῆρος. ιζʹ. Περὶ τοῦ παρακλήτου.
20ιηʹ. Περὶ αἰτήσεως τοῦ Κυριακοῦ σώματος.
ιθʹ. Περὶ τῆς ἀναστάσεως.177

178

(1t)

ΕΡΜΗΝΕΙΑ
2tΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ.
3 Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἑρμηνεία εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον. Εἰ μὲν Ἰωάννης ἡμῖν ἔμελλε
5διαλέγεσθαι καὶ τὰ αὑτοῦ ἐρεῖν, ἀναγκαῖον ἦν καὶ γένος αὐτοῦ καὶ πατρίδα εἰπεῖν καὶ ἀνατροφήν. ἐπειδῆ δὲ οὐχ οὗτος, ἀλλ’ ὁ Θεὸς δι’ αὐτοῦ φθέγγεται, περιττόν ἐστι ταῦτα ἀναζητεῖν. ἔστι δὲ πατρίδος μὲν ἤτοι κώμης εὐτελοῦς· ἀπὸ Βηθσαϊδὰ τῆς Γαλι‐ λαίας· πατρὸς δὲ ἁλιέως καὶ πένητος· παιδείας δὲ τῆς ἔξωθεν
10οὐδ’ ὁτιοῦν αὐτῷ μετῆν· καὶ γοῦν μαρτυρεῖ Λουκᾶς ὅτι οὐ μόνον ἰδιώτης ἦν, ἀλλὰ καὶ ἀγράμματος. Οὗτος ὁ ἁλιεὺς ὁ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, ὁ πατρὸς ἁλιέως, ὁ ἰδιώτης ἰδιωτίαν τὴν ἐσχάτην, ὁ γράμματα μὴ μαθὼν, μήτε πρότερον μήθ’ ὕστερον, μετὰ τὸ συγγενέσθαι Χριστῷ, ταύτην φθέγγεται τὴν συγγραφήν.
15Ἐπειδὴ γὰρ μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, ψευδοδιδάσκαλοί τινες ἔφασαν τὸν ἀΐδιον τοῦ Θεοῦ Λόγον τότε πρῶτον κεκλῆσθαι πατρὸς ὕπαρξιν, ὅτε καὶ ἄν‐ θρωπος διὰ τῆς ἁγίας ἐτέχθη παρθένου· συναχθέντες τῶν πιστευ‐ σάντων οἱ νουνεχέστεροι, πρὸς τὸν τοῦ Σωτῆρος ἀφίκοντο μαθητὴν
20Ἰωάννην τὸν τοῦ Ζεβεδαίου, καὶ τὴν τοιαύτην ἀπήγγελλον νόσον· ὃς τοῦτο ἀκούσας, εὐθέως ἐπὶ τὴν τοῦ παρόντος ἔδραμε συγγραφὴν, ἀνατρέπων τὴν τῶν ψευδοδιδασκάλων ψευδοδοξίαν. Ἐρώτησις. Τίνος ἕνεκα τῶν ἄλλων Εὐαγγελιστῶν ἀπὸ τῆς οἰκονομίας ἀρξαμένων, τοῦτο μὲν ἐν βραχεῖ μετὰ ταῦτα ᾐνίξατο
25εἰπὼν, “καὶ ὁ Λόγος σὰρξ ἐγένετο,” τὰ δὲ ἄλλα πάντα παρα‐ δραμὼν, τὴν σύλληψιν, τὸν τόκον, τὴν ἀνατροφὴν, τὴν αὔξησιν, εὐθέως περὶ τῆς ἀϊδίου γεννήσεως ἡμῖν διαλέγεται; Ἀπόκρισις. Ἐπειδὴ οἱ ἄλλοι Εὐαγγελισταὶ τὸ πλεῖον ἐν τοῖς
κατὰ σάρκα διατρίψαντες λόγοις, δέος ἦν πολλοὺς χαμαιπετεῖς178

179

ὄντας, μηδὲν ὑψηλότερον τῶν ἀνθρώποις προσόντων ἐννοῆσαι περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· διὰ τοῦτο ἐκεῖνα παραδραμὼν ἀπὸ τῆς ὑπάρξεως τῆς ἀϊδίου ποιεῖται τὴν διήγησιν. Χρὴ δὲ καὶ τοῦτο γινώσκειν· ὅτι οὔτε οὗτος πρὸς τὸν ὑψηλότερον ἑαυτὸν λόγον ἀφεὶς
5τῆς οἰκονομίας ἠμέλησε, οὔτε ἐκεῖνοι περὶ τὴν ταύτης ἐσπουδα‐ κότες διήγησιν, τὴν πρὸ αἰώνων ἐσίγησαν ὕπαρξιν· καὶ μάλα εἰκό‐ τως· ἓν γὰρ ἦν Πνεῦμα τὸ κινοῦν τὰς ἁπάντων ψυχάς. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἰωάννης τὸν γενεαλογούμενον σιωπῶν, ἀπὸ τοῦ ἀγενεαλογή‐
10του ἄρχεται. πρέπει γὰρ τὸν θεολογούμενον Υἱὸν τοῦ Θεοῦ μήτε γενεαλογεῖσθαι, “τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται;” μήτε πειράζεσθαι· Θεὸν γὰρ διάβολος πειράζειν οὐ δύναται. τοῦτο δέ φαμεν οὐ λύοντες τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, δει‐ κνύντες δὲ τὰ ἐπινοούμενα πράγματα ἐπὶ Ἰησοῦ Χριστοῦ. τὸν
15δὲ νοῦν τοῦ προκειμένου Εὐαγγελίου οὐδεὶς δύναται λαβεῖν, μὴ ἀναπεσὼν ἐπὶ τὸ τοῦ Ἰησοῦ στῆθος καὶ λαβὼν τὴν Ἰησοῦ μη‐ τέρα Μαρίαν ἀπὸ τοῦ Ἰησοῦ μητέρα, καθὼς Ἰωάννης. Τί δήποτε δὲ τὸν Πατέρα ἀφεὶς περὶ τοῦ Υἱοῦ διαλέγεται; ἐπειδὴ ἐκεῖνος μὲν δῆλος ἦν ἅπασιν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ’ ὡς Θεός.
20ὁ δὲ μονογενὴς ἠγνοεῖτο· εἰκότως τοίνυν τὴν περὶ τούτου γνῶσιν εὐθέως ἐκ προοιμίων ἔσπευσε θεῖναι τοῖς οὐκ εἰδόσιν αὐτὸν, ἀλλ’ ὥστε οἶδε τοὺς ἀνθρώπους τὸ πρεσβύτερον καὶ πρῶτον μάλιστα τιμῶντας καὶ τιθεμένους Θεὸν, καὶ διὰ τοῦτο ἐντεῦθεν ἄρχεται· ὅμως οὐδὲ τὸν Πατέρα ἐν τούτοις ἀπεσιώπησεν· “ἐν ἀρχῇ ἦν ὁ
25“Λόγος.” Ἴσον δύναται τοῦ ἐν ἀρχῇ τὸ ἦν· εἰ γὰρ ἐν ἀρχῇ ἦν, ποτὲ οὐκ ἦν, καὶ διὰ τοῦτο δὲ φησὶν ὁ Λόγος καὶ οὐχ ὁ Υἱὸς, ἵνα μὴ τῇ προσηγορίᾳ τοῦ Υἱοῦ εἰσέλθῃ σοὶ ἡ τοῦ πάθους ἔννοια, ἐπειδὴ τὰ παρ’ ἡμῖν γεννῶντα χρόνῳ γεννᾷ καὶ ἐμπαθῶς, προδιορθούμενος τὰς
30ἀπρεπεῖς ὑπολήψεις οὕτω φησί. Λόγος δὲ ἐκλήθη, ἵνα δειχθῇ ὅτι ἐκ τοῦ νοῦ προήχθη, καὶ ὅτι ἀπαθῶς ἐγεννήθη. “Ἐν ἀρχῇ ἦν ὁ Λόγος” εἶδες παρρησίαν καὶ ἐξουσίαν πολλήν; πῶς οὐδὲν ἀμφιβάλλων οὐδὲ εἰκάζων, ἀλλὰ πάντα ἀποφαινόμενος φθέγγεται. Τὸ “ἐν ἀρχῇ ἦν” ἐπισυνημμένον προσκειμένου τὲ οὐ‐
35δενὸς ἑτέρου, ἀπόλυτόν τινα καὶ ἀπεριόριστον δείκνυσι τὴν ἀρχήν.179

180

Τὸ δὲ “ἦν” οὐδὲν ἕτερον ἔστιν ἀλλ’ ἢ τοῦ εἶναι ἀεὶ δηλωτικὸν καὶ ἀπείρως εἶναι. Λόγον δὲ αὐτὸν ἐκάλεσεν, ἵνα μὴ παθητὴν αὐτοῦ τὴν γένεσιν ὑπολάβωμεν· ἔτι δὲ καὶ διὰ τὸ ἀπαγγεῖλαι ἡμῖν τὰ τοῦ Πνεύματος. οὐχ ἁπλῶς δὲ αὐτὸν Λόγον ἐκάλεσεν, ἀλλὰ μετὰ τῆς
5τοῦ ἄρθρου προσθήκης, ὅπως τῶν λοιπῶν αὐτὸν λόγων καὶ ἐν τούτῳ χωρίσῃ. πολλοὶ γὰρ οἱ τοῦ Θεοῦ λόγοι, ἀλλ’ οὐδεὶς ἐκείνων τῶν λόγων Θεός· ἀλλ’ ἐκεῖνοι μὲν ἅπαντες προφητεῖαι καὶ προσ‐ τάγματα, οὗτος δὲ ὁ Λόγος οὐσία τις ἐνυπόστατος ἐξ αὐτοῦ προελθοῦσα ἀπαθῶς τοῦ Πατρός. εἰπὼν οὖν ὅτι καὶ “Θεὸς ἦν ὁ
10“Λόγος,” οὐκ ἐμφαίνει τί μέσον τῆς θεότητος ταύτης, ἐπειδὴ οὐχ ἧττον Θεὸς ὁ Υἱός· εἶπεν οὖν τὸ γνωριστικὸν τῆς γνησίας αὐτοῦ θεότητος καὶ τὸ ἀΐδιον, διὰ τοῦ “ἐν ἀρχῇ ἦν·” τὸ δὲ συναΐ‐ διον ἐνέφηνεν ἡμῖν διὰ τοῦ “οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.” τουτέστι μὴ νομίσῃς πρεσβυτέραν εἶναι, φησὶ, τὴν ὕπαρξιν τοῦ
15Πατρός· οὐ γὰρ ἦν ἔρημός ποτε τοῦ Λόγου· εἰ δὲ λέγοι τις, καὶ πῶς ἔστιν Υἱὸν ὄντα μὴ νεώτερον εἶναι τοῦ Πατρός· τὸ γὰρ ἔκ τινος ὂν ἀνάγκη πᾶν ὕστερον εἶναι τοῦ ἐξ οὗ ἔστιν; ἐκεῖνο ἐροῦ‐ μεν, ἄρα τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδῶν τῆς τοῦ ἡλίου φύσεως, μὴ ὕστερον εἶναι φαίημεν τῆς ἡλιακῆς ἀκτῖνος;
20οὐδαμῶς· ἀνάγκη γὰρ ὁμολογῆσαι τοῦτο καὶ τὸν τὰς αἰσθή‐ σεις πεπηρωμένον· οὐδὲ γὰρ χωρὶς ἀπαυγάσματος ἥλιος ἐφάνη ποτέ· ἰδοὺ καὶ ἐξ αὐτοῦ καὶ οὐχ ὕστερον αὐτοῦ· οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοήσωμεν, μᾶλλον δὲ καὶ μειζόνως καὶ θεοπρεπῶς· διὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος αὐτὸν οὕτως ἐκάλεσεν.
25 Ἐπειδὴ ὁ Μωϋσῆς ἐλάχιστον μέρος τὴν κτίσεως ἀπολαβὼν, οὐδὲν ἡμῖν περὶ τῶν ἀοράτων διελέχθη δυνάμεων, εἰκότως ὁ Εὐαγ‐ γελιστὴς ἐνὶ βραχεῖ ῥήματι ὅλα περιλαβὼν φησί· “πάντα δι’ “αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονε,” τουτέστι, τῶν γενητῶν, κἂν ὁρατὸν ᾖ, κἂν νοητὸν, οὐδὲν χωρὶς τῆς
30τοῦ Χριστοῦ δυνάμεως εἰς τὸ εἶναι παρήχθη· οὐ γὰρ δὴ τὴν τελείαν στιγμὴν εἰς τὸ “οὐδὲ ἓν” ἐπιθήσωμεν κατὰ τοὺς αἱρετι‐ κούς· ἐκεῖνοι γὰρ οὕτω φασὶν, “ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν,” βου‐ λόμενοι τὸ Πνεῦμα τὸ Ἅγιον κτίσμα λέγειν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀν‐
35θρώπων.180

181

Εἰπὼν περὶ τῆς δημιουργίας, ἐπάγει καὶ τὸν περὶ τῆς προνοίας λόγον. ἵνα γὰρ μηδεῖς ἀπιστῇ, πῶς τὰ τοσαῦτα καὶ τηλικαῦτα δι’ αὐτοῦ γέγονεν, ἐπήγαγεν, “ὅτι ἐν αὐτῷ ζωὴ ἦν,” τουτέστιν, ὅτι ἐν αὐτῷ ζῇ τὰ πάντα, καὶ ἐν αὐτῷ προνοεῖται, καὶ ὅπερ περὶ τοῦ
5Πατρὸς εἴρηται, καὶ περὶ αὐτοῦ κυρίως ἂν λέγοιτο, “ὅτι ἐν αὐτῷ “ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.” Τὸ δὲ ἐπαγόμενον, “καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,” οὐ τοιοῦτον αἰσθητὸν φῶς ἦν, ἀλλὰ νοητὸν, τὴν ψυχὴν φωτίζων αὐτήν. καὶ οὐκ εἶπε, τὸ φῶς τῶν Ἰουδαίων, ἀλλὰ καθόλου “τῶν ἀνθρώ‐
10“πων·” οὐδὲ γὰρ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες πρὸς ταύτην ἦλθον τὴν γνῶσιν. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει. Φαίνει δὲ τὸ φῶς τὸ νοητὸν τοῦτο ἐν τῇ σκοτίᾳ· σκοτίαν λέγει ἢ τὸν θάνατον ἢ τὴν πλάνην· τὸ γὰρ κήρυγμα μεταξὺ τῆς πλάνης
15ἔλαμψε, καὶ ἐν τῷ θανάτῳ δὲ γενόμενος αὐτὸς, οὕτως αὐτοῦ περι‐ εγένετο, ὡς καὶ τοὺς ἤδη προκατεχομένους ἀναγαγεῖν. Καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἡ σκοτία δὲ αὐτὸ οὐ κατέλαβεν, ἐπειδὴ οὔτε ὁ θάνατος αὐτοῦ περιεγένετο, οὔτε ἡ πλάνη· ἔστι γὰρ ἀκαταγώνιστον. οὐκ ἐμφι‐
20λοχωρεῖ δὲ ταῖς μὴ βουλομέναις φωτισθῆναι ψυχαῖς· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ βουλήσει καὶ γνώμῃ προσάγεται ἡμῖν ὁ Θεός. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ. Διαλεχθεὶς ἡμῖν συμμέτρως περὶ τοῦ Θεοῦ Λόγου, ὁδῷ καὶ
25τάξει προβαίνων ἐπὶ τὸν τοῦ Λόγου κήρυκα τὸν Ἰωάννην ἔρχεται. Ἀκούοντες δὲ ὅτι παρὰ Θεοῦ ἀπεστάλη, μηδὲν λοιπὸν ἀνθρώπινον νομίσωμεν εἶναι τῶν λεγομένων· οὐ γὰρ τὰ αὐτοῦ, ἀλλὰ τοῦ πέμψαντος ἅπαντα φθέγγεται, διὸ καὶ ἄγγελος προσηγόρευται· ἀγγέλου δὲ ἀρετὴ τὸ μηδὲν ἴδιον εἰπεῖν· τὸ δὲ “ἐγένετο” ἐνταῦθα
30οὐ τῆς εἰς τὸ εἶναι παρόδου δηλωτικὸν, ἀλλὰ τῆς ἀποστολῆς ἐστιν αὐτῆς· τὸ γὰρ “ἐγένετο ἀπεσταλμένος” ἀντὶ τοῦ ἀπεστάλη εἴρηται. Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
Τὸ δὲ “ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς,” οὐχ ὡς ἀξιόπιστον181

182

τοῦ Υἱοῦ τοῦ Θεοῦ τὴν φύσιν ποιήσων, ἢ ἵνα τῷ δεσπότῃ προσθῇ εἰς ἀξίας λόγον, ἀλλὰ διὰ τὸ ἐπαγόμενον, ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ, τουτέστι οἱ ὁμόφυλοι, αὐτὸς γὰρ Θεὸς ὢν καὶ Θεοῦ γνήσιος Υἱὸς, καὶ τῆς οὐσίας τῆς ἀκηράτου καὶ μακαρίας, οὐ δεῖ‐
5ται τοῦ μαρτυρήσοντος· ἐπειδὴ δὲ τῆς σωτηρίας αὐτῷ μέλει τῆς τῶν πολλῶν, τούτου χάριν εἰς τοῦτο κατέβη ταπεινότητος, ὡς καὶ ἀνθρώπῳ τὴν μαρτυρίαν ἐπιτρέψαι τὴν ἑαυτοῦ. Διὰ τί εἶπεν “οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ “περὶ τοῦ φωτός;” ὡς τὰ πολλὰ τὰ ῥήματα, μείζων ὁ μαρτυρῶν
10τοῦ μαρτυρουμένου, ἵνα μή τις καὶ ἐπὶ τοῦ Ἰωάννου τοῦτο νομίσῃ. τὴν πονηρὰν ταύτην ὑποψίαν ἀναιρῶν τοῦτό φησι. Κυρίλλου. Οὗτος ὁ ἐκ Θεοῦ ἀπεσταλμένος ὁ πᾶσαν εἰκότως καταπλήξας τὴν Ἰουδαίαν, τῇ τε τοῦ βίου σεμνότητι καὶ ταῖς εἰς ἄσκησιν ὑπερβολαῖς, ὁ διὰ φωνῆς ἁγίας προφητῶν προκηρυτ‐
15τόμενος. Ἀμμωνίου Πρεσβυτέρου. Διὰ τοῦτο μείζων τῶν ἄλλων προ‐ φητῶν ὁ Ἰωάννης, ὅτι ἐκεῖνοι μὲν ἐκήρυξαν τὸν προσδοκώμενον, οὗτος δὲ ἑωρακὼς αὐτὸν, καὶ πεισθεὶς διὰ σημείων ὅτι οὗτος δὴ ἦλθε, μαρτυρῶν ἐξ ὧν ἤκουσε καὶ εἶδεν.
20 Ὠριγένους. Ὅσον ἐφ’ ἑαυτῷ δηλονότι, εἰ καὶ μὴ πάντες ἐπί‐ στευσαν· οὐδὲ γὰρ εἰ μὴ πάντες τὸν παρὰ τοῦ ἡλίου δέχοιντο φωτισμὸν, ἤδη καὶ τὸν ἥλιον φαίη τις ἂν μὴ ἐπὶ τοῦτο ἀνατέλ‐ λειν, ἐφ’ ᾧτε πάντας φωτίζεσθαι· ἡ γὰρ πρόθεσις τοῦ πέμψαντος αὐτὸν ἦν πιστεῦσαι πάντας.
25 Κυρίλλου Ἀλεξανδρείας. Ἀπεστάλθαι φησὶ παρὰ Θεοῦ· ἔδει γὰρ οὐκ αὐτόμολον πρὸς τὴν ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν μαρ‐ τυρίας ἰόντα δεικνύειν τὸν ἅγιον βαπτιστὴν, ἀλλὰ τοῖς τοῦ Πατρὸς ὑπηρετοῦντα θελήμασι· δοκεῖ δέ μοι λίαν ἠσφαλισμένος ἐν τούτοις ὁ Εὐαγγελιστὴς, οὐχ ἁπλῶς, ὅτι γέγονεν, εἰπεῖν, ἀλλὰ
30καὶ διὰ τοῦ προσθεῖναι, καὶ “ἄνθρωπος,” ἀβουλοτάτων τινῶν ἀνα‐ τρέπων ὑπόνοιαν τῶν λεγόντων, μὴ ἄνθρωπον ὄντως ὑπάρχειν τὸν βαπτιστὴν, ἀλλὰ τῶν τοῦ Πατρὸς καὶ Υἱοῦ ὑπηρετοῦντα θελή‐ μασιν, ὡς ἐκ τῶν οὐρανῶν ἕνα τινὰ τῶν ἁγίων ἀγγέλων παρα‐
γενόμενον ἀνθρωπίνῳ χρήσιμον σώματι, καὶ πρὸς τὸ κηρύττειν182

183

ἀπεσταλμένον παρὰ Θεοῦ· ἀποσφάλλοντες δὲ τῆς ἀληθείας οἱ ἄφρονες· τὸ γὰρ ἄγγελος ὄνομα λειτουργίας μᾶλλον ἐστὶν ἢ περι‐ ουσίας σημαντικόν· ὥσπερ καὶ οἱ ἐπὶ τοῦ Ἰὼβ ἄγγελοι, ἄλλος ἐπ’ ἄλλῳ τρέχουσι, τὰ πολύτροπα κηρύττοντες πάθη. Οὐκοῦν ἄγ‐
5γελος ὁ μακάριος βαπτιστὴς διὰ τῆς τοῦ δεσπότου κατωνόμασται φωνῆς, οὐκ αὐτὸς κατὰ φύσιν Ἄγγελος ὢν, ἀλλ’ ὡς εἰς τὸ ἀγγέλ‐ λειν ἀπεσταλμένος, καὶ “τὴν ὁδὸν ἑτοιμάσατε Κυρίου” βοῶν. Ἦν τὸ φῶς τὸ ἀληθινόν. Ἀνάγων δὲ πάλιν τὴν ἔννοιαν ἡμῶν πρὸς τὴν ἐπέκεινα πάσης
10ἀρχῆς ὕπαρξιν, τὴν οὐδαμοῦ λήγουσαν οὐδὲ ἱσταμένην, ἔφη· “ἦν “τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς “τὸν κόσμον·” καὶ εἰ πάντα ἄνθρωπον φωτίζει, πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι· τὸ μὲν εἰς αὐτὸν ἧκον πάντας ἦλθε φωτί‐ σαι, εἰ δέ τινες ἥκοντες τοὺς ὀφθαλμοὺς τῆς διανοίας μύσαντες,
15οὐκ ἠθέλησαν παραδέξασθαι τοῦ φωτὸς τὰς ἀκτῖνας, οὐ παρὰ τὴν τοῦ φωτὸς φύσις ἡ σκότησις ἐκείνη, ἀλλὰ παρὰ τὴν κακουργίαν τῶν ἑκοντὶ ἀποστερούντων ἑαυτοὺς τῆς σωτηρίας. Κυρίλλου. Ὑπείληπτο γὰρ παρά τισι διὰ τὰ προσόντα αὐτῶν πλεονεκτήματα, ὡς αὐτὸς εἴη ὁ Χριστὸς, διὰ τοῦτό φησιν, ἵν’
20ὁλόρριζον ἀνέλῃ τὴν τοιαύτην πλάνην, δηλονότι φῶς δὲ καὶ αὐτὸς κατὰ μετοχὴν, ὡς καὶ πάντες οἱ ἅγιοι. Ἀμμωνίου. Εἰ καὶ φῶς ὁ Ἰωάννης καὶ οἱ ἅγιοι, ἀλλ’ οὐκ ἐκεῖνοι τὸ θεολογούμενον, ὅς ἐστι Χριστὸς, ὁ φύσει φῶς· οἱ γὰρ ἅγιοι χάριτι ἔσχον τὸν φωτισμόν· διὸ περὶ τοῦ Χριστοῦ φησιν,
25“ἦν τὸ φῶς τὸ ἀληθινόν.” Κυρίλλου. Ἑκάστων τῶν εἰς τοῦτο εἶναι καλουμένων σοφίας ἤτοι θεογνωσίας ἐντίθησι καὶ ῥίζαν ἐμφυτεύει συνέσεως· λογικόν τε οὗτος ἀποτελεῖ τὸ ζῶον τῆς οἰκείας φύσεως μέτοχον ἀποδει‐ κνύων, καὶ τῆς ἀφράστου λαμπρότητος ὥσπερ τινὰς ἀτμοὺς
30φωτοειδεῖς ἐνιεὶς τῷ νῷ, καθ’ ὃν αὐτὸς οἶδε τρόπον τε καὶ λόγον· φωτίζει τοιγαροῦν δημιουργικῶς μὲν Υἱὸς, ἅτε δὴ τὸ φῶς ὑπάρ‐ χων αὐτὸς τὸ ἀληθινὸν, κατὰ μετοχὴν δὲ ἡ κτίσις· καὶ καλεῖται διὰ τοῦτο καὶ γίνεται φῶς, εἰς τὰ ὑπὲρ φύσιν ἀνακαίουσα διὰ τὴν τοῦ δοξάσαντος χάριν· οὕτως οἱ Ἄγγελοι φῶτα, καὶ πάντες οἱ
35ἅγιοι, κατὰ μετοχὴν δηλονότι.183

184

Ἀμμωνίου Πρεσβυτέρου. Ὁ Κύριος τὰ λογικὰ αὐτοῦ κτί‐ σματα ἀπὸ φυσικῶν ἐννοιῶν φωτίζει εἰς τὸ πεισθῆναι ὅτι ἔστι Θεός· στοχαζομένους ἐκ τῆς τῶν κτισμάτων αὐτοῦ καλλονῆς καὶ εὐταξίας τὸ ὑπερανέχον τῆς αὐτοῦ δυνάμεως.
5 Θεοδώρου. Εἰπὼν “τὸν ἐρχόμενον εἰς τὸν κόσμον” περὶ τοῦ δεσπότου Χριστοῦ, καλῶς ἐπήγαγε τὸ “ἐν τῷ κόσμῳ ἦν,” ὥστε δεῖξαι ὅτι τὸ “ἐρχόμενον” πρὸς τὴν διὰ σαρκὸς εἶπε φανέρωσιν· τῇ γὰρ ὑποστάσει φησὶ καὶ τῇ φύσει ἦν ἐν τῷ κόσμῳ καὶ πρὸ τούτου, καὶ ὡς καὶ τούτου μικροῦ τινὸς ὄντος ἐπήγαγε, “καὶ ὁ
10“κόσμος δι’ αὐτοῦ ἐγένετο,” τουτέστι, καὶ τί θαυμαστὸν εἰ ἦν ἐν τῷ κόσμῳ, ὃς οὐκ ἂν ἦν, εἰ μὴ ἐκεῖνος ἐβουλήθη; “Ἐν τῷ κόσμῳ ἦν,” οὐχ ὡς τοῦ κόσμου σύγχρονος· διὰ γὰρ τοῦτο ἐπήγαγε, “καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο·” πάντως γὰρ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πᾶς ἄνθρωπος, κἂν πολέμιος τῆς
15δόξης τοῦ Θεοῦ ἐστι, πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν ποιητήν. Ἀμμωνίου. Ὡς Θεὸς ἦν ἐν τῷ κόσμῳ, οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὸ προνοητικόν. Τοῦ αὐτοῦ. Πάλιν ἀνασειράζει τὴν αἵρεσιν τῶν λεγόντων, μὴ εἶναι κτίσματα τοῦ Θεοῦ τοὺς ἀνθρώπους καὶ τὰ λοιπά.
20 Τὸ δὲ “ὁ κόσμος αὐτὸν οὐκ ἔγνω,” κόσμος ἐνταῦθα τὸ δημῶ‐ δες πλῆθός φησι, τὸν χυδαῖον καὶ ταραχώδη λαὸν, τὸν τῷ κόσμῳ προσηλωμένον καὶ τὰ τοῦ κόσμου φρονοῦντα. οἱ γὰρ τοῦ Θεοῦ φίλοι πάντες αὐτὸν ἔγνωσαν, οὐ μετὰ τὴν ἐν σαρκὶ αὐτοῦ μόνην παρουσίαν, ἀλλὰ καὶ πρὸ ταύτης, ὡς ὁ Ἀβραὰμ καὶ ὁ Μωϋσῆς
25καὶ ὁ Δαβὶδ, καὶ πάντες οἱ ἀπὸ τοῦ Σαμουὴλ προφῆται, ὡς ὁ Πέτρος φησί. Ἰωάννου Τοῦ Χρυσοστόμου. Ἀντὶ τοῦ τὸν ἐκεῖνον δεσπότην, διὰ τοῦτό σε πάλιν ἀνάγων ἐπὶ τὴν προαιώνιον ὕπαρξιν μονογενοῦς· ὁ γὰρ ἀκούσας ὅτι ἔργον αὐτοῦ τόδε τὸ πᾶν, οἷος ἂν εἴη; πάντως
30γὰρ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν ποιητήν· ὅθεν μοὶ καὶ θαυμάζειν ἔπεισιν ἀεὶ τὴν Παύλου τοῦ Σαμοσατέως μανίαν, πῶς πρὸς τὴν οὕτω φανερὰν ἀλήθειαν ἀντι‐ βλέψαι ἐτόλμησε. Ἀμμωνίου. Ὧδε κόσμον μόνους τοὺς ἀνθρώπους λέγει, ἀπὸ
35μέρους ὀνομάζων τὸν κόσμον, ἤτοι τοὺς τὰ τοῦ κόσμου φρονοῦντας184

185

καὶ αὐτῷ προσηλωμένους, ὅτι τινὲς διὰ τὴν πρὸς τὰ γήϊνα προσ‐ πάθειαν οὔτε ὅλως ἔγνωσαν αὐτόν· οἷοι ἦσαν οἱ εἰδωλολάτραι καὶ τῶν παθῶν δοῦλοι. Τὸ δὲ, “εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν “οὐ παρέλαβον,” ἢ περὶ τῶν Ἰουδαίων λέγει ὡς λαὸν ὄντα περι‐
5ούσιον, ἢ καὶ περὶ τῶν ἀνθρώπων τῶν ὑπ’ αὐτοῦ γεγενημένων· φιλάνθρωπος γὰρ ἂν ὁ Θεὸς, βίᾳ μὲν οὐδένα, πειθοῖ δὲ πάντας ἕλκει πρὸς αὑτόν· διὸ καὶ ἐλθόντα αὐτὸν, οἱ μὲν ἔλαβον, οἱ δὲ οὐκ ἔλαβον. εἰς τὰ ἴδια ἦλθεν οὐ τῆς αὐτοῦ χρείας ἕνεκεν, ἀνενδέες γὰρ τὸ θεῖον, ἀλλὰ τῆς τῶν ἰδίων εὐεργεσίας χάριν. Πόθεν δὲ
10ἦλθεν ὁ τὰ πάντα πληρῶν καὶ πανταχοῦ παρών; ποῖον κενώσας τόπον ὁ πάντα συνέχων; τόπον μὲν οὐδένα ἤμειψε, πῶς γάρ; τῇ δὲ πρὸς ἡμᾶς συγκαταβάσει τοῦτο εἰργάσατο, καὶ ἑαυτὸν ἐφανέρωσεν ἡμῖν, τὴν ἡμετέραν ὑποδὺς σάρκα. Τὴν φανέρωσιν οὖν ταύτην καὶ κατάβασιν ἔλευσιν καλεῖ, εἰ καὶ Ἰουδαῖοι αὐτὸν
15παραλαβεῖν πάντες οὐκ ἐθέλησαν. Ἀμμωνίου Πρεσβυτέρου. Λέγεται εἰς τὰ ἴδια ἐληλυθέναι, καθὸ σαρκωθεὶς ἐγνωρίσθη τοῖς αὐτὸν θεασαμένοις ὀφθαλμοφανῶς· ἢ ὅτι πρὸς τοὺς ἰδίους ἦλθεν, οἳ ἐδόκουν αὐτοῦ ἴδιοι εἶναι, κατὰ τὸ “ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα.” Τὸ δὲ “ὅσοι ἔλαβον αὐτὸν,”
20τουτέστι, κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν Ἕλληνες, κἂν βάρβαροι, κἂν ἄσοφοι, κἂν σοφοὶ, κἂν γυναῖκες, κἂν ἄνδρες, κἂν παῖδες, κἂν πρεσβύται, κἂν πλούσιοι, κἂν πένητες, κἂν ἄρχοντες, κἂν ἰδιῶται, πάντες τῆς αὐτῆς ἀξιοῦνται τιμῆς· ἡ γὰρ πίστις καὶ ἡ τοῦ Πνεύματος χάρις τὴν κοσμικὴν ἀνωμαλίαν περιελοῦσα, εἰς
25μίαν ἅπαντας ἔπλασε μορφὴν, καὶ εἰς ἕνα ἀπετύπωσε χαρακτῆ‐ ρα, τὸν βασιλικόν. Ὠριγένους. Ἐπεὶ μὴ πάντες ἀπεστράφησαν αὐτὸν, πολλοὶ γὰρ ἐξ αὐτῶν προσήκαντο αὐτὸν, καὶ μάλιστα οἱ Ἀπόστολοι, ἐπιφέρει ὁ Εὐαγγελιστὴς, “ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔσχον ἐξου‐
30“σίαν τέκνα Θεοῦ γενέσθαι.” τότε γενησόμενοι τοῦτο, οὐ τέως τὴν ἐξουσίαν εἰλήφασιν, ὅτ’ ἂν τελειθῶσιν ἐν τῇ ἀρετῇ καὶ τῇ πίστει. Τίς δὲ ἡ αἰτία, δι’ ἣν ἔσχον τὴν ἐξουσίαν, δηλοῖ γρά‐ ψας δεδόσθαι αὐτὴν “τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ,” τοῦ φωτὸς δηλονότι.
35Οὐκ εἶπε δὲ, ὅτι ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ’, “ἔδωκεν185

186

αὐτοῖς ἐξουσίαν,” δεικνὺς ὅτι πολλῆς δεῖ τῆς σπουδῆς ὥστε τὴν ἐν τῷ βαπτίσματι τῆς υἱοθεσίας ἡμῖν ἐντυπωθεῖσαν εἰκόνα ὁλόκλη‐ ρον ἡμῖν διατηρῆσαι καὶ ἀνέπαφον. Κυρίλλου. Οἱ διὰ πίστεως, φησὶ, τῆς εἰς Χριστὸν υἱοθεσίας
5κεκλημένοι Θεοῦ, τῆς μὲν οἰκείας φύσεως τὴν εὐτέλειαν ἀπεδύ‐ σαντο, κατηγλαϊσμένοι δὲ ὥσπερ ἀμφίῳ λαμπρῷ τῇ τοῦ τιμῶντος χάριτι πρὸς τὸ ὑπὲρ φύσιν ἀνακαίουσιν ἀξίωμα· οὐ γὰρ ἔτι χρη‐ ματίζουσι τέκνα σαρκὸς, Θεοῦ δὲ μᾶλλον γεννήματα. Τί οὖν ἄρα τὸ πλεῖον ἐρεῖ τις τυχὼν, ἢ τί τὸ ἐξαίρετον ἐν τοῖς πιστεύουσιν
10εἰς Χριστὸν παρὰ τὸν Ἰσραὴλ, ἐπεὶ καὶ αὐτὸς γεγενῆσθαι λέγε‐ ται παρὰ Θεοῦ κατὰ τὸ “υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ “με ἠθέτησαν;” πρὸς τοῦτο ἐροῦμεν, ὅτι σκιὰν ἔχων ὀνόματος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, οὐδὲ τοῦτο κατὰ ἀλήθειαν ἔχειν ἐδίδου τοῖς ἐξ Ἰσραὴλ, ἀλλ’ ὡς ἐν
15τύπῳ καὶ σχήματι γραφόμενον ἐν αὐτοῖς, ἄχρι καιροῦ διορθώ‐ σεως, καθὰ γέγραπται, καθ’ ὃν ἔμελλον ἀναδειχθήσεσθαι λοιπὸν, οἱ πρεπωδέστερόν γε καὶ ἀληθέστερον ἀποκαλοῦντες Πατέρα τὸν Θεὸν διὰ τὸ ἐνοικῆσαι αὐτοῖς Πνεῦμα τοῦ μονογενοῦς. οἱ μὲν γὰρ εἶχον “πνεῦμα δουλείας εἰς φόβον,” οἱ δὲ “πνεῦμα υἱοθε‐
20“σίας εἰς ἐλευθερίαν, ἐν ᾧ κράζουσιν, ἀββᾶ ὁ πατήρ.” οὐκοῦν ὁ διὰ πίστεως τῆς εἰς Χριστὸν ἀναβήσεσθαι μέλλων εἰς υἱοθεσίαν, καθάπερ ἐν σκιαῖς, ἐν ἐκείνῳ προκατεγράφετο· ὥσπερ οὖν ἀμέλει καὶ τῇ ἐν πνεύματι νοουμένῃ περιτομῇ, ἐν τῇ ἐκείνων πάλαι προ‐ ετυποῦτο σαρκὶ, καὶ συλλήβδην εἰπεῖν, πάντα ἦν ἐν ἐκείνοις τὰ
25ἡμέτερα τυπικῶς. Ἀνέμνησε δὲ τῶν σαρκικῶν ὠδίνων, εἰπὼν, “οἱ οὐκ ἐξ αἱμάτων,” καὶ τὰ ἑξῆς, ἵνα συγκρίναντες τὸ εὐτελὲς καὶ ταπεινὸν τοῦ προ‐ τέρου, ἥγουν τὸ σαρκικοῦ τόκου, πρὸς τὸ ὑψηλὸν καὶ εὐγενὲς τοῦ δευτέρου τοῦ διὰ τῆς χάριτος, ὅπερ ἐστὶν ἐκ Θεοῦ γεννηθῆναι,
30μεγάλην τινὰ ἔννοιαν περὶ αὐτοῦ λάβωμεν, καὶ τῆς τοῦ γεγεννη‐ κότος δωρεᾶς ἀξίαν· διὸ καὶ τὴν αἰτίαν τῆς ἀφράστου ταύτης τιμῆς τίθησι λέγων, “καὶ ὁ λόγος σὰρξ ἐγένετο,” τουτέστι, διὰ ταύτην τὴν ὑπόθεσιν τοῦ γενέσθαι σάρκα τὸν λόγον, καὶ τὴν τοῦ δούλου μορφὴν λαβεῖν τὸν δεσπότην, τέκνα Θεοῦ γεγόναμεν.
35“Γέγονε δὲ ὁ Λόγος σὰρξ,” οὐ τῆς οὐσίας αὐτοῦ μεταπτώ‐186

187

σεως εἰς σάρκα, τὸ γὰρ ἐννοεῖν τοῦτο τῆς ἐσχάτης ἀσεβείας ἐστὶν, ἀλλὰ μένουσα ὅπερ ἐστίν. Οὕτω τὴν τοῦ δούλου μορφὴν ἔλαβεν· “ἐγένετο” δὲ, εἶπε, τὰ τῶν αἱρετικῶν ἐμφράττων στό‐ ματα, τῶν λεγόντων ὅτι φαντασία τις ἦν ἡ οἰκονομία, οὐ σαρκὸς
5ἀληθινῆς ἀνάληψις. Τί ἐστι τὸ, “ἐσκήνωσεν ἐν ἡμῖν;” τὸ σκηνοῦν οὐ ταυτὸν ἂν εἴη τῇ σκηνῇ, ἀλλ’ ἕτερον ἐν ἑτέρῳ σκηνοῖ, τουτέστιν, ὁ Θεὸς Λόγος ἐσαρκώθη καὶ ἡνώθη σαρκί· ἕτερον δὲ κατ’ οὐσίαν φα‐ μέν· τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ εἷς ἐστιν ὁ Θεὸς Λόγος
10καὶ ἡ σάρξ· οὐ συγχύσεως γενομένης, οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ’ ἑνώσεώς τινος ἀρρήτου καὶ ἀφράστου, καὶ ἣν μόνος οἶδεν αὐτός. Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ. Διὰ τοῦ συντρόφου σώματος ἡμῖν δηλονότι. Εἰ γὰρ τὸ πρόσ‐
15ωπον Μωϋσέως οὐχ ὑπέμειναν οἱ κατ’ ἐκεῖνον τὸν καιρὸν δοξασθὲν ἰδεῖν, πῶς θεότητα γυμνὴν καὶ φῶς ἀπρόσιτον καὶ αὐταῖς ταῖς ἄνω δυνάμεσιν, ἡμεῖς οἱ πήλινοι καὶ γηγενεῖς ἠδυνήθημεν ἂν ἐνεγκεῖν. Καὶ ἐπειδὴ πολλοὶ τῶν προφητῶν ἐδοξάσθησαν, ὧν εἷς οὗτος
20αὐτός ἐστι Μωϋσῆς· ἐθαυμάσθησαν δὲ καὶ Ἄγγελοι παρὰ ἀνθρώ‐ ποις φανέντες, καὶ τὰ Χερουβεὶμ δὲ καὶ τὰ Σεραφεὶμ μετὰ πολλῆς δόξης ὤφθη τῷ προφήτῃ· πάντων τούτων ἀπάγων ἡμᾶς ὁ Εὐαγγελιστὴς, πρὸς αὐτὴν τῶν ἀγαθῶν ἡμᾶς ἵστησι κορυφὴν, λέγων, “δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς πλήρης χάριτος καὶ
25“ἀληθείας.” αὐτήν φησι τοῦ βασιλέως, τοῦ γνησίου μονογενοῦς Παιδὸς τοῦ Πατρὸς, αὐτοῦ τοῦ πάντων Κυρίου τὴν δόξαν ἐθεα‐ σάμεθα. Τὸ δὲ “ὡς” ἐνταῦθα οὐχ ὁμοιώσεώς ἐστιν, οὐδὲ παραβολῆς, ἀλλὰ βεβαιώσεως, καὶ ἀναμφισβητήτου διορισμοῦ, ὡσανεὶ ἔλεγεν,
30ἐθεασάμεθα δόξαν, οἵαν ἔπρεπε καὶ εἰκὸς ἦν ἔχειν μονογενῆ καὶ γνήσιον ὄντα Υἱὸν τοῦ παμβασιλέως Θεοῦ. Τίς δὲ ἦν αὕτη ἡ δόξα; ὅτι μετ’ ἐξουσίας βασιλεῖ καὶ δεσπότῃ πρεπούσης πάντα ἐποίει, καὶ οὐχ ὡς Ἄγγελοι καὶ προφῆται προσταττόμενοι, αὐτόχαρις καὶ ἀλήθεια ὑπάρχων πεπληρωμένη, καὶ ἄλλοις ταύτην χορη‐
35γῶν.187

188

Τίνος ἕνεκεν πολλάκις ὁ Εὐαγγελιστὴς τὴν Ἰωάννου περιφέρει μαρτυρίαν, ὥσπερ καὶ ἐνταῦθά φησιν, “Ἰωάννης μαρτυρεῖ περὶ “αὐτοῦ;” οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα συνετῶς· ἐπειδὴ γὰρ πολλοὶ τὸ θαῦμα εἶχον τοῦ ἀνδρὸς τούτου πάντες οἱ Ἰουδαῖοι,
5ὥστε καὶ τὸν Ἰώσηπον διὰ τὴν τούτου τελευτὴν τὴν τῶν Ἰουδαίων πόλιν ἀφανισθῆναι πολέμῳ λογίζεσθαι, καὶ μακροὺς περὶ αὐτοῦ λόγους ἐγκωμίων ποιεῖσθαι· τούτου χάριν ἀπ’ αὐτοῦ τοὺς Ἰου‐ δαίους ἐντρέψαι βουλόμενος, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς τοῦ προδρόμου μαρτυρίας· οὐ τὸν δεσπότην ἀπὸ τοῦ δούλου ποιῆ‐
10σαι ἀξιόπιστον σπεύδων, ἀλλὰ τῆς τῶν νηπιαζόντων Ἰουδαίων ἀσθενείας συγκαταβαίνων. Τὸ δὲ, “κέκραγε,” λέγει, τὴν παρρησίαν αὐτοῦ δηλοῖ, καὶ ὅτι χωρὶς ὑποστολῆς ἁπάσης τὴν παρουσίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐκήρυττε.
15 Διὰ δὲ τοῦ εἰπεῖν, ὅτι “οὗτός ἐστιν ὃν εἶπον,” δείκνυσιν, ὅτι καὶ πρὶν φανῆναι τὸν Χριστὸν, ἀνεκήρυξεν αὐτόν· τοῦτο δὲ ἐποίει ἵνα εὐπαράδεκτον ἡμῖν γένηται. Τὸ δὲ “ὁ ὀπίσω μου ἐρχόμενος” σημαίνει, ὁ μετ’ ἐμὲ κηρύτ‐ των, οὐχ ὁ μετ’ ἐμὲ γενόμενος. Τὸ “ἔμπροσθέν μου γέγονε,”
20τουτέστι, λαμπρότερος, ἐντιμότερος. Τὸ δὲ “πρῶτός μου ἦν,” ὅτι οὐκ ἔκ τινος προκοπῆς πρῶτον μὲν ὄντα, ὀπίσω πεποίηκεν εἶναι, ἀλλ’ ἀεὶ πρῶτος ἦν, εἰ καὶ ὕστερος παραγίνεται. “Ἐκ τοῦ πλη‐ “ρώματος δὲ αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν,” ὅτι οὐ μεθεκτὴν ἔχει τὴν δωρεὰν, ἀλλ’ αὐτοπηγὴ καὶ αὐτορίζα πάντων ἐστὶ τῶν
25ἀγαθῶν, αὐτοζωὴ καὶ αὐτοφῶς καὶ αὐτοαληθεία· οὐκ ἐν ἑαυτῷ συνέχων τὸν πλοῦτον, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὑπερ‐ κλύζων αὐτὸν, καὶ μετὰ τὸ ὑπερκλύσαι μένων πλήρης. Ἀντὶ ποίας χάριτος ποίαν χάριν ἐλάβομεν; ἀντὶ τῆς πάλαι τὴν καινήν· καὶ γὰρ χάριτι καὶ Ἰουδαῖοι προσεδέχθησαν τότε, ὡς
30γέγραπται, ὅτι “οὐ διὰ τὸ πολυπληθεῖς ὑμᾶς, ἀλλὰ διὰ τοὺς “πατέρας ὑμῶν ἐξελεξάμην.” καὶ ἡμεῖς πάλιν χάριτι ἐσώθημεν, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ μειζόνως διὰ τὴν τοῦ Πνεύματος δωρεὰν, καὶ διὰ τὴν ἀπὸ τῆς καταλλαγῆς γενομένην παρρησίαν. Καὶ τὸ λαβεῖν δὲ τὸν νόμον, χάριτος ἦν, καθὼς ἐπάγει, ὅτι “ὁ νόμος διὰ
35“Μωϋσέως ἐδόθη.” εἰ γὰρ καὶ τύπος ἦν ὁ νόμος ἐκεῖνος, ἀλλ’188

189

οὖν ἐλεημοσύνην ἐμφαίνει Θεοῦ καὶ οἰκτιρμοὺς, ὅτι “ἐγνώρισε “τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ,” καθώς φησιν ὁ Δαβίδ. Ὅτι δὲ “ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο,” καὶ ὅτι τοῦτο μείζονα ἡμῖν ἐκόμισεν ἀγαθὰ, δῆλον· ἐκεῖνος μὲν γὰρ ὑπη‐
5ρέτης ὢν ταπεινοτέρων γέγονε πραγμάτων διάκονος· οὗτος δὲ δεσπό‐ της καὶ βασιλεὺς καὶ βασιλέως Υἱὸς, τὰ πολλῷ κρείττονα ἤγαγεν ἡμῖν, συνὼν ἀεὶ τῷ Πατρί. “Θεὸν οὐδεὶς ἑώρακε πώποτε” εἰπὼν ὁ Εὐαγγελιστὴς, ἐδή‐ λωσεν ἡμῖν, ὅτι πάντα ὅσα εἶπον οἱ προφῆται, οἷον Ἡσαΐας, ὅτι
10εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνου, καὶ Ἰεζεκιὴλ ἐπὶ τῶν Χερουβεὶμ, καὶ Δανιὴλ ἐπὶ θρόνου, καὶ ἕτεροί τινες ἐξ αὐτῶν περὶ τῆς θεωρίας αὐτοῦ, πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας γυμνῆς ὁραθείσης. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἐθεάσαντο· ἁπλῆ γάρ τίς ἐστι καὶ
15ἀσχημάτιστος καὶ ἀσύνθετος καὶ ἀπερίγραφος, καὶ οὐδὲ κάθηται οὐδὲ ἕστηκε. Ταῦτα γὰρ πάντα σωμάτων ἐστὶ, καὶ οὐδὲ τῶν Ἀγγέλων τις αὐτὸν ὁρᾷ, οὐδὲ τῶν ἀρχαγγέλων, μή τι γε ἀνθρώ‐ πων. Τὸ γὰρ εἰρημένον “ὅτι οἱ Ἄγγελοι αὐτῶν διὰ παντὸς βλέ‐ “πουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς,” τοῦτο
20δηλοῖ, ὅτι διὰ τὴν καθαρὰν αὐτῶν καὶ ἄγρυπνον φύσιν, οὐδὲν ἕτε‐ ρον ἀλλ’ ἢ ἀεὶ τὸν Θεὸν φαντάζονται, ὥσπερ καὶ οἱ καθαροὶ τῇ καρδίᾳ, τῇ κατὰ διάνοιαν ὄψει τῇ ἀνθρώποις δυνατῇ, καὶ τῇ ἐννοίᾳ τῇ περὶ Θεοῦ· οὔτε γὰρ πρόσωπον ἔχει Θεὸς, ἀλλ’ οὔτε ἐν οὐρανοῖς περιγέγραπται. Τοῦτο δὲ αὐτὸ, “ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε,”
25ἀξιόπιστον τὸν λόγον ποιῆσαι βουλόμενός, φησι, “ὁ μονογενὴς “Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.” Ἀκούων δὲ κόλπον, μηδὲν ὑποπιστεύσῃς ταπεινόν· ταύτην γὰρ τὴν ἀνθρωπίνην ῥῆσιν εἶπε, τὸ ἀχώριστον καὶ συναΐδιον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα δεῖξαι βουλόμενος, καὶ ὅτι πάντα τὰ τοῦ Πατρὸς
30ἀνελλειπῶς ἐπίσταται, οὐκ Ἰουδαιοῖς δὲ μόνον, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένῃ ἐξηγήσατο. Τίνος ἕνεκεν τοὺς ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας πρὸς Ἰωάννην ἐξαπέστειλε; ὡς ἐντιμοτέρους τῶν λοιπῶν, ἐπειδὴ καὶ αὐτὸν τὸν Ἰωάννην ἔντιμον καὶ μέγαν εἶχον· ὅθεν αὐτὸν καὶ
35διδάσκαλον ἑλεῖν ἐβούλοντο· διὸ καὶ κολακευτικῶς αὐτὸν ἐρω‐189

190

τῶσιν, ὥστε αὐτὸν ἐκ τούτου ἐπισπάσασθαι εἰς τὸ ἑαυτὸν ὁμο‐ λογῆσαι εἶναι τὸν Χριστόν. Ὅτι γὰρ οὐκ ἠγνόουν, δῆλον ἦν ἐκ τῆς γενέσεως αὐτοῦ· καὶ γὰρ ἔλεγον τότε πολλοὶ, “τί ἄρα τὸ “παιδίον ἔσται τοῦτο;” διὰ τοῦτο οὖν καὶ αὐτὸς πρὸς οὐδεμίαν
5ἐρώτησιν αὐτῶν πρώτην τε καὶ δευτέραν εἶπεν εὐθέως, ὅπερ ἐξ εὐθείας ἦν εἶπεν· “ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,” ἀλλ’ ὅπερ ὑπόπτευον ἐκεῖνοι, “ὅτι οὐκ εἰμὶ ὁ Χριστός.” Περὶ δὲ τοῦ Ἠλία ἐρωτῶσι, μή τι αὐτός ἐστιν, ἐπειδὴ προσ‐ εδόκων αὐτὸν ἥξειν, καὶ λέγει, οὐκ εἰμί. Διὰ τί οὐκ εἶπον, ὅτι
10προφήτης εἶ σὺ, χωρὶς τοῦ ἄρθρου, ἀλλὰ μετὰ τῆς τὸ “ὁ” ἄρθρου προσθήκης, “ὁ προφήτης εἶ σύ;” καὶ τοῦτο πανούργως. Ἐπειδὴ γὰρ ἤκουσαν τοῦ Μωϋσέως εἰπόντος, “ὅτι προφήτην ὑμῖν ἀνα‐ “στήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ,” οὗτος δὲ ἦν ὁ Χριστός· διὰ τοῦτο οὕτως αὐτὸν ἐρωτῶσιν, ἵνα κἂν τοῦτο
15πείσωσιν αὐτὸν συνθέσθαι. αὐτὸς δὲ γνοὺς τὴν πανουργίαν αὐτῶν εἶπεν, οὐκ εἰμί. Ἐπιμενόντων δὲ αὐτῶν τῇ ἐρωτήσει, τότε φησὶν, “ὅτι ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.” ἐπὶ τὸν προφήτην κατέ‐ φυγεν ἀξιόπιστον τὸν λόγον ποιῶν· καὶ γὰρ ὁ Ἡσαΐας τοῦτό φησι. Τὸ δὲ εἰπεῖν αὐτῷ πάλιν· “τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ
20“εἶ ὁ Χριστός;” ἀναγκαζόντων ἦν ὁμολογῆσαι ἑαυτὸν εἶναι τὸν Χριστόν· μέσον δὲ ὁ βαπτιστὴς εἰρηκέναι αὐτῶν τὸν Χριστόν φησιν, ἐπειδὴ εἰκὸς ἦν αὐτὸν καὶ ἀναμεμίχθαι τῷ λαῷ, ὡς ἕνα τῶν πολ‐ λῶν ὄντα, πανταχοῦ τὸ ἄτυφον καὶ ἀκόμπαστον ἐπιδεικνύμενον. Διὰ τοῦτο δὲ εἶπεν, “ὃν ὑμεῖς οὐκ οἴδατε,” διὰ τὸ τὴν ἀληθῆ
25εἴδησιν περὶ αὐτοῦ μὴ γινώσκειν αὐτοὺς, οἷον τίς ἐστι καὶ πόθεν. Τὸ δὲ “ὁ ὀπίσω μου ἐρχόμενος” συνεχῶς τίθησι, δηλῶν ὅτι οὐχὶ τέλειόν ἐστι τὸ αὐτοῦ βάπτισμα, ἀλλὰ σκιὰ καὶ εἰκὼν καὶ προοδοποίησις, ὡς ἄλλου μετ’ αὐτὸν τὴν ἀλήθειαν ἐπιθήσοντος. Τὸ δὲ “ἔμπροσθέν μου γέγονε,” τουτέστι, τιμιώτερος, ὥστ’ ἐμὲ
30μηδὲ ἐν τοῖς ἐσχάτοις τῶν τούτου διακόνων ἀριθμηθῆναι ἄξιον· τὸ γὰρ τὸ ὑπόδημα λῦσαι τῆς ἐσχάτης διακονίας ἐστί. Τίνος ἕνεκε φησὶν, ὅτι “ταῦτα ἐν Βηθανίᾳ ἐγένετο,” καὶ τὰ ἑξῆς; ἵνα τὴν παρρησίαν δείξῃ τοῦ μεγαλοφώνου κήρυκος, ὅτι οὐκ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν, ἐν
35μέσῳ πλήθους τοσούτου τὰ περὶ Χριστοῦ πᾶσιν ἀνεκήρυττε. Χρὴ190

191

δὲ γινώσκειν, ὅτι τὰ ἀκριβῆ τῶν ἀντιγράφων ἐν Βηθαβαρὰ περιέ‐ χει· ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, ἀλλ’ ἐγγύς που τῶν Ἱεροσολύμων. Καὶ τοῦτο δὴ χρὴ μὴ ἀγνοεῖν, ὅτι τὰ μὲν περὶ τοῦ βαπτίσματος ὁ Ματθαῖος διηγεῖται, καὶ τοὺς πρινὶ δειχθῆναι
5τὸν Ἰωάννην χρόνους ἐπιτεμὼν, ἐπείγεται πρὸς τοὺς ἑξῆς. Ὁ δὲ Ἰωάννης τούτοις μάλιστα ἐνδιατρίβει, καὶ τὰ μετὰ τὴν κάθοδον τὴν ἀπὸ τοῦ ὄρους γενομένην διηγεῖται. Ὁ δὲ βαπτιστὴς τὸ “ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ” λέγει, διὰ τὸ πολλοὺς πολλάκις ἐπιζητεῖν αὐτόν. ἀμνὸν δὲ καλεῖ αὐτὸν, τῆς τε
10προφητείας ἀναμιμνήσκων τοῦ Ἡσαΐου, καὶ τῆς σκιᾶς τῆς κατὰ τὸν Μωϋσέα, ἵνα ἀπὸ τοῦ τύπου μᾶλλον αὐτοὺς προσαγάγηται τῇ ἀληθείᾳ. αἴροντα δὲ τὴν ἁμαρτίαν τοῦ κόσμου, φησὶν, ὅτι ἐκεῖνος μὲν ὁ ἀμνὸς οὐδενὸς καθ’ ἅπαξ ἁμαρτίαν ἔλαβεν, οὗτος δὲ ἁπάσας τῆς οἰκουμένης ἁπάσης· κινδυνεύουσαν γὰρ αὐτὴν ἀπολέσθαι τα‐
15χέως διέσωσεν. Τὸ δὲ “ἔμπροσθέν μου γέγονεν,” ἐνταῦθά φησι διὰ τὸ βαπτί‐ σαι ἐν Πνεύματι Ἁγίῳ, διὰ τὸ τὰς ἁμαρτίας λαβεῖν τοῦ κόσμου. ἡ μὲν γὰρ ἐμὴ παρουσία, φησὶ, πλέον οὐδὲν ἔχει ἢ τοῦ κηρύξαι τὸν κοινὸν τῆς οἰκουμένης εὐεργέτην· ἡ δὲ τοῦ Κυρίου τοῦ καθᾶραι
20πάντας ἀνθρώπους, καὶ χαρίσασθαι τοῦ παρακλήτου τὴν ἐνέργειαν. Ἀμμωνίου Πρεσβυτέρου. Ἀνὴρ δὲ καλεῖται ὡς ἐκ γυναικὸς τεχθεὶς τὸ κατὰ σάρκα, ἢ ὅτι τέλειος ἦν ἐν ἡλικίᾳ, τριακονταέ‐ της που ὑπάρχων· ἢ ὅτι τέλειος ἦν ἐν πάσῃ ἀρετῇ πρακτικῇ τε καὶ θεωρητικῇ· ἢ ὅτι πάσης τῆς λογικῆς φύσεως, ὅ ἐστι τῆς
25Ἐκκλησίας, νυμφίος ἐστίν. ὡς τῆς Ἐκκλησίας γυναικὸς ἐχούσης πρόσωπον, ὁ Χριστὸς ἀνὴρ καλεῖται, ὡς νυμφευόμενος τὰς τῶν πιστῶν ψυχάς. Διὰ τί τὸ “κἀγὼ οὐκ ᾔδειν αὐτὸν,” λέγει; ἀνύποπτον τὴν μαρτυρίαν ἐργάσασθαι βουλόμενος, ὡς οὐκ ἀπ’ ἀνθρωπίνης φι‐
30λίας ἦν αὕτη, ἀλλ’ ἐξ ἀποκαλύψεως· δείκνυσι δὲ καὶ ἣν εἶχεν αἰτίαν τὸ ἴδιον αὐτοῦ βάπτισμα. “Ἀλλ’ ἵνα φανερωθῇ τῷ “Ἰσραὴλ,” τοῦτ’ ἔστι διὰ τὸ προοδοποιῆσαι τῇ τοῦ Χριστοῦ πίστει τοῖς λοιποῖς ἅπασι· “διὰ τοῦτο ἦλθον κἀγὼ βαπτίζων ἐν “ὕδατι.” Βουλόμενος δὲ ἀξιοπιστοτέραν τὴν ἑαυτοῦ μαρτυρίαν
35ποιῆσαι, ἀνάγει αὐτὴν ἐπὶ τὸν πατέρα, καὶ ἐπὶ τὸ Πνεῦμα τὸ191

192

Ἅγιον, οὕτως εἰπὼν, “ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ “περιστερὰν,” καὶ τὰ ἑξῆς. Συνεχῶς δὲ λέγει τὸ “κἀγὼ οὐκ ᾔδειν αὐτὸν,” διότι συγγενὴς αὐτοῦ ἦν κατὰ σάρκα. “Ἰδοὺ,” φησὶν, ὁ Ἄγγελος, φησὶ, πρὸς τὴν
5Μαρίαν, “Ἐλισάβετ ἡ συγγενής σου·” ἵνα οὖν μὴ δόξῃ χαρί‐ ζεσθαι διὰ τὴν συγγένειαν, τοῦτό φησιν· ὅθεν καὶ τὸν ἅπαντα χρόνον κατ’ οἰκονομίαν Θεοῦ ἐν τῇ ἐρήμῳ διέτριβε. Κατῆλθε δὲ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν, οὐχ ὅτι χρείαν αὐτοῦ εἶχε, καθὼς καὶ ἡμεῖς, ἀλλ’
10ὑπὲρ τοῦ κηρύξαι αὐτὸν μόνον, ὡς καὶ περὶ τούτου φησὶν ὁ βαπτι‐ στὴς, ὅτι “ὁ πέμψας με βαπτίζει ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, “ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν, οὗτός “ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.” Χρὴ δὲ γινώσκειν ὅτι οὐχὶ μόνος ὁ Ἰωάννης εἶδε τὸ Πνεῦμα τὸ
15Ἅγιον ἐν εἴδει περιστερᾶς, ἀλλὰ καὶ πάντες οἱ τότε παρόντες ἐκεῖσε, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· τὰ γὰρ τοιαῦτα οὐ μόνον τῶν σωματικῶν ὀφθαλμῶν δεῖται, ἀλλὰ πρὸ τούτων τῆς κατὰ διά‐ νοιαν ὄψεως, ὥστε μὴ φαντασίαν περιττὴν τὸ πρᾶγμα νομίσαι. Ἰωάννου Τοῦ Χρυσοστόμου. Εἰ γνώριμος ἦν, οὐκ ἂν εἶπεν,
20“ἵνα φανῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων.” ἐντεῦθεν δηλονότι, ἅ φασι παιδικὰ τοῦ Σωτῆρος, ψεῦδος καὶ πλάσματα ἐστίν. Εἰ γὰρ ἐκ πρώτης ἀρξάμενος ἡλικίας ἐθαυματούργει, οὐκ ἂν αὐτὸν Ἰωάννης ἠγνόησεν, οὔτ’ ἂν τὸ λοιπὸν πλῆθος ἐδεήθη διδασκάλου τοῦ φανερώσαντος αὐτόν.
25 Τίνος ἕνεκεν ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι εἶπεν ὁ Ἰωάννης, “ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ;” ἵνα δίττως καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς φωνῆς, τοὺς μὴ ἕως τότε προσεσχηκότας διὰ τὸ πολὺ τοῦ ὕπνου τῆς πωρώσεως, ἀφυπνίσῃ λοιπὸν πρὸς τὴν τοῦ Σωτῆρος ἐπίγνωσιν. Ἠκολούθησαν δὲ τῷ Ἰησοῦ οἱ δύο μαθηταὶ τοῦ Ἰωάν‐
30νου, οὐ τοῦ διδασκάλου καταφρονήσαντες, ἀλλὰ τῇ μαρτυρίᾳ αὐτοῦ μᾶλλον πεισθέντες. Οὐκ εὐθέως δὲ προσελθόντες ἠρώτησαν τὸν Ἰησοῦν, ἀλλ’ ἠκολούθησαν ὅτι περ οὐ δημοσίᾳ παρόντων ἁπάν‐ των ἁπλῶς καὶ ὡς ἔτυχεν ὑπὲρ ἀναγκαίων καὶ μεγίστων πραγμά‐ των, ἀλλ’ ἰδίᾳ διαλεχθῆναι ἐσπούδαζον.
35Ἐρωτᾷ δὲ αὐτοὺς, τί θέλετε; οὐχ ἵνα μάθῃ, πῶς γὰρ ὁ εἰδὼς192

193

τὰς καρδίας τῶν ἀνθρώπων; ἀλλ’ ἵνα διὰ τῆς ἐρωτήσεως μᾶλλον αὐτοὺς οἰκειώσηται καὶ πλείονος μεταδῷ τῆς παρρησίας· εἰκὸς γὰρ ἦν αὐτοὺς ἐρυθριᾷν καὶ δεδοικέναι ἀγνῶτάς τε ὄντας αὐτῷ, καὶ τοιαῦτα παρὰ τοῦ διδασκάλου περὶ αὐτοῦ μαρτυροῦντος ἀκη‐
5κοότας. αὐτοὶ δὲ οὐ διὰ τῆς ἀκολουθήσεως μόνον τὸν πόθον ἐνέ‐ φηναν, ἀλλὰ καὶ διὰ τοῦ διδασκάλου αὐτὸν ὀνομάσαι, τοῦτο γὰρ ἑρμηνεύεται “ῥαββί·” καίπερ οὐδὲν οὐδέ πως μαθόντες περὶ αὐτοῦ, οὐδὲ ἀκούσαντες. Τὸ δὲ “ποῦ μένεις;” εἶπον ἐκ πολλῆς συνέσεως, μετὰ γὰρ
10ἡσυχίας εἰπεῖν τι πρὸς αὐτὸν, καὶ ἀκοῦσαι παρ’ αὐτοῦ πάντα ἤθελον. Οὐ λέγει δὲ τὸν τόπον, οὐδὲ τὰ σημεῖα τῆς οἰκίας, ἀλλ’, ἔρχεσθε καὶ ὄψεσθε, ὅπως πλέον αὐτοὺς ἐπισπάσηται πρὸς τὴν ἀκολούθησιν. Διὰ τὶ ὁ Εὐαγγελιστὴς ἐσήμανε τὸν καιρὸν, εἰπὼν τὸ “ὥρα ἦν ὡς δεκάτη;” ὅπως τὴν σπουδὴν, ἣν εἶχον περὶ τὴν
15ἀκρόασιν, ἐπιδείξηται, ὅτι οὐδὲ ὑπὸ τῆς ὥρας περιετράπησαν· καὶ γὰρ ἔτυχε πρὸς δυσμὸν ὁ ἥλιος ὤν· ἔτι δὲ καὶ αὐτοῦ τοῦ δεσπό‐ του φιλανθρωπίαν, ὅτι οὐδὲ αὐτὸς εἶπεν, ἄκαιρόν ἐστι νῦν, ἀκού‐ σεσθε αὔριον εἴ τι βούλεσθε, ἀλλ’ ὡς πρὸς φίλους καὶ πολὺν αὐτῷ συγγεγονότας χρόνον, οὕτω διαλέγεται. εἰ δὲ καὶ ἀλλαχοῦ ὥραν
20μέν φησιν, “ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν “κλῖναι” τοῦ μηδὲν ἴδιον καταγώγιον κεκτῆσθαι δηλωτικόν ἐστιν, οὐ τοῦ μὴ μένειν ἐν οἰκίᾳ· καὶ γὰρ καὶ ἡ παραβολὴ τῶν ἀλωπέ‐ κων καὶ τῶν πετηνῶν τοῦτο βούλεται. Σευήρου ἀπολ. Ἐξ ὧν, φησὶν, ἐθεασάμην μεῖναν τὸ Πνεῦ‐
25μα θεϊκῶς ἐν Υἱῷ, κατέλαβον μιᾶς εἶναι τὸν Πατέρα καὶ τὸν Υἱὸν οὐσίας τε καὶ θεότητος, καὶ μεμαρτύρηται ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ· οὐκ ἂν τοῦτο φιλοτιμεῖσθαι δυνάμενος, εἰ μὴ ἴδιον καὶ τῆς αὐτῆς οὐσίας ἦν αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον· ὃ γὰρ ἐκ δωρεᾶς τις λαμβάνει, τοῦτο
30ἑτέροις ὡς ἐξ οἰκείου προσώπου δωρήσασθαι οὐ δύναται· αὐτὸς δὲ τοῖς μαθηταῖς ἐνεφύσε λέγων, “λάβετε Πνεῦμα Ἅγιον.” διὸ καὶ ὁ Παῦλος Ῥωμαίοις ἐπιστέλλων φησὶν, “εἰ δέ τις Πνεῦμα Χρι‐ “στοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.”
Ἀμμωνίου. Τρίτη αὕτη εὑρίσκεται ἡμέρα, ἀφ’ οὗ ἐποιήσαντο193

194

οἱ Φαρισαῖοι τὴν πρὸς Ἰωάννην συντυχίαν, ἐν ᾗ ἐπυνθάνοντο αὐτοῦ τίς ἐστιν. Τοῦ Χρυσοστόμου. Ὅταν ἀκούσῃς τοῦ βαπτιστοῦ τὰ αὐτὰ φθεγγομένου, μὴ φλυαρίαν καταγνῷς, μηδὲ περιττόν τινα εἶναι νο‐
5μίσῃς καὶ φορτικόν. Ἐβούλετο μὲν γὰρ καθάπαξ εἰπὼν ἀκουσθῆναι· ἐπεὶ δὲ οἱ πολλοὶ τοῖς λεγομένοις οὐ προσεῖχον ἐξ ἀρχῆς διὰ τὸν πολὺν ὕπνον, καὶ δευτέρα πάλιν αὐτοὺς ἀφυπνίζει φωνή. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκο‐ λουθοῦντας.
10 Ἀμμωνίου. Ἐπειδὴ οἱ ἀκολουθοῦντες Χριστῷ οὐ δύνανται αὐ‐ τὸν φθάσαι, συγκαταβατικῶς στρέφεται πρὸς αὐτοὺς, δεικνὺς αὐτοῖς τὸ ἑαυτοῦ πρόσωπον, ἵνα γνῶσιν, ὅτι αὐτός ἐστιν ὁ πληρῶν τὸν νόμον, καὶ διδάσκων τὰ ἐν αὐτῷ. Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.
15 Τοῦ αὐτοῦ. Διὰ τὸ ῥάθυμον τῶν ἀκροατῶν, τοῖς αὐτοῖς κέχρηται λόγοις· ἀρετὴ διδασκάλου τοῖς αὐτοῖς κέχρησθαι πρὸς τὸ ἐμπαγῆναι τοὺς λόγους ἐν ταῖς τῶν ἀκροατῶν ψυχαῖς. Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου. Τὸ δὲ τοῦ ἑτέρου οὐκ ἐγνώρισεν ὄνομα, ἀλλὰ τὸ τοῦ Ἀνδρέα
20μόνον, διότι, ὥς τινές φασιν, αὐτὸν ὑπάρχειν τὸν τοιαῦτα γρά‐ ψαντα τὸν ἠκολουθηκότα. τινὲς δὲ πάλιν οὐ διὰ τοῦτο, ἀλλ’ ὅτι ἐκεῖνος οὐ τῶν ἐπισήμων ἦν, καὶ οὐκ ἦν τι κέρδος ἀπὸ τοῦ μαθεῖν αὐτοῦ τὸ ὄνομα· τοῦ δὲ Ἀνδρέα μέμνηται καὶ διὰ τὸ εἶναι αὐτὸν ἐπίσημον, καὶ διὰ τὸ τὴν ἀρχὴν τῆς πίστεως προκαταβαλέσθαι
25Σίμωνι τῷ ἑαυτοῦ ἀδελφῷ· ὅθεν καὶ διὰ τοῦτο εὐθέως ἀκούσας “ὅτι ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων,” οὐκ ἠπόρησε πρὸς τὴν παρά‐ δοξον ὑπόσχεσιν, ἀλλὰ πεισθεὶς ἠκολούθησεν ὁ Σίμων. δῆλον δὲ ὅτι τοῦτο εἰς τὸν Σίμωνα ὁ Ἀνδρέας εἰργάσατο, ἐκ τοῦ μὴ κατα‐ σχεῖν παρ’ ἑαυτῷ τὸν τῆς διδασκαλίας τοῦ Σωτῆρος θησαυρὸν,
30ἀλλὰ ταχέως δραμεῖν καὶ τοῦτον μεταδοῦναι τῷ ἀδελφῷ. Τί δηλοῖ τὸ εἰπεῖν αὐτὸν, “εὑρήκαμεν τὸν Μεσσίαν, ὃς ἑρμη‐ “νεύεται Χριστός;” τὴν ὠδίνουσαν τὴν ψυχὴν αὐτοῦ περὶ τοῦ
Χριστοῦ παρουσίαν, καὶ ὅτι περὶ τὴν ἄφιξιν αὐτοῦ προσεδόκα διὰ194

195

παντὸς, ὅθεν καὶ περιχαρὴς γέγονε διὰ τὸ συμβῆναι τὸ προσ‐ δοκώμενον· διὸ καὶ ἐπείγεται καὶ ἑτέροις μεταδοῦναι τῶν εὐαγγε‐ λίων. Οὐχ ἁπλῶς δὲ Μεσσίαν λέγει, ἀλλὰ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης “τὸν Μεσσίαν,” ὡς ἕνα Χριστὸν προσδοκῶντες, οὐδὲν κοι‐
5νὸν πρὸς τοὺς ἄλλους χριστοὺς ἔχοντα. Ἤγαγε δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν εὐθέως ὡς εὐπειθῆ καὶ εὐήνιον, καὶ διὰ τὸ θερμὸν αὐτοῦ καὶ εὐζήλωτον, ὅπερ ἐξ ἀρχῆς οὗτος αὐτὸς ὁ Πέτρος ἐκέκτητο· οὐκ ἐξ εὐκολίας δὲ οὐδὲ ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπέδραμεν, μὴ τοῦτό τις ὑποπνεύσῃ περὶ αὐτοῦ, ἀλλὰ πολλὰ ζητήσας καὶ τὸν ἀδελφὸν
10ἀνακρίνας, οὕτω τὸν λόγον παρεδέξατο· ἀλλ’ οἱ Εὐαγγελισταὶ τοῦτο ἐπιτέμνουσι, βραχυλογίας ἐπιμελούμενοι. Ἐπειδὴ δὲ τῶν σημείων οὐχ ἧττον αἱ προφητεῖαι προσάγονται, ἄρχεται λοιπὸν ἐντεῦθεν ἀποκαλύπτειν τὰ τῆς θεότητος, καὶ κατὰ μικρὸν αὐτὴν παρανοίγειν ἀπὸ τῶν προρρήσεων. Ἐμβλέψας γὰρ
15αὐτῷ φησι· “σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ,” ἀπὸ τοῦ παρόντος καὶ τὸ μέλλον πιστοῦται· ὁ γὰρ τὸ ὄνομα εἰπὼν, δηλονότι καὶ τὸ μέλλον προῄδει, καὶ μετ’ ἐγκωμίου ἡ πρόρρησις· τοῦτο δὲ οὐ κολακεύοντος ἦν, ἀλλὰ τὸ μέλλον προλέγοντος, “σὺ κληθήσῃ “Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.” οὐκ εἶπε δὲ, ὅτι ἐγώ σε μετ‐
20ονομάσας, ὅπερ μείζονος ἦν ἐξουσίας, διὰ τὸ μὴ βούλεσθαι ἐξ ἀρχῆς τὰ τῆς αὐθεντείας ἐπιδείκνυσθαι ἅπαντα, ἀλλὰ τέως ταπει‐ νότερον φθέγγεται. Τίνος δὲ ἕνεκεν τοῦτον μὲν Πέτρον ὠνόμασε, τοὺς δὲ περὶ Ἰάκωβον υἱοὺς βροντῆς; ἵνα δείξῃ ὅτι καὶ τὴν παλαιὰν αὐτός
25ἐστιν ὁ δεδωκὼς, ὁ τὰ ὀνόματα ὥσπερ καὶ τότε καὶ νῦν μετα‐ ρυθμίζων· τὸν γὰρ Ἀβρὰμ Ἀβραὰμ ἐκάλεσε, καὶ τὴν Σάραν Σάρραν. Ὁ μὲν Ἀνδρέας ἀκούσας παρὰ τοῦ προδρόμου ἠκολούθησε τῷ Χριστῷ, καὶ ὁ Πέτρος παρὰ τοῦ Ἀνδρέα· ὁ δὲ Φίλιππος ὅθεν; παρ’ οὐδενὸς μαθὼν οὐδὲν, ἀλλὰ τοῦτο μὲν εἰπόντος τοῦ Χριστοῦ
30πρὸς αὐτὸν, “ἀκολούθει μοι,” ἐπείσθη τε εὐθέως, καὶ οὐκ ἀνε‐ χώρησεν, ἀλλὰ κήρυξ ἑτέροις γίγνεται. Δραμὼν γὰρ ἐπὶ τὸν Ναθαναὴλ, “ὃν ἔγραψε,” φησὶ “Μωϋσῆς καὶ οἱ προφῆται, εὑρή‐ “καμεν.” Πρῶτον μὲν διὰ τὸ τὴν φωνὴν τοῦ Κυρίου ἐργάσασθαί
τι ἐν αὐτῷ· ἔπειτα δὲ καὶ διὰ τὸ μεμεριμνημένην διάνοιαν ἔχειν,195

196

καὶ συνεχῶς μελετᾷν τὰ Μωυσέως, καὶ προσδοκᾷν τὴν παρουσίαν αὐτοῦ. καὶ γὰρ τὸ “εὑρήκαμεν” ζητούντων ἐστὶν ἀεί. Λέγει δὲ καὶ τὴν κώμην τοῦ Φιλίππου ὁ Εὐαγγελιστὴς, ἵνα μάθωμεν κἀντεῦθεν τὴν τοῦ Χριστοῦ δύναμιν· ὅτι ἀπὸ τῆς οὐδένα
5φερούσης καρπὸν τοὺς τῶν μαθητῶν ἐγκρίτους ἐξελέξατο. Ἐπὶ δὲ τὸν Μωϋσέα καὶ τοὺς προφήτας τὸν Ναθαναὴλ ὁ Φίλιππος παρέπεμψεν, ἵνα ἀξιόπιστον ποιήσῃ τὸ κήρυγμα· καὶ γὰρ ἦν ἀκριβὴς καὶ πάντα διεσκεμμένος ὁ Ναθαναὴλ μετὰ ἀληθείαν, ὡς καὶ ὁ Χριστὸς ἐμαρτύρησεν αὐτῷ, καὶ τὸ ἔργον ἔδειξεν. Υἱὸν”
10δὲ “τοῦ Ἰωσὴφ” εἶπεν, ἐπειδὴ τούτου τέως εἶναι παῖς ἐνομίζετο. Λέγει δὲ “ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;” διὰ τὸ ἀκοῦσαι αὐτὸν ἐκ τῶν γραφῶν ὅτι ἐκ Βηθλεὲμ δεῖ ἐλθεῖν τὸν Χριστόν. Τὸ δὲ “ἔρχου καὶ ἴδε” φησὶν ὁ Φίλιππος, εἰδὼς οὐκ ἀποστησό‐ μενον λοιπὸν, ἂν τῶν ῥημάτων γεύσηται καὶ τῆς διδασκαλίας
15Χριστοῦ. Ἐπαινεῖται δὲ παρὰ τοῦ Χριστοῦ, καὶ θαυμάζεται ὡς ἀληθῶς Ἰσραηλίτης δόλον οὐκ ἔχων, ἐπειδὴ οὐδὲν πρὸς χάριν οὐδὲ πρὸς ἀπέχθειαν ἐφθέγξατο· οὐ γὰρ ἀπιστοῦντος ἦν τὰ ῥήματα, ἀλλὰ ἀδεκάστου κρίσεως, ὅθεν καὶ ἣν ἐξ ἀρχῆς περὶ αὐτοῦ γνώμην εἶχεν, ὅτι οὐκ ἐστιν ἐκ Ναζαρὲτ, ταύτην ἔμεινε διατηρῶν. Πῶς
20αὐτὸν Ναζωραῖον οἱ προφῆται καλοῦσιν; ἀπὸ τῆς ἀνατροφῆς καὶ τῆς ἐκεῖ διαγωγῆς. Τὸ δὲ εἰπεῖν, “πόθεν με γινώσκεις,” δείκνυ‐ σιν αὐτὸν ἄνθρωπον εὐσταθῆ καὶ βεβηκότα, ὅτι περ οὐκ ἐχαυνώθη τοῖς ἐπαίνοις, οὐδὲ τοῖς ἐγκωμίοις ἐπέδραμεν, ἀλλ’ ἐπιμένει ζητῶν καὶ ἀκριβέστερον διερευνώμενος, βουλόμενός τι μαθεῖν σαφέ‐
25στερον. Τί σημαίνει τὸ “πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν “συκῆν εἶδόν σε;” τὸ κατ’ αὐτὴν τὴν ὥραν, ὅτε ἐν τῇ συκῇ, οὐδενὸς παρόντος, μόνος ὁ Φίλιππος τῷ Ναθαναὴλ κατ’ ἰδίαν περὶ τοῦ Χριστοῦ διελέγετο. Πρὸ τοῦ πλησιάσαι δὲ εἶπεν, “ἴδε ἀνὴρ
30“Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι·” ὥστε μὴ ὕποπτον γενέσθαι τὴν μαρτυρίαν, ὡς τοῦ Φιλίππου προδιαλεχθέντος τῷ Χριστῷ περί τε τῆς συκῆς, περὶ ὧν τε ἐλάλησεν· ὅθεν ἐκεῖνος ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ δένδρου, ἀπό τε τοῦ τὴν γνώμην αὐτοῦ ἐξετάσαι μετὰ ἀκριβείας, συνιδὼν τίς ἐστιν, ἀπο‐
35κριθεὶς εἶπε· “ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς196

197

“τοῦ Ἰσραήλ.” Ταῦτα δὲ ἀπὸ πολλῆς χαρᾶς ἐφθέγξατο· τοῦτ’ ἔστι, σὺ εἶ, φησὶν, ἐκεῖνος ὁ προσδοκώμενος, ὁ ζητούμενος, καὶ πρὸ τῆς διδασκαλίας. Ἄξιον δὲ καὶ ζητῆσαι, τίνος ἕνεκεν Υἱὸν Θεοῦ εἰπὼν ὁ Ναθα‐
5ναὴλ, καὶ πρὸ τῶν σημείων, οὐκ ἐμακαρίσθη, καθάπερ καὶ ὁ Πέτρος; ὅτι οὐ μετὰ τῆς αὐτῆς διανοίας ἑκάτερος τὰ αὐτὰ ἐφθέγξατο ῥήματα. Ὁ μὲν γὰρ Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, ὁ δὲ Ναθαναὴλ ὡς ἄνθρωπον ψιλόν· καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν αὐτὸν, “σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.”
10ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, οὐ τοῦ Ἰσραήλ ἐστι μόνον βασιλεὺς, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης. Διὰ δὲ τοῦ εἰπεῖν τὸν Χριστὸν, “ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα,” καὶ τὰ ἑξῆς, ἀπὸ αὐτὸν κατὰ μικρὸν ἀνάγει, καὶ ποιεῖ μηκέτι φαντάζεσθαι αὐτὸν ἄνθρωπον ἁπλῶς, ἀλλὰ καὶ τῶν Ἀγγέλων δεσπότην αὐτὸν ὁμολο‐
15γῆσαι. ᾧ γὰρ Ἄγγελοι διακονοῦσι, καὶ ἐφ’ ὃν Ἄγγελοι ἀναβαί‐ νουσι καὶ καταβαίνουσι, πῶς ἄνθρωπος οὗτος ἂν εἴη ψιλός; Ταῦτα δὲ τὰ περὶ τῶν Ἀγγέλων, ἐκβήσεσθαι ἔμελλεν ἐπὶ τοῦ σταυροῦ καὶ τῆς ἀναλήψεως.
19tΚΕΦ. Α.
20Περὶ τοῦ ἐν Κανᾶ γάμου. Καλοῦσιν εἰς τὸν γάμον τὸν Κύριον, οὐχ ὡς θαύματα ἰδόντες, οὐδὲ ὡς μέγαν τινὰ, ἀλλ’ ἁπλῶς ὡς γνώριμον· ὅθεν τοῦτο σημαί‐ νων ὁ Εὐαγγελιστὴς φησί· “ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ “ἀδελφοὶ αὐτοῦ ἐκεῖ·” ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφοὺς,
25οὕτω καὶ τὸν Ἰησοῦν ἐκάλεσαν· αὐτὸς δὲ παραγίγνεται, ἐπειδὴ οὐκ εἰς τὴν ἀξίαν ἑώρα τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν εὐεργεσίαν τὴν ἡμετέραν. Ὁ γὰρ μὴ ἀπαξιώσας γενέσθαι δοῦλος, πολλῷ μᾶλλον οὐκ ἂν ἀπηξίωσε εἰς γάμον ἐλθεῖν. Πόθεν ἐπῆλθε δὲ τῇ μητρὶ αὐτοῦ μεγάλα λογίσασθαι περὶ αὐτοῦ “οἶνον οὐκ ἔχουσι;”
30πρῶτον μὲν ἡ σύλληψις, καὶ τὰ περὶ τὴν σύλληψιν γενόμενα ἅπαντα· οὐδὲ γὰρ παῖς ὢν ἐθαυματούργησεν, ἢ κἂν ἓν σημεῖον ἐποίησεν, ἐπειδὴ ἔμελλεν ἂν πανταχοῦ ἀπελθεῖν ἡ ἀκοὴ αὐτοῦ.
ἔπειτα δὲ καὶ διὰ τὸ ἀκηκοέναι αὐτὴν, ὅτι ὁ Ἰωάννης δι’ αὐτὸν197

198

ἦλθε, καὶ ὅτι αὐτῶν ἐμαρτύρησε, καὶ ὅτι μαθητὴν ἔσχε, διὰ τοῦτο λοιπὸν θαρροῦσα παρακαλεῖ· ἐβούλετο γὰρ καὶ ἐκείνην καταθέσθαι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ποιῆσαι διὰ τοῦ παιδός. Τὸ δὲ “τί ἐμοὶ καὶ σοὶ γύναι;” ταύτης ἕνεκεν τῆς προφάσεως ἔλεγεν,
5ὥστε μὴ ὑποπτευθῆναι τὸ γινόμενον θαῦμα. καὶ γὰρ οὐ παρὰ τῆς μητρὸς παρακληθῆναι ἐχρῆν, ἀλλὰ παρὰ τῶν δεομένων· ἡ γὰρ παρὰ τῶν οἰκείων γινομένη παράκλησις σκάνδαλον τίκτει τοῖς ὁρῶσι, κἂν μεγάλα ᾖ τὰ γενόμενα, ὅτ’ ἂν δὲ οἱ χρείαν ἔχοντες αὐτοὶ δέωνται, ἀνύποπτον τὸ πρᾶγμα γίνεται, καὶ καθαρὸς ὁ
10ἔπαινος. Τὸ δὲ “οὔπω ἡ ὥρα μου ἥκει,” οὐκ ἀνάγκῃ καιρῶν ὑποκείμε‐ νος, οὐδὲ ὥρας παρατηρούμενος, πῶς γὰρ ὁ τῶν καιρῶν ποιητὴς καὶ χρόνων καὶ αἰώνων δημιουργός; ἀλλ’ ὅτι πάντα μετὰ τοῦ καιροῦ τοῦ προσήκοντος ἐργάζεται, οὐχ ὁ μὲν πάντα ποιῶν, ἐπεὶ
15σύγχυσίς τις ἔμελλεν εἶναι καὶ ἀταξία. Ἐπεὶ οὖν ἄδηλον ἦν τοῖς πολλοῖς, καὶ οὐδὲ τῶν μαθητῶν τὸν χορὸν πάντα εἶχεν, ἀλλ’ οὐδὲ οἱ ἐν τῷ γάμῳ αὐτὸν ᾔδεσαν; ἦ γὰρ ἂν αὐτοὶ προσῆλθον καὶ περὶ τοῦ οἴνου παρεκάλουν ἐν χρείᾳ καταστάντες, διὰ τοῦτό φησιν, “οὔπω ἥκει ἡ ὥρα μου.” Τίνος δὲ ἕνεκεν εἰπὼν, “οὔπω ἥκει ἡ
20“ὥρα μου,” καὶ παραιτησάμενος, ἔπραξε; δεικνὺς μὲν τοῦ μὴ ὥρᾳ αὐτὸν ὑποκεῖσθαι, ἔπειτα δὲ καὶ τὴν μητέρα τιμῶν, ἵνα μὴ δόξῃ ἐπιπολὺ ἀντιλέγειν καὶ καταισχύνειν αὐτὴν, καὶ ἵνα μὴ ἀσθενείας λάβῃ ὑπόνοιαν. Τοῖς δὲ διακόνοις εἶπεν ἡ μήτηρ αὐτοῦ, “ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε,” ὥστε πλείονα γενέσθαι τὴν αἴτη‐
25σιν. Δεῖ γὰρ εἰδέναι ὅτι οὐκ ἀσθενείας ἦν ἡ παραίτησις, ἀλλὰ τοῦ μὴ δόξαι ἐπιρρίπτειν ἑαυτὸν τοῖς θαυματουργοῖς. Οὐχ ἁπλῶς δὲ εἶπε “κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων,” ἀλλ’ ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν ὅτι τρυγία τις ἐναπομεί‐ νασα, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κραθέντος, οἶνος λεπτό‐
30τατος γέγονε, δείκνυσιν ὅτι οὐδέποτε ἐκεῖνα γέγονεν οἴνου δοχεῖα· ἐπειδὴ γὰρ ἄνυδρος ἦν ἡ Παλαιστίνη, καὶ οὐκ ἦν πολλαχοῦ κρήνην εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὴν ὑδρίαν ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμοὺς, εἴ ποτε ἀκάθαρτοι γένοιντο, ἀλλ’ ἐγγύθεν ἔχειν τοῦ καθαρμοῦ τὸν τρόπον. οὐκ ἐποίησε δὲ τὸ τούτου παραδοξότερον
35πρινὶ γεμισθῆναι τὴν ὑδρίαν ὕδατος, ἐξ οὐκ ὄντος οἶνον δημιουρ‐198

199

γήσας, ὅπως εὐπαράδεκτον μᾶλλον τὸ θαῦμα γένηται. Διὰ τοῦτο τοίνυν ἐν ἅπασι τῶν θαυμάτων περικόπτει τὸ μέγεθος ἑκών. Οὐ παρήγαγε δὲ αὐτὸς τὸ ὕδωρ, ἀλλὰ τοῖς διακόνοις συνεχώρησε τοῦτο ποιῆσαι, ἵνα αὐτοὺς μάρτυρας ἔχῃ τοῦ γινομένου.
5 Ἀμμωνίου. Ὁ μετρητὴς ποιεῖ ξέστας ἑκατὸν πεντήκοντα. Διὰ δὲ τοῦ μὴ εἰπεῖν τινὰς, ὅτι μεθυόντων ἀνθρώπων ὁ σύλλογος ἦν, καὶ ἡ αἴσθησις αὐτῶν διεφθαρμένη καὶ οὐχ ἱκανὴ διακρῖναι πότερον ὕδωρ ἢ οἶνος εἶναι τὸ ποτὸν, διὰ τοῦτο κελεύει τῷ ἀρχι‐ τρικλίνῳ δοθῆναι τῷ νήφοντι· καὶ γὰρ οἱ τοιαύτην διακονίαν, ὡς
10ἐπίστασθε, πεπιστευμένοι, μάλιστα εἰσὶν οἱ νήφοντες, ὥστε ἐν κόσμῳ καὶ τάξει πάντα διατίθεσθαι αὐτούς. Τίνος ἕνεκεν τὸν νυμφίον ἐφώνησεν ὁ ἀρχιτρικλίνος, οὐ τοὺς διακόνους; οὕτω γὰρ ἂν καὶ τὸ θαῦμα ἐξεκαλύφθη. κατ’ οἰκο‐ νομίαν τινὰ γέγονε τοῦτο. ἠρέμα γὰρ καὶ κατὰ μικρὸν ὁ Χριστὸς
15ἐβούλετο γνωσθῆναι τὸ σημεῖον. Εἰ γὰρ τότε ἐλέχθη, οὐκ ἂν οἱ διάκονοι διηγούμενοι ταῦτα ἐπιστεύθησαν, ἀλλ’ ἔδοξαν ἂν μαί‐ νεσθαι, ἀνθρώπῳ ψιλῷ εἶναι δοκοῦντι τοιαῦτα μαρτυροῦντες. Αὐτοὶ μὲν γὰρ οἱ διάκονοι διὰ τῆς πείρας τὸ σαφὲς ἔγνωσαν, ἑτέρους δὲ πιστοῦσθαι, οὐκ ἦσαν ἱκανοὶ τότε· διὰ τοῦτο οὐδὲ
20αὐτὸς ἐξεκάλυψεν ἅπασι παραχρῆμα, οὔτε ἐκεῖνοι τότε εἶπον· μετὰ γὰρ τὴν τῶν σημείων ἐπίδειξιν, καὶ τοῦτο ἔμελλεν εἶναι πιστόν. ὅθεν καὶ ὁ βασιλικὸς διὰ τοῦτο αὐτὸν πρὸς τὴν τοῦ παιδὸς ὑγιείαν προσεκαλέσατο, διὰ τὸ μαθεῖν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον· ὅπερ καὶ παράδηλον ὁ Εὐαγγελιστὴς ἔλεγεν “ὅπου
25“ἐποίησε τὸ ὕδωρ οἶνον.” οὐχ ἁπλῶς δὲ οἶνον ἐποίησε, ἀλλ’ οἶνον κάλλιστον. τοιαῦτα γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, πολλῶν τῶν διὰ τῆς φύσεως τελουμένων ὡραιότερα γίνεται καὶ βελτίω. Τοῦ μὲν οὖν τὸ ὕδωρ οἶνον ποιῆσαι τοὺς διακόνους μάρτυρας εἶχε, τὸ δὲ καλὸν γενέσθαι, τὸν ἀρχιτρικλίνον καὶ τὸν νυμφίον· ἅπερ σαφέ‐
30στερα γέγονε τοῦ χρόνου προϊόντος, καθάπερ καὶ ἕτερα πλεῖστα τῶν σημείων ὡς πρότερον ἀμυδροτέρως δειχθέντα. ὅτι δὲ εἶπεν ὁ Εὐαγγελιστὴς, “ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς “ἐν Κανᾷ τῆς Γαλιλαίας,” εἶπον καὶ πρώην, ὅτι τινὲς καὶ ἀρχὴν ταύτην εἶναί φασιν, εἰ καὶ πρόσκειται τὸ ἐν Κανᾷ. Ἐγὼ δὲ
35ὑπὲρ τούτου μὲν οὐδὲν ἀκριβολογησαίμην, ἀλλ’ ὅτι μὲν μετὰ τὸ199

200

βάπτισμα τῶν σημείων ἤρξατο, καὶ ἔμπροσθεν ἐδηλώσαμεν· εἴτε δὲ τοῦτο, εἴτε ἕτερον σημεῖον ἐγένετο πρότερον, οὐ σφόδρα διϊσχυ‐ ρίζεσθαι ἀναγκαῖον εἶναι μοὶ δοκεῖ. Πῶς δὲ “ἐφανέρωσε τὴν δόξαν αὐτοῦ;” οὐδὲ γὰρ πολλοὶ προσ‐
5εῖχον τότε τῷ γεγεννημένῳ, εἰ μὴ οἱ διάκονοι καὶ ὁ ἀρχιτρίκλινος καὶ ὁ νυμφίος. ἀλλ’ εἰ καὶ μὴ τότε, ἀλλ’ ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι ἅπαντες, ὅθεν καὶ μέχρι τοῦ νῦν ᾄδεται καὶ οὐ διέλαθεν. Πῶς δὲ “καὶ οἱ μαθηταὶ αὐτοῦ ἐπίστευσαν εἰς αὐτὸν” οἱ καὶ πρὸ
10τούτου θαυμάζοντες αὐτόν; ὅτι περ τότε προσθήκην ἐδέξαντό τινα τῆς εἰς αὐτὸν πίστεως. Διὰ τί κατέβη εἰς Καπερναοὺμ ὁ Χριστὸς μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν; διὰ τὴν εἰς μητέρα τιμὴν, ὅπως ἀποκαταστήσῃ αὐτὴν καὶ τοὺς ἀδελφοὺς, ἵνα μὴ πανταχοῦ αὐτούς τε καὶ αὐτὴν ἐπισύρηται, καὶ οὕτως πάλιν
15ἐπιλάβηται τῶν θαυμάτων. καὶ γὰρ διὰ τοῦτό φησιν, ὅτι οὐ μετὰ πολλὰς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα. Πόθεν δὲ τοῦτο δῆλον, ὅτι διὰ τοῦτο κατέβη εἰς Καπερναούμ; ἐκ τοῦ μηδὲ ἓν θαῦμα ἐργάσασθαι ἐν αὐτῇ, οὐ γὰρ ὑγιῶς πρὸς αὐτὸν εἶχον οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, διὰ τὸ σφόδρα ὑπάρ‐
20χειν αὐτοὺς διεφθαρμένους· καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπὼν, “καὶ σὺ Καπερναοὺμ ἡ ἕως τῶν οὐρανῶν ὑψωθεῖσα,” κ. τ. ἑ.
22tΚΕΦ. Β.
23tΠερὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ.
24Διὰ δὲ τοῦ εἰπεῖν τὸν Εὐαγγελιστὴν τὸ “ἦν δὲ ἐγγὺς τὸ
25“Πάσχα τῶν Ἰουδαίων,” δείκνυσιν ἡμῖν ὅτι οὐ πρὸ πολλῶν πάνυ ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ἀνελθὼν δὲ εἰς τὰ Ἱεροσόλυμα ποιεῖ πρᾶγμα πολλῆς αὐθεντείας γέμον· φησὶ γὰρ ὁ Εὐαγγε‐ λιστὴς, ὅτι “εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βοῦς καὶ πρόβατα” καὶ τὰ ἑξῆς. καὶ οὗτος μὲν ὁ Εὐαγγελιστής φησιν, ὅτι ἐκβάλλων
30τοὺς καπήλους καὶ ἐκείνους καὶ τοὺς ἐκεῖ διατρίβοντας, ἔλεγε πρὸς αὐτοὺς, “μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·” ἕτε‐
ρος δὲ Εὐαγγελιστὴς “σπήλαιον λῃστῶν,” ὅθεν ζητητέον εἰ κατὰ τὸν200

201

αὐτὸν καιρὸν ἀμφότερα γέγονεν, ἀλλ’ οὐκ ἔστιν. ἐκεῖ μὲν γὰρ πρὸς αὐτὸ τὸ πάθος ἐλθὼν τοῦτο ποιεῖ· διὸ καὶ σφοδρότερον τοῖς λόγοις χρώμενος “σπήλαιον λῃστῶν” ἐκάλεσεν· ἐνταῦθα δὲ ἐν προοιμίοις ὢν τῶν σημείων, ὑφειμένως τῇ ἐπιτιμήσει κέχρηται·
5ὅθεν εἰκὸς δεύτερον τοῦτο γεγενῆσθαι. Ἐκεῖνο δὲ ἄξιον ζητῆσαι, τίνος ἕνεκεν αὐτὸς τοῦτο πεποίηκεν; ἐπειδὴ ἔμελλεν ἐν σαββάτῳ θεραπεύειν, καὶ πολλὰ ἕτερα ποιεῖν, ἃ ἐδόκει τῶν νόμων παράβασις εἶναι, ἵνα μὴ δόξῃ ὡς ἀντίθεός τις καὶ ἐξ ἐναντίας ἥκων τῷ Πατρὶ, ταῦτα ποιεῖν, ἐντεῦθεν τῆς τοιαύ‐
10της ὑπονοίας ποιεῖται τὴν διόρθωσιν· οὐ γὰρ ἂν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου, τὸν τοῦ οἴκου δεσπότην ἠθέτησε· καὶ οὐδὲ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ παρακεκινδυνευμένως· καὶ γὰρ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχυσεν· οὐκ ἂν οὖν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ
15δεσπότου τοῦ οἴκου κατεφρόνησε· καὶ οὐδὲ εἶπεν ἁπλῶς τὸν οἶκον τὸν ἅγιον, ἀλλὰ “τὸν οἶκον τοῦ Πατρός μου.” Τὸ δὲ εἰπεῖν αὐτοὺς, “τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα “ποιεῖς;” τὴν ἐσχάτην ἄνοιαν αὐτοῖς ἐμφαίνει. ποίου γὰρ ση‐ μείου χρεία ἦν, ὥστε τὰ κακῶς γενόμενα παῦσαι, καὶ τὸν οἶκον
20ἀπαλλάξαι τοσαύτης αἰσχύνης; Αὐτὸ γὰρ τὸ τοσοῦτον λαὸν ἐκβάλλειν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, μέγιστον σημεῖον ἦν ἀρετῆς· καὶ εἰ μὲν εὐγνωμόνως διέκειντο, ὡς οἱ μαθηταὶ, εὐθέως ἂν ἐμνή‐ σθησαν τὸ “ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με·” ὡς δὲ τῆς ἀληθείας ἀμέτοχοι, σημεῖον ἐπεζήτουν· ὅθεν φησὶ πρὸς αὐτοὺς,
25“λύσατε τὸν ναὸν τοῦτον” καὶ τὰ ἑξῆς. Κυρίλλου. Ἐρανίζονται κατὰ βραχὺ τὸ ἐν γνώσει τέλειον οἱ μαθηταὶ, καὶ ταῖς τῶν πραγμάτων ἐκβάσεσι τὰ γεγραμμένα συμβάλλοντες, πολλὴν ἤδη δεικνύουσι τὴν ἐπὶ τὸ μεῖζον ἐπίδοσιν. Ἀμμωνίου Πρεσβυτέρου. Ἀντὶ τοῦ, εἰ ὡς Υἱὸς ὢν τοῦ Θεοῦ
30τὰ σαρκικὰ ἐκβάλλεις, πεῖσον ἡμᾶς διὰ σημείου ὅτι ἐκ Θεοῦ ἐπέμφθης. Διὰ τοῦτο εἶπεν ὅτι “λύσατε τὸν ναὸν τοῦτον,” ἵνα δείξῃ ὅτι προγινώσκει τὰ μετὰ ταῦτα ἐσόμενα. Εἰ γὰρ καὶ τότε μὲν ἠπόρουν τὸ τί ἂν εἴη τοῦτο, οἱ δὲ ἀμφέβαλλον, ἀλλ’ ὕστερον ἐπέγνωσαν μετὰ τὴν ἀνάστασιν.
35Κυρίλλου. Οὐ προτρέπει αὐτοὺς εἰς μιαιφονίαν, “λύσατε201

202

“τὸν ναὸν τοῦτον,” εἰπὼν, ἀλλ’ ἐπείπερ ᾔδει δράσοντας ἀνυπερ‐ θέτως αὐτὸ, τὸ συμβησόμενον ὑπαινίττεται. Εἰπόντες δὲ ἐκεῖνοι ὅτι “ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκο‐ δομήθη ὁ ναὸς οὗτος” τὴν ὑστέραν οἰκοδομὴν ἐδήλωσαν· ἡ γὰρ
5πρώτη εἰς εἴκοσι ἐτῶν ἀπηρτίσθη χρόνον. Μετὰ δὲ τὸ ἐγερθῆναι αὐτὸν ἐκ νεκρῶν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ ἔλεγεν, ἐπειδὴ τότε δύο ἦν αὐτοῖς τὰ προι‐ στάμενα τέως, ἓν μὲν τὸ τῆς ἀναστάσεως, ἕτερον δὲ τὸ τούτου μεῖζον, εἰ Θεὸς ἦν ὁ ἐνοικῶν· ἅπερ ἀμφότερα ᾐνίξατο εἰπὼν,
10“λύσατε καὶ ἐγερῶ.” Τίνας λέγει τούτους τοὺς πιστεύσαντας εἰς τὸ ὄνομα αὐτοῦ, ὅτε ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἦν; τοὺς πρὸς ὀλίγον ἀντεχομένους τότε τῇ ἀληθείᾳ, καὶ πάλιν αὐτῆς ἐκπίπτοντας. καὶ γὰρ τῶν ἀνθρώπων τῶν τότε οἱ μὲν τοιοῦτοι ὑπῆρχον, οἱ δὲ τῇ
15πλάνῃ προσεῖχον· ὅτι γὰρ οὕτω γνησίως πιστευσάντων ἦσαν ἐκεῖ‐ νοι δείκνυσιν ἡ ἐπαγωγή· φησὶ γὰρ, “αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ “ἐπίστευεν ἑαυτὸν αὐτοῖς,” καὶ τὰ ἑξῆς. Ὡς γὰρ ἐμβατεύων ταῖς καρδίαις, τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς, οὐκ ἐθάρρει αὐτοῖς, οὐδὲ ἐνεχείριζε πάντα τὰ δόγματα ὡς ἤδη πιστοῖς
20γενομένοις.
21tΚΕΦ. Γ.
22tΠερὶ Νικοδήμου.
23 Τίς ἐστιν οὗτος ὁ Νικόδημος; ὁ καὶ ἐν μέσῳ τῷ τοῦ Εὐαγγελίου φαινόμενος ὑπὲρ τοῦ Χριστοῦ λαλῶν οὕτως, “ὁ νόμος ἡμῶν κρίνει
25“οὐδένα, ἂν μὴ πρότερον ἀκούσῃ.” καὶ μετὰ τὸν σταυρὸν δὲ πολλὴν τὴν ἐπιμέλειαν τῆς τοῦ δεσποτικοῦ σώματος φαίνεται κηδείαν ποιούμενος. διέκειτο μὲν οὖν περὶ τὸν Χριστὸν, ἀλλ’ οὐχ ὡς ἐχρῆν. ἔτι γὰρ τῆς Ἰουδαϊκῆς εἴχετο ἀσθενείας· διὰ τοῦτο καὶ νυκτὸς ἦλθε δεδοικὼς ἐν ἡμέρᾳ τοῦτο ποιῆσαι. ἀλλ’ ὁ φιλάνθρωπος
30Χριστὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ εἰπόντι ὅτι ἀπὸ Θεοῦ ἐλήλυθε διδάσκαλος, διήλεγξεν αὐτὸν λέγων, τί οὖν νύκτωρ ἔρχῃ πρὸς τὸν τὰ τοῦ Θεοῦ λέγοντα, καὶ ἐκεῖθεν ἥκοντα; Δείκνυσι δὲ καὶ ἐκ τοῦ εἰπεῖν τὸν Νικόδημον, “ὅτι οὐδεὶς
“δύναται τὰ σημεῖα ταῦτα ποιεῖν, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ὁ Θεὸς202

203

“ᾖ μετ’ αὐτοῦ,” ὅτι ἀνθρωπίνην περὶ αὐτοῦ τὴν διάνοιαν εἶχε, καὶ ὡς περὶ προφήτου διαλέγεται. Τί ἔστιν “ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν “βασιλείαν τοῦ Θεοῦ;” ἐὰν μὴ μετάσχῃ Πνεύματος Ἁγίου τοῦ
5διὰ λουτροῦ τῆς παλιγγενεσίας, οὐ δύναται περὶ ἐμοῦ, φησὶ, δόξαν τὴν προσήκουσαν λαβεῖν. Ἣν γὰρ νῦν ἔχεις δόξαν περὶ ἐμοῦ, οὐ πνευματική ἐστιν, ἀλλὰ ψυχικὴ, καὶ οὐ μόνος σὺ, ἀλλὰ κἂν ὅστις οὖν ἕτερος ᾖ τοιαῦτα περὶ ἐμοῦ δοξάζων, ἔξω τῆς βασι‐ λείας ἐστί. Τὸ δὲ “ἄνωθεν” ἐκ τοῦ οὐρανοῦ οὐ δηλοῖ. Τίνος
10ἕνεκεν εἶπε, “πῶς δύναται γεννηθῆναι ἄνθρωπος γέρων ὤν;” ἀπὸ πολλῆς ἐκπλήξεως, ἀκούων μείζονα ἢ παρὰ ἀνθρώπου. Τὸ δὲ πῶς τοῦτο; τῶν μὴ σφόδρα πιστευόντων ἐστίν· ὅθεν καὶ καταγέλαστα τὰ ῥήματα φαίνονται. οὐδὲ γὰρ ἐνενόησε γέννησιν πνευματικὴν, ἀλλ’ εἰς τὴν σωματικὴν γαστέρα καθείλκυσε τῆς σαρκὸς τὸ μέγα
15δόγμα καὶ ὑψηλὸν, εἰπὼν, “μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μη‐ “τρὸς,” καὶ τὰ ἑξῆς. Δύο δὲ ἦν τὰ θορυβοῦντα καὶ ἀποροῦντα αὐτὸν, ἥ τε γέννησις ἡ πνευματικὴ, ἥ τε βασιλέως· οὐδὲ γὰρ ὄνομα βασιλεῖ οὐρανῶν ἠκούσθη ποτὲ παρὰ Ἰουδαίοις, ἀλλὰ τίνας περὶ τὸ πρότερον ἵστα‐
20ται, ὃ μάλιστα αὐτοῦ τὴν διάνοιαν κατέσεισε. Διὸ καὶ ὁ Χριστὸς σαφέστερον ἀποκαλύπτει νῦν τῆς γεννήσεως τρόπον εἰπὼν, “ἐὰν μὴ τὶς γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος,” καὶ τὰ ἑξῆς. Ὁ γὰρ μήπω, φησὶ, λαβὼν τὸ δεσποτικὸν σύμβολον, τὸ τοῦ θανάτου φορεῖ ἔνδυμα, τὸ τῆς κατάρας, τὸ τῆς φθορᾶς. Εἰ γὰρ
25καὶ ὕδωρ ὑπόκειται, ἀλλὰ θεῖα ἐν αὐτῷ τελεῖται σύμβολα τάφου νέκρωσις καὶ ἀνάστασις καὶ ζωή· καὶ ταῦτα ὁμοῦ γίνεται ἅπαντα. ἐπὶ πλεῖον δὲ αὐτὸν ἀπάγων τῶν αἰσθητῶν φησὶ, “τὸ γεγενη‐ “μένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, τὸ δὲ γεγενημένον ἐκ τοῦ “πνεύματος πνεῦμά ἐστι,” τοῦτ’ ἔστι πνευματικόν ἐστι· γέννησιν
30γὰρ ἐνταῦθα τὴν κατὰ τιμὴν καὶ χάριν λέγει. Διὰ τί εἶπεν αὐτῷ, “μὴ θαυμάσῃς;” διὰ τὸ ἰδεῖν αὐτὸν ἔτι θορυβούμενον, διὸ καὶ ἐπ’ αἰσθητὸν ἄγει παράδειγμα τὸν λόγον μέσον σώματός τε καὶ ἀσωμάτων, λέγω δὴ τοῦ ἀνέμου τὴν φορὰν, εἰπὼν, “τὸ πνεῦμα ὅπου θέλει πνεῖ.” τοῦτο δέ φησιν οὐχ ὡς προ‐
35αίρεσιν τινὰ τοῦ ἀνέμου ἔχοντος, ἀλλὰ τὴν ἀπὸ φύσεως φορὰν,203

204

τὴν ἀκώλυτον καὶ μετ’ ἐξουσίας γινομένην. “καὶ τὴν φωνὴν αὐτοῦ “ἀκούεις,” τουτέστι τὸν πάταγον. Τὸ δὲ “οὐκ οἶδε, πόθεν ἔρχε‐ “ται καὶ ποῦ ὑπάγει,” τὸ ἀκάθεκτον δηλοῖ τοῦ ἀνέμου, καὶ ὅτι διαχεῖται πανταχοῦ, καὶ ὁ κωλύων οὐδεὶς τῇδε κἀκεῖσε φέρεσθαι.
5 Διὰ δὲ τοῦ εἰπεῖν, “οὕτως ἐστὶ πᾶς ὁ γεγενημένος ἐκ τοῦ “πνεύματος,” τὸ συμπέρασμα ἅπαν ἐδήλωσεν. Εἰ γὰρ τούτου φησὶ τοῦ πνεύματος, τουτέστι τοῦ ἀνέμου, οὗ τὴν αἴσθησιν δέχῃ τῇ ἀκοῇ, τὴν ὁρμὴν ἑρμηνεῦσαι οὐκ οἶδας, οὐδὲ τὴν ὁδὸν, πῶς τὴν ἀπὸ τοῦ Θείου Πνεύματος ἐνέργειαν περιεργάζῃ; καὶ εἰ ὅπου θέλει
10οὗτος ὁ ἄνεμος πνεῖ, πόσῳ μᾶλλον ἡ τοῦ Ἁγίου Πνεύματος χάρις οὐ δυνήσεται νόμῳ φύσεως κατασχεθῆναι, οὐδὲ ὅροις σωματικῆς γεννήσεως; εἰ τοίνυν τὸν ἄνεμον οὐκ ἀσχάλλεις, φησὶν, ὅτι μὴ ὁρᾷς, οὐδὲ ἀπιστεῖς διὰ τοῦτο, τί δήποτε περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀκούων ἰλιγγιᾷς, καὶ τοσαύτας ἀπαιτεῖς εὐθύνας; Διὰ δὲ
15τοῦ εἰπεῖν τὸν Νικόδημον, “πῶς δύναται ταῦτα γενέσθαι;” μαν‐ θάνομεν ἐπὶ τῆς Ἰουδαϊκῆς εὐτελείας αὐτὸν ἔτι ἐμμένοντα ταῦτα λέγειν. Διὰ τοῦ εἰπεῖν τὸν Χριστὸν, “σὺ εἶ ὁ διδάσκαλος τοῦ “Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις;” δείκνυσιν αὐτὸν ἀπὸ ἀφε‐ λείας ταῦτα φθεγξάμενον. Εἰ γὰρ ἀναμνησθῇς, φησὶ, τὰ ἐν τῇ
20παλαιᾷ παράδοξα θαύματα γενόμενα, ἀπό τε τοῦ πρώτου ἀνθρώπου πῶς ἐπλάσθη, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἡ γυνὴ, τὰ ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρυθρᾷ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ πῶς στεῖραι ἔτεκον, καὶ τὰ τούτοις ὅμοια, ὡς ὢν διδάσκαλος τοῦ Ἰσραὴλ, οὐδ’ ἂν καὶ περὶ ὧν λέγω νῦν ἀπιστήσῃς.
25 Τὸ δὲ, “ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν,” οὐκ ὄψιν αἰσθητὴν ἐμφῆναι βουλόμενος τοῦτό φησιν, ἀλλὰ τὴν ἀκριβῆ γέννησιν. τὸ δὲ “οἴδαμεν” ἤτοι περὶ αὐτοῦ καὶ τοῦ Πατρὸς λέγει, ἢ περὶ ἑαυτοῦ μόνον. Καὶ οὐδὲ οὕτω, φησὶ, “τὴν μαρτυρίαν ἡμῶν λαμβάνετε” τὸ
30συμβησόμενον, ἥγουν τὴν ἀπιστίαν αὐτῶν προαναφωνῶν, “εἰ τὰ “ἐπίγεια εἶπον ὑμῖν,” τουτέστι περὶ τοῦ βαπτίσματος, καὶ τῆς κατὰ χάριν γεννήσεως, “καὶ οὐκ ἐπιστεύσατε, πῶς ἐὰν εἴπω “ὑμῖν τὰ ἐπουράνια,” τουτέστι, περὶ τῆς ἀπορρήτου καὶ ἀφάτου γεννήσεως πιστεύσετε;
35Τὸ δὲ “ἐπίγειον” ἐνταῦθα, τινὲς μὲν φασὶ περὶ τοῦ ἀνέμου204

205

εἰρῆσθαι, τουτέστιν, εἰ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων δέδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ἀνώτερα μαθεῖν; εἰ δὲ τὸ βάπτισμα ἐπίγειον ἐνταῦθα καλεῖ, διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι πρὸς ἁγιασμὸν τῶν ἐπὶ γῆς ὄντων ἀνθρώπων. Ἐπίγειος καλεῖται
5ἡ τοῦ λουτροῦ γέννησις, πρὸς σύγκρισιν τῆς γεννήσεως τοῦ Ἰησοῦ τῆς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γενομένης. “οὐδεὶς ἀναβέβηκεν “εἰς τὸν οὐρανὸν,” καὶ τὰ ἑξῆς, ἵνα τὸν Νικόδημον διορθώσηται. Ἐπεὶ γὰρ εἶπεν ἐκεῖνος, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθε διδάσκαλος, τούτου χάριν τοῦτό φησιν, ὅτι μὴ νομίζετέ με διδάσκαλον ὡς
10τοὺς πολλοὺς τῶν προφητῶν ἀπὸ γῆς ὄντας, ἐξ οὐρανοῦ γὰρ πάρειμι νῦν. Υἱὸν δὲ ἀνθρώπου ἐνταῦθα οὐ τὴν σάρκα ἐκάλεσεν, ἀλλ’ ἀπὸ τῆς ἐλάττονος οὐσίας ἑαυτὸν, ἵν’ οὕτως εἴπω, τῆς ἀνθρωπότητος ὠνόμασε νῦν· καὶ γὰρ τοῦτο ἔθος αὐτῷ πολλάκις μὲν ἀπὸ τῆς
15θεότητος, πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος τὸ πᾶν καλεῖν. Οὐκ εἶπε δὲ, ὅτι μέλλω σταυροῦσθαι, ἀλλ’ ἐπὶ τὸν παλαιὸν τύπον παρέπεμψε τοὺς ἀκροατὰς εἰπὼν, “καὶ καθὼς Μωϋσῆς ὕψωσε “τὸν ὄφιν ἐν τῇ ἐρήμῳ.” πρῶτον μὲν ἵνα μάθωμεν, ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ οὐκ ἀλλότρια τούτων ἐκεῖνα· ἔπειτα
20ἵνα γνῶμεν, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται· πρὸς τούτοις δὲ ἵνα λογιζώμεθα τοῦτο ἅπαντες, ὅτι εἰ πρὸς εἰκόνα χαλκῆν ὄφεως βλέποντες Ἰουδαῖοι διέφευγον θάνατον, πολλῷ μᾶλλον εἰς τὸν σταυρώμενον πιστεύοντες, μείζονος καταξιούμεθα σωτηρίας. Προ‐ ειπὼν τοίνυν τὴν μεγίστην εἰς ἀνθρώπους γεγενημένην διὰ τοῦ
25βαπτίσματος εὐεργεσίαν, ἐπήγαγε καὶ τὴν ταύτης αἰτίαν, τὴν διὰ τοῦ σταυροῦ. Ἀμμωνίου Πρεσβυτέρου. Οὐκ ἔστιν οὐράνιον τὸ τοῦ Κυρίου σῶμα, πάθεσι γὰρ ὑπόκειται, ὡς δὲ εἷς ὢν καὶ μετὰ σαρκὸς, λέγεται υἱὸς ἀνθρώπου.
30 Τοῦ αὐτοῦ. Ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν ὀνομάζει, ὥσπερ καὶ ἀπὸ τῆς θεότητος ὅλον ἑαυτὸν καλεῖ. Τοῦ αὐτοῦ. Ὥσπερ ὁ χαλκοῦς ὄφις οὐκ ἦν τὸ ἰοβόλον θηρίον, ἀλλ’ ὁμοίωμα τοῦ ἰοβόλου, οὕτω καὶ ἡ σὰρξ τοῦ Κυρίου, σὰρξ μὲν ἦν κατὰ ἀλήθειαν, οὐ μὴν σὰρξ ἁμαρτίας, ἀλλ’ ὁμοίωμα
35σαρκὸς ἁμαρτίας.205

206

Τοῦ αὐτοῦ. Τὸ ὑψωθῆναι δηλοῖ τὸ ἐμφανῆναι καὶ ἐπίσημον γενέσθαι τὸν Χριστόν. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν.
5 Ἀπολιναρίου. Ὃ λέγει, τοιοῦτόν ἐστι· μὴ θαυμάσῃς εἰ ἐγὼ μέλλω ὑψοῦσθαι, ἵνα σωθῆτε ὑμεῖς· καὶ γὰρ τῷ Πατρὶ τοῦτο δοκεῖ, καὶ οὕτως ὑμᾶς ἠγάπησεν, ὡς ὑπὲρ τῶν δούλων δοῦναι τὸν Υἱὸν, καὶ δούλων ἀγνωμόνων, καίτοι οὐκ ἄν τις οὐδὲ ὑπὲρ φίλου τοῦτο ποιήσειεν.
10 Ὠριγένους. Παρακληθεὶς ὁ Θεὸς, ὑψωθῆναι τὸν ἑαυτοῦ Υἱὸν εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες, ἀπαλλάτ‐ τωνται τῆς τῶν πνευματικῶν ὄφεων βλάβης, καὶ ζωὴν αἰώνιον ἔχωσι· ζωὴ δὲ αἰώνιος οὐκ ἐστιν ἡ κοινὴ, ἥτις καὶ ἑτέροις ζώοις ὑπάρχει, ἀλλ’ ἐκ πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγιγνομένη.
15 Τὸ δὲ “ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται,” καὶ τὰ ἑξῆς, δηλοῖ τὴν ἐκ τοῦ σταυροῦ σωτηρίαν, ὅτι οἱ μὲν πρὸς τὸν τύπον, ἥγουν τὸν χαλκοῦν ὄφιν, τότε βλέποντες Ἰουδαῖοι, τὸν πρόσκαιρον διέφευγον θάνατον, οἱ δὲ πρὸς τὴν ἀλήθειαν, τουτέστι τὸν σταυρὸν νῦν ὁρῶντες πιστοὶ, τὸν αἰώνιον διαφεύγωμεν θάνατον·
20καὶ τότε μὲν δήγματα ὄφεων ἰᾶτο ὁ κρεμάμενος ὄφις, ἐνταῦθα δὲ νῦν τοῦ νοητοῦ δράκοντος θεραπεύει τὰς πληγὰς ἐκ τῶν πιστῶν σταυρωθεὶς ὁ Χριστός. Τὸ “οὕτως ἠγάπησεν,” εἰπὼν, πολλὴν δείκνυσι τὴν ἐπίτασιν· καὶ τὸ “ὁ Θεὸς τὸν κόσμον,” πολὺ τὸ μέσον τῆς διαφορᾶς δημι‐
25ουργοῦ καὶ ποιήματος. Ἀμμωνίου. Ὧδε πάλιν κοινοποιεῖ τὸ πᾶν, οὐκ εἰδὼς χωρισμὸν μετὰ τὴν ἕνωσιν· τῆς γὰρ σαρκὸς τεθείσης ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ δοθείσης εἰς θάνατον, ὁ Υἱὸς λέγεται δεδόσθαι εἰς τὸν θάνατον, καίπερ ἀπαθὴς μείνας ὡς Θεὸς, τῆς αὐτοῦ μόνης πασχού‐
30σης τὰ ἴδια σαρκὸς, ὅτε συνεχώρει καὶ ἤθελεν. Τοῦ αὐτοῦ. Οἱ Ἀρειανοὶ λέγουσιν, ὅτι διὰ τοῦτο καλεῖται ὁ Υἱὸς μονογενὴς, ὅτι μόνος ἐκ Θεοῦ γέγονε· πρὸς οὓς λεκτέον, ὅτι καὶ τὸν ἥλιον τινὲς λέγουσι μονογενῆ, καθὸ ὁ ἥλιος μόνος ἐστίν·
ἀλλ’ οὐκέτι καὶ Υἱός ἐστιν.206

207

Καὶ τὸ προσθεῖναι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ καὶ οὐ δοῦλον, οὐκ Ἄγγελον, τὴν τῆς ἀγάπης ὑπερβολὴν παρίστησιν. Εἰπὼν δὲ ὅτι “ἔδωκε” συνεσκιασμένως τὸ πάθος ᾐνίξατο. Ὁ δὲ ἀπὸ τοῦ πάθους κέρδος σαφέστερον ποιῶν ἐπήγαγε λέγων,
5“ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν “αἰώνιον.” καὶ ἐπειδὴ δύο εἰσὶν αἱ Χριστοῦ παρουσίαι, ἡ ἤδη γεγενημένη, καὶ ἡ μέλλουσα, περὶ τῆς προτέρας νῦν λέγει, ὅτι “οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, “ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον.” ἐν γὰρ τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ
10ἐπὶ τὸ κρῖναι παραγίγνεται, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κυρίλλου. Οὐκ ἀπέστειλε, φησὶ, κατὰ Μωσέα νόμῳ κατα‐ κρίνων τὴν οἰκουμένην, οὐδὲ πρὸς ἔλεγχον τῆς ἁμαρτίας εἰσφέρω τὴν ἐντολήν· οὐδὲ οἰκετικὴν ποιοῦμαι τὴν διακονίαν, ἀλλὰ δεσπότῃ
15πρέπουσαν τὴν φιλανθρωπίαν εἰσφέρω· ἐλευθερῶ τὸ δοῦλον ὡς Υἱὸς καὶ κληρονόμος τοῦ Πατρὸς, μετασκευάζω τὸν καταδικάζοντα νόμον εἰς δικαιοῦσαν χάριν. Ἀμμωνίου. Εἰ ἐπὶ τὸ κρῖναι τὸν κόσμον ἐληλύθει ὁ Χριστὸς, πάντας κατέκρινεν· ἀλλὰ προηγουμένως ἦλθεν ἐπὶ τὸ σῶσαι τὸν
20κόσμον. κρίνει δὲ κατὰ τὸ συμβεβηκὸς τοὺς ἀπιστήσαντας. οὐχ ὡς ὁ Μωϋσέως νόμος ἦλθε κατακρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι. Τί ἐστιν, “ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται;” τί οὖν, ἐὰν ἀκάθαρτον βιὸν ἔχῃ ἢ πράξεις οὐκ ἀγαθάς; μάλιστα μὲν τοὺς
25τοιούτους, οὐδὲ γνησίους εἶναι πιστοὺς ὁ Παῦλός φησι, “Θεὸν γὰρ “ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·” πλὴν ἐνταῦθα ἐκεῖνο φησὶν, ὅτι κατ’ αὐτὸ τοῦτο οὐ κρίνεται, ἀλλὰ τῶν μὲν πονηρῶν ἔργων χαλεπωτέραν δώσει δίκην, ἀπιστίας δὲ ἕνεκεν οὐ κολάζεται διὰ τὸ πιστεῦσαι ἅπαξ.
30 Κυρίλλου. Προτίθημι τοίνυν τῷ πιστεύοντι γέρας τὸ μὴ καλεῖσθαι πρὸς κρίσιν, τῷ δὲ ἀπειθοῦντι κόλασιν· εἰς τὴν αὐτὴν καὶ μίαν δι’ ἀμφοῖν ἀναφέρων ὁδὸν, καὶ τοὺς μὲν ἐφέσει τῇ περὶ τὴν χάριν, τοὺς δὲ φόβῳ τοῦ παθεῖν, ἐπὶ τὸ πιστεύειν εἶναι προ‐ θύμως συγκαλῶν.
35Ἀμμωνίου. Σημειωτέον ὅτι καθολικῶς πᾶς ὁ μὴ πιστεύων207

208

εἰς τὸν Χριστὸν κατάκριτός ἐστι τῇ κολάσει ἀποδοθησόμενος· οὐκοῦν οὔτε ἄγονται οὗτοι εἰς κρίσιν ὡς ἤδη κατακριθέντες· οὕτω καὶ ἐπὶ τοῦ διαβόλου νοητέον, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται, οὐ μόνον ὅτι αὐτὸς οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ ἐπείρασε
5τὸν Κύριον, καὶ εἰς τὸν Ἰούδαν εἰσῆλθεν, ἵνα παραδῷ αὐτὸν εἰς θάνατον. “ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται.” πῶς; ὅτι αὐτὸ τὸ ἀπιστεῖν κόλασίς ἐστι· τὸ γὰρ ἐκτὸς εἶναι τοῦ φωτὸς, καὶ κατὰ τοῦτο μεγίστην ἔχει τὴν τιμωρίαν· ἢ τὸ μέλλον προαναφωνεῖ· καθάπερ γὰρ ὁ φονεύσας, κἂν μὴ τῇ ψήφῳ τοῦ κρίνοντος κατα‐
10δικασθῇ, τῇ τοῦ πράγματος καταδεδίκασται φύσει, οὕτω καὶ ὁ ἄπιστος. καὶ ὁ Ἀδὰμ δὲ ᾗ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε, καὶ τοίγε ἔζη, ἀλλὰ τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει τεθνηκὼς ἦν. Ἀποστερεῖ δὲ αὐτοὺς καὶ ἀπολογίας πάσης διὰ τοῦ εἰπεῖν, “ὅτι ἦλθε τὸ φῶς εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρω‐
15“ποι μᾶλλον τὸ σκότος.” Τίς οὖν τὸν μὴ βουλόμενον ἀπὸ σκό‐ τους φωτὶ προσελθεῖν ἐλεήσειεν ἄν; Εἰ μὴ ἐληλύθει εἰς τὸν κόσμον τὸ φῶς, εἶχον ἄγνοιαν τῶν καλῶν αἰτιάσασθαι, οἱ μὴ πράξαντες αὐτά· ὡς ἂν τὰς κακίας ἐνεργοῦντες, τόπον ἀπολογίας εἶχον, φάσκοντες, μὴ ἐγνωκέναι αὐτὰ
20ὄντα κακά. ἀλλ’ ἐπεὶ τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, πάσης πεπλασμένης ἀπολογίας φυγαδευομένοις, κρίσις ἔσται ἐξεταστικὴ τῶν πρακτέων καὶ τοῦ φρονήματος ἐξ ἑκάστου ἀποδεχθῆναι· καὶ βασιλείας Θεοῦ τυχεῖν τοὺς ἀγαπήσαντας τὸ φῶς, ὡς ἐκ τῆς πρὸς αὐτὸ ἀγάπης φῶς καὶ αὐτοὺς γεγενημένους δι’ ἔργων ἀγαθῶν
25καὶ φρονήματος ἀληθοῦς μισῆσαι τὸ σκότος, τοῦτο δὲ ἐστὶν, ἡ κακία καὶ ἡ εὐσέβεια· τοὺς δὲ ἀποστραφέντας τὴν ἀρετὴν καὶ τὸν ταύτης πάροχον Θεὸν κολάσεων αἰωνίων πειρασθήσεσθαι· ἐπεί‐ περ σπουδάζοντες ἔχειν ἔργα πονηρὰ, ἐμίσησαν τὸ φῶς διὰ φανε‐ ρώσεως ἐλέγχων αὐτῶν τὰ φαῦλα.
30 Ἵνα δὲ μή τις εἴπῃ, ὅτι οὐδεὶς ἂν τὸ σκότος προτιμήσειε τοῦ φωτὸς, τίθησι καὶ τὴν αἰτίαν, ἀφ’ ἧς τοῦτο ἔπαθον, λέγει “ἦν “γὰρ αὐτῶν,” φησὶ, “πονηρὰ τὰ ἔργα” καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ὁ Χριστιανισμὸς μετὰ τῆς τῶν δογμάτων ὀρθότητος, καὶ πολιτείαν ὑγιαίνουσαν ἀπαιτεῖ, αὐτοὶ δὲ βούλονται ἀεὶ ἐγκαλιν‐
35δεῖσθαι τῷ τῆς ἁμαρτίας βορβόρῳ, διὰ τοῦτο οὐκ ἠθέλησαν οἱ τὰ208

209

φαῦλα πράσσοντες μεταθέσθαι πρὸς τὸ σῶφρον τοῦ Χριστια‐ νισμοῦ, καὶ τοῖς νόμοις, φησὶν, ὑποβαλεῖν τοῖς ἐμοῖς. Χρὴ δὲ σκοπῆσαι, πῶς ἀποστερεῖ αὐτοὺς πάσης ἀπολογίας τὸ φῶς, ἐλθὼν πρὸς αὐτοὺς, καὶ οὐδὲ οὕτω προσέδραμον αὐτῷ, ἀλλ’ ἐκεῖνος
5“ὁ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς” ὁ τῷ Χριστιανισμῷ προστρέχων δηλονότι, “ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν τῷ “Θεῷ ἐστιν εἰργασμένα.” καὶ γὰρ ὁ τοιοῦτος μετὰ τοῦ πιστεύειν ὀρθῶς καὶ πολιτείαν ὀρθὴν κατορθοῖ. Ἴσως ἐρεῖ τις, τί οὖν; οὐκ εἰσὶ καὶ Χριστιανοὶ φαῦλα πράσ‐
10σοντες καὶ Ἕλληνες ἐν φιλοσοφίᾳ ζῶντες; Χριστιανοὶ μὲν ὅτι φαῦλα πράσσοντες εἰσὶν, οἶδα κἀγὼ, εἰ δὲ καὶ Ἕλληνες ὀρθῶς βιοῦντες, τοῦτο οὐκ οἶδα σαφῶς. Μὴ γάρ μοι τὰς ἀπὸ φύσεως εἴπῃς ἐπιεικεῖς καὶ κοσμίους, οὐ γάρ ἐστι τοῦτο ἀρετή. ἀλλ’ εἰπὲ πολλὴν ὑπομένοντα ἀπὸ τοῦ παθεῖν βίαν καὶ φιλοσοφοῦντα, ἀλλ’
15οὐκ ἂν ἔχοις. Εἰ γὰρ βασιλείας ἐπαγγελία καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη ἐπιμέλεια, μόλις κατέχει τοὺς ἀνθρώπους ἐν ἀρετῇ, σχολή γε ἂν οἱ περὶ μηδενὸς τούτων πεπεισμένοι μετήλυθον ἀρετήν· εἴ τινες ὑποκρίνονται δόξης ἕνεκεν τοῦτο ποιοῦσιν· ὁ δὲ δόξης ἕνεκα τοῦτο ποιῶν ὅταν ἐξῇ, οὐ φείσεται τοῦ χαρίσασθαι
20ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς.
21tΚΕΦ. Δ.
22tΖήτησις περὶ καθαρισμοῦ.
23 Διὰ τοῦ εἰπεῖν ὅτι “μετὰ ταῦτα ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὴν “Ἰουδαίαν” καὶ τὰ ἑξῆς, δείκνυσιν ὅτι ἐν μὲν ταῖς ἑορταῖς εἰς
25τὴν πόλιν ἀνίη, ὥστε ἐν μέσοις αὐτοῖς προτιθέναι τὰ δόγματα, καὶ τὴν ἀπὸ τῶν θαυμάτων ὠφέλειαν, μετὰ δὲ τὸ λυθῆναι τὰς ἑορτὰς, ἐπὶ τὸν Ἰορδάνην ἤρχετο· ἐπειδὴ δὲ ἐνταῦθα πολλοὶ συνέ‐ τρεχον, τοὺς δὲ πολυοχλοῦντας ἀεὶ κατελάμβανε τόπους, οὐκ ἐπιδεικνύμενος οὐδὲ φιλοτιμούμενος, ἀλλὰ πλείοσι τὴν παρ’ ἑαυτοῦ
30παρέχειν ὠφέλειαν σπουδάζων. Εἰ δὲ καὶ λέγει ὁ Εὐαγγελιστὴς ἐνταῦθα, ὅτι ἐβάπτιζεν, οὐχ
ὡς αὐτοῦ βαπτίζοντος τοῦτο φησὶν, ἀλλὰ τὸ τῶν μαθητῶν ἔργον209

210

εἰς τὸν διδάσκαλον ἀνήγαγεν. Καὶ γὰρ προϊὼν φησὶν, ὅτι Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ· ὅθεν δηλονότι [τις] ἐνταῦθα τοῦτό φησιν, ὅτι αὐτοὶ ἐβάπτιζον μόνοι. Τίνος δὲ ἕνεκεν αὐτὸς οὐκ ἐβάπτιζε; προλαβὼν ὁ Ἰωάννης εἶπεν, “αὐτὸς ὑμᾶς βαπτί‐
5“σει ἐν Πνεύματι Ἁγίῳ,” Πνεῦμα δὲ οὔπω ἦν δεδωκώς. ἐποίουν δὲ τοῦτο οἱ μαθηταὶ, βουλόμενοι πολλοὺς προσαγαγεῖν τῇ σωτη‐ ριώδει διδασκαλίᾳ. Τίνος δὲ ἕνεκεν τῶν μαθητῶν τοῦ Χριστοῦ βαπτιζόντων, οὐκ ἐπαύσατο ὁ Ἰωάννης τοῦτο ποιῶν, ἀλλὰ διαμεμένηκε καὶ αὐτὸς
10βαπτίζων· καὶ γάρ φησιν ὁ Εὐαγγελιστὴς, “ἦν δὲ καὶ Ἰωάννης “βαπτίζων ἐν Αἰνὼν” κ. τ. ἑ. καὶ μέχρι τῆς εἰς τὸ δεσμωτήριον κατακλείσεως τοῦτο ἐποίει. Τὸ γὰρ εἰπεῖν “οὔπω ἦν βεβλη‐ “μένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης,” δηλοῦντός ἐστι ὅτι ἕως τότε οὐκ ἐπαύσατο βαπτίζων. Τίνος οὖν ἕνεκεν ἕως τότε ἐβάπτιζεν;
15ἵνα τοὺς ἑαυτοῦ μαθητὰς εἰς πλείονα ζῆλον ἀναγάγῃ, καὶ φιλονει‐ κωτέρους ἐργάσηται· μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν, εἰ καὶ μὴ τοῦτο ἐποίει, πολλῷ μᾶλλον ἂν ἐποίησε. Διὰ τοῦτο δὲ καὶ ὁ Χριστὸς τότε μάλιστα ἤρξατο κηρύττειν, ὅτε ἐκ ποδῶν ὁ Ἰωάννης
20ἐγένετο. οἱ μὲν δὲ ὅτι καὶ διὰ τοῦτο συγχωρηθῆναι τὴν τελευτὴν Ἰωάννου ταχίστην αὐτῶν γενέσθαι, ὥστε πᾶσαν τοῦ πλήθους τὴν διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς τῶν ἀμφο‐ τέρων αὐτοὺς σχίζεσθαι γνώμαις. Εἰ δέ τις ἐξετάζοι τί πλέον εἶχε τὸ τῶν μαθητῶν τοῦ Χριστοῦ
25βάπτισμα τοῦ Ἰωάννου, ἐροῦμεν, ὅτι οὐδέν. ἑκάτερα γὰρ ὁμοίως τῆς ἐκ τοῦ Πνεύματος χάριτος ἄμοιρα ἦν, καὶ αἰτία μία ἀμφο‐ τέρως ἦν τοῦ βαπτίζειν, τὸ τῷ Χριστῷ προσάγειν τοὺς βαπτι‐ ζομένους. Τί σημαίνει ἡ γενομένη ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου πρός
30τινα Ἰουδαῖον περὶ καθαρισμοῦ; τὴν ζηλοτυπίαν αὐτῶν ἐμφαίνει, ἣν εἶχον ἀεὶ πρὸς τοὺς τοῦ Χριστοῦ μαθητὰς πρὸς αὐτόν τε τὸν Χριστὸν, ὡς τοῦ παρ’ αὐτῶν βαπτίσματος πλέον τι τῶν τοῦ Χριστοῦ μαθητῶν ἔχοντος· τοῦτο γὰρ πρὸς τὸν Ἰουδαῖον διελέγοντο.
ὅτι γὰρ τοῦτό ἐστι, τὰ ἑξῆς δηλοῖ. “Ἦλθον γὰρ,” φησὶ, “πρὸς210

211

“τὸν Ἰωάννην καὶ λέγουσι, ῥαββὶ,” καὶ τὰ ἑξῆς. “ὃς ἦν μετὰ σοῦ,” τουτέστιν, ὃς τάξιν εἶχε μαθητοῦ, ἀποσχίσας βαπτίζει. “ᾧ σὺ “μεμαρτύρηκας,” ἀντὶ τοῦ, ὃν σὺ ἐβάπτισας, ὃν σὺ λαμπρὸν ἐποίησας καὶ περίβλεπτον, τὰ αὐτὰ σοὶ τολμᾷ. Οὐ τοῦτο δὲ
5μόνον ᾤοντο παρακνίζειν τὸν διδάσκαλον, τουτέστι τὸν βαπτιστὴν, ἀλλὰ καὶ τὸ αὐτὸν παρευδοκιμεῖσθαι λοιπόν· “πάντες γὰρ ἔρχον‐ “ται πρὸς αὐτόν.” θέλων δὲ τέως καταπλῆξαι καὶ φοβῆσαι αὐτοὺς, καὶ δεῖξαι ὅτι οὐχ ἑτέρως ἀλλ’ ἢ τῷ Θεῷ πολεμοῦσιν, αὐτῷ πολεμοῦντες, ἀποκριθεὶς εἶπεν αὐτοῖς, “οὐ δύναται ἄνθρωπος
10“λαμβάνειν ἀφ’ ἑαυτοῦ οὐδὲν,” καὶ τὰ ἑξῆς. Τὸ δὲ, “ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν,” οὐδὲν ἄλλο δηλοῦν‐ τός ἐστιν, ἢ ὅτι καὶ ἀδυνάτοις ἐπιχειροῦσι, καὶ θεομάχοι πάλιν εὑρίσκονται. ἐντεῦθεν αὐτοὺς καὶ παραμυθεῖται ἠρέμα, δεικνὺς, ὅτι οὐκ ἄνθρωπος ἀλλὰ Θεός ἐστιν ὁ παρευδοκιμῶν ἡμᾶς, καὶ ἡμεῖς
15δὲ, φησὶν, οὐδὲν οἴκοθεν ἔχομεν, ἀλλὰ πάντα ἐκ τοῦ Θεοῦ. Εἰ δὲ λαμπρότερα τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, οὐ θαυμάζειν χρὴ, τοιαῦτα γὰρ τὰ θεῖα. Τὸ δὲ, “αὐτοὶ ὑμεῖς μοι “μαρτυρεῖτε,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι εἰ ὅλως ἔχεσθέ, φησι, τῆς ἐμῆς μαρτυρίας, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύ‐
20την μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ’ ἐκεῖνον ἐμοῦ προτιμᾷν χρή. καὶ γὰρ εἰ μὴ προσῆλθεν ἡ νύμφη, τουτέστι ὁ λαὸς, ἤγουν ἡ Ἐκκλησία, τῷ νυμφίῳ Χριστῷ, τότε ἂν ἤλγησα, νῦν δὲ τούτου γενομένου, ὡς φίλος χαρᾷ χαίρων διὰ τὸ ἐκ τῆς φωνῆς τοῦ νυμφίου τὴν νύμφην ἐπιγνῶναι αὐτόν. οὕτω γὰρ ἡ Ἐκκλησία διὰ τῆς
25διδασκαλίας ἁρμόζεται τῷ Θεῷ. Καὶ τὸ “ὁ ἑστηκὼς” δὲ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ δεικνὺς ὅτι τὰ αὐτοῦ πέπαυται, καὶ ὅτι αὐτὸν λοιπὸν ἑστάναι χρή. καὶ γὰρ ἤνυσται, φησὶ, παρ’ ἐμοῦ τὸ ἔργον, ὃ γενέσθαι ἔδει· χρὴ τοίνυν τὰ ἡμέτερα ἐλαττοῦσθαι, αὔξειν δὲ τὰ ἐκείνου.
30 Ἀμμωνίου Πρεσβυτέρου. Διὰ τοῦ βαπτίσματος νυμφεύεται ὁ Χριστὸς τὴν Ἐκκλησίαν ἀναγεννηθεῖσαν· ἡ δὲ συζυγία αὕτη ἡ πνευματικὴ διὰ τοῦ διδασκαλικοῦ λόγου συνάπτει Θεῷ· παρ‐ θένος ἐστὶ καὶ ἁγνὴ καὶ νύμφη διὰ τὴν τῶν δογμάτων ὀρθότητα,
ἡ αὐτὴ καὶ γυνή ἐστι τοῦ Χριστοῦ, ὡς ἀγαθὰς γεννῶσα πράξεις,211

212

οὐκ ἀφ’ ἑαυτῆς, ἀλλὰ διὰ τοῦ ἐνσπείροντος ἐν αὐτῇ Χριστοῦ, ἧς οὐδεὶς τῶν γεννητῶν δύναται εἶναι νυμφίος, ἐπείπερ πρωτοτύπως οὐδεὶς αὐτῶν ἐστι δοτὴρ ἀγαθῶν. Πᾶσα οὖν λογικὴ φύσις Ἀγγέ‐ λων τε καὶ ἀνθρώπων νύμφη εἰσιν.
5 Νυμφίος ἐστὶν ὁ Χριστὸς καὶ ἡ Ἐκκλησία νύμφη, καὶ ὁ νυμφὼν ὁ τόπος τοῦ βαπτίσματος, ἔνθα γίνεται ἡ πνευματικὴ συνάφεια, ἐπειδὴ πάντα φαιδρὰ καὶ χαρᾶς ἀνάμεστα καὶ εὐφρο‐ σύνης. Τί γὰρ μακαριώτερον τοῦ καθαρισθῆναι ἁμαρτιῶν καὶ κολληθῆναι Θεῷ, καὶ κοινωνὸν γενέσθαι θείας φύσεως διὰ τῆς τοῦ
10Ἁγίου Πνεύματος μετουσίας; ταῦτα γὰρ ὁ ἀρραβών· τὰ δὲ τελειώτερα ἐν τῷ μέλλοντι, ὅτε πάλιν εἰσελθὼν ὁ νυμφίος εἰσάγει σὺν αὐτῷ τὰς παρθένους ψυχάς. Πάντων πρὸς τὸν Ἰησοῦν ἀπιόντων, ἐλήλυθα γὰρ μαρτυρῆσαι αὐτῷ, ἵνα πάντες πιστεύσωσιν αὐτῷ δι’ ἐμοῦ.
15 Οὔτε ὁ Χριστὸς αὔξει, οὔτε Ἰωάννης ἐλαττοῦται, ἀλλὰ δίκην ἑωσφόρου ὁ Ἰωάννης ὑπὸ τοῦ νοητοῦ ἡλίου σκέπεται. Ὁ Χριστὸς ὡς Θεὸς ἐπὶ πλεῖον αὔξει φανερούμενος· ἐμὲ δὲ δεῖ μένειν ἐν οἷς εἰμι. Τί σημαίνει ὅπερ εἶπεν, “ὁ ἄνωθεν ἐρχό‐ “μενος ἐπάνω πάντων ἐστί;” τὴν ὑπερβάλλουσαν δόξης αὐτοῦ
20ὑπεροχὴν, καὶ ὅτι οὐδενὸς δεῖταί ποτε, ἀλλ’ ἀρκῶν ἐστιν ἑαυτῷ. Ταῦτα δὲ περὶ τοῦ Χριστοῦ ἔλεγε. Τὸ μηδὲ ἐκ τῆς γῆς ὄντα καὶ λαλοῦντα ἑαυτόν φησιν, οὐχ ὅτι δὲ ἐπίγεια ἐφθέγγετο, διὰ τοῦτο εἶπεν ἑαυτὸν ἐκ τῆς γῆς λαλεῖν, ἀλλὰ πρὸς τὴν τοῦ Χριστοῦ διδασκαλίαν παραβάλλων ἑαυτὸν, εὐτελῆ καὶ ταπεινὰ καὶ μικρὰ
25ταῦτα ἐλογίζετο. “Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ.” Οὐκ ἰσομέτρως ἐνεργήσει, φησὶν, εἰς τὸ δύνασθαι πείθειν ὁ γηγενὴς τῷ ἐπὶ πάντας ὄντι Θεῷ. Λαλήσει μὲν γὰρ ὡς ἄνθρωπος ἐπὶ τῆς γῆς, καὶ ἐν μόνῃ συμβούλου κείσεται τάξει.
30 Ἐπάνω πάντων ἐστὶ τῶν πεποιημένων, οὐχ ὡς ἐν πάσῃ κατα‐ ριθμούμενος, ἀλλ’ ὡς πάντων ἐξῃρημένος καὶ τοῖς πᾶσι θεοπρεπῶς ἐποχούμενος ὁ ἄνωθεν ἐρχόμενος, τουτέστιν ὁ τῆς ἄνωθεν ῥίζης ἐκπεφυκὼς, τὴν πατρῴαν ἐφ’ ἑαυτῷ φυσικῶς ἀποσώζων εὐφυΐαν,
τὸ ἐπάνω πάντων ὑπάρχειν ὁμολογουμένως κεκτήσεται· ἦν γὰρ δὴ212

213

καὶ ἀμήχανον, μὴ οὐχὶ πάντως τοιοῦτον ὁρᾶσθαι τὸν Υἱὸν, ὁποῖός περ ἂν νοοῖτο, καὶ κατὰ τὴν ἀξίαν ὁ γεννήσας αὐτόν. Ἀνθρωπι‐ νώτερον λαλεῖ διὰ τὴν σάρκα· τῇ γὰρ φύσει παντέλειος ὢν, πάντα ἀφ’ ἑαυτοῦ οἶδεν.
5 Ὠριγένους. Ἐπεὶ γὰρ ὁ ἐρευνῶν τὰς γραφὰς εὑρίσκει αὐτὰς μαρτυρούσας περὶ Χριστοῦ, οὐκ ἠρεύνουν δὲ αὐτὰς Ἰουδαῖοι ὡς δεῖ, οὐδεὶς τῶν ἀνεξετάστως ταῖς γραφαῖς ἐντυγχανόντων ἐλάμ‐ βανε τὴν περὶ αὐτοῦ μαρτυρίαν, μόνου καὶ παντὸς τοῦ δυναμένου εἰπεῖν, “ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκα‐
10“μεν Ἰησοῦν·” λαμβάνοντος τὴν περὶ αὐτοῦ μαρτυρίαν καὶ σφρα‐ γίζοντος “ὅτι ὁ Θεὸς ἀληθής ἐστι,” προσεπαγγειλάμενος τὸ Εὐαγγέλιον διὰ τῶν προφητῶν ἐν γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ. Ἀμμωνίου. Ἀντὶ τοῦ ἐπληροφορήθη, καὶ ἔχει ἀπόδειξιν καὶ
15σφραγίδα. Ἀπεστάλθαι λέγεται ὁ Υἱὸς ἀπὸ τοῦ Πατρὸς, ἢ διὰ τὴν ἔν‐ σαρκον παρουσίαν, ἢ ὅτι ὁ Πατὴρ ἔχων ἐν ἑαυτῷ τὸν Υἱὸν οὐκ ἔκρυψεν, ἀλλ’ ἐξέλαμψεν αὐτὸν ἐκ τῆς ἰδίας φύσεως, ὡς ἐκ φωτὸς ἀπαύγασμα. Ἐξελήλυθε γὰρ ὁ Υἱὸς εἰς ἰδίαν ὕπαρξιν, εἰ καὶ ἐν
20αὐτῷ κατὰ φύσιν ἐστίν. Ἀπολιναρίου. Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται, ὅ τε πιστεύων, ὅ τε ἀπιστῶν, ἐκείνῳ καὶ πιστεύει καὶ ἀπιστεῖ. Τὸ δὲ “ἐσφρά‐ “γισεν” ἀντὶ τοῦ ἔδειξε. Τί ἐστι τὸ, “οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα;”
25ἐνταῦθα τὴν ἐνέργειαν λέγει· ἡμεῖς μὲν οὖν, φησὶ, μέτρῳ τὴν ἐνέργειαν τοῦ Πνεύματος ἐλάβομεν, αὐτὸς δὲ οὐχ οὕτως, ἀλλὰ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν. Ἀμμωνίου. Ὡς πηγὴ ὢν τοῦ Πνεύματος δίδωσιν αὐτὸς τὴν ἐνέργειαν, λέγει τοῦ Πνεύματος, ἣν οἱ ἄνθρωποι μέτρῳ λαμβάνου‐
30σιν. Αὐτὸς γὰρ ὁλόκληρον ἔχει πᾶσαν. ὅλον ἔχει τὸ Πνεῦμα ὁ Υἱὸς οὐσιωδῶς, οὐ μὴν ἐκ μέρους ὡς κτίσμα. Διὸ καὶ αὐτὸς αὐτὸ δίδωσιν, οἱ δὲ ἅγιοι διὰ ἱκεσίας ποιοῦσι τὸν Χριστὸν δι’ αὐτῶν ἐπιχορηγῆσαι τὸ Πνεῦμα. Εἰπὼν δὲ ὅτι “ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν
35“ἐν τῇ χειρὶ αὐτοῦ,” ὡς περὶ ἀνθρώπου δείκνυται διαλεγομένου213

214

τινὸς θαυμαστοῦ, ὅθεν ἐπὶ τὸ ταπεινότερον ἄγει τὸν λόγον, ἐν τῷ εἰπεῖν “πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ·” τοῦτο δὲ ποιεῖ εὐπαρά‐ δεκτον κατασκευάζων τὸν λόγον. Εἶτα δὲ καὶ αἰώνιον ἔχειν ζωὴν τὸν εἰς τὸν Υἱὸν πιστεύοντα διαμαρτύρεται· τὸν δὲ ἀπειθοῦντα
5αὐτῷ ἐκπίπτειν αὐτῆς, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ μένειν ἐπ’ αὐτόν. Ἀμμωνίου Πρεσβυτέρου. Τότε πληροῦται τοῦτο, ὅτε κατὰ τὸν τῆς δευτέρας παρουσίας καιρὸν, πᾶν γόνυ αὐτῷ κάμπτει ἀπο‐ βαλόντων ἣν ἔχουσι κακίαν. χεῖρα ὧδε τὴν δύναμιν καλεῖ, ἣν ἔχει ὁ υἱὸς φυσικῶς καὶ οὐ μεταληπτῶς.
10 Κυρίλλου. Ζωὴ μὲν γὰρ κατὰ φύσιν ὁ μονογενὴς, “ἐν αὐτῷ “γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν·” εἰσοικίζεται δὲ πάντως ἡμῶν τῆς πίστεως, καὶ κατοικεῖ διὰ τοῦ Ἁγίου Πνεύματος. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν τῶν ἁγίων ζωὴν, περὶ ἧς καὶ ὁ ψαλμῳδός φησι, “τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν
15“ἡμέραν ἰδεῖν ἀγαθήν;” καὶ ὁ Παῦλος δέ φησι πρὸς τοὺς τῇ κακίᾳ νενεκρωμένους· “ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυ‐ “πται ἐν τῷ Θεῷ σὺν τῷ Χριστῷ. ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ “ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε ἐν δόξῃ.” οὐκ εἶπε δὲ, μένει αὐτὸν, ἀλλ’ ἐπ’ αὐτὸν, δεικνὺς ὅτι οὐδέποτε αὐτοῦ ἀποστή‐
20σεται· ἵνα γὰρ μὴ νομίσῃ τις θάνατον εἶναι πρὸς καιρὸν τὸ οὐκ ὄψεται ζωὴν, ἀλλ’ ἵνα πιστεύσῃ ὅτι διηνεκῶς ἐστιν εἰς τὴν κόλα‐ σιν τοῦτο τέθεικε, διὰ τούτων αὐτοῦ τῶν ῥημάτων ὠθῶν πρὸς τὸν Χριστὸν, οὐκ αὐτοὺς δὲ μόνον, ἀλλὰ καὶ πάντας· καὶ γὰρ καθο‐ λικὴν ἐποιήσατο τὴν παραίνεσιν. αὐτὸς μὲν ὁ Χριστὸς οὐκ ἐβά‐
25πτιζεν, οἱ δὲ ἀπαγγέλλοντες βουλόμενοι διεγεῖραι τοὺς ἀκούοντας εἰς φθόνον τοῦτο ἀπήγγελλον, αὐτὸς δὲ ἀνεχώρει, οὐ δειλίας χάριν, ἀλλ’ ἐκκόπτων αὐτῶν τὴν βασκανίαν καὶ παραμυθούμενος τὸν φθόνον· δυνατὸς μὲν γὰρ ἦν, καὶ ἐπελθόντας ἐπισχεῖν, ἀλλ’ οὐκ ἠβούλετο συνεχῶς τοῦτο ποιεῖν, ὥστε μὴ ἀπιστεῖσθαι τῆς σαρκὸς
30τὴν οἰκονομίαν.
31tΚΕΦ. Ε.
32tΠερὶ τῆς Σαμαρείτιδος.
33Ὥσπερ ἔργον αὐτὸν ποιούμενον τὴν τῆς Σαμαρείτιδος ὁδὸν,
φησὶν ὁ Εὐαγγελιστὴς τὸ “ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς214

215

“Σαμαρείας·” τοῦτο δὲ ἐγίνετο, ὥστε πᾶσαν ἐκκοπῆναι Ἰουδαίων ἀπολογίαν· ὅταν γὰρ ἀπήλαυνον, τότε τῆς τῶν ἐθνῶν ἥπτετο κλήσεως. Ἀμμωνίου Πρεσβυτέρου. Ὅμοροι ἦσαν τῶν Ἰουδαίων οἱ
5Σαμαρεῖται, διὸ καὶ ἀπὸ τῆς πηγῆς ἔπινον τοῦ Ἰακώβ. Ἄξιον δὲ εἰπεῖν καὶ πόθεν οἱ Σαμαρεῖται συνέστησαν· καὶ γὰρ ὁ τόπος οὗτος ἅπας Σαμάρεια ἐκαλεῖτο. Πόθεν οὖν τὴν προσηγορίαν ἔλαβε; Σόμορ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου, καθάπερ καὶ Ἡσαΐας φησὶ, “καὶ ἡ κεφαλὴ Σομόρων Ἐφραΐμ·” ἀλλ’ οἱ
10οἰκοῦντες οὐ Σαμαρεῖται ἀλλ’ Ἰσραηλῖται ἐλέγοντο. Χρόνου δὲ προϊόντος προσέκρουσαν τῷ Θεῷ, καὶ βασιλεύσαντος Φακὲς ἀνελ‐ θὼν Θελγαφαλάσσαρ πόλεις τε εἷλε πολλὰς, καὶ ἐπέθετο τῷ Ἡλᾷ, καὶ φόρου ἐποίησεν ὑποτελεῖς. Ἀλλ’ οὗτος τὸ μὲν πρῶ‐ τον εἶξεν, ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς, καὶ πρὸς τὴν τῶν
15Αἰθιόπων κατέφυγε συμμαχίαν. ἔγνω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι διὰ τὴν τῆς ἀποστάσεως ὑποψίαν, ἀλλὰ τούτους τοὺς μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους, ἐκεῖθεν δὲ ἔθνη διαφό‐ ρων τόπων ἀγαγὼν κατῴκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν
20ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι, τῶν οἰκείων ἐχόντων τὸν τόπον. τούτων δὲ γινομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύνα‐ μιν, ὅτι οὐ δι’ ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους, ἀλλὰ διὰ ἁμαρ‐ τίας, ἐπαφίησι λέοντας τοῖς βαρβάροις, οἵτινες ἐλυμαίνοντο τὸ ἔθνος ἅπαν. Ἀπηγγέλη οὖν ταῦτα τῷ βασιλεῖ, καὶ πέμπει ἱερέα
25τινὰ τὸν παραδώσοντα αὐτοῖς τὸν τοῦ Θεοῦ νόμον, ἀλλ’ ὅμως οὐδὲ οὕτως ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν, ἀλλ’ ἐξ ἡμισείας. Χρόνου δὲ προϊόντος τῶν μὲν εἰδώλων ἀπεπήδησαν, ἐσέβοντο δὲ τὸν Θεὸν, καὶ τῶν πραγμάτων ἐν τούτοις ὄντων, ἐπανελθόντες οἱ Ἰου‐ δαῖοι λοιπὸν ζηλοτύπως πρὸς αὐτοὺς εἶχον, ἅτε πρὸς ἀλλοφύλους
30καὶ πολεμίους, καὶ ἀπὸ τοῦ ὄρους Σαμαρείτας αὐτοὺς ἐκάλουν, καὶ οὐ μικρὰ ἐντεῦθεν ἦν πρὸς αὐτοὺς ἡ φιλονεικία. οὐδὲ ταῖς γραφαῖς πάσαις ἐκέχρηντο, ἀλλὰ τὰ Μωϋσέως μόνα δεχόμενοι, τῶν ἄλλων προφητῶν οὐδένα ἐποιοῦντο λέγον. Ἐφιλονείκουν μέν‐ τοι εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν Ἰουδαϊκὴν, καὶ ἐφιλοτι‐
35μοῦντο ἐπὶ τῷ Ἀβραὰμ, καὶ πρόγονον αὐτὸν ἀπεγράφοντο, ἅτε215

216

ἀπὸ τῆς Χαλδαίας ὄντα· καὶ τὸν Ἰακὼβ δὲ πατέρα ἐκάλουν, ἅτε ἐκείνου ὄντα ἀπόγονον. οἱ δὲ Ἰουδαῖοι τὰ μὲν πάντων τῶν ἐθνικῶν, καὶ τούτους ἐβδελύσσοντο, ὅθεν καὶ τῷ Κυρίῳ Ἰησοῦ ὀνειδίζοντες ἔλεγον, “Σαμαρείτης εἶ σύ·” καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς οὕτως
5ἐκέλευε λέγων, “εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.” οὐ τῆς ἱστορίας δὲ ἕνεκεν τοῦ τόπου μόνον ἀνέμνησεν ἡμᾶς τοῦ Ἰακὼβ ὁ Εὐαγγελιστὴς, ἀλλὰ καὶ ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποβολὴν τὴν Ἰουδαϊκὴν πάλαι γεγενημένην. Καὶ γὰρ ἐπὶ τῶν προγόνων αὐτῶν τοὺς τόπους αὐτῶν ἀντ’ αὐτῶν κατέσχον ἐκεῖνοι. Ἃ γὰρ οἱ προ‐
10πάτορες αὐτῶν ἔσχον οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ἀσέβειαν ὄντα αὐτῶν, ἀπώλεσαν οὗτοι. Τίνος οὖν ἕνεκεν ἀκριβολογεῖται ὁ Εὐαγγελιστὴς περὶ τοῦ τόπου λέγων, “ἔρχεται εἰς πόλιν Σαμαρείας,” καὶ τὰ ἑξῆς; ἵνα ὅταν ἀκούσωμεν τῆς γυναικὸς λεγούσης, “Ἰακὼβ ὁ πατὴρ ἡμῶν
15“ἔδωκεν ἡμῖν τὴν πηγὴν ταύτην,” μὴ ξενισθῶμεν· ὁ γὰρ τόπος ἐκεῖνος ἦν ἔνθα ὑπὲρ τῆς Δίνας οἱ περὶ τὸν Λευῒ καὶ Συμεὼν ἀγανακτοῦντες τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Εἰπὼν δὲ “κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας,” ἔδειξεν ὅτι οὕτως ἐβάδιζεν εὐτόνως, ὡς καὶ κοπιᾶσαι, οὐδὲ γὰρ ὑποζυγίοις ἐκέχρητο· πανταχοῦ
20παιδεύων ἡμᾶς τὸ αὐτουργὸν καὶ ἀπέριττον, καὶ μὴ πολλῶν δεῖσθαι. Τὸ δὲ “οὕτως” ἀντὶ τοῦ ὡς ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ ὅτι οὐκ ἐπὶ θρόνου, ἀλλ’ ἐπ’ ἐδάφους ἐκάθητο, ἀναπαύων τὸ σῶμα, καὶ παρὰ τὴν πηγὴν ἀναψύχων αὐτό· ἦν γὰρ ἡμέρα μέση. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ὥρα ἦν ὡσεὶ ἕκτη.” οὐ τὸ ἐπίπονον δὲ μόνον,
25ἀλλὰ καὶ τὸ ἄτυφον ἐντεῦθεν δείκνυται, ἐκ τοῦ μόνον αὐτὸν ἐπὶ τῆς ὁδοῦ καταλειφθῆναι. Μανθάνωμεν δὲ καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον, ἐκ τοῦ ἀπελθεῖν τοὺς μαθητὰς αὐτοῦ εἰς τὸ ἀγοράσαι ἄρτους, ὅπως καὶ ἡμεῖς παιδευθῶμεν κρατεῖν γαστρὸς καὶ κατα‐ φρονεῖν διαφόρων ἐδεσμάτων, καὶ μὴ περισπούδαστον τὴν ταύτης
30εἶναι νομίζειν λειτουργίαν. Χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι, ὅτι ἐν ᾧ καιρῷ ἅπαντες ἀριστο‐ ποιοῦνται, οὗτοι τὰς τροφὰς ἠγόραζον· καὶ ἵνα μή τις ἀναισχυντῶν λέγῃ, ὅτι ὁ προστάσσων μὴ εἰς πόλιν Σαμαρειτῶν εἰσιέναι, Σα‐ μαρείταις διαλέγεται, διὰ τοῦτο ὁ Εὐαγγελιστής φησιν, ὅτι αὐτῷ
35ἐπὶ τοῦ τόπου καθέδρα διὰ τὸν τόπον γέγονεν, οὐ μὴν διὰ τὸ216

217

συντυχεῖν τῇ γυναικὶ, καὶ περὶ τῆς γυναικὸς, ὅτι διὰ τὸ ἀντλῆσαι ὕδωρ ἐξῆλθε, παραγενόμενον δὲ τὸ γύναιον οὐκ ἐχρῆν λοιπὸν ἀπώ‐ σασθαι, οὕτω πολλὴν φιλομαθίαν ἐπιδεικνύμενον· διὸ καὶ εὔλογον αἰτίαν εἰσάγει τῆς πρὸς αὐτὸν διαλέξεως· αἰτεῖ γὰρ ὕδωρ διὰ τὸ
5δίψος. Πόθεν δὲ αὐτὸν Ἰουδαῖον νομίσασα εἶναί φησι πρὸς αὐτόν· “πῶς σὺ Ἰουδαῖος ὢν,” καὶ τὰ ἑξῆς; ἀπὸ τοῦ σχήματος ἴσως καὶ τῆς διαλέξεως. χρὴ δὲ σκοπῆσαι, πῶς διεσκεμμένον ἦν τὸ γύναιον· εἰ γὰρ ἔδει φυλάξασθαι, τὸν Κύριον ἔδει, οὐκ ἐκείνην· οὐ γὰρ εἶπεν ὅτι Σαμαρεῖται Ἰουδαίοις οὐ συγχρῶνται, ἀλλὰ Ἰου‐
10δαῖοι Σαμαρείτας οὐ προσίενται, ἀλλ’ ὅμως ἡ γυνὴ οὐδὲ οὕτως ἐσίγησεν, ἀλλ’ ὡς οἴεται διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ὁ δὲ Χριστὸς πρότερον δείξας αὐτὴν ἀξίαν οὖσαν ἀκοῦσαι καὶ μὴ παροφθῆναι, τότε ἑαυτὸν ἐκκαλύπτει, καί φησι πρὸς αὐτήν· “εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ” καὶ τὰ ἑξῆς· καὶ γὰρ ἔμελλεν
15εὐθέως μαθοῦσα ὅστις ἐστὶν, ὑπακούεσθαι καὶ προσέξειν αὐτῷ, διὸ καὶ ἐπιεικῶς πρὸς ταῦτα ἀποκρίνεται λέγουσα· “Κύριε, οὔτε “ἄντλημα ἔχεις,” καὶ τὰ ἑξῆς. Εἰποῦσα δὲ, “Κύριε,” ἔδειξεν ὅτι εὐθέως τῆς ταπεινῆς ὑπονοίας ἀπέστη, πολλὴν αὐτῷ τὴν τιμὴν ἀπονείμασα· καὶ ἄλλως μὲν ὁ Χριστὸς ἔλεγεν, ἄλλως δὲ ὑπώ‐
20πτευεν ἐκείνη, “πόθεν ἔχεις τὸ ὕδωρ τὸ ζῶν” λέγουσα. Προβάλ‐ λεται δὲ πατέρα τὸν Ἰακὼβ, εἰς τὴν Ἰουδαϊκὴν εἰσωθοῦσα ἑαυτὴν εὐγένειαν, καὶ ὅτι “αὐτὸς ἐξ αὐτοῦ ἔπιεν,” φησὶ, καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὐ δυνήσῃ δοῦναι ἕτερον τούτου βέλτιον, εἰ μή τι γε τοῦ Ἰακὼβ μείζονα ὁμολογεῖς εἶναι σαυτόν. οὕτως ἐκ
25πρώτης ἀποκρίσεως ἐδείξατο νόημα μέγα καὶ ὑψηλόν. Τίνος ἕνεκεν ἐκείνης εἰπούσης, “μὴ σὺ μείζων εἶ τοῦ πατρὸς “ἡμῶν Ἰακὼβ,” αὐτὸς οὐκ εἶπεν αὐτῇ, ναὶ μείζων εἰμί; ἵνα μὴ δόξῃ κομπάζειν, τῆς ἀποδείξεως μηδέπω φαινομένης· δι’ ὧν δὲ λέγει, τοῦτο κατασκευάζει· ἐκ τούτου μὲν γάρ, φησι, τοῦ ὕδατος ὁ
30πίνων διψήσει πάλιν· “ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω “αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα.” ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Εἰ θαυμάζεις, φησὶ, τὸν Ἰακὼβ, ὅτι ἔδωκε τοῦτο τὸ ὕδωρ, ἐξ οὗ ὁ πίνων πάλιν διψήσει, πολλῷ μᾶλλον θαυμάσαι χρὴ τὸν πολὺ τούτου βέλτιον ὕδωρ παρέχοντα “καὶ γὰρ τὸ ὕδωρ,” φησὶν, “ὃ
35“ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς217

218

ζωὴν αἰώνιον,” τοῦτο δὲ εἶπε τὸν καθαρμὸν τὸν ἐξ αὐτοῦ καὶ τὴν πολλὴν παραψυχὴν ἐνδεικνύμενον τὴν ἐγγινομένην ταῖς ὑποδεχο‐ μέναις αὐτὸν διανοίαις. πολὺ οὖν συνετωτέρα τοῦ Νικοδήμου ἡ γυνὴ αὕτη φανεῖσα καὶ ἀνδρειοτέρα, εὐθέως ἐπίστευσε καί φησι,
5“Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ·” ἐκεῖνος γὰρ μυρίων τοιούτων ἀκούων ἔλεγε, πῶς δύναται ταῦτα γενέσθαι; αὕτη δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν πρῶτον ἠπόρει, ὕστερον δὲ οὐδὲ μετὰ κατασκευῆς, ἀλλ’ ἐν ἀποφάσεως τάξει δεξαμένη τὸν λόγον, ἐπὶ τὴν λήψιν εὐθέως ἐπείγεται. προετίμησέ γε αὐτὸν τοῦ Ἰακὼβ, εἰποῦσα “ἵνα
10“μὴ διψῶ, μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν,” τοῦτο γάρ, φησι, γινο‐ μένου, οὐκέτι δέομαι ταύτης τῆς πηγῆς. Εἶπε δὲ αὐτῇ, “ὕπαγε, φώνησον τὸν ἄνδρα σου” διὰ τὸ ἐπικεῖ‐ σθαι αὐτὴν τοῦ λαβεῖν, ὡσανεὶ ἐνδεικνύμενος, ὅτι κἀκεῖνον δεῖ κοινω‐ νῆσαι τούτων ὧν σὺ ποθεῖς. ἐκείνη δὲ σπεύδουσα λαβεῖν, ἅμα δὲ καὶ
15κρύπτουσα τὸ τοῦ πράγματος αἰσχρὸν, φησὶν, “ἄνδρα οὐκ ἔχω·” αὐ‐ τὸς δὲ διὰ προφητείας λοιπὸν ἀποκαλύπτων τὴν δύναμιν τὴν ἑαυτοῦ, ἀμφότερα μετὰ ἀκριβείας λέγει· τούς τε γὰρ προτέρους ἠρίθμησε, καὶ τὸν νοῦν κρυπτόμενον ἤλεγξεν. οὐκ ἐδυσχέρανε δὲ ἐκείνη ταῦτα ἀκούσασα, οὐδὲ ἀφεῖσα ἔφυγεν, ἀλλὰ θαυμάσασα μᾶλλον καὶ προσ‐
20καρτερήσασα πλέον, λέγει, “Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σὺ,” ἀπὸ πολλῆς φιλοσοφίας· τὸ δὲ “θεωρῶ” ἀντὶ τοῦ, φαίνει μοι, εἶπεν, ὅθεν καὶ περὶ δογμάτων εὐθέως αὐτὸν ἐρωτᾷ, οὐ περὶ βιω‐ τικῶν, οὐδὲ περὶ σώματος ὑγιείας, οὐδὲ περὶ χρημάτων, ἀλλὰ τί; “οἱ πατέρες ἡμῶν,” φησὶν, “ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν·”
25τοὺς περὶ τὸν Ἀβραὰμ λέγουσα, καὶ γὰρ ἐκεῖ, φασὶ, τὸν υἱὸν αὐτὸν ἀνηνοχέναι, “καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν “ὁ τόπος ἔνθα χρὴ προσκυνεῖν.” ἴδες πῶς ὑψηλοτέρα τῇ διανοίᾳ γέγονε; ἡ γὰρ μὴ ὑπὲρ τοῦ σκύλλεσθαι διὰ τὸ διψεῖν πρὸ μικροῦ μεριμνῶσα, ὑπὲρ δογμάτων ἐρωτᾷ λοιπὸν, διὸ καὶ ὁ Χριστὸς τοῦτο
30μὴ λύσας τὸ ζήτημα, οὐ γὰρ ἦν αὐτῷ περισπούδαστον, πολὺ μέγα αὐτῇ δόγμα ἀπεκάλυψεν, ὅπερ οὐδὲ Νικοδήμῳ οὐδὲ Ναθα‐ ναὴλ ἐγνώρισε· φησὶ γὰρ, “πίστευσόν μοι γύναι, ὅτι ἔρχεται “ὥρα,” καὶ τὰ ἑξῆς. αὐτὴ μὲν γὰρ ἐσπούδαζεν ἐντιμότερα δεῖξαι τὰ αὐτῆς τῶν Ἰουδαϊκῶν, αὐτὸς δὲ οὐ πρὸς ταύτην ὑπήντησε τὴν
35ἐρώτησιν, ἀμφοτέρων δὲ τῶν τόπων τὰ πρεσβεῖα ἀνελὼν, δια‐218

219

νίστησιν αὐτῆς τὴν ψυχὴν, δεικνὺς ὅτι οὔτε Ἰουδαῖοι οὔτε αὐτοὶ ἔχουσί τι πρὸς τὸ μέλλον δωρεῖσθαι· πλὴν καὶ οὕτω τοὺς Ἰουδαίους σεμνοτέρους ἀπέφηνεν εἰπὼν, “ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, καὶ τὰ ἑξῆς.
5 Πῶς δὲ οὐκ ᾔδεσαν οἱ Σαμαρεῖται ὃ προσεκύνουν; πέμψαντες ἀπήγγειλαν, ὅτι ὁ τοῦ τόπου Θεὸς αὐτοὺς λυμαίνεται, οὐδὲν πλέον περὶ αὐτοῦ κατὰ τοῦτο τῶν εἰδώλων φανταζόμενοι, διὸ καὶ ἐπέ‐ μειναν καὶ δαιμόνια θεραπεύοντες καὶ αὐτόν. Ἰουδαῖοι δὲ ταύτης ἦσαν ἀπηλλαγμένοι τῆς ὑπονοίας, καὶ τῆς οἰκουμένης ᾔδεσαν αὐτὸν
10Θεὸν ὄντα, καὶ εἰ μὴ πάντες. Οὐ χρὴ δὲ θαυμάζειν ὅτι μετὰ Ἰουδαίων αὐτῶν ἀριθμεῖ· πρὸς γὰρ τὴν ὑπόνοιαν τῆς γυναικὸς διαλέγεται ὡς προφήτης, ὡς Ἰουδαῖος· διὸ καὶ τὸ “προσκυνοῦμεν” τέθεικε. Τί σημαίνων, φησὶν, “ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν;”
15ἢ ὅτι τῇ οἰκουμένῃ τὰ ἀγαθὰ ἐκεῖθεν γέγονε. Τὸ γὰρ εἰδέναι Θεὸν καὶ καταγιγνώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔχει, καὶ τὰ ἄλλα πάντα δόγματα· καὶ παρ’ ὑμῖν δέ φησιν αὐτὸ τοῦτο τὸ τῆς προσκυνήσεως, εἰ καὶ μὴ ὀρθῶς. Ἀπὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔλαβε. σωτηρίαν οὖν ἢ ταῦτα, ἢ τὴν αὐτοῦ παρουσίαν
20καλεῖ, μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι, ἀμφότερα ταῦτα σωτηρίαν καλῶν. Ἀμμωνίου Πρεσβυτέρου. Διὰ τὸ ἐξ αὐτῶν ἐσαρκῶσθαι τὸν Υἱὸν, ἢ ὅτι ἐξ ἐκείνων ἤρξαντο εἰδέναι τὸν ἕνα Θεὸν, ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν.
25 Ὠριγένους. Ὅταν ἀκούσῃς ὅτι “ἐκ τῶν Ἰουδαίων ἡ σωτη‐ “ρία ἐστὶν,” περὶ τοῦ ταῦτα λέγοντος ἄκουε τὰ εἰρημένα. Αὐτὸς γὰρ ἡ τῶν ἐθνῶν προσδοκία, ὁ γενόμενος ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. τὸ δὲ “ἔρχεται ὥρα καὶ νῦν ἐστι,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὅτι εἰ καὶ πλεονεκτοῦμεν ὑμῶν, ὦ γύναι, φησὶ, τῷ
30τρόπῳ τῆς προσκυνήσεως, πλὴν ἀλλὰ καὶ οὗτος ὁ τρόπος τέλος ἕξει λοιπόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας, καὶ ταῦτα ἐπὶ θύραις ἐφέστηκε, καὶ οὐχ ὡς τὰ ὑπὸ τῶν προφητῶν εἰρημένα παρέκτασιν χρόνου
λήψονται. Εἰπὼν δὲ “ἀληθινοὺς,” συνεξέβαλε Σαμαρείταις219

220

Ἰουδαίους· εἰ γὰρ καὶ ἐκείνων ἀμείνους οὗτοι, ἀλλὰ τῶν μελλόντων ἐλάττους πολλῷ, καὶ τοσοῦτον ὅσον ἀληθείας τόπος. Ἀμμωνίου. Οἱ ἀληθεῖς προσκυνηταὶ ἐν παντὶ τόπῳ προσά‐ γουσι τῷ Θεῷ τὰς πνευματικὰς θυσίας, ὅ ἐστιν ἀρετὴ καὶ θεο‐
5σέβεια. Περὶ δὲ τῆς Ἐκκλησίας λέγει, ὅτι ἡ ἀληθὴς προσκύνησις καὶ Θεῷ πρέπουσα αὕτη ἐστι· “τοιούτους γὰρ ὁ πατὴρ, φησὶ, ζητεῖ “τοὺς προσκυνοῦντας αὐτῷ,” τοὺς μὴ τόπῳ περικλείοντας τὴν λατρείαν, ὡς ὑμεῖς οἱ Σαμαρεῖται, καὶ τοὺς τὸν Θεὸν ἐν πνεύματι
10θεραπεύοντας, καθὼς καὶ ὁ Παῦλός φησιν, “ᾧ καὶ λατρεύω ἐν “τῷ πνεύματί μου.” Ἡ γὰρ πρὸ τούτου παρὰ τοῖς Ἰουδαίοις γιγνομένη προσκύνησις συγκαταβάσεως ἦν. Εἰπὼν, “πνεῦμα ὁ Θεὸς,” τὸ ἀσώματον λέγει. Εἰ τοίνυν οὐκ ἔστι σῶμα, φησὶ, καὶ τὴν λατρείαν αὐτοῦ τοιαύτην εἶναι δεῖ, καὶ
15διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς, διὰ τῆς τοῦ νοῦ καθαρότητος, τοῦτο γὰρ δῆλοι, ὅτι “τοὺς προσκυ‐ “νοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.” Πόθεν Σαμαρείταις τὸ προσδοκᾷν τὴν τοῦ Χριστοῦ παρουσίαν; τοῦτο γὰρ δῆλον ἐκ τοῦ τὴν γυναῖκα εἰπεῖν πρὸς τὸν Χριστὸν,”
20“ἔρχεται Μεσσίας ὁ λεγόμενος Χριστὸς,” καὶ τὰ ἑξῆς· τὸν Μωϋσέως δεξάμενοι νόμον, ἀπ’ αὐτῶν τῶν Μωϋσέως γραμμά‐ των, καὶ γὰρ ἐν ἀρχῇ τὸν Υἱὸν ἀπεκάλυψε· τὸ γὰρ “ποιήσωμεν “ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν” πρὸς τὸν Θεὸν εἴρηται—καὶ τῷ Ἀβραὰμ ἐν τῇ σκηνῇ οὗτος ἦν ὁ διαλεγόμενος,
25καὶ ὁ Ἰακὼβ περὶ αὐτοῦ προφητεύων ἔλεγεν, “οὐκ ἐκλείψει “ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται.” καὶ αὐτὸς δὲ Μωϋσῆς, φησὶ, “προφήτης ἡμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ “τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμὲ, αὐτοῦ ἀκούσεσθε·” καὶ πολλὰ ἕτερα τοιαῦτά ἐστι τὴν παρουσίαν αὐτοῦ ἀνακηρύττοντα. Διὰ τοῦτο
30οὖν φησὶν ἡ γυνὴ πρὸς αὐτὸν, “ἔρχεται Μεσσίας ὁ λεγόμενος “Χριστὸς,” καὶ τὰ ἑξῆς. Αὐτὸς δὲ λοιπὸν ἐκκαλύπτων ἑαυτὸν φησὶν, “ἐγὼ εἰμὶ ὁ λαλῶν σοι,” ὅπερ ἂν εἰ παρὰ τὴν ἀρχὴν μὴ ζητησάσῃ τῇ γυναικὶ εἶπεν, ἔδοξεν ἂν αὐτῇ ληρεῖν. Νῦν δὲ κατὰ
μικρὸν αὐτὴν ἐπὶ τὴν μνήμην ἀγαγὼν, εὐκαίρως ἑαυτὸν ἀπεκά‐220

221

λυψε, καὶ τοῖς μὲν Ἰουδαίοις συνεχῶς λέγουσι, “εἰπὲ ἡμῖν εἰ σὺ “εἶ ὁ Χριστὸς,” ἐπειδὴ οὐδὲν τὸ μαθεῖν ἠρώτων τοῦτο, οὐκ ἀπε‐ κρίνατο αὐτοῖς σαφῶς, ταύτῃ δὲ διὰ τὸ εὐγνωμονεστέραν εἶναι, εἶπε φανερῶς· καὶ γὰρ ἐξ ἀδεκάστου καὶ ἁπλῆς γνώμης καὶ δια‐
5νοίας ἐφθέγγετο· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα· καὶ γὰρ ἀκού‐ σασα ἐπίστευσε, καὶ ἄλλους ἐπὶ τοῦτο ἐσαγήνευσε, καὶ πανταχοῦ τῆς γυναικὸς ἐστὶν ἰδεῖν καὶ τὸ ἠκριβωμένον καὶ τὸ πιστόν. Ἀπαρτισθείσης τῆς διδασκαλίας εὐκαίρως ἀπήντησαν καὶ οἱ μαθηταὶ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει. Τί ἐθαύ‐
10μαζον; τὸ ἄτυφον, τὸ μεθ’ ὑπερβολῆς ταπεινὸν, ὅτι οὕτω περί‐ βλεπτος ὢν ἠνείχετο μετὰ τοσαύτης ταπεινοφροσύνης γυναικὶ διαλέγεσθαι πενιχρᾷ καὶ Σαμαρείτιδι· ἀλλ’ ὅμως ἐκπλαγέντες οὐκ ἠρώτησαν τὴν αἰτίαν· οὕτως ἦσαν πεπαιδευμένοι τὴν τῶν μαθητῶν τάξιν τηρεῖν· οὕτως αὐτὸν ἐδεδοίκεισαν καὶ ᾐδοῦντο. εἰ
15δὲ ἀλλαχοῦ φαίνονται παρρησιαζόμενοι, οἷον ὅταν ὁ Ἰωάννης ἐπιπίπτει αὐτοῦ τῷ στήθει, ὅταν αὐτῷ προσίεντες λέγουσι τίς μείζων, καὶ ὅταν υἱοὶ Ζεβεδαίου καλοῦσιν, ἵνα εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων αὐτοῦ καθίσῃ, ἀλλ’ ἐκεῖνα ὡς εἰς αὐτοὺς ἀνή‐ κοντα ἀνάγκην εἶχον ἐξετάζειν· ἐνταῦθα δὲ οὐδὲν αὐτοῖς διέφερε
20τὸ γινόμενον. Ἡ δὲ γυνὴ οὕτως ὑπὸ τῶν εἰρημένων αὐτῇ ἀνήφθη, ὡς καὶ τὴν ὑδρίαν ἀφεῖναι, καὶ δραμεῖν εἰς τὴν πόλιν, καὶ πάντα δῆμον ἑλκύσαι πρὸς τὸν Χριστόν· καὶ κατὰ τὴν οἰκεῖαν δύναμιν· ὅπερ ἐποίησαν οἱ Ἀπόστολοι, καὶ αὐτὴ πεποίηκεν, οὐχ ἕνα ἢ δύο κα‐
25λοῦσα, ἀλλὰ πόλιν ὁλόκληρον, “δεῦτε,” βοῶσα “καὶ ἴδετε “ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα.” Ἄνθρωπον δὲ αὐτὸν καλεῖ, συνετῶς καὶ τοῦτο ποιοῦσα καὶ συγκαταβατικῶς, καὶ οὐ‐ δαμῶς ἐπῃσχύνθη τοῦ εἰπεῖν, “ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα·” καίτοιγε ἦν εἰπεῖν ἑτέρως, δεῦτε, ἴδετε προφήτην προφητεύοντα·
30ἀλλ’ ὅταν πυρωθῇ ψυχῇ θείῳ πυρὶ, πρὸς οὐδὲν τῶν ἐν τῇ γῇ λοι‐ πὸν ὁρᾷ, οὐ πρὸς δόξαν, οὐ πρὸς αἰσχύνην. Τὸ δὲ, “μήτι οὗτός ἐστιν ὁ Χριστός; εἶπε βουλομένη οὐκ ἐκ τῆς ἰδίας ἀποφάσεως μόνον παρεισάγειν αὐτὸν, ἀλλὰ καὶ αὐτοὺς τῆς ψήφου ταύτης ποιῆσαι κοινωνοὺς, ὃ μᾶλλον εὐπαράδεκτον
35ἐποίει τὸν λόγον. Ἠρώτων δὲ οἱ μαθηταὶ τὸν Χριστὸν, τουτέστι221

222

παρεκάλουν· τοῦτο γὰρ δῆλοι τῇ ἐγχωρίῳ αὐτῶν φωνῇ λέγοντες “ῥαββὶ, φάγε,” οὐκ ἐκ προπετοῦς γνώμης, ἀλλ’ ἐκ πολλῆς φι‐ λοστοργίας πρὸς τὸν διδάσκαλον, καὶ γὰρ ἔβλεπον αὐτὸν κεκμη‐ κότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς φλογὸς τῆς ἐπικειμένης.
5 Τί σημαίνει ὅπερ εἶπεν αὐτοῖς, “ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν “ὑμεῖς οὐκ οἴδατε;” δεικνὺς οἵαν ἐπιθυμίαν ἔχει περὶ τῆς ἡμε‐ τέρας σωτηρίας· ταύτην γὰρ “βρῶσιν” ἐκάλεσεν, οὐκ ἐκ τοῦ προχείρου δὲ, ἀλλὰ δι’ αἰνιγμάτων τὰ μὲν ἀποκαλύπτει, ὥσπερ καὶ τοῦτο, ἵνα εἰς ἀπορίαν ἐμβαλὼν τὸν ἀκροατὴν παρασκευάσῃ ἐπι‐
10πόνως ζητεῖν τὸ λεγόμενον, αὐτοὶ δὲ τὴν αἰδὼ τὴν συνήθη κατέχοντες, αὐτῷ μὲν πεῦσιν οὐκ ἐτόλμησαν προσαγαγεῖν· πρὸς ἀλλήλους δὲ ἔλεγον “μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;” διὸ καὶ αὐτὸς σαφέστε‐ ρον αὐτοῖς ἀπεκάλυψε λέγων, “ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ “θέλημα τοῦ Πατρός μου,” ὅπερ ἑρμηνεύων ἐπήγαγεν, “οὐχ
15“ὑμεῖς λέγετε ὅτι τετράμηνόν ἐστιν, καὶ ὁ θερισμὸς ἔρχεται,” καὶ τὰ ἑξῆς. Κυρίλλου. Ὅλος μὲν ἐξ ὅλου πρὸς τὴν τῶν κεκλημένων σω‐ τηρίαν συντείνεται, ποιεῖται δὲ λόγον οὐδένα τῆς τοῦ σώματος τροφῆς, καίτοι κεκμηκὼς ἐξ ὁδοιπορίας, ἵνα πάλιν διὰ τούτου τοὺς
20ἐν ταῖς ἐκκλησίαις ὠφελήσῃ διδασκάλους, καὶ καμάτου μὲν παν‐ τὸς ἀναπείσῃ περιορᾷν, κρείττονα δὲ τῆς περὶ τὸ σῶμα φροντίδος τὴν ἐπὶ τοῖς σωζομένοις ποιεῖσθαι σπουδήν. Ἀμμωνίου. Ὡς διδασκάλους τῆς οἰκουμένης διδάσκει τοὺς μαθητὰς προτιμᾷν τῆς οἱασδηποτοῦν βρώσεως τὸ θέλημα τοῦ
25Θεοῦ. ὡς ἐπιθυμεῖ τις τροφῆς, οὕτω κἀγὼ τῆς σωτηρίας τῶν ἀνθρώπων. Ἀπολιναρίου. Δηλοῦσιν ὅτι τὰς διακονίας τῶν προφερόντων ἐδέχετο, καίτοι δυνατὸς ὢν τρέφειν καὶ μὴ τρέφεσθαι. εὐεργεσία γὰρ μεγίστη τὸ τρέφειν Χριστὸν, ἧς οὐκ ἐφθόνει τοῖς βουλομένοις,
30διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν. Κυρίλλου. Ἀπεστάλθαι δέ φησι, δῆλον δὲ ὅτι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἢ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον, ἢ ὡς Λόγος ἐκ
τοῦ γεννήσαντος νοῦ, προκύπτων τινὰ καὶ πεμπόμενος. Καὶ μετ’222

223

ὀλίγα—Τοιγαροῦν ὑπάρχων ὁ Υἱὸν τὸ ἀγαθὸν τοῦ Πατρὸς θέλημα, τελειοῖ τὸ ἔργον αὐτοῦ, σωτηρίαν τοῖς πιστεύουσιν εἰς αὐτὸν ἀναδεικνύμενος. χώρας μὲν καὶ θερισμὸν τὸ πλῆθος τῶν ἑτοίμων πρὸς ὑποδοχὴν τοῦ κηρύγματος ὀνομάζει· ὀφθαλμοὺς δὲ ἐνταῦθα λέγει, ἢ
5τοὺς τῆς διανοίας ἢ τοὺς τοῦ σώματος· καὶ γὰρ ἑώρων λοιπὸν τὸ πλῆθος τῶν Σαμαρειτῶν ἐρχόμενον· τὴν δὲ τῆς προαιρέσεως αὐτῶν ἑτοιμότατα τὰς χώρας τὰς λευκαινομένας φησίν. ὥσπερ γὰρ οἱ ἀστάχυες ἐπειδὰν λευκανθῶσι πρὸς ἀμητὸν εἰσὶν ἕτοιμοι· οὕτω καὶ οὗτοι πρὸς σωτηρίαν ἦσαν παρεσκευασμένοι. “Ὁ θερίζων,”
10φησὶ, “μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα “καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.” Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Οἱ προφῆται, φησὶν, ἔσπειραν καὶ οὐκ ἐθέρισαν· οὐ μὴν διὰ τοῦτο ἀπεστέρηνται τῆς ἡδονῆς, ἀλλὰ σὺν ἡμῖν χαίρουσιν, εἰ καὶ μὴ σὺν ἡμῖν θερίζουσι· τοῦτο δὲ οὐ συμβαίνει ἐν τοῖς αἰσθη‐
15τοῖς γενέσθαι, ἀλλ’ ἐν τοῖς πνευματικοῖς. Ἐὰν γὰρ ἐν τοῖς αἰσθητοῖς συμβῇ ἕτερον σπεῖραι καὶ ἕτερον θερίσαι, οὐχ ὁμοῦ χαίρουσιν, ἀλλ’ οἱ θερίζοντες· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ οἱ σπείραντες ὁμοίως τοῖς ἀμῶσι χαίρουσι. Τίνος ἕνεκεν, φησὶν ὁ Χριστὸς πρὸς τοὺς Ἀποστόλους, “ἀπέστειλα ὑμᾶς θερίζειν, ὃ
20“οὐχ ὑμεῖς κεκοπιάκατε;” ἵνα ὅταν αὐτοὺς ἀποστέλλῃ, μὴ θορυβηθῶσιν ὡς εἰς πρᾶγμα ἐπίπονον πεμπόμενοι· τὸ γὰρ ἐπιπο‐ νώτερον τὸ τῶν προφητῶν ἦν· διό φησιν, ἄλλοι κεκοπιάκασι,” τουτέστιν, οἱ προφῆται, “καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσελη‐ “λύθατε.”
25 Ἀμμωνίου. Ὡς ἐμοῦ ὄντος τοῦ σπόρου, καὶ διὰ προφητῶν ἐλαλήθη, πέμπω ὑμᾶς θερίσαι. οἱ μαθηταὶ καὶ τοὺς Ἕλληνας τῶν γηΐνων καὶ τοὺς Ἰουδαίους τῶν σαρκικῶν τοῦ νόμου λατρειῶν ἀπο‐ τέμνουσι, καὶ εἰς τὴν ἅλω ἀποτίθενται, ὃ ἐστὶ τὴν Ἐκκλησίαν, ὅπου στάχυς τριβόμενος γίνεται σῖτος, ὁ ζωοποιῶν τοὺς πιστούς.
30 Ὁ πνευματικὸς θερισμὸς, ὅ ἐστιν ἡ θεοσεβὴς ἐργασία, τὴν μὲν ἀπόθεσιν καὶ τὸν ἀποθησαυρισμὸν ἐν οὐρανοῖς ἔχει, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀπόλαυσιν ἀτελεύτητον· οὗτος γάρ ἐστιν ὁ καιρὸς τῆς ἀνταποδόσεως. “Ἐκ τῆς πόλεως δὲ ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν
35“Σαμαρειτῶν,” ἐπειδὴ συνεώρων ὅτι οὐκ ἂν ὑπὲρ τοῦ χαρίσασθαι223

224

ἑτέρῳ τὸν ἑαυτῆς ἐξεπόμπευσε βίον. Ἐμαρτύρει γὰρ λέγουσα “ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.” Διὸ καὶ ἐβούλοντο διηνεκῶς κατέχειν αὐτόν. Τοῦτο γὰρ ὁ Εὐαγγελιστὴς ἐδήλωσεν εἰπὼν, ὅτι “ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς.” Αὐτὸς δὲ τοῦτο μὲν οὐκ
5ἐπείσθη ποιῆσαι· δύο δὲ μόνον ἡμέρας ἔμεινε παρ’ αὐτοῖς, ὅθεν “καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ,” καίπερ σημεῖον οὐδὲν ἰδόντες. Ἰουδαῖοι δὲ καὶ θαύματα θεασά‐ μενοι, καὶ τοῖς προφήταις συντραφέντες, οὐ μόνον οὐ κατεῖχον αὐτὸν, ἀλλὰ καὶ ἀπήλαυνον.
10 Ἀμμωνίου Πρεσβυτέρου. Σαμαρεῖται αἰτοῦσι τὸν Χριστὸν μεῖναι πρὸς αὐτοὺς, ὅτι τινές εἰσιν ἀλλογενεῖς, καὶ οἱ συγγενεῖς αὐτοῦ τὸ κατὰ σάρκα Ἰουδαῖοι ἐδίωκον αὐτὸν, ὅτι “ἐχθροὶ τοῦ “ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.” Τοῦ Χρυσοστόμου. Τὴν διδάσκουσαν ὑπερηκόντισαν· εὐθέως
15γὰρ ἐνόησαν ὅτι τὴν οἰκουμένην ἐπισπάσασθαι ἔμελλον, ὅτι ἐπὶ διορθώσει τῆς κοινῆς ἦλθε σωτηρίας, ὅτι οὐκ ἐν Ἰουδαίοις μέλλει ἀποκλείειν αὐτοῦ τὴν πρόνοιαν, ἀλλὰ πανταχοῦ σπείρειν τὸν λόγον· ἀλλ’ οὐχ Ἰουδαῖοι οὕτως, ἀλλὰ ζητοῦντες τὴν ἰδίαν δικαι‐ οσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
20 Οὐχ ἁπλῶς δὲ καλοῦσιν αὐτὸν Σωτῆρα οἱ Σαμαρεῖται, ἀλλὰ τοῦ κόσμου, ὡς τὴν ἀληθινὴν σωτηρίαν παρέχοντα. Ἦλθον μὲν γὰρ πολλοὶ σῶσαι καὶ Ἄγγελοι καὶ προφῆται, ἀλλὰ περὶ αὐτοῦ μόνου λέγουσιν, “ὅτι ἀληθινὸς Σωτὴρ οὗτός ἐστιν.” Διὸ καὶ τὴν πρώην αὐτοὺς διδάσκουσαν ὑπερηκόντισαν ὕστερον, φιλοτι‐
25μούμενοι ἐπὶ τὸ μειζόνως θαυμάζειν αὐτὸν, ἐνόησαν γὰρ εὐθέως ἐκ τῶν ῥημάτων αὐτοῦ ὧν ἐδίδασκεν αὐτοὺς, τὸν ὄντως Σωτῆρα αὐτὸν εἶναι, καὶ οὐχ ἕνα τῶν πολλῶν. Τίνος δὲ ἕνεκεν οὐ λέγουσιν ἡμῖν οἱ Εὐαγγελισταὶ τὰ θαυ‐ μαστὰ ῥήματα τῆς διδασκαλίας αὐτοῦ; ὅπως μάθωμεν, ὅτι πολλὰ
30τῶν μεγάλων παρατρέχουσιν· ἐκ δὲ τοῦ τέλους τῶν πραγμάτων
ἵνα ἡμεῖς αὐτοὶ συνορῶμεν τὴν τούτων δύναμιν.224

225

(1t)

ΚΕΦ. ϛ.
2tΠερὶ τοῦ βασιλϊκοῦ.
3 Διὰ τί μετὰ τὸ εἰπεῖν τὸν Εὐαγγελιστὴν ὅτι ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, προσέθηκεν ὅτι “αὐτὸς γὰρ ὁ Χριστὸς ἐμαρτύρησεν
5“ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει;” ἐπειδὴ οὐκ εἰς τὴν Καπερναοὺμ ἀπῆλθεν, ἀλλ’ εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς τὴν Κανᾶ. Ἵνα γὰρ μὴ ἐξετάσῃ τις διὰ τί παρὰ μὲν τοῖς αὐτοῦ οὐκ ἔμεινε, παρὰ δὲ τοῖς Σαμαρείταις ἔμεινε, τίθησι τὴν αἰτίαν λέγων ὅτι οὐ προσεῖχον αὐτῷ. Διὰ τοῦτο γὰρ οὐκ ἀπῆλθεν, ἵνα
10μὴ μεῖζον αὐτοῖς τὸ κρίμα γένηται. Πατρίδα δὲ ἑαυτοῦ καλεῖ, τὸν τῆς οἰκονομίας λόγον δηλῶν· τί οὖν οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς Ἰουδαίοις πολλοὺς θαυμα‐ ζομένους, μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόντων τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι. Εἰ δέ τινες ἐν τῇ αὐτῶν τιμῶνται πατρίδι, πολλῷ
15μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν. Ἀμμωνίου. Οὐχ ὡς τιμῆς ἀντιποιούμενος ἐξῆλθεν, ἀλλὰ τῶν πολιτῶν φειδόμενος· ὅτι γὰρ ἑώρων αὐτὸν, ἐθυμοῦντο· ὃς ἐν τιμῇ ὢν τῇ θείᾳ ἐσαρκώθη, καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον διὰ τὴν
20ἡμῶν σωτηρίαν. Ὧδε ἑαυτὸν καλεῖ τὸν προφήτην τὸν ὑπὸ Μωϋσέως προανα‐ κηρυχθέντα, ὃς καὶ προφήτης οἰκονομικῶς ἐκλήθη, αὐτὸς ὢν ὁ τοῦ Πνεύματος χορηγὸς ὡς Θεὸς, δι’ οὗ προφῆται ἐπροφήτευον. μέμνηται δὲ τῶν Γαλιλαίων ἀποδεξαμένων αὐτὸν, ἵνα δείξῃ ὅτι
25οἱ κακιζόμενοι οὗτοι μάλιστα προσερχόμενοι αὐτῷ εὑρίσκονται. Ὁ μὲν γὰρ ἔλεγεν, “ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;” ἄλλος δὲ “ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται,” ἀλλ’ ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι πιστεύουσιν εἰς αἰσχύνην Ἰουδαίων· εὑρέθησαν δὲ καὶ Γαλιλαίων οἱ Σαμαρεῖται βελτίους.
30Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων αὐτὸν, οὗτοι δὲ ἑωρακότες, φησὶ, τὰ σημεῖα ἃ ἐποίησεν. Τίνος ἕνεκεν ἀναμιμνήσκει τοῦ θαύματος ὁ Εὐαγγελιστὴς
λέγων, “ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον;” τῶν Σαμαρειτῶν τὸ ἐγκώ‐225

226

μιον αὐξῆσαι βουλόμενος· οἱ μὲν γὰρ Γαλιλαῖοι καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν ἐκεῖ γενομένων σημείων αὐτὸν ἐδέ‐ ξαντο, οἱ δὲ Σαμαρεῖται οὐχ οὕτως, ἀλλὰ ἀπὸ διδασκαλίας μόνης. Βασιλικὸν δὲ καλεῖ, ἤτοι ὡς ἐκ τοῦ γένους τοῦ βασιλικοῦ ὑπάρ‐
5χοντα, ἢ ἀξιώματι ἀρχῆς ἕτερον, οὕτω καλούμενον ἔχοντα. τινὲς μὲν οὖν ἐκεῖνον αὐτὸν εἶναι νομίζουσι τὸν παρὰ τῷ Ματθαίῳ· δεί‐ κνυται δὲ ἕτερος ὢν παρ’ ἐκεῖνον, οὐκ ἀπὸ τοῦ ἀξιώματος μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πίστεως. ἐκεῖνος μὲν γὰρ βουλομένου τοῦ Χριστοῦ ἐλθεῖν, ἀξιοῖ μένειν· οὗτος δὲ εἰς τὴν οἰκίαν ἕλκει· κἀ‐
10κεῖνος μέν φησιν, οὐκ εἰμὶ ἄξιος, οὗτος δὲ καὶ κατεπείγει· κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβὰς εἰς Καπερναοὺμ εἰσίει, νῦν δὲ ἀπὸ τῆς Σαμαρείας, καὶ οὐκ εἰς Καπερναοὺμ, ἀλλ’ εἰς Κανᾶ· κἀκεί‐ νου μὲν ὁ παῖς παραλύσει κατείχετο, ὁ δὲ τούτου υἱὸς πυρετῷ. Περὶ τίνων εἶπεν ὁ Χριστὸς, “ὅτι ἐὰν μὴ σημεῖα καὶ τέρατα
15“ἴδητε, οὐ μὴ πιστεύσητε;” αὐτὸς γὰρ ὁ βασιλικὸς οὐ φαίνε‐ ται ἐκ πίστεως αὐτῶν, ἀλλ’ ἢ τῆς πόλεως αὐτοῦ καθαπτόμενος τοῦτό φησιν, ἢ καὶ τούτου αὐτοῦ, οὐχ ὡς ὁλόκληρον ταύτην, ἀλλὰ μερικὴν κεκτημένου. καὶ γὰρ καὶ τὸ εἰπεῖν αὐτὸν, “Κύριε, κατά‐ “βηθι πρὶν ἀποθανεῖν τὸν υἱόν μου,” τὴν ἀσθένειαν αὐτοῦ ἐμφαί‐
20νει, ὡς μὴ πιστεύοντος αὐτοῦ, ὅτι εἰ καὶ συμβῇ αὐτὸν ἀποθανεῖν, δυνατός ἐστιν ἀναστῆσαι αὐτόν. ἔστι δὲ καὶ ὡς οὐκ εἰδότος τοῦ Χριστοῦ, ἐν ποίοις τὰ τῆς νόσου τοῦ παιδίου ἐστί. Διὰ ταύτην οὖν τὴν εὐτελῆ πίστιν καὶ τὴν πολλὴν ἔπειξιν, ἵνα δείξῃ αὐτῷ, ὅτι καὶ ἀπὼν θεραπεύει, φησὶ πρὸς αὐτόν· “πορεύου, ὁ υἱός σου
25“ζῇ·” ὅθεν ἐκ τούτου τοῦ παιδὸς οὐχ ἧττον, καὶ τὴν αὐτοῦ διά‐ νοιαν ἀσθενοῦσαν ἰάσατο. Ἀμμωνίου. Τέρας ἐστὶ τὸ παρὰ φύσιν, οἷον τὸ ἀνοῖξαι ὀφ‐ θαλμοὺς τυφλῶν, καὶ ἐγεῖραι νεκρόν· σημεῖον δὲ τὸ οὐκ ἔξω τῆς φύσεως ὂν, ὅπερ ἐστὶν ἰάσασθαι ἄρρωστον.
30 Ἀπήντησαν δὲ αὐτῷ οἱ παῖδες αὐτοῦ, τὰ τῆς ὑγιείας τοῦ υἱοῦ αὐτοῦ ἀπαγγέλλοντες, διὰ τὸ ἐκπλαγῆναι αὐτοὺς τὸ γενόμενον· οὐ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τῆς ἀσθενείας τὸ παι‐ δίον, ἀλλ’ ἀθρόον, ὡς φαίνεσθαι μὴ φύσεως ἀκολουθίαν εἶναι τὸ θαῦμα, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ. Μαθὼν δὲ παρ’ αὐτῶν
35ἐκεῖνος τὴν ὥραν, λοιπὸν πρὸς τὴν πίστιν τελείως διέκυψεν. Ὁρᾷς226

227

ὅτι τότε ἐπίστευσεν, ὅτε οἱ παῖδες εἶπον, οὐχ ὅτε ὁ Χριστός· τὴν οὖν διάνοιαν νῦν ἐλέγχων αὐτοῦ μεθ’ ἧς προῆλθεν, εἰς πίστιν ἐφέλ‐ κεται. Πρὸ γὰρ τοῦ σημείου οὐ σφόδρα ἦν πεπιστευκὼς, εἰ δὲ καὶ ἦλθε καὶ παρεκάλεσεν, οὐδὲν θαυμαστόν· εἰώθασι γὰρ οἱ
5πατέρες ὑπὸ πολλῆς φιλίας οὐ μόνον οἷς θαρροῦσιν ἰατροῖς προσι‐ έναι, ἀλλὰ καὶ οἷς μὴ θαρροῦσι διαλέγεσθαι, μηδὲν ὅλως παραλι‐ πεῖν βουλόμενοι. Ἀμμωνίου Πρεσβυτέρου. Πρὸ μιᾶς ἐπίστευσεν, ἐν δὲ τῇ ἑξῆς καὶ ἔργῳ ἤκουσεν, ὅτι γέγονεν ὃ ἐπίστευσεν ἔσεσθαι· πολλὰ
10γὰρ ἰσχύει πίστις, συνεργὸν καὶ τελειωτὴν ἔχουσα τὸν Θεόν. “Ἐπίστευσε δὲ καὶ αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη,” διὰ τὸ μαθεῖν αὐτοὺς παρὰ τοῦ δεσπότου αὐτῶν, ὅτι οὗτος ἦν ὁ καιρὸς τῆς ὑγιείας τοῦ παιδὸς, ὅνπερ εἶπεν αὐτῷ ὁ Χριστὸς, ἐκ τούτου λαβόντες ἀπόδειξιν τῆς δυνάμεως αὐτοῦ.
15 Οὐχ ἁπλῶς δὲ τὸ “δεύτερον” προσέθηκεν, ἀλλ’ ἔτι τὸ θαῦμα τῶν Σαμαρειτῶν, δεικνὺς ὅτι καὶ δευτέρου σημείου γενομένου οὐδὲ πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν τῶν οὐδὲ ἓν σημείων ἑωρακότων.
18tΚΕΦ. Ζ.
19tΠερὶ τοῦ ληʹ ἔτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ.
20 Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ποία ἑορτή; ἐμοὶ δοκεῖ τῆς πεντηκοστῆς. συνεχῶς δὲ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τῇ πόλει, τοῦτο μὲν, ἵνα δόξῃ μετ’ αὐτῶν ἑορτάζειν, τοῦτο δὲ ἵνα τὸ πλῆθος ἐπισπάσηται τὸ ἄδολον· μά‐
25λιστα γὰρ ἐν ταῖς ἑορταῖς ταύταις οἱ ἀφελέστερον διακείμενοι συνίεσαν. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα. Ἀμμωνίου Πρεσβυτέρου. Προβατικὴ ἐκαλεῖτο, ὅτι ἐκεῖ
30συνήγετο τὰ πρόβατα τὰ μέλλοντα σφάζεσθαι εἰς τὴν ἑορτὴν, καὶ τὰ ἔγκατα αὐτῶν ἐπλύνοντο ἐκεῖ. Θεοδώρου. Περὶ τῶν πέντε στοῶν οὕτως οἶμαι, μετὰ τὰς ἐν
κύκλῳ τέσσαρας, μέσην εἶχεν ἑτέραν. Τίς δὲ ὁ τῆς ἀσθενείας τρόπος227

228

οὗτος; ποῖον ἡμῖν μυστήριον αἰνίττεται; οὐ γὰρ ἁπλῶς καὶ εἰκῆ ἀναγέγραπται, ἀλλὰ τὰ μέλλοντα μυστήρια προδιαγράφει, ὥστε μὴ τὸ σφόδρα παράδοξον ἀπροσδόκητον γενόμενον λυμήνασθαι τῇ τῆς πίστεως δυνάσει. Ἐπεὶ οὖν ἤμελλε βάπτισμα δίδοσθαι, πολλὴν
5δύναμιν ἔχον, καὶ δωρεὰν μεγίστην τὸ ἁμαρτίας καθαῖρον, καὶ ἀντὶ νεκροῦ ζῶντα ποιῶν, καθάπερ ἐν εἰκόνι προζωγραφεῖ ταῦτα· καὶ πρῶτον μὲν δίδοται ὕδωρ, καθαῖρον σωμάτων κηλίδα καὶ μολυσμοὺς οὐκ ὄντας, ἀλλὰ δοκοῦντας εἶναι, οἷον τοὺς ἀπὸ κηδείας, τοὺς ἀπὸ λεπρῶν, τοὺς ἀπὸ τοιούτων ἑτέρων, καὶ πολλὰ ἄν τις ἴδοι δι’
10ὕδατος γεγονότα ἐπὶ τῆς παλαιᾶς· ταύτης ἕνεκεν τῆς προφά‐ σεως, πλὴν ἀλλὰ πρὸς τὸ κατεπεῖγον καὶ ἰώμενον νοῦν. Καὶ μετ’ ὀλίγα—“Ἄγγελος γὰρ καταβαίνων ἐτάρασσε τὸ ὕδωρ,” καὶ ἰατρι‐ κὴν ἐνετίθει δύναμιν, ἵνα μάθωσιν οἱ Ἰουδαῖοι, ὅτι πολλῷ μᾶλλον ὁ τῶν Ἀγγέλων δεσπότης πάντα τὰ νοσήματα τῆς ψυχῆς ἰάσα‐
15σθαι δύναται. Ὥσπερ ἐνταῦθα οὐχ ἁπλῶς ἰᾶται τῶν ὑδάτων ἡ φύσις, ἢ γὰρ ἂν διὰ παντὸς τοῦτο ἐγίνετο, ἀλλ’ ἐπὶ τῇ τοῦ Ἀγγέλου ἐνεργείᾳ, οὕτω καὶ ἐφ’ ἡμῖν οὐχ ἁπλῶς τὸ ὕδωρ ἐργά‐ ζεται, ἀλλ’ ὅταν τὴν τοῦ Πνεύματος δέξηται χάριν, τότε πάντα τὰ ἁμαρτήματα λύει. ἀλλὰ τότε μὲν ἡ ἀσθένεια κώλυμα τῷ
20βουλομένῳ θεραπευθῆναι ἐγίνετο, νῦν δὲ κύριος ἕκαστός ἐστι προσελθεῖν. οὐ γὰρ Ἄγγελός ἐστιν ὁ ταράσσων, ἀλλ’ ὁ τῶν Ἀγγέλων δεσπότης, ὁ τὸ πᾶν ἐργαζόμενος. οὐκ ἔστιν εἰπεῖν, “ἄνθρωπον οὐκ ἔχω·” οὐκ ἔστιν εἰπεῖν “ἐν ᾧ ἔρχομαι κατελθεῖν, “ἄλλος πρὸ ἐμοῦ καταβαίνει,” ἀλλὰ κἂν ἡ οἰκουμένη πᾶσα ἔλθῃ,
25ἡ χάρις οὐκ ἀναλίσκεται, οὐδὲ ἡ ἐνέργεια δαπανᾶται, ἀλλ’ ὁμοία μένει καὶ τοιαύτη, οἵα καὶ πρὸ τούτου. ἀλλὰ τί δήποτε πάντας ἀφεὶς ὁ Ἰησοῦς ἐπὶ τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἦλθε; Τί δαὶ καὶ ἐρωτᾷ, “θέλεις ὑγιὴς γενέσθαι;” οὐχ ἵνα μάθῃ, τοῦτο γὰρ παρέλκον ἦν, ἀλλ’ ἵνα διδάξῃ τοῦ τοιούτου τὴν καρτερίαν.
30 Ἀμμωνίου Πρεσβυτέρου. Ὧδε προδιεγράφετο τὸ τοῦ βαπτί‐ σματος μυστήριον, ἐν ᾧ πᾶν εἶδος ἁμαρτημάτων ἐθεραπεύετο. “Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ,” καὶ τὰ ἑξῆς. ἔκπληκτος ἡ καρτερία τοῦ παραλυτικοῦ· ἔτη τριακονταοκτὼ εἶχε, καὶ καθ’ ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν ἐνη‐
35δρεύετο, καὶ οὐκ ἀφίστατο· εἰ γὰρ τὰ μὴ παρελθόντα, τὰ γοῦν228

229

μέλλοντα οὐχ ἱκανὰ ἦν αὐτὸν ἀπαγαγεῖν τοῦ τόπου, ἀλλ’ ὅμως οὐκ ἀνέπεσεν οὐδὲ ἀπέγνω. Κυρίλλου. Τύπος καὶ ἡ πολυχρόνιος τοῦ παραλυτικοῦ ἀσθέ‐ νεια τῆς τοῦ Ἰσραὴλ εἰς Χριστὸν ἀπιστίας· ἀσθενήσει γὰρ καὶ
5παραλυθήσεται, ἀλλ’ ἔσται τις αὐτῷ παρὰ τοῦ Σωτῆρος ἐπισκο‐ πὴ, καὶ ὑγιασθήσεται καὶ αὐτὸς ἐπὶ τῇ κολυμβήθρᾳ δι’ ὑπακοῆς πίστεως. Ἀπολιναρίου. Τὸ τριακοστὸν καὶ ὄγδοον ἔτος τοῦ κειμένου παραλύτου σημαίνει κολάσεως χρόνον ἤδη συμπληρούμενον, ὅτι
10καὶ τεσσαράκοντα ἔτη ὁ λαὸς ἐπὶ τῆς ἐρημίας δίκας ἐξέτισε, καὶ τεσσαράκοντα ἡμέρας ἐπέσχεν ὁ κατακλυσμὸς, καὶ πληγαῖς δὲ ὁ νόμος τεσσαράκοντα τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. ὁ τοίνυν Κύριος ὑποτεμνόμενος τὸ πλῆρες τῆς κολάσεως, ἔτει τριακοστῷ ὀγδόῳ θερα‐ πεύει τὸν ἄρρωστον, ὥσπερ καὶ τὰς νομικὰς κολάσεις ὑπετέμνετο
15διὰ τῆς χάριτος, ἐγγὺς τοῦ κοσμικοῦ χρόνου πεπληρωμένου. Ἀμμωνίου Πρεσβυτέρου. Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ δια‐ νιστῶν αὐτὸν εἰς ἐπιθυμίαν τοῦ θεραπευθῆναι. Τίνος ἕνεκεν τοὺς ἄλλους πάντας ἀφεὶς ἐπὶ τοῦτον ἦλθεν ὁ Χριστὸς καὶ ἐρωτᾷ, “εἰ θέλει ὑγιὴς γενέσθαι;” οὐχ ἵνα μάθῃ, τοῦτο γὰρ
20παρέλκον ἦν, ἀλλ’ ἵνα ἡμᾶς διδάξῃ τὴν τούτου καρτερίαν. Διὸ χρὴ σκοπῆσαι, μεθ’ ὅσης ἐπιεικείας ἀποκρίνεται λέγων, “ναὶ Κύριε, “ἄνθρωπον δὲ οὐκ ἔχω,” καὶ τὰ ἑξῆς· Τί τούτων τῶν ῥημάτων ἐλεεινότερον γένοιτ’ ἄν; τί τῶν πραγμάτων περιπαθέστερον, οἵαν καρδίαν συντετριμμένην ἐκέκτητο, οὐδὲ ὑπὸ τῆς μακρᾶς ἀσθενείας
25συνεχόμενος, ἐφθέγξατό τι βλάσφημον, οἷα πολλοὺς ἀκούομεν λέγοντας τῶν ἀπαιδεύτων καὶ ἀταλαιπώρων ἐν περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, ἀλλὰ πράως ἀποκρίνεται, καίτοι γε μὴ εἰδὼς τίς ποτε ἦν ὁ ἐρωτῶν, οὐθ’ ὅτι θεραπεύειν ἔμελλεν, ἀλλ’ ἢ τοῦτο μόνον ἴσως προσεδόκησε τὸ χρησιμεύσειν αὐτῷ τὸν
30Χριστὸν τὸ ἐμβαλεῖν εἰς τὸ ὕδωρ· καὶ διὰ τούτων αὐτὸν ἐπισπά‐ σασθαι τῶν ῥημάτων οὐ βούλεται. Οὐκ εἶπεν δὲ αὐτῷ ὁ Χριστὸς θέλεις σε θεραπεύσω; ἵνα μὴ δόξῃ κομπάζειν. Κελεύει δὲ αὐτὸν ἆραι τὸ κλινίδιον, πιστώσασθαι βουλόμενος
τὸ γενόμενον θαῦμα, καὶ μηδένα νομίσαι φαντασίαν αὐτὸ εἶναι.229

230

Οὐδὲ γὰρ ἂν εἰ μὴ βεβαίως καὶ σφόδρα αὐτῷ συνεπάγη τὰ μέλη, τὴν κλίνην φέρειν ἠδύνατο. Οὐκ ἀπαιτεῖ δὲ αὐτὸν πρὸ τῆς ἰάσεως πίστιν, ὥσπερ ἐπὶ ἄλλων τινῶν, ὅτι οὐδέπω αὐτὸν ἑωράκει σημεῖον ἕτερον πεποιηκότα, ἀλλ’
5οὐδὲ ὅστις ἦν ᾔδει· καὶ γὰρ καὶ ἐκείνους οὓς ἀπῄτει πίστιν, οὐ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὸ ἰδεῖν αὐτοὺς θαύματα πεποιη‐ κότα ἀπῄτει. Ἦρε δὲ τὸ ἑαυτοῦ κράββατον, καὶ περιεπάτει, ἐπειδὴ ἅμα ἤκουσε πιστεύσας· ἠγέρθη γενόμενος ὑγιὴς, μηδὲν ὅλως ἄπιστον
10ἐννοήσας. Ἀπολιναρίου. Οὐκ εἶπαν διὰ τί ταῦτα ἐκέλευε γίνεσθαι ἐν σαββάτῳ, ἀλλὰ διὰ τί ταῦτα ἐποίησεν ἐν σαββάτῳ; οὐχ ὑπὲρ τῆς παραβάσεως δυσχεραίνοντες, ἀλλὰ τῇ σωτηρίᾳ τῇ παρ’ αὐτοῦ φθονοῦντες. Καί τοί γε ὅσον εἰς ἀνθρώπινον ἔργον, τοῦτο μᾶλλον
15ἔργον ἦν, ὅπερ ἐποίησεν ὁ παράλυτος· ἐκεῖνο δὲ λόγος καὶ ῥῆμα. χρὴ δὲ θαυμάσαι καὶ τὴν μετὰ ταῦτα πίστιν αὐτοῦ, καὶ τὴν πρὸς τοὺς Ἰουδαίους παρρησίαν, πῶς ἐπικειμένων αὐτῷ καὶ λεγόντων, “οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου διὰ τὸ σάββατον,” αὐτὸς μετὰ παρρησίας τὴν ἀναίσχυντον ἐπιστομίζων γλῶτταν, τὸν
20εὐεργέτην ἐκήρυττε λέγων, “ὁ ποιήσας με ὑγιῆ, αὐτός μοι εἶπεν, “ἆρον τὸν κράββατόν σου,” μονονουχὶ λέγων, ληρεῖτε καὶ παρα‐ παίετε, κελεύοντες τῷ ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς ἀπαλλά‐ ξαντί με νόσου μὴ πείθεσθαι προστάσσοντι, καί τοί γε εἰ κακουρ‐ γεῖν ἐβούλετο, ἐνῆν καὶ ἑτέρως εἰπεῖν, οἷον ὅτι οὐχ ἑκὼν τοῦτο ποιῶ,
25ἀλλ’ ἑτέρου κελεύσαντος· εἰ δὲ ἔγκλημα τοῦτο, καὶ ἀποτίθεμαι τὴν κλίνην, καὶ θεραπείαν δὲ ἔκρυψεν ἄν· καὶ γὰρ ᾔδει σαφῶς οὐχ οὕτω δακνομένους ἐπὶ τῇ τοῦ σαββάτου λύσει, ὡς ἐπὶ τῇ τῆς ἀρρωστίας διορθώσει. Τίνος ἕνεκεν οὐκ εἶπον αὐτῷ, τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ,
30ἀλλ’ “ὁ εἰπών σοι, ἆρον τὸν κράββατόν σου;” ἀπὸ πολλὴς κακουρ‐ γίας· ἄνω γὰρ καὶ κάτω τὴν δοκοῦσαν παράβασιν εἰς μέσον ἦγον. Αὐτὸς δὲ τούτου χάριν ἐξένευσε· πρῶτον μὲν, ἵνα ἀπόντος αὐτοῦ ἡ μαρτυρία ἀνύποπτος γένηται· ὁ γὰρ αἴσθησιν λαβὼν τῆς ὑγιείας, ἀξιόπιστος ἦν τῆς εὐεργεσίας μάρτυς. Ἔπειτα ἵνα μὴ πλέον
35τούτων παρασκευάσῃ τὸν θυμὸν ἐκκαῆναι· οἶδε γὰρ, καὶ ὄψις μόνη230

231

τοῦ διαφθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα. Διὰ τοῦτο ἀναχωρήσας ἀφίησιν αὐτὸ καθ’ ἑαυτὸ τὸ ἔργον ἀγωνί‐ ζεσθαι παρ’ αὐτοῖς. Ἐγκαλοῦντες γὰρ τέως μαρτυροῦσι τῷ θαύματι.
5 Τί δαὶ μανθάνομεν ἐκ τοῦ, “ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε,” καὶ τὰ ἑξῆς; Πρῶτον μὲν, ὅτι ἐξ ἁμαρτιῶν ἐτέχθη τῷ ἀνθρώπῳ τὸ νόσημα, δεύτερον δὲ ὅτι ἀληθὴς ὁ τῆς γεέννης λόγος, καὶ τὸ μακρὰν εἶναι καὶ ἄπειρον τὴν τιμωρίαν. Ποῦ γὰρ νῦν εἰσιν οἱ λέγοντες, ὅτι ἐν ὥρᾳ μιᾷ ἐπόρνευσα, καὶ ἀθάνατα κολάζομαι; ἰδοὺ γὰρ καὶ
10οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν ὅσοις ἐκολάζετο, ἀλλ’ ὁλόκληρον γοῦν ἀνθρώπου βίον σχεδὸν ἀνήλωσεν ἐν τῷ μήκει τῆς τιμωρίας. Οὐδὲ γὰρ ἐν χρόνῳ τὰ ἁμαρτήματα κρίνεται, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει τῶν πεπλημμελημένων. Μετὰ τοῦτο κἀκεῖνο μανθάνομεν, ὅτι κἂν χαλεπὴν δῶμεν ὑπὲρ τῶν προτέρων ἁμαρτη‐
15μάτων τὴν δίκην, εἶτα τοῖς αὐτοῖς περιπέσωμεν, χαλεπώτερα πολλῷ πεισόμεθα πάλιν, καὶ μάλα εἰκότως· ὁ γὰρ μηδὲ τῇ τιμω‐ ρίᾳ γενόμενος βελτίων, ὡς ἀναίσθητος καὶ καταφρονητὴς, ἐπὶ μεί‐ ζονα ἄγεται κολαστήρια. Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ πάντες οὕτω κολάζονται; καὶ γὰρ πολλοὺς ὁρῶμεν τῶν φαύλων εὐσωμα‐
20τοῦντας καὶ σφριγῶντας, καὶ πολλῆς ἀπολαύοντας εὐημερίας. ἀλλὰ τὸ μηδὲν αὐτοὺς ἐνταῦθα παθεῖν, ἐφόδιον γίγνεται μείζονος τῆς ἐκεῖ τιμωρίας. καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε “κρινόμενοι δὲ “ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν·” τὰ μὲν γὰρ ἐνταῦθα νουθεσίας, τὰ δὲ ἐκεῖ τιμωρίας ἐστί.
25 Τί οὖν; πάντα τὰ νοσήματα ἐξ ἁμαρτημάτων; οὐ πάντα μὲν, ἀλλὰ τὰ πλείονα. Γίγνεται μὲν γὰρ διὰ ἁμαρτημάτων, ὥσπερ καὶ ἐν ταῖς Βασιλείαις ὁρῶμέν τινα ποδαλγίᾳ κατασχεθέντα. γίνεται δὲ καὶ δι’ εὐδοκίμησιν, ὥσπερ τῷ Ἰώβ φησιν ὁ Θεὸς, “ἢ ἄλλως σοι οἴει κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς;”
30Ἔνια δὲ καὶ ἀπὸ ῥαθυμίας γίνεται. καὶ γὰρ καὶ γαστριμαργία καὶ μέθη τὰ τοιαῦτα τίκτουσι νοσήματα. Τινὲς τὸν παράλυτον τοῦτον διαβάλλοντες, φασὶν αὐτὸν τοῦ Χριστοῦ γενήσεσθαι κατήγορον, καὶ διὰ τοῦτο ἀκηκοέναι τὴν παραγγελίαν καὶ τὴν ἀπειλὴν ἐκείνην. Οὐκ ἔστι δὲ οὕτως. καὶ
35γάρ, φησι, “εὑρίσκει αὐτὸν ἐν τῷ ἱερῷ ὁ Ἰησοῦς,” ὅπερ μεγίστης231

232

εὐλαβείας σημεῖόν ἐστιν· οὐδὲ γὰρ ἀνεχώρησεν οἴκαδε, οὐδὲ τρυφῇ καὶ ἀνέσει ἔδωκεν ἑαυτὸν, ἀλλ’ ἐν τῷ ἱερῷ διῆγε, καί τοι γε τοσαύτην μέλλων ὑπομένειν ἔφοδον, καὶ παρὰ πάντων ἐλαύ‐ νεσθαι εἰκῆ. ἀλλ’ οὐδὲν τούτων ἔπεισεν αὐτὸν ἀποστῆναι τοῦ ἱεροῦ·
5καὶ μετὰ τὸ διαλεχθῆναι τοῖς Ἰουδαίοις εὑρὼν αὐτὸν ὁ Ἰησοῦς, οὐδὲν τοιοῦτον ᾐνίξατο, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίζεται μόνον· ὁρῶμεν δὲ αὐτὸν καὶ ἐπὶ τῆς αὐτῆς μένοντα εὐγνωμοσύνης. Οὐ γὰρ εἶπεν ὅτι αὐτός ἐστιν ὁ εἰπών μοι, ἆρον τὸν κράββατόν σου, ὅπερ ἐκεῖνοι ἔγκλημα ἐποιοῦντο, ἀλλὰ ἰατρὸν αὐτὸν ἐμφαί‐
10νων, φησὶν, “Ἰησοῦς ἐστιν ὁ ποιήσας με ὑγιῆ.” Ἐκ τούτου βουλόμενος τοὺς ἄλλους πρὸς τὸν Χριστὸν ἐφελκύσασθαι. Οὐ γὰρ οὕτως ἀναίσθητος ἦν, ὡς μετὰ τοσαύτην εὐεργεσίαν καὶ πα‐ ραίνεσιν παραυτὰ προδοῦναι τὸν εὐεργέτην, καὶ κακούργῳ διανοίᾳ εἰπεῖν, ὅτι “Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ·” ἀλλ’ οὗτος μὲν
15εὐγνώμονι σκοπῷ τοῦτο ἔλεγεν. Οἱ δὲ Ἰουδαῖοι ἐδίωκον τὸν εὐερ‐ γέτην ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. Διὰ τί φησιν, “ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργά‐ “ζομαι;” τὸ ὁμότιμον τὸ πρὸς τὸν Πατέρα δεῖξαι βουλόμενος. Ἅμα δὲ καὶ ἀναγαγεῖν αὐτοὺς θέλων ἀπὸ τῆς γῆς, ἵνα μηκέτι ὡς
20ἀνθρώπῳ προσέχωσιν, ἀλλ’ ὡς Θεῷ καὶ νομοθέτῃ, καὶ ὥσπερ, φησὶν, ἀπολύετε τὸν Θεὸν ἐγκλημάτων ἐφ’ οἷς καὶ ὅτε διαπράττεται, οὕτω καὶ ἐμέ. Εἰ δέ τις ἐπιθυμεῖ τὸν τρόπον μαθεῖν, καθ’ ὃν ἐργάζεται ὁ Πατὴρ, ὁράτω τὴν οἰκουμένην ἅπασαν καὶ τὴν ταύτης πρόνοιαν·
25καὶ ἥλιον ἀνατέλλοντα καὶ σελήνην τρέχουσαν, καὶ πηγὰς καὶ ποταμοὺς καὶ ὑετοὺς, καὶ φύσεως δρόμον τὸν ἐν τοῖς σπέρμασι, τὸν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις καὶ τοῖς τῶν ἀλόγων, τὰ ἄλλα πάντα, δι’ ὧν τόδε τὸ πᾶν συγκροτεῖται, ἅπερ καὶ ἐν σαββάτῳ γίνεται. οἱ δὲ τῇ πονηρίᾳ συνεχόμενοι μᾶλλον ἐζήτουν αὐτὸν
30ἀποκτεῖναι, “ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον,” καὶ τὰ ἑξῆς. Οὐκ εἶπεν ὁ λέγων, οὐ γὰρ ἂν τοῖς ῥήμασιν ἐδείκνυ μόνοις, ἀλλὰ πυκνότερον ἐν τοῖς πράγμασιν. Τί δή ποτε; ὅτι τοῖς μὲν λόγοις εἶχον ἐπισκήπτειν, καὶ ἀλαζονείαν ἐγκαλεῖν, τὴν δὲ τῶν
πραγμάτων ὁρῶντες ἀλήθειαν ἐκβαίνουσαν, καὶ ἐπὶ τῶν ἔργων232

233

ἀνακηρυττομένην τὴν δύναμιν, οὐδὲν ἀντειπεῖν ἠδύναντο λοιπόν. ἀλλ’ οἱ μὴ βουλόμενοι μετ’ εὐγνωμοσύνης ταῦτα δέχεσθαί φασιν, ὅτι οὐχ ὁ Χριστὸς ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, ἀλλ’ οἱ Ἰουδαῖοι τοῦτο ὑπώπτευον. οὐκοῦν ἄνωθεν τὰ εἰρημένα ἐπέλθωμεν. ἐδίωκον
5αὐτὸν οἱ Ἰουδαῖοι, ἢ οὐκ ἐδίωκον; καὶ διὰ τοῦτο ἐδίωκον, ἢ δι’ ἕτερόν τι; καὶ τοῦτο συνομολογεῖται· ἔλυε τὸ σάββατον ἢ οὐκ ἔλυεν; οὐδὲ πρὸς τοῦτο ἔχεις τι ἀντειπεῖν. Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν ἢ οὐκ ἔλεγε; καὶ τοῦτο ἀληθές· οὐκοῦν καὶ τὰ ἑξῆς τῆς αὐτῆς ἀκολουθίας ἔχεται, καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ,
10τῆς αὐτῆς γνώμης ἀπόφασις ἦν. Τὸ δὲ “οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν,” τοῦτο σημαίνει, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ, οὐδὲν ἀλλότριον, οὐδὲν ξένον, καὶ τοῦτο δὲ τὴν πρὸς τὸν Πατέρα δείκνυσιν ἰσότητα καὶ τὸ ἀπαράλλακτον καὶ τὸ ὡσανεὶ ἀπὸ μιᾶς γνώμης, ἐξουσίας, καὶ
15δυνάμεως γινόμενον. Δηλοῖ δὲ τοῦτο καὶ τὸ ἐπαγόμενον, “ἃ γὰρ “ἂν,” φησὶν, “ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ,” ὅθεν καὶ ἐκ τῶν ἄνωθεν εἰρημένων, καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθέν‐ των, δείκνυται τῆς ἰσότητος ἡ ἀπόδειξις. Τί ἐστι τὸ “καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς
20“θαυμάζητε;” ἐπειδὴ τὸν παράλυτον ἔσφιγξε, μέλλει δὲ νεκρὸν ἐγείρειν. Διὰ τοῦτό φησιν, εἰ θαυμάζετε, ὅτι παράλυτον ὑγιῆ πεποίηκα, μείζονα τούτων ὄψεσθε. Ταπεινότερον δὲ αὐτὸ εἶπε, τουτέστι τὸ “δείξει,” ἵνα τὴν μανίαν αὐτῶν παραμυθήσηται· ὅτι γὰρ οὐ κυρίως τὸ “δείξει”
25κέχρηται, τὰ ἑξῆς δηλοῖ. “Ὥσπερ γὰρ ὁ Πατὴρ,” φησὶν, “ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει “ζωοποιεῖ·” τὸ μὲν γὰρ “ὥσπερ ὁ Πατὴρ ἐγείρει” τῆς δυνάμεως δείκνυσι τὴν ἀπαραλλαξίαν, τὸ δὲ “οὓς θέλει,” τῆς ἐξουσίας τὴν ἰσότητα.
30 Ἐπειδὴ δὲ εὐεργετούμενοι οἱ ἄνθρωποι οὐχ οὕτως αἰσθάνονται, διὰ τοῦτο ἐπάγει, ὅτι “τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ,” ἵνα κἂν ὁ φόβος εἰς τὴν τιμὴν τοῦ Υἱοῦ αὐτοὺς ἐπισπάσηται. “πᾶσαν” δὲ εἰπὼν τοῦτο ἐδήλωσεν, ὅτι καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾷν ἐστι κύριος ἅπαντας, ὡς ἂν ἐθέλῃ. ὥσπερ δὲ τὸ “ἔδωκε
35“ζωὴν,” ἐγέννησεν αὐτὸν ζῶντα ἐστὶν, οὕτω καὶ τὸ “ἔδωκε233

234

“κρίσιν,” κριτὴν αὐτὸν ἐγέννησεν, ἐμφαίνει. Ἵνα γὰρ μὴ ἀκού‐ οντες ὅτι αἴτιον ἔχει τὸν Πατέρα, παραλλαγὴν οὐσίας νομίσωμεν, καὶ τιμῆς ἐλάττωσιν, διὰ τοῦτο αὐτὸς ἔρχεται ἡμᾶς κρίνων· τὴν ἰσότητα ἐντεῦθεν πρὸς τὸν Πατέρα δεικνύς. Ὁ γὰρ ἐξουσίαν
5ἔχων καὶ κολάζειν καὶ τιμᾷν ὡς βούλεται, τὰ αὐτὰ δύναται τῷ Πατρί· τούτου δὲ χάριν οὕτω φθέγγεται, διὰ τὸ ἀπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ τοῖς ὑψηλοῖς προοδοποιῆσαι ῥήμασι· διὰ τοῦτο ἀναμίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις, οἷον ἐκ τοῦ εἰπεῖν, “ὁ πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι·” ἔδειξεν ἐκ
10τούτου τὸ ὁμότιμον. ἠθέλησαν αὐτὸν διὰ τοῦτο ἀποκτεῖναι οἱ Ἰουδαῖοι· πάλιν τῇ λέξει μὲν καθυφίησι, τὰ νοήματα δὲ τὰ αὐτὰ τίθησιν, οὕτω λέγων, “οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν.” Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ ἀνάγει τὸν λόγον· “ἃ γὰρ ἂν ἐκεῖνος “ποιῇ,” φησὶ, “ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.” Πάλιν ἐπὶ τὸ
15ταπεινότερον, “ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυ‐ “σιν αὐτῷ, καὶ μείζονα τούτων δείξει αὐτῷ.” Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον, “ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωο‐ “ποιεῖ, οὕτω καὶ ὁ Υἱός.” Εἶτα τὸ ταπεινὸν ὁμοῦ καὶ ὑψηλὸν, “οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέ‐
20“δωκε τῷ Υἱῷ.” Εἶτα ἐπὶ τὸ ὑψηλότερον, “ἵνα πάντες τιμῶσι “τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.” Ἰδοὺ πῶς τὸν λόγον ποικίλλει, δι’ ὑψηλῶν αὐτὸν καὶ ταπεινῶν ὑφαίνων, ὥστε καὶ τοῖς τότε γενέσθαι εὐπαράδεκτον, καὶ τοῖς μετὰ ταῦτα μηδὲν βλα‐ βῆναι, ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἑτέρων τὴν προσήκουσαν λαμβά‐
25νοντες ἔννοιαν. Δεικνὺς οὖν ὅτι συμπέπλεκται ἡ τιμὴ τοῦ Υἱοῦ, τῇ τιμῇ τοῦ Πατρός, φησιν, “ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν “Πατέρα τὸν πέμψαντα αὐτὸν,” οὐχ ἁπλῶς ὁ μὴ τιμῶν, ἀλλ’ ὁ μὴ τιμῶν οὕτως ὡς προεῖπον, φησὶ, τουτέστι ὡς τὸν Πατέρα. Πρὸς δὲ τὸ μὴ ἐκθηριωθῆναι τοὺς Ἰουδαίους, βουλόμενος ἀπα‐
30ράδεκτον ποιῆσαι τὸν λόγον, ἐκ τοῦ μαθεῖν ὅτι τῷ Πατρὶ πιστεύ‐ ουσιν οἱ αὐτοῦ ἀκούοντες, ἐπήγαγε λέγων, “ὁ ἀκούων μου τοὺς λόγους καὶ πιστεύων τῷ πέμψαντί με,” καὶ τὰ ἑξῆς. Τοῦτο γὰρ δεξάμενοι μετὰ προθυμίας, καὶ τὰ λοιπὰ ἔμελλον εὐκολώτερον δέχεσθαι.
35Τὸ δὲ “εἰς κρίσιν οὐκ ἔρχεται,” τουτέστιν, οὐ κολάζεται·234

235

θάνατον δὲ, φησὶ, οὐ τοιοῦτον, ἀλλὰ τὸν αἰώνιον, ὥσπερ καὶ ζωὴν ἐκείνην. Ἵνα δὲ μὴ δόξῃ κόμπος εἶναι τὸ πρᾶγμα καὶ τῦφος, παρέχει καὶ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν, λέγων, “ὅτι ἔρχεται ὥρα·” εἶτα
5ἵνα μὴ μακρὸν ὑποπτεύσωμεν χρόνον, “καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ “ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ ζήσονται.” νῦν, φησὶν, ἐμοῦ διατρίβοντος μεθ’ ὑμῶν, τοῦτο γενήσεται πρὸς τὸ μὴ διαπιστεύειν ὑμᾶς περὶ τούτου· Τοῦτο δὲ ἔλεγε περὶ ὧν ἔμελλε νεκρῶν ἀνιστᾷν, οἷον τοῦ υἱοῦ τῆς χήρας καὶ τοῦ Λαζάρου.
10Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτικόν. “Ὥσπερ “γάρ, φησιν, ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ “υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ.” Τὴν δὲ τοῦ “ἔδωκε” λέξιν ἐνταῦθα τέθεικεν ἐπὶ τὸ δεῖξαι μόνον τῷ τὸν μὲν Πατέρα εἶναι, τὸν δὲ Υἱὸν, τὰ δὲ ἄλλα πάντα
15τὸ ἴσον καὶ ἀπαράλλακτον ἐμφαίνει πρὸς τὸν Πατέρα. Τίνος ἕνεκεν ἀνάστασιν καὶ κρίσιν ἄνω καὶ κάτω στρέφει λέγων, “καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν;” ὅτι ταῦτα μάλιστα πάντων ἐστὶν, ἃ καὶ ἐπαγαγέσθαι δύναται τὸν ἀκροατήν. Ὁ γὰρ πεισθεὶς ὅτι καὶ ἀναστήσεται, καὶ αὐτῷ δώσει, τουτέστι
20τῷ Χριστῷ, καὶ εὐθύνας τῶν πεπλημμελημένων, εἰ καὶ μηδὲν ἕτε‐ ρον εἶδε σημεῖον, τοῦτο μόνον καταδεξάμενος, προσδραμεῖται πάντως αὐτῷ, ἥμερον κατασκευάζων ἑαυτῷ τὸ δικαστήριον. Χρὴ δὲ γινώσκειν, ὅτι ὁ μὲν Παῦλος ὁ Σαμοσατεὺς οὕτω φη‐ σιν, “ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν·” ἀλλ’
25οὐδεμίαν ἀκολουθίαν ἔχει. Οὐ γὰρ διὰ τοῦτο ἔλαβε κρίσιν, ὅτι ἄνθρωπός ἐστιν, ἀλλ’ ἐπειδὴ τῆς ἀρρήτου οὐσίας ἐκείνης ἐστὶν υἱὸς, διὰ τοῦτο ἐστὶ καὶ κριτής· οὕτω τοίνυν ἀναγνωστέον, “Ὅτι “υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο.” Ἐπειδὴ γὰρ ἐδό‐ κει τοῖς ὁρῶσι προΐστασθαι τὸ φαινόμενον, καὶ πλέον οὐδὲν ἐνόμι‐
30ζον εἶναι, ἀλλὰ ψιλὸν ἄνθρωπον, τὰ δὲ λεγόμενα μεῖζον ἢ κατὰ ἄνθρωπον ἦν, μᾶλλον δὲ μεῖζον ἢ κατὰ Ἄγγελον, καὶ Θεοῦ μόνου, ταύτην λύων τὴν ἀντίθεσιν ἐπήγαγε, “μὴ θαυμάζετε.” Ἐπειδὴ δὲ εἶπεν ἀνωτέρω, “ὅτι ὁ ἀκούων μου τοὺς λόγους καὶ “πιστεύων τῷ πέμψαντί με, οὐ κρίνεται,” ἵνα μὴ νομίσωμεν,
35ὅτι τοῦτο μόνον ἀρκεῖ πρὸς σωτηρίαν, προστέθεικε καὶ τὰ ἐκ τοῦ235

236

βίου, εἰπὼν, “καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες,” καὶ τὰ ἑξῆς. Ἀμμωνίου Πρεσβυτέρου. Ὥστε οὐκ ἀρκεῖ ἡ πίστις μόνη σῶσαι, εἰ μὴ καὶ ἔργα τις ἔχει ἀγαθά.
5 Δι’ ἀμφοτέρων, τοῦ τε φόβου καὶ τῆς τιμῆς, προτρέπεται εἰς σωτηρίαν τὸν ἄνθρωπον. Τί σημαίνει τὸ, “οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν;” τὸ ἀπαράλλακτον, ὅτι οὐδὲν ἔφη ξένον, οὐδὲν παρηλλαγμένον, οὐδὲ ὃ μὴ βούλεται ὁ Πατὴρ, παρ’ ἐμοῦ γί‐ νεται.
10 Τὸ δὲ “καθὼς ἀκούω, κρίνω,” τοῦτο δηλοῖ οὐ διδασκαλίαν, ἀλλὰ τὸ τῆς ψήφου ἴσον, ὡσανεὶ ἔλεγεν, οὕτω κρίνω, ὡσανεὶ αὐτὸς ὁ Πατὴρ ὁ κρίνων εἴη. Ἐπειδὴ δὲ ἐν τοῖς ἔμπροσθεν, τὰ μὲν θεο‐ πρεπῶς, τὰ δὲ ἀνθρωπίνως διηλέχθη, πάλιν ὡς ἄνθρωπος κατα‐ σκευάζει τὰ αὐτὰ, καὶ φησὶν, “ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστιν, ὅτι
15“οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν,” καὶ τὰ ἑξῆς. Ὁ μὲν γὰρ θέλων, φησὶ, τὰ ἑαυτοῦ στῆσαι, ἴσως ἂν ὑποπτευθείη, ὥσπερ φθείρων ἐν τούτῳ τὸ δίκαιον. Ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἂν ἔχοι πρόφασιν τοῦ μὴ τὰ δίκαια ψηφίζεσθαι; Διὰ τοῦτο οὖν, ἐπειδὴ τῷ Πατρὶ ἀνατίθημι τὰ γιγνόμενα, πείσθητε τοῖς ὑπ’ ἐμοῦ λε‐
20γομένοις. Τὸ δὲ “ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ “ἔστιν ἀληθὴς,” τί σημαίνει; καὶ γὰρ πολλαχοῦ φαίνεται μαρ‐ τυρήσας περὶ ἑαυτοῦ, οἷον τῇ Σαμαρείτιδι διαλεγόμενος, καὶ τῷ τυφλῷ, καὶ τοῖς Ἰουδαίοις, καὶ ἑτέρωθι πολλαχοῦ τοῦτο ποιεῖ.
25Ἂν οὖν ἅπαντα ταῦτα ψευδῆ, τίς ἡμῖν σωτηρίας ἐλπίς; πόθεν δὲ τὴν ἀλήθειαν εὑρήσομεν, ὅταν αὐτὴ ἡ ἀλήθεια λέγῃ, ὅτι οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής. Οὐ τοῦτο δὲ δοκεῖ τὸ ἐναντίωμα εἶναι μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Προϊὼν γάρ φησι, “κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι.”
30Ποῖον οὖν δεξόμεθα, ποῖον δὲ εἶναι νομίσωμεν ψεῦδος; Τί οὖν ἐστι τὸ εἰρημένον; ἔμελλον αὐτῷ λέγειν οἱ Ἰουδαῖοι, ἐὰν σὺ μαρ‐ τυρῇς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Διὰ τοῦτο οὖν προλαβὼν τοῦτο εἶπεν, ὡσανεὶ ἔλεγεν· ἴσως ἐρεῖτέ μοι, ὅτι σοὶ οὐ πιστεύομεν, οὐδεὶς γὰρ ἑαυτῷ μαρτυρῶν ἀξιόπιστός ἐστιν ἐν
35ἀνθρώποις. Οὐ τοίνυν πρὸς τὴν ἀξίαν τὴν αὐτοῦ, ἀλλὰ πρὸς τὴν236

237

ὑπόνοιαν τὴν ἐκείνων ἐφθέγγετο ταῦτα. Καὶ ὅταν μὲν λέγῃ, “ἡ “μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς,” τὴν γνώμην ἐλέγχει τὴν ἐκείνων, καὶ τὴν μέλλουσαν αὐτῷ παρ’ ἐκείνων ἀντίθεσιν ἔσεσθαι, δεικνὺς αὐτοῖς, ὅτι οἶδε τὰ ἐκείνων ἀπόρρητα τῆς διανοίας. Ὅταν δὲ
5λέγῃ, ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ, αὐτὴν δείκνυσι τοῦ πράγματος τὴν φύσιν, ὅτι ὡς Θεὸν ἀξιόπιστον αὐτὸν ἔδει νομίζειν τρεῖς παράγειν μαρτυρίας τῶν λεγομένων· τὰ ἔργα τὰ ὑπ’ αὐτοῦ γινόμενα, τοῦ Πατρὸς τὴν μαρτυρίαν, τὸ Ἰωάννου κήρυγμα. προ‐ τέραν τὴν ἐλάττω τὴν τοῦ Ἰωάννου τίθησι λέγων, “ἄλλος ἐστὶν
10“ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία “αὐτοῦ,” δεικνὺς καὶ ἐντεῦθεν, ὅτι ὅπερ πρὸ τούτου εἶπεν, “ἡ “μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς,” πρὸς τὴν ἐκείνων εἶπεν ὑπό‐ νοιαν· ἐπεὶ πῶς ἀληθῆ εἶναι μαρτυρεῖ τὴν τοῦ Ἰωάννου μαρτυρίαν; Ἵνα δὲ μὴ λέγωσι, τί οὖν εἰ καὶ ἐκεῖνος ἐμαρτύρησέ σοι χαριζό‐
15μενος; καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν εἰπὼν, “ὑμεῖς ἀπεστάλ‐ “κατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ,” οὐκ ἂν δὲ ἀπεστείλατε, φησὶν, εἰ μὴ ἀξιόπιστον ἡγεῖσθε. Τὸ δὲ “ἐγὼ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ “ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε,” τοῦτό ἐστιν, ἐγὼ μέν φημι,
20οὐκ ἐδεόμην τῆς τούτου μαρτυρίας, Θεὸς ὢν, τῆς ἀνθρωπίνης. Ἐπειδὴ δὲ μᾶλλον αὐτῷ προσείχετε, ἤπερ ἐμοὶ, καὶ πάντων ἀξιοπιστότερον ἡγεῖσθε, καὶ ἐκείνῳ μὲν, ὡς προφήτῃ προσεδρά‐ μετε, ἐμοὶ δὲ θαυματουργοῦντι οὐκ ἐπιστεύσατε, διὰ τούτου ὑμᾶς ἀναμιμνήσκω τῆς μαρτυρίας ἐκείνης, καὶ πάντα ποιῶ ὥστε ὑμᾶς
25σωθῆναι. Λύχνον δὲ καιόμενον καὶ φαίνοντα αὐτὸν εἶπε διὰ τὸ μὴ οἴκοθεν ἔχειν τὸ φῶς, ἀλλὰ ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Τὸ δὲ “ὑμεῖς ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν τῷ φωτὶ “αὐτοῦ,” δηλοῖ ὅτι ἀπεδέξαντο μὲν πρὸς ὥραν τὰ εἰρημένα, καὶ
30ὀρθὴν περὶ αὐτοῦ κρίσιν εἶχον, τουτέστι πρόσκαιρον καὶ ἀβέβαιον σπουδήν. Εἰ γὰρ ἐπέμειναν, ταχέως ἂν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησεν. Εἶτα τὴν ἐκ τῶν ἰδίων ἔργων μαρτυρίαν δεικνὺς, ἐπήγαγε λέ‐
γων, “ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα Ἰωάννου, τὰ ἔργα ἃ237

238

“ἔδωκέ μοι ὁ Πατὴρ ἵνα ποιῶ, αὐτὰ μαρτυρεῖ ὅτι ὁ Πατήρ με “ἀπέστειλεν.” Ἐνταῦθα τοῦ παραλυθέντος καὶ ἀνορθωθέντος ἀνέμνησεν. Ἔτι δὲ καὶ πρὸς τὴν κατηγορίαν τῆς τοῦ σαββάτου λύσεως ἐνίσταται. Ἐπειδὴ γὰρ ἔλεγον πῶς δύναται ἀπὸ Θεοῦ
5εἶναι, ὅτι τὸ σάββατον οὐ τηρεῖ, διὰ τοῦτό φησιν, “ἃ ἔδωκέ μοι “ὁ Πατήρ.” Λέγει δὲ λοιπὸν καὶ τὴν τοῦ Πατρὸς μαρτυρίαν, “ὅτι ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ.” Ποῦ δὲ μεμαρτύρηκεν; “οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ “ἀκούετε.” Τὸ δὲ “οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε
10“εἶδος αὐτοῦ ἑωράκατε,” φησὶν, εἰς φιλόσοφον αὐτοὺς δόγμα ἐνάγων κατὰ μικρὸν, δεικνὺς ὅτι οὔτε φωνὴ περὶ Θεοῦ ἐστιν, οὔτε εἶδος, ἀλλὰ ἀνώτερος σχημάτων ἐστί. Τοῦτο δὲ εἶπεν, ἵνα μὴ λέγωσι, κομπάζεις, Μωϋσεῖ λελάληκεν ὁ Θεὸς μόνῳ· ὥσπερ οὖν καὶ ἔλεγον, ὅτι “ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ
15“Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.” Διὰ τοῦτο ταῦτά φησιν, ἐμφαίνων ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος. καὶ τί λέγω, φησὶ, ὅτι φωνὴν αὐτοῦ οὐκ ἀκηκόατε, οὔτε εἶδος ἑωράκατε, οὐδὲ ἐφ’ ᾧ μάλιστα αὐχεῖτε, καὶ ἐφ’ ᾧ μάλιστα πάντες ἐστὲ πεπλη‐ ροφορημένοι πράγματι, ὅτι τὰ προστάγματα αὐτοῦ ἐδέξασθε, οὐδὲ
20τοῦτο ὑμῖν δυνατὸν εἰπεῖν. Εἰ γὰρ καὶ ὁ Θεὸς αὐτὰ διετάξατο, ἀλλ’ ὅμως παρ’ ὑμῖν οὐκ ἔστιν, ἐπειδὴ μὴ πιστεύετέ μοι. Διὰ γὰρ τοῦτο οὔτε τὸν λόγον αὐτοῦ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Εἰ γὰρ ἄνω καὶ κάτω λέγει ἡ γραφὴ, ὅτι ἐμοὶ δεῖ προσέχειν, ὑμεῖς δὲ οὐ πι‐
25στεύετέ μοι, εὔδηλον ὅτι καὶ ὁ λόγος αὐτοῦ ἀπέστη ἀφ’ ὑμῶν. Διὰ τί οὐκ εἶπεν, ἀναγιγνώσκετε, ἀλλ’ “ἐρευνᾶτε τὰς γραφάς;” ἐπεὶ τὰ περὶ αὐτοῦ λεγόμενα ἐν αὐταῖς πολλῆς ἐδεῖτο τῆς ἐπι‐ στάσεως· συνεσκίαστο γὰρ ἄνωθεν συμφερόντως τοῖς τότε. Διὰ τοῦτο διασκάπτειν αὐτοῖς μετὰ ἀκριβείας κελεύει, ἵνα τὰ ἐν τῷ
30βάθει κείμενα δυνηθῶσιν εὑρεῖν. Οὐκ εἶπε δὲ ὅτι ἔχετε, ἀλλ’ ὅτι “ὑμεῖς δοκεῖτε ἐν αὐταῖς “ζωὴν αἰώνιον ἔχειν,” δεικνὺς, ὅτι οὐδὲ ἐκεῖθεν ἐκαρποῦντο μέγα τί καὶ γενναῖον ἀπὸ τῆς ἀναγνώσεως σώζεσθαι μόνης προσδο‐
κῶντες, πίστεως μὴ προσούσης. Τοῦτο γὰρ σημαίνει καὶ τὸ ἐπα‐238

239

γόμενον “ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε “ἐλθεῖν πρὸς μὲ, ἵνα ζωὴν αἰώνιον ἔχητε.” Εἰκότως ἄρα ἔλεγε τὸ “δοκεῖτε” διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς πείθεσθαι, ἀλλ’ ἐπὶ μόνῃ τῇ ἀναγνώσει αὐχεῖν. Ἐπειδὴ ἀνέμνησεν αὐτοὺς τῆς τοῦ
5Ἰωάννου μαρτυρίας, καὶ τῆς τοῦ Θεοῦ, καὶ τῶν ἔργων αὐτοῦ διὰ τὴν σωτηρίαν αὐτῶν καὶ μόνον· εἰκὸς δὲ ἦν πολλοὺς ὑποπτεύειν, ὅτι δόξης ἐρῶν ταῦτα ἔλεγε· διὰ τοῦτό φησιν, ὅτι “δόξαν παρὰ “ἀνθρώπου οὐ λαμβάνω,” τουτέστιν, οὐ δέομαι, οὐκ ἔστιν ἡ ἐμὴ τοιαύτη, ὥστε δεῖσθαι τῆς παρὰ ἀνθρώπων δόξης.
10 Τὸ δὲ “ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε,” εἶπε, δεικνὺς, ὅτι οὐ δι’ ἀγάπην Θεοῦ αὐτὸν ἐδίωκον, κἂν οὕτως ἐκεῖνοι προεφασίζοντο. Ὁρᾷς ὅτι ἄνω καὶ κάτω διὰ τοῦτο λέγει ἀπεστάλθαι, καὶ παρὰ τοῦ Πατρὸς εἰληφέναι, καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ’ ἑαυτοῦ, ἵνα
15πᾶσαν ἐκκόψῃ πρόφασιν ἀγνωμοσύνης. Περὶ τίνος λέγει, ὅτι “ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ “ἰδίῳ, ἐκεῖνον λήψεσθε;” περὶ τοῦ Ἀντιχρίστου ὅστις ἑαυτὸν μέλλει ἀποδεικνῦναι, ὅτι αὐτός ἐστιν ὁ Θεός. Τοῦτο γάρ ἐστιν, “ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθον, καὶ οὐ δέχεσθέ με.” Τοῦτο
20δὲ συμβαίνει ὑμῖν διὰ τὸ μὴ ζητεῖν ὑμᾶς τὴν τοῦ Θεοῦ δόξαν, ἀλλὰ μᾶλλον τὴν παρὰ ἀλλήλων λαμβάνοντος. Ἐπεὶ δὲ λέγετε Μωϋσεῖ πιστεύειν, δείκνυμι δι’ ὧν κατ’ ἐμοῦ τολμᾶτε, ὅτι μά‐ λιστα ἀπιστεῖτε τῷ Μωϋσεῖ. Διὸ καὶ “ἐκεῖνός ἐστιν ὁ κατηγο‐ “ρῶν ὑμῶν πρὸς τὸν Πατέρα, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ
25“ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοὶ,” καὶ τὰ ἑξῆς. Πῶς δὲ Μωϋσῆς περὶ αὐτοῦ ἔγραψεν ἀκούσομεν. Ἐάν τις ἔλθῃ φησὶν, σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν ἄγων, καὶ προλέγων τὰ μέλλοντα μετὰ ἀληθείας, ὑπακούσετε αὐτῷ μετὰ πάσης σπουδῆς· ὁ Χριστὸς οὖν ταῦτα πεποίηκεν.
30 Τοῦ Ἁγίου Κυρίλλου. Ἐντεῦθεν οἶμαι συνεὶς, καὶ ὁ μακά‐ ριος Παῦλος ἀληθές τί φησι, περὶ δὲ τῶν Ἰουδαίων καὶ τοῦ τῆς ἀνομίας υἱοῦ, “ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἔδειξαν εἰς τὸ “σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλά‐ “νης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ἅπαντες οἱ
35“μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ.”239

240

Ἀμμωνίου Πρεσβυτέρου. Εἰ καὶ οἶδεν ὅτι οὐ πείθονται, ἀλλ’ ὡς Θεὸς τὸ ἑαυτοῦ ποιεῖ, ἐλέγχων καὶ νουθετῶν. ὁ Ἀντίχριστος τὴν τοῦ βίου δόξαν ἐπαγγέλλεται, καὶ διὰ τοῦτο ἐκείνῳ πι‐ στεύετε.
5 Ἐγὼ μὲν, φησὶν, ἐπειδή περ ὑμᾶς πρὸς τὸν Θεὸν ἀνάγω, οὐδὲν ἐν τῷ βίῳ περίβλεπτον ὑμῖν ἐπαγγελλόμενος, ἀποφεύγετε τῶν παρ’ ἐμοῦ λεγομένων τὴν διδασκαλίαν· ἐκεῖνος δὲ ἐπειδήπερ ἐν τῷ βίῳ τούτῳ τὴν πᾶσαν ἑαυτοῦ δόξαν ἐπιδείκνυται, πολλὴν τὴν ἐνταῦθα τοῖς ἐπ’ αὐτὸν πιστεύουσιν, ἄνεσίν τε καὶ δωροφορίαν
10ἐπαγγελλόμενος, ἐπιθυμίᾳ τῆς παρούσης δόξης ἐπ’ αὐτὸν συν‐ δραμεῖσθε. Ἀπολιναρίου. Λέγει τῆς ἀπιστίας τὴν αἰτίαν, ἐλέγχων τῶν διανοιῶν τὰ κεκρυμμένα· ἄρχοντες μὲν γὰρ τὴν ἀπὸ λαῶν εὐδοκί‐ μησιν μεταδιώκοντες, λαοὶ δὲ τὴν παρὰ τοῖς ἄρχουσι τιμὴν ἀγα‐
15πῶντες, ἀφίστασθε τῆς πίστεως τῆς εἰς ἐμέ· οἱ μὲν ἵνα μὴ τὴν δόξαν ἐλαττωθεῖεν τὴν ἐν ὑμῖν, ὑμεῖς δὲ ἵνα μὴ τὴν παρ’ ἐκείνοις τιμὴν ἀποβάλοιτε.
18tΚΕΦ. Η.
19tΠερὶ τῶν εʹ ἄρτων καὶ τῶν βʹ ἰχθύων.
20 Ἐπειδὴ εἰκὸς ἦν ἀπὸ τῶν λόγων τούτων τεχθῆναι φθόνον καὶ θυμὸν τοῖς Ἰουδαίοις, καταπραΰνων αὐτοὺς ὁ Κύριος διὰ τῆς ἀνα‐ χωρήσεως, “ἀπῆλθε πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβε‐ “ριάδος·” ἠκολούθησαν δὲ αὐτῷ ὄχλοι πολλοὶ, θεωροῦντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων, ὅπερ οὐ σφόδρα ἀφιλοσόφου γνώ‐
25μης ἦν. Ἔδει γὰρ αὐτοὺς μᾶλλον διὰ τὴν διδασκαλίαν τοῦτο ποιῆσαι. Τὰ γὰρ σημεῖα φησὶν ὁ Ἀπόστολος τοῖς ἀπίστοις, ἀλλ’ οὐκ ἐκεῖνος ὁ ὄχλος ὁ παρὰ τῷ Ματθαίῳ τοιοῦτος, ἀλλὰ πῶς; “ἐξεπλήττοντο” γάρ, φησι, “πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι “ἐδίδασκεν αὐτοὺς, ὡς ἐξουσίαν ἔχων.”
30 Ἄλλως. Τῆς λίμνης φησὶν, ἔθος γὰρ τῇ γραφῇ, φησὶ, τὰ τῶν ὑδάτων συστήματα θάλασσαν καλεῖν. Ἡ μετάβασις καὶ ἡ τῶν τόπων ἐναλλαγὴ ἱκανῶς τὴν τοῦ πλήθους ἐδοκίμαζε προαίρεσιν.
Τῶν γὰρ ῥᾳθυμοτέρων δι’ ὄκνον ἐπὶ χώρας μενόντων οἱ σπουδαιό‐240

241

τεροι ἠκολούθουν αὐτῷ καὶ εἰς τὴν ἔρημον ἐκ τῶν γιγνομένων σημείων τὰς ψυχὰς ὁσημέραι βεβαιούμενοι. Ἀνῆλθε δὲ εἰς τὸ ὄρος νῦν διὰ τὸ μέλλον γίνεσθαι σημεῖον, ἅμα δὲ καὶ παιδεύων ἡμᾶς φεύγειν τοὺς ἐν μέσῳ θορύβους. χρήσιμον γὰρ πρὸς φιλο‐
5σοφίαν ἡ ἡσυχία. Καὶ γὰρ ὅτε ἠβούλετο μυστικόν τι τοῖς μαθηταῖς παραδοῦναι, εἰς ὄρος ἄνεισιν. Θεοδώρου Μομψουεστίας. Ἀνῆλθεν εἰς τὸ ὄρος, διδάσκων ἡμᾶς ὅτι τὸν μάλιστα Θεῷ προσιόντα πάσης ἀπηλλάχθαι δεῖ
10ταραχῆς, καὶ καιρὸν καὶ τόπον θορύβου καθαρὸν ζητεῖν. Κυρίλλου. Ὅτε γὰρ τῶν Ἱεροσολύμων ἐκπεφοίτηκεν ὁ Χριστὸς κατὰ τὸ ἐν προφήταις εἰρημένον, “ἐγκαταλέλοιπα τὸν οἶκόν μου, “ἀφῆκα τὴν κληρονομίαν μου,” καὶ τοῖς ἀλλογενέσιν ἑαυτὸν ἐχα‐ ρίζετο, τότε πολὺς ὄχλος ἀκολουθεῖ. ἄνεισι δὲ εἰς ὄρος αὐτὸς,
15τουτέστιν, ὑψοῦται ἀπὸ τῆς γῆς, εἰς τὸν ὑπὲρ ἡμᾶς ἐμβαίνων οὐρανὸν, ἵνα πάντας ἑλκύσῃ πρὸς ἑαυτόν· ἢ πάλιν ἑτέρως, καθάπερ εἰς ὄρος ἀναβεβηκὼς τὴν θεοπρεπῆ τιμήν τε καὶ δόξαν· οὐ γὰρ ὡς ἄνθρωπον ἀτιμάζομεν κατὰ τὸν Ἰσραὴλ, ἀλλ’ ὡς Θεὸν καὶ Σωτῆρα καὶ Κύριον προσκυνοῦμεν ἡμεῖς.
20 Οὐκ ἀνῆλθε δὲ εἰς τὸ Πάσχα νῦν, ἀλλ’ εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς Καπερναοὺμ, ἠρέμα λοιπὸν ὑπεκλύων τὸν νόμον, ἀφορμὴν λαμβάνων ἀπὸ τῆς Ἰουδαϊκῆς πονηρίας. Τὸ δὲ ἀναβλέψας τοῖς ὀφθαλμοῖς δείκνυσιν ὅτι οὐδέποτε ἁπλῶς ἐκάθητο μετὰ τῶν μαθητῶν, ἀλλ’ ἀκριβολογούμενός τι
25πρὸς αὐτοὺς, καὶ ἐπιστρέφων αὐτοὺς πρὸς ἑαυτὸν, ὃ μάλιστα τὴν κηδεμονίαν αὐτοῦ ἐνδείκνυται, καὶ τὸ ταπεινὸν καὶ συγκαταβατι‐ κὸν τὸ πρὸς ἐκείνους, συνεκάθηντο γὰρ αὐτῷ. Οἱ μὲν ἄλλοι Εὐαγγελισταὶ τοὺς μαθητὰς φασὶν προσελθόντας ἐρωτᾷν καὶ παρακαλεῖν, ὥστε μὴ ἀπολύσαι τοὺς ὄχλους νήστεις.
30Οὗτος δέ φησι τὸν Φίλιππον ἐρωτηθῆναι παρὰ τοῦ Χριστοῦ. δοκεῖ οὖν μοι ἀμφότερα εἶναι ἀληθῆ, ἀλλ’ οὐκ ἐπὶ τῶν αὐτῶν γενόμενα καιρῶν. Ἐρωτᾷ δὲ τὸν Φίλιππον, ἐπειδὴ ᾔδει τῶν μαθη‐ τῶν τοὺς μάλιστα δεομένους πλείονος διδασκαλίας. Οὗτος γάρ ἐστιν ὁ μετὰ ταῦτα λέγων, “δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ
35“ἀρκεῖ ἡμῖν.” Διὰ τοῦτο ἄνωθεν αὐτὸν ἐρύθμισε, καὶ εἰ μὲν241

242

ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἂν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νυνὶ δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν σπάνιν, ἵνα ἀκρι‐ βέστερον καταμάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος· ὅπως τῆς ἐκπλήξεως γενομένης, τὴν μνήμην τῶν ὁμολογηθέντων μὴ
5δυνηθῇ λοιπὸν ἐκβαλεῖν. Διὰ τοῦτό φησι, “πόθεν ἀγοράσομεν “ἄρτους ἵνα φάγωσιν οὗτοι;” Τί ἐστι πειράζων; ἆρα ὡς ἀγνοῶν τὸ μέλλον ἀπ’ αὐτοῦ ῥηθή‐ σεσθαι; οὐδαμῶς, ἀλλ’ ἀνθρωπίνως τοῦτο εἴρηται, ἵνα δοκιμώτερον αὐτὸν ἀπεργάσηται. Διὰ τοῦτο καὶ ὁ Εὐαγγελιστὴς, ἵνα μὴ
10τῇ ἀσθενείᾳ τῆς λέξεως ἐναπομείνας ὑποπτεύσῃ τι περὶ τοῦ ῥήματος ἄτοπόν, φησιν, “αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.” Ὑψηλότερόν πω τοῦ Φιλίππου ἀνέβη ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασεν· οἶμαι γὰρ εἰς αὐτὸν ἐληλυθέναι τῶν προφητῶν τὰ θαύματα, καὶ πῶς ὁ Ἐλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον,
15πλὴν ὁμοίως τῷ Φιλίππῳ ἐλέγχεται μηδὲν μέγα φαντασθεὶς, μηδὲ ἐπάξιόν τι τοῦ διδασκάλου φρονήσας, δι’ ὧν ἐπήγαγεν, “ἀλλὰ “ταῦτα τί ἐστιν εἰς τοσούτους;” ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόντων ἐλάττοντα, ἀπὸ δὲ πλειόνων πλείονα ἤμελλε ποιεῖν ὁ θαυματουργῶν, ὅπερ οὐκ ἦν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης,
20ἀλλ’ ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλλοτρίαν εἶναι τῆς αὐτοῦ σοφίας, αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν κτισμάτων. Ὡς ἑτοίμου καὶ παρεσκευασμένης τῆς τραπέζης ἐκέλευσεν αὐτὸς εὐθέως ἀναπεσεῖν· οἱ δὲ τὴν ἀρχὴν ἀπιστήσαντες μετὰ προθυμίας κατέκλιναν τὸν ὄχλον ἐπὶ τὸν χόρτον, ὥστε αὐτοὺς
25διαπαῦσαι· ἦν γὰρ ὁ καιρὸς τῆς πόας, ἔαρος λοιπὸν ὄντος· ἐγγὺς γὰρ ἦν, φησὶ, τὸ Πάσχα. Παρουσῶν δὲ γυναικῶν σὺν τέκνοις, μόνους τοὺς ἄνδρας ἀριθμεῖ, ταῖς κατὰ τὸν νόμον συνηθείαις ἀκο‐ λουθῶν. Τοῦτο γὰρ καὶ Μωϋσῆς ἐποίησεν ἐν ἀριθμοῖς· τίμιον γὰρ ἐν βίβλῳ Θεοῦ πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικόν· εὐχαριστεῖ δὲ
30λαβὼν τοὺς ἄρτους, δεικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχα‐ ριστεῖν δεῖ τῷ Θεῷ, καὶ ὅτι ὄχλος ἦν πολὺς ὁ παρὼν, καὶ ἐχρῆν αὐτοὺς πεισθῆναι, ὅτι κατὰ γνώμην Θεοῦ παρεγένετο. Διὰ τοῦτο ὅτε μὲν μόνος ποιεῖ σημεῖα, οὐδὲν τοιοῦτον ἐπιδείκνυται· ὅταν δ’ ἐπὶ πολλῶν τοῦτο ποιεῖ, διὰ τῆς εὐχαριστίας τοῦτο ποιεῖ, ἀναιρῶν
35τὴν ὑπόνοιαν, ὅτι οὐκ ἀντίθεός τίς ἐστιν, οὐδὲ ἐναντίος τῷ γεγεν‐242

243

νηκότι. Δείκνυσι δὲ ὅτι οὐκ ἀσθενείᾳ τοῦτο ποιεῖ, ἀλλὰ συγ‐ καταβάσει, ἐκ τοῦ τὰ μείζονα αὐθεντείᾳ ποιεῖν. Ἀμμωνίου Πρεσβυτέρου. Διδάσκει διὰ τοῦ σημείου θαρρεῖν αὐτῷ, καὶ μὴ ἀθυμεῖν ἐν στενοχωρίᾳ, ἤτοι μὴ δειλιᾷν πρὸς φιλοξε‐
5νίαν, ἀλλὰ πρὸς πᾶν ἀγαθὸν ἑτοίμους εἶναι. Διὰ τοῦτο εὐχαριστεῖ, ἵνα μὴ δόξῃ ἀντίθεος εἶναι, καὶ ἵνα διδάξῃ ἡμᾶς ἐν τῷ ἐσθίειν εὐχαριστεῖν, πλὴν καὶ ὡς ἄνθρωπος εὐχαριστεῖ, ἵνα λάθῃ ἕως τοῦ πάθους τὸν ἄρχοντα τοῦ νῦν αἰῶνος. Θεοδώρου Μομψουεστίας. Τοῦτο μὴν λέγει, δείξας εἰς τὸ
10εὐπροσώπως αὐτοῖς κελεῦσαι τὴν τῶν κλασμάτων ποιήσασθαι συλλογήν· ἐκεῖνο δὲ οἰκονομούμενος, ὅπερ ἐξ αὐτοῦ παρηκολούθει τοῦ πράγματος, τὸ ἐπὶ πλέον ἀπολαύοντας μᾶλλον τοῦ γεγονό‐ τος μεμνῆσθαι θαύματος, ἢ καὶ ὥστε δοθῆναι καὶ εἰς ἑτέρους τὸ γεγενημένον. Ἐφαίνετο γὰρ καὶ τὸ δαψιλὲς τῆς χάριτος ἐν τῷ
15πλήθει τῆς περισσείας, καὶ ὅτι πάντα κατὰ τὸ δοκοῦν αὐτῷ δια‐ πράττεται. Συνεχώρησε δὲ περισσεῦσαι τοσαῦτα κλάσματα, οὐ δι’ ἐπίδειξιν, ἄπαγε, ἀλλ’ ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα. Ἀμμωνίου. Τρέφει τοὺς πιστοὺς ὁ Χριστὸς διὰ τῶν πέντε ἄρτων τῶν κριθίνων, ὅπερ νοεῖται ἡ παχυτέρα τῆς πεντατεύχου
20διδασκαλία, καὶ διὰ τῶν δύο ἰχθύων, ὅπερ ἐστὶν ἡ ἁπαλὴ διδαχὴ τοῦ εὐαγγελικοῦ καὶ ἀποστολικοῦ κηρύγματος. Οὐκ ἔδωκε δὲ τοῖς ὄχλοις βαστάζειν, ἀλλὰ τοῖς μαθηταῖς, ἐπειδὴ μάλιστα τούτους παιδεῦσαι ἐβούλετο, τοὺς μέλλοντας ἔσεσθαι διδασκάλους τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος οὐδὲν
25μέγα ἔμελλε καρπώσασθαι ἐκ τοῦ θαύματος. καὶ γὰρ εὐθέως ἐπελάθοντο, καὶ ᾔτουν ἕτερον θαῦμα. Οὗτοι δὲ οὐ τὰ τυχόντα ἔμελλον κερδαίνειν. Ἢν δὲ καὶ τῷ Ἰούδα κατάκριμα τὸ γινό‐ μενον οὐ τὸ τυχὸν, βαστάζοντι τὸν κόφινον. Χρὴ δὲ οὐ τὸ πλῆθος θαυμάζειν τῶν γεγονότων κλασμάτων ἐκ
30τῶν ἄρτων μόνον, ἀλλὰ καὶ τὴν ἀκρίβειαν τοῦ περισσεύσαντος, ὅτι οὔτε πλέον, οὔτε ἔλαττον, ἀλλ’ ἰσαρίθμους τῶν μαθητῶν τοὺς κοφίνους τῶν λειψάνων ἐποίησε περισσευθῆναι. Ἐθαύμασαν δὲ οἱ ὄχλοι νῦν τοῦτο τὸ σημεῖον δι’ ὑπερβολὴν
γαστριμαργίας· μυρία εἰργάσατο τούτου θαυμασιώτερα, καὶ οὐ‐243

244

δαμοῦ ἐπίστευσαν· ἢ οὕτω θαυμάσαντες ὡμολόγησαν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. ἐκ δὲ τούτου δῆλον ὅτι προφήτην τινὰ προσεδόκουν ἐξαίρετον· καὶ γὰρ τῷ βαπτιστῇ διὰ τοῦτο ἔλεγε, “σὺ εἶ ὁ προφήτης.” Ἔτι δὲ καὶ διὰ τὴν τῆς γαστριμαργίας
5αὐτῶν προσπάθειαν, οὐκ ἔτι νόμον ἐκδικοῦσιν, οὐκ ἔτι αὐτοῖς περὶ τῆς τοῦ σαββάτου παραβάσεως μέλει, ἀλλὰ τῆς γαστρὸς αὐτοῖς ἐμπλησθείσης, καὶ προφήτης ἦν παρ’ αὐτοῖς καὶ βασιλείας ἄξιος. ὁ δὲ Χριστὸς διὰ τοῦτο φεύγει, παιδεύων ἡμᾶς τῶν κοσμι‐ κῶν καταφρονεῖν ἀξιωμάτων.
10tΚΕΦ. Θ.
11tΠερὶ τοῦ ἐν θαλάσσῃ περιπάτου.
12 Τίνος χάριν ἀφίησι τοὺς μαθητὰς καὶ ἀνέρχεται εἰς τὸ ὄρος μόνος, καὶ πάλιν φαίνεται ἐπὶ τῆς θαλάσσης βαδίζων; Ἐκεῖνο μὲν, διδάσκων αὐτοὺς, πόσον ἐστὶν ἡ ἀπόλειψις, καὶ τὸν πόθον
15ἐργαζόμενος μείζονα. Τοῦτο δὲ, τὴν αὐτοῦ δύναμιν ἐνδεικνύμενος. Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν εἰς τὴν θάλασσαν οἱ μαθηταὶ, καὶ μέχρι μὲν τῆς ἡμέρας περιέμενον αὐτὸν, ἥξειν προσδοκῶντες πρὸς αὐτούς. Γενομένης δὲ ἑσπέρας, οὐκ ἠνείχοντο μὴ ζητεῖν τὸν διδάσκαλον, τοσοῦτος αὐτοὺς κατεῖχεν ἔρως, καὶ ἀπὸ τοῦ πόθου
20κεντούμενοι, ἔβησαν εἰς τὸ πλοῖον. Οὐ γὰρ ἁπλῶς ὁ Εὐαγγε‐ λιστὴς καὶ τὸν καιρὸν ἐδήλωσεν, ἀλλὰ διὰ τούτου τὴν θερμὴν αὐτῶν ἀγάπην ἐμφαίνων, ὅτι οὔτε ἡ ἑσπέρα αὐτοὺς κατέσχεν. Κυρίλλου Κατὰ Ἀναγωγήν. Εἰ βαρὺ τὸ ἐν σκότῳ γενέσθαι τῷ νοητῷ, καὶ εἰ χαλεπὸν τὸ ἐν θαλάσσῃ πικρᾷ τῶν ἡδονῶν κατα‐
25πνίγεσθαι, προσδεξώμεθα τὸν Ἰησοῦν. Τοῦτο γὰρ ἡμᾶς καὶ κινδύνων ἀπαλλάξει καὶ τῆς εἰς θάνατον ἁμαρτίας· ὁ δὲ τύπος τῶν εἰρημένων ἐν τοῖς γεγονόσιν ὀφθήσεται. ἥξει δὴ οὖν πάντως ἐπὶ τοὺς μαθητὰς, “ἐγώ εἰμι, μὴ φοβεῖσθε.” εἰσόμεθα διὰ τούτου φρόνημα μὲν ἔχειν ἐν πειρασμοῖς εὔτολμόν τε καὶ νεανικόν· ὑπο‐
30μονῇ δὲ κεχρῆσθαι συντόνῳ τῇ εἰς Χριστὸν, ἐλπίδα βεβαιουμένους εἰς εὐθαρσίαν τὴν ἐπὶ τῷ πάντως διασωθήσεσθαι, κἂν πολλοί τινες ἡμᾶς οἱ ἐκ τοῦ πειράζεσθαι περικυκλῶσι φόβοι. ἐπιτήρει γὰρ ὅπως οὐκ εὐθὺς ἀποπλεύσωσιν, οὐδὲ ἐν ἀρχῇ τῶν κινδύνων τοῖς ἐν τῷ
σκάφει Χριστὸς ἐπιφαίνεται. Ἀλλ’ ὅταν οὑτωσί πως ἐν μέσοις τοῖς244

245

κύμασιν εὑρισκώμεθα, τότε δὴ καὶ ἀδοκήτως ἐπιφαίνεται Χριστὸς, καὶ περιστέλλει μὲν τὸν φόβον, κινδύνου δὲ ἀπαλλάξει παντὸς, καὶ ἀπονητὶ δὲ κατορθώσομεν τὰ λυσιτελῆ παρόντος αὐτοῦ. Ἐπέστη δὲ αὐτοῖς χειμαζομένοις λέγων, “ἐγώ εἰμι, μὴ φο‐
5“βεῖσθε,” καὶ μετὰ τοῦ ῥήματος καὶ τὴν δειλίαν ἐξέβαλεν ἀπὸ τῆς ἐκείνων ψυχῆς, καὶ μετὰ τῆς φωνῆς γαλήνη γέγονεν· οὐκ ἐνέβη δὲ εἰς τὸ πλοῖον, τὸ θαῦμα μεῖζον ἐργάσασθαι βουλόμενος, καὶ τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι γυμνότερον. Διέβησαν μὲν οὖν τὴν ἐρυθρὰν θάλασσαν καὶ Ἰουδαῖοι, Μωσέως ἡγουμένου, ἀλλὰ
10πολὺ τὸ μέσον ἐνταῦθα. Ὁ μὲν γὰρ εὐχόμενος καὶ ὡς δοῦλος πάντα εἰργάζετο, οὗτος δὲ μετ’ ἐξουσίας ἁπάσης· κἀκεῖ μὲν, νότου τότε πνεύσαντος, εἶξε τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν. Ἐνταῦθα δὲ μεῖζον τὸ θαῦμα ἐγίνετο. Μένουσα γὰρ ἐπὶ τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως ἔφερε τὸν δεσπότην
15ἐπὶ τῶν νώτων, μαρτυροῦσα ἐκείνῃ τῇ ῥήσει τῇ λεγούσῃ, “ὁ περι‐ “πατῶν ἐπὶ τῆς θαλάσσης ὡς ἐπὶ ἐδάφους.” Τὸ εὐθέως δὲ τὸ πλοῖον ἐπὶ τῆς γῆς ἐγένετο, τοῦτο δηλοῖ, οὐ μόνον ἀσφαλῆ αὐτοῖς ἀλλὰ καὶ ἐξουρίων παρεῖχε τὸν πλοῦν· τῷ ὄχλῳ δὲ οὐκ ἐπέδειξεν ἑαυτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα.
20Μεῖζον γὰρ ἢ κατὰ τὴν ἐκείνων ἀσθένειαν τὸ σημεῖον ἦν. Ἀκριβέστερον δὲ ὁ Εὐαγγελιστὴς λέγει, “τῇ ἐπαύριον ὁ ὄχλος “ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, εἶδεν ὅτι πλοιάριον ἄλλο οὐκ “ἦν ἐκεῖ,” καὶ τὰ ἑξῆς, ἕτερόν τι βουλόμενος ἡμᾶς διδάξαι. Ποῖον τοῦτο; ὅτι καὶ τοῖς ὄχλοις εἰ καὶ μὴ φανερῶς, ἔδωκε γοῦν
25ὁ Ἰησοῦς λανθανόντως ὑπονοῆσαι τὸ γεγενημένον ἐστὶν, εἰ καὶ ἄλλο πλοιάριον οὐκ ἦν, οὔτε τοῖς μαθηταῖς συνανέβη, εὑρεθῆναι τὸ πέραν τῆς θαλάσσης, πρόδηλον ὅτι τὴν θάλασσαν πεζεύων παρεγένετο· ἀλλ’ ὅμως μετὰ τοσοῦτον θαῦμα, ἀπελθόντες πρὸς αὐτὸν οὐκ ἠρώτησαν πῶς διέβη, οὐδὲ ἐζήτησαν μαθεῖν τὸ τοσοῦτον
30σημεῖον, ἀλλὰ τί φασι; πῶς ὧδε παραγέγονεν; οὕτως ἦν εὔθραυ‐ στος ἡ ὁρμὴ αὐτῶν. Οἱ γὰρ λέγοντες, οὗτός ἐστιν ὁ προφήτης, οἱ σπουδάζοντες ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτὸν, οὐδὲν τοιοῦτον βουλεύονται, ἀλλὰ τὸ θαῦμα ἐκβαλόντες ἐπεζήτουν πάλιν τραπέζης ἀπολαύσειν, οἵας καὶ πρότερον· διὸ καὶ ὀνειδίζον‐
35ται παρὰ τοῦ Ἰησοῦ, “ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ζητεῖτέ με οὐχ245

246

“ὅτι εἴδετε σημεῖα” καὶ τὰ ἑξῆς. Τοῦτο δὲ εἶπε, διορθῶσαι αὐτοὺς βουλόμενος, ἅμα δὲ καὶ διὰ τὸ ἐκκαλύψαι τὰ τῆς διανοίας αὐτῶν, εἰς πίστιν ἀγαγεῖν μείζονα, ὡς ὅτι Θεός ἐστιν. Ποιεῖ δὲ τοῦτο μετὰ φειδοῦς· οὐ γὰρ εἶπεν, ὦ λαιμαργοὶ καὶ
5γαστρὸς δοῦλοι, ἀλλὰ προσηνέστερον· διὸ καὶ διδασκαλίαν προ‐ τίθησιν “ἐργάζεσθε,” λέγων, “μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην” καὶ τὰ ἑξῆς. Κυρίλλου. Διδασκόμεθα διὰ τούτων, μὴ φιλοκόμπως ἐπεί‐ γεσθαι διαζῇν, ἀλλὰ μόνοις ὁρᾶσθαι θέλειν τοῖς τῆς θεότητος
10ὀφθαλμοῖς, ἀπογυμνούσης τὰ κρυπτὰ, καὶ τὸ λεληθότως ἐπιτε‐ λεσθὲν εἰς ἐμφανεστάτην ἀγούσης κατάλειψιν. Τί δηλοῖ τὸ “ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην;” μηδεὶς ὑμῶν ἔστω λόγος ταύτης τῆς τροφῆς, ὥστε διὰ τὴν αὐτὴν μεριμνᾷν καὶ κόπτεσθαι, ἀλλὰ περὶ ἐκείνης τῆς πνευματικῆς ὅλην
15τὴν φροντίδα τίθεσθε. Ἀλλ’ ἐπειδή τινες τῶν βουλομένων ἀργῶς τρέφεσθαι, ἀποκέχρηνται τούτῳ τῷ λόγῳ ὡς τὴν ἐργασίαν ἐκκό‐ πτοντος τοῦ Ἰησοῦ, ἀναγκαῖον καὶ πρὸς αὐτοὺς εἰπεῖν, ὅτι οὐ τοῦτό ἐστιν αἰνιττόμενος, ὥστε ἀργοὺς εἶναι· καὶ γὰρ τοῦτο μάλιστα ἀπολλυμένη βρῶσίς ἐστι, πᾶσαν γὰρ κακίαν ἐδίδαξεν
20ἡ ἀργία, ἀλλ’ ὥστε ἐργάζεσθαι καὶ μεταδιδόναι. Τοῦτο γὰρ ἔχει τὴν τῆς βασιλείας ἐπαγγελίαν τῆς μελλούσης. Εἰ δὲ οὐκ ἐργάζεταί τις, πόθεν ἂν γένοιτο διδόναι τῷ οὐκ ἔχοντι; Εἶπε δὲ τοῦτο πρὸς ἐκείνους, ἐπειδὴ τῆς μὲν πίστεως οὐδένα ἐποιοῦντο λόγον, ἓν δὲ μόνον ἐβούλοντο, γαστρίζεσθαι· τὴν τοιαύτην οὖν
25τροφὴν βρῶσιν ἀπολλυμένην ἐκάλεσεν. Πῶς οὖν, φησὶν, ὁ Ἰησοῦς τῇ Μάρθᾳ λέγει, “μεριμνᾷς καὶ “θορυβάζεις περὶ πολλὰ, ἑνὸς δέ ἐστι χρεία, Μαρία δὲ τὴν ἀγα‐ “θὴν μερίδα ἐξελέξατο,” καὶ πάλιν, “μὴ μεριμνήσητε,” φησὶν, “εἰς τὴν αὔριον;” Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; ὅτι τὸ μὴ
30μεριμνᾷν, οὐ τὸ μὴ ἐργάζεσθαί ἐστιν, ἀλλὰ τὸ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς πράγμασι· τουτέστι, μὴ ποιεῖσθε φροντίδα, ὑπὲρ τῆς εἰς αὔριον ἀναπαύσεως. ἔξεστι δὲ ἐργαζόμενον μηδὲν μεριμνᾷν, οὐ γὰρ ταὐτὸν μέριμνα καὶ ἐργασία. καὶ τὸ πρὸς Μάρθαν δὲ εἰρημένον, οὐ περὶ ἔργου ἐστὶ καὶ ἐργασίας, ἀλλὰ περὶ τοῦ δεῖν
35καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως πρὸς τὰ σαρκικὰ ἀνα‐246

247

λίσκειν. Οὐ τοίνυν εἰς ἀργίαν αὐτὴν ἐμβάλλων ταῦτα ἔλεγεν, ἀλλὰ προσηλῶν τῇ ἀκροάσει. Ἀπολιναρίου. Μεθίστησι μὴ περὶ τὴν φθειρομένην ἐπτοεῖσθαι τροφὴν, ἀλλὰ τὴν εἰς αἰῶνα μένουσαν, ἥτις τρέφει ψυχήν. Αὕτη
5δὲ ἦν ἡ πίστις ἡ ζωοποιὸς, καθ’ ἣν ἐξομοιοῦνται πρὸς τὴν σάρκα τοῦ Κυρίου, τὴν ὑπὸ τοῦ Πατρὸς ἐσφραγισμένην τῇ θείᾳ δυνάμει. Ἀμμωνίου. Τὴν νοητὴν καὶ λογικὴν καὶ πνευματικήν. Αὕτη γὰρ συμβάλλεται εἰς τὸ ἀπολαῦσαι ἡμᾶς τῶν μελλόντων ἀγαθῶν, ἣν ἡ εἰς Χριστὸν πίστις προξενεῖ.
10 Τὴν μυστικὴν μετάλειψιν λέγει τὴν ἁγιάζουσαν ψυχὴν καὶ σῶμα, συναναπλέξας τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον. Τί ἐστι “τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός;” τουτέσ‐ τιν, ἀπέδειξε διὰ τῆς αὐτοῦ μαρτυρίας· ἔδειξε μὲν γὰρ καὶ αὐτὸς ἑαυτόν. Ἐπειδὴ δὲ πρὸς Ἰουδαίους διελέγετο, τὴν τοῦ Πατρὸς
15μαρτυρίαν εἰς μέσον ἤγαγεν, ἵνα μὴ πάλιν αὐτοὺς προστῇ τὸ λεγόμενον. καὶ γὰρ μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, εἰπὼν αὐτὸς δώσειν τὴν ζωὴν τὴν αἰώνιον. Κυρίλλου. Τὸ ἐσφραγίσθαι ἢ τὸ κεχρίσθαι ἐθικῶς τέθεικε. κατασφραγίζεται γὰρ ὁ χριόμενος, ἤγουν ὅτι μεμόρφωται φυσικῶς
20πρὸς τὸν Πατέρα· ὅμοιον γὰρ ὡσεὶ ἔλεγεν, ὡς οὐκ ἀδυνατήσω βρῶσιν ὑμῖν ἐπιδοῦναι τὴν μένουσαν, καὶ εἰς ζωήν τε καὶ τρυφὴν ἀναφέρουσαν. εἰ γὰρ καὶ ὁρῶμαι καθάπερ εἷς ἐξ ὑμῶν, ἄνθρωπος δηλονότι μετὰ σαρκὸς, ἀλλ’ ἐχρίσθην καὶ κατεσφραγίσθην παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰς ἀπαράλλακτον ὁμοιότητα, τὴν ὡς πρὸς
25αὐτὸν νοουμένην, δηλονότι τῆς κατὰ πᾶν ὁτιοῦν ἐμφερείας, οὐ κατὰ τοὺς τῆς σαρκὸς χαρακτῆρας, ἀλλ’ ἐν δόξῃ θεοπρεπεῖ καὶ ἰσοστάθμῳ δυνάμει, καὶ ἐν ἐξουσίᾳ βασιλικῇ. ἐπιτηρητέον δέ ἐστι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐπιχορηγήσειν, εἰπὼν τὰ θεοπρεπῆ καὶ κατασφραγίσθαι πρὸς εἰκόνα τοῦ Θεοῦ καὶ Πατρός· οὐκ ἀνέχεται
30μερισμοῦ τοῦ διατέμνοντος τῆς κατὰ ἀλήθειαν υἱότητος, τὸν ἐκ παρθένου ναὸν, ἀλλ’ ἕνα πάλιν ἑαυτὸν ὁρίζειν τε καὶ νοεῖσθαι βούλεται. Ἀμμωνίου Πρεσβυτέρου. Τὸν ἄρτον ἐσφράγισεν, ὅ ἐστιν,
ἔχρισεν Ἁγίῳ Πνεύματι, τὴν σάρκα τοῦ Κυρίου τὴν ἀνθρωπίνην, οὐ247

248

τὴν θεότητα. Πάντα γὰρ σχεδὸν τὰ τῆς οἰκονομίας ὀνόματα περὶ τὴν σάρκα εἴληπται. Τοῦτο εἶπεν, ἢ ὅτι μεμόρφωται φυσικῶς πρὸς τὸν Πατέρα, ἤτοι ἔχρισε· κατασφραγίζονται γὰρ οἱ χριόμενοι. Τὸ δὲ “τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ” εἶπον
5ἐκεῖνοι, οὐχ ὥστε μαθεῖν καὶ πράξαι, καὶ δείκνυσι τὰ ἑξῆς. Πάλιν γὰρ αὐτὸν ἐπὶ τὴν τῆς τροφῆς ἕλκουσι χορηγίαν. Ὁ δὲ Χριστὸς ὑπέδειξεν αὐτοῖς ὅπερ ἐζήτησαν, “τοῦτό ἐστι “τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.” Οὗτοι δὲ καθάπερ τινὲς ἀναίσθητοι, ἔτι τοῦ σημείου ἐν χερσὶν
10ὄντος αὐτοῖς, καὶ ὡς οὐδενὸς γενομένου, οὕτως ἔλεγον, “τί σημεῖον ποιεῖς; ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζῃ·” οὕτως ἦσαν πεπωρωμένοι. Ἀμμωνίου Πρεσβυτέρου. Εἰ καὶ ᾔδει ἐκείνους μηδὲν ὠφελη‐ θησομένους, ἀλλὰ διὰ τὸ κοινωφελὲς τῆς διδαχῆς ἀπεκρίθη· οὐχ ὁ
15ταῖς σκιαῖς δουλεύων τοῦ νόμου ποιεῖ τὸ τοῦ Θεοῦ θέλημα, ἀλλ’ ὁ εἰς τὸν Χριστὸν πιστεύων. Θεοῦ μὲν ἔργον ἐνταῦθα λέγεται τὸ ἀνῆκον εἰς Θεόν. Τοῦτο δὲ εἶναί φησιν ὁ Κύριος, τὴν πίστιν τὴν ἐπ’ αὐτὸν, ἔργον αὐτὴν ἀποφαίνων ἱερόν τε καὶ τέλειον· καὶ ἄνευ τῶν ἀνθρωπίνων ἔργων,
20εἰκότως δικαιοῖ τε καὶ ἁγιάζει, ἅτε τὴν καλλίστην ἐνέργειαν ἔχον τῆς ψυχῆς, οὐκ ἀργίαν τινὰ καὶ ἀπραξίαν. Θεοδώρου. Τοῦτό φησιν ὁ Κύριος, συνεὶς ὅτι πλεῖστον αὐτῶν ὑπερβαίνει τὴν ἀκοὴν ὁ περὶ τοῦ μυστηρίου λόγος. τοῦτο γὰρ ἡ πνευματικὴ τροφή. οὐκ εὐθὺς οὖν ἐπιτρέχει τῇ διηγήσει, ἀλλ’
25ὁδῷ κέχρηται πρεπούσῃ πρὸς τὸν λόγον. Ἡ γὰρ πίστις, φησιν, ἡ εἰς ἐμὲ ὁδὸς ὑμῖν ἔσται πρὸς τὴν τῶν λοιπῶν κατανόησίν τε καὶ διδασκαλίαν. οὔτε γὰρ πιστεύοντας ἔνεστι πρός τι τῶν λεγομένων ἀμφιβάλλειν, οὔτε μὴ πιστεύοντας δέξασθαί τι τῶν λεγομένων δυνατὸν, μεγάλων ὄντων, καὶ πολὺ τὴν ὑμετέραν ὑπερβαινόντων
30ἀκοήν. Τίνος ἕνεκεν εἶπον “οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ “ἐρήμῳ,” καὶ τὰ ἑξῆς; νομίζοντες αὐτὸν διὰ τούτου ἐρεθίζειν, ὥστε τοιοῦτον ποιῆσαι σημεῖον, ὅπερ αὐτοὺς θρέψαι ἠδύνατο σαρ‐ κικῶς. Ὅτι γὰρ τοῦτό ἐστι δῆλον ἐκ τοῦ μηδενὸς ἑτέρου τῶν προ‐
35τέρων σημείων μνημονεῦσαι αὐτοὺς, τῶν τε κατ’ Αἴγυπτον γενο‐248

249

μένων καὶ κατὰ τὴν θάλασσαν τὴν ἐρυθρὰν, ἀλλὰ τούτου μάλιστα οὗ σφόδρα ἐπεθύμουν διὰ γαστριμαργίας ὑπερβολήν. Διὸ πρὸς ταῦτα καὶ ἡ ἄπειρος σύνεσις ἀποκρίνεται λέγουσα, “οὐ Μωϋσῆς “δέδωκεν ὑμῖν τὸν ἄρτον” καὶ τὰ ἑξῆς. Ἀντὶ μὲν Μωϋσέως τὸν Θεὸν
5εἰπὼν, ἀντὶ δὲ τοῦ μάννα ἑαυτὸν, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν· ἐνῆν γὰρ εἰπεῖν, οὐχ ὁ Μωϋσῆς δίδωσιν, ἀλλ’ ἐγώ. Ἄρτον δὲ ἀληθινὸν καλεῖ, οὐκ ἐπειδὴ ψευδὲς ἦν τὸ θαῦμα τὸ ἐπὶ τὸ μάννα, ἀλλ’ ὅτι τύπος ἦν, οὐκ αὐτοαλήθεια. Μάννα γὰρ κυρίως αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἐκ τῆς οὐσίας ἐρχόμενος τοῦ Πα‐
10τρὸς, ἐπείπερ ἐστὶ κατὰ φύσιν ζωὴ τὰ πάντα ζωογονῶν. Κυρίλλου. Ἐπειδὴ γὰρ ἐκ ζῶντος ἀνέφυ Πατρὸς, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστί· καὶ ἐπείπερ ἔργον τῇ κατὰ φύσιν ζωῇ τὸ ζωοποιεῖν, ζωοποιεῖ τὰ πάντα Χριστός. ὅπερ γὰρ ἡμῖν ὁ ἄρτος ὁ ἐκ γῆς εὑρίσκεται τὴν ἀσθενῆ φύσιν τῆς σαρκὸς οὐκ ἐῶν κατα‐
15φθείρεσθαι, τοῦτο καὶ αὐτὸς διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας, τὸ πνεῦμα ζωοποιῶν, καὶ οὐ μέχρι τούτων, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα συνέχων εἰς ἀφθαρσίαν. Λέγουσι δὲ πρὸς αὐτὸν, “Κύριε, πάντοτε δὸς ἡμῖν τοῦτον τὸν “ἄρτον,” ἐπειδὴ αἰσθητὸν ἔτι πρᾶγμα ἐνόμιζον εἶναι, καὶ γαστρὸς
20ἀπόλαυσιν προσεδόκων Καὶ μετ’ ὀλίγα—ἔτι κάτω ἔνευον λέγοντες, “δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.” Ἐλέγχων δὲ αὐτοὺς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπόπτευον εἶναι τὴν τροφὴν, ἐπέτρεχον, ὅταν δὲ μά‐ θωσιν ὅτι πνευματική τις ἐστιν, οὐκ ἔτι, φησὶν, “ἐγώ εἰμι ὁ “ἄρτος τῆς ζωῆς.”
25 Ἀνάγων δὲ αὐτοὺς κατὰ μικρὸν ὁ Χριστὸς εἰς τὸ τὰ ὑψηλὰ φρονεῖν, φησιν, ὁ ἄρτος τοῦ Θεοῦ ἐστιν, ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τῇ οἰκουμένῃ πάσῃ. Καὶ οὐκ εἶπε τροφὴν, ἀλλὰ ζωὴν, ἑτέραν τινὰ καὶ ἐνηλλαγμένην. Ζωὴν δὲ λέγει, ἐπειδὴ πάντες ἦσαν
30νενεκρωμένοι τῇ ἁμαρτίᾳ· ἄρτον δὲ ζωῆς οὐ περὶ σώματος τοῦ ἰδίου λέγει νῦν, τοῦτο γὰρ πρὸς τῷ τέλει μέλλει σαφηνίζειν, ἀλλὰ περὶ τῆς θεότητος αὐτοῦ διαλέγεται. Κυρίλλου. “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς” ὁ πάλαι μὲν ὡς ἐν
ὑποσχέσει προκατηγγελμένος, καὶ ὡς ἐν τύπῳ δηλούμενος, παρὼν249

250

δὲ νυνὶ καὶ χρεωστουμένην ὑπόσχεσιν ἀποπληρῶν. εἰμὶ δὲ ἄρτος ζωῆς, οὐκ ἄρτος σωματικὸς, μόνα τὰ ἐκ λιμοῦ περικόπτων πάθη, καὶ καταφθορᾶς τῆς ἐντεῦθεν ἀπαλλάττων τὴν σάρκα, ἀλλ’ ὅλον ἐξ ὅλου τὸ ζῶον εἰς ζωὴν ἀναπλάττων τὴν αἰώνιον, καὶ θανάτου
5κρείττονα τὸν εἰς τὸ εἶναι πεποιημένον ἄνθρωπον ἀποδεικνύς. Ἰσιδώρου Πρεσβυτέρου. Ἄρτος ὁ Κύριος κέκληται, αὐτὸς ἑαυτὸν τούτῳ καλῶν τῷ ὀνόματι, κατὰ μὲν τὴν πρόχειρον ἔκλειψιν, πᾶσι τροφὴ σωτηρίας γενόμενος, κατὰ δὲ τὴν ἀπόῤῥητον ἔννοιαν, τὴν ζύμην τοῦ ἀνθρωπίνου φυράματος καθαρίσας, καὶ ὥσπερ
10ἐξοπτήσας τῷ οἰκείῳ πυρὶ τῆς θεότητος, καὶ εἰς ἓν σὺν αὐτῇ γεγονὼς πρόσωπον καὶ μίαν προσκυνουμένην ὑπόστασιν. Τὰ σημεῖα δὲ αἰνιττόμενος καὶ τὴν τῶν γραφῶν μαρτυρίαν, περὶ αὐτοῦ φησιν, “ἑωράκατέ με,” δεικνύων δὲ καὶ αὐτοῖς, ὅτι οὐκ ἀγνοεῖ τὰ ἀπόῤῥητα τῆς καρδίας, οὐδὲ τὰ μέλλοντα, ἐπήγαγε
15λέγων, “καὶ οὐ πιστεύετε.” Ἀμμωνίου Πρεσβυτέρου. Ὕδωρ καὶ ποτὸν ὧδε λέγει ἢ τὸν διὰ Πνεύματος ἁγιασμὸν, ἢ αὐτὸ τὸ Ἅγιον Πνεῦμα. Τί ἐστι, φησὶν, ὅτι “πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ “ἥξει; ὅτι οὐ τὸ τυχὸν πρᾶγμα ἡ πίστις ἡ εἰς αὐτὸν, ἀλλὰ τῆς
20ἄνωθεν δεῖται ῥοπῆς, καὶ ψυχῆς τινος γενναίας καὶ εὐγνώμονος, δεχομένης πίστει τὴν τοῦ Πατρὸς ἀποκάλυψιν. Τὸ δὲ οὐ μὴ ἐκβάλω ἔξω,” τοῦτό ἐστιν, οὐ μὴ ἀπολέσω, ἀλλὰ σώσω, καὶ ἐπιμελείας ἀπολαῦσαι παρασκευάσω πολλῆς. Τὸ δὲ “καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα
25“τὸ ἐμὸν,” καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ, ὅτι οὐκ ἄλλο πράξων ἦλθον ἢ τοῦτο, ὅπερ ὁ Πατὴρ βούλεται, καὶ ὅτι ἀπιστοῦντες, αὐτὸν τὸν Πατέρα παροξύνετε. Οὐκοῦν οὐ ψιλὸς ἄνθρωπος ὁ Ἰησοῦς, ἀλλὰ Θεὸς σαρκωθεὶς, οὐ μετὰ τὴν ἀνάστασιν θεοποιηθείς. Προλαμβάνει γὰρ ἡ κατάβασις
30τὴν ἄνοδον. οὐκ ἴδιον θέλημα ἔχων παρὰ τοῦ Πατρὸς ἦλθον, πάντα γὰρ τὰ ἐμὰ τοῦ Πατρός ἐστι, καὶ τὰ τοῦ Πατρὸς ἐμά. Δεικνὺς δὲ ὅτι οὐ τῆς παρ’ αὐτῶν δεόμενος θεραπείας παραγέγονεν, ἀλλὰ διὰ τὴν ἐκείνων σωτηρίαν, καὶ ὥστε τῷ πατρὶ δόξαν παρασκευά‐
σαν, φησὶ, “τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με Πα‐250

251

“τρὸς,” ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρα,” καὶ τὰ ἑξῆς. Ἀμμωνίου. Πάντες μὲν οἱ ἄνθρωποι ἀνίστανται, μόνον δὲ οἱ πιστοὶ ἀξιοῦνται τῶν ἀγαθῶν. Ζωοποιεῖ ὁ Υἱὸς τοὺς πιστοὺς τοῖς
5φύσει φθαρτοῖς ἀνθρώποις τὴν ζωοποιὸν τοῦ Πατρὸς ἐντιθεὶς δύνα‐ μιν, καὶ ὅλους αὐτοὺς μεταπλάττων εἰς ἀθανασίαν. Συνεχῶς περὶ τῆς ἀναστάσεως διαλέγεται, ἵνα μὴ τοῖς παροῦσι πράγμασι μόνον κρίνωσι τὴν τοῦ Θεοῦ πρόνοιαν, καὶ ὅτι κἂν ἐνταῦθα μὴ ἀπολά‐ βωσι, μὴ διὰ τοῦτο ὑπτιώτερον γένηται, ἀλλὰ τὰ μέλλοντα προσ‐
10δοκῶσι, καὶ ἑτέραν ζωήν. Τίνος ἕνεκεν ἐγόγγυζον οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, “ἐγώ εἰμι ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς;” καὶ διὰ τοῦτο μὲν αὐτὸ, τὸ δὲ ἀληθὲς διὰ τὸ μηκέτι προσδοκᾷν ἀπολαύσεσθαι τραπέζης σωματικῆς. Ἕως μὲν γὰρ προσεδόκων, οὐκ ἐταράτ‐
15τοντο. Ἐπειδὴ δὲ ἀπέγνωσαν, ἐγόγγυζον, περὶ πνευματικῆς γὰρ τροφῆς, καὶ περὶ ζωῆς αἰωνίου λοιπὸν αὐτοῖς διελέγετο, καὶ περὶ ἀναστάσεως, βουλόμενος ὑψηλοτέραν αὐτῶν ποιῆσαι τὴν γνώμην. Ἀμμωνίου Πρεσβυτέρου. Διὰ τὴν κατὰ σάρκα μητέρα αὐτοῦ ἀδύνατον ἐνόμιζον ἐξ οὐρανοῦ αὐτὸν καταβεβηκέναι· ἢ εἰς τὸ
20φαινόμενον ὁρῶντες, οὐ τὴν ἀόριστον αὐτοῦ φύσιν ἐννοοῦντες, ἐσκαν‐ δαλίζοντο, εἰπόντων τῶν Ἰουδαίων, “οὐχ οὗτός ἐστιν ὁ υἱὸς “Ἰωσὴφ” καὶ τὰ ἑξῆς. Διὰ τί μὴ ἀπεκρίθη αὐτοῖς, ὅτι οὐκ εἰμὶ υἱὸς Ἰωσήφ; ἐπειδὴ μηδέπως ἠδύναντο τὸν θαυμαστὸν ἐκεῖνον ἀκοῦσαι τόκον τὸν ἐκ παρθένου. Εἰ δὲ τὸν κατὰ σάρκα
25οὐκ ἠδύναντο σαφῶς ἀκοῦσαι, πολλῷ μᾶλλον τὴν ἄῤῥητον τὴν ἄνω. Ὅπερ δὲ εἶπεν, “ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ “ὁ Πατήρ μου ἑλκύσῃ αὐτὸν,” οὐ τὸν ἄκοντα καὶ ἀπὸ βίας ἑλκόμενον αἰνίττεται, ἀλλὰ τὸν πολλῆς ἐκ Θεοῦ ἀπολαύοντα
30συμμαχίας. Κυρίλλου. Προσάγει μὲν οὖν ἑαυτὸν ὁ Πατὴρ διὰ γνώσεως τῷ Υἱῷ τοῖς οἷς ἂν τὴν θείαν ἐπιψηφίσατο χάριν· ζωοποιεῖ δὲ λαβὼν ὁ Υἱὸς, καὶ τὸ ἴδιον ἀγαθὸν τοῖς ἐξ οἰκείας φύσεως κατα‐ φθείρεσθαι πεφυκόσιν ἐντιθεὶς, καὶ καθάπερ σπινθῆρα πυρὸς ἐγκα‐
35ταχώσας αὐτοῖς τὴν ζωοποιὸν τοῦ Πνεύματος δύναμιν, ὅλους δι’251

252

ὅλου μεταπλάττων εἰς ἀθανασίαν· οὐκ ἰδίᾳ δὲ καὶ μεμερισμένως τοῦτο ἑκάτερον ἐνεργεῖ, ἀλλὰ συνεργάζεται ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὁ Υἱὸς αὖ πάλιν τῷ Πατρὶ, καὶ ὅλης, ἵν’ οὕτως εἴπω, τῆς Ἁγίας Τριάδος ἐστὶν ἡ καθ’ ἡμᾶς σωτηρία.
5 Ἀμμωνίου. Τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς ἕλκει ὁ Πατὴρ, τοὺς δὲ μοχθηροὺς ἐᾷ· οὐ τὸ ἐφ’ ἡμῖν αὐτεξούσιον ἀναιρεῖ ὁ λόγος, ἀλλὰ δείκνυσι βοηθείας δεομένους· ἕλκεται γὰρ οὐκ ἄκων, ἀλλὰ πολλῆς ἀπολαύων συμμαχίας· θεοδίδακτόν ἐστιν ἀγαθὸν τὸ περὶ Χριστοῦ μυστήριον.
10 Εἰ ὁ Πατὴρ ἄγει, ὁ δὲ Υἱὸς ἐγείρει, μέγα τὸ τῶν πιστῶν ἀξίωμα· τοῦτο ποιεῖ ὡς φύσει Θεὸς ὤν. Δεικνὺς δὲ τὸ πρὸς τὸν Πατέρα ἰσοστάσιον τῆς δυνάμεως, φησὶ, “κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.” Τοῦτο δὲ οὐ μικρὸν ἐμφαίνει τοῦ Υἱοῦ τὸ ἀξίωμα, εἴγε ὁ Πατὴρ προσ‐
15άγει, καὶ ὁ Υἱὸς ἀνίστησιν, οὐχὶ διαιρούμενος πρὸς τὸν Πατέρα τὰ ἔργα, πῶς γάρ; ἀλλὰ τὸ ὁμοδύναμον παριστῶν. θέλων δὲ τὸν λόγον ἀξιόπιστον ποιῆσαι, ἐπὶ τοὺς προφήτας αὐτοὺς παρέ‐ πεμψεν εἰπὼν, “ὅτι ἐστὶ γεγραμμένον ἐν τοῖς προφήταις, καὶ “ἔσονται πάντες διδακτοὶ Θεοῦ·” πάντας δὲ τοὺς βουλομένους
20δηλονότι· διδάσκαλος γὰρ προκάθηται πᾶσιν ἕτοιμος ὢν τὸ αὐτοῦ παρασχεῖν, καὶ εἰς πάντας ἐκχέων τὴν διδασκαλίαν τὴν ἑαυτοῦ. Τί οὖν πρὸ τούτου, φησὶν, οὐχὶ διδακτοὶ ἦσαν Θεοῦ; ἀλλ’ ἐνταῦθα τὸ ἐξαίρετόν ἐστι· τότε μὲν γὰρ δι’ ἀνθρώπων ἐμάνθανον τὰ τοῦ Θεοῦ, νῦν δὲ δι’ αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καὶ διὰ τοῦ
25Πνεύματος τοῦ Ἁγίου. Διδύμου. Καὶ εἰκὸς ὁμοίωσιν καὶ αὐτὸ τοῦτο λογικοῦ γενο‐ μένου τοῦ ἀνθρώπου ἐνεσπαρμέναι εἰσὶν αὐτῷ ὑπὸ Θεοῦ αἱ περὶ ἐπαινετῶν πράξεων ἔννοιαι, ἀλλὰ καὶ τῆς γνώσεως τῆς ἀληθείας· ὁ τοίνυν κατὰ τὰς κοινὰς ἐννοίας ἀκούσας καὶ μαθὼν παρὰ τοῦ
30Πατρὸς ἔρχεται διὰ πίστεως πρὸς τὸν Κύριον. —Καὶ μετ’ ὀλίγα. Διδάσκων δι’ ἀποκαλύψεως τὰ περὶ τοῦ Υἱοῦ ὁ Πατὴρ, ἄγει πρὸς αὐτὸν τοὺς ἀκούοντας καὶ μαθόντας. οὕτω γὰρ καὶ τὸν Πέτρον δι’ ἀποκαλύψεως εἰς τὸ πιστεύειν τῷ Υἱῷ ἤγαγεν, ἀποκαλύψας αὐτόν. Ἀμμωνίου Πρεσβυτέρου. Τὸ ἀκοῦσαι κοινὸν, τὸ δὲ μαθεῖν
35μόνων τῶν ἐπιδιδόντων ἑαυτοὺς τῇ χάριτι.252

253

“Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν” εἰπὼν, ἐπήγαγεν, “εἰ μὴ “ὁ ὢν ἐκ τοῦ Θεοῦ.” οὐ χρὴ δὲ κατὰ τὸν τῆς αἰτίας λόγον νοεῖν ἐνταῦθα τὸ “ἐκ τοῦ Θεοῦ,” πάντες γὰρ ἐκ τοῦ Θεοῦ ἐσμεν, ἀλλὰ κατὰ τὸν τρόπον τῆς ἀληθοῦς γεννήσεως τῆς ἀρρήτου καὶ ἐξαιρέ‐
5του καὶ κεχαρισμένης, ὁ μόνος ἀόρατος μόνῳ τῷ ἀοράτῳ τὴν φύσιν φαίνεται, μόνος ὁρᾷ ὁ Υἱὸς τὸν Πατέρα ὡς ἔξω ὑπάρχων πάντων, καὶ μόνος ὢν ἐκ τῆν οὐσίας τοῦ Πατρός. [ἄλλος] τρανότερον δὲ αὐτὸ οὐ τέθεικε διὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος αὐτοῦ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι, οὕτως ἐσκανδαλίσθησαν, τί οὐκ
10ἂν ἔπαθον, εἰ καὶ τοῦτο προσέθεικε; λέγω δὴ τὸ ἐξ αὐτοῦ γεν‐ νηθῆναι; Οὐχ ὅτι τὸν Πατέρα δυνατὸν ἰδεῖν ὑμᾶς, οὗτος γὰρ τὸν οἰκεῖον Πατέρα οἶδε μόνος ἐξ αὐτοῦ ὢν, καὶ πάντοτε τῆς τοῦ γεννήσαντος θέας ἀπολαύων· ἔοικε δὲ καὶ αὐτὸν πάλιν αἰνίττεσθαι Μωϋσέα·
15ᾤοντο γὰρ ἀνοήτως διὰ τὸ εἰσελθεῖν εἰς τὸν γνόφον, αὐτὸν τεθεᾶ‐ σθαι τὴν ἄρρητον τοῦ Θεοῦ φύσιν τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ὅπερ ἐστὶ κατὰ φύσιν· ἀλλ’ ἵνα μὴ σαφῶς τοῦτο εἰπὼν δοκεῖ πῶς αὐτοὺς ἐπὶ τὸ σύνηθες παροτρύνειν θράσος, ἀορίστως αὐτὸ τέθεικε κατὰ πάντων· εἰ δὲ μόνος ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα, ἔξω τῶν πάντων
20ἐστὶ, καὶ ὑπὲρ πάντα, καὶ ἐπάνω πάντων. Ἄρτον δὲ ζωῆς εἰκότως ἑαυτὸν ὀνομάζει, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ, καὶ ταύτην καὶ τὴν μέλλουσαν· τὸ δὲ “ὃς ἐὰν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς “τὸν αἰῶνα” δηλοῖ ἐνταῦθα ἤτοι τὰ δόγματα τὰ σωτήρια καὶ τὴν πίστιν τὴν εἰς αὐτὸν, ἢ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ
25ταῦτα νευροῖ τὴν ψυχήν. Ποιεῖται δὲ τὴν πρὸς τὸ μάννα σύγκρισιν λέγων, “οἱ πατέρες “ὑμῶν τὸ μάννα ἔφαγον” καὶ τὰ ἑξῆς, ἑκατέρας τροφῆς δεικνὺς τὸ τέλος, ὅτι ἐκείνη μὲν οὐ ξένην τινὰ παρεῖχε τὴν χρείαν, ἣ δὲ τοῦ σώματος αὐτοῦ τὸ μὴ ἀποθανεῖν. Τὸ “ἐν τῇ ἐρήμῳ” δὲ οὐχ
30ἁπλῶς τέθεικεν, ἀλλ’ αἰνιττόμενος ὅτι οὐδὲ παρεξετάσθη ἐπὶ χρό‐ νον πολὺν, οὐδὲ συνεισῆλθε εἰς τὴν τῆς ἐπαγγελίας γῆν· οὗτος δὲ ἄρτος οὐ τοιοῦτος, ἀλλὰ διαιωνίζων, ὥστε πολλῷ τῶν πρώην αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, εἴγε βούλοιντο δέξασθαι. Ἀμμωνίου Πρεσβυτέρου. Ἀναγαγὼν δὲ αὐτοὺς κατὰ μικρὸν
35πρὸς τὴν εἰς αὐτὸν πίστιν, πάλιν φησὶ, “καὶ ὁ ἄρτος ὃν ἐγὼ253

254

δώσω, ἡ σάρξ μου ἐστὶ” καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἑαυτὸν φησὶ διδόναι νῦν οὐ τὸν Πατέρα. Κυρίλλου. Καὶ ἀποθνήσκω, φησὶν, ὑπὲρ πάντων, ἵνα πάντας ζωοποιήσω δι’ ἐμαυτοῦ, καὶ ἀντίλυτρον τῆς ἁπάντων σαρκὸς τὴν
5ἐμὴν ἐποιησάμην· τεθνήξεται γὰρ ὁ θάνατος ἐν τῷ ἐμῷ θανάτῳ, καὶ συναναστήσεταί μοι, φησὶν, ἡ πεσοῦσα τοῦ ἀνθρώπου φύσις. ζωὴν δὲ κυρίως τὴν ἐν τῷ Χριστῷ νοητέον, τὴν ἐν ἁγιασμῷ καὶ μακαριότητι· ταύτην γὰρ ἀληθῶς οὖσαν ζωὴν ἐπίσταται καὶ ὁ σοφὸς Ἰωάννης λέγων, “ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον,
10“ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ “Θεοῦ μενεῖ ἐπ’ αὐτόν” Ἰδοὺ γὰρ τὸν ἐν ἀπειθείᾳ κατειλημμέ‐ νον τὴν ζωὴν οὐκ ὄψεσθαι φησὶ, καίτοι παντὸς τοῦ πνεύματος παλινδρομήσειν πρὸς ζωὴν, καὶ ἀναστήσεσθαι προσδοκωμένου. Ἀμμωνίου. Ἄρτον καλεῖ τὴν ἑαυτοῦ σάρκα, διὰ τὸ ἐσθίεσθαι
15αὐτὴν ἐν τοῖς μυστικοῖς. Εἰπόντες δὲ, “πῶς δύναται οὗτος ἡμῖν “τὴν σάρκα ἑαυτοῦ δοῦναι φαγεῖν,” δείκνυται ἐξ ἀπιστίας τοῦτο λέγοντες· ὅταν γὰρ ἡ ζήτησις τοῦ πῶς εἰσέλθῃ, συνεισέρχεται καὶ ἡ ἀπιστία. Διὰ τοῦτο καὶ αὐτὸς θέλων δεῖξαι, ὅτι οὐκ ἔστι τοῦτο ἀδύνατον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον, καὶ οὐκ ἔστιν ἄλλως
20ἔχειν ζωὴν, φησὶν, “ἐὰν μή τις μου τὴν σάρκα φάγῃ,” καὶ τὰ ἑξῆς. Κυρίλλου. Οὕτω καὶ Νικόδημος ἐθορυβεῖτο λέγων, “πῶς “δύνατόν ἐστιν ἐλθεῖν εἰς τὸν κοῖλον τῆς μητρὸς αὐτοῦ;” οὕτω καὶ οὗτοι ταράττονται λέγοντες, “πῶς δύναται δοῦναι ἡμῖν οὗτος “φαγεῖν τὴν σάρκα αὐτοῦ;” Δεῖ τοίνυν ἐντεῦθεν ἡμᾶς ὠφειλη‐
25μένους ἐν ταῖς παραλήψεσι τῶν θείων μυστηρίων, πίστιν μὲν ἔχειν ἀζήτητον, καὶ μηδενὶ τῶν λεγομένων ἐπιφέρειν τὸ πῶς. Ἀμμωνίου Πρεσβυτέρου. Ὡς παρὰ φύσιν ὄντος τοῦ πράγμα‐ τος ἀπιστοῦσιν, ὡς ψυχικοὶ οὐ νοοῦσι τὸ πνευματικὸν τοῦ Κυρίου σῶμα. οὐ σαρκοφαγεῖν λέγει, ἀλλὰ τὸ μετασχεῖν τῶν μυστικῶν.
30 Ἀμέτοχοι ἔσεσθαι τῆς αἰωνίου ζωῆς οἱ μὴ διὰ τῆς μεταλήψεως τῶν μυστικῶν παραδεξάμενοι τὸν Ἰησοῦν, τὸν ὄντα ζωὴν κατὰ φύσιν. Διὰ τί δὲ συνεχῶς στρέφει τὴν ἀνάστασιν; ἵνα δείξῃ ὅτι ὁ εἰς αὐτὸν πιστεύων οὐκ ἀποθανεῖται εἰς τέλος· ἀληθῆ δὲ βρῶσιν τὴν ἑαυτοῦ σάρκα καλεῖ, καὶ τὸ αἷμα αὐτοῦ ἀληθῆ πόσιν,
35διὰ τὸ σώζειν τὰς ψυχὰς τῶν πίστει μετεχόντων αὐτῶν.254

255

Ἀμμωνίου. Ταῦτα λέγει δεικνὺς ὅτι οὐκ ἦν ψιλοῦ ἀνθρώπου ἡ σὰρξ, ἀλλὰ τοῦ Υἱοῦ πεπληρωμένης πάσης τῆς θεότητος τῆς Τριάδος. Ἀπολιναρίου. Ἀληθής ἐστι βρῶσις ἡ μὴ τῆς προσκαίρου
5καὶ ἀπολλυμένης ζωῆς ἐπίκουρος, ἀλλὰ τῆς αἰωνίου παρασκευα‐ στική. Αὕτη καὶ πόσις ἀληθινὴ, ὡς ἂν μὴ πρὸς ὀλίγον ἐπαρκοῦν τῇ δίψει, ἀλλ’ εἰς ἀεὶ παρεχομένη τὸν ἐμφορηθέντα αὐτῆς ἀνεπι‐ δεῆ, καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγε. Τὸ δὲ εἰπεῖν αὐτὸν, “ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει,
10“κἀγὼ ἐν αὐτῷ,” τοῦτο ἐδήλωσεν, ὅτι ἐν αὐτῷ ἀνακιρνᾶται. Σευήρου Ἀντιοχείας ἐκ τῶν πρὸς Εὐπράξιον κουβικου‐ λάριον Ἀποκρίσεων. Καίτοι γε οὐ τὸν Λόγον ἐσθίομεν, καθὸ Λόγος ἐστὶ, πῶς γὰρ τὸν ἀναφῆ καὶ ἀσώματον καὶ οὔτε ὀφθαλ‐ μοῖς οὔτε ὀδοῦσιν ἁλώσιμον; ἀλλ’ ἐπειδὴ πρὸς τὴν σάρκα τὴν
15ἄκραν ἕνωσιν ἥνωται, ζωοποιὸς ὑπάρχει καὶ αὐτὴ, εἰ καὶ μεμένη‐ κεν ὅπερ ἐστὶ, καὶ οὐκ εἰς τὴν αὐτοῦ τοῦ Λόγου μετακεχώρηκε φύσιν, ὅθεν τὸν Λόγον ἐσθίομεν, τὴν ζωοποιὸν τοῦ Λόγου σάρκα ἐσθίοντες. Τὸ δὲ “κἀγὼ ζῶ διὰ τὸν Πατέρα,” τοῦτό ἐστιν, ὅτι καθώς ἐστιν ὁ Πατὴρ ζῶν, οὕτω κἀγὼ ζῶ, καὶ ὁ τρώγων με,
20κἀκεῖνος ζήσεται δι’ ἐμέ. Ζωὴν δὲ λέγει ἐνταῦθα οὐχ ἁπλῶς, ἀλλὰ περὶ τῆς ἐνδόξου καὶ ἀπορρήτου ἐκείνης. Κυρίλλου. Ὥσπερ ἄνθρωπόν με, φησὶ, πεποίηκεν ὁ Πατὴρ, τοῦτο γὰρ τὸ ἀπεστάλθαι δηλοῖ, καὶ ἐπείπερ ἐκ τῆς κατὰ φύσιν ἐγεννήθην ζωῆς, Θεὸς ὢν Λόγος ζῶν, καὶ ἄνθρωπος γεγονὼς τῆς
25ἐμαυτοῦ φύσεως τὸν ἐμὸν ἐμπλήσας ναὸν, τουτέστι, τὸ σῶμα. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὅταν ἐμὴν ἐσθίων σάρκα, ζήσει δι’ ἐμὲ, ὅλος εἰς ἐμὲ μεταστοιχειούμενος τὸν ζωογονεῖν ἰσχύοντα, διὰ τὸ ἐκ ῥίζης εἶναι τῆς ζωοποιοῦ τοῦ Θεοῦ καὶ Πατρός. Ἀμμωνίου Πρεσβυτέρου. Φύσει ζωή ἐστιν ὁ Χριστὸς, οὐ παρ’
30ἑτέρου λαβὼν τὸ ζῇν· τοῦτο γὰρ ζῶον καλεῖται· οὔτε οὖν τὸ τοῦ ζώου ὄνομα τάττεται ἐπὶ Θεοῦ, οὔτε τὸ τῆς ζωῆς ἐπὶ τῆς κτίσεως. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων. Διδύμου. Οὐρανὸν λέγει σημαίνεσθαι τὴν ὡσανεὶ περιωπὴν καὶ
κατάστασιν τοῦ Θεοῦ, ἥτις οὐχ ἑτέρα τῆς νοητῆς αὐτοῦ οὐσίας τυγ‐255

256

χάνει. ζωῆς δὲ ἄρτος ὁ καταβαίνων, ὁ τοῦ Θεοῦ θρεπτικὸς λόγος ἐστὶ, ὃν ἐσθίει ὁ πρὸς αὐτὸν ἐρχόμενος τὸ τὴν ἀρετὴν ἐνεργεῖν· ἐπειδὴ οὐ μόνον διὰ πράξεως ἰέναι δεῖ πρὸς αὐτὸν, ἀλλὰ καὶ ἐπιστημονικῶς πιστεύοντα κατὰ θεωρίαν ἀληθῆ. πίνει τις ἐξ αὐτοῦ, ἐκ πηγῆς
5ὕδωρ ζῶν, καὶ ἐξ ἀμπέλου “οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου,” ὅθεν κατὰ τὴν πρακτικὴν ἀρετὴν μεταλαμβάνοντες ἐσθίομεν, κατὰ δὲ τὴν διανοητικὴν πίνομεν, ὡς ἀεὶ ζωὴν κεκορεσμένους, καὶ μηδέ‐ ποτε διψεῖν πεπωκότας ἀπ’ αὐτοῦ. Συνεχῶς δὲ περιστρέφει τὸ “οἱ πατέρες ὑμῶν ἔφαγον τὸ
10“μάννα ἐν τῇ ἐρήμῳ” καὶ τὰ ἑξῆς, ὥστε αὐτὸ ἐντυπῶσαι τῇ τῶν ἀκουόντων διανοίᾳ πρὸς τὸ λογίζεσθαι, ὅτι εἰ δυνατὸν ἐγένετο ἐν τεσσαράκοντα ἔτεσιν ἀμητοῦ χωρὶς καὶ σίτου καὶ τῆς ἄλλης ἀκολουθίας διακρατῆσαι τὴν ἐκείνων ζωὴν, πολλῷ μᾶλλον νῦν, ἅτε ἐπὶ μείζοσι παραγενόμενος, δυνήσεται τοῦτο.
15 Ζωῆς δὲ πανταχοῦ μέμνηται, ἐπειδὴ τοῦτο ποθεινὸν ἀνθρώποις, καὶ οὐδὲν οὕτως ἡδὺ, ὡς τὸ μὴ ἀποθανεῖν. Τίνος ἕνεκεν συναγωγῇ ἐδίδασκεν καὶ ἐν ἱερῷ; ὁμοῦ μὲν τὸ πλῆθος αὐτῶν θηρεῦσαι θέλων, ὁμοῦ δὲ καὶ δεικνὺς, ὅτι οὐκ ἐναν‐ τίος ἐστὶ τῷ Πατρί.
20 Διὰ τί δὲ τοὺς τοιούτους λόγους εἰς μέσον προέφερε, καίτοιγε μηδενὸς ἐξ αὐτῶν οἰκοδομηθέντος, μᾶλλον δὲ καὶ τοῖς οἰκοδομηθεῖσι λυμαινομένων. Πολλοὶ γάρ, φησιν, ἐκ τῶν μαθητῶν αὐτοῦ ἀκού‐ σαντες εἶπον, “σκληρός ἐστιν οὗτος ὁ λόγος,” καὶ τὰ ἑξῆς. Τί οὖν τὸ χρήσιμον τῶν ῥημάτων; πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον.
25Ἐπειδὴ γὰρ ἐπέκειντο τροφὴν αἰτοῦντες αὐτὸν σωματικὴν, καὶ τῆς ἐπὶ τῶν προγόνων παρασχεθείσης αὐτοῖς ἀναμιμνήσκοντες, δείκνυσιν ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ τῶν πραγμά‐ των ἀλήθεια ἡ παροῦσά ἐστι. Διὸ συνεχῶς μέμνηται τροφῆς πνευματικῆς.
30 Τί δέ ἐστι “σκληρός;” τραχὺς, ἐπίπονος, μόχθον ἔχων. καὶ μὴν οὐδὲν τοιοῦτον ἔλεγεν, οὐδὲ περὶ πολιτείας διελέγετο, ἀλλὰ περὶ δογμάτων, ἄνω καὶ κάτω στρέφων τὴν πίστιν τὴν εἰς αὐτὸν, τουτέστι, διδάσκων.
Ἀμμωνίου Πρεσβυτέρου. Μὴ νοοῦντες τὰ λεγόμενα, οὔτε256

257

ἐρωτῆσαι καὶ μαθεῖν ἠνείχοντο. Τοῦτο εἶπον, ἐπειδὴ ἀνθρωπινότε‐ ρον ἤκουον τὸν τοῦ Κυρίου λόγον. Θεοδώρου Ἡρακλείας Ὁμοίως Καὶ Ἀπολιναρίου. “Σκλη‐ “ρὸς ὁ λόγος” ὀνομαζόμενος σαρκοφάγους τινὰς καὶ αἱμοβόρους
5ἀκούοντας ἀποτελεῖν. “Τοῖς δὲ πνευματικῶς τὰ πνευματικὰ ἐκλαμβάνουσιν οὐδὲν ἐφαίνετο σκληρὸν, ἀλλὰ ῥήματα εὐσεβείας ὑπάρχοντα τὴν αἰώνιον αὐτοῖς πρυτανεύοντα ζωήν. Ἐπειδὴ δὲ τῆς θεότητος αὐτοῦ, καὶ τοῦτό ἐστι τὸ τὰ ἀπόρρητα φέρειν εἰς μέσον, ἔλεγεν αὐτοῖς, “τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν
10“οὖν θεωρεῖτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρό‐ “τερον·” διὰ τοῦτο ἀπάγων αὐτοὺς τοῦ νομίζειν αὐτοῦ πατέρα τὸν Ἰωσὴφ ὑπάρχειν. Ὁ γὰρ πεισθεὶς ὅτι ἐκ τοῦ οὐρανοῦ κατα‐ βέβηκε καὶ ἐκεῖ ἀναβήσεται, εὐκολώτερον ἂν προσχῇ τοῖς λεγο‐ μένοις.
15 Ἀμμωνίου Πρεσβυτέρου. Ὁ σαρκωθεὶς Θεὸς, αὐτός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου, οὐ μὴν αὐτὸ τὸ σῶμα καλεῖται υἱὸς ἀνθρώπου, ὡς κακῶς δογματίζων Μάρκελλός φησι· λέγων ἑαυτὸν ἐξ οὐρανοῦ καταβεβηκέναι, διδάσκει ὅτι Θεὸς ἦν, κἂν ἐν σαρκὶ ὁρᾶται, καὶ ὅτι ἡ σὰρξ αὐτοῦ ζωοποιός ἐστι.
20 Τί ἐστιν ὅπερ εἶπε, “τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ “οὐκ ὠφελεῖ οὐδέν;” τὸ πνευματικῶς αὐτοὺς ἀκούειν τῶν παρ’ αὐτοῦ λεγομένων. Ὁ γὰρ σαρκικῶς ἀκούων, οὐδὲν ὠφεληθήσεται· σαρκικὸν δέ ἐστι τὸ ἀμφισβητεῖν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέ‐ βηκε, καὶ πῶς δύναται δοῦναι τὴν σάρκα φαγεῖν, ἅπερ ἔδει
25μυστικῶς νοεῖν καὶ πνευματικῶς· διὸ καὶ ἐπήγαγε, “τὰ ῥήματα, “ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή·” τοῦτ’ ἔστι, πνευματικά ἐστιν, οὐδὲν ἔχοντα σαρκικὸν, καὶ ζωὴν αἰώνιον παρέ‐ χοντα. Τὸ δὲ “εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσι,” τὸ σύνηθες
30αὐτοῦ τοῖς λόγοις ἀξίωμα δηλοῖ, ὅτι τὰ μέλλοντα προλέγει, καὶ δεικνύει πᾶσιν ὅτι οὐ τῆς παρ’ ἐκείνου δόξης ἐφιέμενος ταῦτα ἔλεγεν, ἀλλ’ αὐτῶν κηδόμενος. Εἰπὼν δὲ “τινὲς,” τοὺς μαθητὰς
ὑπεξήγαγε, διὸ καὶ ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων· “ᾔδει γὰρ257

258

“ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες,” καὶ τὰ ἑξῆς· τὸ δὲ “ἐξ ἀρχῆς” οὐχ ἁπλῶς ἐνταῦθα πρόσκειται, ἀλλ’ ἵνα μάθω‐ μεν αὐτοῦ τὴν πρὸ καταβολῆς κόσμου πρόγνωσιν, ὅτι ᾔδει αὐτῶν ἐκ τότε τὸν γογγυσμὸν καὶ τὸ εὐσκανδάλιστον· ἔτι δὲ καὶ τοῦ
5προδότου τὴν πονηρίαν, ὅπερ ἦν ἀληθοῦς θεότητος ἔνδειξις. Ὅταν δὲ ἀκούσωμεν ὅτι ἔδωκεν ὁ Πατὴρ, μὴ ἀποκλήρωσίν τινα ἁπλῶς νομίσωμεν, ἀλλ’ ἐκεῖνο πιστεύομεν, ὅτι ὁ παρασχὼν ἑαυτὸν ἄξιον τοῦ λαβεῖν, αὐτὸς ἔλαβε. Τί δηλοῖ ὅπερ φησὶν ὁ Εὐαγγελιστής, ὅτι “πολλοὶ τῶν μα‐
10“θητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω;” ὅτι ἀποσχίσαντες ἑαυτοὺς καὶ τοῦ διδασκάλου χωρίσαντες, καὶ ἣν εἶχον πίστιν ἀπώλεσαν, ἀλλ’ οὐχὶ οἱ δώδεκα τοῦτο ἔπαθον. Αὐτὸς δὲ δεικνὺς ὅτι οὐ δέεταί τινος, οὐδὲ τῆς παρ’ αὐτῶν τού‐ των τῶν δώδεκα διακονίας ἢ θεραπείας, λέγει πρὸς αὐτοὺς, “μὴ
15“καὶ ὑμεῖς θέλετε ὑπάγειν;” Διὰ τί δὲ αὐτοὺς οὐκ ἐπῄνεσεν, οὐδὲ ἐθαύμασεν; ὁμοῦ μὲν τὸ τῷ διδασκάλῳ πρέπον ἀξίωμα τη‐ ρῶν, ὁμοῦ δὲ δεικνὺς, ὅτι διὰ τούτου μᾶλλον ἐφέλκεσθαι ἔνι τοῦ τρόπου. Εἰ μὲν γὰρ ἐπῄνεσε, κἂν ἔπαθόν τι ἀνθρώπινον, χάριν διδόναι· τὸ δὲ δεικνύναι μὴ δεόμενον αὐτὸν τῆς ἀκολουθήσεως
20αὐτῶν, κατεῖχε μᾶλλον. Χρὴ δὲ σκοπῆσαι πῶς αὐτὸ συνετῶς εἴρηκεν· οὐ γὰρ εἶπεν, ἀπέλθετε, τοῦτο γὰρ ἀπωθούμενον ἦν, ἀλλ’ ἠρώτησε, “μὴ θέλετε “ὑπάγειν;” ὅπερ πᾶσαν ἀφαιροῦντος ἦν βίαν καὶ ἀνάγκην, καὶ οὐ βουλόμενος αἰδοῖ τινι αὐτοὺς προσηρτῆσθαι, ἀλλὰ μετὰ τοῦ
25χάριν εἰδέναι. Ὡς ἀληθῶς δὲ φιλόστοργος καὶ φιλάδελφος ὁ Πέτρος ὑπάρχων, ὑπὲρ παντὸς ἀπολογεῖται τοῦ χοροῦ. Οὐ γὰρ εἶπε, Κύριε, πρὸς τίνα ἀπελεύσομαι, καὶ ὅτι ἔγνωκα καὶ πεπί‐ στευκα, ἀλλὰ, “Κύριε, πρὸς τίνα ἀπελευσόμεθα,” καὶ τὰ ἑξῆς. Ἤδη γὰρ τὴν ἀνάστασιν οὗτοι παρεδέξαντο, καὶ τὴν κλῆσιν ἅπα‐
30σαν. Διὸ οὐ τὰ ῥήματα τοῦ Χριστοῦ ἦν τὰ σκανδαλίζοντα, ἀλλὰ ἡ ἀπροσεξία καὶ ἡ ῥαθυμία, καὶ ἡ ἀγνωμοσύνη τῶν ἀκουόν‐ των. Καὶ γὰρ οὗτοι μετ’ ἐκείνων ἤκουον, ὅμως οὐκ ἐσκανδαλίσθη‐ σαν, ἀλλ’ ἔμειναν. “Ῥήματα” δὲ αὐτὸν “ζωῆς αἰωνίου” ἔχειν εἶπεν, ἐπειδὴ ἤκου‐
35σεν αὐτοῦ λέγοντος, ὅτι “τὸν πιστεύοντα εἰς ἐμὲ ἀναστήσω, καὶ258

259

“ἕξει ζωὴν αἰώνιον.” Οὐκ ἐπῄνεσε δὲ αὐτὸν νῦν ὁ Χριστὸς, ὥσπερ ἀλλαχοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ δόξῃ διὰ τὸ ἐμμεῖναι αὐτοὺς σὺν αὐτῷ κολακεύων τινὰ αὐτῶν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, οὐκ ἐγὼ ὑμᾶς τοὺς δω‐
5δέκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; Ἐξαίρει δὲ τοῦ χοροῦ τὸν Ἰούδαν, τοῦτο μὲν διὰ τὸ εἰπεῖν τὸν Πέτρον, ὅτι καὶ ἡμεῖς πεπιστεύκαμεν, ὡς οὐκ ὄντος ἐκείνου ἐν τούτῳ αὐτοῖς συνηριθμημένου, τοῦτο δὲ καὶ πόρρωθεν τοῦ προδό‐ του τὴν κακίαν ἀνακρουόμενος· εἰδὼς μὲν ὅτι οὐδὲν ὀνήσει· τὸ δὲ
10αὐτοῦ πράττων. καὶ οὔτε αὐτὸν φανερὸν ἐποίησεν, οὔτε λαθεῖν εἴασεν, ἐκεῖνο μὲν ἵνα μὴ ἀπαναισχυντήσῃ καὶ φιλονεικότερος γένηται, τοῦτο δὲ ἵνα μὴ νομίζων λανθάνειν ἀδεῶς ἐργάζηται τὸ τόλμημα. Ἐκ τούτου δὲ καὶ τοῦτο μανθάνομεν, ὅτι οὐκ ἀνάγκῃ καὶ βίᾳ ποιεῖν εἴωθεν ἀγαθοὺς ὁ Θεὸς, οὐδὲ ἡ ἐκλογὴ αὐτοῦ βια‐
15στικὴ τῶν μελλόντων ἐστὶ, ἀλλὰ προτρεπτική. Διὸ φανερόν ἐστιν ὅτι ἐν τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται τὸ σωθῆναι καὶ ἀπο‐ λέσθαι. Ἀμμωνίου Πρεσβυτέρου. Ὡς ἀποθαυμάζων τοῦτο εἶπεν ὁ Εὐαγγελιστὴς, ὅτι τοσοῦτον ὁ διάβολος πολεμεῖ, ὡς δυνηθῆναι
20ἕνα τῶν δώδεκα ἀφαρπάσαι τῶν ἐγειράντων νεκροὺς, καὶ δαίμονας διωξάντων, καὶ τῆς ζωοποιοῦ καὶ πνευματικῆς τοῦ Κυρίου δι‐ δασκαλίας ἀπολαυσάντων. Διὰ τί οὐκ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ἀλλ’ ἐν τῇ Γαλι‐ λαίᾳ; καὶ γὰρ ἠδύνατο τοὺς ἐκζητοῦντας αὐτὸν καὶ ἀποκτεῖναι
25Ἰουδαίους καὶ διαλαθεῖν, εἰ δύναται μὲν πάντα ὡς Θεός· οὐκ ἤθελε δὲ τὰ τῆς θεότητος ἐπιδείκνυσθαι μόνον, ἀλλὰ καὶ τὰ τῆς ἀνθρωπότητος, ὅθεν ποτὲ μὲν ἔφευγεν ὡς ἄνθρωπος, ποτὲ δὲ ἐφαί‐ νετο ὡς Θεός. Τῷ τε γὰρ ἐν μέσοις ὄντα τοῖς ἐπιβουλεύουσι μὴ κατέχεσθαι, τὸ ἀκαταγώνιστον αὐτοῦ καὶ ἄμαχον ἐδήλου, τῷ
30τε ὑποστέλλεσθαι τὴν οἰκονομίαν ἐβεβαίου καὶ ἐπιστοῦτο, ἵνα μή τε Παῦλος ὁ Σαμμοσατεὺς ἔχῃ τι λέγειν, μήτε Μαρκίων καὶ οἱ τὰ ἐκείνου νοσοῦντες. Ἀμφοτέρων γὰρ ἐμφράττει τὰ στόματα.
Κυρίλλου. Οὐ δειλίας ἔγκλημα τὴν ἀναχώρησιν λογιούμεθα259

260

τοῦ Χριστοῦ, ἀλλ’ οὐδὲ ἀσθενείας. Διὰ τοῦτο κατηγορήσομεν τοῦ πάντα ἰσχύοντος, τὸν δὲ τῆς οἰκονομίας ἀποδεξώμεθα τρόπον· ἔδει γὰρ οὐ πρόωρον, ἀλλ’ ἐν καιρῷ τῷ ἰδίῳ τὸν ὑπὲρ πάντων ὑπο‐ μεῖναι σταυρόν.
5 Ἀμμωνίου Πρεσβυτέρου. Δείκνυσι τὰ τῆς ἀνθρωπότητος φεύγων τοὺς Ἰουδαίους, καὶ ἐλέγχει Μαρκίωνα καὶ Παῦλον τοὺς εἰρηκότας ὅτι οὐ γέγονεν ὁ τοῦ Θεοῦ Υἱὸς ἄνθρωπος κατὰ ἀλή‐ θειαν. Τίνος δὲ ἕνεκεν ἐν τοῖς πέντε μησὶν οὐδὲν ἡμῖν διηγησάμενος,
10ἀλλ’ ἢ τὸ κατὰ τοὺς ἄρτους σημεῖον καὶ τὴν πρὸς τοὺς φαγόντας γενομένην δημιουργίαν, ὑπερεπήδησεν εἰπὼν, “ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ “τῶν Ἰουδαίων ἡ σκηνοπηγία;” Ὅτι γὰρ οὕτως ἐστὶ, δῆλον ἐκεῖθεν· ὅτε γὰρ εἰς τὸ ὄρος ἐκάθητο, ἦν ἡ ἑορτὴ, φησὶ, τοῦ Πάσχα· ἐνταῦθα δὲ τῆς σκηνοπηγίας μέμνηται. Τί δή ποτε οὖν
15τὰ ἐν μέσῳ παρέλιπε θαύματα; ὅτι οὐκ ἐνῆν ἅπαντα καταλέ‐ γειν, ἄλλως δὲ καὶ ταῦτα λέγειν οἱ Εὐαγγελισταὶ ἐσπουδάκασιν, ὑπὲρ ὧν ἢ μέμψις ἢ ἀντιλογία τις παρὰ τῶν Ἰουδαίων παρηκολού‐ θησεν· ὅθεν ἄξιον θαυμάσαι τὸ φιλάληθες αὐτῶν ἦθος, πῶς οὐκ αἰσχύνονται λέγοντες ταῦτα ἃ δοκεῖ τῷ διδασκάλῳ φέρειν αἰσχύ‐
20νην. Πολλὰ τοίνυν παραδραμὼν σημεῖα καὶ θαύματα καὶ δημη‐ γορίας, περὶ τῶν ἀδελφῶν αὐτοῦ διαλέγεται, ὅτι εἶπον πρὸς αὐτὸν, “μετάβηθι ἐντεῦθεν πρὸς τὴν Ἰουδαίαν” καὶ τὰ ἑξῆς· καὶ δοκεῖ μὲν ἡ ἀρχὴ φίλων εἶναι, πολλῆς δὲ πικρίας τὰ λεγόμενα ἦν. Ἐνταῦθα γὰρ αὐτὸν καὶ δειλίας καὶ φιλοδοξίας σκώπτουσι. Τὸ
25μὲν γὰρ εἰπεῖν, “οὐδείς τι ἐν κρυπτῷ ποιεῖ,” δειλίαν ἐγκαλούντων ἐστὶν, ἅμα καὶ ὑποπτευόντων τὰ γινόμενα ὡς οὐκ ἀληθῶς γινό‐ μενα· τὸ δὲ ζητεῖν ἐν φανερῷ εἶναι, φιλοδοξίαν. Πόθεν δὲ αὐτοῖς ἡ τοσαύτη ἀπιστία; ἀπὸ προαιρέσεως καὶ φθόνου. Τὸ γὰρ συγγενὲς εἴωθέ πως διαφθονεῖσθαι.
30 Ἐξ ἀνεπιγράφου. Οὗτοι οἱ τέως ἀπιστεῖν λεγόμενοι μετὰ τὴν τοῦ πάθους οἰκονομίαν, τοσαύτην μετὰ τῆς θεότητος αὐτοῦ ἔσχον πληροφορίαν, ὡς μὴ μόνον ὁμοίως τοῖς ἄλλοις πιστεῦσαι, ἀλλὰ δὴ καὶ ὑπὲρ αὐτοῦ τὸν περὶ ψυχῆς ἀναδέξασθαι ἀγῶνα. Ἀναγκαίως τοίνυν προσήκει συνορᾷν, ὅτι ἀναμφιβόλως αὐτὸν ἀναστάντα μετὰ
35θάνατον ἑωράκασιν. Οὐ γὰρ ἂν οἱ ἀπιστοῦντες αὐτῷ τὸ πρὶν,260

261

μετὰ θάνατον ἐπίστευσαν, εἰ μὴ βέβαιον πεῖσμα τῆς ἀναστάσεως αὐτοῦ εἰλήφασι. Τίνας δὲ ἐνταῦθα λέγουσι μαθητάς; τὸν ὄχλον τὸν ἑπόμενον, οὐ τοὺς δώδεκα. Αὐτὸς δὲ ὁ φιλάνθρωπος, ὁ ἀνεξίκακος, προσ‐
5ηνῶς φθέγγεται. Οὐ γὰρ εἶπεν, ὑμεῖς τίνες ἐστὲ συμβουλεύ‐ οντες ταῦτα καὶ διδάσκοντες, ἀλλὰ τί φησιν; “ὁ καιρὸς ὁ ἐμὸς “οὔπω πάρεστι,” τουτέστιν ὁ τοῦ σταυροῦ καὶ τοῦ θανάτου, “ὁ δὲ “καιρὸς ὁ ὑμέτερος πάντοτε ἐστὶν ἕτοιμος.” Ὑμεῖς, φησὶ, κἂν ἀεὶ συνῆτε τοῖς Ἰουδαίοις, οὐκ ἀναιρήσουσιν ὑμᾶς, τὰ αὐτὰ ζη‐
10λοῦντα αὐτοῖς, ἐμὲ δὲ εὐθέως βουλήσονται ἀνελεῖν. Ἀπολιναρίου. Ὁ μακαρίζων τοὺς πενθοῦντας ἐπὶ τοῦ παρόν‐ τος αἰῶνος, ἀκολούθως καὶ νυνὶ φθέγγεται κοινόν τι καὶ εἰς ἅπαν‐ τας διαβαῖνον τοὺς ἁγίους, ἐφ’ ἑαυτοῦ λέγων, τὸ μὴ εἶναι καιρὸν ἑορτῆς ἡμῖν, ἐν μέσῳ τῶν παρουσῶν θλίψεων, ἐν ὅσῳ κακία κατα‐
15στρατεύεται, καὶ ἀλήθεια παρὰ τοῖς πλείοσιν ἀθετεῖται, καὶ θέλημα Θεοῦ κατὰ γῆν οὐ κρατεῖ. Διὰ δὲ ταῦτα μὴ εἶναι τὸν ἑαυτοῦ καιρὸν ὁ Κύριος ἔλεγεν. οὐδὲ γὰρ οἷόν τε ἦν συνεορτάζειν πονηροῖς τὸν ἀγαθὸν, οὐδὲ μισοῦσι τὸν μισούμενον. “Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς,” διὰ τί; ὡς τὰ αὐτὰ
20βουλομένους· “ἐμὲ δὲ μισεῖ, ὅτι ἐλέγχω αὐτὸν, ὅτι πονηρὰ “αὐτοῦ ἐστι τὰ ἔργα·” ἐκ τούτων τῶν ῥημάτων δείκνυσιν ὅτι τοῦτο ἐποίει τὸ μῖσος, τὸ πρὸς αὐτὸν ὁ ἔλεγχος ὁ πεπαρρη‐ σιασμένος. Ἀμμωνίου. Κόσμον λέγει τοὺς μισοῦντας τὰ ἐν κόσμῳ.
25Πέμπει δὲ τοὺς ἀδελφοὺς εἰς τὴν ἑορτὴν λέγων, “ὑμεῖς ἀνάβητε “εἰς τὴν ἑορτὴν ταύτην,” δεικνὺς ὅτι οὐκ ἀναγκάζει σὺν αὐτῷ μένειν μὴ βουλομένους. Αὐτὸς δὲ πῶς ἀνέβη, φησὶν, εἰπὼν, “ἐγὼ οὔπω ἀναβαίνω εἰς “τὴν ἑορτὴν ταύτην·” οὐκ εἶπε καθάπαξ, οὐκ ἀναβαίνω, ἀλλὰ
30“νῦν,” τοῦτ’ ἔστι, μεθ’ ὑμῶν. Τὸ δὲ “ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται” δηλοῖ ὅτι ἔδει καὶ σημεῖα γενέσθαι καὶ δημηγορίας λεχθῆναι, ὥστε καὶ ὄχλους πιστεῦσαι πλείονας, καὶ τοὺς μαθητὰς στερροτέρους γενέσθαι, τὴν παρρησίαν ὁρῶντας τοῦ διδασκάλου.
35Οὐκ ἀναβαίνει δὲ μετὰ τῶν ἀδελφῶν, μὴ βουλόμενος δῆλον261

262

ἑαυτὸν καταστῆσαι, καθὼς ἐκεῖνοι ἐβούλοντο, ἀλλὰ μᾶλλον λάθρα, διὰ τὸ ἐκφυγεῖν τὰς τῶν Ἰουδαίων ἐπιβουλάς. Ἠδύνατο μὲν γὰρ καὶ φανερῶς ἀνελθεῖν, καὶ εἰς τὸ μέσον αὐτῶν εἶναι, καὶ κατέχειν αὐτῶν τὴν ὁρμὴν τὴν ἄτακτον, ὡς πολλάκις ἐποίησεν, ἀλλ’ οὐκ
5ἠβούλετο διηνεκῶς τοῦτο ποιῆσαι, ἵνα μὴ μειζόνως τὴν θεότητα ἀπογυμνώσῃ· ἀναβαίνει δὲ, ἵνα μὴ δειλίας εἶναι νομίσωσιν ἐκεῖ‐ νοι τὸ μεῖναι. Ἀμμωνίου Πρεσβυτέρου. Οὐκ ἦν ἴσον ἐν ἀρχῇ τῆς ἑορτῆς ἀναμεῖναι, ζεόντων τῶν Ἰουδαίων, καὶ μετὰ ταῦτα μελλούσης
10λύεσθαι. Οὐκ ἐναντία πεποίηκεν ὧν εἶπεν, οὐ γὰρ ἀνέβη ἑορ‐ τάσων ἀλλὰ συμβουλεύσων· διὸ καὶ λάθρα ἀνέβη, οὐ μετὰ ἱλαρότητος, ᾗ κέχρηνται οἱ πανηγυρίζοντες. καὶ ἐν τῇ παλαιᾷ δὲ εἰπὼν τῷ Μωϋσεῖ “οὐ συναναβήσομαι ὑμῖν,” ὕστερον παρακα‐ λοῦντι Μωϋσεῖ ὑπέσχετο συνεκπορεύεσθαι αὐτοῖς.
15 Τίνος ἕνεκεν ζητοῦντες αὐτὸν οἱ Ἰουδαῖοι, οὐκ ὀνομαστὶ ἔλεγον ποῦ ἐστὶν, ἀλλ’ “ἐκεῖνος;” ὑπὸ πολλοῦ μίσους καὶ τῆς ἀπεχθείας συνεχόμενοι. Χρὴ δὲ σκοπῆσαι, ποίαν εἰς τὴν ἑορτὴν ἐπεδείκνυτο τὴν αἰδῶ καὶ τὴν εὐλάβειαν· ἐν ταύτῃ γὰρ αὐτὸν θηρεῦσαι ἐβού‐ λοντο· τοιαῦτα ἦν αὐτῶν ἐν ταῖς ἑορταῖς τὰ κατορθώματα. Ὁ δὲ
20“γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τοῖς ὄχλοις,” ἐπειδὴ καὶ ἀπὸ τοῦ τόπου οἶμαι παροξύνεσθαι αὐτοὺς, ἔνθα τὸ σημεῖον τοῦ παρα‐ λυτικοῦ ἐγένετο, ὥστε καὶ δεδοικέναι μὴ πάλιν ἐργάσηταί τι τοιοῦτον. “Ἔλεγον δὲ οἱ μὲν, ὅτι ἀγαθός ἐστιν, οἱ δὲ οὒ, ἀλλὰ πλανᾷ
25“τὸν ὄχλον,” τοῦτο δηλοῖ· ὅθεν σαφέστερον τοῦτο δεῖξαι βου‐ λόμενος ὁ Εὐαγγελιστὴς ἐπήγαγε λέγων· “οὐδεὶς μέντοι παρρη‐ “σίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.” Ὁρᾷς πανταχοῦ τὸ μὲν ἀρχικὸν διεφθαρμένον, τοὺς δὲ ἀρχομένους ὑγιαί‐ νοντας τῇ κρίσει, οὐκ ἔχοντας δὲ ἀνδρίαν προσήκουσαν.
30 Διὰ τί δὲ τῆς ἑορτῆς μεσούσης ἀνῆλθεν; ὥστε χαυνῶσαι αὐτῶν τὸν θυμὸν πρὸς τὸ μετὰ σχολῆς ἀκοῦσαι τῶν λεγομένων, μηκέτι τῆς ὀργῆς ἐμφραττούσης τὰ ὦτα αὐτῶν· προσεκτικωτέρους γὰρ αὐτοὺς ἡ ἀναβολὴ ἀπειργάζετο· διὸ ἄφνω παρόντι ἤκουον αὐτοῦ· οἵ τε ἀγαθὸν λέγοντες περὶ αὐτοῦ, οἵ τε πονηρὸν, οἱ μὲν
35πρὸς τὸ κερδῆσαί τι καὶ θαυμάσαι, οἱ δὲ πρὸς τὸ ἐπιλαβέσθαι.262

263

καὶ τινὰς ἐδίδαξεν, οὐκ εἶπεν ὁ Εὐαγγελιστής· ὅτι δὲ θαυμαστῶς εἷλεν αὐτοὺς καὶ μετέβαλε, τοῦτο μόνον λέγει· οὕτω τοσαύτη τῶν λεγομένων ἦν ἡ δύναμις. “Ἐθαύμαζον” γάρ, φησιν, “οἱ Ἰουδαῖοι, καὶ ἔλεγον, πῶς
5“οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;” καὶ τοῦτο δὲ αὐτὸ μετὰ πονηρίας ἔλεγον· οὐ γὰρ εἶπεν ὅτι τὴν διδασκαλίαν ἐθαύμαζον ἢ ὅτι ἐδέχοντο, ἀλλ’ ὅτι διηπόρουν πόθεν οἶδε ταῦτα· ἐχρῆν γὰρ αὐτοὺς συνιδεῖν, ὅτι οὐδὲν ἀνθρώπινον ἦν ἐν αὐτῷ· διὸ αὐτὸς ἀπο‐ κριθεὶς εἶπεν αὐτοῖς, “ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ
10“πέμψαντός με.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. οὐδὲν ἔχω παρηλ‐ λαγμένον, εἰ καὶ ἡ ὑπόστασις ἄλλη, ἀλλ’ οὕτω καὶ λέγω καὶ πράττω, ὡς μὴ νομίζεσθαι ἕτερόν τι παρὰ τὸν Πατέρα, ἀλλὰ τὸ αὐτὸ ὅπερ ἂν ὁ Πατήρ. Εἰ ᾔδεισαν ὅτι αὐτός ἐστιν ἡ σοφία, ὁ ἐν ἀρχῇ Θεὸς Λόγος,
15ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας, τῆς γνώσεως, ὑπάρχουσιν, οὐκ ἂν ἐθαύμασαν, “πῶς γράμματα ᾔδει μὴ μεμαθηκώς;” ἀλλ’ ἔγνωσαν ἂν σαφῶς ὅτι καὶ τοῖς ἄλλοις αὐτὸς τὴν εὕρεσιν καὶ τὴν ἐπιστήμην τῶν γραμμάτων ἐχαρίσατο. Τί δηλοῖ ὅπερ φησὶν, “ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν;”
20ὁ ἐραστὴς τοῦ βίου τοῦ κατ’ ἀρετὴν γνώσεται περὶ τῆς διδαχῆς, ἐὰν θέλῃ, φησὶ, προσέχειν ὁ τοιοῦτος ταῖς προφητείαις, γνώσεται περὶ τῶν λεγομένων παρ’ ἐμοῦ, πότερον τῶν δύο τὸ ἕτερον, ἐάν τε κατ’ αὐτοὺς λαλῶ, ἢ ἀλλότριόν τι καὶ ξένον· τὸ γὰρ ἀπ’ ἐμαυτοῦ ἀεὶ ἐπὶ τούτου κεῖται. Ἐγὼ δὲ, φησὶν, οὐδὲν ἕξω τῶν τῷ Πατρὶ
25δοκούντων λέγω, ἀλλὰ πάντα ἃ αὐτὸς βούλεται, ταῦτα κἀγώ. Διὸ καὶ συλλογισμὸν ἐπήγαγε λέγων, “ὁ ἀφ’ ἑαυτοῦ λαλῶν, τὴν “δόξαν τὴν ἰδίαν ζητεῖ” καὶ τὰ ἑξῆς. ἀπὸ τῶν ἐν συνήθει παι‐ δεύων, ὅτι ὁ βουλόμενος, φησὶ, τινὰ ἰδίαν στῆσαι διδασκαλίαν, δι’ οὐδὲν ἕτερον τοῦτο ποιεῖ, ἀλλ’ ἢ ὥστε τὴν δόξαν αὐτὸς καρπώ‐
30σασθαι. Εἰ δὲ ἐγὼ, φησὶν, οὐ βούλομαι καρπώσασθαι δόξαν, ἀλλὰ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶν, τίνος ἕνεκεν βουλοίμην ἂν ἕτερα διδάσκειν; Χρὴ δὲ σκοπῆσαι, ὅτι τοῦ μὲν ταπεινὰ φθέγγεσθαι αὐτὸν πολλαί εἰσιν αἰτίαι· οἷον διὰ τὸ μὴ ἀγέννητον αὐτὸν νομισθῆναι,
35διὰ τὸ μὴ ἀντίθεον, διὰ τὸ σάρκα περιβεβλῆσθαι, διὰ τὸ ἀσθενὲς263

264

τῶν ἀκουόντων, διὰ τὸ διδάσκειν τοὺς ἀνθρώπους μετριάζειν, καὶ μηδὲν περὶ αὐτοῦ λέγειν μέγα· τὸ δὲ ὑψηλὸν φθέγγεσθαι μίαν ἂν εὕροι τις αἰτίαν διὰ τὸ μέγεθος τῆς θείας αὐτοῦ φύσεως. Ποίαν ἀκολουθίαν ἔχει πρὸς τὰ πρότερα ὅπερ εἶπεν, “οὐ Μωϋσῆς ἔδωκεν
5“ὑμῖν τὸν νόμον” καὶ τὰ ἑξῆς; μεγίστην μὲν οὖν· ἐπειδὴ γὰρ ἐνεκάλουν αὐτῷ ὅτι τὸ σάββατον ἔλυε, πρὸς τοῦτο ἵσταται, ὡσα‐ νεὶ ἔλεγεν, ὁ νόμος εἶπεν, οὐ φονεύσεις, ὑμεῖς δὲ φονεύετε· ἀφέντες οὖν τὸ ἑαυτοὺς καταδικάζειν περὶ τούτου, ἐμοὶ ἐγκαλεῖτε ὡς παρα‐ βαίνοντι τὸν νόμον, ὅτι ἐθεράπευσα ἄνθρωπον ἐν σαββάτῳ. Τὸ
10δὲ “οὐδεὶς ἐξ ὑμῶν” εἶπεν, ὅτι πάντες αὐτὸν, πρὸς οὓς διελέ‐ γετο, ἐζήτουν ἀποκτεῖναι· καὶ αὐτὸς μὲν πρᾳείᾳ τῇ φωνῇ διε‐ λέγετο, ἐκεῖνοι δὲ μετὰ θράσους καὶ ὀργῆς, νομίζοντες διὰ τούτου προκαταπλήττειν αὐτὸν, ἀπεκρίναντο, “δαιμόνιον ἔχεις· τίς σε “ζητεῖ ἀποκτεῖναι;” πάλιν τῆς ἀπολογίας ἅπτεται τῆς ἀπὸ τοῦ
15σαββάτου. Ἀμμωνίου. Κύριος ὢν Μωϋσέως καὶ τοῦ νόμου, διὰ τὸ ἀσθενὲς τῶν Ἰουδαίων, οἱονεὶ ἀπαλλοτριοῖ ἑαυτὸν τοῦ νόμου, Μωυσέως αὐτὸν καλῶν· οὐ γὰρ ἠδύναντο ἀκοῦσαι ὅτι φύσει Θεὸς ἦν, οὔτε τὸ βαθὺ τῆς οἰκονομίας μυστήριον.
20 Θεοδώρου. Ἐκεῖνος μὲν γὰρ νομοθετῶν, μιαιφονίας ἀπέχεσθαι κελεύει· ὑμεῖς δὲ δι’ ἀκρότητα πονηρίας περὶ τῆς ἐμῆς ἀναιρέ‐ σεως βουλεύεσθε. ἀπὸ τοῦ λόγου συλλογιζόμενος πρὸς αὐτούς φησιν, “ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε,” τουτέστι, ταράττεσθε, θορυβεῖσθε.
25 Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν, ἀλλ’ ἐκ τῶν πατέρων, καὶ τὰ ἑξῆς. Διὰ τί οὖν, φησὶν, οὐδεὶς ἐνεκάλεσε Μωϋσεῖ ἢ ἠπείθησε κελεύ‐ οντι διὰ τὴν περιτομὴν τὸ σάββατον λύεσθαι; δηλονότι ὡς τοῦ σαββάτου περιτομῆς οὔσης κυριωτέρας, καίτοι οὐκ ἔστι τοῦ νόμου
30ἡ περιτομὴ, ἀλλ’ ἐκ τῶν πατέρων, ἔξωθεν ἐπεισενεχθεῖσα τῷ νόμῳ. Εἰ τοίνυν, φησὶν, ἐκεῖνος ἀνέχεται τοῦ οἰκείου νόμου ἐντολὴν εἶναι κυριωτέραν, καὶ ταύτην οὐδὲ νομικὴν, ὑμεῖς οἱ οὐδὲ νομοθέται, διὰ τί πέρα τοῦ μέτρου ἐκδικεῖτε τὸν νόμον, καὶ δοκεῖτε βοηθεῖν
αὐτῷ;264

265

Τί ἐστιν “εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ,” καὶ τὰ ἑξῆς; Εἰ ἔδει, φησὶν, εἶναι βέβαιον τὸν νόμον, οὐκ ἂν ἡ περιτομὴ κυριωτέρα ἦν αὐτοῦ. Ταῦτα δὲ ἔλεγε θέλων δεῖξαι, ὅτι μεῖζον ἔργον ἐποίησε τῆς περιτομῆς αὐτὸς, ὑγιῆ ἀποκαταστήσας
5τὸν παράλυτον. οὐκ εἶπε δὲ αὐτὸς φανερῶς αὐτοῖς τὴν κρίσιν ἐπι‐ τρέπων. Διὰ δὲ τοῦ εἰπεῖν ὅλον ἄνθρωπον, δείκνυσι μερικὴν ὑγείαν οὖσαν τὴν περιτομὴν πρὸς τὴν τοῦ παραλυτικοῦ τελείαν γενομένην. Ἀμμωνίου Πρεσβυτέρου. Τί ταράττεσθε; οὐ γὰρ τὸ ὑγιάσαι τὸν παράλυτον ἐποίει λύσιν τοῦ σαββάτου, ἀλλὰ τὸ μὴ θεραπεῦ‐
10σαι. Ὅτε, φησὶ, σημεῖον λαμβάνει ἄνθρωπος ὀδύνην ἐμποιοῦν, οὐδεὶς ἀγανακτεῖ λυομένου τοῦ νόμου, ὧδε δὲ ὅλου ἀνθρώπου ὑγι‐ ασθέντος, δυσχεραίνετε ὡς παρανομίας γενομένης. Θεοδώρου Ἡρακλείας. Τίς γὰρ οὐκ οἶδεν, ὡς ἐκεῖνοι μὲν ἐν χειρὶ ἐνεργοῦντες, καὶ σιδήρῳ περιτέμνοντες, καὶ σάρκα ἀκρωτη‐
15ριάζοντες, τὸ σάββατον ἀληθῶς διὰ τῆς πράξεως ἐβεβήλουν; αὐτὸς δὲ ψιλῷ ῥήματι καὶ ἐξουσίᾳ θεραπεύσας, ἔδειξε διὰ τῆς παραδοξοποιΐας, ὅτι καὶ τοῦ σαββάτου Κύριος ὑπῆρχε. Τὸ δὲ, “μὴ κρίνετε κατ’ ὄψιν,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, μὴ ἐπειδὴ, φησὶ, τὸν Μωϋσῆ μείζονά μου εἶναι νομίζετε, ἀπὸ τοῦ ἀξιώματος
20φέρετε τὴν ψῆφον, ἀλλ’ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως· τοῦτο γάρ ἐστι δικαίως κρῖναι. Τίνος ἕνεκεν προσκεῖται “τῶν Ἱεροσολυμιτῶν” οἷον ὅτι “ἔλεγόν “τινες ἐκ τῶν Ἱεροσολυμιτῶν,” καὶ τὰ ἑξῆς; δείκνυσιν ὁ Εὐαγγε‐ λιστὴς, ὅτι οἱ μάλιστα τῶν μεγάλων ἀπολελαυκότες σημείων,
25οὗτοι πάντων ἦσαν ἐλεεινότεροι, οἳ τῆς θεότητος αὐτοῦ σημεῖον ἑωρακότες μέγιστον, τουτέστιν, ὅτι τοὺς ἀπειλοῦντας αὐτῷ καὶ ζητοῦντας ἀνελεῖν, καὶ ἐν χερσὶ κατέχοντας βλέποντες ἡσυχά‐ ζοντας, οὗτοι τὸ πᾶν τῇ κρίσει τῶν ἀρχόντων ἐπέτρεπον λέγοντες, “μή ποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι αὐτός ἐστιν ὁ Χρι‐
30“στός;” καὶ περὶ μὲν ἐκείνων ταῦτα ἔλεγον, αὐτοὶ δὲ τὴν ἐναν‐ τίαν ψῆφον ἔφερον λέγοντες, “ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστὶ,” καὶ τὰ ἑξῆς. Τί τῆς πονηρίας ταύτης ἴσον γένοιτ’ ἄν; ὅτι γινώσκοντες ἐκ τῆς Βηθλεὲμ ἔρχεσθαι τὸν Χριστὸν, νῦν λέγουσιν ὅτι “ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.”
35Ἀμμωνίου Πρεσβυτέρου. Ἐλέγχουσι τούτοις θέλοντας αὐτὸν265

266

ἀποκτεῖναι, καὶ ἀρνουμένους μένειν, ψευδομένους δὲ, τὸν δὲ Χρι‐ στὸν ἀληθεύοντα περὶ τούτου. Καὶ ἐπειδὴ τὸ “οἴδαμεν τοῦτον πόθεν “ἐστὶ,” δι’ οὐδὲν ἕτερον λέγει, ἀλλ’ ἢ ὅτι ἐκ τῆς γῆς ἐστι, δεῖξαι θέλοντες καὶ ὅτι τοῦ τέκτονος υἱὸς, διὰ τοῦτο αὐτὸς ἀνῆγεν αὐτοὺς
5εἰς τὸν οὐρανὸν, λέγων, “καὶ ἐμὲ οἴδατε πόθεν εἰμὶ, καὶ ἀπ’ “ἐμαυτοῦ οὐκ ἐλήλυθα,” καὶ τὰ ἑξῆς, τοῦτ’ ἔστιν, οὐκ ἐντεῦθέν εἰμι, ἀλλ’ ὅθεν ὁ πέμψας με, καὶ ὅτι οἴδατε, ὅτι παρὰ τοῦ Πα‐ τρὸς ἀπεστάλην, εἰ καὶ μὴ τοῦτο ἐκκαλύπτετε. Κυρίλλου. Πόθεν κινούμενοι, πῆ μὲν ἔλεγον, “οἴδαμεν πόθεν
10“ἐστὶ,” πῆ δὲ, “ὁ Χριστὸς ὅταν ἔρχηται, οὐκ οἴδαμεν πόθεν ἐστίν·” οὐκ ἐνενόησαν ὡς εἰκὸς, ὅτι διπλοῦς παρὰ τοῖς ἁγίοις προφήταις ὁ περὶ αὐτοῦ λόγος εὑρίσκεται· ὅτι μὲν γὰρ παρέσται μετὰ σαρκὸς ἐν τῷδε τῷ βίῳ, σημαίνουσι, καὶ φανερὰν αὐτοῦ καθιστῶσι τὴν ἐκ παρθένου γέννησιν, τὴν δὲ ἐκ Θεοῦ καὶ Πατρὸς ἄρρητον γέννησιν·
15ἢ ἐκεῖνό φασι, “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται “ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ,” ἢ τὸ ῥηθὲν ὑπὸ ἑτέρου προφήτου, “καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς, ἐξ ἡμερῶν αἰῶνος.” Ἐξόδους γὰρ ἐνταῦθα τοῦ μονογενοῦς τὴν ὡς ἐκ φωτὸς ἀνάληψιν, καὶ πρὸ παντὸς αἰῶνος καὶ ἡμέρας καὶ ῥοπῆς εἰς ἰδίαν ὕπαρξιν, ἐκδρομὴν
20ὥσπερ τινὰ ἀπὸ τῆς τοῦ τεκόντος οὐσίας σημαίνει. Ἀμμωνίου Πρεσβυτέρου. Καλῶς λέγεται ὅτι ὅταν ἔλθῃ ὁ Χριστὸς, οὐδεὶς γινώσκει πόθεν ἐστίν· ὁ γὰρ ἀληθινὸς Θεὸς ἐξ οὗ εἰμι ἠγνόηται ὑμῖν, καὶ οὐδὲν ἀπεικὸς εἰ ἀγνοεῖτέ με ὅτι ἐγώ εἰμι ὁ Χριστὸς, οὐκ εἰδότες τὸν ἐξ οὗ εἰμι.
25 Θεοδώρου Ἡρακλείας. Τὸ μὲν εἰδέναι αὐτὸν, καὶ πόθεν ἐλή‐ λυθεν, ὡς ἀκρίτως λέγουσι συνεχώρει, ἀγνοοῦντας μέντοι τὸν ἀπο‐ στείλαντα διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν ἐλέγχει, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸν γινώσκειν τὸν Πατέρα, καὶ ὑπ’ ἐκείνου ἀπεστάλθαι διὰ τῶν ἔργων ἐδείκνυεν.
30 Εἰπὼν δὲ ὅτι “ὃν ὑμεῖς οὐκ οἴδατε,” ἄγνοιαν ἐνταῦθα τὴν διὰ τῶν ἔργων λέγει, καὶ ὡς ὁ Παῦλός φησι, “Θεὸν ὁμολογοῦσιν “εἰδέναι, τοῖς δὲ ἔργοις ἀγνοοῦσι. Οὐ γὰρ ἀγνοίας ἦν τὸ ἁμάρ‐ τημα, ἀλλὰ κακίας καὶ πονηρᾶς γνώμης. Τὸ δὲ “παρ’ αὐτοῦ εἰμι,” ἀντὶ τοῦ μετ’ αὐτοῦ λέγει. Τοῦτο
35δὲ εἶπεν ὥστε μὴ νομισθῆναι ἀλλότριος τοῦ Θεοῦ.266

267

Θέλων δὲ δεῖξαι αὐτοὺς ὁ Εὐαγγελιστὴς ἀοράτως κατεχομέ‐ νους, ἐπήγαγε λέγων, “ἐζήτουν οὖν αὐτὸν πιάσαι” καὶ τὰ ἑξῆς. Διὰ τί δὲ μὴ εἶπε, κατεῖχεν αὐτοὺς ἀοράτως, ἀλλ’ “ὅτι οὔπω “ἐληλύθει ἡ ὥρα αὐτοῦ;” ἀνθρωπινότερον διαλεγόμενος, διὰ τὸ
5ὑψηλὰ λέγειν αὐτὸν συνεχῶς, τούτου ἕνεκεν τοιαῦτα παραστέλλει. Ἀμμωνίου. Διὰ τούτου μανθάνομεν ὅτι ἑκὼν ἔπαθε, καὶ οὐκ ἐκ πλεονεξίας Ἰουδαϊκῆς συλληφθείς. Ὥραν λέγων τὴν εὔκαιρον τῶν πραγμάτων ἐκάλει. Σευήρου Ἀντιοχείας ἀπολογητ. Τοῦτο εἴρηται, ὅπως μάθω‐
10μεν, ὅτι καὶ πολλάκις οἱ Ἰουδαῖοι προελόμενοι κατασχεῖν ἄκοντα, οὐ κατέσχον, ἀλλ’ ὅτε αὐτὸς ἠβουλήθη καὶ κατὰ τὴν ὥραν ἣν ἐδικαίωσε, καὶ ἡνίκα τὸ παθεῖν εὔκαιρον ἐλογίσατο· πάντα γὰρ ἐξ ἀρχῆς κατὰ καιρὸν καὶ ἁρμοδίοις διέθηκέ τε καὶ ᾠκονόμησε, οἷον, ἔδει δοθῆναι τὸν νόμον, ἀλλ’ ἐν καιρῷ τῷ προσήκοντι, τοὺς
15προφήτας ὁμοίως, τὸ Εὐαγγέλιον. Τὸ οὖν τῆς ὥρας ὄνομα, τὸ ἀκριβὲς τῆς προνοίας καὶ τῆς σοφίας τοῦ Σωτῆρος ἐνδείκνυται. Περὶ ποίων σημείων λέγουσιν οἱ εἰς αὐτὸν πιστεύσαντες ἐκ τοῦ ὄχλου “ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσῃ ὧν “οὗτος ἐποίησε·” καὶ γὰρ τρία μόνα διηγήσατο ὁ Εὐαγγελιστὴς,
20τὸ τοῦ οἴνου, καὶ τὸ τοῦ υἱοῦ τοῦ βασιλικοῦ, καὶ τὸ τοῦ παραλυτι‐ κοῦ; πάντως περὶ ὧν, ὡς προεῖπον, παρέδραμον οἱ Εὐαγγελισταὶ, πολλῶν ὄντων καὶ μεγάλων. καὶ οἱ μὲν ἄρχοντες ἐζήτουν αὐτὸν ἀνελεῖν· τὸ δὲ πλῆθος μᾶλλον ἐπίστευσεν εἰς αὐτὸν, πλὴν οὐδὲ αὕτη ὑγιὴς ἦν ἡ πίστις, ἀλλ’ ὡς πλήθους χυδαίου· τὸ γὰρ λέγειν
25“ὅταν ἔλθῃ,” οὐ σφόδρα πεπεισμένον ἦν τοῦ εἶναι τὸν Χριστόν. ἢ τοῦτο οὖν ἐστιν εἰπεῖν ὅτι κατὰ συνδρομὴν εἴρηται παρὰ τῶν ὄχλων· ὡς γὰρ τῶν ἀρχόντων ἄνω καὶ κάτω σπουδαζόντων δεῖξαι οὐκ ὄντα αὐτὸν Χριστὸν, οὗτοί φησι, μὴ τούτων βελτίων ἐστὶν ἐκεῖνος; Τίνος ἕνεκεν οὐχ οἱ Φαρισαῖοι καὶ οἱ ἄρχοντες αὐτὸν ἐπίασαν,
30ἀλλὰ τοὺς ὑπηρέτας ἀπέστειλαν τοῦτο ποιῆσαι; ἐπειδὴ οὐκ ἐτόλμων ἐκεῖνοι, τὸν κίνδυνον ὑφορώμενοι. διὰ τοῦτο τοὺς διακονου‐ μένους ἐκδότους ἀπέστελλον, αὐτὸς δὲ ὡς μακρόθυμος, καίπερ δυνάμενος ἐπικάμψαι καὶ φοβῆσαι, μᾶλλον ταπεινοφροσύνης γέ‐ μοντα ῥήματα φθέγγεται τὸ “ἔτι μικρὸν χρόνον,” καὶ τὰ ἑξῆς.
35Ἀμμωνίου Πρεσβυτέρου. Δι’ ὧν ἐγόγγυζον φαίνονται ἀπο‐267

268

δεχόμενοι τὸν Χριστὸν, καὶ θέλοντες ἀπὸ τῶν ἡγουμένων ἀποσχί‐ σαι, ὅπερ αἰσθόμενοι οἱ ἡγούμενοι ἔπεμψαν συλλαβέσθαι αὐτὸν, διὰ τοῦτο μόνον ὅτι ἐπιστεύετο εἶναι Χριστὸς, ἵνα αὐτὸν ἀνέλωσι. Τὸ δὲ “ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμι,” τοῦτο σημαίνει· τί
5σπουδάζετέ με ἀνελεῖν καὶ διῶξαι; μικρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ θελόντων με κατέχειν ἀνέξομαι. καὶ οὐκ εἶπεν ἁπλῶς, ἐν‐ ταῦθά εἰμι, ἀλλὰ “μεθ’ ὑμῶν εἰμι,” τουτέστι, κἂν διώκητέ με, κἂν ἐλαύνητε, οὐ παύσωμαι τὰ ὑπὲρ ὑμῶν οἰκονομῶν καὶ τὰ πρὸς σωτηρίαν λέγων.
10 Τὸ δὲ “ὑπάγω πρὸς τὸν πέμψαντά με,” διὰ τοῦτο εἶπεν, ἵνα μή τις θάνατον κοινὸν νομίσῃ τὸ παρ’ αὐτοῦ λεχθὲν, “ἔτι μικρὸν “χρόνον,” καὶ ὅτι οὐδὲν ἐνεργεῖ μετὰ τελευτήν. Τὸ δὲ, “ζητήσετέ με, καὶ οὐχ εὑρήσετε” δηλοῖ, ὅτι ἐν χρείᾳ αὐτοῦ καταστήσονται· ἐζήτησαν δὲ αὐτὸν πάντως τῆς πόλεως
15ἁλισκομένης, μεμνημένοι τῶν θαυμάτων αὐτοῦ, εἰκὸς δὲ καὶ ἄλλοι πολλοὶ, εὐθέως μετὰ τὸ πάθος αὐτοῦ. Τὸ δὲ “ὅπου εἰμὶ ἐγὼ, οὐ “δύνασθε ἐλθεῖν ὑμεῖς,” σημαίνει ὅτι οὐκ ἔμελλεν ἀπομένειν τῷ θανάτῳ· ἐκεῖ γὰρ πάντες ἡμεῖς ἀπερχόμεθα. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτοὺς, “ποῦ οὗτος μέλλει
20“πορεύεσθαι,” καὶ τὰ ἑξῆς; ὑποχαλάσαντες τῆς ὀργῆς, καὶ τοῖς λεχθεῖσιν ὑπ’ αὐτοῦ πιστεύσαντες· οὐκ ἂν γὰρ, εἰ μὴ ἐπίστευ‐ σαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν ὁ λόγος· δείκνυσι δὲ τοῦτο, καὶ ἐκ τοῦ μὴ εἰπεῖν αὐτοὺς λυμαίνεσθαι, ἀλλὰ διδάσκειν τοὺς Ἕλληνας. Τί δέ ἐστι διασποράν; οὕτω τὰ ἔθνη ἐκάλουν οἱ Ἰου‐
25δαῖοι ὡς πανταχοῦ διεσπαρμένα. Διὰ τί ἐπεσημήνατο ὁ Εὐαγ‐ γελιστὴς, ὅτι “ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ;” διὰ τὸ τὴν πρώτην καὶ τὴν τελευταίαν μεγάλην εἶναι· τὰς γὰρ μεταξὺ μᾶλ‐ λον εἰς τρυφὴν ἀνήλισκον· ἐν τῇ ἐσχάτῃ δὲ ὁ Χριστὸς διαλέγεται, ὅτι ἐν αὐτῇ πάντες ἦσαν συγκεκροτημένοι· ἐν μὲν γὰρ τῇ πρώτῃ
30οὐ παρεγένετο, ἀλλ’ οὐδὲ ἐν τῇ ἐσχάτῃ, ὅτε ἀνεχώρουν οἴκαδε ἐφόδια αὐτοῖς δίδωσιν εἰς σωτηρίαν. Ἀμμωνίου Πρεσβυτέρου. Ἐπειδὴ ὁ νόμος κλητὴν ἁγίαν καλεῖ τὴν ἑβδόμην ἔθει παλαιῷ, καὶ ὁ Εὐαγγελιστὴς ἀκολουθή‐ σας μεγάλην αὐτὴν εἶπε.
35Κράζει δὲ, τοῦτο μὲν τὴν παρρησίαν ἐμφαίνων, τοῦτο δὲ διὰ τὸν268

269

πολὺν ὄχλον. Τὸ δὲ “εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω,” τοῦτο σημαίνει, ὅτι οὐδένα ἀνάγκῃ καὶ βίᾳ ἐφέλκομαι, ἀλλ’ εἴ τις προθυμίαν πολλὴν ἔχει, εἴ τις ἐκκαίεται τῷ πόθῳ, τοῦτον ἐγὼ καλῶ.
5 Ἐκ τούτου διδάσκει, ὅτι ὀφείλουσιν οἱ τῇ πίστει προστρέ‐ χοντες τὸν τῶν διψώντων ἔρωτα ἔχειν, οἵτινες ὅταν πίωσιν, ἀνα‐ παύονται. Ὅπερ δὲ εἶπεν “ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ “γραφὴ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος,” τοῦτο δηλοῖ· κοιλίαν μὲν ἐνταῦθα τὴν καρδίαν φησὶ, καθάπερ καὶ
10ἀλλαχοῦ γέγραπται “κατὰ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας “μου.” Ποῦ δὲ εἶπεν ἡ γραφὴ, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ “ῥεύσουσιν;” οὐδαμοῦ. Τί οὖν ἐστιν “ὁ πιστεύων εἰς ἐμὲ καθὼς “εἶπεν ἡ γραφή;” ἐνταῦθα ὑποστίξαι δεῖ, ἵνα ᾖ “ποταμοὶ ἐκ τῆς “κοιλίας αὐτοῦ ῥεύσουσι,” τῆς αὐτοῦ ἀποφάσεως. Ἐπειδὴ γὰρ ἡ
15γραφὴ μαρτυρεῖ περὶ αὐτοῦ ὅτι Υἱὸς Θεοῦ ἐστι, καὶ δημιουργὸς πάσης κτίσεως, καὶ συνάναρχος τῷ Πατρὶ, καὶ ὅτι μέλλει ἄνθρω‐ πος γίγνεσθαι, καὶ τὴν οἰκουμένην ἐκ πλάνης λυτροῦσθαι, διὰ τοῦτο τῆς γραφῆς ἐμνημόνευσεν, ὅτι ὁ οὕτως, ὡς αὐτὴ λέγει, πιστεύων εἰς ἐμὲ, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι.” τὸ
20δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος. Ζῶν δὲ λέγει διὰ τὸ ἐνεργεῖν ἀεί· τοιαύτη γὰρ ἐστὶν ἡ τοῦ Παναγίου Πνεύματος χάρις· ἥτις ἐπειδὰν εἰς διάνοιαν ἔλθοι καὶ ἡδρυνθῇ, πάσης πηγῆς μᾶλλον ἀναβλύζει, καὶ οὐ διαλιμπάνει, οὐδὲ ἵσταται, οὐδὲ κενοῦται. διὰ τοῦτο γὰρ καὶ οὐχ ἕνα ποταμὸν ἐκά‐
25λεσεν, ἀλλὰ ποταμοὺς ἀφάτους, τὸ ἀνελλειπὲς τῆς χορηγίας δηλῶν, καὶ τὸ ἀνεκδιήγητον τῆς ἐνεργείας τοῦ Παναγίου Πνεύμα‐ τος, ὡς σημαίνει τὸ ἐπαγόμενον, “ἔλεγε δὲ τοῦτο,” φησὶ, “περὶ “τοῦ Πνεύματος” καὶ τὰ ἑξῆς. Θεοδώρου Ἡρακλείας. Εἰ τὰς γραφὰς παρέπεμπεν, ἵνα ἐκ
30τῆς ἐκείνων περὶ αὐτοῦ προρρήσεως ἐναχθῶσιν εἰς τὴν πίστιν, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο “δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύον‐ “τες εἰς αὐτὸν,” τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττό‐ μενος, ὅπερ ἀλλαχοῦ φησι, “πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν
35“αἰώνιον,” τοῦτο ἐστὶ, πολλὴν ἕξει χάριν.269

270

Τί ἐστιν ὅπερ εἶπεν, “οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον;” ὅτι μὲν ἐπὶ τῶν προφητῶν Πνεύματος Ἁγίου δόσις ἦν, παρὰ πάντων ὁμο‐ λόγηται. Πῶς γὰρ ἂν προεφήτευσαν, καὶ τὰ μυρία εἰργάσαντο θαύματα ἄνευ τῆς αὐτοῦ χάριτος; Ὅτι δὲ ἦν αὕτη ἡ χάρις
5συσταλεῖσα, διὰ τοῦτο εἶπεν “οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον δεδο‐ “μένον.” Οὐκέτι γὰρ προφήτης παρ’ αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις· ἐπεὶ οὖν ἀνέσταλτο μὲν τότε τὸ Πνεῦμα τὸ Ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς ἡ χάρις· τῆς δὲ τοιαύτης διανομῆς ἡ ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, διὰ τοῦτο
10ἐπήγαγεν, “ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη,” δόξαν δὲ τὸν σταυρὸν καλεῖ. Χρὴ δὲ γινώσκειν ὅτι οἱ Ἀπόστολοι πρὸ τοῦ πάθους οὐ Πνεύ‐ ματι Ἁγίῳ τὰς ἰάσεις ἐποίουν, ἀλλὰ τῇ παρὰ τοῦ Χριστοῦ ἐξου‐ σίᾳ. Ὅτε γὰρ αὐτοὺς ἔμελλεν εἰς τὴν οἰκουμένην ἐκπέμπειν,
15τότε λέγει, “λάβετε Πνεῦμα Ἅγιον,” καὶ πάλιν τῇ πεντηκοστῇ ἦλθεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον. “Πολλοὶ δέ” φησιν “ἐκ τοῦ ὄχλου ἀκούσαντες τῶν λόγων ἔλεγον, οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης” καὶ τὰ ἑξῆς· ἐκ γὰρ τῆς ταπεινοφροσύνης τῶν ῥημάτων αὐτοῦ ἐπίστευσαν οὗτοι· οἱ δὲ τῇ
20ἀπιστίᾳ ἐναπομείναντες κακούργως ἅπαντα φθέγγονται. Ἔλεγον γὰρ “μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται,” καὶ τὰ ἑξῆς. Ἔστω γὰρ τὸν τόπον ἠγνόουν, ὅτι ἀπὸ Βηθλεὲμ, διὰ τὴν ἀνατρο‐ φὴν ἐν Ναζαρὲτ, ἄρα καὶ τὸ γένος ἠγνόουν, ὅτι ἐξ οἴκου καὶ πατριᾶς ἦν Δαβίδ; Ὅθεν καὶ “σχίσμα ἐγένετο ἐν τῷ ὄχλῳ δι’
25“αὐτόν·” ἐσχίσθησαν δὲ καὶ οὐ κατενύγησαν, καθώς φησιν ὁ προφήτης· τοιοῦτον γὰρ ἡ πονηρία, οὐδενὶ βούλεται ἥκειν, ἀλλὰ πρὸς ἓν βλέπει μόνον, ὥστε τὸν ἐπιβουλευόμενον ἀνελεῖν. “Τινὲς “δὲ,” φησὶν, “ἤθελον πιάσαι αὐτὸν,” καὶ τὰ ἑξῆς, βουλόμενοι αὐτὸν ἀνελεῖν, ὡς δὴ σβεννύντες ἐν τούτῳ τὸ κήρυγμα, ἀλλὰ τέως
30ἠπείγοντο καὶ τῆς ὁρμῆς ἀνεστέλλοντο, τῆς θείας αὐτοὺς κατεχού‐ σης δυνάμεως. Χρὴ δὲ θαυμάσαι, τῶν μὲν ὑπηρετῶν τὴν σύνεσιν, τῶν δὲ ἀρχιερέων καὶ Φαρισαίων τὴν ἄνοιαν. Οἱ μὲν γὰρ καίπερ δοκοῦν‐ τες εἶναι σοφώτεροι, καὶ θαύματα ὁρῶντες, καὶ γραφὰς ἀναγιγνώ‐
35σκοντες, οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ μᾶλλον ἐβλάβησαν. Ἔλεγον270

271

γὰρ, διὰ τί οὐκ ἠγάγετε αὐτόν; οἱ δὲ καὶ χωρὶς σημείων ἀπὸ διδασκαλίας μόνης ἐπείσθησαν. οὐ γὰρ εἶπον οὐδέποτε, ἐθαυμα‐ τούργησε οὕτως ἄνθρωπος, ἀλλὰ τί; “οὐδέποτε ἐλάλησεν οὕτως “ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος.” Διὸ μετὰ τῆς συνέσεως αὐτῶν
5καὶ τὴν παρρησίαν χρὴ θαυμάσαι, ὅτι πρὸς τοὺς ἀποστείλαντας αὐτοὺς ταῦτα ἔλεγον, καὶ φονῶντας κατ’ αὐτοῦ. Ὅταν γὰρ ὀρθὴ διάνοια ᾖ, οὐδὲ μακρῶν λόγων δεῖ πρὸς τὸ πεισθῆναι τῇ ἀληθείᾳ. τούτους οὖν πάντες οἱ τοῖς ἄρχουσι παρεπόμενοι μιμείσθωσαν, καὶ ἐφ’ οἷς ἂν ἀδίκως προστάσσουσι ποιεῖν, μὴ ὑπακουέτωσαν· καθά‐
10περ καὶ ἐπὶ Σαοὺλ, ὅτε τοὺς ἱερεῖς τοῦ Θεοῦ παρανόμως ἀναιρε‐ θῆναι προσέταξε, γέγονε· καὶ γὰρ οἱ παρεστῶτες αὐτῷ τοῦτο ποιῆ‐ σαι οὐκ ἐπείσθησαν. Διὰ τί αὐτοῖς οὐ μετ’ ὀργῆς κέχρηνται, ἀλλὰ κολακευτικῶς, λέγοντες, “μὴ καὶ ὑμεῖς πεπλάνησθε;” δεδοικότες μὴ τέλεον
15ἀποσχισθῶσιν. Κυρίλλου. Εὐτονώτερον ἰουδαΐζειν τοὺς ὑπηρέτας εἰκὸς, ὡς τοῖς ἡγουμένοις παραμένοντας καὶ κοινῆς αὐτοῖς μετέχοντας γνώ‐ μης· ταύτῃ τοι φασὶ “μὴ καὶ ὑμεῖς πεπλάνησθε;” ὡς ἤδη πεπλανημένης τῆς ἄλλης πληθύος, οἵπερ ἦσαν οὐκ ἀσφαλέστεροι,
20μηδὲ τοῖς ἱεροῖς ἐντετριμμένοι γράμμασι. Καὶ πάλιν, οὐκ εὐλό‐ γως αἰτιᾶσθε νυνὶ διαγαγεῖν, οὐκ ἰσχύσατε ὡς ὑμᾶς τὸν ζητούμε‐ νον, πῶς γὰρ ἄν τις οὐχ ἑκόντα βιάσαιτο τὸν ὅσον εἰς λόγους θείαν ἔχοντα φύσιν; ἐλάλει γὰρ οὐχ ὡς ἄνθρωπος, ἀλλ’ ὡς Θεός. Ποῦ γὰρ τίς τῶν ἁγίων προφητῶν χείμαρρον ἑαυτὸν ἁλώσεται λέγων;
25ἢ τίς ἀπετόλμησεν εἰπεῖν, “εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ “πινέτω.” πότε δὲ ἡμῖν αὐτὸς ὁ μέγας ἔφη Μωϋσῆς, “ὁ πιστεύων “εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι ὕδατος ζωῆς.” Συλλογίζονται δὲ αὐτοὺς ἀπὸ τεκμηρίου σφόδρα ἀνοήτου· “Μὴ “γὰρ,” φησὶν, “ἐκ τῶν ἀρχόντων ἐπίστευσέ τις εἰς αὐτὸν ἢ ἐκ τῶν
30“Φαρισαίων;” τοῦτο δὲ αὐτὸ τοῖς μὴ πιστεύσασίν ἐστιν ἔγκλημα, οὐ τῷ Χριστῷ. Τὸν ὄχλον δὲ τὸν εἰς αὐτὸν πιστεύσαντα ἐπάρατον εἰπόντες εἶναι, μᾶλλον αὐτοὶ κατάρας ὑπεύθυνοι γεγόνασιν, ἄπιστοι διαμεί‐
ναντες.271

272

Ἐπεσημήνατο δὲ ὁ Εὐαγγελιστὴς τὸ τοῦ Νικοδήμου ὄνομα, δεῖξαι θέλων, ὅτι οὐχ ὡς αὐτοὶ ἐψεύσαντο, οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἀλλ’ ὅτι καὶ ἐξ αὐτῶν ἐπίστευσαν, ὧν εἷς ὑπῆρχεν ὁ Νικόδημος· παῤῥησίαν μὲν γὰρ οὐδέπω τὴν προσήκου‐
5σαν ἐπεδείκνυτο, πλὴν ᾠκείωτο τῷ Χριστῷ. Εἰπὼν δὲ ὁ Νικόδημος, “μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον,” καὶ τὰ ἑξῆς, δείκνυσιν αὐτοὺς μὴ ἀναγιγνώσκοντας τὸν νόμον, μηδὲ ποιοῦντας τὰ τοῦ νόμου. Εἰ γὰρ ἐκεῖνος μὲν μηδένα κελεύῃ ἀποκτιννῦναι ἄνθρωπον, μὴ πρότερον ἀκούσαντας, οὗτοι δὲ πρὶν
10ἀκοῦσαι, ἐπὶ τοῦτο ὥρμησαν, παραβάται εἰσὶ τοῦ νόμου. Τὸ δὲ “γνῷ τί ποιεῖ,” τοῦτό ἐστιν, ὅτι οὐδὲ ἀκροάσεως δεῖ ψιλῆς, ἀλλὰ καὶ λίαν ἀκριβοῦς. Ἀπορηθέντες δὲ ἐκεῖνοι ἀγροικό‐ τερον καὶ θυμικώτερον κέχρηνται τῇ ἀντιῤῥήσει, λέγοντες, “μὴ “καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;” Ποίαν ἀκολουθίαν ἔχει τοῦτο
15πρὸς ὅπερ εἶπεν ἐκεῖνος; οὐδὲ γὰρ ἦν δεῖξαι αὐτοὺς, ὅτι οὐκ ἀκρί‐ τως ἔπεμψαν αὐτὸν καλέσοντες· ἔτι δὲ καὶ ὑβριστικῶς ὡς οὐκ εἰδότα περὶ τῶν γραφῶν οὐδὲν, λέγουσι πρὸς αὐτὸν, “ἐρεύνησον “καὶ ἴδε,” ὡς ἂν εἴποι τις, ὕπαγε καὶ μάθε, “ὅτι ἐκ τῆς Γαλι‐ “λαίας προφήτης οὐκ ἐγήγερται.” Τί γὰρ εἶπεν ὁ ἄνθρωπος;
20ὅτι προφήτης ἐστίν; εἶπεν ὅτι ἄκριτον ἀναιρεθῆναι οὐ δεῖ. Τίνος ἕνεκεν ὁ Χριστὸς εἶπεν αὐτοῖς, “ἐγώ εἰμι τὸ φῶς τοῦ “κόσμου;” διὰ τὸ ἄνω καὶ κάτω περὶ τῆς Γαλιλαίας λέγειν αὐτοὺς, καὶ προφήτην ἀποκαλεῖν, ἀπαλλάττων πάντας ταύτης τῆς ὑποψίας, καὶ δεικνὺς ὅτι οὐχ εἷς τῶν προφητῶν ἐστιν, οὐδὲ Γαλι‐
25λαίας μόνον, οὐδὲ Παλαιστίνης, οὐδὲ Ἰουδαίας, ἀλλὰ παντὸς τοῦ κόσμου δεσπότης. Διὰ τοῦτό φησιν, “ἐγὼ φῶς εἰμι τοῦ κόσμου.” Ἀμμωνίου Πρεσβυτέρου. Δείκνυσιν ὅτι αὐτός ἐστιν περὶ οὗ προανεφωνήθη, “ἰδοὺ, τέθεικά σε εἰς φῶς ἐθνῶν,” καὶ οὐχ εἷς
30τῶν προφητῶν, ἀλλὰ δεσπότης. Ἑαυτὸν εἶπε τὸ φῶς, οὐ μὴν ὅτι ἐν ἐμοί ἐστι τὸ φῶς, ἵνα μή τις εἰς δυάδα υἱῶν διατέμῃ τὸν ἕνα Χριστὸν, εἷς γάρ ἐστιν ὁ Χριστὸς καὶ πρὸ σαρκὸς, καὶ μετὰ σαρκὸς, καὶ εἷς καὶ μόνος κατὰ ἀλήθειαν Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς,
καὶ ὅτε γέγονεν ἄνθρωπος, οὐκ ἐν μέρει τιθεμένης τῆς ἀνθρώπου272

273

φύσεως· αὐτοῦ γὰρ ἴδιον τὸ σῶμα, καὶ τὸ διατέμνειν τὸν Χριστὸν μετὰ τὴν σάρκωσιν εἰς δύο υἱοὺς ἢ εἰς δύο φύσεις, ταὐτὸν [γάρ] ἐστιν βλάσφημον. Εἰπὼν δὲ, “ὁ ἀκολουθῶν ἐμοὶ” καὶ τὰ ἑξῆς, περὶ νοητοῦ φωτὸς
5καὶ σκότους λέγει, τουτέστιν, οὐ μένει ἐν τῇ πλάνῃ ὁ τοιοῦτος· ἅμα δὲ καὶ τὸν Νικόδημον ἐπαινεῖ καὶ τοὺς ὑπηρέτας ὡς παῤῥη‐ σιασαμένους, καὶ διὰ τοῦτο ἐν τῷ φωτὶ ὄντας. αἰνίττεται δὲ καὶ τοὺς Φαρισαίους, ὡς κρυφῆ τοὺς δόλους πλέκοντας, καὶ ἐν τῷ σκότῳ καὶ τῇ πλάνῃ ὄντας.
10 Ἐν δὲ τῷ εἰπεῖν αὐτοὺς, “σὺ περὶ σεαυτοῦ μαρτυρεῖς,” καὶ τὰ ἑξῆς, τὴν ἄνοιαν ἑαυτῶν δηλοῦσιν, ὅτι αὐτὸς μὲν ἄνω καὶ κάτω ταῖς γραφαῖς παρέπεμψεν αὐτοὺς, αὐτοὶ δὲ ὡς περὶ ἑαυτοῦ μαρ‐ τυροῦντος οὕτω διέκειντο· διὸ καὶ αὐτὸς λοιπὸν αὐθεντικῶς φησι πρὸς αὐτοὺς, “κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου
15“ἀληθής ἐστι.” Διὰ τοῦτο δὲ λέγει νῦν ἅπαντα τρανότερον καὶ μετὰ πλείονος παῤῥησίας, ἀπό τε τῶν σημείων, καὶ τῆς διδασκα‐ λίας τῶν ἀκολουθούντων τὴν μαρτυρίαν λαβὼν, καὶ διὰ τὸ ἐγγὺς εἶναι τὸν σταυρόν. Τὸ δὲ, “οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω,” τοῦτο σημαίνει,
20οἶδα παρὰ τίνος ἀπέσταλμαι, καὶ πρὸς τίνα ἀπέρχομαι, ὥστε οὐκ ἂν εἶπόν τι ψεῦδος, ἐκεῖθέν τε ἥκων, καὶ ἐκεῖσε ἀπιὼν πρὸς τὸν ἀληθῆ Θεόν. Κυρίλλου. Τὸ δὲ, “ποῦ ὑπάγω,” θεοπρεποῦς μὲν ἐξουσίας ἐπίδειξις· ἄνεισι γὰρ ὡς Θεὸς ἐπάνω τῶν οὐρανῶν, ὡς ὁ Παῦλός
25φησι. ἀπειλὴν δ’ οὖν εἰ καὶ οὐ σφόδρα σαφῶς τῇ τῶν Ἰουδαίων ἀνοσιότητι πρέπουσαν ἔχει. Ὡς γὰρ ὅσον οὐδέπω παντὸς μὲν ἀπαναστήσεται τοῦ γένους αὐτῶν, ἐν τούτοις ὁρᾶται λέγων, ἐν ἐρημίᾳ δὲ τοῦ θείου φωτὸς καταλελοιπὼς, ἐν ἀγνοίᾳ καὶ σκότῳ βαθεῖ παρασκευάσει γενέσθαι.
30 Ἀμμωνίου Πρεσβυτέρου. Εἰ ᾔδεισαν ὅτι Θεοῦ ἦν Υἱὸς, καὶ ἀπ’ οὐρανοῦ κατελθὼν, οὐκ ἂν διὰ τὸ βλεπόμενον σῶμα ἐσκανδαλί‐ ζοντο· Θεός εἰμι, φησὶ, καὶ ἀξιόπιστος ἐμαυτῷ μαρτυρῶν· ὑμεῖς δὲ διὰ τοῦτο μὲν οὐκ οἴδατε, ἐπειδὴ οὐδὲν θέλετε τοῦ φαινομένου νοεῖν. οὐκ εἶπε δὲ, Θεός εἰμι, ἀλλὰ, “πόθεν ἔρχομαι καὶ ποῦ
35“ὑπάγω·” ἐθελοκάκουν γὰρ, καὶ προσεποιοῦντο μὴ εἰδέναι.273

274

Τὸ δὲ, “ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε,” τοῦτο δηλοῖ τὸ ἀδίκως κρίνειν, καθάπερ καὶ τὸ κατὰ σάρκα ζῇν, τὸ φαύλως ζῇν ἐστι. Ἀμμωνίου Πρεσβυτέρου. Πρὸς τὸ φαινόμενον σῶμά μου
5ἀφορῶντες, ἐσφαλμένως τὰ κατ’ ἐμὲ κρίνετε. Διὰ τί ἀλλαχοῦ εἰπὼν, ὅτι “ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν ἔδωκε τῷ Υἱῷ” νῦν ἐνταῦθά φησιν, “ἐγὼ οὐ “κρίνω οὐδένα;” ὅτι τοῦτο οὐ περὶ τοῦ μέλλοντος καιροῦ, ἀλλὰ περὶ τοῦ παρόντος λέγει. Ὁ γὰρ μέλλων ἐκεῖνός ἐστι τῆς κρίσεως.
10 Τὸ δὲ, “ἐὰν ἐγὼ κρίνω, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστι,” τοῦτο σημαίνει, ὅτι εἰ ἠβουλήθην καὶ νῦν κρῖναι, ὑμεῖς ἂν τῶν καταδεδι‐ κασμένων ἦτε· ᾐνίξατο δὲ καὶ περὶ τῆς μελλούσης κρίσεως. Εἰπὼν δὲ, “ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με “Πατήρ·” τοῦτο δείκνυσιν, ὅτι οὐκ ἐγὼ μόνος καταδικάζω ὑμᾶς,
15ἀλλὰ καὶ ὁ Πατήρ· οὐκ ἂν γὰρ ἄλλως ἔκρινεν ὁ Πατὴρ κρίνων ἢ ὡς ἐγὼ, οὐδὲ ἐγὼ, εἰ μὴ ὡς ὁ Πατήρ. Ἀμμωνίου Πρεσβυτέρου. Οὐχ ὡς ἀσθενῶν περὶ τὸ κρῖναι εἶπε τοῦτο, ἀλλ’ ὅτι σὺν τῷ Υἱῷ, ὁ Πατὴρ μέλλει κατακρῖναι τοὺς ἀπιστοῦντας, τῷ ἀπεσταλμένῳ ἐξ αὐτοῦ.
20 Δι’ οὐδὲν δὲ ἕτερον εἴρηκε τοῦτο, ὅτι “καὶ ἐν τῷ νόμῳ δὲ τῷ “ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν,” ἢ ἵνα δείξῃ τὸ ὁμοούσιον αὐτοῦ τε καὶ τοῦ Πατρός. Οὐκ ἐν τούτῳ δὲ μόνον, ἀλλὰ καὶ δι’ οὗ ἐπήγαγε τὸ ὁμο‐ ούσιον ἐμφαίνει σαφῶς. φησὶ γὰρ “ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ
25“ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ καὶ ὁ πέμψας με Πα‐ “τήρ·” οὐκ ἂν γὰρ εἰ ἐλάττονος οὐσίας ἦν, πρῶτον ἑαυτὸν ἐτίθει τοῦ Πατρός. Κυρίλλου. Ἐγὼ, φησὶν, ὅπερ εἰμὶ κατὰ φύσιν, τοῦτο καὶ λέγειν οὐ παραιτήσομαι, φῶς γάρ εἰμι τοῦ κόσμου· πλὴν εἰ
30ταῦτα λέγων οὐκ ἀξιόχρεως εἶναι δοκῶ, ἐπείπερ εἰμι μόνος, καὶ ἐμοὶ παραλήψομαι συναινοῦντά τε καὶ συμψηφιούμενον τοῖς ἐμοῖς πλεονεκτήμασι τὸν Θεὸν καὶ Πατέρα· συνθαυματουργεῖ γάρ μοι ὡς ὁρᾶτε, φησὶ, καὶ συνεργάζεται. Ὡς γὰρ διὰ τὴν ταυτότητα
τῆς οὐσίας ἔχων αὐτὸν ἐν ἐμαυτῷ ἐπὶ τὸ πάντα κατορθοῦν, ἀδια‐274

275

κωλύτως ἔρχομαι. ἔχει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπὸ μὲν τῆς θείας φύσεως τὸ παντουργικὸν ὡς Θεὸς, κἂν πέφηνεν ἄνθρωπος. μαρτυρεῖται δὲ καὶ παρὰ τοῦ Πατρὸς, ὡς συνεργάτην αὐτὸν ἐν ἅπασιν ἔχων, ἐπείπερ ἐστὶν ἐν Πατρὶ καὶ Υἱῷ μία
5θεότης, καὶ τῆς αὐτῆς ἐξουσίας ἀπαράλλακτος ἐξουσία τε καὶ δύναμις. Ἐρωτησάντων δὲ αὐτῶν “ποῦ ἐστιν ὁ Πατήρ σου;” ἐπειδὴ ἰδόντες ἔλεγον τοῦτο καὶ πειράζοντες αὐτὸν, οὐδὲ ἀποκρίσεως αὐτοὺς πρὸς τοῦτο ἀξιοῖ, ἀλλά φησιν, “οὔτ’ ἐμὲ οἴδατε, οὔτε τὸν
10“Πατέρα μου,” καὶ τὰ ἑξῆς, δεικνὺς ἐν τούτῳ ὅτι οὐδὲν ὠφελοῦν‐ ται τὸν Θεὸν λέγοντες εἰδέναι Πατέρα, αὐτὸν οὐκ εἰδότες. Καὶ ἐπειδὴ ἀφέντες αὐτὸν ἀεὶ τὸν Πατέρα ἐζήτουν μαθεῖν, διὰ τοῦτο λέγει, οὐ δύνασθε ἰδεῖν τὸν Πατέρα χωρὶς ἐμοῦ. “Εἰ “γὰρ ἐμὲ ᾔδειτε,” φησὶ, “καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.”
15ὥστε οἱ τὸν Υἱὸν βλασφημοῦντες οὐκ αὐτὸν βλασφημοῦσι μόνον, ἀλλὰ καὶ τὸν γεγεννηκότα. Ἀμμωνίου Πρεσβυτέρου. Τὸν Ἰωσὴφ οἰόμενοι αὐτοῦ εἶναι πατέρα τοῦτο εἶπον, ἢ ὀνειδίζουσιν αὐτῷ ὡς ἐκ πορνείας τεχθέντι, καὶ οὐκ εἰδότι τὸν ἴδιον πατέρα· εἰ ἄνθρωπον ὑποπτεύετε εἶναι τὸν
20πατέρα μου, οὐκοῦν οὐδὲ ἐμὲ οἴδατε· ἀλλ’ ἐπείπερ οἱ φιλομαθεῖς διὰ τῆς τοῦ υἱοῦ γνώσεως νοοῦσι τὸν πατέρα, ὁ πατὴρ ἐν υἱῷ ὡς ἐν εἰκόνι διαχαρακτηρίζεται, οὐκοῦν ἴσος ὁ Υἱὸς τῷ Πατρί. “Ταῦτα τὰ ῥήματα,” φησὶν, “ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ,” καὶ τὰ ἑξῆς· τὸ δὲ “οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ,” τοῦτό ἐστιν,
25ὅτι οὐδέπω καιρὸς ἦν ἐπιτήδειος, καθ’ ὃν ἤθελε σταυρωθῆναι, ὥστε καὶ τότε οὐ τῆς αὐτῶν δυνάμεως ἔργον ἦν, ἀλλὰ τῆς οἰκονομίας τῆς ἑαυτοῦ· αὐτοὶ μὲν γὰρ καὶ πάλαι ἐβούλοντο αὐτὸν ἀποκτεῖναι, οὐκ ἴσχυον δὲ, αὐτοῦ μὴ βουλομένου· οὐ τοίνυν οὐδὲ τότε ἴσχυσαν ἂν, εἰ μὴ αὐτὸς συνεχώρησε.
30 Διὰ τί δὲ αὐτοῖς συνεχῶς λέγει, “ἐγὼ ὑπάγω καὶ ζητήσετέ “με;” κατασείων αὐτῶν τὰς ψυχὰς καὶ φοβῶν. Χρὴ γὰρ σκοπῆσαι, ὅσον τοῦτο ἐνεποίει τὸν φόβον αὐτοῖς· καὶ γὰρ ἀνελεῖν αὐτὸν βουλόμενοι, ἵνα ἀπαλλαγῶσιν αὐτοῦ, ζητοῦσι ποῦ ὑπάγει, οὕτω μέγα τι περὶ τοῦ πράγματος ἐφαντάζοντο.
35Ἐκείνων δὲ λεγόντων, “μή τι ἀποκτενεῖ ἑαυτὸν,” καὶ τὰ ἑξῆς;275

276

αὐτὸς ἀναιρῶν αὐτῶν τὴν ὑπόνοιαν φησὶν, “ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, “ἐγὼ ἐκ τῶν ἄνω εἰμί.” ὃ δὲ λέγει τοιοῦτό ἐστιν, οὐδὲν θαυμαστὸν ὑμᾶς τοιαῦτα νοεῖν, ἀνθρώπους σαρκικοὺς ὄντας καὶ οὐδὲν πνευματικὸν λογιζομένους. οὐ γὰρ ἐγὼ τὸ τοιοῦτον ὀλέθριον καὶ χαλεπὸν καὶ πολ‐
5λῶν κολάσεων ἄξιον ἁμάρτημα, τὸ ἑαυτὸν ἀποκτεῖναι, διαπράξομαι. ἄνωθεν γάρ εἰμι, ὅθεν καὶ τὸ ἐπαγόμενον τῆς αὐτῆς ἔχεται ἐννοίας. Φησὶ γὰρ, “ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστὲ,” τουτέστι, τὰς κοσμικὰς ἐννοίας σαρκικὰς κέκτησθε. “Ἐγὼ ἐκ τοῦ κόσμου “τούτου οὐκ εἰμὶ” πόῤῥω τῆς ὑμῶν πονηρίας εἰμὶ, φησὶ, καὶ
10ὥσπερ τοὺς μαθητὰς εἶπε μὴ εἶναι ἐκ τοῦ κόσμου, φιλοσοφίαν αὐτοῖς μαρτυρῶν, οὕτω καὶ περὶ αὐτοῦ εἰπὼν, ὅτι οὐκ εἰμὶ ἐκ τοῦ κόσμου, οὐχ ὡς μὴ ἀνειληφὼς σάρκα τοῦτό φησιν, ἀλλὰ διὰ τὸ πάσης κακίας ἐκτὸς εἶναι. Τί σημαίνει ὅπερ εἶπεν, ὅτι “ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι,
15“ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε; ἐπειδὴ ἦλθεν ἵνα ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου· ἑτέρως δὲ αὐτὴν ἀποδύσασθαι οὐκ ἔνι, εἰ μὴ διὰ τοῦ λουτροῦ τοῦ βαπτίσματος, ἀνάγκη τὸν μὴ πιστεύοντα ἔχοντα τὸν παλαιὸν ἄνθρωπον ἀπελθεῖν, ὀφείλοντα ἐκεῖ δοῦναι εὐθύνας τῶν ἡμαρτημένων· τοῦτο οὖν ἐστιν ἐν ταῖς ἁμαρτίαις
20ἀποθανεῖν. Θεοδώρου Ἡρακλείας. Κοσμικοὶ ὄντες καὶ ἀνάξιοι τῆς ἄνω βασιλείας διὰ τὴν προσοῦσαν παρανομίαν οὐδαμῶς ἐδύναντο ὅπου αὐτὸς ὑπῆγεν ἐλθεῖν· τοῖς γοῦν ἐν ἁμαρτίαις ἀποθνήσκουσι γέεννα καὶ πυρὸς κάμινος καὶ τὸ ἐξώτερον σκότος ἡτοίμασται· ὅθεν προ‐
25διαμαρτυράμενος ἔλεγεν, “εἶπον ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς “ἁμαρτίαις ὑμῶν.” Ἐρωτῶσι δὲ “σὺ τίς εἶ,” ἀπὸ πολλῆς ἀνοίας, διότι μετὰ χρόνον τοσοῦτον σημεῖα καὶ διδασκαλίαν τοῦτο ἐποίουν, αὐτὸς δὲ πρὸς τοῦτο ἀποκριθεὶς εἶπεν αὐτοῖς “τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ
30“ὑμῖν, πολλὰ ἔχω παρ’ ὑμῶν λαλεῖν καὶ κρίνειν,” καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τοῦ ὅλως ἀκούειν τῶν λόγων τῶν παρ’ ἐμοῦ ἀνάξιοί ἐστε, μή τι γε καὶ μαθεῖν ὅστις εἰμὶ ἐγώ· ὑμεῖς γὰρ πειράζοντες φθέγγεσθε. Ἵνα δὲ μὴ νομίσητε ὅτι τοσαῦτα ἀκούων παρ’ ὑμῶν, δι’ ἀσθένειαν οὐκ ἐπεξέρχομαι, ἢ ὅτι οὐκ οἶδα
35ὑμῶν τὰς διανοίας καὶ τὰς χλευασίας, ἰδοὺ λέγω ὑμῖν ὅτι δύναμαι276

277

ὑμᾶς ἐλέγξαι, οὐκ ἐλέγξαι δὲ μόνον, ἀλλὰ καὶ κολάσαι· τοῦτό ἐστι λαλεῖν καὶ κρίνειν. Κυρίλλου. Δίκαια πάσχω, φησὶν, ὅτι καὶ λόγου παρ’ ὑμῶν ἐποιησάμην ἀρχὴν, ὅτι προσπεφώνηκά τι τῶν εἰδότων ὠφελεῖν, καὶ
5διασώζειν ἐβουλευσάμην, εὐτελὴς οὕτω λελόγισμαι παρ’ ὑμῖν. Τὸ δὲ, “ταῦτα λέγω,” εἰς τὸν κόσμον ἐδήλωσε λοιπὸν ἐξερχό‐ μενον ἑαυτὸν εἰς τὰ ἔθνη. Οὐχ ἓν ἐγκαλέσω μόνον, φησὶν, ἀλλὰ πολλὰ, καὶ ἐπ’ οὐδενὶ διαψεύσομαι καθάπερ ὑμεῖς· ἔχω κρίνειν ὡς ἀπειθεῖς, ὡς ἀλαζόνας,
10ὡς ὑβριστὰς, ὡς θεομάχους, ὡς ἀγνώμονας, ὡς ἀχαρίστους, ὡς πονηροὺς, ὡς φιληδονοῦντας μᾶλλον ἢ φιλοθεεῖν εἰθισμένους, ὡς δόξαν παρὰ ἀλλήλων λαμβάνοντας, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ Θεοῦ μὴ ζητοῦντας, ὡς ἐμπυρίσαντάς μου τὸν νοητὸν ἀμπελῶνα, καὶ ὅσα ἄλλα περὶ ὑμῶν φησὶν ἡ γραφή.
15 Θεοδώρου Ἡρακλείας. Κἂν εἰς νοῦν μὴ λαμβάνητε τὸν τῆς κρίσεως καιρὸν, “ἀλλ’ ὁ πέμψας με, φησὶν, ἀληθής ἐστιν,” ὃς ὥρισε τὸν τῆς ἀποδώσεως καιρὸν, ὃς καὶ ἀπέστειλέ με κηρύξαι τοῦτο, καὶ φανερὸν τῷ κόσμῳ καταστῆσαι. καὶ ἐν τούτῳ δὲ ἔδειξεν αὐτῶν ὁ Εὐαγγελιστὴς τὴν ἄνοιαν, ἐν τῷ εἰπεῖν, “οὐκ ἔγνωσαν
20“ὅτι τὸν Πατέρα ἔλεγε” τὸν Θεὸν, διότι οὐ διέλειπεν αὐτοῖς περὶ αὐτοῦ διαλεγόμενος, καὶ οὐκ ἐγίγνωσκον ἔτι. Ἀπολιναρίου. Εἰ γὰρ συνίεσαν ὅτι περὶ Θεοῦ ἔλεγεν ὁ Κύριος, οὐκ ἂν ἠρώτων “ποῦ ἐστιν ὁ πατήρ σου;” διόπερ καὶ δεόντως εἴρηκε πρὸς αὐτοὺς τὸ “οὐκ οἴδατε τὸν Πατέρα μου.”
25ὅπερ δὲ φησὶν, “ὅτι ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι·” τοῦτο σημαίνει, ὅτι ὅτε ὑμεῖς προσδοκᾶτε ἀπαλλαγήσεσθαί μου καὶ ἀναιρήσειν, τότε μάλιστα εἴσεσθε ὅτι ἐγώ εἰμι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, πάντα φέρων καὶ ἄγων, γνώσεσθε δὲ ἀπό τε τῶν σημείων καὶ τῆς ἀναστάσεως τῆς ἡμετέρας.
30 Τὸ δὲ “ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδὲν,” καὶ τὰ ἑξῆς, τὸ ἀπαράλλακτον τῆς οὐσίας δηλοῖ, καὶ ὅτι οὐδὲν ἐκτὸς τῶν πατρικῶν νοημάτων φθέγγεται. Καὶ ἵνα μὴ νομίσωσι τὸ ἐπαγόμενον, οἷον τὸ “ὁ πέμψας με,” ἐλαττώσεως εἶναι, προστίθησι λέγων, “μετ’ ἐμοῦ ἐστι·” τοῦτο μὲν
35γὰρ τῆς θεότητός ἐστιν, ἐκεῖνο δὲ τῆς οἰκονομίας. Ἐπειδὴ δὲ277

278

διὰ τῶν ταπεινῶν αὐτοῦ λόγων πολλοὶ ἔμελλον πιστεύειν, πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον καταγαγὼν λέγει, οὐκ “ἀφῆκέ με “μόνον ὁ Πατὴρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῷ πάντοτε,” δεικνὺς ἐκ τούτου ὅτι καὶ τὸ λύσαι τὸ σάββατον ἀρεστεῖν αὐτῷ
5ἐστιν. Ὅπερ δὲ εἶπον ὅτι διὰ τῶν ταπεινῶν αὐτοῦ λόγων πολλοὶ ἔμελλον πιστεύειν, τοῦτο δεῖξαι θέλων ὁ Εὐαγγελιστὴς, ἐπήγαγε λέγων, “ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν,” μονονουχὶ βοῶν, ὅτι μὴ θορυβοῦ, ὦ ἀκροατὰ, ἐάν τι ταπεινὸν ἀκού‐ σῃς· διὰ γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων οὕτω ταῦτα εἴρηται,
10ἵνα πεισθῶσιν. Ἐπίστευσαν μὲν οὖν, οὐχ ὡς ἐχρῆν δὲ, ἀλλὰ ἁπλῶς καὶ ὡς ἔτυχε, πεισθέντες καὶ ἀναπαυσάμενοι ἐπὶ τῇ τῶν λόγων ταπεινό‐ τητι, ὅτι δὲ οὐδέπω παρεδέξαντο τὴν διδασκαλίαν ὡς δέον, ἦν δῆλον· “ἔλεγε γὰρ,” φησὶν, “ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ
15“Ἰουδαίους, ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ” καὶ τὰ ἑξῆς· ταῦτα δὲ διελέγετο βουλόμενος ἐμβαθύναι τὴν πίστιν αὐτῶν, διασκάπτων τὴν ψυχὴν πληκτικωτέραν λόγοις. “Γνώσεσθε δὲ τὴν ἀλήθειαν,” τουτέστιν ἐμὲ, ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια. Τὰ γὰρ Ἰουδαϊκὰ πάντα τύπος ἦν, τὴν δὲ ἀλήθειαν παρ’
20ἐμοῦ εἴσεσθε, καὶ ἐλευθερώσει ὑμᾶς ἀπὸ τῶν ἁμαρτημάτων ὑμῶν· καὶ οὐκ εἶπεν ὅτι ἀπαλλάξει ὑμᾶς δουλείας, ἀλλὰ τοῦτο αὐτοῖς εἴασε συνιδεῖν. Ἀμμωνίου Πρεσβυτέρου. Αἱ θυσίαι καὶ οἱ ῥαντισμοὶ οὐδέποτε ἠλευθέρουν ἁμαρτίας, οἱ δὲ τὴν ἐν πνεύματι λατρείαν ἐπιτελοῦντες
25διὰ τῆς εἰς Χριστὸν πίστεως ἐλευθεροῦνται, μηκέτι ἐν δούλοις ἀλλ’ ἐν υἱοῖς καταταττόμενοι. Τί οὖν οἱ ἀλαζόνες; “σπέρμα Ἀβραὰμ,” φησὶν, “ἐσμὲν, “καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε” καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγουσι, τοιοῦτόν ἐστι, δούλους ἐκάλεσας τοὺς ἀπογόνους τοῦ Ἀβραὰμ τοὺς
30εὐγενεῖς. Τοιαῦτα γὰρ τῶν Ἰουδαίων τὰ καυχήματα, οὐδαμοῦ τῶν οἰκείων κατορθωμάτων μέμνηνται, ἀλλὰ τοῦ σπέρματος. Διὰ τοῦτο καὶ ὁ βαπτιστὴς πρὸς αὐτοὺς ἔλεγε, “μὴ δόξητε λέγειν “ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ.” Οὐκ ἤλεγξε δὲ αὐτοὺς ὁ Χριστὸς ὡς πολλάκις δουλεύσαντας·
35καὶ γὰρ καὶ Αἰγυπτίοις καὶ Βαβυλωνίοις καὶ ἑτέροις πολλοῖς278

279

ἐδούλευσαν, ἐπειδὴ οὐ τοῦτο ἐσπούδαζε δεῖξαι δούλους ἀνθρώπων γεγενημένους, ἀλλὰ τῆς ἁμαρτίας, ἥτις ἐστὶ καὶ χαλεπωτάτη δουλεία. Διὸ καὶ ἐπήγαγε λέγων, “πᾶς ὁ ποιῶν τὴν ἁμαρ‐ τίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν
5τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα,” καὶ τὰ ἑξῆς, διὰ τούτων ἠρέμα καὶ τὰ διὰ τοῦ νόμου καταβάλλει, αἰνιττόμενος τοὺς προ‐ τέρους χρόνους. Ἵνα γὰρ μὴ ἐκεῖνα ἀνατρέχωσι καὶ λέγωσι, θυσίας ἔχομεν, ἃς προσέταξε Μωϋσῆς, ἐκεῖναι ἡμᾶς ἀπαλλάξαι δύνανται. Διὰ τοῦτο ταῦτα ἐπήγαγεν, ἐπεὶ ποίαν ἀκολουθίαν
10εἶχε τὰ ῥήματα. δείκνυσι δὲ ἐνταῦθα καὶ τὸ ὁμότιμον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα καὶ τὸ διάφορον δούλου καὶ ἐλευθέρου. Ἡ γὰρ παραβολὴ τοῦτο βούλεται. Διὰ τί δὲ περὶ ἁμαρτημάτων διαλε‐ γόμενος οἰκίας ἐμνημόνευε; δεικνὺς ὅτι ὥσπερ ἐπὶ οἰκίας ὁ δεσπό‐ της, οὕτω πάντως αὐτὸς ἐξουσίαν ἔχει. Τὸ γὰρ “μένει” τοῦτό
15ἐστιν, ὥσπερ αὖ καὶ τὸ “οὐ μένει” ἀντὶ τοῦ οὐκ ἔχει ἐξουσίαν χαρίζεσθαι, ἅτε μὴ ὢν οἰκοδεσπότης· ὁ δὲ υἱὸς οἰκοδεσπότης ἐστὶ, διό φησι “μένει εἰς τὸν αἰῶνα.” Κυρίλλου. Δραμεῖται γὰρ εἰς τὸ ἐξώτερον σκότος, οἱ δὲ τῆς υἱοθεσίας ἀξιωθέντες ἀκούσονται, “δεῦτε οἱ εὐλογημένοι τοῦ
20“Πατρός μου,” καὶ τὰ ἑξῆς. Ἀμμωνίου Πρεσβυτέρου. Ὁ μὴ μένων εἰς τὸν αἰῶνα καὶ ὡσαύτως ἔχων, ἀεὶ δοῦλός ἐστι τῇ φύσει, καὶ οὔτε ἑαυτὸν οὔτε ἄλλον ἐλευθερῶσαι δύναται. Πάντα γὰρ δοῦλα τοῦ κτίσαντος, μένει δὲ εἰς τὸν αἰῶνα, ὡσαύτως ἔχων ὁ Υἱὸς ὡς φύσει Θεός.
25 Καὶ πάλιν δὲ τὸ ὁμοούσιον δεικνὺς ἐπήγαγε λέγων, “ἐὰν οὖν ὁ “Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.” Ἅμα δὲ καὶ τοῦτο ἐμφαίνει, “διὰ τοῦτο ἐλεύθεροι ἔσεσθε,” ὅτι αὕτη ἡ ἐλευθερία οὐκ ἀληθής ἐστιν, ἀλλὰ μέχρι προσηγορίας μόνης, ὅθεν ταύτην μὲν καὶ ἄνθρωποι διδόασι, τὴν δὲ ἀπὸ τῆς
30ἁμαρτίας ἐλευθερίαν μόνος ὁ Θεός. οἶδα γάρ, φησιν, ὅτι σπέρμα Ἀβραάμ ἐστε, ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ’ ἡ διὰ τῶν ἔργων πρὸς αὐτὸν οἰκείωσις. Ἀφεὶς τοίνυν πάντα αὐτῶν ἐλέγξαι τὸν βίον, τοῦτο ὃ μετὰ χεῖρας ποιεῖν ἐβούλοντο, εἰς μέσον ἄγει λέγων, “ζητεῖτέ με
35“ἀποκτεῖναι,” ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Εἰ γὰρ279

280

καὶ ἐπίστευσαν εἰς αὐτὸν, ἀλλ’ εὐθέως πάλιν μετέθεντο. Τί δέ ἐστιν, ὅπερ φησὶν, “ὅτι ἐγὼ ὃ ἑώρακα παρὰ τῷ Πατρί μου, “λαλῶ,” καὶ τὰ ἑξῆς, ὥσπερ, φησὶν, ἐγὼ, καὶ ἀπὸ τῶν ῥημάτων καὶ ἀπὸ τῆς ἀληθείας ἐμφαίνω τὸν Πατέρα, οὕτω καὶ ὑμεῖς τὸν
5διάβολον ἀπὸ τῶν πραγμάτων. Ἀπολιναρίου. Ἑωρακέναι καὶ παρὰ τῷ Πατρὶ λέγων, οὐκ ὀφθαλμῶν τινα ὅρασιν ἐδήλωσεν, ἀλλὰ γνῶσιν φυσικὴν, ἐπεὶ καὶ ἐκείνους φάσκων ἑωρακέναι παρὰ τῷ πατρὶ αὐτῶν, οὐκ ὄψει δή‐ πουθεν ἑωρακέναι λέγει, ἀλλὰ τῇ ἐνοικούσῃ πονηρίᾳ ταῖς τοῦ
10πονηροῦ βουλαῖς οἰκείους καθίστασθαι. Ἐπειδὴ δὲ εἶπον ἐκεῖνοι ὅτι ὁ Πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν, ἀποκρούεται αὐτοὺς λέγων, “εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε,” καὶ τὰ ἑξῆς. Συνεχῶς δὲ ἀπάγει αὐτοὺς τῆς πρὸς τὸν Ἀβραὰμ συγγε‐ νείας, ὥστε μὴ ἐν ἐκείνῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδὲ ἐν
15τῇ κατὰ φύσιν συγγενείᾳ, ἀλλ’ ἐν τῇ κατὰ προαίρεσιν. Μέμνηται δὲ πάλιν τῆς φονικῆς αὐτῶν προαιρέσεως, λέγων, “ζητεῖτέ με ἀποκτεῖναι” καὶ τὰ ἑξῆς, ὅπως συνεχῶς ὀνειδιζόμενοι ἐντραπέντες διορθώσονται. Ποίαν δὲ ἀλήθειαν λελάληκεν; ὅτι ἴσος ἐστὶ τῷ Πατρί. Διὰ
20γὰρ τοῦτο καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Τὸ δὲ εἰπεῖν ὅτι “τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε,” καὶ τὰ ἑξῆς, δείκνυσιν αὐτοὺς ὅτι οὐ μόνον τοῦ Ἀβραὰμ οὐκ εἰσὶν, ἀλλὰ μᾶλλον τοῦ διαβόλου. Διὰ τί εἰπόντων αὐτῶν “ἡμεῖς ἐκ “πορνείας οὐκ ἐγεννήθημεν,” οὐκ ἐλέγχει αὐτοὺς, καὶ γὰρ ἦσαν
25ἐκ πορνείας αὐτῶν πολλοὶ γεγεννημένοι, διὰ τὸ μὴ προσηκούσας ἐπιμιξίας ποιήσασθαι; Διὰ τί οὖν οὐκ ἐλέγχει αὐτούς; διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, καὶ ὥστε μὴ ἀναιδεστέρους γενέσθαι. Κυρίλλου. Ἐπειδὴ τῆς ἐξ Ἀβραὰμ συγγενείας ἔξω τιθεὶς αὐτοὺς, ἑτέρῳ προσνέμει πατρὶ, χαλεπαίνουσι σφόδρα, ἔκ τε
30πορνείας γεγενῆσθαι αὐτὸν λέγοντες, καὶ τὸν Θεὸν αὐτὸν Πατέρα ἐπιγραφόμενοι, καὶ ταῦτα Ἡσαΐου ἀκούοντες τοῦ προφήτου λέ‐ γοντος πρὸς αὐτούς· “οὐαὶ τέκνα ἀποστάται, καὶ υἱοὺς ἐγέννησα “καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.” Ἐπειδὴ δὲ περαιτέρω καυχήματος ἐξέρχονται λέγοντες, “ἕνα
35“πατέρα ἔχομεν τὸν Θεὸν,” τοῦτο δὲ ἔλεγον σεμνυνόμενοι ὡς τὸν280

281

Θεὸν ἐκδικοῦντες, δείκνυσιν αὐτοὺς μᾶλλον ἐναντιουμένους τῷ Θεῷ, ὅτι τὸν Υἱὸν αὐτοῦ ἐδίωκον, λέγει πρὸς αὐτοὺς, “εἰ ὁ Θεὸς πατὴρ “ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμὲ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ “ἥκω.”
5 Τὸ δὲ “ἐξῆλθον” τὴν πρὸς ἡμᾶς αὐτοῦ ἄφιξιν δηλοῖ. Ἀμμωνίου Πρεσβυτέρου. Εἰ ἠγαπᾶτέ με, τοῦτο σημεῖον ἦν ὅτι ἐκ Θεοῦ ἦτε. Ἡ γὰρ ἀγάπη εἰς υἱοθεσίαν ἄγει. Πῶς ὑμεῖς ἐν υἱοῖς δύνασθε ἀριθμεῖσθαι, οὐκ ἀγαπῶντες ἐμέ; τὸν μεταπλάτ‐ τοντα εἰς ἰδίαν μορφὴν τὸν εἰς αὐτὸν πιστεύοντα, ὅτι Θεός ἐστι
10φύσει, καὶ Υἱὸς Θεοῦ· πλὴν ἐκεῖνοι ἀνεγκλήτως καλοῦσι πατέρα τὸν Θεὸν, οἱ εὐσεβῶς πολιτευόμενοι. Τὸ “ἐξῆλθον” τὴν ἐκ Πατρὸς ἄῤῥητον καὶ ἄναρχον σημαίνει γέννησιν, τὸ δὲ “ἥκω” τὴν ἐν τῷδε τῷ κόσμῳ πάροδον μετὰ σαρκός. Εὐδοκίᾳ, φησὶ, τοῦ Πατρὸς ἐσαρκώθην, καὶ ἦλθον ἐν τῷ κόσμῳ,
15διαλεχθησόμενος ὑμῖν τὰ παρὰ τοῦ Πατρός. “Οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλε,” φησί. Τοῦτο δὲ εἶπε τοὺς πονηροὺς αὐτῶν διαλογισμοὺς ἐκκα‐ λύψαι βουλόμενος, ὅτι παρελογίζοντο ξένα τινὰ λέγειν αὐτὸν καὶ κενὰ, ὥσπερ τοῦ Θεοῦ ἥκειν. Διὰ τοῦτο καὶ ἐπάγει λέγων “τὴν
20“λαλιὰν τὴν ἐμὴν οὐ γιγνώσκετε, ὅτι οὐ δύνασθε ἀκούειν τὸν “λόγον τὸν ἐμόν.” Τίνος ἕνεκεν; διὰ τὸ χαμαίζηλον τῆς δια‐ νοίας ὑμῶν φησι, καὶ τὸ πολὺ μεγάλα εἶναι τὰ ἐμά. Ἐνταῦθα δὲ τὸ “οὐ δύνασθε,” τὸ οὐ βούλεσθε ἐστί. Διὰ τί δὲ οὐκ ἐβούλοντο, ἐμφαίνει λέγων, “ὅτι ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ
25διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου “θέλετε ποιεῖν.” καὶ οὐκ εἶπεν ἁπλῶς τὰ ἔργα, ἀλλὰ “τὰς “ἐπιθυμίας αὐτοῦ ποιεῖτε,” δεικνὺς ὅτι σφοδρῶς καὶ οὗτοι κἀκεῖνος τοῖς φόνοις χαίρουσι. Διὸ καὶ ἐπάγει, “ἐκεῖνος ἀνθρωποκτόνος “ἦν ἀπ’ ἀρχῆς.”
30 Οὐκ ἀφῆκε δὲ ἀμάρτυρον τὸν λόγον, ἀλλὰ τεκμηρίοις κατα‐ σκευάζει τὸν ἔλεγχον. Τὸ γὰρ χαίρειν τοῖς φόνοις, φησὶ, τῆς ἐκείνου κακίας ἐστὶ, “καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια “οὐκ ἔστιν ἐν αὐτῷ·” διότι ἐκεῖνος ἔτεκε τὸ ψεῦδος πρῶτος. Τοῦτο δὲ εἶπε διὰ τὸ συνεχῶς αὐτοῦ κατηγορεῖν καὶ λέγειν, ὅτι
35ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν.281

282

Ἀμμωνίου Πρεσβυτέρου. Αὐτὸς πρῶτος ἔτεκε τὸ ψεῦδος, ἕτερα ἀνθ’ ἑτέρων εἰπὼν πρὸς τὴν Εὔαν. Θεοδώρου Ἡρακλείας. Ἀποστάτης γὰρ τῆς ἀληθείας ἐξ ἀρχῆς γενόμενος, διὰ ψεύδους τὰ πάντα συνέχεε, τοῦτο μὲν
5Θεὸν πρὸς ἀνθρώπους διαβαλὼν, τοῦτο δὲ ἀνθρώπους Θεῷ· οἷον Θεὸν μὲν πρὸς τὴν Εὔαν, ἀνθρώπους δὲ τῷ Θεῷ, τὸν Ἰὼβ, λέγων “μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Θεόν;” καὶ πάλιν, ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε, ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα.
10 Τί ἐστιν “ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων· λαλεῖ;” ὅτι ψεύστης ἐστίν. οἱ μὲν ἄνθρωποι, φησὶν, οὐχ οὕτως χρῶνται τῷ ψεύδει ὡς ἰδίῳ, ἀλλ’ ὡς ἀλλοτρίῳ, οὗτος δὲ ὡς ἰδίῳ, διό φησι, “καὶ “ὁ πατὴρ αὐτοῦ,” τοῦτ’ ἔστι τοῦ ψεύδους· αὐτὸς γὰρ πρῶτος ἔτεκε τὸ ψεῦδος, ὅτε ἔλεγεν, “ᾗ ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς Θεοί.”
15 Ὅπερ δέ φησιν, “ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ “μοι” τοῦτό ἐστιν, οὐδενὶ ἔχοντες ἐγκαλεῖν μοι, ἀνελεῖν με θέλετε. Ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώ‐ κετε, ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα. Διὸ καὶ ἐπήγαγε, τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ
20γὰρ μήτε αἰτιᾶσθαι ἔχετέ τι τῶν λεγομένων, μήτε ἁμάρτημά τι ἐν ἐμοὶ θεωρεῖτε, διὰ τί οὐ πιστεύετέ μοι; Τοῦτο γὰρ σημαίνει ὅπερ εἶπεν, “εἰ ἀλήθειαν λέγω, διὰ τί οὐ πιστεύετέ μοι;” “Ὁ γὰρ ὢν,” φησὶν, “ἐκ τοῦ Θεοῦ, τὰ ῥήματα τοῦ Θεοῦ “ἀκούει· διὰ τοῦτο δὲ ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ
25“ἐστέ.” Ἀμμωνίου Πρεσβυτέρου. Τοὺς πιστοὺς ἐκ τοῦ Θεοῦ λέγει, οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὸ ἐξ αὐτοῦ τὸν τύπον τῆς εὐσεβείας λαβεῖν, καὶ οἰκειωθῆναι αὐτῷ ἐξ ἀρετῆς καὶ ἐννόμου πολιτείας. Τὸ δὲ “ἀκούει” λέγει, οὐ τοῖς αἰσθητικοῖς ὠσὶν, ἀλλὰ ταῖς τῆς
30ψυχῆς συγκαταθέσεσιν. Δείκνυσιν ὅτι διὰ τοῦτο οὐκ ἐπίστευον αὐτῷ, ὅτι ὡς ἀντιθέῳ προσεῖχον, ἀλλ’ ὅτι ἀλλότριοι ἧσαν τοῦ Θεοῦ. Ὀφείλοντες δὲ ἐπὶ τοῖς ῥηθεῖσι κατανυγῆναι, θαυμάσαι τὲ τὴν παῤῥησίαν, καὶ τὴν τῶν εἰρημένων ἀκολουθίαν, μᾶλλον καὶ ὑβρί‐ ζουσι, Σαμαρείτην αὐτὸν ἀποκαλοῦντες, δαιμόνιον ἔχοντα.
35Οὐδαμοῦ δὲ τοῦ Εὐαγγελιστοῦ ἔμπροσθεν εἰρηκότος, ὅτι Σα‐282

283

μαρείτην αὐτὸν ἐκάλεσαν, πῶς οὗτοί φασιν, “οὐ καλῶς ἐλέγομεν;” Δῆλον οὖν ὅτι πολλάκις εἶπον αὐτὸν τοῦτο· ὁ δὲ πρᾶος καὶ ἀνεξί‐ κακος ἔνθα μὲν διδάξαι αὐτοὺς ἐχρῆν, καὶ τὸν πολὺν αὐτῶν κατα‐ σπάσαι τῦφον καὶ παιδεῦσαι μὴ μεγαφρονεῖν ἐπὶ τῷ Ἀβραὰμ,
5σφοδρὸς ἦν, ἔνθα δὲ ὑβριζόμενον ἐνεγκεῖν ἔδει, πολλῇ πραότητι κέχρηται, παιδεύων ἡμᾶς τὰ μὲν εἰς τὸν Θεὸν ἐκδικεῖν, τὰ δὲ εἰς ἡμᾶς παρορᾷν. Ἀμμωνίου Πρεσβυτέρου. Σαμαρείτην ἐκάλουν τὸν Κύριον, ὡς διαφοροῦντα περὶ τὰς νομικὰς ἐντολὰς καὶ λύοντα τὸ σάββα‐
10τον. Οἱ γὰρ Σαμαρεῖται οὐκ ἀκριβῶς ἰουδαΐζουσι. Τί ἐστιν, “ἐγὼ οὐ ζητῶ τὴν δόξαν τὴν ἐμήν;” ταῦτα εἶπον, φησὶ, δεικνὺς ὅτι προσῆκεν ὑμῖν τὸν Θεὸν καλεῖν πατέρα ἀνδροφό‐ νοις οὖσιν, ὥστε τῇ τιμῇ τῇ πρὸς ἐκεῖνον ἀτιμάζετέ με. Ἐμφαίνων δὲ ὅτι ἐκείνῳ εὐθύνας ὀφείλουσι τῶν λεχθέντων, δι’
15ὧν ταῦτα ἤκουεν, ἐπήγαγε λέγων· “ἐστὶν ὁ ζητῶν καὶ κρίνων.” Εἰ καὶ ἐγὼ διὰ ταπεινοφροσύνην παρορῶ τὴν ἐμαυτοῦ τιμὴν, ἀλλ’ ὁ Πατὴρ ζητεῖ τὴν ἐμὴν δόξαν καὶ τιμήν. Ἀμμωνίου Πρεσβυτέρου. Τὸ δὲ, “ἐάν τις τὸν λόγον τὸν “ἐμὸν τηρήσῃ,” καὶ τὰ ἑξῆς, οὐ τὴν πίστιν μόνον ἐνταῦθα δηλοῖ
20τὴν εἰς αὐτὸν, ἀλλὰ καὶ τὸν βίον τὸν καθαρόν. Ἅμα δὲ καὶ αἰνίττεται ὅτι οὐδὲν δύνανται αὐτῷ ποιῆσαι. Εἰ γὰρ ὁ τὸν λόγον αὐτοῦ τηρῶν οὐκ ἀποθανεῖται, πολλῷ μᾶλλον αὐτός. Διὸ καὶ αὐτοὶ τοῦτο συνιδόντες λέγουσιν αὐτῷ, νῦν ἐγνώκαμεν, ὅτι δαιμό‐ νιον ἔχεις, καὶ τὰ ἑξῆς. Ὃ δὲ εἶπον, τοῦτό ἐστιν, οἱ τὸν λόγον
25τοῦ Θεοῦ ἀκούσαντες ἀπέθανον, καὶ οἱ τὸν σὸν ἀκούοντες οὐκ ἀπο‐ θανοῦνται; “Μὴ γὰρ σὺ, φησὶ, μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ;” Οὐ τὸν σαρκικὸν λέγει, ὃν ὑπομένομεν ἅπαντες, ἀλλ’ ὅτι ὡς Θεὸς οὐκ ἐλογίζετο τὸν θάνατον, ὃν ὡς Θεὸς εὐκόλως ἠδύνατο
30ἀνατρέψαι· θάνατον γὰρ ὧδε ὀνομάζει τὸ δι’ αἰῶνος κολάζεσθαι. Καὶ γὰρ καὶ ζωή ἐστιν ἡ ἀκατάπαυστος ἀπόλαυσις. Αἰῶνα λέγει τὸν μέλλοντα, ὃς κυρίως καλεῖται αἰὼν, ὁ μὴ ἔχων πέρας, ὅπου οὐκέτι οὐδεὶς ἀποθνήσκει μετὰ τὴν ἀνάστασιν τὴν διὰ Χριστοῦ δωρηθεῖσαν πᾶσιν, ὅπου γε τὸ ζωοποιούμενον κἂν ἀποθάνῃ, οὐκ
35ἀποθνήσκει τῷ Θεῷ.283

284

Κυρίλλου. Εἰ τοίνυν ἐγνώκασιν, οὐκ ᾔδεισαν πάλιν. Πῶς οὖν ἔλεγον δαιμονᾷν τὸν οὕτω κατεγνωσμένον, ὥσπερ οὖν ᾠήθησαν αὐτοί. Ψεύστης οὖν ἄρα καὶ πάλαι πρότερον ἦν ὁ δυσσεβὴς τῶν Ἰουδαίων λαὸς, καί τοι διαλογισμῷ πληροφορηθέντες ἀναγ‐
5καίως ὡς οὐκ ἂν ὁ Σατανᾶς ἐκβάλοι τὸν Σατανᾶν· “πᾶσα γὰρ “βασιλεία,” φησὶν, ὁ Χριστὸς, “μερισθεῖσα καθ’ ἑαυτὴν, ἐρη‐ “μοῦται,” καὶ τὰ ἑξῆς. Τοῦ Χρυσοστόμου. Ὦ τῆς κενοδοξίας, πάλιν ἐπὶ τὴν συγ‐ γένειαν αὐτοῦ καταφεύγουσι, καί τοι ἀκόλουθον ἦν εἰπεῖν, μὴ σὺ
10μείζων εἶ τοῦ Θεοῦ, ὅτι οἱ ἀκούσαντες αὐτοῦ ἀπέθανον, οἱ δὲ πι‐ στεύσαντες ἐπὶ σὲ οὐκ ἀποθανοῦνται; ἀλλὰ λέγουσι τοῦτο, ἐπειδὴ καὶ τοῦ Ἀβραὰμ ἐλάττονα αὐτὸν εἶναι ἐνόμιζον· καὶ περὶ μὲν τοῦ θανάτου οὐδὲν αὐτοῖς διελέχθη, οὐδὲ ἀπεκάλυψε περὶ ποίου λέγει θανάτου, τέως δὲ πείθει, ὅτι τοῦ Ἀβραὰμ κρεῖττόν ἐστιν,
15ἵνα καὶ τοῦτο δυσωπήσῃ· μάλιστα μὲν γὰρ εἰ καὶ ὁ τυχὼν, φη‐ σὶν, ἡμῖν οὐκ ἔδει ἀποθανεῖν, οὐδὲν ἀδικήσαντα. Ὅταν δὲ τὴν ἀλήθειαν λέγω, καὶ μηδεμίαν ἁμαρτίαν ἔχω, καὶ παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος ὦ, καὶ Ἀβραὰμ κρείττων, πῶς οὐ μαίνεσθε καὶ ἀνό‐ νητα πονεῖτε ἐπιχειροῦντες ἀνελεῖν;
20 Τὸ δὲ “τίνα ποιεῖς σεαυτὸν σύ;” ὑβριστικῶς καὶ τοῦτο εἶπον, ὡσανεὶ ἔλεγον, σὺ χαρίζῃ σεαυτῷ. Διὸ καὶ ὁ Χριστὸς πρὸς τοῦτό φησιν, “ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστι.” Τοῦτο δὲ πρὸς τὴν ἐκείνων εἶπεν ὑπόνοιαν, ὥσπερ καὶ τὸ “ἡ μαρτυρία “μου οὐκ ἔστιν ἀληθής.”
25 Δεικνὺς δὲ ὅτι οὐ μόνον αὐτὸν Πατέρα οὐκ ἴσασιν, ἀλλ’ οὐδὲ Θεὸν, ἐπήγαγε λέγων, “ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς “λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ οἴδατε αὐτὸν, ἐγὼ δὲ οἶδα “αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ,” ὅπερ μεγίστη ἀπόδειξις ἦν, τὸ παρ’ ἐκείνου ἀπεστάλθαι, τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς.
30 Κυρίλλου. Ὁ γὰρ ἐκ τοῦ ὄντος Πατρὸς ἀρρήτως γεγενημένος Υἱὸς ἐπάγεται δήπου πάντως τὸ τοῦ γεννήσαντος ἴδιον, καὶ τὸ τοῦ τεκόντος ἀξίωμα. Ἀμμωνίου Πρεσβυτέρου. Μόνος γὰρ ὁ Υἱὸς οἶδε φυσικῶς καὶ γνωστικῶς τὸν Πατέρα, μᾶλλον δὲ ἡ Τριὰς ἑαυτήν. Τὸ εἰ‐
35πεῖν, “οἶδα αὐτὸν,” οὐκ ἔστι κόμπος, ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι,284

285

ψεῦδος. ὑμεῖς γὰρ λέγοντες αὐτὸν εἰδέναι, ψεύδεσθε. Τὸ δὲ εἰπεῖν, “ἀλλ’ οἶδα αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ πληρῶ,” δείκνυσι τοὺς Ἰουδαίους τὸ μήτε εἰδέναι τὸν Θεὸν, μήτε μὴν ἀνέχεσθαι τῶν παρ’ αὐτοῦ λόγων, διὰ τὸ μὴ δέχεσθαι τὸν δι’ αὐτοῦ κεκη‐
5ρυγμένον. Καὶ πάλιν οἶδεν ὁ Υἱὸς τὸν Πατέρα, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν γεγενημένος, τηρεῖ δὲ τὸν λόγον αὐτοῦ, ὅλον ἔχων ἐν ἑαυτῷ σωζό‐ μενον τῆς οὐσίας αὐτοῦ τὸν ὅρον. Δηλοῖ γὰρ ὁ λόγος καὶ τὸν ὅρον, οὐχ ὅτι ὅρῳ ἐστὶ περιλαβεῖν τοὺς ἀνθρώπους τὸν Θεὸν, ἀλλ’
10ὅτι οἶδεν ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, καὶ τί κατὰ φύσιν ἐστὶν ὁ γεννήσας αὐτόν. Τί ἐστιν ὅπερ εἶπεν, “ὅτι Ἀβραὰμ ὁ πατὴρ “ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν,” καὶ τὰ ἑξῆς; Ἡμέραν ἐνταῦθα λέγει τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ προσφορᾷ τῇ τοῦ Ἰσαὰκ προδιετύπωσε· ἐπαινεῖ δὲ ὡς εὐφρανθέντα τὸν Ἀβραὰμ
15διὰ τὸν σταυρὸν, δεῖξαι θέλων, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρ‐ χεται. Ἀμμωνίου. Δείκνυσιν αὐτοὺς κἂν τούτῳ τοῦ Ἀβραὰμ ἀλλο‐ τρίους, ἐπείπερ ἐν οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσι. Κυρίλλου. Ἡμέραν λέγει τὸν τῆς ἐπιδημίας καιρὸν, περὶ ἧς ὁ
20ψάλλων φησὶν, “αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλια‐ “σώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.” Ἐπειδὴ δὲ ἐγγὺς τῶν πεντήκοντα ἐτῶν ἐνόμιζον εἶναι τὸν Χρι‐ στὸν λοιπὸν, ὄντα περί που τριάκοντα τριῶν, εἶπαν, “πεντήκοντα “ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;”
25 Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας. “Πεντήκοντα ἔτη “οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;” Τί γὰρ ἐκώλυε τεσσα‐ ράκοντα εἰπεῖν, Χριστοῦ τὴν κατὰ σάρκα ἡλικίαν νεάζοντος, εἰ καὶ καθὸ Θεὸς ἄχρονος ἦν; τριακονταέτης γὰρ ὑπάρχων ἦλθεν ἐπὶ τὸ βάπτισμα. Ἠδύναντο δὲ καὶ πρὸς τὸ ἀρχαῖον τοῦ Ἀβραὰμ
30ἀποβλέποντες λέγειν, μὴ πεντακόσια ἔτη ἔχεις ἢ χίλια, εἰ τύχοι, ὅτι Ἀβραὰμ ἑώρακας; τοῦτο γὰρ μάλιστα διασυρόντων ἦν, ἀλλὰ τῶν πεντήκοντα ἐτῶν ἐμνήσθησαν, διὰ τὸ τὴν ἑβδομάδα τιμίαν ὑπάρχειν τοῖς υἱοῖς Ἰσραήλ. Διὰ τί δὲ μὴ εἶπεν, ἤμην, ἀλλ’ “εἰμὶ πρὶν Ἀβραὰμ γενέ‐
35“σθαι;” Ἐπειδὴ ὥσπερ ὁ Πατὴρ αὐτοῦ ταύτῃ κέχρηται τῇ285

286

λέξει “ἐγώ εἰμι,” οὕτως αὐτὸς, καὶ γὰρ τοῦ διηνεκῶς εἶναι τυγχάνει σημαντικὴ, παντὸς ἀπηλλαγμένη χρόνου. Διὸ καὶ βλάσφημον αὐτοῖς ἐδόκει εἶναι τὸ ῥῆμα· “ᾖραν” γάρ, φησι, “λίθους, ἵνα βάλωσιν ἐπ’ αὐτὸν,” οὕτως ἕτοιμοι πρὸς φόνους
5ἦσαν, καὶ δι’ ἑαυτῶν ταῦτα ἔπραττον. Ἀμμωνίου Πρεσβυτέρου. Ἐπὶ τοῦ Ἀβραὰμ ἔθηκε τὸ γενέ‐ σθαι, ὅτι ὁ γεγονὼς καὶ φθείρεται, ἐπὶ δὲ αὐτοῦ τὸ “εἰμὶ,” ὡς ἀΐδιος καὶ κρείττων φθορᾶς. Τὸ δὲ “ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ” ἀνθρωπίνως πάλιν
10ποιεῖ, ἱκανὴν διδασκαλίαν παραθέμενος, καὶ τὰ αὐτοῦ πάντα πλη‐ ρώσας. Θεοδώρου Ἡρακλείας. Πῶς ἐκρύβη; οὐκ εἰς γωνίαν τοῦ ἱεροῦ ἑαυτὸν περιστείλας, οὐδ’ εἰς οἰκίσκον, ὡς ἄν τις οἰηθείη καταφυγὼν, οὐδὲ μὴν ὀπίσω τοίχου ἢ στύλου περικάμψας, ἀλλ’
15ἐξουσίᾳ θεϊκῇ ἀόρατον αὐτὸν τοῖς ἐπιβουλεύουσι καταστήσας, διὰ μέσου αὐτῶν, μὴ ὁρώμενος ἐξῆλθε, καὶ παρῆγεν οὕτως.
17tΚΕΦ. Ι.
18tΠερὶ τοῦ ἐκ γενετῆς τυφλοῦ.
19Διὰ τί θεραπεύει τότε εὐθέως τὸν τυφλὸν ἐκ τοῦ ἱεροῦ ἐξελθών;
20ἵνα σὺν τῇ ἀπουσίᾳ καὶ ἡ τοῦ σημείου ἐργασία τὸ σκληρὸν αὐτῶν καὶ ἀπειθὲς καταμαλάξῃ, ἅμα δὲ καὶ τὰ ὑπ’ αὐτοῦ εἰρημένα πιστώσασθαι βουλόμενος. Ὅτι γὰρ ἐπίτηδες ἐπὶ τὸ ἔργον τοῦτο ἦλθε, δῆλον ἐκεῖθεν. Οὕτω γὰρ αὐτῷ σπουδαίως ἐνέβλεψεν, ὡς καὶ τοὺς μαθητὰς ἐκ τούτου ἐπὶ τὴν ἐρώτησιν ἐλθεῖν.
25 Εἶπον γὰρ αὐτῷ, φησὶ, “τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ “ἵνα τυφλὸς γεννηθῇ;” ἔστι δὲ ἐσφαλμένη ἡ ἐρώτησις. πῶς γὰρ ἂν ἥμαρτεν οὗτος πρὶν γεννηθῆναι; πῶς δὲ τῶν γονέων ἁμαρτόν‐ των αὐτὸς ἐκολάσθη; πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; ἀπὸ τοῦ παραλυτικοῦ. Ἐπειδὴ γὰρ θεραπεύων αὐτὸν ἔλεγεν, “ἴδε,
30“ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.” Τοῦτο ἐννοήσαντες οὗτοι, ὅτι ἐκεῖνος δι’ ἁμαρτίας παρελύθη, λέγουσιν, ἔστω, ἐκεῖνος δι’ ἁμαρτήματα παρελύθη, περὶ τούτου τί ἂν εἴποις, αὐτὸς ἥμαρτεν;
ἀλλ’ οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. ἀλλ’ οἱ γονεῖς286

287

αὐτοῦ; ἀλλ’ οὐδὲ τοῦτο· παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Οὐ τοσοῦτον οὖν ἐρωτῶντες τοῦτο ἔλεγον, ὅσον διαποροῦντες. Διὸ αὐτός φησιν, “οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ·” οὐχ ἁμαρτημάτων δὲ αὐτοὺς ἀπαλλάττων τοῦτό φησιν. Οὐ γὰρ
5ἁπλῶς εἶπεν, οὔτε οὗτος οὔτε γονεῖς αὐτοῦ ἥμαρτον, ἀλλ’ ἐπή‐ γαγεν, ἵνα τυφλὸς γεννηθῇ. Ἥμαρτον μὲν γὰρ ἴσως οἱ γονεῖς αὐτοῦ, καὶ οὗτος μετὰ ταῦτα, ἀλλ’ οὐκ ἐντεῦθεν ἡ πήρωσις. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες ἐκ τούτων ἐτυφλώθησαν τῶν αὐτῶν, οἷον διὰ τὰς
10τῶν γονέων ἁμαρτίας, οὐδὲ γὰρ ἔνι ἁμαρτόντας ἑτέρους ἄλλους κολάζεσθαι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην ἀναιρεῖ τὴν ὑπό‐ νοιαν· καὶ ὁ Μωσῆς δέ φησιν, “οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ “τέκνου.” Εἰ δὲ λέγοι τις, πῶς οὖν εἴρηται “ἀποδιδοὺς ἁμαρτίας “πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν;” ἐκεῖνο ἂν
15εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ’ ἐπί τινων εἴρη‐ ται, τῶν ἐξ Αἰγύπτου ἐξελθόντων· ἐπεὶ καὶ αὐτοὶ τῶν γονέων γεγό‐ νασι χείρους. Τὸ δὲ “ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ,” περὶ αὐτοῦ λέγει, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ὅτι γὰρ περὶ αὐτοῦ τοῦτό φησι, δῆλον ἐκ τῆς ἐπαγω‐
20γῆς, “ἐμὲ γάρ, φησι, δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός “με,” τουτέστι, δεῖ με φανερῶσαι ἐμαυτὸν καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντι, οὐ τοιαῦτα, ἀλλ’ αὐτὰ, ὃ σημεῖόν ἐστι ἀπαραλλαξίας, καὶ ὅπερ οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται.
25 Τὸ δὲ, “ἕως ἡμέρα ἐστὶ,” τοῦτο δηλοῖ, ἕως ὁ βίος οὗτος ἐνέ‐ στηκεν, ἔνεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμέ. Τὸ γὰρ “ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι,” περὶ τοῦ μέλλοντος λέγει καιροῦ· νύκτα δὲ αὐτὸν καλεῖ διὰ τὸ τῶν ἁμαρτημάτων ἀνενέργητον. οὐδεὶς γὰρ τότε ἁμαρτίας ἐργάσασθαι
30δύναται, ὥσπερ οὐδὲ ἐν τῷ σκότει τῆς νυκτὸς ἔργον. Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἡμέραν δὲ ἐκεῖνον· καὶ γὰρ φησὶν “ἡ νὺξ προέκοψε, ἡ δὲ ἡμέρα “ἤγγικε;” οὐκ ἐναντιούμενος τῷ Χριστῷ. Νύκτα γὰρ τὸν
παρόντα βίον καλεῖ, ἢ διὰ τὸ παραβαλεῖν αὐτὸν τῇ ἡμέρᾳ287

288

ἐκείνῃ, ἢ διὰ τὸ ἐν σκότῳ εἶναι τοὺς ἐν κακίᾳ διατρίβοντας καὶ ἀπιστίᾳ. Φῶς ἑαυτὸν τοῦ κόσμου εἶπεν, ὡς φωτίζοντα τῶν πιστῶν τὰς ψυχὰς, καὶ ὅτι ἤμελλεν ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς
5τυφλοῦ. “Ταῦτά,” φησιν, “εἰπὼν ὁ Ἰησοῦς, ποῖα ταῦτα;” ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ὅτι “δεῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ “πέμψαντός με.” Οὐ γὰρ ἁπλῶς ἀνέμνησεν ἡμᾶς τῶν εἰρη‐ μένων ὁ Εὐαγγελιστὴς, ἀλλὰ δηλῶν ὅτι τὸν λόγον διὰ τῶν ἔργων ἐπιστώσατο.
10 Ἀμμωνίου Πρεσβυτέρου. “Ἔπτυσε δὲ χαμαὶ καὶ ἐποίησε “πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς “ὀφθαλμοὺς τοῦ τυφλοῦ,” δεῖξαι βουλόμενος διὰ τοῦ πηλοῦ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ πλάσας. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ἐγώ εἰμι ὁ τοῦτο ποιήσας, πρόσαντες ἐδόκει εἶναι τοῖς
15ἀκούουσι. Διὰ δὲ τοῦ ἔργου δεικνύμενος τοῦτο, οὐκ ἔτι λοιπὸν προσίστατο· διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν, οὐκ ἔπλασε δὲ μόνον, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμφυσῆσαι τῷ Ἀδάμ. Ἐκείνης μὲν γὰρ μὴ ἐνεργούσης,
20ὀφθαλμὸς, κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτέ. Οὐ κέχρηται δὲ ὕδατι, ἀλλὰ πτύσματι εἰς τὸν πηλὸν, ἐπειδὴ ἔμελλε πέμπειν αὐτὸν εἰς τὸν Σιλωάμ. Ἵν’ οὖν μὴ τῇ πηγῇ ἐπιγραφῇ τὸ θαῦμα, ἀλλὰ μάθωμεν ὅτι ἐκ τοῦ στόματος αὐτοῦ ἐξελθοῦσα δύναμις, αὐτὴ καὶ διέπλασε, καὶ ἀνέῳξε τοὺς ὀφθαλ‐
25μοὺς αὐτοῦ, διὰ τοῦτο “ἔπτυσε χαμαὶ, καὶ ἐκ τοῦ πτύσματος “ἐποίησε πηλόν.” Οὐκ ἀνέβλεψε δὲ εὐθέως, ἀλλ’ ἐκέλευσε νίψασθαι, ἵνα μὴ τῆς πηγῆς εἶναι δόξῃ τὸ κατόρθωμα. Πέμπει δὲ αὐτὸν εἰς τὸν Σιλωὰμ, πρῶτον μὲν, ἵνα γνῶμεν τοῦ
30τυφλοῦ τὴν πίστιν· οὐ γὰρ εἶπεν, εἰ ὅλος ὁ πηλός ἐστι, καὶ τὸ πτύσμα τὸ παρέχον μοι τοὺς ὀφθαλμοὺς, τί μοι χρεία τοῦ Σι‐ λωὰμ, ἢ τοῦ νίψασθαι; ἀλλ’ ἐπείσθη τῷ κελεύοντι· ἔπειτα δὲ ἵνα ἐπιστομισθῇ τῶν Ἰουδαίων ἡ ἀγνωμοσύνη, εἰκὸς γὰρ ἦν ἅπαν‐
τας ὁρᾷν αὐτὸν ἀπιόντα, τὸν πηλὸν ἔχοντα ἐπὶ τῶν ὀφθαλμῶν·288

289

τῷ γὰρ παραδόξῳ πάντας ἂν ἐπέστρεψε πρὸς ἑαυτὸν, τούς τε ἰδόντας αὐτὸν, τούς τε ἀγνοοῦντας. Ἐπειδὴ γὰρ οὐκ ἔστιν εὔκο‐ λον τυφλὸν ἀναβλέψαντα γνωρίσαι, πολλοὺς ποιεῖ πρότερον γενέ‐ σθαι μάρτυρας διὰ μακρᾶς τῆς ὁδοῦ, καὶ ἀκριβεῖς θεατὰς τῷ
5παραδόξῳ τῆς θέας, ἵνα μηκέτι ἔχωσιν ἀμφιβάλλειν. Προστίθησι δὲ ὁ Εὐαγγελιστὴς τοῦ Σιλωὰμ τὴν ἑρμηνείαν, “ὅ ἐστιν ἀπεσταλμένον,” δεῖξαι θέλων, ὅτι Σιλωὰμ πνευματικὸς ἦν ὁ Χριστός. Καὶ γὰρ τὸ ἀθρόον τῆς τοῦ ὕδατος ἐκείνου παρου‐ σίας, μυστήριον ἀπόρρητον ἐμφαίνει, τὸ ἀπροσδόκητον λέγω δὴ
10τῆς τοῦ Χριστοῦ ἐπιφανείας, καὶ παρὰ πᾶσαν ἐλπίδα γενόμενον. Διὰ τί οἱ γείτονες αὐτοῦ καὶ οἱ λοιποὶ ἀμφέβαλλον περὶ αὐ‐ τοῦ, ὅτι οὐκ ἔστιν αὐτὸς ὁ προσαιτῶν; διὰ τὸ παράδοξον τοῦ γενομένου θαύματος ἀπιστοῦντες, καί τοι γε τοσούτων οἰκονομη‐ θέντων, ὥστε μὴ ἀπιστῆσαί τινα.
15 Οὐχ ἁπλῶς δὲ ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, ὅτι προσαίτης ἦν, ἀλλ’ ἵνα δείξῃ, τὸ ἄφατον τῆς τοῦ Χριστοῦ φιλανθρωπίας, ποῦ κατέβαινε, τοὺς προσαιτοῦντας μετὰ πολλῆς τῆς εὐνοίας θεραπεύων. Ἐκεῖνος δὲ μὴ αἰσχυνόμενος τὴν προτέραν πήρωσιν, μηδὲ φοβούμενος τὸν θυμὸν τοῦ δήμου, ἔλεγεν, “ὅτι ἐγώ εἰμι.”
20Τοῦτο δὲ ἐποίει τὸν εὐεργέτην ἀνακηρύττων. Ἄνθρωπον δὲ αὐτὸν καλεῖ, ἐπειδὴ οὐδὲν μέγα τέως ᾔδει περὶ αὐτοῦ, ὅπερ δὲ ἐγίγνωσκε, μετὰ ἀληθείας εἶπεν. Ὅτι μὲν γὰρ ἐπέχρισε τοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τῆς αἰσθήσεως ἐμάνθανε καὶ τῆς ἁφῆς· ὅτι δὲ πτύσματι τὸν πηλὸν ἐποίησεν, οὐκ οἶδε. Ὅπερ
25δὲ καὶ διὰ τῆς ἀκοῆς ἤκουσεν, ἐμαρτύρησε λέγων, ὅτι “εἶπέ μοι, “ὕπαγε, νίψαι,” καὶ τὰ ἑξῆς. Πόθεν δὲ αὐτοῦ ἐπέγνω τὴν φωνήν; ἀπὸ τῆς πρὸς τοὺς μαθη‐ τὰς διαλέξεως, ὅτι περὶ αὐτοῦ ἐκεῖνοι ἐρωτήσαντες, αὐτὸς ἀποκρι‐ θεὶς διελέγετο αὐτοῖς, ὡς προγέγραπται. Ἐπειδὴ δὲ θεραπεύων
30εὐθέως ἀνεχώρει, τοῦτο δὲ διὰ τὸ ἀκόμπαστον ἐποίει· ἐρωτηθεὶς ὁ ποτὲ τυφλὸς περὶ αὐτοῦ, ποῦ ἔστι, καὶ ἐνταῦθα ἀληθεύων εἶπεν, “οὐκ οἶδα.” Ἄγουσι δὲ αὐτὸν πρὸς τοὺς ἀρχιερεῖς διὰ τὸ σφο‐
δροτέρως αὐτὸν ἐρωτηθῆναι.289

290

Ἐπισημαίνεται δὲ ὁ Εὐαγγελιστὴς ὅτι σάββατον ἦν, ἵνα τὴν πονηρὰν αὐτῶν γνώμην ἐνδείξηται, ὡς παράβασιν τοῦ νόμου γνω‐ ρίζονται τὴν εἰς τὸν τυφλὸν γενομένην θεραπείαν. Τίνος ἕνεκεν ἐρωτῶντες τὸν ποτὲ τυφλὸν οὐκ εἶπον, πῶς ἀνέ‐
5βλεψας; ἀλλὰ πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; διδόντες αὐτῷ πρόφασιν τοῦ λαβεῖν αὐτὸν ἐπὶ τῇ ἐργασίᾳ· αὐτὸς δὲ ὡς προα‐ κηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα αὐτοῦ εἶπεν, οὔτε ἃ πρὸς αὐτὸν ἐλάλησεν, ἀλλ’ ὅτι “πηλὸν ἐπέθηκεν “ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην, καὶ βλέπω.” Ἐν τῷ ἐπι‐
10σημήνασθαι δὲ τὸν Εὐαγγελιστὴν, ὅτι ἔλεγεν ἐκ τῶν Φαρισαίων τινὲς, δείκνυσιν ὅτι οὐ τοῦτο λέγουσι πάντες, ἀλλὰ τινὲς, δηλο‐ νότι οἱ ἰταμώτεροι, “ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ Θεοῦ,” καὶ τὰ ἑξῆς. “Ἄλλοι γὰρ,” φησὶν, “ἔλεγον, πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς
15“τοιαῦτα σημεῖα ποιεῖν;” Ὅθεν φανερόν ἐστιν, ὅτι ἀπὸ τῶν σημείων ἀνήγοντο, ἀλλὰ περίβλεπτοι ὄντες οἱ ἄρχοντες δυσκολώτερον παρὰ τὸν πολὺν λαὸν ἐπαρρησιάζοντο· τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ ἀπαρχία, διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, “πῶς δύ‐ “νασθε πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.”
20 “Σχίσμα δὲ ἦν,” φησὶν, “ἐν αὐτοῖς·” τοῦτο τὸ σχίσμα πρῶ‐ τον μὲν ἤρξατο ἐν τῷ λαῷ, εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσιν. Ἀλλ’ εἰ καὶ ἐσχίσθησαν, οὐδὲν ἐπεδείξαντο γενναῖον, ὡς εἴγε τέλεον ἀπεσχίσθησαν, ταχέως ἂν τὴν ἀλήθειαν ἐπέγνωσαν· ἔστι γὰρ σχισθῆναι καλῶς. Διὸ καὶ αὐτὸς ἔλεγεν, “οὐκ ἦλθον βαλεῖν
25“εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν.” Τίνες εἰσὶν οἱ εἰπόντες τῷ τυφλῷ,” σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς;” οἱ σχισθέντες ἀπὸ τῶν εἰπόντων ὅτι οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ μᾶλλον εἰρηκότες ὅτι ἄν‐ θρωπος ἁμαρτωλὸς οὐ δύναται σημεῖα τοιαῦτα ποιεῖν. Καὶ γὰρ
30τὸ τῆς ἀπολογίας νῦν ἀντὶ τῆς κατηγορίας τίθησι μὴ εἰπόντες, ὅτι τὸ σάββατον παρέγγισεν, ἀλλ’ ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλ‐ μούς. Τοῦτο δὲ εἶπον, βουλόμενοι ἐπιστομίσαι τέως ἐκείνους δι’ αὐτοῦ. Ἵνα γὰρ μὴ δοκῶσιν αὐτοὶ συνηγορεῖν τὸν λαβόντα τῆς δυνάμεως αὐτοῦ πεῖραν, εἰς μέσον ἄγουσι, καὶ ἐρωτῶσι. Διὸ καὶ
35αὐτὸς εὐγνωμόνως ἀποκριθεὶς εἶπεν ὅτι προφήτης ἐστί.290

291

Ἀμμωνίου Πρεσβυτέρου. Ἐξ ἄκρας ἀσεβείας τὸ σάββατον προετίμων τῆς θείας αὐτοῦ δυνάμεως, καὶ βλασφημοῦντες ἔλεγον, ὅτι οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ. Χριστὸς μὲν ἐν σαββάτῳ ἑνὶ δακτύλῳ χρίσας τὸν πηλὸν ἐγκαλεῖται, αὐτοὶ δὲ ὅλῃ χειρὶ λού‐
5οντες τὰ ζῶα καὶ ἀπάγοντες πρὸς ποτισμὸν, καὶ τὰ εἰς βόθρον ἐμπεσόντα πρόβατα ἀνασπῶντες, οὐ διαβάλλονται. Ἀπολιναρίου. Τοσοῦτον ἰσχύει δόγμα προκατεσχηκὸς καὶ ἡ πρός τι διάθεσις εἰς τὸ παρελέσθαι τὴν ὀρθὴν ἐπὶ τοῖς πράγμασι δίκην, καὶ σκοτῶσαι τὸν λογισμόν. Καὶ ὅτι μὲν ἐν σαββάτῳ
10τὸν τυφλὸν βλέπειν ἐποίησεν, οὐ λογίζονται, ὅτι δὲ πηλὸν ἐποίησε κρίνουσιν, ἐπίτηδες τοῦ Κυρίου κατὰ ταύτην τὴν ἡμέραν ἐργαζο‐ μένου τὰ ἑαυτοῦ ἔργα πολλάκις, ἵνα τῆς ὑπὸ τὰ στοιχεῖα δουλείας, ὡς ὁ Ἀπόστολός φησιν, ἐλευθερώσει τοὺς ἀνθρώπους, Ἐκεῖνοι δὲ βουλόμενοι τρόποις διαφόροις τὸ θαῦμα συσκιάσαι
15καὶ ἀνελεῖν, διὰ τοῦτο ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ. Ἐπειδὴ γὰρ τὸν ἰασθέντα καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ’ ἑώρων μετὰ πάσης ἀληθείας τὸν εὐεργέτην κηρύττοντα, ἀπὸ τῶν γονέων προσεδόκησαν τιτρώσκειν τὸ θαῦμα. Ἔστησαν δὲ αὐτοὺς εἰς τὸ μέσον, ὅπως εἰς ἀγωνίαν αὐτοὺς
20ἐμβάλωσιν, ὅθεν καὶ μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τοῦ θυμοῦ προσάγουσι τὴν πεῦσιν, καὶ ταύτην δὲ μετὰ κακουργίας. Οὐ γὰρ εἶπον, οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὁ ποτὲ τυφλὸς, ἀλλὰ, “ὃν “ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη,” μονονουχὶ λέγοντες, ὃν ὑμεῖς ἐποιήσατε τυφλὸν, καὶ δεδώκατε πανταχοῦ τὸν λόγον. πρὸς
25οὓς εὔκαιρον εἰπεῖν, ὦ μιαροὶ καὶ παμμίαροι, καὶ τίς ἂν ἕλοιτο πατὴρ τοιαῦτα καταψεύδεσθαι παιδός; Δύο δὲ τούτοις εἰς ἄρνησιν αὐτοὺς ἐπάγειν ἐπιχειροῦσι, τό τε εἰπεῖν, “ὃν ὑμεῖς λέγετε,” καὶ τὸ εἰπεῖν, “πῶς οὖν ἄρτι “βλέπει;”
30 Τριῶν ἐρωτήσεων πρὸς τοὺς γονεῖς τοῦ ποτὲ τυφλοῦ γενομένων, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἦν, καὶ πῶς ἀνέβλεψε, τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι, καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον, ἀλλὰ τὸν τεθαραπευμένον, τὸν καὶ ἀξιόπιστον ὄντα ταῦτα ὁμολογῆσαι, καθὼς καὶ οἱ γονεῖς
35αὐτοῦ φασιν, “αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ αὐτοῦ291

292

“λαλήσει.” οὐδὲ γάρ ἐστιν, φησὶν, παιδίον, οὐδὲ ἀτελὴς, ἀλλ’ ἱκανός ἐστιν ἑαυτῷ μαρτυρῆσαι. Λέγει δὲ καὶ τὴν αἰτίαν ὁ Εὐαγγελιστὴς, δι’ ἣν ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, “ὅτι ἐφο‐ “βοῦντο,” φησὶ, καὶ τὰ ἑξῆς.
5 Ἀπολιναρίου. Οὐχ εὑρόντες ἣν ἐβούλοντο ἄρνησιν παρὰ τοῦ τεθεραπευμένου, παρὰ τῶν γονέων ταύτην ζητοῦσιν, ἐλπίζουσί τε αὐτοὺς θορυβηθέντας συνεργοὺς ἔσεσθαι αὐτοῖς ἀρνησαμένους, ὅτι ὁ γεγενημένος τυφλὸς οὐχ οὗτός ἐστιν ὁ νυνὶ βλέπων. Φησὶ δὲ αὐτοὺς ὁ Εὐαγγελιστὴς μηδὲ πιστεύειν. Οὐ γὰρ εἰσοικίζεται
10πίστις εἰς ἐριστικὴν ψυχὴν, καὶ εἰς Θεοῦ δύναμιν παραταττο‐ μένην. “Ἐφώνησαν οὖν αὐτὸν ἐκ δευτέρου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὡμολόγησαν ὅτι οὗτος οὐδὲν εἰργάσατο. ὅτι δὲ λέγουσιν, ὅτι “ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἔστι,” πῶς
15οὐκ ἤλεγξαν αὐτὸν, ὅτε ἔλεγε, “τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ “ἁμαρτίας;” ὅπερ δὲ εἶπεν ὁ ποτὲ τυφλὸς, “εἰ ἁμαρτωλός “ἐστιν, οὐκ οἶδα,” τοῦτο δηλοῖ, ὅτι οὐδὲν φησὶν, ὑπὲρ τούτου νῦν ἀποφαίνομαι· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἁμαρτωλὸς ὢν, οὐκ ἂν τοιαῦτα σημεῖα ἐποίησεν. Ἐπεὶ οὖν ἐκεῖνοι συγκαλύψαι
20τὸ γεγονὸς θαῦμα οὐκ ἴσχυσαν, πάλιν τὸν τρόπον τῆς θεραπείας περιεργάζονται λέγοντες, “τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς “ὀφθαλμούς;” διὸ καὶ αὐτὸς οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται, ἀλλ’ ἐπεμβαίνει αὐτὸς καί φησιν, “εἶπον οὖν ὑμῖν ἅπαξ, καὶ οὐκ “ἠκούσατε, τί πάλιν θέλετε ἀκούειν;” ἰδοὺ πῶς ἡ ἀλήθεια δίδωσι
25παρρησιάζεσθαι ἀνδρὶ ἐπαίτῃ πρὸς γραμματεῖς καὶ Φαρισαίους τοὺς τὸ ψεῦδος προτιμῶντας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν, ἐπειδὴ οὐ προσέχετε τοῖς λεγομένοις, οὐκέτι ἐρῶ, οὐδὲ ἀποκρι‐ νοῦμαι συνεχῶς ὑμῖν ἐνοχλοῦσιν εἰκῇ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ’ ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπιθέσθαι.
30ὅθεν καὶ σφοδροτέρως καθάψασθαι αὐτοῖς βουλόμενος, ὅπερ ᾔδει πλήττων αὐτοὺς, τοῦτό φησι, “μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ “αὐτοῦ γενέσθαι;” κωμῳδῶν ἠρέμα καὶ διαπαίζων αὐτοὺς, ὅπερ ἦν ψυχῆς πεπαρρησιασμένης, καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας. Τὸ δὲ εἰπεῖν, “μὴ καὶ ὑμεῖς,” δεικνύντος ἐστὶν ἑαυτὸν μαθητὴν
35ὄντα αὐτοῦ. ἐκεῖνοι δὲ λοιδοροῦντες αὐτὸν εἶπον, “σὺ μαθητὴς εἶ292

293

“ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί.” Φαίνονται δὲ καὶ ἐν τούτῳ ψευδόμενοι. Εἰ γὰρ ὑπῆρχον τοῦ Μωσέως, καὶ τοῦ Χριστοῦ ἂν ἐγένοντο, καθὼς αὐτὸς ἔλεγεν αὐτοῖς, “εἰ ἐπι‐ “στεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί.” Οὐκ εἶπαν δὲ ὅτι ἡμεῖς
5ἠκούσαμεν, ἀλλ’ ὅτι “ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῇ λελάληκεν ὁ “Θεὸς,” καὶ τὰ ἑξῆς, τῶν προγόνων πάντως ἀπαγγειλάντων· καὶ μὴν ἀξιοπιστότερος ἦν, ὁ διὰ τῶν σημείων ἑαυτὸν πιστούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνω φθέγγεται. Διὸ καὶ ἁρμο‐ δίως ἀνταποκρίνεται αὐτοῖς ὁ ποτὲ τυφλὸς, λέγων, “ἐν τούτῳ
10“γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ,” καὶ τὰ ἑξῆς, μονονουχὶ λέγων, ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων παρ’ ὑμῖν ὢν, οὐδὲ τῶν δεδοξασμένων τοιαῦτα δύναται, ὡς εἶναι δῆλον πάντοθεν, ὅτι Θεός ἐστιν, οὐδὲ μιᾶς ἀνθρωπίνης βοηθείας δεόμενος· καὶ ἐπειδὴ προλαβόντες εἶπόν τινες ἐξ αὐτῶν, “πῶς δύναται ἄν‐
15“θρωπος ἁμαρτωλὸς σημεῖα τοιαῦτα ποιεῖν;” λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων ῥημάτων. Φησὶ γὰρ, “οἴδαμεν ὅτι ἁμαρτωλὸν ὁ Θεὸς οὐκ ἀκούει,” ἀλλ’ εἰδὼς ὅτι οὐκ ἔστιν ἁμαρτωλὸς, οὐ μόνον τῶν ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι,
20καὶ τὰ ἐκείνου πάντα πράττοντα ἐν τῷ εἰπεῖν, “ἀλλ’ ἐάν τις “θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιεῖ.” Διὰ τί πάλιν τοῦ σημείου μέμνηται λέγων, “ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ “τις ὀφθαλμοὺς τυφλοῦ γεγενημένου;” ἀπὸ πολλῆς εὐγνωμο‐ σύνης τε καὶ συνέσεως· καὶ ἐπειδὴ ἐγίγνωσκεν αὐτοὺς συσκιάσαι
25τοῦτο βουλομένους, αὐτὸς μᾶλλον τὴν εὐεργεσίαν ἀνεκήρυττεν. “Εἰ μὴ γὰρ ἦν,” φησὶν, “οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο “ποιεῖν οὐδέν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ ὡμολόγηται, φησὶν, ὅτι ἁμαρτωλῶν οὐκ ἀκούει ὁ Θεὸς, οὗτος δὲ θαῦμα ἐποίησε, καὶ θαῦμα τοιοῦτον, οἷον ἄνθρωπος οὐδέποτε ἐποίησε, εὔδηλον ὅτι
30μείζων ἐστὶ ἢ κατὰ ἄνθρωπον. Ἕως μὲν οὖν προσεδόκων αὐτὸν ἀρνεῖσθαι, ἀξιόπιστον ἐνόμιζον εἶναι. Οὐ γὰρ αὐτὸν καὶ ἅπαξ καὶ δεύτερον ἐκάλεσαν, εἰ μὴ τοῦτο ἦν. Ἐπειδὴ δὲ τὴν ἀλήθειαν ἐφθέγξατο, οὐδὲν αἰδεσθεὶς, τότε αὐτὸν καταδικάζουσιν, ὅτε μάλιστα ἐχρῆν θαυμάσαι, λέ‐
35γοντες, “ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως, καὶ σὺ διδάσκεις293

294

“ἡμᾶς;” τοῦτο δὲ εἶπον, τὴν τύφλωσιν αὐτοῦ ὀνειδίζοντες ἀφει‐ δῶς, ὡσανεὶ ἔλεγον, ἐκ πρώτης ἡλικίας ἐν ἁμαρτίαις εἶ σὺ, παρα‐ δηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχε. Διὸ καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ, ὡς κήρυκα τῆς ἀληθείας
5γενόμενον. Ὅθεν ὁ Εὐαγγελιστὴς ἐμφαίνει, ὅτι ἐπὶ τούτῳ ἦλθεν ὁ Ἰησοῦς, ὥστε αὐτῷ συντυχεῖν· καὶ καθάπερ τις ἀγωνοθέτης ἀθλη‐ τὴν καμόντα πολλὰ καὶ στεφανωθέντα δέχεται αὐτὸν, καί φησι, “σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;” Τίνος δὲ ἕνεκεν μετὰ τοσαύτην ἀντίρρησιν τὴν πρὸς Ἰουδαίους μετὰ τοσαῦτα ῥήματα
10ἐρωτᾷ εἰ πιστεύει; οὐκ ἀγνοῶν, ἀλλὰ βουλόμενος ἑαυτὸν αὐτῷ γνωρίσαι, καὶ δεικνὺς ὅτι πολλοῦ τιμᾶται τὴν αὐτοῦ πίστιν· καὶ ἐπειδὴ οὐδέπω αὐτὸν ᾔδει αὐτὸν, τυφλὸς ὤν· καὶ μετὰ τὴν ἴασιν δὲ ὑπὸ τῶν κυνῶν ἐκείνων περιελκόμενος, πρὸς τὸν εὐεργέτην ἐλθεῖν οὐκ ἠδυνήθη. Διὰ τοῦτό φησιν ἐκεῖνος, “καὶ τίς ἐστι, Κύριε,
15“ἵνα πιστεύσω αὐτῷ;” Τὸ δὲ “τίς ἐστι,” ποθούσης καὶ σφόδρα ἐπιζητούσης ψυχῆς ῥῆμα τυγχάνει. Διὸ καὶ αὐτὸς μέσως πως καὶ ὑπεσταλμένως· οὐ γὰρ εἶπεν, ἐγώ εἰμι, ἀλλὰ “καὶ ἑώρακας αὐτὸν,” φησὶ, “καὶ ὁ “λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὅθεν καὶ ἐκεῖνος οὐ μόνον
20ῥήματι ἔφη, ὅτι “πιστεύω, Κύριε,” ἀλλὰ καὶ προσεκύνησεν αὐ‐ τῷ, προσθεὶς καὶ τὸ ἔργον· διὰ τούτου τὴν πολλὴν εὐγνωμοσύνην δεικνὺς, ὅπερ ὀλίγοι τῶν τεθεραπευμένων ἐποίησαν, οἷον οἱ λεπροὶ, καὶ εἴ τις ἄλλος, ἐν τούτῳ τὴν θείαν αὐτοῦ κηρύττοντες δύναμιν. Ἀμμωνίου. Ἄφρονες οἱ Ἰουδαῖοι τὸν μὲν Θεὸν δοξάζεσθαι
25παρακελευόμενοι διὰ τὸ θαῦμα, τὸν δὲ τὸ τοῦ Θεοῦ ἔργον ποιή‐ σαντα κατακρίναντες. Κυρίλλου. Δύο, φησὶν, ἔχω σημεῖα, καὶ μάλα σαφῆ, τοῦ αὐτὸν εἶναι τὸν Χριστὸν, οὔτε γὰρ οἴδατε πόθεν ἐστὶν, ἀλλὰ καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. Αὐτὸς οὖν ἄρα οὗτος σαφῶς ὁ διὰ
30νόμου προβοώμενος, καὶ διὰ φωνῆς προφητῶν μαρτυρούμενος. Ὠριγένους. Οὐκ ἂν τηλικοῦτον δόγμα εἰ ἦν ἀληθὲς, τὸ μὴ ἀκούεσθαι τὸν ἁμαρτωλὸν ὑπὸ τοῦ Θεοῦ, σεσιώπητο, ἀλλ’ εἴρητο ἂν ὑπό τινος ἀξίου πιστεύεσθαι, φέρε εἰπεῖν ἤτοι τοῦ θεραπεύον‐ τος, ἢ τινὸς τῶν προφητῶν. πῶς δὲ, εἰ ἁμαρτωλῶν οὐκ ἤκουεν ὁ
35Θεὸς, ἐδιδάσκοντο οἱ ἁμαρτωλοὶ λέγειν, “ἄφες ἡμῖν τὰ παρα‐294

295

“πτώματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν;” Τίνων οὖν ἀκούει ὁ Θεός; τῶν νευόντων ἐπὶ μετάνοιαν, εἰ καὶ μή πω ἐπαύσαντο τοῦ εἶναι ἁμαρτωλοί. εἰ μὴ ἤκουσεν ὁ Θεὸς ἁμαρ‐ τωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ὁ Σωτὴρ ἡμῶν ἤσθιεν
5καὶ ἔπινεν, ἀλλὰ μὴ ἀπακουομένων τῶν διὰ τὸ κακῶς ἔχειν χρῃ‐ ζόντων ἰατρῶν, οὐκ ἐθεράπευεν αὐτούς. Διόπερ ὡς ἂν οὔσης τῆς εὐχῆς τῶν ἡμαρτημένων μὲν, οὐ πάντως δὲ ἀπιστούντων ἔτι λέγεται τὸ “ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται;” Ἀμμωνίου. Οὐχ ὡς προσωπολήπτης ὁ Θεὸς, μὴ γένοιτο, ἀλλ’
10ὡς δίκαιος, καὶ δικαίων ἐραστὴς διὰ τῶν ἁγίων ἐνεργεῖ τὰ παρά‐ δοξα, οὐ μὴν διὰ τῶν ἁμαρτανόντων. Διδάσκει ὅτι ὁ πιστεύων εἰς αὐτὸν τὸν Ἰησοῦν, οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν καθ’ ἡμᾶς πιστεύει, ἀλλ’ ὡς εἰς Θεὸν ἐνανθρωπήσαντα. Πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον.
15 Κυρίλλου. Προνοητικώτατα ὁ Κύριος, τίς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ διερωτώμενος, οὐκ εἶπεν, ἦ γὰρ δή τινας ὡς εἰκὸς ἀσυνέτως ὑπολαβεῖν ὅτι μόνος ὁ Λόγος ὁ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς, διὰ τούτου κατεσημαίνετο, αὐτὸ δὲ τὸ δοκοῦν ἀμφιβάλλεσθαι παρά τισιν ἑαυτὸν ἐπιδείξας, διὰ τοῦ εἰπεῖν, “καὶ ἑώρακας αὐτὸν,” καὶ
20τὸν ἐνοικοῦντα τῇ σαρκὶ καὶ παραδεικνύει Λόγον, διὰ τοῦ πάλιν ἐπενεγκεῖν “καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὁρᾷς οὖν ὅσην ὁ Λόγος ἔχει τὴν ἕνωσιν. Οὐ γὰρ τέθεικε διαφορὰν, ἀλλ’ ἑαυτὸν εἶναί φησι, καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπίπτοντα, καὶ τὸν ἐκ τῆς Γαλιλαίας γινωσκόμενον. ἀπαίδευτον οὖν ἄρα καὶ
25δυσσεβὲς κομιδῇ τὸ λέγειν ἀπερισκέπτως τινὰς, ὁ ἄνθρωπος τοῦ Χριστοῦ. Θεὸς γὰρ ὢν γέγονεν ἄνθρωπος, ἀδιαίρετον ὅσον εἰς τὸ εἶναι Θεὸς καὶ Υἱὸς, καὶ μετὰ σαρκός· τελειοτάτη γὰρ ἐν τούτοις ἡ τῆς εἰς αὐτὸν πίστεως ὁμολογία καὶ γνῶσις. ὅθεν αὐτῷ παρα‐ χρῆμα καὶ ὡς Θεῷ προσεκύνησεν ὁ πάλαι τυφλός.
30 Τὸ δὲ “εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον,” εἰς μείζονα κό‐ λασιν σημαίνει. Δύο δὲ ἐνταῦθα ἀναβλέπεις, λέγει, καὶ δύο τυφλότητας, τήν τε αἰσθητὴν, τήν τε νοητήν· ὅθεν πρὸς τὰ αἰσθη‐ τὰ μόνα κεχηνότες οἱ Φαρισαῖοι, λέγουσιν αὐτῷ, “μὴ καὶ ἡμεῖς “τυφλοί ἐσμεν;” Ταύτην καὶ μόνην ἐπαισχυνόμενοι τὴν αἰσθητὴν
35πήρωσιν, αὐτὸς δὲ δεῖξαι αὐτοῖς βουλόμενος ὅτι βέλτιον τυφλοὺς295

296

εἶναι ἢ βλέποντας ἀπιστεῖν, φησὶν, “εἰ τυφλοὶ ἦτε, οὐκ ἂν “εἴχετε ἁμαρτίαν,” περικόπτων καὶ ἐνταῦθα τὰ ἀνθρώπινα φρο‐ νήματα, καὶ εἰς ἔννοιαν ἄγων μεγάλην καὶ θαυμαστήν. Ὅτι γὰρ λέγετε, φησὶν, ὅτι βλέπετε, αἱ ἁμαρτίαι ὑμῶν μένουσι, διότι οὐ
5βλέπετε τοῖς νοητοῖς ὀφθαλμοῖς πρὸς τὸ πιστεῦσαί μοι. Θεοδώρου Μομψουεστίας. Ὥσπερ ἀνωτέρω τοῦ Κυρίου περὶ ἐλευθερίας αὐτοῖς διαλεγομένου, τοῖς ἀπὸ τῶν ἁμαρτημάτων, ἐκεῖ‐ νοί φασι, “σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμέν “ποτε,” περὶ σωματικῆς διαλεγόμενοι δουλείας, οὕτω κἀνταῦθα
10πήρωσιν αὐτοῖς τοῦ Κυρίου κατὰ τὴν ψυχὴν ὀνειδίζοντος, ἐκεῖνοι περὶ τῶν τοῦ σώματος ὀφθαλμῶν, ὡς βλεπόντων διελέγοντο. διόπερ ὁ Κύριος ἀπὸ τούτου τὴν ἁμαρτίαν αὐτοῖς ἐπιτείνας, ἐφ’ ὅπερ ἐκεῖνοι καυχᾶσθαι ἐδόκουν. Τί γάρ, φησι, φατὲ, ὅτι βλέ‐ πετε; κρεῖττον ἦν ὑμᾶς πηροὺς εἶναι τὰς ὄψεις, ἐγένετο γὰρ ἄν τις
15ὑμῶν ἐντεῦθεν συγγνώμη ἀπιστοῦσι· νυνὶ δὲ ἐπειδήπερ ὁρᾷν δοκεῖτε, καὶ αὐταῖς ὄψεσι τὸν ποτὲ τυφλὸν νῦν βλέποντα θεασάμενοι, ἀπι‐ στεῖτε τοῖς γείτοσιν, οὐδεμίαν ἐχεῖν ἀπολογίαν δυνάμενοι, ὡμολογη‐ μένην δέχεσθε τῆς ἀπιστίας τὴν κατάκρισιν. Θεοδώρου Ἡρακλείας. Εἰ τυφλοὶ ἦτε, ἀνάγκῃ ἀποβαλόν‐
20τας ὄψεις, οὐκ ἂν εἴχετε ἁμαρτίαν· οὐδεὶς γὰρ ἑκὼν ὑπομένει πάθος. Ἐπειδὴ δὲ νομίζοντες σωματικῶς ὁρᾷν, τυφλοὺς διὰ τῆς ἀπιστίας αὐτοὺς ἀπειργάσασθε, διὰ τοῦτο ἡ ἁμαρτία ὑμῶν ἀνεξά‐ λειπτος μένει. Τί σημαίνων ἔλεγε, “ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας, κλέ‐
25“πτης ἐστὶ,” καὶ τὰ ἑξῆς; τοὺς πρὸ αὐτοῦ πλάνους καὶ τοὺς μετ’ αὐτὸν αἰνιττόμενος, τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρί‐ στους, τόν τε Θευδᾶν καὶ τὸν Ἰούδαν, καὶ εἴ τινες ἕτεροι γεγόνασι τοιοῦτοι. Θύραν δὲ τὰς γραφὰς ἐκάλεσεν· αὗται γὰρ ἡμᾶς προσ‐ άγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν, αὗται πρόβατα
30ποιοῦσιν, αὗται φυλάττουσι, καὶ οὐκ ἀφιᾶσι τοὺς λύκους εἰσελ‐ θεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλὴς οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ ποιοῦσα ἡμᾶς, καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Διὰ ταύτης καὶ τοὺς οὐ ποιμένας γινώσκομεν. Ὁ
γὰρ μὴ ταῖς γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἄλλοθεν, οὗτος296

297

κλέπτης ἐστί. Διὰ τούτου δὲ καὶ τοὺς γραμματεῖς ᾐνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέ‐ βαινον. Καλῶς δὲ εἶπεν, “ἀναβαίνων,” ὅπερ ἐστὶ κλέπτου, θριγχὸν ὑπερπηδῆσαι βουλομένου. Ἐπιμένων δὲ τῇ μεταφορᾷ,
5ὥστε ἐμφαντικώτερον ποιῆσαι τὸν λόγον φησὶν, “ὁ δὲ εἰσερχό‐ “μενος διὰ τῆς θύρας, οὗτός ἐστιν ὁ ποιμὴν τῶν προβάτων,” καὶ τὰ ἑξῆς. Οὐδὲν δὲ κωλύει θυρωρὸν ἐνταῦθα νοεῖν Μωϋσέα. Ἐκεῖ‐ νος γὰρ τὰ λόγια τοῦ Θεοῦ ὁ ἐμπιστευθεὶς ἦν. Εἰ δὲ προιδὼν θύραν ἑαυτὸν ὁ Χριστὸς εἶναι λέγοι, οὐ χρὴ θορυβεῖσθαι, καὶ γὰρ
10καὶ ποιμένα ἑαυτὸν λέγει καὶ πρόβατον, καὶ διαφόρως τὰς οἰκονο‐ μίας ἀνακηρύττει τὰς ἑαυτοῦ. Τίνος ἕνεκεν ἐπὶ τῶν προβάτων τούτων ὄπισθεν αὐτῷ ἀκολου‐ θούντων τῶν ποιμένων ἐπὶ τῶν νοητῶν φησιν ἔμπροσθεν αὐτῶν πορεύεσθαι τὸν ποιμένα; δεῖξαι θέλων ὅτι πάντας ὁδηγῶν πρὸς
15τὴν ἀλήθειαν ἀπεναντίας ἐκείνοις ποιεῖ· ὥσπερ οὖν καὶ ὅτε τὰ πρόβατα ἔπεμπεν, οὐκ ἔξω τῶν λύκων, ἀλλ’ ἐν μέσῳ τῶν λύκων ἔπεμπε. Πολὺ γὰρ αὕτη παραδοξοτέρα ἡ ποιμαντικὴ τῆς παρ’ ἡμῖν. Ἐξάγει δὲ αὐτὰ ἐκ μέσου, δηλονότι τῶν ἀπίστων, ὥσπερ καὶ τὸν τυφλὸν ἐξήγαγε καλέσας ἐκ μέσου τῶν ἀπίστων Ἰουδαίων,
20καὶ ἤκουσεν αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω. Τὸ δὲ εἰπεῖν, “ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσι,” καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οἱ βεβαίως εἰς αὐτὸν πιστεύοντες, τοῖς μετὰ ταῦτα μέλλουσιν ἀπατᾷν ψευδοχρίστοις οὐ μὴ πεισθῶσι. Θεοδώρου Ἡρακλείας. Θυρωρὸν λέγει τὸν παράκλητον τὸ
25Πνεῦμα τὸ Ἅγιον τὸ διὰ τῶν προφητῶν τὴν εἴσοδον αὐτοῦ κηρύ‐ ξαν τοῖς τε λοιποῖς ἅπασι διὰ τὰ προδηλωθέντα σημεῖα ἀποκλεί‐ σαντα τὴν θύραν, καὶ μόνην τῷ κόσμῳ ταύτην ἀνοίξαντα, τῷ καὶ διὰ τεραστίων τὰ καθ’ ἑαυτὸν πιστωσαμένῳ. Ἀμμωνίου Πρεσβυτέρου. Κλέπτης ἐστὶν ὁ ἐκ βίας τὴν μὴ
30δοθεῖσαν αὐτῷ τιμὴν ὑφαρπάζων, ἣν οὐ δύναται λαβεῖν, εἰ μὴ ὁ εἰς Χριστὸν πιστεύων, ἤτοι κλέπτης ἐστὶν ὁ μὴ τῇ νενομισμένῃ ἀπὸ τῶν γραφῶν χρώμενος διδασκαλίᾳ, ἀλλὰ δι’ ἑτέρας μὴ νενο‐ μισμένης ἐρχόμενος. διὸ καὶ εἶπε τὸ “ἀλλαχόθεν,” ἵνα καὶ τοὺς γραμματεῖς σημαίνῃ τοὺς διδάσκοντας τὰ ἐντάλματα τῶν ἀν‐
35θρώπων καὶ παραβαίνοντας τὸν νόμον. Ὅταν ἀκούσωσιν οἱ πιστοὶ297

298

παρὰ τῶν ὀρθῶν διδασκάλων τὰ θεῖα διδάγματα τῶν γραφῶν, ὥσπερ τινὰ τροφὴν δέχονται, ὅσοι δὲ πλᾶνον καλοῦσι τὸν Χριστὸν, τῆς τῶν προβάτων ἐκβέβληνται τάξεως. Διὰ τί δὲ αὐτοῖς ἀσαφῶς ἐλάλει; οὐ γὰρ φησὶν ὁ Εὐαγγελι‐
5στὴς, ὅτι ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς, προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὖν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, λέγων “ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων, “πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταὶ,” καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν προφητῶν ἐνταῦθα λέγει, καθὼς οἱ αἱρετικοί
10φασιν, ἐκείνων γὰρ ἤκουσαν, καὶ δι’ ἐκείνων ἐπίστευσαν, ὅσοι ἐπί‐ στευσαν τῷ Χριστῷ, ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ “οὐκ ἤκουσαν τὰ πρό‐ “βατα” ἐπαινῶν εἶπεν, οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρα‐ κούσαντας προφητῶν, ἀλλὰ καὶ τοὐναντίον κακίζων καὶ διαβάλλων
15σφοδρῶς, ὅθεν δηλονότι τοῦτο οὐ περὶ ἐκείνων φησί· τὸ δὲ “δι’ “ἐμοῦ ἐάν τις εἰσέλθῃ” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὅτι ἐν ἀσφα‐ λείᾳ ἔσται καὶ ἀδείᾳ, νομὴν δὲ ἢ τροφὴν ἐνταῦθα λέγει, ἢ ἐξου‐ σίαν καὶ κυριότητα, τουτέστιν, ἔνδον μένει, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται. Ἐπειδὴ δὲ οἱ τῷ Θευδᾷ καὶ τῷ Ἰούδᾳ καὶ τοῖς
20λοιποῖς στασιασταῖς πεισθέντες ἐσφάγησαν, καὶ ἀπώλοντο, διὰ τοῦτο ἐπήγαγε λέγων “ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ “καὶ θύσῃ” καὶ τὰ ἑξῆς, ἐκείνους καὶ τοὺς ὁμοίους αὐτῶν κλέπτας καλῶν· “ἐγὼ δὲ ἦλθον, φησὶν, “ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν “ἔχωσι.” Τί δαὶ ζωῆς περισσόν; ἡ βασιλεία τῶν οὐρανῶν.
25εἶτα λοιπὸν ἀπάρχεται καὶ περὶ τοῦ πάθους διαλέγεσθαι, καί φησιν, “ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν “αὐτοῦ τίθησιν” καὶ τὰ ἑξῆς, δεικνὺς καὶ ἐν τούτῳ, ὅτι οὐκ ἄκων, ἀλλ’ ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. ποιεῖται δὲ καὶ τοῦ μισθωτοῦ τὴν διαφορὰν, λέγων, “ὅτι θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι
30“τὰ πρόβατα, καὶ φεύγει” καὶ τὰ ἑξῆς. Ὅπερ οἱ προειρημένοι Θευδᾶς καὶ Ἰούδας καὶ οἱ κατ’ αὐτοὺς πεποιήκασιν· αὐτὸς γὰρ τοὐναντίον. Ἡνίκα γὰρ συνελήφθη, φησὶ, “ἄφετε τούτους ὑπά‐ γειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο.” Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν λύκον ὑποπτεῦσαι, οὐ λύκος δέ ἐστι μόνον
35οὗτος, ἀλλὰ καὶ λέων. “Ὁ γὰρ ἐχθρὸς ὑμῶν διάβολος, φησὶν,298

299

“ὡς λέων περιέρχεται ὠρυόμενος,” οὗτος καὶ ὄφις καὶ δράκων καὶ σκορπίος ἐστί. “Πατεῖτε γὰρ,” φησὶν, “ἐπάνω ὄφεων καὶ “σκορπίων.” εἰπὼν δὲ, “ὅτι γιγνώσκω τὰ ἐμὰ,” καὶ τὰ ἑξῆς· καὶ ἐν τούτῳ διαφορὰν τοῦ μισθωτοῦ τοῦ πρὸς τὸν ποιμένα, ἔδει‐
5ξεν. Ὁ μὲν γὰρ τὴν ἰδίαν σωτηρίαν πανταχοῦ σκοπεῖ, τῶν προβάτων ἀμελῶν, οὗτος δὲ πανταχοῦ τὴν τῶν προβάτων ζητεῖ, παρατρέχων τὴν ἑαυτοῦ. Ἐπειδὴ πολλαχοῦ τίθησιν ἑαυτὸν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ, ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίγνωσκεν, ἐπήγαγε λέγων,
10“καθὼς γιγνώσκει με ὁ Πατὴρ, κἀγὼ γιγνώσκω τὸν Πατέρα.” Οὕτως ἐπίσταμαι, φησὶν, αὐτὸν ἀκριβῶς, ὡς αὐτὸς ἐμέ. συνεχῶς δὲ λέγει, “τὴν ψυχὴν μοῦ τίθημι ὑπὲρ τῶν προβάτων,” δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Τὸ μὲν γὰρ λέγειν, ὅτι φῶς εἰμι καὶ ζωὴ, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τί δὲ λέγει, ὅτι ἀποθα‐
15νεῖν βούλομαι; οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον, ἀλλὰ καὶ πολλὴν ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐπιδοῦναι. εἰπὼν δὲ “ὅτι καὶ ἄλλα πρόβατα “ἔχω,” περὶ τῶν ἐθνῶν λέγει. τὸ δὲ εἰπεῖν, “ἃ οὐκ ἔστιν ἐκ τῆς “αὐλῆς ταύτης,” τὴν διαφορὰν τοῦ τόπου μόνον ἐμφαίνει. Δηλοῖ
20δὲ τὸ “κἀκεῖνά με δεῖ ἀγαγεῖν,” καὶ τὰ ἑξῆς, ὅτι ἐσκορπισμένα ὑπῆρχον, ποιμένα μὴ ἔχοντα, καὶ ὅτι γενήσεται μία ποίμνη, εἷς ποιμὴν, ἀμφότερα συνάπτεσθαι μέλλοντα, τὸ δὲ “δεῖ” τοῦτο οὐκ ἀνάγκης ἐστὶν, ἀλλὰ τοῦ πάντως ἐσομένου δηλωτικόν. Ἐπειδὴ δὲ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς οἱ Ἰουδαῖοι εἶναι, φησὶ,
25“διὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, “ἵνα πάλιν λάβω αὐτήν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἔπειθέ με ἀγαπᾷν ὑμᾶς, τὸ οὕτως ὑμᾶς ἀγαπᾶσθαι παρ’ αὐτοῦ, ἐπεὶ ὑπὲρ ὑμῶν ἀποθνήσκω. Τί τοῦ ῥήματος τούτου ταπεινότερον γένοιτ’ ἄν; ὅτι ὁ δημιουρ‐
30γὸς τῶν ἁπάντων ἔλεγεν, “ἐγὼ τὴν ψυχήν μου τίθημι,” καὶ ὅτι δι’ ἡμᾶς ὁ δεσπότης ἀγαπᾶσθαι μέλλει, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀπο‐ θνήσκει. Τί γὰρ τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς τῆς ἀγάπης γεγόναμεν αὐτῷ αἴτιοι; οὐδαμῶς, ἀλλὰ τοῦτο εἶπεν ἐνδεικνύμενος τὴν πολ‐
35λὴν αὐτοῦ συγκατάβασιν· διὰ δὲ τοῦ πολλάκις βούλεσθαι αὐτὸν299

300

ἀνελεῖν τοὺς Ἰουδαίους, διὰ τοῦτό φησιν, “οὐδεὶς αἴρει αὐτὴν ἀπ’ “ἐμοῦ,” καὶ τὰ ἑξῆς, τουτέστιν, ὅτι μὴ βουλομένου ἐμοῦ ἀνόνη‐ τος ὑμῖν ἐστιν ἡ σπουδή· εἰ δὲ καὶ ἕκαστος ἐξουσίαν ἔχει θεῖναι τὴν ψυχὴν αὐτοῦ, ἑκάστῳ γὰρ βουλομένῳ δυνατὸν ἑαυτὸν ἀνελεῖν,
5ἀλλ’ οὐ περὶ τοῦ τοιούτου τρόπου εἶπεν αὐτὸς, ἀλλ’ ὅτι μηδένα ἂν δυνηθῆναι, ἄκοντός μου, τοῦτο ποιῆσαι εἰς ἐμὲ, ὅπερ ἐπ’ ἀνθρώπων οὐκ ἔνι. Καὶ γὰρ καὶ ἀκόντων ἡμῶν ἀναιρούμεθα ὑπὸ ἄλλων· διὸ καὶ τοῦτο πάλιν ἀληθές ἐστιν, ὅτι ἡνίκα ἂν βουληθῇ λαβεῖν αὐτὸν, δύναται. Τὸ γὰρ αὐτὸν μόνον εἶναι κύριον τοῦ τὴν ψυχὴν
10ἀφεῖναι, δείκνυσι καὶ τοῦ λαβεῖν κύριον ὄντα ἀπὸ τῆς αὐτῆς ἐξουσίας. περὶ ποίας ἐντολῆς λέγει, “ὅτι ταύτην ἔλαβον παρὰ “τοῦ πατρός μου;” τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Διὰ τί δὲ οὕτω ταπεινῶς φθέγγεται; τῆς τῶν ἀκουόντων ἕνεκεν ἀσθενείας, ἵνα παύσωνται τοῦ λογίζεσθαι εἶναι αὐτὸν ἀντίθεον. δαιμόνιον δὲ
15αὐτὸν ἔχειν ἔλεγον, ἐπειδὴ μείζονα ἢ κατὰ ἄνθρωπον ἦν τὰ λεγό‐ μενα, οὐ τῆς κοινῆς συνηθείας· ἅπερ ἀκούοντες μᾶλλον θαυμάζειν αὐτὸν ἐχρῆν καὶ οὐχὶ δαιμονιῶντα καλεῖν· διόπερ καὶ οἱ εὐγνωμο‐ νέστεροι αὐτῶν ἔλεγον, ὅτι “τὰ ῥήματα ταῦτα οὐκ ἔστι δαιμονι‐ “ζομένου, μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι;”
20ἐπειδὴ γὰρ οὗτοι ἀπὸ ῥημάτων οὐκ ἠδύναντο ἐπιστομίζειν ἐκείνους, τὴν ἀπὸ τῶν ἔργων ἐπάγουσιν ἀπόδειξιν λοιπόν. Διὰ τί δὲ αὐτὸς σιγᾷ καὶ οὐ λέγει ὥσπερ καὶ ἄλλοτε, ὅτι ἐγὼ δαιμόνιον οὐκ ἔχω; διὰ τὸ λοιπὸν κατ’ ἀλλήλων αὐτοὺς ἵστασθαι καὶ διελέγχειν ἀλλήλους.
25 Διδύμου. Θύρα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει τοῖς πρὸς Θεὸν εἰσερχομένοις κατὰ τὸ “εἰσέλθετε ἐν πνεύματι αὐτοῦ ἐν ἀγαλ‐ “λιάσει,” πρὸς τούτοις ἔστω ἀνθρώπου τοῦ νοὸς ὄντος· ἔξω δὲ ἀνθρώπου τοῦ σωματικωτέρου. ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου εἰσέρχεται διὰ τοῦ λόγου ὄντος θύρας, ὡσαύτως “ὁ
30“νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ “ἐν τῷ σώματι περιφέρων ἑαυτοῦ,” ἐξέρχεται διὰ τῆς θύρας, φιλοτιμούμενος εἴτε ἐνδημεῖ εὐάρεστος αὐτῷ εἶναι. Θεοδώρου Ἡρακλείας. Διὰ τοῦτο γὰρ καὶ ἀκριβῶς τῇ λέξει
ἐχρήσατο εἰπὼν, “ὅσοι ἦλθον,” ἀλλ’ οὐχ ὅσοι ἀπεστάλησαν. Οἱ300

301

μὲν γὰρ τοῦ Θεοῦ προφῆται ἀποσταλέντες παρεγένοντο, οἱ δὲ ψευδοπροφῆται μηδενὸς ἀποστείλαντος ἤρχοντο ἐπὶ διαστροφῇ τῶν ἀπατωμένων. Ἀμμωνίου Πρεσβυτέρου. Νομὴν λέγει τὴν ἀσφάλειαν, ὃ
5γέγονεν ἐπὶ τῶν Ἀποστόλων, οἵτινες ὡς κύριοι τῆς οἰκουμένης εἰσῄ‐ εσαν καὶ ἐξῄεσαν, καὶ οὐδεὶς αὐτοὺς ἴσχυσεν ἐκβαλεῖν. Κυρίλλου. Περισσὸν δεῖ νοεῖν τὸ ἐν μεθέξει γενέσθαι τοῦ Ἁγίου Πνεύματος. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ δικαίοις καὶ ἁμαρτωλοῖς, ἡ δὲ τοῦ Πνεύματος μέθεξις μόνοις τοῖς πιστεύου‐
10σιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἣν καὶ βασιλείαν οὐρανῶν ὀνομάζειν οἶδεν ἡ θεία γραφή. Ἀμμωνίου. Πάντων σφαγέντων καὶ ἀπολομένων ἦλθεν ὁ Χρι‐ στὸς σῶσαι καὶ ζωὴν δοῦναι. Μισθωτὸν ἀμελοῦντα τῶν προβάτων ἕκαστον τῶν ἀρχόντων τοῦ
15λαοῦ ὀνομάζει· ἐπειδὴ οὐδὲν ἐποίουν εἰς ὠφέλειαν τῶν λαῶν, ἀλλ’ ὡς ἀλλότριον ἐκέχρηντο· οὐ γὰρ ἦσαν αὐτῶν ἴδια, διὸ οὐδὲ ἤχθοντο ἐν τῇ ἀπωλείᾳ τῶν λαῶν. Τὸ δὲ, “ἐγώ εἰμι ὁ ποιμὴν,” διὰ τοὺς ἀπιστήσαντας εἶπε τοῦτο· οὐ γὰρ πάντα τὰ πρόβατα ἤκουσαν αὐτοῦ, ἀλλὰ τὰ γνω‐
20σθέντα ἐξ αὐτοῦ, καὶ γνόντα αὐτόν. Οὐκ ἄλλως δὲ γιγνώσκομεν τὸν Θεὸν, εἰ μὴ πρῶτον ἐξ αὐτοῦ γνωσθῶμεν· διὸ καὶ πρῶτον ἐκεῖνο ἔταξε· πρῶτον γὰρ αὐτὸς οἰκειώθη ἡμῖν γεγονὼς ἄνθρωπος, καὶ οὕτως καὶ ἡμεῖς αὐτῷ. Διὰ τὴν ἐνάρετον πρᾶξιν ἀγαπᾶσθαι λέγει ἑαυτόν· ἐνεργὴς δὲ ἀρετὴ τὸ ἀποθανεῖν ὑπὸ εὐσεβείας.
25Ταπεινῶς λαλεῖ διὰ τὴν ἐνανθρώπησιν· οὐ γὰρ νῦν ἤρξατο ἀγα‐ πᾶσθαι παρὰ τοῦ Πατρός. Θεοδώρου Μομψουεστίας. Τὸ δὲ “ἵνα πάλιν λάβω αὐτὴν,” οὐκ ἐπὶ αἰτίας εἶπεν. οὐ γὰρ διὰ τοῦτο ἀποθνήσκει, ἵνα ἀνα‐ στῇ, ἀλλὰ κατὰ τὸ ἰδίωμα τὸ γραφικὸν, ὡς αἰτίαν τὸ ἐσόμενον
30ἔφη. Κυρίλλου. Τὸ “ἐξουσίαν ἔχω,” φησὶν ἐπ’ ἀμφοῖν, ἵνα μὴ δυνάμεώς τε καὶ ἐνεργείας ἑτέρου φαίνηται τὸ κατόρθωμα, καθά‐ περ ὑπηρέτης ὑπουργῷ κατ’ ἐπιτροπὴν αὐτῷ συγχωρούμενον, ἀλλ’
ἵνα φύσεως ἰδίας ἐπιδείξῃ καρπὸν, τὸ καὶ αὐτὸν δύνασθαι κατεξου‐301

302

σιάζειν τῶν τοῦ θανάτου δεσμῶν, καὶ ἐφ’ ὅπερ ἂν βούλοιτο μετα‐ τρέπειν εὐκόλως τῶν πραγμάτων τὰς φύσεις· ὅπερ ἐστὶν ἴδιον ὄντως τοῦ κατὰ φύσιν Θεοῦ. Συμφρονοῦντα καὶ συνεθέλοντα πρὸς τοῦτο δείκνυσι καὶ τὸν
5Πατέρα, καὶ ὡς ἀπὸ μιᾶς γνώμης εἰς τοῦτο παρελθεῖν ὁμολογεῖ, εἰ καὶ αὐτός ἐστιν ἡ βουλὴ τοῦ Θεοῦ καὶ Πατρός. Ἁρμόσει δὲ τοῦτο καὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ. ἡ ἐντολὴ δηλοῖ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα, εἰ καὶ ταπεινῶς λαλεῖ· ἡ δὲ ἐντολή ἐστιν ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου.
10 Ἀγαπᾶται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐχ ὡς ἔξω τῆς ἀγάπης διαμένων, εἰ μὴ συνέβη τὸ καθ’ ἡμᾶς, ἦν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπώμενος· ἀλλ’ ἐπείπερ εἶδε τὸν ἴδιον Υἱὸν, διὰ τοῦ χαρακτῆ‐ ρος ἠγάπησεν εἰκότως, οὐ μισθὸν, ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς γεγο‐ νότων, τὴν ἀγάπην δωρούμενος, ἀλλὰ τῆς οὐσίας τῆς ἑαυτοῦ τὸ
15γνήσιον ἐν Υἱῷ θεωρῶν, καὶ φύσεως ὥσπερ τισὶν ἀναγκαίοις καὶ ἀπαραιτήτοις ὅλκοις, πρὸς τοῦτο καλούμενον ἀγάπης ἔργον τὸ καὶ παθεῖν ἑλέσθαι, καὶ τοῦτο ἀδόξως, διὰ τήν τινων σωτηρίαν, καὶ οὐχ ὅπως τεθνᾶναι μόνον, ἀλλὰ καὶ αὖθις τὴν τεθεῖσαν ψυχὴν λαβεῖν, ἵνα νεκρώσῃ τὸν θάνατον.
20 Περὶ τῶν ἐγκαινίων, ὧν μνημονεύει νῦν ὁ Εὐαγγελιστὴς λέγων, ὅτι “ἐγένοντο τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις,” καὶ τὰ ἑξῆς, χρὴ γιγνώσκειν ὅτι μεγάλη τις ἦν αὕτη ἡ ἑορτὴ καὶ δημοτελής. Τὴν γὰρ ἡμέραν καθ’ ἣν ὁ ναὸς ᾠκοδομήθη ἐπανελθόντων αὐτῶν ἀπὸ τῆς μακρᾶς αἰχμαλωσίας τῆς ἐν Περσίδι, ταύτην ἤγοντο μετὰ
25πολλῆς τῆς σπουδῆς. ἐν ταύτῃ οὖν παρῆν καὶ ὁ Χριστὸς τῇ ἑορτῇ, λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἦν ἐπὶ θύραις. Τὸ μὲν οὖν κυκλῶσαι αὐτὸν τοὺς Ἰουδαίους καὶ εἰπεῖν, “ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις,” καὶ τὰ ἑξῆς, δοκεῖ πόθου τινὸς εἶναι καὶ φιλομαθίας. Ἡ δὲ διάνοια, μεθ’ ἧς ἠρώ‐
30των, διεφθαρμένη τε ἦν καὶ ὕπουλος· τῶν γὰρ ἔργων βοώντων αὐτὸν εἶναι τὸν Χριστὸν, διὰ ῥημάτων ἐζήτουν τοῦτο ἀκοῦσαι, ἐπιστο‐ μίζειν αὐτὸν ἀπὸ τῶν λόγων βουλόμενοι. καὶ ὁ τρόπος δὲ τῆς ἐρωτήσεως, πολλῆς ἔγεμεν ἀπειθείας. “Εἰπὲ” γὰρ “ἡμῖν,” φησὶν, “παρρησίᾳ,” καίτοιγε μετὰ παρρη‐
35σίας λέγοντος αὐτοῦ, καὶ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζοντος ἀεὶ, καὶ302

303

οὐδὲν ἐν τῷ κρυπτῷ λαλοῦντος. αὐτὸς δὲ ἐλέγχων αὐτῶν τὴν πονη‐ ρίαν, φησὶ, “πολλάκις εἶπον ὑμῖν καὶ οὐ πιστεύετέ μοι. τὰ ἔργα “ἃ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ “ἐμοῦ.” ὅπερ καὶ οἱ εὐγνωμονέστεροι αὐτῶν ἔλεγον, “μὴ δύνα‐
5“ται ἄνθρωπος ἁμαρτωλὸς ταῦτα σημεῖα ποιεῖν;” ἐπεὶ προσε‐ ποιοῦντο τότε ἀπὸ ψιλοῦ πείθεσθαι ῥήματος, οἱ τοσούτοις μὴ πεισθέντες ἔργοις, ἐλέγχει τὴν πονηρίαν αὐτῶν, ὡσανεὶ λέγων, ὅτι ἔργοις οὐ πιστεύετε, πῶς τοῖς ῥήμασι πιστεύετε; διὰ τοῦτο δέ φησιν, “ὑμεῖς οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων
10“τῶν ἐμῶν.” Ἐγὼ μὲν γὰρ ὡς καλὸς ποιμὴν, ἅπερ ποιῆσαι ἐχρῆν, ἐποίησα. Εἰ δὲ μὴ ἀκολουθῆτέ μοι, οὐκ ἐπειδὴ οὐκ εἰμὶ ποιμὴν, τοῦτο ποιεῖτε, ἀλλ’ ἐπειδὴ ὑμεῖς οὐκ ἐστὲ πρόβατα· “προτρεπό‐ μενος δὲ αὐτοὺς ὥστε γενέσθαι πρόβατα ἐπήγαγε λέγων, “τὰ “πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει καὶ ἀκολουθοῦσί μοι·”
15εἶτα παρακνίζων αὐτοὺς λέγει καὶ ὧν τεύξονται. Φησὶ γὰρ, “ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα,” καὶ τὰ ἑξῆς. Διὰ τῶν ῥημάτων τούτων διεγείρων αὐτοὺς, καὶ εἰς ἐπιθυμίαν ἐμβάλλων. Διὰ τὸ εἰπεῖν αὐτὸν ἀνωτέρω, ὅτι “οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου,” δείκνυσι τὴν ἑαυτοῦ καὶ τοῦ
20Πατρὸς χεῖρα μίαν οὖσαν· διὰ τοῦτο νῦν λέγει, ὅτι “οὐδεὶς δύν‐ “αται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.” Χεῖρα δὲ καλεῖ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν, καὶ διὰ τοῦτο εἶπεν, ἵνα μὴ πάλιν ἀντίθεον αὐτὸν εἴπωσι. Τὸ δὲ “ἐγὼ καὶ ὁ “πατὴρ ἕν ἐσμεν,” τὸ ὁμοούσιον καὶ ὁμοδύναμον σημαίνων ἔλεγεν,
25ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι συνιδόντες, λίθοις αὐτὸν ἔβαλλον. Αὐτοῦ γὰρ ἐρωτήσαντος αὐτοὺς τὴν αἰτίαν τῆς ἀγανακτήσεως, καὶ τῆς τῶν λίθων βολῆς, καὶ ὧν ἐποίησεν θαυμάτων ἀναμνήσαντος, ταύ‐ την ἔφασαν τὴν αἰτίαν εἶναι λέγοντες, “περὶ καλοῦ ἔργου οὐ “λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὢν,
30“ποιεῖς σεαυτὸν Θεόν.” Διὸ καὶ αὐτὸς οὐ μόνον οὐ διορθώσατο τὴν ὑπόνοιαν αὐτῶν καὶ εἶπεν, οὐ λέγω εἶναι Θεὸς, οὐδὲ ὁμοδύνα‐ μος, οὐδὲ ὁμοούσιος τῷ Πατρὶ, ἀλλὰ τοὐναντίον ποιεῖ, βεβαιῶν μᾶλλον τὴν ὑπόνοιαν αὐτῶν, καὶ ταῦτα ἀγριουμένων ἐκείνων. Φησὶ γὰρ, “οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ἐγὼ εἶπα θεοί
35“ἐστε;” καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι, εἰ οἱ χάριτι303

304

τοῦτο λαβόντες οὐκ ἐγκαλοῦνται, θεοὺς ἑαυτοὺς καλοῦντες, πῶς ἐγὼ δικαίως ἐπιτιμῶμαι, ὁ τῇ φύσει τοῦτο ἔχων; “Εἰ γὰρ οὐ “ποιῶ, φησὶ, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ “δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε.”
5Ἐπειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἰδεῖν αὐτοὺς ἀμήχανον ἦν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ταὐτότητος ἀπόδειξιν τῆς κατὰ τὴν δύναμιν ἀπαραλλαξίας παρέχεται, “ἵνα γνῶτε, φησὶ, καὶ πιστεύ‐ “ητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” τουτέστιν, οὐδὲν ἄλλο ἐγὼ, ἢ ὅπερ ὁ Πατὴρ μένων Υἱὸς, καὶ οὐδὲν ἄλλο
10ἐκεῖνος, ἢ ὅπερ ἐγὼ μένων Πατὴρ, κἂν ἐμὲ γνῷ τις, τὸν Πατέρα ἔγνω, κἂν τὸν Πατέρα γνῷ, τὸν Υἱὸν ἔμαθε. Κυρίλλου. Τὴν πρώτην, φησὶ, ἑορτὴν, καθ’ ἣν ἐπετετέλεσε τὰ ἐγκαίνια ὁ Σολομών. Θεοδώρου Μομψουεστίας. Ἐπειδὴ κατέπεσε πολλάκις ὑπὸ
15τῷ πολεμίῳ ἡ πόλις, ὕστερον δὲ καὶ ὑπὸ Ἀντιόχου πᾶσαν ἐρημω‐ θῆναι συνέβη, εἶτα ὑπὸ τῶν Μακαββαίων ἐτράπησαν μὲν οἱ πολέ‐ μιοι, πάλιν ἡ πόλις ἀπέλαβε τὸ οἰκεῖον σχῆμα τῇ τοῦ Θεοῦ βοηθείᾳ, καθ’ ἣν ἀνέστη πάλιν ἡμέραν, ταύτην ἑκάστου ἔτους ἑορτάζοντες εἰς ὑπόμνησιν τῆς παρὰ πᾶσαν ἐλπίδα γεγενημένης
20διορθώσεως, ἐγκαίνια τῶν Ἱεροσολύμων ἐκάλουν τὴν ἡμέραν. Ἀμμωνίου Πρεσβυτέρου. Εἰ καὶ μὴ εἶπεν αὐτὸν λευκῶς Χριστὸν, ἀλλ’ εἰπὼν ἑαυτὸν φῶς, ποιμένα, ὁδὸν, ἐσήμανε τοῦτο. Τούτοις γὰρ εἴωθεν ἡ γραφὴ τοῖς ὀνόμασι καλεῖν τὸν Χριστόν. Ἰσιδώρου Πηλουσιώτου. Ἐπειδὴ γέγραφας, εἰ γέγραπται
25“οὐδεὶς ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου,” πῶς πολλοὶ ἀπόλλυνται; φημὶ, ὅτι ἁρπάσαι μὲν οὐδεὶς δύναται ἐκ τῆς ἀμά‐ χου καὶ ἀηττήτου χειρὸς, τοὺς διὰ πίστεως ὀρθῆς καὶ πολιτείας ἀρίστης ἑαυτοὺς οἰκείους αὐτῆς εἶναι παρασκευάσαντας, ἀπατῆ‐ σαι δὲ δυνήσονται, τουτέστι, βίᾳ μὲν καὶ τυραννίδι ἀποσπάσαι
30οὐδεὶς δυνήσεται, παραλογισμοῖς δὲ καὶ ἀπάταις ἀποπλανῆσαι δυνήσονται, ἀλλ’ οὐ παρὰ τὴν ἀήττητον δεξιὰν γίγνεται τοῦτο, ἀλλὰ παρὰ τὴν τῶν αὐτεξουσίων ἀνθρώπων ῥᾳθυμίαν. Οὐ γὰρ ἐκ τῆς τοῦ φυλάττοντος ἀσθενείας, ἀλλ’ ἐκ τῆς τῶν φυλαττομένων εὐχερείας ἡ ἀπώλεια συμβαίνει.
35Ἀμμωνίου. Ἀπόδειξις τῶν τοῦ κυρίου προβάτων τὸ εὐήκοον,304

305

τῶν δὲ ἀλλοτρίων τὸ ἀπειθές. Ἐπειδὴ καὶ Ἰούδας εἷς ἦν τῶν δοθέντων τῷ Υἱῷ μετέπεσεν εἰς κακίαν, δεικνύνται οἱ ἄνθρωποι οὐ φύσει καὶ κατ’ οὐσίαν ὄντες κακοὶ, ἀλλ’ ἑκουσίως τρεπόμενοι. Οὐκ ἐμοῦ μόνον εἰσὶ τὰ ἔργα, ἀλλὰ τῆς πάσης θεότητος. Ὁ
5γὰρ Πατὴρ δι’ Υἱοῦ ἐν Πνεύματι Ἁγίῳ πάντα ποιεῖ, διδάσκει ἡμᾶς μετριοφρονεῖν καὶ μὴ ἀλαζονεύεσθαι, ἐὰν λάβωμέν τι παρὰ Θεοῦ. Ἀγνοοῦντες ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ Υἱὸς ἀποδη‐ μεῖν, ἀλλὰ σαρκούμενος ἐκ σπέρματος Δαβὶδ, βλασφημίαν ἔλε‐
10γον τὴν ὀρθὴν ὁμολογίαν. Ἐπειδὴ θεούς τινας ἐκάλεσεν ὁ Πατὴρ, εἶναι δὲ δήπου αὐτοῖς ἐπακτὸν ἀνάγκῃ τὸ ἀξίωμα. Εἷς γὰρ ὁ κατὰ φύσιν ὑπάρχει Θεὸς ἀναγκαίως, ἵνα μὴ αὐτὸς εἷς ἐκείνων ὑπάρχειν νομίζηται οὐσιώδη τὴν τῆς θεότητος περικείμενος δόξαν, προσπεπορισμένην δὲ μᾶλλον, ἐν ἴσῳ τοῖς ἄλλοις ἀντιδιαστέλλει
15σαφῶς ἑαυτὸν ἐκείνοις. Τοσοῦτον γὰρ τῆς ἐκείνων πτωχείας διενηνοχότα καταδεικνύει, ὡς ἐπείπερ γέγονεν αὐτὸς ἐν αὐτοῖς, διὰ ταύτην αὐτοὺς τὴν αἰτίαν κεκλῆσθαι θεούς. Αὐτὸς γάρ ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρός. Εἰ δὲ καὶ ἐξήρκεσέ τισιν ἐν αὐτοῖς, γέγονεν ὁ Λόγος εἰς τὸ καὶ ἀνθρώπους ὄντας τῇ τῆς θεότη‐
20τος καταλαμπρύνεσθαι τιμῇ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ καὶ τοῖς ἄλλοις τὴν ἐπὶ τούτῳ προξενίσας φαιδρότητα. Ἁγιασθεὶς λέγεται ὁ Υἱὸς, ἐπειδὴ ἐπέμφθη σφαγῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Ἅγια γάρ ἐστι τὰ ἀφοριζόμενα τῷ Θεῷ εἰς θυσίαν. “Ἐγὼ ἐν τῷ Πατρὶ εἰμὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,”
25θεωρεῖται κατὰ τὸ ταὐτὸν τῆς φύσεως καὶ τῆς οὐσίας. Εἷς γὰρ ὁ τῆς φύσεως ὅρος, κἂν ἐν ἰδιαζούσαις ὑπάρξεσιν· οὐ μὴν τὴν Ἁγίαν Τριάδα· ὁ γὰρ Πατὴρ οὐκ ἔστιν Υἱὸς ἢ Πνεῦμα, οὔτε μὴν τὸ ἀνάπαλιν, εἰ καὶ οὐκ ἔστιν ἐν διαστάσει, διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἰσότητα. Εἰ γὰρ καὶ ἐφ’ ἡμῶν ἡ τοῦ
30τεκόντος οὐσία γιγνώσκεται, καὶ ἐν τῷ τεχθέντι ὁ πατὴρ κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλὰ τὸ κεχωρίσθαι ἡμᾶς τοῖς σώμασιν, οὐκέτι ἕν ἐσμεν οἱ πολλοί. Ἐπειδήπερ ὅταν μέγα τι καὶ ὑψηλὸν φθέγξηται, ἀναχωρεῖ ταχέως ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ, ὥστε λωφῆσαι καὶ λῆξαι τὸ
35πάθος διὰ τῆς ἀπουσίας αὐτοῦ· τούτου χάριν καὶ νῦν ἀναχωρήσας305

306

ἀπῆλθε πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων τὸ πρό‐ τερον. Διὰ τοῦτο δὲ τὸν τόπον ὁ Εὐαγγελιστὴς λέγει, ἵνα μάθωμεν ὅτι ἕνεκεν τούτου ἀπῆλθεν ἐκεῖ, ἀναμιμνήσκων αὐτοὺς τῶν ἐκεῖ γενομένων καὶ λεχθέντων τῶν παρὰ Ἰωάννου, καὶ τῆς
5αὐτοῦ μαρτυρίας τοῦ Ἰωάννου. ὅτι δὲ πολλοὺς ὤνησεν ἡ περὶ τὸν τόπον διατριβὴ, ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων, “καὶ πολλοὶ “ἦλθον πρὸς αὐτὸν,” καὶ ἀναμνησθέντες τοῦ τόπου ἔλεγον, φησὶ, “ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν.” Ὃ δὲ λέγει, τοι‐ οῦτόν ἐστιν· εἰ ἐκείνῳ ἐπιστεύσαμεν, μηδὲν πεποιηκότες σημεῖον,
10πολλῷ μᾶλλον τούτῳ τοσαῦτα θαυματουργήσαντι. ἐπειδὴ δὲ αὐτὸς ἦν ὁ μαρτυρήσας αὐτῷ, ἵνα μὴ διὰ τὸ πεποιηκέναι αὐτὸν σημεῖον, δόξῃ ἀνάξιον τὴν μαρτυρίαν ἀποφαίνειν τὴν περὶ τοῦ Χριστοῦ, ἐπήγαγον λέγοντες, “πάντα δὲ ὅσα εἶπεν ὁ Ἰωάννης περὶ τούτου, “ἀληθῆ ἦν,” οὐκ ἔτι τοῦτον ἐξ ἐκείνου, ἀλλ’ ἐκεῖνον ἀφ’ ὧν ὁ
15Χριστὸς ἐποίησεν, ἀξιόπιστον ἀποφαίνοντες. “Διὸ καὶ πολλοὶ, “φησὶν, ἐκεῖ ἐπίστευσαν εἰς αὐτόν.” τὸ δὲ “ἐκεῖ” δηλοῖ, ὅτι πολλοὺς ὁ τόπος ἐκεῖνος ὠφέλησεν. Χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι, ὅτι ἕνεκεν τούτου συνεχῶς ἐξάγει ὁ δεσπότης ἡμῶν Χριστὸς τοὺς ὄχλους ἐκ τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας, πρὸς τὸ μέγα
20τι ἐκ τούτου καρπώσασθαι αὐτούς. Καθάπερ καὶ ἐπὶ τῆς πα‐ λαίας ποιήσας φαίνεται, πόρρω τῶν Αἰγυπτίων ἐπὶ τῆς ἐρήμου τοὺς Ἰουδαίους διαπλάττων καὶ ῥυθμίζων ἐν ἅπασιν. Ἐξ ὧν εὐκόλως αὐτοὺς διαφεύγει, καὶ ἀκόντων αὐτῶν, δείκνυ‐ ται ὅτι οὐκ ἂν εἰ μὴ ἑκών.
25 Κυρίλλου. Ἐν τόπῳ πηγὰς ἔχοντι μεθορμίζεται τὰ Ἱεροσό‐ λυμα καταλιπὼν, ἵνα ὡς διὰ τύπου αἰνίξηται, ὡς καταλείψει μὲν τὴν Ἰουδαίαν, ἐπὶ δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν μεταβήσεται, τὴν ἔχουσαν τὰς πηγὰς τοῦ βαπτίσματος, ἔνθα καὶ προσέρχονται αὐτῷ πολλοὶ διαπεραινόμενοι τὸν Ἰορδάνην· τοῦτο γὰρ δηλοῖ τὸ
30ἐπέκεινα τοῦ Ἰορδάνου αὐλίζεσθαι. Ἀμμωνίου. Οἱ περάσαντες τὸν μυστικὸν Ἰορδάνην ἀποκομί‐ ζονται πρὸς Θεὸν, ὡς καὶ ὁ Χριστὸς περάσας τὸν Ἰορδάνην, ἦλθεν
εἰς τὴν τῶν ἐθνῶν ἐκκλησίαν καὶ ἔμεινεν ἐκεῖ.306

307

(1t)

ΚΕΦ. ΙΑ.
2tΠερὶ Λαζάρου.
3 Τίνος ἕνεκεν ὑπομιμνήσκει τῆς ἱστορίας ταύτης ὁ Εὐαγγελι‐ στὴς λέγων, “ἦν δέ τις ἀσθενῶν Λάζαρος,” καὶ τὰ ἑξῆς; ἡμᾶς
5παιδεύων μὴ δυσχεραίνειν, ἐάν τις ἀσθένεια γένηται περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους. Καὶ γὰρ καὶ οὗτος φίλος ὢν τοῦ Χριστοῦ ἠσθένει. Χρὴ δὲ καὶ τοῦτο μὴ ἀγνοεῖν, ὅτι οὐκ ἦν ἡ Μαρία αὕτη, ἡ ἀδελφὴ τοῦ Λαζάρου, ἡ ἀλείψασα τὸν κύριον μύρῳ, ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ, οὐδὲ ἡ ἐν τῷ Λουκᾷ,
10ἀλλὰ ἄλλη, οὐχὶ πόρνη καθάπερ ἐκεῖναι, ἀλλὰ σεμνὴ καὶ σπου‐ δαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. Διὰ τί δὲ οὐκ ἐάσασαι τὸν ἀδελφὸν κάμνοντα ὡς ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικὸς, ἐποίησαν καὶ αὗται, ἀλλὰ πέμπουσι λέγου‐ σαι, “Κύριε, ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ;” ἐπειδὴ σφόδρα ἐθάρρουν τῷ
15Χριστῷ, καὶ πολλὴν πρὸς αὐτὸν εἶχον οἰκείωσιν, καὶ γυναῖκες ἦσαν ἀσθενεῖς καὶ τῷ πένθει κατείχοντο· ἐπεὶ ὅτι οὐ καταφρο‐ νοῦσαι τοῦτο ἐποίουν, ἐκ τῶν μετὰ ταῦτα δῆλον. Τὸ δὲ “ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ,” εἰς οἶκτον ἐπισπάσασθαι βουλό‐ μεναι τὸν Χριστόν. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον αὐτῷ. Τὸ δὲ
20“ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον” εἶπεν ὁ Χριστὸς καὶ τὰ ἑξῆς, τέως ἀποπέμψασθαι τοὺς ἀπαγγείλαντας αὐτῷ ὅτι ἀσθενεῖ βουλόμενος, πρὸς τὸ εἰπεῖν αὐταῖς τοῦτο, ἐφ’ ᾧ καὶ θαυμάσαι ἐστὶ τὰς ἀδελφὰς αὐτοῦ, ὅτι οὐκ ἐσκανδαλίσθησαν ὡς ἀπεναντίας τοῦ πράγματος γενομένου, ἀλλὰ προσῆλθον τῷ Χριστῷ. δεῖξαι δὲ θέ‐
25λων μίαν εἶναι τὴν δόξαν αὐτοῦ καὶ τοῦ Πατρὸς, ἐπαγγέλλων ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς· προειπὼν γὰρ τῆς δόξης τοῦ Θεοῦ, μετὰ ταῦτα ἐπήγαγεν, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Τὸ δὲ “ἵνα” ἐνταῦθα οὐκ αἰτιολογίας ἀλλ’ ἐκβάσεως ἐστί. Συνέβη μὲν γὰρ ἑτέρωθεν ἡ ἀρρωστία· ἐχρήσατο δὲ ταύτην εἰς δόξαν ὁ
30Θεός. Διὰ τοῦτο δὲ μετὰ τὸ ἀκοῦσαι αὐτὸν ὅτι ἀσθενεῖ, ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας, ἵνα ἀποπνεύσῃ καὶ ταφῇ, ἵνα μηδεῖς
ἔχῃ λέγειν, ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν, ὅτι ἔκλυσις307

308

ἦν καὶ κάρος καὶ οὐ θάνατος, καὶ τοσοῦτον ἔμεινεν, ὡς καὶ εἰπεῖν τὴν ἀδελφὴν αὐτοῦ ὅτι ὄζει. Διὰ τί οὐδαμοῦ ἄλλοτε προειπὼν ἀπελθεῖν εἰς τὴν Ἰουδαίαν νῦν λέγει τοῖς μαθηταῖς αὐτοῦ, “ἄγωμεν εἰς τὴν Ἰουδαίαν;” διὰ
5τὸ δεδοικέναι αὐτοὺς σφόδρα, ἵνα μὴ ἀθρόον αὐτοὺς ἐκεῖ παρα‐ γενόμενος ταράξῃ. Ἐπεὶ οὖν ὡς μήπω ὄντες ἀπηρτισμένοι ἐφο‐ βοῦντο περὶ αὐτοῦ, τὸ δὲ πλέον ὑπὲρ ἑαυτῶν, λέγουσιν αὐτῷ, “ῥαββὶ, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις “ἐκεῖ;” αὐτὸς παραθαρρύνων αὐτοὺς φησὶν, “οὐχὶ δώδεκά εἰσιν
10“ὧραι τῆς ἡμέρας;” καὶ τὰ ἑξῆς. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων ἐν ἀσφαλείᾳ ἐστὶ, πολλῷ μᾶλλον ὁ μετ’ ἐμοῦ ὢν διὰ πάντος τοῦ δημιουργοῦ τοῦ φωτὸς τούτου. Εἰπὼν δὲ ὅτι “Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται,” καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οὐχ ὡς πάλιν διαλεξόμενος τοῖς Ἰουδαίοις
15ἄπεισιν, ἀλλὰ τὸν φίλον ἐξυπνίσων. Διὰ τοῦτο δὲ ἐν προθυμίᾳ καθιστῶν τοὺς μαθητὰς, ἐκεῖνοι δὲ ἐκκόψαι βουλόμενοι τὴν ἐκεῖσε πορείαν, λέγουσιν, “εἰ κεκοίμηται, σωθήσεται.” Λέγεις, φησὶν, ὅτι καθεύδει, καὶ βαρέως ἔχει. Οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελ‐ θεῖν. Πόθεν δὲ ὕπνον ὑπέλαβον οἱ μαθηταὶ, καὶ οὐδὲ ἀπὸ τοῦ
20εἰπεῖν, “πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν” ἔγνωσαν θάνατον εἶναι, καὶ γὰρ ἀνοίας ἦν, εἴ γε προσεδόκουν στάδια πέντε καὶ δέκα πορεύεσθαι αὐτὸν, ὥστε ἐξυπνίσαι τὸν κεκοιμημένον; οὐκ ἀληθῶς ὕπνον ἐνόμισαν, ἀλλ’ αἰνίγματι λέγειν αὐτὸν, οἷα πολλὰ διελέ‐ γετο. ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο, τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς
25παρρησίᾳ, “Λάζαρος ἀπέθανε, καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, “ὅτι οὐκ ἤμην ἐκεῖ, ἀλλ’ ἄγωμεν πρὸς αὐτὸν,” τὸ μὲν πρότερον τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος ἔλεγε, “κεκοίμηται” ἐπειδὴ δὲ οὐ συνεῖδον, τότε φησὶ, ὅτι ἀπέθανε· καὶ ὅτε μὲν ἔλεγε, “κεκοίμηται,” λέγει, “πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Ὅτε δὲ
30εἶπεν, ὅτι ἀπέθανεν, οὐκ ἔτι προσέθηκεν ὅτι πορεύομαι, ἵνα ἀνα‐ στήσω αὐτόν. Οὐ γὰρ ἐβούλετο νῦν τοῖς ῥήμασι προλέγειν, ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι. Διὰ τί δέ φησι, “χαίρω “δι’ ὑμᾶς;” ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, ἵνα ἐπειδὰν ἀναστήσω,
μηδεμία ἔσται ἐν ὑμῖν ὑποψία· οὕτω ἀτελέστερον ἔτι διέκειντο,308

309

καὶ οὐκ ᾔδεισαν αὐτοῦ τὴν δύναμιν, ὡς ἐχρῆν. Τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες· πάντες μὲν ἐδεδοίκεισαν τὴν τῶν Ἰουδαίων ἔφοδον, ὑπὲρ δὲ τοὺς ἄλλους ὁ Θωμᾶς. Διὸ καὶ ἔλεγεν, “ἄγωμεν ἵνα καὶ ἡμεῖς
5“ἀποθάνωμεν μετ’ αὐτοῦ.” Τινὲς μὲν οὖν φασιν, ὅτι ἐπεθύμει καὶ αὐτὸς ἀποθανεῖν μετὰ τοῦ Χριστοῦ· οὐκ ἔστι δὲ τοῦτο· δειλίας γὰρ τὸ ῥῆμα· οὐκ ἐπετιμήθη δὲ, ἐπειδὴ διεβάσταζεν αὐτῶν τὴν ἀσθένειαν ἔτι. Εἰ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία, ὅπερ ἦν μίλια δύο,
10πῶς τεταρταῖος ὁ Λάζαρος ἦν· καὶ γάρ φησιν ὁ Εὐαγγελιστὴς ἐλθὼν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἔχοντα ἐν τῷ μνη‐ μείῳ, καὶ τὰ ἑξῆς; ἐπειδὴ ἔμεινεν ἐκεῖ δύο, καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων, καθ’ ἣν καὶ ἐτελεύτησε, καὶ κατ’ αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. οὐκ ἦλθε δὲ αὐτεπάγγελτος, ἵνα μή
15τις ὑποπτεύσῃ τὸ γεγονός. Ἐμνημόνευσε δὲ τῶν πέντε καὶ δέκα σταδίων, ὅπως ἐντεῦθεν μάθωμεν, ὅτι διὰ τὸ εἶναι ἐγγὺς τὰ Ἱερο‐ σόλυμα, πολλοὺς ἦν εἰκὸς τῶν Ἱεροσολυμιτῶν παρεῖναι, ἵνα παρα‐ μυθήσωνται αὐτάς. Παρεμυθοῦντο δὲ οὐχ ὡς φιλουμένας ὑπὸ Χριστοῦ, καὶ γὰρ ἦσαν συνθέμενοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ
20Χριστὸν, ἀποσυνάγωγος γένηται, ἀλλ’ ἢ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἢ ὡς εὐγενεστέρας αἰδούμενοι, ἢ οἱ μὴ πονηροὶ οὗτοι παρῆσαν, ὅθεν πολλοὶ ἐξ αὐτῶν ἐπίστευσαν. Διὰ τί οὐ παρα‐ λαμβάνει τὴν ἀδελφὴν μεθ’ ἑαυτῆς ἡ Μάρθα, ἀλλὰ μόνη τῷ Χριστῷ ἀπήντησεν; ἐπειδὴ κατ’ ἰδίαν συντυχεῖν αὐτῷ ἐβούλετο,
25καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι· ὅθεν ἐπειδὴ αὐτὴν εἰς ἐλπίδας χρη‐ στὰς ἤγαγε, τότε ἄπεισι καὶ καλεῖ τὴν ἀδελφήν· τὸ δὲ “ὅσα ἂν “αἰτήσῃ τὸν Θεὸν δώσει σοι” εἶπεν, ἐπειδὴ εἰ καὶ ἐπίστευον εἰς τὸν Χριστὸν, ἀλλ’ οὐχ ὡς προσῆκε· οὐδὲ γὰρ ὅτι Θεὸς ἦν ἐπί‐ στευον, ἀλλ’ ὡς περὶ ἐναρέτου τινὸς καὶ εὐδοκίμου διέκειντο· αὐτὸς
30δὲ ἀνατρέπων τὴν τοιαύτην αὐτῶν ὑπόνοιαν, αὐθεντικῶς ἀποφαί‐ νεται λέγων, “ἀναστήσεται ὁ ἀδελφός σου.” Πόθεν δὲ αὕτη περὶ ἀναστάσεως ᾔδει, ὅτι εἶπεν αὐτῷ, “οἶδα ὅτι ἀναστήσεται ἐν τῇ “ἀναστάσει, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ;” ἐκ τῆς τοῦ Χριστοῦ διδασκα‐ λίας. Ἤκουε γὰρ αὐτοῦ πολλὰ περὶ ἀναστάσεως διαλεγομένου,
35ἀλλ’ ὅμως ἐπόθει ὧδε πάλιν ἰδεῖν αὐτόν. Αὐτὸς δὲ δεικνὺς τὴν309

310

θείαν αὐτοῦ δυναστείαν, φησὶ πρὸς αὐτὴν, “ἐγώ εἰμι ἡ ἀνάστασις “καὶ ἡ ζωὴ, ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται,” περὶ τοῦ θανάτου τούτου λέγων. Τὸ δὲ “οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα,” διὰ τὸν θάνατον ἐκεῖνον
5εἶπε. Βουλόμενος δὲ αὐτῆς ἀνεγεῖραι τὸν νοῦν, φησὶ, “πιστεύεις “τοῦτο;” οὐ γὰρ μόνον τὸν Λάζαρον ἀναστῆναι τὸ ζητούμενον ἦν, ἀλλ’ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας εἰς τὴν πίστιν ὁδηγη‐ θῆναι. Ἐκείνη δὲ μὴ συνιδοῦσα τὸ λεχθὲν, ἕτερον ἐρωτηθεῖσα, ἕτερον ἀποκρίνεται, λέγουσα, “ναὶ, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ
10“εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.” Εἰ γὰρ καὶ μέγα τι κατενόησεν, ἀλλ’ οὐ μὴν τὸ πᾶν ἐπέγνω· τέως μέν τοι ἐκέρδανον ἐκεῖνο τὸ κωλύσαι τὸ πένθος, λάθρα δὲ τὴν ἀδελφὴν ἐφώνησε, σφόδρα συνεχῶς διαπραξαμένη· τοῦτο γὰρ πεποίηκε βουλομένη μὴ διαταράξαι τοὺς πρὸς αὐτὴν συνελθόντας
15Ἰουδαίους· καὶ γὰρ εἰ ἔγνωσαν ὅτι διὰ τὸν Χριστὸν αὐτῇ λελάλη‐ κεν, ἄρα ἂν καὶ ἀνεχώρησαν, νῦν δὲ ὡς ὀλοφυρομένῃ, πάντες ἠκολούθησαν ἐγερθείσης αὐτῆς, καὶ εἰς συνάντησιν τοῦ Χριστοῦ ἀπερχομένης. Τίνος ἕνεκεν ἐπεσημήνατο ὁ Εὐαγγελιστὴς, ὅτι “οὔπω ὁ Ἰησοῦς ἐληλύθει εἰς τὴν κώμην,” καὶ τὰ ἑξῆς; ἵνα δείξῃ
20ὅτι σχολαιότερον ἐβάδιζεν, ὅπως μὴ δόξῃ ἐπιρρίπτειν ἑαυτὸν τῷ σημείῳ, ἀλλ’ ὡς ἀξιούμενος παρ’ ἐκείνων τοῦτο πεποίηκε· καὶ ἐπειδήπερ τὸ μέλλον γίνεσθαι θαῦμα μέγα ἦν, καὶ οἷον ὀλιγάκις ἐποίησεν ὁ Χριστὸς, καὶ ἔμελλεν μέγα κερδαίνειν πολλοὶ δι’ αὐτοῦ. Διὰ τοῦτο πολλοὺς οἰκονομεῖ γενέσθαι μάρτυρας τοῦ θαύματος.
25Φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “οἱ Ἰουδαῖοι οἱ ὄντες ἐν τῇ οἰκίᾳ “μετ’ αὐτῆς, ἠκολούθησαν αὐτῇ,” καὶ τὰ ἑξῆς. Θερμοτέρως δὲ ἡ Μαρία παρὰ τὴν ἀδελφὴν Μάρθαν προσῆλθε τῷ Χριστῷ· “ἰδοῦσα γὰρ αὐτὸν,” φησὶν, “ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας,” οὐκ αἰδεσθεῖσα τὸν ὄχλον, οὐ τὴν ὑποψίαν ἣν εἶχον περὶ αὐτοῦ·
30ἦσαν γὰρ πολλοὶ καὶ τῶν ἐχθρῶν, πάντα δὲ τὰ ἀνθρώπινα ἐκβα‐ λοῦσα παρόντος τοῦ διδασκάλου, καὶ ἑνὸς γενομένη τῆς εἰς αὐτὸν τιμῆς. Φησὶ γὰρ, “Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελ‐ “φός μου.” Αὐτὸς δὲ διὰ τοῦτο οὐδὲν αὐτῇ διαλέγεται, οὐδὲ λέγει ταῦτα, ἃ καὶ πρὸς τὴν ἀδελφὴν αὐτῆς εἶπε, διὰ τὸ παρεῖναι
35πολὺν ὄχλον, καὶ μὴ εἶναι καιρὸν τῶν τοιούτων ῥημάτων· συγκα‐310

311

ταβαίνει δὲ μᾶλλον, τὴν ἀνθρωπίνην φύσιν ἀπογυμνῶν. Δακρύει γὰρ καὶ συγχεῖται ἰδὼν αὐτὴν κλαίουσαν, καὶ ἅπαντας τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους· τὸ δὲ “ἐνεβριμήσατο τῷ πνεύματι,” τοῦτο ἐστὶν, ὅτι ἐπετίμησε τῷ πένθει· διὸ καὶ ἐπισχὼν τὴν σύγ‐
5χυσιν, οὕτως ἐρωτᾷ, ὥστε μὴ μετὰ ὀλοφυρμοῦ γενέσθαι τὴν ἐρώ‐ τησιν. Διὰ τί εἶπε, “ποῦ τεθείκατε αὐτόν;” οὐκ ἀγνοῶν, ἀλλὰ μὴ βουλόμενος ἑαυτὸν ἐπιρρίπτειν τῷ θαύματι, μᾶλλον δὲ πάντα παρ’ ἐκείνων ποιῶν ὁμολογεῖσθαι καὶ μαρτυρεῖσθαι, ὥστε πάσης ὑποψίας ἀπαλλάξαι τὸ σημεῖον. ἐπειδὴ δὲ οὐδὲν οὐδέπω τῆς
10ἀναστάσεως Λαζάρου τεκμήριον ἐνδείκνυται, οὐδὲ οὕτως ἐνόμιζε τὸ ἔρχεσθαι ὡς ἀναστήσων αὐτὸν, ἀλλ’ ὡς θρηνήσων, λέγουσιν αὐτῷ, “Κύριε, ἔρχου καὶ ἴδε.” Ἕνεκεν δὲ τίνος ἔλεγον οἱ πα‐ ρόντες Ἰουδαῖοι, “οὐκ ἐδύνατο οὗτος ὁ ποιήσας ἀνοιχθῆναι τοὺς “ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;”
15διεφθαρμένῳ σκοπῷ, ὡς ἐνδιαβάλλοντες τὸ θαῦμα, ὡς μὴ γεγονὸς ἐκεῖνο, οὕτως οὐδὲ ἐν ταῖς συμφοραῖς τῆς πονηρίας καθυφίεσαν· ὀφείλοντες γὰρ θαυμάζειν τὸ σημεῖον ἐκεῖνο, ἀπ’ ἐκείνου μᾶλλον καὶ τοῦτο ἐνδιαβάλλουσι· καὶ γὰρ μήπω ἐλθόντος αὐτοῦ εἰς τὸν τόπον, μηδὲ τεκμήριόν τι τοῦ θαύματος ἐπιδειξαμένου, προκατα‐
20λαμβάνουσι ταῖς κατηγορίαις, οὐκ ἀναμείναντες τοῦ πράγματος τὸ τέλος. οὐκ ἐπιστομίζει δὲ αὐτοὺς, ἐπειδὴ ἔμελλον διὰ τῶν ἔργων τοῦτο πάσχειν, τοῦ θαύματος ἐκπληρουμένου, ὅπερ καὶ ἀνεπαχθέστερον ἦν, καὶ μᾶλλον καταισχῦναι αὐτοὺς ἱκανόν. Τί δήποτε δὲ περισπουδάστος ὁ Εὐαγγελιστὴς ἄνω καὶ κάτω στρέφει,
25ὅτι ἐδάκρυσε, καὶ ὅτι ἐπετίμησε τῷ πάθει; Καὶ γάρ φησιν, “Ἰησοῦς οὖν πάλιν ἐμβριμούμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνη‐ “μεῖον;” διὰ τὸ μαθεῖν ἡμᾶς, ὅτι ἀληθῶς τὴν φύσιν τὴν ἡμετέραν περιεβάλετο. Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτοῦ φθέγγεται τῶν ἄλλων μᾶλλον Εὐαγγελιστῶν, καὶ τοῦτο καὶ ἐν τοῖς σωματικοῖς
30πολὺ ταπεινότερα φθέγγεται, ὅθεν καὶ ἐν τῷ πένθει πολὺ τὸ ἀν‐ θρώπινον αὐτὸν φησὶν ἔχειν, ἀπὸ τούτου δηλῶν τῆς οἰκονομίας τὴν ἀλήθειαν. ὁ μὲν γὰρ Λουκᾶς ἀπὸ τῆς ἀγωνίας καὶ τοῦ θρόμβου καὶ τοῦ ἱδρῶτος, οὗτος δὲ ἀπὸ τοῦ πένθους πιστοῦται ταύτην. τίνος ἕνεκεν οὐχὶ τοῦ λίθου ἐπικειμένου ἐποίησεν ἀναστῆναι τὸν Λάζαρον,
35ἀλλὰ λέγει, “ἄρατε τὸν λίθον;” Καὶ γὰρ ὁ σῶμα κινήσας311

312

νεκρὸν τῇ φωνῇ, ὁ τὸν δεδεμένον καὶ μὴ ὁρῶντα καὶ συμπεπο‐ δισμένον διὰ τῆς φωνῆς βαδίζειν παρασκευάσας, πολλῷ μᾶλλον λίθον ἐκίνησεν ἄν. Τί δήποτε οὖν οὐκ ἐποίησε τοῦτο; ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος, ἵνα μὴ πάλιν λέγωσιν,
5ὃ ἐπὶ τοῦ τυφλοῦ, ὅτι οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Αἱ γὰρ χεῖρες καὶ τὸ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸ τὸν λίθον ἆραι, καὶ τὸ ἐσπαργανωμένον ἐξελθεῖν, καὶ τὸ τοὺς φίλους τοὺς κηδεύ‐ σαντας παρόντας αὐτὸν ὁρᾷν, καὶ ἀπὸ τῶν ἱματίων ἐπιγιγνώσκειν καὶ ἡ δυσωδία δὲ, φησὶ γὰρ, “τεταρταῖός ἐστι, καὶ ἤδη ὄζει,”
10πάντα ταῦτα ἱκανὰ ἦν ἐπιστομίσαι τοὺς ἀγνωμονοῦντας μάρτυ‐ ρας γενομένους τοῦ σημείου. Τὸ δὲ “ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν,” εἶπεν ἡ Μάρθα, ὡς ἀδύνατον εἶναι νομίσασα τοῦ ἀναστῆναι τὸν ἀδελφὸν αὐτῆς λοιπὸν, διὰ τὸ μῆκος τῶν τοσούτων ἡμερῶν, οὕτως ἔτι κάτω στρέφεται·
15ἀναμιμνήσκων δὲ ὁ Χριστὸς ὧν διελέχθη πρὸς αὐτὴν, καὶ σχεδὸν ἐπιτιμῶν ὡς ἀμνημονούσῃ, φησὶν, “οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύ‐ σῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;” Τοῖς μὲν οὖν μαθηταῖς ἔλεγεν, “ἵνα δοξασθῇ ἐν αὐτῷ ὁ Υἱὸς τοῦ Θεοῦ,” ταύτῃ δὲ “τὴν δόξαν “τοῦ Θεοῦ,” περὶ τοῦ Πατρὸς λέγων. Ἡ γὰρ ἀσθένεια τῶν
20ἀκουόντων τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἦν. Διὰ τί εὔχε‐ ται, μᾶλλον δὲ τῆς εὐχῆς σχῆμα ἀνέλαβεν; αὐτοῦ λέγοντος, ἀκούσωμεν, φησὶ γὰρ, “διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα “πιστεύσωσιν, ὅτι σὺ μὲ ἀπέστειλας.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἵνα μὴ ἀντίθεόν με νομίσωσιν, ἵνα μὴ λέγωσιν, οὐκ ἔστιν
25ἐκ τοῦ Θεοῦ, ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γιγνόμενον. Ὅτι γὰρ τοῦτό ἐστιν, ἴδωμεν καὶ τίς ἡ ἀρχή· “εὐχαριστῶ σοι,” φησὶ, “Πάτερ, ὅτι ἤκουσάς μου.” τίς δὲ οὕτως ηὔξατό ποτε; πρὶν γάρ τι εἰπεῖν, “ἤκουσάς μου,” φησὶ, δεικνὺς, ὅτι οὐ δεῖται εὐχῆς. Δῆλον δὲ τοῦτο ἀφ’ ὧν τὰ ἄλλα χωρὶς εὐχῆς ἐποίει
30λέγων, “σοὶ λέγω, δαιμόνιον, ἔξελθε ἀπ’ αὐτοῦ,” καὶ “θέλω “καθαρίσθητι, καὶ “ἀφέωνται αἱ ἁμαρτίαι σου,” καὶ τῇ θαλάσσῃ, “σιώπα, πεφίμωσο.” Κράξας δὲ φωνῇ μεγάλῃ, “Λάζαρε, δεῦρο “ἔξω,” οὐκ εἶπεν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου δεῦρο ἔξω, οὐ δὲ ἀνάστησον αὐτὸν, Πάτερ, ἀλλ’ εὐξαμένου σχῆμα λαβὼν ὡς
35εἴρηται, δι’ ἣν εἶπον αἰτίαν, τὴν αὐθεντίαν διὰ τῶν πραγμάτων312

313

ἐνδείκνυται· ταῦτα δὲ λέγω τῶν αἱρετικῶν ἐμφράττων τὰ στόματα τῶν τὴν δόξαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἐλαττούντων, καὶ λεγόντων ὅτι ἀπὸ τῆς εὐχῆς ῥοπὴν λαβὼν τὸν Λάζαρον ἀνέστησε. Τί γὰρ ἴσον τῆς ἐξουσίας ταύτης γένοιτ’ ἂν, ὅτι ὡς ζῶντι διαλε‐
5γόμενος τῷ τετελευτηκότι φησὶ, “Λάζαρε, δεῦρο ἔξω;” τοῦτο δέ ἐστιν ὃ ἔλεγεν, “ἔρχεται ὥρα ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς “τοῦ Θεοῦ, καὶ ἀκούσαντες ζήσονται.” Ἵνα γὰρ μή τις νομίσῃ, ὅτι παρ’ ἑτέρου ἔλαβε τὴν ἐνέργειαν, προλέγει τοῦτο, ὃ διὰ τῶν ἔργων δείξειν ἔμελλε. Δεῖξαι δὲ θέλων ὅτι τοῦ ἀναστῆναι τὸ
10ἐξελθεῖν δεδεμένον οὐκ ἔλαττον ἐδόκει εἶναι παράδοξον, φησὶ, “καὶ ἐξῆλθεν ὁ τεθνεὼς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας.” τοῦτο δὲ γέγονεν, ἵνα μὴ δόξῃ φάντασμα εἶναι τὸ πρᾶγμα. Κε‐ λεύει δὲ αὐτοῖς λῦσαι, ὅπως πλησίον γενόμενοι καὶ ἁψάμενοι, ἴδωσιν ὅτι οὗτος ἐκεῖνός ἐστι· τὸ δὲ “ἄφετε ὑπάγειν,” τὸ ἀκόμ‐
15παστον δηλοῖ, οὐδὲ γὰρ ἐπάγεται αὐτὸν, οὐδὲ κελεύει μετ’ αὐτοῦ περιπατεῖν ὥστε ἐπιδείκνυσθαι, γενομένου δὲ τοῦ θαύματος, οἱ μὲν ἐπίστευσαν τῶν θεασαμένων, οἱ δὲ ἀπήγγειλαν τοῖς Φαρισαίοις. τί οὖν ἐκεῖνοι; ὀφείλοντες ἐκπλήττεσθαι καὶ θαυμάζειν, μᾶλλον ἐβούλοντο αὐτὸν ἀνελεῖν, ὅπερ ἦν ἐσχάτης ἀνοίας, ὅτι τὸν ἐν τοῖς
20ἄλλων σώμασι θανάτου περιγενόμενον θανάτῳ παραδώσειν ἐνόμιζον, καὶ ἄνθρωπον αὐτὸν ἔτι ἐκάλουν λέγοντες, “τί ποιοῦμεν; ὅτι ὁ “ἄνθρωπος οὗτος σημεῖα πολλὰ ποιεῖ;” τοσαύτην λαβόντες ἀπό‐ δειξιν τῆς αὐτοῦ θεότητος, ὅθεν καὶ πιστεῦσαι ἔδει καὶ θεραπεῦσαι, καὶ προσκυνῆσαι καὶ μηκέτι νομίζειν ἄνθρωπον.
25 Τίνος ἕνεκεν τῶν Ῥωμαίων μνημονεύουσι, λέγοντες, ὅτι “ἐὰν “ἀφῶμεν αὐτὸν, ἔρχονται οἱ Ῥωμαῖοι καὶ αἴρουσιν ἡμῶν καὶ τὸ “ἔθνος καὶ τὴν πόλιν;” τὸν λαὸν ἐπισεῖσαι σπουδάζοντες, ὡς μέλλοντος τοῦ πλήθους τῶν Ἰουδαίων δῆθεν κινδυνεύειν, ἐπὶ ὑποψίᾳ δῆθεν τυραννίδος. ἐὰν γὰρ ὀχλαγωγοῦντά φησιν ἴδωσι τὸν Χριστὸν
30οἱ Ῥωμαῖοι, ἐκ τοῦ πιστεῦσαι πολλοὺς εἰς αὐτὸν, ὑποπτεύουσιν ἡμᾶς ἐπὶ τυραννίδι, καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. Ταῦτα δὲ ἔλεγον οὐ προσδοκῶντες ταῦτα, ἀλλὰ βασκαίνοντες· ἵνα γὰρ μὴ δόξωσι τὸν ἑαυτῶν φθόνον δημοσιεύειν, τὴν πόλιν λέγουσι κινδυνεύειν ἅπασαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐ‐
35τοῖς εἶναι τὸν λόγον.313

314

Θεοδώρου Μομψουεστίας. Τὸ, “ἴδε, ὃν φιλεῖς ἀσθενεῖ” πολ‐ λῆς πίστεως ἀπόδειξιν ἔχει· οὕτω γὰρ ᾔδεσαν πολλὴν περιεῖναι τῷ Κυρίῳ δύναμιν, ὡς θαυμάζειν ὅτι καθήκετο ἀσθένεια ἀνδρὸς φιλου‐ μένου παρ’ αὐτοῦ.
5 Ἀμμωνίου Πρεσβυτέρου. Οὐκ ἔστι πρὸς θάνατον, τουτέστι πρὸς διηνεκῆ, ἀλλ’ εἰς μόνας τέσσαρας ἡμέρας, ἐπειδὴ ἀνέστη μετ’ οὐ πολύ. πρὸς τὸ πέρας ὁρῶντες τοῦ πράγματος, λέγομεν μὴ εἶναι πρὸς θάνατον τὴν ἀσθένειαν. οὐ τοσαύτης ἦν δόξης καὶ θαύ‐ ματος τὸ ἐγεῖραι τὸν Λάζαρον ἐκ τῆς νόσου, ὅσον τὸ ἀναστῆσαι
10αὐτὸν ἐκ νεκρῶν. Ὠριγένους. Εἴποι δ’ ἄν τις τὴν Μαριὰμ σύμβολον εἶναι τῶν ἀπὸ ἐθνῶν, τὴν δὲ Μάρθαν τῶν ἐκ περιτομῆς, τὸ δὲ ἐκ νεκρῶν ἀνιστάμενον ἀδελφὸν αὐτῶν, τῶν διά τινα ἁμαρτήματα εἰς ᾅδου καταβεβηκότων κατὰ τὸ “ἀποστραφέτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν
15“Ἅιδην·” καὶ οὐκ ἀπιθάνως διὰ τὴν ἐν τῷ Μωϋσέως νόμῳ πολι‐ τείαν φησὶν εἰρῆσθαι τῇ Μάρθᾳ· “Μάρθα, Μάρθα, περὶ πολλοῦ “θορυβῇ καὶ περισπᾶσαι, ὀλίγων δέ ἐστι χρεία·” εἰς σωτηρίαν οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ’ ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ
20ἀγάπης νενομοθετημένων. Θεοδώρου Μομψουεστίας. Ζητήσωμεν, ἐν ποίῳ τόπῳ ἦν ὁ Ἰησοῦς, ὅτε ταῦτα ἔλεγεν· ὅσον γὰρ ἀπὸ τοῦ Εὐαγγελίου οὐκ ἦν ἔξω τῆς Ἰουδαίας· πῶς οὖν λέγει τοῖς μαθηταῖς, “ἄγωμεν εἰς τὴν “Ἰουδαίαν;” εἰ μὴ ἄρα ἁπλούστερόν τις τὰ τοιαῦτα ἐξετάζων
25λέγοι κατὰ τὸ σιωπώμενον αὐτὸν γεγονέναι ἔξω τῆς Ἰουδαίας. Εἰπὼν οὖν, “ἄγωμεν πάλιν εἰς τὴν Ἰουδαίαν,” ἀκούει ὑπὸ τῶν μαθητῶν τὸ καὶ “πάλιν ὑπάγεις ἐκεῖ.” Ἀμμωνίου Πρεσβυτέρου. Τὸ δὲ, “ζητοῦσί σε λιθάσαι,” καὶ τὰ ἑξῆς, ὡς μήπω ὄντες ἀπηρτισμένοι, καὶ νομίζοντες ὅτι καὶ
30καὶ ἄκων ἔπασχεν, εἶπον τοῦτο· “οὐχὶ δώδεκα ὧραι εἰσὶ,” καὶ τὰ ἑξῆς. Ἐξ ἀνεπιγράφου. Τοῦτο εἰπεῖν βούλεται, ὅτι μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν οὐδὲν πείσεται δεῖνον, ὁ δὲ τὰ φαῦλα πράσσων πείσεται· ὥστε οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἐπρά‐
35ξαμεν· ἢ ὅτι ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, ἐπ’ ἀσφαλείᾳ314

315

ἔσται. Εἰ δὲ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων ἐπ’ ἀσφα‐ λείᾳ ἔσται, πολλῷ μᾶλλον ὁ μετ’ ἐμοῦ, ἐὰν μὴ ἀποστήσῃ αὐτὸν ἐμοῦ. Κυρίλλου. Τῇ τῆς ἡμέρας ἀεικινήτῳ φορᾷ τὴν ἀπάροιστον
5τῶν ἀνθρώπων ἀπεικάζει διάνοιαν, καὶ φιλόκαλόν πως ὑπάρχουσαν εἰς βουλὴν καὶ προαίρεσιν ταῖς ὥραις παραπλησίως. ἢ τοίνυν τοῦτό φησιν, ἢ καὶ τοῦτο· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας;” τουτέστιν, ἡμέρα, φησὶ, εἰμὶ καὶ φῶς. Ὥσπερ οὖν οὐκ ἐγκατα‐ λῆξαι τῆς ἡμέρας τὸ φῶς, μὴ οὐχὶ τὸν τεταγμένον ἀποπληρῶσαν
10καιρὸν, οὕτως οὐκ ἂν ἐκ τῶν λεγομένων τὴν παρ’ ἐμοῦ συστέλ‐ λεσθαι φωτισμὸν ἀπὸ τῶν Ἰουδαίων εἰς τὸ πρέπον τῆς φιλανθρω‐ πίας προελθούσης μέτρον· ἡμέραν δὲ λέγει τὸν τῆς παρουσίας καιρὸν, νύκτα δὲ τὸν πρὸ ταύτης, ὡς ὅταν λέγῃ ὁ Κύριος, “ἐμὲ “δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα,” φησὶν,
15“ἐστίν.” Ἀμμωνίου. Ὥσπερ ἄστατος ἡ ἡμέρα ἀπὸ ὥρας εἰς ὥραν μεταβαίνουσα, οὕτω καὶ ἡ τῶν ἀνθρώπων γνώμη, ὅ ἐστι τῶν Ἰουδαίων. εἰ “ὁ ἐν ἡμέρᾳ περιπατῶν οὐ προσκόπτει,” πῶς ἐγὼ ὁ πάντας φωτίζων ὑπομένοιμι τὰ τῶν ἀβουλήτων;
20 Ἀπολιναρίου. Διδάσκει ὁ Κύριος, ὅτι πρὸ τοῦ καιροῦ τοῦ πά‐ θους οὐκ ἂν ὑπὸ Ἰουδαίων τι πάθοι· διδάσκει δὲ διὰ παραβολὴν, ἡμέραν μὲν καιρὸν τὸν πρὸ τοῦ πάθους, τὸν δὲ τοῦ πάθους νύκτα· ἐκ τούτου δῆλον ὅτι κατὰ τὴν ἄνωθεν βούλησίν ἐστι τὸ μὴ παθεῖν ἢ παθεῖν αὐτὸν, ὥσπερ κατὰ τὴν τοῦ φωτὸς παρουσίαν ἢ ἀπουσίαν,
25τὸ βλέπειν ἢ μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται· ὥστε μέχρι περ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτῷ γενέσθαι, ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τότε συμβήσεται. Κυρίλλου. Ὕπνον γὰρ ὀνομάζει τῆς ἀνθρωπίνης ψυχῆς τὴν ἀπὸ σώματος ἔξοδον, καὶ σφόδρα εἰκότως· θάνατον γὰρ οὐκ ἠξίω‐
30σεν εἰπεῖν ὁ κτίσας εἰς ἀφθαρσίαν τὰ πάντα κατὰ τὸ γεγραμ‐ μένον, καὶ σωτηρίους ἀναδείξας τὰς γενέσεις τοῦ κόσμου. Ἔστι γὰρ καὶ ἀληθὴς ὁ λόγος· ὕπνος γὰρ ὄντως παρὰ Θεῷ καὶ ἕτερον οὐδὲν ἢ ὁ πρόσκαιρος ἡμῶν τοῦ σώματος θάνατος· ψιλῷ καὶ μόνῳ καταργούμενος νεύματι τῆς κατὰ φύσιν ζωῆς, τουτέστι Χριστοῦ.
35Ἀμμωνίου Πρεσβυτέρου. Ἵνα μὴ ἀφιλόστοργοι φανῶμεν,315

316

σπεύσωμεν ἐπὶ τὴν τοῦ φίλου ἡμῶν σωτηρίαν, ὑπερορῶντες τῶν Ἰουδαϊκῶν ἐπιβουλῶν. Θεοδώρου Μομψουεστίας. Χαίρω, φησὶν, ὑμῶν ἕνεκεν· τὸ γὰρ μὴ εἶναί με ἐκεῖ συντελέσει πρὸς τὴν πίστιν τὴν ὑμετέραν,
5ἐπείπερ εἰ μὲν παρήμην, ἀρρωστοῦντα ἐθεράπευον· μικρὸν δὲ ἦν τοῦτο τὸ θαῦμα εἰς δυνάμεως ἐπίδειξιν. Ἐπειδὴ δὲ ἐγὼ μὲν ἀπολελείμμην, ὁ δὲ θάνατος ἐπεγένετο, μέλλω δὲ αὐτὸν ἀπιὼν ἀνιστᾷν, μειζόνως εἰς τὴν πίστιν βεβαιωθήσεσθε τὴν ἐμὴν, ὅταν ἴδητέ με καὶ τοῦτο δυνάμενον, τοὺς νεκροὺς ἤδη διεφθορότας
10ἀνιστᾷν. Ἀμμωνίου Πρεσβυτέρου. Ὡς πρὸς ζῶντα λέγει ὅτι ἄγωμεν, αὐτῷ γὰρ ἔζη ὡς Θεῷ. Θεοδώρου Μομψουεστίας. Καλὸν μὲν ἦν πεισθέντα μεῖναι, καὶ ἐκκλῖναι τῶν ἐχθρῶν τὴν ἐπιβουλήν· ἐπειδὴ δὲ τοῦτο δέδοκται
15πάντως αὐτῷ ἀπελθεῖν, συναπέλθωμεν καὶ ἡμεῖς· κρεῖττον γὰρ ἀποθνήσκοντας κοινωνῆσαι τοῦ θανάτου ἢ τῆς οἰκείας σωτηρίας προνοουμένους ἀπολειφθῆναι τοῦ διδασκάλου. Ὠριγένους. Ἀναγνοὺς ὁ Θωμᾶς τὰς περὶ τοῦ σωτῆρος προ‐ φητείας, εἰκὸς δὲ ὅτι καὶ ἠκηκόει λείπεσθαι οἰκονομίαν τῷ Υἱῷ
20τοῦ Θεοῦ τὴν περὶ ψυχὴν ἣν ἔμελλε ποιεῖν, καταβὰς εἰς τὸ χωρίον αὐτῶν, ἵνα τοῖς ἐν φυλακῇ πνεύμασι κηρύξῃ, πορευθεὶς πρὸς αὐτὰ ἀπειθήσασί ποτε. ἀκούσας ὅτι “πορεύομαι ἵνα ἐξυπνίσω “αὐτὸν,” ᾤετο οὐκ ἄλλως ἂν ἐξυπνισθήσεσθαι καὶ ἐκ νεκρῶν ἀνα‐ στήσεσθαι τὸν Λάζαρον, ἢ τοῦ Ἰησοῦ καταβάντος εἰς τὸ τῶν
25ψυχῶν χωρίον· τὸ δὲ καὶ τοῦ Σωτῆρος εἰπόντος, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ, καὶ τὰ ὅμοια. Εἶτα ὡς γνήσιος τοῦ Σωτῆρος μαθητὴς, καὶ κρίνας αὐτῷ ἀκολουθεῖν ὅποι ποτ’ ἂν ἀπίῃ, ἐβούλετο αὐτῷ καὶ τοὺς λοιποὺς μαθητὰς χάριτι τοῦ Ἰησοῦ συναποθέσθαι τὸ σῶμα.
30 Θεοδώρου Ἡρακλείας. Ἔξεισι μὲν οὖν ἡ Μάρθα ἀκούσασα τὴν τοῦ Κυρίου παρουσίαν οὐκ ἀνακοινωσαμένη πρὸς τὴν ἀδελφήν φησι, διὰ τὸ βούλεσθαι κεκρύφθαι τὴν παρουσίαν τοῦ Κυρίου ἀπὸ τῶν παρόντων Ἰουδαίων, ὡς ἂν ἐχθρῶν Χριστοῦ, καὶ διωκόντων αὐτὸν, ὀλιγοπιστίας δὲ ῥήματα φθέγγεται.
35Ἀμμωνίου Πρεσβυτέρου. Ζωὴν ἑαυτὸν εἶπεν ὁ Κύριος, οὐ316

317

ζῶον· τὸ μὲν γὰρ ζῶον δεκτικόν ἐστι ζωῆς, ἡ δὲ ζωὴ παρεκτικὴ τοῦ ζῇν· ὡς ἡ σοφία καὶ ὁ σοφός· ὁ μὲν λαμβάνει, ἡ δὲ δίδωσι. Ἐξ ἀνεπιγράφου. Δεικνὺς ὅτι οὗτός ἐστιν ὁ χορηγὸς τῶν ἀγαθῶν, καὶ παρ’ αὐτοῦ δεῖ αἰτεῖν καὶ πῶς. “Ὁ πιστεύων εἰς
5“ἐμὲ,” ὁρᾷς πῶς αὐτῆς ἀνάγει τὸν νοῦν; οὐ γὰρ τοῦτο ἦν ζητού‐ μενον τὸν Λάζαρον ἀναστῆσαι, ἀλλ’ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας καὶ ἐκείνην τὴν ἀνάστασιν μαθεῖν. εἰ γὰρ ἐκείνῃ πι‐ στεύεις, φησὶ, μηδὲ περὶ ταύτης ἀμφίβαλλε· οὐ γὰρ ἄλλος ὁ ἐκείνην ἐργαζόμενος παρ’ ἐμὲ, ἀλλ’ ἐγὼ κἀκείνης τοῖς ἀνθρώποις
10αἴτιος, ὥστε ὁ κοινῇ πάντας ἀριστῶν. Οὐ γὰρ δήπου περὶ ἑνὸς ἀνάστασιν ἄτονος εἶναι δύναμαι. Διὰ τοῦτο περὶ τῆς ἀναστάσεως φιλοσοφεῖ τῶν ῥημάτων. Εἰ δὲ ἡ ἀνάστασις αὐτός ἐστι καὶ ἡ ζωὴ, οὐ τόπῳ περικέκλεισται, ἀλλὰ πανταχοῦ παρὼν οἶδεν ἰᾶσθαι.
15 Θεοδώρου Μομψουεστίας. Ὥστε οὐ χρὴ φρίττειν τοῦτον τὸν θάνατον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οὔτε οὗτος τέθνηκεν, οὔτε ὑμεῖς τεθνήξεσθε, τὴν ἐλπίδα τῆς ἀναστάσεως ἔχουσαι. Ὁ γὰρ ζῶν μετὰ τῆς εἰς ἐμὲ πίστεως οὐδεπώποτε ἀποθανεῖται, ἐπει‐ δήπερ κἂν ἀποθνήσκειν δόξῃ, οὐ νεκρός ἐστιν, ἀλλὰ ζῶν διὰ τὴν
20ὑπόσχεσιν, μεθ’ ἧς δέχεται τοῦ τῆς φύσεως ὅρου τὴν τελευτήν. Καί τοι γε ἐν τοῖς Εὐαγγελίοις, οὐ φαίνεται ὅτι ἔλεγεν αὐτῇ ὁ Κύριος καλέσαι τὴν ἀδελφὴν, ἀλλὰ δηλονότι εἴρηται μὲν, ὁ δὲ Εὐαγγελιστὴς παρέλιπε, ἑνὸς ὢν τοῦ μόνα τὰ ἀναγκαῖα λέγειν. Κυρίλλου. Τὴν τοῦ πράγματος ἀπαραίτητον χρείαν καὶ τὸ
25τῆς παρουσίας χρεωστούμενον, ἀντὶ φωνῆς δεξαμένη τοῦτό φησι. Πῶς γὰρ οὐκ ἔδει παρόντος τοῦ Χριστοῦ, πρὸς αὐτὸν ἰέναι προθύ‐ μως τὴν Μαρίαν, ἐπείπερ ἅπαν οὐ μετρίως λελυπημένην; Ἀμμωνίου Πρεσβυτέρου. Εἰ μὴ οἰκονομία τοῦ Θεοῦ τοῦτο ἐγεγόνει, οὐκ ἂν ἐμέμνητο αὐτοῦ ὁ Εὐαγγελιστής· γέγονε δὲ ἵνα
30καὶ ἄκοντες παραγένωνται, καὶ μαρτυρήσωσι τῷ σημείῳ. Ἀπολιναρίου. Περὶ τῆς Μάρθας οὐκ εἶπεν, ὅτι τοῖς ποσὶ προσέπεσεν, ἀλλ’ ὅτι ἀπήντησε μόνον, οὐδ’ ὅτι ταχέως καὶ σπου‐ δαίως προσέδραμεν· τῇ γὰρ Μαρίᾳ καὶ τοῦτο δέδωκεν ὁ Εὐαγγε‐ λιστὴς, ἐπὶ τῆς Μάρθας προειρηκὼς ψιλῶς τὸ ὅτι ὑπήντησεν
35αὐτῷ· τοῦ δὲ ἐλθεῖν τὸ ἀπαντῆσαι ὑποδεέστερον, ὡς φαίνεσθαι317

318

διὰ πολλῶν τὴν Μαρίαν πλείονα τὴν ἀγάπην, τὴν περὶ τὸν Κύριον ἔχουσαν. Ἀμμωνίου Πρεσβυτέρου. Λυπηθεὶς ὁ Χριστὸς, καὶ ὁρῶν ἐν ἑαυτῷ κινηθεῖσαν τὴν λύπην, καὶ νεύουσαν τὴν σάρκα πρὸς δάκρυον,
5ἐπιπλήττει τῇ σαρκὶ τῇ τοῦ Ἁγίου Πνεύματος δυνάμει, ἥτις μὴ ἐνεγκοῦσα τὸ τῆς ἑνωθείσης αὐτῷ θεότητος κίνημα τρέμει, καὶ τῆς λύπης περικρατεῖ· οὐδὲ γὰρ ἥρμοζεν ἐπὶ νεκρῷ δακρύειν τῷ τὴν ἐλπίδα τῆς ἀναστάσεως εἰσάγοντι. Θεοδώρου Μομψουεστίας. Ἐρωτᾷ, “ποῦ τεθείκατε,” οὐκ
10ἀγνοῶν· πῶς γὰρ ὁ πόρρωθεν εἰπὼν, ὅτι τετελεύτηκεν, ἀλλ’ ὥστε δοκεῖν τάξιν τινὰ τῷ πράγματι διδόναι, καὶ μὴ μετὰ ἐπιδείξεως τὸ θαῦμα ἐργάζεσθαι. Ἰσιδώρου Πηλουσιώτου. Ἐδάκρυσεν ὡς φιλοσοφίας ἄγαλμα ὁ Χριστὸς ἐπὶ Λαζάρου· μάλιστα μὲν κἂν τούτῳ, ὥσπερ καὶ ἐπὶ
15τῶν ἄλλων, κανόνας ἡμῖν καὶ ὅρους πηγνὺς, ἵνα μὴ ἐκβακχευώ‐ μεθα ὑπὸ τῆς λύπης. Οἱ γοῦν θεασάμενοι εἶπον, “ἴδε πῶς ἐφί‐ “λει αὐτόν.” Ὠριγένους. Μακρὰν μὲν ὑπάρχων τοῦ μνημείου “ἐνεβριμή‐ “σατο τῷ πνεύματι·” ὅτε δὲ ἐγγὺς γίνεται τῷ νεκρῷ, οὐκέτι
20ἐμβριμᾶται τῷ πνεύματι, ἀλλὰ συνέχει ἐν ἑαυτῷ τὴν ἐμβρίμησιν, διὸ λέγεται “ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον.” Κυρίλλου. Τὰ μεγάλα τῶν κατορθωμάτων ἀπιστεῖσθαι φιλεῖ, καὶ τοῖς ὑπὲρ λόγον ἀκολουθεῖ. Τὸ μὴ λίαν ἑτοίμως θαυμάζεσθαι τοῦτό μοι δοκῶ ὑπομεῖναι τὴν ἀγαθὴν Μάρθαν, παραιτεῖται γὰρ
25αὐτῇ τὸ εἰς πίστιν ἀσφαλὲς, ἡ τοῦ πράγματος ὑπερβολὴ, καὶ τὸ ξένον τῆς ἐλπίδος τοῦ καθήκοντος ἐξίστησι λογισμοῦ, καὶ θαυμα‐ στὸν οὐδὲν εἰ τὴν πίστιν ὁμολογήσασα, πάλιν ὀλιγοπιστίᾳ χειμά‐ ζεται τῇ τοῦ θαύματος ὑπερβολῇ. Ἀμμωνίου. Ἐν τοῖς ὑπὲρ φύσιν φαίνεται ἡ τοῦ Θεοῦ δόξα,
30διὰ τὸ ἀσθένες τῶν ἀκροατῶν. τὴν τοῦ Πατρὸς δόξαν, φησὶ, διὰ τὸ ἀκενόδοξον οὐκ εἶπεν, ὄψει τὴν δόξαν μου, ἀλλὰ τὴν τοῦ Πα‐ τρός. Ἴσος ὢν τῷ Πατρὶ, εὐχαριστεῖ αὐτῷ, ἵνα ἡμεῖς τῷ ὑπὲρ ἑαυτοὺς εὐχαριστῶμεν· τοῦτο ἐπὶ φίλων λέγεται ὁμοτίμων. Ὡς πόρρωθεν οὖσαν τὴν ψυχὴν, διὰ κραυγῆς καλεῖ, οὐ μὴν ὡς
35οὖσαν ἐν τῷ μνήματι, ὡς Ἑλλήνων μυθεύουσι παῖδες· ἡ κραυγὴ318

319

τοῦ Κυρίου τῦπος ἦν τῆς μεγάλης σάλπιγγος τῆς μελλούσης ἠχῆσαι ἐν τῇ κοινῇ ἀναστάσει. θεοπρεπὲς καὶ βασιλικὸν τὸ κέ‐ λευσμα. Βασιλείου Καισαρείας. Θαῦμα ἐν θαύματι, κειρίαις δεδε‐
5μένος τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν. Μεῖζον γὰρ ἦν τὸ ἐνισχύον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ ταῦτα ἐνεργεῖν μέλλων, δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν; ἢ δηλονότι πανταχό‐ θεν ἡμῶν τὸ ἀσθενὲς ὑπερείδων μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη· τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων. τὸ δὲ
10φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγεννὲς παραιτούμενος. διόπερ ἐπι‐ δακρύσας τῷ φίλῳ, αὐτός τε τὴν κοινωνίαν τῆς ἀνθρωπείας φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ’ ἑκάτερα ὑπερβολῶν ἠλευθέρωσε, μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων.
15 Ἀμμωνίου Πρεσβυτέρου. Οὕτω καὶ ἡ καθολικὴ μέλλει γενέ‐ σθαι ἀνάστασις, “ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ.” Ὅμοιον ση‐ μεῖον σχεδὸν τῆς ἀναστάσεως τὸ δεδεμένων τῶν χειρῶν καὶ τῶν ποδῶν, καὶ τῶν ὀφθαλμῶν ἐξελθεῖν περιπατοῦντα. Διὰ τοῦ λύειν ἐμαρτύρουν, ὅτι οὐκ ἦν φάντασμα, ἀλλ’ ὁ Λάζαρος ἦν. Ὡς
20ἀνόσιόν τι τετολμηκότα διέβαλλον, ὡς τὸν τεθαμμένον ἀνασκάψαι ἐπιτάξαντα· μετὰ τοσαύτας ἀποδείξεις, ὡς περὶ ψιλοῦ ἀνθρώπου ἔλεγον, ἀγνοοῦντες ὅτι αὐτὸς ἦν ὁ Χριστὸς ὁ τῶν σημείων δη‐ μιουργός. Ἐὰν, φησὶν, οἱ πιστεύοντες εἰς αὐτὸν ποιήσωσιν αὐτὸν βασι‐
25λέα, ἐπέρχονται ἡμῖν ὡς τυραννήσασιν οἱ Ῥωμαῖοι, καὶ γυμνοῦσιν ἡμᾶς πάντων. Τί σημάναι βουλόμενος ὁ Εὐαγγελιστής φησιν, “ἀρχιερεὺς “τοῦ ἐνιαυτοῦ ἐκείνου;” ὅτι μετὰ τῶν ἄλλων τοῦτο διέφθαρτο παρὰ τοῖς Ἰουδαίοις· οὐκέτι γὰρ τὸν χρόνον ἅπαντα τῆς ζωῆς,
30ἱεράτευον κατὰ τὸν νόμον, ἀλλ’ ἐνιαυτὸν κατ’ ἐνιαυτὸν, ἐξ οὗ γεγόνασιν ὠνηταὶ αἱ ἀρχαί· πλὴν ἀλλὰ καὶ οὕτως ἔτι παρῆν τὸ Πνεῦμα. Ἐπειδὴ δὲ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τὸ τηνικαῦτα αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς Ἀποστόλους·
ὅπερ δὲ ἐκεῖνοι ἐν τάξει βουλῆς προσετίθεσαν λέγοντες, “τί ποι‐319

320

“οῦμεν;” τοῦτο ὁ Καϊάφας ἀναισχύντως καὶ γυμνῇ τῇ κεφαλῇ μετὰ ἰταμότητος ἀνεβόησε λέγων, “ὅτι ὑμεῖς οὐκ οἴδατε οὐδὲν, “οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, “καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι·
5ὑμεῖς ἔτι καθῆσθε, ἔτι ὀκνηρότερον τῷ πράγματι κέχρησθε, καὶ οὐκ ἴστε ἑνὸς ἀνδρὸς σωτηρίας ὑπὲρ τοῦ κόσμου καταφρονῆσαι. Χρὴ οὖν σκοπῆσαι, πόση τοῦ Παναγίου Πνεύματος ἡ δύναμις. Ἀπὸ γὰρ διανοίας πονηρᾶς ῥήματα παρεσκεύασε προελθεῖν, προ‐ φητείας γέμοντα θαυμαστῆς. κατὰ μὲν γὰρ τὴν αὐτοῦ προαίρε‐
10σιν ἐναντίως ἐξέβη. Ἐπειδὴ γὰρ ἀπέθανε, διὰ τοῦτο τῆς μελ‐ λούσης κολάσεως ἀπηλλάγησαν πολλοί. “Τοῦτο δὲ,” φησὶν, ὁ Εὐαγγελιστὴς “οὐκ ἀφ’ ἑαυτοῦ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὢν τοῦ “ἐνιαυτοῦ ἐκείνου προεφήτευσε, ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν “ὑπὲρ τοῦ ἔθνους·” οὕτως ἦν τῆς ἀρχιερατικῆς ἀξίας ἡ δύναμις
15πολλή. Ἐπειδὴ γὰρ ὅλως ἠξίωτο τῆς ἱερωσύνης, καί τοι ἀνάξιος ὢν τοῦ πράγματος, προεφήτευσεν, οὐκ εἰδὼς ἃ ἔλεγε· καὶ τῷ στόματι μὲν ἡ χάρις ἐκέχρητο, τῆς δὲ μιαρᾶς καρδίας οὐχ ἥψατο· πολλοὶ γοῦν καὶ ἄλλοι τὰ μέλλοντα εἶπον, ἀνάξιοι ὄντες· ὁ Να‐ βουχοδονόσορ, ὁ Φαραὼ, ὁ Βαλαὰμ, καὶ πάντων ἡ αἰτία δήλη·
20“καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους” φησὶ “μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα “τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.” τέκνα δὲ Θεοῦ τὰ ἔθνη καλεῖ ἀπὸ τοῦ μέλλοντος ἔσεσθαι. ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγε, “καὶ ἄλλα πρόβατα, ἔχω,” καὶ αὐτὸς ἀπὸ τοῦ μέλλοντος αὐτὰ καλῶν.
25 Τὸ δὲ “ἵνα συναγάγῃ εἰς ἓν” δηλοῖ, ὅπως τοὺς ἐγγὺς καὶ τοὺς μακρὰν ἓν σῶμα ποιήσῃ, ἵνα ὁ ἐν Ῥώμῃ καθήμενος τὸν Ἰνδὸν μέλος εἶναι ἑαυτοῦ πιστεύσῃ, καὶ πάντων κεφαλὴν ὁμο‐ λογῇ τὸν Χριστόν. Τὸ δὲ “ἀπ’ ἐκείνης τῆς ἡμέρας συνε‐ “βουλεύσαντο οἱ Ἰουδαῖοι, ἵνα αὐτὸν ἀποκτείνωσι,” δηλοῖ ὅτι
30τότε τελείως ἐκύρωσαν τὴν γνώμην, καὶ ὡς ἔργῳ τῷ πράγματι κέχρηνται· τὸ γὰρ θέλειν αὐτοὺς καὶ πρὸ τούτου ἀποκτεῖναι αὐτὸν βουλαὶ καὶ ζητήσεις ὑπῆρχον· “ἐζήτουν γὰρ αὐτὸν,” φησὶν, “ἀποκτεῖναι,” καὶ αὐτὸς δὲ αὐτοὺς ἐλέγχων ἔλεγε, “ζητεῖτέ με
“ἀποκτεῖναι·” ἀναχωρεῖ δὲ καὶ νῦν αὐτὸς ἐκεῖθεν, ἀνθρωπίνως320

321

πάλιν ἑαυτὸν διασώζων, δι’ ἣν πολλάκις εἶπον αἰτίαν. Θαυμάσαι δὲ αὐτῶν ἐστι τὴν ἄνοιαν, ὅτι μιαιφόνον προαίρεσιν ἔχοντες καὶ ἀνδροφόνον διάνοιαν, ἑαυτοὺς ἁγνίζειν ἐβούλοντο, καθώς φησιν ὁ Εὐαγγελιστὴς, “ὅτι αὐτοὶ δὲ ἀνέβησαν εἰς τὰ Ἱεροσόλυμα πρὸ
5“τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτοὺς,” καὶ ὅτι ἔλεγον, “τί ὑμῖν “δοκεῖ, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν.” ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ἐνταῦθα αὐτὸν ἐμπεσεῖν δεῖ, τοῦ καιροῦ καλοῦντος αὐτόν· οὕτως ὑπῆρχον ἀσεβεῖς· ὅτε γὰρ πλείονος ἔδει τῆς εὐλαβείας, καὶ τοὺς ἐπὶ τοῖς ἐσχάτοις κακοῖς εἰλημμένους, ἀφιέναι διὰ τὴν ἑορτὴν,
10τότε τὸν οὐδὲν ἠδικηκότα θηρεῦσαι ἐπιχειροῦσι. “δεδώκεισαν δὲ, “φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς, ἵνα ἐάν τις γνῷ “ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.”
13tΚΕΦ. ΙΒ.
14tΠερὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
15 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Τὸ τῆς εἰλικρινοῦς οὖν ἀναστάσεως τοῦ Λαζάρου σημεῖον δεῖ‐ ξαι βουλόμενος ὁ Εὐαγγελιστής φησιν, “ὁ δὲ Λάζαρος εἷς ἦν
20“τῶν ἀνακειμένων σὺν αὐτῷ,” δηλῶν ὅτι μετὰ πολλὰς τοῦ ἀνα‐ στῆναι αὐτὸν ἔτι ἔζη· διὰ δὲ τοῦ εἰπεῖν, ὅτι “ἡ Μάρθα διηκόνει,” ἐσήμανεν, ὅτι ἐν τῇ οἰκίᾳ αὐτῆς ἡ ἑστίασις ἦν. Οὐ ποιεῖται δὲ κοινὴν τὴν ὑπηρεσίαν ἡ Μαρία ἡ ἀδελφὴ Λαζάρου, ἀλλ’ εἰς τὸν Χριστὸν μόνον περιΐστησι τὴν τιμήν· ἐπειδὴ οὐχ ὡς ἀνθρώπῳ
25πρόσεισιν, ἀλλὰ ὡς Θεῷ· τὸ γὰρ μῦρον διὰ τοῦτο ἐξέχεεν, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἐξέμαξεν, ὡς οὐκ ἔχουσα περὶ αὐτοῦ τοιαύτην ὑπόληψιν, οἵαν οἱ πολλοὶ, ὡς περὶ ψιλοῦ ἀνθρώπου, ἀλλ’ ὡς δεσπότου καὶ Κυρίου. Ὁ δὲ Ἰούδας προσχήματι μὲν εὐλα‐ βείας δῆθεν ἐπετίμα τῷ γεγονότι, λέγων, “διὰ τί οὐκ ἐπράθη
30“τοῦτο τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς;” οὐκ ἀπὸ γνώ‐ μης δὲ τοιαύτης. πῶς δὲ ἄλλος Εὐαγγελιστὴς λέγει, ὅτι πάντες
οἱ μαθηταὶ τοῦτο εἶπον; ὅτι καὶ πάντες μὲν, κἀκεῖνος δὲ, ἀλλ’ οἱ321

322

λοιποὶ οὐ τοιαύτῃ προαιρέσει· οὐκ ἤλεγξε δὲ αὐτὸν εὐθέως τότε ὁ Χριστὸς, οὐδὲ εἶπεν αὐτῷ τοῦτο, ὅπερ ὁ Εὐαγγελιστὴς εἶπεν, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικὶ, ὅτι τῇ πολλῇ μακρο‐ θυμίᾳ ἐντρέψαι αὐτὸν οὐκ ἐβούλετο. Τί δήποτε δὲ κλέπτῃ ὄντι
5τὸ γλωσσόκομον ἐνεχείρισεν τῶν πτωχῶν, καὶ οἰκονομεῖν ἐποίησε φιλάργυρον ὄντα; ἵνα πᾶσαν αὐτοῦ ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα προὔδωκε· καὶ γὰρ ἱκα‐ νὴν μὲν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας παραμυθίαν, ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν καὶ ἐβούλετο κατέχειν ὁ Χριστὸς,
10πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος. Μέμνηται δὲ καὶ ἐνταφιασμοῦ λέγων, “εἰς γὰρ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου “τοῦτο ἐποίησε, καὶ ἐν τούτῳ τὸν προδότην ἐντρέψαι βουλόμενος πρὸς τὸ διορθωθῆναι αὐτόν. ἱκανὸν δὲ ἦν καὶ τὸ ἐπαγόμενον εἰς οἶκτον αὐτὸν ἐμβαλεῖν. Φησὶ γὰρ, “ὅτι τοὺς πτωχοὺς μὲν
15“πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·” ὡσανεὶ ἔλεγεν, ἐμπαθής εἰμι καὶ φορτικὸς, ἀλλὰ ἀνάμεινον μικρὸν, καὶ ἀπελεύσομαι. Τοῦτο γὰρ κατεσκεύαζεν ἐν τῷ λέγειν, “ἐμὲ δὲ “οὐ πάντοτε ἔχετε.” Γένος τοῦ Θεοῦ πάντες ἄνθρωποι, καὶ τέκνα χρηματίζομεν,
20καθὸ πάντων ἐστὶ Πατὴρ, τρόπῳ δημιουργικῷ γεννήσας· πρὸς τούτοις δὲ ἔτι καὶ κατ’ ἐκεῖνον τὸν λόγον, καθ’ ὃν τετιμήμεθα γεγονότες ἐξ ἀρχῆς κατ’ εἰκόνα τοῦ κτίσαντος, καὶ ἄρχειν λα‐ χόντες τῶν ἐπὶ τῆς γῆς, καὶ τῆς θείας ὁμολογίας ἠξιωμένοι, καὶ τῆς ἐν παραδείσῳ διαίτης τε καὶ τρυφῆς ἀπολαύοντες, ἀλλ’ ἐσ‐
25κόρπισεν ὁ Σατανᾶς ἐν ταὐτῷ μεῖναι καὶ συγχωρήσας καὶ ἀπο‐ συλήσας πολυτρόπως τῆς εἰς Θεὸν προσεδρείας τὸν ἄνθρωπον. Συνήγαγε δὲ πάλιν καὶ συνεκόμισε πάντας διὰ τῆς πίστεως ὁ Χριστὸς εἰς μίαν αὐλὴν τὴν Ἐκκλησίαν, καὶ ὑπὸ ζυγὸν ἕνα παρε‐ σκεύασεν.
30 Ὠριγένους. Οὐκ εἴ τις προφητεύει, προφήτης, ἀλλ’ εἴ τις προφήτης, προφητεύει. Βαλαὰμ γὰρ μάντις ὢν προφητεύει. Οὐ γὰρ εἴ τις ἰατρικόν τι ἐποίησεν, ἤδη καὶ ἰατρὸς, ἢ καὶ οἰκοδομικὸν
ποιήσας, ἤδη καὶ οἰκοδόμος.322

323

Ἀμμωνίου Πρεσβυτέρου. Εἰς κατάκριμα τῶν Ἰουδαίων ἀνα‐ χωρεῖ, οὐ δειλιῶν, καὶ ἡμᾶς διδάσκων ἐν ἀκμῇ τῆς ὀργῆς μὴ ἐπιρ‐ ρίπτειν ἑαυτοὺς κινδύνοις. Ὠριγένους. Βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς ἀπὸ
5τοῦ ἀλογώτερον ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδ’ ἂν ὑπὲρ τῆς ἀλη‐ θείας ὦσιν, ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύσεσθαι διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον. πρὸς δὲ ἀναγωγὴν ῥητέον ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει, διὰ τῶν προφητῶν, νῦν δὲ οὐκέτι· οὐ γάρ ἐστιν ἐν αὐτοῖς λόγος
10Θεοῦ· ἀλλ’ ἀπῆλθεν ἀπ’ αὐτῶν εἰς τὴν ἔρημον, περὶ ἧς λέγεται, ὅτι “πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν “ἄνδρα·” ἐγγὺς Ἐφραὶμ, ἥτις ἑρμηνεύεται καρποφορία, ἀδελφὸς ὢν Μανασσῆ πρεσβυτέρου, τοῦ ἀπὸ λήθης. Μετὰ γὰρ τὸν ἀπὸ λήθης λαὸν, γεγένηται ἡ ἐξ ἐθνῶν καρποφορία.
15 Ἀμμωνίου Πρεσβυτέρου. Οἱ ἡμαρτηκότες ἑκούσια ἢ ἀκούσια πταίσματα οὐκ ἐποίουν τὸ Πάσχα, εἰ μὴ ἡγνίσθησαν τὸν συνήθη ἁγνισμόν. Οὐ φανεὶς εὐθὺς ἐπέφανεν, ἀλλ’ ἐπέζησεν, ἐσθίων καὶ πίνων, καὶ τὰ συνήθη πράττων, ὅπερ ὡς ἀποθαυμάζων ὁ Εὐαγγε‐ λιστὴς εἶπε.
20 Θεοδώρου Ἡρακλείας. Τοῦ δὲ οἴκου πληρωθέντος τῆς ἐκ τοῦ μύρου εὐωδίας, συμβολικῶς ἐπεδείκνυτο ἐκεῖνος, ὅπερ πνευματικῶς οὐκ εἰς μακρὸν ἀποτελεσθῆναι ἤμελλεν· εὐθὺς γὰρ μετὰ τὸ πάθος τῆς Χριστοῦ, εὐωδίας ἡ σύμπασα κτίσις, ὥσπερ μέγας οἶκος, ἐπληρώθη μύρου· τῷ τοίνυν αἰσθητῷ τὸν νοητὸν ἐκείνη προσεμήνυε·
25τοῦ γὰρ σώματος αὐτοῦ ἀλαβάστρου δίκην ἐκκεντηθέντος, ἡ τῆς γνώσεως εὐωδία τὸν ὅλον ἐπλήρωσε κόσμον.
27tΚΕΦ. ΙΓ.
28tΠερὶ ὧν εἶπεν Ἰούδας.
29Ἀμμωνίου Πρεσβυτέρου. Μέμφεται Ἰούδας ὅτι μύρον προσ‐
30ήνεγκε καὶ οὐκ ἀργύριον, ἀγνοῶν τὸ ὄντως καλόν· δεῖ γὰρ τὴν εἰς τὸν Θεὸν τιμὴν καὶ δωροφορίαν προτιμοτέραν εἶναι τῶν πτωχῶν. Ἱερόσυλος ἦν ὁ Ἰούδας, τὰ τῷ Θεῷ ἀνατιθέμενα χρήματα κλέπτων. Εἰπὼν, “ἄφες,” τὴν τοῦ Ἰούδα ὑπόκρισιν ἐλέγχει, τὰ ἄξια
ἐπαίνου μεμφομένου· ἐπειδὴ δὲ ἡ τοῦ μύρου δαπάνη οὐ διὰ τρυφὴν323

324

ἐγένετο, ἀλλὰ διὰ χρείαν μυστικὴν, ἀπολογεῖται ὑπὲρ τῆς Μα‐ ρίας, εἰ καὶ ἠγνόει τοῦ μυστηρίου τὴν οἰκονομίαν. Δι’ ὧν δὲ εἶπεν ἐνταφιασμὸν, καταισχύνει τὸν Ἰούδαν, ὅτι δι’ αἰσχροκερδίαν ἔμελλε προδοῦναι τὸν διδάσκαλον.
5 Ἀπολιναρίου. Τὸν οἶκτον τῶν πενήτων πρόσχημα τῆς ἑαυτοῦ πλεονεξίας ποιούμενος. Οὐχ ὡς πιστότερος δὲ τῶν ἄλλων τὴν διακονίαν ταύτην ἀνεδέδεκτο, ἀλλ’ ὡς ἐλάττων. Τὸ γὰρ περὶ χρήματα διακονικὸν ἔλατον τῆς ἐν λόγῳ διακονίας, ὡς καὶ οἱ δώδεκα ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἐδήλωσαν.
10 Δεῖξαι δὲ βουλόμενος ὁ Εὐαγγελιστὴς τὸ ἐρχόμενον τῶν Ἰου‐ δαίων πλῆθος ὑγιαίνων, φησὶν, “ἔγνω ὄχλος πολὺς ἐκ τῶν Ἰου‐ “δαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ “ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν.” Διὸ καὶ τὸ θαῦμα θεασάμενοι ἐπίστευσαν πολλοί· τῶν δὲ Φαρισαίων
15τοσοῦτος ἦν φονικὸς ὁ τρόπος, ὅτι οὐ μόνον τὸν Ἰησοῦν, ἀλλὰ καὶ τὸν Λάζαρον ἐβουλεύσαντο ἀποκτεῖναι· οὕτως ἔγκλημα καὶ τὸ καλῶς παθεῖν παρ’ αὐτοῖς ἦν· ἔδακνε δὲ αὐτοὺς ἐκ περισσοῦ, ὅτι τῆς ἑορτῆς ἑστώσης πάντες ἐπὶ τὴν Βηθανίαν ἔτρεχον· αὐτὸς δὲ κατασβέσας τὸν θυμὸν αὐτῶν τῇ εἰς τὴν ἔρημον ἀναχωρήσει,
20πάλιν εἰσέρχεται μετὰ παρρησίας. Διὸ καὶ “ὄχλος πολὺς ὁ “ἐλθὼν εἰς τὴν ἑορτὴν ἀκούσαντες ὅτι ἔρχεται εἰς Ἱεροσόλυμα, “ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ·” τοῦτο δὲ ἐποίουν, δεικνύντες ὅτι μείζονα λοιπὸν ἢ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ· ὅθεν καὶ ἔλεγον, “ὡσαννὰ, εὐλογημένος
25“ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραὴλ,” ὅπερ ἦν πιστευόντων, ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ’ ὅτι παρὰ τοῦ Πατρὸς ἀποσταλεὶς ἦλθε. Σημαίνει δὲ τὸ “ὡσαννὰ,” σῶσον δή.
28tΚΕΦ. ΙΔ.
29tΠερὶ τοῦ ὄνου.
30 Πῶς οἱ μὲν ἄλλοι Εὐαγγελισταὶ ὅτι καὶ ἔπεμψε καὶ εἶπε, “λύ‐ “σατε τὸν πῶλον καὶ τὸν ὄνον·” οὗτος δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ὅτι ὀνά‐ ριον εὑρὼν ἐκάθισεν; ἐπειδὴ ἀμφότερα γενέσθαι εἰκὸς ἦν, καὶ μετὰ τὸ λυθῆναι τὸν ὄνον ὑπὸ τῶν μαθητῶν εὑρόντα αὐτὸν ἐπικαθίσαι.
Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν τυπῶν, τὴν δὲ πληρῶν· καὶ τὸ324

325

αὐτὸ τῆς μὲν ἐγένετο ἀρχῆς, τῆς δὲ τέλος, τὴν μὲν τὸ “χαῖρε, “ὅτι ὁ βασιλεύς σου ἔρχεται,” προφητείαν πληροῦντος ἦν. Τὸ δὲ ὄνον καθίσαι μέλλον πρᾶγμα προανατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν.
5 Τί δέ ἐστι, “μὴ φοβοῦ, θύγατερ Σιών;” ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ τὸ πλῆθος διαστρέφοντες, καὶ τοῖς ἐχθροῖς παραδιδόντες, θάρρει, φησὶν, οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾴος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τοῦ ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενον εἰσῆλθεν, ἀλλ’ ὄνῳ
10ἐποχούμενος· οὐκ ἐπαισχύνεται δὲ ὁ πάνσοφος Εὐαγγελιστὴς τὴν προτέραν ἄγνοιαν τῶν Ἀποστόλων ἐκπομπεῦσαι· “ταῦτα γὰρ,” φη‐ σὶν, “οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον, ἀλλ’ ὅτε Ἰησοῦς “ἐδοξάσθη, τότε ἐμνήσθησαν, ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμ‐ “μένα.” ὅτι μὲν γὰρ ἐγέγραπτο ᾔδεσαν, ὅτι δὲ ἐπ’ αὐτῷ ἐγέ‐
15γραπτο, οὐκ ᾔδεισαν· καὶ γὰρ ἂν ἐσκανδάλισεν αὐτοὺς, εἴγε βασιλεὺς ὢν τοιαῦτα μέλλει πάσχειν· τὸ δὲ “ἐμαρτύρει ὁ ὄχλος “ὅτε ἀνέστησε τὸν Λάζαρον ἐκ νεκρῶν,” καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ, ὅτι οὐ τοσοῦτοι ἐξαίφνης μετέθεντο, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Χρὴ δὲ γιγνώσκειν ὅτι οἱ εἰπόντες Φαρισαῖοι πρὸς ἑαυτοὺς, “θεω‐
20“ρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδὲν, ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει” τῶν πιστευόντων μὲν ἦσαν, οὐ τολμώντων δὲ παρρησιάσασθαι· ἀπὸ τῆς ἐκβάσεως δὲ κατεῖχον τοὺς λοιποὺς, ὡς ἀνόνητον ἐπιχειροῦν‐ τας. κόσμον δὲ ἐνταῦθα τὸν ὄχλον φησὶν, οἶδε γὰρ ἡ γραφὴ κόσμον καὶ τὴν κτίσιν καλεῖν, ὡς ὅταν λέγει “ὁ ἐκφέρων κατὰ
25“ἀριθμὸν τὸν κόσμον αὐτοῦ,” καὶ πάλιν τοὺς ἐν πονηρίᾳ ζῶντας, ὡς ὅταν λέγει, “ὁ κόσμος ὑμᾶς οὐ μισεῖ, ἐμὲ δὲ μισεῖ.” Σευήρου Ἀντιοχείας. Ὁ φοῖνιξ οὐράνιος ἐδείκνυ τὸν εὐφη‐ μούμενον καὶ ὑψόθεν ἥκοντα· μόνος γὰρ τῶν ἄλλων δένδρων ἀνα‐ τείνεται μὲν πρὸς αὐτὸν τὸν οὐρανὸν, καὶ ἐν ὕψει κομᾷ, θαλλοὺς
30φέρων ἐπὶ τῆς κόμης λευκοὺς, ἐν δὲ τῷ στελέχει καὶ τοῖς μέσοις μέχρι τῆς κορυφῆς τραχύς ἐστι καὶ ἀνάντης καὶ δυσανόδευτος, καὶ τοὺς ἐπὶ τῶν κλάδων σκόλοπας προβαλλόμενος. οὕτω καὶ ὁ πρὸς τὴν Χριστοῦ γνῶσιν ἐλαύνων, τραχείαν εὑρήσει καὶ ἀνάντη διὰ τῶν πόη ὁδεύων τῆς ἀρετῆς. πρὸς δὲ τὸ ὕψος αὐτῆς ἀφικό‐
35μενος ὡς ἀνθρώποις ἐφικτὸν, ἐντεύξεται τῷ λαμπροτάτῳ τῆς325

326

θεολογίας φωτὶ, καὶ τῇ ἀποκαλύψει τῶν ἀπορρήτων, καθάπερ τοῖς τοῦ φοίνικος λευκοτάτοις θαλλοῖς. Ἀμμωνίου Πρεσβυτέρου. Ὡς νενικηκότι τὸν θάνατον ὑπήν‐ τησαν αὐτῷ μετὰ βαΐων. Ἡ Δαβὶδ προφητεία διὰ τούτου
5πληροῦται. Τύπος ἐστὶ τοῦ νόμου τὰ ἔθνη, οὓς ὁ Κύριος ὄντας ἀκαθάρτους πεποίηκεν ὑποχειρίους· τύπος δέ ἐστι ὁ πῶλος τῶν ἐθνῶν, ὃν ὁ Κύριος καθίσας ἀνάγει εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἧς τύπος ἡ ἐπίγειος· πῶλον δὲ αὐτοὺς καλεῖ, ἐπειδὴ ἀγύμναστοι ἦσαν τῆς κατ’ εὐσέβειαν πίστεως.
10 Ἀπολιναρίου. Αὐτόθεν μὲν ἔχει τὸ μέτριον καὶ εὐτελὲς ἡ ἐπὶ τοῦ ὀναρίου καθέδρα, κεκρυμμένον δὲ ἐν αὐτῷ τὸ σύμβολον τοῦ μήπω καθαροῦ τότε λαοῦ, τοῦ μέλλοντος δέξασθαι τὴν ἐπίβασιν τοῦ Κυρίου· ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον. ἐβόα δὲ ὁ προφήτης Ζαχαρίας, τῇ μὲν Σιὼν εὐαγγελιζόμενος τὸν βασιλέα
15πάντων ἀπαλλάττοντα φόβων καὶ λυτρούμενον αὐτὴν ἐχθρῶν δυν‐ αστῶν, τῷ δὲ συμβόλῳ δεικνὺς τῶν ἐθνῶν ἡγούμενον, καὶ νέῳ λαῷ χρησόμενον, ὅτι καὶ πῶλος ἐφ’ ᾧ καθεζόμενος εἴσεισιν. Ἀναγκαίως ἄρα τῇ τάξει τελευταῖον τὸ κατὰ τὸν Λάζαρον ὁ Κύριος ἐθαυματούργησεν, ἵνα ἐπὶ προσφάτῳ τούτῳ γεγονοτι τιμη‐
20θείη μὲν ἐπιφανέστερον ὑπὸ τοῦ πλήθους· τῆς δὲ τιμῆς ἕνεκεν ὑπεραλγήσαντες οἱ Φαρισαῖοι ἐβουλεύσαντο κατ’ αὐτοῦ, καὶ οὕτως ἐπιτελεσθείη τὸ πάθος, ὅπερ καὶ γίνεται. Ὁρῶσιν ὅτι μάτην ἀντιλέγουσι πρὸς τὴν πίστιν τὴν εἰς Χρι‐ στὸν, μάτην ἀφορίζουσι τοὺς πιστεύοντας, μάτην ἀποτρέπουσι
25τοὺς λοιποὺς, τὰ μὲν διαλεγόμενοι, τὰ δὲ καὶ ἀπειλοῦντες· πάντα οὖν ἀνωφελῆ φασιν εἶναι, εἰ μὴ πρὸς ἀναίρεσιν αὐτοῦ τράποιντο.
27tΚΕΦ. ΙΕ.
28tΠερὶ τῶν προσελθόντων Ἑλλήνων.
29Τίνες ἦσαν “οἱ Ἕλληνες οἱ ἀναβάντες, ἵνα προσκυνήσωσιν ἐν
30“τῇ ἑορτῇ,” οἵτινες προσῆλθον τῷ Φιλίππῳ; οἱ ἐγγὺς ὄντες λοι‐ πὸν τοῦ προσήλυτοι γενέσθαι, τουτέστι τῷ Ἰουδαϊσμῷ προσελθεῖν· τῆς φήμης οὖν διαδοθείσης λέγουσι τῷ Φιλίππῳ, “θέλομεν τὸν “Ἰησοῦν ἰδεῖν·” ὁ δὲ Φίλιππος παραχωρεῖ τῷ Ἀνδρέᾳ, ἅτε πρὸ αὐτοῦ ὄντι, καὶ τὸ πρᾶγμα αὐτῷ κοινοῦται, ἀλλ’ οὐδὲ οὕτως ἁπλῶς
35αὐθεντεῖ· ἤκουσε γὰρ ὅτι “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθετε, καὶ εἰς326

327

“πόλιν,” καὶ τὰ ἑξῆς, πᾶσαν ἐκκόπτων πρόφασιν ἀγνωμοσύνης, ἀναφέρει τῷ διδασκάλῳ· ὁ δὲ Ἰησοῦς ἔφη αὐτοῖς, “ἐλήλυθεν ἡ ὥρα “ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” Τί ἐστιν, “ἦλθεν ἡ ὥρα;” ἐπειδὴ ἔλεγεν, “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε,” πᾶσαν ἐκκόπτων
5πρόφασιν ἀγνωμοσύνης Ἰουδαίοις· ἐπέμενον δὲ οὗτοι ἀπειθοῦντες, ἐκεῖνοι δὲ, τουτέστι τὰ ἔθνη, ἐβούλοντο προσελθεῖν· καιρὸς οὖν, φησὶν, ἐπὶ τὸ πάθος προσελθεῖν, πάντων πεπληρωμένων· ἵνα δὲ μὴ θορυβηθῶσιν, ἐννοοῦντες ὅτι ὅτε καὶ Ἕλληνες προσῆλθον, τότε ἀνῃρέθη, λέγει, “ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἐπὶ τὴν
10“γῆν ἀποθάνῃ,” καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι αὐτὸ μὲν γὰρ τοῦτο αὐτοὺς ποιήσει προσελθεῖν, καὶ αὐξήσει τὸ κήρυγμα τὸ ἐμόν. Εἰ γὰρ ἐν τοῖς σπέρμασι τοῦτο γίνεται, καὶ ὅταν ἀποθάνῃ, πολὺν φέρει καρπὸν, πολλῷ μᾶλλον ἐμοί. Ἀμμωνίου Πρεσβυτέρου. Καὶ μὴ χρώμενοι τῷ νόμῳ, ἀνέ‐
15πεσαν προσκυνήσοντες εἰς τὸν νόμον, ὡς εἰς σεπτὸν τόπον διὰ τὰ γενόμενα θαύματα περὶ Ἰουδαίων. Δόξαν καλεῖ τὴν ἀνάστασιν, μεθ’ ἣν ὡς Υἱὸς Θεοῦ ἐδοξάσθη. Καιρὸς τοῦ μεταβῆναι τοὺς μαθητὰς τὰ ἔθνη, εἰ καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἐποίησαν τοῦτο, ἵνα μὴ σκανδαλισθῶσιν οἱ Ἰουδαῖοι.
20 Θεοδώρου Μομψουεστίας. Καιρὸς λοιπόν ἐστιν ἐπὶ τὸ πάθος ἐλθεῖν, πάντων πεπληρωμένων· εἰ γὰρ μέλλοιμεν τούτοις μὲν ἀπειθοῦσι προσεδρεύειν, ἐκείνους δὲ καὶ βουλομένους μὴ προσίε‐ σθαι, ἀνάξια τῆς ἡμετέρας ἔσται ταῦτα κηδεμονίας. Ἐπειδὴ οὖν ἔμελλεν ἀφήσειν τοὺς μαθητὰς ἐπὶ τὰ ἔθνη λοιπὸν ἰέναι μετὰ
25τὸν σταυρὸν, ὁρᾷ δὲ αὐτοὺς προπηδῶντας, φησὶ, καιρὸς ἐπὶ τὸν σταυρὸν ἐλθεῖν. Οὐ πρότερον γὰρ αὐτοὺς εἴασεν, ἵνα ᾖ εἰς μαρ‐ τύριον αὐτοῖς. ἕως γὰρ διὰ τῶν ἔργων αὐτὸν διεκρούσαντο, ἕως αὐτὸν ἐσταύρωσαν, οὐκ εἶπε, “πορευθέντες μαθητεύσατε πάντα τὰ “ἔθνη,” ἀλλ’ “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε,” καὶ, “οὐκ ἀπεστάλην,
30“εἰ μὴ εἰς τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ,” καὶ, “οὐκ ἔστι λαβεῖν “τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.” ἐπειδὴ δὲ ἐμίσησαν αὐτὸν, καὶ οὕτως ἐμίσησαν, ὡς ἀνελεῖν, περιττὸν ἦν προσεδρεύειν, διακρουομένων ἐκείνων, καὶ παραιτήσαντο λέγον‐ “τες, οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,” τότε δὴ λοιπὸν
35αὐτοὺς ἀφῆκεν. Αὕτη ἡ διάλεκτος γέγονε τῇ δευτέρᾳ καὶ τῇ327

328

τρίτῃ τῆς ἑβδομάδος, ὡς ἄλλοι λέγουσιν Εὐαγγελισταὶ, καὶ τῇ τετράδι ὁ Ἰούδας συνέθετο τοῖς Ἰουδαίοις παραδοῦναι αὐτοῖς τὸν Κύριον. Ἀμμωνίου Πρεσβυτέρου. Μὴ θορυβεῖσθε ἐὰν ἀποθάνω· τότε
5γὰρ μᾶλλον αὔξει τὸ κήρυγμα, καὶ οἱ ἐξ ἐθνῶν πιστεύουσι· καὶ μὴ ἀπιστεῖτε, καὶ γὰρ ἐν τῷ σίτῳ τούτῳ γίνεται· ὅταν παθὼν ἀποθάνω, ἀνίσταμαι μετὰ πλείονος δόξης, μέλλουσι γὰρ πάντες πιστεύειν εἰς ἐμὲ ὡς Θεόν. Θεοδώρου Μομψουεστίας. Ἐπειδὴ γὰρ ἀπὸ λόγων οὐχ οὕτως
10ἔπειθεν, ἀπὸ τῆς τῶν πραγμάτων αὐτὸ πείρας μεθοδεύει λέγων, ἐπεὶ καὶ ἐν τῷ σίτῳ τοῦτο γίνεται, μᾶλλον φέρει καρπὸν, ὅταν ἀποθάνῃ, εἰ δὲ ἐν τῷ σπέρματι τοῦτο, πολλῷ μᾶλλον ἐμοί. Ἀλλ’ οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὰ λεγόμενα. Τί ἐστιν ὅπερ εἶπεν “ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ;” ὁ τὰς ἐπι‐
15θυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους, οὗτος ἀπολέσει αὐτήν· ὁ δὲ μισῶν αὐτὴν ἐν τῷ κόσμῳ τούτῳ, σώσει αὐτήν. Τίς δέ ἐστιν ὁ μισῶν; ὁ μὴ εἴκων αὐτῇ τὰ βλάπτοντα κελευούσῃ. Οὐκ εἶπε δὲ ὁ μὴ εἴκων, ἀλλ’ ὁ μισῶν αὐτὴν, τὴν μετὰ σφοδρότητος ἀπο‐ στροφὴν δηλῶν· λέγει δὲ νῦν τοῦτο, ἐγγὺς ὢν τοῦ πάθους, ἐπειδὴ
20ᾔδει αὐτοὺς κατηφείας πλήρεις ἐσομένους, διὰ τοῦτο ὑπερβολὴν ἐποιήσατο. Τί λέγω, φησὶν, ἐὰν μὴ τὸν ἐμὸν θάνατον γενναίως ἐνέγκητε; ἐὰν γὰρ καὶ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε, οὐδ’ ὑμῖν ἐστι κέρδος· τὸ δὲ οὐ προσθῆναι τὸ “ἐν τῷ κόσμῳ τούτῳ” τὸ φονικὸν καὶ ἐπαχθὲς
25παραμυθεῖται τοῦ λόγου, τὸ δὲ “ἐμοὶ” ὁ “διακονῶν ἐμοὶ ἀκολου‐ “θείτω” περὶ τοῦ θανάτου εἶπε· τὴν γὰρ διὰ τῶν ἔργων ὑπακοὴν ἀπαιτεῖ, καὶ ἐπειδὴ φορτικὰ εἶπε, τὸ ἔπαθλον τίθησι λέγων, “καὶ “ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται.” Ποῦ δέ ἐστιν ὁ Χριστός; ἐν οὐρανοῖς. “καὶ ἐάν τις ἐμοὶ διακονεῖ,” φησὶν, οὐκ
30εἶπε, τιμήσω αὐτὸν ἐγὼ, ἀλλ’ ὁ Πατὴρ τὸ γνήσιον παριστᾷ, ὡς γὰρ γνησίου παιδὸς διάκονος, οὕτως ὁ Πατὴρ ἀποδέξεται. ἴσως ἐρεῖ τις περὶ τοῦ “νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; “Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης,” ὅτι οὐκ ἔστι τοῦτο θανάτου προτρεπομένου καταφρονεῖν. μάλιστα μὲν οὖν προτρεπο‐
35μένου ἐστίν. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι αὐτὸς ἔξω ὢν τῶν ἀνθρω‐328

329

πίνων παθῶν, εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, καὶ ἡμῖν ἐξ ἀκιν‐ δύνου παραινεῖ· δείκνυσιν ὅτι καί τοι ἀθυμιῶν αὐτὸν, ὅμως διὰ τὸ χρήσιμον οὐ παραιτεῖται· ταῦτα δέ ἐστι τῆς οἰκονομίας, οὐ τῆς θεότητος· διὸ καὶ εἶπεν, “ἡ ψυχή μου τετάρακται,” καὶ ἀπαλ‐
5λαγῆναι αἰτεῖν, ἀνθρωπίνης φύσεώς ἐστιν ἐλαττώματα, “ἀλλὰ “διὰ τοῦτο,” φησὶν, “ἦλθον εἰς τὴν ὥραν ταύτην.” ὡσανεὶ ἔλεγε, κἂν ταραττώμεθα, κἂν θορυβώμεθα, μὴ φεύγωμεν τὸν θάνατον, ἐπεὶ κἀγὼ νῦν ταράττομαι, οὐ λέγω ὥστε φυγεῖν, δεῖ γὰρ φέρειν τὸ ἐπιόν· διὸ καὶ λέγει, “Πάτερ δόξασόν σου τὸ ὄνομα,” τουτέσ‐
10τιν, ἄγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν· διὰ δὲ τοῦτο παιδεύει, ἵνα εἴποτε ἐν ἀγῶνι κατασταῖεν καὶ δειλίᾳ, μήτε οὕτως ἀποπηδήσωσι τῶν προκειμένων. τὸ δὲ εἰπεῖν, “δόξασόν σου τὸ ὄνομα,” δείκνυσιν ὅτι ὑπὲρ ἀληθείας ἀποθνήσκει, εἰς τὸν Θεὸν τὸ πρᾶγμα καλῶν· τὸ δὲ εἰπεῖν τὴν φωνὴν “ἐδόξασα, καὶ πάλιν δοξάσω,” σημαίνει, ὅτι
15ἐδόξασε μὲν ἐν τοῖς πρὸ τούτου, δοξάσει δὲ μετὰ τὸν σταυρόν. Διὰ τί “ὁ ὄχλος ἀκούσας τῆς φωνῆς ἔλεγε, βροντὴν γεγο‐ “νέναι;” καὶ γὰρ τρανὴ καὶ εὔσημος ἦν ἡ φωνή· διὰ τὸ ταχέως αὐτῶν ταύτην ἀποπτῆναι· διὸ ἅτε παχυτέρων ὄντων καὶ σαρκικῶν καὶ ῥαθύμων οὕτως ἐνομίσθη, καὶ οὗτοι μὲν τὸν ἦχον κατεῖχον
20μόνον, οἱ δὲ εἰπόντες, “ὅτι Ἄγγελος αὐτῷ λελάληκε,” ἔναρθρον μὲν τὴν φωνὴν ᾔδεσαν· τί δὲ ἐσήμανεν, οὐκέτι. ὁ δὲ Χριστὸς πρὸς ἐκεῖνο ἱστάμενος ὃ ἔλεγον ἐκεῖνοι ἀεὶ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, φησὶ πρὸς αὐτοὺς, “οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι’ “ὑμᾶς·” ὁ γὰρ ἐκ τοῦ Θεοῦ δοξαζόμενος, πῶς οὐκ ἔστιν ἐκ τοῦ
25Θεοῦ, οὗ τὸ ὄνομα δι’ αὐτὸν δοξάζεται; ὅθεν χρὴ σκοπεῖν, ὅτι τὰ ταπεινὰ δι’ αὐτοὺς γίνεται, καὶ οὐχ ὡς τοῦ υἱοῦ ἐσομένου βοη‐ θείας· τὸ δὲ “νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων “τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω,” δηλοῖ ὅτι δικαστήριον ἔσται καὶ ἐκδίκησις, πῶς καὶ τίνι τρόπῳ ἐκεῖνος ἀνεῖλε τὸν ἄνθρω‐
30πον ὑπεύθυνον λαβὼν τῇ ἁμαρτίᾳ. Διὰ οὖν τῆς ἁμαρτίας εἰσῆλ‐ θεν ὁ θάνατος, ἐν ἐμοὶ τοῦτο οὐχ εὑρών. ὡσανεὶ ἔλεγεν ὁ Χρι‐ στὸς, τίνος ἕνεκεν ἐπεπήδησεν εἰς ἐμὲ, καὶ θανάτῳ παρέδωκεν· οὐκ οὖν δι’ ἐμὲ ἐκδικηθήσεται ὁ κόσμος ὅλος· τὸ δὲ “ὅταν ὑψωθῶ
“ἐκ τῆς γῆς,” περὶ τοῦ σταυροῦ λέγει· τὸ δὲ, “πάντας ἑλκύσω329

330

“πρὸς ἐμαυτὸν,” καὶ τοὺς ἐκ τῶν ἐθνῶν σημαίνει· οὐ λέγει δὲ τὴν ἀνάστασιν, ἀλλ’ ὃ τῆς ἀναστάσεως πλέον ἐστὶν, ὅτι καὶ πάντας ἑλκύσει πρὸς ἑαυτόν· “ἑλκύσω” δὲ εἶπεν, ἅτε ὑπὸ τοῦ ἐχθροῦ κατεχομένους, καὶ ἀφ’ ἑαυτῶν μόνον οὐ δυναμένους προσελθεῖν.
5ἀλλαχοῦ δὲ τοῦτο ἁρπαγὴν καλεῖ. βουλόμενος δὲ ὁ ὄχλος ἐπι‐ στομίζειν αὐτὸν καὶ δεικνῦναι οὐκ ὄντα Χριστὸν, ὁμολογοῦσιν ὅτι ὁ Χριστὸς εἰς τὸν αἰῶνα μένει· καὶ οὐκ εἶπαν ὅτι ἡμεῖς ἠκούσαμεν ὅτι ὁ Χριστὸς οὐδὲν πάσχει, οὐδὲ σταυροῦται, ἀλλ’ ὅτι μένει εἰς τὸν αἰῶνα, καὶ τοῦτο δὲ κακούργως· ᾔδεσαν γὰρ τὰς γραφὰς
10λεγούσας ὁμοῦ καὶ περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως· καὶ γὰρ Ἡσαΐας ἅμα ταῦτα τίθησιν, “ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,” λέγει, καὶ τὰ ἑξῆς, καὶ ὁ Δαβὶδ ἐν τῷ δευτέρῳ ψαλμῷ, καὶ ἀλλαχοῦ πολλαχοῦ συνάπτει ταῦτα ἀμφότερα, καὶ ὁ πατριάρχης δὲ εἰπὼν, “ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, τις ἐγερεῖ αὐτόν;” ὁμοῦ
15καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐνδείκνυται, καὶ τοῦτο δὲ οὐ κακούργως εἰπὼν, “καὶ τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;” ὡσανεὶ ἔλεγε, μὴ γὰρ δὴ νομίσῃς, ὅτι περὶ σοῦ τοῦτο λέγομεν, καὶ εἴπῃς, ὅτι δι’ ἀπέχθειαν ἐναντιούμεθα· ἰδοὺ γὰρ, οὐκ οἴδαμεν περὶ τίνος λέγεις, καὶ ὅμως ἀποφαινόμεθα. τὸ δὲ “ἔτι μικρὸν χρόνον
20“τὸ φῶς μεθ’ ὑμῶν ἐστι,” τοῦτο σημαίνει, ὅτι μεθ’ ὑμῶν ἐστι τὸ φῶς, καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν οὐκ ἀναιρεῖται, ἀλλὰ μικρὸν ὑποχωρῆσαν πάλιν φαίνεται· περιπατεῖτε δὲ, εἶπεν, “ὡς τὸ φῶς “ἔχετε,” καὶ τὴν πρὸ τοῦ σταυροῦ, καὶ μετὰ τὸν σταυρὸν ἐπί‐ στευσαν. Λέγει δὲ ταῦτα κατεπείγων αὐτοὺς εἰς τὴν πίστιν.
25“ὁ περιπατῶν,” φησὶν, “ἐν τῇ σκοτίᾳ· οὐκ οἶδε ποῦ ὑπάγει.” πόσα γὰρ πράττουσιν Ἰουδαῖοι νῦν, καὶ οὐκ ἴσασι τί πράττουσιν, ἀλλ’ ὡς ἐν σκότῳ βαδίζοντες δοκοῦσι μὲν τὴν ὀρθὴν ὁδεύειν ὁδὸν, τὴν δὲ ἐναντίαν βαδίζουσιν. Εἰπὼν δὲ “ἵνα υἱοὶ φωτὸς γένησθε,” περὶ ἑαυτοῦ εἶπε, τουτέστιν, ἐμοὶ υἱοί.
30 Θεοδώρου Μομψουεστίας. Ταῦτα δέ φησιν, οὐχ ὡς τῆς ψυχῆς ἐνταῦθά τι πασχούσης, ἀλλὰ τῆς ψυχῆς φιλίαν καλέσας τὸ δοκεῖν αὐτὴν κατέχειν, καὶ ὥσπερ σωτήριον οὐ προδιδόντα τοῖς συμβαίνουσι κινδύνοις τὸ σῶμα. Κυρίλλου. Οὐκ ἐν ἑτέροις εἶναι προσῆκον ἂν εἴη τὸν ὑπηρέτην
35τοῦ Χριστοῦ, ἢ ἐν οἷσπερ ἐστὶν αὐτὸς, καὶ οὐχὶ πάντως φημὶ τοῖς330

331

θεοπρεπέσι καὶ ὑπὲρ ἄνθρωπον ἀξιώμασι· τίς γὰρ ἐν τούτοις τὸν ἀληθῶς καὶ φύσει Θεὸν μιμήσαιτο; ἀλλ’ ἐφ’ οἷς ἂν δέχηται τὴν τοῦ ἀνθρώπου διαπρέπειν δύνασθαι φύσιν. Θεοδώρου Ἡρακλείας. Ἀνθρωπίναις ἐνταῦθα καὶ ταπεινοτέ‐
5ραις ἐχρήσατο λέξεσιν, ἐκ τούτων δεικνὺς ὅτι ὄντως τῆς ἀνθρω‐ πίνης ἐκοινώνησε φύσεως, ἢ ἴσως προορῶν τὴν πτῶσιν τῶν ἀπίστων, καὶ τῶν τέως νομιζομένων εἶναι οἰκετῶν τὴν μέλλουσαν ἀπαλλο‐ τρίωσιν, ἐταράσσετο φειδόμενος αὐτῶν τῆς ἀχαρίστου γενεᾶς. Οὐ γὰρ δεδιὼς τὸν θάνατον, ὡς οἴονταί τινες, τὴν λεγομένην ὑπέμεινε
10ταραχήν· οὐ γὰρ ἠγνόει τίνος ἕνεκεν τὴν πρὸς ἡμᾶς ἐποιήσατο ἄφιξιν, ὡς ἐγγύθεν ἔδειξεν εἰπὼν, “διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν “ταύτην,” εἰ γὰρ ἐταράσσετο διὰ φόβον θανάτου, πῶς ἂν ἐδί‐ δαξε τοὺς ἄλλους τούτου καταφρονεῖν, λέγων, “μὴ φοβηθῆτε “ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων
15“ἀποκτεῖναι;” μέλλων τοιγαροῦν ἐφάπτεσθαι τῆς τῶν προειρη‐ μένων πείρας, ἐπεκαλεῖτο τὸν δι’ αὐτὸ τοῦτο αὐτὸν ἀποστείλαντα· ξένης δὲ τίς παρ’ ἡμῖν συνήθης φωνῆς ἐπακούσαντες, ἀμφίβολον ἐξ ἀνάγκης ἔσχον τὴν διάνοιαν. Ἀμμωνίου Πρεσβυτέρου. Φῶς καλεῖ τὴν εὐαγγελικὴν διδα‐
20σκαλίαν, σκότος δὲ τὴν ἄγνοιαν, ἢ τὴν τῶν ἀσεβῶν κατάκρισιν. Διὰ τί ταῦτα εἰπὼν ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν; οὐδὲ γὰρ λίθους ᾖραν κατ’ αὐτοῦ, οὐδὲ ἐβλασφήμησάν τι τοιοῦτον, οἷον ἔμπροσθεν· τίνος οὖν ἕνεκεν ἐκρύβη; τὰς καρδίας ἐμβατεύων, ᾔδει τὸν θυμὸν αὐτοῖς ἀγριαίνοντα, εἰ καὶ μηδὲν ἐφθέγγοντο· κρύ‐
25πτεται οὖν παραμυθούμενος αὐτῶν τὸν φθόνον· χρὴ γὰρ σκοπῆσαι πῶς αὐτὸν ᾐνίξατο ὁ Εὐαγγελιστὴς, εὐθέως ἐπαγαγὼν, “τοσαῦτα “δὲ σημεῖα αὐτοῦ πεποιηκότος οὐκ ἐπίστευον εἰς αὐτὸν,” ποῖα; τοσαῦτα ἃ παρέλιπεν ὁ Εὐαγγελιστὴς οὗτος. Τὸ δὲ, “ἵνα πληρωθῇ ὁ λόγος, ὃν εἶπεν Ἡσαΐας,” καὶ τὰ ἑξῆς,
30δηλοῖ ὅτι οὐχὶ αἰτιολογίας ἐστὶ τὸ “ἵνα,” ἀλλ’ ἐκβάσεως· οὐδὲ γὰρ ἐπειδὴ οὐκ ἔμελλον πιστεύειν, διὰ τοῦτο εἶπεν Ἡσαΐας, καὶ τὸ “οὐκ ἐδύναντο δὲ πιστεύειν,” καθὼς καὶ τοῦτο εἶπεν Ἡσαΐας, “διότι ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺς,” καὶ τὰ ἑξῆς, τὴν
αὐτὴν ἔχει ἔννοιαν· διὰ πάντων γὰρ τούτων βούλεται παραστῆσαι331

332

τὸ τῆς γραφῆς ἀψευδὲς, καὶ ὅτι ἃ προεφήτευσεν, οὐχ ἑτέρως ἐξέβη, ἀλλ’ ὡς εἶπεν, ἵνα γὰρ μή τις λέγῃ, καὶ τίνος ἕνεκεν ἦλθεν ὁ Χριστός; οὐκ ᾔδει ὅτι οὐκ ἔμελλον αὐτῷ προσέχειν; καὶ τοὺς προφήτας εἰσάγει τοῦτο εἰδότας. Διὰ τοῦτο δὲ ἦλθεν, ἵνα
5πρόφασιν μὴ ἔχωσι περὶ τῆς ἁμαρτίας αὐτῶν· τὸ δὲ “οὐκ ἐδύ‐ “ναντο” ἀντὶ τοῦ, οὐκ ἤθελον, κεῖται, καὶ πολλαχοῦ τῆς γραφῆς τοῦτο εὑρήσεις, ὡς τὸ “οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς.” Θεοδώρου Ἡρακλείας. “Ἐκρύβη,” οὐ δειλίας ἕνεκεν, οὐδὲ ἀφανῆ ἑαυτὸν παντελῶς καθιστῶν, ἀλλ’ ὑπερώρει χρησίμως, ἵνα
10σχολὴν αὐτοῖς ἐνδιδόναι δόξῃ εἰς ἐπίσκεψιν τῶν εἰρημένων, οὕτω γὰρ ἐπὶ συννοίας γενόμενοι, καὶ τοὺς λόγους αὐτοῦ μετὰ τῶν πρά‐ ξεων ἀκριβῶς ἀναπεμπαζόμενοι, εἰς αἴσθησιν ἐλθεῖν ἠδύναντο τοῦ ἀξιώματος αὐτοῦ, εἴγε ἐβούλοντο εὐγνωμόνως συνορᾷν τὰ πράγμα‐ τα· εἰ γὰρ καὶ τὰ μάλιστα προῄδει αὐτῶν τὴν ἀπιστίαν, ἀλλ’
15ὅμως τὸ παρ’ ἑαυτοῦ διὰ φιλανθρωπίαν ἐποίει. Ἀμμωνίου Καὶ Ἰωάννου. Οὐχ ὁ Θεὸς ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἢ γὰρ ἂν οὐκ ἂν ἀπῄτησεν αὐτοὺς εὐθύνας, ὅπου γε καὶ τὰ ἀκούσια πταίσματα συγχωρεῖ, τοὺς δὲ συστρόπους τυφλω‐ θέντας ὑπὸ τοῦ διαβόλου παραδίδωσιν εἰς πάθος καὶ ἀδόκιμον
20νοῦν· ἐν ᾧ γὰρ τοιοῦτοί εἰσιν, οὐ δίκαιον αὐτοὺς γνῶναι τοῦ μυστηρίου τὸ βάθος, τοὺς τῆς διανοίας αὐτῶν μύσαντας ὀφθαλ‐ μούς. Ἀπολιναρίου. Πώρωσιν δὲ καρδίας καὶ σκληρισμὸν ἐπαγό‐ μενον ὑπὸ Θεοῦ, μὴ τῆς ἁγίας δυνάμεως ἐνέργημα εἶναι νομίσω‐
25μεν, ἀλλὰ συγχώρησιν μὲν τῆς θείας κρίσεως, ἐνέργημα δὲ τῆς πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως. “Ταῦτα δὲ,” φησὶν, ὁ Εὐαγγελιστὴς “εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.” τίνος; τοῦ Πατρός· οὐ γὰρ Ἰωάννης περὶ τοῦ Υἱοῦ λέγει, ὁ δὲ Παῦλος περὶ τοῦ Ἁγίου Πνεύματος· οὐχ ὡς συναλείφοντες τὰς ὑποστάσεις,
30ἀλλὰ μίαν ἀξίαν δηλοῦντες· δόξαν δὲ ἐνταῦθά φησι τὴν ἐν ὄψει, ἐκεῖνον τὸν καπνὸν, τὸ ἀκοῦσαι μυστηρίων ἀπορρήτων, τὸ ἰδεῖν τὰ Σεφαρείμ· τί δὲ ἐλάλησεν, “ὅτι τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλ‐ “μοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,” καὶ τὰ ἑξῆς; ἰδίωμα δὲ τοῦτό ἐστι τῆς γραφῆς, ὡς τὸ, “παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον
35“νοῦν,” τοῦτ’ ἔστι, συνεχώρησεν, ἀφῆκεν, οὐχὶ γὰρ ἐνεργοῦντα αὐτὸν332

333

ἐνταῦθα εἰσάγει, ἀλλ’ ἐκ τῆς αὐτῶν πονηρίας ταῦτα γιγνόμενα δεί‐ κνυσιν· ὥσπερ γὰρ ὁ ἥλιος τῶν ἀσθενῶν πλήττει τὰς ὄψεις, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὕτω καὶ ἐπὶ τῶν μὴ προσεχόντων τοῖς τοῦ Θεοῦ λόγοις, ἀλλὰ φιλονεικούντων, γίνεται· ὅπερ δὲ ἄνωθεν καὶ ἐξ
5ἀρχῆς ὁ Χριστὸς ἔλεγε, “πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλ‐ “λήλων λαμβάνοντες, καὶ οὐ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ μόνου “ζητοῦντες,” τοῦτο νῦν ὁ Εὐαγγελιστὴς παθόντας αὐτοὺς δείκνυσι. Φησὶ γὰρ, “ὅτι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐ‐ “τὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν,” καὶ τὰ ἑξῆς,
10οὐχ ἆρα οὖν ἄρχοντες ἦσαν, ἀλλὰ δοῦλοι, δουλείαν τὴν ἐσχάτην δουλεύοντες. Διὰ τοῦτο οὖν καὶ ὁ Χριστὸς ἔκραζε λέγων, “ὁ “πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά “με,” ὡσανεὶ ἔλεγε, τί δεδοίκατε εἰς ἐμὲ πιστεῦσαι, εἰς τὸν Θεὸν καὶ Πατέρα ἡ πίστις διαβαίνει δι’ ἐμοῦ, ὥσπερ οὖν καὶ ἡ
15ἀπιστία· οὐκ εἶπε δὲ ὁ πιστεύων ἐμοὶ, ἀλλ’ “ὁ πιστεύων εἰς “ἐμὲ,” τὸ ἀπαράλλακτον δεικνὺς τῆς οὐσίας· ἵνα δὲ μὴ νομί‐ σωσιν, ὅτι ὡς ἐπὶ ἀνθρώπου εἴρηται, ἐπάγει, “ὁ θεωρῶν ἐμὲ θεωρεῖ “τὸν πέμψαντά με,” τὴν τοῦ νοῦ θεωρίαν λέγων, οὐδὲ γὰρ σῶμά ἐστιν ὁ Θεός· καὶ ἐντεῦθεν δὲ τὸ ὁμοούσιον δηλοῖ.
20 Ἵνα τί τοιοῦτον ἐννοεῖς λέγοντα· ὅταν εἰς ἐμὲ πιστεύητε, τὸν δι’ ὑμᾶς μὲν ἄνθρωπον, καθ’ ὑμᾶς δὲ Θεὸν δι’ ἑαυτοῦ, καὶ τὸν ἐξ οὗπερ εἰμὶ Πατέρα, μὴ ἀνθρώπῳ τὴν πίστιν ἀνατιθέναι νομίσητε· εἰ μὴ γὰρ οὐδὲν ἧττον κατὰ φύσιν Θεὸς, εἰ καὶ φαίνομαι καθ’ ὑμᾶς, ἔχω δὲ ἐν τῷ τὸν γεννήσαντα· ἐμοῦ τοιγαροῦν ὄντος ὁμοου‐
25σίου τῷ γεγεννηκότι, διαβήσεται πάντως ἡ πίστις, καὶ εἰς αὐτὸν τὸν Πατέρα. Ἐπεὶ δὲ ὁ Πατὴρ πανταχοῦ τῆς γραφῆς φῶς καλεῖται, διὰ τοῦτο καὶ περὶ ἑαυτοῦ φησιν, “ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα,” διὸ καὶ ὁ Παῦλος ἀπαύγασμα αὐτὸν καλεῖ, ἐντεῦθεν τοῦτο μαθὼν,
30πολλὴν δὲ δείκνυσι καὶ ἐκ τούτου τὴν πρὸς τὸν Πατέρα συγγέ‐ νειαν, καὶ ὅτι οὐδὲν τὸ μέσον· καὶ διὰ τοῦτο δὲ φῶς ἑαυτὸν ἐκάλεσε, διὸ τὸ τῆς πλάνης ἀπαλλάττειν, καὶ τὸ νοητὸν σκότος λύει.
Τί ἐστιν ὅπερ φησὶν, ὅτι “οὐκ ἦλθον κρῖναι τὸν κόσμον;” οὐκ333

334

εἰμὶ, φησὶ, τῆς ἀπειθείας τῶν καταφρονούντων αἴτιος· αὐτοκατά‐ κριτοι γὰρ ἐκ τοῦ μὴ πιστεύειν εἰσί. καὶ ἵνα δείξῃ ὅτι ὁ ἀπιστῶν κολάζεται, φοβερὸν ἔστησε δικαστήριον λέγων, “ὁ ἀθετῶν ἐμὲ, “καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν·”
5τίνα; εἰ γὰρ ὁ Πατὴρ οὐδένα κρίνει, καὶ σὺ οὐκ ἦλθες κρῖναι τὸν κόσμον, τίς κρίνει τὸν μὴ πιστεύοντα; “ὁ λόγος,” φησὶν, “ὃν ἐλάλησεν ἐκεῖνος, κρινεῖ αὐτόν·” ποῖον δὲ ἐλάλησε λόγον; ὅτι “ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ὁ πέμψας με Πατὴρ, ἐκεῖνός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω.” εἰ ὅτε
10ἐπέμπετο, τότε ἐλάμβανεν ἐντολὴν τί εἴπῃ, καὶ πρὶν πεμφθῆναι οὐκ ᾔδει. Τί ταύτης ἀσεβέστερον τῆς ἐννοίας τῶν οὕτως ἐκλαμ‐ βανομένων ταῦτα τὰ ῥήματα, καὶ μὴ καταμανθανόντων τῆς ταπει‐ νώσεως τὴν πρόφασιν, δι’ ἣν ταῦτα ἔλεγεν. Αὕτη δὲ ἦν ἵνα κἀκείνους ἐπισπάσηται, καὶ τοὺς μετὰ ταῦτα
15αἱρετικοὺς ἐπιστομίσῃ· πρὸς δὲ τοὺς πλάνον αὐτὸν ἀποκαλοῦντάς φησι, “καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι,” τὸ δὲ, “ἃ “ἐγὼ λαλῶ, καθὼς εἴρηκέ μοι, ὁ πατὴρ οὕτω λαλῶ” σημαίνει, ὅτι οὐκ ἔστιν ἕτερα μὲν ἐκεῖνον λέγειν, ἕτερα δὲ ἐμὲ φθέγγεσθαι, ἀλλ’ ὥσπερ τοὺς ἐντολὴν πληρῶσιν, οὕτως οὐδ’ ἐμὲ ἀλλό τι πρᾶξαι
20ἢ εἰπεῖν δυνατὸν, ἀλλ’ ἢ ὅπερ ὁ Πατὴρ βούλεται. δεῖξαι δὲ θέλων ἑαυτὸν πανταχοῦ συνημμένον τῷ γεγεννηκότι, καὶ ὅτι οὐδὲν μέσον ἐστὶ, ἃ γὰρ ἐγὼ ποιῶ, ἐκεῖνος ποιεῖ, ὅτι μετ’ ἐμοῦ ἐστι, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ. Ἀμμωνίου Πρεσβυτέρου. Ὡς οὖν ὁ Πατὴρ φῶς, οὕτω καὶ
25Υἱός· διὸ δεῖξαι θέλων ὁ Παῦλος τὴν πολλὴν ἐμφέρειαν “ἀπαύ‐ “γασμα” καλεῖ τοῦ Πατρὸς τὸν Υἱὸν, ὥσπερ τὸ φῶς φανὲν, καὶ ἑαυτὸν δῆλον ποιεῖ καὶ τὰ ὁρώμενα. Οὕτως ὁ Υἱὸς φῶς ὢν, καὶ ἐλθὼν, καὶ ἑαυτὸν ἡμῖν ἐγνώρισε καὶ τὸν Πατέρα. Ὁ σκοπὸς τῆς νῦν παρουσίας γέγονεν οὐ διὰ τὸ κρῖναι, ἀλλὰ διὰ τὸ σῶσαι τοὺς
30πιστούς· ἵνα μὴ δῷ αὐτοῖς ἀφορμὴν ἀπιστίας, ἐπὶ τὸν Πατέρα ἀνάγει τὴν αἰτίαν εἰς αὐτὸν ἀπιστίας. Ὁ λόγος τῆς ταπεινο‐ φροσύνης αὐτοῦ, κατακρίνει αὐτοὺς, αὐτὸς ὁ Υἱὸς μέλλει κρίνειν τοὺς ἀπειθεῖς, οὐ μὴν ὁ λόγος· αἰνιγματωδῶς γὰρ λαλεῖ. ἐν ἡμέρᾳ
κρίσεως, ὁ πρὸς σωτηρίαν ἡμᾶς καλέσας λόγος, ἐκπειθήσας τιμω‐334

335

ρεῖται. Λόγος ὢν τοῦ Πατρὸς, αὐτὸς ἑρμηνεύει τὰ ἐν τῷ Πατρὶ καὶ φανεροποιεῖ· διὸ καὶ ἐντολὴν αὐτὸν εἰληφέναι λέγει· οὕτω γὰρ καὶ ἐν ἡμῖν λόγος δημοσιεύει τὰ ἐν τῷ νῷ. Ἀπολιναρίου. Αὐτοῦ τὰ ῥήματα μετ’ ἐξουσίας λαλούμενα,
5ὅτι καὶ δημιουργὸς καὶ τοῖς δημιουργήμασι τοῖς αὐτοῦ νομοθέτης, καθὸ Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, ὃς εἰς τὰ ἴδια ἥκει καὶ διαλέγεται μετ’ ἐξουσίας, οὐχ ὡς ἄν τις διάκονος τῶν παρὰ Θεοῦ δεδομένων λόγων. Οὐδενὶ γὰρ τῶν τοιούτων ἁρμό‐ σειε τὸ, “ἐγὼ λέγω ὑμῖν,” καὶ τὸ ἐν παραθέσει [τῆς] πρὸς τοὺς
10Θεοῦ νόμους. παρατιθεὶς γὰρ πρὸς τὸ εἰρημένον ἐκ θείου προσώπου τὸ, “οὐ φονεύσεις” καὶ τὸ “οὐ μοιχεύσεις,” ἐπιφέρει καθ’ ἕκα‐ στον τόδε, “ἐγὼ λέγω ὑμῖν.” οὐδὲ ἀλλοτρία Σωτῆρος ἡ νομο‐ θεσία, οὐδὲ ἐξ ἀποκαλύψεως καλεῖ, οὐδὲ προστεταγμένον δια‐ λέγεται, ἐὰν κατὰ θεότητα νοῶμεν αὐτὸν, τὴν ἰδίαν αὐτοῦ καὶ τὴν
15πρὸς αἰώνιον αὐτοῦ ὕπαρξιν. Ἀμμωνίου Πρεσβυτέρου. Ὡς ἐκ Πατρὸς λέγει ταῦτα ποιεῖν, ἐπείπερ ἑώρων αὐτὸν ὁ Ἰουδαῖοι τὴν τοῦ νόμου σκιὰν μεταπλάτ‐ τοντα ἐπὶ τὸ πνευματικώτερον. Ἰωάννου. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ,
20τοῦτό φησιν, ὅτι γὰρ οὐ δυνήσονται ταῦτα λέγειν· τὰ γὰρ ῥήματα ἃ ἐλάλησε νῦν, ἐν τάξει στήσεται κατηγόρου ἐλέγχοντα αὐτοὺς, καὶ πᾶσαν διακόπτοντα ἀπολογίαν.
23tΚΕΦ. Ιϛ.
24tΠερὶ τοῦ νιπτῆρος.
25 Οὐχ ὡς τότε εἰδότος τοῦ Χριστοῦ ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, τοῦτό φησιν ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ, ἀλλ’ ὅτι τότε ἐποίησεν, ὅπερ ἦν εἰδὼς πάλαι· μεγαλόφωνος δὲ ὁ Εὐαγγελιστὴς μετάβα‐ σιν τὸν θάνατον καλεῖ· τὸ δὲ “εἰς τέλος ἠγάπησεν αὐτοὺς,” τοῦτό ἐστιν, ὅτι οὐδὲν ἐνέλιπεν ὧν τὸ σφόδρα ἀγαπῶντα ποιῆσαι εἰκὸς
30ἦν· ἰδίους δὲ αὐτοὺς λέγει, κατὰ τὸν τῆς οἰκειώσεως λόγον, ἐπεὶ καὶ ἄλλους ἰδίους λέγει κατὰ τὸν τῆς δημιουργίας, ὡς ὅταν λέγῃ,
“οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.” τοὺς “ἐν τῷ κόσμῳ” δὲ εἶπεν,335

336

ἐπειδὴ ἦσαν αὐτοῦ ἴδιοι καὶ οἱ τετελευτηκότες, οἱ περὶ τὸν Ἀβραὰμ καὶ κατ’ ἐκεῖνον, ἀλλ’ οὐκ ἐν τῷ κόσμῳ ἦσαν ἐκεῖ. Ἐκπληττόμενος δὲ ὁ Εὐαγγελιστὴς ὅτι ἤδη τὸν προδοῦναι ἑλόμενον τὸν Χριστὸν ἔνιψεν αὐτὸν, φησὶ, “καὶ δείπνου γενομένου,
5“τοῦ διαβόλου ἤδη βεβληκότος,” καὶ τὰ ἑξῆς. Δείκνυσι δὲ καὶ τοῦ Ἰούδα τὴν πολλὴν πονηρίαν, ὅτι οὐδὲ τῶν ἄλλων ἡ κοι‐ νωνία κατέσχεν· ὃ μάλιστα οἶδε ἐπέχειν πονηρίαν. Τὸ δὲ, “πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας,” δηλοῖ ἐνταῦθα τὴν τῶν πιστῶν σωτηρίαν, ὥσπερ δὲ ὁ Πατὴρ αὐτῷ παρα‐
10δίδωσιν, οὕτως καὶ αὐτὸς τῷ Πατρὶ, καθὼς Παῦλος λέγει, “ὅτε “παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί.” Τί δὲ “ἀπὸ τοῦ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει;” τοῦτο σημαίνει, ὅτι ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ παρὰ Θεοῦ ἐλθὼν, καὶ πρὸς αὐτὸν ἀπιὼν, ὁ πάντων κρατῶν, τοὺς τῶν μαθητῶν νίπτει
15πόδας, καὶ τοῦτο ποιῆσαι οὐκ ἀπηξίωσε. Βουλόμενος δὲ ὁ Εὐαγ‐ γελιστὴς οὐκ ἐκ τοῦ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν δεῖξαι τῆς τοῦ δεσπότου ἡμῶν καὶ Θεοῦ καὶ Σωτῆρος συγκατα‐ βάσεως, φησὶν, “ἐγείρεται ἐκ τοῦ δείπνου·” οὐδὲ γὰρ πρινὴ κατα‐ κληθῆναι, ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη· ἔπειτα
20οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος, καὶ λέντιον διαζωννύμενος, καὶ οὐδὲ μεχρὶ τούτου ἔστη, ἀλλὰ καὶ αὐτὸς ἐγέ‐ μισεν, οὐχ ἑτέρῳ τοῦτο ἐπιτρέψας, διὰ πάντων δεικνὺς, ὅτι οὐχὶ ἀφοσιωμένους δεῖ ποιεῖν τὰ τοιαῦτα ὅταν ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Διὰ τί δὲ οὐκ ἐξ ἀρχῆς τοῦτο ἐποίησεν, ἐπειδὴ
25τὰ μείζονα ὕστερον ἐργάζεται; ὥστε αὐτῶν ἐπιτεῖναι τὴν οἰκεί‐ ωσιν, καὶ πολλὴν αὐτοῖς προαπεθέσθαι τὴν παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά. Ἐπειδὴ γὰρ ἔμελλον ὀδυνᾶσθαι σφόδρα, ἀντίρροπον αὐτοῖς διὰ τούτων ἐπεισάγει τὴν παραμυθίαν. Ἐν δὲ τῷ εἰπεῖν, “ὅτι ἔρχεται πρὸς Σίμωνα Πέτρον,” ὑπόνοιαν
30δίδωσιν, ὅτι τοῦ προδότου πρῶτον ἔνιψε τοὺς πόδας. Ἤρξατο γάρ, φησι, νίπτειν, καὶ τότε ἦλθε πρὸς τὸν Πέτρον, καὶ οὐδὲ τοῦτο ᾐδέσθη ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος, ἀλλ’ ἔμεινεν ἔτι ἀναισθητῶν, ἀκαμπῆ καὶ ἀμείλικτον ὡς ὁ διάβολος κεκτημένος τὴν
διάνοιαν.336

337

Τὸ δὲ, “Κύριε σύ μου νίπτεις τοὺς πόδας;” τοῦτό ἐστι, ταῖς χερσὶ ταύταις, φησὶν, ἐν αἷς ὀφθαλμοὺς ἀνέῳξας, καὶ λεπροὺς ἐκάθαρας, καὶ νεκροὺς ἀνέστησας, τοὺς ἐμοὺς νίπτεις πόδας; τὸ γὰρ, “σὺ” καὶ καθ’ ἑαυτὸν πάντα ἐνδείκνυται. Διὰ τί δὲ αὐτὸν
5οὐδεὶς τῶν ἄλλων ἐκώλυσεν, ἀλλ’ ὁ Πέτρος μόνος; ἐπειδὴ ὡς ἐμοὶ δοκεῖ, πρῶτον ἔνιψε τὸν προδότην πρὸ τοῦ κορυφαίου διὰ πολλὴν ἰταμότητα κατακλιθέντα, καὶ τότε πρὸς Πέτρον ἦλθε δεύτερον ὄντα τῇ κατακλίσει, ὅθεν οἱ λοιποὶ ὑπὸ τῆς ἀγανακτήσεως τῆς ἐπὶ Πέτρῳ γενομένης παιδευθέντες, λοιπὸν ἀνέσχοντο· τὸ δὲ, “ὃ ἐγὼ
10ποιῶ, σὺ οὐκ οἶδας ἄρτι,” τὴν ἐκ τοῦ νίψαι σημαίνει ὠφέλειαν, τοῦτό ἐστιν, εἰς πᾶσαν ἄγει ταπεινοφροσύνην ὑμᾶς· μετὰ δὲ ταῦτα πότε γνώσῃ, ὅταν ἐν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλλῃς, ὅταν ἴδῃς εἰς τὸν οὐρανὸν ἀναλαμβανόμενον. Κυρίλλου. Οὐκ ἠγνοηκὼς ὅτι πάντων ἔχει τὴν ἐξουσίαν, “καὶ
15“ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε,” τοῦτό ἐστιν, ἐκ τῆς οὐσίας ἐγεννήθη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς αὐτὸν ὑπάγει, τοῦτό ἐστιν, πάλιν ἄνεισιν εἰς οὐρανοὺς, συνεδρεύων δηλονότι τῷ ἰδίῳ γεννήτορι, τοσαύ‐ την ὑπέστη τὴν ταπείνωσιν, ὡς λεντίῳ μὲν ἀποζώσασθαι, τῶν δὲ μαθητῶν ἀπονίπτειν τοὺς πόδας.
20 Ὠριγένους. Ἄριστον μὲν ἐστὶν ἡ πρώτη, καὶ ἡ πρὸ τῆς συν‐ τελείας τῆς ἐν τῷ βίῳ τούτῳ ἡμέρας πνευματικὴ τοῖς εἰσαγο‐ μένοις ἁρμόζουσα τροφή. Δεῖπνον δὲ ἡ τελευταῖα, καὶ τοῖς ἤδη ἐπὶ πλέον προκεκοφόσι παρατιθεμένη κατὰ λόγων, καὶ ἄλλως δὲ ἐάν τις εἴποι, ἄριστον μὲν εἶναι τὸν νοῦν τῶν παλαιῶν γραμμάτων·
25δεῖπνον δὲ τὰ ἐναποκεκρυμμένα τῇ καινῇ διαθήκῃ μυστήρια. Εἰπόντος δὲ τοῦ Πέτρου, ὅτι “οὐ μὴ νίψῃς μου τοὺς πόδας “εἰς τὸν αἰῶνα,” ἀφεὶς τὴν περὶ ταπεινοφροσύνης αἰτίαν ὁ Χρι‐ στὸς εἰπεῖν αὐτῷ· ὑπέσχετο γὰρ ἂν μυριάκις ταύτην φυλάττειν ὁ Πέτρος, ὑπὲρ τοῦ μὴ τὸν δεσπότην αὐτὸν νίψαι. Ὅπερ δὲ
30μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τοῦτό φησιν, “ὅτι ἐὰν μὴ νίψω “σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.” Ὥσπερ δὲ ἐν τῇ παραιτή‐ σει σφοδρὸς ἦν, οὕτῳ καὶ ἐν τῷ συγχωρήσει σφοδρότερος, λέγει, “Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν “κεφαλήν·” ἑκάτερα δὲ ἐξ ἀγάπης εἰργάζετο.
35Ἀμμωνίου. Ἐὰν μὴ καταδείξῃ τὸ τῆς ταπεινοφροσύνης μά‐337

338

θημα, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, ἤτοι ἐὰν μή τις ἀπονίψηται τὸν τῆς ἁμαρτίας ῥῦπον, διὰ τῆς Χριστοῦ χάριτος, οὐ τυγχάνει τῆς ζωῆς, οὔτε ἀπολαύει τῆς τῶν οὐρανῶν βασιλείας. Ὠριγένους. Εὐκόλως δὲ χρησώμεθα τὸ “οὐ μὴ νίψῃς μου
5“τοὺς πόδας εἰς αἰῶνα” καὶ τοῖς πρὸς τὸ λεχθεῖσιν ἐπὶ τῶν προπετεστέρων, καὶ ἀκρίτως εἰπόντων τί ποιήσει, ὅπερ αὐτοῖς μὴ λυσιτελῇ ἐμμένουσι τῷ κακῶς κεκριμένῳ, κἂν μετὰ ὅρκον διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτον ποτὲ γίγνεται. καὶ φήσομεν ὥσπερ ὁ εἰπὼν Πέτρος, “οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς αἰῶνα,” κω‐
10λύεται ἐμμένειν τῇ τοῦ λελουμένου ὁμολογίᾳ, ἵνα ἔχῃ μετὰ Χριστοῦ μέρος· οὕτω καὶ σὺ ὁ δεῖνα, ἀκρίτως ἐπαγγειλάμενος, τὸ δὲ βέλτιον ποιήσεις, μεταθέμενος ἐπὶ τὸ ἐν πράξει εὐλογώτε‐ ρον, ἀπὸ τοῦ ἐμμένειν τῷ κακῶς κριθέντι. Ἐκ τοῦ καθ’ ἡμᾶς δὲ πράγματος ποιῶν τὸ παράγγελμα, εὐαφόρμως ὁ Χριστὸς ποιεῖται
15τὸν ἔλεγχον τῷ προδότῃ. Φησὶ γὰρ πρὸς τὸν Πέτρον, “ὁ λελου‐ “μένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον,” καὶ τὰ ἑξῆς· διὰ τούτων μεταβουλεύεσθαι διδάσκων αὐτὸν καὶ τῆς πονηρᾶς γνώμης ἀφίστασθαι, λέγει δὴ τῆς προδοσίας. Πῶς δὲ καθαροὶ ἦσαν οἱ Ἀπόστολοι, οὐδέπω τῶν ἁμαρτημάτων ἀπηλ‐
20λαγμένοι, οὐδὲ Πνεύματος ἠξιωμένοι, καὶ τοῦ ἱερείου μηδέπω προσανεχθέντος; ἐκ τοῦ τὸ φῶς ἤδη δέξασθαι αὐτοὺς, καὶ τῆς πλάνης ἀπαναχωρῆσαι τῆς Ἰουδαϊκῆς. Λέγει γὰρ ὁ προφητὴς, “λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν “ψυχῶν ὑμῶν,” ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστιν.
25Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἀπέρριψαν ἀπὸ τῆς ψυχῆς, καὶ μετὰ εἰλικρινοῦς διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι, κατὰ τὸν προφητικὸν λόγον, ἤδη “ὑμεῖς καθαροί ἐστε.” Λαβὼν δὲ τὰ ἱμάτια αὐτοῦ καὶ ἀναπεσὼν, οὐκέτι πρὸς Πέτρον μόνον, ἀλλὰ πρὸς ἅπαντας διαλέγεται, καὶ τὴν αἰτίαν ἐκκαλύπτει τοῦ πράγματος,
30καί φησιν, “ὑμεῖς φωνεῖτέ με ὁ διδάσκαλος, καὶ ὁ Κύριος,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ἔμελλον λοιπὸν τιμῆς ἀπολαύσεσθαι, οἱ μὲν πλείονος, οἱ δὲ ἐλάττονος, ἵνα μὴ κατ’ ἀλλήλων ἐπαίρωνται, πάντων αὐτῶν κατασπᾷ τὰ φρονήματα, ὡσανεὶ λέγων, ὅτι κἂν
σφόδρα ᾖς μέγας, ὀφείλεις ἐπὶ τοῦ ἀδελφοῦ μηδὲν μέγα φρονεῖν,338

339

ἐμοῦ τοῦ Κυρίου καὶ διδασκάλου νίψαντος ὑμῶν τοὺς πόδας, τῶν ἐμῶν δούλων καὶ μαθητῶν. “Οὐδὲ γὰρ ἐστὶ,” φησὶ, “δοῦλος “μείζων τοῦ Κυρίου αὐτοῦ, οὐδὲ Ἀπόστολος μείζων τοῦ πέμψαν‐ “τος αὐτόν.” Εἶπε δὲ τοῦτο, ἵν’ εἴ ποτε ἢ παρ’ οἰκετῶν, ἢ παρά
5τινων εὐτελεστέρων πάθοι τις κακῶς, μὴ σκανδαλίζοιτο, εἰς τὸ κατὰ τὸν Ἰούδαν ἀφορῶν παράδειγμα, ὃς μυρίων ἀπολαύσας ἀγα‐ θῶν τοῖς ἐναντίοις ἠμείβετο τὸν εὐεργέτην. Ἐπειδὴ δὲ τὸ μὲν εἰδέναι πολλῶν ἐστι, τὸ δὲ ποιεῖν ὀλίγων, ἐπήγαγε λέγων, “εἰ “ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτὰ,” εἰς τὸ ἔργον
10ἐκβιβάζων ἡμᾶς. ἵνα δὲ μὴ εἰς πάντας περιστήσῃ τὸ δέος, ἀπο‐ σχίζει τὸν προδότην λοιπὸν, καὶ συσκιάζων τὸ πρᾶγμα, τοῦτον ἐλέγχει. Φησὶ γὰρ, “οὐ περὶ πάντων ὑμῶν λέγω,” καὶ τὰ ἑξῆς· καὶ συσκιάζει μὲν ἐνδιδοὺς αὐτῷ μετανοίας χώραν, ἐλέγχει δὲ, δεικνὺς τῷ ταλαιπώρῳ, ὅτι οὐκ ἀγνοῶν προσλαμβάνεται αὐτὸν,
15ἀλλὰ καὶ σφόδρα εἰδώς. οὐκ εἶπε δὲ, παραδίδωσιν, ἀλλ’ “ἐπῇρεν “ἐπ’ ἐμὲ πτερνισμὸν,” τὸ δολερὸν καὶ ὕπουλον καὶ λαθραῖον τῆς ἐπιβουλῆς παραστῆσαι βουλόμενος. Ἀμμωνίου Πρεσβυτέρου. Οὐχ ὅτι ῥυπαροὶ ἦσαν, ἔνιπτεν αὐτοὺς, ἀλλ’ ἵνα διδάξῃ μετριάζειν. οὐ λουτροῦ τάξιν ἐπέχει
20ὁ νιπτὴρ, οὐδὲ ἁμαρτήματα κουφίζει, ἀλλ’ εἰς τελείαν ἀρετὴν ὁδηγεῖ. Ἀπολιναρίου Καὶ Θεοδώρου Ἡρακλείας. Ἡ τῶν ποδῶν νίψις ἐνταῦθα αἰνίττεται τὸ βαθύτερον τοῦ πράγματος, ὅπερ ἔοι‐ κεν εἶναι παρασκευὴ τῶν ἀποστολικῶν ποδῶν εἰς τὸ τῆς ἀποστο‐
25λῆς ἔργον. κεκαθαρμένους γὰρ αὐτοὺς τοῖς ποσὶν ἀποστέλλει διὰ τῆς παρ’ ἑαυτοῦ διδομένης καθαρότητος, ἵνα δὴ καὶ διαδραμεῖν δυνηθῶσι τὸν κόσμον, ἀπαγγέλλοντες τὰ τῆς σωτηρίας εὐαγγέ‐ λια κατὰ τὸ λεγόμενον, “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “εἰρήνην.” καθαροὺς οὖν ὄντας αὐτοὺς τὸ σῶμα, λοιπὸν δεῖσθαι
30τῆς τῶν ποδῶν καθάρσεως ἔφη, τουτέστιν, ἵνα μὴ μόνον εἶεν καθα‐ ροὶ καθ’ ἑαυτοὺς, ἀλλὰ καὶ περὶ τὸν δρόμον εἶεν καθαροὶ, διακομί‐ ζοντες πᾶσιν ἀνθρώποις τὴν καθαρότητα. εἶναι δὲ αὐτοὺς ἅπαντας καθαροὺς, διὰ τὸν δωδέκατον ἐν αὐτοῖς τὴν ἐν αὐτῷ ἅπασαν ἀκα‐ θαρσίαν ἔχοντα.
35Ὠριγένους. Σύμβολόν ἐστι τὸ νίψασθαι ὑμῶν τοὺς πόδας339

340

ὑπ’ ἐμοῦ τὸ καθαρθῆναι τὰς βάσεις τῶν ψυχῶν ὑμῶν, ἵνα γένων‐ ται ὡραῖοι καὶ δυνηθεῖεν καθαροὶ ἐπιβαίνειν τὰς τῶν ἀνθρώπων ψυχάς. Κυρίλλου. Ἀναγκαίως εἰσφέρει τοῦ οἰκείου προσώπου τὸ περι‐
5φανές· ἐν γὰρ τοιούτῳ θεωρήσαι τις ἂν τὸ τῆς ταπεινοφροσύνης ἀσύγκριτον μέγεθος. Ὅτε τοίνυν ὁ μέγας ἐν δόξῃ καὶ τοσοῦτος ἐγὼ πρὸς τὴν οὕτω μικροπρεπῆ καθικνεῖσθαι ταπείνωσιν οὐκ ἀπο‐ κνήσας φαίνομαι, ὡς καὶ τοὺς ὑμῶν ἀπονίψαι πόδας, πῶς ἂν ἔτι καὶ ὑμεῖς, φησὶ, παραιτεῖσθε ἀλλήλοις ποιεῖν;
10 Ἀμμωνίου. Εἰπὼν δὲ τὸ, “εἰμὶ,” ἔδειξεν, ὅτι φύσει Θεός ἐστι καὶ διδάσκαλος. Θεοδώρου Ἡρακλείας. Ὅτι γὰρ μὴ οἷόν τε ὑμᾶς δούλους τε ὄντας καὶ Ἀποστόλους ἐμοὺς, μείζονας εἶναι τοῦ πέμψαντος δεσπότου, εὔδηλον. ἐπείπερ ὅ τε δοῦλος, μέχρις ἂν δοῦλος ᾖ,
15ἔλαττον πολὺ τοῦ κυρίου καθέστηκεν, ὅ τε ἀπεσταλμένος μέχρις ἂν τὴν τοῦ ἀπεσταλμένου τάξιν ἐπέχῃ, οὐδαμῶς ὁμότιμος εἶναι τῷ πεπεμφότι δύναται. Ἀμμωνίου. Οὐδὲ τὸ ἀποβῆναι τοὺς τοῦ Πνεύματος λόγους ἠναγκάσθη ὁ Ἰούδας προδοῦναι, ὅπερ ἐστὶ πάσης βλασφημίας
20ἀνάμεστον, ἀλλ’ ἵνα γνῶμεν, ὅτι περὶ ἐκείνου εἶπεν ἡ γραφὴ, ὃν ὁρῶμεν ποιήσαντα τὸ προλεχθέν· εἰ δὲ ὁ κύριος ἐξελέξατο τὸν Ἰούδαν, καὶ παρέβη, οὐδὲν ἐκ τούτου, καλὸν γὰρ ὄντα αὐτὸν ἐξελέ‐ ξατο, καὶ μετεβλήθη ὡς ὁ Ἀδὰμ καὶ ὁ Σαούλ. τὸ γὰρ αὐτεξού‐ σιον οὐκ ἀναιρεῖ ὁ Θεὸς, ἀλλὰ συγχωρεῖ ἕκαστον καθὼς βούλεται
25πράττειν, ἵνα καὶ οἱ κακοὶ κολασθῶσι, καὶ οἱ ἐνάρετοι στεφα‐ νωθῶσι. Ποία δὲ ἀκολουθία πρὸς τὰ ἔμπροσθεν εἰρημένα τὸ εἰπεῖν αὐτὸν, “ὁ λαμβάνων ἐάν τινα ἀποπέμψω, ἐμὲ λαμβάνει,” καὶ τὰ ἑξῆς; μεγίστη μὲν οὖν· ἐπειδὴ γὰρ ἔμελλον ἐξιέναι, καὶ πολλὰ πάσχειν
30δεινὰ δύσι τρόποις αὐτοῖς παραμυθεῖται, ἑνὶ μὲν τῷ παρ’ ἑαυτῷ, ἑτέρῳ δὲ τῷ παρ’ ἑτέρων· τῷ παρ’ ἑαυτῷ μὲν, ὅτι ἐὰν μετὰ τοῦ φιλοσοφεῖν ἐννοῶσιν ἅπερ ἔπαθεν αὐτὸς, καὶ ἅπερ ἐποίησεν, ἅπαντα οἴσουσι ῥᾳδίως τὰ δεινά· τῷ παρ’ ἑτέρῳ δὲ, ἐκ τοῦ πολλῆς ἀπο‐ λαύειν θεραπείας· τὰς γὰρ πάντων αὐτοῖς ἀνέῳξεν οἰκίας.
35Διὰ τί ταῦτα εἰπὼν ἐταράχθη τῷ πνεύματι; ἐννοῶν ὅτι ὁ340

341

προδότης ἑκατέρων ἀπεστέρηται, καὶ τῆς ἐν τοῖς πόνοις ὑπομονῆς, καὶ τῆς τῶν ὑποδεχομένων θεραπείας. Ὅτι γὰρ τοῦτό ἐστι, δῆλον ἐξ ὧν ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων, “καὶ ἐμαρτύρησεν “ὁ Ἰησοῦς καὶ εἶπεν, εἷς ἐξ ὑμῶν παραδώσει με.” Πάντες δὲ
5φόβῳ συσχεθέντες ἐπὶ τῷ ῥήματι τούτῳ, συνεταράσσοντο, καὶ ἔβλεπον εἰς ἀλλήλους ἀπορούμενοι περὶ τίνος λέγει. Εἰ γὰρ καὶ μηδὲν ἑαυτοῖς συνεγίγνωσκον πονηρὸν, ὅμως τῶν οἰκείων λογισμῶν τὴν ἀπόφασιν τοῦ Χριστοῦ πιστοτέραν ἡγοῦντο. Διὸ καὶ ἔβλεπον εἰς ἀλλήλους ἀπορούμενοι.
10 Τί δή ποτε πάντων ἀγωνιούντων καὶ αὐτοῦ τοῦ κορυφαίου τρέ‐ μοντος, ὁ Ἰωάννης ὥσπερ ἐντρυφῶν ἀνάκειται εἰς τὸν κόλπον τοῦ Ἰησοῦ; καὶ οὐχ ὅτι ἀνάκειται μόνον, ἄξιον ζητῆσαι, ἀλλ’ ὅτι καὶ περὶ ἑαυτοῦ λέγει, “ὃν ἠγάπα ὁ Ἰησοῦς;” Τί οὖν ἐστιν εἰπεῖν; ἀνέκειτο μὲν, ἀλλότριον αὐτὸν τοῦ ἐγκλήματος δεῖξαι βουλόμενος,
15διὰ τοῦ παρρησιάζεσθαι καὶ θαρρεῖν. Ἀπέκρυψε δὲ τὸ οἰκεῖον ὄνομα διὰ ταπεινοφροσύνης ὑπερβολήν. Ἔτι δὲ καὶ διὰ τοῦτο εἶπεν ἀνακεῖσθαι ἐν τῷ κόλπῳ, τὸν ἀκροατὴν προτρεπόμενος· προσέθηκε δὲ “ὃν ἠγάπα ὁ Ἰησοῦς,” ἵν’ ὅταν ἀκούσωμεν ὅτι τούτῳ ἔνευσεν ὁ Πέτρος μαθεῖν, μὴ ἀπορήσωμεν ζητοῦντες τὴν
20αἰτίαν, καὶ νομίζωμεν ὅτι ὡς μείζονι ἔνευσεν, ἀλλὰ διὰ τὴν πολ‐ λὴν ἀγάπην. Διὰ τί δὲ οὐχ ὁ Πέτρος ἠρώτησε τὸν Κύριον, ἀλλὰ τῷ Ἰωάννῃ νεύει τοῦτο ποιῆσαι; ἐπειδὴ ἀπὸ πολλοῦ πόθου εὑρί‐ σκεται πολλαχοῦ μὲν ὁρμῶν, ἐγκαλούμενος δὲ, τούτου χάριν δεδοι‐ κὼς, διὰ μέσου τοῦ Ἰωάννου βούλεται μαθεῖν. Τίνος δὲ ἕνεκεν
25συγχωρεῖ τῷ Ἰωάννῃ ὁ Κύριος ἀναπεσεῖν εἰς τὸ στῆθος αὐτοῦ; τὴν ἀθυμίαν ἴσως καταπραΰνων αὐτοῦ· καὶ γὰρ εἰκὸς ὑπῆρχον τῇ ὄψει τότε κατηφεῖς, καὶ οὐδὲ τότε ὀνομαστὶ ἐλέγχει τὸν προδότην, ἀλλὰ ψωμίον ἐπιδιδοὺς, ὃ καὶ μᾶλλον ἐντρέψαι αὐτὸν ἠδύνατο, καὶ ἕως μὲν ᾖ τοῦ Χριστοῦ, οὐκ ἐτόλμα ὁ Σατανᾶς ἐπιπηδῆσαι,
30ἀλλ’ ἔξωθεν προσέβαλλεν· ἐπειδὰν δὲ δῆλον αὐτὸν ἐποίησε καὶ ἀφώρισεν, ἐπεπήδησε λοιπὸν μετὰ ἀδείας. Ὅπερ δὲ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, “ὅ τι ποιεῖς, ποίησον τάχιον,” οὐχὶ προστάττοντος ἦν, ἀλλ’ ὀνειδίζοντος καὶ δεικνύντος, ὅτι αὐτὸς μὲν ἐβούλετο διορθώσασθαι· ἐπειδὴ δὲ ἀδιόρθωτον ἔσχεν, ἀφίησιν
35αὐτόν. Τὸ δὲ εἰπεῖν τὸν Εὐαγγελιστὴν, ὅτι “τοῦτο οὐδεὶς ἔγνω341

342

“τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ,” πολλὴν ἄν τις ἐνταῦθα ἀπορίαν εὕροι, εἴ γε ἐρωτηθέντος τοῦ Κυρίου τίς ἐστιν, εἶπεν, ὅτι “ᾧ βάψας τὸ ψωμίον ἐπιδώσω,” καὶ οὐδὲ οὕτω συνῆκαν, πλὴν εἰ μὴ λάθρα εἴρηκεν, ὥστε μὴ ἀκοῦσαί τινα· καὶ γὰρ ὁ Ἰωάννης διὰ
5τοῦτο πρὸς τὸ στῆθος ἀναπεσὼν ἐρωτᾷ πρὸς τὸ οὖς, ὥστε μὴ γενέσθαι φανερὸν, διὸ οὐδὲ συνίεσαν. Τάχα γὰρ αὐτὸν καὶ διεσπάσαντο, τάχα ἂν ὁ Πέτρος ἀνεῖλεν αὐτὸν, διὰ τοῦτο οὖν οὐδεὶς ἔγνω τῶν ἀνακειμένων. Πῶς αὐτὸς κελεύων μὴ πήραν, μὴ χαλκὸν, μὴ ῥάβδον ἐπι‐
10φέρεσθαι, γλωσσόκομον ἐπεφέρετο; Καὶ γάρ, φησιν ὁ Εὐαγ‐ γελιστὴς, “τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ “Ἰούδας,” καὶ τὰ ἑξῆς. Διὰ τί οὖν ἐπεφέρετο γλωσσόκομον ὁ Χριστός; ἵνα μάθωμεν ὅτι καὶ τὸν σφόδρα ἀκτήμονα καὶ ἐσταυρωμένον πολλὴν διακονίαν τῶν πενήτων ποιεῖσθαι δεῖ, καὶ
15πολλὴν τοῦ μέρους τούτου ποιεῖσθαι τὴν πρόνοιαν· ὅθεν διὰ τοῦτο ὑπώπτευσαν οἱ μαθηταὶ, πολλὴν γὰρ ἐποιεῖτο τῶν πτωχῶν ὁ Χριστὸς τὴν ἐπιμέλειαν. Διὰ τί γὰρ τὸν καιρὸν ὁ Εὐαγγελι‐ στὴς λέγει, ὅτι δὲ “ἦν νὺξ, ὅτε ἐξῆλθεν ὁ Ἰούδας;” ἵνα μάθωμεν αὐτοῦ τὴν ἰταμότητα, ὅτι οὐδὲ ὁ καιρὸς αὐτὸν ἐπέσχε τῆς ὁρμῆς.
20 Ἀμμωνίου. Διὰ τοῦ ψωμίου ἐπλήρωσεν ὁ Κύριος τὴν προφη‐ τείαν τὴν λέγουσαν, “ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ “πτερνισμόν.” Κυρίλλου. Μηδεὶς οἰέσθω τοῦ δέχεσθαι τοῦ ψωμίου τὸν Σατανᾶν τῷ προδότῃ γενέσθαι παραίτιον. Οὐ γὰρ εἰς τοσοῦτον
25εἰσόδου πρόφασιν δίδοσθαι τῷ πονηρῷ τὴν εὐλογίαν ὑπονοῆσαι, ἐκεῖνο δὲ μᾶλλον ἐροῦμεν. Ἐπειδὴ γὰρ ἁπάσης ἀγάπης εἰς αὐτὸν τετελεσμένης, τῶν αὐτῶν ἠνείχετο σπουδασμάτων, χειρόνως διψήσας τῆς δυσσεβείας τὸ πέρας, εἰσῆλθε λοιπὸν ὁ Σατανᾶς, καθάπερ τινὰ πύλην τῆς τοῦ φυλάττοντος ἐρήμην νήψεως, ἀνα‐
30πετασθεῖσαν αὐτοῦ τὴν καρδίαν εὑρὼν, καὶ ἀθύρωτον ὄντα θεωρήσας τὸν νοῦν. Ἀμμωνίου. Τῇ τετράδι ἐνέβαλεν ὁ Σατανᾶς τὸν Ἰούδαν, ἵνα προδῷ τὸν Κύριον, καὶ ἐλάλησε τοῦτο τοῖς Ἰουδαίοις τῇ πέμπτῃ ἑσπέρᾳ. ἐπειδὴ εἶδε τὸν Ἰούδαν θέλοντα ἔργῳ παραδοῦναι τὸν Κύριον,
35καὶ σπεύδοντα εἰς τοῦτο, τότε εἰσῆλθεν εἰς αὐτόν. ἄλλο οὖν ἐστι342

343

τὸ ἐμβαλεῖν, καὶ ἄλλο τὸ εἰσελθεῖν εἰς αὐτὸν, ὥσπερ ἄλλο ἐστὶ τὸ πλῆξαί τινα χειρὶ ἔξωθεν, καὶ ἄλλο τὸ δοῦναι τινὶ καιρίαν καὶ εἰσωθῆναι τὸ ξίφος. Ὠριγένους. Οὐ μόνον δὲ τὸ κατὰ ἁπλούστερον ἐξῆλθεν ἐκ
5τοῦ τόπου, ἐν ᾧ τὸ δεῖπνον ἐγίνετο, ἀλλὰ καὶ πλέον ἐξῆλθεν ἀπὸ τοῦ Ἰησοῦ, ἀνάλογον τὸ ἐξῆλθεν ἀφ’ ἡμῶν. Εἰ δὲ χρὴ ὡς μὴ εἰκῆ παρερριμμένον ὑπὸ τοῦ Εὐαγγελίου ἐξετάσαι καὶ τὸ, “ἦν δὲ “νὺξ,” λεκτέον, ὅτι συμβολικῶς τότε, εἰ ἡ αἰσθητὴ νὺξ ἦν εἰκὼν τυγχάνουσα τῆς γενομένης ἐν τῇ ψυχῇ Ἰούδα νυκτὸς, ἧς νυκτὸς,
10φησὶν ὁ Παῦλος, “οὐκ ἐσμὲν νυκτὸς τέκνα, οὐδὲ σκότους,” καὶ τὸ “ἡμεῖς δὲ ἡμέρα ὄντες νήφωμεν.” Ἐπειδὴ δὲ κατέπεσον τῶν μαθητῶν οἱ λογισμοὶ, ἀνίστησιν αὐτοὺς λέγων, “νῦν ἐδοξάσθη “ὁ υἱὸς τοῦ ἀνθρώπου,” πείθων μὴ μόνον μὴ κατηφεῖν, ἀλλὰ καὶ χαίρειν· δόξαν τὸ πρᾶγμα καλῶν. Τί δέ ἐστιν “ἐν αὐτῷ;”
15τοῦτό ἐστι, δι’ ἑαυτοῦ δοξάσει αὐτὸν, οὐ δι’ ἑτέρου· τὸ δὲ “εὐθὺς” ἅμα τῷ σταυρῷ, ὅτε ὁ ἥλιος ἀπεστράφη, καὶ αἱ πέτραι ἀπερ‐ ράγησαν, καὶ τὸ καταπέτασμα ἐσχίσθη, καὶ τὰ ἄλλα πάντα ἐγένοντο τεράστια. Ἔτι δὲ οὐδὲ μακρὸν μετὰ τὴν ἀνάστασιν γέγονε χρόνος τοῦ ἐπὶ πλεῖον δοξασθῆναι αὐτόν. τεσσαράκοντα γὰρ
20ἡμέραι παρῆλθον, καὶ ἡ τοῦ Πνεύματος τοῦ Ἁγίου ἦλθε χορηγία, καὶ πάντες αὐτὴν ἀνεκήρυττον. Ἐπειδὴ δὲ ἔμελλον μικρὸν ὕστε‐ ρον τὰ λυπηρὰ ἐπιστήσεσθαι, ἄρχεται λοιπὸν ταῦτα λέγειν αὐτοῖς, ὥστε ἔχειν αὐτὰ ἐν μνήμῃ. Φησὶ γὰρ, “τεκνία, ἔτι μικρὸν “χρόνον μεθ’ ὑμῶν εἰμι, ζητήσετέ με·” συνετέλει δὲ τοῦτο πρὸς
25τὴν τοῦ Χριστοῦ δόξαν τὰ μέγιστα, τὸ σαφῶς εἰδέναι ταῦτα, ὑπομιμνησκομένους, ὅτι ταῦτα πάλαι ἦσαν ἀκηκοότες ὑπ’ αὐτοῦ. “τὸ δὲ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅπου ἐγὼ ὑπάγω,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι οὐχὶ νῦν ἀπὸ τῆς τῶν δεινῶν παρουσίας ταῦτα λέγω, ἀλλὰ ἄνωθεν αὐτὰ προεῖπον.
30 Διὰ δὲ τοῦ εἰπεῖν, “ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,” δείκνυσιν ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι καὶ μετάθεσις ἀμείνων εἰς τόπον σώματα οὐ δεχόμενον φθαρτά· καὶ τοῖς μὲν Ἰουδαίοις τὸν φόβον, τοῖς δὲ μαθηταῖς τὸν πόθον ἐξάπτων, ταῦτα ἔλεγε. Διὸ καὶ τὸ “τεκνία” προσέθηκεν, ἵνα μὴ νομίσωσι καὶ πρὸς
35αὐτοὺς ὥσπερ πρὸς τοὺς Ἰουδαίους ὁμοίως εἰρῆσθαι τὸ εἰρημένον.343

344

Καὶ ἐπειδὴ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν, ἐν τούτοις ὡς ἐρήμους μέλλοντας ἔσεσθαι παραμυθεῖται αὐτοὺς, τὴν πάντων ἀγαθῶν ῥίζαν καὶ ἀσφάλειαν περιβάλλων αὐτοῖς τὴν ἀγάπην, λέγων, “ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους,”
5ὡσανεὶ ἔλεγεν, ἀλγεῖτε ἀπιόντος, ἀλλ’ ἐὰν ἀγαπᾶτε ἀλλήλους, ἔσεσθε ἰσχυροί. Τὸ δὲ, “καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς “ἀγαπᾶτε ἀλλήλους,” δηλοῖ, ὅτι ὥσπερ ἐγὼ, φησὶν, οὐ προυπηρ‐ γμένων ὑμῖν κατορθωμάτων ὄφλημα ὑμῖν ἐπέδωκα τὸν θάνατον, ἀλλ’ αὐτὸς κατῆρξα, οὕτω καὶ ὑμᾶς εὐεργετεῖν τοὺς φιλτάτους
10χρὴ, καὶ μὴ ὀφείλοντας αὐτοῖς. Καὶ ἀφεὶς τὰ θαύματα ἃ ἔμελ‐ λον ποιεῖν, ἀπὸ τῆς ἀγάπης αὐτοὺς χαρακτηρίζει λέγων, “ἐν “τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε “ἀλλήλους.” Τοῦτο γάρ ἐστι μάλιστα τὸ δεικνύον ἀνθρώπους ἁγίους· πολλοὶ γὰρ θαύματα ποιήσαντες μέλλουσιν ἀκούειν παρὰ
15τοῦ Χριστοῦ, “οὐκ οἶδα ὑμᾶς.” Τίνος ἕνεκεν εἶπεν αὐτῷ ὁ Πέτρος, “Κύριε, ποῦ ὑπάγεις;” οὐ τοσοῦτον μαθεῖν βουλόμενος ὡς ἀκολουθῆσαι ἐπιθυμῶν. Διὸ καὶ ἀκούσας ὅτι “ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασθέ μοι νῦν ἀκολουθῆ‐ σαι” καὶ τὰ ἑξῆς. Οὕτως ἐπείγεται ὡς εἰπεῖν, ἄρτι τὴν ψυχήν
20μου ὑπέρ σου θήσω· τοῦτο δὲ εἶπε τῶν ἄκρων ἐφικνεῖσθαι βουλό‐ μενος· ἤκουσε γὰρ τοῦ Κυρίου λέγοντος, “ὅτι μείζονα ταύτης “ἀγάπην οὐδεὶς ἔχει, ἵνα τὴν ψυχὴν αὐτοῦ θῇ τις ὑπὲρ τῶν φίλων αὐτοῦ.” Ὁ δὲ Χριστὸς δεικνὺς αὐτῷ ὅτι αὐτοῦ μόνου ἐστὶ, καὶ οὐκ ἀνθρώπου τινὸς, τὰ τοιαῦτα μετὰ αὐθεντείας ἀπαγγέλλεσθαι,
25φησὶ πρὸς αὐτὸν, “πρὶν ἀλέκτωρ φωνήσει, τρὶς ἀπαρνήσει με,” τοῦτ’ ἔστι νῦν, οὐ γὰρ ἦν πολὺ τὸ διάστημα, ἀωρὶ γὰρ τῶν νυκτῶν διελέγετο, καὶ πρώτη καὶ δευτέρα ἦν φυλακὴ διελθοῦσα· τὴν μὲν γὰρ ἀγάπην ἀπεδέξατο τοῦ Πέτρου, τὴν δὲ ἐξ αὐτῆς τικτομένην ἀντιλογίαν περικόπτει, γυμνῶν αὐτὸν τῆς ἄνωθεν βοηθείας. Εἰ
30γὰρ ἀγαπᾷς, φησὶν, ὀφείλεις τῷ ἠγαπημένῳ πείθεσθαι· εἶπόν σοι, οὐ δύνασαι, ἔδει σε ἐκ τούτου πεισθῆναι. Ἐπειδὴ δὲ οὐ θέλεις, ἀλλὰ φιλονεικεῖς, διὰ τῆς ἀρνήσεως εἴσῃ σαφῶς, ὅτι οὐχ οἷόν τε μὴ γενέσθαι ὃ λέγω. Ἀμμωνίου Πρεσβυτέρου. Μηδεὶς λεγέτω ὅτι ὁ Πέτρος διὰ
35τοῦτο ἠρνήσατο, ὅτι εἶπεν ὁ Χριστός· οὐ γὰρ ἀνάγκην ἐπέθηκεν344

345

αὐτῷ, ὥστε ἐλθεῖν αὐτὸν εἰς ἄρνησιν, ἀλλ’ ὅπερ ἤμελλε πάντως ἔσεσθαι, προλέγει τῷ μαθητῇ ὡς Θεός· οὐκ ἐξ ἀπίστου δὲ ψυχῆς γέγονεν ἡ ἄρνησις, ἀλλ’ ἐξ ἀσθενείας. Ἀπιστήσας πῶς τοῖς εἰρημένοις ὁ Πέτρος διαπυνθάνεται, οὕτω
5καὶ ὑπεραποθανεῖν αὐτοῦ ὑπισχνεῖται. Εἶπε δὲ αὐτοῖς, “μὴ “ταρασσέσθω ὑμῶν ἡ καρδία,” τῆς θεότητος αὐτοῦ τὴν δύναμιν ἐνδεικνύμενος, ὅτι ἃ κατὰ ψυχὴν εἶχον, ταῦτα ἐγίγνωσκεν, ἅμα δὲ καὶ παραμυθούμενος αὐτοῖς. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ἀκούσαν‐ τας περὶ Πέτρου ταράσσεσθαι. Εἰ γὰρ ὁ κορυφαῖος καὶ οὕτω
10διάπυρος πρὸ ἀλέκτορος τρὶς ἔμελλεν ἀπαρνήσεσθαι, μὴ μεγάλην τινὰ προσδοκᾷν αὐτοὺς περίστασιν ὑποστήσεσθαι εἰκὸς ἦν. Τί ἐστι “πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε;” πάντα φησὶ παρελθεῖν δεῖται τὰ δεινά. Ἡ γὰρ εἰς τὸν γεγεννηκότα καὶ εἰς ἐμὲ πίστις δυνατωτέρα τυγχάνει τῶν ἐπιόντων, καὶ οὐδὲν ἐάσει
15κρατῆσαι τῶν δυσχερῶν. Ἵνα δὲ μὴ νομίσωσι τῷ Πέτρῳ μόνῳ τὴν ἐπαγγελίαν δεδόσθαι, τὸ ἀκολουθήσεις ὕστερον ὑποφαίνει καὶ τοῦτο τοῖς ταύτην τὴν ἐλπίδα λέγειν “ἐν τῇ οἰκίᾳ τοῦ Πατρός “μου μοναὶ πολλαί εἰσι” καὶ τὰ ἑξῆς, τουτέστι καὶ ὑμᾶς ὁ χῶρος ὁ αὐτὸς ὑποδέξεται ὁ καὶ τὸν Πέτρον· ἀφθονίαν γὰρ ἐστὶ
20καταγωγίων ἐκεῖ, ὥστε χρὴ θαρρεῖν ὑπὸ τούτου· τοσαύτη γὰρ, φησὶν, ὑπὲρ τοῦ πράγματος τούτου πεποίημαι τὴν σπουδὴν, ὅτι ἤδη ἂν τούτου ἐγενόμην, εἰ μὴ πάλαι ὑμῖν παρεσκεύαστο. Καὶ ἐπειδὴ συνεῖδεν αὐτῶν ζητοῦσαν τὴν ψυχὴν μαθεῖν τοῦτο ὅπερ εἶπεν, “ἵνα ὅπου εἰμὶ, καὶ ὑμεῖς ἦτε,” δίδωσιν αὐτοῖς τοῦ ἐρω‐
25τῆσαι πρόφασιν, λέγων, “καὶ ὅπου ἐγὼ ὑπάγω, οἴδατε, καὶ τὴν “ὁδὸν οἴδατε.” Διὸ καὶ ὁ Θωμᾶς λέγει αὐτῷ “Κύριε, οὐκ “οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;” καὶ ὁ μὲν Πέτρος ἀπὸ φιλοστοργίας τὸ ποῦ ὑπάγεις εἶπε, Θωμᾶς δὲ ἀπὸ δειλίας. Τί οὖν ὁ Χριστός; “ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ
30“ἀλήθεια καὶ ἡ ζωή·” ὁδὸς μὲν, ὅτι δι’ ἐμοῦ ἔρχεσθε πρὸς τὸν Πατέρα, καὶ οὐ δεηθήσεσθε χειραγωγοῦντος ἑτέρου· ἀλήθεια δὲ, ὅτι οὐδὲν παρ’ ἐμοῦ ψεῦδος, ζωὴ δὲ, ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος ὑμᾶς κωλῦσαι δυνήσεται ἐλθεῖν· κἂν γὰρ ἀποθάνητε, τεύξεσθε τῶν
εἰρημένων.345

346

(1t)

ΚΕΦ. ΙΖ.
2tΠερὶ τοῦ παρακλήτου.
3 Δεῖξαι δὲ θέλων τὸ ἰσοστάσιον τῆς ἑαυτοῦ καὶ τῆς τοῦ Πατρὸς ἐξουσίας, ἐπήγαγεν, “οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ
5“δι’ ἐμοῦ.” Ἐγὼ γάρ εἰμι, φησὶ, κύριος τοῦ πρὸς τὸν Πατέρα ἀγαγεῖν, ὡς ὁμοούσιος αὐτοῦ. Ἐπειδὴ δὲ ᾔδεσαν μὲν τὸν Πατέρα, οὐχ οὕτως δὲ ὡς ἐχρῆν, Θεὸν μὲν γὰρ ᾔδεσαν αὐτὸν, Πατέρα δὲ οὐδέπω· ὕστερον δὲ τὸ Ἅγιον Πνεῦμα ἐπελθὸν πᾶσαν αὐτοῖς ἐνέθηκε τὴν γνῶσιν. Διὰ τοῦτό φησιν, “εἰ ἐγνώκειτέ με, καὶ
10“τὸν Πατέρα μου ἐγνώκειτε ἄν.” Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, εἰ ᾔδειτε ἐμὴν οὐσίαν, καὶ τοῦ Πατρὸς ᾔδειτε ἄν. Τὸ δὲ “ἀπάρτι “γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτὸν,” τοῦτο δηλοῖ, ὅτι δι’ ἐμοῦ τὴν εἰς αὐτὸν ἐπίγνωσιν ἐσχήκατε. Ὄψιν λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. Ὥσπερ γὰρ ὁ εἰπὼν, “ὤφθη Ἀγγέλοις,” οὐ περὶ
15τῆς οὐσίας αὐτῆς ἔφη, ἀλλ’ ὡς ἐκείνοις ἰδεῖν ᾗ δυνατόν· οὕτω καὶ ἐνταῦθα χρὴ λογίζεσθαι. Ἐπειδὴ δὲ ὁ Πέτρος προηρώτησε καὶ ὁ Θωμᾶς, καὶ οἱ Ἰου‐ δαῖοι, καὶ οὐδεὶς οὐδὲν ἔμαθε σαφὲς, ἀλλ’ ἔτι ἠγνοεῖτο τὰ λεγό‐ μενα, ἵνα μὴ δόξῃ πρὸς κορῆς εἶναι ὁ Φίλιππος, διὰ τοῦτο μετὰ
20τὸ εἰπεῖν αὐτὸν, “δεῖξον ἡμῖν τὸν Πατέρα,” ἐπήγαγε καὶ τὸ “ἀρκεῖ ἡμῖν·” ἐκεῖνος δὲ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἐβούλετο ἰδεῖν αὐτόν· ἀλλ’ ὁ Χριστὸς τοῦ τοιούτου φρονήματος ἐκκόπτων αὐτὸν, φησὶ, “τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς “με, Φίλιππε;” οὐκ εἶπεν, οὐκ εἶδές με, ἀλλ’ “οὐκ ἔγνωκάς με·”
25τοῦτο γάρ ἐστιν αὐτὸς, ὅπερ ἐστὶν ὁ Πατὴρ, μένων Υἱός. Διαιρῶν δὲ τὴν ὑπόστασιν λέγει, “ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν “Πατέρα.” Ὃ δὲ λέγει τοῦτό ἐστιν· ἐπειδὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς βούλει ἰδεῖν τὸν Πατέρα, γίγνωσκε ὅτι οὔτε ἐμὲ, οὔτε ἐκεῖνον δυνατόν ἐστιν οὕτως ἰδεῖν· οὐδὲ γὰρ ἐμὲ αὐτὸν οἶδας, ὡς
30σὺ νομίζεις· σῶμα γὰρ περιβέβλημαι, καὶ τοῦτο θεωρεῖς. Εἰ γὰρ ἐμὲ εἶδες, ὡς εἰμὶ, τῇ θεότητι ἐν ἐμοὶ ἐκεῖνον ἔγνως ἄν. Δεικνὺς δὲ τὸ ὁμοούσιον καὶ τὸ ἀπαράλλακτον μετὰ τῆς τῶν
προσώπων διαιρέσεως ἐπήγαγε λέγων, “οὐ πιστεύεις ὅτι ἐγὼ ἐν346

347

“τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι,” καὶ τὰ ἑξῆς, καὶ ἐνταῦθα δὲ τὸ ταὐτὸν ἐνδείκνυται λέγων, “ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ “μένων, αὐτὸς ποιεῖ τὰ ἔργα,” τουτέστι, ὅτι οὐκ ἂν ἄλλως ἐποί‐ ησε ὁ Πατὴρ, καὶ ἄλλως ἐγώ. Ὅπερ δὲ μετὰ τὸ εἰπεῖν “πι‐
5“στεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” ἐπήγαγε λέγων, “εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι,” τοῦτό ἐστιν, ὅτι ἔδει μὲν ὑμᾶς, φησὶν, ἀκούοντας Πατέρα καὶ Υἱὸν, μηδὲν ἕτερον ζητεῖν, εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγέ‐ νειας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμότιμον
10καὶ ὁμοούσιον, κἂν ἀπὸ τῶν ἔργων μάθετε. Διὰ δὲ τοῦ εἰπεῖν, “ὅτι μείζονα ὧν ἐγὼ ποιῶ ποιήσει ὁ “πιστεύων εἰς ἐμὲ,” δείκνυσιν ὅτι οὐ ταῦτα δύναται μόνον, ἀλλὰ καὶ ἕτερα τούτων πολλῷ μείζονα. Ὁ γὰρ ἄλλοις παρέχων εἰς τὸ ποιεῖν, πρόδηλον ὅτι αὐτὸς μᾶλλον ἰσχύει ποιῆσαι.
15 Εἰπὼν δὲ, ὅτι “πρὸς τὸν Πατέρα πορεύομαι,” ἐμφαίνει αὐτοῖς, ὅτι αὐτῶν ἐστι λοιπὸν τὸ θαυματουργεῖν, αὐτοῦ ἀπερχομένου. Ἀμμωνίου. Ὡς τὸν Υἱὸν εἰδὼς ἀκριβῶς εἶπε τοῦτο, οἰόμενος τάχα ὀφθαλμοφανῶς δύνασθαι ἰδεῖν τὸν Θεόν. Οὐδὲν, φησὶν, ἕτερόν ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὅπερ ἐστὶ μένων Υἱός.
20Εἰ γὰρ καὶ ὡς ἔτυχε, λέγεις, ὦ Φίλιππε, ὅτι σε οἶδα, ὁ Υἱὸς εἶ, ἀλλ’ οὐκ ἐπέγνως με, ὅτι ὅλον ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, μένων πάλιν Υἱὸς ὤν. Θεοδώρου Ἡρακλείας. Ὁ μὲν γὰρ ὀφθαλμὸς ὁρῶν οὐ πολ‐ λοῦ χρόνου δεῖται πρὸς τὴν τοῦ τυγχάνοντος θέαν· ὁ δὲ νοητὸς γνῶ‐
25ναι βουλόμενος, χρόνου δεῖται οὐκ ὀλίγου, καὶ πολλῆς τῆς σκέψεως πρὸς τὴν τοῦ ἀσωμάτου κατάληψιν· ἐχρῆν οὐ δή πω καὶ τὸν Φίλιππον πολλῷ τῷ παρελθόντι χρόνῳ τὰς δυνάμεις τοῦ Κυρίου θεωρήσαντα ἐγκαταλήψει ἤδη ὑπάρχειν, καὶ σαφῶς ἐγνωκέναι τὴν θεότητα τοῦ Κυρίου· προσδιδάξας τοιγαροῦν, ὅτι τῆς ψυχῆς τὴν
30γνῶσιν ἐπιζητεῖ, ἀκολούθως ἐπισυνῆψε περὶ τῆς ὁράσεως, ὅτε ὑποπτεύεσθαι ἐδύνατο σωματικὴν ὅρασιν ἐπιζητεῖν λέγων, “ὁ “ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,” ἐξ οὗ παρίσταται, ὅτι τὴν
κατὰ διάνοιαν ὅρασιν ἔλεγεν.347

348

Ἀπολιναρίου. Ποιεῖ Χριστὸς ὅσα αἰτοῦσιν Ἀπόστολοι· εἴρηκε γὰρ ὅτι “ποιήσω, ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου.” ἴδιον δὲ αὐτοῦ τὸ ἔργον ἐνδείκνυται, ἐν τούτῳ δοξάζεσθαι, φησὶν, ἐν ἑαυτῷ τὸν Πατέρα, αὐτοῦ μὲν ἐργαζομένου, τοῦ δὲ Πατρὸς διὰ
5τῆς τοῦ Υἱοῦ ἐνεργείας ἐκφαινομένου· οὐ γὰρ ἐστὶν ἑτέρα πρὸς Πατέρα εἴσοδος, ἢ δι’ Υἱοῦ, οὔτε πάλαι, οὔτε νῦν, οὔτε αὖθις, ἀλλ’ οἰκειότερον ἡ διὰ Υἱοῦ εἴσοδος ἔσχηκε δὲ νῦν, ὅτι πλησι‐ έστερον ἡμῖν καθέστη σαρκωθείς. Ὅπερ δὲ λέγει αὐτοῖς “ὅτι ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου,”
10καὶ τὰ ἑξῆς, τοῦτό ἐστιν, ὅπερ οἱ Ἀπόστολοι μετὰ ταῦτα ἔλεγον, “ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει,” καὶ τὰ ἄλλα σημεῖα ἅπερ ἐποίησαν αὐτοῦ συνεργοῦντος. Δεύτερον δὲ “ὅτι ἐὰν αἰτήσητε,” καὶ τὰ ἑξῆς, λέγει αὐτοῖς βεβαιῶν τὸν λόγον τὸν ἑαυτοῦ, ἅμα δὲ καὶ παραμυθούμενος αὐτοὺς τῇ θλιψεῖ
15συνεχομένους· ἵνα δὲ μὴ νομίσωσιν ἁπλῶς τὴν αἴτησιν ἰσχύειν, ἐπήγαγε τὸ, “ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσητε,” ἀξιοπιστότερον δὲ τὸν λόγον ποιῆσαι βουλόμενος, συγκαταβάσεως λόγους φθέγγεται λέγων, “ἐρωτήσω τὸν Πατέρα·” διὰ δὲ τοῦ εἰπεῖν “καὶ ἄλλον Παράκλητον” καταισχύνει τοὺς τὰ Σαβελλίου νοσοῦν‐
20τας, καὶ τοὺς περὶ τοῦ Ἁγίου Πνεύματος οὐ τὴν προσήκουσαν δόξαν ἔχοντας· μιᾷ γὰρ πληγῇ τὰς ἐκ διαμέτρου ἑστῶσας αἱρέ‐ σεις κατήνεγκε· τὸ μὲν γὰρ εἰπεῖν “ἄλλον,” δείκνυσι τῆς ὑποστά‐ σεως διαφοράν· τὸ δὲ εἰπεῖν “Παράκλητον,” τῆς οὐσίας τὴν συγγένειαν.
25 Εἰπὼν δὲ, “ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα,” ἐσήμανεν, ὅτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται τῶν ἀξιῶν αὐτοῦ. Ἵνα δὲ μὴ ἀκούσαντες “ἄλλον Παράκλητον” πάλιν σάρκωσιν ἑτέραν ὑποπτεύ‐ σωσι, τοῦτο διορθούμενος φησὶν, “ὁ δὲ κόσμος οὐ δύναται,” φησὶ, “λαβεῖν,” καὶ τὰ ἑξῆς.
30 Θεωρίαν δὲ ἐνταῦθα τὴν γνῶσιν ἔλεγεν· ἐπήγαγεν οὖν “οὐδὲ “γιγνώσκει αὐτό·” οὐδὲ γὰρ ἐπὶ τῆς ἀκριβοῦς γνώσεως θεωρίαν λέγειν. Ἐπειδὴ γὰρ τῶν αἰσθήσεων τρανοτέρα ἐστὶν ἡ ὄψις, διὰ ταύτην ἀεὶ τὴν ἀκριβῆ παρίστησι γνῶσιν. Κόσμον δὲ ἐνταῦθα τοὺς πονηροὺς φησίν.
35Τὸ δὲ, “παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἐστι,” δηλοῖ, ὅτι οὐχ348

349

οὕτω φησὶν, ὑμῖν συνέσται ὥσπερ ἐγὼ, ἀλλ’ ἐν αὐταῖς οἰκήσει ταῖς ὑμετέραις ψυχαῖς. Χρὴ δὲ σκοπῆσαι πόσοις ἐπῇρε τὸν περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου λόγον. Εἶπεν ὅτι ἄλλος ἐγώ ἐστιν, εἶπεν ὅτι οὐκ ἀφήσει ὑμᾶς, εἶπεν ὅτι πρὸς ὑμᾶς μόνον ἔρχεται. Ὥσπερ
5οὖν ἐγὼ, εἶπεν ὅτι ἐν ὑμῖν μένει. Ἀλλ’ οὐδὲ οὕτως τὴν ἀθυμίαν αὐτῶν ἐξέβαλεν, αὐτὸν γὰρ ἐζήτουν ἔτι. Διὸ τοῦτο θεραπεύων ἐπήγαγε λέγων, “οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς·” οὐδὲ τοῦτο εἶπον, φησὶν, ἄλλον Παράκλητον πέμπειν, ὡς αὐτὸς ἐγὼ ὑμῶν εἰς τέλος ἀπανιστάμενος καὶ οὐκέτι ὀψόμενος ὑμᾶς. Καὶ γὰρ ἐγὼ αὐτὸς
10“ἔρχομαι πρὸς ὑμᾶς,” ὅπερ μάλιστα ἐζήτουν. Ἐπειδὴ δὲ εἴρηκεν ὅτι “ἔρχομαι πρὸς ὑμᾶς,” ἵνα μὴ παρουσίαν πάλιν τοιαύτην ἐπιζη‐ τῶσιν οἵαν καὶ πρότερον. Διὰ τοῦτο ἐπήγαγε λέγων, “ἔτι μικρὸν “καιρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ· ὑμεῖς δὲ θεωρεῖτέ με,” ὡσανεὶ ἔλεγεν, ἔρχομαι μὲν πρὸς ὑμᾶς, οὐ μὴν ὁμοίως ὡς πρότερον.
15Εἰπὼν δὲ ὅτι “ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε,” οὐχὶ τὴν παροῦσαν, ἀλλὰ τὴν μέλλουσαν λέγει ζωήν. Τὸ δὲ, “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ “γνώσεσθε,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι ὅταν ἀναστῶ, φησὶ, γνώσε‐ σθε, ὅτι οὐκ ἀπέσχισμαι τοῦ Πατρὸς, ἀλλὰ τὴν αὐτὴν ἔχω δύναμιν, καὶ ὅτι μεθ’ ὑμῶν εἰμι διηνεκῶς, τῶν πραγμάτων ἀνα‐
20κηρυττόντων τὴν περὶ ὑμᾶς βοήθειαν παρ’ ἐμοῦ γενομένην. συγ‐ καταβαίνων δὲ πάλιν τοῖς ῥήμασι, φησὶ, “καθὼς ἀπέστειλέ με ὁ “Πατὴρ, κἀγὼ ἀποστέλλω ὑμᾶς.” Εἰ γὰρ μὴ τοῦτο οὕτως ἐκλαβώμεθα, οὐδὲν ἔσονται διεστηκότες οἱ Ἀπόστολοι τοῦ Χριστοῦ. Τί ἐστιν “ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός
25“ἐστιν ὁ ἀγαπῶν με;” ὅτι οὐκ ἀρκεῖ τὸ ἐχόμενον, ἀλλὰ καὶ φυλακῆς ἡμῖν δεῖ τούτων ἀκριβοῦς. Τὸ δὲ ἔπαθλον ὅσον ἔσται ἐπήγαγε λέγων, “ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός “μου” καὶ τὰ ἑξῆς. Ἀμμωνίου Πρεσβυτέρου. Οὐδέποτε μὲν εἴασεν αὐτοὺς ἐρή‐
30μους τῆς αὐτοῦ προνοίας, πλὴν ὤφθη αὐτοῖς καὶ μετὰ τὴν ἀνάστα‐ σιν. ἐπειδὴ ἐλθὼν ἐκάλεσεν αὐτοὺς “τεκνία,” μέλλων ἀπιέναι, εἶπεν “ὀρφανούς.” Ὅτι ἤμελλε μόνοις αὐτοῖς ὀφθῆναι μετὰ τὴν ἀνάστα‐ σιν, πᾶσιν εἶπε “μικρόν.” μικρὸν χρόνον λέγει τὸν ἕως τῆς δευτέρας παρουσίας, μικρὸν γὰρ Θεῷ καὶ ὁ μακρὸς χρόνος. ὑμεῖς δὲ οἱ
35ἅγιοι διὰ τῆς τοῦ Πνεύματος ἐνοικήσεως γνώσεσθέ με, οὐ μὴν οἱ349

350

τὰ τοῦ κόσμου ἀγαπῶντες. Ἀρραβὼν τῆς μελλούσης ζωῆς ἔχετε λαβεῖν, ἐστιν ἡ ἐμὴ ἀνάστασις. Θεοδώρου Μομψουεστίας. Τότε ἀπ’ αὐτῶν μαθήσεσθε τῶν πραγμάτων ὅτι ἀληθῆ τὰ παρ’ ἐμοῦ λεγόμενα. περὶ ὧν δὲ νῦν
5ἀμφιβάλλειν ἔτι δοκεῖτε, καὶ ὅτι ἐγὼ μὲν ἐν τῷ Πατρὶ, διὰ τῆς πρὸς αὐτὸν ὁμοιότητος καὶ συναφείας, ὑμεῖς δὲ ἐν ἐμοὶ, διὰ τῆς εἰς ἐμὲ πίστεώς τε καὶ ἀγάπης· ἔτι δὲ τῆς τοῦ Πνεύματος δόσεως τὴν πρὸς ἐμὲ κοινωνίαν λαμβάνοντες· κἀγὼ δὲ ἐν ὑμῖν ὡς εἰκός. Ἡ γὰρ συνάφεια τοῦτο παρασκευάζει, ὥστε ἀναγεννηθέντων ὑμῶν
10τῇ δυνάμει τοῦ Πνεύματος, καὶ ἐν τάξει μοι σώματος γενομένων, καὶ κεφαλῆς χώραν ὑμῖν ἐπέχειν ἐπ’ ἐμέ. Κυρίλλου. Τουτέστιν ὁ πίστει καὶ πράξει διαφανεὶς, τὸν δὲ δὴ τοιοῦτον ἀγαπήσει μὲν ὁ Πατὴρ, ἀγαπήσει δὲ οὐδὲν ἧττον αὐτὸς ὁ Υἱός. Ὥσπερ γάρ ἐστιν ὁμοούσιος, οὕτω καὶ συνθελητὴς
15τῷ ἰδίῳ γεννήτορι. Ἀμμωνίου. Μετὰ τὴν ἀνάστασιν οἱ ὀρθῶς πιστεύοντες τελείως γνώσονται· “νῦν γὰρ ἐκ μέρους γιγνώσκομεν,” ὅτι πολλοῖς κρατη‐ θεὶς ὁ Ἀπόστολος Ἰούδας φησιν, “Κύριε, καὶ τί γέγονεν, ὅτι ἡμῖν “μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ;” καὶ γὰρ
20ἐνόμιζεν ὅτι ὥσπερ τοὺς νεκροὺς ὁρῶμεν κατ’ ὄναρ, οὕτω καὶ αὐτὸν μέλλειν ὁρᾶσθαι. Διὸ ἵνα μὴ τοῦτο μέχρι πολλοῦ νομίζωσι, λέγει αὐτοῖς, “ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ “μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν “παρ’ αὐτῷ ποιήσομεν,” μονονουχὶ λέγων, ὥσπερ ὁ Πατὴρ ἐμφα‐
25νίζει ἑαυτὸν, οὕτω καὶ ἐγὼ ἐν ἀληθείᾳ, καὶ οὐ κατὰ φαντασίαν, ὥστε οὐκ ἐμὲ μόνον, ἀλλ’ οὐδὲ τὸν Πατέρα ἀγαπᾷ, ὁ μὴ τούτῳ μου πιστεύων τῷ λόγῳ· τὸ γὰρ αὐτὸ ἐμφαίνει, καὶ ὅπερ ἐπήγαγε λέγων, ὅτι ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ, τοῦτό ἐστιν, οὓς εἶπον, ὅτι ἐκ νεκρῶν ἐν ἀληθείᾳ ἐγείρομαι. Ταῦτα δὲ
30πάντα συνεχῶς λέγει, ἵνα μὴ μετὰ τὴν ἀνάστασιν φάντασμα αὐτὸν εἶναι νομίσωσιν. Εἰ γὰρ ἐπὶ τῶν ὑδάτων ἰδόντες αὐτὸν, τοῦτο ἐνόμισαν, τί ἂν οὐχ ὑπώπτευσαν ἂν, θεασάμενοι αὐτὸν ἀναστάντα, ὃν εἶδον κατεχόμενον καὶ σταυρούμενον καὶ θαπτό‐ μενον; Ἐν δὲ τῷ εἰπεῖν, “ὁ λόγος ὃν ἠκούσατε, οὐκ ἔστιν
35“ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός μου Πατρὸς,” δείκνυσιν ὅτι οὐδὲν350

351

ἔξω τοῦ Πατρὸς φθέγγεται, οὐδὲ ἴδιόν τι παρὰ τὸ δοκοῦν ἐκείνῳ. Θεοδώρου Ἡρακλείας Ἀπολιναρίου Καὶ Κυρίλλου. Ἐ‐ βούλετο ἐκεῖνος διὰ τὴν προσοῦσαν φιλανθρωπίαν μὴ μόνον τοῖς
5μαθηταῖς τὴν ἐκ τῆς ἐπιφανείας ὑπάρξαι ὠφέλειαν, ἀλλ’ ὁμοῦ, εἰ οἷόν τε ἦν, παντὶ τῷ κόσμῳ. ὁ δέ γε Σωτὴρ βουλόμενος δεῖξαι, ὅτι οὐ πάντων ἐστὶ καταξιοῦσθαι τῶν τοιούτων, διὰ τῆς ἀποκρί‐ σεως παρίστησιν, ὡς μόνοι οἱ φυλάσσοντες αὐτοῦ τὰς ἐντολὰς, ἄξιοι φανήσονται τῆς τε αὐτοῦ ἐπιφανείας καὶ τῆς τοῦ Πατρὸς
10ἀγάπης. Ὁ δὲ μὴ πιστεύων, μηδὲ τηρῶν αὐτοῦ τοὺς λόγους, ἀλλότριος παντελῶς τῆς ἀγάπης αὐτοῦ καθέστηκε. τὸν δὲ λόγον τῆς διδασκαλίας οὐκ ἴδιον, ἀλλὰ τοῦ πέμψαντος αὐτὸν Πάτρος εἶναι εἰρηκὼς, σαφῶς δὲ ἐκ τούτου τὸ διάφορον τῶν προσώπων ὑπέδειξεν.
15 Ἀμμωνίου Πρεσβυτέρου. Διδάσκει ὅτι μόνοις τοῖς μαθηταῖς ἐξαιρέτως καὶ ὑπὲρ λόγον ἔσται ἡ ἔλλαμψις, ὑπὲρ ὧν τηροῦσι τὰς ἐντολάς. Ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἐστι φυσικῶς, ἡμῖν δὲ σχετικῶς· καὶ ὅταν ἀκούσωμεν ἕνωσιν Πατρὸς καὶ Υἱοῦ, τὴν φυσικὴν νοοῦμεν,
20ὅταν ἕνωσιν Θεοῦ καὶ ἀνθρώπων σχετικὴν νοοῦμεν τὴν ἐκ πί‐ στεως προσγινομένην τοῖς ἁγίοις, καὶ τοῖς ἀπὸ τῆς τοῦ Πατρὸς μετοχῆς κοινωνίαν. “Ταῦτα δὲ λελάληκα ὑμῖν, παρ’ ὑμῖν μένων,” φησι, ταῦτα, ποία; ἅπερ ἀσαφῆ αὐτοῖς ἐφαίνετο τέως. Διὸ καὶ ἐπήγαγεν, “ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ
25“Πατὴρ” καὶ τὰ ἑξῆς, τουτέστι, σαφὴς ἔσται διδάσκαλος ὑμῶν. Ἐπειδὴ δὲ καὶ ταῦτα ἀκούοντες ἐταράσσοντο, ἐπήγαγε λέγων, “εἰρήνην ἀφίημι ὑμῖν,” καὶ τὰ ἑξῆς, μονονουχὶ λέγων, ὅτι οὐδὲν βλάπτεσθε ἀπὸ τῆς τοῦ κόσμου ταραχῆς, ἕως ἂν εἰρηνεύετε πρός με. “Οὐ γὰρ καθὼς ὁ κόσμος δίδωσι,” φησὶν, “ἐγὼ δί‐
30“δωμι ὑμῖν,” ἐκείνη μὲν γὰρ καὶ ἐπὶ κακῷ γίνεται πολλάκις καὶ ἀνόνητος. Ἐγὼ δὲ δίδωμι τοιαύτην, ἥτις ὑμᾶς ἰσχυροτάτους ποιεῖ. Αὕτη δέ ἐστιν, ἵνα μετ’ ἀλλήλων εἰρηνεύητε· ἀλλ’ ἐπειδὴ πάλιν ἀναχωροῦντος ἦν, καὶ ἱκανὸν αὐτοὺς συγχεῖν, διὰ τοῦτό
φησι, “μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω·” ὅθεν351

352

χρὴ σκοπεῖν ὅτι τὰ μὲν ὑπὸ φιλοστοργίας, τὰ δὲ ὑπὸ δειλίας ἔπασχον. Ποίαν χαρὰν ἔμελλε φέρειν αὐτοῖς ὅτι εἶπεν, “ἐχάρητε ἂν, “ὅτι πορεύομαι πρὸς τὸν Πατέρα,” ἢ ποίαν παραμυθίαν; τὴν τῆς
5ἀναστάσεως τελείαν πληροφορίαν· οὐδέπω γὰρ περὶ ταύτης ᾔδε‐ σαν ἀκριβῶς, οὐδὲ οἵαν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· διὸ καὶ πρὸς ὅπερ ἐνόμιζον ἐκεῖνοι τὸν Πατέρα μέγαν εἶναι, συγκαταβαί‐ νων ἐπήγαγε λέγων, “ὁ Πατήρ μου μείζων μοῦ ἐστι,” ὅπως τοῦτο νομίζοντες καὶ ἀκούσαντες ὅτι πρὸς τὸν Πατέρα τὸν δυνατὸν ἀπέρ‐
10χεται, τὸν λῦσαι πάντα δεινὰ ἰσχύοντα, παραμυθίαν ἐντεῦθεν λάβωσι. Τίνα λέγει “ἄρχοντα κόσμου;” τὸν διάβολον, διὰ τὸ τῶν πονη‐ ρῶν ἄρχειν ἀνθρώπων. οὐ γὰρ οὐρανοῦ ἄρχει καὶ γῆς, ἐπεὶ ἀνέ‐ τρεψεν ἂν ἅπαντα καὶ κατέβαλεν· ἄρχει δὲ τῶν ἑαυτοὺς παραδι‐
15δόντων αὐτῷ. Οὗτος οὖν, φησὶν, “ἐν ἐμοὶ ἔχει οὐδέν.” Οὐ γὰρ ὑπεύθυνος ὢν θανάτῳ, ἀλλὰ δι’ οἰκείαν φιλανθρωπίαν ὑπομένω αὐτὸν, καὶ διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν Πατέρα. Τοῦτο γὰρ σημαίνων ἐπήγαγεν, “ἵνα γνῷ ὁ κόσμος, ὅτι ἀγαπῶ τὸν Πατέρα,” καὶ τὰ
20ἑξῆς. Ἀμμωνίου. Μὴ θορυβεῖσθε, ἀκούσαντες ὅτι μέλλω πάσχειν, πολὺ γὰρ ἐκ τούτου κέρδος. Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Θεοδώρου Ἡρακλείας. Αὕτη συνάπτει μὲν τοὺς ἐν ἕξει
25αὐτῆς γινομένους τῷ Πατρὶ, τῶν δὲ ἁγίων ἓν τὸ φρόνημα ἀπερ‐ γάζεται· οὐ μόνον δὲ πάντας κοινῇ πρὸς ἀλλήλους συνάπτει, ἀλλὰ καὶ ἰδίᾳ ἕκαστον ἑαυτῷ σύμφωνον ἀποτελεῖ. Ἐπειδὴ γὰρ, οἶμαι, ἡ ἀνθρωπίνη φύσις ἐξ ἐπιβουλῆς τοῦ ἐναντίου πρὸς ἑαυτὴν διέστη τὸ πρὶν, καὶ ὥσπερ ἐμφύλιον πόλεμον εἰς ἑαυτὴν ἐδέξατο τοῦ
30πονηροῦ ἐπαναστήσαντος τὸ χεῖρον τῷ κρείττονι, καὶ ἐπιτειχί‐ σαντος τὴν σάρκα τῷ Πνεύματι, ἐδεῖτο τῆς παρὰ τοῦ Κυρίου εἰρή‐ νης, ὅπως ἡ ψυχὴ εὐήνιον πάλιν τὴν σάρκα καὶ πειθήνιον τὸ σῶμα ἀπολαβοῦσα, ἐμφυλίου στάσεως ἀπαλλαγῆναι δυνηθῇ.
Ἀμμωνίου. Ἐπάνοδον λέγει τὸν καιρὸν τῆς ἀναστάσεως, οὐ352

353

τὸ μείζονα εἶναι τὸν Πατέρα ποιεῖ αὐτὸν ἑτέρας οὐσίας, ὡς αἱρε‐ τικοί φασιν, ὅτι ἦν ἐπὶ γῆς ὡς ἄνθρωπος, μείζονα εἶπε τὸν Πατέρα. Τοῦτο διὰ τὸ φαινόμενον σῶμα λέγει, ἐπεὶ καθόλου Θεὸς, οὐδὲ ἧττον ἐστὶ τοῦ Πατρὸς, οὔτε εἰς οὐρανοὺς ἀνάγεται ὁ τὰ πάντα
5πληρῶν καὶ ἀχώριστος ὢν τοῦ Πατρός. Διὰ τὴν πρὸς Θεὸν ἀγάπην ἀποθνήσκων ἑκὼν, ὅπερ οὐδὲν ἔχει βλάβος, ἐπεὶ οὐκ ἂν τοῦτο ἠβούλετο ὁ ἀγαπῶν αὐτὸν Πατήρ. Διὰ τί εἶπεν, “ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν;” ἀναπνεῦσαι διδῶν αὐτοῖς. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ἅτε ἐν καταδήλῳ χωρίῳ ὄντας,
10τρέμειν καὶ δεδοικέναι ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου· καὶ γὰρ νὺξ ἦν βαθυτάτη, καὶ μηδὲν προσέχειν τοῖς λεγομένοις, ἀλλ’ ἀεὶ περιστρέφεσθαι καὶ φαντάζεσθαι τοὺς ἐπιστησομένους. Ἐπεὶ οὖν ὡς αὐτίκα μάλα ἁλωσόμενοι ἐθορυβοῦντο, ἄγει αὐτοὺς εἰς ἕτε‐ ρον τόπον, ἵνα νομίσαντες ἐν ἀσφαλείᾳ εἶναι, μετὰ ἀδείας λοιπὸν
15ἀκούσωσι· καὶ γὰρ ἔμελλον μεγάλων ἀκούσεσθαι δογμάτων. Γρηγορίου Ναζιάνζου. Διεγείρει αὐτοὺς μεταστῆναι ἀπὸ γῆς εἰς οὐρανὸν, τὸ πᾶσαν γεώδη φαντασίαν καταλιπεῖν καὶ τὰ οὐράνια μόνα φρονεῖν. Κυρίλλου. Ὅταν λέγει τὸ, “ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν,”
20οὐχ ὡς ὑπαίτιος τοῖς ἀνθρωπίνοις πάθεσιν, ἀλλ’ ὡς ἀρχηγὸς καὶ προστάτης καὶ καθηγητὴς τῆς εἰς ἀφθαρσίαν ὁδοῦ, καὶ εἰς ζωὴν τὴν ἐν ἁγιασμῷ, τοῦτό φησι. Ἀπολιναρίου Καὶ Θεοδώρου Ἡρακλείας. Δοκεῖ μὲν ἀνα‐ χώρησις εἶναι τὸ πρᾶγμα, ἔκδοσις δέ ἐστιν ἑκούσιος, ὅτι τοιοῦτον
25μεταδιώκει τόπον, ἐν ᾧ γνωσθήσεται ὑπὸ τοῦ προδότου, καὶ προ‐ δοθήσεται. Εἰπὼν, “ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,” διὰ τῆς παραβολῆς ταύτης ᾐνίξατο, ὅτι τὸν μὴ προσέχοντα τοῖς λεγομένοις ζῇν τὴν αἰώνιον ζωὴν οὐκ ἔνι, καὶ ὅτι τὰ μέλλοντα γίνεσθαι σημεῖα ἀπὸ
30τῆς αὐτοῦ γίνεται δυνάμεως. Τὸ δὲ, “ὁ Πατήρ μου ὁ γεωργός “ἐστι,” δηλοῖ, ὅτι τῆς τοῦ γεωργοῦ ἐπιμελείας οὐχ ἡ ῥίζα ἤγουν ἡ ἄμπελος, τοῦτ’ ἔστι ὁ Υἱὸς ἀπολαύει, οὐδὲ γὰρ δεῖται, ἀλλὰ τὰ κλήματα, τοῦτο γὰρ σαφέστερον καὶ διὰ τῶν ἑξῆς ἐσήμανεν.
ἡ ῥίζα δὲ δι’ οὐδὲν ἕτερον παρείληπται ἐνταῦθα, ἀλλ’ ἵνα μάθωσιν,353

354

ὅτι τῆς αὐτοῦ δυνάμεως χωρὶς οὐδὲν ἐργάζεσθαι δύνανται, καὶ ὅτι οὕτως αὐτοὺς ἡνῶσθαι δεῖ τῇ εἰς αὐτὸν πίστει, ὡς τὸ κλῆμα τῇ ἀμπέλῳ. Δεικνὺς δὲ ὅτι χωρὶς ἔργων οὐκ ἔστιν εἶναί τινα ἐν αὐτῷ, ἐπή‐
5γαγε, “πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτὸ,” τὸ δὲ φέρον καρπὸν, φησὶ, πολλῆς ἐπιμελείας ἀπολαύειν ποιεῖ, καθαίρων αὐτὸ, τὴν παρ’ αὐτοῦ βοήθειαν δεικνὺς, ἑαυτὸν δὲ δεικνὺς τὸν ἐπι‐ μελούμενον τῶν κλημάτων, ἐπήγαγε λέγων, “ἤδη ὑμεῖς καθαροί “ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·” ἐγὼ γὰρ ὑμᾶς ἐκάθῃρα,
10φησὶ, διὰ τῆς ἐμῆς διδασκαλίας, καίτοιγε ἀνωτέρω δείκνυσι τὸν Πατέρα τοῦτο ποιοῦντα, ἀλλ’ οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. Τὸ δὲ “μείνατε ἐν ἐμοὶ,” δηλοῖ ὅτι αὐτὸς μὲν τῶν παρ’ ἑαυ‐ τοῦ οὐδὲν ἐνέλιπε, δεῖ δὲ ὑπάρξαι λοιπὸν καὶ τὰ παρ’ ἐκείνων· ἵνα δὲ μὴ ἀπὸ τῆς δειλίας ἀποσχισθῶσι, χαυνωθεῖσαν αὐτῶν τῷ φόβῳ
15τὴν ψυχὴν ἐπισφίγγει, καὶ ἑαυτῷ συγκολλᾷ λέγων, “ὥσπερ τὸ “κλῆμα οὐ δύναται ἀφ’ ἑαυτοῦ καρπὸν φέρειν, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὁ ἐν ἐμοὶ μὴ μένων,” καὶ τὰ ἑξῆς· καὶ δείξας τὴν τούτων ἀπώλειαν, δείκνυσι λοιπὸν τὴν σωτηρίαν τῶν μενόντων ἐν αὐτῷ, λέγων, “ἐὰν μείνητε ἐν ἐμοὶ, καὶ τὰ ῥήματά
20“μου ἐν ὑμῖν μείνῃ,” τουτέστι διὰ τῶν ἔργων ἐκπληροῦντες αὐτὰ, ὅτι ἐὰν θέλητε, αἰτήσασθε, καὶ δοθήσεται ὑμῖν. Κυρίλλου. Ἄμπελος τοίνυν ὁ Χριστὸς, κλήματα δὲ ἡμεῖς, ἅτε δὴ καὶ τῆς πρὸς αὐτὸν ἐχόμενοι κοινωνίας, διὰ τὸ καὶ ὁμο‐ φυεῖς ἡμᾶς εἶναι τῇ ἀμπέλῳ κατὰ τὴν σάρκα. ἴστε δὲ ὅτι συνε‐
25νούμενοι διὰ μόνης τῆς πίστεως αὐτῷ, καὶ ἐν ψιλαῖς καὶ μόναις ὁμολογίαις, οὐ μὴν καὶ διὰ τῆς τηρήσεως τῶν ἐντολῶν νεκρὰ γινό‐ μεθα κλήματα. “Ἡ γὰρ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι,” δηλονότι καὶ ἄκαρπος. Ἀπόδειξιν ἀναμφίλογον τῆς τοῦ καθαίροντος αὐτοὺς τέχνης
30ποιεῖται τοὺς μαθητάς. Ἤδη γὰρ αὐτοὺς διακεκαθάρθαι φησὶ διὰ μόνον τὸν πρὸς αὐτοὺς λαληθέντα λόγον τουτέστι τὸν Εὐαγ‐ γελιστὴν καὶ παρὰ Θεοῦ. Θεοδώρου Ἡρακλείας. Δείκνυσιν ἐκ τῶν εἰρημένων, ὡς
ἕκαστος τῶν ἐπιεικῶς ζῇν βουλομένων προαιρέσει οἰκείᾳ μένει ἐν354

355

τῇ ἀμπέλῳ, ἑνούμενός τε αὐτῇ διὰ τῆς ἀγάπης, καὶ Πνεύματι κολλώμενος, ἢ τοὐναντίον ἀφίσταται οἰκείᾳ προαιρέσει, ἀλλοτριού‐ μενος αὐτῆς. Ἀμμωνίου Πρεσβυτέρου. Διὰ τὸ μὴ δύνασθαι καρποφορεῖν,
5εἰ μὴ μόνους τοὺς προσηλωμένους αὐτῷ, καλεῖ ἑαυτὸν ἄμπελον, ὡς ἐξ αὐτοῦ δυναμουμένους. Ἀπολιναρίου. Ὅστις οὖν ἑαυτὸν χωρίζει τοῦ Κυρίου πρὸς σαρκικὰ πράγματα, ἀπηλλοτρίωσεν ἑαυτὸν τῆς ἀμπέλου, καὶ ξηρὸς καθίσταται, τὴν ζωοποιὸν μηκέτι δεχόμενος ἰκμάδα· ὁ δὲ
10τοιοῦτος εἰς τὴν αἰώνιον φυλαχθήσεται κρίσιν, ὥσπερ εἰς τὸ πῦρ τὰ ξηρὰ κλήματα. Ἀμμωνίου. Ἀντὶ τοῦ, χαίρει ὁ Πατὴρ, ὅταν ἐν ἐμοὶ μένετε, δι’ ὧν ποιεῖται, εὐφημεῖται ὁ Πατήρ. Θεοδώρου Ἡρακλείας. Ἐν γὰρ τῷ πολὺν καρπὸν ἐνεγκεῖν
15τοὺς μαθητὰς δεδοξάσθαι τὸν Πατέρα φησίν. Ὁ γὰρ καρπὸς τῶν μαθητῶν διαφόρως νοεῖται· ποτὲ μὲν ἐπὶ τῶν ἔργων τῆς κατὰ τὴν πολιτείαν δικαιοσύνης λαμβανόμενον, ποτὲ δὲ ἐπὶ τῶν ἐθνῶν τῶν εἰς ἐπίγνωσιν Θεοῦ εἰσερχομένων διὰ τῆς ἀποστολικῆς αὐτῶν χάριτος καὶ διδασκαλίας, ἀμφότερα ὑπὸ τῶν μαθητῶν κατορθω‐
20θέντα εἰς δόξαν Θεοῦ. Θεοδώρου Μομψουεστίας. Τί ἐστιν, “ἐν τούτῳ ἐδοξάσθη “ὁ Πατήρ;” τουτέστι, χαίρει, ὅταν ἐν ἐμοὶ μένητε καρπὸν φέροντες. Πάλιν δὲ ἀνθρωπινώτερον διαλεγόμενός φησιν, “καθὼς ἠγάπη‐
25σέ με ὁ Πατὴρ,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· εἰς ἐμὲ βλέπετε ὅτι ἠγάπημαι παρὰ τοῦ Πατρὸς, οὐδὲ ὑμᾶς οὖν θορυ‐ βεῖσθαι χρὴ, κἂν μέλλητε θλίβεσθαι καὶ διώκεσθαι. Ἂν γὰρ ἐπὶ τῆς ἀγάπης μείνητε τῆς ἐμῆς, οὐδὲν ὑμᾶς ταῦτα τὰ δεινὰ παραβλάψαι δυνήσεται εἰς τὸν τῆς ἀγάπης λόγον. Μείνατε οὖν
30ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ, φησίν· τούτου γὰρ ὑμεῖς ἐστε κύριοι. Πῶς δὲ τοῦτο ἔσται; “ἐὰν τὰς ἐντολάς μου, φησὶ, τηρήσητε,” καὶ τὰ ἑξῆς. διὰ πάντων δὲ τούτων δεικνύει, ὅτι τότε ἐν ἀσφαλείᾳ ἔσονται, ὅταν βίον ἐπιδείξωνται καθαρόν. Πάλιν δὲ ἀνθρωπινώ‐ τερον διαλεγόμενός φησι, “καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός
35“μου τετήρηκα,” καὶ τὰ ἑξῆς. Οὐ γὰρ δήπου ὁ νομοθέτης ὑπὸ355

356

ἐντολὰς ἔμελλε κεῖσθαι. Ἐπειδὴ δὲ ἔχαιρον οἱ Ἀπόστολοι καὶ σὺν αὐτῷ ὄντες, ἐλυποῦντο δὲ ἀναχωροῦντες, διὰ τοῦτο ἐπήγαγε λέγων, “ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μένῃ,” καὶ τὰ ἑξῆς. Δεῖξαι δὲ θέλων τὴν ἑαυτοῦ ἀγάπην συμπεπλε‐
5γμένην τῇ ἡμετέρᾳ, καὶ ὥσπερ τινὰ σειρὰν συνημμένην, φησὶν, “αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγά‐ “πησα ὑμᾶς.” ἡ δὲ ἀγάπη ἀπὸ τῆς τῶν ἐντολῶν τηρήσεως γίνεται. Ἡ δὲ ἐντολή ἐστιν, ἵνα ἀγαπῶμεν ἀλλήλους· οὐχ ἁπλῶς δὲ εἶπεν ἀγάπην, ἀλλὰ καὶ τὸν τρόπον, “καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.”
10 Δεικνὺς δὲ πάλιν, ὅτι οὐχὶ μίσους ἐστὶν αὕτη ἡ ἀναχώ‐ ρησις, ἀλλὰ γὰρ, φιλῶ ὑμᾶς, φησὶν, ὅτι ὑπὲρ ὑμῶν τὴν ψυ‐ χήν μου τίθημι· οὕτω δὲ καὶ πᾶς τὴν ψυχὴν ὑπὲρ τῶν φίλων αὐτοῦ τιθέτω. καὶ ἐπειδὴ τοῦτο μάλιστα δοκεῖ φίλον εἶναι, τὸ τὰ ἀπόρρητα λέγειν, καὶ ταύτης, φησὶν, ἠξιώθητε τῆς κοινω‐
15νίας· τοῦτο γὰρ δηλοῖ, ὅπερ εἶπεν “ὅτι ὁ δοῦλος οὐκ οἶδε τί “ποιεῖ ὁ κύριος αὐτοῦ,” καὶ τὰ ἑξῆς. καὶ εἰ πάντα ὅσα ἤκουσε παρὰ τοῦ Πατρὸς ἐγνώρισεν αὐτοῖς, πῶς λέγει· “πολλὰ ἔχω “λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι;” Τί οὖν ἐστι τοῦτο; οὐδὲν ἄλλο διὰ τοῦ πάντα καὶ τοῦ ἀκοῦσαι κατασκευάζει,
20ἢ ὅτι οὐδὲν ἀλλότριον φθέγγεται, ἀλλ’ ἢ τὰ τοῦ Πατρὸς, καὶ ἄλλο δὲ τεκμήριον οὐ τὸ τυχεῖν φιλίας τιθεὶς, φησὶν, “οὐχ ὑμεῖς “ἐμὲ ἐξελέξασθε.” Τοῦτο ἔστιν, ἐγὼ τῇ φιλίᾳ ἐπέδραμον τῇ ὑμετέρᾳ· τὸ δὲ, “ἔθηκα ὑμᾶς” ἀντὶ τοῦ ἐφύτευσα ὑμᾶς ἐστι. Λέγει δὲ ταῦτα τῇ μεταφορᾷ κεχρημένος τῆς ἀμπέλου ἔτι, “ἵνα
25“ὑμεῖς,” φησὶν, “ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς “ὑμῶν μένῃ.” οὐ γὰρ ἐφύτευσα ὑμᾶς μόνον, φησὶν, ἀλλὰ καὶ τὰ μέγιστα εὐεργέτησα, πανταχοῦ τῆς οἰκουμένης ἐκτείνων ὑμῶν τὰ κλήματα. Ἵνα δὲ μάθωμεν, ὅτι οὐκ ἔλαττόν ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, ἐπήγαγε λέγων, “ἵνα ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου
30“τὸν Πατέρα, δώῃ ὑμῖν,” καὶ ἵνα μὴ ὑπολάβωσιν ὅτι ὀνειδίζων εἶπε, τὴν ψυχήν μου τίθημι, καὶ ὅτι πρῶτος ὑμῶν ὑπέδραμον, φησὶ, “ταῦτα λελάληκα ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους,” τοῦτό ἐστι, διὰ τοῦτο εἶπον ταῦτα, ὅπως εἰς τὴν πρὸς ἀλλήλους ὑμᾶς φιλίαν βεβαιώσω.
35Ἀμμωνίου Πρεσβυτέρου. Ὡς διδάσκαλος τῆς οἰκουμένης356

357

παραδίδωσιν αὐτοῖς ταῦτα ὁ Χριστὸς, ὅτι ἡ ἀγάπη κεφάλαιόν ἐστι τῶν ἀρετῶν, ἡ ἐντολὴ αὐτοῦ τὸ ὑπεραποθνήσκειν τῶν φίλων, καὶ τὸ, ὑπὲρ αὐτῶν ἀγαπᾶτε τοὺς φίλους. Διὰ τὴν ἀρετὴν τὸ τῶν Ἰουδαίων ὑπερβάντες μέτρον γεγόνασι
5φίλοι· ἀνακομίζει τοὺς δούλους ἐπὶ τὴν ὑπὲρ φύσιν δόξαν, ἐὰν ἀκουσίως ποιῶσι τὰ τῷ Θεῷ ἀρεστά. Ἀντὶ τοῦ ὅσα ἐχρῆν ἀκοῦσαι αὐτούς· ὃ λέγει αἰνιγματωδῶς, τοῦτό ἐστιν, οὐχ ὡς δούλοις εἶπον ὑμῖν τὰ ἀπόρρητα, ἀλλ’ ὡς φίλοις καὶ κοινωνοῖς τῶν ἀγαθῶν.
10 Οὐ τοιαύτην ἀκοὴν δήπουθεν λέγει, οἵαν τὴν τῶν ἀνθρώπων, ὥσπερ οὐδὲ ἀγάπην τοιαύτην, οὐδὲ ἐντολῆς τήρησιν ὁμοίαν, οὐ γὰρ ῥῆμα εἰς ἀκοὴν ὠτίων φερόμενον, ἐκ Πατρὸς ἐνήνεκται, μηνύον τὰ τοῦ Πατρὸς βουλήματα, ἀλλὰ τὴν πρόγνωσιν εἴρηκε, ἀκοὴν οὐ προσγινομένην αὐτοῖς κατά τινα καιρὸν, ἀλλὰ συνοῦσαν
15ἀεί. Οὐ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν ἡ σοφία πρόεισιν, οὐδὲ ἕτερόν τι παρὰ τὴν σοφίαν ἡ γνῶσις ἐστὶν, ἢν ὑποδέξηται αὐτὴν, ὡς οὐκ αὐτὸν γιγνώσκουσα, ἀλλὰ χρὴ διὰ τῶν συνήθων καὶ τῶν ἀνθρω‐ πίνων ῥημάτων σφραγιζομένην τὴν θείαν ὑπεροχὴν οἰκείως Θεῷ νοεῖν, καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ
20περὶ Θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σχήματος ἀνθρωπίνου καὶ τῶν παθημάτων ὀνόμασι τῶν ἡμετέρων ἀσώματον τὸν ἀσχημά‐ τιστον καὶ ἀπαθῆ Θεὸν ἑρμηνεύων. Ἀπολιναρίου. Ὡς μελλόντων μισεῖσθαι παρὰ πάντων παραγ‐ γέλλει αὐτοὺς ἀγαπᾷν ἀλλήλους· ἐπειδὴ δὲ διώκεσθαι παρὰ πολ‐
25λῶν χαλεπὸν καὶ ἀνήκεστόν ἐστι, καὶ ἱκανὸν καὶ τὴν ὑψηλὴν ταπεινῶσαι ψυχὴν, διὰ τοῦτο μυρία προειπὼν, τότε εἰς τοῦτο καθέστηκεν ὁ Χριστὸς, καὶ αὐτὰ ἐκ περιουσίας δεικνὺς ὑπὲρ αὐτῶν ὄντα, ὥσπερ καὶ τὰ ἄλλα ὑπέδειξε. Διὸ καί φησιν, “εἰ “ὁ κόσμος ὑμᾶς μισεῖ,” καὶ τὰ ἑξῆς. Οὐκ εἶπε δὲ, ὅτι οὐκ
30οἶδα ὅτι λυπηρόν ἐστι τὸ πρᾶγμα, ἀλλ’ ὅτι δι’ ἐμὲ ὑπομένετε ταῦτα καὶ πάσχετε, εἰς προθυμίαν μείζονα προκαλούμενος αὐτούς· κόσμον δὲ ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους καλεῖ· θέλων δὲ αὐ‐ τοὺς μειζόνως παραμυθήσασθαι ἐπήγαγεν, “εἰ ἐκ τοῦ κόσμου ἦτε,” τουτέστι, τῆς ὑμετέρας ἀγάπης καὶ ἀρετῆς τοῦτο τεκμή‐
35ριον ἔσται τὸ μισεῖσθαι. Καὶ γὰρ τοὐναντίον ἀλγεῖν ἐχρῆν, εἰ357

358

μὴ ἐμισεῖσθε, εἰ γὰρ ἐφιλεῖσθε, εὔδηλον ὅτι πονηρίας ἐξεφέρετο δεῖγμα· βουλόμενος δὲ ἐπὶ πλεῖον ζηλωτὰς αὐτοῦ γενέσθαι φησὶν, “οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐ χρὴ ὑμᾶς ἐν τούτῳ θορυβεῖσθαι, οὐ γὰρ ὑμεῖς
5ἐμοῦ κρείττους, μᾶλλον μὲν οὖν καὶ χαίρειν ὀφείλετε κοινωνοὶ γενόμενοι δι’ ἐμῶν παθημάτων· καὶ ἑτέρως δὲ παραμυθεῖται αὐ‐ τοὺς, δεικνὺς ὅτι καὶ τὸν Πατέρα, ἐξ ὧν εἰς αὐτὸν οἱ Ἰουδαῖοι διαπράττωνται καὶ ἐνυβρίζωσι, λέγει, “ἀλλὰ ταῦτα πάντα ποι‐ “ήσουσι διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.” Ὅτι
10δὲ ἀδίκως καὶ τὰ εἰς αὐτὸν καὶ τὰ εἰς ἐκείνους εἰργάσαντο, φησὶν, “εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, νῦν δὲ “πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.” Τίνος γὰρ τῶν λεχθέντων ἢ πραχθέντων ἐπιλαβέσθαι ἔχοντες οὐκ ἐδέξαντό με; ἐπειδὴ δὲ ἄνω καὶ κάτω προφασίζοντο, ὅτι διὰ τὸν Πατέρα
15αὐτὸν ἐδίωκον, ἀναιρῶν αὐτῶν καὶ τὴν ἀπολογίαν, φησὶν, “ὁ ἐμὲ “μισῶν καὶ τὸν Πατέρα μου μισεῖ.” Δεικνὺς δὲ ὅτι τὴν διδασκαλίαν παρέσχε, καὶ ταύτῃ προσ‐ έθηκε τὰ διὰ τῶν ἔργων θαύματα, ἐπήγαγε λέγων, “εἰ τὰ ἔργα “μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκε,” καὶ τὰ ἑξῆς.
20ποῖα δέ εἰσι ταῦτα; τὸ ἀνοῖξαι ὀφθαλμοὺς τυφλοῦ γεγενημένου, τὸ ἀναστῆσαι τὸν Λάζαρον τετραήμερον, καὶ ἕτερα τούτοις ὅμοια· ἐπάγει δὲ καὶ τὸν προφήτην, δεικνὺς αὐτὸν ἄνωθεν προαναφω‐ νοῦντα, “ὅτι ἐμίσησάν με δωρεάν·” ὃ καὶ Παῦλος ἐποίει. Πολ‐ λῶν γὰρ θαυμαζόντων πῶς Ἰουδαῖοι οὐκ ἐπίστευσαν, προφήτας
25εἰσάγει προλέγοντας ἄνωθεν, καὶ τὴν αἰτίαν δηλοῦντας, ὅτι ἡ πονηρία αὐτῶν καὶ ἡ ἀπόνοια τῆς ἀπιστίας αἰτία. Ἵνα μὴ θορυ‐ βῶνται καὶ λέγουσιν, ὅτι εἰ τὸν σὸν λόγον οὐκ ἐτήρησαν, καίτοιγε σημεῖα τοιαῦτα ἰδόντες, καὶ εἰ τὸν Πατέρα σου μισοῦσι, καὶ σὲ μετ’ ἐκείνου, πῶς τὸν ἡμέτερον λόγον τηρήσουσιν, ἢ πῶς ἡμεῖς
30ἀξιόπιστοι ἐσόμεθα; φησὶν, “ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν “ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός μου,” καὶ τὰ ἑξῆς, ὡσανεὶ ἔλεγεν, ἐκεῖνος ἀξιόπιστος ἔσται· Πνεῦμα γὰρ ἀληθείας ἐστιν. Ὁ δὲ “παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,” εἶπεν, ἀντὶ τοῦ, πάντα οἶδεν ἀκριβῶς. Τὸ δὲ εἰπεῖν “ὃν ἐγὼ πέμψω,” δείκνυσιν, ὅτι οὐ μόνος
35ὁ Πατήρ ἐστιν ὁ πέμπων, ἀλλὰ καὶ αὐτός. Τὸ δὲ, “ὑμεῖς μαρ‐358

359

“τυρεῖτε ὅτι ἀπαρχῆς μετ’ ἐμοῦ ἐστε,” δηλοῖ ὅτι ἔχετε, φησὶ, καὶ ὑμεῖς τὸ ἀξιόπιστον, σὺν ἐμοὶ γενόμενοι, καὶ μὴ παρ’ ἑτέρων ἀκηκοότες· ὅθεν καὶ οἱ Ἀπόστολοι ἐκ τούτου διϊσχυρίζοντο λέγον‐ τες, “οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ.
5 Κυρίλλου. Ἐπειδὴ οὐκ ἔφη νυνὶ, ὅτι οὐκ οἴδασι τὸν Πατέρα μου, ἀλλὰ “τὸν πέμψαντά με,” δοκῶ τι τοιοῦτον αὐτὸν ὑπαινίττε‐ σθαι. εἰ γὰρ ἔπεμψε, φησὶ, τὸν ἴδιον Υἱὸν ἐπιστρέψαι τὸ πεπλα‐ νημένον, καὶ ἰάσασθαι τὸ συντετριμμένον, κατορθώσαντά τε τοῖς ἐν κόσμῳ τὸ ζῇν, ἀνεξεισάγουσι δὲ ἀντιπράττοντες ἀσεβῶς τοῖς
10διακηρύττειν ἐθέλουσι τὸν τούτων κατορθωτὴν, πῶς οὐ λίαν ἐναρ‐ γῶς ἠγνοηκότες ἁλώσονται, καὶ αὐτῷ μαχόμενοι τῷ πέμψαντί με; Διὰ γὰρ τοῦ πέμπεσθαι λέγειν, ὅλην ἡμῖν τὴν μετὰ σαρκὸς οἰκο‐ νομίαν ἐκκομίζει τὴν δήλωσιν, ὁ δὲ ἠγνοηκὼς τὸν πέμψαντα, καὶ Θεὸν ἠγνόηκεν ἐν ταὐτῷ, καὶ αὐτὸ τὸ τῆς ἀποστολῆς ἀτιμάζει
15μυστήριον. Οὐ διὰ τοῦτο δὲ φαμὲν προειπεῖν ἐκεῖνα τὸν νόμον, ἵνα τὸ τῶν Ἰουδαίων ἐξάπτοι τὸ μῖσος ἀδίκως κατά τε τοῦ Υἱοῦ καὶ Πα‐ τρὸς, ἀλλ’ ἐπείπερ ἔμελλεν ἔσεσθαι, πρὸ αὐτῶν προαναφώνηκεν ὁ θεῖος καὶ ἱερὸς νόμος, οὐδὲν τῶν ἐσομένων τὸ Πνεῦμα δεικνὺς
20ἠγνοημένον. Ἀμμωνίου. Εἰ ἐγὼ ὑπὲρ τῶν δούλων πάντα ἔπαθον, ὅταν ὑμεῖς οἱ δοῦλοι ὑπὲρ τοῦ δεσπότου πάσχητε τὰ ὅμοια, οὐκ ὀφεί‐ λετε βαρέως φέρειν· εἰ τὰ ὅμοιά μου πάθητε, μὴ θορυβεῖσθε· οὕτω γὰρ γίνεσθε κοινωνοὶ τῶν ἐμῶν παθημάτων. Εἰ καὶ πρὸς
25ἐμὴν ὕβριν τοῦτο ποιοῦσιν, ἀλλὰ δι’ ἐμοῦ καὶ τὸν Πατέρα ὑβρίζουσιν. Οὐδέν φησί, παρέλειψα τῶν εἰς ὠφέλειαν τῶν Ἰουδαίων συν‐ τεινόντων, οὐκ ἐν λόγοις, οὐκ ἐν ἔργοις, ὧν μὴ εἶδέ τις ὅμοια. Καὶ διὰ τοῦ προφήτου ἔδειξεν, ὅτι ἄλογον ἦν τὸ κατ’ αὐτοῦ
30μῖσος· πονηρία τῶν Ἰουδαίων ἐπλήρωσε τὸ προφητευθέν. Θεοδώρου Μομψουεστίας. Ὅτι οὐδὲν πρὸς χάριν εἴρηται ἐπιμαρτυρεῖ τὸ Πνεῦμα τοῖς λεγομένοις, ὃ ἐξ αὐτῆς τῆς οὐσίας ἔχει τὴν ὕπαρξιν. Εἰ γὰρ μὴ τὴν φυσικὴν ἐκεῖθεν πρόοδον ἔλεγε διὰ τοῦ “ἐκπορεύεται,” ἀλλὰ τινὰ ἀποστολὴν ἔξωθεν γινομένην,
35ἄπορον περὶ τίνος λέγει, πολλῶν ὄντων κοινῶς τῶν κατὰ διακονίαν359

360

ἀποστελλομένων πνευμάτων, ὡς Παῦλος ὁ Ἀπόστολός φησιν, “οὐχὶ “πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλό‐ “μενα;” ἐνταῦθα δὲ ἰδικόν τί φησι· καὶ ὡς ἂν ἐκείνῳ γνωρίσαι ἱκανὸν, ὃ μόνον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται τῇ τοῦ Πατρὸς φωνῇ
5κυρίως καλούμενον τῇ θείᾳ γραφῇ· “καὶ ὑμεῖς δὲ μαρτυρεῖτέ “φησιν, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε·” ἐκ γὰρ τοῦ συνεῖναι πάντοτε, ἀξιόπιστον ἀνάγκη τὴν μαρτυρίαν καθεστάναι, ὑμῶν μὲν φθεγγομένων, τοῦ δὲ Πνεύματος ἐπιμαρτυροῦντος τοῖς λεγομένοις διὰ τῶν ἐπιτελουμένων θαυμάτων.
10 Καὶ ἐπειδὴ ἦσαν συνθέμενοι οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις ὁμολογῇ Χριστὸν αὐτὸν εἶναι, ἀποσυνάγωγος γένηται, πρὸς τὸ μὴ σκανδαλι‐ σθῆναι τοὺς Ἀποστόλους καὶ ταραχθῆναι, τούτου μέλλοντος συμ‐ βαίνειν αὐτοῖς, φησὶ, “ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδα‐ “λισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς,” καὶ οὕτω, φησὶ,
15τὸν ὑμέτερον διώξουσι φόνον, ὡς πρᾶγμα εὐσεβὲς καὶ Θεῷ ἀρέσκον αὐτὸ λογιζόμενοι· τοῦτο γὰρ σημαίνει τὸ, “ἵνα πᾶς ὁ “ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.” Παρα‐ μυθούμενος δὲ αὐτοὺς, ἐπήγαγε λέγων, “καὶ ταῦτα ποιήσουσιν, “ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ ἐμέ.” Ἀρκεῖ, φησὶν, ὑμῖν
20ἡ αἰτία τῶν γενομένων εἰς παράκλησιν τὸ δι’ ἐμὲ καὶ τὸν Πατέρα ταῦτα πάσχειν, διὸ καὶ συνεχῶς αὐτὸ περιστρέφει λέγων, οὐκ ἔγνωσάν με, καὶ ὅτι δι’ ἐμὲ ποιήσουσι, καὶ διὰ τὸ ὄνομά μου, καὶ διὰ τὸν Πατέρα μου· καὶ ὅτι ἐγὼ πρῶτον ἔπαθον, καὶ ὅτι οὐκ ἀπὸ δικαίας αἰτίας ταῦτα τολμῶσι· τὸ δὲ, “ταῦτα λελάληκα ὑμῖν,
25“ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύητε,” ὅτι ἐγὼ εἶπον ὑμῖν, δηλοῖ ὥστε ἀπὸ τούτων καὶ τὰ λοιπὰ πιστὰ ἡγοῦνται, οὐ γὰρ ἕξετέ, φησι, λέγειν ὅτι κολακεύων ὑμᾶς τὰ πρὸς χάριν ἔλεγον μόνον, οὐδ’ ὅτι ἀπάτης ἦν τὰ εἰρημένα. Οὐ γὰρ ἂν ὁ μέλλων ἀπατᾷν καὶ ταῦτα προσεῖπε τὰ ἀποτρέποντα. Διὰ τοῦτο οὖν προεῖπον,
30ἵνα μὴ ἀπροσδόκητα ἐμπεσόντα διαταράξῃ ὑμᾶς, καὶ ἵνα μὴ λέγητε ὅτι οὐ προείδημεν ἐσόμενα ταῦτα. “Ἐξαρχῆς δὲ,” φησὶν, “οὐκ εἶπον ὑμῖν,” ὡς οὐκ ἀγνοῶν, ἀλλ’ “ὅτι μεθ’ ὑμῶν “ἤμην,” ὡσανεὶ ἔλεγεν, ὅτι ἐν ἀσφαλείᾳ ἦτε, καὶ ἐπ’ ἐμὲ ὁ πόλεμος ἅπας ἀνερριπίζετο, καὶ περιττὸν εἰπεῖν ταῦτα ἐξ ἀρχῆς
35τότε.360

361

Καὶ μὴν καλέσας τοὺς δώδεκα ἔλεγεν αὐτοῖς πρὸ τούτου, “ὅτι “ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε, καὶ μαστιγώσουσιν ὑμᾶς “ἐν ταῖς συναγωγαῖς αὐτῶν,” προανεφώνησε μὲν, οὐ μὴν ὅτι οὕτω δόξῃ ὁ θάνατος αὐτῶν εἶναι περισπούδαστος, ὡς καὶ “λατρείαν” τὸ
5πρᾶγμα νομίζεσθαι. Τοῦτο γὰρ πάντων ἱκανὸν ἦν αὐτοὺς κατα‐ πλῆξαι, εἴ γε ἔμελλον ὡς ἀσεβεῖς κρίνεσθαι. Τίνος οὖν ἕνεκεν εἶπεν αὐτοῖς, ὅτι “ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν;” ἐπειδὴ οὐ μικρὰ καὶ αὐτὴ παραμυθία τὸ μαθεῖν αὐτοὺς, ὅτι ᾔδει τῆς ἀθυμίας αὐτῶν τὴν ὑπερβολὴν, ἣν εἶχον διὰ τὴν ἐρημίαν
10αὐτοῦ. Παραμυθούμενος οὖν αὐτοὺς, τοῦτό φησι, καὶ τὰ ἐπαγό‐ μενα γὰρ τοῦτο δηλοῖ, “ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν,” τουτέστιν, οὐ τὰ πρὸς χάριν λέγω, ἀλλὰ κἂν μυριάκις λυπηθῆτε, τὸ συμφέρον ἀκοῦσαι χρή. Προσέχειν οὖν ἐστι καὶ τὸ ἐπαγόμενον “ὅτι συμφέρει ὑμῖν
15“ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ “ἐλεύσεται πρὸς ὑμᾶς.” Τί φήσουσιν οἱ τὴν προσήκουσαν περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου οὐκ ἔχοντες δόξαν; ἆρα συμφέρει δεσπό‐ την παρελθεῖν καὶ δοῦλον παραγενέσθαι; ὅθεν πρόδηλόν ἐστιν, ὅτι πολλὴ τοῦ Ἁγίου Πνεύματος ἡ ἀξία. Δεῖξαι δὲ θέλων, ὅτι οὐκ
20ἀτιμωρητὶ ταῦτα πράξουσιν οἱ Ἰουδαῖοι, λέγει, “κἀκεῖνος ἐλθὼν “ἐλέγξει τὸν κόσμον,” καὶ τὰ ἑξῆς. Ἱκανὰ μὲν γάρ, φησι, καὶ τὰ ἤδη γεγενημένα ἐπιστομίσαι αὐτοὺς, ὅταν δὲ καὶ δι’ ἐκείνου ταῦτα γένηται, καὶ διδάγματα τελειότερα, καὶ σημεῖα μείζονα θεάσονται, πολλῷ μᾶλλον κατακριθήσονται· “περὶ ἁμαρτίας μὲν,
25“ὅτι οὐκ ἐπίστευσαν εἰς ἐμὲ,” τουτέστι, πᾶσαν ἀπολογίαν αὐτῶν ἐκκόψει, καὶ δείξει πεπλημμεληκότας ἀσύγγνωστα· ὅταν γὰρ ἴδωσι θάνατον λυόμενον, χωλείαν φύσεως διορθουμένην, δαίμονας ἐλαυνομένους, Πνεύματος Ἁγίου χορηγίαν ἄφατον, καὶ ταῦτα πάντα ἐν τῷ ὀνόματί μου γινόμενα, τί ἐροῦσι; “περὶ δικαιοσύνης δὲ,
30“ὅτι πρὸς τὸν Πατέρα μου ὑπάγω, καὶ οὐκ ἔτι θεωρεῖτέ με,” τουτέστιν ὅτι ἀνεπίληπτον παρεσχόμην βίον, καὶ τούτου τεκμήριον τὸ πρὸς τὸν Πατέρα πορεύεσθαί με. Ἐπειδὴ γὰρ ἀεὶ τοῦτο αὐτὸ ἐνεκάλουν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἁμαρτωλὸν αὐτὸν ἔλεγον, καὶ παράνομον, ταύτην ἀναιρῶν τὴν πρόφασιν τοῦτο
35εἶπε, καὶ τὸ ἐπαγόμενον δὲ περὶ δικαιοσύνης ἀνίττεται, λέγων,361

362

“περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται,” τουτέστιν, ὅτι κατεπάλαισε τὸν ἀντίδικον, οὐκ ἂν δὲ ἁμαρτωλὸς ὢν κατεπάλαισε. Κυρίλλου. Δεῖ γὰρ πάντας ἡμᾶς κοινωνοὺς καὶ μετόχους
5γενέσθαι τῆς θείας αὐτοῦ φύσεως, εἴπερ ἔδει τὴν οἰκείαν ἀφέντες ζωὴν εἰς ἑτέραν μετασκευάζεσθαι· ἀλλ’ ἦν οὐχ ἑτέρως τούτου δύνασθαι τυχεῖν, εἰ μὴ διὰ τῆς τοῦ Ἁγίου Πνεύματος κοινωνίας τε καὶ μετουσίας· ὅγε μὴν οἰκεῖος τούτου καιρὸς μετὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν ἐστί. Συνὼν γὰρ ἔτι μετὰ σαρκὸς τοῖς
10πιστεύουσιν εἰς αὐτὸν, παντὸς οἶμαι χορηγὸς ἀγαθοῦ ἀνεδείκνυτο. Ἐπειδὴ τοῦτον ἀναβαίνειν καιρὸς ἐν τοῖς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα. Πῶς οὐκ ἔδει συνεῖναι διὰ τοῦ Πνεύματος τοῖς σεβομέ‐ νοις αὐτὸν, καὶ ἐνοικεῖν ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως; ἵνα αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, μετὰ παρρησίας κράξωμεν, “ἀββᾶ
15“ὁ Πατὴρ,” καὶ πρὸς πᾶσαν εὐκόλως ἴοιμεν ἀρετήν. Ἀμμωνίου. Ἐὰν μὴ πάθω, οὐκ ἐπιφοιτᾷ ὑμῖν τὸ Πνεῦμα, τὸ πάσης δόσεως ἀγαθῆς αἴτιον. Θεοδώρου Μομψουεστίας. Οὕτω φοβερὰ τίς ἐστιν, φησὶ, τοῦ Ἁγίου Πνεύματος ἡ κάθοδος, ὡς ἐπιφοιτήσαντος τοῖς ἀνθρώ‐
20ποις, φανῆναι τῶν ἐπιβεβουλευκότων ἐμοὶ τὴν ἁμαρτίαν. Ἀπολιναρίου. Ἐλέγξει τὸν κόσμον, ὡς ὑπὸ ἁμαρτίαν κατα‐ κεκριμένον διὰ τὴν ἀπιστίαν· ἡ γὰρ πίστις ἁμαρτίαν λέλυκεν· ἀπιστίαν δὲ δέδεκε, καὶ φαινόμενον ἐν τοῖς πιστεύουσι τὸ Πνεῦμα κατάκρισις ἦν τῶν ἀπιστούντων· ἐστερημένοι γὰρ τῆς δωρεᾶς,
25ἐξηλέγχοντο τῆς παρούσης τοῖς πεπιστευκόσι, καὶ τοῦτο ἐδείκνυεν αὐτοὺς ἐναγῆ σκεύη καὶ ἀνεπιτήδεια τῷ Πνεύματι. Θεοδώρου Ἡρακλείας. Ἐλθόντος γὰρ αὐτοῦ ἐπ’ ἀνατροπῇ τῆς κατεχούσης τὸν κόσμον ἁμαρτίας, καὶ τὸν ἱλασμὸν παρα‐ σχόντος πᾶσι τοῖς ἀσμένως αὐτοῦ δεξαμένοις τὴν παρουσίαν, οἱ
30ἐν ἀπιστίᾳ διαμείναντες, ἀναφαίρετον καὶ ὥσπερ ἐσφραγισμένην ἔσχον τὴν ἁμαρτίαν. Ἀμμωνίου. Ὡς ἄδικος ὁ μὴ πιστεύσας εἰς τὸν δίκαιον τὸν
διὰ τὴν δικαιοσύνην αὐτοῦ ἀναληφθέντα εἰς οὐρανοὺς καὶ ἀφανῆ362

363

γεγονότα τοῖς ἀνθρώποις· ὡς ῥᾴθυμος, ὅτι κατακλασθέντος τοῦ Σατανᾶ, οὐδὲ οὕτως αὐτὸν ἠθέλησε νικῆσαι. Ὅταν τὸ Πνεῦμα διδάξει ὑμᾶς, τότε δυνήσεσθε τῶν νομικῶν ἀποστῆναι τύπων, καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ ποιῆσαι
5λατρείαν. Οὐ μεῖζον τοῦ Υἱοῦ τὸ Πνεῦμα, φησὶ, διὸ “οὐδὲν ἀφ’ ἑαυτοῦ “λαλήσει,” ἀλλὰ “ἀκούει·” ἃ γὰρ ἐγὼ, κἀκεῖνος ἐρεῖ· τὸ Πνεῦμα διδάξει τοὺς ἀνθρώπους τὰ τῆς Υἱοῦ θεότητος καὶ δόξης, καὶ τῆς πρὸς τὸν Πατέρα ἰσότητος.
10 Τὸ δὲ εἰπεῖν, ὅτι “ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν ἀλήθειαν,” λέγει, ἣν ἔμελλε τὸ Πνεῦμα τὸ Ἅγιον ὁδηγεῖν αὐτούς· ἣν αὐτὸς μὲν διὰ τὸ μὴ βούλεσθαι μεγάλα φθέγγεσθαι, συνεχῶς περὶ αὐτοῦ ἀπεσιώπα, διά τε τὸ σάρκα περικεῖσθαι, καὶ διὰ τὸ μὴ δόξαν περὶ αὐτοῦ λέγειν, ἔμελλε δὲ μετὰ τὴν τοῦ Ἁγίου Πνεύματος παρουσίαν ὑπὸ
15τῆς αὐτοῦ ἐνεργείας γνωρίζεσθαι. Τί ἐστι τὸ “οὐ γὰρ λαλήσει “ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούει, λαλήσει;” ὥσπερ εἶπε περὶ ἑαυτοῦ ὁ Χριστὸς, ὅτι “ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ.” Δεῖξαι δὲ θέλων, “ὅτι οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς, οὐδὲ ἴδιόν τι παρ’ ἐκεῖνον καὶ ἀλλότριον καλεῖ, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος
20τοῦ Ἁγίου, φησὶν, ὅτι οὐδὲν ἐναντίον οὐδὲ ἴδιον παρὰ τὰ ἐμὰ ἐρεῖ. Ὅτι γὰρ οὐ δεῖται διδασκαλίας τὸ Πνεῦμα τὸ Ἅγιον, ὁ Παῦλος οὕτω φησὶν, “ὥσπερ τὰ τοῦ ἀνθρώπου οὐδεὶς οἶδεν, εἰ “μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς “οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.” Καὶ ἐπειδὴ πρὸς οὐδὲν
25οὕτω λίχνον τὸ ἀνθρώπινον γένος ὡς πρὸς τὸ μανθάνειν τὰ μέλ‐ λοντα, ἐπῇρεν αὐτῶν τὴν διάνοιαν λέγων, “καὶ τὰ ἐρχόμενα ἀναγ‐ “γελεῖ ὑμῖν·” τοῦτο δὲ εἶπε διὰ τὸ συνεχῶς ἐρωτᾷν αὐτοὺς, “ποῦ ὑπάγεις, καὶ τίς ἐστιν ἡ ὁδός;” ταύτης οὖν αὐτοὺς ἀπαλ‐ λάττων τῆς φροντίδος λέγει, ὅτι πάντα ὑμῖν προερεῖ ὥστε μὴ
30ἐκπεσεῖν ἀφυλάκτως, ἅμα δὲ καὶ δείκνυσιν ἐνταῦθα μάλιστα τοῦ Πνεύματος τοῦ Ἁγίου τὸ ἀξίωμα, ὅτι Θεός ἐστι. Θεοῦ γὰρ ἴδιον τὸ λέγειν τὰ μέλλοντα. Ἐπειδὴ δὲ εἶπεν, ὅτι ἐκεῖνος ὑμᾶς διδάξει καὶ ἀναμνήσει, καὶ συμφέρει ἐμὲ ἀπελθεῖν, κἀκεῖνον ἐλθεῖν, καὶ ὅτι ὁδηγήσει ὑμᾶς
35εἰς πᾶσαν ἀλήθειαν· ἵνα οὖν μὴ ταῦτα ἀκούοντες μείζονα τὸ363

364

Πνεῦμα τὸ Ἅγιον νομίσωσιν εἶναι, καὶ εἰς ἀσεβείας ὑπόθεσιν ἐσχάτην ἐμπέσωσιν, ἐπήγαγε λέγων, “ἐκεῖνος ἐμὲ δοξάσει, καὶ “ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν,” καὶ τὰ ἑξῆς, τουτέστι ἅπερ ἂν εἴπω ἐγὼ, ταῦτα κἀκεῖνος ἐρεῖ. Πῶς δὲ
5“ἐκεῖνος ἐμὲ δοξάσει;” ὅτι ἐν τῷ ὀνόματί μου δώσει τὰς ἐνερ‐ γείας. ἐπειδὴ γὰρ μείζονα ἔμελλον ποιεῖν σημεῖα, παραγενομένου τοῦ Πνεύματος τοῦ Ἁγίου, διὰ τοῦτο πάλιν τὴν ἰσοτιμίαν εἰσάγων, φησὶν, “ἐκεῖνος ἐμὲ δοξάσει,” καὶ ἐπειδὴ ἔλεγεν, εἷς ἐστιν ἐξ ὑμῶν ὁ διδάσκαλος ὁ Χριστὸς, ἵνα μὴ νομίσωσι παρακούειν ἐκείνῳ
10πειθόμενοι λέγοντι ὅτι μία ἡ ἐμὴ καὶ ἡ τοῦ Παρακλήτου καὶ Ἁγίου Πνεύματος διδασκαλία· καὶ γὰρ ἐξ ὧν ἔμελλον ἐγὼ διδάσκειν, ἐκ τῶν αὐτῶν καὶ αὐτὸς ἐρεῖ· μὴ νομίσητε ἕτερα εἶναι τὰ ἐκείνου· καὶ γὰρ κἀκεῖνα ἐμά ἐστι, καὶ τὴν ἐμὴν συγκροτεῖ δόξαν. Ὅτε δὲ αὐτοὺς ἀνεκτήσατο διὰ τῶν περὶ τοῦ Πνεύματος λόγων,
15τότε πάλιν καταβάλλει αὐτῶν τὰ φρονήματα, λέγων, “μικρὸν, “καὶ οὐκ ἔτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με,” τοῦτο δὲ ποιεῖ, βασανίζων αὐτῶν τὴν διάνοιαν καὶ δοκιμωτέραν ἀπεργαζόμενος, καὶ συνεθίζων γενναίως ἐνεγκεῖν αὐτοῦ τὸν χωρισ‐ μόν· συνέπλεξε δὲ καὶ παραμυθίαν ἐν τῷ εἰπεῖν ὅτι ἐπανήξω, καὶ
20ὅτι πρὸς ὀλίγον ἐστὶν ὁ χωρισμὸς, καὶ διηνεκὴς ἡ μετ’ αὐτῶν συνουσία. ἀλλὰ τοῦτο μὲν οὐ συνεῖδον ἐκεῖνοι· διὸ καὶ εἶπον ἐκ τῶν μαθητῶν αὐτοῦ, φησὶ, “τί ἐστι τοῦτο ὃ λέγει ἡμῖν,” φησὶν, “ὅτι μικρὸν, καὶ οὐ θεωρεῖτέ με,” καὶ τὰ ἑξῆς; διὸ καὶ εἰκότως ἄν τις θαυμάσειε, πῶς πολλάκις ταῦτα ἀκούοντες, ὡς μηδὲν
25ἀκηκοότες οὕτως ἀμφιβάλλουσι. Πόθεν οὖν οὐ συνίεσαν; ἢ διὰ τὴν λύπην, ὡς ἔγωγε οἶμαι, αὕτη γὰρ ἐξέβαλλε τῆς διανοίας αὐτῶν τὰ λεγόμενα, ἢ διὰ τὴν ἀσάφειαν τῶν λεγομένων· διὸ βουλόμενος αὐτοῖς ἐμπῆξαι τὸ περὶ τοῦ θανάτου αὐτοῦ δόγμα φησὶν, “ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὅτι κλαύσετε καὶ θρηνήσετε,”
30ὅτι ἀποθανοῦμαι, ἡ λύπη δὲ αὕτη εἰς χαρὰν γενήσεται διὰ τὸ ἀναστῆναί με, καὶ ὅτι ἡ μὲν λύπη βραχεῖα, ἡ δὲ ἡδονὴ ἀπέραν‐ τος· ὅθεν τοῦτο βεβαιῶν καὶ ἐπὶ παράδειγμα ἦλθε κοσμικὸν λέγων, “ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς.” ταύτῃ δὲ τῇ παραβολῇ καὶ οἱ προφῆται κέχρηνται συνεχῶς τῇ ὑπερβολῇ
35τῶν ὠδίνων τὴν ἀθυμίαν παραβάλλοντες· ὃ δὲ λέγει, τοιοῦτόν364

365

ἐστιν, ὠδῖνες λήψονται ὑμᾶς, ἀλλ’ ἡ ὠδίνη τοῦ τόκου γίγνεται αἰτία· ἅμα καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον πιστούμενος, καὶ δεικνὺς ὅτι τὸ ἐντεῦθεν ἀπελθεῖν ὅμοιόν ἐστι τῷ ἀπὸ μήτρας ἐξελ‐ θεῖν εἰς τὸ φῶς, ὡσανεὶ ἔλεγε, μὴ θαυμάσητε, ὅτι διὰ λύπης
5τοσαύτης ἐπὶ τὰ συμφέροντα ὑμᾶς ἄγω, ἐπεὶ καὶ ἡ μήτηρ ἐπὶ τὸ γενέσθαι μήτηρ, οὕτως ἔρχεται διὰ λύπης. αἰνίττεται δέ τι ἐνταῦθα μυστικὸν, ὅτι ἔλυεν αὐτὸς τὰς ὠδῖνας τοῦ θανάτου, καὶ νέον ἄνθρωπον ἀπογεννηθῆναι ἐποίησε. Δεῖξαι δὲ θέλων τῆς χαρᾶς τὴν ὑπερβολὴν, ἣν ἔμελλον ἔχειν
10διὰ τῆς αὐτοῦ ἀναστάσεως, οὐκ εἶπεν ὅτι παρελεύσεται ἡ θλίψις μόνον, ἀλλ’ ὅτι οὐδὲ μέμνηται αὐτῆς ἡ τίκτουσα. Καὶ γὰρ “ὅταν γεννήσῃ,” φησὶ, “τὸ παιδίον, οὐκ ἔτι μνημονεύει τῆς “θλίψεως διὰ τὴν χαρὰν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.” Καὶ μὴν οὐκ ἐπειδὴ ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον, χαίρει ἡ
15γυνὴ, ἀλλ’ ὅτι παιδίον αὐτῇ ἐτέχθη· ἐπεὶ εἰ διὰ τοῦτο ἔχαιρεν, οὐδὲν ἐκώλυσε, καὶ ἐφ’ ἑτέρᾳ γυναικὶ τικτούσῃ, τὰς μὴ τικτούσας χαίρειν. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν; ὅτι εἰς τοῦτο μόνον παρέλαβε τὸ παράδειγμα εἰς τὸ δεῖξαι πρόσκαιρον μὲν τὴν λύπην, διηνεκῆ δὲ τὴν χαρὰν, καὶ ἀπὸ τῆς λύπης τὴν χαρὰν καὶ εἰς τὸ
20μετάστασιν εἶναι πρὸς ζωὴν, καὶ ἔστι μέγα τῶν ὠδίνων τὸ κέρδος· καὶ οὐκ εἶπεν, ἐτέχθη αὐτῇ παιδίον, ἀλλὰ “ἄνθρωπος·” ἐνταῦθα γάρ μοι τὴν ἀνάστασιν αἰνίττεται τὴν αὐτοῦ, καὶ ὅτι οὐκ ἐκείνῳ τῷ ὠδίναντι θανάτῳ, ἀλλὰ τῇ βασιλείᾳ τίκτεσθαι ἔμελλεν. ὅθεν καὶ δεῖξαι βουλόμενος, ὅτι οὐ θάνατος ὁ κοινὸς, ἀλλὰ μετάστασίς
25ἐστιν αὐτοῦ τὸ πάθος, ἐπήγαγε λέγων, “καὶ ὑμεῖς οὖν λύπην “ἕξετε, πάλιν δὲ ὄψομαι ὑμᾶς” καὶ τὰ ἑξῆς. Τὸ δὲ “ἐν ἐκείνῃ “τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδὲν,” δηλοῖ, ὅτι οὐκ ἐρεῖτε, “δεῖξον ἡμῖν τὸν Πατέρα σου,” καὶ “ποῦ ὑπάγεις,” πᾶσαν γὰρ εἴσεσθε τὴν γνῶσιν, καὶ διακείσεται πρὸς ὑμᾶς ὁ Πατὴρ ὥσπερ
30ἐγώ. Ἀπολιναρίου Καὶ Θεοδώρου Ἡρακλείας. Λυπηρὸν μὲν τοῖς μαθηταῖς ἡ μέλλουσα ἀναχώρησις αὐτοῦ, τερπνὸν δὲ ἡ ἀνά‐ στασις, ἑκατέρα δὲ ἐν βραχεῖ καιρῷ γίνεται. Ὅμοιόν τι ταῖς
τῶν γυναικῶν ὠδῖσι τὸ πρᾶγμα φανήσεται· ὡς γὰρ ὠδίνει μὲν365

366

γυνὴ πρὸ τοῦ τοκετοῦ, ἀπὸ δὲ τῶν ὠδίνων ὁ τοκετὸς, καὶ τὸ ἐπί‐ πονον εἰς τέρψιν καταλήγει, καὶ ἡ τέρψις ἀναιρεῖ τῆς λύπης τὴν μνήμην, οὕτως ἀποβήσεται ὑμῖν ἐπὶ τοῦ καινοῦ καὶ θαυμασίου τούτου τοκετοῦ· νῦν γὰρ ὡς ἀληθῶς ἄνθρωπος εἰς τὸν κόσμον γεν‐
5νᾶται, ἐκ παραδόξων ὠδίνων· καὶ λύπην μὲν ὑμῖν αἱ περὶ τὸ πάθος ὠδῖνες προσοίσουσι, χαρὰν δὲ ἡ μετὰ τὸ πάθος ἀνάστασις· χαρὰν οὐδαμῶς ἔτι μεταβαλλομένην, οὐδὲ ἀφαιρετὴν ὑπὸ ἀνθρώπου, ἤ τινος ἄλλου, ὅτε διὰ τῆς ἀναστάσεως τοῦ νέου ἀνθρώπου νέοι καταστάντες, εἰς τὴν πρὸς Θεὸν ἥξετε παρρησίαν· χαρήσεσθε γὰρ,
10ὅταν ἴδητε ξένον τῷ κόσμῳ παιδίον ἀποτεχθὲν, ἄφθαρτόν τε καὶ ἀνώλεθρον, ἑαυτὸν δὲ δηλονότι φησί. Πάλιν δὲ δεῖξαι θέλων, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐστι, φησὶν, “ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὅσα ἂν “αἰτήσητε τὸν Πατέρα μου ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.” ὃ δὲ λέγει τοῦτό ἐστιν, οὐ δεηθήσεσθε μεσίτου, ἀλλ’ ἀρκεῖ τὸ ὄνομα
15μόνον εἰπόντος τὸ ἐμὸν λαβεῖν πάντα, δείκνυσι τοῦ ὀνόματος τὴν δύναμιν, εἴ γε μὴ ὁρώμενος, μηδὲ καλούμενος, ἀλλ’ ὀνομαζόμενος μόνον, καὶ παρὰ τῷ Πατρὶ ποιεῖ αὐτοὺς θαυμαστούς. Πεῖσαι δὲ αὐτοὺς πάλιν θέλων ὅτι συμφέρει αὐτὸν ἀπελθεῖν λέγει, “ἕως ἄρτι οὐκ ᾐτήσασθε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε,
20“καὶ λήψεσθε,” καὶ τὰ ἑξῆς. Εἰ γὰρ ἕως μὲν τοῦ νῦν οὐδὲν ᾐτήσατε, φησὶ, τότε δὲ αἰτήσαντες λήψεσθε· τοῦτο συμφέρει ὑμῖν· μὴ γὰρ ἐπειδὴ λοιπὸν οὐ συνέσομαι ὑμῖν, νομίσητε ἐγκατα‐ λελείφθαι· τὸ γὰρ ὄνομα μείζονα ὑμῖν δώσει παρρησίαν. Ἀμμωνίου. Ὡς γὰρ ἐν παροιμίαις λαλεῖ ταῦτα ὁ Χριστὸς,
25ὡς παρακατιὼν λέγει, οὐ γὰρ δύναται κατὰ τὸ γράμμα νοεῖσθαι· ἐκεῖνος δὲ αἰτεῖ καὶ λαμβάνει ὁ τὰ λυσιτελῆ αἰτῶν πρὸς βελ‐ τίωσιν ψυχαῖς. Παροιμίαν λέγει τὸν ἀσαφῆ καὶ κεκαλυμμένον λόγον· διὰ τὴν νηπιότητα αὐτῶν ἐπεσκιασμένως λέγει· ὅταν προ‐ κόψητε, τότε ἀποκαλύπτω ὑμῖν τὴν τοῦ Πατρὸς δόξαν· μετὰ τὴν
30ἀνάστασιν σαφῶς ὑμῖν ἐρῶ τὰ περὶ τοῦ Πατρός. Περὶ ποίας ὥρας λέγει “ὅτι ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω “ὑμῖν,” καὶ τὰ ἑξῆς, τὸν τῆς ἀναστάσεως αὐτοῦ χρόνον· καὶ γὰρ ἐπὶ τεσσαράκοντα ἡμέρας σὺν αὐτοῖς διελέχθη, συναλιζόμενος καὶ
λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ ἐπειδὴ, φησὶ, τὴν366

367

εἰς ἐμὲ πίστιν βεβαίαν ἕξετε, “οὐκ ἐρωτήσω τὸν Πατέρα περὶ “ὑμῶν· αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς,” καὶ τὰ ἑξῆς· ἀρκεῖ γὰρ ἡ εἰς ἐμὴ ἀγάπη πρὸς τὴν ὑμῶν· καὶ ἐπειδὴ οὐχ ὡς ἔτυχεν αὐτοὺς παρεμυθεῖτο τὸ ἀκούειν ὅτι “παρὰ Θεοῦ ἐξῆλθον καὶ ἐκεῖ
5“ὑπάγω,” συνεχῶς αὐτὸ περιστρέφει· ὅθεν τοῦτο ἀκούσαντες, καὶ ὅτι τῷ Πατρὶ ἔσονται φίλοι, σφόδρα ἀνέπνευσαν· διὸ καὶ εἶπον, “νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες·” ὃ δὲ λέγουσι, τοῦτό ἐστι· πρινὴ ἀκοῦσαί σε, εἶδες τὰ σκανδα‐ λίζοντα ἡμᾶς ὡς Θεὸς, καὶ ἀνέπαυσας ἡμᾶς εἰς ταῦτα. οὕτως ἔτι
10ἀτελῶς εἶχον, καὶ ἐπειδὴ ἐδόκουν ὥσπερ τινὰ χάριν αὐτῷ προσέ‐ χοντες λέγειν ταῦτα, φησὶ πρὸς αὐτοὺς, “ἄρτι πιστεύετε; ἰδοὺ “ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ “ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ εἶπον, “νῦν ἔγνωμεν,” δείκνυσιν ὅτι οὐδὲν οὐδέπω κατόρθωσαν· προδώ‐
15σετε γάρ με τοῖς ἐχθροῖς, φησὶ, καὶ τοσοῦτο ὑμῶν κρατήσει φόβος, ὡς μηδὲ μετ’ ἀλλήλων δυνηθῆναι ἀναχωρῆσαι, ἀλλ’ οὐδὲν ἐκ τούτου πάθω δεινόν. Ὁ γὰρ Πατὴρ μετ’ ἐμοῦ ἐστι, καὶ τοῦτο δὲ πάλιν δι’ αὐτοὺς τέθεικε· τοῦτο γὰρ, ἄνω καὶ κάτω βούλονται μαθεῖν. Ὅπερ δὲ εἶπεν, “ὅτι λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρή‐
20“νην ἔχητε,” τοῦτό ἐστιν, ἵνα μὴ ἐκβάλητέ με, φησὶν, ἀπὸ τῆς διανοίας ὑμῶν, ἀλλὰ παραδέξησθε ἐπὶ πλεῖον. Εἰπὼν δὲ ὅτι “ἐν τῷ κόσμῳ θλίψιν ἕξετε,” καὶ τὰ ἑξῆς, οὐ περὶ τῆς τότε μόνον θλίψεως εἶπεν, ἀλλ’ ὅτι καὶ μετὰ ταῦτα θλιβήσονται, ἀλλὰ διανάστητε, φησὶ, τῷ λογισμῷ· οὐδὲν γὰρ
25πάθητε δεινόν· ἐμοῦ τοῦ διδασκάλου ὑμῶν περιγενομένου τοῦ ἐχθροῦ. Νενίκηκα δὲ τὸν κόσμον, τὸν ἄρχοντα αὐτοῦ καταβαλὼν κάτω, καθὼς προεῖπεν, “ὅτι ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου,” καὶ τὰ ἑξῆς, γνώσεσθε δὲ ὕστερον καὶ τοῦτο πάντων εἰκόντων ὑμῖν καὶ παραχωρούντων.
30 Κυρίλλου. Εἴ τι, φησὶν, ἂν θέλοιεν προσιόντες αἰτεῖν, λήψον‐ ται παρὰ τοῦ Πατρὸς, τοῦτο γάρ ἐστι τὸ “ἐν τῷ ὀνόματί μου.” πρόσειμεν γὰρ οὐχ ἑτέρως τῷ Πατρὶ καὶ Θεῷ, εἰ μὴ δι’ Υἱοῦ· δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν Πνεύματι κατὰ τὸ
γεγραμμένον· εἰ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεὸς, ὁμοῦ τῷ Πατρὶ367

368

χορηγεῖ τοῖς ἁγίοις τὰ ἀγαθὰ, καὶ διὰ τοῦτο διδάσκων ὁ μακά‐ ριος Παῦλος φησὶ, “χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ Θεοῦ καὶ “Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.” Εἰ δὲ μεσίτης καὶ ἀρχιερεὺς καὶ Παράκλητος ὀνομάζεται, προσκομίζει τῷ Πατρὶ
5τὰς ὑπὲρ ἡμῶν ἱκετηρίας· ὀνόματι τοίνυν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὰς δεήσεις ποιητέον· οὕτω γὰρ ἐπινεύσει ὁ Πατὴρ, ἐπι‐ δώσει δὲ τοῖς αἰτοῦσι τὰ ἀγαθά. Τὸ δὲ “ἐξῆλθον παρὰ τοῦ Θεοῦ” ἐνταῦθα δὴ πάλιν οἰκησόμεθα δηλοῖ, ὅτι γεγέννημαι καὶ ἐξέλαμψα, τῆς οὐσίας αὐτοῦ κατὰ πρόο‐
10δον μὲν τὴν εἰς εἶναί τε καὶ νοεῖσθαι τυχὸν ἰδιοσυστάτως, οὐ μὴν εἰς ἅπαν διῃρημένως· ἐστὶ γὰρ ἐν Υἱῷ μὲν ὁ Πατὴρ, ἐν Πατρὶ δ’ αὖ πάλιν κατὰ φύσιν ὁ Υἱός· ἢ τὸ “ἐξῆλθον” ἀντὶ τοῦ γέγονα καθ’ ὑμᾶς ἄνθρωπος, δηλονότι τὴν ἡμετέραν μορφήν τε καὶ φύσιν ὑποδύς· τόπος γὰρ ὥσπερ ἑκάστου τῶν ὄντων ἡ ἰδία φύσις, ἀφ’
15ἧς ἂν ἐξίοι πρὸς ἕτερόν τι μεταχωροῦν, καὶ ὅπερ οὐκ ἦν γενόμενον. Ὁ δὲ τοῦ Θεοῦ Λόγος μεμενηκὼς ὅπερ ἦν, γέγονεν ἄνθρωπος· ἐκβεβηκέναι δέ πως νοεῖται, κατά γε τὸν ἐν θεωρίαις ἐκβαίνοντα λόγον. Ἀμμωνίου Πρεσβυτέρου. Δύναται μὲν ὡς Θεὸς δοῦναι, πλὴν
20ὡς ἤδη εἶπον τὸ “αὐτῷ” οἰκονομικῶς. ἄνθρωπος ἐνέμεινε τῷ λόγῳ. Θεοδώρου Μομψουεστίας. Ἴσως τοῦτο γνώσονται, ὅτι Πα‐ τήρ ἐστιν ἐξ αὐτοῦ γεννήσας Υἱὸν, ὅπερ οὔπω τότε ἐπίστανται, ἀλλ’ οὐδὲ συνίεσαν Πατέρα αὐτοῦ κατὰ κηδεμονίαν νομίζοντες, ὡς καὶ τῶν λοιπῶν ἀνθρώπων ἐλέγετο.
25 Ἀμμωνίου Πρεσβυτέρου. Τὸ “ἄρτι πιστεύετε,” ἀνθρωπινώ‐ τερον τοῦτο λέγει· καθὸ γὰρ Θεὸς ὑπάρχω ἐν τῷ Θεῷ καὶ Πατρὶ εἰμὶ φυσικῶς καὶ ἀδιαστάτως. διὰ συγκατάβασιν εἶπε τοῦτο, ἐπειδὴ οἱ μαθηταὶ ἤθελον ἀκούειν τοῦτο. Κρείττων καὶ δυνατώ‐ τερος ὤφθη ὁ Κύριος πάσης κοσμικῆς ἁμαρτίας, καὶ δίδωσι καὶ
30τοῖς πιστοῖς τὸ νικᾷν· ἢ ὅτι ὁ Χριστὸς ἐξ ἡμῶν γεγονὼς καθὸ ἄνθρωπος, κρεῖττον ἐφάνη θανάτου καὶ φθορᾶς, καὶ εἰς ἡμᾶς ἡ χάρις διαβαίνει, καὶ τούτῳ ὀφείλομεν θεωρεῖν ὅτι ληψόμεθα, ἐπειδὴ ὡς ἄνθρωπος νενίκηκε, καὶ ἡμεῖς δοκοῦμεν ἐν αὐτῷ νενικηκέναι. Εἰ
γὰρ ὡς Θεὸς ἐνίκησε, πρὸς ἡμᾶς οὐδέν.368

369

Ἀπολιναρίου. Μέλλων ἀπιέναι, φησὶν, ἀναγκαίως διὰ τῶν νῦν εἰρημένων καθίστημι τὰς ψυχὰς ὑμῶν εἰς τὸ μὴ ταράσσεσθαι, ἀλλὰ τῇ πίστει πρὸς τὰς περιστάσεις ἀντέχειν· πολλὰ μὲν γὰρ παρὰ ἀνθρώποις τὰ θλίβοντα, μεγάλη δὲ παρὰ τοῦ νενικηκότος
5τὰς θλίψεις ἡ τοῦ θεωρεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτὲ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθὸν, ἀλλ’ ἐκ τῆς ἐμῆς ἀηττήτου δυνά‐ μεως ἀσφαλὲς τὸ θάρσος τοῖς ἐμοῖς μετόχοις ὑπάρξει. Μετὰ τὴν παραίνεσιν ἐπὶ τὴν ἀρχὴν τρέπεται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι
10ἐν τῷ κόσμῳ θλίψιν ἕξετε, καὶ κατέσεισεν αὐτῶν τὰς ψυχὰς, ἀνί‐ στησι πάλιν διὰ τῆς εὐχῆς, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς πάντα ἀφέντας ἐπὶ τὸν Θεὸν καταφεύγειν· ἄλλως δὲ οὐδὲ εὐχὴν ὁ Εὐαγγελιστὴς τὸ πρᾶγμα καλεῖ, ἀλλὰ διάλεξιν πρὸς τὸν Πα‐ τέρα μᾶλλον αὐτὸ εἶναι λέγων· “ᾖρε γὰρ φησὶ, τοὺς ὀφθαλμοὺς
15“αὐτοῦ εἰς τὸν οὐρανὸν,” καὶ τὰ ἑξῆς. Εἰ δὲ ἀλλαχοῦ λέγει εὐχόμενον δείκνυσιν αὐτὸν ἐπὶ γόνατα καμπτόμενον, μὴ θαυμάσῃς. Ἦλθε γὰρ ὁ Χριστὸς οὐ μόνον ἑαυτὸν φανερώσων, ἀλλὰ καὶ ἀρετὴν παιδεύων ἅπασαν· τὸν δὲ παιδεύοντα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή.
20 Δεῖξαι δὲ θέλων ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, ἀλλ’ ἑκὼν, φησὶ, “Πάτερ ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν,” καὶ τὰ ἑξῆς· ἰδοὺ γὰρ εὔχεται τοῦτο γενέσθαι, καὶ δόξαν τὸ πρᾶγμα καλεῖ, οὐκ αὐτοῦ μόνον τοῦ σταυρουμένου, ἀλλὰ καὶ τοῦ Πατρὸς, ὅπερ καὶ γέγονεν. Οὐ γὰρ ὁ Υἱὸς μόνον, ἀλλὰ καὶ ὁ Πατὴρ
25ἐδοξάσθη· πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ᾔδεσαν. “Ἰσραὴλ γὰρ μὲ,” φησὶν, “οὐκ ἔγνω,” μετὰ δὲ τὸν σταυρὸν ἡ οἰκου‐ μένη πᾶσα προσέδραμε. Τὸ δὲ “καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν “πάσης σαρκὸς,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ μετὰ τὸ σταυρωθῆναι καὶ ἀναστῆναι, καὶ ὅτι οὐκ εἰς Ἰουδαίους μόνον τὰ τοῦ κηρύγμα‐
30τός ἐστι συνεσταλμένον, ἀλλ’ εἰς τὴν οἰκουμένην λοιπὸν ἐκτεί‐ νεται πᾶσαν. Εἶπε δὲ τοῦτο, ὅτι ἔμελλεν αὐτοὺς πέμπειν εἰς τὰ ἔθνη· ἵνα οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι, δείκνυσι καὶ τῷ Πατρὶ τοῦτο δοκεῖν· πρὸ τούτου γὰρ ἔλεγεν αὐτοῖς, “εἰς ὅδον ἐθνῶν “μὴ ἀπέλθητε.” “Ἵνα γιγνώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν,”
35καὶ τὰ ἑξῆς· εἶπε δὲ “μόνον ἀληθινὸν Θεὸν” πρὸς ἀντιδιαστολὴν369

370

τῶν οὐκ ὄντων θεῶν. Καὶ γὰρ εἰς τὰ ἔθνη αὐτοὺς πέμπειν ἔμελλεν. Εἰ δὲ οἱ αἱρετικοὶ οὐκ ἀνέξονται, ἀλλὰ διὰ τὸ μόνον ἐκβάλλουσι τοῦ εἶναι ἀληθινὸν Θεὸν τὸν Υἱόν. Οὕτω καὶ τὸ εἶναι Θεὸν ἐκβάλλουσι, φησὶ γὰρ, “τὴν παρὰ μόνον Θεοῦ δόξαν οὐ
5“ζητεῖτε·” τί οὖν; οὐκ ἔστι Θεὸς ὁ Υἱός; εἰ δὲ καὶ Θεὸς, καὶ μόνου τοῦ Πατρὸς λεγομένου, εὔδηλον ὅτι καὶ ἀληθινὸς, καὶ μόνου αὐτοῦ ἀληθινοῦ λεγομένου. Σχόλιον Καισαρίου Ἀδελφοῦ θεολόγου. Φασὶν οἱ τοῦ Ἀρείου ὑπασπισταὶ, ὅτι, φησὶν, εἰ ἴσος ὁ Υἱὸς τῷ Πατρὶ, διὰ τί
10μὴ πρόσκειται τοῖς Ἰωάννου τοῦ Ἀποστόλου γράμμασιν, ὡς ἐπὶ τοῦ Πατρὸς, τὸ Θεὸς ἀληθινὸς, ἀλλὰ μόνον Θεός; ἡμεῖς δέ φαμεν πρὸς αὐτοὺς, καὶ πῶς οἴεσθε ἀποκρύψασθαι τὴν καθολικὴν τοῦ αὐτοῦ Ἰωάννου Ἐπιστολὴν ἐν τῷ τέλει βοῶσαν, ὅτι “Ἰησοῦς ὁ “Χριστὸς, οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος;”
15Πάλιν δὲ ὁ αὐτὸς περὶ τοῦ Πνεύματος φησὶν “οἴδαμεν δὲ καὶ “ἀναγγέλλομεν ὑμῖν ὅτι ὁ Θεὸς φῶς ἐστι,” καὶ οὐ προσέθηκεν ὡς περὶ τοῦ Υἱοῦ, ὅτι ἀληθινός· ἆρ’ οὖν τολμητέον, φησὶ, μὴ εἶναι τὸν Πατέρα ἴσα τῷ παιδὶ, φῶς ἀληθινὸν, καθὼς καὶ ὁ Κύριος ἐν ἄλλῳ τόπῳ ἔλεξε, φησὶν “ἐγώ εἰμι ἡ ἀλήθεια,” καὶ οὐκ ἂν ψεῦδος
20ἐγένετο ποτέ; τοίνυν εἰ τὸν σκοπὸν τοῦ εὐαγγελικοῦ ῥητοῦ κατα‐ μαθεῖν ἐθέλοις ἀκριβῶς, οὕτως ἀνάγνωθι τὸ ῥητόν· “αὕτη δὲ “ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γιγνώσκωσί σε, καὶ ὃν ἀπέστειλας “Ἰησοῦν Χριστὸν, τὸν μόνον ἀληθινὸν Θεόν·” τὸ γὰρ “ἵνα” σύν‐ δεσμός ἐστι τῶν προειρημένων ῥημάτων, καὶ τῶν ἐνσαχθέντων (sic)
25οἱ τὰ θεῖα σαφῶς πεπαιδευμένοι ἐν τῷ λέγειν τὸ “σὲ τὸν μόνον “ἀληθινὸν Θεόν.” Καλῶς δὲ εἶπεν, “ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς·” ἐν γὰρ τῷ οὐρανῷ δεδόξαστο, ἔν τε τῇ φύσει τὴν δόξαν ἔχων, καὶ παρὰ τῶν Ἀγγέλων προσκυνούμενος· οὐ τοίνυν τὴν δόξαν ἐκείνην λέγει, ἀλλὰ
30ταύτην, ἀπὸ τῆς τῶν ἀνθρώπων λατρείας γινομένην· οὐκοῦν καὶ “τὸ δόξασόν με” τοιοῦτόν ἐστι. Πῶς δὲ τὸ ἔργον ἐτελείωσε; καθώς φησι, “τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω,” καί τοι γε ἀρχὴν ἔτι τὸ πρᾶγμα εἶχε, μᾶλλον δὲ οὐδὲ ἀρχὴν, πῶς οὖν λέγει, “ἐτελείωσα;” ἢ ὅτι τὸ ἐμαυτοῦ πᾶν ἐποίησα, ἢ τὸ
35ἐσόμενον ὡς γεγενημένον λέγει.370

371

Τί ἐστιν ὅ φησι “καὶ νῦν, δόξασόν με σὺ Πάτερ παρὰ “σεαυτῷ,” καὶ τὰ ἑξῆς· καὶ γὰρ ἴσως ἄδοξος μὲν ἦν παρὰ τοῖς ἀνθρώποις διὰ τὸ παρακείμενον ἔνδυμα τῆς σαρκὸς, πῶς καὶ παρὰ τῷ Πατρὶ δοξασθῆναι ζητεῖ; Τί οὖν ἐστι; τὴν ἀθυμίαν ὑποτέ‐
5μνεται τῶν μαθητῶν, τὴν ἀπὸ τοῦ σταυροῦ γενησομένην αὐτοῖς, εἴγε διὰ τοῦτο μέλλοι ἐπὶ τὴν οἰκείαν ἐπανήξειν δόξαν καὶ ἀξίαν. Διὰ τοῦτο οὐκ εἶπεν, ἐπὶ τῆς γῆς, ἀλλὰ “παρὰ σοὶ,” τουτέστιν, ἀπολαύσει τῆς ἀφθαρσίας ἡ σὰρξ αὕτη, κοινωνήσει τοῦ θρόνου τοῦ βασιλικοῦ.
10 Ἀμμωνίου Πρεσβυτέρου. Οἰκονομικῶς ἐν τάξει προσευχῆς λέγει, δεῖξόν με τίς εἰμι τοῖς ἀνθρώποις, ἵνα μὴ διὰ τοῦ πάθους τῆς ἐμῆς σαρκὸς μείνωσιν οἱ ἄνθρωποι μηδὲν ἄξιον λογιζόμενοι. Τοῦ Χρυσοστόμου. Δεῖξαι δὲ θέλων ὅτι καὶ ἐν τοῖς ἔθνεσιν αὐτὸν ἐφανέρωσεν, οὐ Θεὸν μόνον, ἀλλὰ καὶ Πατέρα, φησὶν,
15“ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις,” ὅθεν καὶ “μεγάλης “βουλῆς Ἄγγελος λέγεται.” Δύο δὲ ταῦτα κατασκευάσαι βου‐ λόμενος, ὅτι τε οὐκ ἔστιν ἐναντίος τῷ Πατρὶ, καὶ ὅτι βούλημα αὐτοῦ ἐστι τὸ πιστεῦσαι αὐτοὺς τῷ Υἱῷ, ἐπήγαγε λέγων, “οὓς “δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας,
20“καὶ τὸν λόγον σου τετηρήκασι.” Τινὲς τὸ ἐπαγόμενον “νῦν ἔγνων” λέγουσιν, ὅτι περὶ ἑαυτοῦ εἶπεν, ἀλλ’ οὐκ ἂν ἔχοι τοῦτο λόγον· πῶς γὰρ ἔμελλεν ὁ Υἱὸς τὰ τοῦ Πατρὸς ἀγνοεῖν, ἀλλὰ περὶ τῶν μαθητῶν εἴρηται· ἐξ οὗ γὰρ ταῦτα εἶπον, φησὶν, ἔμαθον τί, ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ
25ἐστί· τουτέστιν οὐδὲν ἀλλότριον, οὐδὲ ἴδιον ἐν ἐμοὶ παρὰ σέ. Ἔγνωσαν οὖν ὅτι καὶ πάντα ὅσα ἂν διδάξω, σά ἐστι καὶ διδάγματα καὶ δόγματα, καὶ “ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ὅτι σύ με ἀπέ‐ “στειλας·” τοῦτο γὰρ διὰ παντὸς ἐσπούδαζε κατασκευάσαι τοῦ Εὐαγγελίου· δεικνὺς δὲ ὅτι δι’ οὐδὲν ἕτερον ταῦτα πρὸς τὸν
30Πατέρα ἔλεγεν, ἀλλ’ ἵνα μάθωσι τὴν ἀγάπην ἣν ἔχει εἰς αὐτοὺς, φησὶν, “ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ “περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν.” οὐ γὰρ μὴ μόνον τὰ παρ’ ἑαυτοῦ παρέχων, ἀλλὰ καὶ ἕτερον ἐπὶ τοῦτο παρακαλῶν, δείκνυσι
πλείονα τὸν πόθον· συνεχῶς δὲ τίθησι τὸ “ἔδωκας,” ἵνα μάθωσιν,371

372

ὅτι τῷ Πατρὶ τοῦτο δοκεῖ. καὶ ἐπειδὴ συνεχῶς εἶπε “σοί εἰσι,” καὶ “σύ μοι αὐτοὺς δέδωκας,” ἵνα μή τις νομίσῃ πρόσφατον αὐτοῦ εἶναι τὴν ἀρχὴν, ἀναιρῶν τὴν πονηρὰν ταύτην ὑποψίαν, ἐπή‐ γαγε λέγων, “καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ
5“δεδόξασμαι ἐν αὐτοῖς,” ὅπερ μεγίστην ἰσοτιμίαν δηλοῖ. Τὸ “δεδόξασμαι ἐν αὐτοῖς” τοῦτό ἐστιν,” ἢ ὅτι ἐξουσίαν αὐτῶν ἔχω, ἢ ὅτι δοξάσουσιν ἐμὲ, σοὶ πιστεύοντες, καὶ ἐμοί. Τίνος ἕνεκεν συνεχῶς λέγει, ὅτι “ἐν τῷ κόσμῳ οὐκ εἰμὶ,” καὶ σοὶ αὐτοὺς παρακατατίθεμαι, καὶ ὅτι “ὅτε ἤμην ἐν τῷ κόσμῳ
10“ἐτήρουν αὐτοὺς;” ἀνθρωπίνως τὰ πολλὰ διαλέγεται πρὸς τὴν αὐτῶν διάνοιαν, νομιζόντων ὅτι πλείονα εἶχον ἀσφάλειαν ἀπὸ τῆς παρουσίας αὐτοῦ. Τὸ δὲ, “ἐγὼ ἔρχομαι πρός σε,” ὡσανεὶ ἔλεγεν, ἐπειδὴ πρὸς ἑαυτόν με σὺ καλεῖς, κατάστησον αὐτοὺς ἐν ἀσφα‐ λείᾳ. Διὰ τί εἶπε, “Πάτερ Ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματι
15“σου;” τί γὰρ αὐτὸς οὐκ ἠδύνατο τηρεῖν αὐτούς; ναὶ, ἀλλὰ συγκαταβαίνων αὐτοῖς τοῦτο εἶπεν. Εἰ γὰρ εἶπεν, ὅτι ἐγὼ τηρῶ αὐτοὺς, οὐκ ἂν οὕτως ἐπίστευσαν. τὸ δὲ “ἐν τῷ ὀνόματί σου,” τουτέστι, διὰ τῆς σῆς βοηθείας. Καὶ τὸ ἐπαγόμενον δὲ πρὸς τὴν ἐκείνων ὑπόνοιαν διαλέγεται,
20ὅτι “ὅτε ἤμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν “τῷ ὀνόματί σου,” ἵνα μικρὸν ἀναπνεύσωσιν ἀκούοντες αὐτοῦ παρατιθεμένου αὐτοὺς τῷ Πατρὶ, καὶ τὴν εἰς αὐτοὺς στοργὴν ἐνδεικνυμένου· εἰ μὴ γὰρ τοῦτό ἐστι, πῶς ἔλεγε “μεθ’ ὑμῶν εἰμι “ἕως τῆς συντελείας τοῦ αἰῶνος;” τὸ δὲ εἰπεῖν, “ἐν τῷ ὀνόματί
25“σου,” πάλιν ὡς ἄνθρωπος διαλέγεται, καὶ ὡς προφήτης, ἐπεὶ οὐδαμοῦ φαίνεται ἐν τῷ ὀνόματι τοῦ Πατρὸς πεποιηκώς τι, ἀλλὰ πάντων τῶν τοιούτων ἡ λύσις, τὸ πρὸς τὴν ἀσθένειαν αὐτῶν λέγε‐ σθαι τὰ λεγόμενα. Τὸ δὲ “οὓς δέδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς “ἐξ αὐτῶν ἀπώλετο,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι ἀφ’ ἑαυτοῦ ἀπεπή‐
30δησεν ὁ προδότης· πρὸς ἀναγκὴν γάρ, φησιν, οὐχ ἕλκω, οὔτε αὐτὸν, οὔτε ἑτέρους ἀποπηδῶντας, ἐρχομένους μέντοι πρός με, οὐκ ἐκ‐ βάλλω ἔξω, οὐδὲ ἀπωθοῦμαι, οὐδὲ ἐγκαταλιμπάνω τοὺς τοιούτους ἐμμένοντας πρός με. Καὶ τὸ ἐπαγόμενον δὲ ὅτι “πρὸς σὲ ἔρχομαι,” καὶ τὰ ἑξῆς, διὰ
35τὴν ἐκείνων χαρὰν καὶ ἀνάπαυσιν εἶπε. Δεικνὺς δὲ τὴν αἰτίαν δι’372

373

ἣν ἄξιοί εἰσι πολλῆς παρὰ τοῦ πατρὸς ἐπιμελείας τυχεῖν, λέγει, “ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν “αὐτοὺς,” καὶ τὰ ἑξῆς· διὰ γὰρ σὲ ἐμισήθησαν, φησὶ, καὶ τὸν λόγον τὸν σὸν, ὥστε δίκαιοι ἂν εἶεν πάσης ἀπολαῦσαι προνοίας.
5Ἐμφαίνων δὲ πάλιν ὅτι πολλὴν αὐτῶν ποιεῖται κηδεμονίαν, ἐπάγει λέγων, “οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα “τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ·” διὰ τοῦτο οὖν ὑπὲρ αὐτῶν παρακαλεῖ, συγκαταβαίνων αὐτοῖς. Πῶς ἀλλαχοῦ μὲν, φησὶν, “οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου,”
10ἐνταῦθα δὲ “ἐκ τοῦ κόσμου οὐκ εἰσίν;” ἐκεῖ μὲν περὶ τῆς φύσεως ἔλεγεν, ἐνταῦθα δὲ περὶ πράξεων πονηρῶν, ἀντὶ τοῦ οὐδὲν κοινὸν πρὸς τὴν γῆν ἐστιν αὐτοῖς, ἀλλὰ τῶν οὐρανῶν γεγόνασι πολῖται· εἰ δὲ λέγει “καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου,” οὐ χρὴ θορυ‐ βεῖσθαι· τὸ γὰρ “καθὼς” οὐκ ἔστιν ἐνταῦθα, οὐκ ἔστιν ἀπαραλ‐
15λάκτου ἀκριβείας. Ὅταν μὲν γὰρ ἐπ’ αὐτοῦ καὶ τοῦ Πατρὸς κεῖται τὸ καθὼς, πολλὴν ἰσότητα διὰ τὴν τῆς φύσεως συγγένειαν σημαίνει· ὅταν δὲ ἐφ’ ἡμῶν καὶ αὐτοῦ, πολὺ τὸ μέσον διὰ τὸ ἄπειρον εἶναι τὸ μέσον ἑκατέρας τῆς φύσεως, καὶ τοῦτο ὡς συγ‐ καταβατικῶς εἴρηται παρ’ αὐτοῦ.
20 “Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου,” τοῦτό ἐστιν, ἁγίους ποίησον αὐτοὺς, διὰ τῆς τοῦ Πνεύματος δόσεως, παίδευσον καὶ δίδαξον αὐτοὺς τὴν ἀλήθειαν. “Καὶ γὰρ ὁ λόγος ὁ σὸς ἀλήθειά “ἐστι,” φησὶ, τουτέστιν, οὐδὲν ψεῦδος ἐν αὐτῷ, παντὸς γὰρ ἐκβῆναι δεῖ τὰ εἰρήμενα πάντα, καὶ ὅτι οὐδὲν τυπικὸν δηλοῖ
25πάλιν, οὐδὲ σωματικὸν, καὶ ἐνταῦθα δὲ πάλιν τὸ “καθὼς ἐμὲ “ἀπέστειλας εἰς τὸν κόσμον,” οὐχ ὁμοίως ἐπ’ αὐτοῦ καὶ τῶν Ἀποστόλων κεῖται, πῶς γάρ; ἀλλ’ ὡς ἦν ἐγχωροῦν ἀνθρώποις ἀποσταλῆναι· αὐτοὶ μὲν γὰρ παρ’ αὐτοῦ ἀπεστάλησαν, αὐτὸς δὲ θεοπρεπῶς παρὰ τοῦ Πατρός. Εἰ δὲ καὶ εἶπε, “ἀπέστειλας
30“αὐτοὺς,” ἔθος αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς λέγειν. Τὸ δὲ “ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν,” τοῦτό ἐστι, προσφέρω σοι θυσίαν ἐμαυτὸν, αἱ γὰρ θυσίαι ἅγιαι λέγονται, καὶ κυρίως ἅγια τὰ τῷ Θεῷ ἀνακείμενα.
Τὸ δὲ “ἵνα ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ” δηλοῖ ὅτι οὐχ ὡς ἐν373

374

τύπῳ τὸ παλαιὸν ὁ ἁγιασμὸς ἐν τῷ προβάτῳ ἦν οὕτω καὶ νῦν, ἀλλ’ ἐν αὐτῇ τῇ ἀληθείᾳ· καὶ γὰρ καὶ αὐτοὺς συνανατίθημι, φησὶ, καὶ ποιῶ προσφορὰν, διὸ καὶ ὁ Ἀπόστολος πρὸς τοῦτό φησι, “παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν.” Ἵνα δὲ μή
5τις νομίσῃ ὑπὲρ τῶν Ἀποστόλων μόνον αὐτὸν προσφέρειν ἑαυτὸν, ἐπήγαγε, “οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πι‐ “στευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ·” ἀνέστησε δὲ καὶ ἐντεῦ‐ θεν αὐτῶν τὰς ψυχὰς, δείξας αὐτοῖς ἐσομένους πολλοὺς μαθητάς. Εἰπὼν περὶ τῆς σωτηρίας αὐτῶν καὶ τοῦ ἁγιασθῆναι τῇ πίστει
10καὶ τῇ θυσίᾳ, λέγει λοιπὸν καὶ περὶ τῆς ὁμονοίας, “ἵνα πάντες,” φησὶν, “ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ “αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι,” καὶ εἰς τοῦτο κατακλείει τὸν λόγον, πάλιν δὲ τὸ “καθὼς” οὐκ ἀκριβῶς ἐξίσωσεν ἐπ’ αὐτοῖς· οὐδὲ γὰρ δυνατὸν, ἀλλ’ ὥσπερ ὅταν λέγει “γίνεσθε οἰκτίρμονες ὡς ὁ
15“Πατὴρ ὑμῶν·” οὕτω καὶ ἐνταῦθα. Τί δέ ἐστιν, “ἐν ἡμῖν;” ἐν τῇ πίστει τῇ εἰς ἡμᾶς· σημαίνει δὲ τὸ ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας, ὅτι ἐὰν τὴν εἰς ἀλλήλους ἀγάπην τηρήσωσι, φησὶ, γνώσονται τὸν διδάσκαλον ἀπὸ τῶν μαθητῶν ἅπαντες. Ἂν δὲ μά‐ χονται, οὐκ ἐροῦσιν εἰρηνικοῦ Θεοῦ εἶναι μαθητὰς, νομίζοντες δὲ μὴ
20εἶναι εἰρηνικὸν, οὐχ ὁμολογήσουσιν ἀπεστάλθαι με παρὰ Θεοῦ. Χρὴ δὲ σκοπῆσαι πῶς διὰ πάντων κατασκευάζει τὸ πρὸς τὸν Πατέρα ὁμονοητικόν. Ποίαν δόξαν λέγει, “ἣν δέδωκάς μοι;” ὅτι δέδωκα αὐτοῖς τὴν διὰ τῶν σημείων, τὴν διὰ τῶν διδαγμάτων, καὶ ἵνα ὁμόψυχοι ὦσι· διὸ καὶ ἐπάγει “ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς
25“ἕν ἐσμεν·” αὕτη γὰρ ἡ δόξα καὶ τῶν σημείων μείζων· ὥσπερ γὰρ τὸν Θεὸν θαυμάζομεν, ὅτι οὐκ ἔστι στάσις οὐδὲ μάχη παρὰ τῇ φύσει ἐκείνῃ, ἀλλὰ μεγίστη αὕτη δόξα ἐστὶν, οὕτω καὶ οὗτοι, φησὶν, ἐντεῦθεν γενέσθωσαν λαμπροί. Τὸ δὲ “ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ,” οὕτω χρὴ νοεῖν, ὅτι
30ἔδωκε τὴν δόξαν αὐτοῖς ἐν αὐτοῖς γενόμενος, καὶ τὸν Πατέρα ἔχων μεθ’ ἑαυτοῦ, ὥστε αὐτοὺς συγκροτεῖν. Ἀλλαχοῦ δὲ οὐχ οὕτως φησὶν, οὐ γὰρ δι’ αὐτοῦ τὸν Πατέρα παραγενέσθαι καὶ μονὴν παρ’ αὐτῷ ποιεῖν· ἐκεῖ μὲν τὰ Σαβελλίων ἐπιστομίζων στόματα, ἐνταῦθα δὲ τὴν Ἀρείου ὑπόνοιαν ἀναιρῶν.
35Δεικνὺς δὲ τῶν σημείων μᾶλλον τὴν εἰρήνην τοὺς ἀνθρώπους374

375

δυναμουμένην ἐπισπάσασθαι, πάλιν φησὶν, “ἵνα ὦσι τετελειω‐ μένοι εἰς ἓν, καὶ ἵνα γιγνώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας.” Ὥσπερ γὰρ ἡ ἔρις διαλυτικὸν, οὕτω ἡ συμφωνία συγκροτικόν. Εἰπὼν δὲ “ὅτι ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας,” πάλιν
5τὸ “καθὼς” ὡς ἀνθρώπους ἀγαπηθῆναι ἐγχωρεῖν, νοῆσαι ἡμῖν δί‐ δωσιν. Ὅπερ δὲ ἐζήτουν ἀεὶ, ἐπάγει λέγων, “Πάτερ οὓς δέδω‐ “κάς μοι θέλω, ἵνα ὅπου ἐγώ εἰμι, κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ·” οὐχ ὡς μέλλων δὲ αὐτὸ λαμβάνειν διὰ τῆς αἰτήσεως τοῦτο φησὶν, ἄπαγε, ἀλλὰ συγκαταβαίνων αὐτοῖς, καὶ τὴν εἰς αὐτοὺς ἀγάπην
10ἐνδεικνύμενος· καὶ τὸ ἐπαγόμενον δὲ “ἣν ἔδωκάς μοι” λέγει, συγ‐ καταβάσεως ἦν· οὐ γὰρ ἦν ποτὲ, ὅτε ἦν ἄδοξος ὁ Υἱός. Διὸ χρὴ νοεῖν τὸ “ἔδωκας,” ὅτι γεγέννηκάς ἐστι. Δεικνὺς δὲ ἐνταῦθα μηδένα εἰδέναι τὸν Πατέρα ἢ μόνους τοὺς τὸν Υἱὸν ἐπεγνωκότας, φησὶ, “Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε
15“οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων.” Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐβούλου μὲν, τούτου ἅπαντας εἶναι, ἀλλ’ οὐκ ἔγνωσάν σε, καί τοι οὐδὲν ἔχοντες ἐγκαλεῖν· τοῦτο γάρ ἐστι, “Πάτερ δίκαιε.” Δοκεῖ δέ μοι καὶ δυσχεραίνων ταῦτα λέγειν, ὅτι τὸν οὕτως ἀγαθὸν καὶ δίκαιον ἐπιγνῶναι οὐκ ἠθέλησαν. Οὐ τοίνυν τοῦτό ἐστιν, ὅπερ
20φασὶν οἱ Ἰουδαῖοι, ὅτι αὐτοὶ μέν σε γιγνώσκουσιν, ἐγὼ δὲ σὲ ἀγνοῶ, ἀλλὰ τοὐναντίον· ἐγὼ μὲν σὲ οἶδα, αὐτοὶ δὲ σὲ οὐκ ἔγνω‐ σαν, καὶ εἰς τὸ ἐπαγόμενον δὲ, “ὅτι οὗτοι δὲ ἔγνωσαν, ὅτι σύ με “ἀπέστειλας,” ἐκείνους αἰνίττεται τοὺς λέγοντας μὴ εἶναι αὐτὸν ἐκ τοῦ Θεοῦ, καὶ πρὸς τοῦτο τὸν λόγον ἀνακεφαλαιοῦται πάντα.
25 Πῶς εἰπὼν τοῦ Ἁγίου Πνεύματος τὴν τελείαν γνῶσιν τοῖς Ἀποστόλοις παρέχειν, νῦν λέγει, “καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά “σου, καὶ γνωρίσω;” ἵνα δείξῃ ὅτι καὶ τὰ τοῦ Ἁγίου Πνεύματος αὐτοῦ ἐστι. Ὅπως δὲ εἰς καλὸν τέλος καταπαύσῃ τὸν λόγον τὴν ἀγάπην τὴν πάντων μητέρα τῶν ἀγαθῶν, ἐπήγαγεν, “ἵνα ἡ ἀγάπη
30“ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.” Διὰ τί μετὰ τὸ εἰπεῖν αὐτὸν ταῦτα, μέσον νυκτῶν ὁδοιπορεῖ, καὶ ποταμὸν διαβαίνει, καὶ ἐπείγεται πρὸς τὸν τῷ προδότῃ γνώριμον τό‐ πον ἐλθεῖν; “ταῦτα γὰρ,” φησὶν, “εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς
“μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου,” καὶ τὰ ἑξῆς· ἐκκόπτων375

376

τοῖς ἐπιβουλεύουσι τὸν πόνον, καὶ δεικνὺς τοῖς μαθηταῖς, ὅτι ἑκὼν ἐπὶ τὸ πρᾶγμα ἔρχεται, ὅπερ ἦν ἱκανὸν αὐτοὺς μάλιστα παραμυ‐ θήσασθαι· καὶ καθέστησεν ἑαυτὸν ὥσπερ ἐν δεσμωτηρίῳ τῷ κήπῳ· ἵνα δὲ μὴ ἀκούσαντες κῆπον, κρύπτεσθαι αὐτόν τις νομίσῃ, ἐπή‐
5γαγεν, “εἶδε δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι “πολλάκις συνήχθη ὃ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.” Μανθάνομεν δὲ ἐντεῦθεν καὶ τοῦτο, ὅτι τὰ πολλὰ ἔξω διενυκτέ‐ ρευσε, τοῖς μαθηταῖς ἰδίᾳ περὶ ἀναγκαίων διαλεγόμενος· ἐποίει δὲ τοῦτο καὶ ἐν ὄρεσι καὶ ἐν κήποις μαλίστα, καθαρὸν θορύβων
10χωρίον ἐπιζητῶν ἀεὶ, ὥστε μὴ τὴν διάνοιαν ἐκκρούεσθαι τῶν ἀκρο‐ ωμένων. “Ὃ οὖν Ἰούδας παραλαβὼν,” φησὶ, “τὴν σπεῖραν,” καὶ τὰ ἑξῆς· καὶ ἡ μὲν σπεῖρα ἐπείσθη, ἐπειδὴ ἦσαν ἄνδρες στρα‐ τιῶται, χρημάτων ἕνεκα πάντα ποιεῖν μεμελετηκότων· ἐπέρχονται μετὰ ὅπλων, δεδοικότες τοὺς ἑπομένους αὐτῷ· διὰ τοῦτο καὶ ἀωρὶ
15τῶν νυκτῶν ἐπέστησαν. Ἐν παραδείσῳ τῶν καθ’ ἡμᾶς σκυθρωπῶν συμβέβηκεν ἡ ἀρχὴ, ἐν κήπῳ δὲ καὶ τὸ Χριστοῦ πάθος δέχεται τὴν ἀρχὴν, ἁπάντων ἡμῶν τῶν πάλαι συμβεβηκότων εἰσφέρει τὴν ἐπανόρθωσιν. Τίνος ἕνεκεν αὐτὸς, “ἐξελθὼν εἶπεν αὐτοῖς, Τίνα ζητεῖτε;”
20δεῖξαι θέλων ὅτι οὐκ ἀπὸ τῆς παρουσίας τῆς ἐκείνων παριέμενε μαθεῖν τὰ ἐρχόμενα ἐπ’ αὐτὸν, ἀλλ’ ἀταράχως, καί τοι πάντα εἰδὼς ἠρώτα· εἰπόντων δὲ αὐτῶν ὅτι, “Ἰησοῦν τὸν Ναζωραῖον,” καὶ αὐτοῦ εἰπόντος, ὅτι “ἐγώ εἰμι,” τότε δείκνυσιν αὐτοῦ τὴν ἄμαχον δύναμιν, πηρώσας τοὺς ὀφθαλμοὺς αὐτῶν τε καὶ τοῦ προ‐
25δότου. Καὶ γὰρ κἀκεῖνος εἱστήκει σὺν αὐτοῖς, ὅθεν καὶ μετ’ αὐτῶν ἔπεσεν ὕπτιος. Ὅτι γὰρ οὐ τὸ σκότος αἴτιον ἦν τοῦ μὴ ἐπιγνῶναι αὐτοὺς αὐτὸν, ἐδήλωσεν ὁ Εὐαγγελιστὴς εἰπὼν, ὅτι καὶ λαμπάδας εἶχον· ἐνδειξάμενος τοίνυν πάντα, ἅπερ ἦν ἱκανὰ αὐτοὺς τῆς ἐγχειρήσεως αὐτῶν ἀνακρούσασθαι, ἐπειδὴ ἐπέμενον τῇ κακίᾳ,
30τότε λοιπὸν ἑαυτὸν παραδίδωσι. Κυρίλλου. Σημεῖον δ’ ἂν εἴη τῆς καθ’ ὅλου νοουμένης τοῦ ἔθνους καταπτώσεως, τὸ μερικὸν τὸ τοῖς ἐπὶ σύλληψιν ἐλθοῦσι συμβεβηκός· καὶ γοῦν ὁ προφήτης Ἱερεμίας τοὺς Ἰουδαίους κατο‐ λοφύρεται, λέγων, “οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστή‐
35“σων.” Διδάσκει δὲ ὅτι καὶ παντὶ τῷ πονηρεύεσθαι κατὰ376

377

Χριστοῦ μελετήσαντι πάντη τε καὶ πάντως ἀποκείσεται τὸ πεσεῖν. Ἀμμωνίου Πρεσβυτέρου. Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλ’ ἵνα γνῶμεν ὅτι καὶ παρὼν οὐχ ἑωρᾶτο ἢ ἐγνωρίζετο, εἰ μὴ ἤθελεν.
5Ὡς εἰδὼς πάντα, ἀταράχως ὅλα ἐποίει καὶ ἐλάλει, καὶ οὔτε ἀπὸ τῆς φωνῆς, οὔτε ὁ Ἰούδας οὔτε οἱ λοιποὶ ἐπεγίγνωσκον αὐτὸν, εἰ μὴ ὅτε ἠθέλησε. Δεῖξαι δὲ θέλων τὴν μέχρις ἐσχάτης ὥρας εἰς τοὺς μαθητὰς αὐτοῦ φιλίαν, λέγει, “εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπά‐
10“γειν.” Τὸ δὲ “ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς “μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν.” Αὐτὸς μὲν οὐ ταύτην τὴν τοῦ παρόντος θανάτου λέγει ἀπώλειαν ἀλλ’ ἐκείνην τὴν αἰώνιον. Ὁ δὲ Εὐαγγελιστὴς καὶ ἐπὶ τοῦ παρόντος αὐτὴν παρέλαβεν. Ὡς δὲ ὁ κελευσθεὶς μὴ πήραν ἔχειν, μὴ δύο χιτῶνας, μάχαιραν
15εἶχε, φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, “Σίμων οὖν Πέτρος ἔχων “μάχαιραν,” καὶ τὰ ἑξῆς, ἐμοὶ δοκεῖ τοῦτο αὐτὸ δεδοικὼς ὁ Πέτρος παρεσκευᾶσθαι πάλαι. Εἰ δὲ λέγοι τις, πῶς ὁ κελευ‐ σθεὶς μηδὲ ῥαπίζειν, ἀνδροφόνος γίνεται; μάλιστα μὲν μὴ ἀμύ‐ νασθαι προσετάχθη, ἐνταῦθα δὲ οὐχ ἑαυτῷ ἠμύνατο, ἀλλὰ τῷ δι‐
20δασκάλῳ, ἔπειτα οὐδὲ τέλειοί πως ἦσαν, οὐδὲ ἀπηρτισμένοι τότε. Ἀμμωνίου Πρεσβυτέρου. Διὰ τὰς τῶν μαθητῶν ἀσθενείας ἔξω ποιεῖται αὐτοὺς πειρασμῶν, ὡς Θεὸς φυλάσσει τοὺς μαθητὰς ἀεὶ, μόνον τὸν Ἰούδαν τῇ προαιρετικῇ κακίᾳ ἐάσας ἀπολέσθαι. Θέλων ὑπεραποθανεῖν τοῦ διδασκάλου ἐποίησε τοῦτο. Θαρσή‐
25σας ὁ Πέτρος οἷς ἐποίησεν ὁ Ἰησοῦς, καὶ αὐτὸς ἐποίησε τοῦτο· καὶ μὴ ὡς ἀνδροφόνος τις καταιτιάσθω τὸν Πέτρον, ὅπου γε οὐχ ὡς ἑαυτῷ ἀμύνων, ἀλλὰ τῷ διδασκάλῳ ἐποίει τοῦτο, πλὴν καὶ ἔτι ἀτελεῖς ἦσαν. Διὰ τοῦ τύπου δείκνυσιν ὅτι πάσης δεξιᾶς ἀκοῆς ἔρημοι ἔσονται οἱ Ἰουδαῖοι.
30 Ἀπολιναρίου. Δοκεῖ συγχώρησις εἶναι τοῦ Κυρίου πρὸς τὸ χρήσασθαι αὐτοὺς μαχαίρᾳ. Τοῦτο γὰρ ὁ Λουκᾶς ἱστόρησεν, ὡς δηλώσαντος μὲν τοῦ Σωτῆρος ἐπιόντα πόλεμον ἐν τῷ λέγειν, ὅτι “πωλησάτω τις τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν·”
εἰπόντων δὲ τῶν μαθητῶν, ὅτι “ἰδοὺ μάχαιραι ὧδε δύο,” πρὸς377

378

τοῦτο ἀποκριναμένου τοῦ κελεύσαντας μὴ ἀνθίστασθαι τῷ πονηρῷ, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ δὲ τοῦ εἰρημένου, ἵν’ ἔργῳ δείξειεν ὅπερ λόγῳ προεδίδαξε, καὶ χρωμένους αὐτοὺς τῇ δικαίᾳ μαχαίρᾳ πρὸς τὸ ἀμύνασθαι στήσειέν τε καὶ κωλύσει, ὥστε μηκέτι ταύτῃ προσ‐
5χρήσασθαι, ὡς καὶ αὐτὸς ὁ ταῦτα εἰπὼν ἱστόρηκε μετὰ ταῦτα εἰρηκέναι τὸν Κύριον, “ἐᾶτε ἕως τούτου· τοῦτο δὴ τὸ “ἕως” ὅρον ἔχει καὶ κώλυμα τῆς κατὰ νόμον ἐφειμένης μαχαίρας, καὶ προσ‐ τεθηκέ γε τῇ ἱστορίᾳ Λουκᾶς, ὅτι καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτὸν, ὅπερ ἐμφανέστατον ἦν ἔργον εἰς τὸ μὴ βλάπτειν ἀνθρώπων
10μηδένα. Διὰ τί δὲ καὶ ὄνομα τέθεικε τοῦ δούλου ὁ Εὐαγγελιστής; ὥστε τοῖς τότε ἀναγιγνώσκουσι ἐξεῖναι ζητῆσαι καὶ περιεργάσα‐ σθαι εἰ ὄντως γέγονε τὰ γεγενημένα. Οὐχ ἁπλῶς δὲ καὶ τὸ δεξιὸν ὠτίον λέγει, ἀλλ’ ἐμοὶ δοκεῖ τὴν
15ὁρμὴν εἰπεῖν τοῦ Ἀποστόλου ὅτι ἐπ’ αὐτὴν ὥρμηται τὴν κεφαλήν. θαυματουργεῖ δὲ ἐνταῦθα ὁ Χριστὸς, ὁμοῦ τε παιδεύων ὅτι τοὺς ποιοῦντας κακῶς εὐεργετεῖν χρὴ, ἔτι δὲ καὶ τὴν δύναμιν ἐκκα‐ λύπτων τὴν ἑαυτοῦ. Ὅπερ δὲ ἐπὶ τοῦ νιπτῆρος ἐποίησε, δι’ ἀπει‐ λῆς τὸν τόνον χαλάσας τοῦ Πέτρου, τοῦτο καὶ ἐνταῦθα ποιεῖ εἰπὼν,
20“βάλε τὴν μάχαιραν εἰς τὴν θήκην, τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ “Πατήρ μου, οὐ μὴ πίω αὐτό;” δεικνὺς ὅτι οὐ τῆς ἐκείνων δυνά‐ μεως ἦν τὰ γινόμενα, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως. Ἀπολιναρίου. Τὸ ἀποκόπτεσθαι δούλου ἀρχιερέως ὠτάριον τὸ δεξιὸν, σκέψαιτο ἄν τις ὡς τῆς ἐπικληθείσης αὐτοῖς ἀνηκουστίας
25σημεῖον ἦν, καὶ τοῦ μὴ ἐξεῖναι ἐν τῷ ἀκούειν οὖς· “πώρωσις γὰρ “τῷ Ἰσραὴλ γέγονε, καὶ ἀκούοντες οὐκ ἀκούουσι,” διὰ τὴν κατὰ τοῦ Σωτῆρος ἀσέβειαν ἡ τῶν ἀρχιερέων μάλιστα γέγονε. Διὸ καὶ περὶ οἰκέτην ἀρχιερέως ἦν τὸ σύμβολον τῆς τοῦ ὠτὸς ἀφαι‐ ρέσεως. εἰ δέ με δεῖ καὶ τοῦτο προσθεῖναι διὰ τὴν ἱστορίαν τὴν
30Λουκᾷ, καὶ τὸ περὶ τῆς ἀποκαταστάσεως τοῦ ὠτίου, φαίην ἂν δηλοῦσθαι τὴν ὕστερον ἀποκατάστασιν τῆς συνέσεως τῆς νῦν ἀφαιρουμένης τοῦ Ἰσραὴλ, ὅτε συνήσουσιν ὃν ἠγνόησαν, καὶ ἀκού‐ σονται τυχόντες τοῦ κηρύσσοντος Ἠλιοῦ· “ἀποκατασταθήσε‐
ται γὰρ διὰ πατέρων πρὸς υἱοὺς” κατὰ τὸν Μαλαχιὴλ, “καὶ378

379

“συναφθήσονται ἡμῖν τοῖς δευτέροις ἐκείνοις πρότερον κατὰ τὸν “χρόνον ὄντες, καὶ πατέρες ἀριθμηθήσονται μετὰ υἱῶν.” Δήσαντες δὲ τὸν δεσπότην ἡμῶν οἱ παράνομοι καὶ Θεὸν, τίνος ἕνεκεν αὐτὸν πρὸς Ἄνναν ἤγαγον πρῶτον; ὑπὸ τῆς ἡδονῆς ἐμπομ‐
5πεύοντες τοῖς γινομένοις, ὡς δὴ τρόπαιον στήσαντες. Τῆς δὲ τοῦ Καϊάφα προφητείας μέμνηται, δεῖξαι θέλων ὅτι ὑπὲρ σωτηρίας τοῦ κόσμου ταῦτα ἐγένετο, καὶ ὅτι τοσαύτη τῆς ἀληθείας ἐστὶν ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς ἐχθροὺς ταῦτα προ‐ αναφωνεῖν. Ἵνα γὰρ μὴ δεσμοὺς ἀκούσας ὁ ἀκροατὴς θορυβῆ‐
10ται, ἀναμιμνήσκει τῆς προφητείας ἐκείνης ὁ Εὐαγγελιστὴς, ὅτι ἡ σωτηρία τῆς οἰκουμένης ὁ θάνατος αὐτοῦ ἦν. Τίνος ἕνεκεν καὶ νῦν ὁ Εὐαγγελιστὴς οὐ λέγει ἑαυτὸν ὀνομα‐ στί; “ἠκουλήθησε γάρ, φησι Πέτρος τῷ Ἰησοῦ, καὶ ὁ ἄλλος “μαθητής·” ὅτε μὲν γὰρ ἐπὶ τὸ στῆθος ἀνέπεσεν, εἰκότως ἑαυτὸν
15κρύπτει· νῦν δὲ τίνος ἕνεκεν; τῆς αὐτῆς χάριν αἰτίας· καὶ γὰρ ἐνταῦθα μέγιστον θαῦμα διηγεῖται, ὅτι πάντων ἀποπηδησάντων αὐτὸς ἐπηκολούθει. Διὰ τοῦτο οὖν κρύπτει ἑαυτὸν καὶ προτί‐ θησιν ἑαυτοῦ τὸν Πέτρον. Ἠναγκάσθη δὲ καὶ ἑαυτοῦ ἐπιμνη‐ σθῆναι, ἵνα μάθωμεν ὅτι ἀκριβέστερον διηγεῖται τῶν ἄλλων τὰ
20κατὰ τὴν αὐλὴν, ἅτε ἔνδον ὤν. Διὰ τοῦτο δὲ καὶ μέμνηται ὅτι γνωστὸς ἦν τῷ ἀρχιερεῖ, ἵνα μή τις λέγῃ πῶς τῶν ἄλλων ἀνα‐ χωρησάντων, οὗτος ἐνδοτέρω καὶ τοῦ Σίμωνος εἰσῆλθεν, ἅμα δὲ καὶ ἵνα μὴ θαυμάζῃ αὐτόν τις διὰ τὸ συνεισελθεῖν, μηδὲ ἐπ’ ἀνδρίᾳ αὐτὸν ἀνακηρύττει.
25 Τὸ δὲ θαῦμα ἐκεῖνο ἦν τὸ τοῦ Πέτρου, ὅτι οὕτω περιδεὴς ὢν, ὡς καὶ μέχρι τῆς αὐλῆς ἦλθε τῶν ἄλλων ἀναχωρησάντων· ὅθεν τὸ μὲν ἐλθεῖν ἕως ἐκεῖ πόθου ἦν· τὸ δὲ μὴ εἰσελθεῖν ἔνδον ἀγωνίας καὶ φόβου· “εἱστήκει γὰρ,” φησὶ, “πρὸς τῇ θύρᾳ ἔξω.” Οὐκ εἰσήγαγε δὲ τοῦτον ὁ Ἰωάννης, ἀλλὰ τῇ θυρωρῷ εἶπε
30τοῦτο ποιῆσαι, ἐπειδὴ εἴχετο σφόδρα τοῦ Χριστοῦ, ἐπηκολούθη‐ σεν, ὅθεν καὶ ἡ θυρωρὸς μετὰ τὸ εἰσελθεῖν τὸν Πέτρον, εἶπε πρὸς αὐτὸν, “μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;” ὁ δέ φησιν, “οὐκ εἰμὶ,” καὶ οὐ μόνον ἠρνήσατο, ἀλλὰ καὶ μετὰ τῶν δούλων ὑπηρετῶν εἱστήκει θερμαινόμενος, τοῦ Χριστοῦ ἔνδον
35κατεχομένου· τοῦτο δὲ λέγομεν, οὐ τοῦ Πέτρου κατηγοροῦντες,379

380

ἀλλὰ τῶν ὑπὸ τοῦ Χριστοῦ εἰρημένων τὴν ἀλήθειαν δεικνύντες, ὅτι δὲ οὐδὲ θυρωροῦ εὐτελοῦς καὶ ἀπερριμμένης ἤνεγκεν ἐρώτησιν, μηδὲ αὐτῆς θρασείας οὔσης, οὐ γὰρ εἶπε, τοῦ πλάνου, ἀλλὰ “τοῦ “ἀνθρώπου τούτου,” ὅπερ ἐλεούσης μᾶλλον καὶ καμπτομένης ἦν.
5 Ἀμμωνίου Πρεσβυτέρου. Συνεισῆλθεν ὁ Ἰωάννης τῷ Ἰησοῦ μετὰ τοῦ ὄχλου ἀγνώστως, καὶ τότε ὡς γνωστὸς εἶπε τῇ θυρωρῷ, καὶ εἰσήνεγκε τὸν Πέτρον. Κυρίλλου. Οὐχὶ πάντως καταδείσας τῶν ἄλλων τυχὸν ἠρνή‐ σατο ὁ Πέτρος εἰπὼν, “οὐκ εἰμὶ,” ἀλλὰ πᾶν ὁτιοῦν ὑπομεῖναι
10θελήσας διὰ τὸ συνεῖναι Χριστῷ. ἐξ ἀγάπης οὖν ἆρα τὸ πταῖσμα, καὶ ῥίζαν πως ἔχει τὴν φιλοθείαν ἡ ἄρνησις, οὐκ ἐξ ἀκριβοῦς μὲν λίαν συμβαίνουσα λογισμοῦ, μνωμένου δ’ οὖν ὅμως τοῦ συνεῖναι Χριστῷ. Ὑποκρίνεται τὰ ἐκείνων δρᾷν ὁ Πέτρος, καί τοι τῇ λύπῃ κεκακωμένος, ἵνα μὴ τῷ κατηφεῖ προσώπῳ κατάφωρος εὑρεθεὶς, ἐκ
15τῆς τῶν ποθουμένων ἐκπέμπηται θήρας. Χρὴ δὲ θαυμάσαι τοῦ ἀρχιερέως τὴν πονηρίαν, ὅτι συνεχῶς ἀκούων τοῦ Χριστοῦ ἐν τῷ ἱερῷ δημηγοροῦντος καὶ παρρησίᾳ διδά‐ σκοντος, νῦν ἐρωτᾷ περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. Ἐπειδὴ γὰρ ἔγκλημα οὐδὲν εἶχε προσενεγκεῖν, περὶ τῶν
20μαθητῶν ἠρώτα ἴσως ποῦ εἰσι, καὶ τίνος ἕνεκεν αὐτοὺς συνέλεξε, καὶ τί βουλόμενος, καὶ ἐπὶ τίσι; τοῦτο δὲ ἔλεγεν, ὡσανεὶ στα‐ σιαστὴν καὶ νεωτεροποιὸν ἐλέγξαι θέλων, ὡς ἐργαστηρίου τινὸς ὄντος πονηροῦ. Εἰπὼν ὁ Χριστὸς, ὅτι ἐν τῷ κρυπτῷ ἐλάλησεν οὐδὲν, περὶ ὧν ἐκεῖνοι ἐνόμιζον εἶπε, στάσεις καὶ ταραχὰν ποιῆσαι
25θέλων, ἐπεὶ ὅσα περ τῆς τῶν πολλῶν ἀκροάσεως ἀνώτερα τὰ λεγό‐ μενα ἦν, ἐλάλησεν ἐν τῷ κρυπτῷ. Ἀμμωνίου Πρεσβυτέρου. Ἠρώτα τί ἐδίδασκε τοῦ ἑαυτοῦ μαθητὰς, ἠρώτα αὐτὸν, εἰ συναινεῖ τοῖς διὰ Μωϋσέως, ἵνα ἐναν‐ τιουμένος παραδῷ καὶ αὐτοὺς ὡς θεομάχους τοῖς Ἰουδαίοις.
30 Τὸ δὲ εἰπεῖν, “τί με ἐπερωτᾷς, ἐρώτησον ἀκηκοότας,” καὶ τὰ ἑξῆς, οὐκ αὐθαδιαζομένου ἐστὶ τὰ ῥήματα, ἀλλὰ θαρροῦντος τῇ τῶν εἰρημένων ἀληθείᾳ. Τί γάρ, φησι, περὶ τῶν ἐμῶν ἐρωτᾷς; ἐρώτησον τοὺς ἐχθροὺς, τοὺς ἐπιβούλους, οὗτοι λεγέτωσαν· αὕτη γὰρ τῆς ἀληθείας ἀναμφισβήτητος ἡ ἀπόδειξις, ὅταν τοὺς ἐχθρούς
35τις καλεῖ μάρτυρας ὧν λέγει· ἀλλὰ καίπερ οὕτως ἀποκριθεὶς380

381

ῥαπίζεται, οὗ τί γένοιτ’ ἂν ἰταμώτερον; ἔφριξεν οὐρανὸς ἐπὶ τοῦτο, καὶ ἐξέστη ἡ γῆ ἐπὶ τῇ τοιαύτῃ τῶν δούλων ἀγνωμοσύνῃ, καὶ τῇ τοῦ δεσπότου μακροθυμίᾳ, ἀλλ’ ὅμως ῥαπισθεὶς καὶ δυνάμενος πάντα σεῖσαι καὶ ἀφανίσαι καὶ κατενεγκεῖν· τούτων μὲν οὐδὲν
5ποιεῖ· φθέγγεται δὲ ῥήματα πᾶσαν δυνάμενα θηριωδίαν ἐκλῦσαι· φησὶ γὰρ “εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ, “εἰ δὲ καλῶς, τί με δέρεις;” τουτέστιν, εἰ μὲν ἔχεις ἐπιλαβέ‐ σθαι τῶν εἰρημένων, ἀπόδειξον· εἰ δὲ οὐκ ἔχεις, τί με τύπτεις; Κυρίλλου. Οὐχ ἑνὶ γένει τῷ ἐξ Ἰσραήλ· εἰ γὰρ καὶ μή πω
10τυχὸν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκπυστά πως εἰσὶ τὰ ἡμέ‐ τερα, ἀλλ’ ἔσται κατὰ καιρούς. “ἐγὼ πάντοτε ἐδίδαξα ἐν συνα‐ “γωγαῖς·” εἰς ἀνάμνησιν αὐτοὺς ἄγει τῆς λεγούσης προφητείας ἐκ προσώπου Χριστοῦ, “οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς “σκοτεινῆς.”
15 Ἀμμωνίου Πρεσβυτέρου. Ἐλέγχει αὐτὸν προσποιούμενον ἀγνοεῖν τὰ ἐν φανερῷ εἰρημένα. Εἰ δὲ πάντα φανερῶς ἐδίδαξα, τὰ λεγόμενα παρά τισι περὶ ἐμοῦ ἀπόκρυφα, οὐκ εἰσὶ δεκτά. Τοὺς ὑπηρέτας ἐρώτησον, τοὺς πρῴην μὲν μοῦ θαυμάσαντας τὴν διδασκαλίαν, νῦν δέ με συλλαμβανομένους.
20 Κυρίλλου. Εἰ γάρ, φησι, μὴ τεθαύμακας ποτὲ τὴν ἐμὴν διδασκαλίαν, ἴσως οὐκ ἠδίκεις, τὰ συνήθη τοῖς ὑπηρέταις διαπρατ‐ τόμενος, νυνὶ δὲ μειζόνως ἀδικεῖς, ἐπ’ οὐδενὶ νῦν καταγνοῦς ἀτιμάζων. Ἀμμωνίου Πρεσβυτέρου. Καὶ μὴ προσταχθεὶς ὁ ὑπηρέτης
25ἔτυψε τὸν Χριστὸν, ἐπειδὴ αὐτὸς ὑπέδειξεν ὁ λέγων, ἴδε οὗτοι ἴσασιν οἱ ποτὲ ἀκούσαντες καὶ ἐπαινέσαντες, καὶ θέλων αὐτὸν ἀπαλλάξαι τῆς ὑποψίας, ὅτι τῶν θαυμαζόντων ἦν, αὐτὸν ἐποίησε τοῦτο. Οὐ γὰρ ἂν ἀκολούθως τι ἐποίησεν ἢ ἐλάλησεν, ἵνα ὡς ἐκ τούτου κινηθεὶς τύψῃ αὐτόν. Ἐλέγχει τὸν ὑπηρέτην ὡς ἀδι‐
30κοῦντα, οὐ μόνον ὅτι ἁπλῶς αὐτὸν ἔτυψεν, ἀλλ’ ὅτι πρῴην θαυμά‐ σας, νῦν δὲ ἐπ’ οὐδενὶ καταγνοὺς ἠτίμασεν αὐτόν. Τοῦ Χρυσοστόμου. Πέμπουσι δὲ αὐτὸν δεδεμένον πρὸς Καϊ‐ άφαν διὰ τὸ μηδὲν εὑρίσκειν αἴτιον. ὁ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοσούτῳ κάρῳ κατείχετο, ὥστε ἀπαγομένου τοῦ διδασκάλου οὐδὲ
35κινεῖται, ἀλλ’ ἔτι θερμαίνεται, ἵνα μάθωμεν, πόση τῆς φύσεως381

382

ἡμῶν ἡ ἀσθένεια, ὅταν Θεὸς ἐγκαταλείπῃ, ὥστε καὶ πάλιν ἐρωτη‐ θεὶς ἀρνεῖται, καὶ οὐ δεύτερον μόνον, ἀλλὰ καὶ τρίτον. Τί δήποτε δὲ οἱ Εὐαγγελισταὶ ὁμοφώνως περὶ αὐτοῦ ἀνέγραψαν; οὐχὶ τοῦ μαθητοῦ κατηγοροῦντες, ἀλλ’ ἡμᾶς παιδεῦσαι βουλόμενοι, πόσον
5κακὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῷ Θεῷ, ἀλλ’ ἑαυτῷ θαρρεῖν. Χρὴ δὲ ἡμᾶς θαυμάσαι τοῦ διδασκάλου τὴν οἰκονομίαν καὶ τὴν πολλὴν κηδεμονίαν, ὅτι κατεχόμενος καὶ δεδεμένος πολλὴν ἐποιεῖτο τοῦ μαθητοῦ πρόνοιαν, διὰ τοῦ βλέμματος αὐτοῦ κείμενον ἀνιστὰς, καὶ εἰς δάκρυα καθέλκων.
10 Κυρίλλου. Ἀναγκαιοτάτην τούτων ὁ θεσπέσιος Εὐαγγελι‐ στὴς ποιεῖται τὴν μνήμην, ἀληθεύοντα πανταχοῦ δεικνὺς τὸν Χριστόν. Ἀμμωνίου Πρεσβυτέρου. Τοῦ πονηροῦ σείσαντος τὸν Πέτρον, ἡττήθη τῆς ὑποσχέσεως.
15 Διὰ τί ἄγουσιν αὐτὸν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον; ἵνα τῶν δικαστῶν τὸ πλῆθος, καὶ ἀκόντων αὐτῶν ἐπιδείξῃ τὸ βεβα‐ σανισμένον τῆς ἀληθείας· εἶπε δὲ ὁ Εὐαγγελιστὴς ὅτι “ἦν δὲ “πρωΐα,” δεῖξαι θέλων ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ τοῦ Καϊάφα ἐρωτώμενος οὐδὲν ἐξειλέγχετο.
20 Οὐκ ἀνεῖλον δὲ αὐτὸν αὐτοὶ, ἀλλ’ ἐπὶ τὸν Πιλάτον ἤγαγον, ἐπειδὴ τὸ πολὺ τῆς ἀρχῆς αὐτῶν καὶ τῆς ἐξουσίας ὑπετέτμητο, ὑπὸ Ῥωμαίοις τῶν πραγμάτων κειμένων. Καὶ ἄλλως δὲ ἐδεδοίκεσαν μὴ δίκην ὕστερον δώσωσι κατηγορη‐ θέντες δι’ αὐτόν.
25 Χρὴ δὲ σκοπῆσαι αὐτῶν καὶ τὸ καταγέλαστον, ὅτι τὸν ἀθῶον συλλαβόντες καὶ ὅπλα βαστάζοντες, εἰς τὸ πραιτώριον οὐκ εἰσέρ‐ χονται, ἵνα μὴ μιανθῶσι δῆθεν, καὶ φονῶντες μὲν ἀδίκως, οὐκ ἐνόμιζον μιαίνεσθαι, δικαστηρίου δὲ ἐπιβαίνοντες, μιαίνειν ἑαυτοὺς ἡγοῦντο. Τί δέ ἐστιν, “ἵνα φάγωσι τὸ πάσχα;” αὐτὸς γὰρ
30ἦν αὐτὸ πεποιηκὼς τῇ μιᾷ τῶν ἀζύμων· πάσχα τῆς ἑορτῆς λέγει. Διὰ τοῦτο δὲ ἐξελθὼν ὁ Πιλάτος ἐρωτᾷ τοὺς Ἰουδαίους λέγων, “τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;” ὅπως δείξῃ ἑαυτὸν ἀπηλλαγμένον τῆς βασκανίας αὐτῶν· ὁρῶν γὰρ αὐτὸν δεδεμένον καὶ ὑπὸ τοσούτων ἀγόμενον, οὐκ ἐνόμισεν ἔλεγχον ἔχειν
35ἀναμφισβήτητον τοῦτο, ἀλλ’ ἐρωτᾷ, ἄτοπον εἶναι νομίζων τὴν μὲν382

383

κρίσιν αὐτοὺς ἁρπάσαι, τὴν δὲ κόλασιν χωρὶς κρίσεως ἐπιτρέψαι ἐκείνῳ. Ἐρωτηθέντες δὲ οὐ λέγουσι, οὕτως πανταχοῦ παραιτοῦνται τὴν ἐξ εὐθείας κατηγορίαν. Εἶπε δὲ αὐτοῖς ὁ Πιλάτος, “λάβετε
5“αὐτὸν ὑμεῖς,” καὶ τὰ ἑξῆς, ἀπαλλαγῆναι ἐπαχθείας βουλόμενος. Ἐπεὶ δὲ ἐκεῖνοι εἶπον “ὅτι ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐ‐ “δένα,” ὅτι σταυρῶσαι αὐτοῖς οὐκ ἔξεστι, τοῦτο γὰρ ἐπεθύμουν ποιῆσαι. Πῶς δὲ τὸ λεχθὲν παρ’ αὐτῶν “ὅτι ἡμῖν οὐκ ἔξεστιν “ἀποκτεῖναι,” ἐπλήρου τὸν λόγον τοῦ Κυρίου ὃν εἶπε, σημαίνων
10ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν; Ὅτι οὐχ ὑπ’ αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὸ ἐθνῶν ἔμελλεν ἀναιρεῖσθαι, ἢ ὅπερ ἔφην, ὅτι ἐκείνοις σταυρῶσαι οὐκ ἐξῆν. Ἀμμωνίου. Ἄνευ αἰτίας ἀπεφήνατο δικαίως αὐτὸν παρα‐ δεδόσθαι, αἰτίαν εὔλογον λέγουσι τὸ ὑπ’ αὐτῶν συλληφθῆναι, ὡς
15πλατυνόμενοι μηδὲν ποιεῖν ἄδικον αὐτοί. Εἰ ὁ νόμος ὑμῶν καὶ τὸν ἀναίτιον κολάζει, κρίνατε αὐτοί. Εἰ μὲν ἑαυτοῖς ἐπιτρέπετε τὴν κρίσιν, αὐτοὶ καὶ τὴν ἐξέτασιν ὡς βούλεσθε ποιήσασθε· εἰ δ’ ἐπ’ ἐμοῦ βούλεσθε κριθῆναι, εἰπεῖν ἀναγκαῖον. Σαφὲς τεκμή‐ ριον ὅτι ἑκὼν ὁ Κύριος ἔπασχεν, ἐξ ὧν εἰδὼς προεῖπεν, ὅτι ἤμελλε
20τοῖς ἔθνεσι παραδοθῆναι ἐπὶ τὸ σταυρωθῆναι. Τίνος ἕνεκεν οὐκ ἐπ’ αὐτῶν ποιεῖται τὴν ἐξέτασιν, ἀλλ’ ἰδίᾳ εἰς τὸ πραιτώριον; “εἰσῆλθε” γάρ, φησιν, “εἰς τὸ πραιτώριον πάλιν “ὁ Πιλάτος,” καὶ τὰ ἑξῆς, ἐπεὶ μεγάλην τινὰ εἶχεν ὑπόνοιαν περὶ αὐτοῦ, καὶ ἐβούλετο μαθεῖν πάντα ἀκριβῶς, μὴ θορυβούντων
25τῶν Ἰουδαίων· εἶπε δὲ αὐτῷ, σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὅπερ ἀεὶ περιεφέρετο περὶ αὐτοῦ, τοῦτο εἰς μέσον ἄγει. Ἐρωτᾷ δὲ ὁ Χριστὸς τὸν Πιλάτον, λέγων “ἀπὸ σεαυτοῦ “ταῦτα λέγεις;” καὶ τὰ ἑξῆς. τὴν πονηρὰν τῶν Ἰουδαίων ἐκκα‐ λύψαι γνώμην θέλων, καὶ ὑπ’ αὐτοῦ κατηγορηθῆναι αὐτοὺς βουλό‐
30μενος, ὅπερ ἐμφαίνων ὁ Πιλάτος φησὶ, “μή τι ἐγὼ Ἰουδαῖος “εἰμί;” καὶ τὰ ἑξῆς. Εἰπόντος δὲ τοῦ Χριστοῦ, “ἡ βασιλεία “ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου,” ὅπερ ἐδεδοίκει τέως ὁ Πιλάτος, διέλυσε τὴν τῆς τυραννίδος ὑποψίαν· ὅτι δὲ καὶ τοῦ κόσμου τούτου κρατεῖ ἡ βασιλεία αὐτοῦ, πᾶσι δῆλον. ἀλλὰ διὰ
35τὸ μὴ εἶναι αὐτὴν ἐκ τῶν ἐνταῦθα, ἄνωθεν δὲ τὴν ἀρχὴν ἔχειν383

384

τοῦτο εἶπεν, ὡσανεὶ ἔλεγε, βασιλεὺς μέν εἰμι, ἀλλ’ οὐ τοιοῦτος ὃν ὑποπτεύεις, ἀλλὰ πολλῷ μείζων καὶ λαμπρότερος. Δεῖξαι δὲ θέλων τῆς παρ’ ἡμῖν βασιλείας τὸ ἀσθενὲς, ὅτι ἐν τοῖς ὑπηρέταις ἔχει τὴν ἰσχὺν, ἡ δὲ ἄνω αὐτάρκης ἐστὶν ἑαυτῇ, μηδενὸς δεομένη,
5φησὶν, “εἰ ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἦν ἡ ἐμὴ” καὶ τὰ ἑξῆς. Ἀμμωνίου Πρεσβυτέρου. Λύει τὴν ἀγωνίαν Πιλάτου, πεί‐ θων ὅτι οὐκ ἔστιν ἀντάρτης, ἀλλὰ βασιλεὺς οὐρανοῦ καὶ γῆς· διὸ ἀναπολόγητος ὁ Πιλάτος, οὐχ ὡς βλάσφημον αὐτὸν φονεύσας,
10ἀλλὰ πρὸς χάριν Ἰουδαίων. οἱ Ἄγγελοι ἡσύχαζον, τοῦ βασιλέως αὐτῶν ὑβριζομένου, ἐννοοῦντες τὴν οἰκονομίαν τῆς τοῦ Χριστοῦ παρουσίας. Τοῦ Χρυσοστόμου. Ἐρωτήσαντος τοῦ Πιλάτου καὶ εἰπόντος, οὐκοῦν βασιλεὺς εἶ σύ; καὶ αὐτοῦ εἰπόντος, ὅτι “εἰς τοῦτο
15“γεγένημαι,” ἔδειξεν ὅτι οὐδὲν μετὰ ταῦτα προσλαβὼν ἔχει, ὥστε καὶ ὅταν ἀκούσωμεν, ὅτι “καθὼς ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ ζωὴν ἔδωκεν ἔχειν,” μηδὲν ἄλλο ἢ τὴν γέννησιν νομίζωμεν, οὕτω καὶ ἐπὶ ἄλλων ὁμοίως. Τὸ δὲ “εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον,” καὶ τὰ ἑξῆς, δηλοῖ
20ὅτι ἵνα τοῦτο αὐτὸ εἴπω καὶ διδάξω καὶ πείσω πάντας, ὅτι βασι‐ λεὺς καὶ δεσπότης καὶ Κύριός εἰμι. Ἐπισπάσασθαι δὲ θέλων διὰ τούτων τὸν Πιλάτον, καὶ πεῖσαι γενέσθαι τῶν λεγομένων ἀκροατὴν λέγει “πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς·” εἴ τις γάρ, φησιν, ἐστὶν ἀληθὴς, καὶ τοῦτο ποθεῖ πάντως ἀκούσεται.
25εὐθέως αὐτὸν εἷλε τοῖς βραχέσι ῥήμασι· τοῦτο γὰρ δηλοῖ ὅπερ εἶπεν ὁ Πιλάτος, “τί ἐστιν ἀλήθεια;” ἀλλ’ ἐπειδὴ πρὸς τὸ κατεπεῖγον ἵσταται, συνεῖδε γὰρ ὅτι τοῦτο μὲν ἐδεῖτο καιροῦ τὸ ἐρώτημα, ἔδει δὲ αὐτὸν ἐξαρπάσαι τέως τῆς τῶν Ἰουδαίων ὁρμῆς. Διὰ τοῦτο ἐξῆλθε πρὸς αὐτοὺς, καί φησιν, “ἐγὼ οὐδεμίαν αἰτίαν
30“εὑρίσκω ἐν αὐτῷ,” καὶ τοῦτο δὲ συνετῶς· οὐ γὰρ εἶπεν, εἰ ἥμαρτεν καὶ ἄξιός ἐστι θανάτου, ὅμως χαρίσασθαι αὐτὸν τῇ ἑορτῇ, ἀλλὰ πρῶτον αὐτὸν ἀπαλλάξας αἰτίας ἁπάσης, τότε ἀξιοῖ ἐκ περιουσίας λέγειν, “ἔστιν ὑμῖν συνήθεια, ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα· εἶτα καὶ ἐντρεπτικῶς καὶ δυσωπητικῶς σφόδρα
35ἐπάγει, “βούλεσθε οὖν ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων ἀπο‐384

385

“λύσω;” ἀλλ’ ὦ τῆς μιαρᾶς αὐτῶν γνώμης· τὸν μὲν ὁμότροπον καὶ ὑπεύθυνον αἰτοῦσι, τὸν δὲ ἀνεύθυνον κολάσαι κελεύουσι, κρά‐ ζοντες, “μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν.” αὕτη γὰρ αὐτοῖς ἄνωθεν ἡ συνήθεια. Ἡμᾶς δὲ χρὴ διὰ πάντων σκοπεῖν τοῦ δεσπό‐
5του τὴν ἐπιείκειαν. Ἀμμωνίου Πρεσβυτέρου. Ἐγὼ διὰ τοῦτο γέγονα ἄνθρωπος, καὶ ἐγεννήθην ἐκ Μαρίας, ἵνα τὸ ψεῦδος καὶ τὸν διάβολον ἐκ τοῦ κόσμου ἀπελάσας, βασιλεύουσαν ἀποδείξω πάντων τὴν θείαν φύσιν. Θεοδώρου Μομψουεστίας. Οὕτως αὐτὸν εἷλε τοῖς βραχέσι
10ῥήμασιν, ὡς εἰπεῖν “τί ἐστιν ἡ ἀλήθεια;” σχεδὸν γὰρ ἐξ ἀνθρώ‐ πων ἠφάνιστο τὸ πρὶν καὶ ἠγνοεῖτο ὑπὸ πάντων ἔτι ἐν ἀπιστίᾳ ἐξεταζομένων. Ἀπολιναρίου. Ἀλήθειαν λέγει τὸ ἑαυτὸν ὑποδεῖξαι τοῖς ἀνθρώ‐ ποις, καὶ διὰ τῆς αὐτοῦ γνώσεως τὴν σωτηρίαν αὐτοῖς χαρίσασθαι.
15 Κυρίλλου. Βασιλέα τῶν Ἰουδαίων λέγων τὸν Ἰησοῦν, χαρι‐ εντίζεται ὁμοῦ καὶ ὑποχαλᾷ τῷ γελοίῳ τὴν τῶν λελυπηκότων ὀργὴν, ἐν τῷ δεικνύειν σαφῶς, ὅτι ἐπ’ αὐτῷ δὴ τοῦτο κατηγορεῖται μάτην· μηδὲ γὰρ ἂν ἀφέσεως ἠξίωσέ ποτε τὸν ἐπὶ τυραννίδι καὶ νεωτερισμῷ τῷ κατὰ Ῥωμαίων κατεγνωσμένον τὸν Ῥωμαίων στρα‐
20τηγόν· δι’ ὃν οὖν ἀνεῖναι προτρέπει, μεμαρτύρηκεν αὐτῷ τὸ παν‐ τελῶς ἀνυπαίτιον. διασκεπτομένῳ δέ μοι καὶ δοκοῦντι πόθεν ἆρα γέγονε τοῖς Ἰουδαίοις ἐν ἔθει τὸ ἐξαιτεῖν ἑνὸς ἄφεσιν λῃστοῦ τινος, ἢ φονευτοῦ, λογισμὸς μὲν ἐπῆλθεν, ὡς οὐκέτι μὲν πάντα κατὰ τὸν θεῖον αὐτοῖς ἐπράττετο νόμον· ἔθεσι δὲ μᾶλλον ἰδίοις ἀπο‐
25κεχρῆσθαι ἐδόκουν· πρὸς ἐξίτηλον ἐτρέποντο πολιτείαν, καὶ οὐ σφόδρα συνεῖδον τοῖς διὰ Μωϋσέως τεθεσπισμένοις. ἀλλά μοι τὴν θείαν διερευνῶντι γραφὴν, καὶ φιλοθηροῦντι πανταχόθεν τὴν τοῦ πράγματος αἰτίαν, παρέπιπτέ τι τῶν θείων λογίων, ὃ καὶ καλεῖ πως εἰς ὑποψίαν τὸν ἡμέτερον νοῦν, μὴ ἆρα τί πληροῦντες
30τῶν κατὰ τὸν νόμον, καίτοι δυσάγωγοι λίαν ὄντες Ἰουδαῖοι, τὴν τοῦ κακουργοῦντος ἐζήτουν ἄφεσιν. γέγραπται τοίνυν ἐπὶ τῷ βιβλίῳ τῶν Ἀριθμῶν, ὁ περὶ τοῦ φονεύοντος νόμος ἀκουσίως ἤγουν ἑκου‐ σίως· διωρισμένης δὲ τῆς δίκης ἐναργῶς τῆς ἐπὶ τῷ καταβουλήτῳ φονευτῇ, μέτεισιν εὐθὺς ὁ λόγος εἰς τὸν περὶ τοῦ φονεύοντος
35ἀκουσίως, εἶτα καὶ οὕτω φησὶ μεθετέρα, “ἐὰν δὲ ἐξαπίνης οὐ δι’385

386

“ἔχθραν ὤσῃ αὐτὸν, ἢ ἐπιρρίψει ἐπ’ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐν‐ “έδρου, ἢ ἐν παντὶ λίθῳ, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ, οὐκ εἰδὼς, “καὶ πέσῃ ἐπ’ αὐτὸν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν, “οὐδὲ ζητῶν κακοποιῆσαι αὐτὸν, καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον
5“τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος, τὸ αἷμα, “κατὰ τὰ κρίματα ταῦτα, καὶ καταστήσουσιν αὐτὸν καὶ ἡ συνα‐ “γωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου οὗ ἔφυγε·” τοιαύτης οὖν ἀνεγειρομένης τῆς ἐντολῆς, εἶτα τινῶν ὡς εἰκὸς τοιούτοις περι‐ πιπτόντων πταίσμασιν, ἵνα παντελῶς δικαιοῖ τῶν τῇδε τεθεσπισ‐
10μένων μὴ παντελῶς ἀλογεῖν, κατὰ πληθὺν συνιόντες Ἰουδαῖοι τῶν τοιούτων ἐζήτουν ἕνα· ἔργον γὰρ ὅλης τοῦτο συναγωγῆς ὁ νόμος γενέσθαι προσέταττε, ἀπολύσειν γε μὴν ἐξῆν αὐτοῖς, κατά γε τὸ δοκοῦν τῷ νόμῳ. τοῦτο δρᾷν αἰτοῦσι Πιλάτῳ· καταδεξάμενοι γὰρ ἅπαξ τὴν Ῥωμαίων ἀρχὴν, τὰ πλεῖστα λοιπὸν τῶν καθ’ ἑαυτοὺς
15τοῖς ἐκείνων παρεχώρουν νόμοις· καὶ γοῦν φονεύειν ἐξὸν τὸν ἐπί τισι τῶν ἀτόπων κατεγνωσμένων, ὡς ἕνα τῶν τοιούτων Πιλάτῳ προσήγαγον τὸν Ἰησοῦν. Τίνος ἕνεκεν ὁ Πιλάτος λαβὼν τὸν Κύριον Ἰησοῦν ἐμαστίγωσε; τάχα ἐκλῦσαι αὐτοὺς βουλόμενος, καὶ παραμυθήσασθαι τὸν
20Ἰουδαϊκὸν ζῆλον. Ἐπειδὴ γὰρ διὰ τῶν ῥημάτων οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι, σπεύδων μέχρι τούτου στῆσαι τὸ δεινὸν, καὶ ἐμάστιξε, καὶ γενέσθαι τὰ γενόμενα συνεχώρησε, τὴν χλαμύδα καὶ τὸν στέφανον περιτεθῆναι, ὥστε αὐτῶν χαλάσαι τὴν ὀργήν. Εἰ δὲ λέγοι τις, πῶς οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ
25ἀκανθῶν, ἐπέθηκαν αὐτῷ ἐπὶ τῇ κεφαλῇ, καὶ τὰ ἄλλα πάντα ἐποίησαν, εἴγε μὴ ἐπίταγμα ἦν τοῦ ἄρχοντος τοῦτο, εἰς χάριν τὴν Ἰουδαϊκὴν, σκοπείτω, ὅτι οὐδὲ παρὰ τὴν ἀρχὴν παρ’ ἐκείνου κελευσθέντες ἐπῆλθον νυκτὸς, ἀλλὰ τοῖς Ἰουδαίοις χρημάτων ἕνεκα χαριζόμενοι, πάντα ἐτόλμων. Ἐξήγαγε δὲ αὐτὸν ὁ Πιλάτος,
30λέγων, οὐδεμίαν αἰτίαν εὑρίσκω κατ’ αὐτοῦ, σβέσαι διὰ τούτου τὴν ὀργὴν αὐτῶν βουλόμενος, ἀλλ’ ἐκεῖνοι οὐδὲ οὕτως ἥμεροι γεγό‐ νασιν, ἀλλ’ ἐβόων, “σταύρωσον, σταύρωσον.” Διὰ τοῦτο ἰδὼν ὁ
Πιλᾶτος εἰκῆ πάντα γενόμενα, φησὶ, “λάβετε αὐτὸν ὑμεῖς, καὶ386

387

“σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν,” ὅθεν δηλονότι καὶ τὰ πρότερα διὰ τὴν ἐκείνων συνεχώρησε μανίαν· καὶ γὰρ τοῦτο ὡς ἀφοσιουμένου ἐστὶ, καὶ ἐπὶ πρᾶγμα οὐ συγκεχωρη‐ μένον αὐτοῖς ὠθοῦντος αὐτούς. Διὸ καὶ ἐν τούτῳ καταισχυνθέντες
5λέγουσιν, ὅτι “ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν “ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτὸν,” ὅθεν τοῦτο ἀκούσας ὁ Πιλάτος μᾶλλον ἐφοβήθη, μήποτε ἀληθὲς ᾖ τὸ λεγό‐ μενον· ἐκεῖνοι δὲ καὶ διὰ πραγμάτων τοῦτο μαθόντες οὐ πεφρί‐ κασιν, ἀλλ’ ἀναιροῦσιν αὐτὸν, ὑπὲρ ὧν ἐχρῆν προσκυνεῖν· διὰ
10τοῦτο οὐκ ἔτι ἐρωτᾷ αὐτὸν ὁ Πιλάτος, τί ἐποίησας; ἀλλ’ ἄνωθεν πάλιν ποιεῖται τὴν ἐξέτασιν, ὑπὸ τοῦ φόβου κατασειόμενος λέγων, “εἰ σὺ εἶ ὁ Χριστός;” αὐτὸς δὲ οὐκ ἀποκρίνεται αὐτῷ. διότι μαθὼν παρ’ αὐτοῦ ὅτι “εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἦλθον,” καὶ, “ἡ βασιλεία μου οὐκ ἔστιν ἐντεῦθεν,” καὶ ὀφείλων ἀντιστῆναι
15καὶ ἐξελέσθαι αὐτόν· τοῦτο μὲν οὐκ ἐποίησεν, ἠκολούθησε δὲ τῇ Ἰουδαϊκῇ ὁρμῇ, ὅθεν καὶ ἑαυτὸν προκατέκρινε λέγων, “ἐξουσίαν “ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε·” εἰ γὰρ τὸ πᾶν ἐν ἑαυτῷ ἔκειτο, τίνος ἕνεκεν οὐδεμίαν αἰτίαν εὑρὼν οὐκ ἀπέλυσεν αὐτόν; αὐτὸς δὲ κατασπῶν αὐτοῦ τὸν τῦφον, φησὶν,
20“οὐκ εἶχες ἐξουσίαν κατ’ ἐμοῦ οὐδεμίαν, εἰ μὴ ἦν σοι δεδομένον “ἄνωθεν,” δηλῶν οὐχ ἁπλῶς κατὰ τὴν τῶν ἄλλων ἀκολουθίαν τοῦτο γινόμενον, ἀλλὰ μυστικῶς ἐπιτελούμενον. ἵνα δὲ μὴ ἀκού‐ σας, “εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν,” νομίσῃ τοῦ παντὸς ἀπηλ‐ λάχθαι ἐγκλήματος, ἐπήγαγε, “διὰ τοῦτο ὁ παραδιδούς μέ σοι
25“μείζονα ἁμαρτίαν ἔχει.” Εἰ δὲ λέγει τις, ὅτι εἰ δεδομένον ἦν, οὔτε ἐκεῖνοι, οὔτε οὗτος ὑπεύθυνοι ἐγκλημάτων εἰσίν· εἰκῆ ταῦτα λέγει· τὸ γὰρ δεδομένον ἐνταῦτα τὸ συγκεχωρισμένον ἐστίν· ὡσανεὶ ἔλεγεν, εἴασα μὲν ταῦτα γενέσθαι· οὐ μὴν διὰ τοῦτο τῆς ἁμαρτίας ὑμεῖς ἐκτὸς ἔσεσθε, τοιαύτην προαίρεσιν πονηρὰν
30κεκτημένοι. Ἐπεὶ οὖν κατέπληξεν αὐτὸν διὰ τῶν ῥημάτων καὶ σαφῆ παρ‐ έσχετο τὴν ἀπολογίαν, ἐκ τούτου ἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν· ἀλλ’ οἱ Ἰουδαῖοι, ἐπείπερ πάντοθεν ἐπεστομίσθησαν, ἐπὶ
δημόσιον ἔγκλημα τὸν λόγον ἐξάγουσι λέγοντες, “ἐὰν τοῦτον387

388

“ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.” Ἐπειδὴ γὰρ τὰ ἀπὸ τοῦ νόμου παράγοντες ἐγκλήματα, οὐδὲν ὤνησαν, κακούργως ἐπὶ τοὺς ἔξω τρέπονται νόμους, καί φασι, “πᾶς ὁ ποιῶν ἑαυτὸν βασι‐ “λέα ἀντιλέγει τῷ Καίσαρι.” Καὶ ποῦ τυραννίδος οὗτος ἑάλω;
5πόθεν δὲ ἔχετε τοῦτο δεῖξαι; ἀπὸ τῆς ἁλουργίδος, ἀπὸ τοῦ δια‐ δήματος, ἀπὸ τοῦ ὀχήματος, ἀπὸ τῶν στρατιωτῶν; οὐχὶ μετὰ τῶν ιβʹ μαθητῶν ἀεὶ ἐβάδιζε πάντα εὐτελῶς μετιὼν, καὶ τροφὴν καὶ στολὴν, καὶ οἴκημα; ἀλλ’ ὦ τῆς ἀνανδρείας καὶ ἀκαίρου δειλίας. Νομίσας γὰρ ὁ Πιλάτος κινδυνεύειν λοιπὸν εἰ ἴδοι ταῦτα, ἐξέρ‐
10χεται μὲν ὡς ἐξετάσων τὸ πρᾶγμα· τὸ γὰρ καθίσαι τοῦτο ἐδήλου· οὐδεμίαν δὲ ποιησάμενος ἐξέτασιν, παραδίδωσιν αὐτὸν, νομίζων δυσωπήσειν αὐτούς· ὅτι γὰρ τοῦτο αὐτὸ ἐποίει, δῆλον ἐξ ὧν φησι πρὸς αὐτούς· “ἴδε ὁ βασιλεὺς ὑμῶν·” αὐτοὶ δὲ τὴν πονηρὰν ἔτι γνώμην κατέχοντες ἔκραζον, “ἆρον, ἆρον, σταύρωσον αὐτόν·”
15οὕτω δὲ αὐτὸν ἀνελεῖν ἐπεχείρουν, ἐπειδὴ ἐπονείδιστος οὗτος ὁ θάνατος ἦν. δεδοικότες οὖν μή τις αὐτοῦ μετὰ ταῦτα γένηται μνήμη, σπουδάζουσιν ἐπὶ τιμωρίαν ἀγαγεῖν τὴν ἐπάρατον, οὐκ εἰδότες ὅτι διὰ τῶν κωλυμάτων λαμπροτέρα γίνεται ἡ ἀλήθεια, ὑπερέβαλλον δὲ καὶ ἑαυτοὺς ἑκόντες τῇ κολάσει, εἰπόντες, “οὐκ
20“ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.” Διὰ τοῦτο καὶ ὁ Θεὸς αὐτοὺς παρέδωκεν, ὅτι αὐτοὶ πρῶτοι τῆς προνοίας αὐτοῦ ἐπιστα‐ σίας ἑαυτοὺς ἐξέβαλλον. σφόδρα δὲ ἀλόγως διαπραξάμενος ὁ Πιλάτος, παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ· δέον γὰρ ἐρω‐ τῆσαι, εἴγε ἐσπούδασεν ὁ Χριστὸς ἐπιθέσθαι τυραννίδι.
25 Ἀμμωνίου Πρεσβυτέρου. Κἂν ἄρχων ᾖ, ἀλλ’ οὖν μὴ εὑρί‐ σκων κατ’ ἐμοῦ πταῖσμα, οὐκ ἠδυνάσο καταψηφίσασθαι, εἰ μὴ ἑκὼν ἐγὼ εὐδοκίᾳ Πατρὸς ἤγαγον ἐμαυτὸν εἰς τὸ παθεῖν. Ἀπολιναρίου. Τὴν ἁμαρτίαν μείζονα τὴν τοῦ παραδόντος διὰ τοῦτο εἶναί φησιν, ὅτι κατὰ τὸν προφήτην, “ὃν σὺ ἐπάταξας, αὐτοὶ
30“κατεδίωξαν,” καὶ ὡς ἀλλαχοῦ περὶ τοῦ προδότου προείρηται, “ἀνθ’ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεον, καὶ κατεδίωξε πένητα καὶ “πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.” Τὸ γὰρ ἐν καιρῷ πόνου καὶ θλίψεως ἐπιτίθεσθαι τῷ μηδὲν ἀδικοῦντι, δεινὸν παρὰ τῷ δικαίῳ καὶ ἀγαθῷ Θεῷ· ᾧ γὰρ συμπάσχειν ἐχρῆν,
35τούτῳ προστιθεὶς ἀλγηδόνας, ἀνθίσταται τῷ Θεῷ.388

389

Σευήρου Ἀντιοχείας ἐκ τῆς πρὸς Θωμᾶν Ἐπίσκοπον Γερμανικίας Ἐπιστολῆς. Εὐσεβίος ὁ Καισαρεὺς ὁ Παμφί‐ λου προσαγορευόμενος ἐν ταῖς πρὸς Μαρῖνον ἐπὶ ταῖς περὶ τοῦ θείου πάθους καὶ τῆς ἀναστάσεως ζητήσεσι καὶ ἐπιλύσεσι, καὶ
5τοῦτο προὔθηκεν εἰς ἐξέτασιν τὸ τὸν μὲν θεῖον Εὐαγγελιστὴν Μάρκον εἰπεῖν, ὥραν εἶναι τρίτην καθ’ ἣν ἐσταυρώθη ὁ Θεὸς ἡμῶν, τὸν δὲ θεολογικώτατον Ἰωάννην κατὰ τὴν ὥραν τὴν ἕκτην γράψαι προκαθεσθῆναι τὸν Πιλάτον ἐπὶ τοῦ βήματος, ἐν τῷ λιθοστρώτῳ καλουμένῳ τόπῳ, καὶ ἀνακρίνειν τὸν Ἰησοῦν· καί φησι γραφικὸν
10εἶναι τοῦτο σφάλμα παραγοραθὲν πάντων ἐξ ἀρχῆς ἀπογραψα‐ μένων τὰ εὐαγγέλια· τοῦ μὲν γὰρ γάμμα στοιχείου τὴν τρίτην ὥραν σημαίνοντος, τοῦτο δὲ ἐπισήμου τὴν ἕκτην, καὶ πολλὴν ἐμφέρειαν τρίτης ὥρας δηλωτικὸν, κυρτωθείσης τῆς ἀποτετα‐ μένης εἰς μῆκος εὐθείας, εἰς τὴν τοῦ ἐπισήμου μεταχωρῆσαι
15σημασίαν, τοῦ τῆς ἕκτης ὥρας δηλωτικοῦ· τῶν γὰρ τριῶν εὐαγ‐ γελιστῶν τοῦ τε Ματθαίου καὶ Μάρκου καὶ Λουκᾶ σύμφωνον λεγόντων, ὡς ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, πρόδηλον ὡς ὁ Κύριος καὶ Θεὸς Ἰησοῦς πρὸ τῆς ἕκτης ὥρας πρὸ τοῦ γενέσθαι τοῦ σκότους ἐσταύρωτο, δηλαδὴ
20κατὰ τὴν τρίτην ὥραν, ὡς ὁ Μάρκος ἱστόρησε, καὶ τοῦ Ἰωάννου τὸν ὅμοιον τρόπον τρίτην εἶναι τὴν ὥραν ἐπισημηναμένου, καὶ τῶν ἀπογραψαμένων, τὸ γάμμα μετατεθέντων εἰς τὸ ἐπίσημον. Τοῦ ἁγίου Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων. Τίνος ἕνεκεν ὁ μὲν Μάρκος τρίτην ὥραν λέγει τὸν Χριστὸν σταυρωθῆναι,
25ὁ δὲ Ἰωάννης ἕκτην; Μάρκος μὲν τὴν ὥραν τῆς ἀποφάσεως τοῦ σταυροῦ σαφῶς καὶ ἀναμφιβόλως ἐκτίθεται· ἐπεὶ οὖν σταυρῶσαι καὶ τιμωρήσασθαι ἔκτοτε οἱ δικασταὶ λέγονται, ἀφ’ οὗ τὴν ἀπό‐ φασιν ἐξενέγκωσι, διὰ τὸ τὴν δύναμιν τῆς τιμωρίας καὶ τοῦ θανάτου ἐν ταῖς γλώσσαις κεκτῆσθαι, τούτου χάριν ὁ Μάρκος
30αὐτὸν τὴν τρίτην ὥραν σταυρωθῆναι λέγει, ἀφ’ ἧς ὁ Πιλάτος τὴν ἀπόφασιν ἐξήνεγκεν· Ἰωάννης δὲ ὡς εἰρηκότος τοῦ Μάρκου τὸν καιρὸν τῆς ἀποφάσεως, αὐτὸς τὴν ὥραν ἐν ᾗ τῷ σταυρῷ προσή‐
λωσαν τὸν Κύριον ἔφησεν. Χρὴ γὰρ σκοπῆσαι ἃ μεταξὺ τῆς παρὰ389

390

τοῦ Πιλάτου περὶ τοῦ σταυροῦ προσελθούσης ἀποφάσεως καὶ τῆς ὥρας αὐτῆς, ἐν ᾗ εἰς τὸν σταυρὸν ὁ Κύριος ἀναβέβηκε, πέπρακται. Ταῦτα μὲν γὰρ ὁ Ἰωάννης γέγραφε. Μετὰ γὰρ τὸ ἀπολῦσαι τὸν Πιλάτον τὸν Βαραββᾶν, φραγελλῶσαι δὲ τὸν Ἰησοῦν, καὶ
5παραδοῦναι ἵνα σταυρωθῇ, μετ’ αὐτοῦ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορ‐ φυροῦν περιέβαλον αὐτῷ, καὶ τὰ λοιπὰ ἐπετέλουν ἐμπαίζοντες αὐτόν. Ἔτι δὲ καὶ ὁ Πιλάτος ἐξήνεγκεν αὐτὸν ἐστεφανωμένον ταῖς ἀκάνθαις, καὶ τὸ πορφυροῦν περιβεβλημένον ἱμάτιον, καὶ
10εἶπεν, “ἰδοὺ ὁ ἄνθρωπος·” πρόσκειται, καὶ ὅτι ἐβόησαν οἱ Ἰουδαῖοι, “ἆρον, ἆρον, σταύρωσον αὐτὸν,” καὶ ὅτι τῶν Ἰουδαίων ἀποκρινο‐ μένων “ἡμεῖς νόμον ἔχομεν,” καὶ τὰ ἑξῆς, πάλιν εἰσελθὼν ὁ Πιλάτος ἑτέραν ποιεῖται τοῦ Ἰησοῦ τὴν ἀνάκρισιν, ἀφ’ ἧς αὐτὸν καὶ ἀπολῦσαι ἐβούλετο, καὶ τὰ ἀκόλουθα δὲ πάντα ἕως οὗ ἐν τῷ
15λιθοστρώτῳ πάλιν ἑτέραν ποιεῖται περὶ ἑαυτοῦ διάγνωσιν. Ταῦτα οὖν πάντα ἱκανὰ ὑπῆρχε τὸν ἀπὸ τρίτης ὥρας μέχρι τῆς ἕκτης δαπανῆσαι χρόνου, ἅπερ ὁ Ἰωάννης ἐκθέμενος, ὡς καὶ τούτοις πᾶσι παρηκολουθηκὼς, ἀναγκαίως τῆς ἕκτης ὥρας ἐμνημόνευσεν, ὅτε καὶ παρέδωκεν αὐτὸν αὐτοῖς τελείως ἵνα σταυρωθῇ, οὐκέτι
20μαστίξας, ἤδη γὰρ μαστιχθεὶς, ὅτε αὐτὸν τῇ ἀποφάσει σταυρω‐ θῆναι παρέδωκε· νῦν δὲ αὐτὸ τὸ ἔργον τοῦτο γενέσθαι προσέταξε· διόπερ οὐδενὸς ἑξῆς ἄλλου πεπραγμένου μέμνηται, μόνης δὲ τῆς ἐπὶ τὸν σταυρὸν ἀπαγωγῆς· ἐὰν δὲ λέγῃ τις, ὅτι καὶ ἕνεκεν τίνος ἅπαξ ἀποφηνάμενος, πάλιν αὐτὸν ἀπολῦσαι ἐβούλετο, πρῶτον μὲν
25ὑπὸ τοῦ πλήθους βιασθεὶς ἔθετο τὴν ἀπόφασιν, ἔπειτα καὶ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐνύττετο. Ἦν γὰρ αὐτῷ, ὥς φησιν ὁ Ματ‐ θαῖος μηνύσασα, “μηδέν σοι καὶ τῷ ἀνθρώπῳ τῷ δικαίῳ, καὶ τὰ ἑξῆς. Τίνος χάριν ὁ μὲν Ἰωάννης βαστάσαι τὸν σταυρὸν αὐτοῦ ἱστο‐
30ρεῖ τὸν Κύριον, οἱ δὲ λοιποὶ Εὐαγγελισταὶ Σίμωνα τὸν Κυρηναῖον πεποιηκέναι τοῦτο συνέγραψαν; ἐπειδὴ ἑκάτερον πέπρακται. Ἅμα γὰρ τὸ ἀπαχθῆναι τὸν Κύριον ἐπὶ τῷ σταυρωθῆναι, ἐπὶ τὸν ὦμον βαστάζων τὸν σταυρὸν αὐτὸς ἐξῆλθε, τῶν στρατιωτῶν οὐκ ἀξιούν‐ των βαστάσαι αὐτὸν, μὴ παρόντος ἑτέρου τοῦ βαστάζειν ὀφεί‐
35λοντος, τῆς ὁδοῦ τότε ἀγγαρευθεὶς ὁ Σίμων ὑπὸ τῶν στρατιωτῶν,390

391

λαβὼν αὐτὸν ὑπὸ τοῦ Κυρίου ἐβάστασεν. Ὅτι δὲ οὕτως ἔχει, αὐτὰ ὑμᾶς διδάξει τῶν Εὐαγγελιστῶν τὰ ῥήματα, ὅτι περ “ἀγ‐ “γαρεύουσι,” φησὶ, “παράγοντα Σίμωνα Κυρηναῖον ἐρχόμενον “ἀπ’ ἀγροῦ” ὅπερ δηλοῖ ὅτι τῆς ὁδοῦ ἐρχομένοις ἐπὶ τὸν Γολ‐
5γαθὰ, ἐρχόμενος ἀπ’ ἀγροῦ ὁ Σίμων συνήντησε· τὸ γὰρ συναντῆ‐ σαι τοῖς ὁδεύουσι γίνεται· ὅθεν τὸν σταυρὸν οὐκ ἐξ ἀρχῆς, ἀλλὰ τότε ἀγγαρευθεὶς ἐβάστασε. Τοῦ Χρυσοστόμου. Διὰ τί βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν; ἐπειδὴ καὶ ἐν τῷ τύπῳ οὕτω γέγονε; καὶ γὰρ ὁ Ἰσαὰκ
10τὰ ξύλα ἐβάστασεν, εἰ καὶ τότε μὲν μέχρι τῆς γνώμης τοῦ πατρὸς ἔστη τὸ πρᾶγμα· τύπος γὰρ ἦν· νῦν δὲ καὶ ἐπὶ τῶν ἔργων ἐξῆλθεν, ἀλήθεια γὰρ ἦν· καὶ ὡς καταδίκῳ δὲ λοιπὸν, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν, καὶ τὸ ξύλον οἰωνίζοντο, καὶ οὐδὲ θίγειν ἠνείχοντο. Εἰς δὲ τὸν κρανίου τόπον σταυροῦσιν αὐτὸν,
15ἐπειδὴ, φασὶ τινὲς τὸν Ἀδὰμ ἐκεῖ τετελευτηκέναι καὶ κεῖσθαι· διὰ τοῦτο οὖν καὶ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς, ἔνθα ὁ θάνατος ἐβασίλευσε, ἐκεῖ καὶ τὸ τρόπαιον ἔστησε. Σταυροῦσι δὲ ἄλλους δύο μετ’ αὐτοῦ, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ αὐτὸν, καὶ τοῦτο εἰ καὶ ἄκοντες, πληροῦντες προφητείαν τὴν λέγουσαν
20“ὅτι μετὰ ἀνόμων ἐλογίσθη” ἃ γὰρ ὑβρίζοντες ἐποίουν οὗτοι, ταῦτα τῇ ἀληθείᾳ συνετέλει, ἵνα μάθωμεν ὅση αὐτῆς ἡ δύναμις. Ἐβούλετο μὲν γὰρ συσκιάσαι τὸ γινόμενον ὁ διάβολος, ἀλλ’ οὐκ ἴσχυσε. Καὶ γὰρ τριῶν σταυρωθέντων μόνος ἔλαμψεν ὁ Κύριος ἡμῶν Ἰησοῦς.
25 Τὸ δὲ τίτλον ἔγραψεν ὁ Πιλάτος, καὶ ἐπέθηκεν ἐπὶ τοῦ σταυροῦ, ὁμοῦ μὲν τοὺς Ἰουδαίους ἀμυνόμενος, ὁμοῦ δὲ καὶ ἀπο‐ λογούμενος ὑπὲρ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὡς φαῦλόν τινα αὐτὸν ἐξέδωκαν οἱ Ἰουδαῖοι, καὶ τὴν ψῆφον ταύτην τῇ κοινωνίᾳ τῶν λῃστῶν βεβαιῶσαι ἐπεχείρουν, ἐμφράττων αὐτῶν τὰ στό‐
30ματα καὶ δεικνὺς ὅτι τῷ οἰκείῳ βασιλεῖ ἐπανέστησαν, ὥσπερ ἐπὶ στήλης τινὸς τὰ γράμματα ἔθηκε, καὶ τοῦτο οὐ μιᾷ γλώττῃ, ἀλλὰ τρισὶ δῆλον ἐποίησεν. Ἐπειδὴ γὰρ εἰκὸς πολλοὺς εἶναι μιγάδας Ἰουδαίων διὰ τὴν ἑορτὴν, ὥστε μηδένα ἀγνοεῖν τὴν ἀπο‐
λογίαν, ταῖς φωναῖς ἁπάσαις τὴν Ἰουδαίων μανίαν ἐστηλίτευσεν,391

392

ὅθεν καὶ οἱ ἀρχιερεῖς καὶ ἐσταυρωμένοι βασκαίνοντες ἔλεγον τῷ Πιλάτῳ, “μὴ γράφε βασιλεὺς τῶν Ἰουδαίων,” ὡσανεὶ ἔλεγον, ὅτι τούτου γενομένου δείκνυται τῆς αὐτοῦ προπετείας καὶ ἀλαζο‐ νείας τὸ ἔγκλημα εἶναι· ἀλλ’ οὐχ ὁ Πιλάτος προετράπη, ἀλλὰ
5φησὶν, “ὃ γέγραφα, γέγραφα.” μέγα δὲ καὶ ἐντεῦθεν οἰκονομεῖ‐ ται. Ἐπειδὴ γὰρ κατεχώσθη τοῦ σταυροῦ τὸ ξύλον, ὡς οὐδενὸς αὐτὸν ἀνελέσθαι σπουδάζοντος, τὸ καὶ φόβον ἐπικεῖσθαι καὶ πρὸς ἕτερα κατεπείγοντα τοὺς πιστεύοντας σπεύδειν, μέλλοντα δὲ χρό‐ νοις ὕστερον ἐπιζητεῖσθαι, εἰκὸς δὲ τοὺς τρεῖς ὁμοῦ κεῖσθαι σταυ‐
10ροὺς, ἵνα μὴ ἀγνοῆται ὁ τοῦ δεσπότου, πρῶτον μὲν ἀπὸ τοῦ μέσως κεῖσθαι, ἔπειτα δὲ καὶ ἀπὸ τοῦ τίτλου δῆλος πᾶσιν ἐγένετο· οἱ γὰρ τῶν λῃστῶν τίτλους οὐκ εἶχον. Χρὴ δὲ σκοπῆσαι παντα‐ χοῦ τὰς προφητείας πληρουμένας δι’ ὧν ἐκεῖνοι πονηρεύονται· καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προείρητο, ὅπερ οἱ στρατιῶται διεπράξαντο,
15τὰ ἱμάτια αὐτοῦ μερισάμενοι. Περὶ δὲ τοῦ χιτῶνος ὅτι “ἦν,” φησὶν, “ἄρραφος ἐκ τῶν ἄνωθεν “ὑφαντὸς,” οἱ μὲν φασὶν ἀλληγορίαν ἐν τούτῳ δηλοῦσθαι, ὅτι οὐχ ἁπλῶς ἄνθρωπος ἦν, ἀλλὰ καὶ ἄνωθεν τὴν θεότητα εἶχεν· οἱ δὲ αὐτὸ τὸ εἶδος τοῦ χιτωνίσκου φασὶ τὸν Εὐαγγελιστὴν ἱστο‐
20ρεῖν. ἐπειδὴ γὰρ ἐν τῇ Παλαιστίνῃ δύο ῥάκκη συμβάλλοντες οὕτως ὑφαίνουσι τὰ ἱμάτια, καὶ ὅτι καθάπερ ἐν τοῖς ἄλλοις ἅπα‐ σιν, οὕτω καὶ ἐν τῇ στολῇ τὸ λιτὸν ἐδίωκε σχῆμα. Εἶπον δὲ πρὸς ἀλλήλους ἐκεῖνοι, “μὴ σχίσωμεν αὐτὸν,” καὶ τὰ ἑξῆς, ὅπως μάθωμεν ἡμεῖς προφητείας ἀκρίβειαν. Οὐ γὰρ ὅτι ἐμερίσαντο
25μόνον, ἀλλ’ ὅτι καὶ οὐκ ἐμερίσαντο, εἶπεν ὁ προφήτης, τὰ μὲν γὰρ ἄλλα διενείμαντο, τὸν δὲ χιτῶνα οὐκέτι, ἀλλὰ κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψαν. Κυρίλλου. Εἰς τέσσαρα μέρη διελόντες τὰ τοῦ Σωτῆρος ἱμάτια, ἀμέριστον τηροῦσι τὸν ἕνα, τῆς ἀφράστου σοφίας τοῦ
30μονογενοῦς διοικουμένης ὥσπερ τι, καὶ διὰ τοῦτο σημεῖον μυστικῆς οἰκονομίας, δι’ ἧς ἔμελλε τὰ τέσσαρα μέρη τῆς οἰκουμένης δια‐ σώζεσθαι. Ἐμερίσαντο γὰρ καὶ οἱονεί πω καὶ ἀμερίστως ἔχει τὰ τέσσαρα τῆς οἰκουμένης μέρη, τὸ ἅγιον ὄντως περίβλημα, τοῦτ’ ἔστι τὸ σῶμα αὐτοῦ· κατακερματιζόμενος γὰρ ἐν τοῖς καθ’ ἕνα
35καὶ τὴν ἑκάστου ψυχὴν ἁγιάζων μετὰ τοῦ σώματος διὰ τῆς392

393

ἰδίας σαρκὸς ὁμογενὴς ὁλοκλήρως καὶ ἀμερίστως, ἐν ὅλοις ἐστὶν ὑπάρχων πανταχῆ, μεμέρισται γὰρ οὐδαμῶς, κατὰ τὴν τοῦ Παύλου φωνήν. Τίς ἐστιν ἡ ἀδελφὴ τῆς μητρὸς τοῦ Κυρίου; τοῦ Κλεώπα
5μὲν ἐστὶ γυνὴ, συγγενὴς δὲ τῆς θεοτόκου, κατὰ λόγον καὶ οὐ κατὰ φύσιν, διὰ τὸ τὸν Ἰωσὴφ τὸν τῆς παρθένου μνηστῆρα ἀδελ‐ φὸν εἶναι τοῦ Κλεώπα, καθώς φησιν Ἐπιφάνιος ὁ τῆς Κύπρου, καὶ Ἰώσηππος ἱστορεῖ. Εἰ γὰρ καὶ ἀδελφὴν εἶπεν ὁ Εὐαγγε‐ λιστὴς τῆς θεομήτορος τὴν τοῦ Κλεώπα Μαρίαν, ἀλλὰ διὰ τὴν
10συγγένειαν τοῦτο εἴρηκεν. ἔθος γὰρ τοῦτο τοῖς παλαιοῖς τὸ τοὺς ἀγχιστεύοντας ἀδελφοὺς καλεῖν, καθώς φησιν Ἰσαὰκ πρὸς Ἀβι‐ μέλεχ τὸν βασιλέα περὶ τῆς Ῥεββέκκας, ὅτι “ἀδελφή μου ἐστι,” καί τοι γυνὴ αὐτοῦ ἦν· καὶ ὁ Κύριος διὰ τοῦ προφήτου πρὸς τὸν ἑαυτοῦ Πατέρα, “ἀναγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,”
15“ὅτι προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν·” οὐδαμοῦ γὰρ εὕρηται παρὰ τῇ θείᾳ γραφῇ ἐμφερόμενον τοῦτο, ὅτι γεγέννηται ἕτερον τέκνον τοῖς δικαίοις Ἰωακεὶμ καὶ Ἄννᾳ πλὴν τῆς θεόπαιδος. Ὅτι τέσσαρες Μαρίαι ἐμφέρονται διαφόρως ἐν τοῖς θείοις Εὐαγγελισταῖς, καὶ πρώτη Μαρία ἡ θεοτόκος, ἡ παρὰ τῷ Ματ‐
20θαίῳ καὶ Μάρκῳ λεγομένη Μαρία, ἡ τοῦ Ἰακὼβ τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ. Λέγεται δὲ μήτηρ αὐτῶν θέσει καὶ οὐ φύσει διὰ τὸ εἶναι τὸν μνηστῆρα Ἰωσὴφ πατέρα αὐτῶν. Δευτέρα Μαρία ἡ Μαγδαλινὴ, ἀφ’ ἧς ἐκβεβλήκει ὁ Κύριος ἑπτὰ δαιμόνια. τρίτη Μαρία ἡ τοῦ Κλεώπα γυνὴ, ἀδελφὴ δὲ λεγομένη παρὰ τῷ Εὐαγ‐
25γελιστῇ Ἰωάννῃ τῆς θεοτόκου διὰ τὴν συγγένειαν, καὶ διὰ τὸν μνηστῆρα Ἰωσὴφ ὡς εἴρηται εἶναι ἀδελφὸν τοῦ Κλεώπα. Τετάρτη Μαρία ἡ σώφρων, ἡ τοῦ Λαζάρου ἀδελφή. Παρατίθεται δὲ καίπερ σταυρώμενος τὴν μητέρα τῷ μαθητῇ, παιδεύων ἡμᾶς μέχρις ἐσχάτης ἀναπνοῆς πᾶσαν ἐπιμέλειαν ποι‐
30εῖσθαι τῶν γεγεννηκότων. κρύπτει δὲ πάλιν ἑαυτὸν ὁ Ἰωάννης εἰπὼν “καὶ τὸν μαθητὴν ὃν ἠγάπα” μετριάζων, ἐπειδὴ καὶ τὴν αἰτίαν εἶπεν ἂν, δι’ ἣν ἠγαπᾶτο. Καὶ γὰρ εἰκὸς μεγάλην τινὰ εἶναι καὶ θαυμαστήν. Κατανοήσωμεν δὲ καὶ πῶς καὶ σταυρού‐
μενος ὁ δεσπότης ἡμῶν Ἰησοῦς πάντα ἀταράχως ἔπραττε, τῷ393

394

μαθητῇ διαλεγόμενος περὶ τῆς μητρὸς, προφητείας πληρῶν, τῷ λῃστῇ χρηστὰς ὑποφαίνων ἐλπίδας, καί τοίγε πρὸ τοῦ σταυροῦ φαίνεται ἱδρῶν, ἀγωνιῶν, δεδοικώς. Τί ποτε οὖν ἔστι τοῦτο; οὐδὲν ἄπορον οὐδὲ ἀσαφές. Ἐκεῖ μὲν γὰρ ἡ τῆς φύσεως ἀσθέ‐
5νεια δείκνυται, ἐνταῦθα δὲ ἡ τῆς δυνάμεως περιουσία διαλάμπει· ἐτίμησε δὲ καὶ μεγάλῃ τιμῇ τὸν μαθητὴν, τῇ μητρὶ τῇ ἑαυτοῦ εἰπὼν, “ἴδε ὁ υἱός σου, καὶ τῷ μαθητῇ, ἰδοὺ ἡ μήτηρ σου.” Ταῦτα δὲ ἔλεγε συνάπτων αὐτοὺς εἰς ἀγάπην· ὅπερ οὖν καὶ ὁ μαθητὴς συνιεὶς εἰς τὰ ἴδια αὐτὴν ἔλαβε. Τὸ δὲ “ἰδὼν ὁ Ἰησοῦς
10ὅτι πάντα τετέλεσται,” δηλοῖ, ὅτι οὐδὲν ἔλιπε τῇ οἰκονομίᾳ. Χρὴ δὲ σκοπῆσαι καὶ τοῦτο, πῶς ἐν τῇ ἐξουσίᾳ αὐτοῦ τοῦ μέλλοντος τελευτᾷν τὸ πᾶν ἔκειτο, ὅτι οὐ πρότερον ἐπήει τῷ σώ‐ ματι ἡ τελευτὴ, ἕως ὅτε αὐτὸς ἐβούλετο· ἐβούλετο δὲ μετὰ τὸ πάντα πληρῶσαι· τούτου δὲ γεγονότος λέγει, “διψῶ,” πάλιν κἀν‐
15ταῦθα προφητείαν πληρῶν· οἱ δὲ τὸ μιαρὸν τοῦ τρόπου αὐτῶν πάλιν ἐνδεικνύμενοι· “πλήσαντες οὖν σπόγγον ὄξους μετὰ χολῆς “καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι,” μήτε μέλλοντος αὐτοῦ λοιπὸν ἀπιέναι ἥμεροι γενόμενοι, αὐτὸς δὲ ἀτα‐ ράχως καὶ μετ’ ἐξουσίας πάντα πράττων, “εἶπε, τετέλεσται,”
20καὶ τὸ ἑξῆς δὲ τοῦτο δηλοῖ. Φησὶ γὰρ, “καὶ κλίνας τὴν κεφα‐ “λὴν παρέδωκε τὸ πνεῦμα,” τουτέστιν, ἀπέψυξε· καί τοι οὐ μετὰ τὸ κλῖναι τὴν κεφαλὴν τὸ ἐκπνεῦσαι γίνεται, ἀλλὰ μετὰ τὸ ἐκπνεῦσαι τὸ κλῖναι· ἐνταῦθα δὲ τοὐναντίον, οὐδὲ γὰρ ἐπειδὴ ἔκλινε τὴν κεφαλὴν, ἐξέπνευσε, δι’ ὧν ἁπάντων ἐδήλωσεν ὁ Εὐαγ‐
25γελιστὴς, ὅτι τοῦ παντὸς κύριος αὐτὸς ἦν. Οἱ δὲ τὴν κάμηλον καταπίνοντες καὶ τὸν κώνωπα διϋλίζοντες, τηλικοῦτον ἐργασάμενοι τόλμημα, περὶ τῆς ἡμέρας ἀκριβολο‐ γοῦνται· καὶ γάρ φησιν, “ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ “σώματα ἐν τῷ σαββάτῳ” καὶ τὰ ἑξῆς. Ὅτι δὲ ἰσχυρὸν ἡ
30ἀλήθεια, καὶ ἐν τούτῳ δείκνυται, δι’ ὧν γὰρ ἐκεῖνοι σπουδάζουσι, διὰ τοῦτο αἱ προφητεῖαι πληροῦνται· ἐλθόντες γὰρ οἱ στρατιῶται τῶν μὲν ἄλλων κατέαξαν τὰ σκέλη, τοῦ δὲ Χριστοῦ οὐκέτι, ἀλλ’ ὅμως χαριζόμενοι τοῖς Ἰουδαίοις “εἷς τῶν στρατιωτῶν ἔνυξε αὐτοῦ
“τὴν πλεῦραν τῇ λογχῇ,” καὶ νεκρὸν τὸ σῶμα ἐνυβρίζοντες·394

395

ἐξελθὸν δὲ αἷμα καὶ ὕδωρ, οὐχ ἁπλῶς αἱ τούτων προῆλθον πηγαὶ, ἀλλ’ ἐπειδὴ ἐξ ἀμφοτέρων τούτων ἡ Ἐκκλησία συνέστηκε, καὶ τοῦτο γιγνώσκουσιν οἱ πιστοὶ, δι’ ὕδατος μὲν ἀναγεννηθέντες, δι’ αἵματος δὲ καὶ σαρκὸς τρεφόμενοι, ἀρχὴν ἐκεῖθεν λαμβάνει τὰ
5μυστήρια, ἵν’ ὅταν προσείης τῷ φρικτῷ μυστηρίῳ, ὡς ἀπ’ αὐτῆς πίνων τῆς πλευρᾶς, οὕτω προσείης. Κυρίλλου. Ὥρας ἤδη καλού. (sic) τοῖς εἰς τὸ καὶ αὐτοῖς ἐθέλειν τοῖς ἐν ᾅδου κηρύξαι πνεύμασιν. Ἐπεδήμησε γὰρ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, καὶ αὐτὸν ὑπὲρ ἡμῶν εἰσέβη τὸν
10θάνατον. Δῆλον δὲ ὅτι κατὰ τὴν σάρκα, καί τοι ζωὴ κατὰ φύσιν ὑπάρχων Θεὸς, ἵνα σκυλεύσας τὸν ᾅδην κατορθώσῃ τῇ ἀνθρω‐ πίνῃ φύσει τὴν εἰς ζωὴν ἀναδρομὴν, ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ νεκρῶν ἀναδεδειγμένος κατὰ τὰς γραφάς· κατε‐ χρήσατο δὲ λέξεσι συνήθεσιν ὁ Εὐαγγελιστὴς εἰπὼν, “ἔκλινε τὴν
15“κεφαλὴν καὶ παρέδωκε τὸ πνεῦμα,” τῆς καθ’ ἡμᾶς συναφείας μὴ ἀφιστάμενος. Οὕτω γὰρ οἱ πολλοὶ τὸ τέθνηκε λέγουσιν, ἴσως δὲ καὶ οἰκονομικῶς λέγει τὸ “παρέδωκε τὸ πνεῦμα,” εἰς χεῖρας δηλονότι τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον ὡς παρ’ αὐτοῦ “εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου,” καὶ ἡμῖν
20δὲ αὐτοῖς ἀγαθῆς ἐλπίδος θεμέλιον ἡ τοῦ λόγου κατεβάλετο δύνα‐ μις. οὐ γὰρ ἐμφιλοχωροῦσι τοῖς μνήμασι τῶν ἁγίων αἱ ψυχαί· τρέχουσι δὲ μᾶλλον εἰς χεῖρας τοῦ πάντων Πατρὸς, τῶν ἁμαρ‐ τωλῶν εἰς τὸν τῆς κολάσεως τόπον κατασπωμένων, τουτέστιν, ᾅδην. Ἵνα εἴπῃ τῆς Ἰουδαίων ἀσεβείας τὸ μέτρον, καὶ τῆς εἰς αὐτὸν
25παροινίας τὴν ὑπερβολήν. Ἀντιόχου Πτολεμαΐδος Ὁ δὲ Ἰησοῦς βουλόμενος τὴν πληγὴν τοῦ Ἀδὰμ θεραπεῦσαι, ἀντιτίθησι τὴν πλευρὰν τῇ πλευρᾷ, ἵνα ὅθεν ἐπήγαγε τὸ τραῦμα, ἐκεῖθεν ἀνθήσει ἡ σωτηρία. Ἐν αὐτῷ γὰρ τῷ σταυρῷ τῇ λόγχῃ παρέδωκε τὴν πλευρὰν, καὶ ἐπειδὴ
30ὁ Ἀδὰμ μετὰ τὸν ὕπνον ἀφῃρέθη τῆς πλευρᾶς, ὁ Σωτὴρ οὐκ ἐγρηγορὼς τῷ σώματι τὴν πλευρὰν διηνοίγε, ἀλλὰ μετὰ τὴν κοίμησιν τοῦ σώματος ἔδωκε τὴν πλευρὰν τῷ στρατιώτῃ. Διὰ τί δὲ τῇ λόγχῃ πλευρᾷ ὑπήντησεν; ἔδει ἐν τῷ σχήματι τοῦ στρατιώτου πάντα λυθῆναι τὰ κατὰ τοῦ Ἀδάμ. ἐπειδὴ γὰρ φλο‐
35γίνην ῥομφαίαν ὁ Θεὸς περιέθηκε τὴν κωλύουσαν εἰσέρχεσθαι τὸν395

396

Ἀδὰμ εἰς τὸν παράδεισον, ἡ δὲ ῥομφαία ἦν ἡ στρεφομένη, πᾶν δὲ στρεφόμενον ἐὰν μή τινι συγκρούσθῃ, οὐχ ἵσταται τοῦ ἰδίου δρόμου, ἀντιστῆναι δὲ οὐδεὶς ἐδύνατο τῇ ῥομφαίᾳ τῇ πυρίνῃ, ἐν τῇ οἰκονομίᾳ τοῦ στρατιώτου τῷ σχήματι τῆς ῥομφαίας ἀντέθηκε
5τὴν πλευρὰν, ἵνα διὰ τῆς αἰσθητῆς λόγχης παύσηται λοιπὸν τῆς ἀπειλῆς, καὶ μηκέτι τοῖς λοιποῖς τὴν εἴσοδον ἀποκλείσῃ τοῦ παραδείσου. Ἐν δὲ τῷ εἰπεῖν ὁ “ἑωρακὼς μεμαρτύρηκε” καὶ τὰ ἑξῆς, ἐδή‐ λωσεν ὡς οὐ παρ’ ἑτέρων τοῦτο ἀκήκοεν, ἀλλ’ αὐτὸς παρὼν εἶδεν,
10ὥστε οὐκ ἂν εἴη δίκαιον ὑποπτεῦσαι τινὰ τὸν λόγον· διὸ καὶ ἐπάγει, “ἵνα ὑμεῖς πιστεύσητε, ἐγένετο γὰρ,” φησὶ, “ταῦτα, ἵνα “ἡ γραφὴ πληρωθῇ, ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται.” Εἰ γὰρ καὶ περὶ τοῦ παρὰ Ἰουδαίοις ἀμνοῦ τοῦτο εἴρηται, ἀλλὰ διὰ τὴν ἀλήθειαν ὁ τύπος προέδραμε, καὶ ἐπὶ τούτου μᾶλλον ἐξέβη· διὰ
15τοῦτο καὶ τὸν προφήτην εἰς μέσον ἤγαγεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω αὐτὸν εἰς μέσον φέρων οὐκ ἐδόκει ἀξιόπιστος εἶναι, παράγει τὸν Μωϋσέα ὡσανεὶ λέγων, καὶ οὐδὲ τοῦτο ἁπλῶς ἐγένετο, ἀλλ’ ἄνωθεν προδιεγράφη· πληροῦται δὲ καὶ ἑτέρα προφητεία λέγουσα ὅτι “ὄψονται εἰς ὃν ἐξεκέντησαν,” οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ
20τοῖς μέλλουσιν ἀπιστεῖν ἐγένετο πίστεως ἀπόδειξις τὸ τολμηθὲν, οἷον τῷ Θωμᾷ καὶ τοῖς κατ’ ἐκεῖνον. Ἀμμωνίου Πρεσβυτέρου. Πιστοῦται ὁ Εὐαγγελιστὴς, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ὁ διὰ τῶν γραφῶν προαναφωνηθεὶς, συνῳδὰ γὰρ τοῖς περὶ αὐτοῦ λεχθεῖσιν ἐξέβη τὰ πράγματα. Ὀστοῦν
25νοεῖται τὸ εὔτονον καὶ ἄθραυστον τοῦ μυστικοῦ λόγου. Ἐπειδὴ δὲ εἰκόνα ἔφερε τὸ πρόβατον τοῦ ἀμνοῦ τοῦ Θεοῦ, τρέφεταί τις τὴν κεφαλὴν τοῦ Χριστοῦ, τὰ περὶ τῆς θεολογίας αὐτοῦ ἐκλαμ‐ βάνων, τοὺς δὲ πόδας διδασκόμενος, τὰ περὶ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας, τὰ δὲ ἐνδόσθια τὰ ἀπόκρυφα δόγματα. Ἕκαστον γὰρ
30τῶν περὶ Χριστοῦ δογμάτων ἀπόκρυφον ἔχει καὶ μυστικὸν λόγον. Ἐπεὶ οὖν ὀστοῦν νοεῖται τὸ εὔτονον τοῦ μυστηρίου, οἱ ἁρμοδίως καὶ συμφώνως κατέχοντες τὸ περὶ τοῦ Χριστοῦ μυστήριον, ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ. Ὅτε “ἔρχεται κρῖναι, τότε ὄψον‐
“ται αὐτὸν καὶ θρηνήσουσι.”396

397

(1t)

ΚΕΦ. ΙΗ.
2tΠερὶ αἰτήσεως τοῦ κυριακοῦ σώματος.
3 Τίνος ἕνεκεν οὐχ εἷς τῶν ιβʹ προσῆλθε τῷ Πιλάτῳ αἰτῶν τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ, ἀλλ’ ὁ Ἰωσὴφ ἐκ τῶν ἑβδομήκοντα ὤν;
5Εἰ γὰρ διὰ τὸν φόβον λέγοι τις τῶν Ἰουδαίων, καὶ οὗτος τῷ αὐτῷ κατείχετο φόβῳ. “καὶ γὰρ,” φησὶ, “κεκρυμμένος ἦν διὰ τὸν φόβον “τῶν Ἰουδαίων.” τί οὖν ἐστιν; ἐμοὶ δοκεῖ τῶν σφόδρα ἐπισήμων εἶναι, καὶ τῷ Πιλάτῳ δῆλος, ὅθεν καὶ τὴν χάριν ἔλαβε προσελ‐ θών. Ποιοῦνται δὲ πολυτελῆ τὴν ταφὴν, ἐπειδὴ ἔτι ὡς περὶ
10ἀνθρώπου ὑψηλοῦ διέκειντο, καὶ τοιαῦτα φέρουσιν ἀρώματα, ἃ μάλιστα τὸ σῶμα πέφυκεν ἐπὶ πολὺ διατηρεῖν, καὶ μὴ συγχωρεῖν ταχέως ἐνδιδόναι τῇ φθορᾷ· ὅπερ οὐδὲν μέγα περὶ αὐτοῦ φαντα‐ ζομένων ἦν. πλὴν ὅμως τὴν φιλοστοργίαν πολλὴν ἐπιδείκνυται, καὶ ἐνταφιάζουσιν οὐχ ὡς καταδίκου, ἀλλ’ ὡς ἔθος, φησὶν, ἦν τοῖς
15Ἰουδαίοις πολυτελῶς. Ἐπειδὴ δὲ ὑπὸ τοῦ καιροῦ συνείχοντο, ἐνάτης γὰρ ὥρας γενο‐ μένης τῆς τελευτῆς, εἶτα μεταξὺ τῷ Πιλάτῳ προσιόντων, καὶ καθελόντων τὸ σῶμα, εἰκὸς ἦν ἑσπέραν καταλαβεῖν, ἐν ᾗ θέμις οὐκ ἦν ἐργάσασθαι, τιθέασιν αὐτὸν εἰς τὸ πλησίον μνημεῖον.
20“Ἦν γὰρ,” φησὶν, “ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν “τῷ κήπῳ μνημεῖον καινὸν,” καὶ τὰ ἑξῆς. Οἰκονομεῖται δὲ εἰς καινὸν αὐτὸν τεθεῖναι μνημεῖον ἐν ᾧ οὐδεὶς ἐτέθη, ἵνα καὶ τῆς ἀνα‐ στάσεως σαφὴς ἡ ἀπόδειξις γένηται, καὶ ὥστε τοὺς μαθητὰς δυνηθῆναι μετ’ εὐκολίας παραγενέσθαι, καὶ θεατὰς τῶν συμβάν‐
25των γενέσθαι καὶ μάρτυρας, πλησίον ὄντας τοῦ τόπου καὶ τῆς ταφῆς. Σευήρου Ἀντιοχείας Ἀπολογία. Χριστὸς ὁ Θεοῦ Λόγος, ὁ τοῦδε τοῦ παντὸς ποιητὴς, καὶ τῶν ὅλων Κύριος, οἷα δὴ ξένος καὶ πτωχὸς διὰ τῆς ἐνσάρκου παρουσίας ἡμῖν ἐπεδήμησεν, ἐπείπερ
30“εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον,” ἢ φησὶ τὸ γράμμα τὸ ἱερὸν, καὶ δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵν’ ἡμεῖς τῆς ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ τοῦτον ἐπτώχευσεν, ὡς
βοᾷν “αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ397

398

“σκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν “κλῖναι,” καὶ τὸ παράδοξον τὴν μετὰ τὸν σταυρὸν τὴν ἐν τάφῳ λέγει τελευταίαν κατάκλισιν. Οὐ γὰρ εἰς ἴδιον ἐτέθη μνῆμα, ἀλλ’ Ἰωσὴφ ὁ ἀπ’ Ἀριμαθαίας ἐν τῷ οἰκείῳ μνήματι καθάπερ
5ξένον αὐτὸν ὑπεδέξατο· καὶ γυμνὸν ὄντα τῷ περιβολαίῳ τῷ λινῷ περιέστειλε, καὶ παρέδωκε τῇ οὕτως οἰκονομηθείσῃ καὶ μέχρι τούτου ταπεινωθείσῃ ταφῇ. Ἀμμωνίου. Οἱ δεδιότες φανερῶς πλησιάσαι τῷ Ἰησοῦ νῦν ὁρώντων τῶν Ἰουδαίων, αἰτοῦσι τὸ σῶμα· οὗτος οὐ τῶν ιβʹ ἦν,
10ἀλλὰ τῶν ἑβδομήκοντα, καὶ ὡς σβεσθέντος τοῦ θυμοῦ τῶν Ἰου‐ δαίων, ἀδεῶς προσίεσαν. Οὕτω δὲ ὠμοὶ ἦσαν οἱ Ἰουδαῖοι, ὅτι οὔτε θάψαι αὐτοῦ τὸ σῶμα ἠνέσχοντο οἱ ἐπιχώριοι, ἀλλ’ ὁ ἀπ’ Ἀριμαθίας ξένος. Εἰ ἦν μετὰ ἄλλων, ἤμελλον τινὲς τῶν ἀπίστων λέγειν, ὅτι οὐ
15τοῦ Ἰησοῦ ἀνέστη σῶμα, ἀλλὰ ἄλλου εἰς καινὸν ἐτέθη μνημεῖον διὰ τὸ ξένον τῆς ἐκ θανάτου εἰς ζωὴν ἀναδρομῆς, καὶ τὴν καινο‐ τομίαν τὴν ἐπινοηθεῖσαν κατὰ τῆς φθορᾶς. Ὠκονομήθη ἐγγὺς εἶναι τὸν τόπον, ἵνα καὶ ψευδὴς δειχθῇ ὁ περὶ τῆς κλοπῆς λόγος.
19tΚΕΦ. ΙΘ.
20tΠερὶ τῆς ἀναστάσεως.
21 “Τῇ δὲ μιᾷ τῶν σαββάτων,” φησὶ, καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ πάνυ φιλοστόργως εἶχε περὶ τὸν διδάσκαλον, παρελθόντος τοῦ σαββάτου, ἔδραμε, παραμυθίαν τινὰ εὑρεῖν ἀπὸ τοῦ τόπου βουλο‐ μένη, καὶ ἰδοῦσα τὸν λίθον ἠρμένον καὶ μετὰ πολλοῦ τοῦ τάχους
25ἔρχεται πρὸς Σίμωνα Πέτρον. Ἀνέστη μὲν γὰρ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, καὶ τοῦ λίθου καὶ τῶν σημάντρων ἐπικειμένων. Ἐπειδὴ δὲ ἐχρῆν καὶ τοὺς ἄλλους πληροφορηθῆναι, ἀνοίγεται τὸ μνημεῖον μετὰ τὴν ἀνάστασιν, καὶ οὕτω πιστοῦται τὸ γεγονός. ἡ δὲ Μαρία οὐδὲν οὐδέπω περὶ ἀνάστασιν σαφὲς
30γιγνώσκουσα, ἀλλὰ νομίζουσα μετάθεσιν γενέσθαι τοῦ σώματος, ἀπλάστως πάντα ἀπαγγέλλει λέγουσα, ὅτι “ᾖραν τὸν Κύριον ἐκ
“τοῦ μνημείου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.” Ἀκούσαντες398

399

δὲ οἱ μαθηταὶ μετὰ πολλῆς τῆς σπουδῆς ἐφίστανται τῷ μνημείῳ, καὶ θεωροῦσι τὰ ὀθόνια κείμενα μόνα, ὅπερ ἦν ἀναστάσεως σημεῖον· οὔτε γὰρ εἰ μετέθηκαν τινὲς, τοῦτο ἐποίησαν τὸ σῶμα γυμνώσαν‐ τες, οὔτε εἰ ἔκλεψαν τοῦτο ἐφρόντισαν, ὥστε εἶναι τὸ σουδάριον
5καὶ ἐντυλίξαι καὶ θάψαι εἰς ἕνα τόπον, ἀλλὰ ἁπλῶς ὡς εἶχεν, ἔλαβον τὸ σῶμα. Διὰ τοῦτο γὰρ καὶ προλαβὼν ὁ Εὐαγγελιστὴς φησὶν, ὅτι σμύρνη συνετάφη πολλὴ, ἣ μολύβδου οὐχ ἧττον συγ‐ κολλᾷ τῷ σώματι τὰ ὀθόνια, ἵνα ὅταν ἀκούσωμεν τὰ σουδάρια ἔκειτο ἴδια, μὴ ἀνασχώμεθα τῶν λεγόντων ὅτι ἐκλάπη· οὐ γὰρ
10οὕτως ἀνόητος ἦν ὁ κλέπτων, ὥστε περὶ πρᾶγμα περιττὸν τοσαύ‐ την ἀναλίσκειν σπουδὴν, καὶ τοσοῦτον ἀναλίσκειν χρόνον, μὴ ὑφορώμενος μὴ κατάδηλος γένηται. Ἀμμωνίου. Τοῦ Ματθαίου εἰπόντος, ἑσπέρᾳ βαθείᾳ γεγο‐ νέναι τὴν ἀνάστασιν, τοῦ δὲ Ἰωάννου πρωῒ σκοτίας οὔσης, οὐ
15διαφωνοῦσι περὶ τὸν τῆς ἀναστάσεως καιρὸν, ἀλλ’ εἰς τὸν αὐτὸν τῶν ὡρῶν συνέδραμον καιρὸν, ὁ μὲν γὰρ ἀπὸ τοῦ τέλους, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς εἰς αὐτὸ τὸ μεσότατον τῆς νυκτὸς χωρεῖ. Ὁ Χριστὸς, τοῦ λίθου κειμένου καὶ τῶν σφραγίδων, ἀνέστη· ἀνοίγεται δὲ τὸ μνημεῖον, πρὸς πίστιν τῶν γεγονότων σημείων.
20ἄδηλος ὁ τῆς ἀναστάσεως καιρὸς, ὡς καὶ ὁ τῆς δευτέρας παρουσίας. Εὐσεβίου Καισαρείας. Ἴσως ἐροῦσι τινὲς, πῶς τῆς κου‐ στωδίας φυλαττούσης, δρομαῖοι ἤρχοντο Πέτρος καὶ Ἰωάννης, καὶ εἰσῄεσαν εἰς τὸ μνημεῖον; ἐροῦμεν ὅτι τοῦ σεισμοῦ γενομένου καὶ γενομένης τῆς ἀναστάσεως ἀνεχώρησαν οἱ στρατιῶται ἀπαγγεῖλαι
25τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα, καὶ οὕτω τῆς στρατιωτικῆς φρουρᾶς ἐλευθερωθέντος τοῦ μνήματος, ἠδυνήθησαν ἀπαντῆσαι καὶ εἰσελθεῖν, ἀκούσαντες παρὰ Μαρίας τῆς Μαγδαληνῆς, ὡς οὐδείς ἐστιν ἐκεῖ τῶν ἐναντίων. Χρὴ δὲ σκοπῆσαι καὶ ἐνταῦθα τὸ ἄτυφον τοῦ Εὐαγγελιστοῦ,
30πῶς τὴν ἀκρίβειαν τῆς ἐρεύνης τῷ Πέτρῳ μαρτυρεῖ· προφθάσας γὰρ αὐτὸς καὶ ἰδὼν τὰ ὀθόνια κείμενα, οὐδὲν πλέον πολυπραγμονεῖ, ἀλλ’ ἀφίσταται· ἐκεῖνος δὲ ὁ θερμὸς ἐνδοτέρω γενόμενος, ἅπαντα κατόπτευσεν ἀκριβῶς, καὶ τότε οὗτος μετ’ ἐκεῖνον εἰσελθὼν, εἶδε
τὰ ἐντάφια κείμενα καὶ διῃρημένα.399

400

Καὶ ἐπειδήπερ τὰ ὀθόνια θεασάμενοι οὗτοι καὶ πιστεύσαντες ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι. Ἡ δὲ Μαρία εἱστήκει δακρύουσα· καὶ γὰρ εὐέμπτωτον καὶ περιπαθὲς τὸ γυναικεῖον γένος, καὶ τὸν περὶ ἀνάστασιν δὲ οὐδέπω σαφῶς ᾔδει λόγον· ἔτι δὲ
5καὶ ἀπὸ πολλοῦ λόγου παρέκυπτεν εἰς τὸ μνημεῖον βουλομένη τὸν τόπον θεωρεῖν, ἔνθα ἔκειτο τὸ σῶμα πρὸς πλείονα παραμυθίαν· διὰ δὴ τοῦτο τῆς πολλῆς ταύτης σπουδῆς οὐ μικρὸν λαμβάνει μισθὸν, ὃ γὰρ οὐκ εἶδεν αὐτὴ πρώτη, δύο Ἀγγέλους ἐν λευκοῖς καθεζομέ‐ νους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσὶν, ὅπου ἔκειτο τὸ
10σῶμα τοῦ Κυρίου Ἰησοῦ. Ἐπειδὴ γὰρ οὐκ ἦν ὑψηλὸν τῆς γυναι‐ κὸς ἡ διάνοια, ὡς ἀπὸ τοῦ σουδαρίου παραδέξασθαι τὴν ἀνάστασιν, γίγνεταί τι πλέον, καὶ Ἀγγέλους θεωρεῖ καθημένους ἐν φαιδρῷ τῷ σχήματι, ὥστε αὐτὴν ἀναστῆσαι τοῦ πάθους τέως· διὸ καὶ οὐδὲν αὐτῇ περὶ ἀναστάσεως λέγουσιν, ἀλλ’ ἠρέμα αὐτὴν προσκαλοῦνται
15τὸ πυθέσθαι καὶ μαθεῖν λέγοντες, “γύναι, τί κλαίεις; τίνα “ζητεῖς;” ὅθεν διὰ τοῦτο καὶ καθήμενοι αὐτῇ φαίνονται εἰς ἐρώτησιν αὐτὴν ἐνάγοντες· καὶ γὰρ ἐνέφαινον ὅτι ᾔδεσαν τὸ γεγο‐ νός. ἣ δὲ θερμῶς σφόδρα καὶ φιλοστόργως λέγει, εἰ καὶ οὐδὲν οὐδέπω ὑψηλὸν κατεδέξατο δόγμα, “ὅτι ᾖραν τὸν Κύριόν μου, καὶ
20“οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.” Τίνος δὲ ἕνεκεν ταῦτα εἰποῦσα, ἐκείνη ἐστράφη εἰς τὰ ὀπί‐ σω; ποία γὰρ αὕτη παραμυθία περὶ ἐκείνους διαλεγομένη, καὶ μηδέπω μηδὲν ἀκούσασα παρ’ αὐτῶν, στραφῆναι εἰς τὰ ὀπίσω; ἐμοὶ δοκεῖ ταῦτα λεγούσης αὐτῆς, ἄφνω φανέντα τὸν Χριστὸν
25ὄπισθεν αὐτῆς ἐκπλῆξαι τοὺς Ἀγγέλους, κἀκείνους θεασαμέ‐ νους τὸν δεσπότην καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῷ κινήματι εὐθέως ἐμφῆναι, ὅτι τὸν Κύριον εἶδον, καὶ τοῦτο τὴν γυναῖκα ἐπιστρέψαι, καὶ εἰς τὰ ὀπίσω ἐπιστραφῆναι ἐποίησεν· ἐκείνοις μὲν οὕτως ἐφάνη, τῇ δὲ γυναικὶ οὐχ οὕτως, ὥστε αὐ‐
30τὴν μὴ ἐκ πρώτης ἐκπλῆξαι τῆς ὄψεως, ἀλλ’ ἐν εὐτελεστέρῳ καὶ κοινῷ τῷ σχήματι· καὶ δῆλον ἐξ ὧν καὶ κηπουρὸν αὐτὸν εἶναι ἐνόμισεν. ὅθεν ἐρωτηθεῖσα παρ’ αὐτοῦ τί κλαίεις; τίνα ζητεῖς; οὐκ ἔτι τὸ ὄνομα τοῦ Ἰησοῦ λέγει, ἀλλ’ ὡς εἰδότος αὐτοῦ περὶ
οὗ πυνθάνεται, φησὶ, “Κύριε, εἰ σὺ ἐβάστασας αὐτὸν,” καὶ400

401

τὰ ἑξῆς, τουτέστιν, εἰ διὰ τὸν φόβον τῶν Ἰουδαίων αὐτὸν ᾔρατε ἐντεῦθεν, εἴπατέ μοι, κἀγὼ αὐτὸν λήψομαι. Πολλὴ μὲν οὖν ἡ εὔνοια καὶ ἡ φιλοστοργία τῆς γυναικὸς, ὑψηλὸν δὲ οὐδέπω παρ’ αὐτῇ. Διάτοι τοῦτο καὶ ἐκάλεσε αὐτῆς τὸ ὄνομα, εἰπὼν, “Μαρία,”
5ὀνειδίζων καὶ καθαπτόμενος ὅτι ταῦτα περὶ τοῦ ζῶντος ἐφαντάζετο. Διὰ τί πάλιν λέγει, “στραφεῖσα ἐκείνη εἶπε πρὸς “αὐτόν;” ἐμοὶ δοκεῖ, εἰποῦσα τὸ ποῦ τεθείκατε αὐτὸν, στραφῆναι πρὸς τοὺς Ἀγγέλους πάλιν, εἶτα τὸν Χριστὸν καλέσαντα αὐτὴν ἐπιστρέψαι πρὸς ἑαυτὸν ἀπ’ ἐκείνων, καὶ διὰ τῆς φωνῆς δῆλον
10ἑαυτὸν ποιῆσαι. Ὅτε γὰρ ἐκάλεσεν αὐτὴν Μαρία, τότε αὐτὸν ἐπέγνω, οὐκ ὄψεως ἦν οὗτος, ἀλλὰ φωνῆς ἐπίγνωσις· εἰ δὲ λέγοιεν πόθεν δῆλον ὅτι ἐξεπλάγησαν, καὶ διὰ τοῦτο ἀπεστράφη ἡ γυνὴ, καὶ ἐνταῦθα ἐροῦσι, πόθεν δῆλον ὅτι ἥψατο αὐτοῦ καὶ προσέπεσεν, ἀλλ’ ὥσπερ τοῦτο δῆλον ἀπὸ τοῦ εἰπεῖν, “μή μου ἅπτου,” οὕτω
15κἀκεῖνος ἀπὸ τοῦ εἰπεῖν ὅτι ἐστράφη· ἐπειδὴ δὲ ὡς ἐγὼ δοκῶ, ὅτι ἐβούλετο συνεῖναι αὐτῷ ὥσπερ πρότερον καὶ ὑπὸ τῆς χαρᾶς μηδὲν ἐννοῆσαι μέγα, διὰ τοῦτο ταύτης ἀπάγων αὐτὴν τῆς ἐννοίας, φησὶ, “μή μου ἅπτου.” Ἵνα δὲ μὴ δόξῃ πρόσαντες εἶναι τοῦτο καὶ κόμπον ἔχειν, ἐπάγει· “οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν
20“πατέρα,” ἀνεπαχθέστερον διὰ τοῦτο ποιῶν αὐτό· ὡσανεὶ γὰρ λέγει, ὅτι ἐκεῖ σπεύδω καὶ ἐπάγομαι, τὸν δὲ ἐκεῖ μέλλοντα ἀπιέναι, καὶ μηκέτι μετὰ ἀνθρώπων στρέφεσθαι, οὐκ ἔδει μετὰ τῆς αὐτῆς ὁρᾷν διανοίας, ἧς καὶ πρὸ τούτου· καὶ ὅτι τοῦτό ἐστι, δηλοῖ τὸ ἑξῆς· καί τοι οὐκ ἔμελλεν εὐθέως τοῦτο ποιεῖν, ἀλλὰ
25μετὰ τεσσαράκοντα ἡμέρας. Πῶς οὖν τοῦτό φησι; ἀναστήσειν βούλεται αὐτῆς τὴν διάνοιαν, καὶ πεῖσαι, ὅτι εἰς τοὺς οὐρανοὺς ἀνέρχεται· τὸ δὲ “Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου “καὶ Θεὸν ὑμῶν” τῆς οἰκονομίας ἐστὶν, ἐπεὶ καὶ τὸ ἀναβεβηκέναι τῆς σαρκός ἐστι. πρὸς τὴν οὐδὲν
30μέγα φανταζομένην ταῦτα φθέγγεται, ἑτέρως οὖν αὐτοῦ Πατὴρ καὶ ἑτέρως ἡμῶν. εἰ γὰρ τῶν δικαίων ἑτέρων Θεὸς καὶ τῶν ἄλλων ἀνθρώ‐ πων, πολλῷ μᾶλλον ἐπὶ Χριστοῦ κατὰ σάρκα καὶ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν, “εἰπὲ τοῖς ἀδελφοῖς μου,” ἵνα μὴ ἀπὸ τούτου ἴσον τι
φαντασθῶσι, δείκνυσι τὸ ἐνηλλαγμένον αὐτοῦ· Πατὴρ μὲν γάρ ἐστι401

402

φύσει, ἡμῶν δὲ χάριτι. Πάλιν δὲ Θεὸς, ἡμῶν μὲν φύσει, αὐτοῦ δὲ κατὰ τὸν τῆς οἰκονομίας λόγον. ἀπελθοῦσα δὲ ἡ Μαρία ἀπήγγειλε τοῖς μαθηταῖς καὶ τὴν ὄψιν καὶ τὰ ῥήματα, ἅπερ ἱκανὰ αὐτοὺς παραμυθήσασθαι. ἐπειδὴ δὲ εἰκὸς ἦν τοὺς μαθητὰς ταῦτα ἀκούον‐
5τας, ἢ διαπιστεῖν τῇ γυναικὶ, ἢ καὶ πιστεύσαντας ἀλγεῖν, ὅτι αὐτοὺς οὐ κατηξίωσε τῆς ὄψεως, καίτοι ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ φαίνεσθαι, διὰ τοῦτο οὐδὲ μίαν ἡμέραν ἀφῆκε διελθεῖν, ἀλλ’ “οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ,” καὶ τὰ ἑξῆς. Σευήρου Ἀντιοχείας ἀπολογ. Τάχα δὲ οὐκ ἔξω τοῦ
10πρέποντος κηπουρὸν ὑπέλαβεν εἶναι τὸν Ἰησοῦν· τῷ ὄντι γὰρ ἦν αὐτὸς ὁ τοῦ παραδείσου γεωργὸς, ὁ ἀληθὴς καὶ ἀθάνατος ἐν τῷ τοῦ μνήματος κήπῳ, καθάπερ ἐν παραδείσῳ τὴν γυναῖκα καὶ τὴν ἐξ ἀπληστείας τὸν Ἀδὰμ τὸν πρῶτον κηπουρὸν ἀπατήσασαν διορ‐ θούμενος, οὕτως ἦν ἅπαντα μυστηριώδη καὶ λόγων ἔμπλεα θειοτέ‐
15ρων καὶ ὑψηλῶν. Κυρίλλου ἐκ τοῦ κατὰ Ἰουλιανόν. Πρὸ μὲν γὰρ τοῦ σω‐ τηρίου πάθους τοῖς ἐθέλουσιν ἐξῆν ἅπτεσθαί τε καὶ ἐγγίζειν αὐτοῦ· ἐπειδὴ δὲ ἀνέστη πατήσας τὸν θάνατον, καὶ δόξης ἤδη παρῆν τῆς θεοπρεποῦς ὁ καιρὸς, οὐκ ἔτι τοῖς τυχοῦσιν ἐξῆν τοῦ ἁγίου θιγγά‐
20νειν σώματος, ἀλλὰ μόνοις τοῖς ἡγιασμένοις, διὰ τὸ μεταλαβεῖν Ἁγίου Πνεύματος. Καὶ μετ’ ὀλίγα—Πῶς οὖν οὐκ ἔδει τὴν Μα‐ ρίαν ἐξείργεσθαι τέως τῆς τοῦ σώματος ἐπαφῆς τοῦ ἁγίου δηλον‐ ότι, λαβοῦσα οὔπω τὸ Πνεῦμα· εἰ γὰρ καὶ ἐγήγερτο Χριστὸς ἐκ νεκρῶν, ἀλλ’ οὔπω τὸ Πνεῦμα δέδοτο τῇ ἀνθρωπότητι παρὰ τοῦ
25Πατρὸς δι’ αὐτοῦ· ἀνελθὼν γὰρ εἰς τὸν Θεὸν καὶ Πατέρα κατέ‐ πεμψεν ἡμῖν αὐτὸ, διὸ καὶ ἔλεγε, “συμφέρει ἡμῖν ἵνα ἐγὼ “ἀπέλθω,” καὶ τὰ ἑξῆς. Ὀψίας οὖν ἔτι οὔσης, ἐφίσταται μετὰ πολλοῦ τοῦ θαύματος διψῶσιν ἰδεῖν αὐτὸν καὶ περιφόβους οὖσιν, ὃ καὶ αὐτῶν μάλιστα
30τὸν πόθον ἐποίει πλείονα. πῶς δὲ αὐτὸν φάντασμα οὐκ ἐνόμισαν κεκλεισμένων εἰσελθόντα τῶν θυρῶν καὶ ἀθρόον; μάλιστα μὲν ἡ γυνὴ προλαβοῦσα πολλὴν τὴν πίστιν εἰργάσατο, ἄλλως δὲ καὶ τρανὴν καὶ ἥμερον τὴν ὄψιν αὐτοῖς ἐπιδείξαντος· οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν πλευρὰν καὶ τὰς χεῖρας δείξας, εἰς πλείονα αὐτοὺς
35ἀνήγαγε πίστιν, καὶ τῇ φωνῇ δὲ κατεστόρησεν αὐτῶν κυμαίνοντα402

403

τὸν λογισμὸν, εἰπὼν, “εἰρήνη ὑμῖν,” τοῦτ’ ἔστι μὴ θορυβεῖσθε. Ἀνέμνησε δὲ αὐτοὺς καὶ ῥήματος, ὃ πρὸ τοῦ σταυροῦ πρὸς αὐτοὺς εἶπεν, “εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν,” καὶ πάλιν, “εἰρήνην ἐν ἐμοὶ ἔχετε.”
5 Ἐξέβησαν δὲ καὶ ἐπὶ τῶν ἔργων οἱ λόγοι, οὓς εἶπε πρὸ τοῦ σταυροῦ, ὅτι “πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ “καρδία.” “Ἐχάρησαν γὰρ,” φησὶν, “οἱ μαθηταὶ, ἰδόντες τὸν “Κύριον.” ταῦτα δὲ πάντα εἰς πίστιν ἀνῆγεν αὐτοὺς ἀκριβεστά‐ την, καὶ ἐπειδὴ πόλεμον ἄσπονδον εἶχον πρὸς Ἰουδαίους, διὰ τοῦτο
10καὶ πάλιν φησὶ πρὸς αὐτοὺς, εἰρήνη ὑμῖν ἀνάπαλιν δίδοται τῷ πολέμῳ· τήν τε ἐκ τῆς εἰρήνης παραμυθίαν, ταῖς δὲ γυναιξὶ χαρὰν εὐαγγελίζεται, διότι ἐν λύπαις τὸ γένος ἐκεῖνο ἦν, καὶ ταύτην ἐδέξατο πρώτην τὴν ἀρχὴν, καταλλήλως οὖν τοῖς μὲν ἄνδρασι διὰ τὸν πόλε‐ μον εἰρήνην, ταῖς γυναιξὶ διὰ τὴν λύπην εὐαγγελίζεται χαράν.
15 Σευήρου Ἀντιοχείας. Ἐκεῖνο δ’ ἄν τις εἰκότως ἐπαπορή‐ σειε, πῶς ὁ Σωτὴρ τοῖς μαθηταῖς ὑποσχόμενος, τοῦτο μὲν διὰ τῶν Ἀγγέλων, τοῦτο δὲ καὶ δι’ οἰκείας φωνῆς εἰς τὴν Γαλιλαίαν ἀφι‐ κομένοις ὀφθήσεσθαι, φθάνει τὴν ἐπαγγελίαν καὶ ἐν Ἱερουσαλὴμ κατὰ μὲν τὸν Λουκᾶν ἐν αὐτῇ τῇ ἡμέρᾳ τῆς ἀναστάσεως συνη‐
20θροισμένοις τοῖς ἕνδεκα, κατὰ δὲ τὸν Ἰωάννην ἐν αὐτῇ καὶ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ποιεῖται τὴν ἐπιφανίαν, στὰς ἐν μέσῳ καὶ λέγων, “εἰρήνη ὑμῖν,” καὶ τῷ Θωμᾶ ψηλαφᾶν ἐνδιδοὺς ἑαυτόν. ἀλλὰ τοῦτο φιλανθρώπου φιλοτιμίας πλοῦτον παρίστησιν, οὐ ψεύδους ἔχει κατηγορίαν. Οὐ γὰρ εἶπεν ἐν τῇ Γαλιλαίᾳ ὄψονται μόνον,
25οὔτε μὴν ἐν Ἱερουσαλὴμ φανεὶς, οὐκ ὤφθη κατὰ τὴν Γαλιλαίαν, ὡς ἐπηγγείλατο. Τοῦτο γὰρ ἦν τοὺς οἰκείους ψεύσασθαι λόγους. εἰ δὲ καὶ ἀμφοτέροις ἐφάνη δεομένοις τῆς ἑαυτοῦ παρακλήσεως, ἐκφεύγει πᾶσαν κατηγορίαν, ἀμφότερα γενόμενα φιλανθρώπως καὶ ἀληθῶς. ἐμοὶ δὲ δοκεῖ πολλὴν ἔμφασιν τῷ εἰρημένῳ παρὰ τῷ
30Ματθαίῳ περὶ τῶν μαθητῶν τὸ “ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν “κἀκεῖ με ὄψονται,” πολλῶν γὰρ αὐτοῖς ἔσεσθαι μελλουσῶν ἐπι‐ φανειῶν, πρὸς μίαν ἐξαίρετον παρὰ τὰς ἄλλας ἀποβλέπει τὴν τῆς ἐπαγγελίας, καθ’ ἣν ἔμελλεν αὐτοῖς ἐπὶ τοῦ ὄρους φανήσεσθαι. τότε γὰρ προσεληλυθόσιν αὐτῷ καὶ προσκεκυνηκόσι τῶν ἀμφι‐
35βαλλόντων μετ’ ἐξουσίας ἔφθη θεοπρεποῦς, “ἐδόθη μοι πᾶσα403

404

“ἐξουσία” καὶ τὰ ἑξῆς. ἃ γὰρ εἶχε φυσικῶς ὡς Θεὸς, ταῦτα λέγεται λαμβάνειν ὡς γενόμενος ἄνθρωπος οἰκονομικῶς. Διὸ καὶ ἔλεγε, “δόξασόν με, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ “τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.”
5 Εὐσεβίου Καισαρείας. Πῶς κατὰ τὸν Λουκᾶν καὶ Ἰωάννην τοσαυτάκις ὀφθέντος τοῦ Ἰησοῦ τοῖς μαθηταῖς ἐν αὐτῇ τῇ Ἱερου‐ σαλὴμ κατὰ τὸν Μάρκον καὶ τὸν Ματθαῖον, κελεύονται οἱ αὐτοὶ διὰ τῶν γυναικῶν εἰς τὴν Γαλιλαίαν ἀπελθεῖν, ὡς ἐκεῖ αὐτὸν ὀψό‐ μενοι, ἀλλ’ οὐ μέλλοντες αὐτὸν θεωρεῖν ἐν τῇ Ἱερουσαλήμ; καὶ
10φαμὲν, ὅτι οἱ μὲν ἄλλοι δύο Εὐαγγελισταὶ τῶν ιβʹ ἦσαν τὸν χορὸν συμπληροῦντες, καὶ ἔφασαν ὦφθαι αὐτοῖς ἐν Ἱερουσαλὴμ κεκρυμ‐ μένοις, οἱ δὲ ἕτεροι δύο, ὁ Ματθαῖος καὶ Μάρκος οὐ τοῖς ιβʹ μόνον ἀλλὰ τοῖς ἑβδομήκοντα φανῆναι ἐν τῇ Γαλιλαίᾳ, καθώς φησι καὶ ὁ Λουκᾶς ἐν τῷ Εὐαγγελίῳ, “μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ
15“Κύριος καὶ ἑτέρους ἑβδομήκοντα.” πλείους τοίνυν αἱ ὀπτασίαι καὶ διάφοροι γεγένηνται τοῖς μαθηταῖς τοῖς μετὰ τὴν ἀνάστασιν, καὶ οἱ μὲν τάσδε, οἱ δὲ τάσδε ἀναγράφουσι, καὶ οἱ μὲν τάδε εἰρηκέναι αὐτόν φασιν, οἱ δὲ τάδε, καὶ πεπραχέναι. Ἔτι δὲ ὅτι καὶ περὶ τοῦ αὐτοῦ κεφαλαίου λέγοντες, ἀναπληροῖ τὰ ὑπὸ τοῦ πρώτου
20λεχθέντα ὁ δεύτερος. Διὰ δὲ τοῦ εἰπεῖν, “καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ “πέμπω ὑμᾶς,” ὑψοῖ αὐτῶν τὴν διάνοιαν, καὶ δείκνυσι πολὺ τὸ ἀξιόπιστον, εἴγε μέλλοιεν αὐτοῦ τὸ ἔργον ἀναδέχεσθαι. Χρὴ δὲ σκοπῆσαι ὅτι οὐκ ἔτι παράκλησιν πρὸς τὸν Πατέρα γίγνεται,
25ἀλλ’ αὐθεντείᾳ δίδωσιν αὐτοῖς τὴν δύναμιν. Φησὶ γὰρ, “ἐνεφύ‐ “σησεν αὐτοῖς καὶ λέγει, λάβετε Πνεῦμα Ἅγιον.” Πῶς οὖν εἰπὼν, ἐὰν μὴ ἀπέλθῃ, ἐκεῖνος οὐ μὴ ἔλθῃ, τὸ Πνεῦμα δίδωσι. Τινὲς μέν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδωκε, κἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοῖς, λέγω δὴ ἐξουσίαν τινὰ καὶ χάριν
30πνευματικὴν, οὐχ ὥστε νεκροὺς ἐγείρειν, ἀλλ’ ὥστε ἀφιέναι ἁμαρ‐ τήματα. Διὸ καὶ ἐπήγαγε, “ὧν ἂν ἀφῆτε τὰς ἁμαρτίας” καὶ τὰ ἑξῆς, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσι· νῦν μὲν γὰρ ταύτῃ τῇ δυνάμει περιβάλλει, μετὰ δὲ τεσσαράκοντα ἡμέρας τὴν τῶν σημείων ἐνέργειαν παρέχει, διό φησι, “λήψεσθε δύναμιν ἐπελθόν‐
35“τος” καὶ τὰ ἑξῆς, μάρτυρες δὲ διὰ τῶν σημείων ἐγίνοντο.404

405

Πῶς δὲ πάντων συνηγμένων ὁ Θωμᾶς ἀπελιμπάνετο μόνος; φησὶ γὰρ, “Θωμᾶς εἷς ἐκ τῶν ιβʹ,” καὶ τὰ ἑξῆς, εἰκὸς μὲν ἦν ἀπὸ τῆς διασπορᾶς ἤδη γενομένης μηδέπω αὐτὸν ἐπανελθεῖν· εἰπόντων δὲ αὐτῶν τῷ συμμαθητῇ, “ὅτι ἑωράκαμεν τὸν Κύριον,”
5οὐ τοσοῦτον αὐτοῖς ἀπιστεῖν εἶπεν, “ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν “αὐτοῦ” καὶ τὰ ἑξῆς, ὅσον τὸ πρᾶγμα ἡγούμενος ἀδύνατον εἶναι, τουτέστι τὴν ἐκ νεκρῶν ἀνάστασιν· διὰ τοῦτο καὶ ἐγκαλεῖται· ὥσπερ γὰρ τὸ ἁπλῶς καὶ ὡς ἔτυχε πιστεύειν εὐκολίας ἐστὶν, οὕτω καὶ τὸ παρὰ τοῦ μέτρου περιεργάζεσθαι, παχυτάτης ὑπάρχει δια‐
10νοίας, καὶ οὐδὲ τοῖς ὀφθαλμοῖς ἔφη πιστεύειν. οὐ γὰρ εἶπεν, “ἐὰν μὴ ἴδω” μόνον, ἀλλὰ καὶ “ἐὰν μὴ ψηλαφήσω,” φησὶ, μή πω φαντασία τὸ ὁρώμενον ἦν. Τίνος δὲ ἕνεκεν οὐκ εὐθέως φαίνεται αὐτῷ, ἀλλὰ μεθ’ ἡμέρας ὀκτώ; φησὶ γὰρ, “καὶ μεθ’ ἡμέρας ὀκτὼ,” καὶ τὰ ἑξῆς· ὅπως
15μεταξὺ κατηχούμενον αὐτὸν ὑπὸ τῶν συμμαθητῶν καὶ τὰ αὐτὰ ἀκούοντα, καὶ εἰς πλείονα ἐκκαῆναι πόθον, καὶ πιστότερον πρὸς τὸ μέλλον γενέσθαι. Δεῖξαι δὲ θέλων ὁ δεσπότης ὅτι καὶ τότε παρῆν, ἡνίκα τὰ τῆς ἀπιστίας ῥήματα ἐφθέγγετο πρὸς τοὺς συμμαθητὰς ὁ Θωμᾶς, οὐ περιμένει παρ’ ἐκείνου ἀκοῦσαί τι τοιοῦ‐
20τον, ἀλλ’ αὐτὸς προλαβὼν ἅπερ ἐπεθύμει πληροῖ. Καὶ γὰρ τοῖς ῥήμασιν ἐχρήσατο τοῖς αὐτοῦ καὶ σφόδρα ἐπιτιμητικῶς καὶ εἰς τὸ ἑξῆς παιδευτικῶς, εἰπὼν γὰρ ὅτι “φέρε τὸν δάκτυλόν σου” καὶ τὰ ἑξῆς, ἐπήγαγε, “καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστὸς,” ὅθεν δῆλον ὅτι ἀπιστίας ἦν ἡ ἀμφιβολία.
25 Οὐκ ἐν τούτῳ δὲ μόνον ἐπετίμησεν, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. Ἐπειδὴ γὰρ ἐκεῖνος ἀνέπνευσε, πληροφορηθεὶς ἀνεβόησεν “ὁ “Κύριός μου καὶ ὁ Θεός μου·” λέγει αὐτῷ “ὅτι ἑώρακάς με “πεπίστευκας” καὶ τὰ ἑξῆς· τοῦτο γάρ ἐστι πίστεως, τὸ μὴ τὰ ὁρώμενα δέξασθαι· ἐνταῦθα δὲ οὐχὶ τοὺς μαθητὰς μακαρίζει μό‐
30νους, ἀλλὰ καὶ τοὺς μετ’ ἐκεῖνον πιστεύοντας. ἄξιον δὲ διαπορῆ‐ σαι, πῶς σῶμα ἄφθαρτον τοὺς τύπους ἐδείκνυτο τῶν ἥλων καὶ ἁπτὸν ἐγένετο θνητῇ χειρί· ἀλλὰ μὴ θορυβηθῶμεν· συγκαταβά‐ σεως γὰρ ἦν τὸ γινόμενον. Τὸ γὰρ οὕτω λεπτὸν καὶ κοῦφον ὡς καὶ κεκλεισμένον εἰσελθεῖν τῶν θυρῶν, παχύτητος πάσης ἀπήλ‐
35λακτο, ἀλλ’ ὥστε πιστευθῆναι τὴν ἀνάστασιν ταῦτα δείκνυται.405

406

Διὰ τοῦτο οὖν ἀνίσταται ἔχων τὰ σημεῖα τοῦ σταυροῦ, καὶ τρώγει διὰ τοῦτο· ὅθεν οἱ Ἀπόστολοι ἄνω καὶ κάτω τοῦτο σημεῖον ἐποι‐ οῦντο τῆς ἀναστάσεως, λέγοντες, “οἵτινες συνεφάγομεν καὶ συνε‐ “πίνομεν αὐτῷ.” Ὥσπερ γὰρ ἐπὶ τῶν κυμάτων περιπατοῦντα
5θεωροῦντες πρὸ τοῦ σταυροῦ, οὐ λέγομεν ἄλλης φύσεως τὸ σῶμα ἐκεῖνο, ἀλλ’ ἡ τῆς ἡμετέρας, οὕτω μετὰ τὴν ἀνάστασιν αὐτὸ ὁρῶντες τοὺς τύπους ἔχον, οὐκ ἐροῦμεν αὐτὸ φθαρτὸν εἶναι λοιπόν· διὰ γὰρ τὸν μαθητὴν ταῦτα ἐδείκνυτο. Περὶ ποίων δὲ σημείων νῦν λέγει ὁ Εὐαγγελιστὴς, ὅτι
10“πολλὰ μὲν οὖν καὶ ἄλλα,” καὶ τὰ ἑξῆς; ἐμοὶ δοκεῖ τὰ μετὰ τὴν ἀνάστασιν λέγειν σημεῖα, διὸ καί φησιν ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, καὶ γὰρ μόνοις αὐτοῖς συναλιζόμενος ἐφαίνετο μετὰ τὴν ἀνάστασιν. οὐ μόνον δὲ τοῦτο ὁ Εὐαγγελιστὴς, ἀλλ’ οὐδὲ οἱ λοι‐ ποὶ πάντες πάντα εἶπον, ἀλλ’ ὅσα ἱκανὰ ἦν πρὸς πίστιν ἐφελκύ‐
15σασθαι τοὺς ἀκούοντας· ὅθεν δηλονότι οὐ φιλοτιμίας ἕνεκεν ἔγρα‐ ψαν ἅπερ ἔγραψαν, ἀλλὰ τοῦ χρησίμου μόνου, καθὼς καὶ τὸ ἐπα‐ γόμενον δηλοῖ, ὅτι “ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε,” καὶ τὰ ἑξῆς. κοινῇ δὲ πρὸς τὴν φύσιν διαλέγεται, δηλῶν ὅτι οὐκ ἐκείνῳ τῷ πιστευομένῳ, ἀλλ’ ἡμῖν αὐτοῖς τὰ μέγιστα πιστεύοντες
20χαριζόμεθα. Σευήρου Ἀπολ. Μᾶλλον ὡς ἐξ ὧν εἶπε πώποτε τῶν μαθητῶν αὐτοῦ ὧν ἐποίησεν αὐτοῖς μόνοις φαινόμενος μετὰ τὴν ἀνάστασιν φησίν. ὥσπερ γὰρ πρὸ τῆς ἀναστάσεως ἐποίησε πολλὰ, ἵνα πι‐ στευθῇ ὅτι υἱὸς ἦν τοῦ Θεοῦ· οὕτως καὶ μετὰ τὴν ἀνάστασιν
25ἐνώπιον μόνων τῶν μαθητῶν, ἵνα πιστεύσωσιν ὅτι ἀνέστη. Τίνος ἕνεκεν ἐμνήσθη τοῦ τόπου τῆς θαλάσσης, φημὶ τῆς Τιβεριάδος, ὅτι ἐκεῖ αὐτοῖς ἐφάνη; δεῖξαι θέλων ὅτι πλέον ἀφεῖλε τοῦ φόβου, ὡς λοιπὸν αὐτοὺς καὶ προσκύπτειν τῆς οἰκίας παντα‐ χοῦ περιεῖναι, καὶ γὰρ ἀπέχει διάστημα ἡ θάλασσα αὕτη τῶν
30Ἱεροσολύμων. Δείκνυται δὲ ἐκ τούτου ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγ‐ κατέβη διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον. Ἐπειδὴ δὲ οὔτε αὐτοῖς συνεχῶς συνῆν, οὔτε τὸ Πνεῦμα τὸ Ἅγιον δοθὲν ἦν, οὔτε ἐγκεχειρισμένοι τότε ἐτύγχανον· διὰ τοῦτο οὐδὲν
ἔχοντες πράττειν οἱ περὶ Πέτρον καὶ Ἰωάννην τὴν οἰκείαν τέχνην406

407

μετίεσαν. Οἱ δὲ λοιποὶ μαθηταὶ συνείποντο διὰ τὸ συνδεδέσθαι λοιπὸν ἀλλήλοις· ἐπιστὰς δὲ αὐτοῖς κάμνουσι καὶ ταλαιπωρούμε‐ νοις, οὐκ εὐθέως ἑαυτὸν δείκνυσι· βουλόμενος δὲ εἰς διάλεξιν ἐλθεῖν· ὅθεν καὶ φησὶ, “παιδία, μή τι προσφάγιον ἔχετε;” ὡς μέλλων
5τι ὠνήσασθαι παρ’ αὐτῶν. ὡς δὲ ἀνένευσαν μηδὲν ἔχειν, καὶ ἐκέ‐ λευσεν αὐτοῖς βαλεῖν εἰς τὰ δεξιὰ, καὶ βαλόντες ἐπέτυχον τῆς ἄγρας, “λέγει ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ,” καὶ τὰ ἑξῆς. πάλιν οὖν διὰ τούτων τὰ ἰδιώματα τῶν μαθητῶν, εἰπεῖν δὲ μᾶλλον τὸν οἰκεῖον ἐπιδείκνυνται τρόπον οἱ μαθηταὶ, ὅ τε
10Πέτρος καὶ Ἰωάννης, ὁ μὲν γὰρ θερμότερος, ὁ δὲ ὑψηλότερος ἦν, καὶ ὁ μὲν ὀξύτερος, ὁ δὲ διορατικώτερος. Διὰ τοῦτο ὁ μὲν Ἰωάν‐ νης πρῶτος ἐπέγνω τὸν Κύριον Ἰησοῦν, ὁ δὲ Πέτρος πρῶτος ἦλθε πρὸς αὐτὸν, τὸ μὲν οὖν διασώσασθαι τὴν αἰδῶ ἐπεδείξατο, τὸ δὲ ῥίψαι ἑαυτὸν εἰς τὴν θάλασσαν τὸν πόθον ἐνέφηνεν· οὐδὲ γὰρ ἐκαρ‐
15τέρησε τῷ πλοίῳ πρὸς αὐτὸν ἐλθεῖν, ἀλλὰ νηχόμενος παρεγένετο· τὴν δὲ ἀνθρακιὰν ἣν εἶδον κειμένην, καὶ τὸ ὀψάριον τὸ ἐπικείμενον καὶ τὸν ἄρτον, οὐκ ἐξ ὑποκειμένης ὕλης εἰργάσατο, ἀλλ’ ἐπὶ τὸ θαυμαστότερον ἄγει τὰ σημεῖα, δεικνὺς καὶ ἐξ ὕλης ὑποκειμένης, ἡνίκα εἰργάζετο πρὸ τοῦ σταυροῦ, διά τινα οἰκονομίαν τοῦτο ἐποίει·
20ἐκέλευε δὲ ἐκ τῶν ὀψαρίων ὧν ἐπίεσαν ἐνεγκεῖν· δεικνὺς ὅτι τὸ ὁρώμενον οὐκ ἦν φάντασμα, καὶ ὅτι μὲν αὐτὸς ἦν ᾔδεσαν, τὴν δὲ μορφὴν ἀλλοιωτέραν ἰδόντες καὶ πολλῆς ἐκπλήξεως γέμουσαν, σφόδρα ἦσαν καταπεπληγμένοι, καὶ ἐβούλοντο μὲν ἐρωτῆσαι, οὐκ ἐτόλμων δὲ, οὐδὲ ἐθάρρουν, οὐδὲ ἤρχοντο πρὸς αὐτὸν διὰ λόγον
25λοιπὸν, ἀλλὰ μετὰ σιγῆς καὶ δέους πολλοῦ καὶ αἰδοῦς καθέζοντο, προσέχοντες εἰς αὐτόν. Σευήρου πρὸς Σέργιον ἀρχιεπίσκοπον Ἐπιστολῆς. Τὸ δὲ τοὺς περὶ Πέτρον καὶ Ἰωάννην, μετὰ τὴν ἀνάστασιν ἐπιφανέν‐ τος αὐτοῖς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ
30προστεταχότος βαλεῖν τὸ δίκτυον εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου, καὶ σαγηνεῦσαι πλῆθος ἰχθύων μεγάλων πληρούντων τὸν ἑκατὸν πεντήκοντα τριῶν ἀριθμὸν, ὡς ἐν βραχεῖ φρᾶσαι, ταύτην ἔχει τὴν ἅπλωσιν. ἱστόρησε γὰρ τὸ Εὐαγγέλιον ὡς κατ’ ἐκείνην τὴν νύκτα κεκμηκότες ἄγαν, οὐδὲν ὅλως ἐθήρευσαν, τοῦτο ὑπαινιττομένης τῆς
35ἱστορίας ὑμῖν εἰς πνευματικὴν καὶ νοητὴν μετατιθεμένης ἀγωγὴν,
ὡς πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, νὺξ ἦν κατὰ τόνδε τὸν βίον·407

408

ἔρημος γὰρ ὑπῆρχε τῆς τοῦ Θεοῦ γνώσεως τὰ ἀνθρώπινα τῇ λατρείᾳ προσηλωμένα τῇ τῶν δυσωνύμων θεῶν. ἡνίκα δὲ πρωΐα τις καὶ ὄρθρος ἐγένετο τοῦ Σωτῆρος ἐπιδημήσαντος, καὶ ἀνισχόν‐ τος καὶ ἐπιλάμψαντος τοῖς ἐπὶ γῆς, οἵα δικαιοσύνης ἡλίου· τοῦτο
5γάρ φησι τὸ γράμμα τὸ ἱερὸν, τότε τὸ ἀποστολικὸν δίκτυον ἐχα‐ λάσθη, καὶ πολλῶν ἀνθρώπων ἄγραν ἐθήρευσε, καὶ τὴν δεξιὰν ἐκλη‐ ρώσατο διὰ τοῦτο μερίδα. Μωϋσῆς γὰρ καὶ οἱ προφῆται τὸ θηρα‐ τικὸν δίκτυον χαλάσαντες κατὰ τὴν παρῳχηκυῖαν νύκτα, τὸν Ἰσραὴλ ἓν ἔθνος ἐθήρευσαν, τοῦ δικτύου πολλάκις ἀποπηδῶντα καὶ
10τοῖς δαιμονίοις λατρεύοντα, καὶ ἐν ἴσῳ τοῦ μηδὲ τεθηρᾶσθαι τὸ παράπαν νοούμενον. διὸ καὶ τοῖς Ἀποστόλοις τῆς προτιμήσεως τῆς ἐκ δεξιῶν παρεχώρησαν, αὐτοὶ τὸν εὐώνυμον τόπον ἐπέχοντες, τὸν ἐκ τῆς παρ’ ἡμῖν συνηθείας ὑποβεβηκότα κατὰ τιμήν. Ἀμμωνίου Πρεσβυτέρου. Ἕλκει τὴν πνευματικὴν σαγήνην
15ὁ Πέτρος σὺν τοῖς ἄλλοις· προσάγων τῷ Χριστῷ τὴν ἄγραν· νοοῦνται δὲ οἱ ἑκατὸν τὸ τῶν ἐθνῶν πλήρωμα, οὐδὲ πεντήκοντα τὸ κατ’ ἐκλογὴν τῶν ἐξ Ἰσραὴλ σωθὲν γένος· οἱ δὲ τρεῖς τῆς Ἁγίας Τριάδος τὴν δήλωσιν ἐπαινοῦσιν, ἧς εἰς δόξαν ἡ τῶν πιστῶν ζωὴ τῶν σαγηνευθέντων νοεῖται συνεξαγμένως. Τὸ “δεῦτε, ἀριστεύ‐
20“σατε” αἴνιγμα ἔχει ὁ λόγος, ὅτι μετὰ τοὺς πόνους διαδέξεται τοὺς ἁγίους ἀνάπαυσις καὶ τρυφὴ καὶ ἀπόλαυσις. Οὐκ ηὔξατο νῦν κλῶν τὸν ἄρτον, δεικνὺς ὅτι συγκαταβάσεως ἦν τὰ πρῶτα, τὰ ἀνθρώπινα δὲ ποιεῖ πρὸ τοῦ πάθους· εἰ δὲ ὁ Λουκᾶς εἶπεν, ὅτι καὶ αὐτὸς ἔφαγεν, οὐχ ὡς ἔτι τῆς σαρκὸς δεομένης, ἀλλὰ πρὸς ἐπί‐
25δειξιν τῆς ἀναστάσεως. Ἡ θεωρία τῆς περικοπῆς ταύτης οὕτως ἔχει, οἱ πρὸ τῶν μαθη‐ τῶν ἐν σκοτοδινίᾳ ὄντες τῆς δαιμονιώδους πλάνης, οὐδένα ἔπεισαν, ἢ πάνυ ὀλίγους, ὅπερ ἐστὶν ἀντὶ οὐδενὸς, ἀλλ’ οὐδὲ οἱ τύποις καὶ σκιᾷ λατρεύοντες, ὅπου καὶ αὐτοὶ τοῦ νόμου καταφρονήσαντες
30ἐντάλμασιν ἐπείθοντο ἀνθρωπίνοις. ἀλλὰ καὶ ἡ τῶν ἐθνῶν πληθὺς ἀσαγήνευτος ἦν, μὴ δεχομένη τὰ θεῖα μαθήματα. ὅτε δὲ ἦλθεν ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ πεινῶν τὴν τῶν ἀνθρώπων σωτηρίαν, οὐδὲν εὗρε παρὰ τοῖς ἀνθρώποις βρώσιμον, καὶ λέγει τὸν εὐαγγελικὸν προβάλλεσθαι λόγον, ἥτις ἐστὶν ἡ δεξιὰ διδασκαλία, πρὸς ἣν
35ὁ νόμος καὶ οἱ προφῆται προβαλλόμενοι ἀριστερὰ νοεῖται· καὶ τῇ
χάριτι τοῦ ἐπιτάξαντος εἵλκυσαν πολλούς· ὑπερβαίνει γὰρ τὸ408

409

ὑπὲρ τοῦτο θαῦμα τὴν τῶν Ἀποστόλων ἰσχύν. Διὰ τί εἶπε, “τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ “ἐγερθεὶς ἐκ νεκρῶν;” δεῖξαι θέλων ἐκ τούτου ὅτι οὐ συνεχῶς ἐπεχωρίαζεν αὐτοῖς οὐδὲ ὁμοίως· καὶ ἐνταῦθα μὲν οὐ λέγει ὅτι
5ἔφαγε μετ’ αὐτῶν· ὁ δὲ Λουκᾶς ἀλλαχοῦ αὐτό φησιν, ὅτι συνα‐ λιζόμενος αὐτοῖς ἦν· τὸ δὲ πῶς, οὐχ ἡμέτερον εἰπεῖν. τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγένετο, οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γενόμενον.
10 Τίνος δὲ ἕνεκεν τοὺς ἄλλους παραδραμὼν τῷ Πέτρῳ φησὶ, “Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων;” καὶ ἐπειδήπερ ἔγκρι‐ τος τῶν Ἀποστόλων ἦν, καὶ στόμα τῶν μαθητῶν, καὶ κορυφὴ τοῦ χοροῦ, ἅμα καὶ δεικνὺς αὐτῷ ὅτι χρὴ θαρρεῖν ὡς τῆς ἀρνήσεως ἐξειλημμένης, καὶ τὴν μὲν ἄρνησιν οὐ προφέρει οὐδὲ ὀνειδίζει, λέγει
15δὲ ὅτι εἰ φιλεῖς με, προΐστασο τῶν ἀδελφῶν, καὶ τὴν θερμὴν ἀγά‐ πην ἣν διὰ πάντων ἐπεδείκνυσο, καὶ νῦν δεῖξον. Ἐπεὶ οὖν ἅπαξ ἐρωτηθεὶς καὶ δεύτερον αὐτὸν τὸν ἀπόρρητα τῆς καρδίας εἰδότα μάρτυρα ἐκάλεσεν· εἰς δὲ τὸ, φησὶ, “Κύριε, σὺ πάντα οἶδας, σὺ “γιγνώσκεις ὅτι φιλῶ σε,” ἐγένετο βελτίων καὶ σωφρονέστερος,
20οὐκ αὐθαδιαζόμενος λοιπὸν, οὐδὲ ἀντιλέγων· διὰ γὰρ τοῦτο ἐτα‐ ράχθη, μήποτε αὐτὸς μὲν νομίζει φιλεῖν, οὐ φιλεῖ δὲ, ὥσπερ καὶ πρότερον, πολλὰ διϊσχυριζόμενος ἠλέγχετο ὕστερον. τρίτον δὲ αὐτὸν ἐρωτᾷ καὶ τρίτον ἐπιτάττει τὰ αὐτὰ, δεικνὺς ὡς οὐ τιμᾶται τὴν προστασίαν τῶν οἰκείων προβάτων· εἰπὼν δὲ αὐτῷ περὶ τῆς
25εἰς αὐτὸν ἀγάπης προαγορεύει αὐτῷ καὶ τὸ μαρτύριον, ὅπερ ἔμελ‐ λεν ὑπομένειν, λέγων “ὅτε ἦς νεώτερος,” καὶ τὰ ἑξῆς· πῶς δὲ τοῦτο θέλοντος αὐτοῦ τοῦ Πέτρου καὶ ἐπιθυμοῦντος, εἶπεν αὐτῷ ὁ Χριστὸς τὸ “ὅπου οὐ θέλεις;” τῆς φύσεως λέγει τὸ συμπαθὲς καὶ τῆς σαρκὸς τὴν ἀνάγκην, καὶ ὅτι ἄκουσα ἀπορρήγνυται τοῦ σώμα‐
30τος ἡ ψυχὴ, τοῦτο τοῦ Θεοῦ οἰκονομήσαντος. διὰ δὲ τοῦ εἰπεῖν “ὅτε “ἦς νεώτερος,” καὶ πάλιν “ὅταν δὲ γηράσῃς,” δείκνυσιν ὅτι οὔτε νέος ἦν τότε οὔτε γεγηρακὼς, ἀλλὰ τέλειος ἀνήρ. οὐκ εἶπε δὲ ποίῳ θανάτῳ ἀποθανεῖται, ἀλλὰ, “ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν·”
ὅπως μάθωμεν, ὅτι τὸ παθεῖν ὑπὲρ Χριστοῦ, δόξα τοῦ πάσχοντός409

410

ἐστι, καὶ τιμὴ καὶ ἔπαινος· διὰ δὲ τοῦ εἰπεῖν, “ἀκολούθει μοι,” τὸ κηδεμονικὸν πάλιν αἰνίττεται καὶ τὸ σφόδρα πρὸς αὐτὸν οἰκείως διακεῖσθαι. Εἰ δὲ λέγοι τις, πῶς οὖν Ἰάκωβος τὸν θρόνον ἔλαβε τῶν Ἱεροσολύμων; ἐκεῖνο ἂν εἴποιμεν ὅτι τοῦτον τῆς οἰκουμένης
5ἐχειροτόνησε διδάσκαλον. Ἰσιδώρου Πηλουσιώτου. Ἡ τριπλὴ τοῦ Κυρίου πρὸς Πέτρον περὶ ἀγάπης ἐρώτησις οὐκ ἔστιν ἀγνοίας τοῦ δεσπότου ὑπόνοια· μὴ οὕτω τινὲς παραλογιζέσθωσαν, ἀλλὰ τὸ τριπλοῦν τῆς ἀρνήσεως τῷ τριπλῷ τῆς συγκαταθέσεως ὁ ἀγαθὸς ἰατὴρ ἐξωστράκισε.
10 Ἀμμωνίου Πρεσβυτέρου. Ἀναζωπυρῆσαι αὐτὸν βουλόμενος ἐκ τῆς κατὰ τὴν ἄρνησιν ῥᾳθυμίας, ἐρωτᾷ αὐτὸν, καὶ διὰ τῶν τριῶν ἐρωτήσεων καὶ καταθέσεων ἐξαλείφει τὰς τρεῖς φωνὰς τῆς ἀρνήσεως, καὶ διὰ λόγων ἐπανορθοῖ τὰ ἐν λόγοις γενόμενα πταί‐ σματα· ἔθος δὲ γέγονεν ἐκ τούτου τρεῖς ὁμολογίας ἀπαιτεῖσθαι
15τοὺς μέλλοντας βαπτισθῆναι. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ ὁ Πέτρος διὰ παντὸς ἐβού‐ λετο εἶναι ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις, θάρρει, φησὶν, οὕτω γὰρ ἐμπλήσω σου τὴν ἐπιθυμίαν, ὥστε ἅπερ οὐκ ἔπαθες νέος ὢν, ταῦτά σε δεῖ παθεῖν γεγηρακότα.
20 Θεοδώρου Ἡρακλείας. Ἄξιον καὶ ἐν τούτῳ θαυμάσαι τὴν τοῦ Κυρίου πρόγνωσιν πρὸ τοσούτων ἐτῶν προειπόντος αὐτῷ, οὐ μόνον ὅτι μάρτυς γενήσεται, ἀλλ’ ὅτι καὶ διὰ σταυροῦ ὑποστή‐ σεται τὴν ἀναίρεσιν. Ἡ γὰρ ἔκτασις τῶν χειρῶν, καὶ ὁ δεσμὸς τῆς ζώνης, οὐδὲν ἕτερον ἐδήλου ἢ τὸ σχῆμα τοῦ σταυροῦ. Βού‐
25λεται δὲ αὐτὸν ἀκολουθεῖν αὐτῷ, μιμούμενον αὐτοῦ ἐν πᾶσι τὴν κατ’ εὐσέβειαν πολιτείαν. Οἱ γὰρ κατ’ ἴχνος τῆς ἐκείνου βαί‐ νοντες ἀρετῆς, καὶ κατὰ δύναμιν ὁμοιούμενοι αὐτοῦ τὴν τῆς δικαι‐ οσύνης ἀκρίβειαν, οὗτοι αὐτῷ τὸ τηνικαῦτα ἀκολουθήσωσιν ὁδηγοῦντι εἰς τὴν κατ’ οὐρανὸν βασιλείαν.
30 Ἀναστασίου Ἀντιοχείας. “Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέ‐ “πει τὸν μαθητὴν,” καὶ τὰ ἑξῆς, μεγάλων ὑπὸ τοῦ Σωτῆρος δεδω‐ ρημένων τῷ Πέτρῳ, καὶ οἷς οὐδὲν ἕτερον ἐξισωθῆναι δυνατόν ἐστι. Τί γὰρ τοῦ ἀκολουθεῖν Χριστῷ τιμιώτερον; καὶ τὸ ἐξιχνιάζειν
τὰς αὐτοῦ πορείας γλυκύτερον ἢ ποθεινότερον; εἰδὼς οὖν ὁ Πέτρος410

411

τὸ μέγεθος τῆς δεδομένης αὐτῷ χάριτος, καὶ μεμνημένος τῆς σχέσεως ἧς εἶχεν ὁ Ἰησοῦς πρὸς Ἰωάννην, ὅτι παρὰ πάντας ἀγα‐ πώμενος ἐλέγετο, καὶ τοσοῦτον ὅσον μόνος ἐνόμισεν ἀναπεσεῖν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, δειπνοῦντος οὖν αὐτοῦ αὐτοῖς πρὸ τοῦ
5πάθους, καὶ ἐπηρώτησεν αὐτὸν, λέγων, “τίς ἐστιν ὁ παραδιδούς “σε;” τοῦτον οὖν ὁ Πέτρος ἰδὼν ἀκολουθοῦντα, φησὶ περὶ αὐτοῦ πρὸς τὸν Ἰησοῦν, καὶ μεγάλα καὶ δεδοξασμένα περὶ ἐμοῦ λελά‐ ληκας, καὶ ὧν οὐδεὶς ἦν ἄξιος εἰ μὴ σὺ, δι’ ἀγαθότητα πολλὴν ἐδωρήσω· οὗτος δὲ ὁ συμμαθητὴς, ὃν ἠγάπας; τί, ἀποκρίνεται ὁ
10Ἰησοῦς, καὶ λέγει αὐτῷ· “ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, “τί πρὸς σέ; σύ μοι ἀκολούθει,” τὸν ἐμὸν δηλονότι μιμούμενος θάνατον, ὑπὲρ ἧς μέλλεις κηρύσσειν ἀληθείας· τοῦτον δὲ τὸν φι‐ λούμενον μαθητὴν, “ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός “σε;” τουτέστιν ἐν τῇ παρούσῃ ζωῇ, σὺ μοὶ ἀκολούθει.
15 Τίνος ἕνεκεν ἀνέμνησεν ἡμᾶς ὁ Εὐαγγελιστὴς τῆς ἀνακλίσεως ἐκείνης; φησὶ γὰρ, στραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν, καὶ τὰ ἑξῆς· οὐδ’ ἁπλῶς, οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ δεικνὺς, ὅσην ὁ Πέτρος ἔσχε τὴν παρρησίαν μετὰ τὴν ἄρνησιν· ὁ γὰρ πρὸ τούτου μὴ τολμῶν ἐρωτῆσαι, ἀλλ’ ἑτέρῳ ταῦτα ἐπιτρέπων, οὗτος καὶ τὴν
20προστασίαν ἐνεπιστεύθη τῶν ἀδελφῶν, καὶ οὐ μόνον ἑτέρῳ τὰ καθ’ ἑαυτὸν οὐκ ἐπιτρέπει, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ ἑτέρου προσάγει τῷ διδασκάλῳ πεῦσιν· σφόδρα γὰρ ἐφίλει τὸν Ἰωάννην ὁ Πέτρος· καὶ τοῦτο ἐκ τῶν μετὰ ταῦτα δῆλον, καὶ διὰ τοῦ Εὐαγγελίου δὲ πάντως δείκνυται τούτων ὁ σύνδεσμος καὶ ἐν ταῖς Πράξεσιν.
25Ἐπεὶ οὖν μεγάλα τῷ Πέτρῳ προεῖπεν ὁ Χριστὸς, καὶ τὴν οἰκου‐ μένην ἐνεχείρισεν αὐτῷ, καὶ τὸ μαρτύριον προανεφώνησε, βουλό‐ μενος καὶ τοῦτον λαβεῖν κοινωνὸν, φησὶν, “οὗτος δὲ τί;” ὡσανεὶ ἔλεγεν, οὗτος αὐτὴν ἡμῖν ὁδὸν ἥξει; ὅθεν ἐπειδὴ σφόδρα κηδόμενος ταῦτα ἔλεγε, καὶ μὴ βουλόμενος αὐτοῦ διασπασθῆναι, διαιρῶν
30αὐτοὺς τῆς ἀκαίρου συμπαθείας, λέγει αὐτῷ, “ἐὰν αὐτὸν θέλω “μένειν ἕως ἔρχομαι, τί πρός σε;” τουτέστιν, ἔργον ἐνεχειρί‐ σθης, αὐτὸ σκόπει καὶ ἄνυε καὶ ἄθλει. Τί γὰρ εἰ καὶ μὴ βού‐ λομαι τοῦτον μεῖναι ἐνταῦθα, σὺ τὰ σεαυτοῦ σκόπει καὶ μερίμνα. Ἐπειδὴ γὰρ ἔμελλον τῆς οἰκουμένης ἐπιτροπὴν ἀναδέχεσθαι, οὐκ
35ἔδει λοιπὸν συμπεπλέχθαι ἀλλήλοις· κατανοήσωμεν δὲ κἀνταῦθα411

412

τὸ ἄτυφον τοῦ Εὐαγγελιστοῦ· εἰπὼν γὰρ τὴν δόξαν τῶν μαθητῶν ἣν ἔσχον περὶ αὐτοῦ, τουτέστιν, ὅτι οὐκ ἀποθνήσκει, διορθοῦται αὐτὴν ὡς οὐ συνεωρακότων αὐτῷ, ὅπερ εἶπεν ὁ Χριστός· ἐπήγαγε γὰρ ὅτι “οὐκ εἶπεν αὐτῷ ὅτι οὐκ ἀποθανεῖται,” καὶ τὰ ἑξῆς.
5 Τί δήποτε τῶν ἄλλων Εὐαγγελιστῶν οὐδενὸς τοῦτο πεποιη‐ κότος, λέγω δὴ αὐτοῦ μαρτυρήσαντος, οὗτος δεύτερον ἑαυτῷ μαρ‐ τυρεῖ λέγων, “οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τού‐ “των;” ὁ γὰρ γράψας ταῦτα λέγεται ὕστερος πρὸς τὸ γράφειν ἐλθεῖν, τοῦ Χριστοῦ κινήσαντος αὐτὸν ἐπὶ τοῦτο καὶ διεγείραντος.
10Διὰ τοῦτο οὖν καὶ δείκνυσιν αὐτοῦ τὴν ἀγάπην, συνεχῶς αἰνιττό‐ μενος τὴν αἰτίαν, ἀφ’ ἧς ἐπὶ τὸ γράφειν ὥρμησεν. Ὁ δεσπόζων ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καὶ τῆς ζωῆς τῶν ἀνθρώπων ταμίας, τὸ ἐνδεχόμενον ἔφη περὶ Ἰωάννου πρὸς Πέ‐ τρον, οὐχ ὅτι οὐκ ἀποθνήσκει, καθὼς ἐν τοῖς ἀδελφοῖς ἠγγέλθη
15περιηχηθεὶς ὁ λόγος· πᾶς γὰρ ὅστις διὰ γενέσεως ῥύπος εἰσελή‐ λυθεν εἰς τὸν κόσμον, ἀνάγκη πάντως τοῦτον διὰ θανάτου τὴν ζωὴν ἀποθέσθαι· οὐκ εἶπεν οὖν ὅτι οὐκ ἀποθνήσκει, ἀλλ’ ὅτι θέλοντος αὐτοῦ, δηλονότι τοῦ Ἰησοῦ, διαρκέσει ἕως τῆς αὐτοῦ παρουσίας ὁ Ἰωάννης. Οὐδὲν γὰρ τῇ δυνάμει τοῦ πατρὸς ἀδύνατον· ἴσως
20δὲ καὶ περὶ αὐτοῦ λέγει, περὶ ἧς προεῖπεν αὐτοῖς, ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν, καὶ πάλιν, ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς, “ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε μετ’ ἐμοῦ.” τὰ γὰρ καθ’ ἕκαστον τῶν ἀξίων παραγίνεται, καὶ παραλαμβάνει πρὸς ἑαυτὸν τοὺς πάντα τὸν βίον ἀνατεθεικότας αὐτῷ.
25 Τὸ δὲ “οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ,” φησὶν, ἐπειδὴ πᾶσι παρῆν, καὶ οὐδὲ σταυρουμένου τοῦ Χριστοῦ ἀπελιμ‐ πάνετο, ἀλλὰ γὰρ καὶ τὴν μητέρα ἐνεχειρίσθη, ἅπερ ἅπαντα σημεῖα τῆς εἰς αὐτὸν ἀγάπης ἦν, καὶ τοῦ μετὰ ἀκριβείας εἰδέναι πάντα. Εἰ γὰρ μὴ πιστεύουσιν οἱ πολλοὶ, ἔξεστιν ἀπὸ τοῦ
30εἰρημένου αὐτοῖς πιστεῦσαι. λέγει γὰρ, “ἔστι δὲ καὶ ἄλλα “πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς,” καὶ τὰ ἑξῆς· ὅθεν δηλονότι οὐκ ἂν ἐχαρισάμην, φησὶν, ὁ γὰρ τοσούτων ὄντων, οὐδὲ τοσαῦτα εἶπεν ὅσα οἱ λοιποὶ, ἀλλὰ τούτων μὲν τὰ πλείονα παραλιπὼν, τὰς δὲ ἐπιβουλὰς τὰς Ἰουδαϊκὰς, τὰς καταλεύσεις, τὸ μῖσος, τὰς ὕβρεις,
35τὰς λοιδορίας εἰς μέσον προθεὶς, εὔδηλον ὅτι οὐκ ἂν ἐχαρισάμην·412

413

τὸν γὰρ χαριζόμενον τοὐναντίον ἔδει ποιεῖν, τὰ μὲν ἐπονείδιστα ἀποκρύπτεσθαι, τὰ δὲ λαμπρὰ προτιθέναι· εἰ δὲ τοσαῦτα ἔφησε γεγενῆσθαι, μηδεὶς θαυμαζέτω, ἀλλ’ ἐννοήσας τὴν ἄφατον τοῦ ποιοῦντος δύναμιν, δεχέσθω μετὰ πίστεως τὸ εἰρημένον. ὥσπερ
5γὰρ ἡμῖν εὔκολον φθέγγεσθαι, οὕτω τῷ δεσπότῃ Χριστῷ, μᾶλλον δὲ πολλῷ ῥᾷον, ποιεῖν ἅπερ εἰργάζετο· ἤρκει γὰρ θελῆσαι μόνον, καὶ πάντα εἵπετο. προσέχωμεν τοίνυν ἀκριβῶς τοῖς εἰρημένοις, καὶ μὴ διαλείπωμεν ἀναπτύσσοντες αὐτὰ καὶ διερευνώμενοι. Ἀπὸ γὰρ τῆς συνεχοῦς ἐντεύξεως τὸν βίον ἑαυτῶν ἐκκαθᾶραι δυνησώ‐
10μεθα, ἵνα καὶ διὰ τῆς τῶν κακῶς ἀπαλλαγῆς, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἐργασίας, τελειωθέντες ἐπιτύχωμεν τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.413