TLG 4102 002 :: CATENAE (Novum Testamentum) :: Catena in Marcum (recensio ii) (e codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178) CATENAE (Novum Testamentum) Caten. Catena in Marcum (recensio ii) (e codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178) Citation: Page — (line) | ||
261(1t) | ΚΕΦΑΛΑΙΑ | |
2t | ΤΟΥ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΥ. | |
---|---|---|
3 | αʹ. Περὶ τοῦ δαιμονιζομένου. βʹ. Περὶ τῆς πενθερᾶς Πέτρου. | |
5 | γʹ. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. δʹ. Περὶ τοῦ λεπροῦ. εʹ. Περὶ τοῦ παραλυτικοῦ. ϛʹ. Περὶ Λευῒ τοῦ τελώνου. ζʹ. Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα. | |
10 | ηʹ. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς. θʹ. Περὶ τοῦ σπόρου παραβολή. ιʹ. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. ιαʹ. Περὶ τοῦ λεγεῶνος. ιβʹ. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. | |
15 | ιγʹ. Περὶ τῆς αἱμορροούσης. ιδʹ. Περὶ τῆς τῶν Ἀποστόλων διαταγῆς. ιεʹ. Περὶ Ἰωάννου καὶ Ἡρώδου. ιϛʹ. Περὶ τῶν πέντε ἄρτων. ιζʹ. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. | |
20 | ιηʹ. Περὶ τῆς παραβάσεως ἐντολῆς τοῦ Θεοῦ. ιθʹ. Περὶ τῆς Φοινίσσης. κʹ. Περὶ τοῦ μογιλάλου. καʹ. Περὶ τῶν ἑπτὰ ἄρτων. κβʹ. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. | |
25 | κγʹ. Περὶ τοῦ τυφλοῦ. κδʹ. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. κεʹ. Περὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ. κϛʹ. Περὶ τοῦ σεληνιαζομένου. κζʹ. Περὶ τῶν διαλογιζομένων, τίς μείζων; | |
30 | κηʹ. Περὶ τῶν ἐπερωτησάντων Φαρισαίων. κθʹ. Περὶ τοῦ ἐπερωτήσαντος αὐτὸν πλουσίου. | |
λʹ. Περὶ τῶν υἱῶν Ζεβεδαίου. | 261 | |
262 | λαʹ. Περὶ Βαρτιμαίου. λβʹ. Περὶ τοῦ πώλου. λγʹ. Περὶ τῆς ξηρανθείσης συκῆς. λδʹ. Περὶ ἀμνησικακίας. | |
5 | λεʹ. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον Ἀρχιερέων καὶ Γραμ‐ ματέων. λϛʹ. Περὶ τοῦ ἀμπελῶνος. λζʹ. Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον. ληʹ. Περὶ τῶν Σαδδουκαίων. | |
10 | λθʹ. Περὶ τοῦ Γραμματέως. μʹ. Περὶ τῆς τοῦ κυρίου ἐπερωτήσεως. μαʹ. Περὶ τῆς τὰ δύο λεπτά. μβʹ. Περὶ συντελείας. μγʹ. Περὶ τῆς ἡμέρας καὶ ὥρας. | |
15 | μδʹ. Περὶ τῆς ἀλειψάσης μύρῳ. μεʹ Περὶ τοῦ Πάσχα. μϛʹ. Περὶ τῆς προδόσεως προφήτεια. μζʹ. Περὶ τῆς τοῦ Πέτρου ἀρνήσεως. | |
μηʹ. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου. | 262 | |
263(1t) | ΥΠΟΘΕΣΙΣ | |
2t | Εἰς τὸ κατὰ Μάρκον Ἅγιον Εὐαγγέλιον ἐκ τῆς εἰς αὐτὸν | |
3t | Ἑρμηνείας τοῦ ἐν ἁγίοις Κυρίλλου Ἀλεξανδρείας. | |
4 | ΠΟΛΛΩΝ εἰς τὸ κατὰ Ματθαῖον καὶ εἰς τὸ κατὰ Ἰωάννην τὸν | |
5 | υἱὸν τῆς βροντῆς, συνταξάντων ὑπομνήματα, ὀλίγων δὲ εἰς τὸ κατὰ Λουκᾶν, οὐδενὸς δὲ ὅλως, ὡς οἶμαι, εἰς τὸ κατὰ Μάρκον Εὐαγγέλιον ἐξηγησαμένου (ἐπεὶ μηδὲ μέχρι τήμερον ἀκήκοα, καὶ τοῦτο πολυπραγμονήσας παρὰ τῶν σπουδὴν ποιουμένων τὰ τῶν ἀρχαιοτέρων συνάγειν πονήματα) συνεῖδον τὰ κατὰ μέρος καὶ | |
10 | σποράδην εἰς αὐτὸ εἰρημένα παρὰ τῶν διδασκάλων τῆς Ἐκκλησίας, συναγαγεῖν, καὶ σύντομον ἑρμηνείαν συντάξαι. Ὅπως μὴ μόνον ἀπὸ τῶν τῆς καινῆς διαθήκης βιβλίων δόξῃ παρεωρᾶσθαι, ἢ ὡς μηδὲ μιᾶς ἐπιστάσεως δεομένου, ἢ ὡς δυναμένων ἡμῶν ἐκ τῆς τῶν λοιπῶν ἑρμηνείας καὶ τούτου τὴν διάνοιαν ἀνεξευρίσκειν. Μηδεὶς | |
15 | δὲ προπετείας ἢ θράσους γραφὴν ποιείσθω τοῦ ἐγχειρήματος, ἀλλὰ μᾶλλον ταῖς εὐχαῖς συνεργείτω ἄξιον τῆς προθέσεως ἐπι‐ θεῖναι τὸ πέρας. Μετὰ Ματθαῖον Μάρκος ὁ Εὐαγγελιστὴς συγγραφὴν ποιεῖται, ἐκαλεῖτο δὲ καὶ Ἰωάννης. υἱὸς δὲ οὗτος ἐστὶ Μαρίας τῆς τοὺς Ἀποστόλους δεξαμένης ἐν Ἱερουσαλὴμ | |
20 | ἐν τῇ αὑτῆς οἰκίᾳ, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων δηλοῦται, περὶ τῆς τοῦ διὰ τοῦ Ἀγγέλου ἀπὸ τοῦ δεσμωτηρίου ἀπολύ‐ σεως τοῦ Πέτρου. “συνιδὼν γὰρ,” φησὶν, “ἦλθεν ἐπὶ τὴν οἰκίαν “τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ “συνηθροισμένοι.” Καὶ τὰς μὲν ἀρχὰς τῷ Βαρνάβᾳ, ἀνεψιῷ ὄντι | |
25 | αὐτοῦ, καὶ τῷ Παύλῳ συνείπετο, ὡς πάλιν ἐν ταῖς Πράξεσιν | |
εἴρηται τῶν Ἀποστόλων. Καὶ Παῦλος δὲ πρὸς Κολοσσαεῖς | 263 | |
264 | μνημὴν αὐτοῦ ποιεῖται, φάσκων, “ἀσπάζεται ὑμᾶς Μάρκος ὁ “ἀνεψιὸς Βαρνάβα.” Καὶ ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ, “Μάρκον “ἀναλαβὼν ἄγαγε μετὰ σεαυτοῦ, ἔστι γάρ μοι εὔχρηστος εἰς “διακονίαν.” ἐπὶ τῆς Ῥώμης δὲ μετὰ ταῦτα συνῆν τῷ Πέτρῳ, | |
5 | καθὼς ἐν τῇ πρώτῃ αὐτοῦ Ἐπιστολῇ γράφων τοῖς ἐν τῇ διασπορᾷ φησὶν, “ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι Ἐκκλησία “συνεκλεκτὴ, καὶ Μάρκος ὁ υἱός μου.” Τὴν ἱερὰν τοίνυν τοῦ θείου κηρύγματος διδασκαλίαν παρὰ τῶν μαθητῶν τοῦ Σωτῆρος δεδιδαγμένος ἦν, καὶ σὺν αὐτοῖς ἐποιεῖτο ταύτην, καὶ ἐπὶ τῆς | |
10 | Ῥώμης ἐπλήρου. Παρακλήσεσι δὲ παντοίαις ᾔτουν αὐτὸν αὐτόθι, φασιν, ἔγγραφον αὐτοῖς ἐκθέσθαι τὴν διήγησιν τοῦ σωτηρίου κηρύγματος, καὶ ταύτην αἰτίαν γενέσθαι τῆς τοῦ λεγομένου κατὰ Μάρκον Εὐαγγελίου γραφῆς. γνόντα δὲ τὸ πραχθὲν τὸν Ἀπό‐ στολον, ἀποκαλύψαντος αὐτῷ τοῦ Πνεύματος, ἡσθῆναι μὲν τῇ | |
15 | τῶν ἀνδρῶν προθυμίᾳ, κυρῶσαι τὲ τὴν γραφὴν εἰς ἔντευξιν ταῖς Ἐκκλησίαις. Εἰρηναίου. Μετὰ τὴν τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου ἔκ‐ δοσιν, Μάρκος ὁ μαθητὴς καὶ Ἑρμηνευτὴς Πέτρου, καὶ αὐτὸς τὰ ὑπὸ Πέτρου κηρυττόμενα ἐγγράφως ἡμῖν παραδέδωκε. | |
20 | Τὸ κατὰ Μάρκον Εὐαγγέλιον συνεγράφη ἀπὸ Μάρκου μετὰ δέκα χρόνους τῆς Χριστοῦ ἀναλήψεως· οὗτος ὑπὸ Πέτρου Ἀπο‐ στόλου ἤκουσε τὸ Εὐαγγέλιον καὶ συνεγράψατο αὐτὸ, μαθητὴς ὢν Πέτρου. Sch. Cod. L. Ἰουστίνου. Ἐπειδὴ τοίνυν ἐχρῆν τοὺς ὑπὸ τῶν Ἀποστόλων | |
25 | ἀγρευομένους ἀποθανεῖν ἀπὸ τῆς προτέρας αὐτῶν ἐν ἁμαρτίᾳ ζωῆς, ἐλθόντας πρὸς τὸ φῶς τῆς θεογνωσίας καὶ τὴν πνοὴν τοῦ παντο‐ κράτορος, τὸ ζωοποιὸν καὶ πανάγιον Πνεῦμα, διὰ τοῦτο ἡ ἄγρα τῶν ἰχθύων παρείκασεν ὁ Κύριος τὴν ἄγραν τῶν ἀνθρώπων, καὶ τοὺς Ἀποστόλους ἐξ ἁλιέων ἐξελέξατο, καὶ ἁλιέας ποιεῖν ἀνθρώπων | |
30 | ἐπηγγείλατο. προσέθηκε δὲ καὶ τὸ ζωγρῶν κατὰ τὸν Λουκᾶν, τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ ἐπιδεικνυμένῳ προσθέμενος. ταῦτα | |
θεϊκῇ δυνάμει προηγόρευσεν ὁ Σωτήρ· ταῦτα τοῖς ἔργοις πιστὰ | 264 | |
265 | καὶ ἀληθῆ ἀπέδειξεν ὁ αὐτός. ὁ γοῦν ἀμφιβολεὺς ἐκεῖνος, ὁ ἁλιευτὴς, ὁ Σῦρος, ἀντὶ τῆς τῶν ἰχθύων θήρας ὅσας ἀνθρώπων ἐσαγήνευσε μυριάδας, λόγων ἀπορρήτων δικτύοις θεϊκῇ δυνάμει συμπλακεῖσιν, οὐκ ἔστιν ἀριθμῷ περιλαβεῖν δυνατόν· ὄψις δ’ ἀδή‐ | |
5 | λων τὰ φαινόμενα. ἃ γὰρ ὁ μακρὸς αἰὼν τοῦ βίου πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας οὐκ ἤνεγκεν· ἃ μήτε Μωσῆς ὁ τῶν Ἑβραίων νομοθέτης, μήτε οἱ μετὰ Μωσέα τοῦ Θεοῦ προφῆται, πολλὰ καμόντες διὰ πάσης νυκτὸς τῇ πρὸ τῆς ἐπιφανείας αὐτοῦ κατα‐ πράξασθαι μὴ δεδύνηνται, ταῦτα ὁ Γαλιλαῖος, ὁ πένης, ὁ βάρβαρος | |
10 | φωνὴν, αὐτὸς ἐκεῖνος ὁ Πέτρος κατεπράξατο. δεῖγμα δὲ τῶν τότε ἐπιτελεσθέντων πρὸς Πέτρου, αἱ εἰς δεῦρο διαλάμπουσαι ἐκκλη‐ σίαι, πολὺ μᾶλλον τῶν τότε σκαφῶν λογικῶν ἰχθύων πληθύουσαι· οἷα κατὰ Καισάρειαν τῆς Παλαιστίνης τυγχάνει· οἵα ἡ ἐπὶ Ἀντιόχειαν τὴν κατὰ Συρίαν· οἵα ἡ ἐπ’ αὐτῆς τῆς Ῥωμαίων | |
15 | πόλεως. τάσδε γὰρ αὐτὸς ὁ Πέτρος τὰς ἐκκλησίας, καὶ τὰς ἀμφ’ αὐτὰς ἁπάσας συστησάμενος μνημονεύεται· καὶ τὰς ἐπ’ Αἰγύπτου κατ’ αὐτὴν τὴν Ἀλεξάνδρειαν αὐτὸς πάλιν· οὐ μὴν δι’ ἑαυτοῦ, διὰ δὲ Μάρκου τοῦ μαθητευθέντος αὐτῷ κατεστήσατο. αὐτὸς μὲν γὰρ ἀμφὶ τὴν Ἰταλίαν καὶ πάντα τὰ ἀμφὶ ταύτην | |
20 | ἔθνη ἐσχόλαζε. τὸν δ’ αὐτοῦ φοιτητὴν Μάρκον τῶν κατ’ Αἴγυπτον | |
διδάσκαλον καὶ σαγηνευτὴν ἀποδέδειχεν. | 265 | |
266(1t) | ΕΥΑΓΓΕΛΙΟΝ ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ. | |
2 | ΑΡΧΗ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ Υἱοῦ Θεοῦ. ὡς γέγραπται ἐν τοῖς προφήταις, Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει | |
5 | τὴν ὁδόν σου ἔμπροσθέν σου. Ἰωάννην οὖν τελευταῖον τῶν προφητῶν ἀρχὴν εἶναι τοῦ Εὐαγγε‐ λίου φησὶν ὁ Μάρκος, ἐπιφέρων “ὡς γέγραπται ἐν τοῖς προφήταις· “Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς “κατασκευάσει τὴν ὁδόν σου.” τοῦτο προφητικὸν Μαλαχίου ἐστὶν, | |
10 | οὐχ Ἡσαΐου. γραφέως τοινύν ἐστι σφάλμα, ὥς φησιν Εὐσέβιος ὁ Καισαρείας ἐν τῷ πρὸς Μαρίνον περὶ τῆς δοκούσης ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς ἀναστάσεως διαφωνίας. Ὠριγένης δὲ ἐν ἑκτῷ τόμῳ τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν φησι, δύο προφητείας ἐν διαφόροις εἰρημένας τόποις ὑπὸ δύο προφητῶν | |
15 | εἰς ἓν συναγαγὼν πεποίηκεν, καθὼς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προ‐ φήτῃ “ἰδοὺ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς “κατασκευάσει τὴν ὁδόν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρημῷ, Ἑτοι‐ “μάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.” τὸ μὲν γὰρ φωνὴ βοῶντος ἐν τῇ ἑρήμῳ μετὰ τὴν περὶ τοῦ Ἑζεκίου | |
20 | ἱστορίαν ἀναγέγραπται. τὸ δὲ “ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν “μου πρὸ προσώπου σου” ὑπὸ Μαλαχίου. ἐπιτεμόμενος οὖν ὁ | |
Εὐαγγελιστὴς, ὡς ὑπὸ Ἡσαΐου εἰρημένας τὰς δύο χρήσεις παρ‐ | 266 | |
267 | έθηκεν. τὴν δὲ ὁμοίαν ἐπιτομὴν πεποίηται, καὶ ἐπὶ τοῦ “ἰδοὺ ἐγὼ “ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευ‐ “άσει τὴν ὁδόν σου,” παρασιωπήσας τὸ προκείμενον “ἔμπροσθέν “σου.” καὶ ἐν ἄλλοις δὲ οὐ μόνος αὐτὸς ἀλλὰ καὶ οἱ λοιποὶ Εὐαγ‐ | |
5 | γελισταὶ τοῦτο ποιοῦσιν, ἐπιτεμόμενοι τὰς προφητικὰς ῥήσεις. ταύτην δὲ τὴν χρῆσιν παρήγαγεν καὶ ὁ Ματθαῖος ὡς ἐπ’ αὐτοῦ εἰρημένην τοῦ Σωτῆρος περὶ τοῦ βαπτιστοῦ πρὸς τοὺς ὄχλους, ἡνίκα μετὰ τὴν ἐρώτησιν οἱ τοῦ Ἰωάννου μαθηταὶ ἐπορεύθησαν. εἰπὼν γὰρ “τί ἐξήλθετε προφήτην ἰδεῖν; ναὶ λέγω ὑμῖν καὶ περισ‐ | |
10 | “σότερον προφήτου” φησίν· “οὗτος γάρ ἐστιν περὶ οὗ γέγραπται “ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου” καὶ τὰ ἑξῆς. πρότερον γὰρ τῶν Ἰουδαίων μαρτυρίαν θεὶς, τότε τὴν τῷ προφήτῃ ἐφαρμόζει. Τὸ δὲ “πρὸ προσώπου σου,” καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οἱ | |
15 | ἐγγὺς τοῦ ὀχήματος ἐλαύνοντες οὗτοι τῶν ἄλλων εἰσὶ λαμπρότεροι, οὕτω δὴ καὶ Ἰωάννης ἐγγὺς αὐτῆς φαίνεται τῆς παρουσίας ἐλαύνων. Καὶ ταύτην ἐπιτεμόμενος οὕτω παρέθηκεν, μὴ ἔχουσαν οὕτως ἐν τῷ προφήτῃ, ἀλλὰ “τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.” τίς δὲ ἦν ὁ | |
20 | ταῦτα βοῶν τοῖς ἀποσταλεῖσιν πρὸς Ἰωάννην ὑπὸ τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ λαοῦ πυνθανόμενοι τὲ ὅστις εἴη καὶ διερωτῶσι, μὴ ἆρα αὐτὸς εἴη ὁ Χριστὸς, Ἠλίας, ἢ ὁ προφήτης; τούτων μὲν οὐδεὶς εἶναι ἔλεγεν· διερωτῶσι δὲ ἑξῆς καὶ λέγουσιν, εἶπον οὖν ἡμῖν ὅστις εἴη, ἵνα ἀπόκρισιν [ὑμῖν] δῶμεν τοῖς πέμψασιν ἡμᾶς, τί | |
25 | λέγεις περὶ σεαυτοῦ; ταύτην τὴν ἀπόκρισιν ἐδίδου λέγων, “ἐγὼ “φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ” καὶ τὰ ἑξῆς. ὅπερ εἰς ἑαυτὸν πλη‐ ροῦσθαι ἐδίδασκεν, ἑαυτὸν μὲν εἶναι τὸν βοῶντα ἐπὶ τῆς ἐρήμου παριστὰς, καὶ τὴν ἔρημον ἑτέραν οὖσαν παρὰ τὴν Μωσέως δεικνὺς, ἐν ἧ τὰς διατριβὰς ἐποιεῖτο. | |
30 | Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἤδη δ’ ἐπὶ θύραις παρεῖναι ἐσήμαινε τὸ σωτήριον τοῦ Θεοῦ. | |
σαφῶς δὲ παρίστησιν ἡ προφητεία μὴ ἐν τῇ Ἱερουσαλὴμ γενή‐ | 267 | |
268 | σεσθαι τὰ τεθεσπισμένα, ἀλλ’ ἐπὶ τῆς ἐρήμου, ἅτινα ἐπληροῦτο πρὸς ἱστορίαν καὶ λέξιν ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου κηρύσσοντος τὴν σωτήριον ἐπιφάνειαν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἐν ᾗ καὶ ἡ δόξα τοῦ Χριστοῦ πᾶσιν ἐγνώσθη· ὅτε βαπτισθέντος αὐτοῦ | |
5 | ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περι‐ στερᾶς καταβὰν ἔμεινεν ἐπ’ αὐτόν. φωνή τε ἐνέχθη πατρικὴ τῷ Υἱῷ μαρτυροῦσα, “οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ “ἀκούετε.” τοῦτό τοι προεγνωκὼς ἐν πνεύματι ὁ μακάριος Ζαχα‐ ρίας ὁ τούτου πατὴρ, προεφήτευσε λέγων, “καὶ σὺ παιδίον προφήτης | |
10 | “Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοι‐ “μάσαι ὁδοὺς αὐτοῦ.” ἅπερ οὖν πλατύτερον ἐξέθετο ὁ Ματθαῖος, συντεμὼν ὁ παρὼν Εὐαγγελίστης ἐπιφέρει “ἐγένετο Ἰωάννης “βαπτίζων ἐν ἐρήμῳ” καὶ τὰ ἑξῆς. Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσ‐ | |
15 | σων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Τὸ δὲ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εἰρήκει ὁ μακάριος βαπτι‐ στὴς πρὸς τοὺς σταλέντας ὑπὸ τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ λαοῦ. πυνθανομένων γὰρ αὐτῶν καὶ διερωτώντων “τίς εἶ; ἵν’ “ἀπόκρισιν δῶμεν,” καὶ τὰ ἑξῆς. αὐτὸς ἀνταπεκρίθη τὸ, “φωνὴ | |
20 | “βοῶντος ἐν τῇ ἐρήμῳ,” ὡς καὶ τὸ ἐπαγόμενον δηλοῖ κηρύττων βάπτισμα μετανοίας, καὶ τὰ ἑξῆς. ὁρᾷς καὶ διὰ τί ἐκήρυττεν, εἰς τοῦτο δηλονότι μόνον ἔτι προοδοποιῶν παραγέγονε, καὶ προ‐ ετοιμάζων, οὐ τὴν δωρεὰν χαριζόμενος, ὅπερ ἦν ἄφεσις, ἀλλὰ προπαρασκευάζων τὰς ψυχὰς τῶν μελλόντων δέχεσθαι τὸν τῶν | |
25 | ὅλων Θεόν. Τὸ μὲν γὰρ Ἰωάννου βάπτισμα διὰ μετανοίας ἐκάθῃρεν εἰς εὐτρεπισμὸν ἁγιασμοῦ· τὸ δὲ τοῦ Χριστοῦ, διὰ χάριτος ἡγίαζεν εἰς τελείωσιν. Ἦν δὲ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου. Ὅπερ σαφέστερον ὁ Ματθαῖός φησιν, ὡς τὸ ἔνδυμα αὐτοῦ ἦν | |
30 | ἀπὸ τριχῶν καμήλου. | 268 |
269 | Οὕτω μετανοίας καὶ βασιλείας εἶχε σύμβολα τὸ σχῆμα ἐκεῖνο· ἢ ὡς ὁ ἄλλος φησὶ, πένθους ἦν σύμβολον τὸ ἔνδυμα Ἰωάννου, καὶ νεκρώσεως τοῦ λαοῦ ἡ δερματίνη ζώνη· τοῦτο γὰρ ὁ Σωτὴρ ἐσήμανε λέγων, “ἠυλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε, ἐθρη‐ | |
5 | “νήσαμεν, καὶ οὐκ ἐκόψασθε, ἦλθε γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε “πίνων καὶ εἴπατε, δαιμόνιον ἔχει.” πρὸς τὸ “ἐθρηνήσαμεν” ἀπο‐ δοὺς, πρὸς δὲ τὸ “ηὐλήσαμεν” περὶ ἑαυτοῦ, “ἦλθεν ὁ υἱὸς τοῦ “ἀνθρώπου ἐσθίων,” καὶ τὰ ἑξῆς. Ἡ δὲ τροφὴ αὐτοῦ, ὡς ἡγοῦμαι, σύμβολον ἦν τῆς λογικῆς | |
10 | τοῦ λαοῦ τότε τροφῆς, οὐκ ἐσθίοντός τι τῶν καθαρῶν πετεινῶν τοῦ οὐρανοῦ, τρεφομένου δὲ τῷ μὲν δοκοῦντι λόγῳ μετεωροπόρῳ, ἀλλ’ οὐ βεβηκότι ὑπὲρ τῶν πτερύγων, οὐδὲ δυναμένῳ ὑπερανα‐ βῆναι τῆς γῆς, καὶ ἐπὶ τὰ ὑψηλὰ φθάναι αὐτῆς. Ὧσπερ ἦν καὶ μέλι ἄγριον γενόμενον μὲν ὑπὸ τῶν νοητῶν | |
15 | μελισσῶν τῶν προφητῶν, μὴ γεωργούμενον δὲ καὶ ἡμερούμενον διὰ τῆς ἐμμελοῦς νοήσεως καὶ ζητήσεως. Καὶ ἐκήρυσσε λέγων· Ἔρχεται ὁ ἰσχυρότερος μου. ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάν‐ τα τῶν ὑποδημάτων αὐτοῦ. | |
20 | Ἕτερόν ἐστιν ὅ φησιν ὁ Ματθαῖος, βαστάζειν τὰ ὑποδήματα. ἕτερον δὲ τὸ κύψαντα λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων. καὶ ἀκόλουθόν γε, μηδενὸς σφαλλομένου τῶν Εὐαγγελιστῶν, ἀμφό‐ τερα κατὰ διαφόρους καιροὺς εἰρηκέναι τὸν Βαπτιστὴν, καθ’ ἕτερον νοῦν. κειμένου γὰρ περὶ τῶν αὐτῶν, ὡς οἴονταί τινες οἱ | |
25 | ὑπομνημονεύσαντες, διαφόρως ἠνέχθησαν, μὴ ἀκριβοῦντες τῇ μνήμῃ ἕκαστον τῶν εἰρημένων ἢ γεγενημένων. Ἱμάντα φησὶ τὸν σφαιρωτῆρα τοῦ ὑποδήματος· πρὸς δὲ τὸ μέγεθος τοῦ ἀξιώματος, καὶ τῆς θεότητος τὴν ὑπεροχὴν ἀφορῶν, οὐδ’ ἐν ὑπηρέτου, φησὶ, τάξει καταλογισθῆναι ἱκανός εἰμι· πᾶσα | |
30 | γὰρ ἡ ἀνθρώπου φύσις “ὡς στάγων ἀπὸ κάδου καὶ ὡς σίελος | 269 |
270 | “λογισθήσεται, καὶ ἡ ταυτῆς δικαιοσύνη ὡς ῥάκος ἀποκαθη‐ “μένης.” Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάν‐ | |
5 | νου εἰς τὸν Ἰορδάνην. Ὡς μηδέπω Πνεύματος Ἁγίου δοθέντος, ἐν ὕδατι βαπτίζειν φησὶν, αὐτὸν δὲ, τουτέστι τὸν Χριστὸν, βαπτίσειν ἐν Πνεύματι Ἁγίῳ προλέγει· οὗπερ καὶ ἔτυχον, μετὰ τὴν εἰς τοὺς οὐρανοὺς ἄνοδον, τοῦ χαρίσματος πρῶτοι οἱ θεσπέσιοι μαθηταὶ, κατὰ τὴν | |
10 | τοῦ Σωτῆρος ἐπαγγελίαν, εἰπόντος τοῖς μαθηταῖς, “ὑμεῖς δὲ “βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ κατὰ πολλάς.” Διὰ τοῦτο προλαβὼν ὁ Ἰωάννης φησιν, “ἔρχεται ὁ ἰχυρότε‐ “ρός μου, ὀπίσω μου, οὗ οὐκ εἶμι ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα “τῶν ὑποδημάτων αὐτοῦ. καὶ αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι | |
15 | “Ἁγίῳ·” καὶ τὰ ἑξῆς. ἵν’ ὅταν αὐτὸν θεάσῃ μετὰ τῶν δούλων ἐρχόμενον βαπτισθῆναι, μὴ θορυβηθῇς· ἐν γὰρ τοῖς ταπεινοῖς τούτοις μάλιστα αὐτοῦ διαλάμπει τὸ ὑψηλόν· ἕτερα γάρ τινα οἰκονομῶν ἐπὶ τὸ βάπτισμα ἔρχεται τοῦ Ἰωάννου. ὃ τοῦ μὲν ἡμετέρου ἀτελέστερον ἦν, τοῦ δὲ Ἰουδαϊκοῦ ὑψηλότερον· μέσον | |
20 | πῶς ἀμφοτέρων ὑπάρχον, ἵνα δι’ αὐτῆς τῆς τοῦ βαπτίσματος φύσεως μάθῃς, ὅτι οὐ δι’ ἁμαρτίας ἐβαπτίσθη· αὐτὸς γὰρ ἦν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, “ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, “οὐδ’ εὑρέθη δόλος,” καὶ τὰ ἑξῆς. οὐδὲ ὡς τῆς τοῦ πνεύματος δεόμενον χορηγίας, ἑκατέρον γὰρ τούτων ἔρημον ἦν ἐκεῖνο τὸ | |
25 | βάπτισμα· ἀλλ’ οὐδὲ πολλῷ πλέον εἰς μετάνοιαν καθάπερ οἱ λοι‐ ποὶ παραγίνονται. Καὶ αὐτοῦ γὰρ τοῦ βαπτιστοῦ πολὺ μείζων ἦν, καὶ ἀσυγκρίτως ἐστὶ καθαρώτερος. Τίνος οὖν ἕνεκεν ἐβαπτί‐ σατο; ἵνα γνωρισθῇ τοῖς πολλοῖς, καὶ πιστεύσωσιν, ὡς ὁ Παῦλός φησι. | |
30 | Διὰ τοῦτο δὲ καὶ ἡ τοῦ Πνεύματος τηνικαῦτα γίνεται κάθο‐ | |
δος, οὐχ ὡς τότε πρῶτον ἐπιφοιτήσαντος (οὐδὲ γὰρ ἦν τούτου | 270 | |
271 | ἔρημος) ἀλλ’ ἵνα δείξῃ τὸν κηρυττόμενον, ὥσπερ δακτύλῳ τινι τῇ πτήσει πᾶσι γνώριμον ποιοῦν· καὶ διὰ τὸ πληρῶσαι πᾶ‐ σαν δικαιοσύνην, βαπτίζεται, ἥτις ἐστὶν τῶν ἐντολῶν ἡ πλή‐ ρωσις. ἐντολὴ δὲ καὶ τὸ πεισθῆναι προφήτῃ βαπτίζοντι· ὅτι | |
5 | γὰρ βούλημα ἦν τοῦ Θεοῦ τὸ βαπτίζεσθαι πάντας τότε, ἄκουσον τί φησιν· “ὁ πέμψας με βαπτίζειν ὕδατι.” καὶ πάλιν ὁ Χριστός· “οἱ τελῶναι καὶ αἱ πόρναι ἐδικαίωσαν τὸν Θεὸν “βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου, οἱ δὲ Φαρισαῖοι καὶ οἱ “Γραμματεῖς ἠθέτησαν τὴν βουλὴν τοῦ Θεοῦ, μὴ βαπτισθέντες | |
10 | “ὑπ’ αὐτοῦ.” Εἰ τοίνυν πείθεσθαι τῷ Θεῷ δικαιοσύνη, ὁ δὲ Θεὸς ἔπεμψε τὸν Ἰωάννην, ὥστε βαπτίσαι τὸν λαὸν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν νομικῶν, καὶ τοῦτο ἐπλήρωσεν ὁ Χριστός. εἰ δὲ καὶ διὰ τὸ ἁγιάσαι τὰ ὕδατα ἡμῖν ἐβαπτίσθη· καὶ τοῦτο λέγων οὐκ ἂν ἁμάρτοις. διὸ καὶ τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς | |
15 | κατήει· ὅπου γὰρ καταλλαγὴ Θεοῦ, περιστερὰ, ὡς ἐπὶ τῆς κιβώτου τοῦ Νῶε· καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι, τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον τῇ οἰκου‐ μένῃ, ἅμα καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν, ἀπόνηρον εἶναι χρὴ καὶ πρᾶον, ἁπλοῦν τε καὶ ἄδολον. | |
20 | Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζο‐ μένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ’ αὐτόν. Σχίζονται δὲ οἱ οὐρανοὶ, ἢ κατὰ Ματθαῖον ἀνοίγονται, ἵνα τοῖς ἀνθρώποις ἀποδοθῇ ἐξ οὐρανοῦ ὁ ἁγιασμὸς, καὶ συναφθῇ τοῖς ἐπι‐ | |
25 | γείοις τὰ οὐράνια. ἡ δὲ φωνὴ ἡ ἐνεχθεῖσα, ἢ ἀγγελική τις ἦν, ἢ καὶ ἑτέρα ἐκ προσώπου τοῦ Πατρός. Ἐνταῦθα ἕτερά τινα οἰκονομεῖ ὁ Σωτὴρ ἐρχόμενος ἐπὶ τὸ βάπτισμα Ἰωάννου· τοῦτο γὰρ τοῦ μὲν ἡμετέρου πολὺ ἦν ἀτελέ‐ στερον, τοῦ δὲ Ἰουδαικοῦ ὑψηλότερον. ἐλήλυθε γὰρ ἐπὶ τοῦτο, | |
30 | ἵνα δείξῃ διὰ τῆς τοῦ βαπτίσματος φύσεως, ὅτι οὐ δι’ ἁμαρτίας | |
ἐβαπτίσθη, οὐδὲ ὡς τῆς τοῦ Πνεύματος δεόμενος χορηγίας. καὶ | 271 | |
272 | γὰρ καὶ ἀναμάρτητος ἦν, καὶ τὸ Πνεῦμα ἐν ἑαυτῷ οὐσιωδῶς εἶχεν ἀεί. Εἰ ἄλλος ἐν ἄλλῳ ἐστὶ κατὰ τοὺς λόγους τοῦ Νεστορίου, ἔδει εἰπεῖν, ἔν σοί ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. | |
5 | Καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα, πειρα‐ ζόμενος ὑπὸ τοῦ Σατανᾶ. Ἐπειδὴ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττέ τε καὶ ὑπέ‐ μενεν, ἀνέχεται καὶ τῆς ἐκεῖσε ἀναγωγῆς, καὶ τῆς πρὸς τὸν | |
10 | διάβολον πάλης, ἵνα ἕκαστος τῶν βαπτιζομένων, εἰ κατὰ τὸ βάπτισμα μείζονας ὑπομείνειε πειρασμοὺς, μὴ ταράττηται ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γενομένου, ἀλλὰ μένῃ γενναίως πάνθ’ ὑποφέρων. Διὰ τοῦτο γὰρ οὐδ’ ἐπιόντας κωλύει τοὺς πειρασμοὺς ὁ Θεός· πρῶτον μὲν ἵνα μάθῃς ὅτι πολλῷ γέγονας | |
15 | ἰχυρότερος· ἔπειτα ἵνα μένῃς μετριάζων, μηδὲ τῷ μεγέθει τῶν δωρεῶν ἐπαρθῇς, τῶν πειρασμῶν συστέλλειν σε δυναμένων· καὶ ἵνα ὁ πονηρὸς ἀπὸ τῆς βασάνου τῶν πειρασμῶν πληροφορηθῇ ὅτι τέλεον αὐτὸν ἐγκαταλιπὼν ἀπέστης. τέταρτον, ἵνα ταύτῃ ὥσπερ σίδηρος στομωθῇς, καὶ ἰσχυρότερος γένῃ. πέμπτον, ἵνα σαφῆ | |
20 | λαβῇς ἀπόδειξιν τῶν πιστωθέντων σοι θησαυρῶν. οὐδὲ γὰρ ἂν ἐπῆλθεν ὁ διάβολος, εἰ μή σε ἐν μείζονι γενόμενον εἶδεν τιμῇ. Διὰ τοῦτο δὲ οὐκ ἀνιόντα ἁπλῶς δείκνυσί σοι τὸν Ἰησοῦν, ἀλλ’ ἀναγόμενον κατὰ τὸν τῆς οἰκονομίας λόγον· αἰνιττόμενος διὰ τού‐ | |
25 | των, ὅτι οὐκ αὐτοὺς ἐπιπηδᾷν χρὴ, ἀλλ’ ἑλκομένους ἑστάναι γενναίως. Ἕλκει δὲ αὐτὸν εἰς τὴν ἔρημον, ἐπειδὴ τὸν διάβολον ἐβούλετο μετασπάσασθαι, οὐ διὰ τῆς πείνης μόνον, ἀλλὰ καὶ διὰ τοῦ | |
τόπου δίδωσιν αὐτῷ λαβήν· τότε γὰρ μάλιστα ἐπιτίθεται, ὅταν | 272 | |
273 | ἴδῃ μεμονωμένους καὶ καθ’ ἑαυτοὺς ὄντας. Ταύτῃ τοι καὶ ἄβα‐ τος ἦν ἡ ἔρημος, ὡς καὶ θηρίων πλήρης ὑπάρχειν. Καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. Διηκόνουν δὲ αὐτῷ οἱ Ἄγγελοι κατὰ τὴν πείραν, καὶ τὴν κατὰ | |
5 | τοῦ διαβόλου νίκην, τὴν τῶν ἀνθρώπων κατεργαζόμενοι σωτηρίαν, κατὰ τὸ εἰρημένον· “οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς “διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σω‐ “τηρίαν;” νόει δέ μοι καὶ καθ’ ἕκαστον, ὅτι συντελεσθέντος παντὸς πειρασμοῦ, Ἄγγελοι προσέρχονται διακονοῦντες τῷ νενι‐ | |
10 | κηκότι. Ἀκολούθως ἐκτίθεται τῷ Ματθαίῳ καὶ ὁ παρὼν Εὐαγγελιστής. Κἀκεῖνος γὰρ κατὰ τὸ εἰπεῖν, ὡς Ἄγγελοι προσῆλθον καὶ διηκό‐ νουν αὐτῷ, ἐπιφέρει· “ἀκούσας δὲ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, “ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.” καὶ μετ’ ὀλίγα· “ἀπὸ τότε | |
15 | “ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, μετανοεῖτε· ἤγγικε “γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.” Προσέχειν δὲ χρὴ ὅτι ὁ μὲν Ἰωάννης ἐν τῇ ἐρήμῳ τῆς Ἰου‐ δαίας κηρύσσει, λέγων πρὸ τοῦ, “ἤγγικεν ἡ Βασιλεία τῶν οὐρα‐ “νῶν,” τὸ “μετανοεῖτε.” ὁ δὲ Σωτὴρ ἡμῶν ἀναχωρήσας εἰς τὴν | |
20 | Γαλιλαίαν καὶ καταλιπὼν τὴν Ναζαρὲθ, ὡς ὁ Ματθαῖός φησιν, “ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν·” καὶ “ἀπὸ τότε ἤρξατο κηρύσσειν, καὶ λέγειν,” οὐχὶ, τὸ μετανοεῖτε, καὶ τὰ ἑξῆς, ἄλλα μόνον τὸ, “ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.” ἔδει γὰρ τὸ μετανοεῖτε προτασσόμενον τούτου λεχθῆναι ὑπὸ Ἰωάννου | |
25 | ἑτοιμάζοντος τὴν ὁδὸν τοῦ Κυρίου. Κατὰ οὖν τὸν Μάρκον ὁ Κύριος ἡμῶν ἔλεγεν τὸ, πεπλήρωται ὁ καιρὸς, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ. ἔδει δὲ πληρωθέντος τοῦ καιροῦ· κατὰ τὸ “ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν “αὐτοῦ.” τὴν διὰ τῶν προφητῶν πέρας εἰληφέναι οἰκονομίαν. | |
30 | διὸ κατὰ τὸν πειρασμὸν καὶ τοὺς προσελθόντας Ἀγγέλους διακο‐ νεῖν τῷ Ἰησοῦ, ἀκούει Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη. | |
Τὸ δὲ “μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ Εὐαγγελίῳ,” ὅρα εἰ | 273 | |
274 | δύναται λέγειν, ὅτι τὸ μὲν Ἰωάννου “μετανοεῖτε” προσεκαλεῖτο τοὺς ἀκούοντας ἀποθέσθαι τὰ ἐν τῷ βίῳ ἁμαρτήματα· τὸ δὲ Ἰησοῦ, προέτρεπεν εἰς τὸ μετανοεῖν ἀπὸ τοῦ νομικοῦ γράμματος ἐπὶ τὸ ζωοποιοῦν πνεῦμα ἀνακαλυπτόμενον ἐν τῷ Εὐαγγελίῳ. | |
5 | διὸ συνάπτει ὁ Ἰησοῦς τὸ “μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ Εὐ‐ “αγγελίῳ.” Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἀναχωρεῖ εἰς τὴν Γαλιλαίαν, διδάσκων ἡμᾶς μὴ ὁμόσε χωρεῖν, μηδὲ διαμάχεσθαι τῇ βίᾳ τῶν μονηρῶν. καὶ ἄλλως διετήρει ἑαυτὸν ταῖς πρὸ τοῦ | |
10 | παθεῖν διδασκαλίαις καὶ θεραπείαις, ἵνα πληρώσας αὐτὰς, καὶ ἃ προέγνωκεν καὶ προώρισε, μετὰ τοῦτο ἑαυτὸν ταπεινώσῃ καὶ ὑπήκοος γένηται μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἀνεχώρησεν αὐτοῦ μὴ παραμείνας διωχθῆναι, ἀλλ’ ὡς ἐνδεχο‐ μένου τοῦ αὐτὸν διωχθήσεσθαι μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάν‐ | |
15 | νην ἀνεχώρησεν. καὶ τοῦτο δὲ εἰδέναι προσήκει, ὡς καταλλήλως τῷ Ματθαίῳ ὁ Μάρκος τὰ πολλὰ ἐκτίθεται, ἀλλ’ ἐπιτετμη‐ μένως. Μετὰ δὲ τὴν τῶν Ἀποστόλων ἐκλογὴν ἐπιφέρει, “καὶ εἰς “πορεύονται εἰς Καπερναούμ.” | |
19t | ΚΕΦ. Α. | |
20t | Περὶ τοῦ δαιμονιζομένου. | |
21 | Καὶ εἰσπορεύονται εἰς Καπερναούμ. Τούτῳ τὰ ὅμοια παρέθετο καὶ ὁ Λουκᾶς· πόθεν δὲ καὶ εἰσπο‐ ρεύονται εἰς Καπερναούμ; ἀπὸ τῆς Ναζαρὲτ, ὥς φησιν ὁ Λουκᾶς, “καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι.” | |
25 | Καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγω‐ γὴν, ἐδίδασκε. Τότε γὰρ συνηγάγοντο μόνον, ὡς διὰ τὴν τῆς ἀργίας ἀνάγ‐ κην, οὐ διὰ τὴν τοῦ νόμου φιληκοΐαν· ταύτη τοι καὶ τοῦ σαββά‐ | |
του αὐτοῖς ἐπέστησεν τὴν ἀνάγκην ὁ νόμος. ἐδίδασκεν οὖν ἐν | 274 | |
275 | σαββάτῳ, τὰς τῶν ἀκουόντων βουλόμενος θηρᾶσθαι ψυχὰς πρὸς εὐσέβειαν. Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ δι‐ δάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμ‐ | |
5 | ματεῖς. “Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ,” ὅτι οὐ πρὸς χάριν τοὺς λόγους προέφερεν, οὐ κολακεύων καὶ τὸν τῶν ἀκροωμένων θηρώμενος ἔπαινον· ἀλλ’ ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, προτρεπτι‐ κὸς εἰς σωτηρίαν, καὶ τιμωρίαν τοῖς ἀπειθοῦσιν ἐπανατεινό‐ | |
10 | μενος. Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύ‐ ματι ἀκαθάρτῳ. Διὰ τῆς προσθήκης τοῦ ἀκαθάρτου διαστέλλεται τὴν ὁμω‐ νυμίαν τοῦ πνεύματος· πνεῦμα γὰρ καὶ ὁ ἀὴρ, καὶ ἡ ψυχὴ, | |
15 | καὶ τὰ λειτουργικὰ πνεύματα προσαγορεύεται, καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον· ἵνα τοίνυν μὴ τῇ κοινότητι εἰς ἀδηλίαν ἐκπέσω‐ μεν, διὰ τοῦτό φησι “πνεῦμα δαιμονίου ἀκαθάρτου.” ἀκαθάρ‐ του δὲ διὰ τὴν ἀσέβειαν, καὶ τὴν ἀπὸ θεοῦ ἀναχώρησιν, καὶ διὰ τὸ πάσαις ταῖς αἰσχραῖς καὶ πονηραῖς ἐφήδεσθαι πρά‐ | |
20 | ξεσιν. Καὶ ἔκραξε φωνῇ μεγάλῃ λέγων· τί ἡμῖν καί σοι ἦλθες πρὸ καιροῦ, καὶ τὰ ἑξῆς. Στοχάζομαι σοῦ τὴν παρουσίαν, φησὶν, ὑπο‐ πτεύω τὴν ἄφιξιν οὐδὲ γὰρ ἀσφαλῆ καὶ βεβαίαν τῆς παρου‐ σίας εἶχεν τὴν γνῶσιν· εἰ καὶ τοῦτο εἰδέναι δοκεῖ, μεθ’ ὑποκρίσεως | |
25 | ἐκφέρων τοὺς λόγους. Διατί δέ φησιν, ἦλθες ἡμᾶς ἀπολέσαι; οὐκέτι γὰρ ἡμῖν δίδως χώραν, περιαιρῶν τὴν ἀσέβειαν, ἀπελαύνων τὴν πλάνην, θεογνωσίαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐνιείς· “οἶδά σε τὶς εἶ, ὁ “ἅγιος τοῦ Θεοῦ.” ἅγιος ἦν καὶ ἕκαστος τῶν προφητῶν· ἀλλ’ | |
30 | οὐχ ἕνα τῶν πάντων σημαίνει, ἀλλὰ τὸν ἐκ τοῦ ἑνὸς ἕνα καταγ‐ | 275 |
276 | γέλλει. διὰ γὰρ τοῦ ἄρθρου, τὸν ἕνα σημαίνει τῶν ἄλλων ἐξαίρε‐ τον. καὶ διὰ τοῦ φόβου ἐπιγνώσκει τὸν πάντων δεσπότην. ταύτη τοι καὶ τοῦ σαββάτου αὐτοῖς ἐπέστησε τὴν ἀνάγκην, καὶ ἐδίδασκεν ἐν σαββάτῳ, τῶν ἀκουόντων βουλόμενος θηράσασθαι | |
5 | ψυχὰς πρὸς εὐσέβειαν. ἀλλ’ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς· οὐδὲ γὰρ ἔχρηζεν ἡ ἀλήθεια τῆς ἀπὸ τῶν πονηρῶν δαιμόνων συστάσεως, οὐδὲ ταῖς τῶν ἀντικειμένων μαρτυρίαις σεμνύνεσθαι· ὅθεν φησίν, Ἐπετίμησεν αὐτῷ λέγων, φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. | |
10 | Ἅμα δὲ καὶ σωτήριον ἡμῖν παραδίδωσι δόγμα, μὴ παντελῶς δαίμοσι πείθεσθαι, μηδὲ ἂν τὴν ἀλήθειαν ἐπαγγέλλωνται λέγειν. “καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ, καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον” καὶ τὰ ἑξῆς· ἐπειδὴ ἐλάλει ὡς νήφων καὶ ὡς καθεστηκὼς ἐφθέγγετο, καὶ ἐνόμιζον οἱ παρόντες οὐκ ἀπὸ τοῦ δαίμονος ἀλλ’ ἐκ καρδίας τοὺς | |
15 | λόγους ἐκφέρεσθαι. Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. ἐθαμβήσαν δὲ πάντες· ὥστε συζητεῖν πρὸς αὐτοὺς λέγοντας, τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη; ὅτι κατ’ ἐξουσίαν | |
20 | καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπα‐ κούουσιν αὐτῷ. Διὰ τοῦτο δὲ συνεχώρησεν αὐτὸν ῥίψαι τὸ δαιμόνιον, ἵνα δῆ‐ λον γένηται ὅτι τὸ δαιμόνιον ἦν ὁ λαλήσας, καὶ οὐκ ἄνθρωπος ὁ φθεγξάμενος. τὸ γὰρ, “οἶδά σε τὶς εἶ,” σώφρονος ἦν. ἐξῆλθε δὲ | |
25 | ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. οὐδὲ γὰρ ἐπειδὴ κατέβαλεν, ἤδη τραυματίαν ἀπέφῃνεν· ἀλλὰ τὸ μὲν συνεχώρησεν ὁ Κύριος διὰ τοὺς παρόντας, βλάβην δὲ γενέσθαι οὐκ εἴασεν· ἵνα τοῦ ἐπιτά‐ | |
ξαντος φανερωθῇ ἡ ἰσχύς. | 276 | |
277(1t) | ΚΕΦ. Β. | |
2t | Περὶ τῆς πενθερᾶς Πέτρου. | |
3 | Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ | |
5 | Ἰωάννου. Πίστις γὰρ ἦν σαφὴς τὰ ὁρώμενα, καὶ μάρτυς ἡ θέα τῶν γενομένων, οὐχ ἁπλῶς ἀκοὴ πρὸς ἀμφιβολίαν καὶ πίστιν μερί‐ ζουσα τὴν διάνοιαν. ὅθεν συνεζήτουν πρὸς ἑαυτοὺς, τὶς ὁ λόγος οὗτος; τί δὲ τὸ γενόμενον θαῦμα; νομοθετεῖ μᾶλλον διδάσκων· | |
10 | ἐπιτάσσει καὶ τοῖς πονηροῖς δαίμοσι, καὶ φροῦδοι καθίστανται. παραγεγόνασι προφῆται· ἀλλὰ, “τάδε λέγει Κύριος,” ἔφασκον. οὗτος δὲ “ἐγὼ δὲ λέγω ὑμῖν.” καινὴ τίς ἐστι διδαχὴ καὶ νέα, ὡς ἔοικεν, διαθήκη· ἐποίουν θαύματα καὶ προφῆται, ἀλλ’ ἐπικα‐ λούμενοι τὸν Θεὸν, οὗτος δὲ φησὶ κατ’ ἐξουσίαν λέγει, “Φιμώ‐ | |
15 | “θητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ.” κύριος ὡς ἔοικε πάντων ἐστί· καὶ οὕτως ἐξάκουστον ἐγένετο ἐν πάσῃ τῇ περιχώρῳ τὸ θαῦμα. Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα· καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. καὶ προσελθὼν ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν | |
20 | αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς. Μετὰ δὲ ταῦτα “ἐκ τῆς συναγωγῆς ἐξελθόντες” καὶ τὰ ἑξῆς· ἀνεχώρουν ὡς ἐν σαββάτῳ ἐπὶ ἑστίασιν εἰς τὸν οἶκον τοῦ μαθη‐ τοῦ, καὶ ἡ διακονήσουσα συνείχετο πυρετῷ· καὶ εὐθέως οἱ μαθη‐ ταὶ λέγουσιν αὐτῷ περὶ αὐτῆς, ἤδη τῆς δυνάμεως αὐτοῦ πεῖραν | |
25 | ἔχοντες. καὶ προσελθὼν, χεῖρα ἐκτείνας ὁ Λόγος σωματικὴν, τὴν πυρέσσουσαν ἤγειρεν, δεικνὺς γὰρ τὴν πρὸς τὸ ἴδιον σῶμα ἕνωσιν ἀδιαίρετον, δι’ αὐτοῦ ὡς ἐπὶ πάντας θεοσημείας εἰργάζετο· ἡ δὲ τοῦ πυρετοῦ ἐλευθερωθεῖσα, καὶ τῇ ἐπαφῇ τοῦ θείου σώματος ῥωσθεῖσα, τὴν διακονίαν αὐτοῖς ἀντεδίδου. διδάσκουσα ἡμᾶς, μὴ μάτην παρὰ | |
30 | Θεοῦ τὰς ἰάσεις ἐπιζητεῖν, ἀλλὰ τυχόντας ἰάσεως, ἐξυπηρετεῖσθαι | |
αὐτοῦ τοῖς προστάγμασιν, καὶ τοῖς ἁγίοις διακονεῖν. | 277 | |
278(1t) | ΚΕΦ. Γ. | |
2t | Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. | |
3 | Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας, καὶ τοὺς δαιμονι‐ | |
5 | ζομένους. καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποι‐ κίλαις νόσοις. Συναχθεῖσα δὲ λοιπὸν καὶ ἡ πόλις ἅπασα πρὸς ταῖς θύραις, δύνοντος αὐτοῦ τοῦ ἡλίου, ἔφερον πρὸς αὐτὸν ἅπαντας τοὺς κακῶς | |
10 | ἔχοντας καὶ τοὺς δαιμονιζομένους· καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις· οὐχ ἁπλῶς πρόσκειται, τὸ δύνοντος τοῦ ἡλίου. ἀλλ’ ἐπειδὴ ἐνόμιζον μὴ ἐξεῖναι τινι θεραπεύειν σαβ‐ βάτῳ, τούτου χάριν τοῦ σαββάτου τὸ πέρας ἀνέμενον. ἀμέλει, καὶ οἱ τῶν Ἰουδαίων ἡγούμενοι ἐπετίμων αὐτῷ θεραπεύοντι ἐν | |
15 | σαββάτῳ. οἱ δὲ μαθηταὶ ὡς ὠφεληθέντες ἤδη, μὴ ἀναμείναντες τὴν ἑσπέραν, παρεκάλουν αὐτὸν ἰάσασθαι τὴν πενθέραν Πέτρου. Καὶ ὁ μὲν παρὼν Εὐαγγελιστὴς πολλούς φησιν αὐτὸν τεθερα‐ πευκέναι κακῶς ἔχοντας. τὸ, πολλοὺς, ἢ πάντας λέγων, κατὰ τὴν συνήθειαν τῆς γραφῆς οὕτω πολλάκις κεχρημένης τῇ λέξει, κατὰ | |
20 | τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου, “ὥσπερ διὰ τῆς τοῦ ἑνὸς ἁμαρ‐ “τωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τοῦ ἑνὸς, δίκαιοι κατα‐ “σταθήσονται οἱ πολλοί.” ἢ πολλούς φησι τοὺς πιστεύσαντας εἰς αὐτὸν, καὶ ὧν ἡ πίστις τὴν ἴασιν ἐπεσπάσατο. ὁ δὲ Λουκᾶς τὴν προτέραν ἡμῖν ἔννοιαν δίδωσιν εἰπὼν, ὅτι ἑνὶ ἑκάστῳ αὐτῶν | |
25 | τὰς χείρας ἐπιτιθεὶς ἐθεράπευσεν αὐτούς. Καὶ δαιμονία πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν ὅτι ᾔδεισαν αὐτόν. Οὐκ ἔστι δὲ ἐνάντιον τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου Λουκᾷ τὸ νῦν λεγόμενον, ἐκεῖνος γάρ φησιν, “ἐξήρχετο καὶ δαιμόνια ἀπὸ | |
30 | “πολλῶν, κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς | 278 |
279 | “τοῦ Θεοῦ. καὶ, ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν “Χριστὸν αὐτὸν εἶναι.” πρὸς δὲ τὸ τελευταῖον ὁ Μάρκος ἀπιδὼν τοῦτό φησιν· ἄτε τὰ πολλὰ ἐν ἐπιτομῇ διηγουμένος. Ἤιδεισαν δὲ αὐτὸν οἱ δαίμονες τὸν Χριστὸν εἶναι, πεῖραν αὐτοῦ | |
5 | τῆς δυνάμεως εἰληφότες, ἔκ τε τῶν προηγησαμένων θαυμάτων, καὶ τῆς μετ’ ἐξουσίας δυνάμεως. Οὐκ εἴα δὲ αὐτὰ λαλεῖν, μὴ βουλόμενος ἡμᾶς, ὡς ἔφημεν, τοὺς παρ’ αὐτοῦ καταδέχεσθαι λόγους, ἀλλὰ ἀποσείεσθαι αὐτῶν πάσῃ δυνάμει τὰ ῥήματα· ὅθεν καὶ οἱ Ἀπόστολοι, ὅτε ἡ πνεῦμα | |
10 | ἔχουσα Πύθωνος ἠκολούθει βοῶσα, “οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ “Θεοῦ τοῦ Ὑψίστου εἰσὶν οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σω‐ “τηρίας, διαπονηθεὶς ὁ Παῦλος ἐπιστρέψας τῷ πνεύματι εἶπεν, “παραγγέλλω σοι, ἐξελθὲ ἐξ αὐτῆς ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.” Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν | |
15 | ὁ Ἰησοῦς εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ’ αὐτοῦ. καὶ εὑ‐ ρόντες αὐτὸν, λέγουσιν αὐτῷ, ὅτι πάντες ζητοῦσί σε. καὶ λέγει αὐτοῖς, ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα κἀκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. καὶ ἦν | |
20 | κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν, εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων. Τούτοις παραπλησίως καὶ ὁ Λουκᾶς ἐξέθετο, οὕτως λέγων, “γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ “ὄχλοι ἐπεζήτουν αὐτὸν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν | |
25 | “τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν· ὁ δὲ εἶπε πρὸς αὐτοὺς ὅτι καὶ ταῖς “ἑτέραις πόλεσιν εὐαγγελίζεσθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ· “ὅτι εἰς τοῦτο ἀπέσταλμαι.” ἀναχωρεῖ πρὸς ὀλίγον εἰς ἔρημον τό‐ πον ὁ Κύριος, ἵνα ποθήσωσιν αὐτὸν οἱ ἄνθρωποι ἄποντα· καὶ τύπος ἡμῖν γενόμενος μετὰ πρᾶξιν ἀρίστην καὶ θαύματα, μὴ θηρᾶσθαι τοὺς | |
30 | παρὰ τῶν ἀνθρώπων ἐπαίνους, καὶ τούτοις συναναστρέφεσθαι, ἀλλὰ συστέλλεσθαι καὶ ἀναχωρεῖν κατ’ ἰδίαν, τῷ Θεῷ μᾶλλον τὴν εὐχα‐ | |
ριστίαν προσάγοντας, καὶ τὸν δοτῆρα τῶν ἀγαθῶν ἀνυμνεῖν, καὶ | 279 | |
280 | λέγειν “πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν “καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων.” Ὅρα γὰρ πῶς ἀναχώρησας ὁ Ἰησοῦς εἰς τὴν ἔρημον προσηύ‐ χετο· οὐκ αὐτὸς ταύτης δεόμενος, αὐτὸς γὰρ ἦν ὁ τὰς παρὰ τῶν | |
5 | λογικῶν ἁπάντων δεχόμενος λιτὰς, ἀλλ’ οἰκονομικῶς τοῦτο ποιῶν, καὶ τύπος ἡμῖν, ὡς ἔφημεν, πάσης ἀρίστης γινόμενος πράξεως. Ὁ δὲ Μάρκος τοὺς Ἀποστόλους αὐτὸν καταλαβεῖν καὶ λέγειν, ὅτι πάντες σε ζητοῦσιν. οὐκ ἐναντία φασὶν ἀλλήλοις. ἐνδέχεται γὰρ μετὰ τοὺς Ἀποστόλους καὶ τὸν ὄχλον ἀκολουθήσαντα φθάσαι· | |
10 | ὁ δὲ Κύριος ἔχαιρε μὲν κατεχόμενος, συνεβούλευσεν δὲ ἀφεῖναι, ἵνα καὶ οἱ ἄλλοι μετάσχωσι τῆς διδασκαλίας, ὡς τοῦ καιροῦ τῆς ἐπιδημίας μὴ πάνυ πολλοῦ γενησομένου. Καὶ ὁ μὲν Μάρκος ἐπάγει, “εἰς τοῦτο ἐξελήλυθα·” τῆς θεό‐ τητος αὐτοῦ τὴν αὐθεντίαν ὑποδηλῶν, καὶ τὸ ἑκούσιον τῆς κενώ‐ | |
15 | σεως· ὁ δὲ Λουκᾶς, εἰς τοῦτο, φησὶν, ἀπέσταλμαι, τὴν οἰκονομίαν παραδεικνὺς, καὶ τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν ὀνομάζων. καὶ ὁ μὲν ἁπλῶς ἵνα κηρύξω φησίν. ὁ δὲ τὴν βασιλείαν τοῦ Θεοῦ· βασιλείαν τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων, ἔλεγε γὰρ καὶ Ἰωάννης, μετανοεῖτε· ἤγγικε, ἥτις ἐστιν ὁ Χριστὸς, ὃς καὶ βασιλεία ἐστὶ | |
20 | τοῦ Θεοῦ ἐντὸς τυγχάνων τῶν μαθητευομένων αὐτῷ, κατὰ τὸ, “ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι· διὸ λέλεκται τοῖς “ἔχουσιν αὐτὴν ἐντὸς,” “μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀνα‐ “βήσεται εἰς τὸν οὐρανὸν, τουτέστι τὸν Χριστὸν καταγαγεῖν· ἢ “τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν | |
25 | “ἀγαγεῖν· ἀλλὰ τί λέγει ἡ γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐστὶ “σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου.” Καὶ βασιλεία δὲ τῶν οὐρανῶν ὁ Χριστός ἐστι, ἑκάστου τῶν ἐν τῇ διανοίᾳ αὐτοῦ λαμβανομένου ὄντος οὐρανοῦ· καὶ οὐρανοῦ, μὴ παρ‐ ερχομένου μηδὲ ἀπολλυμένου. ἐκήρυσσε δὲ ἐν ταῖς συναγωγαῖς, | |
30 | ἵνα συγκεράσῃ μίαν διδασκαλίαν παλαιᾶς τε καὶ καινῆς διαθήκης, καὶ ἵνα δείξῃ ὅτι οὐχ ἕτερος ἐστὶν ὁ τῆς παλαιᾶς Θεὸς καὶ ἕτερος ὁ τῆς νέας, κατὰ τοὺς ἀσεβεῖς αἱρετικούς. ἀλλὰ αὐτός | |
ἐστι Θεὸς ὁ καὶ τὸν νόμον παρασχὼν καὶ ἀπὸ τοῦ γράμματος τοῦ | 280 | |
281 | νόμου ἐπὶ τὸ Πνεῦμα μετάγων, καὶ ἀπὸ σκιᾶς ἐπὶ τὴν ἀλήθειαν, καὶ τῆς τῶν δαιμόνων τυραννίδος ἐλευθερῶν τοὺς ἀνθρώπους· παν‐ ταχοῦ δὲ τὴν αὐτοῦ διδασκαλίαν πιστούμενος, καὶ εὐπαράδεκτον αὐτὴν ποιῶν τοῖς ἀκούουσιν, ἐπάγει τοῖς λεγομένοις τὰ θαύματα. | |
5t | ΚΕΦ. Δ. | |
6t | Περὶ τοῦ λεπροῦ. | |
7 | Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν, καὶ γονυπετῶν αὐτὸν, καὶ λέγων αὐτῷ, ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. | |
10 | Ὁ τὴν οἰκουμένην καθάρας τῆς λέπρας, τοῦτ’ ἔστι τῆς ἀσε‐ βείας, νῦν τὸν λεπρὸν μὲν τῷ σώματι, καθαρὸν δὲ διὰ πίστεως καὶ ἐλπίδος τὴν διάνοιαν, εἰς τὸ κατὰ φύσιν ἀποκαθίστησιν· ἦν μὲν γὰρ ὁ Κύριος ἐν μίᾳ τῶν πόλεων· ὁ δὲ λέπρος ἐζήτει σωτῆρα τοῦ πάθους, ἐπιστάμενος τὸ ἀνίατον· ἔρχεται οὖν πρὸς τὸν σω‐ | |
15 | τῆρα, καὶ προσπίπτει αὐτῷ καί φησι, τῆς λέπρας, “ἐὰν θέλῃς, “δύνασαί με καθαρίσαι·” οἶδα γὰρ ὅτι πάντα δύνασαι· λείπει δὲ τὸ θελῆσαι· οὐδὲν δὲ κωλύει θελήσαντα ἐνεργῆσαι. ὁλόκληρος ἡ ψυχὴ τοῦ λεπροῦ· καθαρὰ καὶ ἡ διάνοια. οἶδά, φησιν, ὅτι δύνασαι, οὐ πάντως δὲ ἐγὼ ἄξιος· οἶδα γὰρ ὅτι κρίσει Θεοῦ πάσχω ὃ πάσχω· | |
20 | ἂν μὴ θέλῃς οὐκ ἀντιλέγω, οὐδὲ βιάζομαι τὴν χάριν. Ὁ δὲ Ἰησοῦς σπλαγχνισθεὶς, ἐκτείνας τὴν χείρα, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, θέλω, καθαρίσθητι. καὶ εἰπόντος αὐτοῦ, εὐθέως ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. | |
25 | Ὁ δὲ Σωτὴρ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα ἅπτεται τοῦ λεπροῦ. Διατί δὲ ἅπτεται τοῦ λεπροῦ, καὶ μὴ λόγῳ ἐπάγει τὴν ἴασιν; ἀπεφῄνατο Μωσῆς ἐν τῷ νόμῳ τὸν ἁπτόμενον λεπροῦ ἀκάθαρτον εἶναι· καὶ ὀφείλει ὅλην τὴν ἡμέραν διατελέσαι ἀκά‐ θαρτος, καὶ μήτε εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσελθεῖν, μήτε ἄλλο τι | |
30 | ποιῆσαι, ἀλλ’ ἑσπέρας λουσάμενον καθαρισθῆναι. ἵνα τοίνυν δείξῃ | 281 |
282 | ὁ Σωτὴρ ὅτι ἀκαθαρσία κατὰ φύσιν οὐχ ἅπτεται σωτῆρος, καὶ ὅτι ὁ νόμος οὐκ ἦν κατ’ αὐτοῦ, ἀλλὰ κατὰ ἀνθρώπων ψιλῶν, καὶ ὅτι Κύριός ἐστι τοῦ ἰδίου νόμου· καὶ οὐχ ὡς δοῦλος ἀλλ’ ὡς Κύριος θεραπεύει· τὸν γὰρ Νεεμὰν Ἐλισσαῖος τὴν τοῦ νόμου | |
5 | φυλάττων ἀκρίβειαν, οὐδὲ ἠνέσχετο θεάσασθαι, ἀλλ’ ἔπεμψεν εἰς τὸν Ἰορδάνην λουσόμενον. Ὁ δὲ Ἰησοῦς ἐπίτηδες ἅπτεται τοῦ λεπροῦ, μὴ χρείαν ἔχων τῆς ἀφῆς πρὸς τὴν τῆς θεραπείας ἐνέρ‐ γειαν· καὶ ἵνα παιδεύσῃ ὅτι ψυχῆς ἐπιμελεῖσθαι χρὴ, καὶ τῶν ἔξωθεν ἀπαλλαγέντας καθαρμῶν ἐκείνην ἀποσμήχειν· καὶ φησὶ, | |
10 | “θέλω, καθαρίσθητι·” καὶ ἅμα τῷ λόγῳ φυγαδεύει τὸ πάθος, οὐκ ἀναινόμενος τὸ μὴ δύνασθαι διὰ θελήματος· καὶ ὅπερ ὁ λεπρὸς εἶπε λόγῳ, τοῦτο αὐτὸς ἔργῳ δέδειχεν. οὐ γὰρ μόνον οὐκ ἀπέλυσε τὴν ὑπόνοιαν, ἀλλὰ καὶ μειζόνως ἐβεβαίωσεν, ὃ περιττὸν ἦν εἰπεῖν προσθεὶς, καὶ εἰπὼν “θέλω καθαρίσθητι,” ἵνα κυρώσῃ τὸ δόγμα | |
15 | ἐκείνου. Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέως ἐξέβαλεν αὐτόν. καὶ λέγει αὐτῷ, ὅρα μηδενὶ εἴπῃς. Διδάσκων ἡμᾶς καὶ διὰ τούτων τὸ ἀφιλότιμον καὶ ἀνεπίδεικτον καὶ μέτριον ἐν τοῖς ἔργοις· καίτοιγε ᾔδει ὅτι οὐ πεισθήσεται | |
20 | ἐκεῖνος· ἀλλὰ ἀνακηρύξει τὸν εὐεργέτην· ἀλλ’ ὅμως τὸ αὐτοῦ ποιεῖ· πρὸς δὲ τούτοις μονονουχὶ βοᾷ, οὐκ ἔστι καιρὸς κηρυχθῆναι τὴν ἐνέργειαν· μηδὲν εἴπῃς, οὐ χρείαν ἔχω τοῦ σε κηρύξαι· ἂν γὰρ τὸ πάθος τὸ ἐμόν με κηρύξῃ οὐδὲν ὠφελήσει ἡ κάθαρσις. Ἀλλ’ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσέ‐ | |
25 | νεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς. Ἀλλ’ ὕπαγέ, φησι, πρὸς τὸν ἱερέα· οὐ γὰρ ἀτιμάζω ὃν δέδωκα νόμον· ἔφην γὰρ δι’ αὐτοῦ, ἐὰν μέν τις λεπρὸς ᾖ, μενέτω ἔξω τῆς παρεμβολῆς ὡς ἀκάθαρτος· ἐὰν δὲ αὐτομάτως θεραπευθῇ οἷα συμ‐ | |
30 | βαίνει Θεοῦ βουλομένου, ἵνα μὴ ἔξω εἴη ἀποβεβλημένος, δειξάτω | |
οὖν ἑαυτὸν ὅτι ἐκαθαρίσθη βουλήσει Θεοῦ· διὰ τοῦτο τῷ ἱερεῖ | 282 | |
283 | πέμπει εἰς δοκιμασίαν τῆς θεραπείας ὁ Σωτὴρ τὸν πάλαι λεπρὸν, ἵνα μὴ ἐκτὸς γένηται τοῦ ναοῦ, ἀλλ’ εἰσέλθῃ εἰς προσευχὴν ἐνα‐ ρίθμιος γεγονὼς τῷ λαῷ· εἰ γὰρ μὴ εἶπεν ὁ ἱερεὺς ὅτι κεκαθά‐ ρισται ὁ λεπρὸς, ἔτι μετὰ τῶν ἀκαθάρτων ἔμενεν ἔξω τῆς παρεμ‐ | |
5 | βολῆς. “Δεῖξον οὖν σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ὃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.” Παραπέμπει τῷ νόμῳ, τὴν ἀναίσχυντον τῶν Ἰουδαίων γλῶτταν ἐμφράττων· καὶ τὸ μὲν ἔργον αὐτὸς ἐπλήρωσεν· τὴν δὲ δοκιμασίαν ἐκείνοις ἐπέτρεψεν, καὶ κριτὰς αὐτοὺς ἐκάθισε τῶν οἰκείων θαυ‐ | |
10 | μάτων. “Εἰς μαρτύριον αὐτῶν.” τουτέστιν εἰς κατηγορίαν τῆς αὐτῶν ἀγνωμοσύνης, ἵνα ὅταν ὡς πλάνον καὶ ἀπατεῶνά με διώκωσι, ὅταν ὡς ἀντίθεον καὶ παράνομον, σύ μοι μαρτυρήσῃς, φησὶν, ὡς ὑπ’ ἐμοῦ θεραπευθεὶς, καὶ τῷ νόμῳ παραπεμφθεὶς καὶ τῇ τῶν ἱερέων | |
15 | δοκιμασίᾳ. Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφη‐ μίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν. ἀλλ’ ἔξωθεν ἐν ἐρῄμοις τόποις ἦν. καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν. | |
20 | Εὐγνώμων δὲ καὶ ὁ λεπρὸς πανταχοῦ τὸν εὐεργέτην κηρύττων καὶ διαφημίζων τὸν λόγον, τουτέστι τὸν μετ’ ἐξουσίας γενόμενον, τῷ “θέλω καθαρίσθητι,” καὶ τὴν παράδοξον θεραπείαν· ὥστε πάν‐ τας κινῆσαι καὶ διεγεῖραι πρὸς τὴν τοῦ θεραπεύσαντος θέαν τὲ καὶ πίστιν· ὡς διὰ τοῦτο μὴ δύνασθαι τὸν Σωτῆρα ἐπιχωριάζειν ταῖς | |
25 | πόλεσιν, ἀλλ’ ἐν ἐρήμοις διάγειν· καὶ οὕτως διήρχοντο πρὸς αὐτὸν πάντοθεν. ἐνίκα γὰρ τὸν κόπον ἡ προθυμία. | |
27t | ΚΕΦ. Ε. | |
28t | Περὶ τοῦ παραλυτικοῦ. | |
29 | Καὶ πάλιν εἰσῆλθεν εἰς Καπερναοὺμ δι’ ἡμερῶν· καὶ | |
30 | ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. καὶ εὐθέως συνηχθῆσαν | 283 |
284 | πολλοὶ, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν. καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται πρὸς αὐτὸν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. Τὰ ὅμοια τούτοις καὶ ὁ Λουκᾶς παρατίθεται, ἀποσιωπήσας τὴν | |
5 | πόλιν ἔνθα τὸ σημεῖον ἐγεγόνει. ὁ δὲ Ματθαῖος περὶ τῆς ἀνατρο‐ πῆς σιωπήσας τῆς στέγης, διὰ τῶν αὐτῶν ἔρχεται ῥημάτων, ἐν τῇ πόλει αὐτοῦ φάσκων γεγενῆσθαι τὸ θαῦμα. πόλις δὲ αὐτοῦ ἐνομί‐ ζετο εἶναι ἡ Ναζαρὲτ, οὐχ ἡ Καπερναούμ· εἰ μή τις εἴπῃ, πόλιν αὐτοῦ φάσκειν Καπερναοὺμ διὰ τὸ πολλάκις ἐκεῖσε αὐτὸν ἐπι‐ | |
10 | δημεῖν, καὶ πολλὰ ἐν αὐτῇ γεγενῆσθαι σημεῖα· ἢ καὶ διὰ τὴν ἐγγύτητα τῶν τόπων μὴ ἀκριβολογεῖσθαι τοὺς Εὐαγγελιστὰς, σπεύδοντας μόνον τὸ σημεῖον εἰπεῖν. περὶ ὃ καὶ συμφωνοῦσι, κᾂν τοῖς ῥήμασι διαφέρωνται. Καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, | |
15 | ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον, ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέ‐ κειτο. Ἀπαντῶσιν οὖν ἄγοντές τινες παραλυτικόν· εὑρόντες δὲ τὴν θύραν πεφραγμένην τῷ πλήθει, οὐκ ἠδυνήθησαν δι’ αὐτῆς εἰσελθεῖν, οὐδὲ | |
20 | γὰρ παρεχώρουν οἱ ἔσω τοῖς ἔξω, οὐδὲ μετεδίδοσαν αὐτοῖς τῆς εἰσόδου. σπεύδοντες οὖν οἱ κομίζοντες τυχεῖν αὐτὸν τῆς ἰάσεως, ἀναβαίνουσιν αὐτὸν εἰς τὸ δομάτιον, καὶ γίνεται διὰ μη‐ χανῆς τὸ πρᾶγμα, τῆς προσδοκίας τῆς ἰάσεως καινουργού‐ σης παράλογα. ἀνιμησάμενοι γὰρ σὺν τῷ φόρτῳ τὴν κλίνην, καὶ | |
25 | τὴν στέγην αὐτὴν ἀνατρέψαντες, καθίεσαν ἐπὶ κλίνης τὸν ἄνδρα παρειμένον κατὰ πρόσωπον τοῦ Σωτῆρος. καὶ ὄρα μοι τοῦ Ἰησοῦ τὴν μακροθυμίαν· πῶς τούτων γενομένων συνεχώρει, ἐπιστάμενος | |
τὸ μικρὸν ὕστερον γενησόμενον. | 284 | |
285 | Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ, τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Ὁ δὲ Κύριος φασὶν “ἰδὼν τὴν πίστιν αὐτῶν, λέγει τῷ παρα‐ λυτικῷ τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.” οὐ τὴν πίστιν τοῦ | |
5 | παραλελυμένου ἀλλὰ τῶν κομισάντων. ἔστι γὰρ ὅτε καὶ ἄλλος δι’ ἄλλων πίστιν θεραπεύεται, καὶ πλήρης τοῦτο ἡ ἱερὰ τῶν Εὐαγγε‐ λίων γραφή. Θεασάμενος οὖν τὴν πίστιν αὐτῶν, οὐ μάταιον αὐτῶν ἀποφαίνει τὸν πόνον, ἀλλά φησι, “τέκνον,” ἢ ὡς ὁ Λουκᾶς, “ἄνθρωπε, ἀφέωνταί” σοι καὶ τὰ ἑξῆς. τὸ δὲ “τέκνον,” ἢ καὶ | |
10 | αὐτῷ πιστεύσαντι, ἢ κατὰ τῆς δημιουργίας λόγον. ποῖαι δὲ, ὡς φησὶν, ἁμαρτίαι; ἄλλο προσδοκῶ, καὶ ἄλλο χαρίζῃ. ἤγαγόν με οὗτοι ἵνα βαδίσω, σὺ δὲ ἄλλο ἀντ’ ἄλλου θεραπεύεις. οἶδας γὰρ ἃ ἐπλημμέλησα· οἶδά φησιν, ἃ μὴ βλέπουσιν οὗτοι. ἡ ψυχὴ νόσει πρὸ τοῦ σώματος. τὸ τοίνυν αἴτιον θεραπεύω τῆς νόσου, καὶ | |
15 | συναναιρεῖται τὸ πάθος. Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέ‐ ωνταί σοι αἱ ἁμαρτίαι· ἢ εἰπεῖν, ἔγειραι καὶ περιπάτει; Οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς οἱ τὸ τηνικαῦτα παρατυ‐ χόντες βλασφημίαν ὑπώπτευον τὸ λεγόμενον· καὶ “τί οὗτος οὕτως | |
20 | “λαλεῖ βλασφημίας” ἐν ἑαυτοῖς διενοοῦντο· μόνος γὰρ ὁ πάντων κριτὴς ἐξουσίαν ἔχει ἀφιέναι καὶ μή· ὁ δὲ Σωτὴρ ταῖς διανοίαις ὡς Θεὸς ἐμβατεύων, καὶ εἰδὼς τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ἀποκαλύπτει αὐτῶν τὴν ἐνθύμησιν· ἐκ τούτου πιστούμενος, ὅτι ὁ τῶν ἀπορρήτων θεατὴς, καὶ ἁμαρτημάτων δωρεῖται ἄφεσιν· ἀλλὰ | |
25 | πάλιν ἐκεῖνοι μένουσιν ἀνόητοι, καὶ οὐ διδόασι τῷ τοὺς λογισμοὺς αὐτῶν ἐξαγγείλαντι τὸ δύνασθαι ἁμαρτήματα θεραπεύειν. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, “τί ἐστιν εἰκοπώτερον” κ. τ. ἑ. Τὸ μὲν γὰρ ἀφιέναι ἁμαρτίας δυσκολώτερον τοῦ εἰπεῖν, ἐγεῖραι. οὐ γὰρ φανερὸς ὁ ἔλεγχος· οἷον ἔαν τις εἴπῃ, ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἄδηλον | |
30 | εἰ ἐνήργησεν· οὐ γὰρ φανερὸν τὸ πρᾶγμα, ἵνα δοκιμασθῇ ὁ | |
ἰατρεύων. φησὶν οὖν, τί ἐστιν εὐκοπώτερον, εἰπεῖν ἢ ποιῆσαι; δη‐ | 285 | |
286 | λονότι τὸ εἰπεῖν, διὰ τὸ μὴ φαίνεσθαι τὸ γινόμενον. ἐπεὶ τοίνυν ἀπιστεῖτε τῷ λόγῳ, ἐπιφέρω ἔργον πιστούμενον τὸ ἀόρατον. εἰ γὰρ πρῶτον ὁ Κύριος ἐθεράπευσε τὸν παραλυτικὸν ἔξωθεν, εἶτα συνεχώ‐ ρησεν αὐτῷ τὰ ἁμαρτήματα, ᾠήθησαν ὡς τὸ μὲν πρῶτον τεθερά‐ | |
5 | πευται, ἄδηλον δὲ τὸ δεύτερον· ἀλλὰ πρῶτον τὸ ἀμφίβολον καὶ τὸ ἀπιστούμενον εἰσφέρει, ἵνα διελεγχθῶσιν ἀπιστοῦντες καὶ διαλο‐ γιζόμενοι ἐν ἑαυτοῖς. τότε προσάγει τὸ ἔργον. Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐστι τῆς γῆς ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· σοὶ | |
10 | λέγω, ἔγειραι, καὶ ᾆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Σοὶ λέγω, φησὶν, ἔασον τούτους· ἄπιστοι γὰρ ὑπάρχουσι, καὶ πονηρὰ ἐνθυμοῦνται· σοὶ λέγω, ἐπειδὴ ἀφέθησάν σου αἱ ἁμαρτίαι, καὶ ἄξιος ἐγένου, τῶν ἡμετέρων λόγων γένεσθαι ἀκροατὴς καὶ τυ‐ | |
15 | χεῖν τῆς ἰάσεως. “ἔγειραι, ᾆρον τὸν κράββατόν σου καὶ ὕπαγε “εἰς τὸν οἶκόν σου.” ἐξῆλθε τὸ ῥῆμα, καὶ τὸ θαῦμα ἐπηκολούθησε. ἐπανῆλθεν ἡ δύναμις τοῦ σώματος, καὶ ἅπαν ἀνευρώθη τὸ σῶμα. ἤσθετο τῆς ἰάσεως ὁ παραλυτικὸς, καὶ διανέστη (ἔδωκε γὰρ αὐτῷ αἴσθησιν τῆς θεραπείας) ἀπέτεινε τοὺς πόδας, ἐκίνει τὰ ἄρθρα, ἐβά‐ | |
20 | δισεν ὑγιής. τί δὲ βούλεται “ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας;” διατί δὲ καὶ υἱὸν ἀνθρώπου εἶπεν ἀφιέναι ἁμαρτίας ἐπιτελουμένης θεοσημείας; ἢ ἵνα δείξῃ ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν, διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὸν ἔνωσιν. εἰ γὰρ καὶ ἄνθρωπός φησι γεγένημαι, Θεὸς λόγος ὑπάρχων, καὶ | |
25 | διὰ τῆς οἰκονομίας ἐπὶ τῆς γῆς πολιτευόμενός τε καὶ ἀναστρεφό‐ μενος, ἀλλ’ οὐδὲν ἧττον τὰ παρὰ λόγου ἀποτελῶ θαύματα, καὶ ἄφεσιν δωρούμενος ἁμαρτημάτων. οὐδὲ γὰρ ἀφεῖλέν τι τῶν τῆς θεότητος ἰδιωμάτων, ἢ ἐμείωσε τὸ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. ὑγιάνας τοίνυν τὰ | |
30 | συναμφότερα ψυχήν τε καὶ σῶμα, καὶ ὁλόκληρος γενόμενος, ἄρας | |
τὸ κράββατον ἐξῆλθεν ἐνώπιον πάντων. | 286 | |
287 | Καὶ εὐθέως ἠγέρθη, καὶ ᾆρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεὸν, λέγοντας, ὅτι οὐδέποτε οὕτως εἴδομεν. Συνεχώρησε δὲ αὐτὸν ἐξελθεῖν. θεασάμενοι αὐτὸν ἐγηγερμένον | |
5 | καὶ τὴν κλίνην ἐπιθέντα τοῖς ὤμοις, ἐξίσταντο γὰρ πάντες καὶ ἐδόξαζον τὸν Θεὸν “λέγοντες ὅτι οὐδέποτε οὕτως εἴδομεν.” οὐδὲν πιστότερον. τὸ μεῖζον ἐάσαντες τὴν τῶν ἁμαρτιῶν ἄφεσιν, τὸ φαινόμενον θαυμάζουσιν· ἔδει γὰρ αὐτοὺς εἰπεῖν, οὐκέτι τοσοῦ‐ τον θαυμάζομεν ὅτι ἐγήγερται ὁ παράλυτος, ὅσον ἐκ τούτου πι‐ | |
10 | στεύομεν ὅτι καὶ ἡ ψυχὴ ἰάσεως ἔτυχεν, ἁμαρτημάτων ἀπαλ‐ λαγεῖσα. | |
12t | ΚΕΦ. ϛ. | |
13t | Περὶ Λευῒ τοῦ τελώνου. | |
14 | Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ | |
15 | ὄχλος ἤρχετο πρὸς αὐτὸν, καὶ ἐδίδασκεν αὐτούς. Πάλιν δὲ μετὰ τὸ θαῦμα τὴν διδασκαλίαν προτίθησι, ἐξῆλθε γάρ, φησι, παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐ‐ τὸν καὶ ἐδίδασκεν αὐτούς· εἰς ἀναμφισβήτητον πίστιν τοὺς ἀκού‐ οντας ἐνάγων, οἱ πρὸς μηδὲν τῶν γινομένων ἢ λεγομένων ὑγιῶς | |
20 | διακείμενοι, οὐχ οἱ γραμματεῖς ἢ οἱ Φαρισαῖοι καὶ τὰ ἑξῆς, ἀλλ’ οἱ πάσης διπλόης ἀπηλλαγμένοι, καὶ τὴν κρίσιν ἀδέκαστον κε‐ κτημένοι. ὅρα δὲ τὸ ἀκόμπαστον καὶ ἀφιλότιμον τοῦ Σωτῆρος· πῶς ὅτε ὄχλος πολὺς συναθροίζετο σπουδάζει, οὐκ ἐν πόλει διά‐ γειν ἢ ἐν ἀγορᾷ μέσῃ, ἀλλ’ ἐν ἐρημίᾳ καὶ ὄρει· παιδεύων ἡμᾶς | |
25 | μηδὲν πρὸς ἐπιδείξιν ποιεῖν, καὶ μάλιστα ὅταν φιλοσοφεῖν δέῃ καὶ περὶ ἀναγκαίων διαλέγεσθαι πραγμάτων. Καὶ παράγων εἶδε Λευῒ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον· καὶ λέγει αὐτῷ, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. | |
30 | Οὐ διὰ τῆς πείρας μανθάνει τῶν μαθητῶν τὴν προαίρεσιν, | 287 |
288 | ὥσπερ οἱ ἄνθρωποι· ἀλλ’ ὡς ἐπιστάμενος τὰς διανοίας, ἐκλέγεται τοὺς ἀξίους· κᾂν ἴδῃ τινὰ μαργαρίτην ἐν βορβόρῳ κείμενον, λαμβάνει αὐτὸν, καὶ τὸ καθαρὸν δείκνυσιν αὐτοῦ τῆς ψυχῆς. ἐξῆλθε γοῦν, καὶ εὑρίσκει τελώνην καθήμενον καλούμενον Λευΐ· | |
5 | ἐστι δὲ οὗτος Ματθαῖος ὁ Εὐαγγελιστής. καὶ Μάρκος μὲν καὶ Λουκᾶς οἱ μακάριοι συγκαλύπτουσι τοὔνομα τῇ ἀρχαιοτέρα προσηγορίᾳ· αὐτὸς δὲ ὁ Λευῒ εὐαγγελιζόμενος τὰ καθ’ ἑαυτὸν ἐπαγ‐ γέλλων λέγει, “καὶ ἐθεάσατο Ματθαῖον τὸν τελώνην,” ἐλέγχων ἑαυτοῦ τὸ τραῦμα, ἵνα θαυμάσῃς τὴν τέχνην τοῦ ἰατρεύσαντος. | |
10 | ὅμως ἐθεάσατο τὸν τελώνην καθήμενον τῶν ἐκ τῆς πλεονεξίας χρημάτων τοὺς λόγους συνείροντα, καὶ οὐκ ἀπεσείσατο τὸ ἐπιτή‐ δευμα, ἀλλ’ εἶπεν αὐτῷ “ἀκολούθει μοι.” ὁ δὲ μηδὲν ἀναμείνας, καὶ καταλιπὼν ἅπαντα ἠκολούθησεν αὐτῷ· τῇ ὀξυτάτῃ πίστει φαι‐ δρύνας τὴν ἐκλογὴν, καὶ μὴ λυπήσας τῇ ἀναβολῇ τὸν καλέσαντα· | |
15 | πάντα γὰρ ἀφεὶς καὶ δημοσίων χρημάτων περιφρονήσας, μήτιγε ἰδὼν, καὶ τὸν ἐκ τούτου κίνδυνον παρ’ οὐδὲν θέμενος, ὅλος ἦν τοῦ καλέσαντος, τιμιωτέραν τὴν ἑαυτοῦ σωτηρίαν πάντων ὁμοῦ λογι‐ σάμενος. Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ | |
20 | αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθησαν αὐτῷ. Εὐχαριστήσας δὲ ἐπὶ τῇ κλήσει, δοχὴν ἐποίει μεγάλην ἐν τῷ ἑαυτοῦ οἴκῳ, πάντας τοὺς συνήθεις καλέσας καὶ αὐτὸν τὸν Σωτῆρα, | |
25 | ἵνα μὴ μόνος εὐεργετηθῇ, ἀλλὰ καὶ πάντες οἱ κεκλημένοι. ὁ δὲ ἀνεπαισχύντως τελώνην καλέσας εἰς μαθητείαν, καὶ εἰς τὸν οἶκον αὐτοῦ παραγέγονεν· ἐν ᾧ οὐδὲν ἕτερον ἦν ἀγαθὸν, εἰ μὴ τοῦ οἰκοδεσπότου ἡ μετάνοια. | |
Καὶ οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν | 288 | |
289 | ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; Ἦν οὖν ὄχλος πολὺς τελωνῶν συνανακείμενος τῷ Ἰησοῦ, καὶ | |
5 | οὐκ ἀγανάκτει ὁ Σωτὴρ, οὐδὲ εἰς ὕβριν αὐτοῦ δέχεται τὸ γινό‐ μενον· ἀλλ’ ὡς δεσπότης τῆς φύσεως παραγίνεται εἰς τὴν ἑστίασιν, καὶ ἐσθίει καὶ πίνει· τήν τε ἀλήθειαν τοῦ σώματος ἐνδεικνύμενος, καὶ τὴν εὔκαιρον τῶν βρωμάτων εὐλογῶν χρῆσιν. παρῆσαν δὲ καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐχ ἵνα περιεργάσωνται τὰ γινόμενα· | |
10 | βλέπουσι δὲ τοὺς τελώνας συνανακειμένους, καὶ καλοῦσι τοὺς μαθητὰς καὶ τὸ γινόμενον αἰτιῶνται. Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, οὐ χρείαν ἔχου‐ σιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς | |
15 | μετάνοιαν. Ἀκούει ὁ Ἰησοῦς καὶ φησὶ πρὸς αὐτοὺς, “οὐ χρείαν ἔχουσιν οἱ “ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι “δικαίους, ἀλλὰ ἁμαρτωλούς.” καὶ ὑμεῖς, φησι, χρείαν ἔχετε ἰατροῦ. εἰ γὰρ μὴ ἐνοσεῖτε, οὐκ ἂν ᾐτιάσασθε τοῦ ἰατροῦ τὴν | |
20 | φιλανθρωπίαν. μὴ γὰρ οὐκ οἶδα ὅτι τελῶναι ὑπάρχουσι; μὴ γὰρ αὐτῶν ἀγνοῶ τῆς ψυχῆς τὰ νοσήματα; οἶδα ὅτι κακῶς ἔχουσι. διὰ τοῦτο πρὸς αὐτοὺς παραγέγονα, ἵνα τὰς ψυχὰς αὐτῶν θερα‐ πεύσω νοσούσας. δι’ ἣν αἰτίαν ἐπιλαμβάνονται οἱ Φαρισαῖοι τοῦ Σωτῆρος τοῖς ἁμαρτωλοῖς συνεσθίοντος; ὅτι νόμος ἦν διαστέλ‐ | |
25 | λειν ἀναμέσον ἁγίου καὶ βεβήλου. οὐκ ᾔδεσαν δὲ Χριστὸν ὑπὲρ τὴν νομικὴν χρῆσιν παρέχοντα τὴν φιλάνθρωπον χάριν. ἡ μὲν γὰρ ἐξέβαλεν· ἡ δὲ μετέβαλλε τὸ κακόν. ἔδειξεν οὖν ὅτι οὐχ ὡς κριτὴς πάρεστιν, ἀλλ’ ὡς ἰατρός. καὶ τὸ ἐπιβάλλον τῇ ἰατρικῇ | |
ποιεῖ, καὶ διάγει σὺν τοῖς νοσοῦσι καὶ τῆς ἰάσεως δεομένοις. | 289 | |
290 | Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν· οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι; καὶ εἶπεν αὐτοῖς ὁ | |
5 | Ἰησοῦς, μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμ‐ φίος μετ’ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθ’ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν. ἐλεύσονται δὲ ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμ‐ φίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. | |
10 | Ἐπειδὴ δὲ τοῦ πρώτου τὴν λύσιν ἐδέξαντο, καὶ ἕτερον προσ‐ τιθέασι· διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύ‐ ουσι; βουλόμενοι προσλαμβάνεσθαι αὐτοῦ καὶ εὑρίσκειν τι εἰς κακοήθειαν. Νυμφών ἐστι καιρὸς κλήσεως, καὶ καιρὸς διδασκα‐ λίας δι’ ἧς ἀνατρέφονται οἱ παῖδες, γαλουχοῦνται οἱ κεκλημένοι. | |
15 | οὐκ ἔχει καιρὸν ἡ νηστεία· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστι νηστεύειν. ὅσον χρόνον μετ’ αὐτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν. ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· τί ἐστιν “ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νύμφιος;” τουτ‐ | |
20 | έστιν ἀναληφθῇ. Ποῖος νυμφίος; ὁ μέλλων νυμφεύεσθαι τὴν Ἐκκλησίαν. εἶπε νυμφίον, ἵνα τὴν ὕπανδρον ἐκβάλῃ· καινὴ γὰρ γίνεται νύμφευσις. τί ἐστιν ἡ νύμφευσις; ἀρραβῶνος δόσις. τουτέστι Πνεύματος Ἁγίου χάρις· δι’ ἧς ἐπίστευσεν ἡ οἰκουμένη, καὶ ἁλιεῖς ἐδυσώπησαν, καὶ τὴν οἰκουμένην μετέβαλλον. “οὐ | |
25 | “δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν ἐφ’ ὅσον χρόνον μετ’ “αὐτῶν ἐστιν ὁ νυμφίος.” τὴν μεθ’ ἑαυτοῦ διατριβὴν λέγει πάσης ὀδύνης ἀπαλλακτικὴν εἶναι. ὀδυνᾶται μὲν γὰρ ὁ μὴ παρὸν ἔχων τὸ ἀγαθόν. διὰ δὲ τὴν στέρησιν αὐτοῦ πενθεῖ ποθῶν τὴν ἀπόλαυσιν. ὁ δὲ παρόντος ἀπολαύων, εἰκότως εὐφραίνεται, καὶ οὐκ ὁδυνᾶται. | |
30 | νυμφίος δὲ τῆς ἀνθρωπίνης φύσεως ὁ ταύτης ἡγεμὼν Λόγος, ὁ τὸ | |
σπέρμα διδοὺς τῆς ζωῆς. ὅταν οὖν ἀπαρθῇ ἀπ’ αὐτῶν, ποθοῦντες | 290 | |
291 | τὴν παρουσίαν αὐτοῦ νηστεύσουσιν· ἵνα συνῶσιν αὐτῷ κατὰ πνεῦμα, καθαιρόμενοι ἀπὸ σωματικῶν ἡδονῶν. καὶ τοῦτο μὲν εἰκότως εἶπεν, ὥστε καὶ τὴν μεγαλαυχίαν αὐτῶν καθελεῖν, καὶ δεῖξαι ὅτι μὴ πρὸς τρυφὴν καὶ ἄνεσιν τοὺς οἰκείους χειραγωγεῖ μαθητὰς, | |
5 | καιρὸς δὲ τίς ἐστι μεθ’ ὃν ἐπιδείξονται τὴν ἀνδρείαν ἑαυτῶν, καὶ τὴν ἐν δεινοῖς καρτερίαν. Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μὴ, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. καὶ | |
10 | οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. εἰ δὲ μὴ, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκοὺς, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον. Δεικνύων δὲ λοιπὸν καὶ τὸ διάφορον τῶν μαθητῶν πρὸς αὐτοὺς, | |
15 | ὅτι μὴ δὲ μιᾷ ἀνάγκῃ ὁμοίως αὐτοῖς καὶ αὐτοὶ νηστεύουσιν, “οὐδείς “φησιν ἐπίβλημα” κ. τ. ἑ. Ὥσπερ, φησὶν, εἰ ῥάκος ἄκναφον ἐπιβληθῇ ἱματίῳ παλαιῷ, τῇ οἰκείᾳ στερρότητι κἀκεῖνο διαρρή‐ γνυσιν· οἶνός τε νέος εἰς ἀσκοὺς εἰ ἐμβληθῇ παλαιοὺς τῇ οἰκείᾳ θερμότητι τοὺς ἀσκοὺς διαρρήγνυσιν· οὕτω καὶ ἐπὶ τούτου. | |
20 | ἐπειδὴ γὰρ οἱ Ἀπόστολοι τῆς νέας διαθήκης κήρυκες τυγχάνουσιν, οὐ δυνατὸν αὐτοὺς τοῖς παλαιοῖς δουλεύειν νομίμοις. ὑμεῖς μὲν εἰκότως τοῖς παλαιοῖς ἀκολουθοῦντες ἔθεσι τὰς Μωσέως νηστείας φυλάττετε· οὗτοι δὲ ἐπειδὴ τὰ καινὰ καὶ παράδοξα νόμιμα παρα‐ διδόναι μέλλουσι τοῖς ἀνθρώποις, ταῦτα μὲν οὐδαμῶς ἀναγκάζονται | |
25 | φυλάττειν· κατὰ καιρὸν δὲ μετὰ τῆς λοιπῆς ἀρετῆς καὶ τὴν νηστείαν ἀποδείξονται, οὐκ ἀνάγκῃ καὶ νομίμοις τισὶ καὶ ἔθεσι παλαιοῖς, ὥσπερ ὑμεῖς φυλάττοντες, ἀλλὰ γνώμῃ δι’ ἀρετὴν, ὅπως ἂν βούλωνται, νηστεύειν μέλλοντες. καὶ γὰρ ἡ τῶν ἐννόμων νηστεία τοῦτο διενήνοχε τῶν ἐν τῇ χάριτι νηστευόντων· ὅτι οἱ μὲν | |
30 | ὡρισμένας ἔχοντες νηστείας, ἃς καὶ νηστεύειν πάντως αὐτοὺς ἐχρῆν καὶ μὴ βουλομένους· οἱ δὲ γνώμῃ μᾶλλον κατὰ τὸ δοκοῦν | |
ἑαυτοῖς νηστεύουσιν ἀρετῆς αἱρέσει μετιόντες αὐτήν. εἰ δὲ καὶ | 291 | |
292 | ὡρίσθαι ὁ τῆς τεσσαρακοστῆς δοκεῖ καιρὸς, δι’ ὑπόμνησιν τῶν ῥαθύμων· ἀλλὰ καὶ ταύτην γνώμῃ μᾶλλον τὴν νηστείαν μέτιμεν. Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν | |
5 | ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι; Ἐλευθεριάζουσι πρὸς τὸν τύπον, τῇ ἀληθείᾳ συνόντες οἱ μαθη‐ ταί· οὕτω δήπου καὶ πρὸς τοῦ Κυρίου συνειθισμένοι, καὶ τὴν τοῦ σαββάτου τυπικὴν ἀργίαν ἐξευτελίζειν, ἐπιφανείσης τῆς διηνεκοῦς | |
10 | ἀργίας διὰ Θεὸν ἐπὶ τῶν κοσμικῶν. χρῶνται δὲ ἀδεῶς τοῖς ἀστάχυσιν εἰς τροφὴν μηδὲν ἐπιφερόμενοι βρώσιμον. οἱ δὲ τῶν τύπων ἥττονες καὶ τῆς ἀληθείας ἄπειροι ζυγομαχοῦσιν ὑπὲρ σκιᾶς, καὶ τὸ, “οὐκ ἔξεστι,” λέγουσι πρὸς τὸν ἅπασαν ἐξουσίαν ἔχοντα καὶ τοῖς ἰδίοις παρέχοντα· οὐκ εἰδότες ὅτι νομοθέτου νόμος | |
15 | οὐ κρατεῖ, οὐδ’ ἔστι τι καθάπαξ ὃ μὴ ἔξεστι βασιλεῖ. ὁ δὲ Κύριος πρᾳείαν τὴν ἀπολογίαν ποιεῖται, οὐκ ἐξουσίας ἐπανα‐ στάσει, ἀλλὰ παραδείγματι τῶν πάλαι ἁγίων, οἱ καὶ αὐτοὶ μεγαλοφρονέστερα τῆς σωματικῆς ἀργίας καὶ τῶν τοιούτων τύπων ἐπενόουν. | |
20 | Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς, οὐδέποτε ἀνέγνωτε τί ἐποί‐ ησε Δαβὶδ, ὅτε χρείαν ἔσχε, καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ | |
25 | ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; Μέμνηται δὲ οἰκείως τοῦ Δαβὶδ, δόξαντος ἂν καὶ αὐτοῦ μὴ κατὰ νόμον τεθράφθαι, ὅτε τῶν ἱερατικῶν ἥψατο τροφῶν καὶ τοῖς μεθ’ ἑαυτοῦ ἔδωκεν, ἵνα ἡ πρὸς ἐκεῖνον αἰδὼς ἐπισχῇ τὴν κατὰ τῶν Ἀποστόλων συκοφαντίαν. εἰ γὰρ προφήτης αὐθεντεῖ κατὰ τοῦ | |
30 | νόμου συμπεριαγόμενος τῇ ἐνδείᾳ καὶ τῇ χρείᾳ ἐπακολουθῶν, | 292 |
293 | καίτοι ὑπὸ νόμον ὑπάρχων, ἐάν μου τοὺς μαθητὰς ἴδητε διὰ τὸ μὴ ἔχειν ἄρτους τὴν παράθεσιν τῶν σπερμάτων ἑαυτοῖς ἀντὶ τραπέζης παρατιθέντας, ἀγανακτεῖτε καὶ ἐκδικεῖτε τὸν νόμον; ἢ οὐκ οἴδατε ὅτι Δαβὶδ μὲν δοῦλος ἦν τοῦ νόμου; ἐγὼ δὲ ὁ υἱὸς τοῦ | |
5 | ἀνθρώπου Κύριος εἰμὶ τοῦ σαββάτου; Διατί δὲ αὐτὸς ἰδίως υἱὸς ἀνθρώπου καλεῖται; ἐπειδὴ Υἱὸς ὢν τοῦ Θεοῦ, παραδόξως κατηξίω‐ σεν υἱὸς ἀνθρώπου διὰ τοὺς ἀνθρώπους κληθῆναι. ἐπειδὴ δὲ Ἀβι‐ άθαρ τηνικαῦτα μέμνηται ὑπάρχοντος ἀρχιερέως ὅτε τοῦτο Δαβὶδ ἐποίησεν· ἡ δὲ τῶν Βασιλειῶν βίβλος Ἀβιμέλεχ· εἴποι τις ἂν | |
10 | διώνυμον γεγενῆσθαι τὸν Ἀβιμέλεχ, ὥς τε εἶναι τὸν αὐτὸν τῷ Ἀβιάθαρ· ἢ τοῦ μὲν Ἀβιμέλεχ τὴν ἱστορίαν μεμνῆσθαι ὡς ἱερέως, τὸν δὲ Σωτῆρα τὸν Ἀβιάθαρ ἀρχιερέα τυγχάνειν κατ’ ἐκεῖνο και‐ ροῦ φῆσαι. καὶ φαίνεται ἡ τῶν Βασιλειῶν γραφὴ τὸν μὲν Ἀβιμέλεχ καὶ τοὺς ἱερέας τοῦ Θεοῦ ἀνῃρῆσθαι φήσασα ἐπὶ τοῦ | |
15 | Σαοὺλ, ἀρχιερέα δὲ οὐκ ἀνῃρῆσθαι ἱστορήσασα. | |
16t | ΚΕΦ. Ζ. | |
17t | Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα. | |
18 | Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγὴν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν | |
20 | αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτὸν, ἵνα κατηγο‐ ρήσωσιν αὐτοῦ. Ὁ δὲ Λουκᾶς προστίθησιν, ὅτι διδάξαι ἦλθεν εἰς τὴν συνα‐ γωγὴν, καὶ ὅτι τὴν δεξιὰν χεῖρα εἶχεν ἐξηραμμένην ὁ ἰαθείς· ὁ δὲ Ματθαῖός φησιν, “εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, τίς ἔστιν ἐξ ὑμῶν | |
25 | “ἄνθρωπος, ὃς ἕξει πρόβατον ἓν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάβ‐ “βασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; πόσῳ οὖν “διαφέρει ὁ ἄνθρωπος προβάτου;” ἐπάλληλα συμβαίνει τὰ εἰς τὴν λύσιν τοῦ σωματικοῦ σαββάτου συντείνοντα. οὐδὲ γὰρ ἐπὶ | |
τῶν ἀποδείξεων ἔστη μόνον ὁ Κύριος· καίτοιγε ἀπὸ τῶν θειῶν | 293 | |
294 | γραφῶν ἁπάσαις χρησάμενος· ἀλλὰ καὶ θαύματι τὴν ὑπόνοιαν ἀπολύεται. Καὶ λέγει ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, ἔγειραι εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· ἔξεστι | |
5 | σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. Ἠρώτησε γὰρ τοὺς Φαρισαίους περιβλεψάμενος, ὥστε καὶ τῷ ὄμματι αὐτοὺς ἐπισπάσασθαι, εἴπερ ἔξεστιν ἐν σάββασι θερα‐ πεύειν; ψυχὴν σῶσαι ἢ ἀπολέσαι; οἱ δὲ ἐσιώπων. ἤδεισαν γὰρ | |
10 | ὅτι πάντως αὐτὸν ἰάσεται. ἔστησεν οὖν αὐτὸν μέσον, ἵνα τῇ ὄψει αὐτοὺς ἐπικάμψῃ, ἵνα κατακλασθέντες τῇ θέᾳ τὴν πονηρίαν ἐκβάλωσι, καὶ τὸν ἄνθρωπον αἰδεσθέντες, παύσωνται τῆς θηριω‐ δίας. καὶ οὗτος μέν φησιν, ὅτι ἠρώτησεν, ὁμοίως δὲ καὶ Λουκᾶς. Ματθαῖος δὲ, ὅτι ἠρωτήθη. εἰκὸς δὲ ἀμφότερα γεγενῆσθαι. ὁ δὲ | |
15 | Ἰησοῦς ἐπισυνάπτει τῷ λόγῳ τὸ θαῦμα, εἰπὼν τῷ ἀνθρώπῳ, ἔκτεινον τὴν χεῖρα· καὶ παραχρῆμα ἐξέτεινεν, ὑγιὴς ἀπὸ μόνης γενόμενος φωνῆς. καὶ διὰ πάντων τούτων ἀπολογισάμενος, ὑπὲρ τῶν μαθητῶν ὁμοῦ, καὶ τὴν καθ’ ἑαυτὸν ἀγωγὴν ἀνωτέραν ἔδειξε τοῦ νόμου πολύ. οἱ δὲ διὰ τὸ θαῦμα προστιθέασι τῇ πονηρίᾳ, καὶ | |
20 | αὔξουσι τὴν κακίαν, καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ τὴν διάνοιαν πεπωρωμένην ἔχοντες ἑκουσίως· ὃ γὰρ ἐπὶ προβάτου συγκεχωρῆσθαι ἐνόμιζον, ἀτόπως ἐκώλυον ἐπὶ ἀνθρώπου, ἐφ’ ᾧ πολλῷ μᾶλλον ἔδει τὴν ἀργίαν παραιτεῖσθαι διὰ τὴν ἴασιν, ὅσῳ καὶ τιμιώτερος. πήρωσιν οὖν αὐτοῖς εἰργάζετο διανοίας ὁ | |
25 | φθόνος. ὁ γὰρ ὄντως Θεοῦ νόμος οὐδαμῶς κωλυτικός ἐστι τοῦ καλοῦ, εἰ καὶ συμβολικῶς ἀργίαν ἐπὶ τοῦ σαββάτου προσέταττεν. Καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπού‐ μενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, ἔκτεινον τὴν χεῖρά σου· καὶ ἐξέτεινε, καὶ | |
30 | ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. Τὸ δὲ λυπεῖσθαι τὸν Ἰησοῦν ἐπὶ τῇ πωρώσει αὐτῶν ἁρμόσει τῇ | |
οἰκονομίᾳ ἣν δι’ ἡμᾶς ἑκουσίως κατεδέξατο. | 294 | |
295 | Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν. καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γα‐ λιλαίας ἠκολούθησεν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν | |
5 | τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολὺ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὑτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ | |
10 | ἅψωνται, ὅσοι εἶχον μάστιγας· καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτον αὐτῷ καὶ ἔκραζε, λέγοντα ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ. καὶ πολλὰ ἐπετίμα αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι. “Καὶ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ” ὑπὲρ τοῦ | |
15 | μὴ βιάζεσθαι τὴν τοῦ πράγματος φύσιν· ὅπερ ἦν ἐν τῷ παρεῖναι μὲν τοῖς πολεμοῦσι, μὴ πάσχειν δὲ ὑπ’ αὐτῶν. ἅμα δὲ καὶ αὐτοῖς ἐκείνοις, ἐφ’ ὅσον ἐνδέχεται, χαρίζεται, μὴ θᾶττον ἐνόχους τῇ Χριστοφονίᾳ γενέσθαι. ἐν τῷ εἰπεῖν δὲ τὸν Εὐαγγελιστὴν τὸ “πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν αὐτῷ καὶ ἀπὸ τῆς | |
20 | “Ἰουδαίας καὶ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν “τοῦ Ἰορδάνου, καὶ περὶ Τύρον καὶ Σιδῶνα πλῆθος πολὺ, ἀκούσαντες “ἦλθον πρὸς αὐτὸν, καὶ εἶπεν τοῖς μαθήταις αὐτοῦ ἵνα πλοιάριον “προσκαρτερήσῃ αὐτῷ διὰ τὸν ὄχλον, καὶ μὴ θλίβωσιν αὐτὸν, “πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψων‐ | |
25 | “ται ὅσοι εἶχον μάστιγας καὶ τὰ ἑξῆς.” ταῦτα εἴρηκεν ὁ Εὐαγ‐ γελίστης περιληπτικώτερον ἅπαντα βουληθεὶς εἰπεῖν. οὐδὲ γὰρ πρὸς φιλοτιμίαν ποιοῦνται τοὺς λόγους, ἐπαίροντες εἰς ὕψος τοῖς κατὰ μέρος διηγήμασι τὰ γενόμενα· τοὐναντίον δὲ καὶ συστέλ‐ λοντες διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν. εἰ γὰρ ἅπαντα γραφῇ | |
30 | ἐπεχείρησαν παραδοῦναι, ὅπερ ἦν ἀμήχανον, “οὐδὲ αὐτὸν οἶμαι | |
“τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία,” κατὰ τὴν τοῦ θεο‐ | 295 | |
296 | λόγου Ἰωάννου φωνήν. πλὴν ὅτι ἐξάκουστον ἐγένετο πάσαις ταύταις ταῖς χωραῖς τὰ κατὰ τὸν Ἰησοῦν, πολύς τε ὄχλος συνέρρει, τοῦτο μὲν πρὸς θέαν τῶν γινομένων καὶ ἱστορίαν τοῦ Ἰησοῦ· τοῦτο δὲ καὶ παντοίαις νόσοις συνεχομένους ἐπιφερόμενοι, | |
5 | ὅπως τύχωσι τῆς ἰάσεως. ὡς δ’ ἐθεάσατο αὐτοὺς ὁ Ἰησοῦς ἥσθη αὐτῶν ἐπὶ τῇ σπουδῇ, καὶ καλὴν ἀπῄτησεν τῶν καμάτων αὐτοῖς τὴν ἀμοιβὴν, τοὺς ἀρρώστους αὐτῶν πάντας ἰασάμενος. ἐπιτιμᾷ δὲ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις βοῶσιν· “ὅτι σὺ εἶ ὁ Υἱὸς “τοῦ Θεοῦ,” καὶ τὸν ἑαυτῶν δεσπότην ἐπιγινώσκουσι διὰ τῆς | |
10 | προσκυνήσεως, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι, καὶ τῶν Γραμμα‐ τέων καὶ Φαρισαίων ἐπὶ πλεῖον διεγείρωσι τὴν μανίαν, καὶ τὰς ὀργὰς καὶ τὸν φθόνον ἐκκαύσωσι· ταμιευόμενος τὸ παθεῖν κατὰ τὸν ὡρισμένον ὑπ’ αὐτοῦ καιρόν. | |
14t | ΚΕΦ. Η. | |
15t | Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς. | |
16 | Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. καὶ ἐποίησε δώδεκα ἵνα ὦσι μετ’ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύττειν. | |
20 | Ἀναβαίνει εἰς τὸ ὄρος, ὥς φησιν ὁ Λουκᾶς, προσεύξασθαι. πανταχοῦ γὰρ ὡς ἐπίπαν τοῖς θαύμασι τὴν εὐχὴν ἐπιτίθησιν, οὐχ ὡς ἀσκῶν ἀρετὴν, ἀλλ’ ἵνα ἡμεῖς μάθωμεν διανυκτερεύειν ἐν προσ‐ ευχῇ τοῦ Θεοῦ, καὶ τῶν ὑφ’ ἡμῶν γενομένων καλῶν αὐτὸν αἴτιον καὶ ποιητὴν καὶ συνεργὸν ὑπολαμβάνειν, καὶ ἀνυμνεῖν τὸν τῶν | |
25 | ἀγαθῶν δοτῆρα· ἴσως δὲ καὶ ἕτερόν τι οἰκονομῶν καὶ τοὺς ἡγου‐ μένους διδάσκων τῆς ἐκκλησίας πρὸ τῶν γινομένων ὑπ’ αὐτῶν χει‐ ροτονιῶν διανυκτερεύειν ἐν προσευχῇ, ὅπως μὴ ματαία γένηται αὐτοῖς ἡ προβολή. αὐτὸς γὰρ ὡς Θεὸς ἐπιστάμενος τὰς ἁπάντων καρδίας καὶ τὰ μέλλοντα εἰδὼς ἀκριβῶς, τῶν ἑαυτοῦ Ἀποστόλων, | |
30 | οὕτω τὴν προβολὴν ἐποιήσατο· εἰ καὶ τὸν Ἰούδαν ἑκουσίως προ‐ | 296 |
297 | είλετο, ἵνα δείξῃ ὡς οὐ φύσει εἰσὶ σωζόμενοι καὶ ἀπολλύμενοι· ἀλλ’ ἕκαστος ἑαυτὸν σωτηρίας ἢ ἀπωλείας ἀποδείκνυσιν ἄξιον. ὅτι γὰρ ᾔδει ὡς προδότης ἔσεται Ἰούδας, διδάσκει τὰ εὐαγγέλια. γενομένης οὖν, κατὰ τὸν Λουκᾶν, ἡμέρας, προσκαλεῖται οὓς ἠθέ‐ | |
5 | λησε, καὶ ἐκλεξάμενος ἐξ αὐτῶν δώδεκα (ἦσαν γὰρ πλείους οἱ παρόντες) Ἀποστόλους ὠνόμασεν, εἰς παρασκευὴν τοῦ πράγματος καὶ εἰς τὸ μέλλον ὑπ’ αὐτῶν πληρωθήσεσθαι ἔργον, δοὺς αὐτοῖς δύναμιν (τοῦτο γὰρ ἡ ἐξουσία) θεραπεύειν τὰς νόσους καὶ δαί‐ μονας ἀπελαύνειν. εἶτα λέγει καὶ τὰ ὀνόματα, ἵνα μὴ σφάλῃς | |
10 | περὶ τὰς προσηγορίας, ἵνα μὴ ὁ τυχὼν εἴπῃ Ἀπόστολος γεγονέναι. καί φησιν ὡς ἐπέθηκεν ὄνομα τῷ Σίμωνι ὄνομα Πέτρον, ἵνα προλάβῃ τὸ ἔργον ἡ κλῆσις προφητικῶς. Πέτρος γὰρ αὐτὸν κέκληκεν, ἐπειδὴ ἐν πέτρᾳ ἤμελλεν οἰκοδομεῖν, ἐπειδὴ ἀρραγὴς ἣν ὁ λόγος καὶ ἡ πίστις ἀσάλευτος. καὶ τοὺς υἱοὺς Ζεβεδαίου | |
15 | Ἰάκωβον, καὶ Ἰωάννην ἐπονομάζει Βοανεργὲς, ὅ ἐστιν υἱοὶ βροντῆς, διὰ τὸ μέγα καὶ διαπρύσιον ἠχῆσαι τῇ οἰκουμένῃ τῆς θεολογίας τὰ δόγματα· καὶ τόνδε, καὶ τόνδε, ἵνα μάθῃς τοὺς δώδεκα. Καὶ ἔρχονται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν. καὶ | |
20 | ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη. Ὅτε τοίνυν ἐξελέξατο, ἔρχεται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν· καὶ ἀκού‐ σαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτὸν, ἔλεγον γὰρ ὅτι | |
25 | ἐξέστη. τίνες ἀκούσαντες, ἢ πόθεν ἐξῆλθον, οὐ σαφῶς διηγήσατο. νομίζων οὖν περὶ τῶν Φαρισαίων καὶ Γραμματέων λέγειν τὸν Εὐαγγελιστὴν, ὡς ἀκούσαντες περὶ αὐτοῦ καὶ τοῦ περιεστῶτος αὐτὸν ὄχλου, ὑπὸ βασκανίας ἐκβακχευθέντες εἰς ὀργὴν, ἔδραμον αὐτὸν ἐπισχεῖν, ἐκεῖνο ὑπολαμβάνοντες πάσχειν ὅπερ αὐτοὶ | |
30 | πεπόνθασι. μανία γὰρ σαφὴς καὶ φρενῶν ἔκστασις τὸν τῶν τοιού‐ | |
των θαυμάτων ποιητὴν, καὶ ψυχῶν εὐεργέτην, καὶ θεϊκῆς σοφίας | 297 | |
298 | διδάσκαλον, ὑπολαμβάνειν ἐξίστασθαι. ὅθεν ἐπάγει περί τινων φησι σαφῶς διηγούμενος ὅτι οἱ γραμματεῖς κ. τ. ἑ. Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον, ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν | |
5 | δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ἐπειδὴ ἀντιλέγειν οὐκ εἶχον τοῖς γινομένοις, ἑτέρως αὐτὸν διαβάλλειν ἐπειράσθησαν, ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμο‐ νίων φήσαντες ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· ὥστε εὐγνωμονέ‐ στερα τῶν ἀρχόντων τὰ πλήθη. τοῖς μὲν γὰρ ἐμποδίζει περὶ τὴν | |
10 | δικαίαν κρίσιν ἡ φιλοδοξία· τοῖς δὲ ἀνεπισκότητος ἡ διάνοια κατὰ τοῦτο· ὅπου δὲ οὐκ ἐπισκοτεῖται ὁ νοῦς, ὀξύτερον ὁρᾷ, καὶ πρὸς τὴν ἐπίγνωσιν τοῦ Κυρίου προάγονται· οἱ δὲ τοῦ νόμου διδάσκαλοι συκοφαντοῦσι, καὶ πρᾶγμα τοῖς θείοις διδάγμασιν ἐναντιώτατον ὑπὸ τοῦ πονηροῦ λύσιν ἐννοοῦσι γίνεσθαι. | |
15 | Καὶ προσκαλεσάμενος αὐτοὺς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη· καὶ εἰ ὁ Σατανᾶς ἀνέ‐ | |
20 | στη ἐφ’ ἑαυτὸν, μεμέρισται, καὶ οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει. Σφόδρα ἀπὸ τῶν παραδειγμάτων ἰσχυρὰν ἐποιήσατο τὴν ἀπό‐ δειξιν τοῦ μηδὲ δυνατὸν εἶναι τοῦτο γενέσθαι ὅπερ ἐκεῖνοί φασιν· ἀνάγκη γὰρ τὴν μερισθεῖσαν βασιλείαν ὑπὸ τῶν ἐμφυλίων πολέμων | |
25 | ἢ πάντως πλεῖστον ὅσον ἑαυτῆς ἐλάττονα γίνεσθαι· τὸ δ’ αὐτὸ καὶ ἐπὶ οἰκίας καὶ πόλεως ἐστὶν ἰδεῖν ὁμοίως συμβαῖνον. οὐκοῦν καὶ ἡ τοῦ Σατανᾶ βασιλεία, εἴπερ ἐφ’ ἑαυτὴν μεμέρισται, καὶ ὁ Σατα‐ νᾶς τὸν Σατανᾶν ἀπελαύνει τῶν ἀνθρώπων, ἤγγικεν ἡ κατάλυσις τῶν δαιμόνων, ὡς ἔοικε· τὸ μὲν γὰρ κράτος αὐτοῖς ἐν τῷ τῶν | |
30 | ἀνθρώπων κρατεῖν. εἰ δὲ τοῦτο αὐτοὶ ἑαυτοῖς ἀφαιροῦσιν, οὐδὲν | |
ἕτερόν ἐστιν εἰπεῖν ἢ τὴν βασιλείαν αὐτοῖς λελύσθαι. εἰ δὲ συνέ‐ | 298 | |
299 | στηκεν ἡ βασιλεία τοῦ πονηροῦ, καὶ κρατεῖ τῶν ἐν ἀνθρώποις ἔτι, δῆλος ὡς οὐ διῃρέθη καθ’ ἑαυτῆς. Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυ‐ | |
5 | ρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. Οὐκοῦν ἐπειδὴ σκεύη τῶν δαιμόνων γεγόνασιν οἱ ἀνθρώποι διὰ τὰς κακίας ὑπὸ τὴν ἐκείνων καταστάντες ἐξουσίαν, ἀδύνατον ἦν ἀφαιρεθῆναι τοὺς δαίμονας τὴν οἰκείαν κτῆσιν, ἀλλ’ ἢ πρότερον αὐτῶν ἡττηθέντων, καὶ δεσμοῖς περιβληθέντων εἰς τὸ μὴ δύνασθαι | |
10 | αὖθις ὑπὲρ τῶν ἰδίων διαμάχεσθαι κτημάτων. τοῦτο δὲ ὑπὸ τῶν δαιμόνων οὐκ ἄν ποτε ἐγένετο· ἐπεὶ μηδὲ οἷόν τε ἦν ἐκείνους ἑαυ‐ τοὺς ἀφελέσθαι τῆς ἐξουσίας αὐτῶν τοὺς ἀνθρώπους. Ἀμὴν λέγω ὑμῖν, Ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρ‐ τήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας | |
15 | ἂν βλασφημήσωσιν· ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ’ ἔνοχός ἐστιν αἰωνίου κρίσεως· ὅτι ἔλεγον, Πνεῦμα ἀκά‐ θαρτον ἔχει. Ὥσπερ ἐνταῦθα ἡ ἄφεσις τῶν ἁμαρτιῶν οὐκ ἀνεμφάτως εἴρη‐ | |
20 | ται τῆς μετανοίας, οὕτως καὶ τὸ κατὰ τοῦ Πνεύματος βλάσφημον οὐκ ἀνεπίδεκτον πάντως τὴν μετάγνωσιν ἕξει· σκληρὸν γὰρ τοῦτο καὶ ἀνεπίγνωμον πάντη· καὶ τῆς τοῦ πάντας ἀνθρώπους ἐλαύ‐ νοντας ἐπὶ σωτηρίαν φιλανθρωπίας. Τὴν εἰς τὸν Θεὸν βλασφημίαν ἀσύγγνωστον εἶναί φησι τῷ | |
25 | τοῦ Πνεύματος ὀνόματι· ὥσπερ γὰρ ἡ τοῦ Πνεύματος ἐνέργεια βασιλεία Θεοῦ· οὕτως καὶ ἡ βλασφημία ἡ κατὰ τούτου κατὰ Θεοῦ γίνεται. ἀσυγχώρητον δὲ εἶναι λοιδορίαν Θεοῦ, ὡς ἐν ἑαυτῇ συγγνώμην οὐκ ἔχουσαν. τὴν γὰρ εἰς υἱὸν ἔχειν πρὸς σύγκρισιν ἐκείνης, καθ’ ὃ νενόμιστο τότε, καὶ ἑώρατο ἄνθρωπος ὢν, καὶ δι’ | |
30 | εὐτελείας ἐλθὼν καὶ γένους εὐκαταφρονήτου· τὸ δὲ μήτε ἐπὶ τοῦ | |
παρόντος αἰῶνος μήτε ἐπὶ τοῦ μέλλοντος ἀφίεσθαι, τὴν κατὰ νό‐ | 299 | |
300 | μον ἑρμηνεύει κρίσιν καὶ τὴν μέλλουσαν. ὅτε γὰρ νόμος τὸν καταρώμενον Θεὸν θανατοῦσθαι κελεύει, καὶ ὁ Κύριος ἐπιψηφιεῖ‐ ται τῷ νόμῳ, συγγνώμην ἐπὶ τῷ τοιούτῳ μὴ διδούς. παρασεσιω‐ πημένη δὲ ἐν τούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ | |
5 | καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι. μεταξὺ γάρ πως εὑρίσκεται αὕτη τῆς τε ἐν τῷ αἰῶνι τούτῳ καὶ τῆς μελλού‐ σης κατακρίσεως, ὅτι πᾶς ὁ βαπτιζόμενος ἔξεισιν ἀπὸ τοῦ αἰῶνος τούτου, καὶ μεταξὺ πῶς παρούσης καὶ τῆς μελλούσης ζωῆς ἐξε‐ τάζεται· καὶ οὕτω παραίτησιν τῆς ἐκ νόμου κατακρίσεως ἴσχει | |
10 | κατὰ τὸν λέγοντα Παῦλον, “Θεὸς ὁ δικαιῶν, τὶς ὁ κατακρίνων;” οὐκοῦν τὸ τὰ θαύματα καὶ τὴν τῶν δαιμόνων κατάλυσιν, ἃ μόνου τοῦ Πνεύματός ἐστι ποιεῖν, ταῦτα τῷ δαίμονι παρατιθέναι, οὐδε‐ μίαν ὑμῖν ἀπολογίαν ἢ συγνώμην τῆς βλασφημίας καταλείπει. ταῦτα δὲ οὔτε τὴν εἰς ἑαυτὸν βλασφημίαν ἀφίεσθαι ἀποφηνά‐ | |
15 | μενος, οὔτε τοῖς βλασφημοῦσι κατὰ τοῦ Πνεύματος χώραν μετανοίας, εἰ βούλοιντο, ἀφιεὶς οὐδεμίαν, ἀλλ’ ἐν παραθέσει τὴν εἰς αὐτὸν βλασφημίαν, ὡς εἰς ἄνθρωπον τότε γίνεσθαι μόνον δοκούσαν, ἐλάττονα φάσκων εἶναι, ὅταν τῇ βλασφημίᾳ τοῦ Ἁγίου συγκρίνηται Πνεύματος. | |
20 | Ἔρχονται οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν, φωνοῦντες αὐτόν. καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, Ἰδοὺ, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε. καὶ ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μή‐ | |
25 | τηρ μου ἢ οἱ ἀδελφοί μου; καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί. Δείκνυσιν ὅτι πάσης προτιμᾷ συγγενείας τοὺς κατὰ τὴν | |
30 | πίστιν οἰκείους· ταῦτα δὲ ἔφη οὐκ ἀποδοκιμάζων πάντως τὴν μη‐ | |
τέρα καὶ τοὺς ἀδελφούς· ἀλλὰ δεικνὺς ὅτι πάσης σωματικῆς | 300 | |
301 | συγγενείας προτιμᾷ τῆς ψυχῆς τὴν οἰκειότητα· διὰ τούτου κἀκείνους στέργων ταῦτα ἐπάγοιντο· πρὸς γὰρ τὸν οἰόμενον ὡς ἐπὶ σπουδαιότερον καλεῖν αὐτὸν τῶν οἰκείων τὴν ὁμιλίαν, ἀναγ‐ καῖον ἦν τοῦτο εἰπεῖν, ὁμοῦ καὶ εἰς διδασκαλίαν τῶν παρόντων. | |
5 | ἄλλως δέ φησιν ὅτι μήπω τότε πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελ‐ φοὶ αὐτοῦ, ὡς μανθάνομεν παρὰ Ἰωάννου. παρὰ δὲ τοῦ Μάρκου, ὅτι ὡς ἐξεστηκότα κατέχειν ἐπείρουν. ἐπειδὴ γοῦν τοιαύτης ἥσαν διανοίας, καὶ ὁ Κύριος αὐτῶν οὐχ ὡς οἰκείων ἐμνήσθη· μαν‐ θάνομεν δὲ ὅτι καὶ τοῦ Χριστοῦ κατὰ Πνεῦμα συγγενεῖς καθι‐ | |
10 | στάμεθα. | |
11t | ΚΕΦ. Θ. | |
12t | Περὶ τοῦ σπόρου παραβολή. | |
13 | Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολὺς, ὥστε αὐτὸν ἐμ‐ | |
15 | βάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν. καὶ ἐδί‐ δασκεν αὐτοὺς ἐν παραβολαῖς πολλὰ, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὑτοῦ. Κάθηται πρὸς τῇ θαλάσσῃ τῆς ἐν μέσοις ὄχλοις διατριβῆς | |
20 | ὑφιστάμενος· καὶ οὐδ’ οὕτως εὐρυχωρία καταλείπεται διὰ τὴν τοῦ πλήθους συνδρομὴν, ἀλλ’ ἐπὶ τὸ πλοῖον ἀναβαίνει. πρὸς γὰρ τὴν χρείαν αἱ πράξεις καλῶς γίνονται. διδάσκει τοίνυν ἐκ θαλάττης τοὺς ἐπὶ γῆς ἑστηκότας· συνήθως δὲ διὰ πλοίου, καὶ οὐκ αὐτῆς τῆς θαλάττης ἐπιβεβηκὼς, καίτοι δυνάμενος, ἵνα μήτε τῆς | |
25 | ἀκροάσεως ἐκβάλῃ διὰ τῆς ἐκπλήξεως, μήτε θαυματουργὸς μᾶλ‐ λον ἢ διδάσκαλος φαίνηται· τὸ γὰρ περιττὸν καὶ οὐ κατὰ φιλαν‐ θρωπίαν γινόμενον παράδοξον, ἄκαιρον εἶχε τὴν θαυματουργίαν· ἐπειδὴ τοίνυν σημεῖα πολλὰ ἐποίησε, πάλιν τὴν ἐκ τῆς διδασκα‐ λίας ὠφέλειαν παρέχει· καὶ κάθηται ἐν τῷ πλοίῳ ἁλιεύων καὶ | |
30 | σαγηνεύων τοὺς ἐν τῇ γῇ. ἐκάθισε δὲ οὕτω. οὐ γὰρ ἁπλῶς αὐτὸ | |
τέθεικεν ὁ Εὐαγγελιστὴς, ἵνα μετ’ ἀκριβείας συνθῇ τὸ θέατρον. | 301 | |
302 | καὶ μηδένα ἀφῇ κατὰ νώτου, ἀλλὰ πάντας ἀντιπροσώπους ἔχει. καθίσας δὲ ἐκεῖ διὰ παραβολῶν φθέγγεται· καὶ πᾶσαι αἱ παρα‐ βολαὶ, ἃς ἐφεξῆς ἐνταῦθα τίθησι, πρόρρησίς εἰσι τῶν ἀπὸ τοῦ κηρύγματος, ἤτοι περὶ τὸ κήρυγμα ἐσομένων· λέγει δὲ αὐτὰ πολ‐ | |
5 | λῶν μὲν ἑτέρων ἕνεκεν, τὴν τούτων προαγόρευσιν ἀναγκαῖαν εἶναι νομίσας αὐτῷ· μάλιστα δὲ ὡς ἂν μὴ καθάπερ οἱ λοιποὶ τῶν διδασκαλίας ἀρξάντων τινὸς, δοκῇ καὶ αὐτὸς ἀγνοίᾳ τῶν ἑξῆς ἐσο‐ μένων κηρύττειν τὸ Εὐαγγέλιον. προλέγει τοίνυν καὶ τοῦ κηρύ‐ γματος τὴν ἐπίδοσιν, καὶ τῶν ἀπειθούντων τὴν φαυλότητα, ἢ μὴ | |
10 | γνησίᾳ διαθέσει τῶν τῷ Εὐαγγελίῳ προσιόντων τὴν χαυνότητα. ἀλλὰ μὴν καὶ τὴν ἐν τούτοις σπουδὴν, ὡς διὰ πάντων δῆλον γενέ‐ σθαι τοῖς ἀκούουσιν, ὅτι σφόδρα εἰδὼς οἷά τινα τὰ περὶ τὸ κή‐ ρυγμα ἔσται, κέχρηται τῇ διδασκαλίᾳ· τῶν σπουδαίων ἕνεκα πάντα διαπραττόμενος. | |
15 | Ἀκούετε. ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτό· ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου | |
20 | δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας· καὶ ἀνέ‐ βησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτὸ, καὶ καρπὸν οὐκ ἔδωκε. καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν | |
25 | ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν. Πρώτην ταύτην παραβολὴν τίθησι ποιοῦσαν τὸν ἀκροατὴν προσεκτικώτερον. ἐπειδὴ γὰρ αἰνιγματωδῶς ἤμελλε διαλέγεσθαι διὰ τὸ εἶναι καὶ Γραμματεῖς καὶ Φαρισαίους ἀναμεμιγμένους τῷ πλήθει, διανίστησι τὴν διάνοιαν τῶν ἀκουόντων πρῶτον διὰ τῆς | |
30 | παραβολῆς· πρὸς τούτοις καὶ ἵνα ἐμφατικώτερον τὸν λόγον ποιήσῃ, ἐν παραβολαῖς φθέγγεται, καὶ ἵνα πλείονα τὴν μνήμην | |
ἐνθῇ, καὶ ὑπ’ ὄψιν ἀγάγῃ τὰ πράγματα. οὕτως καὶ οἱ προφῆται | 302 | |
303 | ποιοῦσιν· ἀνοίγει οὖν ἐν παραβολαῖς τὸ στόμα, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, καί φησιν, “ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.” πόθεν ἐξῆλθεν ὁ πανταχοῦ παρὼν, ὁ πάντα πληρῶν; οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς ἐγγύτερος ἡμῖν γενό‐ | |
5 | μενος διὰ τῆς κατὰ τὴν σάρκα παραμονῆς. ἐπειδὴ γὰρ εἰσελθεῖν οὐκ ἠδυνάμεθα, τῶν ἁμαρτημάτων διατειχιζόντων ἡμῶν τὴν εἴσο‐ δον, αὐτὸς ἔρχεται πρὸς ἡμᾶς. ἐξῆλθεν οὖν σπεῖραι τὸν τῆς εὐσε‐ βείας λόγον· σπόρον γὰρ ἐνταῦθα τὴν διδασκαλίαν φησὶν, ἄρου‐ ραν δὲ τῶν ἀνθρώπων τὰς ψυχάς. καὶ ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν. | |
10 | οὐκ εἶπεν ὅτι αὐτὸς ἔρριψεν, ἀλλ’ ὅτι ἔπεσεν· ὃ δὲ παρὰ τὴν πέτραν· ὃ δὲ ἐπὶ τὰς ἀκάνθας· ὃ δὲ ἐπὶ τὴν γῆν τὴν καλήν. τέταρτον οὖν μέρος ἐσώθη· καὶ οὐδὲ τοῦτο ἐπίσης καρποφορεῖ. ἀλλὰ κἀνταῦθα πολλὴ ἡ διαφορά· ταῦτα δὲ ἔλεγε, δηλῶν ὅτι μετ’ ἀφθονίας ἅπαντα διελέγετο· καθάπερ ὁ σπείρων οὐ διαιρεῖ | |
15 | τὴν ὑποκειμένην γῆν, ἀλλ’ ἁπλῶς καὶ ἀδιακρίτως βάλλει τὰ σπέρματα· οὕτω καὶ αὐτὸς ἅπασι διελέγετο, τὰ παρ’ ἑαυτοῦ πληρῶν, καίτοι προειδὼς τὰ ἐσόμενα· ἵνα λέγῃ, “τί ἐμὲ ἔδει “ποιῆσαι καὶ οὐκ ἐποίησα;” καὶ οἱ μὲν προφῆται ὡς περὶ ἀμπέ‐ λου διαλέγονται τῷ δήμῳ, οὗτος δὲ ὡς περὶ σπόρου, δηλῶν ὅτι | |
20 | ταχεῖα νῦν ἅπασιν ὑπακοὴ καὶ εὐκολωτέρα, καὶ εὐθέως τὸν καρπὸν δώσει. ὅταν δὲ ἀκούσῃς, ἐξῆλθεν ὁ σπείρων σπείραι, μὴ ταυτο‐ λογίαν νομίσῃς· ἐξέρχεται γὰρ πολλάκις ὁ σπείρων, καὶ ἐφ’ ἕτε‐ ρον πρᾶγμα, ἢ ἀνανεῶσαι, ἢ τὰς πονηρὰς ἐκτεμεῖν βοτάνας, ἢ ἄλλο τι ἐπιμελήσασθαι· αὐτὸς δὲ ἐπὶ τὸ σπεῖραι. πόθεν οὖν τὸ | |
25 | πλέον ἀπώλετο τοῦ σπόρου; οὐ παρὰ τὸν σπείροντα, ἀλλὰ παρὰ τὴν ὑποδεχομένην γῆν, τοῦτ’ ἐστι, παρὰ τὴν ἀκούουσαν ψυχήν. καὶ τί δήποτε οὐ προφανῶς τοῦτο φησι; ὅτι οὐ βούλεται αὐτῶν σφόδρα καθικέσθαι, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμβάλλειν, ἀλλὰ καταλιμπάνει τῷ συνειδότι τῶν ἀκουόντων τὸν ἔλεγχον· ταύτην | |
30 | δὲ λέγει τὴν παραβολὴν τοὺς μαθητὰς ἀλείφων καὶ παιδεύων, | |
κᾂν πλείους τῶν δεχομένων τὸν λόγον οἱ ἀπολλύμενοι ὦσι, μὴ | 303 | |
304 | καταπίπτειν. καὶ γὰρ ἐπὶ τοῦ δεσπότου σου τοῦτο γέγονε· καὶ ὁ πάντα προειδὼς ἐπιστάμενος ταῦτα ἔσεσθαι, οὐκ ἀπέστη τοῦ σπόρου. καὶ ὁ μὲν γεωργὸς εἰκότως ἂν ἐγκαλοῖτο ὅπου δήποτε ῥίπτων τὸν σπόρον, ὁ δὲ διδάσκαλος πολὺν σχοίη τὸν ἔπαινον. | |
5 | ὁ μὲν γὰρ γεωργὸς εἰκότως ἂν ἐγκαλοῖτο τοῦτο ποιῶν· οὐ γὰρ ἔνι τὴν πέτραν γενέσθαι γῆν, οὐδὲ τὴν ὁδὸν μὴ εἶναι ὁδὸν, ἢ μὴ εἶναι ἀκάνθας· ἐπὶ δὲ τῶν λογικῶν οὐχ οὕτως. δυνατὸν γὰρ τὴν πέτραν μεταβληθῆναι καὶ γίνεσθαι γῆν λιπαρὰν, καὶ τὴν ὁδὸν μηκέτι καταπατεῖσθαι, μηδὲ προκεῖσθαι τοῖς περιοῦσιν ἅπασιν, | |
10 | ἀλλ’ ὡς ἄρουραν πίονα γίνεσθαι, καὶ τὰς ἀκάνθας ἀφανισθῆναι καὶ πολλῆς ἀπολαύειν ἀδείας τὰ σπέρματα. εἰ γὰρ μὴ ἐξῆν, οὐκ ἂν ἔσπειρεν οὕτως. σὺ δέ μοι σκόπει, ὅτι οὐ μία τῆς ἀπω‐ λείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι· οἱ μὲν γὰρ τῇ ὁδῷ ἐοικότες οἱ ῥάθυμοι καὶ ὀλίγωροι· οἱ δὲ τῇ πέτρᾳ ἀσθενέστεροι, μονονουχὶ | |
15 | μηδενὸς ἐπηρεάσαντος τὴν διδασκαλίαν μαρανθῆναι, πόσῳ μᾶλ‐ λον καὶ πειρασμῶν ἐπικειμένων· οἱ δὲ ἐν ταῖς ἀκάνθαις, πολλῷ τούτων ἀσυγγνωστότεροι. ὑστέραν δὲ τίθησι τὴν καλὴν γῆν, οὐκ ἀφιεὶς ἀπογνῶναι, ἀλλὰ διδοὺς ἐλπίδας μετανοίας· καὶ ὅτι δυνα‐ τὸν ἐκ τῶν εἰρημένων εἰς ταύτην μεταβαλεῖν· καίτοι εἰ καὶ ἡ γῆ | |
20 | καλὴ, καὶ ὁ σπορεὺς εἷς, καὶ τὰ σπέρματα τὰ αὐτά. Διατί ὁ μὲν ρ ὁ δὲ ξ ὁ δὲ λ; ἐνταῦθα πάλιν παρὰ τὴν φύσιν τῆς γῆς ἡ διαφορὰ, τουτέστι παρὰ τὴν γνώμην. πολλὴ δὲ ἡ φιλανθρωπία τοῦ γεωργοῦ, ὅτι καὶ τοὺς πρώτους ἀποδέχεται, καὶ τοὺς δευτέρους οὐκ ἐκβάλλει, καὶ τοῖς τρίτοις δίδωσι χώραν. | |
25 | Καὶ ἔλεγεν, Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν. καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται. | |
30 | Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ | |
αὐτοῦ, ἴδιον αὐτοῦ τὸν λόγον ἔδειξε καὶ οὐκ ἀλλότριον. οὐκ ἔστι | 304 | |
305 | γὰρ Πέτρου ἢ Παύλου ἡ διδαχὴ, ἀλλὰ τοῦ Σωτῆρος· “ἐξῆλθεν “γάρ,” φησιν, “ὁ σπείρων σπεῖραι τὸ σπέρμα αὐτοῦ·” ἔλεγεν δὲ καὶ ὁ Σωτὴρ, “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν “ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς·” ἐκεῖνος γὰρ μόνος ἀληθὴς | |
5 | διδάσκαλος, ὁ δίχα τοῦ μαθεῖν διαλεγόμενος. ταῦτα μὲν ὁ Σωτὴρ ἐλάλει καὶ ἡρμήνευσεν· “ὅτε δὲ ἐγένετο καταμόνας ἠρώτησαν “αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα,” καὶ τὰ ἑξῆς. Ἵνα εἴπῃ, ὅτι ὑμεῖς ἄξιοι ὄντες ἅπαντα μαθεῖν τὰ πρὸς διδασκαλίαν συντείνοντα τοῦ κηρύγματος, μαθήσεσθε καὶ τῶν παραβολῶν τὴν | |
10 | σαφήνειαν· πρὸς δὲ τούτους κατὰ παραβολῶν κέχρημαι τῇ δι‐ δασκαλίᾳ· ἐπειδὴ μηδὲ ἄξιοι μαθεῖν εἰσι, διὰ τὴν κακίαν τοῦ τρόπου. οὔτε γὰρ ἀγνοῶν Ἰουδαίους ἀπιστήσαντας ἦλθε πρὸς αὐτοὺς ὁ Κύριος, οὔτε πάντα πρὸς τὴν πίστιν ἐνάγων αὐτοὺς, ἀλλὰ τοῖς μὲν σημείοις δυσωπῶν, ἰκανοῖς οὖσι καὶ τοὺς πάνυ | |
15 | σκληροὺς καὶ ἀσυνέτους ἐνάγεσθαι· ἵνα διὰ τούτων εἶεν ἀναπο‐ λόγητοι περὶ τῆς ἀπιστίας· τὴν δὲ διὰ γνώσεως προαγωγὴν οὐ παρέχων, ὅτι τοῦ κατὰ τὸν νόμον, ὃν ἔλαβον, μὴ παρέχοντες τὴν ὑπακοὴν, οὐ δίκαιον κρῖναι τοῦ καινοῦ λόγου μετασχεῖν, ἀλλ’ ἐκα‐ τέρων ἀφαιρεθῆναι. ἐν μὲν γὰρ τῷ νέῳ καὶ ὁ παλαιός· ὅπου δὲ ὁ | |
20 | νέος οὐκ ἔστιν, οὐδὲ ὁ παλαιὸς ἔτι χώραν ἔχειν δύναται. δείκνυσιν οὖν τῷ παραδείγματι τῶν ὑπηκόων μαθητῶν ὅτι δι’ ἀντιλογίαν ἀνάξιοι τῆς σαφοῦς διδασκαλίας οἱ λοιποί. τὸ δὲ ὅλως λαλεῖν διὰ παραβολῶν, καὶ μὴ παντελῶς ἀποσιωπᾷν, ἐπιδείκνυσιν ὅτι τοῖς μὴ προσιοῦσι πλησίον τοῦ ἀγαθοῦ, καὶ εἰ φανείη τὸ ἀγαθὸν | |
25 | δι’ ἑαυτοῦ, ἀμυδρῶς μᾶλλον ἢ ἐναργῶς φαίνεται· ὥσπερ καὶ σώ‐ ματος εἶδος τοῖς πόρρωθεν ἑστῶσι, σαφῶς οὐ καταλαμβάνεται. οὐδὲ βούλεσθέ, φησι, παρασχεῖν τοῖς διὰ τέλους ἀπείθεσι τὴν τῆς σοφίας ἀνάπτυξιν· ὅταν γάρ τις ἐπάγηται προαίρεσιν εὐσεβῆ καὶ γνώμης ὀρθότητα, λήψεται μετὰ πολλῆς τῆς περιουσίας τῶν ἀπο‐ | |
30 | κρύφων τὴν ἀποκάλυψιν· ὅταν δὲ μηδὲν ὑγιὲς φρονῇ, οὐδὲ τῶν προχείρων τοῖς πολλοῖς ἀξιοῦται δέξασθαι τὴν ἀκρόασιν. | |
Ἵνα βλέποντες βλέπωσι, καὶ μὴ ἴδωσι· καὶ ἀκού‐ | 305 | |
306 | οντες ἀκούωσι, καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα. Εἶτα καὶ τῇ ἐπαγωγῇ τῆς προφητικῆς φωνῆς τὴν κακίαν αὐτῶν ἐλέγχει, ὡς πόρρωθεν κηρυττομένην. “βλέποντες γὰρ οὐ | |
5 | “βλέψουσι. καὶ οὐ μὴ ἴδωσι. καὶ ἀκούσονται καὶ οὐ μὴ συνιῶσι·” οὐδὲ γὰρ βουληθήσονται τὴν χάριν αὐτοῦ παραδέξασθαι. διό φησιν, “ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε· καὶ ταῖς ἀνομίαις ὑμῶν “ἐξαπέστειλα μητέρα ὑμῶν. διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· “ἐκάλεσα καὶ οὐκ ἦν ὁ ἐπακούων.” τὸ μὲν οὖν βλέψαι ὑπῆρχεν | |
10 | αὐτοῖς ἀπὸ τῆς χάριτος τοῦ ὀφθέντος· τὸ δὲ μὴ ἰδεῖν συμβέβηκεν ἀπὸ τοῦ αὐτοὺς μῦσαι τοὺς ἑαυτῶν ὀφθαλμοὺς, καὶ προσποιη‐ θῆναι μὴ βλέπειν. ὁμοίως δὲ καὶ τὸ μὴ ἀκοῦσαι ἀπὸ τοῦ μὴ βούλεσθαι συνιέναι τὰ λεγόμενα, ἀλλὰ καταφρονεῖν τῶν λεγο‐ μένων. καὶ οὕτως συμβήσεται αὐτοῖς τὸ μὴ ἀπαλλαγῆναι τῶν | |
15 | οἰκείων ἁμαρτημάτων, ἀλλ’ ἀντιπαθῶς ἔχειν πρὸς τὴν ἑαυτῶν σωτηρίαν. Καὶ ἔλεγεν αὐτοῖς, μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ, ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; | |
20 | Ὁ βουλόμενος τὸν λύχνον ἐφαρμόζειν καὶ τοῖς τελειοτάτοις τῶν τοῦ Ἰησοῦ μαθητῶν, δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ τοῦ Ἰωάννου λελεγμένων· ὅτι ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. ἀλλὰ καὶ τὸ, “ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸς,” ἀναφερόμενον ἐπὶ τὸν ἐν ἐκάστῳ νοῦν πᾶσιν ἀνθρώποις ἐφαρμόσει. | |
25 | ἀλλὰ καὶ “ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι “καιόμενοι,” πρὸς πάντας εἴρηται τοὺς μαθητὰς τοῦ Ἰησοῦ. φήσει τις οὖν ἐπὶ τὴν ἐνεστηκυῖαν ζωὴν ἀναφέρεσθαι τὸ εἰρημένον περὶ τοῦ μὴ δεῖν τὸν ἀναφέντα λύχνον ἐν τῇ ψυχῇ λογικὸν κρύπτειν αὐτὸν, ἀλλ’ ἐπιτιθέναι λυχνίᾳ· εἰς σύμβολον ἧς Μωσῆς ἐν τῇ | |
30 | σκήνῃ ἀπέθετο τοῦ μαρτυρίου. χρὴ οὖν τὸν λύχνον μὴ ὑπὸ τὸν μοδιον τοῦ σιτομετρίου εἶναι· μοδίῳ γὰρ σιτομετρείσθωσαν ὑπὸ | |
τοῦ πιστοῦ καὶ φρονίμου οἰκονόμου οἱ σύνδουλοι, βλεπέτωσαν δὲ | 306 | |
307 | τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου τῇ λυχνίᾳ καὶ εἰς φανερὸν τοῦ λόγου προαγομένου οἱ ἐν τῇ οἰκίᾳ πάντες τῆς ἐκκλησίας. ἀλλ’ οὐδὲ ὑπὸ τὴν κλίνην τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς σκεύους ὑποκάτω. τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται | |
5 | τῶν εἰσπορευομένων εἰς τὴν οἰκίαν, οἷς δεῖ προστίθεσθαι τὸν λύχνον, οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαμπρῷ καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν φύσιν ἔχοντα· καθ’ ἣν κατεσκεύασεν αὐτὸν ὁ δημιουργός· λύχνου δεομένου τῆς ἀπὸ τοῦ λόγου καὶ σοφίας καὶ τῆς ἀληθείας τοῦ ἀληθινοῦ φωτὸς | |
10 | ἀνάψεως. καὶ νομιστέον τὴν “ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι” ἐντολὴν, ὑπὸ μὲν τῶν προνοουμένων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον, καὶ μετέχοντα τοῦ εἰπόντος “ἐγὼ φῶς εἰς τὸν “κόσμον ἐλήλυθα,” πληροῦσθαι. οἱ γὰρ καίοντες τὸν λύχνον καὶ τιθέντες ἐπὶ τὴν λυχνίαν, ἵνα λάμπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, προ‐ | |
15 | τρέψονται καὶ τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν. δυνάμει οὖν τοῦτό φησιν, ἐγὼ μὲν ἦψα τὸ φῶς, τὸ δὲ μεῖναι καιόμενον τῆς ὑμετέρας ἔστω σπουδῆς, οὐ δι’ ὑμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐγῆς ἀπολαύειν, καὶ πρὸς τὴν ἀλήθειαν | |
20 | χειραγωγεῖσθαι. ἐὰν γὰρ ὑμεῖς ᾖτε μετὰ ἀκριβείας βιοῦντες, οὐ δυνήσονται αἱ κατηγορίαι συσκιάσαι ὑμῶν τὴν λαμπάδα. Οὐ γάρ ἐστί τι κρυπτὸν, ὃ ἐὰν μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα εἰς φανερὸν ἔλθῃ. Πάλιν δὲ αὐτοὺς διὰ τούτων εἰς ἀκρίβειαν ἄγει βίου, παι‐ | |
25 | δεύων ἐναγωνίους εἶναι ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κειμένους, καὶ ἐν μέσῳ τῆς οἰκουμένης θεάτρῳ ἀγωνιζομένους. μὴ γὰρ δὴ τοῦτο εἰδῆτε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἔσμεν μέρει. οὕτω γὰρ ἔσεσθε κατάδηλοι πᾶσιν, ὡσανεὶ λύχνος ἐν οἰκίᾳ ὑπὲρ τῆς λυχνίας φαίνων. ποῦ νῦν οἱ τῇ δυνάμει | |
30 | τοῦ Χριστοῦ διαπιστοῦντες; ἀκουέτωσαν ταῦτα, καὶ τῆς προφη‐ τείας τὴν δύναμιν ἐκπλαγέντες, προσκυνείτωσαν αὐτοῦ τὴν ἰσχύν. διὰ τοῦτο γὰρ καὶ προσεκτικωτέρους ποιῶν τοὺς ἀκούοντας, | |
ἐπιφέρει, | 307 | |
308 | Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Ἐννόησον γὰρ ἡλίκα ὑπέσχετο τοῖς οὐδὲ ἐν τῇ χώρᾳ γνωρίμοις οὖσι τῇ αὐτῶν, ὅτι γῆ καὶ θάλασσα αὐτοὺς εἴσεται, καὶ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἥξουσιν οὐ φήμῃ μόνον, ἀλλὰ καὶ τῇ | |
5 | τῆς εὐεργεσίας ἐνεργείᾳ. Καὶ ἔλεγεν αὐτοῖς, βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. | |
10 | Ἐπιφέρει “βλέπετε τι ἀκούετε.” νήψατε πρὸς τὸ μέτρον τῆς ὑπακοῆς, καὶ ἡ γνῶσις δοθήσεται, καὶ ὅσον ἂν βούληταί τις σοφίας, ἐπισπάσηται τῇ προθυμίᾳ, πρὸς ὃ δίδωσι μέτρον ἀντι‐ λαμβάνων· οὐδὲ γὰρ ἄμετρον ἐν ἀνθρώποις ἐστὶ χρηστὸν ἢ φαῦλον. διόπερ κατὰ τὴν ἀναλογίαν “οὗ ἐμετρήσαμεν μετρηθήσεται ἡμῖν, | |
15 | “μέτρῳ καλῷ σεσαλευμένῳ, πεπιεσμένῳ, ὑπερεκχυνομένῳ, ἀποδο‐ “θησομένῳ εἰς τὸν κόλπον ἡμῶν.” Ὃς γὰρ ἂν ἔχῃ πόθον καὶ προθυμίαν τοῦ ἀκούειν καὶ αἰτεῖν, δοθήσεται αὐτῷ· ὃς δ’ ἂν οὐκ ἔχῃ θείας ἀκροάσεως ἔρωτα, διὰ τῆς καταφρονήσεως, καὶ εἴ τι ἔδοξεν ἔχειν τί νόμου γραπτοῦ, ἀρθή‐ | |
20 | σεται ἀπ’ αὐτοῦ, κατὰ τὸ, “ἀρθήσεται ἡ βασιλεία τῶν οὐρανῶν “ἀφ’ ὑμῶν, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.” αἰνιττόμενος τοὺς ἐν εἰδήσει καυχωμένους τοῦ Μωσαϊκοῦ νόμου, καὶ βύοντας τὰ ὦτα τοῦ μὴ ἀκούειν τῆς τοῦ Κυρίου διδα‐ σκαλίας. | |
25 | Βασιλείαν Θεοῦ τὴν εἰς αὐτὸν πίστιν καλεῖ, καὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ κατὰ τὴν οἰκονομίαν φησιν· κατὰ τὸ, “ἤγγικεν “ἡ βασιλεία τῶν οὐρανῶν,” καὶ, “ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς “ὑμῶν ἐστι,” τοῖς μαθηταῖς εἰρημένον. αὕτη οὖν ἔοικεν, “ὡς “ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς.” καὶ ἄνθρωπος γάρ | |
30 | ἐστι, καὶ τίς γνώσεται αὐτόν; Θεὸς γὰρ ὣν, καὶ υἱὸς Θεοῦ πρὸ | |
αἰώνων ὑπάρχων, ἄνθρωπος ἀτρέπτως γέγονε δι’ ἡμᾶς, σπείρας τὴν | 308 | |
309 | γῆν καὶ τὸν ἅπαντα κόσμον φωτίσας τῷ τῆς θεογνωσίας λόγῳ· καὶ οἱονεὶ καθεύδει ἀναληφθεὶς, ἢ ὡς ἀλλαχοῦ φησιν, ἀπεδήμησεν· ἀναμένων διὰ τῆς μακροθυμίας καὶ ἀνεξικακίας καρποφορῆσαι τοὺς δεξαμένους καὶ ὁσημέραι δεχομένους τὸν σπόρον καὶ σωτήριον | |
5 | λόγον. ἐγείρεται δὲ νύκτα καὶ ἡμέραν κατὰ τὸ εἰρημένον, “ἐξε‐ “γέρθητι, ἵνα τί ὑπνοῖς Κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς “τέλος,” τοῖς τῆς προνοίας λόγοις διεγείρων ἡμᾶς ὑπὲρ καρπο‐ φορίαν, διὰ τῶν δεξιῶν ὅπλων τῆς δικαιοσύνης καὶ χρηστοτέρων· τοῦτο γὰρ ἡ ἡμέρα καὶ τὸ φαιδρὸν τῆς χρηστότητος· καὶ διὰ τῶν | |
10 | ἀριστερῶν καὶ σκαιοτέρων· τοῦτο γὰρ ἡ νὺξ, τῶν τε διωγμῶν καὶ τῆς παιδείας τὸ σκυθρωπὸν ὑπομένουσα. διὰ τούτων γὰρ ὁ σπόρος βλαστάνει τε καὶ μηκύνεται. τὸ δὲ, “ὡς οὐκ οἶδεν αὑτὸς,” ἵνα εἴπῃ τῷ αὐτεξουσίῳ τῶν δεχομένων τὸν λόγον βουλήματι ἐπιτρέπων τὴν ἐργασίαν, καὶ μὴ τὸ πᾶν αὐτὸς κατεργαζόμενος· ἵνα μὴ | |
15 | ἀκούσιον ἡμῶν ᾖ τὸ ἀγαθόν. ὅθεν ἐπάγει, “αὐτομάτως γὰρ ἡ γῆ “καρποφορεῖ,” οὐκ ἀνάγκης τὸ αὐτεξούσιον βιαζομένης, οὐ περιφορᾶς ἄστρων καὶ τύχης ἢ εἱμαρμένης, κατὰ τὸν τῶν ἐμπλήκτων λόγον, ἀλλὰ προαιρέσεως προιούσης εἰς τοῦτο. καρποφορεῖ δὲ πρῶτον χόρτον νόμῳ φύσεως, καὶ ταῖς κατὰ μικρὸν ἀναβάσεσι προϊοῦσα | |
20 | εἰς τελείωσιν· ἐπειδὴ καὶ ὡς νήπια γάλα ποτίζονται οἱ νεωστὶ τοῦ λόγου μετέχοντες, καὶ ἀναπίπτουσιν ἐπὶ τὸν χόρτον, οἱ ὡς ἀσθενοῦντες ἐσθίουσι λάχανα καὶ τῆς ἀλογωτέρας τροφῆς ἀπο‐ λαύουσι τῶν κριθινῶν ἄρτων. εἶτα φέρει καὶ στάχυν τὸν προσ‐ αγόμενον τῷ θυσιαστηρίῳ τοῦ Κυρίου καὶ εἰς δράγμα γινόμενον | |
25 | τῶν ἐρχομένων ἐν ἀγαλλιάσει καὶ αἰρόντων τὰ δράγματα αὑτῶν. ὅταν δὲ παραδῷ ὁ καρπὸς, καὶ αἳ χῶραι λευκανθῶσι πρὸς θερισμὸν, ἐκτείνει τὸ δρέπανον ὁ καλὸς γεωργὸς, ἵνα συναγάγῃ τὸν σῖτον εἰς τὰς ἀποθήκας. οὐδὲ γὰρ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν τὸ ἀνθῆσαι μόνον ὡς χόρτος, διὰ τῆς ὑπακοῆς, ἀλλὰ καὶ ἀνδρείας, ἵνα ὡς | |
30 | καλάμη σίτου ἱστάμεθα τῶν πνεόντων ἀνέμων περιφρονοῦντες, ἢ τῶν πειρασμῶν, εἰς ὕψος τείνοντες τῆς ψυχῆς τὸ ἀνάστημα· καὶ | |
μνήμης δὲ διηνεκοῦς, ἵνα ὡς στάχυς ὠδινήσωμεν τὸν καρπὸν, καὶ | 309 | |
310 | τῇ ἐπεξεργασίᾳ τῆς ἀρετῆς τέλειον αὐτὸν ἀποδείξωμεν, τοῦ θερί‐ ζοντος τὴν χεῖρα πληροῦντα, καὶ εἰς εὐλογίαν Κυρίου τηρούμενον. θερισμὸς δ’ ἂν εἴη ὁ τῆς συντελείας καιρός. δρέπανον “ὁ τοῦ Θεοῦ “λόγος ζῶν τε καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν | |
5 | “δίστομον, καὶ διϊκνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, “ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.” ὁ πάντα ἔχων γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. ἐνταῦθα γὰρ τὸ δρέπανον οὐ τιμωρίαν τινὰ καὶ ἀρὰν δηλοῖ, ὡς ἐν τῷ προφήτῃ Ζαχαρίᾳ, ἐπεὶ μὴ ἰσχύει κατὰ τῶν καρποφορούν‐ | |
10 | των· “ἡ γὰρ ἀξίνη πρὸς τῇ ῥίζᾳ κεῖται τῶν μὴ ποιούντων καρπὸν “καὶ εἰς πῦρ βαλλομένων.” αὕτη δὲ ἡ δρεπάνη εἰς χεῖρας τίθησι τοῦ θερίζοντος, ἵνα μὴ ἀπόληταί τι τοῦ σίτου. σημειῶσαι δὲ ὅτι ἐνταῦθα ἐπὶ τὸν τοιοῦτον καρπὸν αὐτὸς ἀποστέλλει τὸ δρέπανον· ἐν δὲ τῇ παραβολῇ τῶν ζιζανίων “τοὺς Ἀγγέλους αὐτοῦ ἀποστέλλει | |
15 | “συναγαγεῖν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς “ποιοῦντας τὴν ἀνομίαν· ἵνα βάλωσιν αὐτὰ εἰς τὴν κάμινον τοῦ “πυρός.” οὐδὲ γάρ εἰσιν ἄξιοι τῆς δεξιᾶς τοῦ ὑψίστου. αὕτη τοίνυν ἡ παραβολὴ περὶ τῶν δικαίων εἴρηται μόνων. ἡ δὲ πρώτη τέσσαρα τίθησι τάγματα, τριῶν διαφόρως ἀπολλυμένων, καὶ ἑνὸς | |
20 | σωζομένου κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς ἐργασίας. τρεῖς γὰρ καὶ τούτου εἴρηκε διαφοράς· ἐνταῦθα δὲ μίαν μόνην τέθηκε τῶν σωζομένων διαφορὰν, τὰς τρεῖς εἰς μίαν συνάγων. ἅπασαι γὰρ φέρουσι σῖτον, κᾂν μὴ ὁμοίως ἀλλήλαις. Καὶ ἔλεγε, τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; | |
25 | ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν; ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάν‐ των τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς. καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ | |
30 | τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. | |
καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν | 310 | |
311 | λόγον, καθὼς ἠδύναντο ἀκούειν. χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς. κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς αὑτοῦ ἐπέλυε πάντα. Βραχὺς ὁ τῆς πίστεως λόγος ἐν κόσμῳ διὰ τοῦ κηρύγματος, | |
5 | καὶ τῶν πώποτε γενομένων ἐν ἀνθρώποις δογμάτων ἐν βραχυτάτοις οὗτος ἐπαγγέλλεται ῥήμασιν· ἡ δὲ ἐν τοῖς τελείοις λαλουμένη σοφία πλατύνει καὶ αὐξάνει τὸν λόγον, ἅτε δὴ μόνον ἐν ἀληθείᾳ πλατυνόμενόν τε καὶ αὐξανόμενον. μεῖζον δὲ ἀληθείας οὐδέν. Εἶθ’ οἱ μετέωροι τὸ φρόνημα, καὶ τοῖς ἰδίοις ἐπαιρόμενοι λόγοις | |
10 | ἐφίενται τῆς ὑπὸ τὸν ἀληθῆ λόγον σκιᾶς, καὶ καταφεύγουσιν ἐπ’ αὐτῆς. εἶτα συντομίᾳ χαίρων οὗτος ὁ μακάριος Εὐαγγελιστὴς, τῶν παραβολῶν ὑποδείξας τὸ εἶδος ἐπιφέρει, “καὶ τοιαύταις “παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς” καὶ τὰ ἑξῆς. Ἀρίστου ἐστὶ διδασκάλου πρὸς τὴν ἕξιν τῶν ἀκουόντων ποιεῖ‐ | |
15 | σθαι τοὺς λόγους, καὶ μήτε ῥίπτειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· μήτε διὰ τῆς σαφηνείας τῶν ἀπορρήτων εἰς κατα‐ φρόνησιν παρατιθέναι τὰ οὕτω μεγάλα. δεικνὺς δὲ ὁ Ματθαῖος ὡς οὐκ αὐτὸς καινοτομεῖ τὸ τοιοῦτον εἶδος τῶν λόγων, εἰσάγει τὸν προφήτην τοῦτον προαναφωνοῦντα τῆς διδασκαλίας τὸν | |
20 | τρόπον. Διδάσκων δὲ ἡμᾶς τοῦ Χριστοῦ τὴν γνώμην, ὅτι οὐχ ἵνα ἀγνό‐ ωσιν, ἀλλ’ ἵνα αὐτοὺς εἰς ἐρώτησιν ἄγῃ διελέγετο, ἐπήγαγεν, “καὶ “τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς·” καὶ ὅμως οὐδεὶς αὐτὸν ἠρώτησεν, καίτοιγε τοὺς προφήτας πολλάκις ἠρώτουν· οὗτοι | |
25 | δὲ οὐδὲν τοιοῦτον ἐποίουν. τὸ δὲ “κατ’ ἰδίαν τοῖς μαθηταῖς αὐτοῦ “ἐπέλυεν πάντα” νοήσωμεν, ὅτι πάντα ὅσα παρ’ αὐτοῦ ἐζήτουν μαθεῖν, ὡς τὴν παραβολὴν τοῦ σπόρου καὶ τὴν τῶν ζιζανίων. τὰς γὰρ λοιπὰς ἀφῆκεν ἀνερμηνεύτους, εἰπὼν πρὸς αὐτοὺς, “συνήκατε ταῦτα πάντα; οἱ δὲ εἶπον, ναὶ Κύριε.” σύνεσιν γὰρ | |
30 | ἐπεζήτει παρὰ τῶν ἀκουόντων ὁ Κύριος. μάθημα γὰρ κατέχεται | |
τὸ νοούμενον, τὸ δὲ μὴ νοηθὲν ἀφαρπάζεται καθάπαν. ἤδη προ‐ | 311 | |
312 | εῖπεν ἐν τῇ παραβολῇ. ὅθεν, εἰ κατεσχήκασι τὸ σπέρμα τὸ θεῖον διὰ τῆς συνέσεως, ἀναγκαίως ἐπερωτᾷ· ἡ δὲ ἐπερώτησις οὐκ ἐξ ἀγνοίας, ἀλλὰ πρὸς τὴν τῆς προσοχῆς διέγερσιν, καὶ πρὸς τὴν οἰκείαν τῶν ἀκροατῶν κατασκευήν· καὶ παραβολαὶ μὲν τὰ εἰρη‐ | |
5 | μένα καὶ δεόμενα σαφηνείας· οἱ δὲ ἐκ τῶν εἰρημένων πρότερον καὶ νενοημένων συνίασι καὶ ταῦτα· καὶ διὰ τοῦτο, φησὶν, ἐπέλυεν αὐτοῖς πάντα. | |
8t | ΚΕΦ. Ι. | |
9t | Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. | |
10 | Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενο‐ μένης, διέλθωμεν εἰς τὸ πέραν. καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ’ αὐτοῦ. καὶ γίνεται λαίλαψ ἀνέμου μεγάλη· τὰ δὲ χύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε | |
15 | αὐτὸ ἤδη γεμίζεσθαι. Ὁ μὲν Μάρκος ἀπαλλάττων ἑαυτὸν τοῦ ἀπαιτηθῆναι τῶν χρόνων τὴν τάξιν, οὕτως εἶπεν, ὁμοίως δὲ καὶ ὁ Λουκᾶς. ὁ δὲ Ματθαῖος οὐχ οὕτως· ἀλλὰ καὶ ἀκολουθίαν ἐνταῦθα διατηρεῖ. οὐδὲ γὰρ οὕτως πάντες πάντα ἔγραφον. ταῦτα δὲ εἴρηται ἵνα μὴ | |
20 | τὴν παράλειψιν διαφωνίαν τις εἶναι νομίζῃ. τοὺς μὲν οὖν μαθη‐ τὰς μεθ’ ἑαυτοῦ ἔλαβεν, τοὺς ὄχλους ἀφεὶς, ἤγουν προπέμψας. παρέλαβε δὲ οὐ μάτην οὐδὲ εἰκῆ· ἀλλ’ ὥστε ποιῆσαι θεατὰς τοῦ μέλλοντος ἔσεσθαι θαύματος, καὶ ἵνα μὴ μέγα φρονῶσιν, ὅτι τοὺς ἄλλους πέμψας, αὐτοὺς κατέσχεν, ἀφίησι κλυδωνισθῆναι· τοῦτό | |
25 | τε, κατορθῶν καὶ πειρασμοὺς φέρειν γενναίως. ὁ μὲν οὖν Ματθαῖός φησιν ὅτι ἐκάθευδεν· ὁ δὲ Μάρκος καὶ πῶς ἐκάθευδεν εἶπεν, ὅτι ἐν προσκεφαλαίῳ, ἁπλῶς δεικνὺς τὸ ἄτυφον, καὶ πολλὴν ἐντεῦθεν ἡμᾶς παιδεύων φιλοσοφίαν. τοῦ κλυδωνίου τοίνυν διεγερθέντος, διε‐ γείρουσιν αὐτὸν λέγοντες, διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύ‐ | |
30 | μεθα; ὁ δὲ Ἰησοῦς διεγερθεὶς, τῇ θαλάσσῃ ἐπετίμησε καὶ τοῖς | 312 |
313 | μαθηταῖς, δείξας ἐντεῦθεν, ὅτι θαρρεῖν χρὴ, κᾂν μεγάλα διεγεί‐ ρηται τὰ κύματα, καὶ ὅτι πάντα συμφερόντως οἰκονομεῖ. καὶ γὰρ τὸ θορυβηθῆναι συμφερόντως ἐγίνετο, ὥστε μεῖζον φανῆναι τὸ θαῦμα, καὶ διηνεκῆ γενέσθαι τοῦ συμβάντος τὴν μνήμην. διὰ τοῦτο | |
5 | καὶ καθεύδει. εἰ γὰρ ἐγρηγορότος ἐγένετο, ἢ οὐκ ἂν ἐφοβήθησαν, ἢ οὐκ ἂν παρεκάλεσαν, ἢ οὐδὲν ἐνόμισαν αὐτὸν δύνασθαι τι τοιοῦ‐ τον ποιεῖν. διὰ τοῦτο καθεύδει, διδοὺς καιροὺς τῇ δειλίᾳ, καὶ τρα‐ νοτέραν αὐτοῖς ποιῶν τὴν αἴσθησιν τῶν γινομένων. ἐπεὶ οὖν πάντας εἶδον εὐεργετηθέντας, αὐτοὺς δὲ οὐδενὸς ἀπολελαυκότας, ὕπτιοι | |
10 | ἦσαν· ἔδει δὲ αὐτοὺς διὰ τῆς οἰκείας αἰσθήσεως ἀπολαῦσαι τῶν εὐεργεσιῶν. συγχωρεῖ τὸν χειμῶνα, ἵνα διὰ τῆς ἀπαλλαγῆς σα‐ φεστέραν λάβωσιν αἴσθησιν τῆς εὐεργεσίας. διὰ τοῦτο δὲ οὐδὲ παρόντων ἄλλων τοῦτο ποιεῖ, ὥστε μὴ καταγνωσθῆναι αὐτοὺς ὀλι‐ γοπιστίᾳ, ἀλλ’ αὐτοὺς μόνους λαβὼν διορθοῦται. οὐδὲ γὰρ τὴν | |
15 | προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλ’ ὅτι μὲν δύναται διε‐ γερθεὶς ἐπιτιμᾷν ᾔδεσαν, ὅτι δὲ καὶ καθεύδων, οὐδέπω. διὸ καὶ ἐπιτιμῶνται πολλάκις, ὡς ὅταν λέγῃ, “ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί “ἐστε;” μὴ τοίνυν θαυμάσῃς, εἰ τῶν μαθητῶν ἀτελέστερον διακει‐ μένων, οἱ ὄχλοι οὐδὲν μέγα ἐφαντάζοντο. ἐθαύμαζον γὰρ λέγον‐ | |
20 | τες, “ποταπός ἐστιν ὁ ἄνθρωπος οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ ὁ “ἄνεμος αὐτοῦ ὑπακούει;” ὁ δὲ Χριστὸς οὐκ ἐπετίμησεν ὅτι ἄνθρω‐ πον αὐτὸν ἐκάλουν· ἀλλ’ ἀνέμενε αὐτοὺς διὰ τῶν σημείων διδάσκειν, ὅτι πεπλανημένη ἦν αὐτῶν ἡ ὑπόληψις. πόθεν δὲ ἄνθρωπον αὐτὸν ἐνόμιζον; ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ ὕπνου, καὶ τοῦ πλοίου | |
25 | κεχρῆσθαι. διὰ δὴ τοῦτο εἰς ἀμηχανίαν ἐξέπιπτον λέγοντες, ποταπός ἐστιν; ὁ μὲν γὰρ ὕπνος καὶ τὸ φαινόμενον ἄνθρωπον ἐδείκνυ· ἡ δὲ θάλασσα καὶ ἡ γαλήνη Θεὸν ἐνέφῃνε. μόνῳ γὰρ ἐπιτάγματι πᾶσαν εὐθὺς τὴν ζάλην διέλυσεν. οὐκ εὐχῆς δεηθεὶς, οὐ ῥαβδὸν ὡς Μωσῆς ἐπανατεινάμενος, ἀλλ’ ὡς δεσπότης ἐπι‐ | |
30 | τάττων θεραπαινίδι, καὶ ὡς δημιουργὸς κτίσματι. ἐπειδὴ δὲ ἀπέβη | |
τῆς θαλάσσης, διαδέχεται θαῦμα ἕτερον φοβερώτερον. | 313 | |
314(1t) | ΚΕΦ. ΙΑ. | |
2t | Περὶ τοῦ Λεγεῶνος. | |
3 | Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. | |
5 | Ἐλθόντι δὲ εἰς τὴν χώραν τῶν Γερασηνῶν, ἤτοι τῶν Γεργεση‐ νῶν, καὶ τὰ ἑξῆς. οὔτε Γαδαρηνῶν οὔτε Γερασηνῶν τὰ ἀκριβῆ ἔχει τῶν ἀντιγράφων, ἀλλὰ Γεργεσηνῶν. Γάδαρα γὰρ πόλις ἐστὶ τῆς Ἰουδαίας, περὶ ἣν τὰ διαβόητα θερμὰ τυγχάνει· λίμνη δὲ κρημνοῖς παρακειμένη οὐδαμῶς ἔστιν ἐν αὐτῇ, ἢ θάλασσα. καὶ | |
10 | Γέρασα δὲ τῆς Ἀραβίας ἐστὶ πόλις, οὔτε θάλασσαν οὔτε λίμνην πλησίον ἔχουσα· καὶ οὐκ ἂν οὕτω προφανὲς ψεῦδος καὶ εὐέλεγκτον οἱ Εὐαγγελισταὶ εἰρήκεισαν, ἄνδρες ἐπιμελῶς γινώσκοντες τὰ περὶ τῆς Ἰουδαίας. Γέργεσα τοίνυν ἐστὶν ἀφ’ ἧς οἱ Γεργεσηνοὶ, πόλις ἀρχαία περὶ τὴν νῦν καλουμένην Τιβεριάδα λίμνην, περὶ | |
15 | ἣν κρημνὸς παρακείμενος τῇ λίμνῃ, ἀφ’ ἧς δείκνυται τοὺς χοίρους ὑπὸ τῶν δαιμόνων καταβεβλῆσθαι. ἑρμηνεύεται δὲ ἡ Γέργεσα, παροικία ἐκβεβληκότων, ἐπώνυμος οὖσα τάχα προφητικῶς, οὗ περὶ τὸν σωτῆρα πεποιήκασι, παρακαλέσαντες αὐτὸν μεταβῆναι ἐκ τῶν ὁρίων αὐτῶν οἱ τῆς χώρας πολῖται. καὶ ταῦτα Ὠριγένης | |
20 | φησὶν ἐν τῷ ἑκτῷ τόμῳ τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν. Καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι. διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ’ αὐτοῦ τὰς ἀλύσεις, καὶ τὰς πέδας συν‐ | |
25 | τετρίφθαι· καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι. καὶ δια‐ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. Ἰστέον δὲ ὡς Μάρκος μὲν καὶ Λουκᾶς ἕνα φασὶν εἶναι τὸν | |
δαιμονιζόμενον, Ματθαῖος δὲ δύο· τοῦτο δὲ οὐ διαφωνίαν ἐμφαίνει. | 314 | |
315 | εἰ μὲν γὰρ εἶπον ὅτι εἷς μόνος ἢν, ἐδόκουν ἀμφιβάλλειν τῷ Ματ‐ θαίῳ. εἰ μὲν δὲ οἱ μὲν περὶ τοῦ ἑνὸς, ὁ δὲ περὶ τῶν δύο διελέχθη, οὐ μάχης τὸ εἰρημένον, ἀλλὰ διαφόρου διηγήσεως. καὶ γὰρ ἔμοιγε δοκεῖ τὸ χαλεπώτερον τούτων ἐπιλεξάμενοι εἰρηκέναι. διὸ καὶ | |
5 | τραγικώτερον ἀπαγγέλλει τὴν συμφοράν· οἷον ὅτι τὰ δεσμὰ καὶ τὰς ἁλύσεις διαρρήξας ἐπλανᾶτο κατὰ τὴν ἔρημον. ὁ δὲ Μάρ‐ κος, καὶ τοῖς λίθοις ἔκοπτεν ἑαυτόν φησι. συνέβαινε δὲ καὶ ἀμ‐ φοτέρων ὁμοίως ὄντων χαλεπῶν, ἁπλῶς εἰπεῖν ὅτι δαιμονιζόμενος, μὴ ἀκριβολογησάμενοι περὶ τὸν ἀριθμὸν, ἐπεὶ μηδὲ συντελεῖν | |
10 | τοῦτο ἐνόμιζον εἰς τὸ μείζονα τοῦ ποιήσαντος φανῆναι τὴν δύναμιν. ὁ γὰρ τὸν ἕνα θεραπεύσας τοιοῦτον ὄντα, οὐδὲ δύο οὐδὲ πλείονας ὁμοίως διακειμένους θεραπεύειν ἀδύνατος ἦν. Ἔλεγε γὰρ αὐτῷ, ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. | |
15 | Ἐπειδὴ τοίνυν ἄνθρωπον αὐτὸν ὡμολόγησαν, ἦλθον οἱ δαίμονες τὴν θεότητα ἀνακηρύττοντες. καὶ οἱ τῆς θαλάσσης κυμαινούσης καὶ πάλιν ἡσυχαζούσης οὐκ ἀκούσαντες, ἤκουον τῶν δαιμόνων ταῦτα βοώντων, ἅπερ ἐκείνη διὰ τῆς γαλήνης ἔκραζεν. εἶτα ἵνα μὴ δόξῃ κολακείας τὸ πρᾶγμα εἶναι, ἀπὸ τῆς πείρας τῶν πραγμάτων | |
20 | βοῶσι, λέγοντες, “ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;” διὰ δὴ τὸ πρότερον ὁμολογεῖται ἡ ἔχθρα, ἵνα μὴ ὕποπτος αὐτῶν ἡ ἱκε‐ τηρία γένηται. καὶ γὰρ ἐμαστίζοντο ἀοράτως πιμπράμενοι καὶ τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας ἐκείνης. νομίσαντες δὲ ἤδη τὴν κόλασιν αὐτοῖς ἐφεστάναι, ἔδεισαν ὡς ἤδη εἰς τιμωρίαν | |
25 | ἐμπεσούμενοι. διὸ καὶ ἀξιοῦσι μὴ πρὸ καιροῦ δοῦναι τὴν δίκην. ἐπειδὴ γὰρ κατέλαβεν αὐτοὺς τὰ δεινὰ ἐκεῖνα καὶ παράνομα ἐρ‐ γαζομένους, καὶ τὸ πλάσμα τὸ ἑαυτοῦ παντὶ διαστρέφοντας τρόπῳ καὶ τιμωρουμένους, καὶ ἐνόμιζον αὐτὸν δι’ ὑπερβολὴν τῶν γενομέ‐ νων οὐκ ἀναμενεῖν τὸν καιρὸν τῆς κολάσεως, διὰ τοῦτο παρεκάλουν | |
30 | καὶ ἐδέοντο. καὶ οἱ μηδὲ δεσμῶν ἀνεχόμενοι σιδηρῶν, ἔρχονται | |
δεδεμένοι· καὶ οἱ τὰ ὄρη κατατρέχοντες, εἰς τὰ πεδία ἐξῄεσαν. | 315 | |
316 | Τί δήποτε καὶ τοῖς τάφοις ἐμφιλοχωροῦσιν οἱ δαίμονες; ὀλέ‐ θριον δόγμα τοῖς πολλοῖς ἐνθεῖναι βουλόμενοι, οἷον ὅτι αἱ ψυχαὶ τῶν ἀπελθόντων δαίμονες γίνονται· ὃ μηδέποτε γένοιτο μηδὲ μέχρις ἐννοίας λαβεῖν. ἄλλως δέ, φησιν, εἰ καὶ ἄγαν εἰσὶ μοχθηροὶ τὸν | |
5 | τρόπον οἱ δαίμονες, ἀλλ’ οὖν γε ἴσασιν ὅτι πάντως αὐτοὺς ὑπὲρ τῶν ἁμαρτημάτων μένει τις κόλασις ὕστερον. ὅτι δὲ οὐχ ὁ καιρὸς ἐπέστη τῆς κολάσεως, ῥᾳδίως ἠδύναντο γνῶναι, ἐξ ὧν οὐ τιμωρίᾳ παρεδίδοντο νῦν, ἀλλ’ ὥστε ἀναχωρῆσαι μόνον τῶν ἀνθρώπων συν‐ ώθει αὐτούς. ἔλεγε γὰρ ὁ Σωτὴρ, “ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρ‐ | |
10 | “τον ἐκ τοῦ ἀνθρώπου.” ὡς οὖν καιρὸν ἔχοντες ἃ βούλονται ποιεῖν ἐν τῷ μέσῳ περὶ τοὺς ἀνθρώπους, οὕτω κατεβόων τοῦ Κυρίου, ὡς ἂν πρὸ τοῦ προσήκοντος καιροῦ μάτην αὐτοὺς βιαζομένου καὶ τι‐ μωρίαις ὑπάγοντος. Καὶ ἐπηρώτα αὐτὸν, Τί σοι ὄνομα; καὶ ἀπεκρίθη λέ‐ | |
15 | γων, λεγεὼν ὄνομά μοι· ὅτι πολλοί ἐσμεν. Ἐπηρώτα δὲ αὐτὸν, “τί ὄνομά σοι;” ἐπειδὴ γὰρ ὁ Κύριος ᾔδει τὸ πλῆθος τῶν ἐνοικούντων δαιμόνων, οἱ δὲ ὁρῶντες ἕνα μὲν ἄνδρα ἔβλεπον, μιᾶς δὲ φωνῆς προφερομένης ἤκουον, λέγει, εἰπὲ, τί ὄνομά σοι; ἵνα μὴ αὐτὸς εἴπῃ ὅτι πολλοί εἰσιν, ἀλλ’ | |
20 | αὐτοὶ ὁμολογήσουσιν ὅτι πολλοὶ τυγχάνουσιν· ἀποκρίνεται δὲ, λέγων ὅτι ὄνομά μοι λεγεών. καὶ οὐδὲ λέγει τὸν ἀριθμὸν, ἀλλ’ ἁπλῶς σημαίνει τὸ πλῆθος. οὐδὲν γὰρ ὠφελεῖ εἰς γνῶσιν ἡ ἀκρίβεια. Καὶ παρεκάλει αὐτὸν πολλὰ, ἵνα μὴ αὐτοὺς ἀπο‐ | |
25 | στείλῃ ἔξω τῆς χώρας. “Καὶ παρεκάλει αὐτὸν πολλὰ, ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς “χώρας,” ἢ εἰς τὴν ἄβυσσον ἀπελθεῖν, ὥς φησιν ὁ Λουκᾶς. ἡ γὰρ ἄβυσσος ἀναχώρησίς ἐστι τούτου τοῦ κόσμου. ἀξιοῦσι τοίνυν οἱ δαίμονες μὴ πεμφθῆναι ἔξω τῆς γῆς, μηδὲ ὅπου οὐκ ἔστιν ἄνθρω‐ | |
30 | πος, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ὥστε ὁ Κύριος ἠδύνατο μὲν ἐπιτάξαι αὐτοῖς, | |
συνεχώρησε δὲ αὐτοὺς εἶναι ἐν τῇ γῇ ταύτῃ· ὥσπερ οὖν καὶ τὸν | 316 | |
317 | διάβολον, ἵνα μὴ τοῦ ἀντιπάλου τῇ ἀπουσίᾳ ζημιώσῃ τὴν ἀνθρω‐ πότητα τοῦ στεφάνου τῆς νίκης. Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη. | |
5 | Εἰς δὲ τοὺς χοίρους ἐπέτρεψεν εἰσελθεῖν. ἅπαντες δὲ ὑπὸ τῶν δαιμόνων ἐλασθέντες κατὰ τοῦ κρημνοῦ ῥίψαντες ἑαυτοὺς εἰς τὴν θάλασσαν ἐνέβαλον, ὡς τοὺς βόσκοντας ὁμοῦ τὲ φοβηθῆναι καὶ θαυμάσαι τὸ γινόμενον, καὶ εἰσελθόντας ἀπαγγεῖλαι τοῖς ἐν τῇ πόλει ἅπαντα τὰ γενόμενα. ἐφ’ οἷς εἰκότως ἐκπλαγέντες ἐκεῖνοι, | |
10 | ἐξῆλθον πρὸς τὸν Ἰησοῦν· καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, καὶ παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καθήμενον, καὶ τὸν εὐεργέτην ἐπιγινώσκοντα. καὶ ἐξεπλάγησαν ἐπὶ τῷ γενομένῳ· καὶ τὴν προσήκουσαν ἀπο‐ δόντες ἐν τῇ συναντήσει τιμὴν, παρεκάλεσαν ἐφ’ ἑτέρους μετα‐ | |
15 | βῆναι τόπους, ὡς οὐκ ἄξιοι ὄντες τοσοῦτον ἀγαθὸν ἐπὶ τῆς οἰκείας χώρας ἔχειν, δείσαντες μήπου τι καὶ μεῖζον πάθωσιν ἀπὸ τῆς τοῦ παρόντος δυνάμεως τῶν οἰκείων ἁμαρτημάτων ἕνεκεν. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν, εἶτα ὁ πάσχων οὐκ ἀναχωρεῖ τοῦ Σωτῆρος, ἀλλ’ ἠξίωσεν ἵνα ᾗ σὺν αὐτῷ· οὕτως ἐνέ‐ | |
20 | φηνεν ὥστε καὶ τὸν Σωτῆρα ἐπιγνῶναι καὶ δεδοικέναι μὴ πάλιν ὑποστρέψωσιν οἱ δαίμονες εἰς αὐτόν. Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον. Ὁ δὲ Κύριος ἵνα μὴ δόξῃ διὰ τῆς παρουσίας φυλάττειν μόνον, | |
25 | ἀπέλυσεν αὐτόν· μηδένα, φησὶν, εὐλαβήθητι. ἡ γὰρ παρουσία ἐλαττοῖ τὸ θαῦμα, ἡ δὲ ἀπουσία σημαίνει μειζόνως τὴν ἐνέργειαν. ὑπόστρεφε εἰς τὸν οἶκόν σου, ἔχων παρ’ ἐμοῦ τὸ ἐνέχυρον τῆς σω‐ τηρίας, καὶ διηγοῦ τοῖς ἄλλοις τὸ θαῦμα, ἵνα βεβαιώσῃς τὴν χάριν. ὃ δὴ καὶ ποιῶν διετέλει. ζητεῖται τίνος ἕνεκεν ὁ Κύριος | |
30 | τοῖς δαίμοσι εἰσελθεῖν ἐπιτάττει εἰς τοὺς χοίρους οὕτως αἰτή‐ | |
σασι; μέγιστα κακὰ διετίθεσαν τοὺς ἀνθρώπους οἱ δαίμονες. | 317 | |
318 | ἐντεῦθεν δὲ πολλοὶ, ὡς εἰκὸς, συνεξέταζον πρὸς ἀλλήλους, τίνος ἕνεκεν ταῦτα ποιούντων ἀνέχεται ὁ Θεός; βουληθεὶς οὖν ὁ Κύριος ἅπασι δεῖξαι, καὶ ἥντινα τὴν ὀργὴν κατὰ τῶν ἀνθρώπων οἱ δαί‐ μονες ἔχουσι, καὶ ὅτι πολὺ ἐλάττονα ἢ βούλονται καὶ δύνανται, | |
5 | τοὺς ἀνθρώπους ἐργάζονται κακὰ, τῇ τοῦ Θεοῦ κωλυόμενοι δυνάμει· ἐπὶ μὲν ἀνθρώπων ταύτην οὐ παρείχετο ἀπόδειξιν· ἐπέτρεψε δὲ αὐτοῖς εἰς τοὺς χοίρους εἰσελθεῖν, ὥστε ἀπ’ ἐκείνων τήν τε ὀργὴν φανῆναι τῶν δαιμόνων καὶ τὴν δύναμιν νοεῖν, καὶ ὅτι οἱ τοσούτους χοίρους συντόμως ἀφανίσαντες, οὐκ ἀδύνατοι τὰ αὐτὰ διατιθέναι | |
10 | τοὺς ἀνθρώπους καθεστήκασιν, ὡς διὰ πάντων φανερὰν εἶναι τοῦ Θεοῦ τὴν δύναμιν, κωλύοντος αὐτοὺς ἅπαντα πράττειν εἰς τοὺς ἀν‐ θρώπους ὅσα καὶ βούλονται. | |
13t | ΚΕΦ. ΙΒ. | |
14t | Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. | |
15 | Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτὸν, καὶ ἦν παρὰ τὴν θάλασσαν. καὶ ἰδοὺ ἔρχεται εἷς τῶν ἀρχι‐ συναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ. καὶ παρεκάλει αὐτὸν πολλὰ, | |
20 | λέγων, ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται. καὶ ἀπῆλθε μετ’ αὐτοῦ, καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, καὶ συνέθλιβον αὐτόν. Θαῦμα δὲ πάλιν ἕτερον διαδέχεται. ἄρχων γὰρ τῆς συναγωγῆς | |
25 | ἀπαντᾷ πρὸς τὸν Κύριον, οὐ προλαμβάνων εὐγνωμοσύνῃ τὴν πίστιν, ἀλλ’ ἀναγκαζόμενος ὑπὸ νόσου τῆς θυγατρός. ὄνομα δὲ ἦν αὐτῷ Ἰάειρος. τὸ ὄνομα κεῖται διὰ τοὺς Ἰουδαίους τοὺς εἰδότας τὸ γεγονὸς, ἵνα γένηται τὸ ὄνομα ἀπόδειξις τοῦ θαύματος. παρε‐ κάλει δὲ τὸν Ἰησοῦν ὑπὲρ ἰδίας θυγατρὸς, ἣν Ματθαῖος μὲν τετε‐ | |
30 | λευτηκέναι φησὶ, Μάρκος δὲ τότε μὲν ἀρρωστεῖν δεινῶς, ὕστερον | 318 |
319 | δὲ ἐλθόντος τινὸς τῶν τοῦ ἀρχισυναγώγου, ἐν ὅσῳ ἀπιέναι ὁ Κύριος ἔμελλεν, ἀπαγγεῖλαι ὅτι δὴ τετελεύτηκε, καὶ περιττὸν αὐτῷ τὸ σκύλλειν τὸν διδάσκαλον. ἐπειδὴ γὰρ ὡς διδάσκαλον ἐνόμιζον αὐτὸν καλεῖσθαι, ἵνα ἐλθὼν ἐπεύξηται τῇ παιδὶ, ἐνόμισαν μηκέτι | |
5 | αὐτοῦ χρείαν εἶναι διὰ τὸ τεθνηκέναι αὐτήν. οὐκ εἰδότες ὅτι δυνα‐ τὸς ἦν καὶ ἀποθανοῦσαν ἀναστῆσαι. τοῦτο μὲν οὖν οὕτως ἔχει. Ματθαῖος δὲ τοῦτο τὸ πρᾶγμα μόνον εἶπε γενομένον, ὡς ἂν δι’ ἑκατέρου ὁμοίως ἐκείνου σημαινομένου ὅτι δὴ νεκρὰν ἤγειρεν, συν‐ τόμως εἶπεν ὅτι τετελεύτηκε, παρεὶς τὴν ἀκρίβειαν. ὑπισχνεῖται | |
10 | ὁ Κύριος ἀπελεύσεσθαι καὶ ἀναστήσειν αὐτῷ τὴν παῖδα. εἵποντο δὲ αὐτῷ καὶ οἱ μαθηταί. | |
12t | ΚΕΦ. ΙΓ. | |
13t | Περὶ τῆς αἱμορροούσης. | |
14 | Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα. | |
15 | Ὁ δὲ Ματθαῖος ὁμοίως κᾂν τούτῳ ἑνὸς ἐγένετο, τοῦ τὸ θαῦμα εἰπεῖν, τὴν δὲ ἀκρίβειαν καταλέλοιπεν. ὁ γάρτοι Μάρκος προστί‐ θησιν ὅτι ὁ Κύριος ἐπιστραφεὶς ἠρώτα τὸν ἁψάμενον. ἡ δὲ ὑπὸ τοῦ φόβου κατήγγειλεν ἑαυτὴν, καὶ οὕτως εἶπεν πρὸς αὐτὴν τὸ, “ἡ πίστις σου σέσωκέ σε.” ὁ πιστεύων εἰς τὸν Σωτῆρα ἅπτεται | |
20 | αὐτοῦ· ὁ δὲ ἀπιστῶν θλίβει αὐτὸν καὶ λυπεῖ. ὁ δὲ ἁπτόμενος αὐτοῦ ἕλκει αὐτὸν καὶ ἐπισπᾶται εἰς φιλανθρωπίαν. ἠρνοῦντο δὲ πάντες ἧφθαι αὐτοῦ, οὐ γὰρ ἐπίστευον, ἀλλὰ συνεῖχον αὐτόν. ὅτι δὲ μὴ τὰ ἱμάτια αὐτοῦ ἔσωσεν αὐτὴν, ἐδίδαξεν εἰπὼν, “ἡ πίστις “σου σέσωκέ σε.” οὕτως οὔτε τόπος, οὔτε λόγος, οὔτε τι τῶν | |
25 | ἔξωθεν σώζει, ἀλλ’ ἕκαστον ἡ πίστις αὐτοῦ. θυγάτηρ δὲ χρημα‐ τίζει τοῦ Ἰησοῦ ἡ ἰαθεῖσα τῆς ῥύσεως ψυχικῶς καὶ καθαρισθεῖσα τοῦ πάθους. ἔρχεται λοιπὸν καὶ εἰς τὴν τοῦ ἀρχισυναγώγου οἰκίαν, καὶ ὁρᾷ θρῆνον πολὺ καὶ τὰ λοιπὰ ὅσα δήποτε ἐπὶ τοῖς τελευ‐ τῶσιν ἐξ ἔθους ἐπλήρουν. Κελεύει μὲν οὖν τῷ πλήθει ταῦτα μὴ | |
30 | ποιεῖν, ὡς ἂν τῆς παιδίσκης οὐκ ἀποθανούσης, ἀλλὰ καθευδούσης· | |
ἐδήλου γὰρ ὅτι τοὺς ἀποθανοῦντας οὕτω ῥαδίως ἀνίστησι βουλό‐ | 319 | |
320 | μενος, ὡς ἂν ἕτερος καθεύδοντας· ἅμα δὲ καὶ τὸν κόμπον ἀφαιρεῖ τοῦ πράγματος, καθεύδειν τὴν τεθνηκυίαν εἰπὼν, καὶ μὴ ἄντικρυς ἐπαγγειλάμενος ἀναστήσειν αὐτήν. αὐτὸς μὲν οὖν μεταδιώκει τὸ ἀκόμπαστον· ἡ δὲ τοῦ πράγματος ὑπερβολὴ τὴν φήμην ἐργά‐ | |
5 | ζεται. ἐκβαλὼν γὰρ τὸ πλῆθος ἐκράτησέ τε τῆς χειρὸς τὸ κορά‐ σιον καὶ εὐθὺς ἀνέστη· καὶ πολὺ μὲν ἅπασι γενέσθαι τὸ θαῦμα· διαδοθῆναι δὲ κατὰ πάσης τῆς περιχώρου τὸ γεγονός· πάντων ὡς εἰκὸς τὰ τοιαῦτα μετὰ σπουδῆς ἀπαγγελλόντων. Ἀναγκαῖον δὲ προσθεῖναι καὶ εἰπεῖν, τίνος χάριν φησὶν ὁ Σωτὴρ | |
10 | περὶ τῆς αἱμορρούσης, “τίς μου ἥψατο;” ἵνα νοήσῃς ὅτι παρ’ ἑκόντος ἔλαβε τὴν σωτηρίαν, καὶ οὐ παρ’ ἄκοντος. ᾔδει γὰρ τὴν ἁψαμένην. ἠρώτα δὲ ἵνα ἐλέγξῃ αὐτὴν παρελθοῦσαν, καὶ δημοσιεύσῃ αὐτῆς τὴν πίστιν, καὶ μὴ λάθῃ δύναμις ἐνεργηθεῖσα. “τίς μου ἥψατο;” οὐ χειρὶ ἀλλὰ πίστει. εὐθὺς οὖν Πέτρος, τοσοῦτος ὄχλος περί σε | |
15 | βαδίζει, φησὶ, καὶ λέγεις τίς μου ἥψατο; οὐ γὰρ ᾔδει τὸ γενό‐ μενον· ὁ δὲ Κύριος αὐτῷ ἑρμηνεύει, ἔγνων, λέγων, δύναμιν ἐξελ‐ θοῦσαν. Αἱ δυνάμεις τοῦ Σωτῆρος ἐξερχόμεναι ἐξ αὐτοῦ μεταδί‐ δονται ἑτέροις, οὐ μὴν τοπικῶς ἢ σωματικῶς, ὡς ἀναχωρεῖν αὐτοῦ· ἀσώματοι δὲ οὖσαι, καὶ εἰς ἑτέρους ἐξέρχονται, καὶ ἑτέροις δίδον‐ | |
20 | ται, καὶ οὐκ ἐξίστανται αὐτοῦ. ὥσπερ αἱ ἐπιστῆμαι καὶ παρὰ τῷ διδάσκοντί εἰσι, καὶ τοῖς μανθάνουσι παραδίδονται. οὕτω τοῖς πίστει ἁπτομένοις αὐτοῦ μετὰ τῆς αὐτοῦ βουλῆς τε καὶ κρίσεως δίδονται. καλῶς δὲ οὐκ εἶπεν, ᾐσθόμην, ἀλλ’ “ἔγνων·” οὐ γὰρ αἰσθηταὶ αἱ δυνάμεις αὗται, ἀλλ’ ἀσώματοι. ἥψατό μου τίς, | |
25 | φησι, προσωμίλησέ μοι λογισμῷ, διελέχθη μοι πίστει, ἠρέμα καὶ καταμικρὸν προσελθοῦσα ἔλαβε παρ’ ἐμοῦ τὴν ἴασιν. οὐχ ἥψαντό μου οἱ παραθλίβοντες, οὐ γὰρ λογισμῷ παρεδρεύουσιν. ὁμολο‐ γήσει οὖν ὁ ἁψάμενος τὴν ἐνέργειαν, ἵνα πλέον ὠφεληθῇ καὶ ἀπελθὼν συνίῃ, ὡς οὐ μόνον ἰάθη, ἀλλ’ οὐδὲ ἅπερ διενοήθη | |
30 | ἔλαθεν. αἰσθομένη οὖν ὡς οὐκ ἔλαθε, προσπεσοῦσα αὐτῷ, διηγή‐ σατο, οὐ τῷ εἰδότι ἀλλὰ τοῖς ἀγνοοῦσι· διηγήσατο γὰρ ἐνώπιον | |
παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ, | 320 | |
321 | “θύγατερ.” θυγατέρα καλεῖ τὴν τεθεραπευμένην, πίστεως ἕνεκα· ἡ γὰρ πίστις αὐτῇ τῆς θεραπείας τὸ κρεῖττον καὶ υἱοθεσίαν ἐχα‐ ρίσατο. “ἡ πίστις σου,” γάρ φησι, “σέσωκε σε·” ὥς τε ἐπειδὴ ἔμα‐ θες τῆς σωτηρίας τὴν πίστιν αἰτίαν, αὔξησον τὸ σπέρμα. ἕκαστος | |
5 | γὰρ τοσοῦτον καρποῦται, ὅσον πιστεύει. “ὕπαγε εἰς εἰρήνην, καὶ “ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.” ἰασάμενος αὐτῆς τὸ σῶμα, καὶ τὴν ψυχὴν εὐεργετεῖ, πέμπων αὐτὴν εἰς τέλος ἀγαθὸν, ἐν εἰρήνῃ ἐν ᾗ κατοικεῖν λέγεται ὁ Θεὸς, κατὰ τὸ, “ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος “αὐτοῦ.” καὶ τρίτον αὐτὴν διδάσκει ἀναγκαῖον, ἵνα γνῷ ὅτι οὐ τὸ | |
10 | σῶμα μόνον ἰάθη, ἀλλὰ καὶ τῆς μάστιγος ἀπηλλάγη, τουτέστι τῶν αἰτίων τοῦ σωματικοῦ πάθους, δηλαδὴ τῶν ἁμαρτιῶν. Καὶ διεστείλατο αὐτοῖς πολλὰ, ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν. Σχόλιον Ἄλλο Ἔτι Τινός. Εἰς ἀπόδειξιν τοῦ ἀληθῶς αὐτὴν | |
15 | ἐγηγέρθαι, καὶ οὐ δοκήσει τινὶ καὶ φαντασίᾳ, ἐπιτρέπει τοῦ φαγεῖν αὐτῇ δοθῆναι διαπάντες· τοῦτο γὰρ καὶ αὐτὸς ἀναστὰς ἐκ νεκρῶν ποιεῖ πρὸς βεβαίωσιν τῆς πληροφορίας. Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐ‐ τοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. | |
20 | Ἐπιβαίνει τῆς πατρίδος, οὐκ ἀγνοῶν ὅτι καταφρονήσουσιν αὐτοῦ διὰ τὴν συνήθειαν, ἀλλὰ τὴν ἀγνώμονα καταφρόνησιν ἐξ‐ ελέγχων. Οἱ δὲ τὸ θαυμάσιον τῶν λόγων καὶ τῶν ἔργων τὸ παράδοξον ἐκπληττόμενοι, διὰ ταῦτα μὲν οὐκ ἐτίμησαν, διὰ δὲ τὸ γνώριμον τοῦ σαρκικοῦ γένους ἐξηυτέλισαν· ὅπερ καὶ πάντων | |
25 | τῶν ἀπίστων, ὡς εἰπεῖν, κοινὸν γέγονε πάθος. ὅθεν οὐδὲ εἰς ἀκριβῆ γνῶσιν ἑαυτοῦ ὁ Κύριος ὁδηγεῖ τοὺς τοιούτους. καθάπερ ἐπὶ τῆς πατρίδος πεποίηκε τότε, μὴ προσθεὶς δυνάμεις πλείονας, διὰ τὴν ἀπιστίαν αὐτῶν. τοῖς μὲν γὰρ τὰ πρότερα δεξαμένοις ἐπιδαψι‐ λεύεται καὶ τὰ δεύτερα, καθάπερ ἐπὶ τῶν γνησίων ἐποίει μαθη‐ | |
30 | τῶν, τὰς μείζους ἀεὶ καὶ θαυμασιωτέρας δυνάμεις ἐπιδεικνύς. τοῖς δὲ περὶ τὸ πρότερον δοθὲν ἀγνωμονήσασιν, οὐκέτι τὴν τοῦ | |
δευτέρου προσθήκην ποιεῖται· ἀνωφελῆ τὴν προσθήκην εἰδὼς τοῖς | 321 | |
322 | οὕτως ἔχουσι, καὶ περιττὴν, καὶ οὐχ ἁρμόζουσαν ἑαυτῷ τὴν ἐπί‐ δειξιν. τὸ δὲ, “οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι,” διὰ τὴν ἀπιστίαν τῶν δεχομένων. ἐπειδὴ γὰρ τοῦ συναμφοτέρου χρεία πρὸς τὰς ἰάσεις, καὶ τῆς τῶν θεραπευομένων πίστεως, καὶ τῆς | |
5 | τοῦ θεραπεύοντος δυνάμεως, οὐκ ἐνεδέχετο τὸ ἕτερον, τοῦ συζύγου ἐλλείποντος. οὐκ οἶδα δὲ εἰ μὴ καὶ τοῦτο τῷ εὐλόγῳ προσθετέον. οὐ γὰρ εὔλογος ἴασις τοῖς βλαβησομένοις ἐξ ἀπιστίας. “καὶ “περιῆγε κὰς κωμὰς κύκλῳ διδάσκων, καὶ προσκαλεῖται τοὺς “δώδεκα,” καὶ τὰ ἑξῆς. πάσας δὲ περιῆγεν ὁ Ἰησοῦς πόλεις τε | |
10 | καὶ κώμας, ὥστε καὶ τοὺς ἐπιδεχομένους ἅπαντας τῆς πίστεως δέξασθαι τὴν πρόσοδον, καὶ τοὺς οὐ πειθομένους μηδεμίαν ἔχειν τῆς ἀπειθείας ἀπολογίαν. | |
13t | ΚΕΦ. ΙΔ. | |
14t | Περὶ τῆς τῶν Ἀποστόλων διαταγῆς. | |
15 | Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. Προσκαλεῖται δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, καὶ ἀπέστειλεν αὐτοὺς δύο δύο, δεδωκὼς αὐτοῖς καὶ δύναμιν τοῦ παντοῖα θαύματα | |
20 | ἐπιτελεῖν· ὥστε ἐκπεριέναι μετὰ τὴν Ἰουδαίαν κηρύττοντας τῆς εὐσεβείας τὰ δόγματα, χαρίζεσθαι δὲ καὶ τὴν τῶν σωμάτων θεραπείαν τοῖς δεομένοις· ἐξ ὧν ἐκουφίζετο τοῦ καμάτου τὰ πλήθη, οὐκέτι φοιτᾷν πάντων ἀναγκαζομένων παρ’ αὐτὸν, τῷ τοὺς μαθη‐ τὰς ἀποσταλέντας παρὰ τοῦ Χριστοῦ αὐτοὺς ἁπανταχόσε παρα‐ | |
25 | γίνεσθαι. σαφῶς δὲ τὸν ἀριθμὸν λέγει τῶν προχειρισθέντων· ὁ δὲ Ματθαῖος καὶ οἵτινες ἦσαν προστίθησι, καὶ τὸν τρόπον δέ φησιν, ὅτι ἀνὰ δύο ἀπεστάλησαν. τοῦτο γὰρ ὁ μὲν Μάρκος σαφῶς τίθησιν· ὁ δὲ Ματθαῖος τῷ λέγειν ὃς δὲ καὶ ὃς δὲ, ἀλλὰ μὴν καὶ τὴν τάξιν αὐτῶν, τίς μὲν ὁ πρῶτος σημαίνων, τίς δὲ ὁ δεύτερος. | |
30 | παρήγγειλε δὲ αὐτοῖς ὁ Ἰησοῦς ἵνα μηδὲν αἴρωσι. τοσοῦτον δὲ | |
ὑμᾶς, φησὶν ὁ Σωτὴρ τοῖς Ἀποστόλοις, βούλομαι, μὴ χρήματα ὑμᾶς, | 322 | |
323 | ἀπὸ τῆς αἰτίας συλλέγειν ταύτης, ὥστε οὐδὲ ἐφοδίων ἕνεκεν (ὃ δὴ καὶ ἀναγκαιότατον εἶναι δοκεῖ τοῖς πολλοῖς) βούλομαί τι λαμ‐ βάνειν ὑμᾶς παρ’ ἐκείνων παρ’ οἷς καὶ καταμένετε. μήτε οὖν χρυ‐ σὸν ἢ ἄργυρον ἢ χαλκὸν τῆς κατὰ τὴν ὁδὸν χρείας ἕνεκεν λαβεῖν | |
5 | ἀνάσχησθε, ἀλλὰ μηδὲ πήραν ἔχειν ὑμᾶς βούλομαι, ὥστε καὶ ἀπὸ τοῦ σχήματος δεικνύναι πᾶσιν ὑμᾶς, ὅσον ἀφεστήκατε χρη‐ μάτων ἐπιθυμίας. καὶ ὁ μὲν Ματθαῖός φησι, καὶ Λουκᾶς, μήτε ὑποδήματα, μήτε ἱμάτια, μήτε ῥάβδους, ὃ δοκεῖ πάντων εὐτε‐ λέστατον εἶναι, λαβεῖν εἰς ὁδὸν ἕλησθε. ὁ δὲ Μάρκος ῥάβδον | |
10 | δοκεῖ ἐπιτρέπειν αὐτοὺς λαμβάνειν καὶ ὑποδεδέσθαι σανδάλια. ἀλλὰ τὸ μὲν τῆς ῥάβδου ἴσως μετὰ συγχώρησιν φαίη τις ἂν λέγεσθαι, τῷ προσθεῖναι, “εἰ μὴ ῥάβδον μόνην·” οὐδὲν γάρ φησι βούλομαι ὑμᾶς ἐπιφέρεσθαι, εἰ μή τι ἄρα ῥάβδον μόνην· μήτε δὲ πήραν, μήτε ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκὸν, ἀλλὰ μηδὲ ὑπο‐ | |
15 | δεδέσθαι σανδάλια, μὴ ἐνδύσησθε δύο χιτῶνας. κατὰ κοινοῦ γὰρ εἰρῆσθαι νομίζειν δεῖ τὸ “μηδέ·” τούτοις γὰρ συνᾴδει τὰ λεχθέντα πρὸς τῷ πάθει κατὰ τὸν Λουκᾶν· φησὶ γὰρ πρὸς τοὺς μαθητὰς, “ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημά‐ “των, μὴ τίνος ὑστερήσατε;” ἐνταῦθα γὰρ ἐσιώπησε τὴν ῥάβδον, | |
20 | ὡς συγχωρηθεῖσαν ἔν τισι κατὰ Μάρκον. ἴσμεν δὲ ὡς οὐδὲ και‐ ρία τίς ἐστιν ἡ ἐν τούτοις δοκοῦσα διαφωνία. Καὶ ἔλεγεν αὐτοῖς, ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. Ἐκέλευσε δὲ καὶ εἰς οἰκίαν μένειν μὴ μεθισταμένους, ὥστε | |
25 | μὴ εὐκόλου καὶ προχείρου γνώμης ἀποφέρεσθαι δόξαν παρὰ τοῖς τὴν πόλιν οἰκοῦσι. ἐκέλευσε δὲ τοῖς μὴ πειθομένοις αὐτῶν μηδὲ ὑποδεχομένοις, καὶ τὸν κονιορτὸν ἐκτινάσσειν τῶν ποδῶν, σύμβολον ὄντα τῆς ὁδοιπορίας ἣν ὑπέμενον ὑπὲρ αὐτῶν, ἤτοι ὡς τῶν ἁμαρ‐ | |
τίων αὐτῶν ὁ κονιορτὸς εἰς αὐτοὺς ἐπανέλθοι. | 323 | |
324 | Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι. καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους, καὶ ἐθεράπευον. Τούτοις παραπλήσια καὶ ὁ Λουκᾶς ἐξέθετο· τὸ δὲ, “ἤλειφον | |
5 | “ἐλαίῳ,” μόνος ἔφη ὁ Μάρκος, ᾧ καὶ Ἰάκωβος ἐν τῇ καθολικῇ τὰ ὅμοια λέγει· “ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς “πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν, “ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι Κυρίου, καὶ ἡ εὐχὴ “πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος.” τὸ | |
10 | ἔλαιον καὶ κόπους ἰᾶται, καὶ φωτὸς αἴτιον καὶ ἱλαρότητος ὑπάρ‐ χει. σημαίνει οὖν τὸ ἀλειφόμενον ἔλαιον καὶ τὸ παρὰ τοῦ Θεοῦ ἔλεον, καὶ τὴν ἴασιν τοῦ νοσήματος καὶ τῆς καρδίας τὸν φωτι‐ σμόν· ὅτι γὰρ ἡ εὐχὴ τὸ πᾶν ἐνήργει, παντί που δῆλον· τὸ δὲ ἔλαιον, ὥς γε οἶμαι, σύμβολον τούτων ὑπῆρχε. | |
15t | ΚΕΦ. ΙΕ. | |
16t | Περὶ Ἰωάννου καὶ Ἡρώδου. | |
17 | Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρώδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ. καὶ ἔλεγεν, ὅτι ὁ Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν | |
20 | αἱ δυνάμεις ἐν αὐτῷ. Οὗτος ὁ Ἡρώδης υἱὸς ἦν Ἡρώδου τοῦ πρώτου, ἐφ’ οὗ καὶ εἰς Αἴγυπτον Ἰωσὴφ ἀπήγαγεν τὸν Ἰησοῦν, καὶ τὴν μητέρα αὐτοῦ, χρηματισθεὶς ὑπ’ Ἀγγέλου. τετράρχην δὲ τοῦτον ὅ τε Ματθαῖος καὶ ὁ Λουκᾶς ὀνομάζει, ὡς τοῦ τετάρτου μέρους τῆς ἀρχῆς τοῦ | |
25 | πατρὸς ἄρχοντα· οἱ γὰρ Ῥωμαῖοι διεῖλον ταύτην εἰς μέρη τέτ‐ ταρα, καὶ μετὰ τὸν τοῦ πρώτου θάνατον ἐπιτρέψαντες τῷ υἱῷ ἄρχειν τοῦ τετάρτου. ὁ δὲ Μάρκος καὶ ἕτεροι δέ τινες ἀδιαφόρως καὶ βασιλέα καλοῦσιν, εἴτε ἀπὸ τῆς τοῦ πατρὸς συνηθείας, εἴτε | |
καὶ ἀδεέστερον ἔτι τῇ φωνῇ κεχρημένοι. ταῦτα δὲ σαφέστερον | 324 | |
325 | ἱστορεῖ Ἰώσηπος. ἀκούων τάνυν τοῦ Κυρίου τὰ θαύματα, καὶ σφόδρα γε εἰδὼς ὅτι δίκαιον ὄντα μάτην ἀνεῖλε τὸν Ἰωάννην, ὑπέ‐ λαβεν αὐτὸν ἐγεγερμένον ἐκ τῶν νεκρῶν ταῦτα ποιεῖν. ὡς δὲ ὁ Λουκᾶς φησι, καὶ ἑτέρων ταῦτα ὑπολαμβανόντων ἀκούων, μειζό‐ | |
5 | νως διαπορεῖν ἠναγκάζετο, ὡς καὶ ἰδεῖν αὐτὸν ἐθελῆσαι, ἐπὶ τὸ γνῶναι, εἴπερ οὗτος ἐκεῖνός ἐστιν. Ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστιν, ἢ ὡς εἷς τῶν προφητῶν. Ταῦτα δὲ οἱ Ἀπόστολοι ἐρωτηθέντες ὑπ’ αὐτοῦ τὸ “τίνα με λέ‐ | |
10 | “γουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου;” ἀπεκρίναντο φάσκοντες, “ὅτι οἱ μὲν Ἰωάννην τὸ Βαπτιστὴν, ἕτεροι δὲ Ἠλίαν, ἄλλοι δὲ “Ἱερεμίαν, ἥ τινα ἕτερον τῶν προφητῶν.” πᾶσαι γὰρ ἦσαν ἀνθρώ‐ πιναι περὶ αὐτοῦ αἱ τότε παρὰ τοῖς ἀνθρώποις ὑπολήψεις. καὶ οἷαν ἄν τις ἐδέξατο περὶ ἀνδρὸς μεγίστου καὶ θαυμαστοῦ τῶν βίον | |
15 | ὄντος· ὁ δὲ Μάρκος λέγων, ὥς τινές φασιν, ὅτι ὁ προφήτης ἐστιν ὡς εἷς τῶν προφητῶν, αἰνιττεσθαί μοι δοκεῖ λέγειν ἐκείνους περὶ οὗ φησιν ὁ Μωσῆς, ὅτι “προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ “Θεὸς ὑμῶν ὡς ἐμέ.” ἴσως γὰρ φανερῶς λέγειν ἐφοβοῦντο ὅτι δὴ ὁ Χριστός ἐστι· καὶ τῇ τοῦ Μωσέως ἐκέχρηντο φωνῇ τὴν ὑπό‐ | |
20 | ληψιν ἑαυτοῖς συσκιάζοντες διὰ τὸν φόβον τῶν ἡγουμένων. Ἀκούσας δὲ ὁ Ἡρώδης εἶπεν, Ὅτι ὃν ἐγὼ ἀπεκεφά‐ λισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. αὐτὸς γὰρ ὁ Ἡρώδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάν‐ νην, καὶ ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ, διὰ Ἡρωδιάδα τὴν | |
25 | γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγά‐ μησεν. Τὸν τρόπον ἐν ᾧπερ αὐτὸν ἀνεῖλε καὶ τὴν αἰτίαν ἐφ’ ᾗ, διηγεῖ‐ ται ὁ Εὐαγγελιστὴς, οὐχ ὡς τότε γενόμενον τὸ πρᾶγμα λέγων, ἀλλὰ τῆς οἰκείας διηγήσεως παρένθεσιν αὐτὸ ποιούμενος. ἔφη | |
30 | γὰρ τὸν Ἡρώδην ταῦτα ἀκούοντα περὶ τοῦ Κυρίου, οἴεσθαι τὸν | |
Ἰωάννην ἐγηγέρθαι ὡς ἀνῃρημένος. ἡ μὲν οὖν αἰτία τοῦ φόνου, ὅτι | 325 | |
326 | τοῦ Ἡρώδου τὴν γυναῖκα ἰδίου ἀδελφοῦ Φιλίππου ἀφελομένου ζῶντος ἔτι, καὶ θυγατέρα ἔχοντος ἐξ αὐτῆς, συνοικοῦντός τε αὐτῇ, οὐκ ἐνεγκὼν τὸ μύσος ὁ Ἰωάννης, ἤλεγχεν αὐτὸν ἐπὶ τῇ παρανο‐ μίᾳ· ὁ δὲ τὸν μὲν ἔλεγχον οὐ φέρων, δεδιὼς δὲ τὸν ὄχλον, ὅτι | |
5 | μεγίστην εἶχον περὶ Ἰωάννου τὴν δόξαν, ἀνελεῖν μὲν αὐτὸν οὐκ ἐτόλμησε, καίτοιγε σφόδρα βουλόμενος διὰ Ἡρωδιάδα. ᾔδει δὲ αὐτὸν καὶ ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ πολλὰ κατὰ γνωμὴν αὐτοῦ διεπράττετο· ἐγκαθείρξας δὲ αὐτὸν τῷ δεσμωτηρίῳ φυλάτ‐ τεσθαι ἐκέλευσεν. ἐπετέλει δὲ ὁ Ἡρώδης τὰ οἰκεῖα γενέσια κατὰ | |
10 | πολλῇς τῆς λαμπρότητος. ἐν δὲ τῷ συμποσίῳ ὠρχήσατο μὲν ἡ τῆς Ἡρωδιάδος θυγάτηρ. ἥσθεις δὲ ὁ Ἡρώδης, ὤμοσεν αὐτῇ δοῦ‐ ναι ὅπερ ἂν αἰτίσαιτο παρ’ αὐτοῦ. τῆς δὲ τὴν κεφαλὴν Ἰωάννου αἰτησαμένης, τοῦτο γὰρ αὐτὴν ἡ μήτηρ ἐδίδαξεν· ἐπλήρου μὲν τὴν οἰκεῖαν ὑπόσχεσιν ὁ Ἡρώδης, πρόσχημα δὲ τῶν παρόντων | |
15 | ἕνεκεν τοῦ ὅρκου τὴν ἀνάγκην ἐποιήσατο· λυπηθεὶς δῆθεν καὶ αὐτὸς ἐπὶ τῷ γεγονότι. διδασκόμεθα δὲ ἐντεῦθεν ὡς μοιχεία καὶ ὄρχησις καὶ ὅρκος, τοῦ Βαπτιστοῦ ἀφεῖλον τὴν κεφαλὴν, καὶ παραιτητέα γε ταῦτα τοῖς εὖ φρονοῦσιν· εἰ καὶ διὰ μηδὲν ἄλλο, ἀλλ’ οὖν γε, ἵνα μὴ τοῖς αἰτίοις τοῦ φόνου ἐνεχώμεθα τοῦ προδρόμου. | |
20 | Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ᾖραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν τῷ σημείῳ. Ταῦτα λέγει ἵνα δείξῃ καὶ τὴν ἐκείνων εὔνοιαν, ἣν ἔμειναν καὶ μετὰ θάνατον ἔχοντες περὶ τὸν οἰκεῖον διδάσκαλον· ἐπισυνάπτει δὲ τούτοις, | |
25t | ΚΕΦ. Ιϛ. | |
26t | Περὶ τῶν εʹ ἄρτων καὶ τῶν βʹ ἰχθύων. | |
27 | Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐ‐ σπλαγχνίσθη ἐπ’ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχον‐ τα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. καὶ | |
30 | ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ | 326 |
327 | μαθηταὶ αὐτοῦ λέγουσιν, Ὅτι ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή. Ἐλθόντων τῶν Ἀποστόλων πρὸς τὸν Ἰησοῦν, καὶ ἀπαγγει‐ λάντων αὐτῷ ὅσα τῇ αὐτοῦ δυνάμει καὶ τῇ ἐνεργείᾳ τοῦ Ἁγίου | |
5 | Πνεύματος ἐποίησαν ἢ καὶ ἐδίδαξαν, καλεῖ αὐτοὺς κατ’ ἰδίαν εἰς ἔρημον τόπον πρὸς τὸ ἀναπαύσασθαι αὐτοὺς κεκμηκότας ἤδη· τοσοῦτοι γὰρ ἤδη οἱ βιάζοντες αὐτοὺς διὰ τὰς ἐπιγινο‐ μένας αὐτοῖς ἰάσεις, ὥστε οὐδὲ φαγεῖν εὐκαίρως. λαβόντος τοί‐ νυν αὐτοὺς τοῦ Ἰησοῦ ἐν πλοίῳ μεθ’ ἑαυτοῦ πρὸς τὸ ὑποχωρῆ‐ | |
10 | σαι μικρόν τι κατ’ ἰδίαν εἰς ἔρημον τόπον ἵνα ἡσυχάσωσιν, εἵπετο αὐτῷ πλῆθος, ὡς εἰκὸς, πολὺ, ἕνεκα τῶν θαυμάτων μάλιστα, καὶ τῶν λόγων, ἁπάντων μὲν καταλιμπάνειν τὰ οἰ‐ κεῖα, ἕπεσθαι δὲ αὐτῷ παρασκευαζόντων. θεασάμενος οὖν αὐτοὺς ἀπὸ τῆς ὁδοιπορίας κεκμηκότας, ὡς ἂν εἰ πρόβατα ποιμένα μὴ | |
15 | ἔχοντα· τοιοῦτοι γὰρ δὴ καὶ οὗτοι ἦσαν, τὸ μηδένα τότε ἔχειν τὰ ὠφέλιμα τῆς ψυχῆς διδάσκειν αὐτοὺς δυνάμενος· διὰ τοῦτο μά‐ λιστα τῷ Κυρίῳ κατακολουθεῖν ἀναγκαζόμενοι, ὡς ἂν μόνον πρὸς τὸ κρεῖττον οἵῳ τε ὄντι ἄγειν αὐτούς· ᾤκτειρέ τε αὐτοὺς ἡσθεὶς αὐτῶν τὴν σπουδὴν, καὶ ἐδίδασκεν, τράπεζαν αὐτοῖς προτιθεὶς πνευ‐ | |
20 | ματικὴν καὶ ἀναφαίρετον πανδαισίαν. καὶ ἤδη ὥρας πολλῆς γενο‐ μένης, ἀπολυθῆναι τὸν ὄχλον ᾔτουν οἱ μαθηταὶ, καὶ μάλιστα διὰ τὴν ἐρημίαν τοῦ τόπου, καὶ τὴν τῶν ἐπιτηδείων σπάνιν. τί γὰρ φάγωσιν οὐκ ἔχουσιν, ἔλεγον. ὁ δὲ πλούσιος καὶ φιλάνθρωπος, καὶ σωματικὴν αὐτοῖς παρατιθέναι τράπεζαν τοῖς μαθηταῖς παρεκε‐ | |
25 | λεύετο, μονονουχὶ λέγων, ὅτι ἐγὼ πάρειμι ὁ πολλὴν πᾶσιν παρέ‐ χων τὴν ἀφθονίαν. οἱ δὲ μὴ συνιέντες, ἀλλὰ καὶ διαπορηθέντες, ὥσπερ πρόσταγμά τι ἀμήχανον ἤκουον, “πόσους ἄρτους ἔχετε;” καὶ πολυπραγμονήσαντες λέγουσι, “πέντε, καὶ δύο ἰχθύας.” Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, | |
30 | ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησε· καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, ἵνα παρα‐ | |
θῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι. | 327 | |
328 | Εἰκότως νῦν μάλιστα ἀναβλέψας εἰς τὸν οὐρανὸν ἔδειξεν ὅτι τῷ Πατρὶ τὸ γινόμενον ἀνατίθεται. ἐπειδὴ γὰρ κατὰ τὴν ἔρημον τοῦ Θεοῦ τὸ μάννα παρέχοντος αὐτοῖς, οἱ Ἰσραηλῖται ἐτόλμησαν εἰπεῖν πρὸς αὐτὸν, μὴ καὶ ἄρτον δύναται δοῦναι; ἵνα μὴ δόξῃ | |
5 | ἐπὶ τοῦτο χωρεῖν αὐτὸς, ὡς ἂν μείζονα τοῦ Θεοῦ ποιῶν ἑαυτὸν, σφόδρα τῶν Ἰουδαίων πολλὰς κατ’ αὐτοῦ πλέκειν ἀφορμὰς ἐπι‐ χειρούντων, πρὸ τοῦ ποιῆσαι, ἐπὶ τὸν Πατέρα ἀνήνεγκε τὸ γινό‐ μενον. Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ᾖραν | |
10 | κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχί‐ λιοι ἄνδρες. Ἐκορέσθησαν μὲν οὖν ἅπαντες, καίτοιγε πεντακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν τε καὶ παιδίων. τοσαύτην δὲ γενέσθαι κλασμά‐ | |
15 | των περισσείαν παρεσκεύασεν, ὡς δώδεκα πληρωθῆναι κοφίνους ἐπὶ τῷ ἕκαστον ἐπ’ ὤμων ἀράμενον, μείζονα λαβεῖν τοῦ γινο‐ μένου τὴν αἴσθησιν. ὅτι γὰρ καὶ οὕτως ἀμφίβολον ἔτι περὶ τοῦ γενομένου οἱ μαθηταὶ εἶχον διὰ τὸ ἄγαν παράδοξον, δῆλοι ὁ παρὼν Εὐαγγελιστὴς σαφῶς εἰπὼν, “οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν | |
20 | “γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη.” καὶ δι’ ἕτερον δὲ τὴν περισ‐ σείαν ᾠκονόμησε γενέσθαι, ὥστε φανῆναι περιουσίαν ἐνεργούσης ταῦτα δυνάμεως, οὐ διὰ τὴν ἑτέρων χρείαν τὸ δύνασθαι λαμβά‐ νοντα, οἷον Μωσῆς ἐδίδου τὸ μάννα, ἀλλὰ κατὰ τὴν χρείαν μόνον. ἄχρηστον γὰρ αὐτοῖς συλλεγὲν τὸ πλέον ἐγένετο. ἐπελάβοντό τε | |
25 | τῆς γῆς τὸν καρπὸν, καὶ τὸ μάννα κατεφόρετο οὐκέτι. ὁμοίως Ἠλίας ἐπὶ τῆς χήρας οὐ πλεονάζειν τότε ἄλευρον ἐποίησε· καὶ μὴν καὶ τὸ ἔλαιον. ὡς δὲ ὑετὸς ἐγένετο, καὶ ἐπαύσατο ἡ δόσις. ἵνα οὖν φανῇ τὸ διάφορον, πολλὴν περιουσίαν ἐποιήσατο, ὥστε καὶ | |
κορεσθέντας τῶν παραλειφθέντων θαυμάζειν τὸ πλῆθος. θαύμα‐ | 328 | |
329 | στον μὲν οὖν τὸ πραχθὲν καὶ τῆς δημιουργικῆς δυνάμεως ἀπό‐ δειξις· θαυμάσιον δὲ οὐκ ἔλαττον τὸ μὴ ἀεὶ τῇ ἐξουσίᾳ χρῆσθαι πρὸς τὴν τῶν τροφῶν εὐπορίαν. σημεῖα μὲν γὰρ ἕνεκα τῶν ἀνθρώ‐ πων ἐργάζεται, καὶ τὴν τῆς δυνάμεως ἐπίγνωσιν εἰς σωτηρίαν | |
5 | τὴν διὰ τῆς πίστεως παρέχει τοῖς ἑπομένοις· τοῖς δὲ οὖσι χρῆ‐ ται κατὰ τὸν ἀνθρώπῳ προσήκοντα τρόπον, εὐεργετῶν ἅμα τοὺς εἰς τοῦτο ὑπηρετοῦντας. τὸ γὰρ τῷ Κυρίῳ τι παρασχεῖν ἦν εὐερ‐ γεσία μεγίστη. ὅπερ καὶ τοῖς μαθηταῖς ἐκ διαδοχῆς παραδίδωσι ταῖς παρὰ τῶν μαθητευομένων χρῆσθαι τροφαῖς. | |
10t | ΚΕΦ. ΙΖ. | |
11t | Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. | |
12 | Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊ‐ δὰν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον. | |
15 | Ἐπὶ τὸ πρότερον ἀπολύσαι τὰ πλήθη ἠνάγκασεν δὲ αὐτοὺς, οὐκ ἀνεχομένους ἀποστῆναι ῥᾳδίως. τοῦτο μὲν διὰ τὴν διάθεσιν, τοῦτο δὲ καὶ ἀποροῦντας ὅπως ἂν ἔλθοι πρὸς αὐτούς· οὐκ εἰδό‐ τας ὅτι τούτου μάλιστα ἕνεκεν ὁ Κύριος ἐκέλευσεν αὐτοῖς ἀπελ‐ θεῖν, ἵνα καὶ ἐπὶ τῶν ὑδάτων βαδίζοντα θεασάμενοι, μειζόνως | |
20 | μάθωσι τοῦ παρόντος τὸ μέγεθος. ἀπολύσας οὖν τοὺς ὄχλους ἐπὶ τὸ εὐλογεῖσθαι προσιόντων, ὡς εἰκὸς, τῶν δὲ καὶ ἐπὶ θεραπείᾳ τινὶ, ἀνῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι· οἷα ἄνθρωπος εἰκὸς, ὁμοῦ καὶ ἡμᾶς διδάσκων ἔχεσθαι τοῦ ἔργου τῆς προσευχῆς. καὶ βαθυ‐ τέρας ἤδη γενομένης τῆς ἑσπέρας, αὐτὸς μὲν ἦν ἐκεῖ μόνος, τὸ | |
25 | δὲ πλοῖον τῶν μαθητῶν μέσον ἤδη τῆς θαλάσσης ἦν, προσωτέρω χωρεῖν ἀπὸ τῶν ἀνέμων ἐναντία πνεόντων κωλυόμενον. συνετέλει δὲ καὶ τοῦτο εἰς μείζονα τοῦ θαύματος ἀπόδειξιν. ὡς δὲ τῶν ἀνέ‐ μων ἐναντία πνεόντων καὶ τῶν κυμάτων κατὰ τοῦ ἀνέμου ἐγει‐ ρομένων, ἔμενεν ἐπὶ τῶν ὑδάτων βαδίζων ὑπ’ οὐδένος ἑτέρου κω‐ | |
30 | λυόμενος. | 329 |
330 | Καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς, περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελε παρ‐ ελθεῖν αὐτούς. Τετάρτην δὲ φυλακὴν λέγει τὴν μετὰ τὴν θʹ ὥραν, τουτέστι | |
5 | τὴν ιʹ· ἢ τὴν μετ’ ἐκείνην. ἐς τέσσαρας γὰρ φυλακὰς ἡ θεῖα γραφὴ τῆς νυκτὸς τὸν καιρὸν διαιρεῖ, ἑκάστην φυλακὴν τῆς νυκτὸς τὴν τριωρίαν λέγων. Καὶ τάχα πρώτη μὲν φυλακὴ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ἀπὸ Ἀδὰμ μέχρι τοῦ κατακλυσμοῦ. δευτέρα δὲ ἀπὸ τοῦ κατακλυσμοῦ μέχρι Μωσέως· τρίτη ἀπὸ Μωσέως μέχρι | |
10 | τῆς παρουσίας· καὶ τετάρτη ἐν ᾗ ἐλθὼν τὸ πρωῒ ἐφίσταται τοῖς μαθητευομένοις αὐτῷ ὁ Σωτήρ. Cod. 178. Τέσσαρας ἡ θεία γραφὴ φυλακὰς λέγει τῆς νυκτὸς, εἰς τρεῖς τὰς ὥρας ἑκάστην διαιροῦσα. τετάρτην οὖν λέγει τὴν μετὰ τὴν ἐννάτην ὥραν τὴν δεκάτην ἢ τὴν μετ’ ἐκείνην, ὡς ἂν εἴπωμεν οὕτω | |
15 | καλοῦσα. κατ’ ἐκείνην οὖν φησιν ὤφθη τὴν ὥραν αὐτοῖς ἐπὶ τὴν θάλασσαν βαδίζων καὶ πρὸς αὐτοὺς ἀφικόμενος. τῶν δὲ σφόδρα ἐκπλαγέντων ἐπὶ τῇ θέᾳ, ὡς φάντασμα εἶναι νομίσαι ὑπὸ τοῦ παραδόξου τὸ φαινόμενον, ἀνακραξάντων δὲ ἀπὸ πολλοῦ φόβου, ἐλάλησε πρὸς αὐτοὺς ὁ Κύριος, “θαρσεῖτε,” εἰπὼν, “ἐγώ εἰμι· | |
20 | “μὴ φοβεῖσθε.” Οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν φάντασμα εἶναι καὶ ἀνέκραξαν. Ἐλύθη μὲν οὖν αὐτοῖς ὁ ἀγὼν ἀπὸ τῆς φωνῆς· τὸ δὲ παρά‐ δοξον τοῦ φαινομένου ἀμφιβάλλειν ἔτι παρεσκεύαζεν αὐτοὺς, ὡς | |
25 | τὸν Πέτρον, τοῦτο μὲν ἐπὶ τῷ μαθεῖν ἀκριβῶς, ὅτι μὴ φαντασία τὸ φαινόμενον, τοῦτο δὲ καὶ μετασχεῖν τῶν αὐτῶν ἀπὸ πολλῆς ἐπιθυμήσαντα τῆς θερμότητος, εἰπεῖν πρὸς τὸν Ἰησοῦν “Κύριε εἰ “σὺ εἶ, κέλευσόν μοι ἐλθεῖν πρός σε ἐπὶ τὰ ὕδατα.” προσέταξεν αὐτῷ τοῦτο ποιῆσαι. καὶ κατελθὼν ὁ Πέτρος ἀπὸ τοῦ πλοίου, | |
30 | πρότερον μὲν ἐβάδισεν ἐπὶ τῶν ὑδάτων ἀσφαλῶς· διδάξαι δὲ αὐτὸν ὁ Κύριος βουληθεὶς, ὅτι ἀληθῶς τῇ αὐτοῦ δυνάμει τοῦτο ἐδύνατο, καὶ μᾶλλον ἐχρῆν ἄνευ τῆς πείρας πιστεῦσαι, συνεχώ‐ | |
ρησεν αὐτῷ βραχύ τι καὶ κατενεχθῆναι ἐπὶ τῶν ὑδάτων· εἶτα ἐν | 330 | |
331 | ἀγῶνι καταστάντος καὶ κράξαντος, “Κύριε σῶσόν με,” ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ ἔστησεν ἐπὶ τῶν ὑδάτων, ὀνει‐ δίσας αὐτῷ τὴν ὀλιγοπιστίαν. ὁ γὰρ τῆς καταδύσεως ἀγὼν μείζονα τῆς χάριτος τοῦ σώσαντος ἔχειν ἐποίει τὴν αἴσθησιν. ἐπιβαίνει | |
5 | λοιπὸν τοῦ πλοίου ὁ Ἰησοῦς ἐπαγόμενος καὶ τὸν Πέτρον. εἶτα ἐπαύσατο μὲν ὁ ἄνεμος, δεικνὺς τῆς κινήσεως τὴν αἰτίαν τούτου ἕνεκεν γεγενημένην, ἐπὶ τῷ αὐξηθῆναι τὸ θαῦμα μεῖζον διὰ πάντων φανέν. προσελθόντες δὲ αὐτῷ ἐπὶ τοῦ πλοίου προσεκύνησαν οἱ μαθηταὶ, ἀληθῶς Υἱὸν Θεοῦ ὁμολογοῦντες αὐτὸν εἶναι· δεικνύντες | |
10 | ὅτι καὶ πρότερον μὴ τελείαν περὶ αὐτοῦ τὴν γνῶσιν ἐκέκτηντο. τί γὰρ ἔδει καὶ τοῦτο μετὰ τὸ θαῦμα ὁμολογεῖν, εἴπερ ᾔδεισαν; καὶ πρὸ τούτου δὲ τοῦτο ἐπισταμένους μηδὲ ἐπὶ τῷ φαινομένῳ τοσαύτην ἔχειν ἀμφιβολίαν αὐτοὺς, ὅπουγε καὶ νῦν μετὰ τελείας τῆς γνώσεως. | |
15 | Παιδευόμεθα τοίνυν διὰ τούτων, ὅτι καλὸν ἡ ἐρημία καὶ ἡ μόνωσις ὅταν ἐντυγχάνειν δέῃ Θεῷ. ἡσυχίας γὰρ μητὴρ ἡ ἔρημος πάντων ἀπαλλάττουσα θορύβων ἡμᾶς. πρὸς δὲ τούτοις μανθάνομεν καὶ πάντα φέρειν γενναίως· καὶ γὰρ νῦν καὶ τοὺς μαθητὰς δὲ εἰς μείζονα ὑπομονὴν ἄγων, ἄπεισιν, καὶ ἐν μέσῃ | |
20 | θαλάττῃ συγχωρεῖ τὸν χειμῶνα διεγερθῆναι, καὶ ὅλην τὴν νύκτα ἀφίεται αὐτοὺς κλυδωνίζεσθαι, διεγείρων αὐτῶν, ὥς φησιν ὁ Εὐαγγελιστὴς, πεπωρωμένην τὴν καρδίαν· μετὰ δὲ τῆς κατα‐ νύξεως εἰς ἐπιθυμίαν αὐτοὺς μείζονα ἐνέβαλε καὶ εἰς μνήμην διηνεκῆ. διὰ δὴ τοῦτο οὐκ εὐθέως αὐτοῖς ἐπέστη, παιδεύων αὐτοὺς | |
25 | μὴ ταχέως λύσιν ἐπιζητεῖν τῶν συνεχόντων δεινῶν, ἀλλὰ φέρειν τὰ συμπίπτοντα γενναίως· καὶ ὅταν δὲ μέλλει παύειν τὰ δεινὰ, ἕτερα χαλεπώτερα προσδοκᾷν. οὕτω γὰρ καὶ αὐτοὶ πτοιηθέντες ἀπὸ τῆς θέας ἔκραξαν· μετὰ γὰρ τοῦ χειμῶνος καὶ ἡ ὄψις αὐτοὺς ἐθορύβησεν. διὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν ἑαυτὸν | |
30 | εὐθέως ἐποίησεν· παιδεύων αὐτοὺς ἐγκαρτερεῖν τοῖς δεινοῖς. ἐπειδὴ γὰρ οὐκ ἔνι καὶ ἐν μακρῷ χρόνῳ πειράζεσθαι καὶ σφοδρῶς, ὅταν | |
μέλλωσι τοὺς ἀγῶνας ἐκβαίνειν οἱ δίκαιοι, βουλόμενος πλέον | 331 | |
332 | αὐτοὺς κερδαίνειν, ἐπιτείνει τὰ γυμνάσια. οὐ πρότερον δὲ ἀπε‐ κάλυψεν ἑαυτὸν ὁ Χριστὸς τοῖς μαθηταῖς ἕως ὅτε ἔκραζον. οὕτω γὰρ μᾶλλον ἠσμένησαν αὐτοῦ τὴν παρουσίαν. ἐπειδὴ δὲ ἐβόησαν, ἔλυσεν αὐτῶν τὸν φόβον, εἰπών· “θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.” | |
5 | οὐδὲ γὰρ ἂν ἐγίνωσκον αὐτὸν διὰ τὸ παράδοξον τῆς βαδίσεως, καὶ διὰ τὸν καιρὸν, ἀλλὰ διὰ τῆς φωνῆς δῆλον ἑαυτὸν ἐποίει. “εἰ σὺ “εἶ,” φησιν ὁ Πέτρος, “κέλευσόν μοι ἐλθεῖν πρός σε.” τοῦτο δὲ ἐζήτησεν δι’ ἀγάπην μόνον, οὐ δι’ ἐπίδειξιν. οὐδεὶς γὰρ οὕτως ἐφίλει τὸν Ἰησοῦν. καὶ τὴν ἑαυτοῦ δὲ πρὸς τῇ ἀγάπῃ δείκνυται | |
10 | πίστιν, ἀλλὰ καὶ ἑτέρους ἐνάγει. τί οὖν ὁ Χριστός; ἐπέτρεψεν. καὶ καταβὰς κλυδωνίζεται καὶ περιδεὴς γίνεται, τοῦ ἀνέμου ἐμ‐ ποιοῦντος τὸν φόβον. διατί δὲ οὐκ ἐπέταξεν ὁ Σωτὴρ τοῖς ἀνέμοις παύσασθαι, ἀλλ’ αὐτὸς ἐπελάβετο αὐτοῦ; ὅτι τῆς ἐκείνου πίστεως ἔδει. ὅταν γὰρ τὰ παρ’ ἡμῶν ἐλλιμπάνει, τὰ παρὰ τοῦ Θεοῦ | |
15 | ἵσταται. δεικνὺς τοίνυν ὅτι οὐχὶ τοῦ ἀνέμου ἐμβολὴ, ἀλλ’ ἡ ἐκείνου ὀλιγοπιστία τὴν περιτροπὴν εἰργάζετο, φησί· “τί ἐδίστα‐ “σας ὀλιγόπιστε;” εἰ γὰρ μὴ ἠπίστησε, καὶ πρὸς τὸν ἄνεμον ἂν ἔστη ῥαδίως· διὰ τοῦτο ἐπιλαβόμενος αὐτοῦ, τὸν ἄνεμον εἴα πνεῖν· δηλῶν ὅτι ἐκεῖνος οὐδὲν παραβλάπτει, ὅταν ἡ πίστις ᾖ πεπηγυῖα. | |
20 | ἐπιβάντων δὲ τῷ πλοίῳ τότε ἐπαύσατο. καὶ πρὸ τούτου μὲν ἔλεγον· “ποταπὸς ἦν ὁ ἄνθρωπος οὗτος; ὅτι καὶ οἱ ἄνεμοι,” καὶ τὰ ἑξῆς. νυνὶ δὲ οὐχ οὕτως, ἀλλ’ “ἀληθῶς Θεοῦ υἱὸς εἶ.” οὕτως οὐ δι’ ἐπίδειξιν ἡ ἐπὶ τῶν ὑδάτων τοῦ Σωτῆρος ἐγένετο βάδισις, ἀλλὰ πρὸς ὠφέλειαν τῶν μαθητῶν. λίαν γὰρ ἐκ περισσοῦ ἐν ἑαυτοῖς | |
25 | ἐξίσταντο. οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν γὰρ ἡ καρδία αὐτῶν πεπωρωμένη. ὠφεληθέντες οὖν ὡμολόγησαν αὐτὸν εἶναι Υἱὸν Θεοῦ, καὶ οὐκ ἐπετίμησε τοῦτο εἰρηκόσι· τοὐναντίου μὲν ὁ Θεὸς ἅπαν καὶ ἐβεβαίωσε τὸ λεχθὲν κατὰ μείζονος ἐξουσίας θεραπεύων τοὺς προσίοντας, καὶ οὐχ ὡς ἔμπροσθεν. | |
30 | Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γεννησαρὲτ, | |
καὶ προσωρμίσθησαν. καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ | 332 | |
333 | πλοίου, εὐθέως ἐπιγνόντες αὐτὸν, περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι. | |
5 | Ὅθεν δεικνὺς ὁ Εὐαγγελιστὴς ὅτι διὰ πολλοῦ χρόνου ἐπέβη, φησὶν, ὅτι ἐπιγνόντες οἱ ἄνδρες τοῦ τόπου, περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας φέρειν. οὐδὲ γὰρ ὁμοίως ὡς πρότερον προσίεσαν εἰς τὰς οἰκίας ἕλκοντες αὐτὸν καὶ χειρὸς ἁφὴν ἐπιζητοῦντες, καὶ προ‐ | |
10 | στάγματα διὰ ῥημάτων, ἀλλ’ ὑψηλότερον πολλῷ καὶ φιλοσοφώ‐ τερον, καὶ μετὰ πλείονος τῆς πίστεως εἵποντο τῆς θεραπείας. ἡ γὰρ αἱμορροοῦσα πάντας ἐδίδαξε φιλοσοφεῖν. ἀλλ’ ὅμως ὁ χρόνος οὐ μόνον οὐκ ἐξέλυσε τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο καὶ ἀκμάζουσαν διετήρησεν. οὐκ ἀπεικὸς δὲ ἦν καὶ τοῦ χρόνου | |
15 | προβαίνοντος καὶ τῆς φήμης ὑπὸ τῶν γενομένων αὐξανομένης, μείζονα τὴν περὶ αὐτοῦ πίστιν τοῖς ἀνθρώποις ἐγγίνεσθαι. | |
17t | ΚΕΦ. ΙΗ. | |
18t | Περὶ τῆς παραβάσεως τῆς ἐντολῶν τοῦ Θεοῦ. | |
19 | Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες | |
20 | τῶν Γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων. καὶ ἰδόν‐ τες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσὶ, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους, ἐμέμψαντο. Βουλόμενος ὁ Εὐαγγελιστὴς τὴν κατὰ τῶν μαθητῶν κατη‐ γορίαν εἰπεῖν, ἣν ἐποιοῦντο Γραμματεῖς τε καὶ Φαρισαῖοι προσ‐ | |
25 | ιόντες τῷ Σωτῆρι, διὰ μέσου ἐδίδαξε, τίς ἦν ἡ τῶν πρεσβυτέρων παράδοσις, καὶ οὕτως ἐπιφέρει κἀκείνην. Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ Γραμ‐ ματεῖς, διατί οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν | |
30 | ἐσθίουσι τὸν ἄρτον; | |
Οὐχ ὅτι δὲ μὴ νίπτεσθαι πάντως ἐσπούδαζον οἱ μαθηταί. ἀλλ’ | 333 | |
334 | ὅτι τοῦ Κυρίου διδάξαντος αὐτοὺς ἅπαντα ὡς ἔτυχε πράττειν τὰ πρὸς τὴν χρείαν συντελοῦντα τοῦ σώματος, μόνης δὲ ἐπιμελεῖσθαι σφόδρα τῆς ἀρετῆς, θεασάμενοι οἱ Φαρισαῖοι τοῦ νίπτεσθαι οὐ ποιουμένους φροντίδα κατὰ τὸν τοῦ ἐσθίειν καιρὸν, ὥσπερ αὐτοῖς | |
5 | ἔθος ἦν, τοῦτο ἐνεκάλουν. τί οὖν πρὸς τοῦτο ὁ Κύριος; Ἐπειδὴ ἐνεκάλουν τοῖς μαθηταῖς, οὐκέτι νόμου παράδοσιν, ἀλλὰ παραδόσεως τῶν πρεσβυτέρων, ἐλέγχων αὐτοὺς ἐμβριθέστερον, ὡς ἐν προσχήματι εὐλαβείας τὴν ἀτοπίαν ἐπιτηδεύοντας, ἐπιφέρει καὶ Ἡσαΐου τοῦ προφήτου ῥῆσιν ὡς περὶ αὐτῶν εἰρημένην· ὥσπερ | |
10 | γὰρ ἐκεῖνοι, φησὶ, περὶ ὧν ὁ λόγος, ἄκροις χείλεσι τιμῶντες τὸν Θεὸν, πόρρω αὐτοῦ ταῖς διανοίας ἀπέχουσι· μάτην τὸ εἰς αὐτὸν σέβας φυλάττειν ἐπαγγελλόμενοι, καὶ προτιμῶντες διδασκαλίας ἀνθρώπων· οὕτω καὶ ὑμεῖς τὰ ὅμοια δρῶντες τὸν τοῦ Θεοῦ παρα‐ βαίνετε νόμον, καὶ τὸν ἐμφανῇ κοσμοῦντες ἄνθρωπον, τὸν ἐντὸς | |
15 | ἄνθρωπον ἀκόσμητον καταλιμπάνετε, καὶ τοῖς τὴν ἀλήθειαν ἀσκοῦ‐ σιν ἐγκαλεῖτε, οἱ τὸ σχῆμα μεταδιώκοντες. ἵνα τοίνυν ὡς εὐσέ‐ βειαν μὴ φυλάττοντας διελέγξῃ ἐπερειδομένους τῇ τῶν πρεσβυ‐ τέρων παραδόσει, τὴν παρανομίαν προτίθησι τὴν διὰ παραδόσεως τῶν πρεσβυτέρων γενομένην, γράμμα θεῖον ἀντιτιθεὶς ἀγράφῳ | |
20 | παραδόσει ἀνθρώπων. Καὶ ἔλεγεν αὐτοῖς, καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. Μωσῆς γὰρ εἶπε, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. ὑμεῖς | |
25 | δὲ λέγετε, ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρὶ, κορβὰν, ὅ ἐστι δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς. Ἐκ δύο νομίμων ἀπαιτεῖ τὴν εἰς γονέας τιμὴν κατὰ βούλησιν Θεοῦ. ἑνὸς μὲν τοῦ κελεύοντος οὕτω ποιεῖν, ἑτέρου δὲ τοῦ τιμωρου‐ μένου τὸν ἐναντίον ποιοῦντα. οὕτω γὰρ τὸ τῆς ἐντολῆς ἀναγκαιό‐ | |
30 | τατον καὶ μέγα δείκνυται. τοιαύτης δὲ οὔσης τῆς νομοθεσίας, καὶ τηλικαύτης ἀπειλῆς ἐπὶ τῇ παραβάσει, ῥᾳδίως φησὶ καὶ | |
προχείρως, ὑμεῖς παραβαίνετε τὸ θεῖον πρόσταγμα ταῖς τῶν διδα‐ | 334 | |
335 | σκάλων ἑπόμενοι παραδόσεσι. ὥστε εἴτις ἐπ’ ἀτιμίᾳ γονέων θυσίαν ὑπόσχοιτο, λέγων Θεῷ ποιήσειν δῶρα καὶ θυσίας, ἃ πατρὶ παρέχειν ὀφείλει, τοῦτο λέγετε μηκέτι μηδὲ ἐξεῖναι τιμῆσαι τὸν πατέρα· ὅπερ ἐστὶν ἀκύρωσις τοῦ νόμου διὰ παράδοσιν. δέον ἐπι‐ | |
5 | τιμῆσαι μὲν τῇ θρασύτητι τοῦ νέου, ὡς βδέλυγμα δὲ τὴν τοιαύ‐ την ἀπωθεῖσθαι θυσίαν. οὐ γὰρ χαίρει Θεὸς ἐξ ἀτιμίας γονέων τιμώμενος· δι’ ὧν καὶ τὴν ἐπιτίμησιν τὴν ὑπὸ τοῦ Θεοῦ γεγο‐ νυῖαν ἐν τοῖς τοῦ προφήτου χρόνοις περὶ τῶν τότε ὄντων, οὐδὲν ἧττον ἀληθῆ δείκνυσι καὶ ἐπὶ τούτων τῶν τὰ ἶσα φρονούντων | |
10 | ἐκείνοις. Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον, ἔλεγεν αὐ‐ τοῖς, ἀκούετέ μου πάντες, καὶ συνίετε. οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν, ὃ δύνα‐ ται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ’ αὐτοῦ, | |
15 | ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Ἐντεῦθεν ὁ καινὸς ἄρχεται νόμος ὁ κατὰ τὸ πνεῦμα, ὁ μηκέτι ζητῶν ἐν σωματικοῖς καθάρσεσι, μηδὲ ἐν βρωμάτων διαφορᾷ, ἀλλ’ ἐν ἀρετῇ πνεύματος. μὴ θαυμάσωμεν δὲ εἰ τοῦ νόμου σωματικὰς ἀκαθαρσίας εἰδότος καὶ ταύτας ἀπαγορεύοντος, ὁ Κύριος δοκεῖ | |
20 | τοὐναντίον εἰσηγεῖσθαι, ὡς οὐδεμιᾶς ἀκαθαρσίας οὔσης σωματικῆς ἐν ἀνθρώπῳ· τὰ μὲν γὰρ τοῦ νόμου πρὸς τὸν ἔξω μᾶλλον ἄνθρωπον ἀφεώρα· τὰ δὲ τοῦ Κυρίου πρὸς τὸν ἔνδον· ἅτε δὴ καὶ παρόντος ἤδη τοῦ καιροῦ ἐν ᾧ πέρας ἔμελλεν ἐπιθήσειν τοῖς σωματικοῖς ὁ σταυρὸς, ἵνα ὡς ἤδη σῶμα ἀποθέμενοι, καὶ πνεῦμα γυμνὸν γεγο‐ | |
25 | νότες, οὕτω διάγοιεν οἱ πιστεύοντες. τὸν οὖν ἔντος φησὶν ἄνθρω‐ πον οὐδὲν βλάψει μίασμα σωματικὸν, ἀλλ’ ὅσα ἐκ καρδίας χα‐ λεπὰ, ταῦτα μιαίνει. ἐπιφέρει δὲ, “ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω,” μὴ σαφῶς εἰρηκὼς τίνα τὰ ἐκπορευόμενα. νοήσαντες δὲ οἱ μαθη‐ ταὶ ὡς ἄλλο τι βαθύτερον αἰνίττεται ὁ λόγος, ὅτε εἰσῆλθεν εἰς | |
30 | οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν περὶ τῆς παραβολῆς. παρα‐ | |
βολὴν τὸν ἀσαφῆ λόγον ὀνομάζοντες. | 335 | |
336 | Ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων διαλο‐ γισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί. Ὃ δέ φησιν αὐτοῖς, “οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον | |
5 | “εἰς τὸν ἄνθρωπον,” καὶ τὰ ἑξῆς, τοῦτ’ ἔστιν. οὐδὲν εἰσιόντων ἀκα‐ θάρτους τοὺς ἀνθρώπους ποιεῖ, κακία δὲ μόνη ἔνδοθεν ἐξιοῦσα, καὶ τὰ ταύτης ἔγγονα πάθη. | |
8t | ΚΕΦ. ΙΘ. | |
9t | Περὶ τῆς Φοινικίσσης. | |
10 | Καὶ ἐκεῖθεν ἀναστὰς, ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν, οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ. | |
15 | Μεταβάντος τοῦ Κυρίου εἰς τοὺς τῶν Χαναναίων τόπους (ἐκεῖ γὰρ ἥτε Τύρος καὶ Σιδὼν ἐτύγχανεν οὖσα) γυνή τις τῶν ἐγχωρίων ἀλλόφυλος, θυγατρὸς οὔσης αὐτῇ χαλεπῶς ὑπὸ δαίμονος ἐνοχλου‐ μένης, μαθοῦσα τοῖς τόποις ἐπιδεδημηκέναι τὸν Κύριον, προσῆλθέν τε αὐτῷ τῆς θυγατρὸς αἰτοῦσα τὴν ἴασιν, καὶ μετὰ κραυγῆς ἐβόα | |
20 | λέγουσα· τί δὲ ἐβόα; ἐκεῖνα πάντως ἅπερ ὁ Ματθαῖός φησιν. ὁ δέ γε Κύριος τήν τε πίστιν ἰδὼν τῆς γυναικὸς, καὶ ἐπειδήπερ ἀλλόφυλος ἦν “Ἑλληνὶς Συροφοινίκισσα τῷ γένει,” ἀνεβάλλετο τῷ δοκεῖν τὴν θεραπείαν· ὁμοῦ μὲν Ἰουδαίοις ἐνδεικνύμενος τὸ μὴ ἐπίσης αὐτοῖς τε καὶ τοῖς ἀλλοτρίοις τὴν θεραπείαν χαρίζεσθαι, | |
25 | ὁμοῦ δὲ καὶ τῆς γυναικὸς ἅπασι καταφανῆ τὴν πίστιν ἐργαζό‐ μενος, ἐπὶ τὸ μειζόνως ἐκ παραλλήλου φανῆναι τῶν Ἰουδαίων τὴν ἀπιστίαν. εἶπε δὲ αὐτῇ ὁ Κύριος τὸ, “ἄφες πρῶτον χορτασθῆναι “τὰ τέκνα.” ἐπειδὴ οὔπω τῆς εἰς ἀλλοφύλους εὐεργεσίας πάρεστιν ὁ καιρὸς, διὰ τὸ μήπω τὸν Ἰσραὴλ τελείαν ἐξεργάσασθαι τὴν τοῦ | |
30 | ἀγαθοῦ παραίτησιν. ἦλθεν οὖν οὐχ ὡς πρὸς οἰκείους, ἀλλ’ οἷς | |
μηδέν ἐστι κοινὸν πρὸς τοὺς πατέρας, πρὸς οὓς ἡ ἐπαγγελία | 336 | |
337 | γεγένηται. οὐ τοίνυν οὐδὲ ἐπιφανῆ τὴν παρουσίαν Τυρίοις καὶ Σιδωνίοις πεποίηται. τοὐναντίον δὲ καὶ λανθάνειν ἐπείγεται, ἵνα μὴ δόξῃ πρὸ καιροῦ ἐπιχωριάζειν τοῖς ἔθνεσι, καὶ τούτους προσ‐ καλεῖσθαι εἰς πίστιν διὰ τῆς εἰς αὐτοὺς εὐεργεσίας τε καὶ δυνά‐ | |
5 | μεως. τοῦτο γὰρ καιρὸν εἶχε μετὰ τὸν σταυρὸν καὶ τὴν ἀποβολὴν, ὡς εἴρηται, τοῦ Ἰσραήλ. οὐ μὴν ἠδυνήθη λαθεῖν, τοῦτ’ ἔστιν, οὐ μὴν εὔλογον ἦν τούτους τελείως λαθεῖν νικῶντας τῇ πίστει τὸν Ἰσραήλ. ἵνα καὶ γνῶσιν οἱ μαθηταὶ, ὅτι καὶ τοῖς ἔθνεσι θύραν ἀνέῳξε τῆς σωτηρίας. ἀναβάλλεται δὲ τέως τούτους ἑκὼν δι’ | |
10 | οἰκονομίαν. προειδὼς γοῦν ὅτι γνωσθήσεται, καὶ δίδωσι χώραν τῇ μελλούσῃ προσιέναι καὶ μεταδιώκειν τὴν ἴασιν. εἴασε δὲ αὐτὴν καὶ προσκυνῆσαι, μηδὲ προνοίας ἐκτὸς γίνεσθαι συγχωρῶν· πρὸς τοῦτο τραχέως ἄγαν ἀποκρινομένου, τοσοῦτον ἀπέσχε τοῦ βαρέως ἐνεγκεῖν, ὥστε καὶ ἀπεκρίνατο φωνὴν, ἣ πολλὴν μὲν πίστιν | |
15 | πολλὴν δὲ εὐλάβειαν ἐδείκνυ καὶ σύνεσιν. τὸ μὲν γὰρ ἑλέσθαι καὶ ἐν κυνὸς τάξει καταλογισθῆναι τῷ Κυρίῳ, εὐλαβείας ἦν· τὸ δὲ οἰηθῆναι ὅτι καὶ τὸ βραχύτατον αὐτοῦ τῆς δυνάμεως (τοῦτο γὰρ ψίχια ὀνομάζει) ἱκανὸν τῆς θυγατρὸς αὐτῆς παρασχεῖν τὴν ἴασιν, πίστεως ὑπερβαλλούσης· τὸ δὲ ἀπὸ τῆς λοιδορίας ἁρπάσαι | |
20 | τὴν οἰκείωσιν καὶ ποιήσασθαι ἀπόκρισιν οὕτω θαυμαστὴν, συνέσεως εἶχε γνώρισμα. τί γάρ φησιν; ὅτι χάριν ἔχω καὶ ἐν κυνὸς εἶναί σοι τάξει. τέως γὰρ οὐκ ἀλλοτρία, ἀλλὰ τῆς οἰκείας ἀπὸ τῆς τραπέζης ἐσθίουσα τῆς δεσποτικῆς, εἰ καὶ μὴ τοῦ ἄρτου, ἀλλὰ τῶν γοῦν ψιχίων. τοσοῦτος δεσπότου τῆς τραπέζης ὁ πλοῦτος, | |
25 | ὥστε ἀρκεῖν μοι καὶ ψίχιον πρὸς ἀπόλαυσιν τῶν σπουδαζομένων. Τέκνα οὖν τοὺς Ἰουδαίους φησὶ, κυνάρια δὲ τοὺς ἐθνικοὺς, ἄρτον τὰς τῶν θαυμάτων εὐεργεσίας, ψίχας (sic) δὲ τὸ βραχύτατον τῆς δυνάμεως αὐτοῦ. ἔδωκεν οὖν αὐτῇ τὸν λόγον, οὐχ ὡς ἐλλειποῦς ἐσομένης τῆς δυνάμεως, εἰ καὶ ἐκείνην εὐεργετήσειεν (ἀνελλειπὴς | |
30 | γὰρ ἡ δύναμις πᾶσιν ἐξαρκοῦσα τοῖς δεομένοις) ἀλλ’ ὡς διῃρη‐ μένων τε Ἑβραίων τε καὶ ἐθνῶν, καὶ κοινωνίαν οὐκ ἐχόντων. ὅθεν | |
ἐκβολὴν ἐργάζεσθαι πάντως ἐκείνων τὴν τούτων ἀποδοχὴν πρου‐ | 337 | |
338 | δείκνυσιν. ἕως οὖν οὔπω χεῖρας ἐπιβεβλήκεισαν αὐτῷ, τὴν πρὸς ἐκείνους εὐμένειαν ἐφύλαττε, καὶ οὐ μετετίθει τὴν χάριν εἰς τοὺς ἐκτός. κύνας ὀνομάζων τοὺς ἐξ ἐθνῶν, ὅπερ ὕστερον εἰς τὸν Ἰσραὴλ περιέστη, ἡνίκα καὶ τῆς θείας ἐστερήθη τροφῆς, κατὰ τὸ λεγό‐ | |
5 | μενον ἐν ψαλμοῖς, “ἐπεστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς “κύων.” οὐ χαλεπῶς δὲ οὐδὲ αὕτη, καθ’ ἃ εἴρηται, ἤνεγκε τὴν προσηγορίαν. ἀλλὰ καὶ ἐν τῇ αὐτῇ τάξει ζητεῖ τὴν εὐεργεσίαν, μέρος τι μετασχεῖν τῆς ἐν τῷ Ἰσραὴλ πλουσίας δωρεᾶς. δεχο‐ μένη ὥσπερ οἱ κύνες τῶν ψιχίων μετασχόντες, ἅπερ ἐκ τῶν | |
10 | χειρῶν τῶν παίδων καταφέρεται. τότε εἶπεν αὐτῇ, “διὰ τοῦτον τὸν “λόγον ὕπαγε·” ὁ μὲν οὖν Ματθαῖος τὸ τῆς πίστεως ἐσημήνατο, εἰπὼν, “ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοὶ, ὡς θέλεις·” ὁ δὲ Μάρκος τοῦ λόγου τὴν ἀρετὴν, εἰπὼν, “διὰ τοῦτον τὸν λόγον, “ὕπαγε, ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.” | |
15t | ΚΕΦ. Κ. | |
16t | Περὶ τοῦ μογιλάλου. | |
17 | Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶ‐ νος, ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων τῆς Δεκαπόλεως. καὶ φέρουσιν αὐτῷ κωφὸν | |
20 | μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν, ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. Ὁ Κύριος οὐχ ὅτι πρὸς τὴν ἀξίαν ὁρᾷ τὴν αὐτοῦ ὡς πρὸς σωτηρίαν τὴν ἡμετέραν, οὐδὲ ὅπως τὸ μέγα φθέγξηται, ἀλλ’ ὅπως δυνάμενον ἐπισπάσασθαι ἡμᾶς. διὰ τοῦτο τοῖς ὑψηλοῖς καὶ εὐτελῆ | |
25 | πολλὰ καὶ ταπεινὰ περιρρεῖ. ταύτῃ τοι κατ’ ἰδίαν ἀπολαβὼν τὸν προσενεχθέντα αὐτῷ κωφὸν καὶ μογιλάλον, καὶ ὅσον διαστῆσαι τοῦ ὄχλου, ἵνα μὴ δόξῃ ἐπιδεικτικῶς ἐπιτελεῖν τὰς θεοσημίας, καὶ παιδεύων ἡμᾶς τὸ ἄτυφον ἐπιτηδεύειν καὶ ἀκόμπαστον. οὐδενὶ γὰρ οὕτω ποιεῖ σημεῖα ὡς ταπεινοφροσύνῃ κοσμούμενος, καὶ τὸ | |
30 | μέτριον μεταδιώκων τοῦ ἤθους. Ἔβαλε τοὺς δακτύλους αὑτοῦ εἰς τὰ ὦτα αὐτοῦ. | |
Δυνάμενος καὶ λόγῳ ἐπιτελέσαι τὸ θαῦμα. δεικνὺς ὡς πλουτεῖ | 338 | |
339 | τὴν τῆς θείας δυνάμεως ἐνέργειαν καὶ τὸ ἑνωθὲν αὐτῷ ἀπορρήτως σῶμα· ἐμψυχωμένον δηλονότι ψυχῇ λογικῇ τε καὶ νοερᾶ. Καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ. Ὅπερ καὶ ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ ἱστορεῖ αὐτὸν ὁ Ἰωάννης | |
5 | πεποιηκέναι. ἐπειδὴ μετὰ γὰρ τὴν ἐν Ἀδὰμ παράβασιν πολλὰ τῇ φύσει τῆς ἀνθρωπότητος ἐπισυνέβη πάθη, καὶ μελῶν ἐσθ’ ὅτε πήρωσις, δηλοῦσα εἰς ποῖαν ἀρρωστίαν διὰ τῆς ἁμαρτίας ἡ τοῦ ἀνθρώπου κατενήνεκται φύσις, εἰσελθὼν ὁ Χριστὸς καὶ τελείαν ταύτην ἐν ἑαυτῷ ἀποδείξας, καὶ οἷαν ἐξ ἀρχῆς αὐτὸς αὐτὴν κατε‐ | |
10 | σκεύασε, διὰ ταύτης τὰ τῶν ὁμοουσίων αὐτῇ νοσήματα ἐθερά‐ πευσε· ταύτῃ τοῖς δακτύλοις μὲν τὰ ὦτα διανέῳξε, πτύσματι δὲ ἀπεδίδου τῇ γλώττῃ τὸ φθέγγεσθαι. τοῦτο καὶ ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ πεποίηκεν. Καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐστέναξε. | |
15 | Ἀναβλέψας εἰς οὐρανὸν ἐστέναξεν, ἅμα τε τῷ πατρὶ τῶν γινο‐ μένων ὑπ’ αὐτοῦ τὰς αἰτίας ἀνατιθεὶς, καὶ τὴν τοῦ ἀνθρώπου φύσιν ἐλεῶν, εἰς ποῖαν ταπείνωσιν ἤγαγεν ταύτην ὅ τε μισόκαλος διά‐ βολος, καὶ ἡ τῶν πρωτοπλάστων ἀπροσεξία. Καὶ λέγει αὐτῷ, ἐφφαθὰ, ὅ ἐστι, διανοίχθητι. | |
20 | Καὶ ἅμα τῷ λόγῳ εἰς ἔργον ἐχώρει τὸ θαῦμα· ἤκουέ τε καὶ ἐλάλει ὀρθῶς. Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκή‐ ρυσσον. καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, | |
25 | καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ τοὺς ἀλάλους λαλεῖν. Πάλιν δὲ παιδεύων ἡμᾶς κἀνταῦθα τὸ μέτριον, παρεγγύησε τοῖς εὐεργετηθεῖσιν ἀποκρύπτειν τὸ θαῦμα, καὶ ἵνα μὴ πρὸ καιροῦ δόξῃ ὑποκαίειν καὶ διεγείρειν καθ’ ἑαυτοῦ τὴν Ἰουδαίων μιαιφο‐ | |
30 | νίαν. εἰ καὶ τὰ μάλιστα ᾔδει αὐτοὺς μὴ σιωπῶντας, ἀλλὰ κηρύτ‐ | |
τοντας τὸ παράδοξον. | 339 | |
340(1t) | ΚΕΦ. ΚΑ. | |
2t | Περὶ τῶν ζʹ ἄρτων. | |
3 | Ἐν ἐκείναις ταῖς ἡμέραις παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς | |
5 | τοὺς μαθητὰς αὑτοῦ, λέγει αὐτοῖς· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι. καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκασι. | |
10 | Ἤδη καὶ πρότερον δημιουργήσας ὁ Κύριος τροφὰς, αὖθις ταὐτὸ ποιῆσαι σημεῖον βούλεται, εἰς πίστιν τὸν ὄχλον ἐνεργαζόμενος· καὶ τότε καὶ νῦν προφάσει εὐλόγῳ προσγενομένῃ χρησάμενος. αὕτη δὲ ἦν ἡ τῶν ὄχλων παραμονὴ τρίτην ἡμέραν ἤδη γεγονυῖα, καὶ βλάβης ἐπικείμενος κίνδυνος ἀτρόφοις ἀπιοῦσιν ἐκ τοῦ μὴ | |
15 | παρεῖναι τροφάς. καίτοι τούτων γε τῶν αἰτιῶν οὐκ οὐσῶν οὐ πάνυ τι συνεχῆ τὴν τοιαύτην ἐνέργειαν ὁ Κύριος ἐβούλετο παρα‐ σχέσθαι, ὑπὲρ τοῦ, μὴ τροφῆς ἕνεκα σωματικῆς ἐπακολουθεῖν τὰ πλήθη. οὕτω γοῦν διανοουμένοις καὶ διὰ τοῦτο ἀκολουθοῦσιν ἔλεγε, “ζητεῖτέ με οὐχ ὅτι ἴδετε σημεῖα καὶ τέρατα, ἀλλ’ ὅτι | |
20 | “ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.” εἶτα προτρέπων ἐπὶ τὴν τοῦ μείζονος ζήτησιν, τὴν πίστιν παρεγγυᾷ τὴν εἰς ἑαυτὸν καὶ τὴν αἰώνιον ἐξ αὐτῆς ὠφέλειαν· δεικνὺς ἐν παραθέσει τῆς προσκαιροῦ τροφῆς, “ἐργάζεσθε,” λέγων, “οὐ μὲν τὴν βρῶσιν τὴν ἀπολλυ‐ “μένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.” | |
25 | Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, πόθεν τού‐ τους δυνήσεταί τις ᾧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας. Εἰπόντος τοίνυν τοῦ Σωτῆρος τοῖς μαθηταῖς ὅτι “σπλαγχνίζο‐ “μαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ “ἔχουσι τί φάγωσι, καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐ‐ | |
30 | “τῶν ἐκλυθήσονται ἐν τῇ ὁδῷ, τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκασιν·” Οἱ μαθηταὶ μήπω συνιέντες τὴν ἐπὶ ταῖς τροφαῖς αὖθις θαυμα‐ | |
τουργίαν, ἣν ὑπὲρ τῆς πίστεως ὁ Κύριος ἐβούλετο παρασχέσθαι, | 340 | |
341 | ἔφασκον, “πόθεν τούτους δυνήσεταί τις, ὧδε χορτάσαι ἄρτων ἐπ’ “ἐρημίας;” κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν δηλοῦντες τὸ τοῦ πράγματος ἀδύνατον. Καὶ ἐπηρώτα αὐτοὺς, πόσους ἔχετε ἄρτους; | |
5 | Τί οὖν ὁ Σωτήρ; ἐρωτᾷ πόσους ἄρτους ἔχετε; ἠρώτα οὐκ ἀγνοῶν, ἀλλ’ εἰς αἴσθησιν τῆς ἑαυτοῦ δυνάμεως ἐνάγων τοὺς μα‐ θητάς. εἶτα εἰπόντων αὐτῶν ἑπτὰ, ὡς ἐξαρκοῦσαν ἀκούσας τὴν παρασκευὴν, οὕτως ἐπὶ τὴν εὐωχίαν κατακλίνει τὸ πλῆθος. Οἱ δὲ εἶπον, ἑπτά· καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπε‐ | |
10 | σεῖν ἐπὶ τῆς γῆς. καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχα‐ ριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, ἵνα παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας, εἶπε παραθεῖναι καὶ αὐτά. Τοσαύτη τῆς ἐξουσίας ἡ ἑτοιμότης, εὐχαριστία πρὸς Θεὸν ὡς | |
15 | ὑπ’ ἀνθρώπου, ἐνέργεια περὶ τὸ προκείμενον ὡς ὑπὸ Θεοῦ· παρ’ αὐτοῦ γὰρ καὶ οὐκ ἐπείσακτος καθάπερ ἁγίοις ἀνθρώποις. τοῦτο γὰρ ἐδήλου λέγων ὁ Εὐαγγελιστὴς, “δύναμις παρ’ αὐτοῦ ἐξήρχετο “καὶ ἰᾶτο πάντας.” καὶ τῷ Κυρίῳ δὲ τὸ πρέπον φυλάττεται χρω‐ μένῳ πρὸς διακονίαν τοῖς μαθηταῖς, κἀκείνοις ἡ λειτουργία κατὰ | |
20 | τὸ οἰκεῖον τῆς μαθητείας. καὶ εἶχον ἰχθύδια ὀλίγα, καὶ αὐτὰ εὐλογήσας εἶπε παραθεῖναι. Ἔφαγον δὲ καὶ ἐχορτάσθησαν. καὶ ᾖραν περισσεύ‐ ματα κλασμάτων ἑπτὰ σπυρίδας. ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. | |
25 | Καὶ φαγόντες ἐχορτάσθησαν, ἀλλὰ καὶ ἐπερίσσευσε τοῖς βε‐ βρωκόσιν ἑπτὰ σπυρίδες κλασμάτων. πανταχόθεν τὸ ἐνέργημα δῆλον ἐκ τῆς πληρώσεως τῶν εὐωχουμένων, ἐκ τοῦ πλήθους τῶν περισσευθέντων, ἐκ τοῦ πολλοὺς εἶναι τοὺς ἐμπλησθέντας. μέχρι δὲ τῆς χρείας ἡ μετάληψις τῆς εὐεργεσίας, οὐχ ὥς τε καὶ λα‐ | |
30 | βόντας ἀπενέγκασθαι, καί τοι πολλῶν τῶν λειψάνων γινομένων. ἀγαθὸν καὶ τοῦτο σύμβολον πρὸς τὸ τῇ χρείᾳ μετρεῖν τὴν ἀπό‐ | |
λαυσιν, καὶ μὴ παρὰ τῆς χρείας εἰς πλεονεξίαν ὑπάγεσθαι. | 341 | |
342 | Καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά. Συνεισέρχεται τοίνυν εἰς τὸ πλοῖον τοῖς μαθηταῖς ὁ Σωτὴρ, καίτοι μὴ πρότερον συνεισελθών. μανθάνωμεν οὖν ἐν τούτῳ, μὴ ἀεὶ | |
5 | πείρας μηδὲ ἀγῶνας ἐπάγεσθαι· ἀλλὰ πολλάκις καὶ διὰ ἀναπαύ‐ σεως ἡμᾶς ἄγεσθαι πειρασομένους μὲν καὶ ἀγωνισομένους· ὥσπερ γὰρ ὅταν ἄπεστιν, ἡμῖν κάματον τῇ ἀπουσίᾳ παρέχει, οὕτως ἀναπαύει ὁπότε οἱονεὶ παρῇ. Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν | |
10 | αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. Καλῶς, “πειράζοντες,” εἶπεν. ἐπειδὴ προσεποιοῦντο μὲν τὴν αἴτησιν ὡς δῆθεν πιστεύοντες εἰ παράσχοι σημεῖον· τὸ δὲ ἀληθὲς ἀπάτῃ τὴν αἴτησιν ἐποιοῦντο, ὥστε μόνον τῆς δυνάμεως αὐτοῦ | |
15 | πεῖραν λαβεῖν, οὐδένα τοῦ πιστεῦσαι ποιούμενοι λόγον. τί δέ ἐστι σημεῖον ἐκ τοῦ οὐρανοῦ; ἢ στῆναι τὸν ἥλιον, ἢ σελήνην χαλινῶσαι, ἢ κεραυνοὺς κατενεγκεῖν, ἢ τὸν ἀέρα μεταβαλεῖν, ἢ ἄλλο τι τοιοῦτον ποιῆσαι. Ἄλλος, φησὶν, οὗτος τῆς παρουσίας ὁ καιρὸς καὶ ἄλλος ὁ μέλλων. νῦν τοῦτο χρεία τῶν ἐν τῇ γῆ, τὰ | |
20 | δὲ ἐν τῷ οὐρανῷ, ἐκείνῳ τεταμίευται τῷ καιρῷ. νῦν ὡς ἰατρὸς ἦλθον, τότε ὡς ἀπαιτῆσαι εὐθύνας. διὰ τοῦτο λαθὼν ἦλθον· τότε μετὰ πολλῆς τῆς δημοσιεύσεως, οὐρανὸν ἑλίττων, ἥλιον ἀπο‐ κρύπτων, τὴν σελήνην οὐκ ἀφιεὶς δοῦναι τὸ φῶς. τότε καὶ δυνά‐ μεις τῶν οὐρανῶν σαλευθήσονται. ἀλλ’ οὐχὶ τούτων νῦν ὁ καιρὸς | |
25 | τῶν σημείων. ὅθεν οὐδὲν τῇ γενεᾷ ταύτῃ σημεῖον δοθήσεται. τῶν ἀφισταμένων Θεοῦ καὶ Θεὸς ἀφίσταται· τούτου σύμβολον ἡ ἀνα‐ χώρησις. εἰκότως οὖν καὶ ἀναστενάξας τῷ πνεύματι αὑτοῦ ταῦτά φησι, λογιζόμενος τί μὲν αὐτὸς παρεγένετο ποιῆσαι, δηλονότι | |
ἀποθανεῖν ὑπὲρ αὐτῶν, καὶ τὰ ἔσχατα παθεῖν· τί δὲ αὐτοὶ καθ’ | 342 | |
343 | ἑαυτῶν προκαλοῦνται πονηρίᾳ συζῶντες, “ἐμβὰς πάλιν εἰς πλοῖον “ἀπῆλθεν εἰς τὸ πέραν.” | |
3t | ΚΕΦ. ΚΒ. | |
4t | Περὶ τῆς ζύμης τῶν Φαρισαίων. | |
5 | Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους· καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ. καὶ διεστέλλετο αὐτοῖς, λέγων, ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρι‐ σαίων, καὶ τῆς ζύμης Ἡρώδου. καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, ὅτι ἄρτους οὐκ ἔχομεν. | |
10 | Ὁμοῦ μὲν τὴν ἀπιστίαν αὐτῶν ὀνειδίζει ὁ Κύριος, ὁμοῦ δὲ σαφηνίζει τὸ παρ’ αὐτοῦ λεχθέν· ἐχρῆν φησιν ἡμᾶς τῶν γεγονό‐ των ἤδη μνημονεύοντας, μήτε αὐτοὺς περὶ ἄρτων διαπορεῖν εἰ μὴ ἔχετε, μήτε ἐμὲ νομίζειν περὶ τούτου λέγειν ὑμῖν. οὐ γὰρ ἦν μοι χαλεπὸν ὁμοίως καὶ νῦν ἄρτους ἀγαγεῖν τοὺς οὐκ ὄντας εἰς μέ‐ | |
15 | σον, καὶ πληρῶσαι τὴν χρείαν ὑμῖν. πῶς οὖν οὔπω νοεῖτε; ἀλλ’ ἔτι τὴν καρδίαν ἔχετε πεπωρωμένην; ταῦτα δέ φησι κατὰ βραχὺ προβιβάζων τοὺς μαθητὰς εἰς αἴσθησίν τε καὶ πίστιν. εἰ δὲ ὁ μὲν Ματθαῖος λέγει προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουλαίων, Μάρκος δὲ Φαρισαίων καὶ Ἡρωδιανῶν, Λουκᾶς δὲ | |
20 | μόνων Φαρισαίων, οὐδεμία ἐν τούτοις διαφωνία. οἱ γὰρ τρεῖς τοὺς προηγουμένους εἶπον Φαρισαίους· οἱ δὲ δύο ἐμερίσαντο τοὺς δευ‐ τέρους, ἀλλ’ οὐδέτερος εἶπε τὸ μόνους. εἰκὸς γὰρ ἦν τὸν Μάρκον, ὡς παραλείψαντος τοῦ Ματθαίου τοὺς Ἡρωδιανοὺς, εἰς ἀναπλή‐ ρωσιν τῆς διηγήσεως προσθεῖναι καὶ τούτους. Νοεῖ δὲ καὶ συνίησι | |
25 | τὰ περὶ ἄρτου ὁ εἰδὼς ὅτι ἡ διδαχὴ ἄρτος ἐστίν· ἡ μὲν ὑγιὴς ὑγιεινὸς, ἡ δὲ ἐσφαλμένη ἐπιβλαβής· καὶ οὕτω ζητῶν τις πάντα τὸν ἀναγεγραμμένον ἐν τῇ γραφῇ ἄρτον, ἐφ’ ἑκάστῳ τόπῳ ἐφαρ‐ μόσει τὰ γεγραμμένα τοῖς περὶ δογμάτων καὶ διδασκαλίας. | |
29t | ΚΕΦ. ΚΓ. | |
30t | Περὶ τοῦ τυφλοῦ. | |
31 | Καὶ ἔρχεται εἰς Βηθσαϊδὰν, καὶ φέρουσιν αὐτῷ τυ‐ | |
φλὸν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. καὶ | 343 | |
344 | ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης. Εἰς τὴν ἄπιστον Βηθσαϊδὰν παραγίνεται Χριστὸς, καὶ φέρουσιν αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. οὐ γνή‐ | |
5 | σιος δὲ τῶν παραγαγόντων ἡ πίστις, οὐδὲ ἄξιοί εἰσι θεαταὶ γενέσθαι τοῦ θαύματος. ὅθεν ἐπιλαβόμενος αὐτοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ. Καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν, εἴτι βλέπει; καὶ ἀναβλέψας | |
10 | ἔλεγε, βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπα‐ τοῦντας. Πτύει καὶ τὰς χεῖρας ἐπιτίθησι, δεῖξαι βουλόμενος ὡς θεῖος λόγος καὶ πρᾶξις ἑπομένη τῷ λόγῳ ἐκτελεῖ τὰ παράδοξα. ἡ γὰρ χεὶρ τῆς πράξεως σύμβολον· πτύσμα δὲ τοῦ ἐκπορευομένου | |
15 | διὰ στόματος λόγου. ἐπηρώτα δὲ αὐτὸν εἴτι βλέπει, ἐπὶ τῶν ἄλλων μὴ ποιήσας τοῦτο· σημαίνων ὡς ἀτελὴς τῶν προσαγόντων ἡ πίστις καὶ αὐτοῦ τοῦ πεπηρωμένου τὰς ὄψεις. μονονουχὶ γὰρ οὐδὲν ἕτερον διὰ τοῦτό φησιν, ἢ “κατὰ τὴν πίστιν σου γενηθήτω “σοι.” ἐπειδὴ τὸ τῆς πίστεως αὐτοῦ διήλεγξεν ἀτελές· ἀμυδρῶς | |
20 | γὰρ ἔφασκεν τοὺς ἀνθρώπους ὁρᾷν καὶ ὡς δένδρα περιπατοῦντας. Εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι. καὶ ἀποκατε‐ στάθη, καὶ ἀνέβλεψε τηλαυγῶς ἅπαντας. Πάλιν ἐπιτίθει τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς, ἐκ τῆς πρό‐ | |
25 | τερον αὐτῷ γεγενημένης αἰσθήσεως εἰς ἐπίδοσιν πίστεως ἀγαγὼν, καὶ οὕτως αὐτὸν ἐποίησεν ἀναβλέψαι τελείως. ἡ δὲ προσθήκη δείκ‐ νυσι τὸ ὑπ’ ἐμοῦ εἰρημένον. μετὰ γὰρ τὸ εἰπεῖν, “ἐποίησεν αὐτὸν “ἀναβλέψαι,” ἐπάγει, “καὶ ἀποκατεστάθη καὶ ἀνέβλεψε τηλαυ‐ “γῶς,” δηλονότι τῷ τῆς ψυχῆς ὄμματι, αἰσθητῶς γὰρ καὶ νοητῶς | |
30 | αὐτὸν ὁ Χριστὸς ἰάσατο. ἀνέβλεψε τὲ τηλαυγῶς καὶ τοῖς τῆς | 344 |
345 | διανοίας ὄμμασιν. ἀναγκαῖον οὖν καὶ ἡμᾶς λέγειν κατὰ τοὺς θείους μαθητὰς τῷ Σωτῆρι, “πρόσθες ἡμῖν πίστιν.” “καὶ ἀπέστειλεν “αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ,” παρεγγυήσας αὐτῷ· μηδὲ εἰπεῖν τινὶ τῶν ἐν τῇ κώμῃ. | |
5 | Ἐσώθης, φησὶ, καὶ ἐξελήλυθας Σοδόμων. εἰς τὸ ὄρος σώζου τῆς Ἐκκλησίας. οὗτος γάρ σου οἶκος. ἡ δὲ Βηθσαϊδὰ κώμη ἐστι θηρατῶν, (νοεῖτε δὲ ὅ φημι) καὶ ἀνάξιοι τῆς τῶν παραδόξων θέας τε καὶ ἀκοῆς. μὴ οὖν εἰσέλθῃς ἐκεῖ, μήποτε ζωγρηθῇς εἰς τὸ ἐκεί‐ νων θέλημα. | |
10t | ΚΕΦ. ΚΔ. | |
11t | Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. | |
12 | Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου. καὶ ἐν τῇ ὁδῷ ἐπη‐ ρώτα τοὺς μαθητὰς αὑτοῦ, λέγων αὐτοῖς, τίνα με λέ‐ | |
15 | γουσιν οἱ ἄνθρωποι εἶναι; οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν Βαπτιστὴν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν. καὶ αὐτὸς λέγει αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἰ ὁ Χριστός. | |
20 | Εἰδὼς ἐρωτᾷ, τὴν διὰ τῆς ἐσομένης ἀποκρίσεως ὠφέλειαν κα‐ τασκευάζων, καὶ τῶν ἄλλων τῶν δοξαζόντων, ὅ τι δήποτε περὶ αὐ‐ τοῦ κάλλιον δοξάζειν ποιῶν τοὺς μαθητάς. Πέτρῳ μὲν ὃ καλῶς δοξάζει βεβαιῶν, τοῖς δὲ ἄλλοις τὴν ἐκ τῆς ἰδίας μαρτυρίας ἐν‐ τιθεὶς πίστιν. πάντας ἐκίνει τὸ κατὰ Χριστὸν παράδοξον, εἰ καὶ | |
25 | τὴν πίστιν οὐκ ἔφθασαν. ἄνθρωπον μὲν οὖν ἠναγκάζοντο νομίζειν διὰ τὸ ὁρώμενον· τὴν δὲ ἐκ νεκρῶν ἀναβίωσιν αὐτῷ προστιθέντες, Ἰωάννην ἢ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν ἡγοῦντο. τίνος δὲ ἕνεκεν οὐκ εὐθέως τὴν αὐτῶν γνώμην ἠρώτησεν, ἀλλὰ τὴν τῶν πολλῶν; ἵνα εἰπόντες τὴν ἐκείνων, εἶτα ἐρωτηθέντες, “ὑμεῖς δὲ τίνα με λέ‐ | |
30 | “γετε εἶναι;” ἀπὸ τοῦ τρόπου τῆς ἐρωτήσεως εἰς μείζονα γνώμην | |
ἀναχθῶσιν, ἐννοήσαντες ὅτι οὐ χρὴ εἰς τὴν αὐτῶν ταπεινότητα | 345 | |
346 | αὐτοὺς συνεμπεσεῖν. διὰ δὴ τοῦτο οὐδὲ ἐν ἀρχῇ τοῦ κηρύγματος αὐτῶν πυνθάνεται, ἀλλ’ ὅτε σημεῖα πολλὰ ἐποίησε, καὶ περὶ πολ‐ λῶν αὐτοῖς διελέχθη καὶ ὑψηλῶν, καὶ τῆς αὐτοῦ θεότητος. δεικνὺς δὲ ὡς σφόδρα βούλεται ὁμολογεῖσθαι τὴν οἰκονομίαν, φησὶ, “τὸν | |
5 | “υἱὸν τοῦ ἀνθρώπου.” εἶτα ἐπειδὴ εἶπον τὴν πεπλανημένην τῶν πολ‐ λῶν δόξαν, τότε ἐπήγαγεν “ὑμεῖς δὲ τίνα με λέγετε;” μονονουχὶ ἐγκαλούμενος αὐτοὺς διὰ τῆς δευτέρας ἐπερωτήσεως εἰς τὸ μεῖζόν τι φαντασθῆναι περὶ αὐτοῦ, καὶ μὴ συνεμπεσεῖν τοῖς πολλοῖς. τί οὖν ὁ κορυφαῖος τῶν μαθητῶν, τὸ στόμα τῶν Ἀποστόλων; πάν‐ | |
10 | των ἐρωτηθέντων, μόνος ἀποκρίνεται καὶ φησὶ “σὺ εἶ ὁ Χριστός.” τὴν γὰρ ἀκριβεστέραν περὶ τούτου διήγησιν παρεχώρησεν ὁ παρὼν Εὐαγγελιστὴς τῷ Ματθαίῳ εἰπόντι, αὐτὸς δὲ ὡς ἐν ἐπι‐ τομῇ τὸ ἀκριβὲς παρῆκε τῆς ἱστορίας, καὶ ἵνα μὴ δόξῃ Πέτρῳ τῷ ἑαυτοῦ χαρίζεσθαι διδασκάλῳ. | |
15 | Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ. “Καὶ ἐπετίμησεν αὐτοῖς,” φησὶν Ἰησοῦς· “ἵνα μηδενὶ λέγωσιν,” ἢ “διεστείλατο,” ὥς φησιν ὁ Ματθαῖος. ἐβούλετο γὰρ ἔτι συσκιά‐ ζεσθαι τὴν παρ’ ἑαυτοῦ δόξαν, ὥστε τῶν σκανδαλιζόντων ἐκ μέσου γενομένων τοῦ τε σταυροῦ καὶ τοῦ πάθους, καθαρὰν ἐντυπωθῆναι τῇ | |
20 | διανοίᾳ αὐτῶν τὴν πίστιν. Τάχα δὲ καὶ δι’ ἄλλο τι ἐπετίμησε τοῖς μαθηταῖς ἵνα τότε μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. προέκειτο γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν πρὸς τῇ ἀναλήψει εἰπεῖν, “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,” καὶ οὕτως ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτόν. εἰ δὲ καὶ ἐν τοῖς ἀνω‐ | |
25 | τέροις τούτους τοὺς ιβʹ ἀπέστειλεν οἷς παραγγείλας ἄλλα τέ τινα, καὶ τὸ “πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ·” λέγομεν ὅτι μήποτε τότε οὐδέπω τὸ Ἰησοῦς ἐφήρμοσε τῷ Χριστῷ, καὶ οὐδέπω ὁ Πατὴρ ὁ οὐράνιος τῷ Πέτρῳ ἦν ἀποκαλύψας ὅτι Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. | |
30 | Ματθαῖος μὲν “καὶ ἤρξατο δεικνύειν,” φησίν· οὐ γὰρ ἁπλῶς διδάσκει, ἀλλ’ οἱονεὶ δείκνυσι λογικὴν δεῖξιν, τότε μὲν ἀρχομένοις, | |
χωρητικοῖς δὲ γινομένοις τελειῶν. Δείκνυται δὲ ἡ αἰτία τῆς πα‐ | 346 | |
347 | ραγγελίας τὸ μηδέπω λέγειν αὐτοὺς, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός· φησὶ γὰρ τὰ τῆς οἰκονομίας μέλλειν, ἣν δεῖ κηρύσσεσθαι τελείως μετὰ τοῦ τὸ εἶναι Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, ὑπὸ τῶν μαρτυ‐ ρεῖν δυναμένων. ὅτε δὲ ἔπηξεν αὐτοῖς τὸ δόγμα, τότε τὴν περὶ | |
5 | τοῦ πάθους διδασκαλίαν εἰσήγαγεν. ἀλλ’ οὐδὲ οὕτως συνίεσαν τὸ λεγόμενον. “ἦν γάρ,” φησιν, “κεκαλυμμένος ὁ λόγος ἀπ’ αὐτῶν.” οὐκ ᾔδεισαν ὅτι ἀναστῆναι αὐτὸν δεῖ, καὶ ἐφοβοῦντο ἐρωτῆσαι οὐχ ὅτι ἀποθανεῖν ἔχει, ἀλλ’ ὅτι πῶς καὶ τίνι τρόπῳ.” οὐδὲ γὰρ ᾔδεσαν τί ποτέ ἐστιν ἀναστῆναι, ἀλλὰ πολλῷ βέλτιον εἶναι ἐνό‐ | |
10 | μιζον μὴ ἀποθανεῖν. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπι‐ τιμᾷν αὐτῷ. ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὑτοῦ, ἐπετίμησε τῷ Πέτρῳ, λέγων, ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν | |
15 | ἀνθρώπων. Τῶν ἄλλων θορυβουμένων καὶ ἀπορούντων, πάλιν ὁ Πέτρος θερ‐ μὸς ὢν μόνος τολμᾷ περὶ τούτου διαλεχθῆναι· καὶ οὐδ’ οὗτος παρρησίᾳ, ἀλλὰ προσλαβόμενος αὐτὸν κατ’ ἰδίαν, ἤρξατο ἐπιτιμᾷν αὐτῷ· ἢ ὡς ὁ Ματθαῖός φησι, “ἵλεώς σοι, οὐ μὴ ἔσται σοι | |
20 | “τοῦτο.” Τί ποτε τοῦτό ἐστιν; ὁ ἀποκαλύψεως τυχὼν, ὁ μακα‐ ρισθεὶς οὗτος, ταχέως διέπεσε καὶ ἐσφάλη; καὶ τί θαυμαστὸν τὸν οὐ δεξάμενον ἐν τούτοις ἀποκάλυψιν τοῦτο παθεῖν; ὅτι μὲν γὰρ ὁ Χριστός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἔμαθεν· τί ποτὲ δέ ἐστι τὸ μυστήριον τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, οὐδέπω δῆλον | |
25 | αὐτῷ ἐγένετο. “καὶ γὰρ ἦν,” φησὶν, “ὁ λόγος ἀπ’ αὐτῶν κεκαλυμ‐ “μένος.” αὐτὸς μέντοι δεικνὺς ὅτι τοσοῦτον ἀπέχει ἄκων ἐλθεῖν ἐπὶ τὸ πάθος, καὶ ἐπετίμησε τῷ Πέτρῳ, καὶ Σατανᾶν ἐκάλεσε, καὶ οὐκ εἶπεν, ὁ Σατανᾶς ἐφθέγξατο διὰ σοῦ, ἀλλ’ “ὕπαγε ὀπίσω “μου Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.” | |
30 | Καὶ γὰρ ἐπιθυμία ἦν τοῦ ἀντικειμένου τὸ μὴ παθεῖν τὸν Χριστόν. διὰ τοῦτο μετὰ τοσαύτης σφοδρότητος αὐτῷ ἐπετίμησε. σὺ μὲν γάρ φησι, νομίζεις ὅτι ἀνάξιόν μου ἐστι τὸ παθεῖν, ἐγὼ δέ σοι | |
λέγω ὅτι τὸ μὴ παθεῖν· ἀπὸ τῶν ἐναντίων καταστέλλων αὐτοῦ τὴν | 347 | |
348 | ἀγωνίαν. Ἕτερος δέ φησι. τῷ μὲν Σατανᾷ πειράζοντι αὐτὸν τὸν Ἰησοῦν οὐκ εἴρηται ὕπαγε ὀπίσω μου, Σατανᾶ, ἀλλ’ “ὕπαγε “Σατανᾶ· γέγραπται γὰρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις,” καὶ τὰ ἑξῆς. τῷ δὲ Πέτρῳ ἔτι ἁμαρτάνοντι, καὶ διὰ τοῦτο οὐδέπω | |
5 | ὄπισθεν ὄντι τοῦ Ἰησοῦ λέγεται, “ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μοι εἶ.” εἰ τοίνυν ὁ ἅγιος ὄπισθέν ἐστιν Ἰησοῦ, ὁ ἀπο‐ στάτης καὶ παρακούσας τῶν λόγων Θεοῦ, ὀπίσω ἑαυτοῦ ἔβαλε τὸν Ἰησοῦν. καὶ διὰ τοῦτο ἀκούει ὁ Πέτρος, “ὕπαγε ὀπίσω μου,” τοῦτ’ ἔστιν, ἀκολούθει μοι, καὶ τῇ περὶ τοῦ πάθους μου ἑκουσίᾳ βου‐ | |
10 | λήσει μὴ ἀνθίστασο, τοὺς ἐμοὺς λόγους ὀπίσω σου ῥίπτων, κατὰ τὸ ἐν τεσσαρακοστῷ ἐννάτῳ ψαλμῷ εἰρημένον τῷ ἁμαρτωλῷ. Σύ μοί, φησιν, ἐπιτιμᾷς βουλομένῳ παθεῖν· ἐγὼ δέ σοι λέγω ὅτι οὐ μόνον τὸ ἐμὲ κωλύειν, καὶ τῷ ἐμῷ πάθει δυσχεραίνειν, ἐπιβλαβές σοι καὶ ὀλέθριον, ἀλλ’ ὅτι οὐδὲ σωθῆναι δυνήσῃ, ἐὰν μὴ καὶ αὐτὸς | |
15 | ἀποθάνῃς. διὰ τοῦτο οὐκ ἐφ’ ἑαυτοῦ προάγει τὸν λόγον, ἀλλὰ καὶ ἐπ’ ἐκείνου. Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὑτοῦ, εἶπεν αὐτοῖς, ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, | |
20 | καὶ ἀκολουθείτω μοι. Τοσοῦτον γὰρ τοῦ πράγματος τούτου τὸ κέρδος, ὅτι ἐφ’ ὑμῶν, φησὶ, τὸ μὴ ἀποθανεῖν δεινὸν, τὸ δὲ ἀποθανεῖν ἀγαθόν. οὐκ εἶπε δὲ, κἂν μὴ βούλησθε, δεῖ τοῦτο ὑμᾶς παθεῖν. ἀλλὰ πῶς; “ὅς “τις θέλει ὀπίσω μου ἀκολουθεῖν.” ἐπὶ γὰρ ἀγαθὰ καλῶ, οὐκ ἐπὶ | |
25 | κακὰ καὶ ἐπαχθῆ, ἵνα ἀναγκάσω. ταῦτα δὲ λέγων ἐπεσπᾶτο μειζόνως. ὁ μὲν γὰρ βιαζόμενος, ἀποτρέπει· ὁ δὲ ἀφεὶς Κυρίου τὸν ἀκροατὴν εἶναι, μᾶλλον ἐφέλκεται. βίας γὰρ δυνατώτερον θεραπεία. Τί ποτε δέ ἐστιν ἀρνήσασθαι ἑαυτὸν μάθωμεν. τοῦτο δὲ εἰσό‐ | |
30 | μεθα ἐὰν ἔγνωμεν τί ἐστι τὸ ἀρνήσασθαι ἑταῖρον. ὁ ἀρνούμενος | |
ἑταῖρον ἀδελφὸν ἢ οἰκέτην ἢ ὅν τινα οὖν, κἂν μαστιζόμενον ἴδῃ, | 348 | |
349 | κἂν δεσμούμενον, κἂν ἀπαγόμενον, κἂν ὅτι οὖν πάσχοντα, οὐ παρί‐ σταται, οὐ βοηθεῖ, οὐ πάσχει τι πρὸς αὐτὸν ὅτε ἅπαξ ἀλλοτριω‐ θείς. οὕτω τοίνυν βούλεται τοῦ σώματος ἡμᾶς ἀφειδεῖν τοῦ ἡμε‐ τέρου, ἵνα κἂν μαστίζωσι, κἂν ὅτι οὖν ποιῶσι, μὴ φειδώμεθα· τοῦτο | |
5 | γάρ ἐστι φείσασθαι· ἐπειδὴ καὶ οἱ πάτερες τότε φείδονται, ὅταν διδασκάλοις παραδόντες τὰ παιδία κελεύσωσιν αὐτῶν μὴ φείδεσθαι· οὕτω καὶ ὁ Χριστὸς οὐκ εἶπεν, μὴ φεισάσθω ἑαυτοῦ, ἀλλ’ ἐπιτε‐ ταμένως, “ἀπαρνησάσθω ἑαυτόν·” τοῦτ’ ἔστι, μηδὲν ἐχέτω κοινὸν πρὸς αὑτὸν, ἀλλ’ ἐκδιδότω τοῖς κινδύνοις, τοῖς ἀγῶσι, καὶ ὡς ἑτέ‐ | |
10 | ρου ταῦτα πάσχοντος οὕτω διακείσθω. τὸ δὲ, “ἀράτω τὸν σταυρὸν “αὑτοῦ,” πολλὴν ἐμφαίνει τὴν ὑπερβολὴν, καὶ γὰρ πλέον τοῦτο ἐκείνου ἐστίν· ἀπαρνήσασθαι γὰρ μέχρι τοσούτου δεῖ· μέχρι θανάτου, καὶ θανάτου τοῦ ἐπονειδίστου· καὶ ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διὰ παντὸς τοῦ βίου τοῦτο δεῖ ποιεῖν. “καὶ ἀκολουθείτω μοι.” | |
15 | ἐπειδὴ γάρ ἐστι καὶ πάσχοντα μὴ ἀκολουθεῖν, ὅταν μὴ δι’ αὐτόν τι πάθῃ, ἵνα μὴ νομίσῃς ὅτι ἀρκεῖ τῶν κινδύνων ἡ φύσις, προσ‐ τίθησι καὶ τὴν ὑπόθεσιν, ἵνα ταῦτα ποιῶν αὐτῷ ἀκολουθῇς. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ | |
20 | καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἀφείδων ὑμῶν, ἀλλὰ καὶ σφόδρα φειδόμενος ταῦτα ἐπιτάττω. καὶ γὰρ ὁ φειδόμενος τοῦ παιδίου αὐτοῦ ἀπόλλυσιν αὐτό· ὁ δὲ μὴ φειδόμενος σώσει. εἶτα ἐπειδὴ εἶπεν, ὁ θέλων σῶσαι ἀπολέσει αὐτὴν, ὃς δ’ ἂν ἀπολέσῃ, | |
25 | καὶ τὰ ἑξῆς. ἵνα μὴ νομίσῃς ἴσην εἶναι τὴν ἀπώλειαν ταύτην κἀκείνην, καὶ τὴν σωτηρίαν, ἵνα μάθῃς ὅσον τὸ μέσον ταύτης τε κἀκείνης, ἐπάγει ταῦτα κατασκευάζων. δεῖ τοίνυν πρὸς τὸν διηνεκῆ θάνατον ὑμᾶς παρατάττεσθαι· καὶ γὰρ νῦν πόλεμος ἀναρριπί‐ ζεσθαι μέλλει χαλεπός· μὴ τοίνυν κάθισο ἔνδον, ἀλλ’ ἐξέρχου καὶ | |
30 | πολέμει· κἂν πέσῃς ἐπὶ τῇ παρατάξει, τότε σωθήσῃ· εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν πολέμων ὁ παρατεταγμένος εἰς σφαγὴν, οὗτος τῶν | |
ἄλλων δοκιμώτερος καὶ ἀνάλωτος μᾶλλον καὶ τοῖς πολεμίοις φο‐ | 349 | |
350 | βερώτερος· καίτοι μετὰ θάνατον οὐκ ἰσχύοντος αὐτὸν ἀναστῆσαι τοῦ βασιλέως, ὑπὲρ οὗ τὰ ὅπλα τίθεται· πολλῷ μᾶλλον ἐπὶ τού‐ των τῶν πολέμων, ὅτε καὶ ἀναστάσεως ἐλπίδες τοσαῦται· ὁ προ‐ βαλλόμενος εἰς θάνατον τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει αὐτήν. | |
5 | Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὑτοῦ; Ἢ τί δώσει ἄν‐ θρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ἰδὲ πῶς ἡ παρὰ τὸ δέον αὐτῆς σωτηρία ἀπωλείας πάσης χείρων τε καὶ ἀνίατος οὖσα, τῷ μηδὲ εἶναι λοιπὸν τὸν ἐξωνούμενον | |
10 | αὐτήν. μὴ γάρ μοι τοῦτο λέγε, φησὶν, ὅτι τὴν ψυχὴν αὐτοῦ ἔσω‐ σεν κινδύνων διαφυγὼν τοὺς τοιούτους· ἀλλὰ μετὰ τῆς ψυχῆς αὑτοῦ θὲς καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ τί τὸ πλέον ἐντεῦθεν αὐτῷ ἐκείνης ἀπολλυμένης; μὴ γὰρ ἑτέραν ἔχεις ψυχὴν ἀντὶ ψυχῆς δοῦναι. χρήματα μὲν γὰρ ἢ οἰκίαν ἢ ἀνδράποδα δύνασαι | |
15 | ἀνταλλάξασθαι· ψυχὴν δὲ ἀπολλὺς, ἑτέραν ἀποδοῦναι οὐ δυνήσῃ ψυχήν. καὶ τί θαυμαστὸν εἰ ἐπὶ τῆς ψυχῆς τοῦτο συμβαίνει; καὶ γὰρ ἐπὶ σώματος τοῦτο γινόμενον ἴδοι τις ἄν. κἂν γὰρ μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχῃς ἐπίνοσον φύσει καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ τὴν βασιλείαν ἅπασαν ἐπιδοὺς διορθῶ‐ | |
20 | σαι τοῦτο. Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν | |
25 | ἁγίων. Οὐκ ἀρκεῖται τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ στόματος ὁμολογίαν ἀπαιτεῖ, εἰς παρρησίαν ἡμᾶς ἀλείφων καὶ πλείονα ἀγάπης διάθεσιν, καὶ ὑψηλοὺς ἐργαζόμενος. διὸ καὶ πρὸς πάντας διαλέγεται γενναίους κατασκευάζων· ὁ γὰρ τοῦτο | |
30 | μαθὼν οὐ διδάξει μόνον μετὰ παρρησίας, ἀλλὰ καὶ πείσεται μετὰ | |
προθυμίας, ἀνεπαισχύντως αὐτὸν ὁμολογῶν· καὶ γὰρ καὶ ἐν τῇ | 350 | |
351 | κολάσει φησὶ, πλείων ἡ τιμωρία, καὶ ἐν τοῖς ἀγαθοῖς μείζων ἡ ἀντίδοσις. μοιχαλὶς δὲ λέγεται ἡ γενομένη ἀνδρὶ ἑτέρῳ· καὶ ἡ τὸν Θεὸν τὸν ἀλήθινον νυμφίον καταλιποῦσα ψυχὴ, καὶ μὴ τῇ αὐτοῦ διδασκαλίᾳ κατακολουθοῦσα, ἀλλ’ ἑτέροις αὐτὴν ὑποστρώ‐ | |
5 | σασα, καὶ ἀσεβείας σπέρματα δεχομένη, μοιχαλὶς χρηματίζει δηλονότι καὶ ἁμαρτωλός. ὁ οὖν ἐπὶ τῶν τοιούτων τὴν ἐμὴν ἀρνού‐ μενος δεσποτείαν, καὶ ἐπὶ τῷ εὐαγγελικῷ ἐγκαλυπτόμενος λόγῳ, ἀξίαν τῆς ἀσεβείας τίσεται τιμωρίαν, ἀκούων ἐν τῇ δευτέρᾳ καὶ φοβερᾷ παρουσίᾳ, “ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐκ οἶδα ὑμᾶς.” διὰ | |
10 | δὴ τοῦτο κἂν ποιήσῃς τι χρηστὸν, καὶ μὴ λάβῃς αὐτοῦ τὴν ἀντίδοσιν ἐνταῦθα, μὴ ταράττου. κἂν ποιήσῃς τι πονηρὸν, καὶ μὴ δῷς δίκην, μὴ ῥαθύμει· ἐκεῖ γάρ σε ἡ τιμωρία δέξηται· ὁ γὰρ νῦν σοι καταφρονούμενος καὶ υἱὸς ἀνθρώπου διὰ τὴν οἰκονομίαν λεγόμενος, ἥξει μετὰ δόξης πολλῆς, οὐκέτι σαρκὸς τὸ ταπεινὸν | |
15 | προβαλλόμενος, ἀλλὰ τοῦ ἰδίου Πατρὸς τὴν ἐξουσίαν, καὶ ὑπὸ τῶν Ἀγγέλων αὐτοῦ δορυφορούμενος. Πατέρα δ’ ἔχει ὁ Θεὸς, καθὰ καὶ ἀμήτωρ· υἱὸς δὲ ἀνθρώπου κατὰ σάρκα, εἰ καὶ ἀπάτωρ τυγχάνει· τὴν ἄκραν οὖν ἕνωσιν αἰνιττόμενος τοῦ υἱοῦ τοῦ ἀνθρώ‐ που Πατέρα ἑαυτοῦ τὸν Θεὸν ὀνομάζει. | |
20t | ΚΕΦ. ΚΕ. | |
21t | Περὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ. | |
22 | Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν | |
25 | δυνάμει. Ἐπειδὴ πολλὰ περὶ κινδύνων διελέχθη καὶ θανάτου καὶ τοῦ πάθους τοῦ ἑαυτοῦ, καὶ τῆς τῶν μαθητῶν σφαγῆς, καὶ τὰ αὐστηρὰ ἐπέταξεν ἐκεῖνα· καὶ τὰ μὲν ἦν ἐν τῷ παρόντι βίῳ καὶ ἐν χερσί· τὰ δὲ ἀγαθὰ ἐν ἐλπίσι καὶ προσδοκίαις· βουλόμενος καὶ τὴν ὄψιν | |
30 | αὐτῶν πληροφορῆσαι, καὶ διδάξαι τί ποτε ἐστιν ἡ δόξα ἐκείνη μεθ’ | |
ἧς μέλλει παραγίνεσθαι, ὡς ἐγχωροῦν ἦν αὐτοῖς μαθεῖν καὶ κατὰ | 351 | |
352 | τὸν παρόντα βίον, δείκνυσιν αὐτοῖς καὶ ἀποκαλύπτει ταύτην, ἵνα μήτε ἐπὶ τῷ οἰκείῳ θανάτῳ, μήτε ἐπὶ τῷ τοῦ δεσπότου λοιπὸν ἀλγῶσι· καὶ μάλιστα Πέτρος ὀδυρόμενος· καὶ ὅρα τι ποιεῖ περὶ γεέννης καὶ βασιλείας διαλεχθεὶς, τὴν μὲν βασιλείαν τῇ ὄψει | |
5 | δείκνυσιν· τὴν δὲ γεένναν οὐκέτι. ἐπειδὴ γὰρ εὐδόκιμοι ὑπῆρχον καὶ εὐγνώμονες ἀπὸ τῶν χρηστοτέρων ἐνάγει· οὐ μόνον δὲ ἐκεῖνο παρατρέχει τὸ μέρος, ἀλλ’ ἔστιν ὅπου σχεδὸν καὶ ὑπ’ ὄψιν αὐτὰ φέρει τὰ πράγματα τῆς γεέννης, ὡς ὅταν τοῦ Λαζάρου τὴν εἰκόνα εἰσάγῃ, καὶ τοῦ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσαντος μνημονεύῃ· καὶ | |
10 | τοῦ τὰ ῥυπαρὰ ἐνδεδυμένου ἱμάτια, καὶ ἑτέρων πλειόνων. Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέ‐ ρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους· καὶ μετε‐ μορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο | |
15 | στίλβοντα, λευκὰ λίαν ὡς χιὼν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι. Λουκᾶς δὲ μετ’ ὀκτώ φησιν, οὐκ ἐναντιούμενος τούτῳ, ἀλλὰ καὶ σφόδρα συνᾴδων. ὁ μὲν γὰρ καὶ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐφθέγξατο, κἀκείνην καθ’ ἣν ἀνήγαγεν, εἶπεν. ὁ δὲ τὰς μεταξὺ | |
20 | τούτων μόνον. λαβὼν τοίνυν τοὺς κορυφαίους “ἀναφέρει εἰς ὄρος “ὑψηλὸν κατ’ ἰδίαν μόνους,” καὶ τὰ ἑξῆς. Διατί τουτοὺς λαμβά‐ νει; ὅτι οὗτοι τῶν ἄλλων ἦσαν ὑπερέχοντες· καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπερόχην· ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι· καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως, | |
25 | ἧς ἀπεκρίνατο μετὰ τοῦ ἀδελφοῦ λέγων, δυνάμεθα πιεῖν τὸ ποτή‐ ριον· οὐκ ἀπὸ τῆς ἀποκρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων τῶν τε ἄλλων, καὶ ἀφ’ ὧν ἐπλήρωσεν ἅπερ εἶπεν· οὕτως γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτην νομίσαι χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι. | |
30 | Διατί δὲ μὴ εὐθέως αὐτοὺς ἀνάγει; ὥστε μηδὲν παθεῖν ἀνθρώ‐ πινον τοὺς λοιποὺς μαθητάς· διὰ τοῦτο οὐδὲ τὰ ὀνόματα αὐτῶν | |
λέγει τῶν ἀνιέναι μελλόντων. τί δήποτε οὖν καὶ προλέγει; ἵνα | 352 | |
353 | εὐμαθέστεροι περὶ τὴν θεωρίαν γένωνται ἀφ’ ὧν προεῖπεν, καὶ σφοδροτέρας ἐν τῷ τῶν ἡμερῶν ἀριθμῷ τῆς ἐπιθυμίας ἐμπλησθέν‐ τες, οὕτως νηφούσῃ καὶ μεμεριμνημένῃ διανοίᾳ παρεγένοντο. ἐνῆν μὲν οὖν καὶ ἐν οἴκῳ τὴν ἑαυτοῦ δόξαν ἐπιδεῖξαι· ἐπεὶ δὲ καὶ | |
5 | τὸ τοῦ ὄρους ὕψος οἰκεῖον εἶχε, πρὸς τὸ τῆς δόξας ὕψος σύμπαν λαμβανόμενον, εἰς ὄρος αὐτοὺς ἀνήγαγεν ὑψηλόν. τὸ δὲ “κατ’ ἰδίαν” φησὶ, τὸ μυστικὸν τοῦ πράγματος ἐπισημαινόμενος, καὶ ὡς οὐκ ἠβουλήθη δημοσιεύειν αὐτὸ ὁ Κύριος. ἡ δὲ λεγομένη μεταμόρ‐ φωσις κατὰ τὴν ἔκλαμψιν ἦν, καθ’ ἣν ἐξέλαμψε τὸ πρόσωπον | |
10 | ὡς ὁ ἥλιος, καὶ ὁ ἱματισμὸς ἐγένετο λευκὸς ἐξαστράπτων, ὡς ὁ Λουκᾶς φησιν. ὁ δὲ Ματθαῖος λευκὰ ἱμάτια γεγονέναι λέγει ὡς τὸ φῶς. οὐ δὴ τοῦ χαρακτῆρος μεταβολήν τινα προσδοκητέον ἐν τῇ βασιλείᾳ, οὔτε αὐτοῦ τοῦ Σωτῆρος, οὔτε τῶν ὡμοιωμένων αὐτῷ, ἀλλὰ φωτὸς προσθήκην ὑπερλάμπρου, καὶ ταύτην εἶναι τὴν | |
15 | ἐναλλαγὴν, ἣν ὁ Παυλός φησιν. οἱ δὲ Εὐαγγελισταὶ μεταμόρ‐ φωσιν ὠνομάκασι. τίνος δὲ ἕνεκεν Μωσῆν καὶ Ἠλίαν εἰς μέσον ἄγει, πολλὰς ἂν ἔχοι τις εἰπεῖν αἰτίας· πλὴν ἡμεῖς ταύτας εἴπωμεν. πρῶτον μὲν ταύτην, ὅτι ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν, τοὺς κορυφαίους | |
20 | ἄγει, ἵνα τὸ μέσον κἀντεῦθεν ἴδωσι τῶν δούλων καὶ τοῦ δεσπότου, καὶ ὅτι καλῶς ἐπῃνέθη Πέτρος ὁμολογήσας αὐτὸν Υἱὸν τοῦ Θεοῦ. καὶ ἐπειδὴ συνεχῶς ἐνεκάλουν αὐτὸν παραβαίνειν τὸν νόμον καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ, τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον, οὗτος οὐκ ἔστιν | |
25 | ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ, καὶ ἄλλα τινὰ παρό‐ μοια. ἵνα τοίνυν δειχθῇ ὡς τούτων ἐστιν ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασις τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς μὴ προση‐ κούσης τὸ λέγειν ἑαυτὸν ἶσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμ‐ ψαντας τούτους εἰς μέσον ἄγει· καὶ γὰρ Μωϋσῆς τὸν νόμον ἔδωκε, | |
30 | καὶ ἠδύναντο λογίσασθαι, ὅτι οὐκ ἂν παρεῖδεν πατούμενον αὐτὸν, ὡς ἐνομίζον οἱ Ἰουδαῖοι, οὐδ’ ἂν τὸν παραβαίνοντα αὐτὸν καὶ τῷ τεθεικότι πολέμιον ὄντα ἐθεράπευσεν ἄν. Ἠλίας δὲ ὑπὲρ τῆς | |
δόξης τοῦ Θεοῦ ἐζήλωσε· καὶ οὐκ ἂν εἰ ἀντίθεος ἦν, καὶ Θεὸν | 353 | |
354 | αὐτὸν ἔλεγεν ἶσον τῷ πατρὶ, μὴ ὢν ὅπερ ἔλεγε, μηδὲ προσηκόν‐ τως τοῦτο ποιῶν, παρέστη καὶ αὐτὸς καὶ ὑπήκουσεν. καὶ πάλιν ἵνα ἴδωσιν ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω καὶ τῶν κάτω κρατεῖ. διὰ τοῦτο καὶ τὸν τετελευτηκότα καὶ τὸν | |
5 | οὐδέπω τοῦτο παθόντα εἰς μέσον ἄγει. τὴν δὲ πέμπτην αἰτίαν ὁ αὐτὸς Εὐαγγελίστης ἀπεκάλυψεν, δεῖξαι τοῦ σταυροῦ τὴν δόξαν βουλόμενος, καὶ παραμυθήσασθαι τὸν Πέτρον καὶ ἐκείνους δεδοι‐ κότας τὸ πάθος, καὶ ἀναστῆσαι αὐτῶν τὰ φρονήματα. καὶ πάλιν Μωϋσῆς καὶ Ἠλίας ἐν τῇ παρούσῃ δοξῇ συμπαρόντες ἐδείκνυντο, | |
10 | καὶ συμπαρεσόμενοι τότε σημεῖα τῆς διὰ νόμου τε καὶ προφητῶν γεγενημένης παιδαγωγίας ἐπὶ Χριστὸν, ὥστε συνῆφθαι καὶ παρ‐ εστάναι τῷ τέλειαν δωρουμένῳ χάριν, τὸν παιδαγωγὸν νόμον καὶ τοὺς προαναγγέλλοντας προφήτας· ὧν ἀπάνθισμά τι καὶ ἀπαρχὴ πρώτη γέγονεν Ἠλίας, καὶ εἰς τὴν ἀνάκλησιν τοῦ Ἰσραὴλ κεῖται | |
15 | προφήτης· κατὰ τὸ “ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῶν Ἠλίαν τὸν “Θεσβίτην, καὶ ἐλθὼν ἀποκαταστήσει καρδίας πατέρων πρὸς “υἱοὺς, καὶ καρδίαν υἱῶν ἐπὶ πατέρας αὐτῶν.” δηλοῖ δὲ καὶ συνάφειαν παλαιᾶς διαθήκης καὶ νέας, ὅτι συναφθήσονται ἐν τῇ ἀναστάσει οἱ Ἀπόστολοι μετὰ τῶν προφητῶν, καὶ μία ἔσται κοι‐ | |
20 | νωνία τῆς ἀπαντήσεως τοῦ βασιλέως. ἀλλὰ καὶ τούτων ἕκαστος τὴν ψυχὴν ἀπολέσας εὗρεν αὐτήν. καὶ γὰρ πρὸς τυράννους ἕκαστος ἐπαρρησιάσατο· ὁ μὲν πρὸς τὸν Αἰγύπτιον, ὁ δὲ πρὸς τὸν Ἀχὰβ, καὶ ὑπὲρ ἀγνωμόνων ἀνθρώπων καὶ ἀπειθῶν, καὶ ὑπὲρ αὐτῶν τῶν πρὸς αὐτῶν τῶν σωζομένων εἰς τὸν [περὶ τὸν] ἐσχατὸν ἤχθησαν | |
25 | κίνδυνον· καὶ ἕκαστος αὐτῶν εἰδωλολατρίας ἀπαλλάξαι βουλόμενος, καὶ ἕκαστος αὐτῶν ἰδιώτης ὤν. ὁ μὲν γὰρ βραδύγλωσσος καὶ ἰσχνόφωνος, ὁ δὲ καὶ αὐτὸς ἀγροικότερος διακείμενος. καὶ πολλὰ δὲ ἕτερά ἐστιν εἰπεῖν. πρὸς ταῦτα τοίνυν πάντα αὐτοὺς ἐπαλείφων παρῆγεν τοὺς ἐν τῇ παλαιᾷ λάμψαντας. | |
30 | “Οἵ τινες καὶ συνελάλουν αὐτῷ,” καὶ ὁ μὲν παρὼν Εὐαγγε‐ λιστὴς οὐκ ἐπιφέρει περί τινος, οἱ δὲ λοιποὶ προστιθέασιν, “ἐλά‐ “λουν” γάρ, φησιν, “τὴν δόξαν ἣν ἔμελλε πληροῦν εἰς Ἱερου‐ | |
“σαλήμ·” τουτέστι τὸ πάθος καὶ τὸν σταυρόν· οὕτω γὰρ αὐτὸ | 354 | |
355 | καλοῦσιν ἀεί. Τί οὖν ὁ Πέτρος ὁ θερμός; “καλόν ἐστιν ἡμᾶς “ὧδε εἶναι.” καὶ ὁ μέν τίς φησιν, ἐπιθυμεῖ, ὁ μέλλων ἀγωνίζεσθαι, ἀναπαύσεως πρὸ τῶν ἀγώνων. Συνέκρινε δὲ καὶ δούλοις δεσπότῃ, καὶ ὅσον ἐπὶ τῷ λόγῳ συνέ‐ | |
5 | χεεν τὸ ὅλον. οὐκ ἔδει γὰρ συγκρίναι τὰ ἀσυγκρίτα, οὐδὲ διὰ τριῶν σκηνῶν ἀριθμῆσαι τὰ μὴ συναριθμούμενα. “Οὐ γὰρ ᾔδει τι λαλήσει· ἦσαν γὰρ ἔκφοβοι.” καὶ ἄλλως φησιν ὡς ταραχὴν κατασχοῦσαν αὐτὸν ὁ Πέτρος ἀπεμνημόνευσεν, ὡς ὁ μαθητὴς αὑτοῦ Μάρκος φησί· “οὐκ ᾔδει τί λαλήσει, ἦσαν | |
10 | “γὰρ ἔκφοβοι.” ὁ φόβος δὲ ἐκεῖνος τῆς κοινοτέρας διανοίας ἐπεισ‐ αγωγὴν τινὰ εἶχεν καλλίονος νοῦ καὶ ἀγαθοῦ· καὶ οἵ τινες εἶεν οἱ φανέντες ἐγνώρισαν, ὅτι Μωϋσῆς καὶ Ἠλίας. ἄγεται δὲ ψυχὴ πρὸς τὸν τοῦ θείου πόθον ἐκ τῆς ὑπὸ τούτων κινήσεως, καὶ σπεύ‐ δει τῶν ἀνθρωπίνων μετανίστασθαι, ὥστε καὶ ὑπὸ τοῦ θεωρουμένου | |
15 | μακαρίου θεάματος, καὶ ὑπὸ τῆς ἐγγινομένης αὐτῷ κινήσεως πνευ‐ ματικῆς ὁ Πέτρος, τὸ χωρισθῆναι τῆς τῶν ἀνθρώπων ἐπιμιξίας ὡς ἀγαθὸν ἐπινοεῖται καὶ λέγει· καὶ ὡς δὴ συνεσομένων ἐπιπλέον τοῦ περιόντος αὐτῷ τῶν τριῶν ποίησιν ἐννοεῖ· οὐκ ἐννοήσας ἐν τῷ παραυτίκα κινήματι, οὐδ’ ὅτι πρὸς ἔνδειξιν τῆς ἐρχομένης δόξης | |
20 | ἐπεποίητο τὴν μεταμόρφωσιν ὁ Κύριος καθὰ προῃρήκει· οὐθ’ ὅτι Μωϋσῆς ἦν ψυχὴ οὐκ ἐν σώματι· οὐθ’ ὅτι τῆς ἀνθρώπων διδα‐ σκαλίας καὶ ἰάσεως ἕνεκα, πάντα ἐποίει Χριστός· καὶ οὐχ οἷόν τε ἦν ἀπολιπεῖν τοὺς πολλοὺς καὶ τὸ ὄρος οἰκεῖν· τοιαῦτα τὰ τῶν ἀνθρώπων κινήματα, παίδων ἄντικρυς νηπίων ὅσον πρὸς Θεόν· εἰ | |
25 | καὶ μέγας τις εἴη καὶ διαφέρων τῶν ἄλλων· ἄλλως δὲ πάλιν φησι, ἐπειδὴ γὰρ ἤκουσεν ὅτι δεῖ εἰς τὰ Ἱεροσόλυμα αὐτοὺς ἀπελθεῖν, δεδοικὼς ἔτι, καὶ τρέμων ὑπὲρ αὐτοῦ καὶ μετὰ τὴν ἐπι‐ τίμησιν προσελθεῖν μὲν καὶ εἰπεῖν τοῦτο αὐτὸ οὐ τολμᾷ πάλιν, “ὅ τι ἵλεω σοι.” ἀπὸ δὲ ἐκείνου τοῦ φόβου τὰ αὐτὰ αἰνίττεται | |
30 | δι’ ἑτέρων ῥημάτων. ἐπειδὴ γὰρ εἶδεν ὄρος καὶ πολλὴν τὴν ἐρημίαν, ἐνενόησεν ὅτι ἔχει πολλὴν ἀσφάλειαν· εἰ γὰρ τοῦτο γένοιτό φησι, οὐκ ἀναβησόμεθα εἰς τὰ Ἱεροσόλυμα, καὶ οὐκ ἀποθανεῖται. παρέ‐ | |
στη δὲ καὶ Μωϋσῆς ὁ εἰς τὸν γνόφον εἰσελθὼν καὶ τῷ Θεῷ δια‐ | 355 | |
356 | λεχθεὶς, καὶ Ἠλίας ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκών· καὶ οὐδὲ εἷς εἴσεται ὅτι ἐνθάδε ἐσμέν. οὐ τοσοῦτον δὲ περὶ ἑαυτοῦ τρέμων ταῦτα ἔλεγεν, ἀλλ’ ὡς τοῦ Χριστοῦ περικαιόμενος. Τί οὖν αὐτὸς μὲν οὐδὲν φθέγγεται, οὐδὲ Μωϋσῆς, οὐδὲ Ἠλίας, | |
5 | ὁ δὲ πάντος μείζων καὶ ἀξιοπιστότερος ὁ Πατὴρ, φωνὴν ἀφίησιν ἐκ τῆς νεφέλης; οὕτως ἀεὶ φαίνεται ὁ Θεός· “νεφέλη γὰρ καὶ “γνόφος κύκλῳ αὐτοῦ,” καὶ “κάθηται ἐπὶ νεφέλης κούφης·” καὶ πάλιν, “ὅτι θεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ.” “καὶ νεφέλη ὑπέ‐ “λαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.” ἵνα οὖν πιστεύσωσιν | |
10 | ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται, ἐκεῖθεν ἔρχεται καὶ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, “οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς “ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.” εἰ γὰρ δυνατὸς ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἐστὶν, εὔδηλον ὅτι καὶ ὁ Υἱὸς ὁμοίως. μὴ τοίνυν δείδιθι τὰ δεινά· εἰ δὲ μηδέπω τοῦτο καταδέχῃ, καὶ ἐκεῖνο λογίζου, ὅτι καὶ | |
15 | φιλεῖται· εἰ δὲ φιλεῖται, μὴ φοβοῦ· οὐδεὶς γὰρ ὃν ἀγαπᾷ προΐε‐ ται· οὐδὲ φιλεῖς αὐτὸν τοῦ γεγεννηκότος ἶσον. “Ἐν ᾧ εὐδόκησα·” οὐδὲ γὰρ ἐπειδὴ ἐγέννησε μόνον φιλεῖ, ἀλλ’ ἐπειδὴ καὶ ἴσος αὐτῷ κατὰ πάντα καὶ ὁμογνώμων ἐστίν. τί δέ ἐστιν “ἐν ᾧ εὐδόκησα;” ὡσανεὶ ἔλεγεν ἐν ᾧ ἀναπαύομαι, ᾧ ἀρέ‐ | |
20 | σκομαι· διὰ τὸ κατὰ πᾶν ἐξισῶσθαι πρὸς αὐτὸν μετὰ ἀκριβείας, καὶ βούλημα ἓν ἐν αὐτῷ εἶναι καὶ τῷ Πατρὶ, καὶ μένοντα Υἱὸν κατὰ πάντα ἓν εἶναι πρὸς τὸν γεγεννηκότα. “Ἀκούετε,” κἂν σταυρωθῆναι βουληθῇ, μὴ ἀντιπέσῃς· οὗτος γάρ ἐστι περὶ οὗ λέγουσιν οὗτοι· περὶ οὗ Μωϋσῆς προεφήτευσεν· | |
25 | περὶ οὗ Ἠλίας τυπικῶς προετύπωσεν· τούτους ὅρατε ὡς δούλους δορυφοροῦντας τὸν ἐμὸν μονογενῆ, αὐτοῦ ἀκούετε· ὅτι δεῖ παθεῖν· ὅτι δεῖ κοινωνῆσαι ἀνθρώποις θανάτου· ὅτι δεῖ ἀναστῆναι· ὅτι δεῖ πᾶσαν τὴν οἰκονομίαν πληρῶσαι· ὅτι δεῖ καὶ ὑμᾶς αὐτοὺς πει‐ ρασθῆναι καὶ συμπάσχειν αὐτῷ, ἵνα καὶ συνδοξασθῆτε. | |
30 | Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. | |
Ὅσῳ γὰρ μείζονα ἐλέγετο περὶ αὐτοῦ, τοσοῦτον δυσπαρα‐ | 356 | |
357 | δεκτότερα ἦν τοῖς πολλοῖς τότε, καὶ τὸ σκάνδαλον τὸ ἀπὸ τοῦ σταυροῦ ἐπετείνετο μᾶλλον. ἐντεῦθεν διὰ τοῦτο κελεύει σιγᾷν, καὶ οὐχ ἁπλῶς· ἀλλὰ πάλιν τοῦ πάθους ἀναμιμνήσκων, καὶ μονονουχὶ τὴν αἰτίαν λέγων δι’ ἣν καὶ σιγᾷν ἐκέλευσεν. οὐ γὰρ δὴ | |
5 | διὰ παντὸς ἐκέλευσε μηδενὶ εἰπεῖν, ἀλλ’ ἕως ἀναστῇ ἐκ νεκρῶν. καὶ τὸ δυσχερὲς σιγήσας, τὸ χρηστὸν ἐμφαίνει μόνον. ἐκεῖνοι δὲ τὸ περὶ τῆς ἀναστάσεως αὐτοῦ μὴ συνιέντες μυστήριον, τὸν μὲν λόγον ἐκράτησαν, πρὸς ἑαυτοὺς δὲ συνεζήτουν τί ἦν τὸ ἐκ νεκρῶν ἀναστῆναι; καθὰ γάρ φησιν ὁ Εὐαγγελιστὴς, οὐδέπω ᾔδεισαν | |
10 | ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι· καὶ ταῦτα μετὰ τὸ εἰς ἔργον προελθεῖν τὴν ὑπόσχεσιν. ἀλλ’ ἐὰν θέλωμεν ὀψώμεθα καὶ ἡμεῖς τὸν Χριστὸν, οὐχ οὕτως ὡς ἐκεῖνος τότε ἐν τῷ ὄρει, ἀλλὰ πολλῷ λαμπρότερον· καὶ οὐ μετὰ ἓξ ἡμέρας, ἀλλὰ μετὰ τὸν κόσμον τοῦτον· σύμβολον γὰρ τοῦ παρόντος αἰῶνος αἱ ἓξ ἡμέραι· τότε | |
15 | γὰρ ἀναβιβάσει σε ὁ Ἰησοῦς εἰς τὸ ὄρος τὸ ὑψηλὸν, ἐὰν ᾖς Πέτρος, ἢ Ἰάκωβος, ἢ Ἰωάννης. ἔξεστι δὲ καί σοι τοιοῦτον γενέ‐ σθαι, οὐδὲ γὰρ οὕτως ὕστερον ἥξει. τότε μὲν γὰρ τῶν μαθητῶν φειδώμενος τοσοῦτον παρήνοιξεν μόνον τῆς λαμπρότητος, ὅσον ἐδύναντο ἐνεγκεῖν. ὕστερον δὲ ἐν αὐτῇ τοῦ Πατρὸς ἥξει τῇ δόξῃ, | |
20 | οὐ μετὰ Μωσέως καὶ Ἠλιοῦ μόνον, ἀλλὰ μετὰ τῆς ἀπείρου τῶν Ἀγγέλων στρατιᾶς· οὐ νεφέλης γενομένης ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, ἀλλὰ καὶ αὐτοῦ συστελλομένου τοῦ οὐρανοῦ. Καὶ ἐπηρώτησεν αὐτὸν, τί λέγουσιν οἱ γραμματεῖς, καὶ τὰ ἑξῆς. | |
25 | Οὐκ ἄρα ἀπὸ γραφῶν τοῦτο ᾔδεισαν, ἀλλ’ ἐκεῖνοι αὐτοῖς διε‐ σάφουν, καὶ περιεφέρετο ὁ λόγος οὗτος ἐν τῷ ἀπείρῳ δήμῳ καθάπερ καὶ περὶ τοῦ Χριστοῦ· οὐχ ὡς χρῆν δὲ παρ’ ἐκείνων ἑρμηνευόμενος. αἱ μὲν γὰρ γραφαὶ δύο λέγουσι τοῦ Χριστοῦ παρουσίας, ταύτην τὲ τὴν γεγενημένην καὶ τὴν μέλλουσαν· τῆς | |
30 | μέντοι δευτέρας πρόδρομον τὸν Ἠλίαν ἔσεσθαι λέγουσι· τῆς μὲν γὰρ προτέρας Ἰωάννης ἐγένετο, ὃν καὶ Ἠλίαν ὁ Χριστὸς καλεῖ· οὐκ ἐπειδὴ Ἠλίας ἦν, ἀλλ’ ἐπειδὴ τὴν διακονίαν ἐπλήρου τὴν | |
Ἠλιοῦ. ὥσπερ γὰρ ἐκεῖνος πρόδρομος ἔσται τῆς δευτέρας παρου‐ | 357 | |
358 | σίας, οὕτως οὗτος τῆς προτέρας ἐγένετο. ἀλλ’ οἱ γραμματεῖς ταῦτα συγχέοντες, καὶ διαστρέφοντες τὸν δῆμον, ἐκείνης ἐμνη‐ μόνευον μόνης τῆς δευτέρας παρουσίας· διὰ τοῦτο καὶ οἱ μαθηταὶ λέγουσι, “πῶς οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν | |
5 | “πρῶτον;” τί οὖν ὁ Χριστὸς πρὸς ταῦτα; ὅτι Ἠλίας μὲν ἔρχεται τότε πρὸ τῆς δευτέρας μου παρουσίας. καὶ νῦν δὲ ἐλή‐ λυθεν Ἠλίας, τὸν Ἰωάννην οὕτω καλῶν· εἰ δὲ τὸν Θεσβίτην ζητεῖς, ἔρχεται καὶ ἀποκαταστήσει πάντα κατὰ τὴν προφητείαν Μαλα‐ χίου. “ἀποκαταστήσει γάρ,” φησι, “καρδίαν πατρὸς πρὸς υἱόν. | |
10 | “μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.” ἐπειδὴ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, διὰ τὴν τῆς διακονίας κοινωνίαν, ἵνα μὴ νομίσῃς τοῦτον καὶ παρὰ τοῦ προφήτου λέγεσθαι, νῦν προσέθηκεν αὐτοῦ καὶ τὴν πατρίδα, εἰπὼν Ἠλίαν τὸν Θεσβίτην. Ἰωάννης γὰρ Θεσβίτης οὐκ ἦν. καὶ τὸ “μὴ ἐλθὼν δὲ πατάξω τὴν γῆν ἄρδην,” | |
15 | τὴν δευτέραν δηλοῖ παρουσίαν. τῇ προτέρᾳ οὐκ ἦλθεν πατάξαι τὴν γῆν· “οὐ γὰρ ἦλθον” φησι, “ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω “τὸν κόσμον.” δηλῶν τοίνυν ὅτι πρὸ ἐκείνης ἔρχεται ὁ Θεσβίτης τῆς τὴν κρίσιν ἐχούσης, τοῦτο εἴρηκεν· καὶ ὅτι διορθώσεται τὴν ἀπιστίαν τῶν Ἰουδαίων τῶν τότε εὑρισκομένων. | |
20 | Εὐκαίρως δὲ πάλιν αὐτοὺς ἀναμιμνήσκει τοῦ πάθους καὶ τὰς ἀπὸ τῶν γραφῶν πιστούμενος μαρτυρίας. ἀλλὰ καὶ εἰς Ἰωάννην, φησὶν, ἐποίησαν ὅσα ἠθέλησαν, ὃν καὶ Ἠλίαν καλεῖ. καὶ ἔβαλον γὰρ εἰς δεσμωτήριον, ὕβρισαν, ἀπέκτειναν, ἤνεγκαν τὴν κεφαλὴν ἐπὶ πίνακι· οὕτω δὲ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ | |
25 | αὐτῶν. τῇ δὲ μνήμῃ τοῦ θανάτου τοῦ Ἰωάννου πολλὴν αὐτοῖς παρέσχε τὴν παράκλησιν. Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθε, καὶ ἐποίη‐ σαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ’ αὐτόν. Ἀναλαβόντες οὖν τὰ εἰρημένα, τὴν σύμφρασιν τῶν ῥητῶν θεω‐ | |
30 | ρήσωμεν. ἐν ὅσῳ ὑπῆρχον ἐν τῷ ὄρει οἱ μαθηταὶ, καὶ τὴν μεταμόρ‐ φωσιν αὐτοῦ ἐθεάσαντο, καὶ γεῦμα ἐδέξαντο τῆς βασιλείας αὐτοῦ· ἠρώτησαν αὐτὸν τὸ ὑπὸ τῶν γραμματέων λεγόμενον· ἐβεβαίωσε τοῦ προφήτου τὴν πρόρρησιν, εἰπὼν ὅτι ἥξει καὶ ἀποκαταστήσει | |
πάντα. πάλιν ἐπύθοντο αὐτοῦ οἱ μαθηταὶ καὶ πῶς γέγραπται | 358 | |
359 | παθεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου; εἶτα πρὸς τοῦτο φησι, λέγω ὑμῖν ὅτι ὥσπερ ἐλήλυθεν ὁ καθ’ ὁμοίωσιν Ἠλιοῦ Ἰωάννης, καὶ πάνδεινα πέπονθεν· οὕτω κατὰ τὰ γεγραμμένα παθεῖν δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου. | |
5 | Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς, εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν, ἐξεθαμβήθη, καὶ προσ‐ τρέχοντες ἠσπάζοντο αὐτόν. καὶ ἐπηρώτησε τοὺς γραμ‐ ματεῖς, τί συζητεῖτε πρὸς αὐτούς. | |
10 | Ἵνα εἴπῃ, πρὸς τοὺς ἐννέα ἐποίουν τὴν ζήτησιν τοὺς μὴ συναναβάντας αὐτῷ εἰς τὸ ὄρος. δραξάμενοι γὰρ οἱ γραμματεῖς τῆς τοῦ Σωτῆρος ἀπουσίας, περιέλκειν τοὺς μαθητὰς ὑπελάμβανον. ἀλλ’ αἰφνίδιον αὐτὸν θεασάμενοι, μᾶλλον δὲ οὐκ αὐτοὶ (οὐδὲ γάρ εἰσιν ἄξιοι τὸν Σωτῆρα θεωρεῖν) ἀλλ’ ὁ πᾶς ὄχλος ἐξεθαμβήθη, | |
15 | τῆς θέας αὐτοὺς εἰς ἔκπληξιν ἀγαγούσης. καὶ δὴ προσδραμόντες ἠσπάζοντο αὐτὸν, δηλονότι οἱ ἀπὸ τοῦ ὄχλου, οἵτινες παντὸς ἀπηλ‐ λαγμένοι πάθους, ἐγκρεμεῖς ὑπῆρχον αὐτοῦ, συνεῖναι αὐτῷ δια‐ παντὸς ἐφιέμενοι. | |
19t | ΚΕΦ. Κϛ. | |
20t | Περὶ τοῦ Σεληνιαζομένου. | |
21 | Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. | |
25 | Σχόλιον. Τῶν δὲ μηδὲν ἀποκριναμένων, φησὶν ἄλλος τις ἐκ τοῦ ὄχλου. Τοῦτον τὸν ἄνθρωπον σφόδρα ἀσθενοῦντα κατὰ πίστιν δείκνυσιν ἡ γραφή· καὶ ἐκ πολλῶν τοῦτο δῆλον· ἔκ τε τοῦ εἰπεῖν τὸν Χριστὸν, “ὦ γενεὰ ἄπιστος,” καὶ πάλιν, “τῷ πιστεύοντι πάντα | |
30 | “δυνατὰ,” ἔκ τε τοῦ εἰπεῖν αὐτὸν τὸν προσελθόντα, “βοήθει μου τῇ | 359 |
360 | “ἀπιστίᾳ,” καὶ ἐκ τοῦ κελεῦσαι τὸ δαιμόνιον μὴ εἰσελθεῖν εἰς αὐτὸν, καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τὸν Χριστόν· “εἰ δύνασαι πιστεῦσαι·” καὶ εἰ ἀπιστία αὐτοῦ γέγονε, φησιν, αἰτία τοῦ μὴ ἐξελαθῆναι τὸν δαίμονα, τί τοῖς μαθηταῖς ἐγκαλεῖ; δεικνὺς ὅτι δυνατὸν | |
5 | αὐτοῖς καὶ χωρὶς τῶν προσαγόντων μετὰ πίστεως πολλαχοῦ θερα‐ πεῦσαι. ὥσπερ γὰρ ἀρκεῖ πολλάκις ἡ τοῦ προσάγοντος πίστις εἰς τὸ καὶ παρ’ ἐλαττόνων λαβεῖν, οὕτω τῶν ποιούντων πολλάκις ἤρκεσεν ἡ δύναμις καὶ μὴ πιστευόντων τῶν προσελθόντων θαυμα‐ τουργῆσαι. θέα δὲ τούτου καὶ ἑτέρωθεν τὴν ἀγνωμοσύνην, πῶς ἐπὶ | |
10 | τοῦ ὄχλου ἐντυγχάνει τῷ Ἰησοῦ κατὰ τῶν μαθητῶν λέγων, ὅτι “προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν “θεραπεῦσαι.” ἀλλ’ αὐτὸς ἀπαλλάττων αὐτοὺς τοῦ ἐγκλήματος, ἐπὶ τοῦ δήμου, τὸ πλεῖον ἐκείνῳ λογίζεται, “ὦ γενεὰ,” φησὶν, “ἄπιστος “καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ’ ὑμῶν;” οὐκ εἰς τὸ τούτου | |
15 | πρόσωπον μόνον ἀποτεινόμενος, ἵνα μὴ ἀπορήσῃ τὸν ἄνθρωπον, οὗ προφέρει τὴν ἀπιστίαν· ἀλλὰ καὶ εἰς πάντας Ἰουδαίους· καὶ γὰρ εἰκὸς πολλοὺς τῶν παρόντων σκανδαλισθῆναι, καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν. ὅταν δὲ εἴπῃ, “ἕως ποτε ἔσομαι “μεθ’ ὑμῶν;” δείκνυσι πάλιν ἄσπαστον ὄντα τὸν θάνατον αὐτῷ, καὶ | |
20 | ὅτι οὐ τὸ σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ’ αὐτῶν βαρύ. οὐ μὴν ἔστη μέχρι τῶν ἐγκλημάτων· ἀλλὰ τί φησι; “φέρετέ μοι αὐτὸν “ὧδε·” καὶ ἀφίησιν αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν, ἐπειδὴ γοῦν ὄχλος συνήγετο καὶ ἐπετίμησεν αὐτῷ, ἀλλὰ δι’ αὐτὸν τὸν πατέρα· ἵνα ὅταν ἴδῃ τὸ δαιμόνιον θορυβούμενον ἀπὸ τοῦ κληθῆναι | |
25 | μόνον, κἂν οὕτως ἐναχθῇ εἰς τὴν πίστιν τοῦ ἐσομένου θαύματος. ἐπειδὴ δὲ ἐκεῖνος εἶπεν “ἐκ παιδὸς,” καὶ ὅτι “εἰ δύνασαι βοήθει “μοι,” λέγει “τῷ πιστεύοντι πάντα δύνατα.” Πάλιν εἰς αὐτὸν περιτρέπων τὸ ἔγκλημα, ὅρα πῶς αὐτὸ διορ‐ θοῦται, ὡς οὐ δεόντως εἰρήμενον· τί γάρ φησιν; “εἰ δύνασαι | |
30 | “πιστεῦσαι· πάντα δυνατὰ τῷ πιστεύοντι·” ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. τοσαύτη παρ’ ἐμοὶ δυνάμεως περιουσία, ὡς καὶ ἑτέρους | |
ποιεῖν τὰ αὐτὰ θαυματουργεῖν. ὥστε ἐὰν πιστεύσῃς ὡς δεῖ, καὶ | 360 | |
361 | αὐτὸς δύνασαι αὐτὸν θεραπεῦσαι, φησι, καὶ τοῦτον καὶ ἑτέρους πολλούς· καὶ ταῦτα εἰπὼν ἀπήλλαξαι τὸν δαιμονῶντα. Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν | |
5 | ἐκβαλεῖν αὐτό; Ἐμοὶ δοκοῦσιν ἀγωνιᾷν καὶ δεδοικέναι, μήποτε τὴν χάριν ἣν ἐπιστεύθησαν ἀπώλεσαν. ἔλαβον γὰρ ἐξουσίαν δαιμόνων ἀκαθάρ‐ των· διὸ καὶ ἐρωτῶσι, καὶ ἰδίᾳ αὐτῷ προσέρχονται οὐκ αἰσχυνό‐ μενοι. τί οὖν ὁ Χριστός; | |
10 | Τὸ τῶν δαιμόνων ἅπαν εἶδος διὰ τούτων, φησὶ, θεραπεύεται. ὁρᾷς πῶς ἤδη αὐτοῖς τὸν περὶ νηστείας προκαταβάλλεται λόγον. μὴ γάρ μοι ἀπὸ τῶν σπανιζόντων λέγε, ὅτι τινὲς καὶ χωρὶς νηστείας ἐξέβαλον. εἰ γὰρ καὶ περὶ τῶν ἐπιτιμώντων τοῦτο ἂν εἴποις ἑνός που καὶ δευτέρου, ἀλλὰ πάσχοντα ἀμήχανόν ποτε | |
15 | τρυφῶντα ἀπαλλαγῆναι τῆς μανίας ταύτης. δεῖ γὰρ μάλιστα τοῦ πράγματος τούτου τῷ τὰ τοιαῦτα νοσοῦντι. οὐ γὰρ παραχρῆμα δέ φησιν ὁ Μάρκος τὸν δαίμονα ἀνακεχωρηκέναι, ἀλλὰ φόβῳ μὲν αὐτίκα ληφθῆναι καὶ σπαράττειν τὸν παῖδα, παραμένειν δὲ ἔτι στρεβλοῦντα αὐτόν. τοῦτο δὲ ἦν ἐκ τῆς ἀπιστίας τῶν προσ‐ | |
20 | ελθόντων γενόμενον. Καὶ ἐπερωτᾷ μὲν ὁ Σωτὴρ, πόσῳ χρόνῳ κατέχοιτο τῷ δαίμονι; ὁ δὲ, ἐκ παιδὸς, ἔφη, καὶ ὡς κινδυνεύει διαφθαρῆναι πρὸς αὐτὸν διηγεῖται, καὶ τὴν ἄπιστον ἐπὶ τούτοις ἀφῆκε φωνὴν, λέγων τὸ, “εἴ τι δύνασαι, βοήθει ἡμῖν.” παρὰ δὲ τοῦ Σωτῆρος ἡ τῆς δυνάμεως | |
25 | ἔνδειξις μετὰ τῆς πρεπούσης πρᾳότητος ἐγίνετο, λέγοντος τὸ, “εἰ πιστεύεις, πάντα δυνατὰ τῷ πιστεύοντι.” οὐ γὰρ ἔφη, ἐμοὶ πάντα δυνατὰ, καίτοι τοῦτο δηλοῖ, τὴν εἰς αὐτὸν πίστιν πάντα ἔχειν δυνατά. ἀλλὰ τῷ πιστεύοντί φησιν, ἅμα καὶ προτρέπων ἐπὶ τὴν πίστιν. ὁ δὲ, ἔτι μᾶλλον ἐλεγχόμενος ἐπὶ τῇ ἀπιστίᾳ, | |
30 | “πιστεύω,” ἔφη, “βοήθει μου τῇ ἀπιστίᾳ.” ἀλλ’ εἰ ἐπίστευσεν εἰπὼν, “πιστεύω,” πῶς πάλιν φησὶ, “βοήθει μου τῇ ἀπιστίᾳ;” διά‐ | |
φορός ἐστιν ἡ πίστις. ἡ μὲν εἰσαγωγικὴ, ἡ δὲ τελεία. ἀρξάμενος | 361 | |
362 | οὖν πιστεύειν, ἐδέετο τοῦ Σωτῆρος διὰ τῆς αὐτοῦ δυνάμεως προσθεῖναι τὸ λεῖπον. οὕτως καὶ οἱ μαθηταὶ ἔλεγον τῷ Σωτῆρι, “προσθὲς ἡμῖν “πίστιν.” ἔνθα δὴ συνέτρεχε μὲν ὁ ὄχλος· ὁ δὲ Σωτὴρ, ὥς φησιν ὁ Εὐαγγελιστὴς, τοῦτον ἰδὼν, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκα‐ | |
5 | θάρτῳ. ἐνταῦθα δέ τις πρόφασις δηλοῦται μετρία πρὸς τὴν ἴασιν, ἡ παρὰ τοῖς συντρέχουσι γνῶσις τοῦ Κυρίου· ἐπεὶ παρῆκεν ἐπι‐ δείξων ἑαυτὸν ἀνθρώποις, καθ’ ὅσον ἑκάστοις ἐπέβαλε γνῶναι. ἔπειτα τὸ ἐπίταγμα τὴν ἐξουσίαν ἐξέφαινε· “τὸ ἄλαλον καὶ κωφὸν “πνεῦμα, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς | |
10 | “εἰς αὐτόν.” τὸ μὲν, “ἐγὼ ἐπιτάσσω,” τὴν θεϊκὴν ἐξουσίαν, εἰ καὶ μὴ διὰ τὴν ἀνθρωπίνην πίστιν, ἔξιθι. τὸ δὲ, μὴ μόνον ἐξέλθῃς, ἀλλὰ καὶ “μηκέτι εἰσέλθῃς,” διότι καὶ πρὸς δευτέραν ἐπίθεσιν εὔκολος ἦν ὁ μὴ τῇ πίστει πεφραγμένος, ἤνπερ ἀπεῖργεν τὸ δεσποτικὸν ἐπίταγμα μὴ γενέσθαι. καὶ δὴ καὶ οὕτω δύσκολος ἡ τοῦ δαίμονος | |
15 | ἀπόλυσις βοῶντος καὶ σπαράττοντος, καὶ τὸ τελευταῖον ἶσον νεκρῷ καθίσταντος, ὡς τεθνᾶναι νομίζεσθαι. “ὁ δὲ Ἰησοῦς,” φησὶ, “κρα‐ “τήσας τῆς χειρὸς αὐτοῦ, ἤγειρεν αὐτὸν, καὶ ἀνέστη.” οὐ γὰρ ἴσχυ‐ σεν εἰς θάνατον καταβαλεῖν τὸν παῖδα διὰ τὴν τῆς ζωῆς παρου‐ σίαν· καὶ ἐξεληλύθει, μηκέτι τῆς ἐπανόδου τὴν ἐξουσίαν ἔχειν | |
20 | δυνάμενος. τοῦτο δὴ ὁ Ματθαῖος ἐπεσημῄνατο λέγων· ὅτι ἐθερα‐ πεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλι‐ λαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ. ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώ‐ | |
25 | που παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Ἡνίκα περὶ τοῦ πάθους διαλέγηται, εὐθέως θαυματουργεῖ, καὶ μετὰ τοὺς λόγους καὶ πρὸ τῶν λόγων τούτων. καὶ πολλαχοῦ τοῦτο παρατηράσαντα ἐστὶν εὑρεῖν. τότε γοῦν ἤρξατο, φησὶ, δεικνύειν | |
30 | ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ ἀποκτανθῆναι, καὶ | |
πολλὰ παθεῖν τότε. πότε; ὅτε ὡμολογήθη Χριστὸς καὶ Υἱὸς τοῦ | 362 | |
363 | Θεοῦ. πάλιν ἐν τῷ ὄρει ὅτε τὴν θαυμαστὴν αὐτοῖς ἔδειξεν ὄψιν, καὶ περὶ τῆς δόξης αὐτοῦ ἐλάλησαν οἱ προφῆται, ἀνέμνησεν αὐτοὺς τοῦ πάθους. εἰπὼν γὰρ τὴν κατὰ Ἰωάννην ἱστορίαν, ἐπή‐ γαγεν, “οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν.” | |
5 | καὶ μετὰ μικρὸν πάλιν, ἐπειδὴ τὸν δαίμονα ἐξήλασεν, ὃν οὐκ ἴσχυσαν οἱ μαθηταὶ ἐκβάλλειν, τοῦτο ἐπιφέρει. τοῦτο δὲ ἐποίει, τῷ μεγέθει τῶν θαυμάτων τὴν ὑπερβολὴν τῆς λύπης ὑποτεμνό‐ μενος. Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρω‐ | |
10 | τῆσαι. Ταῦτα δὲ ἀκούσαντες οὐκ ἐρωτῶσιν αὐτὸν, ἢ τῇ ἀθυμίᾳ πιεζόμενοι τοῦ πάθους, ἢ δεδοικότες. πολλαχοῦ γὰρ ὅταν ἴδωσι μὴ βουλόμενόν τι σαφῶς εἰπεῖν, σιγῶσι λοιπόν. καὶ ὁ Λουκᾶς δέ· ὅτι ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν, καὶ ἐφοβοῦντο αὐτὸν ἐρω‐ | |
15 | τῆσαι περὶ τοῦ ῥήματος. | |
16t | ΚΕΦ. ΚΖ. | |
17t | Περὶ τῶν διαλογιζομένων τίς μείζων. | |
18 | Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενό‐ μενος, ἐπηρώτα αὐτοὺς, τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς | |
20 | διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων. Διαλογισμὸς αὐτοῖς ἐνέπεσε περὶ τούτων, ὡς Λουκᾶς λέγει, καὶ πρὸς ἀλλήλους διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων, ὡς ὁ Μάρκος ἱστορεῖ· τὸν δὲ λόγον τὸν περὶ τοῦ διαλογισμοῦ αὐτῶν | |
25 | ἐκ τῆς ἰδίας λέξεως ὁ Κύριος κινεῖ κατὰ τὴν τῶν εὐαγγελίων ἱστορίαν. ὁ γὰρ Ματθαῖος οὐκ ἄνωθεν ἤρξατο τῆς διηγήσεως, ἀλλ’ ἐσιώπησε τὴν τοῦ Σωτῆρος περὶ τὰ διανοηθέντα καὶ ἰδίᾳ ῥηθέντα γνῶσιν· τὸν δὲ πρὸς αὐτὰ λόγον καὶ τὴν διδασκαλίαν εἰσήγαγεν περὶ τοῦ Κυρίου κινεῖν τοὺς μαθητὰς, εἰπὼν περὶ τὴν τῆς προ‐ | |
30 | τιμήσεως ζήτησιν· ἐπειδὴ καὶ ἰδίᾳ νοοῦντες ἢ λέγοντες ἔλεγον | |
ἐπ’ αὐτοῦ καὶ ὃ διενοοῦντο, ὅτι πάντα αὐτῷ καταφανῆ, καὶ τὸ | 363 | |
364 | λογισθὲν, ὥσπερ τὸ ῥηθὲν καὶ ἐπ’ αὐτοῦ λελεγμένον. ποθοῦσι μὲν οὖν τὴν παρὰ τῷ Κυρίῳ τιμὴν, ἀγαθὸν τοῦτο καὶ ἐπαίνετον ἔχοντες. ἐπειδὴ πρόσεστι τῷ πόθῳ καὶ τὸ μεγαλύνειν πως ἑαυτούς. ὡς γὰρ μέγας τις ὢν, οὕτω καὶ μεγάλων τιμῶν ὀρέγεται, διὰ | |
5 | τοῦτο τὴν μὲν ἐπιθυμίαν οὐκ ἀπεκώλυσε, τὴν δὲ ταπεινοφροσύνην εἰσηγήσατο· οὕτως αὐτοὺς τεύξεσθαι τοῦ προκειμένου λέγων, εἰ μὴ μέγα φρονοῖεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἁπλότητι χρήσαιντο παίδων, οἱ μηδὲν ἐφ’ ἑαυτοῖς φρονοῦσι, μήτε πεφύκασι πῶς τὴν μεγαλό‐ φρονα ἔχειν ἐφ’ ἑαυτοῖς ὑπόληψιν. ἀνακαλύπτει οὖν αὐτῶν τὸ | |
10 | συνειδὸς, καὶ πρὸς τὸ πάθος ἀποκρίνεται, οὐχ ἁπλῶς πρὸς τὰ ῥήματα. Καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν | |
15 | μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ, εἶπεν αὐτοῖς, Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνό‐ ματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. Ὑμεῖς μὲν γάρ, φησι, ἐξετάζετέ τις μείζων, καὶ περὶ πρω‐ | |
20 | τείων φιλονεικεῖτε· ἐγὼ δὲ τὸν μὴ πάντων ταπεινότερον γενόμενον, οὐδὲ τῆς εἰσόδου ἄξιον εἶναί, φημι. καὶ καλῶς καὶ τὸ ὑπόδειγμα παράγει· καὶ οὐ παράγει μόνον, ἀλλὰ καὶ τὸ παιδίον εἰς μέσον ἵστησι, καὶ ἀπὸ τῆς ὄψεως αὐτοὺς ἐντρέπων, καὶ πείθων εἶναι ταπεινοὺς, οὕτω καὶ ἀπλάστους. καὶ γὰρ καὶ φθόνου καθαρὸν τὸ | |
25 | παιδίον καὶ κενοδοξίας, καὶ τοῦ τῶν πρωτείων ἐρᾷν, καὶ τὴν μεγίστην ἀρετὴν κέκτηται τὴν ἀφέλειαν. καὶ οὐ, μόνον, φησὶν, ἐὰν αὐτοὶ τοιοῦτοι γένησθε, μισθὸν λήψεσθε μέγαν, ἀλλὰ κἂν ἑτέρους τοιούτους τιμήσητε δι’ ἐμὲ, καὶ τῆς εἰς ἐκείνους τιμῆς βασιλείαν ὑμῖν ὁρίζω· οὕτω μοι σφόδρα ποθεινὸν τὸ ταπεινὸν καὶ | |
30 | ἄπλαστον. οὐ γὰρ ἁπλῶς παιδίον, οὐδὲ κατὰ πάντα, ἀλλὰ κατὰ τὴν ἄπλαστον ταπεινοφροσύνην, ὡς ὁ Παῦλός φησιν, “ἀδελφοὶ | |
“μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε.” | 364 | |
365 | ὁ τοίνυν διὰ Χριστὸν τοὺς τοιούτους δεχόμενος καὶ οὐ δι’ ἄλλην τινὰ πρόφασιν, οὗτος Χριστὸν ὑποδέδεκται, καθ’ ὃ μαρτυρεῖ Γαλά‐ ταις ὁ Παῦλος, ὅτι αὐτὸν ὡς Χριστὸν Ἰησοῦν ὑπεδέξαντο. διὰ δὲ τοῦ Χριστοῦ καὶ αὐτὸν εἰσοικίζεται τὸν Πατέρα· “ὃς ἐὰν γὰρ | |
5 | “ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.” οὗ τί ἂν γένοιτο μεῖζον, τοῦ τὸν Υἱὸν καὶ τὸν Πατέρα ὑποδέχεσθαι; Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης, λέγων, Διδάσκαλε, εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτὸν, ὅτι οὐκ | |
10 | ἀκολουθεῖ ἡμῖν. ὁ δὲ Ἰησοῦς εἶπε, Μὴ κωλύετε αὐτόν. οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. Οὐ ζηλοτυπίᾳ τινὶ ὑπαγόμενος ὁ τῆς βροντῆς υἱὸς τοῦτο τῷ | |
15 | Σωτῆρί φησιν, ἀλλὰ πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦ Χριστοῦ καὶ ἀκολουθεῖν αὐτῷ βουλόμενος, καὶ ἓν εἶναι μετὰ τῶν αὐτοῦ μαθητῶν. ὁποῖος δὲ ἦν περὶ οὗ ταῦτά φησι, συντόμως ἐρῶ. πολλοὶ τῶν μὴ πιστευσάντων ἔλαβον χαρίσματα, οἷος ἦν καὶ τὰ δαιμόνια ἐκβάλλων καὶ οὐκ ὢν μετ’ αὐτοῦ· οἷος ἦν καὶ | |
20 | Ἰούδας. καὶ γὰρ αὐτὸς πονηρὸς ὢν, χάρισμα εἶχε. καὶ ἐν τῇ παλαιᾷ δὲ τοῦτο εὕροι τις ἂν εἰς ἀναξίους τὴν χάριν ἐνοικήσασαν πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ. ἐπειδὴ γὰρ οὐ πάντες πρὸς πάντα ἐπιτηδείως εἶχον, ἀλλ’ οἱ μὲν ἦσαν βίου καθαροῦ, πίστιν δὲ οὐ τοσαύτην εἶχον· οἱ δὲ τοὐναντίον, κἀκείνους διὰ τούτων προ‐ | |
25 | τρέπει, ὥστε πολλὴν ἐπιδείξασθαι σπουδὴν καὶ πίστιν, καὶ τούτους διὰ τῆς ἀφάτου ταύτης δωρεᾶς, εἰς τὸ γενέσθαι βελτίους, ἐξε‐ καλεῖτο. διὸ καὶ μετὰ πολλῆς τῆς δαψιλείας τὴν χάριν ἐδίδου. ὅθεν καί φησιν ὁ Σωτὴρ, μὴ κωλύετε αὐτὸν, εἰκὸς γὰρ αὐτὸν διὰ τούτων, καὶ εἰς ἐπίδοσιν ἀρετῆς ἀφικέσθαι. οὐδεὶς γὰρ τῶν ἐπὶ | |
30 | τῷ ὀνόματί μου ἐπιτελούντων δυνάμεις, “δυνήσεται ταχὺ κακο‐ “λογῆσαί με.” τὸ δὲ “ταχὺ” πρόσκειται διὰ τοὺς εἰς αἵρεσιν | |
ἐκπεσόντας, οἷος ἦν Σίμων, καὶ Μένανδρος, καὶ Κήρινθος· τάχα δὲ | 365 | |
366 | οὐδὲ ἐκεῖνοι ἐν τῷ ὀνόματι αὐτοῦ τὰ σημεῖα ἐποίουν, ἀλλὰ μαγ‐ γανείαις τισὶ καὶ ἀπάταις ἐδόκουν ποιεῖν. οὗτοι δὲ εἰ καὶ μὴ ἀκολουθοῦσιν ἡμῖν, διὰ τὸ μὴ ἕπεσθαι τῇ πίστει τὰ ἔργα, ἀλλάγε εἰπεῖν τι κατ’ ἡμῶν οὐ δυνήσονται ῥᾳδίως, διὰ τὸ σεμνύνεσθαι | |
5 | αὐτοὺς ἐπὶ ταῖς δυνάμεσιν ἐφ’ αἷς ἐπιτελοῦσι, τὸ ἐμὸν ὄνομα προισχόμενοι. τὸ δὲ, “ὃς γὰρ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν,” οὐκ ἔστιν ἐναντίον τῷ, “ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι.” τοῦτο γὰρ περὶ δαιμόνων εἴρηται τῶν ἀφέλκειν ἅπαντας ἀπὸ τοῦ Θεοῦ σπουδαζόντων, καὶ τὴν συναγωγὴν αὐτοῦ σκορπίζειν· ἐκεῖνο δὲ περὶ | |
10 | τῶν πιστευόντων μὲν εἰς αὐτὸν, μὴ ἀκολουθούντων δὲ αὐτῷ διὰ προαίρεσιν ἐλλιπῆ, ἢ διὰ χαυνότητα βίου, τῷ δὲ ὀνόματι αὐτοῦ ἐπιτελούντων δυνάμεις, διὰ τὴν τῶν προσιόντων πίστιν καὶ διὰ τὸ καὶ αὐτοὺς εἰς τέλειαν ἐναχθῆναι πίστιν. ἀρχὴν γὰρ ἔχοντος τοῦ κηρύγματος, συνεχώρει ὁ Θεὸς καὶ τοιαῦτα γίνεσθαι· ἵνα, ὥς | |
15 | φησιν ὁ Ἀπόστολος, “εἴτε προφάσει εἴτε ἀληθείᾳ, καταγγέλλεται “ὁ Χριστός.” Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὑτοῦ. | |
20 | Οὐ μόνον γάρ, φησι, τοὺς ἐπικαλουμένους τὸ ὄνομά μου καὶ δυνάμεις ποιοῦντας οὐκ ἐπιτρέπω κωλύειν, ἀλλὰ καὶ ἀποδεχομένους ὑμᾶς καὶ ποτήριον μόνον ψυχροῦ προσφέροντας ὑμῖν. κἀκεῖνο γὰρ διὰ πενίαν γίγνεται γνώμης· καὶ τοῦτο λέγω διὰ τοὺς ἔνδειαν ἴσως προφασιζομένους. ἵνα γὰρ μὴ πενίαν τις προβάληταί φησι, | |
25 | κἂν ποτήριον ψυχροῦ δῷ ὕδατος, ἔνθα οὐδέν ἐστι δαπανῆσαι, καὶ τούτου κείσεται μισθός. προτρέψασθαι γὰρ πάντας βούλομαι διὰ τούτων καὶ τὰ τελειότερα ἐνεργεῖν. Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευ‐ όντων εἰς ἐμὲ, καλόν ἐστιν αὐτῷ μᾶλλον, εἰ περίκειται | |
30 | λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. Εὐπαράδεκτον μειζόνως ποιῶν τὸν λόγον οὐκ ἀπὸ τῆς τιμῆς | |
μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κολάσεως αὐτὸν συνίστησιν. ὥσπερ | 366 | |
367 | γάρ, φησιν, οἱ τιμῶντες ὑμᾶς δι’ ἐμὲ, τὸν οὐρανὸν ἔχουσιν· οὕτω δὴ καὶ οἱ ἀτιμάζοντες (τοῦτο γάρ ἐστιν ὡς σκανδαλίσαι καὶ ὑποσκελίσαι) τὴν ἐσχάτην δώσουσι δίκην. καὶ οὐκέτι ἀπὸ τῶν αὐτῶν τιμωρίαν ὁρίζει, ἀλλ’ ἀπὸ τῶν παρ’ ἡμῖν γνωρίμων τὸ | |
5 | ἀφόρητον αὐτῆς ἐμφαίνει. ὅταν γὰρ μάλιστα καθάψασθαι βού‐ ληται, αἰσθητὰ ἄγει τὰ παραδείγματα. καὶ ἐνταῦθα τοίνυν βουλόμενος δεῖξαι ὅτι πολλὴν ὑποστήσονται τὴν τιμωρίαν, καὶ καθικέσθαι τῆς τῶν διαπτυόντων αὐτοὺς ἀπονοίας, αἰσθητὴν τιμω‐ ρίαν εἰς μέσον ἤγαγε τοῦ μύλου καὶ τοῦ καταποντισμοῦ. καὶ | |
10 | οὐκ εἶπεν, ὁ μύλος κρεμασθήσεται εἰς τὸν τράχηλον αὐτοῦ, ἀλλὰ συμφέρει αὐτῷ τοῦτο ὑπομεῖναι. δεικνὺς ὅτι ἕτερον τούτου χαλε‐ πώτερον ἀναμένει κακόν. μικροὶ οὖν τῶν πιστευόντων εἰς αὐτὸν, καὶ οἱ ἐπικαλούμενοι μὲν τὸ ὄνομα αὐτοῦ, μὴ μέντοι ἀκολουθοῦντες αὐτῷ, καὶ οἱ ποτήριον ψυχροῦ προσάγοντες, καὶ μὴ ἄλλο τι τῶν | |
15 | μειζόνων, τούτους οὖν οὐ δεῖ σκανδαλίζειν, οὐδὲ ὑποσκελίζειν αὐτούς. τοῦτο γὰρ τὸ κωλύειν τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. ταύτην εἰδὼς τὴν διαφορὰν καὶ ὁ θεῖος Ἀπόστολος ἐπιστέλλων Κορινθίοις φησιν, “τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ “ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς | |
20 | “ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” ἄλλους γὰρ οἶδε τοὺς ἁγίους, καὶ ἄλλους τοὺς ἐπικαλουμένους τὸ ὄνομα αὐτοῦ. οἱ μὲν γὰρ ἦραν τὸν σταυρὸν αὐτοῦ καὶ ἠκολούθησαν αὐτῷ· οἱ δὲ ἐπεκαλοῦντο τὸ ὄνομα αὐτοῦ μόνον. τούτων ἔτι μικρότερος ἦν κατὰ πίστιν Ἐνὼς, “ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ.” | |
25 | διατί γὰρ μὴ μᾶλλον ἐπεκαλέσατο, ἀλλ’ ἤλπισεν ἐπικαλεῖσθαι; Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν. καλόν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον. | |
30 | Οὐ περὶ μελῶν ταῦτα λέγει· ἄπαγε· ἀλλὰ περὶ φίλων, περὶ τῶν προσηκόντων, οὓς ἐν τάξει μελῶν ἔχομεν ἀναγκαίων. οὐδὲν | |
γὰρ οὕτω βλαβερὸν ὡς συνουσία πονηρά. ὅσα γὰρ ἀνάγκη δύνα‐ | 367 | |
368 | ται, δύναται φιλία πολλάκις, καὶ εἰς βλάβην καὶ εἰς ὠφέλειαν. διὸ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς ἐκ‐ κόπτειν κελεύει, οὐ τοὺς ἀσθενεῖς καὶ μικροὺς ἐν τῇ πίστει, καὶ νηπίων γαλουχουμένων μηδὲν διαφέροντας· τούτων γὰρ φροντίζειν | |
5 | δεῖ, ὡς ἂν μὴ ἀνατραπεῖεν, καὶ περιέπειν, ἀλλὰ μὴ ἀτιμάζειν αὐτοὺς, ἵνα μὴ ταῖς ἀτιμίαις διατρεπόμενος περὶ τὴν πίστιν, ἐφ’ ᾗ ἑστήκασι, καταβλάπτοιντο· ἀπειλήσας οὖν τοῖς σκανδαλίζουσιν, παραινεῖ τοῖς σκανδαλιζομένοις τὸ φυλάττεσθαι, κἂν οἰκειότατος ὁ σκανδαλίζων. εἰ γὰρ καὶ μελῶν ἐκτομαῖς ἔοικεν ὁ τούτων | |
10 | χωρισμὸς, αἱρετώτερον ἂν εἴη τῆς ἀποκειμένης ἀπωλείας. τὴν δὲ προφητικὴν ἐπιφέρει ῥῆσιν ἀπὸ Ἡσαίου τοῦ προφήτου, πάσης δὲ τιμωρίας τὸ χείριστον τοῦτο εἶναι ἂν, λέγω δὴ τὸ ἀτελεύτητον ἔχειν ἐν ἑαυτοῖς τῶν ἑαυτῶν σκώληκα· οὕτω δὲ ὀνομάζει τὴν συνείδησιν, δίκην σκώληκος κατεσθίουσαν, τῶν ἑαυτοῖς οὐκ ἀγαθὴν | |
15 | συνειδότων τὴν ψυχὴν ἐν τῷ μετανοεῖν. ἕκαστος γοῦν αὐτῶν ἑαυτοῦ κατήγορος ἐν τῷ ἐξομολογεῖσθαι γενήσεται, ἀναλογιζό‐ μενος, ἀναπεμπαζόμενος τὰ κατὰ τὸν θνητὸν βίον πεπραγμένα, καὶ ὑπὸ τῆς συνειδήσεως αὐτῶν κεντούμενος· καὶ οὕτως αὐτῶν ὁ σκώληξ ἀτελεύτητος διαμενεῖ. οὐ γὰρ δήπου περὶ αἰσθητοῦ | |
20 | σκώληκος, καὶ αὐτοῦ ὡς μέλλοντος γενήσεσθαι ταῦτα εἴρηται. καὶ τὸ πῦρ δὲ αὐτῶν ἄσβεστον ὑπάρξει. ὥσπερ γὰρ ἀλλαχοῦ αἰώνιον εἴρηται πῦρ, οὕτω καὶ ἐνταῦθα ἄσβεστον, τοῦτ’ ἐστι τὸ κριτήριον τῆς οἰκείας αὐτῶν συνειδήσεως, ὃ δίκην σκώληκος ἀτε‐ λευτήτου ἐν αὐτοῖς, ἀνελεῖ τε καὶ καταφλέξει αὐτοὺς, πῦρ | |
25 | πηγάζον ἐν αὐτοῖς. Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. καλὸν τὸ ἅλας. ἐὰν δὲ τοῦ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. | |
30 | Τὸ, πᾶς πυρὶ ἁλισθήσεται, ὅμοιόν ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, τὸ “ἑκάστου γὰρ τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει·” | |
εἶτα ἐπάγει ἀπὸ τοῦ Λευιτικοῦ μαρτυρίαν, τὸ πᾶν δῶρον θυσίας | 368 | |
369 | ὑμῶν ἁλισθήσεται· ταύτην δὲ κατὰ πνευματικὸν τηρήσωμεν νόμον τὴν ἐντολὴν, ἐὰν ἐπὶ παντὶ δώρῳ θυσίας ἡμῶν τῆς κατὰ τὴν εὐχὴν καὶ τὴν ἄλλην τὴν πρὸς τὸν πλησίον δόσιν, ὡς χάριν εὑρί‐ σκοντες ἐνώπιον τοῦ Θεοῦ· καὶ κατὰ τὸν λόγον τῶν θείων θύοντες | |
5 | γραφῶν, ἁλίζομεν τὰ δῶρα τῆς θυσίας ἡμῶν ἐπὶ τοῦ Θεοῦ· τὸ οὖν ἔργον ἑκάστου ἐνταῦθα μὲν ἁλὶ ἁλίζεται, ἐκεῖσε δὲ πυρὶ ἁλισθή‐ σεται· πῶς δὲ ἐνταῦθα τῷ πυρὶ τῷ θείῳ ἁλίζεται ἡ θυσία ἡμῶν, συνήσει, ἐκ τοῦ, “πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,” καὶ ἐκ τοῦ, “τῷ πνεύματι ζέοντες.” | |
10 | Καλὸν τὸ ἅλας ἐὰν δὲ τὸ ἅλας ἄναλον καὶ τὰ ἑξῆς. Εἰς ὅσα μὲν τῷ βίῳ τῶν ἀνθρώπων οἱ ἅλες εἰσὶ χρήσιμοι, τί δεῖ καὶ λέγειν; ἄξιον δὲ νυνὶ φαίνεται ζητῆσαι κατὰ τί οἱ τοῦ Ἰησοῦ μαθηταὶ ἁλὶ παραβάλλονται. δοκεῖ γὰρ καθάπερ οἱ ἅλες τὰ τοίαδε συνέχουσι σώματα πρὸς τὸ μὴ μεταβάλλειν εἰς σκώ‐ | |
15 | ληκας ἀπὸ δυσωδίας, καὶ ποιοῦσι χρήσιμα ἐπὶ πλεὸν εἶναι, οὐκ ἂν διαμείναντα χρόνον, χρειώδη τοῖς ἀνθρώποις τυγχάνοντα, χωρὶς τῶν ἁλῶν· οὕτω καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ πάντα τὸν περίγειον τοῦτον συνέχουσιν, καὶ διακρατοῦσιν ἁμαρτιῶν δυσωδίᾳ ἐξ εἰδωλολα‐ τρείας τε καὶ πορνείας. δοκεῖ μοὶ οὖν ὁ Ματθαῖος ἀναγεγραφέναι | |
20 | αὐτοὺς εἶναι τοὺς μαθητὰς τοῦ Ἰησοῦ τοὺς ἅλας· ὁ δὲ Λουκᾶς οὐ σαφῶς τοῦτο δηλοῖ· διόπερ ἀμφίβολος αὐτοῦ ἡ λέξις ἐστίν· δυναμένη καὶ κατὰ τὸν Μάρκον νοεῖσθαι, ὅτι ἕκαστος ἡμῶν ἐν ἑαυτῷ ἔχειν ὀφείλει τοὺς ἅλας. φησὶ γὰρ, “ὑμεῖς οὖν ἔχετε “ἐν ἑαυτοῖς ἅλας.” καὶ τάχα τοσοῦτον ἔχει τις ἁλῶν, ὅσον | |
25 | κεχώρηκε τῶν τοῦ Θεοῦ χαρίτων· κατὰ τὸ “χάρις ὑμῖν πλη‐ “θυνθείη·” καὶ ὅστις εὗρε χάριν ἔναντι Κυρίου τοῦ Θεοῦ, ὡς Νῶε καὶ Ἁβραὰμ καὶ Μωσῆς, καὶ εἴτις ἄλλος ἀναγέγραπται εὑρηκέναι χάριν ἐνώπιον τοῦ Θεοῦ. συνήγαγεν δὲ ἐπὶ τὸ αὐτὸ τὴν χάριν καὶ τοὺς ἅλας ὁ Παῦλος εἰπών· “ὁ λόγος ὑμῶν πάντοτε ἐν | |
30 | “χάριτι ἅλατι ἠρτυμένος.” εἴτις οὖν χάριτος ἀξιωθεὶς καὶ κενὴν | |
ταύτην ποιήσει, οὗτος ἂν εἴη ἐν ᾧ οἱ ἅλες ἐμωράνθησαν. | 369 | |
370 | Ἃλς δέ ἐστι οὐράνιος καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅστις φθαρεῖσαν πᾶσαν τὴν γῆν εἷς ἂν διήρκεσεν διακρατῆσαι ὅλην· καὶ πολλοὺς δὲ ἐποίησεν εἰς γῆν ἅλας, οἵ τινες ἐπὶ τοσοῦτον ἰσχύουσιν ὅσον οὐ μωραίνονται οὐδὲ ἄναλοι γίνονται, οὐδὲ ἄξια τοῦ | |
5 | βληθῆναι ἔξω πράττουσιν, οὐδὲ ὑπὸ τοὺς πόδας τῶν ἑτοίμων κατα‐ πατεῖν αὐτοὺς ἀνθρώπων γίνονται. Καλὸν οὖν καὶ ἐπαινετὸν τὸ ἅλας· ἐὰν δέ ποτε καὶ τούτων τι μωρανθῇ, δυνατὸν γὰρ ἐξ ἀπροσεξίας καὶ τοῖς καλοῖς ἅλσιν ἐπὶ τῷ μωρανθῆναι μεταβάλλειν, ἐν τίνι ἀρτυθήσεται ἄξιον ἐπαπορῆσαι· | |
10 | μωρανθὲν δὲ καὶ μὴ ἀρτυνθὲν οὔτε εἰς γῆν γεωργουμένην εὔθετόν ἐστιν, οὔτε εἰς κοπρίαν, ἧς χρήζει ὁ ἀμπελουργός· διὸ ἔξω βάλλου‐ σιν αὐτό. οἶμαι δὲ ὅτι ἀκολουθεῖ τῷ ἔχοντι ἐν ἑαυτῷ τοὺς ἅλας τὸ εἰρηνεύειν ἐν ἑαυτῷ. ἔστι γὰρ ἐν τούτῳ ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη τοῦ Θεοῦ· ἡ φρονοῦσα αὐτοῦ τὴν καρδίαν καὶ τὰ νοήματα | |
15 | ἐν Χριστῷ Ἰησοῦ. ὁ δὲ τοιοῦτος τὸ ἐξ αὐτοῦ μετὰ πάντων ἀνθρώ‐ πων εἰρηνεύει θαρρῶν καὶ λέγων “μετὰ τῶν μισούντων τὴν εἰρήνην “ἤμην εἰρηνικός.” Βασιλείου ἐκ τοῦ σμʹ Κεφαλαίου τοῦ Ἀσκητικοῦ. Τί δὲ ἐστὶ τὸ ἅλας, ὃ προσέταξεν ὁ Κύριος εἰπὼν, ἔχετε ἐν ἑαυτοῖς ἅλας | |
20 | καὶ εἰρηνεύετε ἐν ἀλλήλοις; καὶ ὁ Ἀπόστολος δέ φησιν, “ὁ λόγος “ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος,” καὶ ἐνταῦθα διὰ τῶν συνεζευγμένων ἑκάστῳ κεφαλαίῳ ὁ νοῦς φανερός ἐστιν. ἐν μὲν γὰρ τοῖς τοῦ Κυρίου ῥήμασι τὸ μηδεμίαν ὑπόθεσιν τῆς ἀπ’ ἀλ‐ λήλων διαλύσεως καὶ διαστάσεως παρέχειν. δεῖν δὲ ἐν τῷ συν‐ | |
25 | δέσμῳ τῆς εἰρήνης πρὸς τὴν ἑνότητα τοῦ πνεύματος συντηρεῖσθαι διδασκόμεθα. ἐν δὲ τοῖς τοῦ Ἀποστόλου, μνημονεύσας τις τοῦ εἰπόντος, “εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα “ἐν ῥήμασι κενοῖς;” διδαχθήσεται οἰκονομεῖν τοὺς λόγους εἰς οἰκο‐ δομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, καὶ καιρῷ εὐθέτῳ | |
30 | καὶ τάξει εὐσχήμονι χρώμενος πρὸς τὸ εὐπειθεστέρους γίνεσθαι | |
τοὺς ἀκούοντας. | 370 | |
371 | Καλὸν καὶ ἐπαινετὸν τὸ ἅλας· εἰ δέ ποτε καὶ τοῦτο μωρανθῇ (ἐνδέχεται γάρ ποτε τοὺς ἀγαθοὺς ἐπὶ τὸ χεῖρον μεταβαλεῖν) ἔν τινι ἀρτυθήσεται, ζητήσεώς ἐστιν ἄξιον. πρὸς οὖν τοῦτο λεκ‐ τέον. μωρανθὲν τὸ ἅλας, οὔτε εἰς γῆν γεωργουμένην χρήσιμόν | |
5 | ἐστιν· οὔτε εἰς κοπρίαν, ἧς ἀμπελουργοί τε καὶ κηπουροὶ χρῄζουσι· διὸ καὶ ἔξω βάλλουσιν αὐτὸ, ὡς ἄχρηστόν τε καὶ ἀνωφελές. | |
7t | ΚΕΦ. ΚΗ. | |
8t | Περὶ τῶν ἐπερωτησάντων Φαρισαίων. | |
9 | Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας | |
10 | διὰ τοῦ πέραν τοῦ Ἰορδάνου· καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτὸν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς. Συνεχῶς τὴν Ἰουδαίαν ἀφεὶς διὰ τὴν βασκανίαν τὴν ἐκείνων, νῦν ἐπιχωριάζει λοιπὸν, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι. | |
15 | οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἀνεῖσιν, ἀλλ’ ἐν τοῖς ὁρίοις τῆς Ἰουδαίας. καὶ ἐλθόντι ἠκολούθησαν, καὶ ὡς εἰώθει πάλιν ἐδίδα‐ σκεν αὐτοὺς, ἢ, ὡς Ματθαῖός φησιν, ἐθεράπευσεν αὐτοὺς, διττὴν αὐτοῖς προσάγων τὴν ἴασιν, τήν τε κατὰ ψυχὴν (τοιαύτη γὰρ ἡ διδασκαλία) καὶ τὴν κατὰ σῶμα. ἡ γὰρ τῆς τούτων ἀσθενείας | |
20 | διόρθωσις, οὐ μόνον αὐτοῖς, ἀλλὰ καὶ ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγένετο· ἀλλ’ οὐχὶ τοῖς Φαρισαίοις, ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μᾶλλον ἐκθηριοῦνται. Καὶ εἶπεν, ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται | |
25 | πρὸς τὴν γυναῖκα αὑτοῦ. καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ. οὐκ οὖν ὃ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Ὢ τῆς ἀνοίας. ᾤοντο ἐπιστομίζειν αὐτὸν διὰ τῶν ζητημάτων, καίτοιγε ἤδη λαβόντες τεκμήριον τῆς δυνάμεως ταύτης· ὅτε γοῦν | |
30 | περὶ τοῦ σαββάτου πολλὰ διελέχθησαν, ὅτε εἶπον ὅτι βλασφημεῖ, | 371 |
372 | ὅτε εἶπον, ὅτι δαιμόνιον ἔχει, ὅτε τοῖς μαθηταῖς ἐπετίμησαν διὰ τῶν σπορίμων βαδίζουσιν, ὅτε περὶ ἀνίπτων διελέχθησαν χειρῶν, πανταχοῦ τούτοις ἀπορράψας αὐτῶν τὰ στόματα, οὕτως παρέ‐ πεμψεν· οὐδὲ οὕτως ἀφίστανται· τοιοῦτον ἡ πονηρία καὶ ἡ βασκα‐ | |
5 | νία. τί οὖν αὐτός; οὔτε ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσι λανθάνειν· οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμᾶς ἡμέρως πάντα φέρειν. Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; οἱ δὲ εἶπον, Μωϋσῆς ἐπέτρεψε, καὶ τὰ ἑξῆς. Ἐρωτηθεὶς εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι; οὐκ εὐθέως | |
10 | εἶπεν, οὐκ ἔξεστιν, ἵνα μὴ θορυβηθῶσι καὶ ταραχθῶσιν· ἀλλὰ διὰ τῆς ἐρωτήσεως πρῶτον αὐτοὺς ἐβουλήθη ἀποκρίνασθαι τοῦ νόμου τὸ βούλημα· ἵνα ὅπερ αὐτὸν ἔδει πρὸς αὐτοὺς λέγειν, τοῦτο φθάσαντες ἀποκρίνωνται· καὶ ὁμῶς οὐδὲ οὕτως ἐπεμβαίνει, οὔτε λέγει τοῦτο αὐτοῖς, ὅτι τούτου δὲ οὐκ εἰμὶ λοιπὸν ὑπεύθυνος ἐγὼ, | |
15 | ἀλλὰ καὶ διὰ τοῦτο διαλύεται· εἰ γὰρ ἀλλότριος ἦν τῆς παλαιᾶς, οὐκ ἂν ἠγωνίσατο ὑπὲρ Μωσέως, οὐκ ἂν ἐσπούδασεν τὰ αὐτοῦ δεῖξαι συμβαίνοντα τοῖς παλαιοῖς. καίτοι γε ἄλλα πολλὰ ἐκέ‐ λευσεν ὁ Μωϋσῆς, καὶ τὰ περὶ βρωμάτων, καὶ τὰ περὶ σαββά‐ των. τινὸς οὖν ἕνεκεν οὐδαμοῦ αὐτὸν προβάλλονται ὡς ἐνταῦθα; | |
20 | ἴσως μὲν καὶ διὰ τὴν τοῦ Σωτῆρος ἐρώτησιν, ἴσως δὲ καὶ τὸ πλῆθος βουλόμενοι ἐπιστρατεῦσαι τῶν ἀνδρῶν αὐτῷ· καὶ γὰρ ἀδιά‐ φορον Ἰουδαίοις τοῦτο ἦν, καὶ πάντες τοῦτο ἔπραττον, ὡς ὑπὸ νόμου συγκεχωρημένον. καὶ ἐπειδὴ Μαλαχίας ὁ προφήτης ἐπ’ ἐκείνην τὴν ζήτησιν ἐπιτιμῶν τοῖς ἀπολύουσι τὰς γυναῖκας, καὶ | |
25 | λέγων, “γυναῖκα νεότητός σου μὴ ἐγκαταλείπῃς· αὕτη κοινωνός “σου καὶ γυνὴ διαθήκης σου,” προτείνουσιν αὐτῷ τὸ πρόβλημα ὡς δύσλυτον, τὸ δοκοῦν τῷ νόμῳ περὶ τῆς τοιαύτης προστάξεως. καὶ ὅμως ὁ Σωτὴρ ὑπὲρ τούτων ἀπολογεῖται, καί φησιν, ὅτι Μωσῆς “πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν | |
30 | “ταύτην.” οὐδὲ γὰρ ἀφίησιν ὑπὸ κατηγορίαν μένειν, ἐπειδὴ καὶ τὸν | |
νόμον αὐτὸς ἦν αὐτῷ δεδωκὼς, ἀλλ’ ἐξαιρεῖται αὐτὸν τοῦ ἐγκλή‐ | 372 | |
373 | ματος, καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπει κεφαλὴν, ὃ παν‐ ταχοῦ ποιεῖ. εἶτα ἐπειδὴ φορτικὸν ἦν τὸ εἰρημένον, καὶ πολλὴν ἔφερεν αὐτοῖς διαβολὴν, ταχέως ἐπὶ τὸν ἀρχαῖον καταφεύγει νό‐ μον, λέγων, “ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν | |
5 | “αὐτοὺς,” τοῦτ’ ἔστι, διὰ τῶν πραγμάτων ὑμῖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐνομοθέτησε τὰ ἐναντία. ἵνα γὰρ μὴ λέγωσιν, πόθεν δῆλον ὅτι διὰ τὴν ἡμῶν σκληρότητα τοῦτο Μωσῆς εἶπεν; ἐκεῖθεν πάλιν αὐτοὺς ἐπιστομίζει. εἰ γὰρ οὗτος προηγούμενος ἦν ὁ νόμος καὶ συμ‐ φέρων, οὐκ ἂν ἀπ’ ἀρχῆς ἐδόθη ἐκεῖνος, οὐκ ἂν οὕτω πλάττων | |
10 | ἔπλασεν ὁ Θεὸς, οὐκ ἂν τοιαῦτα εἶπε. σκόπει δὲ αὐτὸν οὐκ ἀπὸ τῆς δημιουργίας μόνης ἰσχυριζόμενον, ἀλλὰ καὶ ἀπὸ προστάγμα‐ τος, ὥστε τὸν ἕνα τῇ μίᾳ συνάπτεσθαι. εἰ δ’ ἐβούλετο τὴν μὲν ἀφιέναι, ἑτέραν δὲ ἐπεισάγειν, ἕνα ἄνδρα ποιήσας, πολλὰς ἔπλασε γυναῖκας· οὐ γὰρ εἶπεν ὅτι ἐποίησεν ἕνα ἄνδρα καὶ μίαν γυναῖκα, | |
15 | ἀλλ’ ὅτι καὶ τοῦτο ἐκέλευσεν. νῦν δὲ τῷ τρόπῳ τῆς νομοθε‐ σίας ἔδειξεν ὅτι ἕνα δεῖ μιᾷ συνοικεῖν διαπαντὸς, καὶ μηδέποτε διαρρήγνυσθαι. ἐκ μιᾶς γάρ, φησι, ῥίζης ἐγένοντο, καὶ εἰς ἓν σῶμα συνῆλθον. εἶτα φοβερὸν ποιῶν τὸ ταύτης κατηγορεῖν οὐκ εἶπε, μὴ διασπᾶτε, ἀλλ’ “ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χω‐ | |
20 | “ριζέτω.” εἰ δὲ Μωσέα προβάλλῃ, ἐγὼ δὲ λέγω σοι τὸν Μωσέως δεσπότην, καὶ μετὰ τούτου καὶ τῷ χρόνῳ ἰσχυρίζομαι. καὶ γὰρ πρεσβύτερος οὗτος ὁ νόμος, εἰ καὶ δοκεῖ παρ’ ἐμοῦ εἰσάγεσθαι νῦν. οὐδὲ γὰρ ἁπλῶς συνήγαγε τὴν γυναῖκα τῷ ἀνδρὶ, ἀλλὰ καὶ γονεῖς ἀφιέναι ἐκέλευσεν, καὶ πρὸς τὴν γυναῖκα κολληθῆναι, τῷ | |
25 | τρόπῳ τῆς λέξεως τὸ ἀδιάσπαστον ἐμφαίνων. “καὶ ἔσονται γὰρ οἱ “δύο,” φησὶν, “εἰς σάρκα μίαν·” καὶ αὕτη μὲν ἡ φυσικὴ σύζευξις. ὁ δὲ νόμος οὔπω καθαρῶς ἐπανάγειν τὸν ἄνθρωπον δυνάμενος τὸ πολὺ τῆς κακίας ἀφῄρει. τὸ γὰρ ὅλον οὐκ ἀφαιρεῖται μέχρις ἂν ἔνδοθεν ὁ ἄνθρωπος καθαρθῇ. ψυχῆς μὲν γὰρ ἐκκαθαιρομένης ἐπι‐ | |
30 | θυμιῶν τε καὶ θυμῶν, δυνατὸν καὶ φαύλην γυναῖκα ὑπομένειν τῇ καρτερίᾳ χρωμένους. πλεοναζόντων δὲ ἐν ψυχῇ τῶν προειρημένων | |
παθῶν, πολλὰ καὶ δεινὰ γένοιτο ἂν ἐν τῇ παρὰ γνώμην συνοικήσει. | 373 | |
374 | καὶ γὰρ καὶ συκοφαντεῖν ἠδύνατο ἂν τὴν γυναῖκα, καὶ τὴν μισου‐ μένην ὁ μισῶν ἀνὴρ καὶ μοιχείας ἐπάγειν ἔγκλημα, καὶ προαχθείη ἂν εἰς φόνον ὑπὸ θυμοῦ πολλάκις. τῶν δὴ τοιούτων ἐποχὴν ὁ νόμος ἐποίει· διδοὺς τὴν ἀπόστασιν τῆς μισουμένης γυναικὸς, καὶ τὸ | |
5 | κατὰ φύσιν παρατρεπόμενον οὐκ ἐκώλυσεν, διὰ τὸ μὴ ἀγὰν εἰς τὸ παρὰ φύσιν ἐμπεσεῖν τοὺς ἀνθρώπους. Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. καὶ λέγει αὐτοῖς, ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοι‐ | |
10 | χᾶται ἐπ’ αὐτήν. καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὑτῆς, καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται. Εἰ καὶ τῷ χωρισμῷ, φησὶ, διαιρεῖται ἀνδρὸς, ἀλλὰ τῇ ἐξ ἀρ‐ χῆς συζεύξει ἀδιαίρετός ἐστι. διὰ τοῦτο μοιχείαν ἐκάλεσε τὸ συζεύγνυσθαι πρὸς ἄλλην ζώσης ἐκείνης. καὶ ἐπὶ γυναικὸς δὲ τὸ | |
15 | ἶσον· μοιχεία δέ ἐστιν τό τε ἰδίᾳ συνεῖναι· οὐκ ἰδίᾳ δὲ σύνεστί φησιν, ὅταν ἰδίαν ἀπολιπὼν, διὰ τοῦτο μοιχᾶται ἐπ’ αὐτὴν, του‐ τέστιν ἐπὶ δευτέραν ἣν ἐπεισάγει τῇ κατὰ φύσιν αὐτῷ συνειμ‐ μένῃ· τὸ δὲ αὐτὸ καὶ ἡ γυνὴ οὐκ ἰδίῳ σύνεστιν ἀνδρὶ, ἐὰν τὸν ἴδιον καταλίπῃ. καὶ ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώ‐ | |
20 | λυσεν, ὅτε τὴν ἐνοικοῦσαν ἑτέρῳ τις διαφθείροι. ὁ δὲ Σωτὴρ καὶ τὴν οὐχ ὁμολογουμένην παρὰ πᾶσιν οὐδὲ γινωσκομένην, τῇ φύσει δὲ διελεγχομένην κατέκρινε. καὶ ὁ μὲν Ματθαῖος πρὸς τοὺς Φαρισαίους καὶ ταῦτα τὸν Σωτῆρά φησιν εἰρηκέναι· ὁ Μάρκος δὲ πρὸς τοὺς μαθητάς. οὐκ ἔστι δὲ ἐναντίον. ἐνδέχεται γὰρ καὶ τού‐ | |
25 | τοις κἀκείνοις ταῦτα εἰρηκέναι. ἄλλως τε παραπέμπειν δοκεῖ ἡμᾶς ὁ Μάρκος καὶ ὑπομιμνήσκειν, ὡς πρὸ τούτου οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων τὸν Ἰησοῦν, καὶ ταῦτα εἶπεν αὐτοῖς. Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν. οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. | |
30 | Ἰδίον τοῦ δημιουργοῦ τὸ τοῖς ἑαυτοῦ ποιήμασι χαίρειν, καὶ τὴν | |
πρόσοδον αὐτῶν τὴν πρὸς ἑαυτὸν μὴ ἀποκωλύειν, καὶ μάλιστα τοῦ | 374 | |
375 | κωλύοντος οὐκ ὄντος. μόνη γὰρ κακία καὶ διαφθορὰ τῆς δημιουρ‐ γίας ἀποκωλύει προσελθεῖν τῷ δημιουργῷ· τὸ δὲ τῆς φρονήσεως ἐνδεὲς οὐ κωλυτικὸν τῆς προσόδου. πλήρωσιν γὰρ ἐπιζητεῖ· ταύ‐ την δὲ πρόσοδος χαρίζεται. διὸ καὶ ἀκριβὴς ἡ λέξις, “τῶν τοιού‐ | |
5 | “των ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.” οὐ γὰρ τούτων εἶπεν, ἀλλὰ τῶν τοιούτων. ἐπειδὴ πρόσεστι καὶ τὸ τῆς φρονήσεως ἐνδεὲς τοῖς παισίν. οὗπερ ἀποτρέπων ὁ Ἀπόστολος ἔλεγε, “μὴ παιδία γίνεσθε “ταῖς φρεσίν.” ἐπεξῆλθε δὲ ὁ παρὼν Εὐαγγελιστὴς τὴν αἰτίαν λέ‐ γων, καὶ οἷον ἑρμηνεύων, “τὸ τῶν τοιούτων γὰρ ἐστὶν ἡ βασιλεία.” | |
10 | Τίνος δὲ ἕνεκεν ἀπεσόβουν τὰ παιδία οἱ μαθηταί; ἀξιώματος ἕνεκεν. τί οὖν αὐτός; διδάσκει αὐτοὺς μετριάζειν καὶ τύφον καταπατεῖν κοσμικόν. τὰ παιδία δὲ λαμβάνει καὶ ἐναγκαλίζε‐ ται καὶ τοῖς τοιούτοις ἐπαγγέλλεται τὴν βασιλείαν. καὶ γὰρ πάντων τῶν παθῶν καθαρεύει ἡ ψυχὴ τοῦ παιδίου, καὶ τοῖς λελυ‐ | |
15 | πηκόσιν οὐ μνησικακεῖ, ἀλλ’ ὡς φίλος προσέρχεται ὡς οὐδενὸς γενομένου· καὶ ὅσα ἂν παρὰ τῆς μητρὸς μαστιχθῇ ταύτην ἐπι‐ ζητεῖ, καὶ πάντων αὐτὴν προτιμᾷ, κἂν τὴν βασιλίδα δείξῃς μετὰ διαδήματος, οὐ προτίθησι τῆς μητρὸς ῥάκια περιβεβλημένης· ἀλλ’ ἕλοιτο μᾶλλον ἐκείνην ἰδεῖν μετὰ τούτων, ἢ τὴν βασιλίδα | |
20 | μετὰ κόσμου· καὶ τῶν ἀναγκαίων οὐδὲν πλέον ἐπιζητεῖ, ἀλλ’ ὅσον ἐμπλησθῆναι τοῦ μασθοῦ, καὶ ἀφίστασθαι τῆς θηλῆς. οὐ λυ‐ πεῖται ἐφ’ οἷς ἡμεῖς, οἷον ἐπὶ ζημίᾳ χρημάτων καὶ τοῖς τοιούτοις. οὐ χαίρει πάλιν ἐπὶ τοῖς ἐπικήροις τούτοις· οὐκ ἐπτόηται πρὸς κάλλη σωμάτων. διὰ τοῦτο εἶπε, “τῶν τοιούτων ἐστὶν ἡ βασιλεία,” | |
25 | ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει. καλὸν δὲ καὶ τὸ ἀναγκαλισάμενος αὐτὰ κατηυλόγει. πάλιν γὰρ ὥσπερ εἰς ἀγκάλας ἐπανάγεται τοῦ δημιουργοῦ τὸ ποίημα χωρισθὲν αὐτοῦ κατ’ ἀρχὴν καὶ ἐκπεπτωκός. ἐπετίθει δὲ τὰς χεῖρας τοῖς παιδίοις, τῆς ἐπιθέσεως τῶν χειρῶν διδασκούσης τὴν τῆς θείας | |
30 | δυνάμεως ἐπίθεσιν, ᾗ τὸ ἔργον τὸ ἑαυτῆς τελειοῖ. τὸ δὲ σχῆμα | |
κοινὸν, καὶ κατὰ τὴν συνήθειαν τῆς τῶν χειρῶν ἐπιθέσεως ποιεῖ ὁ | 375 | |
376 | Χριστὸς, οὐ μὴν κατὰ τὴν συνήθειαν ἐνεργεῖ. ὅτι δὴ Θεὸς ὢν καὶ τὸν ἀνθρώπινον τρόπον διεφύλαττεν ὡς ἄνθρωπος κατὰ ἀλήθειαν γεγονώς. | |
4t | ΚΕΦ. ΚΘ. | |
5t | Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. | |
6 | Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν, προσδραμών τις καὶ γονυπετήσας αὐτὸν, ἐπηρώτα αὐτὸν, διδάσκαλε ἀγα‐ θὲ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; Τινὲς διαβάλλουσι τὸν νεανίσκον τοῦτον ὡς ὕπουλόν τινα καὶ | |
10 | πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα. ἐγὼ δὲ φιλάρ‐ γυρον αὐτὸν οὐκ ἂν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ὄντα ἤλεγξεν, ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ καὶ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν. καὶ δραμὼν γάρ, φησι, καὶ γονυπετήσας παρεκάλει· καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς | |
15 | ἠγάπησεν αὐτόν. διατί οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς, λέγων, “οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε, καὶ ἑνὶ τῶν πολλῶν διδασκάλων Ἰουδαϊκῶν. διὰ τοῦτο γὰρ ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται· ὡς ὅταν λέγῃ, “ἡμεῖς προσ‐ | |
20 | “κυνοῦμεν ὃ οἴδαμεν,” καὶ, “ἐὰν ἐγὼ μαρτυρῷ περὶ ἐμαυτοῦ, ἡ μαρ‐ “τυρία μου οὐκ ἐστὶν ἀληθής.” ὅταν οὖν εἴπῃ, οὐδεὶς ἀγαθὸς, τοῦτ’ ἔστιν, οὐδεὶς ἀνθρώπων. ἀλλ’ οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγα‐ θότητος τοῦτο λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγα‐ θότητος. διὸ καὶ ἐπήγαγεν, “εἰ μὴ εἷς ὁ Θεός.” καὶ οὐκ εἶπεν, | |
25 | εἰ μὴ ὁ πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ. τί δήποτε δὲ οὕτως αὐτῷ ἀπεκρίνατο; ἀνάγειν αὐτὸν κατὰ μικρὸν καὶ παιδεύειν κολακείας ἀπηλλάχθαι πάσης βουλό‐ μενος, καὶ Θεῷ προσηλῶσαι, καὶ εἰδέναι τὸν ὄντως ἀγαθὸν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν ἁπάντων, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν· ἐπεὶ | |
30 | καὶ ὅταν λέγῃ, “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς” πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησι, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τῶν | |
ὄντων ἁπάντων ἀρχή. | 376 | |
377 | Οὐ δὲ μικρὰν ὁ νεανίσκος ἐπεδείξατο προθυμίαν τέως εἰς ἔρωτα τοιοῦτον ἐμπεσών· καὶ τῶν ἄλλων τῶν μὲν πειραζόντων, τῶν δὲ ὑπὲρ νοσημάτων προσιόντων, ἢ τῶν οἰκείων ἢ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου καὶ προσιὼν καὶ διαλεγόμενος. καὶ γὰρ καὶ | |
5 | λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγεν. σκόπει γοῦν πῶς ἦν παρεσκευασμένος τέως πρὸς τὴν τῶν ἐπιταγμάτων ὑπακοήν. οὐδὲ γὰρ εἶπε, πῶς εἰσέλθω εἰς τὴν ζωήν; ἀλλὰ, τί ποιήσας; οὕτως ἕτοιμος ἦν πρὸς ἐργασίαν τῶν λεχθησομένων. εἰ δὲ πειράσων προσῆλθεν, ἐδήλωσεν ἂν ἡμῖν καὶ | |
10 | τοῦτο ὁ Εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ. εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν ὁ Χριστὸς, αὐτὸν οὐκ εἴασε λαθεῖν, ἀλλ’ ἤλεγξεν ἂν σαφῶς, ἢ καὶ ἠνίξατο. εἰ πειράσων προσῆλθεν, οὐκ ἂν ἀπῆλθεν λυπούμενος ἐφ’ οἷς ἤκουσεν. ἐπιθυμεῖ οὖν τῆς ζωῆς, κατέχεται δὲ πάθει χαλεπωτάτῳ. | |
15 | Εἰπόντος τοίνυν τοῦ Χριστοῦ τὰς ἀπὸ τοῦ νόμου ἐντολὰς φησὶν, “ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ὁ δὲ Ἰη‐ “σοῦς ἐμβλέψας αὐτὸν ἠγάπησεν αὐτὸν,” καὶ τὰ ἑξῆς. Εἶτα ἐπειδὴ ἔμελλεν μέγα τι ἐπιτάττειν, προστίθησι τὰ ἔπαθλα λέγων, “ἕν σοι ὑστερεῖ, ὑπάγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ | |
20 | “ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι.” εἶδες δὲ πόσα βραβεῖα, ἰδὲ πόσους στεφάνους τίθησι τῷ σταδίῳ τούτῳ. εἰ δὲ ἐπείραζεν ἐκεῖνος, οὐκ ἂν αὐτῷ ταῦτα εἶπεν ὁ Σωτήρ. νυνὶ δὲ καὶ λέγει, ὥστε αὐτὸν ἐφελκύσασθαι, καὶ τὸν μισθὸν αὐτῷ δείκ‐ νυσι πολὺν ὄντα· καὶ γὰρ τῷ ἀκολουθεῖν αὐτῷ μεγάλη ἀντίδοσις. | |
25 | καλῶς δὲ οὐχὶ ζωῆς ἐμνημόνευσεν, ἀλλὰ θησαυροῦ. ἐπειδὴ γὰρ περὶ χρημάτων ἦν ὁ λόγος, καὶ πάντων αὐτὸν γυμνὸν θεῖναι παρῄ‐ νει, δείκνυσιν ὅτι οὐκ ἀφαιρεῖται τὰ ὄντα, ἀλλὰ προστίθησι τοῖς οὖσι πλείονα ὧν ἐκέλευσε παρασχεῖν, καὶ τοσοῦτον μεῖζον, ὅσον γῆς ὁ οὐρανός. ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ, “ἀπῆλθεν | |
30 | “λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.” οὐχ ὁμοίως κατέχονται οἱ τὰ ὀλίγα ἔχοντες, καὶ οἱ πολλῇ βαπτισ‐ | |
θέντες μέθῃ. ἡ γὰρ προσθήκη τῶν ἐπεισιόντων, μείζονα ἀνάπτει | 377 | |
378 | τὴν φλόγα, καὶ πενεστέρους ἐργάζεται τοὺς κτωμένους. σκόπει οὖν καὶ ἐνταῦθα ποῖαν ἐνεδείξατο τὴν ἰσχὺν τὸ πάθος. τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα καὶ προθυμίας, ἐπειδὴ ἐκέλευσε ῥίψαι τὰ χρήματα, οὐδὲ ἐννοῆσαι τὴν ζωὴν εἴασεν, ἀλλὰ στυγνὸν ἐποίησε. | |
5 | Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς, λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ τοῖς χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Τὸ, πῶς δυσκόλως λέγων, οὐ τὰ χρήματα διαβάλλει, ἀλλὰ τοὺς πέρα τοῦ μέτρου κατεχομένους ὑπ’ αὐτῶν. τί δήποτε δὲ | |
10 | τοῖς μαθηταῖς; τί οὖν ὁ Χριστός; “πῶς δυσκόλως οἱ τὰ χρήματα “ἔχοντες,” καὶ τὰ ἑξῆς. πένησιν οὖσιν καὶ οὐδὲν κεκτημένοις ἔλε‐ γεν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τῇ πενίᾳ, καὶ ὡσανεὶ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τοῦ μηδὲν ἐπιτρέψαι ἔχειν. εἰπὼν δὲ | |
15 | δύσκολον, οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ μετ’ ἐπιτάσεως ἀδύνατον· καὶ τοῦτο ἐκ τοῦ παραδείγματος ἐδήλωσεν ἐκ τοῦ κατὰ τὴν κάμηλον καὶ τὴν βελόνην· ὅθεν δείκνυται ὅτι οὐχ ὁ τυχὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν διὸ καὶ Θεοῦ ἔργον ἔφησεν αὐτὸ εἶναι, ἵνα δείξῃ ὅτι πολλῆς δεῖ τῆς χάριτος τῷ μέλλοντι | |
20 | τοῦτο κατορθοῦν. τῶν γοῦν μαθητῶν ἐκπλαγέντων καὶ λεγόντων, τίς δύναται σωθῆναι; ἐμβλέψας ὁ Ἰησοῦς λέγει, καὶ τὰ ἑξῆς. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ταράττονται πένητες ὄντες; ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ἀλγοῦντες· διὰ τοῦτο πρότερον ἐμβλέ‐ ψας ταῦτά φησι· ἡμέρῳ γὰρ ὄμματι καὶ πράῳ φρίττουσαν | |
25 | αὐτῶν τὴν διάνοιαν παραμυθησάμενος, τότε καὶ διὰ τῶν ῥημάτων αὐτοὺς ἐνίησι, τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, καὶ οὕτω ποιήσας θαρρεῖν· καὶ πῶς ἂν γένοιτο τοῦτο δυνατόν; ἵνα τὸ μέγε‐ θος τοῦ κατορθώματος ἐννοήσας, ἐπιπηδήσας ῥαδίως, καὶ τὸν Θεὸν παρακαλέσας συνεφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, τῆς | |
30 | ζωῆς ἐπιτύχῃς, καὶ ἀποστὰς τῆς πονηρᾶς ἐπιθυμίας ῥ...της καὶ τὰ ὄντα· καὶ ᾗ φησιν ὁ Ἀπόστολος, ὄγκον ἀποθεμένοι πάντα καὶ | |
τὴν εὐπερίστατον ἁμαρτίαν. | 378 | |
379 | Στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπαγοῦσα εἰς τὴν ζωὴν, δι’ ἧς κάμηλος, παχύτατον τοῦτο καὶ ὀγκῶδες, οὐ δυνήσεται εἰσελ‐ θεῖν. καλὴ οὖν καὶ ἡ τοῦ νόμου προπαίδεια, καὶ οὐκ ἀναιρεῖ αὐτὴν ὁ Χριστὸς, ἀρχὴν τῆς ὁδοῦ ταύτην ἐπιδεικνύων, οὐ συμπλήρωσιν· | |
5 | καὶ τὸ μὴ ἀλλότριον ἑαυτοῦ εἶναι τὸν νόμον διὰ τούτου μαρτυρῶν. τελειότης γὰρ παρ’ αὐτοῦ· ἀφελὼν γάρ, φησιν, τὰ περιττῶς προσ‐ κείμενα, “δεῦρο ἀκολούθει μοι.” μηκέτι γὰρ τῶν ἐμποδιζόντων ὄντων ἀκώλυτον ἔστω σοι τὸ ἀκολουθεῖν τῷ πρὸς τὴν ζωὴν τὴν ἀληθῆ ὁδηγοῦντι· πῶς δὲ δυνατὸν γίνεται, καὶ πῶς τὸ ἐκ παρα‐ | |
10 | δείγματος ἀδύνατον λύεται, παρ’ αὐτοῦ τοῦ Σωτῆρος ἐστὶ μαθεῖν, λέγοντος τοῖς πλουσίοις, “ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ “τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους “αὐτῶν σκηνάς.” Πάντα δὲ δυνατὰ λέγων εἶναι ὁ λόγος παρὰ Θεῷ, μὴ συκοφαν‐ | |
15 | τῆσαι παρὰ τοῖς λέγουσιν, ἆρ’ οὖν καὶ τὰ κακά; οὐ γὰρ ἐν πᾶσι τοῖς Θεῷ δυνατοῖς ἀριθμεῖται τὰ κακά. ὅπου γὰρ ὁ Θεὸς εἴρηται, τὸ καλὸν ἕπεται, καὶ οὐδ’ ἂν ἐννοῆσαί τις ὑγιαίνων, ὅτι τὰ κακὰ Θεῷ δυνατά· οὐδὲ ἀδυναμίαν εἴποι ἂν τὸ κακὰ μὴ ποιεῖν. ἀσθέ‐ νεια γὰρ τοὐναντίον, ἡ τῶν κακῶν ποίησις· καὶ ἀσθενείας τὰς | |
20 | ἁμαρτίας ὁ Παῦλος καλεῖ λέγων, “ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν “ἀσθενῶν, κατὰ καιροῦ ὑπὲρ ἀσεβῶν ἀπέθανεν,” καὶ ὁ τοῦ Ψαλ‐ μῳδοῦ λόγος, “ἐπληθύθησάν,” φησιν, “αἱ ἀσθένειαι αὐτῶν,” τὰς ἀσθενείας ἁμαρτίας καλῶν. ἀλλ’ οὐδὲ ἐκεῖνο ἐγκαλέσειέ τις τῷ λόγῳ τῷ λέγοντι πάντα Θεῷ δυνατά· ἆρα οὖν καὶ τὸ γεγονὸς | |
25 | ποιῆσαι μὴ γεγονέναι Θεῷ δυνατόν ἐστι, ἀχρεῖον γὰρ αὖ πάλιν τὸ τοιοῦτον· οὐδὲν δὲ ἀχρεῖον ἐπὶ Θεοῦ δυνάμεως παραλαμβάνε‐ ται. ζητήσειε δ’ ἄν τις, πῶς ἠγάπησεν αὐτὸν μὴ μέλλοντα ἐπὶ ζωὴν ἀκολουθεῖν· ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας, καὶ ταῦτα ἐκ τῆς νεότητος· τῇ δὲ περὶ | |
30 | τὸ τέλειον ὀλιγωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην τελείαν οὐκ εἴασεν γενέσθαι· ὥσπερ οὐδὲ τὴν τελειότητα ἐδέξατο. διόπερ ὁ Παῦλος ἀτελὲς ἅπαν τὸ ἐν τῷ νόμῳ καταλαβὼν, ἐπὶ τὴν τελειό‐ τητα ἔσπευσεν· “ἅτινα γὰρ ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τῶν | |
“χρηστῶν ζημίαν.” οὐκ οὖν εἰ κέρδος καὶ ἡ τοῦ νόμου πλήρωσις ἐν | 379 | |
380 | καιρῷ, δικαίως καὶ ἡ ἐπὶ ταύτην ἀγάπη· τὸ δὲ μὴ ἀκολουθῆσαι πρὸς τὸ τέλειον τῆς τελείας ἀγάπης ἀφείλετο τὸν μὴ ἀκολουθή‐ σαντα. ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιανιστῶν τε παράνοια καὶ Μανιχαίων, οἱ τὸν νόμον ἀλλότριον εἶναί φασιν τοῦ Χριστοῦ. | |
5 | οὐ γὰρ ἐπὶ τοῦ ἀλλοτρίου πληρώσει ἠγάπησεν ἂν ὁ Χριστὸς τὸν περὶ ταύτης παρρησιασαμένον· οὐ μὴν οὐδὲ τὸ ἄπταιστον μεμαρ‐ τύρηκε τῷ λέγοντι, “ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.” ἢ γὰρ ἂν ὑπερβεβηκὼς ἦν τὰ ἀνθρώπινα μέτρου, οὐδὲ μιᾷ ἔνοχος ὢν ἁμαρτίᾳ· ἀλλὰ τῷ δυνατὸν ἀνθρώπῳ περιφυλάξασθαι τὸν νόμον, | |
10 | ἐκεῖνόν τε ἐμαρτύρησεν ἐν ἑαυτῷ· καὶ Χριστὸς ἐπὶ τῇ δυνατῆ τῶν νόμων τηρήσει ἠγάπησεν. Ἤρξατο δὲ ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδοὺ, ἡμεῖς ἀφή‐ καμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν, Ἀμὴν λέγω ὑμῖν, Οὐδείς ἐστιν ὃς ἀφῆ‐ | |
15 | κεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μη‐ τέρας καὶ τέκνα καὶ ἀγροὺς, μετὰ διωγμῶν, καὶ ἐν τῷ | |
20 | αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. Ποῖα πάντα ὦ μακάριε Πέτρε; τὸν κάλαμον, τὸ δίκτυον, τὸ πλοῖον, τὴν τέχνην, ταῦτά μοι πάντα λέγεις; ναί φησιν. ἀλλ’ οὐ διὰ φιλοτιμίαν, ἀλλ’ ἵνα διὰ τῆς ἐρωτήσεως ταύτης τὸν τῶν πενή‐ των εἰσαγάγω δῆμον. ἐπειδὴ γὰρ τοῦ Χριστοῦ ἤκουσας λέγοντος | |
25 | “εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτω‐ “χοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.” ἵνα μὴ λέγῃς, τί οὖν ἐὰν μὴ ἔχω ὑπάρχον, οὐ δύναμαι τέλειος εἶναι; ἐρωτᾷ Πέτρος· ἵνα σὺ μάθῃς, καὶ δεξάμενος παρὰ τοῦ Χριστοῦ τὴν ἀπόφασιν θαρρῇς· ὑπὲρ γὰρ τῆς οἰκουμένης αὐτὸς τὴν πεῦσιν ταύτην προσήγαγεν. | |
30 | Ἵνα δὲ μὴ ἀκούσαντες τὸ ὑμεῖς οἱ λοιποὶ, ἐξαίρετον τῶν μαθη‐ | |
τῶν τοῦτο εἶναι μὴ νομίσωσιν, ἐξέτεινε τὸν νόμον καὶ ἥπλωσε τὴν | 380 | |
381 | ὑπόσχεσιν ἐπὶ τὴν γῆν ἅπασαν, καὶ ἀπὸ τῶν παρόντων καὶ τὰ μέλ‐ λοντα πιστοῦται. ὅτι κἂν ὀλίγα τις ἀφῇ, κἂν πολλὰ, ἕνεκεν αὐτοῦ, αἰώνιον θησαυρὸν λήψεται. ὅταν δὲ λέγει, “ὃς ἀφῆκε· “γυναῖκα,” οὐ τοῦτό φησιν, ὥστε διασπᾶσθαι τοὺς γάμους, ἀλλ’ ὃ | |
5 | περὶ τῆς ψυχῆς ἔλεγεν, ὅτι ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· οὐχ ἵνα ἑαυτοὺς ἀναιρῶμεν, οὐχ ἵνα ἐντεῦθεν ἤδη χωρίζωμεν αὐτοὺς ἀπὸ τοῦ σώματος, ἀλλ’ ἵνα πάντων προτι‐ μῶμεν τὴν εὐσέβειαν· τοῦτο καὶ ἐπὶ γυναικὸς καὶ ἀδελφῶν καὶ τῶν ἄλλων φησί. δοκεῖ δέ μοι καὶ τοὺς διωγμοὺς ἐνταῦθα αἰνίτ‐ | |
10 | τεσθαι· ἐπειδὴ γὰρ πολλοὶ ἦσαν, καὶ πατέρες εἰς ἀσέβειαν ἕλκοντες παῖδας, καὶ γυναῖκες ἄνδρας, ὅταν ταῦτα κελεύσωσι, φησὶ, μήτε γυναῖκες ἔστωσαν, μήτε πατέρες· ὅπερ οὖν καὶ ὁ Παῦλος ἔλεγεν, “εἰ δὲ καὶ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.” ἀναστήσας οὖν τὰ πάντα φρονήματα, καὶ ποιήσας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῆς | |
15 | οἰκουμένης θαρρεῖν, ἐπιφέρει, Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Δεικνὺς ὅτι τῶν πρώτων εἶναι δοκούντων ἔσονται πρῶτοι οὗτοι οἱ εἰς αὐτὸν πιστεύοντες καὶ τὰ ἑαυτῶν ἀφέντες. ἐνταῦθα δέ μοι | |
20 | δοκεῖ τοὺς Φαρισαίους αἰνίττεσθαι· ὅπερ καὶ ἔμπροσθεν εἶπεν, ὅτι υἱοὶ τῆς βασιλείας ἔξω βληθήσονται· ἄλλοι δέ φησιν ἐρωτῶσιν, εἰ τοῖς ἀντεχομένοις χρημάτων δύσκολος ἡ σωτηρία, τοῖς ἀπολι‐ ποῦσι πάντα τίς ἡ ἐλπίς; δῆλον δὲ ἀπὸ τοῦ ὅτι τὸ, “τίς ἆρα “δύναται σωθῆναι;” περὶ πλουσίων ἐλέγετο. περὶ δὲ ἑαυτῶν εἰδέναι | |
25 | βούλονται τὴν ἀποκειμένην ἐλπίδα, οὐχ ὡς μεγάλα τινὰ καταλε‐ λοιπότες, ἀλλ’ ὡς αὐτῶν ὧν εἶχον ἐκστάντες. καὶ ὁ Σωτὴρ ἀπο‐ καλύπτει τὴν ἀνταπόδοσιν, ἀποδεχόμενος τὴν ἐπιθυμίαν, καὶ τὴν ἀγάπην ἐπιρρωννύων. τοῦτο γὰρ καὶ ὁ Παῦλος εὔχεται ὑπὲρ τῶν ἐκκλησίων, “τὸ εἰδέναι τίς ἡ ἐλπὶς τῆς κλήσεως, καὶ τὶς ὁ πλοῦ‐ | |
30 | “τος τῆς χάριτος τοῦ Θεοῦ εἰς τοὺς πιστεύοντας.” Οὐδεὶς ἐστὶν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς κ. τ. ἑ. | |
Ἵστησι δὲ τὴν ἐπαγγελίαν οὐκ ἐν μόνοις τοῖς Ἀποστόλοις ἀλλὰ | 381 | |
382 | καὶ πάντα τὸν ἀπολείποντα τὰ ἑαυτοῦ φίλα καὶ οἰκίαν, φησι πολλαπλασίονα λήψεσθαι, καὶ ζωὴν αἰώνιον κληρονομῆσαι· ὅπερ διαιροῦσιν ὅ τε Μάρκος καὶ ὁ Λουκᾶς, τὸ μὲν πολλαπλάσιον ἐν καιρῷ τούτῳ λέγοντες· τὴν δὲ αἰώνιον ζωὴν ἐν τῷ ἐρχομένῳ· ἔστι | |
5 | δὲ νῦν ἡ τῶν πολλαπλασίων ἀπόλαυσις κατὰ τὴν κοινωνίαν, οὐ κατὰ τὴν κτῆσιν· ὅτι δὲ προτέθεικεν ὁ Σωτὴρ τὰ τῶν ἀδελφῶν ἅπαντα τοῖς ὑπὲρ τοῦ Εὐαγγελίου στρατευομένοις· οὕτως καὶ οἰκίας πολλὰς καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς ὑπάρχειν ἔλεγεν τοῖς τὰ ἴδια καταλείπουσιν, ὅτι ἡ | |
10 | ἀγάπη πᾶσαν ἐπλήρωσεν οἰκειότητα τοῖς Ἰουδαίοις, καὶ πᾶσαν χρείαν ὅσην ἂν οἰκίαι καὶ ἀγροὶ παρέχουσιν. προστέθεικε δὲ ὁ Λουκᾶς καὶ περὶ γυναικός· τοῦτο δὲ κατὰ τὸν Παῦλον κελεύοντα τιμᾷν πρεσβυτέρας μὲν ὡς μητέρας, νεωτέρας δὲ ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. ὥσπερ γὰρ ἀδελφοὺς δίδωσι τοὺς οὐκ ἀδελφοὺς, | |
15 | καὶ γονεῖς τοὺς οὐ γονεῖς, καὶ τέκνα τὰ οὐ τέκνα, οὕτω καὶ γυναῖ‐ κα τὴν οὐ γυναῖκα· καὶ ἑτέρῳ τρόπῳ δηλαδὴ πνευματικῷ ἀπολι‐ πεῖν δὲ τὸ κατὰ σάρκα γένος ἀγαθόν ἐστι διὰ τὴν πνευματικὴν ζωὴν, καθὰ καὶ πάλαι περὶ τῆς φυλῆς τοῦ Λευῒ ἔλεγεν ὁ Μωϋσῆς, “ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ οὐχ ἑώρακα σε, καὶ τοὺς ἀδελ‐ | |
20 | “φοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω. ἐφύλαξε “τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. δηλώσουσι τὰ δι‐ “καιώματά σου τῷ Ἰακὼβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ. ἐπιθή‐ “σουσι θυμίαμα διαπαντὸς ἐπὶ τοῦ θυσιαστηρίου σου.” ἐκεῖ τε γὰρ διὰ τὴν θείαν σπουδὴν ἡ τοῦ γένους ἀπόστασις· καὶ ἐνταῦθα τὸ | |
25 | ἴσον· οὐχ ὡς ἑτέρως ἀπαλλοτριοῦσθαι δέον τοῦ γένους πλὴν ὅσον ἐν προτιμήσει τοῦ καλλιόνος καὶ πρὸς τὸ ἀνεμπόδιστον τῆς εὐαγ‐ γελικῆς διακονίας. ἐτίμα γοῦν καὶ αὐτὸς ὁ Κύριος τὴν κατὰ σάρκα προσήκουσαν αὐτῷ μητέρα, καὶ τῷ ἀγαπῶντι μαθητῇ ταύτην ἐνε‐ χείριζεν· ὥστε ὁ Μανιχαίου λόγος ἀλλότριος τῆς Χριστοῦ βουλή‐ | |
30 | σεως, καὶ πάντες οἱ τὴν φυσικὴν ἀνατρέποντες οἰκειότητα διὰ τὴν πνευματικὴν, ἀλλότρια τοῦ Σωτῆρος διανοοῦνται. Ἀδιάφορον δὲ τὸ λέγειν “ἕνεκα τοῦ ἐμοῦ ὀνόματος,” ἢ “ἕνεκα τοῦ “Εὐαγγελίου,” ὡς ὁ Μάρκος, “ἢ ἕνεκα τῆς βασιλείας τοῦ Θεοῦ,” ὡς ὁ Λουκᾶς· τό τε γὰρ ὄνομα τοῦ Χριστοῦ δύναμίς ἐστι τοῦ Εὐ‐ | |
35 | αγγελίου καὶ τῆς βασιλείας· τό τε Εὐαγγέλιον εἰς ὄνομα ἀνήρτηται | 382 |
383 | τοῦ Χριστοῦ· καὶ ἡ βασιλεία τοῦ Θεοῦ διὰ τοῦ ὀνόματος αὐτοῦ γνω‐ ρίζεται, καὶ παραγίνεται· προσέθηκε δὲ ὁ Μάρκος καὶ τὸ μετὰ διωγμῶν ἔχειν πολλαπλασίονα νῦν, καθὸ διὰ τὴν εὐσέβειαν πολ‐ λοὺς εὑρήσει γνησιωτέραν αὐτῷ πολλάκις τὴν διάθεσιν ἀπονέμον‐ | |
5 | τας· ταῦτα γὰρ καὶ ἐγίνετο πάντα παρὰ τῶν πιστῶν, καὶ ἐπὶ τοσοῦτον ἐκράτει, ἐφ’ ὅσον καὶ τοῦ Χριστιανισμοῦ τὴν τελειότητα προκόπτειν συνέβαινεν. Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτῶν ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ | |
10 | ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμ‐ βαίνειν. Προλέγει τοῖς μαθηταῖς ἀναγκαίως ταῦτα, ἵνα γινώσκοιεν ὅτι προειδὼς καὶ οὐκ ἀγνοῶν πέπονθε, καὶ οὐκ ἄκων ἀλλ’ ἕκων ἐπὶ | |
15 | τοῦτο βαδίσας. διὸ καὶ πολλάκις τὸ τοιοῦτον προσηγόρευσεν, ὡς ὁ Μάρκος ἐπισημαίνεται λέγων, καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν. καὶ κατ’ ἰδίαν τοῖς μαθηταῖς τὰ τοιαῦτα προαποκαλύπτειν οἰκείως ἐγίνετο. οὗτοι γὰρ καὶ τῆς προγνώσεως ἄξιοι, καὶ τοῦ μὴ θορυ‐ | |
20 | βηθῆναι τοῖς πάθεσιν. ὅθεν χωρὶς αὐτοῖς διαλέγεται, πολλῶν καὶ ἄλλων συνοδοιπορούντων. λέγει δὲ καὶ σαφῶς τὰ ἐσόμενα, καὶ τὸ ἐμπτυσθῆναι δὲ ἀπεμνημόνευσεν, ἵνα μηδὲν ᾖ παρασεσιωπημένον ὃ διὰ τὸ μὴ προεγνῶσθαι ταράξει τοὺς ἐξαίφνης ὁρῶντας. ἴασις δὲ τούτων ἁπάντων τὸ, “τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται·” ἀναγ‐ | |
25 | καῖον δὲ προσαπεμνημόνευσεν ὁ Λουκᾶς, καὶ τὸ ἐκ προφητῶν τὸ “τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῶν υἱῷ “τοῦ ἀνθρώπου.” μέγιστον γὰρ εἰς παραμυθίαν τὸ καὶ διὰ τῶν προφητῶν προειρῆσθαι τὸν Σωτῆρα τοιαῦτα μέλλοντα πάσχειν, ἵνα ὅταν τὰ σκυθρωπὰ ταῦτα ἐξέλθῃ, καὶ τὴν ἀνάστασιν ἐντεῦθεν | |
30 | προσδοκήσωσι. ὁ γὰρ τὰ λυποῦντα οὐκ ἀποκρυψάμενος, καὶ τὰ | 383 |
384 | δοκοῦντα εἶναι ἐπονείδιστα, εἰκότως ἔμελλε καὶ περὶ τῶν λοιπῶν πιστεύεσθαι. | |
3t | ΚΕΦ. Λ. | |
4t | Περὶ τῶν υἱῶν Ζεβεδαίου. | |
5 | Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν. Πῶς ὁ Ματθαῖός φησιν, ὅτι μητὴρ προσῆλθεν; ἀμφότερα γενέσθαι εἰκός. τὴν γὰρ μητέρα παρέλαβον ὡς μείζονα τὴν ἱκε‐ | |
10 | τηρίαν ἐργασόμενοι, καὶ ταύτῃ τὸν Χριστὸν δυσωπήσοντες. ὅτι γὰρ τοῦτο ἦν, καὶ αὐτῶν μᾶλλον ἡ αἴτησις ἦν, καὶ αἰσχυνόμενοι προβάλλονται τὴν τεκοῦσαν, σκόπει ᾗ πρὸς αὐτοὺς ἀποτείνει τὸν λόγον. μάθωμεν δὲ τί πρότερον αἰτοῦσι, καὶ ἀπὸ ποίας γνώμης, εἴτε αὐτοὶ εἴτε καὶ μητὴρ, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθον. ἑώρων | |
15 | αὐτοὺς τιμωμένους παρὰ τοὺς ἄλλους, καὶ προσεδόκησαν ἐντεῦθεν ἐπιτεύξεσθαι. ἀλλὰ τί ποτέ ἐστιν ὃ αἰτοῦσιν; ἄκουσον ἑτέρου Εὐαγγελιστοῦ σαφῶς ἐκκαλύπτοντος· διὰ γὰρ τὸ ἐγγὺς εἶναι τὴν Ἱερουσαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία αὐτοῦ ἤδη φαίνεται, ταῦτα ᾔτουν. ἐνόμιζον γὰρ ὅτι μετὰ τὴν βασιλείαν οὐ τεύξονται. | |
20 | διὰ τοῦτο γοῦν καὶ νῦν προσῆλθον ἀξιοῦντες· ὅθεν δῆλον ὅτι περὶ αἰσθητῆς ὑπόπτευον βασιλείας. ἀλλὰ μηδεὶς καταγινωσκέτω τῶν Ἀποστόλων, εἰ οὕτως ἀτελέστερον διέκειντο. οὔπω σταυρὸς ἦν, οὔπω πνεύματος χάρις. διὰ τοῦτο γὰρ ἐκκαλύπτει αὐτῶν τὰ ἐλατ‐ τώματα, ἵνα μετὰ ταῦτα γνῶσι τίνες ἀπὸ τῆς χάριτος ἐγένοντο. | |
25 | οὐκ ἀγνοῶν δὲ ὁ Σωτὴρ τί αἰτῆσαι βούλονταί, φησι, “τί θέλετε;” ἀλλ’ ἵνα ἀναγκάσῃ αὐτοὺς ἀποκρίνεσθαι, καὶ οὕτως διδάξῃ. τὸ δὲ αἰσχυνόμενοι (ἐπειδὴ ὑπὸ πάθους ἀνθρωπίνου πρὸς τοῦτο ἴεσαν) κατ’ ἰδίαν ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν ἠρώτησαν· προσ‐ επορεύθησαν γάρ, φησιν, ὥστε μὴ γενέσθαι αὐτοῖς κατάδηλον. τί | |
30 | οὖν αὐτοί; δῆλον ὅτι οὐδὲν πνευματικὸν ᾔτουν, οὔτε ᾔδεσαν | 384 |
385 | πάλιν ὅπερ ᾔτουν· οὐ γὰρ ἂν ἐτόλμησαν τοσοῦτον αἰτῆσαι. φη‐ σὶν, οὐκ οἴδατε τί αἰτεῖσθε· πῶς μέγα, καὶ τὰς ἄνω ὑπερβαῖνον δυνάμεις. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω; ἰδὲ πῶς εὐθέως ἀπήγαγεν τῆς ὑπονοίας ἀπὸ τῶν ἐναντίων αὐτοῖς διαλεχθείς. ὑμεῖς | |
5 | μὲν γάρ, φησι, περὶ τιμῆς μοι διαλέγεσθε, ἐγὼ δὲ περὶ ἀγώνων ὑμῖν καὶ ἱδρώτων. οὐ γάρ ἐστιν οὗτος ὁ τῶν ἐπάθλων καιρὸς, ἀλλὰ σφαγῆς καὶ πολέμων καὶ κινδύνων τὰ παρόντα. καὶ ὅρα πῶς τῷ τρόπῳ τῆς ἐρωτήσεως ἐφέλκεται. “δύνασθε πιεῖν τὸ ποτήριον ὃ “ἐγὼ πίνω;” ἵνα τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμότεροι γένωνται. | |
10 | καὶ βάπτισμα πάλιν αὐτὸ καλεῖ. δεικνὺς μέγαν ἀπὸ τῶν γινο‐ μένων τὸν καθαρμὸν, αὐτοῖς μὲν τὸν ἑαυτοῦ, τῇ οἰκουμένῃ δὲ τὸν ἀπὸ τοῦ σταυροῦ. “λέγουσιν αὐτῷ, δυνάμεθα.” εὐθέως ἐπηγγείλαν‐ το, προσδοκῶντες ἀκούσεσθαι ὅπερ ᾔτησαν, ἐπειδὴ ταῦτα εἶπον. δεικνὺς δὲ ὅτι οὐκ ἀλαζονεία τὰ εἰρημένα, φησὶ, “τὸ μὲν ποτήριον | |
15 | “ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτι‐ “σθήσεσθε,” τοῦτ’ ἔστι, μαρτυρίου καταξιωθήσεσθε, καὶ ταῦτα πείσεσθε ἅπερ ἐγώ· “τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύ‐ “μων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ “Πατρός.” ἰδὲ πῶς ἐπῇρεν αὐτῶν τὰς ψυχὰς, καὶ ὑψηλὰς ἐποίησε, | |
20 | καὶ πρὸς λύπην ἀχειρώτους εἰργάσατο. ἀλλὰ τί ποτε ἐπὶ τὸ εἰρημένον; καὶ γὰρ δύο ἐστὶν τὰ ἀπορούμενα· ἓν μὲν, εἰ ἡτοί‐ μασταί τινι τὸ καθίσαι ἐκ δεξιῶν αὐτοῦ; ἕτερον δὲ, εἰ ὁ πάντων Κύριος ἐκείνοις οἷς μὴ ἑτοίμασται οὐκ ἦν κύριος παρασχεῖν; πρὸς μὲν οὖν τὸ πρότερον ἐροῦμεν, ὡς οὐδεὶς ἐκ δεξιῶν αὐτοῦ ἢ ἐξ | |
25 | ἀριστερῶν κάθηται. ἄβατος γὰρ πάσῃ τῇ κτίσει ὁ θρόνος ἐκεῖνος. ὡς οὖν ἐξαίρετον τοῦ μονογενοῦς τίθησιν αὐτὸ ὁ Παῦλος λέγων, “πρὸς τίνα γὰρ τῶν Ἀγγέλων εἴρηκέ ποτε, κάθου ἐκ δεξιῶν μου; “καὶ πρὸς μὲν τοὺς Ἀγγέλους φησίν· ὁ ποιῶν τοὺς ἀγγέλους “αὑτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν | |
30 | “αἰῶνα.” πῶς οὖν φησι τὸ καθίσαι ἐκ δεξιῶν μου ἢ “ἐξ εὐωνύ‐ “μων οὐκ ἔστιν ἐμὸν δοῦναι;” ὡς ὄντων καθεζομένων τινῶν ἢ οὐκ | |
ὄντων; ἄπαγε· ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίνετο τῶν ἐρωτών‐ | 385 | |
386 | των συγκαταβαίνων τῇ αὐτῶν διανοίᾳ. οὐ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον καὶ τὴν ἐκ δεξιῶν τοῦ πατρὸς καθέδραν, ἀλλ’ ἓν ἐζήτουν μόνον τῶν πρωτείων ἀπολαῦσαι καὶ πρὸ τῶν ἄλλων στῆναι. ἐπειδὴ γὰρ δώδεκα θρόνους ἤκουσαν, ἀγνοήσαντες τί ποτε | |
5 | ἦν τὸ εἰρημένον, τὴν προεδρίαν ἐπεζήτησαν. ὃ τοίνυν φησὶν ὁ Χριστὸς τοῦτ’ ἔστιν· ὅτι ἀποθανεῖσθε μὲν δι’ ἐμὲ καὶ κοινωνήσετέ μοι κατὰ τὸ πάθος· οὐ μὴν ἀρκεῖ τοῦτο ποιῆσαι πρὸς τὴν πρώτην τάξιν ὑμᾶς κατασχεῖν. ἂν γάρ τις ἕτερος ἔλθοι μετὰ τοῦ μαρ‐ τυρίου καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν κεκτημένον πολλῷ πλείονα | |
10 | ὑμῶν, οὐκ ἐπειδὴ φιλῶ νῦν ὑμᾶς, καὶ τῶν ἄλλων προκρίνω, διὰ τοῦτο παρωσάμενος ἐκείνους, ὑμῖν δώσω τὰ πρωτεῖα. ἐκείνοις οὖν ἡτοίμασται τοῖς ἀπὸ τῶν ἔργων δυναμένοις γενέσθαι λαμπροτέ‐ ροις. πανταχόθεν οὖν αὐτοὺς συνελαύνει, μετὰ γὰρ τὴν τοῦ Θεοῦ χαρὶν, εἰς τὴν τῶν οἰκείων κατορθωμάτων ἐπίδειξιν τὰς ἐλπίδας | |
15 | τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν. ὅτι γὰρ αὐτὸς Κύ‐ ριός ἐστι τοῦ παντὸς, δῆλον ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν, καὶ αὐτὸς ἀποδώσει ὡς δίκαιος κριτὴς Παύλῳ τὸν τῆς δικαιο‐ σύνης στέφανον, οὐ μόνον δὲ αὐτῷ, ἀλλὰ καὶ τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, κατὰ τὸν τοῦ Ἀποστόλου λόγον. παραπεμπό‐ | |
20 | μενος οὖν αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην, ὁμοῦ καὶ μὴ λυπῆσαι βουλόμενος, ἀμφότερα ταῦτα κατορθοῖ. οὐ τοίνυν τὸν Υἱὸν ὑπερβέβηκεν ἡ τοιαύτη δόσις. ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρὸς, ὡς εἰ καὶ ἔλεγεν, ὑπ’ ἐμοῦ. ὅθεν ὁ Μάρκος οὐδὲ εἴρηκε τὸ ὑπὸ τοῦ Πατρός μου. ἀκούσαντες | |
25 | δέ φησιν οἱ δέκα ὅτι ἐπετιμήθησαν, ἠγανάκτησαν. ἕως μὲν γὰρ τοῦ Χριστοῦ ὁ ψῆφος ἦν, οὐκ ἠγανάκτουν, ἀλλ’ ὁρῶντες αὐτοὺς προτιμωμένους, ἔστεργον, αἰδούμενοι τὸν διδάσκαλον. καὶ πρὸς Πέτρον δέ τι παθόντες ἀνθρώπινον, οὐκ ἐδυσχέραινον, ἀλλ’ ἠρώ‐ τησαν μόνον, τίς ἆρα μείζων ἐστίν, ἐπειδὴ δὲ ἐνταῦθα τῶν μαθη‐ | |
30 | τῶν ἡ αἴτησις ἦν, ἀγανακτοῦσι, καὶ οὐδὲ ἐνταῦθα εὐθέως, ἀλλ’ ὅτε αὐτοῖς ἐπετίμησεν ὁ Χριστὸς, καὶ ἔδειξεν οὐ πάντας ληψο‐ | |
μένους, οὕτω ἅπαντες ἀτελέστεροι ἦσαν. ἀλλὰ μὲν ταῦτα ὄψει | 386 | |
387 | αὐτοὺς πάντων τούτων ἀπηλλαγμένους τῶν παθῶν, καὶ τὰ πρω‐ τεῖα παραχωροῦντας ἀλλήλοις. Τί οὖν ὁ Χριστός; προσκαλε‐ σάμενος αὐτούς, φησι, τῇ κλήσει πρὸ τοῦ λόγου αὐτοὺς κατα‐ πραΰνει καὶ τὸ πλήσιον αὐτοῦ ἐπισπάσασθαι· καὶ γὰρ οἱ δύο | |
5 | ἐγγύτερον εἰστήκεισαν ἰδιολογούμενοι· διὰ τοῦτο καὶ αὐτοὺς πλήσιον ἄγει, παραμυθούμενος τὸ πάθος καὶ τούτων κἀκείνων· καὶ δεικνὺς ὅτι ἐθνικὸν τὸ πρωτείων ἐρᾷν, φλεγμαίνουσαν τὴν ψυχὴν αὐτῶν ἐντρέπων. μὴ γὰρ ἀγανακτεῖτε τούτοις, φησὶν, ὡς ὑβρισμένοι, ἑαυτοὺς μάλιστα καταισχύνουσι τὰ πρωτεῖα ζη‐ | |
10 | τοῦντες· οὐ γάρ ἐστι τὰ παρ’ ἡμῶν οἷα τὰ ἔξωθεν. οἱ μὲν γὰρ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν, παρ’ ἐμοὶ δὲ ὁ ἔσχατος, οὗτος πρῶτος ἐστίν· καὶ δι’ ὧν ποιῶ καὶ πάσχω λάβετε τὴν ἀπόδειξιν τῶν εἰρημένων. βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὢν, ἄνθρωπος ἠβουλήθην γενέσθαι καὶ ὑβρισθῆναι, καὶ ἐλθεῖν ἐπὶ τὸν | |
15 | θάνατον, καὶ τὴν ψυχὴν ἔδωκα λύτρον· καὶ ὑπὲρ τίνων; τῶν ἐχθρῶν· σὺ δὲ ἂν ταπεινωθῇς, ὑπὲρ σεαυτοῦ· ἐγὼ δὲ ὑπὲρ σοῦ. μὴ τοίνυν φοβηθῇς ὡς τῆς τιμῆς σου καθαιρουμένης· ὅσα γὰρ ἂν ταπεινωθῇς, οὐ δύνασαι τοσοῦτον κατελθεῖν ὅσον ὁ δεσπότης σου· ἀλλ’ ὅμως ἡ κατάβασις αὕτη πάντων ἀνάβασις γέγονε· καὶ τὴν | |
20 | δόξαν ἐκλάμψαι πεποίηκε τὴν αὐτοῦ. πρὸ μὲν γὰρ τοῦ γενέσθαι ἄνθρωπος, παρ’ Ἀγγέλοις ἐγνωρίζετο μόνον. ἐπειδὴ δὲ ἄνθρωπος ἐγένετο καὶ ἐσταυρώθη, οὐ μόνον ἐκείνην οὐκ ἠλάττωσε τὴν δόξαν, ἀλλὰ καὶ ἑτέραν προσέλαβε τὴν τῆς οἰκουμένης. | |
24t | ΚΕΦ. ΛΑ. | |
25t | Περὶ Βαρτιμαίου. | |
26 | Καὶ ἔρχονται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ, καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. | |
30 | Ὅτι κατ’ ἐξουσίαν ἡ ἴασις ἦν, ἔδειξε λέγων, “τί θέλεις ποιήσω “σοι;” δήλη δὲ καὶ ἡ τιμὴ τοῦ πλήθους ἣν εἶχον πρὸς αὐτὸν, οὐκ ἐπιτρέποντες τῷ τυφλῷ βοᾷν, ὥσπερ ἐπὶ βασιλέως παριόντος. | |
ὥστε οὐδ’ ἂν συνῄρατο πρὸς τὴν Χριστοκτονίαν ὁ λαὸς, εἰ μὴ ὑπὸ | 387 | |
388 | τῶν ἀρχόντων παρήχθη. βλάπτει γὰρ λαὸν ἐξουσία πονηρά. υἱὸν δὲ Δαβὶδ ἐκάλει ὁ τυφλὸς, τὴν διατρέχουσαν ἐν τῷ λαῷ φήμην ἀκούων, καὶ τὴν προσδοκίαν τὴν ἐκ προφητῶν πεπεισμένος. καὶ οὐκ ἀναίνεται τὸ γένος ὁ Κύριος, καίτοι δείξας ἀλλαχοῦ ὅτι καὶ | |
5 | ὑπὲρ τὸ γένος ἐστὶ τὸ σαρκικόν. οὐ γὰρ τῷ ψευδομένῳ καὶ κα‐ λοῦντι υἱὸν Δαβὶδ, πάρεσχεν ἂν τὴν ἴασιν ἐκ ψεύδους πίστεως καὶ ἐκ δυσφήμου λόγου, ὥσπερ οἴονται οἱ δοκήσει αὐτὸν φάσκον‐ τες ἐληλυθέναι, ἢ ἐξ ἑτέρας οὐσίας σεσαρκῶσθαι, καὶ μὴ τοῦ ἐκ Δαβὶδ φυράματος. τίνος δὲ χάριν ἠρώτησεν αὐτὸν ὁ Ἰησοῦς, | |
10 | τί θέλεις ποιήσω σοι; ἵνα μή τις νομίσῃ ἄλλο βουλομένῳ λαβεῖν, ἄλλο τι διδόναι· καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ τὴν προ‐ αίρεσιν πρότερον κατάδηλον ποιεῖν τῶν θεραπευομένων, καὶ ἐκκα‐ λύπτειν ἅπασι, καὶ τότε ἐπάγειν τὴν ἰατρείαν· δι’ ἓν μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δεύτερον δὲ, ἵνα δείξῃ τῆς | |
15 | δωρεᾶς ἀξίως ἀπολαύοντας. Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ ῥαβουνὶ, ἵνα ἀναβλέψω, καὶ τὰ ἑξῆς. Ὅτι δὲ ἀξίως καὶ πιστῶς, καὶ ἐξ ὧν ἐβόησε καὶ μετὰ πάσης σπουδῆς προσέδραμεν, ἐκπηδήσας, καὶ ὅπερ ἔφερεν ἱμάτιον ἀπέρ‐ | |
20 | ριψε, μονονουχὶ τὸν παλαιὸν ἐκδύσας χιτῶνα, καὶ ὅλος τοῦ Ἰησοῦ γενόμενος, καὶ ἐκ τοῦ μαρτυρῆσαι αὐτῷ τὸν Χριστὸν καὶ εἰπεῖν· “ὕπαγε, ἡ πίστις σου σέσωκέ σε.” καὶ τῆς ἰάσεως δὲ τυχὼν οὐκ ἀπεπήδησεν, ὅπερ πολλοὶ ποιοῦσι μετὰ τὰς εὐεργεσίας ἀγνωμο‐ νοῦντες· ἀλλὰ καὶ πρὸ τῆς δόσεως καρτερικὸς, καὶ μετὰ τὴν | |
25 | δόσιν εὐγνώμων. ἠκολούθει γὰρ τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ. τὸ μὲν οὖν τυφλότητι ἴασιν γεγονέναι κατὰ τὴν ὁδὸν συμφωνεῖ τῷ Ματθαίῳ καὶ Λουκᾷ. ἕνα δὲ τυφλὸν οὗτός φησι καὶ Λουκᾶς· Ματθαῖος δὲ δύο· τοῦτο δὲ οὐδὲν πρὸς διαφωνίαν τῆς ἱστορίας. ἐνδέχεται γὰρ τοῦ ἐπιφανεστέρου μνήμην Μάρκον τε καὶ Λουκᾶν πεποιῆσθαι, | |
30 | ὥσπερ καὶ ὀνόματι δεδήλωκεν ὁ Μάρκος εἰπὼν, τὸν υἱὸν Τιμαίου | |
Βαρτίμαιον τυφλὸν, ὡς ἐπιφανῆ τότε ὄντα. | 388 | |
389(1t) | ΚΕΦ. ΛΒ. | |
2t | Περὶ τοῦ πώλου. | |
3 | Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλὴμ εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο | |
5 | τῶν μαθητῶν αὑτοῦ. καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε. Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον· ἀλλ’ οὐδέ‐ | |
10 | ποτε μετὰ τοσαύτης περιφανείας. καὶ γὰρ προοίμια ἦν, καὶ οὔτε αὐτοῖς κατάδηλος ἦν, οὔτε ὁ καιρὸς παθεῖν ἐγγύς. διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον ἑαυτὸν κρύπτων· οὔτε γὰρ μᾶλλον ἐθαυμαστώθη φαινόμενος οὕτω, καὶ εἰς μείζονα ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν. ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως | |
15 | πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μείζονως ἐκλάμπει λοιπὸν, καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. Θέα δέ μοι πόσα θαύματα γίνεται, καὶ ὅσαι πληροῦνται προφητεῖαι. εἶπεν ὅτι εὑρήσετε ὄνον. προ‐ εῖπεν ὅτι οὐδεὶς κωλύσει· μὴ γὰρ μικρὸν νομίσῃς εἶναι τὸ γεγενη‐ | |
20 | μένον. τίς γὰρ αὐτοὺς ἔπεισε τῶν ἰδίων ἀφαιρουμένων, καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς, μὴ ἀντειπεῖν ἑλκομένων τῶν ὑποζυγίων, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς; ἀπὸ τούτων αὐτοὺς παιδεύει ὅτι καὶ Ἰουδαίους ἠδύνατο κωλύειν μέλλοντας αὐτῷ ἐπιέναι, καὶ ἀφώνους καταστῆσαι· ἀλλ’ οὐκ | |
25 | ἠθέλησεν. καὶ σημεῖον δὲ τὸ γινόμενον ἦν· οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἱερουσαλὴμ ἐξιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι, ὃς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς | |
30 | Ἱερουσαλήμ. τὸ γὰρ νέον τῆς κλήσεως ἐδήλωσεν ὁ πῶλος· ἀλλὰ καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων. ὄνος γὰρ οὐ | |
καθαρὸν κατὰ τὸν νόμον. | 389 | |
390 | Ἀπῆλθον δὲ καὶ εὗρον πῶλον δεδεμένον, καὶ τὰ ἑξῆς. Οὐ κάθηται ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν Ἀποστόλων. ἐπείδη τὸν πῶλον ἔλαβεν, ἅπαντα λοιπὸν προΐενται. Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου. πῶς ἀδάμαστος ὢν καὶ χαλι‐ | |
5 | νοῦ ἄπειρος εὐτάκτως ἐφέρετο. καὶ αὐτὸς προφητεία τοῦ μέλ‐ λοντος ἦν δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν. Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδὸν καὶ τὰ ἑξῆς. | |
10 | Ἕως ἐπὶ τῶν πονηροτέρων οἱ ἀφελεῖς οὐ διαστρέφονται, τῇ ἀληθείᾳ ἕπονται. ἀπὸ δὲ τῶν σημείων ἐπεγνωκότες τὸν Κύριον οἱ ὄχλοι, καὶ εὐφημίαν ἐποιοῦντο εἰς αὐτὸν, καὶ υἱὸν εἶναι Δαβὶδ καὶ Χριστὸν εἶναι πιστεύοντες, καὶ τὸ “εὐλογημένος ὁ ἐρχόμενος “ἐν ὀνόματι Κυρίου” κατὰ τὸν ψαλμὸν ἐπιβόωντες. Τὸ γὰρ | |
15 | “ὡσαννὰ” ὕμνος ἑρμηνεύεται. Τὸ δὲ καὶ εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαβὶδ ἄριστα εἴρηται. πολλαχοῦ γὰρ οἱ προ‐ φῆται τὴν κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν βασιλείαν ἐπ’ ὀνόματι Δαβὶδ ἔφασκον ἔρχεσθαι. Δαβὶδ τὸν Χριστὸν ὀνομά‐ | |
20 | σαντες, διὰ τὸ ἐκ Δαβὶδ αὐτὸν κατὰ σάρκα γνωρίζεσθαι. δόξαν οὖν ἀναπέμπουσιν τῷ ἐρχομένῳ ἐν ὀνόματι Κυρίου. εὐλογοῦσι δὲ καὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐπὶ πᾶσι Θεῷ τῷ ἐν ὑψίστοις τὴν δοξολογίαν ἀναπέμπουσιν, καθὼς ἐννοεῖν ἠδύναντο. Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εἰς τὸ | |
25 | ἱερὸν καὶ τὰ ἑξῆς. Τὸ καταλιπὼν, τὴν ὡς ἀπὸ ἀναξίων ἀναχώρησιν δηλοῖ. καὶ οὐκ ἐπὶ πολὺ χωρίζεται τῆς Ἱερουσαλὴμ, ἵνα πάλιν ἐπανέλθῃ μετὰ τὴν νύκτα· ἥκει γὰρ ἐπὶ τὸ πάθος, καὶ οὐκ ἔμελλεν ἀφίστασθαι πρὶν ἢ πάθῃ. | |
30t | ΚΕΦ. ΛΓ. | |
31t | Περὶ τῆς ξηρανθείσης συκῆς. | |
32 | Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, | |
ἐπείνασε. καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα, | 390 | |
391 | ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῷ. καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων. Καὶ τῇ ἐπαύριόν φησιν, ἐξελθόντων αὐτῶν Βηθανίας, ἐπείνασεν. ὁ Ματθαῖος τὸ πρωῒ προστίθησι. πῶς δὲ πρωΐας πεινᾷ; συνεχώ‐ | |
5 | ρησε τῇ σαρκὶ τοῦτο. ἄλλος δὲ ἔφη, ἦλθεν εἰ ἄρα εὑρήσει ἐν αὐτῇ καρπόν. ὅθεν δῆλον ὅτι τῆς ὑπονοίας αὐτῶν ἦν. καὶ γὰρ τὰς ὑπονοίας τῶν μαθητῶν γράφουσιν. οὕτω δὲ καὶ τὸ νομίζειν διὰ τοῦτο αὐτὴν κατηρᾶσθαι. τίνος οὖν ἕνεκεν κατηράθη; τῶν μαθη‐ τῶν ἕνεκεν, ἵνα θαρρῶσιν. ἐπειδὴ γὰρ πανταχοῦ μὲν εὐεργετεῖ, | |
10 | οὐδένα ἐκόλασεν· ἔδει δὲ καὶ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν, ἵνα μάθωσιν ὅτι δυνάμενος ξηράναι Ἰουδαίους, ἑκὼν συγχωρεῖ, καὶ οὐ ξηραίνει. οὐκ ἐβούλετο δὲ τοῦτο εἰς ἀνθρώ‐ πους ἐνδείξασθαι, καὶ εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὑτοῦ τὴν ἀπόδειξιν ταύτην παρέσχετο. ὅταν δὲ εἰς τόπους γένηταί τι, μὴ | |
15 | ἀκριβολογώμεθα, δικαίως ἢ ἀδίκως, λέγοντες, ἀλλὰ τὸ θαῦμα ἴδωμεν. ἐπεὶ καὶ περὶ τῶν χοίρων πολλοὶ τοῦτο εἰρήκασι τῶν καταποντισθέντων, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον. ἀλλ’ οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς. καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο τὸ φυτὸν ἄψυχον. | |
20 | Τίνος οὖν ἕνεκεν περίκειται τοιοῦτον σχῆμα τῷ πράγματι; καὶ τῆς κατάρας ἂν ἡ πρόφασις, ὅπερ ἔφην, τῆς τῶν μαθητῶν ὑπο‐ νοίας τὸ πρᾶγμα ἦν, εἰ καὶ τούτων οὐδὲν αἰνίττεται. εἰ δὲ λέγοι ὅτι οὐκ ἦν καιρὸς, καὶ ἐντεῦθεν δείκνυσιν ὅτι προηγουμένως εἰς τοῦτο ἦλθε, οὐ διὰ πείναν, ἀλλὰ διὰ τοὺς μαθητάς. τίς γὰρ οὕτως | |
25 | εὐήθης ὥστε ὑπολαβεῖν ὅτι ἐν πρωϊνῷ τῷ καιρῷ τοσοῦτον ἥττητο πείνης; ἢ εἴπερ ἐπείνη καὶ τὸ ἐσθίειν τότε ἐνόμιζεν ἀδεὲς, τί τὸ κωλύον ἦν αὐτὸν φαγόντα τῆς οἰκίας ἐξελθεῖν; οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν ὡς ἡ τοῦ καρποῦ θέα πρὸς πείναν αὐτὸν ἐξεκαλέσατο. οὐ γὰρ ἦν καιρὸς συκῶν· πεινῶν δὲ πῶς οὐχ ἑτέρωθεν ἐζήτει τροφὴν, | |
30 | ἀλλ’ ἀπὸ τῆς συκῆς, ἣν οὐ δυνατὸν ἦν ἔχειν πρὸ τοῦ καιροῦ τὸν καρπὸν, δήλου πᾶσιν ὄντος σαφῶς; ποίας δὲ ἀγανακτήσεως ἦν ἄξιον | |
τὸ μὴ ἔχειν αὐτὴν καρπόν; ὥστε ὅγε μὴ πάντως εὐήθης ἱκανῶς | 391 | |
392 | ἂν ἐκ τούτων συλλογίσαιτο ὅτι πείνα μὲν οὐκ ἦν, πρόσχημα δὲ ἦν πείνης τὴν οἰκείαν ἐνδεικνύμενος δύναμιν, εἰς τὸ μὴ οἴεσθαι αὐτοὺς ἀτονίᾳ τὸ πάθος αὐτὸν ἀναδέχεσθαι. διὰ τοῦτο φυτὸν ἐπι‐ λεξάμενος, ὃ κἀν εἰ τέμοι τις, οὐ ῥᾳδίως τὴν ἔμφυτον ὑγρασίαν | |
5 | ἀποτίθεσθαι πέφυκε· τοῦτο διὰ μόνης ἐξήρανε τῆς ἐπιτιμήσεως. Ἄλλως δέ φησι τὴν μέλλουσαν κατὰ τὴν Ἱερουσαλὴμ κρίσιν ἐπὶ τῆς συκῆς ἔδειξεν, ὥσπερ καὶ ἡ παραβολὴ δηλοῖ· ἣν καὶ ὁ Λουκᾶς ἀπεμνημόνευσε λέγων, “συκὴν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπε‐ λῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. εἶπεν | |
10 | “δὲ πρὸς τὸν ἀμπελουργόν. ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρ‐ “πὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. ἔκκοψον αὐτήν· ἵνα τί καὶ “τὴν γῆν καταργῇ; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει. Κύριε, ἄφες αὐτὴν “καὶ τοῦτο τὸ ἔτος, ἕως οὗ σκάψω περὶ αὐτὴν καὶ βάλλω κόπρια· “κἂν μὲν ποιήσῃ καρπὸν, εἰ δὲ μήγε εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.” | |
15 | ὅπερ οὖν λόγῳ διέξηλθεν, τοῦτο καὶ ἔργῳ δέδειχεν· ὥσπερ καὶ ἄλλα ἐποίησε συμβολικὰ, καθὼς ἐν τῇ παρουσίᾳ καὶ διὰ τῶν προφητῶν· ὅτι μᾶλλον ἀκοῆς ὅρασις ψυχῆς καθάπτεται, καὶ ἐν μνήμῃ σώζε‐ ται. ἡ μὲν παραβολὴ τὴν ἀκαρπίαν ἐλέγχει τῆς Ἱερουσαλήμ. Ἔρχεται οὖν ὁ Κύριος ἐπὶ τὴν συκὴν ζητῶν καρπὸν ἐν αὐτῇ, | |
20 | καθὰ ἔλεγεν ἡ παραβολὴ, φῦλλα δὲ εἶχε μόνον, ἅτε δὴ καὶ ἔαρος ὄντος· καὶ δοκεῖ μὲν κατὰ χρείαν τροφῆς ἐπ’ αὐτὴν ἐληλυθέναι. σύμβολον δὲ ποιεῖ τὸ εἰρημένον, καὶ συνέτρεχεν ἡ πεῖνα τῷ συμ‐ βόλῳ, ἡρμοσμένης τοῦ σώματος τοῦ ἁγίου φύσεως τε καὶ κινήσεως πρὸς τὰς τῶν πραγμάτων οἰκονομίας τε καὶ ἐνδείξεις. οὐ γὰρ | |
25 | ἀγνοεῖν δήπουθεν οἷόν τε ἦν, ὅτι καρπὸν εἰς βρῶσιν οὐκ ἂν ἔχοι κατ’ ἐκεῖνον τὸν καιρὸν ἡ συκῆ. ἀλλ’ ἐμφαίνεται τῷ πράγματι ὥσπερ βρῶσιν εἶναι τοῦ Κυρίου τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ποθεῖν αὐτὸν ταύτην, καθὸ καὶ ἐπὶ τῶν μελλόντων πιστεύειν Σαμαρείτων εἶπεν τὸ “ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ | |
30 | “οἴδατε.” τὸ μὲν οὖν εὐθαλὲς τῆς συκῆς, τὴν δόξαν ἐδείκνυ τῆς Ἱερουσαλὴμ τὴν παρὰ Θεοῦ δεδομένην αὐτῇ· τὸ δὲ ἄκαρπον τὴν κακίαν καὶ ἀπιστίαν. ἡ δὲ ἀκαιρία τοῦ καρποῦ τὴν ἀκαιρίαν τῆς τότε σωτηρίας τῆς Ἱερουσαλὴμ ἤλεγχεν· τὴν δὲ ἀκαιρίαν ταύτην ἐπήγαγεν ἑαυτῇ. διὸ καὶ μέμψιν καὶ κατάραν ὑφίσταται· οὐ | |
35 | δήπου πρὸς τὴν συκὴν ὀργιζομένου τοῦ Κυρίου, ὅτι μὴ καρπο‐ | 392 |
393 | φοροίη καὶ ταῦτα παρὰ καιρὸν, ἀλλ’ ἐν τῷ δένδρῳ τὸ τῆς πόλεως ἐπιδείκνυντος. ἡ δὲ κατάρα τοῖς ἔργοις ἐμφαίνεται πεπληρωμένη περὶ τὴν πόλιν. τὸ δὲ μηκέτι καρπὸν ἄγειν τὴν Ἱερουσαλὴμ οὐκ ἀποκλείει τῆς καινουργηθείσης καρποφορίας, ἣν ἡ δοθησομένη | |
5 | αὐτοῖς Χριστοῦ γνῶσις παρέξει· οἱονεὶ κατά τινα ἐγκεντρισμὸν δοθησομένης τῆς Ἱερουσαλὴμ τῆς ἀποστολικῆς δυνάμεως εἰς τὸ καρποφορῆσαι· οὐ γὰρ ἐξ αὐτῆς ὁ καρπὸς ἐκεῖνος, ἀλλ’ ἐκ τῆς νέας καὶ προσγινομένης γνώσεως, ἣν ὥσπερ ἔξωθεν καὶ ἀπὸ τῆς ἐξ ἐθνῶν ἐκκλησίας προστιθεμένην λήψεται. | |
10 | Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰη‐ σοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε. | |
15 | Τοῦτο καὶ ὁ Ἰωάννης φησίν· ἀλλ’ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· οὗτος δὲ πρὸς τῷ τέλει, ὥσπερ καὶ ὁ Ματθαῖος. ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιροὺς, καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων καὶ ἀπὸ τῆς ἀποκρίσεως, ἐκεῖ μὲν γὰρ ἐν τῷ Πάσχα παρεγένετο, ἐνταῦθα δὲ πρὸ πολλοῦ. τοῦτο δὲ | |
20 | κατηγορία μείζων τῶν Ἰουδαίων· ὅτι καὶ ἅπαξ καὶ δὶς τὸ αὐτὸ αὐτοῦ ποιήσαντος, ἐνέμενον ἐπὶ τῇ καπηλείᾳ· καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον, δέον κἀντεῦθεν μαθεῖν αὐτοῦ τὴν πρὸς τὸν Πατέρα τιμὴν καὶ τὴν οἰκείαν ἰσχύν. ἑώρων γὰρ τοὺς λόγους τοῖς πράγ‐ μασι συμφωνοῦντας· ἀλλ’ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν. | |
25 | διὸ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον, τὸν θυμὸν αὐτῶν κατασβεννὺς, καὶ δεικνὺς ὅτι παρὰ Θεοῦ ἥκει. λῃστὰς δὲ τοὺς ἐμπόρους ἐκάλεσε, διὰ τὸ λῃστρικὸν τῆς φιλοκερδίας, οἱ τὴν τῶν θυσιῶν χρείαν πρόφασιν αἰσχροκερδίας λαμβάνοντες, βόας, καὶ τρυγόνας, καὶ περιστερὰς ἐπίπρασκον· ἕτεροι δὲ ἀργύρια | |
30 | προυτίθεσαν λεπτὰ πρὸς τὴν τῶν μειζόνων ἀλλαγήν. σφοδρότερον δὲ τὸ ἔργον οὐκ ἐν ἠπιότητι λόγου γενόμενον, ὅποτε καὶ τοὺς | |
πιπράσκοντας ἐξέβαλε καὶ τὰς τραπέζας κατέστρεψεν. ἄλλος | 393 | |
394 | δέ φησιν ὅτι περὶ τὸν χρόνον οὐ πάνυ τοῖς τρισὶν Εὐαγγελισταῖς ἐμέλησεν ἐν τῇ διηγήσει τῆς ἀνόδου τῆς Ἱερουσαλήμ. ὁ γὰρ Ἰωάννης ἀκριβέστερον τὸ τοιοῦτον προϊστορήσας, ἐν τῇ πρώτῃ ἀνόδῳ ταῦτα πεπρᾶχθαί φησι· καίτοι ἐν τῷ Πάσχα τὸ πάθος | |
5 | ἱστορεῖ γεγονός· τὸ οὖν ἱστορῆσαι τὸ πρᾶγμα μόνον ἐμέλησεν αὐτοῖς, καὶ τὰς διαφόρους ἀνόδους μίαν πεποιήκασι. οὕτω καὶ ἐν τῷ οʹ ψαλμῷ τὰ ἐν διαφόροις γεγενημένα χρόνοις ὑφ’ ἕνα εἰσῆκται καιρὸν ἐν τῇ διηγήσει· ἔνθα φησὶν, τὸ “κατελάλησαν τοῦ Θεοῦ “καὶ εἶπον, μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάζειν τραπέζαν ἐν ἐρήμῳ; | |
10 | “ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατε “κλύσθησαν. μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμᾶσαι τράπεζαν “τῷ λαῷ αὐτοῦ;” μετὰ γὰρ τὴν τοῦ ὕδατος δόσιν, οὐχὶ περὶ τοῦ μάννα ἦν ἀντιλογία, ἀλλ’ ἡ περὶ τῶν κρεῶν· εἰσήγαγεν δὲ ἑκάτερον κατ’ αὐτὸν ὁ ψαλμῳδός. | |
15 | Οἱ δὲ γραμματεῖς καὶ ἀρχιερεῖς ἤκουσαν καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν. Ἠσθάνοντο λοιπὸν γὰρ ὅτι αὐτῶν καθάπτεται τὰ γινόμενα παρ’ αὐτοῦ. ποτὲ μὲν οὖν κατεχόμενος διὰ μέσου αὐτῶν ἀναχωρεῖ, καὶ οὐχ ὁρᾶται· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυ‐ | |
20 | μίαν ἐπέχει. ἐνταῦθα δὲ τῷ φόβῳ τοῦ πλήθους αὐτοὺς κατεῖχεν. οὐ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν. οἱ δὲ οὐδὲ ἀπὸ τοῦ πλήθους ἐσωφρονίζοντο, οὔτε τὴν τῶν προφητῶν μαρτυρίαν ᾐδοῦντο. οὕτω καθάπαξ αὐτοὺς ἡ φιλαρχία ἐπλήρωσεν, καὶ εἰς μιαιφονίαν ἐξώπλιζεν. | |
25 | Καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως. καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμ‐ μένην ἐκ ῥιζῶν. Ἀκριβέστερον ὁ παρὼν Εὐαγγελίστης ἀπομνημονεύει τῆς ἱστο‐ ρίας, ἐν τῇ ἐφεξῆς ἡμέρᾳ λέγων τεθεωρεῖσθαι ὑπὸ τῶν μαθητῶν | |
30 | ἐξηραμμένην τὴν συκῆν· ἐπανιόντων πάλιν ἐπὶ τὴν πόλιν ἀπὸ τῶν προαστείων. ὁ δὲ Ματθαῖος παρέδραμε τὸ ἀκριβὲς τοῦ καιροῦ | |
εἰπὼν παραχρῆμα τὴν συκὴν ἐξηράνθαι καὶ τεθαυμακέναι τοὺς | 394 | |
395 | μαθητάς. παραχρῆμα δὲ λέγοιτ’ ἂν καὶ εἰς αὔριον τὸ πρᾶγμα γνωσθέν· ὀξεῖα δὲ καὶ ἡ δύναμις καὶ ἐν τῷ ζωογονεῖν τὰ νεκρὰ, καὶ καθάπερ ἐπὶ τῶν ἀναβιωσθέντων ὑπὸ Κυρίου καὶ ἀποξηραί‐ νουσα τὰ ζῶντα, καθάπερ ἐπὶ τῆς συκῆς. ταῦτα δὲ καὶ ὑπὸ τῆς | |
5 | γραφῆς ὑπὸ Θεοῦ λέγεται, τὸ “ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω” καὶ τὸ “ἐγὼ ξηραίνω ξύλον χλωρὸν, καὶ ἀναθάλλω ξύλον ξηρὸν” καὶ οὐδεμία διατριβὴ περὶ τὴν θείαν ἐνέργειαν, εἰ μὴ ὅτε περὶ ἀνθρώπων προαιρέσεως γίνεται τῶν μὴ ταχὺ δεχομένων, μηδὲ οὕτως ὀξέως ἀποτελουμένων εἰς τόδε, ὡς ἡ θεῖα ἐνέργεια δύναται· | |
10 | ὅθεν καὶ περὶ τὴν ἐν πίστει δύναμιν ὀλίγοι οἱ συνακολουθοῦντες τοῦ Κυρίου τὴν ὁμόνοιαν πρᾶξιν ἐνδιδόντες πίστεως, ἣν διὰ δυνά‐ μεως αὐτοῖς παρέχεται. ὥστε μὴ μόνον ξύλον ἀποξηρᾶναι τεθηλὸς, ἀλλὰ καὶ ὄρος μετακινῆσαι προστάγματι, καὶ πάντα πληροῦν ὅσα ἄν τις αἰτήσαιτο. | |
15 | Δῆλον δὲ ὡς οὐκ ἀχρεῖον τούτων ἕκαστον ἐπαγγέλλεται Χρι‐ στὸς, οὐδὲ οἷον ἐπὶ θαυματουργίᾳ κενῇ, καθάπερ ἀξιοῦσιν οἱ τὰ τοιαῦτα ἀπαιτοῦντες, καὶ κελεύοντες μετακινεῖν τῶν τυχόντων τι καὶ βραχυτάτων, ὡς ἐπ’ ἐλέγχῳ τῆς ἐπαγγελίας τῆς περὶ τῶν ὄρων· οὔτε γὰρ ὄρος οὔτε δὲ κάρφος ἀχρείως μετακινηθείη ἂν | |
20 | κατὰ δύναμιν Θεοῦ, ἐπεὶ μὴ δὲ αὐτὸς ἀχρείως τὴν συκῆν ἐξήρανεν, ἀλλ’ ἐπὶ σημείῳ τῆς τοῦ Ἰσραὴλ μελλούσης ἀκαρπίας, καὶ πρὸς ἔνδειξιν τῆς ἑαυτοῦ δυνάμεως. ἕπεται δὲ τῇ πίστει τῇ τελείᾳ καὶ τὰ τῆς ἀρετῆς, ἤτοιγε ἀπ’ ἀρχῆς κατορθούμενα, ἢ καὶ ἐκ μετα‐ νοίας διορθούμενα. καὶ ἐπειδὴ τὸ ἐξ ἀρχῆς κατορθοῦν ἀπταίστως | |
25 | ἀδύνατον, τὸ διὰ μετανοίας προσέθηκεν ὁ Κύριος. | |
26t | ΚΕΦ. ΛΔ. | |
27t | Περὶ ἀμνησικακίας. | |
28 | Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, | |
30 | ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. | |
Οὐ μόνον εἶπεν “πάντα ὅσα ἂν προσευχόμενοι αἰτῆσθε πι‐ | 395 | |
396 | “στεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν,” ἀλλὰ κἀκεῖνο πρὸς τοῦτο· “καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε “κατά τινος. ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν “τὰ παραπτώματα ὑμῶν·” οὕτω γὰρ φησὶν ἡ πίστις ἐν ὑμῖν | |
5 | ἀληθής ἐστιν ἡ πάντα δυναμένη. Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν. Εἰ τὸ γοῦν ἐκ μετανοίας καθαρὸν ὑμῖν παρείη, καὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἐπιτυγχάνοιτε, διδόντος τὸ ἐνδόσιμον τῇ παρὰ Θεοῦ | |
10 | ἀφέσει, διὰ τῆς πρὸς ἀνθρώπους ἀφέσεως. παρασκευάζει τοίνυν τοὺς μαθητὰς αὑτοῦ διὰ τούτων θαρρεῖν πίστει τε καὶ εὐχῇ, καὶ μὴ δεδοικέναι. τὸ γὰρ θαυμάσαι οὐκ ἦν ἀπὸ πίστεως. οὐδὲ γὰρ τῷ Θεῷ μέγα τοῦτο. ἐπεὶ οὖν οὐκ ᾔδεσαν αὐτοῦ σαφῶς τὴν δύναμιν, λανθανόντως ἀπάγει τῆς ἀπιστίας αὐτοὺς, καὶ δείκνυσιν | |
15 | ἡλίκον ἐστὶ τὸ τῆς πίστεως. | |
16t | ΚΕΦ. ΛΕ. | |
17t | Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον Ἀρχιερέων καὶ Γραμματέων. | |
18 | Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς | |
20 | καὶ οἱ γραμματεῖς, καὶ λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξου‐ σίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν, ἵνα ταῦτα ποιῇς; Ἐπειδὴ τοῖς σημείοις ἐπισκῆψαι οὐκ εἶχον, τὴν τῶν καπη‐ λευόντων ἐν τῷ ἱερῷ προφέρουσι διόρθωσιν. ὃ δὲ λέγουσι τοιοῦτον | |
25 | ἐστι. τὸν διδασκαλικὸν ἐδέξω θρόνον; ἱερεὺς ἐχειροτονήθης, ὅτι τοσαύτην ἐξουσίαν ἐπεδείξω; καὶ μὴν οὐδὲν ἐποίησεν αὐθαδείας ἐχόμενον, ἢ τῆς εὐταξίας προενόησε τοῦ ἱεροῦ. ἀλλ’ ὅμως οὐδὲν ἔχοντες εἰπεῖν, τοῦτο ἐπισκήπτουσι. καὶ ὅτε μὲν ἐξέβαλεν οὐκ ἐτόλμησαν εἰπεῖν οὐδὲν, διὰ τὰ θαύματα ἃ ἔφη ὁ Ματθαῖος αὐτὸν | |
30 | πεποιηκέναι ἐν τῷ ἱερῷ. ἐπειδὴ δὲ ὤφθη, τότε ἐπιτιμῶσι. μονον‐ | |
ουχὶ λέγοντες, τί δήποτε κωλύεις ἅπερ ἡμεῖς οὐκ ἀπεκωλύσαμεν | 396 | |
397 | ἐν τῷ παντὶ χρόνῳ; διελέγχων τὴν ἐπιστασίαν τὴν ἡμετέραν, καὶ καταισχύνων ὡς ἀμελῶς ἔχοντας περὶ τὸ τῷ ἱερῷ πρέπον. ταῦτα γὰρ ἦν τὰ ἐννοήματα τῶν αἰτιωμένων τὸν Κύριον ἐπὶ τῇ διορθώσει τῶν κατὰ τὸ ἱερὸν πραγμάτων. ἔδει δὲ οὐκ ἐρωτᾶν ἀλλ’ εἰδέναι | |
5 | μάλιστα ἐκ τῶν πάλαι προφητῶν. ἐπειδὴ δὲ τούτου μὴ ἐφικνοῦντο διὰ τὸ μὴ βούλεσθαι, τὴν γοῦν Ἰωάννου μαρτυρίαν ἐχρῆν ἐν μνήμῃ φέροντας εἰδέναι, ὅτι οὗτός ἐστιν ὁ προσδοκώμενος πάλαι Σωτὴρ τοῦ κόσμου, καὶ γινώσκειν τὴν ἐξουσίαν καὶ μὴ ζητεῖν περὶ αὐτοῦ. ἐπειδὴ δὲ οὐ συνίασιν, ἄντικρυς μὲν ἑαυτῷ μαρτυρεῖν | |
10 | ὁ Κύριος ἐκκλίνει, διὰ τὸ κατὰ ἄνθρωπον μὴ ἀξιόπιστον εἶναι τὴν αὐτοῦ περὶ αὐτοῦ μαρτυρίαν· Ἰωάννην δὲ μάρτυρα παρέχεσθαι βούλεται, καὶ ἐπείπερ οὐκ ἀποδεξάμενοι οὐδὲ τὸν Ἰωάννην δια‐ λέγεται, διὰ τοῦτο πρότερον ἐρωτᾷ περὶ Ἰωάννου, ἥντινα τιμὴν ἔχουσιν. “εἶπεν γὰρ αὐτοῖς,” φησιν, “ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα | |
15 | “λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποιᾷ ἐξουσίᾳ ταῦτα “ποιῶ, τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;” καὶ τὰ ἑξῆς. εἰ γὰρ ἐκεῖνον ἦσαν ἀποδεδεγμένοι, καὶ τὴν μαρτυρίαν πάντως ἀκόλουθον ἦν ἀποδέξασθαι, καὶ οὕτως ἂν ἠπίσταντο τὴν ἐξουσίαν. | |
20 | Ἐρωτᾷ διὰ ταῦτα λέγων, ὅτι κἀγὼ ἕνα λόγον ἐρωτῆσαι βού‐ λομαι, ὃν ἐὰν εἴπητέ μοι, μαθήσεσθε ἐν ποίᾳ δυνάμει ταῦτα ποιῶ, ἐὰν τοῦτον αὐτὸν περὶ ἐμοῦ μαρτυροῦντα δέχεσθε, καὶ τίς εἰμι γνώσεσθε. ἐρωτᾷ τὲ περὶ τῆς χάριτος τῆς ἐν Ἰωάννῃ. αὕτη γὰρ αὐτὸν ἔντιμόν τε καὶ ἀξιόπιστον καθίστη μάρτυρα. καὶ εἴπατέ | |
25 | μοί, φησι, πότερον ἐκ Θεοῦ ἦν τὸ βάπτισμα Ἰωάννου ἢ ἐξ ἀνθρώ‐ πων; τὸ γὰρ ἐξ οὐρανοῦ λέγων, τὸ ἐκ Θεοῦ δεδήλωκεν. στενο‐ χωροῦνται δὲ περὶ τὴν ἀπόκρισιν ἐκεῖνοι. εἰ μὲν ὁμολογοῖεν τὴν ἀλήθειαν περὶ Ἰωάννου, τὴν ἀπιστίαν αἰδούμενοι τὴν πρὸς αὐτὸν ἣν ἠπίστησαν, ἀκόλουθον φανησομένην τῇ ἀληθεῖ περὶ αὐτοῦ μαρ‐ | |
30 | τυρίᾳ· εἰ δὲ ἀρνοῖντο ὅτι παρὰ Θεοῦ ὁ βαπτιστὴς, φοβούμενοι τὸν ὄχλον. διὸ ἐκκλεισθέντες ἀποκρίσεως, λέγουσιν, “οὐκ οἴδαμεν.” καὶ πρὸς τοῦτο ὁ Σωτὴρ ἀκολούθως, “οὐδὲ ἐγὼ λέγω ὑμῖν,” φησιν, | |
“ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.” ὡς γὰρ δήλου τούτου τυγχάνοντος | 397 | |
398 | ὅτι ἔφυγον τὴν ἀπόκρισιν, οὐχὶ δὲ ἀγνοοῦντες ἀληθῶς οὐκ ἀπεκρί‐ ναντο· οὐδὲ ἐγώ φησιν ὑμῖν λέγω. οὐκ εἶπεν, οὐκ οἶδα, ἀλλ’ οὐ λέγω, ἀντὶ τοῦ, οὐκ ἠβουλήθητε τὸ ἀληθὲς εἰπεῖν· οὐδὲ τῆς παρ’ ἐμοῦ τεύξεσθε ἀποκρίσεως. ἢ καὶ οὕτως· οὐ δύνασθε οὐδὲ ὑμεῖς | |
5 | περὶ ἐμοῦ ἀκούειν ὅστις εἰμὶ, ἐπεὶ τὸν μάρτυρα οὐ δέχεσθε ὃς ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. εἰ γὰρ ἐπίστασθε ὅτι τὸ φῶς εἰμὶ τὸ ἀληθινὸν, ἔγνωτε τοῦτο ἂν ὅτι εἰκότως ἀφαιρῶ τὸν σκότον ἀπὸ τοῦ ἱεροῦ τόπου. σκότος γὰρ ἡ φιλοκερδία καὶ αἰσχροκερδία τὸ καλὸν ἰδεῖν οὐκ ἐῶσα. | |
10t | ΚΕΦ. Λϛ. | |
11t | Περὶ τοῦ ἀμπελῶνος. | |
12 | Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμὸν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν | |
15 | γεωργοῖς, καὶ ἀπεδήμησε. Ἢ παραβολὴ δηλοῖ ὅτι μὴ μόνον περὶ τὸν Ἰωάννην ἠγνωμονή‐ κασιν, ἀλλὰ καὶ περὶ αὐτὸν τὸν Κύριον, ἀρξάμενοι ἀπὸ τοῦ οἰκέτου, προελθόντες δὲ ἐπὶ τὸν δεσπότην. διὸ καὶ τὴν ἀποβολὴν εἰκότως πεισομένους αὐτοὺς προδείκνυσι, τὸν ἀμπελῶνα λέγων τὸν | |
20 | Ἰσραὴλ τοῦ οἰκοδεσπότου, τοῦτ’ ἐστι τοῦ Θεοῦ, καὶ φραγμὸν περιβληθέντα ἀσφαλείᾳ τῇ παρὰ Θεοῦ· διὸ καὶ καθαίρεσιν τοῦ φραγμοῦ ἀπειλῶν ὁ Θεὸς ἐν τῷ προφήτῃ Ἡσαΐᾳ, τὴν ἀσφάλειαν ἐδήλωσεν περιαιρεθησομένην αὐτῶν. “καὶ ὤρυξεν ὑπολήνιον·” ληνὸν μὲν, ὡς ἕτερός φησιν Εὐαγγελιστὴς, τὸ θυσιαστήριον λέγων, | |
25 | ὑπολήνιον δὲ τὸ ὑποκάτω, ἔνθεν τῶν θυσιῶν τὸ αἷμα ἐδέχοντο. πύργον δὲ τὸν ναὸν ἐπιφανέστατον ἐν ἀνθρώποις καὶ ὑψηλότατον. ἐκδεδωκέναι τε ἔφη τὸν ἀμπελῶνα γεωργοῖς, τοῦτ’ ἔστι τοῖς ἀρχιερεῦσι καὶ διδασκάλοις· καὶ ἀποδεδημηκέναι, τοῦτ’ ἔστι δεδωκέναι χρόνους εἰς καρποφορίαν, ἣν ὥσπερ ἐπιστὰς πάλιν | |
30 | ἤμελλεν ἀπαιτῆσαι. ταῦτα δὲ εἰς τὸν Πατέρα μὲν λέγεται κατὰ | |
τὴν ὑπόθεσιν τῆς παραβολῆς, καθ’ ἣν ἴδιον τὸν Υἱὸν εἰσάγει ἡ | 398 | |
399 | παραβολὴ, ὅτι καὶ ἰδία τοῦ Λόγου ἡ σάρκωσις· οὐ μὴν χωρίζει γε τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς ὁ περὶ τοῦ οἰκοδεσπότου λόγος, εἴπερ πάντα δι’ αὐτοῦ ἐγένετο. αὐτίκα καὶ ὁ Ἡσαΐας “τοῦ ἀγαπητοῦ” λέγει τὸν ἀμπελῶνα· μετὰ δὲ ταῦτα τὴν ἀπαίτησιν τῆς καρπο‐ | |
5 | φορίας τοῦτ’ ἔστιν τοῦ νομικοῦ βίου, παρόντος τοῦ καιροῦ, φησι γεγενῆσθαι διὰ δούλου πρῶτον· οὗ τυπτηθέντος καὶ ἀναιρεθέντος, δι’ ἑτέρου δούλου πάλιν τὴν ἀπαίτησιν ἔδει γεγενῆσθαι. εἶτα καὶ τρίτον πάλιν ἀπεσταλκέναι αὐτοῖς, καὶ οὕτω τὸ τελευταῖον διὰ τοῦ υἱοῦ τὴν ὑπερβάλλουσαν δόξαν ἐπιδεικνύντος εἰς τὸ καταιδέσαι | |
10 | μειζόνως· οὐχ ὡς ἀγνοοῦντος τὸ ἀποβησόμενον τοῦ πέμποντος, ἀλλ’ ὡς τοῦ πράγματος ἔχοντος τὸ ἄξιον ἐντροπῆς. δοῦλον τε πρότερον μὲν λέγουσι τοὺς ἐν καιρῷ Ἠλιοῦ καὶ αὐτὸν Ἠλίαν προφήτας, δεύτερον δὲ τὸν Ἡσαΐαν, καὶ Ὠσηὲ καὶ Ἀμῶς, τρίτον δὲ τοὺς περὶ τὸν Ἐζεχιὴλ καὶ Δανιήλ· καὶ κατὰ ταύτην γε τὴν | |
15 | διαίρεσιν τὸ, “τὰ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ “ταύτῃ, καὶ οὐχ εὑρίσκω,” εἰς τοὺς προφήτας ἂν λέγοιτο, ἵνα τέταρτον ἔτος ᾖ τὸ τῆς παρουσίας τοῦ Κυρίου, καὶ μὴ τρίτον. ἐπάγει γοῦν ἡ παραβολὴ τὸ κατὰ τοῦ Κυρίου τόλμημα, ὅτι συνιέντες αὐτὸν ὄντα κληρονόμον, μείζονα τὴν τόλμαν ἐνεδείξαντο, | |
20 | ὡς ἀποκτεῖναι αὐτὸν, καθέξοντες τὴν κληρονομίαν. ἐξέβαλον οὖν αὐτὸν, φησὶν ἔξω τοῦ ἀμπελῶνος, τοῦτ’ ἔστιν τῆς πόλεως, καὶ τοῦ ναοῦ, καὶ ἀπέκτειναν. ἐπειδὴ εἶπεν ὅτι ἀπέκτειναν, οὐχ ὡς ἡ ἀκολουθία τῆς παραβολῆς ἔχειν δύναται αὐτὸν εἶναι τὸν παρεσό‐ μενον ἐπὶ τιμωρίᾳ τῶν δούλων· ὅτι δὲ αὐτός ἐστι, δῆλον. ἤδη οὖν | |
25 | κριτικὴ πῶς αὐτοῦ παρουσία τοῦ παραδοθῆναι Ῥωμαίοις τὸν λαόν. καὶ αὐτοῦ τὸ ἔργον καὶ οὐ Ῥωμαίων. καὶ τότε ἡ ἔκδοσις τοῦ ἀμπελῶνος ἡ εἰς ἑτέρους γεωργοὺς, τουτέστιν εἰς τοὺς Ἀποστόλους καὶ τοὺς ἐξ ἐθνῶν διδασκάλους. “Οὐδὲ ταύτην τὴν γραφὴν “ἀνέγνωτέ, φησι, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,” καὶ | |
30 | τὰ ἑξῆς. Διὰ πάντων δείκνυσιν ὅτι οἱ μὲν ἐκβάλλεσθαι ἤμελλον, τὰ δὲ ἔθνη εἰσάγεσθαι. καὶ καλῶς εἶπε, “παρὰ Κυρίου ἐγένετο·” ἵνα μάθωσιν ὅτι οὐδὲν τῷ Θεῷ ἐναντίον τῶν γινομένων ἦν. “καὶ | |
“ἔστι θαυμαστόν.” καὶ μάλα εἰκότως. λίθον δὲ ἑαυτὸν καλεῖ | 399 | |
400 | καὶ οἰκοδόμους, ὡσπὲρ καὶ γεωργοὺς πρώην ἐκάλεσε τοὺς διδα‐ σκάλους τῶν Ἰουδαίων· ἑαυτὸν δὲ μετὰ τὸ παρ’ ἐκείνοις ἀποδοκι‐ μασθῆναι κεφαλὴν γωνίας καθιστάμενον, τουτέστιν ἐθνῶν καὶ Ἰουδαίων· παρὰ Κυρίου δὲ τοῦτο εἶναι θαῦμα ἀνθρώποις τοῖς | |
5 | συνιεῖσιν, ὅτε δὴ μετὰ θάνατον ζῶν φαίνεται Χριστὸς βασιλεὺς ὢν οὐρανίων τε καὶ ἐπιγείων· καὶ τὰ ἔθνη ποιῶν ἅγια καὶ οἰκεῖα Θεῷ. οὐκ ἐξαρκεῖ δὲ αὐτοῖς τὸ μὴ πείθεσθαι αὐτῷ, ἀλλὰ καὶ κατασχεῖν ἐπὶ τιμωρίᾳ τὸν ἐλέγχοντα σπεύδουσι· καίτοι κεκα‐ λυμμένου τοῦ ἐλέγχου καὶ μὴ προφανοῦς γεγονότος. κρείσσους | |
10 | δὲ καὶ οἱ ἀποκεκαλυμμένοι ἔλεγχοι κρυπτομένης φιλίας, τουτέστιν δολερᾶς καὶ κολακευτικῆς, ὡς Σολωμῶντι δοκεῖ. ὡρμηκότες δὲ ἐπὶ φόνον ἐπέχονται φόβῳ ἀνθρώπων, οὐ φόβῳ Θεοῦ. Sch. ad v. [ἐκεφαλαίωσαν]. Κεφαλικὴν ζημίαν ἐπέθεντο ἤτοι θάνατον ἐπράξαντο ἢ ὅτι κατὰ κεφαλῆς θανατηφόρον πληγὴν | |
15 | ἤνεγκαν. ἐκεφαλαίωσαν, ἀντὶ τοῦ πάσαις πρὸς τῶν προλαβόντων ὑπέβαλον ποιναῖς· ἀνακεφαλαιούμενοι ἐν τούτῳ τὰ τῶν προλα‐ βόντων. | |
18t | ΚΕΦ. ΛΖ. | |
19t | Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον. | |
20 | Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρωδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. Ἡρωδιανοὶ κατ’ ἐκείνους τοὺς χρόνους ἦσαν οἱ τὸν Ἡρώδην Χριστὸν εἶναι λέγοντες, ὡς ἱστορεῖται. ἄλλοι δὲ Ἡρωδιανούς φασι τοὺς Ἡρώδου στρατιώτας. τούτους δὲ καὶ ὡς ἐναντιοῦντας | |
25 | τῷ Χριστῷ τῷ ἀληθινῷ, καὶ ὡς περὶ τὸν ἄρχοντα ὄντας, τῆς κατηγορίας αὐτῶν μάρτυρας παρεῖναι βούλονται τῇ ἐρωτήσει τῶν πειραζόντων καὶ βουλομένων ἀκοῦσαί τι παρ’ αὐτοῦ, ὅτι μὴ δῷ τὸν φόρον. τοῦτο γὰρ σαφῶς ὁ παρὼν Εὐαγγελιστής φησι, δῶμεν ἢ μή; διὰ τοῦτο δὴ τὰ ἐγκώμια καὶ ἡ μαρτυρία τοῦ ἀληθεύειν | |
30 | ἅπαντα, καὶ πᾶσαν ὀρθὴν πρᾶξιν ἀληθινῶς καὶ μετὰ παρρησίας | |
ὑποτίθεσθαι, αὕτη γὰρ ἡ ὁδὸς τοῦ Θεοῦ, καὶ μὴ φροντίζειν τινὸς, | 400 | |
401 | μηδὲ ὑποστέλλεσθαι πρόσωπον. ταῦτα γὰρ λέγουσιν, ὡς ὑπαγα‐ γεῖν αὐτὸν δυνάμενοι καταφρονῆσαι τοῦ ἄρχοντος καὶ ἀπαγορεῦ‐ σαι τοὺς τελουμένους βασιλεῖ φόρους. εἰδότες ὅτι καὶ ὁ Ἰούδας ὁ Γαλιλαῖος εἰσηγησάμενος μὴ ὑπακούειν βασιλεῖ, μηδὲ ἀπο‐ | |
5 | γράφεσθαι τὰς οὐσίας, ἀπώλετο· καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. πρὸς δὲ τὴν τοιαύτην πεῖραν ὁ τοῦ Σωτῆρος λόγος, πρῶτον μὲν αὐτὸ τοῦτο ἐξελέγχει ὅτι πειράζουσιν. ἵνα μηδὲ ὡς λανθάνοντες αὐτὸν μεγαφρονῶσιν, ἀλλ’ ἴδωσιν ὅτι καὶ τὰ ἐγκάρδια γινώσκει. τοῦτο γὰρ δηλοῖ τὸ “εἰδὼς αὐτῶν τὴν ὑπό‐ | |
10 | “κρισιν.” εἶτα κελεύει τὸ ἀργύριον προσενεχθῆναι αὐτῷ τὸ τελού‐ μενον βασιλεῖ. καὶ οὐχ ὅτι ἀγνοεῖ τὴν ἐπιγραφὴν, ἀλλ’ ἵνα ἐκ τοῦ θεωρουμένου τὴν ἀπόκρισιν εὐλόγως ποιήσηται, καὶ ἐξ ὧν ἀποκρίνονται τὸ ἑπόμενον ἀκούσωσιν. ἐρωτήσας γὰρ τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή; ὡς ἔφησαν, τοῦ βασιλέως, ἀκόλουθον ἐκ τοῦ | |
15 | ἐκείνων λόγου τὴν ἀπόκρισιν ἀπέδωκεν, ὅτι βασιλεῖ μὲν τὰ βασι‐ λέος ἀποδοῦναι δεῖ, Θεῷ δὲ τὰ τοῦ Θεοῦ· ἐπισυνάψας δὴ τὰ περὶ Θεοῦ, οὐδὲ τοῦ δοκεῖν κολακεύειν ἄρχοντα κατέλιπεν αὐτοῖς συκοφαντίαν. ἐπεὶ δοκεῖ δουλεία τις εἶναι ἀνθρώπου καὶ οὐ Θεοῦ, τὸ φόρους διδόναι. ὅθεν θαυμάσαντες τὸ ἄληπτον τοῦ λόγου, | |
20 | ἀπῆλθον. | |
21t | ΚΕΦ. ΛΗ. | |
22t | Περὶ τῶν Σαδδουκαίων. | |
23 | Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὑτὸν, οἵτινες λέ‐ γουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ἐπηρώτησαν αὐτὸν | |
25 | λέγοντες, Τίνες εἰσὶν οἱ Σαδδουκαῖοι; αἵρεσις Ἰουδαίων ἑτέρα λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε Ἄγγελον, μήτε πνεῦμα. καὶ ἐντεῦθεν μὲν οὐδὲν αὐτῷ περὶ ἀναστάσεως λέγουσι. πλάττουσι δέ τινα λόγον, καὶ πρᾶγμα συντιθέασιν ὡς ἐπίπαν μὴ γεγενημένον, οἰό‐ | |
30 | μενοι εἰς ἀπορίαν αὐτὸν ἐκβαλεῖν, καὶ τὸ ἀνάστασιν εἶναι ἀνατρέψαι. καὶ τίνος ἕνεκεν οὐκ ἔπλασαν δύο ἢ τρεῖς, ἀλλ’ ἑπτά; ὥστε ἐκ περιουσίας κωμῳδῆσαι τὴν ἀνάστασιν. διὸ καὶ λέγουσι, | |
πάντες ἔσχον αὐτήν· τί οὖν ὁ Χριστός; πρὸς ἀμφότερα ἀπο‐ | 401 | |
402 | κρίνεται, οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην, ἱστάμενος καὶ ὅτι ἀνάστασις ἔσται, καὶ οὐ τοιαύτη ἀνάστασις οἵαν, ὥς φασί τινες, τοὺς Φαρισαίους ὑπολαμβάνειν. τί γάρ φησι; πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. ἐπεὶ γὰρ ὡς εἰδότες, | |
5 | Μωσέα προεβάλλοντο καὶ τὸν νόμον, δείκνυσιν αὐτοὺς τὰς γραφὰς ἀγνοοῦντας, ἐκ δὲ τούτου καὶ τὴν δύναμιν τοῦ Θεοῦ. καὶ ἐπειδὴ αἴτιον ἦν τοῦ μὴ νομίζειν ἀνάστασιν, τὸ τοιαύτην ὑποπτεύειν γενήσεσθαι πραγμάτων κατάστασιν, τὸ αἴτιον θεραπεύει, εἶτα καὶ τὸ σύμπτωμα. ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται. | |
10 | ψεῦδος οὖν ὑποτίθεσθε ἀγνοοῦντες τὴν περὶ τῆς ἀναστάσεως γρα‐ φὴν, καὶ τὴν δύναμιν τοῦ Θεοῦ, τὴν ἐκ μὴ ὄντων τῷ λόγῳ τὰ πάντα συστησαμένην· ἥτις καὶ τὰ διεφθαρμένα εἰς ἀνάστασιν ἄγει. καὶ ἐπειδὴ μενοῦσιν ὡσαύτως ἄνθρωποι μηκέτι αὐξανόμενοι εἰς πλῆθος, καθάπερ καὶ οἱ Ἄγγελοι· διὰ τοῦτο κοινωνία γάμων ἀναι‐ | |
15 | ρεθήσεται· τοῦτο γὰρ τὸ ὡς “Ἄγγελοι τοῦ Θεοῦ ἐν τοῖς οὐρανοῖς.” ὥσπερ γὰρ τὸ ἀγγελικὸν πλῆθος πολὺ μὲν ὂν, οὐ μὴν ἐκ γενέσεως αὐξηθὲν, ἀλλ’ ἐκ δημιουργίας ὑπάρχον· οὕτω δὴ καὶ τὸ ἀνιστά‐ μενον πλῆθος. ὅτι δὲ γενήσεται ἀνάστασις, καὶ οὐκ ἀδύνατον τὸ πρᾶγμα τοῦτο, ἐξ ἐπαγγελίας τοῦ Θεοῦ συνίστησι, καὶ οὐκ | |
20 | ἐκ φυσιολογίας. οὐχὶ γὰρ τῶν οὐκ ὄντων, φησὶν, ἅγιος Θεὸς ὁ Θεὸς, οὐ γὰρ εἶπεν ἤμην, ἀλλ’ εἰμὶ τῶν ζώντων καὶ τῶν ὄντων. ἴσμεν δὲ ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ τοῦ Οὐαλεντίνου καὶ Μαρκίωνος ἔτι διαμάχονται, ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον. ταύτας γὰρ ζῇν, καὶ περὶ τούτων εἰρηκέναι τὸν Κύριον ὡς τούτων | |
25 | ὄντος Θεοῦ τοῦ Θεοῦ. οὐ δήπου δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἦν ἡ αἰτιολογία, ἀλλὰ περὶ σωμάτων· ὥστε περὶ τούτων ἡ ἀπό‐ κρισις. λέγεται δὲ τότε ἀνίστασθαι ὁ νεκρὸς, ὅτε μετὰ σώματος ἡ ψυχή· οὐκ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ’ ὡς ἀπρακτούσης, καὶ τὰ τῆς ψυχῆς ἴδια ὅσα μετὰ σώματος ἔσχεν | |
30 | οὐκ ἐχούσης. ἓν γάρ τι τὸ συναμφότερόν ἐστιν ἐν ἀνθρώποις, καὶ ἡ ζωὴ κοινὴ, καὶ ἑκατέρων δεῖ πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν | |
πάλιν συστῆναι. | 402 | |
403(1t) | ΚΕΦ. ΛΘ. | |
2t | Περὶ τοῦ γραμματέως. | |
3 | Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώ‐ | |
5 | τησεν αὐτὸν, ποία ἐστὶ πρώτη πασῶν ἐντολή; Ὁ μὲν Ματθαῖος ὅτι πειράζων ἠρώτησεν· ὁ δὲ Μάρκος τοὐναν‐ τίον. “εἰδὼς” γάρ φησιν “ὁ Ἰησοῦς ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν “αὐτῷ οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ.” οὐκ ἐναντιού‐ μενοι ἑαυτοῖς, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες. ἠρώτησε μὲν γὰρ | |
10 | πειράζων παρὰ τὴν ἀρχὴν, ἀπὸ δὲ τῆς ἀποκρίσεως ὠφεληθεὶς, ἐπῃνέθη. οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν, ἀλλ’ ὅτε εἶπεν, ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον πλεῖόν ἐστι τῶν ὁλοκαυτωμά‐ των, τότε φησὶν, “οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας·” ὅτι τῶν ταπεινῶν ὑπερεῖδε, καὶ τὴν ἀρχὴν τῆς ἀρετῆς κατέλαβε. καὶ γὰρ | |
15 | πάντα ἐκεῖνα διὰ τοῦτο, καὶ τὸ σάββατον καὶ τὰ λοιπὰ, καὶ οὐδὲ οὕτως αὐτῷ ἀπηρτισμένον τὸν ἔπαινον συνέθηκεν, ἀλλ’ ἔτι λεί‐ ποντα· τὸ γὰρ εἰπεῖν, οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. τίνος οὖν ἕνεκεν τὴν ἀρχὴν ταύτην τῷ Ἰησοῦ προεβάλετο τὴν ἐρώτησιν; προσδοκῶν τινα λα‐ | |
20 | βὴν παρέξειν αὐτῷ ὡς ἐπιδιορθωσόμενον αὐτὸν, διὰ τὸ καὶ ἑαυτὸν ποιεῖν Θεόν. τί οὖν ὁ Χριστός; δεικνὺς ὅθεν ἦλθεν ἐπὶ ταῦτα, ἀπὸ τοῦ μηδεμίαν ἔχειν ἀγάπην, ἀπὸ τοῦ φθόνῳ καὶ ζηλοτυπίᾳ τήκε‐ σθαί, φησιν, ἀγαπήσῃ Κύριον τὸν Θεόν σου, αὕτη πρώτη, καὶ μεγάλη ἐντολή. δευτέρα δὲ ὁμοία αὐτῆς, “καὶ ἀγαπήσεις τὸν | |
25 | “πλησίον σου ὡς ἑαυτόν.” διατί δὲ ὁμοία αὐτῆς; ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ αὐτὸ τὸ ἀγαπᾷν ἡμᾶς Κύριον τὸν Θεὸν ἡμῶν ἤρτηται τοῦ ἀγαπᾷν ἡμᾶς ἑαυτούς. ἀγαπῶντες γὰρ ἑαυτοὺς, ἀγαπῶμεν τὸν ποιήσαντα ἡμᾶς τοιούτους, ὡς εἶναι κατ’ εἰκόνα τοῦ κτίσαντος ἡμᾶς. οὐ γὰρ ἐκ τοῦ ἀγαπᾷν τὸν Θεὸν ἀγαπῶμεν | |
30 | ἑαυτοὺς, ἀλλ’ ἐκ τοῦ ἀγαπᾷν ἑαυτοὺς εὐχαριστοῦμεν τῷ ἡμᾶς | |
ποιήσαντι καὶ χαρισαμένῳ τὰ τοιαῦτα, ἅτινά ἐστι δυσεξαρίθμητα, | 403 | |
404 | ἀμειβόμενοι κατὰ τὸ δυνατὸν ἡμῖν αὐτὸν διὰ τῆς τοιαύτης ἀγά‐ πης. “πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται “πρὸς τὸ φῶς.” καὶ πάλιν· “εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι “Θεός·” καίτοι ἀπὸ τούτου διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν | |
5 | ἐπιτηδεύμασι. “καὶ ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει,” καὶ τὸ κεφάλαιον τούτων, “ἀγαπήσεις τὸν πλησίον σου.” τὴν πρώτην οὖν ἐρωτηθεὶς, ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀποδέουσαν· πλεονάζει δὲ τῇ ἐπαναλήψει τῇ περὶ τοῦ αὐτοῦ πράγματος ὁ νό‐ μος τὸ ἐν ὅλῃ καρδίᾳ, καὶ τὸ ἐν ὅλῃ ψυχῇ, καὶ τὸ ἐν ὅλῃ τῇ δια‐ | |
10 | νοίᾳ, ἵνα ἐπιτείνῃ τὴν ἀγάπην εἰς τελειότητα· μὴ καταλιπὼν ἀπόκλεισιν ἐπ’ ἄλλο μηδὲν, ὅπερ ἐλαττώσῃ τὴν πρὸς Θεὸν ἀγά‐ πην. ταύτην οὖν εἰπὼν μεγάλην ὁ Κύριος, προσέθηκε καὶ πρώτην εἶναι ταύτην, ἵνα καὶ τὴν δευτέραν ἐπεισαγάγῃ, συνημμένην αὐτῇ καὶ μὴ δυναμένην διΐστασθαι. διὸ καὶ περὶ μιᾶς ἐρωτηθεὶς, οὐκ | |
15 | ἀπεσιώπησε τὴν ἀχώριστον αὐτῆς. οὐ γὰρ ἀληθὴς ἡ πρὸς Θεὸν ἀγάπη, τὴν πρὸς τὸν πλησίον οὐκ ἔχουσα. εἶτα ἐπειδὴ ἀπεκρίθη, καὶ ἀντερωτᾷ. | |
18t | ΚΕΦ. Μ. | |
19t | Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως. | |
20 | Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ, πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς ἐστὶ Δαβίδ; Μετὰ τὸ ἐπαινέσαι τὸν εἰρηκότα ὅτι εἷς ἐστιν ὁ Θεὸς, ἵνα μὴ ἔχωσι λέγειν ὅτι θαύματα μὲν ἐποίησε, τῷ νόμῳ δὲ ἐναντίος καὶ | |
25 | τῷ Θεῷ πολέμιός ἐστι· διὰ τοῦτο μετὰ τοσαῦτα τοῦτο ἐρωτᾷ, λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὸ καὶ αὐτὸν ὁμολογῆσαι Θεόν. ἐπειδὴ γὰρ πρὸς τὸ πάθος ἤμελλεν ἰέναι, λοιπὸν τίθησι τὴν κυρίαν αὐτῶν ἀνακηρύττουσαν προφητείαν. ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ προη‐ γουμένως, ἀλλ’ ἀπὸ αἰτίας εὐλόγου. ἀνατρέπων γὰρ αὐτῶν τὴν | |
30 | πεπλανημένην δόξαν, οὕτως εἰσάγει τὸν Δαβὶδ ἀνακηρύττοντα | |
αὐτοῦ τὴν θεότητα, καὶ τὸ γνήσιον τῆς υἱότητος, καὶ τὸ ὁμότιμον | 404 | |
405 | πρὸς τὸν Πατέρα. καὶ οὐδὲ μέχρι τούτων ἵσταται. ἀλλ’ ὥστε καὶ φοβῆσαι καὶ τὰ ἑξῆς ἐπάγει λέγων, “ἕως ἂν θῶ τοὺς “ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται. πρότερον δὲ εἶπε, τί ὑμῖν δοκεῖ; τίνος υἱὸς ἦν; | |
5 | ὥστε εἰς ἐρώτησιν αὐτοὺς ἀγαγεῖν. ἐπειδὴ εἶπον, τοῦ Δαβὶδ (καὶ μὴν ὁ Δαβὶδ τάδε ἔφη) ἀλλὰ πάλιν ἐν τάξει ἐρωτήσεως, “πῶς οὖν ὁ Δαβὶδ ἐν πνεύματι;” ὥς τε μὴ προσθεῖναι αὐτοῖς τὰ λεγόμενα. διὸ οὐδὲ εἶπε, τί οὖν ὑμῖν δοκεῖ περὶ ἐμοῦ; ἀλλὰ, περὶ τοῦ Χριστοῦ; ὅρα δὲ πῶς αὐτοὺς ἐρωτῶν συλλογίζεται. εἰ | |
10 | οὖν Δαβὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἦν; οὐκ ἀναιρῶν τὸ υἱὸν αὐτοῦ εἶναι· ἄπαγε· ἀλλὰ τὴν ὑπόνοιαν διορθούμενος· πῶς υἱὸς αὐτοῦ ἦν, οὕτως ὡς ὑμεῖς φατε, μόνον υἱὸς καὶ οὐχὶ Κύριος αὐτοῦ ἦν; καίτοι τοῦτο μετὰ τὴν μαρτυρίαν οὐκ εἶπε, καὶ μὴν Κύριος αὐτοῦ ἐστὶν, ἀλλὰ πῶς, ἐκείνων ἦν ἐρωτῆσαι, ἀλλ’ οὐκ | |
15 | ἠρώτησαν. οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν. διὸ καὶ αὐτὸς ἐπήγαγεν λέγων, ὅτι Κύριος αὐτοῦ ἦν. οὐκ ἦν δὲ ἴσον ἀκοῦσαι, Ἰουδαίων ἁπάντων Κύριον, καὶ τοῦ Δαβίδ. σὺ δέ μοι σκόπει τὸ εὔκαιρον. ὅτε γὰρ εἶπεν εἷς ἐστι Κύριος, τότε καὶ περὶ αὐτοῦ εἶπεν, ὅτι Κύριός ἐστι καὶ ἀπὸ προφητείας, οὐκέτι ἀπὸ ἔρ‐ | |
20 | γων μόνον, καὶ δείκνυσιν αὐτὸν ὑπὲρ αὐτοῦ ἀμυνόμενον, καὶ ὁμό‐ νοιαν τοῦ Πατρὸς πρὸς αὐτόν. οὐδὲ γὰρ κατὰ τοὺς Ἰουδαίους τὸν υἱὸν Κύριον ἐχρῆν λέγεσθαι τοῦ Πατρὸς, τοὐναντίον δὲ, ὥσπερ καὶ τὸν Σολομῶνα ἡ μητὴρ δοῦλον καλεῖ τοῦ πατρὸς, λέγουσα, οὐχὶ Σολομῶνα τὸν δοῦλόν σου. πατέρα δὲ περὶ υἱοῦ λέγειν ὡς περὶ | |
25 | Κυρίου, παντελῶς ἀπᾷδον, καὶ παρὰ τὴν φύσιν· καὶ μάλιστα ὅποτε κατὰ Πνεῦμα κινούμενον λαλεῖ. οὐκ εἶπε δὲ τοῦ Πνεύματος Κύριον, ἀλλὰ τοῦ Δαβίδ. οὐ γὰρ ἐπειδὴ ἐν Πνεύματι λαλῶν Κύ‐ ριον ἐκάλεσε τὸν Χριστὸν, διὰ τοῦτο δουλοποιητέον τὸ Πνεῦμα, ὡς τολμῶσιν οἱ εἰς τὸ Πνεῦμα δυσφημοῦντες. λέγει οὖν καὶ υἱὸν αὑ‐ | |
30 | τὸν τῆς παιδίσκης τοῦ Θεοῦ ὁ Δαβὶδ, καὶ οὐ δήπου τῷ Πνεύματι καὶ τοῦτο ἁρμόσει, ἀλλ’ εἰς τὸ ἴδιον πρόσωπον εἴρηται αὐτῷ ταῦτα | |
καὶ ἄλλα πολλά. | 405 | |
406 | Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὑτοῦ, βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. “Καὶ ἔλεγεν αὐτοῖς·” τίσιν αὐτοῖς; δηλονότι τοῖς ἀπὸ τοῦ λαοῦ, | |
5 | περὶ ὧν εἶπε, “καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.” φυλάξατε τοίνυν, φησὶν, ἑαυτοὺς ἀπὸ τῶν γραμματέων. μὴ ζηλοῦτε, μὴ μακαρίσητε, τὴν ἔξωθεν σκηνὴν θεωροῦντες. οὐ γὰρ ἕνεκα Θεοῦ τὸ σχῆμα τὸ νόμιμον προβάλλονται, ἀλλ’ ἕνεκα τοῦ δοκεῖν ἀν‐ θρώποις εὐσεβεῖν, καὶ κομίζεσθαι παρὰ ἀνθρώπων τὴν ἀνωφελῆ | |
10 | προτίμησιν. ἱκανὰ γὰρ ταῦτα πάντα ἐνδείξασθαι τῶν ἀνθρώπων τὸ πεφυσιωμένον καὶ περιττόν. καρποῦνται γάρ, φησι, τοὺς οἰκοὺς, καὶ ἃ ταῖς χήραις ταῖς ἀσθενέσιν ἔδει δίδοσθαι, κομίζονται. σχῆ‐ μά τι περιττῆς εὐλαβείας, τὸ παρεκτείνειν ἐπὶ πολὺ τὰς εὐχάς. ὅσῳ δὲ μᾶλλον τετίμηνται παρὰ τῷ λαῷ, καὶ τὴν τιμὴν εἰς βλά‐ | |
15 | βην ἕλκουσι, τοσούτῳ μᾶλλον καταδικασθήσονται. δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. ταῦτα δὲ λέγων καὶ τοὺς Ἀποστόλους ἐπαίδευε μὴ μιμεῖσθαι τοὺς παρὰ Ἰουδαίοις διδασκάλους καὶ γραμματεῖς, ἀλλ’ αὐτὸν ζηλοῦν. ἐπειδὴ γὰρ διδάσκαλοι τῆς οἰ‐ κουμένης προεχειρίζοντο, διὰ τούτων αὐτοῖς εἰσηγεῖται ἀρίστης | |
20 | πολιτείας κατάστασιν. | |
21t | ΚΕΦ. ΜΑ. | |
22t | Περὶ τῆς βʹ λεπτά. | |
23 | Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλά‐ | |
25 | κιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά. Ἐμέτρησεν οὐ τὸ βεβλημένον, συνεμέτρησε δὲ τὴν προθυμίαν. ἐκπλήττου τοίνυν τὸ κριτήριον τοῦ Θεοῦ, ὡς οὐ μεγέθει δωρεῶν ἀποβλέπει, ἀλλὰ τῇ προθυμίᾳ τῆς γνώμης. ἐκεῖνοι πολλὰ ἔχουσί φησιν· ἐκ τοῦ περισσεύματος δεδώκασιν· αὕτη τὴν αὑτῆς περιου‐ | |
30 | σίαν προσήγαγεν. αὕτη ἡ χήρα τῶν γαστριζουσῶν τοὺς γραμ‐ | |
ματεῖς τιμιωτέρα καθέστηκεν. ἐκεῖναι γὰρ σχήματι διδασκά‐ | 406 | |
407 | λων καὶ κωτίλοις [στωμύλοις φλυαρίαις] προσανέχουσι λόγοις, μηδὲν εἰς ψυχὴν ὠφελούμεναι· ἀλλὰ καὶ τὰ οἴκοι μάτην προσα‐ ναλίσκουσαι· αὕτη λάθρα διαδίδωσι τῷ Θεῷ, μηδὲν ἑαυτῇ εἰς περιουσίαν καταλιμπάνουσα· οὐ κολακευομένη ὑπὸ τῶν ἡγουμέ‐ | |
5 | νων· Θεῷ δὲ τὴν ἑαυτῆς δεικνῦσα προαίρεσιν. | |
6t | ΚΕΦ. ΜΒ. | |
7t | Περὶ τῆς συντελείας. | |
8 | Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, καὶ τὰ ἑξῆς. | |
10 | Ἐπειδὴ πολλὰ περὶ τῆς ἐσομένης τῇ πόλει ἐρημίας καὶ τῷ ναῷ προεφήτευσεν, ὅτι ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, οἱ μαθηταὶ ἀκούσαντες ταῦτα, ὥσπερ θαυμάζοντες προσῆλθον, ἐπιδεικνῦντες τοῦ ναοῦ τὸ κάλλος, καὶ διαποροῦντες εἰ τοσαῦτα μεγέθη καὶ κάλλη οἰκοδομημάτων ἀφανισθήσεται. ὁ δὲ Κύριος τούτων ἀκού‐ | |
15 | σας, οὐδὲν ἧττον τὴν παντελῆ αὐτοῦ ἀπώλειαν προαναφωνεῖ. εἰ δέ φασί τινες, μήπω εἰς τέλειον τοῦτο γεγενῆσθαι, ἀλλ’ ἔτι σώζεσθαι λείψανον τούτων, οὐδ’ οὕτω διέπεσεν ἡ ἀπόφασις. καὶ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ ταῦτα ἔλεγεν, καὶ τὴν τῆς νομικῆς λατρείας κατάλυσιν περὶ τὸν κατ’ ἐκεῖνον τὸν τόπον ἔνθα | |
20 | ἦν. ἔστι γὰρ αὐτοῦ μέρος μέχρι τῶν θεμελίων ἠφανισμένον. ἢ καὶ ἐκ τῶν γεγενημένων καὶ περὶ τῶν λειψάνων θαρρεῖν χρὴ, ὡς τέλεον ἀπολλυμένων. Ἕτερος δέ φησιν. ἐπειδὴ γὰρ ἐκεῖνοι τὸ ἱερὸν ἐδείκνυσαν ὡς ἄριστα κατεσκευασμένον, καὶ διὰ τοῦτο οὐκ ὄφειλον καταπεσεῖν, ἐπὶ τὸ καθολικὸν τὸν λόγον ἐξήγαγεν, ὅτι ἔσται καιρὸς | |
25 | ὅτε πάντα συντελεσθήσεται, ὡς μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι. τοῦτο γὰρ περὶ τῆς καθόλου συντελείας ἔφη. καὶ πάλιν ὁ Μάρκος οὐ πάντας αὐτόν φησιν ἐρωτῆσαι περὶ τῆς συντέλειας τῶν Ἱερο‐ | |
σολύμων, ἀλλὰ μόνους τοὺς προγεγραμμένους. καὶ ὁ Λουκᾶς ἓν | 407 | |
408 | ἔφησεν εἶναι τὸ ἐρώτημα περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. ὁ δὲ Ματθαῖος δύο, περί τε τῆς καθαιρέσεως τοῦ ναοῦ, καὶ τῆς συντελείας τοῦ αἰῶ‐ νος· ἅτε πλείονα παρρησίαν ἔχοντες. διὰ τοῦτο κατ’ ἰδίαν προσ‐ | |
5 | ῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. “ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς “αὐτοῖς ἤρξατο λέγειν, βλέπετε μή τις ὑμᾶς πλανήσῃ” καὶ τὰ ἑξῆς. διαφόρως δὲ ταῦτά τινες ἐξειλήφασιν. οἱ μὲν γὰρ περὶ τῆς συντελείας τοῦ αἰῶνος εἰρῆσθαι ταῦτα ὑπολαμβάνουσιν, οἱ δὲ περὶ τῆς ἐρημώσεως τῆς Ἱερουσαλήμ· καὶ τῆς μὲν προτέρας δόξης | |
10 | Ἀπολιναρίος καὶ Θεόδωρος ὁ Μοψουεστίας. τῆς δὲ δευτέρας Τίτος, καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ τῆς Βασιλίδος ἐπίσκοπος. ἐπειδὴ τοίνυν ὁ Μάρκος περὶ ταύτης μόνης φησὶ τὴν ἐρώτησιν ποιῆσαι τοὺς μαθητὰς, ἀναγκαῖον καὶ ἡμᾶς ἐν τῷ παρόντι μάλιστα τοῖς δευ‐ τέροις ἐξακολουθῆσαι. ἄλλο τοίνυν ἠρώτησαν, καὶ ἄλλο ἀποκρίνεται· | |
15 | τὸν καιρὸν ἠθέλησαν μαθεῖν τῆς ἀπωλείας τῆς Ἱερουσαλήμ· ὁ δὲ πρὸ τῆς ἀπωλείας τῆς Ἱερουσαλὴμ ἀσφαλίζεται τὴν διάνοιαν τῶν ἐρωτησάντων· οὐδὲν γὰρ αὐτοὺς ὠφέλει ὁ καιρὸς, ἂν μὴ ὦσιν ἀσφαλεῖς περὶ τὴν πίστιν. ὁ γὰρ διάβολος τοῦ Χριστοῦ τὴν παρ‐ ουσίαν ἀμβλύναι βουλόμενος, εἰσήγαγεν ἑτέρους πλάνους ἐπὶ τῶν | |
20 | μαθητῶν· οἷος ἦν ὁ Θευδᾶς καὶ Ἰούδας ὁ Γαλιλαῖος. ἐπεὶ τοίνυν ταῦτα ἤμελλε γίνεσθαι, καὶ πολλοὶ ἐσφετερίζοντο τὸ ὄνομα τὸ Χριστοῦ, λέγει τέως τούτοις, βλέπετε μὴ πλανηθῆτε, μὴ τῇ ὁμωνυμίᾳ σφαλῆτε· τότε γὰρ δύνασθε καὶ τὸν καιρὸν μαθεῖν τῆς ἀπωλείας Ἱερουσαλὴμ, ὅταν ἀσφαλεῖς γένησθε περὶ τὴν πίστιν | |
25 | τοῦ παραγενομένου. ὅταν δὲ ἀκούσητε πολέμους, οὓς ὁ Ἰώσηππος ἱστορεῖ γεγενῆσθαι πρὸ τῆς ἁλώσεως, ἀντάραντος μὲν τοῦ ἔθνους καὶ οὐ διδόντος τοὺς συνήθεις φόρους Ῥωμαίοις, ἐφόδων δὲ Ῥω‐ μαϊκῶν συνεχῶν γινομένων κατὰ τῶν Ἰουδαίων, μὴ θροεῖσθέ, φησιν. οὔπω γὰρ τὸ τέλος τῆς πόλεως. πολλάκις γὰρ ἀνακωχὴ πολέμου | |
30 | γενήσεται διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν, καὶ πολλάκις Ἰουδαῖοι τὴν ἑαυτῶν ἀγνωμοσύνην ἐπιδείξονται. οὐ τοίνυν τοὺς | |
ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης λέγει πολέμους (τί γὰρ αὐ‐ | 408 | |
409 | τοῖς ἔμελλε τούτων) τί δὲ καινότερον τῶν πρώην· ἀλλὰ τοὺς μα‐ κρόθεν λέγει αὐτοῖς ἐπιόντας. “ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ “βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ “λιμοὶ, καὶ ταραχαί. ἀρχαὶ ὠδίνων ταῦτα.” ἐπειδὴ καὶ τὰ εἰρημένα | |
5 | ἱκανὰ ἦν αὐτοὺς θορυβεῖν, δεικνὺς ὅτι καὶ αὐτὸς αὐτοῖς συνεπιθή‐ σεται καὶ πολεμήσει, οὐχὶ μάχας φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ σεισμούς· ὅθεν ἐδείκνυ ὅτι καὶ τοὺς πολέμους αὐτὸς ἐπήγαγεν· εἰ γὰρ περὶ τῶν πανταχοῦ γινομένων ἦν, οὐδ’ ἂν πρόρρησις ἦν, οὐδ’ ἂν αὐτοὺς ἐθορύβησεν. διὰ τοῦτό φησιν οὐδὲ | |
10 | ἁπλῶς αὐτὰ ἥξειν, ἀλλὰ μετὰ σημείων, ἵνα γνωσθῇ ὡς αὐτὸς αὐτοῖς ταῦτα ἐπήγαγεν. ἐμοὶ γοῦν δοκεῖ τὰ προοίμια λέγειν τῶν Ἰουδαϊκῶν κακῶν. πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων τῶν συμβαινόντων αὐτοῖς. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς | |
15 | εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. Εὐκαίρως παρενέβαλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν. οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ προσθεῖναι ὅτι διὰ τὸ | |
20 | ὄνομά μου, ἤγουν ἕνεκεν ἐμοῦ. εἰς μαρτύριον δὲ αὐτοῖς, ἵνα εἴπῃ, πρὸς τὸ μηδεμίαν αὐτοὺς ἔχειν ἀπολογίαν, ὑμῶν διὰ τὸ ταῦτα πάσχειν καταμαρτυρούντων. Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμε‐ ριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ’ ὃ ἐὰν δοθῇ | |
25 | ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ἔστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. Ταῦτα ἐπήγαγεν ἵνα μὴ νομίσωσι τὰ εἰρημένα κωλυτικὰ τοῦ κηρύγματος εἶναι. πρὸ γὰρ τῆς ἁλώσεως τὸ εὐαγγέλιον ἐκηρύχθη. ἄκουσον τί φησιν ὁ Παῦλος, “εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ‐ | |
30 | “γος αὐτῶν·” καὶ εἰς μαρτύριον αὐτοῖς, οὐκ εἰς τὸ πιστευθῆναι· | |
ἐκηρύχθη μὲν γὰρ πανταχοῦ· διὸ καὶ εἶπεν, εἰς μαρτύριον τοῖς | 409 | |
410 | ἀπιστοῦσι, τουτέστιν εἰς ἔλεγχον, εἰς κατηγορίαν. διὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, ἀπόλλυται τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν ἀγνωμονοῦντες. οἱ γὰρ ἰδόντες αὐτοῦ τὴν δύναμιν πανταχοῦ δια‐ | |
5 | λάμπουσαν, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν, τίνα ἂν ἔχοιεν λοιπὸν συγγνώμην ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης μείναντες; ὅτι γὰρ πανταχοῦ ἐκηρύχθη τότε, ἄκουσον τί φησιν ὁ Παῦλος, “τοῦ εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν “οὐρανόν·” ὃ καὶ μέγιστον σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως· | |
10 | ὅτι ἐν εἴκοσι ὅλοις ἔτεσι τὰ πέρατα τῆς οἰκουμένης κατέλαβεν ὁ λόγος. μετὰ γὰρ τὰ προειρημένα φησὶν ἥξει τὸ τέλος τῶν Ἱερο‐ σολύμων. “ὅταν δὲ ἄγωσιν ὑμᾶς παραδιδόντες” καὶ τὰ ἑξῆς. πρὶν γὰρ τὰ προειρημένα συμβῇ, ἐδιώχθησαν παρ’ αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασιν, ἤχθησαν ἐπ’ ἄρχοντας, | |
15 | ἐπέμφθησαν ἐπὶ βασιλέας. παρεγγυᾷ δὲ, ὅτι μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι· “λήψεσθε γὰρ παρ’ ἐμοῦ σοφίαν, ᾗ οὐ “δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.” εἶτα πάλιν τὸ πάντων αὐτοῖς προαναφωνεῖ χαλεπώτερον, τὸ οὐδὲ τὴν ἀπὸ τῆς ἀγάπης παραμυθίαν ἕξουσιν, ἐμφυλίου πολέμου συμ‐ | |
20 | βαίνοντος, καὶ τῶν τῆς οἰκειότητος καὶ συγγενείας καταπατου‐ μένων θεσμῶν. τριπλοῦς οὖν ἔσται ὁ πόλεμος, ὁ ἀπὸ τῶν οἰκείων, ὁ ἀπὸ τῶν πλάνων, ὁ ἀπὸ τῶν πολεμίων. ἀλλὰ μείζων ἡ παρά‐ κλησις. διὰ γὰρ τὸ ὄνομα αὐτοῦ πάντα ταῦτα συμβήσεται· ὅπερ μόνον ἱκανὸν πᾶσαν ἐπικουφίσαι τὴν συμφορὰν, διὰ τὰς μελ‐ | |
25 | λούσας ἐλπίδας. Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὸς ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω· τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέ‐ τωσαν εἰς τὰ ὄρη. | |
30 | Βδέλυγμά τινές φασι τοὺς στρατιώτας τοὺς εἰσελθόντας τῷ | 410 |
411 | ἱερῷ, τινὲς δὲ τὸν ἀνδριάντα τοῦ τότε τὴν πόλιν ἑλόντος· ὃ καὶ μάλιστά μοι δοκεῖ λόγον ἔχειν. βδέλυγμα γὰρ πᾶν εἴδωλον ἐλέγετο καὶ πᾶν ἐκτύπωμα· ἐρημώσεως δὲ εἶπεν, ἐπειδὴ μετὰ τὸ ἀναστῆναι ἄβατος λοιπὸν ὁ τόπος ἐγένετο· καὶ Πίλατος δὲ ὁ καὶ | |
5 | τὸν Ἰησοῦν σταυρώσας, τὰς τοῦ Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερὸν εἰσαγαγὼν καὶ ἀναστήσας, ὡς Ἰώσηππός φησι, πολλοῦ μὲν θορύβου τοῖς Ἰουδαίοις αἴτιος ἐγένετο· ἐκτότε δὲ ἡ στάσις λα‐ βοῦσα τὴν ἀρχὴν, οὐ διέλιπεν ἄχρις οὗ τότε τὸ ἱερὸν ἐνεπρήσθη καὶ ἡ πόλις ἠρημώθη. ταύτας οὖν καὶ εἰκότως βδέλυγμα καλεῖ. | |
10 | ἐρημώσεως δὲ καὶ ὡς ἀρχὴν ἐργαζόμενον τῆς στάσεως, ἀφ’ ἧς ἡ τῆς πόλεως ἐρήμωσις ἀπετελέσθη. εἶτα ἵνα μάθωσιν, ὅτι καὶ ζών‐ των ἐνίων αὐτῶν ταῦτα ἔσται, διὰ τοῦτο εἶπεν, “ὅταν ἴδητε.” ἐξ ὧν ἄν τις θαυμάσειε μάλιστα τοῦ Χριστοῦ τὴν δύναμιν καὶ τὴν ἐκείνων ἀνδρείαν, ὅτι ἐν τοιούτοις καιροῖς ἐκήρυττον, ἐν οἷς μάλιστα | |
15 | τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο. Μετὰ ταῦτα λέγει πάλιν τὰς Ἰουδαϊκὰς συμφορὰς, δεικ‐ νὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ οἱ τὴν οἰκουμένην διδάξαν‐ τες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. ὅταν γάρ, φησι, ταῦτα γένηται, καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ | |
20 | ἁγίῳ, φεύγετε. οὐδεμία γὰρ ἐλπὶς λοιπὸν σωτηρίας ὑμῖν. οὐδὲ γάρ ἐστιν ὑμῖν ὑπονοεῖν ὡς γενήσεταί τις μεταβολὴ τοιαύτη, οἵα καὶ πρότερον ἐν τοῖς πολέμοις ἐγένετο. ἀγαπητὸν γὰρ λοιπὸν γυμνῷ σώματι διασωθῆναι· διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δομάτων οὐκ ἀφίησιν εἰς τὴν οἰκίαν ἐλθεῖν ὥστε ἆραι τὰ ἱμάτια· τὰ | |
25 | ἄφυκτα δηλῶν κακὰ καὶ τὴν ἀπέραντον συμφοράν. “οὐαὶ δὲ ταῖς “ἐν γαστρὶ ἐχούσαις·” καὶ τὰ ἑξῆς. πλεῖον γὰρ ὡς εἰκὸς ὑπο‐ μενοῦσι τότε τὴν ἀνάγκην, αἵτε ἔγκυοι τῶν γυναικῶν καὶ αἱ θηλά‐ ζουσαι, αἷς δὴ μάλιστα καὶ τὸ βραχύτατον κακὸν ἀνυπόστατον εἶναι συμβέβηκεν. ὁρᾷς ὅτι περὶ τῶν καταληψομένων τὴν Ἰου‐ | |
30 | δαίαν φησι. χειμῶνος δέ φησιν διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ. καὶ μή τις νομίσῃ τὸ ἐπαγόμενον ὑπερβολικῶς εἰρῆσθαι· ἀλλ’ ἐντυχὼν τοῖς Ἰωσήπου συγγράμμασι, μανθανέτω τῶν εἰρη‐ | |
μένων τὴν ἀλήθειαν. δείκνυσι δὲ αὐτοὺς καὶ χαλεπωτέρας τιμω‐ | 411 | |
412 | ρίας ἀξίους τῆς εἰρημένης. εἰ γὰρ καὶ ἐπὶ πλεῖόν φησιν ἐκράτησεν ὁ πόλεμος ὁ Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἀπώλοντο οἱ Ἰουδαῖοι· πᾶσαν γὰρ σάρκα ἔξω καὶ οἱ τὴν Ἰουδαϊκὴν λέγει, καὶ οἱ ἐνταῦθα ἔνδον. οὐ γὰρ δὴ μόνον τοὺς ἐν Ἰουδαίᾳ ἐπολέμουν, | |
5 | ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους. τίνας δέ φησιν ἐκλεκ‐ τοὺς ἐνταῦθα; τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς πιστούς. ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι δι’ αὐτοὺς καὶ τὸ κήρυγμα ταῦτα γέγονε τὰ κακὰ, δείκνυσι τοὐναντίον, ὅτι εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόρ‐ ριζοι ἂν ἅπαντες ἀπώλοντο· ἀλλ’ ἵνα μὴ συναπόλωνται τοῖς ἀπί‐ | |
10 | στοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. “καὶ τότε ἐάν τις ὑμῖν “εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστὸς” καὶ τὰ ἑξῆς· πληρώσας δὲ τὰ περὶ Ἱεροσολύμων, εἰς τὴν αὐτοῦ λοιπὸν διαβαίνει παρουσίαν, καὶ λέγει αὐτοῖς τὰ σημεῖα, οὐκ ἐκείνοις χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν, | |
15 | καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις ἅπασι. τὸ δὲ τότε, οὐχὶ τῆς ἀκο‐ λουθίας ἐστὶ τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων, ἀλλ’ ἐν τῷ καιρῷ ᾧ μέλλει γίνεσθαι ταῦτα, ἃ μέλλω λέγειν. ἔθος γὰρ τοῦτο τῇ γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ· καὶ τέως ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὑτοῦ | |
20 | παρουσίας τῆς δευτέρας, καὶ τὰ τῶν πλάνων δείγματα. οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ, ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, καὶ οὐδενὸς εἰδότος ἐξ ἀρχῆς, οὕτως καὶ τότε φησίν· ἀλλὰ φανερῶς, καὶ ὥστε μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος. Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ, ᾧδε ὁ Χριστὸς, ἢ, | |
25 | ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. ἐγερθήσονται γὰρ ψευδό‐ χριστοι, καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατὸν, καὶ τοὺς ἐκ‐ λεκτούς. Ἐγερθήσονταί φησι ψευδοπροφῆται· οἱ μὲν οὖν ἐπὶ τῶν Ἀπο‐ | |
30 | στόλων ἀπατᾶν ἐπιχειροῦντες τοὺς πολλοὺς ἠπάτων. οὗτοι δὲ οἱ πρὸ τῆς αὐτοῦ παρουσίας ἐκείνων πικρότεροι. ποιήσουσι γάρ, φησι, | |
σημεῖα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτοὺς, τῷ ψευ‐ | 412 | |
413 | δοχρίστῳ διακονούμενοι. ἐπὶ μὲν οὖν τῶν Ἰουδαίων ψευδοπροφῆται γεγόνασι. ψευδόχριστοι δὲ ἐπὶ τῆς καινῆς· τοὺς αὐτοὺς δὲ νῦν τούτους κἀκείνους φησὶ, καὶ ἐπιφέρει, Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν πάντα. | |
5 | Μηδεὶς ἄγνοιαν προφασιζέσθω, ἀλλ’ ἀσφαλιζέσθω ἑαυτὸν ἀπὸ τῆς τούτων ἀπάτης. Ἀλλ’ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὑτῆς. | |
10 | Τοῦ Ἀντιχρίστου καὶ τῶν ψευδοπροφητῶν θλίψις τότε ἔσται μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων. ἀλλ’ οὐκ ἐκτείνεται εἰς χρόνου μῆκος. εἰ γὰρ ὁ Ἰουδαϊκὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον οὗτος ὁ πειρασμὸς συσταλήσεται διὰ τοὺς αὐτοὺς τούτους. μετ’ ἐκείνην οὖν τὴν θλίψιν ὁ ἥλιος σκο‐ | |
15 | τισθήσεται· ὁμοῦ γὰρ σχεδὸν ἅπαντα γίνεται, ὅταν ψευδόχριστοι καὶ ψευδοπροφῆται θορυβήσουσι παραγενόμενοι· καὶ εὐθέως αὐτὸς πάρεσται, μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως· καὶ γὰρ ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ· καὶ τὰ ἄστρα πεσεῖται· τίς γὰρ αὐ‐ | |
20 | τῶν ἔσται χρεία, νυκτὸς οὐκ οὔσης; καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, ὁρῶσαι τοσαύτην μεταβολὴν γινομένην, καὶ τοὺς συνδούλους αὐτῶν διδόντας εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην κριτηρίῳ· “καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ “ἀνθρώπου,” τουτέστιν, ἐν σώματι ἐλευσόμενον, καθὰ καὶ ἀνε‐ | |
25 | λήφθη. ἀποστελεῖ δὲ λέγων τοὺς Ἀγγέλους αὑτοῦ ὁ υἱὸς τοῦ ἀν‐ θρώπου, Θεὸν ἔδειξε τὸν υἱὸν τοῦ ἀνθρώπου· Θεοῦ γὰρ οἱ Ἀγγέλοι, καὶ τὸ ἀποστέλλειν αὐτοὺς ἴδιον Θεοῦ. τὸ δὲ ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ, διδάσκει ἡμᾶς τὰ αὐτὰ εἶναι τῆς γῆς καὶ οὐρανῶν ἄκρα· ὥστε Χριστῷ πιστεύειν δεῖ, καὶ μὴ ἀπατᾶσθαι, ὡς ἐλα‐ | |
30 | χίστου μορίου τῆς γῆς οὔσης ἐν μέσῳ τοῦ οὐρανοῦ ἀπείροις μεγέ‐ | |
θεσιν ὑπερβαλόντος αὐτήν. | 413 | |
414 | Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν | |
5 | ἐπὶ θύραις. Τὸ παράδειγμα τῆς συκῆς τίθησιν, ὡς οὐ πολὺ τὸ μέσον, ἀλλ’ ἐφεξῆς μετὰ τὴν θλίψιν ἐκείνην καὶ ἡ παρουσία ἀπαντήσεται· ὅπερ οὐ διὰ τῆς παραβολῆς μόνον ἐδήλωσεν εἰπὼν, “γινώσκετε ὅτι “ἐγγύς ἐστιν ἐπὶ θύραις.” ἐντεῦθεν καὶ ἕτερόν τι προφητεύει, θέρος | |
10 | καὶ γαλήνην ἐκείνην ἐσομένην τὴν ἡμέραν ἀπὸ χειμῶνος τοῖς δι‐ καίοις· τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους· καὶ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον οὕτως ἐκβησόμενον πάντως. ὥσπερ γὰρ τὸ τῆς συκῆς ἀνάγκη εἶναι, οὕτω καὶ τὸ τῆς συν‐ τελείας. | |
15t | ΚΕΦ. ΜΓ. | |
16t | Περὶ τῆς ἡμέρας καὶ ὥρας. | |
17 | Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ Ἄγγελοι οἱ ἐν τῷ οὐρανῷ, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. | |
20 | “Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη,” ἵνα εἴπῃ τὴν τῶν πιστῶν. οἶδε γὰρ γενεὰν, οὐκ ἀπὸ χρόνων χαρακτηρίζειν μόνον, ἀλλὰ καὶ ἀπὸ τρόπου, θρησκείας, καὶ πολιτείας. ὡς ὅταν λέγῃ, “αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον.” τὸ δὲ μέχρις οὗ ταῦ‐ τα πάντα γένηταί, φησι τὰ τῶν Ἱεροσολύμων, τὰ τῶν πολέμων, τὰ | |
25 | ἐφεξῆς εἰρημένα, ἅπερ εἴρηκε μέχρι τῆς αὐτοῦ παρουσίας συμ‐ βησόμενα. ὅπερ γὰρ ἄνω ἔλεγεν δεῖ πάντως γενέσθαι, καὶ ἐν‐ ταῦθα δηλοῖ λέγων· ὅτι πάντως ἐκβήσεται, καὶ μενεῖ ἡ γενεὰ τῶν πιστῶν, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη. Θεοδώρου Μομψουεστίας. Ἄλλος δέ φησι, γενεὰν λέγειν αὐ‐ | |
30 | τὸν πονηρὰν, τῷ τρόπῳ καὶ οὐ τοῖς προσώποις· διδάσκων ὅτι παρόντων | 414 |
415 | καὶ ὁρώντων τῶν ἀσεβῶν καὶ χριστοκτόνων δείξει τὴν ἀπ’ οὐρανοῦ δόξαν αὑτοῦ, ὥστε πληρωθῆναι τὸ “ὄψονται εἰς ὃν ἐξεκέντησαν.” Ἄλλος δὲ πάλιν περὶ τῆς κατ’ ἐκεῖνον τὸν καιρὸν γενεᾶς λέγειν αὐτόν φησιν, ἕως οὗ παρέλθῃ, ἕως οὗ συμβήσεται Ἰουδαίοις τὰ | |
5 | προλεχθέντα· διὰ τούτων πιστούμενος καὶ τοὺς περὶ συντελείας λόγους. “ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ “παρέλθωσι,” τουτέστι, τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα εὐκολώ‐ τερον ἀφανισθῆναι, ἢ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν. καὶ ὁ ἀντιλέγων ὑπὲρ τούτων, βασανιζέτω τὰ εἰρημένα, καὶ ἀπὸ τῶν | |
10 | παρελθόντων καὶ τοῖς μέλλουσι πιστευέτω. διὰ γὰρ τοῦτο καὶ τὰ στοιχεῖα εἰς μέσον τέθεικε, τοῖς παλαιοῖς ἐμφιλοχωρῶν ῥήμασι, (καὶ γὰρ καὶ διὰ τοῦ Ἱερεμίου τὸ ἀσάλευτον τῆς ἀποφάσεως τῆς ἑαυτοῦ ἀπὸ τούτων καὶ παρίστησιν) ὁμοῦ δὲ καὶ δημιουργὸν ἑαυτὸν ἐντεῦθεν δείκνυσι λανθανόντως τοῦ παντός. ἐπειδὴ γὰρ περὶ | |
15 | συντελείας διελέχθη, πράγματος παρὰ πολλοῖς ἀπιστουμένου, διὰ τοῦτο τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μέσον παρήγαγε, μετὰ πολλῆς ἐξουσίας δεικνὺς ἑαυτὸν δεσπότην τοῦ παντός. “Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν,” καὶ τὰ ἑξῆς. τῷ μὲν οὖν εἰπεῖν, οὐδὲ οἱ Ἄγγελοι, ἐπιστομίσας αὐτοὺς, ὥστε μὴ | |
20 | ζητῆσαι μαθεῖν, ὅπερ ἐκεῖνοι οὐκ ἴσασι· τὸ δὲ εἰπεῖν, οὐδὲ ὁ Υἱὸς, κωλύει οὐ μόνον μαθεῖν, ἀλλὰ καὶ ζητῆσαι. ὅτι γὰρ διὰ τοῦτο εἴρηται, ὅρα μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ περιεργοτέρους εἶδε γεγενημένους, πῶς ἐπεστόμισε μειζόνως. νῦν μὲν γὰρ καὶ τεκμή‐ ρια εἴρηκε πολλὰ καὶ ἄπειρα· τότε δὲ ἁπλῶς, “οὐχ ὑμῶν ἐστι | |
25 | “γνῶναι χρόνους ἢ καιρούς·” εἶτα ἵνα μὴ εἴπωσιν, ἠπορήμεθα, διε‐ πτύσθημεν, οὐδὲ τούτου ἐσμὲν ἄξιοί, φησι, “οὓς ὁ Πατὴρ ἔθετο “ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,” καὶ γὰρ σφόδρα ἔμελλεν αὐτῷ τὸ τιμᾷν αὐτοὺς καὶ μηδὲν ἀποκρύπτεσθαι· διὰ τοῦτο ἀεὶ τῷ Πατρὶ αὐτοὺς ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, κἀκείνων ἐπιτειχίζων | |
30 | τῇ πεύσει τὰ εἰρήμενα. ὅτι γὰρ τοῦτό ἐστι, τί δήποτε τὸν μὲν Πατέρα οἶδε σαφῶς, ὡς ἐκεῖνος τὴν Υἱὸν, τὴν δὲ ἡμέραν ἀγνοεῖ; | |
πῶς δὲ εἰ πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν, | 415 | |
416 | τὴν ἡμέραν ἠγνόησε; ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν. πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; διὰ δὴ πάντα εἰπὼν καὶ τοὺς χρόνους καὶ τοὺς καιροὺς, καὶ ἐπ’ αὐτὰς τὰς θύρας ἀγαγὼν (ἐγγὺς γάρ ἐστιν | |
5 | ἐπὶ θύραις φησιν) ἀπεσίγησε τὴν ἡμέραν. Ἔστι δὲ εἰπεῖν καὶ κατὰ Μάρκον ὅτι οὐδὲ ὁ Υἱὸς οἶδεν εἰ μὴ ὁ Πατὴρ, εἰ μὴ οἶδεν ὁ Πατὴρ, οὐδὲ ὁ Υἱός. ἀλλ’ ἐπειδὴ ἐπίσταται ὁ Πατὴρ, καὶ ὁ Υἱὸς δηλονότι, ἡ σοφία τοῦ Πατρὸς, ἡ πάντα ἔχουσα τὰ τοῦ Πατρὸς, πλὴν τὸ εἶναι αὐτὸ τοῦτο Πατήρ. “βλέπετε δὲ, ἀγρυπνεῖτε” καὶ | |
10 | τὰ ἑξῆς. ἡ ἐπαγωγὴ δείκνυσι τὴν αἰτίαν δι’ ἣν οὐκ ἐσαφήνισεν αὐτοῖς τὴν ἡμέραν, ἀπὸ μὲν γὰρ τοῦ μαθεῖν τὴν κρίσιν, πολὺ τὸ κέρδος, ἀπὸ δὲ τοῦ τὸν καιρὸν οὐκέτι. εἰ γὰρ νῦν ἀγνοοῦντες ἕκα‐ στος τὴν ἑαυτοῦ ἡμέραν καὶ εἰδότες ὅτι πολλάκις ἀμύητοι ἀπε‐ λεύσονται, φιλονεικοῦσιν εἰς ἐσχάτας ἀναπνοὰς βαπτίζεσθαι, ὅθεν | |
15 | καὶ ἔρημοι λοιπὸν ἀπέρχονται τῆς τῶν ἀγαθῶν ἐργασίας· ἀπὸ μὲν πίστεως σωζόμενοι, ἔργα δὲ ἐπιδεῖξαι οὐκ ἔχοντες, εἰ καὶ ἡ συν‐ τέλεια δήλη ἦν, τί οὐκ ἂν ἐποίησαν; ὅθεν ἐπιφέρει μονονουχὶ λέγων διὰ τοῦτο, οὐκ εἶπον ὑμῖν, ἵνα ὡς τὴν ἡμέραν ἀγνοοῦντες βλέπητε καὶ προσεύχησθε καὶ ἀγρυπνῆτε. καὶ γὰρ οὐκ εἶπεν, οὐκ | |
20 | οἶδα, ἀλλ’ οὐκ οἴδατε, βουλόμενος ἐναγωνίους εἶναι διηνεκῶς, ἐκείνην καὶ ἄδηλον τὸ τέλος ἔχοντες. Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ τὰ ἑξῆς. Διὰ τοῦτο εἶπεν γρηγορεῖτε, δεικνὺς ὅτι εἰ ᾔδεσαν οἱ ἄνθρωποι | |
25 | πότε ἀποθανοῦνται, πάντες ἂν κατ’ ἐκείνην τὴν ὥραν ἐσπούδασαν. διὰ τοῦτο ἀεὶ αὐτοὺς βουλόμενος τοῦτο προσδοκᾶν, ἵνα ἀεὶ σπου‐ δάζωσι, καὶ τῆς ἑκάστου ζωῆς τὸ τέλος ἄδηλον ἐποίησα. εἶτα ἐκκεκαλυμμένος ἑαυτὸν Κύριον ὀνομάζει. οὐδαμοῦ οὕτω σαφῶς εἰπών. ἐντεῦθεν δέ μοι καὶ ἐντρέπειν δοκεῖ τοὺς ῥαθύμους. οὐδὲ | |
30 | γὰρ ὅσην περὶ χρήματα σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτεσθαι, τοσαύτην ὑμεῖς, φησιν, ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας | |
ποιεῖσθε. ἐργασίας οὖν ὁ παρὼν καιρὸς, ὁ δὲ μέλλων τῆς κρίσεως. | 416 | |
417 | ἄνθρωπον δὲ ἑαυτὸν ὀνομάζει διὰ τὴν οἰκονομίαν. ἀποδημίαν δέ φησι τὴν εἰς οὐρανοὺς ἀνάληψιν. ἔργον δὲ ἑκάστου τὴν τῶν ἐν‐ τολῶν ἐργασίαν καὶ τήρησιν, ἥτις φαίνεται διὰ τοῦ θυρωροῦ. | |
4t | ΚΕΦ. ΜΔ. | |
5t | Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. | |
6 | Ἣν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς, πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. ἔλεγον δὲ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ. | |
10 | Πρὸ δύο ἡμέρας τοῦ πάθους ἡ βουλή. διὸ δὲ τὴν τετάρτην ἐν τῇ ἑβδομάδι νηστείαν ἄγομεν, ὡς τοῦ πάθους ἀρχὴν τοῦ κατὰ τὴν ἕκτην ἐπιτελεσθέντος. δόλον δὲ μηχανῶνται διὰ τὸν λαὸν τὸν ἀκολουθοῦντα καὶ περιεστῶτα ἀεί. καὶ τὴν μὲν ἑορτὴν ὑπερ‐ θέσθαι βούλονται· οὐ συγχωροῦνται δὲ, ἐπειδὴ τὴν προφητείαν | |
15 | ἔδει πληροῦσθαι τὴν ἐν τῇ νομικῇ διατυπώσει, ἐν ᾗ τὸ Πάσχα ἐθύετο, μηνὶ πρώτῳ, τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ. ἐν τούτῳ γὰρ τῷ μηνὶ καὶ ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸ ἀληθινὸν Πάσχα ἔδει τυθῆναι. πρὸς δὲ τούτοις δείκνυται καὶ ὡς ἑκοντὶ ἑαυτὸν ἐξέδωκε, τὸ ὑπὲρ ἡμῶν καταδέξασθαι, ὅτι βουλόμενοι μὲν κατασχεῖν αὐτὸν, πολ‐ | |
20 | λάκις οὐκ ἴσχυσαν. ὅτε δὲ μὴ συλλαβέσθαι αὐτὸν ἐβούλοντο, τότε ἑαυτὸν ἐκδοὺς παρὰ πᾶσαν ἐλπίδα τὸ σπουδαζόμενον αὐτοῖς εἰς πέρας ἐξελθεῖν παρεσκεύασε. Τούτοις ἐπισυνάπτει ὁ Εὐαγγελι‐ στὴς ὁμοίως Ματθαῖος τὸ ἐν τῇ Βηθανίᾳ γενόμενον ἐν οἰκίᾳ Σί‐ μωνος τοῦ λεπροῦ παρὰ γυναικός. | |
25 | Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. | |
30 | Δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ γυνὴ παρὰ τοῖς Εὐαγγελι‐ | 417 |
418 | σταῖς ἅπασιν· οὐκ ἦν δέ· ἀλλὰ παρὰ τοῖς τρισὶ μὲν, μία τις οὖσά μοι δοκεῖ καὶ ἡ αὐτή· παρὰ δὲ τῷ Ἰωάννῃ οὐκέτι, ἀλλ’ ἑτέρα τις θαυμαστὴ ἡ τοῦ Λαζάρου ἀδελφή. καὶ ταῦτα μέν φησιν ὁ τῆς βασιλίδος πόλεως ἐπίσκοπος Ἰωάννης. Ὠριγένης δὲ | |
5 | πάλιν ἄλλην μέν φησι τὴν παρὰ Ματθαίῳ καὶ Μάρκῳ ἐκχέου‐ σαν τῆς κεφαλῆς τὸ μύρον ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ· ἄλλην δὲ τὴν παρὰ τῷ Λουκᾷ γεγραμμένην ἁμαρτωλὸν κατεκχέσασαν τῶν ποδῶν αὐτοῦ τὸ μύρον ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου. Ἀπολι‐ νάριος δὲ καὶ Θεόδωρος μίαν καὶ τὴν αὐτήν φασι παρὰ πᾶσι τοῖς | |
10 | Εὐαγγελισταῖς, ἀκριβέστερον δὲ τὸν Ἰωάννην τὴν ἱστορίαν ἐκδε‐ δωκέναι. φαίνονται δὲ Ματθαῖος καὶ Μάρκος καὶ Ἰωάννης περὶ τῆς αὐτῆς λέγοντες· ἐν Βηθανίᾳ γὰρ γεγενῆσθαί φασι· κώμη δὲ αὕτη. Λουκᾶς δὲ περὶ ἑτέρας. “Ἰδοὺ γὰρ γυνή, φησιν, ἐν τῇ πόλει, “ἥτις ἦν ἁμαρτωλὸς, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ | |
15 | “Φαρισαίου,” καὶ τὰ ἑξῆς, ὡς εἶναι ταύτην ἁμαρτωλὸν καὶ ἐν τῇ πόλει· ἐκείνην δὲ μὴ ἁμαρτωλὸν ἀναγέγραπται, καὶ ἐν Βηθανίᾳ τῇ κώμῃ. ἀποδέχεται μέντοι αὐτῆς ὁ Σωτὴρ τὴν προθυμίαν, οὐ μάτην λέγων τὸ λαληθήσεται ἐν ὅλῳ τῷ κόσμῳ μετὰ τοῦ κηρύ‐ γματος τοῦ Εὐαγγελίου καὶ τὸ τῆς γυναικὸς ἔργον, ἀλλ’ ὅτι τύπον | |
20 | ἐπεῖχε τῆς προσαγούσης Χριστῷ τὴν πίστιν ἐκκλησίας, καὶ ἐκβαλλούσης ὥσπερ μύρον εὐωδέστατον. καὶ πιστικὴν γὰρ τὴν νάρδον ὀνομάζουσι, καὶ πολύτιμον λέγουσι. φησὶ δὲ εἰς τὸν ἐντα‐ φιασμὸν αὐτῷ συντελεῖν τὴν τοῦ μύρου ἄλειψιν· καὶ ὃ ἔσχε φησὶν, ἐποίησε. “προέλαβε γὰρ μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐν‐ | |
25 | “ταφιασμόν·” ἐπὶ γὰρ τῷ θανάτῳ μάλιστα τῆς πίστεως ἀποδέ‐ ξασθαι αὐτὸν ὡς σωτήριον κόσμῳ· πίστεως δὲ τοῦτο ἔργον τῆς ἰσχυροτάτης. γίνεται δὲ σημεῖον τοῦ μέλλοντος καὶ κατὰ βού‐ λησιν τοῦτο τοῦ Σωτῆρος· ἔργον γὰρ λόγου μᾶλλον μνημονεύεται, ἵνα μνημονεύομεν ὅτι προεγνώκει τὸ πάθος. τῶν δὲ αἰτιωμένων τὴν | |
30 | τοῦ μύρου ἔκχυσιν διαφόρων ὄντων, ὁ μὲν Ἰωάννης μόνον Ἰούδα ἐμνημόνευσε τοῦ προδότου· ὁ δὲ Ματθαῖος τῶν Ἀποστόλων· ὁ δὲ Μάρκος τινῶν, οὐχ ἁπάντων. οὐ τὴν τοῦ λέγοντος ἐξελέγχει | |
προαίρεσιν ὁ Κύριος, ἀπὸ πονηρίας λέγοντος τοῦτο τοῦ Ἰούδα κατ’ | 418 | |
419 | αἰσχροκέρδειαν, ἀλλ’ οὐδὲ τοῖς ἄλλοις μέμφεται κατὰ ὑγιῆ λο‐ γισμὸν αἰτιασαμένοις. οὐκ εἰδότες γὰρ τὸ τοῦ πραχθέντος εὔλογον ᾐτιῶντο τὴν πρᾶξιν, ἤκουον γὰρ τοῦ διδασκάλου λέγοντος, “ἔλεον “θέλω καὶ οὐ θυσίαν,” καὶ πολλὰ ἐν τῷ ὄρει περὶ ἐλεημοσύνης | |
5 | διαλεχθέντος. καὶ ἀπὸ τούτων συνελογίζοντο πρὸς ἑαυτοὺς, ὡς πολλῷ κρεῖττον ἦν τὴν τιμὴν τοῦ μύρου διανεμηθῆναι τοῖς πένη‐ σιν. ὁ δὲ Σωτὴρ τὴν διάνοιαν αὐτῆς ὁρῶν ἀφίησιν, καὶ γὰρ πολλὴ ἡ εὐλάβεια ἦν, καὶ ἄφατος ἡ σπουδή· διὸ καὶ σφόδρα συγκατα‐ βαίνων, συνεχώρησε κατὰ τῆς κεφαλῆς αὐτοῦ χυθῆναι τὸ ἔλαιον. | |
10 | πολλῶν δὲ αἰτιωμένων καὶ διαφόρων, ὁ Κύριος προγνώστης ὢν, τὸν μὲν Ἰούδαν ὡς φιλάργυρον ἐξελέγχει· τοὺς δὲ μαθητὰς οὐκ αἰτιᾶ‐ ται, ὡς ἐξ ἁπλουστέρας γνώμης εἰρηκότων ταῦτα. ἐμνημόνευον γὰρ τὸ, “ἔλεον θέλω καὶ οὐ θυσίαν.” εἰπόντες δὲ ὅτι ἠδύνατο τρια‐ κοσίων διναρίων πραθῆναι, ἔδειξαν ὅσα ἀνήλωσεν εἰς τὸ μύρον αὕτη, | |
15 | καὶ ὅσην τὴν προθυμίαν ἐπεδείξατο. “καὶ ὅπου ἂν κηρυχθῇ,” φησι, “τὸ Εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη.” διὰ τοῦτο πάλιν τὴν εἰς τὰ ἔθνη ἔξοδον προαναφωνεῖ, καὶ ταύτῃ παραμυθούμενος αὐτοὺς ὑπὲρ τοῦ θανάτου· εἴγε μετὰ τὸν σταυρὸν ἡ δύναμις, ὡς πανταχοῦ τῆς γῆς ἐκχυθῆναι τὸ κήρυγμα. καὶ οὐκ | |
20 | ἀπῄτει δὲ ὁ καιρὸς ὥστε διορθῶσαι τὸ γεγενημένον, ἀλλ’ ὥστε ἀποδέξασθαι μόνον. ὥσπερ γὰρ εἴτις αὐτὸν ἔροιτο πρὸ τοῦ ποιῆσαι τὴν γυναῖκα, οὐκ ἂν τοῦτο ἀπεφήνατο, οὕτω μετὰ τὸ ἀγορασθῆναι καὶ μετὰ τὸ χυθῆναι τὸ ἔλαιον, ἄκαιρος ἦν ἡ ἐπιτίμησις· διὸ καὶ αὐτὸς ὥστε μὴ πηρῶσαι τὴν γνωμὴν τῆς γυναικὸς ταῦτα ἔφησε· | |
25 | καὶ ὅσα φησίν, εἰς παραμυθίαν αὐτῆς λέγει. ἐγὼ γάρ, φησι, τοσοῦτον ἀπέχω τοῦ καταδικάσαι αὐτὴν ὡς κακῶς πεποιηκυῖαν, ἢ μέμψασθαι ὡς οὐ καλῶς ἐργασαμένην, ὅτι οὐδὲ ἀφήσω λαθεῖν τὸ γεγενημένον. ἀλλ’ ὁ κόσμος εἴσεται τὸ ἐν οἰκίᾳ εἰργασμένον καὶ ἐν κρυπτῷ. καὶ γὰρ μεγάλης διανοίας ἦν τὸ γεγενημένον, καὶ | |
30 | πολλῆς τεκμήριον πίστεως. | 419 |
420(1t) | ΚΕΦ. ΜΕ. | |
2t | Περὶ τοῦ Πάσχα. | |
3 | Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις | |
5 | ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ Πάσχα; Πρώτην ἀζύμων τὴν πρὸ τῶν ἀζύμων φησίν. εἰώθασι γὰρ ἀπὸ τῆς ἑσπέρας τὴν ἡμέραν ἀριθμεῖν ἀεί. Ἕτερος δέ φησι πρὸ μιᾶς τῶν ἀζύμων, ἡμέρας μνημονεύσας ἐκείνης καθ’ ἣν ἐν τῇ ἑσπέρᾳ τὸ πάσχα ἔμελλε θύεσθαι. ὅθεν δῆλον ὅτι τὴν αὐτὴν ἐδήλωσαν | |
10 | ἀμφότεροι. τῇ γὰρ πέμπτῃ τοῦ σαββάτου προσῆλθον· καὶ ταύτην ὁ μὲν τὴν πρὸ τῶν ἀζύμων καλεῖ, ὁ δὲ αὐτὴν τὴν τῶν ἀζύμων· ἑκάτερος ἀληθεύων· ἀπὸ γὰρ τῆς ἑσπέρας ἤρξατο· διὸ ἕκαστος προστίθησιν ὅτε ἐθύετο τὸ Πάσχα. καὶ λέγουσι, “ποῦ “θελεῖς ἑτοιμάσωμεν σοι φαγεῖν τὸ Πάσχα;” ὥστε κἀντεῦθεν | |
15 | δῆλον, ὅτι οὐκ ἦν αὐτῷ οἰκία, οὐκ ἦν καταγώγιον. ἐγὼ δὲ οἶμαι μηδὲ αὐτοὺς ἔχειν· ἢ γὰρ ἂν αὐτὸν ἐκάλεσαν ἐκεῖ ἐλθεῖν, ἀλλ’ οὐκ ἦν οὐδὲ τούτοις· πᾶσιν ἀποταξαμένοις λοιπόν. Τίνος δὲ ἕνεκα τὸ Πάσχα ἐπετέλει; διὰ πάντων δεικνὺς μέχρι τῆς ἐσχάτης ἡμέρας, ὅτι οὐκ ἦν ἐναντίος τῷ νόμῳ. | |
20 | Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν πόλιν καὶ ἀπαντήσει ὑμῖν ἄν‐ θρωπος, καὶ τὰ ἑξῆς. Καὶ τί δήποτε πρὸς ἀγνοοῦντα πέμπει ἄνθρωπον; κἀντεῦθεν δεικνὺς διὰ πάντων, ὅτι ἠδύνατο μὴ παθεῖν. ὁ γὰρ τὴν διάνοιαν | |
25 | τούτου πείθων ὥστε ὑποδέξασθαι, καὶ ταῦτα ἀπὸ ῥήματος ψιλοῦ, τί οὐκ ἂν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴγε ἠβούλετο μὴ παθεῖν; τοιγαροῦν καὶ σημεῖον αὐτοῖς δίδωσιν, ὡς Μάρκος | |
καὶ Λουκᾶς ἱστοροῦσιν· τὸ δὲ ἦν ὁ τὸ κεράμιον βαστάζων. οὐδέτερος | 420 | |
421 | οὖν αὐτῶν εἴρηκεν, πῶς ἔδομαι τὸ Πάσχα. ἀλλὰ “ποῦ ἐστι τὸ “καταλυμά μου, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;” ὥστε ἀρκοῦσαν γενέσθαι τὴν παρασκευήν. καὶ ἐκεῖνον μὲν νομίσαι κρύπτεσθαι αὐτὸν, ὁ δὲ Ματθαῖος εἴρηκεν μόνος τὸ “πρός σε | |
5 | “ποιῶ τὸ Πάσχα,” δύναται δὲ ταύτην τὴν παρασκευὴν δηλοῦν τοῦ Πάσχα, οὐ τὴν βρῶσιν. ὁ γὰρ Ἰωάννης δηλοῖ κατὰ τὴν τοῦ πάθους ἡμέραν καὶ ὥραν μήπω τὸ Πάσχα βρωθὲν ὑπὸ Ἰουδαίων, ἐπείπερ, ὡς ἔλεγεν, ἐχρὴν κατὰ τὴν αὐτὴν ἡμέραν τό τε τυπικὸν Πάσχα καὶ τὸ ἀληθινὸν ἐπιτελεσθῆναι. Ἀποστείλας τοίνυν τοὺς | |
10 | μαθητὰς ὁ Σωτὴρ, ἔφη αὐτοῖς ἀπελθεῖν εἰς τὴν πόλιν· καὶ ὅτι ἀπαντήσεταί τις αὐτοῖς κεράμιον ὕδατος βαστάζων· ᾧπερ ἑπο‐ μένους δεῖ ἐπιστῆναι τῇ οἰκίᾳ εἰς ἣν ἐκεῖνος εἰσέρχεται. εἶτα τῷ δεσπότῃ τῆς οἰκίας εἰπεῖν τὰ ἀκόλουθα. Ταῦτα δὲ παραλέ‐ λειπται τῷ Ματθαίῳ ἁπλῶς εἰρηκότι, ἐκέλευσεν αὐτοῖς πρὸς τὸν | |
15 | δεῖνα ἀπελθεῖν, ᾧ καὶ τόδε εἰπεῖν. καὶ γὰρ εὑρήσει τις αὐτὸν ἁπλῶς τοῦ μηνύσαι τὰ πράγματα μόνου γενόμενον, πλεῖστα παραλιμπάνοντα τῶν γεγονότων ἐν μέσῳ, ὅπερ ἐν πολλοῖς αὐτὸν τίς εἰρηκέναι ἀπεδέξατο. | |
19t | ΚΕΦ. Μϛ. | |
20t | Περὶ τῆς προδόσεως προφητεία. | |
21 | Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα· καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς, ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με. Τῶν τοίνυν μαθητῶν ἁπάντων παρεσκευασμένων γενομένης ὀψίας, | |
25 | “ἔρχεται μετὰ τῶν δώδεκα” καὶ τὰ ἑξῆς. ἅμα μὲν ἐδήλωσε τῷ προ‐ δότῃ, ὅτι οὐκ αὐτὸς ἴσχυεν, εἰπὼν ὅτι τὸ πάθος, καθὼς γέγραπται περὶ αὐτοῦ· ἅμα δὲ καὶ τὴν τιμωρίαν ἐδήλωσε, ἵνα μὴ καὶ ἀπο‐ λογίαν ἔχῃ. καὶ τὸ ὑπάγειν δὲ δύναμιν ἔχει δηλωτικὴν ἀποδη‐ μίας μᾶλλον ἢ θανάτου. ὥσπερ καὶ πρὸς Ἰουδαίους ἔλεγεν, “ὑπά‐ | |
30 | “γω πρὸς τὸν πέμψαντά με,” καὶ τὸ ἑκούσιον ἡ λέξις ἑρμηνεύει· | 421 |
422 | τὸ δὲ καλὸν εἶναι μὴ γεγενῆσθαι πρὸς τὴν κόλασιν λέγεται· κακῆς γὰρ ὑπάρξεως ἀνυπαρξία αἱρετώτερον. Οἱ δὲ ἤρξαντο λυπεῖσθαι ὡς εἰκός· ἐν μέσῳ γὰρ ἀπορριφέντος τοῦ λόγου, ἕκαστος αὐτῶν ἐδεδίει μή ποτε περὶ αὐτοῦ ταύτην ἐδέξατο τὴν ὑπόνοιαν. καὶ ἔλε‐ | |
5 | γον αὐτῷ, μήτι ἐγώ; Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐλογήσας ἔκλασε, καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. καὶ λαβὼν τὸ πο‐ τήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς· καὶ ἔπιον ἐξ αὐτοῦ | |
10 | πάντες· καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον. Ὁ μέν φησιν ὅτι μυστηρίων μετασχὼν ἔμεινεν ὁ αὐτὸς ὁ προ‐ δότης, καὶ τῆς φρικωδεστάτης ἀπολαύσας τραπέζης, οὐ μετεβά‐ λετο· ὡς καὶ ὁ Λουκᾶς δηλοῖ λέγων, ὅτι μετὰ τοῦτο εἰσῆλθεν | |
15 | ὁ Σατανᾶς εἰς αὐτὸν, οὐ τοῦ σώματος καταφρονῶν, ἀλλὰ τῆς ἀναισχυντίας λοιπὸν τοῦ προδότου καταγελῶν. ὁ δὲ Χριστὸς οὐκ ἐκώλυσεν αὐτὸν, καί τοι πάντα εἰδὼς, ἵνα μάθῃς ὅτι οὐδὲν παρα‐ λιμπάνει τῶν εἰς διόρθωσιν ἡκόντων. ἄλλος δέ φασιν ὅτι προ‐ εξῆλθεν ὁ Ἰούδας, ὡς Ἰωάννης ἐδήλωσεν· οὐ γὰρ ἂν ἐδέξατο τῆς | |
20 | σωτηρίας κοινωνίας τὸν τύπον ὁ τῆς χριστοκτονίας ὑπηρέτης· καί‐ τοι τἄλλα πάντα ἤνεγκεν ὁ Κύριος· ἀλλὰ τοῦτο οὐκέτι συνεχω‐ ρεῖτο. ὅτι δὲ διὰ τούτων παρέδωκε τοῖς μαθηταῖς, ὅπως ἐπιτελεῖν αὐτοὺς προσῆκε τῆς καινῆς διαθήκης τὸ μυστήριον, οἶμαι μηδένα ἂν ἑτέρως εἰπεῖν. διὰ γὰρ τοῦτο καὶ εὐλόγησε καὶ εἶπε διδοὺς | |
25 | αὐτοῖς μεταλαβεῖν ἃ προσῆκον ἦν, ἵνα ἐκεῖνοι διὰ μὲν τῆς εὐλο‐ γίας καὶ εὐχαριστίας μάθωσιν ὡς μεγάλα ἀληθῶς καὶ πάσης εὐχαριστίας ἄξια τὰ διὰ τοῦ πάθους οἰκονομηθέντα τοῦ Χριστοῦ. ὧν δὴ σύμβολα ταῦτα ἐπιτελεῖσθαι παρέδωκεν αὐτοῖς. ἐν δὲ τῷ εἰπεῖν· τοῦτό ἐστι τὸ σῶμά μου, καὶ τοῦτό μου τὸ αἷμα· ὅτι τὸ | |
30 | μὲν ἄρτον προτιθέντα μετὰ τὴν εὐχαριστίαν προσῆκεν αὐτοὺς | |
σώματος νομίζειν μεταλαμβάνειν, τὸ δὲ ποτήριον ἐν τάξει τοῦ | 422 | |
423 | αἵματος ἡγεῖσθαι, περὶ ἃ τὸ πάθος ἐγένετο ἐπὶ κοινῇ τῇ πάντων σωτηρίᾳ τε καὶ ἀφέσει τῶν ἡμαρτημένων αὐτοῖς. ἡ γὰρ ἐπὶ τούτοις γινομένη πίστις ὁμοῦ τε τῶν πληρωθέντων ὁμολογίαν ἔχει, καὶ τὴν μετουσίαν τῆς ἀφέσεως χαρίζεται τοῖς πιστεύ‐ | |
5 | ουσιν. Ἄλλως φησὶν, διδάσκει ἡμᾶς μὴ πρὸς τὴν φύσιν ἀφορᾶν τῶν προκειμένων, ἀλλὰ διὰ τῆς γινομένης ἐπ’ αὐτοῖς εὐχαριστίας, ταῦτα ἐκεῖνα εἶναι πιστεύειν. ὁ γὰρ ζωοποιὸς τοῦ Θεοῦ Λόγος ἑνώσας ἑαυτὸν τῇ ἰδίᾳ σαρκὶ, καθ’ ὃν οἶδε τρόπον αὐτὸς, ζωοποιὸν | |
10 | ἀπέφηνεν αὐτήν· ἔφη γὰρ αὐτός· “ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων “εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· καὶ ἐάν “τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσῃ εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος “δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. “ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου | |
15 | “καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.” οὐκοῦν τοῦτο ποιοῦντες ζωὴν ἔχομεν ἐν ἑαυτοῖς, ἓν ὡς πρὸς αὐτὸν ἀποτελού‐ μενοι, καὶ ἐν αὐτῷ μένοντες· ἔχοντες δὲ καὶ ἐν αὐτοῖς αὐτόν. ἔδει γὰρ αὐτὸν διὰ μὲν τοῦ Ἁγίου Πνεύματος ἐν ἡμῖν γενέσθαι θεο‐ πρεπῶς, συνανακίρνασθαι δὲ ὥσπερ τοῖς ἡμετέροις σώμασι διὰ | |
20 | τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ τοῦ τιμίου αἵματος· ὃ δὴ καὶ ἐσχή‐ καμεν ὡς εὐλογίαν ζωοποιὸν, ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ· ἵνα μὴ ἀποναρκήσωμεν σάρκα τε καὶ αἷμα προκείμενον βλέποντες ἐν ἁγίαις τραπέζαις τῶν ἐκκλησιῶν, συγκαθιστάμενος ὡς Θεὸς ταῖς ἡμετέραις ἀσθενείαις ἐνίησι τοῖς προκειμένοις δύναμιν ζωῆς, καὶ | |
25 | μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ σαρκὸς, ἵνα εἰς μέθε‐ ξιν ζωοποιὸν ἔχωμεν αὐτὰ, καὶ οἷον σπέρμα ζωοποιὸν ἐν ἡμῖν εὑρεθῇ τὸ σῶμα τῆς ζωῆς· καὶ μὴ ἀμφιβάλῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτοῦ λέγοντος· δέχου δὲ μᾶλλον ἐν πίστει τοῦ Σωτῆρος τὸν λό‐ γον, ἀλήθεια γὰρ ὢν οὐ ψεύδεται. | |
30 | Περὶ πολλῶν δὲ ἐκχύνεσθαι τὸ αἷμα λέγων, τὸ περὶ πάντων λέγει, πολλοὶ γὰρ οἱ πάντες, ὥσπερ καὶ ὁ Παῦλος διὰ τοῦ ἑνὸς ἔλεγεν δεικνὺς κατασταθήσεσθαι τοὺς πολλούς· τοῦτο δὴ καὶ ἐνταῦ‐ θα δηλοῖ ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει τοῦτο. ἐπάγει, | |
Ἀμὴν λέγω ὑμῖν, Ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεν‐ | 423 | |
424 | νήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. “Οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου·” καὶ τὰ ἑξῆς. Ἢ κατὰ Ματθαῖον, “τοῦ πατρὸς,” τουτέστι καινῶς μετὰ τὴν ἀνά‐ | |
5 | στασιν. ἤμελλε γὰρ ἀνίστασθαι, καὶ ἀνιστάμενος ἐσθίειν τε καὶ πίνειν μετὰ τῶν μαθητῶν· ὥστε δὴ μείζονα καὶ ἀληθεστέραν αὐτοῖς τῆς ἀναστάσεως ἐγγενέσθαι τὴν πίστιν. βασιλείαν δὲ τοῦ Θεοῦ καὶ πατρὸς ὠνόμασε τὴν ἀνάστασιν, ἀφ’ ἧς αὐτῷ ἡ βασι‐ λεία προσεγίγνετο, καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων ἡ ταύτης κοι‐ | |
10 | νωνία. τὸ οὖν, οὐ μὴ πίω αὐτὸ τοῦ λοιποῦ ἕως τότε, δεικνύντος ἦν οὐ τὴν ἀνάστασιν μόνον, ἀλλὰ καὶ τοῦ πάθους τὴν ἐγγύτητα. εἴπερ δὴ οὐκέτι καιρὸν ἕξει τροφῆς αὐτοῖς κοινωνῆσαι καὶ πότου. τί δήποτε δὲ κατὰ τὸν καιρὸν τοῦ Πάσχα τὸ μυστήριον ἐπετέλει τοῦτο; ἵνα μάθῃς πάντοθεν καὶ τῆς παλαιᾶς ὄντα νομο‐ | |
15 | θέτην, καὶ τὰ ἐν ἐκείνῃ ὄντα διὰ ταῦτα προσκιαγραφηθέντα. διά τοι τοῦτο ἔνθα ὁ τύπος τὴν ἀλήθειαν ἐπετίθει. ἡ δὲ ἑσπέρα τοῦ πληρώματος τῶν καιρῶν τεκμήριον ἦν, καὶ τοῦ πρὸς αὐτὸν ἥκειν λοιπὸν τὸ τέλος τὰ πράγματα. εὐχαριστεῖ δὲ ὑπὲρ τοῦ πάθους, δεικνὺς τὸ ἑκούσιον· καὶ παιδεύων ἡμᾶς ὅπερ ἂν πάσχωμεν, εὐχα‐ | |
20 | ρίστως φέρειν. “ἕως ἂν αὐτὸ πίω καινὸν μεθ’ ὑμῶν,” ὑμῶν μαρτυ‐ ρούντων· ὑμεῖς γὰρ ὄψεσθέ με ἀναστάντα. Τί δέ ἐστι καινόν; του‐ τέστι ξένον, οὐ σῶμα μαθητὸν ἔχων, ἀλλ’ ἀθάνατον λοιπὸν καὶ ἄφθαρτον, καὶ μὴ δεόμενον τροφῆς. Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. | |
25 | Ηὐχαρίστησαν πρὸ τοῦ λαβεῖν, ἵνα καὶ ἡμεῖς εὐχαριστήσωμεν· ηὐχαρίστησαν μετὰ τὸ λαβεῖν καὶ ὕμνησαν, ἵνα καὶ ἡμεῖς αὐτὸ τοῦτο ποιῶμεν. τί δήποτε δὲ εἰς τὸ ὄρος ἐξῆλθεν; δῆλον ἑαυτὸν ποιῶν πρὸ τοῦ συλληφθῆναι, ἵνα μὴ δόξῃ κρύπτεσθαι. ἔσπευδε γὰρ ἐπὶ τὸν τόπον ἐλθεῖν, ἔνθα εἰώθει, καὶ προδότης ἠπίστατο. | |
30 | Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ὅτι πάντες σκανδαλι‐ | |
σθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, | 424 | |
425 | Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρό‐ βατα. ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ἵνα μὴ δόξῃ κατηγορία τις χαλεπὴ εἶναι, λέγει καὶ προφη‐ | |
5 | τείαν. ὁμοῦ μὲν πείθων αὐτοὺς προσέχειν τοῖς γεγραμμένοις· ὁμοῦ δὲ καὶ δηλῶν ὅτι καὶ πρὸ τούτου αὐτὸς αὐτοὺς συνεῖχεν· οὐ μὴν ἀφῆκεν αὐτοὺς πάλιν μέχρι τῶν σκυθρωπῶν εἶναι· ἀλλὰ “προάξω “φησὶν ὑμᾶς, εἰς τὴν Γαλιλαίαν,” ἵνα τοῦ φόβου τῶν Ἰουδαίων ἀπαλλαγέντες πιστεύσωσι τῷ λεγομένῳ. | |
10 | Ὁ Πέτρος ἔφη αὐτῷ, Καὶ εἰ πάντες σκανδαλι‐ σθήσονται, ἀλλ’ οὐκ ἐγώ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι, Ὅτι σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. ὁ δὲ ἐκ περισσοῦ ἔλεγε μᾶλλον, ἐάν με δέῃ συναποθανεῖν σοι, | |
15 | οὐ μή σε ἀπαρνήσομαι. Τοῦ προφήτου εἰπόντος, τοῦ Χριστοῦ βεβαιώσαντος τὸν λόγον, ὁ Πέτρος, φησὶν, οὐχὶ διὰ τοῦτο ἀφίησι· παιδεύων ἐντεῦθεν, πάντα πείθεσθαι τῷ Χριστῷ, καὶ τῆς οἰκείας συνειδήσεως πιστο‐ τέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ. δέον γὰρ δεηθῆναι καὶ | |
20 | εἰπεῖν, βοήθησον ἡμῖν ὥστε μὴ ἀποσχισθῆναι. ἀλλ’ ἑαυτῷ θαρρεῖ. τοῦτο τοίνυν καταστεῖλαι βουλόμενος ὁ Χριστὸς, ἐχώρησε τὴν ἄρνησιν. ὅσον δὲ ὁ Χριστὸς ἀπηγόρευσε, τοσοῦτον ἐναντιοῦτο ὁ Πέτρος ἐκ περισσοῦ. πόθεν δὲ αὐτῷ τοῦτο συνέβη; ἀπὸ πολλῆς ἀγάπης. ἐπειδὴ γὰρ ἀπηλλάγη τῆς ἀγωνίας ἐκείνης τῆς κατὰ | |
25 | τὴν προδοσίαν, καὶ δῆλος ἦν ὁ προδότης, θαρρῶν ἔλεγε ταῦτα. ἠρέμα δέ πως καὶ φιλοτιμίας τὸ πρᾶγμα. ὅρα γοῦν μετὰ τὸ πτῶμα πῶς κατεσταλμένος ἐστί. πρὸ μὲν γὰρ αὐτοῦ τὸ πᾶν ἑαυτῷ ἀνατίθησι· μετὰ δὲ ταῦτα τοὐναντίον ἅπαν, “τί ἡμῖν “προσέχετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περι‐ | |
30 | “πατεῖν αὐτόν;” ἐντεῦθεν δὲ μανθάνομεν δόγμα μέγα· ὡς οὐκ | |
ἀρκεῖ προθυμία ἀνθρώπου, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύῃ ῥοπῆς. καὶ | 425 | |
426 | πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. Ὡς ἔλεγεν ὁ Πέτρος μετὰ τοῦτο φιλονεικῶν, ὡς οὐδὲ θανάτου | |
5 | προτεθέντος αὐτῷ ἕλοιτο ἂν αὐτὸν ἀρνησάμενος ἐκκλίναι τοῦ θανά‐ του τὴν τιμωρίαν, καὶ τοὺς λοιποὺς μαθητὰς τοῖς ἴσοις κεχρῆσθαι λόγοις ἐνήγαγεν. Καὶ ἔρχονται εἰς χωρίον, οὗ τὸ ὄνομα Γεθσημανῆ· καὶ λέγει τοῖς μαθηταῖς αὑτοῦ, Καθίσατε ὧδε, ἕως | |
10 | προσεύξωμαι. καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰά‐ κωβον καὶ Ἰωάννην μεθ’ ἑαυτοῦ. Καὶ ἤρξατο ἐκθαμβεῖ‐ σθαι καὶ ἀδημονεῖν. Ἔθος ἦν αὐτῷ χωρὶς αὐτῶν προσεύχεσθαι· τοῦτο δὲ ἐποίει παιδεύων αὐτοὺς καὶ ἡμᾶς, ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευά‐ | |
15 | ζειν ἑαυτοῖς. τίνος δὲ ἕνεκε μὴ πάντας παραλαμβάνει, ἀλλὰ τοὺς τῆς δόξης αὐτοῦ θεωροὺς γενομένους; ἵνα μὴ καταπέσωσιν. ἀλλ’ ὅμως καὶ τούτους ἀφίησι καὶ μικρὸν προσελθὼν καὶ εὐξάμενος. Οὐδὲ λυπουμένῳ συλλυπηθῆναι ἴσχυσαν, ἀλλ’ ἐκράτησεν ὁ ὕπνος. ὁ δὲ ἐκτενῶς εὔχεται, ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ | |
20 | πρᾶγμα. οὐδὲ γὰρ ὡς ἀλλότριον ἀποτίθεται τὸ σῶμα, ἀλλ’ ὡς ἴδιον. διὰ τοῦτο καὶ ἡ εὐχή. τὸ γὰρ θανατᾶν οὐ σφόδρα κατὰ ἄνθρωπον. τῷ μὲν οὖν εἰπεῖν, εἰ δυνατὸν παρελθέτω, ἔδειξε τὸ ἀν‐ θρώπινον. τῷ δὲ εἰπεῖν, “πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σὺ,” τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον ὅτι καὶ τῆς φύσεως ἑλκούσης, ἕπε‐ | |
25 | σθαι δεῖ τῷ Θεῷ. εἰ γὰρ οὐ μόνον ῥημάτων, ἀλλὰ καὶ πραγμάτων ἔδει, ἵνα πιστευθῇ ὅτι καὶ ἄνθρωπος γέγονε καὶ ἀπέθανε. λέγει δὲ τῷ Πέτρῳ οὕτως, οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ; ἅπαντες ἐκαθεύδησαν, καὶ τῷ Πέτρῳ ἐπετίμα, αἰνιττόμενος αὐτὸν ὑπὲρ ὧν ἐφθέγξατο. καὶ ἐν τοῖς ἑξῆς δὲ τοῦτο αἰνίττεται. | |
30 | “γρηγορεῖτε” γάρ, φησι, “καὶ προσεύχεσθε· ἵνα μὴ εἰσέλθητε εἰς | |
“πειρασμόν·” ὁρᾷς ὅτι καλῶς ἔλεγεν ὅτι διὰ τοῦτο αὐτοῖς ἔλεγον· | 426 | |
427 | ὅτι σκορπισθήσεσθε, ἵνα εἰς ἱκετηρίαν ἀνέλθωσι καὶ εἰς τὸν Θεὸν ἀναβλέψωσιν· πανταχοῦ τὸ αὐθάδες αὐτῶν ἐκκόπτων καὶ ἐναγω‐ νίους ποιῶν· εἶτα ἵνα μὴ σφόδρα δόξῃ ἐπιπλήττειν, φησὶ, “τὸ “μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.” εἰ γὰρ καὶ βούλει | |
5 | φησὶν, ἀλλ’ οὐ πρότερον εἰ μὴ ὁ Θεὸς ὀρέξει χεῖρα. καθέλκει γὰρ ἡ σάρξ. οὕτω γὰρ τὸ ἀδύνατον ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ἔρ‐ ρωτο. καὶ πάλιν ηὔξατο τὸ αὐτὸ, “οὐχὶ ὃ ἐγὼ θέλω, ἀλλ’ ὃ σὺ,” δεικνὺς ἐνταῦθα ὅτι σφόδρα συνᾴδει τῷ θελήματι τοῦ Θεοῦ. τὸ δὲ δεύτερον καὶ τρίτον τὸ αὐτὸ λέγειν ἀληθείας μάλιστά ἐστιν | |
10 | ἐν ταῖς γραφαῖς ἐνδεικτικόν. ὥσπερ καὶ ὁ Ἰωσὴφ ἔλεγεν “ὅτι “ἐκ δευτέρου σοι ἐφάνη τὸ ἐνύπνιον ὑπὲρ ἀληθείας, καὶ τοῦ πι‐ “στευθῆναι, ὅτι τοῦτο ἔσται πάντως,” καὶ ὑπὲρ τοῦ πιστώσασθαι τὴν οἰκονομίαν. καὶ τίνος ἕνεκεν ἐκ δευτέρου; ὥστε ἰδεῖν αὐτοὺς καὶ ἐλέγξαι. οὐ μὴν ἤλεγξεν, ἀλλὰ διέστη μικρὸν, καὶ δείκνυσι | |
15 | τὴν ἄφατον αὐτῶν ἀσθένειαν, ὅτι οὐδὲ ἐπιτιμηθέντες ἠδύναντο καρτερῆσαι. μετὰ γὰρ τοῦ καὶ ἀωρὶ τῶν νυκτῶν εἶναι, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὑπὸ τῆς ἀθυμίας ἦσαν βεβαρημένοι. “καὶ ἔρχεται “τὸ τριτὸν καὶ λέγει αὐτοῖς, καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε” καὶ τὰ ἑξῆς. δείκνυσιν ὅτι οὐχὶ τοῦ Ἰουδᾶ ἀλλὰ τῆς οἰκονομίας | |
20 | ἦν. οὐ τοῦτο δὲ μόνον ἀλλὰ καὶ τῷ εἰπεῖν, “εἰς χεῖρας ἁμαρ‐ “τωλῶν,” ἀνίστησιν αὐτῶν τὰ φρονήματα. τῆς γὰρ ἐκείνων πονη‐ ρίας ἔργον ἦν, οὐ τὸ αὐτὸν εἶναι ὑπεύθυνον· καὶ τὸ ἑξῆς δὲ ὁμοίως αὐτὸ τοῦτο ἐμφαίνει, ὅτι ἑκὼν ἐπὶ τὸ πρᾶγμα ἔρχεται. Καὶ τὸ “ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.” | |
25 | καὶ διὰ πάντων αὐτοὺς ἐπαίδευεν ὅτι οὐκ ἀνάγκης τὸ πρᾶγμα ἦν, ἀλλ’ οἰκονομίας τινὸς ἀπορρήτου. καὶ γὰρ προῄδει ἥξοντα· καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ ὁμόσε ἐχώρει. Ἄλλος δέ φησι, πῶς λελύπησαι, δέσποτα, καὶ ἀδημονεῖς; | |
γέγονας δὲ καὶ περίλυπος ἕως θανάτου; τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, | 427 | |
428 | καὶ τὸ τῆς νίκης τρόπαιον ἐγερεῖς, κατὰ πάσης ἀντικειμένης δυνά‐ μεως καὶ ὡς Θεὸς προσκυνηθήσῃ, καὶ τῶν ὅλων δημιουργός. Ἐπί τισιν οὖν ἄρα λελύπησαι; ναί φησιν, τὰ μὲν ἐκ τοῦ πάθους ἀγαθὰ τῷ κόσμῳ συμβησόμενα ἐπίσταμαι· λύπει δέ με ὁ πρωτοτόκος | |
5 | Ἰσραὴλ, ὅτι οὐδὲ ἐν δούλοις ἐστιν. Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰού‐ δας, εἷς ὢν τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν Ἀρχιερέων καὶ τῶν Γραμματέων καὶ τῶν Πρεσβυτέρων. | |
10 | Τὸ, “εἷς τῶν δώδεκα,” καὶ ἑξῆς, πρὸς τὴν ἔνδειξιν καὶ διαβολὴν τῆς τοῦ προδόντος φαυλότητος. ὁ γὰρ ἐν ἴσῳ τοῖς Ἀποστόλοις τετιμημένος, τοῖς φονεῦσι τοῦ Χριστοῦ γέγονε πρό‐ φασις. δέδωκε γὰρ αὐτοῖς σημεῖον, λέγων, “ὃν ἂν φιλήσω, αὐτὸς “ἐστίν·” ἐπέλαθε δὲ παντελῶς τῆς δόξης Χριστοῦ· ᾠήθη τάχα | |
15 | που διανοηθεὶς, ὡς φίλημα προτείνας εἰς τύπον ἀγάπης, λαθεῖν δυνή‐ σεται. προετίθει δὲ τὸ “χαῖρε” τῷ παγιδευθέντι πρὸς θάνατον δι’ αὐτοῦ. ὁ δὲ Κύριος φιλοῦντα μὲν οὐκ ἀπεστράφη· ἔδειξε δὲ αὐτῷ ὅτι οὐ τρόπῳ φιλίας παρεγένετο, ἀλλὰ χάριν ἀσεβείας. προέδωκέ τε ἑαυτὸν ἑκών. καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας καὶ | |
20 | ἐκράτησαν, ταύτην τὴν νύκτα καθ’ ἣν τὸ Πάσχα ἔφαγον. οὕτως ἔζεον καὶ ἐμαίνοντο. ἀλλ’ ὅμως οὐδὲν ἂν ἴσχυσαν, εἰ μὴ αὐτὸς συνεχώρησεν. οὐ μὴν τοῦτο ἀπαλλάττει τὸν Ἰούδαν τῆς ἀφορή‐ του κολάσεως, ἀλλὰ καὶ μειζόνως αὐτὸν καταδικάζει, ὅτι καὶ τῆς δυνάμεως αὐτοῦ τοσαύτην λαβὼν ἀπόδειξιν καὶ τῆς ἐπιεικείας καὶ | |
25 | τῆς ἡμερότητος, θηρίου παντὸς χαλεπώτερον γέγονεν. Καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον. Οἱ μακάριοι μαθηταὶ τῷ τῆς φιλοθεΐας νυττόμενοι κέντρῳ, μαχαίρας ἐπανατείνουσιν ἀποσοβοῦντες τὴν ἔφοδον· οὐκ ἐᾷ δὲ | |
τοῦτο γενέσθαι ὁ Χριστός. οὐ γάρ τοι μαχαίρᾳ ἡμᾶς κεχρῆσθαι | 428 | |
429 | βούλεται, ἐννοίᾳ δὲ μᾶλλον καὶ συνέσει χρωμένους ἀποσείεσθαι γενικῶς τοὺς ἐναντίους. ἰασάτο δὲ θεοπρεπῶς τὸν ὑπομείναντα τὴν πληγὴν, ὡς ἕτερός φησιν Εὐαγγελιστὴς, τοῖς ἀφιγμένοις εἰς τὸ συλλαβεῖν αὐτὸν θεοπρεπὲς καὶ τοῦτο διδοὺς σημεῖον· ὅτι δὲ τὴν | |
5 | αὐτοῦ χεῖρα κἂν θέλῃσιν πλεονεκτήσειεν ἂν οὐδεὶς, διαδείκνυσι λέγων, “καθ’ ἡμέραν ἐν τῷ ἱερῷ διδάσκοντα οὐκ ἐκρατήσατε.” ἐτα‐ μιευόμην γὰρ μᾶλλον τὸ χρῆναι παθεῖν καιρῷ τῷ καθήκοντι· καὶ οὗτός ἐστιν ὁ παρὼν, ἵνα πληρωθῶσιν αἱ γραφαί. δεικνὺς ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἦν τὸ κρατῆσαι. διατί γὰρ μὴ ἐν τῷ ἱερῷ | |
10 | αὐτὸν ἐκράτησαν; ὅτι ἐφοβοῦντο τὸν ὄχλον. διὸ καὶ ἔξω ἐξῆλθε, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ καιροῦ διδοὺς αὐτοῖς ἄδειαν. καὶ ἀφέντες αὐτὸν οἱ μαθηταὶ ἔφυγον. οὐ γὰρ ἐνῆν ψεύσασθαι τὴν ἀλήθειαν, ἢ τοὺς προφήτας διαμαρτεῖν. | |
14t | ΚΕΦ. ΜΖ. | |
15t | Περὶ ἀρνήσεως Πέτρου. | |
16 | Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν Ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύ‐ τεροι καὶ οἱ Γραμματεῖς. καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ Ἀρχιε‐ | |
20 | ρέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. Πολλὴ θερμότης τοῦ Πέτρου· οὐδὲ φεύγοντας ἰδὼν ἔφυγεν· ἀλλ’ ἔστη καὶ εἰσῆλθεν· ἦν δὲ καὶ Ἰωάννης, ἐπειδὴ γνώριμος ἦν. καὶ διατί ἀπήγαγον αὐτὸν ἐκεῖ, ὅπου ἦσαν ἅπαντες συνηγμένοι; | |
25 | ἵνα μὲν γνώμης πάντα ποιῶσι τῶν ἀρχιερέων. ἐκεῖνος γὰρ ἦν τότε ἀρχιερεύς. συνήχθησαν οὖν ἅπαντες, καὶ συνέδριον ἦν λοιμῶν· καὶ ἐρωτῶσιν οὐχ ἁπλῶς, ἀλλὰ βουλόμενοι σχῆμα περιθεῖναι τῇ ἐπι‐ βουλῇ ταύτῃ δικαστηρίου. οὐδὲ γὰρ ἦσαν ἶσαι αἱ μαρτυρίαι, φησίν. οὕτω πεπλανημένων τὸ δικαστήριον ἦν, καὶ θορύβου πάντα | |
30 | ἔγεμε καὶ ταραχῆς. ἐλθόντες δὲ ψευδομάρτυρες ἔλεγον ὅτι οὗτος | 429 |
430 | εἶπεν “ὅτι ἐγὼ καταλύσω τὸ ναὸν τοῦτον τὸ χειροποίητον, καὶ ἐν “τρισὶν ἡμέραις ἄλλον ἀχειροποίητον οἰκοδομήσω.” διὰ τῆς προσ‐ θήκης τοῦ χειροποιήτου ηὔξησαν τὴν συκοφαντίαν· οὐ γὰρ εἶπε, λύσω, ἀλλὰ, “λύσατε τὸν ναὸν τοῦτον·” καὶ οὐδὲ περὶ ἐκείνου, ἀλλὰ | |
5 | περὶ τοῦ σώματος τοῦ ἰδίου. τί οὖν ὁ ἀρχιερεύς; βουλόμενος εἰς ἀπολογίαν καταστῆσαι ἵνα ἐξ αὐτῆς αὐτὸν ἕλῃ, φησὶν, “οὐκ “ἀποκρίνῃ οὐδέν; τί οὖν οὗτοί σου καταμαρτυροῦσιν;” ὁ δὲ ἐσιώπα. ἀνόνητα γὰρ ἦν τὰ τῆς ἀπολογίας, οὐδενὸς ἀκούοντος. καὶ γὰρ σχῆμα τοῦ δικαστηρίου ἦν μόνον. ὃ καὶ ἔδειξε κατὰ τὴν ἱστο‐ | |
10 | ρίαν τοῦ Λουκᾶ, εἰπὼν πρὸς τοὺς ἐρωτῶντας “εἶ σὺ ὁ Χριστός; “εἰπὲ ἡμῖν. ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ “μὴ ἀποκριθῆτε.” πάλιν δὲ ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν εἰ αὐτὸς εἴη ὁ Χριστός; καὶ ἐπειδὴ Χριστοὶ ἐκαλοῦντο οἵ τε ἱερεῖς καὶ προφῆται καὶ βασιλεῖς, προστίθησι κατὰ ἐξαίρετον, “ὃ υἱὸς τοῦ | |
15 | “εὐλογητοῦ,” ἵνα εἴπῃ τοῦ Θεοῦ. ἐπ’ ἐλέγχῳ δὲ αὐτοῦ ἡ ἀπόκρισις, ὅτι “ἐγώ εἰμι.” οὐ γὰρ ὡς δυνάμενος πιστεῦσαι. καὶ γὰρ εἶπε κατὰ Λουκᾶν ὅτι “οὐ μὴ πιστεύσητε.” ἀλλ’ ἵνα μηδὲ τοῦτο ὑπολείπη‐ ται, ὅτι οὐ σαφῶς ἤκουσαν δηλοῦντος ἑαυτὸν ὄντα Χριστόν. καὶ ὁ μὲν Μάρκος ἀντίκρυς λέγει. Τὸ δέ ἐστιν ἐλέγχοντος ὅτι οὐ παντε‐ | |
20 | λῶς διαλέληθεν αὐτοὺς τὸ πρᾶγμα, διὰ τὴν ἐκ τῶν σημείων ἐπίγνωσιν. πόθεν γὰρ τὸ λέγειν τοῦτον μόνον Χριστὸν, ὅπερ ἐφ’ ἑτέρων οὐκ εἰρήκασιν; ἐπιφέρει δὲ τὸ τῆς κρίσεως, ἀπειλῶν ὅτι ὄψονται αὐτὸν ἐν τῇ οὐρανίῳ δόξῃ φαινόμενον. τὸ δὲ “ἐκ δεξιῶν τῆς “δυνάμεως” τὴν δόξαν λέγει τὴν ἐξ οὐρανοῦ φανησομένην, οὐ σχῆμα | |
25 | σωματικόν. οὐδὲ γὰρ ὁρᾶται Θεὸς ὁ πάντη ἀόρατος, ἵνα καὶ ἡ ἐκ δεξιῶν καθέδρα σωματικῶς θεωρεῖσθαι λέγηται· ἀλλὰ τὸν ἐν με‐ γίστῃ δόξῃ τῇ ὁρατῇ θεωρησόμενον, ἐκ δεξιῶν εἶπε θεωρηθήσεσθαι· ὡς τῆς ὁρατῆς ταύτης δόξης τῇ ἀοράτῳ ἐκείνῃ συναπτομένης ἐγγύτατα καὶ ἐντιμότατα. ἀλλ’ ὅμως ἀκούσαντες οὐκ ἐφυλά‐ | |
30 | ξαντο, ἀλλὰ βλασφημίαν εἶπον εἶναι τὸν λόγον, καὶ μηκέτι ζητεῖ‐ | |
σθαι μάρτυρας. οὕτως οὐκ εἰς ὠφέλειαν τοῖς ἀνηκόοις αἱ τῶν | 430 | |
431 | μυστηρίων ἀποκαλύψεις, ἀλλ’ εἰς κατάκρισιν. εἰπόντος τοίνυν τοῦ Χριστοῦ ὅτι αὐτὸς εἴη, καὶ ὅτι ἐκ δεξιῶν καθιεῖται τοῦ πατρὸς, καὶ ὅτι ἥξει πάλιν κρινῶν τὴν οἰκουμένην, ὃ πολλὴν τὴν πρὸς αὐτὸν συμφωνίαν δηλοῦντος ἦν· διέρρηξεν αὑτοῦ τὰ ἱμάτια ὁ | |
5 | ἀρχιερεὺς, καί φησιν, ἠκούσατε τῶν λεγομένων· τί ὑμῖν δοκεῖ; οὐ φέρει τὴν ψῆφον οἴκοθεν, ἀλλὰ παρ’ ἐκείνων αἰτεῖ, ὡς ἐπὶ ὡμολογημένων ἁμαρτημάτων καὶ βλασφημίας δήλης, καὶ προ‐ λαμβάνει τοὺς ἀκροατὰς λέγων, ὑμεῖς γὰρ ἠκούσατε τῆς βλασφη‐ μίας, μονονουχὶ καταναγκάζων καὶ βεβαιῶν κακῶς, μᾶλλον δὲ | |
10 | βιαζόμενος τὴν ψῆφον ἐξενεγκεῖν κατ’ αὐτοῦ τοὺς παρόντας ὡς βλασφημίαν εἰπόντος καὶ Θεὸν ἑαυτὸν ποιοῦντος· καὶ φησὶν, “ἠκούσατε τῆς βλασφημίας, τί ὑμῖν δοκεῖ;” τί οὖν ἐκεῖνοι; κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου· αὐτοὶ κατήγοροι καὶ δικα‐ σταὶ καὶ πάντα γινόμενοι. πάντας γὰρ ἐπεσπάσατο διὰ τοῦ ῥῆξαι | |
15 | τὸν χιτωνίσκον. ἔθος γὰρ ἦν αὐτοῖς τοῦτο ποιεῖν, ἡνίκα βλασφη‐ μίας τινὸς ἤκουσαν ὡς ἐνόμιζον. Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτὸν, καὶ λέγειν αὐτῷ, Προφήτευσον· καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν | |
20 | ἔβαλλον. Ὁ γῆς καὶ οὐρανοῦ Κύριος, ὁ τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης, ὡς εἷς ἐξ ἡμῶν ἐξ ἡμῶν ἀτιμάζεται, καὶ διακαρτερεῖ τυπτόμενος, καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα, τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας ἑαυτὸν παρατιθείς. καὶ τύπτοντες, | |
25 | “προφήτευσόν” φασιν. ὁ ἐξετάζων καρδίας καὶ νεφροὺς, ὁ προφη‐ τείας πάσης δοτὴρ, πῶς ἂν ἠγνόησε, τίς ἐστιν ὁ παίσας αὐτόν; Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως. Ἠσθένησε κατὰ τὴν πρόρρησιν ὁ μακάριος Πέτρος, καὶ ἠρνή‐ | |
30 | σατο τὸν τῶν ὅλων σωτῆρα Κύριον, καὶ οὐχ ἅπαξ, ἀλλὰ τρὶς, καὶ | |
ἐνώμοτον ἐποιεῖτο τὴν ἄρνησιν διὰ ῥῆμα παιδίσκης, οὐ μνημονεύ‐ | 431 | |
432 | σας ὑπὸ τῆς παραχρῆμα ταραχῆς τοῦ λόγου τοῦ Κυρίου· “ὃς “ἀρνήσεται με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν ἔμ‐ “προσθεν τοῦ Πατρός μου.” ἰδοὺ γὰρ ἔμπροσθεν πάντων ἤρνηται· καὶ πάλιν εἴτε αὐτῆς τῆς παιδίσκης, ὡς ὁ Μάρκος φησὶν, εἴτε | |
5 | ἄλλης, ὡς ὁ Ματθαῖος φησὶ, καταμηνυούσης ὡς εἴη τῶν μαθητῶν εἷς, οὐ γὰρ ἐξηκρίβωται τοῦτο τῇ μνήμῃ τῶν γραψάντων, ἐπεὶ μηδὲ συνέχον ἦν εἰς τὴν σωτήριον πίστιν· ὁπότε ὁ Λουκᾶς οὐδὲ παιδίσκην, ἀλλ’ ἄνδρα λέγει τὸν διϊσχυριζόμενον, ὅτι μετὰ τοῦ Ἰησοῦ καὶ οὗτος ἦν. τῶν δὴ τοιούτων οὐ σφόδρα συνεχόντων | |
10 | συμπεφώνηται τὸ προκείμενον, ὅτι καὶ δεύτερον ὁ Πέτρος ἠρνή‐ σατο μεθ’ ὅρκου μηδὲ εἰδέναι τὸν ἄνθρωπον. καὶ πάλιν ἄλλων τὰ αὐτὰ ἐπιφερόντων σφοδροτέρως ἀπώμνυτο. ὡς δὲ ὀλίγον ὁ φόβος παρῆλθε, καὶ ἀνερρώσθη ὁ λογισμὸς πρὸς τὴν μνήμην ἣν ἀπὸ τῆς ταραχῆς ἀπωλωλέκει, καὶ παραδόξως εὑρίσκει τὸν ἔλεγχον αὐτοῦ | |
15 | γεγενημένον ὃν ὁ Κύριος εἶπεν, καὶ τὸ σημεῖον δὲ τοῦ ἀλεκτρυό‐ νος αἰσθανόμενος τίνα ἠρνήσατο, ἐξελθὼν ἔξω, φησὶν, ἔκλαυσε δεινῶς, προσεσχηκότος αὐτῷ τοῦ Χριστοῦ· ἐπιστρέψας οὖν οὐ διημάρτηκε τοῦ σκοποῦ, μεμένηκε γὰρ, ὅπερ ἦν, γνήσιος μαθητής. πεπλούτηκε γὰρ τῆς ἀφέσεως τὴν ἐλπίδα. πλὴν ἐκεῖνό φαμεν ὅτι | |
20 | τῶν ἁγίων ὀλισθήματα διὰ τῶν γραφῶν μανθάνομεν, ἵνα καὶ τῆς αὐτῶν μετανοίας μιμηταὶ γενώμεθα. φάρμακον γὰρ σωτηρίας ἐπενόησεν ὁ φιλοκτίρμων Θεὸς τὴν μετάνοιαν, ἣν ἀναιρεῖν πει‐ ρῶνται οἱ καθαροὺς ἑαυτοὺς εἶναι λέγοντες· οὐκ ἐννοήσαντες ὅτι παντός ἐστι ῥύπου μεστὸν τὸ τοιαύτην ἔχειν ἐν ἑαυτοῖς τὴν διά‐ | |
25 | ληψιν. καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου, καθὼς γέγραπται. κἀκεῖνο δὲ μὴ ἀγνοείτωσαν· ὅτι πρὶν συλληφθῆναι Χριστὸν καὶ ἀρνήσασθαι τὸν Πέτρον, μέτοχος ἦν τοῦ σώματος τοῦ Χριστοῦ καὶ τοῦ τιμίου αἵματος, καὶ οὕτως ὠλίσθησε, καὶ τὴν ἐκ τῆς μετανοίας ἄφεσιν ἐκομίζετο. οὐκοῦν μὴ κατηγορείτωσαν τῆς τοῦ Θεοῦ γαληνότητος, | |
30 | μεμνημένοι λέγοντος ἐναργῶς, “ἀνομία ἀνόμου οὐ μὴ κακώσει | |
“αὐτόν. ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ.” φησὶ | 432 | |
433 | δὲ ὁ Εὐαγγελιστὴς, ὅτι ὅτε ἅπαξ ἠρνήσατο, ἐφώνησεν ὁ ἀλεκ‐ τρυὼν, ὅτε δὲ τρὶς ἠρνήσατο, τότε δεύτερον, ἀκριβέστερον ἐξη‐ γούμενος τοῦ μαθητοῦ τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει. καὶ ταῦτα παρ’ αὐτοῦ τοῦ διδασκάλου | |
5 | μαθών. καὶ γὰρ φοιτητὴς ἦν Πέτρου. σύμφωνα δὲ τὰ παρὰ τοῦ Ματθαίου καὶ Μάρκου· εἰ καὶ δοκεῖ ἐναντία εἶναι. ἐπειδὴ γὰρ καθ’ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον εἴωθε φω‐ νεῖν ὁ ἀλεκτρυὼν, δηλοῖ ὁ Μάρκος ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε καὶ εἰς μνήμην ἤγαγε. ὥστε ἀμφότερα ἀληθῆ· πρὶν | |
10 | γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνή‐ σατο· καὶ οὐδὲ ὑπὸ τοῦ Κυρίου τῆς ἁμαρτίας ἀναμνησθεὶς κλαῦσαι ἐτόλμα φανερῶς. ἄλλος δέ φησιν ὡς τοῦ Ματθαίου ἁπλῶς καὶ ἀορίστως πρὶν ἀλέκτορα φωνῆσαι λέγοντος τὸ παρει‐ μένον προσέθηκεν ὁ Μάρκος συνήθως λέγων τὴν ἐπικρατεστέραν | |
15 | τῶν πάντων ἀλεκτρυόνος φωνὴν, ὥσπερ καὶ τὴν ἡμέραν τὴν καθαρὰν καὶ τοῖς πᾶσι διαφανῆ. ἡρμήνευσεν οὖν φησιν ὁ Εὐαγ‐ γελιστὴς τὸ πρὶν ἀλέκτορα ἐκφωνῆσαι ποίαν εἶπε τὴν δευτέραν καὶ πᾶσι καταφανῆ, οὐκ ἐναντιούμενος τοῖς ἄλλοις. Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ | |
20 | ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν, καὶ παρέδωκαν τῷ Πιλάτῳ. Προσήγαγον Πιλάτῳ τὸν Ἰησοῦν· παρεδόθησαν καὶ αὐτοὶ ταῖς τῶν Ῥωμαίων στρατιαῖς, καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφη‐ | |
25 | τῶν ἐπ’ αὐτοῖς προαπηγγελμένα. ὁ μὲν γάρ φησιν, “οὐαὶ τῷ ἀνόμῳ “πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.” ὁ δὲ, | |
“καθὼς ἐποίησας, οὕτως ἔσται σοι, τὸ ἀνταπόδομα ἀνταποδοθήσεταί | 433 | |
434 | σοι εἰς κεφαλήν σου. ἐρωτήσαντος δὲ τοῦ Πιλάτου, “σὺ εἶ ὁ “βασιλεὺς τῶν Ἰουδαίων;” ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, “σὺ εἶπας.” ἐπειδὴ γὰρ κατὰ τὸν Λουκᾶν ἤρξαντο κατηγορεῖν αὐτοῦ λέγοντες, “τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν,” καὶ τὰ ἑξῆς· | |
5 | ἐρωτηθεὶς παρὰ Πιλάτου ὁ Ἰησοῦς ἀπεκρίθη, “σὺ εἶπας,” ἵνα μὴ διὰ τῆς σιωπῆς τὴν συκοφαντίαν αὐτῶν βεβαιώσῃ, μήτε διὰ τῆς ἀρνήσεως δειλίας ἀπενέγκῃ τὴν δόξαν. Προσήγαγον Πιλάτῳ τὸν Ἰησοῦν οἱ τῶν Ἰουδαίων ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, ὡς ἀντάρτην καὶ βασιλέα | |
10 | τῶν Ἰουδαίων λέγοντα ἑαυτὸν εἶναι. ἐρωτήσαντος δὲ αὐτὸν τοῦ Πιλάτου εἰ αὐτὸς εἴη ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἵνα μήτε διὰ τῆς σιωπῆς τὴν συκοφαντίαν αὐτῶν βεβαιώσῃ, μήτε διὰ τῆς ἀρνήσεως δειλίας ἀπενέγκῃ δόξαν, ἀποκριθεὶς εἶπεν αὐτῷ, “σὺ “εἶπας,” κατηγορηθεὶς δὲ ὑπὸ τῶν ἀρχιερέων πολλὰ ἔλεγον γὰρ | |
15 | κατὰ τὸν Λουκᾶν “τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ “κωλύοντα φόρους Καίσαρι διδόναι, καὶ λέγοντα ἑαυτὸν Χριστὸν “βασιλέα εἶναι.” ἐθαύμασεν ὁ Πιλᾶτος, πῶς ὁ λογιώτατος δι‐ δάσκαλος ὡς ἀναίτιος δυνάμενος ἀπολογισάμενος ἀπολυθῆναι, οὐκ ἀπολογεῖται, ἀλλ’ ἑκὼν ὑπομένει παθεῖν, μεγαλοφυῶς ὑπερορῶν | |
20 | τοὺς κατηγόρους. διὸ καὶ ἔλεγε πρὸς αὐτὸν, “οὐκ ἀποκρίνῃ οὐδέν; “ἴδε πόσον καταμαρτυροῦσιν;” ἐκκαλούμενος αὐτὸν εἰς ἀπολογίαν, ἵνα ὡς ἀναίτιον ἀπολύσῃ αὐτόν· πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδω‐ λολάτρου δυσσεβέστεροι Ἰουδαῖοι. ὁ μὲν γὰρ Πιλᾶτος παντὸς αἰτιάματος ἀπαλλάττων αὐτὸν, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ | |
25 | τρίτον, καὶ τὸ ἐκ συνηθείας ἀνέμνησεν αὐτοὺς ἐξαιτῆσαι αὐτὸν δὶς ἐν τῇ ἑορτῇ ἐξουσίαν ἔχειν αὐτοὺς, τοῦτο ποιεῖν βουλόμενος αὐτούς. οἱ δὲ ἐπίσχυον λέγοντες, “σταύρωσον αὐτὸν,” συκοφαντιῶν συλλέγοντες ἀφορμὰς, καὶ ἀνέκραγον παμπληθῆ λέγοντες, “αἶρε “τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν.” οὗτος ἦν διὰ φόνον | |
30 | καὶ στάσιν βεβλημένος εἰς τὴν φυλακήν· “καὶ τὸν ἅγιον καὶ “δίκαιον ἠρνήσαντο, καὶ ἄνδρα φονέα ᾔτησαν χαρισθῆναι αὐτοῖς,” | |
ἵνα τῆς ἐκείνου μερίδος γένωνται κοινωνοί. | 434 | |
435 | Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. Εἷς ἦν τοῖς ἀνοσίοις Ἰουδαίοις ὁ σκοπὸς τὸ καταγαγεῖν εἰς θάνατον τὸν ἀναφέροντα εἰς ζωήν· πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς | |
5 | εἰδωλολάτρου γεγονότες δυσσεβέστεροι. ὁ μὲν γὰρ Πιλάτος αἰτιάματος παντὸς ἀπήλλαττε τὸν Ἰησοῦν· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ τρίτον. οἱ δὲ ἐπίσχυον λέγοντες, “σταύρωσον αὐτὸν,” συκοφαντιῶν συλλέγοντες ἀφορμάς. καὶ ταῦτα λέγουσιν ἐπετίμα Πιλάτος λέγων, “τί γὰρ κακὸν ἐποίησε;” καὶ τοῦ κρίνειν λαχόντος | |
10 | ἐλευθεροῦντος αὐτὸν, θανάτου ψῆφον ὑποστῆναι παρακαλοῦσι τὸν ἁπάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον· ἵνα καὶ ἔτι φορτι‐ κωτέραν ὑπομείνωσι κόλασιν, ἀνέκραγον παμπληθεὶ λέγοντες, “αἶρε “τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν,” “καὶ τὸν ἅγιον καὶ “δίκαιον ἠρνήσαντο,” καθά φησιν ὁ ἅγιος Πέτρος, “καὶ ᾐτήσαντο | |
15 | “ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς,” ἵνα τῆς ἐκείνου μερίδος γένωνται κοινωνοί. ἐπέκρινε τοίνυν ὁ Πιλάτος γενέσθαι τὸ αἴτημα αὐτῶν, καὶ νίκην νενικήκασιν ὀλέθρου μητέρα, καὶ ὁ Σωτὴρ δὲ ὅτι διεφθαρ‐ μένον ἑώρα τὸ δικαστήριον ἅπαν, πρὸς οὐδὲν ἀποκρίνεται, ἀλλὰ σιγᾷ. διατί δὲ φραγελλώσας αὐτὸν ὁ Πιλάτος παρέδωκεν ἵνα | |
20 | σταυρωθῇ; ἢ ὡς κατάδικον, ἢ σχῆμα περιθεῖναι τῇ κρίσει βουλό‐ μενος, ἢ ἐκείνοις χαρίσασθαι. Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενος, κρανίου τόπος. καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε. | |
25 | Ὥσπερ ἔκ τινος συνθήματος εἰς ἅπαντας τότε ὁ διάβολος ἐχόρευσε. καὶ γὰρ τέρψιν ἐποιοῦντο καὶ οἱ στρατιῶται τὰς εἰς αὐτὸν ὕβρεις· ἢ καὶ αὐτοὶ χαριζόμενοι τοῖς Ἰουδαίοις, ἢ καὶ κατ’ οἰκείαν δυστροπίαν ἅπαντα πράττοντες. καὶ αἱ ὕβρεις διά‐ φοροι καὶ ποικίλαι. τὴν θείαν κεφαλὴν ἐκείνην ποτε μὲν κολα‐ | |
30 | φίζοντες, ποτὲ δὲ τῷ στεφάνῳ τῶν ἀκανθῶν ὕβριζον, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον· ἔτι δὲ καὶ χλευάζοντες πορφύραν ἐνδύσαντες, | |
τιθέντες τὰ γόνατα προσεκύνουν, ἐμπτύοντες εἰς αὐτὸν ἄνδρες | 435 | |
436 | ἐναγεῖς καὶ ἀκάθαρτοι. τίς οὖν ἡμῖν ἔσται λοιπὸς λόγος ἐπὶ ὕβρεσι κινουμένοις; καὶ γὰρ ἔσχατος ὅρος ὕβρεως τὸ γινόμενον ἦν. εἰκότως οὐ πάρεισιν οἱ μαθηταὶ, μήποτε τούτοις αὐτοῖς σκανδαλισθῶσι· πάντα γὰρ λόγον ὑπερβαίνει τὰ γεγενημένα. | |
5 | ἐπειδὴ γὰρ ἐνέπαιξαν, ἤγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι, καὶ Σίμωνί, φησι, Κυρηναίῳ ἐπέθηκαν τὸν σταυρὸν αὐτοῦ. ἕτερος δὲ τῶν Εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν βαστάσαι τὸ ξύλον. ἀληθὲς δὲ πάντως τοῦτο τε κἀκεῖνο. ἤνεγκε μὲν γὰρ τὸν σταυ‐ ρὸν ὁ Σωτὴρ, κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντα τὸν | |
10 | Κυρηναῖον κατεσχήκασι, καὶ μετέθηκαν ἐπ’ αὐτῷ τὸ ξύλον. τούτου γὰρ χάριν καὶ ὁ Ματθαῖός φησιν, “ἐξερχόμενοι γὰρ εὗρον ἄν‐ “θρωπον Κυρηναῖον ὀνόματι Σίμωνα, τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ “τὸν σταυρὸν αὐτοῦ·” ὡς αὐτοῦ βαστάσαντος ἀπὸ τῆς πόλεως ἐς ὅθι. καὶ Μάρκος· “ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐ‐ | |
15 | “τὸν, καὶ ἀγγαρεύουσί τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ “ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν “αὐτοῦ.” πρὸς ἐντελεστέραν γὰρ μάθησιν προστίθησι καὶ τίνων πατέρα· τυχὸν ἀμφισβητούντων τινῶν περὶ τοῦ βαστάσαντος· ἢ ὡς ἔτι περιόντος καὶ ἐξηγήσασθαι δυναμένου τὰ γενόμενα περὶ | |
20 | τοῦ σταυροῦ Ἰησοῦ· τάχα δὲ τοῦτο προσέθηκε βεβαιῶν τὰ εἰρημένα τοῖς Εὐαγγελισταῖς, οὐκ ἀνατρέπων. Ἐπειδὴ ἐμπαίξαντες ἤγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι, ἀγγα‐ ρεύουσί τινα Σίμωνα Κυρηναῖον. ἐρχόμενον ἀπ’ ἀγροῦ, ἵνα ἄρῃ τὸν σταυρόν· καὶ γὰρ καὶ αὐτὸ τὸ ξύλον οἰωνίζοντο, καὶ οὐδὲ | |
25 | θίγειν ἠνείχοντο· ἕτερος δὲ τῶν Εὐαγγελιστῶν καὶ αὐτόν φησι τὸν Ἰησοῦν βαστᾶσαι τὸ ξύλον. Ἀληθὲς δὲ τοῦτο κἀκεῖνο· ἔφερε μὲν γὰρ πρῶτον ὁ Σωτὴρ τὸν σταυρὸν, κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντα τὸν Κυρηναῖον κατεσχήκασι καὶ μετέθηκαν ἐπ’ αὐτῷ τὸ ξύλον, δῆλον ὅτι τοῦ Κυρίου βαστάσαντος ἔσωθεν | |
30 | τῆς πόλεως, διὸ καὶ ὁ Ματθαῖος οὕτω φησί· “καὶ ἐξερχόμενοι | |
“εὗρον ἄνθρωπον Κυρηναῖον,” καὶ τὰ ἑξῆς, πρὸς ἐντελεστέραν δὲ | 436 | |
437 | μάθησιν, καὶ τίνων πατέρα τὸν Σίμωνα φησίν· τυχὸν ἀμφισβη‐ τούντων τινῶν περὶ τοῦ βαστάσαντος, ἢ ὡς ἔτι περιόντος καὶ ἐξηγήσασθαι δυναμένου τὰ γενόμενα περὶ τὸν σταυρὸν τοῦ Ἰησοῦ. Καὶ σταυρώσαντες αὐτὸν, διεμέριζον τὰ ἱμάτια αὐτοῦ, | |
5 | βάλλοντες κλῆρον ἐπ’ αὐτὰ, τίς τί ἄρῃ. Ἄθρει πῶς ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος τὴν τοῦ ἀνθρώ‐ που φύσιν ἐπανορθοῖ πρὸς τὸ ἐν ἀρχαῖς, ἀναφέρων διὰ τοῦτο γενέσθαι καθ’ ἡμᾶς, δι’ ἡμᾶς τὰ ἡμῶν ὑπομείνας πάθη. ἀπηρτη‐ μένου γὰρ τοῦ τιμίου σταυροῦ, συνεκρέμαντο δύο λῃσταί. καὶ | |
10 | ὕβρις μὲν ὁμολογουμένως τόγε ἧκον εἰς τὸν τῶν Ἰουδαίων σκοπόν· πλὴν ἀνάμνησις προφητείας λεγούσης, “καὶ μετὰ ἀνόμων ἐλογίσθη.” ἀλλὰ διὰ τῶν αὐτοῦ παθημάτων εἰς ἡμᾶς τρέχει τὰ ἀγαθά. αὐτὸς γὰρ ἐκτέτικεν ὑπὲρ ἡμῶν τὰ ὀφειλήματα· αὐτὸς τὰς ἁμαρ‐ τίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. ἰστέον δὲ ὡς οὔτε ὁ | |
15 | εἰπὼν ὄξος μετὰ χολῆς προσενεχθῆναι τῷ Ἰησοῦ, ἐψεύσατο, οὔτε ἐναντιοῦται τῷ λέγοντι ἐσμυρνισμένον οἶνον προσενεχθῆναι, οὔτε τῷ ἁπλῶς εἰπόντι ὄξος. ὁ μὲν γὰρ πρὸ τοῦ σταυροῦ λέγει, ὁ δὲ ἐν τῷ σταυρῷ προσενεχθῆναι, οὐ τὸ αὐτὸ λέγοντες, καὶ τὸ λαβεῖν, καὶ τὸ γευσάμενον ἀποδοῦναι, καὶ μὴ γεύσασθαι τὴν ἀρχήν. τὸν | |
20 | γὰρ οἶνον μετὰ χολῆς ἔφη Ματθαῖος γευσάμενον, μὴ θελῆσαι πιεῖν· ὁ Μάρκος δὲ μὴ γεύσασθαι τὴν ἀρχὴν ἐσμυρνισμένον οἶνον. Ἰωάννης δὲ ὄξος καὶ χολὴν μετὰ ὑσσώπου ἔφη· οὐδενὶ τούτων ἐναντιούμενος τῶν μηδὲ μνησθέντων. πολλῶν γὰρ γινομένων εἰς αὐτὸν, οἷον ἐν τοσαύτῃ ἀταξίᾳ πλήθους παροινοῦντος, ὁ μὲν τοῦτο | |
25 | προσέφερεν, ὁ δὲ ἐκεῖνο, ὁ δὲ ἄλλο. πολλὰ δὲ καὶ παρεῖται· πάντα δὲ ἀληθῆ εἴρηται, ὑπὸ μάρτυσι τοῖς ἐπισταμένοις αὐτὸν, γράφοντες οὐκ εἰκῆ, οὐδὲ ὡς ἔτυχεν τὰ παρατυχόντα, καὶ ἐπὶ τῶν τυχόντων, ἀλλ’ ἐπὶ τῶν ἐλέγξαι δυναμένων, εἴτι παρὰ τὰ γινόμενα γράφειν ἐτόλμησαν· ἀλλ’ οὐδὲ ὁ εἰπὼν ὅτι γευσάμενος εἶπε, | |
30 | “τετέλεσται,” δείκνυσιν ὅτι ἔπιεν. οὐδὲ γὰρ διέστηκε τὸ ἁπλῶς γεύσασθαι τοῦ μὴ πιεῖν· ἀλλ’ ἕν τι καὶ τὸ αὐτὸ δηλοῖ. ἐπειδὴ τοίνυν εἰπόντες τῷ Πιλάτῳ ἀνελεῖν τὴν αἰτίαν (αὕτη δὲ ἦν τὸ | |
γεγράφθαι, “ὁ βασιλεὺς τῶν Ἰουδαίων”) οὐδὲν ἴσχυσαν, ἀλλ’ ἐνε‐ | 437 | |
438 | στήκει λέγων, “ὃ γέγραφα, γέγραφα,” ὡς ἕτερός φησι τῶν Εὐαγγελιστῶν, ἐπειρῶντο λοιπὸν δι’ ὧν ἐχλεύαζον δεῖξαι ὅτι οὐκ ἔστι βασιλεύς. οὗτος μέν φησιν ὅτι τρίτῃ ὥρᾳ ἐσταυρώθη ὁ Ἰησοῦς, Ματθαῖος δὲ ὅτι ἕκτῃ ὥρᾳ σκότος ἐγένετο· καὶ εἰκὸς μὲν | |
5 | ἐσταυρῶσθαι ἀπὸ τρίτης ὥρας, ἀπὸ δὲ ἕκτης τὸ σκότος γεγενῆσθαι καὶ τὰ λοιπὰ σημεῖα, ἅπερ ἱκανὰ ἦν αὐτοὺς ἐπιστρέψαι, οὐ τῷ μεγέθει τοῦ θαύματος μόνον, ἀλλὰ καὶ τῷ εὐκαίρως συμβῆναι· μετὰ γὰρ πάντα τῆς παροινίας ταῦτα γίνεται, ὅτε τὸν θυμὸν εἴασαν, καὶ πάντα ἐπαύσαντο λέγοντες καὶ ποιοῦντες. τινὲς δέ | |
10 | φασιν, ὅτι τὴν μὲν τοῦ λαοῦ ἀπόφασιν οὗτος ἐπιμνησθεὶς εἶπε, ταύτην ὥραν ἐσταυρῶσθαι τὸν Ἰησοῦν ὑπὸ τοῦ λαοῦ· τρίτη γὰρ ὥρα ἦν ὅτε ὁ λαὸς αὐτὸν κατέκρινε σταυρωθῆναι τῶν Ἰουδαίων· οἱ δὲ λοιποὶ τῆς ἕκτης ἐμνήσθησαν, ἐν ᾗ τὴν ὑπὸ Πιλάτου ἀπόφασιν λαβὼν σταυροῦται ὑπὸ τῶν στρατιωτῶν, ᾧ καὶ συμφώνως οἱ | |
15 | λοιποὶ τῶν Εὐαγγελιστῶν ἔφασαν. Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦν‐ τες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐαὶ, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν. Καὶ ἐπὶ τοῦ σταυροῦ βλέποντες ἀνεσκολοπισμένον ὀνειδίζουσι | |
20 | καὶ αὐτοὶ οἱ παραπορευόμενοι· καὶ, ὃ πάντων χαλεπώτερον ἦν, καὶ ἐπ’ αἰτίᾳ ἀπατεῶνος καὶ πλάνου τὰ αὐτὰ παθεῖν. διὸ καὶ ἔλεγον, “ὁ Χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ κατάβηθι ἀπὸ τοῦ σταυροῦ·” καὶ πάλιν, “ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.” καίτοι φαίη τις ἂν πρὸς αὐτοὺς, εἰ ἄλλους ἔσωσεν, καὶ οἶσθα τοῦτο κατ’ | |
25 | ἀλήθειαν γεγονὸς, πῶς οὐκ ἂν ἴσχυσεν ἑαυτὸν τῶν σῶν ἐξελέσθαι χειρῶν; ἀλλ’ ἐντεῦθεν καὶ τὰ πρότερα σημεῖα ἐπεχείρουν δια‐ βάλλειν. οὐκοῦν οὐδὲ οἱ προφῆται ἦσαν, οὐδὲ οἱ δίκαιοι δίκαιοι. ἐπειδὴ αὐτοὺς οὐκ ἐξήρπαζεν τῶν κινδύνων ὁ Θεός. ἀκριβέστερον δὲ ὁ Λουκᾶς περὶ τῶν λῃστῶν ἐκτίθεται. ὁ μὲν γὰρ Ματθαῖος | |
30 | καὶ Μάρκος παρατρέχοντες εἶπον· ὅτι καὶ οἱ συσταυρωθέντες ὠνείδιζον αὐτόν. ὁ δὲ Λουκᾶς ἕνα μὲν τὸν βλασφημήσαντα, τὸν δὲ ἕτερον ἐπιτιμᾷν αὐτῷ, ᾧ καὶ δικαίως ἐπηγγέλθη μεγάλη τιμή. ἠδύναντο δὲ καὶ οἱ δύο πρότερον βλασφημεῖν, οὐκ εἰδότες ἐφ’ ᾧ | |
κατεκρίθη· μαθόντες δὲ, τὸν μὲν ἕτερον παραιτήσασθαι βλασφη‐ | 438 | |
439 | μεῖν, τὸν δὲ ἕτερον καὶ μαθόντα μὴ ἀποσχέσθαι, ἀμετάθετον ἔχοντα τὴν πονηρίαν. Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν, ἕως ὥρας ἐννάτης· καὶ τῇ ὥρᾳ τῇ ἐννάτῃ | |
5 | ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἐλωῒ, Ἐλωῒ, λαμμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; Ἕκτης ὥρας λοιπὸν γενομένης, γέγονεν ὅπερ ᾔτουν τὸν Ἰησοῦν ἐξ οὐρανοῦ σημεῖον. ὅπερ καὶ ὑπέσχετο δώσειν λέγων, “γενεὰ | |
10 | “πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθή‐ “σεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ,” καὶ “ὅταν ὑψώσητε τὸν υἱὸν “τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι.” καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλωμένου ταῦτα γενέσθαι, ἢ βαδίζοντος ἐπὶ τῆς γῆς. καὶ ὅπερ οὐδέποτε πρότερον συνέβη, ἀλλ’ | |
15 | ἢ ἐν Αἰγύπτῳ μόνον ὅτε τὸ Πάσχα ἐτελεῖτο· καὶ γὰρ ἐκεῖνα τούτων τύπος ἦν. καὶ ἵνα μὴ εἴπωσιν, ἔκλειψιν εἶναι τὸ γεγενη‐ μένον, διὰ τοῦτο καὶ τέσσαρες καὶ δέκατον γίνεται, ὅτε ἔκλειψιν συμβῆναι ἀμήχανον. ἐν μέσῃ δὲ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν. καὶ μετὰ τοῦτο δὲ φθέγγεται, ἵνα μάθωσιν | |
20 | ὅτι ἔτι ζῇ, καὶ αὐτὸς τοῦτο ἐποίησε, καὶ γένωνται καὶ ἐντεῦθεν ἐπιεικέστεροι. καὶ λέγει, “Ἐλωῒ, Ἐλωῒ, λαμμᾶ σαβαχθανὶ,” ἵνα μάθωσιν ὅτι μέχρις ἐσχάτης ἀναπνοῆς τιμᾷ τὸν πατέρα καὶ οὐκ ἔστιν ἀντίθεος. διὸ καὶ προφητικὴν ἀφῆκε φωνὴν, ὥστε αὐτὸν γενέσθαι κατάδηλον, διὰ πάντων δεικνὺς αὑτοῦ τὴν ὁμόνοιαν τὴν | |
25 | πρὸς τὸν γεγενηκότα. Καί τινες τῶν παρεστηκότων ἀκούσαντες, ἔλεγον, Ἰδοὺ, Ἠλίαν φωνεῖ. δραμὼν δὲ εἷς, καὶ γεμίσας σπόγ‐ γον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτὸν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. | |
30 | Ἀλλ’ ὅρα καὶ ἐντεῦθεν τὴν διάνοιαν αὐτῶν. ἐνόμιζον γάρ, φησιν, Ἠλίαν εἶναι τὸν καλούμενον· στρατιωτῶν ὡς οἶμαι ἄγνοια τοῦτό | |
γε. καὶ ἡ τοῦ ὄξους πάλιν προσαγωγὴ διὰ τοῦ σπόγγου, τῆς | 439 | |
440 | ἀναισθήτου καὶ ἀπαιδεύτου παιδιᾶς ἔργον ἦν. ὡς καὶ Ἰουδαϊκὴν καὶ Ἑλληνικὴν χλεύην ὑπέμεινεν ὁ Κύριος. τὸ δὲ, “ἵνα τί;” δείκνυσιν ὅτι οὐδεμία παρ’ αὐτῷ αἰτία· καὶ ὅτι οὐκ ἐγκαταλέ‐ λειπτο, προεῖπεν “ὅτι οὐκ εἰμὶ μόνος. ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν.” | |
5 | ἐν ἑαυτῷ δὲ τυποῖ τὸ ἡμέτερον. ἡμεῖς γὰρ οἶμαι οἱ καταλελειμ‐ μένοι καὶ παρεωραμένοι, εἶτα προσκεκλημένοι καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν. Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσε. Ἵνα δειχθῇ ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται· τί γάρ | |
10 | φησιν ὁ παρὼν Εὐαγγελιστής; “ἐθαύμασεν ὁ Πιλάτος εἰ ἤδη “τέθνηκε,” καὶ ὅτι ὁ κεντυρίων διὰ τοῦτο μάλιστα ἐπίστευσεν, ὅτι μετ’ ἐξουσίας ἀπέθανεν. ἡ δὲ φωνὴ, ὥς φησι Λουκᾶς, ἦν, “Πάτερ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.” καὶ τοῦτο γὰρ κατώρθωται ταῖς ἡμετέραις ψυχαῖς διὰ τοῦ πάντων ἡμῶν | |
15 | Σωτῆρος Χριστοῦ, τὸ εἰς χεῖρας Θεοῦ ζῶντος ἀπαλλαττομένας τοῦ σώματος πέμπεσθαι. καὶ τοῦτο εἰδὼς ὁ Πέτρος γράφει, “ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ κτιστῇ “παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς.” Ἵνα δειχθῇ ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται ὄντως | |
20 | ἐφώνησεν. Ὡς γὰρ ὁ παρὼν Εὐαγγελιστής φησι, καὶ ἐθαύ‐ μασεν ὁ Πιλᾶτος, εἰ ἤδη τέθνηκε· διὰ τοῦτο καὶ μάλιστα καὶ ὁ κεντυρίων ἐπίστευσεν, ὅτι μετ’ ἐξουσίας ἀπέθανε, μεγάλην γὰρ φωνὴν ἀφῆκε, τουτέστι λαμπρὰν καὶ μηδὲν θανάτου φέρου‐ σαν σημεῖον. ἡ δὲ φωνὴ, ὡς ὁ Λουκᾶς φησι, τοιαύτη, “Πάτερ, | |
25 | “εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου·” αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε καὶ τὰ μνημεῖα ἀνέῳξε, καὶ τὸν οἶκον ἐποίησεν ἔρημον· οὐκ ἐνυβρίζων εἰς τὸν ναὸν, ἀλλ’ ἀναξίους αὐτοὺς ἀποφήνας τῆς ἐκεῖ διατριβῆς, καὶ προφητεία τῆς μελλούσης ἐρημώσεως ἦν· καὶ ὡς ἤδη συντελεῖσθαι δεῖ τὴν τοῦ νόμου σκιὰν, | |
30 | παραχθῆναι δὲ τὰ ἅγια τῶν ἁγίων τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις, ἵνα λοιπὸν εἴργοντος οὐδενὸς, εἰς τὴν ἐσω‐ τέραν λοιπὸν τρέχωμεν σκηνὴν οἱ πιστεύοντες εἰς Χριστόν. Ὁ μὲν | |
οὖν κατὰ Ματθαῖον κεντυρίων καὶ οἱ στρατιῶται, ὡς ἂν ἰδόντες | 440 | |
441 | τὸν σεισμὸν καὶ τὰ γεγονότα, οἷον τὸ καταπέτασμα καὶ τὰς πέτρας σχισθέντα, ἐφοβήθησαν σφόδρα, λέγοντες, “ἀληθῶς Θεοῦ “Υἱὸς ἦν οὗτος·” οὗτοι δὲ καὶ ὁ κατὰ τὸν Λουκᾶν κεντυρίων ἄνθρωπον λέγουσι τὸν Ἰησοῦν υἱὸν Θεοῦ δίκαιον, ἴσως μὲν ἐκεῖνο | |
5 | οὐκ εἰδότες, μόνον δὲ ἀκούσαντες αὐτοῦ τὴν μεγάλην φωνὴν, καὶ ἐπὶ ταύτῃ ταχέως ἀποπνεύσαντα ἰδόντες, οὐδ’ ὑποτμηθέντων αὐτοῦ τῶν ἀγκυλῶν κατὰ τὸ ἔθος. Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. ἰδὼν δὲ ὁ Κεντυρίων ὁ παρεστηκὼς | |
10 | ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν, ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ. Αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἠνέῳξε, καὶ τὸν οἶκον ἐποίησεν ἔρημον. ἐποίησε δὲ τοῦτο, οὐκ ἐνυβρίζων εἰς τὸν ναὸν, ἀλλ’ ἀναξίους αὐτοὺς ἀποφήνας τῆς ἐκεῖ διατριβῆς· | |
15 | ἀλλὰ καὶ προφητεία τῆς μελλούσης ἐρημώσεως ἦν, καὶ ὡς ἔδει συντετελέσθαι τὴν τοῦ νόμου σκίαν· παραδειχθῆναι δὲ τὰ ἅγια τῶν ἁγίων διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένης, ἵνα λοιπὸν εἴργοντος οὐδενὸς εἰς τὴν ἐσωτέραν λοιπὸν τρέχωμεν σκηνὴν, οἱ κατ’ ἴχνος ἰόντες Χριστοῦ. καὶ πῶς οὐκ ἀληθινὸς ὁ τοῦ Θεοῦ υἱὸς | |
20 | ὁ τὰς πέτρας διαρρήξας, τὴν οἰκουμένην σκοτώσας, καὶ ἀνοίξας τὰ μνήματα, καὶ νεκροὺς ἀναβιῶναι παρασκευάσας, οὐχ ἁψαμένους τοῦ σώματος ἀνακειμένου ἐπὶ τοῦ σταυροῦ, θελήματι μόνον ἀνα‐ στήσας αὐτούς; καὶ διὰ τοῦτο οὐχ ἁπλῶς ἐγείρονται, ἀλλὰ καὶ πέτραι ῥήγνυνται, καὶ γῆ σείεται· ἵνα μάθωσιν ὡς ὁ ταῦτα ποιῶν, | |
25 | πολλῷ μᾶλλον αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ ῥῆξαι. Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν | |
30 | αὐτῷ· καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱε‐ ροσόλυμα. | |
Ἔλαττον ἦν φοβερὸν ταῖς γυναιξὶν, ἤπερ τοῖς Ἀποστόλοις τὸ | 441 | |
442 | πρᾶγμα· καὶ παραμένουσιν Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ μήτηρ τοῦ Κυρίου, καὶ τοῦ Ἰωσῆ μήτηρ. διὸ καὶ Ἰωάννης ἔφη παρεῖναι τῷ σταυρῷ τὴν μητέρα. ἡ δὲ διακονία τῶν γυναικῶν τῶν ἑπομένων τὰ ἀπὸ τῶν χρημάτων ἀναλώματα. ἀναγκαία δὲ καὶ κατὰ θεὰν ἡ | |
5 | παραμονὴ τῶν γυναικῶν εἰς τὸ γνῶναι ποῦ τίθεται, ἵνα αὐτῷ ἀπαν‐ τήσωσι, καὶ τῆς ἀναστάσεως τὴν ἐπαγγελίαν τοῖς μαθηταῖς κομίσωσι. τὸ γὰρ γένος τὸ κατακριθὲν, τοῦτο πρὸς τὸ ἀπολαύειν τῆς τῶν ἀγαθῶν θεωρίας προτιμότερον. τὴν δὲ μητέρα τοῦ Κυρίου ὑπονοητέον λέγειν Ματθαῖόν τε καὶ Μάρκον μητέρα Ἰακώβου τοῦ | |
10 | μικροῦ καὶ Ἰωσῆ, ὥς φησιν ὁ μακάριος Ἰωάννης. Ἀπολινάριος δὲ μηδὲ μνήμην αὐτῆς πεποιηκέναι φησὶ Ματθαῖον καὶ Μάρκον· τὴν δὲ Σαλώμην ἴσως ὑπονοητέον λέγειν τὸν Μάρκον τὴν μητέρα τῶν υἱῶν Ζεβεδαίου, ἧσπερ καὶ ὁ Ματθαῖος ἐμνημόνευσεν ἀνω‐ νύμως. τούτων γὰρ ὡς ἐπὶ σεμνοτέρων δι’ ἀρετὴν μνημονεῦσαι | |
15 | καλῶς ἐδοκίμασαν. Ἀναγκαία καὶ κατὰ Θεὸν ἡ παραμονὴ τῶν γυναικῶν εἰς τὸ γνῶναι ποῦ τίθεται, ἵνα ἀπαντήσωσι, καὶ τῆς ἀναστάσεως τὴν ἐπαγγελίαν κομίσωσι τοῖς μαθηταῖς· τὸ γὰρ γένος τὸ μάλιστα κατακριθὲν τοῦτο πρῶτον ἀπολαύει τῆς τῶν ἀγαθῶν θεωρίας· οὐχ | |
20 | οὕτω γὰρ φοβερὸν ἦν τὸ παραμεῖναι καὶ ταῦτα θεωρῆσαι ταῖς γυναιξὶν, ἤπερ τοῖς μαθηταῖς. Παραμένουσι δὲ Μαρία ἡ Μαγδα‐ ληνὴ, καὶ ἡ μήτηρ τοῦ Κυρίου, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβε‐ δαίου. φησὶ γὰρ ὁ Ἰωάννης παρεῖναι τῷ σταυρῷ τὴν τοῦ Κυρίου μητέρα, ἥν τινα Ματθαῖός τε καὶ Μάρκος μητέρα Ἰακώβου τοῦ | |
25 | μικροῦ καὶ Ἰωσῆ λέγουσι, τινὲς δὲ τῶν ἐξηγητῶν μηδὲ μνήμην αὐτῆς πεποιηκέναι φασὶ Ματθαῖόν τε καὶ Μάρκον, τήν τε Σα‐ λώμην ὑπονοητέον λέγειν τὴν μητέρα τῶν υἱῶν Ζεβεδαίου, ἧσπερ καὶ ὁ Ματθαῖος ἐμνημόνευσεν ἀνωνύμως· τούτων γὰρ ὡς ἐπιση‐ μοτέρων δι’ ἀρετὴν ἐμνημόνευσεν. ἡ δὲ διακονία τῶν ἑπομένων | |
30 | γυναικῶν τὰ ἀπὸ τῶν χρημάτων ἀναλώματα ἦν. πολλῶν δὲ οὐσῶν καὶ ἄλλων γυναικῶν, κατ’ ἐξοχὴν αὕται ὠνομάσθησαν, αἱ μᾶλλον θεωροῦσαι καὶ διακονοῦσαι καὶ κρείττων (sic) ἀκολουθοῦσαι· ἡ ἀπὸ | |
τοῦ μεγαλυσμοῦ Μαρία, Μάγδαλα γὰρ μεγαλυσμὸς, καὶ ἡ τῶν | 442 | |
443 | ἐπωνύμων τῶν πατριαρχῶν μήτηρ τοῦ πτερνίσαντος τὸν ἀδελφὸν, καὶ ἐφ’ ᾧ γεννηθέντι λέγει ἡ μήτηρ, “προσθέτω μοι ὁ Θεὸς υἱὸν “ἕτερον·” καὶ ἡ τῶν υἱῶν τῆς βροντῆς μήτηρ ὀνομαζομένη Σαλώμη ἐστὶν εἰρημένη. | |
5t | ΚΕΦ. ΜΗ. | |
6t | Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου. | |
7 | Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευὴ, ὅ ἐστι προσάββατον, ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐ‐ σχήμων βουλευτὴς, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν | |
10 | βασιλείαν τοῦ Θεοῦ, καὶ τολμήσας εἰσῆλθε πρὸς Πιλά‐ τον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Οὐδὲ τοῦτο ἁπλῶς γενέσθαι φαμέν· τουτέστι τὸ ὑποστῆναι τὸν θάνατον τῇ ἕκτῃ ἡμέρᾳ τὸν Κύριον. ἔδει γὰρ τὸν ἐν ἕκτῃ ἡμέρᾳ τὸν ἄνθρωπον ποιήσαντα, τῇ ἕκτῃ ἡμέρᾳ ὡσαύτως ὑποστῆναι τὸν | |
15 | ὑπὲρ αὐτοῦ θάνατον, ἵνα ἐξέληται αὐτὸν τῆς τοῦ θανάτου φθορᾶς, καὶ οὐδὲ τοῦτο ἁπλῶς ᾠκονόμητο, οὐ μόνον τὸ λαβεῖν αὐτὸν τὸν ἀπ’ Ἀριμαθείας Ἰωσὴφ, οὐδὲ τὸ θάψαι πολυτελῶς, ἀλλὰ καὶ τὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ κατὰ τὸν Ματθαῖον, ἵνα μὴ δῷ ὑπο‐ ψίαν τινὰ, ὅτι οὐχ οὗτος ἀλλ’ ἕτερος ἀνέστη. | |
20 | Εἰ καὶ μὴ ἀκόλουθος, ἀλλὰ μαθητὴς ὁ Ἰωσὴφ, ὁ πάλαι μὲν κρυπτόμενος, νῦν δὲ μέγα τολμήσας μετὰ τὸν θάνατον τοῦ Χρι‐ στοῦ. οὐδὲ γὰρ ἄσημος ἦν, οὐδὲ τῶν λανθανόντων, ἀλλὰ τῆς βου‐ λῆς εἷς καὶ σφόδρα ἐπίσημος· ὅθεν μάλιστα τὴν ἀνδρείαν αὐτοῦ κατιδεῖν ἔνι. σχεδὸν γὰρ τὴν ψυχὴν αὑτοῦ τέθεικε, τὴν πρὸς πάν‐ | |
25 | τας ἀναδεξάμενος ἀπέχθειαν, καὶ τὴν περὶ τὸν Ἰησοῦν σπουδὴν, οὐ τῷ λαβεῖν μόνον οὐδὲ τῷ θάψαι πολυτελῶς, ἀλλὰ καὶ τῷ ἐν τῷ μνήματι τῷ καινῷ, ἐνδειξάμενος· καὶ τοῦτο δὲ οὐχ ἁπλῶς ᾠκονό‐ μητο, ἀλλ’ ὥστε μηδὲ ὑποψίαν τινὰ ψιλὴν γενέσθαι ὅτι ἕτερος ἀνθ’ ἑτέρου ἀνέστη. αἱ δὲ προειρημέναι γυναῖκες προσεδρεύουσιν, | |
30 | οὐδὲν οὐδέπω γενναῖον περὶ αὐτοῦ εἰδυῖαι. διὸ καὶ δῶρα ἐκόμισαν, | |
ὥστε εἰ λωφήσειεν ἡ μανία τῶν Ἰουδαίων, καὶ ἀπελθεῖν καὶ περι‐ | 443 | |
444 | χυθῆναι, ἀνδρίαν τε καὶ φιλοστοργίαν καὶ μεγαλοψυχίαν πολλὴν ἐνδεικνύμεναι τὴν ἐν χρήμασι τὴν μέχρι θανάτου. Καὶ διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδα‐ ληνὴ, καὶ Μαρία Ἰακώβου, καὶ Σαλώμη ἠγόρασαν ἀρώ‐ | |
5 | ματα, ἵνα ἐλθοῦσαι ἀλείψωσι τὸν Ἰησοῦν. Μετὰ τὴν ἀνάστασιν ἦλθεν ὁ Ἄγγελος, καὶ τὸν λίθον ᾖρεν διὰ τὰς γυναῖκας. αὗται γὰρ αὐτὸν εἶδον ἐν τῷ τάφῳ τότε. ἵνα οὖν πιστεύσωσιν ὅτι ἠγέρθη, ὁρῶσαι τὸν τάφον κενὸν τοῦ σώματος, ἀνείλκυσε τὸν λίθον. παραγεγενῆσθαι δὲ αὐτὰς ἐπὶ τοῦ τάφου ὁ | |
10 | μὲν Ματθαῖος ὀψὲ σαββάτων φησὶν, ὁ δὲ Λουκᾶς ὄρθρου βαθέος, καὶ Ἰωάννης μιᾷ τῶν σαββάτων φησὶ πρωῒ σκοτίας ἔτι οὔσης, ὡς φαίνεσθαι προκεκοφυῖαν τὴν νύκτα πολὺ, καὶ πρὸς ἡμέραν εἶναι. τὸν γὰρ τοιοῦτον καιρὸν δυνατὸν καὶ ὀψὲ σαββάτων καλεῖσθαι καὶ βαθὺν ὄρθρον τῆς μιᾶς τῶν σαββάτων. λίαν δὲ πρωῒ καὶ ὁ Μάρ‐ | |
15 | κος εἰπὼν, τὸ νυκτερινὸν ἔτι τῆς ὥρας ἐδήλωσε. δῆλον γὰρ ὅτι οἱ μὲν μίαν σαββάτου εἰπόντες, τὴν ἀναστάσιμον ἡμέραν ἠβουλή‐ θησαν ἐπιδεῖξαι. ὁ δὲ Ματθαῖος τὸ ὀψὲ τοῦ σαββάτου λέγων, τὴν ἀρχὴν τῆς ἀναστάσεως δηλοῖ. ἄρχεται γὰρ ὁ σαββατισμὸς Ἰου‐ δαίων καὶ πᾶσα ἑορτὴ νόμιμος ἀπὸ ἑσπέρας. ἐπειδὴ δὲ ἔν τισι τῶν | |
20 | ἀντιγράφων πρόσκειται τοῦ κατὰ Μάρκον Εὐαγγελίου, “ἀναστὰς “δὲ τῇ μιᾷ τοῦ σαββάτου πρωῒ, ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ, “καὶ τὰ ἑξῆς.” δοκεῖ δὲ τοῦτο διαφωνεῖν τῷ ὑπὸ Ματθαίου εἰρημένῳ, ἐροῦμεν ὡς δυνατὸν ἦν εἰπεῖν ὅτι νενόθευται ἐν τῷ παρὰ Μάρκῳ τελευταῖον ἔν τισι φερόμενον. πάλιν πλὴν ἵνα μὴ δόξωμεν ἐπὶ τὸ | |
25 | ἕτοιμον πεφυγέναι, οὕτως ἀναγνωσόμεθα· “ἀναστὰς δὲ,” καὶ ὑπο‐ στίξαντες ἐπάγομεν, “πρωῒ τῇ μιᾷ τοῦ σαββάτου ἐφάνη Μαρίᾳ, “τῇ Μαγδαληνῇ,” ἵνα τὸ μὲν, ἀναστὰς, ἀναπέμψωμεν ἐπὶ τὴν παρὰ τῷ Ματθαίῳ “ὀψὲ σαββάτων” (τότε γὰρ ἐγηγέρθαι αὐτὸν πιστεύομεν) τὸ δὲ ἑξῆς ἑτέρας ὂν διανοίας παραστατικὸν, συνά‐ | |
30 | ψωμεν τοῖς ἐπιλεγομένοις. τὸν γὰρ ὀψὲ σαββάτων κατὰ Ματθαῖον | |
ἐγηγερμένον ἱστορεῖ πρωῒ ἑωρακέναι Μαρίαν τὴν Μαγδαληνήν· | 444 | |
445 | τοῦτο γοῦν ἐδήλωσε καὶ Ἰωάννης, πρωῒ καὶ αὐτὸς τῇ μιᾷ τῶν σαβ‐ βάτων ὦφθαι αὐτὸν τῇ Μαγδαληνῇ μαρτυρήσας· ὡς παρίστασθαι ἐν τούτοις καιροὺς δύο, τὸν μὲν τῆς ἀναστάσεως, τὸν ὀψὲ τοῦ σαβ‐ βάτου, τὸν δὲ τῆς τοῦ Σωτῆρος ἐπιφανείας τὸ “πρωΐ.” ἀλλ’ οὐδὲ | |
5 | τὸ ἀναβλέψαι καὶ θεωρῆσαι ὅτι ἀποκεκύλισται ὁ λίθος, ἐναντίον ἐστὶ τῷ ὑπὸ τοῦ Ματθαίου εἰρημένῳ, μετὰ τὸ ἐλθεῖν τὰς γυναῖκας ἐπὶ τὸ μνῆμα “σεισμὸς ἐγένετο μέγας, καὶ ἄγγελος Κυρίου κατα‐ “βὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον.” ἐν ὅσῳ γὰρ κατὰ τὸν Μάρκον διελογίζοντο πρὸς ἑαυτὰς αἱ γυναῖκες φάσκουσαι, τίς | |
10 | ἀποκυλίσει ἡμῖν τὸν λίθον; μήπω κυλισθέντος, καταβὰς ὁ Ἄγ‐ γελος ἀπεκύλισε· καὶ οὕτως ἀναβλέψασαι εἶδον ὅτι ἀπεκυλίσθη ὁ λίθος· τὸ γὰρ κυλισθῆναι αὐτὸν ὑπὸ τοῦ Ἀγγέλου παρεσιώπησεν ὁ Μάρκος, ὡς τοῦ Ματθαίου αὐτὸ εἰρηκότος. εἰ δὲ ὁ μὲν Ματ‐ θαῖός φησιν ἐπάνω τοῦ λίθου κεκαθικέναι τὸν Ἄγγελον, ὁ Μάρκος | |
15 | δὲ μετὰ τὸ εἰσελθεῖν εἰς τὸ μνημεῖον ἰδεῖν αὐτὰς νεανίσκον καθή‐ μενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκὴν, οὐδ’ οὕτω διαφωνία τίς ἐστιν. ἐνεδέχετο γὰρ ὃν κατὰ Ματθαῖον ἐθεάσαντο καθήμενον ἐπὶ τὸν λίθον, ἔχοντα τὴν ἰδέαν ὡς ἀστραπὴν καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ μετὰ τὸ εἰσελθεῖν εἰς τὸ | |
20 | μνημεῖον τὸν αὐτὸν θεωρῆσαι προάγοντα αὐτὰς καὶ ἐν τοῖς δεξιοῖς καθεζόμενον, ὃν καὶ ἐν εἴδει νεανίσκου τεθεωρῆσθαι ὁ Μάρκος φησί. ποίῳ γὰρ εἴδει αὐτὸν ἐθεάσαντο οὐκ ἔφησεν ὁ Ματθαῖος. τὸ οὖν ἐκείνῳ παραλελειμμένον, ὁ Μάρκος προανεπλήρωσεν. οὐκ ἀγνοῶ δὲ ὡς διαφόρους ὀπτασίας γεγενῆσθαί φασιν οἱ τὴν δοκοῦσαν δια‐ | |
25 | φωνίαν διαλύσαι σπουδάζοντες, καὶ ἄλλας εἶναι τὰς παρὰ τῷ Ματθαίῳ γυναῖκας, ἑτέρας δὲ τὰς παρὰ τῷ Μάρκῳ, τῆς Μαγδα‐ ληνῆς Μαρίας διὰ πλείστην ὅσην σπουδὴν πάσαις ἐξακολουθούσης καὶ τὰς διαφόρους ὀπτασίας θεωμένης· καὶ τὸν καιρὸν δὲ τῆς ἐπὶ τὸ μνημεῖον ἀφίξεως διάφορον εἶναι τῶν Εὐαγγελιστῶν, ἄλλας | |
30 | καὶ ἄλλας λεγόντων γυναῖκας, καὶ τοὺς καιροὺς καὶ τὰς ὀπτασίας διαφόρους· μετὰ τοῦ μηδὲ ἀνατραπεῖν τὰ παρὰ τοῖς ἄλλοις | |
λεχθέντα. | 445 | |
446 | Ἀναστὰς δὲ ὁ Ἰησοῦς πρωῒ πρώτῃ σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Λέγει αὐταῖς ὁ νεανίσκος, “μὴ ἐκθαμβεῖσθε.” πρότερον γὰρ | |
5 | αὐτὰς ἀπαλλάξαι τοῦ δέους ἔδει, καὶ τότε διαλεχθῆναι περὶ τῆς ἀναστάσεως. ἀπαλλάττει τοίνυν αὐτὰς τοῦ φόβου. καὶ γὰρ σχῆμα φαιδρὸν ἦν, ἀναστάσεως σύμβολον, καὶ τοῖς ῥήμασί φησιν, “Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον·” οὐκ αἰσχυνέται ἐσταυρωμένον καλῶν. τοῦτο γὰρ τὸ κεφάλαιον τῶν ἀγαθῶν· “ἴδε ὁ | |
10 | “τόπος ὅπου ἔθηκαν αὐτόν.” διὰ τοῦτο καὶ τὸν λίθον ἐπῇρεν, ἵνα ὑποδείξῃ τὸν τόπον. “ἀλλὰ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς ὅτι “ὄψεσθε αὐτὸν εἰς τὴν Γαλιλαίαν·” καὶ ἑτέρους εὐαγγελίσασθαι παρασκευάζει, ὃ μάλιστα αὐτὰ ἐποίει πιστεῦσαι· καὶ καλῶς “εἰς “τὴν Γαλιλαίαν,” ἀπαλλάττων πραγμάτων καὶ κινδύνων, ὥστε μὴ | |
15 | τὸν φόβον διενοχλεῖν τῇ πίστει. τὸ δὲ κατ’ ἐξαίρετον, καὶ τῷ Πέτρῳ εἰπεῖν, σημαίνει αὐταῖς ὡς οὐχ ἡ ἄρνησις ἀπώσατο, ἀλλ’ ἡ μετάνοια πάλιν αὐτὸν προσελάβετο, καὶ τοῖς Ἀποστόλοις ἐποίη‐ σεν ἐναρίθμιον. τὸ δὲ, “ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου,” Εὐσεβιός φησιν ὁ Καισαρείας, ὡς Μαρία μὲν ἡ Μαγδαληνὴ καὶ | |
20 | Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἡτοίμασαν ἀρώματα· οὐκ αὐταὶ δέ εἰσιν αἱ καὶ πρώην ἐλθοῦσαι ἀνατείλαντος τοῦ ἡλίου, ἀλλὰ ἄλλαι ἀνώνυμοι. πολλαὶ γὰρ ἦσαν αἱ συναναβάσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας. αὗται δὲ αἱ κατὰ Μάρκον, ἐλθοῦσαι ἀνατεί‐ λαντος τοῦ ἡλίου, καὶ ἀτελέστερόν πως διέκειντο· ὅθεν οὐδὲ νύκτωρ | |
25 | παραγίνονται, ἀλλὰ πρωΐ· καὶ ἀκούσασαι δὲ ἀπαγγεῖλαι τοῖς μαθηταῖς καὶ τῷ Πέτρῳ, ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ. μόναι γὰρ ἀπελθοῦσαι, καὶ ἀληθεῖ ὄψει πεισθεῖσαι ὡς μετὰ ἀνατολὴν ἡλίου ἐπιστῆναι, οὐ τὸν Σωτῆρα θεάσασθαι καταξιοῦνται, ἢ τὸν Ἄγγελον τὸν ἐξαστράπτοντα, οὔτε τοὺς δύο τοὺς ἔσω τοῦ | |
30 | μνημείου, οὔτε τοὺς δύο τοὺς παρὰ τῷ Λουκᾷ ἄνδρας. ψιλὸν δέ τινα νεανίσκον εἶδον περιβεβλημένον στολὴν λευκὴν, ἀναλόγως τῇ | |
τῆς διανοίας αὐτῶν σμικρότητι τὴν ὀπτασίαν ἰδοῦσαι. ταῦτα οὖν, | 446 | |
447 | φησι, περὶ ἑτέρων ὁ Μάρκος ἱστορεῖ γυναικῶν ἀνωνύμως. οὐδὲ γὰρ οἷόν τε ἦν τὴν Μαγδαληνὴν μετὰ τοσαύτας θέας ἡλίου ἀνατεί‐ λαντος ἀπορεῖν καὶ ἀγνοεῖν, τίς ἀποκυλίσειε τὸν λίθον. ἄλλος δέ φησιν ὅτι οὐ παρῆσαν τοῖς ἐν τῇ ἀναστάσει γενομένοις οἱ Εὐαγ‐ | |
5 | γελισταί. δῆλον ἐντεῦθεν, ὡς ἂν ἕκαστος ἐν τοσαύτῳ θορύβῳ πραγμάτων, οὕτω παρὰ πᾶσαν ἐλπίδα συμβάντων, ὑπήκουσεν τῶν γεγονότων, ἁπλουστικώτερον τὴν ἔκθεσιν ἐποιήσατο· τῆς θείας τοῦτο χάριτος συγχωρούσης, ὥστε φανῆναι τὸ ἀπερίεργον αὐτῶν τοῦ τῆς ἀναστάσεως θαύματος, καὶ τῶν λοιπῶν δὲ δογμάτων συμ‐ | |
10 | φώνως ὑπὸ πάντων κηρυττομένων. Εἰ δὲ καὶ τὸ, “ἀναστὰς δὲ πρωῒ” μετὰ τὰ ἐπιφερόμενα παρὰ πλείστοις ἀντιγράφοις οὐ κεῖνται ἐν τῷ παρόντι Εὐαγγελίῳ, ὡς νόθα νομίσαντες αὐτὰ εἶναι, ἀλλ’ ἡμεῖς ἐξ ἀκριβῶν ἀντιγράφων ἐν πλείστοις εὑρόντες αὐτὰ, καὶ κατὰ τὸ Παλαιστιναῖον Εὐαγγέλιον, | |
15 | ὡς ἔχει ἡ ἀλήθεια Μάρκου, συντεθείκαμεν, καὶ τὴν ἐν αὐτῷ ἐπι‐ φερομένην δεσποτικὴν ἀνάστασιν, μετὰ τὸ “ἐφοβοῦντο γὰρ,” τουτέστιν ἀπὸ τοῦ “ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου” καὶ καθ’ ἑξῆς, μέχρι τοῦ “διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.” | |
Τέλος τοῦ κατὰ Μάρκον Εὐαγγελίου. | 447 |