TLG 4102 004 :: CATENAE (Novum Testamentum) :: Catena in Lucam (typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in Lucam (typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 2. Oxford: Oxford University Press, 1841 (repr. Hildesheim: Olms, 1967): 3–174.

Citation: Page — (line)

3

(1t)

ΚΕΦΑΛΑΙΑ
2tΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΥ.
3αʹ. Περὶ τῆς ἀπογραφῆς. βʹ. Περὶ τῶν ἀγραυλούντων ποιμένων.
5γʹ. Περὶ Συμεών. δʹ. Περὶ Ἄννης τῆς προφήτιδος. εʹ. Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην. ϛʹ. Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην. ζʹ. Περὶ τοῦ πειρασμοῦ τοῦ Σωτῆρος.
10ηʹ. Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμόνιον. θʹ. Περὶ τῆς πενθερᾶς Πέτρου. ιʹ. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. ιαʹ. Περὶ τῆς ἄγρας τῶν ἰχθύων. ιβʹ. Περὶ τοῦ λεπροῦ.
15ιγʹ. Περὶ τοῦ παραλυτικοῦ. ιδʹ. Περὶ Λευῒ τοῦ τελώνου. ιεʹ. Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα. ιϛʹ. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς. ιζʹ. Περὶ τῶν μακαρισμῶν.
20ιηʹ. Περὶ τοῦ ἑκατοντάρχου. ιθʹ. Περὶ τοῦ υἱοῦ τῆς χήρας. κʹ. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννῃ. καʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κυρίον μύρῳ. κβʹ. Περὶ τῆς παραβολῆς τοῦ σπείροντος.
25κγʹ. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. κδʹ. Περὶ τοῦ λεγεῶνος. κεʹ. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγωγοῦ. κϛʹ. Περὶ τῆς αἱμορρούσης. κζʹ. Περὶ τῆς ἀποστολῆς τῶν ιβʹ.
30κηʹ. Περὶ τῶν εʹ ἄρτων καὶ τῶν βʹ ἰχθύων.
κθʹ. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως.3

4

λʹ. Περὶ τῆς μεταμορφώσεως. λαʹ. Περὶ τοῦ σεληνιαζομένου. λβʹ. Περὶ τῶν διαλογιζομένων τις μείζων λγʹ. Περὶ τοῦ ἐπιτρεπομένου ἀκολουθεῖν.
5λδʹ. Περὶ τῶν ἀναδειχθέντων οʹ. λεʹ. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ. λϛʹ. Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς. λζʹ. Περὶ Μάρθας καὶ Μαρίας. ληʹ. Περὶ προσευχῆς.
10λθʹ. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν. μʹ. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν. μαʹ. Περὶ τῶν αἰτούντων σημεῖον. μβʹ. Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν. μγʹ. Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν.
15μδʹ. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. μεʹ. Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν. μϛʹ. Περὶ τοῦ οὗ ηὐφόρησεν ἡ χώρα πλουσίου. μζʹ. Περὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ. μηʹ. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας.
20μθʹ. Περὶ τῶν παραβολῶν. νʹ. Περὶ τοῦ ἐπερωτήσαντος εἰ ὀλίγοι οἱ σωζόμενοι. ναʹ. Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην. νβʹ. Περὶ τοῦ ὑδρωπικοῦ. νγʹ. Περὶ τοῦ μὴ ἀγαπᾶν τὰς πρωτοκλισίας.
25νδʹ. Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ. νεʹ. Περὶ οἰκοδομῆς πύργου παραβολή. νϛʹ. Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν. νζʹ. Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας. νηʹ. Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου.
30νθʹ. Περὶ τῶν ιʹ λεπρῶν. ξʹ. Περὶ τοῦ κριτοῦ τῆς ἀδικίας. ξαʹ. Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου. ξβʹ. Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλούσιον. ξγʹ. Περὶ τοῦ τυφλοῦ.
35ξδʹ. Περὶ τοῦ Ζακχαίου. ξεʹ. Περὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν. ξϛʹ. Περὶ τῶν λαβόντων τὰς μνᾶς. ξζʹ. Περὶ τοῦ πώλου. ξηʹ. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων.
40ξθʹ. Περὶ τοῦ ἀμπελῶνος.4

5

οʹ. Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον. οαʹ. Περὶ τῶν Σαδδουκαίων. οβʹ. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους. ογʹ. Περὶ τῆς τὰ βʹ λεπτά.
5οδʹ. Περὶ τῆς συντελείας. οεʹ. Περὶ τοῦ Πάσχα. οϛʹ. Περὶ τῶν φιλονεικησάντων τίς μείζων. οζʹ. Περὶ τῆς ἐξαιτήσεως τοῦ Σατανᾶ. οηʹ. Περὶ τῶν κοπτομένων γυναικῶν.
10οθʹ. Ἐξουθένησις Ἡρώδου. πʹ. Περὶ τοῦ μετανοήσαντος λῃστοῦ. παʹ. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου.
πβʹ. Περὶ τοῦ Κλεόπα.5

6

(1t)

ΕΡΜΗΝΕΙΑ
2tΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΥ.
3 Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Εὐαγγέλιον κα‐ λοῖτ’ ἂν, οὐκ ἐπειδὴ βέβαια καὶ ἀκίνητα μόνον ἐστὶν ἀγαθὰ καὶ
5ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν, ἀλλ’ ὅτι καὶ μετ’ εὐκολίας ἁπάσης ἡμῖν ἐδόθη· οὐδὲ γὰρ πονήσαντες καὶ ἱδρώσαντες, ἀλλ’ ἀγαπη‐ θέντες ὑπὸ τοῦ Θεοῦ μόνον, ἐλάβομεν ἅπερ ἐλάβομεν. Εὐαγγέ‐ λιον δέ ἐστι λόγος περιέχων ἐπαγγελίαν πραγμάτων κατὰ τὸ Εὐαγγέλιον, διὰ τὸ ὠφελεῖν εὐφραίνων τὸν ἀκούοντα, ἐπὰν παρα‐
10δέξηται τὸ ἐπαγγελλόμενον. Λουκᾶς ὁ μακάριος, ἰατρὸς μὲν ἦν τὴν τέχνην, γέγονε δὲ καὶ ψυχῶν ἰατρὸς, ἀναβὰς ἀπὸ τοῦ ἐλάττονος ἐπὶ τὸ κρεῖττον. κατα‐ λέλοιπε γὰρ ἡμῖν τῶν Ἰησοῦ λόγων τε καὶ θαυμάτων τὴν μνήμην ἔγγραφον. μόνος δὲ τῶν ἄλλων Εὐαγγελιστῶν ἀκριβῶς ἐποιήσατο
15τὴν τοῦ Εὐαγγελίου γραφὴν, καὶ πολλὰ τῶν τοῖς ἄλλοις σεσιω‐ πημένων, οὗτος ἀπεμνημόνευσέ τε καὶ διεξῆλθεν ἀκριβῶς, διὸ καὶ τὸ προοίμιον τῆς Εὐαγγελικῆς γραφῆς ἀκρίβειαν ἐπαγγέλλεται. Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγη‐ σιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων.
20 Τοῦ Ἐν Ἁγίοις Τίτου Ἐπισκόπου Βοστρῶν, Καὶ Ὠρι‐ γένους. Τὸ “ἐπεχείρησαν” ἐνταῦθα ἀντὶ ὅτι χωρὶς χαρίσμα‐ τος ἦλθον εἰς τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων τινὲς, χρὴ νοεῖν. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν ἀλλ’ ἔγραψεν ἀπὸ ἁγίου Πνεύ‐ ματος, ὁμοίως καὶ Μάρκος καὶ Ἰωάννης, παραπλησίως δὲ καὶ
25Λουκᾶς. τὸ μέντοι ἐπιγεγραμμένον κατ’ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν ιβʹ Εὐαγγέλιον, οἱ συγγράψαντες
ἐπεχείρησαν. πολλὰ δὲ καὶ ἕτερα φέρονται, ἀλλὰ τὰ τέσσαρα6

7

μόνα ἡ τοῦ Χριστοῦ Ἐκκλησία προσδέχεται. “πεπληροφορημένων” δὲ λέγει, ὡς οὐχ ἁπλῶς τῷ λόγῳ παραδεδομένων, οὐδὲ ψιλῇ τῇ πίστει παρειλημμένων, ἀλλὰ περὶ ὧν ἐν πληροφορίᾳ γέγονεν αὐτοῖς παρηκολουθηκὼς τοῖς ἔργοις· αὐτόπτας δὲ καὶ ὑπηρέτας καλεῖ τοὺς
5ἁγίους Ἀποστόλους. Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας. Ἐξ ἀνεπιγράφου. Λαμβάνει πρῶτον τὸν χρόνον, ἵνα μὴ δια‐ φύγῃ τῶν πραγμάτων ὁ καιρὸς, καί φησι, βασιλεὺς τῆς Ἰουδαίας,
10ἐπειδὴ τὰ παρὰ Ἰουδαίοις ἐδίδαξε, συνήθως τοῖς προφήταις τοῦ βασιλέως τῶν Ἰουδαίων φέρει τὸν χρόνον, καὶ οὕτως στηρίζει τῆς παρουσίας τοῦ Ἰησοῦ τὴν γνῶσιν. Ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά. Ἐξ ἀνεπιγράφου. Πατέρα δὲ Ἰωάννου ὀνομάζει, ἵνα τοῦ
15προδρόμου ἄρξηται τῆς Εὐαγγελικῆς ἱστορίας, καὶ οὕτως εἰς τὸν Ἰησοῦν παραγένηται· διὸ καὶ τὴν γέννησιν αὐτοῦ πρώτην ὁ Εὐαγ‐ γελιστὴς ἐξηγεῖται, θαυματούργημα οὖσαν Θεοῦ, ὅπερ καὶ αὐτὸ πρόφασιν εἶχε πίστεως ἀγαθῆς. Ὅτι περ δύο ἦσαν ἱερεῖς ἐκ διαδοχῆς τὴν λειτουργίαν ποι‐
20οῦντες, ὁ Ἀβιὰ οὕτω λεγόμενος, καὶ ὁ Ζαχαρίας. ἐπεὶ οὖν ἱερά‐ τευσεν ἐν τῇ λειτουργίᾳ ὁ Ἀβιὰ, μετὰ τὴν ἐκείνου ἐφημερίαν ἐλειτούργει ὁ Ζαχαρίας. ἐφημερίαν δὲ χρὴ νοεῖν οὐ τὸ πρὸς ἡμέ‐ ραν παραμένειν καὶ λειτουργεῖν ἐν τῷ ἱερῷ, ἀλλὰ τὸ πρὸς ἑβδο‐ μάδα· δεῖξαι δὲ θέλων ὅτι ἑκατέρωθεν νομίμως ἐτύγχανεν ἱερεὺς
25ὁ Ζαχαρίας, φησὶ, “καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών.” Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ. Τὸ εἶναι δὲ δίκαιοι ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος· αὐτὸς γὰρ ἐπίσταται μόνος τὰς τῶν ἀνθρώπων καρδίας. καὶ γὰρ ἐνδέχεται κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἶναί τινα ἐνώπιον τῶν
30ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς διανοίας, μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένον λογισμοὺς πονηρούς. Τίνος δὲ ἕνεκεν πρόσκειται ταῖς ἐντολαῖς καὶ τοῖς δικαιώμασι τοῦ Κυρίου τὸ ἄμεμπτον; ἐπειδή περ ἐν τῷ συνειδότι ῥύπον κενο‐
δοξίας, ἢ ἀνθρωπαρεσκείας, ἢ ἑτέρου τινὸς τοιούτου οὐκ εἶχον.7

8

Βουλόμενος δὲ δεῖξαι ὅτι ἡ τοῦ Κυρίου γένεσις ἡ παράδοξος, ἄλλην πρὸ ἑαυτῆς κατεσκεύασε γένεσιν, καὶ ὅτι τῆς φύσεώς ἐστι δημιουργὸς ὁ ἐπιδημῶν, ἐπήγαγε λέγων· “καὶ οὐκ ἦν αὐτοῖς “τέκνον,” καὶ τὰ ἑξῆς.
5 Ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου. Καὶ ἐπειδὴ οὐ πᾶσι φαίνεται ὁ Θεὸς, ἢ οἱ Ἄγγελοι αὐτοῦ, εἰ μὴ τοῖς καθαρὰν ἔχουσι τὴν καρδίαν, ἦν δὲ ὁ Ζαχαρίας τοιοῦτος, διὰ τοῦτο ὤφθη αὐτῷ Ἄγγελος Κυρίου. “Τοῦ θυσιαστηρίου δὲ τοῦ θυμιάματος” εἶπεν, ἐπειδὴ ἦν καὶ
10ἕτερον θυσιαστήριον χαλκοῦν τὸ τῶν ὁλοκαρπωμάτων. “Ἐτα‐ “ράχθη δὲ Ζαχαρίας,” καὶ τὰ ἑξῆς. διότι ξενίζουσα ὄψις ἀνθρώπῳ φαινομένη οὐκ ἔστιν ὑπομονητή· ἀλλ’ ὅμως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Ζαχαρίαν ὁ Ἄγγελος, εἰπὼν αὐτῷ, “μὴ φοβοῦ Ζα‐ “χαρία,” καὶ ἀνακτᾶται αὐτόν.
15 Τοῦ Χρυσοστόμου. Ποία δὲ αὕτη ἀκολουθία, ὅτι ὑπὲρ τοῦ λαοῦ παρακαλοῦντος τοῦ Ζαχαρίου, καὶ ὑπὲρ ἁμαρτημάτων δεο‐ μένου, καὶ συγγνώμην αἰτοῦντος τοῖς συνδούλοις, εἰπεῖν πρὸς αὐ‐ τὸν τὸν Ἄγγελον, “μὴ φοβοῦ, εἰσηκούσθη γὰρ ἡ δέησίς σου,” καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται, τὸ τεχθήσεσθαι αὐτῷ παῖδα
20τὸν Ἰωάννην; καὶ μάλα εἰκότως· ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτη‐ μάτων τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν τὸν υἱὸν βοῶντα, “ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν,” καὶ τὰ ἑξῆς, εἰκό‐ τως φησὶν ἠκούσθη ἡ δέησίς σου, καὶ τέξῃ υἱόν. Μέγεθος ἐμφαίνει τῆς Ἰωάννου ψυχῆς, καὶ μέγεθος βλεπόμενον
25ὑπὸ Θεοῦ. ἔστι γὰρ μέγεθος ψυχῆς κατὰ ἀρετὴν, καὶ ἔστι τις σμικρότης ψυχῆς. ἐγὼ οὕτως ἀκούω τοῦ ἐν τῷ Εὐαγγελίῳ, “μὴ “καταφρονήσητε ἑνὸς τῶν σμικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ·” μικρὸν γὰρ ἐκεῖ τὸν ἐναντίον τῷ μεγάλῳ λέγει· ὅτι ὁ τυχὼν ὁ μικρός ἐστι, δῆλον ἐκ τοῦ “ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν σμικρῶν τούτων·”
30μέγας γὰρ οὐ σκανδαλίζεται, ἀλλ’ ὁ μέγας παντὸς σκανδάλου κρείττων ἐστί. Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου. Ἰδοὺ καὶ ἐνταῦθα “ἐνώπιον Κυρίου” λέγει, ὥσπερ καὶ περὶ τῶν
τεκόντων αὐτὸν εἴρηται.8

9

Σίκερα δὲ ἐστὶ πᾶν τὸ μέθην μὲν ποιεῖν δυνάμενον, οὐκ ὂν δὲ ἐξ ἀμπέλου. Ἐπλήσθη δὲ Πνεύματος Ἁγίου ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ὑπάρχων ὁ Ἰωάννης, ἡνίκα ἐλθούσης τῆς μητρὸς τοῦ Κυρίου πρὸς
5τὴν Ἐλισάβετ, ἐσκίρτησεν ἐν ἀγαλλιάσει. Καὶ ὁ μὲν Ἰωάννης, πολλοὺς τῶν υἱῶν ἐπέστρεψε πρὸς Κύριον τὸν Θεὸν ἡμῶν κατὰ τὴν τοῦ Εὐαγγελίου φωνήν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, πάντας ἐφώτισεν εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας· τοῦτο γὰρ αὐτοῦ τὸ ἔργον ἐστί.
10 Τὸ δὲ “προελεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου,” τοῦτό ἐστιν· ὁ Ἠλίας τῆς δευτέρας τοῦ Κυρίου παρουσίας ἐστὶ πρό‐ δρομος, καθώς, φησιν, ὁ προφήτης εἶπε· “πέμψω ὑμῖν Ἠλίαν τὸν “Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ “ἐπιφανῆ.” οὕτως οὖν καὶ ὁ Ἰωάννης τῆς πρώτης γέγονε πρό‐
15δρομος· καὶ ἐν πνεύματι μὲν, ὅτι ὥσπερ ἦν ἐπὶ τὸν Ἠλίαν ἡ τοῦ Παναγίου Πνεύματος χάρις, οὕτως καὶ ἐπὶ τὸν πρόδρομον. ἐν δύο δὲ διὰ τὸ μέγεθος τῆς πληρουμένης παρ’ αὐτῶν διακονίας. Τί ἐστι τὸ ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα; τέκνα τοῦ Ἰουδαίων λαοῦ οἱ ἅγιοι Ἀπόστολοι ὑπῆρχον· ἐξ αὐτῶν γὰρ κατή‐
20γοντο κατὰ τὴν τοῦ αἵματος συγγένειαν. τοιαύτη οὖν ἔσται, φησὶν, ἡ τοῦ Ἰωάννου διακονία, ὡς ἐπιστρέψαι τὰς τῶν Ἰουδαίων καρδίας εἰς τὴν τῶν Ἀποστόλων διδασκαλίαν· ὁ γὰρ περὶ Χριστοῦ τοι‐ αῦτα μαρτυρήσας, συνεισήγαγε τῇ τοιαύτῃ μαρτυρίᾳ καὶ τοὺς Χριστοῦ μαθητὰς, καὶ τὸ ἀξιόπιστον αὐτοῖς ἐκ τούτου κατε‐
25σκεύασε. Τὸ δὲ “ἀπειθεῖς ἐν φρονήσει δικαίων” δηλοῖ, ὅτι ἀπειθεῖς μὲν ἐξ ἀρχῆς ὑπῆρχον οἱ Ἰουδαῖοι, φρόνησις δὲ δικαίων, ἡ ἐν τοῖς Ἀποστόλοις οὖσα ἦν. Τὸ δὲ “ἑτοιμάσαι Κυρίῳ,” καὶ τὰ ἑξῆς, ἀντὶ τοῦ προευτρε‐
30πίσαι τῷ Χριστῷ εἴρηται· πρὸ τοῦ φανερῶσαι ἑαυτὸν ἐμπαρά‐ σκευον καὶ προκατεσκευασμένον λαόν· πολλὰ γὰρ θαυμαστὰ προειπὼν περὶ τοῦ Κυρίου ὁ πρόδρομος, τὴν εἰς αὐτὸν πίστιν τοῦ λαοῦ προευτρέπισεν. Καὶ ἐπειδήπερ ἀπιστήσας ὁ Ζαχαρίας, “κατὰ τί γνώσομαι
35“τοῦτό,” φησιν, ἐπιτιμᾶται κωφότητα καὶ ἀφωνίαν, ὡσανεὶ τοῦ9

10

Ἀγγέλου λέγοντος ταῦτα πρὸς αὐτόν· ἐπειδὴ ἀπιστεῖς Ἀγγέλῳ παρεστηκότι Θεῷ, καὶ οὐ πιστεύεις τῷ ἀποστείλαντι αὐτὸν, οὐδὲ λογίζῃ τὴν τοῦ λέγοντος δύναμιν, ἀλλὰ τὴν τοῦ πράγματος ἀδυ‐ ναμίαν, διὰ τὴν ἄπιστόν σου ταύτην φωνὴν, ἀφαιρεθήσῃ τῆς φωνῆς·
5ἕως ἂν τοῦ πράγματος πληρωθέντος, γνῷς καὶ τὸ σὸν ἄπιστον καὶ τὸ δυνατὸν τοῦ Θεοῦ. Ἡ Ζαχαρίου κώφευσις, οὐκ ἐκπλήξει γέγονεν ὡς ἐνόμισας· ἐν συνεχείᾳ γὰρ θεοφανείας καὶ ἀγγελικῆς ὀπτασίας ἣν ὁ ἱερεὺς καθαρῶς τοῖς μυστηρίοις διακονούμενος· ἀλλὰ τῷ τύπῳ τῆς ἐκεί‐
10νου σιγῆς καὶ στειρώσεως καὶ γήρους τεχθῆναι τὴν φωνὴν, τοῦτο οἶμαι δηλοῦν τὸ ἐκ τοῦ παλαιωθέντος καὶ καταγηράσαντος καὶ στειρωθέντος τῇ ἀνηκοΐᾳ τῶν δεξαμένων νόμου τοῦ γραπτοῦ τὰς περὶ Χριστοῦ προρρήσεις προελθεῖν, καὶ τὴν αὐτοῦ μητέρα ἐκ τούτου προελθεῖν.
15 Διὰ δὲ τοῦ βούλεσθαι μαθεῖν τὴν αἰτίαν τῆς σιωπῆς τὸν λαὸν, ταύτην διὰ νεύματος ὁ Ζαχαρίας ἐδήλου, καὶ τοῦτό ἐστιν ἴσως, “ὅτι καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμεινε κωφός.” Τί δὲ καὶ διένευεν αὐτοῖς; τὸ διανεύειν διαμένοντα κωφὸν, τοιοῦτόν ἐστιν. αἱ χωρὶς λόγου πράξεις, οὐδὲν διαφέρουσι νεύσεων,
20αἱ δὲ μετὰ λόγου πράξεις, οὐκ εἰσὶ νεύσεις, κοσμοῦνται γὰρ ὑπὸ τοῦ λόγου· ἐὰν οὖν ἴδῃς Ἰουδαίων τὴν πολιτείαν ἄλογον, ὡς μὴ δύνασθαι αὐτοὺς διδόναι λόγον περὶ ὧν πράττουσι, βλέπε τὸν τύπον τῶν γεγενημένων ἐπὶ Ζαχαρίου διαμένοντος κωφοῦ καὶ δια‐ νεύοντος αὐτοῖς. ἔστι γὰρ νῦν κωφὸς ὁ λαὸς καὶ ἄλαλος. πῶς γὰρ
25οὐκ ἤμελλεν ἄλαλος καὶ ἄλογος εἶναι, ἐκβαλὼν τὸν λόγον ἀφ’ ἑαυτοῦ, καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου. Αἰδεῖται δὲ ἡ Ἐλισάβετ διὰ τὸ ἐν γήρει συλλαβεῖν, σώφρων γὰρ ἦν ἡ γυνή.
30 Ὠριγένους. Ἔκρυπτεν ἑαυτὴν ἐπὶ μῆνας πέντε, ἕως καὶ Μαρία συλλάβῃ, ὅτε γὰρ Μαρία συνέλαβε καὶ ἦλθε πρὸς αὐτὴν, καὶ ὅτε ἐγένετο ὁ ἀσπασμὸς αὐτῆς εἰς τὰ ὦτα αὐτῆς, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ, καὶ ἐκ Πνεύματος ἁγίου ἐλάλησε τὰ ἀναγεγραμμένα, καὶ ἐλαλήθη ἐν τῇ
35ὀρεινῇ πάντα τὰ ῥήματα ταῦτα. λαληθέντων οὖν αὐτῶν ὡς περὶ10

11

θείας συλλήψεως καὶ ὡς περὶ προφήτου μέλλοντος γεννᾶσθαι ἐν τῷ λαῷ, οὐκ ἔτι ἑαυτὴν περιέκρυβεν, ἀλλ’ εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἐπαρρησιάσατο, ὅτι ἄρα γέννημα εἴη αὐτῆς ὁ πρόδρομος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
5 Ὄνειδος δὲ ἐν ἀνθρώποις τοῦτο λέγει, ὅπερ ἐν τοῖς χρόνοις ἐκείνοις ὑπῆρχεν, τουτέστιν ἡ ἀτεκνία, ἤγουν τὸ εἶναι στεῖραν, ὥσπερ ἔπαινος καὶ εὐλογία ἡ πολυτεκνία. Μῆνα ἕκτον λέγει τὸν τῆς συλλήψεως Ἰωάννου. Εἶπε δὲ ὁ Εὐαγγελιστὴς περὶ τῆς παναγίας δεσποίνης ἡμῶν
10θεοτόκου, ὅτι ἦν μεμνηστευμένη ἀνδρὶ ἐξ οἴκου Δαβὶδ καὶ πατριᾶς, δεῖξαι βουλόμενος, ὅτι καὶ αὐτὴ ἡ πανάμωμος ἐκ γένους ἦν τοῦ Δαβίδ. ὅθεν καὶ ὁ μνηστευσάμενος αὐτὴν Ἰωσήφ· οὐδὲ γὰρ ἦν δυνατὸν κατὰ τὸν νόμον ἀπὸ φυλῆς ἑτέρας ἁρμόζεσθαι γυναῖκα. Ἐπειδὴ δὲ εἶπεν ὁ Θεὸς τῇ Εὔᾳ, “ἐν λύπαις τέξῃ τέκνα·” λύει
15τὴν λύπην ταύτην ἡ χαρὰ ἣν ὁ Ἄγγελός φησι, “χαῖρε κεχαρι‐ “τωμένη ὁ Κύριος μετὰ σοῦ.” Τὸ δὲ “διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος,” τοῦτο ἐμφαίνει, ὡσανεὶ ἔλεγε πρὸς ἑαυτὴν, μὴ ἆρά τις ἄτοπος, ὡς ἐξ ἀνδρὸς πρὸς κόρην; ἢ θεῖος· ἐπειδὴ καὶ Θεοῦ μνήμη σύνεστι τῷ
20ἀσπασμῷ, τὸ “ὁ Κύριος μετὰ σοῦ.” Διὰ δὲ τὸ μὴ εἶναι δυνατὸν, θορυβουμένην καὶ φοβουμένην ἀκριβῶς ἀκούειν τὰ λεχθησόμενα, διὰ τοῦτο λύει πρῶτον αὐτῆς τὸν φόβον ὁ Ἄγγελος εἰπὼν, “μὴ φοβοῦ Μαριὰμ,” ἵνα ἐν ἀτα‐ ραξίᾳ γενομένη, δέξηται τὴν θείαν ἀπόκρισιν.
25 Τὸ μὲν οὖν εἰπεῖν τὸν Ἄγγελον πρὸς αὐτὴν, “εὗρες χάριν” κοινὸν ἦν· εὗρον γὰρ χάριν πρὸ αὐτῆς καὶ ἄλλαι, τὸ δὲ εἰπεῖν “συλλήψῃ,” οὐκέτι κοινὸν ἦν, ἀλλ’ ἰδιάζον εἰς ἐπαγγελίαν. Εἶπε δὲ τοῦτο, ἵνα δείξῃ τὸν Κύριον ἐξ αὐτῆς τῆς παρθενικῆς νηδύος καὶ ἐκ τῆς ἡμετέρας οὐσίας λαβόντα τὴν σάρκα.
30 Δικαίως δὲ ἐκλήθη Ἰησοῦς ὁ ἐπὶ σωτηρίᾳ τοῦ ἡμετέρου γένους ἐλθών· τὸ γὰρ ὄνομα τοῦτο εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβαλ‐ λόμενον, Θεοῦ λέγεται σωτηρία καὶ ἴασις. Τὸ δὲ “ἔσται μέγας,” ὡς δεσπότης καὶ δημιουργὸς δηλοῖ, καὶ οὐχ ὡς ὁ Ἰωάννης· τὸ γὰρ ἐπαγόμενον ὅτι “Υἱὸς Ὑψίστου κληθή‐
35“σεται” τοῦτο ἐμφαίνει. Πῶς δέ φησιν “Υἱὸς Ὑψίστου κλη‐11

12

“θήσεται;” ἔδει γὰρ μᾶλλον εἰπεῖν, Υἱὸς Ὑψίστου ὑπάρχει, ὡς πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντος αὐτοῦ. ἀλλ’ ἐροῦμεν· ὅτι ὥσπερ ὢν φύσει ἀληθὴς Θεὸς ὁ Υἱὸς, ἔλαβεν ἐν δωρεᾶς μέρει διὰ τὸ ἀνθρώπινον τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστι τὸ
5καλεῖσθαι Θεός· καὶ ὥσπερ ὢν Κύριος πάσης τῆς κτίσεως, ὡς δημιουργὸς καὶ ποιητὴς, ἐκ δωρεᾶς λαμβάνει πατρικῆς εἰς κληρο‐ νομίαν τὰ ἔθνη διὰ τὸ ἀνθρώπινον. “αἴτησαι” γάρ φησι “παρ’ “ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.” οὕτως ὢν φύσει καὶ ἀληθῶς Υἱὸς, καὶ ἐκ τῆς οὐσίας ἐκλάμψας τοῦ Πατρὸς πρὸ
10πάντων τῶν αἰώνων, “Υἱὸς Ὑψίστου” καλεῖται, διὰ τὸ ἀνθρώπινον. καὶ τὸ “δώσει” δὲ τῇ οἰκονομίᾳ ἁρμόττει. Θρόνον δὲ οὐκ αἰσθητὸν λέγει, ἀλλὰ τὸν μηδὲν θνητὸν καὶ ἐπίκηρον ἔχοντα, τὸν καθ’ ὅλης τῆς οἰκουμένης φωτὸς δίκην ἐκλάμ‐ ποντα, καὶ ψυχὰς νοερὰς καταυγάζοντα, διὰ τῆς ἐνθέου διδασκαλίας.
15 Καὶ οἶκον δὲ Ἰακὼβ, μὴ τὸ Ἰουδαίων ἔθνος μόνον νομίσωμεν, ἀλλὰ καὶ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἡμῶν, ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους. Βασιλείαν δὲ τέλος οὐκ ἔχουσαν οὐδενός ἐστι τοῦ βασιλεύειν, εἰ μὴ μόνου τοῦ δημιουργοῦ καὶ δεσπότου τῶν ὅλων Θεοῦ. ὥστε
20αὐτός ἐστι βασιλεὺς αἰώνιος, ὁ διὰ τὴν ἡμετέραν σωτηρίαν ἄνθρωπος γενέσθαι καταδεξάμενος. Οὐχ ὡς ἀπιστήσασα ἡ παναγία παρθένος τὸ “πῶς ἔσται “τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω” λέγει, ἀλλ’ ὡς σοφὴ τὸν τρόπον ἐπιζητοῦσα μαθεῖν τοῦ πράγματος τοῦ λεγομένου. οὐδὲ γὰρ
25γέγονε πρότερόν τι τοιοῦτον, οὐδὲ μετὰ ταῦτα γενήσεται· λέγω δὴ τὸ παρθένον τεκεῖν, ὅθεν καὶ συγγινώσκει ὁ Ἄγγελος, καὶ τὸν τρόπον ἑρμηνεύων λέγει, “Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ “δύναμις Ὑψίστου” καὶ τὰ ἑξῆς. “Χριστὸς δὲ Θεοῦ δύναμις “καὶ Θεοῦ σοφία,” ὡς διδάσκει ὁ Ἀπόστολος. καὶ πῶς μὲν
30ἐπελεύσεται; οὐκ ὄψει τὸ ἐπερχόμενον, ἐνεργήσει δὲ δημιουρ‐ γικῶς μὴ φαινόμενον. Τί δέ ἐστιν “ἐπισκιάσει σοι;” περιβαλεῖ σε καὶ ἐνδύσῃ σε καὶ περιχαρακώσει σε, καὶ κύκλῳ σου ἔσται. Χρὴ δὲ σκοπῆσαι πῶς ὅλην αὐτὴν τὴν παναγίαν καὶ ζωοποιὸν
35Τριάδα ἐξέφηνεν εἰπὼν, Πνεῦμα Ἅγιον καὶ δύναμιν, καὶ Ὕψιστον.12

13

Οὐ συγγινώσκει δὲ τῷ Ζαχαρίᾳ ὁ Ἄγγελος ἀπιστήσαντι δικαίως, διότι εἶχεν ἐκεῖνος εἰς ὑπόδειγμα καὶ ἄλλας στείρας πρὸ αὐτοῦ γενομένας καὶ τεκούσας, ὡς αἱ θεῖαι γραφαὶ διδάσκουσι. Οὐχ ἁπλῶς δὲ τὸ γενώμενον φησὶ πρὸς τὴν παρθένον ὁ Ἄγγε‐
5λος, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθῇ, ἀλλ’ ἐπήγαγε καὶ τὸ “ἐκ σοῦ,” ἵνα ἐξ αὐτῆς φύσει τὸ γενώμενον εἶναι πιστευθῇ. Ἅγιον δὲ κληθησόμενον οὐχ ὡς ἔνοικον ἕξοντα τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ μετοχῆς ἁγιασθησόμενον, ἀλλ’ ὡς ὄντα κατὰ φύσιν
10ἅγιον, τῷ τὸν αὐτὸν Υἱὸν ὑπάρχειν Θεοῦ καὶ ἕνα εἶναι. Συγγενῆ δὲ τῆς Παναγίας παρθένου τὴν Ἐλισάβετ εἶπεν ὁ Ἄγγελος, εἴτε ὡς ἐξ ἑνὸς προπάτορος τοῦ Ἰακὼβ ὑπαρχούσας, εἴτε διὰ τὸ πρὸ τῆς νομοθεσίας, λαβεῖν τὸν Ἀαρὼν ἐκ τῆς τοῦ Λευῒ φυλῆς ὄντα γυναῖκα τὴν Ἐλισάβετ, θυγατέρα οὖσαν τοῦ Ἀμινα‐
15δὰβ, τὴν ἀδελφὴν Ἀασσὼν, ἐκ τῆς Ἰούδα φυλῆς ὑπάρχοντος. καὶ γὰρ ἐνταῦθα συνήφθη ἡ βασιλικὴ τοῦ Ἰούδα φυλὴ, ἐξ ἧς ὑπῆρχεν Ἐλισάβετ. διὸ καὶ παραδόξως ἡ πάνσοφος τοῦ παναγίου Πνεύματος ᾠκονόμησε χάρις, καὶ ταύτην τὴν Ζαχαρίου γυναῖκα Ἐλισάβετ προσαγορεύεσθαι, ὥσπερ καὶ τὴν τοῦ Ἀαρὼν, ὅπως διὰ
20τοῦ ὀνόματος ἐναργῶς μάθωμεν, ὡς ἐξ ἐκείνης τῆς Ἐλισάβετ ὑπάρχει ἡ συγγένεια. Εἰποῦσα δὲ ἡ Παναγία παρθένος, “ἰδοὺ ἡ δούλη Κυρίου” καὶ τὰ ἑξῆς, τοῦτο ἐδήλωσε, πίναξ εἰμὶ, φησὶ, γραφόμενος, ὃ βούλεται ὁ γραφεὺς γραφέτω, ποιείτω ὃ θέλει ὁ τοῦ παντὸς Κύριος.
25 Δεξάμενος δὲ ὁ Ἄγγελος τῆς παναγίας παρθένου τὴν ὁμολογίαν τῆς πίστεως, ἀπῆλθεν ἀπ’ αὐτῆς. Ἐπορεύθη δὲ ἡ παναγία παρθένος εἰς τὴν ὀρεινὴν πρὸς τὴν Ἐλισάβετ, ἐπειδὴ ἐκεῖ ᾤκει ὁ Ζαχαρίας, γνῶναι βουλομένη τὸ πέρας ὧν εἶπεν ὁ Ἄγγελος πρὸς αὐτήν.
30 Ὅπερ δὲ οὐδενὶ τῶν προφητῶν ὑπῆρξε, τοῦτο εἰς Ἰωάννην γέγονεν. διὰ τὸ πλησιάζειν αὐτὸν τῇ Χριστοῦ παρουσίᾳ καὶ προ‐ τρέχειν αὐτῆς. διὸ οὐδὲ πρότερον τοῦ Ἁγίου Πνεύματος ἐπλήσθη, ἕως οὗ ἐπέστη αὐτῷ ἡ κυοφοροῦσα τὸν δεσπότην Χριστόν. Τότε δὲ πλησθεὶς Πνεύματος Ἁγίου, ἐσκίρτα καὶ τῇ μητρὶ
35μετεδίδου τῆς χάριτος, καὶ ἀνεβόα προφητικὰ ἡ Ἐλισάβετ13

14

ῥήματα, διὰ τὸ κυοφορούμενον ἐν αὐτῇ βρέφος, “εὐλογημένη σὺ “ἐν γυναιξὶ” λέγουσα “καὶ εὐλογημένος” καὶ τὰ ἑξῆς. οὐδεμία γὰρ τοιαύτης χάριτος κοινωνὸς, οὔτε γέγονεν, οὔτε γενέσθαι δύναται.
5 “Καρπὸν δὲ κοιλίας” εἶπε, κατὰ τὴν παλαιὰν τοῦ Θεοῦ πρὸς τὸν Δαβὶδ ἐπαγγελίαν τὴν λέγουσαν, “ἐκ καρποῦ τῆς κοιλίας “σωθήσομαι ἐπὶ τὸν θρόνον σου.” καλῶς δὲ καρπὸν κοιλίας τῆς παναγίας παρθένου ἡ Ἐλισάβετ ὠνόμασε, διὰ τὸ μὴ ἐξ ἀνδρὸς εἶναι, ἀλλ’ ἐκ μόνης τῆς παναγίας θεοτόκου Μαρίας, Πνεύματος
10Ἁγίου ἐνοικήσαντος ἐν αὐτῇ, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως ἐπισκιασάσης αὐτῇ. οἱ γὰρ ἐκ τῶν πατέρων τὴν σπορὰν ἔχοντες, ἐκείνων εἰσὶ καρποὶ, καθὼς καὶ τῷ Δαβὶδ ἐρρέθη, ἐκ καρποῦ τῆς κοιλίας, τουτέστιν οἱ πρόγονοι τῆς παναγίας θεοτόκου, καὶ αὐτοὶ ἐκ σπορᾶς ἀνδρῶν γεννηθέντες.
15 Σύμφωνα δὲ τῶν μελλόντων ὑπὸ Ἰωάννου λέγεσθαι, ἡ μήτηρ αὐτοῦ ἀπεφθέγγετο· ὥσπερ γὰρ ἐκεῖνος ἀνάξιον ἑαυτὸν τῆς παρ‐ ουσίας τῆς παρθένου θεοτόκου, ὡσανεὶ λέγουσα, τί γάρ μοι τηλι‐ κοῦτον πέπρακται ἀγαθὸν, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με. καλεῖ δὲ αὐτὴν μητέρα τὴν ἔτι κυοφοροῦσαν, προφητικῷ
20λόγῳ προφθάνουσα τὴν κύησιν. Μακαρίζει δὲ αὐτὴν ὡς ἤδη πιστεύσασαν, “ὅτι ἔσται τελείω‐ “σις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.” Εἰποῦσα δὲ “μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,” ἡ παναγία παρθένος, ἔδειξεν ἑαυτὴν καρπὸν δοξολογίας προσφέρουσαν. ὅσον
25γάρ, φησιν, ὑπηρετοῦμαι μεγάλῳ θαύματι, τοσοῦτον ὀφείλω δοξά‐ ζειν τὸν ἐν ἐμοὶ ἐνεργοῦντα παράδοξα. διὸ καὶ ἠγαλλιάσατο τὸ πνεῦμά μου, τουτέστιν ἐτέρφθη καὶ ἡδύνθη ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Σωτήρ μου γάρ ἐστι καὶ Θεός· σωτηρίαν τῷ κόσμῳ δι’ ἐμοῦ χαριζόμενος. πνεῦμα δὲ καὶ ψυχὴν τὸ αὐτὸ λέγει.
30 Καὶ ἐπέβλεψε δέ, φησιν, ἐπ’ ἐμὲ, οὐδὲ γὰρ ἐγὼ προσεδόκησα τοῦτο, ταπεινὴ οὖσα καὶ ἀναξία, καὶ νῦν εἰς οὐρανὸν ἀπὸ γῆς μεταβαίνω, ἄρρητον οἰκονομίαν ἐκπληροῦσα· καὶ οὐχὶ σὺ μόνη ἡ Ἐλισάβετ, ἀλλὰ καὶ πάντων τῶν πιστευόντων μακαριοῦσί με πᾶσαι αἱ γενεαὶ, καὶ γὰρ μεγαλεῖα ἐποίησέ μοι ὁ δυνατὸς, ὅτι
35παρθένος οὖσα συνέλαβον, ὑπερβᾶσα τὴν φύσιν βουλήματι αὐτοῦ,14

15

καὶ καταξιουμένη ἄνευ ἀνδρὸς, οὐχ ἁπλῶς εἶναι μήτηρ, ἀλλὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καὶ Θεοῦ. Διὰ δὲ τὸ μὴ ἀπιστῆσαι τινὰ τῷ τοιούτῳ μυστηρίῳ, εἶπεν ὁ δυνατὸς, ὡσανεὶ ἔλεγεν, ὅτι δυνατὸς ὁ τοῦτο ἐνεργήσας Θεός.
5 Ἅγιον δὲ εἶπε τὸ ὄνομα αὐτοῦ, δηλοῦσα ὅτι οὐδὲν παραχραί‐ νεται, εἰς γυναῖκα συλλαμβανόμενος ὁ τῶν ἁπάντων δημιουργός. “Καὶ τὸ ἔλεος δὲ αὐτοῦ εἰς γενεὰς” καὶ τὰ ἑξῆς. ἐπειδὴ διὰ τὸ ἐλεῆσαι τὰς γενεὰς τῶν γενεῶν συνελήφθη. Προσέθηκε δὲ “τοῖς φοβουμένοις αὐτὸν,” ὅτι οἱ πάντῃ ἀνάξιοι,
10καὶ ἐν τῇ ἀπιστίᾳ διαμένοντες οὐκ ἐλεοῦνται, ἀλλ’ οἱ δι’ ἐπιγνώ‐ σεως πρὸς πίστιν καὶ μετάνοιαν μετατρεπόμενοι. “Ἐποίησε δὲ κράτος” καὶ τὰ ἑξῆς. ἐπειδὴ τῆς αὐτοῦ χειρὸς οὐκ ἀνθρώπου τὸ ἔργον. καὶ γὰρ βραχίων τοῦ Πατρὸς ὁ Υἱὸς, κατὰ τὸ “ἐλυτρώσω ἐν βραχίονί σου τὸν λαόν σου.” δι’ αὐτοῦ οὖν
15νίκην εἰργάσατο, καὶ τρόπαιον ἔστησε, κατὰ τῶν πάλαι τυραν‐ νούντων νοητῶν ἐχθρῶν. “Διεσκόρπισε” δὲ καὶ τὰς τούτων αὐτῶν καρδίας, τῶν τῇ διανοίᾳ ὑπερηφάνων, τουτέστι τὰς βουλὰς αὐτῶν τὰς καθ’ ἡμῶν ἀπρακτῆσαι ποιήσας. τούτους δὲ αὐτοὺς καὶ δυνάστας καλεῖ, οὓς καθελὼν ὕψωσε τοὺς ταπεινώσαντας
20ἑαυτοὺς ὑπὸ τὴν κραταιὰν χεῖρα, “δεδωκὼς αὐτοῖς ἐξουσίαν “πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν “τοῦ ἐχθροῦ.” Καὶ “πεινῶντας” μὲν τοὺς ἐξ ἐθνῶν λιμώττοντας θείων λόγων καὶ διδασκαλίας, ἐνέπλησεν ἀγαθῶν, τῶν τῆς νέας διαθήκης. τοὺς
25δὲ τῷ νόμῳ πλουτοῦντας Ἰουδαίους, καὶ τοῖς προφήταις πιαινο‐ μένους, κενοὺς ἐξαπέστειλε, μὴ προσδεξαμένους τὸν ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προθεσπιζόμενον Χριστὸν τὸν Θεὸν ἡμῶν. Τὸ δὲ “ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,” δύναται μὲν καὶ πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ τοῦτο ἁρμόσαι· πολλαὶ γὰρ ἐξ
30αὐτῶν μυριάδες πιστεύσασαι τῷ Κυρίῳ ἐσώθησαν. δύναται δὲ καὶ πρὸς τὸν νοητὸν Ἰσραὴλ τὸν ἐν τῷ νοῒ ὁρῶντα Θεόν· τοῦτο γὰρ Ἰσραὴλ ἑρμηνεύεται, οἵτινές εἰσιν οἱ ἐκ τῶν ἐθνῶν πιστεύσαντες. “Ἐμνήσθη δὲ τοῦ ἐλέους αὐτοῦ καθὼς ἐλάλησε” καὶ τὰ ἑξῆς, εἰς πέρας ἀγαγὼν, ὅπερ ἦν εἰπὼν πρὸς αὐτὸν, ὅτι “ἐνευλογηθή‐
35“σονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς.”15

16

“Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ” καὶ τὰ ἑξῆς. δηλοῖ ὅτι ἕως οὗ τίκτειν ἔμελλεν ἡ Ἐλισάβετ. εἰ γὰρ τῷ ἕκτῳ μηνὶ τῆς συλ‐ λήψεως αὐτῆς ἀπεστάλη ὁ Ἄγγελος πρὸς τὴν παναγίαν παρθένον. ἀπελθοῦσα δὲ ἔμεινε σὺν αὐτῇ μῆνας τρεῖς, πρόδηλον ὅτι πληρω‐
5θέντος τοῦ χρόνου τῆς συλλήψεως τῆς Ἐλισάβετ, εἰς τὸν οἶκον αὐτῆς ὑπέστρεψεν ἡ παναγία παρθένος, διὰ τὸ μέλλον συνεισέρ‐ χεσθαι πλῆθος εἰς τὸν οἶκον Ζαχαρίου, ἐν τῇ τῆς Ἐλισάβετ γεννήσει· ἦν γὰρ αἰδὼς ἐν τῇ παναγίᾳ παρθένῳ παρθενική. Τίνος δὲ χάριν ἔμεινεν; ἴσως καὶ τοῦ παραδόξου θεωρῆσαι τὴν
10ἔκβασιν, καὶ ἐπὶ τοῖς καθ’ ἑαυτὴν ἀποροῦσά τε καὶ ἐκπληττο‐ μένη, καὶ τί δεήσει γενέσθαι βουλευομένη. Παρατηρήσασθαι δεῖ ἐν ὅλῃ τῇ παλαιᾷ διαθήκῃ καὶ τῇ καινῇ γραφῇ, εἴπου ἐστὶν ἐπὶ ἁμαρτωλοῦ γενέσεως εἰρημένον τὸ, “ἐπλή‐ “σθη ὁ χρόνος τοῦ τεκεῖν.” οἶμαι δὲ ὅτι οὐκ ἄν τις εὕροι, εἰ μὴ
15μόνον ὅπου ὠνόμασται ὅτι δίκαιός ἐστιν ὁ γεννώμενος. Διατί μετὰ τὴν περιτομὴν, τὸ ὄνομα ἑκάστου παιδὸς τίθεσθαι ὁ νόμος προσέταττεν; ἐπειδὴ τοῦτο καλὸν ἦν πρῶτον τὴν ἐκ Θεοῦ προσταχθεῖσαν λαβεῖν σφραγίδα, τουτέστι τὴν περιτομὴν, καὶ εἰς λαὸν Θεοῦ χρηματίσαι, καὶ τότε τὸ ἀνθρώπινον δέξασθαι ὄνομα.
20 Οὐχ ἁπλῶς δὲ ἡ Ἐλισάβετ, Ἰωάννην εἶπε κληθῆναι τὸν πρό‐ δρομον, ἀλλ’ ὡς προφῆτις οὖσα ὑπὸ Πνεύματος Ἁγίου κινουμένη. οὐδὲ γὰρ ἐγίνωσκεν τὰ χρηματισθέντα τῷ Ζαχαρίᾳ· πῶς γὰρ ἂν αὐτῇ ἀπήγγειλεν ὁ μὴ λαλῶν; “Αἰτήσας δὲ πινακίδιον” ὁ Ζαχαρίας ἔγραψε τὸ ὄνομα,
25ἐπειδὴ διὰ νεύματος οὐκ ἠδύνατο τοῦτο δηλῶσαι. πῶς γάρ; “Ἐθαύμασαν πάντες,” ἐπειδήπερ ὁμοφώνησαν ὅτε Ζαχαρίας καὶ ἡ Ἐλισάβετ περὶ τοῦ ὀνόματος Ἰωάννην εἰπόντες, καίπερ ξένον ὂν, εἰς τὴν συγγένειαν αὐτῶν. Ἑρμηνεύεται δὲ Ἰωάννης Θεοῦ χάρις, διὸ καὶ μετὰ τὸ γράψαι αὐτὸν τὸ ὄνομα, εὐθέως τῇ
30τοῦ Θεοῦ χάριτι, ἀνεῴχθη αὐτοῦ τὸ στόμα, καὶ ἐλάλει εὐλογῶν τὸν Θεὸν, καὶ προφητεύων τὰ ἀναγεγραμμένα, πρῶτον μὲν τὰ παρὰ τοῦ Χριστοῦ, ὡς ἤδη ἐπιδημήσαντος τῷ βίῳ, ὕστερον δὲ καὶ περὶ τοῦ Ἰωάννου. Διατί δὲ “ἐγένετο ἐπὶ πάντας φόβος;” ἵνα ὥσπερ ἐπὶ τῇ σιωπῇ
35Ζαχαρίου ἐξέστη ὁ λαὸς, οὕτω καὶ ἐν τῷ λαλῆσαι αὐτὸν, ὅπως16

17

διὰ τῶν δύο τούτων θαυμάτων λογίζονται πάντες, περὶ τοῦ τεχθέν‐ τος παιδός· ταῦτα δὲ πάντα προκατεσκευάζοντο πόρρωθεν, ὥστε ἀξιόπιστον εἶναι τὸν τῷ Χριστῷ μαρτυρῆσαι μέλλοντα. Εὐλογῶν τὸν Θεὸν ὁ Ζαχαρίας ἐπισκοπὴν λέγει γεγονέναι παρ’
5αὐτοῦ πρὸς τὸν λαὸν αὐτοῦ, λέγων οὕτως, “εὐλογητὸς Κύριος ὁ “Θεὸς τοῦ Ἰσραὴλ ὅτι” καὶ τὰ ἑξῆς. οἵτινές εἰσιν οἱ τῷ Χριστῷ πιστεύσαντες· οὗτοι γὰρ τῆς ἐπισκοπῆς ἄξιοι γεγόνασιν, ἐνεργὸν εἰς ἑαυτοὺς τὴν θείαν ἐπισκοπὴν ἀποδείξαντες. Πῶς δὲ “ἤγειρε κέρας σωτηρίας ἡμῖν” καὶ τὰ ἑξῆς; τὸ κέρας
10ἢ ἀντὶ βασιλείας, ἢ ἀντὶ δυνάμεως παρείληπται τῇ θείᾳ γραφῇ. ἀμφότερα δὲ ὁ Χριστὸς ἐστὶν ὁ ἐκ τῆς πατριᾶς τοῦ Δαβὶδ ἀνα‐ τείλας· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ ἡ ἀκαταμάχητος δύναμις τοῦ Πατρὸς, ἡ πάντας τοὺς ἐχθροὺς ἡμῶν τροπωσαμένη, κατὰ τὴν τῶν ἁγίων αὐτοῦ προφητῶν προσαγόρευσιν·
15πᾶσι γὰρ τοῖς προφήταις τὸ περὶ τοῦ Χριστοῦ κατήγγελται μυστήριον, καὶ ῥυσαμένη ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· ἐχθρῶν δὲ οὐκ αἰσθητῶν, ἀλλὰ νοητῶν. Τὸ “ποιῆσαι δὲ ἔλεος μετὰ τῶν πατέρων ἡμῶν,” οὕτως χρὴ
20νοεῖν, ὅτι τὸ εἰς ἡμᾶς γενόμενον ἔλεος, καὶ πρὸς τοὺς πατέρας ἡμῶν ἀνατρέχει, τοὺς περὶ τὸν Ἀβραάμ. ἐπαισθόμενοι γὰρ τῆς εἰς ἡμᾶς εὐεργεσίας, κοινωνοὶ γίνονται τῆς εὐφροσύνης. Περὶ ταύτης δὲ λέγει μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, περὶ ἧς πρὸς τὸν Ἀβραὰμ διέθετο λέγων, “καὶ ἐνευλογηθήσονται ἐν
25τῷ σπέρματί σου πάντα τὰ ἔθνη καὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.” “Ὅρκον δὲ ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,” τοῦτόν φησιν, ὅτι εἶπεν αὐτῷ ὁ Θεός· “εὐλογῶν εὐλογήσω σε, καὶ πλη‐ “θύνων πληθυνῶ σε.” ἐπληθύνθη γὰρ τὸ σπέρμα Ἀβραὰμ, εἰς σπέρμα καὶ τῶν ἐθνῶν λογισθέντων αὐτῷ.
30 Καὶ ἐπειδὴ πολλάκις ῥύονταί τινες ἐκ χειρὸς ἐχθρῶν, μετὰ φόβου δὲ, διὰ τοῦτό φησι, “τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς” καὶ τὰ ἑξῆς. καὶ γὰρ ἡ Χριστοῦ ἐπιδημία, πεποίηκεν ἡμᾶς ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθῆναι, οὐ γὰρ ᾐσθάνθημεν τῆς ἐπιβουλῆς τῶν ἐχθρῶν, ἀλλ’ αἰφνίδιον ἥρπασεν ἡμᾶς μεταστήσας
35ἀπ’ ἐκείνων ἐπὶ τὸν κλῆρον καὶ τὴν μερίδα αὐτοῦ. διὸ καὶ ἡμεῖς17

18

ὀφείλομεν λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ὅπερ οὐ γίνεται διά τινα καιρὸν, ἀλλὰ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Τί δήποτε δὲ ὡς πρὸς ἀκούοντά φησι· “καὶ σὺ παιδίον προ‐
5“φήτης Ὑψίστου κληθήσῃ;” καὶ γὰρ περιττὸν ἦν ταῦτα λέγειν τῷ μὴ νοοῦντι παιδίῳ. χρὴ οὖν ὑπολαβεῖν, ὅτι μήποτε ἄρα ὅπερ παράδοξον γέννησιν ἔσχεν ὁ Ἰωάννης, ἅτε Ἀρχαγγέλου ταύτην κηρύξαντος, ἅτε αὐτοῦ σκιρτήσαντος ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὑπὲρ φύσιν ἐπὶ τῇ παρουσίᾳ τῆς παναγίας παρθένου τῇ πρὸς τὴν
10Ἐλισάβετ, οὕτω καὶ γεννηθέντι, παράδοξον ἤδη καὶ τὴν παρα‐ κολούθησιν ἔσχε τῆς αἰσθήσεως. Τάχιον δὲ αὐτῷ παρόντι προεφήτευσεν ὁ πατὴρ λέγων, “προ‐ “πορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ·” ἐπειδήπερ ᾔδει ὡς προφήτης, ὅτι μετ’ ὀλίγον οὐ μέλλει ἔχειν
15αὐτὸν παρ’ ἑαυτῷ τρεφόμενον· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “ἦν τὸ παιδίον ἐν ταῖς ἐρήμοις, ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ “πρὸς τὸν Ἰσραήλ.” “Γνῶσιν δὲ σωτηρίας” φησὶ δοῦναι τοῖς ἀνθρώποις τὴν τοῦ Χριστοῦ· ἥτις γνῶσις σωτηρία ἔσται αὐτοῖς τοῖς θελήσασιν ἐπι‐
20γνῶναι τὴν σωτηρίαν, Ἰουδαίοις τὲ καὶ Ἕλλησι. Λέγει δὲ καὶ πῶς ἔσται ἡ τοῦ Θεοῦ γνῶσις σωτηρία, ὅτι φησὶν “ἐν ἀφέσει ἁμαρτιῶν” ἔσται, οὕτως ἐλεήσαντος τοῦ Θεοῦ τοὺς ἐπὶ γῆς, καὶ γὰρ ὡς ἀληθῶς διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν ἠλεή‐ θημεν· οὐδὲ γὰρ διὰ τὰ ἔργα ἃ ἐποιήσαμεν ἡμεῖς.
25 Ἐν οἷς τοῦ πατρὸς σπλάγχνοις ἐπεσκέψατο ἡμᾶς ὁ ἐξ ὕψους καὶ ἐξ οὐρανοῦ ἀνατείλας ἡμῖν ἥλιος δικαιοσύνης, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν. Καὶ “σκότος” μὲν λέγει τὴν ἀγνωσίαν. “σκιὰν δὲ θανάτου” τὴν ἁμαρτίαν, διὰ τὸ μὴ εἶναι αἰσθητὸν θάνατον, ἀλλ’ αἰώνιον, εἰκόνα
30δὲ ἔχειν θανάτου. ὥσπερ γὰρ ὁ αἰσθητὸς θάνατος χωρισμὸν ἔχει ψυχῆς, οὕτως ἡ ἁμαρτία χωρισμὸν Πνεύματος Ἁγίου. Τὸ δὲ “εἰς ὁδὸν εἰρήνης” δηλοῖ, ἵνα, φησὶ, τὰ τοῦ βίου ἡμῶν διαβήματα κατευθύνῃ, καὶ ὁδηγήσῃ εἰς τὴν διδασκαλίαν τὴν ἑαυ‐ τοῦ ὁ Χριστὸς καὶ τὸ κήρυγμα· τοῦτο γάρ ἐστιν ὁδὸς εἰρήνης.
35Ἐπειδὴ δὲ κατὰ τὴν ἀναλογίαν τῆς ἡλικίας πνευματικῆς18

19

ἠξιοῦτο χάριτος ὁ πρόδρομος, διὰ τοῦτό φησιν ὁ Εὐαγγελιστὴς “τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι.” Διὰ τοῦτο δὲ “ἐν ταῖς ἐρήμοις ἦν ἕως ἀναδείξεως” καὶ τὰ ἑξῆς. ἵνα ὁ τὸν ὑπερκόσμιον μηνύων Χριστὸν, ἔξω τῆς ἐν ἀνθρώ‐
5ποις κακίας ᾖ, καὶ ὅπως ἀξιόπιστος μάρτυς φανῇ, μαρτυρῶν τῷ Χριστῷ, καὶ τὴν κακίαν ἐλέγχων μετὰ παρρησίας.
7tΚΕΦ. Α.
8tΠερὶ τῆς ἀπογραφῆς.
9Καὶ ἐπειδήπερ καθολικὴ χάρις ἐκλάμπειν ἔμελλεν εἰς πᾶσαν
10τὴν γῆν, γίνεται ἓν πρόσταγμα καθ’ ὅλης τῆς οἰκουμένης, Σωτῆρος ἑνὸς καθ’ ὅλῃ τῇ οἰκουμένῃ γεννωμένου· φησὶ γὰρ ὁ Εὐαγγε‐ λιστὴς, “ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα” καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο δὲ γίνεται τοῦτο, ἐπειδὴ ἡ ἀπογραφὴ αὕτη χρησίμως τὴν παναγίαν παρθένον ἐξέπεμπεν εἰς Βηθλεὲμ
15τεκεῖν, ἵνα πληρωθῇ ἡ λέγουσα προφητεία “καὶ σὺ Βηθλεὲμ, “οἶκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν “Ἰούδα, ἐξ οὗ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν “τῷ Ἰσραήλ.” Μυστήριόν τι μέγα βούλεται ὁ λόγος παραστῆσαι, ὅτι εἰς
20τὴν τῆς οἰκουμένης ὅλης ἀναγραφὴν ἔδει ἀναγραφῆναι Χριστὸν Ἰησοῦν, ἵνα συναναγραφεὶς τοῖς ἐν τῇ οἰκουμένῃ, ἁγιάσῃ τὴν οἰκουμένην, καὶ μεταθῇ τὴν ἀπογραφὴν ταύτην εἰς βίβλον ζώντων, ἵνα τὰ ὀνόματα τῶν συγγραφέντων αὐτῷ καὶ πιστευόντων αὐτῷ, ἐγγράψῃ ἐν τοῖς οὐρανοῖς.
25 Ἰσιδώρου Πηλουσιώτου. Ἀπεγράφη ὁ Κύριος καὶ κῆνσον ἐτέλεσε Καίσαρι, τῷ κράτει νομοθετῶν ὑποτάσσεσθαι, ὅταν μηδὲν παραβλάπτῃ πρὸς τὴν εὐσέβειαν. Διατί εἶπεν ὁ Εὐαγγελιστὴς “τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον·” οὐδὲ γὰρ ἄλλον ἔσχεν υἱὸν ἡ παναγία θεοτόκος καὶ ἀειπαρθένος;
30ἐπειδὴ Θεὸς ὑπάρχει ἀληθινὸς ὁ ἐξ αὐτῆς σαρκωθεὶς Κύριος ἡμῶν Ἰησοῦς Χριστός. γέγονεν ἡμῶν διὰ τὴν σάρκωσιν ἀδελφὸς, τούτου χάριν ὠνομάσθη πρωτότοκος, ὡς πρωτεύων ἐν πᾶσιν αὐτός.
Ἐν τῇ φάτνῃ δὲ κατακλίνεται, καὶ διὰ τὸ μὴ ὑπάρχειν μὲν19

20

αὐτοῖς τόπος ἐν τῷ καταλύματι, καθὼς γέγραπται, ἔτι δὲ ἵνα ἡμᾶς τῆς ἀλογίας ἐλευθερώσῃ, τὸν κτηνοπρεπῆ μεταμείψαντας βίον, καὶ τὴν ἀνθρώποις πρέπουσαν ἀνακτησαμένους σύνεσιν.
4tΚΕΦ. Β.
5tΠερὶ τῶν ἀγραυλούντων ποιμένων.
6 Ἐπειδὴ δὲ καὶ πρότερον ἐν τῇ παλαιᾷ πνευματικοῖς ποιμέσι τοῖς προφήταις τὰ παρὰ Θεοῦ διεπορθμεύετο ῥήματα, διὰ τοῦτο καὶ νῦν διὰ τῶν αἰσθητῶν ποιμένων τὸ αὐτὸ γίνεται. καὶ γὰρ ὁ ἀσώματος σάρκα προσλαβόμενος, δι’ αὐτῆς ὡράθη τῷ γένει τῶν
10ἀνθρώπων. ἔτι δὲ καὶ διὰ τὸ ἀπλάστους αὐτοὺς εἶναι· ἐζήλουν γὰρ τὴν παλαιὰν πολιτείαν, ποιμαίνοντες ὥσπερ οἱ πατριάρχαι καὶ αὐτὸς Μωϋσῆς. Τὸ δὲ “ἥτις ἔσται παντὶ τῷ λαῷ” τῷ τῶν ἀνθρώπων δηλοῖ, οὐ μόνον τῷ τῶν Ἰουδαίων.
15 Ὅπερ δὲ τὸ πλῆθος τῆς οὐρανίου στρατιᾶς αἰνοῦντες ἔλεγον, “δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι δόξα τῷ ἐν ὑψίστοις ὄντι Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη γενομένῳ. καὶ γὰρ ἀγέλην ἀπέφηνε μίαν, τούς τε ἐν οὐρανῷ, καὶ τοὺς ἐπὶ γῆς, γενόμενος ἡμῖν εἰρήνη καὶ εὐδοκία. οἱ μὲν γὰρ
20Ἄγγελοι καὶ πᾶσα ἡ ἐν οὐρανοῖς δύναμις, πλὴν τῶν ἀπιστούντων, ἐν εἰρήνῃ μεμενήκασι πρὸς τὸν Θεὸν, τὰ αὐτοῦ πληροῦντες θελή‐ ματα, ἡμᾶς δὲ ἡ ἁμαρτία ἐχθροποίησε πρὸς τὸν Θεόν. ἐπειδὴ οὖν ἔλυσε τὴν ἔχθραν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, ἀποκαταλλάξας ἡμᾶς πρὸς τὸν πατέρα, κατὰ τὸν λέγοντα Ἀπό‐
25στολον· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν· εἰκότως δοξολογοῦσιν οἱ Ἄγγελοι αὐτὸν, τὸν ἐπὶ τῆς γῆς εἰρήνη γενόμενον Χριστὸν τὸν Θεὸν ἡμῶν. Ὠριγένους. Τί δήποτε ὁ Ἄγγελος οὐκ ἀπῆλθεν εἰς Ἱεροσό‐ λυμα; οὐκ ἐζήτησε τοὺς γραμματεῖς καὶ τοὺς Φαρισαίους; οὐκ
30εἰσῆλθεν εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν, ἀλλὰ ποιμένας εὗρεν ἀγραυλοῦντας καὶ φυλάσσοντας τὰς φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν, κἀκείνους εὐηγγελίσατο; ὅτι ἐκεῖνοι μὲν ἦσαν
διεφθαρμένοι, καὶ τῷ φθόνῳ ἤμελλον διαπρίεσθαι· οὗτοι δὲ ἄπλα‐20

21

στοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν, καὶ αὐτοῦ Μωϋσέως· ποιμένες γὰρ ἦσαν καὶ οὗτοι. Θείᾳ δόξῃ καὶ οὐρανίῳ περιαστραφθέντες οἱ ποιμένες καὶ ἀγγε‐ λικῆς στρατιᾶς θεασάμενοι, καὶ ὑμνολογούσης ἀκούσαντες, ἐπι‐
5ζητοῦσι θερμῶς τὴν Βηθλεὲμ, ἥτις οἶκος ἄρτου μεθερμηνεύεται. “διέλθωμεν δὴ ἕως εἰς Βηθλεὲμ” λέγοντες, τοὺς τῆς ἐκκλησίας προτυποῦντες ποιμένας τὲ καὶ ἱερεῖς, οἷς ἔργον ἐστὶ τὸν οὐράνιον ἄρτον ἐπιζητεῖν, τὸν ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ μυστικῶς καθ’ ἑκάστην ἱερουργούμενον, κατὰ τὸ μέγα
10ἔλεος αὐτοῦ. Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα. Ποῖα δὲ “συνετήρει πάντα” ἡ παναγία θεοτόκος; ὅσα τε εἰρήκει αὐτῇ ὁ Ἄγγελος, ὅσα τε οἱ ποιμένες εἶπον, συμβιβάζουσα ἐν τῇ ἑαυτῆς καρδίᾳ, τουτέστι τούτῳ ἐκεῖνο συγκρίνουσα τὰ ῥή‐
15ματα, ἑνὸς πράγματος συμφωνίαν, ὡς ὅτι περ Θεὸς ὑπάρχει κατὰ ἀλήθειαν ὁ ἐξ αὐτῆς γεννηθεὶς ἐν σαρκί. Κυρίλλου Ἀλεξανδρείας. Ὅταν ἴδῃς βρέφος ἐσπαργανω‐ μένον, μὴ μέχρις μόνης τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ τὴν ἑαυτοῦ διάνοιαν στήσῃς· ἀναπήδησον δὲ εἰς θεωρίαν τῆς θεοπρε‐
20ποῦς δόξης αὐτοῦ. ἀνάβηθι τὸν οὐρανὸν, οὕτως αὐτὸν ἐν τοῖς ἀνω‐ τάτω θεωρήσεις ὑψώμασι τὴν ὑπερτάτην ἔχοντα δόξαν, ὄψει καθή‐ μενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· ἀκούσεις τῶν Σεραφεὶμ ὑμνολογούντων αὐτόν· πλήρη λεγόντων τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ· γέγονε δὲ τοῦτο καὶ ἐπὶ τῆς γῆς· δόξα γὰρ
25Θεοῦ περιήστραψε τοὺς ποιμένας, καὶ πλῆθος ἦν στρατιᾶς οὐρα‐ νίου δοξολογούντων Χριστόν—Καὶ μετ’ ὀλίγα. οὐκοῦν μὴ ὡς βρέ‐ φος ἴδῃς ἁπλῶς τὸν ἐν φάτνῃ κείμενον, ἀλλ’ ἐν πτωχείᾳ τῇ καθ’ ἡμᾶς τὸν πλούσιον ὡς Θεὸν, καὶ διὰ τοῦτο δοξολογούμενον καὶ παρ’ αὐτῶν τῶν ἁγίων Ἀγγέλων.
30tΚΕΦ. Γ.
31tΠερὶ Συμεών.
32Περιετμήθη δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἐπειδὴ
γέγονεν ὑπὸ νόμον, καθὼς φησὶν ὁ Ἀπόστολος, “γεννώμενον ἐκ21

22

“γυναικὸς, γενόμενον ὑπὸ νόμον.” γέγονε δὲ τοῦτο δύο πραγμά‐ των ἕνεκεν, τῷ τε ἐξαγοράσαι διὰ τῆς πληρώσεως τοῦ νόμου τοὺς ὑπευθύνους τῆς παραβάσεως τοῦ νόμου, καὶ τῷ διὰ τῆς πρὸς πάντα ὑπακοῆς, τὴν τοῦ Ἀδὰμ ἐξιάσασθαι παρακοὴν, ὡς λέγει ὁ
5Ἀπόστολος. ὅτι “ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου “ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς “τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοὶ,” τουτέστιν οἱ πιστεύσαντες τῷ Χριστῷ καὶ Θεῷ. τῆς οὖν θεοπνεύστου γραφῆς λεγούσης κατὰ ἀλήθειαν περιτμηθῆναι τὸν Χριστὸν, τίς ἐστιν
10ὁ τολμῶν λέγειν, ὡς οὐχ ὑπέμεινε τὴν περιτομὴν, ὅπερ ἀρνεῖσθαι βούλονται μετὰ τῶν ἄλλων οἱ τὴν φαντασίαν πρεσβεύοντες· ἡμεῖς δὲ τοὺς περὶ τοῦ περιτμηθέντος αὐτοῦ μορίου, λέγω δὴ τῆς ἀκρο‐ βυστίας, πολυπραγμονοῦντας τὸ τί ἐγίνετο, ὡς τὰ ἀνέφικτα καὶ ἄδηλα πολυπραγμονοῦντας ἀποκρουσώμεθα· οὐδὲ γὰρ γέγραπταί
15τι περὶ τούτου. εἰ δὲ καὶ εἴποιμεν ὅτι ὥσπερ τὸ ἄχραντον αὐτοῦ αἷμα μετὰ τοῦ ὕδατος ἐν τῷ καιρῷ τοῦ σταυροῦ ἡγίασε τὴν γῆν στάξαν ἐν αὐτῇ, οὕτω καὶ ἡ περιτμηθεῖσα ἀκροβυστία τῆς γῆς ψαύσασα, ταύτην ἡγίασεν, οὐκ ἂν ἁμάρτοιμεν. πάντως δὲ καὶ οἷς οἶδε λόγοις ὁ ἑκουσίως περιτμηθεὶς ἐφύλαξε τὸ περιτμηθέν· ὅπως
20καὶ κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως αὐτοῦ, καὶ κατὰ τοῦτο ἀνελλειπῶς ἔχων αὐτὸ ἀναστῇ πλήρης ὑπὸ Χριστοῦ, καὶ ἄφθαρτος ὅλῳ τῷ σώματι· καὶ γὰρ ἡμεῖς ἐν τῇ ἀναστάσει τὸ σῶμα τὸ ἡμετέρον πλῆρες ἀποληψόμεθα. Ἐν τῷ εἰπεῖν τὸν Εὐαγγελιστὴν, “καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ
25“Ἰησοῦς,” ὅπερ ἐστὶ σωτηρία λαοῦ, “τὸ κληθὲν ὑπὸ τοῦ Ἀγγέ‐ “λου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.” πῶς τολμῶσι λέγειν τινὲς, ὅτι εὐθέως σὺν τῷ εἰπεῖν τὸν Ἄγγελον “χαῖρε “κεχαριτωμένη” συνελήφθη, θαυμάζειν χρή. “Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῆς.”
30καλῶς ἐπήγαγε “κατὰ τὸν νόμον·” κατὰ γὰρ τὴν ἀλήθειαν οὐκ εἶχεν ἀνάγκην ἡ παναγία θεοτόκος περιμένειν ἡμέρας καθαρισμοῦ, αἵτινες ἦσαν τεσσαράκοντα ἐπὶ ἄρσενι τεχθέντι· εἴρηται γὰρ ἐν τῷ νόμῳ “γυνή,” φησὶν, “ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκει ἄρ‐ “σεν, μ ἡμέρας ἔσται ἀκάθαρτος.” ἡ δὲ πανάμωμος θεοτόκος
35οὐ σπερματισθεῖσα, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου συλλαβοῦσα22

23

ἐξέφυγε τοῦ εἶναι, καὶ κατ’ αὐτὸν τὸν νόμον, καὶ τὴν κεκρυμμένην αὐτοῦ σημασίαν, καὶ ἀκάθαρτος. Τὸ δὲ περὶ τοῦ Συμεὼν εἰρημένον ὅτι ἦν “προσδεχόμενος “παράκλησιν τοῦ Ἰσραὴλ,” τοῦτό ἐστι πότε διὰ τοῦ Χριστοῦ
5παράκλησιν εὕροι ὁ Ἰσραὴλ, διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθε‐ ρίαν εὑρίσκων ἐκ τῆς τῶν Ῥωμαίων διοικήσεως, καὶ ἐκ τῆς ὑπὸ ἀλλοφύλου βασιλείας Ἡρώδου. Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας. Εἰσεφέρετο ἐν τῷ ἱερῷ ὁ Χριστὸς, βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάζιον. ὁ δέ
10γε μακάριος Συμεὼν προφητικῇ χάριτι τετιμημένος, δέχεται μὲν εἰς ἀγκάλας αὐτὸν, θυμηδίας δὲ τῆς ἀνωτάτω πιμπλάμενος ηὐλό‐ γησε Θεὸν λέγων, “νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,” καὶ τὰ ἑξῆς· προητοίμαστο γὰρ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς.
15 Τί τοῦτο δὲ “νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα;” περὶ τῆς ἐν σαρκὶ ζωῆς εἶπε. “Κατὰ δὲ τὸ ῥῆμά σου ἐν εἰρήνῃ,” διὰ τὸν χρησμὸν ὃν εἰληφὼς ἦν. Ἐπειδὴ δὲ ἐν σκότῳ καὶ ἀγνωσίᾳ ὑπῆρχε τὰ ἔθνη δαίμοσι λατρεύοντα, φῶς δὲ αὐτοῖς ὁ Χριστὸς γέγονεν, ἀποκαλύψας τὸν ὄντως ἀληθῆ Θεὸν ἑαυτόν τε καὶ τὸν
20Πατέρα καὶ τὸ Ἅγιον Πνεῦμα, διὰ τοῦτό φησι “φῶς εἰς ἀποκά‐ “λυψιν ἐθνῶν.” Γέγονε δὲ καὶ “δόξα τοῦ Ἰσραὴλ” ὁ Χριστὸς, καὶ κατ’ αὐτὸ μὲν τὸ ἐξ αὐτῶν ἀνατεῖλαι τὸ κατὰ σάρκα, ἐδόξασε δὲ καὶ πολ‐ λοὺς ἐξ αὐτῶν διὰ τῆς εἰς αὐτὸν πίστεως.
25 Κυρίλλου Ἀλεξανδρείας. Γέγονε φῶς τοῖς ἐν σκότει καὶ πεπλανημένοις, καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικὴν, κέκληται γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς τὸ ἀληθινὸν, ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ· εἰ γὰρ καὶ γεγό‐ νασι τινὲς ὑβρισταὶ ἐξ αὐτῶν καὶ ἀπειθεῖς καὶ ἀσυνεσίας ἔμπλεω
30τὴν διάνοιαν ἔχοντες, ἀλλ’ οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδό‐ ξασται διὰ Χριστοῦ. Τὸ δὲ “εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον πολλῶν ἐν “τῷ Ἰσραὴλ” ἡγοῦμαι, οὐκ ἄλλων πιπτόντων, καὶ ἄλλων ἀνι‐ σταμένων, οὐδὲ γὰρ τοῖς μὲν τοῦ πίπτειν ἀφορμὰς παρέχει, τοῖς
35δὲ τοῦ ἀνίστασθαι· οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως ἐν ᾗ ποτὲ23

24

ἦσαν καταπίπτουσι δηλονότι· οὐδέποτε δὲ εἱστήκει ὁ ἄπιστος, ἀεὶ χαμαὶ συρόμενος, ἀλλ’ οὕτως χρὴ νοεῖν, ὅτι ὁ ἐν τῇ ἁμαρτίᾳ ἱστάμενος διὰ τῆς μετανοίας πίπτει καὶ ἀποθνήσκει ἐξ αὐτῆς· καὶ λοιπὸν ζῆ τῇ δικαιοσύνῃ καὶ ἀνίσταται τῇ εἰς Χριστὸν πίστει·
5πιπτέτω γὰρ τὰ χείρονα, ἵνα ἀναστῇ τὰ βελτίονα· ἐὰν γὰρ μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογικὸν τὸ ἐν ἡμῖν οὐκ ἀνθήσει· οὕτως οὖν ἐστι τὸ “εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν.” “Εἰς δὲ σημεῖον ἀντιλεγόμενον.” Κυρίως σημεῖον ἔγνωμεν
10παρὰ τῇ θείᾳ γραφῇ τὸν ζωοποιὸν σταυρόν. ἔθηκε γάρ, φησι, Μωϋσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν ἐπὶ σταυροῦ. ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου· οἱ μὲν ἀνειληφέναι αὐτὸν σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ τοῦ σώματος οἰκονομίαν πληροῦν, καὶ ἄλλοι χοϊκὸν, ἄλλοι δὲ ἐπου‐
15ράνιον σῶμα, καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ τῆς παρθένου καὶ ἀχράντου Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι, διὰ τοῦτο εἰς σημεῖον ἀντιλεγόμενον. “Ῥομφαίαν” δὲ λέγει τὸν λόγον τὸν πειραστικὸν τῶν εὐθυμήσεων. Ἄλλως. “Ῥομφαίαν” δέ φησι τὴν ἐπὶ τῷ σταυρῷ θλίψιν τῆς
20παναγίας θεοτόκου, οἰομένην μὴ δεῖν αὐτὸν τοιαῦτα πάσχειν· τὸ γὰρ αὖθις ἀναστήσεσθαι αὐτὸν, ὡς ὑπέρογκον τέως ἠπιστεῖτο. Ἄλλως. Προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς ἁγίας παρθένου Μαρίας, ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν τῶν φονευτῶν, μετὰ τὴν τοῦ
25Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλ‐ λήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεταί τις περὶ τὴν σὴν ψυχὴν σάλος. Τὸ δὲ “ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλο‐ “γισμοὶ,” αἰνίττεται ὅτι μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ
30σταυρῷ τοῦ Χριστοῦ γενόμενον τοῖς μαθηταῖς, καὶ αὐτῇ τῇ πανα‐ γίᾳ παρθένῳ ταχεία τις ἴασις ἐπακολουθεῖ παρὰ τοῦ Κυρίου. βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπ’ αὐτὸν πίστιν. οὕτως γὰρ εἴδομεν καὶ Πέτρον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον, τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου
35δειχθῇ.24

25

Ἄλλως. Τὸ δὲ “ὅπως ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν “διαλογισμοὶ” τοῦτό ἐστιν, ἵνα πάντων οἱ διαλογισμοὶ δῆλοι καὶ σαφεῖς τοῖς ἀνθρώποις γένωνται· τίς μὲν ὁ ἀγαπῶν αὐτὸν, καὶ μέχρι θανάτου τὴν εἰς αὐτὸν ἀγάπην ἐνδεικνύμενος· τίς δὲ ὁ ἐπί‐
5πλαστον ἔχων τὴν εἰς αὐτὸν πίστιν, σκανδάλου πληρωθεὶς διὰ τὸν σταυρόν· τίς τε ὁ προδιδοὺς καὶ ἐπιμένων τῷ τε σταυρῷ καὶ τῷ θανάτῳ αὐτοῦ.
7tΚΕΦ. Δ.
8tΠερὶ Ἄννης τῆς προφήτιδος.
9Ἡ δὲ προφῆτις Ἄννα ἡ τοσαύτης ἀξιωθεῖσα μαρτυρίας ὑπὸ
10τοῦ Εὐαγγελιστοῦ, ἀνθωμολογεῖτο τῷ Θεῷ, τουτέστιν ηὐχαρίστει τὴν σωτηρίαν ὁρῶσα, τοῦ τε κόσμου, τοῦ τε Ἰσραὴλ ἐπιστᾶσαν. Ἐλάλει δὲ περὶ αὐτοῦ, ὅτι αὐτὸς εἴη ὁ λυτρωτὴς, αὐτὸς εἴη ὁ Σωτὴρ, οὗτος ἡμῖν εἰς χαρὰν περιτρέψει τὴν κατήφειαν. “Ὑπέστρεψαν δὲ εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν ἑαυτῶν
15“Ναζαρὲτ,” ἐπειδὴ εἰ καὶ ἡ Βηθλεὲμ ἦν αὐτῶν πόλις, ἀλλὰ καὶ τὴν Ναζαρὲτ πόλιν ἑαυτῶν ἐπεγράφοντο, ὡς ἐκεῖ τὴν οἴκησιν αὐ‐ τῶν πηξάμενοι. Κυρίλλου Ἀλεξανδρείας. Ἄθρει δή μοι τῆς οἰκονομίας τὸ βάθος, ἀνθρώπινον ὑπομένει τόκον· καί τοι τὸ ἄναρχον ἐν χρόνῳ
20θεϊκῶς ἔχων ὁ Λόγος· ἐν αὐξήσει σώματος, ὁ παντέλειος ὡς Θεὸς, ἐν ἁδρότητι μελῶν ὁ ἀσώματος· πληροῦται σοφίας αὐτὸς ὢν ἡ πᾶσα σοφία. καὶ πρὸς τοῦτο φαμὲν, ὅρα διὰ τούτων τὸν ἐν μορφῇ τοῦ Πατρὸς, ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς, τὸν πλούσιον, ἐν πτωχείᾳ, ἐν ταπεινώσει τὸν ὑψηλὸν, τὸν τὸ πλῆρες ἔχοντα θεϊκῶς ἐν τῷ
25λέγεσθαι λαβεῖν, οὕτω κεκένωκεν ἑαυτὸν Θεὸς ὢν ὁ Λόγος· τὰ γὰρ ἀνθρωπίνως περὶ αὐτοῦ γεγραμμένα τὸν τῆς κενώσεως διαδεί‐ κνυσι τρόπον. οὐ γάρ ἐστι τῶν ἐνδεχομένων εἰς ἰδίαν φύσιν ὑπο‐ στῆναί τι τοιοῦτον ἐκ τοῦ Θεοῦ Πατρὸς φύντα Λόγον. Γέγονε δὲ σὰρξ, ἥγουν ἄνθρωπος καθ’ ἡμᾶς· τίκτεται ἐκ γυναικὸς κατὰ
30σάρκα τὰ ἀνθρώπινα ὑπομεμενηκώς. ἦν μὲν γὰρ ἱκανὸς ὁ Θεὸς ὢν ὁ Λόγος, εἰς μέτρον ἀνδρὸς τελείου καὶ ἐκ μητρὸς αὐτῆς τὴν
ἰδίαν ἀναβιβάσας σάρκα. ἀλλ’ οὐκ ἦν μακρὸν τερατοποιήσας τὸ25

26

δρώμενον. Ἐπεὶ δὲ οὐκ ἄσαρκος ἀλλὰ σεσαρκωμένος εἰσαγαγὼν τὸν Θεὸν Λόγος, ὁ Εὐαγγελιστὴς ἔφη, “ηὔξανε καὶ ἐκραταιοῦτο,” καὶ τὰ ἑξῆς. διὰ τοῦτο περὶ τὸν κατὰ σάρκα χρὴ νοεῖν ταῦτα· σωματικῶς γὰρ ηὔξανε καὶ ἐκραταιοῦτο, τῶν μελῶν συναδρυνο‐
5μένων τῇ αὐξήσει. Ἐπληροῦτο δὲ σοφίας καὶ χάριτος, οὐκ ἐν τῷ προλαμβάνειν· ἀεὶ γὰρ τὸ πλῆρες εἶχεν ὡς Θεὸς, ἀλλὰ τοῦ Θεοῦ Λόγου τῇ τοῦ σώματος ἡλικίᾳ συνεκτείνοντο κατὰ βραχὺ τῆς σοφίας καὶ τῆς χάριτος τὴν ἔκφανσιν. Ἐπερωτᾷ δὲ τοὺς διδασκάλους ὁ Κύριος τὰ τοῦ νόμου πάντως, καὶ τὰ νομικὰ πα‐
10ραγγέλματα. καὶ ᾔδει μὲν ἡ παναγία Θεοτόκος μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλὰ διὰ τὴν ὑποψίαν τῶν Ἰουδαίων νομιζόντων ἐκ πορνείας αὐτὸν γεγενῆσθαι, φησὶ πρὸς αὐτὸν, ὅτι “ἰδοὺ ὁ πατὴρ “σοῦ κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.” Τοῦ Ἁγιοῦ Κυρίλλου Ἀλεξανδρείας. Εἰπὼν ὁ Εὐαγγελι‐
15στὴς, ὅτι “προέκοπτε σοφίᾳ καὶ χάριτι παρά τε Θεῷ καὶ ἀνθρώ‐ “ποις,” δείκνυσι τὸν ἑαυτοῦ λόγον ἀληθῆ. Ἀποφέρει γὰρ αὐτὸν εἰς Ἱερουσαλὴμ, ἅμα τῇ ἁγίᾳ παρθένῳ, ἑορτῆς εἰς τοῦτο καλού‐ σης, εἶτά φησιν, ἀπομεῖναι μὲν αὐτὸν, ἐγκαταλειφθῆναι δὲ μετὰ ταῦτα ἐν τῷ ἱερῷ μεταξὺ τῶν διδασκάλων καθήμενον, ἐρωτῶντα
20δὲ καὶ ἀποκρινόμενον, δῆλον δὲ ὅτι τὰ πάλαι τῷ νόμῳ διηγορευ‐ μένα· εἶτα θαυμαζόμενος ὑπὸ πάντων ἐπὶ ταῖς ἐρωτήσεσι καὶ ταῖς ἀπολογίαις. Ὁρᾷς ἐν σοφίᾳ καὶ χάριτι προκόπτοντα, διὰ τοῦ γινώσκεσθαι πολλοῖς, ὅτι τοιοῦτός ἐστι. Ὠριγένους. Ὁ μακάριος Λουκᾶς ὅσα φῶς ἡμῖν παραστήσας
25ὅτι παρθένου υἱὸς ὁ Σωτὴρ ἦν, οὐκ ἐξ ἀνδρός. Πρὸς τί οὖν πατέρα εἶπε τὸν μὴ σπείραντα μηδὲ αἴτιον αὐτῷ γενόμενον τῆς γενέσεως; Ἁπλούστερον μὲν λέγοιτο ἂν, ὅτι εἰ ἐτίμησεν αὐτὸν τὸ Πνεῦμα τὸ Ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ, ἐπειδήπερ ἀνεθρέψατο αὐτόν· εἰ δὲ δεῖ τι εἰπεῖν καὶ βαθύτερον, ἐροῦμεν, ἐπεὶ ἡ γενεαλογία
30ἐγενεαλόγησε τὸν Ἰωσὴφ ἀπὸ Δαβίδ· ἔδοξε δὲ περιττὴ εἶναι ἡ γενεαλογία ἐρχομένη ἐπὶ τὸν Ἰωσὴφ μὴ γεννήσαντα τὸν Σωτῆρα. ἵνα ἡ γενεαλογία λόγον ἔχῃ ἐπιτήδειον, πατὴρ ἀνηγορεύθη Ἰωσὴφ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἆρα δὲ ὅτι ἀπόλωλεν ὡς παῖς, κατεζήτουν, ἢ ὅτι πεπλάνηται;26

27

ἄπαγε. οὔτε γὰρ τῆς πανσόφου θεοτόκου Μαρίας ἦν τοῦτο, τῆς μυρίας δεξαμένης περὶ αὐτοῦ θείας ἀποκαλύψεις, οὐδὲ τοῦ Ἰωσήφ· ἀλλ’ ὥσπερ ἐάν τις ζητῇ γραφὴν, ὀδυνωμένως αὐτὴν ζητεῖ, οὐχ ὥσπερ πλανημένην οὐδὲ ὡς ἐσφαλμένην, ἀλλ’ ὡς ἔχουσαν μὲν
5τὸν ἀληθῆ καὶ μυστικὸν λόγον, μήπως δὲ πεφανερωμένην, οὕτω κἀκεῖνοι ἐζήτουν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μήπως ἀπέ‐ στη ἀπ’ αὐτῶν, μήπως καταλέλοιπεν αὐτούς· ὁ δὲ Κύριος ἡμῶν καὶ Θεὸς ἀφεὶς ἀνθρωπίνην δοῦναι ἀπόκρισιν, θείας ἅπτεται ἀπο‐ κρίσεως, παρεμφαίνων ὅτι Θεὸς εἴη σεσαρκωμένος. Ἐπειδὴ γὰρ
10ἡ παρθένος καὶ θεοτόκος τὸν ἐπικληθέντα αὐτοῦ πατέρα Ἰωσὴφ ἔλεγεν αὐτοῦ πατέρα, αὐτός φησιν, ὅτι ἐμὸς πατὴρ, οὐχ ὁ Ἰωσὴφ, ἀλλ’ ὁ Θεὸς, ὅτι ὁ τοῦ ναοῦ δεσπότης· εἰς τὸν ναὸν γὰρ τοῦ Θεοῦ ὢν, ἔφη, “οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με;” οὐ συνῆκαν δὲ τὸ ῥῆμα οἱ περὶ τὴν ἁγίαν θεοτόκον, ὃ ἐλάλησεν
15αὐτοῖς ὁ Κύριος, ἐπειδὴ οὐκ ἦν ἀνθρωπίνης διανοίας τὸ οὕτω λεπτὸν συνιδεῖν μυστήριον. Διὰ τοῦτο δὲ “ἦν ὑποτασσόμενος αὐτοῖς,” παράδειγμα διδοὺς πᾶσιν υἱοῖς, ἵνα τιμῶσι τοὺς ἑαυτῶν γονεῖς καὶ ὑποτάσσεσθαι αὐ‐ τοῖς. Διετήρει δὲ ἡ μήτηρ αὐτοῦ ἡ παναγία παρθένος καὶ θεοτό‐
20κος, ποῖα ῥήματα; ὅσα ὁ Ἄγγελος εἶπεν, ὅσα οἱ ποιμένες, ὅσα Συμεὼν καὶ ἡ Ἄννα, καὶ ὅσα νῦν αὐτὸς πρὸς αὐτούς· εἰ γὰρ καὶ μὴ τελείως ἔγνωσαν τὰ εἰρημένα παρ’ αὐτοῦ, πλὴν συνῆκεν ἡ παναγία θεοτόκος, ὅτι θεῖα ὑπῆρχον καὶ ὑπὲρ αὐτῶν. οὐδὲ γὰρ ὡς παιδίου ἤκουσε δωδεκαετοῦς, ἀλλ’ ἐτήρει τὰ ῥήματα ὡς τελείου.
25Πάλιν πρὸς τὴν αὔξησιν τοῦ σώματος προκοπὴν λέγει ὁ Εὐαγγε‐ λιστὴς, τουτέστι ὅτι καὶ ὁ Ἰησοῦς προέκοπτεν, ὥσπερ ὁ πολλοῖς ἐν γνώσει κατὰ προσθήκην γενόμενος τῆς περὶ αὐτοῦ θεοπρεποῦς ὑπολήψεως, ἣν σὺν εὐδοκίᾳ τοῦ Πατρὸς ἐπεδείκνυτο, συμπροσόντων τῶν χρόνων τῆς ἡλικίας, τὴν ἔλλαμψιν τῆς θεότητος.
30tΚΕΦ. Ε.
31tΠερὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην.
32Μέμνηται δὲ δικαίως τοῦ χρόνου καὶ τῶν ἀρχόντων λέγων ὁ
Εὐαγγελιστὴς “ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου27

28

“Καίσαρος,” καὶ τὰ ἑξῆς, ἵνα γνῶμεν ὅτι ἐν τοῖς τῆς ἐνανθρωπή‐ σεως χρόνοις τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ, ἐκλελοίπει καθόλου ἄρχων καὶ ἡγούμενος ἐξ Ἰουδαίων. ἀλλόφυλοι δὲ ἦρχον, Ῥωμαίων μὲν, οἱ δὲ λοιποὶ Ἡρώδου υἱοὶ, Ἀσκαλωνίτης τὸ γένος,
5“ἦλθε γὰρ ᾧτινι τὸ ἄρχειν ἀπόκειται,” τουτέστι Χριστῷ τῷ Θεῷ ἡμῶν. Ἐξέλιπον δὲ οἱ Ἰουδαίων ἄρχοντες κατὰ τοὺς λόγους Ἰακὼβ τοῦ πατριάρχου. Τὸ δὲ εἰπεῖν “ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην” δείκνυσιν ὅτι οὐκ ἀφ’ ἑαυτοῦ ἦλθεν, ἀλλὰ παρὰ Θεοῦ ἀποσταλεὶς, ὅθεν καὶ
10τοσαῦτα περὶ τὸν Ἰωάννην ἐξ ἀρχῆς ᾠκονομήθη διὰ ταύτην τὴν διακονίαν. Ἔδει γὰρ καὶ τὸν πρόδρομον τοῦ Χριστοῦ ἀξιάγαστον εἶναι. Διὰ τί δὲ ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην ἐν τῇ ἐρήμῳ; διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα αὐτῆς ἐρημωθείσης μᾶλλον εἶναι ἢ περὶ τῆς ἐχούσης τὸν ἄνδρα,
15τούτου χάριν τοῦτο γέγονε. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκπερισσῶς ἐποίει κηρύσσων ἐν τῇ ἐρήμῳ. Ἐκήρυσσε δὲ βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Τὸ μὲν γὰρ Θεῷ βάπτισμα τελείως ἔχει ἄφεσιν ἁμαρτιῶν ἐξ αὐτοῦ τοῦ βαπτίζεσθαι, τὸ δὲ Ἰωάννου εἰς αὐτὸ μὲν εἶχεν ἄφεσιν ἁμαρτιῶν, διὰ μετανοίας δὲ, ἀτελὴς γὰρ
20ἦν, εἰ καὶ τῶν Ἰουδαϊκῶν βαπτισμάτων τελειότερον ὑπῆρχεν· ἐποίει γὰρ αὐτοὺς ἐπιτηδείους μετάνοια, καὶ δεκτικοὺς αὐτῆς γενέσθαι παρεσκεύαζε τοὺς βαπτιζομένους. Ἐπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἦν τοῦ Χριστοῦ, φωνὴ ἦν ὁ λόγος, προέδραμεν ἡ φωνὴ τὸν λόγον. διὰ τοῦτο καὶ ὡς οὔπω
25παρόντος τοῦ Κυρίου, “ἑτοιμάσατε,” φησὶ, “τὴν ὁδὸν αὐτοῦ,” τουτέστι, εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν, τῶν τοῦ νόμου σκιῶν ἀφιστάμενοι. Εὐθείας δὲ ποιεῖ τὰς τρίβους τοῦ Θεοῦ ὁ διὰ δικαιοσύνης αὐτὴν ὁδεύων· σκολιὰ γὰρ ἡ κακία. Τὸ δὲ “πᾶσα φάραγξ πληρωθήσεται” καὶ τὰ ἑξῆς, ὡς πρὸς
30ἀντίθεσιν ἐστί· καὶ οἱονεὶ ἀμφιβάλλοντός τινος ἡ προφητεία ἀποκρίνεται. Ἐπειδὴ γὰρ εἶπεν, “ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, “εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,” ἀνάντης δὲ καὶ τραχεῖα ἡ ἀρετὴ καὶ δυσδιάβατος, καὶ ἐμποδιζομένη, πρῶτον μὲν ἀπὸ τῶν πονηρῶν πνευμάτων, ἔπειτα δὲ καὶ ἀπὸ τῶν φυσικῶν καὶ
35ἔξωθεν παθῶν, ὡς λέγοντός τινος τῷ προφήτῃ πῶς ἐνδέχεται28

29

κατορθοῦσαι ἀρετὴν, τοσούτων ὄντων κωλυμάτων, αὐτὸς ἀποκριθεὶς λέγει, ὅτι πᾶν τὸ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐμποδίζον διορθωθή‐ σεται ὑπὸ τοῦ Χριστοῦ· κἂν φάραγξ τις εἴη, καὶ διὰ τοῦτο ὑπάρχει δύσβατος, πληρωθήσεται πρὸς δεξίωσιν· κἂν ὅρος τις
5εἴη καὶ βουνὸς, καὶ διὰ τοῦτό ἐστι δυσπόρευτος, ταπεινωθήσεται εἰς ὁδὸν εὐθεῖαν, καὶ πάντα ἔσται εὐθεῖα. Ἄλλως. Φάραγγας δὲ καὶ ὄρη καὶ βουνοὺς τὰ πάθη καλεῖ, καὶ τὰς τῶν δαιμόνων ἀντιστάσεις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι πάντα ὅσα τὴν ἀρετὴν καὶ τὴν τοῦ Θεοῦ ὁδὸν δύσβατον
10ποιεῖ, καταργηθήσεται ὑπὸ Χριστοῦ, ὡς γενέσθαι λεῖα πάντα τοῖς ὁδεύειν βουλομένοις· λεῖα δὲ γέγονεν οὕτως, ἐπειδήπερ τὸν μὲν Σατανᾶν κατήργησεν ὁ Χριστὸς, καὶ ὑπὸ τοὺς πόδας τῶν δούλων αὐτοῦ τέθεικε. Τὰ δὲ τῆς σαρκὸς πάθη ἐν ἑαυτῷ κατεύνασε καὶ κατήργησε.
15 Δεῖξαι δὲ θέλων, ὅτι οὐκέτι Ἰουδαῖοι οὔτε προσήλυτοι μόνον, ἀλλὰ καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις τῆς φιλανθρωπίας ἀπο‐ λαύσει τοῦ Θεοῦ, φησὶ “καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον “τοῦ Θεοῦ,” τουτέστιν, ὅτι πρὸς τὰ πέρατα τῆς γῆς κηρυχθή‐ σεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώ‐
20δους τρόπου καὶ σκληροτάτης γνώμης εἰς ἡμερότητα πολλὴν καὶ πραότητα μεταβάλλουσα τὸ τῶν ἀνθρώπων γένος. καὶ γὰρ διὰ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον βίον ᾐνίξατο, τουτέστι, τελώνας, καὶ πόρνας καὶ λῃστὰς καὶ μάγους, οἵτινες ὄντες διε‐ στραμμένοι πρότερον, τὴν ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν
25αὐτὸς ἔλεγε τοῖς Ἰουδαίοις, “ὅτι τελῶναι καὶ πόρναι προάγουσιν “ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.” Τὸ “ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις” ἕως “καὶ εἰς πῦρ “βάλλεται,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
29tΚΕΦ. ϛ.
30tΠερὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην.
31 Ἐρωτηθεὶς δὲ ὁ Ἰωάννης παρὰ τῶν ὄχλων τὸ τί ποιήσομεν; αὐτὸς καθάπερ τις ἐπιστήμων ἰατρὸς ἑκάστῳ τὸ πρόσφορον τέθεικε
βοήθημα, τοῖς μὲν ὄχλοις φιλαλλήλῳ φρονήματι κεχρῆσθαι κε‐29

30

λεύων, τελώναις δὲ τὴν εἰς ἀκαθέκτους πλεονεξίας ἀποκλείων ὁδὸν, τοῖς γε μὴν στρατιώταις τὸ μηδένα διασείειν πανσοφῶς ἐπιφωνῶν· οὐδένα γὰρ ἀποβάλλεται Θεὸς, ὀρθῶς καὶ δικαίως πολιτευόμενον· οὕτω δὲ ἦν μέγας καὶ ἀξιάγαστος ὡς εἰς ὑπονοίας ἐλθεῖν τοὺς τῶν
5Ἰουδαίων δήμους, μὴ ἆραγε αὐτὸς εἴη ὁ Χριστὸς, ὁ ὑπὸ προφητῶν ἁγίων προκεκηρυγμένος. αὐτὸς δὲ τὴν τοιαύτην αὐτῶν ὑποψίαν ἀποκόπτων ἔλεγεν· “ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς,” καὶ τὰ ἑξῆς, ἕως “κατακαύσει πυρὶ ἀσβέστῳ.” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
10 Ὠριγένους. Τρία τάγματα εἰσήγαγε, πυνθανομένου τοῦ Ἰωάννου, ἓν μὲν, ὠνόμασεν ὄχλους ἐκπορευομένους ἐπὶ τὸ βάπτισμα, ἄλλο δὲ ὠνόμασε τελώνας, τρίτον δὲ ὠνόμασε στρατιώτας. Τοῦ αὐτοῦ. Γενόμενος ἐγὼ κατὰ τὸν τόπον τοῦτον, ἐπῄτουν, εἰ αὐτὴ ἡ ἐντολὴ, ὅσον ἐπὶ τῶν ῥητῶν τῷ ὄχλῳ, ἁρμόζει· “ὁ ἔχων
15“δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι·” ὅτι γὰρ τοῖς Ἀποστόλοις ἁρμόζει, δῆλον ἐκ τῶν ἀναγραφόντων, ὡς ὑπὸ τοῦ Σωτῆρος πρὸς αὐτοὺς εἰρημένον, ἐν οἷς ἔλεγεν αὐτοῖς, “μηδὲ δύο χιτῶνας εἰς “ὁδὸν ἆραι,” ἀλλ’ ὅρα, εἰ τὰ εἰρημένα περὶ ἐνδύματος ἐν τῷ λόγῳ τῷ περὶ τῆς γυμνότητος δύνασαι παραλαβεῖν εἰς τὸ “ὁ
20“ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι.” θέλει γὰρ ἡμᾶς ὡς μηδὲ δύο χιτῶνας ἔχειν, καὶ ἐνδεδύσθαι, πῆ μὲν τὸ παλαιὸν, πῆ δὲ τὸ νέον· ἀλλ’ ἐκδύσασθαι μὲν τὸ ἕτερον, τὸ δὲ ἕτερον ἔχειν. ἅμα δὲ ἐζήτουν τὸ “μεταδότω τῷ μὴ ἔχοντι.” Τίς δέ ἐστιν ὁ μὴ ἔνδυμα ἔχων περὶ τὸν χρῶτα καὶ μὴ εὐσκεπασμένον ὥστε αὐτῷ
25μεταδιδόναι; οὐ τοῦτο λέγω, ὅτι οὐ δύναται καὶ καθ’ ὑπερβολὴν τοῦτο προτρεπτικὸν εἶναι πρὸς τὸ δεῖν ἐνδύειν τοὺς πένητας καὶ μὴ ἀμελεῖν τῆς ἐντολῆς. Εἰπὼν δὲ ὅτι πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελί‐ ζετο τὸν λαὸν, ἔδειξεν ὅτι ὁ τὸν λόγον τοῦ Εὐαγγελίου διδάσκων,
30πολλὰ σωτήρια εὐαγγελίζεται διδάγματα. Τὸ δὲ ἐπαγόμενον, ὅτι “Ἡρώδης τετράρχης ἐλεγχόμενος ὑπ’ “αὐτοῦ” καὶ τὰ ἑξῆς ἕως “ἐν τῇ φυλακῇ” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. ὁμοίως δὲ καὶ περὶ τοῦ βαπτισμοῦ. Ὁ δὲ Ἡρώδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ’ αὐτοῦ.
35Ὠριγένους. Οὗτος παρανόμως ἔγημε τὴν γυναῖκα τοῦ ἀδελ‐30

31

φοῦ αὐτοῦ παρὰ τὸν Μωϋσέως νόμον· ἀλλ’ ὁ ἀκατάπληκτος Ἰωάν‐ νης ὁ μηδενὸς πρόσωπον λαμβάνων, οὐ φοβηθεὶς τὴν βασιλικὴν ἐξουσίαν, οὐδὲ ἧττον πληρῶν προφητικὴν παῤῥησίαν, ἤλεγξε τὸν Ἡρώδη ἐπὶ τῇ παρανόμῳ τοῦ γάμου, καὶ κατεκλείσθη εἰς φυλα‐
5κὴν, καὶ μὴ μεριμνῶν θάνατον, ἐμερίμνα περὶ Χριστοῦ. Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχό‐ μενος. Τριακονταέτης δὲ ἐπὶ τὸ βάπτισμα παρεγένετο, ἐπειδὴ μεμαρ‐ τυρημένη ἐστὶν ἡ ἡλικία αὕτη, ὥστε μέγα οὖσα, ἅμα δὲ καὶ ἵνα
10δείξῃ, ὅτι τελείους ἄνδρας ἀποτίκτει κατὰ τὴν νοητὴν ἡλικίαν ἡ πνευματικὴ αν........ οὕτω γὰρ καὶ ὁ πρῶτος ἄνθρωπος τέλειος ἐπλάσθη, καὶ εὐθέως ἐν τῷ παραδείσῳ τεθεὶς, ὡς τέλειος ἐντολὴν καὶ νόμον ἔλαβε, καὶ ἐπετρέπετο τοῦ παραδείσου τὴν ἐργασίαν καὶ φυλακήν.
15 Περὶ τὴν κατὰ σάρκα γέννησιν τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ τὸν μὲν Ματθαῖον ἀπὸ Σολομῶντος αὐτὸν γενεαλογεῖν, καὶ φθάνειν εἰς τὸν Ματθαῖον καὶ Ἰακὼβ καὶ Ἰωσὴφ, καὶ ἀμφι‐ βόλως ἕκαστον αὐτῶν, ἕτερον δὲ καὶ ἔτι καταλέγειν γένος· καὶ δοκεῖ τῶν ἀδυνάτων εἶναι τὸν Ἰωσὴφ τὸν νομισθέντα ἄνδρα τῆς
20παναγίας θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, τόν τε Ἰακὼβ καὶ τὸν Ἠλὶ ἐσχηκέναι πατέρα· ἀλλὰ κατανοήσας μὲν τὴν λύσιν τῆς δοκούσης διαφωνίας. τρίτος ἀπὸ τέλους κατὰ τὴν τοῦ Ματθαίου γενεαλογίαν ἐστὶν ὁ Ματθαῖος, πέμπτος δὲ ἀπὸ τέλους, κατὰ τὴν τοῦ Λουκᾶ ὁ Μελχί· τούτων τῶν δύο κατὰ διαφόρους χρόνους, γα‐
25μετὴ γέγονεν ἡ Ἐσθᾶν· τοῦ γὰρ Ματθᾶν προειληφότος αὐτὴν καὶ παιδοποιήσαντος ἐξ αὐτῆς τὸν Ἰακὼβ, καὶ τελευτήσαντος, χήραν αὐτὴν οὖσαν, ἐκ τῆς αὐτῆς ὢν φυλῆς, ἄλλης δὲ συγγενείας, ἠγά‐ γετο ὁ Μελχὶ, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς τὸν Ἠλί. ὁ δὲ Ἰακὼβ τοιγαροῦν καὶ ὁ Ἠλὶ ὁμομήτριοι τυγχάνουσιν ἀδελφοὶ ἐκ τῆς Ἐσθᾶν.
30εἰς Ἐσθᾶν δὲ τοῦ Ἠλὶ γυναῖκα καὶ ἀτέκνου τελευτήσαντος, κατὰ τὸν νόμον εἰσῆλθε πρὸς αὐτὴν ὁ Ἰακὼβ, ὡς ἀδελφὸς παιδο‐
ποιήσας τῷ τελευτήσαντι ἀδελφῷ τῷ Ἠλί· ἐπαιδοποίησεν οὖν τὸν31

32

Ἰωσὴφ, καὶ ηὑρέθη ὁ Ἰωσὴφ, υἱὸς μὲν ὢν τῇ φύσει τοῦ Ἰακὼβ, νόμῳ δὲ τοῦ Ἠλὶ, καὶ τὸ γένος ὅθεν ὁ Ἰακὼβ κατάγεται. ὅδε γε Λουκᾶς τὸν κατὰ νόμον λέγων πατέρα τοῦ Ἰωσὴφ τὸν Ἠλὶ κατά‐ γεται· προσηκόντως δὲ ὁ μὲν τοῦ κατὰ φύσιν, ὁ δὲ τοῦ κατὰ
5νόμον πατρὸς μέμνηται· ἵνα δείξωσιν, ὅτι ἐξ ἀμφοτέρων τῶν πατρῶν, τοῦ τε κατὰ τὸν νόμον, τοῦ τε κατὰ τὴν φύσιν, εἰς τὸν Δαβὶδ ἀνατρέχει τὸ γένος· ὅθεν τῶν δύο πατέρων εἰς τὸν Δαβὶδ ἀνατρεχόντων, καὶ Ἰουδαίων καὶ Ἑλλήνων πᾶσι περιείρηται ἀμφισβήτησις καὶ ἅπαν σκάνδαλον.
10 Τοῦ ἁγίου Κυρίλλου. Βαπτίζεται δὲ ὁ Ἰησοῦς, εὐλογῶν τὰ ὕδατα καὶ καθαίρων αὐτὰ ὑπὲρ ἡμῶν. Ἅγιος γάρ ἐστιν Ἁγίων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἂν αὐτὸς ἐδεήθη τοῦ ἁγίου βαπτίσματος, οὐδὲ ἀφέσεως ἁμαρτιῶν τυχεῖν, ὥσπερ ἡμεῖς κερ‐ δαίνομεν δι’ αὐτοῦ.
15 Ἀνοίγει τοὺς οὐρανοὺς, οὓς ἔκλεισεν ὁ πρῶτος Ἀδὰμ, δηλῶν ὡς ἡ τοῦ βαπτίσματος δύναμις ἄνοδός ἐστιν εἰς τὸν οὐρανόν· ἡμῖν γὰρ ἅπαντα ἔπραττεν ὁ οὐράνιος τοῦ ἁγιασμοῦ καὶ τῆς ἡμετέρας λυτρώσεως ἀπαρχόμενος. οὕτω καὶ τὸ Πνεῦμα δι’ ἡμᾶς κάτεισιν εἰς αὐτόν· Πνεῦμα δὲ οὐχ ἓν τῶν λειτουργικῶν πνευμάτων, ἀλλὰ
20τὸ αὐτοῦ τοῦ Θεοῦ, τὸ ὁμοούσιον καὶ συμβασιλεῦον αὐτῷ καὶ τῷ Πατρί. Εἰ δέ φησι, πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, ἵνα δειχθείη σαφῶς ὡς εἷς ἐστιν ὁ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης Θεός· καὶ εἰς ὑπόμνησιν ἀγάγῃ τοῦ ἐπὶ Νῶε κατακλυσμοῦ. Ὥσπερ γὰρ
25τότε περιστερὰ τὴν κατάπαυσιν εὐηγγελίσατο τῆς ὀργῆς τοῦ Θεοῦ, οὕτω καὶ νῦν περιστερὰν εἶδον, μηνύει τὸν τῆς ἁμαρτίας κατακλυσμὸν καὶ τὴν τοῦ κόσμου διαλλαγήν. Ὁ ἐν ἡμῖν πρωτότοκος γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτος τὸ Πνεῦμα· καίτοι τοῦ Πνεύ‐
30ματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι’ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ Ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις, τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς λέγων, περί τε αὐτοῦ καὶ ἡμῶν· “ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες, “δι’ ἣν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων, ἀπαγ‐
35“γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.”32

33

(1t)

ΚΕΦ. Ζ.
2tΠερὶ τοῦ πειρασμοῦ τοῦ Σωτῆρος.
3 Ἰησοῦς δὲ Πνεύματος Ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου. καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν
5ἔρημον ἡμέρας τεσσαράκοντα. Τοῦ αὐτοῦ. Τί οὖν ἆρα τὸ “ἤγετο;” ἔστιν οὐ τὸ ἀπεφέρετο μᾶλλον, ἀλλ’ ὅτι διῆγε καὶ ἐπολιτεύετο. κατηθίσμεθα γὰρ πῶς καὶ ἡμεῖς αὐτοὶ περὶ παντὸς τοῦτο ἐν ἐπιεικείᾳ λέγειν, ὁ δεῖνα τυχεῖν, καλῶς ἑαυτὸν ἄγει. ἐπολιτεύετο τοίνυν ἐν τῇ ἐρήμῳ ἐν πνεύματι,
10τουτέστι πνευματικῶς· νενήστευκε γὰρ, οὐδὲν παντελῶς τῇ τοῦ σώματος χρείᾳ διδοὺς εἰς τροφήν· οὐκ αὐτὸς νηστείας προσδεό‐ μενος, ἀλλὰ τύπον ἡμῖν τὰ καθ’ ἑαυτὸν εἰς ὑπογραμμὴν ἀνατιθεὶς, καὶ εἰκόνα ποιούμενος τῆς παρ’ ἡμῖν ἐξαιρέτου καὶ τεθαυμασμένης ζωῆς. τὸ δὲ ἐν τῇ ἐρήμῳ διαιτᾶσθαι ἀναγκαῖον καὶ χρήσιμόν
15ἐστιν. ἀποφοιτῶντες γὰρ τῶν εἰκαίων τοῦ παρόντος βίου, περι‐ σπασμῶν καὶ κυμάτων καὶ ζάλης ἀπηλλάγμεθα, καὶ τὴν ἡδονὴν ἀπονεκροῦντες, κρείττονες τοῦ πειράζοντος Σατανᾶ ἐσόμεθα. Κυρίλλου Ἀλεξανδρείας. Ἐνταῦθά μοι βλέπε τὴν τοῦ ἀνθρώπου φύσιν, καὶ ἐν ἀπαρχῇ τῷ Χριστῷ τῇ τοῦ Ἁγίου Πνεύ‐
20ματος χάριτι κατακεχρισμένην, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐστε‐ φανωμένην· πάλαι μὲν γὰρ ὑπισχνεῖτο ὁ τῶν ὅλων Θεὸς, λέγων, “ὅτι ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός “μου ἐπὶ πᾶσαν σάρκα.” πεπλήρωται δὲ εἰς ἡμᾶς ὡς ἐν πρώτῳ χρόνῳ τὸ ἐπηγγελμένον, καὶ περὶ μὲν τῶν ἀρχαιοτέρων ἀκαθέκτως
25ἐκκεκλικότων εἰς φιλοσαρκίαν ἔφη ποῦ Χριστὸς, “οὐ μὴ κατα‐ “μείνῃ τὸ Πνεῦμα ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.” Ἐπειδὴ δὲ πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὴν διὰ Πνεύματός τε καὶ ὕδατος ἀναγέννησιν πεπλουτήκαμεν, χρηματί‐ ζομεν δὲ οὐκέτι σαρκὸς καὶ αἵματος τέκνα, πατέρα δὲ μᾶλλον
30καλοῦμεν τὸν Θεόν· ταύτη τοι καὶ μάλα εἰκότως, ὥστε ὡς τετι‐ μημένοι λοιπὸν καὶ τὸ λαμπρὸν ἔχοντες τῆς υἱοθεσίας καύχημα,
θείας φύσεως γεγόναμεν κοινωνοὶ, διὰ μετοχῆς τοῦ Ἁγίου Πνεύ‐33

34

ματος· ὁ δ’ ἐν ἡμῖν πρωτότοκος, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτον τὸ Πνεῦμα, καί τοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι’ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ Ἅγιον Πνεῦμα κοινωνίας ἡ
5χάρις. Τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς λέγων περί τε αὐτοῦ καὶ ἡμῶν· “ὅ τε γὰρ ἁγιάζων καὶ ἁγιαζόμενοι ἐξ ἑνὸς “πάντες· δι’ ἣν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλῶν, λέγων, “ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.” Ἐπειδὴ γὰρ ὅλως οὐκ ἐπαισχύνεται καλῶν ἡμᾶς ἀδελφοὺς, διά τοι τὸ ὑπελθεῖν τὴν
10πρὸς ἡμᾶς ὁμοίωσιν, διὰ τοῦτο τὴν ἡμῶν εἰς ἑαυτὸν πτωχείαν μετατιθεὶς, ἁγιάζεται μεθ’ ἡμῶν, καίτοι τὴν κτίσιν ἅπασαν ἁγιάζων αὐτὸς, ἵνα μὴ φαίνηται τὸ τῆς ἀνθρωπότητος παραιτού‐ μενος μέτρον, ὁ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς ἄνθρωπος γενέσθαι μὴ φυγών. καὶ “ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γενόμενος τῇ κατὰ
15“πᾶν ὅτι οὖν, δίχα μόνης ἁμαρτίας.” Ἰωάννου Τοῦ Χρυσοστόμου. “Καὶ συντελεσθεισῶν αὐτῶν “ἐπείνασεν,” οὐδὲ γὰρ νηστεύοντι ἀλλὰ πεινῶντι προσέρχεται, ἵνα σὺ μάθῃς, ἡλίκον νηστεία καλὸν, καὶ πῶς ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου μέγιστον, καὶ ὅτι μέγα λουτρὸν, οὐ τρυφῇ καὶ μέθῃ καὶ
20τραπέζῃ πληθούσῃ, ἀλλὰ νηστείᾳ προσέχειν δεῖ. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐκ αὐτὸς ταύτης δεόμενος, ἀλλ’ ἡμᾶς παιδεύων. Ὠριγένους. Πάντα πειρασμὸν ὃν ἔμελλον οἱ ἄνθρωποι πειρά‐ ζεσθαι, πρῶτον ἐπειράσθη κατὰ τὸ ἀνθρώπινον· ὃ δὲ λέγω, τοιοῦτόν
25ἐστιν· ἐὰν ἴδῃς τοὺς ἀπὸ τῶν αἱρέσεων ἐσθίοντας ὡς ἄρτον τὸν λόγον τὸν ψευδῆ, ἴσθι ὅτι ἐκεῖνος ὁ λόγος ὁ λίθος ἐστὶν, ὃν ὁ διάβολος δείκνυσιν, ἐπεὶ ποῖος ἦν πειρασμὸς τὸν λίθον γενέσθαι ἄρτον, καὶ τὸν Σωτῆρα φαγεῖν; Διδάσκει δὲ διὰ τῆς λέξεως, ὅτι οὗτος μὲν, οὐ ῥῆμα Θεοῦ, τὸ
30δὲ τρέφον ῥῆμα καὶ τὸ ζωοποιοῦν· ἐπ’ ἐκείνῳ γὰρ τῷ ῥήματι ζῇ ἄνθρωπος· ἅμα δὲ τήρει, ὅτι ταῦτα λέγει κατὰ τὸ ἀνθρώπινον, οὐ καθὸ Θεὸς ἦν. Ὡς γὰρ περὶ ἀνθρώπου ἀποκρίνεται καὶ λέγει, “γέγραπται, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνω ζήσεται ἄνθρωπος,” δηλῶν ὅτι ὡς ἄνθρωπός ἐστι πειραζόμενος.
35Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς, ὅτι “ἔδειξεν αὐτῷ πάσας τὰς34

35

“βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου,” ἀντὶ τοῦ διέγραψε τῷ λόγῳ τὴν οἰκουμένην, φησὶ, καὶ ὥσπερ τρόπον τινὰ ἐν τῇ διανοίᾳ αὐτοῦ ὑπεδείκνυεν ὡς ᾤετο. οὐδὲν ἠγνόει ὁ πάντα ποιήσας. εἰ γὰρ μὴ τοῦτό ἐστι, πῶς ἠδύνατο αὐτοὺς τοὺς τόπους εἰς ἕνα
5τόπον πρὸς θεωρίαν σωματικὴν ἀγαγεῖν, οἷον, φέρε εἰπεῖν, τὴν Περσῶν ἡγεμονίαν, ἢ τὴν Ἰνδῶν; Τοῦ Ἁγίου Γρηγορίου Νύσσης. Ὁ κατὰ πάντα κοινωνήσας ἡμῖν χωρὶς ἁμαρτίας, καὶ συμμετασχὼν ἡμῖν τῶν αὐτῶν παθημά‐ των, τὴν πεῖναν οὐκ ἔκρινεν ἁμαρτίαν, οὐδὲ ἀπώσατο τῆς ἑαυτοῦ
10πείρας τὸ κατ’ αὐτῆς πάθος, ἀλλ’ εἴξατο τὴν ὀρεκτικὴν τῆς φύσεως ὁρμὴν, τὴν ἐπὶ τῇ τροφῇ γινομένην, ἀπόσιτος γὰρ τεσ‐ σαράκοντα ἡμερῶν διαμείνας, ὕστερον ἐπείνασεν. Ἔδωκε γὰρ ὅτε ἐβούλετο τῇ φύσει καιρὸν τὰ ἑαυτῆς ἐνεργῆσαι. Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος, καὶ
15τὰ ἑξῆς. Τούτους τοὺς τρεῖς πειρασμοὺς ἐκτελέσας ὁ διάβολος ἀνεχώ‐ ρησε. Τίνες οὖν εἰσὶν οἱ τρεῖς; ἡ γαστριμαργία, ἡ φιλαργυρία, ἡ κενοδοξία, ἄλλους παρὰ τούτους πειρασμοὺς οὐκ ἔχει. πρῶτος ὁ Ἀδὰμ διὰ κοιλίας πειράζεται, ἐπειδὴ οὐχ εἶχε πλεονεξίαν, οὐδὲ
20κενοδοξίαν, πάντων κύριος ὢν, καὶ μηδενὸς ἑτέρου ὄντος· οὐ προσάγει αὐτῷ ὁ διάβολος ὀργὴν, οὐδὲν γὰρ εἶχεν ᾧ ὀργισθῇ· ἀπὸ τῆς γαστριμαργίας τότε ἤρξατο, καὶ νῦν ἐκεῖθεν ἤρξατο. Τί δέ ἐστι τὸ “ἕως καιροῦ;” ἐξεδέχετο γὰρ τὴν Ἰουδαίων πονηρίαν. Χριστὸς δὲ διὰ τοῦτο παρεγένετο, ἵνα πληρώσῃ τῆς
25οἰκουμένης τὸν σκοπόν. Τὸ δὲ “ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος “εἰς τὴν Γαλιλαίαν” διὰ τὰς θεοσημείας φησὶν, ὥσπερ ἐπετέλει τῇ δυνάμει τοῦ Παναγίου Πνεύματος, οὐκ ἔξωθεν καὶ πεπορισμέ‐ νην τὴν τοῦ Πνεύματος χάριν λαβὼν, καθὰ καὶ ὁ τῶν ἁγίων χορὸς,
30ἀλλ’ ὡς ὢν φύσει τε ἀληθῶς Υἱὸς τοῦ Θεοῦ, ὡς ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ χρώμενος τῇ τοῦ Παναγίου καὶ ὁμοουσίου Πνεύματος, ταύτας εἰργάζετο. Ὠριγένους. Ἐπειδὴ ἔμελλεν ἀθλεῖν πρὸς τὸν διάβολον ἐν τῷ
πειρασμῷ, δὶς ὀνομάζεται τὸ Πνεῦμα χωρὶς πάσης προσθήκης· ὅτε35

36

δὲ ἀγωνισάμενος ἐνίκησε τοὺς τρεῖς ἀναγεγραμμένους πειρασμοὺς, πρόσσχες τῇ ἀκριβείᾳ τῆς γραφῆς τί περὶ τοῦ Πνεύματος φησὶν, “ὅτι Ἰησοῦς ὑπέστρεψεν ἐν τῇ δυνάμει τοῦ Πνεύματος; καὶ προσ‐ έθηκεν “ἐν τῇ δυνάμει,” διὰ τὸν ἀθλητὴν τὸν νενικηκότα.
5 Ὠριγένους. “Βασιλείας κόσμου,” φησὶ, τὸν κοσμικῶν ἀνθρώ‐ πων, τίνα τρόπον οἱ βασιλεύονται ὑπὸ πονηρίας, οἱ δὲ βασιλεύονται ὑπὸ φιλαργυρίας, οἱ δὲ ὑπὸ κενοδοξίας· οὐ γὰρ ἐδείκνυεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου, τίνα τρόπον ἰσχύει βασιλεύειν, ἵν’ αὐτὸν προτρέψηται ποιῆσαι, ὃ ἐνόμιζε ποιῆσαι, περιγενήσεσθαι τοῦ
10Χριστοῦ. εἰ θέλεις, φησὶ, βασιλεῦσαι τούτων, καὶ ἐπὶ τούτῳ ἐλήλυθας τοῦ ἀγωνίσασθαι καὶ ἀποστῆσαι τοὺς βασιλευομένους ὑπ’ ἐμοῦ, μὴ ἀγωνίζου, ἓν ἀξιῶ, πεσὼν προσκύνησόν με, καὶ παράλαβε πᾶσαν τὴν βασιλείαν τὴν ὑπ’ ἐμέ. ἀλλ’ ὁ Σωτὴρ βασιλεῦσαι μὲν θέλει καὶ ὑποτάξαι πάντα τὰ ἔθνη, ἵνα δοῦλα
15γένηται δικαιοσύνης καὶ ἀληθείας καὶ πάσης ἀρετῆς· βασιλεῦσαι δὲ οὐ μετὰ ἁμαρτίας, οὐδὲ βούλεται ἀκμητὶ ὑποτάξας αὐτὸν ἐκείνῳ ἐστεφανῶσθαι, οὐδὲ ἀκμητὶ λαβεῖν πάσας τὰς βασιλείας τοῦ κόσμου, καὶ τὴν δόξαν αὐτῶν ὑποχείριον. Διό φησι πρὸς αὐτὸν, “γέγραπται, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ
20“μόνῳ λατρεύσεις.” Ἐμφανῆ δέ, φησιν, ἑαυτὸν καὶ καταστῆσαι ἐξ αἵματος Ἰσραὴλ βουλόμενος, καὶ ὅτι κεχρῆσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς σωτηρίαν τῆς ὑπ’ οὐρανὸν, πανσόφως καὶ τοῦτο οἰκονομεῖ πρό γε τῶν ἄλλων τοῖς ἐκ Ναζαρὲτ, οἷς συνετράφη, κατά γε τὴν σάρκα,
25φημὶ, τοῦτο χαριζόμενος. “ἦλθε” γάρ, φησιν, “εἰς Ναζαρὲτ, οὗ “ἦν ἀνατεθραμμένος,” καὶ τὰ ἑξῆς. Ἀναγνοῦς δὲ τὰ ἐν τῷ προ‐ φήτῃ Ἡσαΐᾳ ἀναγεγραμμένα, “ὅτι Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, “οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς,” καὶ τὰ ἑξῆς. Ἐναργέστατα διὰ τούτων ἐδείκνυε τοῖς ἀκούουσιν, ὅτι αὐτὸς
30ἦν, ὁ τότε διὰ τοῦ προφήτου λαλῶν, ὅτι καὶ ἐνανθρωπήσει καὶ ἀφίξεται διασώσων τὴν ὑπ’ οὐρανόν· κεχρῆσθαι γὰρ οὐχ ἑτέρως φαμὲν τὸν Υἱὸν, πλὴν ὅτι κατὰ σάρκα, γενόμενον δηλονότι καθ’ ἡμᾶς καὶ ἐνανθρωπήσαντα. Εἶπε δὲ, “ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη,” καὶ τὰ
35ἑξῆς, ἑαυτὸν φανερῶς παριστὰς ἐν τούτοις τὸν διὰ τῆς προφητείας36

37

προηγορευμένον· αὐτὸς γὰρ εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασι‐ λείαν τοῖς ἀπὸ τῶν ἐθνῶν· αὐτοὶ γὰρ ἦσαν πτωχοὶ, μηδὲν ἔχοντες, μὴ Θεὸν ἐν γνώσει, μὴ νόμον, μὴ προφήτας, καὶ ἅπασι τοῖς πλοῦ‐ τον οὐκ ἔχουσι πνευματικόν· αὐτὸς αἰχμαλώτους ὄντας ἐρρύσατο,
5τὸν ἀποστάτην τύραννον καθελὼν, τουτέστι τὸν Σατανᾶν· αὐτὸς ἐνήστραψε τὸ νοητὸν καὶ θεῖον καὶ οὐράνιον φῶς τοῖς ἐσκοτισμένην ἔχουσι τὴν καρδίαν, καθὼς αὐτός φησι, “ὅτι ἐγὼ φῶς εἰς τὸν “κόσμον τοῦτον ἐλήλυθα·” αὐτὸς ἀπέλυσε δεσμῶν, δηλονότι τῶν εἰς ἁμαρτίαν, τοὺς συντεθραυσμένην ἔχοντας καρδίαν· αὐτὸς ἐκή‐
10ρυξεν ἐνιαυτὸν Κυρίου δεκτὸν, οὗ ὁ πάνσοφος Παῦλος μνημονεύει λέγων, “ἰδοὺ, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.” Ταῦτα δὲ ἀκούοντες καὶ θαυμάζοντες “ἐπὶ τοῖς λόγοις τῆς “χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ,” καίτοι σμικρολογεῖν αὐτὸν οὐκ ἀπέστησαν· ἔλεγον γάρ, φησιν, “οὐχὶ
15“υἱός ἐστιν Ἰωσὴφ οὗτος;” ὅθεν ἁρμόδιον εἰπεῖν ἐπ’ αὐτοῖς τοῦτο· “ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ “βλέπουσιν, ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν.” Καὶ εἶπε πρὸς αὐτοὺς, Πάντως ἐρεῖτέ μοι τὴν παρα‐ βολὴν ταύτην, Ἰατρὲ, θεράπευσον σεαυτόν.
20 Κοινὸς λόγος παρὰ Ἰουδαίοις ἦν, ἀσπασμοῦ χάριν ἐξηυρημένος· τοῖς γὰρ ἀρρωστοῦσι τῶν ἰατρῶν ἐπεφώνουν τινὲς, “ἰατρὲ, θερά‐ “πευσον σεαυτὸν,” ὡσανεὶ οὖν τοῦτο προτείνας αὐτοῖς τὸ ῥητὸν, ὁ Χριστὸς ἔλεγεν, ὅτι πολλὰ βούλεσθε παρ’ ἐμοῦ γίνεσθαι σημεῖα, παρ’ ὑμῖν μάλιστα, παρ’ οἷς καὶ ἐτράφην. Ἀλλ’ οἶδα τὸ κοινὸν
25καὶ ἅπασι συμβαῖνον πάθος, ὅτι καταφρονοῦνταί που ἀεὶ καὶ τὰ ἐξαίρετα τῶν πραγμάτων, ὅταν μὴ σπανίζῃ παρά τισιν, ἀλλ’ ἔχωσιν ἐπ’ ἀδείας αὐτά. Ἐπεὶ οὖν καὶ ἐπ’ ἀνθρώπῳ τοῦτο συμ‐ βαίνει θαυμαστῶς, ὁ γὰρ συνήθης καὶ παρὼν ἀεὶ ἀποστερεῖται πολλάκις τῆς ὀφειλομένης αὐτῷ τιμῆς παρὰ τῶν εἰδότων αὐτόν·
30διὰ τοῦτο “λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ “πατρίδι αὐτοῦ.” Ὠριγένους. Πατρὶς τῶν προφητῶν, ὁ ἐκ περιτομῆς λαὸς, παρ’ οἷς οὐκ εἰσὶ δεκτοί· ἡμεῖς δὲ οἱ ἀλλότριοι τῶν διαθηκῶν καὶ ξένοι τῶν ἐπαγγελιῶν, ἐκδεξαίμεθα τοὺς προφήτας ὅλῃ ψυχῇ προ‐
35κηρύξαντας Χριστὸν ᾗπερ ἐκεῖνοι, ὥσπερ καὶ ἡ ἐν Σαρέφθαν τῆς
Σιδωνίας χήρα τὸν Ἠλίαν λιμοῦ γενομένου ἐν τῷ Ἰσραὴλ, τοῦ37

38

ἀκοῦσαι λόγον Κυρίου. περὶ ταύτης τῆς χήρας ὁ προφήτης φησὶν, “ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν “ἄνδρα,” καὶ πάλιν, ὅτι ἑτέρα γραφὴ, “στεῖρα ἔτεκεν ἑπτὰ, καὶ “ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.”
5 Ἐπειδὴ δὲ τὰς περὶ αὐτοῦ προφητείας εἰς τέλος ἦχθαι διεβε‐ βαιοῦντο τῶν Ἰουδαίων τινὲς, ἢ ἐπί τισι τῶν παρ’ αὐτοῖς βεβασι‐ λευκότων, ἢ ἐπὶ προφήταις ἁγίοις, ἀποφέρει χρησίμως αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, ἐλέγχων αὐτοὺς ὡς ἀπιστοῦντας, καὶ μὴ πιστεύοντας ὅτι μᾶλλον εἰς αὐτὸν αἱ τοιαῦται προφητεῖαι ἁρμό‐
10ζουσι, πρὸς μίαν ἀπεστάλθαι χήραν Ἠλίαν εἰπὼν, καίπερ πολλῶν οὐσῶν ἐν τῷ Ἰσραὴλ τότε, καὶ ἕνα θεραπεῦσαι λεπρὸν τὸν προ‐ φήτην Ἐλισσαῖον Ναιεμὰν τὸν Σύρον, καὶ ἐκ τούτων πλείστων ὄντων ἐν τῷ Ἰσραὴλ, ἐπειδὴ ἐκ πασῶν τῶν χηρῶν ἐκείνη μόνη εὑρέθη πιστὴ, ὁμοίως καὶ ἐκ πάντων τῶν λεπρῶν οὗτος.
15 Τοῦ Ἁγίου Κυρίλλου Ἀλαξανδρείας. Τί τὸ κωλύον αὐτὸν εἶναι σεπτόν τε καὶ ἀξιάγαστον, εἰ καὶ υἱὸς ἐνομίζετο Ἰωσήφ; οὐχ ὁρᾷς τὰς θεοσημείας; πεσόντα τὸν Σατανᾶν, νενικημένας τὰς τῶν δαιμόνων ἀγέλας, διαφόρων νοσημάτων ἐλευθέρους γεγονότας πολλούς; ἐπαινεῖς τὴν χάριν τὴν ἐνοῦσαν αὐτοῦ ταῖς διδασκαλίαις;
20εἶτα σμικρολογεῖς Ἰουδαϊκῶς, ὅτι πατέρα τὸν Ἰωσὴφ ἐπεγράφετο; Ὦ πολλῆς ἀβουλίας, ἀληθὲς ἐπ’ αὐτοὺς εἰπεῖν, “ἰδοὺ λαὸς μωρὸς “καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν, ὦτα, καὶ οὐκ “ἀκούουσι.” Διὰ τί ἐκβαλλόντων αὐτῶν “ὥστε κατακρημνίσαι αὐτὸν, αὐτὸς
25“διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο;” οὐ τὸ παθεῖν φεύγων, διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ἀλλὰ καιρὸν ἀναμένων ἐπιτήδειον εἰς τοῦτο. ἀρχὴ γὰρ ἦν νῦν τοῦ κηρύγματος· τοῦτο δὲ αὐτὸ ὑπάρχει τεκμήριον, ὅτι καὶ ὅτε ἔπαθεν, ἑκουσίως πέπονθε, καὶ οὐκ ἂν οὐδὲ τότε ἔπαθεν, εἰ μὴ ἑαυτὸν ἐπέδωκεν.
30 Τοῦ αὐτοῦ. Οὓς οὐ μεθίστησι λόγος πρὸς τὸ εἰδέναι σαφῶς τίς ὁ φύσει καὶ ἀληθῶς ἔσται Θεὸς καὶ Κύριος, τούτους σαγη‐ νεύει πρὸς τὸ εὐήνιον ἡ τῶν σημείων ἐπίδειξις. χρησίμως οὖν καὶ ἀναγκαίως προσεπάγει πολλάκις ταῖς μυσταγωγίαις τὰς μεγα‐ λουργίας· ἄπιστοι μὲν γὰρ οἱ τῆς Ἰουδαίας οἰκήτορες, καὶ τοὺς
35τῶν καλούντων εἰς σωτηρίαν ἀτιμάζοντες λόγους, μάλιστα δὲ
πάντων οἱ ἀπὸ τῆς Καπερναούμ.38

39

(1t)

ΚΕΦ. Η.
2tΠερὶ τοῦ ἔχοντος πνεῦμα δαιμόνιον.
3 Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου.
5 Ἐπειδὴ δὲ οἱ Ἰουδαῖοι οὐδὲν ἕτερον ἐνόμιζον εἶναι τὸν Χριστὸν, πλὴν ὅτι καθ’ ἕνα τῶν ἁγίων, καὶ ἐν τάξει προφητῶν παρελθεῖν εἰς μέσον. Διὰ τοῦτο ἵνα μείζονα τὴν περὶ αὐτοῦ δόξαν καὶ ὑπόνοιαν ἔχωσι, τὸ προφητικὸν ἀναβαίνει μέτρον· οὐδὲ γὰρ εἴρηκέ ποτε τάδε λογικῶς, ἀλλ’ ὥστε νομικῶς τὰ ὑπὲρ νόμου ἐλάλει,
10καὶ μετ’ ἐξουσίας τῆς θεοπρεποῦς τοῖς ἀκαθάρτοις ἐπετίμα πνεύ‐ μασιν. Εὐφήμει δὲ αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον λέγον, “οἶδά σε, “τίς εἶ, ὁ ἅγιος τοῦ Ἰσραὴλ,” ὑπονοῶν διὰ τῆς τοιαύτης εὐφη‐ μίας τὸ κενοῦν δόξης αὐτὸν ἐραστὴν ἀποτελεῖν, καὶ ἀποσχέσθαι
15παρασκευάζει τοῦ ἐπιπλήττειν αὐτῷ τε καὶ τοῖς ὁμοίοις αὐτοῦ, οἷον ἀντὶ χάριτος διδόντα χάριν· ἀλλ’ οὐκ ἐπιτεύξεται δόλιος θήρας, Θεὸς γὰρ οὐ μυκτηρίζεται, ἀποφράττει δὲ μᾶλλον τὴν ἀκάθαρτον αὐτοῦ γλῶτταν ὁ Κύριος, καὶ προστάσσει τοῦ ἔχοντος αὐτὸν ἀποφοιτᾷν.
20 Τίτου Βοστρῶν. Ἄρα διὰ τί ἔρριψεν αὐτόν; διὰ τί δὲ ὁ Κύριος συνεχώρησεν; ἐπειδὴ γὰρ ἐλάλει ὡς νήφων καὶ ἐφθέγγετο ὡς καθεστηκὼς, διὰ τὸ τὰ ῥήματα εἶναι τοῦ δαίμονος, ἡ δὲ γλῶττα τοῦ ἀνθρώπου, καὶ ἐνόμιζον οἱ ἄνθρωποι ὅτι οὐχ ὡς ἐν δαιμονίῳ πονηρῷ ἐφθέγγετο, ἀλλ’ ἐκ τῆς καρδίας αὐτοῦ ἐλάλει, συνεχώ‐
25ρησεν αὐτῷ ῥίψαι τὸν ἄνδρα, ἵνα δῆλον γένηται, ὅτι τὸ δαιμόνιον ἐστὶ τὸ λαλῆσαν. Ἐξ ἀνεπιγράφου. Ἐκβάλλουσιν αὐτὸν, καθ’ ἑαυτῶν μᾶλλον τὴν δίκην ὁρίζοντες, καὶ βεβαιοῦντες τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρη‐ μένον· ἐκπεπτώκασι γὰρ αὐτοὶ τῆς ἄνω πόλεως τῆς ἐπουρανίου,
30τὸν Χριστὸν μὴ δεξάμενοι. Ἵνα δὲ μόνον ἐλέγξῃ δυσσεβήσαντας μέχρις ἐπιχειρημάτων, συγκεχώρηκε προσελθεῖν τὰ καθ’ ἑαυτοῦ τολμήματα. Διεξίει γὰρ διὰ μέσου αὐτῶν, οὐδὲν ὅσον εἰπεῖν
τινα θέμενος τῆς ἐπιβουλῆς αὐτῶν.39

40

(1t)

ΚΕΦ. Θ.
2tΠερὶ τῆς πενθερᾶς Πέτρου.
3 Ἀναστὰς δὲ ἐκ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος.
5 Κυρίλλου Ἀλεξανδρείας. Θέασαι πῶς κατέλυσεν παρ’ ἑνὶ τῶν μαθητῶν, ἀνθρώπῳ πένητι καὶ ἀσήμῳ κατὰ τὸν βίον, ὁ τὴν ἑκούσιον δι’ ἡμᾶς ὑπομείνας πτωχείαν, ἵν’ ἡμεῖς τῇ ἐκείνου πτω‐ χείᾳ πλουτήσωμεν, καὶ μάθωμεν τοῖς ταπεινοῖς συνεπάγεσθαι καὶ μὴ κατεπάρεσθαι τῶν ἐν ἐνδείᾳ καὶ θλίψει. ὑποδεξόμεθα τοίνυν
10καὶ ἡμεῖς τὸν Ἰησοῦν. ὅταν γὰρ εἰσβάλῃ καὶ ἐν ἡμῖν ἔχωμεν αὐτὸν εἰς νοῦν καὶ καρδίαν, τότε τῶν ἐκτόπων ἡδονῶν τὴν πύρωσιν ἀποσβέσει. ἐγείρει δὲ καὶ εὐρρώστους ἀποφαίνει, πνευματικῶς δηλονότι, ὥστε καὶ ὑπηρετεῖν αὐτῷ, τουτέστι, τὰ αὐτῷ δοκοῦντα πληροῦν.
15 Τοῦ Ἁγίου Τίτου Βοστρῶν. Οὐκέτι γὰρ τῶν ἰαθέντων ἀπὸ ποικίλων ἀσθενειῶν, καὶ ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ περὶ Πέτρου καὶ Ἀνδρέα καὶ Ἰακὼβ καὶ Ἰωάννου. Τὸ “ὑπῆρχον ἁλιεῖς,” καὶ τὸ “ἠκολούθουν τῷ Χριστῷ” προεγράφη. Περὶ δὲ τῆς ἄγρας τῶν ἰχθύων λέγει ὁ ἅγιος Κύριλλος ὁ
20Ἀλεξανδρείας—Διὰ τῶν ἁλιευτικῶν αὐτοῦ ἐπιτηδευμάτων, ἁλιεύει τοὺς μαθητὰς, ὅπως μάθωσιν ἐκ τούτου ὅτι πανσθενὲς ἔχει τὸ θέλημα, καὶ τοῖς θεοπρεπεστάτοις αὐτοῦ νεύμασιν ἡ κτίσις ὑπη‐ ρετεῖ· καὶ ἵνα διὰ πράγματος ἐναργοῦς, καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος τοῦ παραδόξως τετελεσμένου πληροφορηθῶσιν, ὅτι οὐκ
25ἄμισθος ὁ πόνος αὐτοῖς, οὐδὲ ἄκαρπος ἡ σπουδὴ ἔσται αὐτοῖς, ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας τὸ δίκτυον ἁπλώ‐ σαντες, ἀλλ’ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξωσιν.
29tΚΕΦ. Ι.
30tΠερὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.
31Κυρίλλου Ἀλεξανδρείας. Ἄθρει δέ μοι πάλιν, ὅσην ἔχει
τὴν ὠφέλειαν ἡ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐπαφὴ, ἐλαύνει γὰρ καὶ40

41

ποικίλας νόσους καὶ δαιμονίων ὄχλον, καὶ τὴν τοῦ διαβόλου δύνα‐ μιν καταστρέφει. Καίτοι γὰρ λόγῳ καὶ νεύματι πληροῦν δυνάμενος τὰς τερα‐ τουργίας, ἵνα τῶν ἀναγκαίων διδάξῃ, καὶ τὰς χεῖρας ἐπιφέρει τοῖς
5οὖσιν ἐν ἀρρωστίαις. Ἔδει γὰρ, ἔδει μαθεῖν ἡμᾶς, ὅτι τῆς τοῦ λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν ἰδίαν ἐποιήσατο, θεοπρεπῆ τὴν δύναμιν ἐμφυτεύσας αὐτῇ. οὐκοῦν ἁπτέσθω καὶ ἡμῶν, μᾶλλον δὲ ἡμεῖς αὐτοῦ διὰ τῆς μυστικῆς εὐλογίας, ἵνα καὶ ἡμᾶς ἐλευθερώσῃ ψυχικῶν ἀρρωστημάτων καὶ τῆς τῶν
10δαιμονίων ἐφόδου καὶ πλεονεξίας. Τοῦ ἁγίου Τίτου. Φυγαδεύει νοσήματα, ἀσέβειαν ἐξελαύνει, δαίμονας ἀποσοβεῖ, πάντα τὰ κακὰ ἐκβάλλει, εἰσάγει δὲ εἰς τὴν οἰκουμένην τὴν ἀλήθειαν, ἐξουσίαν θεοπρεπῆ.
14tΚΕΦ. ΙΑ.
15tΠερὶ τῆς ἄγρας τῶν ἰχθύων.
16 Κυρίλλου Ἀλεξανδρείας. Θαυμάσωμεν τῆς οἰκονομίας τὸ εὔτεχνον, τὸ ἐπὶ τῇ γε θήρᾳ τῶν τεθηρηκότων τὴν ὑπ’ οὐρανόν· φημὶ δὴ τῶν ἁγίων Ἀποστόλων, οἳ καὶ ἁλιεύειν εἰδότες, ὑπὸ Χριστοῦ γεγόνασι λῖνον, ἵνα καὶ αὐτοὶ τὴν τῶν εὐαγγελικῶν
20κηρυγμάτων σαγήνην χαλάσαντες, προσκομίσωσιν αὐτῷ τοὺς κατὰ πᾶσαν τὴν γῆν. καὶ γοῦν ἔφη που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύ‐ “σωσιν αὐτοὺς, καὶ μετὰ ταῦτα, ἀποστελῶ πολλοὺς θηρευτὰς, “καὶ θηρεύσωσιν αὐτούς.” καὶ τοὺς μὲν ἁλιεῖς τοὺς ἁγίους Ἀπο‐
25στόλους φησὶ, θηρευτὰς δὲ τοὺς κατὰ καιροὺς τῶν ἁγίων ἐκκλη‐ σιῶν. ἡγουμένους τε καὶ μυσταγωγούς. Ἐπειδὴ γὰρ ἀρκούντως τοῖς ὄχλοις διείλεκται, τρέπεται πάλιν πρὸς τὴν συνήθη μεγα‐ λουργίαν, καὶ διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων ἁλιεύει τοὺς μαθητάς.
30 Τίτου Ἐπισκόπου Βοστρῶν. Φησὶν ὁ Σίμων, “ἐπιστάτα δι’ “ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν.” πολλοὶ προ‐
φῆται ἦλθον, καὶ ἔμεινεν ἄπιστος ὁ κόσμος. Διὰ τοῦτο ἔλεγεν41

42

ὁ Παῦλος, “ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ “εὐσχημόνως περιπατήσωμεν·” πολλὰ ἔκαμον οἱ προφῆται, καὶ Ἰουδαῖοι ἔμειναν ἄπιστοι. Τί ἄν τις εἴποι περὶ τῶν ἄλλων ἐθνῶν; Διὰ τοῦτο ἔλεγεν ὁ Σωτὴρ, “ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς
5“τὸν κόπον αὐτῶν εἰσεληλύθατε.” Κυρίλλου Ἀλεξανδρείας. Προσέταξε γὰρ τοῖς περὶ Σίμωνα, βραχὺ τῆς γῆς ἀποφέρεσθαι, καὶ καθεῖναι πρὸς ἄγραν τὸ δίκτυον. οἱ δὲ δι’ ὅλης μὲν ἔφασκον κοπιᾶσαι νυκτὸς, λαβεῖν δὲ μηδέν· πλὴν ἐν ὀνόματι Χριστοῦ καθῆκαν τὸ λῖνον, καὶ μεστὸν εἶχον
10εὐθὺς τῶν τεθηρευμένων, ἵνα διὰ πράγματος ἐναργοῦς καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος τοῦ παραδόξως τετελεσμένου, πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτῶν, οὔτε ἄκαρπος ἡ σπουδὴ, ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας λῖνον ἁπλώσαντες, ἀλλ’ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξωσι.
15πλὴν ἐκεῖνο ἄθρει, οὐ γὰρ ἰσχύσαν ἀνελκῦσαι τὸ λῖνον Σίμων τε καὶ οἱ σὺν αὐτῷ· κατένευσάν, φησι, τοῖς μετόχοις, δῆλον δὲ ὅτι διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων, ὥστε συλλαβέσθαι αὐτοῖς καὶ συνδιασῶσαι τὴν ἄγραν. Πολλοὶ γὰρ τοῖς τῶν ἁγίων Ἀποστόλων συνήραντο καὶ συναίρονται πόνοις, καὶ πρό γε τῶν ἄλλων οἱ τὰς
20ἱερὰς ἡμῖν τῶν ἁγίων Εὐαγγελιστῶν ἀνερευνῶντες γραφὰς, καὶ μετ’ ἐκείνους ἕτεροι ποιμένες καὶ διδάσκαλοι καὶ λαῶν ἡγούμενοι, καὶ τῶν τῆς ἀληθείας πραγμάτων ἐπιστήμονες. Ἀναφέρεται γὰρ ἔτι τὸ λῖνον, πληροῦντος αὐτὸ τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν τῆς ἐν βυθοῖς θαλάσσης κατὰ τὸ γεγραμμένον, τουτ‐
25έστι τοῦ ἐν ζάλῃ καὶ κύμασιν, ἐν τοῖς κοσμικοῖς. Περὶ τοῦ λεπροῦ καὶ ἐπὶ τοῦ παραλυτικοῦ καὶ περὶ τοῦ τελώνου ἕως περὶ τῶν ἀσκῶν τῶν παλαιῶν καὶ τῶν νέων, προεγράφη.
28tΚΕΦ. ΙΒ.
29tΠερὶ τοῦ λεπροῦ.
30 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας.
Κυρίλλου Ἀλεξανδρείας. Ἐπαίνου παντὸς ἀξία τοῦ προσ‐42

43

ελθόντος ἡ πίστις· μεμαρτύρηκε γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν τῷ Ἐμμανουὴλ, καὶ διὰ νευμάτων θεοπρεπῶν ἐλευθεροῦσθαι ζητεῖ· καίτοι τὸ πάθος οὐκ ἰάσιμον· οὐ γὰρ οἶδεν ἡ λέπρα ταῖς τῶν ἰατρῶν ἐμπειρίαις παραχωρεῖν, ἀλλὰ τεθέαμαι, φησὶν, ἐλαυνο‐
5μένους ἐν ἐξουσίᾳ θεοπρεπεῖ τοὺς ἀκαθάρτους δαίμονας νοσημάτων πολλῶν ἀπαλλαττομένους, καὶ συνῆκα ὡς θείᾳ τινὶ καὶ ἀμάχῳ χειρὶ τὰ τοιαῦτα γίνεσθαι. ὁρῶ δὲ πρὸς τοῦτο χρηστὸν ὄντα καὶ ἑτοιμότατα κατοικτείροντα τοὺς προσιόντας αὐτῷ. Τί τοίνυν τὸ κωλύον ἐλεεῖσθαι κἀμέ; καὶ τί πρὸς ταῦτα Χριστός; ἐβεβαίου
10ἐν αὐτῷ τὴν πίστιν, καὶ τὴν ἐπ’ αὐτῷ δὴ τούτῳ πληροφορίαν ἐργά‐ ζεται. δέχεται γὰρ τὴν αἴτησιν, καὶ ὁμολογεῖ τὸ δύνασθαι, καὶ φησὶ, “θέλω καθαρίσθητι·” χαρίζεται δὲ αὐτῷ καὶ ἁφὴν τῆς ἁγίας αὐτοῦ καὶ πανσθενεστάτης χειρὸς, καὶ εὐθέως ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ τὸ πάθος ἦν ἐκ ποδῶν.
15 Τοῦ αὐτοῦ. Τί δήποτε ἵνα μάθωσιν ἐντεῦθεν οἱ τὴν τῶν ἰαμά‐ των χάριν παρὰ Θεοῦ δεχόμενοι; μὴ τὰς παρὰ τῶν θεραπευομένων εὐφημίας αἰτεῖν, μήτε μὴν τοῦ παρά τινων ἐπαίνου, ἵνα μὴ εἰς ὑπεροψίαν ἐκπέσοιεν, τὸ πάντων τῶν κακῶν αἴσχιστον πάθος, καὶ καθ’ ἕτερον δὲ τρόπον, καὶ σιωπῶντος τοῦ λεπροῦ ἤρκει καὶ αὐτὴ
20τοῦ πράγματος ἡ φωνὴ, πρὸς τὸ ἀπαγγεῖλαι πᾶσι τοῖς εἰδόσιν αὐτὸν τὴν τοῦ θεραπεύσαντος δύναμιν. Τοῦ αὐτοῦ. Οἰκονομικῶς φησι προσάγειν τὸ δῶρον τῷ λεπρῷ κατὰ τὸν Μωϋσέως νόμον τοῖς ἱερεῦσιν· ἤθελε μὲν ὁμολογουμένως μεταστῆσαι τὴν σκιὰν καὶ μεταπλᾶσαι τοὺς τύπους εἰς πνευμα‐
25τικὴν λατρείαν· ἀλλ’ ἐπειδὴ μήπω πιστεύσαντες πρὸς αὐτὸν Ἰουδαῖοι προσέκειντο ταῖς Μωϋσέως ἐντολαῖς, ὡς ἔτι τῶν ἀρχαίων ἐθνῶν ἰσχυόντων, ἐπιτρέπει τῷ λεπρῷ τοῦτο ποιεῖν εἰς μαρτυρίαν αὐτοῖς. Καὶ μετ’ ὀλίγα—Καὶ ἐξ αὐτοῦ δὲ τοῦ θεραπεῦσαι τὸν λεπρὸν ἔξεστιν ἰδεῖν καὶ μάλα σαφῶς ἐν ἀπαρακλήτοις ὑπεροχαῖς
30πρὸς τὸν Μωϋσέως νόμον, ὄντα Χριστόν· ἐλεπρώθη μὲν γὰρ ἡ Μαριὰμ, ἀδελφὴ δὲ Μωϋσέως αὕτη· κατελάλησε γὰρ αὐτοῦ, καὶ κατεδάκνετο μὲν γὰρ λίαν ἐπὶ τοῦ Μωϋσέως, ἐπειδὴ οὐκ ἦν ἱκανὸς ἀποστῆσαι τοῦ γυναίου τὴν νόσον, προσέπιπτε τῷ Θεῷ λέγων,
“ὁ Θεὸς δέομαί σου, ἴασαι αὐτήν.”43

44

Πρόσσχες τοίνυν ἀκριβῶς· αἴτησις ἦν ἐκεῖ διὰ προσευχῆς, τῆς ἄνωθεν ἡμερότητος ἠξίου τυχεῖν· ὁ δέ γε τῶν ὅλων Σωτὴρ μετ’ ἐξουσίας ἔφη τῆς θεοπρεποῦς, “θέλω καθαρίσθητι·” οὐκοῦν μαρ‐ τύριον ἦν τοῖς ἱερεῦσιν ἡ τῆς λέπρας ἀποβολὴ, καὶ ἦν ἐντεῦθεν
5εἰδέναι τοὺς τὴν κρείττονα ψῆφον ἀπονέμοντας τῷ Μωϋσεῖ, ὅτι τῆς ἀληθείας ἔξω βαδιοῦσιν. Ἔδει γὰρ, ἔδει Μωϋσέα θαυμάζειν μὲν ὡς νόμου διάκονον καὶ χάριτος ὑπουργὸν, λαληθείσης δι’ Ἀγγέλων, ὑπερθαυμάζειν δὲ τὸν Ἐμμανουὴλ καὶ δοξολογεῖν αὐτὸν ὡς Υἱὸν ἀληθῆ τοῦ Θεοῦ καὶ Πατρός.
10 Τοῦ Ἁγίου Τίτου Βοστρῶν. “Εἰς μαρτύριον αὐτοῖς,” εἰς μαρτύριον τὸ θεραπεύεσθαι, ἵνα πληρώσῃ τὸν νόμον· οὐ γὰρ ἦλθε καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. αἱρε‐ ρετικοὶ τὸ “εἰς μαρτύριον” εἰς ὕβριν κατὰ τοῦ νόμου λαμβάνουσιν, οὐ συνίεντες οἱ ἀνόητοι ὅτι τὸ “εἰς μαρτύριον” εἰς ἀπόδειξιν
15λέγεται· ὅπου γὰρ μαρτυρία, πρόφασίς ἐστιν ἀμφιβαλλομένου πράγματος.
17tΚΕΦ. ΙΓ.
18tΠερὶ τοῦ παραλυτικοῦ.
19Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμέρων καὶ αὐτὸς ἦν διδά‐
20σκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδά‐ σκαλοι. Τοῦ Ἁγίου Κυρίλλου Ἀλαξανδρείας. Ἐπειδὴ δὲ ἦν ἀναγ‐ καῖον, οὐκ εὐαριθμήτου πληθύος τῶν γραμματέων καὶ Φαρισαίων συνειλεγμένης, γενέσθαι τῶν ἔτι μάλιστα θεοπρεπεστάτων εἰς ὄνη‐
25σιν αὐτοῦ, μικρὰ γὰρ ἐφρόνουν περὶ αὐτοῦ· ᾠκονομήθη τι πάλιν τῶν τεθαυμασμένων· ἔρριπτο μὲν γὰρ ἐπὶ κλίνης παράλυτος ἀνὴρ, ἀνιάτῳ νόσῳ κεκρατημένος. Ἐπεὶ δὲ ἀσθενοῦσι πρὸς τὸ συμβᾶν, ἡ τῶν ἰατρῶν ἠλέγχετο τέχνη, πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανῶν ἰατρὸν παρὰ τῶν οἰκείων ἐπεκομίζετο. Ἐπειδὴ δὲ ἦν ἐν ὄψει
30λοιπὸν τοῦ θεραπεύειν ἰσχύοντος, δεκτὴ μὲν αὐτοῦ γέγονεν ἡ πίστις. ὅτι δέ ἐστιν ἁμαρτίας ἀναιρετικὴ, διαδείκνυσιν εὐθὺς ὁ
Χριστὸς, ἐπιφωνεῖ γὰρ τῷ κειμένῳ λέγων, “ἄνθρωπε, ἀφέωνταί44

45

“σοι αἱ ἁμαρτίαι σου·” ἀλλ’ ὥς γε οἶμαι, πρὸς τούτοις ἐρεῖ τις εὐθὺς ἀπαλλαγῆναι τῆς νόσου ἐβούλετο· καὶ πῶς ἄφεσιν τῆς ἁμαρτίας αὐτῷ Χριστὸς ἐπηγγέλλετο; ἵνα μάθῃς ὅτι σεσιγη‐ μένως καὶ ἀψοφητὶ Θεὸς κατασκάπτεται τὰ ἀνθρώπινα, καὶ
5ἐφορᾷ τῆς ἑκάστου ζωῆς τὴν ὁδόν· οὕτω καὶ γέγραπται· “ἐνώπιον “γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς πάσας τὰς “τροχίας αὐτοῦ σκοπεύει.” ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, διασμήχει πολλάκις ἐξ ἁμαρτιῶν τοὺς ἐνειλημμένους, ἀρρωστίαν ἐμβαλὼν τῷ σώματι· οὕτω γάρ πού
10φησι διὰ φωνῆς Ἱερεμίου, “πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερου‐ “σαλήμ.” Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· “υἱὲ, μὴ ὀλιγώρει “παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ “ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα‐ “δέχεται.” Καλῶς οὖν ἄρα Χριστὸς τὴν τοῦ νοσεῖν ἀφορμὴν,
15καὶ οἷον τοῦ πάθους τὴν ῥίζαν, τουτέστι, τὴν ἁμαρτίαν, προαπο‐ κείρειν ἐπαγγέλλεται. Ἐξαιρεθείσης γὰρ ταύτης, δι’ ἣν καὶ τὸ πάθος, ἔδει πάντως αὐτὴν συναναιρεθῆναι τὴν νόσον· ὁ μὲν οὖν τῶν ὅλων Σωτὴρ καὶ Κύριος, θεοπρεπεστάτην ἔχων τὴν ἐξουσίαν, τὴν τῶν ἁμαρτιῶν ἄφεσιν ἐπηγγέλλετο. θορυβεῖ δὲ πάλιν ὁ λόγος τὸ
20δυσπειθὲς καὶ βάσκανον τῶν Φαρισαίων ἐργαστήριον. Τίτου Τοῦ Βοστρῶν. Θαυμάσαι ἐστὶ τοὺς κομίσαντας τὸν παράλυτον, πῶς μὴ δυνηθέντες διὰ τῆς θύρας εἰσελθεῖν, ἀνεκόμισαν αὐτὸν ἐπὶ τὸ δῶμα, ὡς γὰρ ξένῳ καὶ καινῷ ἐπιχειρῆσαι πράγματι· ἀνασπάσαντες γὰρ τὸν κέραμον, μετεκίνησαν τὴν ἀποκειμένην
25ὕλην. καὶ ὅμως τούτων γενομένων, καὶ ὁ Ἰησοῦς ἐμακροθύμει, καὶ οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεωρῆσαι, καὶ ἰδεῖν τί λαλεῖ καὶ τί ποιεῖ. Ἀναστομώσαντες τοίνυν τὸ δωμάτιον, χαλῶσι τὸν κράββατον, καὶ φέρουσι μέσον τὸν παραλελυμένον. Ὁ δὲ Κύριος, φησὶν, “ἰδὼν τὴν πίστιν αὐτῶν,” οὐ τὴν πίστιν τοῦ
30παραλελυμένου, ἀλλὰ τὴν πίστιν τῶν καλῶς φιλοτιμησάντων, ὥστε ἄλλον δι’ ἄλλων πίστιν θεραπεύεται. Εἴποι δ’ ἄν τις ὕπαι‐ θρον εἶναι τόπον, εἰς ὃν διὰ τῶν κεράμων κατεβίβασαν τὴν κλίνην τοῦ παραλύτου, μηδὲν παντελῶς τῆς στέγης ἀνατρέψαντες.
Κυρίλλου Ἀλεξανδρείας. “Τίς οὗτος,” φησὶν, “ὃς λαλεῖ45

46

“βλασφημίαν;” ἀλλ’ οὐκ ἂν ἔφης, ὦ Φαρισαῖε, τουτὶ περὶ αὐτοῦ, εἰ τὰς θείας ἐπίστασο γραφάς· εἶτα προφητικῶν ἐμέμνησο λόγων, εἰ τὸ σεπτὸν καὶ μετὰ τῆς ἐνανθρωπήσεως συνῆκας μυστή‐ ριον. βλασφημίας δὲ ἐγκλήματι περιβάλλουσι, τὴν ἐσχάτην
5αὐτῶν καθορίζοντες δίκην, καὶ θάνατον καταψηφιζόμενοι. Τὸν γὰρ εἰπόντα δυσφημίαν κατὰ τοῦ Θεοῦ, θάνατον ὑπομένειν προσέ‐ ταττε νόμος, ἐπειδὴ δὲ τοῦτο τετολμήκασι, διαδείκνυσιν εὐθὺς ὅτι Θεὸς ἔστιν, ἵνα πάλιν οὐ φορητῶς δυσσεβοῦντας ἐλέγξῃ. “Τί “γάρ,” φησὶ, “διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;” οὐκοῦν
10ὅταν λέγῃς, ὦ Φαρισαῖε, “τίς δύναται ἁμαρτίας ἀφιέναι, εἰ μὴ εἷς “ὁ Θεός;” ἐρῶ σοι κἀγὼ, τίς δύναται καρδίαν εἰδέναι, καὶ τοὺς ἐν τῷ βάθει τῆς διανοίας λογισμοὺς καθορᾷν, εἰ μὴ μόνος ὁ Θεός; Αὐτὸς γάρ πού φησι διὰ φωνῆς προφητῶν, “ὅτι ἐγὼ Κύριος “ἐτάζων καρδίαν καὶ δοκιμάζων νεφρούς·” ἔφη δέ που καὶ Δαβὶδ
15περί τε αὐτοῦ καὶ ἡμῶν, “ὁ πλάσας κατὰ μόνας τὰς καρδίας “αὐτῶν·” οὐκοῦν ὁ εἰδὼς καρδίαν καὶ νεφροὺς ὡς Θεὸς, οὗτος ἀφίησι καὶ ἁμαρτίαν ὡς Θεός.
18tΚΕΦ. ΙΔ.
19tΠερὶ τοῦ Λευΐ.
20 Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην, ὀνό‐ ματι Λευΐν. Τοῦ αὐτοῦ. Τελώνης ἦν ὁ Λευῒ, ἀνὴρ ἄπληστος εἰς φιλο‐ κερδίαν, ἀχάλινος εἰς πλεονεξίαν, τῶν οὐδὲν προσηκόντων αὐτῷ ἄδικος ἐραστής· τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ἀλλ’ ἐξ
25αὐτῶν ἡρπάζετο τῶν τῆς ἀδικίας ἐργαστηρίων, καὶ σέσωσται παρα‐ δόξως, κεκληκότος αὐτὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτῷ, “ἀκολούθει μοι.” ὁ δὲ πάντα ἀφεὶς ἠκολούθησεν αὐτῷ. Ὁρᾷς ὡς ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, “ὅτι Χριστὸς “ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι.” ὁρᾷς ὡς σαρκωθεὶς ὁ
30μονογενὴς τοῦ Θεοῦ Λόγος τὰ σκεύη τοῦ διαβόλου μετέστησεν εἰς46

47

ἑαυτόν; καὶ σέσωσται μὲν ὁ Λευῒ, ἡμῖν δὲ τὸ πρᾶγμα χρηστὰς ἐποίησε τὰς ἐλπίδας· ὅτι γὰρ σώζει τὸ μετανοεῖν, ἐξ αὐτοῦ τοῦ γεγονότος δεδιδάγμεθα· πιστεύσεται δὲ αὐτὸς ὁ τῶν ὅλων δεσπό‐ της Θεὸς διὰ φωνῆς προφήτου λέγων, “ἐπιστράφητε πρός με
5“καὶ σωθήσεσθε, οἱ ἀπ’ ἐσχάτου τῆς γῆς.” Ἀλλ’ εἰσί τινες οἱ τῆς θείας γαληνότητος ἐπιχειροῦντες ἀποστερεῖν τοὺς ταῖς ἁμαρ‐ τίαις ἐνειλημμένους· οὐ γὰρ παραδέχονται μετάνοιαν, ἀλλ’ οἷον ἐπιτιμῶσι τῷ σώζοντι, ζητοῦντι τὰ ἑαυτοῦ καὶ πανταχόθεν συλ‐ λέγοντι τὸ ἐσκορπισμένον, καὶ οὐκ ἀκούουσι λέγοντος τοῦ Σωτῆρος,
10“οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.” Τοῦ αὐτοῦ. Ὁ γὰρ τῶν ὅλων Σωτὴρ, ἅτε δὴ ἰατρὸς ὑπάρχων πνευμάτων, οὐκ ἀποφοιτᾷ τῶν δεομένων αὐτοῦ, καὶ ὡς διασμῆξαι δυνάμενος τοῖς οὔπω κεκαθαρμένοις οἰκονομικῶς συνηυλίζετο· ἴδω‐
15μεν δὲ, ὦ Φαρισαῖε, τοῦ σοῦ φρονήματος τὴν ἀτροπίαν, ὁποίων σοι γέγονεν αἰτιαμάτων πρόξενος ἡ κατὰ τῶν ἐν ἁμαρτίαις ὀφρύς· αὐτὸν λάβωμεν ἐξηγητὴν, τὸν πάντα εἰδότα Χριστόν. Ἔφη γὰρ οὕτω· “ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς “Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης· ἀλλ’ ὁ μὲν Φαρισαῖος στὰς
20“προσηύχετο λέγων, Ὁ Θεὸς, εὐχαριστῶ σοι,” καὶ τὰ ἑξῆς. Περὶ δὲ τοῦ εἰπεῖν τὸν Εὐαγγελιστὴν ἐν σαββάτῳ δευτερο‐ πρώτῳ, ὁ ἅγιος Ἰσίδωρος ὁ Πηλουσιώτης οὕτω λέγει, “ὅτι δευ‐ “τερόπρωτον εἴρηται, ἐπειδὴ δεύτερον μὲν ἦν τοῦ Πάσχα, πρῶτον “δὲ τῶν ἀζύμων.” Εἰ δὲ σάββατον εἴρηται, μὴ θαυμάσῃς, σάβ‐
25βατον γὰρ πᾶσαν ἑορτὴν καλοῦσι, καὶ διὰ τοῦτο εἴρηται σάββατα σαββάτων. Κυρίλλου Ἀλεξανδρείας. Ταῦτα πεπραχὼς ὁ Δαβὶδ παρά γε τὸ τῷ νόμῳ δοκοῦν, τοῦ παντὸς παρ’ ὑμῖν ἀξιοῦται θαύματος, ὀρθῶς καὶ δικαίως· καὶ γὰρ ἦν ἀληθῶς ἅγιος καὶ προφήτης·
30οὐκοῦν τοῦ διὰ Μωϋσέως νόμου φάσκοντος ἐναργῶς, “κρῖμα “δίκαιον κρίνετε,” καὶ “οὐ λήψῃ πρόσωπον ἐν κρίσει,” πῶς
τοὺς ἐμοὺς κατακρίνετε μαθητάς; καὶ εἰς δεῦρο θαυμάζοντες47

48

ὡς ἅγιον καὶ προφήτην τὸν μακάριον Δαυίδ· καίτοι τὴν Μωϋσέως ἐντολὴν οὐ τετηρήκατε. Τίτου Ἐπισκόπου Βοστρῶν. Οὐδεὶς καλεῖται υἱὸς ἀνθρώπου, ἀλλ’ Ἰησοῦς μόνον ἑαυτὸν οὕτω καλεῖ· ἐπειδὴ Υἱὸς ὢν Θεοῦ,
5παραδόξως κατηξίωσεν υἱὸς ἀνθρώπου δι’ ἀνθρώπους κληθῆναι· ἑαυτὸν οὖν καὶ κύριον τοῦ σαββάτου, ὡς δημιουργὸν καὶ ποιητὴν καὶ νομοθέτην τοῦ σαββάτου ἐκάλεσεν.
8tΚΕΦ. ΙΕ.
9tΠερὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα.
10 Ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν, ἀγαθο‐ ποιῆσαι ἢ κακοποιῆσαι; Τίτου Ἐπισκόπου Βοστρῶν. Σοφωτάτη λίαν ἡ πεῦσις, πρέ‐ πουσα ταῖς ἐκείνων ἀβελτηρίαις ἡ πρότασις· εἰ μὲν γὰρ ἔξεστιν ἀγαθοποιεῖν ἐν σαββάτῳ καὶ τὸ κωλύον οὐδὲν ἐλεεῖσθαι παρὰ
15Θεοῦ τοὺς κάμνοντας, παῦσαι συλλέγων τὰς κατὰ Χριστοῦ συκοφαντίας, τὰς ἀφορμὰς, καὶ τῇ σαυτοῦ κεφαλῇ καταχέων τὴν δίκην, ἣν ἐπήρτησεν ὁ Πατὴρ τοῖς ἀτιμάζουσι τὸν Ἰησοῦν· ἤκουσας λέγοντος περὶ αὐτοῦ διὰ φωνῆς τοῦ Δαβὶδ, “καὶ “συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, καὶ τοὺς
20“μισοῦντας αὐτὸν τροπώσομεν.” Εἰ δὲ οὐκ ἔξεστιν εὖ ποιεῖν ἐν σαββάτῳ, κεκώλυκεν ὁ νόμος σώζεσθαι ψυχήν· γέγονε τοῦ νομοθέτου κατήγορος, διαβέβληκεν ἐντολὴν, ἐφ’ ᾗ καὶ τεθαύ‐ μασται ἡ διὰ Μωϋσέως διακονία. ἀλλ’ οὐχ ἑαυτῷ, φησιν, ὁ τῶν ὅλων Θεὸς τὸν ἐπὶ τῷ σαββάτῳ τέθεικε νόμον· ἡμῖν δὲ μᾶλλον
25τοῖς ὑπέχουσιν αὐτῷ τὸν αὐχένα· καλῶς ἔφης ἐπαινῶν τοὺς λόγους· οὐκοῦν ἀνάγκης καὶ νόμου τὸ θεῖον ἐλεύθερον· πῶς οὖν αἰτιᾷ καὶ ἐν σαββάτῳ Χριστὸν ἐλεεῖν ἐθέλοντα καὶ εὐεργετοῦντα ψυχήν; ὅταν δὲ καὶ τὸν ἐπὶ τῷ σαββάτῳ τέθεικε νόμον, πολυ‐ πραγμονεῖν μέλλομεν, ἐλεημοσύνης ἕνεκα παρὰ Θεοῦ διωρισμένον
30εὑρήσωμεν. Ἐκέλευσε γὰρ ἀργεῖν ἐν σαββάτῳ, καὶ μηδενὸς
τὸ σύμπαν ἅπτεσθαι πόνου, ἀνίεσθαι δὲ μᾶλλον καὶ αὐτοῖς ὁμοῦ48

49

τοῖς ἀλόγοις τῶν ζώων. Ἔφη γὰρ, “ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου.” ὁ δὲ βοῦν ἐλεῶν, καὶ τὰ ἕτερα τῶν κτηνῶν—
4tΚΕΦ. Ιϛ.
5tΠερὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς.
6 Εἰπὼν ὁ Εὐαγγελιστὴς “ὅτι ἐγένετο ἐν ταῖς ἡμέραις ταύταις, “ἐξῆλθεν ὁ Ἰησοῦς προσεύξασθαι εἰς τὸ ὄρος,” καὶ τὰ ἑξῆς. Ἔδειξε διὰ τούτου, καθὼς ὁ ἅγιος Κύριλλός φησιν, ὅτι πάντα πρὸς οἰκοδομὴν ἡμετέραν, καὶ εἰς ὄνησιν τῶν πιστευόντων εἰς
10αὐτὸν εἰργάζετο ὁ Χριστὸς, καὶ πνευματικῆς πολιτείας τρόπον τινὰ τὸ καθ’ ἑαυτὸν ἀναθεὶς, ἀληθινὴν ἤθελεν ἀποφαίνειν προσ‐ κυνητικὴν, καὶ ὅτι τὰς πρὸς Θεὸν ἱκετείας λάθρα καὶ κεκρυμμένως, καὶ οὐδενὸς ὁρῶντος προσήκει ποιεῖν. Τοῦτο γὰρ δηλοῖ τὸ εἰς ὄρος κατὰ μόνας καὶ ὡς ἐν σχολῇ προσεύχεσθαι τὸν Κύριον ἡμῶν
15Ἰησοῦν, καθὼς καὶ ἐδίδαξεν ἡμᾶς, εἰπὼν, “σὺ δὲ, ὅταν προσεύχῃ, “εἴσελθε εἰς τὸ ταμιεῖόν σου,” καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἀφιλο‐ δόξως καὶ ὁσίους ἐπαίροντας χεῖρας προσεύχεσθαι δεῖ, ὥσπερ εἰς τὸ τῆς θεοπτίας ὕψος ἀποπηδῶντος τοῦ νοῦ, καὶ ἀποφοιτῶντος μὲν θορύβου παντὸς, ἀποτρέχοντος δὲ καὶ μερίμνης κοσμικῆς. δεῖ δὲ
20τοῦτο δρᾷν, οὐκ ἀψικόρως καὶ ἀδρανῆ ἔχοντας ὀλιγοψυχίαν, εὐτό‐ νως δὲ μᾶλλον καὶ ἐν σπουδῇ, καὶ οὐκ ἀθαύμαστον ἔχοντας τὴν ὑπομονὴν, καὶ ἐν δευτέρῳ τὰς ἐν χερσὶν ἐργασίας τιθεμένους. Ἀκηκόαμεν γὰρ, ὅτι οὐ χαλεπῶς ηὔχετο ὁ Χριστὸς, ἀλλ’ ὅτι διενυκτέρευε τοῦτο δρῶν. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς, καὶ
25περὶ τῶν μακαρισμῶν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
26tΚΕΦ. ΙΖ.
27tΠερὶ τῶν μακαρισμῶν.
28 Προαποφήνας παντὸς ἀγαθοῦ τὴν διὰ Θεοῦ πτωχείαν γινο‐ μένην, καὶ τὸ πεινῆν καὶ κλαίειν οὐκ ἄμισθον ἔσεσθαι τοῖς ἁγίοις
30εἰπὼν, μεθίστησι τὸν λόγον ἐπὶ τὰ ἐναντίως ἔχοντα τούτοις. φησὶ49

50

γὰρ, “οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν, “οὐαὶ οἱ ἐμπεπλησμένοι ὅτι πεινάσετε. οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, “ὅτι πενθήσετε καὶ κλαύσετε· οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι·” δείκνυσι δὲ ταῦτα κολάσεως ὄντα καὶ δίκης ἐμποιη‐
5τικὰ, ἵνα τῷ φόβῳ τῆς ἐπηρτημένης κολάσεως φεύγωσι μὲν τὸ πλουτεῖν, καὶ τὸ ἐν τρυφαῖς εἶναι καὶ γέλωτι, τουτέστιν, ἐν τέρψεσι κοσμικαῖς, τῇ δὲ τῶν στεφάνων ἐπιθυμίᾳ, ὧν κληρονόμοι γενήσονται οἱ μακαρισθέντες, σαγηνεύονται πρὸς τοὺς πόνους, καὶ τὴν διὰ Θεὸν αἱρεῖσθαι πτωχείαν σπουδάσωσι. Καὶ γὰρ τοὺς μὲν κληρονόμους
10ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας φησί· τοὺς δὲ ἐσχάταις περι‐ πατεῖσθαι συμφοραῖς· “ἀπέχετε γὰρ,” φησὶ, “τὴν παράκλησιν “ὑμῶν.” Λέγει δὲ καὶ τὴν ὁμοίαν τιμωρίαν ὑπομεῖναι καὶ τοὺς ὑπὸ πάντων ἀνθρώπων ἐπαινεῖσθαι θέλοντας. Τοῦ Ἁγίου Κυρίλλου Ἀλαξανδρείας. Εἰς καινότητα ζωῆς
15εὐαγγελικῆς, μετὰ τὴν χειροτονίαν καταρυθμίζων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτὴρ, ταῦτά φησι· περὶ ποίων δὲ ἄρα πτωχῶν ταῦτα λέγει ἀναγκαῖον ἰδεῖν. Ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον μακαρίους ἔσεσθαι φησὶ τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ αὐτῶν εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν, ἵνα νοῶμεν πτωχοὺς τῷ πνεύματι, τὸν
20μετριόφρονα καὶ συνεσταλμένον ὥσπερ ἔχοντα νοῦν· ἀξιοζήλωτος δὲ ὁ τοιοῦτος καὶ Θεῷ γνώριμος· καὶ γοῦν ἔφη δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “καὶ ἐπὶ τίνα βλέψω, ἀλλ’ ἢ ἐπὶ ταπεινὸν καὶ ἡσύ‐ “χιον καὶ τρέμοντά μου τοὺς λόγους;” Ἔφη δὲ καὶ ὁ προφήτης Δαβὶδ, “ὅτι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ
25“Θεὸς οὐκ ἐξουδενώσει.” καὶ μὲν αὐτὸς ὁ Σωτὴρ, “μάθετε ἀπ’ “ἐμοῦ,” φησιν, “ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ·” ἐν δὲ τοῖς προκειμένοις ἡμῖν ἀναγνώσμασι μακαρίους ἔσεσθαί φησι τοὺς πτωχοὺς, οὐ προσκειμένους τῷ πνεύματι, οὐκ ἀλλήλοις ἐναντιού‐ μενοι, ἀλλὰ μεριζόμενοι πολλάκις τὰ διηγήματα, καὶ ποτὲ μὲν
30διὰ τῶν αὐτῶν βαδίζουσι κεφαλαίων, ποτὲ δὲ τῷ ἑνὶ παραλειφθὲν, ἕτερος ταῖς ἰδίαις ἐντίθησι συγγραφαῖς, ἵνα μηδὲν τῶν ἀναγκαίων εἰς ὄνησιν λαθεῖν δυνηθῇ τοὺς πιστεύοντας εἰς Χριστόν. Ἔοικε τοίνυν πτωχοὺς ὀνομάζειν ἐν τούτοις τοὺς ἀφιλοπλούτους καὶ
φιλοκερδίας κρείττονας καὶ τὸν τρόπον ἔχοντας ἀφιλάργυρον· καί50

51

γε οὖν ὁ σοφώτατος Παῦλος ἀρίστων ἡμῖν μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο λέγων, “ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παρ‐ “οῦσι.” προσετίθει δὲ τούτοις, ὅτι “ἔχοντες διατροφὰς καὶ “σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.” Ἔδει γὰρ, ἔδει τὸ
5σωτήριον καὶ εὐαγγελικὸν μέλλοντας αὐτοὺς διαγγέλλειν κήρυγμα τοῖς ἁπανταχόσε, ἀφιλόπλουτον ἔχειν τὸ φρόνημα, καὶ εὔσχολον ἐπὶ τὰ κρείττω τὴν ἐπιθυμίαν. Οὐ πάντων δὲ τῶν ἐν εὐπορίᾳ ὄντων ὁ λόγος καθάπτεται, μόνων δὲ ἐκείνων τῶν περὶ τὰ χρήματα τὸν πόθον κεκτημένων. Τίνες δέ εἰσιν οὗτοι; οἱ μὲν τῆς τοῦ
10Κυρίου φωνῆς ἀκούοντες λέγουσι, “μὴ θησαυρίζετε ὑμῖν θησαυ‐ “ροὺς ἐπὶ τῆς γῆς, ὅπου σῆς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου “κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν μᾶλ‐ “λον θησαυροὺς ἐν οὐρανῷ. Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, “ἐκεῖ ἔσται καὶ ἡ καρδία σου.”
15 Ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Τοῦ Ἁγίου Κυρίλλου Ἀλαξανδρείας. Οὐ γὰρ ἰσχὺν ἐδανεί‐ ζετο τὴν παρ’ ἑτέρου Χριστὸς, ἀλλ’ αὐτὸς ὢν φύσει Θεὸς, εἰ καὶ γέγονε σὰρξ, τὴν ἐπὶ τοῖς κάμνουσιν ἐκπέμπων δύναμιν ἰᾶτο πάντας.
20 Αἱ διδασκαλίαι αἱ ἐφεξῆς ἐγράφοντο εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα·” ὁμοίως καὶ περὶ τοῦ ἑκατοντάρχου προεγράφη. Λέγει δὲ ὁ Χρυσόστομος εἰς τὸ κατὰ Ματθαῖον, ἑρμηνεύων τὰ περὶ τοῦ ἑκατοντάρχου, τὸν αὐτὸν εἶναι τὸν εἰς τὸν Λουκᾶν, τὸν δὲ
25εἰς τὸν Ἰωάννην ἕτερον. Τοῦ Ἁγίου Τίτου Βοστρῶν. Ὅταν ἀκούῃς τῶν Εὐαγγελίων λεγόντων, μὴ βαρηθῇς τὴν διάνοιαν, ἀλλὰ προθυμήθητι τὴν προ‐ αίρεσιν· οὐ γὰρ ἄτονος, οὐδὲ πρὸς τὰ εὔκολα εὔτονος· ὁ δὲ πρό‐ θυμος καὶ πρὸς τὰ δυσχερῆ δυνατὸς, “λάβετε,” φησὶ, “τὸν
30“ζυγόν μου, καὶ ἴδετε ὅτι ἐλαφρόν ἐστι τὸ φορτίον μου·” ἐὰν γὰρ ὅλως αὐτὸν βαστάζῃς, τὸ δοκοῦν εἶναί σοι βαρὺ, εὑρίσκεται κουφότατον πρὸς τὴν πεῖραν. Κυρίλλου Ἀλεξανδρείας. Ἀληθεύει λέγων ὁ μακάριος Παῦ‐ λος, ὅτι “εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·” πάντα γὰρ γέγονεν
35ἐν αὐτῷ τε καὶ δι’ αὐτοῦ καινά· καὶ διαθήκη καὶ νόμος καὶ πολι‐51

52

τεία. Ἄθρει δὲ ὅπως πρεπωδεστάτη λίαν ἐστὶ τοῖς ἁγίοις μυστα‐ γώγησις ἡ τοιάδε πολιτεία καὶ ζωή. ἔμελλον τοῖς ἁπανταχόσε γῆς τὸ σωτήριον ἐξαγγέλλειν κήρυγμα, καὶ ἦν ἐντεῦθεν προσδοκᾷν, οὐκ εὐαριθμήτους ἔσεσθαι τοὺς διώκοντας αὐτοὺς, καὶ πολυτρόπως
5ἐπιβουλεύοντας. ἀλλ’ εἰ συνέβη ταῖς τοιαύταις λύπαις ἀχθεσθῆ‐ ναι τοὺς μαθητὰς, εἶτα θέλειν ἀμύνεσθαι τοὺς λελυπηκότας, ἐσί‐ γησαν ἄν, καὶ παρέδραμον αὐτοὺς, οὐκέτι τὸ θεῖον αὐτοῖς παρατι‐ θέντες κήρυγμα, οὐ καλοῦντες εἰς ἐπίγνωσιν ἀληθείας. ἔδει τοίνυν ταῖς οὕτω σεπταῖς ἀνεξικακίαις τὸν τῶν ἁγίων μυσταγωγὸν ἀνα‐
10χαιτίσαι νοῦν, ἵνα πάντα γενναίως φέρωσι τὰ συμβαίνοντα, κἂν ὑβρίζωσί τινες, κἂν ἀνοσίως ἐπιβουλεύωσι. Πέπραχε δὲ τοῦτο καὶ πρό γε τῶν ἄλλων αὐτὸς εἰς ὑποτύπωσιν ἡμετέραν. ἔτι γὰρ ἀπηρτισμένος τοῦ τιμίου σταυροῦ, καίτοι τῆς Ἰουδαίων πληθύος ἐπιγελώσης αὐτῷ, τὰς πρὸς Θεὸν καὶ Πατέρα λιτὰς ὑπὲρ αὐτῶν
15ἐποιεῖτο λέγων, “ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τί ποιοῦσι.” Ναὶ μὴν καὶ ὁ μακάριος Στέφανος καί τοι βαλλόμενος λίθοις, θεὶς τὰ γόνατα προσηύξατο λέγων, “Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν “ἁμαρτίαν ταύτην.” Καὶ ὁ μακάριος δὲ Παῦλος, “εὐλογού‐ “μενοι εὐλογοῦμεν, δυσφημούμενοι παρακαλοῦμεν.” οὐκοῦν ἀναγ‐
20καῖα μὲν ἡ τοιάδε παραίνεσις τοῖς ἁγίοις Ἀποστόλοις, χρη‐ σιμωτάτη δὲ καὶ ἡμῖν αὐτοῖς εἴς τε τὸ χρῆναι βιοῦν ὀρθῶς καὶ τεθαυμασμένως· μεστὴ γάρ ἐστι πάσης φιλοσοφίας. δυσκα‐ τόρθωτον δὲ ἀποτελοῦσιν αὐτὴν ταῖς ἡμετέραις διανοίαις προλή‐ ψεις οὐκ ἀγαθαὶ, καὶ τῶν ἐν ἡμῖν ὄντων παθῶν ἡ δυσκαταγώνιστος
25τυραννίς. Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν, οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Τοῦ αὐτοῦ. Ἀλλ’ ἣν εἰκὸς τοὺς ἁγίους Ἀποστόλους οἰηθῆναι τάχα που δυσκατόρθωτα εἶναι τὰ εἰρημένα· ὁ τοίνυν τὰ πάντα
30εἰδὼς, τὸν τῆς ἐν ἡμῖν φιλαυτίας νόμον δέχεται βραβευτὴν, ὧν ἂν βούλοιτό τις περ’ ἑτέρου τυχεῖν. Γενοῦ γὰρ τοιοῦτος, φησὶν, εἰς ἑτέρους αὐτὸς, ὁποίους περ ἂν θέλῃς εἶναι περὶ
σέ· εἰ μὲν σκληροὺς καὶ ἀσυμπαθεῖς, θρασεῖς καὶ ὀργίλους,52

53

μνησικάκους καὶ πονηροὺς, ἔσο καὶ αὐτὸς τοιοῦτος· εἰ δὲ τοὐ‐ ναντίον, χρηστοὺς καὶ ἀμνησικάκους, μὴ ἀφόρητον ἡγοῦ τοι‐ οῦτον εἶναί σε· καὶ τάχα που τοῖς οὕτω διακειμένοις περιττὸς ὁ νόμος, ἐγγράφοντος Θεοῦ ταῖς καρδίαις ἡμῶν τὴν τοῦ ἰδίου θελή‐
5ματος γνῶσιν· “Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις,” φησὶ, “λέγει “Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ “τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς.” Τοῦ αὐτοῦ. Ἄριστον καὶ τοῦτο χρῆμα καὶ Θεῷ θυμαρέστατον, καὶ ὁσίαις ψυχαῖς τοῦτο μάλιστα πρέπον· ὅτι δὲ πλουσιωτέρᾳ
10χειρὶ ληψόμεθα τὴν ἀντέκτισιν παρὰ τοῦ πάντα πλουσίως νέμον‐ τος Θεοῦ τοῖς ἀγαπῶσιν αὐτὸν, αὐτὸς πεπληροφόρηκεν, εἰπὼν, “ὅτι μέτρον καλὸν πεπιεσμένον, ὑπερεκχυνόμενον δώσωσιν εἰς “τὸν κόλπον ὑμῶν.” Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ
15ἀδελφοῦ σου; Τοῦ αὐτοῦ. Πᾶν χαλεπὸν ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γένεσιν. καί τοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι καὶ κατὰ Θεὸν πολιτεύεσθαι· τοῦτο μὲν οὐ δρῶσι, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων, κἂν ἀσθενοῦντας ἴδωσί
20τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀῤῥωστημάτων, φιλο‐ ψογίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα, καὶ καταλαλιᾶς ἀφορμήν· καταψηφίζονται γὰρ αὐτῶν, οὐκ εἰδότες ὅτι τὰ ἴσα νοσοῦντες τοῖς παρ’ αὐτῶν διαβεβλημένοις ἑαυτοὺς κατακρίνουσιν· οὕτω που καὶ ὁ σοφώτατος γράφει Παῦλος· “ἐν ᾧ γὰρ κρίνεις τὸν
25“ἕτερον, ἑαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων.” καίτοι μᾶλλον ἐχρῆν ἀσθενοῦντας ἐλεεῖν ὡς ταῖς τῶν παθῶν ἐφόδοις ὑπεστρωμένους, καὶ τοῖς τῆς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνειλημμένους, καὶ ὑπερεύχεσθαι τῶν τοιούτων, καὶ παρακαλεῖν αὐτοὺς καὶ διεγείρειν εἰς νῆψιν, καὶ πειρᾶσθαι μὴ τοῖς ἴσοις
30περιπεσεῖν αἰτιάμασιν· “ὁ γὰρ κρίνων τὸν ἀδελφὸν,” καθά φησιν ὁ τοῦ Χριστοῦ μαθητὴς, “καταλαλεῖ νόμου καὶ κρίνει νόμον.” εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς, ἄνω γὰρ δεῖ τῆς ἁμαρτα‐ νούσης φύσεως εἶναι τὸν ταύτης κριτήν· σὺ δὲ μὴ τοιοῦτος ὢν, τί
κρίνεις τὸν πλησίον; ἀπολογήσεται τῷ κριτῇ ὁ ἁμαρτάνων. εἰ δὲ53

54

τολμᾶς κατακρίνειν, καί τοι τούτου μὴ ἔχων τὴν ἐξουσίαν, κατα‐ κριθήσῃ μᾶλλον αὐτὸς, ὡς οὐκ ἐῶντος τοῦ νόμου τὸ κρίνειν ἑτέρους. Τοῦ αὐτοῦ. Ἐξ ἀναγκαίων ἡμᾶς ἀναπείθει λογισμῶν ἀπο‐ σχέσθαι μὲν τοῦ βούλεσθαι κρίνειν ἑτέρους· τὴν ἑαυτῶν δὲ μᾶλλον
5καρδίαν περιεργάζεσθαι, καὶ τῶν ἐνόντων αὐταῖς παθῶν ἀπαλλάτ‐ τεσθαι ζητεῖν, αἱροῦντας τοῦτο παρὰ Θεοῦ. Αὐτὸς γάρ ἐστιν ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδίᾳ, καὶ ψυχικῶν ἡμᾶς νοσημάτων ἐλευθερῶν. Τί γὰρ, εἰ νοσῶν αὐτὸς τὰ ἔτι μείζω καὶ χαλεπώτερα τῶν ὄντων ἐν ἑτέροις ἀφεὶς τὰ κατὰ σεαυτὸν,
10ἐκείνοις ἐπιτιμᾷς; οὐκοῦν ἅπασι μὲν τοῖς ἐθέλουσιν εὐσεβῶς ἀναγ‐ καία εἰς ὄνησιν ἡ ἐντολὴ, μάλιστα δὲ τοῖς τὸ διδάσκειν ἑτέρους ἐγκεχειρισμένοις· εἰ μὲν γὰρ εἶεν ἀγαθοὶ καὶ νηφάλιοι, καθάπερ εἰκὸς, ζωῆς εὐαγοῦς τὰ καθ’ ἑαυτοὺς ἀναστήσοντες τοῖς μὴ τὰ ἴσα δρᾷν ἑλομένοις, εὐπροσώπως ἐπιτιμήσωσιν, ὅτι μὴ τοὺς τῆς ἐνούσης
15αὐτοῖς ἐπιεικείας ἀνεμάξαντο τρόπους. Εἰ δὲ ῥάθυμοι τινες εἶεν καὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς εὐάλωτοι, πῶς ἂν ἑτέροις τὰ ἴσα νοσοῦσιν ἐπιτιμήσειαν; Ὠριγένους. Δένδρον ἀγαθὸν τὸ Πνεῦμα τὸ Ἅγιον, δένδρον πονηρὸν ὁ διάβολος καὶ οἱ τούτου ὑπηρέται. ὁ ἔχων τὸ Πνεῦμα τὸ
20Ἅγιον, τοὺς τούτου καρποὺς ἐπιδείκνυται, οὓς ἀπαριθμεῖται ὁ ἀπόστολος Παῦλος. ὁ δὲ δύναμιν ἀντικειμένην ἔχων, τῆς ἀτιμίας τὰ πάθη ἀκάνθας καὶ τριβόλους ἀνατέλλεται. Τίτου Βοστρῶν. Διαφύγωμεν τὴν φθορὰν τῆς ἁμαρτίας, καὶ ὅταν λέγῃ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, “οὐκ ἔστι δένδρον ἀγαθὸν
25“ποιοῦν καρπὸν σαπρὸν,” μὴ λάβῃς συγγνώμην ἑαυτῷ τῆς ῥᾳθυ‐ μίας· τὸ μὲν γὰρ δένδρον φύσει κινεῖται, σὺ δὲ προαιρέσει πολι‐ τεύῃ· καὶ πᾶν δένδρον μὴ φέρον καρπὸν, εἰς ἄλλην χρείαν κατε‐ σκευάσθη, σὺ δὲ εἰς ἐργασίαν ἀρετῆς ἀνεδείχθης. Μή τις τοίνυν αἱρετικὴν ἀκοὴν παρεισφέρων κακῶς νοείτω
30ταῦτα. Εἰ γὰρ φύσει κακὸς τυγχάνεις, τί μανθάνεις; εἰς τί διδάσκῃ; τὸ γὰρ φύσει ὂν ἀμετάβλητον πρᾶγμα· εἰ δὲ ἡ μετα‐ βολὴ διδάσκει καὶ ὁ λόγος ἐντρέπει καὶ ἡ παραίνεσις μεταποιεῖ, καὶ ἡ διδασκαλία μεταβάλλει τὴν διάνοιαν, ἡ μὲν ὑποψία τῆς ἀνάγκης ἐκβάλλεται, τὸ δὲ δόγμα τῆς προαιρέσεως ὁμολογεῖται.
35Διὰ τοῦτο καὶ κλῆσις, διὰ τοῦτο καὶ διδασκαλία, διὰ τοῦτο54

55

καὶ Χριστὸς παρεγένετο. Εἰ γὰρ ἦν ἀμετάβλητα φύσει τὰ πράγματα, μάτην ταῦτα ἐγίνετο· νῦν δὲ ὅρα μοι τὴν μεταβολὴν, καὶ νόει μοι τὴν προαίρεσιν· οὐδεὶς αἰτιᾶται τὰ ἄλογα ζῶα φύσει κινούμενα, ἀλλὰ τοὺς πρὸς τὴν ὁμοιοτροπίαν τῶν ἀλόγων ἀντ’ ἐξου‐
5σίας ἐκκλίνοντας ἀνθρώπους. Ἐξ ἀνεπιγράφου. Πολλὰ τὰ προπολεμοῦντα, καὶ πρὸς πολ‐ λοὺς ὁ ἀγὼν ἀνθρώποις δαίμονας, πάθη ψυχῆς, ὀδύνας σωμάτων καὶ θλίψεις πραγμάτων. πλὴν εἰ ταῦτα ἐπέλθῃ, βεβαιοῦσι τὸν ἐν τοῖς τοῦ Κυρίου παραγγέλμασι διὰ τῆς καθ’ ἑκάστην ἡμέραν
10ἀσκήσεως, ἵνα μὴ καθάπερ βιαίων ὑδάτων ἐμβολὴ προελθοῦσα, σαθρὰ τὰ ἐν ἡμῖν δόγματα διασκεδάσει, ἀλλ’ ἐν εὐδοκιμήσει τοῖς ἐναντιουμένοις πράγμασιν ἀκατάλυτος οὖσα ἡ ἀρετὴ, καὶ μὴ τῷ πτώματι περιφανεῖς ἀλλὰ τῇ νίκῃ γενώμεθα· περιφανὲς γὰρ καὶ τὸ πτῶμα τῶν μεγάλα δεδιδαγμένων, ὅταν μεγάλων ἀποπίπτωσι.
15Περιφανὴς δὲ καὶ ἡ δόξα τῶν ἐν πίστει βεβαίων, ὅτι ἐπὶ μεγά‐ λοις στηρίζονται.
17tΚΕΦ. ΙΗ.
18tΠερὶ τοῦ Ἑκατοντάρχου.
19Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς
20ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. Ἑκατον‐ τάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾶν. Ἀνήρ τις ἐπεικὴς καὶ τῇ τῶν ἠθῶν χρηστότητι διαπρέπων, καὶ στρατιωτῶν ἡγούμενος τοῖς οἰκοῦσι τὴν Καπαρναοὺμ, συνέστιος ἦν· τούτου συνέβη τινὰ τῶν γνησίων οἰκετῶν ἀρρωστίᾳ περιπεσεῖν,
25καὶ ὡς ἐν ἐσχάταις ὁρᾶσθαι λοιπὸν ἐκπνοαῖς. Καὶ ἤκουσε, φησὶ, τὰ περὶ τοῦ Ἰησοῦ· εἶτα πέμπει πρὸς αὐτὸν, ὡς παρὰ Θεοῦ δηλονότι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τε καὶ δύναμιν ἐξαιτῶν· ἠξίου γὰρ τῶν τοῦ θανάτου δεσμῶν ἀπαλλάττεσθαι τὸν ἐσχάτῃ νόσῳ κατειλημμένον.
30 Δηλώσαντος δὲ τοῦ Εὐαγγελιστοῦ περὶ τῶν ἀπεσταλμένων πρὸς τὸν Κύριον ὑπὸ τοῦ ἑκατοντάρχου, οὐκ ἀργῶς καὶ ὡς ἔτυχε χρὴ σκοπεῖν ἡμᾶς καὶ ἐν τούτῳ τὴν τοῦ Κυρίου θαυματουργίαν, ἐλέγ‐
χοντος τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην, διὰ τῶν Ἰουδαίων αὐτῶν55

56

λέγων “παραγενόμενοι” γάρ, φησι, “πρὸς τὸν Ἰησοῦν, παρεκά‐ “λουν αὐτὸν σπουδαίως λέγοντες, ὅτι ἄξιός ἐστιν, ᾧ παρέξει “τούτῳ.” οἱ γὰρ τὴν εἰς αὐτὸν πίστιν παραιτούμενοι παρεκάλουν αὐτὸν ἐνδείκνυσθαι τοῖς πιστεύουσιν ἐθνικοῖς, ὅτι Θεός ἐστιν ἀλη‐
5θῶς. Τίνος γάρ ἐστιν ἄλλου τὸ ῥύεσθαι ἐκ θανάτου; ὅθεν εἰκότως ἐξώσθησαν μὲν οὗτοι οἱ ἀγνώμονες· εἰ ἐκλήθη δὲ καὶ προσεδέχθη τὰ ἔθνη, ἑτοιμοτέραν ἐσχηκότα τὴν καρδίαν εἰς τὸ πιστεύειν ἐπὶ τὸν Κύριον· κἂν τὰ μάλιστα πρότερον ἦσαν ἐν ἁμαρτίαις πολλαῖς, διὰ τὴν τοῦ Θεοῦ ἀγνωσίαν, κατὰ τὸ “ἐπληθύνθησαν αἱ ἀσθένειαι
10“αὐτῶν,” καὶ τὰ ἑξῆς. Πάλιν τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖσσου.
12tΚΕΦ. ΙΘ.
13tΠερὶ τοῦ υἱοῦ τῆς Χήρας.
14Τίνος ἕνεκεν μετὰ τὸ ἰάσασθαι τὸν δοῦλον τοῦ ἑκατοντάρχου,
15μὴ καλούμενος ὑπό τινος ἐπὶ νεκροῦ ἀνάστασιν πορεύεται ὁ πάντα εἰδὼς, καὶ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἀνέχων; “καὶ” γάρ φησιν, “ἐπορεύετο εἰς πόλιν καλουμένην Ναῒν,” καὶ τὰ ἑξῆς· οὐχ ἁπλῶς ἀλλ’ οἰκονομικώτατα δρῶν, ἵνα μὴ λέγωσί τινες ὅτι οὐ παντελῶς ἔμελλε τελευτᾷν ὁ τοῦ ἑκατοντάρχου παῖς· κἂν εἰ
20τοῦτο γέγραφεν ὁ Εὐαγγελιστὴς, τὰ πρὸς χάριν μᾶλλον ἢ τὰ πρὸς ἀλήθειαν ἀφηγούμενος, βουλόμενος τὴν ἀκόλαστον τῶν τοιούτων ἀποφράξαι γλῶτταν. Διὰ τοῦτο ὑπήντησε Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ ἐκκομιζομένῳ τεθνεῶτι, καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, καὶ τὸν νεανίσκον ἀνίστησιν ὁ παντοδύναμος λόγῳ τε καὶ
25ἁφῇ. Διὰ τί δὲ οὐ λόγῳ μόνῳ ἐπλήρου τὸ θαῦμα, ἀλλὰ καὶ ἥψατο τῆς σοροῦ; ἵνα μάθωμεν ὅτι τὸ σῶμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σῶμα ζωῆς ἐστι, καὶ σὰρξ τοῦ πάντα ἰσχύοντος Λόγου. Ἐπειδὴ γὰρ ἰδία γέγονε τοῦ λόγου ἡ σὰρξ τοῦ πάντα ζωογονοῦν‐ τος, διὰ τοῦτο ζωοποιός ἐστι καὶ αὐτὴ, καὶ θανάτου καὶ φθορᾶς
30ἀναιρετική. “Ἀνεκάθισε” γάρ, φησιν, “ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν,” ἵνα
μὴ κατὰ φαντασίαν δόξῃ τισὶν ἐγηγέρθαι· καὶ γὰρ ἀληθοῦς ἀνα‐56

57

στάσεως ὑπῆρχον ταῦτα σημεῖα· ἄψυχον γὰρ σῶμα οὔτε ἀνακα‐ θίσαι οὔτε λαλῆσαι δύναται· ὅθεν “καὶ ἔδωκεν αὐτὸν,” φησὶ, “τῇ “μητρὶ αὐτοῦ.” Καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες, Ὅτι προφήτης
5μέγας ἐγήγερται ἐν ἡμῖν. Τοῦ Ἁγίου Κυρίλλου Ἀλαξανδρείας. Μέγα δὲ τοῦτο παρά γε ἀναισθήτῳ καὶ ἀχαρίστῳ λόγῳ, μικρὸν γὰρ ὕστερον οὐδὲ γὰρ προφήτην, οὐδὲ εἰς ἀγαθὸν τοῦ λαοῦ πεφηνότα νομίζουσιν αὐτὸν, ἀλλὰ τὸν τοῦ θανάτου καταλύτην θανάτῳ παραδιδόασιν, οὐκ εἰ‐
10δότες ὅτι τότε δὴ, τότε κατέλυε θάνατον, ἡνίκα ἐφ’ ἑαυτοῦ τὴν ἀνάστασιν ἐποιήσατο.
12tΚΕΦ. Κ.
13tΠερὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννῃ.
14Ἐπειδὴ δὲ τὸ παράδοξον τοῦ θαύματος εἰς φόβον ἤγαγεν ἅπαν‐
15τας τοὺς τότε παρόντας, διελαλήθη τε καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, καὶ αὐτῷ δὲ τῷ ἁγίῳ βαπτιστῇ ἀπήγγειλάν τινες τῶν μαθητῶν· προσκαλεσάμενος οὖν ἔπεμψεν αὐτοὺς πρὸς τὸν Κύριον, “λέγων, “σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;” Διὰ τί δὲ αὐτοὺς ἀπέστειλε, προεγράφετο εἰς τὸ κατὰ Ματ‐
20θαῖον, ἕως “καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.” Κυρίλλου Ἀλεξανδρείας. Οὐκ ἠγνόησεν ὁ μακάριος βαπτι‐ στὴς τὸν ἐνανθρωπήσαντα τοῦ Πατρὸς λόγον· μὴ τοῦτο ὑπολάβῃς· ᾔδει γὰρ καὶ μάλα σαφῶς, ὅτι αὐτός ἐστιν ὁ ἐρχόμενος· εἰργά‐ ζετο δέ τι σοφὸν καὶ εὐμήχανον, καὶ ὅπερ ἦν εἰκὸς, οὐ μετρίως
25ὀνίνησι τοὺς ὑπ’ αὐτοῦ μαθητευομένους· οἱ μὲν γὰρ οὔπω Χριστὸν εἰδότες, ἤτοι τὴν δόξαν αὐτοῦ καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, ἠρέμα πῶς καὶ ὑπεδάκνοντο, θαυματουργοῦντος αὐτοῦ, καὶ ταῖς τῶν δρωμένων ὑπερβολαῖς νικῶντος τὸν βαπτιστήν. Καὶ μετ’ ὀλίγα· τί οὖν ἄρα βούλεται νοεῖν ἐρωτῶν καὶ “λέγων,
30“σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;” ἔφαν τοίνυν ὅτι πλάτ‐ τεται τὴν ἄγνοιαν οἰκονομικῶς, οὐχ ἵνα μάθοι μᾶλλον αὐτός· ᾔδει γὰρ ὡς πρόδρομος τὸ μυστήριον, ἀλλ’ ἵνα πληροφορηθῶσιν οἱ
αὐτοῦ μαθηταὶ, ὅση τίς ἐστιν ἡ τοῦ Σωτῆρος ὑπεροχὴ, καὶ ὅτι57

58

τῆς θεοπνεύστου γραφῆς ὁ λόγος, τὸν μὲν ὡς Θεὸν καὶ Κύριον ἥξοντα προμεμήνυκεν· οἱ δὲ ἄλλοι πάντες ἦσαν οἰκέται προαπε‐ σταλμένοι, δεσπότου ἑτοιμάζοντες τὴν ὁδὸν Κυρίου, καθὰ γέγρα‐ πται· ἐκλήθη τοίνυν διὰ τῶν προφητῶν ὁ ἐρχόμενος, ὁ τῶν ὅλων
5Σωτὴρ καὶ Κύριος. Τοῦ αὐτοῦ. Εἰδὼς ὡς Θεὸς ὁ Χριστὸς τὴν οἰκονομίαν τοῦ πράγματος καὶ τῆς τῶν Ἰωάννου μαθητῶν ἀφίξεως τὴν αἰτίαν, κατ’ ἐκεῖνο δὴ μάλιστα τοῦ καιροῦ πολλαπλασίας τῶν ἤδη γεγενη‐ μένων εἰργάζετο θεοσημείας· γεγονότες οὖν ἄρα τῆς ἐνούσης αὐτῷ
10μεγαλοπρεπείας ἐπόπται καὶ θεωροὶ, καὶ πολὺ τὸ θαῦμα τῆς ἐνού‐ σης αὐτῷ δυνάμεώς τε καὶ ἐνεργείας ἐν ἑαυτοῖς συλλέξαντες, προσάγουσι τὴν ἐρώτησιν ὡς ἐξ Ἰωάννου λέγοντες, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος; ἐνταῦθά μοι βλέπε τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ εὐτεχνές· οὐ γὰρ ἁπλῶς ἔφη τὸ ἀλλ’ ἀποφέρει μᾶλλον αὐτοὺς
15εἰς τὴν δι’ αὐτῶν τῶν πραγμάτων πληροφορίαν, ἵν’ ἐναφόρμως τὴν εἰς αὐτοὺς πίστιν παραδεξάμενοι, ὑπονοστήσωσι πρὸς τὸν ἀποστεί‐ λαντα αὐτούς· “πορευθέντες” γάρ, φησι, “ἀπαγγείλατε Ἰωάννῃ, “ἃ ἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπα‐ “τοῦσι,” καὶ τὰ ἑξῆς. Ταῦτα πάντα προαπηγγέλκασιν ὡς ἐσό‐
20μενα δι’ ἐμοῦ κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Εἰ δὲ ἐγὼ γέγονα τῶν πάλαι προειρημένων ἀποτελετὴς, καὶ τούτων αὐτοὶ γεγόνατε θεωροὶ, μακάριος τοίνυν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι;
25 Τοῦ Ἁγίου Τίτου Βοστρῶν. Νομίζετε ὅτι Ἰωάννης μετα‐ φέρεται ὧδε κἀκεῖ ὡς ὑπὸ πνευμάτων σαλευόμενος, ὥστε ποτὲ μὲν μαρτυρεῖν, ὅτι αὐτός εἰμι ὁ Χριστός· ἄλλοτε δὲ ἐρωτῶν, εἰ αὐτὸς ἐγώ εἰμι; οἶδα ἃ ποιεῖ· ἐμὸν τὸ πνεῦμα, ἐμὴ ἡ χάρις, ἐμὴ ἡ ἐκείνου οἰκονομία. Τί τοίνυν ἐξήλθετε εἰς τὴν ἔρημον, τὴν μηδὲν
30ἔχουσαν τερπνόν; ἵν’ ὡς διὰ τὴν ἐκείνου θέαν ἐξιέναι προφασί‐ ζησθε. Δῆλον τοίνυν, ὡς δι’ οὐδὲν ἕτερον καταλείψαντες τὰς πόλεις τὴν ἔρημον κατελάβετε, εἰ μὴ ὡς ἀντιποιούμενοι τοῦ ἀνδρὸς καὶ τοῦ ἀξιώματος. ἐρωτᾷ με οὐκ ἀγνοῶν, ἀλλ’ οἶδα τί
ποιεῖ· οὐ γὰρ νῦν μὲν ὧδε, ἑτέρῳ δὲ ἄλλοτε μεταβαίνει.58

59

Μὴ σχῆμα ἔχει περίβλεπτον; μὴ βασιλικὸν ἀξίωμα; μὴ βασιλικὸν εἶχεν ἐντολήν; μὴ γράμματα καὶ δόγματα καὶ νόμους ἐπεφέρετο βασιλικούς; μὴ ἀντιποιησόμενος ἦν κατὰ τὸ φαινό‐ μενον; οὐχὶ τρίχινον ἱμάτιον ἐφόρει; οὐχὶ αὐτοσχέδιον εἶχε τὴν
5τροφήν; μήτι τοιοῦτον ὑμᾶς προετρέψατο ἐκεῖ ἀπελθεῖν; Εἰ ὡς εἰς προφήτην χρησίμως ἀπήλθετε, καὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου· ὁ μὲν γὰρ προφήτης προλέγει, οὗτος δὲ οὐ μόνον ἥξοντα προμεμήνυκεν, ἀλλὰ καὶ ὑπέδειξεν εἰπὼν, “ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ “αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.” Ἄγγελον
10δὲ τὸν Ἰωάννην καλεῖ, οὐχ ὅτι ἦν Ἄγγελος, ἄνθρωπος γὰρ ἦν τὴν φύσιν, ἀλλ’ ὅτι ἀγγέλου ἔργον ἐποίει, ἀγγέλλων τοῦ Χριστοῦ τὴν παρουσίαν· οὗτος βάπτισμα ἐκήρυξε μετανοίας, ἵνα προλάβῃ ἡ μετάνοια τὴν ἄφεσιν· ἄνευ γὰρ μετανοίας ἄφεσις οὐ δίδοται. Ἐξ ἀνεπιγράφου. Ὅρα τὴν ἀκρίβειαν, μείζων ἐν γεννητοῖς
15γυναικῶν λέγει, ἵνα ἐξέλῃ τὴν παρθένον· ἐγεννήθη μὲν γὰρ ἐκ γυναικὸς, καὶ κατηξίωσε σῶμα ἐκ τοῦ ἡμετέρου φυράματος λα‐ βεῖν, ἵνα τὸ ὅλον ἁγιασθῇ διὰ τῆς ἀπ’ ἀρχῆς. Γεννητῶν δέ φησι γυναικῶν τῶν κατὰ φύσιν τικτουσῶν, ἵνα ἰδίᾳ θῇ τὴν παρὰ φύσιν παρθενίαν.
20 Ἄλλος. Οἷον μέγα εἶχεν ἀξίωμα ὁ Ἰωάννης καὶ φοβερὸς ἦν τὴν ἔνστασιν, καὶ σεμνὸς τὴν ὄψιν, καὶ ἅγιος τὴν προαίρεσιν, καὶ ἀνεπίληπτος τὸν βίον, καὶ καθαρὸς τὴν διάνοιαν, καὶ πνευματο‐ φόρος τὴν χάριν, καὶ δυνατὸς ἐν πᾶσι, καὶ εὐγενὴς κατὰ πάντα. τοῦ γὰρ ἀρχιερέως υἱὸς ἦν, καὶ φοβερὸς τῷ λαῷ, συγκρινόμενος
25δὲ πρὸς τοὺς ἤδη πρὸς Θεὸν ἐκδημήσαντας, κἂν μέγας ἐστὶν, ἀλλ’ ὅμως ἔτι ἐν βίῳ ἀναστρέφεται, καὶ οὐδέπω ἀπέλαβε τὴν προσδο‐ κωμένην ἐλπίδα· ὁ μικρότερος τοίνυν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν· οὐχ ὅτι καὶ Ἰωάννης οὐκ ἀπολήψεται, ἀλλὰ συγκρίνωμεν τὸ ἐνταῦθα ἀξίωμα, ἐκείνῃ τῇ προσδοκωμένῃ χάριτι.
30 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἶσιν ὅμοιοι; ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις. Τοῦ ἁγίου Κυρίλλου. Ἡνίκα ποῦ παιγνίου τις τρόπος παρὰ
τοῖς Ἰουδαίων παισὶν οὕτως ἔχων, εἰς μέρη δύο πληθὺς παιδίων59

60

ἐτέμνετο, ἃ καὶ τὴν τοῦ βίου γελῶντα τύρβην, καὶ τῶν ἐν αὐτῷ πραγμάτων τὸ ἀνώμαλον, καὶ τὴν ἑτέρως εἰς ἕτερα δεινὴν καὶ ἀθρόαν μεταβολὴν, τὰ μὲν ηὔλουν, τὰ δὲ ἐθρήνουν· ἀλλ’ οὔτε τοῖς αὐλοῦσι καὶ χαίρουσιν οἱ θρηνοῦντες συνήδοντο· οὔτε μὲν τοῖς
5κλαίουσιν οἱ τὸν αὐλὸν ἔχοντες συνεπλάττοντο· εἶτ’ ἀλλήλοις ἐνεκάλουν τρόπον τὸ ἀσυμπαθὲς ἤγουν ἀδιάθετον. τοιοῦτόν τι πεπον‐ θέναι τοὺς τῶν Ἰουδαίων δήμους ὁμοῦ τοῖς προεστηκόσιν ἰσχυρί‐ ζετο ὁ Χριστός.
9tΚΕΦ. ΚΑ.
10tΠερὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
11 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων, ἵνα φάγῃ μετ’ αὐτοῦ. Χρὴ γινώσκειν ὅτι οὗτος ὁ Φαρισαῖος ὁ κεκληκὼς τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν, δολερᾶς ὑποκρίσεως οὐκ ἀπήλ‐
15λακτο, οὐδὲ τῆς ἐμφωλευούσης ἀπιστίας αὐτῷ, ὅθεν ἔφη, “εἰ ἦν “προφήτης,” καὶ τὰ ἑξῆς. Ὁ δὲ Κύριος καίπερ εἰδὼς αὐτὸν τοιοῦ‐ τον ὄντα, εἰσελθὼν εἰς τὸν οἶκον αὐτοῦ κατεκλίθη, “καὶ ἰδού,” φησι, “γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλὸς, ἐπιγνοῦσα ὅτι κατά‐ κειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου·” καὶ τὰ ἑξῆς.
20 Οὐκ ἔστι δὲ αὕτη οὔτε ἡ παρὰ τῷ Ματθαίῳ, οὔτε ἡ παρὰ τῷ Μάρκῳ, οὔτε ἡ παρὰ τῷ Ἰωάννῃ μνημονευομένη, ἀλλ’ ἑτέρα τις. Κατανοῶν τοίνυν ἐγὼ καὶ κατεξετάζων ἐπιμελῶς τὴν διήγησιν καὶ τῶν εὐαγγελικῶν ῥημάτων ἐνατενίζων τῷ ἀκριβεῖ, τρεῖς εἶναι τὰς γυναῖκας λογίζομαι· καὶ ἐκ τῆς τῶν προσώπων ποιότητος, καὶ
25ἐξ αὐτοῦ τοῦ τρόπου τῆς πράξεως, καὶ ἐκ τῆς διαφορᾶς τοῦ καιροῦ. Ὁ μὲν γὰρ Ἰωάννης περὶ τῆς Μαρίας τῆς ἀδελφῆς Λαζάρου καὶ Μάρθας ἐπαινουμένης σφόδρα καὶ θεοσεβοῦς, καὶ ἐν ταῖς μαθητιώσαις λελογισμένης τῷ Ἰησοῦ τοῦτό φησιν, ὧδέ πως διηγούμενος, “ὁ οὖν, Ἰησοῦς, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα
30“ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. “Ἐποίησαν οὖν αὐτῷ ἐκεῖ δεῖπνον. Ἡ δὲ Μάρθα διηκόνει, ὁ
“δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ· ἡ οὖν Μαρία60

61

“λαβοῦσα λίτραν μύρου νάρδου,” καὶ τὰ ἑξῆς. ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ· ἰδοὺ πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα· κατὰ τὴν οἰκίαν Μαρίας καὶ Λαζάρου καὶ Μάρθας τοῦτο γεγονέναι σαφῶς ἱστόρησεν ὁ Εὐαγγελιστής· ὡς καὶ ἀνωτέρω τὸ αὐτὸ τοῦτο ἐξεῖ‐
5πεν. “Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμά‐ “ξασα,” καὶ τὰ ἑξῆς, “ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει·” καὶ μὴ θαυμάσῃς εἰ κατὰ προαναφώνησεν ἐρρέθη· καὶ γὰρ περὶ τοῦ Ἰούδα φησὶν ὁ Μάρκος τὰ ὀνόματα τῶν ιβʹ Ἀποστόλων ἀπαριθμούμενος, “καὶ Ἰούδας Ἰσκαριώτης ὃς καὶ παρέδωκεν αὐτόν.” καίτοι γε
10οὐδέπω παραδοὺς ἦν αὐτὸν, ἀλλὰ τὸ μέλλον, ὡς ἤδη γενόμενον ἔγραψεν· ὁ δέ γε Ματθαῖος ἐπάγει λέγων, “καὶ ἐγένετο ὅτε “ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μα‐ “θηταῖς αὐτοῦ, οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται,” καὶ τὰ ἑξῆς. “Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ
15“Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον “μύρου πολυτίμου, καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακει‐ “μένου.” Σκόπει οὖν ὅτι εἰρηκότος τοῦ Ἰησοῦ, “οἴδατε ὅτι “μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται·” οὕτως ἱστόρησεν αὐτὸν ὁ Εὐαγγελιστὴς γενόμενον κατὰ τὴν αὐτὴν Βηθανίαν ἐν τῇ οἰκίᾳ
20Σίμωνος τοῦ λεπροῦ, καὶ ὑπὸ τῆς γυναικὸς τιμηθέντα τῷ μύρῳ, μὴ τῶν ποδῶν ἀλειφομένων, ἀλλὰ τοῦ ἀλαβάστρου καταχεομένου τῆς κεφαλῆς. ὥστε καὶ ὑπὸ τοῦ Ἰωάννου γραφὲν, ἐν τῷ οἴκῳ Μαρίας καὶ Μάρθας, καὶ ἀπὸ τοῦ τρόπου τῆς πράξεως, ἐκεῖ μὲν γὰρ τοὺς πόδας ἤλειψε καὶ ἀπέμαξε ταῖς θριξὶ τῆς ἰδίας κεφα‐
25λῆς ἀλείψασα, ἐνταῦθα δὲ κατέχεεν ἐπὶ τῆς τοῦ Ἰησοῦ κεφαλῆς· καὶ ἀπὸ χρόνου· πρὸ μὲν γὰρ ἓξ ἡμερῶν ἔφη ὁ Ἰωάννης τοῦ Πάσχα γενέσθαι τὸ δεῖπνον ἐκεῖνο, Ματθαῖος δὲ πρὸ ἡμερῶν δύο καὶ μόνος· Λουκᾶς δὲ περὶ τὰ μέσα τοῦ Εὐαγγελίου ἢ καὶ ἔτι πρὸ τούτου. “ἰδοὺ γὰρ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλὸς, ἐπι‐
30“γνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα “ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω “κλαίουσα,” καὶ τὰ ἑξῆς. “Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέ‐
“σας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ λέγων, οὗτος εἰ ἦν προφήτης, ἐγί‐61

62

“νωσκεν ἂν τίς καὶ ποταπὴ,” καὶ τὰ ἑξῆς. προδηλότατα γοῦν ἐκ τοῦ καιροῦ δέδεικται μὴ τὴν αὐτὴν ταῖς ἄλλαις γυναιξὶ ταῖς περὶ τὸν καιρὸν τοῦ πάθους τιμησάσαις τὸν Σωτῆρα τῷ μύρῳ· μηδὲν δὲ νομιζέτω διὰ τὸ καὶ τοῦτον τὸν Φαρισαῖον τὸν κεκληκότα αὐτὸν
5Σίμωνα προαγορεύεσθαι, τὸν αὐτὸν εἶναι Σίμωνα τῷ λεπρῷ· φαίνε‐ ται γὰρ ἐκεῖνος τεθεραπευμένος ὑπὸ τοῦ Ἰησοῦ, καὶ χαριστήριον ὥσπερ ἀποτιννὺς αὐτῷ τὴν εἰς τὴν οἰκίαν ἀποδοχήν. οὐ γὰρ ἂν εἰ μὴ τεθεράπευτο, παρ’ αὐτῷ κατέλυεν. Κατεφίλει δὲ αὕτη οὐκ ἀργῶς, ἀλλὰ τῷ μύρῳ ἀλείφουσα τοὺς
10πόδας, τὴν πολλὴν στοργὴν ἐκ τούτου δεικνύουσα. Ὁ δὲ Κύριος ὁ μὴ διὰ ῥημάτων μόνον ἀκούων, ἀλλὰ καὶ τὰς ἐνθυμήσεις καταλαμβάνων, ὡς καὶ τῶν προφητῶν δεσπότης ὑπάρ‐ χων, ἀπαγγέλλει τοὺς λογισμοὺς τοῦ Φαρισαίου λέγων· “Σίμων, “ἔχω σοί τι εἰπεῖν,” καὶ τὰ ἑξῆς.
15 Εἶτα εἰπόντος ἐκείνου, ᾧ τὸ πλέον ἐχαρίσατο, αὐτός φησι πρὸς αὐτόν· τί τοίνυν σὺ τοιαῦτα ἐνεθυμήθης; οὐδὲ γὰρ σὺ ἀναμάρ‐ τητος· εἰ γὰρ ἐλάττω χρεωστεῖς, ἀλλ’ οὐ μέντοι ἀπηλλαγμένος τυγχάνεις ἁμαρτημάτων· καὶ πολλάκις μὲν γίγνεται τὸν πολλὰ ἐπταικότα, δι’ ἐξομολογήσεως τῶν ἁμαρτημάτων ἀπαλλαγῆναι· τὸν
20δὲ ὀλίγα ἡμαρτηκότα, δι’ ὑπερηφανίαν μὴ προελθεῖν τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως, καὶ ὑποκεῖσθαι τῇ κολάσει· οὐδὲ γὰρ διὰ τὸ μὴ ἔχειν πολλὰ τῆς κρίσεως ἀπαλλάττεταί τις, ἀλλ’ ὁμοίως καὶ ἐπὶ τοῖς ὀλίγοις κατακρίνεται, μὴ τὴν προσήκουσαν καὶ ὑπὲρ αὐτῶν προσενέγκας ἐξομολόγησιν καὶ μετάνοιαν. ὡς γὰρ ἁμαρ‐
25τωλὸς ἀπαρρησίαστος εὑρεθήσεται, ἐπὶ τοῦ φοβεροῦ βήματος, καὶ σὺ μὲν, φησὶ, τοῖς ἑτοίμοις οὐκ ἐχρήσω· ὕδωρ γάρ μοι ἐπὶ τοὺς πόδας οὐκ ἔδωκας· εὔκολος γὰρ τῶν ὑδάτων ἡ χρῆσις αὕτη δὲ τὰ ἀνέτοιμα ἐξεκένωσε, τοῖς δάκρυσιν αὐτῆς βρέχουσά μου τοὺς πόδας· οὐ δὲ γὰρ εὔκολος ἡ τῶν δακρύων ἔκχυσις, καὶ ταῖς θριξὶν
30ἐξέμαξεν, ἵνα δι’ ὧν ἐθήρευσε πρὸς ἁμαρτίαν νεότητα, διὰ τούτων ἁγιοσύνην εὑρεθῇ θηρεύουσα· ἔτι δὲ καὶ κατεφρόνησάς μου· φί‐ λημα γάρ μοι οὐκ ἔδωκας, οὐδὲ ἐλαίῳ τὴν κεφαλήν μου ἤλειψας· αὕτη δὲ μετὰ παντὸς πόθου καταφιλοῦσά μοι τοὺς πόδας, μύρῳ τούτους ἤλειψε· καὶ ἐπειδὴ εἶπας ἐν σεαυτῷ “οὗτος εἰ ἦν προφήτης,
35“ἐγίνωσκεν ἂν, τίς καὶ ποταπὴ ἡ γυνὴ αὕτη ἥτις ἅπτεται αὐτοῦ,62

63

“ὅτι ἁμαρτωλός ἐστι” γνῶθι κἂν νῦν ἐκ τούτου ὅτι οὐκ ἠγνόουν, ὅτι καὶ τοὺς σοὺς διαλογισμοὺς ἐπίσταμαι καὶ τὰς ἁμαρτίας ταύτης γινώσκων· διὸ καὶ σὲ μὲν ὡς πάντα εἰδὼς ἐλέγχω, καὶ τὸν ὄγκον τῶν ἁμαρτημάτων ταύτης ἐπιστάμενος λέγω σοι “ὅτι ἀφέωνται
5“αὐτῆς αἱ ἁμαρτίαι,” καὶ τὰ ἑξῆς. Ἔδοξε δὲ ὁ Εὐαγγελιστὴς, ὅτι καὶ ἕτεροι ἦσαν συνανακείμενοι, οὓς καὶ ἐξένισεν ὁ λέπρος, ὅτι οὐχ ὡς προφήτου ἦν, ἀλλ’ ὡς δε‐ σπότου τὸ δίκαιον ἀπονέμοντος· τί δὲ ἦν τὸ δίκαιον; ἡ ἐξομολό‐ γησις τῆς γυναικὸς καὶ τὸ δάκρυον καὶ ἡ τιμὴ, καὶ ἡ παρὰ τοὺς
10πόδας στᾶσις. Εἶπε δὲ αὐτῇ ὁ Χριστός· “ἡ πίστις σου σέσωκέ σε.” Διὰ τὸ πιστεῦσαι αὐτὴν ὅτι ἐξουσίαν ἔχει ἀφίεναι ἁμαρτίας. Τὸ δὲ “πορεύου εἰς εἰρήνην” τοῦτό ἐστι τὸ μηκέτι ἁμαρτάνειν.
14tΚΕΦ. ΚΒ.
15tΠερὶ τῆς παραβολῆς τοῦ σπείραντος.
16 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ. Διοδεύων δὲ κατὰ πόλεις καὶ κώμας καὶ κηρύσσων καὶ εὐαγ‐
20γελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ ὁ οὐρανόθεν γενόμενος διδά‐ σκαλος εἰς τὴν γῆν, τοὺς ἐπὶ γῆς εἰς τὴν βασιλείαν ἐκάλει τῶν οὐρανῶν· ἔστι γὰρ καὶ ἡ γῆ αὕτη δημιούργημα, ὅπως οἱ διὰ πλά‐ νην ἀποστάντες τῆς οὐρανίου καταστάσεως τῶν ἐπιγείων κατα‐ φρονήσωσιν.
25 Οἱ δὲ δώδεκα ἦσαν σὺν αὐτῷ οὐκ εὐαγγελιζόμενοι, ἀλλὰ μαθη‐ τευόμενοι καὶ παιδαγωγούμενοι πρὸς τὸ Εὐαγγέλιον. Διηκόνουν δὲ αὐτοῖς αἱ συνακολουθοῦσαι γυναῖκες ἐκ τῶν ὑπαρ‐ χόντων αὐταῖς· οὐ γὰρ σωματικὴν ἀνάπαυσιν παρέχουσιν αὐτοῖς, ἀλλ’ εὐαγγελικῆς σωτηρίας ἀντιποιούμεναι καὶ προσαναλίσκουσαι
30τὰ ὑπάρχοντα εἰς τὴν τῶν δεομένων ἐπίδοσιν, ἵνα κτήσηται τὴν εὐσέβειαν. Περὶ τῆς παραβολῆς τοῦ σπόρου καὶ ἀκολούθως, περὶ
τοῦ ἅπτειν λύχνον, καὶ μὴ καλύπτειν αὐτὸν σκεύει, καὶ τοῦτο63

64

προτέρως δὲ, καὶ περὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὅτι ἤθελον αὐτὸν ἰδεῖν, καὶ περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων καὶ περὶ τοῦ ἔχοντος τὸν λεγεῶνα, καὶ περὶ τῶν Γεργεσηνῶν, καὶ περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου, καὶ περὶ τῆς αἱμορροούσης, καὶ
5περὶ τῆς ἀποστολῆς τῶν δώδεκα, καὶ περὶ Ἡρώδου, καὶ περὶ τῶν πέντε ἄρτων, καὶ περὶ τῆς τῶν μαθητῶν ἐπερωτήσεως, ὅτι τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; καὶ περὶ τῆς μεταμορφώσεως καὶ περὶ τοῦ σεληνιαζομένου, καὶ περὶ τῶν διαλογιζομένων τίς μείζων ἐστιν, ὅπερ ἐστὶ κεφάλαιον. Εἰς τὰ μικρὰ, εἰς τὸν ἅγιον λόγον, ἕως ὧδε,
10προυγράφη εἰς τὸν ἅγιον Ματθαῖον. Τοῦ Ἁγίου Τίτου Βοστρῶν. Ὁ οὐρανόθεν παραγενόμενος δι‐ δάσκαλος εἰς τὴν γῆν τοὺς ἐπὶ τῆς γῆς τὴν βασιλείαν τῶν οὐρα‐ νῶν εὐαγγελίζεται, ἵνα τὴν γῆν ποιήσῃ οὐρανόν· ἦν γὰρ καὶ ἡ γῆ αὐτοῦ δημιούργημα. Ἐπειδὴ γὰρ διὰ πλάνην ἀπέστη τῆς οὐρανίου
15καταστάσεως· ἦλθε δὲ καὶ τὴν γῆν κατορθῶσαι εἰς εὐσέβειαν, καὶ συνάψαι τὸ συναμφότερον διὰ μόνην φιλανθρωπίαν. τίς δὲ κηρύσ‐ σειν ἔμελλε βασιλείαν Θεοῦ, ἢ ὁ υἱὸς τοῦ Θεοῦ, οὗ ἡ βασιλεία; οὐ γὰρ οἱ κάτω τὰ ἄνω κηρύττομεν, ἀλλ’ ὁ ἄνωθεν τὰ ἄνω ἀπαγ‐ γέλλει. Γεγόνασιν οὖν πολλοὶ προφῆται, ἀλλ’ οὐκ ἐκήρυξαν οὐ‐
20ρανῶν βασιλείαν· ὧν γὰρ μὴ ἦσαν θεαταὶ, τὸν λόγον τούτων πως ἐδίδουν. Διὰ τοῦτο ἔλεγεν ὁ Ἰωάννης, ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς λαλεῖ, ὁ δὲ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστὶ, καὶ ὃ ἑώρακε μαρτυρεῖ· ἐκήρυξε τοίνυν τὴν βασιλείαν τοῦ Θεοῦ τοῖς ἀπίστοις μὴ φαινομένην, τὴν παρ’ Ἀγγέλοις πολιτευομένην τε καὶ
25κρατοῦσαν, ἵνα οἱ ἀκούοντες βασιλείαν τοῦ Θεοῦ τῶν ἐπιγείων καταφρονήσωσιν. Οὐ σωματικὴν ἀνάπαυσιν μετεδίωκον, ἀλλ’ εὐαγγελικῆς σωτη‐ ρίας ἀντεποιεῖτο, προανήλισκον οὖν τὰ ὑπάρχοντα, ἵνα κτήσωνται τὴν εὐσέβειαν.
30 Τοῦ Ἁγίου Κυρίλλου. Εἰσκεκόμικε τὸν Κύριον ὁ μακάριος ψαλμῳδὸς Δαβὶδ λέγοντα, “ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα “μοῦ.” Ἄθρει δὴ οὖν ἐς πέρας ἐκβεβηκὸς τὸ παρ’ αὐτοῦ διηγο‐ ρευμένον· πλείστη μὲν γὰρ πληθὺς συνεγήγερτο περὶ αὐτὸν ἐξ ἁπάσης τῆς Ἰουδαίας. Προσελάλει δὲ αὐτοῖς ἐν παραβολαῖς,
35ἀλλ’ ἐκείνοις μὲν οὐκ οὖσιν ἀξίοις τοῦ μαθεῖν τὰ μυστήρια τῆς64

65

τῶν οὐρανῶν βασιλείας, ἀσυμφανὴς ἦν ὁ λόγος· λόγου γὰρ ἠξίουν οὐδενὸς τὸ χρῆσθαι τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, ἀντέπρατ‐ τον δὲ ἀνοσίως τοῖς δι’ αὐτοῦ κηρύγμασιν. καὶ γοῦν ἐπετίμων τοῖς ἐθέλουσι προσεδρεύειν αὐτῷ, καὶ τὴν παρ’ αὐτοῖς διψῶσι μυστα‐
5γωγίαν, δυσσεβοῦντές τε καὶ λέγοντες, δαιμόνιον ἔχει καὶ μαίνε‐ ται, τί ἀκούετε αὐτοῦ; οὐκοῦν οὐκ ἐκείνοις δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἡμῖν δὲ μᾶλλον τοῖς ἑτοι‐ μοτέροις εἰς πίστιν· δέδωκε γὰρ ἡμῖν αὐτὸς τὸ δύνασθαι μόνον· παραβολὰς δὲ, σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα·
10εἰκόνες γάρ εἰσι, ὥσπερ αἱ παραβολαὶ πραγμάτων οὐχ ὁρατῶν, νοητῶν τε μᾶλλον καὶ πνευματικῶν· ὁ γὰρ ἴδιος οὐκ ἔνεστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς· τοῦτο δείκνυσιν ἡ παραβολὴ τοῖς τῆς διανοίας ὄμμασι διὰ τῶν ἐν αἰσθήσει, καὶ οἷον ἀπὸ τῶν πραγμάτων διαμορφοῦσα καλῶς τὴν νοητῶν ἰσχνότητα. ἰδῶμεν τοίνυν ὁποίαν
15ἡμῖν ἐξυφαίνει τὴν νόησιν τοῦ Σωτῆρος ὁ λόγος, “Ἐξῆλθε,” φη‐ σὶν, “ὁ σπείρων τοῦ σπεῖραι,” καὶ τὰ ἑξῆς. Τοῦ ἁγίου Τίτου. “Ἐξῆλθεν·” ἦν γὰρ ἐν τοῖς κόλποις τοῦ Πα‐ τρὸς, καὶ πρὸ παντὸς αἰῶνος ὁ συναΐδιος τοῦ Πατρὸς Λόγος. Οὐ γὰρ ὅτι σπείρει, τότε ἔσται μόνον, οὐδ’ ὅτε ἐκ Μαρίας γεννᾶται,
20καὶ “ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.” Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν ἴδιον σπόρον. Διὰ τί τὸν ἴδιον; οὐ γὰρ δανείζεται λόγον, Λόγος Θεοῦ ὑπάρχων τὴν φύσιν. οὐκέτι ἴδιος σπόρος Παύλου, οὐδὲ Ἰωάννου, οὐδὲ ἄλλου τινὸς τῶν Ἀποστόλων ἢ προφητῶν, ἀλλὰ σπόρος μὲν ἦν· οὐκ ἦν δὲ αὐτῶν ἴδιος, ἀλλὰ
25λαβόντες ἔχουσι· Χριστὸς δὲ ἴδιον ἔχει σπόρον, ἐκ τῆς ἰδίας φύσεως τὴν διδασκαλίαν προσφέρων. Ἐὰν γὰρ λέγῃ Παῦλος, “ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε,” δίδωσι μὲν τῷ Σωτῆρι τὸ σπείρειν, ἑαυτῷ δὲ τὸ φυτεῦσαι. ὁ γὰρ φυτεύων ἄλλοθεν λαμ‐ βάνων, ἀλλαχοῦ μετατίθησιν, ὁ δὲ σπείρων φυτεύει, ἀλλ’ ἐκ τῶν
30ἰδίων ταμιεύων λαμβάνων σκορπίζει. ἀφθόνως χειρὶ σπείρων ὁ Παῦλος ἔλεγεν· “εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος “Χριστοῦ·” ὁ δὲ Σωτὴρ “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· “εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς.” Ποῖος διδάσκα‐
λος; ὁ δίχα τοῦ μαθεῖν διαλεγόμενος. διὰ τοῦτο ἔλεγον οἱ Ἰουδαῖοι,65

66

“πῶς γράμματα οὗτος οἶδε μὴ μεμαθηκώς;” Διὰ τοῦτο εἶπε τὸν ἴδιον σπόρον, ἵνα μάθῃς ὅτι αὐτοῦ τῆς φύσεως ὁ σπόρος· καὶ γὰρ αὐτός ἐστιν ὁ παντὸς ἀγαθοῦ σπορεὺς, καὶ ἡμεῖς γεωργοὶ αὐτοῦ, καὶ δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ καρποφορία πᾶσα πνευματικὴ,
5καὶ τοῦτο ἡμῶν διδάσκει λέγων, “χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν “οὐδέν.” Κυρίλλου Ἀλεξανδρείας. Καὶ ποία τίς ἐστιν ἡ πρόφασις δι’ ἣν ἁρπάζετε τὰ ἐν ταῖς ὁδοῖς; ἰδῶμεν τέως, ὡς ἐν παχέσι πράγμασι τὸ ζητούμενον. σκληρὰ καὶ ἀνήροτος πᾶσά πως ἐστιν
10ὁδὸς διὰ τὸ τὴν ἁπάντων ὑποκεῖσθαι ποσί· καὶ οὐδὲν αὐταῖς ἐγχώ‐ ννυται τῶν σπερμάτων· κεῖται δὲ μᾶλλον ἐπιπολαίως, καὶ τοῖς ἐθέλουσι τῶν πτηνῶν ἕτοιμα εἰς διαρπαγήν. οὐκοῦν ὅσοι τὸν νοῦν ἔχουσιν ἐν ἑαυτοῖς σκληρὸν καὶ οἷον πεπιλημένον, οὗτοι τὸν θεῖον οὐ παραδέχονται σπόρον. οὐκ εἰσδύεται γὰρ ἐν αὐτοῖς θεῖόν τε καὶ
15ἱερὸν νουθέτημα, δι’ οὗ δύνανται καρποφορεῖν τὰ εἰς ἀρετὴν αὐ‐ χήματα· οὗτοι τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ αὐτῷ δὲ τῷ Σατανᾷ πεπατημένοι γεγόνασιν ὁδὸς, ἣν οὐκ ἔνεστί ποτε καρ‐ πῶν ἁγίων ἐγγενέσθαι τροφὴν, στεῖραν καὶ ἔκγονον ἔχων τὴν καρδίαν.
20 Ἰωάννου Χρυσοστόμου. Ταῦτα λέγων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κείμενον, καὶ ἐν μέσῳ τοῦ τῆς οἰκουμένης ἀγωνιζομένους θεάτρῳ. Μὴ γὰρ δὴ τοῦτο ἴδητε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἐσμὲν μέρει· γενήσεσθε γὰρ πᾶσι κατάδηλοι.
25 Βίκτωρος Πρεσβυτέρου. Ὅταν γὰρ τοσαύτη ἡ ἀρετὴ ἀδύ‐ νατον αὐτὴν λαθεῖν· ὁ ἔχων γὰρ σπουδαίαν προαίρεσιν, λήψεται πνεύματος χάριν καὶ σοφίας καὶ γνώσεως, καὶ ἀξίαν τῶν πόνων τὴν ἀμοιβήν. Τοῦ αὐτοῦ. Τὰ γὰρ ἐκ φύσεως ἡμῖν ἐνόντα ἢ διὰ χάριτος
30δοθέντα, ἐὰν μὴ διὰ τῆς συνεχοῦς προσοχῆς καὶ σπουδῆς φιλοπόνου φυλάξωμεν, ταῦτα ζημιωθησόμεθα, οὐ μόνον μηδὲν προλαμβά‐ νοντες, ἀλλὰ καὶ προσαπολλύντες καὶ ἃ ἔχειν ἐδόξαμεν. Τίτου Βοστρῶν. Ἐκ τούτου δῆλον ὅτι οὐκ ἦν ὁ Σωτὴρ μετὰ
τῶν κατὰ σάρκα εὐγενῶν· καταλιπὼν γὰρ τούτους σχολάζει τῇ66

67

πατρικῇ διδασκαλίᾳ. Ἐπειδὴ δὲ ποθητὸς ἦν διὰ τὴν ἀπόλειψιν, καὶ ἐπιθυμητὸς εἰς θέαν διὰ τὴν χρονίαν ἀναχώρησιν, παραγίνεται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ, οἱ πρόγονοι τοῦ Ἰωσὴφ οἱ κληθέντες ἀδελφοί· οὐκ ἔστι δὲ στεμτὴ (sic) τοῦ Κυρίου ἡ συγγένεια, οὐδὲ
5ἐν ὀλίγῳ περιγράφεται αὐτοῦ ἡ πρὸς ἀνθρώπους φιλία. Ἦλθε γὰρ ἅπαντα τὸν κόσμον εἰς ἀδελφότητα καλέσαι ἄφθονον, καὶ προλαβὼν ἔλεγε ἐν προφήταις τῷ Πατρὶ, “ἀπαγγελῶ τὸ ὄνομά “σου τοῖς ἀδελφοῖς μου·” ποίοις ἀδελφοῖς ἑρμηνεύει λέγων, “ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·” ὅπου τοίνυν ἐκκλησία Χρι‐
10στοῦ, ἐκεῖ ἀδελφότης Χριστοῦ. Τοῦ αὐτοῦ. Ὁ λόγος τοῦ Θεοῦ, λόγος ἦν αὐτοῦ, Πατρὸς γὰρ καὶ Υἱοῦ μία διδασκαλία ἐν προφήταις καὶ ἐν Εὐαγγελισταῖς διὰ τῆς ἐνεργίας τὴν τοῦ Ἁγίου Πνεύματος. λέγει δὲ τὸν λόγον τοῦ Θεοῦ, ἵνα τὴν τιμὴν ἀναπέμψῃ πρὸς τὸν Πατέρα. Ὡς γὰρ ἔπρεπε
15τῷ Πατρὶ γεννῆσαι Υἱὸν, οὕτω πρέπει γεγεννημένῳ τιμᾶν τὸν γεννήσαντα. Μήτηρ μέντοι καὶ ἀδελφοὶ οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες· χρείαν γὰρ ἔχει ἀκοὴ ἐρ‐ γασίας.
19tΚΕΦ. ΚΓ.
20tΠερὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.
21 Κυρίλλου Ἀλεξανδρείας. Διέπλει ὁμοῦ τοῖς ἁγίοις Ἀπο‐ στόλοις ὁ Χριστὸς τὴν Τιβεριάδα θάλασσαν, ἤτοι λίμνην· ἐγή‐ γερται δὲ κατὰ τοῦ σκάφους ἀδόκητός τε καὶ ἀπηνὴς χειμὼν, καὶ ταῖς τῶν ἀνέμων ἐμβολαῖς ὑψοῦ τὸ κῦμα κυρτούμενον καὶ τὸ τοῦ
25θανάτου δέος ἐνετίθει ταῖς μαθηταῖς· τεθορύβηνται γὰρ οὐ με‐ τρίως, καίτοι τὸ θαλασσουργεῖν εἰδότες, καὶ κλύδωνος οὐκ ὄντος ἀπείρατοι. ἐπειδὴ δὲ λοιπὸν τοῦ κινδύνου τὸ μέγεθος πρὸς ἀφόρητον αὐτοὺς ἐκάλει δειλίαν, ὡς ἑτέραν οὐκ ἔχοντες τοῦ σώζεσθαι τὴν ἐλπίδα, πλὴν ὅτι μόνον αὐτὸν τὸν τῶν δυνάμεων κύριον· δῆλον δὲ
30ὅτι Χριστὸν διανιστᾶσι λέγοντες, “ἐπιστάτα, σῶσον, ἀπολλύμεθα.” καὶ καθευδῆσαι γὰρ αὐτὸν ὁ Εὐαγγελιστής φησιν. οἰκονομικώτατα δέ μοι καὶ τοῦτο λίαν πεπράχθαι δοκεῖ, ἵνα μὴ εὐθὺς ἀρξαμένου τοῦ κλύδωνος ἐπιπηδᾶν τῷ σκάφει, τὴν παρ’ αὐτοῦ ζητοῦσιν ἐπι‐
κουρίαν, ἀλλ’ οἷον ἀκμάσαντος ἤδη τοῦ κακοῦ, ἐμφανεστέρα γένη‐67

68

ται τῆς θεοπρεποῦς ἐξουσίας ἡ δύναμις, μαινομένην καθιστᾶσα θάλασσαν καὶ μεθιστᾶσα πρὸς γαλήνην. Τοῦ αὐτοῦ. Ἐνταῦθά μοι βλέπε μετὰ πίστεως ὀλιγοπιστίαν. πιστεύουσι μὲν γὰρ ὅτι σῶσαι δύναται, ὡς δὲ ὀλιγόπιστοι λέγουσι
5τὸ “σῶσον, ἀπολλύμεθα·” οὐ γὰρ ἐφικτὸν ἀπολεῖσθαί ποτε συν‐ όντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος. ἀλλ’ ἐγήγερται παραχρῆμα Χριστὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν, καὶ καθίστησι μὲν εὐθὺς τὸν κλύδωνα, συνέστειλε δὲ τὰς τῶν πνευμάτων ὁρμάς· καὶ τὸν θόρυ‐ βον ἔπαυσε, καὶ δι’ αὐτῶν ἔδειξε τῶν πραγμάτων, ὅτι Θεός ἐστι.
10λεγέσθω τοίνυν παρ’ ἡμῶν τὸ ἐν βίβλῳ ψαλμῶν· “σὺ δεσπόζεις “τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς “σὺ καταπραΰνεις.” Τοῦ αὐτοῦ. Ὥσπερ ὁ χρυσὸς ἐν πυρὶ δοκιμάζεται, οὕτω καὶ ἡ πίστις ἐν πειρασμοῖς· πλὴν ἀσθενὴς ὁ ἀνθρώπου νοῦς, δεῖται δὲ
15πάντως τῆς ἄνωθεν χειρὸς εἰς τὸ διενεγκεῖν ἀνδρείως τὰ παρεμ‐ πίπτοντα. καὶ τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐδίδασκεν, εἰπὼν, “χωρὶς “ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν·” ὡμολόγει δὲ τοῦτο καὶ ὁ σοφώ‐ τατος Παῦλος λέγων, “ὅτι πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με “Χριστῷ.”
20 Ἆρ’ οὖν ὡς οὐκ εἰδότες τὸ “τίς οὗτός ἐστι,” παρηγόρευον ἀλ‐ λήλοις; εἶτα πῶς οὐκ ἀπίθανον παντελῶς τὸ χρῆμά ἐστιν; ᾔδεσαν γὰρ ὄντα Θεὸν, καὶ Υἱὸν Θεοῦ τὸν Ἰησοῦν· καταπληττόμενοι δὲ τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τὴν τῆς θεότητος δόξαν, καίτοι καθ’ ἡμᾶς ὄντι τε καὶ ὁρωμένῳ κατὰ τὴν σάρκα,
25λέγουσι τὸ “τίς οὗτός ἐστιν,” ἀντὶ τοῦ πόσος καὶ οἷος, καὶ ἐν ὅσῃ δυνάμει καὶ ἐξουσίᾳ, “ὅτι καὶ αὐτοῖς ἐπιτάσσει τοῖς ὕδασι καὶ τοῖς “ἀνέμοις, καὶ ὑπακούουσιν αὐτῷ·” ἐπιτακτικὸν γὰρ ἦν τὸ ἔργον, δεσποτικὴ ἡ πρόσταξις καὶ οὐκ ἀξίως οἰκητική· μέγα καὶ τοῦτο πρὸς θαῦμα καὶ ὄνησιν τοῖς ἀκροωμένοις· ὑπακούει γὰρ ἡ κτίσις,
30οἷς ἂν ἐπιτάττειν βούλεται Χριστός. ἀμέλει καὶ τὸν τῆς ἐπι‐ τιμῆς τρόπον ἐν ἐξουσίᾳ θεοπρεπεῖ γενέσθαι φησὶν ὁ Ματ‐ θαῖος· ἔφη γὰρ εἰπεῖν τῇ θαλάσσῃ τὸν Κύριον, “σιώπα, πεφί‐ “μωσο,” καὶ ἅμα τῷ λόγῳ ἠκολούθησε τὸ πρᾶγμα, καὶ ἡ θά‐ λασσα γινώσκει τὸν ἀπαρχῆς αὐτὴν συναγαγόντα, προστάγματι
35τὸν θέμενον ἄμμον ὅριον αὐτῇ, ὃ οὐχ ὑπερβήσεται.68

69

(1t)

ΚΕΦ. ΚΔ.
2tΠερὶ τοῦ Λεγεῶνος.
3 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν.
5 Κυρίλλου Ἀλεξανδρείας. Ἐνταῦθά μοι βλέπε θράσει πολλῷ καὶ ἀπονοίᾳ συμπεπληγμένην δειλίαν· δεῖγμα μὲν γὰρ ἀπονοίας δηλωτικὸν τὸ τολμῆσαι λέγειν, “τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ “Θεοῦ τοῦ ὑψίστου;” εἰ γὰρ οἶδας ὅλως ὄντα αὐτὸν Υἱὸν τοῦ Ὑψίστου Θεοῦ, ὁμολογεῖς ὅτι Θεός ἐστιν οὐρανοῦ τε καὶ γῆς καὶ
10τῶν ἐν αὐτοῖς· εἶτα πῶς τὰ μὴ σὰ, μᾶλλον δὲ τὰ αὐτοῦ διαρπά‐ ζεις, εἶτα λέγεις, “τί ἐμοὶ καὶ σοί;” καὶ τίς ἀνέξεται τῶν ἐπὶ τῆς βασιλείας μέχρι παντὸς ἀνεῖναι βαρβάρῳ τοὺς ὑπὸ σκήπτρα κειμένους, τὰς αὐτῷ δὲ πρεπούσας ἐρεύγεσθαι· φωνάς. αὕται δέ εἰσι τὸ “δέομαί σου μή με βασανίσῃς·” παρήγγειλε γὰρ,” ἔφη,
15“τῷ πνεύματι ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου.” Ἄθρει δέ μοι πάλιν τὴν ἀπαράβλητον δόξαν τοῦ πάντα ἰσχύοντος, φημὶ δὴ Χριστοῦ τὴν ἀκαταγώνιστον ἰσχὺν, συντρίβει τὸν Σατανᾶν, ἐθελήσας μόνον τοῦτο παθεῖν αὐτόν· πῦρ αὐτῷ καὶ φλόγες εἰσὶ τὰ τοῦ Χριστοῦ ῥήματα. Ἄληθες οὖν ὅτι, καθά φησιν ὁ μακάριος ψαλμῳδὸς “τὰ
20“ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Θεοῦ·” ὄρεσι γὰρ τὰς ὑψηλὰς καὶ ὑπερηφάνους παρεικάζει δυνάμεις, πονηρίας δη‐ λονότι, πλὴν ὡς πυρὶ προσβαλλούσας τῇ τοῦ Σωτῆρος ἡμῶν δυνά‐ μει τε καὶ ἐξουσίᾳ, κατατήκονται κηροῦ δίκην. Τοῦ Ἁγίου Τίτου Βοστρῶν. Ὡσανεὶ ἔλεγε, μὴ ἀποπέμψῃς
25ἡμᾶς, μηδὲ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ δια‐ βόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ· ἐπεὶ τοίνυν οἴδασιν, ὅτι ποτὲ πεμφθήσονται, ἄνεσιν πρὸς καιρὸν αἰτοῦσιν, ὁμολογοῦντες δηλαδὴ σαφῶς ὅτι ἐὰν ἐπιτάξῃ, ἀπελεύσωνται. ὥστε ὁ Κύριος τὸ μὲν ἐπιτάξαι αὐτοῖς οὐκ εἴασεν, συνεχώρησε δὲ αὐτοὺς εἶναι ἐν τῇ γῇ
30ταύτῃ ἕως ὅτε καὶ τὸν διάβολον, πρὸς γυμνασίαν τῶν ἀνθρώπων· τοῦ γὰρ ἀντιπάλου ἡ ἀπουσία τοῦ νικητοῦ ἀφαιρεῖται τὸν στέ‐ φανον. Αὐτοὶ μὲν γὰρ πονηρεύονται, ὁ δὲ ἀγωνοθέτης στέφανον
προτιθεῖ τοῖς νικῶσι. παρεκάλουν οἱ δαίμονες τὸν Κύριον. εἰ κατὰ69

70

τοὺς αἱρετικοὺς ἀρχαὶ ἦσαν δύο, οὐκ ἂν οἱ δαίμονες παρεκάλουν τὸν Κύριον, εἰ μὴ ἦσαν δημιούργημα μὲν τοῦ Θεοῦ, ὡς δὲ ἁμαρ‐ τήσαντες ἀποβεβλημένοι. βλέπε τοίνυν τὴν οἰκειότητα τῆς δημι‐ ουργίας καὶ τῆς ἁμαρτίας τὸν ἔλεγχον, ἡμᾶς γὰρ δημιουργία ὑπὸ
5τὸν δεσπότην, οἱ δὲ ἁμαρτάνοντες ὑπὸ τὸν κριτὴν παρακαλοῦσι καὶ ὁμολογοῦσι τὴν ἐξουσίαν. Τοῦ αὐτοῦ. Καθαρὰ ἡ κάθαρσις, ἀναντίρρητος ἡ θεραπεία, οὕτω γὰρ ἔνηψεν ὁ πάσχων ὥστε ἐπιγνῶναι τὸν Σωτῆρα καὶ ἀξιοῦν αὐ‐ τὸν, ἵνα ᾖ σὺν αὐτῷ· τάχα δὲ καὶ εὐλαβούμενος τὴν ὑποστροφὴν
10τῶν δαιμόνων. ὁ δὲ Κύριος ἵνα μὴ δόξῃ διὰ τῆς παρουσίας φυλάτ‐ τειν, παρὼν γὰρ καὶ ἀπὼν φυλάσσει οὓς βούλεται, ἀπέλυσεν αὐ‐ τὸν, εἰπὼν, “ὑπόστρεφε εἰς τὸν οἶκον” καὶ μνημόνευε τῆς ἐνεργείας, διηγοῦ τὸ θαῦμα, ἵνα βεβαιώσῃς τὴν χάριν, “διηγοῦ ὅσα σοι “ἐποίησεν ὁ Θεός·” οὐ λέγει, ἐγὼ τύπος ὑμῖν ταπεινοφροσύνης
15γενόμενος, ἀλλ’ ἀναπέμπει εἰς Πατέρα, οὗ αὐτὸς ποιεῖ τὸ θαῦμα. Βίκτορος Πρεσβυτέρου. Θεὸν ἄρα ᾔδει τὸν Ἰησοῦν, καὶ ὁ τῶν δαιμόνων ἀπαλλαγεὶς κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, εἰπὼν αὐτῷ, “διηγοῦ ὅσα σοι ἐποίησεν ὁ Θεός·” ἄλλως δὲ οὐ παρα‐ βαίνει τὸν νόμον, ὃ γὰρ ἐνεργεῖ ὁ Υἱὸς, ἐνεργεῖ ὁ Πατήρ.
20tΚΕΦ. ΚΕ.
21tΠερὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγωγοῦ.
22 Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος. Τοῦ Ἁγίου Τίτου Βοστρῶν. Τὸ ὄνομα κεῖται διὰ τοὺς Ἰου‐ δαίους τοὺς εἰδότας τὸ γεγονὸς, ἵνα γένηται τὸ ὄνομα ἀπόδειξις
25τοῦ θαύματος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς τῶν Ἰουδαίων, οὐκ ἦλθέ τις τῶν εὐτελῶν, οὐδὲ τῶν τυχόντων· εἴθε μὲν οὖν προὔλαβε, καὶ διὰ πίστιν προσέπεσε, καὶ δι’ εὐγνωμοσύνην ἐπέγνω, μὴ διὰ χρείαν παρεγένετο. Ἡ γὰρ χρεία διαβάλλει τὴν παράκλησιν, ὅμως θλίψις ἔσθ’ ὅτε καταβιάζεται πρὸς τὸ ἑλέσθαι δρᾷν τὰ αὐτῷ
30χρήσιμα καὶ συμφέροντα. Ταύτῃ τοι καὶ ὁ μακάριος ἔφη Δαβὶδ, “ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις, τῶν μὴ ἐγγι‐
“ζόντων πρός σε.”70

71

(1t)

ΚΕΦ. Κϛ.
2tΠερὶ τῆς αἱμορρούσης.
3 Ἐξ ἀνεπιγράφου. Πρόσεισι γυνὴ καλῶς καὶ οἰκείως τὴν μόνην ἱκανὴν ἀφορμὴν εἰς τὸ ἰαθῆναι παρασκευάσασα τὴν πίστιν.
5“Προσελθοῦσα” γάρ, φησιν, “ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ “ἱματίου αὐτοῦ,” δηλαδὴ πεπιστευκυῖα μεγάλως, οὕτως ὡς καὶ διὰ τῆς ἐπαφῆς πιστεῦσαι τὴν ἴασιν. Λέγει δὲ αὐτῷ καὶ διη‐ γεῖται Μάρκος ὁ Εὐαγγελιστής· “ἔλεγε γὰρ,” φησὶν, “ὅτι κἂν “τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι, καὶ παραχρῆμα ἔστη
10“ἡ ῥῦσις τοῦ αἵματος αὐτῆς.” Ὥσπερ γὰρ εἰ προσαγάγοι τις ὀφθαλμὸν φωτὶ λάμποντι ἢ πυρὶ φλέγοντι τὴν πεφυκυίαν ὕλην ἐξάπτεσθαι, ἅμα τε προσήγαγε, καὶ τὸ τῆς ἐνεργείας πεπλήρωται, ὀφθαλμός τε γὰρ, ἅμα τὸ πρὸς φῶς ἀπιδεῖν ἐφωτίσθη, καὶ τὸ πεφυκὸς ὑποδέχεσθαι πρὸς ἐνέργειαν ἅμα τὸ πλησιᾶσαι φλέγεται,
15οὕτως ἡ πιστῶς ἐφαψαμένη τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, τῆς ἰάσεως ἔτυχεν, οὐκ ἠγνοήθη δὲ τὸ παράδοξον. Ἐξ ἀνεπιγράφου. Οὐκ ἦν τῷ Κυρίῳ πλησιᾶσαι καὶ ἐφά‐ ψασθαι αὐτοῦ σωματικῶς πλησιάζοντα καὶ ἐφαπτόμενον, εἰ μὴ πνευματικῶς τοῦτο ποιῇ· ἔτυχε τοίνυν οὗπερ ἔχρῃζεν ἡ γυνή. Διὸ
20καὶ ζητεῖ τοὺς ὑπὸ τοῦ Κυρίου, καὶ ἐς ὄψιν καλεῖται τῶν μαθητῶν οὐκ εἰδότων τὸ ζητούμενον, ἀλλ’ ἁπλήν τινα τὴν ἐπαφὴν οἰομένων λέγειν τὸν Κύριον, καὶ τοιαύτην οἵαν οἱ λοιποὶ πάντες ἐφήπτοντο. διόπερ ὁ Κύριος διαστέλλων· “ἥψατό μού τις,” φησὶν, ὥσπερ καὶ ἔλεγεν, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, καίτοι πάντων τὴν σω‐
25ματικὴν ταύτην ἐχόντων ἀκοήν· καὶ μέχρι δὲ ψιλῆς τῆς τῶν λόγων ἀκροάσεως ἀκουόντων ἁπάντων, ἀλλ’ οὔτε ἀκούειν ἦν τῷ μὴ συν‐ ετῷ, οὔτε ἅπτεσθαι τῷ μὴ πιστῷ. Τί οὖν; εἰς ὄψιν αὐτὴν καλεῖ, καὶ τοὺς ἱεροὺς ὀφθαλμοὺς ἐπαίρει περισκοπῶν τὴν γυναῖκα, ὅτι θέας ἀξία παρὰ τῷ Κυρίῳ· ἀξία δὲ καὶ τῆς εἰς τοὺς παρόντας
30ἐπιδείξεως, ὅτι παράδειγμα πίστεως πᾶσιν ἤμελλεν ἔσεσθαι καὶ παράκλησις ἐπὶ πίστιν, διὰ τοῦ δοθησομένου αὐτῇ δικαίως ἐπαίνου. Ἐξ ἀνεπιγράφου. Πρότερον μὲν οὐκ ἐτόλμα δι’ εὐλάβειαν
ἄντικρυς ἀπαντᾷν, καὶ περὶ θεραπείας ἀξιοῦν, ζητουμένη δὲ71

72

ἅπαντα πρεπόντως, ἔμφοβός τε καὶ εὐλαβὴς καὶ τὸ σέβας ἁρ‐ μόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς ἰάσεως εἰς ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, αἰσθήσει τὴν ἴασιν ἐπεγνωκυῖα. Λέγει γὰρ καὶ τοῦτο ὁ Μάρκος “ὅτι ἔγνω
5“τῷ σώματι, ὅτι ἰᾶται ἀπὸ τῆς μάστιγος.” ἣν δ’ ἐκ τῆς ἐπαφῆς ἔλαβε θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ Σωτὴρ εἰπὼν, “πορεύου ἐν εἰρήνῃ, καὶ ἴσθι ὑγιῆς ἀπὸ τῆς μάστιγός σου,” καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν· εἶτα δὲ καὶ τὸ σῶμα. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυν‐
10αγώγου. Τίτου Βοστρῶν. Ἵνα γὰρ μὴ εἴπῃ καὶ αὐτὸς, ἐπίσχες, οὐ χρείαν σου ἔχω, Κύριε, ἤδη γέγονε τὸ πέρας, ἀπέθανεν, ἣν προσε‐ δοκῶμεν ὑγιαίνειν· ἄπιστος γὰρ ἦν, Ἰουδαϊκὸν ἔχων φρόνημα, φθά‐ νει ὁ Κύριος καί φησι, μὴ φοβοῦ, παῦσον τῆς ἀπιστίας τὰ ῥή‐
15ματα, ἐπίσχες τὴν γλῶτταν, μόνον πίστευε κατὰ τὴν γυναῖκα, ἦν γὰρ αὐτὴ καθάπερ προοίμιον τῆς μελλούσης θαυματουργίας. Ἐξ ἀνεπιγράφου. Ἀθορύβως περὶ τὴν τηλικαύτην πάρεστι δύναμιν, οὐκ ὄχλον ἐπαρομένος, ἀλλ’ ὅσον οἷόν τε τὸν ὄχλον ἀφι‐ στάς· τῶν μὲν μαθητῶν μόνους τρεῖς συμπαραλαβὼν, τῷ δὲ ὄχλῳ
20πρόφασιν ἀναχωρήσεως προβάλλων, τὸ μὴ τεθνᾶναι φᾶναι τὴν κόρην, ἀλλὰ καθεύδειν. προσκαλεσάμενος δὲ μόνους ἐκ πάντων τοὺς γονεῖς, οὕτω τὴν κόρην καθάπερ καθεύδουσαν ἀνίστησιν, ἀληθὲς τῇ θαυματουργίᾳ ποιῆσας τὸ καθεύδειν αὐτήν· ὅπερ ἄνευ τῆς ἀνα‐ στάσεως οὐκ ἂν ἦν ἀληθές. Διόπερ οἱ μὲν τὴν ἀνάστασιν οὐ
25προσδοκῶντες κατεγέλων, καθεύδειν ἀκούοντες τὴν τεθνηκυῖαν· αὐ‐ τὸς δὲ κατὰ τὴν αὐτοῦ δύναμιν ἀληθὲς τὸ εἰρημένον ἀπέδειξεν. Ὅτι τῶν ἄλλων οὗτοι ἦσαν ὑπερέχοντες, καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχήν· ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι, καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως, ᾗ
30ἀπεκρίνατο λέγων, δυνάμεθα πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς ἀπο‐ κρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων καὶ ἀφ’ ὧν ἐπλήρωσεν, ἅπερ εἶπεν. Οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδη ταύτην δωρεὰν μεγίστην νομίσαι
χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι.72

73

(1t)

ΚΕΦ. ΚΖ.
2tΠερὶ τῆς ἀποστολῆς τῶν ιβʹ.
3 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ
5δαιμόνια καὶ νόσους θεραπεύειν. Κυρίλλου Ἀλεξανδρείας. Ἀληθὲς εἰπεῖν ὅτι πόνων ἀγαθῶν καρπὸς εὐκλεής· τοῖς γάρ τοι τὴν πάναγνον καὶ ἀβέβηλον, κατά γε τὸ ἀνθρώποις ἐγχωροῦν, κατορθοῦν ἐθέλοντας ζωὴν, τοῖς παρ’ ἑαυ‐ τοῦ χαρίσμασι καταφαιδρύνει Χριστὸς, καὶ πλουσίαν αὐτοῖς ἁγι‐
10οπρεπῶς χαρίζεται τὴν ἀντέκτησιν, καὶ δόξης αὐτοῦ τῆς ἰδίας καθίστησι κοινωνούς. δέχου τοῦ πράγματος ἀπόδειξιν σαφῆ τε καὶ ἐνεργῆ τοὺς ἁγίους Ἀποστόλους· ὅρα γεγονότας ἐκπρεπεστά‐ τους, καὶ τῇ ὑπὲρ ἄνθρωπον δόξῃ κατεστεμμένους, μένοντος αὐτοῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο Χριστοῦ. Δέδωκε γὰρ αὐτοῖς, φησὶ,
15“δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θερα‐ “πεύειν,” ἀλλ’ ὅρα πάλιν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, τὸ τῆς ἀνθρωπότητος ὑπερτρέχοντα μέτρον, καὶ τοῖς τῆς θεότητος ἀξιώμασι διαπρέποντα· ἐπέκεινα γὰρ τῶν τῆς ἀνθρωπότητος μέ‐ τρων τὸ διδόναι κατὰ πνευμάτων ἀκαθάρτων, οἷς ἂν βούληται τὴν
20ἐξουσίαν· καὶ μὴν καὶ τὸ δύνασθαι νοσημάτων ἐλευθεροῦν τοὺς ἐνειλημμένους καὶ μόνον Θεοῦ. Ἡ γὰρ τῆς ἀνωτάτω φύσεως ὑπεροχή τε καὶ διδασκαλία καὶ δόξα οὐδενὶ τῶν ὄντων ἔνεστι φυσικῶς, πλὴν ὅτι αὐτῷ τε καὶ μόνῳ. ἀξία τοίνυν θαύματος ἡ τοῖς ἁγίοις Ἀποστόλοις ἐκνεμηθεῖσα χάρις, ἐπέκεινα δὲ ἐπαίνου
25καὶ θαύματος ἡ τοῦ νέμοντος ἀφθονία· τὴν ἑαυτοῦ γὰρ, ὡς ἔφην, ἐχαρίζετο δόξαν· ἄνθρωπος ἐξουσίαν κατὰ πνευμάτων δέχεται πονηρῶν, καὶ τὴν οὕτως ὑπέροπτον ὀφρὺν τὴν τοῦ διαβόλου φήμην καταστρέφει, καί τοι λέγοντα ποτὲ “τὴν οἰκουμένην ὅλην κατα‐ “λήψομαι τῇ χειρὶ ὡς νοσσίαν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ,
30“καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.” ἐσφάλλετο δὲ τῆς ἀληθείας καὶ διημάρτηκε τῆς ἐλπίδος ὁ σοβαρὸς καὶ θρα‐ σύς, καὶ τῆς ἁπάντων ἀσθενείας κατακαυχώμενος. Ἀντιτάξεται
γὰρ αὐτῷ τοὺς τῶν ἱερῶν κηρυγμάτων ἱερουργοὺς, ὁ τῶν δυνάμεων73

74

Κύριος, καὶ τοῦτο ἦν ἄρα τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν προκε‐ κηρυγμένον, περί τε τοῦ Σατανᾶ καὶ τῶν ἁγίων μυσταγωγῶν, ὅτι “ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτόν· καὶ ἐκνήψουσιν οἱ “ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς·” μόνον γὰρ οὐχὶ
5κατεδηδόκασι τὸν Σατανᾶν, ἐπιβουλεύοντες αὐτοῦ τῇ δόξῃ, καὶ διαρπάζοντες αὐτοῦ τὰ σκεύη, καὶ προσκομίζοντες τῷ Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτόν.
8tΚΕΦ. ΚΗ.
9tΠερὶ τῶν εʹ ἄρτων καὶ τῶν βʹ ἰχθύων.
10 Προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, ἀπόλυσον τὸν ὄχλον. Κυρίλλου Ἀλεξανδρείας. Καὶ τί τὸ “ἀπόλυσόν” ἐστιν, ἐξε‐ τάσωμεν ἀκριβῶς. οἱ μὲν, ὡς ἔφην, τῶν ἑπομένων αὐτῷ πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς ἀπαλλάττεσθαι παρεκάλουν, οἱ δὲ
15καὶ ἑτέρων ἀρρωστημάτων ἐζήτουν ἀπόθεσιν. ὡς οὖν εἰδότες οἱ μαθηταὶ ὅτι κατανεύσας μόνον ἀποπεραίνει τοῖς κάμνουσι τὸ πο‐ θούμενον, τὸ “ἀπόλυσον αὐτοὺς” φασὶ, καὶ οὐκ αὐτοὶ μᾶλλον ἀκη‐ διῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι, καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμενικὴν ἐπιστή‐
20μην καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι. Τοῦ αὐτοῦ. “Κατακλίνατε αὐτούς·” ἵνα δὲ καὶ ἐπὶ μείζω εἰς ὕψος τὸ πρᾶγμα τρέχῃ, καὶ Θεὸς ὢν φύσει διὰ τρόπου παντὸς ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βραχύ. Βλέπει τε εἰς οὐρανὸν, οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. ἔδρα δὲ καὶ τοῦτο δι’ ἡμᾶς οἰκονο‐
25μικῶς. ἔστω μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ Πατρὸς εὐλογία· ἵνα δὲ μάθωμεν ἡμεῖς, ὅτι τραπέζης ἀρχόμενοι καὶ μέλλοντες ἄρτους διακλᾷν, Θεῷ προσάγειν ὀφείλομεν ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ, καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ’ αὐτὸν κατα‐ φέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν
30οἰκονομικῶς. εἶτα ὅποι ποτὲ προέβη τὸ θαῦμα· κατεκορέσθη πλη‐ θὺς ἀνδρῶν οὐκ ὀλίγων, εἰς πέντε γὰρ ἐξετείνετο χιλιάδας χωρὶς γυναικῶν καὶ παίδων· τοῦτο γὰρ ἕτερός τις τῶν Εὐαγγελιστῶν
τοῖς ἑαυτοῦ προσήνεγκε λόγοις· καὶ οὐ μέχρι τούτου τὸ παράδοξον,74

75

ἀλλὰ γὰρ καὶ κόφινοι συνελέγησαν κλασμάτων δώδεκα· καὶ τί τὸ ἐντεῦθεν; πληροφορία σαφὴς, ὅτι τῆς φιλοξενίας τὸ χρῆμα πλου‐ σίαν ἔχει παρὰ Θεοῦ τὴν ἀντέκτησιν. Ἔξεστι δὲ καὶ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα, καὶ μιᾶς ὄντα καὶ τῆς
5αὐτῆς δυνάμεως ἐνεργήματα. ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ἰσραήλ· ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον Ἀγγέλων ἔφαγεν ἄν‐ θρωπος κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον· ἀλλ’ ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχωρήγηκεν ἀφθόνως, οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν· τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ, καὶ οἷον ἐκ τοῦ
10μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν, οὐκ ἀπεοικὸς ἂν εἴη τῷ πρώτῳ σημείῳ.
12tΚΕΦ. ΚΘ.
13tΠερὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως.
14Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατα‐
15μόνας, συνήσαν αὐτῷ οἱ μαθηταὶ, καὶ ἐπερώτησεν αὐ‐ τούς. Τοῦ αὐτοῦ. Ὁρᾷς τὸ τῆς πεύσεως εὐτεχνές; οὐκ εὐθὺς εἶπεν, ὑμεῖς τίνα με λέγετε εἶναι; ἀποφέρει δὲ μᾶλλον ἐπὶ τὸν τῶν ἔξωθεν θρύλλον, ἵν’ ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετα‐
20σοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. εἰπόντων γὰρ τῶν μαθητῶν, οἱ μὲν Ἰωάννην τὸν βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τίς τῶν ἀρχαίων ἀνέστη, εἶπεν αὐτοῖς, “ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” ὥσπερ ἐξαίρετον τὸ “ὑμεῖς” ἔξω τίθησιν αὐτοὺς τῶν ἄλλων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπόνοιας,
25καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν· ὑμεῖς, φησὶν, οἱ ἐξ‐ ειλεγμένοι, οἱ ψήφῳ τῇ παρ’ ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, τίνα μὲ εἶναι φατέ; προ‐ πηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τοὺς φιλοθέους ἐρεύγεται φωνὴν ἀκριβῆ δὲ τῆς εἰς αὐ‐
30τὸν πίστεως τὴν ὁμολογίαν ἐκφέρει λέγων “τὸν Χριστὸν τοῦ Θεοῦ.” ἀσφαλὴς ὁ μαθητής, οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν αὐτὸν
εἶναι τοῦ Θεοῦ, τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ ὡς75

76

ἀπὸ τοῦ κεχρῖσθαι παρὰ Θεοῦ κατὰ διαφόρους τρόπους ὠνομα‐ σμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφήτας, οἱ δὲ καὶ τὴν δι’ αὐτοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ Ἁγίῳ Πνεύματι
5κατακεχρισμένοι, τὴν τοῦ Χριστοῦ κλῆσιν ἐσχήκαμεν. οἰκοῦν πλεῖστοι μὲν οἱ χριστοί· κέκληνται δὲ οὕτως ἀπὸ τοῦ πράγματος. εἷς δὲ καὶ μόνος ὁ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ὡς ἡμῶν μὲν ὄντων χριστῶν καὶ οὐ Θεοῦ μᾶλλον, ἀλλ’ ἑτέρου τινὸς, ἀλλ’ ὡς αὐτοῦ καὶ μόνον ἴδιον ἔχοντος Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Δῆλον οὖν
10ἐστι τῆς ἑτέρων πληθύος ὑφεξαιρῶν αὐτὸν, προνενέμηκε τῷ Πατρὶ ὡς ὄντα μόνον αὐτοῦ. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ἀπορρήτως, ὁ μονογενὴς αὐτοῦ “Λόγος γέγονε σὰρξ” κατὰ τὸ γεγραμμένον. Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους,
15τούτου ὁ υἱὸς ἀνθρώπου ἐπαισχυνθήσεται. Κυρίλλου Ἀλεξανδρείας. Πολλὰ κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. πρῶτον μὲν δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰσχυνομένοις αὐ‐ τὸν καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. Τί δ’ ἂν γένοιτο
20τούτῳ τὸ ἰσοστατοῦν εἰς δύναμιν εὐθυμίας; εἰ γὰρ ἐπαισχύνεταί τινος ὁ κριτὴς, ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὰ ἔργα, καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν, ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν
25τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει, καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ, οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ὑφέσει τῆς καθ’ ἡμᾶς, ἀλλ’ ἐν δόξῃ τῇ τοῦ Πατρὸς, δορυφο‐ ρούντων Ἀγγέλων. οὐκοῦν παγχάλεπον καὶ ὀλέθρου μεστὸν τὸ καταγνωσθῆναι μὲν ἐπὶ δειλίᾳ τε καὶ ἀφιλεργίᾳ, καταφοιτήσαντος
30ἄνωθεν τοῦ κριτοῦ καὶ ἀγγελικῶν ταγμάτων περιεστηκότων. μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξε‐ νον, τὸ ἐπὶ τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς, καὶ τὸ προσ‐
δοκᾷν τῶν ἱδρώτων τὰς ἀμοιβάς· ἐπαινεθήσονται γὰρ οἱ τοιοῦτοι,76

77

Χριστοῦ λέγοντος, “δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κλη‐ “ρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς “κόσμου.”
4tΚΕΦ. Λ.
5tΠερὶ τῆς μεταμορφώσεως.
6 Τοῦ αὐτοῦ. Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθε‐ νείαις, καὶ τί τοιοῦτον περὶ αὐτοὺς ἐννενοηκότας εἰπεῖν, πῶς ἀρνήσεταί τις ἑαυτὸν, ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει
10πάλιν αὐτήν; τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας, ἢ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; Ἵνα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκὼν, “λέγω δὲ ὑμῖν,” φησὶν, “εἰσί τινες τῶν αὐτοῦ ἑστηκότων, οἱ οὐ
15“μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.” Βασιλείαν δὲ Θεοῦ φησὶν αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ᾗ καὶ αὐτὸς ὀφθήσεται κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν ἐπιλάμψῃ τοῖς ἐπὶ τῆς γῆς. ἥξει γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ’ ἡμᾶς. πῶς οὖν ἄρα θεωροὺς
20ἐποιεῖτο τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; ἄνεισιν ἐπὶ τὸ ὄρος, τρεῖς ἀπ’ αὐτῶν τοὺς ἀπολέκτους ἔχων, εἶτα μεταπλάτ‐ τεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβολῇ διαλάμψαι, καὶ ὅσον ἀπαστράψαι δοκεῖν· εἶτα Μωϋσῆς καὶ Ἠλίας περιεστηκότες
25τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις “τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε “πληροῦν,” φησὶν, “ἐν Ἱερουσαλὴμ,” τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον καὶ τὸ σωτήριον πάθος τὸ ἐπί γε, φημὶ, τῷ τιμίῳ σταυρῷ. καὶ γὰρ ἐστὶν ἀληθὲς ὅτι καὶ ὁ διὰ Μωϋσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος τὸ Χριστοῦ μυστήριον
30προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό· οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῆς καθ’ ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας καὶ ζωῆς οὐ παραιτήσεται τὸ παθεῖν τὸν
ἐπὶ ξύλου θάνατον. οὐκοῦν ἡ Μωϋσέως καὶ Ἠλίου παράστασις77

78

καὶ τὸ προλαβεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν, εὖ μάλα καταδεικνύουσα δορυφορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπό‐ την· προδειχθέντα δὲ παρ’ αὐτῶν δι’ ὧν ἀλλήλοις συνῳδὰ προεκή‐
5ρυξαν. ἀλλ’ οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἐπλήρουν γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα· εἶτα διαγρηγοροῦντες, θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος ὅτι τάχα που ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας
10τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβὰς, σκηνὰς δὲ τρεῖς δεῖ γενέσθαι, φησὶ, τῷ Χριστῷ μὲν μίαν, τὰς ἑτέρας δὲ Μωϋσῇ καὶ Ἠλίᾳ· ἀλλ’ οὐκ ᾔδει, φησὶν, ὃ λέγει, οὐ γὰρ ἦν και‐ ρὸς τῆς συντελείας τοῦ αἰῶνος, οὔτε μὴν τοῦ χρόνου λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. Ὡς γὰρ ὁ
15Παῦλός φησι, μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κυρίους δηλονότι. οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας καὶ οὔπω πεπερασμένης, πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης, ἀποφοιτή‐ σαντα τοῦ παθεῖν ὑπὲρ αὐτοῦ; σέσωκε γὰρ τὴν ὑπουράνιον, καὶ
20αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος ὅπερ ἔφη.
23tΚΕΦ. ΛΑ.
24tΠερὶ τοῦ σεληνιαζομένου.
25 Ἐγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. Τοῦ αὐτοῦ. Διὰ τὴν σὴν ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις· ὅτι γὰρ χρὴ μετὰ πίστεως προσιέναι Χριστῷ καὶ τοῖς παρ’ αὐτοῦ τὴν τοῦ θεραπεύειν δύνασθαι καταπλουτήσασι χάριν, αὐτὸς ἡμᾶς
30ἐδίδαξε πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ, ταύτης ἕνεκα τῆς αἰτίας κατενόησε δικαίως αὐτοῦ Χριστὸς λέγων, “ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως τίνος ἔσομαι πρὸς ὑμᾶς
“καὶ ἀνέξομαι ὑμῶν.” ἄπιστον δὲ γενεὰν ἐκεῖνόν που πάντως καὶ78

79

τοὺς ὁμογνώμονας εἰκότως ἀπεκάλει, καὶ διεστραμμένον, καὶ κατ’ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδότα. περὶ τῶν τοιούτων φησὶ τὸ γράμ‐ μα τὸ ἱερὸν, “ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ “αὐτῶν.” Καὶ μετ’ ὀλίγα—Ἔδει μὲν οὖν τὸν τοῦ δαιμονῶντος
5πατρὸς λυπούμενον ἀπελθεῖν, καὶ οὐ τετυχηκότα τῆς φιλοτιμίας· ἀλλ’ ἵνα μή τις οἴεται καὶ αὐτὸν ἀτονῆσαι Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατόρθωσιν, ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι, καὶ παραχρῆμα τοῦ νοσεῖν ἀπηλλάττετο, καὶ ἀποδέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ· οὐ γὰρ ἦν ἔτι τοῦ πατρὸς, ἀλλὰ τοῦ κρατοῦντος πνεύ‐
10ματος. Ἐπειδὴ δὲ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν τοῦ ἰδίου πατρὸς, Χριστοῦ δὲ τὸ δῶρον.
12tΚΕΦ. ΛΒ.
13tΠερὶ τῶν διαλογιζομένων τις μείζων.
14Κυρίλλου Ἀλεξανδρείας. Πάθος δὴ οὖν διακένου δόξης εἰσ‐
15δεδράμηκε τινὰ τῶν ἁγίων Ἀποστόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ τίς ἂν εἴη μείζων αὐτῶν, φιλονεικοῦντος τουτέστι καὶ τὸ προεστᾶναι τῶν ἄλλων ἐπιθυμήσαντος· ἀλλ’ ὁ τὰ πάντα εἰδὼς Χρι‐ στὸς ὁ Θεὸς ἡμῶν, τὸν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ διαλογισμὸν, ὥσπερ τινὰ πικρίαν ἄνω φύουσαν κατὰ τὸ γεγραμμένον, πρὶν εἰς
20ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι, ἐκ ῥίζης αὐτῆς ἀναβαθρεύει τὸ κακόν· ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη νικᾷ ῥᾳδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι. Πῶς οὖν ἄρα τὸ φιλόδοξον πάθος ἀπο‐ κείρει ὁ πνευμάτων ἰατρός; ἐπελάβετο τὸ παιδίον καὶ ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ. ὠφελείας δὲ χάριν ἐποιεῖτο τὸ χρῆμα, καὶ αὐτοῖς
25τοῖς ἁγίοις Ἀποστόλοις, καὶ ἡμῖν δὲ τοῖς μετ’ ἐκείνους. Παρα‐ βόσκεται γὰρ ἡ τοιάδε νόσος, ὡς ἐπίπαν πάντας ἀνθρώπους, εἴπερ ἂν εἶεν ἐν ὑπεροχῇ τῇ κατά τινων. Τίνος οὖν ἆρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον; ἀπονήρου τε καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπήλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνώθευτον τὴν καρδίαν,
30καὶ ἔστιν ἐν ἁπλότητι διαλογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδεν ὑπεροχῆς τρόπον. Εἶτά φησιν, “ὅτι ὃς ἂν δέξηται τὸ παιδίον
“τοῦτο ἐπὶ τῷ ὀνόματί μου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὁ μικρό‐79

80

τερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας, τὸν μετριόφρονα λέγων καὶ οὐδὲν ὑψηλὸν περὶ αὐτοῦ λογιζόμενον δι’ εὐλάβειαν· γέγραπται γὰρ “ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ “ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.”
5tΚΕΦ. ΛΓ.
6tΠερὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν.
7 Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς περὶ Ἰωάννου τοῦ ἀδελφοῦ Ἰακώ‐ βου, ὅτι πρὸς τὸν Κύριον εἶπεν “ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ “ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύσαμεν αὐτὸν,” οὐχ
10ὡς φθονησάντων τῶν Ἀποστόλων τοῦτό φησιν, ἀλλ’ ὡς ἀξιούντων μαθεῖν. Εἰ δὲ ἑτέροις ἔξεστι τοῦτο δρᾷν, διὸ καὶ αὐτὸς διδάσκων αὐτοὺς ἀνταπεκρίθη, μὴ κωλύετε τὸν συντρίβοντα τὸν Σατανᾶν ἐν τῷ ὀνόματί μου, οὐ γάρ ἐστι καθ’ ὑμῶν, φησὶν, ὁ τοιοῦτος. ὅστις δὲ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστι τῶν ἀγαπώντων με, οἵτινες τὰ
15εἰς δόξαν μου πληροῦν θέλουσι, τῇ παρ’ ἐμοῦ χάριτι στεφανούμενοι. Τί ἔστιν ὅπερ φησὶν, ὅτι “ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς “ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ;” ὅτι ἐνστάντος τοῦ καιροῦ καθ’ ὃν ἔδει λοιπὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντα πάθος, ἀναβῆναι μὲν εἰς τὸν οὐρανὸν, συνεδρεῦσαι δὲ τῷ Θεῷ καὶ Πατρὶ, ἔκρινεν
20ἀνελθεῖν εἰς Ἱεροσόλυμα, οὐκέτι ὧδε κἀκεῖσε περιερχόμενος, οὐδὲ περιοδεύων κώμας καὶ πόλεις. τοῦτο γὰρ δηλοῖ τὸ “ἐστήριξε τὸ “πρόσωπον αὐτοῦ.” Ἐκπέμπει ἀπὸ προσώπου αὐτοῦ τοὺς μαθητὰς, οὐκ ἀγνοῶν ὡς οὐκ ἔσονται δεκτοὶ παρὰ τῶν Σαμαρειτῶν, προκα‐ ταγγέλλοντες αὐτὸν ἐπὶ τῷ καταλῦσαι παρ’ αὐτοῖς, ἀλλ’ ἵνα
25κἀκείνοις πᾶσαν ἀφορμὴν προφάσεως ἐκκόψῃ, καὶ τοῖς μαθηταῖς ὠφελείας γένηται πρόξενος. Ἐπειδὴ γὰρ ἀνέβαινεν εἰς Ἱεροσό‐ λυμα, τὸν τοῦ πάθους καιρὸν ἤδη ἔχων γείτονα, καὶ ἔμελλε τῆς Ἰουδαίων ἀνέχεσθαι παροινίας, ἵνα μὴ σκανδαλισθῶσιν ὅτ’ ἂν πα‐ θόντα ἴδωσιν, ἀνεξίκακοι δὲ μᾶλλον καὶ αὐτοὶ γένωνται, κἂν ὑβρί‐
30ζωσί τινες ἢ ἀποδιώκουσι, προγύμνασμα τοῦ πράγματος τὴν ἐκ τῶν Σαμαρειτῶν ὕβριν ἐποιήσατο, ὡσανεὶ λέγων αὐτοῖς· εἰ γὰρ
καὶ οὐκ ἐδέξαντο ὑμᾶς, ὑμεῖς τοῖς ἐμοῖς τοῦ δεσπότου ἴχνεσιν80

81

ἐξακολουθήσαντες, διακαρτερήσατε ἁγιοπρεπῶς, ὅθεν καὶ εἰπόντων ἐκ τῶν μαθητῶν, “Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ “οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;” ἐπετίμησεν αὐτοῖς, περιστέλλων θεοπρεπῶς τὴν ὀξυθυμίαν, καὶ πείθων ἀνεξικακεῖν, οὐ μόνον τότε,
5ἀλλὰ καὶ εἰς τὰ μετὰ ταῦτα, ἡνίκα τὴν ὑπ’ οὐρανὸν διερχόμενοι, ἔμελλον ἀνοσίοις τισὶ περιπίπτειν ἀνδράσιν, οὐκ ἀνεχομένων τοῦ θείου κηρύγματος. εἰδέναι γὰρ χρὴ, ὅτι ὡς μήπω τῆς νέας κεκρα‐ τηκότες χάριτος, ἀλλ’ ἔτι τῆς προτέρας ἐχόμενοι συνηθείας, τοῦτο εἶπον, τὸν Ἠλίαν ἀφορῶντες τὸν πυρὶ καταφλέξαντα δὶς τοὺς
10πεντήκοντα καὶ τοὺς ἡγουμένους αὐτῶν. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ὁ δὲ εἰπὼν, “ἀκολουθήσω σοι, Κύριε,” πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοὺς ἐν τῷ οἴκῳ μου, ἀξιοζήλωτον μὲν ὑπόσχεσιν
15ἐνεδείξατο, κατὰ παντὸς ἐπαίνου μεστήν· τὸ δέ γε ζητεῖν ἀποτά‐ ξασθαι τοῖς εἰς τὸν οἶκον αὐτοῦ, διαδείκνυσιν ὅτι μεμέρισταί πως τῇ διανοίᾳ· τὸ γὰρ ὅλως προσανακαινοῦσθαι θέλειν τοῖς κατὰ γένος οἰκείοις τοῖς μὴ ἀποδεξαμένοις, ἐσθ’ ὅτε τὸν ἐπὶ τούτῳ τῷ πράγματι σκοπεῖν, οὐ βεβηκότος ἐστὶ λογισμοῦ· διὸ καί φησι
20πρὸς αὐτὸν, “οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς “εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.” Ὥσπερ γὰρ ὁ γηπόνος τῆς διὰ τῶν ἀρότρων ἀνατομῆς ἀρξάμενος, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον τῷ παντὶ πόνῳ, οὐχ ὄψεται τοῖς ἀστάχυ‐ σιν κομῶσαν τὴν γῆν, προσοφλήσει δὲ τοῖς ὁρῶσι καὶ γέλωτα,
25οὕτως εἴ τις ἕλοιτο μὲν ἀκολουθῆσαι Χριστῷ τῷ Θεῷ, οὐκ ἀπο‐ τάσσεται δὲ τοῖς ἐν τῷ κόσμῳ πράγμασι, καὶ τοῖς κατὰ σάρκα οἰκείοις, καὶ μάλιστα τοῖς μὴ τὸν σκοπὸν ἀποδεχομένοις αὐτοῦ, οὐδαμῶς οὗτος κατορθώσει τοῖς ἐφ’ ἅπασι τοῖς ἐπαινουμένοις ἀγαθὴν εὐτολμίαν, οὐδὲ εὔθετος ἔσται εἰς τὴν τοῦ Θεοῦ βασιλείαν.
30ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα, διότι πρόθυμός ἐστιν ἐπακο‐ λουθεῖν, ὀπίσω δὲ βλέπει, διότι μελλήσεως καὶ ἀναβολῆς ποιεῖται πρόφασιν τὴν πρὸς τοὺς οἰκείους διάλεξιν· ἀλλ’ οὐ τοιούτους ὄντας
εὑρήσεις τοὺς ἁγίους Ἀποστόλους. Ἅμα γὰρ ἤκουσαν τοῦ δεσπό‐81

82

του Χριστοῦ λέγοντος πρὸς αὐτοὺς, “δεῦτε ὀπίσω μου,” εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ. τοιούτους οὖν προσήκει τυγχάνειν τοὺς ἀκολουθεῖν ἐθελήσαντας τῷ Θεῷ.
5tΚΕΦ. ΛΔ.
6tΠερὶ τῶν ἀναδειχθέντων οʹ.
7 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδο‐ μήκοντα. Τίτου Βοστρῶν. Τούτου ὁ τύπος ἐν τοῖς Μωϋσέως ἐγράφετο
10λόγοις· Θεοῦ γὰρ προστάττοντος, ἑβδομήκοντα ἐπελέξατο, ἐπη‐ φίει δὲ τοῖς ἐξειλεγμένοις τὸ Πνεῦμα Θεοῦ· καὶ καθ’ ἕτερον δὲ τρόπον, τούς τε δύο καὶ δέκα μαθητὰς καὶ αὐτοὺς δὲ τοὺς ἑβδο‐ μήκοντα, διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν· γέγραπται γὰρ οὕτως ἐν τῇ ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· “ἦλ‐
15“θον,” φησὶν, “εἰς Αἰλὰμ,” ἑρμηνεύεται δὲ εἰς ἀνάβασιν, ἤγουν εἰς αὔξησιν, “καὶ ἦσαν ἐκεῖ,” φησὶν, “δώδεκα ὑδάτων πηγαὶ, “καὶ ἑβδομήκοντα στελέχη φοινίκων.” ἀναβαίνοντες γὰρ εἰς τελειοτέραν σύνεσιν, καὶ εἰς αὔξησιν ἀνατρέχοντες τὴν πνευμα‐ τικὴν τὰς δυοκαίδεκα πηγὰς εὑρήσομεν, τουτέστι, τοὺς ἁγίους
20Ἀποστόλους, καὶ τὰ ἑβδομήκοντα τῶν φοινίκων στελέχη τοὺς ἀναδειχθέντας δηλονότι παρὰ Χριστοῦ· ἀρυόμενοι γὰρ ὡς ἐκ πηγῶν ἁγίων ἐκ τῶν τοῦ Σωτῆρος ἡμῶν μαθητῶν παντὸς εἴδησιν ἀγαθοῦ. Κυρίλλου Ἀλεξανδρείας. Καὶ ἐπειδὴ πολλή τις ἔμελλεν
25ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθὺς, ἐσαγηνεύετο γὰρ οὐ μόνον ὁ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι· διὰ τοῦτο ἀνεδείχθησαν παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι ἑβδομήκοντα. Τὰ ἀκόλουθα τούτων οἷον “ὁ μὲν “θερισμὸς πολὺς,” καὶ τὰ ἑξῆς. καὶ “μὴ μεταβαίνετε ἐξ οἰκίας
30“εἰς οἰκίαν,” ὅπερ ῥεμβασμὸν δηλοῖ, καὶ μισθὸν αἰτούντων καὶ δια‐ βολῆς ἐστι τεκμήριον. Προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον. Ἔτι δὲ καὶ τὰ τούτων ἀκόλουθα ἕως ὧδε· “ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν
“ἀποστείλαντά με.”82

83

Ἔλεγεν οὖν πρὸς αὐτοὺς, ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Τίτου Βοστρῶν. Ὥσπερ γὰρ ἀγροὶ κομῶντες πλουσίως εὐρεῖς τε καὶ μακροὶ πολλοὺς ζητοῦσι τοὺς θεριστὰς, οὕτως ἡ
5σύμπασα γῆ, ἤτοι τῶν μελλόντων πιστεύειν εἰς Χριστὸν ἡ πλη‐ θὺς, πολλή τις οὖσα καὶ ἀναρίθμητος, οὐκ ὀλίγων ἐδεῖτο μυστα‐ γωγῶν. ἐβάδιζον οὖν ἀνὰ δύο πεμπόμενοι κατὰ πόλεις καὶ κώμας, μονονουχὶ βοῶντες τὸ διὰ τῆς Ἰωάννου φωνῆς, “ἑτοιμάσατε ὁδὸν “Κυρίου.” πλὴν ἐκεῖνο ἄθρει· εἰπὼν γὰρ τὸ “δεήθητε τοῦ Κυρίου
10“τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ,” τοῦτο πέπραχεν αὐτὸς καίτοι τοῦ θερισμοῦ Κύριος, τουτέστι τῶν ἐπὶ τῆς γῆς· τίς ἂν εἴη παρὰ τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεόν; “αὐτοῦ γὰρ ἡ σύμπασα γῆ καὶ τὸ πλήρωμα αὐτῆς,” καθὰ γέ‐ γραπται· εἶτα πῶς μόνως πρέποντος τῷ ἐπὶ πάντων Θεῷ τοῦ
15ἐκβαλεῖν τοὺς ἐργάτας τούτους ἀνέδειξεν ὁ Χριστός· αὐτὸς ἄρα ἐστὶν ὁ τοῦ θερισμοῦ δεσπότης, καὶ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ κατάρ‐ χει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ. ἴδια δὲ πάντα ἐστὶν αὐτοῦ, καὶ οὐδέν ἐστιν ὧν ἂν ἔχειν ὁ Πατὴρ λέγοιτο, ἃ μή ἐστι καὶ τοῦ Υἱοῦ. Τοῦ αὐτοῦ. Προλέγει δὲ αὐτοῖς καὶ τὸν διωγμὸν, ἵνα ἐνέγκωσι
20τῇ πείρᾳ τὰς συνθήκας, μὴ βαστάζετε βαλάντιον, μὴ βαρεῖτε ἀργυρίῳ τὸν ὦμον· ἀρκεῖ γὰρ ὑμῖν βεβαρῆσθαι τῇ φροντίδι τοῦ λόγου τὴν διάνοιαν· μὴ ἐν τῷ βαλαντίῳ τὴν ἐλπίδα τοῦ ἄρτου ἔχετε, ἀλλ’ ἐν τῷ πέμψαντι τίθεσθε τὴν φροντίδα· μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε, μὴ τοῦτο ἐμπόδιον τοῦ κηρύγματος γένηται
25ὁμιλίας ἐν μέσῳ παραπιπτούσης καὶ βραδυτῆτος προφάσει, μη‐ δεμία τις διαβολικὴ κακουργία ὑμᾶς ἀποσπάσῃ· οὐ γὰρ κατ’ ἀποκλήρωσιν δώσετε τὴν προσηγορίαν, ἀλλ’ ὑμεῖς μὲν τὸν λόγον δώσετε, ὅπου δὲ ᾖ ἄξιον ἐπαναπαύσεται τὸ πρᾶγμα. Εἰ δὲ μὴ, ἐφ’ ὑμᾶς ἀνακάμψει· οὐ γὰρ ἁπλῶς ῥίπτεται, ἀλλὰ κρίσει τῇ ἐμῇ
30βάλλεται. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Τοῦτο γὰρ ῥεμβομένων καὶ μισθὸν αἰτούντων, καὶ ἀστασίας ἔργον, καὶ διαβολῆς τεκμήριον· βεβηκότες δὲ γίνεσθε καὶ ἀμετα‐
κίνητοι τὸν νοῦν.83

84

Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πό‐ λεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν. Ὠριγένους. Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς δικαίως ἂν εἰς ὑμᾶς ἐπανέλθῃ. παρατήρει ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς
5Ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας ἀνάλογον· τὸ “πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἄγουσα εἰς τὴν “ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς.” Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτό‐ τερον ἔσται.
10 Τίτου Βοστρῶν. Ἐπειδὴ εἰς Σοδόμα οὐκ ἀπεστάλησαν Ἀπό‐ στολοι, ἐὰν τοίνυν μὴ δέξωνται ὑμᾶς τοὺς Ἀποστόλους, χείρους ἔσονται οὗτοι ἐκείνων. Οὐαί σοι Χοραζὶν, οὐαί σοι Βηθσαΐδα, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, καὶ τ. ἑ.
15 Οὗτοι οἱ τόποι Ἰουδαϊκοὶ ἐτύγχανον, Τύρος δὲ καὶ Σιδὼν Ἑλ‐ ληνικοί. Σημαίνει τοίνυν ὁ Κύριος, ὅτι εἰ ἐν τοῖς ἔθνεσιν ἐγένοντο αἱ δυνάμεις, ῥᾷον ἂν ἐπίστευον ἤπερ ὑμεῖς· ἐλέγχει τοίνυν τὰς Ἰουδαϊκὰς πόλεις, καὶ ἀντιπαρατίθησι τῶν Ἑλληνικῶν πόλεων τὰς χείρους. καὶ γὰρ οὕτως ἔχει, τὰ ἔθνη ῥᾳδίως ἐπίστευσαν·
20Ἰουδαῖοι δὲ ἔμειναν ἄπιστοι, καίπερ πολλὴν ἐσχηκότες τοῦ λόγου τὴν ἐπιμέλειαν. Μὴ λυπεῖσθε ὅταν ἀπειθῶσιν ὑμῖν, μηδὲ λέγετε τί ὑπάγομεν ὑβρισθῆναι; οὐδεὶς ἡμῶν ἀνέχεται· ὁ ἀκούων ὑμῖν ἐμοῦ ἀκούει, οὔτε ἂν πιστεύσῃ τις, ὑμεῖς ἐστε δυσωποῦντες, οὔτε ἐὰν ἀντιλέγωσιν, ὑμεῖς ἐστε οἱ ἐνεδρεύοντες, χρήσατέ μοι τὴν
25γλῶτταν, ἐγὼ παρέχω τὴν χάριν, ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· εἰς ἐμὲ γὰρ ἀνατρέχει ἡ ὑμετέρα ὕβρις. Προείρηται ὅτι ἀπέστειλε τοὺς ἑβδομήκοντα· διὸ νῦν λέγει ὅτι ὑπέστρεψαν μετὰ χαρᾶς, ὡς ἐπακολουθησάσης τῷ λόγῳ τῆς θεοσεβείας· ἔλεγον γὰρ, “Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται
30“ἡμῖν ἐν τῷ ὀνόματί σου.” οὐχ οὕτω δὲ χαίροντες ὅτι μᾶλλον γεγόνασι τοῦ θείου κηρύγματος διάκονοι, τοῦτο εἶπον, καὶ ὅτι ἠξίωνται γερῶν Ἀποστολικῶν, ἀλλ’ ὅτι σημείων γεγόνασιν ἀποτε‐
λεσταί. Ὅπερ δὲ, φησὶν ὁ Χριστὸς πρὸς αὐτοὺς, “ὅτι ἐθεώρουν84

85

“τὸν Σατανᾶν, ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ,” τοῦτο δηλοῖ, ὅτι εἰ ὁ ἄρχων αὐτῶν κατέπεσεν, οἱ δοῦλοι τί προσδοκῶσι δύνασθαι δρᾶσαι· λέγει δὲ ἑωρακέναι, ἐπειδὴ ἄλλος οὐ δύναται ἰδεῖν ἢ ὁ κριτὴς ὁ ἀόρατος· ὡς ἀστραπὴν δὲ εἶπεν, ὅτι λαμπρὸς
5ἦν τὴν φύσιν, εἰ καὶ σκοτοειδὴς γέγονε τὴν προαίρεσιν· ὃ γὰρ ἐποίησεν ὁ Θεὸς, τοῦτο καλόν. Διὸ μὴ θαυμάζετε, φησὶ, μηδὲ μέγα φρονεῖτε· ἐγὼ γὰρ δέδωκα ὑμῖν τὴν ἐξουσίαν. Ἔστι δὲ καὶ οὕτω λαβεῖν περὶ τούτου κατὰ τὸν ἅγιον Κύριλ‐ λον, ὅτι ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ εἶδε πεσόντα τὸν διάβολον,
10τουτέστιν, ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν. Πρὸ μὲν γὰρ τῆς τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιδημίας κατεκράτησε τῆς ὑπ’ οὐρανόν· προσεκυνήθη σχεδὸν παρὰ πάντων· ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι. ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ
15μονογενὴς τοῦ Θεοῦ Λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπὴ, ὁ πάν‐ τας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους, ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτόν. Καὶ ὄφεις δὲ καὶ σκορπίους αὐτὸ τοῦτο δηλοῖ ὡς περὶ αὐτοῦ τε τοῦ διαβόλου εἰρημένον καὶ τῶν δαιμόνων αὐτοῦ, οἵτινες σὺν
20αὐτῷ καταπατοῦνται ὑπὸ τῶν δούλων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν τοιαύτην ἐξουσίαν λαμβάνοντες ὑπ’ αὐτοῦ. Τὸ δὲ, “μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται,” τοῦτο σημαίνει, ἵνα μὴ κενοδοξίαν ἐκ τούτου κτήσονται. Καὶ γὰρ ἄλλοι εἰσὶ, φησὶν, οἱ ἐκ τούτου εὐεργετούμενοι, οἱ τῆς ἰάσεως
25δηλονότι καταξιούμενοι· ἀλλὰ μᾶλλον ἐν τούτῳ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς, οὐ διὰ μέλανος, ἀλλὰ διὰ μνήμης καὶ χάριτος καὶ δόξης Θεοῦ. καὶ ὁ μὲν διάβολος ἄνωθεν καταπίπτει, οἱ δὲ ἄνθρωποι κάτω ὄντες ἄνω γράφονται. αὕτη τοίνυν ἐστὶν ἡ ἀληθινὴ χαρὰ, τὸ ἄνω γράφεσθαι. γράφεται
30δὲ ἕκαστος ὅσον ἐὰν κάμῃ τῷ τε ἀξιώματι, καὶ τῇ τῆς ἐνεργείας χάριτι. Τὰ ἀκόλουθα τούτῳ οἷον, “αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ “πνεύματι ὁ Ἰησοῦς.” Καὶ “μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέ‐
ποντες ἃ βλέπετε.” καὶ περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ, ἕως85

86

“καὶ τὸν πλησίον σου ὡς ἑαυτόν·” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ὠριγένους. Οὐ μακρὰν τὸ “πάντα μοι παρεδόθη ὑπὸ τοῦ “Πατρός μου” ἐστὶ, καὶ τὸ “ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ
5“καὶ ἐπὶ γῆς.” καὶ διὰ τοῦτο αὐτῷ δίδοται πᾶσα ἐξουσία, ἵνα εἰρηνοποιήσῃ διὰ τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. οὐδέπω μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν, ὡς δῆλον ἔστι ἐκ τοῦ τὸν ἀπὸ τῆς κακίας ὑπαρχεῖν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. δικαιότατα δὲ πάντα παραδέδωκεν
10αὐτῷ ὁ Πατήρ· ἐπεὶ καὶ αὐτὸς ὁ Υἱὸς παρεδόθη ὑπὲρ πάντων, ὅς ἐστι Πατὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, καὶ “ἱλασμός “ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν,” οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. παρεδόθη δὲ καθὸ γέγονεν ἄνθρω‐ πος, “ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ
15“ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται “ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.” Τίτου Βοστρῶν. Ἀποκάλυψίς ἐστι μετάδοσις γνώσεως πρὸς τὸ μέτρον τῆς ἑκάστου φύσεώς τε καὶ δυνάμεως, καὶ ὅπου μὲν ὁμοία φύσις, ἐκεῖ γνῶσις ἄνευ διδασκαλίας· ἐνταῦθα δὲ ἐξ ἀπο‐
20καλύψεως μάθησις. ἐπιτήρει τοίνυν, πῶς ἐνταῦθα μὲν ἐκ χάριτος, ἐκεῖ δὲ ἐκ φύσεως.
22tΚΕΦ. ΛΕ.
23tΠερὶ τοῦ ἐπερωτήσαντος νομικοῦ.
24Καὶ ἰδοὺ νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν.
25 Ἐπαινεθεὶς ὑπὸ τοῦ Σωτῆρος ὁ νομικὸς, τὴν ἀλαζονείαν ἐξέρρη‐ ξεν, οὐδένα εἶναι πλησίον αὐτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτοῦ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου. Τοῦτο γὰρ ἐδείκνυτο ὁ Εὐαγ‐ γελιστὴς εἰπὼν, “ὁ δὲ θέλων δικαιῶσαι αὐτὸν πρὸς τὸν Ἰησοῦν “εἶπε, τίς ἐστί μου πλησίον;” ὁ νομικὸς πλησίον μόνον ἐνόμι‐
30ζεν εἶναι τὸν δίκαιον τῷ δικαίῳ, τὸν ὑψηλὸν τῷ ὑψηλῷ, κατ’ ἀρετὴν, φημί. οὐ γὰρ τῇ οὐσίᾳ μιᾷ οὔσῃ τὸ ὑψηλὸν ἔκρινεν, ἀλλ’ ἢ τοῖς ἀξιώμασιν, ἢ ταῖς πράξεσι· διὸ θέλων αὐτὸν δικαιῶ‐
σαι, τουτέστι δίκαιον ἀποδεῖξαι, ὡς ὑψηλὸς εἴη κατὰ τὴν ἀρετὴν,86

87

ἢ μέγας κατὰ τὸ διδάσκαλον εἶναι, φησὶ “καὶ τίς ἐστί μου “πλησίον;” δεῖξόν μοι τὸν οὕτω μέγαν· ὁ δὲ Σωτὴρ ἅτε δὴ ποιητὴς, μικρὸν γὰρ καὶ μέγαν αὐτὸς ἐποίησεν, οὐ ταῖς πράξεσιν οὐδὲ τοῖς ἀξιώμασιν, ἀλλὰ τῇ φύσει ὡρίσατο τὸν πλησίον, μονον‐
5ουχὶ λέγων, οὔπω σοι τέως λέγει ὅτι οὐδὲν τῶν ἄλλων διενήνοχεν, ἵνα μὴ οἱ ὄντως φιλάρετοι νομίσωσι μὴ χρεωστεῖν τοῖς πέλας τὴν ἀγάπην, δόγμα τὸν σὸν ἔλεγχον νομίσαντες εἶναι, ἀλλὰ καὶ εἰ οὕτως ἔχει· δεδόσθω γὰρ σπουδὰς τοῦ δεομένου γενέσθαι πλησίον, οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ διαθέσει, καὶ τῇ εἰς αὐτὸν ἐπιμε‐
10λείᾳ· διὰ γὰρ τοῦτο καὶ τὸν Σαμαρείτην σοι ἐχαρακτήρισα· τὸ γὰρ πλησίον τῇ φύσει κρίνεται οὐ τῇ ἀρετῇ, οὐ τῇ οὐσίᾳ, οὐ τῷ ἀξιώματι, ἀλλὰ τῇ συμπαθείᾳ καὶ τῷ τρόπῳ τῆς θεραπείας· ἐκεῖνον οὖν ἡγοῦ μάλιστα πλησίον εἶναι τὸν δεόμενον, καὶ αὐτε‐ πάγγελτος ἐπὶ τὴν βοήθειαν βάδιζε.
15tΚΕΦ. Λϛ.
16tΠερὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς.
17 “Ἄνθρωπός τις κατέβαινε ἀπὸ Ἱερουσαλὴμ,” τὴν ἄνωθεν κάθο‐ δον τοῦ ἀνθρώπου αἰνιττόμενος τοῦτό φησιν, ἥτις διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἀπὸ τῆς ὑψηλῆς καὶ ἀστασιάστου καὶ θείας
20τοῦ παραδείσου διατριβῆς, Ἱερουσαλὴμ εὐκαίρως ὀνομασθείσης, ὅπερ εἰρήνην σημαίνει Θεοῦ, πρὸς τὴν Ἱεριχὼ τὴν κοίλην καὶ χθαμαλὴν, καὶ τῷ καύματι πνιγηρὰν κατωλίσθησε. δηλοῖ δὲ τὴν ἐμπαθῆ τοῦδε τοῦ κόσμου ζωὴν χωρίζουσαν Θεοῦ· λῃστὰς δὲ λέγει τὸ τῶν ἀγρίων δαιμόνων σύστημα, οἵτινες τῶν τῆς ἀρετῆς
25ἱματίων, ἀνδρίαν φημὶ, καὶ σωφροσύνην καὶ τὰ ὅμοια, ἐκδύσαντες αὐτὸν, τὰ τῆς ἁμαρτίας τραύματα καταλιπόντες ἐν αὐτῷ, ἀπῆλθον θέντες ἡμιθανῆ· καὶ γὰρ οὐκ ἔστι τούτοις ὅλως εὐχέρεια τοῦ πλήττειν, εἰ μὴ προλαβόντες συλήσωσι τὰ τῶν ἀρετῶν περιβό‐ λαια, ὅθεν μετὰ τοῦτο πλήττουσιν ἀφειδῶς καὶ μέχρι θανάτου.
30οὐ γὰρ τὴν ἀρετὴν ἐκδύσαι σπουδάζωσι μόνον, ἀλλὰ καὶ τῆς
ἡμετέρας ἐρῶσιν ἀπωλείας. Ἐπειδὴ δὲ τῆς Λευϊτικῆς ἱερωσύνης87

88

ὀνόματός ἐστιν εἰσηγητὴς, διὰ τοῦ ἱερέως καὶ τοῦ Λευΐτου τὴν ἀνωφελῆ τοῦ νόμου σημαίνει πάροδον· οὐδὲ γὰρ τὰς πληγὰς τοῦ παραπεπτωκότος εἰς τοὺς λῃστὰς ἐθεράπευσεν· “ἀδύνατον γὰρ “αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας,” καὶ ἐπεῖδε μὲν,
5ἠτόνησε δὲ, καὶ πρὸς τελείαν θεραπείαν οὐκ ἤρκεσεν, οὔτε κείμενον ἀνέστησε· τὸ γὰρ “ἀντιπαρῆλθε” δηλοῖ ὅτι οὐ παρώδευσε κατα‐ λείψας ἀθέατον, ἀλλ’ ἔστη καὶ ἐθεάσατο, καὶ θεραπεῦσαι διενοήθη καὶ ἐφήψατο· πρὸς δὲ τὴν θεραπείαν ἀδυνατήσας, τῇ τῶν πληγῶν ἤτοι τῶν παθῶν ἐπικρατείᾳ νικηθεὶς, εἰς τοὐπίσω πάλιν ἀπέδραμε·
10τοῦτο γὰρ τὸ “ἀντιπαρῆλθεν” ἐνδείκνυται. Ἀλλ’ ὁ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἀπαρχῆς τοῦ φυράματος περιθέμενος, ἐν ᾗ παντὸς ἦν ἔθνους τὸ μέρος, Ἰουδαίου τε καὶ Σαμαρείτου καὶ Ἕλληνος, καὶ πάντων ἅπαξ ἀνθρώπων, τοῦτον μετὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὑποζύγιον, τῷ τόπῳ τῆς
15τοῦ ἀνθρώπου κακώσεως ἐπιστὰς, τῶν τραυμάτων ἐθεράπευσε. καὶ γὰρ ὥδευσεν ἀληθῶς, οὐ παρώδευσεν· αὐτὸ τοῦτο πρόφασιν ὁδοῦ ποιησάμενος τὸ ἡμᾶς ἐπισκέψασθαι, δι’ οὓς καὶ κατῆλθεν ἐπὶ τῆς γῆς, δι’ οὓς καὶ κατέλυσεν· οὐ γὰρ ὤφθη μόνον, ἀλλὰ καὶ συνανεστράφη τοῖς ἀνθρώποις, κατὰ ἀλήθειαν χωρὶς τροπῆς καὶ
20φαντασίας γενόμενος ἄνθρωπος· τοῦτο γὰρ ἴδιον ἰατρῶν γνησίων καὶ φιλοστόργων τὸ συναναστρέφεσθαι τοῖς ἀῤῥωστοῦσι, καὶ μὴ ἀφίστασθαι πρὶν ἂν ὑγιαίνωσιν. ὅθεν καὶ οἶνον τοῖς ἕλκεσιν ἐπαν‐ τλῶν τὸν διδασκαλικὸν λόγον καὶ ἐπιστύφοντα, ἐλαίῳ τοῦτον ἐκέ‐ ρασεν· οὐ γὰρ οἷόν τε ἦν ἄκρατον αὐτὸν ἐνεγκεῖν· οὐ γὰρ ὑπέμεινε
25τὴν ὑπερβάλλουσαν στύψιν τὸ τῶν τραυμάτων χαλεπὸν καὶ ἀνία‐ τον· ὅθεν διὰ τοῦτο ἁμαρτωλοῖς καὶ τελώναις συνανεκλίνετο. ἐπὶ τὸ ἴδιον δὲ ὑποζύγιον ἀνεβίβασεν· ἐν ἑαυτῷ γὰρ ἡμᾶς φέρει, ὅτι ἐσμὲν μέλη τοῦ σώματος αὐτοῦ· εἰς πανδοχεῖον δὲ ἀπήγαγε, τουτέστιν εἰς τὴν Ἐκκλησίαν τὴν πάντων γενομένην δεκτικὴν καὶ
30χωρητικήν· οὐκέτι γὰρ κατὰ τὸ στενὸν τῆς νομικῆς σκιᾶς καὶ τῆς ἐν τύποις λατρείας ἀκούσομεν, οὐκ εἰσελεύσεται Ἀμμωνίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, ἀλλὰ τοῦτο ἀκούσομεν, “πορευ‐ “θέντες μαθητεύσατε πάντα τὰ ἔθνη” καὶ τὰ ἑξῆς, καὶ ὅτι “ἐν παντὶ “ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ
35“ἐστι.” Πῶς δὲ ἀπαγαγὼν μειζόνως ἐπιμελείας ἠξίωσεν; ἐπειδὴ88

89

τῆς Ἐκκλησίας συλλεγείσης ἐκ τῶν τῇ πολυθεΐᾳ νενεκρωμένων ἐθνῶν, αὐτὸς ἦν ὁ Χριστὸς ἐν αὐτῇ, κατὰ τὸ γεγραμμένον, οἰκῶν καὶ περιπατῶν καὶ πᾶσαν πνευματικὴν δωρούμενος χάριν. Ἐπέχουσι δὲ τοῦ πανδόχου τύπον οἱ Ἀπόστολοι καὶ οἱ μετ’
5αὐτοὺς ποιμένες καὶ διδάσκαλοι, οἷς εἰς οὐρανοὺς ἀνιὼν ἔδωκεν ὁ δεσπότης Χριστὸς δύο δηνάρια, προνοεῖν ἐπιμελῶς τοῦ ἠῤῥωστη‐ κότος ἐγκελευσάμενος, καὶ προσθεὶς “ὡς ἐάν τι προσδαπανήσῃς, “ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι·” δύο δὲ δηνάρια τὰς δύο διαθήκας φησὶ, παλαιὰν καὶ καινὴν, ἀμφοτέρας οὔσας τοῦ
10Θεοῦ, καὶ μίαν εἰκόνα τοῦ ἄνω καὶ ἑνὸς βασιλέως φερούσας, ὡς τὰ δηνάρια, καὶ τὸν αὐτὸν βασιλικὸν χαρακτῆρα ταῖς καρδίαις ἡμῶν διὰ τῶν ἱερῶν λογίων ἐνσφραγιζομένας καὶ ἐντυπουμένας. ἃ δὴ λαβόντες οἱ τῶν ἁγιωτάτων ἐκκλησιῶν ποιμένες, καὶ μετὰ πόνων καὶ ἱδρώτων ταῖς διδασκαλίαις πλατύναντες, καὶ οἴκοθεν προσ‐
15δαπανήσαντες· τοιοῦτον γὰρ ὑπάρχει τὸ νοητὸν ἀργύριον, ἐπανερ‐ χομένῳ τῷ δεσπότῃ κατὰ τὴν τελευταίαν ἡμέραν ἐροῦσιν ἕκαστος, Κύριε, δύο δηνάρια δέδωκάς μοι· ἰδοὺ προσδαπανήσας οἴκοθεν, ἄλλα δύο ἐκέρδησα· καὶ γὰρ τὸ ποίμνιον ηὔξησα. οἷς ἀποκριθεὶς ἐρεῖ “εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ,” καὶ τὰ ἑξῆς.
20 Εἶτα ἐρωτήσαντος τοῦ δεσπότου Χριστοῦ τὸν νομικὸν, “τίνα “τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος “εἰς τοὺς λῃστάς;” κἀκείνου ἀποκριθέντος, ὅτι “ὁ ποιήσας τὸ “ἔλεος μετ’ αὐτοῦ,” ἀποκριθεὶς εἶπε, “πορεύου καὶ σὺ καὶ ποίει “ὁμοίως,” ὡσανεὶ ἔλεγεν αὐτῷ· ἀνόνητον γὰρ τῆς ἱερωσύνης
25ἀξίωμα τοῖς λαχοῦσιν αὐτὸ, καὶ τοῖς δοκοῦσιν εἶναι νομομαθέσι, τὸ ὠνομᾶσθαι νομομαθεῖς, εἰ μὴ δι’ αὐτῶν εὐδοκιμοῦσι τῶν ἔργων· ἰδοὺ γὰρ παραπέπλεκται τῆς ἀγάπης ὁ στέφανος τῷ τὸν πλησίον.
28tΚΕΦ. ΛΖ.
29tΠερὶ Μάρθας καὶ Μαρίας.
30 Μέγα μὲν τὸ τῆς φιλοξενίας κατόρθωμα, ὅπερ ἡ Μάρθα ἔχουσα τὸν Κύριον ὑπεδέξατο, ὑψηλότερον ὅπερ ἡ Μαρία πεποίηκε, καθὼς ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς ἐμαρτύρησε. παρακαθέ‐
ζουσα γὰρ πρὸς τοὺς πόδας αὐτοῦ, καὶ τῶν λόγων αὐτοῦ ἀκούουσα89

90

ἀπεδέχθη μειζόνως ὑπὲρ τὴν Μάρθαν. πρὸς ἐκείνην μὲν γάρ φησι, “Μάρθα, Μάρθα, μεριμνᾷς,” καὶ τὰ ἑξῆς. Οὐδὲ γὰρ διὰ τοῦτο πάρεσμεν, ἵνα περὶ τοῖς βρώμασι τὴν κοιλίαν θρέψωμεν· καὶ δι’ ὀλίγων γὰρ ἡ χρεία γίνεται· περὶ δὲ ταύτης ἔφη, “Μαρία γὰρ
5“τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ “αὐτῆς.” Τίς δὲ ἦν ἡ μερίς; ἀκοὴ λόγων ἀληθείας, καὶ θεωρίας μυστηρίων, καὶ τὴν μὲν οὐκ ἀπέστρεψεν, ἀφ’ ὧν ἐποίει, τὴν δὲ προσεδέξατο, ἐφ’ οἷς προσεῖχε. σκοπήσας μὲν τοίνυν τὰς δύο μερίδας διὰ τῶν δύο γυναικῶν, εἰσάγομεν, τὴν μὲν σωματικωτέραν
10διακονίαν ἐλάττω· χρησιμωτάτη γὰρ καὶ αὕτη· τὴν δὲ ἀναβεβη‐ κυῖαν καὶ πνευματικωτέραν· καὶ ἕκαστος ἡμῶν ὃ θέλει ἐκλέξεται. ὁ βουλόμενος διακονεῖν τοῖς πτωχοῖς καὶ θεραπεύειν νοσοῦντας, διὰ Μάρθας τὸν κανόνα τοῦτον λαβεῖν· ὃ γὰρ ἂν ποιήσῃ τις εἰς δοῦλον Χριστοῦ, εἰς Χριστὸν ἀνατρέχει τὸ γινόμενον· ὁ δὲ θέλων τὴν
15Μαρίαν ζηλῶσαι τὴν καταλελοιπυῖαν τοῦ σώματος τὴν διακονίαν, ἀναβᾶσαν δὲ εἰς τὴν θεωρίαν τῶν πνευματικῶν μαθημάτων, γνη‐ σίως μετελθέτω τὸ πρᾶγμα. ὀνίνησι δὲ καὶ τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος διὰ τούτων οὐ μετρίως, ἵν’ εἰδεῖεν ὅπως τε καὶ τίνα τρόπον ταῖς τῶν δεχομένων αὐτοὺς οἰκίαις ἐνδιαιτᾶσθαι χρὴ,
20ἡνίκα τὴν ὑπ’ οὐρανὸν περιέρχονται, τὸ θεῖον κήρυγμα καταγ‐ γέλλοντες. Περὶ προσευχῆς καὶ περὶ τοῦ “πατὲρ ἡμῶν” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
24tΚΕΦ. ΛΗ.
25tΠερὶ προσευχῆς.
26 Λέγει δὲ τὸ “τὶς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς “αὐτὸν μεσονυκτίου” καὶ τὰ ἑξῆς, ὡς ἐν τρόπῳ παραβολῆς, ἵνα μὴ ἁψικόρως τὴν προσευχὴν ποιώμεθα, ἢ καὶ ὡς μὴ ἀκουσθέντες ἐκ πρώτης εὐχῆς καὶ δευτέρας, ἀνακόπτωμεν τὰς ἱκετείας, ὡς
30οὐδὲν ἐχούσας τὸ τελοῦν εἰς ὄνησιν· ἀσυνέτως τοῦτο καθ’ ἑαυτοὺς λογιζόμενοι, ὅτι προσῆλθον πολλάκις, ἐδάκρυσα, ἐδεήθην καὶ οὐ προσεδέχθην· οὐ γὰρ ἐκβέβηκέ τι πρὸς πέρας τῶν αἰτηθέντων παρ’ ἐμοῦ. χρὴ δὲ μᾶλλον ἐκεῖνο λογίζεσθαι ἡμᾶς, ὅτι οἶδε τὰ
καθ’ ἡμᾶς ὁ τῶν ὅλων δεσπότης· καὶ πάντες ἐπέκεινα τῶν ἡμετέρων90

91

μέτρων αἰτοῦμεν. ταῦτα οὖν καὶ τὰ τούτοις ὅμοια ἐνθυμούμενοι, ἐμμένωμεν προσκαρτεροῦντες τῇ προσευχῇ· καὶ γὰρ τὰ ἀνιδρωτὶ πορισθέντα καὶ ἐξ ἑτοίμου ληφθέντα καταφρονεῖσθαι φιλεῖ. εἰπὼν γὰρ “ζητεῖτε,” τὸ πονεῖν ἐπιτάττει, πόνῳ γὰρ ἀεί πως εὑρίσκεται
5τὸ ζητούμενον. ὁ κρούων τῇ χειρὶ προσαράττει τὴν θύραν, ἵνα τὴν τῶν κρουσμάτων ὄχλησιν οὐκ ἐνεγκὼν τῆς ἑστίας δεσπότης, ἀνοίξῃ καὶ οὐχ ἑκών· μάθωμεν τοίνυν ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων τοῦ χρη‐ σίμου τὴν θήραν, καὶ κρούσωμεν καὶ ὀχλήσωμεν ζητοῦντες, καὶ ἐπιτύχωμεν.
10 Τὸ δὲ “πορεύσεται μεσονυκτίως” περὶ τῶν εἰς τὰ ἔσχατα τοῦ βίου πρὸς συναίσθησιν ἐρχομένων τῶν οἰκείων ἁμαρτημάτων καὶ τῇ πίστει προστρέχουσι, τοῦτό φησιν ὁ φιλάνθρωπος· ὁ δὲ φίλος ὁ τῆς οἰκίας κύριος, ὁ Θεὸς ἡμῶν καὶ Σωτὴρ Ἰησοῦς, ὁ πάντας φιλῶν, καὶ τοὺς μή πως πεπιστευκότας αὐτῷ, καὶ διψῶν τὴν
15σωτηρίαν αὐτῶν· τρεῖς δὲ ἄρτους ὠνόμασε, τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Ἅγιον Πνεῦμα, πίστιν αἰνιττόμενος, ἥ τις ἐστὶν ὁμο‐ λογία τῆς παναγίου καὶ ὁμοουσίου, καὶ ζωοποιοῦ Τριάδος. ὁ δὲ φίλος ὁ παραγενόμενος ἐξ ὁδοῦ καὶ ἐπιξενωθεὶς αὐτῷ, νοηθείη ἂν εἰκότως ὁ Ἄγγελος, ἤγουν οἱ Ἄγγελοι οἱ παραγενόμενοι πρὸς τὴν
20ἐσχάτην τοῦ βίου ὥραν παραλαβεῖν ἡμᾶς· φιλοῦσι γὰρ ἡμᾶς καὶ αὐτοὶ, τὴν ἡμετέραν σωτηρίαν εὐφροσύνην ποιούμενοι, ὡς ὁ Κύριος φησὶν, “ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ” καὶ τὰ ἑξῆς. τὰ δὲ παιδία τὰ ἐπὶ τῆς κλίνης ἀναπαυόμενα τοὺς τραφέντας ὡς τὰ παιδία καὶ παραπεπιστευκότας ἐν ἁπλῇ καρδίᾳ τῷ Εὐαγγελίῳ παρίστησι, καὶ
25ἠξιωμένους τῷ Κυρίῳ συναναπαύεσθαι, ὡς καὶ περὶ τούτου αὐτὸς ὁ Σωτὴρ λέγει, “ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι “καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ” καὶ τὰ ἑξῆς. “Ἀναίδειαν” ἐνταῦθα λέγει τὴν μεθ’ ἐπιμονῆς ἐπιτεταμένην προσευχήν. Τὸ δὲ, “τίς ἐξ ὑμῶν τὸν πατέρα, ἐὰν αἰτήσῃ ἄρτον,” καὶ τὰ
30ἑξῆς, καὶ περὶ τοῦ ἔχοντος δαιμόνιον κωφὸν, καὶ περὶ τῶν λεγόντων ὅτι ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, καὶ “ὅταν τὸ ἀκάθαρτον “πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς, ἕως “καὶ ἔσονται ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων,” προεγράφη
εἰς τὸ κατὰ Ματθαῖον.91

92

(1t)

ΚΕΦ. ΛΘ.
2tΠερὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν.
3 Τίτου Βοστρῶν. Κωφὸν καλεῖ, τὸ κωφότητα ἐμποιοῦν πρὸς τὸ μὴ ἀκουσθῆναι λόγον Θεοῦ· δαίμονες γὰρ πονηρότατοι περι‐
5ελόντες τὸ εὐήκοον τῆς τῶν ἀνθρώπων προαιρέσεως, ἐπήρωσαν ἡμῶν τὴν ἀκοὴν τῆς ψυχῆς· διὰ τοῦτο Χριστὸς παρεγένετο, ἵνα ἐκβάλῃ τὸ δαιμόνιον τὸ κωφὸν, καὶ ἀκούσωμεν λόγον ἀληθείας· οὐδὲ γὰρ ἐκεῖνος ἦν ὁ δαιμονιζόμενος κωφὸς, ἀλλ’ ὁ εἷς ἐτύγχανε δεῖγμα τῶν πάντων· τὸν δὲ ἕνα θεραπεύει, ἵνα καθολικὸν γεῦμα παράσχῃ
10τῆς οἰκουμενικῆς σωτηρίας, καὶ ὅταν εἷς ἐκ γενετῆς τυφλὸς σω‐ ματικῶς εὐεργετεῖται, πάντες πνευματικῶς εὐαγγελιζόμεθα· καὶ ὅταν εἷς παραλυτικὸς βαδίσῃ, εἷς μὲν διὰ ποδῶν παρ’ ἐλπίδα τρέχει, ὁ δὲ κόσμος ἅμα τῷ ἑνὶ, διὰ τῷ τῆς πίστεως αἰνίγ‐ ματι τρέχει τὸν δρόμον τῆς ἀληθείας, ἀλλ’ οἱ πονηροὶ μετέθηκαν
15τὴν εὐεργεσίας εἰς γοητείαν, τῆς ἰδίας ὑποψίας ὄντες αὐτοὶ μαθηταί. Κυρίλλου Ἀλεξανδρείας. Κωφὸν ἐν τούτοις τὸν ἄφωνον ὠνομάσθαι φαμέν· τούτου καθαρισθέντος, καὶ τελεσθέντος τοῦ θαύματος, κατεκρότει μὲν ἡ πληθὺς ταῖς εὐφημίαις αὐτὸν, καὶ
20δόξῃ θεοπρεπεῖ στεφανοῦν ἠπείγετο τὸν θαυματουργόν· τινὲς δὲ, φησὶν, ἐξ αὐτῶν, οὗτοί τε ἦσαν γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπονοίᾳ καὶ φθόνῳ μεθύοντες τὴν καρδίαν, προσθήκην τῇ νόσῳ τὸ θαῦμα πεποίηνται, ἀφιστάντες γὰρ αὐτοῦ τὰ θεοπρεπῶς εἰργασ‐ μένα, τῷ διαβόλῳ προσνενέμηκαν τὸ πάντα δύνασθαι κατορθοῦν,
25δι’ αὐτοῦ γὰρ αὐτὸν ἐκβάλλειν ἔφασαν τὰ δαιμόνια. Ἀκύλ. Ἵστησι μὲν γὰρ βασιλείας τῶν ὑπὸ χεῖρα τὸ γνήσιον, ἵστησι δὲ οἴκους, τὸ κατὰ μηδένα τρόπον ἀντιφέρεσθαί τινας ἀλλήλοις τῶν ἐν αὐτῷ. ἔστησε δ’ ἂν καὶ τὴν τοῦ Βεελζε‐ βοὺλ βασιλείαν, τὸ μὴ αὐτὸν ἑαυτῷ δρᾷν ἐθέλειν τὰ ἐναντία.
30Πῶς οὖν ἐκβάλλει Σατανὰς τὸν Σατανᾶν; οὐκοῦν οὐχ ἑκόντα τῶν ἀνθρώπων ἐκπέμπονται τὰ δαιμόνια, οὐ γὰρ μάχεται, φησὶν, ὁ
Σατανᾶς ἑαυτῷ, οὐκ ἐπιπλήττει τοῖς ἑαυτοῦ δορυφόροις. Συγ‐92

93

κροτεῖ δὲ μᾶλλον τὴν ἑαυτοῦ βασιλείαν· λείπεται τοίνυν ἐννοεῖν, ὅτι δύναμις θεία συντρίβει τὸν Σατανᾶν. Τίτου Βοστρῶν. Ἰουδαῖοι καὶ ἐξ Ἰουδαίων κατὰ σάρκα γεγό‐ νασιν οἱ μακάριοι μαθηταί· οὗτοι τὴν κατὰ πνευμάτων ἀκαθάρτων
5ἐξουσίαν ἐσχήκασιν παρὰ Χριστοῦ, καὶ δὴ καὶ ἀπήλλαττον τοὺς ἐνισχημένους, ἐπιφωνοῦντες αὐτοῖς τὸ “ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.” Ὅτε τοίνυν, φησὶν, οἱ ἐξ ὑμῶν γεγονότες υἱοὶ ἐν ὀνόματί μου τὸν Βεελζεβοὺλ θριαμβεύουσιν, ἐπιπλήττοντες αὐτοῦ τοὺς δορυφόρους, καὶ ἀμελλητὶ τῶν ἐχόντων αὐτοὺς ἐκπέμποντες, πῶς οὐκ ἐναργὴς
10δυσφημία, πολὺ τὸ ἀμαθὲς ἔχουσα συμπεπλεγμένον τῷ λέγειν, ἐμὲ δανείζεσθαι δύναμιν, τὴν παράκλησιν τε τοῦ Βεελζεβούλ. κατακριθήσεσθε τοίνυν, φησὶν, ὑπὸ τῆς πίστεως τῶν ἐξ ὑμῶν γεγονότων υἱῶν, εἴπερ αὐτοὶ μὲν τὴν παρ’ ἐμοῦ λαβόντες ἐξουσίαν καὶ δύναμιν, παραλύουσι τὸν Σατανᾶν, καὶ οὐκ ἑκόντες τῶν
15ἐχόντων αὐτὸν ἐκπέμποντες· ὑμεῖς δὲ λέγετε ταῖς ἐκείνου δυνά‐ μεσι κεχρημένον ἐνεργεῖν ἐμὲ τὰς θεοσημείας. Ἐπειδὴ δὲ τοῦτο μὲν οὐκ ἀληθὲς, ἕωλον δὲ μᾶλλόν ἐστι καὶ κατεψευσμένον καὶ συκοφαντίας ἔχον γραφὴν, πρόδηλον ὅτι ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· δάκτυλον Θεοῦ τὸ Ἅγιον Πνεῦμά φησι.
20 Κυρίλλου Ἀλεξανδρείας. Ἐγὼ μὲν γὰρ ἐπεδήμησα, φησὶ, ἵνα πάντας ἐξέλωμεν τῶν τοῦ διαβόλου χειρῶν, ἵνα αἰχμαλώτους ὄντας ἐλευθερώσω, καὶ φωτίσω ἐσκοτισμένους, καὶ πεσόντας ἀνα‐ στήσω, καὶ συντεθραυσμένους ἰάσωμαι, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα παρ’ ἐκείνου δηλονότι, συναγάγω εἰς ζωήν. ὁ δέ γε
25Σατανᾶς μὴ ὢν μετ’ ἐμοῦ ἐπιχειρεῖ σκορπίζειν ἃ συνῆξα καὶ ἔσωσα. Πῶς οὖν ὁ μαχόμενος ταῖς ἐμαῖς οἰκονομίαις δίδωσι μοι δύναμιν καθ’ ἑαυτοῦ; ἆρ’ οὐκ εὔηθες τὸ οἴεσθαί γε τοιοῦτόν τι γεγενῆσθαι; πόθεν οὖν ἄρα συμβέβηκε τοῖς Ἰουδαίων δήμοις τὸ κατολισθεῖν εἰς τοσαύτας ἐννοίας περὶ Χριστοῦ, αὐτὸς διεσάφησεν
30εἰπὼν, ὅτι “ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς. Ὠριγένους. Τί ἐστι τὸ διέρχεσθαι τὸ πνεῦμα τὸ πονηρὸν “δι’ “ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκων;” ἄνυδροι τόποι
οἱ ἐξ ἐθνῶν τὸ πρότερον, νυνὶ δὲ πεπλήρωται ὕδατος θείου, καὶ93

94

οὐκέτι παρέχουσαν ἀνάπαυσιν αὐτοῖς· ποιεῖται τοίνυν ἐπιστροφὴν πρὸς τὸ πρότερον αὐτοῦ δοχεῖον τοῦ ἐξ Ἰσραὴλ, καὶ ὡς εὗρεν αὐτοὺς οὐκέτι θεῖον ἔχοντας ἐν αὐτοῖς οὐδὲν, ἀλλ’ ἐρήμους ὄντας καὶ σχολάζοντας αὐτῷ πρὸς ἐνοίκησιν, κατῳκήσατο δηλαδὴ μετὰ
5πάσης αὐτοῦ τῆς δυνάμεως. Τοῦτο γὰρ φαίνεται δηλοῦν, “ἑπτὰ λέγων ἕτερα πνεύματα μετ’ αὐτοῦ,” καθάπερ εἴωθεν ἐπὶ πλήθους ὀνομάζειν ἡ θεία γραφὴ τὸν τοσοῦτον ἀριθμῷ, ἐπειδὰν λέγῃ, “ὅτι “στεῖρα ἔτεκεν ἑπτὰ, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.” οὐδὲ γὰρ τὸ πνεῦμα τὸ ἀκάθαρτον ὁποῖον ἔσχον ἐν Αἰγύπτῳ, τοιοῦτον
10ἔχουσιν οἱ εἰς τὸν Υἱόν μου ἀπιστήσαντες· πεπλήρωται καὶ ἄλλων πονηρῶν, καὶ γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώ‐ των· χείρονα γὰρ τῶν ἐν Αἰγύπτῳ νῦν πάσχουσιν, ἐπειδήπερ εἰς Ἰησοῦν Χριστὸν οὐ πεπιστεύκασιν, ἀλλὰ τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπέκτειναν, ὅθεν ἐστερήθησαν τῆς ζωῆς· καὶ οὐκέτι λέγει ἐν αὐτοῖς
15προφήτης, τάδε λέγει Κύριος, οὐκ ἔστι σημεῖον ἐν αὐτοῖς, οὐκέτι πέρας, οὐκέτι σημεῖον ἐπιφανείας καὶ παρουσίας τοῦ Θεοῦ. μετα‐ βέβηκε γὰρ τὰ ἀγαθὰ ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐνθῶν, τοῦτον Ἰησοῦ λόγον εἰρηκότος, “ἀρθήσεται ἀπ’ αὐτῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ “δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.”
20tΚΕΦ. Μ.
21tΠερὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν.
22 Διὰ τί τῆς γυναικὸς εἰπούσης, “μακαρία ἡ κοιλία ἡ βαστά‐ “σασά σε,” καὶ τὰ ἑξῆς, αὐτὸς Χριστὸς ὁ δεσπότης εἶπε, “με‐ “νοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσ‐
25“σοντες αὐτὸν;” ἁρμοδίως πρὸς τὸν καιρὸν τοῦτό φησιν· ἐπειδὴ γὰρ οἱ τῶν θείων λόγων ἀνήκοοι τοὺς ὑπηκόους τούτων κατέκριναν, αὐτὸς τὸ ἐναντίον ποιῶν, μᾶλλον μακαρίζει τούτους· λοιπὸν δὲ καὶ διὰ τὸν ἰαθέντα κωφὸν, ἵνα καὶ αὐτὸς ἀκούσας μάθῃ, καὶ μαθὼν πιστεύσῃ, καὶ πιστεύσας ἐργάσηται, καὶ ἐργασμένος στεφανωθῇ
30καὶ δοξασθῇ μετὰ πάντων τῶν φυλασσόντων τὰς δεσποτικὰς ἐντολάς. ἅπερ εἶπεν ὁ δεσπότης Χριστὸς, “ὅτι ἡ γενεὰ αὕτη πονηρά ἐστιν,”
ἕως “ἔσται φωτεινὸν ὅλον” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.94

95

(1t)

ΚΕΦ. ΜΑ.
2tΠερὶ τῶν αἰτούντων σημεῖον.
3 Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὸν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον κ. τ. ἑ.
5 Λύχνον ἔχοντες ἐν αὐτοῖς οἱ ἄνθρωποι τὴν νοερὰν δύναμιν, οὐκ εἰς τὸ ἐμφανὲς ἄγουσι ταύτην, ἀλλ’ εἰς τὸ ἀφανὲς κρύπτουσι τὸ μὴ ζητεῖν τὴν ἔκλαμψιν τοῦ νοῦ, ἀλλὰ τὴν ἔξωθεν καὶ ματαίαν λαμπρότητα. αὕτη γὰρ γίνεται περὶ τὸν νοῦν σκότος, εἰς πονηρίαν αὐτὸν ἐκκαλουμένη, οἷα δὴ καὶ ἡ περὶ τοὺς Φαρισαίους δόξα παρὰ
10τῷ πλήθει φθονερῷ καὶ κακοήθως κατὰ τοῦ τιμωμένον παρασκευά‐ ζουσα, καὶ προσάγειν διὰ στόματος λόγους ἀσεβεῖς καὶ συκοφαν‐ τικούς. οὕτω γὰρ ἔνδοθεν καὶ ἀπὸ καρδίας ἐρχόμενον τὸ σκότος, ὅλον τὸ σῶμα πληροῖ, οὐ μόνον τὸ στόμα λόγων ἐμπιπλῶσα τῶν μὴ δικαίων, ἀλλὰ καὶ χεῖρας ἐπὶ μιαιφονίαν ἐγείρουσα· ὃ δὴ καὶ
15πράττουσι μικρὸν ὕστερον, ἀπὸ τοῦ φθόνου πρὸς τὸν φόνον ἐγειρό‐ μενοι. ἐξὸν οὖν ὑμῖν, φησὶ, καθαρὸν κατασκευάζειν τὸν νοῦν, καὶ διὰ τούτου καταλαμπρύνειν ἑαυτῶν τούς τε λόγους καὶ τὰς πράξεις, ὑμεῖς δὲ τοὐναντίον, ὅθεν χρὴ προάγειν φῶς, ἐντεῦθεν προάγεται σκότος.
20tΚΕΦ. ΜΒ.
21tΠερὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν.
22 Τίνος ἕνεκεν πονηρῶν καὶ βεβήλων ὄντων τῶν Φαρισαίων καὶ βασκάνων καὶ ἀλαζόνων, κληθεὶς παρ’ ἑνὸς ἐξ αὐτῶν Χριστὸς ὁ Θεὸς ἡμῶν οὐ παρῃτήσατο, ἀλλ’ εἰσελθὼν ἀνεκλίθη; οὐχ ὡς
25ἀγνοῶν τὴν ἐνοῦσαν αὐτοῖς σκαιότητα ὁ πάντα εἰδὼς τοῦτο πεποί‐ ηκεν, ἀλλὰ νουθετῆσαι τούτους ἐπειγόμενος, μυσταγωγίας πρό‐ φασιν τὸ πρᾶγμα ποιούμενος. Ἐσκανδαλίσθη δὲ ὁ Φαρισαῖος, ὅτι οὐ πρὸ τοῦ ἀρίστου ἐβαπτί‐ σθη, ἀσυνέτως σφόδρα, τοῦτο γὰρ ἐποίουν ἐκεῖνοι, ῥύπου παντὸς
30ἑαυτοὺς, ὡς ἐνόμιζον, ἀπαλλάττοντες, ὅπερ οὐδαμοῦ προσέταξε
Μωϋσῆς τοῦτο ποιεῖν.95

96

Μόνη γὰρ διὰ τῶν ὑδάτων ἀπόνιψις χρειωδεστάτη λίαν ἐστὶ, τοῖς ῥυπῶσι σωματικῶς, ἀκαθαρσίαν δὲ τὴν εἰς νοῦν καὶ καρδίαν ἀπαλλάξαι οὐ δύναται. Τὰ τούτων ἀκόλουθα, οἷόν ἐστιν, εἶπεν ὁ Κύριος, “ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου,” ἕως “τὸ
5“γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Κυρίλλου Ἀλεξανδρείας. Ἐξῆν μὲν γὰρ καὶ ἑτέροις λόγοις χρήσασθαι τὸν Κύριον, νουθετεῖν ἐθέλοντα τὸν ἀσύνετον Φαρισαῖον, ἐπιδράττεται καὶ τοῦ καιροῦ καὶ οἷον ἐκ τῶν ὄντων ἐν χερσὶν ἐξυ‐
10φαίνει τὴν μυσταγωγίαν· ὡς γὰρ ἐν καιρῷ τροφῆς καὶ τραπέζης ἐναργὲς ὑπόδειγμα δέχεται τὸ ποτήριον καὶ τὸν πίνακα, καὶ δια‐ δείκνυσιν ὅτι καθαροὺς καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς εἰλικρινῶς λατρεύοντας τῷ Θεῷ, καὶ οὐ δήπου μόνης ἐξ ἀκαθαρσίας σωματι‐ κῆς· ἀλλὰ γὰρ καὶ τῆς εἰς νοῦν ἔσω κεκρυμμένης, καθάπερ ἀμέλει
15καὶ τὰ ταῖς τραπέζαις ἐξυπηρετοῦντα τῶν σκευῶν καὶ τῶν ἔξωθεν ἐλευθεροῦσθαι ῥύπων, εὖ ἂν ἔχοι, καὶ προσέτι τοῦτο τῶν ἔσω. Ὁ γὰρ ποιήσας τὸ ἔξωθεν φησὶ, καὶ τὰ ἄνωθεν ἐποίησε, τουτέστιν ὁ τὸ σῶμα κτίσας, καὶ ψυχὴν εἰργάσατο. χρὴ τοιγαροῦν ἐν ὅσῳ τὰ ποιήματα τοῦ φιλαρέτου Θεοῦ σύνδρομον ἔχει τὴν ἀποκάθαρσιν,
20ἀλλ’ ἦν ἀληθὲς τοῦτο τοῖς γραμματεῦσί τε καὶ Φαρισαίοις· μέχρι γὰρ μόνου τοῦ δοκεῖν εἶναι καθαροὺς αὐτοὺς πάντα δρᾷν ἐσπούδαζον, “τάφοις κεκονιαμένοις προσεοικότες” κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, “ἔξωθεν μὲν ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν καὶ “πάσης ἀκαθαρσίας.” Ἀλλ’ οὐ τοιούτους ἡμᾶς εἶναι βούλεται
25Χριστός· ἁγίους δὲ καὶ ἀμώμους ψυχῇ τε καὶ σώματι. Ἃ γὰρ ἔδει μάλιστα κατορθοῦν, ταῦτα παρέντες ὡς ἕωλα, τουτέστι τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ, μόνας ἐκείνας ἀκριβῶς ἐτήρουν τὰς ἐντολὰς, ἤγουν τηρεῖσθαι προσέταττον παρὰ τὸν ὑπὸ χεῖρα λαὸν, αἳ πλείστας αὐτοῖς λημμάτων ὁδοὶ ἦσαν καὶ
30ἀφορμαὶ, ὥστε μηδὲ τὰ τῶν λαχάνων λεπτὰ καὶ οὐδενὸς ἄξια λόγου παρατρέχειν αὐτούς· ἔργον δὲ ἀγάπης τῆς εἰς Θεὸν, τὸ κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, δεδιέναι δὲ τοῦ παντὸς νόμου παράβασιν, κρίσεως δὲ ἡ δικαιοκρισία καὶ τὸ φροντίδος
ἴσης ἀξιοῦν τὰ τεθεσπισμένα, καὶ μὴ ῥᾳθυμεῖν μὲν τῶν ἀναγκαίων·96

97

μόνοις δὲ τοῖς ἐπικερδέσιν ἀκριβῶς ὁρᾷν, ἀλλὰ προσκλινῆ ποι‐ εῖσθαι τὴν ψῆφον τὴν ἐφ’ ἑκάστῳ πράγματι· τὸ γὰρ ἄδικα κρίνειν οὐκ ἀγάπην τὴν εἰς ἀδελφοὺς τηρούντων ἐστί· τὰ τοίνυν ἀναγκαῖα καὶ συνεκτικὰ μὴ τηροῦντες τοῦ νόμου, τὰς δεκάτας
5λαμβάνειν ἐσπούδαζον καὶ τῶν εὐτελεστάτων. Τὸ γὰρ ἀσπασμοὺς ζητεῖν παρὰ πάντων τῶν ἐν ἀγορᾷ, καὶ τὸ προσεδρεύειν ἐν συλλόγοις περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες, μνημάτων ἀδήλων οὐδὲν διαφέρουσι· ἃ διαπρέπει μὲν τοῖς ἔξωθεν κόσμοις, μεστὰ δέ εἰσι πάσης ἀκαθαρσίας. ἐνταῦθά μοι βλέπε
10διαβεβλημένην ἐσχάτως τὴν ὑπόκρισιν τὸ πρὸς ἀρέσκειαν ἀνθρώ‐ πων ἅπαντα διαπράττεσθαι. Διὰ τοῦτό φησιν ὁ μακάριος Παῦ‐ λος, “εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.”
13tΚΕΦ. ΜΓ.
14tΠερὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν.
15 Δυσφόρητον μὲν ἀεί πως ἐστὶν ἀνθρώπῳ παντὶ τὸ ἐλέγχεσθαι, πλὴν οὐκ ἀνόνητον τοῖς ἐπιεικέσι, μεθίστησι γὰρ αὐτοὺς ἐπὶ τὸ ἄμεινον. ἄθρει τοῦτο πεπονθότας τοὺς παρά γε τοῖς Ἰουδαίοις ὠνομασμένους νομικούς. ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ ἐπετίμα τοῖς Φαρισαίοις, ὡς ἔξω τρέχουσι τῆς εὐθείας ὁδοῦ· πρὸς ταῦτα δὲ τὸ
20τῶν ἀνοσίων νομικῶν ἐχαλέπαινε στῖφος. ἑαυτοὺς γὰρ ὑποφέρουσι τοῖς ἐγκλήμασι, καὶ καθ’ ἑαυτῶν εἰρῆσθαι νομίζουσιν, ἃ πρὸς ἐκείνους ἔφη Χριστός· ἀλλ’ ἦν δήπου κρεῖττον, ἀγαπῆσαι μὲν τὸν ἔλεγχον, αἰτῆσαι δὲ τῶν ἀρρωστημάτων τὴν λύσιν, καὶ μὴ ὕβριν ἀμαθῶς τὸν ἔλεγχον ὀνομάζειν, ἐπωφελῆ ὄντα καὶ χρήσιμον.
25Τί οὖν πρὸς ταῦτα Χριστός; ἐπιτείνει τὸν ἔλεγχον καὶ τὴν εἰκαίαν αὐτῶν ὀφρὺν καταφέρει λέγων, “καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί.” Περὶ δὲ τοῦ Ζαχαρίου, οὗ εἶπεν ὁ Κύριος ὅτι μεταξὺ τοῦ θυσιαστηρίου τοῦ ναοῦ ἐσφάγη, ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης φησὶν, ὅτι ὁ πατήρ ἐστι τοῦ προδρόμου· καὶ ἐπειδὴ οὐκ ἀπεχώρισε τὴν
30παναγίαν θεοτόκον Μαρίαν, καὶ μετὰ τὸν ἄφθορον τόκον, τοῦ ταῖς παρθένοις ἀποκεκληρωμένου τόπου ἐν τῷ ναῷ, ἦν δὲ οὗτος ὁ τόπος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐμαρτύρει δὲ καὶ
βασιλέα τῆς κτίσεως εἶναι τὸν εἰς γέννησιν ἀνθρωπίνην οἰκονομικῶς97

98

ἐξ αὐτῆς κατὰ ἀλήθειαν προσελθόντα, φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχειρίους, διὰ τοῦτο τὸν ἱερέα μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου κατέσφαξαν. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς
5γνώσεως. Κυρίλλου Ἀλεξανδρείας. “Κλεῖδα γνώσεως” καὶ αὐτὸν εἶναι φαμὲν τὸν νόμον καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς αὐτόν. ἦν μὲν γὰρ ὁ νόμος ἐν σκιᾷ καὶ τύπῳ, πλὴν οἱ τύποι διαμορφοῦσι τὴν ἀλήθειαν καὶ γράφουσιν αἱ σκιαὶ
10πολυτρόπως ἡμῖν τὸ Χριστοῦ μυστήριον. μόνος ἐσφάζετο κατὰ τὸν τοῦ Μωϋσέως νόμον· ἤσθιον τῶν κρεῶν αὐτοῦ, καὶ ἔχριον τῷ αἵματι τὰς φλιὰς, καὶ νενικήκασι τὸν ὀλοθρευτὴν, ἀλλ’ αἷμα προβάτου κοινοῦ οὐκ ἂν ἴσχυσεν ἀνατρέψαι θάνατον. ἐμορφοῦτο δὴ οὖν ὡς ἐν ἀμνῷ Χριστὸς, τὴν ὑπὲρ τῆς τοῦ κοινοῦ ζωῆς ὑπο‐
15μένων σφαγὴν, καὶ σώζων αἵματι τῷ ἰδίῳ τοὺς μετέχοντας αὐτοῦ. πλεῖστα δ’ ἄν τις πρὸς τοῦτο λέγοιτο, δι’ ὧν ἔνεστιν ἰδεῖν τὸ Χριστοῦ μυστήριον διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενον· ἔφη δέ που καὶ αὐτὸς τοῖς Ἰουδαίοις προλαλῶν, ὅτι “ὁ κατηγορῶν “ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε· εἰ γὰρ ἐπιστεύετε Μωϋ‐
20“σεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.” καὶ πάλιν, “ἐρευνᾶτε τὰς γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν “αἰώνιον ἔχειν, καὶ αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.” καὶ “οὐ θέλετε ἐλθεῖν πρός με·” ἅπας γὰρ ὁ λόγος τῆς θεοπνεύστου γραφῆς εἰς αὐτὸν ὁρᾷ, καὶ ἐπ’ αὐτῷ συντείνεται.
25 Ἐπειδὴ οὖν τοὺς καλουμένους νομικοὺς, ἅτε δὴ τὸν Μωϋσέως πολυπραγμονοῦντας νόμον, καὶ τὰς τῶν ἁγίων προφητῶν οὐκ ἠγνοη‐ κότας φωνὰς, ἀνοίγει τρόπον τινὰ τοῖς Ἰουδαίων δήμοις τὰς τῆς γνώσεως θύρας. παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ἀποφέρει δὲ εἰς ἐπίγνωσιν αὐτοῦ καὶ τὰ τῶν ἁγίων προφητῶν εὐσεβῆ
30κηρύγματα. ἀλλὰ τοῦτο μὲν οὐ πεπράχασιν οἱ καλούμενοι νομικοὶ, ἐκ δὲ τῶν ἐναντίων ἦραν τὴν κλεῖδα τῆς γνώσεως, ἵνα τὴν διὰ νόμου χειραγωγίαν ἐννοῇς ἤτοι τὴν πίστιν, δῆλον δ’ ὅτι τὴν εἰς Χριστὸν, προσγίνεται γὰρ διὰ τῆς πίστεως τῆς ἀληθείας ἡ γνῶσις·
καὶ γοῦν ὁ προφήτης Ἡσαΐας οὕτω που φησί· “καὶ ἐὰν πιστεύητε,98

99

“οὐδ’ οὐ μὴ συνῆτε,” χωρὶς γὰρ πίστεως ἀδύνατον εὐαρεστῆσαί ποτε. ἦραν τοίνυν τὴν κλεῖδα τῆς γνώσεως οἱ καλούμενοι νομικοί· οὐ γὰρ εἴων πιστεῦσαί τινας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, εἰ καὶ τεθαυματούργηκε πολυτρόπως· οἱ δὲ καίτοι θαυμάσαι δέον, ἐπὶ
5τούτοις αὐτὸν διέσυρον τὰς θεοσημείας καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς σκανδαλίζοντες ἔφασκον, “οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ “ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.” Ὁρᾷς ἐν τούτοις τὴν κλεῖδα τῆς γνώσεως αἴροντας· ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς, φανερὸν καθίστη τοῖς ἀκροωμένοις τὸ θέλημα
10τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον· οἱ δὲ ταύτας αὐτοῦ τὰς μυσταγωγίας οὐκ ἀμωμήτους ἀφέντες ἁλίσκον‐ ται. προσεφώνουν γὰρ τοῖς ὄχλοις, δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ; ἦραν οὖν κατὰ τὸ ἀληθὲς τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ δὲ οὐκ εἰσῆλθον, κεκωλύκασι δὲ καὶ ἑτέρους.
15tΚΕΦ. ΜΔ.
16tΠερὶ τῆς ζύμης τῶν Φαρισαίων.
17 Κυρίλλου Ἀλεξανδρείας. Ἅπας γὰρ ἡμῶν λόγος καὶ πᾶν ἔργον ἐν ἡμέρᾳ κρίσεως ἔσται φανερὸν, περιττὴ τοιγαροῦν ἡ ὑπό‐ κρισις, δεῖ δὴ ἀληθινοὺς ἡμᾶς ὁρᾶσθαι προσκυνητάς.
20 Τοῦ αὐτοῦ. Εἰς πνευματικὴν εὐανδρίαν ἀλείφει τοὺς ἀγα‐ πῶντας αὐτόν· λέγω γὰρ ὑμῖν, φησὶ, τοῖς φίλοις μου, οὐχ ἅπασιν ἁπλῶς πρέποι ἂν, ὡς ἔοικεν, ὁ περὶ τούτων λόγος, ἐκείνοις δὲ μᾶλ‐ λον οἷς ἂν ἐνυπάρχων ὁρῷτο τὸ ἐξ ὅλης καρδίας ἀγαπᾷν αὐτὸν, οἷς καὶ ἁρμόζει λέγειν, “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ
25“Χριστοῦ; θλίψις ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, “ἢ μάχαιρα;” οἱ γὰρ μὴ τοιοῦτοι, εὐπαρακόμιστοι λίαν εἰσὶ, καὶ πρὸς ἀποστασίαν ἑτοιμότεροι. Καὶ μετ’ ὀλίγα—Προσενθυμεῖσθαι δὲ τούτοις κἀκεῖνο προσ‐ ήκει· εὑρίσκονται γὰρ διὰ πόνων οἱ στέφανοι, καὶ ἄνθρωποι μὲν
30μέχρι σώματος ἐκτείνουσι τὰς ὀργὰς, καὶ πέρας αὐτοῖς τῆς καθ’ ἡμᾶς ἐπιβουλῆς ὁ τῆς σαρκὸς θάνατος, Θεοῦ δὲ κολάζοντος οὐ
μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συνυπο‐99

100

φέρεται ταῖς οἰκείαις ἡ ἀθλία ψυχή· οὐκοῦν εἰσίτω μᾶλλον ὁ μετ’ εὐκλείας θάνατος, εἰς ἀρχὰς ἡμᾶς ἀναφέρων ἀτελευτήτου ζωῆς. Τοῦ αὐτοῦ. Ὁρᾷς ὅσην ποιεῖται τὴν πρόνοιαν τῶν ἀγαπώντων αὐτόν· εἰ γὰρ μέχρι τῶν οὕτω εὐτελεστάτων ἐκτείνεται, καὶ οἷον
5κάτεισιν ἐπὶ τὰ πάντων μικρότατα τῶν ζώων, πῶς ἂν ἐπιλάθοιτο τῶν ἀγαπώντων αὐτόν; οὔγε τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν, ὡς ἕκαστα τῶν κατ’ αὐτοὺς εἰδέναι λεπτῶς, καὶ οἷον ἠριθμημένας ἔχειν αὐτῶν τὰς τρίχας; ἢ γὰρ οὐκ ἐάσει πεσεῖν εἰς πειρασμὸν, ἢ γοῦν οἰκονομικῶς, ἵνα παθόντες εὐδοκιμήσωμεν, εἰς παγίδα πεσεῖν
10ἐπιτρέψας, χορηγήσει πάντως καὶ τὸ δύνασθαι διενεγκεῖν.
11tΚΕΦ. ΜΕ.
12tΠερὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν.
13 Διὰ τί πρὸς τὸν εἰπόντα αὐτῷ, “διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ “μου, μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν,” ἀποκριθεὶς εἶπεν,
15“ἄνθρωπε, τίς με κατέστησεν ἄρχοντα ἢ μεριστὴν ἐφ’ ὑμᾶς;” ἐπειδήπερ ἐκεῖνος καταλιπὼν αὐτὸν τὰ χρήσιμα καὶ πρὸς σωτη‐ ρίαν ψυχῆς συντείνοντα, περὶ γηΐνων τε καὶ προσκαίρων πραγμά‐ των, ἐζήτει μεριστὴν αὐτὸν γενέσθαι, τούτου χάριν ὡς ὀχληρὸν καὶ οὐδὲν ἐθέλοντα μαθεῖν ὧν ἐχρῆν εἰδέναι, πράως ἀποπέμπεται, καὶ
20ὡς σμικρόψυχος περὶ τὴν αἴτησιν γενόμενος τῆς αὐτοῦ μικρο‐ πρεπείας· πείθων διὰ τούτων αὐτόν τε καὶ τοὺς τότε καὶ νῦν ἀκούοντας, παντὸς μὲν ἀποφοιτᾷν γηΐνου τε καὶ προσκαίρου πράγματος, μὴ φιλονεικοῦντας ἀδελφοῖς, εἴκοντας μᾶλλον αὐτοῖς, κἂν εἰ βούλωνται πλεονεκτεῖν· ἀπὸ γὰρ τοῦ “αἴροντος,” φησι,
25“τὰ σὰ μὴ ἀπαίτει·” ζητεῖτε δὲ μᾶλλον τὰ ὅσαπερ ἐστὶ χρή‐ σιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς· διὸ καὶ ἐπήγαγε λέγων, “ὁρᾶτε καὶ φυλάσσεσθε, ἀπὸ πάσης πλεονεξίας,” καὶ τὰ ἑξῆς· ὡς βόθρον τινὰ διαβολικὸν παραινῶν ἡμῖν ταύτην ἀποφεύγειν, καὶ δὴ καὶ εἰδωλολατρίαν ὁ σοφὸς ὀνομάζει Παῦλος, ὡς μόνως τάχα
30που πρέπουσαν τοῖς οὐκ εἰδόσι Θεὸν, ἢ καὶ ἰσοστάθμως ἔχουσαν
εἰς βεβήλωσιν τὸ λατρεύειν τινὰς ξύλοις τε καὶ λίθοις.100

101

(1t)

ΚΕΦ. Μϛ.
2tΠερὶ τοῦ οὗ ηὐφόρησεν ἡ χώρα πλουσίου.
3 Πῶς δὲ “οὐκ ἔστι ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐκ τῶν “ὑπαρχόντων αὐτοῦ,” διὰ τὸ μὴ πλούτῳ συνεκτείνεσθαι τὸ τῆς ζωῆς
5μέτρον, καθὼς ἡμῖν σαφῶς τε καὶ ἐναργῶς ὑπέδειξεν αὐτὸς ὁ δεσπότης Χριστὸς, τὴν τοῖς προειρημένοις συνεζευγμένην παρα‐ βολὴν εὖ μάλιστα συντέθεικεν. “Ἀνθρώπου γάρ τινος,” φησὶ, “πλουσίου εὐφόρησεν ἡ χώρα,” καὶ τὰ ἑξῆς. Χρὴ δὲ σκοπῆσαι ἡμᾶς ἀκριβῶς τὸ τοῦ λόγου εὔτεχνον, ὅτι
10οὐχ ἓν ἡμῖν εὐφορῆσαν εἰσέδειξε χωρίον, ἀλλ’ ὅλην, ἔφη, χώραν εὔκαρπον γενέσθαι τῷ κεκτημένῳ, ἵνα μάθωμεν τοῦ πείθους τὸ βάθος· καὶ γὰρ ὅταν οὕτω πολλοῖς περιχεόμενος ἀγαθοῖς στενο‐ χωρεῖται πεφροντικὼς, “τί γὰρ ποιήσω;” φησὶ, διὸ καὶ ἐσκέπτετο μόνος ἀπολαύειν τῶν προσόντων αὐτῷ, οὐχ ὁρῶν πρὸς τὸ μέλλον,
15οὐκ ἀναβλέπων πρὸς τὸν Θεὸν, οὐκ ἐρῶν φιλοπτωχίας, καὶ τῶν ἐντεῦθεν αὐχημάτων ἐφιέμενος, ἀλλὰ καὶ τὸ ἔτι τούτου παραλο‐ γώτερον, ἑαυτῷ μῆκος ὁρίζει ζωῆς, ὥσπερ ἐκ γῆς καὶ τοῦτο θερί‐ σας· “ἐρῶ γὰρ,” φησὶ, “τῇ ψυχῇ μου, ψυχὴ, ἔχεις πολλὰ “ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· φάγε, πίε, εὐφραίνου· διὸ καὶ
20“Θεὸς εἶπεν αὐτῷ, ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαι‐ “τοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;” ἀληθὲς οὖν, ὅτι “οὐκ ἐν τῷ περισσεύειν τινὶ ἔσται ἡ ζωὴ αὐτοῦ ἐκ τῶν ὑπαρχόντων “αὐτῷ.” διὸ τὸ ἐπαγόμενον ὅτι “οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ “εἰς Θεὸν πλουτῶν,” φοβηθέντες, μηδὲ εἰς ἔννοιαν τοῦ πλουτεῖν
25ἔλθωμεν· τρισμακάριος γὰρ καὶ ἐν ἐλπίσι λαμπραῖς ὁ κατὰ Θεὸν πλουτῶν. Ἄφρων δὲ δικαίως ἐκλήθη, ἐπειδὴ πᾶς ἄφρων τοιοῦτος καὶ μάταιος, καθὼς καὶ ὁ ψαλμῳδὸς φησὶ, “πλὴν μάτην πᾶς ἄνθρω‐ “πος θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.”
30 Τὰ ἀκόλουθα τούτων, οἷον “μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ταῦτα πάντα προσ‐ “τεθήσεται ὑμῖν.” Κυρίλλου Ἀλεξανδρείας. Ὡς ἀπό γε τῶν πτηνῶν καὶ τῶν ἐν ἀγροῖς ἀνθῶν ἱδρυμένην καὶ ἀκατάσειστον ἐργάζεταί σοι πίστιν,
35ἐνδοιάζειν δὲ ὅλως οὐκ ἐφίησιν ἡμᾶς, ὅτι πάντη τε καὶ πάντως τὴν101

102

παρ’ αὐτοῦ χαρίζεται φειδῶ, τὸ ἀνενδεὲς ἐφ’ ἅπασι διδούς· “κατα‐ “νοήσατε,” λέγων “τὰ κρίνα, πῶς αὐξάνει,” καὶ τὰ ἑξῆς. Ἀληθὲς δὲ τοῦτο· τὰ γὰρ τῶν χρημάτων ἄνθη ποικίλα τε ὄντα καὶ πολυειδῆ ἐν κρίνοις μὲν καὶ ἐν ἑτέροις τισὶ τῶν φυομένων ἐν
5ἀγροῖς ἀξιοθαύμαστόν ἐστι τὴν ὥραν· πρὸς δὲ μίμησιν τὴν αὐτῶν ὑποβαλλόμενον τὸ τεχνουργούμενον λείπεται πάντως ἐκείνων, καὶ μόλις ἔρχεταί πως τῆς ἀληθείας ἐγγύς. Εἰ τοίνυν τοὐθ’ οὕτως ἔχει, πῶς οὐκ ἀληθὲς ὅτι οὐδὲ Σολομῶν, καίτοι φιλότιμος οὕτω γεγονὼς, ἐν ὅλῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Ἀπόχρη
10τοιγαροῦν τοῖς σοφοῖς τὸ χρείας ἕνεκα καὶ μόνης εὐσχήμονα καὶ εὐπόριστον ἔχειν τὴν στολὴν, καὶ σιτίων λιτότητα μὴ ὑπεραίρου‐ σαν τὸ ἀρκοῦν· ἀρκέσει δὲ τοῖς ἁγίοις ἡ ἐν Χριστῷ τροφὴ, ἡ πνευματικὴ δηλονότι καὶ θεία καὶ νοητὴ, καὶ ἡ μετὰ ταῦτα δόξα. “Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον” ἀντὶ τοῦ μὴ ἀπιστήσῃς εἴρη‐
15ται, μικρὸν δὲ ποίμνιον ὀνομάζει, ἢ ἐπειδὴ παράκειται μικρότης ἐν τῷ κόσμῳ τούτῳ τοῖς ἑκουσίως ἀκτήμοσι καὶ ἀχρημάτοις, ἢ διὰ τὸ ἡττᾶσθαι τῆς τῶν Ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρίτως πλεονεκτούσης τὰ καθ’ ἡμᾶς. εἰπὼν γὰρ ἐν τῇ τῶν ἑκατὸν προβάτων παραβολῇ, ὅτι χαίρει ἐπὶ τῷ ἑνὶ μᾶλλον τῷ
20πλανηθέντι καὶ εὑρεθέντι ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις, ἔδειξεν ὅτι ὡς ἓν ἐν τοῖς ἑκατὸν, τὸ ἐπὶ γῆς ἐστι ποίμνιον πρὸς τὰς ἀμετρήτους τῶν ἄνω πνευμάτων ἀγέλας. ἀλλ’ εἰ καὶ οὕτω μικρόν ἐστι, φησὶν, ἡ τοῦ Θεοῦ ἀγαθότης ἡ πάντα λόγον ὑπερεκτείνουσα, δέδωκε καὶ αὐτῷ τῶν ὑπερκειμένων πνευ‐
25μάτων τὸν κλῆρον, τουτέστι τὴν τῶν οὐρανῶν βασιλείαν· ὁ οὖν τὰ οὕτω μεγάλα καὶ ἐξαίρετα διδοὺς, πῶς ὀκνήσει πλουσίως τὰ ἐπὶ γῆς παρέχειν ἡμῖν ἀγαθά· προδήλως ἐκπληρούντων ἡμῶν τὸ ἐπα‐ γόμενον· φησὶ γὰρ, “πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε “ἐλεημοσύνην,” καὶ τὰ ἑξῆς· ἅπερ προεγράφη εἰς τὸ κατὰ
30Ματθαῖον, ἕως “ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.” Εἰπὼν ὅτι “ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι,” οὐ τὴν τοῦ σώματος ὀσφὺν διεζωσμένην ἡμᾶς ἔχειν παρακελεύεται, ἀλλὰ τὸ τῆς διανοίας ἕτοιμον εἰς φιλεργίαν τοῖς ἐφ’ ἅπασι δηλονότι
τοῖς ἐπαινουμένοις.102

103

Οἱ δὲ λύχνοι τὴν τοῦ νοῦ ἐγρήγορσιν καὶ φαιδρότητα νοητὴν ἐπιδηλοῦσιν, ἵνα ἀρετὴν ἀσκοῦντες, καὶ τὸν προφορητικὸν καὶ τὸν ἐνδιάθετον λόγον διὰ παντὸς ἀστράπτοντα ἔν τε τῇ ψυχῇ, ἔν τε τῇ γλώττῃ ἔχοντες, δι’ ἀμφοτέρων ἐκλάμπωμεν. ὁ μὲν γὰρ ἔνδον
5ἡμᾶς φωτίζει, ὁ δὲ ἔξω τοὺς ἄλλους· διόπερ ὁ διδασκαλικὸς λύχνος ψυχούσθω καὶ ἀρδευέσθω καὶ τρεφέσθω ὑπὸ τῆς πρακτικῆς ἀρετῆς, ἵνα μὴ σκοτεινὸς ᾖ καὶ ἀλαμπής. Γάμους δὲ ὀνομάζει, διὰ τὸ μηδὲν ὅλως κατηφὲς ἢ λυπηρὸν ὑπάρχειν παρὰ τῇ θείᾳ καὶ ἀκηράτῳ φύσει, ἵνα ἐλθόντος, φησὶ,
10δῆλον δὲ ὅτι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, ἀθρόως καὶ ἀδοκήτως καθάπερ ἀώρως τῶν νυκτῶν ἐφιστάμενος, ὅπερ σημαίνει τὸ ἄδη‐ λον τῆς παρουσίας αὐτοῦ, οὓς ἂν παρεσκευασμένους εὕρῃ καὶ ἑτοίμους, εἴτε ἐν τῇ δευτέρᾳ, εἴτε ἐν τῇ τρίτῃ φυλακῇ τῆς νυκτὸς, τὴν παρουσίαν αὐτοῦ ἀναμένοντας, καὶ διὰ τοῦτο πᾶσαν ἀρετὴν
15ἐργαζομένους, “μακάριοί εἰσι, φησὶν, οἱ δοῦλοι ἐκεῖνοι, περιζώ‐ “σεται γὰρ καὶ διακονήσει αὐτοῖς.” τουτέστιν ὅτι τοῖς ἴσοις ἡμᾶς ἀνταμείψεται καὶ οἷον κάμνοντας ἀνακτήσεται, τρυφὰς ἡμῖν παρα‐ θεὶς τὰς πνευματικὰς, καὶ πολυτελεστάτην, δαψιλῆ, ποικίλην, ἀμφιλαφῆ τῶν ἑαυτοῦ χαρισμάτων ἁπλώσει τράπεζαν. Νομί‐
20σωμεν δὲ τοὺς μὲν τῆς πρώτης φυλακῆς τοὺς ἐπιμελέστερον βιοῦντας, καὶ παρὰ τοὺς ἄλλους ἀγρύπνως διακειμένους περὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, καὶ διὰ τοῦτο πρώτης τάξεως ἐπειλημμέ‐ νους· τοὺς δὲ τῆς δευτέρας, τοὺς ὑποβεβηκότας· τοὺς δὲ τῆς τρίτης, τοὺς τούτων καταδεεστέρους.
25 Τινὲς δὲ πρώτην καὶ δευτέραν φυλακὴν καὶ τρίτην τὸ διάφορον τῶν ἡλικιῶν ἐξηγήσαντο, πρώτην μὲν, καθ’ ἣν παῖδές ἐσμεν ἄνη‐ βοι, δευτέραν δὲ, καθ’ ἣν νεανίαι, καὶ τρίτην, καθ’ ἣν πρεσβύται· τὸ δὲ, “εἰ ᾔδει ὁ οἰκοδεσπότης,” καὶ τὰ ἑξῆς, ἕως μετὰ τῶν ἀπίστων θήσει, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Εἰς τὰ
30μικρὰ εἰς τὴν ἑρμηνείαν τοῦ σχολίου. Ὠριγένους. Ἔστιν ὕπνος καὶ ἐγρήγορσις, ὥσπερ ἐπὶ τοῦ ἔξω ἀνθρώπου καὶ ἐπὶ τοῦ ἔσω· ἀπαιτούμεθα τοίνυν ἐγρηγορέναι, καθά φησιν ὁ Σωτήρ· “γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε “εἰς πειρασμόν.” Καὶ μετ’ ὀλίγα—Πλὴν τὰ πολλὰ ἢ κατὰ
35πάντα ἐν τῷ βίῳ τούτῳ ἀγρυπνητέον ἐστι, πῇ μὲν διὰ τὸ ἐφε‐103

104

δρεύειν τοὺς πολεμίους ὄντας, “οὐχ αἷμα καὶ σάρκα, ἀλλ’ ἐξουσίας “καὶ κοσμοκράτορας τοῦ κόσμου τούτου, καὶ πνευματικὰ τῆς “πονηρίας,” ἵν’ ἐκ τοῦ ἐγρηγορέναι σωζώμεθα, ὥσπερ δορκαὶ ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος, καὶ “ἵνα τὰς ὀσφύας
5“περιζωσάμενοι καὶ τοὺς λύχνους ἀναπτομένους ἔχοντες, ὅμοια “γενώμεθα ἀνθρώποις προσδεχομένοις τὸν Κύριον ἑαυτῶν, ἵνα “ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωμεν αὐτῷ.” Ἐξ ἀνεπιγράφου. Διχοτομίαν φησὶ τοῦ κακοῦ δούλου τὸ διαιρεθῆναι τὸ ἐπισυμβεβηκὸς αὐτῷ, καὶ διακοπῆναι ἀπ’ αὐτοῦ
10μετὰ μεγάλων καὶ σφοδρῶν ἀλγηδόνων· ἀτελὴς γὰρ εὑρεθήσεται ὁ τοιοῦτος, ἄνευ θείου Πνεύματος, σὰρξ ὢν καὶ οὐ πνεῦμα. ἐπεὶ τότε ἐσμὲν ἐν πνεύματι κατὰ τὸν Ἀπόστολον, ὅταν Πνεῦμα Θεοῦ ἐστιν ἐν ἡμῖν. μέρος δὲ ἀτελὲς ἀπολειφθεὶς ἔσται μετὰ τῶν ἀπίστων, ὡς ἂν οὐδὲν τῆς πίστεως ἀπολαύσας εἰς σωτηρίαν, ἀλλὰ
15σὺν τῷ ἀπίστῳ κόσμῳ κατακριθεὶς, καὶ τοσούτῳ γε μείζων ἡ κόλασις, ὅσῳ πλεῖον ἡ χάρις. Ἐλθὼν οὖν ὁ Κύριος τὸν τοιοῦτον διχοτομητὸν τῷ ζῶντι ἑαυτοῦ λόγῳ καὶ ἐνεργεῖ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὡς μὴ γενο‐ μένους ὁλοκλήρους πνεύματι καὶ ψυχῇ καὶ σώματι, ὁποῖοί εἰσιν
20οἱ ἁγιαζόμενοι ὁλοτελεῖς, ὧν ὁλόκληρον τὸ πνεῦμα καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τηρεῖται τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἵνα δὲ σαφέστερον ἴδῃς, πρόσεχε πῶς ἂν νοηθείη ἐκ τοῦ διϊκνεῖσθαι τὸν ζῶντα τοῦ Θεοῦ λόγον ἐπιμερισμὸν ψυχῆς καὶ πνεύματος, ὅντινα ἐπιμερισμὸν ψυχῆς καὶ πνεύματος
25οἱ μὲν οὖν διχοτομούμενοι πείσονται, οἱ δὲ πιστοὶ καὶ φρόνιμοι οἰκονόμοι οὐ πείσονται. ὁ λόγος γὰρ ἐν αὐτοῖς ποιήσας τὰ ἀμφό‐ τερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τοὺς δύο ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας αὐτοὺς τῷ Θεῷ.
30 Διὰ ποίαν αἰτίαν “ὁ δοῦλος ὁ μὴ γνοὺς τὸ θέλημα τοῦ Κυρίου “αὐτοῦ, καὶ ποιήσας ἄξια πληγῶν,” ὑπέχει λόγον; διότι μὴ ἠθέλησεν εἰδέναι, δυνάμενος μαθεῖν· εἰ δὲ ὁ μὴ γνοὺς ὅλος οὐκ ἄμοιρος ὀργῆς ἔσται, ὅτι μὴ εἰδὼς κατημέλησε τοῦ μαθεῖν, ποῖος ἀπαλλάξει λόγος
τοῦ χρῆναι πολλὰς ὑπομεῖναι πληγὰς, τὸν εἰδότα καὶ ῥᾳθυμήσαντα.104

105

Εἰπὼν δὲ ὅτι “παντὶ ᾧ ἐδόθη πολὺ, πολὺ ζητηθήσεται παρ’ “αὐτοῦ,” ἔδειξεν ὅτι φορτικώτερον τῶν διδασκόντων τὸ κρίμα. Ποῖα δὲ ταῦτά ἐστιν ἃ ζητηθήσεται παρ’ αὐτῶν; τὸ ἐν πί‐ στει ὀρθὸν, τὸ ἀπλανὲς εἰς μυσταγωγίας, τὸ βεβηκὸς ἐν ἐλπίδι,
5τὸ ἀκατάσειστον ἐν ὑπομονῇ, τὸ ἄθραυστον ἐν ἰσχύϊ τῇ πνευματικῇ, τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πρόθυμόν τε καὶ εὐσθενὲς, ὥστε καὶ ἑτέροις ὑποτύπωσιν εἶναι πολιτείας ἀγγελικῆς. Τὸ “πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον ἕως καὶ “τὸ ἔσχατον λεπτὸν ἀποδῷς.”
10 Ἐξ ἀνεπιγράφου. Τοῦτο τὸ πῦρ ἔχοντες οἱ περὶ Κλεώπαν ἐν ἑαυτοῖς ἔλεγον, “οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ἐν τῇ “ὁδῷ, καὶ ὡς ἐλάλησεν ἡμῖν, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς.” Τοῦ Χρυσοστόμου. “Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,” οὐκ ἐπὶ τὴν γῆν τὴν ὑφ’ ὑμετέροις ποσὶ πατουμένην, ἀλλ’ ἐπὶ τὴν γῆν τὴν
15ὑφ’ ἐμαῖς χερσὶ πεπλασμένην, ἐπειδήπερ ὁ διάβολος ταῖς τῶν ἀνθρώπων καρδίαις ἀκάνθας καὶ τριβόλους ἐνέσπειρεν ἁμαρτη‐ μάτων· “πῦρ ἦλθον ἐπιβαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη “ἀνήφθη;” δεῖ γάρ με καθαρίσαι τὴν ἐμὴν γῆν· δεῖ μετὰ τοῦ διαβόλου πικροφόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξαναλῶ‐
20σαι, ἵνα καθαρῶ τῇ ψυχῇ καθαρὸν τὸν οὐράνιον σπόρον ἐν οὐρανῷ. “Οὐκ ἦλθον γὰρ βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν,” ἐὰν μὴ χα‐ λάσω τῷ ἐχθρῷ ὑμῶν μάχαιραν, ὑμῖν οὐκ ἔσται εἰρήνη. Κυρίλλου Ἀλεξανδρείας. Καίτοι Χριστὸς ἐστὶν ἡ εἰρήνη ἡμῶν κατὰ τὰς γραφάς. Πῶς οὖν, ἔφη, οὐκ ἦλθον εἰρήνην δοῦναι
25ἐπὶ τῆς γῆς; ὅτι χρῆμα μὲν ἡ εἰρήνη καλὸν καὶ ὄντως ἀγαθὸν, ἀλλ’ οὐ πᾶσα πάντως εἰρήνη τὸ ἀκατάψεκτον ἔχει, ἀλλ’ ἐστὶν ἐπισφαλὴς πολλάκις καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποκομίζουσα. Ἀλυσιτελὴς γὰρ ἡ πρὸς τοὺς ἑτερόφρονας εἰρήνη, κατάγε τὸ τὰ ἴσα φρονεῖν ἐκείνοις. Διὰ τοῦτο γὰρ καὶ τῶν ἐπὶ γῆς φίλτρων οἱ
30πιστοὶ ἀφίστανται καὶ συγγενεῖς ἀγνοοῦσι, καὶ πατὴρ υἱοῦ φιλίαν ἀναίνεται, καὶ υἱὸς πατρὸς τιμὴν ἀγνοεῖ, καὶ μήτηρ θυγατρὸς
φίλτρον ἀπώσατο.105

106

(1t)

ΚΕΦ. ΜΖ.
2tΠερὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ.
3 Περὶ τῶν Γαλιλαίων ὧν ἀπήγγειλαν τῷ Χριστῷ ὅτι τὸ αἷμα αὐτῶν ὁ Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν, χρὴ γινώσκειν ὅτι οὗτοί
5εἰσιν οἱ τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων μέμνηται. ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ ὁ Ἰώσηππος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαγγέλλων πολ‐ λὴν πρόφασιν δῆθεν εὐσεβείας. κύριον γὰρ μηδὲ μέχρι στόματος,
10ἔφασκε, μὴ δεῖν τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφρο‐ σύνην· οὕτω δὲ μήτε τὸν βασιλεύοντα. ὅθεν καὶ πολλοί γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον, χαλεπωτάταις αἰκίαις ὑπε‐ βάλλοντο, οἱ καὶ ἐδίδασκον μηδὲν παρὰ τὰ διατεταγμένα ἐν τῷ Μωϋσέως νομοθεσίας ἀναφέρεσθαι τῷ Θεῷ. Διόπερ καὶ ἐκώλυον
15τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίγνεσθαι περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους θυσίας. εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον κελεῦσαι παρ’ αὐταῖς αἷς ἐδόκουν κατὰ τὸν νόμον προσφέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι, ὥστε ἀναμιχθῆναι ταῖς προσφερο‐
20μέναις θυσίαις τὸ αἷμα τῶν προσφερόντων. ταῦτα οὖν ἐπείπερ ἐδόκει ὑπὲρ εὐσεβείας γίνεσθαι, ἀπήγγελον τῷ Σωτῆρι, βουλό‐ μενοι τὸ ἐπὶ τούτοις ἀρέσκον αὐτῷ μαθεῖν· καὶ γὰρ ἐνόμιζόν τινες ἀπὸ τοῦ λαοῦ δικαιότατα κατὰ τὰς ἁμαρτίας αὐτῶν ταῦτα πεπον‐ θέναι τοὺς ἀναιρεθέντας, ἅτε στάσιν κινήσαντας τὰς τῷ λαῷ, καὶ
25ἐπὶ τὸ μισεῖν ἐρεθίσαντας τοὺς ἄρχοντας κατὰ τῶν ὑπηκόων· διὸ αὐτὸς τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς τίθησιν, οὐ μήν φησι ταῦτα αὐτοὺς πεπονθέναι, ὡς τῶν μὴ πεπονθότων χείρονας. Εἶτα ἐπὶ τούτοις φησὶν, ὅσον ἐπὶ τῷ ῥήματι, ἀποτρέπων τῆς ἐμφυλίου στάσεως προφάσει εὐσεβείας ἀναπτομένους τοὺς ἀπὸ
30τοῦ λαοῦ, τὸ “ἐὰν μὴ μετανοήσητε,” τουτέστιν, ἐὰν μὴ μετα‐ βάλητε τοῦ στασιάζειν καὶ ἀνθίστασθαι τοῖς ἄρχουσιν, ὅπερ οὐ κατὰ βούλημα ποιεῖ τοῦ Θεοῦ, πάντες ὁμοίως ἀπολεῖσθε, καὶ τὸ
ὑμέτερον αἷμα ἀναμιχθήσεται ὑμετέραις θυσίαις.106

107

Ὁ πύργος ὁ πεσὼν ἐν τῷ Σιλοὰμ οὐχ ὡς ἁμαρτωλοτέρους πάν‐ των ὄντας τοὺς δέκα καὶ ὀκτὼ κατέχωσεν, καθὼς καὶ αὐτός φησιν ὁ Κύριος, ἀλλὰ δι’ ὀλίγων ὑπόδειγμα τοῖς οἰκοῦσι τὴν Ἱερου‐ σαλὴμ γέγονε. καὶ ὁ μὲν εἷς πύργος παραβάλλεται ὅλῃ τῇ πόλει,
5ἵνα τὸ μέρος ἐκφοβήσῃ τὸ ὅλον, οἱ δέκα καὶ ὀκτὼ τῷ λαῷ τῆς πόλεως· ὅθεν ἐπείπερ τοὺς οἰκήτορας τὰ τῆς ἀπιστίας ἐνέμεινε, καὶ αὐτοὶ σὺν αὐτῇ μικρὸν ὕστερον τοῖς αὐτοῖς περιέπεσαν οἷς περ ὁ πύργος καὶ οἱ δέκα καὶ ὀκτὼ, ὅτε τὴν Ἱερουσαλὴμ ὁ Τίτος κατέ‐ στρεψεν καὶ πολὺν λαὸν ἐθανάτωσε.
10 Ἡ τῆς συκῆς παραβολὴ τὴν ἀκαρπίαν ἐλέγχει τῆς Ἱερουσαλὴμ διὰ Μωϋσέως, διὰ τῶν προφητῶν, δι’ ἑαυτοῦ. Ἰσιδώρου Πηλουσιώτου. Ἡ Εὐαγγελικὴ συκῆ ἡ ἀνθρωπότης ἐστὶ, ὁ δὲ οἰκοδεσπότης ὁ Θεὸς καὶ Πατὴρ, ὁ δὲ ἀμπελουργὸς ὁ Υἱὸς τοῦ Θεοῦ, φιλοπονῆσαι καὶ ἐκκαθᾶραι τὸν ἀμπελῶνα ἡμῶν
15ἐνδημήσας, ἐκκοπῆναι δὲ παρὰ τοῦ οἰκοδεσπότου κελευσθεῖσαν τὴν συκὴν ὡς ἄκαρπον, ἐφ’ αὕτην φησι καὶ τοῦτο τὸ ἕτερον· εἰ διὰ νόμου καὶ προφητῶν οὐκ ἐβελτιώθησαν καὶ μετανοίας καρποὺς οὐκ ἀπέδωκαν, [καὶ] τοῖς ἐμοῖς ἀρδευθῶσι δόγμασι καὶ παθήμασι· κἂν μὲν ποιήσωσι καρπὸν εὐπειθείας· εἰ δὲ μήγε, εἰς τὸ μέλλον
20ἐκκόψῃς αὐτὴν, εἰς τὸν ἄλλον αἰῶνα τῆς τῶν δικαίων μερίδος, ἐκτεμὼν αὐτούς· ἔστι δὲ ἡ πρώτη ἀθέτησις τῆς ἐντολῆς, ἡ παρά‐ βασις ἡ ἀπὸ τοῦ ξύλου, τοῦ ἐν μέσῳ τοῦ παραδείσου προστάτ‐ τουσα μὴ γεύεσθαι· ἡ δὲ δευτέρα, ἡ ἐν τῷ νόμῳ δυσσέβεια ἡ πρὸς τὸν μόσχον· ἡ δὲ τρίτη ἀσέβεια ἡ ἐν τῇ χάριτι τυγχάνει παραί‐
25τησις, “οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,” καὶ τὸν Κύριον τῆς δόξης ἀπαρνουμένων. Κόπρια δὲ λέγει τὰ δάκρυα, καὶ τοὺς στεναγμοὺς, καὶ τὰς χαμευνίας, καὶ τὰς ἀγρυπνίας, καὶ τῆξιν ψυχῆς καὶ σώματος, τὴν δι’ ἐξαγορεύσεως καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπανόρθωσιν, ὡς ὁ θεολό‐
30γος λέγει Γρηγόριος.
30tΚΕΦ. ΜΗ.
31tΠερὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας.
32Ἡ συγκύπτουσα γυνὴ τοῦτο λέγεται παθεῖν ἐξ ἀγριότητος
διαβολικῆς, καθώς φησιν ὁ δεσπότης, “ἣν ἔδησεν ὁ Σατανᾶς, ἔτη107

108

“δέκα καὶ ὀκτὼ,” ἴσως παρεωραμένην παρὰ Θεοῦ δι’ οἰκεῖα πταί‐ σματα· παραίτιος γὰρ τοῖς ἀνθρωπίνοις σώμασι τοῦ νοσεῖν ὁ ἀλι‐ τήριος γέγονε Σατανᾶς, θεοπρεπεστάτῃ δὲ λίαν φωνῇ καὶ ἐξουσίας γεμούσῃ τῆς ἀνωτάτω, τῆς γυναικὸς ταύτης τὴν νόσον ἐλαύνει·
5προσεπιτίθησι δὲ καὶ χεῖρας αὐτῇ, ἵνα μάθωμεν, ὅτι τὴν τοῦ Θεοῦ λόγον δύναμίν τε καὶ ἐνέργειαν ἡ ἁγία πεφόρηκε σάρξ· ἰδία γὰρ ἦν αὐτοῦ καὶ οὐχ ἑτέρου τινὸς παρ’ αὐτὸν ὄντος Υἱοῦ καταμόνας καὶ ἰδικῶς, κατά γε τὸ τισὶν ἀνοσιώτατον δοκοῦν. περὶ ὧν εἶπεν ὁ δεσπότης Χριστὸς πρὸς τὸν ἀρχισυνάγωγον περὶ τοῦ σαββάτου,
10προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ἔχαιρε δὲ ὁ λαὸς ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ, ἐπειδὴ τὰ παράδοξα ἔργα ἔλυε πᾶσαν ζήτησιν παρά γε τοῖς μὴ κακοήθειαν ζητοῦσιν, ὅπερ οἱ ἄρχοντες ἔπραττον, ἐπὶ πρό‐ φασιν νόμου τὸν Σωτῆρα κακῶς ὑβρίζοντες.
15tΚΕΦ. ΜΘ.
16tΠερὶ τῶν παραβολῶν.
17 Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδόνος. Ἴδε κόκκον σινάπεως διὰ παραβολῆς δεικνύμενον, καὶ λόγον ἐπουράνιον σπέρ‐ ματος δίκην ἐν κόσμῳ ὡς ἐν ἀγρῷ σπειρόμενον, ἔχοντος ἐν ἑαυτῷ
20τὸ πυρρακὲς καὶ τὸ αὐστηρὸν τῆς δυνάμεως. κριτὴς γὰρ τοῦ παν‐ τὸς κόσμου ἐκηρύσσετο, οὗτος ἐν τῇ καρδίᾳ τῆς γῆς ἐν χώματι κρυβεὶς καὶ τριημέρως μέγιστον δένδρον γεννηθεὶς, ἐξέτεινε τοὺς ἑαυτοῦ κλάδους εἰς τὰ πέρατα τῆς γῆς. ἐκ τούτου προκύψαντες οἱ δώδεκα Ἀπόστολοι κλάδοι ὡραῖοι καὶ εὐθαλεῖς γενηθέντες, σκέπη
25ἐγενήθησαν τοῖς ἔθνεσιν ὡς πετεινοῖς οὐρανοῦ, ὑφ’ ὧν κλάδων σκε‐ πασθέντες οἱ πάντες ὡς ὄρνεα ὑπὸ καλιὰν συνελθόντα, μετέλαβον τῆς ἐξ αὐτῶν προερχομένης ἐδωδίμου καὶ ἐπουρανίου τροφῆς. Ὠριγένης. τὴν μὲν γυναῖκα λαμβάνει εἰς τὴν ἐκκλησίαν, τὴν δὲ ζύμην εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, σάτα δὲ τρία, σῶμα,
30πνεῦμα, ψυχὴν, ἁγιάζεται δὲ ταῦτα τῇ ζύμῃ τοῦ ἁγίου Πνεύμα‐ τος, ὡς γενέσθαι πρὸς τὸ Ἅγιον Πνεῦμα, ἓν φύραμα.
Τὰ δὲ ἕτερα τούτων περί τε τοῦ κόκκου τῆς σινάπεως καὶ περὶ108

109

τῆς ζύμης ἕως καὶ “εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
3tΚΕΦ. Ν.
4tΠερὶ τοῦ ἐπερωτήσαντος εἰ ὀλίγοι οἱ σωζόμενοι.
5 Ὡς γὰρ ἐπί τινος οἰκοδεσπότου πολλοὺς τῶν ἐπιτηδείων συνε‐ γηγερκότος εἰς ἑστίαν καὶ τράπεζαν, εἶτα προεισβεβηκότος μεθ’ ὧν ἔδει τοῦτο δρᾷν, ἀποκλείσαντός τε τὴν θύραν, τοὺς μετὰ τοῦτο κρούοντας ἀκούσεσθαί φησιν, ὅτι “οὐκ οἶδα ὑμᾶς πόθεν ἐστὲ, ἀπό‐ “στητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας·” οὐδεμία γὰρ κοινωνία
10φωτὶ πρὸς σκότος. τίνες δ’ ἂν νοηθεῖεν οἱ λέγοντες, τῷ Χριστῷ τὸ “ἐφάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν “ἐδίδαξας;” ἁρμόσειεν ἂν ὁ τοιοῦτος δὲ λόγος, μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ ἔφη Χριστὸς, “ὅτι ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ, “καὶ Ἰακὼβ, καὶ πάντας τοὺς προφήτας,” καὶ τὰ ἑξῆς.
15 Κυρίλλου Ἀλεξανδρείας. Πῶς οὖν ἤσθιον καὶ ἔπινον ἐνώ‐ πιον τοῦ Θεοῦ; τὴν νομικὴν τελοῦντες λατρείαν, προσκομίζοντες γὰρ τῷ Θεῷ τὰς δι’ αἵματος θυσίας ἤσθιον καὶ ηὐφραίνοντο, ἠκροῶντο δὲ καὶ ἐν ταῖς συναγωγαῖς τῶν Μωϋσέως βιβλίων, οὐ τὰ ἑαυτοῦ γεγραφότος μᾶλλον, ἑρμηνεύοντος δὲ τὰ παρὰ τοῦ Θεοῦ·
20προανετίθει γὰρ ἀεὶ τῶν ἑαυτοῦ φωνῶν τὸ “τάδε λέγει Κύριος.” Ἀλλ’ οὐκ ἀρκεῖ πρὸς δικαίωσιν ἡ δι’ αἱμάτων λατρεία, οὐδ’ ἂν ἀπονίψατό τις μολυσμοὺς, ἀκροατὴς μὲν τῶν θείων γενόμενος νόμων, πεπραχὼς δὲ οὐδὲν τῶν κεκελευσμένων, καὶ ἑτέρως δὲ τὴν πίστιν οὐ προσηκάμενοι τὴν δικαίουσαν τὸν εὐσεβῆ, καὶ τὴν εὐαγ‐
25γελικὴν, θεσπίσμασιν ἀκολουθήσαντες, δι’ ὧν ἦν δύνασθαι τὴν εὐφυᾶ καὶ ἐξειλεγμένην ἐξασκῆσαι ζωὴν, πῶς ἂν εἰ ἐλάσειεν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαριθμήσεις τοῖς ὠνομασμένοις, καὶ ἑτέρους τινὰς δυναμένους εἰπεῖν, ἐσθ’ ὅτε τῶν πάντων κριτὴς, “ἐφάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν
30“ἐδίδαξας.” καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; πολλοὶ πεπιστεύκα‐ σιν εἰς τὸν Χριστὸν, καὶ τὰς ἁγίας ἐπ’ αὐτῷ τελοῦσιν ἑορτάς. φοιτῶντες δὲ καὶ ἐν ἐκκλησίᾳ τῶν εὐαγγελικῶν ἀκροῶνται παι‐
δευμάτων, ἀποτίθενται δὲ εἰς νοῦν τῶν γεγραμμένων οὐδὲν, ἀλλὰ109

110

καὶ πνευματικῆς ἐργασίας γυμνὴν ἔχουσι τὴν ψυχήν. κλαύσονται καὶ οὗτοι πικρῶς καὶ βρύξουσι τοὺς ὀδόντας· ἀρνήσεται γὰρ καὶ αὐτοὺς ὁ Κύριος. ἔφη οὖν ὅτι “οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, “εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ’ ὁ ποιῶν τὸ
5“θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.”
6tΚΕΦ. ΝΑ.
7tΠερὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην.
8 Τὸ “ἔξελθε καὶ πορεύου ἐντεῦθεν,” φθόνῳ φερόμενοι οἱ Φαρι‐ σαῖοι ἔλεγον δεσπότῃ Χριστῷ· οὐδὲ γὰρ ἤθελόν τινας φιλεῖσθαι
10ὑπ’ αὐτοῦ, οὔτε ταῖς θεοσημίαις, οὔτε ταῖς ὑπὲρ νόμου μυσταγω‐ γίαις. Ὅπερ γὰρ εἶπον, “ὅτι Ἡρώδης θέλει σε ἀποκτεῖναι,” προφασιζόμενοι ἔλεγον, ὅθεν αὐτὸς ὡς ἐτάζων νεφροὺς καὶ καρδίας, τοῦτο εἰδὼς, πράως τε καὶ ἐπεσκιασμένως, καθὼς ἔθος αὐτῷ, ἀνταποκριθεὶς εἶπε, “εἴπατε τῇ ἀλώπεκι ταύτῃ.” καὶ δοκεῖ
15μέν πως τετράφθαι καὶ βλέπειν τὴν τοῦ λόγου δύναμιν εἰς τὸ Ἡρώδου πρόσωπον, ὥς τινες ἐνόμισαν, ἔρχεται δὲ μᾶλλον κατὰ τῆς Φαρισαίων σκαιότητος. οὐ γὰρ εἶπε τῇ ἀλώπεκι ἐκείνῃ, ἀλλὰ “ταύτῃ,” εὐφυέστατα μέσῃ τινὶ χρώμενος φωνῇ, σαφῶς δεικνύων ἐγγὺς ὄντας τῇ ἀλώπεκι τοὺς Φαρισαίους τῇ πανουργία· καὶ γὰρ
20πῶς ὡς ἀεὶ πανοῦργόν ἐστι καὶ δύστροπον τὸ ζῶον, οὕτω καὶ οἱ Φαρισαῖοι· ὅθεν καὶ ὡς προσδοκῶντες κατορρωδήσειν αὐτὸν τὴν Ἡρώδου χεῖρα, ταῦτα ἔλεγον, καί τοι τῶν δυνάμεων ὄντα Κύριον. Ὅπερ δὲ ᾔδει λυπεῖν τὸ τῶν Φαρισαίων στῖφος, ἀποπληροῦν ἐπαγ‐ γέλλεται λέγων, “ἰδοὺ, ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ.”
25Ὡς γὰρ προείρηται διὰ τοῦτο ἐδίωκον αὐτὸν, ἵνα μὴ τῇ τῶν παρα‐ δόξων ἐπιδείξει χρώμενος, σαγηνεύῃ πολλοὺς εἰς τὸ πιστεύειν αὐτῷ. Διὰ δὲ τοῦ εἰπεῖν “τελειοῦμαι,” ἔδειξεν, ὅτι ἑκὼν ὑπομένει τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ τότε ὑπέρχεται γε τοῦ σῶσαι τὴν
30ὑπ’ οὐρανόν. Εἰπὼν δὲ ὅτι “δεῖ με” οὐκ ἀνάγκην ἀδιαφύλακτον ἐπηρτη‐ μένην ὥσπερ ἑαυτῷ ἐδήλωσεν, ἀλλ’ ὅτι μᾶλλον ἐν ἐξουσίᾳ τῶν
αὐτοῦ θελημάτων ἀνειμένως τε καὶ ἀνυπόπτως, ὅποιπερ ἂν ἐθέλοι,110

111

βαδιεῖται, καὶ περινοστήσῃ τὴν Ἰουδαίαν, οὐδενὸς ἐπιόντος ἢ ἐπι‐ βουλεύοντος, ἄχρις ἂν αὐτὸς καταδέξηται τὴν διὰ τοῦ τιμίου σταυροῦ τελείωσιν. Τὸ δὲ “σήμερον καὶ αὔριον,” πλείονας ἡμέ‐ ρας δηλοῖ.
5 Εἰπὼν δὲ ὅτι “οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερου‐ “σαλὴμ,” ἐδήλωσεν ὅτι καὶ τοῦτό, φησιν, ἀπόκειται αὐτῇ, τὸ καὶ ἐμὲ αὐτὸν τὸν τῶν προφητῶν κύριον ἐν αὐτῇ παθεῖν. Τὸ δὲ “οὐκ ἐνδέχεται” μηδεὶς νομιζέτω βίαν ἀναγκαστικὴν Ἰουδαίοις ἐπαγομένην εἰς τὸ τοιαῦτα δρᾷν εἰρῆσθαι, ἀλλὰ κατὰ
10τὴν τῆς ἀληθείας διάγνωσιν ἐξ ὧν ἔπραττον μιαιφόνον κεκτημένοι προαίρεσιν. Τὸ “Ἱερουσαλὴμ, Ἱερουσαλὴμ,” ἕως, “ἐν ὀνόματι “Κυρίου, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.”
13tΚΕΦ. ΝΒ.
14tΠερὶ τοῦ ὑδρωπικοῦ.
15 Κληθεὶς δὲ πάλιν ὑπὸ Φαρισαίου ἐν σαββάτῳ ὁ δεσπότης Χριστός· ἦν δὲ οὗτος τῶν παρ’ αὐτοῖς διαπρεπεστάτων, μάλιστα διὰ τὸ δύστροπον αὐτῶν ἀπῆλθε, μᾶλλον δὲ διὰ τὴν τούτων ὠφέ‐ λειαν συνέστιος γενόμενος τούτοις, ὅπως θεωροὶ γενόμενοι τῆς ὑπὲρ ἄνθρωπον ἰσχύος τε ὁμοῦ τε καὶ δόξης αὐτοῦ, τάχα πως κἂν οὕτως
20πιστεύσωσιν ὅτι Θεός ἐστι, καὶ Υἱὸς Θεοῦ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, οὐκ ἀποστὰς τοῦ εἶναι ὃ ἦν· παρετηροῦντο δὲ αὐτὸν, μὴ ἄρα πως καταπεφρόνηκε τῆς εἰς τὸν νόμον αἰδοῦς, τί τῶν ἀπηγο‐ ρευμένων ἐργαζόμενος ἐν ἡμέρᾳ σαββάτῳ. ὁ δὲ Κύριος οὐχ ὅπως ἐκκλίνῃ τὴν ἄφρονα μέμψιν, ἀλλ’ ὅπως εὐεργετήσῃ τινὰς πάντα
25διαπράττεται, ὅθεν καὶ τὴν ἀφροσύνην ἐλέγχει τῶν αἰτιᾶσθαι μελ‐ λόντων αὐτὸν ἐπὶ σαββατικαῖς εὐεργεσίαις, λέγων, “ἔξεστι τῷ σαβ‐ “βάτῳ θεραπεῦσαι ἢ οὔ;” καὶ γὰρ ἦν, φησὶν, ἄνθρωπός τις ὑδροπι‐ κὸς ἔμπροσθεν αὐτοῦ. ἐπειδὴ δὲ δυστρόπως σεσιγήκασι, παραλύει Χριστὸς τὴν ἄθραυστον αὐτῶν ἀναισχυντίαν, λογισμοῖς ἀναγκαίοις
30εἰς τοῦτο χρώμενος, καὶ ὡσανεὶ λέγων αὐτοῖς, εἰ κεκώλυκεν ὁ νόμος ἐλεεῖν ἐν σαββάτῳ, πῶς ἐποικτείρεις αὐτὸς τὸν εἰς φρέαρ κατα‐
πεσόντα; μὴ φροντίσῃς υἱοῦ κινδυνεύοντος ἐν σαββάτῳ, μηδὲ τὶ111

112

τῶν τοιούτων διαπράξῃ; τοιγαροῦν χαίρειν εἰπὼν ταῖς Φαρισαϊκαῖς βασκανίαις, ἀπαλλάττει τοῦ νοσεῖν τὸν ὑδέρῳ κεκρατημένον.
3tΚΕΦ. ΝΓ.
4tΠερὶ τοῦ μὴ ἀγαπᾶν τὰς πρωτοκλισίας.
5 Ὅπερ δὲ εἶπε, τοὺς κεκλημένους “ἐπίσχων πῶς τὰς πρωτοκλι‐ “σίας ἐξελέγοντο,” δοκεῖ μέν τισιν ἴσως μικρά πως εἶναι ταῦτα, καὶ οὐ πολλῆς ἄξια φροντίδος· ὅταν δέ τις αὐτοῖς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείσῃ, τοτηνικάδε μαθήσεται, ὁποίου μὲν ἀπαλλάτ‐ τει μώμου τὸν ἄνθρωπον, ὅσον δὲ τὸ κόσμιον αὐτὸν ἐργάζεται·
10τὸ γὰρ τιμὰς οὐ πάντως ἡμῖν ὀφειλομένας προχείρως ἐπιζητεῖν ἀσυνέτους ἀποφαίνει. πόσης γὰρ αἰσχύνης τὸ πρᾶγμα μεμέστω‐ ται, ὅταν ἐντιμωτέρου ἔλθοντος, ὁ ἀμφοτέρους καλέσας ἐρεῖ, “δὸς “τούτῳ τόπον;” σώφρων δὲ καὶ ἀξιοθαύμαστος ὁ δυνατὸς ὢν τοῖς πρώτοις κατασεμνύνεσθαι, καὶ τούτου μὲν οὐκ ἐφιέμενος, παραχω‐
15ρῶν δὲ ἑτέροις ὑπό γε τοῦ μὴ δοκεῖν ἡττᾶσθαι φιλοδοξίᾳ· διόπερ ὁ τοιοῦτος ὡς ὄφλημα λήψεται τὴν τιμὴν, τὸ “προσανάβηθι” ἀκούων. μέγα τοίνυν καὶ ἐξαίρετον ἀγαθὸν τὸ μέτριον φρόνημα. Κυρίλλου Ἀλεξανδρείας. Εἰ γὰρ τοῖς ἑτέροις προστάτ‐ τεσθαι ζητεῖ, κερδαινέτω τοῦτο διὰ τῆς ἄνωθεν ψήφου, καὶ στεφα‐
20νούσθω τιμαῖς ταῖς παρὰ Θεοῦ, νικάτω πολλοὺς τῇ τῶν ἀρετῶν λαμπρότητι, τῇ ταπεινοφροσύνῃ· ὑψηλὸν γὰρ παρὰ Θεῷ τὸ συν‐ εσταλμένον φρόνημα. μιμητὴς γίνεται τοῦ Χριστοῦ τοῦ εἰπόν‐ τος, “μάθετε ἀπ’ ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρ‐ “δίᾳ.” Ταῦτα δὲ λέγων οὐκέτι ἐπιπλήττει βαρέως, ἀλλὰ παραινεῖ
25χρηστῶς. Τὸ δὲ, “πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυ‐ “τὸν ὑψωθήσεται,” τῆς θείας ἤρτηται κρίσεως, οὐ πάντως γὰρ κατὰ τὴν τῶν ἀνθρώπων ἐπιτελεῖται συνήθειαν, ἐπειδὴ καὶ πολλοὶ τιμῆς
ὀρεχθέντες, ἐπέτυχον τῆς εὐτελοῦς ταύτης τιμῆς.112

113

(1t)

ΚΕΦ. ΝΔ.
2tΠερὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ.
3 Ὑποθέμενος περὶ τῆς σωτηρίου ταπεινοφροσύνης θεῖον παράγ‐ γελμα καλὸν καὶ πρὸς τοὺς καλοῦντας ἐπιφέρει τὸ δίδαγμα, καὶ
5μέγαν εἰσάγει τῆς πρὸς ἀνθρώπους δεξιώσεως τὸν σκοπὸν καὶ τὸν καρπὸν ἀξιοσπούδαστον, εἰ καὶ μὴ παραχρῆμα τὴν ἀνταπόδοσιν κέκτηται. οἱ γὰρ μικρόψυχοι φίλους καλοῦντες καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γείτονας, διὰ τὸ εὐθέως ἀντικληθῆναι παρ’ αὐτῶν τοῦτο ποιοῦσιν· οἱ δὲ μεγαλόψυχοι τὸ ὑπερβαλλόντως κάλλιον
10καὶ μεγαλοπρεπέστερον ἐργάζονται, ὅπερ ὑπέδειξεν ὁ Κύριος· τὸ τοὺς δεομένους καὶ ἀσθενεῖς καὶ λελωβημένους φιλανθρωπεύεσθαι, παρ’ ὧν οὐκ ἔστιν ἀνταπόδοσις· ἀλλ’ ὁ Θεὸς ὁ ἀνταποδιδοὺς τῆς φιλανθρωπίας τὴν τιμὴν ἐπὶ τῆς μελλούσης ζωῆς· τοῦτο δὲ οὐχ ἵνα τῆς πρὸς τοὺς ἰδίους ἀπείρξῃ τιμῆς διεμαρτύρατο, ἀλλ’ ἵνα
15διδάξῃ μὴ πιπράσκειν τὰς φιλοφροσύνας τῶν ἴσων ἀνταποδώσεως, ἀλλ’ ὠφελίμους ποιεῖσθαι ταύτας ἐπὶ μεγάλαις ἀνταποδώσεσι ταῖς παρὰ Θεοῦ. Ὁ εἰπὼν “μακάριος ὅς τις φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ “τῶν οὐρανῶν,” οὔπω μὲν ἦν πνευματικὸς, ψυχικὸς δὲ μᾶλλον,
20καὶ ἀνεπιτηδείως ἔχων πρὸς σύνεσιν ἀκριβῆ τῶν λαλουμένων περὶ Χριστοῦ, ᾠήθη γὰρ σωματικὰς ἔσεσθαι τῶν ἁγίων τὰς ἀμοιβάς. διόπερ ἐξυφαίνει Χριστὸς ὁ Θεὸς ἡμῶν παραβολὴν τοῖς τότε παροῦσιν· ἀποχρώντως ἔχουσαν εἰς παράδειξιν τῆς ἐπὶ παντὶ τῷ κόσμῳ γενομένης οἰκονομίας, ἥτις ἐστὶν αὕτη.
25 “Ἄνθρωπός τις,” φησὶν, “ἐποίησε δεῖπνον μέγα,” καὶ ὁ μὲν ἄνθρωπος νοηθείη ἄνθρωπος καὶ πατήρ· αἱ γὰρ εἰκόνες πλάτ‐ τονται πρὸς τὸ ἀληθὲς, οὐκ αὐταὶ δὲ πάντως εἰσὶν ἡ ἀλήθεια· οὕτω δὴ οὖν ὁ τῶν ὅλων δημιουργὸς, ὁ Πατὴρ τῆς δόξης μέγα πεποίηκε δεῖπνον, τουτέστιν, οἰκουμενικὴν εἰργάσατο πανήγυριν·
30δῆλον δὲ ὅτι τὴν ἐπὶ Χριστῷ· δεῖπνον δὲ αὐτὸ καλεῖ καὶ οὐχὶ ἄριστον, ὅτι ἐν ἐσχάτοις καιροῖς τοῦ αἰῶνος, καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ καθ’ ἡμᾶς αἰῶνος ἐπεφάνη ἡμῖν ὁ Υἱὸς, ὅτε καὶ τὸν δι’ ἡμᾶς ὑπέ‐
στη θάνατον, καὶ δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα φαγεῖν, ἐκάλεσε113

114

δὲ πολλοὺς, τὰ πλήθη δηλονότι τῶν Ἰουδαίων. τίς δὲ ἦν ὁ ἀπε‐ σταλμένος, ὃν δὴ καὶ δοῦλον εἶναί φησιν; αὐτὸς ὁ Χριστός· ὅστις Θεὸς ὢν φύσει, καὶ Υἱὸς ἀληθινὸς, “μορφὴν δούλου ἑαυτὸν “κενώσας ἀνέλαβε.” Ποῖα δὲ ἦν ἃ ἡτοίμασε τοῖς κεκλημένοις;
5ἁμαρτιῶν ἀπόθεσιν, Πνεύματος Ἁγίου μέθεξιν, υἱοθεσίας λαμπρό‐ τητα, βασιλείαν οὐρανῶν· ἐπὶ ταῦτα κέκληκε Κύριος ὁ Θεὸς διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων πρό γε τῶν ἄλλων τὸν Ἰσραήλ. Τὸ δὲ “ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι,” τοῦτό ἐστιν, ὅτι ὡς ἐξ ἑνὸς συνθήματος οὐδένα λόγον ἐποιήσαντο τῆς κλήσεως,
10τοῖς γεωδεστέροις ἀσυνέτως προσνενευκότες, ἀγρῶν τε καὶ γεωργίας καὶ παιδοποιΐας ἕνεκα. Τίνες δὲ ἂν νοηθεῖεν οἱ παραιτησάμενοι; ἢ τάχα που τῆς Ἰου‐ δαίων συναγωγῆς οἱ προεστηκότες, ἄνδρες ἁδροὶ τὰ βαλλάντια καὶ φιλοκερδίᾳ ἡττημένοι, καὶ πᾶσαν εἰς τοῦτο δαπανῶντες σπουδήν·
15διὰ πάσης γὰρ ἔπος εἰπεῖν τῆς θεοπνεύστου γραφῆς ἐπ’ αὐτοῖς δὴ τούτοις διαβεβλημένους ἔνεστιν ἰδεῖν τούτους. διὸ καὶ ἔξω μεμενή‐ κασι τῆς ἑορτῆς, ταῖς οὕτω σκληραῖς ἀπειθείαις τὸ μέγα δεῖπνον περιυβρίσαντες. Κέκληνται δὲ ἀντ’ ἐκείνων οἱ εἰς τὰς πλατείας καὶ τὰς ῥύμας,
20οἱ ἐκ τῆς Ἰουδαϊκῆς πληθύος ἀσθενῆ τε καὶ ἀγεννῆ τὴν διάνοιαν ἕως τινὸς ἔχοντες καὶ ἀφεγγῆ καὶ χωλεύουσαν, ὑγιεῖς δὲ καὶ εὔρρωστοι διὰ τῆς εἰς Χριστὸν γενομένης πίστεως· ἐδιδάχθησαν γὰρ ὀρθοποδεῖν, καὶ τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς· ὅτι δὲ πεπι‐ στεύκασι τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, διαμάθοι τις ἂν ταῖς τῶν
25ἁγίων Ἀποστόλων Πράξεσιν ἐντυχών. Ἀγαθὸς ὢν φύσει ὁ Θεὸς καὶ φιλάνθρωπος καὶ εἰς τὰς ὁδοὺς καὶ εἰς τοὺς φραγμοὺς ἐξαποστέλλει τὸν δειπνοκλήτορα, ὅπερ ἀποφαίνει τὴν τῶν ἐθνῶν κλῆσιν, μετάγε τοῖς ἐξ αἵματος Ἰσραὴλ εἰσενενεγμένους διὰ τῆς πίστεως· καὶ γὰρ “ἔτι τόπος ἐστὶ,” φησίν·
30ὑπῆρχον δὲ οἱ ἐξ ἐθνῶν ἄγροικοι τὰς φρένας καὶ ἀπηγριωμένοι τὸν νοῦν, καὶ οἷον ἔξω πόλεως διάγοντες, διὰ τὸ μὴ ζῇν ἐν εὐνομίᾳ, κτηνοπρεπῶς δὲ μᾶλλον, καὶ σὺν ἀλογίᾳ πολλῇ. Οὐχ ἁπλῶς δὲ εἶπε τούτους καλέσαι, ἀλλὰ καὶ ἀναγκάσαι, καίτοι προαιρετικὸν ἅπασι τὸ πιστεύειν ἐστὶ, καὶ δεκτὸν τοῦτο
35παρὰ Θεῷ, καὶ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἀναπιμπλάμεθα. πῶς114

115

οὖν εἶπεν ἀναγκάσαι; κατ’ οἰκονομίαν τινα· ἐπειδὴ γὰρ ταῦτα ἐν ἀφορήτῳ δουλείᾳ τῆς πλάνης κατείχοντο, ὑπεζευγμένα τῷ δια‐ βόλῳ καὶ οὐκ εἰδότα· διὰ τοῦτο συντομωτέρας κλήσεως ἐδεήθησαν μιμουμένης ἀνάγκης χρείαν, ἵνα κἂν οὕτως ἰσχύσωσιν ἀναβλέψαι
5πρὸς Θεὸν, καὶ τῶν ἱερῶν γεύσασθαι μαθημάτων, ἀποφοιτήσαντα τῆς ἀρχαίας ἀπάτης, καὶ ἀποπηδήσαντα τρόπον τινὰ τῆς τοῦ δια‐ βόλου χειρός. Εἰπὼν ὁ δεσπότης Χριστὸς καὶ φιλάνθρωπος, “εἴ τις ἔρχεται “πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ,” καὶ τὰ ἑξῆς, οὔτε
10ἀγνοῆσαι τὴν φύσιν, οὔτε δουλεῦσαι τῇ φύσει προστάσσει Χρι‐ στὸς, ἀλλὰ χρῆσθαι τῇ φύσει πρὸς τὸ ἄμεινον καὶ σωτήριον· καὶ γὰρ τὸ τιμᾷν γονέας καὶ αὐτῷ τῷ Κυρίῳ δοκεῖ, καὶ τὸ ἐκτρέφειν τὰ τέκνα καὶ τὰ τοιαῦτα, τοῖς γονεῦσιν ὑπακούειν, καὶ τὸ ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας τοὺς ἄνδρας, καὶ τὸ τὰς γυναῖκας τοὺς ἑαυ‐
15τῶν ἄνδρας φοβεῖσθαι, ὁ θεῖος Ἀπόστολος εἰσηγήσατο. οὐ γὰρ οἰκείους γε ὄντας τῇ πίστει, τοὺς οἰκείους μισητέον, ἀλλὰ τοῦτό ἐστιν, ὅπερ φησὶν, ὅτι τοὺς πρὸς τὴν εἰς Θεὸν πίστιν ἐμποδίζοντας καὶ πρὸς σωτηρίαν ψυχῆς κωλύοντας, τούτους παραιτητέον, καὶ μηδαμῶς ἕνεκεν ἀγάπης σαρκικῆς, τῆς εἰς Χριστὸν ἀγάπης
20καταφρονεῖν.
20tΚΕΦ. ΝΕ.
21tΠερὶ οἰκοδομῆς πύργου παραβολή.
22 Τὸ δὲ ἐκ τῆς τοῦ πύργου οἰκοδομῆς ἡμῖν ἐπιδηλούμενον, τοῦτό ἐστιν, ἵνα οἱ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν κατορθοῦν ἑλόμενοι, τὴν ἀρκοῦσαν ἐν τούτῳ προθυμίαν, τῷ ἑαυτῶν ἐγκαταθέμενοι νοῒ,
25οὕτως ἔχονται τῆς τοιαύτης μακαρίας πολιτείας, μεμνῆσθαί τε τοῦ λέγοντος “τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν “ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρη‐ “σον·” εἰ δὲ παρά τισιν οὐκ ἔστι προθυμία τοιαύτη, οὗτοι πῶς ἂν ἰσχύσειαν τὸν προστεθεικότα αὐτοῖς περαιῶσαι σκοπόν;
30 Τοῦ Ἁγίου Μαξίμου Σχόλιον. Τίς ἡ παραβολὴ τοῦ πύρ‐ γου; ὁ πύργος σημαίνει τὴν τῶν ἀρετῶν τελείωσιν μετὰ γνώσεως οἰκοδομηθεῖσαν. ὅστις οὖν πράττει τὴν κατὰ πρᾶξιν ἀπάθειαν,
ἔχει ἐπιτηδειότητα πρὸς ἐπίκτησιν φυσικῶν καὶ θεωρητικῶν καὶ115

116

θεολογικῶν λόγων, δι’ ὧν ἀπαρτίζεται ἡ τελεία γνῶσις· οὗτος τελειοῖ τὴν οἰκοδομὴν τοῦ πύργου, ὁ δὲ ἐλλειπὴς τούτων μὴ δυνη‐ θεὶς εἰς πέρας ἀγαγεῖν τὴν οἰκοδομὴν, ἐμπαίζεται παρὰ τῶν παρα‐ πορευομένων, εἴτε ἀνθρώπων εἴτε δαιμόνων.
5 Τὸ δὲ “εἴ τις βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβα‐ “λεῖν εἰς πόλεμον,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι πρὸς τὰς ἐναντίας δυνάμεις ἐστὶν ἡμῖν ὁ ἀγὼν, καθὼς ὁ Ἀπόστολός φησιν, “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα,” καὶ τὰ ἑξῆς. Ἔτι δὲ καὶ πρὸς τὸ φρόνημα τῆς σαρκὸς, ὁ ἐν τοῖς μέλεσιν ἡμῶν
10ἀγριαίνων νόμος, τὰ πολύτροπα πάθη, πρὸς ταῦτα ἡμῖν ἡ πάλη, αὕτη τῶν ἐχθρῶν ἡ ἀγρία πληθύς· πῶς οὖν ἄρα τούτων περιεσό‐ μεθα; ὅταν πιστεύσωμεν ὅτι ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ ὅτι αὐτὸς ἐξουδενώσει πάντας τοὺς θλίβοντας ἡμᾶς, καθὼς ἑαυ‐ τόν τις τῶν ἁγίων προφητῶν διαθεὶς ἔφη, “ἰδοὺ, Κύριος βοηθεῖ μοι,
15“καὶ τίς κακώσει με;” καὶ πάλιν ὁ θεσπέσιος Δαβίδ· “Κύριε, “φωτισμός μου καὶ Σωτήρ μου,” καὶ τὰ ἑξῆς· αὐτὸς γὰρ ἡμῶν ἡ ἰσχύς ἐστι. διὸ αὐτὸν ἔχοντες βοηθὸν, μηδαμῶς περὶ εἰρήνης τοὺς ἐχθροὺς ἡμῶν δαίμονας ἐρωτήσωμεν, ὅπερ ἐστὶ δουλωθῆναι τοῖς πάθεσιν, ἀλλὰ μᾶλλον ἀντιστῶμεν αὐτοῖς, τὸν κραταιὸν Θεὸν
20ἡμῶν εἰς ἀντίληψιν ὁλοψύχως καὶ ἀδιαλείπτως ἐπικαλούμενοι. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἀρτυθήσεται; Κυρίλλου. Ἔστωσαν οὖν ἐν ἡμῖν οἱ ἅλες, τουτέστιν, οἱ θεῖοί τε καὶ σωτήριοι λόγοι, ὧν ἐὰν καταφρονήσωμεν, ἐσόμεθα μωροὶ
25καὶ ἀσύνετοι, καὶ ἀχρεῖοι παντελῶς. Ἐξ ἀνεπιγράφου. Οὕτω δὴ καὶ τὸ ἅλας εἶναι πάντας συ‐ στήσεται τοὺς μὲν πρώτως, τοὺς δὲ δευτέρως· πρώτως μὲν γὰρ οἱ Ἀπόστολοι, οἳ τῷ κόσμῳ παντὶ γεγόνασιν ἅλες, καὶ ὅσοι μετ’ ἐκείνους τοιοῦτοι ἀρτύοντες εἰς σωτηρίαν ἀνθρώπους, δεύτερον δὲ
30οἱ τὰς ἐκκλησίας πληροῦντες, λαοὶ χρήσιμοι πρὸς ὠφέλειαν τοῖς πλησιάζουσι καθιστάμενοι, “καλὸν οὖν,” φησὶ, “τὸ ἅλας, ἐὰν “δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται, οὔτε εἰς γῆν, οὔτε εἰς “κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν “ἀκουέτω.” χρησίμους ὑμᾶς φησιν, ὁ παρ’ ἐμοῦ λόγος ἅπασιν
35ἀνθρώποις κατασκευάζει, καὶ πᾶσιν ἐπὶ σωτήριᾳ παραμίγνυσι,116

117

τοιούτους ἀποδεικνὺς οἵους προείρηκα· εἰ δὲ παραφθείρει τὴν προσ‐ ήκουσαν διάνοιαν, οὔτε ἀφ’ ὑμῶν ὄφελος οὐδενὶ, οὔτε ὑμῖν ἑτέρω‐ θεν ὠφέλεια ἀπολείπεται, ὅθεν οὔτε εἰς γῆν, οὔτε εἰς κοπρίαν εὔθετοι ἔσεσθε· γῆ μὲν γὰρ τὸ ὠφελούμενον, κόπρος τὸ ὠφελοῦν·
5ὑμεῖς δὲ πρὸς τὸ ὠφελεῖν κόσμῳ ἅπαντα κείμενοι, εἰ μήτε ὠφέ‐ λιμοι μένοιτε, μήτε ὠφελεῖσθαι δύνασθε· ἀπόκλητοι καὶ εἰς οὐδὲν ἔσεσθε. Ἔνθα δὴ καὶ συνέσεως ἔφη δεῖν τοῖς ἀκούουσιν, ὥστε παραβολικὸν ὄντα τὸν λόγον συνιέναι. τὰ ἀκόλουθα ἕως τῆς παρα‐ βολῆς τῶν ρ προβάτων προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
10 Περὶ τῆς δραχμῆς φησιν ὁ ἅγιος Γρηγόριος ὁ θεολόγος, ὅτι λύχνον ἧψεν ὁ Χριστὸς καὶ Θεὸς, δηλονότι τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε τῆς ἁμαρτίας, τὸν κόσμον ἀποκαθάρας, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖται τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς
15δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἃς καὶ τῆς οἰκονομίας μύστιδας ἐπεποίητο. Ἐξ ἀνεπιγράφου. Λύχνον μὲν ἁπτόμενον εἶναι τῆς διδασκα‐ λίας τὸν λόγον, σάρωσιν δὲ τὴν τῶν ἁμαρτιῶν ἀποκάθαρσιν, καὶ τῶν πονηρῶν δαιμόνων τὸν χωρισμὸν καὶ τὴν ἀπαλλοτρίωσιν. ταῦτα
20γὰρ οἱονεὶ χρήματα τῇ εἰκόνι ἐπιπροσθοῦντα οὐ συνεχώρει ἐπ’ ὄψεσιν ὁρᾶσθαι Θεοῦ· ὅθεν τούτων ἀπωσθέντων, εὑρεθῇ ἡ ἀπολω‐ λυῖα δραχμὴ, ὑπὸ τῆς γυναικὸς, ἣν εἰς τὴν ἐπουράνιον εἴληφεν Ἱερουσαλήμ.
24tΚΕΦ. Νϛ.
25tΠερὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν.
26 Εἰπὼν ὁ δεσπότης Χριστὸς ὅτι “ἄνθρωπός τις δύο εἶχεν υἱοὺς,” περὶ τοῦ ἀνθρωπίνου γένους φησὶν, ὅτι εἰς δύο διῄρηται τάγματα, εἰς δικαίους καὶ ἁμαρτωλοὺς, εἷς δὲ πατὴρ τῆς ἀνθρωπότητος, ὁ φιλάνθρωπος Θεός. Προσῆλθε δὲ, φησὶν, ὁ νεώτερος, οὐ διὰ τὸν
30χρόνον νεώτερος ἀλλὰ διὰ τὸ ἐνὸν τῆς διανοίας καὶ τὴν γνώμην ἄστατον κεκτῆσθαι ἀνήλιξ ὑπάρχων· καὶ λέγει τῷ πατρὶ, “δός “μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας,” τουτέστιν, οὐ θέλω δου‐ λεύειν ἀνάγκῃ, αὐτεξούσιος γάρ εἰμι, ἐὰν θέλω, σωφρονῶ, ἐὰν οὐ θέλω, οὐκ ἀναγκάζομαι· ἔδωκεν οὖν ὁ πατὴρ ἀφθόνως ἅπασαν τὴν
35κτίσιν, ἐπέστησεν αὐτῷ τὸν ἑαυτοῦ νόμον τὸν φυσικὸν καὶ γραπτὸν,117

118

ἵνα ἐν τούτῳ παιδαγωγούμενος πληρώσῃ τοῦ νομοθέτου τὸ βού‐ λημα, θέλει γὰρ ἡμᾶς ἑκουσίως δουλεύειν αὐτῷ· εἶτα, φησὶν, ἀπεδήμησέ που, καὶ ἀπέστη ὁ Θεὸς ἀπ’ αὐτοῦ· οὐ βιάζεται γὰρ οὐδένα μὴ βουλόμενον δουλεύειν αὐτῷ.
5 Ἀποδημήσας τοίνυν ἔζησεν ἀσώτως, καὶ ἀνήλωσε τὴν οὐσίαν, τουτέστι τὸν ἔμφυτον λογισμὸν, τὴν σωφροσύνην, τὴν γνῶσιν τῆς ἀληθείας, τὴν μνήμην τοῦ Θεοῦ· ὅθεν καὶ γέγονεν αὐτῷ λιμὸς ἰσχυρὸς, οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦ‐ σαι λόγον Κυρίου· ἕπεται γὰρ τῇ ἀπωλείᾳ τῶν προειρημένων
10ἀρετῶν ὁ τοιοῦτος λιμός. Διὸ “καὶ παρευθὺς ἐκολλήθη ἑνὶ τῶν “πολιτῶν τῆς χώρας ἐκείνης·” ἔνθαπέρ εἰσιν οἱ μὲν πολῖται αὐτῆς δαίμονες, ὁ δὲ λιμὸς τῶν ἀγαθῶν σφοδρός· διὸ καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· οὕτω γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας αὐτοὺς, τοιαύτας δωρεὰς χαρίζονται τοῖς
15πειθομένοις αὐτοῖς. καὶ γὰρ ἐκπίπτων τις ἀπὸ Θεοῦ, καὶ διὰ τῶν ἡδονῶν τοῖς δαίμοσι προσκολλώμενος, χοιρώδης τε γενόμενος ὡς εἰς γῆν νενευκὼς, καὶ τῷ βορβόρῳ τῶν τῆς ἀτιμίας παθῶν ἐγκυλιν‐ δούμενος, εἰκότως χοῖρος νομισθήσεται· χρονίζων δὲ τοῖς κακοῖς καὶ ἄλλοις τύπος ἀπωλείας εὑρίσκεται, τρόπον τινὰ βόσκων αὐ‐
20τοὺς καὶ τρέφων τοῖς τῆς ἀσωτίας διδάγμασι. τὸ δὲ “ἐπεθύμει “χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδί‐ “δου αὐτῷ·” τοῦτο ἐστὶν, ὅτι τῶν κακῶν οὐκ ἐλάμβανε κόρον· παρα‐ βάλλεται δὲ τοῖς κερατίοις ἡ ἁμαρτία, ὅτι ὥσπερ ἡ τούτων γεῦσις γλυκεῖά ἐστι, κατ’ αὐτὸ δὲ καὶ τραχεῖα, οὕτω καὶ ἡ τῆς ἁμαρτίας
25φύσις εὐφραίνει μικρὰ καὶ κολάζει μεγάλα, τέρπει πρόσκαιρα καὶ μαστίζει αἰώνια. εἰς ἑαυτὸν ἐλθὼν, τουτέστι λογισάμενος τὴν προτέραν μακαριότητα καὶ τὴν δευτέραν ἀθλιότητα, καὶ τίς μὲν ἦν ὅτε ἦν μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τίς δὲ γέγονεν ὅτε ἦν ὑπο‐ τεταγμένος τοῖς δαίμοσιν, εἶπε, “πόσοι μίσθιοι τοῦ Πατρός μου,”
30τουτέστι κατηχούμενοι, καὶ γὰρ μισθοῦται ἀεὶ ὁ φιλάνθρωπος Θεὸς, καὶ περὶ τρίτην ὥραν καὶ ἐφεξῆς, ὡς γέγραπται, “περισσεύ‐ “ονται ἄρτων,” τῶν θείων ἐντρυφῶντες γραφῶν, “ἐγὼ δὲ τῷ λιμῷ “τούτων συνέχομαι.” “Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου,” ὑποστρέψω καλῶς ὅθεν ἐξῆλθον κακῶς, καὶ ἐρῷ αὐτῷ, “πάτερ,
35“ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνωπιόν σου,” ἀρκεῖ μοι πρὸς118

119

σωτηρίαν ταῦτα τὰ ῥήματα· οἶδα τοῦ Θεοῦ μου τὴν ἀγαθότητα, οἶδα τοῦ πατρός μου τὴν ἡμερότητα, προσδέξεται μετανοοῦντα, ὃν οὐκ ἐκόλασεν ἁμαρτάνοντα. “Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ·” πόθεν ἀναστάς;
5ἐκ τῆς καθέδρας τῆς ἡδονῆς, ἐκ τοῦ τῆς ἁμαρτίας πτώματος· προσέθηκε γὰρ τῇ καλῇ βουλῇ καὶ τὴν πρᾶξιν· δεῖ γὰρ ἡμᾶς οὐ μόνον βουλεύεσθαι τὰ φίλα Θεῷ, ἀλλὰ καὶ τὰς ἀγαθὰς ὁρμὰς ἐπιδεικνύειν ταῖς πράξεσιν· “ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος,” πῶς μακράν; ὅτι προέλαβεν ἡ εὐεργεσία τὴν μετάνοιαν· “εἶδεν αὐτὸν
10“ὁ πατὴρ αὐτοῦ, καὶ εὐσπλαγχνίσθη·” πατὴρ γὰρ ἐστὶ τῇ χρη‐ στότητι, εἰ καὶ Θεὸς ὑπάρχει τῇ φύσει, “καὶ δραμὼν ἔπεσεν “ἐπὶ τὸν τραχηλὸν αὐτοῦ καὶ κατεφίλησεν αὐτόν·” οὐ γὰρ ἀνέμεινε τὸν προσκεκρουκότα πλησίον ἐλθεῖν, ἀλλ’ αὐτὸς αὐτῷ προσαπήντησεν· ἔθος γὰρ τῷ φιλανθρώπῳ Θεῷ τοῦτο ποιεῖν· τὸ
15περιπλέκεσθαι τῇ μετανοούσῃ ψυχῇ, καὶ ἀσπάζεσθαι αὐτῆς τὴν ὑποταγήν. “εἶπε δὲ αὐτῷ ὁ υἱὸς αὐτοῦ, πάτερ, ἥμαρτον εἰς τὸν “οὐρανὸν,” φοβοῦμαι τοῦ στερεώματος τὴν μορφὴν, ὡς κατη‐ γόρου φωνὴν, “καὶ ἐνώπιόν σου·” διὸ καὶ εὐλαβοῦμαι τῷ φωτὶ τῆς σῆς θειότητος ἐνατενίσαι, ῥυπαροὺς ἔχων τοὺς ἐπὶ τοῦ σώμα‐
20τος καὶ τῆς ψυχῆς ὀφθαλμοὺς, μετὰ γὰρ πάντων μου τῶν κακῶν καὶ αἱ ἱπποδρομίαι κατηγοροῦσί μου· τὸ δὲ, “ποίησόν με ὡς ἕνα “τῶν μισθίων σου,” τοῦτο ἔστιν, ὅτι μήτε τῆς αὐλῆς ἀπελάσῃς με, δέσποτα, ἵνα μὴ πάλιν ὁ πολέμιος εὑρών με πλανώμενον, ὡς αἰχμάλωτον ἀπαγάγῃ, μήτε πλησίον ἑλκύσῃς τῆς μυστικῆς
25τραπέζης καὶ φοβερᾶς, οὐ τολμῶ γὰρ ὀφθαλμοῖς ἐναγέσιν ὁρᾷν τῶν ἁγίων τὰ ἅγια. “εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ,” τουτέστι πρὸς τοὺς ἱερέας, “ἐνέγκατε τὴν στολὴν πρώτην,” τουτ‐ έστιν, ἣν ἀπώλεσε τοῦ πατρὸς ἀναχωρήσας, τὴν πίστιν, τὴν γνῶσιν τῆς ἀληθείας, καὶ ἐνδύσατε αὐτὸν τὸν ἑαυτὸν ἀποδύσαντα, καὶ
30δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, τὴν σφραγίδα τῆς πίστεως τὴν κατὰ τοῦ διαβόλου, καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ, ἵνα τούτους ὑποδησάμενος ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρή‐ νης καταπατῇ τοὺς ὄφεις καὶ τοὺς σκορπίους, τὰς ἀντικειμένας δυνάμεις. καὶ ἐνέγκατε τὸν μόσχον τὸν σιτευτὸν τὸν τυθέντα ὑπὲρ
35τῆς οἰκουμένης, τὸν τοῖς μετανοοῦσι μεταδιδόμενον, τὴν μετάλειψιν119

120

τῶν θείων μυστηρίων, “καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι ὁ οὗτος “ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς ἦν, καὶ εὑρέθη.” “Καὶ ἤρξαντο εὐφραίνεσθαι·” χαρὰ γὰρ γίνεται, οὐ μόνον ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἀλλὰ ἐν τῇ γῇ πάντων
5εὐφραινομένων τῶν δικαίων. τὰ γὰρ ἐφεξῆς τῆς παραβολῆς ταύτης εἰρημένα, οἷον ἔστιν ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος, ἐρωτήσας καὶ μαθὼν τῆς ἑορτῆς τὴν ὑπόθεσιν, ἠγανάκτησε καὶ οὐκ ἠθέλησεν εἰσελθεῖν, καὶ τὰ τούτων ἀκόλουθα, οὐ χρὴ ὡς φθονήσαντος ἢ ἐγκαλέσαντος ταῦτα ἡμᾶς λογίζεσθαι, διότι παραβολὴ τὸ λεγό‐
10μενόν ἐστι, τὰ δὲ ἐν παραβολαῖς λεγόμενα οὐ δεῖ πάντα κατὰ λέξιν περιεργάζεσθαι, καθώς φησιν ὁ Χρυσόστομος εἰς τὴν ἑρμη‐ νείαν τοῦ κατὰ Ματθαῖον, τὴν παραβολὴν ἑρμηνεύων τῶν μισθου‐ μένων ἐργατῶν, ἀλλὰ τὸν σκοπὸν μαθόντας δι’ ὧν συνετέθησαν, τοῦτον δρέπεσθαι μόνον, καὶ μηδὲν περαιτέρω ζητεῖν ἢ πολυ‐
15πραγμονεῖν. καὶ γὰρ οὐκ ἔστιν οὐδεὶς τῶν ἁγίων τοιαῦτα δικαιο‐ λογούμενος, ὡς φθόνου καὶ βασκανίας ὑπάρχοντες καθαροί. Εἰ γὰρ καὶ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες αὐτοὺς σωζομένους χαίρουσι καὶ οἰκεῖα νομίζουσι τὰ εἰς αὐτοὺς γινόμενα ἀγαθά.
20 Τίνος οὖν ἕνεκεν οὕτως συνετέθη ἡ παραβολὴ αὕτη; καὶ τί κατασκευάσαι βούλεται; τὴν ὑπερβάλλουσαν ἐμφαίνει φιλαν‐ θρωπίαν τοῦ Θεοῦ, ὅτι τοσαύτη ἐστὶ πρὸς τοὺς ἐπιστρέφοντας εἰς αὐτὸν καὶ γνησίως μετανοοῦντας, ὥστε καὶ φθόνον τεκεῖν ἑτέροις δυναμένους· ὅπερ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, εὐεργετήσαντες
25τινὰ, λέγοντες αὐτῷ, ὅτι ὁ δεῖνά μοι ἐνεκάλεσεν, ὅτι σε τοιαύτης τιμῆς ἠξίωσα, οὔτε ἐγκληθέντες παρὰ τοῦ ἐκεῖνον διαβαλεῖν ἐθέ‐ λοντος, ἀλλ’ ἐν τούτῳ δεῖξαι βουλόμενοι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσεν, ὅμως δὲ καὶ προασφαλίζεται διὰ τοῦ ὑποδείγματος τοῦ πρεσβυτέρου υἱοῦ, τοὺς ἀμέμπτως πολιτευομένους μηδέποτε
30δέξασθαι λογισμὸν φθόνον τίκτοντα ἐπὶ σωτηρίᾳ μετανοούντων ἁμαρτωλῶν, ὑπὸ τοῦ μισανθρώπου διαβόλου ὑποβαλλόμενον, ἀλλὰ μᾶλλον παραυτὰ τοῦτον ἀποστρέφεσθαι, εὐφραινομένους καὶ χαί‐ ροντας ἐπὶ τῇ σωτηρίᾳ αὐτῶν. Χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι δοκεῖ τισι διὰ τῆς τῶν υἱῶν
35δυνάμεως τούς τε ἁγίους Ἀγγέλους κατασημαίνεσθαι, καὶ ἡμᾶς120

121

τοὺς ὄντας ἐπὶ τῆς γῆς, καὶ τὸ μὲν τοῦ πρεσβυτέρου πρόσωπον τὸ τῶν ἁγίων Ἀγγέλων τάγμα δηλοῦν, τὸ δὲ τοῦ ἀσώτου καὶ νεω‐ τέρου τὸ γένος τὸ ἀνθρώπινον· καὶ ἄλλοι δὲ πάλιν νομίζουσι, διὰ μὲν τοῦ πρεσβυτέρου τὸν κατὰ σάρκα Ἰσραὴλ δηλοῦσθαι, διὰ δὲ
5τοῦ νεωτέρου τὰ ἔθνη. “ἀπόψηφος δέ,” φησιν, ὁ ἅγιος Κύριλλος, “ταῖς περὶ τούτων δόξαις εἰμὶ μὲν ἐγὼ, δοκιμαζέτω δὲ καὶ ὁ “φιλομαθὴς τὸ ἀληθὲς, οὔτε γὰρ περὶ τῶν ἁγίων Ἀγγέλων “πρέπον ἐστὶ λογίζεσθαι, ὅτι οὐκ ἐπεγίνωσκον τοῦ ἀσώτου μετά‐ “νοιαν καὶ τὴν ἐπὶ τούτῳ τελουμένην ἑορτὴν, ἀλλ’ ὡς ἀγνοοῦντες
10“ἠρώτων· οὔτε πάλιν χρὴ συναινεῖν ἡμᾶς ὡς εὖ βεβιωκότας τῶν “ἐξ Ἰσραὴλ, ὅπου γε τούτους διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς “θεοπνεύστου γραφῆς, διαβεβλημένους ἐστιν ἰδεῖν ὡς ἀποστάτας “καὶ ἀπειθεῖς.”
14tΚΕΦ. ΝΗ.
15tΠερὶ τοῦ οἰκονόμου τῆς ἀδικίας.
16 Λέγει δὲ καὶ περὶ τῶν παραβολῶν ὁ ἅγιος Κύριλλος, ὅπερ καὶ ὁ Χρυσόστομός φησιν, ὅτι πλαγίως καὶ ἀσυμφανῶς ἡμῖν αὗται πραγμάτων ὀνησιφόρων δήλωσιν εἰσκομίζουσιν, ὅταν αὐτὸν ἐν βραχεῖ καὶ συνεσταλμένως τὸν νοῦν καταθρήσωμεν· οὐ γὰρ ἅπαντά
20φησι, τῆς παραβολῆς τὰ μέρη πολυπραγμονεῖσθαι χρή· λεπτῶς δὲ καὶ ἐξητασμένως, ἵνα μήτε πρὸς τὰ πέρα μέτρου βαδίζων ὁ λόγος καταλυπήσῃ τῷ περιττῷ τοὺς φιλακροάμονας, μήτε μὲν ἀδολε‐ σχίας ὄχλον ἐργάσηταί τισιν, οἷον καὶ ἐπὶ τῆς παραβολῆς ἐστι τῆς λεγούσης, “Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον”
25καὶ τὰ ἑξῆς· εἰ γὰρ μὴ βούλοιτό τις διατρανοῦν, τίς μὲν ἂν εἴη ὁ ἄνθρωπος ὁ τὸν διαβεβλημένον ἔχων οἰκονόμον, ἢ καὶ τίς ἂν εἴη τυχὼν ὁ διαβεβληκὼς αὐτὸν, τίνες δὲ καὶ οἱ τοῖς ὀφλήμασιν ἔνοχοι καὶ τὰς τῶν ὀφλημάτων ποιοῦντες ἀποκοπὰς, καὶ διὰ ποίαν αἰτίαν ὁ μὲν ἔλαιον, ὁ δὲ σῖτον ἐποφλῆσαι λέγονται, σκοτεινὸν
30ἅμα καὶ περιττὸν ἀποτελέσει τὸν λόγον. οὐκοῦν οὐ πάντη τε καὶ πάντως ἅπαντα τῆς παραβολῆς τὰ μέρη τῇ τῶν δηλουμένων εἰσὶ θεωρίᾳ χρήσιμα, εἰς εἰκόνα δὲ ληφθεῖεν ἂν ἀναγκαίου πράγματος ἀμυδρῶς ὑπεμφαίνουσα τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις.
Ἔστι τοίνυν τῆς προκειμένης παραβολῆς τοιοῦτος ὁ νοῦς· βού‐121

122

λεται ἡμᾶς ὁ τῶν ὅλων δεσπότης Θεὸς ὁλοτρόπως τοῖς εἰς ἀρετὴν ἀνακεῖσθαι σπουδάσμασιν, ἀπαλλάττοντας ἑαυτοὺς τῶν τοῦ παρόν‐ τος βίου περιασπασμῶν, ἵν’ εὐπαρέδρως καὶ ἀπερισπάστως ὑπηρε‐ τῶμεν αὐτῷ, καθὼς διὰ τοῦ Δαβίδ φησι, “σχολάσατε καὶ γνῶτε
5“ὅτι ἐγώ εἰμι ὁ Θεός·” καὶ πάλιν δι’ ἑαυτοῦ, “πωλήσατε τὰ ὑπάρ‐ “χοντα καὶ δότε ἐλεημοσύνην,” καὶ ἡ μὲν ἐντολὴ σωτήριος, ἀσθενὴς δὲ λίαν ὁ ἀνθρώπου νοῦς, καὶ ἀεί πως προσπέπηγε τοῖς γεωδεστέ‐ ροις· ὅθεν δηλαδὴ πρόφασιν σωτηρίας ἡμῖν ὑπέδειξεν ὁ Χριστὸς διὰ τῆς προκειμένης παραβολῆς, μονουχὶ λέγων, ὅτιπερ εἰ μὴ
10βούλοιντο τὴν τῶν χρημάτων περιουσίαν καταλιπεῖν καὶ τὴν ὑψηλὴν πολιτείαν ἀσπάσασθαι, πλὴν κατά γε τὸν ὑποβεβηκότα τρόπον, κἂν οἰκονόμοι γενέσθωσαν τῶν πτωχευόντων συμμεριστὰς τῶν ὑπαρχόντων τούτους ποιούμενοι, ὅπως φίλους κτησάμενοι πολ‐ λοὺς, καὶ μάρτυρας τῆς εὐσπλαγχνίας τοὺς εὖ πεπονθότας ἔχοντες,
15ὅταν αὐτοὺς ἡ ἐπίγειος ἐκλείποι ζωὴ, τύχωσι τόπου τινὸς ἐν ταῖς ἐκεῖθεν σκηναῖς· εἰ δὲ μὴ βούλοιντο τὸ μηδὲ τοῦτο διαπράξασθαι, ἀλλὰ τὰ παρὰ τοῦ δεσπότου δοθέντα αὐτῷ, μόναις ταῖς ἑαυτῶν δαπανῶσι τροφαῖς, ἢ καὶ προσκαίρους ὠνοῦνται τιμὰς, ἀμνημο‐ νοῦντες τοῦ λέγοντος Θεοῦ, “ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα τῷ
20“ἀδελφῷ σου,” καὶ ὅσα ἄλλα ἡ θεία διδάσκει γραφὴ περὶ τῆς εἰς τοὺς δεομένους συμπαθείας, ἀποπεσοῦνται πάντως τῆς οἰκονομίας, ἐπιπηδῶντος αὐτοῖς τοῦ θανάτου, καὶ τῶν τῆς περιουσίας αὐτῶν πραγμάτων ἐξέλκοντος, καὶ διὰ τὴν ἀπάνθρωπον αὐτῶν προαίρεσιν, ἀντὶ τῶν αἰωνίων σκηνῶν τῷ αἰωνίῳ καὶ ἀσωμάτῳ πυρὶ παρα‐
25δοθήσονται. Τίς ἐστιν “ὁ πιστὸς ἐν ἐλαχίστῳ,” ὁ καλῶς εἰδὼς βιοῦν καὶ τὴν εἰς τὸ μέλλον ἐλπίδα δεδιψηκὼς, καὶ ἀποφέρων μὲν τῶν ἐπιγείων τὸν νοῦν, φρονῶν δὲ μᾶλλον τὰ ἄνω, καὶ διὰ τοῦτο τὸν ἐπίγειον πλοῦτον εἰς τοὺς ἐνδεεῖς καλῶς δαπανῶν. ἐλάχιστον δὲ τὸν ἐπίγειον
30πλοῦτον ἐκάλεσεν, ὃν δὴ καὶ ἄδικον μαμμωνᾶν φησιν. ὁ τοιοῦτος οὖν ἐν τῷ ἐλαχίστῳ πιστὸς εὑρισκόμενος, καὶ ἐν πολλῷ πιστός ἐστι, τουτέστιν ἐν τοῖς πνευματικοῖς καὶ θείοις χαρίσμασιν· ὁ δὲ ἐν τῷ πλούτῳ τούτῳ ἄδικος γενόμενος, εἰς ἑαυτὸν μόνον συντηρῶν
αὐτὸν δηλονότι, καὶ ἐν τοῖς θείοις χαρίσμασιν ἄδικος εὑρεθήσεται.122

123

Ἀλλότριον δὲ τὴν τῶν χρημάτων περιουσίαν ὠνόμασεν, ἐπειδὴ οὐ γεγενήμεθα μετὰ πλούτου, γυμνοὶ δὲ μᾶλλον, καὶ ὡς ἀληθῶς ἐστι γεγραμμένον, “ὅτι οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ “ἐξενεγκεῖν τι δυνάμεθα·” ἀλλότριον τοίνυν ἀνθρώπου παντὸς φυσι‐
5κῶς τὸ πλουτεῖν· ἔξωθεν γὰρ ἕνα καὶ τὸν αὐτὸν μερίζεσθαι πρὸς τὰ ἐναντία, καὶ ἀκαταψέκτως δύνασθαι βιοῦν, δείκνυσιν ὁ δεσπό‐ της Χριστὸς λέγων, “οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ δὲ τῇ νόσῳ τῆς φιλαργυρίας συνεχόμενοι ἐξημυκτήριζον
10αὐτὸν οἱ Φαρισαῖοι καίπερ διὰ μακρῶν λόγων τούτους θεραπεῦσαι βουληθέντος, τρέπεται λοιπὸν ἐπὶ τὸ δριμὺ τῶν ἐλέγχων, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ ἀποφαίνει δόξης αὐτοὺς ὄντας ἐραστὰς τῆς τοῖς δικαίοις τε καὶ ἀγαθοῖς πρεπούσης ἀνδράσιν, αὐτοὺς δὲ οὐ μὴν ὄντας τοῦτο κατὰ ἀλήθειαν· φησὶ γὰρ, “ὑμεῖς ἐστε οἱ
15“δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων· ὁ δὲ Θεὸς γινώσκει “τὰς καρδίας ὑμῶν, ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον “τοῦ Θεοῦ·” τοῦτο καὶ ἑτέρωθέν που πρὸς αὐτοὺς εὑρίσκεται λέγων, “πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ “δόξαν τὴν παρὰ τοῦ μόνου οὐ ζητεῖτε;” τοὺς μὲν γὰρ ἀληθῶς ὄντας
20ἀγαθοὺς τοῖς εἰς δικαιοσύνην ἐπαίνοις ὁ τῶν ὅλων στεφανοῖ Θεὸς, οἵ γε μὴν ἀφιλάρετοι καὶ ὑποκριταὶ τάχα ταῖς ἑαυτῶν ψήφοις τὸ δοκεῖν εἶναι σεπτοὶ παραβλέπουσιν, ἀλλ’ οὐδεὶς, ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς ἑαυτὸν στεφανοῖ. Γέγραπται γὰρ, “ἐγκω‐ μιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ
25“σὰ χείλη. ὁ γὰρ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν, καὶ τιμᾷ μὲν “δίκαιον τὸν ἀληθινόν· σκορπίζει δὲ τὰ τῶν ἀνθρωπαρέσκων ὀστᾶ.” ἀνθρωπαρεσκία γὰρ ῥίζα καὶ ἀρχὴ καὶ γένεσις τῆς μεμισημένης παρὰ τῷ Θεῷ καὶ ἀνθρώποις ὑπεροψίας. περὶ ὧν εἶπεν ὁ Κύριος “ὁ νόμος καὶ οἱ προφῆται,” ἕως “μοιχεύει,” προεγράφη εἰς τὸ
30κατὰ Ματθαῖον.
31tΚΕΦ. ΝΗ.
32tΠερὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου.
33Τὴν προκειμένην παραβολὴν τὴν τοῦ πλουσίου καὶ τοῦ Λαζάρου
ἄριστα διαμορφοῖ καὶ διαπλάττει Χριστὸς ὁ Θεὸς ἡμῶν, ὥστε123

124

τοῖς εἰς ἀγαθουργίαν αὐχήμασιν ἐπείγεσθαι διαπρέπειν ἡμᾶς· θέλει γὰρ εἶναι φιλαλλήλους καὶ κοινωνικοὺς καὶ εὐμεταδότους καὶ φιλοπτωχίας ἐπιμελητὰς, καὶ τῶν εἰς τοῦτο σπουδασμάτων ἔχεσθαι νεανικῶς. Εἰπὼν δὲ ὅτι “ἄνθρωπός τις ἦν πλούσιος” ὡς
5ἀφιλοικτίρμονα τοῦτον ἀνωνύμως ἐσήμανε, καθὼς διὰ τοῦ προφήτου περὶ τῶν μὴ φοβουμένων αὐτόν φησιν ὁ Θεὸς, “ὅτι οὐ μὴ μνησθῶ “τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου,” μνημονεύει δὲ τοῦ πένητος ὀνομαστὶ, ἐπειδήπερ ἐν γλώσσῃ Θεοῦ οἱ τοιοῦτοί εἰσιν. ἔχει δὲ καὶ λόγον ὡς ἡ τῶν Ἑβραίων παράδοσίς φησι, Λάζαρον εἶναί
10τινα κατ’ ἐκεῖνο τοῦ καιροῦ ἐν Ἱεροσολύμοις, ἐσχάτην ποιοῦντα πτωχείαν καὶ ἀρρωστίαν, οὗ μνημονεῦσαι τὸν Κύριον, ὡς εἰς παρα‐ βολὴν λαβόντα αὐτὸν εἰς ἐμφανεστέραν τοῦ λεγομένου δύναμιν. Μηδεὶς δὲ νομιζέτω τῶν ταῦτα ἀκουόντων, ὅτι γέγονέ τισιν ἀνταπόδοσις ἢ πονηρῶν ἔργων ἢ ἀγαθῶν· ἔστι γὰρ παραβολὴ τὸ
15εἰρημένον ἀστείως παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐσχηματισμένη, ἵν’ εἴδοιεν οἱ τὸν ἐκ γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ καὶ εὐμετάδοτοι καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενή‐ των ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀφυλάκτῳ περιπεσοῦν‐ ται δίκῃ. Ἴδωμεν τοίνυν τοῦ πλουσίου τὴν ἐπ’ οὐδενὶ τῶν ἀναγ‐
20καίων ἠρμένην ὀφρύν. “Ἐνεδιδύσκετο,” φησὶ, “πορφύραν καὶ βύσ‐ “σον,” τουτέστιν εὐειματεῖν ἐσπούδαζε, καὶ ἦν ἐν ἐσθῆτι πολυ‐ τελεστάτῃ καὶ ἀκαταλείπτοις τρυφαῖς. Τοῦτο γὰρ ἐμφαίνει τὸ εὐφραίνεσθαι καθ’ ἡμέραν. πρόσκειται δὲ “λαμπρῶς,” τουτέστιν, ἀσώτως.
25 Ὁ δὲ Λάζαρος νόσῳ καὶ πενίᾳ πεπεδημένος ἐβέβλητο, φησὶ, πρὸς τὸν πυλῶνα αὐτοῦ ἀτημελῶς ἐρριμμένος, οὐδενὸς ἀξιούμενος λόγου, φειδοῦς καὶ φροντίδος ἄμοιρος ὤν· ζητῶν πρὸς κόρον τῆς τοῦ πλουσίου τραπέζης τὰ παρολισθαίνοντά τε καὶ ἀχρηστότερα· ἐκολάζετο δὲ καὶ ἑτέρως νόσῳ χαλεπωτάτῃ, ἀλλὰ καὶ οἱ κύνες,
30φησὶν, ἔλειχον τὰ ἕλκη αὐτοῦ, οὐκ ἀδικοῦντες ἀλλ’ οἷον συναλ‐ γοῦντες καὶ θεραπεύοντες τῇ γλώττῃ, καὶ τὸ λυποῦν ἀποξέοντες, καὶ φιλοφρόνως περιαλείφοντες, ὅπως καὶ ἐν τούτῳ δειχθῇ ὁ πλούσιος καὶ θηρῶν ἀπηνέστερος, ὡς ἀσυναλγὴς καὶ ἀφιλοικτίρμων
καὶ μεστὸς πάσης ἀπανθρωπίας. ὑπάρχων δὲ ὁ πένης ἐν τοιούτοις124

125

δεινοῖς, οὔτε ἀπεδυσώπησεν, οὔτε ἐβλασφήμησεν, οὔτε ἠγανάκτη‐ σεν, οὔτε κατεγόγγυσε τοῦ πλουσίου. πόθεν δὲ τοῦτο δῆλον; ἐξ ὧν ἀπήγαγον αὐτὸν οἱ Ἄγγελοι δορυφοροῦντες, καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀπεκατέστησαν.
5 “Ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη·” μὴ ἁπλῶς παρα‐ δράμωμεν τὸ εἰρημένον ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν πλούσιον πρόσ‐ κειται τὸ “ἐτάφη.” ἐπειδὴ γὰρ καὶ ζῶν, καθάπερ ἐν μνήματι κατορ‐ ρυγμένη ὑπῆρχεν αὐτοῦ ἡ ψυχὴ, τάφου περιφέρουσα τὴν σάρκα· διὰ τοῦτο προσετέθη τὸ “ἐτάφη,” ἀπαλλαγεὶς δὲ τοῦ σώματος
10ἄπεισιν ἐκ τρυφῆς εἰς τὸν ᾅδην· ἵνα δὲ μειζόνως κατατρύχηται, ὁρᾷ, φησὶν, τὸν Λάζαρον ἐν κόλποις ὄντα τοῦ Ἀβραὰμ, ὥσπερ γὰρ τὸν Ἀδὰμ ἐκβαλὼν τοῦ παραδείσου κατ’ ἄντικρυ τούτου κατῴκισεν αὐτὸν ὁ Θεὸς, ἵνα ἡ συνεχὴς ὄψις ἀνανεοῦσα τὸ πάθος ἀκριβεστέ‐ ραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν,
15οὕτω δὴ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκησε. Τίνος δὲ ἕνεκε οὐχὶ παρ’ ἑτέρῳ δικαίως τὸν Λάζαρον, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ εἶδεν; ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ. Ἵν’ οὖν ἔλεγχος αὐτοῦ γένηται τῆς μισοξενίας, διὰ τοῦτο αὐτὸν μετ’ ἐκείνου βλέπει. ἐκεῖνος καὶ τοὺς παριόντας ἐθήρευε καὶ εἰς τὴν
20οἰκίαν εἷλκεν εἴσω τὴν ἑαυτοῦ· οὗτος καὶ τὸν ἔσω κείμενον παρεώρα. Διὰ τί δὲ οὐ πρὸς τὸν Λάζαρον τὸν λόγον ἀπέτεινεν, ἀλλὰ πρὸς τὸν Ἀβραάμ φησι, “πάτερ Ἀβραὰμ, ἐλέησόν με,” καὶ τὰ ἑξῆς; Ἐπειδὴ ᾐσχύνθη καὶ ἠρυθρίασεν ἐκ τῶν κατ’ αὐτὸν πραγ‐
25μάτων, καὶ ἐνόμισεν αὐτὸν μνησικακήσειν πάντως. Εἰ γὰρ ἐγὼ, φησὶ, τοσαύτης ἀπολαύων εὐπορίας, καὶ οὐδὲν ἠδικημένος, ὑπερ‐ εῖδον ἐν τοσούτοις ὄντα τὸν ἄνθρωπον κακοῖς, καὶ οὐδὲ ψιχίων μετέδωκα, πολλῷ μᾶλλον αὐτὸς οὕτως ὑπεροφθεὶς οὐκ ἐπινεύσει τῇ χάριτι ταύτῃ. Ταῦτα λέγομεν, οὐχὶ τοῦ Λαζάρου κατηγο‐
30ροῦντες, οὐ γὰρ δὴ οὕτως διέκειτο ἐκεῖνος, ἀλλ’ ὅτι οὗτος ταῦτα δεδοικὼς οὐκ ἐκάλεσεν ἐκεῖνον, ἀλλὰ τὸν Ἀβραὰμ ἐφώνησεν· ἐνό‐ μιζε γὰρ αὐτὸν ἀγνοεῖν τὰ γεγενημένα. Τί οὖν ἐκεῖνος; “τέκνον μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου “ἐν τῇ ζωῇ σου.” Σκοπήσωμεν φιλοσοφίαν δικαίου· οὐκ εἶπεν,
35ἀπάνθρωπε καὶ ὠμὲ καὶ παμπόνηρε, τοσαῦτα κακὰ διαθεὶς τὸν125

126

ἄνθρωπον, φιλανθρωπίας μέμνησαι νῦν καὶ ἐλέους καὶ συμπαθείας καὶ συγγνώμης· οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, οὐδὲ ἐγκαλύπτῃ; ἀλλὰ τί; “τέκνον,” φησὶν, “ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου·” ψυχὴν γὰρ τεταπεινωμένην μὴ προσταράξῃς, φησί· ἀρκεῖ τὰ
5τῆς τιμωρίας αὐτῷ, μὴ προσεπεμβαίνωμεν αὐτοῦ ταῖς συμφοραῖς, τέκνον, οὗ κύριός εἰμι, μεταδίδωμί σοι, τὸ δ’ ἐντεῦθεν ἀπελθεῖν ἐκεῖ, οὐκ ἔστιν ἡμέτερον λοιπόν. Διὰ τί οὐκ εἶπε, ἔλαβες τὰ ἀγαθά σου, ἀλλ’ “ἀπέλαβες;” ὀφειλὴν γάρ τινα ἐνδεικνυμένου καὶ δηλοῦντός ἐστιν· ἀπολαμβάνει γάρ τις τὰ ὀφειλόμενα.
10 Τί οὖν ἐντεῦθεν μανθάνομεν; ὅτι κἂν μιαροί τινες ὦσι, κἂν εἰς ἔσχατον κακίας ἐληλακότες, πολλάκις ἕν τι καὶ δύο καὶ τρία εἰργάσαντο ἀγαθά· καίπερ οὖν καὶ οὗτος ὁ πλούσιος, ὅθεν διὰ τῆς εὐημερίας τῆς ἐν τῷδε τῷ βίῳ ἀπολαβὼν αὐτὰ, ἤκουσεν ὅτι “ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως
15“τὰ κακά.” Ἴσως γὰρ καὶ οὗτος ἓν ἢ καὶ δύο ἢ καὶ τρία ἡμαρ‐ τηκὼς, ἐντεῦθεν διὰ τῆς ὀδύνης ἧς ὑπέμεινεν, ἀπέλαβε ταῦτα. Διό φησιν, “ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι·” ἡ γὰρ κρίσις ἀνήλεος τῷ μὴ ποιήσαντι, ἔλεγε. Τί δὲ σημαίνει ὅπερ εἶπεν Ἀβραὰμ, “ὅτι χάσμα μέγα ἐστή‐
20“ρικται,” καὶ τὰ ἑξῆς; τὴν τῶν δικαίων διαφορὰν πρὸς τοὺς πταίοντας· ὥσπερ γὰρ ἐναντίαι αἱ προθέσεις, οὕτως ἀμιγὴς ἡ μετάστασις, τῶν μὲν τὴν ἄνεσιν, τῶν δὲ τὴν κόλασιν δεχομένων. ἀποτυχὼν δὲ τῶν καθ’ ἑαυτὸν, ὑπὲρ ἑτέρων λοιπὸν ποιεῖται τὴν ἱκετηρίαν. Ὅρα πῶς φιλάνθρωπος καὶ ἥμερος γέγονεν ὑπὸ τῆς
25κολάσεως· ὁ γὰρ τοῦ Λαζάρου καταφρονῶν παρόντος, ἑτέρων ἀπόν‐ των φροντίζει, καὶ παρακαλεῖ πεμφθῆναι τὸν Λάζαρον εἰς τὸν οἶκον τοῦ πατρὸς, καὶ οὐδὲ ἁπλῶς παρεκάλεσεν ἀναστῆναί τινα ἐκ τῶν νεκρῶν, ἀλλὰ τὸν Λάζαρον, ὅπως, φησὶν, ἰδόντες αὐτὸν στεφανωθέντα, ὃν ἔβλεπον μυρίοις κακοῖς ἀγωνιζόμενον, οἱ γενόμενοι
30μάρτυρες τῆς πενίας αὐτοῦ τοῦ λιμοῦ καὶ τῶν ὀδυνῶν, αὐτοὶ καὶ τῆς μεταβολῆς καὶ τῆς δόξης αὐτοῦ γενόμενοι μάρτυρες, ἑκατέ‐ ρωθέν τε παιδευθέντες, καὶ μαθόντες ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεται πράγματα, κἂν οὕτω παρασκευάσων‐ ται ὡς δυνηθῆναι ταύτην διαφυγεῖν τὴν κόλασιν.
35Τί οὖν ὁ Ἀβραάμ; “ἔχουσι Μωσέα καὶ τοὺς προφήτας, ἀκου‐126

127

“σάτωσαν αὐτῶν.” Οὐχ οὕτω γάρ, φησι, σὺ κήδῃ τῶν ἀδελφῶν, ὡς ὁ ποιήσας αὐτοὺς Θεός· μυρίους γὰρ αὐτοῖς ἐπέστησε διδα‐ σκάλους. Τίνος δὲ ἕνεκεν ἀνταποκριθεὶς ὁ πλούσιος ἔφη, “οὐχὶ, πάτερ
5“Ἀβραὰμ, ἀλλ’ ἐάν τις ἐκ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοή‐ “σουσιν;” ἐπειδὴ αὐτὸς οὗτος τῶν θείων γραφῶν ἀκούων κατεφρόνει, καὶ μύθους ἐνόμιζεν εἶναι τὰ λεγόμενα, ἐξ ὧν αὐτὸς ὑπενόει, καὶ περὶ τῶν ἀδελφῶν οὕτως ὑποπτεύουσιν ὥσπερ κἀγὼ, ὅτι “τις ἦλθεν “ἐκεῖθεν;” τίς ἐκ νεκρῶν ἀνέστη; τίς εἶπε τὰ ἐν τῷ ἅδῃ; διὰ
10τοῦτο ἐάν τις ἀπὸ τῶν νεκρῶν ἀπέλθῃ, οὐκ ἀπιστήσουσιν αὐτῷ, ἀλλὰ μᾶλλον τοῖς λεγομένοις προσέξουσιν. “εἶπε δὲ,” φησὶ, “πρὸς “αὐτὸν, εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις “ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.” ὅτι δὲ τοῦτο οὕτως ἐστὶν ἀληθὲς, καὶ ὁ τῶν γραφῶν οὐκ ἀκούων, οὐδὲ νεκρῶν ἀνισταμένων
15ἀκούσεται, ἔδειξαν οἱ Ἰουδαῖοι. οἳ ἐπειδὴ Μωσέως οὐκ ἤκουσαν καὶ τῶν προφητῶν, οὐδὲ νεκροὺς ἰδόντες ἀναστάντας ἐπίστευσαν, ἀλλὰ νῦν μὲν ἀνελεῖν τὸν Λάζαρον ἐπεχείρουν, νῦν δὲ τοῖς Ἀπο‐ στόλοις ἐπεπήδων, καίτοι πολλῶν ἀναστάντων ἐν τῷ καιρῷ τοῦ σταυροῦ.
20 Κόλπους δὲ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακὼβ τούτους εἶναι ὁ ἅγιος Διονύσιος ὁ Ἀρεωπαγίτης τὰς θειοτάτας καὶ μακαριωτάτας λήξεις, τὰς ὑποδεχομένας πάντας τοὺς δικαίους, εἰς τὴν ἐν αὐταῖς ἀγήρω καὶ μακαριωτάτην τελείωσιν. Περὶ τῶν σκανδάλων λαλῶν ἕως “ἀφήσεις αὐτῷ,” προεγράφη
25εἰς τὸ κατὰ Ματθαῖον. Περὶ τῶν ἀρχαιοτέρων ἁγίων φησὶν ὁ Ἀπόστολος, ὅτι ἐν τῇ πίστει ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι, τούτων οὖν ζηλωταὶ γενέ‐ σθαι βουλόμενοι οἱ ἅγιοι Ἀπόστολοι, “πρόσθες ἡμῖν πίστιν” ἔλεγον τῷ δεσπότῃ Χριστῷ, οὐκ αἰτοῦσι δὲ πίστιν ἁπλῶς, ἵνα μὴ
30ἀπίστους αὐτοὺς νομίσῃ τις, ἀλλὰ προσθήκην πίστεως, τουτέστι τὴν εἰς τοῦτο βεβαίωσιν. παρασκευάσαι δὲ αὐτοὺς βουλόμενος δεκτικοὺς γενέσθαι τῆς τοιαύτης χάριτος, φησὶν, “εἰ ἔχετε πίστιν “ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ἐκριζώθητι” καὶ τὰ ἑξῆς. Εἰ γὰρ τὸ πεπηγὸς οὕτω καὶ κατὰ γῆς ἐρριζω‐
35μένον μετακινήσειεν ἂν ἡ τῆς πίστεως δύναμις, καθόλου φαίη τις127

128

ἂν, μηδὲν οὕτως ἀκίνητον εἶναι ὃ μὴ σαλεύσειεν ἡ πίστις· ἐκεῖνο μέντοι προσεκτέον ἀσφαλῶς, ὥστε μή τινα λόγον λογίζεσθαι κατὰ κενὴν ἔκπληξιν εἰπεῖν τοῦτο τῷ δεσπότῃ Χριστῷ, πρὸς ὠφέλειαν δὲ μᾶλλον καὶ σωτηρίαν ἡμῶν, καὶ γὰρ πάντα ἰσχύει ἡ τῆς θείας
5δυνάμεως ἐξουσία. Περὶ γὰρ κόκκου σινάπεως προεγράφη εἰς τὸ κατὰ τὸν Ματθαῖον. Ἐπειδὴ πέφυκέ πως ἀεὶ ὁ ἀνθρώπινος νοῦς καταφέρεσθαι εἰς φιλοδοξίαν, ἀφορμὴ δὲ τοῦ πάθους γίνεται πολλάκις, τὸ ἐπί τισι τῶν ἀρίστων ἀνδραγαθημάτων εὐδοκιμῆσαι παρὰ Θεῷ, παγχάλεπον
10δὲ τοῦτο καὶ Θεῷ κατεστυγημένον, καταφέρει εἰς τοῦτο γνώμης ὁ ἀρχέκακος δράκων, ὡς οἴεσθαι τάχα που καὶ ὀφέλειν τὸν Θεὸν τὰς ἀνωτάτω τιμὰς, ὅταν εὐκλεᾶ καὶ εὐδόκιμον ἔχωσι τὴν ζωήν. Διὰ τοῦτο τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν ὁ δεσπότης ποιεῖται Χριστὸς, λέγων, “τίς ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα
15“ἢ ποιμαίνοντα,” καὶ τὰ ἑξῆς. Διδάσκει γὰρ διὰ τούτων ὅτι τῆς δεσποτικῆς ἐξουσίας ἡ δύναμις, ὡς ὄφλημα πανταχοῦ παρὰ τῶν οἰκετῶν ζητεῖ τὴν ὑποταγήν. οὐ γὰρ χάριν, ἔφη, ὁμολογήσει τῷ οἰκέτῃ, κἂν εἰ γένοιτο παρ’ αὐτοῦ πᾶν ὅπερ ἔδει γενέσθαι κατά γε τὸ τῆς δουλείας πρέπον, ἀλλὰ μὴ πληροῦντος μὲν τὸ ὀφειλό‐
20μενον κίνδυνος ἕπεται, πληροῦντος δὲ χάρις οὐδὲ μία, κἂν εἰ ὁ δεσπότης Χριστὸς ὑπάρχων ἀγαθὸς καὶ φιλότιμος καὶ φιλάν‐ θρωπος οὐ μόνον ἰσοδύναμα γέρα τοῖς κάμνουσιν ἐπαγγέλλεται, ἀλλὰ καὶ πολλῷ πλέον τοὺς πόνους ὑπερβαίνοντα, καθώς φησιν ὁ πάνσοφος Παῦλος, “ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ,
25“πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.”
26tΚΕΦ. ΝΘ.
27tΠερὶ τῶν ιʹ λεπρῶν.
28 Τὴν ἑαυτοῦ δόξαν διὰ τῆς μεγαλοπρεποῦς θαυματουργίας ἐμ‐ φανῆ καθίστησιν ὁ Σωτήρ. ἔρχεται σαγηνεύων εἰς πίστιν τὸν
30ἀκάρδιον Ἰσραὴλ, ἀλλ’ ἦν καὶ οὕτω σκληρός τε καὶ ἀπειθής. ἦν δὲ ἡ ἀπόδειξις σαφὴς, ὧν ἔφην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις· οὗτοι γὰρ πόλεών τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι
κατὰ τὸν Μωϋσέως νόμον, ὑπαντήσαντες τῷ Σωτῆρι, ἐλιπάρουν128

129

ἀπαλλάττεσθαι τοῦ κακοῦ, καὶ ἐπιστάτην ὠνόμαζον, τουτέστι διδάσκαλον. ὁ δὲ φιλάνθρωπος ὢν, ἔφη, “ὑπάγετε, δείξατε ἑαυτοὺς “τοῖς ἱερεῦσι.” Διὰ τί μὴ μᾶλλον ἔφη, θέλω, καθαρίσθητι, καθὰ καὶ ἐφ’
5ἑτέρου λεπροῦ, προστέταχε δὲ μᾶλλον, ἑαυτοὺς ἐπιδείξατε τοῖς ἱερεῦσι; νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας ἀπηλ‐ λαγμένους. Ἐκέλευε γὰρ ὡς ἤδη τεθεραπευμένους βαδίζειν, καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, δηλονότι τοὺς ἱερεῖς, διαμαρτύ‐ ρασθαι, ὅτι παρ’ ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ,
10τοῦ Χριστοῦ τοῦτο κατανεύσαντος. καὶ δὴ ἐν τῷ αὐτοὺς ὑπάγειν καθαροὶ γίνονται, καὶ οἱ μὲν ἐννέα ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχώ‐ ριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι δόξαν τῷ Θεῷ, ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραὴλ, ὁ δὲ ἀλλογενὴς, τουτέστιν ὁ Σαμαρείτης, διὰ τὸ ἐξ Ἀσσυρίων
15κατάγειν τὸ γένος ἀλλογενής· οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς Σαμαρείας καὶ Γαλιλαίας καὶ Ἰουδαίας, “ὑπέστρεψε μετὰ φωνῆς “μεγάλης δοξάζων τὸν Θεόν.” Δεικνύει οὖν ὅτι οἱ Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ εὐεργετούμενοι ἀχαριστοῦσιν. Ἐπειδὴ γὰρ ὁ τῶν ὄχλων Σωτὴρ ἐν τοῖς πρὸς ἅπαντας λόγοις
20διεμέμνητο πανταχοῦ τῆς βασιλείας τοῦ Θεοῦ, διὰ τοῦτο κατα‐ μειδιῶντες οἱ τάλανες, ἢ τάχα που εἰς νοῦν ἔχοντες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ ταῖς αὐτῶν δυστροπίαις σεσαγηνευομένος, εἰς τοῦτο κατειρωνεύοντες, καί φασι, “πότε ἔρχεται ἡ βασιλεία “τοῦ Θεοῦ,” ἀντὶ τοῦ, πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας,
25σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός; “ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι,” τουτέστιν ἐν ταῖς ὑμε‐ τέραις προαιρέσεσι, καὶ ἐν ἐξουσίᾳ κεῖται τοῦ λαβεῖν αὐτήν. Ἔξεστι γὰρ ἀνθρώπῳ παντὶ τὴν εἰς Χριστὸν δικαίωσιν, τὴν διὰ τῆς πίστεως δὲ δηλονότι καταπλουτήσαντι, καὶ διὰ πάσης ἀρετῆς
30ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν. Ἑτοίμους δὲ εἶναι βουλόμενος τοὺς ἁγίους αὐτοῦ μαθητὰς πρὸς πᾶν ὁτιοῦν τῶν ἀνιᾷν πεφυκότων, καὶ προευτρεπίζεσθαι πρὸς ὑπομονὴν, ἵνα εὐδόκιμοι γενόμενοι δυνηθῶσιν εἰσελθεῖν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν, φησὶ πρὸς αὐτούς· “ἐλεύσονται ἡμέραι ὅτε
35“ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ129

130

“οὐκ ὄψεσθε,” τουτέστιν ἐπὶ γῆς συνδιαγωγῆς αὐτοῦ, καίτοι καὶ τότε σὺν αὐτῷ ὄντες, θλίψιν ὑπομένοντες, ἀλλὰ πρὸς ἀντιπαρά‐ θεσιν τῶν ὑπερκειμένων κακῶν αἱρετά πως ἦσαν τὰ ἐλάττονα. Μειζόνων γὰρ μετὰ τὴν αὐτοῦ ἀνάληψιν θλίψεων ἐπειράθησαν.
5 Περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ ὅτι “ὡς ἀστραπὴ “οὕτως ἔσται,” ἕως “μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Κυρίλλου Ἀλεξανδρείας. Διαμεμήνυκε λέγων, ὡς ἀστρα‐ πὴν ἔσεσθαι τὴν ἑαυτοῦ παρουσίαν. ἐγενήθη μὲν κατὰ σάρκα καὶ
10ἐκ γυναικὸς, τὴν ἐφ’ ἡμῖν πληρώσων οἰκονομίαν· κεκένωται διὰ τοῦτο καὶ τεταπείνωκεν ἑαυτὸν, καὶ οὐκ ἐν δόξῃ θεότητος ἐμφανῶς· ἐκάλει γὰρ ὁ καιρὸς εἰς τοῦτο, καὶ τῆς οἰκονομίας ἡ χρεία· μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῷ Θεῷ καὶ Πατρὶ, καταβήσεται πάλιν, οὐκ ἐν ὑφέσει δόξης,
15οὔτε μὴν ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ, ἀλλ’ ἐν τῇ τοῦ Πατρὸς ὑπεροχῇ, πληθύος Ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. Ἥξει τοίνυν ὡς ἀστραπὴ καὶ λεληθότως, καὶ οὐδενὶ πιστευτέον λέγοντι, “ἰδοὺ ὧδε ἢ ἐκεῖ.” Φέρει δὲ εἰς ὑπόδειγμα τὴν γυναῖκα τοῦ Λὼτ, τὴν μετὰ τὸ
20ἐξελθεῖν ἀπὸ Σοδόμων στραφεῖσαν εἰς τὰ ὀπίσω, καὶ διὰ τοῦτο γενομένην στήλην ἁλὸς, τουτέστιν, ἀπολιθωθεῖσαν, ὅπως ἕκαστος τῆς πνευματικῆς ἐργασίας, ἀνδρείως ἀντέχηται. Διὸ καὶ τοῦ Λὼτ ἐμνημόνευσε καὶ τῶν ἐν Σοδόμοις, θείου πυρὸς ἔργον καὶ τροφὴ γενομένοις.
25 Πῶς ἀπόλλυσί τις τὴν ἑαυτοῦ ψυχὴν, ἵνα αὐτὴν διασώσῃ; ἢ καὶ τίνα τρόπον ὁ διασῶσαι νομίσας ἀπόλλυσιν αὐτήν; ὁ θεῖος Ἀπόστολος περὶ τούτων φησὶν, “οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ σάρκα “ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,” πόνοις δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ἀγῶσι, κατανεκροῦντες τὸ τῆς
30σαρκὸς φρόνημα, καθώς φησιν, “νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς “γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν “πλεονεξίαν·” ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχὴν, οἵ γε μὴν φιλήδονον αἱρούμενοι βίον καὶ
οἴονται τὴν ἑαυτῶν ψυχὴν κτᾶσθαι, ἀπολλύουσι πάντως αὐτήν·130

131

“ὁ γὰρ σπείρων,” φησὶν, “εἰς τὴν σάρκα θερίσει φθοράν.” ἔστι δὲ καὶ ἑτέρως ἀπολέσαντά τινα τὴν ἑαυτοῦ ψυχὴν διασῶσαι, ὃ καὶ οἱ μακάριοι πεπράχασι μάρτυρες, τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας, τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα, καὶ
5στέφανον ταῖς ἑαυτῶν κεφαλαῖς ἀνῆψαν. οἱ ἐξ ἀνάνδρου δὲ ψυχῆς καὶ γνώμης τὸν παραύτικα τῆς σαρκὸς διαφυγόντες θάνατον, οὗτοι φονευταὶ τῆς ἑαυτῶν γεγόνασι ψυχῆς· κατοικήσονται γὰρ εἰς ᾅδου τῆς κακοανδρείας ὑφέξοντες δίκας. Ἔοικε διὰ τούτων τοὺς ἐν πτωχείᾳ καὶ πόνοις ὄντας ὑποδηλοῦν·
10οἱ μὲν γὰρ τὸ τῆς πτωχείας φορτικὸν γενναίως φέροντες, σωφρό‐ νως τε καὶ ἐπιεικῶς βιοῦντες, οὗτοι παραλειφθήσονται, δίκαιοι δηλονότι τυγχάνοντες· οἱ δὲ μὴ τοιοῦτοι, ἀλλὰ κακοῦργοι καὶ πάσης φαυλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται τῇ διὰ πυρὸς ὑπο‐ κεισόμενοι δίκῃ. ἀποστελεῖ γάρ, φησι, τοὺς Ἀγγέλους αὐτοῦ
15καὶ ἐκλέξωσιν ἐκ τῶν ἁμαρτωλῶν τοὺς δικαίους, καὶ προσοίσουσιν αὐτῷ. Τὸ δὲ “ὅπου τὸ σῶμα,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὥσπερ οὖν σώματος κειμένου νεκροῦ τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ’ αὐτὰ συντρέχει, οὕτως ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ
20πάντες οἱ ἀετοὶ, τουτέστιν οἱ ὑψηλὰ πετόμενοι καὶ ἄνω τῶν ἐπι‐ γείων κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ’ αὐτὸν ἀναδραμοῦνται. Νύκτα ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν διὰ τὸ ἀφανὲς καὶ ἀπροσδόκητον τῆς παρουσίας αὐτοῦ, κλίνην δὲ τὴν ἀνάπαυσιν.
24tΚΕΦ. Ξ.
25tΠερὶ τοῦ κριτοῦ τῆς ἀδικίας.
26 Διὰ τῆς προκειμένης παραβολῆς τῆς λεγούσης “κριτής τις “ἦν,” καὶ τὰ ἑξῆς, ἀδιαλείπτως ἡμᾶς προσεύχεσθαι προτρέπεται Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, τὸν μήτε Θεὸν φοβούμενον μήτε μὴν
30ἀνθρώπους ἐντρεπόμενον, δεδυσώπηκε τῆς χήρας ἡ συνεχὴς πρόσοδος, ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ φιλοικτίρ‐
μων καὶ μισοπόνηρος, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν131

132

σώζουσαν, οὐ προσδέξεται μὲν τοὺς προσιόντας αὐτῷ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, ποιήσει δὲ τὴν ἐκδίκησιν αὐτῶν, ὡς ἐκλεκτῶν αὐτοῦ; καὶ ταῦτα μὲν ὁ ἅγιος Κύριλλος. ὁ δὲ Χρυσόστομος καὶ αὐτὸς εἰς διαφόρους λόγους αὐτοῦ περὶ τοῦ κριτοῦ τῆς ἀδικίας λέγει,
5ὅτι πονηρός τις ἦν καὶ παράνομος, καὶ αὐτὸ δὲ τὸ ἅγιον Εὐαγ‐ γέλιον τοῦτο δείκνυσιν ἐν τῷ λέγειν τὸν Κύριον, “ἀκούσατε τί “ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν “ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ·” παρέστησε γὰρ διὰ τούτων, ἄλλον εἶναι τὸν κριτὴν τῆς ἀδικίας, καὶ ἄλλον τὸν Θεόν. Πῶς
10οὖν μετὰ τοιαύτας ἐμφανεῖς ἀποδείξεις, οὐ φρίττουσί τινες ὅλως, κἂν εἰς ἔννοιαν λαμβάνειν, μή τι γε καὶ παρρησίᾳ λαλεῖν, αὐτὸν τὸν Θεὸν εἶναι κριτὴν τῆς ἀδικίας, ἐκπλήττεσθαι χρή. Οὐκ ἀγνοῶν ὁ δεσπότης Χριστὸς, πῶς γὰρ ὁ πάντα εἰδώς; φησι, “πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἄρα εὑρήσει τὴν πίστιν
15“ἐπὶ τῆς γῆς;” ἀλλ’ ὑπεκφαίνων ὅτι ἀποδραμοῦνταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς ὀρθῆς πίστεως καὶ ἀδιαβλήτου, προσέχοντες πνεύμασι πλάνης καὶ ψευδηγορίαις διεστραμμένων ἀνθρώπων.
18tΚΕΦ. ΞΑ.
19tΠερὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.
20 Διὰ τῆς τοῦ Φαρισαίου καὶ τοῦ τελώνου παραβολῆς διδάσκει ἡμᾶς ὁ φιλάνθρωπος Κύριος καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, τίνα χρὴ τρόπον τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις, ἵνα μὴ ἄμισθον εὑρεθῇ τοῖς χρωμένοις τὸ πρᾶγμα, μηδὲ δι’ ὧν ὠφελεῖσθαί τις νομίζοι, διὰ τούτων αὐτὸν παροτρύνει καθ’ ἑαυτοῦ τὸν τῶν ἄνωθεν
25χαρισμάτων δοτῆρα Θεόν. Γέγραπται γὰρ, ὅτι “ἔστι δίκαιος “ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ·” ὅθεν καὶ ὁ Φαρισαῖος ἐνταῦθα διὰ τοῦτο κατακέκριται, ὅτι μὴ ἐπιστημόνως ἐποιεῖτο τὴν προσευχήν. Πολλὰ γὰρ κατ’ αὐτοῦ τὰ ἐγκλήματα· καὶ γὰρ ὡς ἄνους οὐ μόνον τεθαύμακεν αὐτὸς ἑαυτὸν, ἀλλὰ καὶ πολλοὺς ἑτέρους σὺν
30τῷ τελώνῃ κατέκρινεν· ὁ δὲ κατακριθεὶς ὑπ’ αὐτοῦ τελώνης οὐδ’ ὅσον εἰπεῖν ἀνατεῖναι τολμῶν εἰς ὕψος τοὺς ὀφθαλμοὺς, ἀλλὰ
περιστείλας τὴν παρρησίαν ὡς οὐκ ἔχων αὐτὴν, τοῖς ἀπὸ τοῦ132

133

συνειδότος ἐλέγχοις πληττόμενος ἐφοβεῖτο καὶ μόνον ὀφθῆναι Θεῷ, ὡς ὀλίγα φροντίσας τῶν αὐτοῦ νόμων. Τύπτων οὖν τὸ στῆθος ὡμολόγει τὰ ἐγκλήματα, καὶ δεικνὺς ὡς ἰατρῷ τὴν νόσον, ἐλεηθῆναι παρεκάλει, διὸ καὶ “κατέβη,” φησὶν ὁ δίκαιος κριτὴς,
5“οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ” παρ’ ἐκεῖνον. Ταῦτα τοι‐ γαροῦν ἀκούοντες ἐμφρόνως τὰς ἀρετὰς κατορθώσωμεν, καὶ μηδεὶς τούτου χάριν ὑπεροψίαν νοσείτω, μεμνήσθω δὲ μᾶλλον τοῦ Κυρίου εἰπόντος τοῖς ἁγίοις Ἀποστόλοις, “ὅταν ταῦτα πάντα ποιήσητε·” δῆλον δὲ ὅτι τὰ διατεταγμένα αὐτοῖς, “λέγετε ὅτι δοῦλοι ἀχρεῖοι
10“ἐσμὲν, καὶ ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.” “πᾶς γάρ,” φησι, “ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν “ὑψωθήσεται.” Ἰσιδώρου Πηλουσιώτου Ἐπιστολή. Θαυμάζειν ἔφης καὶ ἐκπλήττεσθαι, πῶς ὁ μὲν Φαρισαῖος μεγαλορρημονήσας προέ‐
15κρουσεν. ὁ δὲ Ἰὼβ πλείονα καὶ μείζονα εἰρηκὼς εὐδοκίμησεν. Ἄκουε τοίνυν συντόμως. ὁ μὲν μηδενὸς παρακινοῦντος μηδὲ ἐρε‐ θίζοντος μεγαληγορῶν, καὶ τῆς οἰκουμένης ἁπάσης φρονῶν μειζόνως ὁ Φαρισαῖος, εἰκότως προσκρούει· ὑπερηφανίαν γὰρ νοσεῖ. ὁ δὲ ἐν μὲν τῷ εὐδοκιμεῖν κρύπτων τὰ οἰκεῖα πλεονεκτήματα, ἐν δὲ τῷ
20κακηγορεῖσθαι φράζων πρὸς τὸ ἀποδύσασθαι τὰ ἐπιφερόμενα ἐγκλήματα, ὥσπερ ὁ ἀοίδιμος πεποίηκεν Ἰὼβ, πάσης αἰτίας ἔξω καθέστηκεν εἰς τοὺς οὐ δεόντως κακηγορίας τῆς αἰτίας ἀπηλ‐ λαγμένους. Περὶ τῶν βρεφῶν καὶ περὶ τοῦ εἰπόντος διδασκάλου ἕως
25“καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Σευήρου ἐκ τῆς πρὸς Μάγναν. Ἑστὼς ἐν μέσῳ τοῦ ἱεροῦ μεγαλοφώνως ᾔτει τε καὶ προσηύχετο, καὶ ὡς ἄξιος ὢν ὧν ᾔτει τυχεῖν, τὰς οἰκείας πράξεις ἀπηριθμεῖτο καὶ ἔλεγε, “νηστεύω δὶς
30“τοῦ σαββάτου” καὶ τὰ ἑξῆς, καὶ ὅσῳ πολλὰ κατέλεγε, τοσοῦτον πλέον τὴν θείαν ἀπέβυεν ἀκοὴν, καὶ ὁ τῶν ῥημάτων ὄγκος κενὸς περὶ τὰ χείλη κατέρρει, καὶ εἰς ἀφρὸν διελύετο, καθάπερ παφλά‐ ζοντα κύματα. τελώνης δέ τις μακρὰν ἑστὼς καὶ τοῦ νεῶ τὴν ἐσχάτην ὑποδὺς γωνίαν, τὸ στῆθος ἔπαιε, τὴν ψυχὴν ὥσπερ ὑπο‐
35μιμνήσκων διὰ τούτου τῶν αὐτῇ πεπλημμελημένων καὶ εἰς133

134

αἴσθησιν διεγείρων καθεύδουσαν, καὶ μηδὲ τῆς ἐν τῇ προσευχῇ στάσεως αὐτὸν ἡγούμενος ἄξιον· τοῦτο μόνον ἐτόλμα λέγειν, ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· καὶ τὸ μόλις ἐξιὸν τοῦ στόμα‐ τος ῥῆμα, πτέρυξιν ὑψηλαῖς ἐπῄρετο, πρὸς οὐρανὸν ἀνεφέρετο, καὶ
5κρούων τὴν θύραν, εἴσω τῆς θείας ἀκοῆς παρεπέμπετο, καὶ ἐδικαίου τὸν προσευξάμενον. ὁ γὰρ οἰόμενος ἑαυτὸν ἄξιον εἶναι τοῦ εἰς τὰ ἄδυτα παρακύπτειν τοῦ ἱεροῦ, καὶ πλησίον εἶναι τοῦ Θεοῦ, πόρρω μετὰ τῶν βεβήλων ἀπορριφήσεται· ὁ δὲ καὶ τὰς θύρας ψαύσαι φρίττων, καὶ αὐτῶν τῶν ταμιείων τοῦ βασιλέως κατατρυφήσει,
10κατὰ τὴν ἐν τῷ ᾄσματι νυμφὴν τὴν λέγουσαν, “εἰσήνεγκέ με “ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ.” Τοῦ Χρυσοστόμου. Διδάσκων τοὺς μαθητὰς ὁ Χριστὸς με‐ τριάζειν καὶ τῦφον καταπατεῖν κοσμικὸν, τοῖς τοιούτοις τὴν βασι‐ λείαν ἐπαγγέλλεται φάσκων, “ἀμὴν, λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται
15“τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.” Οὗτος γὰρ φιλοσοφίας ὅρος, τὸ μετὰ συνέσεως ἄπλαστον εἶναι.
17tΚΕΦ. ΞΒ.
18tΠερὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλουσίου.
19Τοῦ αὐτοῦ. Τινὲς διαβάλλουσι τὸν νεανίσκον τοῦτον ὡς ὑποῦ‐
20λον τινὰ καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα, ἐγὼ δὲ φιλάργυρον αὐτὸν καὶ χρημάτων ἥττονα, οὐκ ἂν παραιτη‐ σαίμην εἰπεῖν. Ἐπειδὴ δὲ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν, ὑποῦλον δὲ οὐδαμῶς, διὰ τὸ μὴ ἀσφαλῶς τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν
25ὑποψίαν· καὶ γάρ φησιν, “ὅτι προσδραμὼν καὶ γονυπετῶν παρε‐ “κάλει αὐτὸν, καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτὸν,” διὰ τί οὖν οὕτως ὁ Χριστὸς πρὸς αὐτὸν ἀπεκρίνατο λέγων, “οὐδεὶς “ἀγαθός;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαϊκῷ· διὰ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται.
30καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσερχομένων ἀπο‐ κρίνεται. ὅταν οὖν εἴπῃ, “οὐδεὶς ἀγαθὸς,” οὐχ ἑαυτὸν ἐκβάλλων τοῦ
ἀγαθὸς εἶναι τοῦτο λέγει, ἄπαγε. οὐ γὰρ λέγει, τί με λέγεις134

135

ἀγαθόν; οὐκ εἰμὶ ἀγαθὸς, ἀλλ’ οὐδεὶς ἀγαθὸς, τουτέστιν, οὐδεὶς ἀνθρώπων, καὶ αὐτὸς δὲ ὅταν λέγῃ, οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος τοῦτο λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. Διὸ καὶ εἰσήγαγεν, “εἰ μὴ εἷς ὁ Θεός.” καὶ οὐκ
5εἶπεν, εἰ μὴ ὁ Πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ, καὶ ὅταν λέγῃ, “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς” πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησι, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τούτων ἀρχή. Καὶ μετ’ ὀλίγα—Λιπαρὰ ἦν ἡ γῆ, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγεν. Εἰ δὲ πειράζων προσ‐
10ῆλθεν, ἐδήλωσεν ἂν ἡμῖν ὁ Εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, καὶ εἰ πειράζων προσῆλθεν, οὐκ ἂν ἀπῆλθε λυπού‐ μενος ἐφ’ οἷς ἤκουσε. Τοῦτο γοῦν οὐδεὶς ἔπαθέ ποτε τῶν Φαρι‐ σαίων, ἀλλ’ ἠγρίαινον ἐπιστομιζόμενοι, οὗτος δὲ ἄπεισι κατηφὴς, ὅπερ οὐ μικρὸν σημεῖον τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν
15προσελθεῖν, ἀλλ’ ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατ‐ έχεσθαι δὲ ἑτέρῳ πάθει χαλεπωτάτῳ. Τοῦ Ἁγίου Τίτου Βοστρῶν. Ὥστε Θεοῦ ἔργον τὸ σωθῆναι ἡμᾶς, ἀλλ’ ἡμῶν τὸ θελῆσαι, Θεοῦ δὲ τὸ δωρήσασθαι. Κυρίλλου Ἀλεξανδρείας. Ἔξεστι γὰρ αὐτοῖς, εἰ μὴ εἰς
20ἅπαν ἕλοιντο τῶν ὄντων ἀπολισθεῖν, ἑτέρως εὐδοκιμεῖν, “ποιῆσαι “φίλους ἐκ τοῦ ἀδίκου μαμμωνᾶ, ἵν’ ὅταν ἐκλείπωσι, δέξωνται “αὐτοὺς εἰς τὰς αἰωνίους σκηνάς.” Τοῦ αὐτοῦ. Προσεπάγει δὲ τοῦτο ὁ Ματθαῖος τὸ “τί ἄρα “ἔσται ἡμῖν;” πρὸς τοῦτο ἐρεῖ τις, τί γὰρ ὅλως ἀφῆκαν οἱ
25μαθηταὶ, ἢ τίνων ἀντέκτισιν αἰτοῦσι παρὰ Χριστοῦ; Τί οὖν πρὸς ταῦτα φαμέν; μάλιστα μὲν ταύτης ἕνεκα τῆς αἰτίας ἀναγ‐ καιοτάτην ἐποιοῦντο τὴν πεῦσιν. ὡς γὰρ οὐδὲν κεκτημένοι πλὴν ὅτι μικρὰ καὶ εὐτελῆ, βούλονται μαθεῖν τίνα τρόπον ἀμείψεται Θεὸς καὶ τοὺς ὀλιγοστὰ καταλελοιπότας διά γε τὴν βασιλείαν
30τοῦ Θεοῦ, τουτέστι διὰ τὸ ἐφίεσθαι τυχεῖν τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τῆς εἰς αὐτὸν ἀγάπης. ἀραρότως μὲν γὰρ ὁ πλού‐ σιος καταφρονήσας πολλῶν, προσδοκήσει τὰς ἀμοιβάς. ὁ δέ γε μικρὰ κεκτημένος, εἶτα τούτων ἀποστὰς, ἐν ποίαις ἐλπίσιν ἔσται, πῶς οὐκ ἔδει μαθεῖν; εἶτα πρὸς τούτοις κἀκεῖνο εἰπεῖν ἀναγκαῖον,
35τὸ γάρ τοι πολλῶν ἢ ὀλίγων ἀπολισθεῖν ἴσον τοῖς πάθεσιν εἴη ἂν,135

136

κατά γε τὸν τῆς ὀρθότητος λόγον· οὐκοῦν τό γε ἧκον εἰς ὑπακοὴν καὶ πρόθεσιν ἐν ἴσῃ τάξει καταλογισθεῖεν ἂν τοῖς πολλὰ κεκτη‐ μένοις, οἱ μὴ κατ’ αὐτοὺς μένοντες· εἶτα ταῖς ἴσαις προθυμίαις χρώμενοι, καὶ τῶν ἐνόντων τὴν ἀπεμβολὴν ἑκούσιον ὑπομένοντες.
5 Διὰ τοῦτο δὲ οἱ Ἀπόστολοι “οὐδὲν τούτων συνῆκαν, ἀλλ’ ἦν τὸ “ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγό‐ “μενα,” ἐπειδὴ οὐδέπω ᾔδεισαν ἀκριβῶς τὰ παρὰ τῶν ἁγίων προ‐ φητῶν προκεκηρυγμένα.
9tΚΕΦ. ΞΓ.
10tΠερὶ τοῦ τυφλοῦ.
11 Προσῆλθε μὲν ὁ τυφλὸς ὡς Θεῷ τῷ πάντα ἰσχύοντι, ὀνομάζει δὲ αὐτὸν υἱὸν Δαβὶδ, ἐπειδὴ τεθραμμένος ἐν Ἰουδαισμῷ οὐκ ἠγνό‐ ησε τὰ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν περὶ αὐτοῦ προηγορευ‐ μένα, ὅτι ἐκ γένους ὑπῆρχε τοῦ Δαβὶδ τὸ κατὰ σάρκα· οὐκοῦν ὡς
15ἤδη πεπιστευκὼς ὅτι Θεὸς ὢν ὁ Λόγος ὑπέμεινε τὴν κατὰ σάρκα γέννησιν, τὴν ἀπό γε τῆς παναγίας παρθένου φημὶ, πρόσεισιν ὡς Θεῷ λέγων, “ἐλέησόν με, υἱὲ Δαβίδ.” ὅτι γὰρ οὕτω διατιθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρτυρήσει λέγων αὐτῷ ὁ Χριστὸς, “ἡ πίστις σου σέσωκέ σε.” θαυμάσωμεν δὲ αὐτοῦ καὶ τὴν ἔνστασιν
20τῆς ὁμολογίας, ὅτι τινῶν ἐπιτιμώντων αὐτῷ, αὐτὸς οὐκ ἀνίει· διὸ καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ τοῦ Θεοῦ· κέκληται γὰρ παρ’ αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προστέτακται. Οὐκ ἀγνοῶν δὲ ἠρώτησεν αὐτὸν ὁ πάντα εἰδὼς, “τί θέλεις “ποιήσω σοι;” ἀλλ’ ἵνα μάθοιεν οἱ παρεστηκότες, ἤγουν οἱ συμ‐
25βαδίζοντες, ὡς οὐ χρήματα αἰτεῖν αὐτὸν, ἀλλ’ ἐνέργειαν θεϊκὴν, ὡς παρὰ Θεοῦ. Ἐπειδὴ δὲ τὸν τῆς αἰτήσεως ἐνεφάνισε τρόπον, τότε δὴ τότε τῆς Ἰουδαίων ἀπιστίας ἔλεγχος ἦν τὸ εἰρημένον παρὰ Χριστοῦ· ἔφη γὰρ μετ’ ἐξουσίας τῆς ἀνωτάτω, “ἀνάβλεψον·” τίς γὰρ τῶν ἁγίων προφητῶν εἶπέ τι τοιοῦτον, ἤγουν ἐν τοσαύτῃ
30λελάληκεν ἐξουσίᾳ; ὅθεν καὶ φῶς τῷ κάμνοντι γέγονεν ἡ φωνή· φωτὸς γὰρ ἦν λόγος τοῦ ἀληθινοῦ· ἀπαλλαγεὶς δὲ τῆς νόσου, οὐ κατημέλησε τοῦ εἶναι φιλόχριστος, ἠκολούθει γάρ, φησιν, αὐτῷ,
τὴν δόξαν ἀναπέμπων ὡς Θεῷ· γέγονε δὲ καὶ ἑτέροις πρόφασις136

137

τοῦ δοξάζειν αὐτὸν, ἅπας γάρ, φησιν, ὁ λαὸς ἔδωκεν αἶνον τῷ Θεῷ.
3tΚΕΦ. ΞΔ.
4tΠερὶ τοῦ Ζακχαίου.
5 Ἀρχιτελώνης ἦν ὁ Ζακχαῖος, ἐπ’ ἐπιτάσει δὲ πολλῇ παρ’ αὐτῷ τὸ φιλάργυρον, καὶ τῆς πλεονεξίας ὁ σκοπὸς, τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ἀλλ’ οὐ μεμένηκεν ἐν τούτοις ὁ Ζακ‐ χαῖος· ἠξιώθη δὲ φειδοῦς τῆς παρὰ τοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἐγγὺς τοὺς μακρὰν, καὶ φωτίζων τοὺς ἐσκοτισμέ‐
10νους. ἐπιθυμήσαντος γὰρ ἐκείνου τὸν Κύριον Ἰησοῦν θεάσασθαι, καὶ διὰ τοῦτο ἐπὶ συκομορέαν ἀνελθόντος, ἐβλάστησεν ἐν ἑαυτῷ σπέρμα σωτηρίας· ὅνπερ ἰδὼν ὁ Χριστὸς τοῖς τῆς θεότητος ὀφθαλ‐ μοῖς, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι· προτείνει τὴν ἡμερότητα λέγων, “Ζακχαῖε, σπεύσας κατάβηθι” καὶ τὰ ἑξῆς· ἐγίνωσκε
15γὰρ ὡς προγνώστης Θεὸς τὸ ἐσόμενον. εἶδεν ἀνθρώπου ψυχὴν ἑτοιμότατα διανεύουσαν εἴς γε τὸ ἑλέσθαι βιοῦν ἁγίως, καὶ μετέ‐ θεικεν εἰς εὐσέβειαν· καὶ γὰρ ὑπεδέξατο τὸν Ἰησοῦν χαίρων, ὅθεν καὶ γέγονεν εὐθὺς ἐλεήμων καὶ φιλοπτωχείας ἐραστὴς, καὶ τοῖς ἠδικημένοις ὑπέσχετο τετραπλοῦν ἅπερ ἠδίκησεν ἀποδοῦναι, κατὰ
20τὸν νόμον τὰ τέσσαρα πρόβατα ἀντὶ ἑνὸς ἐκτίσειν κελεύοντα. Διό φησι Χριστὸς ὁ Θεὸς ἡμῶν, “σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ “γέγονε, καθότι καὶ αὐτὸς υἱός ἐστιν Ἀβραάμ.” ἔνθα γὰρ εἰσβάλλῃ Χριστὸς, ἐκεῖ πάντως ἐστὶ καὶ σωτηρία. Ἔδει δὲ καὶ τοὺς Ἰου‐ δαίους χαίρειν ἐπὶ Ζακχαίῳ σεσωσμένῳ παραδόξως, ὅτι καὶ αὐτὸς
25εἰς υἱοὺς ἐτέλει τοῦ Ἀβραὰμ, οἷς τὴν διὰ Χριστοῦ λύτρωσιν διὰ προφητῶν ἁγίων ἐπηγγείλατο Θεός. Τοῦ Ἁγίου Τίτου Βοστρῶν. Παραθαρρύνας αὐτὸν λέγει, “σπεύσας κατάβηθι,” σοῦ χρείαν ἔχω, μέγα σου τὸ ἕλκος, μεγά‐ λην ἐπιδείκνυμι τὴν θεραπείαν, ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι, οὐ
30τοσοῦτον ἐν τῷ ἔξω, ὅσον ἐν τῷ τῆς διανοίας. καὶ ὑπεδέξατο αὐτὸν χαίρων· ἔτυχε γὰρ ὧν μὴ προσεδόκα. Ἐπαγγέλλεται δὲ τῷ Σωτῆρι τὰ ἡμίση τῶν ὑπαρχόντων, οὐχ ἵνα ἑαυτῷ τὰ λοιπὰ παρα‐ κατάσχῃ, ἀλλ’ ἵνα τετραπλασίονα ἀποτίσῃ τοῖς πλεονεκτηθεῖσιν.
ἐπὶ τούτοις Ἰησοῦς εὐφραίνεται καί φησι, “σήμερον σωτηρία137

138

“γέγονε τῷ οἴκῳ τούτῳ.” ἠπίστατο γὰρ τὸ ὁλόκληρον τοῦ μετα‐ νοήσαντος, τετραπλασίονα δὲ ἀποδίδωσι τοῖς ἀδικηθεῖσι, νόμιμον ποιούμενος τὴν ἔκτισιν.
4tΚΕΦ. ΞΕ.
5tΠερὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν.
6 Ὁ σκοπὸς τῆς προκειμένης παραβολῆς ὅλην ὡς ἐν βραχέσι παριστᾷ τῆς ἐφ’ ἡμῖν γενομένης οἰκονομίας τοῦ Θεοῦ Λόγου τὴν δύναμιν, καὶ τοῦ κατ’ αὐτὸν μυστηρίου τὰ ἀπαρχῆς μέχρι τέλους. γέγονε μὲν γὰρ ἄνθρωπος Θεὸς ὢν ὁ Λόγος, κεχρημάτικε δὲ διὰ
10τοῦτο καὶ δοῦλος, ἀλλ’ ἦν καὶ ἔστιν εὐγενὴς, κατά γε τὴν ἐκ Πατρὸς ἄρρητον γέννησιν. ἀποπεράνας δὲ τῆς μετὰ σαρκὸς οἰκονο‐ μίας τὸ μυστήριον, εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἀναπεφοί‐ τηκε δόξαν, καὶ οἷον ἀποδεδήμηκεν εἰς χώραν μακράν· χώρα γὰρ ἑτέρα παρὰ τὴν γῆν ὁ οὐρανός. Ἀνέβη δὲ λαβεῖν ἑαυτῷ βασι‐
15λείαν. πῶς δὲ ὁ τῶν ὅλων βασιλεύων μετὰ τοῦ Πατρὸς ἄνεισι πρὸς αὐτὸν, ληψόμενος βασιλείαν; δηλονότι ἐνανθρωπήσαντι τῷ Υἱῷ καὶ τοῦτο δίδωσιν ὁ Πατήρ. Ἀναφοιτήσας γὰρ εἰς οὐρα‐ νὸν, κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης ἐν ὑψηλοῖς, τὸ λοιπὸν ἐκδεχόμενος ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας
20αὐτοῦ. Τίνες δέ εἰσιν οἱ πολῖται αὐτοῦ οἱ μισοῦντες αὐτόν; οἱ Ἰου‐ δαῖοι, περὶ ὧν φησὶν, “ὅτι καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ “καὶ τὸν Πατέρα μου,” καὶ οὐκ ἠθέλησαν αὐτὸν ἐπ’ αὐτοὺς βασι‐ λεῦσαι. διὸ καὶ ἔλεγον πρὸς Πιλάτον ἀρνούμενοι τὴν βασιλείαν
25αὐτοῦ, “οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,” καίτοι Ζακχαρίου τοῦ προφήτου βοῶντος, “χαῖρε σφόδρα, θύγατερ Σιὼν, ὅτι ἰδοὺ “ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων·” ὁμοίως καὶ Ἡσαΐου, “ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες “μετὰ κρίσεως ἄρξουσιν·” ἔτι δὲ καὶ τοῦ προφήτου Δαβὶδ περὶ
30αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· “ἐγὼ δὲ κατεστάθην βασιλεὺς
“ὑπ’ αὐτῶν.”138

139

(1t)

ΚΕΦ. Ξϛ.
2tΠερὶ τῶν λαβόντων τὰς μνᾶς.
3 Ποίους δὲ δούλους καλέσας τούτοις διένειμε τὰς δέκα μνᾶς; τοὺς τελείους τὴν ἕξιν, οἷς ἂν πρέπῃ καὶ ἡ στερεὰ τροφὴ, τοὺς
5μυσταγωγεῖν εἰδότας ὀρθῶς, καὶ πρὸς πᾶσαν ἀρετὴν ἑαυτούς τε καὶ ἑτέρους ἀπευθύνοντας. οὗτοι γὰρ νουθετοῦντας τοὺς ὑπὸ χεῖρα λαοὺς προσεργάζονται τοῖς δοθεῖσι, καὶ τὸν τοῖς ἁγίοις πρέποντα κερδαίνουσι κλῆρον. ὑποστρέψαντος γὰρ μετὰ τὸ λαβεῖν τὴν βασι‐ λείαν τοῦ ἀνθρώπου τοῦ εὐγενοῦς, δῆλον δὲ ὅτι Χριστοῦ τοῦ Θεοῦ
10ἡμῶν· ἐν δευτέρᾳ αὐτοῦ παρουσίᾳ τεύξονται καὶ ἐπαίνων, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐντρυφήσωσι. δεκαπλασιάσαντες γὰρ καὶ παν‐ ταπλασιάσαντες τὰ δοθέντα διὰ τοῦ κερδᾶναι πολλοὺς, ἐπάνω δέκα πόλεων ἢ πέντε γενήσονται, τουτέστιν ἄρξουσι πάλιν, οὐχ ὧν ἦρξαν πρὸ τούτου μόνων, ἀλλὰ γὰρ καὶ ἑτέρων ἔτι πολλῶν.
15Ἀτιμία δὲ ἔσται τοῖς ὄκνῳ νενικημένοις· ὁ γάρ τοι κατακρύψας σουδαρίῳ τὴν μνᾶν, ὑπενήνεκται τῇ τοιᾷδε δίκῃ. Ταύτην δὲ τὴν παραβολὴν εἶπεν, ἐπειδὴ ἔλεγεν, ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ θεασάμενοι αὐτὸν εἰς Ἱερουσαλὴμ ἀνιόντα ᾠήθησαν διὰ τοῦτο ἀνιέναι, ἵνα δὴ ἀρχὴν δῷ τῇ βασιλείᾳ τοῦ
20Θεοῦ. ταῦτα μὲν οὖν ἐκεῖνοι ἐνόμιζον, οὐ μὴν ἔλεγον, ἀλλ’ ἐν ταῖς διανοίαις αὐτῶν ἐκύλιον τὴν προσδοκίαν. Ὁ δὲ πλάσας τὴν καρ‐ δίαν καὶ τοὺς λόγους ἐπιστάμενος, ᾔδει ταύτην αὐτῶν τὴν προσ‐ δοκίαν, καὶ διορθοῦται τὸ σφάλμα διὰ παραβολῆς· εὐκαταφρόνητος γὰρ πᾶσα γυμνότης λόγου.
25 Εἰ γὰρ “αὐστηρός εἰμι,” φησὶ, “θερίζων ὅπου οὐκ ἔσπειρα,” διὰ τί μὴ τὴν δοθεῖσάν σοι χάριν, τοῦτο γάρ ἐστιν ἡ μνᾶ, δέδωκας τοῖς τραπεζίταις, τουτέστι, προὔθηκας εἰς ἀπόλαυσιν τοῖς εὖ εἰδόσι δοκιμάζειν τὰ παρὰ σοῦ. Ἐγὼ γὰρ ἐλθὼν ἔπραξα ἄν· τουτέστιν, ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ· τῶν μὲν γὰρ διδασκάλων ἐστὶ τὸ
30κατασπείρειν τοῖς ἀκροωμένοις τὸν ἐπωφελῆ καὶ σωτήριον λόγον, τοῖς ἀκροωμένοις δὲ οὐ μόνον τὰ καταβληθέντα τηρεῖν ἀμείωτα,
ἀλλὰ καὶ πᾶσαν ἀρετὴν προσεργάσασθαι. Διόπερ ὁ μὲν ὀκνηρὸς139

140

οἰκέτης γυμνὸς καὶ τοῦ δοθέντος ἔσται χαρίσματος, οἱ δὲ τὴν ἀμείνω βαδίζοντες ὁδὸν, ἐν προσθήκῃ θείων χαρισμάτων γενήσονται· ἔτι δὲ καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωσιν· οἱ δὲ μὴ θελήσαντες Ἰουδαῖοι ἐπ’ αὐτοὺς βασιλεῦσαι τὸν ἄνθρωπον τὸν εὐγενῆ, κατε‐
5σφάγησαν ἔμπροσθεν αὐτοῦ, φησί. Καὶ γὰρ ἔπαθον καὶ νῦν τοῦτό τινες ἐξ αὐτῶν ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἁλώσει· ἐν δὲ τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πάντες οὗτοι ὥσπερ ἐν σφαγῇ τῇ ἀτελευτήτῳ κολάσει δοθήσονται. Τοῖς γὰρ κατακούσασι προθύμως τῶν αὐτοῦ λόγων τοῖς μαθη‐
10ταῖς λέγω καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ κατέχουσιν ἐν τῇ διανοίᾳ τὸν τῆς διδασκαλίας θεμέλων, καὶ ἐδόθη καὶ ἐπερισσεύθη τὰ τῆς θείας γνώμης κατὰ τὴν τοῦ Πνεύματος δωρεάν. Ἰουδαίων δὲ μὴ κατασχόντων τὸν αὐτοῦ λόγον, καὶ ὃ ἐδόκουν ἔχειν ἀφῃρέθη· τοῦτο δέ ἐστιν ἡ κατὰ τὸν Μωϋσέως νόμον λατρεία, καὶ τὰ προ‐
15φητικὰ καὶ θεόπνευστα γράμματα, τὰ προαγορεύοντα τὴν παρου‐ σίαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ, καὶ αὐτὸ τὸ τοῦ Ἰσραὴλ διαβόητον ὄνομα.
18tΚΕΦ. ΞΖ.
19tΠερὶ τοῦ πώλου.
20 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηφθαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. Ὠριγένους. Ἡ μὲν Βηθανία ἑρμηνεύεται οἶκος ὑπακοῆς, ἡ δὲ Βηθφαγῆ σιαγόνες, ἱερατικός τις ὢν τόπος· καὶ γὰρ σιαγόνες τοῖς ἱερεῦσι ἐδίδοντο, ὡς ἐν τῷ νόμῳ ἀναγέγραπται· ὅπου οὖν
25ὑπακοὴ, καὶ ἱερὸς τόπος, ἐκεῖ ἀποστέλλει ὁ Κύριος τοὺς Ἀποστό‐ λους λύσοντας “πῶλον δεδεμένον, ἐν ᾧ οὐδεὶς πώποτε ἀνθρώπων “ἐκάθισεν,” ἀντὶ τοῦ οὐδέποτε ἄνθρωπος λογικὸς ἐπεκάθισεν, ἢ Μωϋσέως λόγος, ἢ Ἡσαΐου, οὐδὲ ἄλλου τινὸς τῶν προφητῶν, ὅτε δὲ ἦλθεν ὁ Χριστὸς, εἶπε τοῖς μαθηταῖς, ἵνα ἀπελθόντες λύσωσι τὸν
30πῶλον. Εἶπε δὲ αὐτοῖς, “ἐάν τις ὑμᾶς ἐρωτᾷ, τί λύετε τὸν πῶλον, “ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” πολλοὶ γὰρ ἦσαν οἱ
κύριοι τοῦ ὄνου πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ Σωτῆρος· ἴσμεν δὲ140

141

ὅτι ὁ τοῦ Κυρίου ἅπαξ γενόμενος, οὐ δύναται πολλοὺς κυρίους ἔχειν· ὅταν τῇ κακίᾳ δουλεύῃ τις, πολλῶν παθῶν δοῦλός ἐστιν ὁ ἄνθρωπος. Κυρίλλου Ἀλεξανδρείας. Ἄγεται ὁ πῶλος, δύο μαθητῶν
5ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτὸ δύο τάγματα, προφῆται δὲ οὗτοι καὶ Ἀπόστολοι, δι’ ὧν σαγηνεύ‐ ονται εἰς πίστιν τὰ ἔθνη. Ἄγεται τοίνυν ἀπό τινος κώμης, ἵνα δι’ αὐτοῦ τὴν ἄγροικον τῶν ἐθνῶν δείξῃ φρένα· οὐκ ἐν νόμῳ τεθραμ‐ μένων, ζησάντων δὲ μᾶλλον ἀτημελῶς καὶ ἀρτίως καὶ ἀγρίως,
10πλὴν μετέστη ἐπὶ τὸ ἥμερον· γέγονε γὰρ ὑπὸ Χριστῷ τῷ πάντα διδάσκοντι. ἕτερός γε μὴν τῶν ἁγίων Εὐαγγελιστῶν καὶ παῖδας ἔφη βαΐα φοινίκων ἀνατείνοντας προτρέχειν αὐτοῦ, καὶ ὁμοῦ τοῖς μαθηταῖς συντιθέναι τὴν δοξολογίαν, ἵνα καὶ δι’ αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν, ὥσπερ ἐν πίνακι γεγραμμένον, ἴδωμεν λαόν. Γέγρα‐
15πται γὰρ, “καὶ ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.” Τοῦ Ἁγίου Τίτου. Ὁ Κύριος τίς, ἀπολελυμένον τὸ ὄνομα, ἐξου‐ σιαστικὴ δὲ ἡ προσηγορία, βασιλεύων ἤθελε φαίνεσθαι τῷ πλήθει· ἰσοκέφαλος δὲ ἦν ἡ θέα· μεταστέλλεται πολλῶν, ἵνα καθισθέντα ἴδωσιν οἱ πολλοί· προέλαβε τὸ πλῆθος καὶ βοᾷ “εὐλογημένος ὁ
20“ἐρχόμενος ἐν ὀνόματι Κυρίου,” “δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ “γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.” Δία τι; ἄνθρωποι γὰρ μετ’ Ἀγγέλων· ὁ γὰρ ἄνω βασιλεὺς κατέβη κάτω, καὶ πεποίηκε μίαν ὑπακοήν. Σημεῖον τὸ γινόμενον. οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἱερουσαλὴμ εἰσιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι,
25ὃς εἰς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἱερου‐ σαλήμ. Τὸ γὰρ νέον τῆς κλήσεως ἐδήλωσεν ὁ πῶλος, ἀλλὰ καὶ τὸ πάλαι μὴ καθάρον τῶν νῦν καλουμένων. ἀκριβέστατα δὲ ὁ
30Ματθαῖος τὴν ὑποτύπωσιν τῶν πραγμάτων γεγενημένην ἔδειξεν, οὐ μόνον τοῦ πώλου μνημονεύων, ἀλλὰ καὶ τῆς ὄνου, ὅτι καὶ ὁ Ἰσραὴλ ὕστερον ἀκολουθήσει τῷ νέῳ λαῷ, καθά ποτε ἡ μήτηρ τῷ πώλῳ· ὅτι γὰρ ἐπὶ τῷ πώλῳ ἐκαθέσθη δηλοῦσιν οἱ λοιποὶ, οἳ καὶ
μόνου τοῦ πώλου μνημονεύοντες ἀγομένου πρὸς τὸν Ἰησοῦν. ὁ δὲ141

142

Ματθαῖος εἰπὼν καὶ τὴν ὄνον ἀχθεῖσαν καὶ ἐπάνω αὐτῷ καθεσθέντα τὸν Κύριον, οὐ δήπου συνωρίδα γενομένην τοῦ τε πώλου καὶ τῆς μητρὸς λέγει, πῶς γάρ; ἀλλ’ ἑπομένην τὴν ὄνον. Δεδεμένος δὲ ὁ πῶλος καὶ ἡ ὄνος τοὺς προσδεδεμένους τοῖς ἀνθρωπίνοις πράγμασιν
5ἔδειξε λαοὺς, καὶ μὴ ἀνέτους ὄντας εἰς τὸ δέξασθαι τὴν ἐπίβασιν τοῦ Κυρίου, ἀνιεμένους δὲ διὰ τὸ θεῖον ἐπίταγμα τοῦ Κυρίου μη‐ δενὸς ἀποκωλύσαι δυνηθέντος, καὶ εἰ βούλονται κωλύειν τινὲς, ὡς αὐτοὶ δεσπόται, ἀλλ’ ἐάν τις ὑμῖν εἴπῃ, τί φησιν; “ἐρεῖτε ὅτι “ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” θεία δὲ κλῆσις ἐν τούτῳ δεδή‐
10λωται. Ἐδάκρυσε δὲ ἐπὶ τὴν Ἱερουσαλὴμ ὁ Κύριος, φιλάνθρωπος ὢν, ἵνα διὰ τούτου μάθωμεν ὅτι λελύπηται περὶ αὐτῆς, εἴπερ ὅλως χρή τι τοιοῦτο εἰπεῖν περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ. Πῶς γὰρ ἄλλως ἔγνωμεν ἂν ἡμεῖς ὅτι κακοὺς ὄντας ἠλέει, εἰ μὴ διὰ
15πράγματος ἀνθρωπίνου, τοῦτο κατέστησεν ἐνεργὲς, ὅθεν καὶ μετὰ τριάκοντα πέντε ἔτη τῆς ἀναλήψεως ἡ ἅλωσις αὐτῆς γέγονεν, ἀναβολὴν ποιουμένου τοῦ φιλανθρώπου Θεοῦ τῆς τιμωρίας ἐν τοσούτοις ἔτεσι, καὶ μακροθυμοῦντος πρὸς τὸ ἐπιστρέψαι τοὺς πεπλανημένους διὰ τῆς τῶν ἁγίων Ἀποστόλων διδασκαλίας, εἰς τὴν
20τῆς πίστεως ἀληθινὴν ἐπίγνωσιν, καὶ ἀπαλλαγῆναι τῆς μελλούσης ὀργῆς ἔρχεσθαι ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὸ καὶ οἱ πεισθέν‐ τες μὲν ἐρρύσθησαν, οἱ δὲ ἀπειθήσαντες ἀπώλοντο. τὸ γὰρ, “εἰ “ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην,” τοῦτό ἐστιν, ὅτι τὰ χρήσιμα καὶ ἀναγκαῖα πρὸς τὸ εἰρηνεῦσαι Θεῷ εἰ ἐπέγνως ἅτινά ἐστιν, ἡ
25πίστις, καὶ ἡ εἰς Κύριον ὑπακοὴ, καὶ τὸ ἀπέχεσθαι τῶν τύπων καὶ τῆς ἐν νόμῳ λατρείας, οὐκ ἂν τοιαῦταί σε θλίψεις περιέμενον, ἀλλ’ ἐκρύβη, φησὶν, ἀπὸ ὀφθαλμῶν σου· ἑκουσίως γὰρ οὐκ ἠθέλη‐ σεν εἰδέναι, ἥγουν συνιέναι τὰς θεοπνεύστους γραφὰς τὰς δηλούσας τὸ περὶ ἐμοῦ μυστήριον.
30 Καιρὸν δὲ λέγει τῆς ἐπισκοπῆς σου, ἣν αὐτὸς ἐποιήσατο, κατελθὼν ἐπισκεψάμενος αὐτὴν, καὶ θεῖα διδάγματα διδάξας ἐν
αὐτῇ, καὶ πλείστας θαυματουργίας ἐργασάμενος.142

143

(1t)

ΚΕΦ. ΞΗ.
2tΠερὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων.
3 Ἰωάννου Τοῦ Χρυσοστόμου. Ἰστέον δὲ, ὅτι καὶ Ἰωάννης τοῦτό φησιν, ἀλλ’ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ
5πρὸς τῷ τέλει, ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι καὶ κατὰ διαφόρους καιρούς. κἀκεῖ μὲν λέγουσιν, τί σημεῖον ἐπιδεικνύεις ἡμῖν; ἐν‐ ταῦθα βοῶσι, καίτοιγε ἐπιτιμηθέντες διὰ τὸ ἤδη θαυμάζεσθαι αὐτὸν παρὰ πᾶσι. τοῦτο δὲ κατηγορία μείζων Ἰουδαίων, ὅτι καὶ ἅπαξ καὶ δὶς τὸ αὐτὸ τοῦτο ποιήσαντος, ἔμενον ἐπὶ τῇ καπηλείᾳ,
10καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον· δέον κἀντεῦθεν αὐτοῦ μαθεῖν τὴν πρὸς τὸν Πατέρα τιμὴν καὶ τὴν οἰκείαν ἰσχύν. καὶ γὰρ ἐθαυμα‐ τούργησε, καὶ ἑώρων τοῖς λόγοις τὰ ἔργα συμβαίνοντα, ἀλλ’ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν· διόπερ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον λέγων, “ὁ οἶκός μου οἶκος προσευχῆς
15“κληθήσεται.” Τοῦ Ἁγίου Κυρίλλου Ἀλαξανδρείας. Ὁ νόμος φησὶν ὁ διὰ Μωϋσέως, μόνους ἐκέλευσε τῶν ἱερῶν ἅπτεσθαι σπουδασμάτων τοὺς ἐξ αἵματος Λευΐ· αὐτοὶ διατάττουσι τὰ ἐν τῷ θείῳ νόμῳ, αὐτοῖς δέδοται τὸ μυσταγωγεῖν, καὶ ἡ τῶν ἱερῶν περιβόλων ἐξου‐
20σία· σὺ δὲ πῶς ἐξ ἑτέρας ὑπάρχων φυλῆς, γέγονας γὰρ ἐξ Ἰούδα, τὰς ἐν ἡμῖν ἐκνεμηθείσας ἐξαρπάζεις τιμάς; “Τίς σοι “δέδωκε τὴν ἐξουσίαν ταύτην;” ἀλλ’ εἰ τὰς θεοπνεύστους ᾔδεις γραφὰς, ὦ ἀσύνετε Φαρισαῖε, καὶ τὰς τῶν ἁγίων προφητῶν φωνὰς, ἐμνήσθης ἂν λέγοντος τοῦ μακαρίου προφήτου Δαβὶδ, πρὸς τὸν
25τῶν ὅλων σωτῆρα Χριστὸν, “Ὤμοσε Κύριος, καὶ οὐ μεταμελη‐ “θήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” φράζε δὴ οὖν, τίς ἐκ τῶν γραμματέων ἡ Φαρισαίων λελειτούρ‐ γηκε τῷ Θεῷ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὃς εὐλόγησέ τε καὶ δεδεκάτωκε τὸν Ἀβραάμ· ὡς δὲ ὁ πάνσοφος γράφει Παῦλος,
30“χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖ‐ “ται,” οὐκοῦν ἡ ῥίζα δὲ ἡ ἀπαρχὴ τῆς γενέσεως τῶν ἐξ Ἰσραὴλ, τουτέστιν, ὁ προπάτωρ Ἀβραὰμ ὑπὸ τῆς τοῦ Μελχισεδὲκ ἱερω‐
σύνης ηὐλόγηται. Τῦπος δὲ ἦν ὁ Μελχισεδὲκ καὶ ἡ κατ’ αὐτὸν143

144

ἱερωσύνη τοῦ πάντων Σωτῆρος Χριστοῦ, ὃς γέγονεν ἡμῶν ἀρχιε‐ ρεὺς καὶ Ἀπόστολος, προσάγων τῷ Θεῷ καὶ Πατρὶ τοὺς πεπι‐ στευκότας εἰς αὐτὸν, διὰ τῆς ὑπὲρ νόμου λατρείας τελειῶν εἰς ἁγιασμόν. Τί τοίνυν ἀσχάλλεις, Φαρισαῖε, τῶν ἱερῶν περιβόλων
5ἐκπεμπομένων, οἷα ταῖς κατὰ νόμον θυσίαις ἦν χρήσιμα, καλοῦντος εἰς τὴν ἐπέκεινα τύπων ζωὴν, καὶ εἰς ἀληθῆ δικαίωσιν τῆς διὰ πίστεως, δηλονότι τῆς εἰς Χριστὸν, καὶ παρατιθέντος τῆς εὐαγγε‐ λικῆς πολιτείας τὴν ὁδὸν, ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς,
10ἀλλὰ νόμου παντὸς ἐπέκεινα Θεοῦ; οὐ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν ὁρισάμενος μεθίστησι κατὰ καιροὺς, ἐφ’ ὅπερ ἂν ἕλοιτο τὰ διατεταγμένα, καὶ ἀναφέρων εἰς βελτίονα; Ἦν οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα. Καὶ γοῦν ἔφη που ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου, “καὶ
15“ἀφανισθήσεται νόμιμα λαοῦ μου·” ἤργησαν γὰρ τῆς νέας ἐντο‐ λῆς ἀναδεδειγμένης, ἣν δι’ ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ Υἱός.
17tΚΕΦ. ΞΘ.
18tΠερὶ τοῦ ἀμπελῶνος.
19Τοῦ Ἁγίου Ἰωάννου Τοῦ Χρυσοστόμου. Ἀπὸ τῆς παρα‐
20βολῆς ταύτης πολλὰ αἰνίττεται· τοῦ Θεοῦ τὴν πρόνοιαν, τὴν εἰς αὐτοὺς γεγενημένην ἄνωθεν, τὸ ἐξ ἀρχῆς αὐτῶν φονικὸν, τὸ μηδὲν παραλειφθῆναι τῶν ἡκόντων εἰς ἐπιμέλειαν, τὸ καὶ τῶν προφητῶν σφαγέντων, μὴ ἀπολειφθῆναι αὐτοὺς, ἀλλὰ καὶ τὸν υἱὸν πέμψαι, καὶ τῆς παλαιᾶς καὶ νέας ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεὸν, τὸ μεγάλα
25αὐτοῦ τὸν θάνατον κατορθώσειν, τὸ τὴν ἐσχάτην δίκην τοῦ σταυ‐ ροῦ καὶ τοῦ τιμήματος αὐτοῦ ὑπομένειν, τῶν ἐθνῶν τὴν κλῆσιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν· τὴν δὲ ἀποδημίαν, τὴν πολλὴν αὐτοῦ μακροθυμίαν φησίν. Τοῦ Ἁγίου Κυρίλλου Ἀλαξανδρείας. Ὅλην εὑρήσει τις
30τὴν ἐπί γε τοῖς υἱοῖς Ἰσραὴλ ἱστορίαν ἐν τούτοις, ὡς ἐν βραχεῖ συνενηνεγμένην. Ἀμπελὼν γὰρ ὁ Ἰσραὴλ, φησὶν ὁ ψαλμῳδός· “ἄμπελον ἐξ Αἰγύπτου μετῆρας,” καὶ τὰ ἑξῆς. Καὶ ὁ Ἡσαΐας
“ἀμπελὼν ἐγενήθη,” φησὶ, “τῷ ἠγαπημένῳ.” Ἔστι τοίνυν ὁ τοῦτον144

145

φυτεύσας Θεός· οὗτος ἀπεδήμησε χρόνους ἱκανοὺς, καίτοι πληροῖ τὰ πάντα, ἀπολιμπάνεται δὲ τῶν ὄντων οὐδενός. Πῶς οὖν ἀπεδή‐ μησε; μετὰ τὸ ἀναληφθῆναι ἐν εἴδει πυρὸς καταβεβηκὼς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ τὴν ἄρρητον μορφὴν ἐμφανῆ δεδήλωκεν αὐτοῖς·
5ἀλλ’ ὡς κατά γε τὸν τύπον τῶν ἀνθρωπίνων πραγμάτων ἔοικέ πως ἀποδημία μακρὰ τὸ γεγενημένον, πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου, καὶ εἰς νοῦν ἔχων αὐτό. Οὐδεὶς γὰρ γέγονε διὰ μέσου καιρὸς, καθ’ ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ Θεοῦ προφῆταί τε καὶ δίκαιοι νουθετοῦντες, οἱ δὲ γεγόνασιν ἀπειθεῖς, καὶ ἀτιμάσαν‐
10τες τοὺς ἀπεσταλμένους ἐξαπέστειλαν κενούς· τουτέστιν, οὐδὲν ἔχοντας εἰπεῖν ὑπὲρ αὐτῶν ἀγαθὸν τῷ πεπομφότι Θεῷ, καὶ φησὶν Ἱερεμίας, “ἰδοὺ τὸ ῥῆμα τοῦ Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμὸν, “οὐ μὴν βουληθῶσιν αὐτοῦ ἀκοῦσαι.” Τοῦ Ἁγίου Ἰωάννου Τοῦ Χρυσοστόμου. Τί ἐστι τὸ “ἴσως
15“ἐντραπήσονται;” οὐχ ὡς ἀγνοοῦντος, ἀλλὰ θέλοντος δεῖξαι τὸ ἁμάρτημα μέγα καὶ ἀπολογίας πάσης ἐστερημένον, ἐπεὶ αὐτὸς εἰδὼς, ὅτι ἀναιρήσουσιν ἔπεμψε, λέγει δὲ “ἐντραπήσονται” τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων, ὅτι δεῖ αὐτοὺς ἐντραπῆναι, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, “ἐὰν ἄρα ἀκούσωσιν,” οὐδὲ ἐκεῖ ἀγνοῶν, ἀλλ’
20ἵνα μὴ λέγωσί τινες τῶν ἀγνωμόνων, ὅτι ἡ πρόγνωσις αὐτοῦ γέγο‐ νεν ἀναγκαστικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὕτω σχηματίζει τὰς λέξεις. Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, τοῦ υἱοῦ τὸ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι αὐτὸς ἀπεφήνατο, ὅτι παθεῖν ἔδει τούτους, κἀκεῖνοι εἶπαν, “μὴ
25“γένοιτο,” καὶ τὴν μαρτυρίαν ἐπήγαγεν, ὁ δὲ Ματθαῖος ὅτι αὐτοὶ τὴν ψῆφον ἐξήνεγκαν. Μετὰ δὲ τὸ ἀκοῦσαι αὐτοὺς τὴν τοῦ ἀμπελῶνος παραβολὴν, διὰ τοῦτο εἶπον, “μὴ γένοιτο,” ἐπειδὴ συνιέντες τῶν αἰνιγμάτων τὸ βάθος, ἀποσείονται τὸ παθεῖν, δεδοικότες τὸ ἐσόμενον. Ἀλλ’ οὐκ
30ἔστι τοῦτο ἐναντιολογίας· καὶ γὰρ ἀμφότερα γέγονε, καὶ τὴν ψῆφον αὐτοὶ ἐξήνεγκαν καθ’ ἑαυτῶν, καὶ πάλιν αἰσθόμενοι τῶν εἰρημένων, εἶπαν “μὴ γένοιτο,” καίτοι καὶ τὸν προφήτην ἐπετείχι‐
σεν αὐτοῖς, πείθων αὐτοὺς ὅτι πάντως ἔσται τοῦτο, ἀλλ’ ὅμως οὐδ’145

146

οὕτως τὰ ἔθνη σαφῶς ἀπεκάλυψεν, ὥστε μηδεμίαν αὐτοῖς παρα‐ σχεῖν λαβὴν, ἀλλ’ ᾐνίξατο εἰπὼν, “δώσει τὸν ἀμπελῶνα ἄλλοις.” Λίθον ἑαυτὸν καλεῖ, καὶ οἰκοδόμους τοὺς διδασκάλους τῶν Ἰουδαίων, ὃ καὶ Ἰεζεκιήλ φησιν, “οἱ οἰκοδομοῦντες τὸν τοῖχον καὶ
5“ἀλείφοντες ἀναρτύτως.” Πῶς δὲ ἀπεδοκίμασαν; ἢ λέγοντες, οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗτος πλανᾷ τοὺς ὄχλους, καὶ ὅσα τοιαῦτα· δύο δέ φησιν ἀπωλείας ἐνταῦθα τῶν Ἰουδαίων, μίαν μὲν, τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι, τοῦτο γὰρ ἐπὶ τὸν λίθον τοῦτον, ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμ‐
10φορᾶς καὶ πανολεθρίας, ἣν σαφῶς ἐδήλωσεν εἰπὼν, “λικμήσει “αὐτόν.” Διὰ τούτων καὶ τὴν ἀνάστασιν ᾐνίξατο τὴν ἑαυτοῦ. Κυρίλλου. Σκανδαλισθέντες γὰρ ἐπὶ Χριστῷ καὶ προσπταί‐ σαντες αὐτῷ, τῶν Ἰουδαίων οἱ δῆμοι συνετρίβησαν. Οὐ γὰρ ἤθελον ἀκοῦσαι τῆς Ἡσαΐου φωνῆς λεγούσης, “Κύριον αὐτὸν ἁγιάσατε,
15“καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ οὐχ ὡς λίθου προσκόμματι “συναντήσετε αὐτῷ, οὐδὲ πέτρας πτώματε.” Τοῦ αὐτοῦ. Ἐξεκαύθη πάλιν εἰς ἀχαλινοὺς ὀργὰς τὸ τῶν Φαρισαίων ἐργαστήριον, καὶ ἀποκτεῖναι βουλεύονται τὸν ἐπὶ λύσει θανάτου γενόμενον ἄνθρωπον, ἀλλὰ διέκοψεν αὐτῶν τὸ ἀνόσιον
20ἐγχείρημα ὁ λαοῦ φόβος. Οὐ γὰρ τῆς εἰς Θεὸν εὐσεβείας ἦν αὐτοῖς λόγος, οὐδὲ γέγονεν αὐτοῖς χαλινὸς ἡ διὰ Μωϋσέως ἐντολὴ λέγουσα, “ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·” προτιμῶσι δὲ μᾶλ‐ λον τῆς εἰς Θεὸν αἰδοῦς τὸν ἀνθρώπινον φόβον. Τοῦ αὐτοῦ. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν μεμαθηκότας τὸ
25ἐσόμενον ἔξω φέρεσθαι τοῦ κακοῦ, καὶ τιμῆσαι τῇ πίστει τὸν καίοντα τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασώζοντα τοὺς ταῖς ἁμαρτίαις ἐνισχημένους; ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑπολελογισμένοι, συκοφαντίας τῆς κατ’ αὐτοῦ συλλέγουσιν ἀφορμάς.
29tΚΕΦ. Ο.
30tΠερὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον.
31 Ὡς ἀνθρώπῳ προσίενται κοινῷ τῷ πάντων Σωτῆρι Χριστῷ, ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι γέγονε μὲν ἐν ὁμοιώσει τῇ πρὸς
ἡμᾶς Θεὸς ὢν ὁ Λόγος. Ἀπὸ δέ γε τῆς ὑπὲρ λόγον θεοσημείας146

147

καὶ ἀποδείξεως τῆς θεοπρεποῦς οὐκ ἄνθρωπος ὢν μόνον διεδείκνυτο, ἀλλὰ καὶ Θεός. Ἤθελε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα τῶν τηνίκαδε κεκρατη‐
5κότων, καὶ δεσμοὺς ἐπέθηκαν αὐτοῖς. ἐζήτουν τοίνυν, φησὶ, παρα‐ δοῦναι αὐτὸν τῇ ἀρχῇ τοῦ ἡγεμόνος. Προσεδόκησαν γὰρ ὅτι πάντη τε καὶ πάντως ἀκούσονται λέγοντος, οὐκ ἔξεστι δοῦναι φόρους Καίσαρι· ἀλλ’ “ἐπιδείξατέ μοι,” φησὶ, “δηνάριον.” Ἐπι‐ δειχθέντος δὲ, πάλιν εἴρετο, “τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;” οἱ
10δὲ Καίσαρος, φασὶν, καὶ τί πρὸς ταῦτα Χριστός; “ἀπόδοτε τὰ “Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ,” χρημάτων μὲν γὰρ δεσμοὺς ἐπιρρίπτουσι τοῖς ὑπεζευγμένοις, οἱ τὴν κατ’ αὐτῶν λαχόντες ἀρχὴν, ζητεῖ δὲ παρ’ ἡμῶν καὶ ἀγάπην, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐκοσμίαν. Οὐκοῦν τεθαύμακα μὲν τὴν ἀπολογίαν
15αὐτοῦ, καὶ τοῦτο ἐπὶ παντὸς τοῦ λαοῦ, οἱ δὲ καὶ τούτων εἰς λήθην ἐνηνεγμένοι, Πιλάτῳ προσῆγον τὸν Ἰησοῦν φάσκοντες, “τοῦτον “εὕραμεν διαστρέφοντα τὸν λαὸν καὶ κωλύοντα φόρους διδόναι “Καίσαρι.” καὶ ὅμως θαυμάσαντες τὴν ἀπολογίαν ἀπῆλθον κατῃσχυμμένοι.
20 Ὠριγένους. Ἐγένετο ἐν ἀρχῇ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, κατ’ εἰκόνα Θεοῦ, ὕστερον δὲ παρὰ τὴν αὐτοῦ παρα‐ κοὴν ἀνέλαβε καὶ χοϊκήν· ὥσπερ γὰρ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργα τοῦ κοσμοκράτο‐ ρος τὴν εἰκόνα αὐτοῦ φορεῖ, ἣν παραινεῖ ὁ Σωτὴρ ἀποδιδόναι καὶ
25ἀποτίθεσθαι καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα καθ’ ὁμοί‐ ωσιν τῷ Θεῷ. Ἀκολούθως τούτοις καὶ ὁ Παῦλός φησιν, “ὡς “ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσωμεν καὶ τὴν “εἰκόνα τοῦ ἐπουρανίου.” Τοῦτο οὖν δηλοῖ “ἀπόδοτε τὰ Καίσα‐ “ρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.”
30tΚΕΦ. ΟΑ.
31tΠερὶ τῶν Σαδδουκαίων.
32Κυρίλλου Ἀλεξανδρείας. Προσίασι Σαδδουκαῖοι τῷ πάντων
ἡμῶν Σωτῆρι Χριστῷ, ὅς ἐστι ζωὴ καὶ ἀνάστασις, καὶ ἀναιρεῖν147

148

πειρῶνται τὴν ἀνάστασιν. Ὑβρισταὶ δὲ ὄντες καὶ ἄπιστοι πλάτ‐ τουσί τι μεστὸν ἀμαθίας. Ἴδωμεν δὲ ἅπερ ἔφη αὐτοῖς Χριστὸς, “Οἱ μὲν γὰρ υἱοὶ,” φησὶ, “τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ γαμί‐ “ζονται,” καὶ τὰ ἑξῆς.
5 Τοῦ αὐτοῦ. Οἱ υἱοὶ τοῦ νυμφῶνος, τουτέστιν, οἱ τὸν κοσμι‐ κὸν καὶ ἐνσώματον καὶ φιλοσοφίας γέμοντα διαζῶντες βίον, τεκνο‐ γονίας ἕνεκα γαμοῦσι καὶ γαμίζονται· οἵ γε μὴν τὴν εὐκλεᾶ καὶ ἀγαθοῦ μεστὴν κατορθώσαντες ζωὴν, εἶτα καταξιωθέντες τυχεῖν τῆς ἐντίμου ἀναστάσεως, ἄνω που πάντως ἔσονται τῆς ἐν τῷδε τῷ
10κόσμῳ ζωῆς. Διαβιώσονται γὰρ ὡς ἂν ἁγίοις πρέπῃ καὶ ἐγγὺς ἤδη γεγόνασι Θεοῦ· ἰσάγγελοι γὰρ εἰσὶ καὶ υἱοὶ Θεοῦ, τὴν ἁγίοις πρέπουσαν τελοῦντες λατρείαν. Παρήγαγε δὲ αὐτοῖς καὶ Μωϋσέα εὖ εἰδότα σαφῶς τῶν νεκρῶν τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ βάτῳ, φησὶν, εἰσκεκόμικε λέγοντα Θεόν· “ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ
15“καὶ Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ·” τίνων δὲ Θεὸς, εἰ μὴ ζήσον‐ ται κατ’ ἐκείνους; ἀλλ’ ἔστι ζώντων Θεός. Οὐκοῦν πάντη τε καὶ πάντως ἀναβιώσονται, τῆς πανσθενεστάτης δεξιᾶς ἀποφερούσης εἰς τοῦτο ἅπαντας τοὺς ἐκ τῆς γῆς. Οὐχὶ τῶν οὐκ ὄντων καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀνα‐
20βησομένων εἶναί φησι Θεὸν τὸν Θεὸν, οὐ γὰρ ἤμην, ἀλλ’ εἰμὶ τῶν ὄντων καὶ ζώντων. Ὥσπερ γὰρ ὁ Ἀδὰμ, εἰ καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε τῇ ἀποφάσει, οὕτω καὶ οὗτοι, εἰ καὶ ἐτεθνήκεσαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Πῶς οὖν φησιν ἀλλαχοῦ, “ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ;” ἀλλ’ οὐκ
25ἔστι τοῦτο ἴσον, ἐκ νεκρῶν γὰρ ἐνταῦθα φησὶ τῶν καὶ αὐτῶν ζή‐ σεσθαι μελλόντων. Ὠριγένης. δέ φησιν, Ἀναγινώσκοντές τινες τὰ προφητικὰ πλανῶνται περὶ τὸν νοῦν τῆς γραφῆς, φέρε εἰπεῖν ἐκ τοῦ Ἡσαΐου, “ἔκλεκτοι μου οὐ τεκνοποιήσουσιν εἰς κατάραν,” καὶ ἐν τῷ Δευ‐
30τερονομίῳ “ἐν ταῖς εὐλογίαις εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας “σου,” ὑπολαμβάνοντες ἐν τῇ ἀναστάσει τῶν νεκρῶν ἔσεσθαι ταῦτα, μὴ νοοῦντες τὰς πνευματικὰς εὐλογίας. Διὰ τοῦτο, σωμα‐ τικῶς ἐκδεχομένοις τοῖς ἐκ τῶν Ἰουδαίων Σαδδουκαίοις, ἔλεγεν ὁ
Σωτὴρ, “πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς.”148

149

(1t)

ΚΕΦ. ΟΒ.
2tΠερὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους.
3 Τοῦ Ἁγίου Τίτου Βοστρῶν. Ταῦτα τοῖς μαθηταῖς ἔλεγε, χρείαν ἔχουσι τῆς τοιαύτης παραινέσεως. Ἐπειδὴ γὰρ διδάσκα‐
5λοι τῆς οἰκουμένης προεχειρίζοντο, διδάσκει αὐτοὺς, μὴ μιμεῖσθαι τοὺς παρὰ Ἰουδαίοις διδασκάλους. Ἐκεῖνοι γὰρ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, διδάσκοντες νηστεύειν καὶ δεικνύοντες γαστρι‐ μαργίαν, οὐ προϊστάμενοι χηρῶν, ἀλλὰ τὰ τούτων ἀναλίσκοντες· “οὗτοι λήψονται, φησὶ, περισσότερον κρίμα,” ὅτι δὴ διδασκα‐
10λικὸν ἔχοντες σχῆμα, προαγωγοὶ τυγχάνουσιν εἰς κακίαν.
11tΚΕΦ. ΟΓ.
12tΠερὶ τῆς τὰ βʹ λεπτά.
13 Κυρίλλου Ἀλεξανδρείας. Ἔφη που ὁ Σωτήρ, “μακάριοι οἱ “ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται,” τούτους ἐποπτεύει προσφέρον‐
15τας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον, ἀλλ’ ὡς ἐκ πλούτου πολλοῦ πολλὰ μὲν ἦσαν εἰκὸς τὰ παρ’ ἑκάστου καρποφορούμενα· ὀλίγα δὲ πάλιν καὶ τῆς τῶν προσκομιζόντων ἀναξία χειρός· εἶτα μετ’ ἐκείνους γύναιον πτωχείᾳ δεινῇ κατισχημένον εἰσέθη ἐξ ἐράνου μόλις καὶ σὺν ἱδρῶτι συλλέγον εὐτελεστάτην καὶ ἀποχρῶσαν
20ἡμέρᾳ διατροφήν· εἶτα δύο προσῆγεν ὀβολοὺς, ὥσπερ ἀποκτω‐ μένη τὸν βίον. Ὢ παραδόξου πράγματος· ἡ τὸν παρ’ ἑτέρου ἔλεον ζητοῦσα διηνεκῶς, αὕτη δανείζει Θεῷ, καρποφόρον αὐτῷ καὶ αὐτὴν ἀποφαίνουσα τὴν πτωχήν· νικᾷ τοιγαροῦν τοὺς ἄλλους, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ Θεῷ.
25 Τίνος ἕνεκεν ἡ πενιχρὰ χήρα τοὺς πλουσίους ἐνίκησε, τοὺς τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον προσφέροντας, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ τοῦ Θεοῦ; διὰ τὸ τοὺς μὲν ἐκ πλούτου πολλοῦ ὀλίγα προσκομίζειν καὶ ἀνάξια τῆς ἑαυτῶν χειρὸς, εἰ καὶ πολλὰ ἦν εἰκὸς αὐτοὺς ὡς πλουσίους προσφέρειν καὶ καρποφο‐
30ρεῖν, τὴν δὲ ὅπερ ἐξ ἐράνου μόλις καὶ ἱδρῶτος εὐτελὲς συνήγαγε,149

150

τούτεστι δύο ὀβολοὺς, τοῦτο προσαγάγῃ· καὶ γὰρ ὥσπερ ἀποκτω‐ μένη τὸν βίον ὅλον ἑαυτῆς, μεγαλοψύχως πάντα προσήγαγε.
3tΚΕΦ. ΟΔ.
4tΠερὶ τῆς συντελείας.
5 Ἐπεδείκνυόν τινες τῷ Χριστῷ τὰς ἐν τῷ ναῷ μεγαλουργίας καὶ τὸν τῶν ἀναθημάτων κόσμον· ᾠήθησαν γὰρ, ὅτι θαυμάσει σὺν αὐτοῖς τὰ ὁρώμενα, καίτοι Θεὸς ὢν καὶ θρόνον ἔχων τὸν οὐρανόν. Ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δὲ ὅτι ἐκ βάθρων πεσεῖται κατὰ καιροὺς, κατακομιζούσης εἰς τοῦτο αὐτὸ
10τῆς Ῥωμαίων στρατείας, καὶ ἅπασαν τὴν Ἱερουσαλὴμ τὴν τῆς κυριοκτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραὴλ, μετὰ γάρτοι τὸν τοῦ Σωτῆρος σταυρὸν ταῦτα συνέβη παθεῖν αὐτούς· οἱ δὲ οὐ συνί‐ σταντο τῶν ὁρωμένων τὴν δύναμιν, ᾠήθησαν μᾶλλον τοὺς περὶ τῆς συντελείας τοῦ αἰῶνος λόγους ἐξυφαίνειν αὐτόν. Εἴροντο δὴ
15οὖν πότε ταῦτα ἔσονται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ γίνεσθαι. Τί οὖν ὁ Χριστός; ἕπεται τῷ σκοπῷ τῶν προσαγόντων τὴν πεῦ‐ σιν, καὶ φησὶ μὲν τέως τοὺς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων λόγους, διατρανοῖ δὲ τοὺς περὶ τῆς συντελείας τοῦ παρόντος αἰῶνος. Πρὶν γὰρ τὴν ἐξ οὐρανοῦ γενέσθαι κάθοδον τοῦ πάντων
20ἡμῶν Σωτῆρος Χριστοῦ, πρόδρομοί τινες ἀναφαίνονται ψευδόχρι‐ στοι καὶ ψευδοπροφῆται, τὸ αὐτοῦ πρόσωπον ἑαυτοῖς περιπλάτ‐ τοντες, ἀλλὰ μὴ ἀκολουθήσητε, φησὶν, αὐτοῖς. Τοῦ Ἁγίου Τίτου Βοστρῶν. “Ὅταν δὲ ἀκούσητε,” ὡς γάρ φησι Ἰώσηππος, προέλαβον πολέμιοι, ἀντάραντος τοῦ ἔθνους, καὶ
25μὴ διδόντος τοὺς συνήθεις φόρους Ῥωμαίοις, καὶ μετρίως σωφρο‐ νισθέντες, καὶ ἀνέσεως τυχόντες, πάλιν ἐνεωτέριζον, καὶ πάλιν ἐγίγνετο πόλεμος, καὶ οὐδέποτε ἡσυχίαν ἠσπάσαντο· τελευταῖον θεασάμενοι Ῥωμαῖοι τὴν τούτων ἀπόνοιαν, κατέλυσαν τὴν πόλιν. Τοῦ αὐτοῦ. Γέγραπται ἐν ταῖς Πράξεσιν, ὅτι μετὰ τὴν ἀνά‐
30στασιν ἐγένετο λιμὸς μέγας ἐπὶ Κλαυδίου Καίσαρος, καὶ σεισμοὶ πολλοὶ ἐγένοντο. Κυρίλλου Ἀλεξανδρείας. Δίδωσι σημεῖα σαφῆ τε καὶ
ἐναργῆ τῆς συντελείας τοῦ κόσμου· πόλεμοι γὰρ ἔσονται, ἔφη,150

151

καὶ ἀκαταστασίαι, καὶ τὰ ἑξῆς. Καὶ ἕτερός φησιν Εὐαγγελιστὴς, πάντα τὰ ἄστρα πεσεῖται, εἱλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ τὰ ἑξῆς. Διὰ μέσου δὲ τίθησι καὶ περὶ τῆς τῶν Ἱεροσολύ‐ μων ἁλώσεως. Ἐκέρασε γὰρ τὸν λόγον τοῦτον κἀκείνῳ τοῖς διη‐
5γήμασι. Πρὸ γὰρ τούτων πάντων φησὶν “ἐπιβαλοῦσι ἐφ’ ὑμᾶς “τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι” καὶ τὰ ἑξῆς· πρὸ γὰρ τῶν τῆς συντελείας καιρῶν ἥλω μὲν ἡ τῶν Ἰουδαίων χώρα, καταδραμούσης αὐτὴν τῆς Ῥωμαίων στρατείας, ἐμπέπρησται δὲ ὁ νεὼς, κατε‐ σείσθη τὰ παρ’ αὐτοῖς βασίλεια, πέπαυται τῆς κατὰ νόμον
10λατρείας ἡ δύναμις· πρὶν δὲ ταῦτα συμβῆναι ἐδιώχθησαν παρ’ αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασι, ἤχθησαν ἐπ’ ἄρχοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας· ἀπεστάλη γοῦν ὁ Παῦλος εἰς Ῥώμην πρὸς Καίσαρα· πλὴν γέγονεν αὐτοῖς εἰς μαρτύριον, τουτέστιν εἰς μαρτυρίου δόξαν τὰ ἐπενηνεγμένα· παρεγγυᾷ δὲ ὅτι
15“μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι, λήψεσθε γὰρ παρ’ ἐμοῦ “σοφίαν ἢ γλῶσσαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν, ἅπαντες “οἱ ἀντικείμενοι ὑμῖν,” ἀποκείρων δὲ τῆς ἀνθρωπίνης μικροψυχίας τὰς ἀφορμὰς, παραδοθήσεσθαι, φησὶν, αὐτοὺς ὑπὸ ἀδελφῶν καὶ φίλων καὶ τῶν ἐκ γένους, πλὴν ὅτι πάντη τε καὶ πάντως σωθή‐
20σονται παρ’ αὐτοῦ· θρὶξ γὰρ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐκ ἀπολεῖται, φησί· σαφεστέραν δὲ τὴν προαγόρευσιν ποιῶν, “ὅταν, ἴδητε, φησὶ, “κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ· τότε γνῶτε ὅτι “ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.” Εἶτα μεθίστησι πάλιν τοὺς λόγους ἐπὶ τὸν τῆς συντελείας καιρόν.
25 Τοῦ αὐτοῦ. Ἃ γὰρ ἑωράκατε ἐπ’ ἐμοὶ γινόμενα, προσδοκήσατε καὶ ἐφ’ ὑμῖν ἔσεσθαι. Τίτου. Ποῖον δὲ μαρτύριον; ὅτι τὸ ἴδιον ᾐνίξατο κατόρθωμα τοῦ κηρύγματος· ὅταν γάρ τις διαμαρτύρηται τὸ βέλτιον, καὶ τὸ καθ’ ἑαυτὸν ποιήσῃ παρρησιασάμενος, ἀποβήσηται ὑμῖν εἰς μαρ‐
30τύριον, ὅτι τὴν εὐσέβειαν ἀπηγγείλατε. Τὰ δὲ ἕτερα τούτων περί τε τοῦ ἱεροῦ καὶ περὶ τῆς συντελείας, ἕως “οἱ δὲ λόγοι οὐ μὴ παρέλθωσι,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, καὶ ἐκεῖ ζήτει. Κυρίλλου Ἀλεξανδρείας. Ἀρχομένης γὰρ ὥσπερ τῆς κρί‐
35σεως ἐναλάττεσθαι, συνοχή τις ἔσται δεινὴ, καὶ ἀπόψυξις εἰς151

152

θάνατον. Τὸ γὰρ τῶν ἐπερχομένων ἀφόρητον δεῖγμα πολλοῖς ἀρ‐ κέσει πρὸς ὄλεθρον· οὐ λεληθότως, ἀλλ’ ὡς Θεὸς καὶ Κύριος ἐν δόξῃ θεοπρεπεῖ, καὶ πάντα μεταστήσει πρὸς τὸ ἄμεινον. Ἀναβιώσονται γὰρ οἱ νεκροὶ καὶ ἀποδύσονται τὴν φθορὰν, τὸ
5ἐκ γῆς τοῦτο καὶ εὐάλωτον σῶμα, ἐνδύσονται δὲ τὴν ἀφθαρσίαν, Χριστοῦ νέμοντος αὐτὴν, καὶ συμμόρφους τοῦ σώματος τῆς δόξης αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας ἀποφαίνοντος. Εἰπὼν δὲ τῆς συκῆς τὴν παραβολὴν, ἐπήγαγεν ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ, ὅπερ ὁ Ματθαῖός φησι, “γινώσκετε ὅτι
10“ἐγγύς ἐστιν ἐπὶ θύραις.” Τὸ δὲ τοιοῦτο διδάσκει, ὅτι οὔπω πρὸς τὸ ἔσχατον τέλος ἥκει τὰ πράγματα τούτων γινομένων, ἀλλ’ ὁδεύει πρὸς τὸ τέλος ἤδη, καθάπερ ἐπὶ τῶν καρπῶν, ὁδεύει ἡ συκῆ τοὺς κλάδους, ἁπαλυνομένη καὶ ἐκφύουσα τὰ φύλλα. Οὕτω γὰρ δὴ καὶ ἡ τοῦ Κυρίου παρουσία, καταργοῦσα πᾶσαν ἀρχὴν καὶ ἐξου‐
15σίαν, παρασκευάζει τῇ βασιλείᾳ τοῦ Θεοῦ. Γενεὰς, φησὶν οὐ τοὺς τότε ἀνθρώπους, ἀλλὰ τοὺς ὁμοίους τῷ τρόπῳ. Οἶδε γὰρ καὶ οὕτως καλεῖν γενεὰν, ὡς τὸ “αὕτη γενεὰ “ζητούντων τὸν Κύριον.” Τοῦτο καὶ τὴν τῶν στοιχείων συντέλειαν ἤδη προαγορεύει ἅμα
20ἐν τῷ λέγειν, ὅτι ἀδύνατον τοὺς λόγους μου παρελθεῖν, καίτοι καὶ τῶν στοιχείων παρερχομένων. Εἰπὼν περὶ τῆς συντελείας, καὶ ὅτι πάντως ἥξει ἡ ἡμέρα, καὶ ὅτι ταῦτα γενήσεται, καὶ οὐκ ἐγχωρεῖ μὴ γενέσθαι ἅπερ εἶπε, προσθεὶς ἔφη, “προσέχετε ἑαυτοῖς μή ποτε βαρηθῶσιν ὑμῶν οἱ
25“ὀφθαλμοὶ,” οὐχ οἱ σωματικοὶ, ἀλλ’ οἱ τῆς διανοίας. Μέριμνα γὰρ βιωτικῶν καὶ κραιπάλη καὶ μέθη ἐξορίζει μὲν τὴν σύνεσιν· ἀφορίζει δὲ καὶ τὴν πίστιν, ἐμβάλλει δὲ εἰς λήθην τῶν συμφε‐ ρόντων. Διὸ πολλῆς ἀγρυπνίας χρεία, μνήμης τε καὶ εὐλαβείας καὶ συνέσεως, ἵνα προσευχόμενοι διὰ παντὸς, τὰς πρεπούσας νη‐
30στείας προσφέρωμεν τῷ Θεῷ. Τί δὲ ἦν ἅπερ ἐδίδασκεν ἐν τῷ ἱερῷ; πάντως που τὰ ὑπὲρ νομικὴν λατρείαν μεθιστῶν μετ’ ἐξουσίας τὰ ἐν τύπῳ κεχρησμῳ‐ δημένα πρὸς τὴν ἀλήθειαν. Διόπερ καὶ θαυμάζων ὁ λαὸς, ὅτι ἐν
ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, ἥδιστα τοῦτον ἠκροᾶτο. Εἰς τὸ ὄρος δὲ152

153

τῶν ἐλαιῶν ηὐλίζετο τοὺς ἐν τῇ πόλει θορύβους παραιτούμενος, ἵνα καὶ ἐν τούτῳ τύπος ἡμῖν γένηται. Περὶ τῆς ἑορτῆς τῶν ἀζύμων ὅτι ἤγγιζε, καὶ ὅτι ἐζήτουν οἱ ἀρχιερεῖς ἀνελεῖν αὐτὸν, καὶ ὅτι εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν
5Ἰούδαν, καὶ ὅτι συνεφώνησε τοῦ παραδοῦναι αὐτὸν, καὶ ὅτι ἐζήτει ἐπὶ τοῦτο εὐκαιρίαν, ἕως “καὶ οἱ δώδεκα Ἀπόστολοι σὺν αὐτῷ,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
8tΚΕΦ. ΟΕ.
9tΠερὶ τοῦ Πάσχα.
10 Τίτου Βοστρῶν. Εἰσῆλθε τοίνυν ὁ Σατανᾶς εἰς αὐτὸν, ὄντα οὐκ ἐκ τῶν ιβʹ ἀλλ’ ἐκ τοῦ ἀριθμοῦ, ἀριθμὸν ἀνεπλήρου, οὐκ ἀποστολικὸν ἀξίωμα ἐκέκτητο. Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ Πάσχα, φάσκα ὁ τῆς ἑορτῆς καιρὸς ὠνομάζετο· δηλοῖ δὲ διά‐ βασις. Ὥσπερ γὰρ τῆς Αἰγυπτίων δουλείας ὁ Ἰσραὴλ ἀπηλ‐
15λάττετο εἰς τὴν τῆς ἐπαγγελίας ἐρχόμενος γῆν, διὰ θαλάσσης μέσης βαδίζων ἀβρόχῳ ποδὶ, οὕτω καὶ ἡμᾶς δεῖ καθάπερ τὴν θάλατταν διαπεραιοῦσθαι νεανικῶς τὸν εἰκαῖον τοῦ παρόντος βίου περισπασμόν· διαβαίνομέν γε μὲν ἐκ φιλοσαρκίας εἰς ἐγκράτειαν, ἐξ ἀγνωσίας τῆς πάλαι εἰς θεογνωσίαν τὴν πάλαι ἀληθῆ, ἐκ
20θανάτου εἰς ἀφθαρσίαν. Ἔχομεν τοίνυν τιμῶσαν ἐπὶ τοὺς τύπους τὴν ἀλήθειαν. ἐλθούσης γὰρ φησὶ, τῆς ἡμέρας, καθ’ ἣν ἔδει θύεσθαι τὸ Πάσχα, δύο τινὰς ἀπολέγδην τῶν ἁγίων Ἀποστόλων, ἦσαν δὲ Πέτρος καὶ Ἰωάννης, πέπομφεν ἐν τῇ πόλει, εἰπὼν αὐτοῖς τὰ γεγραμμένα· καίτοι τί δήποτε οὐ τὸν ἄνθρωπον ἐναργῶς κατα‐
25μεμήνυκε τοῖς ἀπεσταλμένοις; Οὐ γὰρ ἔφη πρὸς τὸν δεῖνα τυχὸν, ἀλλὰ σημεῖον δέδωκεν ἄνθρωπον ἁπλῶς κεράμῳ ὕδατος πεφορ‐ τισμένον. Τί οὖν πρὸς τοῦτο φαμέν; ἤδη τοῖς Ἰουδαίοις ὑπο‐ σχόμενος ἦν ὁ προδότης παραδώσειν αὐτόν. Ἵνα τοίνυν μὴ μάθῃ τὸν ἄνθρωπον, καὶ δραμὼν ἀπαγγείλῃ τοῖς μισθωσαμένοις, δίδωσι
30σημεῖον. Ἔτι γὰρ ὑπεπλάττετο τὴν μαθηταῖς εὔνοιαν ἔχειν, μιαι‐ φονίαν ὠδίνων. “ὑπαντήσει γὰρ ὑμῖν,” φησὶ, “ἄνθρωπος κεράμιον “ὕδατος βαστάζων.” ἢ τάχα που καὶ μυστικόν τι καὶ ἀναγκαῖον
διὰ τούτου δηλῶν· ἔνθα γὰρ ἂν εἰσέλθῃ τὸ ὕδωρ, δῆλον δὲ ὅτι τὸ τοῦ153

154

ἁγίου βαπτίσματος, ἐκεῖ καταλύει Χριστός. Παντὸς γὰρ ἡμᾶς ἀπαλλάττει ῥύπου, καὶ ναὸν ἡμᾶς ἅγιον γενέσθαι Θεοῦ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς, διὰ μετοχῆς τοῦ Ἁγίου Πνεύματος· οὐκ ἂν δὲ ἁμάρτοι τις τἀληθοῦς, καὶ ἀναγκαῖον εἶναι λέγων τὴν
5παντὸς ἁγίου ψυχήν. καυχάσθω γάρ, φησι, ὁ ἀδελφὸς ὁ ταπει‐ νὸς ἐν τῷ ὕψει αὐτοῦ. ἑτοιμάσασι δὲ τὸ Πάσχα τοῖς μαθηταῖς συνειστιᾶτο Χριστὸς, ἀνεξικακῶς τῷ προδότῃ φάσκων, “ἐπιθυμίᾳ “ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν.” Τί δὴ ἄρα φησὶν ὁ Σωτήρ; οὐκοῦν ὡς ἤδη προεῖπον, καιρὸν ἐζήτει τῆς προδοσίας ὁ
10φιλάργυρος μαθητής· ἵνα δὲ μὴ πρὸ τῆς τοῦ ἁγίου Πάσχα τοῖς φονοῦσιν αὐτὸν παραδῷ, οὐ διαμεμήνυκεν ὁ Σωτὴρ, ἢ τὸν οἶκον ἢ τὸν ἄνθρωπον, παρ’ ᾧ τὸ Πάσχα πεπλήρωκεν. Ἀποδιδοὺς τοιγα‐ ροῦν τὴν αἰτίαν τοῦ μὴ θελῆσαι σαφῶς εἰπεῖν τὸν παρ’ ᾧ κατέ‐ λυσεν, “ἐπιθυμίᾳ,” φησὶν, “ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν
15“μεθ’ ὑμῶν·” ὅμοιον ὡσεὶ λέγοι, πᾶσαν ἐθέμην σπουδὴν, ὅπως ἂν ἰσχύσω λαθεῖν τὴν τοῦ προλαβόντος ἀνοσιότητα, ἵνα μὴ πρόωρον ὑπομείνω τὸ πάθος. πλὴν οὐ μὴ φάγω τὸ Πάσχα τοῦτο, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Ἔθος δὲ αὐτῷ βασιλείαν οὐρανῶν ὀνομάζειν τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ ἁγίου
20βαπτίσματος κλῆσιν, καὶ τὴν τοῦ ἁγίου βαπτίσματος μέθεξιν, καὶ τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν· οὐκοῦν οὐκ ὄψομαι, φησὶν τοιούτου Πάσχα, τοῦ διὰ Μωσέως δηλονότι δηλουμένου τυπικῶς, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· τουτέστιν, ἀναδειχθέντος τοῦ καιροῦ, καθ’ ὃν ἡ βασιλεία τῶν οὐρανῶν ἐμφα‐
25νίζεται· πληροῦται γὰρ ἐν ἡμῖν τοῖς τὴν ὑπὲρ νόμον τιμῶσι διά‐ βασιν Πάσχα τὸ ἀληθινόν· καὶ οὐκ ἐξ ἀγέλης ἀμνὸς ἁγιάζει τοὺς ἐν Χριστῷ· αὐτὸς δὲ μᾶλλον ἁγίως ἱερουργούμενος διὰ τῆς μυστικῆς εὐλογίας, καθ’ ἣν εὐλογούμεθα καὶ ζωοποιούμεθα. Γέ‐ γονε γὰρ ἡμῖν ἄρτος ζῶν ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς
30τῷ κόσμῳ. Τοῦ Χρυσοστόμου. Κἀντεῦθεν δῆλον, ὅτι οὐκ ἦν αὐτῷ οἰκία. Ἐγὼ δὲ οἶμαι, μηδὲ τοὺς μαθητὰς αὐτοῦ ἔχειν· ἢ γὰρ αὐτὸν ἐκεῖ παρεκάλεσαν ἐλθεῖν. Τίνος δὲ ἕνεκα τὸ Πάσχα ἐτέλει; διὰ πάντων δεικνὺς μέχρι τῆς ἐσχάτης ἡμέρας, ὅτι οὐκ ἔστιν ἐναντίος
35τῷ νόμῳ. Καὶ τί δῆτα πρὸς ἀγνῶτα πέμπει ἄνθρωπον; Δεικνὺς154

155

κἀντεῦθεν ὅτι ἠδύνατο μὴ παθεῖν. Ὁ γὰρ τὴν διάνοιαν τούτου πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, τί οὐκ ἂν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴ γε ἐβούλετο μὴ παθεῖν; Εἶτ’ ἐπειδὴ ἠγνόει, καὶ σημεῖον αὐτοῖς δίδωσιν, οἷον ἐπὶ τοῦ Σαῢλ ὁ προφήτης λέγει·
5“εὑρήσεις τινὰ ἀναβαίνοντα καὶ ἀσκὸν ἔχοντα,” καὶ ἐνταῦθα κεραμίον βαστάζοντα· προστίθησι δὲ “μετὰ τῶν μαθητῶν μου,” μετὰ τὸ ἀρκοῦσαν γενέσθαι τὴν παρασκευὴν, καὶ ἐκεῖνον μὴ νομί‐ σαι κρύπτεσθαι αὐτόν. Πῶς δὲ εἰ τὸ Πάσχα ἤσθιον, παρανόμως ἤσθιον; οὐ γὰρ ἀνακειμένους δεῖ φαγεῖν. Τί οὖν ἔστιν εἰπεῖν;
10ὅτι μετὰ τὸ φαγεῖν ἀνέκειντο λοιπὸν ἑστιώμενοι. Εἰπὼν ὅτι “ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν “μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν,” ἐσήμανε διὰ τούτου, ὅτι οὐκ ἄκων παραγέγονεν ἐπὶ τὸ πάθος, ἀλλὰ μετὰ πολλῆς ἐπιθυμίας ὥστε παθεῖν ὑπὸ τοῦ κόσμου· οὐκ ἐσθίει δὲ αὐτὸ μετὰ τῶν Ἰου‐
15δαίων, ἀλλὰ μετὰ τῶν μαθητῶν αὐτοῦ μόνων, ἐπειδήπερ ἐκεῖνοι ἀνάξιοι ἦσαν τούτου διὰ τὴν ἐπίμονον ἀπιστίαν. Περὶ τοῦ εἰπεῖν αὐτὸν ὅτι “οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ,” ἕως “οὐαὶ τῷ ἀνθρώπῳ “ἐκείνῳ δι’ οὗ παραδίδοται,” καὶ ὅτι φιλονεικία ἐγένετο ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων ἕως “διάκονος,” προεγράφη.
20 Ἰωάννου Τοῦ Χρυσοστόμου. Εἰς τὸ ἐπιθυμίᾳ ἐπεθύμησα, τουτέστι παραδοῦναι ὑμῖν τὰ καινὰ πράγματα, καὶ Πάσχα δοῦναι καθ’ ὃ μέλλω πνευματικοὺς ποιεῖν. Κυρίλλου Ἀλεξανδρείας. Ἐν τῷ εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον οὕτω κεῖται, “οὐ μὴ πίω ἀπάρτι ἐκ τούτου τοῦ
25“γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίω “μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.” Πρὸς ταῦτα ἀποκρίνεται Σευῆρος ὁ ἐπίσκοπος Ἀντιοχείας πρὸς Λεόντιον πρεσβύτερον γράφων οὕτω. “Τοῦτο διπλὴν τὴν ἀπόδοσιν “ἔχει καὶ τὴν ἐξήγησιν. Ὁ μὲν γὰρ ἁγιώτατος τῆς Κωνσταντινου‐
30“πόλεως ἐπίσκοπος Ἰωάννης ἐκείνην καινὴν πόσιν τοῦ ποτηρίου “φησὶν, ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔπιεν μετὰ τῶν μαθητῶν “αὐτοῦ, τὸν ναὸν τοῦ σώματος τοῦ ἀναστάντος πιστούμενος, καὶ τὸ “τῆς φιλοδοξίας ἀνόσιον ἐξοστρακίζων δοξάριον. Ἱστόρηται γὰρ ὁ “θεοπέσιος Πέτρος ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων πρὸς Κορνή‐
35“λιον εἰπὼν, “οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ155

156

“ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.” ὁ μέντοι γε θεολόγος Γρηγόριος “ἐν τῷ εἰς τὸ Πάσχα λόγῳ φησί· καινοῦ ποτηρίου δόσιν εἶναι τὴν ἐν τῇ μελλούσῃ καὶ προσδοκωμένῃ βασιλείᾳ τῶν οὐρανῶν τῶν θείων νοημάτων ἐπηγγελμένων ἡμῖν ἀποκάλυψιν· ὅτε λύεται μὲν
5τὰ ἔσοπτρα καὶ τὰ αἰνίγματα, φανεροῦται δὲ ἡ προσώπου πρὸς πρόσωπον θέα, καθά φησιν ὁ θεῖος Ἀπόστολος. Σευήρου ἐκ τοῦ πρὸς Ἰουλιανὸν συντάγματος κεφα‐ λαίου. Ἕνα γὰρ ἄρτον ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος ἐν τῷ μυστικῷ δείπνῳ τῆς ἱερουργίας τοῦ μεγάλου μυστηρίου, πρῶτος
10αὐτὸς ἀπαρχόμενος καὶ τοῖς Ἀποστόλοις τοῦτο παραδοὺς, λαβὼν ηὐλόγησε, καὶ δέδωκεν εἰς ὄνομα τοῦ ἰδίου θανάτου καὶ τῆς ἀνα‐ στάσεως, εἰπὼν, “τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν διδόμενον “εἰς ἄφεσιν ἁμαρτιῶν,” ὃ καὶ ἐσθίομεν καὶ ἀπαθὲς καὶ ἀθάνατον, καὶ ἀφθαρσίας πλῆρες, καὶ ἀναπιμπλᾷ ἡμᾶς τῆς αὐτῆς εὐλογίας
15καὶ ἀθανασίας, ὥσπερ τινὸς τῆς μελλούσης ἡμῖν ἐγγίγνεσθαι θείας χάριτος καὶ δυνάμεως τῆς ἀναστάσεως. Τοῦ Χρυσοστόμου. Ταῦτα πάλιν καὶ ἀνακτώμενος τοὺς μα‐ θητὰς ἔλεγεν, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶγμα, καὶ τὸν προδότην διορθούμενος.
20tΚΕΦ. Οϛ.
21tΠερὶ τῶν φιλονεικησάντων τίς μείζων.
22 Τοῦ δεσπότου Χριστοῦ εἰπόντος ὅτι “ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν “ὡς ὁ διακονῶν,” τίς οὕτως ἐστὶν ἀπηνὴς, ὡς μὴ πᾶσαν ἀποπτύσαι φιλοδοξίαν; Ὁ γὰρ ὑπὸ πάσης λογικῆς κτίσεως καὶ ἁγίας δια‐
25κονούμενος, ὁ σύνθρονος καὶ συμβασιλεύων τῷ Θεῷ καὶ Πατρὶ, διακόνου τάξιν ἐπέχων, ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· καὶ καθ’ ἕτερον δὲ τρόπον διακονίας ἔχει τάξιν, τουτέστι κατὰ τὸν τῆς μετὰ σαρκὸς οἰκονομίας λόγον. Τὸ δὲ “ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ
30“βασιλείᾳ μου” φησὶν, ὅτι οὐκ ἐν ἐδεσμάτων χρείᾳ ἐσόμεθα καὶ τραπέζης, ἀλλ’ ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων ὑποδείξαι τὰ πνευ‐ ματικὰ βούλομαι, ὅτι ὥσπερ οἱ παρὰ τῶν ἐπὶ γῆς βασιλέων τὰς
πρώτας ἔχοντες τιμὰς, συνέστιοι τέ εἰσιν αὐτοῖς καὶ ὁμότιμοι,156

157

οὕτως ἐν ταῖς πρωτευούσαις τιμαῖς ἔσονται παρὰ τῷ ἀθανάτῳ βασιλεῖ, οἱ ἅγιοι καὶ πανεύφημοι Ἀπόστολοι, ὡς διαμεμενηκότες μετ’ αὐτοῦ ἐν τοῖς πειρασμοῖς. Τὸ δὲ “καθίσεσθε ἐπὶ ιβʹ θρόνους” καὶ τὰ ἑξῆς, προεγράφη.
5 Κυρίλλου Ἀλεξανδρείας. Ὤιετο μὲν ἴσως διαβολικῆς ἀπο‐ νοίας ἐπίμεστος ὢν ὁ Ἰούδας, δύνασθαι λαθεῖν τὸν ὄντα Χριστὸν, ἀλλ’ ἠλέγχετο πάνυ πονηρὸς ὢν, καίτοι τραπέζης ἀξιούμενος, καὶ τῆς θείας ἡμερότητος μέχρι παντὸς ἀπολαύσας, ὃ δὴ μάλιστα φορτικώτερον αὐτῷ τὴν κόλασιν ἀπειργάζετο. Οὐαὶ τοίνυν αὐτῷ
10κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ὁ μὲν γὰρ κατ’ εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα παντὸς ἡμᾶς ἐξέληται κακοῦ· ὁ δὲ τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ταῖς τῶν φονευόντων χερσὶ παραδοὺς, τὴν διαβόλῳ πρεπωδεστάτην ἐκληρονόμησε δίκην.
15tΚΕΦ. ΟΖ.
16tΠερὶ τῆς ἐξαιτήσεως τοῦ Σατανᾶ.
17 Διὰ τί τοὺς ἄλλους ἀφεὶς πρὸς τὸν Πέτρον μόνον εἴρηκε, “Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς σινιᾶσαι ὡς “τὸν σῖτον;” ἵνα παιδεύσῃ αὐτὸν, μὴ ἑαυτῷ θαρρεῖν, ἀλλὰ τοῖς
20παρ’ αὐτοῦ χαρίσμασι σεμνύνεσθαι. Τί δέ ἐστι “σινιᾶσαι;” θορυβῆσαι, ταράξαι, πειράσαι· ἔθος γὰρ τῷ Σατανᾷ, τοῖς εὐδοκι‐ μοῦσιν ἐπιπηδᾷν, ὥσπερ καὶ τῷ Ἰώβ. Ἐν τῷ εἰπεῖν, ὅτι “ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ “πίστις σου,” ἔδειξεν ὅτι ὡς ἄνθρωπος πάλιν διαλέγεται, καίτοι
25Θεὸς ὢν τῇ φύσει, εἰ καὶ γέγονε σὰρξ, δεηθῆναι γὰρ κατὰ τὸ ἀνθρώπινον, φησίν· ὑπεμφαίνει δὲ διὰ τούτων ὡς εἴπερ ἐκδοθείη πρὸς πεῖραν τῷ Σατανᾷ, ἄπιστος γενήσεται παντελῶς, ὅπως γε καὶ μὴ ἐκδοθεὶς ἠσθένησε τῇ πίστει ἀρνησάμενος. Ἐπάγει δὲ τὸ “ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου,” ἵνα
30μὴ εἰς ἀπόγνωσιν ἐμπέσῃ, μᾶλλον δὲ ἀγαθὴν ἐλπίδα κτήσεται. Τὸ γὰρ “ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου,” τοῦτό ἐστι· γενοῦ στήριγμα καὶ διδάσκαλος τῶν διὰ πίστεως προσιόντων ἐμοί. οὐ γὰρ δὴ ἀποστερηθήσῃ, φησὶν, ἀρνησάμενος τοῦ ἀποστολικοῦ
χαρίσματος, ὅπερ τῆς θείας ἐστὶ γαληνότητος καὶ τῆς ἀφάτου157

158

φιλανθρωπίας ὑπάρχει τεκμήριον. Περὶ ὧν γὰρ εἶπεν ὁ Πέτρος, ὅτι ἕτοιμός εἰμι ὑπὲρ σοῦ ἀποθανεῖν, καὶ ὧν ἤκουσε διὰ τοῦ τοπάρχου, προεγράφη. Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν μανθάνομεν δόγμα μέγα, ὡς
5οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἂν μὴ τῆς ἄνω ἀπολαύῃ ῥοπῆς, καὶ πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης· καὶ ταῦτα ἀμφότερα δείκνυσι Ἰούδας καὶ Πέτρος. οὐκ ἐναντία ἑαυτῷ νομοθετῶν ὁ Χριστός φησι· πρότερον μὲν ἔλεγε, “μὴ κτήσησθε πήραν,” καὶ τὰ ἑξῆς. Νῦν δέ φησιν “ὁ ἔχων
10“βαλλάντιον, ἀράτω ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω “τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν·” κατ’ ἀρχὰς μὲν γὰρ ἐκεῖνα προσέτασσε, ὅπως πεῖραν καὶ ἀπόδειξιν τῆς αὐτῶν δυνάμεως λαβόντες, ἐν τῷ μηδενὸς αὐτοὺς ὑστερεῖσθαι μετὰ θάρ‐ σους καὶ προθυμίας εἰς τὴν οἰκουμένην ἐξέλθωσιν ἅπασαν· πρὸς δὲ
15τὴν συμπλήρωσιν τῆς οἰκονομίας ἐρχόμενος, ταῦτα παρεκελεύετο ἵνα μὴ διὰ τέλους ἀργοὶ μένωσι, πενίας δὲ καὶ πείνας καὶ γυμνό‐ τητος πεῖραν λαβόντες, ἐν τούτοις τὴν οἰκείαν φιλοσοφίαν ἐνδεί‐ ξονται, καὶ μὴ ὥσπερ δι’ ἀψύχων ὀργάνων ἐνεργεῖσθαι τὰ κατ’ αὐτοὺς νομίζωσιν· ἔτι δὲ καὶ ἵνα μὴ μετὰ ταῦτά τινες ἔχωσι
20λέγειν, ὅτι οὐδὲν παρ’ αὐτοῖς εἰσήνεγκαν ἐκεῖνοι, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ ῥοπῆς ἐγένετο, πρὸς δὲ τούτοις ἵνα καὶ μετριάζειν μάθωσι, τοῦτο ποιεῖ, καὶ ὅπως μὴ μείζονα ἢ κατὰ ἄνθρωπον λάβωσι δόξαν. Διὰ δὴ ταῦτα καὶ πολλῷ πλείονα τούτων, ἀφεὶς αὐτοὺς πολλοῖς τῶν ἀδοκήτων περιπίπτειν, οὐκ ἠβουλήθη ὑπὸ τὴν ἀκρί‐
25βειαν τῆς νομοθεσίας τῆς προτέρας αὐτοὺς ἀφεῖναι, ἀλλ’ ἐχάλασε καὶ ἀνῆκε τῆς φιλοσοφίας τὸν τόνον ἐκείνοις, ὥστε μὴ βαρύν τινα καὶ ἀφόρητον αὐτοῖς γενέσθαι τὸν βίον, πολλαχοῦ ἐγκαταλιμπα‐ νομένοις καὶ τὸν ἀκριβῆ νόμον ἐκεῖνον ἀναγκαζομένοις τηρεῖν. Ἀγοράσαι δὲ μάχαιραν, φησὶ, τὴν ἔφοδον τῶν Ἰουδαίων τὴν
30κατ’ αὐτοῦ γνωρίσαι αὐτοῖς βουλόμενος, καὶ ὅτι μέλλουσιν αὐτὸν συλλαμβάνειν, καὶ τοῦτο φανερῶς μὲν οὐκ ἠθέλησεν εἰπεῖν, ὥστε μὴ θορυβῆσαι πάλιν αὐτούς· δι’ αἰνίγματος μέντοι τῆς μαχαίρας τὴν ἐνεστῶσαν αἰνίττεται ἐπιβουλὴν, καὶ ὅτι μέλλει πάσχειν παρὰ τῶν Ἰουδαίων ἅπερ ἔπαθε, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον.
35Εἰπὼν γὰρ “ἀγορασάτω μάχαιραν,” ἐπήγαγεν, “ὅτι δεῖ τὰ γε‐158

159

“γραμμένα περὶ ἐμοῦ τελεσθῆναι, ὅτι μετὰ ἀνόμων ἐλογίσθη·” οὔτε οὖν τελείως παρεσιώπησεν, ἵνα μὴ τῇ ἀθρόᾳ ἐφόδῳ ταραχθῶσιν, οὔτε πάλιν τελείως ἐγνώρισεν, ἵνα μὴ δειλίᾳ τινὶ κατασχεθῶσιν. Εἰπόντων δὲ τῶν Ἀποστόλων, “Κύριε, ἰδοῦ μάχαιραι ὧδε δύο,”
5καὶ τὸ λεχθὲν μὴ συνιέντων, αὐτός φησιν, “ἱκανόν ἐστι,” καίτοι γε οὐκ ἦν ἱκανόν. Εἰ μὲν γὰρ ἀνθρωπίνης βοηθείας κεχρῆσθαι αὐτοὺς ἐβούλετο, οὐδὲ εἰ ἑκατὸν ἦσαν μάχαιραι, ἱκαναὶ ἦσαν· εἰ δὲ μὴ τοῦτο, καὶ δύο περιτταί· καὶ ὅμως οὐκ ἀπεκάλυψε τὸ αἴνιγμα. καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν, ἐπειδὰν μὴ
10νοήσωσι τὸ λεχθὲν, παρατρέχει τοῦτο καὶ ἀφίησι, τῇ τῶν πραγμά‐ των ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατανόησιν τῶν εἰρημένων ἐπι‐ τρέπων λοιπὸν, ὥσπερ καὶ ὅτε εἶπε, “λύσατε τὸν ναὸν τοῦτον,” καὶ τὰ ἑξῆς. Περὶ τοῦ προσεύξασθαι αὐτὸν πρὸ τοῦ πάθους προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
15 Ἵνα δὲ δείξῃ, ὅτι ἀληθινὸς ἦν ἄνθρωπος, καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονεν, ἵδρωσε, καὶ ἐγένετο αὐτοῦ ὁ ἱδρὼς ὥσει θρόμβοι αἵματος, ὅπερ μυστηρίου τινὸς ἐστὶ τεκμήριον. Οὐδὲ γὰρ εἰ σφόδρα δειλότατός ἐστι καὶ ἀγεννὴς, αἵματος ἔμελλε νοτίσιν ἐξ ἀγωνίας μόνης ὥσπερ ἰκμάσι ἱδρῶτος παρὰ φύσιν
20ὑγραίνεσθαι, ἀλλ’ εὐδόκησε τοῦτο γενέσθαι ἐν ἑαυτῷ, ὅπως τῆς ἡμετέρας φύσεως ὥσπερ ἀναξηράνῃ καὶ ἐξοικίσῃ τὴν τῆς δειλίας πηγήν. Ὤφθη δὲ αὐτῷ Ἄγγελος ἐξ οὐρανοῦ ἐνισχύων αὐτὸν, οὐχ ὅτι τῆς ἰσχύος τοῦ Ἀγγέλου ἐπεδέετο, ὁ ὑπὸ πάσης ὑπουρανίου δυνά‐
25μεως φόβῳ καὶ τρόμῳ προσκυνούμενος καὶ δοξαζόμενος, ἀλλ’ ἵνα πληρωθῇ τὸ ἐν τῇ μεγάλῃ ᾠδῇ ὑπὸ τοῦ Μωϋσέως εἰρημένον, “καὶ “ἐνισχυσάτωσαν αὐτὸν πάντες υἱοὶ Θεοῦ,” τουτέστι διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος δοξολογῶν αὐτὸν ὁ Ἄγγελος ἔλεγε πρὸς Κύριον· Σή ἐστιν ἡ ἰσχὺς, δέσποτα, σὺ γὰρ ἴσχυσας κατὰ
30θανάτου καὶ κατὰ τοῦ ᾅδου καὶ κατὰ τοῦ διαβόλου, ἐλευθέρωσας τὸ γένος τῶν ἀνθρώπων ἐξ αὐτῶν. Φωνῇ παροιμίας λέγεται ἐπὶ τῶν σφόδρα λυπουμένων καὶ ἀγωνιώντων, “αἵματι ἵδρω,” ὥσπερ καὶ ἐπὶ τῶν πικρῶς ὀδυρομένων, “αἵματι κλαίει.” εἰ μὲν οὖν κατὰ τοῦτόν τις πεπαρῳδῆσθαι νομίσοι
35τὸν τρόπον, οὐδὲ γὰρ τῶν τοιούτων μαθημάτων ὁ ἀνὴρ ἀνήκοος, οὐ159

160

γὰρ θρόμβους ἱδρὼς ἀπεφήνατο αἵματος· οὐ γὰρ καθ’ ὁμοιότητα τούτων εἴρηκε γενέσθαι τοὺς ἱδρῶτας· τοῦτο γὰρ σαφῶς δηλονότι “ὡσεὶ θρόμβοι” παρίστησι. θέλων δὲ μᾶλλον δηλῶσαι, ὡς οὐχὶ λεπταῖς τισὶ νοτίσι καὶ οἷον ἐνδείξεως χάριν ἐπιφαινομέναις, ἀλλ’
5ὡς ἀληθῶς ἁδρῶν σιαγόνων δίκην ὅλον τοῖς ἱδρῶσι περιεστάζετο. ** τοὺς τῶν αἱμάτων θρόμβους ὡσεὶ κόρον τοῦ γεγενημένου παρει‐ ληφέναι· ἐδήλου δὲ ἄρα ὥσπερ καὶ διὰ τῆς ἐντεταμένης προσευχῆς, καὶ τῆς πολλῆς ἀγωνίας καὶ τῆς τῶν ἱδρώτων παχύτητος, ὡς φύσει καὶ ἀληθῶς, ἀλλ’ οὐκ ἐπιδείξει καὶ φαντασίᾳ ἄνθρωπός τε
10ἐχρημάτισεν ὁ Σωτὴρ, καὶ τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις ὑπηρε‐ τήσατο πάθεσι. Περὶ τοῦ ἀναστῆναι αὐτὸν ἐκ τῆς προσευχῆς, καὶ ὅτι ἐφίλησεν αὐτὸν ὁ Ἰούδας, καὶ τὰ ἑξῆς, ἕως ἤγαγον αὐτὸν πρὸς Πιλάτον, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Τίτου Βοστρῶν. Τὸ “μὴ εἰσελθεῖν εἰς πειρασμὸν” οὐ τὸ
15μὴ πειρασθῆναι, ἀλλὰ τὸ μὴ ἔσω γενέσθαι τῶν πειρασμῶν καὶ κυριευθῆναι. Ἀπολιναρίου. Σημεῖον τὸ φίλημα δέδωκεν ὁ προδιδοὺς, διὰ τὸ καὶ μᾶλλον πλησιᾶσαι δύνασθαι κατὰ τὴν συνήθειαν, καὶ ὁ Κύριος φιλοῦντα μὲν αὐτὸν οὐκ ἀπεστράφη, τῇ τε συνήθει πραό‐
20τητι καὶ προσελέγχων. Ἔδειξε δὲ αὐτῷ, ἵνα μὴ νομίζῃ λανθάνειν, ὅτι οὐκ ἐπὶ τούτῳ αὐτὸν δέχεται, ὅπερ σχηματίζεται διὰ τοῦ φιλήματος, ἀλλ’ ἐπ’ ἐκεῖνο, ἐφ’ ὅπερ ἥκει καὶ βούλεται τοῦ ἐπιτελέσαι. Τοῦ Χρυσοστόμου. Ἄξιον ζητῆσαι τίνος ἕνεκεν μαχαίρας
25ἐβάστασαν, καὶ πόθεν ἦσαν ἐκεῖ μάχαιραι; ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες· εἰκὸς οὖν καὶ μαχαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον· τούτους δὲ ἀκούσαντας ὅτι ἥξουσι τινὲς ἐπ’ αὐτὸν λαβεῖν εἰς βοήθειαν ὡς πολεμήσοντας ὑπὲρ τοῦ διδασκάλου, ὃ τῆς ἐκείνης γνώσεως ἦν μόνον. Διὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ
30χρησάμενος μετὰ σφοδρᾶς τῆς ἀπειλῆς· καὶ οὐκ ἀφῆκέν τινα βλάβην γενέσθαι Χριστός· ἰάσατο γὰρ αὐτὸν, καὶ θαῦμα ἐπε‐ δείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα. Καὶ γὰρ
ἐκεῖνο φιλοστόργως καὶ τοῦτο πειθηνίως. Ἀκούσας γὰρ “βάλε160

161

τὴν μάχαιραν εἰς τὴν θήκην αὐτῆς, εὐθέως ἐπείσθη, καὶ μετὰ ταῦτα οὐδαμοῦ τοῦτο ποιεῖ. Ἀπολιναρίου. Τοῦτό ἐστιν ὅτι συγχωρήσεως καιρὸς καὶ ἡ ἐξουσία τοῦ σκότους.
5 Τίτου Βοστρῶν. Ὅτε θέλω κρατοῦμαι, φησὶν, ἐγὼ γὰρ νῦν θέλω, αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα, καὶ ἡ ἐξουσία τῆς ἁμαρτίας ὑμῶν. Τοῦ Χρυσοστόμου. Ἰστέον ὅτι οὔτε ᾔσθετο τοῦ πτώματος ὁ Πέτρος, καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστὸς, δεικνὺς ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ’ οὐδὲ ἐπ‐
10εμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος· ἀλλ’ ἐδεήθη πάλιν τῆς τοῦ διδασκάλου ὑπομνήσεως, καὶ τὸ βλέμμα αὐτῷ γέγονε ἀντὶ φωνῆς, οὔπω περιδεὴς ἦν. ὁ δὲ Μάρκος φησὶν, ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρύων, ὅτε δὲ τρίτον καὶ τελευταῖον, ἀκριβέστερον ἐξηγούμενος τοῦ μαθητοῦ
15τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει, καὶ ταῦτα παρ’ αὐτοῦ τοῦ διδασκάλου μαθὼν ἔγραψε· καὶ γὰρ φοιτη‐ τὴς ἦν Πέτρου. σύμφωνα δὲ τὰ παρὰ τοῦ Ματθαίου καὶ Μάρκου, εἰ καὶ δοκεῖ ἐναντία εἶναι. Ἐπειδὴ γὰρ καθ’ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρύων, δηλῶν ὁ
20Μάρκος ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν· ὥστε ἀμφότερα ἀληθῆ. πρὶν ἢ γὰρ τὴν τρίτην ἀγω‐ γὴν ἀπαρτίσαι τὸν ἀλέκτορα, τρίτον ἠρνήσατο, μόνου δὲ ὑπὸ τοῦ Χριστοῦ τῆς ἁμαρτίας ἀναμνησθεὶς, οὐδὲ κλαῦσαι ἐτόλμα φανε‐ ρῶς, ἀλλ’ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.
25 Κυρίλλου Ἀλεξανδρείας. Ἠσθένησε κατὰ τὴν πρόρρησιν τοῦ Χριστοῦ μακάριος Πέτρος, καὶ ἠρνήσατο τὸν τῶν ὅλων Σω‐ τῆρα Χριστὸν, καὶ οὐχ ἅπαξ, ἀλλὰ τρὶς, καὶ ἐνώμοτον ἐποιεῖτο τὴν ἄρνησιν. Ἔφη γὰρ ὁ Ματθαῖος, “ὅτι ἤρξατο καταναθεματίζειν “καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.” Πειρῶνται μὲν οὖν τινὲς,
30ὀμωμοκέναι κατὰ τὸν Ματθαῖον, οὐκ οἶδεν ἄνθρωπον γεγονότα τὸν Ἰησοῦν, τοῦτο δὲ ἄπιστον. Πῶς γὰρ αὐτὸν οὐκ ἠρνήσατο τῆς μετὰ σαρκὸς οἰκονομίας ἀνατρέπων τὸ μυστήριον· ᾔδει γὰρ καθ’ ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· καὶ γοῦν ὡμολόγησεν ἐναργῶς, “ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ
35“τοῦ ζῶντος,” καὶ οὐχ ὡς ἕνα τῶν καθ’ ἡμᾶς Υἱὸν αὐτὸν εἶναι Θεοῦ161

162

διαβεβαιούμενος τὰ τοιάδε φησίν· ἀλλὰ καὶ τοῖς τῆς ἀνθρωπό‐ τητος μέτροις συμβεβηκότα θεωρῶν, τὸν ἐπέκεινα παντὸς γεννητοῦ, καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν ἀναλάμψαντα Λόγον, οὐκ ἀπέστη τοῦ εἶναι καὶ ὁμολογεῖν, ὡς ἔστιν αὐτὸς Υἱὸς τοῦ Θεοῦ
5τοῦ ζῶντος. καὶ οὐδήπω φαμὲν, ὅτι γέγονεν ἄρνησις, ἵνα μὴ ψαύ‐ σηται Χριστὸς, ἀλλ’ ὅτι τὸ ἐσόμενον οὐκ ἠγνοηκὼς, προαπήγγειλε τῷ μαθητῇ· ὅτι γὰρ ἀνθρωπίνης μικροψυχίας, ὡς ἔφην, γέγονε τὸ κακὸν, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις ὁ μαθητὴς κατεκρίνετο, διδάξειεν ἂν εὐθὺς καὶ αὐτὸς ὁ θρῆνος, καὶ τὸ ἐπὶ τῇ μεταγνώσει
10δάκρυον· ἐξελθὼν γὰρ ἔξω, φησὶν, “ἔκλαυσε πικρῶς,” προσεσχη‐ κότος αὐτῷ τοῦ Χριστοῦ, καὶ τοῦ πρὸς αὐτὸν γεγονότος λόγου καλέσαντος εἰς ἀνάμνησιν. Ἐπιστρέψας δὲ οὐ διήμαρτε τοῦ σκοποῦ, μεμένηκε γὰρ ὅπερ ἦν, γνήσιος μαθητὴς, πεπλούτηκε γὰρ τῆς ἀφέσεως τοῦ πλημμελήματος.
15 Τοῦ αὐτοῦ. Πρέποι ἂν εἰπεῖν ὅπερ ἔφη τις τῶν ἁγίων προφη‐ τῶν, “ἐξέστη ὁ οὐρανὸς ἐπὶ τοῦτο, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα “λέγει Κύριος.” ὁ γῆς τε καὶ οὐρανοῦ Κύριος, ὁ τῶν ὅλων γενεσιουρ‐ γὸς καὶ τεχνίτης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται, καὶ διακαρτερεῖ τυπτό‐
20μενος, καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα, τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας ἑαυτὸν παρατιθείς. Ὁ γὰρ ἐτάζων καρδίας καὶ νεφροὺς, ὁ προφητείας πάσης δοτὴρ, πῶς ἂν ἠγνόησε, τίς ἐστιν ὁ παίσας αὐτόν; Ἀνισχούσης ἡμέρας τὸ δυσσεβὲς καὶ πάσης ἀνομίας μεστὸν συνήγερται βουλευτήριον, καὶ εἰς μέσον ὁ Μωϋ‐
25σέως καὶ προφητῶν δεσπότης ἀθέσμως ἐξυβριζόμενος παρεκομί‐ ζετο· ἐπυνθάνοντο δὲ εἰ αὐτὸς ἔστιν ὁ Χριστός· ἀλλ’ εἴποι τις ἂν πρὸς αὐτοὺς, εἰ μὲν ἀγνοῶν ἐρωτᾷς, οὐκ ἔδει σε πρὶν τὸ ἀληθὲς μαθεῖν, τύπτειν καὶ ὑβρίζειν αὐτὸν, μήπως Θεῷ προσκρούσῃς· εἰ δὲ ὑποπλάττεις τὴν ἄγνοιαν, εὖ εἰδὼς αὐτὸν ὄντα Χριστὸν,
30ἀκούσεις οὖν τοῦ ἱεροῦ γράμματος, “Θεὸς οὐ μυκτηρίζεται,” διὸ καὶ Χριστὸς πρὸς αὐτούς· “ἐὰν ὑμῖν εἴπω” καὶ τὰ ἑξῆς· ποῦ γὰρ ἀκούσαντες ἐπιστεύσατε; ποῦ δὲ ἐρωτώμενοι ἐσιγήσατε; Ἐλέγχοντος ἦν αὐτοὺς τὸ εἰρημένον, ὅτι οὐ παντελῶς διαλέλη‐ θεν αὐτοὺς τὸ πρᾶγμα διὰ τὴν ἐκ τῶν σημείων ἐπίγνωσιν. Πόθεν
35γὰρ τὸ λέγειν τοῦτον μόνον Χριστὸν, ὅπερ ἐφ’ ἑτέρῳ οὐκ εἰρή‐162

163

κασιν; Ἐπιφέρει δὲ τὸ τῆς κρίσεως, ἀπειλῶν ὅτι ὄψονται αὐτὸν ἐν τῇ οὐρανίῳ δόξῃ φαινόμενον, ἀλλ’ ὅμως ἀκούσαντες οὐκ ἔπληξαν, οὐδὲ ἐφυλάξαντο, ἀλλὰ βλασφημίας εἶπαν εἶναι τὸν λόγον. Οὕτως οὐκ εἰς ὠφέλειαν τοῖς ἀνηκόοις αἱ τῶν μυστηρίων ἀποκαλύψεις,
5ἀλλ’ εἰς κατάκρισιν. Κυρίλλου Ἀλεξανδρείας. Ἀπήγαγον Πιλάτῳ τὸν Ἰησοῦν· παρεδέθησαν καὶ αὐτοὶ ταῖς τῶν Ῥωμαίων στρατιαῖς, καὶ πεπλή‐ ρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ’ αὐτοῖς προεπηγγελμένα, “οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβή‐
10“σεται αὐτῷ·” ὁ δὲ, “καθὼς ἐποίησας, οὕτως ἔσται σοὶ τὸ ἀντα‐ “πόδομά σου, ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.” Τί δὲ δὴ καὶ Πιλάτῳ, φασὶ, τὰς κατὰ τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ, συντιθέντες συκοφαντίας; “τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος “ἡμῶν, καὶ κωλύοντα φόρους διδόναι Καίσαρι.” Ποῦ κεκώλυκε
15φόρους διδόναι Καίσαρι; καίτοι πεπόμφατε πρὸς αὐτὸν ἐξ ἑαυ‐ τῶν τινας μετὰ τῶν καλουμένων Ἡρωδιανῶν πειράζοντάς τε καὶ λέγοντας, “διδάσκαλε, ἔξεστι φόρους διδόναι Καίσαρι, ἢ οὔ;” εἶτα πρὸς ταῦτα Χριστός· ἐπιδείξατέ μοι, φησὶ, νόμισμα τοῦ κένσου, εἴρετό τε, τίνος ἔχει εἰκόνος ἐπιγραφὴν τὸ προσοισθὲν δηνάριον;
20ὡς δὲ Καίσαρος ἔφασκον, ἀπόδοτε, φησὶ, “τὰ Καίσαρος Καίσαρι “καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” Ποῦ τοιγαροῦν κεκώλυκε φόρους διδόναι Καίσαρι; ἀλλ’ εἰσῆν αὐτοῖς ὁ σκοπὸς τὸ καταγαγεῖν εἰς θάνατον τὸν ἀναφέροντα πρὸς ζωὴν, πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδωλολάτρου γεγονότες δυσσεβέστεροι. Ὁ μὲν γὰρ Πιλάτος
25παντὸς αἰτιάματος ἀπήλλαττε τὸν Ἰησοῦν, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ τρίς· οἱ δὲ ἐπίσχυον λέγοντες, ἀνασείει τὸν λαὸν, συκοφαν‐ τιῶν ἑτέρας συλλέγοντες ἀφορμάς· καὶ ὅτι μὲν ἐδίδασκε, φασὶν, σεσιγήκασι δὲ τῆς διδασκαλίας τὸν τρόπον, δεδιότες ποῦ μὴ ἄρα πῶς καὶ αὐτὸς ὁ Πιλάτος εὑρεθῇ τοῖς πιστεύουσιν ἐναρίθμιον,
30πλὴν καὶ ταῦτα ἃ λέγουσιν, ἐπετίμα Πιλάτος, ἀπολογούμενός τε καὶ λέγων, “οὐδεμίαν αἰτίαν εὕρηκα ἐν αὐτῷ,” καὶ τὰ ἑξῆς. Κατηγορεῖτο μὲν ὑπὸ τῶν Ἰουδαίων ὁ Χριστός· ἦν δὲ ἄπιστος ἡ κατηγορία, τοῦ πράγματος φωνὴν ἐναντίαν τοῖς κατηγόροις ἀφιέντος· οὔτε γὰρ φόρον ἐκώλυσε Καίσαρι διδόναι ποτὲ, μᾶλλον
35μὲν οὖν καὶ ἐπέτρεψε λέγων, “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι,163

164

“καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” οὔτε βασιλείας ἐγχείρησις ἦν ἐν αὐτῷ· ἀλλὰ γὰρ ἐπιόντων αὐτῷ τῶν ὄχλων ὥστε βασιλέα ποιῆσαι, καταλιπὼν αὐτοὺς εἰς τὸ ὄρος ἀνεχώρησε. Ποίαν δὲ στρατιωτῶν παρασκευὴν ὁρῶν ἐν αὐτῷ οἱ ἄνομοι, εἰς τοῦτο κατηγόρουν αὐτῷ;
5τί δὲ ἀλαζονικόν; οὐχὶ κώμας καὶ πόλεις ὁδοιπορῶν τοῖς ποσὶν, ἐπὶ θεραπείαις ἀνθρώπων ἐφαίνετο; Διόπερ καὶ αὐτῷ τῷ Πιλάτῳ ἀπίθανος παντελῶς ἡ κατηγορία καὶ ἕωλος ὤφθη, ὅθεν καὶ ἐπη‐ ρώτα, οἱονεὶ διαχλευάζων τοὺς κατηγοροῦντας, λέγων, “σὺ εἶ ὁ “βασιλεὺς τῶν Ἰουδαίων;” εἰ καὶ ὁ Κύριος τὸ ὄντως εἶναι βασι‐
10λεὺς οὐκ ἀρνεῖται.
11tΚΕΦ. ΟΗ.
12tἘξουθένησις Ἡρώδου.
13 Ἐκπεμφθεὶς δὲ πρὸς Ἡρώδην ὑπὸ Πιλάτου, οὐκ ἀπεκρίθη τῷ Ἡρώδῃ ἐρωτώμενος ὑπ’ αὐτοῦ, ἐπειδὴ οὐκ ἔδει πρὸς ἄνθρωπον
15ἀποκρίνεσθαι μηδὲν ἄξιον ἀποκρίσεως ἔχοντα· ἄλλως τε δὲ οὐδὲ διδασκαλίας ἦν ὁ καιρὸς, οὐδὲ ἐπιδείκνυσθαι σημείων δύναμιν πρέπον ἦν τῷ πρὸς τεραστίων ὄψιν φιλοθεάμονι μᾶλλον ἢ σημεῖα δυνάμεως θεῖα ἰδεῖν βουλομένῳ· ὅθεν σιωπῆς ἰδὼν τὸν καιρὸν ἐσιώπα.
20 Χλευάζει μέντοι τὸν σεμνὸν καὶ τίμιον ὁ ἀναίσθητος, μαρτυρεῖ δὲ δι’ ὧν χλευάζει ὅτι μηδὲν ἄδικον ἔπραξεν ὁ Χριστός· οὐ γὰρ ἐσθῆτος ἔδει λαμπρᾶς ἐπὶ τοῦ κακόν τι δεδρακότος ἢ εἰρηκό‐ τος, ὅθεν Ἰουδαῖοι καὶ οὕτω καταισχύνονται ἐκ τοῦ δικαστηρίου καὶ τῆς κατηγορίας αὐτῶν. ἀπιόντος τοῦ κατηγορουμένου μετὰ
25λαμπρᾶς ἐσθῆτος, εἰ καὶ διαπαίζων Ἡρώδης ἐποίει τοῦτο, οὐκ ἂν δὲ τοῦτο διεπράξαντο, εἴπερ ἦν ὀργῆς ὁ καιρός. Μαρτυρεῖ δὲ καὶ ὁ Πιλάτος, ὅτι ψῆφος ἦν αὕτη τοῦ Ἡρώδου μὴ ἠδικηκέναι τὸν Κύριον, ἐξ ὧν φησι πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας, ὅτι “προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν
30“λαὸν, καὶ ἰδοὺ, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνω, οὐδὲν εὗρον ἐν τῷ “ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε αὐτοῦ, ἀλλ’ οὐδὲ Ἡρώδης” καὶ τὰ ἑξῆς. Ἐξ ἀνεπιγράφου. Κατηγορεῖτο ὑπὸ γραμματέων, καὶ ἦν
ἄπιστος ἡ κατηγορία, τοῦ πράγματος φωνὴν ἐναντίαν τοῖς κατη‐164

165

γόροις ἀφιέντος. τίς γὰρ ἡ τῆς βασιλείας ἐγχείρησις παρὰ Χριστοῦ, ὃς καὶ ἐπιόντων αὐτῷ τῶν ὄχλων ὥστε βασιλέα καθ‐ ιστάναι, καταλιπὼν αὐτοὺς εἰς ὄρος ἀνεχώρησε; ἔνθα μὴ δεῖ λέγειν μηδὲ ἀποκρίνεσθαι, σιωπὴν ἄγει Χριστός. Τί γὰρ ἔδει
5πρὸς ἄνθρωπον ἀποκρίνεσθαι, μηδὲν ἀξιὸν ἀποκρίσεως ἔχοντα; Διὰ τί δὲ εἶχον ἀνάγκην ἀπολύσαι ἕνα κακοῦργον κατὰ τὴν ἑορτήν; εἰκὸς ἄρτι ὑποσπονδῶν γενομένων Ῥωμαίων καὶ Ἰουδαίων, ὅπερ πάτριον ἦν αὐτοῖς παρέχειν τινὰ τῷ λαῷ, διετήρουν οἱ Ῥωμαῖοι τοῦτο, καθὼς καὶ ὅσα ὁ Σαοὺλ συνεχώρησε διὰ τὸν λαὸν
10τὸν Ἰωνάθαν. Περὶ τοῦ Βαραββᾶ, καὶ ὅτι ἠγγάρευσαν Σίμωνα τὸν Κυρηναῖον, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Κυρίλλου Ἀλεξανδρείας. Τοῦ κρίνειν λαχόντος ἐλευθεροῦν‐ τος αὐτὸν, θανάτου ψῆφον ὑποστῆναι παρακαλοῦσι τὸν πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, ἵνα ἔτι φορτικωτέραν ὑπο‐
15μείνωσι κόλασιν· ἀνέκραγον γὰρ παμπληθεὶ λέγοντες “αἶρε τοῦ‐ “τον, ἀπόλυε δὲ ἡμῖν τὸν Βαραββᾶν,” ἰδοὺ δὴ σαφῶς “τὸν “ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρι‐ “σθῆναι αὐτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσονται κοινωνοὶ,” ὃ δὴ καὶ συνέβη παθεῖν αὐτούς· δέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγήν.
20ἐπεφώνησαν γάρ, φησιν, λέγοντες, “αἶρε, αἶρε, σταύρωσον αὐτὸν,” ταύτην αὐτῶν τὴν ἀνοσίαν καταβοὴν ᾐτιᾶτο λέγων ὁ Κύριος διὰ φωνῆς Ἱερεμίου· “ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν “κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας “ἐχθρῶν αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ,
25“ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς· διὰ τοῦτο ἐμίσησε.” Τοῦ αὐτοῦ. Ἔφη που περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος ὁ προφήτης Ἡσαΐας, “οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· “δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἐλυτρωσάμην “αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ”—καὶ πάλιν,
30“πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι’ ἀπαιδευσίαν γλώσ‐ “σης αὐτῶν.” “ἐπέκρινε τοίνυν,” φησὶν, “ὁ Πιλάτος γενέσθαι “τὸ αἴτημα αὐτῶν,” καὶ νίκην νενικήκασι ὀλέθρου μητέρα· καὶ ἄγεται μὲν ὁ Σωτὴρ ἐπὶ τὸ σωτήριον πάθος· Σίμωνι δὲ, φησὶ, Κυρηναίῳ ἐπέθηκαν τὸν σταυρὸν αὐτοῦ. ἕτερος δὲ τῶν ἁγίων
35Εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν βαστάσαι τὸ ξύλον.165

166

Ἀληθὲς δὲ πάντως τοῦτο κἀκεῖνο· ἤνεγκε μὲν γὰρ τὸν σταυρὸν ὁ Σωτήρ· κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντα τὸν Κυρη‐ ναῖον κατεσχήκασι καὶ μετέθηκαν ἐπ’ αὐτῷ τὸ ξύλον. Ἀναγ‐ καῖον δέ πως ἔχει λόγον τὸ καὶ αὐτὸν τὸν ὅλων Σωτῆρα Χριστὸν
5ἐπικομίσασθαι τὸν σταυρόν· εἴρηται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἡσαΐου “ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ “ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ·” ἀρχὴ γὰρ γέγονεν αὐτοῦ ὁ σταυρὸς, δι’ οὗ βεβασίλευκε τοῖς ὑπ’ οὐρανὸν, εἴπερ ἐστὶν ἀληθὲς “ὅτι “γέγονεν ὑπήκοος μέχρι τοῦ θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ
10“καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ “ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ “κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα “γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν “Θεοῦ Πατρὸς, ἀμήν.”
15tΚΕΦ. ΟΘ.
16tΠερὶ τῶν κοπτομένων γυναικῶν.
17 Δι’ ἣν αἰτίαν θρηνούσας τὰς γυναῖκας ὅτε ἐπὶ τὸν σταυρὸν ὡς τροπαιοῦχος ἀπήει Χριστὸς, οὐ μόνον οὐκ ἀπεδέξατο, ἀλλὰ καὶ ἐπετίμησε; διὰ τὸ ἑκουσίως πάσχειν αὐτόν· τῷ μὲν γὰρ ἄκοντι
20πάσχοντι ἡ συμπάθεια παράκλησιν φέρει, τῷ δὲ ἑκόντι ὕβριν. Ἐπεὶ οὖν ἐκεῖναι, τὸν εὐφημεῖσθαι καὶ κροτεῖσθαι δίκαιον ὄντα, ὡς τὸν θάνατον σβέσαντα καὶ τὸν διάβολον ἐκνευρίσαντα, ἐθρήνουν κοπτόμεναι, διὰ τοῦτο ἐπετίμησέ τε αὐταῖς, καὶ τὰ μέλλοντα συμβήσεσθαι προεμήνυεν, ἅπερ κατασκήψαντος τοῦ πολέμου τῶν
25Ῥωμαίων τῇ χώρᾳ τῶν Ἰουδαίων πέρας ἔλαβε. Ξύλον ὑγρὸν ἑαυτὸν λέγει, διὰ τὴν ἐν τῷ σώματι αὐτοῦ θεῖαν ζωὴν τὴν ἀμάραντον καὶ ἀκατάλυτον, καὶ διὰ τὸ ἔγκαρπον καὶ εὐθαλές· καρποὶ γὰρ ἦσαν αὐτοῦ αἱ ζωοποιοὶ μυσταγωγίαι καὶ παραινέσεις. ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν, εἰ οὖν ἐμὲ, φησὶ,
30τὸν τοιοῦτον δειναῖς περιβεβλήκασιν ἀτιμίαις οἱ Ῥωμαίων στρα‐ τιῶται, καὶ ὁ τούτων στρατηγὸς Πιλάτος, τί δράσουσι ὑμῖν τῷ ξηρῷ καὶ ἀκάρπῳ ξύλῳ, τῷ λαῷ τῶν Ἰουδαίων, προσπολεμοῦντα τὰ τῶν Ῥωμαίων στρατεύματα, μηδὲν ἐπ’ αὐτῷ τῷ λαῷ τῶν
Ἰουδαίων δηλονότι τὸν τεθαυμασμένον καὶ καρπὸν δικαιοσύνης166

167

ἐχόντων βλέποντες, ἐφ’ οἷς ἦν εἰκὸς φειδοῦς καὶ τιμῆς ἀξιω‐ θῆναι τῆς παρ’ αὐτῶν· μᾶλλον δὲ κατακαύσουσιν ὑμᾶς ὥσπερ ξύλον ξηρὸν, ἤγουν πολιορκήσουσι καὶ αἰχμαλώτους λήψονται καὶ ἀποκτενοῦσι, δηλονότι τῆς εἰς αὐτὸν τὸν Σωτῆρα δυσσεβείας ἕνεκα.
5 Περὶ τοῦ σταυρωθῆναι τὸν δεσπότην Χριστὸν ἕως “ἦν δὲ “καὶ ἡ ἐπιγραφὴ ἐπ’ αὐτῷ, ὁ βασιλεὺς τῶν Ἰουδαίων,” προε‐ γράφη εἰς τὸ κατὰ Ματθαῖον.
8tΚΕΦ. Π.
9tΠερὶ τοῦ μετανοήσαντος λῃστοῦ.
10 Ὁ μὲν οὖν Ματθαῖος καὶ Μάρκος ἐπειγόμενοι πρὸς ἕτερα, εἰπόντες ἕως οὗ ὠνείδιζον αὐτὸν οἱ λῃσταὶ, τὰ λοιπὰ τῆς ἱστορίας τὰ περὶ τὸν σταυρὸν παρέλιπον. Λουκᾶς δὲ ἀφέμενος τῶν προτέρων, ὡς παρὰ τοῖς ἄλλοις εἰρημένων, τὰ παραλειφθέντα ἐκείνοις, τουτ‐ έστι τοῦ ἑνὸς λῃστοῦ τὴν ἐπίγνωσιν ἱστορεῖ, ἀπὸ τῆς φωνῆς
15ἀρξάμενος ἦν ὁ Κύριος εἶπε· “Πάτερ, ἄφες αὐτοῖς, οὐκ οἴδασι τί “ποιοῦσιν,” ἀφ’ ἧς εἰκὸς ἦν, καθάπερ εἴρηται, τὸν ἕτερον τῶν λῃστῶν ἐλθεῖν εἰς κατάνυξιν. Πῶς Ματθαῖος μὲν καὶ Μάρκος τοὺς δύο λέγουσι λῃστὰς ὀνειδίσαι τὸν Κύριον, Λουκᾶς δὲ τὸν ἕνα; ἐν ἀρχῇ μὲν οἱ δύο
20λῃσταὶ παραπλήσια τοῖς Ἰουδαίοις ἐφθέγγοντο, χάριτι τῇ πρὸς αὐτούς· ἴσως τινὰ παρ’ αὐτῶν βοήθειαν ἐντεῦθεν προσδοκῶντες εἰς ἄφεσιν. Ἐπειδὴ δὲ ἅπερ προσεδόκων παρὰ τῶν Ἰουδαίων ἤργη‐ σαν, θάτερος τῶν λῃστῶν, αὐτός τε ἀνένηψε, καὶ τὸν ἄλλον εἰς τοῦτο προετρέπετο.
25 Πόθεν δὲ ἐκεῖνος ἀνένηψεν, οὔπω γὰρ ἦν τὰ κατὰ τὸν σταυρὸν θεασάμενος θαύματα; ἐκ τῶν λόγων ἴσως ὧν περ ὁ Κύριος Ἰησοῦς παρρησίᾳ πρὸς τὸν Θεὸν, ὡς πρὸς Πατέρα, ἐφθέγξατο λέγων, “Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν·” ὡς γὰρ ἴσος ἴσῳ διαλεγόμενος καὶ πατέρα ἐκάλει, καὶ, “ἄφες,” σὺν πολλῇ
30παρρησίᾳ ἔλεγεν. Οὐ γὰρ εἶπε, Κύριε, παρακαλῶ σε, συγχώ‐ ρησον αὐτοῖς, δεικνὺς ὅτι τὰ εἰς αὐτὸν ἐφ’ ὕβρει λεγόμενα, εἰς βλασφημίαν τοῦ Πατρὸς ἀνατρέχουσι, διὰ τὸ τῆς θεότητος ὁμοούσιον.
Πῶς δὲ ἡ δεσπότου ἡμῶν Θεοῦ πεπλήρωται ὑπόσχεσις, ἡ167

168

πρὸς τὸν λῃστὴν, εἰρηκότος πρὸς αὐτὸν, “σήμερον μετ’ ἐμοῦ ἔσῃ “ἐν τῷ παραδείσῳ;” πληρῶν τὰ πάντα τῇ θεότητι, καὶ ἐν τῷ σταυρῷ ἦν διὰ τὴν σάρκα, καὶ ἐν τῷ οὐρανῷ διὰ τὴν θειότητα, καὶ πάλιν καταβὰς ἀπὸ τοῦ σταυροῦ, καὶ ἐν τῷ ᾅδῃ ὑπῆρχεν,
5καὶ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε τῇ παρουσίᾳ τῆς θεότητος· τάχα δὲ πρῶτον τὸν λῃστὴν τὸν εἰς αὐτὸν πιστεύσαντα. Τοῦ Ἁγίου Τίτου Βοστρῶν. Σήμερον πολλάκις ἐν τῇ γραφῇ, καὶ ἐπὶ ὅλον παρατείνει τὸν ἑστηκότα αἰῶνα, ὥσπερ καὶ ἐν τῷ “ἐφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον
10“ἡμέρας,” καὶ “οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας.” παρηγγέλλετο οὖν τῷ ἀξιώσαντι μνησθῆναι αὐτοῦ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τὸ ἐν τῷ ἐνεστηκότι αἰῶνι πρὸ τοῦ μέλλοντος ποιῆσαι αὐτὸν γενέσθαι ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Σευήρου ἀπολογ. Τινές φασι, πῶς ἂν εἴποιμεν εἰσεληλυ‐
15θέναι τὸν λῃστὴν εἰς τὸν παράδεισον, τοῦ Ἀποστόλου Παύλου τοὺς ἀπ’ αἰῶνος ἀπαριθμησάμενος δικαίους ἐν τῇ πρὸς Ἑβραίους ἐπι‐ στολῇ, δικαιωθέντας διὰ τῆς πίστεως, καὶ ἐπαγαγόντος, “καὶ “οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο “τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψα‐
20“μένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι;” καὶ τινὲς λέγουσι ὡς ὁ Ἀπόστολος οὐκ ἐν οἷς ἀπηριθμήσατο καὶ τὸν λῃστὴν συνηρίθμη‐ σεν, ἀλλ’ ἐσιώπησεν αὐτὸν, ὡς τῶν ἐπηγγελμένων ἤδη τυχόντα, καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς καὶ ἀπροσδιορίστως, “πάντες οἱ “μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας,”
25ἀλλ’ εἶπε, “καὶ οὗτοι πάντες” πρὸς τοὺς ἀπηριθμημένους δεικτι‐ κῶς ἀναφέρων τὸν λόγον, οἷς ὁ λῃστὴς οὐ συνηρίθμητο. ἕτεροι δὲ ἔφασαν, μηδέ πως τὸν λῃστὴν τετυχηκέναι τῆς ἐν τῷ παρα‐ δείσῳ. Αὐτὸς γὰρ εἶπεν, “ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, “οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν·” ἔστι γὰρ καὶ τοιοῦτον
30εἶδος, φησὶν, ἐν τοῖς τοῦ Κυρίου ῥήμασιν, ἐν οἷς περὶ τῶν ἔσεσθαι μελλόντων ὡς ἤδη γεγενημένων διέξεισιν, ὡς ὅταν λέγῃ, “ὁ δὲ μὴ “πιστεύων, ἤδη κέκριται·” καὶ πάλιν, “ἀμὴν, λέγω ὑμῖν, ὅτι ὁ “τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν,
“καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου168

169

“εἰς τὴν ζωήν.” ἄλλοι δὲ πρὸς τούτοις τὴν ἔννοιαν καὶ τὸ ῥητὸν ἐκμάζονται· λέγουσι γὰρ δεῖν ὑποστίζοντας ἀναγινώσκειν, “ἀμὴν “λέγω σοι σήμερον,” εἴθ’ οὕτως ἐπιφέρειν τὸ “μετ’ ἐμοῦ ἔσῃ “ἐν τῷ παραδείσῳ,” ὡς εἰς τὸν μέλλοντα χρόνον δοκεῖν ἀφορᾷν
5τὴν ὑπόσχεσιν. ἀλλὰ ταῦτα μὲν οὗτοι. Τὸ δὲ ἀληθὲς τῆς ἐξηγήσεως, τοῦτό ἐστι. τὰ ἐπηγγελμένα ἡμῖν ἀγαθὰ βασιλεία ἐστὶν οὐρανῶν, οὐχὶ ἡ εἰς τὸν παράδεισον εἴσοδος ἢ ἡ ἐπάνοδος· ὅθεν καὶ προσεύχεσθαι καὶ λέγειν προσ‐ έταξεν ὁ Κύριος, “ἐλθέτω ἡ βασιλεία σου,” οὐχ ἡ τοῦ παραδείσου
10διατριβή. ἀλλ’ ἴσως ἐρεῖ τις ὡς ταὐτόν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ ὁ παράδεισος, δύο προσηγοριῶν οὐσῶν περὶ ἓν πρᾶγμα τὸ ὑποκείμενον. ἀλλ’ ἡ τῶν ἱερῶν γραμμάτων διδασκαλία δείκνυ‐ σιν, ὡς οὐ ταὐτόν ἐστιν, ἀλλ’ ἑκατέρου πολὺ τὸ διάφορον. Τὰ μὲν γὰρ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἡτοιμασμένα τοῖς ἀγαπῶσι
15τὸν Κύριον ἀγαθὰ, “οὔτε ὀφθαλμὸς εἶδε, οὔτε οὖς ἤκουε, οὐδὲ ἐπὶ “καρδίαν ἀνθρώπου ἀνέβη,” καθὰ καὶ ὁ θεσπέσιος γράφει Παῦλος. Τὸν δὲ παράδεισον καὶ ὀφθαλμὸς εἶδε τοῦ Ἀδὰμ, καὶ οὖς ἤκουεν· ἤκουσε γὰρ “ἀπὸ παντὸς ξύλου ἐν τῷ παραδείσῳ βρώσει φάγῃ,” εἰ καὶ τοῦ ἑνὸς ξύλου τὴν μὲν θέαν εἶχε, τὴν δὲ βρῶσιν οὐκ ἐπε‐
20τέτραπτο. καὶ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, προσετάττετο γὰρ ἐργάζεσθαι τὸν παράδεισον· ἡ δὲ ἐργασία τοῦ παραδείσου βάναυ‐ σός τις οὐκ ἦν, ἀλλ’ εἶχε λογικὴν εὐφροσύνην ἀναμεμιγμένην καὶ ἐννοιῶν θείων ἀπόλαυσιν· σιωπῶν γὰρ τὴν ἁρπαγὴν ᾗ ἡρπάγη Παῦλος ἐκεῖσεν, ἐπείπερ αὐτὸς εἶπεν, “εἴτε ἐν σώματι, εἴτε
25“ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα.” Ὥστε ὁ λῃστὴς τοῦ μὲν παραδείσου τετύχηκεν· ἀψευδὴς γὰρ ὁ εἰπὼν, “σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ·” τὰ δὲ ἐν ἐλπίσι τῆς βασιλείας τῶν οὐρανῶν ἀγαθὰ μετὰ τῶν ἀπ’ αἰῶνος δικαίων οὐκ ἐκομίσατο, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προ‐
30βλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι· ὅτι γὰρ τὰ ἀγαθὰ τὰ ἐν ἐπαγγελίαις ἡμῶν ἀποκείμενα οὐδὲν ἕτερόν ἐστιν ἢ βασι‐ λεία τῶν οὐρανῶν, πολλαχόθεν μὲν ἐστὶν συνιδεῖν, μάλιστα δὲ ἐκ τῶν ῥημάτων ἐκείνων, ὧνπερ ὁ Κύριος ἐν τῷ κατὰ Λουκᾶν Εὐαγ‐
γελίῳ ἀναγέγραπται λέγων τοῖς ἑαυτοῦ μαθηταῖς, “ὑμεῖς δέ169

170

“ἐστε οἱ διαμεμενηκότες ἐν τοῖς πειρασμοῖς μετ’ ἐμοῦ, κἀγὼ “διατίθημι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα “ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.” Ἔχομεν δὲ πρὸς τῇ ἐπηγγελμένῃ βασιλείᾳ καὶ τὸν παράδεισον,
5ὅστις χωρὶς ἐστὶ πνευματικῆς ἀναπαύσεως· θαυμάσαι οὖν ἐστὶ τοῦ Κυρίου τὰς πανσόφους οἰκονομίας, ὧν μετρίως τινὰς ἐμφάσεις δεδείγμεθα, τὸν ἐπ’ αὐταῖς εἰπεῖν τελείως λόγον οὐκ ἔχοντες· τοῦ γὰρ λῃστοῦ τοιαύτην πίστιν ἐπιδειξαμένου, καὶ τοῦ μὲν ἄλλους τῶν ἥλων καταφρονήσαντος, προσπεπερόνητο γὰρ τῷ ξύλῳ χεῖρας
10καὶ πόδας, καὶ τὰ ἐν ποσὶν ἅπαντα ὑπερβάντος, πρὸς δὲ τὰς μελλούσας ἀναπτερωθέντος ἐλπίδας, καὶ κράξαντος τὴν ἐξαίσιον καὶ ὑπὲρ ἄνθρωπον ἐκείνην φωνὴν “μνήσθητί μου, Κύριε, ὅταν “ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,” ὁ τῶν ἡμετέρων διανοιῶν ἐξεταστὴς ἀκριβὴς, τῆς πίστεως αὐτοῦ θαυμάσας τὸ μεγαλοπρεπές τε καὶ
15ὑψηλὸν, ἐκ τῶν αὐτίκα μάλα ἐσομένων πρὸς τὴν ἐλπίδα τῶν μελ‐ λόντων αὐτὸν ἐβεβαίωσεν εἰπὼν, “σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ “παραδείσῳ.” Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, οἱ πιστεύσαντες εἰς ἐμὲ, σημείων καὶ διδασκαλίας ἀπήλαυσαν, καὶ διὰ τούτων τὸν περὶ βασιλείας λόγον ἐδέξαντο· οὗτος δὲ μηδὲν ἀκούσας τῶν ἐμῶν
20ἢ θεασάμενος, εἰ μὴ τὸν ἀτιμιώτατον θάνατον τοῦ σταυροῦ, τὸ γενναῖον ἐκεῖνο ῥῆμα ἐφθέγξατο, “μνήσθητι μου, Κύριε, ὅταν “ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.” Τί οὖν; ἐχέτω τέως τὴν ἐν τῷ παραδείσῳ τρυφὴν τῆς οἰκείας ἐνέχυρον πίστεως· τεύξεται γὰρ καὶ τῆς βασιλείας εἰς ὕστερον, ἐν ᾗ γενέσθαι αὐτοῦ μνήμης
25ἠξίωσε· καὶ ὥσπερ νικήφορον εἰσελαύνων εἰς πόλιν τὰ λαμπρὰ τῶν λαφύρων ἐπικομίζεται, περιφανεστέραν διὰ τούτων τὴν νίκην ποιῶν, καὶ ἀνακηρύττων τὸ τρόπαιον· οὕτω καὶ ὁ Κύριος εἰσελαύνων εἰς τὴν ἀρχαιὰν τοῦ ἀνθρώπου παστάδα, τὸν παράδεισον λέγω, τὸν λῃστὴν ἐπεφέρετο, πανοπλίας ἁπάσης σεμνότερον λάφυρον, καὶ
30τῶν τοῦ διαβόλου σκύλων, τὸ κράτιστον ἔργῳ δηλῶν, ὥσπερ ἔλεγεν, “ὡς δήσας τὸν ἰσχυρὸν τὰ σκεύη αὐτοῦ τῆς οἰκίας διήρπασεν.” Ὅτι δὲ ἦν ὥρα ἕκτη καὶ σκότος ἐγένετο, ἕως ἐξέπνευσε, προ‐ εγράφη εἰς τὸ κατὰ Ματθαῖον.
Ὅπερ εἶπεν ὁ δεσπότης Χριστὸς, ὅτι “ὅταν ὑψωθῶ, πάντας170

171

“ἑλκύσω πρὸς ἐμαυτὸν,” ἔργοις τοῦτο πεπλήρωται. Ἤρξατο γὰρ σαγηνεύειν πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας ἐν τῷ σταυρῷ ὑπάρχων, ὅθεν καὶ ὁ ἑκατόνταρχος ἰδὼν τὰ γενόμενα, ἐδόξαζε τὸν Θεόν· ἔτυπτον δὲ καὶ τὰ στήθη τῶν Ἰουδαίων τινὲς κατανυττό‐
5μενοι πάντως καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέποντες πρὸς ἐπίγνωσιν τὴν εἰς Χριστὸν, τάχα που τῆς κατ’ αὐτὸν τὸν δεσπότην δυσσεβείας ἀπαλλαττόμενοι, τῆς τῶν σταυρωσάντων τόλμης κατα‐ βοῶντες, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα.
9tΚΕΦ. ΠΑ.
10tΠερὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου.
11 Περὶ τοῦ Ἰωσὴφ, πῶς ἔθαψε τὸ σῶμα τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, καὶ περὶ τῶν μυροφόρων γυναι‐ κῶν, καὶ περὶ τῆς ἀναστάσεως τοῦ δεσπότου, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
15tΚΕΦ. ΠΒ.
16tΠερὶ τοῦ Κλεόπα.
17 Ἐπειδήπερ οἱ εἰς τὴν κώμην Ἐμμαοῦς μαθηταὶ πορευόμενοι, ὡς οὐκέτι ζῇν τὸν Χριστὸν προσδοκῶντες, περὶ αὐτοῦ πρὸς ἀλλήλους ἀνιώμενοι διελέγοντο· τοῦτο γὰρ δηλοῖ, ὅπερ εἶπον, ὅτι “ἡμεῖς δὲ
20“ἠλπίζομεν,” διὰ τοῦτο αὐτὸς ἐπιστὰς αὐτοῖς, ἀνοήτους καὶ βρα‐ δεῖς τῇ καρδίᾳ καλεῖ, ἐξεγείρων αὐτοὺς διὰ τούτου κατὰ βραχὺ πρὸς τὴν τῆς ἀναστάσεως πίστιν. Εἰ γὰρ καὶ τὴν φήμην τῆς ἀναστάσεως εἶπον ἐκεῖνοι τὴν διὰ τοῦ Πέτρου καὶ Ἰωάννου, ἀλλ’ οὐχ ὡς πιστεύοντες τοῦτο ἔλεγον. Διὸ καί φησιν, ὅτι “ἐξέστησαν
25“ἡμᾶς αἱ γυναῖκες,” οὐκ εὐαγγελισμὸν ἀληθείας καὶ φωτισμὸν τοῦτο νομίζοντες, ἀλλ’ ὡς ἐκ ταραχῆς τινος καὶ φαντασίας εἰπου‐ σῶν αὐτῶν τὰ περὶ τῆς ἀναστάσεως, καὶ τὴν αὐτοῦ γε τοῦ Πέτρου μαρτυρίαν καὶ τοῦ Ἰωάννου, τὰ ὀθόνια μόνα ἐπὶ τοῦ μνήματος ἑωρακότων, οὐκ ἀληθοῦς ἀναστάσεως τεκμήριον ὑπελάμβανον τοῦτο,
30ὅτι μὴ αὐτὸν ἰδεῖν ἔλεγον· “καὶ” γάρ φησιν, “ἀπῆλθόν τινες “τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω, καθὼς καὶ αἱ “γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.” αὐτὸς δὲ τῆς τοιαύτης ἀπιστίας τελείως αὐτοὺς ἐλευθερῶσαι βουλόμενος, ἀνεμίμνησκε
τῶν παλαιῶν προρρήσεων, παράγων εἰς μαρτυρίαν Μωσέα τε καὶ171

172

τοὺς προφήτας, ἑρμηνεύων τὰ ἐπικεκρυμμένα, καὶ τὰ πρὸς τοὺς ἀναξίους ἀσαφῆ τοῖς ἀξίοις σαφηνίζων. Ἐπειδὴ δὲ τέως “οἱ “ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτὸν,” ὥς φησιν ὁ Εὐαγγελιστὴς, ἕως οὗ ὁ λόγος τῆς τοῦ Σωτῆρος διδασκαλίας
5εἰσελθὼν εἰς τὰς καρδίας αὐτῶν, εὐπαράδεκτον τὴν πίστιν εἰργά‐ σατο, ὅτε λοιπὸν ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, τότε καὶ τὴν ὄψιν ἐμφανῆ καθίστησιν αὐτοῖς· οὐ μὴν συμπαραμένει· “καὶ “αὐτὸς” γάρ φησιν, “ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν·” οὐκέτι γὰρ μετὰ τὴν ἀνάστασιν τὰ τοῦ Κυρίου πρὸς τοὺς μαθητὰς τοιαῦτα
10οἷα τὰ πρότερον, ὅπως ἐκ τούτου πλειόνως τὸν πόθον ἐπαυξήσωσιν. “Ἀναστάντες δὲ αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ,” καὶ τὰ ἑξῆς· τουτέστιν, ἐν αὐτῇ μὲν τῇ ὥρᾳ ἐν ᾗ ἄφαντος ἀπ’ αὐτῶν ἐγένετο ὁ δεσπότης Χριστὸς, ὑπέστρεψαν μὴ βλέψαντες. οὐκ αὐτῇ δὲ τῇ ὥρᾳ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα, καὶ ἀπήγγει‐
15λαν τὰ κατὰ τὸν Κύριον Ἰησοῦν, ἀλλὰ μετά τινας ὥρας, ὅσας εἰκὸς ἦν αὐτοὺς ποιῆσαι τὸ διάστημα τῶν ἑξήκοντα σταδίων βαδίζοντας, ἐν αἷς πάντως καὶ ὁ δεσπότης ὤφθη τῷ Σίμωνι, “αὐτοὶ δὲ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ “κλάσει τοῦ ἄρτου.”
20 “Ταῦτα δὲ,” φησὶ, “λαλούντων αὐτῶν, αὐτὸς ἔστη ἐν μέσῳ “αὐτῶν,” καὶ τὰ ἑξῆς, οὐκέτι κρατουμένων τῶν ὀφθαλμῶν αὐτῶν ἐπεφαίνετο αὐτοῖς, οὐδὲ ὡς περὶ ἑτέρου διαλέγεται, ἀλλ’ ἑαυτὸν ἐμφανῆ δίδωσι, καὶ θαρρεῖν παρακελεύεται. οἱ δὲ οὕτως ἦσαν ἀμφίβολοι καὶ δεδιότες, ὡς νομίζειν οὐκ αὐτὸν βλέπειν, φάν‐
25τασμα δέ τι καὶ σκιάν. Αὐτὸς δὲ καὶ ἐκ τῶν τοιούτων λογισμῶν κατευνάζων αὐτοὺς τὸ ἐντριβὲς αὐτοῖς καὶ οὐκ ἄηθες ἀπεφθέγγετο ῥῆμα, εἰπὼν, “εἰρήνη ὑμῖν·” ἵνα δὲ βεβαίως καὶ ἐνδοιασμοῦ δίχα πιστεύσωσιν, αὐτὸν ἐκεῖνον εἶναι τὸν πεπονθότα, διαδείκνυσιν εὐθὺς, ὅτι Θεὸς ὢν φύσει, γινώσκει τὰ κρυπτὰ τῆς καρδίας, τὸν ἐν αὐτοῖς
30τῶν ἐννοιῶν οὐκ ἠγνόει θόρυβον. Φησὶ γὰρ “τί τεταραγμένοι “ἐστὲ,” καὶ τὰ ἑξῆς. Δείκνυσι δὲ τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τὰς διατρήσεις τῶν ἥλων, καὶ ψηλαφᾷν ἐπιτρέπει, καὶ πληροφορεῖσθαι διὰ τρόπου
τινὸς,” ὅτι τὸ πεπονθὸς ἐγήγερτο σῶμα. Διὸ μηδεὶς συκοφαν‐172

173

τείτω τὴν κοινὴν ἡμῶν ἀνάστασιν, ἀλλὰ περὶ τοῦ ἀνθρωπίνου σώματος ἀκούων, “ὅτι σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα “πνευματικὸν,” μὴ ἀπαρνήσηται τῶν ἀνθρωπίνων σωμάτων τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν· ὥσπερ γὰρ ψυχικὸν ἐστὶ τὸ ταῖς ψυχι‐
5καῖς, ἤγουν σαρκικαῖς ἐπιθυμίαις ἀκολουθοῦν, οὕτω καὶ πνευμα‐ τικὸν τὸ τοῖς τοῦ Ἁγίου Πνεύματος θελήμασιν ὑποκείμενον. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν οὐκ ἔστιν ἔτι φιλοσαρκίας καιρὸς, ἀλλὰ παντελῶς ἀπρακτήσει τῆς ἁμαρτίας τὸ κέντρον. Αὐτὸ μέντοι τὸ κατενεχθὲν εἰς τὴν γῆν τῆς ἀφθαρσίας ἐνδύσεται.
10 Χρὴ δὲ σκοπῆσαι διὰ πόσων τοὺς ἰδίους μαθητὰς περὶ τῆς αὐτοῦ ἀναστάσεως ὁ δεσπότης Χριστὸς ἐπιστώσατο· πρῶτον μὲν διὰ τοῦ εἰπεῖν, “ψηλαφήσατέ με, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα “καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα·” δεύτερον διὰ τὸ ὑποδεῖξαι αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, τρίτον, διὰ τὸ
15ἐπιζητῆσαι βρώσιμόν τι καὶ φαγεῖν ἐνώπιον αὐτῶν, ἢ καὶ δι’ οὐδὲν ἕτερόν τι τοῦτο πεποίηκεν, ἢ ἵνα δείξῃ σαφῶς, ὡς αὐτός ἐστι ὁ ἀναστὰς ἐκ νεκρῶν, ὃς πρὸ τοῦ σταυροῦ καὶ παρὰ πάντα τὸν καιρὸν τῆς οἰκονομίας συνεσθίων καὶ συμπίνων αὐτοῖς, καὶ συνανα‐ στρεφόμενος ἀνθρωπίνως· οὐδὲ γὰρ, ὡς δεομένης ἔτι τροφῆς τῆς
20σαρκὸς αὐτοῦ, ἔφαγε μετὰ τὴν ἀνάστασιν. Εἶτα διανοίξας αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς περὶ αὐτοῦ λεγούσας γραφὰς, ὅτι δεῖ πάντα πληρωθῆναι καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν, “καθίσατε,” προστάξας αὐτοῖς, “ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε
25“δύναμιν ἐξ ὕψους,” ἐξαγαγὼν αὐτοὺς ἕως πρὸς Βηθανίαν, ἐπάρας τὰς χεῖρας, εὐλόγησεν αὐτούς. τοῦτο δὲ χρὴ νοεῖν ἡμᾶς ἐν τῇ μʹ ἡμέρᾳ τῇ μετὰ τὴν ἀνάστασιν γεγονέναι, κατὰ τὸ ἐν ταῖς Πράξεσιν ἱστορημένον. Ἃ γὰρ ἐπιτεμόντες οἱ Εὐαγγελισταὶ εἰρήκασι, ταῦτα τῷ πλάτει τῆς ἱστορίας ἐξαπλοῦται καὶ σαφη‐
30νίζεται. Εὐλογήσας δὲ αὐτοὺς, καὶ βραχὺ προελθὼν, ἀνεφέρετο εἰς τὸν οὐρανὸν, ἵνα σύνεδρος εἴη τῷ Πατρὶ, καὶ μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς καὶ ταύτην ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν ἐν ἀνθρωπείᾳ μορφῇ
γεγονὼς ὁ Λόγος. Ἥξει δὲ, ἥξει κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ173

174

Πατρὸς μετὰ τῶν ἁγίων Ἀγγέλων, καὶ παραλήψεται ἡμᾶς μεθ’ ἑαυτοῦ. Δοξολογήσωμεν τοίνυν αὐτὸν τὸν ἐνανθρωπήσαντα δι’ ἡμᾶς Θεὸν Λόγον, τὸν ἑκουσίως παθόντα σαρκὶ, καὶ ἀναστάντα ἐκ νεκρῶν, καὶ
5λύσαντα τὴν φθοράν· τὸν ἀναληφθέντα, καὶ μετὰ τοῦτο ἥξοντα μετὰ δόξης πολλῆς ἐπὶ τὸ κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀπο‐ δοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· δι’ οὗ καὶ μεθ’ οὗ, τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Παναγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
10Ἐπληρώθη ἡ ἑρμηνεία τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου·
ὁμοῦ κεφάλαια ΣΝ.174