TLG 4102 001 :: CATENAE (Novum Testamentum) :: Catena in Matthaeum (catena integra) (e cod. Paris. Coislin. gr. 23)

CATENAE (Novum Testamentum) Caten.
(p. A.D. 5)

Catena in Matthaeum (catena integra) (e cod. Paris. Coislin. gr. 23)

Source: Cramer, J.A. (ed.), Catenae Graecorum patrum in Novum Testamentum, vol. 1. Oxford: Oxford University Press, 1840 (repr. Hildesheim: Olms, 1967): 1–257.

Citation: Page — (line)

1

(1t)

ΚΕΦΑΛΑΙΑ
2tΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΥ.
3αʹ. Περὶ τῶν μάγων. βʹ. Περὶ τῶν ἀναιρεθέντων παίδων.
5γʹ. Πρῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν οὐρανοῦ. δʹ. Περὶ διδασκαλίας τοῦ Σωτῆρος. εʹ. Περὶ τῶν μακαρισμῶν. ϛʹ. Περὶ τοῦ λεπροῦ. ζʹ. Περὶ τοῦ ἑκατοντάρχου.
10ηʹ. Περὶ τῆς πενθερᾶς Πέτρου. θʹ. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. ιʹ. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. ιαʹ. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. ιβʹ. Περὶ τῶν δύο δαιμονιζομένων.
15ιγʹ. Περὶ τοῦ παραλυτικοῦ. ιδʹ. Περὶ τοῦ Ματθαίου. ιεʹ. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. ιϛʹ. Περὶ τῆς αἱμορροούσης. ιζʹ. Περὶ τῶν δύο τυφλῶν.
20ιηʹ. Περὶ τοῦ δαιμονιζομένου κωφοῦ. ιθʹ. Περὶ τῆς τῶν ἁγίων ἀποστόλων διαταγῆς. κʹ. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου. καʹ. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. κβʹ. Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ.
25κγʹ. Περὶ τῶν αἰτούντων σημεῖον. κδʹ. Περὶ τῶν παραβολῶν.
κεʹ. Περὶ Ἰωάννου καὶ Ἡρώδου.1

2

κϛʹ. Περὶ τῶν εʹ ἄρτων καὶ βʹ ἰχθύων. κζʹ. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. κηʹ. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ. κθʹ. Περὶ τῆς Χαναναίας.
5λʹ. Περὶ τῶν θεραπευθέντων ὄχλων. λαʹ. Περὶ τῶν ἑπτὰ ἄρτων. λβʹ. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. λγʹ. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. λδʹ. Περὶ τῆς μεταμορφώσεως τοῦ Κυρίου.
10λεʹ. Περὶ τοῦ σεληνιαζομένου. λϛʹ. Περὶ τῶν αἰτούντων τὰ δίδραγμα. λζʹ. Περὶ τῶν ἐπερωτησάντων, τίς μείζων. ληʹ. Περὶ τῶν ἑκατὸν προβάτων παραβολή. λθʹ. Περὶ τοῦ ὀφείλοντος μυρία τάλαντα.
15μʹ. Περὶ τῶν ἐπερωτησάντων εἰ ἔξεστιν ἀπολύσαι τὴν γυναῖκα. μαʹ. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. μβʹ. Περὶ τῶν μισθουμένων ἐργατῶν. μγʹ. Περὶ τῶν υἱῶν Ζεβεδαίου. μδʹ. Περὶ τῶν βʹ τυφλῶν.
20μεʹ. Περὶ τῆς ὄνου καὶ τοῦ πώλου. μϛʹ. Περὶ τῶν τυφλῶν καὶ χωλῶν. μζʹ. Περὶ τῆς ξηρανθείσης συκῆς. μηʹ. Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰησοῦν ἀρχιερέων καὶ πρεσβυτέρων. μθʹ. Περὶ τῶν δύο υἱῶν παραβολή.
25νʹ. Περὶ τοῦ ἀμπελῶνος παραβολή. ναʹ. Περὶ τῶν καλουμένων εἰς τὸν γάμον. νβʹ. Περὶ τῶν ἐπερωτησάντων διὰ τὸν κῆνσον. νγʹ. Περὶ τῶν Σαδδουκαίων. νδʹ. Περὶ τοῦ νομικοῦ.
30νεʹ. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως, πῶς υἱὸς Δαβίδ ἐστιν ὁ Χριστός. νϛʹ. Περὶ τοῦ ταλανισμοῦ τῶν γραμματέων καὶ Φαρισαίων. νζʹ Περὶ τῆς συντελείας. νηʹ. Περὶ τῆς ἡμέρας καὶ ὥρας.
35νθʹ. Περὶ τῶν ιʹ παρθένων.2

3

ξʹ. Περὶ τῶν τὰ τάλαντα λαβόντων. ξαʹ. Περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ. ξβʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. ξγʹ. Περὶ τοῦ Πάσχα.
5ξδʹ. Περὶ τοῦ τύπου τοῦ μυστικοῦ. ξεʹ. Περὶ τῆς παραδόσεως τοῦ Ἰησοῦ. ξϛʹ. Περὶ τῆς ἀρνήσεως Πέτρου. ξζʹ. Περὶ τῆς τοῦ Ἰουδᾶ μεταμελείας.
ξηʹ. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου Ἰησοῦ.3

4

(1t)

ΠΡΟΛΟΓΟΣ
2tΕΙΣ ΤΗΝ
3tΕΡΜΗΝΕΙΑΝ ΤΩΝ ΕΞΗΓΗΤΩΝ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ.
4ΧΡΗ τὸν ἐντυγχάνοντα τῇδε τῇ βίβλῳ γινώσκειν ὅτι πολλῶν
5πονημάτων ἀγίων καὶ ὀρθοδόξων πατέρων, οὐ μὴν ἀλλὰ καὶ ἀδο‐ κίμων ἐξηγητῶν, καὶ τῆς τῶν αἱρετικῶν μοίρας τυγχανόντων, αἱ παραγραφαὶ ἔγκεινται, ἐκφυγοῦσαι ὡς ἔνεστι τὰ τῆς ἐκκλη‐ σιαστικῆς παραδόσεως ἀπᾴδοντα δόγματα τὰ ὑπὸ τῶν αἱρετικῶν εἰρημένων. Καὶ τοῦτο δὲ οὐκ αὐτονόμως πεποίηκα, ἀλλὰ ἀκο‐
10λουθήσας τῷ ἁγιωτάτῳ ἡμῶν πατρὶ τῷ τῆς Ἀλεξάνδρου φιλο‐ χρίστου μεγαλοπόλεως ἀρχιεπισκόπῳ Κυρίλλῳ, φήσαντι ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ. “ὅτι οὐ πάντα ὅσα λέγουσιν οἱ “αἱρετικοὶ, φεύγειν καὶ παραιτεῖσθαι χρή. πολλὰ γὰρ ὁμολο‐ “γοῦσιν, ὧν καὶ ἡμεῖς ὁμολογοῦμεν· καὶ τοῦτο προσθῆναι
15“ἀναγκαῖον ᾠήθην τῷδε τῷ προοιμίῳ, πρὸς φανέρωσιν καὶ σαφή‐ “νειαν τοῖς ἐντυγχάνουσιν· ἴστωσαν γὰρ, ὡς οὐ μόνον διαφόρως “ἠνέχθησαν ἐν τοῖς νοήμασι τῆς θεοπνεύστου γραφῆς οἱ ταύτην “ἡρμηνευκότες· ἀλλὰ δὴ καὶ αὐτὰ τὰ ῥητὰ τῆς αὐτῆς θείας “γραφῆς οὐκ ἴσως διεστείλαντο, καὶ οὕτως τὴν ἑρμηνείαν ἐπι‐
20“θείκασι. ὁ μὲν γὰρ πλείους, ὁ δὲ ἥττους ῥήσεις προθέμενος “τὴν ἐξήγησιν ἐποιήσαντο· καὶ ἐκ τούτου δοκοῦσιν οἱ ἀριθμοὶ “οἱ τοῖς κεφαλαίοις ἐπικείμενοι, ἀναχαιτίζειν τοὺς τὸ ἔδαφος “ἀναγινώσκοντας εἰς τὸ πρόσω φαίνειν· χρὴ οὖν ἓν καὶ δεύ‐ “τερον καὶ τρίτον κεφάλαιον τοῦ ἐδάφους τῆς θείας γραφῆς
25“ἀναγινώσκειν, καὶ οὕτω τὰς ἐγκειμένας ἑρμηνείας, ἵν’ εὐσύνοπτα
“ἔσται τοῖς ἐντυγχάνουσι τὰ νοήματα .........4

5

(1t)

ΕΥΑΓΓΕΛΙΟΝ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ.
2 Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἑρμηνεία. Εὐαγγέλιον ἡ παροῦσα βίβλος λέγεται ὅτι κολά‐ σεως ἀναίρεσιν καὶ ἁμαρτημάτων λύσιν καὶ δικαιοσύνην καὶ
5ἁγιασμὸν καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν καὶ κληρονομίαν τῶν οὐρανῶν πᾶσιν εὐαγγελίζεται. Κυρίλλου. Εὐαγγέλιον ἐστὶ λόγος περιέχων ἀγαθῶν ἀγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον καὶ διὰ τὸ ὠφελεῖν εὐφρα...ων τὸ ...... πάντα ἐὰν παραδέξηται τὸ ἀπαγγελλόμενον. ἢ λόγος περι‐
10έχων ἀγαθῶν παρούσιαν ἢ .........τέλλων ἀγαθῶν, τὸ προσδο‐ κώμενον. Βίβλος γενέσεως. Τοῦ Χρυσοστόμου. Βίβλον γενέσεως αὐτὴν καλεῖ ......... ... πάσης τῆς οἰκονομίας τὸ κεφάλαιον τοῦτό ἐστι καὶ ἀρχὴ καὶ
15ῥίζα πάντων ἡμῶν ............ὸν. τὸ δὲ Ἰησοῦς ὄνομα οὐκ ἐστὶν Ἑλληνικὸν, ἀλλὰ τῇ Ἑβραίων φωνῇ τοῦτο λέγεται ............. τὴν Ἑλλάδα γλῶσσαν ἑρμηνευόμενον Σωτήρ· σωτὴρ δὲ ἀπὸ τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ εἴ[ρηται ...... υἱὸν δὲ Δαβὶδ πρῶτον εἴρηκε, καὶ τότε υἱοῦ Ἀβραάμ· οὐχ ὥς τινες νομίζουσι κά......εν ἄνω
20βουλόμενος ἐλθεῖν, ἀλλ’ ὅτι ἐν τοῖς ἁπάντων στόμασιν ὁ Δαβὶδ ἦν, ἀπό τε τῆς βασιλείας, ἀπό τε τοῦ χρόνου· οὐ γὰρ πάλαι ἦν τετελευτηκὼς, ὥσπερ ὁ Ἀβραάμ· διὰ τοῦτο οὖν ἐκ τοῦ γνωριμω‐ τέρου τὴν ἀρχὴν ποιεῖται, καὶ τότε ἐπὶ τῶν προγόνων τούτου τὸν Ἀβραὰμ ἀνατρέχει.
25 Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ.
Τοῦ Χρυσοστόμου. Μέμνηται δὲ καὶ τῆς παρανόμου μίξεως5

6

τοῦ Ἰούδα καὶ τῆς Θάμαρ. ἵνα τὴν τοῦ Θεοῦ δείξῃ φιλανθρωπίαν· ὅτι καὶ τοιούτους κατηξίωσεν συγγενεῖς ἔχειν· οὐδαμοῦ τὰ ἡμέ‐ τερα ἐπῃσχυνόμενος κακά· καὶ τοῦ μὴ δὲ ......ποτὲ ἐγκα‐ λύπτεσθαι ἐπὶ τῇ τῶν προγόνων κακίᾳ, ἀλλ’ ἓν μόνον ἐπιζητεῖν
5τὴν ἀρετήν· διὰ τοῦτο δὲ καὶ τοῦ Ζαρὰ ἐμνημόνευσεν· ὅτι τοῦ Ζαρὰ ἐν τῷ τίκτειν τὴν Θάμαρ τὴν χεῖρα προεξενέγκαντος, συνέστειλε τὸ παιδίον τὴν χεῖρα, καὶ προῆλθεν ὁ Φαρὲς, καὶ τότε ὁ Ζαρά· ὅπερ τῶν δύο λαῶν τύπος ἦν· τῆς γὰρ πολιτείας τῆς ἐκκλησιαστικῆς ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ χρόνοις φανείσης,
10εἶτα ἐν τῷ μέσῳ συσταλείσης ......... ὁ Ἰουδαικὸς λαὸς καὶ ἡ νομικὴ πολιτεία, καὶ τότε ὁλόκληρος ἐφάνη ὁ νέος ...... τὰ τῶν αὐτοῦ νόμων. καὶ τῆς Ῥοὺθ δὲ τῆς ἀλλοφύλου μέμνηται, ὅτι καθάπερ ...πτωχῆς καὶ ἀλλοφύλου οὔσης, ὁ Βοὸζ οὐ κατεφρόνη‐ σεν· οὐδὲ τὴν δυσγένειαν ἐβδελύξατο, οὕτως καὶ ὁ Χριστὸς τὴν
15Ἐκκλησίαν δεξάμενος καὶ ἀλλόφυλον, καὶ ἐν πενίᾳ πολλῇ, τῶν μεγάλων ἀγαθῶν ἔλαβεν αὐτὴν κοινωνόν. καὶ ὥσπερ Ῥοὺθ, εἰ μὴ πρότερον ἀφῆκε πατέρα, καὶ ἠτίμασεν οἰκίαν καὶ γένος καὶ πατρίδα καὶ συγγενείαν, οὐκ ἂν ἐπέσχε τῆς ἀγχιστείας ταύτης· οὕτως καὶ ἡ Ἐκκλησία τὰ πατρῷα ἔθη καταλιποῦσα, τότε ἐπέρα‐
20στος ἐγένετο τῷ νυμφίῳ· ἔτι δὲ καὶ ἵνα ἐντρέψῃ τοὺς Ἰουδαίους μὴ μεγάλα φρονεῖν, τὰς γυναῖκας ταύτας εἰς μέσον ἤγαγε· καὶ γὰρ τὸν βασιλέα τὸν μέγαν τὸν Δαβὶδ ......αι διὰ τῶν μέσων ἐγέννησαν, καὶ οὐκ ἐπαισχύνεται ἐπὶ τούτοις ὁ Δαβὶδ ...... γὰρ ἐστὶν οὐκ ἐστὶν, οὔτε ἐξ ἀρετῆς, οὔτε ἀπὸ κακίας προγόνων,
25σπουδαῖον εἶναι ἢ φαῦλον, ἢ ἄσημον, ἢ λαμπρὸν, ἀλλὰ τὸν θαυμαστὸν εἰπεῖν, ἐκεῖνος λάμπει μειζόνως, ὁ ...... τῶν σπουδαίων τῶν προγόνων. Βοὸζ δὲ ἐγέννησε τὸν Ὀβὴδ ἐκ τῆς Ῥούθ. Ἐξ ἀνεπιγράφου. Ζητητέον τί δήποτε ...........γία ὁ Εὐαγ‐
30γελιστὴς τριῶν μόνων γυναικῶν μέμνηται· ἐρου.................. ἐκ παραδόξου συνηφ......... ἀν]δράσιν εἰς τὴν φυλὴν Ἰούδα· Θάμαρ μὲν νύμφη οὖσα αὐτοῦ τοῦ Ἰούδα ἐκ τοῦ ἰδίου πενθεροῦ
συνέλαβεν· ὅπερ παράνομόν ἐστι· Ῥαχὰβ δὲ καὶ Ῥοὺθ ἡ Μωα‐6

7

βίτις, ἐθνικαὶ οὖσαι, ἔλαβον, ἡ μὲν τὸν Σαλμὼν, ἡ δὲ τὸν Βοὸζ, Ἰσραηλίτας· ὅπερ ἄτοπον παρ’ Ἑβραίοις· Ῥαὰβ γὰρ ἡ πόρνη Ἰεριχούντια ἐστὶν, ᾗ ὁμώνυμος ἡ Ῥαχάβ· ἐπειδὴ δασύνουσιν Ἑβραῖοι τὰς παρ’ ἡμῖν κεχηνυίας λέξεις, ὥς τισι τῶν ἐξηγητῶν
5δοκεῖ· διὸ προστέθειται τὸν Χριστόν· ἵνα οὖν δόξῃ προτρέπεσθαι καὶ τοὺς ἀπὸ ἀθεμιτογαμιῶν καὶ τὰ ἔθνα εἰς τὴν πίστιν ὁ Εὐαγγελιστὴς, ὅτι οὐδὲ ἀπὸ τοιούτων ἀπηξίωσεν ὁ Κύριος κατά‐ γεσθαι· τούτου χάριν συναριθμεῖ ἀνδράσι ταύτας τὰς τρεῖς· εἰ δὲ εἴποι τίς, ὅτι μέμνηται καὶ τῆς τοῦ Οὐρίου, ἐροῦμεν ὅτι
10πρῶτον μὲν τὸ ὄνομα αὐτῆς οὐ καταλέγει, λοιπὸν δὲ καὶ δι’ αὐτῆς αἰνιγματωδῶς δεκτέους εἰς τὴν πίστιν καὶ τοὺς ἀπὸ μοιχείας δείκνυσιν. Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
15 Ἐξ ἀνεπιγράφου. Ἰεχονίου αἱ Βασιλεῖαι οὐ μέμνηνται· εἴτε οὖν διώνυμος ἦν Ἰεχονίας ὁ καὶ Ἰωακεὶμ, εἴτε ἀδελφὸς τούτου, ἄδηλον· πλὴν διὰ τὸν ἐξ αὐτοῦ τεχθέντα Σαλαθιὴλ ἐν τῇ γενεα‐ λογίᾳ καταριθμεῖ αὐτὸν ὁ Εὐαγγελιστής. Εὐσεβίου. Ἰεχονίαν δὲ γράφει, οὐκ ἀπὸ τῶν Βασιλειῶν, ἀπὸ
20δὲ τῆς Ἰερεμίου εἰληφὼς τὸ ὄνομα· διὸ φησὶν, “Ἰωσίας ἐγέννησε “τὸν Ἰεχονίαν·” βουλόμενος ἐπὶ τὸν προφήτην σε ἀνελθεῖν, ἐπι‐ σκέψασθαί τε τὰ περὶ Ἰεχονίου παρ’ αὐτῷ κείμενα. περιέχει δὲ τοῦτον τὸν τρόπον. “ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος· οὗ οὐκ ἔστιν “αὐτοῦ χρεία· ὅτι ἐξερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ· καὶ
25“ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει· ἄκουε λόγον Κυρίου· τάδε “λελείκτω, γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον· ὅτι “οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ, καθήμενος ἐπὶ τοῦ “θρόνου Δαβὶδ ἄρχων ἔτι ἐν τῷ Ἰούδα·” τούτων εἰρημένων ἐν τῷ προφήτῃ, ἀλλ’ οὐκ ἐν ταῖς Βασιλείαις, οὐ περὶ Ἰωακεὶμ, ἀλλὰ
30περὶ Ἰεχονίου· εἷς δὲ ἦν καὶ ὁ αὐτός· διωνυμίᾳ χρώμενος τὸν γενεαλογούμενον πρὸς ἐμοῦ φημὶ αὐτὸ δὴ Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ, ἐκ σπέρματος Ἰεχονίου τοῦ ἠτιμωμένου τοῦ γένους
σκεύους, τοῦ ἀχρήστου, τοῦ ἀπορριφέντος· οὗ οὐ μὴ αὐξηθήσεσθαι7

8

ἐκ τοῦ σπέρματος ἄνδρα ἔφησεν ὁ λόγος, ὡς ἂν μειζόνως ἀπορή‐ σειας περὶ τῆς τούτων αἰτίας· τί δεῖ μάθοις ὅτι καὶ αὐτὸν τὸν Ἰωσὴφ, ὅν τινά φημι οὐ γεγονέναι τῶν ἐν ἀνθρώποις διαφανῶν. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ, γενεαὶ
5δεκατέσσαρες· καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοι‐ κεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκα‐ τέσσαρες. Ἐξ ἀνεπιγράφου. Ἴστεον ὅτι γενεὰν τὸ πρόσωπον ὀνομάζει·
10οὕτως γὰρ ἀριθμῶν εὕροις τεσσαρακονταδύο γενεάς· αʹ. ἀπὸ τοῦ Κυρίου. βʹ. ἀπὸ Ἀβραάμ. εἰ γὰρ καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ δεκατρία πρόσωπα τέθεικεν ὁ Εὐαγ‐ γελιστὴς, χρὴ νοεῖν ὅτι τὴν μητέρα ὡς ἀπὸ τοῦ Λευιτικοῦ οὖσαν ἄρρενος προσώπου τίθησιν ἐν τάξει τεσσαρεσκαιδεκάτου προσώπου·
15ἵνα δειχθῇ ὁ δεσπότης ἀπό τε τοῦ βασιλικοῦ καὶ ἱερατικοῦ γένους τὸ κατὰ σάρκα ἀνατείλας. δείκνυσι γὰρ τοῦτο ὁ Ἄγγελος πρὸς αὐτὴν, ἐν τῷ εὐαγγελίζεσθαι λέγων· “καὶ ἰδοὺ Ἐλισάβετ “ἡ συγγενής σου·” αὕτη δὲ Ζαχαρίου τοῦ ἱερέως γυνὴ, ὡς μέμνηται Λουκᾶς ὁ Εὐαγγελιστής. δῆλον οὖν ἐξ ἱερατικοῦ γένους
20ἐκείνη· οὐ γὰρ ἐνεδέχετο ἐξ ἑτέρας φυλῆς τὸν ἱερέα γαμεῖν· ἐπειδὴ τοῦτο ὁ νόμος ἐκώλυεν. Ἰωάννου Τοῦ Χρυσοστόμου. Διατί εἰς τρεῖς διεῖλε μερίδας τὰς γενεὰς πάσας; βουλόμενος δεῖξαι, ὅτι οὔτε τῶν πολιτειῶν μεταβληθεισῶν ἐγένοντο βελτίους Ἰουδαῖοι· ἀλλὰ καὶ ἀριστο‐
25κρατούμενοι, καὶ βασιλευόμενοι, καὶ ὀλιγαρχούμενοι, ἐν τοῖς αὐτοῖς ἦσαν κακοῖς· καὶ οὔτε δημαγωγῶν, οὔτε ἱερέων, οὔτε βασιλέων αὐτοὺς διεπόντων, ἔσχον τι πλέον εἰς ἀρετῆς λόγον. τίνος δὲ χάριν ἐν μὲν τῇ μεσιμερίδι τρεῖς παρέδραμεν βασιλεῖς. ἐν δὲ τῇ ἐσχάτῃ δώδεκα θεὶς γενεὰς, δεκατέσσαρας ἔφησεν αὐτάς;
30τοὺς τρεῖς μὲν παρέδραμεν βασιλεῖς, διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν ἀσεβείαν· καὶ γὰρ Ὁχοζίας, γαμβρὸς ὑπάρχων τοῦ Ἀχὰβ βασιλέως Ἰσραὴλ, ζηλωτὴς γέγονε τῆς ἀσεβείας αὐτοῦ, ὥς φασιν
αἱ κατὰ πλάτος Βασιλεῖαι· καὶ ὁ Ἰωᾶς μετὰ τὸ εὐαρεστῆσαι8

9

τῷ Θεῷ, ὕστερον εἰδωλολάτρησεν· ὅστις καὶ τὸν ὀνειδίσαντα αὐτῷ τὴν ἀσεβείαν Ἀζαρίαν υἱὸν Ἰωδαὲ τοῦ ἱερέως ἐκέλευσεν κατα‐ λευσθῆναι, ὡς ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων γέγραπται· καὶ ὁ Ἀμεσίας μετὰ τὸ εὐαρεστῆσαι τῷ Θεῷ, ἑλὼν τὴν Ἰδουμαίαν,
5ἔθυσεν ἐν τοῖς εὑρεθεῖσι σκύλοις, εἰδώλοις τῆς Ἰδουμαίας, ὡς καὶ περὶ τούτου ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων γέγραπται. Περὶ τούτων οὖν τῶν τριῶν βασιλέων φησὶν ὁ Ἀφρικανὸς ἐν πέμπτῳ βιβλίῳ τῶν Χρονικῶν αὐτοῦ· “ὅτι διὰ τὴν ἄγαν δυσσέβειαν “αὐτῶν, παρέδραμε τούτους ὁ Εὐαγγελιστής· ἔθος γάρ,” φησι,
10“τῇ γραφῇ· τοὺς οὐκ ἀξίους μνήμης παραλιμπάνειν, τὸν Συμεὼν “καὶ ἄλλοτε ἄλλως ἀλλαχόθεν πολλοί· τούτους μὲν οὖν τοὺς “τρεῖς βασιλεῖς διὰ τοῦτο παρέδραμεν ὁ Εὐαγγελιστής· ἐν δὲ “τῇ ἐσχάτῃ μερίδι καθεὶς γενεὰς δεκατέσσαρας αὐτὰς εἶναι “ἔφησεν, ὅτι τὸν χρόνον τῆς αἰχμαλωσίας εἰς γενεὰν ἔταξεν·
15“ἔτι δὲ καὶ αὐτὸν τὸν Χριστὸν, πανταχόθεν συνάπτων ἡμῖν “αὐτόν.” χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι· λέγω δὴ πόθεν ἤρξατο, καὶ ποῦ ἐτελεύτησεν, ἀπὸ Ἀβραὰμ εἰς τὸν Δαβίδ· ἀπὸ τοῦ Δαβὶδ εἰς τὴν μετοικεσίαν Βαβυλῶνος· ἀπὸ ταύτης εἰς αὐτὸν τὸν Χριστόν· καὶ γὰρ καὶ ἀρχόμενος τοὺς δύο τέθεικεν ἐφεξῆς,
20τόν τε Δαβὶδ, καὶ τὸν Ἀβραάμ· καὶ ἀνακεφαλαιούμενος ἀμφο‐ τέρων ἐμνημόνευσεν ὁμοίως· διότι πρὸς αὐτοὺς ἦσαν αἱ ἐπαγγελίαι γεγενημέναι· εἰπὼν δὲ τοὺς προγόνους ἅπαντας καὶ τελευτήσας εἰς τὸν Ἰωσὴφ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας· δεικνὺς, ὅτι δι’ ἐκείνην καὶ τοῦτον ἐγενεαλό‐
25γησεν· εἶτα ἵνα μὴ ἀκούσαντες ἄνδρα Μαρίας, νομίσωμεν τῷ κοινῷ τετέχθαι τῆς φύσεως νόμῳ τὸν Χριστὸν, ἀναμιμνήσκει ἡμᾶς πόστος ἦν ἀπὸ τοῦ Ἀβραάμ· πόστος ἀπὸ τοῦ Δαβίδ· πόστος ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος· δεικνὺς ὅτι οὗτος ἐστὶν ἐκεῖνος ὁ Χριστὸς, ὁ διὰ τῶν προφητῶν κηρυχθείς. ὅτ’ ἂν γὰρ ἀριθμήσῃς
30τὰς γενεὰς, καὶ μάθῃς ἀπὸ τοῦ χρόνου ὅτι οὗτος ἐκεῖνός ἐστιν, εὐκόλως δέξῃ καὶ τὸ θαῦμα τὸ περὶ τὴν γέννησιν συμπάν· καὶ οὗτος ἐκεῖνός ἐστιν, ὃν καὶ ὁ Πατριάρχης Ἰακὼβ, ἐπιλιπόντων λοιπὸν τῶν Ἰουδαικῶν ἀρχόντων, παρέσεσθαι ἔφησεν· ὃν καὶ ὁ
προφήτης Δανιὴλ μετὰ τὰς ἑβδομάδας τὰς πολλὰς ἐκείνας,9

10

ἥξειν προανεφώνησε, κἂν ἐθελήσειέ τις τὰ ἔτη ταῦτα ἐν ἑβδο‐ μάδων ἀριθμῶν παρὰ τοῦ Ἀγγέλου εἰρημένα τῷ Δανιὴλ, τὰ ἀπὸ τῆς οἰκοδομουμένης τῆς πόλεως ἀριθμῶν καταβῆναι εἰς τὴν αὐτοῦ γέννησιν, ὄψεται ταῦτα ἐκείνοις συμφωνοῦντα.
5 Τοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα, ἐκ Πνεύ‐ ματος Ἁγίου. Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Μετὰ τὴν μνη‐
10στείαν συνέλαβεν, ἵνα δείξῃ ἐξ αὐτοῦ κεκυηκέναι· καὶ ἵνα ἐξ αὐτοῦ γενεαλογηθῇ, καὶ σχῇ καὶ κηδεμόνα ἐν ταῖς ἐπιβουλαῖς. Τοῦ Χρυσοστόμου. Ἡ σύλληψις παράδοξος· ἡ δὲ ἀπότεξις φυσική. συνῴκει δὲ τῷ μνηστῆρι ἡ Μαριὰμ, διὰ τὸ συνεσκι‐ ασμένως γενέσθαι τὴν γέννησιν.
15 Εὐσεβίου. Τίνι δὲ εὑρέθη ἀλλ’ ἢ τῷ Ἰωσήφ; πῶς δὲ καὶ τίνι τρόπῳ ηὕρηται τούτῳ τῷ Ἰωσὴφ ὁ λόγος διδάξει· φησὶν “ἐκ Πνεύματος Ἁγίου·” ὡς γὰρ τῇ Ἐλισάβετ ἐκ Πνεύματος Ἁγίου γνωστὸν γέγονε, οὕτω καὶ τῷ Ἰωσήφ. δίκαιος γὰρ ἦν· δίκαιος δὲ τυγχάνων, οὐ θαυμαστὸν εἰ καὶ θείου Πνεύματος ἠξίωτο·
20πρὸς τὸ συνεῖναι μὲν τῆς μελλούσης γαμετῆς, ἐπισχεῖν δὲ τὴν κατὰ ἄνδρα κοινωνίαν. Τοῦ Χρυσοστόμου. Οὐκ εἶπεν δὲ μνηστευθείσης τῆς παρ‐ θένου, ἀλλὰ ἁπλῶς μνηστευθείσης τῆς μητρὸς αὐτοῦ· ὥστε εὐ‐ παράδεκτον γενέσθαι τὸν λόγον, καὶ προσδοκῶντά τινα τῶν
25συνήθων ἀκούεσθαι, τὸν ἀκροατὴν καταπλήξει τῇ τοῦ παραδόξου πράγματος ἐπεισαγωγῇ, λέγων· ὅτι “πρινὴ συνελθεῖν αὐτοὺς, “εὑρέθη ἐν γαστρὶ ἔχουσα·” καὶ γὰρ ἔνδον ἦν, διότι ἔθος ἦν ὡς τὰ πολλὰ τοῖς παλαιοῖς, ἐν οἰκίᾳ τὰς μεμνηστευμένας ἔχειν παρ’ ἑαυτοῖς· ἀκούσας δὲ “ἐκ Πνεύματος Ἁγίου,” μηδὲν ἕτερον περιερ‐
30γάζου· οἷον, πῶς ὁ ἄπειρος ἐν μήτρᾳ ἐστίν; πῶς ὁ πάντα συνέχων κυοφορεῖται ὑπὸ γυναικός; πῶς τίκτει ἡ πάρθενος, καὶ μένει πάρθενος; πῶς ἔπλασεν τὸ Πνεῦμα τὸ Ἅγιον, τὸν ναὸν ἐκεῖνον;
καὶ ἕτερα τοιαῦτα πολλά.10

11

Τούτου χάριν οὐ πρὸ τῆς μνηστείας συνέλαβεν καὶ ἐκύησεν, ἵνα συσκιάσῃ τὸ γινόμενον τέως· καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ πάρθενος ὑπόνοιαν. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων
5αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Δίκαιον δὲ τὸν Ἰωσὴφ λέγει, ὡς οὐκ ἐν μερικῇ ἀρετῇ ὄντα, οἷον ὡς τὸ μὴ πλεονεκτοῦντα, ἀλλ’ ὡς ἐνάρετον ἐν ἅπασιν, καὶ ἐν τῇ καθ’ ὅλου ἀρετῇ ὄντα· διὰ τοῦτο οὐ μόνον οὐ κολάσαι, ἀλλ’
10οὐδὲ παραδειγματίσαι ἐβούλετο· καίπερ ἐξ ἑτέρου ἀνδρὸς ἔγκυον γενέσθαι αὐτὴν ὑπονοῶν· καὶ γὰρ ὁ νόμος τὰς τοιαύτας ἐκέλευε κολάζειν· μόνον δὲ ἐκβάλλειν αὐτὴν ἐπεχείρησεν, ἕως οὗ ὁ Ἄγγελος παραγενόμενος καὶ τοῦτο ποιῆσαι αὐτὸν διεκώλυσεν· τοσοῦτον δὲ ἦν θαυμαστὸς ὁ Ἰωσὴφ, ὅτι οὐ μόνον οὐκ ἐκόλασεν, ἀλλ’ οὐδὲ
15εἶπεν τινὶ, οὐδὲ αὐτῇ τῇ ὑποπτευομένῃ· ἀλλὰ καθ’ ἑαυτὸν ἐλο‐ γίζετο. οὐχὶ ἐκβαλεῖν, ἀλλὰ “ἀπολῦσαι·” τοσοῦτον ἦν ἥμερος καὶ φιλόσοφος ὁ ἀνήρ. Διὰ τί δὲ μὴ φανερῶς αὐτῷ φαίνεται ὁ Ἄγγελος, καθάπερ τοῖς ποιμέσι καὶ τῷ Ζαχαρίᾳ; ὅτι σφόδρα πιστὸς ἦν, καὶ οὐ δεόμενος τοιαύτης ὄψεως. ἕνεκεν δέ τινος εἶπεν
20αὐτῷ ὁ Ἄγγελος “Ἰωσὴφ υἱὸς Δαβίδ;” ἀναμνῆσαι αὐτὸν βου‐ λόμενος τοῦ Δαβὶδ, ὅθεν ὁ Χριστὸς ἔμελλεν τίκτεσθαι· τὸ δὲ “μὴ φοβηθῇς” προσέθηκεν, δεικνὺς αὐτὸν δεδοικότα, μὴ προσ‐ κρούσῃ τῷ Θεῷ, ὡς μοιχαλίδα ἔχων· “τὴν γυναῖκά σου” δὲ εἶπεν, ὡς μὴ ἐφθαρμένης· καλεῖ δὲ γυναῖκα αὐτοῦ, ἀπὸ τῆς
25μνηστείας· ὥσπερ καὶ ἡμεῖς εἰώθαμεν γαμβροὺς λέγειν, καὶ πρὸ τοῦ γάμου, τοὺς μνηστῆρας. τί δέ ἐστι παραλαβεῖν; ἔνδον κατέχειν, καὶ μὴ ὡς ἐνεθυμήθη, ἀπολῦσαι αὐτήν· οὐ μόνον γάρ φησι παρανόμου ἀπήλλακται μίξεως, ἀλλὰ καὶ ὑπὲρ φύσιν συνέλαβεν· τοῦτο γὰρ δηλοῖ ὅπερ ἐπήγαγε λέγων· “τὸ γὰρ ἐν
30“αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἁγίου·” οὐκ εἶπε δὲ τέξεταί σοι υἱὸν, ἀλλὰ “τέξεται,” ἵνα μὴ πάλιν τίς αὐτὸν ἐκ τούτου πατέρα ὑποπτεύσῃ· εἰπὼν δὲ “τὸν λαὸν αὐτοῦ,” οὐ περὶ τῶν
Ἰουδαίων εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐθνῶν. λαὸς γὰρ αὐτοῦ,11

12

οὐκ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ πάντες οἱ δεχόμενοι τὴν παρ’ αὐτοῦ γνῶσιν· εἰπὼν δὲ “τοῦτο ὅλον γέγονε,” καὶ τὰ ἑξῆς, ἐκπληττό‐ μενος τὸ πέλαγος τῆς τοῦ Θεοῦ φιλανθρωπίας· ὅτι τὸ μηδέποτε ἐλπισθὲν εἰς ἔργον ἦλθεν, καὶ ὅτι πάλαι προετυποῦτο· διὰ τοῦτο
5καὶ παραπέμπει ὁ Ἄγγελος τὸν Ἰωσὴφ τῷ Ἡσαίᾳ λοιπὸν, ἵνα ἐάνπερ καὶ τῶν αὐτοῦ ῥημάτων ἐπιλάθηται ὡς προσφάτως εἰρη‐ μένων, τῶν προφητικῶν οἷς διὰ παντὸς συνανεστράφη ἀναμνησθεὶς, καὶ τὰ παρ’ αὐτοῦ ῥηθέντα κατάσχῃ. εἰ δὲ λέγουσιν οἱ ἄπιστοι Ἰουδαῖοι, καὶ πῶς οὐκ ἐκλήθη τὸ ὄνομα Ἐμμανουὴλ, ὡς ὁ
10προφήτης εἶπεν, ἀλλὰ Ἰησοῦς Χριστός; μάθωσιν ὅτι οὐκ εἶπεν καλέσεις, ἀλλὰ “καλέσουσιν” οἱ ὄχλοι, τουτέστιν ἡ τῶν πραγμά‐ των ἔκβασις· ὅτι ὄψονται Θεὸν μετὰ ἀνθρώπων· τὰ γὰρ συμβαί‐ νοντα πράγματα ἔθος τῇ γραφῇ ἀντὶ ὀνομάτων τιθέναι· οἷον, ὅτι εἶπεν “κάλεσον τὸ ὄνομα τοῦ παιδίου,” “ταχέως σκύλευσον”
15“ὀξέως προνόμευσον,” καὶ οὐκ ἐκλήθη οὕτως, ἀλλ’ ὅτι γεννηθέντος αὐτοῦ προνομὴ καὶ σκύλων ἐγένετο διανομή. Εὐσεβίου. Ὠριγένους. Εὖ γοῦν μοι καὶ τὸ μὴ θέλειν αὐτὴν δειγματίσαι εἰρῆσθαι δοκεῖ ὑπὸ τοῦ Εὐαγγελιστοῦ· οὐ γὰρ ἔφησεν μὴ θέλειν αὐτὴν δειγματίσαι, ἀλλὰ “μὴ παραδειγμα‐
20“τίσαι θέλων·” πολλῆς οὔσης ἐν τούτοις διαφορᾶς· ὡς γὰρ οὐ ταυτὸν σημαίνει τὸ γράψαι καὶ τὸ παραγράψαι, καὶ τὸ λογί‐ σασθαι καὶ τὸ παραλογίσασθαι, καὶ ψηφίσαι καὶ παραψηφίσαι, οὕτως οὔτε τὸ δειγματίσαι καὶ παραδειγματίσαι· τὸ μὲν γὰρ παραδειγματίσαι τὴν ἐπὶ κακῷ πράξαντι πάντας φανέρωσίν τε
25καὶ διαβολὴν ὑποβάλλει νοεῖν· ὁ τοίνυν “Ἰωσὴφ δίκαιος ὢν, καὶ “μὴ θέλων αὐτὴν παραδειγματίσαι,” τουτέστιν εἰς φανερὸν τοῖς πᾶσιν ἀγαγεῖν, “ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν.” Καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.
30 Βασιλείου. Τοῦ Χρυσοστόμου. Τοῦτο ἀκούοντες μὴ ὑπο‐ πτεύσωμεν διὰ τὸ “ἕως,” ὅτι μετὰ ταῦτα αὐτὴν ἔγνω. τὸ γὰρ “ἕως” ἔθος ἐστὶ τῇ γραφῇ πολλάκις τιθέναι δὲ εἰς τὸ διηνεκές. οἷον, “οὐχ ὑπέστρεψεν ὁ κόραξ, εἰς τὴν κιβωτὸν, ἕως οὗ ἐξηράνθη
“ἡ γῆ·” καίτοιγε οὐδὲ μετὰ ταῦτα ὑπέστρεψεν. καὶ πάλιν,12

13

“ἀνατελεῖ ἐν ταῖς ἡμεραῖς αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, “ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη·” τοῦτο δὲ εἶπεν, οὐ πέρας δίδων τῷ καλῷ· τοῦτο γὰρ καὶ εἰς τὸ διηνεκὲς μένει· τέθεικε δὲ ἐνταῦθα τὸ “ἕως” ὁ Εὐαγγελιστὴς, ἵνα μάθωμεν ὅτι πρὸ τῶν ὠδίνων
5ἀνέπαφος ἦν ἡ πάρθενος ἐν ἀληθείᾳ. τὰ γὰρ μετὰ ταῦτα ἡμῖν κατέλιπεν συλλογίζεσθαι· ὅτι οὐκ ἂν οὐδὲ μετὰ ταῦτα τὴν οὕτω γενομένην μητέρα ὠδίνων ξένων, δίκαιος ὢν, ὑπέμεινε γνῶναι λοιπόν. Εὐσεβίου. Ὠριγένους. Ἰσιδώρου τοῦ Πηλουσιώτου. Τὸ
10“ἕως” ἐν τῇ γραφῇ πολλάκις ἐπὶ διηνεκοῦς εὑρίσκεται· ὡς τὸ “ἕως ἂν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου.” καὶ τὸ, “ἕως ἂν καταγηράσηται ἐγώ εἰμι·” καὶ τὸ, “οὐκ ἀνέστρεψεν “ἡ περιστερὰ πρὸς τὸν Νῶε, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ·” ἅπερ εἰσὶ διηνεκῶς εἰρημένα. νοητέον δὲ καὶ οὕτως· “οὐκ ἐγίνωσκεν
15“αὐτὴν” πόθεν συνέλαβεν, “ἕως οὗ ἔτεκε,” καὶ εἶδεν τὰ γενό‐ μενα σημεῖα.
17tΚΕΦ. Α.
18tΠερὶ τῶν Μάγων.
19Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
20 Θεοδώρου Μονάχου. Διὰ τοῦτο οἱ μάγοι ἐκήρυξαν τὸν Χριστὸν, ὡς ἀνύποπτοι, καὶ μὴ ὄντες ἐγχώριοι, ὡς οἱ Ἰουδαῖοι, ἀλλ’ ἐκ μακρᾶς γῆς ἐλθόντες, ἵνα διαφημίσωσι πᾶσι δι’ ὧν ὥδευον, τὴν αἰτίαν δι’ ἣν ἀπήεσαν εἰς τὴν Ἰουδαίαν. Τοῦ Χρυσοστόμου. Τίνος χάριν τὸν Χριστὸν λέγει “ἐν
25“ἡμέραις Ἡρώδου,” καὶ τὸ ἀξίωμα προστίθησιν, εἰπὼν “τοῦ βασι‐ “λέως;” ἐπειδὴ καὶ ἕτερος γέγονε μετὰ ταῦτα· ἀλλ’ ἐκεῖνος μὲν, τετράρχης ἦν· οὗτος δὲ βασιλεύς· τὸν καιρὸν δὲ καὶ τὸν τόπον τίθησι, προφητείας ἀναμιμνήσκων παλαιᾶς· ὧν τὴν μὲν Μιχαίας προεφήτευσε λέγων, “καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα· οὐδαμῶς ἐλα‐
30“χίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα·” τὴν δὲ ὁ πατριάρχης Ἰακώβ· “οὐκ ἐκλείψει γὰρ,” φησὶν, “ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος
“ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς προσ‐13

14

“δοκία ἐθνῶν·” Ἡρώδης γὰρ ἀλλόφυλος ἦν, υἱὸς Ἀντιπάτρου Ἀσκαλωνίτου· πᾶσα δὲ Ἱεροσόλυμα ἐταράχθη ἀπὸ τῆς πονηρᾶς αὐτῶν γνώμης, ἧς ἐξ ἀρχῆς ἐκέκτηντο· καὶ γὰρ ὑπὸ τοῦ Θεοῦ εὐεργετούμενοι, τῶν Αἰγυπτιακῶν ἐμέμνηντο κρεῶν. ἐρωτηθέντες
5δὲ παρὰ τοῦ Ἡρώδου ποῦ ὁ Χριστὸς γεννᾶται; καὶ εἰπόντες οἱ ἀρχιερεῖς ὅτι ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, καὶ τὸν προφήτην παρενέγκαντες καὶ τὴν προφητείαν, ἕως που, “ποιμανεῖ τὸν λαόν “μου” εἰπόντες; τίνος ἕνεκεν, οὐκ ἔτι προσέθηκαν καὶ τὰ ἑξῆς· “ὅτι αἱ ἔξοδοι αὐτοῦ, ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος;” ἐπειδὴ πρὸς
10χάριν ἐλάλουν τοῦ βασιλέως, κολακεύοντες αὐτόν. Καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Διὰ τοῦτο δὲ λέγει τὴν Βηθλεὲμ μὴ εἶναι ἐλαχίστην ἐν τοῖς ἡγεμόσιν Ἰούδα, τουτέστιν ἐν τοῖς φυλάρχοις· ἐπειδὴ οὐκ ἐν τῇ
15Παλαιστίνῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ περίβλεπτος ἦν ἡ κώμη αὕτη. εἰπὼν δὲ “ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ,” τοὺς αὐτῷ πιστεύσαντας ἐξ Ἰουδαίων ᾐνίξατο, ὥς φησιν ὁ Παῦλος· “οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, ἀλλ’ ὅσοι διὰ πίστεως ἐγεννή‐ “θησαν.”
20 Τίνος ἕνεκεν ἐκ Βηθλεὲμ ἔμελλε παραγίνεσθαι ὁ Χριστός; ἐν Ναζαρὲτ πρὸ τοῦ τόκου διῆγεν ἡ μητὴρ αὐτοῦ· ἐπειδὴ ἐξ οἰκονομίας Θεοῦ τὸ πρᾶγμα γέγονε· τὸ γὰρ ἐκεῖ τῆς μητρὸς οἰκούσης, ἐνταῦθα γεννηθῆναι τοῦτο δείκνυσι· διὰ τοῦτο οὐδὲ εὐθέως τεχθεὶς, ἦλθεν εἰς Ναζαρὲτ, ἀλλ’ ἐποίησεν ἡμέρας τεσσαράκοντα,
25δίδους μετὰ ἀκριβείας ἐξετάζειν ἅπαντα τοῖς βουλομένοις. Σχόλιον. Ἰδοὺ ἐμφαίνει ὁ Χρυσόστομος, ὅτι πρὸ τῶν τεσ‐ σαράκοντα ἡμέρων γεννηθέντος τοῦ Χριστοῦ, ἦλθον οἱ μάγοι εἰς προσκύνησιν αὐτοῦ· ὁ δὲ ἀστὴρ πρὸ πολλοῦ γεννηθῆναι ἐφάνη. διὰ τί οὐ ζήτει τὸν χρόνον τοῦ παιδίου, ἀλλὰ τοῦ ἀστέρος;
30ἐπειδήπερ ἐκ πολλῆς τῆς περιουσίας ἐζήτει τὸ θήραμα· καὶ γὰρ πρὸ πολλοῦ χρόνου ὁ ἀστὴρ ἐφάνη. ἔδει γὰρ ἐν αὐτοῖς τοῖς σπαργάνοις προσκυνῆσαι αὐτὸν διὰ τὸ παράδοξον φανῆναι τὸ
πρᾶγμα.14

15

Τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους, ἠκρί‐ βωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. Εὐσεβίου. Ὠριγένους. Ὁ χρόνος, ὃν ἠκρίβωσεν ὁ Ἡρώδης παρὰ τῶν μάγων, διετὴς ἦν· μετὰ γὰρ τὸ γεννηθῆναι τὸν Σωτῆρα,
5διὰ δύο ἐτῶν ἦλθον ἀπὸ τῆς χώρας αὐτῶν· τὰ γοῦν ἀπὸ διετοῦς βρέφη ἀνεῖλε. Καὶ μετ’ ὀλίγον—Ἐντεῦθεν σοι ἡ γνῶσίς ἐστιν, ὅτι οὐ παρ’ αὐτὰ τοῦ Κυρίου γεννηθέντος, ἐν τῷ σπηλαίῳ προσεκύ‐ νησαν οἱ μάγοι τὸ βρέφος, τὸ ὑπὸ τοῦ μηνύοντος ἐν τῇ φάτνῃ· ἀλλ’ ὅτι μὲν οἱ ποιμένες εὐθέως ἐν ἐκείνῃ τῇ νυκτὶ μετὰ τὴν
10τῶν Ἀγγέλων θέαν δρομαῖοι ἀπῄεσαν ἰδεῖν τὸ ἀληθὲς, ἅτε γειτνι‐ ῶντος τοῦ σπηλαίου αὐτοῖς· οἱ δὲ μάγοι συμπεριλαβόντος ἔτους δευτέρου μετὰ τὸ εὐλογηθῆναι αὐτὸν ὑπὸ Συμεών· καταβάντων πάλιν ἐν τῇ Βηθλεὲμ, τοῦ βρέφους φερομένου τὲ ἐν ἀγκάλαις τῆς τεκούσης, καὶ παροικῆσαν ἐν οἰκείᾳ ξενίας ἡμέρας πολλὰς,
15εἰς οἶκον κατὰ μὲν τὸν αὐτὸν ἐλθόντες οἱ μάγοι ἐκ γῆς ἀνατολῆς, κἀκεῖ προσενέγκαντες αὐτῷ τὰ δῶρα, θεαταὶ γεγόνασι τοῦ αἰω‐ νίου βασιλέως· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς τὸν Ἡρώδην κελεύσαντα τοῖς δημίοις, ἀπὸ διετοῦς μόνον καὶ κατωτέρω κατακτεῖναι τὰ βρέφη· “κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων·” φεύγει
20δὲ τὴν Ἡρώδου μανίαν μετὰ τῶν κατὰ σάρκα γονέων εἰς Αἴγυπτον ὢν ἐτῶν δύο, καὶ καταμένει ἐκεῖ σὺν αὐτοῖς ἕτερα ἔτη δύο, μέχρι τοῦ πρώτου ἔτους τῆς Ἀρχελάου βασιλείας, ἐν τῇ καλουμένῃ Πανός. εἰθ’ οὕτως κακῶς τὸν βίον μετελθόντος Ἡρώδου, διὰ χρηματισμοῦ πάλιν ἄνεισιν ἐξ Αἰγύπτου ὁ Κύριος σὺν αὐτοῖς εἰς
25γὴν Ἰσραὴλ, ὢν ἐτῶν τεσσάρων τὸ κατὰ σάρκα· ἔτους μεʹ τῆς βασιλείας Αὐγούστου· μετὰ δὲ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον, εὑρή‐ σεις τὸν Λουκᾶν λέγοντά σοι τὰ καθεξῆς ἀκόλουθα. Ἄλλο. Καὶ γὰρ πρὸ πολλοῦ χρόνου ὁ ἀστὴρ ἐφάνη, διὰ τὸ μῆκος τῆς ὁδοιπορίας· πρὸς δὲ πλείονα ἀσφάλειαν τοῦ λῦσαι
30τὴν ἑαυτοῦ δειλίαν, ἀνεῖλε καὶ τοὺς ἀπὸ διετοῦς. Καὶ ἰδοὺ ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς. Τοῦ αὐτοῦ. Διὰ τοῦτο δὲ ἐκρύβη ὁ ἀστὴρ, καὶ πάλιν ἐφάνη
μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ Ἡρώδου, ἵνα ἀπολέσαντες τὸν15

16

χειραγωγοῦντα, εἰς ἀνάγκην ἐμπέσωσιν ἐρωτῆσαι τοὺς Ἰουδαίους, καὶ πᾶσιν ἐκ τούτου τὸ πρᾶγμα κατάδηλον γένηται. οὐχ ἁπλῶς δὲ ἐβάδιζεν ὁ ἀστὴρ, ἀλλὰ καὶ προῆγεν αὐτοὺς, ἕλκων καὶ χειρα‐ γωγὼν, ἐν ἡμέρᾳ μέσῃ, ἵνα κἂν ἐντεῦθεν μάθωμεν, ὅτι οὐ τῶν
5πολλῶν ἦν οὗτος ὁ ἀστὴρ, ἀλλὰ λογικωτάτη τίς φύσις. Τὸ δὲ ἰδεῖν τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ οὐχὶ ἐπὶ τῆς φάτνης κείμενον, καθὼς ὁ Λουκᾶς φησὶν, ὅτι ἐκεῖ αὐτὸν κατέκλινεν, οὕτως χρὴ νοῆσαι· ὅτι τεκοῦσα μὲν εὐθέως αὐτὸ κατέκλινεν ἐκεῖ. ἅτε γὰρ πολλοῦ πλήθους συνελθόντος διὰ
10τὴν ἀπογραφὴν, οὐκ ἦν οἰκίαν εὑρεῖν, ὡς ὁ Λουκᾶς φησίν· “ὅτι οὐκ “ἦν αὐτοῖς τόπος·” μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν γονάτων εἶχε. τί δὲ τὸ πεῖσαν τοὺς μάγους προσκυνῆσαι αὐτῷ; οὔτε γὰρ ἡ πάρθενος ἐπίσημος ἦν, οὔτε ἡ οἰκία περιφανὴς, οὔτε ἄλλο τι τῶν ὁρωμένων ἱκανὸν ἐκπλῆξαι καὶ ἐπισπάσασθαι. ἡ παρὰ τοῦ
15Θεοῦ γενομένη τῇ διανοίᾳ αὐτῶν ἔλλαμψις. προσάγουσι δὲ αὐτῷ δῶρα· οὐχ ὡς ἀνθρώπῳ ψιλῷ, ἀλλ’ ὡς Θεῷ. ὁ γὰρ λιβανωτὸς καὶ ἡ σμύρνα τούτου σύμβολον ἦν· ἔτι δὲ καὶ τῆς Ἰουδαϊκῆς παχύ‐ τητος πόρρω· οὐ γὰρ πρόβατα καὶ βόας ἔθυον· ἀλλὰ τὰ τῆς ἐκκλησιαστικῆς ἐγγὺς ὄντα φιλοσοφίας. καὶ τὸ εὐθέως δὲ ἀνα‐
20χωρῆσαι αὐτοὺς μετὰ τὸν χρηματισμὸν, τὴν εὐγνωμοσύνην αὐτῶν δείκνυσι, καὶ τὴν πίστιν· ὅτι οὐκ ἐθορυβήθησαν διαλογιζόμενοι· ὅτι εἰ μέγα τὸ παιδίον ἐστὶ, καὶ ἔχει τινὰ ἰσχὺν, τίς χρεία φυγῆς καὶ λαθραίας ἀναχωρήσεως; ἀλλ’ ἐπείσθησαν τοῖς προσ‐ ταχθεῖσιν αὐτοῖς μόνοις. διὰ τί δὲ μὴ παρόντες σώζονται οἱ
25μάγοι καὶ τὸ παιδίον; ἀλλ’ οἱ μὲν εἰς Περσίδα, ὁ δὲ εἰς Αἴγυπτον φυγαδεύεται μετὰ τῆς μητρός; ἔδει γὰρ αὐτὸν μᾶλλον ἐμπεσεῖν εἰς χεῖρας Ἡρώδου· καὶ ἐμπεσόντα μὴ κατακόπτεσθαι· ἐπειδὴ εἰ τοῦτο ἐγένετο, οὐκ ἂν ἐνομίσθη σάρκα ἀνειληφέναι· οὐκ ἂν ἐπιστεύθη τῆς οἰκονομίας τὸ μέγεθος. Καὶ μετ’ ὀλίγον—
30Τοὺς μὲν οὖν μάγους ἐκπέμπει ταχέως· ὁμοῦ μὲν διδασκάλους ἀποστέλλων τῇ Περσῶν χώρᾳ· ὁμοῦ δὲ ἐκκόπτων τοῦ τυράννου τὴν μανίαν· ἵνα μάθῃ ὅτι ἀνηνύτοις ἐπιχειρεῖ πράγμασιν, εἴ γε
συνιέναι ἐβούλετο· ἔτι δὲ καὶ πρὸς ἡμετέραν φιλοσοφίαν τοῦτο16

17

συντείνει, ἵνα ὅτ’ ἄν τις καταξιωθῇ διακονήσασθαί τινι πνευματικῷ πράγματι· εἶτα ἴδῃ αὐτὸν θλίψεις ὑπομένοντα καὶ μυρίους κιν‐ δύνους, μὴ ταραχθῇ, μηδὲ εἴπῃ, τί δήποτε τοῦτο ἐστι; καὶ μὴν στεφανοῦσθαί με ἔδει, πρόσταγμα πληρώσαντα δεσποτικόν· ἀλλ’
5ἔχων τοῦτο τὸ ὑπόδειγμα, φέρει πάντα γενναίως. Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ Ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παρά‐ λαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον.
10 Φανεὶς ὁ Ἄγγελος τῷ Ἰωσὴφ, διὰ τί εἶπεν “παράλαβε τὸ “παιδίον καὶ τὴν μητέρα αὐτοῦ,” καὶ οὐκ ἔτι λέγει τὴν γυναῖκά σου, ἀλλὰ “τὴν μητέρα αὐτοῦ;” ἐπειδὴ τοῦ τόκου πέρας λαβόν‐ τος, ἐλύθη τὲ ἡ ὑποψία, καὶ ὁ Ἰωσὴφ ἐπιστώθη. διὰ τοῦτο οὖν μετὰ παρρησίας λοιπὸν διαλέγεται ὁ Ἄγγελος, καὶ οὔτε παιδίον
15αὐτοῦ, οὔτε γυναῖκα καλεῖ, ἀλλὰ “τὸ παιδίον καὶ τὴν μητέρα “αὐτοῦ.” καὶ οὐκ ἐταράχθη, ἐπειδὴ πιστὸς ἦν ὁ ἀνήρ· διὸ ὑπακούει καὶ πείθεται.
18tΚΕΦ. Β.
19tΠερὶ τῶν ἀναιρεθέντων παίδων.
20 Καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεέμ. Περὶ δὲ τῶν ἀναιρεθέντων τῶν παιδίων, μηδεὶς λεγέτω, ὅτι τίνος ἕνεκεν ὁ Θεὸς συνεχώρησε τοῦτο γενέσθαι; διότι περ ἀδίκως πάσχοντές τινες παρ’ ὅτου οὖν, ἢ εἰς ἁμαρτημάτων διάλυσιν ὁ
25Θεὸς ἡμῖν λογίζεται τὴν ἀδικίαν ἐκείνην, ἢ εἰς μισθῶν ἀντίδοσιν· καὶ ποίαν εἶχον ἁμαρτίαν τὰ παιδία φησὶν, ἵνα ταύτην διαλύ‐ σωνται; περὶ γὰρ τῶν ἐν ἡλικίᾳ γενομένων καὶ πολλὰ πεπλημ‐ μεληκότων, εἰκότως ἄν τις ταῦτα εἴποι. οἱ δὲ ἄωρον οὕτως ὑπομείναντες τελευτὴν, ποῖα ἁμαρτήματα δι’ ὧν κακῶς ἔπαθον
30ἀπέθεντο; ἀλλὰ διὰ τοῦτο προεῖπον, ὅτι κἂν ἁμαρτήματα μὴ ᾖ, μισθῶν ἀντίδοσις ἐκεῖ γίνεται τοῖς πάσχουσιν ἐνταῦθα κακῶς·
τί τοίνυν ἐβλάβη τὰ παιδία ἀναιρεθέντα ἐπὶ ὑποθέσει τοιαύτῃ,17

18

καὶ πρὸς τὸν ἀκύμαντον ταχέως ἀπενεχθέντα λιμένα; ἀλλὰ πολλάκις, φησὶν, ἔμελλον ζήσοντα κατορθοῦν· ἀλλὰ διὰ τοῦτο οὐ μικρὸν αὐτοῖς προαποτίθεται τὸν μισθὸν, τὸ ἐπὶ ὑποθέσει τοιαύτῃ καταλύσαι τὸν βίον· ἄλλως δὲ οὐδ’ ἂν εἴασεν εἰ μεγάλοι
5τινὲς ἔσεσθαι ἤμελλον οἱ παῖδες προαρπαγῆναι· εἰ γὰρ τοὺς ἐν πονηρίᾳ μέλλοντας ζῆν, διηνεκῶς μετὰ μακροθυμίας φέρει τῆς ἑαυτοῦ ὁ Θεὸς, πολλῷ μᾶλλον τούτους οὐκ ἂν εἴασεν τεθνάναι οὕτως, εἴπερ ᾔδει μεγάλα τινὰ ἀνύσαντας· καὶ οὗτοι μὲν παρ’ ἡμῶν οἱ λόγοι· οὐ μὴν πάντες οὗτοι, ἀλλ’ εἰσὶ καὶ τούτων ἀπορ‐
10ρητότεροι, οὓς μετὰ ἀκριβείας οἶδεν ὁ ταῦτα οἰκονομῶν. Τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἰερεμίου τοῦ προ‐ φήτου λέγοντος. Ἡ Ῥαχιὴλ μητὴρ ἦν τοῦ Βενιαμὴν, καὶ τελευτήσαντα αὐτὴν εἰς τὸν Ἱππόδρομον ἔθαψαν, τὸν πλησίον ὄντα τοῦ χωρίου τούτου.
15ἐπεὶ οὖν ὁ τάφος πλησίον ἦν, καὶ ὁ κλῆρος τοῦ παιδίου, τῆς τοῦ Βενιαμὴν γὰρ φυλῆς ἦν Ῥαμὰ, ἀπό τε τοῦ φυλάρχου, ἀπό τε τοῦ τόπου τῆς ταφῆς εἰκότως αὐτῆς τὰ παιδία τὰ σφαγιασθέντα καλεῖ· εἶτα δεικνὺς ὅτι ἀνίατον ἦν τὸ συμβὰν καὶ τὸ ἕλκος ὠμὸν, φησὶν, “οὐκ ἠθέλησε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.”
20 Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη. Ὠριγένους. Ῥαμὰ σημαίνει τόπον ὑψηλὸν, ὅθεν ἔν τισι τῶν ἀντιγράφων τοῦ προφήτου γέγραπται, “φωνὴ ἐν τῇ ὑψηλῇ “ἠκούσθη,” καὶ τὰ ἑξῆς· καὶ ἔστιν ὁ τῆς Ῥαχὴλ τόπος κατὰ τὸν Ἱππόδρομον περὶ τὴν Βηθλεέμ· διὸ Ῥαχὴλ λέγεται κεκλαυ‐
25κέναι τὰ τέκνα αὐτῆς· οἷον ἐν τῷ τόπῳ τῆς Ῥαχήλ. οἵ τινες οὐδὲ παρακληθῆναι ἤθελον ἐπὶ τοῖς τέκνοις αὐτῶν, ὡς οὐκ εἰσίν· οὐδέ πω γὰρ ἦσαν μεμαθηκότες ἀπὸ τοῦ ἐναργῶς παραστῆσαι δυνα‐ μένου τῇ ἑαυτοῦ ἀναστάσει τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅτι οὐκ εἰσὶν οἱ νομιζόμενοι τοῖς κλαίουσι καὶ ὀδυρομένοις μὴ εἶναι.
30 Τοῦ αὐτοῦ. Ἡ Ῥαχιὴλ εἰς τύπον τῆς Ἐκκλησίας τῆς κάτω καὶ τῆς ἄνω τηρεῖται, εἰπεῖν δὲ μᾶλλον θεωρεῖται. Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ Ἄγγελος Κυ‐ ρίου καθ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ.
Φανεὶς δὲ ὁ Ἄγγελος τῷ Ἰωσὴφ μετὰ θάνατον τοῦ Ἡρώδου,18

19

διὰ τοῦτο τὸ οὐκ ἔτι φεῦγε φησὶν, ἀλλὰ “πορεύου·” ἵνα μετὰ τὸν πειρασμὸν ἄνεσιν εὕρωσιν. ὅμως οὖν διὰ τὸ βασιλεύειν ἀντὶ Ἡρώδου Ἀρχέλαον υἱὸν αὐτοῦ, τὴν μὲν Ἰουδαίαν ἐδεδοίκει κατα‐ λαβεῖν, εἰς δὲ τὴν Ναζαρὲτ ἔρχεται· ὁμοῦ τε τὸν κίνδυνον φεύγων,
5ὁμοῦ τὲ ἐμφιλοχωρῶν τῇ πατρίδι, ἵνα μᾶλλον θαρρῇ. καὶ χρη‐ ματισμὸν δέχεται παρὰ τοῦ Ἀγγέλου τούτου· πληροῦται δὲ καὶ τὸ ῥηθὲν ὑπὸ τῶν προφήτων, “ὅτι Ναζωραῖος κληθήσεται·” τὸ δὲ ποῖοι προφῆται τοῦτο εἶπον, μὴ περιεργάζου· πολλὰ γὰρ τῶν προφητικῶν ἠφανίσθη βιβλίων· καὶ ταῦτα ἀπὸ τῆς ἱστορίας τῶν
10Παραλειπομένων ἴδοι τίς ἄν. εἰς ἀσέβειαν γὰρ οἱ Ἰουδαῖοι συνεχῶς ἐμπίπτοντες, τὰ μὲν ἠφίεσαν τῶν βιβλίων ἀπόλλυσθαι· τὰ δὲ αὐτοὶ κατέκαιον· καὶ τὸ μὲν Ἰερεμίας διηγεῖται· τὸ δὲ ὁ τὴν τετάρτην συντεθεικὼς τῶν Βασιλειῶν, λέγων μετὰ πολὺν χρόνον τὸ Δευτερονόμιον εὑρεθῆναι κατορωρυγμένον ποῦ καὶ ἠφα‐
15νισμένον· ἐπεὶ ὅτι γε προεῖπον οἱ προφῆται πολλαχοῦ, καὶ οἱ Ἀπόστολοι Ναζωραῖον καλοῦσιν. διὰ δὲ τὸ λέγειν τὸν Λουκᾶν οὐ κατὰ χρησμὸν αὐτὸν ἐληλυθέναι ἐκεῖ, ἀλλ’ ὅτι τὸν καθαρισμὸν πληρώσαντες πάντα, ὑπέστρεψαν εἰς Ναζαρὲτ, χρὴ νοεῖν, ὅτι τὸν χρόνον τὸν τῆς καθόδου τῆς εἰς Αἴγυπτον μὴ ἱστορῶν ὁ Λουκᾶς
20ταῦτα λέγει· οὐδὲ γὰρ ἂν πρὸ τοῦ καθαρμοῦ κατήγαγεν αὐτοὺς εἰς Αἴγυπτον ὁ Ἄγγελος· διὰ τὸ μηδὲν ὅλως γενέσθαι παράνομον· πληρώσαντες δὲ ἅπαντα, κατῆλθον εἰς Ναζαρέτ. Ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας, ἐφο‐ βήθη ἐκεῖ ἀπελθεῖν.
25 Εἰς τὴν Ἰουδαίαν, φησὶν, ἐδεδοίκει ἀπελθεῖν, διὰ τὸν Ἀρχέλαον· ἀλλ’ ἔδει καὶ τὴν Γαλιλαίαν διὰ τὸν Ἡρώδην φοβηθῆναι; ἀλλ’ ἐπεὶ τὸ χωρίον ἤμειψεν, τὸ πρᾶγμα συνεσκιάζετο λοιπόν. ἡ γὰρ ὁρμὴ πᾶσα κατὰ τῆς Βηθλεὲμ ἦν, καὶ τῶν ὁρίων αὐτῆς. τῆς τοίνυν σφαγῆς γενομένης, ᾤετο λοιπὸν ὁ παῖς Ἀρχέλαος τέλος
30ἐσχηκέναι τὸ πᾶν· καὶ ἐν τοῖς πολλοῖς καὶ τὸν ζητούμενον ἀνῃρῆσθαι. Κυρίλλου Ἀλεξανδρείας. Ἡ Ναζαρὲτ ἐν τοῖς τῆς Ἰουδαίας
ἔκειτο τέρμασι, δι’ οὗ δηλοῦται ὅτι ὁ Χριστὸς διὰ τῶν Ἰουδαίων19

20

μιαιφόνον ἔμελλε τὴν Ἰουδαίαν καταλιπεῖν, καὶ ἐπὶ τὰ ἔθνη μετελθεῖν· ἕνεκεν τοῦ τοῖς φιλομαθέσιν ἀφορμὴν δοῦναι τῆς εἰς αὐτὸν πίστεως.
4tΚΕΦ. Γ.
5tΠρῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν οὐρανῶν.
6 Ὠριγένους. Πρῶτον Ἰωάννην εὑρίσκομεν ὀνομάζοντα βασι‐ λείαν οὐρανῶν, ἥτις ἦν ὁ Χριστός. Κυρίλλου. Βασιλεία τῶν οὐρανῶν, ἡ διὰ πίστεως δικαίωσις, καὶ ὁ διὰ Πνεύματος ἁγιασμός.
10 Σευηριανοῦ. Ἰωάννου. Ἡ βασιλεία τῶν οὐρανῶν ἡ ἀπό‐ λαυσις τοῦ μέλλοντος αἰῶνος. Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτίστης κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας. Εἰπὼν ὁ Εὐαγγελιστὴς “ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται
15“Ἰωάννης ὁ βαπτιστὴς,” οὐχ ὅτε παῖς ἦν ὁ Χριστὸς, καὶ εἰς Ναζαρὲτ ἦλθεν λέγει. μετὰ γὰρ τριάκοντα ἔτη παραγίνεται Ἰωάννης, καθὼς ὁ Λουκᾶς μαρτυρεῖ, ἀλλ’ ἐπειδὴ ἔθος ἦν τῇ γραφῇ τούτων χρῆσθαι τῶν τρόπων· οὐχ ὅταν τῷ ἑξῆς χρόνῳ συμβαί‐ νοντα λέγει μόνον, ἀλλ’ ὅτ’ ἂν καὶ τὰ πολλοῖς ὕστερον ἔτεσιν
20ἐκβησόμενα· ὥσπερ ἐν τῷ ὄρει τῶν Ἐλαιῶν εἰπὼν ὁ Χριστὸς τοῖς μαθηταῖς περὶ τῆς κατασκαφῆς τῆς μητροπόλεως, καὶ μέλλων καὶ περὶ τῆς συντελείας λέγειν, ἐπήγαγεν, τότε τὰ καὶ τὰ ἔσται· οὐ συνάγων τοὺς χρόνους τῆς κατασκαφῆς καὶ τῆς συντελείας, τότε εἶπεν· ἀλλ’ ἐκεῖνον μόνον δηλῶν τὸν καιρὸν, ἐν ᾧ ταῦτα
25συμβήσεσθαι ἔμελλεν· οὕτω γοῦν καὶ νῦν λέγων ποιεῖ· “ἐν ταῖς “ἡμέραις ἐκείναις·” οὐ γὰρ τὰς ἑξῆς δηλῶν τοῦτο τέθεικεν, ἀλλ’ ἐκείνας, ἐν αἷς ταῦτα συμβαίνειν ἔμελλεν, ἃ διηγήσασθαι παρεσκεύαστο. Τὸ δὲ “ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν,” περὶ τῆς παρουσίας
30αὐτοῦ καὶ τῆς ἐσχάτης φησίν· εἰ καὶ μὴ τοῦτο τέως ἐννόουν, ἕως οὗ εἰς ζήτησιν ἦλθον τοῦ κηρυττομένου. διὸ καὶ τελῶναι πολλοὶ
καὶ στρατιῶται παραγενόμενοι, ἠρώτων “τί δεῖ πράττειν, ἵνα20

21

“σωθῶσιν;” ὅπερ ἦν σημεῖον τοῦ τῶν βιωτικῶν λοιπὸν ἀπαλ‐ λάττεσθαι πραγμάτων, καὶ πρὸς ἕτερα μείζονα ὁρᾶν, καὶ τὰ μέλλοντα ὀνειροπολεῖν. καὶ γὰρ ἅπαντα αὐτοὺς καὶ τὰ ὁρώμενα καὶ τὰ λεγόμενα εἰς ὑψηλὸν ἦγε φρόνημα, καὶ ἦν θαυμαστὸν ἰδεῖν
5ἄνθρωπον μετὰ τριάκοντα ἔτη καταβαίνοντα ἀπὸ τῆς ἐρήμου, ἀρχιερέως υἱὸν γενόμενον, μηδὲν δεηθέντα τῶν ἀνθρωπίνων ποτὲ, καὶ πάντοθεν ὄντα αἰδέσιμον, καὶ τὸν Ἡσαΐαν μαρτυροῦντα περὶ αὐτοῦ, ὅτι οὗτός ἐστιν, ὃν παρέσεσθαι ἔφην βοῶντα καὶ κηρύτ‐ τοντα κατὰ τὴν ἔρημον. καὶ γὰρ καὶ ἡ στολὴ αὐτοῦ τοὺς
10Ἰουδαίους μᾶλλον ἐφείλκετο, τὸν μέγαν Ἠλίαν ἐν αὐτῷ βλέπον‐ τας· ἔτι δὲ καὶ μεῖζόν τι· ἐκείνου μὲν καὶ ἐν πόλεσιν ἀναστρε‐ φομένου· τούτου δὲ ἐκ σπαργάνων τὴν ἔρημον οἰκήσαντος· οὐ γῆν ἀροτριάσαντα, ἐσχεδιασμένην ἔχοντα τράπεζαν, καὶ εὐκολωτέραν τῆς περιβολῆς τὴν οἴκησιν, οὔτε γῆν, οὔτε κλίνην κεκτημένην,
15οὔτε ἄλλου τινὸς δεηθέντος ποτὲ, ἀλλὰ ἀγγελικήν τινα ἐν τῇ σαρκὶ ταύτῃ πολιτείαν ἐπιδεικνύμενον. διὰ τοῦτο καὶ τρίχινον ἦν αὐτῷ τὸ ἱμάτιον, ἵνα διὰ τοῦ σχήματος παιδεύσῃ τῶν ἀνθρωπίνων ἀφίστασθαι, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλ’ ἐπὶ τὴν προτέραν ἀνατρέχειν εὐγένειαν, ἐν ᾖ ἦν, πρινὴ δεηθῆναι ἱματίων
20καὶ περιβολῆς ὁ Ἀδάμ. εἰ οὖν ἐκεῖνος ὁ καθαρὸς οὕτω, καὶ τῶν οὐρανῶν λαμπρότερος ὢν, καὶ ὑπὲρ προφήτας πάντας, καὶ οὗ μείζων οὐδεὶς ἐγένετο, καὶ παρρησίαν τοσαύτην ἔχων, οὕτως ἑαυτὸν ἐσκληραγώγει, καὶ ταῦτα τῆς παλαιᾶς κρατούσης, τίνα ἕξομεν ἡμεῖς ἀπολογίαν, οἱ μετὰ τὴν χάριν καὶ τοσαύτας εὐεργεσίας,
25καὶ τὰ μυρία φορτία τῶν ἁμαρτημάτων, μηδὲ ὀλίγον τί τῆς πολιτείας ἐπιδεικνύμενοι τῆς ἐκείνου, ἀλλὰ μεθύοντες καὶ γαστρι‐ ζόμενοι καὶ μύρων ὄζοντες, καὶ πάντοθεν ἑαυτοὺς καταμαλακίζον‐ τες, καὶ εὐχειρώτους τῷ διαβόλῳ ποιοῦντες; Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα, καὶ πᾶσα
30ἡ Ἰουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου. Ἐξεπορεύοντο δὲ πρὸς αὐτὸν, καὶ ἐβαπτίζοντο, διότι ἦν ἄξιον θαύματος ἰδεῖν ἐν ἀνθρωπίνῳ σώματι τοιαῦτα ἐπιδεικνύμενον αὐτὸν, καὶ τοσαύτῃ κεχρημένον τῇ παρρησίᾳ, καὶ πάντων ὡς παίδων
κατεξανιστάμενον· συνετέλει δὲ εἰς ἔκπληξιν, καὶ τὸ διὰ πολλοῦ21

22

χρόνου προφήτην φανῆναι· καὶ γὰρ ἐπέλιπεν αὐτοὺς τὸ χάρισμα, καὶ διὰ μακροῦ πρὸς αὐτοὺς ἐπανῆλθε τοῦ χρόνου. Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ.
5 Ἐπειδὴ δέ φησιν ὁ Εὐαγγελιστὴς περὶ τῶν Σαδδουκαίων καὶ τῶν Φαρισαίων, ὅτι ἦλθον εἰς τὸ βαπτισθῆναι· πῶς ὁ Χριστὸς λέγει, ὅτι οὐκ ἐπίστευσαν Ἰωάννῃ; ὅτι οὐκ ἦν τοῦτο πιστεῦσαι, τὸ τὸν κηρυττόμενον ὑπ’ αὐτοῦ μὴ δέξασθαι. παρεγένοντο μὲν καὶ ἐβαπτίσθησαν· οὐ μὴν ἔμειναν ἐπὶ τῆς πίστεως τοῦ κηρύγματος·
10δείκνυται δὲ τοῦτο, ἐξ ὧν πρὸς τὸν βαπτιστὴν ἔπεμπον λέγοντες, “εἰ σὺ εἶ Ἠλίας; εἰ σὺ εἶ ὁ Χριστός;” διὸ καὶ ἐπήγαγεν· “οἱ “δὲ ἀπεσταλμένοι ἦσαν ἀπὸ τῶν Φαρισαίων.” Γεννήματα ἐχιδνῶν. Εἶπεν δὲ αὐτοὺς γεννήματα ἐχιδνῶν, ὅτι οὐδὲν ἄμεινον διέκειντο
15αὕτοί τε καὶ οἱ γεγεννηκότες αὐτοὺς τοῦ θηρίου τούτου· καὶ γὰρ τοῦτο διαφθείρει τὴν ὠδίνουσαν, καὶ διατρώγων τὴν γαστέρα αὐτῆς, οὕτως ἐξέρχεται εἰς φῶς, ὅπερ καὶ οὗτοι ἐποίουν, πατραλοῖαι γινόμενοι, καὶ μητραλοῖαι, καὶ τοὺς διδασκάλους ταῖς ἑαυτῶν διαφθείροντες χερσί.
20 Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Μέλλουσαν δὲ ὀργὴν, τὴν αἰώνιον λέγει κόλασιν· οὐ γὰρ τὰ εἰωθότα, οἷον πολέμους καὶ αἰχμαλωσίας. Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας. Καρποὺς δὲ ἀξίους τῆς μετανοίας εἶπεν, οὐ τὴν πονηρίαν μόνον
25φυγεῖν, ἀλλὰ καὶ ἀρετὴν πολλὴν ἐπιδείξασθαι· μηδὲ ἐπὶ τῇ τῶν προγόνων εὐγενείᾳ μέγα φρονεῖν, καὶ ἐπὶ ταύτῃ θαρρεῖν. φαί‐ νονται γὰρ καὶ μετὰ ταῦτα λέγοντες, “ἡμεῖς πατέρα ἔχομεν “τὸν Ἀβραάμ.” Τὸ δὲ “δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων,” καὶ τὰ ἑξῆς·
30τινές φασι περὶ τῶν ἐθνῶν ταῦτα λέγειν· λίθους αὐτοὺς μετα‐ φορικῶς καλῶν· ἐγὼ δὲ καὶ ἑτέραν ἔννοιαν τὸ εἰρημένον ἔχειν
φημί· ὅτι μὴ νομίζετε, φησιν, ὅτι ἂν ὑμεῖς ἀπόλησθε, ἄπαιδα22

23

ποιήσετε τὸν πατριάρχην· τῷ γὰρ Θεῷ δυνατὸν, καὶ ἀπὸ λίθων ἀνθρώπους αὐτῷ δοῦναι, ὥσπερ καὶ πρώην· τοῦτο γὰρ ὅμοιον ἦν τὸ ἀπὸ τῆς μήτρας τῆς Σάρρας προελθεῖν παιδίον. οὐκ εἶπεν δὲ ἤγειρεν, ἀλλ’ “ἐγεῖραι,” ἵνα μὴ ἀπογνῶσιν ἑαυτῶν.
5 Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Τὸ δὲ ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται, δηλοῖ ὅτι ἐπίκειται μὲν τῇ ῥίζῃ, καὶ οὐδὲ μίαν ἀναβολὴν τῆς κοπῆς
10ἐπιδείκνυται. πλὴν ἂν μεταβαλεῖσθε καὶ γένησθε βελτίους, ἀπελεύσεται μηδὲν ἐργασαμένη ἡ ἀξίνη αὕτη· ἂν δὲ τοῖς αὐτοῖς ἐπιμένετε, πρόρριζον ἀνασπάσῃ τὸ δένδρον· ἐπίκειται μὲν γὰρ, ἵνα μὴ ἀναπέσηται· οὐ τέμνει δὲ, ὅτι δυνατὸν καὶ ἐν βραχεῖ χρόνῳ μεταβαλλομένους σωθῆναι. εἰπὼν “ὅτι πᾶν δένδρον μὴ
15“ποιοῦν καρπὸν καλὸν,” καὶ τὰ ἑξῆς· τὴν ἐπὶ τῆς συγγενείας προεδρίαν ἐκβάλλει· κἂν γὰρ αὐτοῦ τοῦ Ἀβραὰμ ἔγγονος ἧς, φησὶ, διπλὴν ὑποστήσῃ τὴν κόλασιν, ἄκαρπος μένων. Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν.
20 Τοῦ Ἁγίου Βασιλείου. Τὸ τοῦ Χριστοῦ βάπτισμα τὴν ἐν τῇ κρίσει δοκιμασίαν λέγει· τὸ δὲ ἐν Πνεύματι Ἁγίῳ, τὴν ἐν πυρίναις γλώσσαις τοῦ Πνεύματος ἐσομένην ἐπὶ τοὺς Ἀποστόλους ἐπιφοίτησιν. Τοῦ Χρυσοστόμου. Διὰ τούτου τὸ δαψιλὲς τῆς δωρεᾶς ἐμ‐
25φαίνει, ἁγιασμὸν καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν καὶ ἀδελφότητα· καὶ τῇ ἐπεξηγήσει τοῦ πυρὸς πάλιν τὸ σφοδρότερον καὶ ἀκάθεκτον τῆς χάριτος ἐνδείκνυται. Οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει, ἐν Πνεύματι Ἁγίῳ.
30 Διὰ δὲ τὸ εἰπεῖν τὸν ἱμάντα τοῦ ὑποδήματος, τὸ ἔσχατον πάντων ἐσήμανεν, ὅτι τοσοῦτον ἀπέχω, φησὶ, τοῦ μετ’ ἐμὲ ἐρχο‐
μένου πρὸς σύγκρισιν, ὅτι οὐδὲ εἰς δούλους ἐκείνου τάττεσθαι23

24

εἰμὶ ἄξιος. οὐδὲ γὰρ τὰ ὑποδήματα, ἀλλ’ οὐδὲ τὸν ἱμάντα τοῦ ὑποδήματός εἰμι ἄξιος λῦσαι. Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν
5ἀποθήκην. Θεοδώρου Ἡρακλείας. Ὡς κριτὴς ὁ Χριστὸς ἀποχωρίζει τοὺς καθαροὺς ἐν βίῳ ἀπὸ τῶν ἀδικῶν. Κυρίλλου. Τοὺς δικαίους ἁρπάζει εἰς τὴν ἄνω πόλιν, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ κατακαῆναι.
10 Τοῦ Χρυσοστόμου. Τὸ πτύον, τὸν κριτὴν σημαίνει διαχω‐ ρίζοντα τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλούς· σῖτον μὲν τοὺς δικαίους, ἄχυρον δὲ τοὺς ἁμαρτωλούς. πῦρ δὲ ἄσβεστον λέγων τὴν τιμωρίαν ἀθάνατον δείκνυσιν. Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν
15ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Διατί δὲ διακωλύων ὁ Ἰωάννης τὸν Χριστὸν βαπτισθῆναι ὑπ’ αὐτοῦ ὕστερον ἐπείσθη; ὅτι οὐκ ἦν ἄμετρος φιλόνεικος· ἀλλὰ καὶ τὸ ἀνάξιον ἐνδείκνυται καὶ τὴν ὑπακοήν· οὐχ ἁπλῶς δὲ εἶπεν αὐτῷ ὁ Χριστὸς, “ἄφες·” ἀλλὰ καὶ τὸ “ἄρτι” προσέθηκεν· οὐ
20γὰρ διηνεκὼς ταῦτα ἔσται, φησὶν, ἀλλ’ ὄψει με ἐν τούτοις οἷς ἐπιθυμεῖς, ὅτε τούτων ἐστὶν ὁ καιρός. Καὶ ἰδοὺ, ἀνεώχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ’ αὐτόν.
25 Τίνος δὲ χάριν τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς φαίνεται; ὅτι ἥμερον τὸ ζῷον καὶ καθαρόν· ἐπεὶ οὖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον πραότητός ἐστι πνεῦμα, διὰ τοῦτο ἐν τούτῳ φαίνεται. λοιπὸν δὲ καὶ διὰ τὸ εὐαγγελίσασθαι ἐπὶ τοῦ κατα‐ κλυσμοῦ τὴν περιστερὰν τὴν λύσιν τοῦ χειμῶνος, κάρφος ἐλαίας
30ἐπιφερομένην· καὶ γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νῦν λύσιν τῶν κακῶν ἡμῖν ἤγαγεν, καὶ ἀντὶ κλάδου ἐλαίας, τὸν πάντων ἐλευθε‐ ρωτὴν ἡμῖν δείκνυσιν· εἰ δὲ καὶ ὄψει περιστερᾶς ἐφάνη τὸ Πνεῦμα
τὸ Ἅγιον, χρὴ γινώσκειν, ὅτι οὐ φύσιν περιστερᾶς ἀνέλαβεν,24

25

καθὼς ὁ Υἱὸς τοῦ Θεοῦ φύσιν ἀνθρώπου· ὅθεν καὶ ὁ Εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι ἐν φύσει περιστερᾶς, ἀλλ’ ἐν “εἴδει περιστερᾶς·” διὸ οὐδὲ ἐν τοιούτῳ σχήματι ὤφθη μετὰ ταῦτα· ἔμεινε δὲ ἐπὶ τὸν Κύριον καὶ Θεὸν Ἰησοῦν Χριστὸν τὸ Πανάγιον Πνεῦμα, διὰ
5τὴν φωνὴν τὴν ἄνωθεν ἐνεχθεῖσαν, ἵνα μὴ νομίσωσιν αὐτὸν ὡς ἕνα τῶν πολλῶν εἶναι, τὴν δὲ φωνὴν περὶ Ἰωάννου ἐνεχθῆναι· καὶ γὰρ πολλοὶ μεῖζον αὐτοῦ τὸν Ἰωάννην ἐνόμιζον.
8tΚΕΦ. Δ.
9tΠερὶ Διδασκαλίας τοῦ Σωτῆρος.
10 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ νηστεύ‐ σας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα. Ἀντὶ τοῦ τὸ Πνεῦμα προετρέπετο αὐτὸν ἐπὶ τὸν κατὰ τοῦ διαβόλου ἀγῶνα.
15 Κυρίλλου. Ὑπὸ τοῦ διαβόλου ἤγετο κατὰ συγχώρησιν. Σευήρου. Οὐκ ἄκων εἵλκετο. ταῦτα γὰρ πρὸς ἡμῶν ὑποτύ‐ πωσιν γέγονεν, ἵνα μετὰ τὸ βάπτισμα, μηκέτι αὐτοὺς ἄγωμεν, ἀλλ’ ἐκδῶμεν ἑαυτοὺς τοῖς νόμοις τοῦ Πνεύματος, καὶ ἀπ’ αὐτοῦ ἀγόμεθα ἐπὶ πνευματικὴν ζωὴν, καὶ κατὰ τῶν τοῦ διαβόλου
20ἀγώνων. οὐχ ὑπερέβη δὲ ὁ Χριστὸς τὸ τῶν ἡμερῶν τῆς νηστείας μῆκος, ὃ ἐνήστευσε Μωϋσῆς καὶ Ἡλίας, ἵνα δῷ χώραν τῷ πειράζοντι προσβαλεῖν ὡς ἀνθρώπῳ καὶ πεσεῖν. Ἐπιφανίου. Ἐπείνασεν ἵνα δείξῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν. Θεοδώρου Ἡρακλείας. Τὸ δὲ “οὐκ ἐπ’ ἄρτῳ,” ὁ πρῶτος
25Ἀδὰμ διὰ τῆς βρώσεως ἥμαρτεν, ὁ Χριστὸς δι’ ἐγκρατείας περιγίνεται, καὶ διδάσκει ὅτι οὐ δεῖ ἀφίστασθαι τοῦ Θεοῦ, κἂν λιμώττωμεν· τούτων ἀρραβών ἐστι καὶ τῆς μελλούσης κατα‐ στάσεως, ὅπερ ἤρξατο ἐν Χριστῷ, ὅτι καὶ δίχα τροφῆς μέλλουσι ζῇν οἱ ἄνθρωποι.
30 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.
Σευήρου. Τὸ δὲ “παραλαμβάνει αὐτὸν ὁ διάβολος,” ὡς Θεὸς25

26

ἑκουσίως ἐδίδου τῷ διαβόλῳ ἄγειν αὐτὸν εἰς τοὺς πειρασμοὺς, οὓς ἐπειρᾶτο αὐτὸν ἑλκῦσαι ὁ διάβολος. διὸ καὶ εἰς τὴν ἔρημον ἀπῄει, καὶ εἰς τὴν ἁγίαν πόλιν καὶ εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ, ἐκ τῶν τόπων ἐρεθίζων αὐτὸν τοὺς ἁρμοδίους πειρασμοὺς ἐπάγειν,
5ἵνα τὴν μανίαν αὐτοῦ ἐκχύσας, καὶ ἀποτυχὼν, ἀσθενὴς γένηται, καὶ εὐάλωτος τοῖς ἀνθρώποις. Τοῦ Χρυσοστόμου. Τότε, πότε; μετὰ τὴν τοῦ Πνεύματος κάθοδον, μετὰ τὴν φωνὴν τὴν ἄνωθεν ἐνεχθεῖσαν. ὑπὸ ποίου δὲ Πνεύματος ἀνήχθη; ὑπὸ τοῦ Ἁγίου. διατί δὲ ὑπὸ τοῦ διαβόλου
10πειρασθῆναι; ἐπειδὴ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττεν· ἵνα ἐάν τις τῶν βαπτιζομένων μετὰ τὸ βάπτισμα μείζονας ὑπομείνῃ πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου· ἀλλὰ μείνῃ γενναίως πάντα φέρων· καὶ γὰρ διὰ τοῦτο ἐλάβομεν ὅπλα νοητὰ, οὐχ ἵνα ἀργῶμεν, ἀλλ’
15ἵνα πολεμῶμεν. Εἰς δὲ τὴν ἔρημον ἄγεται, διδοὺς ἀφορμὴν τῷ διαβόλῳ. τότε γὰρ μάλιστα ἐπιτίθεται ἡμῖν, ὅτε ἴδῃ μεμονωμένους. καὶ πει‐ νῶντι προσέρχεται, ἵνα μάθωμεν πῶς ἡ νήστεια καλόν· καὶ ὅτι μετὰ τὸ βάπτισμα, οὐ τρυφῇ ἀλλὰ νηστείᾳ προσέχειν δεῖ
20πάντας· διὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐχ ὡς αὐτὸς ταύτης δεόμενος, ἀλλ’ ἡμᾶς παιδεύων. διὰ τί δὲ εἶπεν αὐτῷ, “εἰ υἱὸς εἶ τοῦ Θεοῦ;” ἐπειδὴ ἤκουσε τῆς ἄνωθεν φωνῆς φερο‐ μένης· ἔτι δὲ καὶ Ἰωάννου τοσαῦτα αὐτῷ μαρτυροῦντος· εἶτα δὲ καὶ πεινῶντα λοιπὸν ἐν ἀμηχανίᾳ ἦν· καὶ οὔτε εἰ ἄνθρωπος ψιλὸς
25ἦν πιστεῦσαι ἐδύνατο διὰ τὰ περὶ αὐτοῦ λεχθέντα· οὐδ’ αὖ πάλιν παραδέξασθαι ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ, διὰ τὸ βλέπειν αὐτὸν πεινῶντα. διὰ τοῦτο οὖν ἐρωτᾷ. οὐκ εἶπε δὲ αὐτῷ· ἐπειδὴ πεινᾷς, ἀλλ’ “εἰ Υἱὸς εἶ τοῦ Θεοῦ εἰπὲ, ἵνα οἱ λίθοι ἄρτοι γένωνται·” κολακεύων αὐτὸν ὑπούλως· διὸ καὶ ὁ Χριστὸς τὸν τύφον αὐτοῦ
30καθαιρὼν, καὶ δεικνὺς ὅτι οὐκ ἄξιον αἰσχύνης τὸ πεινᾷν, εἶπεν αὐτῷ· “οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.” δυνατὸς γὰρ ὁ Θεὸς καὶ ῥήματι θρέψαι τὸν πεινῶντα. ὁμοίως δὲ καὶ εἰς τὴν δευτέραν πεῖραν, τὸ “εἰ Υἱὸς εἶ τοῦ Θεοῦ” προφέρει, διὰ τὴν
προτέραν αἰτίαν. οὐκ ἠγανάκτησε δὲ κατ’ αὐτοῦ ὁ Χριστὸς,26

27

ἀλλὰ φησίν· “οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου,” ἡμᾶς παιδεύων ὅτι τοῦ διαβόλου, οὐ διὰ σημείων, ἀλλὰ δι’ ἀνεξικακίας καὶ μακροθυμίας περιγενέσθαι χρήν· τὸ δὲ εἰρημένον “ὅτι τοῖς “Ἀγγέλοις αὐτοῦ,” καὶ τὰ ἑξῆς· οὐ περὶ τοῦ Κυρίου εἴρηται τῷ
5προφήτῃ, ὥστε καὶ ἐν τούτῳ ἐψεύσατο ὁ διάβολος. διὰ τοῦτο δὲ εἰς τρίτην πεῖραν ἐπετίμησεν ὁ Χριστὸς τῷ διαβόλῳ, εἰ καὶ μὴ σφοδρῶς, ἀλλὰ μετὰ ἀνεξικακίας, ἐπειδὴ λοιπὸν εἰς τὸν Πατέρα ἡμάρτανεν, τὰ ἐκείνου πάντα αὐτῷ λέγων εἶναι. ἐκεῖνος οὖν ἅμα ἐπετιμήθη ἐδραπέτευσεν· οὐδὲ γὰρ ἑτέρους πειρασμοὺς αὐτῷ
10προσήγαγεν. εἰ γὰρ καὶ λέγει ὁ Λουκᾶς, ὅτι πάντα συνετέλεσε πειρασμὸν, προσενεγκεῖν αὐτῷ τὸν διάβολον τοῦτό φησιν ὁ Εὐαγ‐ γελιστὴς, καὶ ὡς ἐν τούτοις τῶν ἄλλων συμπεριειλημμένων· τὰ γὰρ μυρία συνέχοντα κακὰ ταῦτά ἐστι· τὸ γαστρὶ δουλεύειν· τὸ πρὸς κενοδοξίαν τί ποιεῖν· τὸ μανίᾳ χρημάτων ὑπεύθυνον εἶναι.
15 Μετὰ δὲ τὸ δραπετεῦσαι τὸν διάβολον, οἱ Ἄγγελοι φαίνονται· καὶ οὐ πρὸ τούτου, ὥστε μὴ ἐκ τούτου φυγεῖν αὐτόν· ἀλλὰ μᾶλλον ἵνα προσβάλῃ καὶ ἡττηθῇ· ἅμα δὲ ὅπως καὶ ἡμεῖς μάθωμεν, ὅτι μετὰ τὰς ἐκείνου νίκας Ἄγγελοι διαδέξωνται, κρο‐ τοῦντες καὶ δορυφοροῦντες ἐν ἅπασι. χρὴ δὲ καὶ τοῦτο γινώσκειν,
20ὅτι καὶ ἑκουσίως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ Θεὸς, εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἰς τὸ ὑψηλὸν ὄρος ἀνῆλθεν, οὐχ ὑπὸ τοῦ μιαροῦ διαβόλου παραληφθεὶς, ἀλλ’ εἰδὼς τοὺς διαλογισμοὺς αὐτοῦ ἐν ἑαυτῷ λογιζόμενον, ὅτι ἐὰν ἔλθῃ εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ, πείθω αὐτὸν διὰ κενὴν δόξαν, ῥίψαι ἑαυτόν. ὁμοίως δὲ καὶ
25εἰς τὸ ὄρος ἐὰν ἔλθῃ, δελεάζω αὐτὸν ἐπαγγελίᾳ χρημάτων προσ‐ κυνῆσαί με· τούτου χάριν ἀνῆλθεν, ἵνα δείξῃ καὶ ἐν τούτῳ ἡττώ‐ μενον τὸν μιαρὸν ἐκεῖνον διάβολον. Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνε‐ χώρησεν εἰς τὴν Γαλιλαίαν.
30 Ἀνεχώρησεν ἀκούσας ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι Ἰωάννης παρεδόθη εἰς τὴν Γαλιλαίαν, ἡμᾶς παιδεύων φεύγειν τοὺς πειρασμούς· οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. ἔτι δὲ καὶ
τοὺς διδασκάλους τῆς οἰκουμένης ἁλιεῦσαι σπεύδων· ἐπειδὴ καὶ27

28

ἐκεῖ διέτριβον τῇ τέχνῃ χρώμενοι τῇ ἁλιευτικῇ· εἰπὼν δὲ “ὁ λαὸς “ὁ καθήμενος ἐν σκότει,” οὐ σκότος αἰσθητὸν ἐνταῦθα καλεῖ, ἀλλὰ τὴν πλάνην καὶ τὴν ἀσέβειαν· ὁμοίως δὲ καὶ φῶς νοητὸν, τὴν ἐπίγνωσιν τῆς ἀληθείας λέγει. οὐκ εἶπε δὲ ὅτι ἐβάδιζον ἐν
5σκότει, ἀλλ’ “ἐκάθηντο,” ὅπερ σημεῖον ἦν, τοῦ μηδὲ ἐλπίζειν αὐτοὺς ἀπαλλάττεσθαι. ὥσπερ γὰρ οὐδὲ εἰδότες ποῦ δεῖ προβῆναι, οὕτω καταλειφθέντες ὑπὸ τοῦ σκότους ἐκαθέσθησαν, μὴ δυνάμενοι μηδὲ στῆναι λοιπόν. εἶτα δεικνὺς ὅτι οὐκ αὐτοὶ ζητήσαντες εὗρον, ἀλλ’ ὁ Θεὸς ἄνωθεν ἐπεφάνη, φησὶν, ὅτι τὸ φῶς ἀνέτειλε καὶ
10ἔλαμψε· καὶ οὐκ αὐτοὶ πρότερον τῷ φωτὶ προσέδραμον· καὶ γὰρ ἐν ἐσχάτοις κακοῖς τὰ ἀνθρωπίνα ἦν, πρὸ τῆς Χριστοῦ παρουσίας. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Τοῦτο δηλοῖ τὸ ἐξ οὗ ἐνεβλήθη εἰς τὸ δεσμωτήριον ὁ Ἰωάννης·
15διατί δὲ μὴ ἐξαρχῆς ἐκήρυξεν αὐτός; τί δὲ ὅλως Ἰωάννου ἐδεῖτο, τῆς τῶν ἔργων μαρτυρίας αὐτὸν κηρυττούσης; ἵνα κἀντεῦθεν τὴν ἀξίαν μάθῃς, ὅτι καθάπερ ὁ Πατὴρ, οὕτω καὶ αὐτὸς προφήτας ἔχει· καθὼς καὶ ὁ Ζαχαρίας ἔλεγεν· “καὶ σὺ παιδίον, προφήτης “ὑψίστου κληθήσῃ·” ἄλλως δὲ καὶ ἀναγκαῖον ἦν, παρ’ ἑτέρου
20πρότερον λεχθῆναι τὰ περὶ αὐτοῦ, καὶ μὴ παρ’ αὐτοῦ· εἰ γὰρ καὶ μετὰ τοσαύτας καὶ τηλικαύτας τὰς μαρτυρίας καὶ ἀποδείξεις ἔλεγον· “σὺ μαρτυρεῖς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν “ἀληθής·” εἰ μηδὲν εἰρηκότος Ἰωάννου παρελθὼν εἰς μέσον πρῶτος ἐμαρτύρησεν ἑαυτὸν, τί οὐκ ἂν ἐφθέγξαντο; ἀρξάμενος δὲ κηρύσ‐
25σειν ὁ Υἱὸς τοῦ Θεοῦ, οὐδὲν τέως περὶ ἑαυτοῦ ἔλεγεν, ἀλλὰ περὶ τῶν οὐρανῶν, καὶ τῆς βασιλείας τῆς ἐκεῖ. ἐπειδὴ καὶ τοῦτο τέως ἀγαπητὸν ἦν παραδεχθῆναι· οὔπω γὰρ τὴν προσήκουσαν δόξαν περὶ αὐτοῦ εἶχον. Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας.
30 Χρὴ δὲ τοῦτο γινώσκειν ὅτι δευτέρα ἦν ἡ κλῆσις Πέτρου καὶ Ἀνδρέου, ἣν ὁ Ματθαῖος λέγει· ὁ μὲν γὰρ Εὐαγγελιστὴς Ἰωάννης φησὶν, ὅτι οὔπω βληθέντος ἐν τῇ φυλακῇ τοῦ προδρόμου προσῆλ‐
θον· ἐνταῦθα δὲ μετὰ τὸ ἐμβληθῆναι αὐτόν· κἀκεῖ μὲν ὁ Ἀνδρέας28

29

καλεῖ τὸν Πέτρον· ἐνταῦθα δὲ ἀμφοτέρους ὁ Κύριος Ἰησοῦς. καὶ ἐξ ἑτέρων δέ ἐστι τοῦτο συνιδεῖν. μετὰ δὲ τὴν πρώτην κλῆσιν, διὰ τοῦτο πάλιν εἰς τὴν οἰκείαν τέχνην ἐπανῆλθον, διὰ τὸ εἰς δεσμωτήριον εἰσελθεῖν τὸν Ἰωάννην. καὶ γὰρ εἰ καὶ ἐκβλήθησαν
5ὑπὸ τοῦ Χριστοῦ πρότερον, ἀλλὰ διδαχθέντες ὑπ’ αὐτοῦ πάλιν ὑπέστρεψαν πρὸς τὸν Ἰωάννην· αὐτὸς δὲ ὡς φιλάνθρωπος ἔρχεται πάλιν αὐτοὺς ἀνακτησάμενος· διὸ κἀκεῖνοι καίπερ ἐπιθυμητικῶς ἔχοντες πρὸς τὴν ἁλιείαν, ὅμως ἀκούσαντες “ὅτι ποιήσω ὑμᾶς “ἁλιεῖς ἀνθρώπων,” οὐκ ἀνεβάλοντο, ἀλλὰ πάντα ἀφέντες ἠκο‐
10λούθησαν· τοιαύτην γὰρ καὶ ὁ Χριστὸς ὑπακοὴν ζητεῖ παρ’ ἡμῶν· ὥστε μηδὲ ἀκαριαῖον ἀναβαλέσθαι χρόνον, κἂν σφόδρα τι τῶν ἀναγκαίων ἡμᾶς κατεπείγει· ὥσπερ καὶ ἕτερόν τινα προσελθόντα καὶ ζητοῦντα θάψαι τὸν ἑαυτοῦ πατέρα, οὐδὲ τοῦτο ἀφῆκε ποιῆσαι· διὰ τοῦτο δὲ καὶ Ἰωάννης καὶ Ἰάκωβος, μηδὲ μίαν ἀκούσαντες
15ὑπόσχεσιν, ἠκολούθησαν εὐθέως· ἐπειδὴ ἡ τῶν πρώτων ὑπακοὴ προωδοποίησε λοιπὸν τούτοις· τὴν δὲ πενίαν αὐτῶν διηγεῖται τὴν πολλὴν, ὅτι ἔρραπτον τὰ δίκτυα, ὡς μὴ εὐποροῦντες ὠνεῖσθαι ἑτέρα· ἐπειδὴ καὶ τοῦτο ἀρετὴ ἐστὶν, τὸ φέρειν πενίαν εὐκόλως μετὰ εὐχαριστίας, καὶ ἀπὸ δικαίων τρέφεσθαι πόνων, καὶ τὸν
20πατέρα ἔχειν μεθ’ ἑαυτῶν καὶ θεραπεύειν, καὶ συνδεδέσθαι ἀλλή‐ λοις τῇ τῆς ἀγάπης δυνάμει. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδά‐ σκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον
25καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπεχωρίαζεν ὁ Κύριος ἡμῶν Ἰησοῦς· καὶ ἐντεῦθεν παιδεύων πάντας, ὅτι οὐκ ἔστιν ἀντίθεος καὶ πλάνος, ἀλλὰ συμφωνῶν τῷ Πατρὶ παραγέγονεν· ἐπιχωριάζων δὲ οὐκ ἐκήρυττε μόνον, ἀλλὰ καὶ σημεῖα ἐπεδείκνυτο· ἔχων λοιπὸν
30δὲ τοὺς μαθητὰς, δι’ ὧν ἐποίει ταῦτα, τὰ ὑπὸ τοῦ Ἰωάννου περὶ αὐτοῦ εἰρημένα βεβαιῶν· διὰ τοῦτο δὲ τότε ἤρξατο ποιεῖν τὰ σημεῖα, ἐπειδὴ ἔθος τῷ Θεῷ, ὅτε πολιτείας τινὸς εἰσαγωγὴν
ἔμελλε ποιεῖν, σημεῖα εἰργάζετο, ἐνέχυρα τῆς αὐτοῦ δυνάμεως29

30

παρέχων. οὕτω γοῦν ὅτε τὸν ἄνθρωπον ποιεῖν ἔμελλεν, τὸν κόσμον ἔκτισεν ἅπαντα, καὶ τότε τὸν νόμον αὐτῷ ἔδωκε ἐν τῷ παραδείσῳ· καὶ ὅτε τῷ Νῶε νομοθετεῖν ἔμελλεν, μεγάλα πάλιν ἐπεδείξατο θαύματα, τὸν κατακλυσμὸν ἐπαγαγὼν, καὶ τὸν δίκαιον ἐκεῖνον
5σῶσας· καὶ ἐπὶ τοῦ Ἀβραὰμ ὁμοίως· τὴν νίκην τὴν ἐν τῷ πολέμῳ, τὴν πληγὴν τὴν κατὰ τοῦ Φαραὼ, ὅτε τὴν γυναῖκα αὐτοῦ ἐπιβου‐ λεύειν ἤμελλεν, τὴν ἐκ τῶν κινδύνων ἀπαλλαγήν· καὶ Ἰουδαίοις δὲ νομοθετεῖν μέλλων, τὰ θαυμαστὰ ἐκεῖνα καὶ μεγάλα τεράστια ἐπεδείξατο, καὶ τότε τὸν νόμον ἔδωκεν· οὕτω καὶ ἐνταῦθα, μέλλων
10ὑψηλήν τινα εἰσάγειν πολιτείαν, καὶ λέγειν αὐτοῖς ἃ μηδέποτε ἤκουσαν, τῇ τῶν θαυμάτων ἐπιδείξει βεβαιοῖ τὰ λεγόμενα· ἐπειδὴ γὰρ ἡ κηρυττομένη βασιλεία οὐκ ἐφαίνετο, ἀπὸ τῶν φαινομένων τὴν ἄδηλον ποιεῖ φανεράν. Σκόπει δὲ τὸ ἀπέριττον τοῦ Εὐαγγελιστοῦ· πῶς ἐν βραχέσι
15ῥήμασι τοσαῦτα πλήθη παρέδραμε σημείων· καὶ οὐ καθ’ ἕνα διηγεῖται τῶν θεραπευθέντων. διατί δὲ νῦν, παρ’ οὐδενὸς αὐτῶν πίστιν ἐζήτησεν ὁ Κύριος· ὥσπερ μετὰ ταῦτα φαίνεται λέγων, “πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι;” ὅτι οὐδέπω τῆς αὐτοῦ δυναμέως ἀπόδειξιν ἦν δεδωκώς· ἄλλως τε δὲ καὶ αὐτὸ τὸ προσ‐
20ιέναι καὶ τὸ πόρρωθεν, οὐ τὴν τυχοῦσαν ἐπεδείκνυτο πίστιν, ὅτι οὐκ ἂν ἔφερον τοὺς θεραπευθέντας ἀσθενεῖς· εἰ μὴ μεγάλα ἦσαν περὶ αὐτοῦ πεπεικότες ἑαυτούς. ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ ἡμεῖς, διὰ τῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἐκπληρώσεως· καὶ γὰρ νοσήματα πολλὰ ἔχομεν ψυχικά.
25 Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελ‐ φὸν αὐτοῦ. Εἰκὸς Ζεβεδαῖον μὴ παραδέχεσθαι τὸ κήρυγμα· διὸ εἰκότως ἀφίεται ὑπὸ τῶν ἐξελθόντων ἐκ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρός.
30tΚΕΦ. Ε.
31tΠερὶ τῶν μακαρισμῶν.
32Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος. Τίνος χάριν ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν
τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος; διὰ τὸ ἀφιλότιμον καὶ ἀκόμ‐30

31

παστον· οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ’ ἑαυτοῦ· ἀλλ’ ὅτε μὲν περιπατῆσαι ἔδει, αὐτὸς περιείη πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος. ὅτε δὲ ὄχλος γέγονεν, ἐν ἑνὶ κάθηται χωρίῳ, καὶ οὐκ ἐν πόλει καὶ ἐν ἀγορᾷ μέσῃ, ἀλλ’ ἐν ὄρει καὶ ἐρημίᾳ·
5παιδεύων ἡμᾶς, μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, ἀλλὰ καὶ τῶν ἐν μέσῳ θορύβων ἀπαλλάττεσθαι, ὅτ’ ἂν περὶ ἀναγκαίων διαλεγόμεθα πραγμάτων. προσῆλθον δὲ οἱ μαθηταὶ αὐτοῦ, ὡς βελτίους λοιπὸν γινόμενοι· οἱ μὲν γὰρ πολλοὶ τῶν θαυμάτων ἦσαν θεαταί· οὗτοι δὲ καὶ ἀκοῦσαι τί λοιπὸν ἐπεθύμουν μέγα. διατί δὲ πρόκειται
10“ὅτι ἀνοίξας τὸ στόμα αὐτοῦ;” ἵνα μάθωμεν, ὅτι σιγῶν ἐπαί‐ δευεν, οὐχὶ μόνον φθεγγόμενος· τὸ δὲ “ἐδίδασκεν αὐτοὺς,” μὴ περὶ τῶν μαθητῶν αὐτοῦ νομίσωμεν τοῦτο μόνον λέγεσθαι, ἀλλὰ καὶ περὶ τῶν πάντων τῶν τότε παρόντων, καὶ τῶν μετὰ ταῦτα γενησομένων.
15 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Τινὲς δὲ εἰσὶν “οἱ πτωχοὶ τῷ πνεύματι;” οἱ ταπεινοὶ καὶ συντετριμμένοι τὴν διάνοιαν. πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν εἴρηκεν, τὴν ἐκ προαιρέσεως συντετριμμένην οὖσαν· ἐπειδὴ γὰρ
20εἰσὶ πολλοὶ, οὐχ ἑκόντες ἀλλ’ ὑπό τινος ἀνάγκης βιαζόμενοι· ἀφεὶς ἐκείνους, οὐδὲ γὰρ ἂν εἴη τοῦτο ἐγκώμιον, τοὺς ἀπὸ προ‐ αιρέσεως ἑαυτοὺς συντρίβοντας μακαρίζει. Καὶ μετ’ ὀλίγον—Κἂν γὰρ εὐχὴν τίς κέκτηται, κἂν νηστείαν, κἂν ἐλεημοσύνην, κἂν σω‐ φροσύνην, κἂν ἄλλο τι συναγάγῃ ἀγαθόν· ταπεινοφροσύνης χωρὶς,
25διαρρεῖ καὶ ἀπόλλυται ἅπαντα, ὅπερ καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονεν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακαρίζει δὲ τοὺς πενθοῦντας εὐθέως μετὰ τὸν πρῶτον μακα‐ ρισμόν· ἐπειδὴ ἀπεναντίας δοκεῖ τοῦ εἶναι, τῇ τῆς οἰκουμένης ψήφῳ· πάντων γὰρ τοὺς γελῶντας ζηλωτοὺς εἶναι νομιζόντων,
30τοὺς δὲ ἐν ἀθυμίᾳ καὶ πένθει ἀθλίους, αὐτὸς τοὺς ἀντ’ ἐκείνων μακαρίζει· οὐχ ἁπλῶς δὲ τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων δηλονότι τοῦτο ποιοῦντας· ὡς τό γε ἕνεκεν βιωτικῶν πραγμάτων πενθεῖν, σφόδρα ἐστὶ κεκωλυμένον· ὅπερ
οὖν καὶ ὁ Παῦλος περὶ ἀμφοτέρων ἐδήλωσε λέγων, “ὅτι ἡ μὲν31

32

“τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται· ἡ δὲ κατὰ Θεὸν λύπη, “μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον·” ὅθεν καὶ τὸ ἔπαθλον μέγα· παρακληθήσονται γάρ, φησι, δηλονότι καὶ ἐνταῦθα καὶ ἐκεῖ.
5 Εἰπὼν δὲ ὅτι “μακάριοι οἱ πραεῖς” καὶ τὰ ἑξῆς, περὶ ποιᾶς γῆς φησί; νοητὴν φασὶ τινὲς, ἀλλ’ οὐκ ἐστὶ τοῦτο· οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ γραφῇ γῆν νοητὴν, ἀλλ’ αἰσθητὸν τίθησιν ἔπαθλον ἐν τούτῳ. οὐ γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπεται μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν
10ἀκροωμένων· καὶ πρὸ τῶν μελλόντων ταῦτα ἐπιζητοῦντα· ὑπ‐ ισχνεῖται δὲ τοῦτο, ἐπειδὴ νομίζεται διὰ τὴν πραότητα πάντα ἀπολλῦναι τὰ ἑαυτοῦ· ὅθεν τὸ ἐναντίον ὑπισχνεῖται, ὡσανεὶ λέγων· ὅτι οὗτος μὲν οὖν ἐστιν, ὁ μετὰ ἀσφαλείας τὰ ὄντα κεκτημένος· ὁ μὴ θρασὺς μηδὲ ἀλαζών· πρὸ δὲ τῶν ἐλεημόνων μακαρίζει
15“τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην·” ἐπειδὴ οὐκ ἐξ ἁρπαγῆς οὐδὲ ἐκ πλεονεξίας δεῖ ἐλεεῖν, ἀλλ’ ἐκ δικαίων πόνων· καὶ οὐκ εἶπεν τοὺς ἁπλῶς δικαιοσύνης ἀντεχομένους, ἀλλὰ “τοὺς “πεινῶντας καὶ διψῶντας,” τουτέστι τοὺς μετὰ ἐπιθυμίας πάσης αὐτὴν μετερχομένους· καὶ ἐνταῦθα δὲ αἰσθητὸν τὸ ἔπαθλον τίθησι
20λέγων· “ὅτι αὐτοὶ χορτασθήσονται·” διὰ γὰρ τὸ νομίζεσθαι τὴν πλεονεξίαν, τοὺς πολλοὺς εὐπόρους ποιεῖν λέγει· ὅτι τοὐναντίον μὲν οὖν ἐστιν· ἡ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται. Τοὺς ἐλεήμονας δὲ μακαρίζει, οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον, ἀλλὰ καὶ τοὺς διὰ πραγμάτων· ποικίλως γάρ ἐστιν ὁ τῆς
25ἐλεημοσύνης τρόπος, καὶ πλατεῖα αὕτη ἡ ἐντολή. τί δέ ἐστιν αὐτῆς τὸ ἔπαθλον; “ὅτι αὐτοὶ ἐλεηθήσονται.” καθαροὺς δὲ τῇ καρδίᾳ λέγει, ἢ τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, ἢ τοὺς ἐν σωφροσύνῃ διάγοντας· φησὶ γὰρ ὁ Παῦλος, “εἰρήνην διώκεται “καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.” ἐνταῦθα
30δὲ πνευματικὸν τίθησι τὸ ἔπαθλον λέγων, “ὅτι αὐτοὶ τὸν Θεὸν “ὄψονται·” ὄψιν δέ, φησι, τὴν ἄνω δυνατὸν ἰδεῖν· ἐπειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἁρπάζουσιν, οὐδὲ πλεονεκτοῦσιν· πορνεύουσι δέ· ἔδειξεν ὅτι οὐκ ἀρκεῖ τὰ πρότερα, ἐὰν μὴ καὶ σωφροσύνη παρῇ. εἰρηνοποιοὺς δὲ μακαρίζει, οὐ μόνον τοὺς μὴ
35πρός τινα ἀπεχθανομένους ἢ στασιάζοντας, ἀλλὰ καὶ ἑτέρους32

33

στασιάζοντας εἰρηνοποιοῦντας· ἔτι δὲ καὶ τοὺς τὸ ἑαυτῶν σῶμα μὴ κατεξανίστασθαι τῆς ψυχῆς διὰ τῆς γαστριμαργίας καὶ τῶν ἡδονῶν, ἀλλὰ μᾶλλον ὑποτάσσεσθαι τοῦτο ταῖς ψυχικαῖς ἀρεταῖς. Ἵνα δὲ μὴ νομίσωμεν ὅτι πανταχοῦ ἡ εἰρήνη καλὸν, ἐπήγαγεν,
5“μακάριοι οἱ δεδιωγμένοι,” καὶ τὰ ἑξῆς, τουτέστι τῆς ἀρετῆς· δικαιοσύνην γὰρ εἴωθε λέγειν τὴν ἅπασαν τῆς ψυχῆς φιλοσοφίαν. εἰπὼν δὲ ὅτι πολὺς ὁ μισθὸς, ἐπήγαγεν καὶ ἑτέραν παράκλησιν λέγων· “οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ἡμῶν,” ὡσανεὶ ἔλεγεν, ὅτι ὥσπερ οἱ προφῆται μηδὲν παράνομον εἰπόντες, οἱ μὲν
10ἐλιθάζοντο ὑπ’ αὐτῶν, οἱ δὲ, ἠλαύνοντο, οἱ δὲ μυρία ἕτερα ἔπασχον κακὰ, οὕτως καὶ ἡμεῖς ἀγαθὰ λαλοῦντες καὶ νομοθετοῦντες, ταῦτα μέλλεται πάσχειν. Ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μω‐ ρανθῇ, ἐν τίνι ἁλισθήσεται;
15 Ἐν τῷ εἰπεῖν “ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς·” ἔδειξε μωραν‐ θεῖσαν πᾶσαν τὴν ἀνθρωπότητα καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρ‐ τημάτων. ὑμεῖς οὖν, μαθηταί μου, τὰς εἰρημένας ἐν τοῖς μακα‐ ρισμοῖς ἀρετὰς κατορθώσαντες, καὶ εἰς τὴν ἑτέρων ὠφελείαν τὰς καλὰς ταύτας παρασκευάσαντες ὑπερχεῖσθαι πηγάς.
20 Θεοδώρου Ἡρακλείας. Ἅλας τῆς γῆς ἐστιν τὸ ψυχικὸν ἄρτυμα. Κυρίλλου. Ἅλας καλεῖ τὴν φρόνησιν. Τοῦ Χρυσοστόμου. Τί ἐστιν “ἐὰν δὲ τὸ ἅλας μωρανθῇ” καὶ τὰ ἑξῆς; ὅτι οἱ μὲν ἄλλοι, φησὶ, τοῦ λαοῦ ἀρετὰς κατορ‐
25θοῦντες καὶ πίπτοντες δύνανται διὰ μετανοίας ταχέως τυγχάνειν συγγνώμης· ὁ δὲ διδάσκαλος ἐὰν τοῦτο πάθῃ, πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δίδωσι τιμωρίαν· μὴ οὖν προδῶτέ, φησι, τὴν προσήκουσαν ὑμῖν σφοδρότητα, καὶ στερρότητα καὶ στυφότητα, τὴν τῷ ἅλατι προσήκουσαν· ἐὰν γὰρ φοβηθῆτε
30ὀνειδισμοὺς καὶ διωγμοὺς, καταφρονηθήσεσθε, ὅπερ ἐστὶ κατα‐ πατηθῆναι. Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.
Θεοδώρου Μονάχου. Ὥσπερ διὰ τοῦ φωτὸς ὁρᾷ τις ὅλα,33

34

οὕτω καὶ οἱ πειθόμενοι ὑμῖν, δι’ ὑμῶν ὁρῶσι τὰ τῆς ἀρετῆς ἔργα. Κυρίλλου. Τὸ δὲ “οὐ δύναται πόλις,” οἱ ἐπὶ τῇ πίστει ἱδρύ‐ μενοι, ὡς ἐπ’ ὄρους ὑψηλοῦ, οὐκ ὀφείλουσι λαθραίως ἢ μετὰ
5δειλίας λαλεῖν τὸν λόγον. Θεοδώρου Μονάχου. Μόδιον, τὴν κακίαν εἶπεν· λύχνον δὲ τὴν ἀρετήν. Τοῦ Χρυσοστόμου. “Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου” εἰπὼν, πάλιν τοῦ κόσμου καὶ οὐχ ἑνὸς ἔθνους οὐδὲ εἴκοσι πόλεων, ἀλλὰ
10τῆς οἰκουμένης ἁπάσης ἔδειξεν αὐτοὺς ἔσεσθαι διδασκάλους, καὶ ὥσπερ ἅλας πνευματικὸν, οὕτω καὶ φῶς νοητὸν, τῆς τοῦ ἡλίου ἀκτῖνος πολὺ βέλτιον. Τὸ δὲ “οὐ δύναται πόλις κρυβῆναι,” καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ ὅτι οὗτος ἔσεσθαι, φησὶ, πάσῃ τῇ οἰκουμένῃ καταφανὴς, ὥσπερ πόλις ὑπεράνω κορυφῆς ὄρους κειμένη, καὶ
15ὥσπερ λύχνος ἐπὶ τῆς λυχνίας φαίνων. Τὸ δὲ “οὐ καίουσι “λύχνον” καὶ τὰ ἑξῆς, τὴν παρρησίαν, φησὶν, ἀπαιτεῖ τὴν παρ’ ἡμῶν· ἐγὼ μὲν ἧψα τὸ φῶς, φησί· τὸ δὲ μεῖναι καιόμενον, τῆς ὑμετέρας γενέσθω σπουδῆς, οὐ δι’ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐτῆς ἀπολαύειν πρὸς τὴν ἀλήθειαν
20χειραγωγίας· οὐδὲ γὰρ τὴν οἰκουμένην διορθώσητε ὀρθῶς βιοῦντες, ἀλλὰ καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάσητε. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Διατί δὲ εἶπεν, “οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη‐
25“ρῶσαι;” ἐπειδὴ ἔμελλεν ὑψηλότερα διδάσκειν τοῦ νόμου, ὅθεν καὶ πρὸς πάντα τὸν ὄχλον λοιπὸν τρέπει τὸν λόγον· καὶ πῶς οὐ κατέλυσέ, φησι, τὸν νόμον, ἕτερα νομοθετήσας; ἐπειδήπερ αἱ ἐντολαὶ αὐτοῦ, οὐ τοῦ νόμου ὑπάρχουσι κατάλυσις, ἀλλὰ μᾶλλον ἐπίστασις. τὸ γὰρ μὴ φονεύειν, οὐκ ἀναίρεσις τὸ μὴ ὀργίζεσθαι,
30ἀλλὰ πλήρωσις, καὶ πλειόνων ἀσφάλεια. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, κ. τ. λ.
Τὸ δὲ “ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς,” οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’34

35

ἵνα ὑψώσῃ τὸν νοῦν τοῦ ἀκροατοῦ· ὅτι καὶ ὁ κόσμος ἅπας μετα‐ σχηματίζεται. Τὸ δὲ “ἰῶτα ἓν,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ ὅτι ἀμήχανόν ἐστιν, ἀτέλεστόν τι μεῖναι τοῦ νόμου· ἀλλὰ καὶ τὸ βραχύτατον αὐτοῦ πληρωθῆναι δεῖ· ὅπερ καὶ αὐτὸς ἐποίησε μετὰ
5ἀκριβείας πάσης αὐτὸν ἀπαρτίσας. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ. Τὸ δὲ εἰπεῖν “ὅστις λύσει μίαν τῶν ἐντολῶν τούτων” καὶ τὰ ἑξῆς, οὐ περὶ τῶν παλαιῶν νομίμων τοῦτο εἶπεν, ἀλλὰ περὶ ὧν
10ἔμελλεν αὐτὸς νομοθετεῖν· ὅθεν καὶ τὸ ἐπαγόμενον. τὸ δὲ “ἐὰν “μὴ περισσεύσῃ” καὶ τὰ ἑξῆς· ποῖον δὲ ἦν τὸ περισσόν; τὸ μὴ ὀργισθῆναι, τὸ μὴ ἐμβλέψαι εἰς γυναῖκα ἀκολάστως, τὸ ὑπὲρ τὰς δεκάτας παρέχειν καθ’ ἕκαστον ἔτος ἐκ τῶν ὑπαρχόντων τοῖς δεομένοις. εἰπὼν δὲ ὅτι “ἐλάχιστός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν
15“οὐρανῶν,” τοῦτο ἐσήμανεν ὅτι εἰς γέενναν καὶ κόλασιν ἀπελεύ‐ σεται ὁ τοιοῦτος. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι βασιλείαν οὐ τὴν ἀπόλαυσιν λέγει μόνον, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καὶ τὴν παρουσίαν ἐκείνην τὴν φοβεράν. εἰδότες τοίνυν τὴν ἀπει‐ λὴν, μήτε αὐτοὶ κἂν μίαν τῶν ἐντολῶν αὐτοῦ παραβαίνωμεν, μήτε
20τοὺς βουλομένους ταύτας φυλάττειν ἐκλύωμεν. Ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται. Διὰ δὲ τοῦ εἰπεῖν, “ὃς δ’ ἂν ποιήσει καὶ διδάξει, οὗτος μέγας “κληθήσεται·” διδάσκει ἡμᾶς, μὴ ἑαυτοῖς μόνους χρησίμους εἶναι, ἀλλὰ καὶ ἑτέροις· καὶ γὰρ μέγας ὁ μισθὸς τῷ ἑαυτὸν
25ἀκλινῆ φυλάττοντι, εἰς τὴν τῶν δεσποτικῶν ἐντολῶν ἐκπλήρωσιν. Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. Τίνος χάριν οὐκ εἶπεν, ὅτι ἠκούσατε ὅτι εἶπον τοῖς ἀρχαίοις; ἐπειδὴ δυσπαράδεκτος ὁ λόγος ἐγένετο, καὶ πᾶσιν ἂν πρόσεστι
30τοῖς ἀκούουσι· τὸ δὲ “οὐ φονεύσεις” καλῶς τέθεικε πρῶτον, διὰ τὸ μὴ συγχεῖν τὴν τάξιν τῶν ἐντολῶν, ἀλλὰ ἀπὸ ταύτης ἄρξασθαι, ἀφ’ ἧς καὶ ὁ νόμος ἤρξατο· ἵνα καὶ ἐν τούτῳ δείξῃ τὴν συμφω‐ νίαν. εἰπὼν δὲ “ἐγὼ δὲ λέγω ὑμῖν,” ἔδειξε τὴν ἑαυτοῦ ἐξουσίαν
ἀπηρτισμένην· οὐδεὶς γὰρ δικαίων ἢ προφητῶν, ἢ πατριαρχῶν35

36

οὕτως ἐφθέγξατο πώποτε, ἀλλὰ “τάδε λέγει Κύριος.” ἐκεῖνοι γὰρ τὰ τοῦ δεσπότου διήγγελλον· οὗτος δὲ καὶ τὰ ἑαυτοῦ· “τὰ γὰρ “ἐμά,” φησι, “σά ἐστι, καὶ τὰ σὰ ἐμά·” καὶ οἱ μὲν τοῖς ὁμοδούλοις, ὁ δὲ τοῖς ἑαυτοῦ δούλοις ἐνομοθέτει. τὸ δὲ “εἰκῆ”
5πρόσκειται, ἐπειδὴ οὐκ ἔστιν ἄνθρωπον ὄντα παθῶν ἀπηλλάχθαι, ἀλλὰ κρατεῖν μὲν δυνατὸν, ἐκτὸς δὲ αὐτῶν παντελῶς ἀμήχανον εἶναι· ἔπειτα ὅτι καὶ χρήσιμον τὸ πάθος τοῦτό ἐστιν, ἐὰν μετὰ τοῦ προσήκοντος οἴδαμεν αὐτῷ κεχρῆσθαι καιροῦ· καθὼς ὁ Παῦλος πρὸς Κορινθίους καὶ Γαλάτας ὀργισθεὶς, μεγάλων αὐτοὺς ἀπήλ‐
10λαξε λοιμῶν, καὶ ἑτέρους δὲ πλείους τούτων. τίς δὲ ὁ προσήκων τῆς ὀργῆς καιρός; ὅτ’ ἂν μὴ ἑαυτοὺς ἐκδικῶμεν. τίς δὲ ὁ μὴ προσήκων; ὅτ’ ἂν ἑαυτοὺς ἐκδικῶμεν περὶ γηΐνων μαχόμενοι, καὶ ἀπολλυμένων πραγμάτων· ἀλλ’ οἱ πολλοὶ τοὐναντίον ποιοῦσιν· ἐκθηριούμενοι μὲν περὶ τῶν φθαρτῶν, ἐκλυόμενοι δὲ εἰς τὸ νουθετεῖν
15καὶ ἐπιστρέφειν τοὺς ἁμαρτάνοντας· ἅπερ ἀμφότερα ἐναντία εἰσὶ τοῖς νόμοις τοῖς εὐαγγελικοῖς. Τὸ “ῥακὰ” οὐ μέγα ἐστὶ ῥῆμα ὕβρεως, ἀλλὰ μᾶλλον κατα‐ φρονήσεως, ὥσπερ ἡμεῖς τινὶ ἐπιτάττοντες τῶν οἰκετῶν λέγομεν· ἄπελθε σύ· οὕτως καὶ οἱ τῇ Σύρων κεχρήμενοι γλώσσῃ, “ῥακὰ”
20λέγουσι τὸ σύ· ἀλλ’ ὁ φιλάνθρωπος Θεὸς, καὶ τὰ μικρότατα ἀνασπᾷ. εἰπὼν δὲ ὅτι “ἔνοχος ἔσται τῷ συνεδρίῳ·” συνέδριον ἐνταῦθα τὸ τῶν Ἰουδαίων δικαστήριον φησί. τὸ μωρὸν εἴπειν, πολλοῖς βαρὺ καὶ φορτικὸν ἔδοξεν εἶναι, εἰ περὶ ῥήματος ψιλοῦ τοσαύτην, φησὶ, μέλλομεν διδόναι δίκην· εἰπατώσαν τοίνυν, διὰ
25τί φορτικὸν εἶναι δοκεῖ τὸ ἐπίταγμα· οὐκ οἴδασιν ὅτι καὶ αἱ πλείους τῶν τιμωριῶν καὶ τῶν ἁμαρτιῶν, ἀπὸ ῥημάτων ἔχουσι τὴν ἀρχήν. καὶ γὰρ βλασφημία ῥημάτων, καὶ ἄρνησις διὰ ῥημάτων, καὶ λοιδορίαι καὶ ὕβρεις, καὶ ἅπαξ ἁπλῶς πάντα τὰ διὰ τῆς γλώττης κακά. χρὴ δὲ γινώσκειν ὅτι ἐνταῦθα πρῶτον γεέννης
30ὄνομα εἶπεν, πρότερον περὶ βασιλείας πολλὰ διαλεχθείς· δεικνὺς ὅτι ἡ μὲν βασιλεία τῆς αὐτοῦ φιλανθρωπίας καὶ γνώμης ἐστίν· ἡ δὲ γέεννα τῆς ἡμῶν ῥαθυμίας. Εἰπὼν “ἐὰν προσφέρῃς τὸ δῶρόν σου” καὶ τὰ ἑξῆς, διὰ τούτων ἁπάντων δηλοῖ, ὅτι οὐ δέχεται τοὺς ἀπεχθῶς πρὸς ἀλλήλους
35ἔχοντας ὁ Θεός· ἀκουέτωσαν ὅσοι μετὰ ἔχθρας, ἢ προσευχὰς, ἢ36

37

ἐλεημοσύνας προσφέροντες, ἢ τολμῶντες τῶν φρικτῶν μετέχειν μυστηρίων. Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ.
5 Τὸ “ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου” καὶ τὰ ἑξῆς· τινὲς ἀντί‐ δικον τὸν διάβολον λέγουσιν, καὶ ὅτι κελεύει ὁ Χριστὸς μηδὲν ἔχειν τῶν ἐκείνου· τοῦτο γὰρ εἶναι τὸ εὐνοεῖν αὐτῷ, ὡς οὐ δυνατὸν διαλύσασθαι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τῆς ἀφορήτου λοιπὸν ἡμᾶς διαδεχομένης κολάσεως· ἐμοὶ δὲ περὶ τῶν ἐνταῦθα δοκεῖ
10λέγειν δικαστῶν καὶ τῆς ἐπὶ τὸ δικαστήριον ὁδοῦ, καὶ τοῦ δεσμω‐ τηρίου τούτου· ἐπειδὴ γὰρ ἐκ τῶν ὑψηλοτέρων ἐνέτρεψε καὶ τῶν μελλόντων, καὶ ἀπὸ τῶν ἐν τῷ παρόντι βίῳ λοιπὸν φοβεῖ, ταχὺ, λέγων, καταλλάγηθι “ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ,” ἐπὶ τοὺς δικαστὰς πορευόμενος, πρὶν τῷ βήματι τῶν δικαστῶν παρα‐
15στῇς· τί δέ ἐστιν εὐνόει; καταδέχου μᾶλλον ἀδικεῖσθαι. Ἠκούσατε ὅτι ἐρρέθη, οὐ μοιχεύσεις. Θεοδώρου Μονάχου. Ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι τρό‐ πον τινὰ ἠρεμοῦντα τὰ πάθη διανύττει διὰ τοῦ ὁρᾷν. Κυρίλλου. Τάχα εἰσί τινες τοιοῦτον λαβόντες χάρισμα ὥστε
20μὴ ἐπιθυμεῖν· πλὴν ὁ Χριστὸς ὡς ἰσχυροποιήσας τὴν ἀνθρώπων φύσιν, καὶ τὰ ὑπὲρ νόμον ἐπιτάσσει, ὡς νῦν ἐγχωροῦντα· εἰ γὰρ καὶ τοῖς πρὸ τοῦ Χριστοῦ ἀδύνατον ἦν τοῦτο, ἀλλὰ τοῖς πιστοῖς εὐκατόρθωτον τὸ τὰς ἐπιθυμίας ἐκκόπτειν. Ὁ ἐμβλέψας γυναῖκα καὶ ἐπιθυμήσας τότε κρίνεται, ὅτε φανῇ
25αὐτῷ ἡ σὰρξ τῆς γυναικὸς εἰς ἐπιθυμίαν καλὴ, καὶ σαρκικῶς αὐτὴν ἴδῃ καὶ ἁμαρτητικῶς· ὁ γὰρ δι’ ἀγάπην τῆς ἁγνῆς ὁρῶν τὸ κάλλος, οὐ τὴν σάρκα ἡγεῖται καλὴν, ἀλλὰ τὴν ψυχήν. Γρηγορίου Νύσης. Οὐ τὸν ἐπιθυμήσαντα κατά τινα συντυ‐ χίαν εἶναι κατάκριτον, ἀλλὰ τὸν ἐκ πονηρίας τὸ πάθος ἐπισπα‐
30σάμενον· τὸ μὲν γὰρ ἐγγίνεσθαί ποτε τοιαύτην ὁρμὴν ἡ συγκεκραμένη τῇ φύσει πολλάκις ἀσθένεια, καὶ παρὰ τὴν γνώμην
παρασκευάζει· ὁ δὲ μὴ χειμάρρου δίκην παρενεχθῆναι τῇ τοῦ37

38

πάθους ὁρμῇ, ἀλλὰ ἀνδρικῶς πρὸς τὴν τοιαύτην διάθεσιν στῆναι, καὶ τοῖς λογισμοῖς τὸ πάθος ἀπώσασθαι, τοῦτο τῆς ἀρετῆς ἔργόν ἐστιν. Τοῦ Ἁγίου Βασιλείου. Ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναῖκα,
5κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσει, ἀλλὰ τό γε τὴν ἐπι‐ θυμίαν τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος. Ἰσιδώρου. Οὐ ταὐτὸν, ὦ βέλτιστε, τὸ ἐξαίφνης ἰδεῖν καὶ τρωθῆναι, καὶ τὸ μετὰ σπουδῆς τὰ ἀλλότρια θηρώμενον κάλλη τὸ αὐτὸ παθεῖν. ὁ μὲν γὰρ ἐξαίφνης ἰδὼν καὶ τρωθεὶς, δύναται
10λογισμῷ σώφρονι καὶ τὸ βέλος ἐξελκῦσαι καὶ τὸ τραῦμα θερα‐ πεῦσαι· φάρμακον δὲ ἄριστον τῷ τοιούτῳ πάθει, νηστεία καὶ τὸ μηκέτι τὴν τρώσασαν θεάσασθαι. ὁ δὲ συνεχῶς καὶ μετὰ σπουδῆς ὁρῶν, κἂν μὴ τῷ σώματι δράσειεν, ἀλλὰ τῇ ψυχῇ τὴν ἁμαρτίαν ἀποτελέσειεν.
15 Ἄλλως. Οὐ γὰρ εἶπεν, ὁ ἁπλῶς καὶ ἐκ παρόδου τινὸς ἰδὼν καὶ ἐπιθυμήσας ὡς μοιχὸς τιμωρηθήσεται· ἀλλ’ ὁ ἐκ προενθυμή‐ σεως τὸ πρᾶγμα ἐπιγράψαι τὸ πάθος σπασάμενος, ὁ τοῦτο τὸ ἔργον τιθέμενος. Τοῦ Χρυσοστόμου. Ὁ ποιούμενος ἔργον τὰ λαμπρὰ σώματα
20περιεργάζεσθαι, καὶ τὰς εὐμόρφους θηρᾷν. οὐ γὰρ τὸ σῶμα ἦλθεν ἀπαλλάξαι τῶν πονηρῶν πράξεων μόνον, ἀλλὰ τὴν ψυχὴν πρὸ ἐκείνου· ἐπειδὴ γὰρ ἐν τῇ καρδίᾳ τὴν τοῦ Πνεύματος δεχόμεθα χάριν, αὐτὴν ἐκκαθαίρει πρώτην· ἐπεὶ οὖν οὐκ ἔστι μὴ ἐπιθυμεῖν, καὶ γὰρ ἐν ὄρεσι καθήμενος ἐπιθυμεῖ, οὐκ εἶπεν τὴν ἁπλῶς ἐγγι‐
25νομένην ἐπιθυμίαν, ἀλλ’ ὡς ἂν ἐμβλέψῃ πρὸς τὸ ἐπιθυμῆσαι, τουτέστιν ὁ ἑαυτῷ τὴν ἐπιθυμίαν συλλέγων. ἴσως δὲ ἐρεῖ τίς· ἐὰν οὖν ἴδω μὲν καὶ ἐπιθυμήσω, μηδὲν δὲ πράξω πονηρὸν, ἐκ τούτου κατακρίνομαι; γινωσκέτω ὁ τοιοῦτος, ὅτι καὶ αὐτὸς μετὰ τῶν μοιχῶν ἕστηκεν. τοῦ γὰρ δικαιοκρίτου ἀποφηναμένου Χριστοῦ
30τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, οὐδὲν δεῖ περιεργάζεσθαι πλέον· ἅπαξ μὲν καὶ δὶς καὶ τρὶς οὕτως ἰδών τις, ἴσως δυνήσεται κρατεῖν· ἂν δὲ συνεχῶς τοῦτο ποιῇς, καὶ ἀνάπτεις τὴν κάμινον, ἁλώσῃ πάν‐ τως· οὐ γὰρ ἔξω τῆς ἀνθρωπίνης ἕστηκας φύσεως. ὡσαύτως δὲ καὶ αἱ καλλωπιζόμεναι τῶν γυναικῶν, κἂν μὴ πλήξωσι τοὺς τῶν
35ἁπάντων ὀφθαλμοὺς, δίκην δώσουσι τὴν ἐσχάτην· τὸ γὰρ φάρ‐38

39

μακον ἐσκεύασαν καὶ τὸ πόμα προσήνεγκαν, κἂν μηδεὶς ὁ πίνων εὑρέθῃ. Κύριλλος. Ἰωάννης. Ἰσίδωρος. Θεόδωρος Ἡρακλείας. Εἰπὼν, “ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε,” καὶ τὰ ἑξῆς· ὀφθαλ‐
5μὸν λέγει, τὸν λογισμὸν τῆς ἐπιθυμίας, ὃν λέγει ἐκκόπτεσθαι. Ἄλλως. Τῶν αὐτῶν. Ὀφθαλμὸς καὶ χεὶρ νοεῖται ὁ φίλος· ἐὰν γάρ τινα οὕτως φιλῇς, ὡς ἐν τάξει ὀφθαλμοῦ δεξιοῦ, καὶ χρήσιμον αὐτὸν νομίζεις, ὡς ἐν τάξει δεξιᾶς χειρὸς, καὶ βλάπτει σου τὴν ψυχὴν, ἀπότεμε τούτους ἀπὸ σοῦ, καὶ πόρρω χωρίσθητι
10ἀπ’ αὐτῶν. ὅτ’ ἂν γὰρ μὴ ἀλλήλους σώζητε, ἀλλὰ μᾶλλον ἀμφό‐ τεροι προσαπόλλυσθε ὄντες ὁμοῦ, συμφέρει χωρισθέντα, κἂν τὸν ἕνα σωθῆναι. Ἐρρέθη δὲ ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
15 Τοῦ Χρυσοστόμου. Διατί εἶπεν “ὃς ἂν ἀπολύσῃ τὴν “γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον;” ἐπειδὴ νόμος ἦν κεί‐ μενος παλαιὸς τὸν μισοῦντα τὴν γυναῖκα αὐτοῦ, ἐξ οἵας δήποτε αἰτίας, μὴ κωλύεσθαι αὐτὸν ἐκβάλλειν αὐτὴν, καὶ ἑτέραν ἀντ’ ἐκείνης εἰσάγειν. ταύτην τὴν συνήθειαν ἀνατρέπων ὁ δεσπότης
20ἡμῶν Χριστὸς, τοῦτο τέθεικε καὶ ἐπάγει λέγων, “ἐγὼ δὲ λέγω “ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ” καὶ τὰ ἑξῆς· τὴν γυναῖκα καὶ ἄκουσαν σωφρονίζει, καὶ τὴν πρὸς πάντας ἀποτει‐ χίζει εἴσοδον αὐτῇ· ὡσαύτως δὲ καὶ τὸν ἄνδρα ἔκφοβον ἀπεργά‐ ζεται, ἵνα μὴ τοῦτο διαπράξηται.
25 Θεοδώρου Μονάχου. Διὰ τὸ θέλειν ἄλλαις συνεῖναι, ἐξέβαλε τὰς πρώτας, καὶ διὰ τῆς μηχανῆς ταύτης, οἱ μὲν ἐλάμβανον τὰς ἄλλων γυναῖκας, αἱ δὲ τοὺς ἀλλοτρίους ἄνδρας. Κυρίλλου. Ὁ τὴν σώφρονα ἐκβάλλων δίδωσιν αὐτῇ ἄδειαν ἄλλῳ γαμηθῆναι, ὅπέρ ἐστιν εἶδος μοιχείας, ὡσανεὶ μὴ λυθείσης
30συζυγίας· οὐ γὰρ τὰ ῥεπούδια παρὰ Θεῷ λύει τὸν γάμον, ἀλλ’ ἡ ἄτοπος πράξις. Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις οὐκ ἐπιορ‐ κήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.
Ὠριγένους. Κυρίλλου. Τὸ “οὐκ ἐπιορκήσεις” καὶ τὰ ἑξῆς·39

40

ἐάν τις ἀναιδὴς ἐπάγῃ τοῖς ἁγίοις ὅρκον, ἀντὶ τοῦ ὅρκου ἔσται αὐτοῖς τὸ ναὶ καὶ τὸ οὔ. Τοῦ Χρυσοστόμου. Τὸ “ἀποδώσεις Κυρίῳ τοὺς ὅρκους σου” δηλοῖ, ὀμνύειν μὲν, ἀληθεύειν δέ· τοῦτο δὲ τοῖς ἀρχαίοις ἐρρέθη·
5αὐτὸς δὲ παρ’ ἑτέρῳ ἀπάγων τοῦ ὀμνύειν κατὰ τοῦ Θεοῦ, φησι, μήτε κατὰ τοῦ οὐρανοῦ, μήτε κατὰ τῆς Ἱερουσαλὴμ, καὶ τῶν ἑξῆς· τούτων δὲ ἐμνήσθη οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ ἔθος εἶχον καὶ κατὰ τούτων ὀμνύειν, δείκνυσι πρὸς τῷ τέλει τοῦ εὐαγγελίου τὸ ἔθος· τὸ δὲ “μήτε κατὰ τῆς κεφαλῆς σου” σημαίνει, ὅτι οὐδείς
10ἐστιν ἑαυτοῦ κύριος· οὐ γὰρ μόνον τοῦ ἐπιορκεῖν, φησι, κωλύω· ἀλλὰ καὶ τὸ ὅλως ὀμνύναι· οὐ μόνον εἰς τὸ τοῦ Θεοῦ ὄνομα, ἀλλ’ οὐδὲ εἰς τί τῶν κτισμάτων αὐτοῦ. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ
15καὶ τὴν ἄλλην. Τοῦ Χρυσοστόμου. Οὐχὶ τῷ ἀδελφῷ ἀντιστῆναι, ἀλλὰ τῷ πονηρῷ, δεικνὺς ὅτι ἐκείνου κινοῦντος, ταῦτα τολμῶνται τὰ κακά· τί οὖν φησιν; οὐ χρὴ ἡμᾶς ἀντιστῆναι τῷ πονηρῷ; δεῖ μὲν, οὐ τούτῳ δὲ τῷ τρόπῳ, τὸ ἀντιδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ τὸ
20παρέχειν ἑαυτοὺς πάσχειν κακῶς· οὕτω γὰρ τοῦ πονηροῦ περι‐ γενόμεθα· οὐδὲ γὰρ πυρὶ σβέννυται πῦρ, ἀλλ’ ὕδασι. Καὶ τὸ παρέχειν δὲ τῷ τύπτοντι τὴν ἑτέραν σιαγόνα κελεύσας, οὐ περὶ τῆς τοιαύτης πληγῆς νομοθετεῖ μόνον, ἀλλὰ καὶ τὴν ἐν ἅπασι τοῖς ἄλλοις ἀνεξικακίαν, παιδεύων ἡμᾶς τοῦτό φησι· εἰπὼν
25δὲ “τῷ θέλοντί σοι κριθῆναι” καὶ τὰ ἑξῆς, οὐχ ἁπλῶς τοῦτο τέθεικεν, ἀλλὰ μετὰ προσθήκης· οὐ γὰρ εἶπεν, δὸς τῷ ἀπαιτοῦντι τὸ ἱμάτιον, ἀλλὰ “τῷ θέλοντί σοι κριθῆναι,” τουτέστιν, ἐὰν εἰς δικαστήριον ἕλκῃ, καὶ πράγματα δικαστικὰ παρέχει, καὶ οὐ μόνον ἃ βούλεται καὶ κελεύει δοῦναι, ἀλλὰ καὶ πλείονα ἐπι‐
30δείξασθαι φιλοτιμίαν· καὶ μηδεὶς λεγέτω, ὅτι γυμνὸς λοιπὸν ἔμελλον περιϊέναι τούτοις πειθόμενος· μᾶλλον μὲν γὰρ ἂν πολλῷ πλειόνα ἁπάντων οἱ πειθόμενοι περιεβάλοντο· διὸ μηδεὶς ἀδύνατα εἶναι νομιζέτω ταῦτα ἐπιτάγματα· καὶ γὰρ μετὰ τοῦ συμφέ‐
ροντος σφόδρα ἐστὶν εὔκολα, ἐὰν νήφωμεν. μετὰ τὸ δοῦναι τὸν40

41

χιτῶνα καὶ τὸ ἱμάτιον, καὶ αὐτῷ τῷ σώματι βούλεται εἰς πόνον χρήσασθαι· “ἐὰν γάρ τις σε ἀγγαρεύσῃ,” φησὶ, “μίλιον ἓν, “ὕπαγε μετ’ αὐτοῦ δύο,” καὶ νίκησον καὶ ὑπέρβηθι τὴν ἄδικον ἐπιθυμίαν ἐκείνου. τὸ γὰρ ἀγγαρεῦσαι, τοῦτό ἐστι τὸ ἑλκύσαι
5ἀδίκως. Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπό σου δανείσασθαι μὴ ἀποστραφῇς. Δάνος δὲ ἐνταῦθα οὐ τὸ μετὰ τόκον λέγει, ἀλλὰ τὴν χρῆσιν τὴν ἁπλῶς γινομένην.
10 Ἐγὼ δὲ λέγω ὑμῖν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Τὴν κορωνίδα τῶν ἀγαθῶν ἐσχάτην τέθεικεν, τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς καὶ εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ εὐλογεῖν τοὺς καταρωμένους· καλῶς ποιεῖν τοῖς μισοῦσιν, ὅπερ ὕψος μέγιστον φιλοσοφίας ἐστί· διάτοι τοῦτο καὶ λαμπρὸν τὸ ἔπαθλον ἔχει καὶ
15μισθὸν τοιοῦτον, οἷον οὐδὲ ἓν τῶν προτέρων. οὐ γὰρ γῆς ἐνταῦθα μέμνηται, καθάπερ ἐπὶ τῶν πράων, οὔτε παρακλήσεως καὶ ἐλέους, καθάπερ ἐπὶ τῶν πενθούντων καὶ ἐλεημόνων, οὔτε βασιλείας οὐρανῶν· ἀλλ’ ὃ πάντων τούτων ἦν φρικωδέστερον, τὸ γενέσθαι ὁμοίους Θεῷ, ὡς ἀνθρώπους γενέσθαι εἰκός· “ὅπως γένησθέ,”
20φησιν, “ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν “ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει “ἐπὶ δικαίους καὶ ἀδίκους.” καὶ γὰρ καὶ αὐτὸς οὐ μόνον οὐ μισεῖ, φησὶν, ἀλλὰ καὶ εὐεργετεῖ τοὺς ὑβρίζοντας, καίτοιγε οὐδαμοῦ τὸ γινόμενον ἴσον, οὐ μόνον διὰ τὴν τῆς εὐεργεσίας ὑπερ‐
25βολὴν, ἀλλὰ καὶ διὰ τὴν τῆς ἀξίας ὑπεροχήν. Κυρίλλου. Ἀγαπῶμεν τοὺς ἐχθροὺς, οὐ καθ’ ὃ μοιχοί εἰσιν ἢ φονεῖς, ἀλλὰ καθὸ ἄνθρωποι. τὸ γὰρ ἁμαρτάνειν ἐνεργείας ἐστὶν, οὐκ οὐσίας· διὸ οὔτε ἔργον Θεοῦ ἡ ἁμαρτία. Θεοδώρου Ἡρακλείας. Ὑπερεύχου τῶν ἐχθρῶν, ἐν τούτῳ αὐ‐
30τοὺς ἀμυνόμενος, ἐν τῷ μὴ συνεῖναι αὐτοῖς ἐμμένουσι τῇ πονηρίᾳ. Τοῦ αὐτοῦ. Πάντας τοὺς θέλοντας υἱοθεσίας ἀξιωθῆναι, δεῖ
κατὰ τὸ δυνατὸν μιμεῖσθαι Θεὸν, ἐν τῷ ἀδιακρίτως εὐεργετεῖν.41

42

Καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων. Κυρίλλου Ἀλεξανδρείας. Ἴσως φήσειέν τις, πῶς ὁ μακά‐ ριος Παῦλος Ἀλέξανδρον ἀρᾶται τὸν χαλκέα; πρὸς ὃν φαμὲν οὐχ ὡς ἴδιον ἐχθρὸν, ἀλλ’ ὡς ἐχθρὸν τοῦ Εὐαγγελίου κατηράσατο
5αὐτὸν, διδάσκων ὅτι τοῖς τοῦ Θεοῦ ἐχθροῖς ἀεὶ χρὴ πολεμεῖν. Ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὠριγένους. Ὁ μιμητὴς τοῦ Θεοῦ καὶ Χριστοῦ, τὸν ἐν αὐτῷ λόγον ἥλιον καὶ τὴν ἐν αὐτῷ λάμπουσαν δικαιοσύνην ἀνατέλλει
10ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ τὸν διὰ στόματος λόγου αὐτοῦ ὑετὸν οἰκονομικῶς βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, τουτέστιν ἁμαρτωλούς. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν, μὴ ποιεῖν ἔμ‐ προσθεν τῶν ἀνθρώπων.
15 Τοῦ Χρυσοστόμου. Περὶ τῆς κενοδοξίας διαλέγεται, τοῦ τυραννικωτέρου πάντων πάθους· εἰ μὴ γὰρ εἶπεν τί δεῖ ποιεῖν, οὐκ ἂν περὶ τούτου πῶς ἁρμόδιον ἦν αὐτῷ ποιεῖν ἐδίδασκεν· οὐ δὲ ἁπλῶς εἶπε, “προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμ‐ “προσθεν τῶν ἀνθρώπων,” ἀλλὰ καὶ τούτῳ ἐπήγαγεν, “πρὸς τὸ
20“θεαθῆναι αὐτοῖς.” ἔστι γὰρ ἔμπροσθεν ἀνθρώπων ποιοῦντα, μὴ πρὸς τὸ θεαθῆναι ποιεῖν, διόπερ τὴν γνώμην κολάζει καὶ στεφανοῖ. εἰ γὰρ μὴ αὕτη ἡ ἀκρίβεια προσκειμένη ἦν, πολλοὺς ἂν τοῦτο ὀκνηροτέρους ἐποίησεν περὶ τὴν τῆς ἐλεημοσύνης δόσιν, διὰ τὸ μὴ πανταχοῦ πάντως δυνατὸν εἶναι λανθανόντως ποιεῖν· διὰ τοῦτο
25ἀπολύων ἡμᾶς τῆς ἀνάγκης ταύτης, τῇ προαιρέσει τοῦ ποιοῦντος καὶ τὴν ζημίαν καὶ τὸν μισθὸν ὁρίζει· ἵνα γὰρ μὴ λέγῃς, τί γὰρ ἐγὼ πάθω, ἂν ἕτερος ἴδῃ; οὐ τούτων ζητῶν φησὶν, ἀλλὰ τὴν διάνοιαν τὴν σὴν καὶ τὸν τρόπον τοῦ γινομένου· τὴν γὰρ ψυχὴν διαπλάσαι βούλεται, καὶ παντὸς ἀπαλλάξαι νοσήματος.
30 Εἶπε δὲ μὴ σαλπίσαι ἔμπροσθεν τῶν ἀνθρώπων· οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλὰ τὴν πολλὴν αὐτῶν ἐπιδεῖξαι
μανίαν, τῇ λέξει τῆς μεταφορᾶς ταῦτα κωμῳδῶν αὐτοὺς καὶ42

43

ἐκπομπεύων· καὶ ἄλλως σάλπιγγα τὴν ἐπίδειξιν λέγει. καλῶς δὲ “ὑποκριτὰς” αὐτοὺς εἶπεν· ἐπειδὴ τὸ μὲν προσωπεῖον ἐλεημο‐ σύνης ἦν, ἡ δὲ διάνοια ὡμότητος καὶ ἀπανθρωπότητος. “μὴ “γνώτω δὲ ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δεξιᾶ σου,” φησι· καὶ
5ἐνταῦθα πάλιν, οὐ χεῖρας αἰνίττεται, ἀλλ’ ὑπερβολικῶς αὐτὸ τέθεικεν· εἰ γὰρ οἷόν τε ἐστί, φησι, σεαυτὸν ἀγνοῆσαι, περι‐ σπούδαστον ἔστω σοι τοῦτο. οὐ γὰρ ὥς τινες φασὶν, ὅτι τοὺς πονηροὺς δεῖ κρύπτειν ἀνθρώπους· πάντας γὰρ ἐνταῦθα λανθάνειν ἐκέλευσεν· τίθησι δὲ καὶ τὸν μισθὸν μέγαν· “καὶ γὰρ ὁ Πατήρ
10“σου,” φησὶ καὶ τὰ ἑξῆς. Κυρίλλου. Ὁ δι’ αὐτὸ τὸ καλὸν ποιῶν ἀρετὴν, ὑπερκόσμιον ἔχει τὸ καύχημα. Κλήμεντος. Τοῦτό φησιν, ἵνα ὁ Θεὸς μόνος γινώσκῃ· οὔτε γὰρ αὐτὸς ὁ ἐλεῶν ὀφείλει γινώσκειν· ἐπεὶ συμβαίνει διὰ τούτου,
15ποτὲ μὲν ἐλεᾶν, ποτὲ δὲ οὔ. Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀρι‐ στερά σου τί ποιεῖ ἡ δεξιά σου. Σευήρου. Ὁ λεληθότως ποιῶν τὸ καλὸν καὶ μὴ δημοσιεύων αὐτὸ, ἀλλὰ ζητῶν λαθεῖν καὶ αὐτὸν τὸν εὐεργετούμενον, οὗτός
20ἐστι περὶ οὗ φησιν ὁ Κύριος, “μὴ γνώτω ἡ ἀριστερά σου, τί “ποιεῖ ἡ δεξιά σου.” Ὠριγένους. Τὸ δεξιὸν καὶ καθῆκον ἔργον γινώσκει ἡ ἀριστερὰ, ὅτε μολύνεται ὑπὸ φιλοδοξίας. Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί.
25 Τοῦ Χρυσοστόμου. Εἰπὼν δὲ, προσευχόμενοι οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταὶ, πρεπόντως δὲ τοὺς τοιούτους ὑποκριτὰς καλεῖ, ὅτι Θεῷ προσποιούμενοι προσεύχεσθαι, ἀνθρώπους περισκοποῦσιν, οὐχ ἱκετῶν περικειμένοις σχῆμα, ἀλλὰ ἀνθρώπων καταγελάστων· ὁ γὰρ μέλλων ἱκετεύειν, ἅπαντας ἀφεὶς, πρὸς ἐκεῖνον ὁρᾷ τὸν
30κύριον ὄντα δοῦναι τὴν αἴτησιν· ἂν δὲ τοῦτον ἀφεὶς πανταχοῦ περιφέρει τοὺς ὀφθαλμοὺς, κεναῖς ἀπελεύσεται χερσίν. οὐκ εἶπε δὲ ὅτι οὐ λήψονται μισθὸν οἱ τοιοῦτοι, ἀλλ’ ὅτι “ἀπέχουσι,”
τουτέστι λήψονται μὲν, παρ’ ὧν δὲ ἐπιθυμοῦσιν αὐτοί. ὁ γὰρ43

44

Θεὸς τοῦτο οὐ βούλεται, ἀλλ’ αὐτὸς μὲν τὴν παρ’ ἑαυτοῦ παρέχειν ἤθελεν ἀμοιβήν· ἐκεῖνοι δὲ τὴν παρὰ τῶν ἀνθρώπων ζητοῦντες, οὐκ ἔτι ἂν εἶεν δίκαιοι λαβεῖν παρ’ ἐκείνου. βούλει, φησὶ, τὸν παρὰ τοῦ Θεοῦ λαβεῖν μισθόν; “εἴσελθε εἰς τὸ ταμιεῖον σου,”
5καὶ τὰ ἑξῆς· τί οὖν, ἐν ἐκκλησίᾳ, φησὶν, οὐ δεῖ προσεύχεσθαι; καὶ σφόδρα μὲν οὖν. πανταχοῦ γὰρ ὁ Θεὸς τὸν σκοπὸν ἐπιζητεῖ τῶν γινομένων. ἐπεὶ ἐὰν εἰς τὸ ταμιεῖον εἰσέλθῃς, καὶ ἀποκλείσας πρὸς ἐπίδειξιν αὐτὸ ἐργάσῃ, ὡς καὶ τοῦ σώματος κρυπτομένου, διὰ τῆς φωνῆς πᾶσιν ἑαυτὸν κατάδηλον ποιεῖς, οὐδέν σοι τῶν
10θυρῶν ὄφελος συρφετωδῶς βοῶν, καὶ τῇ φωνῇ καταγέλαστον ποιῶν ἑαυτόν· ἀλλὰ χρὴ τὰς τῆς διανοίας ἀποκλείειν θύρας, καὶ μετὰ ἐπιεικείας πάσης προσεύχεσθαι, καὶ μετὰ συντριβῆς τῆς διανοίας, καὶ δακρύων τῶν ἔνδοθεν. ὁ γὰρ οὕτως εὐχόμενος πολὺν ἀπολήψεται τὸν μισθόν. “διότι,” φησὶν, “ὁ Πατήρ σου ὁ βλέπων
15“ἐν τῷ κρύπτῳ, ἀποδώσει σοι ἐν τῷ φανερῷ.” οὐκ εἶπε χαριεῖται σοι, ἀλλ’ ὃ πολλῷ μεῖζον, ὅτι χρεώστην ἑαυτὸν ἡμῖν κατέστησε, καὶ μετὰ μεγάλης ἀποδώσει τῆς τιμῆς, ἐν τῷ φανερῷ παρέχων σοι τὸν μισθόν. Προσευχόμενοι δὲ, μὴ βαττολογήσητε ὥσπερ οἱ
20ἐθνικοί. Τί δέ ἐστιν, ὅπερ εἶπε, “μὴ βαττολογήσητε;” βαττολογίαν ἐνταῦθα τὴν φλυαρίαν λέγει· οἷον ὅτ’ ἂν τὰ μὴ προσήκοντα αἰτῶμεν παρὰ Θεοῦ, δυναστείας καὶ δόξας, καὶ πλοῦτον, καὶ τρυφὰς, καὶ τὸ ἐχθρῶν περιγενέσθαι· καὶ ἁπλῶς τὰ μηδὲν εἰς
25ψυχὴν καὶ σωτηρίαν συντείνοντα. καί τινος ἕνεκεν εἰ οἶδεν ὧν χρείαν ἔχομεν, καθὼς εἶπεν αὐτὸς, προσεύχεσθαι δεῖ; ἵνα τῇ παρακλήσει ἐπικάμψωμεν αὐτὸν τοῦ ἐλεῆσαι ἡμᾶς· ἵνα ταπεινω‐ θῶμεν ἀναμνησθέντες τῶν ἁμαρτιῶν ἡμῶν· ἔτι δὲ καὶ ἵνα οἰκειω‐ θῶμεν αὐτῷ, τῇ συνεχείᾳ τῆς ἐντεύξεως. χρὴ γὰρ ἡμᾶς παρα‐
30μένειν καὶ προσκαρτερεῖν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσι, καθὼς καὶ διὰ τοῦ παραδείγματος ἐκείνου τοῦ κατὰ τὴν χήραν, ἥτις τὸν ἀνελεῆ καὶ ὠμὸν ἐπέκαμψεν ἄρχοντα τῇ συνεχείᾳ τῆς ἐντεύξεως, καὶ τοῦ κατὰ τὸν φίλον τὸν ἀωρὶ τῇ νυκτὶ παραγενό‐ μενον, καὶ τὸν καθεύδοντα ἀπὸ τῆς κλίνης ἀναστήσαντα, οὐ διὰ
35τὴν φιλίαν, ἀλλὰ διὰ τὴν προσεδρίαν.44

45

Οὕτως οὖν προσεύχεσθε ὑμεῖς, Πατὲρ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Δεῖ οὖν προσεύχεσθαι εὐθέως καὶ τὸν νοῦν ἡμῶν ἀναπτεροῦν, καὶ τῆς γῆς ἀνυψοῦν καὶ τοῖς οὐρανοῖς προσηλοῦν· προστάσσει
5γὰρ ἡμῖν λέγειν, “Πατὲρ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς·” ὁ τοίνυν πατέρα καλέσας τὸν Θεὸν, δίκαιος ἂν εἴη τοιαύτην ἐπιδείκνυσθαι πολιτείαν, ὡς μὴ τῆς συγγενείας ταύτης ἀνάξιος φανῆναι· παι‐ δεύει δὲ καὶ κοινὴν ὑπὲρ τῶν ἀδελφῶν ποιεῖσθαι εὐχήν. οὐ γὰρ εἶπεν, Πατέρ μου, ἀλλὰ Πατὲρ ἡμῶν. ὑπὲρ τοῦ κοινοῦ σώματος
10τῆς Ἐκκλησίας νομοθετήσας προσφέρειν τὴν δέησιν, καὶ οὐδαμοῦ σκοπεῖν τινὰ τὸ ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ τοῦ πλησίον· ἵνα μηδεὶς ἑτέρου πλέον ἔχῃ μηδὲν, μήτε ὁ πλούσιος τοῦ πένητος, μήτε ὁ δεσπότης τοῦ δούλου, μήτε ὁ ἄρχων τοῦ ἀρχομένου, μήτε ὁ βασιλεὺς τοῦ στρατιώτου, μήτε ὁ φιλόσοφος τοῦ βαρβάρου,
15μήτε ὁ σοφὸς τοῦ ἰδιώτου· πᾶσι γὰρ μίαν ἐχαρίσατο εὐγένειαν, πάντων ὁμοίως καταξιώσας, Πατὴρ κληθῆναι. Εἰπὼν δὲ “ὁ ἐν τοῖς οὐρανοῖς,” οὐκ ἐκεῖ τὸν Θεὸν συνέκλεισεν, ἀλλὰ τῆς γῆς ἀπάγων τὸ εὐχόμενον, καὶ τοῖς ὑψηλοῖς προσηλῶν χωρίοις, καὶ ταῖς ἄνω διατριβαῖς, τοῦτό φησι· τὸ δὲ “ἁγιασθήτω
20“τὸ ὄνομά σου·” δηλοῖ τὸ δοξασθήτω διὰ τῆς ὑμετέρας ζωῆς, τουτέστι καταξίωσόν, φησιν, οὕτως πολιτεύεσθαι ἡμᾶς καθαρῶς, ὡς δι’ ἡμᾶς ἅπαντάς σε δοξάζειν. τὸ δὲ “ἐλθέτω ἡ βασιλεία σου,” σημαίνει τὸ μὴ προσηλῶσθαι τοῖς ὁρωμένοις, μὴ δὲ μέγα τί τὰ παρόντα ἡγεῖσθαι, ἀλλ’ ἐπείγεσθαι πρὸς τὸν πατέρα καὶ τῶν
25μελλόντων ἐφίεσθαι, “ἀπεκδεχομένους τὴν ἀπολύτρωσιν τοῦ σώ‐ “ματος ἡμῶν,” ὥς φησι Παῦλος. “γενηθήτω τὸ θέλημά σου, ὡς “ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·” ὃ λέγει τοῦτό ἐστιν· ὥσπερ ἐκεῖ πάντα ἀκωλύτως γίνεταί, φησιν· καὶ οὐ τὰ μὲν ὑπακούουσιν, ἀλλ’ εἰς πάντα ἥκουσι καὶ πείθονται, οὕτω καὶ ἡμᾶς καταξίωσον τοὺς
30ἀνθρώπους, μὴ ἐξ ἡμισείας τὸ θέλημά σου ποιεῖν, ἀλλὰ πάντα ἵνα ποιῶμεν διὰ σοῦ· διότι οὐ τῆς ἡμετέρας σπουδῆς ἡ ἀρετὴ μόνον, ἀλλὰ καὶ τῆς παρὰ σοῦ διδομένης χάριτος ἄνωθεν. “ἄρτον
“δὲ ἐπιούσιον,” τὸν ἐφήμερον λέγει, ὥστε μὴ ὑπὲρ τῆς αὔριον45

46

μεριμνᾷν· μὴ δὲ περαιτέρω συντρίβειν ἑαυτοὺς τῇ φρόντιδι τῆς ἐπιούσης ἡμέρας. Τὸ “ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,” καὶ τὰ ἑξῆς, τὴν τῆς φιλανθρωπίας ὑπερβολὴν ἐκδείκνυται, ὅτι καὶ μετὰ τὸ βάπτισμα,
5πάλιν ἁμαρτάνοντας, ἀξιοῖ συγγνώμης· οὐ δὲ γὰρ μετὰ τὸ λουτρὸν τῆς παλιγγενεσίας, ἀνῄρηται τῆς μετανοίας τὸ κέρδος· εἰσήνεγκε δὲ τοῦτον τῆς ἱκετηρίας τὸν νόμον, ἅμα μὲν ἵνα τῶν ἁμαρτημάτων ὑπόμνησιν λαμβάνοντες μετριάζωμεν, ἅμα δὲ καὶ ἑτέροις ἄφεσιν παρέχοντες μνησικακίας ἁπάσης ἀπαλλαττώμεθα.
10τὸ “μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν” διδάσκει, οὐ παραι‐ τεῖσθαι μὲν τοὺς ἀγῶνας, μὴ ἐπιπηδᾷν δέ· οὕτω γὰρ ἡμῖν ἡ νίκη λαμπρότερα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστο‐ τέρα. “πονηρὸν” δὲ ἐνταῦθα τὸν διάβολον καλεῖ. διὰ δὲ τοῦ εἰπεῖν “ὅτι σοῦ ἐστιν ἡ βασιλεία” καὶ τὰ ἑξῆς, ἀναμιμνήσκει
15ἡμᾶς λογίζεσθαι τίς ἐστιν ὁ δεσπόζων ἡμῶν, καὶ ὅτι πάντων ἐστὶ δυνατώτερος, καὶ ὅτι οὐδένα χρὴ δεδοικέναι λοιπόν. Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Εἰπὼν, “ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν”
20φησι, καὶ τὰ ἑξῆς, πάλιν καὶ διὰ τούτων ἐντρέψαι τὸν ἀκροατὴν βούλεται, πατρὸς καὶ οὐρανῶν μνημονεύσας. ὁ γὰρ τοιούτου πατρὸς ὢν υἱὸς, καὶ πρὸς τὸν οὐρανὸν κληθεὶς, οὔτε ἐκθηριοῦσθαι δίκαιος ἂν εἴη, οὔτε γήϊνόν τι καὶ βιωτικὸν ἔχειν φρόνημα, ἀλλὰ ταχέως διαλάττεσθαι πρὸς τοὺς ἁμαρτάνοντας, καὶ μηδὲ ἴχνος
25ὀργῆς ἔχειν πρὸς τοὺς πλησίον. “ὅτ’ ἂν δὲ νηστεύητε” φησὶ, τοῦτο δηλοῖ, ὅτι οὐδὲ γὰρ μόνον ἐπιδείκνυσθαι χρὴ, ἀλλὰ καὶ σπουδάζειν λανθάνειν ἐκέλευσεν· τὸ δὲ “ἀφανίζουσι τὰ πρόσωπα “αὐτῶν,” τοῦτό ἐστιν, ὅτι διαφθείρουσιν, ἀπολλύουσιν· εἰ δὲ τοῦτο ἀφανισμὸς προσώπου, τὸ πρὸς κενοδοξίαν ὠχρὸν φαίνεσθαι,
30τί ἂν εἴπωμεν, περὶ τῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς διαφθει‐ ρουσῶν τὰ πρόσωπα τῶν γυναικῶν· ἐκεῖνοι μὲν ἑαυτοὺς βλάπτουσι
μόνον· αὗται δὲ καὶ ἑαυτάς.46

47

Τίνος ἕνεκεν, ἐπὶ μὲν τῆς ἐλεημοσύνης εἰπὼν, “προσέχετε μὴ “ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων,” προσέθηκε “πρὸς τὸ θεαθῆναι “αὐτοῖς·” ἐπὶ δὲ τῆς νηστείας καὶ τῆς εὐχῆς, οὐδὲν τοιοῦτον διώρισεν; ὅτι τὴν ἐλεημοσύνην μὲν ἀδύνατον λαθεῖν· εὐχὴν δὲ καὶ
5νηστείαν δυνατόν. ἀλείφεσθαι δὲ κελεύσας, οὐχ ἵνα ἀλειφόμεθα πάντως ἐνομοθέτησεν, ἐπεὶ πάντες εὑρεθησόμεθα παραβαίνοντες τὸν νόμον, καὶ πρό γε πάντων, οἱ μάλιστα αὐτὸν ἐσπουδακότες φυλάττειν, τὸ τῶν μοναχῶν πλῆθος· οὐ τοίνυν τοῦτο ἐπέταξεν· ἀλλ’ ἐπειδὴ τοῖς παλαιοῖς ἔθος ἀλείφεσθαι συνεχῶς ἦν, εὐφραι‐
10νομένοις καὶ χαίρουσι, διὰ τοῦτο εἶπε τὸ ἀλείφεσθαι· οὐδὲ γὰρ αὐτὸς νηστεύσας ἡμέρας τεσσαράκοντα ἠλείψατο. ὑποκριτὴς δέ ἐστιν, ὁ ἑτέρου σχῆμα περιβαλλόμενος, οἷον ἐάν τις πτωχὸς ὑπάρχων, ἄρχοντος ἑαυτῷ περιθῇ προσωπεῖον. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς.
15 Εἰπὼν “μὴ θησαυρίζετε,” ἔτι δὲ καὶ τοῦ ἐπιγείου θησαυροῦ τὴν βλάβην λέγει, ὑπὸ σητὸς καὶ βρώσεως ἀφανιζομένου καὶ ὑπὸ κλεπτῶν διορυττομένου, καὶ τοῦ ἐπουρανίου τὴν ὠφέλειαν ἀσύλου διαμένοντος. καὶ ἐπειδήπερ ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ· ἐὰν μὲν τοῖς κάτω προσηλώμενος ὑπάρ‐
20χῃς φησὶν, οὐ μικρὰν ὑποστήσῃ βλάβην· δοῦλος ἀντ’ ἐλευθέρου γενόμενος, καὶ τῶν οὐρανῶν ἐκπίπτων· τῆς διανοίας προσηλωμένης τοῖς χρήμασιν, καὶ ὥσπερ κύων τάφῳ προσδεδεμένης ἁπάσης ἀλλοιώσεως χαλεπώτερον τῇ τῶν χρημάτων τυραννίδι· κατὰ τῶν προσιόντων καθυλακτῶν, ἓν ἔργον ἔχων τοῦτο διηνεκῶς, τὸ τηρεῖν
25ἑτέροις τὰ κείμενα· ἐὰν δὲ τοῦτο τὸ ἔργον ἀφεὶς μᾶλλον τοῖς ἄνω χωρίοις συνάψῃς τὸν νοῦν διὰ τῆς ἐπιδόσεως, μέγα σου ἔσται τὸ κέρδος καὶ ἀμείωτον. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Εἰπὼν ὅτι “ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸς,” ἐδή‐
30λωσεν ὅτι ὅπέρ ἐστιν ὁ ὀφθαλμὸς τῷ σώματι, τοῦτο ὁ νοῦς τῇ ψυχῇ· ὥσπερ οὖν, φησιν, οὐκ ἂν ἕλοιο χρυσοφορεῖν καὶ πεπη‐ ρῶσθαι τοὺς ὀφθαλμοὺς, ἀλλὰ μᾶλλον τὴν τούτων ὑγείαν ἁπάσης τῆς τοιαύτης περιουσίας ποθεινοτέραν εἶναι νομίζεις· οὕτω καὶ τὴν
τοῦ νοῦ πήρωσιν φεῦγε, ὡς μυρίων κακῶν ἐμπιπλῶσαν σου τὴν47

48

ζωὴν, καὶ μηδαμῶς πηρωθῆναι τοῦτον ἀνάσχῃ, τὸν καὶ τοῖς ἄλλοις παρέχειν ὀφείλοντα. “τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον;” ὅτ’ ἂν γὰρ ὁ λύχνος σβεσθῇ, ποία λοιπὸν ἐλπὶς ἔσται; ἢ τί τὸ ὄφελος στρατιωτῶν χρυσοφορούντων, ὅτ’ ἂν ὁ στρατηγὸς αἰχμά‐
5λωτος ἄγηται; οὕτως οὖν καὶ ὁ τὸν νοῦν διαφθείρων, τὸν δυνά‐ μενον λύειν τὰ πάθη, ἐπιθυμίᾳ πλούτου σκοτιζόμενος παρέβλεψεν ἑαυτὸν τὰ μέγιστα. Θεοδώρου Ἡρακλείας. Κυρίλλου. Λύχνος σώματος ὁ νοῦς, οὗ καθαρεύοντος ὡς ὀφθαλμοῦ, ὁδηγεῖται καὶ ἡνιοχεῖται τὰ σωμα‐
10τικὰ πάθη ἐπὶ τὸ εὐπρεπὲς καὶ Θεῷ ἀρέσκον. Τοῦ Χρυσοστόμου. Τί ἐστι τὸ “οὐδεὶς δύναται δυσὶ κυρίοις “δουλεύειν;” δύο τοὺς τὰ ἐναντία ἐπιτάττοντας λέγει· ἐπεὶ εἰ μὴ τοῦτο εἴη, οὐδὲ δύο ἂν εἶεν. οἱ γὰρ ὁμόνοιαν ἔχοντες, κἂν πολλοὶ ὑπάρχωσιν, ἕν εἰσι· καὶ γὰρ “τοῦ πλήθους τῶν πιστευσάντων,”
15φησὶν, “ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.” οὐ μόνον οὖν οὐ δουλεύσει τίς τοῖς δυσὶ κυρίοις, ἀλλὰ καὶ μισήσει, φησί· καὶ ἀποστρα‐ φήσεται αὐτούς· εἰπὼν τοίνυν ἀορίστως τοὺς δύο κυρίους, τέως ἵνα πείσῃ τὸν ἀκροατὴν γενέσθαι τῶν λεγομένων τότε, ἐπήγαγεν· “οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾶ.” φρίξωμεν ἐννοήσαντες
20τί παρεσκευάσαμεν, τὸν Χριστὸν εἰπεῖν, ὅτι περ μετὰ τοῦ Θεοῦ, τέθεικε τὸν χρυσόν. εἰ δὲ τοῦτο φρικτὸν, πῶς οὐ φρικωδέστερον, τὸ διὰ τῶν ἔργων τοιούτους γενέσθαι, καὶ προτιμᾶσθαι τοῦ φόβου τοῦ Θεοῦ, τὴν τοῦ χρυσοῦ τυραννίδα; πῶς οὖν Ἀβραὰμ φησὶ, πῶς Ἰὼβ εὐδοκίμησεν, ὅτι οὐχ ἁπλῶς ἐπλούτουν, οὐδὲ ἐδούλευον
25τῷ μαμωνᾶ· ἀλλ’ ἐκράτουν αὐτοῦ καὶ ἐδέσποζον· καὶ ὥσπερ ἀλλοτρίων ὄντες οἰκόνομοι χρημάτων, οὐ τῶν πάντα ἐκεῖνα ἐκέκτηντο· καὶ οὐ μόνον τὰ ἑτέρων οὐκ ἐλάμβανον, ἀλλὰ καὶ τὰ ἴδια τοῖς δεομένοις παρεῖχον; μηδεὶς τοίνυν προφασιζέσθω προφά‐ σεις ἐν ἁμαρτίαις λέγων, ὅτι δυνατὸν καὶ Θεῷ δουλεύειν καὶ χρήμασι·
30τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ, ἀποφηνα‐ μένου, ἀδύνατον εἶναι ταύτην κἀκείνην συμβῆναι τὴν δουλείαν. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾶ. Θεοδώρου Μονάχου. Κλήμεντος. Μαμωνᾶς ἐστιν οὐ μόνος
ὁ χρυσὸς, ἀλλὰ πᾶν εἶδος κάλλιστον τῶν ἐπὶ γῆς.48

49

Μαμῶνάς ἐστιν ἡ φιλαργυρία. Τοῦ Χρυσοστόμου. Εἶπε δὲ τοῦτο οὐκ ἐπειδὴ μαμῶνάς ἐστι τὸ περισσὸν τῆς χρείας. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν,
5τί φάγητε καὶ τί πίητε. Ἡ ψυχὴ τροφῆς οὐ δεῖται, ἀσώματος γάρ· ἀλλὰ κατὰ τὴν κοινὴν ἐφθέγξατο συνήθειαν. εἰ γὰρ μὴ δεῖται τροφῆς, ἀλλ’ οὐκ ἂν ὅλως ἀνάσχοιτο μένειν ἐν τῷ σώματι, ἀλλ’ ἢ τρεφομένου αὐτοῦ· ἵνα δὲ μὴ λέγωσί τινες· τί οὖν, εἰ ἅπαντα δῶμεν τοῖς
10πτωχοῖς; πῶς δυνησόμεθα ζῆσαι; πρὸς ταύτην λοιπὸν ἵσταται τὴν ἀντίθεσιν σφόδρα εὐκαίρως, καὶ φησίν· οὐχὶ πλέον ἐστὶν ἡ ψυχὴ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ὃ δὲ λέγει τοιοῦτον ἐστιν· ὅτι ὁ τὸ μεῖζον δοὺς, πῶς τὸ ἔλαττον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα καὶ σκεπομένην διαπλάσας, πῶς τὴν
15τροφὴν οὐ παρέξει καὶ τὸ ἔνδυμα; οὐδὲ γὰρ ἡ τροφὴ αὔξει τὸ σῶμα, ἀλλ’ ἡ τοῦ Θεοῦ πρόνοια· διὸ καὶ ἐπήγαγε λέγων, “τίς “δύναται ἐξ ὑμῶν προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;” πρεπόντως δὲ καὶ τῶν πετεινῶν μέμνηται, καὶ σφόδρα ἐντρεπτικῶς· ὅπερ μέγιστον εἰς παραινέσεως λόγον ἔχει τὴν ἰσχὺν, ὅτι τρέ‐
20φονται χωρὶς μερίμνης, ὅπερ ἐὰν θέλωμεν, καὶ ἡμῖν εὔκολον κατορθωθῆναι· καὶ τοῦτο ἔδειξαν οἱ διὰ τῶν ἔργων αὐτὸ ἀνύσαντες· Μωυσῆς καὶ Ἡλίας καὶ Ἰωάννης, καὶ ἕτεροι τοιοῦτοι μὴ μεριμνή‐ σαντες. εἰ τοίνυν τῶν δι’ ἡμᾶς γενομένων πετεινῶν, τοσαύτην ποιεῖται πρόνοιαν, πολλῷ μᾶλλον ἡμῶν· τί οὖν; οὐ δεῖ σπείρειν
25φησίν; οὐκ εἶπεν, ὅτι σπείρειν οὐ δεῖ, ἀλλ’ ὅτι μεριμνᾷν οὐ δεῖ· οὐδὲ ὅτι χρὴ ἐργάζεσθαι, ἀλλ’ ὅτι οὐ δεῖ μικρόψυχον εἶναι, καὶ κατατείνειν ἑαυτὸν ταῖς φροντίσιν, ἀλλὰ μᾶλλον παρὰ τοῦ Θεοῦ τὸ πᾶν ζητεῖν. τοῦτο γὰρ οἱ Ἀπόστολοι κατόρθωσαν, ἅπαντα ῥίψαν‐ τες, καὶ οἱ πεντακισχίλιοι, ὡς ἐν ταῖς Πράξεσι γέγραπται.
30 Εἰπὼν περὶ τῆς ἀναγκαίας τροφῆς, καὶ δείξας ὅτι οὐδὲ ὑπὲρ αὐτῆς χρὴ μεριμνᾷν, ἐπὶ τὸ κουφότερον μεταβαίνει λοιπόν· οὐδὲ γὰρ οὕτως ἀναγκαῖον ἔνδυμα ὡς τροφὴ, καὶ δείκνυσιν ἀπὸ τῶν κρίνων, ὅτιπερ φησὶ χόρτος ἀγροῦ ὑπάρχων, καὶ πολλὴν τὴν
εὐτέλειαν κεκτημένα, καὶ εἰς κλίβανον βαλλόμενα, τοιαύτης49

50

μετέσχον εὐπρεπείας καὶ καλλωπισμοῦ, οὐ πολλῷ μᾶλλον ἡμᾶς ἀμφιάσει τὸ πολυτίμητον καὶ περισπούδαστον τῷ Θεῷ ζῶον; τουτέστι τὸν ἄνθρωπον, ᾧ τινι ψυχὴν ἔδωκε καὶ σῶμα διέπλασε, δι’ ὃν τὰ ὁρώμενα πάντα ἐποίησε, καὶ τὰ μυρία εἰργάσατο ἀγαθά·
5τὸ δὲ “οὐ κοπιῶσιν” ἐπήγαγεν, ὥστε κόπων ἡμᾶς ἀπαλλάξαι· οὐ γὰρ τὸ μεριμνᾶν ταῦτα πόνος, ἀλλὰ τὸ μεριμνᾶν. καὶ καθάπερ εἰπὼν ἐπὶ τῶν ὀρνέων, ὅτι “οὐ σπείρουσιν,” οὐ τὸν σπόρον ἀνέτρεψεν, ἀλλὰ τὴν φροντίδα, οὕτως εἰπὼν “οὐ νήθουσιν,” οὐ τὸ ἔργον ἀνεῖλεν, ἀλλὰ τὴν μέριμναν· καὶ εἰ Σολομὼν ἡττήθη
10τοῦ κάλλους αὐτῶν, καὶ οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ δι’ ὅλης τῆς βασιλείας αὐτοῦ· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, ἐν πάσῃ τῇ βασι‐ λείᾳ αὐτοῦ· ποτὲ σὺ περιγενέσθαι δυνήσῃ; μᾶλλον δὲ ἐγγὺς γενέσθαι τῆς τοιαύτης εὐμορφίας; ἐκ τούτου παιδεύων ἡμᾶς μὴ ἐφίεσθαι τοῦ καλλωπισμοῦ τῶν ἱματίων. εἰ τοίνυν τῷ χόρτῳ,
15τῷ μὴ ἐν χρείᾳ ὄντι, τουτέστι τοῖς κρίνοις, τοσοῦτον ἔχειν τὸ κάλλος δέδωκε· πῶς σοὶ τῷ ἐν χρείᾳ οὐ δώσει; Τίνος δὲ χάριν εἶπεν· “οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι “χρήζετε πάντων,” καὶ οὐκ εἶπεν οἶδεν ὁ Θεός· ὥστε αὐτοὺς εἰς μείζονα ἐλπίδα ἀγαγεῖν. εἰ γὰρ πατήρ ἐστι, καὶ τοιοῦτος Πατὴρ,
20οὐδαμῶς παρίδοι τοὺς υἱοὺς ἐν ἐσχάτοις ὄντας κακοῖς, ὅπου γε οὐδὲ ἄνθρωποι πάτερες ὄντες, τοῦτο ποιοῦσι. διὰ τοῦ εἰπεῖν “ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ” καὶ τὰ ἑξῆς, διδάσκει ἡμᾶς μηδὲ αἰτεῖν τὰ παρόντα, ἀλλὰ τὰ μέλλοντα μόνον, καὶ θάρρειν ὡς καὶ τούτων ἐκείνοις προστιθεμένων, καὶ τὴν μέριμναν ὑπὲρ τῶν
25ἀπορρήτων ἀγαθῶν ἐκείνων ἔχειν· οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα, ἵνα φάγωμεν καὶ πίωμεν καὶ περιβαλλώμεθα, ἀλλ’ ἵνα ἀρέσωμεν Θεῷ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν. Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς.
30 Οὐκ εἶπε μὴ μεριμνήσητε μόνον, ἀλλὰ προσέθηκε περὶ τῆς αὔριον· “ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς,” τουτέστιν ἡ ταλαιπωρία καὶ ἡ συντριβή· οὐκ ἀρκεῖ σοι, φησὶ, τὸ ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίειν τὸν ἄρτον; τί καὶ τὴν ἀπὸ τῆς φροντίδος
προστιθῇς ταλαιπωρίαν; οὐ γὰρ κακίαν εἰπὼν, περὶ πονηρίας εἶπε,50

51

μὴ γένοιτο· ὥσπερ καὶ ἐν τῷ λέγειν· “ἐγώ,” φησιν, “ὁ ποιῶν “εἰρήνην καὶ κτίζων κακὰ,” οὐ τὴν κακίαν λέγει, ἀλλὰ τοὺς λιμοὺς, τοὺς λοιμοὺς, τὰ δοκοῦντα εἶναι κακὰ παρὰ πολλοῖς. καὶ πάλιν, “οὔκ ἐστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν, [οὐχ
5“ἁρπάγας.”] Θεοδώρου Μονάχου. Ἡ ἡμέρα ἐστὶ τὰ πρὸς τὴν χρείαν· τὸ περὶ τῶν μελλόντων φροντίζειν. Μὴ κρίνετε ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε.
10 Τοῦ Χρυσοστόμου. Τί ἐστι “μὴ κρίνετε;” ἵνα μὴ μυρίων γέμων κακῶν, ὑπὲρ μικρῶν τινῶν ἁμαρτημάτων, ἄλλοις ἐπεμβαίνῃ· διὸ καὶ ἐπήγαγε “τί βλέπεις τὸ κάρφος;” καὶ γὰρ πολλοὶ νῦν τοῦτο ποιοῦσιν, ἐὰν ἴδωσι μοναχὸν περιττὸν ἱμάτιον ἔχοντα, τὸν νόμον αὐτῷ προβάλλονται τὸν δεσποτικὸν, αὐτοὶ μυρία κεκτημένοι·
15κἂν ἴδωσι δαψιλεστέρας τροφῆς ἀπολαύοντα, πικροὶ γίνονται κατήγοροι, αὐτοὶ καθ’ ἡμέραν μεθύοντες καὶ κραιπαλῶντες, οὐκ εἰδότες ὅτι μετὰ τῶν οἰκείων ἁμαρτημάτων, μεῖζον ἑαυτοῖς ἐντεῦθεν· οὐ γὰρ ἐκεῖνον καταδικάζεις, φησὶν, ἀλλὰ σαυτόν· καὶ φοβερόν σοι ποιεῖς τὸ δικαστήριον, καὶ ἀκριβεῖς τὰς εὐθύνας· ὁ
20γὰρ ὁ σκοπῶν τοῦ διορθώσασθαί τινα, ἐπιτιμῶν καὶ ἐπιπλήττων μετὰ τὸ πλειστάκις νουθετῆσαι, καὶ σφόδρα ἀπόδεικτός ἐστι. χρὴ γὰρ ἁμαρτάνουσιν ἐγκαλεῖν, καὶ τούτους ἐλέγχειν, οἷον τὸν οἰκετὴν ὁ δεσπότης, καὶ ἡ δέσποινα τὴν θεραπαινίδα, καὶ ὁ πατὴρ τὸν υἱὸν, καὶ ὁ φίλος τὸν φίλον· τοὺς ἐχθροὺς, ἐὰν μὴ κρίνωμεν
25τῷ προειρημένῳ σκοπῷ, οὐδέποτε καταλύσαι τὴν ἐχθρὰν δυνη‐ σόμεθα, ἀλλὰ πάντα ἄνω καὶ κάτω γενήσεται· χρὴ τοίνυν μετὰ φειδοῦς καὶ συγγνώμης τοῦτο ποιεῖν, καὶ τὸν πορνεύοντα, καὶ τὸν ἕτερόν τι ποιοῦντα πονηρὸν διορθοῦσθαι· ἀλλὰ μὴ ὡς πολέμιος, μὴ ὡς ἐχθρὸς ἀπαίτει δίκας, ὡς ἰατρὸς δὲ μᾶλλον τὰ φάρμακα
30κατασκεύαζε· ἄλλως δὲ οὐδὲ περὶ τῶν μεγάλων καὶ ἀπηγορευ‐ μένων ἁμαρτημάτων εἶπεν, ἀλλὰ περὶ τῶν οὐδὲ δοκούντων εἶναι πλημμελημάτων τοῦτο εἴρηται, καὶ τοῦτο δείκνυσι “κάρφος” ὀνομάσας· ὑποκριτὴν δὲ λέγει, τὸν ἐν τοῖς ἑτέρων ἁμαρτήμασιν
ὄντα πικρὸν ἐξεταστὴν, ἑαυτὸν δὲ μὴ διορθούμενον· τὸ δὲ ἐκβα‐51

52

λεῖν πρῶτον τὴν δοκὸν, καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐ κωλύει τοῦ κρίνειν, ἀλλ’ ἐν τῷ μηδενὶ ὧν μέλλει κρίνειν ὑπεύθυνον ὄντα, ἀλλὰ πάντα κατορθώσαντα. Μὴ δότε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς
5μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Κύνας δὲ ἐνταῦθα τοὺς ἐν ἀσεβείᾳ ζῶντας λέγει· καὶ χοίρους, τοὺς ἐν ἀκολάστῳ βίῳ διατρίβοντας διαπαντὸς, οὕσπερ ἅπαντας ἀναξίους ἔφησε εἶναι τῆς θείας ἀκροάσεως· εἰπὼν, “μὴ δότε τὰ “ἅγια τοῖς κυσί· μηδὲ ῥίψητε τοὺς μαργαρίτας, ἔμπροσθεν τῶν
10“χοίρων.” οὐδὲ γὰρ ὁ χοῖρος οἶδε τί ἐστι μαργαρίτης, ὥσπερ οὐδὲ οἱ ἀσεβεῖς, τίνα ἐστὶ τὰ ἅγια. τὸ δὲ “μὴ καταπατήσωσιν “αὐτὰ, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς,” δηλοῖ ὅτι ὑποκρίνονται μὲν ἐπιείκειαν ὥστε μαθεῖν· εἶτα ἐπειδὰν μάθωσιν, ἕτεροι ἀνθ’ ἑτέρων γινόμενοι κωμῳδοῦσι, χλευάζουσιν, ὡς ἀπατηθέντας ἡμᾶς. διὰ
15τοῦτο οὐ μικρὸν κέρδος τὸ ἐν ἀγνοίᾳ μένειν αὐτούς· μανθάνοντες γὰρ μυρία παρέξουσι πραγμάτων. Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσητε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν. Εἰπὼν ὁ Χριστὸς “αἰτεῖτε” καὶ τὰ ἑξῆς, οὐ μικρὰν ἐπενόησε
20παραμυθίαν τοῖς πόνοις, τὴν ἀπὸ τῶν ἐπιμόνων εὐχῶν καὶ καρτε‐ ρικῶν συμμαχίαν· διὰ τοῦτο οὖν αἰτεῖν ἐκέλευσε, καὶ τὴν δόσιν ἐγγυήσατο. πλὴν οὐχ ἁπλῶς αἰτεῖν ἐκέλευσεν, ἀλλὰ μετὰ προσ‐ εδρίας πολλῆς καὶ εὐτονίας. τοῦτο γάρ ἐστι τὸ “ζητεῖτε.” καὶ γὰρ ὁ ζητῶν πάντα ἐμβαλὼν τῆς διανοίας, πρὸς ἐκεῖνο μόνον
25γίνεται τὸ ζητούμενον· καὶ πάλιν δὲ τὸ “κρούειν” σημαίνει τὸ μετὰ σφοδρότητος προσιέναι καὶ θερμῆς διανοίας, διὰ τῶν ἀνθρω‐ πίνων ὑποδειγμάτων συγκαταβαίνων τῇ ἀσθενείᾳ ἡμῶν· τὴν πολλὴν αὐτοῦ δείκνυσι φιλανθρωπίαν, πατρὸς καὶ υἱοῦ μνημονεύσας, καὶ αἰτήσεως καὶ λήψεως· καὶ “εἰ ὑμεῖς πονηροὶ ὄντες,” φησὶ,
30“παρέχετε, οὐχὶ λίθον ἀντὶ ἄρτου, οὐδὲ ὄφιν ἀντὶ ἰχθύος· πόσῳ “μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν “αὐτόν;” ταῦτα οὖν ἐννοοῦντες, μὴ ἀποστῶμεν, ἕως ἂν λάβωμεν· μὴ ἀναχωρήσωμεν, ἕως ἂν εὕρωμεν. ἐὰν γὰρ ἐπιμένωμεν λέγοντες,
οὐκ ἀπερχόμεθα, ἕως οὗ λάβωμεν, ληψόμεθα πάντως. προδήλως52

53

δὲ, ἐὰν τοιαῦτα αἰτῶμεν οἷα καὶ τῷ αἰτουμένῳ πρέπει, καὶ ἡμῖν τοῖς αἰτοῦσι συμφέρει· τίνα δέ ἐστι ταῦτα; τὸ τὰ πνευματικὰ ζητεῖν ἅπαντα, τὸ ἀφιέναι τοῖς πεπλημμεληκόσι, τὸ αἰτεῖν τὴν ἄφεσιν, τὸ χωρὶς ὀργῆς καὶ διαλογισμῶν ἐπαίρειν χεῖρας ὁσίους·
5ἂν οὕτω αἰτῶμεν, ληψόμεθα. τί οὖν φησιν, ὅτ’ ἂν καὶ πνευματικὰ αἰτῶ, καὶ μὴ λάβω; ὅτι οὐ μετὰ σπουδῆς ἔκρουσεν, ἢ πάντως ἑαυτὸν ἀνάξιον παρασκευάσας τοῦ λαβεῖν· ἢ ὅτι ταχέως ἀπέστης· τὸ δὲ “πονηροὶ” εἶπεν, οὐ διαβάλλων τὴν ἀνθρωπίνην φύσιν, οὐδὲ κακίζων τὸ γένος ἡμῶν· μὴ γένοιτο, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς
10ἀγαθότητος αὐτοῦ εἶπεν· δεῖξαι θέλων ὅτι σύντομος ἡ ἀρετὴ καὶ ῥᾳδία. ἐν βραχεῖ πάντα ἀνεκεφαλαιώσατο εἰπὼν, “πάντα οὖν ὅσα” καὶ τὰ ἑξῆς· καὶ οὐδὲ ἁπλῶς εἶπε “πάντα·” ἀλλὰ “πάντα οὖν·” τὸ γὰρ “οὖν” τοῦτο, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ τοῦτο αἰνιτ‐ τόμενος, ὅτι εἰ βούλεσθέ, φησιν, εἰσακούεσθαι, μετ’ ἐκείνων καὶ
15ταῦτα ποιεῖτε· ποῖα δὴ ταῦτα, “ὅσα ἂν βούλεσθε, ἵνα ποιῶσιν “ὑμῖν οἱ ἄνθρωποι·” διὰ τούτων δεικνὺς, ὅτι μετὰ τῆς εὐχῆς, καὶ πολιτείας δεῖ ἀκριβοῦς· εἰπὼν δὲ ὅτι “οὕτω γάρ ἐστιν ὁ νόμος “καὶ οἱ προφῆται·” ἔδειξεν ὅτι κατὰ φύσιν ἐστὶν ἡ ἀρετὴ, καὶ οἴκοθεν τὰ δέοντα πάντες γινώσκομεν, καὶ οὐχ οἷόν τε εἰς ἄγνοιαν
20οὐδέποτε καταφυγεῖν. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεία ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Στενὴν τὴν πύλην ἐκάλεσε, καὶ τεθλιμμένην τὴν ὁδὸν, τῆς εἰς τὴν ζωὴν ἀπάγουσαν· νήφειν ἡμᾶς παρασκευάζων, καὶ ἐναγωνίους
25ἐργαζόμενος, καὶ διεγείρων ἡμῶν τὰ φρονήματα· ἐπεὶ, εἰ μὴ τοῦτο ἦν, πῶς μετὰ ταῦτα ἔλεγεν, “ὁ ζυγὸς μοῦ χρηστὸς, καὶ “τὸ φορτίον μου ἐλαφρόν ἐστιν;” ὀνομάσας δὲ πύλην καὶ ὁδὸν, ἔδειξεν ἐκ τούτου, ὅτι οὐδὲν μόνιμον, ἀλλὰ πάντα παροδεύονται, καὶ τὰ λυπηρὰ καὶ τὰ χρηστὰ τοῦ βίου, καὶ οὐκ ἐκ τούτου δὲ
30ῥᾴδια τὰ τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐκ τοῦ εἰς χρηστὸν τέλος καταν‐ τᾷν τοὺς πόνους· εἰς ζωὴν γὰρ αἰώνιον εἰσάγουσιν, ὅπερ ἱκανόν ἐστιν παραμυθήσασθαι τοὺς ἀγωνιζομένους. εἰ δέ τινες αὐτὴν,
καὶ οὕτως ἐπίπονον εἶναι, νομίζουσιν, τῆς αὐτῶν ῥαθυμίας ἡ53

54

ὑπόνοια μόνον. εἰπὼν δὲ ὅτι “ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτὴν,” πάλιν καὶ ἐνταῦθα τὴν τῶν πολλῶν ῥαθυμίαν ἐδήλωσεν, καὶ τοὺς ἀκούοντας ἐπαίδευσεν, μὴ ταῖς τῶν πολλῶν εὐημερίαις προσέχειν, ἀλλὰ τοῖς τῶν ὀλίγων πόνοις, καὶ τούτους ζηλοῦν.
5 Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρ‐ χονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων. Ψευδοπροφήτας ἐνταῦθα, οὐ τοὺς αἱρετικοὺς αἰνίττεται, ἀλλὰ τοὺς βίου μὲν ὄντας διεφθαρμένου, προσωπεῖον δὲ ἀρετῆς περι‐ κειμένους, οὓς τῇ τῶν ἐπιθέτων προσηγορίᾳ, καλεῖν εἰώθασιν οἱ
10πολλοί. διὸ καὶ ἐπάγει λέγων· “ἀπὸ τῶν καρπῶν αὐτῶν, ἐπιγνώ‐ “σεσθε αὐτούς·” παρὰ γὰρ αἱρετικοῖς ἔστι πολλάκις καὶ βίον εὑρεῖν, παρὰ δὲ αὐτοῖς, οἷς εἶπον, οὐδαμῶς· εἰ γὰρ καὶ σχημα‐ τίζονται βίον ἐπιδείξασθαι ὀρθὸν, ἀλλὰ ταχέως ἀλλάσσονται, τὴν ἐπίπονον ὁδὸν βαδίζειν οὐ θέλοντες. καὶ σκοπήσωμεν τὴν ἡμερό‐
15τητα τοῦ φιλανθρώπου ἡμῶν δεσπότου. οὐ γὰρ εἶπε, “κολάσατε “αὐτούς.” ἀλλὰ μὴ βλαβῆτε παρ’ αὐτῶν· μὴ ἀφύλακτοι αὐτοῖς περιπέσητε. καὶ τὸ “μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, “ἢ ἀπὸ τριβόλων σῦκα·” ἔτι δὲ καὶ τὰ τῶν δενδρῶν ὑποδείγματα καὶ τὸ “ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς·” ἀμφότερα
20περὶ τῶν αὐτῶν πονηρῶν ἀνθρώπων εἶπε. δοκεῖ δέ μοι, καὶ Ἰουδαίους αἰνίττεσθαι, τοιούτους καρποὺς ἐπιδεικνυμένους· διὸ καὶ τῶν Ἰωάννου ῥημάτων ὑπέμνησεν, “ὅτι πᾶν δένδρον,” διὰ τῶν τοιούτων ὀνομάτων, τὴν τιμωρίαν αὐτοῖς ὑπογράψας. καὶ γὰρ ἐκεῖνος τὰ αὐτὰ ἔλεγεν, ἀξίνης καὶ δένδρου κοπτομένου καὶ πυρὸς ἀσβέστου
25πρὸς αὐτοὺς μεμνημένος. καὶ δοκεῖ μὲν μία τίς τιμωρία εἶναι τὸ κατακαίεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο αὗται κολά‐ σεις εἰσίν· ὁ γὰρ καιόμενος καὶ τῆς βασιλείας ἐκπίπτει πάντως· καὶ οἴδαμεν, ὅτι πολλοὶ τὴν γέενναν μόνον πεφρίκασιν· ἐγὼ δὲ τὴν ἔκπτωσιν τῆς δόξης ἐκείνης, πολὺ τῆς γεέννης κόλασιν
30πικροτέραν εἶναί φημι. εἰ δὲ μὴ δυνατὸν παραστῆσαι τῷ λόγῳ, θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ οἴδαμεν ἐκείνων τῶν ἀγαθῶν τὴν μακα‐ ριότητα, ἵνα καὶ τὴν ἀθλιότητα, τὴν ἀπὸ τῆς στερήσεως αὐτῶν, σαφῶς ἴδωμεν.
Κυρίλλου. Οὗτοι εἰσὶν οἱ αἱρετικοὶ, ἤτοι οἱ διαλόγων πλα‐54

55

στῶν καὶ ἀμφιάσεων ἐξαπατῶντές τινας, καὶ ὅτ’ ἂν πείσωσιν, τότε αὐτοῖς ὑποβάλλουσι ποιεῖν, ἃ μὴ θέμις. Οὐ πᾶς ὁ λέγων μοι Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
5 Τοῦ Χρυσοστόμου. Τὸ “οὐ πᾶς ὁ λέγων μοι Κύριε, Κύριε,” καὶ τὰ ἑξῆς, σημαίνει ὅτι οὐ δεῖ μόνον πίστιν ἔχειν ὀρθὴν, τοῦ βίου ἠμελημένου, ἀλλὰ βίον ὀρθὸν μετὰ πίστεως· κἂν γὰρ σημεῖα, φησὶ, πολλὰ πεποιηκὼς ᾖ, καὶ οὐδὲν ἀγαθὸν ἐργασάμενος, τῶν προθύρων ἐκείνων οὐδαμῶς ἀξιωθήσεται· διὰ τούτων δεικνὺς, ὅτι ἡ
10πίστις οὐδὲν ἰσχύει χωρὶς τῶν ἔργων· μὴ θαυμάσωμεν δὲ εἰ τοιοῦτοι ὄντες πονηροὶ θαυματουργοῦσιν· ἡ γὰρ χάρις πᾶσα τῆς τοῦ δεδωκότος δωρεᾶς· ὅθεν καὶ τοῦ κολάζεσθαι εἰσὶν ἄξιοι, ὅτι περὶ τὸν οὕτω τιμήσαντα, ἵνα βίον ὀρθὸν ἐπιδείξωνται, ἀγνώμονες γεγόνασι καὶ ἀναίσθητοι· οὐδὲ γὰρ, ὥς τινες ὑπονοοῦσιν, ὅτι ἐν
15τῷ θαυματουργεῖν μὲν αὐτοὺς, βίον εἶχον ὀρθόν· ὕστερον δὲ μετε‐ βάλλοντο καὶ τὴν ἀνομίαν ἐποίουν· τοῦτο γὰρ δεῖξαι σπουδάζει, ὅτι οὔτε πίστις οὔτε θαύματα ἰσχύει, εἰς τὴν βασιλείαν εἰσ‐ ενεγκεῖν, βίου ὀρθοῦ μὴ πάροντος· καὶ τίνες οὗτοί φησι· πολλοὶ τῶν πιστευόντων ἔλαβον χαρίσματα, οἷος ἦν ὁ τὰ δαιμόνια
20ἐκβάλλων, καὶ οὐκ ὢν μετ’ αὐτοῦ, ὡς ἐν τοῖς ἁγίοις Εὐαγγελίοις γέγραπται, οἷος ἦν Ἰούδας· καὶ γὰρ οὗτος πονηρὸς ὢν, χαρίσματα εἶχε. πολλοὶ δὲ καὶ ἕτεροι τῶν ἀναξίων χαρίσματα ἐλάμβανον· διὰ τὸ ἀρχὰς ἔχειν τὸ κήρυγμα, ὅπως ἐκ τούτου πολλὴ γένηται τῆς δυνάμεως αὐτοῦ ἡ ἐπίδειξις· καὶ ἐν τῇ παλαιᾷ δὲ, τοῦτο
25εὕροι τίς ἄν· καὶ εἰς ἀναξίους ἐνεργήσασαν τὴν χάριν πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ· καὶ γὰρ ὁ Βαλαὰμ καὶ ὁ Φαραὼ τοιοῦτος ἦν· διὸ φοβηθῶμεν, ἀγαπητοὶ, καὶ πολλὴν ἐπιμέλειαν ποιησώ‐ μεθα βίου· τὸ δὲ “οὐδέποτε ἔγνω ὑμᾶς,” δηλοῖ, ὅτι πολλοὺς ἐντεῦθεν ἤδη μισεῖ, καὶ πρὸ τῆς κρίσεως ἀποστρέφεται.
30 Ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν. Φρόνιμον δὲ δικαίως τὸν ἀκούοντα αὐτοῦ τοὺς λόγους, καὶ
ποιοῦντα ὠνόμασε· καὶ γὰρ καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τῶν ἀπορ‐55

56

ρήτων ἀγαθῶν ἀξιωθήσεται, καὶ ἐν τῷ νῦν αἰῶνι, μετὰ ἀσφαλείας ζήσεται· καὶ οὐδενὶ τῶν δεινῶν εὐχείρωτος γενήσεται, καθὼς καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν, βροχὴν καὶ ποταμοὺς προσπεσόν‐ τας τῶν τοιούτων, τουτέστι τὰς ἀνθρωπίνας συμφορὰς καὶ δυσπρα‐
5γίας, καὶ συκοφαντίας, καὶ ἐπιβουλὰς, καὶ μηδὲν αὐτῶν τοῦτον παραβλάψαντα· δείξας τὰ τῆς ἀρετῆς ἔπαθλα, καὶ ἐντεῦθεν ἤδη διδόμενα, δείκνυσι λοιπὸν οὕτως καὶ τὰ τῆς κακίας ἐπίχειρα παρεχόμενα, μωρὸν ἀποκαλῶν τὸν μὴ ποιοῦντα αὐτοῦ τοὺς λόγους· καὶ δικαίως, ὡς ἐπὶ ψάμμου τὴν οἰκίαν οἰκοδομοῦντος, καὶ πόνους
10μὲν ὑπομένοντος καὶ κόπους· εἰς μάτην δὲ πονοῦντος καὶ κοπιῶντος, ὡς τοῦ καρποῦ καὶ τῆς ἀναπαύσεως ἀποστερουμένου διὰ τῆς πτώσεως, καὶ ἀντὶ τούτου κόλασιν ὑπομένοντος· ὅτι γὰρ οἱ κακίαν μετιόντες κάμνουσιν καὶ κοπιῶσι, πᾶσι τοῦτο δῆλόν ἐστι· καὶ γὰρ ὁ ἅρπαξ καὶ ὁ μοιχὸς καὶ ὁ συκοφάντης, καὶ ὁ σπουδάζων
15πλουτεῖν, πολλὰ κάμνουσι καὶ ταλαιπωροῦσιν, ὥστε τὴν κακίαν εἰς τέλος ἀγαγεῖν, καὶ ὁ πόρνος δὲ καὶ ὁ ἀσελγὴς καὶ ὁ θυμώδης καὶ πάντες οἱ τοιοῦτοι, ἐπὶ τῆς ψάμμου οἰκοδομοῦσιν. Καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοί. Ὠριγένους. Βροχὴ ὁ διάβολος· ποταμοὶ οἱ ἀντίχριστοι
20ἄνεμοι, τὰ πνευματικὰ τῆς πονηρίας. Εὐσεβίου. Οἰκία ἐστὶν ἡ τῆς ἀρετῆς ἐργασία· πέτρα δὲ ἡ πίστις· ἄνεμοι δὲ βροχαὶ καὶ ποταμοὶ, πᾶν εἶδος πειρασμοῦ. Θεοδώρου Μονάχου. Μωρὸς ἐπὶ ψάμμου οἰκοδομῶν ἐστιν, πάντες οἱ ποιοῦντες τί κακὸν, ὃ οὗτοι ἄνευ κόπου ποιοῦσιν· ἄμμος
25δὲ ἡ εὐήθεια· μεγάλην δὲ λέγει τὴν πτῶσιν τῶν πιστῶν, καὶ μετατραπέντων, ὡς ἀπὸ τοῦ ὑψηλοτάτου πύργου πεσόντων· οἱ γὰρ ἄπιστοι οὐ πίπτουσιν, ἀλλὰ χαμαί εἰσιν. Τοῦ Χρυσοστόμου. Τίνος χάριν οὐκ ἤλγησαν οὐδὲ ἐνάρκησαν οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ πρὸς τὸ φορτικὸν τῶν εἰρημένων,
30καὶ τὸ ὕψος τῶν ἐπιταγμάτων, ἀλλὰ μᾶλλον καὶ ἐξεπλήσσοντο, διὰ τὴν τοῦ διδάσκοντος ἰσχύν; πολλοὺς γὰρ αὐτῶν εὐθέως εἷλεν καὶ ἔπεισεν ἐκ τῶν εἰρημένων, ὥστε καὶ μετὰ τὸ παύσασθαι ἀκολουθεῖν αὐτῷ· ἐθαύμαζον γὰρ μάλιστα τὴν ἐξουσίαν, διὰ τὸ
μὴ εἰς ἕτερον ἀναφέρειν τὰ λεγόμενα, ἀλλὰ πανταχοῦ ἑαυτὸν56

57

ἐπιδεικνύμενον τὸ κύρος ἔχοντα· καὶ γὰρ νομοθετῶν συνεχῶς προσετίθει, “ἐγὼ δὲ λέγω ὑμῖν,” καὶ τῆς ἡμέρας ἀναμιμνήσκων ἐκείνης, ἑαυτὸν ἐδείκνυ τὸν δικάζοντα.
4tΚΕΦ. ϛ.
5tΠερὶ τοῦ λεπροῦ.
6 Καὶ ἰδοὺ λεπρὸς προσελθὼν, προσεκύνει αὐτῷ, λέγων. Πολλὴ ἡ σύνεσις καὶ ἡ πίστις τοῦ προσελθόντος λεπροῦ· οὐδὲ γὰρ ἀνελθὼν εἰς τὸ ὄρος, διέκοψε τὴν διδασκαλίαν, ἀλλὰ ἀνέμεινε τὸν προσήκοντα καιρὸν, καὶ καταβάντι αὐτῷ προσέρ‐
10χεται μετὰ πολλῆς τῆς θερμότητος· οὐδὲ γὰρ εἶπεν, ἐὰν παρα‐ καλέσῃς τὸν Θεὸν, οὐδὲ ἐὰν εὔξῃ, ἀλλὰ “ἐὰν θέλῃς, δύνασαί με “καθαρίσαι·” διάτοι τοῦτο οὐδὲ εἶπεν αὐτῷ, ὅτι πιστεύεις εἰ δύναμαι τοῦτο ποιῆσαι, ἀλλὰ καθάρθητι· καὶ τὸ ἔργον εὐθέως ἠκολούθησε τῇ φωνῇ. τίνος δὲ χάριν θελήματι καθαίρων αὐτὸν καὶ
15τῷ λόγῳ, τὴν τῆς χειρὸς προσέθηκεν ἀφήν; ἵνα δείξῃ καὶ ἐντεῦ‐ θεν, ὅτι οὐκ ὑπόκειται τῷ νόμῳ, ἀλλ’ ἐπίκειται, καὶ ὅτι τῷ καθαρῷ λοιπὸν οὐδὲν ἀκάθαρτον. κελεύει δὲ μηδενὶ εἰπεῖν, διὰ τὸ ἀκόμπαστον καὶ ἀφιλότιμον· καίτοι γε ᾔδει ὅτι ἀνακηρύξει ἐκεῖνος τὸν εὐεργέτην, ἀλλ’ ὅμως τὸ αὐτοῦ ποιεῖ· ἀλλαχοῦ δὲ κελεύει
20εἰπεῖν, οὐχ ἑαυτῷ ἐναντιούμενος, ἀλλὰ παιδεύων εὐγνώμονας εἶναι· διὰ μὲν τοῦ λεπροῦ τούτου, ἀτύφους ἡμᾶς παρασκευάζων καὶ ἀκενοδόξους· διὰ δὲ ἐκείνου, εὐχαρίστους καὶ εὐγνώμονας εἶναι παιδεύων. πανταχοῦ τῶν γινομένων τὴν εὐφημίαν ἀναφέρει τῷ δεσπότῃ· δεῖξαι δὲ ἑαυτὸν ἐκέλευσε τῷ ἱερεῖ, καὶ δῶρον προσ‐
25ένεγκε· καὶ ἐνταῦθα πάλιν τὸν νόμον ἀναπληρῶν· οὐδὲ γὰρ παν‐ ταχοῦ ἐφύλαττεν, ἀλλὰ ποτὲ μὲν τοῦτο ἐποίει, ποτὲ δὲ ἐκεῖνο· τοῦτο μὲν, τῇ μελλούσῃ φιλοσοφίᾳ προοδοποιῶν· ἐκεῖνο δὲ, τὴν ἀναίσχυντον τῶν Ἰουδαίων τέως κατέχων γλῶτταν, καὶ συγκατα‐ βαίνων αὐτῶν τῇ ἀσθενείᾳ· καὶ τί τοῦτό, φησι, πρὸς τὴν τοῦ
30νόμου λυσιτελεῖ φυλακήν; οὐ τὸ τυχόν· καὶ γὰρ νόμος ἦν παλαιὸς τὸν λεπρὸν καθαρθέντα, μὴ ἑαυτῷ τὴν δοκιμασίαν ἐπι‐ τρέπειν τοῦ καθαρισμοῦ, ἀλλὰ φαίνεσθαι τῷ ἱερεῖ, καὶ τοῖς
ὀφθαλμοῖς τοῖς ἐκείνου παρέχειν τὴν ἀπόδειξιν, καὶ ἀπὸ τῆς57

58

αὐτοῦ ψήφου, ἐγκρίνεσθαι τοῖς καθαροῖς. τὸ δὲ εἰς “μαρτυρίαν “αὐτοῖς,” τοῦτό ἐστιν, ἀντὶ τοῦ εἰς ἔλεγχον, εἰς κατηγορίαν, ἐὰν ἀγνωμονῶσιν.
4tΚΕΦ. Ζ.
5tΠερὶ τοῦ ἑκατοντάρχου.
6 Προσῆλθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν καὶ λέγων. Ὁ μὲν λεπρὸς καταβάντι ἀπὸ τοῦ ὄρους προσῆλθεν· ὁ δὲ ἑκατόνταρχος, οὕτως εἰσελθόντι εἰς Καπερνάουμ. τίνος ἕνεκεν οὔτε
10οὗτος οὔτε ἐκεῖνος εἰς τὸ ὄρος ἀνέβησαν; οὐ διὰ ῥαθυμίαν· καὶ γὰρ ἀμφοτέρων ἡ πίστις θερμὴ, ἄλλως τε μὴ ἐκκόψαι τὴν διδασκαλίαν. οὐκ ἤγαγε δὲ τὸν ἀσθενοῦντα πρὸς τὸν Χριστόν· διὰ τὸ μεγάλην αὐτὸν ἔχειν πίστιν· ᾔδει γὰρ σαφῶς ὅτι καὶ ἐπίταγμα ἀρκεῖ μόνον εἰς τὴν ἀνάστασιν τοῦ κειμένου· καὶ ὁ
15Κύριος δὲ διὰ τοῦτο, ὅπερ μηδαμοῦ πρότερον ἐποίησεν, ἐνταῦθα ποιεῖ, πανταχοῦ ἑπόμενος τῇ προαιρέσει τῶν ἱκετευόντων· ἐνταῦθα αὐτὸς ἐπαγγέλλεται παραγενέσθαι εἰς τὴν οἰκίαν, καὶ θεραπεῦσαι τὸν ἀσθενοῦντα· ποιεῖ δὲ τοῦτο, ἵνα μάθωμεν τὴν ἀρετὴν τοῦ ἑκατοντάρχου. εἰ γὰρ μὴ τοῦτο ἐπηγγείλατο, ἀλλ’ εἶπεν, ὕπαγε,
20ἰάθη ὁ παῖς σου, οὐδὲν ἂν τούτων ἔγνωμεν· τί γάρ φησιν ὁ ἑκα‐ τόνταρχος; “οὐκ εἰμὶ ἱκανὸς” καὶ τὰ ἑξῆς· ἀκούσωμεν ὅσοι τὸν Χριστὸν μέλλομεν ὑποδέχεσθαι, καὶ ζηλώσωμεν, καὶ μετὰ τοσαύτης σπουδῆς δεξώμεθα· καὶ γὰρ ὅταν πένητα ὑποδεξώμεθα πεινῶντα καὶ γυμνὸν, ἐκεῖνον καὶ ὑπεδεξάμεθα καὶ ἐθρέψαμεν· διὰ
25τί δὲ ἐθαύμασεν αὐτοῦ τὴν πίστιν ἐπὶ τοῦ τοσούτου πλήθους, καὶ κρείττονα εἶναι αὐτὸν παντὸς τοῦ πλήθους τῶν Ἰουδαίων ἀπεφή‐ νατο, καὶ τὰς τῆς βασιλείας δώσει τιμὰς, τὴν ἐν τοῖς κόλποις τῶν πατριαρχῶν ἀνάκλισιν διδούς; ἵνα καὶ τοῖς ἄλλοις ὑπό‐ δειγμα δώσῃ, ὥστε αὐτὸν ζηλοῦν, καὶ παιδευθῶμεν πιστεύειν
30οὕτως· ὅθεν καὶ κατὰ τὴν πίστιν αὐτοῦ, ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. χρὴ δὲ γινώσκειν, ὅτι αὐτός ἐστιν ὁ παρὰ τῷ
Λουκᾷ μνημονευόμενος· ὁ δὲ παρὰ τῷ Ἰωάννῃ ἕτερος.58

59

Ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Σευήρου Ἀντιοχείας ἐν Ὑπακοῇ. Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν Ἰησοῦς ὁ Θεὸς, εἰδὼς τὸν ἐναποκείμενον τῆς πίστεως θησαυρὸν τῇ τοῦ ἑκατοντάρχου ψυχῇ, ἑκὼν πρὸς τὸ
5ταπεινὸν ὑποβὰς, εἶπεν· ἐγὼ ἐλθὼν εἰς τὸν οἶκόν σου θεραπεύσω τὸν παῖδα σου· καὶ τοῦτο τὸ ῥῆμα πᾶσαν αὐτοῦ τὴν καρδίαν ἐξήντλησεν· ἐπίστευσε γὰρ αὐτὸν εἶναι Θεὸν ἀληθῆ, καὶ ἐβόησεν· “εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.” εἰ γὰρ ἐγὼ στρατιώτης ὢν, καὶ ὑπὸ ἐξουσίαν βασιλέως τελῶν, τοῖς δορυφόροις ἐντέλλομαι,
10πῶς οὐ μᾶλλον αὐτὸς ὁ τῶν ἄνω καὶ ἀγγελικῶν δυνάμεων ποιητὴς, ὃ θέλεις ἐρεῖς, καὶ γενήσεται; Ὠριγένους. Καὶ ζωῆς καὶ θανάτου εἶχεν ὁ ἑκατόνταρχος τὸν Ἰησοῦν ἐξουσιαστήν· διὸ καὶ ἐθαυμάσθη· οὐδένα ἐν τῇ Ἱερουσαλὴμ εὑρίσκομεν καταθαρρήσαντα τῷ θανάτῳ.
15 Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ὁρᾷς πῶς ἕκαστον τῶν μαρτυρησάντων αὐτῷ τὴν ἐξουσίαν θαυμάζει· ἵνα δὲ καὶ ἐκ τοῦ ἐναντίου τοῦτο μάθῃς· ἐπειδὴ ἡ Μάρθα τούτων οὐδὲν εἶπεν, ἀλλὰ τοὐναντίον· ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι, οὐ μόνον οὐκ ἐπῃνέθη, καίτοι γνώριμος οὖσα,
20καὶ ἀγαπητὴ, καὶ τῶν σφόδρα περὶ αὐτὸν ἐσπουδακότων, ἀλλὰ καὶ ἐπετιμήθη, καὶ διορθώθη παρ’ αὐτοῦ, ὡς οὐ καλῶς εἰρηκυῖα· καὶ γὰρ ἔλεγεν αὐτῇ· “οὐκ εἶπον σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει “τὴν δόξαν τοῦ Θεοῦ;” ὡς μηδέπω πιστεύσασαν ἦν ἐγκαλῶν. Ἄλλος. Ἆρα τὸ μεγάλα περὶ αὐτοῦ φαντάζεσθαι, τοῦτο
25μάλιστα πίστεως καὶ βασιλείας καὶ τῶν ἄλλων πρόξενον ἀγαθῶν· οὐδὲ γὰρ μέχρι λόγων γέγονεν αὐτῷ ὁ ἔπαινος, ἀλλὰ καὶ τῶν νοσούντων ὑγιᾶ ἀπέδωκεν ἀντὶ τῆς πίστεως, καὶ λαμπρὸν αὐτῷ πλέκει τὸν στέφανον, καὶ μεγάλα ἐπαγγέλλεται δωρεᾶς. Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ
30ἀνακλιθήσονται μετὰ Ἀβραάμ. Ὠριγένους. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· διὰ ποίας οἱ πολλοὶ εἰσελεύ‐ σονται; περὶ γὰρ τῆς πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ
δι’ αὐτῆς ἔρχονται. ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται· ἐπειδὴ59

60

ὀλίγοι ἀπὸ τοῦ Ἰσραὴλ διασώζονται· οὐ πολλοὶ γὰρ ἐπίστευον εἰς αὐτὸν, ἀλλ’ ὀλίγοι· διὸ ἔλεγε· “μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον,” καὶ τὰ ἑξῆς· προφητικῶς δὲ ἐλέχθη “πολλοὶ ἥξουσιν” ὡς περὶ τῶν μελλόντων πιστεύειν ἀπὸ τῶν ἐθνῶν, “ἀπὸ ἀνατολῶν καὶ
5“δυσμῶν·” αὐτοὺς δὲ τοὺς Ἰσραηλίτας ἐκβαλλομένους εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ μετ’ ὀλίγα—Τὸ δὲ “ἀνακλιθήσονται “ἐν κόλπῳ Ἀβραὰμ” καὶ τὰ ἑξῆς, τάχα περὶ τοῦ “ὡμοιώθη ἡ “βασιλεία ἀνθρώπῳ ποιήσαντι γάμους τῷ υἱῷ αὐτοῦ, καὶ “ἀπέστειλε τοὺς δουλοὺς αὐτοῦ” καὶ τὰ ἑξῆς· καὶ πάλιν, “οἱ
10“υἱοὶ τῆς βασιλείας ἐκβαλλόμενοι,” κατὰ τοὺς Ἰσραηλίτας, “ἀπὸ ἀνατολῶν καὶ δυσμῶν,” τὰ ἔθνη.
12tΚΕΦ. Η.
13tΠερὶ τῆς πενθερᾶς Πέτρου.
14Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν
15τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν. Τοῦ Χρυσοστόμου. Τίνος χάριν εἰσῆλθεν εἰς τὴν οἰκίαν Πέτρου ὁ Κύριος; τροφῆς μεταληψόμενος· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, ἀνέστη καὶ διηκόνει αὐτῷ· παρὰ γὰρ τοῖς μαθηταῖς κατήγετο, ὥσπερ καὶ παρὰ Ματθαίῳ, ὅτε αὐτὸν ἐκάλεσεν, τιμῶν
20αὐτοὺς καὶ προθυμωτέρους ἐν τούτῳ ποιῶν· καίτοι ἐννοήσωμεν, οἷα ἦν τὰ οἰκήματα τῶν ἁλιέων τούτων, ἀλλ’ ὅμως οὐκ ἀπηξίου ὑπὸ τὰς καλύβας αὐτῶν εἰσιέναι τὰς εὐτελεῖς· παιδεύων ἡμᾶς διὰ πάντων, τὸν ἀνθρωπινὸν τῦφον καταπατεῖν. ἁψάμενος τῆς χειρὸς τῆς πενθερᾶς αὐτοῦ, οὐχὶ τὸν πυρετὸν ἔσβεσεν μόνον, ἀλλὰ καὶ
25καθαρὰν τὴν ὑγιείαν ἀπέδωκε, καὶ τοῦτο δῆλον, ἐκ τοῦ δια‐ κονεῖν αὐτῷ.
27tΚΕΦ. Θ.
28tΠερὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.
29Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζο‐
30μένους πολλούς. Διὰ τοῦτο δεικνύει τὴν πίστιν τοῦ πλήθους λοιπὸν αὐξανο‐
μένην· οὐδὲ γὰρ τοῦ καιροῦ κατεπείγοντος ἀναχωρεῖν ἠνείχοντο·60

61

οὐδὲ ἄκαιρον εἶναι ἐνόμιζον ἐν ἑσπέρᾳ προσάγειν τοὺς ἀρρώστους αὐτῶν· χρὴ δὲ τοῦτο σκοπεῖν, πόσῳ μᾶλλον πλῆθος θεραπευο‐ μένων παρατρέχουσιν οἱ Εὐαγγελισταὶ, οὐχὶ καθ’ ἕνα λέγοντες ἡμῖν καὶ διηγούμενοι, ἀλλ’ ἑνὶ ῥήματι πέλαγος ἄφατον θαυμάτων
5ὑπερβαίνοντες. τὸν προφήτην δὲ εἰσάγει μαρτυροῦντα καὶ λέγοντα, ὅτι “τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν·” ἵνα μὴ τὸ μέγεθος τοῦ θαύματος εἰς ἀπιστίαν ἐμβάλῃ τινάς· ὅπερ πλῆθος τοσοῦτον, καὶ ποικίλα νοσήματα ἐν μιᾷ καιροῦ ῥοπῇ ἔλυσε, καὶ διώρθωσεν μεγάλην πανταχοῦ τὴν ἀπὸ τῶν γραφῶν
10ἀπόδειξιν ἡμῖν οὖσαν· τὸ δὲ “ἔλαβε καὶ ἐβάστασεν,” περὶ ἁμαρτιῶν μᾶλλον εἴρηται τῷ προφήτῃ, καθὼς καὶ ὁ πρόδρομος φησίν· “ἴδε ὁ ἁμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·” τέθεικε δὲ αὐτὸ ὁ Εὐαγγελιστὴς ἐνταῦθα· περὶ δὲ νοσημάτων δεῖξαι θέλων, ὅτι τὰ πλείονα τῶν νοσημάτων, ἐξ ἁμαρτιῶν ἐπέρ‐
15χονται ἡμῖν· διὰ τοῦτο ἰδὼν τοὺς ὄχλους περὶ αὐτὸν, ἐκέλευσεν αὐτοῖς ἀπελθεῖν εἰς τὸ πέραν, διὰ τὸ ἀκόμπαστον μετριάζειν ἡμᾶς παιδεύων, καὶ διδάσκων μηδὲν ποιεῖν πρὸς ἐπίδειξιν. οὐ γὰρ δὴ μόνον σώματα ἐθεράπευεν, ἀλλὰ καὶ τὰς ψυχὰς διόρθου· καὶ φιλοσοφίαν ἐπαίδευεν, ἅμα δὲ καὶ τὸν φθόνον τὸν Ἰουδαικὸν
20παραμυθούμενος· καὶ γὰρ ἦσαν αὐτῷ προσηλώμενοι οἱ ὄχλοι· φιλοῦντες αὐτὸν καὶ θαυμάζοντες, καὶ ὁρᾷν εἰς αὐτὸν βουλόμενοι· τίς γὰρ ἂν ἀπέστη τοιαῦτα θαυματουργοῦντος αὐτοῦ; τίς οὐκ ἂν καὶ τὸ πρόσωπον ἠθέλησε μόνον ἰδεῖν, καὶ τὸ στόμα τὸ τοιαῦτα φθεγγόμενον; οὐδὲ γὰρ θαυματουργεῖν ἦν θαυμαστὸς μόνον, ἀλλὰ
25καὶ φαινόμενος ἁπλῶς, πολλῆς ἔγεμε χάριτος· καὶ τοῦτο ὁ προφήτης δηλῶν ἔλεγεν· “ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν “ἀνθρώπων.” εἰ δὲ ὁ Ἡσαΐας λέγει, “οὐκ εἶχεν εἶδος οὐδὲ “κάλλος,” διὰ τὰ ἐν τῷ πάθει συμβάντα καὶ τὴν ἀτιμίαν, ἣν ὑπέμεινε τῷ καιρῷ τοῦ σταυροῦ, ταῦτα φησὶν, ἢ καὶ διὰ τὴν
30εὐτέλειαν, ἣν παρὰ πάντα τὸν βίον ἐπεδείξατο. οὐ πρότερον δὲ “ἐκέλευσεν ἀπελθεῖν,” ἕως ἂν ἐθεράπευσεν· ἦ γὰρ ἂν οὐδὲ
ἡνέσχοντο.61

62

(1t)

ΚΕΦ. Ι.
2tΠερὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν.
3Καὶ προσελθὼν εἷς γραμματεὺς, εἶπεν αὐτῷ. Διὰ τί τῷ εἰπόντι αὐτῷ “διδάσκαλε, ἀκολουθήσω σοι” καὶ τὰ
5ἑξῆς, “αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν,” ἀνταπεκρίθη; ἐπειδὴ χρημάτων δοῦλος ὑπάρχων ἐκεῖνος, καὶ ἰδὼν πολλὰ σημεῖα ποιοῦντα αὐτὸν, καὶ πολλοὺς ἀκολουθοῦντας αὐτῷ, προσεδόκησεν χρηματίζεσθαι ἐκ τῶν τοιούτων θαυμάτων· διὸ γινώσκων αὐτὸς τὰ ἐν τῷ συνειδότι αὐτοῦ, καὶ τὴν πολλὴν ἀπόνοιαν καὶ φιλαργυρίαν,
10ταῦτα φησίν· ὡσανεὶ ἔλεγεν αὐτῷ, ὅτι σὺ μὲν χρήματα προσ‐ δοκᾷς ἀκολουθῶν ἐμοὶ συλλέγειν· σκόπει δὲ ὅτι οὔτε καταγώγιόν μοι ἐστὶν, οὐδὲ τοσοῦτον, ὅσον ταῖς ἀλώπηξι καὶ τοῖς ὀρνέοις· ταῦτα δὲ τὰ ῥήματα οὐκ ἦν ἀποτρεπομένου, ἀλλ’ ἐλέγχοντος μὲν τὴν πονηρὰν γνώμην, παρέχοντος δὲ εἰ βούλοιτο, μετὰ τῆς
15τοιαύτης προσδοκίας ἀκολουθεῖν· ἐκεῖνος δὲ ταῦτα ἀκοῦσας καὶ ἐλεγχθεὶς, οὐκ εἶπεν, ἕτοιμός εἰμι ἀκολουθῆσαι, ἀλλ’ ἔδειξε τὴν ἑαυτοῦ πονηρίαν, εὐθέως ἐπαναχωρήσας· ὁ δὲ μετὰ ταῦτα προσελ‐ θὼν καὶ εἰπὼν, “Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν” καὶ τὰ ἑξῆς, ἐπείδηπερ εὐγνωμόνως τὸ “ἐπίτρεψον” εἶπεν, καὶ οὐκ ἐμι‐
20μήσατο ἐκεῖνον αὐθαδῶς εἰπόντα τὸ “ἀκολουθήσω σοι,” ἀπεδέχθη μὲν, οὐκ ἐπετράπη δὲ, ἀλλ’ ἤκουσεν, “ἄφες τοὺς νεκροὺς θάψαι “τοὺς ἑαυτῶν νεκρούς·” διὰ τούτου δεικνὺς ὅτι ὁ μὲν εἰπὼν ταῦτα υἱὸς, ἐκ τῶν πιστευσάντων ἦν· ὁ δὲ τετελευτηκὼς πατὴρ ἐκ τῶν μὴ πιστευσάντων. Καὶ μετ’ ὀλίγον—Ἐκώλυσε δὲ αὐτὸν, οὐχὶ
25καταφρονεῖν τῆς εἰς τοὺς γονέας τιμῆς κελεύων, ἀλλὰ δεικνὺς ὅτι οὐδὲν τῶν οὐρανίων πραγμάτων ἡμῖν ἀναγκαιότερον εἶναι χρή. Ὠριγένους. Οἱ νεκροὶ εἰώθασι θάπτειν τοὺς ἑαυτῶν νεκρούς· ψυχὴ ἐν κακίᾳ οὖσα νεκρά ἐστιν. ὁ αἰσθητὸς δὲ θάνατος διὰ
30τὴν ἁμαρτίαν· καλῶς οὖν ἡ ἁμαρτία θάνατος λέγεται, καὶ ὁ ἐν
αὐτῇ ὢν, νεκρός ἐστιν.62

63

(1t)

ΚΕΦ. ΙΑ.
2tΠερὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.
3 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
5 Διὰ τοῦτο ἀφίησι τοὺς μαθητὰς κλυδωνισθῆναι, ἵνα μὴ μέγα φρόνωσιν, ὅτι τοὺς ἄλλους ἐκπέμψας, αὐτοὺς κατέσχε μεθ’ ἑαυτοῦ· ἅμα δὲ καὶ γυμνάζων αὐτοὺς πειρασμοὺς φέρειν γενναίως, μέλ‐ λοντας τῆς οἰκουμένης ἀθλητὰς γενέσθαι· τὸ δὲ “τί δειλοί ἐστε ”[ἀκούσαντες] ὀλιγόπιστοι;” διὰ τούτου παιδεύων αὐτοὺς, ὅτι τὸν
10φόβον οὐχ ἡ τῶν πειρασμῶν ἐργάζεται ἐπαγωγὴ, ἀλλὰ τὸ τῆς διανοίας ἀσθενές. διὰ τοῦτο δὲ καὶ καθεύδει, διδοὺς καιρὸν τῇ δειλίᾳ, ἵνα δι’ αὐτῆς αἰσθόμενοι σωτηρίας, καὶ αὐτοὶ εὐεργεθη‐ θῶσιν. διὰ τοῦτο δὲ ἄνθρωπον οἱ ὄχλοι ὠνόμαζον, οὐχ ὡς Θεὸν ἐλογίσαντο τοιαῦτα θαυματουργήσαντα. “ποταπὸς γάρ” φησιν,
15“ἔστιν ὁ ἄνθρωπος οὗτος,” καὶ τὰ ἑξῆς· ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ ὕπνου καὶ τοῦ πλοίῳ κεχρῆσθαι.
17tΚΕΦ. ΙΒ.
18tΠερὶ τῶν δύο δαιμονιζομένων.
19Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν, εἰς τὴν χώραν τῶν
20Γεργεσηνῶν. Διὰ τοῦτο δὲ ἦλθον οἱ δαίμονες τὴν θεότητα αὐτοῦ ἀνακηρύτ‐ τοντες· “τί ἡμῖν καὶ σοὶ Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ;” καὶ οἱ διὰ τῆς γαλήνης τῆς θαλάσσης μὴ πειθόμενοι αὐτὸν Θεὸν εἶναι, ἤκουον τῶν δαιμόνων ταῦτα βοώντων· ἵνα δὲ μὴ δόξῃ τὸ πρᾶγμα κολα‐
25κείας εἶναι· ἀπὸ τῆς πείρας βοῶσι λέγοντες, “ἦλθες ὦδε πρὸ καιροῦ, βασανίσαι ἡμᾶς;” καὶ γὰρ ἐμαστίζοντο ἀοράτως, τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας μόνης· τίνος δὲ χάριν αὐτὸς ἀπῆλθε πρὸς αὐτούς; ἐπειδὴ οὐδεὶς αὐτοὺς προσενεγκεῖν ἐτόλμα τοῖς πολλοῖς ἐνθεῖναι βουλόμενοι, οἷον ὅτι αἱ ψυχαὶ τῶν
30ἀπελθόντων δαίμονες γίνονται· ὃ μὴ γένοιτό ποτε, κἂν μέχρις
ἐννοίας λαβεῖν· ἀλλ’ οὐδὲ ὅτι χωρισθεῖσα τοῦ σώματος ἡ ψυχὴ63

64

ἐνταῦθα πλανᾶται λοιπόν. αἱ μὲν γὰρ τῶν δικαίων ψυχαὶ, ἐν χειρὶ Θεοῦ· ὁμοίως δὲ καὶ αἱ τῶν παιδίων· οὐδὲ γὰρ ἐκεῖναι πονηραί· αἱ δὲ τῶν ἁμαρτωλῶν, εὐθέως ἐντεῦθεν ἀπάγονται· καὶ δῆλον ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου· καὶ ἀλλαχοῦ δέ φησιν ὁ Κύριος·
5“σήμερον τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπό σου,” οὐχ οἷόν τε οὖν ψυχὴν ἐξελθοῦσαν τοῦ σώματος. Διὰ τί δὲ, ὅπερ παρεκάλεσαν οἱ δαίμονες, ἐποίησεν ὁ δεσπότης τῶν ὅλων Χριστὸς, εἰς τὴν ἀγέλην τῶν χοίρων ἐπιτρέψας αὐτοῖς ἀπελθεῖν; οὐκ ἐκείνοις πειθόμενος τοῦτο ἐποίησεν, ἀλλ’ ἵνα μάθω‐
10σιν ἅπαντες, ὅτι οὔτε χοίρων κατατολμῶσιν, εἰ μὴ αὐτὸς συγ‐ χωρήσειεν· καὶ ὅτι πολλῆς ἀπολαύομεν τῆς τοῦ Θεοῦ προνοίας· ἔτι δὲ καὶ ἵνα οἱ τοὺς τόπους ἐκείνους οἰκοῦντες μάθωσι τὴν τοῦ Θεοῦ δύναμιν, καὶ ἐκ τούτου εἰς τὴν αὐτοῦ θεογνωσίαν ἔλθωσι· καὶ γὰρ ὑπῆρχον ἀναίσθητοι λίαν, καθὼς ἀπὸ τοῦ τέλους ἐστὶ
15τοῦτο δῆλον· δέον γὰρ αὐτοὺς προσκυνῆσαι αὐτὸν, καὶ θαυμάσαι τὴν δύναμιν. οἱ δὲ ἐπιπέμπον μᾶλλον καὶ παρεκάλουν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν· διὰ τοῦτο δὲ τοὺς χοίρους ἀνεῖλον οἱ δαί‐ μονες, ἵνα τοὺς ἀνθρώπους εἰς ἀθυμίαν ἐμβάλωσι· πανταχοῦ γὰρ χαίρουσιν ἐπὶ ταῖς συμφοραῖς ἡμῶν· ὡς καὶ ἐπὶ τοῦ Ἰὼβ
20ἐποίησεν ὁ διάβολος· καίτοι καὶ ἐκεῖ ὁ Θεὸς ἐπέτρεψεν· ἀλλ’ οὐδὲ ἐκεῖ πειθόμενος τῷ διαβόλῳ, ἀλλὰ τὸν αὐτοῦ θεράποντα θέλων ἀποφῆναι λαμπρότερον. ἴδιαν δὲ αὐτοῦ πόλιν τὴν Καπερ‐ ναοὺμ λέγει ἐνταῦθα· ἡ γὰρ Βηθλεὲμ ἤνεγκεν αὐτὸν, ἡ δὲ Ναζαρὲτ ἔθρεψεν· ἡ δὲ Καπερναοὺμ εἶχεν οἰκοῦντα διηνεκῶς· χρὴ δὲ
25σκοπεῖν καὶ τὸ ἐπιεικὲς τοῦ δεσπότου καὶ ἄτυφον, ὅτι εἰς πλοῖον ἐμβὰς, διέβαινε, δυνάμενος καὶ πεζῆ διαβαίνειν· καὶ ὅτι ὑπὸ τῶν ἐν Γαδάροις ἐκβληθεὶς, οὐκ ἀντέτεινεν, ἀλλὰ ἀνεχώρησε μὲν, οὐ μακρὰν δέ. Καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ
30τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν. Εἰ μὴ οἱ χοῖροι κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ὥρμησαν καὶ ἀπεπνίγησαν ἐν τοῖς ὕδασιν, οὐκ ἂν οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον τοῦ βόσκειν χοίρους, καὶ κήρυκες τῶν θαυμάτων
τῆς ἀληθείας ἐγένοντο.64

65

Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ. Θεοδώρου Ἡρακλείας. Ὡς ἀναξίους ἑαυτοὺς κρίναντες τῆς τοῦ Κυρίου ἐπιδημίας, εἶπον τοῦτο οἱ Γεργεσηνοὶ τῷ Χριστῷ, ὡς
5καὶ ὁ Πέτρος ἐπὶ τῇ τῶν ἰχθύων ἄγρᾳ. Θεοδώρου Μομψουεστίας. Παρεκάλεσαν τοίνυν ἐφ’ ἑτέρους μεταβῆναι τόπους, ὡς οὐκ ἄξιοι ὄντες τοσοῦτον ἀγαθὸν ἐπὶ τῆς οἰκείας ἔχειν χώρας, δείσαντες μήπου ἁμαρτημάτων ἕνεκεν. Ὠριγένους. Ὡς ἀναίσθητοι τοῦτο εἶπον καὶ ἄγαν ἄπιστοι
10οἱ Γεργεσηνοί. Τοῦ αὐτοῦ. Οὐκ ἀπωθούμενοι, ἀλλὰ ταπεινοφρονοῦντες. Ἀπολιναρίου. Ἐπειδὴ πόθον οὐκ εἶχον τοῦ ἀγαθοῦ, ἀλλ’ ἀργῶς διέκειντο καὶ ὀκνηρῶς πρὸς τὴν τοῦ μεγάλου ἀγαθοῦ κατάληψιν.
15tΚΕΦ. ΙΓ.
16tΠερὶ τοῦ παραλυτικοῦ.
17 Καὶ ἰδοὺ προσήφερον αὐτῷ παραλυτικὸν, ἐπὶ κλίνης βεβλημένον. Περὶ τοῦ παραλυτικοῦ ὁ μὲν Ματθαῖος φησὶν, ὅτι προσέφερον
20αὐτόν· οἱ δὲ ἄλλοι, ὅτι καὶ τὴν στέγην διατεμόντες, κατέθηκαν αὐτὸν καὶ προὔθηκαν τῷ Χριστῷ· ἐπεὶ οὖν τοσαύτην ἐπεδείξαντο πίστιν, ἐπιδείκνυται καὶ αὐτὸς τὴν αὐτοῦ δύναμιν, μετ’ ἐξουσίας πάσης λύων τὰ ἁμαρτήματα· καί τινες μὲν τῶν γραμματέων, τῇ βασκανίᾳ κατεχόμενοι, ἐν ἑαυτοῖς εἶπον, “οὗτος βλασφημεῖ· τίς
25“δύναται ἀφιέναι ἁμαρτίας· εἰ μὴ μόνος ὁ Θεός;” αὐτὸς δὲ διὰ τῶν προβλημάτων βεβαιοῖ τὰ εἰρημένα, ἐλέγξας ὡς Θεὸς τὰς ἐνθυμήσεις αὐτῶν· μόνου γὰρ Θεοῦ ἐστι τὸ τὰ ἀπόρρητα εἰδέναι· ἔπειτα δὲ καί φησι πρὸς αὐτούς· “τί ἐστιν εὐκοπώτερον εἰπεῖν, “ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν ἆρον τὸν κράβαττόν σου
30“καὶ ὕπαγε εἰς τὸν οἶκον σου;” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· τί δοκεῖ εὔκολον ὑμῖν εἶναι· σῶμα σφίγξαι παραλελυμένον, ἢ ψυχῆς
ἁμαρτήματα λῦσαι; εὔδηλον, ὅτι σῶμα σφίγξαι· ὅσῳ γὰρ σώ‐65

66

ματος ψυχὴ βελτίων, τοσοῦτον τὰ ἁμαρτήματα λῦσαι τούτου ἄμεινον. ἐπεὶ δὲ τὸ μὲν ἀφανὲς, τὸ δὲ φανερόν· διὰ τοῦτο οὖν προστίθημι τὸ καταδεέστερον φανερῶς, ἵνα τὸ μεῖζον καὶ ἀφανὲς διὰ τούτου λάβῃ τὴν ἀπόδειξιν.
5 Πέμπει δὲ αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ, εὐθέως θεραπευθέντα, πάλιν καὶ ἐνταῦθα τὸ ἄτυφον δεικνύς· ὅτι δὲ καὶ οὐ φαντασία ἦν τὸ γινόμενον, διὰ τοῦτο γὰρ καὶ βαστάσαι αὐτὸν τὸν κράβατ‐ τον προσέταξεν, ὅμως οὖν καὶ οἱ ὄχλοι ἔτι χαμαὶ σύρονται· “ἰδόντες γάρ,” φησιν, “ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν, τὸν
10δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.” προίστατο γὰρ αὐτοῖς ἡ σάρξ· αὐτὸς γὰρ μακροθυμῶν οὐκ ἐπετίμα αὐτοῖς· τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων αὐτὸν εἶναι μείζονα, καὶ ὅτι παρὰ τοῦ Θεοῦ ἦλθεν· εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ’ ἑαυτοῖς, ὁδῷ προβαίνοντες ἔγνωσαν ἂν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν·
15ἀλλ’ οὐ κατέσχον ταῦτα σαφῶς· οὐδὲ προελθεῖν εἰς τὸ βέλτιον ἠδυνήθησαν· ἔλεγον γὰρ πάλιν, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ· ποιήσας δὲ τὸ θαῦμα τοῦ παραλυτικοῦ, οὐκ ἐπέμεινεν ἐν τῷ τόπῳ, ἵνα μὴ τὸν ζῆλον πλεῖον ἐξάψῃ ὁρώμενος· οὕτως οὖν καὶ ἡμεῖς ποιῶμεν, ἐκκλίνοντες τοὺς ἐπιβουλεύοντας.
20 Τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς, ἆρόν σου τὸν κράβαττον. Κυρίλλου. Ἐξῆλθε τὸ ῥῆμα, καὶ τὸ θαῦμα ἐπεκολούθησε· διὰ τί δὲ καὶ υἱὸν ἀνθρώπου εἶπεν ἀφιέναι ἁμαρτίας, ἐπιτελουμένης θεοσημείας; ἢ ἵνα δείξῃ, ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν
25τὴν τῆς θεότητος ἐξουσίαν, διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὴν ἕνωσιν· εἰ γὰρ καὶ ἄνθρωπος, φησὶ, γέγονα Θεὸς Λόγος ὑπάρχων, καὶ διὰ τὴν οἰκονομίαν ἐπὶ γῆς πολιτεύομαί τε καὶ ἀναστρέφομαι· ἀλλ’ οὐδὲ ἧττον τὰ πέρα λόγου ἀποτελῶ θαύματα, καὶ ἄφεσιν δωροῦμαι ἁμαρτημάτων· οὐ γὰρ ἀφειλάμην τί τῶν τῆς θεότητος ἰδιωμάτων,
30ἢ ἐμείωσα τὸ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. Καὶ μετ’ ὀλίγα—Οἰκονομικῶς δὲ λέγει “ἐπὶ τῆς γῆς,” ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γεγονὼς, καὶ
ἐπὶ τῆς γῆς ὠφθεὶς, Θεὸς ἦν κατὰ φύσιν.66

67

Ἰδόντες δὲ οἱ ὄχλοι, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. Θεοδώρου Μομψουεστίας. Θεῖον τὸ πρᾶγμα γινώσκουσιν· τὸν δὲ ποιήσαντα ὁρῶσιν ἄνθρωπον· διὰ τοῦτο ὡς δωρεὰν τοῦ Θεοῦ,
5καὶ οὐχ ὡς αὐτοῦ δύναμιν, θαυμάζουσιν.
6tΚΕΦ. ΙΔ.
7tΠερὶ τοῦ Ματθαίου.
8 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, ἴδεν ἄνθρωπον καθή‐ μενον ἐπὶ τὸ τελώνιον.
10 Τίνος ἕνεκεν οὐ μετὰ Πέτρου καὶ τῶν ἄλλων ἐκάλεσε τὸν Ματθαῖον; ἐπειδήπερ τὰς καρδίας ἐπιστάμενος, καὶ τὰ ἀπόρρητα τῆς ἑκάστου διανοίας εἰδὼς, τότε τοῦτο ἐποίησεν, ὅτε ἠπίστατο ἥξοντα· διὰ δὴ τοῦτο καὶ Παῦλον μετὰ τὴν ἀνάστασιν ἡλίευσεν. οὐκ ἀποκρύπτεται δὲ τὸν ἑαυτοῦ βίον, ἀλλὰ καὶ τὸ ὄνομα τίθησι,
15τῶν ἄλλων Εὐαγγελιστῶν κρυψάντων αὐτὸν προσηγορίᾳ ἑτέρᾳ· καὶ ὅτι ἐπὶ τὸ τελώνειον ἐκάθητο, ἵνα δείξῃ τοῦ καλέσαντος τὴν δύναμιν καὶ τὴν ἀγαθότητα· ὅτι οὐκ ἀποστάντα αὐτὸν πρότερον τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ’ ἐπιτήδευμα ἔχοντα ἀναι‐ σχυντίας γέμον καὶ ἰταμότητος καὶ κέρδεος οὐκ ἔχον πρόφασιν
20εὔλογον· καὶ ἁρπαγὴν σχῆμα ἔχουσαν ἔννομον, ἐκ μέσων αὐτὸν ἀνέσπασε τῶν κακῶν· ἀλλ’ ὥσπερ εἴδομεν τοῦ καλέσαντος τὴν ἀγαθότητα, οὕτω καταμάθωμεν καὶ τοῦ κληθέντος τὴν ὑπακοήν· οὔτε γὰρ ἀντέτεινεν, οὔτε ἀμφισβητήτως εἶπεν· ἄρα μὴ ἀπατηλῇ κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖ; καὶ γὰρ ἀκαιρίας αὕτη πάλιν
25ὑπῆρχεν ἡ ταπεινοφροσύνη· καλέσας τοίνυν αὐτὸν καὶ τιμῇ μεγίστῃ τετιμηκὼς, τραπέζης αὐτῷ κοινωνήσας εὐθέως· ἐν τούτῳ αὐτὸν καὶ ὑπὲρ τῶν μελλόντων εὐέλπιδα ποιῶν, καὶ εἰς πλείονα παρρησίαν ἐνάγων· οὐ γὰρ χρόνῳ μακρῷ, ἀλλὰ ἀθρόον ἐξιάσατο τὴν κακίαν· καὶ οὐκ αὐτῷ συνανάκειται μόνον, ἀλλὰ καὶ ἑτέροις
30πολλοῖς τοιούτοις· διὰ τί δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐνδιαβάλλουσι τὸν Κύριον οἱ Φαρισαῖοι, ὡς μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν
ἐσθίοντα; κακούργῳ σκέψει βουλόμενοι ἀποχωρῆσαι αὐτοὺς τοῦ67

68

διδασκάλου· αὐτὸς δὲ οὐ μόνον οὐκ ἔγκλημα εἶναι, ἀλλὰ καὶ πολ‐ λῆς φιλανθρωπίας ὑπερβολὴν, τὸ μετὰ τοιούτων ἐσθίειν δείκνυσι· διὸ καὶ φησίν· “οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ” καὶ τὰ ἑξῆς. Τὸ δὲ, “πορευθέντες μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν”
5σημαίνει ὅτι οὐ κεκωλυμένον ἔργον ἐστὶ τὸ ἁμαρτωλοὺς διορ‐ θοῦσθαι, ἀλλὰ καὶ νομοθετημένον, καὶ μᾶλλον τῆς θυσίας κρεῖττον· ὅθεν καὶ τὴν παλαιὰν εἰσάγει συνῳδὰ αὐτῷ φθεγγομένην καὶ νομοθετοῦσαν· ἅμα δὲ καὶ τὴν τῶν γραφῶν ἄγνοιαν αὐτοῖς ὀνει‐ δίζων ταῦτα ἔλεγεν· καὶ ὅτι πάσης τῆς λοιπῆς ἀμελοῦντες ἀρετῆς,
10ἐν ταῖς θυσίαις τὸ πᾶν ἐτίθεντο· ἐγὼ γάρ, φησι, τοσοῦτον ἀπέχω τοῦ βδελύξασθαι τοὺς ἁμαρτωλοὺς, ὅτι καὶ δι’ αὐτοὺς παραγέγονα μόνους· τοῦτο γὰρ δηλοῖ τὸ “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ “ἁμαρτωλοὺς εἰς μετάνοιαν.” τίνος ἕνεκεν τῶν μαθητῶν Ἰωάννου ἐγκαλεσάντων, ὅτι “ἡμεῖς μὲν καὶ οἱ Φαρισαῖοι νηστεύομεν
15“πολλὰ” καὶ τὰ ἑξῆς· καὶ ἐν τούτῳ τὴν ἐπιεικείαν αὐτοῦ καὶ πολλὴν μακροθυμίαν ἐνδεικνύμενος, οὐκ ἐπιτιμᾷ· ἀναμιμνήσκει δὲ αὐτοὺς τῶν Ἰωάννου ῥημάτων, δι’ ὧν ἔλεγεν· “ὁ ἔχων τὴν “νύμφην,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ παρὼν καιρὸς τῆς ἐμῆς σὺν αὐτοῖς διαγωγῆς χαρᾶς καὶ εὐφροσύνης
20ἐστίν· “ἐλεύσονται δὲ ἡμέραι” καὶ τὰ ἑξῆς. τὸν τοῦ πάθους διὰ τούτου μηνύων καιρόν· ἢ μᾶλλον τὸν τοῦ κηρύγματος, ὅτι τοῦ πάθους τριήμερος ἦν. Εἰπὼν “ὅτι οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκκους,” ἐδήλωσε διὰ τούτου, ὅτι οὔπω γεγόνασιν ἰσχυροὶ οἱ μαθηταὶ αὐτοῦ, ἀλλ’
25ἔτι πολλῆς δέονται συγκαταβάσεως· διὰ τὸ μήπω ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀνακαινισθῆναι αὐτούς· οὕτω δὲ διακει‐ μένοις οὐ χρὴ βάρος ἐπιτιθέναι αὐτοῖς ἐπιταγμάτων· ταῦτα δὲ ἔλεγεν νόμους τιθεὶς καὶ κάνονας τοῖς ἑαυτοῦ μαθηταῖς· ἵνα ὅτ’ ἂν μέλλωσι μαθητὰς λαμβάνειν, μετὰ πολλῆς αὐτοῖς προσ‐
30φέρωνται τῆς ἡμερότητος. Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. Ἀσκῶν δὲ μέμνηται καὶ οἴνου· ἐπειδὴ περὶ γαστριμαργίας ἦν ὁ λόγος καὶ τραπέζης· διὰ τοῦτο ἀπὸ τῶν αὐτῶν λαμβάνει τὰ
ὑποδείγματα, καὶ ὅτι οὐδὲν αὐστηρὸν ἐπιτάττειν χρὴ καὶ βάρος68

69

ἔχον τοῖς ἀρχομένοις, ἀλλ’ ὅσα δυνατὸν ποιεῖν, καὶ ταχέως καὶ ἐπ’ ἐκεῖνα ἥξουσιν· ὁ γὰρ πρὸ καιροῦ, φησι, ζητῶν τοῦ προσή‐ κοντος τὰ ὑψηλὰ ἐντιθέναι δόγματα, οὐδὲ τοῦ καιροῦ καλοῦντος λοιπὸν ἐπιτηδείους εὑρήσει, ἀχρήστους ἐργασάμενος ἅπαξ.
5 Ὠριγένους. Ἀσκοὶ παλαιοί εἰσιν οἱ τῇ νομικῇ πολιτείᾳ πεποιωμένοι· οἶνος δὲ νέος ἡ διὰ Χριστοῦ χάρις. Ἰσιδώρου. Τοὺς σαπέντας τῇ παλαιότητι καὶ τὴν νέαν χάριν ἀθετήσαντας ἀσκοὺς παλαιοὺς ὁ Κύριος προσηγόρευσεν, ὡς διαρ‐ ρηγνυμένους καὶ τὸν καινὸν λόγον τῆς βασιλείας οὐκ ἔχοντας.
10 Κυρίλλου. Οἱ Φαρισαῖοι ἐοικότες ἱματίῳ κατερρωγότι ἢ ἀσκοῖς παλαιοῖς, οὐ δύνανται δέξασθαι τὴν νεάζουσαν διδασκαλίαν.
12tΚΕΦ. ΙΕ.
13tΠερὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου.
14Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων ἐλθὼν
15προσεκύνει αὐτῷ λέγων, ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτε‐ λεύτησεν. Τὸν ἄρχοντα ὃν λέγει ἐληλυθέναι, ἀρχισυνάγωγος ἦν· χρὴ δὲ σκοπεῖν αὐτοῦ καὶ τὴν παχύτητα· δύο γὰρ ἀπαιτεῖ παρὰ τοῦ Χριστοῦ, καὶ παραγενέσθαι αὐτὸν καὶ τὴν χεῖρα ἐπιθεῖναι· ἠκο‐
20λούθουν δὲ οἱ ὄχλοι ὡς ἐπὶ θαύματι μεγάλῳ· τοὺς μαθητὰς δὲ μόνους εἴασεν εἰς τὴν οἰκίαν εἰσελθεῖν, παιδεύων ἡμᾶς καὶ διὰ τοῦτο τὴν ἀνθρωπίνην διακρούεσθαι δόξαν.
23tΚΕΦ. Ιϛ.
24tΠερὶ τῆς αἱμορροούσης.
25 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη. Τίνος ἕνεκεν οὐ μετὰ παρρησίας προσῆλθεν αὐτῷ ἡ τὴν ῥύσιν τοῦ αἵματος ἔχουσα; ἐπειδὴ ᾐσχύνετο διὰ τὸ πάθος, ἀκάθαρτος εἶναι νομιζομένη. εἰ γὰρ ἡ καταμηνίοις οὖσα, οὐκ ἐδόκει εἶναι καθαρὰ, πολλῷ μᾶλλον ἡ τοιαύτην νοσοῦσα νόσον τοῦτο ἂν ἐνό‐
30μισεν· ὅμως μὲν οὖν μετὰ πίστεως τῶν ἱματίων ἥψατο· οὐδὲ γὰρ
ἀμφέβαλεν, οὐδὲ εἶπεν ἐν ἑαυτῇ, ἆρα ἀπαλλαγήσομαι τοῦ69

70

νοσήματος ἆρα οὐκ ἀπαλλαγήσομαι; εἶπε δὲ αὐτῇ, θάρσει, ἐπειδὴ περίφοβος ἦν· θυγατέρα δὲ αὐτὴν καλεῖ, ἐπειδὴ ἡ πίστις αὐτῆς θυγατέρα αὐτὴν ἐποίησεν. καὶ τὸ ἐγκώμιον μέγα, ὅτι περ ὑπὸ τοῦ πάντων δεσπότου ἤκουσεν, “ἡ πίστις σου σέσωκέ σε.”
5 Τίνος δὲ ἕνεκεν τῶν αὐλητῶν ἐμνημόνευσεν; ἵνα καὶ ἐν τούτῳ θριαμβεύσῃ τῶν ἀρχισυναγώγων τὴν ἄνοιαν· διὰ τί δὲ εἶπεν, ὅτι οὐ τέθνηκεν τὸ κοράσιον, ἀλλὰ καθεύδει; παιδεύων μὴ φοβεῖσθαι θάνατον· διὰ τὸ μὴ εἶναι αὐτὸν θάνατον, ἀλλ’ ὕπνον γεγενῆσθαι· τοῖς δὲ καταγελῶσιν αὐτοῦ οὐκ ἐπιτιμᾷ, ἵνα καὶ αὐτοὶ καὶ οἱ
10αὐλοὶ καὶ τὰ κύμβαλα, ἀπόδειξις γένηται τοῦ θανάτου· παρόντων δὲ τῶν γονέων θαυματουργεῖ πρὸς τὸ αὐτοὺς πληροφορηθῆναι· κατασχὼν δὲ, ἀνίστησιν, δεῖξαι θέλων ὅτι πάντα αὐτῷ ἕτοιμα· κελεύει δὲ δοθῆναι αὐτῇ τροφὴν, ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ γεγενημένον. οὐκ αὐτὸς δὲ δίδωσιν, ἀλλ’ ἐκείνοις κελεύει δοῦναι,
15ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· “λύσατε αὐτὸν, καὶ ἄφετε “ὑπάγειν·” τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας πάσης τὴν ἀπόδειξιν ποιούμενος· τοὺς δὲ θρηνοῦντας καὶ τοὺς αὐλοῦντας ἔξω τῆς οἰκίας ἐξέβαλεν, ἀναξίους τῆς τοιαύτης θεωρίας κρίνας αὐτούς· παρήγγειλε δὲ μηδενὶ εἰπεῖν διὰ τὸ
20ἄτυφον καὶ ἀκενόδοξον. Προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. Κυρίλλου. Δείκνυσιν ὅτι παρὰ θεῷ οὐδεὶς ἔχων ἀκούσιον νόσον ἀκάθαρτος· διὸ καὶ προσκαλεῖται τὴν αἱμορροοῦσαν ὁ Κύριος,
25ἵνα τὸν τυπικὸν νόμον εἰς πνευματικὴν μεταγάγῃ θεωρίαν. Καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον. Κυρίλλου Ἀλεξανδρείας. Ἔθος τοῖς ἀνθρώποις τὰς ἀγά‐ μους κόρας, ἡνίκα εἰσὶν πρὸς ὥραν γάμου τελευτώσας θρηνεῖν, διὰ τῶν συμβολικῶν γάμων· διὸ καὶ αὐληταὶ ἦσαν ἔσω, εἰ καὶ παρὰ
30τὸ πρόσταγμα τὸ Ἰουδαϊκὸν τότε ἐποίουν τοῦτο οἱ Ἰουδαῖοι. Ὠριγένους. Οἱ ἐλπίδα ἔχοντες τῆς ἐν Χριστῷ ἀναστάσεως οὐκ ἀπέθανον, ἀλλὰ καθεύδουσι· διὸ φησὶν ὁ Ἀπόστολος· “οὐ “θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων· ἵνα μὴ
“λυπεῖσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα·” ἅμα δὲ καὶ70

71

σμικρύνων τὸ ἔργον, ὃ ἤμελλε ποιεῖν, μᾶλλον δὲ κρύπτων αὐτὸ, ἔλεγεν ὅτι καθεύδει· διὸ καὶ ἑξῆς παρῄνει μηδενὶ λέγειν.
3tΚΕΦ. ΙΖ.
4tΠερὶ τῶν δύο τυφλῶν.
5 Ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ, κράζοντες καὶ λέ‐ γοντες. Διὰ τί τοὺς τυφλοὺς παρέλκει κράζοντας; ἡμᾶς παιδεύων τὴν παρὰ τῶν πολλῶν διωθεῖσθαι δόξαν· ἐπειδὴ γὰρ πλησίον ἦν ἡ οἰκία, ἄγει αὐτοὺς ἐκεῖ κατ’ ἰδίαν θεραπεύσων· καὶ τοῦτο δῆλον
10ἐξ ὧν καὶ παρήγγειλε μηδενὶ εἰπεῖν· οὐ μικρὰ δὲ αὕτη τῶν Ἰουδαίων κατηγορία· ὅτ’ ἂν οὗτοι τυφλοὶ ὄντες, ἐξ ἀκοῆς μόνης τὴν πίστιν δέχονται· ἐκεῖνοι δὲ θεωροῦντες τὰ θαύματα πάντα τὰ ἐναντία ποιοῦσιν· υἱὸν δὲ Δαβὶδ ἐκάλουν, ἐπειδὴ τὸ ὄνομα τιμῆς εἶναι ἐδόκει· δεύτεραν δὲ ἐρώτησιν προσάγει, σπουδάζων ἱκε‐
15τεύεσθαι πολλάκις, καὶ τότε τὴν ἴασιν παρέχειν, ἵνα μή τις νομίσῃ διὰ φιλοτιμίαν αὐτὸν τοῖς θαύμασιν ἐπιπηδᾷν· ὁμολογη‐ σάντων οὖν αὐτὸν, οὐκ ἔτι υἱὸν Δαβὶδ, ἀλλὰ τὸ ὑψηλότερον προσειπόντων Κύριον· τότε λοιπὸν καὶ αὐτὸς ἐπιτίθησι τὴν χεῖρα, λέγων, “κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.” διὰ δὲ τὴν
20προειρημένην αἰτίαν, λέγω δὴ διὰ τὸ ἀκόμπαστον, κελεύει μετὰ πολλῆς τῆς σφοδρότητος μηδενὶ εἰπεῖν· “ἐνεβριμήσατο γάρ,” φησιν, “αὐτοῖς ὁ Κύριος λέγων,” καὶ τὰ ἑξῆς· ἐκεῖνοι δὲ οὐκ ἠνέσχοντο, ἀλλ’ ἐγένοντο κήρυκες καὶ εὐαγγελισταί· εἰ δὲ ἀλλα‐ χοῦ φαίνεται λέγων, ἄπελθε καὶ διηγοῦ τὴν δόξαν τοῦ Θεοῦ· οὐκ
25ἔστιν ἐναντίον ἐκείνου τοῦτο, ἀλλὰ καὶ σφόδρα συμβαῖνον· ὅπου μὲν γὰρ εἰς τὸν Θεὸν ἡ δόξα ἀναφέρεται, οὐ μόνον οὐ κωλύει, ἀλλὰ καὶ ἐπιτάττει τοῦτο ποιεῖν· ὅπου δὲ παιδεύει ἡμᾶς ταπεινο‐ φρονεῖν, ἐκεῖ καὶ κελεύει μηδενὶ λέγειν, ἀλλὰ καὶ τοὺς βουλο‐ μένους ἡμᾶς ἐγκωμιάζειν κωλύει.
30 Ὠριγένους. Ἰησοῦς παραγγέλλων τοῖς ἰωμένοις μηδενὶ λέ‐ γειν τὰς εὐεργεσίας αὐτοῦ, ἡμᾶς διδάσκει φεύγειν τὸ ἐπιδεικτικὸν
ὡς αἴτιον τῶν κακῶν.71

72

(1t)

ΚΕΦ. ΙΗ.
2tΠερὶ τοῦ δαιμονιζομένου κωφοῦ.
3 Ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονι‐ ζόμενον.
5 Χρὴ γινώσκειν ὅτι ἡ κώφωσις ἣν εἶχεν ὁ δαιμονιζόμενος οὗτος, οὐ φύσεως ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἦν ἡ ἐπιβουλή· διὸ καὶ ἑτέρων ἐδεήθη τῶν προσαγόντων· οὔτε γὰρ δι’ ἑαυτοῦ προσ‐ καλέσαι ἠδύνατο ἄφωνος ὢν, οὔτε ἑτέρους ἱκετεῦσαι, τοῦ δαίμονος δήσαντος τὴν γλῶτταν, καὶ τὴν ψυχὴν μετὰ τῆς γλώττης πεδή‐
10σαντος· διὰ τοῦτο οὐδὲ ἀπαιτεῖ πίστιν αὐτὸν, ἀλλ’ εὐθέως διορθοῦται τὸ νόσημα. “ἐκβληθέντος” γάρ, φησι, “τοῦ δαιμονίου, ἐλάλησεν “ὁ κωφός· οἱ δὲ ὄχλοι ἐθαύμαζον,” καὶ τὰ ἑξῆς· ὃ δὴ μάλιστα ἠνία τοὺς Φαρισαίους, ὅτι πάντων αὐτὸν προὐτίθεσαν, οὐ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων· προὐτίθεσαν δὲ οὐχ
15ὅτι ἐθεράπευσεν, ἀλλ’ ὅτι ῥάως καὶ ταχέως· καὶ ὅτι ἄπειρα νοσήματα, καὶ ἀνιάτως ἔχοντα. καὶ ὁ μὲν ὄχλος οὕτως· οἱ δὲ Φαρισαῖοι τοὐναντίον ἅπαν· τοιοῦτον γὰρ ἡ πονηρία· τί γάρ φησιν; “ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια·” οὗ τί ἂν γένοιτο ἀνοητότερον; μάλιστα μὲν γὰρ, ὃ καὶ προιὼν
20φησὶν, ἀμήχανον δαίμονα ἐκβάλλειν δαίμονα· τὰ γὰρ ἑαυτοῦ συγκροτεῖν εἴωθεν, οὐ καταλύειν ἐκεῖνος· αὐτὸς δὲ οὐχὶ δαίμονας ἐξέβαλε μόνον, ἀλλὰ καὶ λεπροὺς ἐκάθηρεν, καὶ νεκροὺς ἤγειρεν, καὶ θάλατταν ἐχαλίνου, καὶ ἁμαρτήματα ἔλυεν, καὶ βασιλείαν ἐκήρυττεν, καὶ τῷ Πατρὶ προσῆγεν· ἅπερ οὗτ’ ἂν ἕλοιτό ποτε,
25οὔτ’ ἂν δυνηθείη ποτὲ ἐργάσασθαι· αὐτὸς δὲ μετὰ τὰς ὕβρεις καὶ τὰς κατηγορίας· “περιῆγε” φησι, “τὰς πόλεις ἁπάσας καὶ “τὰς κώμας” καὶ τὰ ἑξῆς· ἡμῖν τύπος γενόμενος, ἵνα καὶ ἡμεῖς ὅτ’ ἂν εὐεργετῶμεν τινὰς, καὶ ὑπ’ αὐτῶν κατηγορούμεθα, μὴ ἀποστῶμεν τοὺς ὁμοδούλους εὐεργετεῖν, ὡς ὅγε μετὰ τὴν κατη‐
30γορίαν ἀφιστάμενος τῆς εὐεργεσίας δείκνυσιν, ὅτι δι’ ἀνθρώπων ἔπαινον, ἀλλ’ οὐ διὰ τὸν Θεὸν τὴν ἀρετὴν εἰργάζετο.
Τί ἐστιν ὅπερ περὶ τῶν ὄχλων φησὶν, “ὅτι ἦσαν ἐσκυλμένοι72

73

“καὶ ἐρριμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποίμενα·” οὐκ αἰσθητὴν σκύλησιν καὶ ἀπορριφὴν λέγει, ἀλλὰ νοητήν. τοῦτο δὲ κατηγορία τῶν ἀρχόντων ὑπῆρχε τῶν Ἰουδαίων, ὅτι ποίμενες ὄντες, τὰ τῶν λύκων ἐπεδείκνυντο οὐ γὰρ μόνον διώρθουν τὸ πλῆθος, ἀλλὰ καὶ
5ἐλυμαίνοντο αὐτῶν τὴν προκοπὴν διὰ τοῦ λέγειν, “ἐν τῷ ἄρχοντι “τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.” Οἱ δὲ Φαρισαῖοι ἔλεγον ἐν τῷ ἄρχοντι τῶν δαι‐ μονίων. Θεοδώρου Ἡρακλείας. Ἄκρας ἀσεβείας δεῖγμα τὸ τὰς
10θείας δυνάμεις λέγειν δαιμόνων εἶναι· οὐδεὶς γάρ ποτε δαιμόνων δαίμονα ἐκβάλλει, οὐδὲ τὰ ἑαυτοῦ καταλύει. οὐ μόνους δὲ δαί‐ μονας ἐξέβαλεν, ἀλλὰ καὶ μυρία πάθη ἐθεράπευσεν. ὁ δαίμων πρὸς τὰ εἴδωλα σύρει· ὁ Χριστὸς τῷ Πατρὶ προσῆγεν· ὁ δαίμων ὑβριζόμενος οὐκ εὐεργετεῖ· ὁ δὲ Χριστὸς τοὺς ὑβρίζοντας φέρων
15ἀνεξικάκως περιείη θεραπεύων πάντας. Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Ὠριγένους. Θερισμὸν λέγει τῶν ὄχλων τῶν ἐπιτηδείως ἐχόντων πρὸς θεοσέβειαν· ἐργάται θερισμοῦ εἰσιν οἱ κατὰ τὸ Εὐαγγέλιον διδάσκαλοι. ἔστι δὲ καὶ ἕτερος θερισμὸς, ἡ συντέλεια
20τοῦ αἰῶνος, κατὰ τὸ “ἄφετε τὰ ζιζάνια, καὶ ἐν καιρῷ τοῦ “θερισμοῦ, ἐρῶ τοῖς θερισταῖς.” Τοῦ αὐτοῦ. Εἰ οἱ “θερισταὶ Ἄγγελοι εἰσὶ,” καὶ νῦν τοῖς ἀγγέλοις τῶν Ἀποστόλων λέγεται ταῦτα· “θερισμὸν” δὲ τῶν ἐπὶ τὴν καλὴν γῆν ἑαυτῶν λαβόντων σπόρον τὸν λόγον. θερισταὶ
25δὲ ὀλίγοι, οὐ γὰρ πολλοὶ οἱ ἀνεπαισθήτως ὀρθοτομοῦντες τὸν λόγον τῆς ἀληθείας. Θεοδώρου Ἡρακλείας. Θερισμὸν λέγει, τοὺς δεομένους δι‐ δασκαλίας. Κύριλλος. Τοὺς μαθητὰς λέγει ἐργάτας, οὓς ὀλίγους ὄντας,
30ἔπεμψεν εἰς πᾶσαν τὴν ὑπουρανόν. Τοῦ Χρυσοστόμου. Ἐργάτας δὲ ἐνταῦθα τοὺς δώδεκα μαθη‐ τάς φησιν. εἰπὼν δὲ αὐτοὺς ὀλίγους, εἰς μὲν τὸν ἀριθμὸν οὐ προσέθηκεν, ἐξουσίαν δ’ αὐτοῖς κατὰ πνευμάτων ἀκαθάρτων καὶ
κατὰ πάσης νόσου δέδωκεν.73

74

(1t)

ΚΕΦ. ΙΘ.
2tΠερὶ τῆς τῶν ἁγίων Ἀποστόλων διαταγῆς.
3Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματα ἔστι ταῦτα. Διὰ τοῦτο λέγει αὐτῶν τὰ ὀνόματα, ἐπειδήπερ δύο μόνας
5συζυγίας μνημονεύσας ἐν τοῖς ἔμπροσθεν κληθείσας ὑπὸ τοῦ Χριστοῦ, Πέτρον καὶ Ἀνδρέαν, Ἰάκωβον καὶ Ἰωάννην, ἔτι δὲ καὶ ἑαυτὸν, ἀναγκαῖος νῦν τὸν κατάλογον αὐτῶν καὶ τὸν ἀριθμὸν ποιεῖται. Εἰπὼν δὲ “Σίμων,” ἀναγκαίως προσέθηκεν “ὁ λεγόμενος “Πέτρος·” καὶ γὰρ καὶ ἕτερος Σίμων ἦν ὁ Κανανίτης. χρὴ δὲ
10σκοπεῖν, ὅτι οὐ κατὰ τὴν ἀξίαν τίθησιν αὐτούς· ὁ γὰρ Ἰωάννης μείζων ἦν τοῦ ἀδελφοῦ. εἶτα εἰπὼν “Φίλιππος καὶ Βαρθολομαῖος,” ἐπήγαγε, “Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης·” εἶτα “Ἰάκωβος ὁ τοῦ “Ἀλφαίου·” ἦν οὖν, ὡς προγέγραπται, καὶ ὁ τοῦ Ζεβεδαίου· εἶτα εἰπὼν “Λεββαῖον τὸν ἐπικληθέντα Θαδδαῖον, καὶ Σίμωνα τὸν
15“ζηλωτὴν,” ὃν καὶ Κανανίτην καλεῖ, ἐπὶ τὸν προδότην ἔρχεται· ἀπὸ τῆς πόλεως αὐτὸν καλῶν, Ἰούδας ὁ Ἰσκαριώτης· ἦν γὰρ καὶ ἕτερος Ἰούδας ὁ Λεββαῖος, ὁ ἐπικληθεὶς Θαδδαῖος, ὃν Ἰάκωβον φησὶν ὁ Λουκᾶς· εἰς δὲ τὸν Ἰούδαν τὸν Ἰσκαριώτην προσέθηκεν, “ὁ παραδιδοὺς αὐτόν·” οὐδὲν τῶν δοκούντων ἐπονειδίστων εἶναι ἀπο‐
20κρυπτόμενος. “τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς·” ποίους τούτους; τοὺς ἁλιεῖς· καὶ δύο τελῶναι, Ματθαῖος καὶ Θαδδαῖος· καὶ εἶς προδότης· ἀπέστειλε δὲ αὐτοὺς λέγων· “εἰς ὁδὸν ἐθνῶν “μὴ ἀπέλθετε,” καὶ τὰ ἑξῆς· κἂν γάρ με ὕβρισαν, φησὶ, καὶ δαιμονῶντα καλῶσιν, οὐκ ἀποστρέφομαι αὐτοὺς, ἀλλ’ αὐτοὺς
25πρώτους διορθῶσαι ἐσπούδακα· καὶ πάντων ὑμᾶς ἀπάγων τῶν ἄλλων, πρὸς τούτους πέμπω διδασκάλους καὶ ἰατρούς· καίπερ τῶν ἐθνῶν καὶ τῶν Σαμαρειτῶν ἐπιτηδειοτέρως ἐκείνων πρὸς τὴν πίστιν ἐχόντων· κηρύττειν δὲ αὐτοὺς οὐδὲν αἰσθητὸν κελεύει, ὥσπερ Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται, γῆν καὶ τὰ ἐν τῇ γῇ
30ἀγαθά· ἀλλὰ βασιλείαν οὐρανῶν καὶ τὰ ἐκεῖ ἅπαντα. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολω‐ λότα οἴκου Ἰσραήλ.
Τοῦ Ἁγίου Κυρίλλου. Ὅτι δεῖ πρῶτον τοῖς Ἰουδαίοις κηρύτ‐74

75

τειν· πρὸς αὐτοὺς γὰρ ἦσαν γεγονυῖαι αἱ ἐπαγγελίαι, ὅτι ἐξ αὐτῶν ἤμελλεν ὁ Χριστὸς, τὸ κατὰ σάρκα ὀφθῆναι· καὶ ὅταν ἐπείσθησαν, τότε εἰς τὰ ἔθνη χωρῆσαι. Σαμαρείτας δὲ συνάπτει τοῖς ἐξ ἐθνῶν· ἐπειδὴ καὶ ἐξ ἐθνῶν ἦσαν, κατὰ γένος Βαβυλώνιοι
5ὄντες, καὶ οἰκήσαντες τὴν Ἰουδαίαν. βασιλείαν δὲ οὐρανῶν λέγει τὴν διὰ πίστεως χάριν, τὴν διὰ πνεύματος υἱοθεσίαν, τὴν ἑνοῦσαν Θεῷ τὸν ἄνθρωπον. Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Θεοδώρου Μονάχου. Διὰ τῆς σαρκώσεως ἦν ἐγγίσασα
10καὶ ἀεὶ μὲν ἦν ἐγγὺς Χριστὸς ὁ Θεός. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ἵνα δὲ μὴ ἐπαρθῶσιν ἀπὸ τῶν γινομένων σημείων, φησὶ, “δωρεὰν ἐλάβετε·” οὐ γὰρ μισθοῦ ταῦτα ἔχετε, οὐδὲ πονήσαντες· ἐμὴ γὰρ ἡ χάρις, οὕτως οὖν καὶ ἐκείνοις “δωρεὰν δότε.”
15 Μὴ κτήσησθε χρυσὸν, μὴ ἄργυρον. Οὐκ εἶπεν δὲ μὴ λάβητε μεθ’ ἑαυτῶν χρυσὸν, ἀλλὰ “μὴ “κτήσησθε·” ἵνα διὰ τούτου πολλὰ κατώρθουν, ἀνύποπτοι μένον‐ τες, καὶ πάσης ἀπαλλαττόμενοι φροντίδος, καὶ τῷ λόγῳ τῆς διδασκαλίας προσέχοντες, καὶ τὴν τοῦ Θεοῦ δύναμιν διδασκόμενοι,
20ἑξῆς ἀνενδεεῖς τῶν πρὸς τὴν χρείαν ἐγίνοντο, ἐκ τῶν μαθητῶν αὐτῶν ἀποτρεφόμενοι· τοῦτο γὰρ δηλοῖ, “ἄξιος ὁ ἐργάτης τῆς “τροφῆς αὐτοῦ.” Τὸ δὲ τοὺς ἀξίους ἐπιζητεῖν εἰς ἑκάστην πόλιν, σημαίνει τοῦ μὴ τὰς ἁπάντων θύρας περιιέναι· εἰ γὰρ ἄξιός ἐστι, καὶ πάντως
25δώσει τροφὰς, καὶ μάλιστα ὅταν μηδὲν πλέον τῶν ἀναγκαίων ἀπαιτεῖται· οὐ μόνον δὲ ἀξίους κελεύει ζητεῖν, ἀλλὰ μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν, ὥστε μηδὲ τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δοξὰν λαμβάνειν γαστριμαργίας. τὸ δὲ πρώτους ἀσπάζεσθαι, μετριάζειν αὐτοὺς παρασκευάζει καὶ ἐν τούτῳ· μὴ γὰρ, ἐπειδὴ
30διδάσκετέ, φησι, διὰ τοῦτο περιμένετε παρ’ ἑτέρων ἀσπάζεσθαι μᾶλλον μὲν οὖν ὑμεῖς προηγεῖσθε τῇ τιμῇ. δεικνὺς δὲ ὅτι οὐκ
ἀσπασμός ἐστι τοῦτο ψιλὸς, ἀλλ’ ἀλογία, ἐπάγει λέγων, “ἐὰν75

76

“ᾖ ἀξία ἡ οἰκία,” ἥξει ἐπ’ αὐτήν· ἂν δὲ ὑβρίζῃ, οὐ μόνον οὐδὲν ἐκ τῆς εἰρήνης νομίσητε, ἀλλὰ καὶ τὰ τῶν Σοδόμων ὑπομενεῖ. τὸ δὲ ἐκτινάξαι τὸν κονιορτὸν τῶν ποδῶν, τοῦτό ἐστιν, ἢ ὥστε δεῖξαι ὅτι οὐδὲν ἔλαβον παρ’ αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι
5τῆς μακρᾶς ὁδοιπορίας, ἣν ἐβάδισαν δι’ αὐτούς. Θεοδώρου Ἡρακλείας. Τὰς τοῦ Χριστοῦ δωρεὰς μὴ πω‐ λήσητε. Τοῦ αὐτοῦ. Τίς χρεία πήρας τοῖς μὴ ἐπαγομένοις τί ἐφόδιον; Τοῦ αὐτοῦ. Ὅρα πῶς τὴν ἀκτημοσύνην, διὰ τοῦ εἰπεῖν,
10“μηδὲ δύο χιτῶνας,” διδάσκει. ἐκ τούτου δὲ δῆλόν ἐστιν ὅτι ἑνὶ χιτῶνι ἐκέκτητο ὁ Κύριος. Θεοδωρήτου Ἐπισκόπου Κύρρου. Ταῦτα φησὶν, ὥστε μὴ εὐκόλου καὶ προχείρου γνώμης ἀποφέρεσθαι δόξαν παρὰ τοῖς τὴν πόλιν οἰκοῦσιν.
15 Ὠριγένους. Διὰ τὸ βέβαιον καὶ ἀμετάστατον· τοῖς μὲν γὰρ ἐμπορευομένοις μετιέναι ἐξ ἑτέρων εἰς ἑτέρους ἁρμόσει· τοῖς δὲ δωροδοκήτοις οὐκέτι· δικαίαν δὲ ἔδειξεν εἶναι τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν παρὰ τῶν διδασκομένων, τῶν ἐργαζομένων οὖσαν μισθόν· τροφὴν δὲ εἰπὼν, τὴν τρυφὴν ἀπεκώλυσεν.
20 Ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτι‐ νάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Θεοδωρήτου. Τὸ ἐκτινάσσειν τὸν κονιορτὸν τῶν ποδῶν, κατὰ τῶν μὴ ὑποδεχομένων αὐτοὺς, σύμβολον τῆς ὁδοιπορίας, ἣν ὑπέ‐ μειναν ὑπὲρ αὐτῶν.
25 Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Κλήμεντος. Ἐκεῖνος φρονίμως πονηρεύεται· ἡμεῖς φρονίμως ἀγαθουργήσωμεν. Θεοδώρου Ἡρακλείας. Φρονίμους αὐτοὺς θέλει εἶναι, πρὸς
30τὸ μὴ ἀγνοεῖν τὴν τῶν φαύλων κακουργίαν· ἀκεραίους δὲ τὸ φέρειν τοὺς ἀδικοῦντας καὶ μὴ ἀμύνασθαι. Ἰσιδώρου Πηλουσιώτου. Φρονίμους εἶναι ἡμᾶς κατὰ τὸν ὄφιν κελεύει, ἐν παντὶ πειρασμῷ συντηροῦντας τὴν κεφαλὴν ἡμῶν,
ἥτις ἐστὶν ἡ πίστις ἡμῶν· ὅσαις γὰρ ἂν πληγαῖς ὁ ὄφις συν‐76

77

έχεται, τὴν ἑαυτοῦ φυλάττει κεφαλὴν ἀβλαβῆ· καὶ πάλιν σοφισμῷ τὴν παλαίωσιν ἀποτίθεται ἐν στενωπῇ τινὶ παρεισδύσει θλιβόμενος, καὶ τὸ γῆρας ἀποτιθέμενος· βούλεται τοίνυν καὶ ἡμᾶς διὰ τῆς στενῆς ὁδοῦ καὶ κακώσεως τὸν παλαιὸν ἀπεκδύσασθαι
5ἄνθρωπον, καὶ τὸν νέον ἀνταμφιέννυσθαι. Εἰπὼν δὲ ὅτι “ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα,” ἀντὶ τοῦ ἐγὼ ὁ κραταιός, φησι, καὶ δυνατὸς, ὅπερ ἀρκεῖ εἰς παραμυθίαν, ἀρκεῖ εἰς τὸ θαρρεῖν καὶ μηδὲν δεδοικέναι τῶν ἐπιόντων· ἀχείρωτοι γάρ, φησιν, ἔσεσθε· τὸ δὲ “ὡς πρόβατα,” δηλοῖ, ἵνα τὴν τῶν
10προβάτων ἡμερότητα ἐπιδεικνύηται· καὶ ταῦτα πρὸς λύκους ἀπερχόμενοι, καὶ οὐχ ἁπλῶς λύκους, ἀλλὰ καὶ “ἐν μέσῳ λύκων·” καὶ οὐ προβάτων ἡμερότητα μόνον ἔχειν κελεύει, ἀλλὰ καὶ τῆς περιστερᾶς τὸ ἀκέραιον· τουτέστι, τὴν ἁπλότητα καὶ ἀκακίαν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ ἐκέρασεν ταῦτα ἀμφότερα, ὥστε
15γενέσθαι αὐτὰ ἀρετήν· ἵνα τὴν μὲν φρόνησιν τοῦ ὄφεως ἔχωσιν εἰς τὸ τηρεῖν τὴν κεφαλήν· τουτέστι τὴν πίστιν· τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, τὴν ἀκακίαν εἰς τὸ μὴ ἀμύνασθαι τοὺς ἀδικοῦν‐ τας· ὅπως πάντοθεν ἠκριβωμένοι ὦσιν, ὥστε μήτε ὑπὸ κινδύνων ταπεινοῦσθαι, μήτε ὑπὸ θυμοῦ παροξύνεσθαι· ταῦτα δὲ ἔλεγεν,
20περὶ τῶν οὐ μετὰ μικρὸν ἐσομένων χρόνων ἄνωθεν πρὸ πολλοῦ τῷ πρὸς τὸν διάβολον προπαρασκευάζειν αὐτοὺς πολέμῳ· διὸ καὶ ἔλεγεν, “προσέχετε ἀπὸ τῶν ἀνθρώπων,” καὶ τὰ ἑξῆς. Τοῦ Χρυσοστόμου. Ταῦτα δὲ αὐτοῖς ἔλεγεν, ἵνα θαρρεῖν ἔχωσι, καὶ πανταχοῦ αὐτὸν ἕξουσι συμπαρόντα· χρὴ δὲ ἡμᾶς
25σκοπῆσαι, πῶς τὰ μὲν αὐτοῦ, τὰ δὲ τῶν μαθητῶν γίνεται· τὸ μὲν γὰρ σημεῖα ποιεῖν, αὐτοῦ· τὸ δὲ μὴ κτήσασθαι μηδὲν, ἐκεί‐ νων. πάλιν τὸ τὰς οἰκίας ἀνοῖξαι πάσας, τῆς ἄνωθεν χάριτος· τὸ δὲ μηδὲν τῆς αὐτῶν χρείας ἀπαιτῆσαι, τῆς αὐτῶν φιλοσοφίας· τὸ τὴν εἰρήνην χαρίσασθαι, τῆς τοῦ Θεοῦ δωρεᾶς· τὸ τοὺς ἀξίους
30ἐπιζητεῖν, καὶ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι, τῆς αὐτῶν φιλο‐ σοφίας καὶ ἐγκρατείας· πάλιν τὸ κολάζειν τοὺς μὴ δεχομένους αὐτοὺς, αὐτοῦ· τὸ δὲ μετ’ ἐπιεικείας ἀναχωρεῖν ἐκ τούτων μὴ λοιδορουμένους καὶ ὑβρίζοντας, τῆς τῶν Ἀποστόλων πραότητος· τὸ δὲ δοῦναι Πνεῦμα, καὶ μὴ μεριμνὰν ποιῆσαι τὸ τί λαλῆσαι,
35τοῦ πέμποντος ἦν· τὸ ὡς πρόβατα γενέσθαι, καὶ ὡς περιστερὰς,77

78

καὶ φέρειν πάντα γενναίως, τῆς τούτων εὐτονίας καὶ συνέσεως ὑπῆρχεν· τὸ ὑπομείναντας σῶσαι, τοῦ πέμποντος· τὸ δὲ μέχρις ἐσχάτης ἀναπνοῆς ἀθλεῖν ὑπὲρ αὐτοῦ, τῆς τῶν Ἀποστόλων σπου‐ δῆς καὶ ὑπομονῆς καὶ καρτερίας· διὸ καὶ ἔλεγεν, “ὁ δὲ ὑπομείνας
5“εἰς τέλος, οὗτος σωθήσεται·” ἐπειδὴ γὰρ εἰώθασι πολλοὶ, ἐν μὲν τοῖς προοιμίοις εἶναι σφοδροὶ εἰς τὴν ἀρετὴν, μετὰ δὲ ταῦτα, ἐκλύεσθαι, διὰ τοῦτό φησιν, τὸ τέλος ἐπιζητῶν· τί γὰρ ὄφελος σπερμάτων, παρὰ μὲν τὴν ἀρχὴν ἀνθούντων, μικρὸν δὲ ὕστερον μαραινομένων; διὰ τοῦτο διαρκῆ τὴν ὑπομονὴν ἀπαιτεῖ.
10 Τὸ “οὐ μὴ τελέσητε” καὶ τὰ ἑξῆς, τουτέστιν ἕως οὗ ὑμᾶς καταλήψομαι· καὶ γὰρ ἤρκει εἰς παραμυθίαν, τὸ ἰδεῖν αὐτὸν μόνον. Ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. Ὠριγένους. Παρουσίαν λέγει οὐ τὴν ἐπιφανῆ καὶ ἐπίδοξον,
15τὴν καθόλου συντέλειαν, ἀλλὰ τὴν κατὰ διαφόρους καιροὺς ἐπι‐ φοίτησιν, δι’ ἧς ὀπτανόμενος, τὴν παρ’ αὐτοῦ βοήθειαν παρέξει· εὐθαρσεῖς αὐτοὺς ποιῶν, διὰ τὸ διώκεσθαι, καὶ πάλιν εἰς τὸ αὐτὸ ὡς ἐπηγγείλατο, ὅτι “ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου πρὸς “αὐτὸν, καὶ μονὴν παρ’ αὐτῶν ποιησόμεθα.”
20 Κυρίλλου. Τὸ δὲ δίδοταί, φησι, τισὶ λόγος, ὅτε συμφέρει ἀπολογεῖσθαι, ἵνα διὰ τῆς ὁμολογίας ὠφελοῦνταί τινες, καὶ ἰσχυροποιηθῇ ἡ Ἐκκλησία. Κλήμεντος. Φειδοῖ τῶν ἀδίκως φονευόντων ἐπιτάττει τοῖς ἁγίοις φεύγειν· διὸ ὁ μὴ φεύγων, ὡς ῥιψοκίνδυνος παρακούων τῆς
25κυριακῆς φωνῆς μεμπταῖος. Θεοδώρου Ἡρακλείας. Οὐ τὴν δεύτεραν αὐτοῦ λέγει ἄφιξιν, ἀλλὰ τὴν κατὰ καιρὸν ἐσομένην δι’ αὐτοῦ τοῖς ἁγίοις ψυχαγωγίαν. Θεοδώρου Μονάχου. Τοῦτο εἶπε, πρὸς τὸ μὴ δάκνεσθαι
30αὐτοὺς λοιδορουμένους. Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον. Τοῦ Χρυσοστόμου. Ὅτι ἕως ἂν ᾖ μαθητὴς καὶ δοῦλος, οὐκ
ἔστι κατὰ τὴν τῆς τιμῆς φύσιν μείζων· μὴ γὰρ τὸ σπανίζον τίς78

79

λεγέτω νῦν, ἀλλ’ ἀπὸ τῶν πλειόνων δεχέσθω τὸν λόγον. καὶ οὐκ εἶπεν, εἰ τὸν οἰκοδεσπότην ὕβρισαν, ἀλλ’ ὅτι “Βεελζεβοὺλ ἐκά‐ “λεσαν·” εἰ ἐμέ, φησιν, οὕτως ἐλοιδόρησαν, καὶ ὑμᾶς γόητας καὶ πλάνους καλέσουσιν· ἀναμείνατε δὲ μικρὸν, καὶ σωτῆρας ὑμᾶς
5καὶ εὐεργέτας τῆς οἰκουμένης ἅπαντας προσαγορεύσουσιν. τοῦτο γὰρ σημαίνει τὸ “οὐδέν ἐστι κεκαλυμμένον,” καὶ τὰ ἑξῆς· σκο‐ τίαν δὲ καὶ οὖς εἶπεν, οὐχ ὅτι σκότος ἦν, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ’ οὐδὲ εἰς τὸ οὖς αὐτοῖς διελέγετο, ἀλλὰ πρὸς τὴν μετὰ ταῦτα παρρήσιαν ἐσομένην, ἀντιδιαστέλλων τὸν λόγον ταῦτα φησίν·
10ἐπειδὴ γὰρ μόνοις αὐτοῖς διελέγετο καὶ ἐν μικρᾷ γωνίᾳ, διὰ τοῦτο εἶπεν “ἐν τῇ σκοτίᾳ καὶ εἰς τὸ οὖς.” Θεοδώρου Μονάχου. Ταύτης τῆς λοιδορίας οὐκ ἔστι μείζων· εἴγε ἄρχοντά με τῶν δαιμόνων εἶπον, ὃ οὐδὲν χεῖρον· Βεελζεβοὺλ δὲ “καταπίνοντα μυίας·” οἱ περὶ Ἀκύλαν ἐξέδωκαν· ἢ “ἄρχοντες
15“νεκρῶν,” ὡς ἐν ταῖς Βασιλείοις εὕρομεν. Κυρίλλου. Διδάσκει ἀνεξικάκως πᾶν εἶδος φέρειν λοιδορίας, καὶ μὴ ὑπὲρ τὸν δεσπότην φρονεῖν. Θεοδώρου Ἡρακλείας. Καὶ ἡ ὑμετέρα ἀρετὴ, καὶ τῶν Ἰου‐ δαίων, πᾶσι δῆλος γενήσεται.
20 Κυρίλλου. Ἐν καιρῷ κρίσεως πάντα φανεροῦνται· οὐ γὰρ λοιδορίαις προσέχω, ἀλλὰ ταῖς καρδίαις. Τοῦ Χρυσοστόμου. Τὸ δὲ “ἐπὶ τῶν δωμάτων, καὶ ἐν τῷ “φωτὶ,” δηλοῖ, τὸ χωρὶς ὑποστολῆς καὶ μετὰ ἐλευθερίας τῇ οἰκουμένῃ κηρύξαι πάσῃ· προστάσσει δὲ “μὴ φοβεῖσθε τοὺς
25“ἀποκτείνοντας τὸ σῶμα” καὶ τὰ ἑξῆς· πείθων αὐτοὺς καὶ ἐν τούτοις καταφρονεῖν θανάτου· καὶ οὐδὲ ἁπλῶς θανάτου, ἀλλὰ καὶ βιαίου. διὰ τοῦ εἰπεῖν, “οὐχὶ δύο στρουθία,” καὶ τὰ ἑξῆς, τοῦ περὶ προνοίας τοῦ Θεοῦ εἰσάγει λόγον· τί γὰρ ἐκείνων, φησὶν, εὐτελέστερον; ἀλλ’ ὅμως, οὐδὲ ἐκεῖνα κρατηθήσονται, ἀγνοοῦντος
30τοῦ Θεοῦ· οὐ γὰρ τοῦτο, φησὶν, ὅτι ἐνεργοῦντος αὐτοῦ πίπτουσιν εἰς παγίδα· τοῦτο γὰρ ἀνάξιον Θεοῦ, ἀλλ’ ὅτι οὐδὲν αὐτὸν λαν‐ θάνει τῶν γινομένων. εἰ οὖν ἀγνοεῖ οὐδὲν τῶν συμβαινόντων, ὑμᾶς
δὲ φιλεῖ, παντὸς πατρὸς γνησιώτερον, καὶ οὕτως φιλεῖ, ὡς καὶ79

80

τὰς τρίχας ἠριθμηκέναι, οὐ χρὴ λοιπὸν δεδοικέναι. τοῦτο δὲ ἔλεγεν, οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ’ ἵνα τὴν ἀκριβῆ γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν, τὴν περὶ αὐτοὺς, ἐνδείξηται· εἰ τοίνυν καὶ οἶδε πάντα τὰ γενόμενα, καὶ δύναται σώζειν ὑμᾶς καὶ
5βούλεται· “μὴ φοβεῖσθε,” φησὶν, “πολλῶν στρουθίων διαφέρετε “ὑμεῖς.” ταῦτα δὲ ἔλεγεν, ἐκβάλλων τὸν φόβον καὶ τὴν ἀγωνίαν, τὴν κατασείουσαν αὐτῶν τὴν ψυχήν. ἀσσάριόν ἐστιν, ὀγκίας τὸ τέταρτον. Ἄλλος. Τὸ αὐτό ἐστιν ἀσσάριον καὶ λεπτόν· νοεῖται δὲ
10ἐξακισχιλιοστὸν ταλάντου, ὅπερ γίνεται ἓν ἥμισυ νόμισμα. τοῦ ταλάντου ἑκατὸν εἰκοσιπέντε λίτρας σταθμίζοντος· οὐδὲν δὲ ἄπι‐ στον, εἰ δύο στρουθία πωλεῖσθαι λέγει ὁ Κύριος, ἑνὸς ἡμίσεος νομίσματος· εὑρίσκονται γὰρ δὲ πολύτιμα, ὡς ψιττακὸς, ἢ μελαγκόρυφος, καὶ ἕτερά τινα.
15 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων. Κυρίλλου. Ὁ ὁμολογῶν ὅτι Θεὸς ἐστὶν ὁ Χριστὸς, ταπει‐ νώσας ἑαυτὸν, μέλλει σχεῖν τὸν Χριστὸν ὁμολογοῦντα περὶ αὐτοῦ τῷ Πατρὶ, ὅτι γνήσιός ἐστι δοῦλος.
20 Ὠριγένους. Αὐτόθεν μὲν, εἰς μαρτύριον προτρέπει τὰ ῥήματα, καὶ ἀποτρέπει ἀρνήσεως· ὅρα δὲ, εἰ μὴ τὸ πλεονέκτημα τοῦ ἐν αὐτῷ ὁμολογοῦντος, ἤδη ὄντως ἐν Χριστῷ δηλοῦται, ἐκ τοῦ, “κἀγὼ ἐν αὐτῷ” ὁμολογεῖν· τὸ δὲ κακὸν τοῦ ἀρνουμένου, ἐκ τοῦ μὴ συνῆφθαι τῇ ἀρνήσει τὸ “ἐν ἐμοὶ” ἢ τὸ “ἐν αὐτῷ.”
25 Τοῦ Χρυσοστόμου. Οὐκ εἶπε δὲ ὁμολογήσει ἐμὲ, ἀλλὰ “πᾶς “οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ,” δεικνὺς ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ ἄνωθεν βοηθούμενος χάριτι ὁμολογεῖ ὁ ὁμολογῶν· περὶ δὲ τοῦ ἀρνουμένου, οὐκ εἶπεν ἐν ἐμοὶ, ἀλλ’ ἐμέ· ἔρημος γὰρ γενόμενος τῆς τοῦ Θεοῦ δωρεᾶς, οὕτως ἀρνεῖται· ἀλλ’ ἴσως ἐρεῖ
30τὶς, τίνος οὖν ἕνεκεν ἐγκαλεῖται, εἰ ἐγκαταλειφθεὶς ἀρνεῖται; ὅτι τὸ ἐγκαταλειφθῆναι, παρ’ αὐτὸν γίνεται τὸ ἐγκαταλιμπανό‐ μενον· διὰ τί δὲ οὐκ ἀρκεῖται ὁ Θεὸς τῇ κατὰ διάνοιαν πίστει,
ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; εἰς παρρη‐80

81

σίαν ἡμᾶς ἀλείφων, καὶ εἰς πλείονα ἀγάπην καὶ διάθεσιν, καὶ ὑψηλοὺς ἐργαζόμενος. Κυρίλλου. Πρὸς τοὺς ἐχθροὺς τοῦ Θεοῦ, καὶ φίλους τοῦ Σατανᾶ, οὐ δεῖ ἔχειν φιλίαν.
5 Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Εὐσεβίου Καισαρείας. Τὴν τμητικὴν εἰς τὸ διαιρεῖν τοὺς ἀξίους τοῦ Θεοῦ ἀπὸ τῶν μὴ τοιούτων. Ὠριγένους. Κατὰ μὲν τὸ αἰσθητὸν, μάχαιραν εἶπεν· οὐ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ τὴν προαίρεσιν τῶν ἀνθρώπων.
10 Τοῦ Θεολόγου. Μάχαιρά ἐστιν, ἡ διαιροῦσα τὸν πιστὸν καὶ τὸν ἄπιστον. Τοῦ Χρυσοστόμου. Ἵνα τὸ νενοσηκὸς ἀπὸ τοῦ ὑγιαίνοντος ἀποτέμνητον, καὶ τὸ στασιάζον ἀπὸ τοῦ εἰρηνεύοντος· οὕτω καὶ ἰατρὸς λοιπὸν διασώζει σῶμα, ὅτ’ ἂν τὸ ἀνιάτως ἔχον ἐκτέμῃ·
15οὕτω καὶ ἐπὶ τοῦ πύργου γέγονεν ἐκείνου· τὴν γὰρ κακὴν εἰρήνην ἡ καλὴ διαφωνία ἔλυσεν, καὶ ἐποίησεν εἰρήνην· οὐ γὰρ πανταχοῦ ὁμόνοια καλόν. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.
20 Κλήμεντος. Ὁ Λουκᾶς οὐ μόνον μὴ φιλεῖν τούτους, ἀλλὰ καὶ μισεῖν λέγει καὶ γαμετάς· ὅ ἐστι, μὴ ἀπάγου, φησὶν, ἀλόγοις ὁρμαῖς, μηδὲ τοῖς σωματικοῖς ἔθεσιν. Τοῦ Χρυσοστόμου. Τουτέστιν ἕως μὲν οὐ παραβλάπτουσιν εἰς τὴν εὐσέβειαν, ὅσιον πᾶσαν αὐτοῖς ἀποδιδόναι τιμήν. ὅταν δὲ
25πλέον τῆς ἀγάπης τοῦ Θεοῦ ἀπαιτοῦσιν, οὐ δεῖ πείθεσθαι· τὸ δὲ αὐτὸ “πατὴρ πρὸς υἱὸν, καὶ μήτηρ πρὸς θυγατέρα.” Τὸ δὲ, “ὅστις “οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ,” καὶ τὰ ἑξῆς, σημαίνει ὥστε εἰς πόλεμον καὶ μάχην ἐκδιδόναι τὴν ἑαυτοῦ ψυχὴν, καὶ σφαγὰς καὶ αἵματα, καὶ θάνατον βίαιον καὶ ἐπονείδιστον.
30 Θεοδώρου Ἡρακλείας. Ὁ μὴ ἀποτασσόμενος τῇ παρούσῃ ζωῇ, οὐκ ἔστι μου ἄξιος. Τοῦ Χρυσοστόμου. Ὅπερ δὲ ὁ Λουκᾶς λέγει, ὅτι “εἴ τις “ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν
“μητέρα” καὶ τὰ ἑξῆς, οὕτω χρὴ νοεῖν· ὅτι οὐχ ἁπλῶς μισῆσαι81

82

κελεύει, ἐπεὶ τοῦτο καὶ σφόδρα παράνομον, ἀλλ’ ὅτε βούλεται πλέον ἐμοῦ τίς αὐτῶν φιλεῖσθαι, φησὶ, μίσησον αὐτὸν κατὰ τοῦτο· τοῦτο γὰρ καὶ αὐτὸν τὸν φιλούμενον καὶ τὸν φιλοῦντα ἀπόλλυσιν. ἵνα δὲ μὴ ἀγανακτῶσιν οἱ γονεῖς ταῦτα ἀκούοντες,
5ἐπήγαγεν· “ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν.” τί γάρ, φησι, λέγεις μοι τοὺς γεγεννηκότας, καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ γυναῖκας; ψυχῆς οὐδὲν οἰκειότερον οὐδενί· ἀλλ’ ὅμως ἐὰν μὴ καὶ ταύτην μισήσῃς, οὐ δύνασαί μου εἶναι μαθητής. Τί ἐστιν “ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ,” καὶ τὰ ἑξῆς; ὁ φιλῶν
10αὐτὴν, φησὶν, ἐν ἡδοναῖς καὶ ἀνέσεσιν, καὶ μὴ ἐκδιδοὺς εἰς ἀγῶνας πνευματικοὺς, οὕτως ἀπολέσει αὐτὴν, τῆς αἰωνίου δόξης ἀποστε‐ ρῶν· ὁ δὲ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, φησὶν, ἕνεκεν ἐμοῦ, τουτέστιν ἢ διὰ θανάτου, ἢ ἐν στενοχωρίᾳ καὶ θλίψει πολιτευό‐ μενος, οὗτος εὑρήσει αὐτὴν εἰς ζωὴν αἰώνιον.
15 Διὰ τοῦ εἰπεῖν “ὁ δεχόμενος ὑμᾶς,” καὶ τὰ ἑξῆς, ἔδειξε μισθὸν μέγαν ἀποκεῖσθαι τοῖς ξενοδοχοῦσιν εἰλικρινῶς· τὸ δὲ “εἰς “ὄνομα προφήτου” καὶ “δικαίου,” ἵνα μὴ διὰ βιωτικὴν προστα‐ σίαν, μηδὲ ἄλλο τι τῶν ἐπικήρων δέξηται, ἀλλ’ ἢ μόνον ὅτι προφήτης ἐστὶ καὶ δίκαιος· τὸ δὲ “μισθὸν δικαίου λήψεται,” ἢ
20οἷον εἰκὸς τὸν δεξάμενον προφήτην ἢ δίκαιον, λαβεῖν, ἢ οἷον ἐκεῖνος μέλλει λαμβάνειν. ἵνα δὲ μή τις πενίαν προβάληται, φησὶ, κἂν ποτήριον ψυχροῦν δῷς, ἔνθα οὐδέν ἐστι δαπανῆσαι, καὶ τούτου κεῖται μισθός. Θεοδώρου Ἡρακλείας. Οὐ πρὸς τὰ διδόμενα, ἀλλὰ πρὸς
25τὰς διαθέσεις τῶν παρεχόντων, ὁρίζει τὰς ἀντιμισθίας ὁ Θεός. Τοῦ Ἁγίου Κυρίλλου. Ἵνα μή τις πενίαν προβάλληται, εἶπε τοῦτο, θέλων δοῦναι μισθὸν τοῖς ὑποδεχομένοις.
28tΚΕΦ. Κ.
29tΠερὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου.
30 Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν. Κυρίλλου. Οὐκ ἀγνοῶν εἶναι αὐτὸν τὸν Χριστὸν ἐρωτᾷ, ἢ ὅτι ἤμελλεν εἰς ᾅδου κατελθεῖν, ὥς τινές φασιν· ᾔδει γὰρ τὸ
πάθος αὐτοῦ, διὸ καὶ ἀμνὸν αὐτὸν ὠνόμασεν· ἀλλ’ ἵνα ἔτι ζῶν82

83

πείσῃ αὐτοὺς, καὶ μὴ μετὰ θάνατον αὐτοῦ προστεθῶσιν ἑτέρῳ διδασκάλῳ. Ὠριγένους. Ἡ τοῦ Ἰωάννου ἐρώτησις, οὐκ αὐτοῦ μόνου ἦν χάριν, ἀλλὰ καὶ τῶν ἀποσταλέντων. οἱ μὲν γὰρ ἀποσταλέντες
5ἔχρῃζον μαθεῖν, εἰ αὐτὸς ἦν ὁ ἐλθών· τοῦτο δὲ ὁ Ἰωάννης ἐγίνωσκε, καὶ διδάσκων τοὺς ἰδίους μαθητὰς ἴσως οὐκ ἔπειθεν. ἐδόκουν δὲ ταπεινοφρονεῖν αὐτόν. περὶ δὲ τοῦ, εἰ αὐτὸς μέλλει ἔρχεσθαι, ἔχρῃζεν ὁ Ἰωάννης μαθεῖν· ἔρχεσθαι δὲ ἐν τοῖς κάτω, ἔνθα ηὐτρέ‐ πιστο πορεύεσθαι ὁ Ἰωάννης.
10 Τοῦ Χρυσοστόμου. Ὅτι οὐδὲ τοῦτο ἠγνόει Ἰωάννης, ὥς τινες φασὶν, ὅτι ὑπὲρ ἀνθρώπων ὁ Κύριος ἔμελλε τελευτᾷν, καὶ διὰ τοῦτο εἶπεν, “σὺ εἶ ὁ ἐρχόμενος;” τουτέστιν εἰς τὸν ᾅδην. γινωσκέτωσαν οἱ τοιοῦτοι ὅτι οὐκ ἔχει λόγον τοῦτο· ὁ γὰρ Ἰωάννης, οὐδὲ τοῦτο ἠγνόει. εἰπὼν γὰρ ἀμνὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ
15κόσμου, τὸν σταυρὸν ἀνεκήρυξεν, καὶ πάλιν “ὅτι ἐν πνεύματι “βαπτίσει ὑμᾶς,” τὰ μετὰ τὴν ἀνάστασιν προεφήτευσε· πῶς δὲ καὶ “μείζων προφήτου,” ὡς αὐτὸς ὁ δεσπότης ἡμῶν Χριστὸς ἀπεφήνατο, ὁ μηδὲ τὰ τῶν προφητῶν ἐπιστάμενος; ὅτι δὲ οἱ προφῆται τὸ πάθος ᾔδεσαν, παντί που δῆλόν ἐστιν. τίνος δὲ
20χάριν, εἰ τοῦτο ἦν, οὐκ ἔλεγεν· σὺ εἶ ὁ ἐρχόμενος; ἐπειδὴ τὰ κατὰ τοὺς μαθητὰς Ἰωάννου ᾠκονομήθη καλῶς, καὶ βεβαιωθέντες ἐκ τῶν γενομένων σημείων, ἐνώπιον αὐτῶν ἀπῆλθον. λοιπὸν τὸν περιεστῶτα ὄχλον διορθούμενος· εἰκὸς γὰρ ἦν αὐτοὺς σκανδα‐ λισθῆναι. ὅτι ἄρα μὴ στασιάζων ὁ Ἰωάννης πρὸς τὸν Ἰησοῦν,
25ταῦτα ἐδήλωσεν αὐτῷ διὰ τῶν μαθητῶν αὐτοῦ, ὁ τοσαῦτα μαρτυ‐ ρήσας αὐτῷ καὶ μεταπεισθεὶς ταῦτα νῦν λέγει, εἴτε οὗτος, εἴτε ἕτερος εἴη ὁ ἐρχόμενος. ἐπεὶ οὖν πολλὰ τοιαῦτα εἰκὸς ἦν ὑποπτεύειν τὸν ὄχλον, φησὶ περὶ Ἰωάννου· “τί ἐξήλθετε εἰς τὴν “ἔρημον θεάσασθαι;” καὶ τὰ ἑξῆς.
30 “Κάλαμον δὲ ὑπὸ ἀνέμου σαλευόμενον” φησὶ, τὸν εὐκόλως καὶ ῥᾳδίως περιφερόμενον, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντα, καὶ ἐπὶ μηδενὸς ἑστῶτα. τὸ δὲ “μαλακοῖς ἱματίοις” δηλοῖ τοὺς ἐν τρυφῇ ζῶντας· ἀλλ’ ὁ Ἰωάννης, οὔτε πρώην ὑπῆρχε, φησὶν, ὥσπερ κάλαμος περιφερόμενος, ἢ ἐν τρυφῇ ζῶν, ἀλλ’ οὐδὲ
35μετὰ ταῦτα τοιοῦτος γέγονε. δείκνυσι γὰρ τοῦτο ἡ στολὴ καὶ83

84

ἡ ἐρημία καὶ τὸ δεσμωτήριον· εἰ γὰρ ἠβούλετο μαλακὰ φορεῖν, ἢ τρυφᾷν, ἢ ὥσπερ κάλαμος περιφέρεσθαι, οὐκ ἂν τὴν ἔρημον ᾤκησεν, οὐκ ἂν τῷ δεσμωτηρίῳ συνεκλείετο. οὐ τοίνυν τοιοῦτός ἐστιν, ἀλλὰ προφήτης, καὶ περισσότερον προφήτου. διατί περισ‐
5σότερον προφήτου; διὰ τὸ ἐγγὺς εἶναι τοῦ παραγενομένου· “ἀπο‐ “στελῶ γάρ,” φησι, “τὸν ἄγγελόν μου πρὸ προσώπου σου,” τουτέστιν ἐγγύς σου. καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οἱ ἐγγὺς τοῦ ὀχήματος ἐλαύνοντες, οὗτοι τῶν ἄλλων εἰσὶ λαμπρότεροι, οὕτω δὴ καὶ ὁ Ἰωάννης ἐγγὺς αὐτῆς φανεὶς τῆς παρουσίας, δείκνυται
10καὶ ἐκ τούτου τὴν ὑπόσχεσιν ἔχων. Θεοδώρου Ἡρακλείας. Ἵνα μὴ νομίσωσι τινὲς ὅτι εὐμετά‐ φορος ἦν Ἰωάννης, ὃν πρώην ἐκήρυξε Χριστὸν, νῦν ἀγνοῶν εἶπε τοῦτο. Ὠριγένους. Πρότερον τὴν τῶν Ἰουδαίων μαρτυρίαν θεὶς ὁ
15Κύριος, τότε τὴν τῶν προφητῶν ἐφαρμόζει· μᾶλλον δὲ μετὰ τὴν Ἰουδαϊκὴν μαρτυρίαν, τὸν βίον τὸν τοῦ ἀνδρός· τρίτον, τὴν θανάτου κρίσιν, τέταρτον, τὸν προφήτην· πανταχόθεν αὐτοὺς ἐπιστομίζων. Ἰστέον ὅτι οὐκ ἔστιν ὁ λόγος τοῦ Χρυσοστόμου ὅπου γέγραπται, “σὺ εἶ ὁ ἐρχόμενος, εἰς τὸν ᾅδην δηλονότι, ἢ ἕτερον ἄγγελον
20“ἀποστέλλεις λυτρωτὴν τῶν ἐκεῖσε κατεχομένων;” Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναι‐ κῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Κυρίλλου. Ὅρκῳ πιστοῦται τὰ περὶ Ἰωάννου· τὸ δὲ “ἐγή‐ “γερται” εἶπε διὰ τὸ τῆς ἀξίας αὐτοῦ μέγα καὶ ἐπηρμένον, ὡς
25ἐπὶ βασιλέως περιφανοῦς, ἢ φυτοῦ εὐαυξοῦς. ὅτι γὰρ καὶ τὸν προφητευόμενον εἶδε, καὶ πᾶσιν ἐγνώρισε. Τοῦ Χρυσοστόμου. Ἀντὶ τοῦ οὐκ ἔτεκε γυνὴ τούτου μείζων· εἰ δὲ καὶ ἐπαινεῖ τὸν Ἰωάννην, ἀλλ’ ἑαυτὸν ὑφεξαίρει ὡς μείζονα αὐτοῦ. εἰ γὰρ καὶ ἀμφότεροι ἐκ γυναικὸς ἐτέχθησαν, ἀλλ’ ὁ μὲν
30ψιλὸς, ὁ δὲ Θεὸς, καὶ οὐδὲ ὁμοίως αὐτῷ ἐτέχθη Ἰωάννῃ, ἀλλὰ ξένον τινὰ καὶ παράδοξον ἐκ παρθένου τόκον ἔσχεν. Τὸ δὲ “ὁ μικρότερος” ἑαυτὸν, φησὶ, τὸν μεταγενέστερον τὸ κατὰ σάρκα. οἰκονομικῶς δὲ μείζονα αὐτοῦ ὠνόμασεν ἑαυτὸν,
ἐπείπερ πολλοὶ ὡς μέγαν τινὰ εἶχον τὸν Ἰωάννην.84

85

Τοῦ αὐτοῦ. Μικρότερον δὲ αὐτὸν λέγει κατὰ τὴν ἡλικίαν, κατὰ τὴν τῶν πολλῶν δόξαν. καὶ γὰρ ἔλεγον αὐτὸν φάγον καὶ οἰνοπότην. τοῦτο δὲ εἶπεν, οὐχ ὅτι κατὰ σύγκρισιν τοῦ Ἰωάννου μείζων ἦν· ἄπαγε, καὶ γὰρ ἐκ περισσοῦ τούτου μείζων ἦν, ἀλλ’
5οἰκονομικῶς διὰ τὴν τῶν πολλῶν ἀσθένειαν συγκαταβαίνει τοῖς ῥήμασι. Ἰσιδώρου. Κυρίλλου. Θεοδώρου Ἡρακλείας. Δευτέρα γέννησις ἡ τῆς ἀναστάσεως, δι’ ἧς ἀναγεννώμεθα, καὶ δι’ Ἁγίου Πνεύματος τυγχάνομεν ἀθανασίας, οἱ μέλλοντες ἀπολαύειν τῶν
10ἀγαθῶν· καὶ ὁ πάνυ ἐλάχιστος ἐκεῖ, ὑπεραναβαίνει τὸν Ἰωάννην, εἰ καὶ ἐκ μήτρας ἐτύγχανεν Ἁγίου Πνεύματος. Κυρίλλου. Μείζονα λέγει Ἰωάννου τὸν πιστὸν, τὸν διὰ τοῦ λουτροῦ ἀναγεννηθέντα· ἣν κατάστασιν καλεῖ βασιλείαν τῶν οὐρανῶν, ὡς τοῖς πιστοῖς διδομένης βασιλείας, ἧς οὔπω ἦν τυχὼν
15ὁ βαπτιστής. ὁ δὲ μόνον βαπτισθεὶς, εἰ καὶ μήπω ἔσχεν ἐνάρετον βίον, ὑπὲρ τὸν Ἰωάννην ἐστίν. ὁ οὖν λόγος ἔπαινον ἔχει τοῦ ἁγίου βαπτίσματος. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται.
20 Βασιλείαν δὲ οὐρανῶν καλεῖ, τὰ πνευματικὰ, ἢ εἰς Χριστὸν πίστις διὰ τοῦ βαπτίσματος, ἡ τοῦ Θεοῦ βασιλεία ἐστὶν, ἥτις ἤρξατο ἀπὸ τοῦ κηρύγματος Ἰωάννου τοῦ ὑποδεικνῦντος τὸν Χριστόν· αὕτη ἐστίν. οἱ δὲ βιαζόμενοι εἰσὶν οἱ τῇ εἰδωλολατρείᾳ ἀποταττόμενοι, καὶ τῷ παλαιῷ ἔθει.
25 Σευήρου. Τὸ δὲ “ἔχων ὦτα,” ἀντὶ τοῦ ὁ ἔχων διάνοιαν λογικὴν νοείτω τὰ τῆς διανοίας ὠσὶν ἀκούων. Τοῦ Χρυσοστόμου. Διὰ τοῦ εἰπεῖν “ἀπὸ τῶν ἡμερῶν,” ὠθεῖ καὶ ἐπάγει λοιπὸν αὐτοὺς, καὶ ἐντεῦθεν εἰς τὴν πίστιν ἑαυτοῦ· οὐδὲ γὰρ ἔστησαν οἱ προφῆται φησὶν, εἰ μὴ ἦλθον ἐγὼ, ὅτι γὰρ
30ἐγώ εἰμι, δῆλον ἐξ ὧν μέχρις Ἰωάννου τοὺς προφήτας γενέσθαι· ἔτι δὲ καὶ ἐκ τῶν καθ’ ἑκάστην ἡμέραν ἁρπαζόντων τὴν πίστιν τὴν εἰς ἐμέ. τὸ δὲ “αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι” δηλοῖ, ἐπειδήπερ ἀμφότεροι τούτου ἕνεκεν, λέγω δὴ τῆς τοῦ
Χριστοῦ παρουσίας, κήρυκες ἐγένοντο, διὰ τοῦτο παρίσωσεν85

86

αὐτούς· καὶ γὰρ ὥσπερ ὁ Ἰωάννης πρόδρομος γέγονε τῆς πρώτης αὐτοῦ παρουσίας, οὕτως ὁ Ἠλίας τῆς δευτέρας ἔσται. οὐκ εἶπε δὲ ἁπλῶς, ὅτι οὗτος ἐστιν Ἠλίας, ἀλλ’ “εἰ θέλετε δέξασθαι·” τουτέστιν εἰ μετὰ εὐγνώμονος διανοίας προσέχετε τοῖς γινο‐
5μένοις. Εἰπὼν “τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην,” καὶ τὰ ἑξῆς, ἐδήλωσε διὰ τούτων ὅτι ἐναντίαν ἑκάτερος αὐτός τε καὶ Ἰωάννης ἦλθον ὁδόν· οἷον, εἰ τὴν νηστείαν καλὸν εἶναι νομίζωσιν Ἰουδαῖοι, ἔδει πείθεσθαι Ἰωάννῃ, καὶ ἀποδέχεσθαι αὐτὸν, καὶ πιστεύειν τοῖς
10ὑπ’ αὐτοῦ λεγομένοις· εἰ δὲ φορτικὸν ἡ νηστεία καὶ ἐπαχθὲς, οὐκοῦν ἔδει πείθεσθαι τῷ Κυρίῳ, καὶ πιστεύειν αὐτῷ τὴν ἐναντίαν ἐλθόντι, ὡς ἐκεῖνοι ἔλεγον αὐτὸν, φάγον καὶ οἰνοπότην. ὅμως οὖν καὶ ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς, τὸν σκληρὸν καὶ φιλό‐ πονον βίον μετήρχετο, νηστεύων μ ἡμέρας, οὐκ ἔχων ποῦ τὴν
15κεφαλὴν κλίνειν. πρὸς τούτοις δὲ ὁ μὲν Ἰωάννης οὐδὲν πλέον ἐπεδείξατο, πλὴν τοῦ βίου καὶ τῆς πολιτείας· σημεῖον δὲ οὐδὲ ἓν ἐποίησεν· ὁ δὲ δεσπότης ἡμῶν Χριστὸς, καὶ τὴν ἀπὸ τῶν σημείων καὶ τῶν θαυμάτων μαρτυρίαν εἶχε. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.
20 Θεοδώρου Ἡρακλείας. Ἡ ὑφεστῶσα σοφία ἐκρίθη ὑπὸ τῶν εἰς αὐτὸν πιστευόντων, ἢ ὅτι τέκνα καλῶν τοὺς ὑβρίζοντας αὐτὸν, οὐκ ἐπαύσατο αὐτοῖς φιλοφρόνως λαλῶν. Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις. Διατί ὠνείδιζε “τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται
25“δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν;” ἵνα μάθωμεν, ὅτι οὐκ ἀπὸ φύσεως ἦσαν τοιοῦτοι πονηροὶ καὶ ἀπειθεῖς, ἀλλὰ ἀπὸ κακῆς προαιρέσεως. καὶ γὰρ ἀπὸ τῆς Βηθσαϊδᾶς πέντε προῆλθον ἀπό‐ στολοι, ὅτε Φίλιππος καὶ αἱ δύω ξυνωρίδες ἐκεῖναι τῶν κορυφαίων· καὶ τὰ Σόδομα δὲ αὐτοῖς προστίθησι, τὴν κατηγορίαν αὐτοῖς
30ἐπαύξων. διότι μεγίστη κακίας ἀπόδειξις, ὅταν μὴ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γεγονότων πονηρῶν, φαίνονται χείρους ὄντες. καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἵστησιν, ἀλλὰ καὶ πλειόνως τὸν φόβον ἐπιτείνει, πανταχόθεν αὐτοὺς ἐπιστρέψαι βουλόμενος,
ἀπό τε τοῦ ταλανίζειν καὶ φοβεῖν.86

87

Κυρίλλου. Ὥσπερ παίδων ὀρχουμένων, ἑτέρως δὲ θρηνούντων, οὐχ ἵσταται εἰς ἓν βούλημα· ἀμφότερα γὰρ μέμφονται τοῖς ἑταίροις, μὴ συμφωνοῦσιν αὐτοῖς· τοιοῦτον τί πεπόνθασιν Ἰουδαῖοι, οὔτε τὸ στυγνὸν τοῦ Ἰωάννου, οὔτε τὸ ἀνειμένον τοῦ Χριστοῦ
5ἀποδεξάμενοι, οὐδὲ δι’ ἑνὸς τρόπου ὠφεληθέντες. ὁ μὲν γὰρ Ἰωάννης δι’ ἀσκητικοῦ βίου τὰ τῆς σαρκὸς ἐνέκρου, οὐ μὴν δι’ ἀσκητικῶν πόνων βοηθούμενος. καὶ ὁ μὲν Ἰωάννης κηρύσσων βάπτισμα μετανοίας, τύπος ἦν κατηφείας τοῖς ὀφείλουσιν ἐπὶ τοῦτο πενθεῖν· ὁ δὲ Κύριος βασιλείαν οὐρανῶν κηρύσσων, τὸ
10φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι’ οὗ νοῦ τοῖς πιστοῖς ὑπογράφει τὴν ἐσομένην ζωὴν καὶ τὴν ἄπονον χαράν. Ὠριγένους. Τουτέστιν εὐφροσύνης καὶ βασιλείας οὐρανῶν μαθήματα παραδεδώκαμεν, καὶ οὐ μετὰ χαρᾶς προσεδέξασθε, καὶ πάλιν ἠπειλήσαμεν ὑμῖν τὰ σκυθρωπὰ καὶ τὴν κόλασιν, καὶ ἐπὶ
15ταῖς ἰδίαις ἁμαρτίαις οὐκ ἐμετανοήσατε. Καὶ σὺ Καπερναοὺμ ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα. Χρυσοστόμου. Θεοδώρου Ἡρακλείας. Ἐπειδὴ πολλὰ σημεῖα ἐποίησεν ὁ Χριστὸς ἐν Καπερναοὺμ, ἐδόκει ἕως οὐρανοῦ ὑψοῦσθαι, ἥτις διὰ τὴν ἀπιστίαν πτῶμα πεσοῦσα ἐξαίσιον, ἕως
20ᾅδου ἔφθασεν. εἰ δέ τις εἴποι καὶ διατί οὐ γέγονε τὰ σημεῖα ἐν Σοδόμοις; ἐροῦμεν, ὅτι ἑκάστῳ καιρῷ, πρόσφορον ὁ Χριστὸς ᾠκονόμησεν· ὅτε ἔδει, ἐσαρκώθη ὁ Λόγος, καὶ ἐποίησε τὰ σημεῖα, πλὴν ἑκάστῃ γενέᾳ κατὰ ἀναλογίαν δίδωσι τὰς εὐθύνας. Ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν.
25 Θεοδώρου Ἡρακλείας. Σοφοὺς ὧδε, τοὺς Ἰουδαίους καλεῖ, ἢ ὅτι ἐμπιστευθέντες ἦσαν τὰ τοῦ θεοῦ λόγια, ἢ ὅτι κακοῦργοι ἦσαν, καὶ σοφοὶ κακοποιῆσαι. νηπίους δὲ τοὺς Ἀποστόλους λέγει· ἢ σοφοὺς μὲν τοὺς γραμματεῖς καὶ Φαρισαίους, οὐ τὴν ὄντως σοφίαν ἔχοντας, ἀλλὰ τὴν δοκοῦσαν ἀπὸ δεινότητος λόγων.
30 Ὠριγένους. Ἐκ σοφῶν κρύπτεται, τῶν τὴν δευτέραν σοφίαν ἐχόντων· “ναὶ ὁ πατήρ·” ἀντὶ τοῦ καλῶς ὁ πατήρ. Θεοδώρου Ἡρακλειάς. Θεοδώρου Μονάχου. Σοφοὺς με‐ γίστους Ἰουδαίους, ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ, ἢ ὅτι
σοφοὶ ἦσαν τοῦ κακοποιῆσαι, νηπίους δὲ τοὺς Ἀποστόλους.87

88

Τὸ “ἐξομολογοῦμαί σοι” ἐνταῦθα, ἀντὶ τοῦ εὐχαριστῶ σοι τέθεικεν. τίνος ἕνεκεν; διότι φησὶν, ἃ σοφοὶ οὐκ ἔγνωσαν, ταῦτα ἔγνωσαν νήπιοι. νηπίους δὲ, τοὺς Ἀποστόλους καλεῖ· τὸ δὲ “ἐγέ‐ “νετο εὐδοκία,” ὅτι ἤρεσέ σοι.
5 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Πάντων ἐστὶ δεσπότης, μεμπταῖοι οἱ μὴ ὑπακούσαντες καὶ ἐπεγνωκότες τὸν πάντων Κύριον. Θεοδώρου Μονάχου. Πάντων εἶπεν, ἵνα μὴ δύο Θεοὺς ἀγεν‐ νήτους νοήσῃς.
10 Μηδὲν ἀνθρώπινον ὑποπτεύσωμεν· ἵνα γὰρ μὴ δύο Θεοὺς ἀγεν‐ νήτους νομίσωμεν, ταύτην τὴν λέξιν τέθεικεν· ἐπεὶ ὅτι ὁ μὲν ἐγεννήθη, καὶ πάντων δεσπότης ἐστὶ, πολλαχόθεν δῆλον, καὶ ἐξ ὧν ἐπάγει, ὅτι “οὐδεὶς γινώσκει τὸν Υἱὸν,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει τοιοῦτον ἐστίν. ὅτι οὐ μόνον πάντων εἰμὶ δεσπότης, ἀλλὰ
15καὶ τὸ τούτου μεῖζον ἔχω, τὸ εἰδέναι τὸν Πατέρα, καὶ τῆς αὐτοῦ οὐσίας εἶναι. καὶ οὐχ ᾧ ἂν ἐπιτάττομαι, οὐδὲ ᾧ ἂν κελεύομαι, ἀλλ’ ᾧ ἐὰν βούλομαι, ὡς Υἱὸς ἀποκαλύπτω. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες. Θεοδώρου Ἡρακλείας. Κοπιῶντας λέγει τοὺς τὸ ἄχθος
20τῶν ἁμαρτημάτων ἔχοντας ἐν τῇ ψυχῇ· ζυγὸν δὲ, τὸν ἐνάρετον λέγει βίον, δι’ οὗ τίς μιμεῖται Χριστὸν, ἐν πραότητι καὶ ταπεινοφροσύνῃ. Χρυσοστόμου. Πάντας παρακαλεῖ Χριστὸς ὁ Κύριος, καὶ οὐ τὸν δεῖνα καὶ τὸν δεῖνα, ἀλλὰ πάντας τοὺς ἐν φροντίσει, τοὺς
25ἐν λύπαις, τοὺς ἐν ἁμαρτίαις. οὗτοι γάρ εἰσιν οἱ κοπιῶντες καὶ πεφορτισμένοι, οὐχ ἵνα, φησὶν, ἀπαιτήσω εὐθύνας, ἀλλ’ ἵνα λύσω τὰ ἁμαρτήματα. καὶ οὐκ εἶπεν, ἵνα σώσω μόνον, ἀλλὰ καὶ ὃ πολλῷ πλεῖον ἦν, ἵνα ἐν ἀδείᾳ καταστήσω πάσῃ, καὶ μὴ φοβη‐ θῆτε, φησὶ, ζυγὸν ἀκούοντες· χρηστὸς γάρ ἐστιν· μηδὲ δείσητε,
30ἐπειδὴ φορτίον εἶπεν· ἐλαφρὸν γάρ ἐστι. κἂν γὰρ εἶπεν ἔμπροσθεν, “ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς,” πρὸς τοὺς ῥαθύμους καὶ ἀναπεπτωκότας εἶπεν. ἐπειδὴ ἐὰν κατορθώσῃ τις τὰ εἰρημένα, ἐλαφρόν ἐστι τὸ φορτίον. κατορθοῖ δὲ ἐὰν ταπεινὸς γένηται, καὶ
πρᾶος, καὶ ἐπιεικής· αὕτη ἐστὶ μήτηρ φιλοσοφίας.88

89

Ὠριγένους. Κόπος καὶ μέγιστον φορτίον ἡ ἁμαρτία, ὅτι καὶ παρὰ φύσιν ἐλαφρὸς ὁ ὑπὲρ εὐσεβείας ἀγὼν, μεγίστην ἔχων ἀντίληψιν.
4tΚΕΦ. ΚΑ.
5tΠερὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα.
6 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάβ‐ βασιν διὰ τῶν σπορίμων. Ὠριγένους. Εἰδὼς ὁ δεσπότης Χριστὸς ὡς προγνώστης, τὸ τί ἔμελλον ποιεῖν οἱ μαθηταὶ, τούτου χάριν ἤγαγεν αὐτοὺς διὰ
10τῶν σπορίμων, καὶ ἐπειδὴ ἐβούλετο λυθῆναι τὸ σάββατον, δι’ αἰτίας τοῦτο ποιεῖ. καὶ οὐδέποτε χωρὶς αἰτίας αὐτὸ λύει, ἀλλὰ διδοὺς προφάσεις εὐλόγους, ἵνα καὶ τὸν νόμον ἀναπαύσῃ, καὶ τοὺς Ἰουδαίους μὴ πλήξῃ, εἴγε συνιέναι ἤθελον· ὃ δὴ καὶ ἐνταῦθα κατασκευάζει, τὴν τῆς φύσεως ἀνάγκην προβαλλόμενος τὴν
15πεῖναν. χρὴ δὲ θαυμάζειν καὶ τῶν μαθητῶν τὴν ὑπομονὴν, μηδένα τῶν σωματικῶν ποιουμένους λόγον, ἀλλὰ πάρεργον τιθεμένους τὴν τῆς σαρκὸς τράπεζαν, καὶ λιμῷ μαχομένους διηνεκεῖ, καὶ οὐδὲ οὕτως ἀφισταμένους. εἰ μὴ γὰρ ἠνάγκαζεν αὐτοὺς σφόδρα τὸ πεινᾷν, οὐδὲ τοῦτο ἐποίουν· διατί ὅτε μὲν ἔτιλλον τοὺς στάχυας
20οἱ Ἀπόστολοι, οὐ πάνυ σφοδρῶς οἱ Φαρισαῖοι ἐπαρωξύνθησαν· καίτοι μᾶλλον πρὸς τὴν γνώμην αὐτῶν τὴν σκληρὰν ἀκόλουθον ἦν· ὅτε δὲ τὴν χεῖρα τὴν ξηρὰν ἰάσατο, τότε οὕτως ἐξεθηριώθησαν, ὥστε καὶ ἐπὶ σφαγῆς αὐτοὺς βουλεύεσθαι καὶ ἀναιρέσεως; ἐπειδὴ ἐκεῖ μὲν οὐδὲν γέγονε μέγα καὶ γενναῖον, καὶ διὰ τοῦτο σφοδρῶς
25ἐταράχθησαν· ἐνταῦθα δὲ ἐπειδὴ εἶδον τινὰς διὰ τὸ θαῦμα σωζο‐ μένους, διὰ τοῦτο ἀγριαίνονται καὶ ταράττονται. παράγει δὲ τὸν Δαβὶδ εἰς τὸ μέσον, ἐπειδὴ πολλὴ τοῦ προφήτου ἦν ἡ δόξα. Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστὶν ὧδε. Ὠριγένους. Εἰ ὑπὲρ τὴν ἐντολὴν ἐδείκνυτο τὸ ἱερὸν, ἆρα
30ὑπὲρ τὸν νόμον ἦν ὁ Χριστός. Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Θεοδώρου. Θυσιῶν μέν, φησιν, οὐ προσδέομαι, δέχομαι δὲ
ταύτας τῇ τῆς ὑμετέρας ἀσθενείας γνώμῃ συγκαταβαίνων, ἀπαι‐89

90

τῶν δὲ τὰ δύο ταῦτα, τήν τε πρὸς ἐμὲ εὔνοιαν, καὶ τὴν εἰς τὸν πέλας φιλανθρωπίαν. ταῦτα γὰρ νομοθετῶν, πρῶτα τέθεικα· “ἀγα‐ “πήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν.” Εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν;
5 Ἰσιδώρου Πηλουσιώτου. Ὅτι παντὸς ἔργου χειροκμήτου ἐν σαββάτῳ κεκωλυμένου, αὐτοὶ ξυλοκοποῦσι, καὶ πῦρ ἅπτουσι, καὶ τὰς θυσίας κρεωνομοῦσιν. ἅπερ ὡς μὲν ἔργα κοινὰ πληροῦν ἐν σαββάτῳ οὐκ ἐπιτρέπονται, ὡς δὲ θυσίας ἐπιτελεῖν οὐ κωλύονται, τοῦτο τοῦ νόμου κελεύοντος· καὶ συμβαίνει βεβηλοῦσθαι μὲν τὸ
10σάββατον τῇ ἐργασίᾳ, ἀναιτίους δὲ εἶναι τοὺς ἱερεῖς τῇ διαφορᾷ τῆς ἐργασίας. Ὠριγένους. Εἰ Κύριος ἐστὶ τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου ἑαυτὸν λέγων καὶ βασιλεὺς, ἔξεστι τῷ βασιλεῖ, ποτὲ μὲν περὶ σαββάτου νομοθετεῖν, ποτὲ δὲ καὶ παύειν τὸ σάββατον
15μετὰ τῶν θυσιῶν καὶ ὁλοκαυτωμάτων, καὶ τῆς λοιπῆς λειτουργίας τοῦ ἱεροῦ, καινὴν διαθήκην νομοθετῶν. διὰ τοῦ παραδείγματος τούτου συλλογιζόμενος αὐτοὺς, ὅπως μὴ ἔχωσι πρόφασιν ἀναι‐ σχυντίας, εἰς τὸ πάλιν ἐγκαλεῖν αὐτῶν διὰ τὴν θεραπείαν· καὶ τότε εἰπὼν τῷ ἀνθρώπῳ “ἔκτεινον τὴν χεῖρά σου,” καὶ ἐξέτεινε,
20καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη·” ἐκεῖνοι δὲ οὐδὲ ἀδικηθέντες ἐξέρχονται, καὶ βουλεύονται ἵνα ἀνέλωσιν αὐτόν· τοσοῦτον ἡ βασκανία κακόν· ὁ δὲ ἥμερος καὶ πρᾶος ἀνεχώρησε ταῦτα μαθών. ἠκολούθησαν δὲ αὐτῷ ὄχλοι πολλοὶ, διατί; θαυ‐ μάζοντες αὐτὸν, ἐκεῖνοι δὲ τῆς πονηρᾶς οὐκ ἀφίσταντο γνώμης.
25 Τοῦ Χρυσοστόμου. Διατί δὲ ἐπηρώτησεν αὐτὸν, εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἐπειδὴ μιαροὶ ὄντες, καὶ ἰδόντες ὅτι ἥξει πάντως ἐπὶ τὴν ἰατρείαν, τῇ ἐρωτήσει προκαταλαβεῖν αὐτὸν ἔσπευδον· προσδοκῶντες ἐν τούτῳ κωλύειν· εἰ δὲ μή γε, ἵνα κατηγορήσωσιν αὐτόν. ὁ δὲ φιλάνθρωπος, τὴν οἰκείαν ἡμερότητα
30ἐπιδεικνὺς, καὶ τὴν ἐκείνων φανεροποιῶν ἀπανθρωπίαν, ἵστησι τὸν ἄνθρωπον εἰς μέσον. τίνος δὲ ἕνεκεν; ὅπως εἰς συμπάθειαν αὐτοὺς προσκαλέσηται· ὡς δὲ οὐδὲ οὕτως ἐπεκάμφθησαν, τότε ἐλυπήθη, φησὶν, καὶ ὠργίσθη αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,
καὶ εἶπε πρὸς αὐτούς· “τίς ἔστιν ἐξ ὑμῶν,” καὶ τὰ ἑξῆς.90

91

Σευήρου. Τὸ τῶν Ἰουδαίων θεομάχον καὶ φιλαίτιον καὶ φιλόψογον ἔθνος, τὸ ἐνεργὸν μὲν εἰς κακίαν, ἀργὸν δὲ πρὸς ἀρετὴν, ᾐτιᾶτο τὸν εὐεργέτην Χριστὸν ἐν σαββάτῳ, ψυχὰς καμνούσας ἀσθενείᾳ σωμάτων ἐλευθεροῦντα τῶν ἀλγεινῶν· ᾔδει γὰρ αὐτὸς,
5ὁ ὢν Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ δοὺς αὐτοῖς τὸν νόμον, ὡς τὰ πρὸς σωτηρίαν ψυχῶν ἐνεργεῖν τὸ σάββατον οὐκ ἐκώλυσεν· εἶπε γὰρ ἐν αὐτῷ μὴ ποιεῖν ἔργα πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ· διὸ καὶ κατ’ αὐτὴν τὴν ἡμέραν, τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα μόνον ταύτην ἐκτείνειν ἐκέλευεν, καὶ ἐξετείνετο, καὶ τοὺς ἀγνώ‐
10μονας ὁρῶντας ἐπαίδευεν, ὡς ξηρὰς τὰς τῆς ἀγαθοεργίας ἔχοντας χεῖρας, τὸ σάββατον ἀτιμάζουσιν. Ἀπολιναρίου. Καὶ σὺ ἄνθρωπε, ἐὰν ἔχῃς χεῖρα ξηρὰν, ἀκούσας παρὰ τοῦ Σωτῆρος, “ἔκτεινον τὴν χεῖρα σου” ἐπὶ ἔργοις ἀγαθοῖς, ἐνεργοῦντος τοῦ Ἰησοῦ, ἀποκατασταθήσεται ὑγιὴς ὡς
15ἡ ἄλλη. Ἰδοὺ, ὁ παῖς μου, ὃν ᾑρέτισα. Διὰ μὲν τοῦ “ᾑρέτισα,” τὴν ὁμογνωμοσύνην τὴν πρὸς τὸν πατέρα δηλῶν· διὰ δὲ τοῦ “κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ,” τὴν κλῆσιν τῶν ἐθνῶν σημαίνων. διὰ δὲ τοῦ “οὐκ ἐρίσει οὐδὲ κραυγάσει,” τὴν
20πραότητα αὐτοῦ ἐμφαίνων· διὰ δὲ τοῦ “κάλαμον” καὶ τὰ ἑξῆς, τὴν αὐτοῦ ἰσχὺν καὶ τῶν Ἰουδαίων τὸ ἀσθενὲς ὑπογράφων· καὶ γὰρ ἠδύνατο ῥᾴδιον αὑτοὺς ὥσπερ κάλαμον διακλάσαι. διὰ δὲ τοῦ “λίνον τυφόμενον,” τὸν Θεοῦ μὲν αὐτῶν τὸν ἀναπτόμενον παρίστησι, καὶ τὴν αὐτοῦ δύναμιν ἱκανὴν οὖσαν καταλῦσαι καὶ
25κατασβέσαι τοῦτον μετ’ εὐκολίας ἁπάσης· ὅθεν καὶ ἐν τούτῳ ἡ πολλὴ αὐτοῦ ἐπιείκεια ἐπιδείκνυται. τὸ δὲ “ἕως ἂν ἐκβάλῃ εἰς “νῖκος τὴν κρίσιν αὐτοῦ,” σημαίνει, ὅτι ὅτ’ ἄν τις παρ’ ἑαυτοῦ πάντα πληρώσῃ, καὶ νικήσει τὰ παρ’ αὐτοῦ δικαιώμενα, τότε καὶ τὴν ἐκδίκησιν ἐπάξει, καὶ ἐκδίκησιν τελείαν· τότε γὰρ τὰ δεινὰ
30καταλήψεται αὐτούς· ἀλλ’ οὐκ ἐν τούτῳ στήσονται τὰ τῆς οἰκονομίας, ἐν τῷ κολασθῆναι τοὺς ἀπιστήσαντας μόνον, ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπισπάσηται· διὸ καὶ ἐπήγαγεν, “ἐπὶ τῷ ὀνόματι “αὐτοῦ ἔθνη ἐλπιοῦσιν,” καὶ ἵνα μάθωμεν ὅτι καὶ τοῦτο κατὰ γνώμην ἐπὶ τοῦ Πατρὸς, ἐν τῷ προοιμίῳ ὁ προφήτης καὶ τοῦτο
35μετὰ τῶν ἔμπροσθεν εὐεγγυήσατο εἰπὼν, “ὁ ἀγαπητὸς, εἰς ὃν91

92

“εὐδόκησεν ἡ ψυχή μου·” ὁ γὰρ ἀγάπητος εὔδηλον ὅτι κατὰ γνώμην τοῦ φιλουμένου ταῦτα ἐποίει. Ὠριγένους. “Κάλαμός” ἐστι “συντετριμμένος,” ψυχὴ ἐν ἁμαρτίαις συντετριμμένη· “λίνος” ἐστὶ “τυφόμενος,” οἱ κατε‐
5παιρόμενοι τῇ ἀληθείᾳ. Τοῦ αὐτοῦ. “Κάλαμον” λέγει, τὸν διὰ προστάγματος Πιλά‐ του γράψαντα ἐν ἐμπαιγμῷ, τὸ “οὗτός ἐστιν ὁ βασιλεὺς τῶν “Ἰουδαίων,” ὃν καὶ ἀορασία ὡς εὐκόλως δυνάμενον κατεάξαι, οὐ συνέτριψεν, ἀλλ’ ἠνέσχετο πάσχειν καὶ φέρειν τὴν ἐπιγράφην.
10“λίνον” δέ φησι, “τυφόμενον” τὸν τῶν κατεπαιρομένων βασιλέων τύφον· λέγει δὲ Πιλάτου καὶ Ἡρώδου πεφυσιωμένων ἐπί τε τῇ ἀρχῇ καὶ τῇ φαντασίᾳ, καὶ ἀνεχομένων παρίστασθαι ὡς κριτὸν τὸν κριτὴν τῶν κριτῶν· ὃν καὶ οὐκ ἔσβεσε τέως ὁ Κύριος Ἰησοῦς Χριστὸς, διὰ τοῦ οἰκείου πάθους τὴν τῶν ἀνθρώπων σωτηρίαν
15πραγματευόμενος. Θεοδώρου Ἡρακλείας. Τὸ πρᾶον ὁ Πατὴρ διὰ τούτων ἐξ‐ αγγέλλει· “κάλαμον” δὲ, ἐπειδὴ ἀσθενεῖς ἦσαν ὡς κάλαμος συντετριμμένος, καὶ ὡς λίνος καπνιζόμενος ἐγγὺς ὢν τοῦ σβεσθῆ‐ ναι· οὐκ ἀντέλεγεν αὐτοῖς ἐπὶ πολὺ, ἀλλ’ ὑπεχώρει· ἵνα μὴ
20ὁλοτελῶς ἀπόλωνται, διὰ τὴν ἄγαν ἀσθένειαν· τὸ δὲ “ἕως ἂν “ἐκβάλῃ,” ἠνέσχετο αὐτῶν, ἕως πληρώσει τὸν τῆς οἰκονομίας σκοπόν· τοῦτο γάρ ἐστιν εἰς τέλος ἐκβαλεῖν τὴν κρίσιν, μεθ’ ἣν τὰ ἔθνη ἐπίστευσαν εἰς αὐτόν.
24tΚΕΦ. ΚΒ.
25tΠερὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ.
26 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός. Ἡ μὲν τοῦ δαίμονος τούτου πονηρία ἑκάτεραν τὴν εἴσοδον τοῦ ἀνθρώπου τούτου ἀπέφραξεν, δι’ ἧς ἤμελλε πιστεύειν, θεωρίαν τὲ
30καὶ ἀκοὴν, ἀλλ’ ὅμως ἑκατέραν ὁ Χριστὸς ἀνέωξεν. Διατί δὲ καὶ ἄλλοτε κατηγορησάντων τῷ Χριστῷ, ὅτι ἐν τῷ Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, τότε μὲν οὐκ ἐπέτρεψεν
διδοὺς αὐτοῖς χώραν, ἀπό τε τῶν σημείων γνῶναι αὐτοῦ τὴν92

93

δύναμιν, ἀπό τε τῆς διδασκαλίας μαθεῖν αὐτοῦ τὴν μεγαλοσύνην, νῦν δὲ ἐπιτιμᾷ; πρῶτον μὲν τὴν αὐτοῦ θεότητα ἐνδεικνύμενος, τὸ τὰ ἀπόρρητα αὐτῶν εἰς μέσον ἄγειν· δεύτερον δὲ, ἐκ τοῦ εὐκόλως τοὺς δαίμονας ἐκβάλλειν· ὅμως δὲ καὶ αὐτὴν τὴν ἐπιτίμησιν
5μετὰ τῆς αὐτῷ προσηκούσης ἐπιεικείας ποιεῖται· παιδεύων ἡμᾶς πράους εἶναι τοῖς ἐχθροῖς, κἂν τοιαῦτα λέγουσιν, ἃ μήτε αὐτοῖς συγγινωσκῶμεν ἡμεῖς, μήτε τὸν τυχόντα ἔχει λόγον. διαλέγεται γὰρ αὐτοῖς, οὐκ ἀπὸ τῶν γραφῶν· οὐδὲ γὰρ προσεῖχον, ἀλλὰ καὶ παρερμηνεύειν ἤμελλεν· ἀλλὰ ἀπὸ τῶν κοινῆ συμβαινόντων·
10“πᾶσα γάρ,” φησι, “βασιλεία μερισθεῖσα,” καὶ τὰ ἑξῆς· οὐ γὰρ οὕτως οἱ ἔξωθεν πόλεμοι, ὡς οἱ ἐμφύλιοι, διαφθείρουσι· βασιλείας δὲ μέμνηται, διὰ τὸ μηδὲν αὐτῆς δυνατώτερον ἐπὶ τῆς γῆς εἶναι, ἀλλ’ ὅμως ἀπόλλυται καὶ αὐτὴ στασιάζουσα. οὐκ εἶπε δὲ, εἰ ὁ Σατανᾶς τοὺς δαίμονας ἐκβάλλει, ἀλλὰ “τὸν Σατανᾶν·”
15δεικνὺς πολλὴν αὐτοῖς πρὸς ἀλλήλους συμφωνίαν οὖσαν· “ἐφ’ “ἑαυτὸν ἐμερίσθη” φησίν· εἰ δὲ ἐμερίσθη, ἀσθενέστερος γέγονε καὶ ἀπόλωλεν· εἰ δὲ ἀπόλωλεν, πῶς δύναται ἕτερον ἐκβάλλειν· “εἰ γὰρ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια” καὶ τὰ ἑξῆς· διὰ τοὺς Ἀποστόλους λέγει· τὸ δὲ “αὐτοὶ κριταὶ ὑμῶν ἔσονται,”
20δηλοῖ, ὅτι ὅτ’ ἂν ἐξ ὑμῶν ὄντες οἱ Ἀπόστολοι, ἐκεῖνοι μὲν πείθον‐ ται καὶ ὑπακούουσιν, ὑμεῖς δὲ ἀνθίστασθε· εὔδηλον ὅτι κατα‐ κρίνουσιν ὑμᾶς. Εἰπὼν δὲ “ἆρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.” περὶ τῆς ἑαυτοῦ πρωτῆς παρουσίας λέγει, δεικνὺς αὐτοῖς ὅτι
25ὤφελον σκιρτᾷν καὶ χαίρειν ὅτι τὰ μεγάλα καὶ ἀπόρρητα ἐκεῖνα παραγέγονεν ἀγαθὰ, τὰ πάλαι παρὰ τῶν προφητῶν ᾀδόμενα· αὐτοὶ δὲ τουναντίον ἐποίουν· οὐ μόνον δεχόμενοι αὐτὰ, ἀλλὰ καὶ διαβάλλοντες, καὶ συντιθέντες οὐκ οὔσας αἰτίας· ὅτι “ἐγὼ μέν, “φησιν, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια,” ὅπέρ ἐστι
30μεγίστης δυνάμεως ἔργον, καὶ οὐ τῆς τυχούσης χάριτος· ὑμεῖς δὲ δι’ ὧν φθέγγεσθε, τῇ ὑμετέρᾳ σωτηρίᾳ πολεμεῖτε. ὅπερ δὲ εἶπεν, “ὅτι πῶς δύναται εἰσελθεῖν εἰς τὴν οἰκίαν” καὶ τὰ ἑξῆς·
οὕτως χρὴ νοεῖν· ὅτι οὐ μόνον ὁ Σατανᾶς τὸν Σατανᾶν οὐκ93

94

ἐκβάλλει, ἀλλ’ οὐδὲ ἄλλῳ τινὶ δυνατὸν ἐκβάλλειν, ἐὰν μὴ πρότερον ἐκείνου περιγένηται· τοσοῦτον γὰρ ἀπέχω, φησὶ, συμμάχῳ χρήσασθαι τῷ διαβόλῳ, ὅτι καὶ πολεμῶ αὐτῷ καὶ δεσμῶ αὐτόν. καὶ τούτου τεκμήριον, τὸ τὰ σκεύη αὐτοῦ διαρπάσαι με. τουτέστι
5τοὺς δαίμονας ἀπελαύνειν με, καὶ τὴν οἰκουμένην ἁπάσαν τῆς πλάνης ἐλευθερῶσαι με, καὶ τὰς μαγγανείας αὐτοῦ καταλῦσαί με, καὶ πάντα ἄχρηστα ποιῆσαί με τὰ ἐκείνου. “ἰσχυρὸν” δὲ αὐτὸν καλεῖ· οὐκ ἐπειδὴ τῇ φύσει τοιοῦτός ἐστι, μὴ γένοιτο, ἀλλὰ τὴν ἔμπροσθεν σημαίνων τυραννίδα, τὴν ἐκ τῆς ῥαθυμίας
10τῆς ἡμετέρας γεγενημένην. Ὠριγένους. Ἰσχυρός ἐστιν ἡ ἁμαρτία· οἶκος δὲ τούτου, τὸ σῶμα, ὁ παλαιὸς ἄνθρωπος. Τοῦ αὐτοῦ· Ἡ οἰκία τοῦ ἰσχυροῦ, ὁ περίγειος τόπος· ἰσχυρὸς δὲ ὁ διάβολος· σκεύη δὲ τοῦ ἰσχυροῦ, οἱ ὑπαγόμενοι τοῖς θελή‐
15μασιν αὐτοῦ. Τοῦ αὐτοῦ. Ἐὰν μὴ περάσῃ καὶ δήσῃ, φησὶν, τὸν εὐσεβῆ καὶ ἰσχυρὸν λογισμὸν τοῦ νοὸς, ἡ ἀντικειμένη τοῦ ἰσχυροῦ, λέγω δὴ τοῦ διαβόλου ἡ δύναμις, οὐ δύναται τὰς τῆς ψυχῆς ἀρετὰς λυμῄνασθαι· καὶ τὴν οἰκείαν αὐτῆς σύζυγον, λέγω δὴ τὸ σῶμα,
20σὺν αὐτῇ ἐξαφανίσαι. Τοῦ Χρυσοστόμου. Περὶ τοῦ διαβόλου καὶ ἐνταῦθα λέγει καὶ τῶν δαιμόνων· ὅτι ἐγὼ μέν, φησι, βούλομαι τῷ Θεῷ προσ‐ άγειν, καὶ ἀρετὴν καὶ βασιλείαν καταγγέλλειν· ὁ δὲ διάβολος καὶ οἱ δαίμονες τὰ ἐναντία τούτοις. πῶς οὖν ὁ μὴ μετ’ ἐμοῦ ὢν,
25ἐμοὶ συμπράττειν ἔμελλεν; οὐ μόνον δὲ οὐ συμπράττειν, ἀλλὰ καὶ σκορπίζειν ἐπιθυμεῖ τὰ ἐμά. ταῦτα δὲ λέγει, ἵνα δείξῃ πολλὴν αὐτοῦ πρὸς τὸν διάβολον τὴν ἔχθραν, καὶ ἄφατον οὖσαν. Τί ἐστιν “ὅτι πᾶσα ἁμαρτία” καὶ τὰ ἑξῆς; ὃ δὲ λέγει τοῦτό ἐστιν· πολλὰ, φησὶ, κατ’ ἐμοῦ εἰρήκατε, ὅτι πλάνος εἰμὶ καὶ
30ἀντίθεος· ταῦτα οὖν ἀφίημι ὑμῖν, καὶ οὐκ ἀπαιτῶ δίκας ὑμᾶς· ἔστω γὰρ ἐμοὶ πταίετε διὰ τὴν σάρκα ἣν περίκειμαι. διατί εἰς τὸ Πνεῦμα τὸ Ἅγιον ἁμαρτάνετε; μὴ γὰρ καὶ περὶ αὐτοῦ ἔχετε
εἰπεῖν, ὅτι ἀγνοοῦμεν αὐτό· διὰ δὴ τοῦτο καὶ ἐνταῦθα κολασθήσεσθε94

95

καὶ ἐκεῖ· ὅσα μὲν οὖν ἐβλαφημήσατε κατ’ ἐμοῦ, φησι, πρὸ τοῦ σταυροῦ, ἀφίημι ὑμῖν, καὶ αὐτὸ δὲ τοῦ σταυροῦ τὸ τόλμημα· ὑπὲρ δὲ τῆς ἀπιστίας κατακριθήσετε μόνον· “ὃς δ’ ἂν εἴπῃ κατὰ “τοῦ Πνεύματος τοῦ Ἁγίου,” καὶ τὰ ἑξῆς· εἰ γὰρ καὶ ἐμὲ
5λέγετε ἀγνοεῖν, οὐ δήπου κακεῖνο ἀγνοεῖτε, ὅτι τὸ δαίμονας ἐκ‐ βάλλειν, καὶ ἰάσεις ἐπιτελεῖν, τοῦ Ἁγίου Πνεύματος ἔργόν ἐστι· ὃ δὲ λέγει, τοῦτό ἐστιν· ὅτι ἡ ἀξία μετάνοια πάντα συγχωρεῖ τὰ εἰς ἐμὲ ἁμαρτήματα, καὶ τὰ εἰς τὸ Ἅγιον Πνεῦμα· εἰ δὲ οὐ μετανοήσατε περὶ μὲν ὧν εἰς ἐμὲ ἐπράξατε πρὸ τοῦ σταυροῦ,
10ὧδε μὲν οὐκ ἀπολαμβάνετε, μόνον δὲ ἐκεῖ. περὶ δὲ ὧν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον ἁμαρτάνετε· ἐὰν μὴ μετανοήσετε, καὶ ὧδε κολασθήσεσθε καὶ ἐκεῖ. α. καὶ γὰρ οἱ μὲν, τῶν ἀνθρώπων, καὶ ἐνταῦθα κολάζονται καὶ ἐκεῖ, ὡς οἱ Σοδομῖται· καὶ ὡς οὗτοι αὐτοί· καὶ γὰρ ἐνταῦθα ἔδοσαν δίκην, ἡνίκα ἔπαθον τὰ ἀνήκεστα ἐκεῖνα
15τῆς πόλεως αὐτῶν ἁλούσης, καὶ ἐκεῖ χαλεπωτάτην ὑπομένουσιν. β. οἱ δὲ ἐκεῖ μόνον, ὡς ὁ πλούσιος ἀποτηγανιζόμενος, καὶ οὐδὲ σταγόνος κύριος ὤν. γ. οἱ δὲ ἐνταῦθα μόνον, ὡς ὁ πεφορμευκὸς παρὰ Κορινθίοις. δ. οἱ δὲ οὐδὲ ἐνταῦθα οὐδὲ ἐκεῖ, ὡς οἱ Ἀπό‐ στολοι, καὶ ὡς οἱ προφῆται, ὡς ὁ Ἰώβ· οὐ γὰρ δὴ κολάσεως ἢν
20ἅπερ ἔπασχεν, ἀλλὰ ἀγώνων καὶ παλαισμάτων. Ἐν τῷ εἰπεῖν “ποιήσατε τὸ δένδρον” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει τοῦτό ἐστιν. οὐδεὶς ὑμῶν, φησιν, εἶπεν ὅτι πονηρὸν ἔργον ἐστὶν τὸ δαίμονας ἀπελαύνειν καὶ ἐξ αὐτῶν ἐλευθεροῦν ἀνθρώπους· εἰ γὰρ καὶ σφόδρα ᾐναισχύντουν, οὐκ ἠδύναντο τοῦτο εἰπεῖν. ἐπεὶ οὖν
25τοῖς μὲν ἔργοις οὐκ ἐμέμφοντο· τὸν δὲ ταῦτα ἐργαζόμενον, φησὶν, ὅτι παρὰ τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῦτο ποιεῖτε. καὶ γὰρ ἡ τοῦ δένδρου διάκρισις ἀπὸ τοῦ καρποῦ φαίνεται, οὐχ ὁ καρπὸς ἀπὸ τοῦ δένδρου· ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε· εἰ γὰρ καὶ τὸ δένδρον τοῦ καρποῦ αἴτιον, ἀλλ’ ὁ καρπὸς τοῦ δένδρου γνωριστικός·
30ἀκόλουθον οὖν, ἢ καὶ τὸ δαίμονας ἐλευθεροῦν ἐνδιαβάλλειν, ἐνδια‐ βάλλοντες ἐμὲ τὸν ἐλευθεροῦντα, ἢ τοῦτο ἐπαινοῦντας, καὶ ἐμὲ τὸν ἐργαζόμενον κατηγορεῖν.
Ὠριγένους. Δένδρον καλὸν, ἢ τὸ Ἅγιον Πνεῦμα, σαπρὸν τὸ95

96

ἀκάθαρτον πνεῦμα, ἤτοι ὁ διάβολος. τοίνυν ποιήσατε καρποὺς ἀξίους, ἵνα ἐν αὐτοῖς ποιήσητε οἰκεῖν τὸ Ἅγιον Πνεῦμα, καὶ μὴ τοιαῦτα, ἵνα μὴ γένηται ὑμῖν τὸ δένδρον τὸ πονηρόν. Γεννήματα ἐχιδνῶν πῶς δύνασθε ἀγαθὰ λαλεῖν πο‐
5νηροὶ ὄντες. Θεοδώρου Μομψουεστίας. Ὦ, φησι, πάντων ἀνθρώπων πονηρότατοι, καὶ κατὰ μηδὲν τῇ πονηρίᾳ τῶν ἐχιδνῶν ἀφεστη‐ κότες. οὐ θαυμαστὸν εἰ μηδὲν φθέγγεσθε ἀγαθόν· ἕπεται γὰρ τῇ διαθέσει τῆς ψυχῆς τὰ ῥήματα· ἀλλὰ πῶς εὔφημα φθέγγεσθε,
10τὰ χείρω προειρημένα καθάπαξ, καὶ πρὸς τὸ χεῖρον ἐκκλίνοντες. Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργόν. Τοῦ Χρυσοστόμου. Ἀργὸς λόγος ἐστὶν ὁ ψευδὴς, ἡ αἰσχρο‐ λογία, ὁ συκοφαντίαν ἔχων τὸ γέλωτα κινοῦν ῥῆμα, καὶ πᾶν τὸ μὴ κατὰ πράγματος κείμενον, ὑπὲρ οὗ, φησὶν, ἀποδώσει πᾶς
15ἄνθρωπος λόγον ἐν ἡμέρᾳ κρίσεως. ἐκ γὰρ τῶν λόγων ἡμῶν δικαιο‐ θησόμεθα, καὶ ἐκ τῶν λόγων ἡμῶν κατακριθησόμεθα· ὅπερ ἐστι δικαστηρίου ἡμέρου καὶ ἀνεπαχθοῦς· οὐ γὰρ ἐξ ὧν ἕτερος, φησὶν, εἶπε περὶ σοῦ, ἀλλ’ ἐξ ὧν αὐτὸς ἐφθέγξω, τὰς ψήφους ὁ δικαστὴς ἐξενέγκῃ. διὰ τοῦτο οὖν ἀγαπητοὶ, πᾶσαν σπουδὴν εἰσενέγκωμεν,
20μὴ μόνον τοῦ μηδὲν ἡμᾶς ἀργὸν φθέγγεσθαι, ἀλλὰ καὶ τὸ πάν‐ τοτε περὶ τῶν ἐντολῶν τοῦ Θεοῦ διαλέγεσθαι.
22tΚΕΦ. ΚΓ.
23tΠερὶ τῶν αἰτούντων σημεῖον.
24Θαυμάζων ὁ Εὐαγγελιστὴς τὴν ἀναίσχυντον γνώμην τῶν Φαρι‐
25σαίων καὶ γραμματέων, φησὶ, “τότε ἀπεκρίθησαν αὐτῷ λέγοντες,” καὶ τὰ ἑξῆς. τέθεικε δὲ τὸ “τότε” ὅτι μετὰ τοσαῦτα σημεῖα, ὡς οὐδενὸς γενομένου, λέγουσι, “θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.” τοῦτο δὲ ἔλεγον, ἵνα ἐπιλάβωνται πάλιν. ἐπειδὴ γὰρ ἀπὸ τῶν ῥημάτων αὐτοὺς ἐπεστόμισεν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις,
30ἐπὶ τὰ ἔργα πάλιν ἔρχονται. αὐτὸς δὲ ὅτε μὲν αὐτὸν τραχέως ἠρώτων καὶ ὕβριζον, ἐπιεικῶς αὐτοῖς διελέγετο. ὅτε δὲ ἐκολάκευον, ὑβριστικῶς καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀπεκρίνετο· δεικνὺς,
ὅτι ἑκατέρου πάθους ἐστὶν ἀνώτερος, καὶ οὔτε τότε εἰς ὀργὴν96

97

ἐξάγεται, οὐδὲ νῦν ἀπὸ κολακείας μαλακίζεται. χρὴ δὲ καὶ τὴν ὕβριν σκοπεῖν, οὐχ ἁπλῶς λοιδορίαν οὖσαν, ἀλλ’ ἀπόδειξιν ἔχου‐ σαν τῆς πονηρίας αὐτῶν. “τί γάρ,” φησι, “γενεὰ πονηρὰ καὶ “μοιχαλὶς,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἀγνώ‐
5μονες γεγόνασιν ἀεὶ οἱ πρόγονοι αὐτῶν περὶ τοὺς εὐεργέτας, ὥσπερ καὶ νῦν αὐτοί. καὶ ὅτι εὖ πάσχοντες, χείρους γίνονται, ὅπερ ἐσχάτης ἐστὶ πονηρίας. μοιχαλίδα δὲ ἐκάλεσε, καὶ τὴν προτέραν καὶ τὴν παροῦσαν ἀπιστίαν δηλῶν, τήν τε τῶν προγόνων αὐτῶν, καὶ τὴν τούτων αὐτῶν. ἐκεῖνοι μὲν, ὅτι καταλιπόντες τὸν Θεὸν, ἐπὶ
10τοὺς δαίμονας ἔτρεχον· οὗτοι δὲ, ὅτι αὐτὸν παραγενόμενον προσ‐ δέξασθαι οὐκ ἤθελον. Εἰπὼν δὲ “τὸ σημεῖον Ἰωνᾶ τοῦ προ‐ “φήτου,” ἤδη τὸν περὶ τῆς ἀναστάσεως ἀνακρούεται λόγον, καὶ πιστοῦται αὐτὸν ἀπὸ τοῦ τύπου. τί οὖν οὐκ ἐδόθη αὐτῇ σημεῖον, φησίν; οὐκ ἐδόθη αὐτῇ αἰτούσῃ. οὐ γὰρ ὥστε αὐτοὺς ἐνάγειν
15ἐποίει τὰ σημεῖα, ᾔδει γὰρ αὐτοὺς πεπωρωμένους ὄντας, ἀλλ’ ὥστε ἑτέρους διορθοῦν. “ὥσπερ γὰρ ἦν Ἰωνᾶς,” φησιν, “ἐν τῇ “κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.” καρδίαν δὲ τῆς γῆς, τὸν τάφον εἶπε. Τίνος χάριν ἄνδρες Νινευΐται κατακρίνουσι τοὺς Ἰουδαίους;
20ἐπειδὴ ὁ μὲν δοῦλος, ὁ δὲ δεσπότης. καὶ ὁ μὲν ἐκ κήτους ἐξῆλθεν, ὁ δὲ ἐκ θανάτου ἀνέστη. καὶ ὁ μὲν καταστροφὴν ἐκήρυξεν, ὁ δὲ βασιλείαν ἦλθεν εὐαγγελιζόμενος· καὶ οἱ μὲν βάρβαροι, οἱ δὲ προφήταις συνανεστράφησαν μυρίοις· καὶ οἱ μὲν χωρὶς σημείου ἐπίστευσαν, οἱ δὲ πολλὰ σημεῖα θεασάμενοι, ἄπιστοι διέμειναν.
25τὸ δὲ “βασίλισσα νότου κατακρινεῖ αὐτοὺς,” τοῦτο τοῦ προτέρου πλέον ἦν. ὁ μὲν γὰρ Ἰωνᾶς πρὸς ἐκείνους ἀπῆλθεν, ἡ δὲ βασίλισσα τοῦ νότου οὐκ ἀνέμεινε τὸν Σολομῶνα πρὸς αὐτὴν ἀπελθεῖν, ἀλλ’ αὐτὴ πρὸς αὐτὸν παρεγένετο· καὶ γυνὴ καὶ βάρβαρος οὖσα, καὶ τοσοῦτον ἀφεστηκυῖα, οὐκ ἀπειλῆς ἐπικειμένης, οὐ θάνατον δεδοι‐
30κυῖα, ἀλλ’ ἔρωτι ῥημάτων μόνον σοφῶν· “πλέον δὲ Σολομῶνος “ὧδε.” ἐκεῖ μὲν γὰρ ἡ γυνὴ παρεγένετο, ἐνταῦθα δὲ, ἐγώ, φησιν, ὁ δεσπότης. καὶ ὁ μὲν Σολομὼν ὑπὲρ δένδρων καὶ ξύλων διελέγετο, τὰ μηδὲν μέγα ὠφελῆσαι τὴν παραγενομένην δυνάμενα· ἐγὼ δὲ ὑπὲρ ἀπορρήτων ῥημάτων καὶ μυστηρίων φρικωδέστερον.
35Διὰ τοῦ εἰπεῖν, ὅτι “ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ97

98

“τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων,” καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οὐκ ἐν τῷ μέλλοντι αἰῶνι μόνον, ἀλλὰ καὶ ἐνταῦθα χαλεπώτατα ὑπομενοῦσιν οἱ Ἰουδαῖοι· ὃ δὲ λέγει τοιοῦτόν ἐστι. καθάπερ οἱ δαιμονῶντες, φησὶν, ὅταν ἀπαλλαγῶσι τῆς ἀῤῥωστίας
5ἐκείνης, ἂν ῥαθυμώτεροι γένωνται, χαλεπωτέραν ἐπισπῶνται καθ’ ἑαυτῶν τὴν φαντασίαν, οὕτω καὶ ἐφ’ ὑμῖν γίνεται· καὶ γὰρ καὶ ἔμπροσθεν κατείχεσθε δαίμονι, ὅτε τὰ εἴδωλα προσεκυνεῖτε, καὶ τοὺς υἱοὺς ὑμῶν ἐσφάττετε τοῖς δαιμονίοις, πολλὴν ἐπιδεικνύμενοι μανίαν, ἀλλ’ ὅμως οὐκ ἐγκατέλιπον ὑμᾶς, ἀλλ’ ἐξέβαλον τὸν
10δαίμονα ἐκεῖνον διὰ τῶν προφητῶν καὶ δι’ ἐμαυτοῦ· πάλιν ἦλθον, ἐκκαθάραι πλεῖον ὑμᾶς βουλόμενος. ἐπεὶ οὖν οὐ βούλεσθε προσ‐ έχειν, ἀλλὰ καὶ εἰς πλείονα ἐξωκείλατε πονηρίαν, τοὺς προφήτας ἀνελεῖν, πολλῷ μείζω καὶ χαλεπώτερα ὑπομενεῖτε τῶν προτέρων, τῶν κατὰ Βαβυλῶνα λέγω, καὶ κατὰ Αἴγυπτον καὶ κατὰ Ἀντίοχον·
15καὶ γὰρ τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου συμβάντα αὐτοῖς, πολλῷ τούτων χαλεπώτερα. Ὠριγένους. Ἡ παραβολὴ τοῦ ἀκαθάρτου πνεύματος, περὶ τῶν ἐξ ἐπιστροφῆς εἰς ἀπροσεξίαν ἐρχομένων, ἢ ἐξ ἰάσεως εἰς ῥαθυμίαν, δι’ ἧς ἐπὶ τὸ χεῖρον ἕλκονται. οἶκος σεσαρωμένος, εἰς ὃν
20δαιμόνια εἰσέρχονται, ψυχαὶ εἰσὶ τῶν δοκούντων ἐκβιοῦν, κατὰ πρόθεσιν λόγων, ὡς ἀληθῆ τῶν ἐν ψευδωνύμων γνώσει. ὁ δ’ αὐτός ἐστι κεκοσμημένος, ὡς ὁμοίωμα ναοῦ, οὐκ ὢν ναός. Ἀπολιναρίου. Ἑπτὰ πνεύματα λογιστέον τὰ πολλά. ἐπὶ γὰρ πλήθους πολλάκις τὰ ἑπτὰ παρὰ τῇ θείᾳ γραφῇ. κατ’ ἀρχὴν
25μὲν ἐν τοῖς Ἰουδαίοις ἐνῴκησε τὸ πνεῦμα τὸ πονηρὸν, ὅτε κατ’ Αἴγυπτον εἰδωλολάτρουν· ἐξῆλθε δὲ ὅτε προσεκλήθησαν ὑπὸ Θεοῦ· μετὰ ταῦτα δὲ ὅτε ἐξήμαρτον εἰς τὸν προσκαλεσάμενον, τότε μετέβαινεν ἡ χάρις ἐπὶ τὰ ἔθνη, οἱ δὲ ἐξεδίδοντο. καὶ ἡ μὲν ἐν τοῖς ἔθνεσιν, ὥσπερ ἐν ἀνύδροις τισὶ τόποις κατοίκησις ἐγένετο
30τῶν πονηρῶν χαλεπή τε καὶ δύσβατος, Θεὸν ὑποδεξαμένων τῶν ἐθνῶν· ἡ δὲ εἰς τὸν Ἰσραὴλ ἐπάνοδος ῥᾷον ἢ πρότερον καὶ μετὰ πολλοῦ πλήθους τῆς ἐφόδου· διὸ κακίον νῦν διάγουσιν ἢ ἐν Αἰγύπτῳ, παραταττόμενοι μὲν εἰς τὰς κατὰ Χριστὸν βλασφη‐
μίας ἀεί· τὴν δὲ πρὸς Ἀβραὰμ διαθήκην οὐκ ἔχοντες κατὰ τὸ98

99

δίκαιον προσδοκᾷν κἂν ὥσπερ τότε, ἀλλὰ ἀποκοπτόμενοι τῆς ἐλπίδος, ὅτι τὸν πληρωτὴν ταύτης ἠθετήκασιν. Τίς ἐστιν ἡ μήτηρ μου. Οὐδαμῶς ἐπαισχυνόμενος τὴν ἑαυτοῦ μητέρα, οὐδὲ ἀρνούμενος
5τὴν γεγεννηκυῖαν ἔλεγεν, “τίς ἐστιν ἡ μήτηρ μου,” εἰ γὰρ ἐπῃσχύνετο, οὐδ’ ἂν διῆλθε διὰ τῆς μήτρας ἐκείνης, οὐδ’ ἂν καὶ πρὸς αὐτῷ τῷ σταυρῷ ὢν, τῷ πάντων μάλιστα ποθουμένῳ μαθητῇ, παρεκατετίθετο αὐτήν· ἀλλὰ τοῦτο εἶπε δεῖξαι θέλων, ὅτι ἀρετῆς ἀπούσης, πάντα περιττὰ, καὶ ὅτι ὁ ταύτην ἐργαζόμενος, καὶ
10ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν αὐτοῦ. Χρὴ δὲ μὴ τὰ ῥήματα ἐξετάζειν μόνον τὰ τὴν ἐπιτίμησιν ἔχοντα σύμμετρον, ἀλλὰ καὶ τὸν ἐπιτιμῶντα τίς ἦν· ὅτι οὐχὶ ψιλὸς ἄνθρωπος, ἀλλ’ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ. καὶ τί βου‐ λόμενος ἐπιτιμᾷ; ἀπαλλάξαι τοῦ τυραννικωτάτου τῆς κενοδοξίας
15πάθους, ὅπερ ὡς γυνὴ πέπονθε. ἐβούλετο γὰρ ἐπιδείξασθαι τῷ λαῷ, ὅτι κρατεῖ καὶ αὐθεντεῖ τοῦ παιδός· ἔδει γὰρ αὐτὴν εἰσελ‐ θοῦσαν ἀκούειν μετὰ τοῦ ὄχλου, ἢ μὴ τοῦτο βουλόμενον ἀναμεῖναι, ἕως οὗ τὸν λόγον καταπαύσῃ· τὸ δὲ αὐτὸ καὶ περὶ τῶν ἀδελφῶν αὐτοῦ χρὴ λογίζεσθαι· ὅμως δὲ οὐδὲ εἶπεν, ἄπελθε, εἰπὲ τῇ μητρί
20μου, ὅτι οὐκ εἶ μου μήτηρ, ἀλλὰ πρὸς τὸν εἰπόντα ἀποτείνεται λέγων, “τίς ἐστιν ἡ μήτηρ μου.” καὶ ἕτερον δέ τι κατασκευάζων τοῦτο εἶπεν· ὥστε μήτε ἐκείνους, μήτε ἄλλους συγγενείᾳ θαρ‐ ροῦντας, ἀμελεῖν ἀρετῆς. Ὠριγένους. Οἱ μὴ γινώσκοντες τὸ κατὰ τὴν παρθένον μυστή‐
25ριον λέγουσιν “ἀδελφοί σου” τῷ Ἰησοῦ, εἰ γὰρ ἐγίνωσκον ἐπί‐ στευον εἰς αὐτόν. ἐκ τοῦ δὲ ποιεῖν τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς, ἀδελφὸς ἢ ἀδελφὴ ἢ μήτηρ τοῦ Ἰησοῦ τίς γίνεται. εἰ δὲ τούτῳ οὐ φύσει ἐστὶ τὶς ἀδελφὸς, ἢ τί τῶν λοιπῶν ἔτι πᾶσα παρθένος, καὶ ἀδιάφθορος ψυχὴ ἐξ Ἁγίου Πνεύματος συλλαβοῦσα,
30ἵνα γεννήσει τὸ πατρικὸν θέλημα, μήτηρ ἐστὶ τοῦ Ἰησοῦ. Ἀπολιναρίου. Ὅτι δὲ μήπω πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, μανθάνομεν παρὰ Ἰωάννου· παρὰ δὲ τοῦ Μάρκου,
καὶ τί πλέον ἀκηκόαμεν· ὡς γὰρ ἐξεστηκότα κατέχειν ἐπεχείρουν.99

100

ἐπὶ τῇ τοιαύτῃ διανοίᾳ καὶ ὁ Κύριος, οὐχ ὡς οἰκείων αὐτῶν ἐμνήσθη, ἀλλ’ ἀντεπιδείκνυσι τοὺς ὑπηκόους, τούτοις τὰ τῆς συγγενείας προγράφων ἅπαντα τὰ ὀνόματα, οἱ κατ’ οἰκειότητα τῆς ὑπακοῆς αὐτῷ συνήπτοντο. εἰ δὲ καὶ πρόσκαιρος ἔσχε τὴν
5Μαρίαν ἀντιλογία, καθὰ καὶ προεῖπεν ὁ Συμεὼν λέγων, “καὶ σοῦ “δὲ αὐτῆς τὴν ψυχὴν,” καὶ τὰ ἑξῆς, εἰκότως ἐπανῆλθεν ἐπὶ ταῦτα καὶ ὁ Κύριος αὐτῆς εὐμενῶς ἐπὶ τοῦ πάθους μνησθεὶς, καὶ συνέστησεν αὐτὴν τῷ ἀγαπητῷ μαθητῇ. Θεοδωρήτου. Ταῦτα δὲ ἔφη, οὐκ ἀποδοκιμάζων πάντως τὴν
10μητέρα καὶ τοὺς ἀδελφοὺς, ἀλλὰ δεικνὺς ὅτι πάσης σωματικῆς συγγενείας προτιμᾷ τῆς ψυχῆς τὴν οἰκειότητα· διὰ τοῦτο κἀκεί‐ νους στέργων, εἰ ταῦτα ἐπάγοιντο· πρὸς γὰρ τὸν οἰόμενον ὡς ἐπί τι σπουδαιότερον καλεῖν αὐτὸν τῶν οἰκείων τὴν ὁμιλίαν, ἀναγκαῖον ἦν τοῦτο εἰπεῖν· ὃ μὲν καὶ εἰς διδασκαλίαν τῶν παρόντων. ὡς γὰρ
15αὐτὸς εἶπε τοῖς μαθηταῖς “ὁ φιλῶν πατέρα ἢ μητέρα” καὶ τὰ ἑξῆς. οὕτω μοι νόει τὸν Ἰησοῦν προκρίναντα τοὺς μαθητὰς, ὑπὲρ μητέρα καὶ ἀδελφούς. Ὠριγένους. Προκριτέα ἡ κατὰ Θεὸν συγγένεια τῆς κατὰ σάρκα, αὕτη γὰρ καὶ προηγουμένη καὶ μένουσα.
20tΚΕΦ. ΚΔ.
21tΠερὶ τῶν παραβολῶν.
22 Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς. Διατί δὲ νῦν μὲν ἐν παραβολαῖς διαλέγεται, ὅτε δὲ ἐπὶ τοῦ ὄρους ἐδίδασκεν, οὐχ οὕτως; ὅτι τότε μὲν ὁ ὄχλος ἄκακος ἦν,
25νῦν δὲ καὶ γραμματεῖς καὶ Φαρισαῖοι. περὶ τίνος λέγει ὅτι ἐξῆλ‐ θεν ὁ σπείρων τοῦ σπεῖραι; περὶ ἑαυτοῦ· πόθεν δὲ ἐξῆλθε, καὶ γὰρ τὰ πάντα πληροῖ, καὶ πανταχοῦ πάρεστιν; οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς, ἐγγύτερος ἡμῖν γενόμενος διὰ τῆς κατὰ τὴν σάρκα περιβολῆς· οὐκ εἶπε δὲ ὅτι αὐτὸς ἔρριψε
30παρὰ τὴν ὁδὸν, ἀλλ’ ὅτι ἔπεσε, καὶ ὅτι τὸ τέταρτον μέρος ἐσώθη, καὶ οὐδὲ τοῦτο ἐξίσης, ἀλλὰ καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. ταῦτα δὲ ἔλεγεν δηλῶν ὅτι μετὰ ἀφθονίας πᾶσι διελέγετο· καὶ
ὅτι καθάπερ ὁ σπείρων τὴν γῆν οὐ διαιρεῖ τὴν ὑποκειμένην100

101

ἄρουραν, ἀλλὰ ἁπλῶς καὶ ἀδιακρίτως βάλλει τὰ σπέρματα, οὕτω καὶ αὐτὸς, οὐ πλούσιον οὐ πένητα διαιρεῖ, οὐ σοφὸν οὐκ ἄσοφον, οὐ ῥάθυμον οὐ σπουδαῖον, οὐκ ἀνδρεῖον οὐ δειλὸν, ἀλλὰ πᾶσι διαλέγεται, τὰ παρ’ ἑαυτοῦ πληρῶν, καίτοι προειδὼς τὰ ἐσόμενα.
5πόθεν οὖν ἀπώλετο τὸ πλεῖον τοῦ σπόρου; οὐ παρὰ τὸν σπείραντα, ἀλλὰ παρὰ τὴν ὑποδεχομένην γῆν, τουτέστι παρὰ τὴν ἀκούουσαν ψυχήν. Χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι οὐ μία τῆς ἀπωλείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι, καὶ ἀλλήλων διεστηκυῖαι. καὶ οἱ μὲν παρὰ τὴν
10ὁδὸν εἰσὶν οἱ ῥάθυμοι καὶ βάναυσοι καὶ ὀλίγωροι, οἱ δὲ ἐν τῇ πέτρᾳ, οἱ ἀσθενέστεροι μόνον. οὐδὲ γάρ ἐστιν ἴσον μηδενὸς ἐπη‐ ρεάζοντος, μηδὲ ἀναμοχλεύοντος τὴν διδασκαλίαν μαρανθῆναι, καὶ πειρασμῶν ἐπικειμένων. οἱ δὲ ἐν ταῖς ἀκάνθαις πολλῷ τούτων συγγνωστότεροι. ἵνα οὖν μήτι τούτων πάθωμεν, ἐπικαλύψωμεν τῇ
15προθυμίᾳ τὰ λεγόμενα καὶ τῇ διηνεκεῖ μνήμῃ. εἰ γὰρ καὶ ἁρπάζει ὁ διάβολος, ἀλλ’ ἡμεῖς κύριοι τοῦ μὴ ἁρπαγῆναι. εἰ δὲ ξηραί‐ νεται τὰ σπέρματα, οὐ παρὰ τὸν καύσωνα γίνεται. οὐ γὰρ εἶπεν ὅτι διὰ τὸν καύσωνα ἐξηράνθη, ἀλλὰ διὰ τὸ μὴ ἔχειν ῥίζαν· καὶ ἀποπνίγεται τὰ λεγόμενα οὐ παρὰ τὰς ἀκάνθας, ἀλλὰ παρὰ τοὺς
20συγχωροῦντας ἀναβῆναι αὐτάς· ἔξεστι γὰρ, ἐὰν θέλω, κωλῦσαι τὴν πονηρὰν ταύτην βλάβην, καὶ τῷ πλούτῳ εἰς δέον χρήσασθαι· διὰ τοῦτο οὐκ εἶπεν ὁ αἰὼν, ἀλλ’ “ἡ μέριμνα τοῦ αἰῶνος,” οὐδὲ ὁ πλοῦτος, ἀλλ’ “ἡ ἀπάτη τοῦ πλούτου.” μὴ τοίνυν τὰ πράγματα αἰτιώμεθα, ἀλλὰ τὴν γνώμην τὴν διεφθαρμένην.
25 Τίνος ἕνεκεν οἱ Ἀπόστολοι λέγουσι τῷ Κυρίῳ· ὅτι “διατί “ἐν παραβολαῖς λαλεῖς τοῖς ὄχλοις;” ἐπειδήπερ φιλοστόργως λοιπὸν πρὸς αὐτοὺς διέκειντο· καὶ γὰρ καὶ μετὰ ταῦτα λέγουσιν ὅτι “ἀπόλυσον τοὺς ὄχλους,” καὶ πάλιν ὅτι “οἶδας ὅτι ἐσκαν‐ “δαλίσθησαν·” ταῦτα δὲ πάντα ἀπὸ πολλῆς ἔλεγον ἀγάπης. τὸ
30δὲ “ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις “δὲ οὐ δέδοται,” εἶπε, διὰ τὸ πάντων αἰτίους τῶν κακῶν ἑαυτοὺς ποιεῖν, ἐκείνους ἑκουσίως πεισθῆναι μὴ βουλομένους. οἱ γὰρ Ἀπόστολοι αὐθαιρέτως ἐπείσθησαν. οὐδὲ γὰρ ἀνάγκην εἰσάγω, φησιν, οὐδὲ ἀποκλήρωσίν τινα ἁπλῶς καὶ ὡς ἔτυχε γενομένην·
35οὐδὲ γὰρ τὸ αὐτεξούσιον ἀναιρῶ. εἰπὼν δὲ “ὅτι ὅστις ἔχει δοθή‐101

102

“σεται αὐτῷ καὶ περισσευθήσεται, ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει “ἀρθήσεται ἀπ’ αὐτοῦ,” ἐδήλωσε διὰ τούτου, ὅταν τις προθυμίαν ἔχῃ καὶ σπουδὴν, δοθήσεται αὐτῷ καὶ παρὰ τοῦ Θεοῦ ἅπαντα· ὅταν δὲ τούτων κενὸς ᾖ, καὶ παρ’ ἑαυτοῦ μὴ εἰσφέρῃ, οὐδὲ τὰ
5παρὰ τοῦ Θεοῦ αἱροῦντος, ἀλλὰ καὶ ζητοῦντος καὶ ἀμελοῦντος, ἐκ πάντων ἀποπίπτει. καλῶς δὲ εἶπε “καὶ ὃ δοκεῖ ἔχειν,” οὐδὲ γὰρ αὐτὸ τοῦτο ἔχει. Τί δέ ἐστιν “ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ “ἀκούουσιν;” ὅτι εἶδον δαίμονας ἐξελθόντας καὶ ἔλεγον “ἐν τῷ
10“Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.” ἤκουσαν τῷ Θεῷ προσάγοντα αὐτοὺς διὰ τῆς διδασκαλίας, καὶ ἔλεγον ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ. διατί δὲ καὶ τὸν προφήτην εἰσάγει τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον καὶ λέγοντα, “ἀκοῇ ἀκού‐ “σετε, καὶ οὐ μὴ συνῆτε,” καὶ τὰ ἑξῆς; ἵνα μὴ νομίσῃ τίς
15κατηγορίαν ψιλὴν εἶναι τὰ εἰρημένα ὑπ’ αὐτοῦ. τὸ δὲ “μή ποτε “ἐπιστρέψωσι καὶ ἰάσομαι αὐτοὺς,” τὴν ἐπιτεταμένην πονηρίαν αὐτῶν σημαίνει, καὶ τὴν μετὰ σπουδῆς ἀποστροφήν· ὅμως δὲ καὶ διὰ τούτων ἐφέλκεται αὐτοὺς καὶ ἐρεθίζει πρὸς ἐπιστροφὴν, δεικνὺς ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰάσεται αὐτοὺς, καὶ ὅτι ἔστι δυνα‐
20τὸν μετανοήσαντας σωθῆναι αὐτοὺς, καὶ ὅτι οὐκ εἰς τὴν αὐτοῦ δόξαν, ἀλλ’ εἰς τὴν αὐτῶν σωτηρίαν ἅπαντα ἐποίει. Εἰπὼν δὲ ὅτι “ὑμῶν μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ “τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν,” οὐ ταύτην λέγει τὴν ὄψιν, ἀλλὰ τὴν ἀπὸ διανοίας· καὶ γὰρ καὶ αὐτοὶ οὗτοι Ἰουδαῖοι ἦσαν, καὶ ἐν
25τοῖς αὐτοῖς τεθραμμένοι λογίοις, ἀλλ’ οὐδὲν παρεβλάβησαν ἀπὸ τῆς προφητείας· ἐπειδὴ γὰρ ἀγαθὴν εἶχον προαίρεσιν καὶ γνώμην, διὸ καὶ ἐπήγαγεν, “ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν “ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον,” καὶ τὰ ἑξῆς. τὴν παρουσίαν τὴν ἐμήν, φησι, τὰ θαύματα ταῦτα, τὴν φωνὴν, τὴν διδασκαλίαν.
30ἐκεῖνοι μὲν γὰρ τῇ πίστει μόνῃ ἐθεάσαντο, αὐτοὶ δὲ καὶ τῇ ὄψει. ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν ταύτην, φησὶ, καὶ λέγει τὰ ἔμπροσθεν ἡμῖν εἰρημένα, τὰ περὶ χρημάτων καὶ ἀκτημοσύνης, δεικνὺς τὴν ἐκεῖθεν βλάβην, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν· εἰσάγει δὲ καὶ τῆς ἀρετῆς διαφόρους τρόπους· φιλάνθρωπος γὰρ ὢν, οὐ
35μίαν ὑπέδειξεν ὁδὸν, οὐδὲ εἶπεν, ἐὰν μή τις ἑκατὸν ποιήσῃ ἐξέπεσεν,102

103

ἀλλὰ καὶ ὁ τὰ ἑξήκοντα ποιῶν σώζεται· καὶ οὐδὲ οὗτος μόνος, ἀλλὰ καὶ ὁ τὰ τριάκοντα· τοῦτο δὲ ἐποίησεν, εὔκολον κατασκευά‐ ζων τὴν σωτηρίαν. ἔστι δὲ τὰ ἑκατὸν, παρθενία καὶ ἀκτημοσύνη μετὰ τῶν λοιπῶν ἀρετῶν· τὰ ἑξήκοντα, γάμος σεμνὸς καὶ σώφρων,
5μεριζόμενος μετὰ Χριστοῦ τὰ ὑπάρχοντα· τὰ τριάκοντα, ὁμοίως γάμος σεμνὸς καὶ σώφρων, τὴν τρίτην διδοὺς μοίραν, προδήλως, καὶ τῶν λοιπῶν φυλαττομένων πασῶν δεσποτικῶν ἐντολῶν. καὶ αὕτη μὲν ἡ παραβολὴ ἐν τούτοις, ἡ δὲ ἐφεξῆς περὶ τῶν αἱρετικῶν συστημάτων διαλέγεται.
10 Κυρίλλου. Τὸ εἰπεῖν “μήποτε ἐπιστρέψω καὶ ἰάσομαι αὐτοὺς,” ἐπιτεταμένην ἐμφαίνει δυστροπίαν· πλὴν καὶ ἐπισπωμένου ἐστὶν καὶ ἐρεθίζοντος· δείκνυσι γὰρ, ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰᾶται αὐτούς· διὰ γὰρ τὸ σωθῆναι αὐτοὺς, οὕτως λαλεῖ. ἐπεὶ ἔδει αὐτὸν ὅλως μηδὲν λαλῆσαι, ἀλλὰ σιωπᾷν· πλὴν οὐ διὰ τὴν ἰδίαν δόξαν, ἀλλὰ
15διὰ τὴν αὐτῶν σωτηρίαν, πάντα ποιεῖ. Κυρίλλου. Μακαρίζει οὖν αὐτοὺς, ὡς ἀκηκοότας τῆς τοῦ Υἱοῦ φωνῆς, καὶ ἀξιωθέντας τῆς αὐτοῦ θέας, δι’ οὗ καὶ ἐν ᾧ τὴν τοῦ Πατρὸς καὶ Θεοῦ ἑώρων φύσιν νοητῶς, ὧν ἠξιώθησαν οἱ πάλαι ἅγιοι, καὶ πληρεστάτην ἔσχον τὴν ἐπ’ ἀγαθοῖς θυμηδίαν.
20 Ὠριγένους. Τὰ ὑποδεχόμενα μακαρισμῶν καὶ περὶ παντὸς δὲ τοῦ βλέποντος τὰ θεῖα ὀφθαλμοῦ, καὶ ἀκούοντος τῶν πνευμα‐ τικῶν ὤτων, ταῦτα ἂν λέγοιτο. περὶ τούτου φησὶν ὁ προφήτης “προσέθηκέ μοι Κύριος ὠτίον τοῦ ἀκούειν,” ἀντὶ τοῦ συνιεῖν τοῖς ἔνδοθεν ὠσὶν τὰς καρδίας κατὰ τὸν ἔσω ἄνθρωπον. ὁ γὰρ ἀπερίτμη‐
25τος τῇ καρδίᾳ λαὸς, ἐκωφώθη τοῖς ἔνδοθεν ὠσί. Καὶ μετ’ ὀλί‐ γον—Διὸ καὶ αὐτὴν τὴν ἀκοὴν, ἣν ἐδόκουν ἔχειν τοῦ νόμου καὶ τῶν προφητῶν, ἤρθη καὶ ἐδόθη τοῖς ἔχουσι τὴν καινὴν διαθήκην, ἵνα πληρωθῇ τὸ εἰρημένον ὑπὸ τοῦ Σωτῆρος· “ὑμῶν δὲ μακάρια “τὰ ὦτα, ὅτι ἀκούουσι, καὶ οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι.”
30 Τοῦ αὐτοῦ. Οἱ ἐπιθυμοῦντες ἰδεῖν δίκαιοι τὰ καταθύμια, γνῶσιν ἔλαβον ὧν ἐπεθύμουν· ἐπεθύμουν δὲ ἰδεῖν καὶ ἀκοῦσαι ἃ οἱ Ἀπόστολοι ἔβλεπον, Θεὸν ἐνανθρωπήσαντα, καὶ ἀκοῦσαι φωνῆς ἑνωθέντος σαρκὶ καθ’ ὑπόστασιν. Ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον.
35Τοῦ αὐτοῦ. Ματθαῖος ἔγραψε “πονηρὸς,” Μάρκος δὲ “Σα‐103

104

“τανᾶς,” Λουκᾶς “διάβολος·” οὐ ταυτόν ἐστι παρὰ τῇ ὁδῷ, καὶ ἐν τῇ ὁδῷ· δεόμεθα δὲ τῆς διαφορᾶς, διὰ τὸ “ἐγώ εἰμι ἡ ὁδός·” πλὴν οἱ τρεῖς ἔγραψαν “παρὰ τὴν ὁδόν·” χαριέστατα δὲ, Ματ‐ θαῖος καὶ Μάρκος. “ἐπὶ τὰ πετρώδη·” οὐκ ἐπὶ πέτραν φησὶν
5ἐσπάρθαι τὸν λόγον· ἐπὶ μὲν σύμπαντος τοῦ “παρὰ τὴν ὁδὸν” εἴρηται τὸ “μὴ συνιέντος.” ἐπὶ δὲ τῆς καλῆς γῆς, “οὗτός ἐστιν ὁ “τὸν λόγον ἀκούων καὶ συνιείς·” μήποτ’ οὖν ἐπὶ τὰ πετρώδη καὶ οἱ εἰς τὴν ἄκανθαν μεταξύ εἰσιν ἀσυνετούντων καὶ συνιέντων· προτρεπτικὸν δὲ, εἰς τὸ συνέσεως ἐπιμελεῖσθαι· εἰ γὰρ τοῦ μὴ
10συνίεντος ἁρπάζεται ὁ σπόρος, σύνεσιν ἀναληπτέον καὶ καλυπτέον τὸν σπόρον ἐν τῇ γῇ τῇ μνήμῃ, ἵνα ῥιζοβολήσῃ, καὶ μὴ γυμνὸν εὑρισκόμενον, ἁρπαγῇ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων. Γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον. Ὠριγένους. Θλίψεως ὑπὸ τῶν γονέων ἢ συγγενῶν, ἢ συνερ‐
15γῶν, ἢ δοκούντων φίλων συμβαινόντων· διωγμοῦ δὲ, ὅτι ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς φέρονταί τινες διὰ τὸν λόγον· γενικῶς δὲ ταῦτα ἀμφότερα “πειρασμῶν” ὠνόμασεν ὁ Λουκᾶς. Τοῦ αὐτοῦ. “Ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει” καὶ ὁ τῶν ἑτεροδόξων λόγος· πλούσιοι γάρ εἰσι ψεῦσται· ὧν κρεῖσσον ἀληθὴς
20πτωχὸς καὶ εὐσεβής· πτωχὸς μὲν λόγῳ καὶ γνώσει, βίῳ δὲ δίκαιος· ἡ δὲ παρὰ τῷ Ἀποστόλῳ “μέριμνα πασῶν τῶν ἐκκλη‐ “σιῶν,” οὐκ ἔστι “μέριμνα τοῦ αἰῶνος τούτου,” ἀλλ’ αἱ βιωτικαὶ μέριμναι· ταῦτα δὲ ὑπομένει, ὁ μὴ νεώσας τὴν ἑαυτοῦ γῆν, ἀλλὰ ἀμελῶς τὸν λόγον δεχόμενος.
25 Τοῦ αὐτοῦ. Ἀληθῶς, γνωστικῶς συνιεὶς, καὶ εἰ δοκεῖ καρπο‐ φορῶν· εἰ δέ τις δοκεῖ συνίεναι μὴ καρποφορῶν, οὐ συνίησιν· καὶ εἰ δοκεῖ καρποφορεῖν, μὴ συνιεὶς ὃ καρποφορεῖ· ὁ μέντοι εἰς ἑξήκοντα καὶ τριάκοντα καὶ ἑκατὸν, ἐδήλωσεν τῆς ἀρετῆς τὸ ποικίλον· ἐπεὶ μὴ πάντες ἴσην ἐπιδείκνυνται τῆς ἀρετῆς τὴν
30ἀκρίβειαν· ἀλλ’ οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον αὐτῆς ἐπιμελόμενοι· ὥστε δεῖξαι ὅτι προσίεται καὶ τούτους κατὰ τὴν οἰκείαν ἀνα‐ λογίαν. “Ὡμοιώθη,” φησὶν, “ἡ βασιλεία τῶν οὐρανῶν, σπείροντι “καλὸν σπέρμα,” καὶ τὰ ἑξῆς· ἐν δὲ τῷ εἰπεῖν ὅτι “ἔσπειρε
35“ζιζάνια,” τὰ τῶν αἱρετικῶν συστήματα καλεῖ· ἐπειδὴ ὥσπερ104

105

τὸ ζιζάνιον ἔοικεν τῷ σίτῳ, οὕτως καὶ ἡ πλάνη· πολλὰ τῇ ἀλη‐ θείᾳ ἐπιχρωννύει τὰ ὁμοιώματα· εἰπὼν δὲ ὅτι “ἐν τῷ καθεύδειν “τοὺς ἀνθρώπους,” οὐ μικρὸν τοῖς ἱερεῦσιν ἐντεῦθεν ἐπικρεμνᾷ τὸν κίνδυνον· οὐ τοῖς ἱερεῦσι δὲ μόνοις, ἀλλὰ καὶ τῷ λαῷ·
5δείκνυσι δὲ καὶ τὴν πλάνην, μετὰ τὴν ἀλήθειαν οὖσαν· ὥσπερ γὰρ μετὰ τὸ σπαρῆναι τὸν σῖτον, ἐσπάρη τὰ ζιζάνια, οὕτως μετὰ τοὺς προφήτας, οἱ ψευδοπροφῆται· καὶ μετὰ τοὺς Ἀποστόλους, οἱ ψευδαπόστολοι· καὶ μετὰ τὸν Χριστὸν, ὁ Ἀντίχριστος· ἂν γὰρ ἴδῃ τί μιμήσηται ὁ διάβολος, ἢ τίσιν ἐπιβουλεύσει, οὔτε ἐπι‐
10χειρεῖ, οὔτε οἶδεν. καὶ τί διαφέρουσιν οἱ καθεύδοντες, φησὶ, τῶν εἰς τὴν ὁδὸν σπαρέντων; πολύ. ὅτι ἐκεῖ εὐθέως ἥρπασεν· οὐδὲ γὰρ ῥιζωθῆναι ἀφῆκεν· ἐνταῦθα δὲ, πλείονος ἐδεήθη τῆς μηχανῆς· ταῦτα δὲ εἶπεν ὁ Χριστὸς, παιδεύων ἡμᾶς διὰ παντὸς ἐγρηγορέναι καὶ νήφειν· κἂν γὰρ ἐκείνας διαφύγῃς τὰς βλάβας, φησὶν, ἔστι
15καὶ ἑτέρα βλάβη· ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς ὁδοῦ καὶ τῆς πέτρας καὶ τῶν ἀκανθῶν, οὕτως καὶ ἐνταῦθα διὰ τοῦ ὕπνου ἡ ἀπώλεια γίνεται. ὥστε διηνεκοῦς φυλακῆς δεῖ· διὸ καὶ ἔλεγεν· “ὁ δὲ “ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται·” “ὅτε δὲ ἐβλάστησέν,” φησιν, “ὁ χόρτος, τότε ἐφάνη καὶ τὰ ζιζάνια·” παρὰ μὲν γὰρ
20τὴν ἀρχὴν, συσκευάζουσιν ἑαυτοῖς οἱ αἱρετικοί. ἐπειδὰν δὲ πολ‐ λὴν λάβωσι παρρησίαν, καὶ λόγου τίς αὐτοῖς μεταδῷ, τότε τὸν ἰὸν ἐκχέουσιν. Ὠριγένους. Ἐχθρὸν δὲ ἄνθρωπον, τὸν διάβολον καλεῖ, διὰ τὴν εἰς ἀνθρώπους βλάβην· ἡμᾶς γὰρ ἐπήρεια, καθ’ ἡμῶν· ἡ δὲ
25ἀρχὴ τῆς ἐπηρείας, οὐκ ἀπὸ τῆς εἰς ἡμᾶς ἐπηρείας, ἀλλ’ ἀπὸ τῆς εἰς Θεὸν ἔχθρας ἐγένετο· ὅθεν δῆλον, ὅτι ὁ Θεὸς μᾶλλον ἡμᾶς φιλεῖ, ἢ ἡμεῖς ἑαυτούς· διὰ τί δὲ μὴ πρὸ τούτου ἔσπειρε τὰ ζιζάνια, ἀλλ’ ὅτε ἦν ἅπαντα πεπληρωμένα; ἵνα τῇ σπουδῇ λυμήνηται τοῦ γεωργοῦ. οὕτως πρὸς τὸν Θεὸν ἐχθρωδῶς ἔχων,
30πάντα ἐποίει. τίνος ἕνεκεν εἰσάγει τοὺς δούλους λέγοντας γεγε‐ νημένον, καὶ κατεπείγοντας ἤδη τὰ ζιζάνια ἀνασπάσαι, εἰ καὶ μὴ διεσκεμμένως λαλοῦσι; δεικνύων τὴν μέριμναν αὐτῶν, τὴν ὑπὲρ τοῦ σπόρου, καὶ ἵνα τὸ νόσημα τέως ἐξέλωσιν· οὐχ ἑαυτοῖς δὲ
ἐπιτρέπουσιν, ἀλλὰ τοῦ δεσπότου τὴν γνώμην ἀναμένουσιν· ὁ δὲ105

106

δεσπότης κωλύει· οὐδὲ γὰρ δεῖ φονεύειν αἱρετικόν· τοῦτο γὰρ δηλοῖ, τὸ “θέλεις ἀπελθόντες συλλέξωμεν αὐτά·” καὶ γὰρ φονευο‐ μένων τῶν αἱρετικῶν, πόλεμον ἄσπονδον εἰς τὴν οἰκουμένην εἰσ‐ άγετε· τί δέ ἐστι “μήποτε ἐκλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε
5“ἅμα σὺν αὐτοῖς τὸν σῖτον;” ἢ τοῦτό φησιν· ὅτι εἰ μέλλοιτε κινεῖν ὅπλα καὶ κατασφάττειν τοὺς αἱρετικοὺς, ἀνάγκη πολλοὺς καὶ τῶν ἁγίων συγκαταβάλλεσθαι· ἢ ὅτι καὶ ἀπ’ αὐτῶν τῶν ζιζανίων εἰκὸς πολλοὺς μεταβάλλεσθαι, καὶ γίνεσθαι σῖτον· ἂν τοίνυν προλαβόντες ἐκριζώσητε αὐτοὺς, λυμαίνεσθε τῷ μέλλοντι
10γίνεσθαι σίτῳ· οὐ τοίνυν ἐπιστομίζειν καὶ ἐκκόπτειν τὴν παρρη‐ σίαν τῶν αἱρετικῶν κωλύει, ἀλλὰ τὸ κατασφάττον αὐτούς. τίνος χάριν “ἐρῶ,” φησι, “τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ “ζιζάνια;” ἵνα μὴ φοβήθωσιν οὗτοι· ἤγουν οἱ θερισταὶ, ὡς συν‐ απαγομένου αὐτοῖς τοῦ σίτου. χρὴ δὲ σκοπεῖν, καὶ τοῦ δεσπότου
15τὴν ἡμερότητα· ὅτι ἀναμένει τῶν ζιζανίων τὴν ἐπιστροφήν· ἴσως γίνεται σῖτος· ἂν δὲ μέχρι τέλους μένωσι ζιζάνια, “τότε” φησὶν, “ἐρῶ τοῖς θερισταῖς, συλλέξατε καὶ δήσατε εἰς δεσμὰς, πρὸς τὸ “κατακαῦσαι αὐτά·” ὅπερ δηλοῖ, τὴν αἰώνιον αὐτῶν καταδίκην· θεριστὰς δὲ, τοὺς Ἀγγέλους λέγει.
20 “Κόκκῳ σινάπεως,” τὴν βασιλείαν τῶν οὐρανῶν ἀπείκασεν· ἐπειδὴ ὥσπερ μικρὸν σπόρον ἔχει τὸ λάχανον τοῦτο, αὐξηθὲν δὲ μεῖζον γίνεται τῶν λαχάνων πάντων, οὕτως καὶ ἐπὶ τοῦ κηρύγμα‐ τος γέγονεν· καὶ γὰρ πάντων ἦσαν ἀσθενέστεροι οἱ Ἀπόστολοι, καὶ πάντων ἐλάττους· ἀλλ’ ὅμως ἐπειδὴ μεγάλη ἦν ἡ ἐν αὐτοῖς
25δύναμις, ἐξηπλώθη πανταχοῦ τῆς οἰκουμένης καὶ ἐξετάθη τὸ κήρυγμα. διατί ἀλλαχοῦ φησι τὸν θερισμὸν ἤδη παρεῖναι, ὡς ὅτ’ ἂν λέγῃ· “ἀναβλέψατε ὅτι αἱ χῶραι λευκαί εἰσι πρὸς “θερισμὸν ἤδη·” καὶ πάλιν· “ὁ μὲν θερισμὸς πολύς· οἱ δὲ ἐργά‐ “ται ὀλίγοι;” ἐνταῦθα δὲ τὸν θερισμὸν, κατ’ ἄλλο σημαινόμενον
30εἶπεν; ἐπειδὴ ποτὲ μὲν τὴν ὑπακοὴν τῶν ὑπακουσάντων, θερισμὸν τὸ πρᾶγμα καλεῖ· νῦν δὲ θερισμὸν, τὴν συντέλειαν· καὶ ἀλλαχοῦ δὲ εἰπών· ὅτι “ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων·” ἐνταῦθα δὲ αὐτὸν εἶναί φησι τὸν σπείροντα· τοῦτο δὲ εἶπεν περὶ προφητῶν καὶ Ἀποστόλων· καὶ γὰρ διὰ τούτων αὐτὸς ἦν ὁ
35σπείρων καὶ τότε· ἔστι δὲ ὅπως καὶ θερισμὸν καὶ σπόρον τὸ106

107

αὐτὸ καλεῖ· πρὸς ἄλλο καὶ ἄλλο αὐτὸ ὀνομάζων· τοῦτο δὲ τότε λέγει, ὅτ’ ἂν τὸν καρπὸν ἐπιζητεῖ τῆς ἀκροάσεως. “Ὁμοία, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα “γυνὴ, ἔκρυψε,” καὶ τὰ ἑξῆς· ἔστι δὲ ἡ ὑπόθεσις τῆς παραβολῆς
5αὕτη· ὥσπερ τὸ πολὺ ἄλευρον μεθίστησιν ἡ ζύμη μικρὰ οὖσα εἰς τὴν ἑαυτῆς ἰσχὺν, οὕτω, φησὶν, καὶ ὑμεῖς οἱ μαθηταί μου, τὸν πάντα κόσμον μεταστήσετε, ὀλίγοι ὄντες, εἰς τὴν τῆς ἀλη‐ θείας ἐπίγνωσιν· καὶ ὥσπερ ἡ ζύμη τὸ φύραμα ζυμοῖ, ὅτ’ ἂν μίγῃ τὸ ἄλευρον, τοῦτο γὰρ δηλοῖ τὸ “ἔκρυψεν,” οὕτω καὶ ὑμεῖς,
10ὅτ’ ἂν κολληθῆτε καὶ ἑνωθῆτε τοῖς πολεμοῦσιν ὑμῖν, τότε αὐτῶν περιέσεσθε· καὶ καθάπερ ἐκεῖ καταχώννυται μὲν τῷ ἀλεύρῳ, οὐκ ἀφανίζεται δὲ, ἀλλὰ καὶ μᾶλλον πρὸς τὴν ἑαυτῆς ἕξιν μεταποιεῖ πάντα· τὸν αὐτὸν τρόπον, καὶ ἐπὶ τοῦ κηρύγματος τούτου συμ‐ βήσεται· “τρία δὲ σάτα” εἰπὼν, τὰ πολλὰ εἴρηκεν· οἶδε γὰρ
15τὸν ἀριθμὸν τούτων, ἐπὶ πλήθους λαμβάνειν· μηδεὶς δὲ θαυμαζέτω, εἰ περὶ βασιλείας οὐρανῶν διαλεγόμενος, κόκκου σινάπεως καὶ ζύμης ἐμνήσθη· ἀνθρώποις γὰρ διελέγετο ἀπείροις καὶ ἰδιώταις, καὶ δεομένοις ἀπὸ τούτων ἐνάγεσθαι· οὕτω γὰρ ἦσαν ἀφελεῖς, ὡς καὶ μετὰ ταῦτα δεηθῆναι ἑρμηνείας πολλῆς.
20 Διατί δὲ ὁ Εὐαγγελιστὴς τὸν προφήτην εἰσάγει προαναφω‐ νοῦντα περὶ τῶν παραβολῶν καὶ λέγοντα· “ἀνοίξω ἐν παραβολαῖς “τὸ στόμα μου,” καὶ τὰ ἑξῆς; ἵνα δείξῃ μηδὲν καινοτομοῦντα τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστόν· ἐλάλει δὲ ἐν παρα‐ βολαῖς, εἰς ἐρώτησιν τοὺς ὄχλους προτρεπόμενος· ὅμως ἐπειδὴ
25οὐδεὶς αὐτὸν ἐξ αὐτῶν ἠρώτησεν, ἀφεὶς αὐτοὺς ἀπῆλθεν· “προσ‐ “ῆλθον δὲ αὐτῷ,” φησιν, “οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν, “τὴν παραβολὴν τῶν ζιζανίων.” τίνος ἕνεκεν νῦν μετὰ παρρησίας οἱ Ἀπόστολοι προσέρχονται καὶ ἐρωτῶσιν; ἐπειδὴ ἔστιν ὅπου βουλόμενοι μαθεῖν, ἐφοβοῦντο ἐρωτῆσαι· ἐρωτῶσι δὲ νῦν μετὰ
30παρρησίας, διὰ τὸ ἤδη ἀκοῦσαι αὐτοὺς παρ’ αὐτοῦ, ὅτι “ὑμῖν “δέδοται γνῶναι τὸν μυστήρια.” κατ’ ἰδίαν δὲ ἐρωτῶσιν· οὐ τῷ πλήθει βασκαίνοντες, ἀλλὰ τὸν τοῦ δεσπότου τηροῦντες νόμον, εἰπόντος· “τούτοις οὐ δέδοται.” καὶ τί δήποτε τὴν τῆς ζύμης καὶ τοῦ σινάπεως ἀφέντες, περὶ τῆς τῶν ζιζανίων πυνθάνονται παρα‐
35βολῆς; ἐπειδήπερ ἐκείνας ὡς σαφεστέρας παρήκασιν· ταύτην δὲ,107

108

ὡς ἔχουσαν συγγένειαν πρὸς τὴν προειρημένην περὶ τοῦ σπόρου, καὶ πλέον τι ἐνδεικνυμένην ἐκείνης, καὶ πολλὴν ἐμφαίνουσαν τὴν ἀπειλὴν, προτίθενται εἰς ἐρώτησιν. διὸ οὐδὲ ἐγκαλεῖ αὐτοῖς, ἀλλὰ δὲ ἀναπληροῖ τὰ εἰρημένα· δεικνὺς ἑαυτὸν ὄντα τὸν κριτὴν καὶ
5κύριον τοῦ παντός. Χρὴ δὲ σκόπειν καὶ τὴν φιλανθρωπίαν τὴν ἄφατον, καὶ τὸ πρὸς κόλασιν ἠλλοτριωμένον· ὅτε μὲν γὰρ σπείρει, δι’ ἑαυτοῦ σπείρει· ὅτε δὲ κολάζει, δι’ ἑτέρων. περὶ μὲν γὰρ τοῦ σπείροντός φησιν· “ὁ σπείρων τὸ καλὸν σπέρμα, ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου,”
10καὶ τὰ ἑξῆς· περὶ δὲ τῶν κολαζόντων λέγει· “οἱ δὲ θερισταὶ εἰσὶν “οἱ Ἄγγελοι. ὥσπερ οὖν συλλέγονται τὰ ζιζάνια, καὶ πυρὶ κατα‐ “καίονται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἀποστελεῖ ὁ “υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς “βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν
15“ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν “καιομένην· ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· “οἱ δὲ δίκαιοί,” φησιν, “ἐκλάμψουσιν ὡς ὁ ἥλιος·” τοῦτο δὲ εἶπεν, οὐκ ἐπειδὴ οὕτως μόνον ἐκλάμπειν μέλλουσιν, ἀλλ’ ἐπειδὴ τούτου τοῦ ἄστρου φανότερον οὐ γινώσκομεν ἑτέρον, τοῖς γνωρίμοις
20ἡμῖν κέχρηται παραδείγμασιν. τίνος χάριν ἀλλαχοῦ μέν φησιν, ὅτι οἱ δίκαιοι πρῶτοι ἁρπάζονται· νῦν δὲ λέγει, ὅτι μετὰ τὸ ἐμβληθῆναι τοὺς ἁμαρτωλοὺς εἰς κόλασιν, τότε οἱ δίκαιοι ἐκλάμ‐ πουσιν; ἁρπάζονται μὲν τότε οἱ δίκαιοι πρῶτοι, ἐρχομένου τοῦ δεσπότου Χριστοῦ, εἰς ἁπάντησιν αὐτοῦ· παραγενομένου δὲ αὐτοῦ,
25καὶ παραδοθέντων εἰς κόλασιν τῶν ἁμαρτωλῶν, τότε εἰς βασιλείαν οὐρανῶν ἀπέρχονται οἱ δίκαιοι· ἐπειδὴ γὰρ αὐτοὺς ἐν οὐρανῷ δεῖ εἶναι, αὐτὸς δὲ ἐνταῦθα ἥξει κρῖναι πάντας τοὺς ἀνθρώπους, δοὺς τὴν κατὰ τῶν ἁμαρτωλῶν ἀπόφασιν· καθάπερ τίς βασιλεὺς ἀνίσταται μετὰ τῶν φίλων αὐτοῦ, πρὸς τὴν μακαρίαν ἐκείνην
30λῆξιν αὐτοῖς ἄγων. εἶδες διπλὴν τὴν κόλασιν τοῖς ἁμαρτωλοῖς· τῷ τε κατακαίεσθαι, τῷ τε τῆς δόξης ἐκπίπτειν ἐκείνης. Διατί ἀναχωρήσαντος τοῦ ὄχλου, ἐν παραβόλαις καὶ τοῖς μαθηταῖς διαλέγεται; ἐπειδὴ σοφώτεροι ἐκ τῶν εἰρημένων λοιπὸν ἐγένοντο, ὡς καὶ δύνασθαι συνιέναι. διὸ καὶ λέγει αὐτοῖς μετὰ
35τὰς παραβολάς· “συνήκατε ταῦτα πάντα;” οἱ δὲ πρὸς αὐτόν·108

109

“ναὶ κύριε·” οὕτως μετὰ τῶν ἄλλων ἀγαθῶν, καὶ τοῦτο κατόρθω‐ σαν αἱ πρῶται παραβολαὶ, τὸ διορατικωτέρους αὐτοὺς ποιῆσαι. Εἰρηναίου ἐπισκόπου. Ὁ μὲν Κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ, καλὸν ἔσπειρε σπέρμα· ἀγρὸς δέ ἐστιν ὁ κόσμος· ἐν δὲ τῷ καθεύ‐
5δειν τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν· ἔκτοτε γὰρ ἀποστάτης ὁ ἄγγελος οὗτος καὶ ἐχθρὸς, ἀφ’ ὅτε ἐζήλωσεν τὸ πλάσμα τοῦ Θεοῦ, καὶ ἐχθρο‐ ποιῆσαι αὐτὸν πρὸς τὸν Θεὸν ἐπεχείρησεν· διὸ καὶ ὁ Θεὸς, τὸν μὲν παρ’ αὐτοῦ τὸ ζιζάνιον λάθρα ἐπισπείραντα, τουτέστι τὴν
10παράβασιν εἰσενέγκοντα, ἀφώρισεν τῆς ἰδίας μετουσίας· τὸν δὲ ἀμελῶς καὶ κακῶς μὲν παραδεξάμενον τὴν παρακοὴν ἄνθρωπον ἠλέησεν· καὶ ἀντέστρεψε τὴν ἔχθραν, ἣν ἐχθροποίησεν πρὸς τὸν αὐτόν· ἀπωσάμενος μὲν ἀφ’ ἑαυτοῦ τὴν πρὸς τὸν ἄνθρωπον ἔχθραν, ἀνακλάσας δὲ αὐτὴν καὶ ἀντιπέμψας πρὸς τὸν ὄφιν· καθὼς ἡ
15γραφὴ φησὶν, εἰρηκέναι τῷ ὄφει τὸν Θεὸν, “καὶ ἔχθραν θήσω “ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τῆς γυναικὸς,” καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα—Καὶ τὴν ἔχθραν ταύτην ὁ Κύριος εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, γενόμενος ἐκ γυναικὸς ἄνθρωπος. Καὶ τί δηλοῖ ἡ παραβολὴ τοῦ θησαυροῦ καὶ τοῦ μαργαρίτου,
20ἥτις ἐστιν αὕτη· “ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ “κεκρυμμένῳ ἐν ἀγρῷ,” καὶ τὰ ἑξῆς. καὶ “πάλιν ὁμοία ἐστί,” φησιν, “ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι “καλοὺς μαργαρίτας,” καὶ τὰ ἑξῆς· τοῦτο σημαίνει, ὅτι δεῖ τὸ κήρυγμα πάντων προτιμᾷν· ὥσπερ δὲ ἡ παραβολὴ τοῦ κόκκου
25τοῦ σινάπεως καὶ τῆς ζύμης μικράν τινα ἔχουσι πρὸς ἀλλήλους διαφορὰν, οὕτω δὴ καὶ ἐνταῦθα, ἥτε τοῦ θησαυροῦ, καὶ ἡ τοῦ μαργαρίτου· κἀκείνη μὲν ἡ τῆς ζύμης καὶ ἡ τοῦ σινάπεως, πρὸς τὴν δύναμιν εἴρηται τοῦ κηρύγματος, καὶ ὅτι πάντως περίεσται τῆς οἰκουμένης ἁπάσης· αὕτη δὲ τὸ τίμιον καὶ πολυτελές· ἐκτεί‐
30νεται μὲν γὰρ ὡς τὸ σίνηπι, καὶ περιγίνεται ὡς ζύμη· πολυτελὴς δέ ἐστιν ὡς μαργαρίτης, καὶ μυρίαν παρέχει τὴν εὐπορίαν, ὡς θησαυρός· δηλοῖ δὲ καὶ τοῦτο, ὅτι οὐ δεῖ μόνον πάντα τὰ ἄλλα
ἀποδυσαμένους τοῦ κηρύγματος ἔχεσθαι, ἀλλ’ ὅτι καὶ μετὰ109

110

χαρᾶς τοῦτο δεῖ ποιεῖν, καὶ ἀποκτωμένους τὰ ὄντα, ὡς γινώσκον‐ τας ὅτι ἐμπορία τὸ πρᾶγμα ἐστὶν, καὶ οὐ ζημία· τοῦτο γὰρ ᾐνίξατο εἰπών· “καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ “πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.” κέκρυπται
5τοίνυν ἐν τῷ κόσμῳ τὸ κήρυγμα· ἐν τῷ κηρύγματι τὰ ἀγαθά· ἐὰν μὴ πωλήσῃς, οὐκ ἀγοράζεις· ἐὰν μὴ ψυχὴν τοιαύτην ἔχῃς μεμεριμνημένην καὶ ζητοῦσαν, οὐχ εὑρίσκεις· καὶ οὐ δεῖ μόνον τῶν βιωτικῶν ἀπέχεσθαι, ἀλλὰ καὶ ἐγρηγορότα εἶναι· ἐπεὶ δὲ μία ἐστὶν ἡ ἀλήθεια καὶ οὐ πολυσχεδὴς, διὰ τοῦτο εἶπεν, “εὑρὼν ἕνα
10“πολύτιμον·” καὶ καθάπερ ὁ τὸν μαργαρίτην ἔχων, αὐτὸς μὲν οἶδεν ὅτι πλουτεῖ· τοῖς δὲ πολλοῖς οὐκ ἔστι γνώριμος πολλάκις τῇ χειρὶ κατέχων· οὐ γάρ ἐστιν ὄγκος σώματος· οὕτω δὴ καὶ ἐπὶ τοῦ κηρύγματος· οἱ μὲν αὐτὸ κατέχοντες, ἴσασιν ὅτι πλουτοῦσιν· οἱ δὲ ἄπιστοι τὸν θησαυρὸν οὐκ εἰδότες τοῦτον, καὶ τὸν πλοῦτον
15ἡμῶν ἀγνοοῦσιν. “Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς “τὴν θάλασσαν” καὶ τὰ ἑξῆς· χρὴ γινώσκειν ὅτι διέστηκεν ἡ παραβολὴ αὕτη, τῆς τῶν ζιζανίων· ἐκεῖ μὲν γὰρ δι’ αἵρεσιν ἀπόλλυνται, καὶ οἱ πρὸ ταύτης, οἱ εἰς τὸν σπόρον, διὰ τὸ μὴ
20προσέχειν τοῖς λεγομένοις· οὗτοι δὲ διὰ βίου πονηρίαν· οἵτινες πάντων εἰσὶν ἀθλιώτεροι· τῆς μὲν γνώσεως ἐπιτύχοντες καὶ ἀλι‐ ευσθέντες, οὐ δυνηθέντες δὲ οὐδὲ οὕτω σωθῆναι. τίνος δὲ ἕνεκεν, ἀλλαχοῦ μέν φησιν, ὅτι αὐτὸς ἀφορίζει, ὡς ἀφορίζει ὁ ποιμήν· ἐνταῦθα δὲ τοὺς Ἀγγέλους τοῦτο ποιεῖν λέγει· ὁμοίως δὲ καὶ ἐπὶ
25τῶν ζιζανίων; ἐπειδὴ ποτὲ μὲν αὐτοῖς παχύτερον διαλέγεται· ποτὲ δὲ ὑψηλότερον· καὶ οὐδὲ εἶπεν ἁπλῶς, ὅτι τὰ σαπρὰ ἔβαλον ἔξω, ἵνα μήτις νομίσῃ ἀκίνδυνον εἶναι τὴν ἐκ τοῦ μὴ θέλειν μαθεῖν ἀγνωσίαν, ἀλλὰ προσέθηκεν εἰπών· ὅτι εἰς κάμινον πυρὸς βάλλουσιν· “ἔνθα ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων·”
30διὰ τούτου δηλῶν ἄρρητον τὴν ὀδύνην οὖσαν. χρὴ δὲ σκοπῆσαι, πόσαι τῆς ἀπωλείας εἰσὶν αἱ ὁδοί· πρώτη, ἡ διὰ τῆς πέτρας· δευτέρα, ἡ διὰ τῶν ἀκανθῶν· τρίτη, ἡ διὰ τῆς ὁδοῦ. τετάρτη, ἡ διὰ τῶν ζιζανίων· πέμπτη, ἡ διὰ τῆς σαγήνης· οὐκ ἄρα ἀπεικότως ἔλεγεν· “ὅτι πλατεῖα ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν· καὶ
35“πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς.”110

111

“Πᾶς γραμματεὺς,” φησὶν, “μαθητευθεὶς εἰς τὴν βασιλείαν “τῶν οὐρανῶν,” καὶ τὰ ἑξῆς· γραμματέα λέγει, τὸν διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν θείων γραφῶν, ἑαυτῷ θησαυρὸν γνώσεως ἀληθοῦς ἀποθέμενον, τῆς παλαιᾶς καὶ καινῆς γραφῆς· ὥστε εἰ
5ἄπειροι τῶν θείων εἰσὶ γραφῶν, οὐκ ἂν εἶεν οἰκοδεσπόται· μήτε αὐτοὶ ἔχοντες, μήτε παρ’ ἑτέρων λαμβάνοντες· ἀλλὰ παρορῶντες ἑαυτοὺς, ὑπὸ λιμοῦ ἀγνωσίας φθειρόμενοι· οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ, ἐκτός εἰσι τοῦ μακαρισμοῦ τούτου· τὸ δὲ “ἐκβαλοῦσι καινὰ καὶ παλαιὰ,” δηλοῖ, ὅτι καὶ ἐκ τῆς παλαιᾶς
10καὶ ἐκ τῆς καινῆς γραφῆς διαλέγονται καὶ διδάσκουσιν· ἀκούσω‐ μεν τοίνυν, ὅσοι τῆς τῶν θείων γραφῶν ἀμελοῦμεν ἀναγνώσεως, ὅσην ὑπομένομεν βλάβην, ὅσην πενίαν· πότε γὰρ τῆς διὰ τῶν ἔργων ἐπιλαβόμεθα πολιτείας, οἱ μηδὲ αὐτοὺς τοὺς νόμους εἰδότες, καθὰ πολιτεύεσθαι χρή· ἀλλ’ οἱ μὲν πλουτοῦντες, συνεχῶς τινάσ‐
15σουσιν ἑαυτῶν τὰ ἱμάτια, ὥστε μὴ σητόβρωτα γενέσθαι· ἡμεῖς δὲ, σητὸς χαλεπώτερον ὁρῶντες τὴν λήθην λυμαινομένην ἡμῶν τὴν ψυχὴν, οὐκ ἐντυγχάνομεν βιβλίοις, δι’ ὧν καλλωπίζεται ἡ ψυχή. “Καὶ ἐγένετο,” φησὶν, “ὅτε ἐλάλησεν ὁ Ἰησοῦς τὰς παρα‐ “βολὰς ταύτας, μετῆρεν ἐκεῖθεν·” τίνος ἕνεκεν εἶπεν τὰς παρα‐
20βολὰς ταύτας, ἐπειδὴ καὶ ἄλλας ἔμελλεν ἐρεῖν; διὰ τί δὲ μεταβαίνει ἐκεῖθεν; πανταχοῦ σπεῖραι τὸν λόγον βουλόμενος. “καὶ ἐλθὼν,” φησὶν, “εἰς τὴν πατρίδα αὐτοῦ,” καὶ τὰ ἑξῆς· ποίαν πατρίδα αὐτοῦ καλεῖ νῦν; τὴν Ναζαρέτ· εἰς μὲν γὰρ τὴν Καπερναοὺμ, ἐποίησεν σημεῖα, ὡς προγέγραπται· ἐν ταύτῃ δὲ,
25καθυφίησι τῶν σημείων διὰ τὴν ἀπιστίαν αὐτῶν· ὥστε μὴ εἰς πλείονα φθόνον αὐτοὺς ἐκκαῦσαι· μὴ δὲ κατακρίναι μειζόνως, τῆς ἀπιστίας ἐπιτεινομένης· διδασκαλίαν δὲ προτίθεσθαι αὐτοῖς τῶν σημείων οὐκ ἔλαττον θαῦμα ἔχουσαν· οἱ δὲ πάντα ἀνόητοι, δέον θαυμάσαι καὶ ἐκπλαγῆναι τῶν λεγομένων τὴν δύναμιν, ἐξευτε‐
30λίζουσι αὐτὸν ἀπὸ τοῦ δοκοῦντος εἶναι πατρός· λέγοντες, “οὐχ “οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς;” καὶ τὰ ἑξῆς· καίτοι γε πολλὰ τούτων παραδείγματα ἔχοντες ἐν τοῖς ἔμπροσθεν χρόνοις, καὶ πατέρων ἀσήμων γενναίους ἑωρακότας παῖδας· καὶ γὰρ ὁ Δαβὶδ,
εὐτελοῦς τινὸς ἦν γεωργοῦ τοῦ Ἰεσσαί· καὶ Ἀμῶς ὁ προφήτης,111

112

αἰπόλου παῖς, καὶ αὐτὸς αἰπόλος· καὶ Μωϋσῆς ὁ νομοθέτης σφόδρα ἀποδέοντα αὐτοῦ πατέρα ἔσχεν· δέον οὖν διὰ τοῦτο μάλιστα προσκυνεῖν καὶ ἐκπλήττεσθαι, ὅτι οὐ τοιούτων γονέων ὢν, τοιαῦτα ἐφθέγγετο· εὔδηλον γὰρ ὅτι οὐκ ἀνθρωπίνης ἐπιμελείας
5ἦν, ἀλλὰ θείας χάριτος· ἀπὸ τούτων μᾶλλον καταφρονοῦσι. συνεχῶς δὲ ἐν ταῖς συναγωγαῖς ἐπιχωριάζει· καὶ γὰρ ἐνταῦθα ἐν τῇ συναγωγῇ αὐτῶν ἐδίδασκεν· ἵνα μὴ διὰ παντὸς ἐπὶ τῆς ἐρήμου διατρίβοντος κατηγορήσωσιν αὐτοῦ, ὡς ἀποσχίζοντος, καὶ τῇ πολιτείᾳ μαχομένου. καὶ ἐξεπλήττοντο μὲν ἐπὶ τῆς σοφίας
10αὐτοῦ, διὰ δὲ φθόνον πιστεύειν οὐκ ἤθελον. διὸ καὶ ὁ Χριστὸς, μετὰ ἐπιεικείας εἶπεν αὐτοῖς· “οὐκ ἔστι προφήτης ἄτιμος, εἰ “μὴ ἐν τῇ ἰδίᾳ πατρίδι, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ·” διὰ τοὺς ἀδελ‐ φοὺς αὐτοῦ εἶπεν. Τίνος δὲ χάριν ὀλίγα σημεῖα ἐποίησεν ἐν τῇ πατρίδι αὐτοῦ;
15ἵνα μὴ λέγωσιν· “ἰατρὲ θεράπευε σεαυτόν·” ἔτι δὲ καὶ ἵνα μὴ ὡς πολέμιον καὶ ἐχθρὸν αὐτὸν λογίζωνται, ὡς ὑπερορῶντα τοὺς οἰκείους· καὶ ἵνα μὴ καὶ τοῦτο μέλλουσι προφασίζεσθαι· ὅτι εἰ γέγονε σημεῖα, καὶ ἡμεῖς ἐπιστεύσαμεν ἄν· διὰ τοῦτο οὖν καὶ ἐποίησεν καὶ ἐπέσχεν. τὸ μὲν, ἵνα τὸ αὐτοῦ πληρώσῃ· τὸ δὲ, ἵνα
20μὴ ἐκείνους κατακρίνῃ μειζόνως.
21tΚΕΦ. ΚΕ.
22tΠερὶ Ἰωάννου καὶ Ἡρώδου.
23 “Ἐν ἐκείνῳ,” φησὶ, “τῷ καιρῷ, ἤκουσεν Ἡρώδης ὁ τετράρχης “τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, “οὗτος ἐστὶν
25“Ἰωάννης ὁ βαπτιστὴς,” καὶ τὰ ἑξῆς· οὐχ ἁπλῶς εἶπεν “ἐκείνῳ “τῷ καιρῷ,” ἀλλ’ ἵνα μάθωμεν τὸν τῦφον τοῦ τυράννου, ὅτι οὐκ ἐν προοιμίοις τοῦ κηρύγματος ἔμαθεν τὰ κατ’ αὐτὸν, ἀλλὰ μετὰ χρόνον πολύν· τοιοῦτον γὰρ οἱ ἐν δυναστείαις, καὶ πολλὴν τὴν ὑπερηφανίαν ἔχοντες, βραδέως ταῦτα μανθάνουσιν, διὰ τὸ μὴ
30πολὺν αὐτῶν ποιεῖσθαι λόγον· τετράρχην δὲ αὐτὸν καλεῖ, ἐπειδὴ ὁ βασιλεὺς Ἡρώδης, ὁ τούτου πατὴρ, ὁ τὰ νήπια ἀνελὼν, τετε‐
λευτηκὼς ἦν· χρὴ δὲ σκοπεῖν ἡλίκη ἡ ἀρετή· ὅτι τετελευτηκότα112

113

τὸν Ἰωάννην δέδοικε· καὶ ὑπὸ τοῦ φόβου συνεχόμενος, περὶ ἀναστάσεως φιλοσοφεῖ. διὰ τοῦτο γὰρ ἔλεγεν· “οὗτός ἐστιν “Ἰωάννης, ὃν ἐγὼ ἀπέκτεινα,” καὶ τὰ ἑξῆς· καὶ οὐδὲ πρὸς πλῆθος διαλέγεται ἐκ τοῦ φόβου, ἀλλὰ πρὸς τοὺς ἑαυτοῦ οἰκέτας.
5 Ἕνεκεν δὲ τίνος οὐ προηγουμένως τὴν ἱστορίαν περὶ τοῦ Ἰωαννοῦ διηγεῖται ὁ Εὐαγγελιστὴς, ἀλλ’ ἐπὶ τοῦ παρόντος; ἐπειδὴ ἡ πᾶσα πραγμάτεια αὐτοῖς ἦν, τὰ περὶ τοῦ Χριστοῦ εἰπεῖν, καὶ οὐδὲν ἐποιοῦν τοσούτου πάρεργον ἕτερον, πλὴν εἰ μὴ πάλιν εἰς τὸ αὐτὸ συντελεῖν ἔμελλεν· οὐκ οὖν οὐδ’ ἂν ἐμνημόνευσεν τῆς ἱστορίας,
10εἰ μὴ διὰ τὸν Χριστόν· εἶτα διηγούμενος φησίν· “ὁ γὰρ Ἡρώδης “κρατήσας τὸν Ἰωάννην,” καὶ τὰ ἑξῆς· οὐ διαλέγεται πρὸς τὴν Ἡρωδιάδα, ἀλλὰ πρὸς τὸν Ἡρώδην· ἐπειδὴ κυριώτερος ἦν. χρὴ δὲ σκοπεῖν, πῶς ἀνεπαχθῆ ποιεῖται τὴν κατηγορίαν, ὡς ἱστορίαν διηγούμενος μᾶλλον ἢ κατηγορίαν εἰσάγων· “γενεσίων γάρ,”
15φησιν, “ἀγομένων τοῦ Ἡρώδου,” καὶ τὰ ἑξῆς. διπλοῦν τὸ ἔγκλημα, καὶ ὅτι ὠρχήσατο, καὶ ὅτι ἤρεσε· καὶ οὕτως ἤρεσεν, ὡς καὶ φόνον λαβεῖν τὸν μισθόν· ὅτε γὰρ αὐτὸν εὐχαριστεῖν ἐχρῆν τῷ Θεῷ, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην εἰς φῶς αὐτὸν ἤγαγεν, τότε τὰ παράνομα ἐκεῖνα ἐτόλμησεν· ὅτε λῦσαι τὸν δεδεμένον ἐχρῆν,
20τότε σφαγὴν τοῖς δεσμοῖς προτίθησιν· ἀκούσατε, ὅσοι ἐν τοῖς γάμοις τοιαύτην ἀσχημοσύνην καταδέχεσθε, ἁλλομένας καὶ πηδώ‐ σας εἰσάγοντες, καὶ τὴν κοινὴν καταισχύνοντες φύσιν. διὰ τί δὲ λυπεῖται Ἡρώδης, αἰτησαμένης τῆς Ἡρωδιάδος τὴν κεφαλὴν Ἰωάννου; ἐπειδὴ τοιοῦτον ἡ ἀρετή· καὶ γὰρ παρὰ τοῖς κακοῖς,
25θαύματος καὶ ἐπαίνων ἀξία· ἐπὶ πίνακι καὶ τὴν κεφαλὴν αἰτεῖ, ἐπειδήπερ ἰδεῖν ἐπεθύμει τὴν γλῶσσαν· οὐδὲ γὰρ ἀπαλλαγῆναι τῶν ἐλέγχων ἔσπευδε μόνον, ἀλλὰ καὶ ὀνειδίσαι καὶ ἐπιβῆναι κειμένῳ. ἠνέσχετο δὲ τούτων γινομένων ὁ Θεὸς, καὶ οὔτε κεραυνὸν ἄνωθεν κατέφλεξεν, οὔτε τῇ γῇ διαστῆναι ἐκέλευσε, καὶ τὸ
30πονηρὸν ἐκεῖνο συμπόσιον δέξασθαι· πολλὴν καταλιμπάνων παρα‐ μυθίαν τοῖς μετὰ ταῦτα ἀδίκως τί πάσχειν μέλλουσιν. Ἰστέον, ὅτι, ὥς φησιν ὁ Ἰώσηπος, ἕτερος ἦν ὁ βασιλεὺς Ἡρώδης καὶ ἕτερος ὁ τετράρχης, υἱὸς ὢν ἐκείνου. Θεοδώρου Ἡρακλείας. Οἰηθεὶς ἐκ νεκρῶν ἀνεστηκέναι τὸν
35βαπτιστὴν, ἤρξατο αὑτὸν δειλιᾷν, ὡς δυνατώτερον γεγονότα· καὶ113

114

ἐδεδίει μὴ πλείονι κατ’ αὐτοῦ χρήσοιτο τῇ ἐλεγκτικῇ παρρησίᾳ· ὅπερ ἦν αὐτῷ δεινὸν, ἀποστερηθῆναι τῆς αἰσχρουργίας. “Ἀκούσας δέ,” φησιν, “ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν “πλοίῳ, εἰς ἔρημον τόπον κατ’ ἰδίαν·” διὰ τί δὲ, καὶ ὅτε παρε‐
5δόθη ὁ Ἰωάννης, καὶ ὅτε ἀνῃρέθη, καὶ ὅτε ἤκουσαν οἱ Ἰουδαῖοι, ὅτι πλείους μαθητὰς ποιεῖ, ἀναχωρεῖ; ἐπειδὴ τέως ἐβούλετο τὰ πλείω ἀνθρωπινώτερον διοικεῖν· οὐδέπω τοῦ καιροῦ καλοῦντος ἀπο‐ γυμνῶσαι τὴν θεότητα σαφῶς· διὸ καὶ τοῖς μαθηταῖς ἔλεγε μηδενὶ εἰπεῖν, ὅτι αὐτός ἐστιν ὁ Χριστός. μετὰ γὰρ τὴν ἀνά‐
10στασιν, ἐβούλετο τοῦτο γενέσθαι γνωριμώτερον· ὅθεν τοῖς τέως διαπιστήσασιν Ἰουδαίοις οὐ σφόδρα ἦν βαρὺς, ἀλλὰ καὶ συγ‐ γνωμονικός. Εἰδέναι δὲ χρὴ, πῶς οἱ μαθηταὶ Ἰωάννου λοιπὸν ᾠκειώθησαν τῷ Χριστῷ· αὐτοὶ γάρ εἰσιν οἱ ἀπηγγελκότες αὐτῷ τὸ γεγενη‐
15μένον. καὶ γὰρ οἱ πάντες ἐπ’ αὐτὸν καταφεύγουσι λοιπόν· οὕτως οὐ μικρὸν κέρδος μετὰ τοῦ θανάτου τοῦ διδασκάλου αὐτῶν, καὶ τὰ ἤδη παρ’ αὐτοῦ διὰ τῆς ἀποκρίσεως ἐκείνης οἰκονομηθέντες, κατ‐ όρθωσαν· διὰ τοῦτο δὲ πρὶν ἀπαγγεῖλαι αὐτοὺς τὰ περὶ τοῦ θανάτου τοῦ διδασκάλου τῷ Χριστῷ, αὐτὸς οὐκ ἀνεχώρησεν· καί‐
20τοιγε εἰδὼς καὶ πρὶν ἢ ἀπαγγεῖλαι τὸ γεγενημένον· δεικνὺς διὰ πάντων τῆς οἰκονομίας τὴν ἀλήθειαν· οὐ γὰρ δὴ μόνον τῇ ὄψει, ἀλλὰ καὶ τοῖς ἔργοις τοῦτο πιστεύεσθαι ἐβούλετο· διὰ τὸ γινώ‐ σκειν αὐτὸν τοῦ διαβόλου τὴν κακουργίαν· καὶ ὅτι πάντα ἐργά‐ σεται οὗτος ὁ πονηρὸς, ὥστε τῆς οἰκονομίας ἀνελεῖν τὸ μυστήριον.
25tΚΕΦ. Κϛ.
26tΠερὶ τῶν εʹ ἄρτων καὶ βʹ ἰχθύων.
27 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀναχωρεῖ· ἀναχωρεῖ δὲ, οὐκ εἰς πόλιν, ἀλλ’ εἰς ἔρημον καὶ ἐν πλοίῳ, ὥστε μηδένα ἀκολουθῆσαι. οἱ δὲ ὄχλοι,
30οὐδὲ οὕτως ἀφίστανται, ἀλλ’ ἕπονται προσηλωμένοι, καὶ οὐδὲ ὁ θάνατος αὐτοὺς ἐφόβησεν τοῦ Ἰωάννου· τοσοῦτόν ἐστι πόθος καὶ ἀγάπη· οὕτως πάντα νικᾷ καὶ διακρούεται τὰ δεινά. διὰ τοῦτο
δὲ τὴν ἀμοιβὴν εὐθέως ἐλάμβανον· ἐθεράπευσεν γὰρ τοὺς ἀρρώ‐114

115

στους αὐτῶν· οὐκ ἀπαιτεῖ δὲ αὐτοὺς πίστιν ἐνταῦθα· ἐπειδὴ τὸ προσελθεῖν, καὶ τὸ τὰς πόλεις ἀφεῖναι, καὶ τὸ μετὰ ἀκριβείας αὐτὸν ζητῆσαι, καὶ τὸ παραμένειν, καίτοι γε τοῦ λιμοῦ κατ‐ αναγκάζοντος, τὴν πίστιν ἐπιδείκνυται τὴν αὐτῶν· μέλλει δὲ καὶ
5τρέφειν αὐτοὺς, ἀλλ’ οὐ ποιεῖ τοῦτο ἀφ’ ἑαυτοῦ· ἀναμένει δὲ παραβληθῆναι, ἵνα μὴ δόξῃ πρότερος ἐπιπηδᾷν τοῖς θαύμασιν, ἀλλὰ καλούμενος. οὐδεὶς δὲ ἐκ τῶν τοῦ ὄχλου προσελθὼν ὑπὲρ αὐτῶν διελέχθη· ἐπειδὴ ᾐδοῦντο αὐτὸν μεθ’ ὑπερβολῆς, καὶ οὐδὲ τῆς πείνης ἐλάμβανον αἴσθησιν τῷ πόθῳ τῆς προσεδρίας· ἀλλ’
10οὐδὲ οἱ μαθηταὶ αὐτοῦ προσελθόντες, λέγουσι, θρέψον αὐτούς· ἐπειδήπερ ἔτι ἀτελέστερον διέκειντο· ἀλλὰ τί εἶπον; “ἔρημός “ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους,” καὶ τὰ ἑξῆς· εἰ γὰρ καὶ μετὰ τὸ θαῦμα τοῦτο, ἐπελάθοντο τούτου γενομένου· καὶ μετὰ τὰς σπυρίδας, ἐνόμιζον περὶ ἄρτων λέγειν,
15ἡνίκα ζύμην ἐκάλεσε τὴν διδασκαλίαν τῶν Φαρισαίων, πολλῷ μᾶλλον μηδέπω πείραν τοιούτου σημείου λαβόντες, οὐκ ἂν προσ‐ εδόκησαν τί τοιοῦτον ἔσεσθαι. Διατί οὐκ εἶπεν δίδωμι αὐτοῖς φαγεῖν, ἀλλ’ “ὑμεῖς δότε “αὐτοῖς;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσεῖχον αὐτῷ ἔτι, διὸ καὶ
20λέγουσιν· “οὐκ ἔχομεν, εἰ μὴ πέντε ἄρτους, καὶ δύο ἰχθύας·” καὶ γὰρ ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη· ἐπεὶ οὖν ἔτι χαμαὶ ἐσύροντο, τότε λοιπὸν τὰ παρ’ ἑαυτοῦ εἰσάγει καὶ φησίν· “φέρετέ μοι “αὐτοὺς ὧδε·” εἰ γὰρ καὶ ἔρημος ὁ τόπος, ἀλλ’ ὁ τρέφων τὴν οἰκουμένην πάρειμι· “καὶ ἡ ὥρα παρῆλθεν·” ἀλλ’ ὁ μὴ ὑποκεί‐
25μενος αὐταῖς ὑμῖν διαλέγεται. εἰ δὲ ὁ Ἰωάννης καὶ κριθίνους αὐτοὺς εἶναι λέγει, οὐ παρεργῶς τοῦτο εἶπεν, ἀλλὰ τὸν τύφον τῆς πολιτείας παιδεύων ἡμᾶς καταπατεῖν. χάριν δὲ τίνος ἕνεκεν “ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ εὐλόγησεν;” ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ πνεύματος ἐστίν· ὁμοῦ δὲ καὶ ἡμᾶς παιδεύων, μὴ πρότερον
30ἅπτεσθαι τραπέζης, ἕως ἂν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν παρέχοντι. οὐ ποιεῖ δὲ ἐκ μὴ ὄντων, ἀλλ’ ἐκ τῶν ὑποκειμένων· ἐμφράττων τὸ Μαρκίωνος καὶ Μανιχαίου στόμα, τῶν τὴν κτίσιν ἀλλοτριούντων αὐτοῦ· ἅμα δὲ καὶ δεικνὺς, ὅτι καὶ τὰ ὁρώμενα αὐτοῦ ἔργα καὶ κτίσματα εἰσί· καὶ ὅτι αὐτός ἐστιν ὁ εἰπών·
35“ἐξαγαγέτω τὰ ὕδατα ψυχὴν ἑρπετῶν ζωσῶν.”115

116

Ποιεῖ δὲ καὶ καθολικὴν εὐεργεσίαν, πλῆθος τοσοῦτον θρέψας, ἵνα μὴ θεωροὶ μόνον οἱ πολλοὶ τῶν ἑτέροις συμβάντων γένωνται διὰ τῶν ἰάσεων ἀγαθῶν, καὶ γὰρ διὰ τοῦτο συνῆλθον, ἀλλ’ ἵνα καὶ αὐτοὶ τῆς δωρεᾶς ἀπολαύσωσιν· ἐν ἐρήμῳ δὲ αὐτοὺς ἄγει·
5ἵνα μεθ’ ὑπερβολῆς ἀνύποπτον ὑπάρξῃ τὸ θαῦμα· καὶ μηδεὶς νομίσῃ πλησίον κώμην κειμένην εἰσενεγκεῖν τί εἰς τὴν τράπεζαν τοῦ πλήθους· διὰ τοῦτο δὲ καὶ τῆς ὥρας μέμνηται, οὐχὶ τοῦ τόπου μόνον· ἔτι δὲ καὶ τὴν τῶν μαθητῶν αὐτοῦ μανθάνομεν φιλο‐ σοφίαν· ὅτι δώδεκα ὄντες, πέντε ἄρτους εἶχον μόνους, καὶ δύο
10ἰχθύας· οὕτως ἐν τοῖς ἀναγκαίοις, πάρεργα αὐτοῖς ἦν τὰ σωμα‐ τικὰ, καὶ τῶν πνευματικῶν εἴχοντο μόνων, καὶ οὐδὲ τῶν ὀλίγων ἀντείχοντο, ἀλλὰ καὶ αὐτοὺς αἰτηθέντες ἔδωκαν· ὅθεν παιδεύεσθαι χρὴ, ὅτι κἂν ὀλίγα ἔχομεν, καὶ αὐτὰ παρέχειν δεῖ τοῖς δεο‐ μένοις.
15 Ἐδίδου δὲ διὰ τῶν μαθητῶν αὐτοῦ, τιμῶν αὐτοὺς ἐν τούτῳ· οὐ τιμῶν δὲ μόνον, ἀλλ’ ἵνα μὴ παρελθόντος ἐπιλάθωνται τούτου, τῶν χειρῶν αὐτοῖς μαρτυρούντων· ἐκέλευσεν δὲ ἐπὶ στιβάδος τοὺς ὄχλους ἀναπεσεῖν, φιλοσοφεῖν αὐτοὺς παιδεύων· οὐ γὰρ θρέψαι τὰ σώματα μόνον ἐβούλετο, ἀλλὰ καὶ τὴν ψυχὴν παιδεῦσαι, καὶ
20ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τοῦ μηδὲν πλέον ἄρτων δοῦναι καὶ ἰχθύων, καὶ ἀπὸ τοῦ πᾶσιν τὰ αὐτὰ προσθεῖναι καὶ ποιῆσαι κοινὰ, καὶ μηδὲν θατέρῳ θατέρου πλέον παρασχεῖν· καὶ ταπεινοφροσύνην καὶ ἐγκράτειαν καὶ ἀγάπην, καὶ τὸ ὁμοίως πρὸς ἀλλήλους δια‐ κεῖσθαι, καὶ τὰ κοινὰ πάντα νομίζειν εἶναι ἐπαίδευεν· περισσεῦ‐
25σαι δὲ ἐποίησεν, οὐχὶ ἄρτους, ἀλλὰ καὶ κλάσματα· ἵνα δείξῃ ὅτι τῶν πέντε ἄρτων εἰσὶ ταῦτα τὰ κλάσματα, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον· καὶ ἵνα μήτις φαντασίαν εἶναι νομίσῃ τὸ γεγονὸς, δώδεκα κοφίνους εἰς μέσον παρήγαγεν· ἵνα καὶ Ἰούδας βαστάσῃ. ἐδύνατο μὲν γὰρ καὶ σβέσαι τῶν ὄχλων τὴν
30πεῖναν· ἀλλ’ οὐκ ἂν ἔγνωσαν οἱ μαθηταὶ τὴν δύναμιν· οὕτω γὰρ οὖν αὐτὸν οἱ ὄχλοι ἐξεπλάγησαν ἐντεῦθεν, ὅτι καὶ βασιλέα ἠθέ‐ λησαν ποιῆσαι· καίτοι γε ἐπὶ τῶν ἄλλων θαυμάτων, οὐδαμοῦ τοῦτο ποιήσαντες. γυναικῶν καὶ παιδίων ἐμνημόνευσεν πρὸς μέ‐ γιστον αὐτῶν ἐγκώμιον· ὅτι καὶ ἡ ἀσθενεστέρα φύσις, εἰς οὐδὲν
35τὸν κόπον τῆς ὁδοῦ διὰ τὸν πρὸς αὐτὸν πόθον ἐλογίσατο.116

117

(1t)

ΚΕΦ. ΚΖ.
2tΠερὶ τοῦ ἐν θαλάσσῃ περιπάτου.
3 Διὰ τί ποιήσας τὸ σημεῖον, ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προσάγειν αὐτὸν εἰς τὸ πέραν; πείθων ἡμᾶς
5μηδαμοῦ τὴν παρὰ τῶν πολλῶν δόξαν διώκειν, μὴ δὲ ἐπισύ‐ ρεσθαι τὸ πλῆθος· καὶ γὰρ ὅτ’ ἂν μεγάλα ἐργάζηται, χωρίζεται μετὰ τῶν μαθητῶν ἀπὸ τοῦ πλήθους· τὸ “ἠνάγκασεν” δὲ εἶπεν, τὴν πολλὴν προσεδρίαν δεικνὺς τῶν μαθητῶν, καὶ ὅτι δυσαποσπά‐ στως εἶχον αὐτοῦ· ἔπεμπε δὲ τοὺς μαθητὰς, προφάσει μὲν τῶν
10ὄχλων· αὐτὸς δὲ εἰς τὸ ὄρος βουλόμενος ἀναβῆναι· τοῦτο δὲ ἐποίει, παιδεύων ἡμᾶς, μηδὲ ὄχλοις ἀναμίγνυσθαι διηνεκῶς, μηδὲ φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ’ ἑκατέρα χρησίμως, καὶ ἕκαστον ἐναλλάττοντας πρὸς τὸ δέον· καὶ γάρ ἐστιν ὅτ’ ἂν καλὴ ὑπάρχει ἡ μόνωσις· ὅτ’ ἂν ἐντυγχάνειν δέῃ Θεῷ· καὶ γὰρ ἀταραξίας ἐστὶ
15μητὴρ, καὶ γαλήνη καὶ λίμην, ἁπάντων ἀπαλλάττουσα θορύβων ἡμᾶς. Τίνος ἕνεκεν, ἐν μὲν τῷ πρώτῳ κλύδωνι, συμπαρῆν τοῖς μαθη‐ ταῖς, ἄρτι δὲ οὐ; ἵνα τότε μὲν, ἐξ ἑτοίμου παράσχῃ τὴν παρα‐ μυθίαν αὐτοῖς· νυνὶ δὲ, ἵνα ἐπὶ μείζονα αὐτοὺς ἀγάγῃ ὑπομονήν·
20καὶ ἠρέμα κατὰ μικρὸν ὑψηλοτέρους αὐτοὺς κατεσκεύαζε· διὰ τοῦτο καὶ ἐν μέσῃ τῇ θαλάσσῃ, συγχωρεῖ τὸν χειμῶνα διεγερ‐ θῆναι, ὡς μηδὲ προσδοκῆσαι ποθὲν ἐλπίδα σωτηρίας· ἀφίησι δὲ αὐτοὺς κλυδωνίζεσθαι ὅλην τὴν νύκτα, διεγείρων αὐτῶν τὴν καρ‐ δίαν, καὶ εἰς ἐπιθυμίαν αὐτοὺς μείζονα ἐμβάλλων τὴν αὐτοῦ·
25ἅμα δὲ καὶ παιδεύων ἡμᾶς, μὴ ταχέως λύσιν ἐπιζητεῖν τῶν συνεχόντων κακῶν· ἀλλὰ φέρειν τὰ συμπίπτοντα γενναίως· τε‐ τάρτῃ γὰρ φυλακῇ τῆς νυκτὸς ἐπέστη αὐτοῖς, καὶ ὅτε προσεδό‐ κησαν ἀπαλλαγήσεσθαι, τότε ἐπετάθη πάλιν ὁ φόβος· “ἰδόντες “γὰρ αὐτόν,” φησι, “περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἐτα‐
30“ράχθησαν·” ὥστε καὶ κράξαι· μετὰ γὰρ τοῦ χειμῶνος οὐχ ἧττον, διὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν ἑαυτὸν ἐποίησεν εὐθέως· γυμνάζων αὐτοὺς, ὅπερ ἔφην, ἐν τῇ συνεχείᾳ τῶν φόβων τούτων παιδεύων εἶναι καρτερικούς· καὶ ὅσῳ δὲ τὰ τῆς
ἀγωνίας ἐπετείνετο, τοσούτῳ μᾶλλον ἠσμένιζον αὐτοῦ τὴν παρου‐117

118

σίαν· εἰπόντος δὲ αὐτοῦ “θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε,” τῷ ῥήματι τούτῳ εὐθέως τὸν φόβον αὐτῶν ἔλυσεν, καὶ θαρρῆσαι παρεσκεύασεν. Ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι.
5 Κυρίλλου Ἀλεξανδρείας. Εὔχεται δὲ, οὐχ ὡς δεόμενος, ἀλλ’ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος. Καὶ μετ’ ὀλίγον—Ἕως ἑσπέρας· ἵνα δείξῃ, ὅτι οὐ δεῖ ἁψικόρως ἔχειν περὶ τούτου, ἀλλ’ ὑπομονὴν καὶ προθυμίαν· διδάσκει δὲ καὶ τοῦτο· ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λαλεῖν τοῖς ἐντυγχά‐
10νουσιν, καὶ μετὰ τὴν τοιαύτην διάλεξιν καὶ διδασκαλίαν, ἐπὶ τὴν προσευχὴν χωρεῖν. Ὠριγένους. Ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὸν ἔρημον, καὶ εἰς τὸ ὅρος ἄνεισιν τοῦ προσεύξασθαι, ἡμᾶς διδάσκων τὰς μεταστάσεις τῆς προσευχῆς.
15 Θεοδώρου Μομψουεστίας. Τετάρτην λέγει φυλακὴν τῆς νυκτὸς, τὴν τριωρίαν τὴν μετὰ τὴν ἐνάτην ὥραν τῆς νυκτός. Σευήρου ἐξ ἐπιστολῆς τῆς πρὸς Καισάριον. Ὁ οὖν Εὐαγγελιστὴς τὸν καιρὸν ἐσπούδασεν δηλῶσαι τῆς νυκτὸς, καθ’ ὃν ἐπεφάνη τοῖς μαθηταῖς πλέουσι καὶ χειμαζομένοις, ἐπὶ τῆς θα‐
20λάσσης περιπατῶν ὁ Ἰησοῦς. Τοῦ αὐτοῦ. Τὸ “ἐγώ εἰμι,” τῆς ἀληθείας ἐστὶ παραστατι‐ κὸν, καὶ πᾶσαν φαντασίαν ἀποσκευάζεται. Κυρίλλου. Εἰπὼν “θαρσεῖτε,” τὴν πίστιν ἀπαιτεῖ· δι’ ἧς ἕκαστος τῶν εἰλικρινῶς εἰς Χριστὸν πιστευόντων σώζεται· ἐπα‐
25γαγὼν δὲ, “ἐγώ εἰμι,” λύει πάντα φόβον· ἐγὼ γάρ, φησιν, εἰμί. Διὰ τί οὐκ εἶπεν ὁ Πέτρος, κέλευσόν μοι βαδίσαι ἐπὶ τὰ ὕδατα, ἀλλ’ “ἐλθεῖν πρὸς σέ·” ἐπειδὴ τὸ μὲν ἐπιδείξεως ἦν· τοῦτο δὲ ἀγάπης νόμος· οὐδεὶς γὰρ οὕτως ἐφίλει τὸν δεσπότην
30Χριστόν· διὸ καὶ ἐπεθύμει ταχέως ἐγγὺς αὐτοῦ γενέσθαι· ἐπέ‐ τρεψε δὲ αὐτῷ πρὸς αὐτὸν ἀπελθεῖν· ἐπειδὴ ᾔδει, ὅτι εἰ εἶπεν αὐτῷ, οὐ δύνασαι· πάλιν θερμὸς ὢν ὁ Πέτρος, ἀντεῖπεν ἄν· διὰ
τοῦτο ἀπὸ τῶν πραγμάτων πείθει, ἵνα εἰς τὸ μέλλον σωφρονίσῃ·118

119

ὁ γὰρ τοῦ μείζονος περιγενόμενος, τουτέστιν ἀκμάζοντος ἔτι τοῦ φόβου, ἐπιβῆναι τῶν ὑδάτων θαρρήσας, ἀπὸ τοῦ ἐλάττονος ἔμελλε πάσχειν κακῶς, τῆς τοῦ ἀνέμου ῥύμης, οὐ τῆς θαλάσσης· καὶ ταῦτα ἐγγὺς ὢν τοῦ Χριστοῦ· οὕτως οὐδὲν ὠφελεῖ ἐγγὺς εἶναι
5τοῦ Χριστοῦ, μὴ πιστεύοντας ἐγγύς· οὐκ ἐπέταξε δὲ τοῖς ἄνεμοις παύσασθαι, ἀλλ’ αὐτὸς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ· ὅτι τῆς ἐκείνου πίστεως ἔδει εἰς τοῦτο· ὅτ’ ἂν δὲ τὰ παρ’ ἡμῶν ἐλλιμπάνῃ, καὶ τὰ παρὰ τοῦ Θεοῦ ἵσταται· δεικνὺς τοίνυν ὅτι οὐχὶ ἡ τοῦ ἀνέμου ἐκβολὴ, ἀλλ’ ἡ ἐκείνου ὀλιγοπιστία τὴν περι‐
10τροπὴν εἰργάσατο, καὶ φησίν· “εἰς τί ἐδίστασας ὀλιγόπιστε;” ὥστε εἰ μὴ ἡ πίστις ἠσθένησεν, καὶ πρὸς τὸν ἄνεμον ἀντέστη ἂν ῥαδίως· διάτοι τοῦτο καὶ ἐπιλαβόμενος αὐτοῦ, τὸν ἄνεμον εἴα πνεῖν· δηλῶν ὅτι ἐκεῖνος οὐδὲν παραβλάπτει, ὅτ’ ἂν ἡ πίστις ᾖ πεπηγυῖα· καὶ πρὸ τούτου μὲν ἔλεγον· “ποταπός ἐστιν ὁ ἄνθρω‐
15“πος οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν “αὐτῷ·” νυνὶ δὲ οὐχ οὕτως· ἀλλ’ “ἀληθῶς Θεοῦ Υἱὸς εἶ.” Ἰδοὺ πῶς κατὰ μικρὸν ἐπὶ τὸ ὑψηλότερον ἅπαντας ἦγεν· ὅθεν οὐδὲ ὡς πρότερον προσῄεσαν αὐτῷ, εἰς τὰς οἰκίας ἕλκοντες αὐτὸν, καὶ χειρὸς ἁφὴν ἐπιζητοῦντες, καὶ προστάγμα διὰ ῥημάτων, ἀλλ’
20ὑψηλότερον πολλῷ καὶ φιλοσοφώτερον, καὶ μετὰ πλείονος τῆς πίστεως, τὴν θεραπείαν ᾔτουν· παρακαλοῦντες, “ἵνα μόνον ἅψων‐ “ται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· διὸ “καὶ ὅσοι ἥψαντο, “ἐσώθησαν·” δείξαι θέλων ὁ Εὐαγγελιστὴς, ὅτι διὰ χρόνου ἐπέβη τῇ γῇ Γεννησαρὲτ, φησὶν, “καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ
25“τόπου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωραν ἐκείνην· καὶ προσ‐ “ήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·” ἀλλ’ ὅμως ὁ χρό‐ νος οὐκ ἐξέλυσεν τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο, καὶ ἀκμάζουσαν διετήρησεν. Ὠριγένους. Οἱ κακῶς ἔχοντες, μηδέπω αὐτοῦ ἁπτέσθωσαν·
30μηδὲ ὅλου τοῦ ἱματίου αὐτοῦ· ἀρκεῖ γὰρ αὐτοῖς ἅψασθαι μόνον τοῦ κρασπέδου, πρὸς τὸ διασωθῆναι· ἡμεῖς δὲ ἐὰν θέλομεν, ὅλον αὐτὸν ἔχομεν· καὶ γὰρ τὸ σῶμα αὐτοῦ πρόκειται νῦν ἡμῖν· οὐχ ὥστε ἅψασθαι μόνον, ἀλλ’ ὥστε καὶ φαγεῖν καὶ ἐμφορηθῆναι· προσερχέσθω τοίνυν μετὰ πίστεως ἕκαστος ἀσθένειαν ἔχων· εἰ γὰρ
35οἱ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψάμενοι, τοσαύτην εἵλκυ‐119

120

σαν δύναμιν, πολλῷ μᾶλλον οἱ ὅλον αὐτὸν κατέχοντες· τὸ δὲ προσελθεῖν μετὰ πίστεως, οὐ τὸ λαβεῖν ἐστι μόνον τὸ προκεί‐ μενον, ἀλλὰ καὶ τὸ μετὰ καθαρᾶς διανοίας ἅψασθαι· τὸ οὕτω δια‐ κεῖσθαι, ὡς αὐτῷ προσιόντας τῷ Χριστῷ.
5tΚΕΦ. ΚΗ.
6tΠερὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ.
7 “Τότε,” φησὶν, “προσέρχονται πρὸς αὐτὸν οἱ ἀπὸ Ἱεροσο‐ “λύμων γραμματεῖς καὶ Φαρισαῖοι·” τίνος ἕνεκεν τῆς πόλεως ἐμνημόνευσεν; ἐπειδὴ πανταχοῦ τῶν φυλῶν ἦσαν διεσπαρμένοι,
10ἀλλ’ οἱ τὰ Ἱεροσόλυμα, ἤγουν τὴν μητρόπολιν οἰκοῦντες, πονηρό‐ τεροι τῶν ἄλλων ἦσαν, ὡς πλείονος ἀπολαύοντες τιμῆς· ὅθεν καὶ μείζονα τύφον ἐκέκτηντο· τὸν καιρὸν δὲ ἐπισημαίνεται ὁ Εὐαγγε‐ λιστὴς, εἰπὼν “τότε,” ἵνα δείξῃ τὴν ἄφατον αὐτῶν πονηρίαν· ὅτι ἰδόντες ἐκ μόνης τῆς ἁφῆς τοῦ κρασπέδου τοὺς ἀρρώστους θερα‐
15πευθέντας, οὐδὲ οὕτως τῆς πονηρίας ἐπαύσαντο· ἀλλ’ ἐρωτῶντες εἰς μέσον προφέρουσιν, οὐ παράβασιν νόμου Μωϋσέως, ἀλλὰ τὴν τῶν πρεσβυτέρων παράδοσιν, εἰς οἰκείαν αὐτῶν τε κἀκείνων κατά‐ κρισιν· καὶ γὰρ τοῦ Μωϋσέως μετὰ πολλῆς τῆς ἀπειλῆς προσ‐ τάξαντος, ὥστε μὴ προσθεῖναι μήτε ἀφελεῖν, αὐτοὶ προσετίθουν·
20οἷον δὴ καὶ τοῦτο ἦν, τὸ μὴ δεῖν ἀνίπτοις χερσὶν ἐσθίειν· τὸ βαπτίζειν ποτήριον καὶ χαλκεῖον, τὸ δὲ αὐτοὺς βαπτίζεσθαι· τοῦτο δὲ ἐποίουν, φοβερώτεροι εἶναι βουλόμενοι· ὡς δὴ καὶ αὐτοὶ νομοθέται· εἰς τοσοῦτον δὲ προῆλθον παρανομίας, ὡς τὰς μὲν αὐτῶν φυλάττεσθαι, τὰς δὲ θείας παραγράφεσθαι· διὰ τοῦτο δὲ
25αὐτῷ περὶ τούτου διαλέγονται, εἰς ὀργὴν αὐτὸν κινῆσαι βουλό‐ μενοι· ἵνα εἴπερ ἐξουδενώσει τοὺς πρεσβυτέρους, κατηγορήσωσιν αὐτοῦ· ἤσθιον δὲ ἀνίπτοις χερσὶν οἱ Ἀπόστολοι· οὐκ ἐπιτηδεύοντες τοῦτο, ἀλλ’ ὑπερορῶντες λοιπὸν τῶν περιττῶν, καὶ τοῖς ἀναγκαίοις προσέχοντες· οὔτε τὸ νίπτεσθαι, οὔτε τὸ μὴ νίπτοντες νόμον
30ἔχοντες, ἀλλ’ ὡς ἔτυχεν ἑκάτερον ποιοῦντες τροφῆς, πῶς ἔμελλον ταῦτα περισπούδαστα ἔχειν. οὐ λέγει δὲ ὁ Χριστὸς, οὔτε ὅτι καλῶς ποιοῦσι παραβαίνοντες, ἵνα μὴ θρασυτέρους ἐργάσηται, οὔτε πάλιν κακίζει τὸ ὑπὸ τῶν Ἀποστόλων γινόμενον· ἵνα μὴ τὸν
τῶν πρεσβυτέρων ὡς παρανόμων· ἵνα μὴ ὡς λοίδορον καὶ ὑβριστὴν120

121

αἰτιάσωνται, ἀλλὰ τὸ δοκεῖν ἐπιτιμᾷ τοῖς ἐρωτῶσιν· καθάπτεται δὲ τῶν ταῦτα νομοθετησάντων πρεσβυτέρων, εἰ καὶ μηδαμοῦ τού‐ των μέμνηται· “ἀποκριθεὶς,” γάρ φησιν, “εἶπεν αὐτοῖς· διατί καὶ “ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ,” καὶ τὰ ἑξῆς.
5 Τί ἐστιν, “ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ δῶρον, ὃ ἐὰν ἐξ “ἐμοῦ ὠφεληθῇς, καὶ οὐ τιμήσῃ τὸν πατέρα ἑαυτοῦ;” ἐπαίδευ‐ σαν τοὺς νέους, εὐσεβείας σχήματι, καταφρονεῖν τῶν γονέων· οἷον, εἴτις εἶπεν τῷ ἰδίῳ υἱῷ· δός μοι τὸ πρόβατον, ὃ ἔχεις, ἢ τὸν μόσχον, ἢ ἄλλο τι τοιοῦτον, ἔλεγε πρὸς πατέρα, δῶρόν ἐστι τῷ
10Θεῷ τοῦτο, ὃ θέλεις ἐξ ἐμοῦ ὠφεληθῆναι, καὶ οὐ δύνασαι λαβεῖν· καὶ διπλοῦν ἐντεῦθεν ἐγίνετο κακόν· οὔτε γὰρ τῷ Θεῷ προσῆγον, καὶ τοὺς γονέας ὀνόματι τῆς προσφορᾶς ἀπεστέρουν· τούς τε γεγενηκότας προφάσει τοῦ Θεοῦ ὑβρίζοντες, καὶ τὸν Θεὸν διὰ τοὺς γεγενηκότας· ὅθεν καὶ τὸν προφήτην εἰς μέσον ἄγει, ἄνωθεν
15προαναφωνοῦντα αὐτῶν τὴν κακίαν· ὅτι τῶν τοῦ Θεοῦ καταφρό‐ νουσι, “διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.” διὸ ἐντρέψας αὐτοὺς, λοιπὸν πρὸς τὸν ὄχλον τρέπει τὸν λόγον· νομο‐ θετῶν, ὅτι “οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, “ἀλλὰ τὰ ἐκπορευόμενα ἐκ τοῦ στόματος.”
20 Ὡριγένους. Τὰ τοῖς γονεῦσιν ἐποφειλόμενα ἐκ τῶν υἱῶν ἐνο‐ μοθέτουν οἱ Ἰουδαῖοι, δῶρα τῷ Θεῷ προσάγειν, καὶ ἀδικεῖν τοὺς γονεῖς· οὐκ ἁπλῶς δὲ τοὺς ὄχλους προκαλεῖται, ἀλλὰ προσεκτι‐ κωτέρους ποιῶν· “συνίετε γάρ,” φησι, τουτέστι, νοήσατε, καὶ μᾶλλον ἐμοῦ ἀκούετε ἢ τούτοις, τοῖς νόμον παρὰ καιρὸν λύσασι
25διὰ τῶν ἰδίων παραδόσεων. Διὰ τί τῶν Ἀποστόλων εἰπόντων, ὅτι οἱ Φαρισαῖοι ἐσκανδα‐ λίσθησαν, αὐτὸς εἶπεν, “ἄφετε αὐτούς;” καὶ γὰρ ἀλλαχοῦ φαί‐ νεται εἰπών· “ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς·” ἐπειδὴ οἶδεν ποτὲ μὲν δεῖ καταφρονεῖν σκανδάλων, ποτὲ δὲ μὴ καταφρονεῖν·
30τὸ δὲ “ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν,” εἶπεν, τὸ πλῆθος ἀποσχί‐ ζων αὐτῶν, ὡς μέλλον εἰς βαραθρὸν ἐμπίπτειν δι’ αὐτούς· διὸ καὶ ἐπήγαγεν· “τυφλὸς δὲ τυφλὸν, ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυ‐ “νον ἐμπίπτουσιν·” χρὴ δὲ γινώσκειν, ὅτι οὐχ οἱ Φαρισαῖοι μόνον ἐσκανδαλίσθησαν, ἀλλὰ καὶ οἱ Ἀπόστολοι ἐθορυβήθησαν· ἐπειδὴ
35δὲ οὐκ ἐτόλμων τοῦτο ἐξ οἰκείου προσώπου εἰπεῖν, ἐν τῇ περὶ ἑτέ‐121

122

ρων διηγήσει μανθάνειν ἐβούλοντο· ὅτι γὰρ τοῦτό ἐστιν, ἀκούσω‐ μεν πῶς μετὰ ταῦτα ὁ θερμὸς καὶ πανταχοῦ προφθάνων Πέτρος, προσελθὼν φησὶν, “φράσον ἡμῖν τὴν παραβολὴν ταύτην·” τὸν ἐν τῇ ψυχῇ θόρυβον ἐκκαλύπτων· διὸ καὶ ἐπιπλήττει αὐτῷ λέγων,
5“Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε·” ὅμως ἑρμηνεύει αὐτοῖς τὴν παραβολὴν, λέγων, ὅτι “τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν “κοιλίαν χωρεῖ,” καὶ τὰ ἑξῆς· κατασκευάζει δὲ τὸ εἰρημένον, ἀπὸ τῆς κοινῆς φύσεως κατὰ Ἰουδαϊκὴν ταπεινότητα· καὶ γὰρ ὁ νομοθέτης τοσοῦτον χρόνον ἀφίεισιν, ὅσον ἂν ἔνδον ἐν τῇ κοιλίᾳ
10μένῃ· ὅτ’ ἂν δὲ ἐξέλθῃ, οὐκ ἔτι· ἐν ἑσπέρᾳ γὰρ κελεύει λούεσθαι, καὶ καθαρὸν εἶναι τὸν καιρὸν τῆς πέψεως ἀναμετρῶν· τὰ δὲ τῆς καρδίας φησὶν, ἔνδον μένει, καὶ ἐξελθόντα κοινοῖ οὐ μόνον τὰ ἔνδον· χρὴ δὲ ἡμᾶς καὶ τοῦτο τηρεῖν, καθάπερ ὁ δεσπότης Χρι‐ στός· λέγω δὴ, σκανδάλων καιρόν· ὥστε εἶναι ἡμᾶς συνετούς· καὶ
15σκοπεῖν, πότε μέν τινες εὐλόγως σκανδαλίζονται, καὶ ταχέως αὐτοὺς διορθοῦν· πότε δὲ ἄνευ λόγου, καὶ εἰς οὐδὲν τοῦτο λογίζεσθαι. Κυρίλλου Ἀλεξανδρείας. Ὠριγένους. Φυτεῖα ἐστὶν εἰ μὴ ἐκ Θεοῦ, πᾶν τὸ ἔξω Θεοῦ· ὅπερ καὶ ἐκριζωθήσεται· ὁ ταύτῃ ποιούμενος τυφλὸς ἦν.
20 Θεοδώρου Μομψουεστίας. Μανιχαῖοι δὲ βουλόμενοι δεικνῦ‐ ναι τὸν νόμον οὐκ εἶναι τοῦ Πατρὸς τοῦ Χριστοῦ, ταύτῃ κέχρην‐ ται τῇ μαρτυρίᾳ· πλεῖστον ὅσον τῆς ἀληθείας ἀποσφαλέντος· οὐ γὰρ περὶ τῆς κατὰ νόμον λέγει διαγωγῆς, ἀλλὰ τῆς τῶν Φαρι‐ σαίων αἱρέσεως, οἳ ταῖς οἰκείαις ἐπινοίαις, πλεῖστα ἐναντία τοὺς
25πειθομένους αὐτοῖς ἐξεπαίδευον· καθὼς καὶ αὐτὸς ὁ Κύριος ἀνωτέρω φαίνεται σαφῶς ἐλέγχων αὐτούς. Σευήρου Ἀντιοχείας ἀπὸ Λόγου οθʹ. Φύτειαν ἐκάλεσεν ἠγνοημένην Θεῷ, τὰς παραφυάδας τῶν Φαρισαϊκῶν παραδόσεων· τὰς φιλονείκως καὶ ἀκαίρως ἀπομενούσας τῷ γράμματι, καὶ οὐκ
30αὐτῶν τὸν νόμον τὸν παρὰ Θεοῦ δοθέντα· μὴ γένοιτο· μὴ γὰρ δὴ τοῦτο τῆς μυσαρᾶς γλώσσας καὶ θεομάχου οἱ Μανιχαῖοι προσ‐ τεχνάσθωσαν· ἐπεὶ καὶ διὰ τοῦτο τυφλοὺς ἐκάλεσεν, ὡς τῷ γράμ‐ ματι τὸν ὀφθαλμὸν προσερείσαντας, καὶ μὴ βουλομένους ἐπὶ τὸ
πνεῦμα διαβλέψαι καὶ τὸν ἔνδοθεν νοῦν.122

123

(1t)

ΚΕΦ. ΚΘ.
2tΠερὶ τῆς Χαναναίας.
3 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
5 Διὰ τί ἀπῆλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος; ὅπως, ἐπει‐ δήπερ τῆς τῶν βρωμάτων παρατηρήσεως τοὺς Ἰουδαίους ἀπήλλα‐ ξεν, ἀνοίξῃ καὶ τοῖς ἔθνεσι θύραν, λοιπὸν ὁδῷ προβαίνων· καὶ πρὸ τούτου μὲν, τοῖς Ἀποστόλοις ἐπέταξεν· “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελ‐ “θεῖν καὶ κηρύξαι·” αὐτὸς δὲ νῦν ἀπέρχεται, οὐχ ὡς κήρυξ· ὅπερ
10οὖν καὶ ὁ Μάρκος αἰνιττόμενος ἔλεγεν, ὅτι ἔκρυψεν ἑαυτὸν, καὶ οὐκ ἔλαθεν· ὥσπερ γὰρ τὸ μὴ δραμεῖν ἐπ’ αὐτοὺς πρώτους τῆς ἀκο‐ λουθίας τῶν πραγμάτων ἦν, οὕτως τὸ προσερχομένους διώκειν ἀνά‐ ξιον τῆς αὐτοῦ φιλανθρωπίας ὑπῆρχεν· εἰ γὰρ τοὺς φεύγοντας διώκειν ἐχρῆν, πολλῷ μᾶλλον τοὺς διώκοντας φεύγειν οὐκ ἔδει.
15 Καὶ ἰδοῦ, γυνὴ Χαναναία. Χρὴ δὲ σκοπεῖν πῶς ἐστιν εὐεργεσίας ἀξία ἁπάσης ἡ γυνή· ὅτι περ ἀναξίαν ἑαυτὴν νομίζουσα, οὐκ ἐτόλμησεν εἰς τὰ Ἱεροσό‐ λυμα ἐλθεῖν· ὅτι γὰρ εἰ μὴ τοῦτο περὶ ἑαυτῆς ὑπελάμβανεν ἐκεῖ παρεγένετο, εὔδηλον καὶ ἀπὸ τῆς παρούσης σφοδρότητος, καὶ ἐκ
20τῶν ὁρίων αὐτῆς ἐξελθεῖν· τινὲς δὲ καὶ ἀλληγοροῦντες φασὶν, ὅτι ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ Χριστὸς, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ Ἐκκλησία αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα· “ἐπι‐ “λάθου γάρ,” φησι, “τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός “σου.” καὶ γὰρ ὁ Χριστὸς ἐκ τῶν ὁρίων αὐτοῦ ἐξῆλθεν, καὶ ἡ
25γυνὴ ἐκ τῶν ὁρίων αὐτῆς· καὶ οὕτως ἠδυνήθησαν συντυχεῖν ἀλλή‐ λοις· Χαναναίαν δὲ αὐτὴν ἐκάλεσεν, ἵνα δείξῃ ἐκ ποίων παρανό‐ μων ἐθνῶν οὖσα, ποίαν εἰλικρινῆ πίστιν ἐκτήσατο· καὶ οὐ λέγει, ἐλέησον τὴν θυγατέρα μου, διὰ τὸ ἐκείνην ἀναίσθητον ἐκ τῆς νόσου εἶναι· ἀλλ’ ἐλέησόν με τὴν μυρία πάσχουσαν δεινὰ, καὶ μετὰ
30αἰσθήσεως οὐκ ἔλαττον τῆς ἐμῆς θυγατρὸς μαινομένην. Τίνος ἕνεκεν τοσαῦτα κρατούσης, ἐν πρώτοις μὲν οὐκ ἀπεκρίθη αὐτῇ λόγον· ὅτε δὲ ἀπεκρίθη, δυνάμενον ἐξαπορῆσαι αὐτῇ λόγον εἶπεν τὸ “οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα
“οἴκου Ἰσραήλ·” καὶ πάλιν, “ὅτι οὐκ ἔστι καλὸν λαβεῖν τὸν123

124

“ἄρτον τῶν τέκνων καὶ δοῦναι τοῖς κυναρίοις; δι’ ἅπαντα ἐκεῖνα ἅπερ οὖσαν προῄδει, ἵνα δείξῃ αὐτῆς τὴν φιλοσοφίαν· οὐ γὰρ ἐβούλετο κρυβῆναι τοσαύτην γυναικὸς ἀρετήν· ὥστε οὐ χωρίζον‐ τος ἦν, ἅπερ ἔλεγεν αὐτῇ, ἀλλ’ ἐκκαλουμένου τὸν ἐναποκείμενον
5θησαυρόν· εἰ γὰρ μὴ δοῦναι ἤθελεν, οὐκ ἂν μετὰ ταῦτα ἔδωκε. χρὴ δὲ σκοπῆσαι μετὰ τῆς πίστεως αὐτῆς καὶ τὴν ταπεινοφρο‐ σύνην. αὐτὸς μὲν γὰρ τέκνα τοὺς Ἰουδαίους ἐκάλεσεν, αὐτὴ δὲ οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ κυρίους ὠνόμασεν· τοσοῦτον οὐκ ἤλγησε τοῖς ἑτέρων ἐγκωμίοις. καὶ αὐτὴ μὲν οὕτως· ὁ γὰρ Χρι‐
10στὸς προσμαρτυρήσας αὐτῇ τῇ πίστει, “γενηθήτω σοι,” φησὶν, “ὡς θέλεις· καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς, ἀπὸ τῆς ὥρας ἐκείνης.” τοσοῦτον ἰσχύει προσεδρία εὐχῆς· ὃ γὰρ οἱ Ἀπόστολοι ἀνύσαι οὐκ ἴσχυσαν, εἴποντες, “ἀπόλυσον αὐτὴν,” αὐτὴ ἤνυσεν· καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων, παρ’ ἡμῶν βούλεται μᾶλλον τῶν ὑπευθύνων ἀξιοῦ‐
15σθαι, ἢ παρ’ ἑτέρων ὑπὲρ ἡμῶν· καίτοι μείζονα παρρησίαν εἶχον οἱ Ἀπόστολοι, ἀλλὰ πολλὴν καρτερίαν ἐπιδείξατο αὕτη.
17tΚΕΦ. Λ.
18tΠερὶ τῶν θεραπευθέντων ὄχλων.
19Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί.
20 Διὰ τί ταύτῃ μὲν τῇ γυναικὶ, μετὰ τοσαύτης βραδυτῆτος ἐπήκουσεν, τοῖς δὲ εἰς τὸ ὄρος προσελθοῦσιν αὐτῷ ἀρρώστοις, εὐθέως τὴν ὑγίειαν ἐδωρήσατο; οὐκ ἐπείδη βελτίους ἐκείνης οὗτοι· καὶ γὰρ πιστοτέρα ἐκείνων αὕτη, ἀλλ’ ἵνα τῶν ἀπίστων Ἰουδαίων ἐμφράξῃ τὰ στόματα, καὶ πᾶσαν αὐτῶν ἀπολογίας ἐκκύψῃ πρό‐
25φασιν· ὅσῳ γὰρ ἄν τις μείζονα εὐεργετεῖται, τοσοῦτον μᾶλλόν ἐστιν ὑπεύθυνος τῇ κολάσει, ἀγνωμονῶν, καὶ μὴ θελήσας τῇ τιμῇ γενέσθαι βελτίων· διὰ δὴ τοῦτο καὶ οἱ πλουτοῦντες, τῶν πενομένων μᾶλλον κολάζονται, ὄντες κακοί· ὅτι μηδὲ ἐν εὐθηνίαις γεγόνασιν ἥμεροι· μὴ γάρ μοι λέγε, ὅτι δεδώκασιν ἐλεημοσύνην· εἰ γὰρ μὴ
30κατ’ ἀξίαν δεδώκασιν, οὐδὲ οὕτω διαφεύξονται τὴν κόλασιν· οὐ γὰρ τὸ μέτρον τῶν διδομένων ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης· εἰ δὲ οἱ ἐκ μέρους παρέχοντες δίκην διδόασι
μὴ κατ’ ἀξίαν διδόντες, πολλῷ μᾶλλον οἱ φιλαργυρίαν νοσοῦντες·124

125

προσέταξε γὰρ ὁ δεσπότης ἡμῶν Χριστὸς, “περισσεῦσαι τὴν “δικαιοσύνην ἡμῶν, πλέον τῶν γραμματέων καὶ Φαρισαίων·” τουτέστιν, ὑπὲρ τὰς δεκάτας παρέχειν. Σευήρου Ἀντιοχείας. Ἐκ τῆς πρὸς Ἀναστασίαν ὑπά‐
5τισσαν Ἐπιστολῆς. “Κύνα” μὲν λέγων αὐτὴν, ὡς ἐκ τῶν ἀκαθάρτων οὖσαν ἐθνῶν, ἀκάθαρτον γὰρ ὁ κύων τῷ νόμῳ· “τέκνα” δὲ τοὺς ἐξ Ἰσραὴλ καταγομένους Ἰουδαίους ἀποκαλῶν· πρὸς τοῦτο δὲ αὖθις ἡ ὑπὸ τῆς σοφίας δοκιμαζομένη, σοφῶς ὑπήντησεν· ἥρπασε γὰρ τὴν ὕβριν, καὶ τὴν δοκιμάζουσαν αὐτὴν σοφίαν ἐξ αὐτῆς τῆς
10ὕβρεως συλλογίζεται, καὶ συγκλείει πρὸς ἔλεον· ναί, φησι, κύων εἰμί· καταδέχομαι τὴν ὕβριν· ἐξ ὧν ὕβρισμαι, τροφὴν ἐποφείλο‐ μαι· καὶ γὰρ ὡς κυνὶ τῶν τοῦ ἄρτου ψιχίων μοι μέτεστιν. Κυρίλλου Ἀλεξανδρείας. Εἰπὼν δὲ “γενηθήτω,” βασιλι‐ κῶς ἐφθέγξατο· οὐ δι’ εὐχῆς τὸ ὅραμα ἀνύσας, ἀλλὰ διὰ τῆς
15θεοπρεποῦς ἐξουσίας· ῥηθέντος τοῦ λόγου, τὸ ἔργον οὐ χρονίζει· Θεὸς γὰρ ὁ λέγων, καὶ τὸ ῥῆμα ἐνεργοῦν, καὶ ἡ δύναμις παν‐ ταχοῦ. Θεοδώρου Μοναχοῦ. Εἰ μὲν γὰρ εὐθὺς προσελθούσης τοῦτο ἔφη, χαρίζεσθαι μᾶλλον ἐδόκει· νῦν δὲ τῇ ἀναβολῇ, ἀπὸ τῶν
20ῥημάτων τῆς γυναικὸς τούτου δειχθέντος, καὶ ὁ ἔπαινος ἀκολούθως ἐπείγετο, σύμφωνος ὦν τοῖς λεχθεῖσι, καὶ ἡ θεραπεία προσεβε‐ βαίου ἀμφότερα· καὶ Ἰουδαίοις μὲν κατηγορίας οὐκ ἀπελιμπά‐ νετο πρόφασις, ὁ δὲ ἔλεγχος μείζων ἐγίνετο.
24tΚΕΦ. ΛΑ.
25tΠερὶ τῶν ἑπτὰ ἄρτων.
26 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον. Τί δήποτε πρώην μὲν εἶπον οἱ Ἀπόστολοι τῷ Χριστῷ, ὅτι ἀπό‐ λυσον τοὺς ὄχλους, νῦν δὲ οὐκ εἶπον, καὶ ταῦτα τριῶν παρελθου‐ σῶν ἡμερῶν; ἐπειδὴ βελτίους λοιπὸν ἐγένοντο· ἢ καὶ διὰ τοῦ
30ὁρᾷν αὐτοῦ τοὺς ὄχλους οὐ σφόδρα αἰσθανομένους τοῦ λιμοῦ· καὶ
γὰρ ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῇ γενομένῃ θαυματουργίᾳ. διὰ τί δὲ125

126

ὁ φιλάνθρωπος οὐκ ἐν τῇ πρώτῃ, οὐδὲ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ, ἀλλ’ ἐν τῇ τρίτῃ τὴν αὐτοῦ εὐσπλαγχνίαν εἰς αὐτοὺς ἐπιδείκνυται; ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἔχειν τινὰ πρὸς τροφήν· καὶ ὅτε ταῦτα ἀνήλωτο, τοῦτο πεποίηκεν· ὅπως πρότερον ἐν χρείᾳ γενόμενοι, μετὰ
5πλείονος τῆς προθυμίας τὴν χάριν δέξωνται· δεικνὺς δὲ ὅτι καὶ πόρρωθεν ἀφεστήκεισαν, καὶ οὐδὲν αὐτοῖς ὑπολελειμμένον ἦν, φησίν· “ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.” τίνος δὲ ἕνεκεν, εἲ οὐκ ἤθελεν ἀπολῦσαι αὐτοὺς νήστεις, οὐ ποιεῖ τὸ σημεῖον, ἀλλ’ ἐρω‐ τᾷ; ἵνα ἐν τῇ ἐρωτήσει ταύτῃ καὶ τῇ ἀποκρίσει, προσεκτικωτέ‐
10ρους ποιήσει τοὺς μαθητὰς, καὶ τὴν αὐτῶν πίστιν ἐπιδείξωνται ἐκ τοῦ προτέρου θαύματος τῶν πέντε ἄρτων, προσερχόμενοι καὶ λέγοντες· Κύριε, ποίησον ἄρτους· ἀλλ’ οὐδὲ οὕτως συνῆκαν τῆς ἐρωτήσεως τὴν αἰτίαν· ἀλλ’ ἔτι χαμαὶ ἕρπουσιν, ἐπιλαθόμενοι τῶν κοφίνων· καίτοιγε πολλὰ ἐποίησεν, ὥστε κατέχειν αὐτοὺς
15ἐκεῖνο τὸ θαῦμα· πρῶτον μὲν, διὰ τοῦ ποιῆσαι αὐτοὺς τότε δια‐ κόνους τοῦ πράγματος, καὶ διὰ τοῦ νεῖμαι, καὶ διὰ τοῦ βαστάσαι τοὺς κοφίνους· καὶ ὥσπερ πρώην, οὕτως καὶ νῦν τῆς ἐρημίας μέμνηται· καὶ οἱ μὲν ἀσθενεῖ λογισμῷ τοῦτο ἔλεγον· τὸ δὲ ση‐ μεῖον καὶ ἐντεῦθεν ἀνύποπτον ἐγίνετο, ἵνα μὴ λέγῃ τίς, ὅπερ καὶ
20ἤδη εἶπον, ὅτι ἀπὸ πλησίον κώμης τινὸς οὔσης τοὺς ἄρτους ἔλαβον. Διὰ τί καὶ νῦν ἐπὶ τῶν ἑπτὰ ἄρτων, οὐκ εἶπον οἱ Ἀπόστολοι, ὥσπερ ἔμπροσθεν ἐπὶ τῶν πέντε, ὅτι “καὶ τί ταῦτά ἐστιν εἰς “τοσούτους;” ἐπειδὴ εἰ καὶ τελείως ὑψηλοὶ οὐ γεγόνασιν, ἀλλ’ ὅμως ἐπὶ τὸ κρεῖττον κατὰ μικρὸν προέκοπτον· χρὴ δὲ καὶ ταύτην
25αὐτῶν τὴν φιλοσοφίαν εὐνοεῖν, πῶς ἦσαν γαστρὸς κρείττους, πῶς ἐπαιδεύοντο μὴ πολὺν ποιεῖσθαι τραπέζης λόγον· ἐν ἐρημίᾳ γὰρ ὄντες, καὶ τρεῖς ἡμέρας ἐκεῖ διατρίβοντες, ἑπτὰ ἄρτους εἶχον· τί δήποτε ἐπὶ μὲν τῶν πέντε ἄρτων, καίτοιγε πεντακισχιλίων ὄντων, χωρὶς γυναικῶν καὶ παιδίων, δώδεκα κόφινοι περίσσευσαν, ἐνταῦθα
30δὲ τετρακισχιλίων ὑπαρχόντων, καὶ ἑπτὰ ἄρτων, ἑπτὰ σπυρίδες; ἢ τοίνυν τοῦτό ἐστιν εἰπεῖν, ὅτι αἱ σπυρίδες τῶν κοφίνων μείζους ἦσαν· ἢ εἰ μὴ τοῦτο, ἵνα μὴ πάλιν ἡ ἰσότης τοῦ σημείου εἰς λήθην αὐτοὺς ἐμβάλῃ τοῦ ἑνός· διὰ τοῦτο τῇ διαφορᾷ τὴν μνήμην
αὐτῶν διεγείρει· ἵνα ἐκ τοῦ παρηλλαγμένου μνησθῶσι· κἀκείνου καὶ126

127

τούτου· ὅμως καὶ ἐν τούτῳ τὴν ἄφατον αὐτοῦ δύναμιν ἐνδείκνυται, καὶ τὴν εὐκολίαν τῆς ἐξουσίας· ὅτι αὐτῷ δυνατὸν, καὶ οὕτω καὶ ἑτέρως, τὰ τοιαῦτα θαυματουργεῖν· οὐδὲ γὰρ μικρᾶς δυνάμεως ἦν τὸ τὸν ἀριθμὸν διατηρῆσαι, καὶ τότε καὶ νῦν, ὥστε μήτε
5ἐλάττονα, μήτε πλείονα. διὰ τοῦτο εὐθέως ἀφεὶς τοὺς ὄχλους, ἀνεχώρησεν, τυραννίδος φεύγων ὑποψίαν· οὐ πεζῆ δὲ, ἀλλ’ ἐν πλοίῳ· ἵνα μὴ ἀκολουθήσωσιν αὐτῷ· καὶ γὰρ ἤθελον αὐτὸν ποιῆ‐ σαι βασιλέα. Θεοδώρου Ἡρακλείας. Οὕτως ἦν αὐτῶν τὴν ψυχὴν διαθεὶς
10τῷ λόγῳ ἑαυτοῦ, ὡς καὶ εἰς λήθην ἑαυτῶν ἐλθεῖν, καὶ μὴ δὲ μίαν φροντίδα τροφῆς ποιήσασθαι, ἢ ἄλλης ἀναγκαίας χρείας· οὐκ ἀποκάμνοντες ἐν ἐρήμῳ συνεῖναι Χριστῷ. ὁ δὲ Χριστὸς, τὸ τῆς φύσεως ἀσθενὲς εἰδὼς, ὅτι δεόμεθα τροφῆς πρὸς τῇ ὑγιείᾳ τῶν σωμάτων, καὶ τούτου πρόνοιαν τίθεται· ἵνα φανῇ μὴ μόνον ψυχῶν,
15ἀλλὰ καὶ σωμάτων κηδόμενος, ὡς αὐτὸς ὢν καὶ ψυχῆς καὶ σώμα‐ τος δημιουργός· οὐ μὴν θατέρου, κατὰ τοὺς τῶν Μανιχαίων λήρους, οἳ διαφόρους φάσιν, ἄλλον τὸν τῆς ψυχῆς, ἄλλον τὸν τοῦ σώματος. Πόσους ἄρτους ἔχετε; Θεοδώρου Μομψουεστίας. Οὔπω τὴν βούλησιν συνῆκαν, ὅτι
20τὴν ἐπὶ ταῖς τροφαῖς αὖθις θαυματουργίαν ὑπὲρ τῆς πίστεως ὁ Κύριος ἐβούλετο παρασχέσθαι· καίτοι ἡ ἐπερώτησις εἰς τοῦτο αὐτὸ διανίστησιν, ὡς ὁ Ἰωάννης διδάσκει, τὸ “πόθεν ἀγοράσωμεν “ἄρτους, ἵνα φάγωσιν οὗτοι.” Καὶ μετ’ ὀλίγα—Ἐβούλετο γὰρ διαγυμνάζεσθαι τὴν τῶν μαθητῶν ψυχὴν, εἰς τὸ πιστεύειν τῇ
25θείᾳ αὐτοῦ δυνάμει· ὅτι μὴ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τοὺς ἀκολουθοῦντας ἐπαίδευεν. Θεοδώρου Μομψουεστίας. Οὐκ ἀγνοοῦντος ἡ ἐρώτησις, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν τῆς ἑαυτοῦ δυνάμεως ἐνάγοντος. Κυρίλλου Ἀλεξανδρείας. Ἐκ πολλῶν δὲ ὁ Χριστὸς δείκνυ‐
30σιν ὅτι Θεός ἐστιν· οὐδὲν ἧττον καὶ ἐκ τοῦ τρέφειν ἐν ἐρήμῳ τὸν ὄχλον τοῦτο παρίστησιν· οἱονεί πως καὶ ἄκων διὰ τὴν καὶ τῆς τροφῆς δυσπόριστον ποιῶν τὸ τῶν ἄρτων σημεῖον· ὅπερ οὐκ ἂν
ἐποίησεν ἐν πλείονι, ὅπου τῶν ὠνίων ἡ ἀφθονία· πλὴν δυνάμεως127

128

λόγῳ κραταιῶσαι αὐτοὺς, διὰ τὸ ἀφανὲς τοῦτο ποιεῖ· τὸ δὲ τῶν ἄρτων ὡς ἐναργῶς δείκνυσιν, τὴν αὐτοῦ θεοπρεπῆ δόξαν ἐποίησεν. Θεοδώρου Ἡρακλείας. Οὐ μόνον ἅπαξ τοῦτο ποιεῖ, ἀλλὰ καὶ δεύτερον· ὅπως γνῶμεν, ὅτι τῆς θεότητος αὐτοῦ ἐστὶν ἡ ἰσχὺς,
5ἡ ἀποτρέφουσα ὅτε θέλει πλήθη, καὶ δίχα ἄρτων· τοῦτο δὲ ποιεῖ, πιστοποιῶν τὸν ὄχλον, ὅτι αὐτὸς ἦν, ὁ καὶ πρώην ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τὸν Ἰσραὴλ διαθρέψας, καὶ οὐ μόνον ἐξ ὀλίγων αὐτοὺς ἔθρεψεν ἄρτων, ἀλλὰ καὶ ἐπερίσσευσαν ἑπτὰ σπυρίδες· ἵνα δειχθῇ ἀσυγκρίτως τὸν Ἠλιοῦ ὑπεραίρων· ὃς καὶ αὐτὸς ἐποίη‐
10σεν πλεονάζειν τὸ ἔλαιον τὸ μικρὸν καὶ τὸ ἄλευρον τῆς χήρας· ὅμως περαιτέρω τῆς χρείας, ἑπτὰ σπυρίδας ἐπλήρωσεν ἀπὸ τῶν ἑπτὰ ἄρτων· ἵνα ἡ διαφορὰ τῶν σημείων, μὴ πάλιν ἐμβάλῃ εἰς λήθην τοὺς μαθητάς. Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι.
15 Ποῖον σημεῖον οἱ Φαρισαῖοι καὶ οἱ Σαδδουκαῖοι νῦν ἐπιζήτουσιν, ἐκ τοῦ οὐρανοῦ ἐπιδειχθῆναι αὐτοῖς; ἢ ἵνα στήσῃ τὸν ἥλιον, ἢ τὴν σελήνην χαλινώσῃ· ἢ κεραυνοὺς κατενέγκῃ, ἢ τὸν ἄερα μετα‐ βάλῃ· ἢ ἄλλο τι τοιοῦτον ποιήσῃ. ὅπερ δὲ καὶ αὐτὸς εἶπεν αὐτοῖς· ὅτι “τὸ πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε· τὰ δὲ σημεῖα
20“τῶν καιρῶν, οὐ γινώσκετε,” τοῦτο δηλοῖ, ὅτι ὥσπερ, φησὶν, ἐπὶ τοῦ οὐρανοῦ, ἄλλο μὲν σημεῖον τοῦ χειμῶνος, ἄλλο δὲ τῆς εὐδίας, καὶ οὐκ ἄν τις τὸ σημεῖον ἰδὼν τοῦ χειμῶνος, γαλήνην ζητήσειεν· οὐδὲ ἐν γαλήνῃ χειμῶνα, οὕτως καὶ ἐπ’ ἐμοῦ λογίζεσθαι χρή· ἄλλος γὰρ οὗτος ὁ τῆς ἐμῆς παρουσίας καιρὸς, καὶ ἄλλος ὁ
25μέλλων· νῦν χρεία τούτων τῶν σημείων τῶν ἐν τῇ γῇ· τὰ δὲ ἐν τῷ οὐρανῷ, ἐκείνῳ τεταμίευται τῷ καιρῷ· νῦν, ὡς ἰατρὸς ἦλθον· τότε, ὡς δικαστὴς ἐλεύσομαι· ὑποκριτὰς δὲ αὐτοὺς καλεῖ καὶ νῦν, ὅτι καὶ ἕτερα μὲν ἔλεγον, ἕτερα δὲ ἐφρόνουν. οὐ γὰρ διὰ τὸ πιστεῦσαι ἐζήτουν τὰ σημεῖα, ἀλλ’ ὥστε ἐπιλαβέσθαι, ἐπεὶ
30ἔδωκεν ἄν· ὁ γὰρ τῇ γυναικὶ εἰπὼν, οὐκ ἔστι καλὸν δοῦναι, καὶ μετὰ ταῦτα δοὺς, πολλῷ μᾶλλον ἂν τούτοις παρέσχεν· καὶ ὁ τὰ μείζονα δοὺς, τουτέστιν ἁμαρτήματα λύσας, καὶ δαίμονας ἀπε‐
λάσας, καὶ τὰ ἄλλα πάντα, καὶ ἐν τούτοις μὴ πείσας, πῶς ἂν ἐν128

129

τοῖς μικροτέροις πείθειν ἔμελλεν; μικρότερα γὰρ πρὸς ταῦτα, τὸ τὸν ἥλιον ἀποκρύψαι, καὶ σελήνην χαλινῶσαι, καὶ κεραύνους κατενεγκεῖν· χρὴ δὲ σκοπῆσαι τὴν πώρωσιν αὐτῶν· ὅτι περ εἰπόν‐ τος τοῦ δεσπότου Χριστοῦ πρὸς αὐτοὺς, ὅτι “οὐ δοθήσεται αὐτοῖς
5“σημεῖον, εἰ μὴ τοῦ Ἰωνᾶ,” οὐκ ἐρώτωσι τί ποτε ἦν τὸ λεγό‐ μενον· ἐπειδὴ, ὥσπερ ἔφην, οὐκ ἐπιθυμίᾳ ταῦτα ἐποίουν. διὰ δὴ τοῦτο καὶ αὐτὸς ἀφεὶς αὐτοὺς, ἀπῆλθεν. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ
10τοῦ προφητοῦ. Θεοδωρήτου. “Σημεῖον Ἰωνᾶ” λέγει, τὸ τῆς θαλάσσης, ἐπειδὴ τριημέρευσεν ἐν τῷ κήτει· ὅθεν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ὑπὸ γῆς διέτριψεν, τὴν μὲν παρασκευὴν, ἀπὸ τοῦ τέλους· τὸ δὲ σάββατον, ὅλον· τὴν δὲ
15κυριακὴν, ἀπὸ τῆς ἀρχῆς, κατὰ τὴν ὑπόληψιν τῶν ἀνθρώπων. ἐπεὶ δὲ ἡμεῖς τὴν τριταίαν τῶν τελευτησάντων ἡμέραν ἐπιτελοῦμεν, οὐκ ἐπειδ’ ἂν ἴσον τῷ μέτρῳ πληρωθῆναι συμβαίη τὰς τρεῖς ἡμέρας καὶ τὰς τρεῖς νύκτας, ἀλλ’ ἡμέραν μὲν μόνην καὶ τέλειαν λογιζόμενοι ἐκείνην, ἣν ἐν οἱῳδήποτε καιρῷ τελεύτηκεν· ἡμέραν
20δὲ καὶ τὴν ἑτέραν, ἧς ἐν τοῖς προοιμίοις παρὰ τοὺς τάφους τῶν τετελευτηκότων ἄπειμεν· κατὰ τὴν αὐτὴν τοίνυν ἀκολουθίαν, καὶ ὁ Κύριος τρεῖς νύκτας τε καὶ ἡμέρας ποιήσειν ἐπὶ τῆς γῆς· καὶ τούτου δεῖγμα σαφὲς, τὸ καὶ τὰς γυναῖκας κατ’ ἐκεῖνον ἐλθεῖν τὸν καιρὸν, ὥστε δὲ τὰ νενομισμένα τῆς τριταίας ἡμέρας ἐπὶ
25νεκρῷ πληρῶσαι.
26tΚΕΦ. ΛΒ.
27tΠερὶ τῆς ζύμης τῶν Φαρισαίων.
28 Διὰ τί εἶπεν ὁ Κύριος τοῖς Ἀποστόλοις, “προσέχετε ἀπὸ τῆς “ζύμης τῶν Φαρισαίων,” καὶ οὐκ εἶπεν, ἀπὸ τῆς διδασκαλίας
30αὐτῶν; ἐπειδὴ ἐβούλετο ἀναμνῆσαι αὐτοὺς τῶν γενομένων ση‐ μείων· ἐγίνωσκε γὰρ αὐτοὺς ἐπιλελησμένους· καίπερ διπλοῦ τοῦ θαύματος γενομένου· λέγω δὴ τοῦ πλεονασμοῦ τῶν πέντε ἄρτων
καὶ τῶν ἑπτά· καὶ τὸ μὲν ἁπλῶς ἐγκαλέσαι αὐτοῖς, οὐκ ἐδόκει129

130

λόγον ἔχειν· τὸ δὲ ἀφορμὴν παρ’ αὐτῶν λαβόντα οὕτως ἐπιτι‐ μῆσαι, εὐπαράδεκτον ἐποίει τὸ ἔγκλημα, καὶ τὸ εἰς μέσον ἐνεγκεῖν τοὺς διαλογισμοὺς αὐτῶν τί διελογίζοντο, “ὅτι ἄρτους οὐκ “ἐλάβομεν.” ἔτι γὰρ ἐπὶ τὰ καθάρσια τὰ Ἰουδαϊκὰ ἦσαν ἐπτο‐
5ημένοι, καὶ περὶ τὰς τῶν βρωμάτων παρατηρήσεις· διὸ πάντων ἕνεκεν, καὶ σφοδρότερον αὐτοῖς ἐπιτίθεται λέγων· “τὶ διαλογί‐ “ζεσθε ἐν ἑαυτοῖς ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω “νοεῖτε, οὐδὲ μνημονεύετε,” καὶ τὰ ἑξῆς. εἶδες ἀγανάκτησιν ἐπιτεταμένην, οὐδὲ γὰρ ἀλλαχοῦ φαίνεται αὐτοῖς οὕτως ἐπιτι‐
10μήσας· τοῦτο δὲ ὅλον πεποίηκεν, ὥστε πάλιν τὴν τῶν βρωμάτων ὑπόληψιν ἐκβαλεῖν· οὐ γὰρ πανταχοῦ ἡ πραότης καλόν. ὥσπερ γὰρ μετεδίδου παρρησίας αὐτοῖς, οὕτως καὶ ἐπιτιμᾷ· δι’ ἀμφο‐ τέρων τὴν σωτηρίαν αὐτῶν οἰκονομῶν· χρὴ δὲ σκοπῆσαι καὶ τὴν μετὰ τὴν ἐπιτίμησιν πολλὴν αὐτοῦ ἐπιείκειαν. ὡς γὰρ ἀπολογού‐
15μενος αὐτοῖς ὑπὲρ τῆς ἐπιτιμήσεως, τῶν πέντε ἄρτων καὶ τῶν ἑπτὰ ἀνέμνησεν· διὰ τοῦτο δὲ τὸν ἀριθμὸν τίθησιν, καὶ τῶν τραφέντων, καὶ τῶν λειψάνων τῶν ἄρτων· ὁμοῦ τὲ εἰς ἀνάμνησιν αὐτοὺς ἄγων τῶν παρελθόντων, καὶ εἰς τὸ μέλλον προσεκτικω‐ τέρους ποιῶν. τοσοῦτον δὲ ἴσχυσεν ἡ ἐπιτίμησις, καὶ ἤγειρε
20καθεύδουσαν τὴν αὐτῶν διάνοιαν, ὅτι μετὰ τὴν ἐπιτίμησιν τοῦτο μόνον προσθέντος, ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν, εὐθέως συνῆκαν, ὅτι περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων εἶπεν· καίτοι τοῦτο αὐτοῦ μὴ ἑρμηνεύσαντος· ὅθεν δέον ἡμᾶς γινώσκειν πόσα ἀγαθὰ ἡ ἐπιτίμησις αὕτη εἰργάσατο· πρῶτον μὲν,
25τῶν Ἰουδαϊκῶν αὐτοὺς ἀπήγαγε παρατηρήσεως· ἔπειτα ῥαθύμους ὄντας, προσεκτικωτέρους ἐποίησεν, καὶ τῆς ὀλιγοπιστίας ἀπήλ‐ λαξεν, ὥστε μὴ φοβεῖσθαι, εἴποτε ἄρτους φαίνοιντο ὀλίγους ἔχον‐ τες· μηδὲ ὑπὲρ λιμοῦ φροντίζειν, ἀλλ’ ὑπερορᾷν τούτων ἁπάντων.
29tΚΕΦ. ΛΓ.
30tΠερὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως.
31 Διὰ τί ἀπελθὼν εἰς Καισάρειαν τῆς Φιλίππον; ἔστι γὰρ καὶ ἑτέρα ἡ Στράτωνος, ἐν ἐκείνῃ, καὶ οὐκ ἐν ταύτῃ, ὁ Χριστὸς ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· “τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι,
τὸν υἱὸν τοῦ ἀνθρώπου; πόρρω τῶν Ἰουδαίων ἀπάγων αὐτοὺς, ὡς130

131

πάσης ἀπαλλαγέντας ἀγωνίας, μετὰ παρρησίας εἰπεῖν τὰ κατὰ διάνοιαν ἅπαντα· διὰ τοῦτο ἐν ἐκείνῃ, καὶ οὐκ ἐν ταύτῃ ἐπηρώ‐ τησεν αὐτούς· οὐκ ἐρωτᾷ δὲ τὴν αὐτῶν γνώμην εὐθέως, ἀλλὰ τὴν τῶν πολλῶν· ἵνα περ εἰπόντας τὴν ἐκείνων, εἶτα ἐρωτηθέντες, εἰς
5μείζονα ἀναχθῶσιν ἔννοιαν, καὶ μὴ εἰς τὴν αὐτὴν ταπεινότητα τοῖς πολλοῖς συμπέσωσι· διὰ δὴ τοῦτο, οὐδὲ ἐν ἀρχῇ τοῦ κη‐ ρύγματος αὐτῶν πυνθάνεται· ἀλλ’ ὅτε σημεῖα πολλὰ ἐποίησεν, καὶ περὶ πολλῶν αὐτοῖς διηλέχθη, καὶ ὑψηλῶν δογμάτων, καὶ τῆς αὐτοῦ θεότητος, καὶ τῆς πρὸς τὸν Πατέρα ὁμονοίας, πολλὰς
10παρέσχε τὰς ἀποδείξεις· τότε τὴν πεῦσιν προσάγει ταύτην· καὶ οὐκ εἶπεν τίνα με λέγουσιν οἱ γραμματεῖς, καὶ οἱ Φαρισαῖοι εἶναι· καίτοι γε οὗτοι αὐτῷ πολλάκις προσῄεσαν καὶ διελέγοντο· ἀλλὰ “τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι·” τὴν τοῦ πλήθους γνώ‐ μην τὴν ἀδέκαστον ἐξετάζων· εἰ γὰρ καὶ πολλῷ ταπεινότερα τοῦ
15δεόντος ἦν, ἀλλὰ πονηρίας ἀπήλλακτο. ἐκείνη δὲ πολλῆς ἔγεμε τῆς κακίας· “υἱὸν δὲ ἀνθρώπου” αὐτὸν εἶπεν, σφόδρα βουλόμενος τὴν οἰκονομίαν ὁμολογεῖσθαι, καθὼς καὶ ἀλλαχοῦ πολλαχῶς τοῦτο ποιεῖ. Μετὰ οὖν τὸ εἰπεῖν αὐτοὺς τὴν πεπλανημένην δόξαν τοῦ πλή‐
20θους, τότε καὶ αὐτοὺς ἐρωτᾷ, καὶ εὐθέως πρὸ πάντων ὁ Πέτρος, τὸ στόμα τῶν Ἀποστόλων, ὁ πανταχοῦ θερμὸς, ὁ τοῦ χοροῦ τῶν μαθητῶν κορυφαῖος, προπηδᾷ καὶ προλαμβάνει, καὶ φησὶν, “σὺ “εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·” διὰ τοῦτο δὲ αὐτὸν ὁ Χριστὸς μακαρίζει, ὅτι οὐχ ὡς οἱ ἐν τῷ πλοίῳ, οὐδὲ ὡς ὁ
25Ναθαναὴλ εἶπεν αὐτὸν υἱὸν Θεοῦ, ὡς ἕνα τῶν πολλῶν, ἀλλὰ γνήσιον Υἱὸν ὄντα τοῦ Πατρὸς, κατὰ ἀλήθειαν αὐτὸν ὡμολόγησεν, ὡς ἐκ τῆς αὐτοῦ προσελθόντα οὐσίας. διὰ τοῦτο δὲ καὶ τὸν ἀποκαλύψαντα αὐτῷ Πατέρα δείκνυσιν ὁ Χριστὸς, ἵνα μήτις διὰ τὸ εἶναι τὸν Πέτρον θερμὸν ἐραστὴν αὐτοῦ, φιλίας καὶ κολακείας
30ὑποπτεύσῃ τυγχάνειν τὰ ῥήματα, ἀλλὰ μᾶλλον δόγμα θεῖον τὰ εἰρημένα εἶναι πιστεύσῃ. Τίνος ἕνεκεν οὐκ αὐτὸς ἀποφαίνεται, οὐδὲ λέγει, ἐγώ εἰμι ὁ Χριστὸς, ἀλλὰ διὰ τῆς ἐρωτησέως τοῦτο κατασκευάζει, καὶ
αὐτοὺς εἰσάγει ὁμολογοῦντας; ἐπειδὴ οὕτως καὶ αὐτῷ πρεπω‐131

132

δέστερον ἦν καὶ ἀναγκαῖον, καὶ ἐκείνους μᾶλλον ἐφείλκετο πρὸς τὴν πίστιν τῶν λεγομένων· διὰ τοῦτο καὶ ὁ Χριστὸς φησὶ πρὸς αὐτόν· ἐπειδήπερ ἐκήρυξάς μου τὸν Πατέρα, καὶ ἐγὼ τὸν γεγενη‐ κότα σε ὀνομάζω, καὶ ὥσπερ σὺ τοῦ Ἰωνᾶ παῖς, οὕτως καὶ ἐγὼ
5τοῦ ἐμοῦ Πατρὸς, καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. τὸ δὲ “ἐπὶ τῇ πέτρᾳ ταύτῃ,” τὸν ἐπὶ τῇ πίστει, καὶ τῇ ὁμολογίᾳ δηλοῖ· καὶ ὅτιπερ πολλοὶ μέλλουσι πιστεύειν· ἀνίστησι δὲ αὐτοῦ τὸ φρόνημα, καὶ ποιμένα αὐτὸν ποιεῖ· καὶ “ὅτι πύλαι ᾅδου οὐ “κατισχύσουσιν αὐτῆς·” εἰ δὲ ἐκείνης οὐ κατισχύσουσί, φησι,
10πολλῷ μᾶλλον ἐμοῦ. διὰ τί εἶπεν, “καὶ ἐγὼ δώσω σοι;” ὅτι ὁ μὲν Πατὴρ φησὶν, ἔδωκέ σοι τὸ ἐμὲ γνῶναι, καὶ ἐγὼ δέ σοι τὰς κλεῖς τῶν οὐρανῶν δώσω· καὶ διὰ τούτου δεικνὺς τὸ ὁμότιμον καὶ ὁμοδύναμον τὸ πρὸς τὸν Πατέρα· οὐ γὰρ εἶπεν, ὅτι παρακαλέσω τὸν Πατέρα, ἀλλ’ ἐγὼ δώσω· διὰ τοῦτο δὲ διεστείλατο αὐτοῖς,
15μηδενὶ εἰπεῖν ὅτι αὐτός ἐστιν ὁ Χριστός· ἐπειδὴ ἐγίνωσκεν ὅτι οὔπω βεβαίως ἔμελλε τότε πιστεύειν ὁ ὄχλος· εἰ γὰρ αὐτοὶ οὗτοι οἱ Ἀπόστολοι μετὰ ταῦτα ἐσκανδαλίσθησαν, πολλῷ μᾶλλον τὸ πλῆθος τοῦ λαοῦ. “Ἀπὸ τότε,” φησὶν, “ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς,
20“ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν,” καὶ τὰ ἑξῆς· “ἀπὸ “τότε,” ὅτε ἔπηξεν αὐτοῖς τὸ δόγμα· ὅτε τὴν ἀρχὴν τῶν ἐθνῶν εἰσήγαγεν· ἀλλ’ οὐδὲ οὕτως συνίεσαν, καὶ πολλῷ βέλτιον ἐνόμιζον εἶναι τὸ μὴ ἀποθανεῖν αὐτόν· διὰ τοῦτο τῶν ἄλλων θορυβουμένων καὶ ἀπορούντων, πάλιν ὁ Πέτρος θερμὸς ὢν, μόνος τολμᾷ περὶ
25τούτων διαλεχθῆναι, καὶ οὐδὲ παρρησίᾳ, ἀλλὰ κατ’ ἰδίαν λαβών· τουτέστιν τῶν λοιπῶν ἀποχωρίσας μαθητῶν, καὶ φησίν· “ἵλεώς “σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο·” διὰ τί ὁ ἀποκαλύψεως τυχὼν καὶ μακαρισθεὶς, οὕτως ταχέως ἔπεσεν, καὶ ἐσφάλη, ὡς φοβηθῆναι αὐτοῦ τὸ πάθος; ἐπειδὴ οὐκ ἐδέξατο καὶ τὴν περὶ
30τούτου ἀποκάλυψιν· ὅθεν καὶ ἐκ τούτου μανθανόμενος, ὅτι οὐδὲ ἐκεῖνα οἴκοθεν ἐφθέγξατο, ἀλλ’ ἐκ τῆς τοῦ Πατρὸς ἀποκαλύψεως. τὸ δὲ “οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων,” τοῦτο δηλοῖ, ὅτι ἀνθρωπίνῳ λογισμῷ καὶ γηΐνῳ τὸ πρᾶγμα ἐξετάζων, ἐνόμιζεν αἰσχρὸν εἶναι αὐτῷ τὸ παθεῖν· καθαπτόμενος δὲ αὐτοῦ
35ὁ Χριστὸς, δείκνυσιν ὅτι οὐ τὸ παθεῖν τῆς τοῦ διαβόλου γνώμης132

133

ὑπάρχει· μετὰ δὲ τὸ ἐπιτιμηθῆναι τὸν Πέτρον, βουλόμενος ὁ Εὐαγγελιστὴς δεῖξαι, τήν τε παρὰ τοῦ Πέτρου εἰρημένην ἀτο‐ πίαν, καὶ τὸ κέρδος τὸ ἀπὸ τοῦ πάθους, οὐχ ἁπλῶς φησιν ὅτι εἶπεν ὁ Ἰησοῦς, ἀλλὰ προσέθηκε τὸ “τότε,” οὕτως λέγων· ὅτι
5“τότε ὁ Ἰησοῦς, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· εἴτις θέλει ὀπίσω “μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει τοιοῦτόν ἐστι· σύ μοι, ὦ Πέτρε, εἶπας, φησὶν, ὅτι “ἵλεώς σοι “Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο·” ἐγὼ δέ σοι λέγω· ὅτι οὐ μόνον τὸ ἐμὲ κωλύειν καὶ τῷ ἐμῷ πάθει δυσχεραίνειν, ἐπιβλαβές σοι
10καὶ ὀλέθριον, ἀλλ’ ὅτι οὐδὲ σὺ αὐτὸς σωθῆναι δυνήσῃ, ἐὰν μὴ πρὸς τὸ ἀποθανεῖν παρεσκευασμένος ὑπάρχεις ἀεί· τὸ δὲ “εἴτις “θέλει,” δηλοῖ ὅτι οὐ βιαζόμενος οὐδὲ ἀναγκάζων, ἀλλ’ ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποιῶ. Οὐ περὶ τῶν Ἀποστόλων δὲ τοῦτο εἶπε μόνον, ἀλλὰ κοινὸν
15αὐτὸ δόγμα τῇ οἰκουμένῃ προτίθησι· τοῦτο γὰρ σημαίνει τὸ “εἴτις θέλει·” κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν ἄρχων, κἂν ἀρχόμενος, ταύτην δεχέσθω τὴν ὁδόν· τί δέ ἐστιν “ἀπαρνησάσθω ἑαυτόν;” ὅμοιον, ἐάν τις ἀπαρνησάμενος ὄν τινα οὖν, κἂν μαστιζόμενον ἴδῃ, κἂν δεσμούμενον καὶ ἐπὶ θάνατον ἀπαγόμενον, οὐ παρίσταται, οὐ
20βοηθεῖ, οὐκ ἐπικλᾶται, οὐ πάσχει τί πρὸς αὐτὸν, ἅτε ἅπαξ ἀπαλλοτριωθείς· οὕτω βούλεται ἡμᾶς τοῦ σώματος τοῦ ἡμετέρου καταφρονεῖν, ὡς κἂν μαστίζωσιν οἱ ἐχθροὶ τῆς ἀληθείας, κἂν ἐλαύνωσι, καὶ καίωσι, κἂν ὅτι οὖν ποιῶσι, μὴ φειδώμεθα· ζωὴν γὰρ αἰώνιον κληρονομοῦμεν· τὸ δὲ “ἀράτω τὸν σταῦρον αὐτοῦ,”
25δηλοῖ τὸ μέχρι πόσου ἀπαρνήσασθαι χρὴ ἑαυτόν· ἵνα γὰρ μὴ νομίσωμεν, ὅτι μέχρις ὕβρεως καὶ πληγῶν δεῖ ἀπαρνεῖσθαι ἑαυτὸν, λέγει ὅτι μέχρι θανάτου, καὶ θανάτου τοῦ ἐπονειδίστου· τοῦτο γὰρ ὁ σταῦρος σημαίνει· τὸ δὲ “ἀκολουθείτω μοι,” ἐμφαίνει, ὅτι ἐπειδὴ ἔστι πάσχοντά τινα μὴ ἀκολουθεῖν αὐτῷ, ὅτ’ ἂν μὴ δι’
30αὐτὸν πάθῃ τίς· καὶ γὰρ λῃσταὶ καὶ λοιποὶ κακοῦργοι πολλὰ χαλεπὰ πάσχουσιν, προστίθησι τὴν ὑπόθεσιν, ἵνα δι’ αὐτὸν ὑπομένωμεν. ἔτι δὲ καὶ τοῦτο δηλοῖ τὸ ἀκολουθεῖν τῷ Χριστῷ, μὴ μόνον τὴν ἐν τοῖς διωγμοῖς ἔχειν ἀνδρίαν, ἀλλὰ καὶ σωφρο‐ σύνην καὶ ἐπιείκειαν, καὶ πᾶσαν ἐπιδείκνυσθαι φιλοσοφίαν.
35Τί ἐστιν “ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσῃ133

134

“αὐτήν;” περὶ τῆς παρὰ τὸ δέον σωτηρίας λέγει, τὴν ἐκ τῶν κινδύνων διαφυγήν· ταύτην ἀπώλειαν ἐκάλεσεν, ὥσπερ οὖν καὶ τὴν ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις γινομένην ἀπώλειαν σωτηρίαν ὠνό‐ μασεν· “οὗτος γάρ,” φησιν, “εὑρήσει αὐτὴν,” εἰς ζωὴν αἰώνιον·
5ἐκεῖνος δὲ “ἀπολέσει αὐτὴν,” εἰς κόλασιν αἰώνιον· εἰ γὰρ καὶ τὴν οἰκουμένην ἅπασαν κερδήσει ὁ τοιοῦτος, τί πλέον αὐτῷ ἐντεῦθεν προσγενήσεται; καθάπερ γὰρ ἐάν τις τοὺς οἰκέτας ἴδοι, τοὺς ἐν τρυφῇ ὄντας, ἑαυτὸν δὲ ἐν ἐσχάτοις κακοῖς, οὐδὲν ἐντεῦθεν κερ‐ δαίνει ἐκ τοῦ δεσπότης εἶναι, οὕτως καὶ ἐπὶ τῆς ψυχῆς χρὴ
10λογίζεσθαι· ὅτ’ ἂν τῆς σαρκὸς τρυφώσης καὶ πλουτώσης, αὐτῇ τὴν μέλλουσαν ἀπώλειαν ἀναμένει· “τί γὰρ δώσει ἀντάλλαγμα” φησὶ, “τῇ ψυχῇ αὐτοῦ;” χρήματα μὲν γὰρ ἂν ἀπολέσῃ τίς, ἢ ἕτερόν τι τοιοῦτον, δύναται ἴσως δοῦναι τὰ ὅμοια, ψυχὴν δὲ ὁ ἀπολλὺς, ἑτέραν οὐ δυνήσεται ἀποδοῦναι ψυχήν· ἀλλὰ κἂν βασι‐
15λεὺς ὑπάρχῃ, κἂν τὸν κόσμον ἔχῃ, κἂν πάντα παρέξῃ, ψυχὴν ἀγορᾶσαι μίαν οὐ δύναταί ποτε· διὸ παρακαλῶ, πάντα τὰ ἄλλα ἀφέντες, περὶ ταύτης ἅπασαν ποιησώμεθα τὴν σπουδήν· “μέλλει “γάρ,” φησιν, “ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι, ἐν τῇ δόξῃ τοῦ “Πατρὸς αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ, κατὰ τὰ ἔργα αὐτοῦ.”
20δόξαν δὲ τοῦ Πατρὸς, τὴν μεταμόρφωσιν ἐκάλεσεν, μεθ’ ἧς μέλλει παραγίνεσθαι· ἣν καὶ δεικνύειν αὐτοῖς ἔμελλεν, ὡς δυνατὸν ἦν αὐτοῖς ἰδεῖν.
23tΚΕΦ. ΛΔ.
24tΠερὶ τῆς μεταμορφώσεως τοῦ Κυρίου.
25 “Καὶ μεθ’ ἡμέρας ἓξ,” φησὶν, “παραλαμβάνει ὁ Ἰησοῦς τὸν “Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ “ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν·” ἄλλος δὲ Εὐαγ‐ γελιστὴς, “μετὰ ὀκτὼ” λέγει. οὐκ ἐναντιούμενοι δὲ ἀλλήλοις τοῦτο εἶπον, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες· ὁ μὲν γὰρ, καὶ αὐτὴν
30τὴν ἡμέραν, καθ’ ἣν ἐφθέγξατο· κἀκείνην καθ’ ἣν ἀνήγαγεν εἶπεν· ὁ δὲ, τὰς μεταξὺ τούτων εἶπεν μόνον. διὰ τί δὲ τούτους τοὺς τρεῖς λαμβάνει; ἐπειδὴ οὗτοι τῶν ἄλλων ἦσαν ὑπερέχοντες· καὶ ὁ μὲν Πέτρος, ἐκ τοῦ σφόδρα φιλεῖν τὸν Χριστὸν ἐδήλου τὴν ὑπεροχὴν,
ὁ δὲ Ἰωάννης, ἐκ τοῦ σφόδρα φιλεῖσθαι· καὶ Ἰάκωβος δὲ, ἀπὸ134

135

τῆς ἀποκρίσεως, ἧς ἀπεκρίθη μετὰ τοῦ ἀδελφοῦ λέγων, “δυνά‐ “μεθα πιεῖν τὸ ποτήριον·” οὐκ ἀπὸ τῆς φωνῆς δὲ μόνον, ἀλλὰ δὲ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων, καὶ ἀφ’ ὧν ἐπλήρωσαν ἅπερ εἶπεν· οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς τοῖς Ἰουδαίοις, ὡς καὶ τὸν
5Ἡρώδην ἐν τούτῳ νομίσαι χαρίζεσθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι. οὐκ ἀνάγει δὲ αὐτοὺς ὁ Χριστὸς, ἀλλὰ μετὰ ἓξ ἡμέρας· οὐδὲ τὰ ὀνόματα τῶν μελλόντων ἀνέρχεσθαι λέγει, ἀλλὰ μόνον ἀορίστως· ὅτι “εἰσὶ τινὲς τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ “γεύσωνται θανάτου,” καὶ τὰ ἑξῆς· ἵνα μὴ ἀγανακτήσωσιν οἱ
10λοιποὶ, ὡς παροφθέντες· διὰ τοῦτο δὲ προλέγει, ἵνα ἐν τῷ ἀριθμῷ τῶν ἡμέρων τῆς ἐπιθυμίας ἐμπλησθέντες, οὕτως νηφούσῃ καὶ μεμεριμνημένῃ διανοίᾳ παραγένωνται. Τίνος ἕνεκεν Μωϋσῆν καὶ Ἡλίαν εἰς μέσον ἄγει; πρῶτον μὲν, ἐπειδὴ ἔλεγον οἱ ὄχλοι, οἱ μὲν Ἡλίαν, οἱ δὲ, Ἱερεμίαν, οἱ δὲ, ἕνα
15τῶν προφητῶν αὐτὸν εἶναι· διὰ τοῦτο τοὺς κορυφαίους τῶν Ἀπο‐ στόλων ἄγει, ἵνα τὸ μέσον καὶ ἐντεῦθεν ἴδωσι τῶν δούλων καὶ τοῦ δεσπότου· δεύτερον δὲ, ἐπειδὴ συνεχῶς ἐνεκάλουν τῷ Χριστῷ, ὡς παραβαίνοντι τὸν νόμον· ἵνα δείξῃ, εἴπερ ἤθελον λογίσασθαι οἱ Ἰουδαῖοι, ὅτι, οὐδ’ ἂν Μοϋσῆς μὲν, ὁ τὸν νόμον δεδωκὼς, περιεῖδε
20πατούμενον αὐτὸν ὑπ’ αὐτοῦ, ὡς ἐνόμιζον ἐκεῖνον· καὶ οὐδ’ ἂν παρέστη αὐτῷ, ἢ ὑπήκουσεν· καὶ Ἡλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσεν· καὶ οὐκ ἂν, εἰ ἦν ἀντίθεος, Θεὸν σαυτὸν λέγων, μὴ ὢν ὅπερ ἔλεγεν, ἐθεράπευσεν ἂν αὐτὸν παραγενόμενος· τρίτην δὲ, ἵνα μάθωσιν, ὅτι καὶ θανάτου καὶ ζωῆς τὴν ἐξουσίαν ἔχει, καὶ τῶν
25ἄνω καὶ κάτω κρατεῖ· διὰ τοῦτο καὶ τὸν τετελευτηκότα καὶ τὸν οὐδέπω παθόντα, εἰς μέσον ἄγει· τέταρτον δὲ, ἵνα δείξῃ τοῦ σταυροῦ τὴν δόξαν, καὶ παραμυθήσηται τὸν Πέτρον καὶ ἐκείνους, δεδοικότας τὸ πάθος, καὶ ἀναστήσει αὐτῶν τὰ φρονήματα· καὶ γὰρ “ἐλάλουν” φησὶ, “Μωϋσῆς καὶ Ἡλίας τὴν δόξαν ἣν ἔμελλε
30“πληροῦν εἰς Ἱερουσαλήμ.” τουτέστι τὸ πάθος καὶ τὸν σταυρόν· οὕτω γὰρ αὐτὰ καλοῦσιν, τουτέστι δόξαν ἀεί· οὐ μόνον δὲ τὰς προειρημένας αἰτίας εἰς μέσον αὐτοὺς ἄγει, ἀλλ’ ἐπειδὴ εἶπεν· “εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀράτω τὸν σταῦρον αὐτοῦ καὶ “ἀκολουθείτω μοι·” τοὺς μυριάκις ἀποθανόντας, ὑπὲρ τῶν τῷ
35Θεῷ δοκούντων, παρίστησι· καὶ γὰρ τούτων ἕκαστος, τὴν ψυχὴν135

136

αὐτοῦ ἀπολέσας εὗρεν αὐτήν· πρὸς τυράννους ἕκαστος παρρησια‐ σάμενος, ὁ μὲν πρὸς τὸν Αἰγύπτιον, ὁ δὲ, πρὸς τὸν Ἀχαάβ· καὶ δι’ ἕτερα δὲ τούτων πλείονα, ἅπερ διὰ τὸ μῆκος παρῆλθον· ἐὰν δέ τις φιλόπονος ᾖ, γνώσεται κἀκεῖνα.
5 Διὰ τί εἶπεν ὁ Πέτρος, “καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι;” ἐπει‐ δήπερ ἤκουσεν, ὅτι δεῖ εἰς τὰ Ἱεροσόλυμα αὐτὸν ἀπελθεῖν καὶ παθεῖν· φοβούμενός τι καὶ τρέμων ὑπὲρ αὐτοῦ· εἶδεν δὲ ὄρος, καὶ πολλὴν τὴν ἀναχώρησιν καὶ τὴν ἐρημίαν· διὰ τοῦτο βούλεται αὐτὸν ἐκεῖ εἶναι διηνεκῶς· διὸ, καὶ σκηνῶν μέμνηται· ἔτι δὲ καὶ
10τοῦτο λογισάμενος, ὅτι Μωϋσῆς πάρεστι καὶ Ἡλίας· Μωϋσῆς ὁ εἰς τὸν γνόφον ἐλθὼν, καὶ τῷ Θεῷ διαλεχθείς· ἡμῖν δὲ ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκὼν, καὶ διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐνταῦθα ὄντες· τοῦτο δὲ ἔλεγεν, ὡς θερμὸς ἐραστὴς τοῦ Χριστοῦ· εἰ γὰρ καὶ μὴ ἐξητασμένος ὁ τρόπος ἦν τῶν ῥημάτων, ἀλλ’ ὅμως
15πολλῆς θερμότητος γέμοντος· οὕτως καὶ περιεκαίετο τοῦ Χριστοῦ· εἰ δὲ “μὴ ᾔδει τί ἐλάλει,” καθὼς ὁ Λουκᾶς φησί. τὸ δὲ “βεβα‐ “ρημένοι ἦσαν ὕπνῳ,” τοῦτο δηλοῖ, ὅτι πολλῷ κατείχοντο κάρῳ τῷ ἀπὸ τῆς ὄψεως αὐτοῖς ἐκείνοις γεγενημένῳ· καθάπερ γὰρ ὀφθαλμοὶ ἐξ ὑπερβαλλούσης σκοτοῦνται λαμπηδόνος, οὕτως καὶ
20οὗτοι τότε ἔπαθον· οὐ γὰρ δὴ νὺξ, ἀλλ’ ἡμέρα καὶ τὸ τῆς αὐγῆς τῆς θεϊκῆς ὑπέρογκον, ἐβάρει τὴν τῶν ὀφθαλμῶν ἀσθένειαν. Τίνος ἕνεκεν ἐκ τῆς νεφέλης φωνὴν ἀφίησιν ὁ Πατήρ; ἐπειδὴ οὕτως ἀεὶ φαίνεται ὁ Θεός. “νεφέλη γάρ,” φησι, “καὶ γνόφος, “κύκλῳ αὐτοῦ.” καὶ πάλιν· ὅτι “θεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ·”
25καὶ “νεφέλη ὑπέλαβεν αὐτὸν, ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν,” καὶ “ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν.” ἵνα οὖν πιστεύ‐ σωσιν, ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται· διὰ τοῦτο ἀπὸ τῆς νεφέλης ἠνέχθη· νεφέλη δὲ φωτεινὴ, ἐπειδὴ φοβῆσαι οὐκ ἐβού‐ λετο, ἀλλὰ διδάξαι· ὅπου γὰρ ἀπειλὴν, σκοτεινὴν δείκνυσιν,
30ὥσπερ ἐν τῷ Σινᾶ· διὰ τοῦτο δὲ ἡ φωνὴ ἠνέχθη, μετὰ τὸ ἀφανεῖς γενέσθαι Μωϋσῆν καὶ Ἡλίαν, ἵνα δειχθῇ ὅτι οὐ περὶ ἑνὸς τῶν δύο ἐλέχθη, ἀλλὰ περὶ τοῦ Χριστοῦ μόνον· οὐ τὸν Χριστὸν δὲ
μόνον ὑπέλαβεν ἡ νεφέλη, ἀλλὰ πάντας· ἵνα μὴ νομισθῇ ὅτι136

137

ὁ Χριστὸς ἀφῆκε τὴν φωνὴν ἐκείνην· “ἀγαπητὸν δὲ υἱὸν” αὐτὸν εἶπεν, διὰ τὸν Πέτρον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὅτι κἂν μυριάκις αὐτὸν φιλεῖς, οὐ φιλεῖς αὐτὸν τοῦ γεγεννηκότος ἶσον· εἰ οὖν φιλεῖται παρ’ ἐμοῦ, φησὶν, μὴ φοβοῦ τὸ πάθος· καὶ γὰρ
5ἴσος μου ἐστὶ κατὰ πάντα, καὶ ἰσογνώμων· τὸ δὲ “ἐν ᾧ εὐδό‐ “κησα,” δηλοῖ, ἐφ’ ᾧ ἀναπαυόμενος, ᾧ ἀρέσκομαι, διὰ τὸ κατὰ πάντα ἐξισῶσθαι αὐτὸν πρός με μετὰ ἀκριβείας· τὸ δὲ “αὐτοῦ “ἀκούετε,” σημαίνει, ὅτι κἂν σταυρωθῆναι βουληθῇ, μὴ ἀντι‐ πέσῃς.
10 Διὰ τί εἰς μὲν τὸν Ἰορδάνην ἐνεχθείσης τῆς φωνῆς, καὶ ὄχλου τοσούτου παρόντος, καὶ μετὰ ταῦτα πάλιν, ὅτε βροντὴν ἔλεγον γεγονέναι, οὐδεὶς κατέπεσεν ἐπὶ πρόσωπον· νῦν δὲ ἐν τῷ ὄρει καταπλαγέντες, τοῦτο ἔπαθον; ἐπειδὴ καὶ ἔρημος καὶ ὑψηλὸς, καὶ ἡσυχία ἦν πολλὴ, καὶ μεταμόρφωσις φρίκης γέμουσα, καὶ
15φῶς ὅρατον, καὶ νεφέλη ἐκτεταμένη· ἅπερ ἅπαντα, εἰς πολλὴν αὐτοὺς ἀγωνίαν ἐνέβαλεν, ὥστε καταπεσόντας, προσκυνῆσαι· διὰ τοῦτο δὲ ἐνετείλατο αὐτοῖς, μὴ εἰπεῖν τοῦτο τινὶ, ἕως οὗ ἐκ νεκρῶν ἀναστῇ· ἐπειδὴ ὅσῳ μείζονα διελέγετο περὶ αὐτοῦ, τοσούτῳ δυσπαραδεκτοτέρα ἦν τοῖς πολλοῖς τότε· οὐκ ἐκέλευσε δὲ διὰ
20παντὸς μηδενὶ εἰπεῖν, ἀλλ’ ἕως ἂν ἀναστῇ ἐκ νεκρῶν· ἐπειδὴ ὡς προγνώστης ᾔδει, οὔτε οἱ Ἀπόστολοι, οὔτε οἱ πολλοὶ τοῦ ὄχλου· οἱ μὲν, Πνεύματος Ἁγίου καταξιωθέντες, οἱ δὲ, τὰ σημεῖα βλέ‐ ποντες, τὰ διὰ τῶν Ἀποστόλων γινόμενα. “Καὶ ἐπηρώτησαν αὐτὸν,” φήσι, “λέγοντες· τί οὖν οἱ γραμμα‐
25“τεῖς λέγουσιν, ὅτι Ἠλίας δεῖ ἐλθεῖν πρῶτον;” καὶ πόθεν τοῦτο ἔλεγον οἱ γραμματεῖς; ἐκράτει μὲν ὁ λόγος οὗτος καὶ περιεφέρετο· ὡσαύτως δὲ, καὶ περὶ τοῦ Χριστοῦ· οὐχ ὡς ἐχρῆν δὲ παρ’ ἐκείνων ἑρμηνευόμενος. αἱ μὲν γὰρ γραφαὶ, δύο λέγουσι τοῦ Χριστοῦ παρουσίας· ταύτην τὴν γεγενημένην καὶ τὴν μέλλουσαν· καὶ
30ταύτας δηλῶν ὁ Παῦλος, ἔλεγεν, “ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ “ἡ σωτήριος.” καὶ πάλιν· “προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα “καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν “Ἰησοῦ Χριστοῦ.” καὶ οἱ προφῆται δὲ, ἑκατέρας μέμνηνται· τῆς
μέντοι δευτέρας πρόδρομον λέγουσι τὸν Ἠλίαν ἔσεσθαι· τῆς δὲ137

138

προτέρας, Ἰωάννης ἐγένετο· ὃν καὶ Ἠλίαν ὁ Χριστὸς καλεῖ· οὐκ ἐπειδὴ Ἠλίας ἦν, ἀλλ’ ἐπειδὴ τὴν διακονίαν ἐπλήρωσεν τοῦ Ἠλία· οἱ γραμματεῖς οὖν ταύτας συγχέοντες καὶ διαστρέφοντες, τῆς δευτέρας ἐμνημόνευον μόνον πρὸς τὸν δῆμον, καὶ ἔλεγον, εἰ
5οὗτός ἐστιν ὁ Χριστὸς, ἔδει τὸν Ἠλίαν προλαβεῖν· αὐτὸς δέ φησι πρὸς τοὺς μαθητάς· “Ἠλίας μὲν ἔρχεται, καὶ ἀποκαταστήσει “πάντα.” ποῖα πάντα; ἅπερ ὁ προφήτης λέγει Μαλαχίας· “ἀποστελῶ γὰρ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην· ὃς ἀποκαταστήσει “καρδίαν πατρὸς πρὸς υἱόν·” ἐπειδὴ γὰρ πατέρες τῶν Ἀποστόλων
10ἦσαν οἱ Ἰουδαῖοι, λέγει ὅτι ἀποκαταστήσει τοῖς δόγμασι τῶν υἱῶν αὐτῶν, τουτέστι τῶν Ἀποστόλων, τὰς καρδίας τῶν πατέρων, τουτέστι τοῦ γένους τῶν Ἰουδαίων· τὴν διάνοιαν δὲ, εἰς τὸ πιστεῦ‐ σαι τῷ Χριστῷ, ἵνα μὴ πάντες ἄρδην ἀπόλωνται, παραγενομένου εἰς τὴν δευτέραν αὐτοῦ παρουσίαν· “λέγω δὲ ὑμῖν,” φησὶν ὁ
15Χριστὸς, “ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν· ἀλλ’ “ἐποίησαν ἐν αὐτῷ, ὅσα ἠθέλησαν· τότε συνῆκαν οἱ μαθηταὶ, ὅτι “περὶ Ἰωάννου τοῦ βαπτιστοῦ, εἶπεν αὐτοῖς·” καὶ γὰρ λοιπὸν ὀξύτεροι εἰς τὸ νοεῖν ἐγένοντο, καὶ προσεκτικώτεροι πρὸς τὰ λεγόμενα.
20 Πόθεν δὲ ἔγνωσαν τοῦτο οἱ μαθηταί; ἐκ τοῦ ἤδη προειρηκέναι αὐτοῖς, ὅτι αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι· ἀλλὰ μηδεὶς θορυβηθῇ, μὴ δὲ πεπλανῆσθαι νομίσῃ τὸν λόγον· εἰ ποτὲ μὲν αὐτὸν ἥξειν, ποτὲ δὲ ἐληλυθέναι ἔφη· πάντα γὰρ ἀληθῆ εἶπεν· ὅτε μὲν γάρ φησιν ὅτι Ἠλίας ἔρχεται, καὶ ἀποκαταστήσει πάντα·
25αὐτὸν τὸν Ἠλίαν λέγει, καὶ τὴν τῶν Ἰουδαίων τότε ἐπιστροφὴν ἐσομένην· ὅτ’ ἂν δὲ εἴπῃ ὁ μέλλων ἔρχεσθαι, τὰ κατὰ τὸν τρόπον τῆς διακονίας, τὸν Ἰωάννην Ἠλίαν καλεῖ· διὸ καὶ ἐπήγαγεν· “ὅτι “ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν, ἀλλ’ ἐποίησαν εἰς αὐτὸν, πάντα “ὅσα ἠθέλησαν.” ποῖα ταῦτα; ὅτι ἐνέβαλον εἰς δεσμωτήριον·
30ὅτι ὕβρισαν· ὅτι ἀπέκτειναν· ὅτι ἤνεγκαν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακος. εὐκαίρως δὲ αὐτοὺς ἀναμιμνήσκει λοιπὸν, καὶ περὶ τοῦ ἰδίου πάθους ἀπὸ τοῦ πάθους Ἰωάννου, πολλὴν αὐτοῖς προξενῶν τὴν παραμυθίαν· φησὶ γὰρ αὐτοῖς, “καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει
“πάσχειν ὑπ’ αὐτῶν·” οὐκ ἐκ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐκ τοῦ138

139

θαύματα εὐθέως ἐργάσασθαι μέγαλα. καὶ γὰρ πολλαχοῦ παρα‐ τηρήσαντες τοῦτό ἐστι εὑρεῖν, ὅτι καὶ πρὸ τοῦ εἰπεῖν περὶ τοῦ πάθους, καὶ μετὰ τὸ εἰπεῖν, εὐθέως θαυματουργεῖ τούτου ἕνεκεν.
4tΚΕΦ. ΛΕ.
5tΠερὶ τοῦ σεληνιαζομένου.
6 “Προσῆλθε δὲ τῷ Χριστῷ, ἄνθρωπος,” φησὶ, “γονυπετῶν αὐτὸν, “καὶ λέγων· ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ κακῶς “ἔχει,” καὶ τὰ ἑξῆς· σφόδρα φαίνεται κατὰ πίστιν ἀσθενῶν ὁ τοῦ σεληνιαζομένου πατήρ· πρῶτον μὲν, ἐκ τοῦ εἰπεῖν τὸν Χριστὸν,
10ὅτι τῷ πιστεύοντι πάντα δυνατά· ἔπειτα, καὶ ἐκ τοῦ εἰπεῖν αὐτὸν προσελθόντα, “βοήθει μοι τῇ ἀπιστίᾳ,” καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τῷ Κυρίῳ· “εἰ δύνασαι βοήθησον.” ἀλλ’ ἴσως ἐρεῖ τις, καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτία τοῦ ἀνθρώπου τοῦ μὴ ἐξελαθῆναι τὸν δαίμονα, διὰ τί τοῖς μαθηταῖς ἐγκαλεῖ; δεικνὺς, ὅτι δυνατὸν
15αὐτοῖς καὶ χωρὶς τῶν προσαγόντων, μετὰ πίστεως θεραπεῦσαι πολλάκις· ὥσπερ γὰρ τῷ προσερχομένῳ ἡ πίστις ἴσχυσεν πολ‐ λάκις τὴν ἴασιν τῶν παθῶν καὶ παρὰ τῶν ἐλαττόνων λαβεῖν, ὡς ἐπὶ τοῦ Κορνηλίου· οὕτω τῶν τοιούτων πολλάκις σημείων ἤρκεσεν ἡ δύναμις, καὶ μὴ πιστευόντων τῶν προσελθόντων θαυματουργῆσαι·
20ὡς ἐπὶ τοῦ Ἐλισσαίου· ὅτι οὐδενὸς πιστεύσαντος, νεκρὸς ἀνέστη· χρὴ δὲ γινωσκεῖν, ὅτι οὐ πάντες οἱ μαθηταὶ ἠσθένησαν τῇ πίστει δὲ νῦν· καὶ γὰρ οἱ στύλοι οὐκ ἦσαν ἐκεῖ. Διὰ τί εἶπεν, “ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη;” ἐπειδὴ ὁ ἄπιστος ἀνὴρ οὕτως ἐντυγχάνει ἐπὶ τοῦ ὄχλου αὐτῷ κατὰ τῶν
25μαθητῶν, ὡς μὴ ἰσχυσάντων τὸν υἱὸν αὐτοῦ θεραπεῦσαι· βουλό‐ μενος αὐτοὺς ἀπαλλάξαι τοῦ ἐγκλήματος, καὶ εἰς πρόσωπον μὲν ἐκείνου μόνου, ἵνα μὴ αὐτὸν ἐξαπορήσῃ, οὐ προφέρει τὴν ἀπιστίαν, εἰς πάντας δὲ Ἰουδαίους· καὶ γὰρ εἰκὸς ἦν πολλοὺς τούτων σκαν‐ δαλισθῆναι· εἰπὼν δὲ, “ἕως πότε μεθ’ ὑμῶν ἔσομαι;” δείκνυσι
30πάλιν καὶ ἐκ τούτου ἄσπαστον ὄντα τὸν θάνατον αὐτῷ, καὶ ὅτι οὐ τὸ σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ’ αὐτῶν βάρος ἐλογίζετο·
ἐρωτᾷ δὲ αὐτὸν, “πόσον χρόνον ἔχει;” εἰς χρηστὰς ἐλπίδας139

140

αὐτὸν ἄγων· ἀφίησι δὲ αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν· καὶ γὰρ ἰδὼν τὸν ὄχλον συναγόμενον, εὐθέως ἐπετίμησεν αὐτῷ, ἀλλὰ καὶ τοῦτο διὰ τὸν πατέρα ποίει, ἵνα ἰδὼν θορυβούμενον τὸ δαιμόνιον ἀπὸ τοῦ βληθῆναι μόνον, κἂν οὕτως ἐναχθῇ εἰς τὴν
5πίστιν τοῦ μέλλοντος γίνεσθαι θαύματος· εἶπε δὲ αὐτῷ· “εἰ “δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι·” πάλιν εἰς αὐτὸν περιτρέπων τὸ ἔγκλημα· ὅτι περ, φησὶ, τοσαύτη παρ’ ἐμοὶ δυνάμεως ἐστὶ περιουσία, ὥστε ἐὰν πιστεύσῃ ὡς δεῖ, καὶ αὐτὸς δύνασαι αὐτὸν θεραπεῦσαι, καὶ τοῦτον, καὶ ἑτέρους πολλούς. χρὴ
10τοίνυν σκοπεῖν ἡμᾶς, οὐ μόνον ὅτι τοῦ δαίμονος ἀπήλλαξαι τὸν πάσχοντα, ἀλλὰ καὶ ὅσην εἰς αὐτὸν πρόνοιαν ὡς φιλάνθρωπος ἐπεδείκνυτο ἐξ ἐκείνου τοῦ καιροῦ, ἀφ’ οὗ εἰς αὐτὸν τὸ δαιμόνιον εἰσελήλυθεν· καὶ γὰρ εἰ μὴ ἔκτοτε προνοίας αὐτοῦ ὁ πάσχων ἀπήλαυνεν, πάλαι ἂν ἀπολώλει· “καὶ γὰρ εἰς πῦρ αὐτὸν ἐνέβαλε,”
15φησί· “καὶ εἰς ὕδωρ·” ὁ δὲ ταῦτα ποιῶν δαίμων, καὶ ἀνεῖλεν ἂν παντελῶς, εἰ μὴ ἐν τῇ τοσαύτῃ μανίᾳ, πολὺν ἐπέθηκεν ὁ Θεὸς αὐτῷ τὸν χαλινόν· ὥσπερ καὶ ἐπ’ ἐκείνων τῶν ἐν ταῖς ἐρημίαις τρεχόντων γυμνῶν, καὶ λίθοις ἑαυτοὺς κατακοπτόντων. οὐ δεῖ δὲ ὑμᾶς θορυβεῖσθαι, εἰ σεληνιαζόμενον αὐτὸν καλεῖ· τοῦ γὰρ πατρὸς
20τοῦ δαιμονῶντος ἐστὶν ἡ φωνή· εἰ δὲ καὶ ὁ Εὐαγγελιστής φησιν, ὅτι σεληνιαζομένους πολλοὺς ἐθεράπευσεν· ἀπὸ τῆς τῶν πολλῶν ὑπονοίας τοῦτο λέγει· οἱ γὰρ δαίμονες, ἐπὶ διαβολῇ τοῦ στοιχείου τούτου, ποτὲ μὲν ἐπιτιθέντες τοῖς ὑπ’ αὐτῷ κεκρατημένοις ἀνθρώ‐ ποις, ποτὲ δὲ ἀνιᾶσιν αὐτοὺς κατὰ τοὺς τῆς ἐκείνης δρόμους· οὐχ
25ὡς ἐκείνης ἐνεργούσης, ἄπαγε, ἀλλ’ αὐτῶν τοῦτο κακουργούντων εἰς τὴν τοῦ στοιχείου διαβολήν· διὸ καὶ πεπλανημένη παρὰ τοῖς ἀνοήτοις ἐκράτησεν δόξα, καὶ οὕτως τοὺς τοιούτους καλοῦσι δαί‐ μονας ἀπατώμενοι· οὐδὲ γὰρ ἦν τοῦτο ἀληθές. Κατ’ ἰδίαν δὲ τὸν Χριστὸν ἐπηρώτησαν οἱ Ἀπόστολοι, διὰ τί
30οὐκ ἠδυνήθησαν τὸν δαίμονα ἐκβαλεῖν; ἀγωνιῶντες καὶ φοβού‐ μενοι, μήποτε τὴν χάριν ἣν ἐπιστεύθησαν, ἀπώλεσαν. καὶ γὰρ ἦσαν λαβόντες ἐξουσίαν τῶν δαιμόνων ἀκαθάρτων· αὐτὸς δὲ εἰπὼν αὐτοῖς, “ἐὰν ἔχετε πίστιν ὡς κόκκον σινάπεως,” καὶ τὰ ἑξῆς,
καὶ περὶ τῆς τῶν σημείων πίστεως εἶπεν· σινάπεως δὲ μέμνηται,140

141

τὴν ἄφατον αὐτοῦ δηλῶν δύναμιν· εἰ γὰρ τῶν ὄγκων μικρὸν εἶναι δοκεῖ, ἀλλὰ τῇ δυνάμει πάντων τῶν σπερμάτων ἐστὶ σφοδρότερον· δεικνὺς τοίνυν, ὅτι τὸ ἐλάχιστον τῆς γνησίας πίστεως, μέγαλα δύναται· διὰ τοῦτο ἐμνήσθη τῆς σινάπεως, καὶ οὐδὲ μέχρι τούτου
5ἔστη μόνον, ἀλλὰ καὶ ὄρος προσέθηκε· καὶ περαιτέρω προέβη· οὐδὲν γάρ, φησιν, ἀδυνατήσει ὑμῖν. εἰ δὲ λέγοι τίς, ποῦ ὄρος μετέθηκαν; ἐκεῖνο μανθανέτω, ὅτι τῷ πολλῷ μεῖζον ἐποίησαν· νεκροὺς γὰρ ἀνέστησαν μυρίους· οὐκ ἔστι δὲ ὅμοιον ὄρος μετα‐ στῆσαι, καὶ θάνατον ἀπὸ σώματος κινῆσαι· λέγονται δὲ μετ’
10ἐκείνους, ἅγιοι τινὲς ἐκείνων ἐλάττους πολλῷ, καὶ ὄρη, χρείας καλεσάσης, μεταθεῖναι· εἰκὸς δὲ καὶ τοῦτο γενέσθαι ὑπὸ τῶν Ἀποστόλων, καὶ μὴ γεγράφθαι· οὐδὲ γὰρ πάντα, ἃ ἐθαυμα‐ τούργησαν, ἐγράφη. εἰπὼν δὲ “ὅτι τοῦτο τὸ γένος οὐκ ἐκπο‐ “ρεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ,” περὶ πάντων τῶν
15δαιμόνων λέγει· οὐ περὶ τῶν νομιζομένων σεληνιάζεσθαι μόνον· καὶ γὰρ ἀδύνατον, τρυφῆ συζῶντα τινὰ ποτὲ, ἀπαλλαγῆναι τῆς μανίας ταύτης· χρήζει γὰρ μάλιστα τῆς νηστείας, ὁ τὰ τοιαῦτα νοσῶν· διόπερ ἡ νηστεία φιλοσοφίαν πολλὴν ἐντίθησι, καὶ ἀγγέλους ἐξ ἀνθρώπων κατασκευάζει, καὶ ταῖς ἀσωμάτοις δυνά‐
20μεσι, τοῖς δαίμοσι λέγω, πυκτεύειν ποιεῖ· ἀλλ’ οὐ καθ’ ἑαυτὴν οὖσα· δεῖ γὰρ καὶ εὐχῆς, καὶ ἐπιτεταμένης εὐχῆς καὶ ἐλεη‐ μοσύνης· ἵνα δὲ μὴ λέγωσιν οἱ Ἀπόστολοι τῷ Χριστῷ, τίνος ἕνεκεν ἐν τῇ Γαλιλαίᾳ διατριβόμενος διηνεκῶς; διὰ τοῦτο ἀναστρεφομένων αὐτῶν ἐκεῖ, εἶπεν αὐτοῖς· “ὅτι μέλλει ὁ υἱὸς
25“τοῦ ἀνθρώπου παραδίδοσθαι,” καὶ τὰ ἑξῆς· καὶ γὰρ περὶ τοῦ πάθους ἀκούοντες, οὐδὲ ἰδεῖν τὰ Ἱεροσόλυμα ἐβούλοντο· ὅθεν καὶ “ἐλυπήθησαν·” καὶ οὐδὲ ἁπλῶς ἐλυπήθησαν, ἀλλὰ καὶ “σφόδρα.” ἐγένετο δὲ τοῦτο, διὰ τὸ ἀγνοεῖν τῶν λεγομένων τὴν δύναμιν, καθὼς ὁ Μάρκος φησίν· οὐδὲ γὰρ ᾔδεσαν τί ποτε ἦν
30οὗτος ὁ θάνατος, καὶ ὅτι μυρία ἐργάσεται ἀγαθά· οὐδὲ τί ποτέ ἐστιν ἡ ἀνάστασις αὕτη, ἀλλ’ ἠγνόουν· διὸ ἤλγουν, καὶ σφόδρα
ἀντείχονται τοῦ διδασκάλου.141

142

(1t)

ΚΕΦ. Λϛ.
2tΠερὶ τῶν αἰτούντων τὸ δίδραχμα.
3 Τίνος ἕνεκεν οἱ τὰ δίδραχμα λαμβάνοντες, αὐτῷ μὲν οὐκ ἐτόλμησαν προσελθεῖν, ἀλλὰ τῷ Πέτρῳ, καὶ οὐδὲ τούτῳ μετὰ
5πολλῆς τῆς σφοδρότητος, ἀλλ’ ἐπιεικέστερον; οὐδὲ γὰρ ἐγκα‐ λοῦντες, ἀλλ’ ἐρωτῶντες ἔλεγον· “ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ “τὰ δίδραχμα;” ἐπειδὴ εἰ καὶ μὴ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν οὐδέπω εἶχον, ἀλλ’ ὥσπερ ἀνθρώπου ἔκειντο· πλὴν ἀπένε‐ μον αὐτῷ τινὰ αἰδῶ καὶ τιμὴν, διὰ τὰ προλαβόντα σημεῖα· τίνα
10δέ ἐστι ταῦτα τὰ δίδραχμα; ὅτε τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἀπέκτεινεν ὁ Θεὸς, τότε τὴν Λευῒ φυλὴν ἀντ’ αὐτῶν ἔλαβον· εἶτα ἐπειδὴ τῶν παρὰ Ἰουδαίοις πρωτοτόκων ἐλάττων ὁ τῆς φυλῆς ἀριθμὸς ἦν, ἀντὶ τῶν λειπόντων εἰς τὸν ἀριθμὸν σίκλον ἐκέλευσεν εἰσενεχθῆναι· καὶ ἄλλως δὲ, ἐξ ἐκείνου ἔθος ἐκράτησεν τὰ πρωτότοκα
15τὸν φόρον τοῦτον εἰσφέρειν· ἐπεὶ οὖν πρωτότοκος ἦν ὁ Χριστὸς, ἐδό‐ κει δὲ τῶν μαθητῶν πρῶτος εἶναι ὁ Πέτρος, αὐτῷ προσέρχονται· καὶ γὰρ ὡς ἔμοιγε δοκεῖ, κατὰ πόλιν ἑκάστην ἀπῄτουν· διὸ καὶ ἐν τῇ πατρίδι αὐτοῦ, τουτέστιν εἰς Καπερναοὺμ, προσῆλθον αὐτῷ· αὕτη γὰρ αὐτοῦ εἶναι ἐνομίζετο. οὐκ εἶπεν δὲ τῷ Χριστῷ ὁ Πέτρος πρῶ‐
20τος περὶ τούτων· ἐπειδὴ ἠρυθρία περὶ τοιούτων αὐτῷ διαλεχθῆναι· διὸ ὁ ἡμέτερος δεσπότης, καὶ πάντα σαφῶς εἰδὼς, προλαβὼν φησὶ πρὸς αὐτὸν, “τί σοι δοκεῖ Σίμων; οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ “τίνων λαμβάνουσι τέλη ἢ κῆνσον,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει, τοῦτο ἦν· ἐλεύθερος μέν εἰμι τοῦ δοῦναι κῆνσον· εἰ γὰρ οἱ βασι‐
25λεῖς τῆς γῆς παρὰ τῶν υἱῶν αὐτῶν οὐ λαμβάνουσιν, ἀλλὰ περὶ τῶν ἀρχομένων, πολλῷ μᾶλλον ἀπηλλάχθαι ἐμὲ δεῖ τῆς ἀπαιτή‐ σεως ταύτης, οὐκ ἐπιγείου βασίλεως ἀλλὰ τοῦ τῶν οὐρανῶν ὄντα με Υἱὸν καὶ βασιλέα. κελεύει δὲ τοῦ ἐν τῷ ἰχθύϊ εὑρισκόμενον στατῆρα, δοθῆναι ἀντ’ αὐτοῦ καὶ ἐκείνου· τὸ μὲν, ἵνα μὴ ἐκεῖνοι
30σκανδαλισθῶσιν· τὸ δὲ, ἵνα μὴ οὗτος· οὐ γὰρ ὡς χρεωστῶν δίδω‐ σιν, ἀλλ’ ὡς τὴν ἐκείνων ἀσθένειαν διορθούμενος· ὅμως οὔτε παραι‐
τεῖται τὸν φόρον, οὔτε ἁπλῶς κελεύει δοῦναι· ἀλλὰ πρότερον δεί‐142

143

ξας ἑαυτὸν οὐκ ὄντα ὑπεύθυνον, τότε δίδωσιν· ἀλλαχοῦ κατα‐ φρονεῖν τῶν σκανδαλιζομένων ἔφη, ὅτε περὶ βρωμάτων διελέγετο· διδάσκων ἡμᾶς εἰδέναι καιροὺς, καθ’ οὓς δεῖ φροντίζειν τῶν σκαν‐ δαλιζομένων, καθ’ οὓς δεῖ καταφρονεῖν, ὅτ’ ἂν μηδὲν βλάπτῃ
5πρὸς εὐσέβειαν τὸ γινόμενον· ἀλλὰ καὶ φόρον διδόναι καὶ πάντα ποιεῖν· οὐκ ἐξ ἀποκειμένων δίδωσι δὲ, ἵνα ἐκ τούτου δείξῃ, Θεὸν ἑαυτὸν ὄντα τῶν ὅλων, καὶ ὅτι τῆς θαλάσσης κρατεῖ· ἔδειξε μὲν γὰρ ἤδη καὶ ἐπιτιμήσας αὐτῇ, καὶ τὸν Πέτρον τοῦτον αὐτὸν κελεύσας ἐπιβῆναι τῶν κυμάτων· δείκνυσι δὲ καὶ τοῦτο αὐτό·
10οὐ γὰρ μικρὸν ἦν ἀπὸ τοῦ βυθοῦ ἐκείνου, καὶ προειπεῖν ὅτι καὶ πρῶτος ἐμπεσεῖται ὁ ἰχθὺς, δι’ οὗ ὁ φόρος δοθήσεται· καὶ ὅτι ὥσπερ ἄγκιστρον εἰς τὴν ἄβυσσον ἐκείνην ἐκπέμψαντα αὐτοῦ τὸ πρόσταγμα, ἀγαγεῖν τὸν κομίζοντα τὸν στατῆρα· ἀντὶ “ἐμοῦ “δὲ καὶ σοῦ” εἶπεν· τοῦτο μὲν, ἐπειδὴ καὶ αὐτὸς πρωτότοκος ἦν·
15τοῦτο δὲ, καὶ τιμῶν αὐτόν.
16tΚΕΦ. ΛΖ.
17tΠερὶ τῶν ἐπερωτησάντων τίς μείζων.
18 Διὰ τί φησιν “ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ “Ἰησοῦ λέγοντες· τίς ἄρα μεῖζον ἐστίν;” ἐπειδὴ ἔπαθόν τι ἀν‐
20θρώπινον ἰδόντες τὸν Πέτρον προτιμηθέντα· καὶ γὰρ καὶ εἷς καὶ τῶν δύο, Ἰακώβου λέγω καὶ Ἰωάννου, πρωτότοκος ἦν, ἀλλ’ οὐδα‐ μῶς τί τοιοῦτον ἐποίησεν ὑπὲρ αὐτῶν· αἰσχυνόμενοι οὖν τὸ πάθος ὁμολογῆσαι ὅπερ ἔπαθον, φανερῶς μὲν οὐ λέγουσιν· ὅτι διὰ τὸν Πέτρον ἡμῶν προετίμησεν, καὶ εἰ μείζων ἐστιν ἡμῶν; ἀδιοριστῶς
25δὲ ἐρωτῶσιν, “τίς ἄρα μείζων ἐστίν;” ὅτε μὲν γὰρ τοὺς τρεῖς εἶδον προτιμωμένους, οὐδὲν τοιοῦτον ἔπαθον· ὅτε δὲ εἰς τὸν ἕνα περιέστη τὸ τῆς τιμῆς, τότε ἤλγησαν· οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ’ οὖν καὶ τὰς κλεῖς ἔλαβεν· καὶ ὅτι ἐμακαρίσθη, καὶ διὰ τὴν ἄλλην δὲ αὐτοῦ παρρησίαν τὴν πολλὴν παρεκνίζοντο· αὐτὸς δὲ
30στήσας παιδίον ἐν μέσῳ αὐτῶν εἶπεν αὐτοῖς· “ἐὰν μὴ στραφῆτε,
“καὶ γένησθε ὡς τὰ παιδία,” καὶ τὰ ἑξῆς· ὅπερ δηλοῖ πάντων143

144

ταπεινότερόν τι γενέσθαι· καὶ γὰρ καὶ φθόνου καθαρὸν τὸ παιδίον, καὶ κενοδοξίας καὶ τοῦ τῶν πρωτείων ἐρᾷν· καὶ ὅτι κἂν ὑβρίζηται ἢ τύπτεται, ἢ τιμᾶται, ἢ δοξάζεται, οὔτε ἐκεῖθεν δυσχεραίνει, οὔτε ἐντεῦθεν ἐπαίρεται· εἰς μέσον δὲ αὐτῶν ἵστησιν, ἀπὸ τῆς
5ὄψεως τοῦ παιδὸς αὐτοὺς ἐντρέψαι βουλόμενος· χρὴ δὲ σκοπεῖν, πῶς ἐκκαλεῖται ἡμᾶς πρὸς τὰ φυσικὰ κατορθώματα, δεικνὺς ὅτι ἐκ προαιρέσεως ταῦτα κατορθοῦν δυνατόν. Τὸ δὲ “ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται,” τοῦτο σημαίνει, ὅτι οὐ μόνον τὸ τοιούτους γενέσθαι
10μισθὸν προξενεῖ, ἀλλὰ καὶ τὸ ἑτέρους τιμῆσαι τοιούτους δι’ ἐμὲ, ἕνεκεν τῆς εἰς ἐκείνους τιμῆς, βασιλείαν ὑμῖν ὁρίζει τὴν ἀμοιβήν· παιδίον γὰρ καὶ ἐνταῦθα, τοὺς ἀνθρώπους τοὺς οὕτως διὰ Θεὸν γενομένους ἀφελεῖς λέγει· τοὺς ταπεινοὺς καὶ ἀπεριμμένους παρὰ τοῖς πολλοῖς καὶ εὐκαταφρονήτοις, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι
15“ἐμὲ φησὶ δέχεται,” ὁ τὸν τοιοῦτον δεχόμενος. ὥσπερ δὲ τιμὴν καὶ βασιλείαν ὥρισεν τοῖς τιμῶσι τοὺς τοιούτους, οὕτως καὶ κόλασιν τοῖς σκανδαλίζουσιν, ἤγουν ἀτιμάζουσιν, ἕνα τῶν τοιού‐ των, ὥστε μύλον κρεμασθῆναι εἰς τὸν τράχηλον αὐτοῦ, καὶ κατα‐ ποντισθῆναι εἰς τὴν θάλασσαν· τὸ δὲ “συμφέρει,” προσκεῖται,
20δεικνὺς ὅτι καὶ τούτου χαλεπώτεραν ὑποστήσονται κόλασιν οἱ τοιοῦτοι· “Οὐαί,” φησι, “τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· “ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα· πλὴν, οὐαὶ τῷ ἀνθρώπῳ, δι’ “οὗ τὸ σκάνδαλον ἔρχεται.” διεγείρων καὶ ἐναγωνίους ποιῶν, καὶ ἐγρηγορέναι παρασκευάζων· ἀπὸ πολλῆς γὰρ ἡμερότητος καὶ τοῦτο
25ποιεῖ, ἀλλὰ καὶ διορθούμενος, ἵνα καὶ τῷ θρήνῳ καὶ τῇ προρρήσει αὐτοὺς ἀνακτήσηται· πολλοὶ γὰρ πολλάκις, συμβουλευθέντες μὲν, οὐδὲν ὠφελήθησαν· θρηνηθέντες δὲ ἀνήνεγκαν· καὶ εἰ ἀνάγκη ἐλ‐ θεῖν τὰ σκάνδαλα, οὐ τὸ ἀνθαίρετον τῆς ἐξουσίας τῆς ἐλευθερίας ἀνεῖλεν· οὐ δὲ ἀνάγκῃ τινὶ πραγμάτων ὑποβάλλων τὸν βίον ταῦτα
30φησὶν, ἀλλὰ πάντως τὸ ἐσόμενον ὑπὸ τῶν πονηρῶν ἀνθρώπων προ‐ λέγει· σκάνδαλα καλῶν, τὰ κωλύματα τῆς ὀρθῆς ὁδοῦ· οὐ τοίνυν ἡ πρόρρησις αὐτοῦ τὰ σκάνδαλα· ἄπαγε· οὐ δὲ ἐπειδὴ προεῖπεν, διὰ τοῦτο γίνεται, ἀλλ’ ἐπειδὴ ἔμελλε πάντως ἔσεσθαι, διὰ τοῦτο προεῖπεν, ὡς προγινώσκων πάντα.
35Εἰπὼν δὲ ὅτι “ἐὰν ἡ χείρ σου ἡ ὁ ποῦς σου, ἢ ὁ ὀφθαλμός144

145

“σου σκανδαλίζησεν,” καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν τοῦ σώματος μελῶν ταῦτα λέγει· ἄπαγε, ἀλλὰ περὶ φίλων καὶ προσηκόντων· οὓς ἂν ἐν τάξει μελῶν ἀναγκαίων ἔχομεν· τοῦτο δὲ καὶ ἀνωτέρω εἴρηκεν· οὐδὲν γὰρ οὕτω βλαβερὸν, ὡς συνδιαγωγὴ πονηρά· ὅσα
5γὰρ ἀνάγκη ποιῆσαι μὴ δύναται, δύναται φιλία πολλάκις, καὶ εἰς βλάβην καὶ εἰς ὠφέλειαν· διὸ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς ἐκκόπτειν κελεύει. τίνες εἰσὶν οἱ μικροὶ, οἷς μὴ καταφρονεῖν προστάσσει; οἱ πτωχοὶ, οἱ ἄγνωστοι, οἱ παρὰ τοῖς πολλοῖς μηδὲν εἶναι νομιζόμενοι· οὐ γὰρ περὶ τῶν ἀληθῶς
10μικρῶν ὄντων τὴν ἡλικίαν εἶπεν· ὥσπερ γὰρ τὸ φεύγειν τοὺς πονη‐ ροὺς ἀγαθὸν ἦν, οὕτως τὸ τιμᾷν τοὺς χρηστοὺς καὶ ἐπιεικεῖς, καὶ ξένους καὶ πτωχοὺς, κέρδος ἔχει μέγιστον.
13tΚΕΦ. ΛΗ.
14tΠερὶ τῶν ἕκατον προβάτων παραβολή.
15 Εἰπὼν δὲ “ὅτι οἱ Ἄγγελοι αὐτῶν,” καὶ τὰ ἑξῆς, ἔδειξεν ἐνταῦθα ὅτι πάντες ἀγγέλους ἔχομεν· τὸ δὲ βλέπειν τὸ πρόσωπον τοῦ Πατρὸς, οὐδὲν ἕτερον σημαίνει, εἰ μὴ τὴν πολλὴν παρρησίαν καὶ τὴν τιμὴν, ἣν ἔχουσιν οἱ Ἄγγελοι. τὸ δὲ “ἦλθεν ὁ υἱὸς τοῦ ἀν‐ “θρώπου σῶσαι τὸ ἀπολωλὸς,” καὶ ἡ παραβολὴ τῶν ἑκατὸν προ‐
20βάτων τοῦτο σημαίνει, τὸ πολλὴν φροντίδα ποιεῖσθαι ἡμᾶς τῶν νομιζομένων εἶναι εὐτελῶν ἀδελφῶν· ὅθεν καὶ τὸν Πατέρα εἰσάγει ταῦτα βουλόμενον. καὶ μὴ ἵνα λέγωμεν, ὅτι ὁ δεῖνα χαλκοτύπος ἦν, καὶ ὑποδηματορράφος, καὶ γεωργὸς, καὶ ἐκ τούτου καταφρο‐ νῶμεν· ἵνα γὰρ μὴ τοῦτο πάθωμεν, χρὴ σκοπῆσαι διὰ πόσων ἡμᾶς
25πείθει μετριάζειν, καὶ εἰς τὴν τῶν ἀδελφῶν ἐπιμέλειαν ἑαυτοὺς ἐμβάλλειν· ἔστησε παιδίον, καὶ φησὶ, γίνεσθέ μοι ὡς τὰ παιδία, “καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον, ἐμὲ δέχεται,” καὶ ὃς ἐὰν σκανδαλίσῃ, σκανδαλισθήσεται· καὶ οὐδὲ ἠρκέσθη τῷ παραδεί‐ γματι τοῦ μύλου, ἀλλὰ καὶ τὸ “οὐαὶ” προσέθηκεν, καὶ τοὺς
30σκανδαλίζοντας ἐκτεμεῖν προσέταξε, κἂν ἐν τάξει χειρῶν ὦσιν ἡμῖν καὶ ὀφθαλμῶν· καὶ ἀπὸ τῶν Ἀγγέλων πάλιν τῶν ἐγκεχει‐ ρισμένων αὐτοὺς τούτους τοὺς νομιζομένους εὐτελεῖς ἀδελφοὺς,
καὶ ἀπὸ τοῦ οἰκείου πάθους· ὅταν γὰρ εἴπῃ “ὅτι ἦλθεν ὁ υἱὸς τοῦ145

146

“ἀνθρώπου σῶσαι τὸ ἀπολωλὸς,” τὸν σταυρὸν δηλοῖ· δι’ αὐτοῦ γὰρ τὸν κόσμον ἔσωσεν· καὶ ἀπὸ τοῦ Πατρός· ὅτι οὐδὲ αὐτῷ δοκεῖ ἀπολέσθαι τινά· καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ὅτι καταλι‐ πὼν τὰ σεσωσμένα ὁ ποιμὴν, ζητεῖ τὸ πλανώμενον, καὶ ὅταν εὕρῃ
5αὐτὸ, χαίρει ἐπ’ αὐτῷ μᾶλλον, καὶ ἥδεται τῇ εὑρήσει, καὶ τῇ σωτηρίᾳ τούτου· εἰ τοίνυν ὁ Θεὸς οὕτω χαίρει ἐπὶ τῷ μικρῷ τούτῳ τῷ εὑρεθέντι, πῶς ἡμεῖς καταφρονοῦντες τῶν τῷ Θεῷ περισπου‐ δάστων, οὐχὶ δίκην δώσωμεν τὴν ἐσχάτην; ὅτι γὰρ ἀσθενὴς ἦν καὶ εὐτελὴς, διὰ τοῦτο μάλιστα δεῖ πάντα ποιεῖν, ὥστε αὐτὸν
10διασώζειν· μὴ τοίνυν ἀμελῶμεν τῶν ψυχῶν τῶν τοιούτων· καὶ γὰρ πάντα ταῦτα διὰ τοῦτο εἴρηται· ὁ βουλόμενος οὖν ἐπιβῆναι τὸν οὐρανὸν, ὡς παιδίον γενέσθω, καὶ τὸν τύφον καταπατείτω, καὶ πρὸς τὰ σκάνδαλα γρηγορείτω· καὶ τὸ οὐαὶ φυγεῖν σπουδαζέτω, διὰ τὸ μὴ σκανδαλίσαι τινὰ, καὶ πρὸς τὴν σωτηρίαν τοῦ πλησίον
15ἀγωνιζέσθαι· καὶ ὄρθρου φανέντος, ἐξιὼν ἀπὸ τῆς οἰκίας, ἕνα σκοπὸν ἐχέτω· ὥστε τοῦ ψυχικοῦ κινδύνου τοῦ παρὰ τοῦ διαβόλου τοῖς ἀνθρώποις ἐπαγομένου, τὸν ἀδελφὸν ἐξελέσθαι· οὐδὲ γὰρ χρὴ τῇ ἑαυτοῦ σωτηρίᾳ μόνον ἀρκεῖσθαί τινα, ἐπεὶ καὶ ταύτην λυμαίνε‐ ται· ἀλλὰ πρέπον ἐστὶ καὶ τοὺς ἑστηκότας, εἰς προθυμίαν ἐμβα‐
20λεῖν, καὶ τοὺς κειμένους ἐγείρειν. “Ἐὰν ἁμαρτήσῃ,” φησὶν, “εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ “ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνον· ἐὰν ἀκούσῃ,” καὶ τὰ ἑξῆς· διὰ τί δὲ μεταξὺ τῶν δύο γενέσθαι τὸν ἔλεγχον κελεύει μόνων, τοῦ τε λυπήσαντος, καὶ τοῦ λελυπημένου; ἵνα μὴ τῇ τῶν
25πλειόνων μαρτυρίᾳ, βαρυτέραν ἐργάσηται τὴν κατηγορίαν· καὶ ἰταμώτερος ἐκεῖνος γενόμενος, δυσδιόρθωτος μείνῃ· τὸ δὲ “ἐὰν “ἀκούσῃ,” τοῦτο σημαίνει· ἐὰν καταγνῷ ἑαυτοῦ, ἐὰν πεισθῇ ὅτι ἥμαρτεν· οὐκ εἶπεν δὲ ὅτι ἐὰν πεισθῇ ἐκέρδανεν ἐκεῖνος ἑαυτὸν μόνον, ἀλλὰ ἐκέρδανεν· τουτέστι, καὶ σὺ αὐτὸς τὴν ζημίαν ἐξέ‐
30φυγες· καὶ γὰρ κἀκεῖνος καὶ οὗτος ἐζημιοῦντο πρὸ τούτου· ὁ μὲν, τὸν ἀδελφὸν, ὁ δὲ, τὴν οἰκείαν σωτηρίαν· οὐκ ἄγει δὲ τὸν λυπή‐ σαντα πρὸς τὸν λυπηθέντα· ἀλλὰ τοῦτον πρὸς ἐκεῖνον· ἐπειδὴ ὁ ἠδικηκὼς οὐκ εὐκόλως ἂν ἔλθοι πρὸς ἀπολογίαν, αἰσχυνόμενος καὶ ἐρυθριῶν· διὰ τοῦτο πρὸς ἐκεῖνον τοῦτον ἕλκει, καὶ οὐχ ἁπλῶς,
35ἀλλ’ ὥστε διορθῶσαι τὸ γεγενημένον, καὶ οὐ λέγει, κατηγόρησον,146

147

οὐδὲ ἐπιτίμησον, οὐδὲ δίκας ἀπαίτησον, ἀλλ’ “ἔλεγξον,” φησὶ, τουτέστιν, ἀνάμνησον τοῦ ἁμαρτήματος· εἰπὲ πρὸς αὐτὸν, ὅπερ ἔπαθες παρ’ αὐτοῦ· μὴ πειθομένου δὲ αὐτοῦ ἐν τούτῳ προστάσσει ἔτι ἕνα ἢ δύο παραλαβεῖν· ὅσῳ γὰρ ἀναιδέστερος διαμένει καὶ
5ἰταμώτερος, τοσοῦτον μᾶλλον ἡμᾶς ἐπὶ τὴν ἰατρείαν σπεύδειν χρή· οὐκ ἐπὶ τὴν ἀγανάκτησιν καὶ τὴν ὀργήν· εἰ δὲ ἐπιμένοι, “εἰπέ,” φησι, “τῇ ἐκκλησίᾳ,” τουτέστι πλείοσι· ἐὰν δὲ καὶ τούτων παρακούσῃ, “ἔσται σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.” Χρὴ δὲ σκοπεῖν, πῶς πανταχοῦ τὸν τελώνην εἰς ὑπόδειγμα τῆς
10μεγάλης τίθησιν κακίας, καὶ γὰρ ἀλλαχοῦ φησίν· “οὐχὶ καὶ “οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;” καὶ πάλιν· “οἱ τελῶναι προά‐ “ξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·” τουτέστιν οἱ σφόδρα καταδεδικασμένοι· διὰ τί δὲ τὸν μὴ πειθόμενον μετὰ τῶν τελωνῶν ἔταξεν; τὸν ἠδικημένον μυθούμενος, καὶ οὐ τοῦτο
15μόνον ἐστὶν αὐτῷ ἡ κόλασις διὰ τὸ μὴ πεισθῆναι, ἀλλὰ καὶ διὰ τὸ ἐπαγόμενον· “ἀμὴν γὰρ λέγω ὑμῖν,” φησίν· “ὅσα ἐὰν δή‐ “σητε ἐπὶ τῆς γῆς,” καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν προέδρων τῆς ἐκκλησίας τοῦτο λέγω, ἀλλὰ περὶ αὐτοῦ τοῦ προκαλεσαμένου τὸν ἁμαρτήσαντα πρὸς τὸ διαλλαγῆναι· ὅτι ὃ ἐὰν δήσῃ, αὐτὸν μὴ
20πειθόμενον, ἄλυτον μένει τὰ δεσμά· καὶ τῇ ἐντεῦθεν τιμωρίᾳ, καὶ τῇ ἐκεῖ κολάσει καταδεσμῶν αὐτόν· ταῦτα γὰρ ἠπείλησεν, ἵνα μὴ ταῦτα συμβαίνῃ· ἀλλὰ φοβούμενος καὶ τὴν ἀπὸ τῆς ἐκκλησίας ἐκβολὴν, καὶ τὸν ἀπὸ τοῦ δεσμοῦ κίνδυνον, τὸ ἐν οὐρανοῖς δεδέσθαι, ἡμερότερος γένηται.
25 Τί ἐστιν ὅπερ φησὶν ὁ δεσπότης· “ὅτι δύο ὑμῶν ἐὰν συμφω‐ “νήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, ὃ ἐὰν αἰτήσωνται, “γενήσεται αὐτοῖς;” Περὶ ποίων τοῦτο εἶπεν; περὶ τῶν ἐναρέ‐ των, περὶ τῶν ἀγγελικὴν μετερχομένων πολιτείαν· οὗτοι τοίνυν πάντα ὅσα ἂν εἰς τὸ σύμφερον αἰτήσωσιν, μετὰ ὁμονοίας καὶ
30ἀγάπης τῆς εἰς τὸν πλησίον, ἐπιτεύξονται· τὸ δὲ “ὅπου ἐὰν ὦσι “δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ “αὐτῶν,” τοῦτο σημαίνει· ἵνα δι’ ἐμέ, φησιν, ἀγαπῶντες ἑαυτοὺς, καὶ μὴ διὰ βιωτικὴν ἀφορμὴν ὦσιν ὁμοῦ, μετὰ αὐτῶν ἔσομαι· ἂν
δὲ τὰ ἄλλα ἐνάρετοι ὑπάρχωσιν.147

148

(1t)

ΚΕΦ. ΛΘ.
2tΠερὶ τοῦ ὀφείλοντος μύρια τάλαντα.
3 Νομίσας τί λέγειν ὁ Πέτρος μέγα, ἐπήγαγεν· τὸ ἕως ἑπτάκις ἀφιέναι τῷ ἁμαρτήσαντι· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἐκείνῳ
5μὲν τῷ μὴ διαλλαγέντι, πέρας ἐπέθηκεν, εἰπὼν, “ἔσταί σοι ὥσπερ “ὁ ἐθνικὸς καὶ ὁ τελώνης·” τῷ οὖν ἐλεγχομένῳ καὶ μετανοοῦντι, ποσάκις ἀφήσω, ἑπτάκις; τί οὖν ὁ Χριστὸς ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς, “οὐ λέγω σοι ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις “ἑπτά·” τοῦτο δὲ εἶπεν, οὐκ ἀριθμὸν τιθεὶς ἐνταῦθα, ἀλλὰ τὸ
10ἄπειρον καὶ διηνεκές· ὥσπερ καὶ τὸ μυρία τὸ πολλὰ δηλοῖ, καὶ τὸ “στεῖρα ἔτεκεν ἑπτὰ,” ἀντὶ τοῦ πολλά φησιν ἡ γραφή· τούτου γὰρ χάριν ἡ γραφὴ παραβολὴν προτίθησι, τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος· δεικνὺς, ὅτι εἰ καὶ πάντα διηνεκῶς συγχω‐ ροῦμεν τὰ ἁμαρτήματα τῶν πλησίον· ὅσον σταγὼν ὕδατος πρὸς
15πέλαγος ἄπειρον τοσοῦτον· μᾶλλον δὲ καὶ πολλῷ πλέον ἀποδέει ἡ φιλανθρωπία ἡμῶν πρὸς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, ἧς ἐν χρείᾳ ὑπάρχομεν, δικάζεσθαι μέλλοντες, καὶ εὐθύνας τῶν ἡμαρ‐ τημένων ἡμῖν παρέχοντες· πρὸς γὰρ μυρία τάλαντα καὶ ἑκατὸν δηνάρια τὸ μέσον ἔστι, τῶν εἰς ἄνθρωπον καὶ εἰς Θεὸν ἁμαρτη‐
20μάτων τὸ μέγεθος· μᾶλλον δὲ καὶ πολλῷ πλέον· γίνεται δὲ τοῦτο, ἀπὸ τῆς διαφορᾶς τῶν προσώπων· ὅτι ἡμεῖς μὲν, Θεῷ τῷ φοβερῷ καὶ μέγαλα παρέχοντι ἀγαθὰ, ἁμαρτάνομεν· ἄνθρωπος δὲ, πρὸς ἄνθρωπον ὁμοιοπαθῆ, καὶ μηδὲν ἢ ὀλίγα τινὰ εὐεργετήσαντα· καὶ γὰρ ἐποίησεν ἡμᾶς οὐκ ὄντας, καὶ πάντα δι’ ἡμᾶς εἰργάσατο τὰ
25ὁρώμενα· ἔδωκε δὲ ἡμῖν καὶ βάπτισμα ἀφέσεως ἁμαρτημάτων, καὶ τιμωρίας ἀπαλλαγὴν, καὶ βασιλείας κληρονομίαν, καὶ μυρία ἐπηγγείλατο ἀγαθὰ, τοῖς τηροῦσι πάντοτε τὰς ζωοποιοὺς αὐτοῦ ἐντολάς· ὑπὲρ τούτων οὖν ἁπάντων, πῶς ἡμᾶς διακεῖσθαι ἐχρῆν· ἄρα εἰ καὶ καθ’ ἑκάστην ἡμέραν, ὑπὲρ τοῦ ὄντος ἡμᾶς φιλοῦντος,
30ἐξεπληροῦμεν τὴν ἀξίαν· μᾶλλον δὲ τὸ πολλοστὸν τῆς ὀφειλῆς κατατίθεμεν δὲ οὐδαμῶς· ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὰ μυρία τάλαντα τῶν ἑαυτῶν ἁμαρτημάτων ἀναλογιζόμενοι, κἂν
ἐντεῦθεν ἐπειχθῶμεν πρὸς τὸ ἀφεῖναι τὸ πλησίον τὰ ὀλίγα ἐκεῖνα148

149

καὶ εὐτελῆ· καὶ γὰρ λόγος ἡμῖν γενήσεται τῶν ἐμπιστευθεισῶν ἡμῖν ἐντολῶν, καὶ οὐδαμῶς πάντα καταβαλεῖν δυνησώμεθα, κἂν ὅτι οὖν ποιήσωμεν· διὰ τοῦτο ἡμῖν ἔδωκεν ὁ Θεὸς πρὸς ἀπόδωσιν εὔκολόν τε καὶ ῥᾳδίαν ὁδόν· καὶ πάντα δυναμένην διαλῦσαι ἐκεῖνα
5τὰ πταίσματα· τὸ μὴ μνησικακεῖν λέγω, κατορθούντων ἡμῶν. Διὰ τί κελεύει πραθῆναι σὺν τῷ ὀφείλοντι τὰ μυρία τάλαντα καὶ τὴν αὐτοῦ γυναῖκα; ἐπειδή περ καὶ αὐτὴ δούλη ὡς αὕτως καὶ τὰ παιδία αὐτῶν. οὐκ ὠμότητος δὲ τοῦτο ποιεῖ, ἀλλ’ ἐξ ἀφά‐ του κηδεμονίας· βούλεται γὰρ αὐτὸν ποιῆσαι διὰ τῆς ἀπειλῆς
10ταύτης, ἵνα εἰς ἱκετηρίαν ἀγάγῃ, οὐχ ἵνα πραθῇ· εἰ γὰρ διὰ τοῦτο ἐποίει, οὐκ ἂν ἐπένευσεν αὐτοῦ τῇ αἰτήσει. οὐ ποιεῖ δὲ τοῦτο πρὸ τοῦ λογοθεσίου· ἐπειδή περ ἐβούλετο δεῖξαι, πόσων αὐτὸν ὀφλημάτων ἐλευθεροῦ· ὅπως ἐκ τούτου ἡμερότερος περὶ τὸν σύνδουλον γένηται· εἰ γὰρ καὶ μαθὼν τοῦ ὀφειλήματος τὸν ὄγκον,
15καὶ τῆς συγχωρήσεως τὸ μέγεθος, ἐπέμενεν ἄγχων τὸν σύνδουλον, ποῦ οὐκ ἂν ἐξῆλθεν ὠμότητος, εἰ μὴ γέγονε τοῦτο· ἔτι δὲ ἵνα κἀκεῖνος δόξῃ τί συνεισφέρειν, τοῦτο ποιεῖ· οὐ γὰρ ἐβούλετο αὐ‐ τοῦ εἶναι τὸ δῶρον μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ ἱκετηρίας, ἵνα μὴ ἀστεφανώτατος ἀπέλθῃ· διὸ καὶ ἕως τούτου καλῶς καὶ ἐναρέτως
20ὡμολόγησε τὸ χρέος· ἔτι δὲ καὶ ἐπαγγειλάμενος ἀποδοῦναι τὸ ὀφειλόμενον, εὐγνώμων ὤφθη· καὶ προσπεσὼν καὶ παρακάλεσεν, καὶ καταγνοὺς τῶν οἰκείων ἁμαρτημάτων, καὶ ἐπιγνοὺς τὸ μέγεθος τῆς εὐεργεσίας. ἀλλὰ τὰ μετὰ ταῦτα ἀνάξια τῶν προτέρων· κρα‐ τήσας γὰρ τὸν σύνδουλον αὐτοῦ, οὐ μετὰ πολὺν χρόνον, ἀλλ’
25εὐθέως ἔναυλον ἔχων τὴν εὐεργεσίαν, καὶ μήτε τὰ ῥήματα καται‐ δεσθεὶς δι’ ὧν ἐσώθη· καὶ γὰρ τοῖς αὐτοῖς καὶ οὗτος πρὸς αὐτὸν ἀπεχρήσατο, λέγων, “μακροθύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι “ἀποδώσω,” ἔπνιγεν ἀπαιτῶν τὴν ἐκπλήρωσιν· τοῦτο ποιῶν, ὅπερ οὐδὲ ἀνθρώποις ἦν ἀρεστὸν, μήτι γε τῷ Θεῷ· ὅθεν καὶ συνήλγησαν
30αὐτῷ· ὁ δὲ ἥμερος δεσπότης, καὶ συγκρίνεται πρὸς τὸν τοιοῦτον πονηρὸν δοῦλον, καὶ ἀπολογεῖται, καὶ τότε τῇ τιμωρίᾳ ἐκδίδωσιν. ἀκούσωμεν οὖν καὶ φρίξωμεν· καὶ μηδεὶς ἡμῶν μνησικακείτω·
διὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, ὅτι “οὕτω ποιήσει καὶ ὑμῖν ὁ149

150

“Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ, ἀπὸ τῶν “καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτοῦ·” οὐ λέγει δὲ ἐνταῦθα ὁ πατὴρ ὑμῶν, ἀλλ’ ὁ Πατήρ μου· ἐπειδὴ οὐκ ἔστιν ἄξιος υἱὸς ὀνομάζεσθαι τοῦ εὐσπλάγχνου πατρὸς, ὁ οὕτω πονηρὸς καὶ μισάν‐
5θρωπος καὶ μνησίκακος· δύο τοίνυν ἐνταῦθα ζητεῖ, καὶ καταγινώ‐ σκειν τῶν ἁμαρτημάτων, καὶ ἑτέροις ἀφιέναι· καὶ οὐχ ἁπλῶς ἀφιέναι ἀπὸ στόματος, ἀλλ’ ἀπὸ καρδίας. “Καὶ ἐγένετο,” φησὶν, “ὅτι ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους “τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια
10“τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου” καὶ τὰ ἑξῆς· διὰ τί συνε‐ χῶς ἐν τῇ Γαλιλαίᾳ διέτριβε, καὶ οὐχὶ ἐν τῇ Ἰουδαίᾳ; διὰ τὴν βασκανίαν τῶν Ἰουδαίων· νῦν δὲ ἐπιχωριάζει λοιπὸν τῇ Ἰουδαίᾳ, ἐπείδη τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι· οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἄνεισιν, ἀλλ’ εἰς τὰ ὅρια τῆς Ἰουδαίας· οὔτε δὲ τῇ τοῦ
15λόγου διδασκαλίᾳ διηνεκῶς ἐνδιατρίβει, οὔτε τῇ τῶν σημείων θαυ‐ ματουργίᾳ· ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιεῖ· ποικίλλων τὴν σωτηρίαν τῶν προσεδρευόντων καὶ ἐσομένων· ὥστε ἀπὸ μὲν τῶν σημείων ἀξιόπιστος, καὶ ἐν οἷς ἔλεγε, φανῆναι διδάσκαλος· ἀπὸ δὲ τῆς τῶν λόγων διδασκαλίας, ἐπιτεῖναι τὸ ἀπὸ τῶν σημείων
20κέρδος, τοῦ τὴν πρὸς θεογνωσίαν αὐτοὺς χειραγωγηθῆναι· παρα‐ τρέχουσι δὲ οἱ Εὐαγγελισταὶ, ὁλοκλήρους δήμους θεραπευομένων· οὐ κατ’ ὄνομα ἐπιλέγοντες ἕκαστον, ἀλλ’ ἑνὶ ῥήματι τὸ ἀκόμπα‐ στον παιδεύοντες ἡμᾶς, ἵνα ταπεινοφρονῶμεν ἀεί. Ὠριγένους. Ποιεῖ τοῦτο; ἐκείνους εὐεργετῶν, καὶ δι’ ἐκείνων
25πολλοὺς ἑτέρους· ἡ γὰρ τῆς τούτων ἀσθενείας διόρθωσις, ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγένετο.
27tΚΕΦ. Μ.
28tΠερὶ τῶν ἐρωτησάντων εἰ ἔξεστιν ἀπολύσαι τὴν γυναῖκα.
29Τίνος ἕνεκεν ἐρωτηθεὶς, “εἰ ἔξεστι κατὰ πᾶσαν αἰτίαν ἀπολῦ‐
30“σαι τὴν γυναῖκα αὐτοῦ,” οὐκ εὐθέως εἶπεν, οὐκ ἔξεστιν; ἵνα μὴ θορυβηθῶσι καὶ ταράξωσιν· ἐρωτῶσι δὲ πανούργως ἐκεῖνοι· ἵνα εἰ μὲν εἴπῃ, ὅτι ἔξεστιν ἀφεῖναι, εὐθέως ἀντιθήσωσιν αὐτῷ πρὸς
τὰ παρ’ αὐτοῦ εἰρημένα· καὶ εἴπωσιν αὐτῷ· πῶς οὖν εἴρηκε τὰ150

151

ἐναντία; εἰ δὲ ταῦτα πάλιν εἴποι ἅπερ καὶ ἔμπροσθεν, ἀντιθή‐ σωσιν αὐτῷ τὰ Μωϋσέως· διὰ τοῦτο δὲ οὐ λέγει ἐνταῦθα, τί με πειράζετε ὑποκριταί; ἵνα μετὰ τῆς δυνάμεως αὐτοῦ, καὶ τὴν ἡμερότητα ἐνδείξηται· οὔτε γὰρ ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσιν λαν‐
5θάνειν· οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμέρως πάντα φέρειν. τί ἐστιν “ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;” ἐκ μιᾶς ῥίζης, φησὶν, ἐγένοντο, καὶ εἰς ἓν σῶμα συνῆλθον· “ἔσονται γὰρ οἱ δύο,” φησὶν, “εἰς σάρκα μίαν·” καὶ “ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ “χωριζέτω·” τοῦτο δὲ εἶπε, κωλύων κατὰ πᾶσαν αἰτίαν ἀπολύειν
10τινὰ τὴν ἑαυτοῦ γυναῖκα· προσενεγκόντων δὲ ἐκείνων τὴν τοῦ Μωϋσέως νομοθεσίαν, αὐτὸς διὰ τὴν σκληροκαρδίαν αὐτῶν, τοῦτο ποιῆσαι αὐτὸν ἀπεφήνατο· ἐντρέψαι αὐτοὺς δὲ ἐν τούτῳ βουλό‐ μενος· τὸ δὲ “ἀπ’ ἀρχῆς οὐ γέγονεν οὕτω,” δηλοῖ, ὅτι διὰ τῶν πραγμάτων ἡμῖν ὁ Θεὸς ἐξ ἀρχῆς ἐνομοθέτησεν τὰ ἐναντία τούτων
15ὧν ἐποιεῖτε ὑμεῖς· διὸ καὶ μετὰ αὐθεντείας λοιπὸν νομοθετεῖ λέγων, ὅτι “ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου “πορνείας,” καὶ τὰ ἑξῆς. Ἀπολιναρίου. Τούτῳ ἀνθρωπίνῳ τρόπῳ διήλεκται ὁ Σωτὴρ, κατὰ τὸ σχῆμα τὸ διδασκαλικόν· οὐκ ἀποκαλύπτων ἑαυτὸν εἶναι
20τὸν δημιουργὸν Λόγον· οὐδὲ μὲν χωρίζων ἀπὸ τοῦ κτίζοντος, πρὸς τὸν κτίσαντα Υἱὸν, ἀλλ’ ἐν Πατρὸς ὀνόματι καὶ τὸν Λόγον ἐμπεριλαμβάνων· “εἴγε πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς “αὐτοῦ ἐγένετο οὐδὲ ἕν.” Θεοδώρου Ἡρακλείας. Ὥσπερ γὰρ ἄτοπον τὸ ἐκβάλλειν
25τὴν σώφρονα, οὕτω τε κατέχειν μοιχαλίδα ἀσεβὲς, κατὰ τὸ γεγραμμένον εἰς Σολομῶνα. Ἀπολιναρίου. Μοιχείαν φησὶ, τὸ τῇ ἰδίᾳ μὴ συνεῖναι· οὐκ ἰδίᾳ δὲ σύνεστιν ὁ τὴν ἰδίαν ἀπολιπών· διὰ τοῦτο μοιχᾶται ἐπ’ αὐτὴν, τουτέστιν ἐπὶ τὴν δευτέραν, ἣν ἐπεισάγει τῇ κατὰ φύσιν
30αὐτῷ συνημμένῃ, ἐὰν τὸν ἴδιον καταλίπῃ. πῶς οὖν ὁ νόμος οὐ συνεχώρει, ὁ τὸ “οὐ μοιχεύσεις” λέγων; ἐροῦμεν ὅτι ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώλυσεν· ὅτε τὴν ἐνοικοῦσαν ἕτερός τις διαφθείροι· ὁ δὲ Σωτὴρ, καὶ τὴν οὐχ ὁμολογημένην παρὰ πᾶσιν, οὐδὲ γινωσκομένην τῇ φύσει, οὐδὲ διελεγχομένην
35ὅτι μοιχεία ἐστί· τὴν μέντοι πορνεύσασαν, ἀποστῆσαι συγχωρεῖ151

152

ὁ Χριστός· ὅτι δὴ διέλυσεν αὐτὴν τὴν φυσικὴν σύζευξιν, καὶ οὐκ ἔτι ὑπὸ τοῦ ἀνδρὸς τούτου γίνεται. Διατί εἶπον οἱ Ἀπόστολοι τῷ κυρίῳ· “εἰ οὕτως ἐστὶν ἡ αἰτία “τοῦ ἀνθρώπου” καὶ τὰ ἑξῆς; ἐπειδὴ ἐθορυβήθησαν ἀκούσαντες
5τὸ γυναῖκα πάσης κακίας γέμουσαν ἔχειν, καὶ ἀνέχεσθαι ἀνημέρου θηρίου διὰ παντὸς ἔνδον συγκεκλεισμένου. Τί δηλοῖ “εἰ οὕτως ἐστὶν ἡ αἰτία” καὶ τὰ ἑξῆς; ἢ τοῦτο, ὅτι διὰ τοῦτο συνήφθη, ἵνα ἓν ὦσιν· ἢ ἐκεῖνο, ὅτι εἰ αἰτίαν λήψεται καὶ παρανομεῖ ὁ ἀνὴρ ἐπὶ τούτοις, ἐκβάλλων τὴν γυναῖκα, κου‐
10φότερόν ἐστι μᾶλλον πρὸς ἐπιθυμίαν μάχεσθαι φύσεως, καὶ πρὸς ἑαυτὸν, ἢ πρὸς γυναῖκα πονηράν· οὐκ εἶπε δὲ ὁ δεσπότης Χριστὸς ὅτι ναὶ τοῦτο κουφότερον, ἵνα μὴ νομίσωσιν ὅτι νόμος τὸ πρᾶγμα ἔστιν· ἀλλ’ ὅτι οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται· εἶπε δὲ τοῦτο, ὑψῶν τὸ πρᾶγμα τῆς παρθενίας καὶ ἐπαινῶν, καὶ δεικνὺς
15μέγα ὂν, καὶ ἐν τούτῳ ἐφελκόμενος καὶ προτρέπων, ἵνα μᾶλλον τὴν παρθενίαν ἕλωνται καὶ τὴν ἐγκράτειαν· ἐπειδὴ γὰρ περὶ παρθενίας εἰπεῖν ἐπαχθέστερον εἶναι ἐδοκεῖ ἐκ τῆς ἀνάγκης, τοῦ μὴ ἀφιέναι τὴν πονηρὰν γυναῖκα, εἰς τὴν ἐπιθυμίαν αὐτοὺς τοῦ παρθενεύειν ἐνέβαλεν.
20 Θέλων δὲ τὸ δυνατὸν τῆς ἀρετῆς ταύτης δεῖξαι τὰς τρεῖς διαφορὰς τῶν εὐνούχων, φησὶν, “ὅτι εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοι‐ “λίας μητρὸς ἐγεννήθησαν οὕτω· καί εἰσιν εὐνοῦχοι,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ἐννόησον εἰ οὕτως ἐκ φύσεως ὑπῆρ‐ χεν, τουτέστιν, εἰ εὐνοῦχος ἐγεννήθης· ἢ παρὰ τῶν τὰ τοιαῦτα
25ἐπηρεαζόντων ἀνθρώπων, οὕτως ἐγένου· τί ἂν ἐποίησαν; τῆς ἀπο‐ λαύσεως μὲν τοῦ γάμου ἐστερημένος, μισθὸν δὲ οὐκ ἔχων; οὐκοῦν εὐχαριστήσεις νῦν τῷ Θεῷ· ὅτι μετὰ μισθῶν, καὶ στεφάνων, τοῦτο κατορθοῖς, ὅπερ χωρὶς στεφάνων ἐκεῖνοι; οἵτε οὕτως εὐνοῦ‐ χοι γεννηθέντες, οἵ τε ἀπὸ ἀνθρώπων εὐνουχισθέντες, ἀλλὰ καὶ
30πολλῷ κουφότερον τῇ ἐλπίδι προθυμοποιούμενος, καὶ τῷ συνειδότι τοῦ κατορθώματος, καὶ μηδὲ τὴν ἐπιθυμίαν οὕτω κυμαίνουσαν ἔχων· οὐ γὰρ οὕτως ἐκτομὴ μέλους, ὡς λογισμοῦ χαλινὸς τὰ τοιαῦτα οἶδεν καταστέλλειν κύματα, καὶ γαλήνην ποιεῖν· μᾶλλον δὲ λογισμὸς μόνον· διὰ τοῦτο τοίνυν ἐκείνους παρήγαγεν τοὺς
35εὐνούχους, ἵνα τοὺς παρθενεύοντας καὶ τοὺς ἐγκρατευομένους εἰς152

153

προθυμίαν ἐμβάλῃ· ἐπεὶ εἰ μὴ τοῦτο κατεσκεύαζε, τί βούλεται ὁ περὶ τῶν προειρημένων δύο εὐνούχων λόγος αὐτῷ; Εἰπὼν δὲ ὅτι εὐνούχησαν ἑαυτοὺς, οὐ τῶν μελῶν λέγει τὴν ἐκτομὴν, ἄπαγε, ἀλλὰ τῶν πονηρῶν λογισμῶν τὴν ἀναίρεσιν· ὡς
5ὅγε τὸ μέλος ἐκτέμνων, τὰ τῶν ἀνδροφόνων ὁ τοιοῦτος τολμᾷ, καὶ τοῖς τοῦ Θεοῦ διαβάλλουσι τὴν δημιουργίαν δίδωσιν ἀφορμήν· καὶ τῶν Μανιχαίων ἀνοίγει τὰ στόματα· τὸ γὰρ ἀποκόπτειν τὰ μέλη, δαιμονικῆς ἐνεργείας ἐστὶ, καὶ Σατανικῆς ἐπιβουλῆς, ἵνα τοῦ Θεοῦ τὸ ἔργον οἱ τοιοῦτοι διαβάλλωσιν, ἵνα τὸ ζῶον λυμή‐
10νωνται· ἵνα μὴ τῇ προαιρέσει, ἀλλὰ τῇ τῶν μελῶν φύσει τὸ πᾶν λογισάμενοι, οὕτως ἀδεῶς ἁμαρτάνωσιν αὐτῶν οἱ πολλοὶ, ἅτε ἀνεύθυνοι ὄντες, καὶ διπλῶς παραβλάψωσι τὸ ζῶον τοῦτο, καὶ τὸ τὰ μέλη πηροῦν, καὶ τὸ κωλύειν τῆς προαιρέσεως τὴν ὑπὲρ τῶν ἀγαθῶν προθυμίαν· ταῦτα δὲ ὁ διάβολος ἐνομοθέτησεν· διὰ τοῦτο
15παρακαλῶ φεύγειν τὴν τοιαύτην παρανομίαν· μετὰ γὰρ τῶν προειρημένων, οὐδὲ τὰ τῆς ἐπιθυμίας ἡμερότερα ἐντεῦθεν γίνεται, ἀλλὰ καὶ μᾶλλον χαλεπώτερα· ἑτέρωθεν γὰρ ἔχει τὰς πηγὰς τὸ σπέρμα τὸ ἐν ἡμῖν, καὶ ἑτέρωθεν κυμαίνει· καὶ οἱ μὲν, ἀπὸ ἐγκεφάλου· οἱ δὲ, ἀπὸ ὀσφύος τὸ οἶστρον ἐκεῖνο φύεσθαι λέγουσιν·
20ἐγὼ δὲ, οὐδαμόθεν ἄλλοθεν εἴποιμ’ ἂν, ἀλλ’ ἢ ἀπὸ γνώμης ἀκο‐ λάστου, καὶ διανοίας ἠμελημένης· κἂν αὐτὴ σωφρονῇ τῶν φυσικῶν κινημάτων, βλάβος οὐδέν. βουλόμενος δὲ προθυμοτέρους ποιῆσαι, φησίν· “ὁ δυνάμενος χωρεῖν χωρείτω.” δείξας τὸ ὑπέρ‐ ογκον τοῦ κατορθώματος· καὶ οὐκ ἀφεὶς εἰς ἀνάγκην νόμου κατα‐
25κλεισθῆναι τὸ πρᾶγμα, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα. τότε δὲ εἶπεν τοῦτο· ὅτε ἔδειξε σφόδρα ὂν δυνατόν· ἵνα πλεῖον τῆς προαιρέσεως ἡ φιλοτιμία γίνηται, καὶ προαιρέσεώς ἐστι φησί. Πῶς ἀρχόμενος ἔλεγεν “οὐ πάντες χώρουσιν, ἀλλ’ οἷς δέδοται;”
30ἵνα μάθωμεν ὅτι μέγας ὁ ἆθλος· οὐχὶ δὲ ἵνα ἀποκλήρωσίν τινα ἠναγκασμένην ὑποπτεύσωμεν· δίδοται γὰρ τοῦτο πᾶσι τοῖς βου‐ λομένοις· ἔτι δὲ καὶ διὰ τοῦτο οὕτως εἶπεν· δεικνὺς ὅτι πολλῆς εἰς τοῦτο δεῖ τῆς ἄνωθεν ῥοπῆς, τῷ εἰς τοῦτο εἰσελθόντι τὸ σκάμμα, ἧς ἀπολαύσεται πάντως ὁ βουλόμενος. ἔθος γὰρ τῷ
35δεσπότῃ Χριστῷ, ταύτῃ κεχρῆσθαι τῇ λέξει, ὅτ’ ἂν μέγα τὸ153

154

κατορθούμενον ὑπάρχῃ· ὡς ὅτ’ ἂν λέγει· “ὑμῖν δέδοται γνῶναι “τὰ μυστήρια.” καὶ ὅτι τοῦτο ἦν ἀληθὲς, δῆλον· εἰ γὰρ τῆς ἄνωθεν μόνης δόσεως ἔστι, καὶ οὐδὲν αὐτοὶ συνεισφέρουσιν οἱ παρθενεύοντες, περιττῶς αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγ‐
5γείλατο, καὶ τῶν ἄλλων αὐτοὺς διεῖλεν εὐνούχων. χρὴ δὲ σκο‐ πῆσαι πῶς ἐξ ὧν ἕτερον πονηρεύονται, κερδαίνουσιν ἕτεροι. οἱ μὲν γὰρ Φαρισαῖοι, μηδὲν μαθόντες, οὐδὲ γὰρ ἵνα μάθωσιν ἐρωτῶσιν, οὕτως ἀπῆλθον· οἱ δὲ μαθηταὶ καὶ ἐντεῦθεν ἐκέρδαινον. Διὰ τί οἱ μαθηταὶ ἀπεσόβουν τὰ παιδία, ἅπερ αὐτῷ προσ‐
10ηνέχθη ἐπὶ τὸ προσεύξασθαι αὐτοῖς; τύφου ἕνεκεν· αὐτὸς δὲ διδάσκων αὐτοὺς μετριάζειν, καὶ τύφον καταπατεῖν κοσμικὸν, καὶ λαμβάνει καὶ εὐαγκαλίζεται, καὶ τοῖς τοιούτοις τὴν βασιλείαν κατεπήγγελται. τίνες δέ εἰσιν οἱ τοιοῦτοι; οἱ μετὰ συνέσεως πρᾶοι ὄντες, καὶ ἀπόνηροι· τοῦτο γάρ ἐστι βίος ἀγγελικὸς, καὶ
15τὸ πάντων τῶν παθῶν καθαρεύειν· ὥσπερ ἡ τυχὴ τοῦ παιδίου· καὶ γὰρ οὔτε δὲ τοῖς λελυπηκόσι μνησικακεῖ, ἀλλ’ ὡς φίλοις προσέρχεται· οὔτε τῶν ἀναγκαίων πλέον τί ἐπιζητεῖ, ἀλλ’ ὅσον ἐμπλησθῆναι τοῦ μασθοῦ· οὔτε λυπεῖται ἐφ’ οἷς ἡμεῖς τοῖς ἐπι‐ κήροις τούτοις· οὔτε ἐπτόηται πρὸς κάλλει σωμάτων· διὰ τοῦτο
20οὖν ἔλεγεν, “τῶν γὰρ τοιούτων ἔστιν ἡ βασιλεία τῶν οὐρανῶν·” ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει.
22tΚΕΦ. ΜΑ.
22tΠερὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν.
23 Τὸν προσελθόντα νεανίσκον τῷ Χριστῷ, καὶ εἰπόντα, “διδά‐ “σκαλε ἀγαθὲ,” τίνες μὲν ὡς ὑποῦλόν τινα καὶ πονηρὸν ἐνδιαβάλ‐
25λουσιν· εἰ γὰρ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημάτων δοῦλον, οὐκ ἂν παραιτησαίμην εἰπεῖν· ἐπειδὴ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ὄντα ἤλεγξεν· ὑποῦλον δὲ, οὐδαμῶς· διὰ τὸ καὶ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν· καὶ γὰρ φησὶν “ὅτι προδραμὼν “καὶ γονυπετῶν, παρεκάλει αὐτόν.” ἀλλὰ πολλὴ τῶν χρημάτων
30ἡ τυραννὶς, καὶ δῆλον ἐντεῦθεν· κἂν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὐτῇ λυμαινεῖται τὰ ἄλλα ἀγαθά. διὰ τί οὖν οὕτως πρὸς
αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς λέγων· “οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς154

155

“ὁ Θεός;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθεν ψιλῷ καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαϊκῷ. διὰ δὴ τοῦτο, καὶ αὐτὸς ὡς ἄνθρωπος αὐτῷ διαλέγεται· οὐχ ἑαυτὸν δὲ ἐμβάλλων τοῦ εἶναι ἀγαθὸς, τοῦτο εἶπεν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ
5ἀγαθότητος. διὸ καὶ ἐπήγαγεν· “εἰ μὴ εἷς ὁ Θεός·” καὶ γὰρ ἀνωτέρω εἰπών· “ὅτι ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ “διδόναι τοῖς τέκνοις ὑμῶν·” οὐ τῆς ἀνθρωπίνης φύσεως ἁπάσης πονηρίαν καταγινώσκων τοῦτο εἶπεν, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀγαθότητα, τῇ τοῦ Θεοῦ ἀγαθότητι παραβάλλων. τί δὲ ἦν χρή‐
10σιμον ὥστε οὕτως αὐτὸν ἀποκρίνασθαι τῷ νεανίσκῳ; ὅπως ἀνάξῃ αὐτὸν κατὰ μικρὸν καὶ παιδεύσῃ κολακείας ἀπηλλάχθαι πάσης, καὶ τῶν ἐπὶ γῆς ἀπαλλάττων καὶ τῷ Θεῷ προσηλῶν, καὶ πείθων τὰ μέλλοντα εἰδέναι τὲ καὶ ζητεῖν τὸ ὄντως ἀγαθὸν, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. ἐπειδὴ καὶ ὅτ’ ἂν λέγει· μὴ καλέσητε
15διδάσκαλον ἐπὶ τῆς γῆς, πρὸς ἀντιδιαστολὴν αὐτοῦ, τοῦτο εἶπεν· καὶ ἵνα μάθωσιν, τίς ἡ πρώτη τῶν ἁπάντων ἀρχή. Πόθεν δὲ δῆλον ὅτι οὐ πειράζων προσῆλθεν; ἐπειδὴ εἰ τοῦτο ἦν, ἐδήλωσεν ἂν αὐτὸ ὁ Εὐαγγελιστής· ὥσπερ καὶ ἐπὶ τοῦ νομικοῦ, καὶ ἐπὶ τῶν ἄλλων ἐποίησεν· εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν ὁ Χριστὸς,
20οὐκ ἂν αὐτὸν εἴασεν λαθεῖν, ἀλλ’ ἤλεγξεν ἂν σαφῶς, καὶ ᾐνίξατο· ὥστε μὴ δόξαι ἠπατηκέναι καὶ λανθάνειν· ἄλλως τε δὲ εἰ πειρά‐ ζων προσῆλθεν, οὐκ ἂν ἀπῆλθε λυπούμενος, ἐφ’ οἷς ἤκουσεν· τοῦτο γὰρ οὐδεὶς ἤκουσε τῶν πειρασάντων αὐτὸν Φαρισαίων, ἀλλὰ μᾶλ‐ λον ἠγριαίνοντο ἐπιστομιζόμενοι· οὗτος δὲ οὐδαμῶς· ἀλλ’ ἄπεισι
25κατηφής· ὅπερ οὐ μικρὸν σημεῖον τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ’ ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει· καὶ γὰρ τῶν ἄλλων, τῶν μὲν, πειρα‐ ζόντων, τῶν δὲ, ὑπὲρ νοσημάτων προσιόντων, ἢ τῶν οἰκείων, ἢ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου προσέρχεται καὶ διαλέγεται·
30καὶ γὰρ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος, τὸν σπόρον συνέπνιγεν· ἀκούσας γὰρ τήρησον τὰς ἐντολάς· οὐ πειράζων εἶπεν ποίαν; ἀλλὰ νομίζων ἑτέρας τινὰς εἶναι τὰς τῆς ζωῆς παρὰ τὰς νομικάς· ὃ σφόδρα ἐπιθυμοῦντος ἦν· εἰπόντος οὖν
τοῦ Χριστοῦ τὰς ἀπὸ τοῦ νόμου, ἐκεῖνος φησὶ, “ταῦτα πάντα155

156

“ἐφυλαξάμην ἐκ νεότητός μου,” καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πάλιν ἐρωτᾷ· “τί ἔτι ὑστερῶ; ὃ καὶ αὐτὸ σημεῖον ἦν τῆς σφοδρᾶς ἐπιθυμίας αὐτοῦ· οὐ μικρὸν δὲ καὶ τοῦτο, ὅτι ἐνόμιζεν ἑαυτὸν ὑστερεῖν· οὐδὲ ἡγεῖτο ἀρκεῖν τὰ εἰρημένα, εἰς τὸ τυχεῖν
5ὧν ἐπεθύμει. Διὰ τί πρῶτον τὸ βραβεῖον τίθησιν αὐτῷ λέγων· τὸ “πώλησόν “σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς·” καὶ εὐθέως πάλιν τὰ ἔπαθλα, τὸ “ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ ἀκολούθει μοι;” ἵνα διὰ πάντων συσκιάσῃ τὸ δοκοῦν εἶναι βάρος τῆς παραινέσεως, καὶ
10οὕτως αὐτὸν ἐφελκύσηται· διὸ καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα· πλείονα γὰρ ὧν ἐκέλευσε παρασχεῖν ὑπέσχετο δοῦναι· οὐ πλείονα δὲ μόνον, ἀλλὰ καὶ τοσοῦτο μείζονα, ὅσον γῆς οὐρανὸς, καὶ ἐπιπλεῖον· θησαυρὸν δὲ εἶπεν, τὸ δαψιλὲς τῆς ἀντιδόσεως δηλῶν, καὶ τὸ μόνιμον καὶ ἄσυλον· οὐκ ἄρα ἀρκεῖ τὸ χρημάτων
15καταφρονεῖν μόνον, ἀλλὰ δὴ καὶ διαθρέψαι πένητας, καὶ προηγου‐ μένως ἀκολουθεῖν τῷ Χριστῷ· τουτέστι πρὸς θάνατον εἶναι ἕτοιμον καθημερινόν· καὶ πάντα τὰ κελευόμενα παρ’ αὐτοῦ ποιεῖν. τίνος χάριν ἐπῆλθε λυπούμενος; δι’ ἣν εἶπεν αἰτίαν ὁ Εὐαγγελιστὴς, ὅτι “ἦν ἔχων κτήματα πολλά·” οὐ γὰρ ὁμοίως κατέχονται οἱ τὰ
20χρήματα κατέχοντες τὰ ὀλίγα, καὶ οἱ πολλῇ βαπτισθέντες περιουσίᾳ· τυραννικώτερος γὰρ ὁ ἔρως τότε γίνεται· ὅπερ ἀεὶ λέγων οὐ παύομαι· ὅτι ἡ προσθήκη τῶν ἐπεισιόντων, μείζονα ἀνάπτει τὴν φλόγα· χρὴ γὰρ σκοπῆσαι οἷαν καὶ ἐνταῦθα ἐπε‐ δείξατο τὴν ἰσχὺν τὸ πάθος· τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα
25καὶ ἐπιθυμίας, ἐπειδὴ ἐκέλευσεν ὁ Χριστὸς ῥίψαι τὰ χρήματα, οὕτως αὐτοῦ κατέχωσε τὴν διάνοιαν, καὶ ἔπεισε μὴ πεισθῆναι, ὡς μηδὲ ἀποκρίνασθαι περὶ τούτων ἀφεῖναι· ἀλλὰ σιγήσας καὶ γενόμενος κατηφὴς καὶ στυγνὸς, οὕτως ἀπῆλθε. Εἶπε δὲ ὁ Χριστός· “πῶς δυσκόλως πλούσιοι εἰσελεύσονται
30“εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.” οὐ τὰ χρήματα διαβάλλων, ἀλλὰ τοὺς κατεχομένους ὑπ’ αὐτοῦ· εἰ δὲ πλούσιος δυσκόλως, πολλῷ μᾶλλον ὁ πλεονέκτης· εἰ γὰρ τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ πρὸς βασιλείαν ἐμπόδιον· τὸ καὶ τὰ ἑτέρων λαμβάνειν, ἐννόησον πόσον σωρεύει τὸ πῦρ. διὰ τί τοῖς μαθηταῖς ἔλεγε πένησιν οὖσι
35καὶ οὐδὲν κεκτημένοις, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς156

157

τὴν βασιλείαν τῶν οὐρανῶν; παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τῇ πενίᾳ· προϊὼν δὲ δείκνυσιν τὸ καὶ ἀδύνατον, καὶ σφόδρα ἀδύνατον τοῦτο· ἐκ τοῦ παραδείγματος τῆς καμήλου καὶ τῆς βελόνης· εἰπὼν τὸ “εὐκοπώτερόν ἐστι κάμηλον εἰσελθεῖν” καὶ τὰ ἑξῆς, καὶ
5ὅτι οὐχ ὁ τυχὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσο‐ φεῖν. διὸ καὶ Θεοῦ ἔργον, ἔφησεν αὐτὸ εἶναι· ἵνα δείξῃ ὅτι πολλῆς δεῖ τῆς χάριτος τῶν μελλόντων τοῦτο κατορθοῦν· γίνεται δὲ τοῦτο δυνατὸν, ἂν ῥίψῃς τὰ χρήματα, ἂν κενώσῃς τὰ ὄντα, ἂν τῆς πονηρᾶς ἐπιθυμίας ἀποστῇς, ἂν τὸν Θεὸν παρακαλέσῃς συν‐
10εφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, δι’ ὧν τῆς μελλούσης ζωῆς κληρονόμος γενήσῃ. Ἕνεκεν τίνος οἱ μαθηταὶ ταράττονται, πεντήκοντα ὄντες, καὶ ἐρωτῶσι λέγοντες· “τίς ἆρα δύναται σωθῆναι;” ὑπὲρ τῆς τῶν ἄλλων ἀλγοῦντες σωτηρίας, τοῦτο ἠρώτησαν· διὰ τὸ πολλὴν πρὸς
15ἅπαντας φιλοστοργίαν ἔχειν λοιπὸν, καὶ τὰ τῶν διδασκάλων ἤδη σπλάγχνα κεκτῆσθαι· καὶ τρέμειν ὑπὲρ τῆς οἰκουμένης ἁπάσης, διὰ τὴν ἀπόφασιν ταύτην· αὐτὸς δὲ ἡμέρῳ ὄμματι καὶ πράῳ ἐμβλέψας αὐτοῖς, τὴν ἀγωνίαν αὐτῶν διέλυσεν εἰπών· “παρ’ ἀνθρώποις “τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ, πάντα δυνατά.” τὴν τοῦ
20Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, τὴν συνεφαπτομένην τοῖς ἑκου‐ σίως θέλουσιν ἀποστῆναι τῆς τοιαύτης λύμης, διὰ πολλῆς δεήσεως, καὶ ἐπιμόνου παρακλήσεως. καὶ μηδεὶς λεγέτω, πῶς τὸ οὕτως ἀδύνατον γίνεται δυνατόν· καὶ τὸν ἅπαξ βαπτισθέντα ἐπιθυμίᾳ χρημάτων εὔκολον ἀνενεγκεῖν; ἂν γὰρ ἄρξηται τὰ περιττὰ περι‐
25κόπτειν καὶ κενοῦν τὰ ὄντα· οὕτω καὶ περαιτέρω προβήσεται, καὶ εὐκολώτερον λοιπὸν δραμεῖται· μηδὲ γὰρ ὑφ’ ἓν τὸ πᾶν ζητήσῃς· ἵνα μὴ δυσχερῶς τὸ ἀθρόον φαίνηται, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρὸν ἀναβαινέτω τὴν κλίμακα ταύτην, τὴν εἰς τὸν οὐρανὸν ἀνάγουσαν· ταῦτα οὖν πάντα λογιζόμενοι, τὴν πονηρὰν ἐπιθυμίαν
30ἐκβάλωμεν τῶν χρημάτων. καὶ γὰρ αὐτὴ σκοτεινὴν τὴν ψυχὴν ἀπεργάζεται καὶ ἔρημον, καὶ αἰσχρὸν καὶ δυσειδῆ. Ἐπειδὴ εἶπεν ὁ Κύριος τῷ πλουσίῳ· “εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα,” καὶ τὰ ἑξῆς· ἵνα μὴ λέγῃ τίς τῶν
πενήτων· “τί οὖν; ἂν μὴ ἔχω ὑπάρχοντα, οὐ δύναμαι τέλειος157

158

“εἶναι;” ἐρωτᾷ Πέτρος καὶ λέγει· “ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα” καὶ τὰ ἑξῆς, καίπερ πένης ὤν· ἵνα καὶ σὺ ὁ πένης μάθῃς, ὅτι οὐδὲ ἐντεῦθεν ἠλάττωσεν· ἐὰν γνώμην ἔχεις διεγηγερμένην· ὅτι γὰρ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης, τὴν πεῦσιν αὐτῷ ταύτην προσ‐
5ήγαγε, καὶ οὐ περὶ ἑαυτοῦ, δῆλον· καὶ γὰρ τᾶς κλεῖς τῶν οὐρα‐ νῶν ἤδη δεξάμενος ἦν· λοιπὸν περὶ ἑαυτοῦ θάρσος εἶχε. Τί δὲ δηλοῖ, τὸ καθίσεσθαι ἐπὶ δώδεκα θρόνους; τὸ συμβασι‐ λεῦσαι καὶ κοινωνῆσαι τῆς δόξης ἐκείνης· οὐδὲ γὰρ καθέδραν οἱ θρόνοι δηλοῦσιν· μόνος γὰρ αὐτός ἐστιν ὁ μέλλων καθέζεσθαι καὶ
10κρίναι· ἀλλὰ τιμὴν καὶ δόξαν ἄφατον παρεδήλωσεν διὰ τῶν θρό‐ νων· τὸ δὲ “κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ,” ἀντὶ τοῦ κατακρίνοντες εἴρηται, οὐ γὰρ δὴ δικασταὶ μέλλουσι καθέζεσθαι· διὰ τοῦτο οὐκ εἶπε τὰ ἔθνη κρίνοντες καὶ τὴν οἰκουμένην, ἀλλὰ “τὰς φυλὰς τοῦ Ἰσραήλ·” ἐπειδὴ γὰρ ἐν τοῖς αὐτοῖς ἦσαν
15τεθραμμένοι, καὶ νόμοις καὶ ἔθεσι καὶ πολιτείᾳ, οἵτε Ἰουδαῖοι καὶ οἱ Ἀπόστολοι· μέλλουσι δὲ λέγειν οἱ Ἰουδαῖοι, ὅτι διὰ τοῦτο οὐκ ἠδυνήθημεν πιστεῦσαι τῷ Χριστῷ, ὅτι ὁ νόμος ἐκώλυε τὰ παραγ‐ γέλματα αὐτοῦ δέχεσθαι· τούτους εἰς μέσον παραγαγὼν τοὺς τὸν αὐτὸν δεξαμένους νόμον καὶ πιστεύσαντας, κατακρίνει πάντας ἐκεί‐
20νους· διὰ τοῦτο εἶπε “κρίνοντας” ἀντὶ τοῦ κατακρίνοντας. Εἰπὼν δὲ “ὅστις ἀφῆκε γυναῖκα,” οὐ τοῦτο λέγει ὥστε ἁπλῶς διασπάσασθαι τοὺς γάμους, ἀλλ’ ὅπερ περὶ τῆς ψυχῆς ἔλεγεν, ὅτι “ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν·” οὐχ ἵνα ἀναιροῦμεν ἑαυτοὺς τοῦτο εἶπεν, ἀλλὰ ἵνα πάντων προτι‐
25μῶμεν τὴν εὐσέβειαν· τοῦτο δὲ καὶ ἐπὶ γυναικὸς, καὶ ἐπὶ ἀδελφῶν λέγει· ἔτι δὲ καὶ τοὺς διωγμοὺς ἐνταῦθα αἰνίττεται· ἐπειδὴ γὰρ πολλοὶ ἦσαν πατέρες εἰς ἀσέβειαν ἕλκοντες παῖδας, καὶ γυναῖκες ἄνδρας· ὅτ’ ἂν ταῦτα κελεύσουσι φησὶ, μήτε γυναῖκες ἔστωσαν, μήτε πατέρες· ἀλλὰ καθὼς ὁ Παῦλος ἔλεγεν· “εἰ δὲ ὁ ἄπιστος
30“χωρίζεται, χωριζέσθω·” τὸ δὲ “ἑκατονταπλασίονα λήψονται” καὶ τὰ ἑξῆς, μετὰ τῆς αἰωνίου ζωῆς χρὴ τοῦτο πιστεύειν· καὶ γὰρ πολλοῖς τοῦτο γέγονε· καθὼς καὶ περὶ τῶν Ἀποστόλων γέγραπται· κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, καὶ ἕτερά τινα πενιχρὰ πράγματα, τὰς τῶν πιστευόντων οὐσίας μετ’ ἐξουσίαν
35εἶχον, ἔτι δὲ καὶ τὰ σώματα αὐτῶν· τὸ δὲ “πολλοὶ ἔσονται πρῶ‐158

159

“τοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι,” ἀδιορίστως τέθεικεν, καὶ περὶ ἑτέρων μὲν πολλῶν, ἔτι δὲ καὶ περὶ τῶν ἀπειθούντων Φαρι‐ σαίων· καθὼς καὶ ἔμπροσθεν εἶπεν· ὅτι “πολλοὶ ἥξουσι, καὶ “ἀνακλιθήσονται·” τὸ γὰρ ἔσχατον, τὴν τελείαν ἔκπτωσιν τῆς
5βασιλείας σημαίνει τῶν οὐρανῶν· οὐ τόπου τινὸς μόνην ἐλάττονος ἐν αὐτῇ.
7tΚΕΦ. ΜΒ.
8tΠερὶ τῶν μισθουμένων ἐργατῶν.
9“Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν,” φησὶν, “ἀν‐
10“θρώπῳ οἰκοδεσπότῃ,” καὶ τὰ ἑξῆς· “ἀμπελῶνα” τὰ ἐπιτάγματα τοῦ Θεοῦ λέγει καὶ τὰς ἐντολὰς αὐτοῦ· χρόνον δὲ τῆς ἐργασίας, τὸν παρόντα βίον· ἐργάτας δὲ διαφόρους καλουμένους ἐπὶ τὰ προστάγματα, περὶ τὴν τρίτην καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδε‐ κάτην ὥραν, τοὺς ἐν διαφόροις ἡλικίαις προσελθόντας, καὶ εὐδοκι‐
15μήσαντας· μηδεὶς δὲ περὶ ὧν γέγραπται ἐν τῇ παραβολῇ, περὶ φθονησάντων ἢ ἐγκαλεσάντων, νομισάτω ἐν ἀληθείᾳ οὕτως εἶναι· διότι παραβολὴ τὸ λεγόμενον ἦν· οὐ χρὴ δὲ πάντα τὰ ἐν ταῖς παραβολαῖς κατὰ λέξιν περιεργάζεσθαι· ἀλλὰ τὸν σκοπὸν μαθόν‐ τας, δι’ ὧν συνετέθησαν, τοῦτον δρέπεσθαι, καὶ μηδὲν πολυ‐
20πραγμονεῖν περαιτέρω· οὐκ ἔστι γὰρ οὐδεὶς τοιαῦτα δικαιολογού‐ μενος ἢ ἐγκαλῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἄπαγε· φθόνου γὰρ καὶ βασκανίας τὸ χωρίον ἐκεῖνο καθαρὸν ὑπάρχον· εἰ γὰρ ἐνταῦθα ὄντες οἱ ἅγιοι, τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες ἐκεῖ τῶν ἀγαθῶν ἀπολαύοντας χαίρουσι,
25καὶ οἰκεῖα νομίζουσιν ἀγαθά· ἀλλὰ διὰ τοῦτο οὕτω συνετέθη αὕτη ἡ παραβολή· ὥστε προθυμωτέρους ποιῆσαι τοὺς ἐν ἐσχάτῳ γήρᾳ μεταβαλλομένους διὰ τῆς μετανοίας βελτίους· ὡς μηδὲν ἀφεῖναι κἂν μικράν τινα ὑποψίαν ἔχειν, ἢ νομίζειν ἐλάττους ὑπάρχειν τοῖς ἐκ νέας ἡλικίας ἀγωνισαμένοις· ἀλλὰ τοσαύτης μέλλοντας ἀπο‐
30λαύειν τιμῆς, ὡς καὶ φθόνον τεκεῖν ἑτέροις δύνασθαι τοῦτο· ὃ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, λέγοντες, ὅτι ὁ δεῖνα ἐνεκάλεσέ μοι,
ὅτι σε τοσαύτης ἠξίωσα τιμῆς· οὔτε γὰρ ἐγκληθέντες, οὔτε ἐκεῖ‐159

160

νον διαβάλλειν ἐθέλοντες· ἀλλ’ ἓν τοῦτο δεῖξαι βουλόμενοι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσε. Ἕνεκε δὲ τίνος οὐ πάντας εὐθέως ἐμισθώσατο; τὸ μὲν εἰς αὐτὸν ἧκον, ἅπαντας ὁμοῦ· εἰ δὲ οὐχ ὁμοῦ πάντες ὑπήκουσαν, τὴν διαφο‐
5ρὰν ἡ τῶν κληθέντων γνώμη πεποίηκεν· αὐτὸς γὰρ ὡς προγνώ‐ στης πάντα προειδὼς, διὰ τοῦτο τοὺς μὲν πρωῒ, τοὺς δὲ τρίτην, τοὺς δὲ ἕκτην, τοὺς δὲ ἐνάτην, τοὺς δὲ ἑνδεκάτην προκαλεῖται, ὅτε ἔμελλον ὑπακούσεσθαι· οὕτω καὶ τὸν Παῦλον, αὐτὸς μὲν ἐβού‐ λετο ἐκ προοιμίων καλέσαι· ἐπειδὴ δὲ οὐκ ἂν εἶξε, τότε εὐδόκησε
10καλέσαι, ὅτε καὶ αὐτὸς ἔμελλε πείθεσθαι· οὕτω καὶ τὸν λῃστὴν ἐκάλεσεν· καίτοι δυνάμενος καὶ ἔμπροσθεν αὐτὸν καλέσαι· ἀλλ’ ἐκεῖνος οὐκ ἂν ὑπήκουσεν· εἰ γὰρ ὁ Παῦλος ἐξ ἀρχῆς οὐχ ὑπή‐ κουσε, πολλῷ μᾶλλον ὁ λῃστής· εἰ δὲ καὶ αὐτοὶ λέγουσιν, “ὅτι “οὐδεὶς ἡμᾶς ἐμισθώσατο·” μάλιστα δὲ ὅπερ ἔφην, οὐ χρὴ
15πάντα περιεργάζεσθαι τὰ ἐν ταῖς παραβολαῖς· πλὴν, οὐχ ὁ οἰκο‐ δεσπότης φαίνεται τοῦτο λέγων, ἀλλ’ ἐκεῖνοι· οὐκ ἐλέγχει δὲ αὐτοὺς, ἵνα μὴ εἰς ἀπόγνωσιν ἐμβάλῃ, ἀλλὰ μᾶλλον ἐπισπά‐ σηται· ὅτι γὰρ πάντας, τόγε εἰς αὐτὸν ἧκον, ἐκ πρώτης ἐκάλεσεν, καὶ αὐτὴ ἐδήλωσεν ἡ παραβολὴ λέγουσα, ὅτι ἀπὸ πρωῒ ἐξῆλθεν
20μισθώσασθαι· ὅτι δὲ πρός τε τοὺς ἐκ πρώτης ἡλικίας ἀγωνιζο‐ μένους, καὶ πρὸς τοὺς ἐν γήρᾳ, καὶ ῥᾴδιον ἀρετῆς ἐπιλαβομένους εἴρηται ἡ παραβολὴ δῆλον· πρὸς ἐκείνους μὲν, ἵνα μὴ ἀπονοῶνται, μηδὲ ὀνειδίζωσι τοὺς περὶ τὴν ἑνδεκάτην· πρὸς τούτους δὲ, ἵνα μάθωσιν ὅτι ἔστι καὶ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι.
25 Διὰ τί δὲ ταύτην οὕτως εἶπε τὴν παραβολήν; ἐπειδὴ περὶ τοῦ ῥίψαι τὰ χρήματα διελέγετο, καὶ τοῦ καταφρονῆσαι τῶν ὄντων ἁπάντων· πολλοῦ δὲ τοῦτο ἐδεῖτο τόνου, καὶ νεανικῆς προθυμίας· ἀνάπτει τὴν τῆς ἀγάπης φλόγα καὶ εὔτονον ποιεῖ τὴν γνώμην, δεικνὺς, ὅτι δυνατὸν καὶ τὸ ὕστερον ἐλθόντα τῆς πάσης ἡμέρας
30λαβεῖν τὸν μισθόν· ἀλλὰ τοῦτο μὲν, οὐ λέγει· ἵνα μὴ πάλιν αὐ‐ τοὺς ἀπονοήσῃ· δείκνυσι δὲ, ὅτι τῆς αὐτοῦ φιλανθρωπίας ἔστι τὸ πᾶν· καὶ διὰ ταύτην οὐκ ἐκπεσοῦνται, ἀλλ’ ἀπολαύσωνται τῶν ἀπορρήτων ἀγαθῶν· τοῦτο οὖν ἐστιν ὃ βούλεται διὰ τῆς παρα‐
βολῆς κατασκεύασαι ταύτης· εἰ δὲ ἐπάγει τὸ “οὕτως ἔσονται160

161

οἱ ἔσχατοι πρῶτοι” καὶ τὰ ἑξῆς, οὐ χρὴ θαυμάζειν· οὐδὲ γὰρ ἐκ τῆς παραβολῆς τοῦτο συναγαγὼν ἔφη· ἀλλ’ ὅτε ὥσπερ τοῦτο συνέβη φησὶν, οὕτω κἀκεῖνο συμβήσεται· οὐδὲ γὰρ ἐνταῦθα ἐγέ‐ νοντο οἱ πρῶτοι ἔσχατοι· ἀλλὰ τῶν αὐτῶν ἅπαντες ἀπήλαυσαν·
5παρ’ ἐλπίδα καὶ παρὰ προσδοκίαν ἐξέβη, καὶ τῶν ἔμπροσθεν ἐγένοντο ἴσοι οἱ μετὰ ταῦτα· οὕτω τὸ τούτου πλέον συμβήσεται ἐνταῦθα, καὶ παραδοξότερον, ὅτι περ τῶν ἔμπροσθεν γίνονται πρῶ‐ τοι οἱ ἔσχατοι· ὅπερ δηλοῖ ὅτι τῆς δόξης ἐκείνης ἐκπεσοῦνται οἱ γενόμενοι ἔσχατοι· καὶ γὰρ τοῦτο περὶ τῶν Ἰουδαίων αἰνίττεται,
10τῶν προκληθέντων καὶ μὴ πιστευσάντων, καὶ εἰς τοὐπίσω κατε‐ νεχθέντων· καὶ περὶ ἐκείνων πάλιν τῶν ἀπὸ κακίας μετανοησάν‐ των, καὶ πολλοὺς ὑπερβάντων. ὁρῶμεν γὰρ τὰς τοιαύτας μετα‐ βολὰς, καὶ ἐπὶ πίστεως καὶ ἐπὶ βίου γινομένας· διὸ παρακαλῶ, πολλὴν ποιησώμεθα σπουδὴν, καὶ ἐπὶ τῆς πίστεως ἑστάναι τῆς
15ὀρθῆς, καὶ βίον ἐπιδείξασθαι ἄριστον· ἂν γὰρ μὴ καὶ βίον προσ‐ θῶμεν τῆς πίστεως ἄξιον, τὴν ἐσχάτην δώσωμεν δίκην· ὥσπερ καὶ οἱ τὸ πνευματικὸν βρῶμα φαγόντες καὶ πιόντες, καταστρωθέντες δὲ ἐν τῇ ἐρήμῳ μετὰ ταῦτα· καὶ οἱ δαίμονας ἐκβαλόντες καὶ προφητεύσαντες, ὕστερον δὲ τῇ κολάσει παραπεμφθέντες.
20 Χρὴ δὲ γινώσκειν ὅτι αἱ παραβολαὶ αὗται, οἷον ἡ τῶν παρ‐ θένων, ἡ τῆς σαγήνης, ἡ τῶν ἀκανθῶν, ἡ τοῦ δένδρου τοῦ μὴ ποιοῦντος καρποὺς, τὴν ἀπὸ τῶν ἔργων ἀρετὴν ἐπιζήτουσιν· καὶ περὶ μὲν δογμάτων, ὀλιγάκις διαλέγεται· οὐδὲ γὰρ δεῖται πόνου τὸ πρᾶγμα· περὶ δὲ βίου ὀρθοῦ, πολλάκις· μᾶλλον δὲ πανταχοῦ.
25 Ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν. “Πονηρὸς,” ἀντὶ τοῦ βάσκανος καὶ ἐπίφθονος, ὡς φησὶν ὁ Σιρὰχ “ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ “τῆς τραπέζης αὐτοῦ.” Μέλλων ἀνιέναι εἰς Ἱεροσόλυμα, ἀπὸ τῆς Γαλιλαίας ἐλθὼν, οὐκ
30ἀθρόον ἀναβαίνει, ἀλλὰ μετὰ τὸ θαυματουργῆσαι, καὶ ἐπιστομί‐ σαι τοὺς Φαρισαίους, καὶ διαλεχθῆναι τοῖς μαθηταῖς, περὶ ἀκτη‐ μοσύνης, περὶ παρθενίας, καὶ περὶ ταπεινοφροσύνης, καὶ περὶ τῆς ἐνταῦθα ἀντιδόσεως, καὶ περὶ τῶν ἀμοιβῶν τῶν ἐκεῖ· τότε προ‐
βάλλει τῇ πόλει λοιπὸν, καὶ μέλλων ἀνιέναι πάλιν, περὶ τοῦ161

162

πάθους διαλέγεται· συνεχῶς δὲ περὶ τούτου αὐτοῖς λέγει, ἐγ‐ γυμνάζων αὐτῶν τὴν διάνοιαν τῇ πυκνότητι τῆς ἀναμνήσεως· ἅμα δὲ καὶ τὴν λύπην αὐτῶν ἀποτεμνόμενος τὴν περὶ τούτου· κατ’ ἰδίαν δὲ αὐτοῖς διαλέγεται, ἐπειδὴ οὐκ ἔδει εἰς πολλοὺς ἐξε‐
5νεχθῆναι· οὐδὲν γὰρ ἐκ τούτου πλέον ἐγένετο· ἐξ ἀρχῆς μὲν οὖν τὸν θάνατον ἔλεγε μόνον· ὅτε δὲ περὶ τούτου ἐμελέτησεν καὶ ἐγυμνάσατο, τότε λοιπὸν καὶ τὰ ἄλλα προστίθησιν· οἷον, ὅτι παραδώσουσι τοῖς ἔθνεσιν· ὅτι ἐμπαίξουσι καὶ μαστιγώσουσιν· ἔτι δὲ καὶ τὴν ἀνάστασιν· οὔτε δὲ ἐκ προοιμίων τοῦτο εἶπεν, ἵνα
10μὴ διαταράξῃ αὐτούς· οὔτε πρὸς αὐτῷ τῷ καιρῷ· ἵνα μὴ κἀν‐ τεῦθεν θορυβήσῃ· ἀλλ’ ὅτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀρκοῦσαν· ὅτε μεγάλας ἔδωκε τὰς ἐπαγγελίας περὶ τῆς ζωῆς τῆς αἰωνίου, τότε καὶ τὸν περὶ τούτων ἐνέβαλε λόγον.
14tΚΕΦ. ΜΓ.
15tΠερὶ τῶν υἱῶν Ζεβεδαίου.
16 Διὰ τί οἱ υἱοὶ τοῦ Ζεβεδαίου προσῆλθον αὐτῷ, περὶ προεδρίας διαλεγόμενοι; ἐπειδὴ καθώς φησιν ἕτερος Εὐαγγελιστὴς, διὰ τὸ ἐγγὺς εἶναι τὴν Ἱερουσαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία αὐτοῦ ἤδη φαίνεται, ταῦτα ᾔτουν· ἐνόμιζον γὰρ ὅτι ἐπὶ θύραις ἐστὶ, καὶ ὅτι
20αἰσθητὴ ὑπάρχει· καὶ ὅτι ἀπολαύσαντες ὧν ᾔτουν, οὐδὲν ὑποστή‐ σονται τῶν λυπηρῶν· εἰ δὲ ὁ Εὐαγγελιστὴς οὗτος περὶ τῆς μητρὸς αὐτῶν λέγει ὅτι αὐτὴ ᾔτησε τοῦτο, ὡς ἀμφοτέρων γενομένων τοῦτο εἶπεν· τὴν μητέρα γὰρ συμπαρέλαβον, ὅπως μείζονα τὴν ἱκεσίαν ποιήσωνται, καὶ ἐν τούτῳ Κύριον δυσωπήσωσιν· αὐτοὶ γὰρ μόνοι
25προσελθεῖν ᾐσχύνοντο· ὅπερ δὲ εἶπεν αὐτοῖς, “ὅτι δύνασθε πιεῖν τὸ “ποτήριον ὃ ἐγὼ πίνω·” τοὺς κινδύνους καὶ τὰ ἔσχατα δεινὰ, καὶ τὰς σφαγὰς σημαίνει· οὐκ εἶπε δὲ δύνασθε σφαγῆναι, καὶ τὸ αἷμα ὑμῶν ἐκχεῖν, ἀλλὰ πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω· ὅπως δὴ τούτων ἐφελκύσηται αὐτοὺς, καὶ τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυ‐
30μώτεροι γένωνται· καλεῖ δὲ καὶ αὐτὸ βάπτισμα, δεικνὺς μέγαν ἀπὸ τῶν ἐσομένων τὸν καθαρμὸν γινόμενον τῇ οἰκουμένῃ. Κατ’ ἰδίαν δὲ ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν, τοῦτο ἠρώ‐
τησαν· ἐρυθριῶντες καὶ αἰσχυνόμενοι, ὡς ὑπὸ πάθους ἀνθρωπίνου162

163

κατασχεθέντες· ἅμα δὲ καὶ ὥστε μὴ γενέσθαι τοῖς λοιποῖς τοῦτο κατάδηλον· ἐρωτᾷ δὲ, τί θέλετε; οὐκ ἀγνοῶν, ἀλλ’ ἵνα ἀναγκάσῃ αὐτοὺς ἀποκριθῆναι, καὶ φανερῶσαι τὸ ἕλκος· ὅπως οὕτως ἐπιθῇ τὸ φάρμακον· εἰπόντων δὲ αὐτῶν, ἵνα εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ
5εὐωνύμων καθίσῃ, αὐτὸς ἀποκριθεὶς, εἶπεν αὐτοῖς· “οὐκ οἴδατε τί “αἰτεῖσθε·” εἰ δὲ καὶ περὶ τῆς ἄνω δόξης ᾔτουν, οὐ δὲ οὕτω πάλιν ᾔδεσαν, ὅπερ ᾔτουν· πῶς θαυμαστὸν, πῶς μέγαν, πῶς ὑπερβαῖ‐ νον τὰς ἄνω δυνάμεις· κατεπείγοντες δὲ λέγουσι τὸ, εἶπε· διὰ τοῦτο δὲ τὴν προεδρίαν τῆς καθέδρας ᾔτουν λαβεῖν· ἐπειδὴ ἤκουσαν εἰπόν‐
10τος αὐτοῦ, ὅτι ἐπὶ δώδεκα θρόνους καθιεῖσθαι, οὐκ εἰδότες δὲ ὅπερ λέγουσιν, εἶπον ὅτι “δυνάμεθα.” Προσδοκῶντες δὲ ὅτι εἰσακουσθήσονται, περὶ οὗ ᾔτησαν, τοῦτο εἶπον· μεγάλα οὖν προφητεύσας αὐτοῖς ἀγαθὰ διὰ τοῦ εἰπεῖν, ὅτι πίεσθε καὶ βαπτισθήσεσθε, τουτέστι ταῦτα παθεῖν μέλλετε, ἅπερ
15ἐγὼ, ἐπήγαγεν, “τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων,” καὶ τὰ ἑξῆς· τοῦτο δὲ τὸ ῥητὸν δύο ἡμῖν ζητήματα παρὰ πολλῶν προστίθησιν· ἓν μὲν εἰ ἡτοίμασταί τινι τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ· δεύτερον δὲ, εἰ ὁ πάντων Κύριος, ἐκείνοις οἷς ἡτοίμασται, κύριος οὐκ ἔστι πάσχειν· τί οὖν ἐστιν εἰπεῖν; ἂν τὸ πρότερον
20λύσωμεν, τότε τὸ δεύτερον τοῖς ζητοῦσιν ἔσται σαφέστερον· οὐ‐ δεὶς ἐκ δεξιῶν αὐτοῦ κάθηται, οὐδὲ ἐξ εὐωνύμων, ἄβατος γὰρ πᾶσιν ὁ θρόνος αὐτοῦ ἐκεῖνος, οὐκ Ἀποστόλοις λέγων, ἀλλὰ καὶ πάσαις ταῖς ἄνω δυνάμεσιν· ὡς γὰρ ἐξαίρετον τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τίθησιν αὐτὸ ὁ Παῦλος λέγων· “πρὸς τίνα δὲ τῶν
25“Ἀγγέλων εἴρηκε ποτὲ, κάθου ἐκ δεξιῶν μου;” καὶ τὰ ἑξῆς· εἶπε δὲ ὅτι “τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν “δοῦναι,” οὐχ ὡς ὄντων τινῶν τῶν μελλόντων καθέζεσθαι, ἄπαγε, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίθη τῶν ἐρωτώντων, συγκαταβαίνων αὐτῶν τῇ διανοίᾳ· οὐδὲ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον, καὶ
30τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, ὅπου γε καὶ τὰ πολλῷ τού‐ του καταδεέστερα, καθ’ ἡμέραν αὐτοῖς ἐνηχούμενα ἠγνόουν, ἀλλ’ ἐζήτουν ἓν μόνον, τῶν πρωτείων ἀπολαῦσαι, καὶ ἐνδοξότεροι τῶν ἄλλων εἶναι παρ’ αὐτῷ. Περὶ δὲ τοῦ εἰπεῖν ὅτι “οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοί‐
35“μασται,” ἵνα σαφέστερον γένηται, ἐπὶ ὑποδείγματος αὐτὸ163

164

γυμνάσωμεν, καὶ ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην, εἶτα ἀθλητὰς ἀρίστους πολλοὺς εἰς τὸν ἀγῶνα εἰσερχομένους τοῦτον· καί τινας δύο προσελθόντας τῶν ἀθλητῶν, τῶν μάλιστα οἰκειωμένων τῷ ἀγωνοθέτῃ λέγειν, ὅτι ποίησον ἡμᾶς στεφανωθῆναι καὶ ἀνακη‐
5ρυχθῆναι, θαρροῦντας τῇ πρὸς αὐτὸν εὐνοίᾳ καὶ φιλίᾳ· ἐκεῖνον δὲ πρὸς αὐτοὺς λέγειν, οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοί‐ μασται ἀπὸ τῶν πόνων καὶ τῶν ἱδρώτων. ἆρα οὖν καταγνωσόμεθα αὐτοῦ ἀσθένειαν; οὐδαμῶς, ἀλλὰ μᾶλλον ἀποδεξόμεθα αὐτοῦ τῆς δικαιοσύνης καὶ τοῦ ἀπροσωπολήπτου. ὥσπερ οὖν ἐκεῖνον οὐκ ἂν
10φαίημεν ἀτονεῖν διδόναι τὸν στέφανον, ἀλλὰ μᾶλλον μὴ βού‐ λεσθαι διαφθεῖραι τὸν νόμον τοῦ ἀγῶνος, μηδὲ συνταράξαι τοῦ δικαίου τὴν τάξιν· οὕτω δὴ καὶ τὸν Χριστὸν εἴποιμεν ἂν τοῦτο εἰρηκέναι, πανταχόθεν αὐτοὺς ἐκ τούτου συνελαύνοντα, ὥστε μετὰ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν τῶν οἰκείων κατορθωμάτων ἐπίδειξιν,
15τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν· διὰ τοῦτο εἶπεν, “οἷς ἡτοίμασται.” τί γάρ φησιν; ἐὰν ἕτεροι φανῶσιν ὑμῶν βελτίους· τὶ δαὶ, ἂν μείζονα ἐργάσωνται; μὴ γὰρ ἐπειδή μου μαθηταὶ γεγόνατε, νομίζετε διὰ τοῦτο τῶν πρωτείων ἀπολαύσεσθε, ἐὰν μὴ τῆς ἐκλογῆς αὐτοὶ ἄξιοι φανῆτε· ὅτι γὰρ αὐτὸς Κύριος
20ἐστὶ τοῦ παντὸς, δῆλον, ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν· καὶ γὰρ τῷ Πέτρῳ οὕτως εἶπεν, “ἐγὼ δέ σοι δώσω τὰς κλεῖς τῶν “οὐρανῶν.” καὶ ὁ Παῦλος δὲ τοῦτο δηλῶν ἔλεγε, “λοιπὸν ἀπό‐ “κειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύ‐ “ριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφά‐
25“νειαν αὐτοῦ·” ὅτι δὲ τοῦ Παύλου οὐδεὶς στήσεται πρῶτος, παντί που δῆλον· εἰ δὲ ἀσαφέστερον ταῦτα αὐτὸς εἴρηκε, μὴ θαυμάσωμεν; παραπεμπόμενος γὰρ αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην· καὶ γὰρ ἀπὸ πάθους τοῦτο ἔπασχον ἀνθρωπίνου, καὶ μὴ λυπῆσαι βουλόμενος αὐτοὺς,
30τῇ ἀσαφίᾳ ἀμφότερα ταῦτα κατορθοῖ. “Τότε,” φησὶν, “ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο.” “τότε,” πότε; ὅτε ἐπετίμησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγω δὴ τοῖς υἱοῖς τοῦ Ζεβεδαίου· εἰ γὰρ καὶ κατὰ διάνοιαν ἤλγουν οἱ δέκα, ὅμως τὴν τοῦ διδασκάλου ψῆφον ἀνέμενον, ὅθεν δῆλον ὅτι ἀτελέστερον πάντες
35διέκειντο. διατί εἶπε “προσκαλεσάμενος αὐτούς;” ἐπειδὴ οἱ μὲν164

165

δύο, τοῦ χοροῦ τῶν δέκα ἑαυτοὺς ἀπορρήξαντες, ἐγγύτερον εἱστή‐ κεισαν, περὶ ἑαυτῶν διαλεγόμενοι, οἱ δὲ δέκα ἐκ διαστήματος· ἰδὼν οὖν αὐτοὺς θορυβουμένους πρὸ τῶν λόγων καταπραΰνει τῷ πλησίον αὐτοὺς ἐπισπάσασθαι, καί φησιν, “οἴδατε ὅτι οἱ ἄρχοντες
5“τῶν ἐθνῶν·” δεικνὺς ὅτι ἐθνικῶν ἀνθρώπων τὸ τῶν πρωτείων ἐρᾷν. ἐπεὶ οὖν τυραννικὸν ὑπάρχει τὸ τῆς φιλαρχίας πάθος, καὶ συνεχῶς ἐνοχλεῖ καὶ μεγάλοις ἀνδράσι, διὰ τοῦτο σφοδροτέρᾳ πληγῇ τῇ τῶν ἐθνῶν παραθέσει κέχρηται, ὅπως φλέγουσαν τὴν ψυχὴν τῷ πάθει τέμῃ τοῦτο βαρύτερον καθαπτόμενος· οὐδὲ γὰρ εἰς τὰ παρ’
10ἡμῖν, οἷα τὰ τῶν ἐθνῶν· οἱ μὲν γὰρ “ἄρχοντες τῶν ἐθνῶν κατα‐ “κυριεύουσιν αὐτῶν,” φησι, παρ’ ἐμοὶ δὲ ὁ ἔσχατος πρῶτος ἐστιν· οὐχ ἁπλῶς δὲ ταῦτα προσέταξεν, ἀλλὰ δι’ ὧν ἐποίει καὶ ἔπασχε, παρέχων τὴν ἀπόδειξιν τῶν εἰρημένων ἐναργῆ· βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὑπάρχων, ἄνθρωπος ἐγένετο, καὶ κατεδέξατο κατα‐
15φρονεῖσθαι καὶ ὑβρίζεσθαι καὶ ἐπὶ θάνατον ἐλθεῖν· τοῦτο γὰρ σημαίνει, τὸ “οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦ‐ “ναι τὴν ψυχήν μου λύτρον ἀντὶ πολλῶν.”
18tΚΕΦ. ΜΔ.
19tΠερὶ τῶν βʹ τυφλῶν.
20 Διατί ὁ Χριστὸς συνεχώρει τοὺς τυφλοὺς, ὑπὸ τοῦ ὄχλου ἐπιστομίζεσθαι; ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται, καὶ μάθωμεν αὐτοὺς ἀξίως ἀπολαύοντας τῆς θεραπείας· διὰ τοῦτο οὐδὲ ἐρωτᾷ λέγων, πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ἐποίει· ἡ γὰρ κραυγὴ καὶ ἡ παράβλησις ἤρκει, πᾶσι κατάδηλον ποιῆσαι τὴν
25πίστιν αὐτῶν· μανθάνομεν δὲ καὶ τοῦτο ἐκ τῆς τοιαύτης ὑποθέ‐ σεως· ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν, καὶ ἀπερριμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ· δυνησόμεθα δὲ δι’ ἡμῶν ἀνύειν αὐτῶν ἅπερ αἰτοῦμεν, ὥσπερ καὶ οὗτοι· οὐδένα γὰρ τῶν Ἀποστό‐ λων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας,
30ἴσχυσαν ὑπερβῆναι καὶ πρὸς αὐτὸν ἐλθεῖν τὸν Κύριον Ἰησοῦν Χρι‐ στόν· διὸ καὶ ἡμεῖς τούτους ζηλώσωμεν· κἂν ἀναβάληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ κωλύοντες, μὴ ἀποστῶμεν αἰτοῦντες·
ἐν τούτῳ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασώμεθα.165

166

Τίνος δὲ ἕνεκεν αὐτοὺς ἐρωτᾷ λέγων· “τί θέλετε ποιήσω ὑμῖν;” ἵνα μήτις νομίσῃ ὅτι λαβεῖν ἄλλα βουλομένοις, ἄλλα δίδωσι· καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ πρότερον τὴν ἀρετὴν τῷ θεραπευο‐ μένῳ κατάδηλον ποιεῖν, καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε τὴν
5ἰατρείαν ἐπάγειν· δι’ ἑνὸς μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δι’ ἑτέρων δὲ, ἵνα δείξῃ τῆς δωρεᾶς δικαίως ἀπολαύοντας αὐτούς· ὥσπερ ἐπὶ τῆς Χανανείας, καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, καὶ ἐπὶ τῆς αἱμορροούσης ἐποίησεν· μᾶλλον δὲ, ἡ θαυμασία αὕτη γυνὴ καὶ προὔλαβε τοῦ δεσπότου τὴν πεῦσιν· ἀλλ’ ὅμως οὐδὲ
10οὕτως αὐτὴν παρέδραμεν, ἀλλὰ καὶ τὴν ἰατρείαν κατάδηλον αὐτὴν ποιεῖ· οὕτως αὐτῷ πανταχοῦ περισπούδαστον ἦν, ἀνακηρύττειν τῶν προσιόντων αὐτῷ τὰ κατορθώματα· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ· διὸ καὶ εἰπόντων αὐτῶν ὅπερ ἐβούλοντο, σπλαγχνισθεὶς, ἥψατο αὐτῶν, καὶ ἀναβλέψαι ἐποίησεν· οἱ δὲ, καὶ πρὸ τῆς δόσεως
15ὤφθησαν καρτερικοὶ, καὶ μετὰ τὴν δόσιν εὐγνώμονες ἠκολού‐ θησαν γάρ.
17tΚΕΦ. ΜΕ.
18tΠερὶ τῆς ὄνου καὶ τοῦ πώλου.
19Διὰ τί πολλάκις ἐπιβεβηκὼς τοῖς Ἱεροσολύμοις ὁ Κύριος πρὸ
20τούτου, οὐδέποτε μετὰ τοσαύτης ὡς νῦν ἐπέβη περιφανείας; ἐπειδὴ τότε προοίμια ἦν τῆς οἰκονομίας, καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν, οὔτε ὁ καιρὸς τοῦ πάθους ἐγγύς· διόπερ ἀδιαφορω‐ τέρως αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον ἔκρυπτεν ἑαυτόν· οὔτε γὰρ ἂν ἐθαυμάσθη τότε φαινόμενος οὕτως· μᾶλλον δὲ καὶ εἰς μείζονα
25ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν· ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μετὰ πλείονος πάντα πράττει περιφανείας· τὰ μέλλοντα αὐτοῖς ἐκβαίνειν ἐπι‐ δεικνύμενος. χρὴ δὲ σκοπῆσαι, ὅσα θαύματα γίνεται· καὶ ὅσαι πληροῦνται προφητεῖαι. εἶπεν, ὅτι “εὑρήσετε ὄνον·” προεῖπεν ὅτι
30οὐδεὶς κωλύσει, ἀλλ’ ὅτι ἀκούσαντες σιγήσουσι· τοῦτο δὲ οὐ μικρὸν θαῦμα· ὅτι τοὺς οὐδέπω γνωρίμους αὐτῷ, οὐδὲ φανέντας, πείθει τὰ ἴδια αὐτῶν πασχεῖν εὐγνωμόνως· καὶ ταῦτα διὰ τῶν
μαθητῶν· μηδὲ γὰρ μικρὸν εἶναι νομίσωμεν τὸ γεγενημένον·166

167

μέγα γὰρ ὑπῆρχεν πένητας καὶ γεωργοὺς, τὰ ἑαυτῶν πασχεῖν· ἐπλήρου δὲ καὶ προφητείαν, τὴν μὲν, δι’ ἔργων, τὴν δὲ διὰ ῥημάτων· καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν, ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου· καὶ γὰρ τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προανεφώνει τοῦτο,
5ὅτι αὐτοῖς πιστεύσασιν ἐπαναπαύσεται· ἔτι δὲ καὶ μέτρον ἡμῖν φιλοσοφίας παρέχων, εἰς ὄνον κάθηται. ἡ δὲ διὰ ῥημάτων, ἡ τοῦ προφήτου Ζαχαρίου προφητεία· εἶπε γὰρ ὅτι καθήσηται ὁ βασι‐ λεὺς ἐπὶ ὄνου· διὸ καὶ καθίσας, ταύτην ἐπλήρωσε. Διὰ τί δὲ οὐχὶ περὶ ἵππον οὐδὲ περὶ ἡμιόνου προεφήτευσεν,
10ἀλλὰ περὶ ὄνου; ἵνα πανταχοῦ παιδευθῶμεν μετριάζειν· ἐπειδὴ γὰρ συμβαίνει τινὰς ἀσθενεστέρους ὄντας, ὑποζυγίων δεῖσθαι· κἀνταῦθα μέτρον τέθεικε· δεικνὺς ὅτι οὐχ ἵπποις, οὐδὲ ἡμιόνοις φέρεσθαι δεῖ, ἀλλ’ ὄνῳ κεχρῆσθαι, καὶ περαιτέρω τούτου μηδὲν ζητεῖν· ἀλλὰ πανταχοῦ τῆς χρείας εἶναι, καὶ μὴ πολυτελείας
15ἐπιζητεῖν· οὐ γὰρ μόνον τὰ τῆς ἀληθείας ἐφύτευεν δόγματα ὁ Χριστὸς, ἀλλὰ καὶ τὸν τῶν ἀνθρώπων βίον διόρθου· πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας· διάτοι τοῦτο, καὶ πτωχὴν ματέρα ἔσχε, καὶ ἐν σπηλαίῳ τίκτεται, καὶ ἐν φάτνῃ τίθεται, καὶ κριθίνους ἄρτους παρατίθεται, καὶ πρὸς αὐτὸν τὸν
20καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητοὺς ὠνεῖσθαι κελεύει, καὶ στιβάδα ἀπὸ χόρτου ποιεῖ, καὶ ἱμάτια εὐτελῆ ἀμφιέννυται· οἰκίαν δὲ, οὐδὲ ἔσχε· καὶ ὅτε μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν τοῦτο ἐποιεῖ· καὶ οὕτως ὁδοιπορῶν, ὡς κοπιᾷν· καὶ καθήμενος οὐ προσκεφαλαίου ἐδεῖτο, ἀλλ’ ἐπ’ ἐδάφου. ἔτι δὲ καὶ λύπης μέτρα
25τιθεὶς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύειν ἠρέμα· πανταχοῦ κανόνας, ὥσπερ ἔφην, καὶ ὅρους πηγνύς· μέχρι ποῦ προβαίνειν δεῖ, καὶ περαιτέρω μηκέτι. καὶ ὁ μὲν πῶλος, τὴν Ἐκκλησίαν σημαίνει· καὶ τὸν λαὸν τὸν νέον, τὸν ποτὲ μὲν, ἀκάθαρτον, μετὰ δὲ τὸ καθίσαι εἰς αὐτὸν τὸν Κύριον Ἰησοῦν, καθαρὸν γενόμενον· τὸ δὲ
30λύειν τοὺς Ἀποστόλους τὰ ὑποζύγια, τὴν δι’ αὐτῶν προσένεξιν τῶν ἐθνῶν. καὶ γὰρ διὰ τῶν Ἀποστόλων τὰ ἔθνη καὶ οἱ Ἰουδαῖοι οἱ σωθέντες ἐσώθημεν· τὸ δὲ ἀκολουθῆσαι τὸν ὄνον τῷ πώλῳ δηλοῖ, ὅτι ἡ ἡμετέρα εὐδοκίμησις ἐποίησε παραζηλῶσαι τοὺς Ἰουδαίους εἰς τὸ πιστεῦσαι τῷ Χριστῷ· μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν
35ἐπὶ τὰ ἔθνη, τότε κἀκεῖνοι ἦλθον, καὶ ἥξουσι παραζηλοῦντες· καὶ167

168

τοῦτο δῆλον, ὃ Παῦλος ἔλεγεν, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· τὸ δὲ μηδένα ἀντειπεῖν περὶ τῶν ὑποζυγίων, τὴν εὐκολίαν ἐμφαίνει· ὅτι οὕτως εὐκόλως ἄξουσιν οἱ
5Ἀπόστολοι τὰ ἔθνη, εἰς τὴν τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ ἐπίγνω‐ σιν· μηδενὸς δυναμένου κωλῦσαι αὐτοὺς εἰς τὸ πιστεῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Διὰ τί δὲ οὐ κάθηται ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν Ἀποστόλων; ἐπειδὴ ἅπαντα λοιπὸν οἱ Ἀπόστολοι
10προΐενται μετὰ τὸ λαβεῖν τὸν πῶλον· τουτέστι, τὸν ἐξ ἐθνῶν λαόν· καθὼς καὶ Παῦλος ἔλεγεν· “ἐγὼ δὲ ἥδιστα δαπανήσω, καὶ “ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν.” οὐ σκιρτᾷ δὲ ὁ πῶλος καίπερ ἀδάματος ὤν· ἀλλ’ εὐηνίως καὶ εὐτάκτως φέρεται· ἐπειδὴ καὶ τοῦτο προφητεία τοῦ μέλλοντος ἦν, δηλοῦσα τὸ εὐπειθὲς τῶν
15ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν· πάντα δὲ ταῦτα τὸ ῥῆμα εἰργάσατο λέγων· “λύσαντες ἀγάγετέ μοι·” ὥστε τὰ ἄτακτα, εὔτακτα, καὶ τὰ ἀκάθαρτα λοιπὸν γενέσθαι καθαρά. Τίνος ἕνεκε τοσαῦτα θαύματα ποιήσαντος τοῦ Χριστοῦ, οὐδέ‐ ποτε οὕτως εἰς αὐτὸν ἐξεπλάγησαν οἱ Ἰουδαῖοι; διὰ τὸ ταπεινὸν
20αὐτῶν καὶ χαμαίζηλον ἰδόντες γὰρ ὄχλον συντρέχοντα, τότε θαυμάζουσιν· “ἐσείσθη γάρ,” φησι, “πᾶσα ἡ πόλις, λέγουσα· “τίς ἐστιν οὗτος;” καὶ ὅτε δὲ ἔδοξαν μέγα τί λέγειν, τότε ταπεινὴ ἦν αὐτῶν ἡ γνώμη καὶ σεσυρμένη χαμαί· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ προφήτην αὐτὸν λέγοντες· ὁ
25δεσπότης δὲ Χριστὸς ταῦτα οὕτως ἐποίει· οὐ πομπὴν τινὰ ἐπι‐ δεικνύμενος· ἀλλ’ ὁμοῦ μὲν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν, καὶ τοὺς μαθητὰς παραμυθούμενος λυπουμένους διὰ τὸν θάνατον· δεικνὺς, ὅτι ἑκὼν πάσχει τοῦτο. Χρὴ δὲ θαυμάσαι τῶν προφητῶν τὴν ἀκρίβειαν, πῶς πάντα
30προεῖπον· τὰ μὲν γὰρ ὁ Δαβὶδ, τὰ δὲ, ὁ Ζαχαρίας προανεφώ‐ νησεν. ὅπερ δὲ οἱ Ἀπόστολοι ἐποίησαν, τοῦτο καὶ ἡμεῖς. ὅτ’ ἂν οἱ μὲν τὴν ὄνον περιβάλλουσιν, ἣν ἐκάθητο τοῖς ἱματίοις· οἱ δὲ ποσὶν αὐτῆς ὑποστρωννύουσιν. ἡμεῖς δὲ, γυμνὸν αὐτὸν ὁρῶντες καὶ οὐδὲ ἀποδύναι ἑαυτοὺς κελευόμενοι· ἀλλὰ ἀπὸ τῶν κειμένων δαπα‐
35νᾷν· μηδὲ οὕτως γινόμενοι φιλότιμοι. κἀκεῖνοι μὲν παρακολου‐168

169

θοῦσιν ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ παρακαλουθοῦντα καὶ προσερχόμενον ἡμῖν, παραπεμπόμεθα καὶ διακρουόμεθα καὶ ὑβρί‐ ζομεν· πόσης οὖν ταῦτα κολάσεως ἄξια; πόσης τιμωρίας; προσ‐ έρχεταί σοι ὁ δεσπότης δεόμενος, καὶ οὐδὲ ἀκοῦσαι βούλει τῆς
5ἱκετηρίας, ἀλλ’ ἐγκαλεῖς καὶ ἐπιτιμᾷς, ἀλλὰ τοὺς παῖδας πάντας ὁρᾷς, καὶ διὰ τούτους ἀναδύῃ; ἀλλὰ μὲν κἀκείνους δεῖ παιδεύειν τοιαῦτα κερδαίνειν κέρδη, καταλίπειν τὸν Θεὸν αὐτοῖς ὀφειλέτην, τὸν καὶ τὰ παρόντα μετὰ τῶν μελλόντων παρέχοντα. Περὶ τοῦ ἐκβάλαι τὸν κύριον πάντας τοὺς πωλοῦντας· τοῦτο
10καὶ Ἰωάννης λέγει πεποιηκέναι· ἀλλ’ ἐκεῖνος μὲν, ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· οὗτος δὲ πρὸς τῷ τέλει· ὅθεν εἰκὸς δεύτερον γεγε‐ νῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιρούς· καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων, καὶ ἀπὸ τῆς ἀποκρίσεως. ἐκεῖ μὲν γὰρ ἐν αὐτῷ τῷ Πάσχα παρεγένετο· ἐνταῦθα δὲ, πρὸ πολλοῦ, τοῦτο δὲ κατηγορία
15μείζων ὑπάρχει τοῖς Ἰουδαίοις· ὅτι καὶ ἅπαξ καὶ δὶς τοῦτο αὐτοῦ ποιήσαντος, ἐνέμενον ἔτι τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον· μᾶλλον δὲ κἀντεῦθεν ὀφείλοντες αὐτοῦ μαθεῖν τὴν πρὸς τὸν Πατέρα τιμὴν, καὶ τὴν οἰκείαν ἰσχύν· καὶ γὰρ καὶ ἐθαυματούργησεν, καὶ ἑώρων τοὺς λόγους τοῖς πράγμασι συμ‐
20φωνοῦντας, καὶ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν.
21tΚΕΦ. Μϛ.
22tΠερὶ τῶν τυφλῶν καὶ χωλῶν.
23 Προσελθόντες γὰρ αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ, ἐθερα‐ πεύθησαν ὑπ’ αὐτοῦ· οὐδὲ τοῦ προφήτου βοῶντος ἀκούοντες μετε‐
25βάλλοντο· ὅτιπερ οἱ παῖδες παρὰ καιρὸν ἡλικίας ἀνακηρύξουσιν αὐτόν· “ἐκ στόματος γάρ,” φησι, “νηπίων κατηρτίσω αἶνον·” πρὸς δὲ τὴν καπηλείαν τῶν Ἰουδαίων, αὐτὸς τὸν Ἡσαΐαν προφέρει κατή‐ γορον αὐτοῖς λέγων· “ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται.” τίνος ἕνεκεν ἔλεγον τῷ Χριστῷ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς
30περὶ τῶν παίδων, “οὐκ ἀκούεις τί οὗτοι λέγουσι;” διὰ τὸ ἀποπνίγεσθαι αὐτοὺς τῷ φθόνῳ· ὥσπερ γὰρ Θεῷ ᾖδον οἱ παῖδες.
διὸ καὶ αὐτὸς, ἐπειδὴ τοῖς φανεροῖς ἀντέλεγον οἱ ἀρχιερεῖς ἐπι‐169

170

πληκτικώτερον κέχρηται τῇ διορθώσει λέγων· “οὐδέποτε ἀνέγνωτε “ἐκ στόματος νηπίων” καὶ τὰ ἑξῆς· οὐ γὰρ τῆς διανοίας αὐτῶν ἦν τὸ λεγόμενον, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως τρανούσης τὴν γλῶτ‐ ταν αὐτῶν· τοῦτο δὲ καὶ τύπος τῶν ἐθνῶν ἦν, τῶν ψελλιζόντων καὶ
5ἀθρόων ἠχησάντων μεγάλα, μετὰ διανοίας καὶ πίστεως. καὶ τοῖς Ἀποστόλοις δὲ, ἐντεῦθεν οὐ μικρὰ παράκλησις γέγονεν· ἵνα γὰρ μὴ διαπορῶσι, πῶς ἰδιῶται ὄντες, δυνήσωνται τὸ κήρυγμα καταγ‐ γεῖλαι· προλαβόντες οἱ παῖδες πᾶσαν αὐτῶν ἐξέβαλον τὴν ἀγω‐ νίαν· ὅτι δώσει καὶ αὐτοῖς λόγον, ὁ τούτους ποιήσας ὑμνεῖν. “καὶ
10“καταλιπὼν αὐτοὺς,” φησὶν, “ἐξῆλθεν τῆς πόλεως,” καὶ τὰ ἑξῆς· τοῦτο δὲ ἐποίησε χαλῶν αὐτῶν τὸν ὄγκον τοῦ πάθους· ἵνα μὴ ζέοντες τῷ φθόνῳ, πλέον ταραχθῶσιν. Θεοδώρου Ἡρακλείας. Ὡς ἄοικος παρὰ τὸ ὄρος τῶν Ἐλαιῶν ηὐλίζετο ὁ Χριστός.
15 Κυρίλλου Ἀλεξανδρείας. Διὰ τὸ ἀφιλόθεον τῶν Ἰουδαίων ὑπαναχωρεῖ.
17tΚΕΦ. ΜΖ.
18tΠερὶ τῆς ξηρανθείσης συκῆς.
19Πῶς πρωΐας πεινᾷ ὁ Ἰησοῦς; ὅτε συνεχώρησε τῇ σαρκὶ τοῦτο
20παθεῖν· διὰ τί δὲ κατηράθη ἡ συκή; τῶν μαθητῶν ἕνεκεν, ἵνα θαρρῶσιν. ἐπειδὴ πανταχοῦ μὲν εὐεργέτει, οὐδένα δὲ ἐκόλασεν· ἔδει δὲ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν· ἵνα μάθωσιν οἱ μαθηταὶ, ἔτι δὲ καὶ Ἰουδαῖοι, ὅτι δυνάμενος ξηράναι τοὺς σταυροῦντας αὐτὸν, τοῦτο οὐκ ἐβούλετο εἰς ἀνθρώπους ἐν‐
25δείξασθαι· διὰ τοῦτο εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὐτοῦ τῆς τιμωρητικῆς τὴν ἀπόδειξιν ταύτην παρέσχετο· ὅτ’ ἂν δὲ εἰς τόπους, ἢ εἰς φυτὸν, ἢ εἰς ἄλογα γένηταί τι τοιοῦτον, μὴ ἀκρι‐ βολογοῦ, μὴ δὲ λέγε, πῶς οὖν δικαίως ἐξηράνθη ἡ συκὴ, εἰ καιρὸς οὐκ ἦν; τὸ γὰρ λέγειν τοῦτο, ἐσχάτης ληρωδίας ἐστί· μόνον δὲ
30τὸ θαῦμα διόρα, καὶ θαύμαζε τὸν θαυματουργόν· ἐπεὶ καὶ ἐπὶ τῶν χοίρων τῶν καταποντισθέντων, πολλοὶ τοῦτο εἰρήκασι, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον· ἀλλ’ οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς· καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο φυτὸν ἄψυχον. τινὲς δὲ
φάσιν ὅτι τὴν συναγωγὴν τῶν Ἰουδαίων ὡς ἄπιστον διαμένουσαν,170

171

διὰ τῆς συκῆς ᾐνίξατο, ὡς ἄκαρπον κατακρίνας. ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· περίκειται δὲ τοιοῦτον σχῆμα τῶν πραγμάτων· τουτέστι τῆς κατάρας αὐτῆς ἡ πρόφασις· διὰ τὸ ἐπιδεῖξαι, καθὼς προέφην, τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν· οὐδὲ γὰρ αὐτὸς
5ἠγνόει, πότε ἦν ὁ καιρὸς τοῦ καρποῦ αὐτῆς· διὸ καὶ οἱ μαθηταὶ σφόδρα ἐθαύμασαν νῦν ἐπὶ τούτῳ, ὡς πληροφορηθέντες, ὅτι δύναται καὶ τιμωρεῖσθαι· οὐκ ἐν ἄλλῳ δὲ φυτῷ, ἀλλ’ ἐν τῇ συκῇ τοῦτο πεποίηκεν, ἐπειδὴ ὑγρότατον πάντων ἐστὶ τοῦτο τὸ φυτόν· ὅπως καὶ ἐκ τούτου μείζων φανῆναι τὸ θαῦμα· ἵνα δὲ δείξῃ ὅτι διὰ
10τοὺς Ἀποστόλους, ὥσπερ ἔφην, τοῦτο γέγονεν· ὅπως εἰς τὸ θαρρεῖν αὐτοὺς ἀλείψῃ τοῦ μὴ δεδοικέναι καὶ τρέμειν ἐπιβουλάς· φησὶ πρὸς αὐτοὺς, “ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν,” καὶ τὰ ἑξῆς. Ἰσιδώρου Πηλουσιώτου. Τὴν συκὴν οὐχ ἁπλῶς ὁ Κύριος κατηράσατο· μὴ τοῦτο νόμιζε, ὦ τῶν θείων ἀκόρεστε· ἀλλ’ ἵνα
15δείξῃ τοῖς ἀγνώμοσιν Ἰουδαίοις, ὅτι ἔχει δύναμιν καὶ πρὸς τιμω‐ ρίαν ἀρκοῦσαν· ἐπειδὴ γὰρ ἐν πᾶσι τοῖς θαύμασιν, οὐδὲν αὐτὸν παρασχόντα τινὶ λυπηρὸν ἑωράκεισαν· μόνον δὲ εὐεργετεῖν αὐτὸν ὑπελάμβανον, δύνασθαι οὐκ ἔχοντα τοὺς κακοὺς τοὺς πονηροὺς ἐξουσίαν· ἐκ τῆς ἀψύχου τοίνυν οὐσίας πείθει τὸν ἀχάριστον
20δῆμον, ὅτι καὶ ἀμύνασθαι δύναται, καὶ ὡς ἀγαθὸς οὐκ ἐβούλετο· ἐξηράνθη οὖν τὸ ξύλον, ἵνα φοβήσῃ ἀνθρώπους. ἅμα δέ τις τούτῳ καὶ ἀπόρρητος συμπέπλεκται λόγος παρὰ γερόντων εἰς ἡμᾶς σοφῶν διαφοιτήσας, ὅτι τὸ ξύλον τῆς παραβάσεως τοῦτο· οὗ δὲ τοῖς φύλλοις εἰς σκέπην, οἱ παραβάντες ἐχρήσαντο· καὶ κατηράθη
25παρὰ Χριστοῦ φιλανθρώπως, μηκέτι καρπὸν ἐνεγκεῖν αἴτιον ἁμαρ‐ τίας, ἐπὶ δευτέρᾳ θεοῦ παρουσίᾳ· πρὸς ἐνανθρώπησιν μὲν οὐκέτι, πρὸς δὲ κρίσιν τῶν πεπραγμένων ἑκάστῳ.
28tΚΕΦ. ΜΗ.
29tΠερὶ τῶν ἐπερωτησάντων τὸν Ἰησοῦν ἀρχιερέων καὶ πρεσβυτέρων.
30 Διατί προσελθόντες αὐτῷ ἐν τῷ ἱερῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσ‐ βύτεροι εἶπον, “ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;” βουλόμενοι
διακόψαι τὴν διδασκαλίαν αὐτοῦ· καὶ ἐπειδὴ τοῖς σημείοις μέμψεις171

172

ἐπαγαγεῖν οὐκ εἶχον, περὶ τῆς ἐν τῷ ἱερῷ γενομένης εἰς τοὺς καπηλευομένους ἐρωτῶσι διορθώσεως· τοῦτο δὲ καὶ παρὰ τῷ Ἰωάννῃ φαίνονται ἐρωτῶντες, εἰ καὶ μὴ τοῖς αὐτοῖς ῥήμασιν, ἀλλὰ τῇ αὐτῇ γνώμῃ· ὅθεν καὶ ἐκ τούτου δῆλον ἔστιν, ὅτι ἄλλος ἦν ὁ
5καιρὸς ἐκεῖνος, καὶ ἄλλος οὗτος, καθ’ ὃν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐκ τοῦ ἱεροῦ ἀπήλασεν· καὶ ἐκεῖ μὲν ἀποκρίνεται αὐτοῖς λέγων· “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις “ἐγερῶ αὐτόν·” ἐνταῦθα δὲ εἰς ἀπορίαν αὐτοῖς ἐμβάλλει λέγων, “τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν· ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;” τί δέ
10ἐστι τὸ “ἐν ποίᾳ ἐξουσίᾳ·” ὅτι μὴ ἔχων, φησὶ, τὸ διδασκαλικὸν ἀξίωμα, ἢ ἱερεὺς μὴ χειροτονηθεὶς, πῶς τοσαύτην ἐξουσίαν ἀπε‐ δείξω; καὶ ὅτε μὲν ἐξέβαλεν, οὐκ ἐτόλμησαν τοῦτο εἰπεῖν· ἐπειδὴ δὲ ὤφθη διδάσκων, τότε ἐπιτιμῶσι· φθονοῦντες τῆς τῶν ἀκουόντων σωτηρίας. ποίαν εἶχεν ἀκολουθίαν ὅπερ ἀντηρώτησεν
15ὁ Χριστὸς λέγων, ὅτι “τὸ βάπτισμα Ἰωάννου,” καὶ τὰ ἑξῆς; μεγίστην πάνυ· εἰ γὰρ εἶπον ἐξ οὐρανοῦ, εἶπεν ἂν αὐτοῖς, διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; εἰ γὰρ ἐπίστευσαν, οὐδὲν ἦν τὸ κωλύον αὐτοὺς εἰδέναι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει· περὶ γὰρ αὐτοῦ ἐκεῖνος εἶπεν, “ὅτι οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ
20“ὑποδήματος αὐτοῦ,” καὶ, “ἴδε ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν “τοῦ κόσμου·” καὶ, “οὗτος ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ,” καὶ “ὁ “ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἔστι·” καὶ “ὅτι τὸ πτύον ἐν τῇ “χειρὶ αὐτοῦ.” εἶτα ἐπειδὴ κακουργοῦντες ἔλεγον, “οὐκ οἴδαμεν.” οὐκ εἶπεν, οὐδὲ ἐγὼ οὐκ οἶδα· ἀλλ’ ὅτι “οὐδὲ ἐγὼ λέγω ὑμῖν.”
25εἰ μὲν γὰρ ἠγνόουν, διδάσκεσθαι αὐτοὺς ἔδει· ἐπειδὴ δὲ ἐκακούρ‐ γουν, ἁρμοζόντως, οὐδὲν αὐτοῖς ἀπεκρίνατο. διατί δὲ οὐκ εἶπον, ὅτι ἐξ ἀνθρώπων ἦν τὸ βάπτισμα Ἰωάννου; ἐπειδὴ ἐφοβοῦντο, φησὶ, τοὺς ὄχλους· οὕτως ἦσαν διεφθαρμένοι καὶ καταφρονοῦντες· καὶ γὰρ τὸν μὲν Ἰωάννην δι’ αὐτοὺς ἐφοβοῦντο· οὐκ αἰδούμενοι
30τὸν ἄνδρα. καὶ τῷ Χριστῷ δὲ πάλιν πιστεύειν, διὰ τοὺς ἀνθρώ‐ πους, οὐκ ἤθελον· ὅθεν διὰ τοῦτο πάντα αὐτοῖς ἐτίκτετο τὰ
κακά.172

173

(1t)

ΚΕΦ. ΜΘ.
2tΠερὶ τῶν δύο υἱῶν παραβολή.
3 Τί σημαίνουσι τὰ τέκνα τὰ δύο, περὶ ὧν φησιν ὁ Χριστὸς, ὅτι “ἄνθρωπος εἶχε τέκνα δύο,” καὶ τὰ ἑξῆς; τὸν λαὸν τῶν
5ἐθνῶν καὶ τῶν Ἰουδαίων· καὶ γὰρ οἱ ἐξ ἐθνῶν οὐχ ὑποσχόμενοι ὑπακοῦσαι, οὐδὲ ἀκροαταὶ γενόμενοι τοῦ νόμου, διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν ὑπακοήν. οἱ δὲ Ἰουδαῖοι εἰπόντες, πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιοῦμεν, διὰ τῶν ἔργων παρήκουσαν· διὰ τοῦτο οὖν, ἵνα αὐτοκατακρίτους αὐτοὺς ποιήσῃ, παρ’ αὐτῶν ἐξενεχθῆναι
10παρασκευάζει τὴν ψῆφον· ὅπερ καὶ ἐν τῇ ἐπιούσῃ ποιεῖ τοῦ ἀμπελῶνος παραβολῇ. ἐπειδὴ γὰρ οὐ συνιέντες τὰ λεγόμενα, τὴν ψῆφον ἐξήνεγκαν, λέγοντες, ὅτι ὁ δεύτερος ἐποίησε τὸ θέλημα τοῦ πατρός· τότε ἀποκαλύπτει λοιπὸν τὰ συνεσκιασμένα, καὶ λέγει· ὅτι “οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν
15“τῶν οὐρανῶν·” διὰ τὸ ἐκείνους πιστεῦσαι τῷ Ἰωάννῃ, ὑμᾶς δὲ μὴ πιστεῦσαι· ἦλθε γάρ, φησι, πρὸς ὑμᾶς, οὐ πρὸς ἐκείνους· ὅπερ διπλῆ αὐτοῖς κατηγορία ἐστί· τὸ δὲ “ἐν ὁδῷ δικαιοσύνης” δηλοῖ, ὅτι οὐκ ἔχεται ἐγκαλεῖν, φησὶν, ὅτι ἠμελημένος τίς ἦν, καὶ οὐδὲν ὠφελῶν, ἀλλὰ καὶ βίος ἄληπτος ἦν αὐτῷ, καὶ πρόνοιαν ἡμῖν
20πολλὴν ἐποιεῖτο, εἰς τὸ σωθῆναι· τὸ δὲ χαλεπώτερον ἔγκλημα, ὅτι οὐδὲ μετὰ τὸ πιστεῦσαι αὐτῷ τοὺς τελῶνας καὶ τὰς πόρνας, τουτέστι τῆς ἁμαρτίας ὑπαναχωρῆσαι, ὑμεῖς ἐπιστεύσατε· ἔδει μὲν γὰρ καὶ πρὸ αὐτῶν πιστεῦσαι. τὸ δὲ μηδὲ μετ’ αὐτοὺς, πάσης συγγνώμης ἀπεστερημένον ἦν· καὶ ἄφατος ἐκείνων ἔπαινος,
25καὶ τούτων κατηγορίᾳ· τὸ δὲ “προάγουσι,” σημαίνει, οὐχ ὡς τούτων ἑπομένων καὶ τῆς βασιλείας μετ’ αὐτοὺς ἀξιουμένων οὕτως μενόν‐ των, ἀλλ’ ὡς ἐλπίδα ἐχόντων, ἐὰν θέλωσι πιστεῦσαι. τοῦτο δὲ ἔλεγεν, ἵνα παραζηλώσωσι, καὶ κἂν οὕτως πιστεύσωσιν. οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους· διὰ τοῦτο οὖν,
30καὶ ἀεὶ λέγει· “ὅτι ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι “πρῶτοι.” Ὠριγένους. Τέκνα δύο ὡς ἄνθρωπον τροποφοροῦντα τὸν Υἱὸν τοῦ Θεοῦ, ὁ παλαιὸς λαὸς, καὶ ὁ πιστεύσας ἐξ ἐθνῶν, ὃς πρῶτος
ὢν τὸ προωρεῖσθαι καὶ προεγνῶσθαι καὶ προεκτίσθαι· ἀκούσας173

174

ὕπαγε, ἐργάζου· ὑπερέθετο, φεύγων τοὺς πόνους· ἐπὶ δὲ συντελείᾳ μεταμεληθεὶς, ἐποίησε τὸ θέλημα τοῦ πατρός· δευτέρου μὲν ἀκούσαντος τοῦ κατὰ σάρκα Ἰσραὴλ, διαψευσαμένου δὲ τοῖς ἔργοις τὴν ὑπόσχεσιν. χρήσῃ τῇ παραβολῇ, ἐπὶ τοῖς ἢ μηδὲν ἐπαγγελ‐
5λομένοις χρηστὸν, ἢ ἐλάττονα, ἔργῳ δὲ ποιοῦσι· καὶ ἐπὶ τοῖς ἐν μεγάλαις ἐπαγγελίαις, οὐδὲν ἀνύουσιν. Ἐξ ἀνεπιγράφου. Τοῦτο βούλεται εἰπεῖν ἡ παραβολὴ, ὅτι οἱ μὲν τελῶναι, καὶ αἱ πόρναι μετανοήσαντες, καὶ τὰ ἀρεστὰ τῷ Θεῷ ποιήσαντες, δικαιοῦνται· εἰ καὶ κατὰ τὴν ἀρχὴν ἠπείθουν τῷ
10νόμῳ, μᾶλλον δὲ τῷ Θεῷ, Ἰωάννῃ πεισθέντες· οἱ δὲ λέγοντες τηρεῖν τὸν νόμον Φαρισαῖοι, ἐν μόνοις ῥήμασι ψιλοῖς, ἀπόβλητοί εἰσι παρὰ τῷ Θεῷ. οὐ γὰρ ἐν λόγοις ἡ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλ’ ἐν ἔργοις. “οὐ γὰρ ὁ ἀκροατὴς νόμου, ἀλλ’ ὁ ποιητὴς, “δίκαιος παρὰ τῷ Θεῷ·” οὗτοι ὅμοιοι εἰσὶ τοῖς ὑποσχομένοις
15ἀπελθεῖν εἰς τὸν ἀμπελῶνα, ἐπὶ τὸ ἐργάσασθαι, καὶ μὴ ἀπελ‐ θοῦσιν. Τοῦ Χρυσοστόμου. Κακὸν καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἕλεσθαι τὸ καλόν. μεῖζον δὲ κατηγορία, τὸ μὴ μεταθέσθαι· μάλιστα τοῦτο ἐργάζεται πονηροὺς, καὶ ὃ νῦν πάσχοντας ὁρῶμεν.
20tΚΕΦ. Ν.
21tΠερὶ τοῦ ἀμπελῶνος παραβολή.
22 Ἄνθρωπον οἰκοδεσπότην τὸν Θεὸν καὶ Πατέρα λέγει· ἀμπελῶνα δὲ καὶ φραγμὸν, καὶ ληνὸν καὶ πῦργον, τὸν νόμον ὃν δέδωκε, καὶ τὴν πόλιν ἣν ἀνέστησε, καὶ τὸν ναὸν ὃν ᾠκοδόμησε· γεωργοὺς δὲ,
25τοὺς Ἰουδαίους. ἐξελθόντων γὰρ αὐτῶν ἐξ Αἰγύπτου, τὰ προειρη‐ μένα πάντα εἰς αὐτοὺς εἰργάσατο· τὴν πρόνοιαν αὐτοῦ τὴν πολλὴν ἐνδεικνύμενος· οὐδὲν δὲ ἐλλεῖπον, ἀλλὰ πάντα ἀπηρτισμένα ποιή‐ σας, μικρὸν τί αὐτοῖς ἐγκατέλιπε, τὸ ἐπιμελήσασθαι καὶ δια‐ φυλάξαι τὰ δοθέντα· τὸ δὲ “ἀπεδήμησεν,” τὴν πολλὴν αὐτοῦ
30μακροθυμίαν σημαίνει· ὅτιπερ οὐκ ἀεὶ τοῖς ἁμαρτήσασι παρὰ πόδας ἐπάγει τὰς τιμωρίας. τίνες δέ εἰσιν οἱ ἀποσταλέντες
δοῦλοι; οἱ προφῆται· ποῖον ἵνα λάβωσι καρπόν; τὴν ὑπακοὴν174

175

δηλονότι, τουτέστι τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν· οἱ δὲ γεωργοὶ, οὐ μόνον οὐκ ἔχοντες δοῦναι, ἀλλὰ καὶ ὀφείλοντες ἔτι, αἱμάτων τὰς χεῖρας ἔπλησαν· διὰ τοῦτο δὲ δευτέρους καὶ τρίτους ἔπεμψεν, ἵνα δειχθῆ καὶ ἡ τοῦ πέμψαντος φιλανθρωπία τὲ καὶ μακροθυμία,
5καὶ ἡ τῶν γεωργῶν πονηρία τὲ καὶ κακία· οὐκ ἀπέστειλε τὸν υἱὸν πρῶτον, ἀλλὰ μετὰ τοὺς δούλους· ἵνα ἐξ ὧν περ εἰς τοὺς δούλους διεπράξαντο καταγνόντες ἑαυτῶν καὶ τὸν θυμὸν ἀφέντες οἱ γεωργοὶ ἐκεῖ, τουτέστι εἰς τοὺς δούλους, τὸν υἱὸν ἐντραπῶσιν ἐλθόντα· τὸ δὲ “ἴσως ἐντραπήσονται τὸν υἱόν μου” εἶπεν, οὐχ ὡς
10ἀγνοῶν, ἄπαγε, ἀλλὰ θέλων δεῖξαι τὸ ἁμάρτημα μέγα ὂν καὶ ἀπολογίας πάσης ἐστηρημένον· αὐτὸς γὰρ εἰδὼς, ὅτι ἀναιρήσουσιν, ἔπεμψε· λέγει δὲ “ἐντραπήσονται·” τὸ γενέσθαι ὀφεῖλον ἀπαγ‐ γέλλων· ὅτι ἔδει αὐτοὺς ἐντραπῆναι· εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, ἀλλά γε τοῦ υἱοῦ τὸ ἀξίωμα αἰδεσθῆναι
15χρῆν· ἀλλ’ ὅμως ἐκεῖνοι τὴν πονηρὰν οὐκ ἀπέθεντο συνήθειαν· ἀλλὰ πολλῆς πλησθέντες ἀσεβείας καὶ ἀνοίας, “ἀποκτείνωμεν “αὐτόν,” φησι, “καὶ ἡμῶν ἔσται ἡ κληρονομία·” ποῦ δὲ ἀποκτεῖναι βουλεύονται; ἔξω τοῦ ἀμπελῶνος· διὸ χρὴ σκοπῆσαι, πῶς καὶ τὸν τόπον προφητεύει, ἔνθα ἔμελλε σφάττεσθαι· διὰ τοῦτο δὲ διὰ
20παραβολῆς εἶπε τὴν πονηρίαν αὐτῶν· ὅπως αὐτοὶ τὴν ψῆφον ἐξενέγκωσι, καὶ ἑαυτοὺς καταδικάσωσιν· εἰπόντες γὰρ “ὅτι “κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσει “ἄλλοις γεωργοῖς,” οὐδὲν ἕτερον λέγουσιν ἢ τοῦτο, ὅτι ἡμεῖς ἐσμὲν οἱ ὀφείλοντες τοῦτο παθεῖν.
25 Εἰπὼν δὲ ὅτι “λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες·” λίθον μὲν ἑαυτὸν ἀποκαλεῖ· οἰκοδόμουντας δὲ, τοὺς διδασκάλους τῶν Ἰουδαίων· ἀπεδοκίμασαν δὲ ἐν τῷ λέγειν· “οὗτος οὐκ ἔστιν ἐκ τοῦ “Θεοῦ·” “οὗτος πλανᾷ τὸν ὄχλον·” καὶ ἐν τῷ καλεῖν αὐτὸν Σαμαρείτην· “ἐγενήθη δὲ εἰς κεφαλὴν γωνίας,” ὅτι τὰ ἔθνη τὰ
30διεστῶτα πρώην, πιστεύσαντα δὲ, ἔτι καὶ Ἰουδαίους τοὺς πιστεύ‐ σαντας εἰς ἓν συνῆψε, καίπερ τοσούτου τοῦ μέσου ὄντος ἔμ‐ προσθεν· τὸ δὲ “παρὰ Κυρίου ἐγένετο αὕτη,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐδαμῶς τοῦτο γινόμενον ἐναντίον Θεοῦ, ἀλλὰ καὶ σφόδρα ἀποδεκτὸν, καὶ πᾶσι τοῖς ὁρῶσι παράδοξον, καὶ γέμοντα ἐκπλήξεως·
35εἰπὼν δὲ “ὅτι ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται, ἐφ’175

176

“ὃν δ’ ἂν πέσῃ λικμήσῃ αὐτόν·” δύο ἐνταῦθα ἀπωλείας εἶπε, μίαν μὲν τὴν ἀπὸ τοῦ προσκόψαι, τουτέστι σκανδαλισθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ πεσεῖν ἐπὶ τὸν λίθον· ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώ‐ σεως αὐτῶν καὶ συμφορᾶς καὶ πανωλεθρίας, ἣν καὶ σαφῶς
5προεδήλωσε εἰπὼν, “λικμήσῃ αὐτόν.” διὰ τούτων δὲ καὶ τὴν ἀνάστασιν ᾐνίξατο τὴν ἑαυτοῦ. “γνόντες δέ” φησι “ὅτι περὶ “αὐτῶν εἶπε τὴν παραβολὴν, ἐζήτουν αὐτὸν κρατῆσαι, ἀλλ’ ἐφο‐ “βήθησαν τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον·” οὕτως αὐτοὺς καθάπαξ ἐτύφλωσεν ὁ τῆς φιλαργυρίας ἔρως, καὶ τὸ τὰ
10παρόντα ζητεῖν, ὅτι οὐδὲ τὴν ἑαυτῶν αἰδεσθέντες ψῆφον, πιστεῦσαι ἠθέλησαν, ἀλλ’ ἔτι καὶ μᾶλλον κρατῆσαι αὐτὸν ἐζήτουν. οὐδὲ γὰρ οὕτως ἐπὶ κεφαλὴν ὠθεῖ, καὶ κατὰ κρημνῶν φέρει, καὶ τῶν μελλόντων ἐκπίπτειν ποιεῖ, ὡς τὸ προσηλῶσθαι τοῖς ἐπικήροις τούτοις.
15 Θεοδώρου Ἡρακλείας. Περὶ τῶν καλουμένων εἰς τὸν Γάμον. Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ Πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐνδειξάμενον, καὶ τὸ ἄνωθεν μέχρι τέλους τῶν Ἰουδαίων φιλόνεικον περὶ τὸν Θεόν. ἀμπελὼν δέ ἐστιν ὁ Ἰσραὴλ, ὃν κατεφύτευσεν ἐν τῇ γῇ
20τῆς ἐπαγγελίας· φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς ἐπιμιγῆναι τοῖς ἔθνεσι· ληνὸς τὸ θυσιαστήριον· πύργος ἡ Σιών· γεωργοὶ οἱ διδάσκαλοι· δοῦλοι οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οὓς ἀπέκτειναν· υἱὸς ὁ Ἰησοῦς, ὃν ἀπέκτειναν, καὶ τὰ δεινὰ ὑποστάντες ὑπὸ Ῥωμαίων, ἔξω αὐτοὺς ἐποίησαν τοῦ Θεοῦ·
25ἀντεισενεχθέντων εἰς τὸν τῶν Ἰουδαίων τόπον τῶν μαθητῶν καὶ Ἀποστόλων, οἳ καὶ ἀποδεδείκασι τοὺς καρποὺς ἐν θεοσεβείᾳ, ζήσαντες ἐναρέτως. Ὠριγένους. Ἔδειραν ὡς Μιχαίαν, πατάξαντες ἐπὶ σιαγόνα Σεδεκίου· ἀπέκτειναν Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσια‐
30στηρίου· ἐλιθοβόλησαν, ὡς Ἀζαρίαν υἱὸν Ἰοδαὲ, τὸν ἱερέα, ὡς ἐν τοῖς Βασιλείοις. Ὠριγένους. Οἰκοδόμοι εἰσὶν, οἱ τὸν ζωοποιὸν λίθον ἀποδοκι‐ μάσαντες, τὴν ἀλήθειαν, οἱ τῷ ψεύδει τῇ διδασκαλίᾳ ** Τοῦ αὐτοῦ. Γωνία ἐστὶ συγκρότησις δύο τοίχων, τὸ ἐξ Ἰσραὴλ
35λῆμμα, καὶ τῶν ἐθνῶν τὸ πλήρωμα, εἰς ἓν συγκροτῶν ὁ λίθος176

177

Χριστὸς, ἡ ἀλήθεια, τὴν γωνίαν ποιήσας, καθὼς γέγραπται, “παρὰ Κυρίου ἐγένετο αὕτη.” Τοῦ αὐτοῦ. Πᾶσα πτῶσις ἐν τῷ πνευματικῷ λίθῳ ἀλυσι‐ τελὴς καὶ ἐπίπονος· οὐκ ἔστι γὰρ πτώσεως, ἀλλ’ οἰκοδομῆς, πῶς
5δὲ συνθλᾷ καὶ λικμᾷ καὶ τὰ αἴτια τούτων ζητεῖ. Τοῦ Χρυσοστόμου. Δύο φησὶν ἀπωλείας ἐνταῦθα, μίαν μὲν τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι· τοῦτο γάρ ἐστιν, “ὁ πίπτων, ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται.” ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμφορᾶς· διὰ τούτων καὶ
10τὴν ἀνάστασιν ᾐνίξατο τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνων ἀπώλειαν. Τοῦ αὐτοῦ. Ἠισθάνοντο γὰρ λοιπὸν ὅτι αὐτοὺς ᾐνίττετο, ποτὲ μὲν οὖν κατεχόμενος διὰ μέσου αὐτῶν ἀνεχώρει· ποτὲ δὲ φαινό‐ μενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει, ὃ καὶ θαυμάζοντες ἔλεγον· “οὐκ οὗτος ἐστὶν Ἰησοῦς; ἴδε παρρησίᾳ λαλεῖ.” ἐνταῦθα
15τῷ φόβῳ τοῦ πλήθους αὐτοὺς κατεῖχεν· οὐδὲ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν.
17tΚΕΦ. ΝΑ.
18tΠερὶ τῶν καλουμένων εἰς τὸν γάμον.
19“Ὡμοιώθη,” φησὶν, “ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ
20“βασιλεῖ,” καὶ τὰ ἑξῆς. ἡ μὲν πρὸ ταύτης παραβολὴ τὰ πρὸ τοῦ σταυροῦ ᾐνίξατο, αὕτη δὲ τὰ μετὰ τὴν ἀνάστασιν σημαίνει, ἵνα δειχθῇ τοῦ Θεοῦ καὶ ἐν τούτῳ ἡ ἄφατος φιλανθρωπία· ὅτι τοὺς ὀφείλοντας χαλεπωτάτην δοῦναι δίκην, δι’ ἣν ἐτόλμησαν σφαγὴν, εἰς γάμους καλεῖ. γάμος δὲ εἴρηται διὰ τὴν φαιδρότητα,
25καὶ διὰ τὸ μηδὲν λυπηρὸν ἢ σκυθρωπὸν ἔχειν, ἀλλὰ χαρᾶς γέμειν πνευματικῆς· διὰ τοῦτο καὶ νυμφίον αὐτὸν ὁ Ἰωάννης καλεῖ. διατί κεκλημένους αὐτοὺς λέγει; ἐπειδὴ οὐ προσφάτως καλεῖ, ἀλλὰ καὶ πρὸ πολλοῦ χρόνου, ὅπερ μείζονα τὴν κατηγορίαν ἐποίει· πότε δὲ προεκλήθησαν; διὰ τῶν προφητῶν ἁπάντων. τὸ ἄριστον
30δὲ, οἱ ταῦροι καὶ τὰ σιτιστὰ τὴν πολλὴν φιλοτιμίαν καὶ τρυφὴν καὶ πανδαισίαν σημαίνει· ἀλλ’ οὐδὲ τοῦτο αὐτοὺς ἐνέτρεψεν, ἀλλὰ μᾶλλον ἀγροὺς καὶ ἐμπορείας τῆς εὐφροσύνης ταύτης προετί‐
μησαν. τί δὲ ἐντεῦθεν μανθάνομεν; ἵνα κἂν ἀναγκαῖα ᾖ τὰ177

178

κατέχοντα, πάντων προτιμώτερα ποιώμεθα τὰ πνευματικά. ποίους δὲ δούλους ὕβρισαν καὶ ἀπέκτειναν; τοὺς Ἀποστόλους δηλονότι· αὐτοὶ γὰρ αὐτοὺς μετὰ τὴν ἀνάστασιν εὐηγγελίσαντο. τὸ δὲ πέμψαι τὰ στρατόπεδα, καὶ ἀπολέσαι τοὺς φονεῖς ἐκείνους, καὶ
5τὴν πόλιν αὐτῶν ἐμπρῆσαι, τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου συμβάντα κατὰ τοῖς Ἰουδαίοις δηλοῖ. καὶ ἐπειδήπερ τὸν Πατέρα παρώξυναν, τῷ Υἱῷ μὴ πιστεύσαντες, αὐτὸς ἐπεξῆλθεν αὐτούς. καὶ οὐκ εὐθέως ἀναιρεθέντος τοῦ Χριστοῦ γέγονεν ἡ ἅλωσις, ἀλλὰ μετὰ τεσσαράκοντα ἔτη, ἵνα δείξῃ αὐτοῦ τὴν μακροθυμίαν, ὅτε
10ἀπέκτειναν τὸν Στέφανον, ὅτε ἀνεῖλον τὸν Ἰάκωβον, ὅτε ὕβρισαν τοὺς Ἀποστόλους. τί σημαίνει τὸ “οἱ κεκλημένοι οὐκ ἦσαν “ἄξιοι;” ὅτι περ ἔδει φησὶν αὐτοὺς μηδὲ κληθῆναι, ἀλλ’ ἵνα μηδεμίαν αὐτοῖς καταλείπῃ ἀναισχύντου τινὸς ἀντιλογίας πρό‐ φασιν, καί περ εἰδὼς τὴν ἀπιστίαν, πρὸς αὐτοὺς πρώτους ἔπεμψεν,
15ἐκείνους τε ἐπιστομίζων, καὶ ἡμᾶς παιδεύων τὰ παρ’ ἑαυτῶν πάντα πληροῦν, ὥστε νουθετεῖν ἀλλήλους, κἂν μηδεὶς μηδὲν κερδαίνειν μέλλει. καλοῦνται δὲ εἰς τοὺς γάμους ὑπὸ τῶν Ἀποστόλων ἐκ τῶν διεξόδων τὰ ἔθνη· καὶ γὰρ οὐκ ἐν ὁδῷ, ἀλλ’ ἔξωθεν τῆς ὀρθῆς ὑπῆρχον ὁδοῦ. ἔνδυμα δὲ γάμου ἐστὶ βίος ὀρθὸς, οὐ γὰρ δεῖ τῇ
20πίστει μόνῃ θαρρεῖν. καὶ γὰρ τὸ μὲν κληθῆναι καὶ καθαρθῆναι, χάριτος ἦν, τὸ δὲ κληθέντα καὶ καθαρὰ ἐνδυσάμενον μεῖναι τοιαῦτα διατηροῦντα, τῆς τῶν κληθέντων σπουδῆς· ἐπεὶ οὖν τὸ κληθῆναι οὐκ ἀπὸ τῆς ἀξίας γέγονεν, ἀλλ’ ἀπὸ τῆς χάριτος, ἔδει ἀμείψασθαι τὴν χάριν, καὶ μὴ τοσαύτην ἐπιδείξασθαι πονηρίαν μετὰ τὴν
25τιμήν. καὶ γὰρ πολλὴ ἀπόκειται κόλασις τοῖς ῥαθυμήσασι· καθάπερ γὰρ οἱ Ἰουδαῖοι τῷ μὴ ἐλθεῖν ὕβρισαν, οὕτως καὶ τὸ κατακλιθῆναι μετὰ βίου διεφθαρμένου· τὸ γὰρ ῥυπαροῖς ἱμα‐ τίοις εἰσελθεῖν, τοῦτό ἐστι βίον ἀκάθαρτον ἔχοντα ἀπελθεῖν ἐντεῦθεν· διὸ καὶ ἐφιμοῦτο ὁ μὴ ἐνδεδυμένος τὸ ἔνδυμα τοῦ
30γάμου. Χρὴ οὖν σκοπῆσαι, ὅτι καίτοι τοῦ πράγματος ὄντος καταδή‐ λου, οὐ πρότερον κολάζει, ἕως ἂν αὐτὸς ὁ ἡμαρτηκὼς τὴν ψῆφον ἐξενέγκῃ· τὸ γὰρ μηδὲν ἔχειν ἀντειπεῖν κατέκρινεν ἑαυτὸν, καὶ
λοιπὸν πρὸς ἀτελευτήτους ἕλκεται κολάσεις· μὴ γὰρ δὴ σκότος178

179

ἀκούσαντες, τούτῳ νομίσωμεν αὐτὸν τιμωρεῖσθαι, τὸ εἰς ἀφεγγὲς πέμπεσθαι χωρίον μόνον, ἀλλ’ ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπερ ἀκαρτερήτους ὀδύνας αἰνίττεται· ἀκούσωμεν ὅσοι τῶν φρικτῶν μυστηρίων ἀπολαύσαντες, καὶ τῶν γάμων ἐκεί‐
5νων τῶν ἀχράντων ἀξιωθέντες, ῥυπαραῖς τὴν ψυχὴν περιεβάλομεν πράξεσιν· ἀκούσωμεν πόθεν ἐκλήθημεν· ἀπὸ τῆς τριόδου χωλοὶ ὄντες καὶ ἀνάπηροι κατὰ ψυχὴν, ὅπερ πολλῷ χαλεπώτερόν ἐστι τοῦ σώματος λωβήσεως· αἰδεσθῶμεν τὴν φιλανθρωπίαν τοῦ καλέ‐ σαντος, καὶ μηδεὶς ἡμῶν μενέτω ῥυπαρὰ ἔχων ἱμάτια, ἀλλ’ ἕκα‐
10στος ἡμῶν περιεργαζέσθω τῆς ψυχῆς τὴν στολὴν, καὶ ταύτης πολλὴν τὴν φροντίδα ποιησώμεθα. Θεοδώρου Ἡρακλείας. Γάμον λέγει τὴν ἁρμονίαν καὶ συνάφειαν τοῦ Υἱοῦ τὴν γενομένην πρὸς τὴν Ἐκκλησίαν· τοὺς δὲ ἀποστελλομένους καλέσαι τοὺς κεκλημένους, τοὺς μαθητὰς, μεθ’
15οὓς ἔπεμψε τοὺς ἑβδομήκοντα. Κυρίλλου Ἀλεξανδρείας. Γάμον λέγει τὴν πρὸς τὸν Υἱὸν τῶν πιστῶν συνάφειαν, καλῶν εἰς τοῦτον τοὺς Ἰουδαίους, πάλαι μὲν διὰ τῶν προφητῶν, ὕστερον δὲ διὰ τῶν μαθητῶν, πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως.
20 Ὠριγένους. Δοῦλοι, οἱ πατριάρχαι δηλονότι ἢ Μωσῆς καὶ προφῆται· ἄριστον, ὑπὸ τῆς λεγούσης ἡτοιμακέναι τὴν ἑαυτῆς τράπεζαν σοφίας, ἡτοίμασται πνευματικὴ στάσις, οἰνοχόων καὶ λειτουργῶν ἄλλων, ἐπιστήμῃ καὶ καιρῷ διακονούντων, ὡς καὶ παρὰ τῷ Σολομῶντι τῷ εἰρηνικῷ, καθὰ ἐν Βασιλείοις γέγραπται περὶ
25αὐτοῦ· ταῦροι δὲ ἡ λογικὴ καὶ ὡς ἐν καθαροῖς μείζων τροφή· σιτιστὰ τὸ πνευματικῶς ἡδὺ τῆς θεωρίας οὐκ ἀσθενές· θύσις ἡ διαίρεσις καὶ τροπολογία τῶν προβλημάτων· πάντα οἱ περὶ τῶν ὄντων ποικίλοι λόγοι καὶ θεωρίαι· τὸ δὲ “ἕτοιμα,” προτρέπει. Τοῦ αὐτοῦ. Τίνας ὕβρισαν; τοὺς πατριάρχας· στρατεύμα‐
30τα δέ εἰσιν οἱ ἐμπρήσαντες τὰ Ἱεροσόλυμα, καὶ ἀνελόντες τοὺς ἐν τῇ πόλει Ῥωμαῖοι, καὶ ἡ οὐράνιος στρατιὰ, καὶ οἱ ἐπὶ τῶν κολάσεων Ἄγγελοι, καὶ οἱ ἀναιροῦντες Ἰουδαϊκὴν διδασκαλίαν καὶ ψευδώνυμον γνῶσιν· δοῦλοι οἱ Ἀπόστολοι, καὶ οἱ ἐπιτεταγμένοι τῇ κλήσει τῶν ἐθνῶν Ἄγγελοι. “οὐκ ἦσαν ἄξιοι,” ὡς οὐκ ἀξίοις
35λέγουσιν οἱ Ἀπόστολοι “ὑμῖν ἀναγκαῖον ἦν ἀναγγεῖλαι τὸν λόγον179

180

“τοῦ Θεοῦ· ἐπεὶ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, πορευόμεθα εἰς “τὰ ἔθνη.” “διέξοδοι ὁδῶν” εἰσι τὰ ἔξω τοῦ Ἰσραὴλ δόγματα· ἀδιακρίτως συνάγουσι, πονηροὺς μὲν, ἵνα ἐπιθέμενοι τὸ ἔνδυμα γάμου, καὶ ἑστίαν Θεοῦ ἔχωσιν· ἀγαθοὺς δὲ, ἁπλούστερον τοὺς
5μετριωτέρους· ἔθνη γὰρ τὰ μὴ νόμον ἔχοντα, καὶ τὰ ἑξῆς· βίος καὶ πράξεις ἀγαθαί εἰσι τὸ ἔνδυμα, ἅπερ ὁ μὴ ἔχων ἐξ ἰδίας σπουδῆς, οὐκ ἔχει ἔνδυμα. ἡ γὰρ κλῆσις ἡ διδοῦσα ἀναμαρτη‐ σίαν καὶ Πνεύματος Ἁγίου μετοχὴν, κατὰ χάριν ἐστίν. Τοῦ αὐτοῦ. Μὴ μεταθέμενον ἢ μεταμφιασάμενον τὸ ἦθος, καὶ
10ἐνδυσάμενον τὸ ὕφασμα τῆς ἀρετῆς, Χριστὸν, σπλάγχνα τε οἰκτιρμῶν καὶ τὰ ὅμοια· κατὰ δὲ τὸ “ἐνεδύσατο κατάραν ὡς “ἱμάτιον.” Τοῦ αὐτοῦ. Δεσμεύουσιν Ἄγγελοι, πόδας, πορείαν, χεῖρας, τὴν δραστικὴν τῶν ἔργων δύναμιν.
15 Ἐξ ἀνεπιγράφου. Δηλοῖ τῶν ὀδόντων ὁ βρυγμὸς καὶ ὁ κλαυθμὸς τὴν ὑστεροβουλίαν, καὶ τὴν τότε γινομένην ἀνονήτως μεταμέλειαν, ἐφ’ οἷς ἐν τῷ νῦν αἰῶνι οὐκ ἐπράξαμεν τὰ σωτηρίας ἔργα.
19tΚΕΦ. ΝΒ.
20tΠερὶ τῶν ἐπερωτησάντων διὰ τὸν κῆνσον.
21 Διατί εἶπε τότε; ἵνα δείξῃ αὐτοὺς περαιτέρω τῇ κακίᾳ προ‐ βαίνοντας· ὅτε γὰρ μάλιστα κατανυγῆναι ἔδει, ὅτε καταπλα‐ γῆναι τὴν φιλανθρωπίαν, ὅτε φοβηθῆναι τὰ μέλλοντα, τότε ἑτέραν ἦλθον ὁδόν· ὥστε δι’ αὐτῆς εἰς κίνδυνον ἐμβαλεῖν αὐτόν· ἐπειδὴ
25γὰρ κατασχεῖν αὐτὸν οὐκ εἶχον, “ἐφοβοῦντο γὰρ τοὺς ὄχλους,” δημοσίων ἀδικημάτων ποιῆσαι αὐτὸν ὑπεύθυνον βούλονται· εἰς γὰρ τὴν Ῥωμαίων ἀρχὴν τῶν πραγμάτων αὐτοῖς μετατεθέντων, καὶ φόρου λοιπὸν ὄντες ὑποτελεῖς, ἀποστείλαντες περὶ τούτου αὐτὸν ἐρωτῶσιν· ἐπειδὴ γὰρ εἶδον ὅτι πρὸ τούτου διὰ τοῦτο ἀπέ‐
30θανον, τουτέστιν οἱ περὶ Θευδὰν καὶ Ἰούδαν ἀποστασίαν μελετή‐ σαντες, ἐβούλοντο καὶ αὐτὸν διὰ τῶν λόγων τούτων, εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. διὰ τοῦτο μετὰ τῶν μαθητῶν αὐτῶν, καὶ τοὺς
Ἡρώδου στρατιώτας ἔπεμψαν, διπλοῦν ἑκατέρωθεν τὸν κρημνὸν180

181

ὀρύττοντες, καὶ πάντοθεν τὴν παγίδα τιθέντες, ὅπως ἑκατέρωθεν ἐπιλάβωνται αὐτοῦ· ἵνα εἰ μὲν ὑπὲρ τῶν Ἡρωδιανῶν ἀποκρίνηται, αὐτοὶ ἐγκαλέσωσιν, εἰ δὲ ὑπὲρ αὐτῶν, ἐκεῖνοι κατηγορήσωσι· καί τοι γε ἦν δεδωκὼς τὰ δίδραγμα, ἀλλ’ οὐκ ᾔδεσαν τοῦτο ἐκεῖνοι·
5ἑκατέρωθεν μὲν οὖν προσδοκῶντες αἱρήσειν, ἐπεθύμουν μᾶλλον κατὰ τῶν Ἡρωδιανῶν εἰπεῖν τί· διὸ καὶ τοὺς μαθητὰς πέμπουσιν εἰς τοῦτο, ὠθοῦντας αὐτὸν τῇ παρουσίᾳ, ἵνα παραδώσωσι τῷ ἡγεμόνι, ὡς τύραννον. ἠρώτων δὲ ἐπὶ τῶν ὄχλων, ὡς μείζονα γενέσθαι τὴν μαρτυρίαν· καὶ τί λέγουσιν; οἴδατε ὅτι πλάνος ἐστὶ, καὶ πλανᾷ
10τὸν ὄχλον· ἀλλὰ πάντα γίνονται, ἅπερ ἂν ἡ ἐπιβουλὴ ἀπαγο‐ ρεύσῃ· τότε δὲ εἶπον, προσδοκῶντες αὐτὸν τῇ κολακείᾳ χαυνοῦν, καὶ πείθειν εἰπεῖν τι κατὰ τῶν κρατούντων νόμων· εἰπόντες δὲ τὸ “οὐ μέλει σοι περὶ οὐδενὸς, καὶ οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώ‐ “που,” περὶ Ἡρώδου καὶ Καίσαρος ᾐνίττοντο, καὶ οὐ λέγουσιν,
15εἰπὲ ἡμῖν τί τὸ καλὸν ἢ τί τὸ συμφέρον, ἀλλὰ “τί σοι δοκεῖ;” καὶ τοῦτο πανούργως. αὐτὸς δὲ ἐπιπληκτικώτερον μὲν αὐτοῖς δια‐ λέγεται, ἐπιστομίζει δὲ ἐν τῷ τὰ ἀπόρρητα εἰς μέσον ἀγαγεῖν· ταῦτα δὲ ἐποίει, ἀναστέλλων αὐτῶν τὴν κακίαν, ὥστε μὴ ἐπὶ πολὺ τοῖς τοιούτοις ἐπιχειρεῖν, καὶ βλάπτειν τὰς ἑαυτῶν ψυχάς·
20ἐπιζητήσας δὲ τὸ νόμισμα τοῦ κήνσου, διὰ τῆς ἐκείνων γλώττης ἐκφέρει τὴν ἀπόφασιν, καὶ αὐτοὺς ψηφίσασθαι παρασκευάζει, ὅτι ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ὅπερ ἦν λαμπρὰ νίκη καὶ σαφής· οὐδὲ γὰρ ἀγνοῶν ἐρωτᾷ, “τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;” ἀλλὰ ταῖς οἰκείαις αὐτῶν ἀποκρίσεσιν ὑπευθύνους ποιῆσαι βουλό‐
25μενος· διὸ καὶ φησὶν, “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι·” οὐ γάρ ἐστι τοῦτο δοῦναι· δείκνυται δὲ τοῦτο ἀπὸ τῆς εἰκόνος καὶ ἀπὸ τῆς ἐπιγραφῆς· ἵνα δὲ μὴ εἴπωσιν ὅτι ἀνθρώποις ἡμᾶς ὑποτάτ‐ τεις, ἐπήγαγε “καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” ἔξεστι γὰρ καὶ ἀν‐ θρώποις τὰ αὐτῷ πληροῦν, καὶ Θεῷ διδόναι τὰ τῷ Θεῷ παρ’ ἡμῶν
30ὀφειλόμενα· διὸ καὶ ὁ Παῦλος φησί· “ἀπόδοτε πᾶσι τὰς ὀφει‐ “λὰς” καὶ τὰ ἑξῆς. χρὴ δὲ γινώσκειν, ὅτι ἐκεῖνα λέγει ἀποδι‐ δόναι τῷ Καίσαρι, τὰ μηδὲν τὴν εὐσέβειαν παραβλάπτοντα, ὡς ἐάν τι τοιοῦτον ᾖ, οὐκέτι Καίσαρος, ἀλλὰ τοῦ διαβόλου φόρος ἐστὶ καὶ τέλος. ταῦτα οὖν ἀκούσαντες, ἐπεστομίσθησαν καὶ ἐθαύ‐
35μασαν τὴν σοφίαν αὐτοῦ· καὶ γὰρ θεότητος αὐτοῖς παρέσχεν181

182

ἀπόδειξιν, τὰ ἀπόρρητα αὐτῶν ἐκκαλύψας, καὶ μετὰ ἐπιεικείας αὐτοὺς ἐπιστομίσας· οἱ δὲ οὐδὲ οὕτως ἐπίστευσαν, ἀλλὰ ἀφέντες αὐτὸν ἀπῆλθον.
4tΚΕΦ. ΝΓ.
5tΠερὶ τῶν Σαδδουκαίων.
6 “Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” φησὶ, καὶ τὰ ἑξῆς· οὐχ ἁπλῶς ὁ Εὐαγγελιστὴς εἶπεν “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” ἀλλ’ ἐκπληττόμενος αὐτῶν τὴν ἔννοιαν, αὐτὸ τοῦτο ἐπισημαίνεται· ἐν ᾗ γὰρ ἡμέρᾳ τὴν τῶν Φαρισαίων κακουργίαν ἐξήλεγξε καὶ κατῄσχυνε, δέον
10τούτους ὀκνηροτέρους γενέσθαι, ἀλλὰ μᾶλλον ἐν αὐτῇ ἀναισχύν‐ τως προσέρχονται. τίνες δέ εἰσιν οὗτοι; οἱ Σαδδουκαῖοι, αἵρεσις Ἰουδαίων ἑτέρα παρὰ τοὺς Φαρισαίους, κἀκείνων πολὺ κατα‐ δεεστέρα, λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε Ἄγγελον, μήτε πνεῦμα· καὶ ἐξ εὐθείας μὲν, οὐδὲν οὗτοι περὶ ἀναστάσεως λέγουσι,
15λόγον δέ τινα πλάττουσι, καὶ πρᾶγμα συντιθέασι μὴ γεγενη‐ μένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν· καὶ θέλοντες ἀνα‐ στρέψαι ἀμφότερα, καὶ τὸ ἀνάστασιν εἶναι, καὶ τὸ τοιαύτην ἀνάστασιν· καὶ οὗτοι δὲ, ὥσπερ οἱ Φαρισαῖοι, μετὰ ἐπιεικείας δῆθεν προσβάλλουσι, λέγοντες ἅπερ εἶπον, ὅτι ἑπτὰ ἀδελφοὶ κατὰ
20διαδοχὴν ἀποθνήσκοντες, ἔσχον μίαν γυναῖκα, καὶ ὅτι ἐν τῇ ἀνα‐ στάσει τίνος αὐτῶν ἔσται γυνή; ὁ δὲ Χριστὸς καὶ τούτων τὰ ἀπόρρητα ἐκκαλύπτει, καὶ ὅτι ἀνάστασις ἔσται, καὶ ὅτι οὐ τοιαύτη ἀνάστασις, οἵαν ὑπόπτευον. τί ἐστιν ὅτι “ὡς Ἄγγελοι “Θεοῦ εἰσιν ἐν οὐρανῷ;” οὐχὶ ἐπειδὴ οὐ γήμουσί, φησι, διὰ τοῦτο
25εἰσὶν Ἄγγελοι, ἀλλ’ ἐπειδὴ ὡς Ἄγγελοι, διὰ τοῦτο οὐ γήμουσι· δεικνύντων διὰ τούτων, ἡλίκον ἡ ἀνάστασις· τὸ δὲ “οὐκ ἔστιν ὁ “Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων,” δηλοῖ ὅτι οὐχὶ τῶν οὐκ ὄντων φησὶ, καὶ καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναστησομένων· οὐ γὰρ εἶπεν, ἤμην, ἀλλ’ εἰμὶ τῶν ὄντων καὶ τῶν ζώντων· ὥσπερ γὰρ
30ὁ Ἀδὰμ, καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου καὶ τῇ ἀποφάσει ἀπέθανεν, οὕτω καὶ οἱ περὶ Ἀβραὰμ, εἰ καὶ ἐτεθνήκεισαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως· καὶ οἱ Σαδδουκαῖοι μὲν ἡττηθέντες
ἀναχωροῦσιν, τὸ δὲ ἀδέκαστον πλῆθος καρποῦται τὴν ὠφέλειαν·182

183

ἀκούσαντες γάρ, φησιν, οἱ ὄχλοι, ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Ἀπολιναρίου. Ἴσμεν δὲ ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος ἔτι διαμάχονται, ἐπὶ ψυχὰς
5ἀνάγοντες τὸν λόγον· ταύτας γὰρ ζῆν καὶ περὶ τούτων εἰρηκέναι τὸν Κύριον, ὡς τούτων ὄντος Θεοῦ τοῦ Θεοῦ· οὐ δή πω δὲ Σαδδου‐ καίοις περὶ ψυχῶν ἦν ἡ ἀντιλογία, ἀλλὰ περὶ σωμάτων, ὥστε περὶ τούτων ἡ ἀπόκρισις· λέγεται δὲ τότε ἀνίσταται ὁ νεκρὸς, ὅτε μετὰ σώματος ἡ ψυχὴ, οὐχ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς δια‐
10λελυμένης, ἀλλ’ ὡς ἀπράκτου οὔσης, καὶ τὰ τῆς ζωῆς ἴδια, ὅσα μετὰ σώματος, οὐκ ἐχούσης· ἓν γάρ τι τὸ συναμφότερον ἐστιν ἄνθρωπος, καὶ ἡ ζωὴ κοινὴ, καὶ ἑκατέρων δεῖ, πρὸς τὸ τὴν ἐκ θανά‐ του ζωὴν πάλιν συστῆναι.
14tΚΕΦ. ΝΔ.
15tΠερὶ τοῦ νομικοῦ.
16 Κυρίλλου Ἀλεξανδρείας. Ἐπείπερ καταισχυνθέντων τῶν Σαδδουκαίων, καὶ ἀποχωρησάντων, ἐπῃνεῖτο ὁ Κύριος, ἐπὶ τούτῳ διαφθονούμενοι τούτοις οἱ Φαρισαῖοι, ἦλθον εἰς μέσον, καὶ νομο‐ θέτης τίς ἄγαν παρ’ αὐτοῖς νομιζόμενος, ἐρωτᾷ ποία ἐντολὴ με‐
20γάλη ἐν τῷ νόμῳ, οἰηθεὶς ὅτι μέλλει μὲν τὰ Μωσέως παραγρά‐ φεσθαι, παρατιθέναι δὲ τὴν ἑαυτοῦ διδασκαλίαν· ἢ ὅτι ἀγαπήσεις Κύριον τὸν Θεόν σου καὶ ἐμὲ, παραζευγνὺς ἑαυτοῦ τὴν δόξαν τῇ δόξῃ τοῦ Πατρὸς, καὶ οὕτω εὑρίσκει αὐτὸν, τοῦ ἐμβαλεῖν εἰς κίνδυνον, ὡς θεοποιοῦντα ἑαυτόν· ἢ εἰ τοῦτο παρασιωπήσει, λέγειν,
25οὐκοῦν οὐ προσδέχομαί σε ὡς Θεόν. Τίνος ἕνεκεν ὁ Ματθαῖος φησὶν, ὅτι πειράζων ἠρώτησεν οὗτος ὁ νομικὸς, ὁ δὲ Μάρκος τοὐναντίον· εἰδὼς γάρ, φησιν, ὁ Ἰησοῦς, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, οὐ μακρὰν εἶ ἀπὸ τῆς βασι‐ λείας τοῦ Θεοῦ; οὐκ ἐναντιούμενοι ἑαυτοῖς οἱ Εὐαγγελισταὶ
30τοῦτο εἶπον, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες· ἠρώτησε μὲν γὰρ πειράζων παρὰ τὴν ἀρχὴν, ἀπὸ δὲ τῆς τοῦ Χριστοῦ ἀποκρίσεως
ὠφεληθεὶς, ἐπῃνέθη· οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν,183

184

ἀλλ’ ὅτε εἶπεν, “ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον, πλέον ἐστὶ τῶν “ὁλοκαυτωμάτων,” τότε ἤκουσεν ὅτι “οὐ μακρὰν εἶ ἀπὸ τῆς “βασιλείας·” ὅτι τὰ ταπεινὰ ὑπερεῖδεν, λέγω δὴ τὸ σάββατον καὶ τὰ λοιπά· τὴν δὲ ἀρχὴν τῆς ἀρετῆς τὴν ἀγάπην, ὁποία τίς
5ἐστι, κατενόησεν· ὅμως οὐδὲ οὕτως ἀπηρτισμένον αὐτῷ τὸν ἔπαινον συντέθεικεν, ἀλλ’ ἔτι λείποντα· τὸ γὰρ εἰπεῖν οὐ μακρὰν εἶ, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. προβάλλονται δὲ τὸν νομικὸν οἱ Φαρισαῖοι πρὸς ἐρώτησιν, οὐ μαθεῖν βουλόμενοι, ἀλλὰ ἀπόπειραν ποιούμενοι· ἐπειδὴ γὰρ ἐν τῷ νόμῳ πρώτη ἐντολὴ
10αὕτη ἦν, τὸ ἀγαπήσεις Κύριον τὸν Θεόν σου, προσδοκῶντες ἀφορ‐ μήν τινα παρέξειν αὐτοῖς, ὡς ἐπιδιορθωσόμενον αὐτὴν, διὰ τὸ καὶ ἑαυτὸν δεικνύναι Θεὸν, προβάλλονται τὴν ἐρώτησιν· δεικνὺς δὲ ὁ Χριστὸς, μηδεμίαν ἔχειν αὐτοὺς ἀγάπην, ἀλλὰ καὶ φθόνῳ τήκεσθαι, καὶ ζηλοτυπίᾳ ἁλίσκεσθαι, ἀποκριθεὶς εἶπεν αὐτῷ,
15“ἀγαπήσεις Κύριον τὸν Θεόν σου,” καὶ πάλιν “ἀγαπήσεις τὸν “πλησίον σου ὡς ἑαυτόν.” διὰ ταύτης τῆς ἀποκρίσεως, ὡσανεὶ λέγων αὐτοῖς, ὅτι αὐτοὶ ὑμεῖς καθ’ ἑαυτῶν τὰς ἐρωτήσεις ποιεῖσθε, καὶ γὰρ τοῦτο αὐτὸ τὸ τῆς ἀγάπης ἀγαθὸν πόρρω ἀφ’ ὑμῶν ἐδιώ‐ ξατε· ὁμοίαν δὲ τῆς πρώτης ἐντολῆς τὴν δευτέραν ἐκάλεσεν, ὅτι
20αὕτη ἐκείνην προοδοποιεῖ, καὶ παρ’ αὐτῆς συγκροτεῖται πάλιν· “ὁ γὰρ ἀγαπῶν με,” φησὶ, “τὰς ἐντολάς μου τηρήσει,” αἱ δὲ ἐντολαὶ αὐτοῦ, καὶ τὸ κεφάλαιον αὐτῶν μετὰ τὴν εἰς Θεὸν ἀγά‐ πην, ἡ εἰς τὸν πλησίον ἐστί· πρεπόντως οὖν εἶπεν, “ἐν ταύταις ὅλος ὁ νόμος κρέμαται, καὶ οἱ προφῆται.”
25tΚΕΦ. ΝΕ.
26tΠερὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως, πῶς υἱὸς Δαβίδ ἐστιν.
27 Διὰ τί ἐρωτᾷ τοὺς Φαρισαίους λέγων, “τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ· τίνος ἐστιν υἱός;” ὅπως λανθανόντως ποιήσῃ αὐτοὺς, καὶ αὐτὸν ὁμολογῆσαι Θεόν· ἐπειδὴ δὲ οὐκ ἀπεκρίναντο τὰ ἀληθῆ περὶ
30αὐτοῦ, ἀλλὰ ἄνθρωπον αὐτὸν ἔφησαν εἶναι ψιλὸν, εἰπόντες ὅτι υἱός ἐστι τοῦ Δαβὶδ, ἀνατρέπων τὴν πεπλανημένην αὐτῶν δόξαν, λοι‐ πὸν ἐπάγει τὸν Δαβὶδ ἐν Πνεύματι Ἁγίῳ μαρτυροῦντα τὴν κυριό‐
τητα αὐτοῦ, καὶ τὸ γνήσιον τῆς υἱότητος, καὶ τὸ ὁμότιμον τὸ184

185

πρὸς τὸν Πατέρα λέγων, “εἶπεν ὁ Κύριος τῷ κυρίῳ μου, κάθου “ἐκ δεξιῶν μου,” καὶ τὰ ἑξῆς· ἐχθρῶν δὲ ἐμνημόνευσεν, ἵνα κἂν οὕτως αὐτοὺς φοβήσας ἐπαναγάγηται· ἀλλ’ ὅμως καὶ ταῦτα ἀκούσαντες, οὐδὲν ἀπεκρίναντο· οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόν‐
5των μαθεῖν· οὕτω δὲ καιρίαν ἐδέξαντο τὴν πληγὴν, ὡς μηκέτι τολμῆσαι τοῖς αὐτοῖς ἐπιχειρῆσαι λοιπόν· “οὐδεὶς γάρ φησιν “ἐτόλμησεν ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐρωτῆσαι αὐτόν.” οὐ μικρῶς δὲ τοῦτο τοὺς ὄχλους ἀποστήσας τοὺς λύκους, καὶ ἀποκρουσά‐ μενος αὐτῶν τὰς ἐπιβουλάς· καὶ γὰρ ὑπὸ κενοδοξίας ἁλόντες τοῦ
10δεινοῦ πάθους καὶ πολυκεφάλου, κερδαίνειν οὐδὲν ἤθελον. παρα‐ καλῶ οὖν, φύγωμεν καὶ τοῦτο τὸ πάθος, τῆς δὲ τοῦ Θεοῦ δόξης μόνον ἐρασταὶ γενώμεθα. Χρυσοστόμου. Ὁρᾷς ὅπως ὑφειμένως εἰσάγει τὴν περὶ αὐτοῦ δόξαν, πρότερον εἶπεν, “τί ὑμῖν δοκεῖ, τίνος υἱός ἐστίν;” ὥστε
15εἰς ἐρώτησιν αὐτοὺς εἰσαγαγεῖν.
16tΚΕΦ. Νϛ.
17tΠερὶ τοῦ ταλανισμοῦ τῶν γραμματέων καὶ Φαρισαίων.
18 Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὀχλοῖς καὶ τοῖς μαθη‐ ταῖς αὐτοῦ.
20 “Τότε” πότε· ὅτε τοὺς Φαρισαίους ἐπεστόμισεν, καὶ ἐπει‐ δήπερ οὐκ εἶχεν αὐτοὺς ἀπὸ βίου ὀρθοῦ ἀξιοπίστους ποιῆσαι, ἀπὸ τῆς καθέδρας καὶ τῆς τοῦ Μωσέως διαδοχῆς τοῦτο ἐργάζεται· πάντα δὲ ποιεῖν αὐτοὺς ἃ λέγουσιν παρακελεύεται, οὐ τὸ περὶ βρωμάτων καὶ θυσιῶν, καὶ ὅσα τοιαῦτα· πῶς γὰρ ἔμελλε περὶ
25τούτων λέγειν ἃ προλαβὼν ἀνεῖλεν; ἀλλὰ πάντα, φησὶ, τὰ διορ‐ θοῦντα ἦθος, καὶ βελτίω ποιοῦντα τρόπον, καὶ τοῖς τῆς καινῆς συμβαίνοντα νόμοις· καὶ οὐκ ἀφιέντα λοιπὸν ὑπὸ τὸν τοῦ νόμου ζυγὸν εἶναι. Διατί οὐκ ἀπὸ τοῦ νόμου τῆς χάριτος ταῦτα θεσπίζει, ἀλλ’
30ἀπὸ τοῦ Μωϋσέως; ἐπειδὴ οὐδέπω ἦν καιρὸς πρὸ τοῦ σταυροῦ ταῦτα διαλέγεσθαι· ἐμοὶ δοκεῖ πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι
προοικονομεῖν αὐτὸν ταῦτα λέγοντα· ἐπειδὴ γὰρ μέλλει κατηγο‐185

186

ρεῖν αὐτὸν, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις τῆς ἀρχῆς αὐτὸν ταύτης ἐρᾷν, ἢ διὰ ἀπέχθειαν ταῦτα ποιεῖν, πρῶτον τοῦτο ἀναιρεῖ· καὶ ἀνύποπτον ἑαυτὸν ποιήσας, τότε ἄρχεται τῆς κατηγορίας· διορθούμενος δὲ τοὺς τότε ἀκούοντας καὶ τοὺς μετὰ ταῦτα, τοῦτο
5ἐκ περιουσίας κελεύει· ὃ πρῶτον μάλιστά ἐστιν εἰς σωτηρίαν συντελοῦν, τὸ μὴ καταφρονεῖν τῶν διδασκάλων, μηδὲ κατεξανί‐ στασθαι τῶν ἱερέων, κἂν διεφθαρμένον βίον ἔχωσιν, ἀλλὰ πάντα ὅσα ἂν λέγωσιν, ἵνα ποιῶσιν οἱ ὄχλοι· οὐ γὰρ τὰ ἑαυτῶν λέγου‐ σιν, ἀλλὰ τὰ τοῦ Θεοῦ· τοῦτο δὲ ποιεῖ ἐκείνοις μὲν πλέον τὸ
10κρίμα ἐργαζόμενος, τοῖς δὲ μαθητευομένοις, οὐδεμιᾶς ἐγκαταλιμ‐ πάνων παρακοῆς πρόφασιν· ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἐπειδὴ φαῦλος ἐστὶν ὁ διδάσκαλος, διὰ τοῦτο ῥαθυμότερος γέγονα, καὶ ταύτην ἀναιρεῖ τὴν πρόφασιν. Τίνος δὲ ἕνεκεν αὐτοὺς ἐλέγχει, καὶ μακροὺς ἀποτείνεται κατ’
15αὐτῶν λόγους; προσφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν· οὐδὲ γὰρ ὅμοιόν ἐστιν ἀπαγορεύειν, καὶ τοὺς πταίσαντας δεικνύναι, ὥσπερ οὐχ ὅμοιον παραινεῖν τὰ δέοντα, καὶ τοὺς κατορθοῦντας εἰς μέσον ἄγειν· διὰ τοῦτο προλαβών φησι, “κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε·” ἵνα γὰρ μὴ νομίσωσι διὰ
20τὸ ἀκούειν αὐτῶν, δεῖν ζηλοῦν αὐτοὺς, ταύτῃ κέχρηται τῇ ἐπιδιορ‐ θώσει, καὶ τὴν δοκοῦσαν αὐτῶν εἶναι τιμὴν, κατηγορίαν ποιεῖται. τί γὰρ διδασκάλου ἀθλιώτερον, ὅταν τοὺς μαθητὰς ἐν τῷ προσέ‐ χειν αὐτοῦ τῷ βίῳ μὴ διασώζει; ὥστε ἡ δοκοῦσα αὐτῶν εἶναι τιμὴ μεγίστη κατηγορία ἐστὶν, ὅταν τοιοῦτον φαίνονται βίον
25ἔχοντες οἷον οἱ ζηλοῦντες διαφθείρονται· τὸ δὲ “λέγουσι καὶ οὐ “ποιοῦσι,” τριπλῆν αὐτοῖς δηλοῖ κατάκρισιν· δι’ ἓν μὲν, ὅτι παραβαίνουσι· δεύτερον δὲ, ὅτι τοιούτους ἄλλους ὀφείλοντες διορ‐ θοῦν, αὐτοὶ χωλεύουσιν, ἔχοντες καὶ τὴν τῶν διδασκάλων τιμήν· τρίτον δὲ, ὅτι καὶ διαφθείρουσι μειζόνως τοὺς μαθητὰς, ἅτε ἐν
30διδασκάλων τάξει τοιαῦτα παρανομοῦντες. Τί σημαίνει τὸ “δεσμεύουσι φορτία βαρέα” καὶ τὰ ἑξῆς; τὸ πολλὴν μὲν καὶ ἄκραν ἀπαιτεῖν ἀσυγγνώστως παρὰ τῶν ἀρχο‐ μένων βίου ἀκρίβειαν, πολλὴν δὲ ἑαυτοῖς ἐπιτρέπειν τὴν ἄδειαν, ὃ τοὐναντίον τὸν ἄριστον ἄρχοντα ἔχειν χρή· ἐν μὲν τοῖς καθ’
35ἑαυτὸν ἀσύγγνωστον εἶναι καὶ πικρὸν δικαστὴν, ἐν δὲ τοῖς τῶν186

187

ἀρχομένων, συγγνωμονικὸν καὶ ἥμερον· οἱ δὲ λόγοις μόνον φιλο‐ σοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ὡς ἄπειροι τῆς δι’ ἔργων δυσκολίας. οὐκ εἶπε δὲ ὅτι οὐ δύνανται, ἀλλ’ “οὐ θέλουσιν,” οὐδὲ πάλιν ὅτι βαστάσαι, ἀλλὰ “δακτύλῳ κινῆσαι,” ὅπερ μεῖζον
5αὐτοῖς ἔγκλημα γίνεται· καὶ ταῦτα μὲν περὶ τῆς ὠμότητος αὐτῶν καὶ ῥαθυμίας· περὶ τῆς δοξομανίας, φησίν· ὅτι “πάντα τὰ ἔργα “αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. πλατύνουσι γὰρ “τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα αὐτῶν.” τὰ μὲν οὖν φυλακτήρια μικρὰ βιβλία εἰσίν· ἐπειδὴ γὰρ συνεχῶς
10ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἐκέλευσεν ἐγγραφῆναι μικροῖς βιβλίοις τὰ θαυμάσια αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· διὸ καὶ ἔλεγεν, “ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς “σου,” ἅτινα ἐκάλουν φυλακτήρια· τὰ δὲ κράσπεδα σημαίνει κλώσμα ὑακίνθινον· τοῦτο γὰρ ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε
15ποιεῖν, καὶ ἐπὶ τῶν ἱματίων περὶ τὴν ὤαν, καὶ περὶ τοὺς πόδας ἀπορράπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκονται τῶν ἐντολῶν· καὶ ἐκαλοῦντο κράσπεδα. δείκνυσιν οὖν αὐτοὺς, οὐκ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγκαίοις κενοδοξοῦντας· οὐδὲ γὰρ εἶχον, ἔρημοι ὄντες κατορθωμάτων, ἀλλ’ ἐπὶ τούτοις τοῖς μικροῖς καὶ εὐτελέσιν,
20τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κράσπεδα μεγαλοποιοῦντες, ὅπερ ἐσχάτης ἀνοίας καὶ κενοδοξίας ἦν· μὴ γὰρ κατόρθωμα τοῦτο ὑπῆρχεν, ἢ τί ὀνίνησιν, ἂν μὴ τὰ ἀπ’ αὐτῶν ἐκέρδαινον φοροῦντες αὐτά. Πρόσταγμα Θεοῦ ὑπῆρχεν διὰ τὸ μεμνῆσθαι τῶν ἑαυτοῦ κατορ‐
25θωμάτων· οὐκ ἐν τούτοις δὲ μόνον ἠνόμουν, ἀλλὰ καὶ ἐν τῷ φιλεῖν τὴν πρωτοκλισίαν, καὶ τὴν πρωτοκαθεδρίαν, καὶ τοὺς ἀσπασμοὺς, καὶ καλεῖσθαι ῥαββί· ταῦτα δὲ εἰ καὶ μικρά τις ἡγεῖται, ἀλλὰ μεγάλων ἐστὶν αἴτια κακῶν, ἐπὶ παντὶ μὲν ἀνθρώπῳ, ἐξαιρέτως δὲ ἐν τοῖς διδασκάλοις· καθάπερ γὰρ ὁ ἄνθρωπος ὅπου ἂν φανῇ, δῆλος
30ἐστὶ διεστηκὼς τῶν ἀλόγων, οὕτω καὶ τὸν διδάσκαλον καὶ φθεγ‐ γόμενον καὶ σιγῶντα καὶ ἀριστῶντα, καὶ ὅ τι οὖν ταῦτα δῆλον εἶναι δεῖ, καὶ ἀπὸ τοῦ βαδίσματος καὶ ἀπὸ τοῦ σχήματος, καὶ ἀπὸ πάντων ἁπλῶς· ταῦτα δὲ ὡς προεῖπον ἔλεγεν, προφυλαττό‐ μενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν· διὸ καὶ ἐπή‐
35γαγεν, “ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββὶ,” καὶ τὰ ἑξῆς, τουτέστι μὴ187

188

ἐπιποθῆτε τὸν θρόνον ἁρπάζειν τὸν διδασκαλικόν· ἀλλὰ γὰρ καὶ βία τοῦτο λαμβάνοντες, ὡς ἀδελφοὶ ἐστὲ, καθὼς καὶ Παῦλος λέγει· “τίς γάρ ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς, τίς δὲ Κηφᾶς, “ἀλλ’ ἢ διάκονοι;” οὐκ εἶπε διδάσκαλοι.
5 Εἰπὼν δὲ “πατέρα μὴ καλέσητε,” οὐχ ἵνα μὴ καλέσωσι λέγῃ, ἀλλ’ ἵνα γινώσκωσι, τίνα Πατέρα κυρίως χρὴ καλεῖν, τουτέστι τὸν Θεόν· καθάπερ γὰρ ὁ διδάσκαλος, οὐκ ἔστι προηγουμένως διδάσκαλος, οὕτως οὐδὲ πατήρ· ὁ γὰρ Θεὸς πάντων αἴτιός ἐστι, καὶ τῶν διδασκάλων καὶ τῶν πατέρων· οὕτως οὖν χρὴ δὲ νοεῖν καὶ
10τὸ μὴ κληθῆναι καθηγητήν. ἀπαγορεύσας τοίνυν χαλεπὸν τῆς κενοδοξίας νόσημα, παιδεύει πῶς ἂν τοῦτο διαφύγοιεν, τουτέστι διὰ ταπεινοφροσύνης· τοῦτο γὰρ δηλοῖ, “ὁ γὰρ μείζων ὑμῶν, “ἔσται διάκονος ὑμῶν,” καὶ “ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.” οὐδὲν γὰρ τοῦ μετριάζειν ἴσον· ὅθεν οὐ μόνον τῶν πρωτείων ἐρᾷν
15κωλύει, ἀλλὰ καὶ τὰ ἔσχατα διώκειν παρακελεύεται. ἐντεῦθεν λοιπὸν εἰς γαστριμαργίαν τοὺς γραμματεῖς καὶ Φαρισαίους κω‐ μῳδεῖ· καὶ τὸ δεινὸν ὅτι οὐκ ἀπὸ τῶν πλουτούντων, ἀλλὰ ἀπὸ τῶν χηρῶν ἐγαστρίζοντο, καὶ τὴν ἐκείνων πενίαν ἐπέτριβον, ἣν διορθοῦσθαι ἔδει· οὐδὲ γὰρ ἁπλῶς ἤσθιον, ἀλλὰ “κατήσθιον.”
20καὶ ὁ τρόπος δὲ τῆς καπηλείας χαλεπώτερος· “προφάσει,” φησὶ, “μακρὰ προσευχόμενοι.” πᾶς μὲν οὖν ἄξιος τιμωρίας, ὁ κακόν τι ποιῶν· ὁ δὲ καὶ τὴν αἰτίαν ἀπὸ εὐλαβείας λαμβάνων, καὶ προσχήματι τοῦτο χρώμενος τῆς πονηρίας, πολλῷ χαλεπωτέρας κολάσεως ὑπεύθυνός ἐστι· καὶ ἐν τῷ εἰπεῖν δὲ “ὅτι κλείετε τὴν
25“βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων,” μεγάλην ἐμφαίνει αὐτῶν κατηγορίαν καὶ ἐνταῦθα. εἰ γὰρ τὸ μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν κατηγορία, τὸ καὶ κωλύειν ἄλλους, ποίαν ἔχει συγγνώμην; Τί δέ ἐστι “τοὺς εἰσερχομένους;” τοὺς ἐπιτηδείους ὄντας·
30πῶς δὲ καὶ ἐκώλυον; διὰ τὸ μηδὲν αὐτοὺς ἐργάζεσθαι ἀγαθόν· τὸ δὲ “περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσή‐ “λυτον,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι οὐδὲ διὰ τὸ μόλις
αὐτὸν σαγηνεῦσαι, καὶ μετὰ μυρίων πόνων τοῦτο αὐτὸ φείδεσθαι188

189

αὐτοῦ παρασκευάζει ὑμᾶς· καὶ γὰρ εἰώθαμεν τῶν μόλις κτισθέν‐ των φείδεσθαι μειζόνως· ἐκείνους δὲ οὐδὲ τοῦτο ἐπιεικεστέρους ἐποίησεν, ὥστε κἂν ἕνα ἐφελκύσασθαι· ὅταν γὰρ τοὺς διδασκά‐ λους ἴδῃ ῥαθύμους ὁ μαθητὴς, χεῖρον αὐτὸς γίνεται. τὸ δὲ “υἱὸν
5“γεέννης” δηλοῖ αὐτογεένναν· “διπλότερον” δὲ εἶπεν, ἵνα καὶ ἐκείνους φοβήσῃ, καὶ τούτων καθάψηται μειζόνως, ὅτι διδάσκαλοι πονηρίας εἰσίν· εἰς ἄνοιαν δὲ αὐτοὺς σκώπτει “μωροὺς” ἀποκα‐ λῶν, ὅτι τῶν μειζόνων ἐντολῶν ἐκέλευον καταφρονεῖν· καὶ μὴν τοὐναντίον ἔμπροσθεν ἔλεγεν, “ὅτι δεσμεύουσι φορτία δυσβά‐
10“στακτα,” ἀλλὰ καὶ ταῦτα ἐποίουν πάλιν κἀκεῖνα. ἔπραττον δὲ τοῦτο, εἰς ἀπάτην καὶ διαφθορὰν τῶν ὑπηκόων. Θεοδώρου Ἡρακλείας. Τὸν “ἐν τῷ ναῷ χρυσὸν,” λέγει, τὰ εἰς δόξαν Θεοῦ χρυσᾶ σκεύη ἀνατιθέμενα ἐν τῷ ἱερῷ, ἤτοι τὰ χρυσᾶ Χερουβὶμ, ἢ τὴν χρυσῆν στάμνον, τὴν ἔχουσαν τὸ μάννα,
15ἅπερ προτιμότερα εἶναι ὑπελάμβανον Ἰουδαῖοι τοῦ ναοῦ· διὸ καὶ κατεγνώσκοντο ὑπὸ τοῦ Κυρίου, ὅτι οὐ μόνον παρεώρουν τοὺς ὀμνύοντας, καὶ συνεχώρουν αὐτοὺς ὀμνύειν, ἀλλ’ ὅτι ἔλεγον οὐδέν ἐστι τὸ κατὰ τοῦ ναοῦ ὀμόσαι, καὶ εἴθιζον τὸν λαὸν ἀδιαφόρως ἐπιορκεῖν κατὰ τοῦτο· διὸ καὶ ὁ Κύριος ἀποφαντικῶς φησὶν, ὅτι ὁ
20ὀμνύων ἐν τῷ ναῷ, κατὰ πάντων τῶν ὄντων ἔσω ἐν τῷ ναῷ ὀμνύει, καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό· ἔχει δὲ ὁ λόγος αἴνιγμα κατ’ αὐτῶν, ἀνθ’ ὧν τὸν Χριστὸν οὐ δεχόμενοι τὴν ἀλήθειαν, τὸν Μωϋσέα καὶ τοὺς δι’ αὐτοῦ τύπους, τιμιωτέρους ἔκρινον τοῦ Χριστοῦ· τὸν ἁγιά‐ ζοντα Μωσέα ἀθετοῦντες, ἐπαινοῦντες δὲ τὸν νόμον, ὥσπερ ἦν καὶ
25ἐπαινετός· οὐχ ὅτι ἔχει τὰς σκιὰς τοὺς τύπους, ἀλλ’ ὅτι προ‐ ανατυποῖ τῆς ἐν Χριστῷ λατρείας τὸ ἀληθὲς μυστήριον. ὡς καλὸς ὁ χρυσὸς, διὰ τὸν ἁγιάζοντα αὐτὸν ναὸν, καὶ καλὸς ὁ οὐρανὸς, διὰ τὸν ἁγιάζοντα αὐτὸν Θεὸν, καὶ ἐνοικοῦντα ἐν αὐτῷ. Ἀπολιναρίου. Ἐπειδὴ γὰρ χρυσὸν ἐθαύμαζον, τὸν ἐν τῷ ναῷ
30χρυσὸν ὑπὲρ τὸν ναὸν ἐτίμων· δέον μὴ τὴν ὕλην τιμᾷν, ἀλλὰ τὸ ὄνομα, ὅτι Θεοῦ ὀνόματι ὁ ναὸς ἀνέκειτο· καὶ ὁ χρυσὸς δὲ τὸ ὄνομα τοῦ ναοῦ, τίμιος ἀπεδείκνυτο· καὶ ἐπειδὴ τῶν θυσιῶν ὀρέγοντο διὰ τὰ ἐξ αὐτῶν κέρδη, τὸ δῶρον τοῦ θυσιαστηρίου μᾶλλον ἐδόξαζον, ὃ πρὶν μὲν ἐπιτεθῆναι τῷ θυσιαστηρίῳ, πρόβατον ἦν, ἢ μόσχος,
35ἢ τί τοιοῦτον· διὰ δὲ τὴν ἐπὶ τὸ θυσιαστήριον ἐπίθεσιν, θυμὸν ἤδη189

190

Θεοῦ ἦν καὶ ὠνομάζετο, καὶ ἅγιον ἐπεδείκνυτο. καὶ γὰρ τὸ μὲν θυσιαστήριον ἐχρίετο τῷ ἁγιάζοντι χρίσματι, τὸ δὲ δῶρον δι’ ἐκείνου μετελάμβανεν ἁγιασμοῦ, οὐ μὴν ἐπῆγε τῶν πνευματικῶν οὕτως. χρυσὸς γὰρ ἐν τῷ νῦν ναῷ Θεοῦ τῷ πνευματικῷ, τὸ πνεῦμα
5ἦν αὐτὸ, καὶ δῶρον ἐπὶ τοῦ πνευματικοῦ θυσιαστηρίου τὸ σῶμα τοῦ Χριστοῦ· διόπερ τὰ ἐνόντα μείζονα νῦν ἢ τὰ δεχόμενα· ταῦτα μὲν γὰρ ἁγιάζει, ἐκεῖνα δὲ ἁγιάζεται. Τί ἐστι τὸ “ἀποδεκατοῦται τὸ ἡδύοσμον,” καὶ τὰ ἑξῆς; ἐνταῦθα μὲν οὖν εἰκότως φησὶν, ἔνθα δεκάτη ἐστιν, τί παρα‐
10βλάπτει τὸ ἐλεημοσύνην διδόναι; ἀλλ’ οὐχ ὡς νόμον τηροῦντας, οὐδὲ γὰρ αὐτὸς λέγει οὕτως. διὰ δὴ τοῦτο, ἐνταῦθα μὲν λέγει, “ταῦτα δὲ ἔδει ποιῆσαι.” ἔνθα δὲ περὶ καθαρσίων καὶ ἀκαθάρτων, οὐκέτι τοῦτο προστίθησιν, ἀλλὰ διαιρεῖ καὶ δείκνυσιν ἐξ ἀνάγκης, τῇ ἔνδον καθαρότητι, καὶ τὴν ἔξω ἑπομένην, τοὐναντίον δὲ οὐκέτι·
15ὅπως μὲν γὰρ φιλανθρωπίας λόγος ἦν, διαφόρως αὐτὸ παρατρέχει· διά τε τοῦτο αὐτὸ, καὶ ἐπειδὴ οὐδέπω καιρὸς ἦν, διαρρήδην καὶ σαφῶς τὰ νόμιμα ἀνελεῖν· ἐν δὲ παρατηρήσει σωματικῶν καθαρ‐ σίων, σαφέστερον ἀνατρέπει. διὰ δὴ τοῦτο, ἐπὶ μὲν τῆς ἐλεημο‐ σύνης φησὶ, “ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι·” ἐπὶ
20δὲ τῶν καθαρσίων οὐχ οὕτως, ἀλλὰ “καθαρίζετε,” φησι, “τὸ “ἔξω τοῦ ποτηρίου,” καὶ τὰ ἑξῆς. καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. ἔλαβε δὲ αὐτὸ, ἀπὸ πράγματος ὡμολογημένου καὶ δήλου, ἀπὸ τοῦ ποτηρίου καὶ τῆς παροψίδος. κώνωπας δὲ ἐκάλεσε τοὺς σωματι‐
25κοὺς καθαρμοὺς, μικρὰ γὰρ ἦν καὶ οὐδέν· κάμηλον δὲ, τὴν κάθαρ‐ σιν τῆς ψυχῆς, ὅπέρ ἐστιν ἀρετή· μεγάλη γάρ ἐστι καὶ ὑψηλή· δεικνὺς ἐκ τούτου, ὅτι περ οὐδεμία βλάβη, ἐκ τοῦ καταφρονεῖν τῶν σωματικῶν καθαρσίων, ὅπερ ἐκεῖνοι ἐποίουν, τὸν κώνωπα διϋλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες· ταῦτα δὲ ἔλεγεν,
30ἐμφαίνων ὅτι καὶ πρινὴ τὴν χάριν παραγενέσθαι, οὐ τῶν προηγου‐ μένων, οὐδὲ τῶν περισπουδάστων αἱ σωματικαὶ καθάρσεις ὑπῆρχον, ἀλλὰ τῆς ψυχῆς· εἰ δὲ πρὸ τῆς χάριτος τοιαῦτα, πολλῷ μᾶλλον ὑψηλῶν ἐλθόντων παραγγελμάτων, ταῦτα ἀνόνητα γέγονεν καὶ καθόλου μετιέναι αὐτὰ οὐ χρή· πανταχοῦ μὲν κακία χαλεπὸν,
35μάλιστα δὲ ὅταν μὴ νομίζει δεῖσθαι διορθώσεως· καὶ τὸ ἔτι190

191

χαλεπώτερον, ὅταν καὶ ἑτέρους οἴηται ἀρκεῖν διορθοῦν. ἅπερ δηλῶν ὁ Χριστὸς, ὁδηγοὺς αὐτοὺς καλεῖ τυφλῶν. ἐσχάτη συμφορὰ καὶ ἀθλιότης ἐστὶ, τὸ καὶ αὐτὸν ἐθέλειν ὁδηγεῖν ἑτέρους. σκοπεῖν χρὴ ἐπὶ πόσον ἄγει τὸ βάραθρον. ταῦτα δὲ ἔλεγεν, αἰνιττόμενος διὰ
5πάντων τὴν δοξομανίαν αὐτῶν, καὶ τὴν σφοδρὰν περὶ τὸ νόσημα τοῦτο λύσσαν. Κυρίλλου Ἀλεξανδρείας. Διὰ τούτων τὸν τῶν Φαρισαίων διαγράφει βίον, παραινῶν μὴ τοῖς ἔξωθεν σχηματισμοῖς πλάτ‐ τεσθαι μόνον, ἀλλ’ ἔχειν καὶ τὰ ἔσωθεν καθαρὰ, τὰ εἰς νοῦν καὶ
10καρδίαν. Θεοδώρου Ἡρακλείας. Ἀνθρωπίναις παραδόσεσιν ἀκολου‐ θοῦντες, ἔπλυνον τὰ ποτήρια καὶ τὰς παροψίδας, ἐμόλυνον δὲ αὐτὰ διὰ τῶν ἔσωθεν ἐπιβαλλομένων ἐν αὐτοῖς, οἶνον ἐκ συκοφαντιῶν πίνοντες, καὶ ἐξ ἁρπαγῆς ἐσθίοντες· διὸ ἀπέχεσθαι τούτων παραγ‐
15γέλλει, ἵνα δι’ ὃν καθαρὸν πίνουσιν οἶνον, οὐκ ἐξ ἀδικίας πορισθέντα, καθαρὸν γένηται καὶ τὸ πινόμενον, ὅπερ ἔσωθέν ἐστι τοῦ ποτηρίου. Ὠριγένους. Οἱ τὴν σωματικὴν ἀρετὴν περιποιούμενοι εἰς τὸ ἐμφανῆ, τὴν δὲ τοῦ ἔσω ἔχοντες ἀκάθαρτον, ὅμοιοι εἰσὶ τῶν πλυνόντων τὸ ἔξωθεν τοῦ ποτηρίου, καὶ διϋλίζοντες τὸν κώνωπα.
20 Τάφους δὲ κεκονιαμένους καλῶν, περὶ τῆς αὐτῆς αὐτοὺς σκώ‐ πτεσθαι δοξομανίας, ἔτι δὲ καὶ τὸ πάντων αἴτιον τῶν κακῶν ἐπιλέγει αὐτοῖς· “ὑποκριταὶ,” ὅπερ ἐστὶν ἀπωλείας ὑπόθεσις· οὐχ ἁπλῶς δὲ τάφους κεκονιαμένους αὐτοὺς ἐκάλεσεν, ἀλλὰ καὶ μεστοὺς ὑποκρίσεως καὶ ἀνομίας, ὅπερ δηλοῖ, ἔξωθεν μὲν αὐτοὺς
25καλλωπίζεσθαι, πάσης δὲ ἁμαρτίας ἔνδον ὑπάρχειν πεπληρωμένους· καθὼς καὶ νῦν εἰσὶ πολλοὶ, τῶν μὲν ἔξωθεν καθαρισμῶν πολλὴν τὴν φροντίδα ποιούμενοι, τῶν δὲ κατὰ ψυχὴν μηδεμίαν, ἀλλὰ σκωλήκων καὶ ἰχώρων καὶ δυσωδίας ἀφάτου· ἐπιθυμιῶν ἀτόπων, λέγω, καὶ πονηρῶν τὴν ψυχὴν ἐμπιπλῶντες. εἰπὼν δὲ ὅτι “οἰκο‐
30“δομεῖτε τοὺς τάφους τῶν προφητῶν,” καὶ τὰ ἑξῆς, οὐχὶ ὡς αὐτῶν τῶν πραγμάτων οἰκοδομούντων τοῦτο εἶπεν, ἀλλὰ τὴν γνώμην αὐτῶν ἐνδιαβάλλων, ὅτι περ καὶ δι’ ὧν λέγουσι καταγνώ‐ σκειν τῶν πατέρων αὐτῶν, “ὅτι εἰ ἦμεν ἐν ταῖς ἡμέραις αὐτῶν, “οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν,” χεί‐
35ρονα πράττοντες αὐτοί. ἐποίουν δὲ τοῦτο οὐ διὰ τιμὴν τῶν σφαγέν‐191

192

των προφητῶν καὶ δικαίων, ἀλλὰ μᾶλλον ἐκπομπεύοντες ταῖς σφαγαῖς, μήποτε μαρανθῇ τῆς τοσαύτης μνήμης ἡ τόλμη. Ὠριγένους. Ὀστέα εἰσὶ νεκρὰ, δύναμις τῆς ἁμαρτίας, ἔργα ἁμαρτιῶν.
5 Τίνος ἕνεκεν καταγινώσκει αὐτῶν ὡς υἱῶν ὄντων τῶν φονευσάν‐ των τοὺς προφήτας; ποῖον γὰρ ἔγκλημα υἱὸν εἶναι ἀνδροφόνου; ἂν μὴ κοινωνῇ τῇ γνώμῃ τοῦ πατρὸς, οὐδέν. ὅθεν διὰ τὴν αἰτίαν ταύτην, ἐκ τούτου τὴν κατὰ συγγένειαν κακίαν αἰνιττόμενος. διὰ τοῦτο γὰρ καὶ ἐπήγαγεν, “ὄφεις, γεννήματα ἐχιδνῶν,” ὡσανεὶ
10ἔλεγεν, ὅτι ὥσπερ ἐκεῖνα ἔοικε τοῖς γονεῦσι κατὰ τὴν ἰοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς πατράσι κατὰ τὸ φονικὸν, πονηροὶ παῖδες, πονηρῶν πατέρων ὄντες. τὸ δὲ “καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον “τῶν πατέρων ὑμῶν,” οὐκ ἐπιτάττων τοῦτο φησὶν, ἀλλὰ προανα‐ φωνῶν τὸ ἐσόμενον, τουτέστι τὴν ἑαυτοῦ σφαγήν· καὶ δεικνὺς
15μείζονα τολμῶντας· οἱ μὲν γὰρ τοὺς προφήτας ἀπέκτειναν, οὗτοι δὲ τὸν δεσπότην τῶν προφητῶν. διὸ καὶ ἐπάγει· “πῶς φύγητε “ἀπὸ τῆς κρίσεως τῆς γεέννης,” ἐκείνους μιμούμενοι τοὺς τὰ τοιαῦτα τετολμηκότας. εἶπε δὲ τοῦτο, φόβον πολὺν αὐτοῖς ἐντιθών. Ὠριγένους. “Υἱοὶ τῶν φονευσάντων,” τὴν κατὰ πονηρίαν
20συγγένειαν αἰνίττεται. Τοῦ αὐτοῦ. Οὐ προστάττων τοῦ ποιῆσαι λέγει τὸ “πληρώ‐ “σατε,” ἀλλὰ σύμβολον αἰνίττεται. Τοῦ Χρυσοστόμου. Τοῦτο οὐχὶ ἐπιτάττοντός ἐστι “ποιήσατε,” ἀλλὰ προλέγοντος καὶ ἀπολογίας ἀποστεροῦντος αὐτούς· ὅτι μηδὲ
25προμαθόντες ἐφυλάξαντο, οὐδὲ ἐκ τῶν ἔμπροσθεν γεγενημένων, οὐδὲ ἐκ τῶν παρ’ αὐτοῦ εἰρημένων, βελτίους ἐγένοντο. Τοῦ αὐτοῦ. Καὶ γὰρ ἐκεῖνοι τοὺς τεκόντας αὐτοὺς ἀναιροῦσι, καὶ ὑμεῖς τοὺς πατέρας τοὺς πονηρούς· πονηροὶ πονηρῶν παῖδες, μᾶλλον δὲ πονηρότεροι· δείκνυσι γὰρ αὐτοὺς μείζονα τολμῶντας·
30αὐτοὶ γὰρ καὶ τὸ τέλος ἐπάγουσι, καὶ τὴν κορωνίδα τῶν κακῶν· οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν ἀμπελῶνα ἐλθόντας ἀπέκτειναν, οὗτοι δὲ καὶ τὸν υἱὸν, διὸ καὶ ἐπάγει, “πῶς φύγητε ἀπὸ τῆς κρίσεως “τῆς γεέννης,” ἐκείνους μιμούμενοι; Περὶ ποίων λέγει, “ἰδοὺ ἐγὼ ἀποστελῶ προφήτας καὶ σοφοὺς,”
35καὶ τὰ ἑξῆς; περὶ τῶν Ἀποστόλων καὶ τῶν μαθητῶν αὐτῶν, καὶ192

193

γὰρ πολλοὶ ἐξ αὐτῶν προεφήτευσαν, ἐξ ὧν ἀπέκτειναν καὶ ἐμαστί‐ γωσαν, καὶ ἐδίωξαν ἀπὸ πόλεως εἰς πόλιν. εὐκαίρως δὲ αὐτοὺς καὶ τοῦ Ἄβελ ἀνέμνησεν, ὅτι περ διὰ φθόνον καὶ ὁ εἰς αὐτὸν φόνος γέγονε. καὶ ὅτι οὐκ ἂν ἔχητε, φησὶν, εἰπεῖν, ὅτι οὐκ ἔγνωτε
5τί ἔπαθεν ὁ τοῦτον ἀποκτείνας Κάϊν· μὴ γὰρ οὐκ ἐτιμωρήσατο χαλεπωτάτῃ δίκῃ τὸν φονέα; ἢ πάλιν οὐκ ἠκούσατε, ὅσα ἔπαθον οἱ πατέρες ὑμῶν, τοὺς προφήτας ἀνελόντες; ταῦτα δὲ ἔλεγε φοβῶν αὐτοὺς, ὅτι ὥσπερ ἐκεῖνοι δίκην ἔδοσαν, οὕτω καὶ οὗτοι ἐσχάτως τιμωρηθήσονται, τολμῶντες τὰ ὅμοια· βουλόμενος δὲ
10ἐπαυξῆσαι τὸν φόβον, φησὶν, “ἀμὴν λέγω ὑμῖν, ἥξει πάντα ταῦτα “ἐπὶ τὴν γενεὰν ταύτην,” τουτέστι εἰς κεφαλὰς ὑμῶν πάντα στρέψω, καὶ σφοδρὰν ποιήσομαι τὴν ἄμυναν. ὁ γὰρ πολλοὺς ἡμαρτηκότας εἰδὼς, καὶ μὴ σωφρονισθεὶς, ἀλλὰ τὰ αὐτὰ καὶ αὐτὸς ἁμαρτῶν, καὶ οὐ τὰ αὐτὰ μόνον, ἀλλὰ πολλῷ χαλεπώτερα, χαλεπωτέραν
15ἐκείνων πολλῷ δίκαιος ἂν εἴη δοῦναι δίκην. καὶ τοῦτο ἐστὶν ὃ φησὶν ὁ Θεὸς ἀλλαχοῦ, “ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, “ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με.” οὐχ ὡς τοῖς ἄλλοις τολμηθέντων ἑτέρων διδόντων δίκας, ἀλλ’ ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέντας, μὴ γενομένων βελτιόνων,
20ἀλλὰ τὰ αὐτὰ πεπλημμεληκότων, τὰς ἐκείνων τιμωρίας ὑποσχεῖν ὄντων δικαίων. Τίς δὲ ἐστὶν οὗτος ὁ Ζαχαρίας, περὶ οὗ εἶπεν “ἕως τοῦ αἵμα‐ “τος Ζαχαρίου υἱοῦ Βαραχίου;” οἱ μὲν τὸν Ἰωάννου πατέρα φασὶν, οἱ δὲ τὸν προφήτην, οἱ δὲ ἕτερον τινὰ διώνυμον ἱερέα, ὃν
25καὶ Ἰωδαὲ φησὶν ἡ Γραφή. ἡμᾶς δὲ ἐκεῖνο σκοπεῖν χρὴ, ὅτι τὸ τόλμημα διπλοῦν ἦν, οὐ γὰρ ἁγίους ἀνῄρουν μόνον, ἀλλὰ καὶ ἐν ἁγίῳ τόπῳ. ταῦτα δὲ λέγων, οὐκ ἐκείνους ἐφόβει μόνον, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο, δεικνὺς ὅτι καὶ οἱ δίκαιοι οἱ πρὸ αὐτῶν ταῦτα ἔπαθον.
30 Διατί πρὸς τὴν πόλιν στρέφει τὸν λόγον; “Ἱερουσαλὴμ” γάρ φησιν, “Ἱερουσαλὴμ,” καὶ τὰ ἑξῆς. παιδεῦσαι καὶ ἐν τούτῳ βουλόμενος τοὺς ἀκούοντας· ἐλεοῦντος δὲ καὶ ταλανίζοντος σχῆμα δεικνύς· διὰ τοῦτο τὸν διπλασιασμὸν ἐπήγαγεν· ἔτι δὲ καὶ σφόδρα
φιλοῦντος· ὥσπερ γὰρ πρὸς ἐρωμένην φιληθεῖσαν μὲν διὰ παντὸς,193

194

καταφρονήσασαν δὲ τοῦ ἐραστοῦ, καὶ διὰ τοῦτο κολάζεσθαι μέλ‐ λουσαν ἀπολογεῖται λοιπὸν, μέλλων ἐπάγειν τὴν κόλασιν· μέμνηται δὲ καὶ τῶν μιαιφονιῶν αὐτῆς, δεῖξαι βουλόμενος, ὅτι οὐδὲ οὕτως ἀπέστη τῆς πρὸς αὐτὴν εὐνοίας. τοῦτο γὰρ δηλοῖ τὸ “ποσάκις
5“ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου,” καὶ τὰ ἑξῆς. καὶ γὰρ ἀεὶ ἑαυτοὺς ἐσκόρπιζον διὰ τῶν ἁμαρτημάτων. ἐνδείκνυται δὲ καὶ τὸ φιλόστοργον διὰ τῆς εἰκόνος τῆς ὥσπερ ὄρνις· καὶ γὰρ τοῦτο τὸ ζῶον θερμόν ἐστι περὶ τὰ ἔγγονα. “ἀλλ’ οὐκ ἠθελήσατε,” φησί· τὸ δὲ “ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος,” τὴν τῆς παρ’ αὐτοῦ
10βοηθείας μέλλουσαν ἔσεσθαι γύμνωσιν. τὸ δὲ “οὐ μή με ἴδητε “ἀπάρτι,” περὶ τοῦ καιροῦ λέγει τοῦ μέχρι τοῦ σταυροῦ. τὸ δὲ “ἕως ἂν εἴπητε εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου,” περὶ τῆς μελλούσης ἡμέρας τῆς δευτέρας αὐτοῦ παρουσίας. τότε γὰρ πάντες αὐτὸν προσκυνήσουσιν· ἀλλ’ οὐδὲν ὄφελος ἐντεῦθεν εἰς
15ἀπολογίαν αὐτοῖς· ὥσπερ οὖν οὐδὲ τοῖς τῆς πολιτείας κακοῖς ἕνεκεν μετανοοῦσι τότε. διόπερ ἕως ἐστὶ καιρὸς, ἐργασώμεθα τὰ ἀγαθά. ὥσπερ γὰρ ἐκείνοις τῆς γνώσεως ὄφελος λοιπὸν οὐδὲν ἔσται τότε, οὕτως οὐδὲ ἡμῖν αὐτοῖς ἐπὶ ταῖς πονηραῖς πράξεσι μετανοοῦσιν ἐκεῖ.
20 Κυρίλλου Ἀλεξανδρείας. Εἰπὼν τοῦτο δείκνυσιν ἑαυτοῦ τὸ θεοπρεπὲς, καὶ ἐν ἀνθρωπίνῃ μορφῇ ὤν· καὶ γὰρ περὶ τοῦ Θεοῦ εἶπεν Μωϋσῆς, “δι’ ἧς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς.” καὶ πάλιν Δαβὶδ, “οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύ‐ “γων σου ἐλπιοῦσιν.”
25 Ὠριγένους. Ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην κηδομένη τῶν τέκνων, καὶ ἑαυτὴν παραδιδοῦσα ὑπὲρ αὐτῶν.
27tΚΕΦ. ΝΖ.
28tΠερὶ συντελείας.
29Τίνος ἕνεκεν προσῆλθον αὐτῷ οἱ μαθηταὶ, ἐπιδεικνύντες τοῦ
30ναοῦ τὸ κάλλος; ἐπειδὴ εἶπεν “ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος·” ὥσπερ θαυμάζοντες εἰ τοσαῦτα ἀφανισθήσονται κάλλη, καὶ ὕλης πολυτέλεια, καὶ τέχνης ποικιλία ἄφατος· διὰ τοῦτο ὑποδεικνύουσιν·
αὐτὸς δὲ οὐκέτι λοιπὸν περὶ ἐρημίας διαλέγεται αὐτοῖς, ἀλλὰ194

195

παντελῆ προαναφωνεῖ τὸν ἀφανισμὸν διὰ τοῦ εἰπεῖν, “οὐ μὴ μείνῃ “λίθος ἐπὶ λίθον.” πῶς οὖν ἔμεινε φησὶ, καὶ τί τοῦτο; οὔτε γὰρ οὕτως διέπεσεν ἡ ἀπόφασις· ἢ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ ταῦτα ἔλεγεν, ἢ περὶ ἐκείνου τοῦ τόπου, ἔνθα ὑπάρχων
5ἔλεγεν, “οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον·” ἔστι γὰρ αὐτοῦ μέρη μέχρι τῶν θεμελίων ἠφανισμένα. Διατί κατ’ ἰδίαν προσῆλθον· ἐπειδὴ περὶ μεγάλων ἔμελλον ἐρωτᾷν. καὶ γὰρ ἐπεθύμουν μαθεῖν τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ, διὰ τὸ σφόδρα ἐπιθυμεῖν τὴν δόξαν ἐκείνην ἰδεῖν, τὴν μυρίων
10ἀγαθῶν οὖσαν αἰτίαν· καὶ δύο ταῦτα ἐρωτῶσιν αὐτὸν, πότε ταῦτα ἔσται; τουτέστιν ἡ τοῦ ναοῦ κατασκαφή· καὶ τί τὸ σημεῖον τῆς αὐτοῦ παρουσίας; αὐτοὶ δὲ ἐπειδὴ τὰ ἀγαθὰ μόνον ὠνειροπόλουν, καὶ εὐθέως αὐτὰ ἀπαντήσεσθαι προσεδόκουν, διὰ τοῦτο πάλιν αὐτοῖς χαλεπὰ προαναφωνεῖ, ἐναγωνίους ποιῶν καὶ κελεύων διπλῶς
15νήφειν, ὡς μήτε ὑπὸ τῆς ἀπάτης τῶν παραζηλωμένων φενακισθῆ‐ ναι· διπλοῦς γὰρ ὁ πόλεμος ἔσται φησὶν, ὅ τε τῶν πλάνων, ὅ τε τῶν πολεμίων· πολέμους δὲ τοὺς ἐν Ἱεροσολύμοις λέγει· οὐ γὰρ δὴ τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης γινομένους· τί γὰρ αὐτοῖς μέλει τοῦτο; διὰ τὸ οὖν καὶ ταῦτα ἱκανὰ ὑπάρχειν αὐτοὺς
20θορυβῆσαι, διὰ τοῦτο οὖν προεῖπε πάντα· λιμοὺς δὲ καὶ λοιμοὺς καὶ σεισμοὺς γενέσθαι λέγει, ὡς αὐτοῦ πολεμοῦντος τοὺς Ἰου‐ δαίους· δεικνὺς καὶ διὰ τούτων, ὅτι τοὺς πολέμους αὐτὸς εἴασεν ἐπελθεῖν. εἶπε δὲ “μὴ θροεῖσθε,” ἵνα μὴ τὰς νιφάδας τῶν κακῶν ἀκούοντες νομίσωσι διασπᾶσθαι τὸ κήρυγμα· ἔσται μὲν γάρ, φησι,
25θόρυβος καὶ ταραχή· τοὺς δὲ ἐμοὺς οὐδεὶς διασαλεύσει χρησμούς. Ἐπειδὴ δὲ ἐνόμιζον οἱ μαθηταὶ ἅμα τῇ κατασκαφῇ τῶν Ἱερο‐ σολύμων καὶ τὴν συντέλειαν ἔσεσθαι, διορθούμενος καὶ ταύτην αὐτῶν τὴν ὑπόνοιαν, ἔλεγεν, “ἀλλ’ οὔπω τὸ τέλος.” τὸ δὲ “ἔθνος “ἐπὶ ἔθνος καὶ βασιλείαν ἐπὶ βασιλείαν” ἔσεσθαι περὶ τῶν
30προοιμίων εἶπε τῶν Ἰουδαϊκῶν, καὶ τὸ “παραδώσουσιν ὑμᾶς εἰς “θλίψεις,” καὶ τὰ ἑξῆς πάντα ἕως καὶ “τότε ἥξει τὸ τέλος” καὶ τῆς συντελείας λέγει τῶν Ἱεροσολύμων· εἰ δέ τις εἴποι, καὶ πόθεν δῆλον ὅτι πρὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων ἐκηρύχθη τὸ Εὐαγ‐ γέλιον ἐν ὅλῳ τῷ κόσμῳ, ἀκουσάτω τί φησιν ὁ Παῦλος “εἰς
35“πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.” καὶ πάλιν, “τοῦ195

196

“Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν “οὐρανὸν,” καὶ τοῦτον δὲ αὐτὸν ἴδομεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱσπανίαν τρέχοντα. εἰ δὲ εἰς τοσοῦτον μέρος κατέλαβεν, ἐννοή‐ σωμεν πόσα καὶ οἱ λοιποὶ Ἀπόστολοι εἰργάσαντο. καὶ πάλιν δὲ
5ὁ αὐτὸς Ἀπόστολος λέγει περὶ τοῦ Εὐαγγελίου, ὅτι ἔστι “καρπο‐ “φορούμενον καὶ αὐξανόμενον ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν “οὐρανόν.” Θεοδώρου Ἡρακλείας. Ἐξελθὼν τοῦ ἱεροῦ ὁ Κύριος, διδά‐ σκει μὴ προσέχειν τοῖς ἐπιγείοις, κἂν Θεῷ ἀνάκειμα ᾖ.
10 Τοῦ αὐτοῦ. Πολλὰ ἐθλίβησαν οἱ Ἀπόστολοι ὑπὸ Ἰουδαίων καὶ ἐθνῶν ἐπιβουλευόμενοι, οἳ καὶ ἐσκανδαλίζοντο κατ’ αὐτῶν. Ὠριγένους. Οἱ τὴν πλατείαν καὶ εὐρύχωρον ὁδεύοντες ὁδὸν ἐσκανδαλίζοντο. Θεοδώρου Ἡρακλείας. Ψευδοπροφήτας λέγει τοὺς αἱρετι‐
15κοὺς τοὺς πλανήσαντας πολλοὺς τῶν ἀκεραιοτέρων ἐπὶ τῆς συν‐ τελείας. Τοῦ Χρυσοστόμου. Εὐκαίρως παρενέβαλλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν. οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τὸ προσθεῖναι “διὰ τὸ ὄνομά μου.”
20 Τί δὲ ἐστὶν “εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν;” ὅτι ἐκηρύχθη μὲν πανταχοῦ, οὐκ ἐπιστεύθη δὲ πανταχοῦ. εἰς ἔλεγχον οὖν ἔσται καὶ εἰς κατηγορίαν τοῖς μὴ πιστεύσασιν· καὶ γὰρ οἱ πιστεύσαντες κατηγορήσωσι τῶν μὴ πιστευσάντων, καὶ κατακρινοῦσιν αὐτούς. διατί δὲ μετὰ τὸ κηρυχθῆναι εἰς πᾶσαν τὴν οἰκουμένην τὸ Εὐαγ‐
25γέλιον ἀπόλλυται τὰ Ἱεροσόλυμα; ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν οἱ Ἰουδαῖοι ἀγνωμονοῦντες. οἱ γὰρ εἰδότες τὴν αὐτοῦ δύναμιν πανταχοῦ διαλάμψασαν, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν, τίνα ἂν ἔχοιεν συγγνώμην λοιπὸν, ἐπὶ τῆς αὐτῆς ἀγνω‐ μοσύνης μείναντες; “βδέλυγμα” δὲ τὸν ἀνδριάντα τοῦ τότε
30ἑλόντος τὴν πόλιν εἶπεν· “ἐρημώσεως” δὲ, ὡς ἐρημώσαντος τὴν πόλιν καὶ τὸν ναόν. διὰ δὲ τοῦ εἰπεῖν, “ὅταν ἴδητε,” ἐσήμανε τὸ ἔτι ζώντων τινῶν ἐξ αὐτῶν, τότε ταῦτα ἔσται. Θεοδώρου Ἡρακλείας. “Βδέλυγμα ἐρημώσεως” καθολικῶς ὁ Ἀντίχριστος, γέγονε δὲ καὶ βδέλυγμα τῆς ἐρημώσεως Ἱερου‐
35σαλὴμ ἡ εἰκὼν Καίσαρος, ἣν ἀνέστησε Πιλάτος ἐν τῷ ναῷ.196

197

Θεοδωρήτου Ἐπισκόπου Κύρου. Τὸ ῥητὸν τοῦτο πολλαχῶς ἐννοεῖται παρὰ τοῖς θείοις πατράσι· καὶ πρῶτον μὲν εἰσενήνεκται τὸ “βδέλυγμα τῆς ἐρημώσεως” εἰς τὸν θεῖον νεὼν, ὅτε τὸν βωμὸν τῷ Διῒ ἀνέστησεν ὁ δυσσεβὴς βασιλεὺς Ἀντίοχος· καὶ χοῖρον γὰρ
5ἐν αὐτῷ προσενήνοχεν εἰς θυσίαν, καὶ προσωνόμασε Διὸς Ὀλυμ‐ πίου τὸν ἐν Ἱεροσολύμοις ναόν. εἶτα μετ’ ἐκεῖνον πάλιν, Πόντιος Πιλᾶτος ἡγεμονεύων ἐν Ἱεροσολύμοις, νύκτωρ εἰς τὸν θεῖον ναὸν τὰς βασιλικὰς εἰσεκόμισεν εἰκόνας, παρὰ τὸν θεῖον νόμον. μετὰ τούτους δὲ ἐπὶ τῆς συντελείας τοῦτο γενήσεται· τὸ γὰρ ἀληθινὸν
10“βδέλυγμα τῆς ἐρημώσεως” τοῦ κόσμου, ἤτοι “ὁ ἄνθρωπος τῆς “ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας,” λέγω δὴ ὁ Ἀντίχριστος, καθεσθή‐ σεται εἰς τὸν ἐν Ἱεροσολύμοις ναὸν βλασφημῶν, καὶ ἀποδεικνύων ἑαυτὸν εἶναι Θεόν. Θαλασσίου Μονάχου Καὶ Πρεσβυτέρου. Χρὴ δὲ καὶ ἑτέρως
15ἐκ τῶν καθ’ ἡμέραν συμβαινόντων τῇ ἀνθρωπίνῃ φύσει παθῶν νοῆσαι τὸ ῥητόν· σκοπῶμεν δὲ οὕτως. ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν λαμβάνοντες οἱ δαίμονες τὰς ἀφορμὰς, τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς· εἶτα διὰ τούτων πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας·
20ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν αὐτὸν εἰς τὴν κατὰ διάνοιαν ἁμαρ‐ τίαν, καὶ ταύτης ἀποτελεσθείσης, ἄγουσιν αὐτὸν λοιπὸν αἰχμά‐ λωτον εἰς τὴν πρᾶξιν. μετὰ δὲ ταύτην λοιπὸν οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες, σὺν αὐτοῖς ἀναχωροῦσιν. μένει δὲ μόνον ἐν τῷ ναῷ τὸ εἴδωλον τῆς ἁμαρτίας, περὶ οὗ φησὶν ὁ
25Κύριος· “ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως,” καὶ τὰ ἑξῆς. ὅτι δὲ τόπος ἅγιος καὶ ναὸς ὁ νοῦς ὑπάρχει τοῦ ἀνθρώπου, μαρ‐ τυρεῖ ὁ Παῦλος λέγων· “οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν,” καὶ τὰ ἑξῆς. καὶ πάλιν, “εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ “τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινες ἐστὲ
30“ὑμεῖς.” τοίνυν σαφῶς ἀποδέδεικται, ὅτι τόπος ἅγιος καὶ ναὸς ὑπάρχει ὁ νοῦς τοῦ ἀνθρώπου, ἐν ᾧ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον τῆς ἁμαρτίας ἔστησαν. “τότε,” πότε; ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως ᾖ ἐν
τόπῳ ἁγίῳ· οὐ μόνον δὲ περὶ τοῦ ἀνδριάντος λέγει τοῦτο, ἀλλὰ197

198

καὶ τῶν στρατοπέδων. φευγέτωσαν δὲ εἶπεν, ὡς οὐδεμίαν λοιπὸν ἐλπίδα σωτηρίας ἐχόντων. ὥσπερ ἐν τοῖς προτέροις εἶχον πολέμοις· οὐ γὰρ ἔσται τίς μεταβολὴ νῦν, ὥσπερ ἔμπροσθεν γέγονεν· ἀγαπητὸν γάρ φησι τὸ κἂν γυμνῷ τῷ σώματι σωθῆναι λοιπὸν,
5διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δωμάτων οὐκ ἀφίεισιν εἰς τὴν οἰκίαν εἰσελθεῖν, ὥστε ἆραι τὰ ἱμάτια· τὰ ἄφυκτα δηλῶν κακὰ, καὶ τὴν ἀπέραντον συμφορὰν, καὶ ὅτι τὸν ἐμπεσόντα ἀνάγκη πάντως ἀπολέσθαι. διὰ τοῦτο καὶ τὸν ἐν τῷ ἀγρῷ, προστίθησι λέγων· “μηδὲ “οὗτος ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ,” εἰ γὰρ οἱ ἔνδον ὄντες
10φεύγουσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν οὐ χρὴ καταφεύγειν ἐκεῖ. “Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις,” ταῖς μὲν διὰ τὸ νωθρότερον καὶ τὸ μὴ δύνασθαι φεύγειν εὐκόλως, τῷ φορτίῳ τῆς κυήσεως βαρουμέναις· ταῖς δὲ διὰ τὸ δεσμῷ κατέχεσθαι τῷ τῆς συμπαθείας τῶν παιδίων, καὶ μὴ δύνασθαι
15συνδιασώζειν τὰ θηλάζοντα· χρημάτων μὲν γὰρ καταφρονῆσαι εὔκολον, καὶ προνοῆσαι ῥᾴδιον ἱματίων, τὰ δὲ ἀπὸ τῆς φύσεως, πῶς ἄν τις διαφύγῃ; πῶς γὰρ ἂν ἡ ἔγκυος γένηται κούφη; πῶς δὲ ἡ θηλάζουσα δυνήσεται τοῦ τεχθέντος καταφρονῆσαι; Διατί εἶπε “προσεύχεσθε” καὶ τὰ ἑξῆς; ἐν χειμῶνι μὲν διὰ
20τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ· ἐν σαββάτῳ δὲ, διὰ τὴν αὐθεντείαν τὴν ἀπὸ τοῦ νόμου. ἐπειδὴ γὰρ φυγῆς χρεία, καὶ φυγῆς ταχίστης, οὔτε δὲ ἐν σαββάτῳ Ἰουδαῖοι φυγεῖν ἐτόλμων διὰ τὸν νόμον, οὔτε δὲ ἐν χειμῶνι διὰ τὸ δύσκολον· ὅθεν δῆλον ὅτι πρὸς Ἰουδαίους ὁ λόγος αὐτῷ, καὶ περὶ τῶν ἐκείνους καταληψο‐
25μένων κακῶν διαλέγεται. οὐ γὰρ δὴ οἱ Ἀπόστολοι ἔμελλον τὸ σάββατον τηρεῖν· ἢ ἐκεῖ ἔσεσθε, ἡνίκα Οὐεσπασιανὸς ἐπέβη τῇ πόλει· καὶ γὰρ ἔφθησαν προαπελθόντες οἱ πλείους ἐκ τοῦ βίου· εἰ δέ τις ἐναπελείφθη, ἐν ἄλλοις τῆς οἰκουμένης διέτριβε τόποις τότε. τὸ δὲ “ἔσται θλίψις οἵα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται,”
30μηδεὶς νομίσῃ τοῦτο ὑπερβολικῶς εἰρῆσθαι, ἀλλ’ ἐντυχὼν τοῖς τοῦ Ἰωσήπου συγγράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλή‐ θειαν. οὐδὲ γὰρ ἂν ἔχοι τις εἰπεῖν ὅτι πιστὸς ὢν ὁ ἄνθρωπος εἰς τὸ συστῆσαι τὰ εἰρημένα ἐξώγκωσε τὴν τραγῳδίαν· καὶ γὰρ
Ἰουδαῖος καὶ ζηλωτὴς, καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν.198

199

τί οὖν οὗτος φησί; ὅτι πᾶσαν ἐνίκησε τραγῳδίαν ἐκεῖνα τὰ δεινὰ, καὶ πόλεμος οὐδεὶς οὐδέποτε τοιοῦτος τὸ ἔθνος κατέλαβε. τοσοῦτος γὰρ ἦν ὁ λιμὸς, ὡς αὐταῖς ταῖς μητράσι περιμάχητον εἶναι τὴν τεκνοφαγίαν, καὶ ὑπὲρ τούτου πολέμους γίνεσθαι. πολλοὺς δὲ καὶ
5νεκροὺς γενομένους κατὰ μέσας ἀναρρηγνῦσθαι τὰς γαστέρας ἔφη· πάνυ δὲ πρεπόντως γέγονεν ἡ ὑπερβολὴ αὕτη τῶν κακῶν ὑπὲρ τὰ ἔμπροσθεν. καὶ μετὰ ταῦτα τόλμημα οὕτω παράνομον καὶ φρι‐ κῶδες, τὸν τῆς κτίσεως ἁπάσης δεσπότην θανάτῳ παραδοῦναι. Τί ἔστιν “εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι;” εἰ ἐπὶ πλεῖον,
10φησὶν, ἐκράτησεν ὁ πόλεμος τῶν Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἂν ἀπώλοντο Ἰουδαῖοι· πᾶσαν γὰρ σάρκα ἐνταῦθα, τὴν Ἰουδαϊκὴν λέγει, καὶ ὅτι οἱ ἔξω καὶ οἱ ἔνδον διεφθάρησαν ἄν· οὐ γὰρ δὴ μόνον τοὺς ἐν Ἰουδαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους ἀπεκήρυττον τότε, καὶ ἤλαυνον διὰ τὸ πρὸς ἐκείνους
15μῖσος. διὰ δὲ τοὺς ἐκλεκτοὺς, φησὶν, ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι· “ἐκλεκτοὺς” δὲ λέγει τοὺς πιστοὺς τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς· ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι διὰ τὸ κήρυγμα, καὶ διὰ τὸ προσκυνεῖσθαι τὸν Χριστὸν, ταῦτα γέγονε τὰ κακὰ, δεικνὺς ὅτι οὐ μόνον οἱ πιστοὶ τούτων αὐτοῖς οὐκ ἐγένοντο
20αἴτιοι, ἀλλ’ ὅτι εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόρριζον ἅπαντες ἀπώλοντο. εἰ γὰρ συνεχώρησεν ὁ Θεὸς ἐκταθῆναι τὸν πόλεμον ἐπὶ πλεῖον, οὐδ’ ἂν λείψανον ἔμεινεν Ἰουδαίων· ἀλλ’ ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. διὰ τοῦτο φησὶ, “διὰ
25“δὲ τοὺς ἐκλεκτοὺς,” καὶ τὰ ἑξῆς. Χρὴ δὲ σκοπῆσαι τὴν τοῦ παναγίου Πνεύματος οἰκονομίαν, ὅτι τούτων οὐδὲν ἔγραψεν ὁ Ἀπόστολος Ἰωάννης, ἵνα μὴ δόξῃ ἐξ αὐτῆς τῶν γεγενημένων τῆς ἱστορίας γράφειν. καὶ γὰρ μετὰ τὴν ἅλωσιν ἔζη χρόνον πολύν. ἀλλ’ οἱ πρὸ τῆς ἁλώσεως ἀποθανόντες Ἀπό‐
30στολοι καὶ Εὐαγγελισταὶ καὶ μηδὲν τούτων ἑωρακότες, αὐτοὶ γράφουσι τὰ περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ὥστε πάν‐ τοθεν προλάμπειν τῆς προρρήσεως τὴν ἰσχύν. πληρώσας τὰ περὶ τῶν Ἱεροσολύμων, εἰς τὴν ἑαυτοῦ διαβαίνει λοιπὸν δευτέραν
παρουσίαν, καὶ λέγει τοῖς μαθηταῖς τὰ σημεῖα, οὐκ ἐκείνοις199

200

χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν, καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις· τότε φησὶν, ἐάν τις ὑμῖν εἴπῃ, “ἰδοὺ ὧδε ὁ Χριστὸς,” καὶ τὰ ἑξῆς. τότε ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώ‐ ματα τῆς αὐτοῦ παρουσίας, τῆς μελλούσης μετὰ ταῦτα. οὐ γὰρ
5ὥσπερ ἐν τῇ προτέρᾳ ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, οὕτω καὶ τότε φησὶν, ἀλλὰ φανερῶς καὶ μετὰ περιφανείας ἁπάσης, καὶ ὡς μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλ‐ λοντος. οὐ μικρὸν δὲ τοῦτο σημεῖον τοῦ λανθανόντως παραγενέσθαι. χρὴ δὲ σκοπῆσαι πῶς ἐνταῦθα οὐδὲ περὶ πολέμου διαλέγεται,
10οὐδὲ περὶ τῆς παρουσίας αὐτοῦ διακρίνει λόγον, ἀλλὰ περὶ τῶν ἀπάτῃ ἐπιχειρούντων, “ἐλεύσονται γάρ,” φησι, “καὶ ἀπατήσουσι “πολλούς.” οἱ δὲ πρὸ τῆς δευτέρας αὐτοῦ παρουσίας, οἳ καὶ ἐκείνων ὄντες πικρότεροι, δώσωσι, φησὶ, σημεῖα καὶ τέρατα, καὶ τὰ ἑξῆς. δείκνυσιν οὖν τινας καὶ διακονησομένους τῷ Ἀντιχρίστῳ.
15λέγει δὲ καὶ ὁ Ἀπόστολος περὶ αὐτοῦ· “ὅτι ἔσται ἡ παρουσία “αὐτοῦ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις “καὶ τέρασι ψεύδους.” “ἰδοὺ,” φησὶ, “προείρηκα ὑμῖν· ἐὰν οὖν “εἴπωσιν ὑμῖν ἰδοὺ ἐν τῇ ἐρήμῳ,” καὶ τὰ ἑξῆς. οὐκ εἶπεν, ἀπέλ‐ θετε μὲν πρὸς αὐτὸν, μὴ πιστεύσητε δὲ, ἀλλὰ “μὴ ἐξέλθητε,”
20μὴ ἀπέλθητε. καὶ γὰρ πολλὴ τότε ἡ ἀπάτη· διὰ τοῦτο καὶ σημεῖα γίνεται ἀπάτης· καὶ τὴν μὲν τοῦ Ἀντιχρίστου παρουσίαν ἐν τόπῳ λέγει, τὴν δὲ αὐτοῦ “ὥσπερ ἡ ἀστραπὴ,” φησὶν, “ἐξέρ‐ “χεται,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτον ἐστίν. ἡ ἀστραπὴ οὕτω φαίνεται ὥστε μὴ δεῖσθαι τοῦ ἀπαγγέλλοντος, μηδὲ τοῦ
25κηρύσσοντος, ἀλλὰ καὶ τοῖς ἐν οἰκίαις καθημένοις, καὶ τοῖς ἐν θαλάμοις, ἐν ἀκαριαίῳ ῥοπῇ κατὰ τὴν οἰκονομίαν δείκνυται πᾶσιν· οὕτως ἔσται ἡ παρουσία ἐκείνη, ὁμοῦ πανταχοῦ φαινομένη διὰ τὴν ἔκλαμψιν τῆς δόξης. λέγει δὲ καὶ ἕτερον σημεῖον, “ὅτι ὅπου “τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ,” τουτέστι τὸ πλῆθος τῶν Ἀγγέλων,
30καὶ τῶν μαρτύρων, καὶ τῶν ἁγίων πάντων, μετὰ Χριστοῦ εὑρε‐ θήσεται. Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων, καὶ τὰ ἑξῆς.
Ποίων ἡμερῶν θλίψιν λέγει; τοῦ Ἀντιχρίστου καὶ τῶν ψευδο‐200

201

προφητῶν· θλίψις γὰρ ἔσται τότε μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων, ἀλλ’ οὐκ ἐκτείνεται εἰς μῆκος χρόνου· εἰ γὰρ ὁ Ἰουδαϊκὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον ὁ πειρασμὸς οὗτος συσταλήσεται διὰ τοὺς ἐν τῷ τότε καιρῷ τῆς
5ἐν κόσμῳ συντελείας ὑπάρχοντας ἐκλεκτούς. διὰ τοῦτο οὐκ εἶπε μετὰ τὴν θλίψιν μόνον, ἀλλὰ καὶ “εὐθέως” προσέθηκεν· ὁμοῦ μὲν γὰρ σχεδὸν πάντα γίνεται. οἵτε γὰρ ψευδοπροφῆται καὶ ψευδό‐ χριστοι θορυβήσουσι παραγενόμενοι, καὶ εὐθέως αὐτὸς ὁ δεσπότης παρέσται· καὶ γὰρ οὐ μικρὰ τότε μέλλει κατέχειν ταραχὴ τὴν
10οἰκουμένην· παραγίνεται δὲ, μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως. καὶ γὰρ ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ. τὰ δὲ ἄστρα πεσεῖται, ὅτι οὐκ ἔστιν αὐτῶν χρεία λοιπὸν, νυκτὸς οὐκ οὔσης. “αἱ δυνάμεις δὲ τῶν οὐρανῶν σαλευθήσονται,” διότι τοσαύτην
15μεταβολὴν ὁρῶσι γινομένην. εἰ γὰρ ὅτε ἐγένοντο τὰ ἄστρα, οὕτως ἔφριξαν καὶ ἐθαύμασαν, πῶς ἂν μὴ φρίξωσιν ὁρῶντες πάντα μεταρρυθμιζόμενα, καὶ τοὺς συνδούλους αὐτῶν διὰ τὰς εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην δικαστηρίῳ, καὶ τοὺς ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας γενομένους,
20λόγον ἀπαιτουμένους περὶ πάντων ὧν ἔπραξαν. Περὶ ποίου σημείου λέγει, ὅτι φανήσεται ἐν τῷ οὐρανῷ; περὶ τοῦ σταυροῦ, ὅστις τοῦ ἡλίου φαιδρότερος ἔσται. εἰ γὰρ ἐκεῖνος σκοτίζεται καὶ κρύπτεται, οὗτος δὲ φανήσεται, πρόδηλον ὅτι πολλῷ τῶν ἡλιακῶν ἀκτίνων λαμπρότερος δειχθήσεται. τίνος δὲ ἕνεκεν, καὶ
25διὰ ποίαν αἰτίαν φανεῖται; ὥστε ἐκ περιουσίας πολλῆς ἐπιστο‐ μισθῆναι τὴν τῶν Ἰουδαίων ἀναισχυντίαν· καὶ γὰρ δικαίωμα μέγιστον ἔχων τὸν σταυρὸν, οὕτω παραγίνεται εἰς ἐκεῖνο τὸ δικαστήριον ὁ Χριστὸς, οὐχὶ τὰ τραύματα μόνον ἀλλὰ καὶ τὸν θάνατον τὸν ἐπονείδιστον δεικνὺς, “καὶ κόψονται τότε πᾶσαι αἱ
30“φυλαὶ τῆς γῆς·” οὐ γὰρ χρεία κατηγορίας. Διατί δὲ ὅταν ἴδωσι τὸν σταυρὸν κόψονται; ἐπειδὴ ἐσταύρωσαν ὃν προσκυνῆσαι ἔδει. τοῦ σταυροῦ δὲ ἐμνημόνευσεν, ἵνα μὴ νομί‐ σωσιν οἱ Ἀπόστολοι πᾶσι σκυθρωπόν τι ἔσεσθαι τότε, ἐπήγαγε λέγων· “καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον,” καὶ τὰ
35ἑξῆς. οὐκ ἐπὶ τοῦ σταυροῦ ἀλλ’ ἐν νεφέλῃ, καθὼς καὶ ἀνελήφθη.201

202

“καὶ ἐξαποστελεῖ,” φησὶ, “τοὺς Ἀγγέλους αὐτοῦ μετὰ σάλ‐ “πιγγος μεγάλης,” καὶ τὰ ἑξῆς. ἐννοήσωμεν, ἀγαπητοὶ, ἀπὸ μὲν τῶν κολάσεων, καὶ τὰ αὐτοὺς ἀναμένοντα βασανιστήρια, ὅτι περ καὶ τῶν ἐκλεκτῶν χωρίζονται, καὶ τῇ γεέννῃ παραδίδονται.
5τίνος δὲ ἕνεκεν δι’ Ἀγγέλων καλεῖ τοὺς ἐκλεκτοὺς, οὕτως φανερῶς αὐτὸς ἐρχόμενος; τιμῶν αὐτοὺς καὶ ἐν τούτῳ. ἀναστάντες μὲν γὰρ αὐτοὺς συλλέξουσιν Ἄγγελοι· συλλεγέντες δὲ ἁρπάσουσιν ἐν νεφέλαις. ταῦτα δὲ πάντα ἐν ἀκαριαίῳ γίνεται, ἐν ἀτόμῳ· οὐ γὰρ δὴ ἄνω μένων αὐτοὺς καλεῖ, ἀλλ’ αὐτὸς ἔρχεται ἐν σάλπιγγι.
10καὶ τί βούλονται αἱ σάλπιγγες καὶ ἡ ἠχή; πρὸς ἀνάστασιν, πρὸς εὐφροσύνην, πρὸς παράστασιν τῶν γινομένων ἐκπλήξεως, πρὸς ὀδύνην τῶν ἀπολιμπανομένων. οἴμοι, ἀπὸ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς. καὶ μᾶλλον μὲν ἔδει χαίρειν ἡμᾶς, ὅταν ταῦτα ἀκούω‐ μεν, ἀλλὰ τοὐναντίον ἀλγοῦμεν καὶ κατηφεῖς ἐσμὲν, καὶ σκυθρω‐
15πάζομεν· ἢ μόνον ἐγὼ ταῦτα πάσχω, ὑμεῖς δὲ χαίρετε ἐν τῇ τούτων ἀκροάσει. ἐμοὶ μὲν οὖν καὶ φρίκη τίς ἐπέρχεται, λεγο‐ μένων τούτων, καὶ πικρὸν ὀδύρομαι, καὶ ἐκ βαθυτάτης στενάζω καρδίας· οὐδὲν γὰρ τῶν ἀγαθῶν ἐκείνων πρός με, ἀλλ’ ἢ μετὰ τῶν ἀφρόνων παρθένων καταδίκη, ἢ μετὰ τοῦ χώσαντος τὸ τάλαν‐
20τον, ὅπερ ἔλαβεν, ἢ μετὰ τοῦ πονηροῦ δούλου. διὰ ταῦτα δακρύω, ὅσης δόξης ἐκπίπτειν μέλλομεν, ὅσης ἐλπίδος ἀγαθῶν, καὶ τοῦτο διηνεκῶς, ἵνα μικρὸν σπουδάσωμεν. εἰ γὰρ πόνος πολὺς ἦν, καὶ νόμος βαρὺς, ἔδει μὲν καὶ οὕτως πάντα ποιεῖν. Καὶ μετ’ ὀλίγον— Ἐν γῇ ἀγωνίζῃ, καὶ ἐν οὐρανῷ ὁ στέφανος· ἐν δύο ἡμέραις
25τρέχεις, καὶ εἰς ἀγήρους αἰῶνας τὰ βραβεῖα· ἐν φθαρτῷ σώματι ἡ πάλη, καὶ ἐν ἀφθάρτῳ ἡ τιμή.
27tΚΕΦ. ΝΗ.
28tΠερὶ τῆς ἡμέρας καὶ ὥρας.
29Τίνος οὖν ἕνεκεν τὸ παράδειγμα τέθεικε τῆς συκῆς λέγων,
30“ἀπὸ δὲ τῆς συκῆς μάθετε,” καὶ τὰ ἑξῆς; ἐπειδήπερ ἐζήτουν οἱ μαθηταὶ μεθ’ ὅσον χρόνον καὶ αὐτὴ κυρίως ἡ ἡμέρα τῆς παρουσίας αὐτοῦ ἀπαντήσεται, οὐ διὰ τῆς παραβολῆς μόνον, ἀλλὰ καὶ διὰ τῶν μετὰ ταῦτα λέξεων τοῦτο ἐδήλωσεν εἰπὼν, “γινώσκετε ὅτι
“ἐγγύς ἐστιν ἐπὶ θύραις.” ἐντεῦθεν δὲ καὶ ἕτερόν τι προφητεύει,202

203

θέρος πνευματικὸν καὶ γαλήνην ἐσομένην κατ’ ἐκείνην τὴν ἡμέραν· ἀπὸ χειμῶνος τοῦ παρόντος τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους, ὅπερ ἐν τοῖς ἑξῆς ἐδήλωσεν εἰπὼν, τρυφώντων αὐτῶν ἐπιστήσεσθαι τὴν ἡμέραν. οὐ διὰ τοῦτο δὲ μόνον
5τὸ τῆς συκῆς τοῦτο τέθεικε παράδειγμα, ἵνα τὸ διάστημα δηλώσῃ, ἐξῆν γὰρ καὶ ἑτέρως αὐτὸ παραστῆσαι, ἀλλὰ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον, οὕτως ἐκβησόμενον πάντως, ὥσπερ ἀνάγκῃ γενέσθαι. καὶ γὰρ ὅπου περ ἂν τὸ πάντως ἀποβησόμενον λέγει, φυσικὰς ἀνάγκας εἰς μέσον παράγει· ὅθεν καὶ ὁ Ἀπόστολος
10αὐτὸν μιμούμενος τοῦτο ποιεῖ, καθὼς περὶ ἀναστάσεως διαλεγό‐ μενος φησίν· “ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν “ἀποθάνῃ, αὐτὸς μόνος μένει,” καὶ τὰ ἑξῆς. “Τότε,” φησὶ, “δύο ἔσονται ἐν τῷ ἀγρῷ,” καὶ τὰ ἑξῆς. ἀγρὸν μὲν ἐκάλεσε τὸν κόσμον, παραλαμβάνεται δὲ ὁ σωζόμενος, ἀφίεται
15δὲ ὁ κατακρινόμενος. “δύο,” φησὶν, “ἀλήθουσαι ἐν τῷ μυλῶνι,” καὶ τὰ ἑξῆς. ἀληθούσας μὲν ἐκάλεσε τοὺς ἐν πτωχείᾳ διάγοντας. ὁ δὲ Λουκᾶς καὶ δύο ἐπὶ τῆς κλίνης εἶπεν, ὅπερ σημαίνει τοὺς ἐν πλούτῳ ὄντας. μανθάνομεν οὖν ἐκ τούτου, ὅτι καὶ πτωχοὶ καὶ πλούσιοι καὶ δοῦλοι καὶ δεσπόται παραλαμβάνονται καὶ ἀφίενται·
20καὶ ἀπὸ ταύτης τῆς ἀξίας καὶ ἀπ’ ἐκείνης, ὥσπερ καὶ ἐν τῇ παλαιᾷ φησὶν ἀπὸ τοῦ καθημένου ἐν τῷ θρόνῳ, ἕως τῆς ἐν τῷ μύλωνι· καὶ ἐπειδήπερ ὅτι δυσκόλως οἱ πλούσιοι σώζονται, δείκνυ‐ σιν ἐνταῦθα, ὅτι οὔτε οὗτοι πάντως ἀπολοῦνται, οὔτε πένητες σώζονται ἅπαντες, ἀλλὰ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων, καὶ
25σώζονται καὶ ἀπόλλυνται. Ἐμοὶ δοκεῖ ὅτι καὶ ἐν νυκτὶ ἔσται ἡ παρουσία τοῦτο γὰρ καὶ ὁ Λουκᾶς φησὶν, ὅθεν δηλονότι πάντα μετὰ ἀκριβείας οἶδεν. διὰ δὲ τοῦ εἰπεῖν “γρηγορεῖτε, ὅτι οὐκ “οἴδατε” καὶ τὰ ἑξῆς, ἐσήμανεν ὅτι διὰ τοῦτο οὐκ εἶπεν τὴν ἡμέραν καὶ τὴν ὥραν, βουλόμενος αὐτοὺς ἐναγωνίους εἶναι διηνε‐
30κῶς. τί δηλοῖ “ὅτι, εἰ ᾔδει ὁ οἰκοδεσπότης,” καὶ τὰ λοιπά. εἰ ᾔδεισαν, φησὶν, οἱ πολλοὶ, πότε ἀποθανοῦνται, πάντως ἂν κατ’ ἐκείνην τὴν ὥραν ἐσπούδασαν μετανοῆσαι· ἵνα οὖν μὴ ἐκείνην μόνον σπουδάσωσι, διὰ τοῦτο οὐ λέγει οὔτε τοῦ κόσμου συντε‐
λείας, οὔτε τὸν ἑκάστου θάνατον, ἀεὶ ἡμᾶς βουλόμενος τοῦτον203

204

προσδοκᾷν, καὶ ἀεὶ ἀγωνίζεσθαι. ἅμα δὲ καὶ ἐντρέπει τοὺς ῥαθύ‐ μους, ὅτι οὐδὲ ὅσον περὶ χρημάτων σπουδὴν πεποίηνται οἱ προσ‐ δοκῶντες κλέπτεσθαι, οὐδὲ τοσαύτην οὗτοι τῆς ἑαυτῶν ψυχῆς. Εἰπὼν δὲ τὸ “τίς ἄρα ὁ πιστὸς δοῦλος,” οὐδὲ τοῦτο ἀγνοῶν
5εἶπεν, ἀλλ’ ἵνα δείξῃ τὸ σπάνιον καὶ πολύτιμον. οὕτως οὖν καὶ τῷ Ἀδὰμ εἰπὼν, “ποῦ εἶ;” οὐκ ἀγνοῶν εἶπεν, ἀλλ’ ἵνα αὐτὸν ἐμβάλῃ εἰς ἀπολογίαν τῆς ἁμαρτίας· καὶ ἐπὶ τῶν Σοδόμων διὰ τοῦτο εἶπεν “καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν “συντελοῦνται πρός με, εἰ δὲ μὴ, ἵνα γνῶ.” ὅπως ἡμᾶς παιδεύσῃ
10ἀπόφασιν ἐν πράγματι μηδέποτε διδόναι πρὶν τελείως ἀνακρίνομεν τὰ πράγματα. ἐπὶ δὲ τοῦ προφήτου διὰ τοῦτο εἶπεν, “ἐὰν ἄρα “ἀκούσωσι, καὶ ἐὰν ἄρα συνιῶσιν.” ἵνα μὴ δόξῃ ἡ πρόρρησις παρὰ τοῖς ἀνοήτοις, ἀναγκαστική τις εἶναι πρὸς παρακοήν. ἐν δὲ τῷ Εὐαγγελίῳ εἶπεν, “ἴσως ἐντραπήσονται τὸν υἱόν μου.” ἵνα
15δείξῃ ὅτι ὄφειλον τοῦτο ποιῆσαι, καὶ ἐντραπῆναι τὸν υἱόν μου. Μακαρίζει δὲ τὸν πιστὸν δοῦλον, λέγων, “μακάριος ὁ δοῦλος “ἐκεῖνος,” καὶ τὰ ἑξῆς. πάνυ δικαίως ὡς φρόνιμον καὶ σπουδαῖον. τοῦτο δὲ οὐ περὶ χρημάτων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ λόγου καὶ περὶ διακονίας καὶ περὶ πάσης οἰκονομίας, ἣν ἕκαστος ἐνεχει‐
20ρίσθη. αὕτη δὲ ἡ παραβολὴ καὶ πρὸς τοὺς ἄρχοντας τοὺς πολιτι‐ κοὺς ἁρμόσειεν ἂν, ἕκαστον γὰρ πρὸς τὸ κοινὸν συμφέρον ἀποκε‐ χρῆσθαι δεῖ, ἐφ’ οἷς ἔχει, κἂν σοφίαν, κἂν ἀρχὴν, κἂν πλοῦτον, κἂν ὁτιοῦν, μὴ ἐπὶ βλάβῃ τῶν συνδούλων, μηδὲ ἐπὶ ἀπωλείᾳ ἑαυτοῦ. διὰ δὴ ἀμφότερα ἀπαιτεῖ παρ’ αὐτοῦ φρόνησιν καὶ
25πίστιν. καὶ γὰρ ἡ ἁμαρτία ἀπὸ ἀφροσύνης γίνεται. “πιστὸν” μὲν οὖν φησὶν αὐτὸν, ὅτι οὐδὲν ἐνοσφίσατο, οὐδὲ ἀνήλωσε τῶν δεσποτικῶν εἰκῆ καὶ μάτην. “φρόνιμον” δὲ, ὅτι ἔγνω πρὸς τὸ δέον οἰκονομῆσαι τὰ δοθέντα. καὶ γὰρ ἀμφοτέρων ἡμῖν χρεία, καὶ τοῦ μὴ νοσφίσασθαι τὰ δεσποτικὰ, καὶ τοῦ εἰς δέον οἰκονομεῖν.
30ἂν δὲ ἓν ἐξ αὐτῶν ἀπολείπῃ, ὡς καταχώσαντες κατακριθησόμεθα. ἂν μὲν γὰρ πιστὸς τίς ὑπάρχῃ καὶ μὴ κλέπτῃ, ἀπολλύει δὲ καὶ εἰς μηδὲν προσῆκον δαπανᾷ, μέγα τὸ ἔγκλημα. ἄν τε πάλιν οἶδεν οἰκονομεῖν, νοσφίζεται δὲ, οὐχ ἡ τυχοῦσα κατηγορία. ἀκούσατε οἱ καὶ τὰ αἰσθητὰ χρήματα ἔχοντες. οὐ γὰρ διδασκάλοις δια‐
35λέγεται μόνον, ἀλλὰ καὶ τοῖς πλουτοῦσιν· ἑκάτεροι γὰρ ἐνεπι‐204

205

στεύθησαν πλοῦτον, τὸν μὲν ἀναγκαιότερον, οἱ διδάσκοντες· τὸν δὲ ἐλάττω, ὑμεῖς. ἂν οὖν μὴ εὐγνωμοσύνην ἐπιδείξησθε, τὰ γὰρ ἀλλότρια παρέχετε, ποία ὑμῖν ἔσται ἀπολογία; Τί δηλοῖ τὸ “ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, καταστήσει
5“αὐτόν;” ὅτι τὴν μακαριότητα ἐκείνην, καὶ τὴν ἄρρητον ἀξίαν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, δίδωσιν αὐτῷ. τὸν δὲ κακὸν δοῦ‐ λον τὸν λέγοντα, “χρονίζει μου ὁ Κύριος,” καὶ διαπραττόμενον τὰ ἐφεξῆς γεγραμμένα, εἰς τὰς ἀφορήτους ἐκπέμπει κολάσεις. εἰ δὲ ὁ λέγων ὅτι χρονίζει οὕτω τιμωρηθήσεται, ὁ μηδὲ ὅλως προσ‐
10δοκῶν αὐτὸν τί πάθοι; ἀλλὰ μὴ τὴν κόλασιν κατανοήσωμεν μόνον τὴν ἐκείνῳ κειμένην, ἀλλὰ κἀκεῖνο σκοπήσωμεν, μήποτε καὶ ἡμεῖς αὐτοὶ καὶ τὰ αὐτὰ πράττοντες λανθάνομεν. καὶ γὰρ τοῦτο ἐοί‐ κασιν οἱ πλοῦτον ἔχοντες, καὶ μὴ δαψιλῶς τοῖς δεομένοις παρέ‐ χοντες· καὶ ἕκαστος οἰκονόμος ἐστὶ τῶν ἑαυτοῦ χρημάτων, οὐχ
15ἧττον ἢ ὁ τὰ τῆς Ἐκκλησίας οἰκονομῶν· ὥσπερ γὰρ ἐκεῖνος οὐκ ἔχει ἐξουσίαν τὰ διδόμενα περὶ τίνων τοῖς πένησιν, ἁπλῶς καὶ ὡς ἔτυχε σκορπίσαι· ἐπειδὴ εἰς πενήτων ἐδόθη διατροφὴν, οὕτως οὐδὲ ἕκαστος τὰ ἑαυτοῦ. εἰ γὰρ καὶ πατρῷον τίς διεδέξατο κλῆρον, ἢ καὶ αὐτὸς προσεπορίσατο, ἢ πάντα αὐτὸς ἑαυτῷ ἐκτήσατο, οὐδὲ
20οὕτως αὐτοῦ εἰσὶν, ἀλλὰ πάντα τοῦ Θεοῦ ὑπάρχουσιν· ἠδύνατο μὲν γὰρ αὐτὰ ὁ Θεὸς ἀφελέσθαι, ἀλλ’ οὐ ποιεῖ τοῦτο· ἕκαστον κύριον ποιῶν τῆς εἰς τοὺς δεομένους φιλοτιμίας· διὸ σπουδάσωμεν μετὰ πάσης χαρᾶς καὶ προθυμίας σκορπίζειν εἰς τοὺς δεομένους, ἐξ ὧν περ κεκτήμεθα.
25tΚΕΦ. ΝΘ.
26tΠερὶ τῶν ιʹ παρθένων.
27 Ἡ περὶ τῶν δέκα παρθένων παραβολὴ, καὶ ἡ μετὰ ταύτην τῶν ταλάντων, τῇ προτέρᾳ ἐοίκασιν, τῇ τοῦ πιστοῦ δούλου καὶ τοῦ ἀγνώμονος· τέσσαρες γάρ εἰσιν αἱ πᾶσαι περὶ τῶν αὐτῶν διαφό‐
30ρως ἡμῖν παραινοῦσαι, λέγω δὴ τῆς περὶ τὴν ἐλεημοσύνην σπου‐ δῆς, καὶ τοῦ πάντοτε διὰ πάντων ὧν ἂν δυνάμεθα τὸν πλησίον ὠφελεῖν, ὡς οὐ δυνατὸν σωθῆναι ἑτέρως. Καὶ μετ’ ὀλίγον—Τίνος
ἕνεκεν οὐχ ἁπλῶς οἷον δήποτε ὑποτίθεται πρόσωπον, ἀλλ’ ἐπὶ τοῦ205

206

τῶν παρθένων προσώπου ταύτην ποιεῖται τὴν παραβολήν; ἐπειδὴ μεγάλα περὶ παρθένων διελέχθη, εἰπὼν, “εἰσὶν εὐνοῦχοι” καὶ τὰ ἑξῆς· οἶδε δὲ καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων περὶ αὐτὴν δόξαν ἔχοντας. καὶ γὰρ ἐστὶ φύσει τὸ πρᾶγμα μέγα, καὶ δείκνυται ἐξ
5ὧν οὔτε ἐν τῇ παλαιᾷ ὑπὸ τῶν παλαιῶν ἀνδρῶν ἐκείνων κατωρθώθη· καὶ ἐν τῇ καινῇ οὐκ ἦλθεν εἰς ἀνάγκην νόμου· οὐ γὰρ ἐπέταξε τοῦτο, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπέτρεψε· διὸ καὶ ὁ Παῦλος φησὶ, “περὶ δὲ τῶν παρθένων,” καὶ τὰ ἑξῆς· ἐπεὶ οὖν καὶ μέγα τὸ πρᾶγμα ἦν, καὶ μεγάλην παρὰ τοῖς πολλοῖς δόξαν
10εἶχεν, ἵνα μή τις τούτου κατορθῶν διάκειται, καὶ τῶν λοιπῶν ἀρε‐ τῶν ἀμελεῖ, τίθησι ταύτην τὴν παραβολὴν ἱκανὴν οὖσαν· ὅτι παρθένος, κἂν τὰ ἄλλα πάντα ἔχῃ, τῶν ἀπὸ τῆς ἐλεημοσύνης καλῶν ἔρημος οὖσα, μετὰ πορνῶν ἐκβάλλεται, καὶ μάλα εἰκότως· οἱ μὲν γὰρ σωμάτων ἔρωτος ἡττήθησαν, οἱ δὲ χρημάτων. οὐκ ἔστι
15δὲ ἶσον σωμάτων ἔρως καὶ χρημάτων, ἀλλ’ ὁ τῶν σωμάτων δριμύ‐ τερός τε πολλῷ καὶ τυραννικώτερος· ὅσῳ τοίνυν εἰς τὸ ἧττον τίς ἥττηται, τοσοῦτον μᾶλλον ἀσύγγνωστος ὁ ἡττηθείς· διὰ τοῦτο δὴ καὶ μωρὰς αὐτὰς καλεῖ, ὅτι τὸν μείζω ὑποστᾶσαι πόνον, διὰ τὸν ἐλάττονα τὸ πᾶν προὔδωκαν. χρὴ οὖν σκοπῆσαι ὅτι περ εἰ οὕτως
20ἐξεβλήθη παρθένος τῆς βασιλείας τῶν οὐρανῶν, ἐλεημοσύνη οὐκ ἔχουσα δαψιλῆ, τί ἄρα συμβήσεται τοῖς μηδὲ ταύτην μηδὲ ἐκεί‐ νην μεγαλοψύχως ἔχουσιν; Τί δὲ σημαίνουσιν αἱ λαμπάδες; αὐτὸ τῆς παρθένου τὸ χά‐ ρισμα, τὸ ἔλαιον δὲ τὴν φιλανθρωπίαν, τὴν ἐλεημοσύνην, τὴν
25περὶ τὴν ἁγιωσύνην τοῖς δεομένοις βοήθειαν. τὸ “χρονίζειν δὲ τὸν “νυμφίον,” τὸν οὐκ ὀλίγον χρόνον ἐσόμενον τοῦ φανῆναι τὴν βασιλείαν αὐτοῦ. τὸ δὲ “ἐκάθευδον,” τὸν θάνατον· τὸ δὲ περὶ μόνας τὰς νύκτας γενέσθαι τὴν κραυγὴν, ὅτι ἐν νυκτὶ ἡ ἀνάστασις γίνεται, “ἐν φωνῇ ἀρχαγγέλου,” ὡς ὁ Παῦλος φησί· τί δὲ βοῶ‐
30σιν αἱ σάλπιγγες; ὁ νυμφίος ἔρχεται· τὸ δὲ αἰτῆσαι τὰς μωρὰς καὶ μὴ λαβεῖν, περὶ τῶν φρονίμων δηλοῖ, ὅτι οὐδεὶς ἡμῶν ἐκεῖ τῶν ἐκ τῶν ἔργων δοθῆναι προστῆναι δυνήσεται, ἐπειδὴ οὐ δύναται καὶ γὰρ αἱ φρόνιμοι ἐπὶ τὸ ἀδύνατον καταφεύγουσιν. Τί ἐστι τὸ “πορεύεσθε καὶ ἀγοράσατε, καὶ ὅτι ἀπῆλθον;”
35τοῦτο εἶπε τῇ παραβολῇ παραμένων καὶ ὑφαίνων αὐτὴν, καὶ διὰ206

207

τούτων δεικνὺς, ὅτι εἰ καὶ φιλάνθρωποι γενώμεθα μετὰ τὸ ἀπελ‐ θεῖν ἐκεῖ, οὐδὲν ἐντεῦθεν κερδήσομεν εἰς τὸ διαφυγεῖν τὴν κόλα‐ σιν· ὥσπερ οὐδὲ ταύταις ἤρκεσεν ἡ προθυμία, ἐπειδὴ μὴ ἐνταῦθα ἀπῆλθον πρὸς τοὺς πωλοῦντας· τουτέστι τὴν συμπάθειαν μὴ ἐκτή‐
5σαντο νῦν, ἀλλ’ ἐκεῖ. εἰσὶ δὲ οἱ πωλοῦντες τὸν ἔλαιον, οἱ πένητες· καὶ ποῦ πωλοῦσιν; ἐνταῦθα· διὸ καὶ ἄρτι ζητεῖν χρὴ, οὐκ ἐν τῷ καιρῷ ἐκείνῳ. καὶ γὰρ ἐξ αὐτῶν ἡμῖν γίνεται ἡ μεγάλη αὕτη πραγματεία· ἐνταῦθα τοίνυν τὸ ἔλαιον συνάγομεν, ἵνα ἐκεῖ χρή‐ σιμον γένηται, ὅταν ὁ καιρὸς ἡμᾶς καλῇ· οὐ γὰρ ἐκεῖνος ἐστὶν ὁ
10καιρὸς τῆς συλλογῆς, ἀλλ’ οὗτος· μὴ τοίνυν ἀναλίσκωμεν εἰς μάτην τὰ ὄντα, εἰς τρυφὰς καὶ κενοδοξίας· πολλοῦ γὰρ ἡμῖν ἐκεῖ χρεία τοῦ ἐλαίου· διὸ αἱ μὲν ἕτοιμοι συνεισῆλθον, αἱ δὲ δικαίως κληθεῖσαι μωραὶ, οὐδὲν γὰρ μωρότερον τῶν ἐνταῦθα χρηματιζο‐ μένων, ἀπεκλείσθησαν τοῦ νυμφῶνος, μετὰ πολλοὺς πόνους καὶ
15μυρίους ἱδρῶτας, καὶ τὴν ἀφόρητον μάχην ἐκείνην καὶ τὰ τρόπαια ἃ κατὰ τῆς λυττώσης φύσεως ἀνεστήσαντο καταισχυνθεῖσαι, καὶ τῶν λαμπάδων ἐσβεσμένων, ἀνεχώρουν κάτω νεύουσαι· οὐδὲν γὰρ ἀμαυρότερον παρθενίας ἔλαιον δαψιλὲς οὐκ ἐχούσης. εἰ δὲ αὕτη οὕτως, πολλῷ μᾶλλον οἱ γάμῳ συναφθέντες, καὶ τὴν ἐλεημοσύνην
20μεγαλοψύχως οὐκ ἔχοντες. Τὸ δὲ “οὐκ οἶδα ὑμᾶς,” οὐδὲν ἕτερόν ἐστιν, ἢ εἰς γέενναν ἀπελθεῖν, καὶ εἰς ἀφόρητον κόλασιν· μᾶλλον δὲ καὶ τῆς γεέννης τοῦτο τὸ ῥῆμα χαλεπώτερον, ὅταν αὐτὸς αὐτὸ λέγῃ ὁ τῶν Ἀγγέ‐ λων δεσπότης· προσέθηκε δὲ τὸ “γρηγορεῖτε” καὶ τὰ ἑξῆς· χρη‐
25σίμην δείκνυσιν ἡμῖν τὴν ἄγνοιαν τῆς ἐξόδου τοῦ βίου τούτου. ποῦ νῦν εἰσιν οἱ διὰ παντὸς τοῦ βίου ῥάθυμοι; ὅταν δὲ ἐγκαλῶνται παρ’ ἡμῶν λέγοντες, ὅτι ἐν καιρῷ τελευτῆς καταλιμπάνω τοῖς δεομένοις, ἀκουέτωσαν τῶν ῥημάτων τούτων, καὶ διορθούσθωσαν· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἐξόδου, πολλοὶ ἐξέπεσον τούτου, ἀθρόως
30ἁρπασθέντες καὶ οὐδὲ προστάξαι συγχωρηθέντες τοῖς οἰκείοις περὶ
ὧν ἐβούλοντο.207

208

(1t)

ΚΕΦ. Ξ.
2tΠερὶ τῶν τὰ τάλαντα λαβόντων.
3 Ἡ μὲν προειρημένη τῶν παρθένων παραβολὴ τῆς διὰ τῶν χρη‐ μάτων ἐλεημοσύνης ἕνεκεν εἴρηται· ἡ δὲ τῶν ταλάντων πρὸς τοὺς
5οὐ χρήμασιν, οὐ λόγῳ, οὐ προστασίᾳ, οὐχ ἑτέρῳ οὖν τρόπῳ ὠφε‐ λεῖν βουλομένους τοὺς πλησίον, ἀλλὰ πάντα ἀποκρύπτοντας. διατί δὲ αὕτη μὲν ἡ παραβολὴ βασιλέα εἰσάγει, ἡ δὲ τῶν παρθένων νυμφίον; ἵνα μάθωμεν πῶς οἰκείωται πρὸς τὰς παρθένους ὁ Χρι‐ στὸς, τὰς τὴν ἐλεημοσύνην δαψιλῶς παρεχούσας, καὶ πάντα τὰ
10ὄντα τοῖς πένησι διανεμούσας. τοῦτο γὰρ καὶ παρθενία καθὼς καὶ ὁ Παῦλος φησίν· “ἢ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου,” καὶ πάλιν διὰ τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. εἶπε δὲ ὅτι “παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα, καὶ ἀπεδήμησεν.” ἵνα μάθωμεν αὐτοῦ τὴν μακροθυμίαν· ἔτι δὲ καὶ τὸν μεταξὺ και‐
15ρὸν τῆς συντελείας αἰνιττόμενος ταῦτα ἔλεγεν· καὶ ἐπειδὴ πάντες ἐργάται ὑπάρχομεν, πρὸς πάντας διαλέγεται, πρὸς ἄρχοντας, πρὸς ἀρχομένους, πρὸς δεσπότας καὶ δούλους, πρὸς σοφοὺς καὶ ἰδιώτας. τάλαντα δέ εἰσιν ἡ ἑκάστου δύναμις, ἣν ἔλαβε παρὰ Θεοῦ, εἴτε ἐν προστασίᾳ, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἱῳ‐
20δήποτε πράγματι τοιούτῳ. τὸ δὲ εἰπεῖν, τὸν μὲν ὅτι πέντε τά‐ λαντά μοι παρέδωκας, τὸν δὲ ὅτι δύο, τὴν εὐγνωμοσύνην ἑαυτῶν ἐμφαίνουσιν· καὶ ὅτι παρ’ αὐτοῦ τὴν ἀφορμὴν λαβόντες τῆς ἐργασίας, πολλὴν χάριν ὁμολογοῦσιν αὐτῷ, τὸ πᾶν αὐτῷ λογιζό‐ μενοι· τὸ δὲ “εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου” σημαίνει,
25τὸ τὴν πᾶσαν οἱ τοιοῦτοι κληρονομοῦσι μακαριότητα· καὶ οὗτοι μὲν οἱ πιστοὶ δοῦλοι, διπλασιάσαντες τὰ δοθέντα, καὶ χάριν ὡμο‐ λόγησαν· ὁ δὲ πονηρὸς δοῦλος, οὐ μόνον οὐκ ἐδιπλασίασεν, ἀλλὰ καὶ κατηγορίαν προσήνεγκε λέγων, “ἔγνων σε ὅτι σκληρὸς εἶ “ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διε‐
30“σκόρπισας,” καὶ τὰ ἑξῆς· τοιοῦτον γὰρ ἡ πονηρία, σκοτεῖ τὸν λογισμὸν, καὶ κατὰ κρημνὸν ποιεῖ φέρεσθαι τὸν ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ· τὸ δὲ εἰπεῖν “πονηρὲ δοῦλε,” φοβερὰν ἐμφαίνει
τὴν ἀγανάκτησιν· τὸ δὲ καταβαλεῖν, δηλοῖ τὸ εἰπεῖν καὶ παραι‐208

209

νέσαι καὶ συμβουλεῦσαι· “ἀργύριον” καλεῖ τὰ λόγια τὰ τίμια, “τραπεζίτας” δὲ τοὺς ἀκούοντας· “τόκον” δὲ οὐ μόνον τὰ κατα‐ βληθέντα διὰ τῆς ἀκροάσεως, ἀλλὰ καὶ τὴν τῶν ἔργων ἐπίδειξιν· καὶ ἐπὶ μὲν τῶν αἰσθητῶν χρημάτων κωλύει τοῦτο γίνεσθαι, καὶ
5κατακρίνει τοὺς τοῦτο ποιοῦντας· ἐπὶ δὲ τῶν πνευματικῶν, αὐτὸς ὑπισχνεῖται τοὺς τόκους ἀπαιτεῖν. κελεύει δὲ τοῦ ἀρθῆναι τὸ τάλαντον, τουτέστι τὸ χάρισμα ἀπ’ αὐτοῦ, καὶ προστεθῆναι τῷ ἔχοντι· διὰ τούτου δεικνὺς, ὅτι ὁ χάρισμα ἔχων λόγου διδασκα‐ λίας, καὶ μὴ εἰς τὸ ὠφελεῖν χρώμενος αὐτῷ, ἀπόλλῃ καὶ τὴν χάριν·
10καὶ μετὰ τὴν ἀπόφασιν τὴν πολλῆς γέμουσαν κατηγορίας, ἀχρεῖον γὰρ αὐτὸν δοῦλον ὠνόμασε, καὶ εἰς τὴν ἀφόρητον ἐκπέμπει κόλασιν· ὁ δὲ σπουδὴν παρεχόμενος εἰς τὸ χρᾶσθαι τῷ τῆς διδα‐ σκαλίας χαρίσματι πρὸς τὴν τοῦ πλησίον ὠφέλειαν, πλείονα ἐπισπάσεται καὶ τὴν δωρεάν. ἀκούσωμεν τοίνυν τῶν ῥημάτων
15τούτων· καὶ ὡς ἐστὶ καιρὸς, ἐργασώμεθα τὴν σωτηρίαν ἡμῶν, καὶ λάβωμεν ἔλαιον δαψιλὲς εἰς τὰς λαμπάδας, καὶ εἰς ὅπερ ἐλά‐ βομεν τάλαντον, τουτέστι χάρισμα, ἐπεργασώμεθα, τοὺς πλησίον ἀόκνως παρακαλοῦντες καὶ νουθετοῦντες εἰς τὸ ἀγαθόν· καὶ εἰς προστασίαν σπουδαῖοι γινόμενοι· ἂν γὰρ ὀκνήσαντες ἐνταῦθα ἐν
20ἀργίᾳ διάγωμεν, οὐδεὶς ἡμᾶς ἐλεήσει λοιπὸν ἐκεῖ, κἂν μυρία θρη‐ νῶμεν. Θεοδώρου Ἡρακλείας. Ἐκδημίαν αὐτοῦ καλεῖ, τὴν εἰς οὐρανοὺς ἄνοδον, ὅτε καὶ παρέδωκε τοῖς μαθηταῖς τὰ οὐράνια μυστήρια, καὶ τοῖς τῆς Ἐκκλησίας μυσταγωγοῖς, ἑκάστῳ κατὰ
25τὴν ἀναλογίαν τῆς θεοσεβείας τὸ ἁρμόδιον δούς. Σευήρου Ἀντιοχείας. Τάλαντόν ἐστι τὸ διδασκαλικὸν χά‐ ρισμα, ὃ ἐπιστεύθησαν οἱ τῶν Ἐκκλησιῶν πρόεδροι, ἕκαστος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως αὐτοῦ. Ὠριγένους. Τῶν δούλων ἐστὶ τὸ μεταδοῦναι, τοῦ δεσπότου τὸ
30ἀπαιτῆσαι. Τοῦ Χρυσοστόμου. Ἡ παρρησία τῆς ἐργασίας καὶ τοῦ κέρ‐ δους ποιεῖ καὶ θαρροῦντα προσιέναι, καὶ λαλεῖν ἐν πεποιθήσει. Τοῦ αὐτοῦ. Μέγα μαρτύριον παρὰ δεσπότου οὕτως ἀκοῦσαι, ὡς Ἀβραὰμ πιστεύσαντι τῷ Θεῷ ἐλογίσθη εἰς δικαιοσύνην, οὕτω
35καὶ παντὶ πιστῷ—Καὶ μετ’ ὀλίγα—ὀλίγα τὰ ἐνταῦθα ἐγχει‐209

210

ρισθέντα, πολλὰ τὰ μετὰ τὴν ἐνταῦθα ζωὴν, διαβὰς τὰ αἰσθητὰ καὶ τὰ ἀόρατα, ἔρχομαι πρὸς αὐτὸν τὸν Χριστόν. τὰ δὲ ἐκεῖ πάντα, εὐπάθεια καὶ χαρά· ὅτε οἱ νῦν κλαίοντες γελάσονται· ἐπὶ δὲ τῷ πέντε τάλαντα λαβόντι, καὶ ἐπὶ τῷ δύο ταῦτα λέγεται,
5ἁρμόσειεν ταῦτα, τὸ ᾧ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ᾧ τὸ ὀλίγον οὐκ ἐλαττόνησεν. Θεοδώρου Ἡρακλείας. Τὰ παρ’ αὐτοῦ λεγόμενα τίθησιν εἰς ἔνδειξιν τῶν λόγων, ἤτοι καὶ τῶν λογισμῶν, οἷς ἔθος κεχρῆσθαί τινας λέγοντας, ὅτι οὐ χρεία μοι πόνου, οὐδὲ τὸ ὑπὲρ ἑτέρων
10εὐθύνας ὑπέχειν, ὃ καλῶς εἶπε θερίζειν ὅπου οὐκ ἔσπειρεν, τοῦτο γάρ ἐστι, τὸ παρὰ τῶν λειτουργῶν εὐθύνας ἀπαιτεῖν τὸν κριτὴν τῆς ἑτέρων ῥαθυμίας· ὡς γὰρ οὐκ ἔνεστι τινὰ θέρος ἐκεῖθεν ἐκ‐ δέχεσθαι, ἔνθα μὴ γέγονε σπόρος, οὕτως οὐκ ἔνεστι, φησὶν, ἐμὲ ὑπὲρ ἑτέρου εὐθύνας ἕτερον αἰτεῖν· διό φησιν, εἰ τοῦτο ᾔδεις,
15πολλῷ μᾶλλον ἐχρῆν σε τὰ οἰκεῖα ἐπιδείξασθαι. εἰ γὰρ τὰ ἑτέ‐ ρων, ὡς φῇς, μέλλω ἀπαιτεῖν, πολλῷ μᾶλλον σὲ ἀπῄτησα ἂν τῶν οἰκείων εὐθύνας, καὶ τοὺς μαθητευομένους δὲ τὸν προσήκοντα καρ‐ πὸν ἀπὸ τῆς ἐργασίας τῆς τῆς· εἰ σὺ περὶ αὐτοῦ ἦσθα τὰ δέοντα ἐπιδειξάμενος. δείκνυσι γὰρ ἐνταῦθα ὅτι ἕτερον ὑπὲρ ἑτέρου εὐθύ‐
20νας οὐκ ἀπαιτεῖ, ἀλλὰ παρὰ μὲν τῶν διδασκάλων τὰ οἰκεῖα, παρὰ δὲ τῶν μαθητευομένων τὴν ὑπακοήν. Τοῦ Χρυσοστόμου. Τουτέστιν ἐχρῆν εἰπεῖν, διαμαρτύρασθαι ἔδει, οὐκ ἔχεις οὐδέν; γλῶτταν ἔχεις· μή τις τοίνυν λεγέτω ὅτι οὐδὲν ἀφελῶ, ἔχεις γὰρ τὸ ἓν τάλαντον· ἕκαστος καταβαλεῖν
25ἔδει· ὁ κίνδυνος τῶν ἀκουόντων· τὴν ἀπαίτησιν ἐμοὶ ἐπιτρέψαι· κἀγὼ μετὰ τόκον ἂν ἀπῄτησα, τόκον λέγων ἀκροάσεως, τὴν τῶν ἔργων ἐπίδειξιν. Τοῦ Χρυσοστόμου. Τί δὴ τοῦτό ἐστι; ὁ χάριν λαβὼν, καὶ τὴν προθυμίαν μὴ ἐπιδειξάμενος τὴν ἑαυτοῦ, καὶ τὴν χάριν ἀπόλ‐
30λυσι· ὁ δὲ σπουδὴν παρεχόμενος, πλείονα ἐπισπάσηται τὴν χάριν· ἀλλ’ οὐ μέχρι τούτου ἡ ζημία, ἀλλὰ καὶ ἀφόρητος κόλασις, καὶ μετὰ τῆς κολάσεως, ἡ ἀπόφασις δικαία. ἀπὸ γὰρ τῶν τοιούτων ἀφαιρεθήσεται ἡ τοῦ Πνεύματος χάρις, καὶ ὁ τοῦ διδασκάλου βαθμὸς, καὶ τῆς ἐσχάτης πειραθήσεται τιμωρίας· καὶ δίδοται
35τῷ πλουτοῦντι πλουσιωτέρας χάριτος ἐκείνῳ προστιθεμένης, πλὴν210

211

εἰ καὶ διάφορα τὰ χαρίσματα, ἀλλ’ ἴση ἡ τιμὴ, ὅταν τις ἐπὶ τὸ ἀκρότατον ἀναβῇ τῆς δοθείσης αὐτῷ παρὰ Θεοῦ ἰσχύος, “καὶ τὸν “ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος,” καὶ τὰ ἑξῆς. εἶδες πῶς οὐ μόνον ὁ ἁρπάζων καὶ πλεονεκτῶν, οὐδὲ ὁ κακὰ ἐργαζόμενος,
5ἀλλὰ καὶ ὁ ἀγαθὰς μὴ ποιῶν, κολάζεται κόλασιν τὴν ἐσχάτην; ἀντιλαβώμεθα τοίνυν τῆς σωτηρίας τῆς ἡμετέρας, ἐργασώμεθα εἰς τὸ τάλαντον· ἂν γὰρ ὀκνήσωμεν καὶ διατρίψωμεν ἐνταῦθα ἐν ἀργίᾳ, οὐδεὶς ἡμᾶς ἐκεῖσε ἐλεήσει. λοιπὸν πάντα εἰσενέγκωμεν εἰς τὴν τῶν πλησίον ὠφέλειαν. τάλαντα γὰρ ἐνταῦθα ἐστὶν ἡ
10ἑκάστου δύναμις· εἴτε ἐν προστασίαις, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἱῳδήποτε πράγματι μηδεὶς λεγέτω, ὅτι ἓν τάλαντον ἔχω, δύνασαι γὰρ καὶ δι’ ἑνὸς εὐδοκιμῆσαι. Ἐξ ἀνεπιγράφου. Σκότος ἐξώτερον ἔνθα οὐδεὶς φωτισμὸς, τάχα μὲν οὐδὲ φωτισμὸς πάντως, οὐδὲ μία ἐπισκοπὴ θείου φω‐
15τός. μὴ θαύμαζε εἰ ἕνεκα τοῦ μὴ διδάξαι τὸν λόγον, ταῦτά τις πείσεται καὶ ἀκούσεται. Παῦλος δὲ λέγει, “οὐαὶ γάρ μοι ἐστὶν, “ἐὰν μὴ εὐαγγελίζωμαι.”
18tΚΕΦ. ΞΑ.
19tΠερὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ.
20 Ἐπειδὴ νῦν ἐν ἀτιμίᾳ παρεγένετο ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς ἡμῶν ὁ ἀληθινὸς, καὶ ὕβρεσι καὶ ὀνείδεσι, διὰ τοῦτο φησίν· “ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ,” καὶ τὰ ἑξῆς, τουτέστιν ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ· ἔτι δὲ καὶ ἐπειδὴ ὁ σταυρὸς ἐγγὺς ἦν, πρᾶγμα δοκοῦν ἐπονείδιστον εἶναι, ὑπ’ ὄψιν
25ἄγει τὸ δικαστήριον ἐκεῖνο, καὶ τὴν οἰκουμένην περιΐστησιν ἅπα‐ σαν, καὶ τοὺς οὐρανοὺς κενουμένους· πάντες γὰρ οἱ ἅγιοι Ἄγγελοι παρέσονται μετ’ αὐτοῦ, φησί· τίνος ἕνεκεν; μαρτυροῦντες καὶ αὐτοὶ, ὅσα διηκόνισαν πεμπόμενοι διαφόρως παρὰ τοῦ δεσπότου, πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν· καὶ πανταχόθεν φρικώδης ἡ
30ἡμέρα ἐκείνη τότε ἔσται· καὶ “συναχθήσονται,” φησὶ, “πάντα “τὰ ἔθνη,” τουτέστι πᾶσα ἡ τῶν ἀνθρώπων φύσις· “καὶ ἀφοριεῖ “αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν τὰ πρόβατα.” νῦν μὲν γὰρ οὐκ εἰσὶν ἀφορισμένοι, ἀλλὰ ἀναμὶξ, ἡ δὲ διαίρεσις τότε
ἔσται μετὰ ἀκριβείας ἁπάσης· καὶ τέως ἀπὸ τῆς στάσεως αὐτοὺς211

212

διαιρεῖ καὶ ποιεῖ δήλους· εἶτα καὶ ἀπὸ τῶν ὀνομάτων τὸν ἑκά‐ στου τρόπον ἐνδείκνυται, τοὺς μὲν ἐρίφια καλῶν, τοὺς δὲ πρό‐ βατα· ἵνα τῶν μὲν τὸ ἄκαρπον δείξῃ, οὐδεὶς γὰρ ἀπὸ ἐρίφου καρπὸς γένοιτ’ ἂν, τῶν δὲ τὴν πολλὴν πρόσοδον· καὶ γὰρ πολλὴ
5τῶν προβάτων ἡ πρόσοδος, ἀπὸ ἐρίου, ἀπό τε γάλακτος, ἀπό τε τῶν τικτομένων· τούτων δὲ ἔρημος ὁ ἔριφος· ἀλλὰ τὰ μὲν ἄλογα ἀπὸ φύσεως ἔχει τὸ ἄκαρπον, ἐκεῖνοι δὲ ἀπὸ προαιρέσεως· καὶ διὰ τοῦτο κολάζονται μὲν ἐκεῖνοι, στεφανοῦνται δὲ οὗτοι. οὐ πρό‐ τερον δὲ αὐτοὺς κολάζει, ἕως οὗ δικάσηται πρὸς αὐτούς· διὸ καὶ
10στήσας αὐτοὺς, λέγει τὰ ἐγκλήματα, τὸ “ἐπείνασα καὶ οὐκ “ἐδώκατέ μοι φαγεῖν,” καὶ τὰ ἑξῆς· οἱ δὲ μετὰ ἐπιεικείας φθέγ‐ γονται, ἀλλ’ οὐδὲν αὐτοῖς ὄφελος λοιπὸν, καὶ μάλα εἰκότως· ὅτι πρᾶγμα οὕτω περισπούδαστον παρέδραμον· καὶ γὰρ οἱ προφῆται ἄνω καὶ κάτω ἔλεγον· “ἔλεον θέλω καὶ οὐ θυσίαν·” καὶ ὁ νομο‐
15θέτης διὰ πάντων εἰς τοῦτο κατενῆγεν, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων· καὶ αὐτὴ δὲ ἡ φύσις τοῦτο ἐπαίδευεν· χρὴ δὲ σκο‐ πῆσαι, ὡς οὐχ ὅτι ἑνὸς ἢ δύο ὑπῆρχον ἔρημοι μόνον, ἀλλὰ καὶ πάντων· οὐ γὰρ δὴ μόνον πεινῶντα οὐκ ἔθρεψαν, οὐδὲ γυμνὸν περιέ‐ βαλον, ἀλλ’ οὐδὲ ὃ κουφότερον ἦν, ἄρρωστον ἐπεσκέψαντο.
20 Χρὴ δὲ σκοπῆσαι καὶ ἐπιταγμάτων τὸ ἐλαφρόν· οὐ γὰρ εἶπεν ἐν φυλακῇ ἤμην, καὶ οὐκ ἀπηλλάξατέ με, ἄρρωστος ἤμην, καὶ οὐκ ἀνε‐ στήσατέ με, ἀλλ’ ὅτι οὐκ ἐπεσκέψασθέ με, οὐδὲ ἤλθετε πρός με. διατί καὶ ἐλαχίστους καὶ ἀδελφοὺς καλεῖ τοὺς πτωχούς; ἐπειδὴ ταπεινοὶ καὶ πένητες καὶ ἀπερριμμένοι ὑπάρχουσι. διὰ τοῦτο καὶ
25ἀδελφοί· τοὺς γὰρ τοιούτους μάλιστα εἰς ἀδελφότητα καλεῖ, τοὺς ἀγνώστους, τοὺς εὐκαταφρονήτους, οὐχὶ τοὺς μοναχοὺς μόνους λέγων, καὶ τοὺς τὰ ὄρη κατειληφότας, ἀλλ’ ἕκαστον πιστὸν, κἂν βιωτικὸς ὑπάρχῃ· πεινῶν δὲ εἶ καὶ λιμώττων, γυμνὸς καὶ ξένος· πάσης αὐτὸν τῆς ἐπιμελείας ἀπολαύειν βούλεται· ἀδελφὸν γὰρ
30τὸ βάπτισμα ἐργάζεται, καὶ ἡ τῶν ἀχράντων μυστηρίων κοινω‐ νία· πρότερον γὰρ τοὺς κατορθωκότας ἐπαινεῖ· ὅπως καὶ ἐν τούτῳ δείξῃ τὸ δίκαιον τῆς ἀποφάσεως, “δεῦτε” λέγων, “οἱ εὐλογη‐ “μένοι τοῦ Πατρός μου,” καὶ τὰ ἑξῆς. ὅσον ἀγαθὸν τοῦτο τὸ ὄνομα ἀντάξιον τὸ εὐλογημένους εἶναι, καὶ παρὰ τῷ Πατρὶ εὐλο‐
35γημένους· ἔτι δὲ καὶ ἵνα μὴ πρότερον ἐκεῖνοι καταδικαζόμενοι212

213

λέγωσιν, ὅτι οὐκ εἴχομεν τινὰς πρὸς οὓς ἐργασόμεθα τὸ ἀγαθὸν, διὰ τοῦτο ἀπὸ τῶν συνδούλων αὐτοὺς καταδικάζει, ὥσπερ καὶ τὰς μωρὰς παρθένους ἀπὸ τῶν φρονίμων παρθένων, καὶ τὸν δοῦλον τὸν μεθύοντα ἀπὸ τοῦ πιστοῦ δούλου, καὶ τὸν τὸ τάλαντον καταχώ‐
5σαντα ἀπὸ τῶν διπλασιασάντων, καὶ ἕκαστον τῶν ἁμαρτανόντων, ἀπὸ τῶν κατορθωκότων. καὶ γὰρ πλουσίους πλουσίοις, καὶ πένη‐ τας πένησι παραβάλλει. Οὐκ εἶπε λάβετε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ἀλλὰ κληρονομήσατε. ἵνα δείξῃ τὴν ὑπερβάλλουσαν τῆς χάριτος δω‐
10ρεάν· ὡς οἰκεῖα γάρ φησιν, ὡς πατρῷα, ὡς ὑμέτερα, ὡς ὑμῖν ἄνωθεν ὀφειλομένην, οὕτως αὐτὴν κληρονομήσατε· πρινὴ γὰρ ὑμᾶς γενέσθαι, ταῦτα ὑμῖν ἡτοίμασται παρ’ ἐμοῦ καὶ ηὐτρέ‐ πισται, ἐπειδὴ ᾔδειν τοιούτους ἐσομένους ὑμᾶς. σκοπήσωμεν δὲ ἀντὶ ποίων τοσαῦτα λαμβάνουσιν, ἀντὶ στέγης, ἀντὶ ἱμα‐
15τίου, ἀντὶ ἄρτου, ἀντὶ ὕδατος ψυχροῦ, ἀντὶ ἐπισκέψεως, ἀντὶ εἰσόδου τῆς εἰς τὸ δεσμωτήριον· ἐκείνοις δὲ εἰπὼν “πορεύεσθε οἱ “κατηραμένοι,” οὐκ εἶπεν ὑπὸ τοῦ Πατρός μου· οὐ γὰρ αὐτὸς αὐτοὺς κατηράσατο, ἀλλὰ τὰ οἰκεῖα ἔργα, ἀλλ’ οὐδὲ τοῦτο εἶπεν, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ
20καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐβάλετε, διὰ τοῦ μὴ θρέψαι ἢ ποτίσαι, μηδὲ ἐνδύσαι μηδὲ ἐπισκέψασθαι, ἑαυτοῖς τὴν αἰτία λογίζεσθε. φοβηθῶμεν ἀγαπητοὶ ταῦτα ἀκούοντες, καὶ ἐννοήσαντες τῶν τοιούτων καὶ τοσούτων ἀγαθῶν τὴν ἑτοιμασίαν, καὶ τῆς ἀφορήτου καὶ αἰωνίου κολάσεως τὴν κατάκρισιν· σπουδάσωμεν
25ἐν εἰλικρινεῖ καὶ δαψιλεῖ συμπαθείᾳ, τῶν μὲν αἰωνίων ἀγαθῶν καὶ ἀνεκδιηγήτων κληρονόμοι γενέσθαι· τῶν δὲ ἀτελευτήτων βασάνων, πεῖραν μὴ λαβεῖν. εἰ γὰρ καὶ μὴ συνεγινώσκομεν ἑαυτοῖς ἁμαρ‐ τίας, οὐδ’ οὕτως ἡμᾶς ἔδει τῆς εἰς ἀλλήλους ἀμελεῖν συμπαθείας· εἰ δὲ πολλῶν ἁμαρτιῶν ὑπάρχομεν ὑπεύθυνοι, δι’ ἐλεημοσύνης
30πολλῆς, ταύτας ἐξαλείψωμεν προηγουμένως· καὶ τῶν ἄλλων ἀρετῶν ἀντεχόμενοι, καὶ μὴ τῇ ἐλεημοσύνῃ μόνῃ θαρροῦντες, ἑαυτοὺς τρυφῇ καὶ μέθῃ καὶ πορνείᾳ καὶ πλεονεξίᾳ καὶ μνησικακίᾳ καὶ φθόνῳ καὶ καταλαλιᾷ, καὶ ἑτέραις ἁμαρτίαις ἐκδότους ποιήσωμεν. διότι πάντα ὅσα διὰ τῶν ἁγίων Εὐαγγελίων διδασκόμεθα τηρεῖν,
35προσετάχθημεν οὐ τὰ μὲν, καὶ τὰ δὲ, ἀλλὰ πάντα.213

214

Ὠριγένους. Τὸ “ἀπὸ καταβολῆς κόσμου,” ἢ “πρὸ καταβο‐ “λῆς κόσμου,” τὸ ὡρισμένον ἐν προγνώσει δηλοῖ· ἔχει δὲ καὶ μυστικὸν τί, ὅπερ ζήτει. Εὐκαίρως περὶ τοῦ πάθους πάλιν διαλέγεται, ἐπειδήπερ προεῖπε
5περὶ τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῆς ἀνταποδόσεως τῆς ἐκεῖ καὶ τῆς κολάσεως· ὡσανεὶ ἔλεγε, τί δεδοίκατε ἐπὶ τοῖς προσκαί‐ ροις δεινοῖς, τοιούτων ὑμᾶς ἀναμενόντων ἀγαθῶν; μνημονεύει δὲ τοῦ Πάσχα, εἰς ὑπόμνησιν τῶν πολλῶν εὐεργετημάτων τῶν κατ’ Αἴγυπτον ἄγων αὐτούς· ὅτι καὶ τὸ νῦν γινόμενον διὰ σταυροῦ
10μυστήριον, ἑορτὴ καὶ πανήγυρις ἐστὶν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης τελούμενον. εἰπὼν δὲ ὅτι συνήχθησαν οἱ ἀρχιερεῖς, ἔδειξεν ὅτι τὰ Ἰουδαϊκὰ ἀρχὴν ἐλάμβανε διαλύεσθαι· ὁ μὲν γὰρ Μωϋσῆς ἕνα εἶναι ἀρχιερέα ἐκέλευσεν, καὶ τελευτήσαντος, τότε ἕτερον γίνε‐ σθαι· τότε δὲ πολλοὶ ἦσαν ἀρχιερεῖς· ἐνιαύσιοι γὰρ ἐγίνοντο, καὶ
15τοῦτο ἐδήλωσεν ὁ Εὐαγγελιστὴς εἰπὼν Λουκᾶς, ὅτε περὶ τοῦ Ζαχαρίου διελέγετο, Ἐξ ἐφημερίας αὐτὸν εἶναι Ἀβιά. αὐτὸς οὖν ἐνταῦθα φησὶ τοὺς ἀπὸ ἀρχιερέων. χρὴ δὲ σκοπῆσαι καὶ τὴν ἄφατον τῶν Ἰουδαϊκῶν πραγμάτων διαφθοράν· παρανόμοις γὰρ πράγμασιν ἐπιχειροῦντες, πρὸς τὸν ἀρχιερέα ἔρχονται· καὶ γὰρ
20εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα συνήχθησαν· ἐκεῖθεν βουλόμενοι τὴν ἐξουσίαν τῶν κακῶν λαβεῖν, ὅθεν κωλύεσθαι ἔδει· τί δὲ συνεβουλεύσαντο; ἵνα τὸν δεσπότην αὐτῶν, δόλῳ κρα‐ τήσωσι καὶ ἀποκτείνωσιν· ἐδεδοίκεισαν γὰρ τὸν λαὸν, διὸ καὶ τὴν ἑορτὴν ἀνέμενον παρελθεῖν· “ἔλεγον γὰρ, μὴ ἐν τῇ ἑορτῇ,” καὶ τὰ
25ἑξῆς. ἐφοβοῦντο γὰρ, οὐ τὰ τοῦ Θεοῦ, ἀλλὰ πανταχοῦ τὰ ἀνθρώ‐ πινα· ἀλλ’ ὅμως τῷ θυμῷ ζέοντες ἐπειδὴ καὶ τὸν προδότην εὗρον, πάλιν μετέθεντο.
28tΚΕΦ. ΞΒ.
29tΠερὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
30 Ἡ γυνὴ αὕτη ἡ τὸν Κύριον ἀλείψασα μύρῳ, δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ παρὰ τοῖς Εὐαγγελισταῖς ἅπασιν, οὐκ ἔστι δὲ, ἀλλὰ παρὰ μὲν τοῖς τρισὶ, μία τις εἶναί μοι δοκεῖ καὶ ἡ αὐτὴ,
παρὰ δὲ Ἰωάννῃ, οὐκ ἔτι, ἀλλ’ ἑτέρα τίς θαυμαστὴ, ἡ τοῦ Λαζά‐214

215

ρου ἀδελφή· τῆς λέπρας δὲ μέμνηται τοῦ Σίμωνος εἰπὼν, “ἐν “οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,” ἵνα δείξῃ πόθεν θαρροῦσα ἡ γυνὴ προσῆλθε τῷ Χριστῷ· ἐπειδὴ γὰρ ἡ λέπρα σφόδρα ἀκάθαρτον εἶναι δοκεῖ πάθος καὶ βδελυκτὸν, εἶδε δὲ τὸν Ἰησοῦν θεραπεύ‐
5σαντα τὸν ἄνθρωπον, οὐ γὰρ ἂν εἵλατο μεῖναι παρὰ τῷ λεπρῷ, καὶ καταχθέντα παρ’ αὐτῷ, ἐθάρρησεν, ὅτι καὶ τὴν τῆς ψυχῆς αὐτῆς ἀκαθαρσίαν, ἀποσμῆξαι δύναται ῥαδίως· τῆς Βηθανίας δὲ μνημονεύει, ἵνα μάθωμεν ὅτι ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται· ὁ γὰρ πρὸ τούτου διαδιδράσκων αὐτοὺς, νῦν ὅτε μάλιστα ἐξήφθη αὐτῶν
10ἡ βασκανία, τότε πλησίον ἔρχεται, ὡς ἀπὸ σταδίων δεκαπέντε· οὕτως οἰκονομίας ἦν καὶ τὸ πρότερον ἀναχωρεῖν αὐτόν. Διατί οὐ προτέρως ἀλλὰ μεθ’ ἑτέρας γυναῖκας, τὴν Σαμαρεί‐ τιν καὶ τὴν Χαναναίαν, καὶ ἄλλας τινὰς προσέρχεται αὕτη; διὰ τὸ πολλὴν ἑαυτῇ συνειδέναι ἀσελγείας ἀσθένειαν, καὶ μὴ τολμᾷν,
15ἀλλ’ ὀκνεῖν ἔτι καὶ ἀναδύεσθαι· καὶ οὐδὲ δημοσίᾳ, ἀλλ’ ἐν οἰκίᾳ, καὶ πάντων τῶν ἄλλων ὑπὲρ θεραπείας προσερχομένων σωματικῆς μόνον, αὕτη τῆς κατὰ ψυχὴν διορθώσεως ἕνεκεν προσῄει μόνης. οὐδὲ γάρ τι τοῦ σώματος ἀνάπηρος ἦν, ὥστε καὶ διὰ τοῦτο μάλιστα ἄν τις αὐτὴν θαυμάσειεν. ταῖς θριξὶ δὲ αὐτῆς ἀπέμασ‐
20σεν, ἐπειδὴ οὐχ ὡς ἀνθρώπῳ προσῄει ψιλῷ, ἀλλ’ ὡς μείζονι ἢ κατὰ ἄνθρωπον· διὰ τοῦτο ὃ παντὸς τοῦ σώματος τιμιώτερον ἦν μέλος, τοῦτο πρὸς τοὺς πόδας ἤνεγκε τοῦ Χριστοῦ, τὴν κεφαλὴν τὴν ἑαυτῆς. τίνος ἕνεκεν ἠγανάκτησαν οἱ μαθηταὶ λέγοντες, καὶ τὰ ἑξῆς; πόθεν ἑαυτοῖς αὕτη ἡ διάνοια ἡ περὶ τῶν πτωχῶν γέ‐
25γονεν; διὰ τὸ ἀκοῦσαι τοῦ διδασκάλου πολλὰ περὶ ἐλεημοσύνης εἰπόντος, καὶ “ὅτι ἔλεον θέλω καὶ οὐ θυσίαν.” ἀπὸ τούτων γὰρ συνελογίζοντο πρὸς ἑαυτοὺς, καὶ ἐνενόουν, ὅτι εἰ ὁλοκαυτώματα οὐ προσίεται, οὐδὲ τὴν παλαιὰν λατρείαν ὡς ἐλεημοσύνην, πολλῷ μᾶλλον τοῦ ἐλαίου τὴν χρῆσιν.
30 Προσήνεγκε δὲ αὐτῷ μύρον, ἐπειδὴ καὶ Ἰακὼβ στήλην ἤλειψε τῷ Θεῷ, καὶ ἐν ταῖς θυσίαις ἔλαιον προσήγετο, καὶ οἱ ἱερεῖς μύρῳ ἐχρίοντο. συνεχώρησε δὲ κατὰ τῆς κεφαλῆς αὐτοῦ χεθῆναι τὸ
μῦρον, σφόδρα συγκαταβαίνων αὐτῇ· καὶ γὰρ μετὰ πολλῆς215

216

εὐλαβείας καὶ ἀφάτου σπουδῆς προσῆλθεν αὐτῷ· εἰ γὰρ ἄνθρωπος γενέσθαι καὶ κυοφορηθῆναι οὐ παρῃτήσατο, πολλῷ μᾶλλον τοῦτο οὐκ ἂν διεκρούετο. εἰπόντες οἱ Ἀπόστολοι “ὅτι ἠδύνατο τριακοσίων” καὶ τὰ ἑξῆς, ἔδειξαν καὶ ἐν τούτῳ τῆς γυναικὸς τὴν φιλοτιμίαν,
5ὅσον ἀνήλωσεν εἰς τὸ μῦρον αὕτη· ἐπετίμησε δὲ τοῖς μαθηταῖς ἐγκαλοῦσι, καὶ μάλα εἰκότως· οὐδὲ γὰρ ἥδει ὑπὲρ τοσαύτης σπουδῆς ἐξαπορηθῆναι τὴν γυναῖκα· διὰ δὲ τοῦ εἰπεῖν, “τί κόπους “παρέχετε τῇ γυναικί;” διδάσκει αὐτοὺς ἐκ τούτου, μηδὲ ἐκ προοιμίων τὰ ὑψηλότερα τοὺς ἀσθενεστέρους ἀπαιτεῖν· καὶ γὰρ
10λοιπὸν ἦσαν ὑψηλοὶ καὶ πρόθυμοι πρὸς ἐλεημοσύνην οἱ μαθηταὶ, καὶ ἵνα μὴ τὴν τέως βλαστήσασαν πίστιν πηρώσωσιν, ἀλλ’ ἐκτρέφωσι μᾶλλον· ἅμα δὲ καὶ ἡμᾶς παιδεύων, ἵνα ὅπερ ἂν γένη‐ ται καλὸν παρ’ αὐτοῦ, κἂν μὴ σφόδρα ἠκριβωμένον ᾖ, δέχεσθαι αὐτὸ, καὶ ἐπὶ τὸ μεῖζον ἄγειν, καὶ μὴ παρὰ τὴν ἀρχὴν, πᾶσαν
15ἐπιζητεῖν ἀκρίβειαν. Περὶ δὲ τοῦ ἐνταφιασμοῦ αὐτοῦ, καὶ “ὅτι ἐμὲ οὐ πάντοτε “ἔχετε” ὁ Χριστὸς εἶπεν, τοὺς μαθητὰς περὶ τοῦ πάθους πάλιν ἀναμνῆσαι βουλόμενος. τὸ δὲ “ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον” καὶ τὰ ἑξῆς, προσέθηκε, τὴν εἰς τὰ ἔθνη ἔξοδον προαναφωνῶν, καὶ
20παραμυθούμενος αὐτοὺς καὶ ἐν τούτῳ ὑπὲρ τοῦ θανάτου αὐτοῦ, ὅτι περ τοσαύτη μετὰ τὸν σταυρὸν ἡ δύναμις αὐτοῦ ἐκλάμψει, ὡς πανταχοῦ τῆς γῆς ἐκχυθῆναι τὸ κήρυγμα· ἔτι δὲ καὶ πρὸς παρά‐ κλησιν καὶ ἔπαινον ἐκείνης· ὃ δὲ λέγει περὶ αὐτῆς, τοιοῦτον ἐστὶν, ὅτι μηδεὶς ἐπιτιμάτω αὐτῇ, ἐγὼ γὰρ τοσοῦτον ἀπέχω τοῦ κατα‐
25δικάσαι αὐτὴν ὡς κακῶς πεποιηκυῖαν, ἢ μέμψασθαι αὐτὴν ὡς οὐκ ὀρθῶς ἐργασαμένην, ὅτι οὐδὲ ἀφήσω λαθεῖν τὸ γεγενημένον, ἀλλ’ ὁ κόσμος γνώσεται τὸ ἐν οἰκίᾳ ὑπ’ αὐτῆς εἰργασμένον, καὶ ἐν κρυ‐ πτῷ. καὶ γὰρ ἀπὸ διανοίας εὐλαβοῦς ἦν τὸ γινόμενον, καὶ πίστεως θερμῆς, καὶ συντετριμμένης ψυχῆς· διατί δὲ μηδὲν πνευματικὸν
30ὑπέσχετο τῇ γυναικὶ, ἀλλὰ τὴν εἰς ἀεὶ μνήμην; ἐπειδὴ ἤρκει τοῦτο καὶ περὶ ἐκείνων πεῖσαι θαρρεῖν αὐτήν. εἰ γὰρ ἔργον καλὸν, ὡς αὐτὸς ἐμαρτύρησεν, ἐποίησεν, εὔδηλον ὅτι καὶ μισθὸν ἄξιον λήψεται. Τίνος ἕνεκεν εἶπε “τότε πορευθείς;” ἵνα δείξῃ ὅτι ὅτε γυνὴ
35πεπορνευμένη τοσαύτην ἐπεδείξατο τιμὴν, ὅτε εἶπεν εἰς τὸν ἐντα‐216

217

φιασμόν μου, ὅπερ ἱκανὸν ἦν αὐτὸν κατανύξαι, τότε αὐτὸς τὰ τοῦ διαβόλου εἰργάζετο. τὸ δὲ “Ἰσκαριώτης” εἶπεν, ἐπειδὴ καὶ ἄλλος ἦν Ἰούδας· “ἐκ τῶν δώδεκα” φησὶν, ἵνα παραστήσῃ ὅτι ἐκ τοῦ πρώτου χοροῦ τῶν ἐκλελεγμένων ἦν, τῶν μετὰ Πέτρου καὶ Ἰωάννου·
5ἦσαν γὰρ καὶ ἄλλοι μαθηταί. Χρὴ δὲ σκοπῆσαι πόση ἦν αὐτοῦ ἡ κακία, ὅτι καὶ αὐτομάτως προσῄει, καὶ ὅτι ἀργυρίου τοῦτο ποιεῖ, καὶ ἀργυρίου τοσούτου· ἐζήτει δὲ εὐκαιρίαν, ἐπειδὴ ἐδεδοίκει τὸν ὄχλον, καὶ μόνον ἀπο‐ λαβεῖν αὐτὸν ἤθελε. καίτοιγε πολλάκις αὐτὸν ἰδὼν διὰ μέσων
10ἐλθόντα καὶ μὴ κατασχεθέντα, καὶ τῆς αὐτοῦ δυνάμεως καὶ θεότητος πολλὰς παρασχόντα τὰς ἀποδείξεις· οὕτως αὐτὸν καθάπαξ ἐπήρωσεν ἡ φιλαργυρία, καὶ ταῦτα πολλάκις αὐτῷ περὶ τούτου διαλεχθέντος τοῦ Χριστοῦ, διά τε φοβερῶν καὶ προσηνῶν ῥημάτων, ὥστε καταλύσαι τὴν πονηρὰν αὐτοῦ ταύτην ἔννοιαν· ἀλλ’ εἰ κἂν
15οὐδὲν ἐκεῖνος ἐκέρδανεν, οὐ μὴν ὁ δεσπότης ἐπαύσατο τὰ αὐτοῦ ποιῶν. εἰ οὖν ὁ Χριστὸς καίπερ προειδὼς τὸ ἀδιόρθωτον τοῦ προδότου, οὐκ ἐπαύσατο τὰ αὐτοῦ εἰσφέρων καὶ νουθετῶν καὶ ἀπειλῶν καὶ ταλανίζων, πολλῷ μᾶλλον ὀφείλομεν ἡμεῖς, ἁμαρ‐ τάνοντας καὶ ῥαθυμοῦντας νουθετεῖν καὶ διδάσκειν καὶ παρακαλεῖν,
20κἂν μηδὲν ὠφελῶμεν. ἀκούσατε πάντες οἱ φιλάργυροι, οἱ τὸ τοῦ Ἰούδα νόσημα ἔχοντες· ἀκούσατε, καὶ φύγετε τὸ πάθος τοῦτο. εἰ γὰρ ὁ συνὼν τῷ Χριστῷ, καὶ σημεῖα ἐργασάμενος, καὶ τοσαύ‐ της ἀπολαύσας διδασκαλίας, ἐπειδὴ οὐκ ἀπηλλάγη τοῦ νοσήματος τούτου, εἰς τοσοῦτον κατηνέχθη βάραθρον, πολλῷ μᾶλλον ὑμεῖς,
25οἱ τοῖς παροῦσι προσηλωμένοι, εὐάλωτοι πρὸς ὄλεθρον ἐκ τοῦ πάθους τούτου γενήσεσθε, εἰ μὴ καθ’ ἑκάστην ἡμέραν συνεχοῦς ἀπολαύητε ἐπιμελείας, ἑαυτοὺς διορθούμενοι διὰ τῆς τῶν γραφῶν παραινέσεως. καθ’ ἑκάστην ἡμέραν συνῆν ἐκεῖνος τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ καθ’ ἑκάστην ἐπαιδεύετο τὴν ἡμέραν
30δι’ ἔργων, διὰ ῥημάτων, μὴ χρυσίον, μὴ ἀργύριον, μὴ δύο χιτῶνας ἔχειν, καὶ ὅμως οὐκ ἐσωφρονίσθη· καὶ πῶς οὖν προσδοκᾷς δια‐ φεύξασθαι τὸ νόσημα, μὴ πολλῇ τῇ προσευχῇ καὶ τῇ ἀναγνώσει, καὶ τῇ σπουδῇ κεχρημένος; δεινὸν γὰρ, δεινὸν, τὸ τῆς φιλαργυρίας
θηρίον· ἀλλ’ ὅμως ἐὰν θέλῃς ῥαδίως νικήσῃς. οὐ γάρ ἐστιν ἡ217

218

ἐπιθυμία αὕτη φυσικὴ, καὶ δῆλον τοῦτο ἐκ τῶν ἀπηλλαγμένων αὐτῆς. ὅτι δὲ πάντων χαλεπώτατον τοῦτο τὸ πάθος ἐστὶν, δῆλον μὲν καὶ ἐκ τοῦ Ἰούδα, ὅτι περ τὸν δεσπότην διὰ τοῦτο παρέδωκεν· δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι καὶ τυμβωρύχοι, καὶ ἀνδροφόνοι, καὶ
5πόλεμοι, καὶ μάχαι, καὶ ὅπερ ἂν εἴποις κακὸν, ἐκ τούτου τίκτεται. διὸ παρακαλῶ πάσῃ σπουδῇ τὴν νόσον ταύτην ἐκφύγωμεν, καὶ ὡς ἔστι καιρὸς, ἐκ πάσης πονηρίας ἀνενέγκωμεν· δυνάμεθα γὰρ, ἂν θέλωμεν· τί γὰρ φορτικὸν ἐπετάγημεν; Καὶ μετ’ ὀλίγα—Ποῖα γὰρ ὄργανα εἶχον οἱ Ἀπόστολοι τοσαῦτα
10κατορθώσαντες; οὐχὶ μονοχίτωνες καὶ ἀνυπόδετοι περιῄεσαν, καὶ πάντων περιεγένοντο; τί γὰρ δύσκολον τῶν ἐπιταγμάτων, μηδένα ἔχειν ἐχθρὸν, μηδένα μισεῖν, μηδένα λέγειν κακῶς; τὰ ἐναντία μὲν οὖν τούτων δυσκολώτερα. Καὶ πάλιν—ὅτι οὐχὶ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ κολάσεις εἰσὶν, ἀλλὰ καὶ πολλαὶ καὶ διά‐
15φοροι, καὶ ἀπὸ χρόνων καὶ ἀπὸ προσώπων, καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως, καὶ ἐξ ἑτέρων πλειόνων. καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, κείσθω εἰς μέσον ἁμάρτημα πορνείας, καὶ σκοπή‐ σωμεν. εὑρίσκομεν τιμωρίας διαφόρους ἐκ τῶν θείων γραφῶν. ἐπόρνευσέ τις πρὸ τοῦ νόμου, ἄλλως κολάζεται. καὶ τοῦτο ὁ
20Παῦλος δείκνυσιν, “ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπο‐ “λοῦνται.” ἐπόρνευσέ τις μετὰ τὸν νόμον, χαλεπώτερα πείσεται, ἐπόρνευσέ τις ἱερεὺς ὢν, προσέθηκέν τι. ἀπὸ γὰρ τῆς ἀξίας καὶ τὴν τιμωρίαν λαμβάνει μεγίστην. ἐπορνεύθη τις βιαίως, αὕτη δὲ ἀπήλλακται κολάσεως. ἐπορνεύθη τίς πλουτοῦσα, ἑτέρα δὲ πενο‐
25μένη· πάλιν καὶ ἐνταῦθα διαφορὰ, καὶ τοῦτο δῆλον ἐκ τοῦ Δαβὶδ, πῶς ἐνεκαλεῖτο σφοδρότερον. ἐπόρνευσέ τις μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ, ἀναβάπτιστος ἀπέλθῃ, πάντων τῶν προειρημένων χαλεπωτέραν δώσει δίκην· ἐπόρνευσέ τις μετὰ τὸ βάπτισμα· ἐνταῦθα λοιπὸν οὐδὲ παραμυθία τῷ ἁμαρτήματι λείπεται. ἐπόρ‐
30νευσέ τις ἱερωμένος, αὕτη μάλιστα ἡ κορυφὴ τῶν κακῶν.
31tΚΕΦ. ΞΓ.
32tΠερὶ τοῦ Πάσχα.
33Πρώτην τῶν ἀζύμων τὴν πρὸ τῶν ἀζύμων φησίν· εἰώθασι γὰρ
ἀπὸ τῆς ἑσπέρας ἀεὶ ἀριθμεῖν τὴν ἡμέραν, καὶ ταύτης μνημονεύει218

219

καθ’ ἣν ἐν τῇ ἑσπέρᾳ τὸ Πάσχα ἔμελλε θύεσθαι. τὸ ἦλθε τοῦτο λέγων, ἐγγὺς ἦν, ἐπὶ θύραις ἦν, τῆς ἑσπέρας δηλονότι μεμνημένος ἐκείνης· ἀπὸ γὰρ τῆς ἑσπέρας ἤρχοντο, διὸ ἕκαστος προστίθησι λέγων, ὅτε ἐθύετο τὸ Πάσχα. ἐρωτῶσι δὲ ποῦ θέλει ἑτοιμασθῆναι
5τὸ Πάσχα, διὰ τὸ μὴ ἔχειν αὐτὸν καταγώγιον, μήτε οἰκίαν. ἐπι‐ τελεῖ δὲ τὸ Πάσχα, δεικνὺς ὅτι οὐκ ἔστιν ἐναντίος τῷ νόμῳ. πρὸς ἄγνωστον δὲ πέμπει ἄνθρωπον, γνωρίσαι κἀντεῦθεν βουλό‐ μενος, ὅτι εἰ ἤθελεν, ἠδύνατο μὴ παθεῖν. ὁ γὰρ τὸν δεῖνα τοῦτον πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, καὶ ταῦτα ἀπὸ ῥημάτων, ὅπερ
10καὶ ἐπὶ τῆς ὄνου τοῦτο πεποίηκε, τί οὐκ ἂν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴγε ἐβούλετο; ἐγὼ δὲ οὐ τοῦτο θαυμάζω μόνον, ὅτι αὐτὸν ὑπεδέξατο ἄγνωστος ὢν, ἀλλ’ ὅτι προσδοκῶν ἔχθραν ἐπισπάσασθαι τοιαύτην, καὶ πόλεμον ἄσπονδον ἐκ τῶν Ἰουδαίων, κατεφρόνησε τῆς τούτων ἀπεχθείας. σημεῖον δὲ αὐτοῖς δίδωσι
15τὸν τὸ κεράμιον βαστάζοντα, ἐπειδὴ τὸν τόπον ἠγνόουν. Εἶπε δὲ “ὅτι ὁ καιρός μου ἐγγύς ἐστι,” ἅμα μὲν καὶ τοὺς μαθητὰς ὑπομιμνήσκων τοῦ πάθους συνεχῶς, ὥστε τῇ πυκνότητι τῆς προρρήσεως ἐγγυμνασθέντες μελετᾷν τὸ συμβησόμενον. ἅμα δὲ δεικνὺς αὐτοῖς ἐκείνοις καὶ τῷ ὑποδεχομένῳ, καὶ πᾶσιν Ἰου‐
20δαίοις, ὃ πολλάκις εἶπον, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται. προστίθησι δὲ “μετὰ τῶν μαθητῶν μου,” ὥστε ἀρκοῦσαν γενέσθαι τὴν παρασκευήν. διατί δὲ ἐσθιόντων αὐτῶν, περὶ τῆς προδοσίας διαλέγεται; ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τὴν τοῦ προδότου· καὶ γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν,
25καὶ ἦλθε κοινωνῆσαι καὶ μυστηρίων καὶ ἁλῶν· καὶ ὅτι ἔδει τότε, εἰ καὶ θηρίον ἦν, πραότερον γενέσθαι. Πρὸ δὲ τοῦ δείπνου καὶ τοὺς πόδας αὐτοῦ ἔνιψεν, οὐκ εἶπε δὲ ὁ δεῖνα με παραδώσει, ἀλλ’ “εἷς ἐξ ὑμῶν,” φειδόμενος καὶ ἐν τούτῳ τοῦ προδότου, ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν
30τὸ λαθεῖν, καὶ αἱρεῖται φοβῆσαι ἅπαντας ὑπὲρ τοῦ διασῶσαι τοῦτον. τῶν δώδεκα δὲ εἶπε, τουτέστι τῶν πανταχοῦ μοι παρόντων, ὧν τοὺς πόδας ἔνιψα, οἷς τοσαῦτα ἐπηγγειλάμην. ποῖον ἄρα πένθος ἀφόρητον τὸν χορὸν τότε τῶν ἁγίων κατέλαβεν ἐκεῖνον, ὅθεν καὶ ἕκαστος μετὰ λύπης ἔλεγε· “μήτι ἐγώ εἰμι, Κύριε;”
35διὸ καὶ τῆς ταραχῆς αὐτοὺς ἀπαλλάξαι βουλόμενος, καὶ γὰρ219

220

ἀποτεθνήκεισαν τῷ δέει· διὰ τοῦτο αὐτὸν λοιπὸν ἀπεκάλυψε διὰ τοῦ ψωμίου. οὐκ ἐκείνους δὲ μόνους ἀνιέναι βουλόμενος τῆς ἀγω‐ νίας τοῦτο πεποίηκεν, ἀλλὰ καὶ τὸν προδότην διορθώσασθαι θέλων. ἐπειδὴ γὰρ πολλάκις ἀκούσας ἀδιόρθωτος ἔμεινεν, ἀνάλγητος ὢν,
5βουλόμενος αὐτοῦ καθικέσθαι, ἐμφαίνει αὐτὸν λοιπόν. τίνος ἕνεκε μετ’ αὐτοῦ ἔβαπτεν ὁ προδότης; ἀπὸ πολλῆς ἰταμότητος· οὐδὲ γὰρ λοιπὸν ἐτίμα τὸν διδάσκαλον. ὁ Χριστὸς δὲ συγκαταβαίνων, καὶ μέχρι τούτου αὐτὸν ἐντρέψαι βουλόμενος, καὶ εἰς διάθεσιν ἐπισπασάμενος, ἅμα δὲ καὶ ἡμῖν τύπος μακροθυμίας γινόμενος.
10τὸ δὲ “ὁ υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ,” προσέθηκε, τοὺς μαθητὰς ἀνακτώμενος, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶγμα τοῦ θανάτου αὐτοῦ· καὶ γὰρ ἐξ ὧν προέλεγεν, ἑαυτὸν ἐδείκνυεν ἑκουσίως τοῦτον καταδεχόμενος· ἔτι δὲ καὶ τὸν προδότην καὶ ἐν τούτῳ διορθούμενος. καὶ εἰ ἐκεῖνος καὶ μετὰ
15τοῦτο, καὶ μετὰ τὸ ἀκοῦσαι “οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ,” οὐ μόνον ἀδιόρθωτος, ἀλλὰ καὶ ἀναισχυντίας ἐφθέγξατο ῥήματα, εἰπὼν “μήτι ἐγώ εἰμι;” συνειδὼς γὰρ ἑαυτῷ τοιαῦτα, οὐκ ᾐδέσθη περὶ τούτων ἐξετάσεων. τὸ δὲ εἰπεῖν τὸν δεσπότην, “σὺ εἶπας,” δείκνυσιν αὐτοῦ τὴν ἄφατον ἡμερότητα. καὶ γὰρ ἐνῆν εἰπεῖν αὐτῷ,
20ὦ μιαρὲ καὶ παμμίαρε, ἐναγῆ καὶ βέβηλε, τοσοῦτον χρόνον ὠδίνων τὸ κακὸν, καὶ ἀπελθὼν καὶ συμβόλαια Σατανικὰ ποιήσας, καὶ ἀργύριον συνθέμενος λαμβάνειν, καὶ παρ’ ἐμοῦ διελεγχθεὶς ἔτι τολ‐ μᾷς ἐρωτᾷν; ἀλλ’ οὐδὲν τούτων εἴρηκεν, ἀλλὰ πῶς; “σὺ εἶπας·” ὅρους ἡμῖν καὶ κανόνας ἀνεξικακίας πηγνύς. μηδεὶς οὖν λεγέτω
25ὅτι, εἰ γεγραμμένον ἦν τοῦ παθεῖν αὐτὸν ταῦτα, διατί ἐγκαλεῖται Ἰούδας τὰ γεγραμμένα ποιήσας; ἐπειδὴ οὐ ταύτῃ τῇ γνώμῃ τοῦτο πεποίηκεν, ἀλλὰ πονηρᾷ προαιρέσει· χρὴ γὰρ τὸν σκοπὸν ἐξετάζειν πανταχοῦ. διατί οὐκ ἠρώτησεν ἐξ ἀρχῆς ὁ Ἰούδας, μήτι ἐγώ εἰμι; ἐπειδὴ ἐνόμιζε λανθάνειν τὸ εἰπεῖν τὸν Χριστὸν, “εἷς ἐξ
30“ὑμῶν,” ὅτε αὐτὸν δῆλον ἐποίησε, τότε τῇ ἐπιεικείᾳ τοῦ διδασκά‐ λου καταφρονήσας ὡς οὐκ ἐλέγξαντος αὐτὸν, οὐκ ᾐδέσθη τοῦ ἐρω‐ τῆσαι, ῥαββὶ δὲ αὐτὸν ἐκάλεσεν ἀπὸ πολλῆς ἰταμότητος· τοιοῦτον γὰρ ἡ φιλαργυρία, μωροὺς γὰρ καὶ ἀνοήτους ἐργάζεται. Πῶς ὁ μὲν Ματθαῖος φησὶ, καὶ οἱ ἄλλοι, ὅτι ὅτε συνετάξατο
35περὶ τῆς προδοσίας ὁ Ἰούδας, τότε αὐτὸν ὁ διάβολος εἷλεν· ὁ δὲ220

221

Ἰωάννης, “μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς;” καὶ αὐτὸς μὲν ὁ Ἰωάννης τοῦτο ἀνωτέρω εἶπεν, ὅτι δείπνου γενομένου καὶ τὰ ἑξῆς.
4tΚΕΦ. ΞΔ.
5tΠερὶ τοῦ τύπου τοῦ μυστικοῦ.
6 Τίνος ἕνεκε κατὰ τὸν καιρὸν τοῦ Πάσχα, καὶ οὐκ ἐν ἄλλῃ ἡμέρᾳ, λαβὼν ἄρτον ἔκλασε καὶ τὰ μυστήρια ἐπετέλεσεν; ἵνα μάθωμεν πάντοθεν καὶ τῆς παλαιᾶς αὐτὸν ὄντα νομοθέτην, καὶ τὰ ἐν ἐκείνῃ διὰ ταῦτα προσκιογραφηθέντα. διά τοι τοῦτο ἔνθα ὁ
10τύπος τὴν ἀλήθειαν ἐπιτίθησιν, ἡ δὲ ἑσπέρα τοῦ πληρώματος τὸν καιρὸν, τεκμήριον ἦν, καὶ τοῦ πρὸς αὐτὸν λοιπὸν ἥκειν τὸ τέλος τὰ πράγματα· εὐχαριστεῖ δὲ, διδάσκων ἡμᾶς, ὅπως δεῖ τὸ μυστή‐ ριον τοῦτο ἐπιτελεῖν, καὶ δεικνὺς ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, καὶ παιδεύων ἡμᾶς ὅπερ ἂν πάσχωμεν εὐχαρίστως
15φέρειν. μετὰ δὲ τὸ φαγεῖν τὸ νομικὸν Πάσχα, παραδίδωσι τὸ μυστήριον λέγων, “λάβετε, φάγετε,” καὶ τὰ ἑξῆς. ἐπειδὴ λοιπὸν παύσασθαι ἔδει τὰ νομικὰ, καὶ τὸ κεφάλαιον τῶν παλαιῶν ἑορτῶν, καὶ ἐφ’ ἑτέραν μεταβαίνει τράπεζαν φρικωδεστάτην τῆς καινῆς. οὐκ ἐθορύβησαν ἀκούοντες λέγοντος αὐτοῦ, “τοῦτο ἐστὶ τὸ σῶμα
20“μου.” ἐπειδὴ πολλὰ καὶ μεγάλα ἔμπροσθεν αὐτοῖς ἦν προ‐ διαλεχθεὶς, καθὼς ἐν διαφόροις τόποις ὁ Ἰωάννης φησὶ, λέγει δὲ τὴν αἰτίαν τοῦ πάθους, τῶν ἁμαρτημάτων εἶναι τὴν ἄφεσιν. “αἷμα δὲ καινῆς διαθήκης” καλεῖ, ὡς τὴν καινὴν διαθήκην συνέχων. ὥσπερ γὰρ ἡ παλαιὰ, πρόβατα καὶ μόσχους εἶχεν, οὕτως καὶ
25αὕτη τὸ αἷμα τὸ δεσποτικόν. δείκνυσι δὲ κἀντεῦθεν ὅτι μέλλῃ ἀποθνήσκειν, διὸ καὶ διαθήκης μέμνηται· ἀναμιμνήσκει δὲ καὶ τῆς παλαιᾶς, ἐπειδὴ καὶ ἐκείνη δι’ αἵματος ἐγκαίνιστο. καὶ πάλιν δὲ λέγει τοῦ θανάτου τὴν αἰτίαν, “ὑπὲρ πολλῶν ἐκχυνόμενον “εἰς ἄφεσιν ἁμαρτιῶν.” τί διδάσκων ἔλεγε τοῦτο “ποιεῖτε εἰς
30“τὴν ἐμὴν ἀνάμνησιν;” καθάπερ φησὶν, ἐκεῖνο ἐποιεῖτε εἰς ἀνάμνησιν τῶν ἐν Αἰγύπτῳ θαυμάτων, οὕτω καὶ τοῦτο εἰς ἐμήν. ἐκεῖνο τὸ αἷμα ἐξεχύθη εἰς σωτηρίαν τῶν πρωτοτόκων, τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ καθάπερ Μωϋσῆς, φησὶ, τοῦτο μνημόσυνον ὑμῖν αἰώνιον παραδέδωκεν, οὕτω καὶ αὐτὸς εἰς ἐμὴν ἀνάμνησιν,
35ἕως ἂν παραγένωμαι· Πάσχα γὰρ παραδίδωμι, δι’ οὗ μέλλω221

222

πνευματικοὺς ποιεῖν. ἔπιε δὲ καὶ αὐτὸς ἐξ αὐτοῦ, ἵνα μὴ ταῦτα ἀκούοντες εἴπωσι, τί οὖν αἷμα πίνομεν, καὶ σάρκα ἐσθίομεν; καὶ θορυβηθῶσιν. καὶ γὰρ ὅτε τοὺς περὶ τούτων ἐκίνησε λόγους, πρό‐ τερον πολλοὶ ἐσκανδαλίζοντο, καὶ πρὸς αὐτὰ τὰ ῥήματα. ἵνα οὖν
5μὴ καὶ τότε ταραχθῶσιν, πρῶτος αὐτὸς τοῦτο ἐποίησεν, ἐνάγων αὐτοὺς ἀταράχως εἰς τὴν κοινωνίαν τῶν μυστηρίων. διὰ τοῦτο οὖν τὸ ἑαυτοῦ αἷμα καὶ αὐτὸς ἔπιεν. Τὸ “οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης” καὶ τὰ ἑξῆς, δηλοῖ βασιλείαν μὲν τοῦ Πατρὸς, τὴν ἑαυτοῦ ἀνάστασιν,
10γενήματα δὲ τῆς ἀμπέλου τὸν οἶνον. τοῦτο οὖν φησὶν, ὅτι “οὐ μὴ “πίω ἐκ τοῦ οἴνου τούτου ἀπάρτι,” καὶ τὰ ἑξῆς. ἕνεκεν δὲ τούτου μετὰ τὴν ἀνάστασιν ἔπιεν, ἵνα μὴ νομίσωσιν οἱ παχύτεροι, φαν‐ τασίαν εἶναι τὴν ἀνάστασιν· ὅθεν καὶ οἱ Ἀπόστολοι τοὺς τοιούτους πεῖσαι βουλόμενοι, τοῦτο ἔλεγον· “οἵτινες συνεφάγομεν καὶ συνε‐
15“πίομεν αὐτῷ.” τὸ δὲ μεθ’ ὑμῶν εἶπεν, ὥστε ὑμᾶς μαρτυρῆσαι περὶ τούτου, δι’ ὄψεως καὶ διὰ πραγμάτων τὴν πληροφορίαν δεξάμενοι· καινὸν δὲ, τουτέστι ξένως· οὐδὲ γὰρ σῶμα παθητὸν ἔχων φησὶ, μέλλω αὐτὸ πίνειν, ἀλλὰ ἀθάνατον λοιπὸν καὶ ἀδιά‐ φθαρτον, καὶ οὐ δεόμενον τροφῆς. διατί ὕδωρ οὐκ ἔπιεν, ἀλλ’
20οἶνον; αἵρεσιν τινὰ πονηρὰν πρόρριζον ἀνασπάσαι βουλόμενος. ἐπειδὴ γὰρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, διὰ τοῦτο καὶ ἡνίκα τὰ μυστήρια παρέδωκε, καὶ ἡνίκα ἀνέστη, χωρὶς μυστηρίων τράπεζαν ψιλὴν παρατιθέμενος, οἴνῳ ἐχρῆτο, καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου· ἄμπελος δὲ
25οἶνον, οὐχ ὕδωρ γεννᾷ. Τὸ “ὑμνήσαντες ἐξῆλθον,” πρὸς νουθεσίαν ἡμῶν εἴρηται. ἀκου‐ έτωσαν τοίνυν ὅσοι καθάπερ χοῖροι ἐσθίοντες, ἁπλῶς ἐκ τῆς τραπέζης ἀνίστανται τῆς αἰσθητῆς, οὐ μετ’ εὐχαριστίας καὶ ὕμνων. ἀκουέτωσαν καὶ ὅσοι τὴν τελευταίαν πάλιν εὐχὴν οὐκ
30ἀναμένουσι τῶν μυστηρίων. αὕτη γὰρ ἐκείνης σύμβολόν ἐστιν· εὐχαρίστησεν οὖν πρὸ τοῦ δοῦναι τοῖς μαθηταῖς, ἵνα καὶ ἡμεῖς πρὸ τῆς βρώσεως εὐχαριστήσωμεν πρότερον. εὐχαρίστησε καὶ ὕμνησε μετὰ τὸ δοῦναι, ἵνα καὶ ἡμεῖς αὐτὸ τοῦτο ποιῶμεν. διὰ τοῦτο δὲ εἰς τὸ ὄρος ἐξέρχεται, φανερὸν ἑαυτὸν ποιῶν πρὸς τὸ
35συλληφθῆναι, ἵνα μὴ δόξῃ κρύπτεσθαι· ἔσπευδε γὰρ ἐπὶ τὸν222

223

τόπον ἐλθεῖν, τὸν καὶ Ἰούδᾳ γνώριμον. λέγει δὲ αὐτοῖς τὸ “πάντες “σκανδαλισθήσεσθε ἐν ἐμοὶ,” ἔτι δὲ καὶ τὴν προφητείαν, ὁμοῦ μὲν πείθων αὐτοὺς προσέχειν τοῖς γεγραμμένοις, ὁμοῦ δὲ δηλῶν ὅτι πάντα προεκήρυξαν οἱ προφῆται ἄνωθεν τὰ ἐν τῷ πράγματι.
5οὐκ ἔστη δὲ μέχρι τῶν σκυθρωπῶν, ἀλλὰ καὶ τὴν ἔγερσιν αὐτοῦ λέγει· καὶ οὐκ εἰς μακράν τινα χώραν ἀπιέναι προστάσσει, ἀλλ’ ἐν αὐτῷ τῷ ἔθνει, ἐν ᾧ καὶ ἐσταυρώθη, ἐν αὐτοῖς σχεδὸν τοῖς χωρίοις· διὰ τοῦτο ἐν τῇ Γαλιλαίᾳ εἶπεν, ἵνα τοῦ φόβου τῶν Ἰουδαίων ἀπαλλαγέντες, πιστεύσωσιν αὐτῷ φαινομένῳ· διὸ καὶ
10ἐκεῖ ἐφάνη. Δέον ἀκούσαντα τὸν Πέτρον “πάντες ὑμεῖς σκανδαλισθήσεσθε “ἐν ἐμοὶ” δεηθῆναι καὶ εἰπεῖν βοήθησον ἡμῖν, ὥστε μὴ ἀπο‐ σχισθῆναι, μᾶλλον ἑαυτῷ θαρρεῖ καὶ φησὶν, “ὅτι εἰ καὶ οὗτοι “πάντες σκανδαλισθήσονται, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.”
15ἐπεὶ οὖν ἔμελλεν ἐκ τούτου κατὰ μικρὸν εἰς αὐθάδειαν χωρεῖν, ἔδει γὰρ αὐτοὺς καὶ τῷ προφήτῃ καὶ τῷ Χριστῷ πείθεσθαι, διὰ τοῦτο ἀφίησιν αὐτὸν πεσεῖν, παιδεύων αὐτὸν ἐντεῦθεν, τῆς οἰκείας συνειδήσεως πιστοτέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ· καὶ οἱ λοιποὶ δὲ οὐ μικρὸν ἐκαρπώσαντο ὄφελος ἀπὸ τῆς ἀρνήσεως
20αὐτοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν κατανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν. ὅτι δὲ χαλεπὸν ἦν ἐν αὐτῷ τὸ πάθος τῆς αὐθαδείας, δῆλον. οὐκ ἠρκέσθη γὰρ τοῖς προτέροις, καὶ τῷ προφήτῃ καὶ τῷ Χριστῷ ἀντειπὼν, ἀλλὰ καὶ μετὰ ταῦτα εἰπόντος “τρὶς ἀπαρ‐ “νήσει με,” λέγει· “κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε
25“ἀπαρνήσομαι.” εἰ γὰρ καὶ ἀπὸ πολλῆς ἀγάπης τῆς πρὸς τὸν Χριστὸν ταῦτα ἔλεγε, ἀλλ’ οὐκ ἄνευ προπετείας τοῦτο ἐποίει, καὶ ὡς θαρρῶν ἑαυτῷ. διὸ καὶ τῆς ἑαυτοῦ ῥοπῆς ὁ Θεὸς αὐτὸν ἀπε‐ γύμνωσε, τὴν φύσιν ἐλέγχων τὴν ἀνθρωπίνην. διὸ χρὴ γινώσκειν, ὅτι οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύει
30ῥοπῆς, ὡς ἔγνωμεν ἐκ τοῦ Πέτρου, οὔτε πάλιν κερδανοῦμεν τί ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης. ἐπειδὴ ἔθος ἦν αὐτῷ χωρὶς τῶν μαθητῶν εὔχεσθαι· ἐποίει δὲ, παιδεύων ἡμᾶς ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευάζειν ἑαυτοῖς καὶ ἡρεμίαν πολλὴν,
τούτου χάριν φησὶ πρὸς αὐτοὺς “μείνατε αὐτοῦ, ἕως ἂν ἀπελθὼν223

224

“προσεύξομαι.” τοὺς τρεῖς δὲ παραλαμβάνει, καὶ οὐ πάντας, ἵνα μὴ καταπέσωσι· τούτους δὲ ὡς τῆς δόξης αὐτοῦ θεωροὺς γενο‐ μένους. οὐχ ἁπλῶς δὲ, πρὸς Πέτρον ἀποτείνεται μάλιστα μετὰ τὴν προσευχὴν ἐλθὼν, καὶ εὑρὼν αὐτοὺς καθεύδοντας· ἀλλὰ καθ‐
5ικνούμενος αὐτοῦ διὰ τὸ εἰπεῖν, “κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν,” καὶ τὰ ἑξῆς. ἐπειδὴ δὲ ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον, καὶ πρὸς πάντας διαλέγεται, ἐλέγχων αὐτῶν τὴν ἀσθένειαν. οἱ γὰρ συναποθανεῖν αἱρούμενοι, οὐδὲ λυπουμένῳ τότε συλλυπηθῆναι ἴσχυ‐ σαν ἐγρηγορότες, ἀλλ’ ἐκράτησεν αὐτῶν ὁ ὕπνος.
10 Ἕνεκεν τίνος εὔχεται; ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα· ἐπιρρέουσι δὲ καὶ ἱδρῶτες διὰ τὴν αἰτίαν πάλιν τὴν αὐτὴν, ἵνα μὴ εἴπωσιν αἱρετικοὶ ὅτι ὑποκρίνεται τὴν ἀγωνίαν, διὰ τοῦτο καὶ ἱδρῶτες ὡς θρόμβοι αἵματος, καὶ Ἄγγελος ἐνισχύων αὐτὸν ἐφάνη, καὶ μυρία φόβου τεκμήρια, ἵνα μή τις εἴπῃ, τὰ ῥήματα πεπλα‐
15σμένα εἶναι. τὸ μὲν οὖν εἰπεῖν, “εἰ δυνατὸν παρελθέτω,” ἔδειξε τὸ ἀνθρώπινον, τὸ δὲ εἰπεῖν “πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σὺ,” ἔδειξε τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον· παιδεύων καὶ τῆς φύσεως ἀνθελκούσης ἕπεσθαι τῷ Θεῷ. ἐπειδὴ γὰρ οὐκ ἤρκει τοῖς ἀνοήτοις τὸ πρόσωπον δεῖξαι μόνον, καὶ ῥήματα προστίθησι πάλιν· καὶ
20ἐπειδὴ ῥήματα οὐκ ἤρκει, ἀλλὰ καὶ πραγμάτων ἔδει, καὶ ταῦτα συνάπτει τοῖς ῥήμασιν, ἵνα πιστεύσωσι καὶ οἱ σφόδρα φιλονει‐ κοῦντες, ὅτι καὶ ἄνθρωπος γέγονε, καὶ ἀπέθανεν· εἰ γὰρ καὶ τούτων ὄντων ἀπιστεῖται περὶ τίνων ἐπὶ τούτῳ, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα ἦν· τούτου χάριν διὰ τοσούτων δείκνυσι τῆς οἰκονομίας τὴν
25ἀλήθειαν, δι’ ὧν φθέγγεται, καὶ δι’ ὧν πάσχει. οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ “μετ’ ἐμοῦ γρηγορῆσαι,” ὡσανεὶ ἔλεγε γρηγορῆσαι οὐκ ἰσχύσατε μετ’ ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ τὴν ψυχὴν θήσειν· καὶ νῦν μὲν πρὸς Πέτρον ἀποτείνεται, νῦν δὲ πρὸς πάντας. Τί ἐστι “προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν;” παιδεύει
30μὴ ἀπαυθαδιάζεσθαι, ἀλλὰ συντετρίφθαι τὴν διάνοιαν καὶ ταπεινο‐ φρονεῖν, καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατίθεσθαι· εἰ γὰρ καὶ βούλεσθε, φησὶν, ὑπεριδεῖν θανάτου, ἀλλ’ οὐ δυνήσησθε, ἕως οὗ ὁ Θεὸς ὀρέξει χεῖρα· καθέλκει γὰρ τὸ φρόνημα τὸ σαρκικόν. ἐν δὲ τῇ τρίτῃ εὐχῇ “γενηθήτω τὸ θέλημά σου” φησὶ, δεικνὺς ὅτι σφόδρα
35συνᾴδει, καὶ τοῦτο ἐπιζητεῖ· προσηύξατο δὲ τὸ τρίτον, βεβαιῶν224

225

ὅτι ἄνθρωπος γέγονε. τὸ γὰρ δεύτερον καὶ τρίτον, ἀληθείας μάλιστα ἐστιν ἐν ταῖς γραφαῖς ἐνδεκτικόν· ἐκ δευτέρου δὲ ἦλθε πρὸς αὐτοὺς, ὥστε αὐτοὺς ἐλέγξαι ὅτι οὕτως ἐβαπτίσθησαν ὑπὸ τῆς ἀθυμίας, ὡς μηδὲ τῆς παρουσίας αὐτοῦ αἰσθέσθαι. οὐ διϋπνί‐
5ζει δὲ καὶ ἐπιτιμᾷ πάλιν, ὥστε μὴ πλήξαι πεπληγότας, ἀλλ’ ἀπελθὼν φησὶ “καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε·” καὶ μὴν τότε γρηγορῆσαι ἔδει, ἀλλὰ δεικνὺς ὅτι οὐδὲ τὴν ὄψιν οἴσουσι τῶν δεινῶν, ἀλλὰ φυγαδευθήσονται καὶ ἀποστήσονται ὑπὸ τῆς ἀγωνίας, καὶ ὅτι οὐδὲν τῆς αὐτῶν δεῖται βοηθείας, καὶ ὅτι δεῖ πάντως αὐτὸν
10παραδοθῆναι τοῦτο φησί· τὸ δὲ “εἰς χεῖρας ἁμαρτωλῶν” εἶπεν, ὥστε ἀναστῆσαι αὐτῶν τὰ φρονήματα, πρὸς τὸ ἐπιγνῶναι ὅτι τῆς ἐκείνου πονηρίας τὸ ἔργον ἦν, οὐ τὸ αὐτὸν ὑπεύθυνον εἶναι πλημ‐ μελημάτων.
14tΚΕΦ. ΞΕ.
15tΠερὶ τῆς παραδόσεως τοῦ Ἰησοῦ.
16 Τί διδάσκων ἐκ τούτου ἔλεγεν, “ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν;” ὅτι ᾔδει προήξοντα τὸν προδότην· καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ μᾶλλον προσέτρεχεν, ὅπως διὰ πάντων τούτων αὐτοὺς παι‐ δεύσῃ, οὐκ ἀνάγκης τὸ πρᾶγμα ὑπάρχειν οὐδὲ ἀσθενείας, ἀλλ’
20οἰκονομίας τινὸς ἀπορρήτου. Τοῦ Μακαρίου Ἰσιδώρου Τοῦ Πηλουσιώτου. Τῆς κατα‐ σχούσης τὸ ἀνθρώπινον γένος προλήψεως τὴν τυραννίδα διακόπτων ὁ Σωτὴρ, καὶ ἀπὸ τῶν χαμαιζήλων πραγμάτων εἰς τὴν ὑπερ‐ κόσμιον αὐτοὺς λῆξιν ἀναγαγεῖν σπουδάζων ἐβόα, “ἐγείρεσθε
25“ἄγωμεν ἐντεῦθεν,” ὅτι ᾔδει προήξοντα τὸν προδότην· τῇ γὰρ φωνῇ τὴν οἰκείαν κεράσας δύναμιν τῶν θελόντων ἀναστῆναι εἰς οὐρανὸν ἀνέρρωσε τὰς δυνάμεις, ὥστε πολλὰ χαίρειν τῇ προλήψει φράσαντας τῆς ἄνω πορείας ἔχεσθαι. Τὸ “μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυ‐
30τέρων τοῦ λαοῦ” φησὶ, στηλιτεύων αὐτῶν τὴν πονηρίαν, ὅτι τοιαῦτα ἦν αὐτῶν τὰ σκεύη. τὸ δὲ σημεῖον δέδωκεν αὐτοῖς ὁ προδότης, ὅτι πολλάκις κατασχεθεὶς ὑπ’ αὐτῶν ὁ Χριστὸς διῆλθεν ἐκ μέσου αὐτῶν οὐκ ἐπεγνωκότων αὐτόν· φίλημα δὲ θαρρῶν τῇ ἐπιεικείᾳ
τοῦ διδασκάλου, ὅπερ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν ἀποστε‐225

226

ρῆσαι συγγνώμης, ὅτι τὸν οὕτως ἥμερον προεδίδου· ἀλλ’ ὢ τῆς μιαρᾶς γνώμης, τί ἐβουλεύσατο; τί ἐτόλμησε; ποίοις ὀφθαλμοῖς ἑώρα τότε εἰς τὸν διδάσκαλον; ποίῳ στόματι ἐφίλει; αὐτὸς δὲ καὶ φιληθῆναι κατεδέξατο καὶ ἔδωκεν ἑαυτὸν ἑκὼν, ἐπεὶ ὅπερ καὶ
5ἄλλοτε πεποίηκεν, καὶ τότε ἂν ἠδύνατο ἐκ μέσου αὐτῶν διελθεῖν, εἴπερ ἤθελεν· καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν κατ’ αὐτὴν τὴν νύκτα, καθ’ ἣν τὸ Πάσχα ἔφαγον· οὕτως ἔζεον καὶ ἐμαίνοντο· τὸ δὲ “ἑταῖρε,” ὥστε ἐντρέψαι αὐτὸν καὶ ἐν τούτῳ, φησί· τὸ δὲ “ἐφ’ ὃ πάρει,” ὅτι οὐχὶ ἀγάπῃ σκοπῶν τοῦτο δρᾷς,
10ἀλλὰ πονηρᾷ γνώμῃ. τίς δὲ ὁ εἷς οὗτος ὁ τὸ ὠτίον κόψας; Ἰωάννης φησὶν ὅτι ὁ Πέτρος· τῆς γὰρ αὐτοῦ θερμότητος ἦν τὸ πρᾶγμα· πόθεν δὲ εἶχε μάχαιραν; ἐπειδὴ ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες· ἦν δὲ εἰκὸς καὶ μαχαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον. τοὺς μαθητὰς δὲ ἀκούσαντας ὅτι ἥξουσι τινὲς ἐπ’ αὐτὸν,
15τούτου χάριν τινὲς ἐξ αὐτῶν ἔλαβον ταύτας εἰς βοήθειαν, ὡς πολεμήσοντες ὑπὲρ τοῦ διδασκάλου, ὃ τῆς ἐκείνων γνώμης ἦν μόνον. διὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ χρησάμενος, καὶ μετὰ σφοδρᾶς τῆς ἀπειλῆς. οὐ μὴν ἀφῆκε τινὰ γενέσθαι βλάβην ὁ Χριστὸς, καὶ γὰρ ἰάσατο αὐτὸν, καὶ θαῦμα μέγα ἐπεδείξατο,
20ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα· καὶ γὰρ ἐκεῖνο μὲν φιλοστόργως· τοῦτο δὲ τὸ βαλεῖν τὴν μάχαιραν εἰς τὴν θήκην πειθηνίως ἔπραξεν. τίνος ἕνεκεν εἶπεν “ὅτι πάντες οἱ λαβόντες “μάχαιραν” καὶ τὰ ἑξῆς; τοὺς μαθητὰς παραμυθούμενος τῇ
25τιμωρίᾳ τῶν ἐπιβουλευόντων. οὐκ εἶπε δὲ ὅτι δύναμαι ἐγὼ πάντας αὐτοὺς ἀπολέσαι, ἀλλὰ παρακαλέσαι τὸν Πατέρα μου. ἐπειδὴ πιθανότερος μᾶλλον τοῦτο λέγων ὑπῆρχεν, ἤπερ ἐκεῖνοι. οὐδέπω γὰρ τὴν προσήκουσαν δόξαν περὶ αὐτοῦ εἶχον· καὶ πρὸ μικροῦ δὲ εἰρηκὼς ἦν, ὅτι “περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου,” καὶ
30“Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο,” καὶ ἀγωνιῶν ἐφάνη καὶ ἱδρῶν, καὶ ὑπὸ Ἀγγέλου ἐνισχυόμενος. ἐπεὶ οὖν πολλὰ τὰ ἀνθρώπινα ἐπεδείξατο, οὐκ ἐδόκει πιθανὰ λέγειν, εἴγε εἴρηκεν ὅτι δοκεῖτε ὅτι οὐ δύναμαι αὐτοὺς ἀπολέσαι; “δώδεκα δὲ “λεγεῶνας” εἶπεν “Ἀγγέλων,” πρὸς τὸν φόβον αὐτῶν καὶ τὴν
35ἀσθένειαν σχηματίζων τὸν λόγον. καὶ γὰρ ἀποτεθνηκότες ἦσαν226

227

τῷ δέει. εἰ γὰρ εἷς Ἄγγελος ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλεν ὡπλισμένας, τί δώδεκα λεγεώνων ἔδει ἐπὶ χιλίων ἀνθρώ‐ πων; τὸ δὲ “πῶς πληρωθῶσι τῶν προφητῶν αἱ γραφαί;” εἶπε, φοβῶν αὐτοὺς κἀντεῦθεν. εἰ γὰρ ἐκείναις, φησὶ, τοῦτο δοκεῖ ὥστε
5παθεῖν με, τί ὑμεῖς ἐναντιοῦσθε πολεμοῦντες; Διαλεχθεὶς πρὸς τοὺς μαθητὰς, λοιπὸν πρὸς τοὺς ἐπελθόντας αὐτῷ τρέπει τὸν λόγον, καὶ φησὶ, τί τῶν μαχαιρῶν καὶ τῶν ξύλων ἐδέησεν ὑμῖν εἰς τὸ μετὰ τοιούτων ὅπλων ἐπελθεῖν ἐπὶ τὸν μεθ’ ὑμῶν ὄντα ἀεί; μὴ γὰρ λῃστής εἰμι; οὐχὶ καθημένων ἐν τῷ ἱερῷ
10ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με; ἀπὸ τούτων δεικνὺς αὐτοῖς, ὅτι εἰ μὴ ἑκὼν ἔδωκεν, οὐκ ἂν ἴσχυσαν οὐδὲ νῦν κατασχεῖν αὐτόν. καὶ γὰρ οἱ τὸν ἀεὶ ὄντα ἐν χερσὶ μὴ δυνηθέντες κρατῆσαι, καὶ μέσον αὐτῶν λαβόντες καὶ μὴ περιγενόμενοι, πῶς εἰ μὴ ἠθέλησε περιεγένοντο ἂν αὐτοῦ; οὐ λέγει δὲ τὰ θαύματα ἅπερ
15εἰς αὐτοὺς εἰργάσατο, ἀλλὰ τὴν διδασκαλίαν, ἵνα μὴ δόξῃ κομ‐ πάζειν. τὸ δὲ “ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν,” καὶ πρὸς τούτους εἶπε, μέχρις ἐσχάτης ὥρας ἀναιρῶν αὐτῶν πᾶσαν ἀπολογίαν· ὁ γὰρ ἑαυτὸν παραδοὺς ἵνα πεισθῇ τοῖς προφήταις, πῶς ἐναντίως τούτων ἐδίδασκε, καθὼς ἐνεκάλουν οἱ Ἰουδαῖοι. “τότε,”
20πότε ἔφυγον οἱ μαθηταὶ ἀφέντες αὐτόν; ὅτε εἶδον ὅτι οὐκ ἔτι διαφυγεῖν αὐτὸν ἔνι, ἑκόντος ἑαυτὸν παραδιδόντος αὐτοῖς, καὶ λέγοντος κατὰ τὰς γραφὰς τοῦτο γενέσθαι. ὅτε μὲν γὰρ κατ‐ εσχέθη, ἔμενον προσδοκῶντες ὅτι ἐκφεύξεται αὐτούς· ὅτε δὲ ἐφθέγξατο ταῦτα πρὸς τοὺς ὄχλους, τότε ἔφυγον· πρὸς Καϊάφαν
25δὲ αὐτὸν ἀπήγαγον, ἐπειδὴ ἐκεῖνος ἦν τότε ἀρχιερεὺς, καὶ πάντες συνηγμένοι ἦσαν ἐκεῖ, ἵνα μετὰ γνώμης πάντα ποιήσωσι τῶν ἀρχιερέων, οὕτω διενυκτέρευον καὶ ἠγρύπνουν ἐπὶ τοῦτο· οὐδὲ γὰρ ἔφαγον τότε τὸ Πάσχα, ἀλλ’ ἐν ἑτέρᾳ ἡμέρᾳ, ὥστε καὶ ἐν τούτῳ τὸν νόμον ἔλυσαν, διὰ τὴν ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν ταύτην.
30εἰπὼν γὰρ ὁ Ἰωάννης, ὅτι πρωΐα ἦν, ἐπήγαγεν, οὐκ εἰσῆλθον εἰς τὸ Πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ Πάσχα· φαγὼν αὐτὸ τῇ ἑσπέρᾳ ὁ Χριστός. ἀλλ’ ἐκεῖνοι οἱ πάντα τολ‐ μῶντες, καὶ μυρίους καταπατοῦντες νόμους· ἐπειδὴ γὰρ σφόδρα
ἔζεον τῷ θυμῷ, καὶ πολλάκις ἐπιχειρίσαντες ἀνελεῖν, οὐκ ἴσχυσαν,227

228

τότε λαβόντες αὐτὸν ἀπροσδοκήτως, εἵλαντο καὶ τὸ Πάσχα ἀφεῖναι ὑπὲρ τοῦ τὴν φονικὴν αὐτῶν ἐμπλῆσαι ἐπιθυμίαν. Πόθεν ἀποδείκνυνται ψευδομάρτυρες οἱ κατὰ τοῦ Χριστοῦ λέγοντες ἀπὸ τοῦ εἰπεῖν αὐτοὺς ὅτι “οὗτος ἔφη, δύναμαι κατα‐
5“λῦσαι τὸν ναὸν τοῦ Θεοῦ;” οὐ γὰρ εἶπεν οὕτως, ἀλλὰ “λύσατε “τὸν ναὸν τοῦτον,” τοῦ σώματος τοῦ ἰδίου· ἐσιώπα δὲ ὑπὸ τοῦ ἀρχιερέως ἐρωτώμενος, ὅτι ἀνόνητα ἦν τὰ τῆς ἀπολογίας, οὐδενὸς ἀκούοντος· καὶ γὰρ τὸ μὲν σχῆμα δικαστηρίου ἦν μόνον, τὸ δὲ ἀληθὲς λῃστῶν ἔφοδος. μετὰ δὲ τὸ ἐξορκισθῆναι αὐτὸν, διὰ τοῦτο
10εἶπε “σὺ εἶπας” καὶ τὰ ἑξῆς, πᾶσαν αὐτῶν ἀναιρῶν ἀπολογίαν, ὅτι μέχρις ἐσχάτης ἡμέρας ἐδίδαξεν, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, καὶ ὅτι ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ ὅτι ἥξει πάλιν, κρίνων τὴν οἰκουμένην· διέρρηξε δὲ τὰ ἱμάτια αὐτοῦ ὁ ἀρχιερεὺς, λέγων ὅτι ἐβλασφήμησε· σφοδροτέραν τὴν κατηγορίαν ποιῶν, καὶ τὸ
15λεχθὲν παρὰ τοῦ Χριστοῦ, ὡς μέγα κακὸν δεῖξαι βουλόμενος· ὅθεν καὶ ὡς ἐπὶ ὡμολογημένων ἁμαρτημάτων, καὶ βλασφημίας φανε‐ ρᾶς, ἐγκαλεῖται τὴν ψῆφον λέγων· “τί ὑμῖν δοκεῖ,” ἐπειδὴ τοίνυν ᾔδεσαν, ὅτι εἰ τὸ πρᾶγμα εἰς ἐξέτασιν ἔλθοι, καὶ διάγνωσιν ἀκριβῆ, ἀπαλλάττοι πάσης αὐτὸν αἰτίας· δείκνυσι γὰρ αὐτὸν Υἱὸν
20Θεοῦ, παρ’ ἑαυτοῖς αὐτὸν καταδικάζουσι, καὶ προκαταλαμβάνουσι τοὺς ἀκροατὰς λέγοντες· “ὑμεῖς ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ,” ὡσανεὶ καταναγκάζοντες καὶ βιαζόμενοι αὐτοὺς, ὡς κατὰ βλασφή‐ μου τὴν ψῆφον ἐξενεγκεῖν· διὸ καὶ ἀπεφήναντο ἐκεῖνοι, ὅτι ἔνοχος θανάτου ἐστίν. ὅθεν οὐ μόνον αὐτοὶ ὡς καταδίκῳ αὐτῷ ἐχρήσαντο,
25ἀλλὰ καὶ τὸν Πιλάτον, ὡς κατὰ τοιούτου ἀποφήνασθαι παρεσκεύ‐ ασαν· αὐτοὶ κατηγοροῦντες, αὐτοὶ καταδικάζοντες, αὐτοὶ ψηφιζό‐ μενοι, πάντα αὐτοὶ γινόμενοι τότε. Τίνος ἕνεκεν οὐκ ἤνεγκαν τὰ σάββατα εἰς μέσον; ὅτι πολλάκις αὐτοὺς ἐπεστόμισε περὶ τούτου· ἄλλως δὲ, καὶ ἐκ τῶν τότε
30λεγομένων ἐβούλοντο αὐτὸν καταδικάσαι· λάθρα δὲ οὐκ ἀνεῖλον αὐτὸν, ἐπειδὴ ἐβούλοντο καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν· καὶ γὰρ ἦσαν πολλοὶ ἤδη θαυμάζοντες αὐτὸν καὶ ἐκπληττόμενοι· διὰ τοῦτο ἐσπούδασαν δημοσίᾳ καὶ ἐπὶ πάντων σφραγῆναι· τοὐναντίον δὲ
ἐξέβη ἤπερ ἐβούλοντο. μᾶλλον γὰρ, τοῦτο ποιησάντων αὐτῶν,228

229

ἐξέλαμψεν. ἐπεὶ ὅτι γε ἐξουσίαν εἶχον καὶ καθ’ ἑαυτοὺς ἀνελεῖν αὐτὸν, ἄκουσον τί φησιν ὁ Πιλάτος, “λάβετε αὐτὸν ὑμεῖς καὶ “κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.” ἀναιρεῖν αὐτὸν μέλλοντες, διατί ἐνέπτυον εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ τἄλλα τὰ ὅμοια
5ἐποίουν; διὰ τὸν ἀκόλαστον αὐτῶν τρόπον, καὶ ὅτι καθάπερ θήραμα εὑρόντες, οὕτω τὴν ἑαυτῶν ἐδείκνυον παροινίαν, ἑορτὴν ταύτην ποιούμενοι. χρὴ θαυμάζειν τῶν μαθητῶν τὸ φιλάληθες, μεθ’ ὅσης ἀκριβείας ἀπαγγέλλουσι τὰ δοκοῦντα εἶναι ἐπονείδιστα, οὐκ ἐπαισχυνόμενοι, ἀλλὰ καὶ δόξαν ἡγούμενοι τοῦτο μεγίστην,
10ὥσπερ οὖν καὶ ἦν, τὸ τὸν δεσπότην τῆς οἰκουμένης τοιαῦτα πάσχοντα ὑπὲρ ἡμῶν ἀνέχεσθαι, τοῦτο γὰρ καὶ τὴν αὐτοῦ κηδε‐ μονίαν ἐδείκνυ τὴν ἄφατον, καὶ τὴν πονηρίαν ἐκείνων τὴν ἀσύγ‐ γνωστον, καὶ γὰρ πληγὰς τὰς πασῶν ὑβριστικωτέρας ἐνέτεινον, κολαφίζοντες, ῥαπίζοντες, καὶ ταῖς πληγαῖς ταύταις τὴν ἀπὸ τοῦ
15ἐμπτύειν προστεθείκασιν ὕβριν· καὶ ῥήματα πάλιν πολλῆς γέ‐ μοντα κωμῳδίας ἐφθέγγοντο. ἐπειδὴ γὰρ προφήτην αὐτὸν ἔλεγον οἱ πολλοὶ, “προφήτευσον ἡμῖν” φησὶ, “προφήτα, τίς ἐστιν ὁ “παίσας σε.” ἕτερος δὲ φησὶν ὅτι καὶ περιβαλόντες τὸ πρόσωπον αὐτοῦ τῷ ἱματίῳ, ταῦτα ἐποίουν, ὥσπερ τινὰ ἄτιμον καὶ τριβολι‐
20μαῖον εἰς μέσον λαβόντες· καὶ οὐκ ἐλεύθεροι μόνον, ἀλλὰ καὶ δοῦλοι ταύτην τὴν παροινίαν εἰς αὐτὸν ἐπαροίνουν τότε.
22tΚΕΦ. Ξϛ.
23tΠερὶ τῆς ἀρνήσεως Πέτρου.
24Πῶς ὁ μὲν Ματθαῖος φησὶν, ὅτι εἶπεν ὁ Χριστὸς τῷ Πέτρῳ,
25“πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσει με,” ὁ δὲ Μάρκος λέγει ὅτι ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυὼν, ὅτε δὲ τρίτον, τότε δεύτερον; πῶς οὖν εὑρεθήσονται ἀληθῆ ἀμφότερα; ἐπειδήπερ καθ’ ἑκάστην ἀγωγὴν, καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρυών· δηλῶν ὁ Μάρκος ὅτι
30οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε, καὶ εἰς μνήμην ἤγαγε, τοῦτο φησὶν, ὥστε ἀμφότερα ἀληθῆ εἰσι. πρινὴ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρ‐ τίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο· ἀλλ’ οὐδὲ ἀνεμνήσθη
οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἕως ὅτου τὸ229

230

βλέμμα τοῦ διδασκάλου γέγονεν αὐτῷ ἀντὶ φωνῆς· καὶ τοῦτο ὁ Λουκᾶς δηλῶν φησὶν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστὸς, ἔξω δὲ ἐξελθὼν ἔκλαυσε πικρῶς, ἐπειδὴ οὐκ ἐτόλμα φανερῶς ἔμπροσθεν πάντων, ἵνα μὴ κατηγορηθῇ διὰ τῶν δακρύων, καὶ γνωσθῇ μαθητὴς
5αὐτοῦ εἶναι. Τίνος ἕνεκεν ἄγουσιν αὐτὸν ἐπὶ τὸν Πιλᾶτον; ὥστε ἐκεῖνον ἀνελεῖν αὐτόν. αὐτοὶ γὰρ καὶ διὰ τὸ φαγεῖν αὐτοὺς τὴν ἑορτὴν, εἰ καὶ παρανόμως ὡς εἴρηται, ἔτι δὲ καὶ διὰ τὰς ἄλλας τὰς προειρημένας αἰτίας, τοῦτο οὐκ ἐποίησαν. χρὴ δὲ σκοπῆσαι πῶς
10συνηλάθη τὸ πρᾶγμα, ὥστε ἐν ἑορτῇ γενέσθαι, οὕτω γὰρ καὶ ἄνωθεν προδιετύπωτο.
12tΚΕΦ. ΞΖ.
13tΠερὶ τῆς Ἰούδα μεταμελείας.
14Ἀπέστρεψε δὲ τὰ ἀργύρια ὁ Ἰούδας μεταμεληθεὶς, ἐπειδὴ οὐκ
15ἔφερε τὸ συνειδὸς μαστίζον αὐτὸν, ἀλλ’ ἔδει τοῦτο ποιῆσαι πρὸ τοῦ τὴν ἁμαρτίαν ἀπαρτίσαι αὐτόν· καὶ γὰρ ἐπεπλήρωτο, προ‐ δοσία γὰρ ἦν. ὅμως οὐδὲ τότε χρησίμως· τὸ μὲν γὰρ καταγνῶναι καὶ τὸ ῥίψαι τὰ ἀργύρια, καὶ τὸ μὴ αἰδεσθῆναι τὸν Ἰουδαϊκὸν δῆμον, πάντα ταῦτα ἀποδεκτά· τὸ δὲ ἀπάγξασθαι, τοῦτο πάλιν
20ἀσύγγνωστον, καὶ πονηροῦ δαίμονος ἔργον· προεξήγαγε γὰρ αὐτὸν τῆς μετανοίας, ἵνα μηδὲν ἐντεῦθεν καρπώσηται, καὶ θανάτῳ αἰσχίστῳ καὶ καταδήλῳ πᾶσιν ἀναιρεῖν πείσας ἀπάγξασθαι. ἀκούσατε οἱ φιλάργυροι, ἀκούσατε καὶ ἐννοήσατε τί ἔπαθεν ἐκεῖνος, πῶς καὶ τῶν χρημάτων ἐξέπεσε, καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ
25τὴν ψυχὴν ἀπώλεσε τὴν ἑαυτοῦ· τοιαῦτα γὰρ τῆς φιλαργυρίας τὰ κέρδη· τοὺς μὲν γὰρ καθολικῶς καὶ μερικῶς καὶ ἐνταῦθα ἀπόλλυσι, καὶ ἐκεῖ ὥσπερ τὸν Ἰούδαν, τοὺς δὲ ἐκεῖ μόνον παρα‐ δίδωσι τοῖς αἰωνίοις καὶ ἀφορήτοις κολάσεσιν. Τὸ εἰπεῖν τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους “σὺ ὄψει,” μέγιστον
30αὐτοῖς ἔγκλημα ἐστίν· καὶ τοῦτο φαίνονται γὰρ μαρτυροῦντες τῇ τόλμῃ καὶ τῇ παρανομίᾳ, ὅθεν καὶ κρίνουσι μὲν αὐτὸν, ὑπὸ δὲ τοῦ πάθους μεθύοντες οὐκ ἠθέλησαν ἀποσχέσθαι τῆς Σατανικῆς ἐγχει‐ ρήσεως· κύριοι γὰρ ὑπῆρχον ἀφεῖναι τῆς καταδίκης εἴπερ ἤθελον
τὸν Χριστόν. οὐκ ἐκ τούτου δὲ μόνον κατακρίνονται, ἀλλὰ καὶ230

231

ἐκ τοῦ μὴ βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν· διὰ γὰρ τὸ γινώσκειν ὅτι τὸν φόνον ἠγόρασαν, τοῦτο οὐκ ἐποίησαν, ἀλλ’ ἠγόρασαν ἀγρὸν εἰς ταφὴν τῶν ξένων, ἀπὸ φόνου εὐποιΐαν ποιοῦντες· ὅστις ἀγρὸς κατ’ αὐτῶν ἐστι μαρτύριον, καὶ σάλπιγγος λαμπρότερον, πᾶσιν
5ἀνακηρύττει τὴν μιαιφονίαν αὐτῶν τοῦ χωρίου τούτου τὸ ὄνομα. οὐχ ἁπλῶς δὲ ποιοῦσιν, ἀλλὰ συμβούλιον λαμβάνοντες, ἵνα μη‐ δεὶς ἀθῳωθῇ τοῦ τολμήματος, ἀλλὰ πάντες ὦσιν ὑπεύθυνοι. χρὴ δὲ σκοπῆσαι, πῶς ἄνωθεν προὔλεγεν ἡ προφητεία, καὶ περὶ τῆς τοῦ ἀγροῦ τούτου ἀγορασίας, καὶ ὅτι οὐ μόνον οἱ Ἀπόστολοι, ἀλλὰ
10καὶ οἱ προφῆται τὰ ἐπονείδιστα μετὰ ἀκριβείας διηγοῦντο. Ἀπολιναρίου. Ἰστέον ὅτι ὁ Ἰούδας οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ, ἀλλ’ ἐπεβίωσε κατενεχθεὶς πρὸ τοῦ ἀποπνιγῆναι, καὶ τοῦτο δηλοῦ‐ σιν αἱ τῶν ἀποστόλων Πράξεις, “ὅτι πρηνὴς γενόμενος, ἐλάκισε,” καὶ τὰ ἑξῆς· τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας, ὁ Ἰωάννου
15τοῦ Ἀποστόλου μαθητὴς, λέγων· “μέγα ἀσεβείας ὑπόδειγμα ἐν “τούτῳ τῷ κόσμῳ περιεπάτησεν ὁ Ἰούδας· πρησθεὶς γὰρ ἐπὶ “τοσοῦτον τὴν σάρκα, ὥστε μὴ δύνασθαι διελθεῖν ἁμάξης ῥαδίως “διερχομένης, ὑπὸ τῆς ἁμάξης πταισθέντα τὰ ἔγκατα ἐγκενω‐ “θῆναι.”
20 Τοῦ αὐτοῦ. Πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρκα ὥστε οὐδὲ ὁπόθεν ἅμαξαν ῥαδίως διέρχεσθαι, ἐκεῖνον δύνασθαι διελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον· τὰ μὲν γὰρ βλέφαρα αὐτοῦ τῶν ὀφθαλμῶν φασὶ τοσοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθό‐ λου τὸ φῶς μὴ βλέπειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ
25ἰατρικῆς διόπτρας ὀφθῆναι δύνασθαι, τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας· τὸ δὲ αἰδοῖον αὐτοῦ, πάσης μὲν αἰσχύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι, φέρεσθαι δὲ δι’ αὐτοῦ τοὺς ἐξ ἅπαντος τοῦ σώματος συρρέοντας ἰχῶρας, καὶ σκώληκας, εἰς ὕβριν δι’ αὐτῶν μόνον τῶν ἀναγκαίων. μετὰ δὲ πολλὰς βασάνους
30καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ χωρίῳ τελευτήσαντος, ἀπὸ τῆς ὀσμῆς ἔρημόν τε καὶ ἄοικον τοῦτο τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ’ οὐδὲ μέχρι σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ. Ἐπειδή περ ἐγίνωσκον οἱ Ἰουδαῖοι τὸν Πιλᾶτον οὐδένα ποιού‐
35μενον λόγον τῶν νομίμων, ἐπὶ τὰ δημόσια ἐγκλήματα τὴν κατη‐231

232

γορίαν ποιήσασθαι αὐτὸν πρὸς τὸν Χριστὸν παρεσκεύασαν· διὸ καὶ φησὶ πρὸς αὐτόν· “σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;” πάντα δὲ ἐκίνουν καὶ ἔστρεφον, ὥστε αὐτὸν εἰς θάνατον ἐμβαλεῖν. αὐτὸς δὲ διὰ τοῦ εἰπεῖν “σὺ εἶπας,” ὡμολόγησεν εἶναι βασιλεὺς, ἀλλ’
5ἐπουράνιος, ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγε πρὸς αὐτόν· “ὅτι “ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου.” Τίνος δὲ ἕνεκεν οὐχὶ ταῦτα προσήνεγκεν εἰς μέσον· οἷον ὅτι καὶ φόρον κατεβάλομεν, καὶ ἑτέρους καταβαλέσθαι ἐκέλευσα· καὶ ἡνίκα ἠθέλησάν με ποιῆσαι βασιλέα ἔφυγον; ὅτι διεφθαρμένον ἦν
10αὐτῶν τὸ δικαστήριον, καὶ ἑκόντες ἐτύφλωττον, καὶ ἐκακούργουν. διὰ δὴ τοῦτο καὶ βραχέα ἀποκρίνεται καὶ σιγᾷ· βραχέα μὲν, ἵνα μὴ ἀπὸ τῆς διηνεκοῦς σιγῆς, αὐθαδίας δόξαν λάβῃ, σιγᾷ δὲ, ὅτι οὐδαμῶς ἐκ τοῦ πολλὰ λέγειν πείσειν αὐτοὺς ἤμελλεν· ἀξίως δὲ ἐθαύμαζεν ὁ ἡγεμὼν, σιωπῶντος αὐτοῦ, διότι τοσαύτην ἐπιεί‐
15κειαν ἐπεδείκνυτο, καὶ ὅτι μυρία ἔχων εἰπεῖν, μᾶλλον ἐσιώπα. ἐπειδὴ δὲ ἐβούλετο αὐτὸν ἀπολογούμενον ἀπαλλαγῆναι, διὰ τοῦτο εἶπεν, “οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;” ὡς δὲ οὐδὲ οὕτως ἀπεκρίνατο, καὶ ἕτερον μηχανᾶται, ὥστε αὐτὸν ἐξελέσθαι καὶ ἐκ τούτου· εἰ γὰρ μὴ βούλεσθε, φησὶν, ὦ Ἰουδαῖοι, ὡς ἀθῶον
20ἀφῆσαι, κἂν ὡς κατάδικον χαρίσασθε τῇ ἑορτῇ· καὶ γὰρ ἔθος εἶχον καθ’ ἑκάστην ἑορτὴν, ἕνα τινὰ κακοῦργον ἐξαιτούμενοι λαμ‐ βάνειν, καὶ ἀπολύειν· καὶ ἦν ἰδεῖν τάξιν ἀντεστραμμένην· μᾶλλον ὁ ἄρχων αἰτεῖ τὸν δῆμον τοῦ λαβεῖν καὶ ἀπολύσαι, καὶ ὅμως οὐδὲ οὕτως γίνονται ἥμεροι, ἀλλὰ θηριοῦνται μειζόνως, ὑπὸ τοῦ
25πάθους τῆς βασκανίας ἐκβακχευόμενοι. Τίνος ἕνεκεν οὐχ ὁ Πιλᾶτος ὁρᾷ, ἀλλ’ ἡ τούτου γυνή; ἢ ὅτι ἀξία ἦν ἐκείνη μᾶλλον, ἢ ὅτι αὐτὸς εἰ εἶδεν οὐκ ἂν ἐπιστεύθη ὁμοίως, ἢ οὐδ’ ἂν ἐξεῖπεν. διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσιν. οὐχ ἁπλῶς δὲ ὁρᾷ, ἀλλὰ
30καὶ πάσχει πολλὰ δεινὰ, ἵνα καὶ ἀπὸ τῆς συμπαθείας τῆς πρὸς τὴν γυναῖκα, ὀκνηρότερος γένηται ὁ ἀνὴρ περὶ τὸν φόνον· καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν συνετέλει· κατὰ γὰρ αὐτὴν τὴν νύκτα εἶδε. διατί οὐκ εἶπεν ἁπλῶς ὅτι εἶχον λῃστὴν, ἀλλ’ ἐπίσημον; ὥστε μηδὲ σκιὰν αὐτοῖς καταλιπεῖν ἀπολογίας, ὅτι τὸν περιβόητον ἐν
35κακίᾳ, τὸν μυρίους ἐργασάμενον φόνους, τοῦ τῆς οἰκουμένης Σωτῆ‐232

233

ρος προὔθηκαν, καὶ τὸν δῆμον διέφθειραν, ἵνα τοῦτον αἰτήσωνται, ὅπως καὶ τῆς ἐκείνων ἀπάτης τὴν ἐσχάτην οὗτοι δώσουσι δίκην. τὸ δὲ “τί ποιήσω τὸν Χριστὸν” εἶπε πρὸς αὐτοὺς ὁ Πιλᾶτος, καὶ ἐν τούτῳ πάλαι ἐντρέψαι βουλόμενος διὰ τὸ ποιῆσαι αὐτοὺς
5κυρίους τῆς αἱρέσεως, ἵνα κἂν οὕτως αἰσχυνθέντες, αὐτὸν μᾶλλον αἰτήσωνται, καὶ τῆς τῶν αὐτῶν γένηται φιλοτιμίας τὸ πᾶν· τὸ μὲν γὰρ λέγειν οὐχ ἥμαρτεν φιλονεικοτέρους ἐποίει, τὸ δὲ ἐκ φιλανθρωπίας παρακαλεῖν σωθῆναι, ἀναντίρρητον εἶχε τὴν πειθῶ, οἱ δὲ καὶ οὕτως ἔλεγον “σταύρωσον.”
10 Θεοδώρου Ἡρακλείας. Διατί ἐφραγέλλωσεν; ἢ ὡς κατά‐ δικον, νόμου κελεύοντος τοὺς σταυρωμένους πρῶτον μαστίζεσθαι, καὶ οὕτω τῇ τιμωρίᾳ ἀποδοθῆναι, ἢ σχῆμα καὶ σκῆψιν περιτι‐ θέναι τῇ ἀδίκῳ κρίσει βουλόμενος. Ἀπολιναρίου. Αἱ μάστιγες ἀντὶ τῶν ἁμαρτιῶν τοῦ κόσμου,
15ὅτι πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, καὶ κατὰ τὴν προφητείαν τὴν λέγουσαν “τὸν νῶτον μου δέδωκα εἰς μάστιγας·” καὶ πεπλή‐ ρωται μὲν τὸν δίκαιον ὑπὲρ τῶν ἁμαρτωλῶν, πεπλήρωται δὲ τὸ τῆς ἀγαθότητος ἄκρον, ὁπότε δίκαιος ὑπὲρ ἀδίκων πέπονθεν, ἵνα τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν, ὡς Ἡσαΐας φησιν.
20 Εἰς τὰς χεῖρας ὁ Πιλᾶτος ἀπενίψατο, καὶ ἀθῶον ἑαυτὸν ἔλεγεν εἶναι, ἀλλ’ ὅμως μαλακίας εἶναι ἡ συγχώρησις, καὶ ἀνάνδρως σφόδρα τοῦτο διεπράττετο· ἔδει γὰρ μὴ παραδοῦναι ταύτην, ἀλλὰ μᾶλλον ἐξαρπάσαι· καθάπερ μετὰ ταῦτα ὁ ἑκατόνταρχος τὸν Παῦλον. καὶ γὰρ καὶ τότε στάσις ἐγένετο καὶ θόρυβος, ἀλλ’
25ὅμως ἐκεῖνος ἔστη πρὸς πάντα, οὗτος δὲ ἁπλῶς παρασύρεται. διὰ τοῦτο οὐδὲ αὐτὸν ἀφίησιν ὁ Χριστὸς τῶν ἐγκλημάτων λέγων, “ὅτι μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι.” κατηράσαντο δὲ οὐ μόνον ἑαυτοῖς οἱ Ἰουδαῖοι, ἀλλὰ καὶ ἐπὶ τὰ τέκνα εἵλκυσαν τὴν ἀρὰν εἰπόντες, “τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα
30“ἡμῶν,” διὰ τὴν πολλὴν αὐτῶν παραπληξίαν, ἀλλ’ ὅμως ὁ φιλάν‐ θρωπος, τοσαύτῃ μανίᾳ χρησαμένων καθ’ ἑαυτοῦ καὶ κατὰ τῶν παίδων, οὐ μόνον οὐκ ἐπὶ τῶν παίδων, ἀλλ’ οὐδὲ ἐπ’ αὐτῶν τὴν ψῆφον ἐκύρωσεν, ἀλλὰ καὶ ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετα‐ νοήσαντας καὶ πιστεύσαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν· καὶ
35γὰρ καὶ Παῦλος ἓξ αὐτῶν ἦν, καὶ αἱ μυριάδες τῶν πεπιστευκό‐233

234

των. εἰ δέ τινες ἐναπέμειναν, ἑαυτοῖς λογιζέσθωσαν τὴν τιμωρίαν. τίνος ἕνεκεν ἐφραγέλλωσεν παραδίδους ἵνα σταυρωθῇ; ἢ ὡς κατά‐ δικον, ἢ σχῆμα περιτιθέναι τῇ κρίσει βουλόμενος· καίτοιγε, ὡς προείρηται, μᾶλλον ἐνστῆναι ἐχρῆν αὐτὸν μέχρι τέλους, καὶ ἀπο‐
5δείξεις καὶ ἐλέγχους ζητῆσαι, περὶ πάντων ὧν κατηγόρουν αὐτῷ οἱ Ἰουδαῖοι. Οἱ στρατιῶται δὲ ὕβριζον καὶ ἐνήλλοντο εἰς αὐτὸν, ἢ τοῖς Ἰουδαίοις χαριζόμενοι, ἢ καὶ κατὰ οἰκείαν δυστροπίαν. ἐποιοῦντο δὲ καὶ τὰς ὕβρεις ποικίλας καὶ διαφόρους· τὴν γὰρ θείαν κεφα‐
10λὴν ἐκείνην, ποτὲ μὲν ἐκολάφιζον, ποτὲ δὲ τῷ στεφάνῳ τῶν ἀκαν‐ θῶν ὕβριζον, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον, ἄνδρες μιαροὶ καὶ ἐναγεῖς· καὶ οὐ μόνον ἡ κεφαλὴ, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα ὅλον δι’ ὅλου ὑβρίζετο, τὸ πρόσωπον ἐμπτυόμενον, αἱ σιαγόνες ῥαπι‐ ζόμεναι, τὸ σῶμα ὅλον διὰ τῶν μαστίγων, διὰ τῆς περιβολῆς τῆς
15χλανίδος, καὶ τῆς προσποιητῆς προσκυνήσεως, ἡ χεὶρ διὰ τοῦ καλάμου, ὃν ἔδωκαν ἀντὶ σκήπτρου κατέχειν αὐτόν· τὸ στόμα πάλιν διὰ τῆς τοῦ ὄξους προσκομιδῆς· καὶ καθάπερ δεδοικότες μὴ δόξωσι καταλιμπάνειν τί τοῦ τολμήματος· οὕτως ἅπαντα πράτ‐ τουσιν. μετὰ τὸ τοιαῦτα παθεῖν τοίνυν τὸν Χριστὸν δι’ ἡμᾶς,
20τίς ἡμῖν λόγος ἔσται λοιπὸν, ἐπὶ ὕβρεσι κινουμένοις; διανέμονται δὲ μετὰ τὸ σταυρῶσαι τὰ ἱμάτια αὐτοῦ, τοῦτο διαπραττόμενοι, ὅπερ ἐπὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀπερριμμένων γίνεται κατα‐ δίκων, καὶ οὐδένα ἐχόντων, ἀλλ’ οὐδὲ γὰρ εἰς τοὺς λῃστὰς τοιοῦ‐ τόν τι εἰργάσαντο, ἀλλ’ εἰς τὸν Χριστὸν πάντα ἐτόλμων.
25 Ἐξ ἀνεπιγράφου. Οὐχ ὅτι ἐκεῖνοι ᾔσχυνον, ἀλλ’ ὅτι Θεῷ ἐδόκει ταῦτα γενέσθαι, πρὸς τὴν τῶν ἀνθρώπων ἐκλύτρωσιν· ἀτι‐ μασθέντος ὑπὲρ ἡμῶν τοῦ Κυρίου τῆς δόξης, διὰ τὴν ἡμῖν ἐπι‐ βάλλουσαν ἀτιμίαν, καὶ δοξάζοντος τὴν ἡμέραν τῶν δικαίων τὴν ἀεὶ διαπαιζομένην ὑπὸ τῶν ἀπαιδεύτων. ἐπεὶ δὲ χρώματι αἵματι ἡ
30χλαμὺς ἐκέχρηστο, διὰ τοῦτο οἱ φονῶντες κατ’ αὐτοῦ, ἐνέδυσαν αὐτὸν, μὴ νοοῦντες, ὃ ἐποίουν, μᾶλλον δὲ τοῦ ἐν Ἰησοῦ τοῦ Ναυῒ, κοκκίνου ῥάματος, καὶ τὸ ἐνδήσαντος τὴν χεῖρα ἑνὸς τῶν ἐκ τῆς Θάμαρ Ἰούδα υἱῶν σύμβολον, ἢ χλαμὺς αὕτη, τὸ τὰ αἵματα
τοῦ κόσμου, καὶ τῶν ἐν αὐτῷ ἀνθρώπων εἰληφέναι ὑπὲρ σωτηρίας234

235

πάντων τὸν Σωτῆρα· οἱ δὲ ὑπὸ μεριμνῶν, καὶ πλούτου καὶ ἡδονῶν συμπνιγόμενοι, λαβόντες τὸν Λόγον τοῦ Θεοῦ, καὶ μὴ τελεσφο‐ ροῦντες, πλέκοντες ἀκάνθας ἡμῶν, ἀναλαβὼν ἀναλίσκει τῇ ἑαυτοῦ κεφαλῇ, κάλαμον δὲ ἔθηκαν ἐν τῇ δεξιᾷ αὐτοῦ, οἱ διάκενον νομί‐
5ζοντες αὐτοῦ εἶναι τὴν βασιλείαν. Σευήρου Ἀντιοχείας Ἐξ Ὑπακοῆς. Καὶ ἐν αὐτοῖς τοῖς ταπεινοτάτοις καὶ ἑκουσίοις πάθεσι, Χριστὲ ὁ Θεὸς, ἔδειξας ὡς τοῦδε τοῦ παντὸς κτίστης ὑπάρχεις, καὶ ἀνακαινιστής· τῷ γὰρ τῶν ἀκανθῶν στεφάνῳ στεφανωθῆναι κατεδέξω Χριστὲ, δηλῶν ὡς
10τοῦ κύκλου τοῦ κόσμου τὰς ἁμαρτίας περιλαβὼν, καὶ ἐφ’ ἑαυτὸν ἄρας, ἐπὶ τὸν σταυρὸν ἀνήγαγες, ἐφ’ ᾧ καὶ ἔρρηξας τὸ τῆς καθ’ ἡμῶν ἀνομίας χειρόγραφον, καὶ τὸν κάλαμον τῇ χειρὶ κατέσχες, ἵνα τὸ ἀσθενὲς ἀνεπιρρώσῃς σκῆπτρον τῆς ἡμετέρας ἀρχῆς, δι’ οὗ πάντων τῶν ἐπὶ τῆς γῆς ἄρχειν ἐτάχθημεν.
15 Τοῦ αὐτοῦ. Ὑποφέρει τὸ μὲν τοῦ στεφάνου σχῆμα περιφερὲς τὸν τοῦ κόσμου κύκλον, ὑπὲρ οὗ παθεῖν σαρκὶ κατεδέξατο· τὸ δὲ ἀκανθῶν ὀξὺ καὶ ἄκαρπον τὸ τῶν ἁμαρτιῶν ὑπογράφει πληκτικὸν καὶ ἀνωφελές. Τοῦ αὐτοῦ. Ἔσω μὲν ἐκ τοῦ πραιτωρίου αὐτὸς ἐβάσταζε
20τὸν σταυρὸν αὐτοῦ, ὡς ὁ Ἰωάννης φησὶν, ἐν δὲ τῇ ὁδῷ γεγονότες, εὗρον Σίμωνα, καὶ μετέβαλον εἰς ἐκεῖνον τὸν σταυρὸν, ἕως οὗ ἦλθον εἰς τὸν Γολγοθᾶν, ἔνθα ὄξος προσέφερον αὐτῷ, ἐνυβρίζοντες αὐτὸν, ὁ δὲ οὐκ ἠθέλησεν· ἕτερος δὲ Εὐαγγελιστὴς, φησὶν, ὅτι “γευσά‐ “μενος εἶπε, τετέλεσται·” φησὶν ἡ προφετεία ἡ λέγουσα, “ἔδω‐
25“καν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν “με ὄξος·” πλὴν οὔτε οὗτος, οὔτε ἐκεῖνος εἶπεν ὅτι ἔπιεν, ταυτὸν γὰρ ἐστὶ μὴ πιεῖν, τὸ μόνον γεύσασθαι. Κυρίλλου. Ὠριγένους. Περὶ τοῦ κρανίου τόπου ἦλθεν εἰς ἡμᾶς ὅτι Ἑβραῖοι παραδίδωσι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖ τεθάφθαι·
30καὶ ἐπεὶ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, ἀνέστη καὶ ὁ Ἀδὰμ, “καὶ ἐν Χριστῷ πάντες ζωοποιηθήσονται.” Διατί μέσον αὐτὸν ἐσταύρωσαν τῶν λῃστῶν; ἵνα τῆς δόξης τῆς ἐκείνων κοινωνήσῃ· ὄξος δὲ πιεῖν ἔδωκαν αὐτῷ, καὶ ἐν τούτῳ ἐνυβρίζοντες, καὶ ἐπὶ τοῦ σταυροῦ δὲ βλέποντες ἀνασκωλωπισμένον
35ὀνειδίζουσιν, ἵνα δημοσίᾳ πάντων ὁρατῶν ἐκπομπεύσωσιν εἰς αὐτὸν,235

236

βουλόμενοι δεῖξαι ἀπαταιῶνα· δεδοικότες αὐτοῦ τὴν ἀνάστασιν, καὶ ταύτην ἐκ τούτου ἀπιστηθῆναι ποιήσουσιν· ἔλεγον δὲ τὸ, “ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι,” τὰ πρότερα σημεῖα ἐντεῦθεν ἐπιχειροῦντες διαβαλεῖν, διὰ τὸ γεγράφθαι καὶ κεῖσθαι
5ἐπάνω τῆς κεφαλῆς αὐτοῦ, “οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰου‐ “δαίων·” βουλόμενοι δεῖξαι ὅτι οὐκ ἔστι βασιλεὺς τοῦ Ἰσραὴλ, “καταβάτω ἀπὸ τοῦ σταυροῦ.” Πῶς ὁ μὲν Λοῦκας φησὶν, ὅτι ὁ εἷς λῃστὴς ἐπετίμα τῷ ἄλλῳ βλασφημοῦντι, ὁ δὲ Ματθαῖος, ὅτι ἀμφότεροι οἱ λῃσταὶ ὕβριζον
10αὐτὸν καὶ ὠνείδιζον; ἀμφότερα γέγονε, πρότερον μὲν γὰρ οἱ δύο ὠνείδιζον, ὕστερον δὲ οὐκέτι· ἵνα γὰρ μὴ νομίσῃ τίς ἔκ τινος συν‐ θήματος τὸ πρᾶγμα γεγενῆσθαι· μηδὲ μὴ εἶναι λῃστὴν τὸν λῃ‐ στὴν, ἀπὸ τῆς ὕβρεως δείκνυσιν ἡμῖν, ὅτι ἄνω ἐπὶ τοῦ σταυροῦ λῃστὴς καὶ ἐχθρὸς, καὶ ἀθρόον μετεβλήθη.
15 Ἐν μέσῃ δὲ ἡμέρᾳ τὸ σκότος ἐγένετο, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν· γέγονε δὲ τοῦτο, ἵνα φοβηθῶσι καὶ κατανυγῶσι καὶ πιστεύσωσι· κατ’ ὀργὴν γὰρ θείαν διὰ τὰ τετολμημένα, τὸ σκότος ἐκεῖνο γέγονεν· ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, ἀλλ’ ὀργή τε καὶ ἀγανάκτησις δῆλον·
20τρεῖς γὰρ ὥρας παρέμεινεν, ἡ δὲ ἔκλειψις ἐν ἐλάττονι χρόνῳ γίνε‐ ται· καὶ ἴσασιν οἱ ταύτην τεθεαμένοι· καὶ γὰρ καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας συνέβη τοῦτο. οὐκ ἐθαύμασαν δὲ, οὐδὲ αὐτὸν ἐνό‐ μισαν εἶναι Θεὸν, καὶ μετὰ τὸ σκότος, ὅτι ἐν πολλῇ ῥαθυμίᾳ καὶ κακίᾳ κατείχοντο, καὶ πολλὴ τῆς ἀσεβείας ἡ πρόσληψις ἦν.
25ἴσως δὲ καὶ ἐνόμιζον ὅτι κατ’ ἔκλειψιν ἢ ἑτέραν τινὰ ἀκολουθίαν φυσικὴν γέγονε τοῦτο. ὅθεν καὶ μετὰ τοσαῦτα θαύματα ἐπέμενον ἔτι ἐνυβρίζοντες. φθέγγεται δὲ μετὰ τοῦτο, ἵνα μάθωσιν ὅτι ἔζη, καὶ αὐτὸς τοῦτο ἐποίησε· καὶ γένωνται καὶ ἐντεῦθεν ἐπιει‐ κέστεροι.
30 Ἐξ ἀνεπιγράφου. Ὁ Μάρκος φησὶν ὅτι τρίτῃ ὥρᾳ ἐσταυ‐ ρώθη οὗτος, καὶ ὅτι ἕκτῃ ὥρᾳ τὸ σκότος ἐγένετο. ὅτι εἰκὸς μὲν αὐτὸν ἐσταυρῶσθαι καὶ ἀπὸ τρίτης ὥρας, ἀπὸ δὲ ἕκτης ὥρας γεγενῆσθαι· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἐπιστρέψαι, οὐ τῷ μεγέθει τοῦ πράγματος μόνον, ἀλλὰ καὶ τὸ εὐκαίρως συμβῆναι· μετὰ γὰρ
35πάντα τὰ τῆς παροινίας καὶ τῆς παρανόμου κωμῳδίας τοῦτο γίνε‐236

237

ται. ὅτε κόρον ἔλαβον τῶν σκωμμάτων, καὶ πάντα ἐφθέγξαντο, ἅπερ ἠθέλησαν, τότε δεικνύναι τὸ σκότος· ἵνα κἂν οὕτω τὴν ὀργὴν ἀφέντες, κερδήσωσιν ἀπὸ τοῦ θαύματος· τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ, τοῦτο θαυμασιώτερον ἦν, τὸ ὄντα ἐν τῷ σταυρῷ
5ταῦτα ἐνεργεῖν. εἴτε γὰρ αὐτὸν ἐνόμιζον πεποιηκέναι, ἔδει πιστεῦ‐ σαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτων ἔδει κατανυγῆναι· ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο. Καὶ μετ’ ὀλίγα—Φλέγων δέ τις ὀνόματι φιλόσοφος παρ’ Ἕλλη‐ σι μέμνηται τοῦ σκότους τούτου παραδόξως γεγονότος· γέγονε δὲ
10ἐν τῇ ιδ ἡμέρᾳ τῆς σελήνης, ὅτε ἀπέχει πολὺ τοῦ ἡλίου διάστη‐ μα, ὅσον ἀπὸ ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους· καὶ αἱ ἐκλείψεις τότε εἰώθασι γίνεσθαι, ὅταν πλησιάζωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες· δεῖγμα δὲ ἦν τὸ σκότος τοῦ μέλλοντος λαβεῖν τοὺς μιαιφόνους.
15 Τὸ δὲ “Ἡλὶ Ἡλὶ, λαμὰ σαβαχθανὶ,” Ἑβραϊκή ἐστι φωνή· ταύτῃ δὲ τῇ φωνῇ ἐχρήσατο, ὡς ἑαυτοῖς γενέσθαι γνώριμον καὶ κατάδηλον· καὶ ὅτι μέχρις ἐσχάτης ἀναπνοῆς, δι’ ὧν φθέγγεται τιμᾷ τὸν Πατέρα, καὶ διὰ πάντων δείκνυσι τὴν ὁμόνοιαν αὐτοῦ τὴν πρὸς τὸν γεγεννηκότα· ἀλλὰ σκοπήσωμεν αὐτῶν καὶ ἐντεῦθεν
20τὴν ἀσέλγειαν, καὶ τὴν ἀκολασίαν, καὶ τὴν ἄνοιαν. ἐνόμισαν Ἠλίαν εἶναι, φησὶν, ὑπ’ αὐτοῦ καλούμενον, καὶ εὐθέως ἐπότισαν αὐτὸν ὄξος. Διατί κράξας φωνῇ μεγάλῃ, οὕτως ἀφῆκε τὸ πνεῦμα; ἵνα δειχθῇ ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται, καθὼς καὶ ἔλεγεν·
25“ὅτι ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω “λαβεῖν αὐτήν.” καὶ ὁ Μάρκος δὲ φησὶν, “ὅτι ἐθαύμασεν ὁ “Πιλᾶτος εἰ ἤδη τέθνηκεν.” καὶ ὅτι ὁ κεντυρίων διὰ τοῦτο μά‐ λιστα ἐπίστευσεν, ὅτι μετ’ ἐξουσίας ἀπέθανε· τινὲς δὲ φασὶν, ὅτι καὶ μαρτύριον ὅτι τοῦ κεντουρίωνος τούτου ἀνδρισαμένου μετὰ
30ταῦτα ἐν τῇ πίστει, αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἠνέῳξεν. ἐσχίσθη δὲ τὸ καταπέτασμα· ἐπειδὴ προ‐ φητεία τῆς μελλούσης ἐρημώσεως τοῦ ναοῦ ἦν τὸ συμβὰν, καὶ τῆς ἐπὶ τὰ μείζω καὶ ὑψηλότερα μεταθέσεως· ἔτι δὲ καὶ ἔνδειξις τῆς ἰσχύος αὐτοῦ ἦν ἡ φωνή· ὅτι τοῦ σώματος αὐτοῦ ἄνω ὄντος
35ἐπὶ τοῦ σταυροῦ, αὕτη τοὺς νεκροὺς ἤγειρε. χρὴ δὲ γινώσκειν ὅτι237

238

νεκροῦ Ἑλισαίου ὄντος, ἁψάμενος ἕτερος νεκρὸς, ἀνέστη. ἵνα γὰρ τοῦτο πιστευθῇ, ἐκεῖνο γέγονε, καὶ τὸ σημεῖον δὲ ὅπερ ἔμπροσθεν ὑπέσχετο δώσειν λέγων, “γενεὰ πονηρὰ καὶ μοιχαλὶς, σημεῖον “ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον
5“Ἰωνᾶ,” τὸν σταυρὸν λέγει καὶ τὸν θάνατον καὶ τὸν τάφον καὶ τὴν ἀνάστασιν· καὶ πάλιν ἑτέρως ἐδήλωσε τοῦ σταυροῦ τὴν ἰσχὺν λέγων, “ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι “ἐγώ εἰμι.” ὃ δὲ λέγει τοιοῦτον ἐστὶν, ὅταν σταυρώσητέ με καὶ νομίσητε περιγενέσθαι μου, τότε μάλιστα ἴσεσθέ μου τὴν ἰσχύν·
10μετὰ γὰρ τὸ σταυρωθῆναι ἡ πόλις ἀπώλετο, καὶ τὰ Ἰουδαϊκὰ ἐπαύσαντο, καὶ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἐξέπεσον τῆς ἑαυτῶν· τὸ δὲ κήρυγμα ἤνθησε, καὶ πρὸς τὰ πέρατα τῆς οἰκου‐ μένης ἐξετάθη ὁ λόγος, καὶ γῆ καὶ θάλαττα καὶ οἰκουμένη καὶ ἀοίκητος τὴν δύναμιν αὐτοῦ διὰ παντὸς ἀνακηρύττουσι.
15 Τίνος ἕνεκεν πέτραι ῥήγνυνται, καὶ γῆ σείεται; ὅπως διὰ τοῦτο μάθωσιν ὅτι καὶ αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ διαρρῆξαι· ὁ γὰρ πέτρας διατεμὼν, καὶ τὴν οἰκουμένην σείσας, πολλῷ μᾶλλον εἰς ἐκείνους ταῦτα ἐποίησεν ἂν, εἴγε ἐβούλετο· ἀλλ’ οὐκ ἠθέλη‐ σεν, ἀλλ’ εἰς τὰ στοιχεῖα τὴν ὀργὴν ἀφεὶς, ἐκείνους ἐξ ἐπιεικείας
20σῶσαι ἐβούλετο. χρὴ δὲ σκοπῆσαι ἡλίκα σημεῖα πεποίηκε, τὰ μὲν ἐξ οὐρανοῦ, τὰ δὲ ἐπὶ γῆς, τὰ δὲ ἐν αὐτῷ τῷ ναῷ· τί δαὶ δηλῶν ἐκ τούτου ταῦτα εἰργάσατο; ὁμοῦ μὲν τὴν ἀγανάκτησιν ἐνδεικνύμενος, ὁμοῦ δὲ, ὅτι τὰ ἄβατα λοιπὸν ἔσται βατὰ, καὶ ὁ οὐρανὸς ἀνοιγήσεται, καὶ πρὸς τὰ ἀληθινὰ ἅγια τῶν ἁγίων τὰ
25πράγματα μεταστήσεται· “εἰσῆλθον δὲ εἰς τὴν ἁγίαν πόλιν ἐκ “τῶν ἐγερθέντων ἁγίων, καὶ ἐνεφανίσθησαν πολλοῖς,” ἵνα μὴ νο‐ μισθῇ φαντασία εἶναι τὸ γεγενημένον. Διατί μέμνηται τῶν γυναικῶν τῶν ἀκολουθησάντων αὐτῷ; ὅπως δείξῃ τὴν πολλὴν αὐτῶν προσεδρίαν, καὶ ὅτι μέχρι τῶν κινδύνων
30παρῆσαν, καὶ ὅτι πολλὴν ἐπεδείξαντο τὴν ἀνδρίαν· ὅτε γὰρ οἱ μα‐ θηταὶ ἔφυγον, αὗται προσεκαρτέρουν. Μαρία δὲ ἡ τοῦ Ἰακώβου, ἡ
μήτηρ αὐτοῦ ἦν.238

239

(1t)

ΚΕΦ. ΞΗ.
2tΠερὶ αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου Ἰησοῦ.
3 Τίς δὲ ἦν οὗτος ὁ Ἰωσὴφ ὁ κρυπτόμενος πρώην, νῦν δὲ ἀπο‐ τολμήσας μετὰ τὸν θάνατον τοῦ Χριστοῦ; οὐ γὰρ ἄσημος ἦν,
5οὐδὲ τῶν λανθανόντων, ἀλλὰ τῆς βουλῆς εἷς, καὶ σφόδρα ἐπίση‐ μος· ὅθεν μάλιστα τὴν ἀνδρίαν αὐτοῦ κατιδεῖν ἔνι. εἰς γὰρ θάνα‐ τον ἑαυτὸν ἐξέδωκε, τὴν πρὸς πάντας ἀπέχθειαν ἀναδεξάμενος, τῇ περὶ τὸν Ἰησοῦν εὐνοίᾳ, καὶ τολμήσας αἰτῆσαι τὸ σῶμα, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ἐπέτυχεν. οὐ τὸ λαμβάνειν δὲ μόνον, οὐδὲ
10τὸ θάψαι πολυτελῶς, ἀλλὰ καὶ τὸ ἐν τῷ μνημείῳ αὐτοῦ τῷ καινῷ, δείκνυσι τὸ φίλτρον καὶ τὴν ἀνδρίαν· οὐχ ἁπλῶς δὲ ᾠκονομεῖτο τὸ εἰς καινὸν αὐτὸν μνημεῖον ταφῆναι· ἄλλως τε δὲ, μηδὲ τὴν ὑποψίαν τινὰ ψιλὴν γενέσθαι, ὅτι ἕτερος ἀνθ’ ἑτέρου ἀνέστη. Ἕνεκε δὲ τίνος Μαρία ἡ Μαγδαλινὴ καὶ ἡ ἄλλη Μαρία ἐπὶ
15πλεῖον προσεδρεύουσιν; ἐπειδὴ οὐδέπω οὐδὲν μέγα, ὡς χρὴ, καὶ ὑψηλὸν ᾔδεσαν περὶ αὐτοῦ· διὸ καὶ μῦρα ἐκόμισαν, καὶ τῷ τάφῳ προσεκαρτέρουν· ὥστε, εἰ λωφήσειεν ἡ μανία τῶν Ἰουδαίων, καὶ ἀπελθεῖν περιχυθῆναι αὐτῷ· ὅπερ καὶ αὐτῷ φιλοστοργίας τεκμή‐ ριον ἦν, καὶ ἀνδρίας, καὶ μεγαλοψυχίας τοῖς ἐν τοῖς χρήμασι τῆς
20μέχρι θανάτου· μιμησώμεθα καὶ ἡμεῖς τὰς γυναῖκας οἱ ἄνδρες, καὶ μὴ ἐγκαταλείψωμεν ἐν πειρασμοῖς ὄντες τὸν Ἰησοῦν· ἐκεῖναι μὲν γὰρ, καὶ εἰς τελευτήσαντα τοσαῦτα ἀνήλωσαν, καὶ τὰς ψυ‐ χὰς ἐξέδωκαν· ἡμεῖς δὲ, πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ, οὐδὲ πεινῶντα τρέφομεν, ὡς δεῖ· οὐδὲ γυμνὸν περιβάλλομεν· καίτοιγε εἰς αὐτὸν
25ἐκεῖνον δίδοται τὰ ὑπάρχοντα, ἃ ἕκαστος ἐκένωσεν· ἀλλὰ καὶ νῦν ὁ αὐτός ἐστιν· αὐτὸς γὰρ εἶπε ὅτι “ἐγώ εἰμι.” Ἐπειδήπερ ἔδει πιστευθῆναι, ὅτι ἀπέθανε, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη, διὰ τῶν ἐχθρῶν ταῦτα πάντα γίνεται· καὶ πανταχοῦ ἡ πλάνη ἑαυτὴν περιπείρει, καὶ τῇ ἀληθείᾳ ἄκουσα συνηγορεῖ·
30ἰδοὺ γὰρ διὰ τοῦ αἰτῆσαι τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους τὸν Πιλᾶτον σφραγισθῆναι τὸν τάφον, ἀναντίρρητος λοιπὸν ἡ ἀπόδει‐
ξις τῆς ἀναστάσεως πᾶσι πεφανέρωται· πλάνον δὲ καλοῦσιν,239

240

ἀπὸ πολλῆς ἄγαν ὠμότητος· ὅτι περ οὐδὲ τῷ θανάτῳ τὴν ὀργὴν ἀφῆκαν, ἀλλ’ ἔτι τῇ προτέρᾳ μανίᾳ κατέχονται. οὐκ ἀφίησι δὲ τοὺς στρατιῶτας μόνους ὁ Πιλᾶτος σφραγίσαι· ἐπειδὴ μαθὼν τὰ περὶ αὐτοῦ, οὐκ ἔτι συμπράττειν αὐτοῖς ἤθελεν· ἀλλ’ ὑπὲρ
5ἀπαλλαγῆς αὐτῶν καὶ τοῦτο ἀνέχεται, καὶ φησίν· ὑμεῖς, ὡς βού‐ λεσθε, σφραγίσατε· ἵνα μὴ ἑτέρους ἔχητε αἰτιᾶσθαι· καὶ γὰρ εἰ μόνοι οἱ στρατιῶται ἐσφραγίσαντο, ἐδύναντο λέγειν, εἰ καὶ ἀπίθανα καὶ ψευδῆ, οἱ Ἰουδαῖοι, ὅτι οἱ στρατιῶται τὸ σῶμα δόντες κλαπῆναι παρέσχον τοῖς μαθηταῖς τὸν περὶ τῆς ἀναστάσεως λόγον
10πλάσαι βουλομένοις· νῦν δὲ αὐτοὶ ἀσφαλισάμενοι, οὐδὲ τοῦτο λέγειν δύνανται. χρὴ δὲ γινώσκειν ὅτι τάχιον ἀνέστη ὁ Κύριος ἡμῶν καὶ Θεός· τούτου δὲ ἕνεκεν ἵνα μὴ λέγωσιν ὅτι ἐψεύσατο καὶ οὐκ ἀνέστη, ἀλλ’ ἐκλάπη· τὸ μὲν γὰρ θᾶττον ἀναστῆναι, οὐχ εἶχεν ἔγκλημα· τὸ δὲ βράδιον, ὑποψίας ἔγεμε· καὶ γὰρ εἰ
15μὴ τότε ἀνέστη καθημένων αὐτῶν ἔτι καὶ φυλαττόντων, ἀλλὰ ἀναχωρησάντων μετὰ τὴν τριήμερον, εἶχον ἂν λέγειν τί καὶ ἀντι‐ λέγειν, εἰ καὶ ἀνοήτως· διὰ τοῦτο οὖν προέφθασε καὶ ἀνέστη, καθημένων αὐτῶν καὶ φυλαττόντων, ὅπως μὴ δὲ μίαν πρόφασιν ἀπολογίας ἔχωσιν.
20 Πότε ὁ Ἄγγελος παραγέγονεν; πρὸ τῆς ἀναστάσεως ἢ μετὰ τὴν ἀνάστασιν· καὶ τίνος ἕνεκεν ἦλθε καὶ τὸν λίθον ἦρε; διὰ τὰς γυναῖκας· ἐπειδὴ γὰρ αὗται εἶδον πῶς ἐν τῷ τάφῳ τίθεται· ὁρῶ‐ σιν αὐτὸν πάλιν κενὸν τοῦ σώματος, ἵνα πιστεύσωσιν ὅτι ἀνέστη· ὁ σεισμὸς δὲ γίνεται, καὶ διὰ τοὺς στρατιῶτας μὲν, ὥστε αὐτοὺς
25ἐκπλῆξαι, καὶ παρ’ αὐτῷ γενέσθαι τὴν μαρτυρίαν· ἔτι δὲ ἵνα καὶ γυναῖκες διαναστῶσι καὶ ἀφυπνισθῶσιν· καὶ γὰρ ἦσαν παραγενό‐ μεναι, ὥστε ἔλαιον βαλεῖν· καὶ ἐν νυκτὶ ταῦτα ἐγένετο· καὶ εἰκὸς καὶ ἀποκαθευδῆσαι συνέβη· τὸ δὲ “μὴ φοβεῖσθε” εἶπεν, ἵνα πρότερον αὐτὰς ἀπαλλάξας τοῦ δέους, τότε διαλέξηται περὶ τῆς
30ἀναστάσεως· διὰ δὲ τοῦ “ὑμεῖς” πολλὴν ἐνδείκνυται εἰς αὐτὰς τὴν τιμήν· οὐ γὰρ ὑμῶν ἐστι τὸ δεδοικέναι, ἀλλ’ ἐκείνων τῶν σταυ‐ ρωσάντων· καὶ γὰρ τὰ ἔσχατα αὐτοὺς μένει κακὰ, ἂν μὴ μετα‐ νοήσωσιν· σχῆμα δὲ φαιδρὸν ἔδειξεν, ὡς εὐαγγέλια φέρων ἀγαθά. οὐκ ἐπαισχύνεται δὲ ἐσταυρωμένον καλῶν· ἐπειδὴ τοῦτό ἐστι τὸ
35κεφάλαιον τῶν ἀγαθῶν· προσέθηκε δὲ, τὸ “καθὼς εἶπεν,” ἵνα240

241

ἐὰν, φησὶν, ἐμοὶ διαπιστεῖτε, τῶν ἐκείνου μνησθεῖσαι ῥημάτων, μὴ δὲ ἐμοὶ διαπιστήσητε· καὶ ἄλλην δὲ ἀπόδειξιν περὶ τούτου ποιεῖται λέγων, “δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο·” ὥστε διὰ τοῦτο ἐπῆρε τὸν λίθον, ὅπως καὶ ἐντεῦθεν λάβωσι τὴν ἀπόδειξιν·
5παρασκευάζει δὲ καὶ τοῖς Ἀποστόλοις εὐαγγελίσασθαι ὃ μάλιστα αὐτὰς ἐποίει πιστεῦσαι· καλῶς δὲ εἶπεν “εἰς τὴν Γαλιλαίαν,” ἀπαλλάττων πραγμάτων καὶ κινδύνων, ὥστε μὴ τὸν φόβον διε‐ νοχλεῖν τῇ πίστει. Τίνος ἕνεκεν μετὰ φόβου καὶ χαρᾶς ἐξῆλθον ἐκ τοῦ μνημείου;
10ἐπειδὴ ἔκπληκτον πρᾶγμα εἶδον καὶ παράδοξον· τάφον κενὸν, ἔνθα πρῶτον τεθέντα ἐθεάσαντο· διὸ καὶ ἤγαγεν αὐτὰς εἰς θεωρίαν· ἵνα ἀμφοτέρων γένωνται μάρτυρες, καὶ τοῦ τάφου καὶ τῆς ἀναστά‐ σεως· καὶ γὰρ ἐνενόουν, ὅτι οὐδεὶς αὐτὸν ἦρε, στρατιωτῶν τοσούτων παρακαθημένων, εἰ μὴ ἑαυτὸν ἀνέστησε· καὶ τοῦτο καὶ χαίρουσι
15καὶ θαυμάζουσιν, καὶ τῆς τοσαύτης παραμονῆς ταύτην λαμβά‐ νουσι τὴν ἀμοιβὴν, τὸ πρῶτον ἰδεῖν καὶ εὐαγγελίσασθαι, οὐ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ τὰ ὁραθέντα· καὶ γὰρ καὶ αὐτὸς ἀπήν‐ τησεν αὐτοῖς λέγων, “χαίρετε·” ἐκράτησαν γὰρ αὐτοῦ τὰς πόδας προδραμοῦσαι, ἐξ ὑπερβαλλούσης εὐφροσύνης καὶ χαρᾶς· συνε‐
20χωρήθη δὲ αὐταῖς τοῦτο ποιῆσαι, ὅπως καὶ διὰ τῆς ἁφῆς λάβωσι τελείαν πληροφορίαν τῆς ἀναστάσεως· ἐκβάλλει δὲ καὶ αὐτὸς τὸ δέος ἐξ αὐτῶν, προοδοποιῶν ἐπὶ πλεῖον τῇ πίστει, καὶ δι’ αὐτῶν, ὥσπερ καὶ ὁ Ἄγγελος, τοὺς μαθητὰς εὐαγγελίζεται. Τοῦ σεισμοῦ γεγονότος, καὶ τοὺς στρατιῶτας ἐκπλήξαντος,
25καὶ διὰ τούτων ἐλθόντων καὶ ἀπαγγειλάντων, ἡ ἀλήθεια πάλιν διαλάμπει, καὶ ἀνακηρύττεται παρὰ τῶν ἐναντίων ὁμολογουμένων· καὶ γὰρ οἱ πάντων ἀνόητοι, ἔδωκαν ἀργύρια ἱκανὰ, ἵνα εἴπωσιν ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς, ἔκλεψαν αὐτόν· δείκνυνται καταγέλαστα πράττοντες πλάσματα· καὶ γὰρ σφόδρα ἀπίθανον
30ἦν τὸ λεγόμενον· πῶς γὰρ οἱ μαθηταὶ, ἄνθρωποι πτωχοὶ καὶ ἰδιῶ‐ ται, καὶ οὐδὲ φανῆναι τολμῶντες, ἆρα τοῦτο εἶχον ποιῆσαι; μὴ γὰρ οὐκ ἦν σφραγὶς ἐπικειμένη; μὴ γὰρ οὐκ ἐπαρεκάθηντο τοσοῦ‐ τοι φύλακες στρατιῶται καὶ Ἰουδαῖοι; μὴ γὰρ οὐχ ὑπόπτευον τοῦτο αὐτὸ καὶ ἐμερίμνων καὶ ἀγρύπνουν καὶ ἐφρόντιζον; καὶ τὶ
35χρὴ λέγειν, πάντα μυρία ὄντες τὰ δυνάμενα παραστῆσαι καὶ241

242

ἐν τούτῳ τὴν ἀφροσύνην αὐτῶν· ἅπερ ὁ ἅγιος οὗτος Ἰωάννης ὁ Χρυσόστομος, λεπτομερῶς διέρχεται· ἡμεῖς δὲ διὰ τὸ πλῆθος παρεδράμομεν· διὰ δὲ τὸ εἰπεῖν αὐτοὺς, “ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ “τοῦ ἡγεμόνος,” καὶ τὰ ἑξῆς, δείκνυσι πάντας διεφθαρμένους,
5καὶ τὸν Πιλᾶτον· καὶ γὰρ ἐπείσθη αὐτοῖς τοῖς στρατιώταις· λαβόντες γὰρ τὰ χρήματα, οὕτως διεφήμισαν τὸν δῆμον τὸν Ἰουδαϊκόν· καὶ γὰρ καὶ οὗτοι ἐπείσθησαν· ὅθεν καὶ οὕτως διαφη‐ μίζεται παρ’ αὐτοῖς, ἕως τῆς σήμερον ἡμέρας. μὴ θαυμάσωμεν δὲ εἰ χρήματα στρατιωτῶν περιεγένετο· εἰ γὰρ παρὰ τῷ μαθητῇ
10τοσαύτην ἐπεδείξαντο τὴν ἰσχὺν, πολλῷ μᾶλλον παρὰ τούτοις. Ἐσχάτην ὄψιν ταύτην εἶναι νομίζω τὴν ἐν τῇ Γαλιλαίᾳ· ὅτε αὐτοὺς ἐξέπεμπεν βαπτίσοντες· εἰ δὲ ἐδίστασαν τινὲς, κἀντεῦθεν χρὴ θαυμάζειν αὐτῶν τὴν ἀλήθειαν· πῶς οὐδὲ τὰ μέχρις ἐσχάτης ἡμέρας ἐλαττώματα αὐτῶν ἀποκρύπτωνται· ἀλλ’ ὅμως καὶ οὗτοι
15διὰ τῆς ὄψεως ἐβεβαιώθησαν· διὰ δὲ τοῦ εἰπεῖν, “ἐδόθη μοι “πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,” πάλιν ἀνθρωπινότερον δείκνυται διαλεγόμενος αὐτοῖς· οὐδέπω γὰρ ἦσαν τὸ Πνεῦμα τὸ Ἅγιον εἰληφότες, τὸ δυνάμενον ὑψηλοὺς αὐτοὺς ποιῆσαι· τὸ δὲ “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,” καὶ τὰ ἑξῆς, δηλοῖ,
20ὅτι τὸ μὲν περὶ δογμάτων, τὸ δὲ περὶ ἐντολῶν αὐτοῖς παραγ‐ γέλλει· καὶ Ἰουδαίων μὲν οὐδὲν μέμνηται· οὐδὲ εἰς μέσον φέρει τὸ γεγενημένον· οὐδὲ ὀνειδίζει Πέτρῳ τὴν ἄρνησιν· οὐδὲ τῶν ἄλ‐ λων οὐδενὶ τὴν φυγήν· κελεύει δὲ τὴν οἰκουμένην ἐκχυθῆναι πᾶσαν, σύντομον διδασκαλίαν ἐγχειρίσας, τὴν διὰ τοῦ βαπτίσμα‐
25τος, καὶ ὥστε παραγγέλλειν πᾶσι τηρεῖν, οὐ τὰ μὲν, καὶ τὰ δὲ, ἀλλὰ πάντα ὅσα ἐνετείλατο. Διὰ δὲ τοῦ εἰπεῖν, “ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέ‐ “ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος,” τὴν ἑαυτοῦ αὐθεντείαν δείκνυσιν· οὐ μετ’ ἐκείνων δὲ μόνον τοῦ εἶναι αὐτὸν τοῦτο δηλοῖ,
30ἀλλὰ καὶ μετὰ πάντων τῶν μετ’ ἐκείνους πιστευόντων· οὐδὲ γὰρ δὴ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ Ἀπόστολοι μένειν ἔμελλον ἀλλ’ ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς· μὴ γάρ μοι, φησὶν, τὴν δυσκολίαν εἴπητε τῶν πραγμάτων· ἐγώ εἰμι μεθ’ ὑμῶν, ὁ πάντα ποιῶν εὔκολα· ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας·
35ἵνα μᾶλλον αὐτοὺς ἐφελκύσηται, ὥστε μὴ τὰ παρόντα μόνον ὁρᾷν242

243

δεινὰ, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ ἀπέραντα. τὰ μὲν γὰρ λυπηρὰ φησὶν, ἅπερ ὑποστήσεσθε ἐν τῷ παρόντι βίῳ, καταλύεται· ὅπου γε καὶ αὐτὸς ὁ αἰὼν εἰς συντέλειαν ἥξει· τὰ δὲ χρηστὰ, ὧν ἀπολαύσεσθε, ἀθάνατα μένει, καθάπερ ἔμπροσθεν πολλάκις εἶπον·
5οὕτως ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα τῇ μνήμῃ τῆς ἡμέρας ἐκείνης ἐξέπεμψεν· καὶ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φο‐ βερὰ, καθάπερ καταδίκοις· διὰ τοῦτο οὖν ἀγωνισώμεθα τῶν αἰω‐ νίων ἀπολαῦσαι ἀγαθῶν· χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ
10τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τέλος τῶν ἑρμηνειῶν τοῦ Χρυσοστόμου.
Θεοδώρου Μονάχου. Ὁ διστάσας ἦν ὁ Θωμᾶς· ἀλλὰ πλη‐
15ροφορηθεὶς, ἑδραίως ἐπίστευσεν. Κυρίλλου Ἀλεξανδρείας. Ἄλλας λέγει ὁ Ἰωάννης ὀπτασίας, ἣν δὲ λέγει ὧδε ὁ Ματθαῖος, οὐ μόνον εἶδον οἱ ἕνδεκα, ἀλλὰ καὶ οἱ πολλοὶ ὡς εἰκός. Σευήρου Ἀντιοχείας. Αὐτοὺς ἀπέστειλε, μᾶλλον τὸ τελευ‐
20ταῖον αὐτὸν εἶδον οἱ μαθηταί· ὅτι εἰ δὲ καί τινες ἐδίστασαν, ἀλλὰ καὶ οὗτοι διὰ τῆς ὄψεως ἐβεβαιώθησαν. Ὠριγένους. Προσεκύνησαν, οὐ προσηύξαντο· οἱ δὲ μὴ προσ‐ κυνήσαντες καὶ ἐδίστασαν· εἴτε δὲ Θωμᾶς ἐστιν, εἶτε Φίλιππος. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας. Τὸ δὲ “ὀψὲ σαββά‐
25“των,” οὐ τὴν ἑσπέραν τὴν μετὰ τὴν ἐν σαββάτῳ δύσιν τοῦ ἡλίου δηλοῖ· οὐ γὰρ ἑνικῶς εἶπεν ὀψὲ σαββάτου, ἀλλὰ πληθυντικῶς “ὀψὲ σαββάτων·” σάββατον δὲ, τὴν πᾶσαν ἑβδομάδα καλεῖν Ἑβραίοις ἔθος. αὐτίκα γοῦν οἱ Εὐαγγελισταὶ, “τῇ μίᾳ τῶν σαβ‐ “βάτων” φησί· δέον τῇ πρώτῃ ἡμέρᾳ τῆς ἑβδομάδος εἰπεῖν· οὕτω
30δὲ καὶ ἐν τῇ συνηθείᾳ κεχρήμεθα, δευτέραν σαββάτων καὶ τρίτην σαββάτων προσαγορεύοντες τὴν δευτέραν καὶ τρίτην τῆς ἑβδο‐
μάδος ἡμέραν· οὐκ εἶπεν οὖν ὀψὲ σαββάτου, ἢ ἑσπέρας σαββά‐243

244

του, ἵνα τὴν ἑσπέραν τῆς ἡμέρας ἐκείνης δηλώσει, ἀλλ’ “ὀψὲ “σαββάτων·” ἵνα τὸ βράδιον τῆς ἑβδομάδος καὶ πολὺ διεστηκὸς ἐφάνη· καὶ γάρ που καὶ ἡμῖν σύνηθες λέγειν, ὀψὲ τοῦ καιροῦ παραγέγονεν, ὀψὲ τῆς ὥρας, ὀψὲ τῆς χρείας· οὐχὶ τὴν ἑσπέραν
5καὶ τὸν μετὰ ἡλίου δυσμὰς χρόνον δηλοῦσιν, ἀλλὰ τὸ βράδιον καὶ κατόπιν τῆς ὥρας καὶ τῆς χρείας ἢ τοῦ καιροῦ γενέσθαι τοῦτον τὸν τρόπον μηνύουσιν, οὕτω καὶ τὸ “ὀψὲ σαββάτων” τὸ βράδιον καὶ πόρρω τῆς περαιωθείσης ἑβδομάδος δηλοῖ· πληροῦται δὲ ἑβδο‐ μὰς ἑκάστη ταῖς μετὰ τὸ σάββατον ἡλίου δυσμαῖς· ἀμέλει
10καὶ τοῦ πολὺ διεστηκότος καιροῦ πρὸς τὸ τέλος τῆς πληρωθείσης ἑβδομάδος ὁ Ματθαῖος δηλῶν, καὶ ὥσπερ ἑρμηνεύων ἑαυτὸν ἐπή‐ γαγε “τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων·” παρῳχήκει, φησὶν, ἡ νὺξ τοσοῦτον, ὡς εἶναι καιρὸν τῆς τῶν ἀλεκτρυόνων βοῆς, ἥτις τὸ φῶς τῆς μελλούσης ἡμέρας προανακρούεται· ταύτη τοι καὶ
15τῷ καιρῷ τούτῳ, καὶ οὕτως μετὰ τὸ σάββατον ἑσπέρᾳ κατα‐ λύοντες τὰς νηστείας, τῆς εὐφροσύνης ἀρχόμεθα· τῆς κατὰ πάν‐ των συνηθείας κρατησάσης, συνηγορούσης τῷ πράγματι. Τοῦ καιροῦ τοίνυν ὄντος τούτου, ἡ Μαγδαλινὴ Μαρία καὶ ἡ ὁμώνυμος, ἐπὶ τὸν τάφον ἦλθον, καὶ τὸν Ἄγγελον τὸν ἐξ οὐρανοῦ
20καταβεβηκότα, τὸν προειρημένον ἐθεάσαντο τρόπον, ἀποκυλίσαντα τὸν λίθον καὶ ἐπ’ αὐτὸν καθήμενον, ὑφ’ οὗ καὶ προκληθεῖσαι τὸν τόπον εἶδον ὅπου ἔκειτο ὁ Κύριος, καὶ προσταχθεῖσαι δραμεῖν καὶ ἀπαγγεῖλαι τοῖς μαθηταῖς, ἐξελθοῦσαι ταχὺ τοῦ μνήματος ἔδρα‐ μον. καὶ δὴ τρεχούσαις προαπαντήσας ὁ Ἰησοῦς, ἐφώνησε “χαί‐
25“ρετε·” καὶ γὰρ ἔδει πρῶτον τὸ τῶν γυναικῶν γένος, καὶ τὴν ἀνά‐ στασιν εὐαγγελίσασθαι παρὰ τοῦ Ἀγγέλου, καὶ τὸν Χριστὸν ἰδεῖν, καὶ πρώτην παρ’ αὐτοῦ φωνὴν ἀκοῦσαι τὸ “χαίρετε·” ἐπεὶ καὶ γυνὴ πρώτη τῆς ἀπάτης τοῦ ὄφεως ἤκουσε, καὶ εἶδεν πιαινόμενον τὸν ἀπηγορευμένον τοῦ ξύλου καρπὸν, καὶ λύπῃ κατεδικάζετο. διὸ καὶ
30προσκυνεῖν ὁ Σωτὴρ καὶ κρατεῖν συνεχώρει τοὺς πόδας, ὡς πρώ‐ ταις ἀποπεσούσαις καὶ ἀλλοτριωθείσαις αὐτοῦ, καὶ τῶν μαθητῶν τὴν χαρὰν διαγγέλλειν ἐκέλευεν· χαρᾶς ἄγγελον ἀνδρᾶσι γυναῖκα γενέσθαι βουλόμενος, τὴν λύπης τῷ Ἀδὰμ γενομένην διάκονον, τὰ
ἐναντία διὰ τῶν ἐναντίων ἰώμενος.244

245

“Πορευομένων δὲ αὐτῶν” ἀπαγγεῖλαι τοῖς μαθηταῖς, “ἰδοὺ τινὲς “τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν τοῖς ἀρχιε‐ “ρεῦσιν ἅπαντα τὰ γινόμενα· καὶ συναχθέντες μετὰ τῶν πρεσβυ‐ “τέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρα‐
5“τιώταις λέγοντες, εἴπατε, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν “αὐτὸν ἡμῶν κοιμωμένων· καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, “ἡμεῖς πείσομεν αὐτὸν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.” ἡ μὲν οὖν ἄλλη Μαρία, ταύτην δὲ εἶναι τὴν θεοτόκον πιστεύειν ἀκόλου‐ θον, ὅτι μηδὲ ἀπελείφθη τοῦ πάθους, ἀλλ’ ἵστατο παρὰ τῷ σταυρῷ
10τοῦ Ἰησοῦ, ὡς ὁ Ἰωάννης ἱστόρησεν, ᾗ καὶ ἔπρεπεν ὁ Κύριος τὰ τῆς χαρᾶς εὐαγγέλια ῥίζῃ τῆς χαρᾶς ὑπαρχούσῃ καὶ καλῶς ἀκούσασαν τὸ “χαῖρε κεχαριτωμένη,” τὸ πρόσταγμα τοῦ Κυρίου πληροῦσα τοῖς μαθηταῖς πάντως ἀπήγγελλεν· οὐ γὰρ ἦν μὴ πληρωθῆναι τὸ οὕτως σοφῶς οἰκονομηθέν τε καὶ προσταχθὲν, εἰ
15καὶ οὕτως ἠπίστησαν οἱ ἀκούσαντες, ἐπεὶ καὶ ἕπεται τοῦτο πολ‐ λάκις τὴν τῶν ἀπαγγελλομένων θαυμάτων ὑπερβολήν· οὐ γὰρ ἂν ἀργοὶ διέμειναν εἰ ἐπίστευσαν. Ἡ δὲ Μαγδαληνὴ συμπορευομένη τῇ θεοτόκῳ, καὶ πρὸς τὴν ἀγγελίαν ὁμοίως ἐπειγομένη, πέπονθέ τι καὶ ἀνθρώπινον· καὶ ὥσπερ
20Πέτρος ὑπὸ Ἡρώδου συλληφθεὶς, καὶ διὰ τοῦ Ἀγγέλου τῶν ἁλώ‐ σεων λυθεὶς αὐτομάτως, καὶ τῆς φυλακῆς ἔξω γενόμενος, καὶ ἐπὶ πολὺ βαδίσας ὡς καὶ τὴν τῆς πόλεως πύλην διελθεῖν, ἀληθὲς οὐκ ᾤετο τὸ γινόμενον, ἀλλ’ ἐνόμιζεν ὅραμα βλέπειν, οὕτω καὶ αὐτὴ, τὴν ὑπερβολὴν τοῦ θαύματος οἱονεὶ καιρόν τινα λογιζομένη, καὶ
25ἅμα τῶν φυλάκων ἐπιφθασάντων καὶ ἀρξαμένων μετὰ τῶν ἀρχιε‐ ρέων τὴν συκοφαντίαν ὑφαίνειν τῆς ἀναστάσεως, αἰσθομένη πάντως τοιούτου τινὸς ὑποψιθυριζομένου, τοὺς τῆς ἀμφιβολίας παρεδέξατο λογισμοὺς, καὶ τῆς ἀπαγγελίας ὀλιγωρήσασα, καὶ τοῦ σωτηρίου προστάγματος πρὸς τὸν τάφον ἐχώρει, πρωῒ σκοτίας οὔσης, ὡς ὁ
30Ἰωάννης φησίν. ὥσπερ γὰρ συνεχώρησεν ὁ Κύριος τὸν Θωμᾶν ἐξ ἀπιστίας εἰς πίστιν ἐλθεῖν, καὶ εἰπεῖν, “ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν “αὐτοῦ τὸν τύπον τῶν ἥλων” καὶ τὰ ἑξῆς· καὶ διὰ τῆς ἐκείνου πολυ‐ πράγμονος ἀπιστίας καὶ ψηλαφήσεως, ἡμεῖς εἰς πίστιν ἐβεβαιώ‐ θημεν, ἐν ᾧ σώματι πέπονθεν, ἐν αὐτῷ καὶ ἐγηγέρθαι πιστεύ‐
35σαντες τὸν Ἐμμανουὴλ, τοὺς τῆς δοκήσεως μύθους ἀποπεμψά‐245

246

μενοι· τὸν αὐτὸν τρόπον καὶ τὴν Μαγδαλινὴν Μαρίαν πρὸς ἀπιστίαν ὑπονοστήσασαν, καὶ μᾶλλον εὐκαίρως τοῦτο παθοῦσαν· οὐκ ἄδηλον γὰρ τὸ τῆς γυναικείας εὐόλισθον φύσεως. συνεχώρει δὲ διὰ τῆς περιέργου ζητήσεως, πιστότερον ἐργάσασθαι τὸ θαῦμα
5τῆς ἀναστάσεως, πίστεως ὑπάρχον πέρα καὶ παντὸς λογισμοῦ. Καὶ μετὰ ταύτης τῆς ἀμφιβόλου διανοίας ἐλθοῦσα, καὶ ἰδοῦ‐ σα τὸν λίθον μόνον ἀποκυλισθέντα τῆς θύρας τοῦ μνήματος, οὐ μὴν ἔτι τὸν Ἄγγελον ἐπ’ αὐτοῦ καθάπερ ἤδη καθήμενον, δέδωκε τῇ ἀπιστίᾳ τὸ κράτος, φαντασίαν οἰηθεῖσαν τὴν πρώτην θέαν
10καὶ ἔκστασιν, καὶ ὡς ψευδῆ, καὶ δραμοῦσα πρὸς τὸν Πέτρον καὶ τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, ἐβόα λέγουσα, ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ὁρᾷς ἐκ τῶν λογοποιηθέντων νύκτωρ παρὰ Ἰουδαίοις μετὰ τὴν τῶν φυλάκων ἐπαγγελίαν, περιηχηθεῖσα τι τοιοῦτον παρηνέχθαι τὸν
15λογισμὸν, καὶ ᾠήθη τοὺς ἐναντίους, ἀρθέντος τοῦ λίθου, κλέψαι τὸ σῶμα τοῦ Ἰησοῦ, ἵνα τὴν κλοπὴν τοῖς Ἀποστόλοις ἐπιφημήσωσι· πλὴν ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἑτοίμως διανέστησαν, καὶ ἐπὶ τὸν τάφον ἔδραμον. οὐ γὰρ ἦν παράδοξον τὸ λεγόμενον, ἵνα ὡς ἐπὶ τῆς ἀναστάσεως ἀπειθήσωσι, μᾶλλον δὲ καὶ πιστὸν, καὶ οὐκ
20ἀπᾷδον τῆς Ἰουδαϊκῆς κακουργίας. ἀφόβως δὲ τοῦτο ἐποίουν, ὡς ἔτι σκότους ὄντος, καὶ ἡσυχίας ὑπαρχούσης, καὶ πρὸς τοῦ Θεοῦ τὸ θαρρεῖν λαβόντες· ἀλλ’ ἐλθόντες εὗρον ἐναργῆ τὰ σημεῖα τῆς ἀναστάσεως. ὁρῶσαι γὰρ ἐν τῷ μνήματι τὰ ὀθόνια κείμενα· τοῦτο δὲ οὐκ ἄν ποτε ἐγεγόνει, κλαπέντος τοῦ σώματος. πρῶτον
25μὲν γὰρ κλέπταις φίλον, τὸ λωποδυτεῖν, ἔπειτα δὲ τὸ ταχέως ἄγαν ἐνεργεῖν τὴν κλοπὴν, ἵνα μὴ φοραθῶσι, καὶ τὰ πάνδεινα πάθωσι. Καὶ μετ’ ὀλίγα—Ἀλλ’ ὁ μὲν Πέτρος καὶ ὁ Ἰωάννης πιστευ‐ θέντες ἐκ τῶν τεθεαμένων, ἀνεχώρουν οἴκαδε, τῇ Μαρίᾳ δὲ εἶπον
30οὐδέν· ᾠκονόμει γὰρ ὁ μόνος σοφὸς, ὡς ἀπιστήσασαν, ἐκ θέας αὐτὴν προσάγεσθαι μᾶλλον, ἢ ἀκοῆς. εἱστήκει τοίνυν πρὸς τῷ μνήματι κλαίουσα ἔξω, καὶ παρακύψασα, εἶδεν Ἀγγέλους δύο λευκοὺς καὶ φαιδροὺς τῇ στολῇ καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσὶν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. καὶ
35δέον τὸν ὀδυρμὸν εἰς εὐφροσύνην μεταβαλεῖν τῶν δακρύων οὐκ246

247

ἔλεγεν, ὥστε τοὺς Ἀγγέλους οἱονεὶ μετ’ ἐπιτιμήσεως εἰπεῖν, “γῦναι “τί κλαίεις;” ὡσανεὶ ἔλεγον, γυναικεῖα ταῦτα δάκρυα, καὶ οὐκ ἔμφρονος νοῦ. ποῦ γὰρ χώραν ἔχει τὸ μετὰ τοιαύτην θέαν ὀδύ‐ ρεσθαι; κἀκείνη τῆς αὐτῆς ἀπιστίας ἐχομένη, παρετείνετο γὰρ
5τὸ πάθος, ἵνα τοῖς κατὰ μικρὸν προστιθεμένοις, εἰς πίστωσιν τελείως ἐκκαθαρθείη, πρὸς αὐτοὺς εἶπεν, “ὅτι ἦραν τὸν Κύριόν μου, “καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς “τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς “ἐστιν·” τοῦτο μὲν ὑπὸ τῶν δακρύων ἐπισκοτουμένη καὶ οἱονεὶ ἀχ‐
10λύϊ βεβαρημένη, τοῦτο δὲ καὶ τοῦ δηλοῦντος τὸ μὴ γνωσθῆναι αὐτῇ· διὸ καὶ εἶπεν, “γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δὲ δοκοῦσα “ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτὸν “εἰπέ μοι ποῦ ἔθηκας αὐτὸν, κἀγὼ αὐτὸν ἀρῶ.” Καὶ μετ’ ὀλίγα— Ἐπιτρεπτικῶς δὲ τοῦ Κυρίου βοήσαντος Μαριὰμ, παραχρῆμα ἐπι‐
15στραφεῖσα, “ῥαβουνὶ” προσηγόρευσεν, ὃ λέγεται διδάσκαλος, καὶ τῶν θείων ἐκείνων ποδῶν ἐζήτει λαβέσθαι, καὶ ἤκουε “μή μου “ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου.” ταύτης τῆς δωρεᾶς, φησὶν, ἤδη τυχοῦσα, καὶ ἁψαμένη μου μετὰ τῆς ἄλλης Μαρίας καὶ προσκυνήσασα, καὶ τοὺς πόδας κρατήσασα, κατε‐
20φρόνησας ὡς καὶ ἀπιστῆσαι, καὶ οὐδὲν μέγα διενοήθης περὶ ἐμοῦ, ἀλλ’ ἔτι περὶ τὸ μνῆμα ζητεῖς, τὸν ἄνω θεϊκῶς πρὸς τὸν Πατέρα ὑπάρχοντα, καὶ νῦν μή μου ἅπτου, εἰ μετὰ τοιαύτης διανοίας τὸ πρὸς τὸν Πατέρα ἀναβῆναι νομίζεις ἐλλείπειν μοι· οὔπω γὰρ ἀναβέβηκα κατὰ σὲ πρὸς τὸν Πατέρα μου.
25 Καὶ μετ’ ὀλίγα—Ἔρχεται οὖν ἡ Μαγδαληνὴ Μαρία ἀπαγ‐ γέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. παραγεναμένη δὲ καὶ ἀπαγγείλασα, πάλιν εὑρίσκει Μαρίαν τὴν Ἰακώβου καὶ Ἰωάνναν, καὶ ἄλλας σὺν αὐταῖς, μετὰ παρα‐ σκευῆς καὶ ἀρωμάτων καὶ μύρων πρὸς τὸν τάφον ἐπειγομένας,
30τοῦ σκότους ὑποχωρήσαντος, καὶ ὄρθρου βαθέος ὄντος, τουτέστιν ἀκριβοῦς. καὶ ἄρτι πρῶτον ἀρξαμένη, καθὼς φησὶν ὁ Λουκᾶς, καὶ ἀναμίξασα ἑαυτὴν σὺν αὐταῖς ἐπορεύετο διὰ τὸ θερμὸν τοῦ πόθου τοῦ περὶ τὸν Ἰησοῦν, ἐξάρχειν αὐτῶν δοκοῦσα, καὶ πρώτη παρὰ τοῖς Εὐαγγελισταῖς ἀριθμουμένη διὰ τὸ ἐντεῦθεν ἐπίσημον· ἐπε‐
35θύμει γὰρ καὶ αὐτὰς, οὐκ ἐξ ὧν παρ’ αὐτῆς καὶ τῆς ἄλλης Μαρίας247

248

ἀκούειν, ἀλλ’ ἐξ αὐτῆς θέας ἡ Ἀγγέλων ἐπιφάνεια πιστωθῆναι πρὸς τὴν ἀνάστασιν, καὶ σὺν αὐταῖς συνετῶς σιωπῶσα, καὶ μηδὲν λέγουσα διαπορουμέναις αὐταῖς, ἀλλὰ τὴν τῶν πραγμάτων ἀνα‐ μένουσα μαρτυρίαν, καὶ πιστεύουσα καὶ αὐταῖς αὐτοῖς ὄμμασιν
5ἰδίαν πληροφορίαν τινὰ δοθήσεσθαι. Καὶ δὴ τὸν λίθον ἀποκεκυλισμένον ἰδοῦσαι τοῦ μνήματος, ἔνδον ἐγένοντο, καὶ οὐχ εὑροῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ, ἀπορούμεναι βλέπουσιν ἐπιστάντας αὐταῖς ἄνδρας δύο ταῖς στολαῖς ἐξαστρά‐ πτοντας, καὶ ἤκουον αὐτῶν λεγόντων, “τί ζητεῖτε τὸν ζῶντα μετὰ
10“τῶν νεκρῶν, οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη,” καὶ τὰ ἑξῆς. καὶ ὑπο‐ στρέψασαι, φησιν, ἀπὸ τοῦ μνήματος ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς λοιποῖς, ἀλλ’ ὡς πλῆθος ὄντες μᾶλλον ἠπίστησαν, καὶ τὸ ἀπαγγελθὲν ἔσκωψαν καὶ διέπτυσαν. ἐφάνησαν γάρ, φησιν, ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς·
15ὥστε τὸν Πέτρον πρὸς τὴν ἐκείνων ἀπιστίαν διαναστάντα, καὶ ἠρέμα πῶς καὶ αὐτὸν θορυβηθέντα καὶ σαλευθέντα, πάλιν ἐπὶ τὸ μνῆμα δραμεῖν, καὶ παρακύψαι ἰδεῖν αὖθις τὰ ὀθόνια κείμενα, ἅπερ ἦν εἰσελθὼν ἤδη καὶ θεασάμενος ἀκριβέστερον, ὅθεν καὶ ἀρκεῖσθαι τῷ παρακύψαι μόνον· καὶ μηδὲν ἰδὼν, ἀλλοιώτερον
20ἀπῆλθε θαυμάζων τὸν ταῦτα οἰκονομήσαντα. καὶ πάλιν ἡ Μαγδα‐ ληνὴ Μαρία καθάπερ ταῖς περὶ Ἰωάνναν ὄρθρου βαθέως συνεπο‐ ρεύθη φερούσαις ἃ ἡτοίμασαν πρὸ τοῦ σαββάτου, μύρα τε καὶ ἀρώματα, τὸν αὐτὸν τρόπον καὶ τῇ Σαλώμῃ, ξένῃ τε γυναικὶ παρὰ τὰς ὠνομασμένας, βραδέως μὲν, ὠνησαμένῃ δὲ ὁμοίως ἀρώ‐
25ματα, ἀλλὰ μετὰ τὸ σάββατον, ἀόκνως μετὰ τῆς αὐτῆς διανοίας συνέτρεχε, παραλαβοῦσα καὶ Μαρίαν τὴν Ἰακώβου μεθ’ ἑαυτῆς, ὥστε καὶ τῇ ἀγορασίᾳ τῶν ἀρωμάτων κεκοινωνηκέναι δοκεῖν, κοι‐ νώσασαι γὰρ τῆς ὁδοῦ, τὸ πᾶν κοινῶς ἐπεγράψαντο σπούδασμα. “Καὶ λίαν πρωῒ τῇ μίᾳ τῶν σαββάτων, ἔρχονται ἐπὶ τὸ μνη‐
30“μεῖον.” οὕτω γὰρ ἐπὶ τοῖς ἀκριβεστέροις ἀντιγράφων ἐμφέρεται, δηλοῦν πρὸς ταῖς ἤδη γεγενημέναις, καὶ αὕτη τῶν γυναικῶν ἡ ἐπὶ τὸ μνῆμα ἄφιξις γέγονεν. τὸ δὲ λίαν πρωῒ σαφηνίζων ὁ Μάρκος, “ἀνατείλαντος τοῦ ἡλίου” προσέθηκε “καὶ ἔλεγον,” φησὶ, “πρὸς “ἑαυτὰς, τὶς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου;
35“καὶ ἀναβλέψασαι θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος. ἦν γὰρ248

249

“μέγας σφόδρα.” τῆς γὰρ Σαλώμης ἀναγκαίως ἀπορουμένης, ὡς τὸ παράπαν μὴ ἐπιδημησάσης τῷ τάφῳ, καὶ ταῦτα πρὸς τὰς συμ‐ βαδιζούσας λεγούσης, ἐκεῖναι σιωπὴν ἄγουσαι κατὰ τὸν προειρη‐ μένον ἡμῖν ἀνωτέρω τρόπον, καὶ τοὺς ὀφθαλμοὺς ἄρασαι, τῶν βλεμ‐
5μάτων τὴν ἀπόκρισιν ἐποιήσαντο. καὶ γὰρ ὁ λίθος ἀποκεκυλισμένος ὑπ’ ὄψιν ἐφαίνετο, διὰ δὲ τὴν κοινὴν καὶ μίαν ὁδοιπορίαν πρὸς ἀλλήλας αὐτὰς ἠπορηκέναι καὶ διηλέχθαι γέγραπται τῇ ἀληθείᾳ τῆς ἱστορίας, καὶ τῇ φύσει τῶν πραγμάτων ἡμῶν προσεχόντων καὶ διακρινόντων τίνος ἴδιον ὑπῆρχε τὸ ἀπορεῖν τὰς γυναῖκας. τὰς
10γὰρ ἤδη πολλάκις ἀποκεκυλισμένον θεασαμένας τὸν λίθον, περὶ τούτου φροντίζειν ἀπίθανον ἦν. ἀλλ’ ἐπειδὴ ταῖς παρὰ τοῦ Μάρκου ταύταις γυναιξὶν ἀγνοοῦν τὸ τῆς Σαλώμης ἐμφέρεται πρόσωπον, ἀμάχως ὁ λόγος ἔχει τὸ πιθανὸν, ἐπεὶ κἀκείνων οὐκ ἀκόλουθον τὸ λέγειν, “τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον;” τῶν Ἰουδαίων σφραγι‐
15σάντων τὴν εἴσοδον τοῦ τάφου, καὶ τὴν τῶν στρατιωτῶν παρα‐ καταστησάντων φρουρὰν, καὶ τῆς τρίτης ἡμέρας ἐνδαψιλευσα‐ μένης. πρὸς γὰρ τὸν Πιλᾶτον εἶπον οἱ μιαροὶ, “ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν, ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι” εἰ μὲν οὖν ἤδεισαν αἱ γυναῖκες τὸ διὰ τοῦ Ἀγγέλου θαῦμα γενό‐
20μενον, τήν τε ἀποκίνησιν τοῦ λίθου, καὶ τὴν τῶν φυλάκων ἐκ τοῦ τάφου νέκρωσίν τε καὶ ἀναχώρησιν, πῶς διηπόρουν περὶ τοῦ ἀποκυλισθῆναι τὸν λίθον; εἰ δὲ ἠγνόουν τὸ θαῦμα, τὴν στρατιω‐ τικὴν φρουρὰν ἐννοεῖν ἔδει, καὶ τὴν ἄνοιξιν τοῦ μνήματος μὴ φαντάζεσθαι, ἀλλ’, ὡς ἔφην, ἡ Σαλώμη καὶ τοῦτο ἠγνόησεν, καὶ
25αὐτῆς μόνης τὰ ῥήματα ἦν. Μαρία γὰρ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθεσθῆσαι τοῦ μνήματος ἐξ ἐναντίας, ὁ Ματθαῖος ἱστόρησε, καὶ φιλοπόνως προσεδρεύσασαι, καὶ τὰς σφραγίδας τῶν Ἰουδαίων καὶ τὴν τῶν ὁπλιτῶν φυλακὴν ὄψει παρέλαβον. ἡ δὲ Σαλώμη εἰσελθοῦσα σὺν ταῖς Μαρίαις ἀμφοῖν, νεανίσκον εἶδον
30καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκὴν, καὶ ἐπτοήθησαν πᾶσαι· ἡ μὲν ὡς ἐνδεῶς ἔχουσα πίστεως καὶ ἀνθρω‐ πινώτερον διακειμένη, ὡς ἐπιχωριάζουσαι συχνῶς τῷ μνήματι καὶ πολυπραγμονοῦσαι. λοιπὸν δοκοῦσαι τὴν ἀνάστασιν πέρα τοῦ δεόντος· διὰ τοῦτο γὰρ καὶ νεανίσκος ὤφθη, κατάπληξαι τῷ
35μεγέθει, καὶ φόβον ἐμποιῆσαι δυνάμενος, καὶ μιγνὺς τῷ φοβερῷ249

250

τὸ φαιδρὸν διὰ τοῦ λευκοῦ τῆς στολῆς, καὶ ὡς ἐν ἑορτῇ, καὶ ἵνα μὴ παγῶσι τῷ δέει· καὶ σφοδρότερον δὲ αὐταῖς διαλέγεται, παι‐ δεύων αὐτὰς δι’ ὧν ἔλεγεν, μετὰ τοσαύτας θέας μὴ περιέργως διακεῖσθαι, βεβαίως δὲ μᾶλλον ἐφ’ οἷς εἶδον ἑστάναι· “ὑπάγετε
5“γάρ, φησιν, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ·” τοῖς μὲν μαθηταῖς ὡς πολλάκις ἠπιστήκασι, τῷ Πέτρῳ δὲ ὡς μετὰ τῆς αὐτῆς πολυπραγμοσύνης δεύτερον ἐπὶ τὸ μνῆμα ἐλθόντι, “ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς “εἶπεν ὑμῖν,” ὑμῖν ταῖς γυναιξίν.
10 Ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἐπιφα‐ νεὶς, ὡς ὁ Ματθαῖος συνέγραψεν· τοῖς γὰρ μαθηταῖς οὐδέποτε φαίνεται φήσας, ὡς μετὰ τὴν ἔγερσιν αὐτοῖς ἐν τῇ Γαλιλαίᾳ φανήσεται, εἰ μήτι γε ἐκεῖνο ἐρεῖ τίς, ὅπερ ὁ Ματθαῖος καὶ Μάρκος ἔγραψαν, μετὰ τὸ δεῖπνον τὸ μυστικὸν ἐξελθόντα αὐτὸν εἰς
15τὸ ὄρος ὑμνῆσαι τῶν ἐλαιῶν ὑπὸ τῆς σωτηρίας εἰρημένον ὧδέ πως· μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ἐξελθοῦσαι δὲ τοῦ μνήματος αἱ Μαρίαι καὶ ἡ Σαλώμη, τρόμῳ καὶ ἐκπλήξει συνεχόμεναι, φυγάδες ἐγένοντο, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ· τοῦτο μὲν διὰ τὸ φοβερὸν τοῦ νεανίσκου, τοῦτο δὲ διὰ τὸ
20τὴν ἡμέραν ἤδη προελθεῖν, καὶ τοὺς Ἰουδαίους ὡς εἰκὸς φονοῦντας ἄνω κάτω περινοστεῖν. ἐν μὲν οὖν τοῖς ἀκριβεστέροις ἀντιγράφοις τὸ κατὰ Μάρκον Εὐαγγέλιον μέχρι τοῦ ἐφοβοῦντο γὰρ, ἔχει τὸ τέλος· ἐν δὲ τισὶ, πρόσκειται καὶ ταῦτα· “ἀναστὰς δὲ πρωῒ “πρώτῃ σαββάτων, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς
25“ἐκβεβλήκει ἑπτὰ δαιμόνια·” τοῦτο δὲ ἐναντίωσίν τινα δοκεῖ ἔχειν πρὸς τὰ ἔμπροσθεν εἰρημένα· τῆς γὰρ ὥρας τῆς νυκτὸς ἀγνώστου τυγχανούσης, καθ’ ἣν ὁ Σωτὴρ ἀνέστη, πῶς ἐνταῦθα ἀναστῆναι πρωῒ γέγραπται; ἀλλ’ οὐδὲν ἐναντίον φανήσεται τὸ ῥητὸν, εἰ μετ’ ἐπιστήμης ἀναγνωσόμεθα· καὶ γὰρ ὑποστῖξαι δεῖ συνετῶς·
30“ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτων, ἐφάνη πρῶτον Μαρίᾳ τῇ “Μαγδαληνῇ·” ἵνα τὸ μὲν “ἀναστὰς” ἔχῃ τὴν ἀναφορὰν συμφώνως τῷ Ματθαίῳ, πρὸς τὸν προλαβόντα καιρὸν, τὸ δὲ “πρωῒ,” πρὸς τὴν τῆς Μαρίας γενομένην ἐπιφάνειαν ἀποδοθείη· ὡς πρώτη σὺν τῇ ἄλλῃ Μαρίᾳ. Καὶ πάλιν—Αὕτη μόνη ἐκ δευτέρου ἔτι σκοτίας
35οὔσης, θεασαμένη τὸν Κύριον· πρωῒ γάρ ἐστιν ἅπαν τὸ διάστημα,250

251

τὸ μετὰ τὴν τῶν ἀλεκτρυόνων βοήν. τεσσάρων τοίνυν ὄντων καιρῶν, καὶ τοσούτων ἀφίξεων, καθὼς αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα ἦλθον, ἕκαστον Εὐαγγελιστὴν ἕνα καιρὸν ᾠκονόμησεν γράψαι τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ ὁ μὲν Ματθαῖος τὰς ὀψὲ σαββάτων
5παραγενομένας ἐπὶ τὸ μνῆμα ἱστόρησεν, Ἄγγελον ἕνα τὸν κατα‐ βεβηκότα ἐξ οὐρανοῦ, καὶ τὸν λίθον ἀποκυλίσαντα. ὁ δὲ Ἰωάννης, Μαρία γὰρ ἡ Μαγδαλινὴ ἐληλυθέναι μόνη ἐν τῷ σκότῳ πρὸ τῆς ἑώας ὑπέγραφεν, καὶ δύο Ἀγγέλους ἔνδον τοῦ τάφου θεάσασθαι· Λουκᾶς δὲ ἄλλας κατ’ αὐτὸν τὸν ὄρθρον· Μάρκος δὲ ἑτέραν,
10ἀνίσχοντος τοῦ ἡλίου· συναναμιγνυμένων δέ τινων καὶ τῶν ἤδη παραγενομένων, καὶ τὰς μὲν δύο ἄνδρας ἐπιστάντας αὐταῖς, τὰς δὲ καθήμενον ἐν τοῖς δεξιοῖς νεανίσκον ἰδεῖν· στολαῖς δὲ ἅπαντας ἠμφιεσμένους λευκαῖς, ὥστε δύνασθαί τινα κατὰ τὴν τῶν καιρῶν τάξιν, τὰ παρ’ ἑκάστῳ γεγραμμένα συνθέσθαι, καὶ μίαν ἁρμονίαν
15εἰς ἓν σῶμα πάσης τῆς ἱστορίας ἐργάσασθαι, καθάπερ ἑνὸς τὸ πᾶν γεγραφότος καὶ οὐ πολλῶν. εἰ μὲν γὰρ μιᾶς ἀφίξεως τῶν γυναικῶν ἐν ἑνὶ καιρῷ γενομένης οἱ τέσσαρες ἐμνημόνευσαν, καὶ οὐ τοὺς αὐτοὺς Ἀγγέλους εἶπον ἐπιφανῆναι· εἰ μὴ καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἤτοι ὀπτασίαν ἅπαντες εἰπόντες, τὴν αὐτὴν ἔφασαν
20ἐν διαφόροις γεγενῆσθαι καιροῖς, οὐχ ἑνὸς μνημονεύσαντες ἕκα‐ στος χρόνου, διαφωνίας εἶχε μέμψιν ὁ λόγος. εἰ δὲ καὶ οἱ καιροὶ διάφοροι καὶ τὰ πρόσωπα, καὶ τῶν ἐπιφανέντων ὄψεις οὐχ ἑαυταὶ, τοῦ Θεοῦ βουληθέντος διὰ πολλῶν τρόπων πιστώσασθαι τὸ ἄπιστον θαῦμα τῆς ἀναστάσεως, καὶ τὸ τῶν ἄλλων μὴ λεχθὲν,
25ἕτερος ἱστόρησεν Εὐαγγελιστής· πῶς οὐκ ἔστιν ἡ διήγησις καθαρὰ καὶ ἐλευθέρα πάσης βλάβης; Τέλος τοῦ Σχολίου. Εὐσεβίου τοῦ Παμφίλου. Πῶς παρὰ μὲν τῷ Ματθαίῳ ὀψὲ σαββάτων φαίνεται ἐγηγερμένος ὁ Σωτὴρ, παρὰ δὲ τῷ Μάρκῳ
30πρωῒ τῇ μιᾷ τοῦ σαββάτου; τὸ ὀψὲ σαββάτῳ μὴ τὴν ἑσπερινὴν ὥραν νομίσῃ τις τὴν μετὰ ἡλίου δυσμὰς λέγεσθαι, ἀλλὰ τὸ βραδὺ καὶ ὀψὲ τῆς νυκτός· οὕτω γὰρ καὶ ὀψὲ τῆς ὥρας εἰώθαμεν λέγειν καὶ ὀψὲ τοῦ καιροῦ, καὶ ὀψὲ τῆς χρείας, οὐ τὴν ἑσπέραν δηλοῦν‐
τες, ἀλλὰ τὸ σφόδρα βράδιον σημαίνοντες. καὶ γὰρ ὥσπερ διερ‐251

252

μηνεύων αὐτὸς ἑαυτὸν ὁ Ματθαῖος, μετὰ τὸ εἰπεῖν ὀψὲ σαββάτων, ἐπήγαγε “τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων·” δηλῶν τὴν ὥραν καὶ τὸν καιρὸν τῆς μετὰ τὸ σάββατον νυκτὸς τὸν ἀμφὶ τὴν ἕω τῆς μιᾶς τοῦ σαββάτου· “τῇ γὰρ ἐπιφωσκούσῃ” φησὶ, δηλαδὴ
5ὥρᾳ, τὸ λοιπὸν ἤδη ἐπιφωσκούσῃ καὶ ἐπιφαινούσῃ τὴν κυριακὴν ἡμέραν, ἥτις ἦν ὀψὲ, καὶ πόρρω λοιπὸν ἐλαύνουσα τῶν σαββάτων. ἔθος γὰρ ἦν τὴν ὅλην ἑβδομάδα σάββατον καλεῖν, καὶ πάσας τὰς ἡμέρας σάββατον ὀνομάζειν, οἷον μία σαββάτων, καὶ βʹ καὶ γʹ καὶ δʹ σαββάτων, ὅθεν σύμφωνοι εἰσὶν καὶ ἐν τούτῳ οἱ Εὐαγγελισταί.
10 Ὁ γὰρ Ματθαῖος τὸ ὀψὲ σαββάτων τὸν καιρὸν τὸν ἐπιφώσκοντα εἰς τὴν ἕω τῆς Κυριακῆς ἡμέρας, ὡς εἴρηται, ὠνόμασεν· ὅν περ ὁ Μάρκος “πρωῒ τῇ μιᾷ τῶν σαββάτων” εἶπεν· εἰ γὰρ μὴ τοῦτο ἦν, ἐχρῆν ἡμᾶς τῇ ἡμέρᾳ τοῦ σαββάτου μετὰ ἡλίου δυσμὰς εὐθέως ἑσπέρας γενομένης ἀπονηστίζεσθαι. ἀλλ’ οὐχ οὕτως ἡ
15συνήθεια ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ κεκράτηκεν, ἀλλ’ ἢ νυκτὸς ἐπιλαβούσης, ἢ αὐτῷ μεσονυκτίῳ, ἢ περὶ τῶν ἀλεκτόρων βοᾶς, ἄλλως τε δὲ εἰ κατὰ τὴν ἑσπέραν τοῦ σαββάτου ἡ ἀνάστασις γέγονε καὶ ὁ σεισμὸς, πάντων ἐγρηγορότων ἔτι, πῶς οὐκ ἂν ᾔσθοντο οἱ πάντες; πῶς δὲ οὐκ ἂν συνδρομὴ ἐγεγόνει ἐπὶ τὸ μνῆμα,
20Ἀγγέλου ὀφθέντος ἑσπέρας, καὶ τὸν λίθον ἀποκυλίσαντος τῆς θύρας τοῦ μνημείου; καὶ οἱ φρουροὶ δὲ τοῦ τόπου, τὸ τάγμα τὸ στρατιωτικὸν καὶ οἱ Ἰουδαῖοι σὺν αὐτοῖς φυλάττοντες τὸν τάφον, πῶς οὐ παραχρῆμα τοῖς ἀρχιερεῦσι καὶ τοῖς ἄρχουσι τῶν Ἰου‐ δαίων ἀπήγγελον τὰ πραττόμενα· μάλιστα ὅτε αὐτοὶ δι’ ἑαυτῶν
25τῇ προτεραίᾳ ἐπιστάντες, ἠσφαλίσαντο τὸν τάφον, σφαλίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας; ἀκόλουθον γὰρ ἦν ἀνατραπέντος τοῦ λίθου παραδόξως, παραχρῆμα σπεῦσαι τοὺς φρουροὺς, καὶ τὰ πραχθέντα δηλῶσαι, τῆς ὥρας αὐτοῖς ἐπιτρεπούσης. οἱ δὲ καὶ διδάσκονται τῇ ὑστεραίᾳ ὑπὸ τῶν ἀρχιερέων, διαφημίσαι εἰς
30ἅπαντας, “ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες, ἔκλεψαν αὐτὸν, “ἡμῶν κοιμωμένων.” ὃ δὴ καὶ χώραν οὐκ ἔχει πλάττεσθαι αὐτοὺς, εἰ τῇ ἑσπέρᾳ ἐγήγερτο· διὸ οὐκ ἂν ἁμάρτοι τίς, τὰ μὲν πρῶτα τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν, ἐπὶ τῶν παρὰ τῷ Ἰωάννῃ
σημαίνεσθαι· ἔνθα ἡ Μαγδαληνὴ Μαρία μόνη πρωῒ ἔτι οὔσης252

253

σκοτίας, καὶ πρῶτον καὶ δεύτερον ἐπιστᾶσα τῷ μνήματι, καὶ μὴ εὑροῦσα τὸ σῶμα τοῦ Σωτῆρος, κλαίει· διὰ τὸ μηδένα τέως γνῶναι, περὶ τῆς ἀναστάσεως αὐτοῦ. τῆς αὐτῆς δὲ ὥρας μέρος εἶναι δεύτερον, τὸν παρὰ τῷ Ματθαίῳ χρόνον, καθ’ ὃν τρίτον
5ἐπιστᾶσα ἡ αὐτὴ Μαγδαληνὴ ἅμα τῇ ἄλλῃ Μαρίᾳ τοῦ μνήματος, οὐκέτι κλαίει, ὡς ἂν, παρὰ τῷ Ἰωάννῃ, τεθεαμένη τοὺς Ἀγγέλους καὶ αὐτὸν τὸν Σωτῆρα· τὰ δὲ παρὰ τῷ Λουκᾷ καὶ τῷ Μάρκῳ, ἑτέρου καιροῦ ἂν εἴη δηλωτικὰ, παρ’ ὃν πλείους ἀπαντῶσι γυναῖκες ἐπὶ τὴν θέαν· τὴν γὰρ Μαγδαληνὴν Μαρίαν μακρὰν ἀπ’ αὐτῶν
10διεστῶσαν ἀπηντηκέναι νομίζω. ἐν δὲ τῷ αὐτῷ καὶ κατὰ τὸ αὐτὸ παρατυχεῖν, καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον. τὸ μὲν πρῶτον καθ’ ἑαυτὴν μόνην, τὸ δὲ δεύτερον μετὰ τῆς ἄλλης Μαρίας. οὕτω δ’ ἂν ἡ αὐτὴ Μαρία ἡ Μαγδαληνὴ, καὶ τὰ παρὰ τῷ Ματθαίῳ ἐθεάσατο, καὶ τὰ παρὰ τῷ Ἰωάννῃ. οὐκ ἀπελιμπάνετο γὰρ οὐδὲ ἀπέστη τοῦ
15τόπου, ὅθεν καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑώρακεν· παρῆν γὰρ καὶ παρέμενε, καταπεπληγμένη τὰ τεθεαμένα, ποθοῦσα δὲ πρὸς τοῖς πρώτοις δευτέρων καὶ τρίτων θεοφανιῶν ἀξιωθῆναι, ὅθεν καὶ ἐτύγχανε μετὰ ταῦτα, διαφόρως μὲν πλειόνων γυναικῶν ἐπὶ τὸ μνῆμα ἀφικνουμένων, καὶ ἄλλῳ τε ἄλλως αὐταῖς ἀγγελικῆς ὄψεως παρα‐
20φαινομένης, αὐτῆς δὲ ἐφ’ ἑκάστης θέας παρατυγχανούσης. οὕτω γοῦν τῶν παρὰ τοῖς τέσσαρσιν Εὐαγγελισταῖς ἀναγεγραμμένων, θεωρὸς ἐγένετο ἡ Μαγδαληνὴ, διὸ καὶ παρὰ τοῖς πᾶσιν ἐμνημονεύθη. Τοῦ αὐτοῦ Εὐσεβίου. Πῶς παρὰ τῷ Ματθαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ὁμωνύμου ἑωρακέναι ἐκτὸς τοῦ μνήματος ἐπι‐
25καθήμενον τῷ λίθῳ ἕνα μόνον Ἄγγελον εἴρηται, κατὰ δὲ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος Ἀγγέλους δύο θεωρεῖ καθημένους· κατὰ δὲ τὸν Λουκᾶν, δύο ἄνδρες ἀπήντων ταῖς γυναιξί· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐταῖς ὁ ὁρώμενος; τὰ μὲν παρὰ τῷ Ματθαίῳ προηγοῦνται, ὅθεν καὶ δύο Μαρίαι ἄρτι τὸν Ἄγγελον
30ἐπιστάντα, καὶ τὸν λίθον ἀποκεκυλικότα κατειλήφασιν· ὕστερον δὲ πέπρακται τὰ παρὰ τῷ Ἰωάννῃ, δύο Ἀγγέλων εἴσω τοῦ μνή‐ ματος ὀφθέντων, ἑτέρων ὄντων παρὰ τὸν ἔξω πρὸ τοῦ μνήματος ἐπὶ τῷ λίθῳ καθεζόμενον παρὰ τῷ Ματθαίῳ· οἱ δὲ παρὰ τῷ Λουκᾷ, δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες, διὰ τὰ τῆς ἑορτῆς
35σύμβολα, καὶ ὁ παρὰ τῷ Μάρκῳ δὲ νεανίσκος λευκὴν περιβεβλή‐253

254

μενος, τῷ τὰ φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελίζεσθαι· πάλιν ἕτεροι ἂν εἶεν καὶ αὐτοὶ, ἀλλήλων τὲ, καὶ τῶν παρὰ τοῖς πρώτοις. διὸ οὐδὲ Ἀγγέλους αὐτοὺς οὗτοι ὠνόμασαν, ἐπεὶ μηδὲ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν ἐμνημόνευσαν, τοῖς κρείττοσιν ἢ καθ’
5ἑαυτοὺς, Ματθαίῳ καὶ Ἰωάννῃ, ἅτε δὴ Ἀποστόλοις, τὰ κρείττονα γράφειν καὶ ἱστορεῖν παρακεχωρηκότες, αὐτοὶ δὲ τὰ δεύτερα διηγούμενοι, ἀντανεπλήρουν τὰ παρ’ ἐκείνοις σεσιγημένα· ἃ δὴ δεύτερα ἦν καὶ μακρῷ λειπόμενα τῆς τῶν προτέρων ἱστορίας· οὕτω τοῦ Ἁγίου Πνεύματος διανείμαντος τὰς πρεπούσας ἑκάστῳ καὶ
10καταλλήλους διηγήσεις. Αἱ γοῦν παρὰ τῷ Λουκᾷ, ὄρθρου βαθέως ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαι γυναῖκες, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ἕτεραι ἂν εἶεν τῶν παρὰ τῷ Ματθαίῳ καὶ Ἰωάννῃ· οὐ γὰρ ἂν ἔχῃ λόγον τὰς τοσαῦτα προτεθεαμένας Μαρίας, ἄρτι πρῶτον ἀρώματα φέρειν.
15ὡς μήπω τὴν ἀνάστασιν μεμαθηκυίας· διὸ εἴπομεν ἂν ἑτέρας εἶναι τὰς παρὰ τῷ Λουκᾷ δηλουμένας τῶν πρώτων, τοῦτο δὲ καὶ αὐτὸς ἱστορεῖ ὁ Εὐαγγελιστὴς λέγων, “καὶ ἡμέρα ἦν παρασκευὴ, “καὶ σάββατον ἐπέφωσκε. κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες “ἦσαν συνανεληλυθυίαι αὐτῷ ἐκ τῆς Γαλιλαίας,” καὶ τὰ ἑξῆς. ἰδοὺ
20δείκνυσιν ὅτι ἕτεραι ἦσαν αὗται, διὸ καὶ οἱ ὀφθέντες ἕτεροι ὑπῆρ‐ χον παρὰ τοὺς ἔμπροσθεν δεδηλωμένους· οὔτε γὰρ εἴσω τοῦ μνήματος ὑπῆρχον κατὰ τὸν Ἰωάννην, οὔτε ἐπὶ τὸν λίθον καθεζό‐ μενοι, ὡς ὁ παρὰ τῷ Ματθαίῳ Ἄγγελος. ἄλλως τε δὲ οὐδὲ Ἀγγέλους αὐτοὺς ὠνόμασεν ὁ Λουκᾶς. δύο ἄνδρας, πλὴν ἐν ἐσθῆτι
25ἀστραπτούσῃ, διὰ τὰ τῆς ἑορτῆς σύμβολα. καὶ οἱ λόγοι δὲ αὐτῶν οἱ πρὸς τὰς γυναῖκας ἰδιάζουσιν· καὶ γυναῖκες δὲ πλείους ἦσαν, ἀλλ’ οὐχ ἡ παρὰ τῷ Ἰωάννῃ μόνη, οὐδὲ αἱ παρὰ τῷ Ματθαίῳ Μαρίαι δύο. περὶ τῆς μιᾶς Μαρίας τῆς παρὰ τῷ Ἰωάννῃ περὶ τὸν ὄρθρον, ὅτι σκοτίας οὔσης ἐπιστάσης τῷ μνήματι, καὶ ἰδούσης τὸν
30λίθον ἠρμένον ἐκ τοῦ μνημείου, ἥν τινα καὶ Μαγδαληνὴν ὁ Εὐαγ‐ γελιστὴς ὀνομάζει, ὑπόνοιά τις ὑπεισέρχεται, ἄλλην τινὰ Μαγδα‐ ληνὴν εἶναι, μηδὲ τῶν ταῖς δυσὶ Μαρίαις ἑωραμένων, τῶν παρὰ τῷ Ματθαίῳ μνημονευομένων, γινώσκουσαν. εἰ δὲ μία καὶ αὐτή ἐστιν ἡ παρὰ τοῖς Εὐαγγελισταῖς ἀμφοτέροις μνημονευομένη, προη‐
35γεῖσθαι ἀνάγκη τὴν παρὰ τῷ Ἰωάννῃ ἱστορίαν τῆς παρὰ τῷ254

255

Ματθαίῳ, καὶ τὴν αὐτὴν Μαγδαληνὴν τὸ πρῶτον μόνην ἐλθοῦσαν, τοὺς δύο Ἀγγέλους εἴσω τοῦ μνήματος καθεζομένους ἰδεῖν· μετὰ δὲ ταῦτα δεύτερον ἐπιστᾶσαν τῷ αὐτῷ τόπῳ μετὰ τῆς ἄλλης Μαρίας, τὸν ἐπικαθήμενον τῷ λίθῳ Ἄγγελον ἑωρακέναι.
5 Τούτων δὲ τῶν δυοῖν ἐκδοχῶν, τὴν προτέραν ἀληθεστέραν εἶναι ἡγοῦμαι, ἑτέρας οὔσης τῆς παρὰ Ἰωάννῃ Μαρίας, παρὰ τῷ Ματθαίῳ κἂν τὸ ἐπίθετον αὐτῇ τῇ Μαγδαληνῇ ἐπιγράφεται· δύο γεγονυιῶν ὡς εἰκὸς τῶν ἀπὸ τῆς αὐτῆς Μαγδαληνῆς. τούτου γὰρ δοθέντος, πᾶσα ἀμφισβήτησις λυθήσεται· ἑτέρων μὲν παρὰ τῷ
10Ματθαίῳ μνημονευομένων γυναικῶν, ἑτέρας δὲ παρὰ τῷ Ἰωάννῃ, καὶ ἑτέρου ὄντος τοῦ Ἀγγέλου τοῦ ἐπὶ τὸν λίθον καθεζομένου, καὶ ἑτέρων τῶν δύο Ἀγγέλων τῶν παρὰ τῷ Ἰωάννῃ εἴσω τοῦ μνήματος ὀφθέντων. ἑτέρου δὲ καὶ τοῦ χρόνου, ἑτέρων δὲ καὶ τῶν λόγων, τοῦ τε Ἀγγέλου τοῦ ἐπὶ τοῦ λίθου καθεζομένου, καὶ τῶν
15Ἀγγέλων τῶν εἴσω τοῦ μνήματος θεωρηθέντων. Κατὰ δὲ τὸν Μάρκον, λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχον‐ ται ἐπὶ τὸ μνῆμα ἀνατείλαντος τοῦ ἡλίου. ἰδοὺ πάλιν ἄλλαι αὗται, καὶ ἐν ἑτέρῳ καιρῷ, αἳ καὶ ἔλεγον πρὸς ἑαυτάς· “τίς ἡμῖν “ἀποκυλίσει τὸν λίθον;” καὶ ὅτι εἶδον νεανίσκον καθήμενον, ὥσπερ
20ἐπὶ τοῦ Λουκᾶ, ἄνδρες ἀλλ’ οὐκ Ἄγγελοι, οὕτω καὶ νῦν οὐκ Ἄγγελος ὠνόμασται, οὐδὲ ἀνὴρ, ἀλλὰ νεανίσκος, ὥστε καὶ ταύτην ἀφω‐ ρισμένην εἶναι τὴν διήγησιν, καὶ τὸν ὀφθέντα ἕτερον, καὶ τὰς ἀφικομένας ἄλλας, καὶ τὸν καιρὸν ὁμοίως ἄλλον, τὸν μετὰ ἡλίου ἀνατολάς. τεσσάρων ὄντων τῶν Εὐαγγελιστῶν, ἰσάριθμοι καὶ αἱ
25παρ’ αὐτῶν τούτοις ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι, οἵ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ’ ἕκαστον καιρὸν ὀφθέντες ἰδιάζοντες, ὁμοίως δὲ καὶ αἱ θεώμενοι διάφοροι, καὶ οἱ τῶν ὀφθέντων αὐτοῖς λόγοι ἀλλάττοντες. Πρῶτος μὲν γὰρ ἦν καιρὸς ὁ παρὰ τῷ Ματθαίῳ “ὀψὲ σαβ‐
30“βάτων” λεγόμενος· τέταρτος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος ἱστορηθεὶς, μέσοι δὲ ὅ τε παρὰ τῷ Ἰωάννῃ, καὶ ὁ παρὰ τῷ Λουκᾷ· καὶ οἱ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες. ἐφάνη μὲν γὰρ ὀψὲ σαββάτων Ἄγγελος εἷς, ἐκτὸς τοῦ μνήματος, καθ’ ὃν καὶ αὐτὸς ὁ Σωτήρ. ὄρθρου δὲ βαθέως, ἕτεροι, οἱ κατὰ τὸν
35Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι, οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες·255

256

ὕστερος ἁπάντων ὁ νεανίσκος, καὶ πρὸ τούτου καὶ τῶν παρὰ τῷ Λουκᾷ οἱ δύο, οἱ εἴσω τοῦ μνήματος. Ἡσυχίου Πρεσβυτέρου Ἱεροσολύμων. Ἐπειδὴ δὲ πολλῶν Μαριῶν ἐν τοῖς Εὐαγγελίοις φέρεται μνήμη, τρεῖς εἶναι τὰς
5πάσας γινώσκειν ὀφείλομεν, ἃς Ἰωάννης συλλήβδην ἠρίθμησεν φήσας, “εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ, ἡ μήτηρ “αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, “καὶ Μαρία ἡ Μαγδαληνὴ,” Μαρίαν γὰρ τὴν Ἰακώβου καὶ Ἰωσὴ μητέρα, καὶ ἄλλην Μαρίαν παρὰ τοῖς Εὐαγγελισταῖς ὠνομασμέ‐
10νην, τὴν θεοτόκον εἶναι, καὶ οὐκ ἄλλην πεπιστεύκαμεν. Ἰσιδώρου Τοῦ Πηλουσιώτου. Πῶς νοητέον τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐπὶ τῆς ταφῆς τοῦ Κυρίου; ὥρᾳ ἕκτῃ τῆς παρα‐ σκευῆς ἐσταυρώθη, καὶ γέγονε σκότος ἕως ὥρας ἐνάτης, ἰδοὺ νυχθή‐ μερον· τὸ λοιπὸν τῆς παρασκευῆς, ἡ νὺξ, ἰδοὺ τρίτον νυχθήμερον.
15Καὶ ἄλλως—Τῇ παρασκευῇ παρέδωκεν ὁ Κύριος τὸ Πνεῦμα, τοῦτο μία ἡμέρα, τὸ σάββατον ὅλον ἐποίησεν ἐν τῷ τάφῳ, ἐπιφωσκούσης κυριακῆς ἀνέστη. Καὶ ἄλλως—Ἀφ’ ἧς ἡμέρας, τουτέστι τῆς ἁγίας πέμπτης, παρεδόθη ὑπὸ Ἰούδα τοῖς θεοκτόνοις Ἰουδαίοις, δυνατὸν ὡς σταυρωθέντος αὐτοῦ ἀριθμεῖν τὴν τριήμερον.
20 Τὰ Λείποντα Ἀπὸ Τῆς Ἑρμηνείας Τῶν Κεφαλαίων Τοῦ Σ καὶ Σ Ἰωάννου τοῦ Χρυσοστόμου. Περὶ ποίας γενεᾶς εἶπεν ὅτι “οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη” καὶ τὰ ἑξῆς; οὐ περὶ τῆς τότε ταῦτα λέγει γενεᾶς, ἀλλὰ περὶ τῶν πιστῶν. Τίνος ἕνεκεν περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας εἶπεν ὅτι οὐδεὶς
25οἶδεν, οὐδὲ οἱ Ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ μόνον ὁ Πατήρ; διὰ μὲν τοῦ εἰπεῖν οὐδὲ οἱ Ἄγγελοι, ἐπεστόμισεν αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν, ὅπερ ἐκεῖνοι ἀγνοοῦσιν· διὰ δὲ τοῦ εἰπεῖν “οὐδὲ ὁ Υἱὸς,” κωλύει οὐδένα ζητῆσαι, ἀλλὰ μηδὲ εἰς ἔννοιαν τοῦτο λαβεῖν. ὅτι γὰρ διὰ τοῦτο εἶπεν “οὐδὲ ὁ Υἱὸς,”
30χρὴ σκοπῆσαι ὅτι μετὰ τὴν ἀνάστασιν, μειζόνως αὐτοὺς ἐπεστό‐ μισε περὶ τούτου, ἐπειδὴ περιεργοτέρους εἶδε γενομένους. νῦν μὲν γὰρ καὶ τεκμήρια, καὶ πολλὰ εἴρηκε καὶ ἄπειρα· τότε δὲ οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους καὶ καιρούς· ἵνα γὰρ μὴ εἴπωσι, διεπτύσθημεν οὐδὲ τοῦτο ἐσμὲν ἄξιοι· σφόδρα γὰρ ἤθελε τιμᾷν
35αὐτοὺς, καὶ μηδὲν ἀποκρύπτεσθαι· διὰ τοῦτο τῷ Πατρὶ αὐτοῦ256

257

μόνῳ τὴν περὶ τούτου γνῶσιν ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, καὶ ἐκείνων ἐπιτειχίζων τῇ ἀποκρίσει τὸ περίεργον. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλὰ ἀγνοεῖ, πότε γνώσεται λοιπὸν ἄρα μεθ’ ἡμῶν; καὶ τίς ἂν τοῦτο εἴπῃ, καὶ τὸν μὲν Πατέρα οἶδε
5σαφῶς, καὶ οὕτω σαφῶς ὡς ἐκεῖνος τὸν Υἱὸν, τὴν δὲ ἡμέραν ἀγνοεῖν; εἶτα τὸ μὲν “Πνεῦμα ἐρευνᾷν καὶ τὰ βάθη τοῦ Θεοῦ,” αὐτὸς δὲ οὐδὲ τὸν καιρὸν οἶδεν, καὶ τὰ ἑκάστου ἀπόρρητα ἐπί‐ σταται· ὃ δὲ πολλῷ τούτου εὐτελέστερον, τοῦτο ἔμελλεν ἀγνοεῖν; πῶς δὲ εἰ “πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο
10“οὐδὲ ἓν,” τὴν ἡμέραν ἠγνόησεν; ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν. πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; διὰ τοῦτο πάντα εἰπὼν καὶ τοὺς χρόνους καὶ τοὺς καιροὺς, καὶ ἐπ’ αὐτὰς τὰς θύρας ἀγαγὼν, “ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις” φησὶν, ἀπεσίγησε τὴν ἡμέραν.
15εἰ μὲν γὰρ ἡμέραν ἢ ὥραν ζητεῖς, οὐκ ἀκούσεις παρ’ ἐμοῦ, φησὶν, εἰ δὲ καιροὺς καὶ προοίμια, οὐδὲν ἀποκρυψάμενος ἐρῶ σοι πάντα μετὰ ἀκριβείας. ὅτι μὲν γὰρ οὐκ ἀγνοῶν διὰ πολλῶν ἔδειξα φησὶ, διαστήματα εἰπὼν, καὶ τὰ συμβησόμενα ἅπαντα, καὶ οἷον ἀπὸ δὲ τοῦ χρόνου μέχρι τῆς ἡμέρας αὐτῆς. τοῦτο γὰρ τῆς συκῆς
20ἐδήλωσεν ἡ παραβολὴ, καὶ ἐπὶ τὰ πρόθυρα ἅπαντά σε ἤγαγον. εἰ δὲ μὴ ἀνοίγω τὰς θύρας, καὶ τοῦτο συμφερόντως ποιῶ. εἰπὼν δὲ, “ὥσπερ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε, τρώγοντες καὶ πίνοντες” καὶ τὰ ἑξῆς, τὴν ἀθρόαν αὐτοῦ καὶ ἀπροσδόκητον παρουσίαν ἐσή‐ μανεν· καὶ γὰρ καὶ Παῦλος τοῦτό φησιν, “ὅταν λέγωσιν εἰρήνην
25“καὶ ἀσφάλειαν, τότε αἰφνίδιος ἐπιστήσεται ὄλεθρος.” Τέλος καὶ τούτου τοῦ Σχολίου. Ἑρμηνεία τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου ἐν ἐπιτομῇ. Ἐγράφη δὲ τὸ Εὐαγγέλιον ἐκεῖνο εἰς τὸ Πατριαρχεῖον,
ἐπὶ Σεργίου τοῦ Πατριάρχου.257