TLG 4099 001 :: ETYMOLOGICUM MAGNUM :: Etymologicum magnum

ETYMOLOGICUM MAGNUM Lexicogr., vel Etymologicum magnum auctum
(A.D. 12)

Etymologicum magnum

Source: Gaisford, T. (ed.), Etymologicum magnum. Oxford: Oxford University Press, 1848 (repr. Amsterdam: Hakkert, 1967): 1–826.

Citation: Kallierges page — (line)

t

ΕΤΥΜΟΛΟΓΙΚΟΝ ΜΕΓΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ.

1

(9)

ἄλφα τὸ στοιχεῖον, παρὰ τὸ ἄλφω τὸ εὑρί‐
10σκω· πρῶτον γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. Ἢ ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι· ἄλφειν γὰρ τὸ ἀμείβειν.
17 Ἄατος: Ἄνευ ἄτης· ὅ ἐστιν ἀβλαβής. Δύναται δὲ καὶ ὁ χαλεπὸς καὶ βλαβερὸς ἀκούεσθαι. Ἴσως καὶ αὐτὸ παρὰ τὴν ἄτην, ἐπιτάσει τοῦ ἄλφα. Οὕτως
20Μεθόδιος. Ἢ ἀπὸ τοῦ ἄω τὸ βλάπτω, ἄσω ἄτος καὶ ἄατος· Ἄγρει δή μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ. Τὸ ἀβλαβὲς, ἢ πολυβλαβές. Ἀβλαβὲς μὲν, τοῖς εὐόρκοις· πολυβλαβὲς δὲ, τοῖς ἐπιόρκοις.
25 Ἄασας: Ἔβλαψας· ἐπιτάσει τοῦ α. Καὶ Ἀασά‐ μην, ἐβλάβην. Ἄω τὸ βλάπτω, ὁ μέλλων, ἄσω· ὁ ἀόρι‐ στος, ἄσα, ἐπιτάσει τοῦ α, ἄασα, [ἀντὶ τοῦ ἔβλαψα.] Ἆσέ με δαίμονος αἶσα κακὴ, καὶ ἀθέσφατος οἶνος. Ὁ μέσος ἀόριστος, ἀσάμην, καὶ πλεονασμῷ τοῦ δευ‐
30τέρου α, ἀασάμην.
30 Ἀάσχετον: Μητρός τοι μένος αἰὲν ἀάσχετον οὐκ ἐπιεικτόν. Ἀκατάσχετον, ἀκατακράτητον, μέγα. Ἀπὸ τοῦ σχῶ, σχῆμι, ἔσχηκα, ἔσχεμαι, ἔσχεσαι, ἔσχεται, σχετὸς, καὶ ἄσχετος· καὶ πλεονασμῷ τοῦ α, ἀάσχετος.
35Ἄαπτος:
35Ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
35Παρὰ τὸ ἅπτω, ἁπτοὺς, καὶ ἀάπτους, ἤγουν τὰς ἄγαν ἁπτομένας· ἢ ὧν οὐκ ἄν τις ἅψαιτο, οἱονεὶ ἀπροσί‐ τους, ἀπροσπελάστους. Τὸ δὲ, Καθαπτὸς ἐν πεύκαισι Παρνασοῦ, παρ’ Εὐριπίδῃ. Ἐκ τοῦ καθάπτω γέγονε καθα‐
40πτός. Οὕτω Φιλόξενος· ὁ δὲ Ἡρωδιανὸς, τὰς μὴ δυνα‐
40μένας φθαρῆναι λέγει σημαίνειν τὸ ὄνομα, κατα‐ σκευάζων οὕτως· ἔστιν ἲψ ζῷον ἐσθίον τὰ ξύλα, καὶ κλίνεται ἰπός· ἐκ τούτου γίνεται ῥῆμα, ἰάπτω· ἐξ οὗ ῥηματικὸν ὄνομα, ἰαπτούς· καὶ κατὰ στέρησιν, ἀϊά‐ πτους· καὶ κατ’ ἔλλειψιν τοῦ ι, ἀάπτους. Οἱ μὲν οὖν
45δασύνουσι τὴν δευτέραν, ἀποδιδόντες ἀπροσπελάστους· οἱ δὲ ψιλοῦσιν, ἀπτοήτους· ἔνιοι δὲ, ἀνεφίκτους, ἢ χαλεπάς· ἵν’ ᾖ τὸ μὲν πρῶτον, ἐκτεταμένον· τὸ δὲ δεύτερον, συγκεκομμένον.

1

(50)

Ἀαγές: Ἄθραυστον, ἀπὸ τοῦ ἄγω τὸ κλάνω, ἀγής· καὶ μετὰ τοῦ ἐπιτατικοῦ ἄλφα, ἀαγής· τὸ οὐδέ‐ τερον, ἀαγές. Ἢ τὸ ἄθραυστον κατὰ στέρησιν, [ἢ τὸ πολύθραυστον.] Ἄβαλ: Ἐπίρρημα. Παρὰ τὸ βάλλω, κατὰ ἀφαί‐
55ρεσιν τοῦ λ καὶ τοῦ ω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ ἄλφα, ἄβαλ, καὶ ἄβελ, παρὰ τὸ ἀβάλε ἐπίρρημα, [ὡς τὸ,

2

Ἀβάλε σοι, Στέφανε· εἰδωλολάτρησας.] Ἄβαξ: Κυρίως ὁ μὴ ἔχων βάσιν· καταχρηστικῶς δὲ καὶ ἐπὶ οἱουδήποτε σανιδίου. Οὕτως Ὠρίων. Γί‐
10νεται δὲ παρὰ τὸ βῶ τὸ βαίνω. Ἀβαρνίδα: Οἷον, Περκώτην δ’ ἐπὶ τῇ καὶ Ἀβαρνίδα ἠμαθόεσσαν. Περκώτη δέ ἐστι πόλις Τροίας· Ἀβαρνὶς δὲ, πόλις Λαμψάκου. Ὠνομάσθη δὲ ἀπὸ τοιαύτης αἰτίας· Διο‐
15νύσου ἐρασθεῖσα Ἀφροδίτη, ἐμίγη αὐτῷ· ἀναχωρή‐
σαντος δὲ τούτου εἰς τὴν Μηδικὴν, ἐγαμήθη Ἀδώνιδι. Ὡς δὲ ἦλθεν ὁ Διόνυσος, στέφανον ποιήσασα ἀπήν‐ τησεν αὐτῷ. Ἠιδεῖτο δὲ ἀκολουθῆσαι αὐτῷ, διὰ τὸ γεγαμῆσθαι· εἰς δὲ Λάμψακον ἀναχωρήσασα, τὸν ἐξ
20αὐτοῦ κυοφορούμενον ἐβούλετο ἀνελεῖν. Ἡ δὲ Ἥρα ζηλοτυπήσασα, μεμαγευμένῃ τῇ χειρὶ ἐφήψατο τῆς γαστρὸς αὐτῆς, καὶ ἐποίησεν αὐτὴν τεκεῖν παῖδα, ὃν Πρίηπον ὀνομασθῆναι φασὶν, ἄσχημον, καὶ βαθυαι‐ δοῖον· καὶ τοῦτον ἀπαρνήσασθαι τὴν Ἀφροδίτην· καὶ
25ἀπὸ τούτου Ἀπαρνίδα κληθῆναι, κατὰ δὲ ἐναλλαγὴν τοῦ στοιχείου, Ἀβαρνίδα. Οὕτως Ὦρος ὁ Θηβαῖος ἐτυμολόγος. Τὸ ἐθνικὸν, Ἀβαρναῖος καὶ τὸ θηλυκὸν, Ἀβαρναίη. Ἀβάκησαν:
30 Τῷ δ’ ἴκελος κατέδυ Τρώων πόλιν· οἱ δ’ ἀβάκησαν, ἠγνόησαν καὶ ἠσυνέτησαν. Ἔστιν δὲ ῥητορικὴ ἡ λέξις. Οἱ δὲ τὸ ἡσύχασαν. Ἔστι βάζω τὸ λέγω· ὁ παθη‐ τικὸς παρακείμενος, βέβακται· [οἷον, ἔπος δ’ εἴπερ τι βέβακται.]
36Καὶ ὥσπερ παρὰ τὸ φυλάσσω πεφύλακται φυλακτὸς, καὶ τέτακται τακτὸς, ἐξ οὗ τὸ ἄτακτος ἀτακτῶ, οὕ‐ τως καὶ βέβακται βακτός· καὶ ῥῆμα ἐξ αὐτοῦ ἀβακτῶ, ὡς ἄτακτος ἀτακτῶ· καὶ ὑφαιρέσει τοῦ τ,
40ἀβακῶ· ὅθεν τὸ ἀβακῆσαι· σημαίνει δὲ τὸ ἀγνοῆσαι. Οἱ γὰρ ἀγνοοῦντες οὐκ ἔχουσιν ὅ τι λέγωσιν. Ἔστιν οὖν τὸ τοιοῦτον, ὅτι ἄφωνοι δι’ ἄγνοιαν ἐγένοντο. Ἀβακής: Βάζω τὸ λέγω· οἷον, εὖ μὲν βάζουσι, κακῶς δ’ ὄπιθεν φρονέουσιν.
45Ἐξ αὐτοῦ γίνεται ἀβακής. Κέχρηται δὲ αὐτῷ Σαπφώ· οἷον, Ἀλλά τις οὐκ ἔμμι[ν] παλιγκότων ὀργάν[ων·] ἀλλ’ ἀβακὴν τὰν φρένα ἔχω. Ἀντὶ τοῦ ἡσύχιον καὶ πρᾶον. Παρὰ τὸ ἀβακὴς οὖν

2

(50)

γίνεται ἀβακῶ, ὥσπερ εὐσεβὴς εὐσεβῶ. Γίνεται δὲ

2

(50)

καὶ ἀβακίζω. Φησὶν Ἀνακρέων

2

(50)

Ἐγὼ δὲ μισέω πάντας, οἳ χθονίους ἔχουσι ῥυθμοὺς καὶ
χαλεποὺς μεμαθήκασιν, ὡς μεγίστη τῶν ἀβακιζομένων, ἀντὶ τοῦ, τῶν ἡσυχίων καὶ μὴ θορυβωδῶν. Καὶ ἀπὸ
56τοῦ ἀβακὴς, ἐπίρρημα, ἀβακέως· Ἀβακέως εὕδοντι,

3

ἀντὶ τοῦ ἡσύχως· ὥσπερ ἀπὸ τοῦ εὐσεβὴς, εὐσεβέως. Οἵτως Ἡρωδιανὸς εἰς τοὺς Μεγάλους Ἐπιμερισμούς.
8ἄβδια καὶ ἄβδηρα, ἡ θάλασσα· Ἔρρει σοι τὸ μειράκιον ὁ Καλλίας, ὦ Πρωταγόρα· καὶ
10πέπραγε κακῶς, ἐπειδή σοι τὴν ταχίστην Ἀβδήραδε Ἀθήνη‐ θεν ἀναπέπλευκας. Ἔστι καὶ ὄνομα πόλεως. Τὸ ἐθνικὸν Ἀβδη‐ ρίτης. Ἀβέλτερος: Ἀνόητος, ὁ τὸ βέλτιον μὴ γινώσκων.
15Γίνεται δὲ ἐκ τοῦ βέλτερος· καὶ μετὰ τοῦ στερητικοῦ
15ἄλφα, ἀβέλτερος. Τὸ δὲ βέλτερος, ἀπὸ τοῦ βάλλω,
15τύπου συγκριτικοῦ, οὐχὶ δὲ συγκριτικόν. Ὥσπερ γὰρ παρὰ τὸ φέρω φέρτερος, οὕτω παρὰ τὸ βάλλω βέλτερος. Ἀβελτερία: Καὶ τροπῇ τοῦ ε εἰς η ἀβελτηρία, ἀνοησία, μωρία, ἡ τὸ βέλτιον μὴ γινώσκουσα, ἀπὸ
20τοῦ ἀβέλτερος.
20 Ἀβίων: Ἤτοι βίοις μὴ χρωμένων, ὅ ἐστι νόμοις καὶ πολιτείαις· ἢ βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις· ἢ μετὰ τοῦ ἐπιτατικοῦ α, ἵν’ ᾖ πολυβίων. Ζήτει εἰς τὸ γαλακτοφάγος. Ἢ ἄβιοι, οὐ βίαιοι, οὐκ ἄδικοι. Ἢ μακρόβιοι, μεγαλότοξοι.
25Ἀβλεμέως: Ἀφροντίστως. Παρὰ τὸ μέλειν,
25ἀμελέως, καὶ ὑπερθέσει ἀλεμέως· καὶ πλεονασμῷ τοῦ βῆτα, ἀβλεμέως. Οὕτως Ὠρίων. Ἀβληχρόν: Βληχρὸν, τὸ ἀσθενές· καὶ κατὰ ἐπίτασιν τοῦ ἄλφα, ἀβληχρόν. Λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ἰσχυροῦ· παρὰ τὸ βάλλειν· ὃ ποτὲ μὲν τὸ
30καταβάλλειν εἰς γῆν καὶ δύνασθαι ἀναιρεῖν σημαίνει, ποτὲ δὲ τὸ καταβάλλεσθαι εἰς γῆν. Οὕτως Ὠρίων. Ἔστι δὲ ῥητορικὴ ἡ λέξις.
35Ἀβλῆτα: Τὸν κακόβλητον, παρὰ τὸ βέβληται· ἢ
τὸν καινὸν καὶ μήπω βεβλημένον, ἀλλὰ νεοπαγῆ καὶ ἀκέραιον τὸν ἰὸν ἐν αὐτῷ ἔχοντα. Κλίνεται δὲ διὰ τοῦ ΤΟΣ· οἷον, ἀβλὴς, ἀβλῆτος. Τὰ γὰρ εἰς ς λή‐ γοντα ὀξύτονα σύνθετα ἀπὸ ῥημάτων γινόμενα, μίαν
40συλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρακειμένου, διὰ καθαροῦ τοῦ ΤΟΣ κλίνονται, εἴτε εἰς ΩΣ ὦσι, εἴτε εἰς ΗΣ, εἴτε εἰς ΑΣ· οἷον, κέκραται, χαλκοκρὰς χαλ‐ κοκράτος, ὁ χαλκῷ κεκραμένος· νεοκρὰς νεοκράτος, ὁ νεωστὶ κεκραμένος· βέβληται, ἀβλὴς ἀβλῆτος, ὁ μὴ
45βληθείς· τέτρωται, ἀτρὼς ἀτρῶτος, ὁ μὴ τρωθείς· πέπτωται, ἀπτὼς ἀπτῶτος, ὁ μὴ πεσών· ἔγνωσται, ἀγνὼς ἀγνῶτος, ὁ ἄγνωστος· τέθνηκα, ἡμιθνὴς ἡμι‐ θνῆτος, ὁ ἡμιθανής. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸν τέταρτον κανόνα τῶν ἀρσενικῶν ὀνομάτων.

3

(50)

Ἀβολῆτις: Ἔντευξις, ἀπάντησις. Ἀβούλητον: Ἀκούσιον, ἢ οὐ βουλόμενον· ἢ δυσ‐ βούλευτον. Ἀβούτης: Ἀκτήμων, ἄπορος· ἀπὸ τοῦ βοτόν. Ἄβολος: Ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας
55[ἵππος, ἤγουν ὁ] πῶλος. Καὶ γνώμων ὁ ὀδούς· ὅτι ἀπὸ τούτου ἡ ἡλικία γνωρίζεται τῶν πώλων τε καὶ μόσχων. Τριάκοντα γὰρ μηνῶν γινόμενοι ἐκβάλ‐

4

λουσι τοὺς πρώτους ὀδόντας· εἶτα ἐνιαυτοῦ παρελ‐ θόντος, τοὺς δευτέρους· καὶ μετ’ ἄλλον ἐνιαυτὸν τέ‐ λειοι εἰσὶν, οἱ τεττάρων ἡμίσους ἐτῶν. Ἀφ’ οὗ καὶ λειπογνώμονες καλοῦνται, οἱ μηκέτι διὰ τῶν ὀδόντων
5γνωσθῆναι δυνάμενοι. Ἀβολήτωρ: Βολῶ καὶ ἀντιβολῶ· παρ’ ὃ τὸ ἀβο‐ λήτωρ, ὁ μὴ παρακαλῶν. Ἀντίμαχος Ἰαχίνῃ· Τοὶ δ’ ἄρ’ οἱ ἀβολήτορες ἄνδρες ἔασιν, Οὕτως Φίλων εἰς τὰ ῥηματικὰ αὐτοῦ. Ἀντὶ τοῦ
10μάρτυρες συνηλλαχότες καὶ συντυχόντες. Οὕτως εἰς τὸν Διογενίανον. Ἁβρός: Βορὰ βορὸς καὶ ἁβρός· ὁ κούφως βαί‐ νων, κατὰ στέρησιν τοῦ βάρους. Παρὰ τὸ βάρος καὶ τὸ στερητικὸν ἄλφα, ἄβαρος, καὶ κατὰ συγκοπὴν
15ἁβρός. Τὸ δὲ βάρος, παρὰ τὸ βίᾳ αἴρεσθαι.
15 Ἁβροείμονες: Ἁβροείμονές τε καὶ κατηγλαϊσμένοι· Λαμπροφόροι, ἁπαλοφόροι. Ἁβρὸν γὰρ, τὸ λαμ‐ πρὸν, καὶ κοῦφον, καὶ τρυφερόν. Ἁβρὸς οὖν ὁ ἁπα‐ λὸς, παρὰ τὸ ἅπτω, ὁ εὐαφής· ἢ κατὰ στέρησιν τοῦ
20βάρους, ὁ κοῦφος καὶ ἐλαφρός.
22 Ἄβρα: Οὔτε ἡ ἁπλῶς θεράπαινα, οὔτε ἡ εὔμορφος λέγεται· ἀλλ’ ἡ οἰκότριψ, καὶ παρὰ χεῖρα [ἤγουν ἢ σύντροφος] θεράπαινα.
25 Ἀβρότων: Κογχυλίου εἶδος· οἱ δὲ, ἀκρίδων, αἵ‐ τινες πολλαὶ γενόμεναι τοὺς καρποὺς διαφθείρουσιν· οἱ δὲ, μελιττῶν· οἱ δὲ ἀπρότων φασὶν, ὅ ἐστιν ἀντὶ τοῦ λῃστῶν.
31 Ἀβρότη: εἰς ὅ κεν ἔλθῃ νὺξ ἀβρότη· ἀπρότη τὶς οὖσα, παρὰ τὸ μὴ προϊέναι ἐν αὐτῇ, ἢ
35ἐν ᾗ βροτὸς οὐ φαίνεται· ἢ κατὰ παράλειψιν τοῦ μ, ἀμβρότη ἤγουν ἀθανάτη· ἢ ἀμβρότη, καθ’ ἣν βροτοὶ
οὐ φοιτῶσιν. Ἀβροτάξομεν: Μή πως ἀβροτάξομεν ἀλλήλοιϊν·
40Κυρίως ἐπὶ τῶν τοξοτῶν, τὸ βροτοῦ ἀποτυχεῖν, ὡς ἐν
40πολέμῳ· λέγεται δὲ καὶ τὸ ἁπλῶς ἀποτυχεῖν· ὅ τινες
40διαμφοδῆσαι φασίν·
40Ἤμβροτες οὐδ’ ἔτυχες·
40Τὸ δὲ θέμα, ἀβροτάζω· οὕτως Ὠρίων· ὁ μέλλων,
40ἀβροτάξω. Ἄβρομοι: Οἱ ἄγαν βρομοῦντες, ὅ ἐστιν ἠχοῦντες. Παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν ἦχον, μετὰ τοῦ ἐπιτατικοῦ α. Ἔστι καὶ στερητικὸν [τοῦτο, παρὰ τὸ βρέμω.]
45Ἄβυσσος: Δύω τὸ ὑπεισέρχομαι· κατὰ τροπὴν,
45βύω, βύσω βέβυκα βέβυσμαι βέβυσαι, βυσὸς, καὶ ἄβυσσος, ἐν ᾧ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος. Ζήτει [εἰς τὸ] ἀκρόβυστος. Ἄβρικτον: Ἄγρυπνον. Ἀβρίξ: Ἐγρηγόρως.

4

(50)

Ἀβροτῆσαι: Ἀπαντῆσαι νυκτός. Ἀβρότης: Ἀπαλότης, τρυφερότης. Ἀβύρβητον: Πολὺ, μάταιον. Ἀβώβας: Ὁ Ἄδωνις ὑπὸ Περγαίων. Ἄβως: Ἄφαντος.
55 Ἄβωτος: Ἀηδής. ἄβοτοι δὲ, αἱ μὴ κατανεμόμεναι, ἢ βοτάνην φέρουσαι ἄκαρπον.

5

Ἀβυρτάκη: Βαρβαρικόν τι ἔδεσμα ἐκ δριμέων κατασκευαζόμενον, καρδάμων, καὶ σκορόδων, καὶ σι‐ νάπεως. Καὶ ἀβυρτακοποιός.
5 Ἀγάζω: Ἐκ τοῦ ἀγῶ ἀγάζω, ὡς σκεδῶ σκε‐ δάζω· ἐκ δὲ τοῦ ἀγάζω τὸ ἀγασάμεθα. Καὶ ἐκ τοῦ ἀγῶ παράγωγον, ἄγημι, καὶ ἄγαμαι, τὸ παθητικόν. [Ἄγαμαι αὐτοῦ· καὶ τοῦτο μᾶλλον οὕτως συντάσ‐
10σουσι· καὶ τὸ θαυμάζειν πολλάκις· ἀπογνῶναι δὲ αὐτοῦ καὶ αὐτόν. Ὁμοίως καὶ τὸ κρατῆσαι αὐτοῦ, καὶ τὸ ἀφελέσθαι, καὶ τὸ ἀφαιρεῖσθαι, ἐπιλαθέσθαι, ποθεῖν.] Σημαίνει καὶ τὸ ζηλοῦν, ὡς ἐν Ὀδυσ‐ σείας εʹ. [129.]
15Ὡς δ’ αὖ νῦν μοι ἄγασθε θεοί.
15[Οὕτως Ὠρίων.]
15 Ἀγαίεται: Τῷ δ’ ἤτοι Ζεὺς αὐτὸς ἀγαίεται. Βασκαίνει, ὀργίζεται, χολοῦται. Τίθεται δὲ ἡ λέξις πολλάκις καὶ ἐπὶ τοῦ φθονεῖν καὶ ἐπὶ τοῦ θαυμάζειν. Ἀγαθός: Παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπ’ αὐτό· ἢ
20ἐκ τοῦ ἀγάζω τὸ θαυμάζω· ὁ μέλλων, ἀγάσω· ὁ
20παρακείμενος, ἤγακα· ὁ παθητικὸς, ἤγασμαι ἤγασαι
ἤγασται, ἀγαστός· καὶ ἀποβολῇ τοῦ ς, καὶ τροπῇ τοῦ τ εἰς θ, ἀγαθός· ὡς κρεμάστρα κρεμάθρα. Ἢ ἐκ τοῦ ἄγαμαι. Σύγκρισιν δὲ οὐ ποιεῖ, οὔτε ὑπέρ‐ θεσιν, ὡς ἐγκειμένου ἐπιτατικοῦ μορίου, ἵνα μὴ γέ‐
25νωνται δύο ἐπιτάσεις ὁμοῦ, ἀλλὰ μᾶλλον ἀγαθὸς ὅδε τοῦδε. Ἀγαθόν: Τὸ ἄγαν θεῖον· ἢ τὸ ἀγαπᾶν τὸν θεόν. Ἄγα: Φθόνος καὶ βασκανία.
30Ἀγάζηλοι: Μεγαλόζηλοι· οἱ δὲ, φθονεροί.
30 Ἀγάζει: Ἀγανακτεῖ, καὶ βαρέως φέρει. Καὶ ἐπὶ τοῦ σέβεσθαι καὶ φθονεῖν παρ’ Ὁμήρῳ, καὶ λυ‐ πεῖσθαι. Ἀγαθιζομένη: Συνεχῶς ἀγαθὰ λέγουσα. Ἀγαθίς: Δέσμη· καὶ εἶδος τὶ [γ]ράμματος ἢ
35στήμονος.
35Ἀγάθοσμον: Πήλινον.
35 Ἄγαλμα: Ἀγαλλίαμα, καλλώπισμα, [πᾶν] ἐφ’ ᾧ τὶς ἀγάλλεται καὶ χαίρει, κἄν τε ἱμάτιον ᾖ, κἄν τε εἰκών· οἱ δὲ μεθ’ Ὅμηρον ποιηταὶ ἄγαλμα εἶπον τὸ ξόανον. [Τὸ δὲ ἄγαλμα παρὰ τὸ ἀγάλλω.] Ἀγαλλιῶ: Παρὰ τὸ ἀγλαόν. Τοῦτο παρὰ τὴν
40αἴγλην· [τὸ δὲ παρὰ τὸ ἄγαν καὶ τὸ ἅλλω, τὸ πηδῶ.] Ἀγάλακτες: Οἱ ἀδελφοί· οἱονεὶ ὁμογάλακτες τινὲς ὄντες. Ἢ οἱ τὸ αὐτὸ γάλα σπάσαντες. Οὕ‐ τως Ὠρίων.
45Ἀγαμέμνων: Παρὰ τὸ ἄγαν καὶ τὸ μένω.
45ἄγαν, τὸ ΓΑΝ μακρόν. Τὰ εἰς ΑΝ λήγοντα
45ἐπιρρήματα μακρὸν ἔχουσι τὸ α· οἷον, πέραν, λίαν, εὐάν· πλὴν τοῦ ὅταν καὶ πάμπαν. Τὸ δὲ ἄγαν συν‐ τιθέμενον καθόλου συστέλλει τὸ δεύτερον α, καὶ μονὴν ποιεῖ τοῦ ν, καὶ τροπὴν, καὶ ἀποβολήν· μονὴν μὲν οὖν ποιεῖ, ἐν τῷ ἀγάννιφος· τροπὴν δὲ, ἐν τῷ

5

(50)

Ἀγήνωρ: ἀποβολὴν δὲ, ἐν τῷ ἀγακλυτός, ἀγα‐ σθενής, Ἀγαμέμνων. Ἔστι δ’ ὅτε καὶ τὸ κατ‐ αρχὰς α τρέπει, ὡς ἐν τῷ, Κατ’ ἠγάθεον Νυσήϊον. Τοῦτο δὲ πάθος ποιητικόν.
55 Ἀγανοῖς: Σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν. Προσηνέσι, πραέσιν. Ἀπὸ τοῦ ἀγάζω, τὸ θαυμάζω, γίνεται ἀγανός· ὅπερ ἀπὸ τοῦ ἄγαν γίνεται, καὶ τοῦ

6

αἰνεῖσθαι. Ὅθεν καὶ ἀγανὴ, ἡ ἀγαθή· καὶ ἀγα‐ νῇσι, τὰς σεπτικὰς καὶ ἀγαθὰς εὐχὰς λέγει. Ἀγάπη: Παρὰ τὸ ἄγειν τὸ πᾶν, ἤτοι ἑνοῦν καὶ συνάπτειν πρὸς ὁμόνοιαν· ἢ παρὰ τὸ ἄγαν ποιότητα
5ἔχειν.
Ἀγαπῴην: Ῥῆμα εὐκτικόν. Ἀγαπάω ἀγαπῶ· ἀγαπάοντος ἀγαπῶντος· ἀγαπάοιμι ἀγαπῷμι· τὸ τρίτον, ἀγαπάοι ἀγαπῷ. Καὶ οἱ Ἴωνες ἐν τοῖς τρί‐ τοις προσώποις τῶν εὐκτικῶν εἰώθασιν ἐπεντιθέναι τὸ
10η· καὶ ἀναλόγως πάλιν τὸ πρῶτον γίνεται ἀγαπῴην. Κανὼν γάρ ἐστιν ὁ λέγων, πᾶν τρίτον πρόσωπον εἰς η λῆγον προσθήκῃ τοῦ ς ποιεῖ τὸ δεύτερον, καὶ τροπῇ τοῦ ς εἰς ν τὸ πρῶτον. Ἀγαπήνωρ: Ὁ γενναῖος καὶ ἀνδρεῖος, ὁ ἀγαπῶν
15τὴν ἠνορέην, ὅ ἐστι τὴν ἀνδρείαν. Ἔστι καὶ ὁ ἀγα‐ πώμενος ὑπὸ τῶν ἀνθρώπων. Ἀγασάμενοι: Θαυμάσαντες· παρὰ τὸ ἀγάζω τὸ θαυμάζω.
20 Ἀγαστόρων: Τῶν ὁμογάστρων, τῶν ἀδελφῶν. Λυκόφρων. Τῶν φιλτάτων σου τῶν ἀγαστόρων τρόφιν. [Σημαίνει δὲ] τὸν τρόφον, ἢ τὸν εὐτραφῆ· [καὶ κλί‐ νεται τρόφις τρόφιδος.]
25Ἀγαυός: Ὁ λαμπρὸς καὶ ἔνδοξος. Ἐκ τοῦ ἀγῶ
25τὸ θαυμάζω γίνεται ἄγημι, ἄγαμαι, ἄγασαι, ἄγαται, ἀγαὸς, καὶ πλεονασμῷ τοῦ υ ἀγαυὸς, Αἰολικῶς, ὡς ναὸς ναυός. Ἢ παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῖος· καὶ τροπῇ τοῦ ι εἰς υ, ὡς δίφρος, δύφρος· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀγαυός.
30 Ἀγαυρός: Κομψὸς, ὁ ἔνδοξος· παρὰ τὸ ἀπὸ τῆς γῆς αἴρεσθαι· ἢ παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῖος. Ἢ παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, ἀγηρὸς, καὶ ἀγαυρός. Σημαίνει δὲ καὶ τὸν ὑπερήφανον· ὑπὸ δὲ Ἰώνων, τὸν ἄπορον· ὑπὸ δὲ Ἀττικῶν, τὸν κοῦφον.
35 Ἀγαυρίαμα: Παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῖρος, καὶ τροπῇ τοῦ ι εἰς υ γαῦρος, ὡς κλαίω κλαύσω, καίω καύσω· καὶ ἐπιτάσει τοῦ α ἀγαυρός· καὶ ἀγαυριᾶν, τὸ μεγάλως γαυριᾶν καὶ ἐπαίρεσθαι. Οὕτως Μεθόδιος.
40Ἀγαυγή: Οἷον,
40 Ἀπόλλωνος ἀγαυγή· παρὰ τὸ αὐγή. Ἀγαυότατον: Μέγιστον, ἐνδοξότατον. Ἄγγωνες: Δοράτια οὐ λίαν σμικρὰ, ἀλλ’ οὐδὲ μεγάλα, ἀλλ’ ὅσον ἀκοντίζεσθαι, εἴ που δεήσοι.
45Ἄγγαροι: Οἱ ἐκ διαδοχῆς γραμματηφόροι. Οἱ
45δ’ αὐτοὶ καὶ ἀστάνδαι. Λέγεται δὲ καὶ ἀγγαρο‐ φορεῖν, ἐπὶ τοῦ φορτία φέρειν κατὰ διαδοχήν. [Οὕτως Ὠρίων.] Ἀγγριάς: Τοὺς ἐρεθισμούς· οἱ δὲ τὰς ἀνίας· οἱ

6

(50)

δὲ συνήθως ἀπὸ τοῦ ἀγγρίζεσθαι. Οὕτως Ὠρίων. Ἀγγεῖον: Ἀπὸ τοῦ δι’ αὐτοῦ τὶ ἄγειν καὶ φέ‐ ρειν. Οὕτως Ὠρίων. Ἀγγεῖλαι: Κυρίως τὸ διὰ λόγων κελεύειν. Παρὰ τὸ λέγω ἀνλέγω, καὶ καθ’ ὑπερβιβασμὸν ἀγγέλλω,
55τροπῇ τοῦ ν εἰς γ.
55 Ἀγγελλόντων: Ἀντὶ τοῦ ἀγγελλέτωσαν οἱ Ἀττικοὶ φασί. Οὗτοι γὰρ ἐπὶ τῶν προστακτικῶν τῶν ἀπὸ ὁριστικῶν γινομένων, τῶν μὴ ἐχόντων τὸ μ

7

κλιτικὸν, τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμο‐ φώνως ποιοῦσι τῇ γενικῇ τῶν πληθυντικῶν τῶν ἰδίων μετοχῶν· τύπτετε, τυπτόντων, ἀντὶ τοῦ τυπτέτωσαν. Ἐπὶ δὲ τῶν ἐχόντων τὸ μ κλιτικὸν, τὸ τρίτον πρόσω‐
5πον τῶν πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῷ τρίτῳ τῶν δυϊκῶν· τύπτεσθε τυπτέσθων, ἀντὶ τοῦ τυπτέ‐ σθωσαν. Ἀγάλιος: Λοιδορία· καὶ τὸ ἀγαλίζεσθαι, λοι‐ δορεῖσθαι· Ταραντῖνοι.
10Ἀγάννιφον: Ἄγαν χιονώδη, πολύνιφον, ἄγαν
10βαλλόμενον νιφετῷ· ἢ πολυνέφελον. Ἀγάννιφον, τὸν πάνυ κατανιφόμενον, ἢ τὸν οὐδόλως νιφόμενον· ἄμφω παρὰ τὸ νείφω. Τινὲς δὲ ἐπὶ τοῦ οὐρανοῦ. Ἀγανακτεῖν: Ἀντὶ τοῦ στένειν παρὰ Πλάτωνι. Ἀγγαρεύω: Τὸ ἐργάτας ἀγείρω, ἀπὸ τοῦ ἄγγα‐
15ρος, ὃ σημαίνει τὸν ἐργάτην. Ἀγγάρους λέγουσιν, οἱ μὲν τοὺς πρέσβεις, ἢ τοὺς ἀπράκτους καὶ νωθεῖς. Ἔλεγον δὲ καὶ τοὺς σταθμοὺς ἄγγαρα, καὶ τοὺς ἐπὶ τῷ καθοδηγεῖν παραλαμβανομένους ἄκοντας. Αἰ‐ σχύλος γοῦν ἐν Ἀγαμέμνονι [290.] τὸν ἐκ διαδοχῆς
20πυρσὸν
20ἀπ’ ἀγγάρου πυρὸς
20ἔφη.
20 Ἀγγάρους: Ἡ λέξις Περσική ἐστι· σημαίνει δὲ καὶ τοὺς ἐκ διαδοχῆς βασιλικοὺς γραμματοφό‐ ρους. Ὅθεν καὶ τὸ εἰς βασιλικὰς ἀπάγειν τὶ χρείας ἀγγαρεύειν λέγεται· καὶ ἀγγαρεία, δουλεία· καὶ ἀγγάριος, δοῦλος, ἢ ἄγγελος. Ἄγ‐
25γαρος λέγεται καὶ τὸ εἰς ἀναδενδράδα ξύλον. Ἀγανόν: Καλὸν, ἀγαθὸν, ἱλαρόν· οἱ δὲ ἀθάνατον. Καὶ ἀγανόφρων, πρᾶος [καὶ] προσηνὴς ταῖς φρεσίν. Ἀγγρίζειν: Ἐρεθίζειν, ὑφαιρεῖσθαι. Ἄγγελος: Ὥσπερ παρὰ τὸ εἴκω τὸ ὁμοιῶ γί‐
30νεται εἴκελος, οὕτως καὶ παρὰ τὸ ἄγω γίνεται ἄγελος
30καὶ ἄγγελος. Καὶ τὰ παρ’ αὐτοῦ συγκείμενα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, ἀρχάγγελος, εὐάγγε‐ λος, χαράγγελος. Ἀγγελίην: Δύο σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὴν πρεσβείαν, ὡς ἐν τῷ,
35 Ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ. Καὶ τὸν ἄγγελον ἤτοι πρέσβυν, ὡς ἐνταῦθα, Ἀγγελίην ἐλθόντα. Καὶ ἀγγελιαφόρον, πρεσβευτήν. Ἀγελείη: Ἡ Ἀθηνᾶ, ἡ ἄγουσα λείαν ἀπὸ τοῦ
40πολέμου, ὅ ἐστιν [λαφυραγωγίαν· ἤτοι] ἡ λαφυ‐
40ραγωγὸς [Ἀθηνᾶ.] Ἢ ὅτι ἡγεῖται λαῶν. Ἀγελαῖος: Ἰδιώτης, ῥεμβώδης· παρὰ τὸ ἀγέλη· τὸ δὲ ἀγέλη, ἀπὸ τοῦ ἄγω· διὸ καὶ προ‐ περισπᾶται· τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυ‐ κῶν διὰ τοῦ ΑΙΟΣ γινόμενα προπερισπῶνται· οἷον,
45Γάζα Γαζαῖος. Τὸ δὲ Ἀγέλαιος, ὄνομα κύριον, προπαροξύνεται· λέγεται δὲ καὶ ὁ εἰκαῖος καὶ εὐτελής. Ἀγέρωχος: Ῥητορικὴ ἡ λέξις· σημαίνει δὲ τὸν αὐθάδη, παρὰ τὸ ἄγαν αὐχεῖν· ἢ ὁ ἔντιμος καὶ ἀν‐ δρεῖος, παρὰ τὸ ἄγαν γερουχεῖν. Ὠρίων. Εἶχεν

7

(50)

εἰς τὸ ἄλλο οὕτως· ἡ μὲν συνήθεια τὴν λέξιν ἐπὶ ψόγου τάσσει, τοὺς γὰρ αὐθάδεις καὶ ἀπαιδεύτους ἀγερώχους λέγει· ὁ δὲ Ὅμηρος τοὺς ἄγαν ἐντίμους, ἀπὸ τοῦ ἄγαν ἐπὶ τὸ γέρας ὀχεῖσθαι· Τρώων ἀγερώχων.
55Ὁμοίως δὲ καὶ ἐν τῇ Βοιωτίᾳ,
55Ῥοδίων ἀγερώχων.
55Ἔνιοι δὲ τῶν γλωσσογράφων ἰδίως τούτους ἔδοξαν ἀγερώχους λέγειν, ἐπεὶ νησιῶται ἐπεισάκτῳ τροφῇ χρῶνται· ἀπὸ τοῦ ἀγείρειν ὀχὴν, τουτέστι τροφὴν,

8

Ὁμήρου μηδέποτε τὴν τροφὴν ὀχὴν εἰρηκότος· ἔπειτα καὶ τοὺς Τρῶας, μηδαμῶς ὄντας νησιώτας, ἀγερώχους λέγει. Ἀγέραστος: [Οἱ μὲν, ἀπὸ τοῦ γέρας,] ἄνευ
5γερῶν καὶ τιμῆς· παρὰ τὸ γέρας ἡ τιμὴ γάρ· οἱ δὲ,
5ἀπὸ τοῦ γεράζω γεράσω γεγέρακα γεγέρασμαι γεγέ‐ ρασαι γεγέρασται, γεραστός καὶ ἀγέραστος. Ἀγερμός: Οὐκ ἀγυρμός. Πλάτων δὲ ἀγυρ‐ μὸν εἴ κε τὸν συναθροισμόν. Ἀγερσικύβηλιν: κύβηλις λέγεται ὁ πέλεκυς
10ὁ μαντικός. Οἱ δὲ, τὸν ἐφ’ ἑαυτὸν ἐγείροντα τὸν πέλεκυν, ἢ θύτην, ἄγερσιν γὰρ ἀγερμὸν ἢ ἀθροισμόν. Κρατῖνος ἐν Δραπέτισιν. Ἀγείρω: Τὸ ΓΕΙ δίφθογγον· ἀγέρρω γὰρ λέ‐ γουσιν οἱ Αἰολεῖς· ἢ ὅτι καὶ ἀγερῶ ὁ μέλλων· ἐκ τοῦ
15ἄγω γίνεται.
15 Ἀγειρέθω: Ἐκ τοῦ ἀγείρω τὸ συναθροίζω γί‐ νεται ἀγειρέθω, καὶ οὐχὶ ἀγειράθω· ἐπειδὴ τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα, εἰ μὲν μακρᾷ παραλή‐ γονται, διὰ τοῦ ΑΘΩ ποιοῦσι τὴν παραλήγουσαν· οἷον, κίω, κιάθω· εἴκω, εἰκάθω· εἴργω, εἰργάθω· ἀμύνω,
20ἀμυνάθω· εἰ δὲ βραχείᾳ παραλήγεται, διὰ τοῦ ΕΘΩ ποιοῦσι τὴν παραλήγουσαν· οἷον, φλέγω, φλεγέθω· νέμω, νεμέθω· [γέρω, γερέθω·] ὅθεν τὸ ἀγειρέθω· καὶ ἀείρω, ἀειρέθω, γενόμενον κατὰ παραγωγὴν [Ἀττι‐ κήν]. Ἀγερέθω καὶ ἀερέθω ἀπέβαλλον τὸ ι, ἵνα μὴ
25εὑρεθῇ διὰ τοῦ ΑΘΩ γινόμενα, μακρᾶς οὔσης τῆς παραληγούσης. Ἀγείρατον: Γέρας ἡ τιμή· ἀγέρατον, καὶ πλεο‐ νασμῷ τοῦ ι, ἀγείρατον. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. Σημαίνει καὶ τὸ ἄτιμον καὶ πολύτιμον.
30Ἀγερωπεῖ: Ἐφορᾷ.
30 Ἀγήραον: Ἄφθαρτον, [ἀθάνατον,] μὴ γηρά‐ σκοντα. παρὰ τὸ γῆρας. Ἀγεσίλαος: Ἐπώνυμον τοῦ Ἅιδου. Καλλίμαχος, Φοιτάσει μεγάλῳ ἀγεσιλάῳ. Εἴρηται δὲ παρὰ τὸ ἄγειν τοὺς λαούς· ἄρχει γὰρ
35τῶν θανόντων. Οὔτω Μεθόδιος.
35 Ἄγη: Ἄγη μ’ ἔχει ὄρχαμε λαῶν. Σημαίνει τὴν ἔκπληξιν καὶ τὸ θαῦμα· γέγονε [δὲ] παρὰ τὸ ἅζω ἢ ἀγῶ τὸ θαυμάζω. Οἱ γὰρ ἐκπλητ‐ τόμενοι εἴς τι ὑπερέχον ἄγονται. Ἔστι δὲ ἄκλιτον·
40ἐπειδὴ τὰ εἰς ΓΗ ἰαμβικὰ οὐδέποτε ἀπὸ φωνήεντος
40ἄρχονται· οἷον, στέγη, ταγή, φυγή· πρόσκειται “ἰαμ‐ βικὰ,” διὰ τὸ ἀγὴ, ὃ σημαίνει τὴν ἀπόκλασιν τοῦ κύ‐ ματος. Τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται, ἀλλ’ οὐκ ἔστιν ἰαμβικὸν, ἀλλὰ σπονδειακόν· τὸ γὰρ α μακρὸν ἔχει. Ἐπεὶ οὖν τὸ ἄγη εἰς ΓΗ ἔστιν ἰαμβικὸν καὶ
45ἀπὸ φωνήεντος ἄρχεται, εἰκότως, ὡς μὴ ἔχον τὶ μι‐
45μήσασθαι, ἄκλιτον ἔμεινεν. Ἢ ἄγη, ἀπὸ τοῦ ἀκή·
ἐκ τῆς παρεπομένης ἀφωνίας τῇ ἐκπλήξει· τὸ δὲ ἀγῶ, ἀπὸ τοῦ χῶ χαίνω, κατὰ ἐπίτασιν τοῦ α. Συμβαίνει γὰρ τοῖς ἐκπληττομένοις χαίνειν. Ἀγαί: Ἠϊόνες, καὶ τραύματα καὶ τρώσεις.

8

(50)

Λέγονται δὲ καὶ αἱ ζηλώσεις. Καὶ ἀγαῖον, ἐπί‐ φθονον ἢ θαυμαστόν. Ἀγείτης: Ὑβριστής. Ἀγαπησμός: Ἀγάπησις. Ἀγαπητόν: Κεχαρισμένον, μονογενῆ.
55Ἀγάστονον: Μεγαλόψοφον, ἢ μεγαλοστένακτον.
55 Ἀγεισσώτου: Ἀθριγκώτου, ἀστεγάστου. Ἀγέλη: Βοσκημάτων πλῆθος κυρίως, ἤδη δέ ποτε καὶ ἀνδρῶν. Ἀγεληδὸν, ἅμα.

9

Ἄγη: Θαῦμα, χαρὰ, ἀπιστία, ζῆλος· παρὰ Ἡροδότῳ, βασκανία· παρὰ Ὁμήρῳ, ἔκπληξις, πληγὴ, θραῦσις, κλάσις, ἀπώλεια· ἔνιοι, ἱέρεια. Ἆξον: Ἐκ τοῦ ἄσσω τὸ κλάνω, ὁ μέλλων, ἄξω·
5ὁ ἀόριστος, ἦξα· καὶ τὸ προστακτικὸν, ἆξον. Διατί περισπᾶται; Διὰ τὴν συνέμπτωσιν· ἔστι γὰρ ἄξον ἀπὸ τοῦ ἄγω τὸ κομίζω. Ὁ δεύτερος ἀόριστος, ἦγον· τὸ παθητικὸν, ἤγην· καὶ τὸ ποιητικὸν, ἄγην.
10Ἀγή: Ἡ κλάσις τοῦ κύματος· ἀπὸ τοῦ ἀγῶ τὸ
10κλάνω, ἀγή· ἢ ἀπὸ τοῦ ἄσσω καὶ κατάσσω, τὸ κλῶ. Καὶ ἐαγὸς, τὸ κατεαγὸς καὶ κεκλασμένον. Οὕτως Μεθόδιος. Ἀγηγέρατο: Συνηθροισμένοι ἦσαν. Ἐκ τοῦ ἀγείρω ὁ μέλλων, ἀγερῶ· ὁ παρακείμενος, ἤγερκα· ὁ
15παθητικὸς, ἤγερμαι· τὸ τρίτον, ἤγερται· καὶ Ἀττι‐
15κῶς, ἀγήγερται· καὶ Ἰωνικῇ προσόδῳ τοῦ α, ἀγηγέ‐ ραται, ὡς ἐσπάραται· ὁ ὑπερσυντέλικος, ἠγέρμην· καὶ Ἀττικῶς, ἀγηγέρμην· ἤγερσο καὶ ἀγήγερσο· ἤγερτο καὶ ἀγήγερτο· καὶ Ἰακῶς, ἀγηγέρατο. [Ἰστέον δὲ, ὅτι καὶ τὸ ρ στοιχεῖον ἕν ἐστι τῶν ἀμε‐
20ταβόλων. Λέγει δὲ ὁ κανὼν, ὅτι πᾶν τρίτον ἑνικῶν ἔχον πρὸ τοῦ τ ψιλὸν, τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, καὶ προσθήκῃ τοῦ α, ποιοῦσιν οἱ Ἴωνες τὸ τρίτον τῶν πληθυντικῶν. Καὶ φήσειέ τις διὰ τὸν κανόνα μὴ δύνασθαι ἀγηγέρατο γενέσθαι· οὐ γάρ ἐστι πρὸ τοῦ
25τ, ρ ψιλόν· μανθανέτω, ὡς κανών ἐστιν ἕτερος ὁ
25λέγων, τὸ ρ μετὰ τῶν δασέων δασύ ἐστι, καὶ μετὰ τῶν ψιλῶν ψιλόν ἐστιν. Εἰκότως οὖν ἀγηγέρατο γέγονεν, ὡς ἐσπάρατο. Ἐδείχθη γὰρ τὸ ρ ψιλόν.] Ἀγήοχα: Ἄγω, ἄξω, ἦχα, ὁ Ἀττικὸς ἄγηχα·
30καὶ ἐπειδὴ ἔμελλεν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ
30ἔχειν τὸ αὐτὸ σύμφωνον, ἐπλεόνασεν ἡ ΓΟ συλλαβὴ, καὶ ἐγένετο ἀγήγοχα· ὥσπερ ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω, ἔσω, ἦκα ὁ παρακείμενος, καὶ Ἀττικῶς, ἔδηκα, καὶ πλεονασμῷ τῆς ΔΟ συλλαβῆς, ἐδήδοκα· καὶ ἀποβολῇ τοῦ γ, ἀγήοχα. Τὸ μέντοι ἀγείοχα Βοιωτῶν ἐστι,
35τροπῇ τοῦ η εἰς τὴν ΕΙ δίφθογγον. Ἀγήνωρ: Ἐκ τοῦ ἄγαν καὶ τοῦ ἀνὴρ γίνεται ἀγάνωρ· καὶ τροπῇ τοῦ α εἰς η ἀγήνωρ. Καὶ ἀπο‐ ροῦσι τινὲς λέγοντες, ὅτι τροπὴν ἔπαθεν, ἢ ἴδιον σχη‐ ματισμόν. Καὶ λέγομεν, ὅτι ἴδιον σχηματισμόν·
40διότι τὸ ἀνὴρ μετὰ ἄλλης λέξεως καταρχὰς συντιθέ‐ μενον τρέπει τὸ α εἰς η, καὶ τὸ η εἰς ω· οἷον, εὐή‐ νωρ, ἀντήνωρ· τὸ δὲ νικάνωρ κατὰ τροπὴν Βοιωτικὴν γέγονε τοῦ η εἰς α. Καὶ ὅτε μὲν ἐπὶ ἐπαίνου λαμ‐ βάνεται, σημαίνει τὸν ἀνδρεῖον· ἐτυμολογεῖται δὲ ἀπὸ
45τοῦ ἄγαν τῇ ἠνορέῃ (ὅ ἐστι τῇ ἀνδρείᾳ) χρῆσθαι.
45Ὅμηρος, Ἐνθάδε μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ. Ὅτε δὲ ἐπὶ ψόγου, τὸν αὐθάδη, ὡς ἐνταῦθα, Ὁ δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως, Ὁ ἄγαν ὑβριστικὸς, καὶ διὰ τῆς ἀνδρείας ὑποπεπτω‐

9

(50)

κὼς εἰς ὕβριν. Οὕτω Μεθόδιος. Ἕστι καὶ κύριον.

9

(50)

Ἀγηνορίαις: Αὐθαδίαις, ὑπερηφανίαις. Οἷον, Νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας. Ἀγῆλαι: Ἀναθεῖναι, κοσμῆσαι, εἰς ἄγασιν ἀγα‐ γεῖν καὶ χαρὰν, τιμῆσαι θεὸν, ἀγλαΐσαι. Εὔπολις, Καὶ προσαγήλωμεν ἐπελθόντες.
55Καὶ Ἀριστοφάνης
55 Καί σε θυσίαις προσόδοις τε μεγάλαις ἀγελοῦμεν. Οἱ δὲ, προσειπεῖν· ὁτὲ δὲ διῶξαι. Καὶ ἀγηλῶ, κοσμήσω.

10

Ἀγηλάτῳ: Λυκόφρων, Ἀγηλάτῳ μάστιγι συνθλάσας κάρα. Λέγει δὲ τῷ κεραυνῷ· ἐὰν μὲν δασέως, τῷ τοὺς ἀσεβεῖς ἐλαύνοντι· ἐὰν δὲ ψιλῶς, τῷ ἄγαν ἐλαυ‐
5νομένῳ.
7 Ἀγητοί: Θαυμαστοί. Ἀπὸ τοῦ ἀγῶ τὸ θαυ‐ μάζω, ἀγὸς ἀγητὸς, εὐδαίμων, ἄμεμπτος, περίβλε‐ πτος· καὶ οὐδέτερον, ἀγητόν.
10 Ἀγινῶ: Ἐκ τοῦ ἄγω τὸ φέρω γίνεται, πλεο‐ νασμῷ τοῦ ν. Πέφυκε γὰρ πλεονάζειν τὸ ν ἐν τοῖς ῥήμασι· καὶ εἰ μὲν εὑρεθῇ φωνῆεν ἀλλεπάλληλον, φυλάττεται ἡ βαρεῖα τάσις, οἷον, θύω, θύνω· δύω, δύνω· ἐπὰν δὲ μὴ εὑρεθῇ ἀλλεπάλληλον φωνῆεν,
15ἀλλὰ σύμφωνον πρὸ τοῦ ν, περισπᾶται· οἷον, ἵκω, ἱκνῶ· οἴχω, οἰχνῶ. Οὕτως ἄγω ἀγνῶ, καὶ ἀγινῶ, πλεονασμῷ τοῦ ι. Ἢ ἐκ τοῦ ἄγω, [ὃ] σημαίνει τὸ ἐκπλήττομαι. Τὸ ι μακρόν. Περὶ δ’ οὐρανὸς αὐτὸν ἀγινεῖ,
20φησὶν Ἄρατος.
20Ἅγιος: Παρὰ τὸ ἅζω, τὸ σέβομαι, ἅζιος καὶ
20ἅγιος, εὐκτὸς, τίμιος, καθαρὸς, εὐσεβής. Ὁτὲ δὲ μιαροὶ, ἄγιοι. Ἀγκών: Ἀπὸ τοῦ ἐγκεῖσθαι ἑτέρῳ ὀστέῳ τὸ ἕτερον, ἐγκὼν καὶ ἀγκών. Ἢ παρὰ τὸ ἔχω τὸ ἐξέχω, ὁ ἐξέχων. Ἀπὸ δὲ τοῦ ἀγκὼν Ἀγκώνη καὶ
25ἀγκοίνη.
25Ἀγκονίδες: Αἱ ὑπηρέτιδες. [Εἴρηται δὲ]
25παρὰ τὸ ἐγκονεῖν, ὅ ἐστι μετὰ σπουδῆς ἐνερ‐ γεῖν. Ἁγιστία: Ἁγιάζω, ἁγιάσω, ἡγίακα, ἡγίασμαι, ἡγίασαι, ἡγίασται· ἁγιαστὸς, ἁγιαστία, ἡ ἁγιωσύνη, καὶ κατὰ συγκοπὴν ἁγιστία.
30Ἀγκύλη: Διὰ τὸ ἄνω αὐτῆς κοῖλον.
30 Ἀγκύρα: Ἡ μὲν πόλις προπαροξύνεται· ἡ δὲ τοῦ πλοίου παροξύνεται. Ἀγηλαμένη: Ἀγαλλομένη, χαίρουσα. Ἀγηλάζειν: Σώζειν. Ἀγηλατίζειν: Διώκειν, φυγαδεύειν, ἐπιτάσσειν·
35οἱ δὲ, ἀττικίζειν. Ἄγημα: Τὸ προϊὸν τοῦ βασιλέως τάγμα· οἱ δὲ, τὸ ἄριστον τῆς Μακεδονικῆς συντάξεως. Ἀγισμός: Ἀτραπός. Καὶ ἀγιστία καὶ καθάρευσις. Ἀγιάδαι: Τόπος ἐν Λακεδαιμονίᾳ· καὶ οἱ βασι‐
40λεῖς ἀπὸ Ἄγιδος. Ἁγίζειν: Τὸ τὰ ἱερὰ ἐσθίειν, ἢ καρποῦν· ἔνιοι τὸ κατατέμνειν τὸ ἀνατιθέμενον δέρμα. Ἀγκάς: Πρὸς τὰς ἀγκάλας. Ἀπὸ τοῦ ἀγκῶ‐ νος γίνεται ἀγκάς· ἐξ οὗ τὸ ἀγκαλίζω. Ἢ ἀπὸ τοῦ
45ἀγκὼν, ἀγκάζω [καὶ] ἀγκαλίζω· ὃ καὶ βέλτιον. Ἄγκη: Τὰ τῶν ὀρῶν κοιλώματα· ἀπὸ τοῦ συγ‐ κεκλεῖσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. Παρὰ τὸ ἄγω τὸ φέρω, ἄγη· καὶ πλεονασμῷ τοῦ κ, ἄγκη. Ἢ παρὰ τὸ κέω κῶ, τὸ δηλοῦν τὸ κεῖσθαι, γέγονεν

10

(50)

ἄγκος, ἐν ᾧ ἐστὶ συνάγεσθαί τε καὶ κεῖσθαι. Ἄγκιστρον: Παρὰ τὸ ἄγω ἄγιστρον, καὶ ἄγκι‐ στρον. Ἀγκύλον: Στρεβλόν. Ἀγκιστρουμένος: Κατεχόμενος· ἀπὸ μετα‐
55φορᾶς τῶν ἰχθύων τῶν κατεχομένων ἐν τῷ ἀγκίστρῳ.
55Ἀγκύλον: Παρὰ τὸ ἄγω γίνεται ἀγκύλος. Δεῖ
δὲ γινώσκειν, ὅτι τὸ ἀγκύλον σημαίνει τρία· τό τε

11

σκολιὸν ὡς ἐνταῦθα· καὶ τὸ περιφερὲς κατὰ σχῆμα, ὡς ἐν τῷ, Ἀγκύλα τόξα. καὶ τὸ ἰσχυρὸν, ὡς ἐν τῷ,
5Ἀγκύλον ἅρμα.
5Οὕτως εὗρον ἐν ὑπομνήμασιν Ἰλιάδος. [Τὸ ΚΤ,
5ψιλόν. Διατί;] τὰ δὲ διὰ τοῦ ΥΛΟΣ ὀνόματα διὰ τοῦ
5υ ψιλοῦ γράφονται· οἷον κρωβύλος, (σημαίνει δὲ τὸν πορνοβοσκὸν,) Αἰσχύλος, ἀγκύλος· [πλὴν τοῦ κοῖλος ὁ βαθὺς τόπος.] Ἀγκυλομητέω: Γίνεται ἀπὸ τοῦ ἀγκύλον, ὃ σημαίνει τὸ σκολιὸν, καὶ τοῦ μῆτις· ὅπερ ἀπὸ τοῦ
10μήδω τὸ βουλεύομαι γέγονεν. Κλίνεται δὲ οὕτως· ἀγκυλομήτης, ἀγκυλομήτου κοινῶς· Δωρικῶς ἀγκυ‐ λομήτα· Βοιωτικῶς δὲ καὶ Αἰολικῶς ἀγκυλομήταο· Ἰωνικῶς ἀγκυλομήτεω· οἷον κακοήθης, κακότεχνος, σκολιόβουλος. Οἱ δὲ, τὸν δυνάμενον περὶ τῶν ἀγκύ‐
15λων καὶ σκολιῶν εὖ βουλεύεσθαι. Ἀγκυλοχείλης: Τινὲς φασὶν, ὅτι ἀπὸ τοῦ χηλὴ, ὃ σημαίνει τὸν ὄνυχα, γίνεται κατὰ τροπὴν Βοιωτῶν τοῦ η εἰς ΕΙ δίφθογγον. Κακῶς δὲ λέ‐ γουσιν· εἰ γὰρ ἦν οὕτως, μέλλει σημαίνειν καὶ αὐτὸ
20τοὺς ἔχοντας ἐπικεκαμμένους ὄνυχας· ὡς τὸ, Αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι. Καὶ εὑρίσκεται ἐκ παραλλήλου τὸ αὐτὸ σημαῖνον· ὅπερ ἐστὶν ἄτοπον· ἀλλὰ παρὰ τὸ χεῖλος καὶ τὸ ἀγκύλον γίνεται. Σεσημείωται τὸ ἀγκυλόχειλος.
25Κακῶς δὲ σεσημείωται. Οὐ γὰρ ἔστι σύνθετον,
25ἀλλὰ παρασύνθετον.
25 Ἀγλαά: Τὰ λαμπρὰ, παρὰ τὴν αἴγλην, ὅ ἐστι τὴν λαμπρότητα, ἐφ’ οἷς τις ἀγάλλεται· ἢ παρὰ τὸ ἄγαν ἅλλεσθαι, ἀγαλαὰ, καὶ κατὰ συγκοπὴν ἀγλαά. Ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ ἀγλαόν· καὶ ἀγλαὴ, καλῶς κεκοσμημένη.
32 Ἀγλαΐα: Παρὰ τὸ ἀγλαός· τὸ δὲ ἀγλαὸς παρὰ τὴν αἴγλην· λαμπρότης, κάλλος. Καὶ ἀ‐ γλαϊεῖσθαι τὸ καλλωπίσεσθαι. Ἀγλαΐζω, ἀγλαΐ‐
35σω, ἀγλαϊῶ, καὶ ἀγλαϊεῖσθαι. Ἀγλευκής: Παρὰ τὸ γλεῦκος ἀγλευκής· ἀγλευ‐ κέστατον, ἀντὶ τοῦ ἀηδέστατον. Ἢ παρὰ τὸ γλυκὺς πλεονασμῷ τοῦ ε, ἀγλευκὴς, ἀηδὴς, ἄκαλος, ἀχά‐ ριστος, ἀκαλής.
40 Ἄγλιθες: Ἐξ ὧν ἡ κεφαλὴ τοῦ σκορόδου σύγ‐ κειται· ἢ σκορόδων κεφαλαί. Ἀγλίδια: Σκόροδα. Ἀγκαλιαγωγοί: Οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοί‐ οις· ἢ ἐπὶ θρεμμάτων. Ἀγκαλιδοφόροι δὲ, αὐτοὶ
45οἱ φέροντες· ἀγκαλιδοπῶλαι δὲ, οἱ πιπράσκοντες.
45 Ἀγλίτης: Οἰκέτης. Ἀγμούς: Τοὺς ὀρεινοὺς καὶ κρημνώδεις τόπους· ἢ ῥαχίαι, περιθραύσεις, ἀπορρῶγες. Καὶ ἄγμα, σύντριμμα. Οἱ δὲ, πάγος.
Ἁγνός: Παρὰ τὸ ἅζω τὸ σέβομαι, ἅζος, ἁγὸς,

11

(50)

ἁγανὸς, καὶ ἁγνός· καὶ κλίνεται ἁγνοῦ. ἤγουν ὁ καθαρὸς καὶ σεβάσμιος. Τὸν γὰρ ἁγνὸν πάντες σεβόμεθα. Ἀγνώς: Παρὰ τὸ γνόω γνώσω γνὼς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀγνώς· οἱονεὶ ὁ ἄγνωστος καὶ ἀμα‐
55θής· [καὶ] κλίνεται ἀγνῶτος.
55 Ἄγνος: Τὸ φυτόν· παρὰ τὸ τοὺς ἐσθίοντας ἀγόνους τηρεῖν, ἄγονον τι ὄν. Ἢ παρὰ τὸ εἰς ἁγνείαν συντελεῖν, ἐσθιόμενον καὶ πινόμενον, ἔτι δὲ

12

καὶ ὑποστρωννύμενον· ὃ καὶ λύγον καλοῦσι· τὸ τῆς σωφροσύνης δηλωτικὸν, καὶ ἡδονῆς σβεστικόν. Φασὶ γὰρ αὐτὸ ἐσθιόμενον σβεννύναι τὴν φλόγα τῶν ἡδο‐ νῶν. Ἁγνὸς δὲ λέγεται ὁ καθαρὸς ὀξυτόνως. Παρὰ
5τὸ ἀγάζω ἀγανὸς, καὶ κατὰ συγκοπὴν ἁγνὸς, ὡς παίζω παιδνός. Οὕτως Ὠρίων. Ἀγνοῶ: Παρὰ τὸ νοῶ, καὶ πλεονασμῷ τοῦ γ γνοῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀγνοῶ. Οὐδέ μιν Ἥρη
10ἠγνοίησεν.
10Οὕτως Ὠρίων.
10Ἄγνυμι: Οἷον,
10Πάταγος δέ τε ἀγνυμενάων.
10Συντριβομένων. Γίνεται ἀπὸ τοῦ ἀγνύω. Ἔστιν ἄγω τὸ κλῶ· καὶ ἀγνῶ, ἀγνύω, καὶ ἄγνυμι. Καὶ περιαγνύμενος σημαίνει τὸ περιτριβόμενος, περι‐ κλώμενος. Ἀγκαλίδες: Αἱ τῶν φρυγάνων δέσμαι· καὶ
15Ἀγκάλαι, οἱ βραχίονες· καὶ ἀγκαλὶς, ἄχθος· καὶ
15Ἀγκαλίζειν, ἄγχειν, ἢ ἀναβαστάζειν. Ἀγκιστροφάγος: Φιλάργυρος. Ἀγκιστρεύει: Θηρεύει. Ἀγκόνους: Διακόνους, ὑπηκόους, δούλους. Ἀγκτήρ: Δεσμός· Καὶ ἀγκτῆρες, οἱ ἐν τρα‐
20χήλῳ τόποι, δι’ ὧν ἄγχεσθαι συμβαίνει.
20 Ἀγκύλη: Τοῦ ἀγκῶνος ἡ καμπή· καὶ οἱ ἀκον‐ τισταὶ, ἀγκυλισταί. Ἀγνωμοσύνη: Ἀναισθησία, ἄγνοια, ὀλιγωρία· καὶ ἀγνώμων, ἀναίσθητος, ἀνόητος, ἀλόγιστος, ἁμαρ‐ τάνων.
25Ἀγός: Ἡγεμών· παρὰ τὸ ἄγειν τοὺς ὑποτε‐
25ταγμένους·
25 Ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθοντο. Ἄγος: Σημαίνει δύο· τό τε καθαρὸν, ὅπερ κυ‐ ρίως· καὶ τὸ ῥυπαρὸν, κατὰ ἀντίφρασιν. Ἀγοστός: Ὁ ἀγκὼν, ὁ ἄγαν ὀστώδης τόπος· ἢ διὰ τὸ ἐπάγεσθαι τὴν χεῖρα, οἷον ἄγνυσθαι· ὥσπερ
30γὰρ παρὰ τὸ πολλὸς γίνεται πολλοστὸς, οὕτω παρὰ τὸ ἄγω ἀγὸς καὶ ἀγοστός. Οὕτως Ὠρίων ὁ ἐτυμο‐ λόγος. Ἢ τὸ ἐκτὸς τοῦ ἀγκῶνος, παρὰ τὴν συνα‐ γωγὴν καὶ τὴν ἐπίκαμψιν τῆς χειρός· ἢ παρὰ τὸ δύνασθαι τούτῳ τινὰ ἄγχειν.
35Ἄγονος: Ὄνομα· παρὰ τὸ γόνος. Βαρύνεται
35μὲν ὁ γεννηθεὶς, ὀξύνεται δὲ ὁ γεννήτωρ· ἐξ οὗ, πλεο‐ νασμῷ τοῦ υ, γουνὸς, ὁ γεννητικὸς καὶ κάρπιμος τόπος· Γουνῷ ἁλωῆς. Τὸ δὲ
40Ἄγαμός τ’ ἀπολέσθαι,
40ὁ ΤΕ σύνδεσμος ἀντὶ τοῦ ἢ διαζευκτικοῦ παραλαμ‐
40βάνεται, ἤτοι, ἢ καὶ γεννηθεὶς πρὸ γάμου ἀπο‐
40λέσθαι.
40 Ἄγον: [Ἰωνικῶς ἀντὶ τοῦ ἦγον·] ῥῆμα ὁριστικὸν, χρόνου παρατατικοῦ. Ποιητικὸν γάρ ἐστι, [καὶ ἔστιν ἀναύξητον, βραχὺ ἔχον τὸ α. Καὶ ἆγον Δωρικῶς τὸ αὐτὸ, κατὰ τροπὴν τοῦ η εἰς α μακρόν.] Τὸ γὰρ ἀκόλουθον ἔστιν ἦγον.
45Ἀγορά: Καὶ αὐτὸ τὸ ἄθροισμα, καὶ ὁ τόπος,
45καὶ ὁ λόγος· παρὰ τὸ ἀγείρω, τὸ συναθροίζω καὶ ἐκ‐ κλησιάζω, γίνεται ἀγορή· ὃ σημαίνει ἐκκλησίαν, συνέδριον. Τὸ δὲ ἀγείρω, παρὰ τὸ ἄγω. Ἀγορεύω: [Παρὰ τὸ ἀγορά· τοῦτο δὲ,] παρὰ τὸ ἀγείρω· τοῦτο παρὰ τὸ ἄγω καὶ τὸ εἴρω τὸ λέγω,

12

(50)

ἐν ᾗ πρὸς τὸ λέγειν συναθροίζονται. Ἀγοράασθε: Ἐκ τοῦ ἀγορῶ. Καὶ περισπᾶται. Τὰ γὰρ εἰς ΡΩ λήγοντα ῥήματα τῷ ο παραληγόμενα περισπᾶται· οἷον, δημηγορῶ, ἀλληγορῶ, ἐγρηγορῶ. Οὕτως καὶ ἀγορῶ. Ἔστι [δὲ τῆς] βʹ τῶν περισπω‐
55μένων. Ἐξ οὗ Παισὶν ἐοικότες ἀγοράασθε. Δημηγορεῖτε, λέγετε. Καὶ ἀγοράζω, πολὺ μὲν παρ’ αὐτοῖς ἐπὶ τοῦ ἐν ἀγορᾷ ἐμβάλλω καὶ διατρίβω· εἴρηται δὲ καὶ ἐπὶ τοῦ ὠνεῖν.

13

Ἀγορήνδε: Τουτέστιν εἰς τὴν ἀγοράν. Ἐπιρ‐ ρηματικὴ ἡ σύνταξις, ὥσπερ οἴκαδε, εἰς τὸν οἶκον· καὶ Ἀθήναζε, τουτέστιν εἰς Ἀθήνας. Ἀγορῆθεν: Διατί περισπᾶται; ἐπειδὴ τὰ ἀπὸ
5ὀξυτόνων ἢ περισπωμένων παραγόμενα εἰς ΘΕΝ ἐπιρ‐ ρήματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· γῆθεν, ἀρχῆθεν [ἀγορῆθεν.] Ἀγοράνομοι: Οἱ τὰ κατὰ τὴν ἀγορὰν διοικοῦν‐ τες ἄρχοντες.
10 Ἀγορὰ ἐφορία: Ἡ σύνοδος ἡ πρὸς τοῖς κοινοῖς ὅροις γινομένη τῶν ἀστυγειτόνων· οὗ οἱ ὅμοροι συνι‐ όντες περὶ τῶν κοινῶν ἐβουλεύοντο. Ἄγρα: Δήμητρος ἱερὸν λέγεται. Καὶ ἡ θήρα. Λέγονται δὲ πληθυντικῶς καὶ οἱ τόποι.
15Ἀγραφίου: Εἶδος δίκης κατὰ τῶν ὀφειλόντων
τι τῷ δημοσίῳ, καὶ ἐπιγεγραμμένων μὲν, ἀπαλειφθέν‐ των δὲ πρὶν ἀποδοῦναι· ἐνίοτε δὲ καὶ κατὰ τῶν ἐγ‐ γραφόντων τοὺς μὴ ὀφείλοντας. Ἄγρει: Ἀντὶ τοῦ ἄγε· ἢ λάβε καὶ φέρε.
20 Ἀγρεύς: Ὁ ἥρως· εἴρηται παρὰ τὸ ἐν ἀγρῷ γεγεννῆσθαι. Ἀπὸ γὰρ Κυρήνης καὶ Ἀπόλλω‐ νος ἦν Ἄγριος: Ὁ ἀνήμερος. Προπαροξύνεται, καὶ διὰ τοῦ ι γράφεται, ἀπὸ τοῦ ἀγρὸς, πρὸς ἀντιδια‐
25στολὴν τοῦ ἀγρεῖος, ὁ ἐν ἀγρῷ διαιτώμενος, τοῦ διὰ
25τῆς ΕΙ διφθόγγου γραφομένου καὶ προπερισπωμένου. Ἀγρυπνία: Παρὰ τὸ ἄϋπνος ἀϋπνία· καὶ κατὰ πλεονασμὸν τοῦ ΓΡ ἀγρυπνία. Ἀγρόμενοι: Ἀγειρόμενοι. Ἀγείρω, καὶ κατὰ συγκοπὴν ἄγρω· ὥσπερ παρὰ τὸ ἐγείρω ἔγρω.
30 Ἀγρός: Παρὰ τὴν ἄγραν, ἐν ᾧ γίνεται· ἢ παρὰ τὸ ἀρῶ τὸ ἀροτριῶ, ἀρὸς καὶ ἀγρός. Ἀγροτέρη: Οὐκ ἀπὸ τοῦ ἄγριος· ἀγριώτερος γὰρ ἦν ἄν· ἀλλὰ παρὰ τὸν ἀγρὸν ἀγρότερος πεποί‐ ηται. Ἀπαρασχημάτιστον γάρ. Οὕτως Φίλων.
35 Ἀγροτέρας ἐλάφους: Ἀγηροτέρας· καὶ κατὰ συγκοπὴν, ἀγροτέρας· διὰ τὸ πολυχρόνιον τοῦ ζώου, ὡς ὁ χρησμὸς δηλοῖ· Ἐννέα γὰρ ζώει γενεὰς λακέρυζα κορώνη ἀνδρῶν γηρώντων· ἔλαφος δέ τε τετρακόρωνος.
40Ἢ ἀγριωτέρας, καὶ κατὰ συγκοπὴν ἀγροτέρας.
40 Ἀγροιώτης: Ὁ ἀγροῖκος. Ἔστιν ἀγρὸς ἀγρό‐ της, ὡς δῆμος δημότης· καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀγροίτης· οὕτως Ὠρίων· καὶ κατ’ ἐπένθεσιν τοῦ ω ἀγροιώτης. Ἀγρίφη: Σημαίνει τὴν σκάφην. Ἢ ὑποδοχὴ,
45ἄμη, σκαφίον.
45 Ἀγρός: Παρὰ τὸν ἄρην, ὃ σημαίνει τὸν σίδηρον· ὁ τῷ σιδήρῳ τεμνόμενος. Ἄγριοι: Οἱ παιδερασταί· ἤτοι ὅτι ἄγριόν ἐστι τὸ πάθος ἡ παιδεραστία, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι τοῖς τοιούτοις· διὰ τοῦτο γοῦν καὶ τὸ αἰδοῖον ἀνατε‐

13

(50)

ταμένον ἔχει. Ἔστι δὲ ὁ Πὰν ἄγριος θεός. Ἀ‐ γρεῖοι δὲ καὶ οἱ ἀγροῖκοι. Ἀγόρευσις: Λόγος. Ἀγορήτατος, λογιώτα‐ τος. Ἀγορητὰς, τοὺς ἐν ἀγορᾷ ἀναστρεφομένους. Ἀγορητοὺς ὁλκάδας, τὰς ὤνια ἐπαγομένας.
55Ἄγραυλοι: Οἱ ἐν ἀγρῷ αὐλιζόμενοι ὕπαιθροι,
55ἔρημοι, ἄξενοι, ποιμένες· καὶ ἀγραυλία, θυραυλία καὶ ἐρημία. Ἀγρεμών: Θηρευτικός. Ἄγρευμα: Εὕρεμα· καὶ τὸ εἰλημμένον σημαίνει

14

καὶ κτήματα, σκῦλα. Καὶ ἀγρεῦσαι τὸ λαβεῖν. Ἠγροικεύσω, ἠγριάνθης. Ἀγρηνόν: Ποικίλον, ἐρεοῦν, δικτυοειδές· καὶ ἔνδυμα δὲ ποιόν.
5Ἀγρός: Ὁ ἔξω πόλεως χῶρος.
5 Ἀγρώσσω: Παράγωγος ὁ χαρακτήρ. Ἀπὸ τοῦ ἀγρὸς ἀγρώσσω. Τὰ γὰρ δύο ΣΣ τὰ ἓξ λαμβάνουσι
φωνήεντα· τὸ δὲ ο οὐ λαμβάνουσιν· οἷον τὸ α, παρὰ τὸ ἄλλος, ἀλλάσσω· τὸ ε, παρὰ τὸ πῦρ πυρὸς, πυ‐ ρέσσω· πτήσσω, τὸ η· δειδίσσω, τὸ ι· ἀφύσσω, τὸ
10ἀπαντλῶ, τὸ υ· ὀνειρώσσω, ἀγρώσσω, τὸ ω. Ὥστε ἔχεις μὲν δοῦναι τὸ ο, οὐκ ἐν παραγωγῇ δέ. Τὸ δὲ οὐκ ἔχει· τὸ γὰρ ὄσσω ἀπὸ τοῦ ὄπτω ἐστίν. Ἀγρωσταί: Οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω. Ἄγρωστις: [Εἶδος βοτάνης.] Ἔστιν ἔδω τὸ
15ἐσθίω· ὁ μέλλων, ἔσω· ὁ παρακείμενος, ἦκα· ὁ πα‐
15θητικὸς, ἦσμαι· τὸ βʹ, ἦσαι· τὸ γʹ, ἦσται· καὶ ἐξ αὐτοῦ ἦστις. Καὶ ἐπειδὴ τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνόματα συνάρχεσθαι θέλουσι τοῖς ἰδίοις ἐνεστῶσι, γίνεται ἔστις· καὶ μετὰ τοῦ ἀγρὸς, ἀγροέστις· καὶ συναιρέσει τοῦ ε ο, ἀγροῦ‐
20στις· καὶ τροπῇ Δωρικῇ τῆς ΟΥ διφθόγγου εἰς ω
20μέγα, ἄγρωστις. Ἀγυιά: Ἡ ὁδός· παρὰ τὸ ἄγω τὸ πορεύομαι. Τὰ διὰ τοῦ ΥΙΑ θηλυκὰ ὀνόματα ὑπὲρ βʹ συλλαβὰς προπαροξύτονα τῷ ι θέλει παραλήγεσθαι· οἷον, ἅρ‐ πυια, αἴθυια, ἄγυια, Ὠρείθυια, Εἰλείθυια. Σεση‐
25μείωται τὸ μητρυιὰ παραληγόμενον τῷ ι καὶ ὀξυνό‐ μενον· καὶ ἀναλογώτερόν ἐστι τὸ ἄγυια. Μέσην ἐς ἄγυιαν ἰοῦσαι. Ἄγυρις: Παρὰ τὸ ἀγείρω· ἐξ οὗ καὶ ἀγορὰ γίνεται, [καὶ] ἀγορῶ ῥῆμα· ἐξ οὗ ὄνομα θηλυκὸν,
30ἄγορις· καὶ τροπῇ τοῦ ο εἰς υ, ἄγυρις, ἡ ἄθροισις. Ἀγύρται: Λωποδύται, ἐπαῖται, φιλοκερδεῖς. Καὶ Ἀγύρτης, εἶδος βώλου, καὶ ὁ ἀλαζὼν, καὶ ὁ ἀπατεών· παρὰ τὸ ἀγείρω, τὸ περιϊέναι καὶ περινο‐ στεῖν ἐπὶ νίκῃ, ἢ ἑτέρῳ τινὶ τοιούτῳ. Λέγονται δὲ
35ἀγυρτικὰ καὶ τὰ χυδαῖα ψεύσματα. Ἀγχίαλος: Ἡ μὲν πόλις ὀξύνεται· ὁ δὲ παρα‐ θαλάσσιος τόπος προπαροξύνεται. Ἀγχαυρόν: Οἷον, Ἦμος δ’ ἀνέρες ὕπνον ἀπ’ ὀφθαλμῶν ἐβάλοντο
40 ἀγρόται· οἵτε κύνεσσι πεποιθότες, οὔποτε νύκτα ἀγχαυρὸν κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς. Σημαίνει δὲ τὸ καλούμενον λυκόφως, τὸ ὀρθρινὸν, τὸ πλησίον τῆς αὔρας· ἀγχίαυρος, καὶ ἀγχαυρός. Αὖρα δὲ ἡ ἡμέρα. Οὕτως εὗρον εἰς τὰ σχόλια τῶν Ἀρ‐
45γοναυτικῶν τοῦ Ἀπολλωνίου.
45 Ἀγχιστίνη: Ἀπὸ τοῦ ἄγχιστος ἀγχιστῖνος καὶ ἀγχιστῖναι. Τὸ δὲ ἄγχιστος ἔστιν ὑπερθετι‐ κόν· γίνεται δὲ ἀπὸ τοῦ ἀγχοῦ ἀγχότερος, ἀγχίων, ἄγχιστος. Καὶ ἀγχιστίνδην, τὸ κατὰ ἀγχι‐ στείαν.

14

(50)

Ἄγχι: Παρὰ τὸ ἀγχοῦ ἀγχόθι, ἄγχι κατὰ

14

(50)

συγκοπήν. Σημαίνει τὸ πλησίον. Τὰ παρὰ τὸ ἄγχι καὶ ἐρι καὶ ἀρι καὶ τὴν ἀμφὶ καὶ ἀντὶ καὶ ἐπὶ προθέσεις διὰ τοῦ ι γράφεται· ἀρίδηλος, ἐρι‐ βρεμέτης, ἀμφίρρυτος, ἀντίθεος, ἀγχίθεος, Ἀγχί‐ σης, ἀγχίμαχος. Τὸ γὰρ ἀγχέμαχος ἐτράπη δι’
55εὐφωνίαν τὸ ι εἰς ε. Τὰ δὲ παρὰ τὸ ἄγχι σύνθετά εἰσι, χωρὶς τοῦ Ἀγχίσης. Ἀπὸ γὰρ τοῦ ἄγχι
παρήχθη, καὶ ἔστιν ἁπλοῦν. Ἄλλως τε τὰ διὰ τοῦ ΙΣΗΣ διὰ τοῦ ι γράφεται, Ἀντίσης, Ἀμφίσης,

15

Ἀγχίσης, Ἐρίσης, ὀνόματα κύρια, Κυρίσης, ποταμὸς Κελτικῆς· Τιπενίσης, ἐθνικόν. Ἀγχινεφὴς ἦν ἡ ἀχλύς. Ἀγχηστίναι: Πλησίον ἀλλήλων καὶ πυκναὶ,
5παρὰ τὸ ἀγχοῦ.
5 Ἀγχίσης: Παρὰ τὸ ἄγχι (τὸ ἐγγὺς) γενέσθαι τῆς Ἀφροδίτης. Ἀγχίμολον: Ἐγγὺς, πλησίον· παρὰ τὸ ἄγχι καὶ τὸ μολῶ, τὸ παραγίνομαι.
10 Ἀγχιμαχητής: Συστάδην καὶ ἐκ τοῦ σύνεγγυς μαχόμενος. Ἄγχω: Παρὰ τὸ ἄγω, πλεονασμῷ τοῦ χ. Οὐδὲν γάρ ἐστιν ἄλλο τὸ ἄγχω ἀλλ’ ἢ ἄγω, τὸ τὴν φά‐ ρυγγα συνάγω, πνίγω.
15Ἄγχε δέ μιν πολύκεστος ἱμάς.
15Ἀγχώμαλον: Παρὰ μικρὸν ἴσα ἐγγὺς τοῦ ὁμα‐
15λοῦ, ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγὺς, καὶ τοῦ ὁμαλὸν γέγονε. Τὰ δὲ παρὰ τὸ ὁμαλὸς συντιθέ‐ μενα διὰ τοῦ ω μεγάλου γράφεται· οἷον ἀνώμαλος, κατώμαλος, καὶ ἀγχώμαλος. Ἀγχλάσας: Ἀναχαλάσας, ἀνακουφίσας, ἀνα‐
20βαστάσας. ἄγω σημαίνει δʹ· τὸ πορεύομαι, ὡς τὸ, Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην. Καὶ τὸ κλάνω· ὡς τὸ, Ἆξον δὴ ἔγχος Διομήδεος.
25Καὶ τὸ φέρω, ὡς τὸ,
25Εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκη.
25Καὶ ἀγῶ περισπωμένως τὸ ἐκπλήττομαι, συζυγίας βʹ· γίνεται δὲ ἐκ τοῦ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν. Τὰ γὰρ τῆς βʹ συζυγίας τῶν περισπωμένων ὡς ἐπὶ τὸ πλεῖστον ἀπὸ τῶν εἰς η θηλυκῶν γίνεται. Ἀγυιεύς: Ὁ πρὸ τῶν θυρῶν ἱστάμενος ἐν σχή‐
30ματι κίονος βωμός. Ἀγυιῆται: Κωμῆται, γείτονες. Ἄγυρις: Σύνοδος, συναγωγὴ στρατοῦ. Ἀγχήρης: Ἐγγύς. Ἀγχιβαθής: Ἡ μὴ ἔχουσα κλύσμα θάλασσα,
35ἀλλ’ εὐθὺς βυθόν· ἡ ἐγγὺς τῆς γῆς βαθεῖα. Ἀγχίβοιον: Μέγα ἐγγὺς [βοός]. Ἀγχιβλώς: Ἄρτι παρών. Ἀγχίστροφος: Εὐμετάβολος. Ἀγωνισμός: Ἀντιλογία, ἀγωνία· καὶ ἡ ἄθλησις.
40 Ἀγώμενος: Θαυμάζων, ἐκπληττόμενος· οἷον, Ἠνορέην ὑπέροπλον ἀγώμενος. Ἐκ τοῦ ἀγάω ἀγῶ τὸ θαυμάζω. Ἀγωνία: Ἐπὶ τοῦ εἰς ἀγῶνα μέλλοντος κατιέναι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς φόβου. Οὕτως
45Ὠρίων.
45 Ἀγών: Οὐχ εὗρον αὐτοῦ ἐτυμολογίαν· ἐγὼ δέ φημι, παρὰ τὸ ἄγω γίνεται ἀγὼν, ὁ φέρων πολλὴν ὄχλησιν καὶ ἀδημονίαν. Σημαίνει εʹ· ἀγὼν, ὁ τόπος· Λείηναν δὲ χορὸν, καλὸν δ’ εὔρυναν ἀγῶνα. Ἀγὼν καὶ τὸ πλῆθος τῶν θεατῶν·

15

(50)

Λῦτο δ’ ἀγών.

15

(50)

Ἀγὼν καὶ τὸ ἄθροισμα·
Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν, καὶ Παλλὰς Ἀθήνη. Ἀγὼν καὶ τὸ ἆθλον, καὶ ὁ ναός· Θεῖον δύσονται ἀγῶνα. Οὕτως εὗρον σχόλια ἐν ὑπομνήμασιν Ἰλιάδος. Ἐγὼ
55δὲ εὗρον τὸν ἀγῶνα ἐτυμολογούμενον οὕτως. Ἀγὼν
55λέγεται ὁ κυκλοτερὴς καὶ γωνίαν οὐκ ἔχων τόπος. Οἱ δὲ, ἀπὸ τοῦ συνάγεσθαι. Ἀγωνιστήριον: Τόπος ἐν ᾧ ἀγωνίζονται· καὶ ἀγωνίσματα, ἔπαθλα.

16

Ἀδαήμων: Ἄπειρος, ἀνεπιστήμων. Ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, δαῶ δαήσω δαήμων, καὶ ἀδαήμων· Δαίω δαῶ, συστολῇ τοῦ ι, καὶ μεταθέσει τοῦ τόνου.
5 Ἀδαξῆσαι: Σημαίνει τὸ κνῆσαι· καὶ ἀδαγμὸς, κνησμός. Ἀδδεές: Ἄφοβε. Ἀπὸ τοῦ δέος, ὃ σημαίνει τὸν φόβον, γίνεται δεὴς, καὶ ἀδεής· καὶ τὸ θηλυκὸν, ἀδεής· τὸ οὐδέτερον, ἀδεὲς, καὶ πλεονασμῷ ἑτέρου δ, ἀδδεές.
10Ἀδελφός: δελφὺς λέγεται ἡ μήτρα· καὶ μετὰ
10τοῦ α, τοῦ σημαίνοντος τὸ ὁμοῦ, γίνεται ἀδελφὸς, οἱονεὶ ὁμόδελφός τις ὢν, ἐκ τῆς αὐτῆς δελφύος, ἤγουν μήτρας. Καὶ ἀδελφίζειν, τὸ ἀδελφὸν κα‐ λεῖν. Ἰστέον, ὅτι τὰ εἰς ΔΟΥΣ λήγοντα εἰς ΟΥ ἔχει τὴν γενικὴν, οἷον ἀδελφιδοῦς ἀδελφιδοῦ, θυγατριδοῦς
15θυγατριδοῦ. Γέγονε δὲ ἀπὸ τοῦ ἀδελφίδεος καὶ θυ‐ γατρίδεος κατὰ συγκοπήν· οὐχ, ὥς τινες λέγουσι, τὸ ἐναντίον, ἀπὸ τοῦ ἀδελφιδοῦς, ἀδελφίδεος. Οὐδέποτε γὰρ ἡ εὐθεῖα διαλύεται. Τὸ γὰρ εἷς ἕεις πλεο‐ νασμὸν ἔχει τὸ ε. Πρὸς δὲ τοὺς λέγοντας, ὅτι εἰ
20γέγονε τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἀπὸ τοῦ ἀδελ‐ φίδεος καὶ θυγατρίδεος ἔδει ὀξύνεσθαι, λέγομεν, ὅτι πρὸς τὸν χαρακτῆρα τῶν εἰς ΟΥΣ ἁπλῶν περισπῶνται. Ἀδέκαστος: Δίκαιος, ἀδωροδόκητος. Παρὰ τὸ δέχω, δέδεγμαι, δεκαστός· καὶ ἀδέκαστος, ὁ μὴ δε‐
25χόμενος πρόσωπον ἢ δῶρα. Ἀδευκής: Ὁ ἄγνωστος καὶ ἀπροσδόκητος. Παρὰ τὸ δείκω, τὸ δεικνύω, δεικὴς καὶ ἀδεικής· καὶ τροπῇ τοῦ ι εἰς υ ἀδευκής. Οὕτως Ὠρίων. Οἷον, Ὁ δ’, ἐνὶ ψαμάθοισιν ἐλυσθεὶς,
30 μοῖραν ἀνέπλησεν· τὴν γὰρ θέμις οὔποτ’ ἀλύξαι θνητοῖσι· πάντη δὲ περὶ μέγα πέπταται ἕρκος. Ὣς τὸν ὀϊόμενόν περ ἀδευκέος ἔκτοθι ἄτης, ἀπεοικυίας, ἢ πικρᾶς. Δεῦκος γὰρ τὸ γλυκύ· ὅθεν καὶ Πολυδεύκης ἐκλήθη. Καὶ γὰρ ζῶν εὐεργετικώ‐
35τατος ἦν, καὶ ἀπαθανατισθεὶς μετὰ τοῦ ἀδελφοῦ
35τοὺς ναυτικοὺς σώζει.
35 Ἀδέψητον: Ὠμὸν, ἀνέργαστον. Ἀπὸ τοῦ δεψῶ, δεψήσω· ἀπὸ τοῦ ἕψω. Ἁδεῖν: Τὸ ἀρέσαι· ἀπὸ τοῦ ἄδω τὸ ἀρέσκω. Ἢ ἀπὸ τοῦ ἥδω, ὁ μέλλων ἥσω, ὁ βʹ ἀόριστος ἅδον. Ἐξ οὗ
40Ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων.
40Ὁ μέλλων βʹ ἁδῶ· καὶ τὸ ἀπαρέμφατον ἁδεῖν, οἷον τὸ εἰς ἡδονὴν κινεῖν. Λέγεται δὲ καὶ τὸ πονεῖν. Καὶ ἡ δεῖνα. ἄδην τὸ κεκορεσμένως, καὶ εἰς πλήρωσιν ἄγον. Ἔστιν ἑῶ τὸ δηλοῦν τὸ κορεννύω, ὡς τὸ,
45Ἐπεί χ’ ἑῶμεν πολέμοιο·
45ἐξ οὗ παράγωγον ἕδω, καὶ ἥδω καὶ ἄδην ἐξ αὐτοῦ.
45Δηλοῖ δὲ καὶ τὴν ἡδονὴν, οἷον Ἥσατο δ’ αἰνῶς, ἀντὶ τοῦ ἐτέρφθη. Λαμβάνεται δὲ καὶ τὸ τερ‐ φθῆναι ἐπὶ τοῦ κορεσθῆναι· οἷον, Αὐτὰρ ἐπεὶ σίτοιο τάρφθεν.

16

(50)

Ἢ ἀπὸ τοῦ ἄω ὦ, ἄεις ᾆς, ἄει ᾆ, τὸ δηλοῦν τὸ

16

(50)

αὐτό· οἷον,

16

(50)

Ἄσειν ἐν Τροίῃ ταχέας κύνας.

16

(50)

Γίνεται ῥηματικὸν ὄνομα ἦδος, καὶ ἄδος. Καὶ ἄδην ἐξ αὐτοῦ. Οὕτως Ὠρίων. Ἀδάμας: Ἄπονος, ἀπαθής. Λέγεται δὲ καὶ τὸ ἐν τῷ χρόνῳ στερρότατον· καὶ ὁ ὑοσκύαμος παρά τισι, καὶ ὄρος.
55Ἄδδιξ: Μέτρον τετραχοίνικον.
55Ἄδεια: Ἀφοβία, εὐδία· καὶ ἀδείη, ἀναίδεια,
55ἀφοβία. Καὶ ἀδειὴς, ἄφοβος, ἄτρεπτος· καὶ ἀδεισία, ἀφοβία. Ἀδελφά: Ὅμοια. Ἀδελφίζειν: Τὸ τιμᾶν ὡς ἀδελφόν. Ἀδελ‐

17

φὸν, τὸ κοινόν· καὶ ἀδελφιξία, κοινωνία. Ἀδελ‐ φιδοῖ, οἱ ἀδελφῶν υἱοί. Ἀδένες: Συστροφαὶ σαρκώδεις περὶ τὸν τρά‐ χηλον καὶ βουβῶνας.
5Ἀδεύητον: Χαλεπὸν, ἢ οὗ ἄν τις ἐπιδεηθείη.
5 Ἀδευκεῖ: Ἀπεοικότι, ἢ ἀδευεῖ, ἢ αἰσχρῷ. ἀδευκὲς, ἄμορφον, ἄγνωμον, οὐκ ἐοικὸς, χαλεπὸν, ἀνόμοιον, ἀνοίκειον. Ἀδημονεῖν: Ἀλύειν καὶ ἀπορεῖν, ἀμηχανεῖν. Ἀδημονίη: Θαῦμα.
10 Ἀδηνέως: Ἀδόλως καὶ ἁπλῶς· ἢ χωρὶς βουλῆς. Ἄδην: εἰς κόρον ἱκανῶς. Καὶ ἀδηκορέας: ὑπερκορεῖς. Ἀδηνές: Ἄκακον, ἀπρονόητον. Ἄδδην: Παρὰ τὸ δὴν τὸ ἐπὶ πολύ· καὶ μετὰ
15τοῦ ἀθροιστικοῦ α ἄδδην, πλεονασμῷ τοῦ δ.
15Ἀδηφάγος: Παρὰ τὸ ἄδην τὸ δαψιλῶς, καὶ τὸ
15φήγω ἢ φαγεῖν, ἀδηφάγος, ὁ δαψιλῶς ἐσθίων. Ἄιδης: Χωρίον ἀφεγγὲς, σκότους αἰωνίου καὶ ζόφου πεπληρωμένον. Παρὰ τὸ εἴδω τὸ βλέπω, εἴδης· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀείδης, ἐν ᾧ οὐδὲν βλέπομεν. Ἄιδης γάρ ἐστιν ἡ σκοτεινὴ οἰκία.
20Καὶ κράσει τοῦ ἄλφα καὶ ε εἰς ἄλφα μακρὸν, ᾅδης· καὶ μένει τὸ ι προσγεγραμμένον. Ἀδηκότες: Κεκμηκότες, δαμασθέντες, ἀδημο‐ νοῦντες, τουτέστιν ὑπὸ κόπου ἀηδῶς διακείμενοι. Ἀηδῶ οὖν ἀηδήσω.
25 Ἀδῄωτον: Ἀπόρθητον· παρὰ τὸ δῃῶ, ὃ ση‐ μαίνει τὸ πορθῶ. Τοῦτο παρὰ τὸ δαίω τὸ κόπτω, τροπῇ τοῦ α εἰς η μετὰ περισπωμένου τόνου δῃῶ. Ἀδινός: Παρὰ τὸ ἄδην ἐπίρρημα γίνεται ἀδι‐ νὸς, ἀδιάλειπτος. Τὸ συγκριτικὸν ἀδινώτερος. Παρὰ
30τὸ ἄδην ἐπίρρημα, ὂ σημαίνει τὸ ἀδιαλείπτως καὶ πλῆρες, γίνεται ἀδινός· τὸ θηλυκὸν ἀδινή· καὶ ἀδι‐ νῶν, καὶ ἀδινάων. Τὰ δὲ εἰς ΝΟΣ ὀξύτονα ἀπὸ ἐπιρρημάτων γινόμενα διὰ τοῦ ι γράφεται· ἄδην, ἀδινός· πύκα, πυκινός. Καὶ ἀδινῷ μύθῳ, τῷ
35οἰκτρῷ, παρὰ τὸ ἄδην, ἢ ἄρδην. Καὶ ἀδινώτερον, τὸ ἀθρόως, ἢ οἰκτρότερον. Μελισσάων ἀδινάων, τῶν ὁμοῦ καὶ ἀθρόως πετομένων. Ἀδινὰ μῆλα, τὰ μὴ μεγάλα. Σημαίνει [δὲ] ἡ λέξις καὶ ἐλεεινὸν, οἰκτρὸν, ἁπαλόν.
40Ἀδήριτος: Χωρὶς μάχης καὶ ἀφιλόνεικος. Ἐκ
40τοῦ δῆρις δηρίω· ὁ παθητικὸς παρακείμενος δεδή‐ ριμαι· τὸ γʹ, δεδήριται· καὶ ἐξ αὐτοῦ δηριτὸς, καὶ ἀδήριτος. Τὰ δὲ διὰ τοῦ ΙΤΟΣ ἀποστρέφονται τὴν ΕΙ δίφθογγον· χωρὶς εἰ μὴ ὦσι σύνθετα παρὰ τὸ κλειτός. Ἀδίοπον: Ἄναρχον καὶ ἀφύλακτον.
45 Ἄδδιξ: Μέτρόν τι οἶμαι τετραχοίνικον. Ἀδικίου: Ὄνομα δίκης κατὰ τῶν ὁπωσοῦν ἀδι‐ κούντων. Τῆς δὲ δίκης τὸ τίμημα ἀργύριόν ἐστιν ἀποτιννύμενον ἁπλοῦν. Ἀδμολίη: Παρὰ τὸ εἴδω τὸ γινώσκω, ἴδμων

17

(50)

ἴδμονος· ἰδμονία, καὶ ἀϊδμονία· καὶ συγκοπῇ καὶ τροπῇ ἀδμολίη, ἡ ἄγνοια. Ἀδμῆτιν: Ἀδάμαστον, νέαν, ἄζευκτον. Παρὰ τὸ δμῶ, ὁ μέλλων δμήσω, δέδμηκα, δέδμημαι· δμή‐
55της, καὶ ἀδμήτης. Ἢ παρθένον ἄζυγα, ἢ πρωτό‐ ζευκτον. Καὶ ἀδμῆτες, ἀδάμαστοι, ἄζευκτοι. Ἀδολεσχία: Ἀδολεσχίαν ἐκάλουν μέν τινες καὶ τὴν φλυαρίαν· ἐτάττετο δὲ τοὔνομα ἐπὶ τῶν τὰ

18

μετέωρα λεσχηνευόντων· οὐκ ἀπὸ τῆς ἀηδίας καὶ
1τῆς λέσχης συγκειμένης, ὥς τινες ἐξεδέξαντο, οὐδὲ τοῦ ἄδην ἐν ποιήμασι πολλοὺς φυσιολογῆσαι, ἀλλ’ ἀπὸ τοῦ ἁδεῖν τοῦ σημαίνοντος τὸ ἀρέσαι. Ἡ οὖν
5τῶν ἀρεσκόντων καὶ αὐτοῖς δοκούντων διάλεξις ἀδολε‐ σχία ἐκαλεῖτο· διὰ τὸ μὴ ἐκ κοινῆς ὁρμᾶσθαι δόξης τὴν τοιαύτην ὁμιλίαν, ἀλλ’ ἐξ ἰδίας διαλέξεως καὶ ἀρεσκούσης ὑπολήψεως. Διὸ καὶ ἀδολέσχας τοὺς φυσικοὺς ἐκάλουν. Λέγω δ’ Ὦρον. Καὶ Σωκράτην
10“πτωχὸν ἀδολέσχην” ἔφη. Καὶ Εὔπολις· Ἀλλ’ ἀδολεσχεῖν αὐτὸν ἐκδίδαξον, ὦ σοφιστά. Ἢ παρὰ τὸ ἥδω τὸ εὐφραίνω· οὗ ὁ βʹ ἀόριστος ἅδον· καὶ ἐξ αὐτοῦ ἅδος ἡ εὐφροσύνη· καὶ ἔστι λέσχη ἡ φλυαρία· καὶ κατὰ σύνθεσιν ἀδόλεσχος, ὁ
15ἐν τῇ φλυαρίᾳ εὐφραινόμενος. Ἢ ἐκ τοῦ ἅδω τὸ
15ἀρέσκω, καὶ τοῦ λέσχη. Τοῦτο δὲ παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην· ἐπειδὴ τὸ παλαιὸν ἔθος ἦν, καὶ τῷ χειμῶνι τόπον εἶχον ἀποκεχωρισμένον, ἐν ᾧ πυρκαϊὰς ποιοῦντες, ἐν αὐτῷ καθεζόμενοι διημέρευον ἀδολεσχοῦντες καὶ φλυαροῦντες.
20Ἀδολέσχης ἀδολέσχου. Ὁ κανών· Τὰ ἀπὸ τῶν
20εἰς η θηλυκῶν εἰς ΗΣ γινόμενα ἀρσενικὰ, μὴ ἔχοντα οὐδέτερον εἰς ΕΣ, εἰς ΟΥ ἔχει τὴν γενικήν. Τὸ δὲ ἀδολεσχῶ σημαίνει δί· τὸ φιλοσοφῶ· Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Τὸ παίζω·
25Ἐξῆλθεν Ἰακὼβ ἀδολεσχῆσαι εἰς τὸ πεδίον.
25Τὸ φλυαρῶ·
25 Τί ἀδολεσχεῖς, ἄνθρωπε; Καὶ τὸ ὀλιγωρῶ· Ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ἀδολέσχης: Μακρολόγος. Ἅδον: Ἀρέσκειαν σημαίνει, καὶ γνώμην· ἢ
30κόρον, ἢ κόπον.
30Ἀδίοπον: Ἄναρκτον καὶ ἀφύλακτον. Δίοποι
30γὰρ λέγονται οἱ τῆς νεὼς φύλακες.
30 Ἀδίστονον: Οἰκτρὸν στένοντα. Ἀδμεύειν: Ὑγιαίνειν. Ἀδμενίδες: Δοῦλαι. Ἀδμωλεῖν: Ἀγνοεῖν, ἢ ἀγανακτεῖν· ἀγνωμονεῖν καὶ ζητεῖν.
35 Ἀδράφαξυς: Λάχανόν τι ἄγριον. Ἁδρεύς: Δαίμων τὶς τῶν περὶ τὴν Δήμητραν, ἀπὸ τῆς τῶν καρπῶν ἁδρύνσεως. Ἀδρακής: Ὁ τυφλός. Ἀδόροις: Ἀντίμαχος·
40 Ἐν δ’ ἀδόροισι χέειν εὐίλατον ἄλφι. Δόρυ γὰρ λέγεται παρὰ τὸ ἐκδεδάρθαι δόρος· καὶ δόροι, κατὰ πλεονασμὸν ἄδοροι. Ἢ ἀντὶ τοῦ κακό‐ δοροι. Οὕτως Ἡρωδιανός. Λέγονται δὲ καὶ κώρυ‐ κοι, θύλακοι, ἀσκοί· οἷον οὐ δεδαρμένοι.
45Ἁδρός: Ὁ χονδρός· παρὰ τὸ ἥδω τὸ εὐφραίνω.
45Ἡδόμεθα γὰρ τοῖς μεγάλοις καὶ χονδροῖς. Ἀδραστειδῶν: Ἄδραστος κύριον· Ἀδραστίδης, Ἀδραστιδῶν· καὶ πλεονασμῷ τοῦ ε, Ἀδραστεϊδῶν θάλος. Ἁδρύνω: Τὸ αὐξάνω·

18

(50)

Τὴν μὲν ὅθ’ ἁδρύνηται·

18

(50)

Νίκανδρος.

18

(50)

Ἀδρανής: Ὁ ἀνίσχυρος, καὶ μὴ πρᾶξαί τι δυνάμενος· ὅθεν καὶ ἀδράνεια, ἡ ἀσθένεια. Δραίνω τὸ πράττω· Ὅμηρος, Εἴ τι δραίνεις. δρανῶ· ὁ βʹ ἀόριστος, ἔδρανον. Ἐξ αὐτοῦ δρανής·
55καὶ μετὰ τοῦ στερητικοῦ α, ἀδρανής.
55Ἀδρίας: Τὸ πέλαγος. Διονύσιος Σικελίας
55τύραννος, ὃς πρότερον ἐπὶ τῇ Ὀλυμπιάδι πόλιν ἔκτι‐ σεν Ἀδρίαν ἐν τῷ Ἰωνικῷ κόλπῳ, ἀφ’ ἧς καὶ τὸ πέ‐ λαγος Ἀδρίας καλεῖται. Εὔδοξος δὲ ἐν τῷ θʹ τῶν

19

ἱστοριῶν τὸ πέλαγος καὶ τὴν πόλιν ὀνομασθῆναι Ἀδρίαν [φησὶν] ἀπὸ Ἀδρίου τοῦ Μεσαππίου τοῦ Παύσωνος. Φλέγων ἐν Ὀλυμπιάσιν. Οὕτως Ὠρίων. Ἀδύτῳ: Τῷ ἐνδοτάτῳ καὶ θειοτάτῳ μέρει τοῦ
5ναοῦ. Ἄδυτα γὰρ καλοῦνται οἱ τόποι τῶν ἱερῶν, εἰς
5οὓς οὐκ ἔξεστιν εἰσιέναι οὐδὲ εἰσδῦναι πᾶσιν. Ἀπὸ τοῦ δύω τὸ εἰσέρχομαι, δῦμι δύσω δέδυκα δέδυμαι δέδυται, δυτὸς καὶ ἄδυτος· καὶ τὸ οὐδέτερον ἄδυτον. Ἄδυτα οὖν τὰ ἀφανῆ καὶ μύχια τῶν ἱερῶν, οἷον ὀροφαὶ, οἶκοι ὑπόγειοι σκοτεινοί.
10Ἄδωνις: Παρὰ τὸ ᾄδω τὸ ψάλλω· ἢ παρὰ τὸ
10ἥδω τὸ εὐφραίνομαι. Τὸ ΔΩ, μέγα. Διατί; Τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων κατὰ πρόσληψιν συλλαβῆς γινόμενα ὀνόματα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον ζῶ, ζωή· φῶ, φωνή· ᾄδω, Ἄδωνις κύριον. Δύ‐ ναται [καὶ] ὁ καρπὸς εἶναι ἄδωνις· οἷον ἀδώνειος
15καρπὸς, ἀρέσκων.
Ἀδωνηΐς: Χελιδὼν, καὶ ἡ θρίδαξ.
20 Ἀδωνιασμός: Ὁ ἐπὶ τῷ Ἀδώνιδι θρῆνος. Ἀδώνεια: Ἑορτὴ ἀγομένη Ἀφροδίτῃ. Ἄεθλον: Ἀπὸ τοῦ ἐθέλω· ἔθελόν τι ὄν· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀέθελον, τὸ πάνυ θελητόν· καὶ συγκοπῇ, ἄεθλον· καὶ κράσει τοῦ α ε ἆθλον. Καὶ
25τὸ ἀρσενικὸν ὁ ἆθλος λέγεται καὶ ὁ ἄεθλος. Ἢ παρὰ τὸ τλῶ τὸ καρτερῶ, τλὸν καὶ ἆτλον· καὶ τροπῇ ἆθλον. Τὸ δὲ ἄεθλον, ἀρσενικῶς μὲν λεγόμενον, τὸν τόπον καὶ τὸ ἀγώνισμα δηλοῖ· οἷον, Οὗτος μὲν δὴ ἄεθλος ἄατος.
30οὐδετέρως δὲ, τὸ ἐπὶ ἀγῶνος διδόμενον·
30 Νηῶν δ’ ἐκφέρετ’ ἄεθλα, λέβητάς τε, τρίποδάς τε. Καὶ ἀπὸ τούτου γίνεται ἀεθλεύειν τὸ ἀγωνί‐ ζεσθαι. Ἀέκητι: Ἀβουλία. Ἔστι ῥῆμα ἀεκάζω· ἐξ αὐτοῦ ἐπίρρημα ἀεκαστὶ, ὡς Δωρίζω Δωριστί· καὶ
35κατὰ ἀποβολὴν τοῦ ς, ἀεκατί· καὶ τροπῇ Ἰωνικῇ,
35καὶ ἀναβιβάσει τοῦ τόνου, ἀέκητι. Ἡ γὰρ ἀπο‐ βολὴ πολλάκις ἀναβιβάζει τοὺς τόνους. Ἀεκήλια ἔργα: Κατὰ ἀπόφασιν τοῦ ἑκήλου· ἐφ’ οἷς οὐχ οἷόν τε ἡσυχάζειν, οἷον οὐχ ἥσυχα οὐδ’ εἰρηναῖα, ἀλλὰ ταραχώδη· ἢ ἀκούσια, ἃ οὐκ ἄν τις
40ἑκὼν πάθοι.
40 Ἀέκων: Ἀπὸ τοῦ εἴκω τὸ θέλω, ἡ μετοχὴ ἑκὼν, παραλόγως, καὶ σεσημείωται· ἐν δὲ τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀέκων· καὶ κράσει τοῦ α ε, ἄκων, μὴ θέλων. Ἄελλα: Συστροφὴ ἀνέμου ἡ ἄγαν εἰλοῦσα,
45[ἀπὸ τοῦ ἄειν καὶ εἰλεῖν·] ἢ παρὰ τὸ ἀῶ τὸ πνέω, ὁ μέλλων, ἀήσω, καὶ ἀέσω· καὶ ἐξ αὐτοῦ ἄελα καὶ πλεονασμῷ ἑτέρου λ ἄελλα, ὡς τὸ θύελλα. Ἔστι δὲ ὄνομα προσηγορικὸν καὶ ῥηματικόν· καὶ προπαρο‐ ξύνεται. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΛΑ

19

(50)

ὑπὲρ βʹ συλλαβὰς, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς λ καταλήγουσαν, ἅπαντα προπαροξύνεται· οἷον, δίκελλα, μάκελλα, Σίβυλλα, Πρίσκιλλα, Φαλκώ‐ νιλλα. Καὶ ἄελλαι, φωναὶ, παρὰ Σοφοκλεῖ ἐν Φαίδρᾳ.
55Ἀελλής:
55Κονίσαλος ὄρνυτ’ ἀελλής.
55Ἀελλώδης, κονιορτώδης· παρὰ τὸ ἕλλω, ἢ παρὰ τὸ εἰλῶ τὸ συστρέφω, ἀποβολῇ τοῦ ι, γίνεται ἐλλής: καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ὥσπερ ἀτερπής. Ἐξ οὗ καὶ τὸ ἀολλίζω, τὸ συναθροίζω.

20

Ἀελλάδων: Ταχέων. Ἀέλλεται: Πνεῖ. Ἀέλλας: Ἀνέμους, καὶ ἄτακτα πνεύματα, καὶ αἰγίδας· οἱ δὲ, τὰς μεγάλας εἰλήσεις καὶ συστροφάς.
5Ἀελλές: Ἀθρόον καὶ ὁμόσε.
5 Ἀεκαζόμενοι: Ἄκοντες ἀρνούμενοι, ἀνιώμενοι. Ἀελλόποδες: Ἐλαφροὶ, κοῦφοι, ταχεῖς, ὀξεῖς, ἀνεμόποδες. Ἄελλον γὰρ τὸ ταχύ. Ἀέναον: Πολλὸν, ἀείρυτον, πολυχρόνιον· καὶ ἀενάων, ἀεὶ ὑπαρχόντων.
10Ἀερτάζειν: Βαστάζειν.
10 Ἄετμα: Φλόξ· οἱ δὲ, τὸ πνεῦμα. Ἀέσσαμεν: Κατεκοιμήθημεν· καὶ ἀέσκοντας, κοιμωμένους· καὶ ἀέσκοντο, ἀνεπαύοντο. Ἀετώσιον: Λύπῃ μεμιγμένον· οἱ δὲ, οὐ κατὰ προαίρεσιν.
15Ἀελλόπος: Ἰστέον ὅτι τὰ παρὰ τὸ ποὺς συν‐
15τεθέντα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίσιν, καὶ διὰ τοῦ ΔΟΣ κλίνεται· οἷον, ποὺς ποδὸς, Οἰδίπους Οἰδί‐ ποδος. Τὰ γὰρ κατὰ ἀποβολὴν τοῦ ς ποιοῦντα τὴν γενικὴν Ἀττικά εἰσιν· οἷον ὁ τρίπους τοῦ τρίπου, καὶ ὁ Οἰδίπους τοῦ Οἰδίπου. Ἰστέον ὅτι τὰ παρὰ τὸ
20ποὺς ἀποβάλλει τὸ υ κατὰ τὴν εὐθεῖαν·
20 Ὦρτο δ’ ἀελλόπος· ἢ τρίπος, ἠὲ γυνή. Οὕτως ὁ Χοιροβοσκός. Ἀελπτέοντες: Ἀνελπιστοῦντες, οὐκ ἐλπίζον‐ τες. Ἀπὸ τοῦ ἔλπω, ἀέλπτω· καὶ ἄελπτον,
25ἀπροσδόκητον ἐχθρόν.
25Ἀέντες: Ἔστιν ἀῶ περισπώμενον· καὶ δῆλον
25ἐκ τοῦ ἄησις καὶ ἄημι. Καὶ οἱ Αἰολεῖς τὴν ἀῶν μετοχὴν, καθὰ ποιῶν καὶ φιλῶν, ἀεὶς ἐροῦσιν, ὡς φιλεὶς καὶ ποιείς. Καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἀέντες· ἡ γενικὴ, ἀέντων, ὡς ποιέντων· οἷον καὶ Ἀνέμων μένος ὑγρὸν ἀέντων.
30Εἰ δὲ ἦν βαρύτονον, ἄεντες ἂν ἐρρήθη. Οὕτω Φίλων
30εἰς τὰ ῥηματικὰ αὐτοῦ. Πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες. Ἀέναος: Νάω τὸ ῥέω, νάος· ἐν συνθέσει ἀέ‐ ναος, ὁ ἀεὶ ῥέων. Ἀέξει:
35Ἀνδρὶ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει.
35Αὔξει. Καὶ ἀέξετο, αὔξησιν ἐλάμβανεν, ᾔρετο, ὑψοῦτο ὁ ἥλιος. Ἀπὸ τοῦ ἔχω τοῦ σημαίνοντος τὸ ἐλαύνω, ὁ μέλλων, ἕξω, καὶ ἀέξω.
40 Ἄερθεν: Ἤιρθησαν. Ἀπὸ τοῦ ἀείρω, ἀερῶ, ἄερκα, ἄερμαι, ἀέρθην, ἀέρθησαν καὶ ἄερθεν, ὡς τὸ κόσμηθεν, ἀντὶ τοῦ ἀνέστησαν, ὥρμησαν. Ἀερσίποδες: Ἵπποι ἀερσίποδες.
45Αἴροντες εἰς ὕψος τοὺς πόδας, ταχεῖς. Ἀπὸ τοῦ
45ἀείρω ἀερῶ, ἀερίποδες· καὶ πλεονασμῷ τοῦ ς, ἀερσί‐ ποδες. Ἢ ἀείρω τὸ κουφίζω, ὁ μέλλων, ἀερῶ· Αἰολικῶς, ἀέρσω· καὶ ἐξ αὐτοῦ ἀερσίπους. Ἀερσίφρων: Ἐγειρόφρων, ἐπαίρων τὰς φρένας. Ἄεσιν: Πόνον, βλαβήν· καὶ ἀεσίφρων, βλα‐

20

(50)

ψίφρων· ἢ ὀξύφρων, κρυφόνους, καὶ κακόφρων. Καὶ

20

(50)

ἀεσιφροσύνας ὁμοίως. Ἀεσίφρων: Ὁ μὴ διεγηγερμένας ἔχων τὰς φρένας. Ἀῶ τὸ κοιμῶμαι· ὁ μέλλων, ἀέσω· ὅθεν καὶ ἀέσεται τὸ κοιμᾶται. Οὕτως Ὠρίων. Ἀετός: Παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἀϊτὸς, καὶ
55ἀετός. Ἢ παρὰ τὸ ἀεὶ ἐτεὸς εἶναι. Λέγεται γὰρ, ὅτι [ὁ] ἀετὸς ἐπὶ ἀληθοῦς σημείου ἀεὶ παρὰ τοῦ Διὸς πέμπεται. Ἀετὸς καὶ βοτάνη τις, καὶ τῶν κνημῶν

21

τοῦ τροχοῦ ἕκαστον σιδήριον· καὶ στέγασμά τι τῶν οἴκων, ἐμφερὲς τῇ πτήσει τοῦ ζῴου. Ἀείδω: Τὸ ΕΙ δίφθογγον· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ ἀοιδή. Εἴδω τὸ ἐπίσταμαι· καὶ μετὰ τοῦ
5ἐπιτατικοῦ μορίου α, ἀείδω, τὸ πάνυ ἐπίσταμαι. Τὸ
5δὲ εἴδω, συντεθὲν εἰς ὄνομα, ἀποβάλλει τὸ ε· νῆϊς, ὁ ἄπειρος· καὶ πολύϊδος· καὶ παραγόμενον, οἷον ἴδμων, ἴστωρ. Ἰστέον δὲ ὅτι κατὰ τὴν κοινὴν διάλεκτον τὰ ἀπαθῆ οὐ λέγεται, οἷον τὸ πατέρος καὶ μητέρος καὶ ἀνέρος, ἀλλὰ τὰ πεπονθότα, οἷον τὸ πατρός. Οὕτω
10καὶ τὸ ἀείδω ᾄδω, εἰς α μακρὸν, κράσει τοῦ ε α, καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν ΑΙ δίφθογγον. Διατί βαρύνεται; Τὰ εἰς ΔΩ ὑπὲρ δύο συλλαβὰς, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν, περισπᾶται· εἰ μὴ τύχοι ἡ ΕΙ δίφθογγος· ὀπηδῶ,
15ἀοιδῶ, ληρωδῶ, καὶ τὰ ὅμοια. Ἐξέφυγεν ἄρα τὸ ἀείδω καὶ ἐρείδω. Ἀειδέμεναι: Παραγωγὴ ποιητικὴ, οὐ Δωρικὴ διάλεκτος. Τὸ α τοῦτο συνεσταλμένον ἐστὶ παρὰ τῷ ποιητῇ· ἅπαξ δὲ ἐκτεταμένον, ἐν τῷ,
20Ἀείδει δεδαώς.
20ἀείδελον σημαίνει τὸν ἀόρατον. Ἔστιν εἴδω
20τὸ γινώσκω· ᾧ ἀντιπαράκειται τὸ οἶδα. Γίνεται εἴ‐ δελος, ὡς πέμπω πέμπελος· καὶ συνθέσει ἀείδελος, ὁ μὴ θεωρούμενος. Παρὰ δὲ Νικάνδρῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κεῖται. Περὶ οὗ ἐστὶν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀείδηλον γέγονε κατὰ συστολὴν τοῦ η εἰς ε·
25 Τοῦ δὲ τέρας περίσημον ἀείδελον ἐστήρικτο. Νίκανδρος. Ἐπὶ δὲ τοῦ ἀοράτου ἐχρήσατο τῇ λέξει Ἡσίδος περὶ τοῦ Αὐτολύκου. Φησὶ γὰρ, Ὅττι κε χερσὶ λάβεσκεν, ἀείδελα πάντα τίθεσκεν. Καὶ γὰρ ὁ αὐτὸς, κλέπτης ὢν, ἔκλεπτε τοὺς ἵππους,
30καὶ ἀλλοιοφανεῖς αὐτοὺς ἀπετέλει· ἐνήλλασσε δὲ
30τὰς χροιὰς αὐτῶν. Ζήτει εἰς τὸ ἀΐδηλον. Ἄειλα: Τὰ πολύσκια χωρία, κατὰ στέρησιν τῆς εἴλης. Ἀειλογία: Τὸ ἀεὶ λόγους καὶ εὐθύνας ὑπέ‐ χειν.
35Ἀειδέλιον: Κακὸν, κορυφαῖον, ἄδηλον. Ἀει‐
35δέλιος, κατάρατος.
35Ἀείδελον: Οὐ δῆλον, ἄμορφον, φοβερὸν, πονηρόν. Ἀεικέλιον: Δεινὸν, αἰσχρὸν, οἰκτρὸν, εὐτελές. Ἀεικίζει: Ἀπολλύει, φθείρει· οἱ δὲ, αἰκίζεται.
Καὶ ἀείκιον, τὴν αἰκίαν. Ἄειλα: Πεδία ἀνήλια. Ἔιλη γὰρ ἡ τοῦ ἡλίου
40αὐγή.
40Ἀείλλειν: Θωπεύειν καὶ αἰκάλλειν. Ἀεινεφίς: Τύφλωσις. Ἄειτον: Ταχύ. Ἄειρον: Ἄρρητον, ἀπαραίτητον, ἀθώπευτον. Ἀειτάδος: Ἄειχρος.
45 Ἀείφρουρος: Ἀεὶ διαμένων· ὁμοίως τίθεται καὶ ἐπὶ τοῦ διηνεκοῦς. Ἀεικής: Ὁ σκληρὸς, ὁ μὴ εἴκων. Ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, γίνεται εἰκής· καὶ μετὰ τοῦ στε‐ ρητικοῦ α, ἀεικὴς, ὁ μὴ ὑποχωρῶν καὶ ὑπείκων τινί.

21

(50)

Ἀφ’ οὗ τὸ,

21

(50)

Ἀεικέα λοιγόν. καὶ αἰκία· τὸ θηλυκὸν, ἡ ἀεικής. Ἔστι δὲ τρι‐ γενὲς, ὥσπερ ὁ εὐφυὴς, ἡ εὐφυὴς, τὸ εὐφυές. Καὶ ἀεικέσσι, βʹ ΣΣ ποιητικῶς. Λαμβάνεται δὲ ἐπὶ τοῦ ἀπρεποῦς·
55Σὸν γένος οὔ οἱ ἀεικὲς ἀνασσέμεν ἀνθρώποισιν.
55Οὕτως Ὠρίων.
55Ἀεικέλιος: Ἀπρεπὴς, σκληρὸς, ἀνόμοιος. Εἴκω
55τὸ ὁμοιῶ· ἐξ οὗ εἰκὼν, τὸ ὁμοίωμα· εἴκελος, εἰκέλιος, ὡς πέμπω πέμπελος· καὶ κατὰ στέρησιν τοῦ α, ἀει‐ κέλιος. Τὸ δὲ εἴκελος, εἰ μέν ἐστι σύνθετον, πάν‐

22

τοτε διὰ τῆς ΕΙ διφθόγγου γράφεται· εἰ δὲ ἁπλοῦν, διὰ τοῦ ι. Ἀεικέλιον: Τὸ ἀπεοικὸς καὶ σκληρόν· παρὰ τὸ εἴκω εἴκελον, καὶ ἀεικέλιον.
5Ἀεικίσσωσιν:
5Ἀεικίσσωσι δὲ νεκρόν.
5Ὥσπερ ἀπὸ τοῦ εὐγενὴς γίνεται εὐγενίζω, καὶ ἀπὸ τοῦ εὐτελὴς εὐτελίζω, οὕτω καὶ ἀπὸ τοῦ ἀεικὴς, ἀει‐ κίζω. Ἢ παρὰ τὸ αἰκίζω ἀεικίζω, πλεονασμῷ τοῦ ε· ἀεικίσω. Ἀεικίας: Τὰς ὕβρεις, καὶ ὑβριστικὰς αἰσχύ‐
10νας· ἀπὸ τοῦ αἰκίας, καὶ πλεονασμῷ του ε, ἀεικίας.
10 Ἄεισιν: Ἀῶ τὸ πνέω· παράγωγον τῶν εἰς ΜΙ, ἄημι· τὸ γʹ, ἄησι· τὸ δυϊκὸν, ἄετον ἄετον, καὶ κατ’ ἔκτασιν ἄητον. Οἷον, Τώ τε Θρῄκηθεν ἄητον. Τὸ γʹ τῶν πληθυντικῶν, ἄεισιν, Αἰολικώτερον· ἐχρῆν
15γὰρ ἀεῖσιν, ὥσπερ ἱεῖσιν·
15Ἄλλοτε δ’ ἄλλῃ ἄεισιν.
15 Ἀειρομένη: Ἀπὸ τοῦ ἀὴρ ἀέρος, ἀέρω, καὶ πλεονασμῷ τοῦ ι, ἀείρω· ἡ μετοχὴ ἀειρόμενος ἀειρο‐ μένη, κουφιζομένη, ἐπαιρομένη. Καὶ ἀεῖραι τὸ βα‐ στάξαι. Σημαίνει καὶ τὸ πρόσφερε· ὡς τὸ, Μή μοι οἶνον ἄειρε μελίφρονα.
20Ἀντὶ τοῦ φέρε· καὶ ἐπὶ τοῦ ἔπαιρε.
20 Ἀείζωτος: Ἄζωστος ναῦς ἔστιν ἡ ἀνυπήλιφος· ἀζώτους δὲ, τὰς ἀνασεσυρμένας γυναῖκας, ἢ ἀνετοί‐ μους, ἢ ἀναισχύντους. Ἅζω: Σημαίνει δύο· τὸ σέβομαι· ὅπερ ἀπὸ τοῦ
25χάζω τὸ ὑποχωρῶ γίνεται· ὃν γὰρ σεβόμεθα, τοῦτον καὶ ὑποχωροῦμεν. Δασύνεται· ἀναχωρήσαντος οὖν
τοῦ χ, ἔμεινεν ἀναλογοῦσα τῷ χ ἡ δασεῖα. Καὶ τὸ ξηραίνω, ὅπερ ψιλοῦται· ἀπὸ τοῦ ζῶ, κατὰ στέρησιν ἄζω· τὰ γὰρ ξηρὰ οὐ ζῇ, τὸ δὲ ζῶν καὶ ὑγρόν ἐστιν.
30Οὕτως Ὠρίων. Ὁ δὲ Ἡρωδιανὸς ἐν τῶ περὶ Παθῶν λέγει, ὅτι παράγωγόν ἐστιν ἀπὸ τοῦ ἄγος ἀγίζω καὶ κατὰ συγκοπὴν ἄζω, ὡς σκέλος σκελίζω, τεῖχος τει‐ χίζω. Πόθεν δὲ δῆλον; Ἐκ τοῦ τὸν Ἀλκμᾶνα εἰπεῖν ἀγίσδεο, ἀντὶ τοῦ ἄζεο.
35Ἄζη: Λέγεται ἡ ξηρασία, ὅτι τοῦ ζῆν καὶ θάλ‐
35λειν ἐστέρηται. Οὕτως Ὠρίων. Ἀζήν: Σημαίνει τὸν πώγωνα κατὰ Φρύγας, καὶ κλίνεται ἀζένος. Ἐκ τούτου λέγεται καὶ τὸ αἰζηὸς γίνεσθαι· καὶ ὤφειλε κλίνεσθαι διὰ τοῦ η ὡς μὴ ἔχον τὸ μ ἐπ’ εὐθείας· ἀλλὰ σεσημείωται, ὡς τὸ
40ἀδὴν ἀδένος· σημαίνει δὲ τὸν βουβῶνα. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ΗΝ ὀξύτονα, ἔχοντα ἐν τῇ παραλη‐ γούσῃ τὸ α, καὶ μέρος σώματος σημαίνοντα, ἢ πά‐ θος, τρέπει τὸ η εἰς ε· οἷον αὐχένος, ἀδένος, ἀζένος. Τὸ γὰρ λειχὴν οὐκ ἔχει τὸ α.
46 Ἀζηχές: Παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸ ἀδια‐ λείπτως, ἀδηχές· καὶ τροπῇ τοῦ δ εἰς ζ Δωρικῶς ἀζηχές. Ἄδην δέ ἐστι τὸ ἀδιάλειπτον. Ἢ μεγα‐ λόηχον· οἷον,

22

(50)

Ἀζηχὲς μεμακυῖα.

22

(50)

Σημαίνει δὲ καὶ τὸ σκληρὸν ἀπὸ τῆς ἄζης, ὃ ση‐ μαίνει τὴν ξηρασίαν. Οὕτως Ὠρίων. Ἀζαλέην: Ξηρὰν, ἢ σκληράν· παρὰ τὸ ἄζω τὸ ξηραίνω. Ἄζειν: Τὸ στόμα ἀθρόως προσπνεῖν.
55Ἀζείδαο:
55Δόμῳ Ἄκτορος Ἀζείδαο.
55Εἰς τὴν Βοιωτίαν. Εὗρον ἐν ὑπομνήματι Βοιωτίας
55σχόλιον· Ἀζεὺς, Ἀζείδης τὸ πατρωνυμικόν. Ἀζειρόν: Ἀποίκιλτον· ζεῖρον γὰρ τὸ ποι‐ κίλον. Οἱ δὲ, τὸ ἄχρωστον.

23

Ἀζείρου: Ἀζώστου ἢ πολυζώστου· ἀπὸ τοῦ ζειρά. Ἄη: Ὥσπερ παρὰ τὸ φιλῶ γίνεται ἐφίλει διὰ [τῆς ΕΙ] διφθόγγου, καὶ Αἰολικὸν ἐφίλη διὰ τοῦ η·
5οὕτως καὶ παρὰ τὸ ἀῶ ἄει, καὶ κατὰ Αἰολεῖς ἄη. Ὅμηρος, Μῆνα δὲ πάντ’ ἄληκτος ἄη νότος. Ἀήρ: Παρὰ τὸ αἴρω τὸ κουφίζω, ἀήρ. Κουφί‐ ζονται γὰρ ἐν αὐτῷ καὶ αἴρονται τινὰ ζῷα. Ἢ ὁ
10κοῦφος, παρὰ τὸ αἴρω. Ἢ παρὰ τὸ ἀῶ τὸ πνέω,
10ἀήρ· ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον. Ἄητον: Ὥσπερ γὰρ παρὰ τὸ φιλῶ γίνεται φιλεῖτον, οὕτως καὶ παρὰ τὸ ἀῶ ἀεῖτον τὸ δυϊκόν· καὶ παρὰ Αἰολεῦσιν, ἄητον, ὡς ποίητον. Εἰ γὰρ ἦν βαρύτονον, ἄετον ὤφειλεν εἶναι, ὡς τύπτετον. Εἰς τὸ
15ἄεισιν ἐστίν. Ἄητο: Ὥρμητο. Καὶ ἄηται, πορεύεται, καὶ ἀπαυγάζει. Ἀῆται γὰρ, πνεύματα. Ἄητον: Δεινὸν, εὐρὺ, μέγα· ἐξ οὗ ἄπληστον, ἀκόρητον, καὶ ἀετῷ ὅμοιον. Καὶ ἄησις, πνοὴ, αὖρα.
20Καὶ ἄητοι, ἀκόρεστοι.
20 Ἀήσυρον: Ἀσθενὲς, κενὸν, ἄκοσμον, μάταιον, ἀκόλαστον· ἔνιοι κοῦφον, ὑπ’ αὔρας φερόμενον. Ἀήσυλον: Ἀλαμπὲς, κακὸν, ἀνόμοιον. Ἄη: Ἔπνει· καὶ ἀήμεναι, πνεῦσαι· καὶ ἀή‐ ματα, πνεύματα· καὶ ἀήμενοι, πνέοντες.
25Ἀηθεῖν: Λανθάνειν, ἀνεπιστημονεῖν.
25 Ἀηδεῖν: Δυσχεραίνειν, κεκμηκέναι· καὶ ἀη‐ δῆσαι, καμεῖν, κοπιάσαι, ὀχληθῆναι. Ἀηδόνα: Ὠιδὴν καὶ γλωσσίδα· οἱ δὲ, χελι‐ δόνα. Ἀήτης: Ὁ ἄνεμος. Παρὰ τὸ ἀῶ τὸ πνέω, ὁ
30μέλλων ἀήσω· ὄνομα ῥηματικὸν ἀήτης. Ὁ δὲ τόνος ἡμάρτηται. Καὶ τὸ θηλυκὸν, ἀήτῃ, τῇ πνοῇ. Ἀήσυλος: Ἀπὸ τοῦ ἄσω μέλλοντος, τοῦ δη‐ λοῦντος τὸ βλάπτω, γίνεται ὄνομα ῥηματικὸν ἄσυ‐ λος· καὶ πλεονασμῷ τοῦ η, ἀήσυλος, ὁ ἡμαρτημένος
35καὶ ἄτοπος. Οὕτως Ὠρίων. Ἢ ἀπὸ τοῦ ἥδω ἥσω ἥσυλα, καὶ ἀήσυλα, τὰ μὴ τέρποντα, ἄτακτα, μωρά· ἢ ἄδικα καὶ ἁμαρτωλά. Ἀηδών: Παρὰ τὸ ἀείδω, ἀειδών· καὶ τροπῇ Αἰολικῇ τῆς ΕΙ διφθόγγου εἰς η, ἀηδών. Οὕτως
40Ὠρίων. Ἄλλοι δὲ τροπῇ μόνον τοῦ ε εἰς η· τὸ δὲ ι προσγεγραμμένον. Ἀήθεσσον: Ἰστέον ὅτι τὰ ἀπὸ φωνήεντος ἀρ‐ χόμενα ῥήματα χρονικῶς αὔξονται ἐν τῷ παρατα‐ τικῷ· οἷον ἄγω ἦγον, αἴρω ᾖρον, αἰτῶ ᾔτουν. Δεῖ δὲ
45προσθεῖναι, χωρὶς τῶν Ἰωνικῶν, καὶ τῶν ποιητικῶν.
45Οἱ γὰρ ποιηταὶ καὶ οἱ Ἴωνες συνάρχεσθαι πολλάκις ποιοῦσι τοὺς παρωχημένους τοῖς ἰδίοις ἐνεστῶσιν· οἷον ἄγω ἄγον· Ἄγεν δέ ἑ μοῖρα βαρεῖα. Καὶ τὸ,

23

(50)

Ἅψατο δ’ ἡμιόνων.

23

(50)

Ἀντὶ τοῦ ἥψατο. Καὶ χωρὶς τῶν ἀπὸ προθέσεως

23

(50)

ἀρχομένων· οἷον ἀναγινώσκω, ἀνεγίνωσκον· ἀνέρχομαι,

23

(50)

ἀνηρχόμην· ἐπὶ τούτων γὰρ ἡ ἀρχὴ τοῦ ἐνεστῶτος ἐφυλάχθη καὶ ἐν τῷ παρατατικῷ. Καὶ χωρὶς τοῦ εὐαρεστῶ εὐηρέστουν, εὐορκῶ εὐώρκουν· ἐπὶ τούτων γὰρ ἔσωθεν ἐγένετο ἡ αὔξησις. Δεῖ προσθεῖναι, χωρὶς τοῦ ἀηθέσσω, ἀήθεσσον· σημαίνει δὲ τὸ ἀήθης
55ὑπάρχω· καὶ χωρὶς τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου ἀηδίζομαι ἀηδιζόμην. Ταῦτα μὲν ὁ Χοιροβοσκὸς
λέγει δὲ καὶ ὁ Ζηνόβιος εἰς τὸ ῥηματικὸν τοῦ Ἀπολ‐

24

λωνίου, ὅτι καὶ τὸ ἀΐω τὸ ἀκούω, καὶ τὸ ἀῶ τὸ πνέω, οὐ τρέπει τὸ α εἰς η ἐν τῷ παρατατικῷ. Καὶ ἐπὶ μὲν τοῦ ἀΐω, διὰ τοῦτο οὐ τρέπει τὸ α εἰς η, ἵνα μὴ συνεμπέσῃ τῷ ἦε ὃ σημαίνει τὸ ὑπῆρχε. Γίνεται
5ἀπὸ τοῦ ἔω. Τὸ δὲ ἀήθεσσον καὶ ἀηδιζόμην, ἵνα μὴ
5εὑρεθῇ ἀλλεπάλληλον τὸ η. Ἀήθεσσον δὲ σημαίνει τὸ ἠδημόνουν, ἀσυνήθως εἶχον. Καὶ ἀηθέσσειν, ἀγνοεῖν, ἀπείρως ἔχειν.
10 Ἀθαμάντιον: Καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσς’ ἐνέμοντο ἀμπεδίον Φθίης Ἀθαμάντιον. Ἔστι δὲ πεδιὰς ἐν Θεσσαλίᾳ καλουμένη Ἀθαμαν‐ τία, διὰ τὸ ἐκεῖσε τὸν Ἀθάμαντα πλανᾶσθαι μετὰ
15τὸ φονεῦσαι τὸν ἴδιον υἱὸν Κλέαρχον, χόλῳ τῆς
15Ἥρας, ὅτι ἀνέθρεψε τὸν Διόνυσον. Ἐφόνευσε δὲ αὐτὸν εἰς θήραν μανεὶς δόρατι, νομίσας ἔλαφον εἶναι· ὅθεν καὶ τῆς βασιλείας ἐξέπεσε, καὶ τῆς Ἰνοῦς τῆς γυναικὸς ἐστερήθη, καὶ τοῦ ἰδίου υἱοῦ Μελικέρτου, ἀμφοτέρων εἰς θάλασσαν ἐμπεσόντων, καὶ οἰκησάν‐
20των προνοίᾳ Ποσειδῶνος ἐν αὐτῇ. Οὕτως εὗρον σχό‐
20λιον εἰς τὰ Ἀργοναυτικὰ Ἀπολλωνίου. Ἀθέμιτος: Ἄδικος, ἄνομος· ἀπὸ τοῦ θέμις θέμιτος, θέμιστος, καὶ ἀθέμιτος. Ἀθέσφατος: Πολύς. Ἐκ τοῦ θεὸς καὶ φατός· τοῦτο ἐκ τοῦ φημὶ, τὸ λέγω· θεόφατός τις ὤν· καὶ
25κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ ς, θέσφατος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀθέσφατος. Ἐξ αὐτοῦ ἀθέσφατον, τὸ πολὺ καὶ δαψιλὲς, ὃ οὐδὲ θεὸς ἑρμη‐ νεύει διὰ τὸ πλῆθος, οἷον θεόφατον καὶ ἄπειρον. Ἀθέριζον: Ἀπεδοκίμαζον. Μεταφορικὴ ἡ
30λέξις ἐπὶ τοῦ ἐκρίπτειν καὶ ἀποβάλλειν, ἀπὸ μεταφορᾶς τῶν ἀθέρων, οἱονεὶ τῶν ἀσταχύων, ἢ τῶν μὴ δυναμένων θερίζεσθαι καρπῶν, τῶν ἐκ τῆς ἅλω ἀπορριπτουμένων, καὶ μὴ συναγομένων πρὸς χρείαν. Οἱ γὰρ λικμῶντες ἐκρίπτουσι τοὺς ἀθέρας, τουτέστι
35τὰ ἄχυρα. Καὶ γίνεται ἐκ τοῦ θέρος θερίζω· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀθερίζω· Οὔποτέ μοι γ’ ἀθέριζον.
Ἀντὶ τοῦ ἀπέρριπτον. Τὸ δὲ θέρος, παρὰ τὸ θέρω τὸ θερμαίνω· ὁ μέλλων θερῶ, καὶ θέρσω Αἰολικῶς.
40Ἀφ’ οὗ Θερσίτης καὶ θερμός.
40[Ἄθετος: Ἤτοι ἄσχετος.]
40 Ἀθετεῖν: Παρὰ τοῖς Ἴωσι τὸ μὴ ποιεῖσθαι λόγον· οἷον ἀετεῖν καὶ ἀτίζειν. Οὕτως Ὠρίων. Ἀντὶ τοῦ ἀτιμάζειν, ἀπειθεῖν. Καὶ ἀθέτως καὶ ἀθέσμως. Ἀθηνᾶ: Οἱονεὶ ἀθρηνᾶ τις οὖσα, παρὰ τὸ τὸν
45νοῦν ἀθρεῖν. Ἢ παρὰ τὸ θῶ τὸ θηλάζω, ὁ μέλλων
45θήσω· οἷον,
45 Γυναῖκά τε θήσατο μαζόν. Γέγονεν ὄνομα ῥηματικὸν θήνη ἡ θηλάζουσα· καὶ μετὰ τοῦ στερητικοῦ α, Ἀθήνη· ἀμήτωρ γὰρ ἡ θεὸς παραδίδοται. Ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διὸς φασὶν αὐτὴν γεννηθῆναι. Ἀθήνη Ἀθηναία, ὡς δίκη

24

(50)

δικαία. Καὶ ὥσπερ Ναυσικάα κατὰ κρᾶσιν τῶν

24

(50)

δύο ΑΑ εἰς α μακρὸν γίνεται Ναυσικᾶ, οὕτως καὶ ἀπὸ [τοῦ] Ἀθηναία ἀποβολῇ τοῦ ι γίνεται Ἀθηνάα· καὶ κράσει τῶν δύο ΑΑ εἰς α μακρὸν, Ἀθηνᾶ [καὶ] περισπᾶται. [Λέγεται δὲ] ἀθηνᾶ καὶ εἶδος αὐλοῦ. Ἀθηναία: Ἡ θεός· ἡ δὲ γυνὴ, ἀστή.
55Ἀθαλάττωτος: Ἄπειρος θαλάσσης καὶ πλοῦ.
55 Ἀθηρής: Ἀκριβὴς, θαυμαστὸς, ὑπερόπτης, αὐθάδης. Ἀθηναΐς: Ἡ ἐλαία· καὶ ἀθηναία, ἡ ἀγριελαία. Ἀθειρέως: Ἀκριβῶς· καὶ ἀθειρὲς, τὸ ἀκρι‐

25

βές. Καὶ ἀθηρὴς, ὁ ἄγαν θεριστικός· ἢ ὁ λαμ‐ πρὸς, ἢ ὁ μὴ φροντίζων τινὸς, καὶ ὑβριστής· ἢ ὁ διὰ λαμπρότητα ἀθρούμενος. Ἀθερίζειν: Ἄγαν καταφρονεῖν, ἀφροντιστεῖν,
5μέμφεσθαι. Ἀθερίσαι, καθυπνῶσαι ἢ ὀλιγω‐
5ρῆσαι.
5 Ἀθέμιτον: Ἄδικον, πονηρὸν, ἄναρχον, ἀσεβῆ, ἢ νόμοις οὐ χρώμενον. Καὶ ἀθεμιστῆσαι, παρα‐ νομῆσαι. Ἀθεσμία: Παρανομία. Ἄθικτον: Μιαρὸν, ἀκάθαρτον, καὶ ἡ παρθένος
10δὲ οὕτως ἐλέγετο. Καὶ ἀθίκτορας, ἀνεπάφους
10παρθένους, ἀνάνδρους. Ἄθουρον: Ἄπληστον. Ἀθήνηισι καὶ θήβηισι: Τὰ τοιαῦτα ἐπιρρή‐ ματα σὺν τῷ ι γράφεται. Μὴ ὤφειλεν· ἐπειδὴ τὰ εἰς ΘΕΝ ἐπιρρήματα ἐπὶ τῶν εἰς ΘΙ τὴν αὐτὴν παρα‐
15λήγουσαν φυλάττει καὶ τὸν αὐτὸν τόνον· οἷον, οἴκο‐ θεν, οἴκοθι· Λεσβόθεν, Λεσβόθι· Ὀλυμπίαθεν, Ὀ‐ λυμπίαθι· θύραθεν, θύραθι. Εἰ οὖν τὸ Ἀθήνηθεν καὶ Θήβηθεν χωρὶς τοῦ ι γράφεται, δῆλον ὅτι καὶ τὸ Ἀθήνῃσι καὶ Θήβῃσι χωρὶς τοῦ ι ὤφειλε γρά‐
20φεσθαι. Ἀλλὰ γράφεται σὺν τῷ ι διὰ τὸ συνεμ‐
20πεσεῖν ταῖς τοιαύταις Ἰωνικαῖς δοτικαῖς. Ἔστι γὰρ ἡ δοτικὴ τῶν πληθυντικῶν, Θήβαις· καὶ κατ’ ἐπέκτασιν γίνεται Θήβαισι· καὶ κατὰ τροπὴν Ἰωνι‐ κὴν τοῦ α εἰς η, Θήβῃσι· καὶ μένει τὸ ι προσγε‐ γραμμένον.
25Ἀθηρηλοιγόν: Τὸ πτύον τὸ τοὺς ἀθέρας δια‐
25λέγον καὶ διαχωρίζον· καὶ ἀθερολόγον, τὸ αὐτό. Γίνεται δὲ κατὰ πλεονασμὸν τοῦ ι, ὑφ’ ἓν δὲ καὶ
ὀξυτόνως ἀναγνωστέον. Οὕτως Ὠρίων. Ἀθίγγανος: Ὁ μὴ θέλων τινὶ προσεγγίσαι· ἀπὸ τοῦ θίγω. Οἱ γὰρ τὴν αἵρεσιν ταύτην ἔχοντες
30οὐδὲν παρ’ ἄλλου λαμβάνουσιν. Ἆθλον: Ἐκ τοῦ τλῶ· τὸ τῷ καρτεροῦντι καὶ νικῶντι διδόμενον. Ἢ ἀπὸ τοῦ ἐθέλω, ἔθελον· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀέθελον, τὸ πάνυ ζητούμενον· καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ε, ἆθλον· καὶ ἆθλος τὸ
35ἀρσενικόν· διὸ καὶ περισπῶνται. [Ἀθλῆσαι: Κοπιάσαι.] ὅτι μετὰ τὸν κατακλυσμὸν ἐξηργηκότων ἤδη τῶν ἀγώνων, [ὡς] καὶ [τῶν ἄλλων] πάντων τῶν ἐν Ἕλλησι καλῶν, ὕστερον Ἀέθλιος ὁ Ἐνδυμίωνος
40πατὴρ ἐπιμέλειαν ἐποιήσατο [τῆς] τοῦ Ὀλυμπιακοῦ
40ἀγῶνος [συστάσεως.] Ἀπὸ τούτου οὖν [γίνεται ἀθλῶ· ἐκ δὲ τοῦ ἀθλῶ,] ἆθλα καὶ ἀθληταὶ καλοῦνται. [Οὕτως Ὠρίων.] καὶ πολλά περ ἀθλήσαντα, [ἀντὶ τοῦ] κοπιάσαντα, κακοπαθήσαντα.
46 Ἀθριβίς: Πόλις Αἰγύπτου· γράφεται δὲ καὶ ἀθλιβίς· ἧς ὁ πολίτης Ἀθλιβίτης. Νικάνωρ δὲ διὰ τοῦ ρ. Τὸ Δέλτα τῆς νησευομένης Αἰγύπτου ἐστὶ κεφαλὴ, κατὰ καρδίας σχῆμα τῶν περιεχομένων

25

(50)

Νείλῳ μεθυσκόμενον. Ὅθεν τὸν νομὸν Ἀθριβὴν προσηγόρευσαν. Ὅπερ εἴτις Ἑλληνιστὶ βούλοιτο φράζειν, οὐκ ἄλλως ἔχοι λέξαι, πλὴν καρδίαν. Ἀπ‐ πίων. Οὕτως Ὠρίων. Ἀθρόοι: Ἄθροος προπαροξύνεται· σημαίνει τὸν
55αἰφνίδιον. Παροξύνει δὲ τὸν συνηθροισμένον καὶ
55δασύνει Ὅμηρος·
55 Ἡμεῖς δ’ ἁθρόοι ὧδε. Τὸ ἀθροιστικὸν α δασύνεται. Θροῦς λέγεται τὸ αἰφνίδιον· καὶ κλίνεται θρόος· καὶ μετὰ τοῦ ἐπιτα‐ τικοῦ α, ἀθρόοι, ἄνευ θρόου καὶ ἤχου, ἀψόφητοι.

26

ἀθροίζω: Ἐκ τοῦ θροῦς, ὃ σημαίνει τὸν θό‐ ρυβον (Οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος) γίνεται θροΐζω· καὶ κατὰ συναίρεσιν μετὰ τοῦ ἐπι‐
5τατικοῦ α, ἀθροίζω.
5Ἄθηλον: Τὸ μὴ τεθηλακὸς παιδίον.
5 Ἀθέλδεται: Διηθεῖται. Καὶ ἀθέλγειν, τὸ ἀμέλγειν. Ἀθύρ: Ὁ μήν. Καὶ τὴν Ἀφροδίτην Αἰγύπτιοι καλοῦσιν Ἀθώρ· καὶ μῆνά γε τὸν τρίτον τοῦ ἔτους ἐπώνυμον ταύτῃ πεποιήκασιν. Ἀπίων ἐν τῷ περὶ
10ἀπιδ. Οὕτως Ὠρίων.
10Ἀθύρματα: Παίγνια· παρὰ τὸ ἀθρεῖν θεάματα.
10Ἢ παρὰ τὸ θύω τὸ ὁρμῶ, θυρῶ καὶ ἀθύρω, καὶ
ἄθυρμα. Καὶ ἀθύρει, παίζει καὶ ἀγωνίζεται. Ἀθρεῖν: Τὸ μετ’ ἐπιτάσεως θεωρεῖν. Θεωρῶ γίνεται, καὶ κατὰ συγκοπὴν καὶ ἐπίτασιν ἀθρῶ. Ἢ ἀπὸ τοῦ δρῶ, τὸ βλέπω, μετὰ τοῦ ἐπιτατικοῦ α, ἀδρῶ,
15καὶ τροπῇ τοῦ δ εἰς θ. Ἄθως: Ἀκρωτήριον Θρᾴκης. Σοφοκλῆς, Ἄθως σκιάζει νῶτα Λημνίας βούς. Ἐν γὰρ τῇ Λήμνῳ βοῦς χαλκῆ ἵδρυται, ἐφ’ ἣν τοῦ Ἄθω ἡ σκιὰ φθάνει.
20Ἀθῷος: Ὥσπερ ἀπὸ τοῦ ζῶ ζωὴ, ἰῶ ἰωὴ, (ἡ
20ἐκπεμπομένη [βοὴ ἢ] φωνὴ,) οὕτως παρὰ τὸ θῶ, τὸ καταβάλλω καὶ ζημιῶ, θωὴ, ἡ ζημία. Ὁ γὰρ ζη‐ μιούμενος καταβάλλεταί τι. Ἐξ αὐτοῦ γίνεται θῳός· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀθῷος, ὁ ἀζήμιος. Ἔχει δὲ τὸ ι ἐκ παραδόσεως· ἐπειδὴ εὕρηται θωϊὴ,
25ὡς παρὰ Ἀρχιλόχῳ,
25 Ὡς δ’ ἄν σε θωϊὴ λάβοι. Ὤφειλε δὲ προπαροξύνεσθαι. Τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν διὰ τοῦ ΟΣ γινόμενα ὀνόματα προπαροξύνονται· κεφαλὴ, ἀκέφαλος· ψυχὴ, ἄψυχος· ὥρα, ἄωρος. Πρόσκειται ἐν τῷ κανόνι, “εἰ μὴ χα‐
30ρακτὴρ κωλύσει,” διὰ τὸ κάρη, ἀκαρός. Ὀξύνεται
30γὰρ, ὡς τὸ μαδαρός. Ἀλλ’ ἕτερος κανών ἐστιν, ὁ λέγων, ὅτι τὰ διὰ τοῦ ΩΙΟΣ ἔχοντα τὸ ι ὑπὲρ βʹ συλλαβὰς προπερισπῶνται· χωρὶς τοῦ κολῳὸς, [ὃ] σημαίνει τὸν θόρυβον· οἷον, Ἀχελῷος, αἰδῷος, ἠῷος. Οὕτως καὶ ἀθῷος. Πρόσκειται “ἔχοντα τὸ ι,” διὰ τὸ
35λαγωὸς καὶ πατρωός· σημαίνει δὲ τὸν λεγόμενον
35πατροιόν. Πρόσκειται, “ὑπὲρ δύο συλλαβὰς,” διὰ τὸ κλῳός· σημαίνει δὲ τὰ σίδηρα, ἃ φοροῦσιν οἱ κατά‐ δικοι, ἃ λέγονται κλοιά. Ἀθῶος: Σημαίνει τὸν ἐν τῷ Ἄθῳ ὄρει τιμώ‐ μενον. Κατὰ τὴν ἀκρίβειαν δὲ ὤφειλεν ἔχειν τὸ ι,
40καὶ προπερισπᾶσθαι· ἐπειδὴ ἀπὸ τοῦ Ἄθως τοῦ ὄρους ἐγένετο. Τὰ δὲ ἀπὸ τῶν εἰς ΩΣ διὰ τοῦ ΩΟΣ παράγωγα σὺν τῷ ι γράφεται καὶ προπερισπᾶται· οἷον, Μίνως Μινῷος· πάτρως πατρῷος· μήτρως μη‐ τρῷος· ἥρως ἡρῷος. Οὕτως καὶ Ἄθως Ἀθῷος
45ὤφειλεν εἶναι· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἀθῷος,
45τοῦ ἐπὶ τοῦ ἀζημίου, καὶ τὸ ι ἀποβάλλει, καὶ προ‐ παροξύνεται. Οὕτως ὁ Χοιροβοσκός. Ἀθώου διός: Διὸς ἱερὸν ἐν ἄκρῳ Ἄθῳ τῷ ὄρει, Ἀθώου καλουμένου. Ζήτει εἰς τὸ ἐξ ἀθόω ΔΕ.

26

(50)

Αἲ:
Αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε. Ἐπίρρημα εὐχῆς σημαντικόν· [καὶ] σημαίνει τὸ εἴθε· γέγονε δὲ ἐκ τοῦ εἰ τοῦ εὐκτικοῦ ἐπιρρήματος. Ἐστὶν γὰρ ΕΙ, ὃ σημαίνει τὸ εἴθε, οἷον,
55Εἰ γὰρ ὤφελεν,
55ἀντὶ τοῦ εἴθε. Καὶ πάλιν, Εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει. Καὶ, Εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα.
60Τοῦτο τὸ ΕΙ γίνεται ΑΙ τοῦ ε τραπέντος εἰς α. Αἰάζω: Παρὰ τὸ αἲ σχετλιαστικὸν ἐπίρρημα

27

γίνεται αἰάζω, τὸ θρηνῶ, ὡς λίαν λιάζω. Αἰαίη δολόεσσα: Ἡ Μήδεια, ἀπὸ Αἰαίης πό‐ λεως. (Καὶ, Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται.)
5Ἀπολλώνιος. Λέγεται δὲ καὶ ἡ τῆς Κίρκης νῆσος
5Αἰαίη, ἡ πλησίον τοῦ ᾅδου οὖσα· ἀπὸ τῶν στενα‐ γμάτων τῶν ἐν αὐτῷ· παρὰ τὸ αἲ αἲ θρηνητικὸν ἐπίρρημα. Αἶα: Ἡ γῆ· παρὰ τὸ γαῖα, ἀποβολῇ τοῦ γ. Ἢ ἀπὸ τοῦ αὔω, τὸ ξηραίνω, αὖα· καὶ τροπῇ τοῦ υ εἰς ι,
10αἶα.
10[Αἴγινα: Ὄνομα πόλεως. Τὸ ΓΙ, ἰῶτα· τὰ διὰ
10τοῦ ΙΝΑ διὰ τοῦ ι γράφεται· χωρὶς τοῦ πεῖνα· οἷον, γέρινα, τὸ ἁπαλὸν, Βέμβινα, Καμάρινα, Βέλβινα, ὄνομα πόλεως, Ἅρπινα, ὄνομα ἵππου, ὅπερ τινὲς διὰ δύο ΝΝ γράφουσιν, Καμάρινα, λίμνη δυσώδης, ὡς καὶ ἡ χρῆσις δηλοῖ·
15Μὴ κίνει Καμάριναν.
15Οὕτω καὶ Αἴγινα.]
15 Αἴας: Ὁ μὲν Λοκρὸς, παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ καὶ πηδῶ, ἀΐξω, ἤϊξα, ἀΐξας, ἡ μετοχὴ, καὶ ἀπο‐ βολῇ τοῦ ξ καὶ συναιρέσει, Αἴας. Ἐτυμολογεῖται γὰρ παρὰ τὸ θαρσαλέως καὶ σφοδρῶς αὐτὸν αἴσσειν καὶ ὁρμᾶν ἐν τοῖς πολέμοις. Ὁ δὲ Τελαμώνιος,
20παρὰ τὸ αἲ αἲ αἰάζω θρηνητικὸν ἐπίρρημα· ὥς φησι Σοφοκλῆς, Αἶ αἶ· τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς. Νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ,
25καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω.
25Αἶα: Ὑπὸ Κυρηναίων τηθὶς καὶ μαῖα, καὶ
25ἀδελφὴ Κρήτης. Καλεῖται δὲ καὶ κρήνη ἐν Παιο‐ νίᾳ, καὶ φυτόν τι· ἔτι δὲ ὁ καρπὸς αὐτῷ ὁμώ‐ νυμος.
Αἰγίς: Ἡ τοῦ Διός· ἔνθεν αἰγίοχος· αἰγὶς δέ ἐστιν ὅπλον Διὸς ἡφαιστότευκτον, οὐχ, ὥς τινες
30φασὶν, ἀπὸ τῆς Ἀμαλθείας αἰγὸς, τῆς ἀναθρεψάσης
30τὸν Δία, ἀλλ’ ἀπὸ τοῦ τὰς συστροφὰς τῶν ἀνέμων
30ποιεῖν κινουμένην. Αἰγίδες, καταιγίδες, οἱ ἄνεμοι. Τὸ δὲ αἰγὶς, παρὰ τὸ αἴσσω, τὸ ὁρμῶ. Αἰγίοχος: Παρὰ τὸ ὀχὴ, ὃ σημαίνει τὴν τρο‐ φὴν, καὶ τὸ αἲξ αἰγός. Λέγουσι γὰρ αὐτὸν τεθηλα‐ κέναι Ἀμάλθειαν τὴν αἶγα. Οἱ δὲ, ὅτι σκεπαστή‐
35ριον ἦν αὐτῷ αἰγὶς, ἀπὸ Κρητικῆς αἰγὸς ληφθεῖσα. Ἢ ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι· καλεῖται γὰρ αἰγὶς ὁ ἄνεμος. Οἱ δὲ, ἀπὸ τοῦ Αἶγα πρώτην γῆμαι τὴν τοῦ Πανὸς θυγατέρα. Αἰγιαλός: Ἐτυμολογεῖται παρὰ τὸ τὴν αἶαν
40γείτονα εἶναι τῆς ἁλός· ἢ ἀπὸ τοῦ γαίω· [ἢ ἀπὸ τοῦ δίκην αἰγὸς ἅλλεσθαι.] Αἰγιόχοιο: Αἱ διὰ τοῦ ΟΙΟ, Θετταλικαὶ γενικαί. Αἰγίλιψ: Ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
45Δύσβατος καὶ ὑψηλὸς τόπος· γέγονε δὲ παρὰ τὸν λείψω μέλλοντα, λείψ· καὶ ἀποβολῇ τοῦ ε, λὶψ, καὶ ἐν συνθέσει μετὰ τῆς αἲξ γίνεται αἰγίλιψ, εἰς ἣν καὶ αἲξ οὐ δύναται ἀναβῆναι. Οὕτως Ὠρίων. Ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις.

27

(50)

Αἰγίλουρος: Αἴλουρος, καὶ πλεονασμῷ τῆς ΓΙ

27

(50)

συλλαβῆς, αἰγίλουρος. Αἰγοφάγος: Ὁ Ζεὺς, ὡς παρὰ Νικάνδρῳ ἐν Θηριακοῖς. Αἰγιάλεια: Ὄνομα κύριον· Ἀδράστου μὲν θυγά‐ τηρ, Διομήδους δὲ γυνή.
55Αἴγισθος: Παρὰ τὸ θῶ, τὸ θηλάζω, καὶ τὸ αἲξ,
55Αἴγιθος· καὶ πλεονασμῷ τοῦ ς, Αἴγισθος. Ἱστο‐ ροῦσι γὰρ αὐτὸν αἰγείῳ γάλακτι τροφῇ χρήσασθαι. Οὕτως Ὠρίων. Αἰγάς: Ἑλίκην τε καὶ Αἰγάς.

28

Αἰγὰς δὲ καλοῦσι τὰς ἐν Πελοποννήσῳ πόλεις Εὐ‐ βοίας. Τὸ ἐθνικὸν, Αἰγαῖος. Αἰγαίων: Ὁ ἥλιος. Παρὰ τὸ αἴγλη αἰγλαίων, καὶ ἀποβολῇ τοῦ λ, ὡς παρώνυμον. Ἢ ἀπὸ τοῦ
5ταῖς ἀκτῖσιν αἴσσειν. Ἢ ἀπὸ τοῦ γῶ τὸ γαυριῶ,
5γαίων· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀγαίων· καὶ πλεονασμῷ τοῦ ι, αἰγαίων. Αἰανόν: Δεινὸν, χαλεπόν. Αἰβετός: Αἰετός. Περγαῖοι. Αἰβοῖ: Ὡς οἴμοι· τίθεται καὶ ἐπὶ θαυμασμοῦ.
10Αἰγιναῖα: Τὰ ῥωπικὰ φορτία· καὶ οἱ πιπρά‐
10σκοντες, αἰγιναιοπῶλαι. Ἐλέγετο δὲ καὶ τὰ μεγάλα αἰγιναῖα, ἀπὸ τοῦ νομίσματος· καὶ γὰρ
τὸ Αἰγιναῖον τάλαντον πλεῖον ἠδύνατο τοῦ Ἀττικοῦ. Ἔλεγον δὲ τοὺς μὲν πολίτας, Αἰγινήτας· τὰ δὲ ἐκ τῆς νήσου, Αἰγιναῖα· καὶ Αἰγιναῖος ὀβολός.
15 Αἰγιάλεια: Ἡ νῦν Ἀχαΐα καὶ Αἰγιαλεῖς. Αἰγιάδες: Ὑμένες ἐν τοῖς ὀφθαλμοῖς. Καὶ τὰς ἐν τοῖς ὀφθαλμοῖς ὑπολεύκους οὔλας, αἰγιάδας λέγει. Αἰγίλωψ: Πόα τὶς, καὶ πάθος.
20Αἰγίποψ: Ἀετὸς ὑπὸ Μακεδόνων.
20 Αἰγίς: Ἡ κατάϊξ, καὶ ἡ ὀξεῖα πνοὴ, καὶ αἱ ἀποστίλψεις τῶν ὀφθαλμῶν. Αἰγοθής: Ὁ αἰγοθήλας. Αἰγυλίς: Λυγός. Αἰγαί: Τῆς Εὐβοίας, νῆσος δυσχείμερος· ἀφ’ ἧς
25καὶ τὸ πέλαγος Αἰγαῖον ἐκλήθη. Οἱ δὲ, ἀπὸ Ποσειδῶνος οὕτως ὠνομάσθη, οὕτως γὰρ λέγεται ὁ θεός· οἱ δὲ, ἀπ’ Αἰγέως, τοῦ πατρὸς Θησέως, κατα‐ κρημνίσαντος ἑαυτὸν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὴν θάλασσαν. Οὐ(κ εὖ)· πολὺ γὰρ ἀπέχει ἡ ἀκρόπολις
30τῆς θαλάσσης περιπλέοντι τὴν νῆσον.
30 Αἰγανέα: Ἀκόντιόν τι μικρόν· ἀπὸ τοῦ ἄγαν ἵεσθαι, ὅ ἐστι πορεύεσθαι καὶ πέμπεσθαι, ἢ νεῖσθαι, ἢ διὰ τὸ ἀγκύλην τὴν ἐξ αἰγείου δέρματος γεγενη‐ μένην. Ἢ διὰ τὰς αἶγας· ἐπ’ αὐτὰς γὰρ μάλιστα ἵενται. Ἢ διὰ τὸ εὐθετεῖν αὐτὰς εἰς αἰγῶν
35ἄγρας.
35 Αἴγειος: Τὸ ΓΕΙ, δίφθογγον, ὡς μέρος σώματος. Δωρικὸν αἰγαῖος. Οἱ γὰρ Δωριεῖς τὸ ΕΙ ΑΙ λέ‐ γουσι. Τὸ γὰρ κύπειρον κύπαιρον λέγουσι, καὶ τὸ αἴγειον αἰγαῖον πέλαγος. Αἴγειρος: Διὰ τῆς ΕΙ διφθόγγου. Εὕρηται
40γὰρ καὶ χωρὶς τοῦ ι, [ὡς τὸ,] Καὶ αἰγέρων ἔφυσαν εὐγενέστεραι. Ἤτοι εὐθαλέστεραι καὶ εὐθρεπτότεραι. Καὶ ὅτι τὰ εἰς ΡΟΣ ῥηματικὰ τῇ ΕΙ διφθόγγῳ παραλήγεται· οἷον, μάσσω, μάγειρος· πέπτω, πέπειρος· [ὀνῶ,
45ὄνειρος· σημαίνει δὲ τὸ ὀνῶ, τὸ ὠφελῶ· πολλοὶ γὰρ
45ἐκ τῶν ἰδίων ὀνείρων ὠφελήθησαν.] Οὕτως [οὖν] καὶ αἴσσω, αἴγειρος· ἢ παρὰ τὸ αἴρω, τουτέστιν εἰς ὕψος αἴρεσθαι καὶ αὐξάνεσθαι· [ἐπὶ πολὺ γὰρ ὕψος πρόεισι καὶ αὔξεται τὸ φυτόν.] Καὶ Ὅμηρος, Μακεδνῆς αἰγείροιο.

28

(50)

Τῇς μηκεδανῆς καὶ ὑψηλῆς· παρὰ τὸ μῆκος, ἢ παρὰ

28

(50)

τὸ ἐκ τῆς ἔρας αἴσσειν καὶ κινεῖσθαι, ἢ παρὰ τὸ

28

(50)

κατάγνυσθαι ὑπὸ τῶν ἀνέμων. Τὸ δὲ Κάμιρος οὐκ ἔστι ῥηματικὸν, ἀλλ’ ὄνομα κύριον. Δεῖ δὲ γινώ‐ σκειν, ὅτι [καὶ] τὸ παρὰ Θεοκρίτῳ, οἷον, Καὶ ἀπ’ Αἰγίρω ἰσχάδα τρώγοις, διὰ τοῦ ι γράφεται, ἀπὸ τοῦ Αἴγιρον. Ἔστι δὲ
55[τὸ Ἄγιρον] ὄνομα πόλεως. Τινὲς δὲ διὰ τῆς ΕΙ
55διφθόγγου γράφουσιν αὐτό· οἷον
55Ἀπ’ αἰγείρω ἰσχάδα τρώγοις.
55Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ ἀκτῖνα. Αἴγλη: Παρὰ τὸ ἀΐσσω [τὸ ὁρμῶ,] καὶ τὸ λίαν γίνεται αἴγλη, πάνυ γάρ ἐστιν ὁρμητικόν. Σημαίνει

29

δὲ τὴν λαμπηδόνα. Οὕτως εὗρον ἐν Ἐπιμερισμῷ τοῦ ψαλτηρίου. Αἰγλῆντα: Ἀπὸ τοῦ αἴγλη αἰγλήεις αἰγλή‐ εντα, καὶ αἰγλῆντα κατὰ κρᾶσιν.
5Αἰγυπιός: Οἱ μὲν, εἶδος ἀετοῦ· οἱ δὲ τοὺς
5γύπας ἐξεδέξαντο. Αἰγυπιὸς οὖν παρὰ τὸ ἀΐσσω. Αἴγυπτος: Ἀπὸ Αἰγύπτου βασιλέως, τοῦ Βή‐ λου. Ἢ ἀπὸ Αἰγύπτου τοῦ Νείλου· ὁ γὰρ Νεῖλος πρότερον Αἴγυπτος ἐκαλεῖτο. Ἢ αἰγίποτος [καὶ
10αἴγιπτος,] παρὰ τὸν τράγον, ὃν Αἰγύπτιοι σέβουσιν,
10ἐξαιρέτως δὲ τοὺς Μενδησίους. Ἢ διὰ τὸ αἶγας πίονας ἔχειν. [Ἢ ἐγγύποτος καὶ αἴγυπτος, ὡς ἐγγίζουσα τῷ ποτῷ, ἢ τῷ ποταμῷ.] Οὕτως Ὦρος ὁ Θηβαῖος. Ἢ παρὰ τὸ αἴθω τὸ καίω. Οἱ γὰρ ἐν Αἰγύπτῳ ἄνθρωποι κεκαυμένοι εἰσὶν ἐκ τῆς σφο‐
15δρᾶς τοῦ ἡλίου φορᾶς. Σημαίνει δὲ τρία· τὴν χώ‐
15ραν, ὡς τὸ, Αἴγυπτον δέ με θυμὸς ἄγωγε. Καὶ τὸν ποταμὸν τὸν Νεῖλον, ὡς τὸ, Στήσας δ’ ἐν Αἰγύπτῳ ποταμῷ νῆας. Καὶ,
20Αἰγύπτοιο διϊπετέος ποταμοῖο,
20τοῦ διαφανοῦς καὶ μεγάλου. Καὶ παρὰ τῷ Θεολόγῳ
20τὴν ἁμαρτίαν, ὡς
20Ἐντεῦθεν Αἴγυπτον φεύγομεν τὴν σκυθρωπὴν καὶ διώ‐
20 κτριαν ἁμαρτίαν. Αἰγυπτιάζειν: Τὸ πανουργεύειν, καὶ κακοτρο‐ πεύεσθαι. Αἰδοῖος: Αἰδοῦς καὶ τιμῆς ἄξιος· οἷον,
25 Αἰδοῖός τέ μοι ἐσσὶ, φίλε ἑκυρὲ, δεινός τε. Ἀπὸ τοῦ αἰδὼς γίνεται αἰδῷος, ὥσπερ ἠῷος καὶ ἡρῷος· καὶ κατὰ τροπὴν Βοιωτικὴν τῆς ΩΙ διφθόγγου
εἰς ΟΙ, ἠοῖος καὶ αἰδοῖος. Ἔχει δὲ τὸ αἰδῷος τὸ ι προσγεγραμμένον· ὅτι τὰ ἀπὸ τῶν εἰς ΩΣ διὰ τοῦ
30ΩΟΣ παράγωγα σὺν τῷ ι γράφονται καὶ περισπῶνται·
30Μίνως, Μινῷος· ἥρως, ἡρῷος· πάτρως, πατρῷος· ἠὼς, ἠῷος· καὶ αἰδὼς, αἰδῷος. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ περὶ Ποσότητος. Ἔστι δὲ εἴδους τῶν παραγώγων κτητικοῦ. Πόσοι τύποι τῶν κτητικῶν; Δύο· ὅ τε εἰς ΚΟΣ, καὶ ὁ εἰς ΟΣ. Καὶ ἄλλως· Πόσας. κατα‐
35λήξεις ἐπιδέχονται τὰ εἰς ΟΣ κτητικὰ, καὶ πόσας παραλήξεις; καὶ τίνα εἰσὶ τὰ ὄντα καὶ τύπῳ καὶ σημαινομένῳ κτητικά; τίνα μὲν τύπῳ κτητικὰ, ση‐ μαινομένῳ δὲ οὐκέτι; Καταλήξεις μὲν, δύο· τήν τε εἰς ΚΟΣ, καὶ τὴν εἰς ΟΣ καθαρόν· ὡς ἀνθρώπειος,
40ἄρνειος, Ἀριστάρχειος· Πλατωνικὸς, Δημοσθενικός. Παραλήξεις δὲ, ὀκτώ· τῶν εἰς ΚΟΣ, τέσσαρας· καὶ τῶν εἰς ΟΣ, τέσσαρας. Καὶ τῶν μὲν εἰς ΚΟΣ, αὗταί εἰσιν· ἢ γὰρ τῷ ι παραλήγεται, ὡς τὸ Ἑλληνι‐ κὸς, Ῥωμαϊκός· ἢ τῷ ἄλφα, ὡς τὸ Ῥοδιακός· ἢ τῷ
45υ, ὡς τὸ Λιβυκὸς, ἁλυκὸς, καὶ πλεονασμῷ τοῦ ρ,
45ἁλυκρός· ἢ τῇ ΕΙ διφθόγγῳ, ὡς τὸ Κεραμεικὸς, Δαρεικός. Τῶν δὲ εἰς ΟΣ καθαρὸν, αὗται· ἢ τῇ ΕΙ διφθόγγῳ, ὡς τὸ Ὁμήρειος, Ἑκτόρειος· ἢ τῇ ΑΙ διφθόγγῳ, ὡς τὸ ταλαντιαῖος· ἢ τῇ ΟΙ διφθόγγῳ, ὡς τὸ παντοῖος, ἀλλοῖος· ἢ τῷ ΩΙ, ὡς τὸ πατρῷος,

29

(50)

ἡρῷος. Ὅθεν τὸ αἰδοῖος ἐκ τοῦ αἰδῷος κτητικοῦ γίνεται, κατὰ τροπὴν Αἰολικὴν τῆς ΩΙ διφθόγγου εἰς ΟΙ. Ἐκεῖνα δέ ἐστι τῷ τύπῳ καὶ τῷ σημαινομένῳ κτητικὰ, ὅσα εἰς τὴν γενικὴν τοῦ πρωτοτύπου ἀναλύ‐ ονται· οἷον, γραμματικὸς λόγος, ὁ τοῦ γραμματικοῦ·
55Ἀριστάρχειος βίβλος, ἡ τοῦ Ἀριστάρχου. Ὅσα δὲ οὐκ ἀναλύονται εἰς τὴν τοῦ πρωτοτύπου γενικὴν, ταῦτα τῷ μὲν τύπῳ εἰσὶ κτητικά· καθότι τὰ εἰς ΚΟΣ κτητικὰ τῷ ι παραλήγεται, [πλὴν τοῦ Κεραμεικὸς,

30

Εὐβοεικὸς, Δαρεικὸς, καὶ Δεκελεικός·] τῷ δὲ ση‐ μαινομένῳ οὐκ ἔστι κτητικά· ὀφθαλμικὸν γὰρ ἰα‐ τρὸν, οὐ τὸν τοῦ ὀφθαλμοῦ λέγομεν, ἀλλὰ τὸν τὸν ὀφθαλμὸν ἰατρεύοντα, ὁμοίως δὲ καὶ ἡπατικὸν ἄρ‐
5ρωστον, οὐ τὸν [τοῦ] ἥπατος λέγομεν, ἀλλὰ τὸν τὸ ἧπαρ ἀλγοῦντα. Εἴδη δὲ τοῦ κτητικοῦ, τρία· οἰκειω‐ τικὸν, συνεκφαντικὸν, μετουσιαστικόν· οἰκειωτικὸν μὲν, τὸ οἰκείωσιν ἔχον πρὸς τόπον· οἷον, οὐράνιος, ἐπίγειος, θαλάσσιος, Κύπριος, Ῥόδιος, γήϊνος· συν‐
10εκφαντικὸν δὲ, τὸ συνεκφαῖνόν τι μεθ’ ἑαυτοῦ· οἷον,
10γραμματικός· συνεκφαίνει γὰρ τὴν γραμματικήν· καὶ ἀστρονομικὸς ὁμοίως καὶ ῥήτωρ καὶ φιλόσοφος· μετουσιαστικὸν δέ ἐστι, τὸ μετέχον οὐσίας τινός· οἷον κέδρινος, Κέδρινον ὑψόροφον
15Ὅμηρος· δερμάτινος, χάλκειος, χρύσειος σταυρὸς,
15βρότειος χείρ. Διαφέρουσι δὲ τὰ μετουσιαστικὰ
15τῶν μέρος σώματος δηλούντων· ὅτι τὰ μὲν μετουσια‐ στικὰ, ἀπὸ ἀψύχων· τὰ δὲ δηλοῦντα μέρος σώματος ἀπὸ ἐμψύχων παράγονται. Αἰγυπτῶσαι: Μελᾶναι καὶ ἐπικαῦσαι. Αἰδύλος: Θρασύς.
20Αἰδώνια: Θανάσιμα. Αἰηνές: Ἀεὶ, διόλου. Αἰηνά: Τὰ μικρὰ τῶν δένδρων, καὶ ἄκαρπα· οἱ δὲ,
ξηρά. Ἄλλοι, αἰηνὲς, αἰώνιον, καὶ τὸ βλαβερόν. Αἰητόν: Ἐπὶ τοῦ Ἡφαίστου, πνευστὸν, ἢ πυρῶ‐
25δες· οἱ δὲ μέγα· ἄλλοι, τὸ μεθ’ ὁρμῆς· οἱ δὲ, ὡς αἰετός. Αἰδώς: Τιμὴ, φόβος, αἰσχύνη, ὄνειδος. Πόθεν αἰδώς; Παρὰ τὸ αἰδῶ, τὸ ἐντρέπομαι· ἢ παρὰ τὸ εἴδω, τὸ βλέπω· καὶ μετὰ τοῦ στερητικοῦ α ἀείδω,
30τὸ οὐ βλέπω· καὶ ἀποβολῇ τοῦ ε, καὶ συναιρέσει
30τοῦ α ι εἰς τὴν ΑΙ δίφθογγον. Ἢ ἐκ τῆς ἄϊς εὐ‐ θείας. Ἢ ἐκ τῆς ᾅδου γενικῆς κατὰ μεταπλασμόν. [Αἰδομένω: Αἰδεσθέντε· Τὼ μὲν τάρβησάν τε, καὶ αἰδομένω βασιλῆα στήτην.]
35Αἰδέω αἰδῶ, τὸ ἐντρέπομαι· ἐξ οὗ καὶ αἴδημι.
35Τοῦτο παρὰ τὸ αἰδώς· τοῦτο παρὰ τὸ εἴδω [τὸ βλέπω· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀειδὼς καὶ αἰδώς.] Οἱ γὰρ ἐντρεπόμενοι συστέλλουσι τὰ ὄμματα. Αἰδέομαι: Ἀπὸ τοῦ αἰδῶ·
40Αἰδέομαι Τρῶας.
40ὁ μέλλων αἰδέσω, ὁ μέσος μέλλων αἰδέσομαι, τὸ
40τρίτον αἰδέσεται τὸ αἰδεσθῆ· ἡ μετοχὴ, αἰδεόμενος
40αἰδούμενος· τὸ δυϊκὸν, αἰδεομένω· καὶ ἀποβολῇ τοῦ
40ε, αἰδομένω. Οὕτως εὗρον ἐν Ἐπιμερισμοῖς τῆς α.
40 Αἰδῶ: Ἰστέον ὅτι ἡ αἰδὼ, ὅτε μέν ἐστιν εὐθεῖα, ὀξύνεται, ὡς Λητὼ καὶ Σαπφώ· ὅτε δὲ αἰτιατικὴ, περισπᾶται, ὡς ἐνταῦθα, Τά τ’ αἰδῶ ἀμφικαλύπτει. Οὐ γὰρ πτωτικόν ἐστι τὸ ω, ἀλλ’ ἀπὸ κράσεως·
45ἀπὸ γὰρ τοῦ αἰδόα γίνεται αἰδῶ. Οὕτως εὗρον ἐν
45ὑπομνήματι Ἰλιάδος.
45Αἰδοίους: Τοὺς ἱκέτας λέγει, διὰ τὸ ἀξίους
45εἶναι αἰδοῦς καὶ ἐντροπῆς, ἐν τῷ, Οὐ γὰρ τοὔνεκ’ ἐγώ ς’ αἰδήσομαι. Οὐ διὰ τὸ ψεύδεσθαί σε περὶ Ὀδυσσέως διὰ τοῦτο προσήσομαί σε ὡς ἱκέτην. Αἰδεῖσθαί θ’ ἱερῆα.

30

(50)

Καὶ,

30

(50)

Αἰδοῖος μέν τ’ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσι.

30

(50)

Προσδεκτὸς μετὰ αἰδοῦς. Ἐξηγεῖται οὖν τί ποτέ

30

(50)

ἐστιν ὁ αἰδοῖος, ἐπενεγκὼν,

30

(50)

Σόν τε ῥόον, σά τε γούναθ’ ἱκάνω. Ἀντὶ τοῦ, ἱκετεύω. Αἴδω: Ἀπὸ τοῦ εἴδω γίνεται ἀείδω, καὶ κράσει αἴδω. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί τὸ α, μακρὸν ὂν, τρέπεται ἐν τῷ παρατατικῷ; Καὶ ἔστιν εἰπεῖν,
55ὅτι εἰς τὰ τελεώτατα μεγέθη δεῖ τὰς ἐπεκτάσεις
55γίνεσθαι, τὰ δὲ φύσει μακρὰ τὸ τελεώτατον ἔχει
μέγεθος. Οὕτως Ζηνόβιος. Αἰδοῖα: Παρὰ τὴν αἰδῶ. Γυμνῶσαι γὰρ ἢ

31

ὀνομάσαι ταῦτα αἰδούμεθα. Ἢ παρὰ τὸ ἀνοιδαίνειν ἐν τῇ συνουσίᾳ ὀργῶντα. Ἔστιν οὖν [Ἰωνικὸν] οἰδοῖα· καὶ τροπῇ τοῦ ο εἰς ἄλφα, αἰδοῖα. Οὕτως Ὠρίων.
5Αἰδοιέστατος: Ἰστέον ὅτι τὸ ἀρχέστατον, (ὡς
5παρὰ Αἰσχύλῳ ἐν Πηνελόπῃ, οἷον, Ἐγὼ γένος μέν εἰμι Κρὴς ἀρχέστατον) καὶ τὸ αἰδοιέστατον καὶ ἀφθονέστατον, ποιητικά εἰσι, κατ’ ἔθος Ἰώνων γινόμενα. Τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ οὗτοι διὰ τοῦ ΕΣ προφέρουσιν· οἷον, δι‐
10καιέστερος, καὶ ἀρχέστερος, καὶ ἀφθονέστερος.
10Ὤφειλον γὰρ τὰ προειρημένα δικαιότερος εἶναι, καὶ αἰδοιότερος, καὶ ἀφθονώτερος, καὶ ἀρχαιότερος. Οὕτω Φιλόξενος εἰς τὸ περὶ Συγκριτικῶν. Ὥσπερ δὲ οὗτοι διὰ τοῦ ΕΣ σχηματίζουσιν, οὕτως καὶ οἱ Ἀττικοὶ διὰ τοῦ ΙΣ, ποτίστατον λέγοντες καὶ λαγνίστατον καὶ
15ψευδίστατον· (Ἀριστοφάνης·
15Ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται,
15καὶ πάλιν,
15Τῶν ἐμῶν γὰρ οἰκετῶν
15εὐνούστατον ἡγοῦμαί σε καὶ κλεπτίστατον·)
15καὶ,
15Λαλίστερον εὕρηκά σε
15καὶ πτωχίστερον καὶ ψευδίστατον. Ἀριστοφάνης.
15Πλάτων· Ἵν’ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου· [καὶ κλεπτίστατος] καὶ πληκτίστατος λέγουσιν. Ὁμοίως καὶ διὰ τοῦ ΑΙ, ἰσαίτατα, ἀσμεναίτατα, προυργιαίτατα, ἡσυχαίτερον. Ἀσμεναίτατα μέν‐
20τοι Πλάτων ἐν αʹ Πολιτείας· καὶ ἰσαίτερα, καὶ
20πλησιαίτερον, καὶ ἡσυχαίτατα. Ξενοφῶν δὲ, [καὶ]
φιλαίτατα. Αἰέλιοι: Οἱ ἀδελφὰς γυναῖκας ἔχοντες· οἱ δὲ συγγενεῖς καλοῦσιν αὐτὰς καὶ ἀελίους.
25 Τοῦ δὲ ἀεὶ δώδεκα εἰσὶν αἱ φωναί· ἃς εὑρήσεις εἰς τὸ ἀκτῖνα. Αἰέν: Ἐπίρρημα χρόνου δηλωτικόν· σημαίνει δὲ τὸ διηνεκῶς· καὶ ἔστι ποιητικόν. Τριχῶς δὲ οἶδε τοῦτο ὁ ποιητὴς, αἰὲν, ἀεὶ, αἰεί.
30 Αἰεί: Ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων. (Τὸ δὲ νέον ἐρχομενάων ἀντὶ τοῦ νεωστὶ ἀεὶ ἐρχομε‐ νάων, ὡς τὸ,
35Κεῖνος γὰρ νέον ἄλλοθεν εἰληλούθει.)
35Σημαίνει οὖν τὸ συνεχῶς προΐεσθαι, ὡς δοκεῖν νεωστὶ
35αὐτὰς ἔρχεσθαι. Καὶ γὰρ τοῖς μὲν ἄλλοις ζώοις ἡ
35πτῆσις ἀποτεταμένη γίνεται· αἱ δὲ μέλισσαι, βρα‐
35χεῖαν τὴν κίνησιν ποιούμεναι, ἐφίζουσι τοῖς ἄνθεσι, καὶ ἐπαρθεῖσαι πέτονται πάλιν, καὶ πάλιν ἐφίζουσι. Κατ’ ὀλίγον οὖν ἡ πτῆσις, ὥσπερ ἄρτι ἐρχομένων γίνεται· ὥστε καὶ φαντασίαν ποιεῖν ὡς ἄρτι ἐξορ‐ μᾶσθαι.
40Αἰειγενέτῃσι: Τοῖς ἀεὶ τελεσιουργοῦσιν· ἢ
40τοῖς ἀεὶ ὑπάρχουσιν. Ἡ εὐθεῖα, αἰειγενέτης, ἐκ τοῦ ἀεὶ καὶ τοῦ γενέτης. Καὶ ἐκ τοῦ γείνω, τὸ ὑπάρχω, γενῶ γενέτης. Ἢ ἐκ τοῦ γείνω τὸ γεννῶ. Αἰένοικος: Ἀΐδιος οἶκος καὶ ἀδιάλειπτος. Αἰέλουρος: Τοῦτο οὐκ ἔστι πλεονασμὸς, ἀλλ’
45ἀντίθεσις· παρὰ γὰρ τὸ αἰόλον καὶ τὴν οὐρὰν ἐτυμο‐ λογεῖται αἰέλουρος. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. [Αἰετός: Οἷον, Αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον. Καὶ,

31

(50)

Αὐτίκα δ’] αἰετὸν ἧκε τελειότατον πετεηνῶν.

31

(50)

Ἤτοι μέγιστον, ἢ ἐντελῆ σημεῖα φαίνοντα. Γέγονε

31

(50)

δὲ αἰετὸς παρὰ τὸ ἀΐσσειν· ὅθεν καὶ ἀναλογώτερον οἱ

31

(50)

Ἀττικοὶ ἀετὸς λέγουσι, χωρὶς τοῦ ἰῶτα, ὡς κλαίω, κλάω. Οὕτως Ὠρίων. Αἰετός: Τὸ πτηνὸν ζῷον, καὶ τὸ ὀρόφωμα. Ἀΐζηλον: Ἄφαντον. Αἰζύπη: Ἡ γῆ.
55Αἰζόκροτον: Ξηρασίαν.
Αἰζηός: Νεανίας. Παρὰ τὸ ἀεὶ, καὶ τὸ ζέω, ὁ ἀεὶ ζέων καὶ ἀκμάζων κατὰ τὴν ἡλικίαν, γίνεται

32

αἰζεός· καὶ κατ’ ἐπαύξησιν τοῦ ε εἰς ἦτα, αἰζηός. Καὶ ἀπὸ τοῦ ἀεὶ ζεῖν τὸ αἷμα τῆς ἡλικίας, τουτέστι, θερμὸν εἶναι. [Ἐπειδὴ] τὰ εἰς ΟΣ λήγοντα καθαρὸν ἁπλᾶ κατὰ τὴν κοινὴν διάλεκτον τῷ ἦτα παραληγό‐
5μενα οὐκ ἔστιν εὑρεῖν, εἰ μὴ τὸ αἰζηὸς, καὶ πηός· καὶ αὐτὰ ἐκ πάθους. Πρόσκειται, “κατὰ τὴν κοινὴν διά‐ λεκτον,” ἐπεὶ τὸ παληὸς, ἀρχηὸς, [καὶ] Ἀχηὸς, Βοιώ‐ τιά εἰσι, κατὰ τροπὴν τῆς ΕΙ διφθόγγου εἰς ἦτα, ὡς τὸ ὄρηος καὶ λύκηος, Λακωνικά. Πρόσκειται “ἁπλᾶ,” διὰ
10τὸ πολυνηὸς, εὐνηὸς, ἐχενηός· παρὰ γὰρ τὸ νηὸς συνε‐ τέθησαν. Δεῖ γινώσκειν, ὅτι οὐκ ἔχει τὸ ἰῶτα προσ‐ γεγραμμένον· Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχιβίου σὺν τῷ ἰῶτα οἶδεν αὐτὸ, λέγων γεγονέναι ἐκ τοῦ αἰζήϊος. Πρὸς ὃν ἀντιλέγει ὁ τεχνικὸς, ὅτι εἰ ἦν ἀπὸ τοῦ
15αἰζήϊος, οὐκ ὤφειλεν ὀξύνεσθαι, ἀλλὰ προπερισπᾶ‐
15σθαι. Ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται· οἷον, Ἀχελώϊος, Ἀχελῷος· ὑπερώϊον, ὑπερῷον. Λέγει δὲ ὁ τεχνικὸς, ὅτι, ὥσπερ ἀπὸ τοῦ Αἰτωλὸς γίνεται Αἰτώλιος κατὰ παραγωγὴν, τοῦ
20αὐτοῦ σημαινομένου φυλαττομένου, καὶ ἀπὸ τοῦ κά‐ προς κάπριος· οὕτω καὶ ἀπὸ τοῦ αἰζηὸς αἰζήϊος. Αἰήτης: Ὄνομα κύριον κατὰ πλεονασμὸν τοῦ ι. Ἀήτης γάρ. Ἀπολλώνιος· Αἰήτη, κείνην μὲν ἄφαρ δείχευαν ἄελλαι.
25Ἔδει δὲ εἰπεῖν Αἰήτα, ὡς τοξότης τοξότα, Ὀρέστης
25Ὀρέστα· ἀλλ’ Ἰωνικῶς ἔτρεψε τὸ ἄλφα εἰς ἦτα.
25 Αἰῆται: Ἄνεμοι. Αἰηνές: Τὸ δεινὸν καὶ πολύστονον. Ἀρχίλοχος· Προύθηκε παισὶ δεῖπνον αἰηνὲς φέρων. Εἴρηται δὲ παρὰ τὸ αἲ αἴ. Ἢ τὸ αἰώνιον. Κατὰ τοῦτο γὰρ οὐκ ἔστι φαγεῖν τὸν ἀποθνήσκοντα. Οὕτως
30Μεθόδιος.
30 Αἶθος: Ἰστέον ὅτι αἶθός ἐστιν ὁ αἴθων, παρὰ τὸ αἴθω, τὸ καίω· αἰθὸς δὲ, ὁ αἰθόμενος, τουτέστιν ὁ καιόμενος. Οὕτω Φιλόξενος εἰς τὰ ῥηματικὰ αὐτοῦ. Αἴθωνας: Αἰετὸς αἴθων, πυρώδης, καυστικός. Καὶ αἴθωνι σιδήρῳ, τῷ λαμπρῷ καὶ ὀξεῖ. Ἐπὰν
35γὰρ ὁ σίδηρος ὀξυνθῇ, λαμπρότερος γίνεται· καὶ αἴ‐ θωνας λέβητας, τοὺς πρὸς τὸ πῦρ ἐπιτηδείους, τοὺς καλουμένους ἐμπυριβήτας. Αἰθούσῃσι: Στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ τοῦ ἡλίου. Ἢ αἴθουσαι, διὰ τὸ αἴθεσθαι ἐν αὐταῖς
40τοῦ χειμῶνος. Ἢ διὰ τὴν τοῦ ἡλίου βολήν. Αἰθιοπία: Παρὰ τὸ αἰθίοψ. Τοῦτο παρὰ τὸ αἴθω· τοῦτο παρὰ τὸ δαίω τὸ καίω ἐστὶν κατὰ τροπήν. Αἴθοπα: Οἶνον τὸν μέλανα, ἢ τὸν ποιοῦντα ἐρυ‐ θρούς· ἢ τὸν καυστικόν. Ἐπὶ δὲ τὸν χαλκὸν, ση‐
45μαίνει τὸν λαμπρὸν καὶ αἰθομένην ὄψιν ἔχοντα.
Αἴθουσαι: Αἱ στυλωταὶ καθέδραι, περίστυλα ἔχουσαι· ἀπὸ τοῦ αἴθεσθαι ἐν αὐταῖς τὰ πυρά· οἷον, Πῦρ ἕτερον μὲν ὑπ’ αἰθούσης εὐερκέος αὐλῆς.

32

(50)

Ἢ, ὡς ἔνιοι, καταλαμπόμεναι. Σημαίνει οὖν τὴν

32

(50)

καταφωτιζομένην στοὰν, καὶ τὴν μετὰ τὸν πυλῶνα παστάδα. Αἰθαλόεν: Λέγεται τὸ καῦμα, καὶ ἡ πυρίκαυ‐ στος ὕλη τῶν ὀρῶν. Καὶ αἶθοψ, ὁ διάπυρος, ἢ ἐρυθρός.
55Αἰθύσσειν καὶ ἀναιθύσσειν: Ῥίπτειν, πλεῖν,
55φέρεσθαι· ἀπὸ τῆς αἰθυίας, τῆς ἐναλίας κορώνης.
55Καὶ αἴθυσμα, ὁμοιότητα, ἢ σκίασμα, ἢ κίνημα. Αἴθρα: Τὸ κοινόν· καὶ Ἀττικὸν, αἴθρη. Ση‐ μαίνει [δὲ] δύο· κύριον ὄνομα, Αἴθρη Πιτθῆος θυγάτηρ.

33

καὶ τὴν αἰθρίαν, ἤγουν τὴν κατάστασιν τοῦ ἀέρος· ἤγουν τὸν εὐδιηνόν· Ποίησον δ’ αἴθρην. Αἰθήρ: Παρὰ τὸ ἀεὶ θεῖν κυκλοφορικῶς· φησὶν
5Ἀριστοτέλης περὶ Κόσμου. Αἰθίοψ: Παρὰ τὸ αἴθω τὸ καίω, καὶ τὸ ὢψ ὠπὸς, ὃ σημαίνει τὸν ὀφθαλμὸν καὶ τὸ πρόσωπον, ὁ κεκαυμένην ἔχων τὴν πρόσοψιν. Λέγεται γὰρ ἐκεῖσε σφοδρότερον αἴθειν τὸν ἥλιον.
10Αἰθέρα: Τὸν οὐρανὸν καὶ ἀέρα· καὶ ἐπὶ ἐμ‐
10πρησμοῦ. Καὶ αἰθερίως, καθαρῶς. Αἴθινα: Ξύλα εὔκαυστα· καὶ καπνὸς αἴθινος, ὁ δριμὺς, ἢ μέλας. Αἰθόλικας: Τὰς περὶ τὴν ἐπιφάνειαν φλυκτί‐ δας.
15Αἴθων: Ἀνδρεῖος, ἢ πολεμικὸς, ἰσχυρός· ἢ ἵππου
15χρῶμα. Τὸν δὲ λέβητα, ἀπὸ τοῦ αἴθεσθαι. Οἱ δὲ, λαμπρὸν, ἢ μέλανα, καὶ πολιόν. Τὸν δὲ λέοντα, τὸν κατὰ ψυχὴν ἔμπυρον· ἢ δασὺν, ἢ μέγαν. Καὶ λιμὸν αἴθωνα, τὸν μέγαν, ἢ ἑαυτὸν φονεύοντα. Αἴθω: [Τὸ καίω] ἐκ τοῦ δαίω τὸ καίω, ὑπερβι‐
20βασμῷ αἴδω, καὶ τροπῇ τοῦ δέλτα εἰς θῆτα, αἴθω. Ἐκ τούτου ἀιθάλη ὁ καπνός. Αἰθάλη: Αἰθάλη ἐκαλεῖτο ἡ Λῆμνος, ἴσως ἀπὸ
τῶν ἀναδιδομένων αἰθαλῶν ἐκ τῶν Ἡφαίστου χαλ‐ κείων. Αἰθαλίτης τὸ ἐθνικόν. Ἀπὸ δὲ τοῦ Αἰθά‐
25λεια, αἰθαλείτης, [ὁ καπνώδης.] [Αἰθάλη δὲ, παρὰ τὸ αἴθω τὸ καίω γέγονε.] Αἰθαλίδης: Οἷον, Αἰθαλίδην κήρυκα θοὸν, τῷ [πάρεστι μέλεσθαι ἀγγελίης, καὶ σκῆπτρον ἐπέτραπεν Ἑρμείης.]
30Ὁ Αἰθαλίδης Ἑρμοῦ παῖς ἦν ἑτερήμερος, καὶ μίαν
30ἡμέραν ὑπὸ τὸν ᾅδην διῆγεν, ἑτέραν δὲ ἐπὶ τὴν
30γῆν.
30 Αἰθάλειος: Τὰ ἀπὸ τῶν εἰς ΛΟΣ βαρυτόνων ὑπὲρ δύο συλλαβὰς ὄντων μὴ ἐθνικὰ διὰ τῆς ΕΙ δι‐ φθόγγου γράφονται· αἴολος αἰόλειος, ὁ ποικίλος· αἴθαλος, αἰθάλειος· σημαίνει [δὲ] τὸν καπνόν· δαί‐ δαλος, [ὁ ποικίλος,] δαιδάλειος· μεγάλος, μεγάλειος,
35ὡς ἀπὸ τοῦ μεγάλεος. “Βαρύτονα” πρόσκειται, διὰ τὸ ὀμφαλὸς, ὀμφάλιος· “μὴ ἐθνικὰ,” διὰ τὸ Εὐαιμόνιος. Αἰθύσσειν: Ἀνασείειν, ἀνακαίειν. Αἰθρηγενέτης: Ὁ βορέας ὁ αἰθρίαν γεννῶν· ἢ ὁ αἴθρου καὶ ψύχους αἴτιος.
40 Αἴθρῳ: Τῷ ψύχει· ἀπὸ τῆς αἰθρίας· Αἴθρῳ καὶ καμάτῳ. Εἰς τὴν Ὀδύσσειαν. Ἢ τὸ ἐξ αἰθρίας πνεῦμα· ὅτι ἐπιμελῶς ἐν ταῖς αἰθρίαις τὸ ψύχος γίνεται. Ἄλλοι δὲ ἀγνοοῦντες γράφουσι,
45Λύθρῳ καὶ καμάτῳ.
45Τῷ γὰρ ναυαγῷ οὔτε ἱδρὼς ἁρμόζει, οὔτε αἷμα·
45ἐκεχώριστο γὰρ ἀμφοῖν· ὑπὸ δὲ τῆς αἰθρίας ἐδεδά‐ μαστο, ὡς ναυαγὸς ἀσκεπής. Κατὰ δὲ τὸ ἀρσενικὸν τὴν αἰθρίαν εἶπεν [αἶθρον,] ὡς τὴν πύλην πύλον· οἷον, Ἐν πύλῳ ἐν νεκύεσσι βαλών· καὶ τὴν δείλην δείελον,

33

(50)

Εἰς ὅ κεν ἔλθῃ

33

(50)

δείελος ὀψὲ δύων.

33

(50)

Αἶθρον: Τὸ ὀρθρινὸν ψύχος. Αἰκίζω: Ἀπὸ τοῦ ἀεικὴς, ὃ σημαίνει τὸν σκλη‐ ρὸν καὶ ἀπότομον, ἀεικίζω· καὶ ἀποβολῇ τοῦ ε, αἰ‐ κίζω, καὶ Αἰκία, εἰς τὰς διαφόρους, ὕβρις.
Αἴκεν: [Ἀντὶ τοῦ ἐάν·] ὁ εἰ σύνδεσμος συν‐
55απτικός· κατὰ τροπὴν τοῦ ε εἰς α· οἱ γὰρ Δωριεῖς τὸ ε εἰς α τρέπουσι· τὸ γὰρ εἴθε αἴθε λέγουσι, καὶ τὸ Ἄρτεμις, Ἄρταμις. Οὕτως καὶ τοῦτο πλεο‐ νασμῷ τοῦ ΚΕΝ αἴκεν γέγονεν.

34

Αἰκάλλειν: Σαίνειν, ἀγαπᾶν, θωπεύειν. Αἶκλον: Δεῖπνον δειλινόν. Αἴλιος: Ἀδριανὸς ὁ βασιλεὺς Αἴλιος ἐκαλεῖτο· ὅθεν Αἴλιοι χρηματίζουσι· καὶ Αἰλία, πόλις Παλαι‐
5στίνης· ὁ πολίτης Αἰλιώτης. Ὅτι δὲ Αἴλιος ἐκαλεῖτο Διογενιανὸς ἐν τοῖς Χρονικοῖς φησίν. Ἐκ τούτου οὖν Αἴλιαι χρηματίζουσιν αἱ βασιλίδες. Οὕτως Ὠρίων. Αἴλουρος: Τὸ ζῷον, παρὰ τὸ αἰόλειν καὶ ἀνά‐
10γειν τὴν οὐρὰν καὶ κινεῖν. Καὶ αἰλούριος, ῥίζα τὶς οὕτω καλουμένη. Αἶλα: Ἀντὶ τοῦ καλὰ Κύπριοι. Αἷμα: Παρὰ τὸ αἴθω τὸ καίω· ὁ παθητικὸς παρακείμενος ᾖσμαι, αἶσμα, καὶ αἷμα. Δύο πάθη
15ἀνεδέξατο, ἔνδειαν, καὶ μετάθεσιν πνεύματος· ἔν‐
15δειαν μέν· καθόλου γὰρ ἡ τρίτη συζυγία ἐν τοῖς
15ῥηματικοῖς ὀνόμασι τὸ ς γεννᾷ· πείθω, πεῖσμα· κλώθω, κλῶσμα· ᾄδω, ᾆσμα· οὕτως οὖν ἔδει καὶ παρὰ τὸ αἴθω αἶσμα· μετάθεσιν δὲ πνεύματος· ἡ γὰρ ΑΙ δίφθογγος πρὸ μὲν ἄλλου συμφώνου ψιλοῦται, πρὸ δὲ τοῦ μ δασύνεται.
20Αἷμα: Παρὰ τὸ ἅμμα τὶ εἶναι τοῦ σώματος.
20Ἐμπεδοκλῆς, Αἷμα γὰρ ἀνθρώποισι περικάρδιον νόημα.
Αἷμα ἡ ψυχὴ κατὰ Ἐμπεδοκλῆν. Τινὲς δὲ καὶ Ὅμηρον οἴονται ταύτης εἶναι τῆς δόξης, ἐν τῷ λέγειν,
25Ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλὴν
25ἔσσυτ’ ἐπειγομένη.
25Οὐκ ἔστι δὲ ἀληθές. Ὁ γὰρ Ὅμηρος ἀθάνατον
25αὐτὴν καὶ ἔμφρονα εἶναι λέγει· διὸ καὶ τὰς τῶν τεθνε‐ ώτων ψυχὰς ὀδυρομένας παρεισάγει, οὑτωσὶ λέγων, Ὃν πότμον γοόωσα. καὶ ἐν τῷ ᾅδῃ κολαζομένας τῶν οἰκείων παραπτω‐ μάτων ἕνεκα. Σημαίνει δὲ δύο· τὴν γενεὰν, ὡς τὸ,
30Αἵματος εἶς ἀγαθοῖο.
30καὶ αὐτὸ τὸ αἷμα· ὡς τὸ,
30 Αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος. Αἱματόεσσα: Ὁ κανών· Πᾶσα γενικὴ διὰ τοῦ ΝΤ κλινομένη, τὸ τέλος τῆς γενικῆς τρέπουσα εἰς α, καὶ τὴν παραλήγουσαν φύσει μακρὰν ποιοῦσα, τὸ θηλυκὸν ποιεῖ. Αἱματόεις τὸ ἀρσενικόν. Τὰ εἰς
35ΕΙΣ πόσας παραλήξεις ἐπιδέχεται; γʹ. Τὰ εἰς ΕΙΣ ὀνόματα μετουσιαστικὰ, πλεονασμῷ τῆς τοῦ πρωτο‐ τύπου γενικῆς συλλαβὴν βαρύτονα, καὶ ἢ τῷ η παραλήγεται, ἢ τῷ ο· σπανίως δὲ τῷ ω, ὅτε ἐν ἐκτάσει ἐστιν· οἷον, τὸ εὐρώεις, ἐρώεις, κητώεις,
40κηώεις. Καὶ τῷ μὲν ο, οἷον αἱματόεις, τιμιόεις, σκιόεις· τῷ η, οἷον τιμήεις, τελήεις· τὸ δὲ χαρίεις, ἀπὸ τοῦ χαριτόεις κατὰ συγκοπήν· ὅθεν τὸ χαρι‐ τόεις ἀναλογώτερόν ἐστι τοῦ χαρίεις. Καὶ πῶς οὐκ ἐγένετο αἱματόεισα; Φασὶν ὅτι, ἵν’ ἐντεῦθεν τὰς
45μετοχὰς διακρίνωμεν· ἐκεῖναι γὰρ δι’ ἑνὸς ς ποιοῦσι
45τὸ θηλυκόν· δαρεὶς, δαρέντος, δαρεῖσα· τούτου χάριν εἰς ε ἐποίησε, χαρίεσσα, τιμήεσσα. Τὸ δὲ ἀμφιγυιήεις, καὶ θυήεις, καὶ τὰ ὅμοια, κατὰ τροπὴν ἐγένοντο τοῦ ο εἰς η. Ἔστι γύον, καὶ σημαίνει τὸ μέλος· ἐξ αὐτοῦ γυόεις· καὶ τροπῇ τοῦ ο εἰς η,

34

(50)

γυήεις, καὶ ἀμφιγυήεις. Καὶ ἔστι θύον, καὶ ση‐ μαίνει μυρεψικὸν ἄνθος, ἢ βοτάνην· καὶ γίνεται ἐξ αὐτοῦ θυόεις· καὶ τροπῇ τοῦ ο, θυήεις. Τὸ δὲ αἱμα‐ τόεις ἐστὶ μετουσιαστικόν· μετέχει γάρ. Ταῦτα γὰρ τὰ εἰς ΕΙΣ ἅπαντα μετουσιαστικά εἰσιν. Ἔστιν καὶ
55ἰόεις. Τοῦτο εἰ γράφεται διὰ τοῦ ι, ἤγουν ὁ μετέχων
55ἰοῦ· εἰ δὲ γράφεται διὰ τοῦ η, ἀπὸ τοῦ ᾐὼν, ὃ ση‐ μαίνει τὸν αἰγιαλὸν, ἡ γενικὴ ᾐόνος· ἐξ αὐτοῦ ᾐονόεις· καὶ συγκοπῇ ᾐόεις. Ἔστι δὲ καὶ κοτήεις διὰ τοῦ η· γίνεται ἐκ τοῦ κότος, κοτόεις, καὶ κοτήεις.

35

Αἴλινον: Τοῦτο ἐπὶ θρήνου ἐτίθετο, καὶ ἐν τοῖς ἐφυμνίοις δέ. Γέγονε δὲ εἰς τιμὴν Λίνου τοῦ Καλ‐ λιόπης. Αἰλότροπος: Ἀλλοιότροπος.
5Ἁιμάτη: Μάχαιρα παρὰ Σοφοκλεῖ. Ἁιμάτια: Ἀλλάντια. Ἁιμαλεά: Μέλας ζωμός. Ἁιμαλεόν: Ἀσθενῆ. Ἁιμακουρίαι: Τὰ ἐναγίσματα τοῖς κατοιχο‐
10μένοις.
10Ἁιματῶσαι: Φονεῦσαι.
10Αἰμός: Τράχηλος.
10Αἵμους: Ὀβελίσκους.
10 Αἱμασιά: Τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον, ἤγουν φραγμός. Ἀπὸ τοῦ αἱμάττεσθαι τοὺς ὑπερ‐ βαίνοντας ὑπὸ τῶν ἐπικειμένων ἀκανθῶν τοῖς σωροῖς τῶν λίθων, ὡς παρὰ Νικάνδρῳ, Τρόχμαλά θ’ αἱμασιά τε καὶ ἰλύος ἐρέοντες.
15Ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις. Οὕτως Ὠρίων. Αἱμῳδιᾶν: Τὸ τοὺς ὀδόντας ὀδυνᾶσθαι μετὰ κνησμοῦ, ὡς αἱμάσσεσθαι· παρὰ τὸ αἷμα· αἱμωδία γὰρ λέγεται ἡ τῶν ὀδόντων νάρκη. Οὕτως Μεθόδιος. Αἵμων: Ὁ ἔμπειρος.
20 Αἵμονα θήρης. Ἔστι δαίω, τὸ γινώσκω ἢ μανθάνω, ἐξ οὗ [δάσκαλος, καὶ διδάσκαλος· καὶ δαίαλος· καὶ πλεονασμῷ τοῦ δ, δαίδαλος, ὁ ἐπιστήμων· καὶ] δαίμων ὁ αὐτοδίδακτος·
25καὶ κατὰ ἀποβολὴν τοῦ δ, αἵμων. [Ἔστι καὶ ὄνομα κύριον· Ἀλάστορά τε Χρόμιόν τε· Αἵμονά τε, Κρίοντά τε.] Τούτου τὸ ὑποκοριστικὸν Αἱμύλος, τὸ κτητικὸν Αἱ‐
30μύλιος· καὶ αἱμυλίοις, τουτέστι κολακευτικοῖς, ἐμ‐
30πείροις, καὶ συνετοῖς, παραλογιστικοῖς· ἢ συγγενι‐
30κοῖς καὶ εὐνοϊκοῖς· καὶ Ἡσίοδος,
30Αἱμύλα κωτίλλουσα,
ποικίλον, πυκνὸν, πανοῦργον, δολερόν. Αἱμύλος: Ἔμπειρος, συνετὸς, κολακευτικός· ἐκ τοῦ αἵμων, ὃ σημαίνει τὸν εἰδήμονα καὶ ἔμπειρον· καὶ αἱμυλίοισι, [κολακευτικοῖς] λόγοις.
35Αἰνείας: Ὁ ἥρως, ὁ υἱὸς Ἀγχίσου. Παρὰ τὸ
35αἰνὸν τὸ δεινὸν γίνεται Αἰνέας καὶ Αἰνείας· ἢ παρὰ τὸ αἶνος, ὃ σημαίνει τὸν ἔπαινον, Αἰνέας, καὶ Αἰ‐ νείας. Ἰστέον δ’ ὅτι τὸ Αἰνείας κλίνεται Αἰνεία, Δωρικῶς· ᾧ προστιθέντες οἱ Βοιωτοὶ τὸ ο λέγουσιν Αἰνείαο. Οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι μὲν τὸ ο τῆς
40ληγούσης, συστέλλουσι δὲ τὸ α εἰς ε, καὶ λέγουσιν Αἰνείεω. Πᾶσα γὰρ γενικὴ ὀνόματος εἰς φωνῆεν λήγουσα, καὶ περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας, ἢ ἐκτείνει τὴν παραλήγουσαν καὶ συστέλλει τὴν λήγουσαν, οἷον καλοῖο, σοφοῖο, ἢ ἐκτείνει τὴν λή‐
45γουσαν καὶ συστέλλει τὴν παραλήγουσαν, οἷον
45Ἀτρείδεω, Πριαμίδεω· ἐν οἷς καὶ τὸ Αἰνείεω. Πρόσ‐ κειται, “εἰς φωνῆεν λήγουσα,” διὰ τὸ Δημοσθένεος· οὐ λήγει γὰρ εἰς φωνῆεν ἡ γενική. Πρόσκειται “περιτ‐ τοσυλλαβοῦσα,” διὰ τὸ ἄνθρωπος, ἀνθρώπου. Ἐπὶ τούτου γὰρ ἡ γενικὴ εἰς φωνῆεν λήγει, ἀλλ’ οὐ

35

(50)

περιττοσυλλαβεῖ τῆς ἰδίας εὐθείας. Οὕτως ὁ Χοι‐

35

(50)

ροβοσκὸς εἰς τὸν βʹ αὐτοῦ κανόνα.

35

(50)

Αἶνος: Παρὰ τὸ ἰαίων, τὸ τέρπω καὶ εὐφραίων καὶ διαχέω, ἴαινος, ὁ διαχέων τὴν ψυχήν· καὶ ἀφαι‐ ρέσει τοῦ ἰῶτα, ὡς ἰήϊος, ἤϊος, γέγονεν αἶνος, ὁ ἔπαινος· καὶ ῥῆμα ἐξ αὐτοῦ αἰνῶ· παρὰ τὸ ἰαίνω· οἷον,
55Ἰαίνετο δὲ φρένας εἴσω.
55καὶ,
55Τοῖσιν ἰάνθη θυμός.
55Ἔστι δὲ καὶ αἶνος πόλις Θρᾴκης. Αἰνὸς δὲ, ὁ φοβερὸς, ἢ πονηρὸς καὶ κακός· ἀφ’ οὗ αἰνόθεν, καὶ αἰνῶς, καὶ αἰνότατα. Αἰνός: Παρὰ τὸ δεινὸς, τροπῇ τοῦ ε εἰς α, καὶ

36

ἀποβολῇ τοῦ δ, αἰνός. Ἢ παρὰ τὸ δαῒς, ὅπερ ση‐ μαίνει τὴν μάχην, γέγονε δαϊνὸς καὶ δαινός· καὶ ἀφαιρέσει τοῦ δ, αἰνὸς, ὁ μάχιμος· Ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσεται, ὦ Μενέλαε,
5 αἴκε θάνῃς. Ἤγουν δεινὴ λύπη. Οὕτως Ὠρίων. Αἰνῶς: Ὡς τὸ, Αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. Καὶ,
10Αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.
10Ἀντὶ τοῦ λίαν, πάνυ, ἀληθές. Σημαίνει δὲ καὶ τὸ
10ἐκπληκτικῶς.
10Αἰναρέτη: Ἐπὶ κακῷ κεκτημένη τὴν ἀρετήν.
10Αἰνὸν γὰρ τὸ χαλεπὸν καὶ δεινὸν καὶ κακόν. Ἡ δὲ
10κλητικὴ ὡσαύτως ἔχει τὸ η τῇ εὐθείᾳ. Οὕτως εὗρον σχόλιον Ἰλιάδος πʹ. Αἰνίζομαι: Ἐπαινῶ· Ὀθρυονεῦ, πέρι δή σε βροτῶν αἰνίζομ’ ἁπάντων. Αἴνεσις: Παρὰ τὸ αἰνῶ αἰνέσω· τοῦτο παρὰ τὸ
15αἶνος· τοῦτο παρὰ τὸ ἰαίνω· ὁ μέλλων, ἰανῶ· ἐξ αὐτοῦ ἴανος, καὶ ἐν ὑπερβιβασμῷ καὶ κράσει, αἶνος, γνώμη, παροιμία, παράδειγμα, ἔπαινος· καὶ ἡ χειρο‐ τονία καὶ ψήφισμα. Αἰνεῖν: Τὸ ἀναβράττειν τὸν ἀληλεσμένον σῖτον,
20τουτέστιν ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φυρῶντα. Οἱ δὲ, βλάπτειν, ἢ τὸ ταῖς χερσὶν ἀνα‐ τρίβειν τὰς ἐπτισμένας κάγχρυς. Καὶ αἰνεῖν, ἐπαινεῖν καὶ συγκατατίθεσθαι παρὰ Ὁμήρῳ· παρὰ δὲ Ἡσιόδῳ, τὸ παραιτεῖσθαι·
25Νῆ’ ὀλίγην αἰνεῖν.
25Σημαίνει δὲ δύο· τὸν ἔπαινον, ὡς τὸ, Ἀντιλόχ’ οὐ μέντοι μέλεος εἰρήσεται αἶνος. Ποτὲ δὲ γνώμης παραμύθιον, καὶ παραβεβλημένον λόγον πρός τι ὑποκείμενον· οἷον, Αἶνος μέντοι ἀμύμων, ὃν κατέλεξας.
30Αἰνετός: Ἐκ τοῦ αἰνέσω αἰνεστὸς, καὶ αἰνετὸς
30κατ’ ἔνδειαν τοῦ ς. Αἴνιγμα: Ἡ παραβολὴ, ὁ δεινὸς καὶ σκοτεινὸς λόγος· παρὰ τὸ αἰνίσσω, τὸ ἐν παραβολαῖς λέγω, τοῦτο παρὰ τὸ αἰνός. Τὸ ΑΙ δίφθογγον. Οἱ γὰρ Ἴωνες, ἡνίκα ὕφεσιν ποιήσωνται συμφώνου, τότε καὶ
35τὸ παραλῆγον φωνῆεν τρέπουσιν εἰς α· οἷον δεινὸς, αἰνός· μέχρις, ἄχρις. Αἰνὰ τεκοῦσα: Ἐπὶ κακῷ γεννήσασα. Αἴνυμαι: Τὸ ἀφαιρῶ, ἢ τὸ λαμβάνω. Ὅ‐ μηρος·
40 Ὁ δ’ ἐξαίνυτο καμπύλα τόξα. Καὶ αἰνύμενος, καὶ ἀπαινύμενος. Παρὰ τὸ αἰρῶ αἰρνῶ, ὡς περῶ περνῶ, ἀφ’ οὗ περνάς· καὶ, Καὶ περνὰς νήσων ἐπὶ τηλεδαπάων. Καὶ ἀπὸ τούτου παράγωγον, αἴρνυμι, καὶ αἴρνυμαι·
45Καὶ ἀποβολῇ τοῦ ρ, αἴνυμαι. Οὕτω Μεθόδιος.
45 Αἴνυτο: Ἔστι κτῶ, καὶ σημαίνει τὸ φονεύω. Καὶ ὥσπερ παρὰ τὸ βῶ βαίνω, οὕτως καὶ παρὰ τὸ κτῶ κταίνω· καὶ ἀποβολῇ τοῦ τ, καίνω, τὸ κόπτω. Ἐξ αὐτοῦ αἴνω· καὶ κατὰ παραγωγὴν αἰνύω, καὶ αἴνυμι παράγωγον εἰς ΜΙ. Τὸ παθητικὸν, αἴνυμαι·

36

(50)

ὁ παρατατικὸς αἰνύμην αἴνυσο αἴνυτο· καὶ

36

(50)

Ἐξαίνυτο θυμόν. Αἴξ: Ὄνομα ἀρσενικόν· τὸ ζῷον παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ, ἀΐξω, ἄϊξ, καὶ κατὰ συναίρεσιν αἴξ. Καὶ Ὅμηρος, Ἰξάλου αἰγός,
55ὁρμητικῆς. Οὐδὲν εἰς ξ περισπᾶται· τὸ τοίνυν αἴξ
55ὀξύνεται. Τὸ δὲ Θρᾷξ περισπᾶται, καὶ τὸ Ταῦξ,
55καὶ γλαῦξ. Πάντων δὲ τῶν εἰς ξ ληγόντων ὀνομά‐ των τοῦτο μόνον διὰ τοῦ γ κλίνεται. Αἰξωνεύεσθαι: Τὸ κατηγορεῖν. Βλάσφημοι

37

γὰρ οἱ Αἰξωνεῖς. Δῆμος δὲ οἱ Αἰξωνεῖς τῆς Κεκρο‐ πίδος ἐστὶ φυλῆς· καὶ αἰξωνεία πόλις. Αἰόλον: Τὸ ταχὺ, παρὰ τὴν ἄελλαν· καὶ πολύ‐ φρον, καὶ ὀξὺ, καὶ ταχύ.
5 Αἰόλος: Σημαίνει τρία· ἔστιν ὄνομα κύριον· οἷον, Αἰόλος Ἱπποτάδης. Καὶ ἐπιθετικῶς, αἰόλος ὄφις, ὁ κατάστικτος καὶ ποικίλος· παρὰ τὸ αἴειν, ὃ δηλοῖ τὴν ἐνυπόστατον
10κίνησιν. Ἔνθεν αἴειν τὸ ὁρμᾶν καὶ αἴσσειν. Οὕτω
10Μεθόδιος.
10 Αἰολόπωλος: Σημαίνει τὸν ταχὺν καὶ εὐκίνητον ἵππον. Προπαροξύνεται· ἐπειδὴ τὰ εἰς ΟΣ δισύλ‐ λαβα προπερισπώμενα ἐν τῇ συνθέσει προπαροξύνον‐ ται· οἷον, οἶκος, ἄοικος· κοῦρος, ἐπίκουρος. Οὕτως οὖν καὶ πῶλος, αἰολόπωλος. Γίνεται δὲ ἐκ τοῦ
15αἰόλλω, ὃ σημαίνει τὸ κινῶ, καὶ τοῦ πῶλος· τοῦτο παρὰ τὸ ἐν τῇ πόᾳ ἅλλεσθαι, πόαλος, καὶ πῶλος. Ἐξ οὗ καὶ Αἴλουρος· δολερὸν γὰρ τὸ ζῷον. Αἰολοπώλους: Ταχυπώλους, ἢ ποικίλως ἱππα‐ ζομένους· παρὰ τὸ αἰολεῖν καὶ κινεῖν τοὺς πώλους.
20Σημαίνει δὲ καὶ τὸν εὐκίνητον· οἷον κορυθαίολος. Αἰολομίτραν: Ποικίλην μίτραν ἔχοντα· ἐξ οὗ καὶ εὐκίνητον πολεμιστήν. Αἰολεῖς: Ὀρέστης κατὰ χρησμὸν συνήθροισε πολλοὺς τοὺς ὠνομασμένους Αἰολεῖς· ὡς μὲν τινὲς, ὅτι
25πλεῖστοι ἤτοι Βοιωτοὶ ἦσαν· ὡς δὲ Μενεκλῆς, διὰ τὸ ἐκ πολλῶν ἐθνῶν συνηθροῖσθαι· ἀπὸ τοῦ αἰολίζω. Οὕτως Ὠρίων. Αἰονᾶν: Καταντλεῖν, καταχέειν, λούειν. Αἰπύν: Δύο σημαίνει. Αἶπυ βαρυτόνως, ὄνομα
30πόλεως· αἰπὺν δὲ, τὸν μέγαν· ὡς τὸ,
30 Φυγόντι περ αἰπὺν ὄλεθρον. Αἴπυτος: Ὄνομα κύριον· παρὰ τὸ αἰπὺς, ὃ ση‐ μαίνει τὸν ὑψηλὸν [τόπον.] Ὡς εὐρὺς Εὔρυτος, [οὕτω καὶ αἰπὺς Αἴπυτος.] Αἰπύς: Ὁ χαλεπὸς καὶ σκληρός· ἢ ὁ ὑψηλός·
35παρὰ τὸ αἶπος ἀκρωτήριον τὸ σκληρόν. Αἶπος γὰρ ὑψηλὸς τόπος, ἀκρωτήριον. Καὶ ἀπὸ τοῦ Αἰπὺς αἰπεινὸς, ὡς παρώνυμον· καὶ αἰπεινὴ, ὑψηλή· καὶ αἰπεῖα πόλις. Ἀπὸ τοῦ αἰπὺς οἶμαι καὶ αἰπύ‐ κερως, ὁ ὑψηλὰ κέρατα ἔχων.
40 Αἰπά: Βράχε δ’ αἰπὰ ῥέεθρα. Ὑψηλὰ ἢ δύσβατα· ἀπὸ μεταφορᾶς τῶν ἀκρωτηρίων. αἶπος γὰρ τὸ ἀκρωτήριον. Παρὰ τὸ αἰπὺ αἰπέα, καὶ κατὰ συγκοπὴν αἰπά. Ὅθεν τὸ α βραχύ.
45Αἰπόλος: Ἐκ τοῦ αἲξ αἰγὸς, καὶ τοῦ πολῶ τὸ
45ἀναστρέφομαι, αἰγοπόλος, ἤτοι αἰγονόμος, ὁ περὶ τὰς αἶγας ἀναστρεφόμενος· καὶ κατὰ συγκοπὴν, αἰπόλος. Ἢ περὶ τὰ αἰπὰ (ὅ ἐστιν ὑψηλοὺς τόπους) περι‐ πολοῦντες· χαίρουσι γὰρ τοῖς ὑψηλοῖς. Ὅθεν καὶ αἰπόλια τὰ αἰγονόμια, αἰγοπόλια ὄντα. Διατί οὐκ

37

(50)

ἀναβιβάζει τὸν τόνον; Ἐπειδὴ τὰ παρὰ τὸ πολῶ μὴ μετὰ προθέσεως συντεθέντα πρὸ μιᾶς ἔχει τὸν τόνον· οἷον ὀνειροπόλος, θυηπόλος, μυροπόλος, αἰπόλος. Πρόσκειται, “μὴ μετὰ προθέσεως,” διὰ τὸ πρόσπο‐ λος, ἀμφίπολος.
55Αἴρω: Ἀπὸ τοῦ ἀείρω κατὰ κρᾶσιν τοῦ α ε εἰς
55α μακρὸν, αἴρω. Οὕτως εἰς τὸ Ποσότητα. Καὶ ἀπὸ τοῦ ἁλῶ, ὃ σημαίνει τὸ πορθῶ, πλεονασμῷ τοῦ ι, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, αἱρῶ· ὁ

38

μέλλων, αἱρήσω· τὸ ἀπαρέμφατον, αἱρήσειν. Συν‐ τάσσεται αἰτιατικῇ. Αἴρω σημαίνει ἕξ· τέσσαρα περισπώμενα, καὶ δύο βαρυνόμενα. Αἱρέω αἱρῶ τὸ πορθῶ, ὡς τὸ,
5Φῆ γὰρ ὅγ’ αἱρήσειν Πριάμου πόλιν.
5Ἀντὶ τοῦ πορθήσειν. Αἱρῶ τὸ καταλαμβάνω· ἐξ οὗ,
5Μὴ δέ σε λήθη
5αἱρείτω.
5Καταλαμβανέτω. Αἱρῶ τὸ διαχωρίζω, ἐξ οὗ διαιρῶ. αἱρῶ τὸ προκρίνω· ἐξ οὗ προαιροῦμαι, καὶ αἱρετι‐ κός. Ταῦτα τὰ τέσσαρα περισπώμενα· βαρύνονται δὲ, αἴρω τὸ κουφίζω· ἐξ οὗ,
10 Αἴρεται ἀπὸ τῆς γῆς τὸ μνημόσυνον αὐτοῦ. Καὶ ἐπαίρω. Καὶ αἴρω τὸ προσφέρω· ἐξ οὗ καὶ ἄρτος. Αἱρεύμενον: Αἴροντα, λαμβάνοντα. Παρὰ τὸ αἱρῶ τὸ σημαῖνον τὸ λαμβάνω, [κατὰ πλεονασμὸν,
15αἱρῶ, αἱροῦμαι, αἱρούμενον· καὶ τροπῇ Αἰολικῇ, αἰ‐
15ρεύμενον. Ἡσίοδος ἐν ἔργοις καὶ ἡμέραις,] Καί σε ἔολπα γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος. Αἴρας: Ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθεν,
20ὡς εἴδοντο νέκυν ᾄραντας Ἀχαιούς.
20Δεῖ γινώσκειν, ὅτι τὸ ι ἔχει προσγεγραμμένον κατὰ
20παράδοσιν. Γυμνάσωμεν δὲ καὶ ἡμεῖς, καὶ δείξωμεν, ὅτι οὐκ ὤφειλεν ἔχειν τὸ ι. Ἔστι γὰρ αἴρω ἀρῶ· τούτῳ τῷ λόγῳ μὲν τῆς παραληγούσης γίνεται κατὰ τὸν αʹ ἀόριστον ἆρα, ὡς μιαίνω μιανῶ ἐμίανα, καὶ λοιπὸν ἐκ τούτου γίνεται ἡ μετοχὴ ἄρας χωρὶς τοῦ ι·
25λόγῳ δὲ ἀρχούσης ἔστιν ᾖρα ὁ πρῶτος ἀόριστος σὺν
25τῷ ι, ὥσπερ αἰτῶ ᾔτησα, καὶ αἰσχυνῶ ᾔσχυνα· καὶ ὤφειλεν ἡ μετοχὴ ἐκφωνεῖν τὸ ι· τὰ γὰρ τοιαῦτα ἐν ταῖς μετοχαῖς ἐκφωνοῦσι τὸ ι· οἷον, ᾔτησα, αἰτή‐ σας, καὶ αἰσχύνας· οὕτως οὖν καὶ ᾖρα αἴρας ὤφειλεν εἶναι, οὐκ ἄρας. Ἄρα οὖν μὴ ἐκφωνούμενον
30τὸ ι οὐκ ἔχει αὐτό· ἀλλ’ ἐπειδὴ φησὶν ὁ τεχνικὸς, ὅτι ἡ παράδοσις ἔχει τὸ ι, σχηματιστέον αὐτὸ οὕτως· Ἔστιν ἀείρω, ὁ μέλλων ἀερῶ· ὁ ἀόριστος ἤειρα, ὥσπερ ἤγειρα, καὶ ἡ μετοχὴ ἀείρας· καὶ κράσει τοῦ α ε εἰς α μακρὸν γίνεται ἄρας· καὶ μένει
35τὸ ι μὴ ἐκφωνούμενον, διὰ τὸ μέγεθος τοῦ α. Οὕτως
35ὁ Χοιροβοσκὸς εἰς τὸ Ποσότητα. Αἶρα: Ἡ σφύρα· Καλλίμαχος· οἷον, Λάθρη δὲ παρ’ Ἡφαίστοιο καμίνοις ἔτρεφον αἰράων ἔργα διδασκόμενοι. Παρὰ τὸ ῥαίω, τὸ σημαῖνον τὸ φθείρω, (τὸ αὐτὸ δὲ
40καὶ ῥαιστὴρ λέγεται,) γίνεται ῥαῖα· καὶ ὑπερθέσει,
40αἶρα, ἡ τὰ τυπτόμενα διαφθείρουσα. Ἢ ἀπὸ τοῦ αἴρω. Αἶρα: Σπέρμα ἐστὶ σιτῶδες, ἐκ παραφθορᾶς τοῦ σίτου γινόμενον· παρὰ τὸ ῥαίω τὸ φθείρω. Καὶ αἰρόπινον, τὸ ἀραιὸν κόσκινον· παρὰ τὸ τὰς αἴρας
45ποιεῖν ἀπεῖναι καὶ χωρίζειν· ἢ διὰ τὸ αἴρειν τὸν πίνον,
45ὅ ἐστι τὸν ῥύπον. Αἰριπόλιοι δμωαί: Σιμωνίδης, ἐκ τοῦ αἰριοπό‐
λιοι, συγκοπῇ τοῦ ο. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. Αἴσακος: Ὁ τῆς δάφνης κλάδος, ἢ ὁ τῆς μυρ‐ σίνης. Καλεῖται δὲ καὶ τὸ ζῷον ὁ ἐριθακὸς Αἴ‐

38

(50)

σακος.

38

(50)

Αἶσα: Ἡ εἱμαρμένη, ἡ μοῖρα. Παρὰ τὸ δαίω, τὸ μερίζω, ὁ μέλλων δαίσω, γίνεται δαῖσα, ὡς βήσω βῆσα, καὶ πείσω πεῖσα, ἡ πεισμονή· καὶ ἀποβολῇ τοῦ δ, αἶσα, ἡ ἑκάστῳ μεμερισμένη. Ἐπεί νύ τοι αἶσα μίνυνθά περ.
55Ἢ παρὰ τὸ ἀεὶ ἴση εἶναι, ἡ μὴ μεταβαλλομένη.
55Πᾶσι γὰρ ἴσως ἔπεισιν. Αἴσιμος: Ὥσπερ παρὰ τὸ σπορὰ γίνεται σπό‐ ριμος, καὶ παρὰ τὸ ἀλκὴ ἄλκιμος, οὕτως καὶ παρὰ

39

τὸ αἶσα, οἷον, Πάντα κατ’ αἶσαν ἔειπες, γέγονεν αἴσιμος· καὶ, Ὃς ἐναίσιμος εἴη.
5Οὕτως Ὠρίων.
5Αἰσιμία: Ἡ μαντεία, ἢ τὸ καθῆκον· παρὰ τὴν
5αἶσαν τὴν μοῖραν.
5 Αἴσων: Ὁ ἥρως· παρὰ τὴν αἶσαν δοκεῖ ἀπὸ πλεονασμοῦ γεγονέναι. Αἰσυητήρ: Ὡς μέν τινες, ὁ ἐντρεχὴς καὶ κεκο‐ σμημένος· τινὲς δὲ, νεανίαν· Νίκανδρος νομέα· Ὅμηρος δὲ μᾶλλον ἐπὶ τοῦ κοσμίου καὶ καθήκοντος.
10Ἀπὸ τῆς αἴσης παράγωγον. Ὅμηρος γὰρ τὴν αἶσαν ἐπὶ τοῦ καθήκοντος τάττει. Αἶσα αἴσω αἰ‐ σύω αἰσυτὴρ, καὶ πλεονασμῷ τοῦ η, αἰσυητήρ. Οὕτω Μεθόδιος. Αἰσυμνῆται: Οἱ βραβευταί· Ὅμηρος· οἱ τὸ
15αἴσιον ἀπονέμοντες τοῖς ἀγωνιζομένοις, αἰσιονεμῆται.
15Λέγουσι δὲ καὶ τοὺς κριτὰς ἄρχοντας τῶν ἀγώνων.
15 Αἰσυμνήτης: Βασιλέως ἐπιστάτης, ἄρχων, ἢ τύραννος· ἢ πάρεδρος. Ἰδίως δέ φησιν Ἀριστο‐ τέλης ὑπὸ Κυμαίων αἰσυμνήτην τὸν ἄρχοντα λέγε‐ σθαι. Καὶ, Αἰσυμνᾷ χθονός.
20Ἀντὶ τοῦ ἡγεῖται, ἄρχει. Εὐριπίδης Μηδείᾳ.
20Αἶσα: Καὶ ἡ Ἤπειρος τὸ παλαιὸν οὕτως ἐκα‐
20λεῖτο· καὶ οἱ κατοικοῦντες, Αἴσιοι. Αἴσιον: Μέτριον, δεξιὸν, δίκαιον, ἀγαθόν· καὶ ὑπεραίσιον, ὑπέρμετρον. Αἴσιμα: Ἀγαθὰ, καθήκοντα, εἱμαρμένα. Αἰσυμνητήρ: Ὁ βασιλεὺς, ὁ τὸ καθῆκον ὑμνῶν
25καὶ σέβων, ἢ αἰσυμενετὴρ, ὁ ἐν τῷ καθήκοντι μένων. Οἱ δὲ, παρὰ τὸ αἰσυμνᾶν, ὅ ἐστι τὸ αἰσίων μνήμην ποιεῖσθαι. Ἢ ὁ αἰσιομήτης, ὁ αἴσια βουλευόμενος· ὁ γὰρ τύραννος τοὐναντίον. Αἰσύμηθεν: Ἀπὸ Αἰσύμης πόλεως Θρᾴκης.
30Οἱ δὲ, ἀπὸ βασιλέως γένους.
Αἴσυλος: Ὁ ἄδικος καὶ ἁμαρτωλός· καὶ συν‐ θέσει, αἰσυλοεργός. Παρὰ τὸ συλῶ, ἄσυλος, πλεονασμῷ τοῦ ἐπιτατικοῦ α, ὡς τὸ ἀχανὲς πέλα‐ γος, τὸ λίαν κεχηνός· καὶ πλεονασμῷ τοῦ ι, αἴσυλος,
35οἱονεὶ ὁ πάνυ συλῶν καὶ ἁμαρτάνων. Ἀντὶ δὲ τοῦ ι ἔστιν ὅτε καὶ τὸ η πλεονάζει· οἷον ἀήσυλος. Πῇ μὲν αἴσυλος λέγεται, πλεονασμῷ τοῦ ι· πῇ δὲ ἀή‐ συλος, πλεονασμῷ τοῦ η. Ἄσυλα γὰρ τὰ ἄγαν συλητικὰ καὶ ἁμαρτωλά.
40Αἴσυλα:
40Αἴσυλα ῥέζων.
40Ἁμαρτωλὰ, παράνομα, ἄδικα, τὰ τῆς αἴσης σεσυ‐ λημένα· παρὰ τὴν αἶσαν, καὶ μετὰ τῆς α στερήσεως, ἀαίσυλα, τὰ μὴ καθήκοντα μήτε πρέποντα. Ἢ παρὰ τὸ ἄσω, τὸ βλάπτω, ἄσυλος, ὡς ἄξω ἄξυλος. Ἐξ αὐτοῦ ἄσυλον· [καὶ] πλεονασμῷ τοῦ ι, [αἴσυλον,
45καὶ] αἴσυλα· καὶ ἀφαιρέσει τῆς στερήσεως, αἴσυλα.
45Οὕτως ἔχει καὶ τὸ ἐτώσιον, Ἐτώσιον ἄχθος ἀρούρης. Παρὰ τὸ ἐτὸς, ὃ σημαίνει τὸ ἀληθὲς, γίνεται ἐτώ‐ σιον· καὶ συνθέσει τῆς α, ἀετώσιον, τὸ μὴ ἀληθές· καὶ ἀφαιρέσει τοῦ α ἔμεινε τὸ αὐτὸ σημαινόμενον.

39

(50)

Οὕτως Μεθόδιος.

39

(50)

Αἶσχος: Ἡ ὕβρις καὶ ἡ αἰσχύνη. Παρὰ τὸ

39

(50)

ἴσχω ἴσχος· καὶ μετὰ τῆς α στερήσεως, ἄϊσχος· καὶ ἐν συναιρέσει, αἶσχος, ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν. Ἢ τὸ πάνυ ἴσχον τοὺς λαμβάνοντας αὐτό. Αἰσχρός: Ὁ αἰσχύνης μετέχων. Αἶσχος, αἰ‐ σχρὸς, ὡς κῦδος κυδρὸς, ψύχος ψυχρός· καὶ ἀπὸ τοῦ
55θηλυκοῦ σάθη, σαθρός· καὶ λύπη, λυπρός. Οὐ γὰρ ἀπὸ τοῦ αἰσχηρὸς συγκέκοπται. Αἴσχιστος: Αἰσχρὸς, αἰσχρότατος, αἰσχρίων,

40

καὶ ἀποβολῇ τοῦ ρ, αἰσχίων, καὶ αἴσχιστος, ὥσπερ μακρὸς μακρότατος, μακρίων, καὶ μακίων, καὶ τροπῇ τοῦ α εἰς η, μηκίων μήκιστος, μήκιστον καὶ κρά‐ τιστον.
7 Αἰσχύλος: Ὁ ποιητὴς ὁ τραγῳδοποιός. [Παρὰ τὸ] αἶσχος, αἰσχύλος· ὡς σιμὸς σιμύλος. Παρ’ ὃ Αἰσχίνης Αἰσχινάδης; Παρὰ τὸ εἶναι αἰδήμονα. Αἰ‐
10σχίνης Αἰσχίνου. Ὁ κανών· Τὰ διὰ τοῦ ΙΝΗΣ καὶ ΟΝΗΣ βαρύτονα κύρια εἰς ΟΥ ἔχει τὴν γενικήν· οἷον Λεπτίνης Λεπτίνου, Φιλοκρίνης Φιλοκρίνου, Μηριό‐ νης Μηριόνου, Κεβριόνης Κεβριόνου, τελώνης τελώνου. Αἴσθησις: Παρὰ τὸ αἰσθῶ· τοῦτο παρὰ τὸ
15αἴσθω· τοῦτο παρὰ τὸ ἀΐσθω. Αἴτιος: Παρὰ τὸ ἄτη, ὃ σημαίνει τὴν βλάβην, αἴτιος, πλεονασμῷ τοῦ ι. Τὸ τι, ι. Τὰ ἀπὸ ἀπτώ‐ των διὰ τοῦ ΙΟΣ γινόμενα ὀνόματα ὑπὲρ δύο συλλα‐ βὰς διὰ τοῦ ι γράφεται· ἀρκῶ ἄρκιος, αἰτῶ αἴτιος.
20Ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Πρὸς τί ἔχοντος. Καὶ πρὸς τίνα ἔχει τὴν σχέσιν; Πρὸς τὸ αἰτιατόν. Τὸ γὰρ αἴτιον τοῦ αἰτιατοῦ ἐστὶν αἴτιον,
ὥσπερ ὁ χαλκοῦς τοῦ ἀνδριάντος ἐστὶν αἴτιος, καὶ τὰ ὀκτὼ μέρη τοῦ λόγου ἐστιν αἴτια τῆς γραφῆς, καὶ ὁ
25πατὴρ, τοῦ υἱοῦ.
25 Αἰτῶ: Ἐκ τοῦ τῶ τὸ ζητῶ, μετὰ τοῦ ἐπιτατικοῦ α, ἀτῶ, καὶ πλεονασμῷ τοῦ ι, αἰτῶ. Τὰ μὲν ἐνερ‐ γητικὰ, ἐπὶ τοῦ μὴ ἔχοντος ἀποδιδόναι· τὰ δὲ παθη‐ τικὰ, ἐπὶ τοῦ ἀποδιδόντος, αἰτήσομαι. Αἴτνη: Ὄρος Σικελίας· παρὰ τὸ αἴθω, τὸ καίω,
30Αἴτνη· ὡς φάγω φάτνη, πήσσω πάχνη. Αἰτωλοὶ οἱ Καλυδώνιοι· ἐπεὶ καὶ οἱ Κουρῆτες Αἰτωλοί. Καλυδὼν δὲ πόλις πρώτη τῆς Αἰτω‐ λίας. Αἰχμή: Ἐκ τοῦ ἀΐσσω ἀϊχὴ, καὶ κράσει αἰχή·
35καὶ πλεονασμῷ τοῦ μ, αἰχμὴ, ὡς δράξω δραχμὴ, τὸ
35λεπτὸν νόμισμα. Ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ αἷμα χέειν. Καὶ παρὰ τὸ αἰχμὴ, αἰχμῶ αἰχμᾷς, αἰχμάσσω τὸ πολεμῶ. Αἰχμητής: Ἀπὸ τοῦ αἰχμάζω, ὁ μέλλων αἰχμά‐ σω, αἰχματὴς, καὶ τροπῇ τοῦ α εἰς η, αἰχμητὴς, ὁ
40πολεμικός. Εἰ γὰρ ἦν παρώνυμον ἀπὸ τοῦ αἰχμὴ, ὤφειλε βαρύνεσθαι, ὥσπερ ὑπήνη ὑπηνήτης, καὶ κορύνη κορυνήτης. Τὰ δὲ ἀπὸ τῆς βʹ συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα εἰς ΤΗΣ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· οἷον ἐραστὴς, γελαστὴς, θεατὴς,
45λωβητὴς, δαπανητής. Τὸ δὲ πεδήτης, καὶ κομήτης, καὶ ἀλήτης, οὐ παρὰ ῥῆμα, ἀλλὰ παρὰ τὸ πέδη, καὶ κόμη, καὶ ἄλη. Τὰ δὲ τοιαῦτα βαρύτονα δισύλ‐ λαβα ὀνόματα δῆλον ὅτι ἀπὸ μονοσυλλάβου περι‐ σπωμένου τῆς βʹ συζυγίας ἐγένοντο, καὶ βαρύνονται·

40

(50)

οἷον, κτῶ κτήτης καὶ Φιλοκτήτης· βῶ βήτης καὶ

40

(50)

διαβήτης· θλῶ θλάτης, πρῶ πράτης. Αἰχμητὴς, αἰχμητοῦ· ἡ εὐθεῖα τῶν πληθυντικῶν αἰχμηταὶ, καὶ ἡ γενικὴ τῶν αἰχμητῶν, καὶ Δωρικῶς αἰχμητάων. Ὁ κανών· Τὰς εἰς ΩΝ γενικὰς τὰς ἀπὸ τῶν εἰς ΑΙ εὐ‐ θειῶν γινομένας οἱ Αἰολεῖς διὰ τοῦ ΑΩΝ προφέρουσιν·
55οἷον, μέλισσαι μελισσάων, μέλαιναι μελαινάων. Οἱ δὲ Δωριεῖς διὰ τοῦ ΕΩΝ, πύλαι πυλέων· Ὣς εἰπὼν πυλέων ἐξέσσυτο.

41

Αἰχμάλωτος: Παρὰ τὴν αἰχμὴν, ὅ ἐστι τὸ ξίφος, καὶ τὸ ἁλῶναι, ὃ σημαίνει τὸ πορθῆσαι. Οὕτως Μεθόδιος. Λέγεται καὶ αἰχμάλωτος, καὶ αἰχμόλετος.
5Αἶψα: Ταχέως· εἴρηται κατὰ στέρησιν τοῦ ἶψαι,
5ὃ σημαίνει τὸ βλάψαι. Τὸ δὲ βλάψαι καὶ ἐμ‐ ποδίζειν ἀνάγκη· τὸ δὲ ἀνεμπόδιστον ταχὺ γίνεται. Ἢ παρὰ τὸ ἅψω, αἶψα· δοκεῖ γὰρ τὰ ταχέως γινό‐ μενα ἀλλήλων ἅπτεσθαι κατὰ τὴν συνέχειαν. Καὶ αἰψηρὸν, ταχύ.
10Αἰών: Ἡ ζωὴ, θηλυκῶς· Ὅμηρος,
10 Αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. Παρὰ τὸ ἄειν τὸ πνέειν· καὶ ἄημα τὸ πνεῦμα, [καὶ ἀήτης ὁ ἄνεμος·] καὶ ἔμπνουν δὲ τὸν ζῶντα φα‐ μέν. Ἢ παρὰ τὸν αἰῶνα τῆς ζωῆς· οἱ γὰρ ζῶντες ἐν χρόνοις καὶ ἔτεσι διάγουσιν. Ἢ παρὰ τὸ ἀεὶ
15ὤν· καὶ κράσει τοῦ ε καὶ α, καὶ ἐν συναιρέσει, αἰών.
15Περιεκτικόν ἐστιν. Σημαίνει εʹ· τὴν ζωὴν τοῦ ἀν‐ θρώπου, ὡς τὸ, Ἔπειτά με καὶ λίποι αἰὼν [ἐν πόλει.] Αἰὼν καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμός. Αἰὼν καὶ ὁ ἀΐδιος καὶ ὁ ἀτελεύτητος, ὡς τῷ Θεολόγῳ δοκεῖ·
20αἰὼν γὰρ οὔτε χρόνος, οὔτε χρόνου τὶ μέρος· οὐδὲ
20γὰρ μετρητός. Αἰὼν λέγεται καὶ οἱ ἑπτὰ αἰῶνες, ἀπὸ τῆς τοῦ οὐρανοῦ καὶ γῆς κτίσεως μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων ἀναστάσεως. Αἰὼν λέγεται καὶ ὁ νωτιαῖος μυελὸς, ὡς καὶ Ἱπποκράτης, Ἄνθρωπός τις, νοσήσας τὸν αἰῶνα, ἑβδομαῖος ἀπέθανεν.
25Αἰωρῶ: Ἀπὸ τοῦ αἴρω, πλεονασμῷ τοῦ ω, αἰωρῶ
25τὸ κρεμῶ· καὶ αἰώρα, ἀπὸ τοῦ αἴρω αἴρα πλεον‐ ασμῷ τοῦ ω αἰώρα, ἐξ οὗ καὶ αἰώρημα καὶ ἐναιώ‐ ρημα, ὡς περισπώμενον· καὶ αἰωρούμενοι, μετεω‐ ριζόμενοι. Ἀΐγδην: Ἐπίρρημα μεσότητος· σημαίνει δὲ τὸ
30ὁρμητικῶς· [οἷον,
30Ἀΐγδην μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσε.]
30παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ· καὶ συναΐγδην Ἡσίοδος, ἀντὶ τοῦ ὁμοῦ ὥρμων συνελαύνοντες. Ἀΐδηλον: Ἀφανιστικόν· Ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον. Καὶ,
35Πῦρ ἀΐδηλον.
35Ἢ βίαιον, στυγνὸν, καὶ πολὺ καὶ μέγα, καὶ φορ‐
35τικόν.
35 Ἀΐδηλος: Οἷον, Κεῖνος δ’ αὖτ’ ἀΐδηλος ἀνήρ. Ὁ ὀλοθρευτικός· οὐ γὰρ ἄξιος Ἀριστόνικος δηλοῦν λέγων τὸν ἀδηλοποιόν· καὶ παρὰ τῷ ποιητῇ, Ἀΐδηλον Ἄρηα,
40τὸν ὀλέθριον. Ἢ αὐτὸς ἀΐδηλος ἐσόμενος. Καὶ ὁ
40μὲν Μεθόδιος λέγει εἶναι ἀπὸ τοῦ ἴδω ἴδηλος καὶ
40ἀΐδηλος· ὁ δὲ Χοιροβοσκὸς εἰς τὸ περὶ Ὀρθογραφίας αὐτοῦ λέγει αὐτὸ εἶναι ἀπὸ τοῦ ἀϊδνὸν, τὸ σημαίνει τὸ ἀφανιστικὸν, διὰ τοῦ ι, ἀϊδνόδηλος, καὶ κατὰ συγκοπὴν ἀΐδηλος. Ὁμοίως καὶ, Τὸν μὲν ἀΐδηλον θῆκε θεός.
45Ἀπὸ τοῦ ἀϊδνόδηλον γίνεται. Ὁ δὲ Ἡρωδιανὸς εἰς
45τὸ περὶ Παθῶν λέγει αὐτὸ εἶναι οὕτως· ζῆλος, ἄζη‐ λος, πλεονασμῷ τοῦ ι καὶ τροπῇ, ἀΐδηλος. Ἀϊδνός: Εἴδω τὸ βλέπω ἢ φαίνω· ῥηματικὸν ὄνομα ἰδνός· καὶ μετὰ τοῦ στερητικοῦ ἄλφα, ἀϊδνὸς,
ὡς στίλβω στιλπνός. Ἐξ οὗ καὶ Ἀϊδωνεὺς, ὁ

41

(50)

ᾅδης, εἰς ὃν οὐκ ἔστιν ἰδεῖν. [Ἡσίοδος ἐν Θεο‐ γονίᾳ· Αὐτὰρ ὃ Δήμητρος πολυφέρβης εἰς λέχος ἦλθεν· ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀϊδωνεὺς ἥρπασεν ἧς παρὰ μητρός.]
55Καὶ,
55Πηλὸς ἀϊδνὴς,
55ὁ ἀστήρικτος, ἅτε τέλμα· παρὰ τὸ ἵζω. Ἢ ἀφανής.
55 Ἀϊδνές: Τὸ ἀφανὲς καὶ μὴ ὁρώμενον, ὡς Ἡσί‐ οδος ἐν Θεογονίᾳ, Φλὸξ δὲ κεραυνωθέντος ἐπέσσυτο τοῖο ἄνακτος

42

οὔρεος ἐν βήσσῃσιν ἀϊδνῆς παιπαλοέσσης. Ἀϊδὲς, καὶ πλεονασμῷ τοῦ ν, ἀϊδνὲς, βαθὺ, σκοτει‐ νὸν, μέλαν, ἀφανιστικόν. Αἰώρα: Ἑορτὴ Ἀθηναῖς, ἣν καλοῦσιν εὔδειπνον.
5Λέγεται γὰρ Ἠριγόνην τὴν Αἰγίσθου καὶ Κλυται‐
5μνήστρας θυγατέρα σὺν Τυνδαρέῳ [τῷ πάππῳ] ἐλ‐ θεῖν Ἀθήναζε, κατηγορήσουσαν Ὀρέστου· ἀπολυθέν‐ τος δὲ, ἀναρτήσασαν ἑαυτὴν, προστρόπαιον τοῖς Ἀθηναίοις γενέσθαι· κατὰ χρησμὸν δὲ ἐπ’ αὐτῇ συντελεῖσθαι τὴν ἑορτήν.
10 Ἀΐδρυτον κακόν: Τὸ κατάρατον, ὃ οὐκ ἄν τις αὑτῷ ἱδρύσαιτο. Ἀϊδώνια: Θανάσιμα. Ἄϊδος κυνέη: Νέφος τὶ καὶ ἀορασία· ἢ περι‐ φραστικῶς τὴν περικεφαλαίαν. Ἐν αὐτῇ γὰρ τὸ
15πρόσωπον ἔκρυψεν ἡ Ἀθηνᾶ διὰ τὸ μὴ ὁρᾶσθαι ὑπὸ τοῦ Ἄρεος. Ἄϊδι: Σέλευκος μὲν ἀπὸ εὐθείας τῆς ἄϊς φησίν. Ἀλλὰ τὰ εἰς ΔΟΣ λήγοντα ὀνόματα ἀπὸ βαρυτόνων εὑρίσκομεν παρ’ Ἴωσι καθ’ ὑφαίρεσιν τοῦ δ λεγόμενα·
20οἷον, μήνιδος μήνιος, Πάριδος Πάριος. Τὴν δὲ ἄϊδος γενικὴν οὐδεὶς Ἰώνων ἄϊος εἶπεν· οὐκ ἄρα ἡ εὐθεῖα ἄϊς. Εἴδω τὸ βλέπω· ὁ μέλλων, εἴσω· ὄνομα ῥη‐ ματικὸν, ἴς, διὰ τοῦ ι· καὶ μετὰ τοῦ στερητικοῦ α, ἄϊς, ἐν ᾧ οὐδέν ἐστιν ὁρᾶν· καὶ ἡ γενικὴ ἄϊδος.
25 Αἴδης: Γίνεται ἀπὸ τοῦ ἴδω ἴδης, καὶ κατὰ στέρησιν ἀΐδης, ὁ ἀγνώστους ποιῶν. Ἡ γενικὴ ἀΐδου, ἡ δοτικὴ ἀΐδῃ, καὶ κατὰ μεταπλασμὸν ἄϊδι, ὥσπερ ἀπὸ τῆς ὑσμίνῃ δοτικῆς κατὰ μεταπλασμὸν ὑσμῖνι, καὶ λιτῷ, λιτί. Τὸ δὲ ἀϊδὴς τὸ ἐπίθετον
30ὀξύνεται· τὸ οὐδέτερον, ἀϊδές. Οὕτως εὗρον ἐν Ἐπιμερισμοῖς. Ἄϊδρις: Ἄϊδροι, ἀΐδριες, ἀμαθεῖς, ἄπειροι. Ἡ‐ σίοδος, [Αὐτὸς δ’ ἀπολήσεται ἄλλῃ,]
35χώρου ἄϊδρις ἐών.
35Καὶ Ὅμηρος,
35Ἀΐδρει φωτὶ ἐοικώς.
35Ἔστι ῥῆμα εἴδω τὸ ἐπίσταμαι· ὁ μέλλων, εἴσω· ὁ
35μέσος μέλλων, εἴσομαι· οἷον,
35 Εἴσομαι αἴκέ μ’ ὁ Τυδείδης. Ῥηματικὸν ὄνομα εἴδις· πλεονασμῷ τοῦ ρ, καὶ ἀπο‐ βολῇ τοῦ ε, ἴδρις· καὶ μετὰ τοῦ στερητικοῦ α, ἄϊ‐ δρις· ἡ γενικὴ ἀΐδρεως, ὡς ὄφις ὄφεως· καὶ ἀΐδρεϊ
καὶ ἀΐδρει. Οὐ γὰρ δεῖ διὰ τοῦ δ. Οὐ γάρ ἐστι
40παρώνυμον μακρᾷ παραληγόμενον. Ὥστε ἁμάρτημα
40τὸ παρὰ τῇ Σαπφοῖ πολυΐδριδι, καὶ παρὰ Σοφοκλεῖ ἴδριδα, καὶ παρὰ Φρυνίχῳ ἴδριδες. Οὕτως εὗρον σχόλιον ἐν ὑπομνήματι Ἰλιάδος. Ἡσίοδος, ἀσύνετος καὶ ἀναίσθητος, καὶ ἀϊδροσύνη, ἀμαθία. Ἀϊδρείη: Ἀπειρία.
45Οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται, οὐδέ τ’ ἀϊδρείῃ· ἐπεὶ οὐδ’ ἐμὲ νήϊδά γ’ οὕτως ἔλπομαι. Ἀϊκάς: Ὠκείας ἀνέμων ἀϊκάς.

42

(50)

Πνοὰς, ἀναφοράς. Ἀπὸ τοῦ ἀΐσσω ῥήματος. Τὸ

42

(50)

δὲ ἀϊκὰς καὶ προπαροξύνεται καὶ ὀξύνεται. Ἀπὸ

42

(50)

μὲν τοῦ ἀϊκὴ ὀξύνεται, ἀϊκὰς ὀξύτονον, ὡς ἰωκὴ ἰωκάς·

42

(50)

ἀπὸ δὲ τοῦ ἄϊξ, ἄϊκας, [καὶ προπαροξύνεται.] Ἄϊκες δὲ, αἱ ἐν τῷ πολέμῳ κλίσεις ἐφ’ ἑκάτερα. Ἀπολ‐ λώνιος δὲ, τὰς αὐτὰς ἐπιπνοίας τῶν ἀνέμων. Οὕτως εὗρον εἰς τὰ Ἀργοναυτικὰ Ἀπολλωνίου. Καὶ Ἰλιάδος οʹ,
55 Οὐδ’ ἄρα τοίγε τόξων ἀϊκὰς ἀμφὶς μένον. Ἀντὶ τοῦ περιέμενον. Σημαίνει δὲ διώξεις, ὁρμὰς, φορὰς, κινήσεις. Ἀΐλιον: Κακοΐλιον. Οὐ γὰρ πλεονασμός.
60Ἀΐξας: Ἀΐσσω· καὶ ὁ παρατατικὸς ἄϊσσον·

43

καὶ οὔτε χρονικῶς αὐτὸ ηὔξηται, οὔτε συλλαβικῶς. Τὸ γὰρ ἀΐσσω πάντοτε ὁ ποιητὴς μακρὸν ἔχει. Ἄϊον: Ἐπεὶ φίλον ἄϊον ἦτορ.
5Ἐπεὶ ἀφ’ οὗ ἀπέπνευσα τὴν ψυχὴν, ἢ ᾐσθόμην ἀλ‐
5γήσας τὴν ψυχήν. Ἄϊον γὰρ, τὸ ᾐσθόμην. Ἀΐω: Ἡσίοδος, Σὺ δ’ ἄϊε δίκης, ἀντὶ τοῦ ἄκουε. Ἢ ὡς ἀπὸ τοῦ Ἀκταίων γίνεται Ἀκταῖος, τοῦ αὐτοῦ σημαινομένου φυλαττομένου,
10καὶ τῆς αὐτῆς παραληγούσης· καὶ κόρσων κόρσος ὁ
10κουρίσκος· οὕτως ἀπὸ τοῦ ἀΐων, ἄϊος.
10 Ἄϊστος: Ὁ ἄγνωστος καὶ ἀφανής· καὶ ἀϊστῶ‐ σαι, καὶ ἀϊστωθῆναι. Γέγονε δὲ ἀπὸ τοῦ ἴσημι, Δωρικοῦ ἴσαμι, ἰστὸς, ὡς δίδωμι δοτός· καὶ ἄϊστος, κατὰ στέρησιν. Ἀπὸ δὲ τοῦ ἰστὸς γίνεται ἱστῶ
τὸ γινώσκω. Παράγωγον ἴστημι ψιλοῦται· ὅθεν καὶ
15ἐπίσταμαι. Ἴσημι ἴσαμαι ἴσαται ἰστὸς, καὶ ἄϊ‐
15στος. Οὕτως Μεθόδιος. Ὁ δὲ Φίλων εἰς τὸ Ῥη‐ ματικὸν αὐτοῦ, οὕτως· ἀπὸ τοῦ εἴδω ἰστὸς, ὡς εἷμα, ἱμάτιον. Ἀιστῶσαι: Ἀπὸ τοῦ ἀϊστῶ. Τοῦτο παρὰ τὸ ἱστῶ, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀϊστῶ· καὶ ἀϊ‐
20στῶσαι, καὶ ἀϊστώσειαν, ὡς τύψειαν. Τὰ γὰρ μὴ
20ἱστάμενα, ἀφανῆ εἰσίν. Σημαίνει δὲ τὸ ἀφανίσαι καὶ διαχέαι. Καὶ ἀϊστοῖ, πορθεῖ, ἀπολλύει. Καὶ ἀϊστοσύνη, ἡ ἀπώλεια. Ἀΐσθω: Ὁ δ’ ἔβραχε θυμὸν ἀΐσθων.
25Ἐκπνέων. Καὶ,
25Αὐτὰρ ὃ θυμὸν ἄϊσθε, καὶ ἤρυγεν.
25Ἀπὸ τοῦ ἀΐω ῥήματος σημαίνοντος τὸ ἀκούω γίνε‐
25ται παράγωγον ὄνομα ἄϊστος· ἐκ τούτου γίνεται ἀϊστῶ, καὶ τροπῇ τοῦ τ εἰς θ, ἀΐσθω, ἐξ οὗ ἡ μετοχὴ ἀΐσθων, καὶ κατὰ συναίρεσιν αἴσθων. Οὕτω καὶ ἀπὸ τοῦ ἐγείρω γίνεται ἐγερτὸς, καὶ κατὰ τροπὴν ἐγέρθω ῥῆμα. Ἢ καὶ ἀπὸ τοῦ ἀΐω ἐν παραγωγῇ
30ἄϊσθος, ὡς ὅρματος ὅρμαθος· ἀφ’ οὗ ῥῆμα αἴσθω.
30 Ἀϊχθῆναι: Ἐτώσιον ἀϊχθῆναι. Ὁρμηθῆναι. Ἀΐτης: Ὁ ἐρώμενος· παρὰ τὸ ἄειν, ὅ ἐστι πνέειν· ὁ εἰσπνέων τὸν ἔρωτα τῷ ἐραστῇ. Φασὶ γὰρ
35γίνεσθαι τὸν ἔρωτα ἐκ τοῦ εἰσπνεῖσθαι ἐκ τῆς μορφῆς
35τοῦ ἐρωμένου. Ὅθεν καὶ εἰσπνήλας καλοῦσι τοὺς
35ἐραστὰς παρὰ Λάκωσιν. Ἢ ἀΐτης κυρίως ὁ μέσος, ὁ μήτε θρασὺς, μήτε ἰταμός. Ἴτης οὖν, ἀΐτης, ὁ μὴ ἴτης, ὅ ἐστιν ἰταμὸς, ἀλλὰ θυμήρης, ὡς ὁ ἐρα‐ στής. Ἢ ὁ ἅμα τινὶ ἴων, τοῦ α ὁμοῦ σημαίνοντος. Οὕτως Μεθόδιος.
40 Ἀϊτίας χορδάς: Σημαίνει δὲ τὰς ἐρωτικάς. Ἡρωδιανὸς προπαροξυτόνως λέγει, ἀπὸ τοῦ αἴτις αἴ‐ τιδος αἴτιδας, καὶ ἀποβολῇ τοῦ δ. Οἱ δὲ περὶ Ὦρον λέγουσιν, ὅτι εἰ ἦν οὕτως, οὐκ ὤφειλεν ἀπο‐ βάλλειν τὸ δ· τὰ γὰρ ἀπὸ τῶν εἰς ΙΣ θηλυκῶν οὐκ
45ἀποβάλλουσι τὸ δ. Ἄμεινον οὖν παροξύνειν, ἀπὸ τοῦ ἀΐτης. Ἄκαινα: Ἀπολλώνιος, Ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ.

43

(50)

Ἔστιν δὲ ῥάβδος, τὸ καλούμενον βούκεντρον. Ὠνό‐ μασται δὲ οὕτως. Νεῖλος ὁ τῶν Αἰγυπτίων ποταμὸς ἀναβλύζων καὶ ἀνερχόμενος διὰ τοῦ θέρους, τὰ ὅρια τῆς τῶν Αἰγυπτίων γῆς τῇ ὑγρασίᾳ λύων καὶ μιγνὺς ἀπώλλυεν· ἐλαττουμένου δὲ αὐτοῦ πάλιν καὶ ἀποβαί‐
55νοντος, μάχη καὶ ἀμφισβήτησις τοῖς Αἰγυπτίοις περὶ
55τῶν ὁρίων τοσαύτη ἐγένετο ὥστε καὶ ἀλλήλους φο‐
55νεύειν. Ὕστερον δὲ ῥάβδον λαβόντες, τὰς ἑαυτῶν
55γᾶς ἐγεωμέτρουν πρὸ τῆς ἀναβάσεως τοῦ ποταμοῦ,
καὶ ἐσημειοῦντο· καὶ πάλιν μετὰ τὴν ἀπόβασιν τοῦ ποταμοῦ τῇ αὐτῇ ῥάβδῳ ἐγεωμέτρουν· καὶ γεωμε‐ τροῦντες, ἕκαστος τὴν ἰδίαν γῆν ἀπελάμβανε δίχα

44

μάχης καὶ φόνου. Ἐκλήθη οὖν ἡ ῥάβδος, ἐν ᾗ ἐγεωμέτρουν, ἄκαινα, ἡ στεροῦσα αὐτοὺς τοῦ καίνειν ἀλλήλους, ὅ ἐστι φονεύειν. Λέγεται δὲ ὅτι Θεσ‐ σαλός τις εὑρεθεὶς ἐν Αἰγύπτῳ ἐπενοήσατο τῇ ῥάβδῳ
5γεωμετρεῖν τὴν γῆν· ἔνθεν καὶ Πελασγίδι εἶπεν, ἀντὶ τοῦ Θεσσαλικῇ. Ἐργατίνης δὲ, ὁ γεωργός. Ἀκαδήμιον: Γυμνάσιον. Τόπος ἐστὶ πρὸ τοῦ ἄστεος, ἀπὸ Ἀκαδήμου ὠνομασμένος· διὸ καὶ Ἀκα‐ δημία τότε ἐκαλεῖτο. Διττὴ δὲ ἡ ἀρχὴ τοῦ ὀνό‐
10ματος. Οἱ μὲν, ἀπὸ τοῦ α τὸν Ἀκάδημον· οἱ δὲ, ἀπὸ τοῦ ε, τὸν Ἐκάδημον. Οὕτως Ὠρίων. Ἀκακήτης: Ὥσπερ παρὰ τὸ γυμνὴς γυμνῆτος γίνεται ὁ γυμνήτης, καὶ Οἰδίπους Οἰδίποδος Οἰδι‐ πόδης, οὕτως καὶ ἀκάκης ἀκάκητος ἀκακήτης. Τὸ
15δὲ ἀκάκητα, καὶ εὐρύοπα, εἰ μὲν εἶεν κλητικαὶ, ἀπὸ τοῦ ἀκάκης καὶ εὐρύοψ ᾖ· εἰ δὲ εἶεν εὐθεῖαι, γίνονται κατὰ συνεκδρομὴν τῶν αἰτιατικῶν προπαροξυτόνως καὶ ὁμοφώνως. Ἀκαλήφη: Θαλάττιόν ἐστι φυτὸν, δῆξιν καὶ
20κνησμὸν ἐν τῷ ἅπτεσθαι ἐμποιοῦσα, κατὰ ἀντίφρασιν,
20ἔχουσα ἀκαλὴν τὴν ἁφήν· ἧς οὐκ ἔστιν ἀκαλῶς (ὅ ἐστιν ἡσύχως) ἅπτεσθαι. Ἢ παρὰ τὸ μὴ ἔχειν καλὴν ἁφήν. Ὅθεν καὶ τὸ ΛΗ, η. Τὰ γὰρ διὰ τοῦ ΙΦΗ μονογενῆ διὰ τοῦ ι γράφονται· οἷον, Σίφη ἡ πόλις· ἀγρίφη, ἡ σκάφη. Τὸ [δὲ] κνήφη, ἀκα‐
25λήφη ἡ κνίδη, σεσημείωνται, διὰ τοῦ η γραφόμενα. Οὕτως Θεόγνωστος. Ἀκαλάνθις καὶ ἀκαλάνθεια: Ἴσως ἐπισήμου κυνὸς ὄνομα· παρὰ τὸ ἀκαλὸν θεῖν ἀκαλάνθις. Οὕτως Ὠρίων.
30Ἀκαλός: Ἔστιν ἦκα τὸ ἠρέμα· ἐκ τούτου γί‐
30νεται παράγωγον ἤκαλος, ὡς πέμπω πέμπελος, καὶ ἄγω ἄγελος καὶ ἄγγελος, καὶ κατὰ συστολὴν ἀκα‐ λὸς, ὁ ἥσυχος, ὡς ἁπαλὸς, ὁμαλὸς, χθαμαλὸς, ὀξύ‐ νεται· τὸ δὲ ἤκαλος προπαροξύνεται, ὡς πάσσα‐ λος, Κόκαλος, Τάνταλος. Ἐκ τοῦ οὖν ἀκαλὸς
35γίνεται ἀκαλὰ προρέων, ἀντὶ τοῦ ἡσύχως· ἐκ τοῦ οὖν ἀκαλὰ γίνεται ἀκαλαρρείτης, ὡς παρὰ τῷ ποιητῇ· Ἐξ ἀκαλαρρείταο βαθυρόου Ὠκεανοῖο. Ἀντὶ τοῦ ἡσύχως ῥέοντος. Ὅθεν καὶ τὸ ΡΕΙ δί‐
40φθογγον, παρὰ τὸ ῥέω. Ἀκόλουθον γὰρ τὸν Ὠκεανὸν
40μὴ κυματοῦσθαι μήτε ταράττεσθαι ὑπὸ τῶν ἀνέμων,
40ὥσπερ ἡ θάλασσα δούλη τοῖς πνεύμασι. Θεῶν γὰρ γένεσις τέτυκται. Ἀκάματον πῦρ: Πολὺ καὶ ἀπλήρωτον· Ὡς δ’ ὅτε σῦν ἀκάμαντα.
Ἀκοπίαστον, ἰσχυρὸν, μέγιστον· παρὰ τὸ κάμνω.
45 Ἀκαμαντοχάρμαν: Οὐκ ἔστι πλεονασμὸς, ἀλλὰ πλάνη κλίσεως. Ἀκαμαντοχάρμας γὰρ, καὶ ἡ κλητικὴ ἀκαμαντοχάρμα. Εἰ γὰρ ἦν πλεονα‐ σμὸς, ἐκτεταμένον ἐχρῆν τὸ α· νῦν δὲ συστέλλεται. Πλάνη ἄρα κλίσεως. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν.

44

(50)

Τὸ ἄλφα μακρόν. Τὸ γὰρ τῆς στερήσεως ἄλφα ἀεὶ ἐν συστολῇ παραλαμβάνεται· πλὴν τοῦ ἀθάνατος καὶ ἀκάματος. Καὶ ἴσως διὰ τὴν ἐπαλληλίαν ἐν‐ ταῦθα ἐκτείνεται. Ἀκάκητα: Ὁ στερίσκων τὰς λύπας· ἢ ἀπὸ
55τοῦ ἐν Ἀρκαδίᾳ ὄρους Ἀκακησίου· ἢ πανοῦργον· οἱ
55δὲ, ἀγαθόν· οἱ δὲ, πραῢν, καὶ κοιμητικόν. Ἀκάμανος: Ἡ κάμηλος· παρὰ τὸ μὴ κάμνειν· Ἢ ἀκάματος· πολύμοχθον γὰρ τὸ ζῷον. Οὕτως Μεθόδιος καὶ Ὦρος.

45

Ἀκαμύθιος: Ἡ κύων· παρὰ τὸ αἰκάλλειν τοὺς ἰδίους δεσπότας. Μεθόδιος. Καὶ ἀκαλυφῆ, ἄστε‐ γον, ὕπαιθρον. Ἀκάμπιος: Ὁ ἐπ’ εὐθείας περίπατος· παρὰ τὸ
5καμπὴν μὴ ἔχειν. Μεθόδιος. Καὶ ἀκάμπιοι δρόμοι,
5οἱ εὐθεῖς καὶ ἁπλοῖ. Ἄκανθος: Πόλις Μακεδονίας· ὅτι ἀντὶ ἐρυμά‐ των ῥάχοις, ὅ ἐστιν ἀκανθώδεσι φυτοῖς, περιβέβλη‐ ται. Μεθόδιος. Σημαίνει καὶ ἄλλα. Ἀκανθὶς, ἢ ἀκανθυλλίς: Στρουθίον ἐν ταῖς
10ἀκάνθαις καθήμενον, ὡς λέγουσιν. Οὕτως Ὠρίων. Καὶ ἀκάνθιος, εἶδος τέττιγος· οἱ δὲ, τὸν ἄ‐ φωνον. Ἄκανθα: Ἀπὸ τοῦ τῇ ἀκῇ ἀνθεῖν· ὅ ἐστι τῇ ὀξύτητι.
15Ἀκαρός: Σημαίνει τὸν ἐγκέφαλον, ἢ τὴν κεφα‐
15λήν· καὶ γίνεται ἀπὸ τοῦ κάρη· καὶ διὰ τὸν χαρα‐
15κτῆρα ὀξύνεται, ὡς τὸ μαδαρός. Ἄκαρα: Τὰ σκέλη Κρῆτες. Ἄκαρα: Πόλις τῆς Ἀσίας, ἡ νῦν καλουμένη Νύσσα. Ταύτην Ἄθυμβρος, Κρὴς τῷ γένει ἀπὸ Ῥαδαμάνθυος, παρὰ Καρσὶν οἰκήσας, καὶ τιμηθεὶς,
20μετῴκισεν εἰς τὸν τόπον τοῦτον, καὶ ὠνόμασεν Ἄκαρα, τὰ μηκέτι Καρῶν· καὶ τὸν διὰ τῆς πόλεως ῥέοντα ποταμὸν, ἀφ’ ἑαυτοῦ Ἄθυμβρον ἢ Θύμβρον. Οὕτως Μεθόδιος. Ἀκαρής: Ὁ ἐλάχιστος καιρός. Ἐτίθετο δὲ
25κυρίως ἐπὶ οἱουδήποτε ἐλαχίστου. Μένανδρος,
25 Ὁρᾷς, ἀκαρὴς παραπόλωλας ἀρτίως. Καὶ Ἀριστοφάνης, Γυμνὸς θύραζ’ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνῳ. Παρὰ τὸν καιρὸν, καὶ τὴν στέρησιν, ἀκαίριόν τι ὄν· κατ’ ἔλλειψιν ἀκάριον, τὸ μὴ καιρὸν ἔχον, ἀλλ’ ἐλά‐
30χιστον. Ἢ παρὰ τὸ κάρα, ἀκαρὲς, τὸ ἀκέφαλον,
30καὶ μηδὲ ἀρχὴν ἔχον. Ἢ ὃ οὐ δύναταί τις κεῖραι διὰ σμικρότητα. Ἄκαστος: Υἱὸς Πελίου, πατὴρ δὲ Ἀλκήστιδος. Εὐριπίδης, Ἢ τ’ ἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσι·
35[ἢ μῆς ἀδελφῆς αἷμα τιμωρήσεται.]
35Παρὰ τὸ κάζω τὸ κοσμῶ, ἔνθεν κέκαστο,
35[Πανέλληνας καὶ Ἀχαιούς.]
35καὶ κεκασμένος, καὶ κάσμος, καὶ κόσμος, συνθέσει Ἄκαστος ἀπὸ τοῦ ἄλφα ἐπιτατικοῦ, καὶ τοῦ κάζω, ὁ πάνυ κεκοσμημένος. Οὕτω Μεθόδιος. Ἄκατος: Τὸ μικρὸν πλοιάριον. Παρὰ τὸ ἄγω, [ἄξω, ἦχα, ἦγμαι, ἦκται,] ἀκτός· καὶ πλεονασμῷ
40τοῦ ἄλφα, ἄκατος, ἡ περιάγουσα καὶ διακομίζουσα. Ἐξ οὗ τὸ ὑποκοριστικὸν ἀκάτιον· ὃ τινὲς μὲν ἐπα‐ κτρίδα, τινὲς δὲ πορθμίδα, τινὲς δὲ κάραβον ὀνο‐ μάζουσιν. Ἢ ἀπὸ τοῦ ἀκτὴ γίνεται ἄκατος, ἡ ἀπ’ ἀκτῆς εἰς ἀκτὴν περιερχομένη, ὡς πορθμὶς λέγεται,
45ἡ μὴ πελαγοδρομοῦσα. Οὕτως Μεθόδιος. Ἀκαχμένον: Ἠκονημένον. Ἀπὸ τοῦ ἀκάζω, τὸ ἀκονῶ, ὁ μέλλων, ἀκάσω, ἤκακα ἤκασμαι ἠκα‐ σμένον, καὶ τροπῇ τοῦ ς εἰς χ, ἠκαχμένον. Ἀκάχοιτο: Λυποῖτο· ἀπὸ τοῦ ἀκαχῶ· τοῦτο

45

(50)

παρὰ τὸ ἄχος, ἀχῶ, ἀκαχῶ. Ἀκαχήμενος: Λυπούμενος. [Ἰστέον ὅτι τὸ ἀκαχήμενος, ἐπεὶ ὤφειλε παροξύνεσθαι ὡς τὸ πε‐ ποιημένος, οὐκ ἔστι παρακείμενος· ἀλλ’ ἔστιν ἀπὸ τοῦ ἀκάχω, ἀκάχημι· ὁ παθητικὸς ἐνεστὼς, ἀκάχη‐
55μαι· οἱ γὰρ Αἰολεῖς τὴν παραλήγουσαν οὐ συστέλ‐ λουσι· καὶ ἡ μετοχὴ, ὁ ἀκαχήμενος. Ἰστέον δὲ ὅτι ἡ μετοχὴ τοῦ παρακειμένου παροξύνεται, τῶν ἄλλων

46

πασῶν προπαροξυνομένων· οἷον, τυπτόμενος, τυφθη‐ σόμενος, τυψόμενος. Δεῖ δὲ προσθεῖναι τῷ κανόνι τὸ, “εἰ μὴ ἀπὸ πάθους εἶεν·” ὡς τὸ ἀκαχῶ, ἀκαχήσω, ἠκάχηκα, ἠκάχημαι, ἠκαχημένος, ἀκάχμενος. Τὸ
5δὲ οὐτάμενος καὶ ἐληλάμενος, ὁ Ἡρωδιανὸς οὔ φησι κατὰ πάθος γίνεσθαι προπαροξύτονα, ἀπὸ τοῦ οὐτα‐ σμένος καὶ ἐληλασμένος, ἀλλ’ ἀπὸ τῶν εἰς ΜΙ, τοῦ τε οὔτημι καὶ ἐλήλημι· καὶ εἰσὶν ἐνεστῶτες, ὡς ἵστημι ἵσταμαι ἱστάμενος.]
10Ἀκαχείατο: Ἀπὸ τοῦ ἀκαχῶ ἀκαχήσω ἠκά‐
10χηκα, ἠκάχημαι, ἠκαχήμην· καὶ Ἰωνικῶς, ἀκαχέατο· καὶ πλεονασμῷ τοῦ ἰῶτα, ἀκαχείατο. Ἀκαχίζεο: Ἄχθου, λυποῦ, ἀπὸ τοῦ ἀχῶ, ἀχίζω, καὶ ἀκαχίζω, ἐπὶ ἄχει γίνου. Καὶ ἀκαχῆσθαι, τὸ ἀνιᾶσθαι.
15Ἀκέανος: Εἶδος ὀσπρίου ὅμοιον φακῇ· παρὰ τὸ
15σκληρὸν καὶ ἄθλαστον· κατὰ στέρησιν τοῦ κεάσαι, ὅ ἐστι θραῦσαι. Ἀκεσώδυνος: Ἰατρὸς ὁ τὰς ὀδύνας παύων καὶ θεραπεύων· ἀπὸ τοῦ ἀκῶ ἀκέσω, καὶ τοῦ ὀδύνη. Ἐξ οὗ καὶ ῥηματικὸν ὄνομα Ἀκέστωρ· σημαίνει δὲ τὸν
20ἰατρόν· καὶ Ἀκεστορίδης· καὶ ἀκεῖον, τὸ φάρμα‐
20κον· καὶ ἀκεστὸν, ὁμοίως.
20 Ἀκεσταί: Ἀκεσταὶ φρένες ἐσθλῶν. Εὐθεράπευτοι, εὐΐατοι. Αἱ γὰρ τῶν ἀγαθῶν ἀνδρῶν φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται εὐθερά‐ πευτοι οὖσαι, ἢ θεραπευτικαί.
25Ἀκερσεκόμης: Ὁ τὴν κόμην μὴ κειρόμενος.
25Παρὰ τὸ κείρω τὸ κόπτω, (ὁ μέλλων, κερῶ· καὶ Αἰο‐ λικῶς, κέρσω) καὶ τὸ κόμη, γίνεται κερσοκόμης, διὰ τοῦ ο. Πᾶς γὰρ ἐνεστὼς ἢ μέλλων, ἐν πρώτῳ προσώπῳ λαμβάνων σύνθεσιν, τρέπει τὸ ω εἰς ο· οἷον, λείπω, λειποτάκτης· μίξω, μιξοπόλιος. [Οὕτω
30καὶ κέρσω, κερσοκόμης· καὶ μετὰ τοῦ στερητικοῦ ἄλφα, ἀκερσοκόμης.] Ἀκέστρα: Ἡ βελόνη ἡ μείζων, ἣν νῦν σακκο‐ ράφιον καλοῦσιν. Εἴρηται δὲ παρὰ τὸ ἀκεῖσθαι ἤτοι συρράπτειν τὰ διερρωγότα τῆς ὀθόνης. Τοῦτο δὲ καὶ
35ἠπήτριον φασίν· ἐπεὶ καὶ ἠπήτρια καὶ ἠπήτης, καὶ
35ἀκέστρια καὶ ἀκεστὴς, οὓς νῦν ῥάπτας καλοῦσιν. Χρὴ δὲ εἰδέναι, ὡς οἱ παλαιοὶ γυναιξὶν ἐχρῶντο εἰς ταύτας τὰς ἐργασίας, καθὰ καὶ νῦν Σκύθαι. Ἀκειόμενον: Σημαίνει δύο· μεταφορικῶς, ἰώ‐ μενον· καὶ ἐπὶ τοῦ ἐπισκευάζοντα, ὡς,
40Νῆας ἀκειόμενον.
40 Ἀκέραιος: Ὁ ὑγιής. Ἀπὸ τοῦ κέραος κέ‐ ραιος· καὶ μετὰ τοῦ ἄλφα στερητικοῦ, ἀκέραιος, ὁ ἀόργητος καὶ ἀβλαβής· κυρίως ὁ μὴ θυμούμενος, καὶ τοῖς κέρασι βλάπτων ἢ βλαπτόμενος· ἀπὸ μετα‐ φορᾶς τῶν διὰ τῶν κεράτων ἀμυνομένων ζῴων. Ἢ
45ἐκ τοῦ κερῶ τὸ μιγνύω, κιρνῶ. Καὶ ὥσπερ παρὰ τὸ
45πτῶ, πταίω, καὶ πλεονασμῷ τοῦ ν, πταίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω· καὶ παρὰ τὸ περῶ περαίω περαίνω· οὕτως καὶ παρὰ τὸ κιρνῶ κερνῶ κε‐ ραίνω, κέραιος, καὶ μετὰ τοῦ στερητικοῦ ἄλφα, ἀκέ‐ ραιος, ὁ μὴ κεκραμένος κακοῖς, ἀλλ’ ἁπλοῦς καὶ

46

(50)

ἀποίκιλος· ἢ ἀνωφελὴς καὶ βλαβερός. Ἀκέων: Ἡσυχάζων. Παρὰ τὸ ἀκὴν ἀκέων. Ἢ λυπούμενος, παρὰ τὸ ἄχος ἀχέω, καὶ ἀκέω, καὶ ἡ μετοχὴ ἀκέων. Οἱ δὲ τὸ πάνυ σιγᾶν καὶ λυπεῖ‐ σθαι λέγουσι. Παρὰ τὸ κέω τὸ κοιμῶμαι, μετὰ
55τοῦ ἐπιτατικοῦ ἄλφα, ἀκέω, καὶ ἀκέων ἡ μετοχή. Τὸ δὲ ἀκέων, εἰ καὶ θηλυκοῦ παρασχηματισμὸν ἔχει, Ἡ δ’ ἀκέους’ ἀπέβη ἀλλὰ καὶ ὡς ἐπίρρημα πληθυντικῶς εἴρηται τὸ
60ἀκέων ἕκαστος,

47

Ἀλλ’ ἀκέων δαίνυσθε. Ἔστιν οὖν ἐπίρρημα μεσότητος. Ἀλλὰ κανών ἐστιν ὁ λέγων αὐτὸ μετοχήν· ἐπὶ τῶν εἰς ΩΝ ληγόν‐ των, οἷς παράκειται θηλυκὸν εἰς ἄλφα, τῇ παραλη‐
5γούσῃ τὸ ς, τούτοις παρέπεται τὸ εἶναι μετοχή·
5οἷον, λέγων λέγουσα, φέρων φέρουσα, φρονῶν φρο‐ νοῦσα. Διὰ τούτου τοῦ λόγου δείκνυται καὶ τὸ κρείων μετοχὴ, ἐκ τοῦ, Κρείουσα γυναικῶν. Ἀκήν: Ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ ἡσύχως.
10Παρὰ τὸ μὴ χαίνειν γίνεται ἀχὴν, καὶ ἀκὴν, ἀχή τις
10οὖσα· οἷον,
10 Ἀκὴν δ’ ἐγένοντο σιωπῇ. Ἢ παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, ἐκ τοῦ ἀγῶ τὸ ἐκπλήττομαι κατὰ μετάμειψιν τοῦ γάμμα εἰς κάππα. Ὡς ἔστι καὶ τὸ λυγαῖον, ὃ σημαίνει τὸ σκοτεινὸν, λυγόφως καὶ λυκόφως· οὕτως καὶ ἄγη
15καὶ ἄκη· καὶ κατὰ μεταβολὴν τοῦ τόνου γίνεται
15ἀκὴ, καὶ ἀκήν· οἶδεν γὰρ ἡ ἔκπληξις καὶ ἀφωνίαν ἐμποιεῖν. Ἢ ἀπὸ μεταφορᾶς τῆς ὀξύτητος τοῦ σιδήρου· τουτέστιν, ἐπ’ ἄκρας ἡσυχίας ἐγένοντο. Τὸ ΚΗΝ, ἦτα. Τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρ‐ ρηματικὴν σύνταξιν μεταγόμενα τὴν αὐτὴν ταῖς
20πτώσεσι φυλάττει γραφήν· οἷον τὴν ἀπριάτην, Ἀπριάτην ἀνάποινον. Οὕτως καὶ τὴν ἀκὴν, ἀκὴν τὸ ἐπίρρημα. Ἀκή: Ἡ ὀξύτης. Παρὰ τὸ ἥκω γίνεται ἡκὴ, ὃ σημαίνει τὴν ὀξύτητα. Ἀρχίλοχος,
25Ἵστη κατ’ ἠκὴν κύματος κυανέου.
25καὶ κατὰ συστολὴν ἀκή.
25 Ἄκη: Πόλις Φοινίκης, ἡ νῦν καλουμένη Πτολε‐ μαΐς. Οἱ δὲ Ἄκην φασὶ καλεῖσθαι τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος· ὅτι Ἡρακλῆς δηχθεὶς ὑπὸ ὄφεως καὶ ἐν αὐτῇ θεραπευθεὶς Ἀκὴν ἐκ τοῦ ἀκεῖσθαι προσηγόρευσε τὸν τόπον.
30 Ἀκηδής: Ἀφρόντιστος, ἀνελεήμων, κηδεμόνα μὴ ἔχων. Καὶ ἀκήδεστοι ὁμοίως· καὶ ἀκήδε‐
σαν, ἠμέλησαν. Κήδω γὰρ τὸ ἐπιμελοῦμαι· ὁ μέλλων, κηδῶ· καὶ μετάγεται εἰς ἐνεστῶτα· ὁ μέλλων κηδέσω, κεκήδεκα κεκήδεσμαι, κηδεστὸς,
35καὶ ἀκηδής.
35 Ἀκηδία: Παρὰ τὸ ἀκηδιῶ· τοῦτο παρὰ τὸ ἀηδῶ· τοῦτο, παρὰ τὸ ἡδύς· καὶ στερήσει, ἀηδύς· καὶ πλεονασμῷ τοῦ κ, ἀκηδύς· καὶ ἐξ αὐτοῦ ἀκηδία. Ἔστι δὲ ὄνομα Μακεδονικόν. Γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ κ· ἀηδία γάρ. Οὕτως Ὠρίων.
40Ἀπολλώνιος δὲ ὁ τὰ Ἀργοναυτικὰ, τὸ ΔΕΙ δίφθογγον [γράφει·] οἷον, Μὴ δέ μ’ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες. Ἀκήματα: Ἐπὶ δ’ ἕλκεϊ λυγρῷ
45φάρμακ’ ἀκήματ’ ἔπασσε.
45Παρὰ τὸ ἀκῶ, ἀκέσω, ὡς νεμῶ νεμέσω, καὶ τελῶ
45τελέσω. Ἐντεῦθεν καὶ ἀκεστὴς, καὶ ἀκέστρια,
45ἀντὶ τοῦ θεράπαινα. Ἀκήρατος: Παρὰ τὸ κηραίνω, ὤφειλεν εἶναι ἀκήραντος· ἀλλὰ ποιητικὴ ἡ λέξις. Ἢ παρὰ τὸ γῆρας γήρατος, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀγήρα‐ τος, καὶ ἀκήρατος, ὁ ἄφθαρτος καὶ μὴ γηρῶν.

47

(50)

Ἀκήριον: Ἀσθενὲς, ἀδύνατον, ἀψυχοποιὸν, νε‐ κροποιόν· οἷον, Ὀρθωθεὶς δ’ εὐνῆθεν ἀκήριον ἠΰτ’ ὄνειρον. Οὐδετέρως δὲ νῦν τὸ ὄνειρον εἶπεν. Ὅτι ὄνειρος τὸ ὄνειρον, καὶ ὄνειραρ ὀνείρατος, ὡς ἧπαρ ἥπατος.
55Οὕτως Ἀπολλώνιος.
55 Ἀκηδία: Ἡ ἀηδῶς διακεῖσθαι καταναγκάζουσα, ἢ ἡ μηδὲν ἡμᾶς φροντίζειν ποιοῦσα. Ἀκηράσιον: Ἀκέραιον, καθαρόν.

48

Ἀκήνιον: Ἥσυχον. Ἀκηχεδόνας: Λύπας. Ἀκίβδηλον: Ἀδόκιμον· ἐπὶ νομίσματος δὲ κυρίως· καὶ τὸ ἀπαρεγχείρητον.
5Ἄκλαστος: Ἡ οὐ κλαδευομένη ἄμπελος.
5 Ἀκηχέδαται: Παρὰ νηυσὶν ἀκηχέδαται. Λυποῦνται. Παρὰ τὸ ἀχῶ ἀχάζω, ὡς ἀνιῶ ἀνιάζω· ὁ παρακείμενος, ἤχακα· ὁ μέσος, ἤχαδα· ὁ παθητι‐ κὸς, ἤχασμαι, ἤχασται, καὶ Ἰωνικῶς ἠχάδαται· καὶ
10μετὰ ἀναδιπλασιασμοῦ Ἀττικοῦ, καὶ τροπῇ τοῦ α
10εἰς ε, ἀκηχέδαται. Ἀκηχεμένη: Ἀχῶ τὸ λυποῦμαι, ἀχήσω, ἤχηκα· ὁ Ἀττικὸς, ἀκήχεκα· ὁ παθητικὸς, ἀκή‐ χεμαι, καὶ ἀκηχεμένη. Ἀκιδνός: Ἀσθενής· Ὅμηρος,
15 Οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. Παρὰ τὸ αἰκίζω αἰκιδνὸς καὶ ἀκιδνὸς, ὁ εὐτελὴς καὶ ἐν αἰκισμοῖς ὢν, ὡς παίζω παιδνὸς, ἀλαπάζω ἀλα‐ παδνός. Ἢ παρὰ τὸ κινῶ, ἀκινός· καὶ πλεονασμῷ τοῦ δ, ἀκιδνὸς, ὁ μὴ κινούμενος. Οὕτω Μεθόδιος.
20Οἱ δὲ, λεπτὸν, ἢ ἄφρονα, ἢ ἀδύνατον, καὶ εὐτελέ‐ στερον. Ἀκιδαλίη: Ἔστιν δὲ ὄνομα κρήνης· ἔστιν Ἄκις ἄκιδος, ὄνομα κύριον· καὶ ἐκ τούτου Ἀκίδαλος, καὶ Ἀκιδαλίη. Οὕτω Χοιροβοσκός.
27 Ἀκινάκης: Εἶδος ἀκοντίου Περσικοῦ. Παρὰ τὴν ἀκὴν τὴν ὀξύτητα, καὶ παρὰ τὴν ἀκίδα, ἀλλήλων συντεθέντων τῶν δύο ὁμοιοσήμων. Καὶ δῆλον ὅτι
30ἐτράπη τὸ δ εἰς τὸ ν, ὡς καὶ ἐπὶ τοῦ Ἐρεχθεὺς, καὶ Ἐριχθόνιος, παρὰ τὴν ἔραν καὶ τὴν χθόνα. Ἡρό‐ δοτος δὲ διὰ τοῦ ω ὠκινάκης φησί· καὶ εἰκὸς τροπῇ τοῦ α εἰς ω, ὡς ἀκὴ, ἀκὺς, καὶ ὠκύς. Ἢ παρὰ τὸ ὠκὺς καὶ τὴν ἀκὴν, γίνεται ὠκινάκης.
35 Ἀκίνητα: [Καθόλου μὲν τὰ μὴ κινούμενα, παρ’ Ἡσιόδῳ δὲ ἐν ἔργοις καὶ ἡμέραις, ὁ τάφος·] Ἡσίοδος· Μηδ’ ἐπ’ ἀκινήτοισι καθίζειν. Σημαίνει ὡς ἐνταῦθα τὸν τάφον. Νόμος γὰρ παρὰ
40Ῥωμαίοις, τάφον μὴ κινεῖν, τουτέστιν ὀρύττειν.
40Ἀκινάγματα: Οἷον,
40Χειρῶν ἠδὲ ποδῶν ἀκινάγματα.
40Τὰ τινάγματα τῶν ποδῶν μετὰ ῥυθμοῦ· καὶ τῶν χειρῶν κινήματα· καὶ πλεονασμῷ τοῦ α καὶ τοῦ γ, καὶ τροπῇ τοῦ η εἰς α, ἀκινάγματα. Ἡρωδιανός. Ἀκίς: Τὸ τοῦ βέλους σιδήριον· παρὰ τὸ ἀκὴ [ὃ σημαίνει τὴν ὀξύτητα· ὅθεν καὶ κατ’ ἐπένθεσιν
45τοῦ μ, ἀκμή. Παρὰ τὸ ἀκὴ οὖν] γίνεται ὑποκορι‐ στικῶς ἀκὶς, ὡς σκάφη σκαφὶς, ἄμνη ἀμνίς. Με‐ θόδιος. Ἀκιώτατον: [Ἄσηπτον, ἄβρωτον.] Ἡσίοδος, Δάφνης ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες.

48

(50)

Ἄσηπτοι, ἄβρωτοι. Κὶς γὰρ λέγεται ὁ ἐν τοῖς ξύλοις σκώληξ. Ἄλλοι γράφουσιν ἀκιρώτατοι· ἵν’ ᾖ κάλλιστοι. Ἀκίχητα διώκων: Ἀκατάληπτα, ἀπὸ τοῦ κιχῶ.
55 Ἀκίβδηλος: Ὁ καθαρός· οἷον ἀκρύβδηλος· ἀπὸ τοῦ κρύβω κρύβδηλος, καὶ κίβδηλος· καὶ πλεονασμῷ τοῦ α, ὁ μὴ κρυβόμενος, ἀλλὰ φανερός.

49

Ἀκίνδυνος: Παρὰ τὸ κινεῖν τὰς ὀδύνας γίνεται κίνδυνος· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀκίνδυνος. Ἀκκίζεσθαι: Τὸ μωραίνειν ἢ προσποιεῖσθαι εὐήθειαν. Εἴρηται ἀπὸ Ἀκκοῦς τινὸς, ἥτις ἱστο‐
5ρεῖται μωροτάτη γενέσθαι, ὡς καὶ τῷ κατόπτρῳ δια‐ λέγεσθαι. Ἐπὶ τοῖς ὅπλοις ἀκκίζεται· ἔτι τῆς ὕβρεως ἔχεται, ἐπαίρεται, γυναικίζεται, θρύπτεται. Ἢ μωραίνει. Σημαίνει δὲ καὶ τὸν θέλοντα μὲν, προσποιούμενον δὲ μὴ θέλειν. Ἀκκισμοὶ γὰρ
10προσποιήσεις εἰσὶ καὶ ὑποκρίσεις· ἀπὸ Ἀκκοῦς
10τινὸς Σαμίας. Ἀκλειῶς: Ἀκληδονίστως, ὡς μηδὲ φήμην τινὰ γενέσθαι· Μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην. Ἀκμή: Ἡ ἀκροτάτη ὀξύτης τοῦ σιδήρου κυρίως.
15Ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς.
15Παρὰ τὸ ἥκω, ὄνομα ῥηματικὸν ἡκὴ, ὃ σημαίνει τὴν
ὀξύτητα· ἡ διὰ παντὸς ἰοῦσα. Ἀκὴ οὖν, καὶ πλεο‐ νασμῷ τοῦ μ, ἀκμή. Ἢ παρὰ τὸ κάμνω, γίνεται κατὰ συγκοπὴν κμῶ· καὶ μετὰ τοῦ ἄλφα στερητι‐ κοῦ, ἀκμὴ, ἡ μὴ κάμνουσα, [καὶ μὴ κοπιῶσα] διὰ
20τὴν νεότητα· ἢ πόνους μὴ δυναμένη ὑποστῆναι.
20Οὕτω Μεθόδιος. Ἔνθεν καὶ ὁ ἥλιος ἀκάμας παρ’ Ὁμήρῳ, διὰ τὸ ἀεὶ νέον εἶναι τὸν θεόν. Σημαίνει δὲ τρία· τὴν ὀξύτητα τοῦ βέλους, καὶ τὸ μέσον τῆς ἡλικίας, καὶ τὸ μέσον τοῦ καιροῦ· ὡς τὸ, Θέρους ἦν ἀκμή.
25Καὶ ἀκμῶσαν, ἀντὶ τοῦ ἀκμάζουσαν.
25 Ἀκμαῖος: Ὁ νεανίας, ὁ μὴ ἀποκάμνων πρὸς τοὺς πόνους· ἢ ὁ ἀκμὴν ἔχων τῆς ἡλικίας, καὶ ἀκμάζων τῇ ἡλικίᾳ. Ἀκμῆτες: Μὴ κεκοπιακότες, ἀκοπίαστοι, μὴ κάμνοντες. Παρὰ τὸ κάμνω, κμῶ· καὶ μετὰ τοῦ
30στερητικοῦ ἄλφα, ἀκμής. Τοῦ κάμνω ὁ δεύτερος
30ἀόριστος, ἔκαμον· ἐξ αὐτοῦ καμής· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀκαμὴς, καὶ συγκοπῇ, ἀκμὴς, ἠργη‐ κὼς, ἄκοπος. Ἄκμηνος: Λέγεται καὶ ἐπὶ τοῦ ἀκμάζοντος, Ὀδυσσείας ιʹ,
35Θάμνος ἔην τανύφυλλος ἐλαίης, ἑρκέων ἐντὸς
35ἄκμηνος, θαλέθων.
35Ὁ θάλλων, καὶ ἀνθῶν· παρὰ τὸ ἀκμὴ, ὃ σημαίνει τὴν ἡλικίαν· τοῦτο παρὰ τὸ ἄγω, ἀγὴ, καὶ πλεο‐ νασμῷ τοῦ κ, καὶ τροπῇ τοῦ γ εἰς μ, ἀκμὴ, ἄκμηνος. Ἄκμηνος σίτοιο. Ἄγευστος, ἄσιτος, διὰ τοῦ η. Ὁ γὰρ δὰ τοῦ
40ΗΝΟΣ τύπος τὴν ὀξεῖαν ποθεῖ. Καὶ οἱ μὲν ἁπλῆν
40παρὰ τὴν ἀκμὴν λέγουσιν· οὕτως γὰρ τὴν ἀσιτίαν οἱ Αἰολεῖς λέγουσιν· οἱ δὲ, σύνθετον, ἤτοι κατὰ στέρησιν τοῦ κομεῖν, ὡς δηλοῖ τὸν ἀτημέλητον· οἱ δὲ, κατὰ στέρησιν τῆς ἱκμάδος· οἱ δὲ, τὸν μὴ κεκμηκότα περὶ τὰ σιτία. Ὁ δὲ Ἀρίσταρχος τὸν ἄκμηνον λέγει
45προπαροξυτόνως, παρὰ τὴν ἀκμήν· Θέων δὲ ὀξύνεσθαι
45ἀξιοῖ, ὡς ἀγαθός· ἔνιοι δὲ προπερισπῶσιν. Ἢ παρὰ τὴν ἀκτὴν τὸν σῖτον. Ἄκμων: Σημαίνει τόν τε σίδηρον ἐφ’ οὗ οἱ χαλκεῖς τύπτουσι, καὶ τοῦ Οὐρανοῦ τὸν πατέρα. Οὕτως γὰρ αὐτὸν γενεαλογοῦσι. Καλλίμαχος,

49

(50)

Τῷ περὶ δινήεντι ἀκμονίδην ἔβαλεν.

49

(50)

Εἴρηται δὲ ὁ μὲν τοῦ σιδήρου, παρὰ τὸ ἄλφα τὸ

49

(50)

ἐπιτατικὸν καὶ τὸ κάμω, ἀκάμων τὶς ὢν, ὁ ἀκαμάτως φέρων· καὶ συγκοπῇ ἄκμων, ὁ πάνυ κάμνων. Ὁ δὲ τοῦ Οὐρανοῦ πατὴρ, ἀπὸ τῆς τοῦ οὐρανοῦ ἀκαμάτου φύσεως, τῶν θεολόγων αἰνιττομένων τὸ ἄκμητον αὐτοῦ
τῆς περιφορᾶς· ἢ προλαμβάνοντες οὖν αὐτὸν, ὅτι,
54ἄφθαρτός ἐστι· κεκμηκέναι γὰρ λέγουσι τοὺς τετε‐
54λευτηκότας. Τινὲς δὲ Ἄκμονα τὸν Ὠκεανὸν φασὶ
54διὰ τὸ τοὺς ποταμοὺς ἀκαμάτους λέγειν· οἷον,

50

Σπερχειῷ ἀκάμαντι, γυνὴ θεῷ, εὐνηθεῖσα. Ὠκεανοῦ δὲ υἱὸν τὸν Οὐρανόν. Οἱ δὲ, ἄκμονα τὸν αἰθέρα· αἰθέρος δὲ υἱὸς, ὁ οὐρανός. Ὁ δὲ αἰθὴρ, ἀκάματος· ἐπειδὴ τὸ πῦρ ἀκάματον· οἷον,
5Ἀκάματον πῦρ.
5Μεθόδιος.
5 Ἄκνηστις: Ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαι τινὰ κνήσασθαι αὐτὴν τῇ ἰδίᾳ χειρί. Ἀκοίτης: Ὁ ἀνήρ· ἄκοιτις, ἡ γυνὴ, ἡ ἐκ παρθενίας ἄλλης κοίτης μὴ πειραθεῖσα· ἢ ὁμόκοιτις· καταχρηστικῶς δὲ ἡ δευτέρου γάμου μετεσχηκυῖα.
10 Ἀκοή: Οὐχὶ ἀκουή. Τὰ γὰρ εἰς ω καθαρὸν λήγοντα βαρύτονα ῥήματα τὴν παραλήγουσαν ἐν τοῖς ῥηματικοῖς ὀνόμασι βραχεῖαν ἔχει· κονίω, κονία· φύω, φυή· ἀκούω, ἀκοή. Λέγεται καὶ τὸ οὖς ὅλον.
15 Ἄκολος: Ὁ μικρὸς ψωμὸς, ὁ μηκέτι κολού‐ εσθαι δυνάμενος διὰ σμικρότητα, ἢ καὶ εἰς μικρὰ τέμνεσθαι· Αἰτίζων ἀκόλους οὐκ ἄορας. Ἀκόλαστος: Κυρίως ὁ ἀπαίδευτος· παρὰ τὸ
20μὴ κολάσεως τετυχηκέναι, τουτέστι παιδείας· ἐπὶ
20δὲ τοῦ κατωφεροῦς, παρὰ τὸ μὴ κολάσαι τὴν ἐπι‐
20θυμίαν.
20 Ἀκόλουθος: Σημαίνει τὸν ὀπίσω τὴν κέλευθον ποιούμενον. Τὸ γὰρ ἄλφα τὸ ὀπίσω σημαίνει· καὶ ἐκ τοῦ ἐλεύθω, ἔλευθος· ὥσπερ τὸ, Αὖ ἔρυσαν. Ἀκόνη: Ὁ λίθος δι’ οὗ ὀξύνεται ὁ σίδηρος·
25παρὰ τὸ κονῶ, τὸ φθείρω καὶ λεπτύνω, τοῦ ἄλφα ἐπι‐
25τατικοῦ ὄντος, ἡ διαφθείρουσα καὶ λεπτύνουσα τὸν σίδηρον. Καὶ Εὐριπίδης, Κατακονᾷ μὲν οὖν ἀβίωτος βίου. κονεῖν γὰρ τὸ λεπτύνειν, ὡς τὸ σποδεῖν, τουτέστι κινεῖν, ποιοῦσα· ἢ παρὰ τὸ ἀκὴν τὴν ὀξύτητα· ἢ
30παρὰ τὸ κονῶ τὸ ἐνεργῶ.
Ἀκονητί: Ἄνευ πόνου· οὗ τὸ ἐναντίον, ἐγκο‐ νητὶ, μετὰ πόνου. Κατὰ τροπὴν τοῦ π εἰς κ, ἀπο‐ νητὶ ἀκονητὶ Ἰωνικῶς, ὡς τὸ πῶς, κῶς· πότε, κότε. Ἀπὸ τοῦ κόνις, κονιτὶ, καὶ ἀκονιτὶ, ἄνευ ἀγῶνος καὶ
35μάχης· ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν εὐμαρῶς
35περιγινομένων ὥστε μὴ κονίσασθαι, τουτέστι κόνιν
35ἐπισπάσασθαι. Τοῖς γὰρ παλαίουσι λέγεται ἐκ τῆς βίας ἱδρῶτα γίνεσθαι, εἶτα κόνιν ταῖς χερσὶν ἀναλαμβάνειν. Ἢ ἀκονιτὶ, τὸ εὐχερῶς καὶ συν‐ τόμως, ὥστε μηδὲ κονιορτὸν ἐγείρεσθαι. Ἀκόνιτον: Βοτάνη δηλητηριώδης· ὅτι ἐν τοῖς
40Ἀκοναίοις ὄρεσι τῆς Μαρυανδυνίας φύεται. Ἢ ὅτι
40ἀκαταπάλαιστον καὶ ἀήττητόν ἐστιν, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν, ὧν οἱ νικηταὶ, ἀήττητοι ὄντες, οὐ κονι‐ ορτοῦνται· κονιοῦσθαι γὰρ καὶ τὸ παλαίειν· τὸ μὴ νικώμενον οὖν ὑπὸ τῶν πινόντων, [ἀλλὰ μᾶλλον ἐκεί‐ νους κατεργαζόμενον.] Εὐφορίων δὲ θηλυκῶς λέγει
45τὴν βοτάνην. Ἢ ἣν οὐδεὶς δύναται κονίσαι, τουτέστι νικῆσαι. Κονιορτοῦνται γὰρ οἱ νικώμενοι τῶν παλαι‐ στῶν. Οὕτως Μεθόδιος. Ἄκοπος: Ὁ μὴ ἐπικεκομμένος, ἢ ἄτρωτος. Ἄκον: Θεραπευτόν. Λέγεται δὲ καὶ τὸ ἀκού‐

50

(50)

σιον.

50

(50)

Ἄκος: Φάρμακον, βοήθεια, ἴαμα· καὶ ἡ

50

(50)

γενεά.

50

(50)

Ἀκολουθῶ: Παρὰ τὸ κόλλη καὶ τὸ θέω τὸ
τρέχω, ἢ ἐκ τοῦ ἐλεύθω. Ἀκοντίαι: Ὄφεις τινές· καλοῦνται δὲ καὶ ἀκοντίλοι. Καὶ ἀκοντίας βοτάνη τις. Ἀκόντισε: Παρὰ τὸ ἀκοντίζω· τοῦτο παρὰ
55τὸ ἄκων, ὃ σημαίνει τὸ δόρυ· τὸ δὲ ἄκων, παρὰ τὴν ἀκὴν τὴν ὀξύτητα. Ἀκοντοδόκος: δοκιμάζειν λέγεται τὸ ἐπι‐ τηρεῖν· [καὶ δοκεύειν τὸ αὐτὸ, καὶ δοκεῖν. Καὶ

51

ἀπὸ τούτου ἀκοντοδόκος, ὁ ἐπιτηρῶν μήπου ἀκοντίῳ
1βληθῇ.] Ἀκόρητος: Λέγεται δὲ καὶ τὸ ἀσάρωτον καὶ ἀκαλλώπιστον, καὶ ὁ ἀπλήρωτος. Παρὰ τὸ κόρος, κορῶ κορήσω, κεκόρηκα, κεκόρημαι κεκόρηται, κορητὸς,
5καὶ ἀκόρητος.
5 Ἄκος: Ἡ θεραπεία· παρὰ τὴν ἀκήν. Ἀκὴ γὰρ κυρίως, ἡ ὀξύτης τοῦ σιδήρου· καὶ ἡ ἀπ’ αὐτοῦ θεραπεία, ἄκος λέγεται. Ἐντεῦθεν καὶ τὸν ἰατρὸν οἱ Φρύγες ἀκεστὴν λέγουσιν. Οὕτως Ὠρίων. Ἐγὼ δὲ παρὰ τὸ ἄχος φημὶ ἄκος· ἵν’ ᾖ τὸ τὴν λύπην
9ἀπολυόμενον καὶ ἰώμενον.
10 Ἀκοστήσας: Ὡς δ’ ὅτε τὶς στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνης. Οἱονεὶ ἀχοστήσας, τουτέστιν ἐπὶ στάσει δυσχεράνας. Ὅθεν ἐπιφέρει, Δεσμὰ διαρρήξας θείῃ πεδίοιο κροαίνων.
15ἀκοσταὶ, αἱ κριθαὶ, ἵν’ ᾖ κριθιάσας, καὶ ὑπὸ τῆς
15τροφῆς ἀκρατὴς ὤν. Ἢ ὑψαυχενίσας, καὶ ἀτιμα‐
17γέλης γεγονώς. Παρὰ τὸ ἄγω, ἄγος, καὶ ἀκοστὴς, κατὰ τροπὴν τοῦ γ εἰς κ, ὁ ἔμπροσθεν θέλων εἶναι καὶ προηγεῖσθαι. Ἢ ὁ ἀγοστήσας, ῥυπανθείς· γοῖ‐
20τος γὰρ ὁ ῥύπος. Ἀκοιτήσας δὲ, μίξεως ἐπιθυ‐ μήσας. Ἄκοσμα: Ἀπρεπῆ, ἄτακτα, μωρὰ, ἄδηλα. Ἀκουός: Καλλίμαχος, Ἀλλ’ ἐπακουοὺς
25οὐκ ἔσχεν.
25Ἐπακούοντας. Καὶ ἀκοὸν, ἐπήκοον, καὶ ἀκου‐
25στικόν.
25 Ἀκούω: Ἀπὸ τοῦ οὖς, οἶμαι. Ἢ ἔστι κοῶ, τὸ νοῶ· καὶ μετὰ τοῦ ἐπιτατικοῦ ἄλφα, καὶ πλεονασμῷ τοῦ υ, ἀκούω· οἱ γὰρ ἀκούοντες πάνυ νοοῦσιν· ἢ ἐκ τοῦ κῶ τὸ κοιμῶμαι γίνεται κούω· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀκούω· οἱ γὰρ ἀκούοντες οὐ κοι‐
30μῶνται.
30 Ἀκουτιῶ: [Ἔστι ῥῆμα ἀκούω·] ὁ παθητικὸς παρακείμενος, ἤκουσμαι, ἤκουσται· ἐξ αὐτοῦ ἀκου‐ στός. Καὶ ἀκουτίζω· ὁ μέλλων ἀκουτίσω· ὁ Ἀττικὸς μέλλων, ἀκουτιῶ. Σημαίνει δὲ τὸ ποιῶ ἀκοῦσαι. Ἐπὶ γὰρ τῶν διὰ τοῦ ΙΖΩ ῥημάτων τῶν
35ὑπὲρ δύο συλλαβὰς οἱ Ἀττικοὶ ἀποβάλλοντες τὸ ς τοῦ μέλλοντος, καὶ περισπῶντες, ἴδιον μέλλοντα ποιοῦσιν· οἷον, ὑβρίζω, ὑβρίσω, ὑβριῶ· λακτίζω, λακτίσω, λακτιῶ· μυκτηρίζω, μυκτηρίσω, μυκτηριῶ. Ἀκοῦμαι: Παρὰ τὸ ἄχος ἀχοῦμαι, καὶ ἀκοῦ‐
40μαι· ἵν’ ᾖ τὸ ἄχος ἰῶμαι. Ἢ παρὰ τὴν ἀκήν·
40τουτέστι τὸ δι’ ὠξυμμένου σιδηρίου θεραπεύειν. Καὶ γὰρ τὰς δι’ ὀξυτάτων ῥαφίδων ἰωμένας τὰς λακίδας τῶν ἱματίων ἀκεστρίας φασίν. Ἀκεύμενος: Ἀκῶ, τὸ θεραπεύω· καὶ ἀκέομαι· ἡ μετοχὴ, ἀκεόμενος· καὶ κράσει Δωρικῇ τοῦ ε καὶ
45ο εἰς τὴν ΕΥ δίφθογγον, ἀκεύμενος, ὡς ἐρέβεος τοῦ ἐρέβευς. Καὶ ἄκεον καὶ ἀκέοντος ὁμοίως. Ἄκος γὰρ κυρίως ἡ διὰ σιδήρου θεραπεία. Ἄκρατος: Ἔστι ῥῆμα κερῶ· ὁ μέλλων, κεράσω, καὶ κατὰ συγκοπὴν κράσω· ῥηματικὸν ὄνομα, κρατός·

51

(50)

καὶ μετὰ τοῦ στερητικοῦ α, ἄκρατος. Ἐξ οὗ καὶ κρατήρ· ἀφ’ οὗ κιρνᾶται ὁ οἶνος. Ἄκρητος: Κρητῆρι δὲ οἶνον μίσγον.
55Σημαίνει ὅτι τὸν οἶνον τῶν Τρώων καὶ τῶν Ἑλλήνων
55ἔμισγον· ἄρτι δὲ οὐ σημαίνει τοῦτο· ἀλλὰ, ἄκρητον,
55ἀντὶ τοῦ, μὴ μίξαντες τῶν βαρβάρων τὸν οἶνον μετὰ τῶν Ἑλλήνων, τουτέστιν ἡμῶν. Γίνεται ἐκ τοῦ κερῶ, τὸ ἐπιχέω, κεράσω κράσω, κρατὴρ καὶ κρητὴρ, ὡς ἄκρατος ἄκρητος.

52

Ἐκ τοῦ κεράσω· ὅθεν καὶ ἀκρασία· κράσω, κρα‐ σία, καὶ ἀκρασία, μετὰ τοῦ ἐπιτατικοῦ α. Ἀκρασία γὰρ, πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν. Λέγεται δὲ καὶ τὸ μὴ κατὰ νόμους συνουσιάζειν.
5 Ἀκραεῖ ζεφύγῳ: Τῷ ἄκρως ἀέντι καὶ πνέοντι. (ἀκραῆ·) πολὺν, ἢ καθαρόν· ἢ πρωτόπνουν· ἢ ὅτι κατ’ ἄκρον ἔχει τὴν θεωρίαν. Ἀκράαντον: Ἀτελείωτον, ἀπλήρωτον. Ἐκ τοῦ κραίνω τὸ τελειῶ, ὁ μέλλων κρανῶ, ἔκρανον. Καὶ
10ὥσπερ παρὰ τὸ χραίνω χραντὸς, καὶ φαίνω φαντὸς, καὶ ἄφαντος· οὕτως καὶ παρὰ τὸ κραίνω κραντὸς, καὶ ἄκραντος· καὶ πλεονασμῷ τοῦ α, ἀκράαντος
ποιητικῶς. Ἀκραγγές: Ἀσθενὲς, χαλεπὸν, δυσχερὲς, σκλη‐
15ρὸν, αὐστηρόν· καὶ τὸ ἀεὶ κλαῖον παιδίον. Τά τε
15ἀκραγγῆ, ὀξύχολα. Ἄκραν: Ἀκμήν. Ἀκράτη: Ἡ κακομιλία. Ἀκραία: Παῖς θήλεια ὑπὸ Μακεδόνων. Ἀκραιφνής: Ὁ καθαρός· κυρίως δὲ ὁ περι‐
20φανὴς, παρὰ τὸ ἀκέραιον καὶ τὸ φαίνω, ἀκεραιοφανὴς,
20καὶ ἀκραιφνής συγκοπῇ. Ἡρωδιανὸς δέ φησι μὴ γίνεσθαι δύο συλλαβῶν συγκοπήν. Ἢ ἀκροφανὴς, καὶ ἀκραιφνὴς, τοῦ ο τραπέντος εἰς ΑΙ, ὡς ἐπὶ τοῦ μεσοπόλιος μεσαιπόλιος. Οὕτως Ὠρίων. Καὶ ἀκραιφνὲς, πρόσφατον καὶ εἱλικρινὲς, ἀκέραστον καὶ
25ἀμιγὲς, καὶ καθαρόν.
25 Ἀκρέμων: Ὁ κλάδος. Ὁ αὐτὸς γὰρ καὶ κρεμὼν λέγεται πρὸς διάφορον ἐτυμολογίαν. Ἢ γὰρ παρὰ τὸ ἄκρον μετὰ τοῦ (α) ὁ ἐπ’ ἄκρου τοῦ δένδρου ὤν, βαρύνεται· ἢ παρὰ τὸ κρέμω κρεμὼν, ὁ κρεμώμενος.
30Ἄκριας: Τὰς ἀκρωρείας· ἀπὸ τοῦ ἄκρις ἄκριος·
30οἷον,
30 Αὐτίκα δ’ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστήρ. Ἀπολλώνιος. Ἄκρις: Βαρυτόνως, τὸ ἀκρωτήριον· εἴρηται παρωνύμως, παρὰ τὸ ἄκρα ἄκρις, ὡς χαρὰ χάρις. Ἀκρίς: Ὀξυτόνως τὸ ζῷον. Παρὰ τὸ κάρη
35καρίς· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀκαρίς· καὶ συγκοπῇ ἀκρὶς, ἡ κάραν μὴ ἔχουσα, ἡ μικροκέφαλος. Ἢ παρὰ τὸ μεγάλην κεφαλὴν ἔχειν· διάφορα γὰρ τὰ γένη τῶν ζῴων. Ἢ παρὰ τὴν ἄκραν. Οἱ δὲ, παρὰ τὸ τὰς ἄκρας τῶν ἀσταχύων καὶ τῶν φυτῶν
40νέμεσθαι.
40 Ἀκρίσιος: Ὁ ἥρως, ἀπὸ τῆς ἐν τῷ Ἄργει ἄκρας. Οὕτως Μεθόδιος· ὁ δὲ Ὦρος ἀπὸ τοῦ ἀκρίζω Ἀκρίσιος, ὡς παρὰ τὸ θαυμάζω θαυμάσιος. Ἢ παρὰ τὸ κρίσις κρίσιος, καὶ ἀκρίσιος, ὁ ἄκριτος καὶ ὠμός. [Ἀκρίζω δὲ σημαίνει, τὸ ἄκροις ποσὶ πορεύεσθαι·
45λέγεται δὲ καὶ ἀκριβητίζειν.] Δανάης καλλισφύρου Ἀκρισιώνης. Ἐκ τοῦ ἀκρίζω καὶ Εὐριπίδης, Μόσχον ὑπερήκριζον. Ἄκριτα: Ἀδιαχώριστα, πολλά· ἀπὸ τοῦ κρίναι,

52

(50)

ὅ ἐστι διαχωρίσαι. Ἢ ἀτέλεστα.

52

(50)

Ἀκριτόμυθε: Ἄκριτε περὶ τοὺς λόγους, καὶ

52

(50)

ἄτακτε, ἀπεραντολόγε. Παρὰ τὸ κρίνω (κρινῶ, κέ‐ κρικα, κέκριμαι, κέκριται, κριτὸς) καὶ τὸ μῦθος· μετὰ δὲ τοῦ α στερητικοῦ, ἀναβιβαζομένου τοῦ τόνου, γίνεται ἀκριτόμυθος. Τὰ γὰρ εἰς ΟΣ δισύλλαβα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον.
55 Ἀκριβής: Παρὰ τὸ κρύβω κρυβὴς, καὶ ἀκριβὴς, τροπῇ τοῦ υ εἰς ἰῶτα· τὸν γὰρ ἀκριβῆ οὐδεὶς δύναται κρύψαι ἢ λαθεῖν τι. Ἢ παρὰ τὸ ἄχρι καὶ τὸ

53

βαιὸν, γίνεται ἀχριβὴς, καὶ ἀκριβής. Ὁ γὰρ ἀκριβὴς καὶ ἄχρι μικροῦ καταγινώσκεται. Οὕτως Ὠρίων καὶ Χοιροβοσκός. Ἀκρήβης: Ὁ ἄρτι ἀκμάζων· παρὰ τὸ ἄκρα
5καὶ τὸ ἥβη.
Ἄκρον: Σημαίνει δύο· τὸ ἄριστον καὶ κάλλι‐ στον, ὡς τὸ ἀκρὸν εἶναι εὐγενῆ, καὶ ἀκρὸν τεχνίτην, τουτέστιν, κάλλιστον· ἄκρον λέγεται καὶ ἡ εἰς ἔσχατον πέρας ἄφιξις, οὗτινος οὐκ ἔστιν ἐπέκεινα, τὸ
10ἐξέχον. Παρὰ τὸ ἄχρι, καὶ τὸ ὄν, ἄχρον καὶ ἄκρον.
10Ἢ ἄρχον τι ὄν. Οὕτως Μεθόδιος· ὁ δὲ Φίλων παρὰ
10τὴν ἀκὴν, ἄκερος, καὶ συγκοπῇ ἄκρος.
10Ἀκροθίνια: Ἀκροθίνια λέγονται αἱ ἀπαρχαὶ
10αἱ τῶν καρπῶν· θινῶν δὲ κυρίως, ἤγουν τῶν σωρῶν, ἤδη δὲ καὶ ἀπὸ θήρας, καὶ ἄλλων. Παρὰ τὸ θὶν θινὸς, ὃ σημαίνει τὸν σωρὸν τῶν χρημάτων, θίνιον, καὶ ἀκροθίνιον. ἀκροκώλια, ἄρτοι, βολβοὶ, φακῆ.
15Ἀκροστόλιον: Λέγεται τὸ ἄκρον τοῦ στόλου.
15στόλος δὲ λέγεται τὸ ἐξέχον [ἀπὸ] τῆς πτύχης καὶ διῆκον μέχρι τῆς πρώρας ξύλον, ἔνθα τὸ τῆς νεὼς ἐπιγράφεται ὄνομα. Ἔστιν οὖν ἀκροστόλιον, τὸ ἄφλαστον τὸ κατὰ τὴν πρώραν. Ἀλλ’ Ὅμηρος ἐπὶ τῆς πρύμνης αὐτὸ παραδίδωσι, λέγων,
20Ἄφλαστον μετὰ χερσὶν ἔχων.
20 Ἀκροφύσια: Τὰ ἀκροστόμια τῶν ἀσκῶν. Ἀκρόπολις: Καρόπολίς τις οὖσα, ἡ κεφαλὴ τῆς πόλεως. Ἔστι καὶ τόπος ὑψηλὸς Ἀθήνῃσι· τὰ δ’ ὑπ’ αὐτὴν ὑπόπολις ὀνομάζονται. Ἀκροπόλοισιν ὄρεσσιν: Ὧν τὰ ἄκρα καὶ αἱ
25κορυφαὶ περιπολοῦνται, καὶ κινοῦνται· ἢ ἐρήμοις· ἢ ἐφ’ ὧν πολεῖται [τὰ] ζῷα. Ἀκρόκομοι θρήϊκες: Ἤτοι ἀκειρόκομοι· ἢ ἄκρως κομῶντες, τουτέστι μᾶλλον τῶν ἄλλων κομῶν‐ τες, ἢ τὰ ἄκρα τῶν κεφαλῶν κομῶντες, ἢ οἱ συμμέ‐
30τρως τοῦ κομᾶν ἔχοντες.
30Ἀκρατοκώθωνες: Οἱ νέοι οἱ πίνοντες ἄκρατον
30ἐκ τῶν κωθώνων· ἐξ οὗ καὶ [οἱ] κώθωνες ἐκλήθησαν· ἐπειδὴ ἐν τοῖς συμποσίοις τὸν ὅλον βίον διάγουσιν ἀκρατοποτοῦντες. Καὶ ἀκροκώθων, ἀπὸ τοῦ κώ‐ θωνος [τοῦ] ποτηρίου. Ἀκρομίλη: Ἐπιγουνατὶς μύλων.
35 Ἀκροσφαλῆ: Ἐπισφαλῶς, ἢ ἐγγύς πως. Ἀκροχειρίζεσθαι: Ἄρχεσθαι χειρῶν ἀδίκων, ἔργων. Οἱ δὲ, ἀκρόχειρας τοὺς ὀξύχειρας, ἢ ἀνδρ(οφ)όνους. Καὶ ἀκρόχολοι, [οἱ] ὀξύ‐ χολοι.
40Ἀκροπόροι: Ὀβελοὶ, οἷς ἄκροις πείρεται τὰ
40κρέα· καὶ ἀκροβελίδες, τὰ ἄκρα τῶν ὀβελῶν, ἢ τοῦ ὀβελίου ἄρτου. Ἀκρώνα: Τὰ ἀθροίσματα, καὶ ἡ ἀκρότης, καὶ
ἡ ἀκμὴ, τὸ ἐπίλεκτον ἄθροισμα. Ἀκροβολισάμενοι: Τῆς συμβολῆς ἐν τῷ πο‐
45λέμῳ ἀρξάμενοι· ἢ ἀκοντίσαντες. Ἀκροβολισμὸς
45δέ ἐστιν, ὅτε πρὶν (ἢ) συμβάλλουσιν οἱ πολέμιοι ἀλλήλους βάλλουσι τοῖς βέλεσι καὶ τοῖς λίθοις. Ἀκροβυστία: Ἐκ τοῦ ἀκρόβυστος ἀκροβυστία, ὃ σημαίνει τὸν κεκαλυμμένον, παρὰ τὸ βύω τὸ κα‐ λύπτω, βύσω βέβυκα βέβυσμαι βύστης καὶ ἀκρό‐

53

(50)

βυστος. Ἐντεῦθεν καὶ ἄβυσσος, ἄβυστος, καὶ τροπῇ τοῦ τ εἰς ς, ἄβυσσος, μετὰ τοῦ ἐπιτατικοῦ ἄλφα, ὁ τόπος ὁ ὑπὸ πλήθους ὑδάτων καλυπτό‐ μενος. Ἄκρον ἄωτον: Οὕτως δὴ ἅπαντες ἄκρον ἄωτον
55τὸ καθ’ ἡμᾶς φιλοσοφήσαντες τὴν ἀπαρχὴν κατὰ
55μετάληψιν. Σημαίνει γὰρ τὴν ἀπὸ τοῦ ἄνθους ἀρχὴν καὶ καρπόν· ἄωτον γὰρ τὸ ἄνθος, καὶ ἡ ἡλικία. Ἀπὸ δὲ τοῦ ἄκρου, τὸ σπουδαῖον. Σημαίνει δὲ καὶ

54

ἀκρωτήριον, ὕψος. Τὸ δὲ (ἄωτον) ἄνθος δηλοῖ, ἱμά‐ τιον, ἔριον, δέρμα. Ὅμηρος, Τί πάννυχον ὕπνον ἀωτεῖς. Ἀπολαύεις.
5Ἀκροῶ: Παρὰ τὸ ἀκούω ἀκοῶ· ὥσπερ σάρω
5σαρῶ, κύρω κυρῶ· καὶ πλεονασμῷ τοῦ ρ, ἀκροῶ.
5ἀκροᾶσθαι, ὑπακούειν, καὶ ὑποτετάχθαι. Ἀκρωτηριάζω: Ἱστορεῖται, ὅτι οἱ παλαιοὶ τοὺς ἔν τινι ἀτοπήματι ἁλόντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον. Τὸ οὖν ΚΡΩ, μέγα. Καὶ Δημο‐ σθένης, ἠκρωτηριασμένοι, τὸ λελυμασμένοι· ἀντὶ
10τοῦ ἐνεργητικοῦ ἠκρωτηριακότες. Ἀκροκελαινιόων: Τὸ ἄκρον μέρος τοῦ κύματος ἐξ ἐπιπολῆς μελαινόμενος. Τοιοῦτοι δέ εἰσιν ὅλοι οἱ ὀξεῖς ποταμοί. Ἀκτή: Ἡ Ἀττική· οἱ μὲν, ἀπό τινος βασι‐
15λεύοντος Ἀκταίωνος· οἱ δὲ, ἀπὸ τοῦ τὰ πλείονα μέρη εἰς θάλασσαν ἐκνενευκέναι. Σημαίνει δὲ τρία. Λέ‐ γεται δὲ καὶ ὁ καρπὸς, παρὰ τὸ κατάγνυσθαι ἐν τῷ ἀλήθεσθαι Δημήτερος ἀκτήν. Ζήτει εἰς τὸ πρῶτον. Ἀκτὴ καὶ ὁ αἰγιαλὸς τῆς θαλάσσης, ὁ παρὰ θά‐
20λασσαν καὶ πετρώδης τόπος· παρὰ τὸ ἄγω τὸ κλάνω· παρὰ τὸ κατάγνυσθαι καὶ κλᾶσθαι εἰς αὐτὴν τὰ κύματα. Ἀκτὶς τοῦ ἡλίου: Παρὰ τὸ ἄγω τὸ φέρω,
ἄξω, ἦχα, ἦγμαι, γέγονεν ἀκτὶς, οἱονεὶ ἡ πανταχοῦ
25φερομένη· πάνυ γάρ ἐστιν ἐκτεταμένη. Ἢ παρὰ τὸ
25ἀΐσσω, ἀΐξω, ἤϊχα, ἤϊγμαι, ἤϊκται, ἀκτίς· ὁρμητικὴ γάρ ἐστιν, ἐπειδὴ ὅπου εὕρῃ ὀπὴν εἰσέρχεται. Ἄκτιος: Ἄκτιον τὸν Πᾶνα Θεόκριτος εἴρηκεν. Ἄκτιος ἢ ὁ θηρατὴρ, (καὶ γὰρ ἐπακτῆρες οἱ θηρα‐ ταὶ,) ἢ ὁ ἐπὶ ταῖς ἀκταῖς ὑπὸ τῶν ἁλιέων ἱδρυμένος·
30ἀγρευτὴς γὰρ ὁ θεὸς, ὁ ἐν Ἀθήναις τιμώμενος. Ἀκταίωρος: Παρὰ τὸ τὴν ἀκτὴν οὐρεῖν, ὅ ἐστι φυλάττειν, τροπῇ τῆς ΟΥ εἰς ω· καὶ ἀκτωρεῖν, τὸ τὰ παρὰ θάλασσαν φυλάττειν· σημαίνει φύλακας, γεωργούς.
35Ἀκταίνω: Ἐπὶ ἵππων ἀκταίνειν, τὸ μετεωρί‐
35ζεσθαι καὶ ἐπαίρεσθαι, καὶ γαυριᾶν. Παρὰ τὸ ἦκται ἀκτὸς, καὶ ῥῆμα ἀκτῶ, ἀφ’ οὗ ἀκταίνω τὸ κουφίζω παρὰ Αἰσχύλῳ. Καὶ ἀκταῖνον μένος, τὸ ἀνάγον καὶ δυνάμενον ἀνορθοῦν. Ἀκτάζων: Ἀντὶ τοῦ ἐξανιστάμενος. Ἀπὸ τοῦ
40ἄττω ἀττάζω, καὶ ἀκτάζω, τροπῇ τοῦ τ εἰς κ, ὡς Ἀττικὴ Ἀκτικὴ, καὶ νυττέλιος καὶ νυκτέλιος. Ἢ παρὰ τὴν ἀκτήν. Ἄκτωρ: Μενοιτίου Ἄκτορος υἱός.
45Ἄγω βαρύτονον· ἐξ οὗ ἀγάγω· καὶ
45Ἐπὴν ἀγάγωμι πόλιν.
45εἰς ΜΙ. Ἄγω, ὁ παρακείμενος, ἦκται, ἄκτωρ, ὁ
45διακομίζων. Ἡ γενικὴ, Ἄκτορος· καὶ ἀνατρέχει εἰς εὐθεῖαν. Ἔστι δὲ καὶ προσηγορικὸν καὶ κύριον. Ὅ φασί τινες ἀπὸ τοῦ ἄγω τοῦ κλῶ· ἀφ’ οὗ, [Τοῦ δ’ ἐξελκομένοιο, πάλιν] ἄγεν ὀξέες ὄγκοι. Ἄγω οὖν ἦκται, ἄκτωρ. Φασὶ τὸν πατέρα τοῦ

54

(50)

Ἄκτορος Ἀζέα πρὸς τὸν Γλαῦκον τὸν Σισύφου

54

(50)

διαγωνιζόμενον Ὀλύμπια κατεάξαι αὐτοῦ τὸ ἅρμα, καὶ ἐπὶ τῇ πράξει ὀνομάσαι τὸν υἱόν. Μεθό‐ διος. Ἄκυτος: Παρὰ τὸ κύω κυτὸς καὶ ἄκυτος. Καλ‐ λίμαχος ἄκυθος εἰπὼν μεταλήψει στοιχείου ἐχρή‐
55σατο, ἁμαρτὼν περὶ σημαινομένου. Δηλοῖ γὰρ ἡ
55λέξις ἐνεργητικὸν σημαινόμενον, ταῖς μὴ κυούσαις. Ἄκυον: Ἀτόκιον. Ἄκυπρον: Ἀμιγῆ, παρθένον.

55

Ἄκυλον: Βάλανον πρινίνην. Οἱ δὲ, τὸ αἰδοῖον ὑπὸ Λυδῶν, καὶ κομάρου ὁ καρπός. Ἔνιοι μαίκυλα. Ἄχυλόν τι, ὡς ἐγώ φημι. Ἀκύκλιος: Ἀπαίδευτος.
5 Ἀκυρής: Ἀτυχής· καὶ ἀκυρήματα, ἀτυχή‐ ματα. Ἀκώπητον: Ἀπαρασκεύαστον ναῦν, ἢ ἄνοπλον· ἀπὸ τῆς λαβῆς. Ἀκταῖοι ἰχθῦς: Οἱ αἰγιάλιοι.
10Ἀκτέανοι: Πένητες.
10Ἀκτή: Τροφὴ, ἄλφιτον κριθῆς.
Ἀκτῆνες: Πένητες, ἠργηκότες. Ἄκυθος: Λέγεται ἡ ἄγονος· Καλλίμαχος, Οὐδ’ ἀγάλακτες ὄϊες, οὐδ’ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι.
15Παρὰ τὸ κύω, ἄκυος· καὶ πλεονασμῷ τοῦ θ, ἄκυθος. Ἢ παρὰ τὸ κύω ἄκυτος, ἄκυθος· ὡς λύω, λυτὸς καὶ ἄλυτος· καὶ ὦρται, ὀρτὸς καὶ ὀρθός. Ἢ παρὰ τὸ κύθω τὸ κρύπτω, ἄκυθος. Ἢ παρὰ τὸ μὴ ἔχειν σπέρμα. Κύθος γὰρ τὸ σπέρμα· κύθεται γὰρ καὶ
20κρύπτεται, ἥ τε γονὴ, καὶ τὸ κύημα ἐν τῇ μήτρᾳ.
20Οὕτως Μεθόδιος. Ἔστι δὲ καὶ κανὼν ὁ λέγων, τὰ διὰ τοῦ ΥΘΟΣ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφεται· μίκυθος, ὄνομα κύριον· μαμμάκυθος, ὁ μωρός.
25 Ἀκωκή: Ἡ ὀξύτης τοῦ βέλους. Παρὰ τὸ ἀκὴ γίνεται κατὰ ἀναδιπλασιασμὸν ἀκωκὴ, ὡς ἔδω ἐδωδή. Τὰ διὰ τοῦ ΩΚΗ ὑπὲρ δύο συλλαβὰς τῷ ω παραλη‐ γόμενα, σπάνια. Ὀξύτονα μέν εἰσι δύο, ἀκωκὴ καὶ ἰωκή· καὶ τὸ Σεώκη, ὄνομα πόλεως, βαρύνεται. Ἢ
30τὰ ἔχοντα ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον διὰ τοῦ ω μεγάλου γράφονται· ἔδω, ἔδη, καὶ ἐδωδή· ἄγω, ἀγὴ, καὶ ἀγωγή· οὕτως καὶ ἀκὴ, καὶ ἀκωκή. Ἔστι καὶ πύργου σχῆμα. [Ἀλάβαστρον: Καὶ] Ἀλάβαστος, λήκυθος
35λιθίνη πρὸς μύρων ἀπόθεσιν· καὶ συνθέσει τοῦ ρ Ἀλά‐ βαστρος. Οὕτως εις (τις) Διογεʹ ἐγι. Σκεῦος τὶ ἐξ ὑέλου, ἢ μυροθήκη. Παρὰ τὸ λήβω, μετὰ τοῦ στερητικοῦ ἄλφα, ἀλάβαστον· καὶ πλεονασμῷ τοῦ ρ, ἀλάβα‐ στρον, οὗ λαβέσθαι διὰ λειότητα ἀδύνατον. Με‐
40θόδιος.
40 Ἀλαβής: Ὁ ἰχθῦς, ὁ ἐστερημένος διὰ χειρῶν κρατεῖσθαι. Ἀλαζών: Ὁ ἀπατεὼν καὶ κομπαστὴς, ὁ ἐν ἄλῃ καὶ πλάνῃ καὶ ἐκ τοῦ περιϊέναι ζῶν, οὐκ ἐξ ἐπι‐ τηδεύματος, ἀλλ’ ἀπὸ ἀπάτης, ὁ ἐπὶ πλέον τὰ ἑαυ‐
45τοῦ κομπάζων, ἐναντίως τῷ εἴρωνι. Εἴρων γὰρ ὁ ἐπὶ τὸ ἧττον ἄγων καὶ μειῶν, ὅταν δυνάμενος φάσκῃ μὴ δύνασθαι. Ἀλάλη: Ὁ θόρυβος καὶ ἡ ἄναρθρος φωνή. Παρὰ τὴν ἅλα τὴν ἀεὶ ἠχοῦσαν, ἅλη· καὶ διπλα‐

55

(50)

σιασμῷ ἀλάλη. Ἐξ οὗ ἀλαλάζω, καὶ ἀλάλαγμα·

55

(50)

καὶ ἀλαλητὸς, ὁ θόρυβος, παρὰ τὴν ἀλάλην, ἢ κατὰ στέρησιν τοῦ λαλεῖν, ἢ κατ’ ἐπίτασιν, οἷον ὁ πολύ‐ λαλος ὄχλος. Καὶ ἀλαλάζειν, τὸ ἐν μάχαις
λέγειν. Παρὰ τὸ λῶ τὸ λαλῶ· οὗ παράγω‐ γον λάζω, καὶ διπλασιασμῷ λαλάζω, καὶ ἀλα‐
55λάζω.
55 Ἀλαλκών: Βοηθήσας, ἐπαμύνας. Ἔστι ῥῆμα ἄλκω· ὁ μέλλων, ἄλξω· ἐξ οὗ ῥηματικὸν ὄνομα ἄλξ ἀλκὸς ἀλκί. Ἐκ τοῦ ἄλκω, ὁ δεύτερος ἀόριστος,

56

ἄλκον· ἡ μετοχὴ, ἀλκών· καὶ διπλασιασμῷ, ἀλαλ‐ κών· καὶ ἄλαλκον καὶ ἤλαλκον. Ἀλλ’ εἰ ἔστιν ἀπὸ βαρυτόνου θέματος, παραλόγως ἄρα ὁ δεύτερος ἀόρι‐ στος μακρᾷ παραλήγεται, ὤφειλε γὰρ συστέλ‐
5λεσθαι. Κάλλιον οὖν ἐστι λέγειν, ἀπὸ τοῦ ἀλκῶ περισπωμένου· καὶ διπλασιασμῷ, ἀλαλκῶ, ἀλαλκήσω, τὸ ἀπαρέμφατον, ἀλαλκεῖν· καὶ ὁ δεύτερος ἀόριστος, ἤλαλκον. Ἀλαλκομενηΐς: Ἐπίθετον Ἀθηνᾶς παρ’ Ὁ‐
10μήρῳ· (παρὰ δὲ τοῖς ἄλλοις, καὶ Ἥρας, καὶ Διός·
10οἷον Ἀλαλκομενεὺς Ζεύς·) ἡ ἀπαλεξητικὴν προθυμίαν ἔχουσα, ἢ ἐν ἀλκῇ μένουσα. Ἀλκὴ δὲ καὶ ἡ μάχη· καὶ ἀλκάζειν, τὸ μάχεσθαι· ἀλκομένη, καὶ ἀλαλκομενηῒς ἐν διπλασιασμῷ, ὡς ἀταρτηρὸς, καὶ ἐτήτυμος, καὶ ἀτιτάλλειν. Ἢ ἀπὸ Ἀλαλκομενέως
15τινὸς, ἱδρυσαμένου αὐτῆς ναόν· ὡς βασιλεὺς, βασι‐ ληῒς, καὶ Θησηῒς, καὶ Οἰνηΐς. Μεθόδιος. Ἢ ἀλαλ‐ κοῦσα τῷ μένει, ὅ ἐστι, τῇ δυνάμει βοηθοῦσα. Ἢ ἡ ἐν Ἀλαλκομεναῖς πόλει τῆς Βοιωτίας τιμωμένη· ἔνθα καὶ Ἀλαλκομένιον, Ἀθηνᾶς ἱερόν. Ἢ ἡ ἀπὸ
20Ἀλαλκομενηΐου τραφεῖσα Βοιωτοῦ.
20 Ἀλάλημαι: Ἀλάλημαι ἀν’ εὐρυπυλὲς ἄϊδος δῶ. Πεπλάνημαι. Παρὰ τὴν ἄλην τὴν πλάνην γίνεται ῥῆμα ἀλῶ· παράγωγον ἄλημι· καὶ κατὰ μεταβολὴν τῆς συζυγίας, Αἰολικῶς γίνεται πρώτης συζυγίας,
25καὶ διπλασιασμῷ ἀλάλημι· τὸ παθητικὸν ἀλάλημαι·
25καὶ ἀλάλησθε. Ὁμοίως δὲ καὶ ἡ μετοχὴ προπαρο‐ ξύνεται, ὅτι οὐκ ἔστι παρακείμενος· εἰ γὰρ ἦν παρα‐ κείμενος, παροξύναιτο. Οὕτω Ζηνόβιος· ὁ δὲ Ἡρω‐ διανὸς ἐν τῷ περὶ Παθ[ητικ]ῶν λέγει, ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸς παρακείμενος ἤλαμαι· καὶ Ἀττικῶς
30ἀλήλαμαι· ἔνθεν τὸ Ἀληλάμενοι περὶ κύκλον. Καὶ καθ’ ὑπέρθεσιν ἀλάλημαι. Ἀλαλήμενος: Ἰστέον ὅτι τὸ ἀλαλήμενος, καὶ ἀκαχήμενος, οὐκ εἰσὶ παρακείμενοι· ἐπεὶ ὤφειλον
35παροξύνεσθαι, ὡς τὸ πεποιημένος· ἀλλ’ ἔστιν ἀλῶ
35ἄλημι, ἀκαχῶ ἀκάχημι, ἐνεστῶτες· ὁ παθητικὸς ἀκάχημαι καὶ ἀλάλημαι Αἰολικῶς· οἱ γὰρ Αἰολεῖς τὴν παραλήγουσαν οὐ συστέλλουσι. Καὶ ἡ μετοχὴ, ἀλαλήμενος καὶ ἀκαχήμενος. Ἀλαλύκτημαι:
40Οὐδέ μοι ἦτορ
40 ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι. Τεθορύβημαι, ἀδημονῶ καὶ πεπλάνημαι. Καὶ οἱ μὲν, παρακείμενον· οἱ δὲ, ἐνεστῶτα φασίν. Ἔστιν οὖν ἀλῶ, ἀφ’ οὗ ἀλύω, ὡς ἀνῶ ἀνύω, ἀφ’ οὗ ἀλύσσω, ὡς ὀρύσσω. Καὶ ὥσπερ ὀρύσσω ὀρυκτὸς, οὕτως
45ἀλύσσω ἀλυκτός. Καὶ ὡς ἄτακτος ἀτακτῶ, οὕτως
45ἄλυκτος ἀλυκτῶ· οὗ παρακείμενος, ἠλύκτηκα, παθη‐ τικὸς ἠλύκτημαι· καὶ Ἀττικῷ διπλασιασμῷ, ἀλα‐ λύκτημαι, συστολῇ τοῦ η εἰς ἄλφα. Ἔθος δὲ τῷ ποιητῇ ποιεῖσθαι ἐπὶ τοῦ ῥήματος τούτου (διπλασι‐ ασμὸν) Ἀττικώτερον· ὡς τὸ ἀλαλῆσθαι. Οὕτω δὲ

56

(50)

ἐνεστώς ἐστιν ἀλυκτῶ· οὗ παράγωγον εἰς ΜΙ, ἀλύ‐ κτημι· οὗ παθητικὸς Αἰολικῶς, ἀλύκτημαι· ἐκεῖνοι γὰρ οὕτω ποίημαι καὶ νόημαι λέγουσι· καὶ ἐν δι‐ πλασιασμῷ, ἀλαλύκτημαι· ἐπεὶ ὁ ποιητὴς πολλοῖς Αἰολικοῖς χρῆται, καὶ μάλιστα ἀκαχήμενος καὶ
55ἀκάχμενος. Δύναται δὲ αὐτὸ καὶ ἀπὸ τοῦ θορυβεῖ‐
55σθαι. Παρὰ τὴν ἀλάλην γίνεται ἀλαλῶ, ἀφ’ οὗ ἀλαλύσσω, ἀφ’ οὗ ῥηματικὸν ὄνομα ἀλάλυκτος, καὶ ἀλαλυκτῶ, καὶ ἀλαλύκτημαι. Μεθόδιος.

57

ἀλακάτη, καὶ ἠλακάτη Ἰωνικῶς· παρὰ τὸ ἄγω ἄξω γίνεται ῥηματικὸν ὄνομα ἄκτος, καὶ τὸ θηλυκὸν, ἄκτη, καὶ πλεονασμῷ τοῦ ἄλφα, ἀκάτη· καὶ πάλιν ὑπεισελθούσης τῆς ΑΛ συλλαβῆς, ὥσπερ
5εἴωθε γίνεσθαι, ἀλακάτη, ἡ ἄγουσα τὸ ἔριον ἢ λῖνον. Οὕτως Ὠρίων. Ἀλαός: Ὁ τυφλὸς, ὁ ἐστερημένος τοῦ λάειν, ὅ ἐστι βλέπειν. Ὅμηρος Ὀδυσσείας τʹ Ἀσπαίροντα λάων.
10Ἀντὶ τοῦ βλέπων. Ἢ παρὰ τὸ ἀλῶ τὸ πλανῶ,
10ἀλαὸς, ὁ περιπλανώμενος. Ἢ παρὰ τὸ ἀλάσαι, ὃ
10σημαίνει τὸ ἐλαττῶσαι, ὁ ἐλαττωθεὶς τοῖς ὀφθαλ‐ μοῖς. Μεθόδιος. Οὐδ’ ἀλαοσκοπιὴν εἶχε. Τουτέστιν, οὐδὲ τυφλὴν τὴν κατασκοπὴν εἶχε, τουτ‐ έστιν, οὐκ ἔλαθεν αὐτόν. Καὶ ἀλαῶσαι τὸ τυφλῶ‐
15σαι· παρὰ τὴν ἄλην τὴν πλάνην. Οἱ γὰρ τυφλώτ‐ τοντες ἀλῶνται. Οὕτως Ὠρίων. Ἀλαπάζειν: Λάπαθός ἐστι βοτάνη κενωτικὴ τῆς γαστρός· παρὰ τὸ ΛΑ ἐπιτατικὸν, καὶ τὸ πάθος. Καὶ Δημόκριτος τοὺς παρὰ τῶν κυνηγετῶν γινο‐
20μένους βόθρους λαπάθους καλεῖ, διὰ τὸ κεκενῶσθαι. Πλεονασμῷ τοῦ α, ἀλαπάζω, τὸ πορθῶ, ἀπολλύω, ἀναλίσκω. Ἀλαπάξαι δὲ κυρίως τὸ κενῶσαι. Καὶ παρὰ τὸ ἀλαπάζω, ἀλαπαδνὸς ὁ ἀσθενὴς, (ὡς αἰκίζω αἰκιδνὸς,) ὁ κενὸς δυνάμεως.
25 Ἀλάστωρ: Ὁ ἁμαρτωλὸς, ἢ ὁ φονεὺς, ἢ ὁ ἐφορῶν τοὺς φόνους Ζεύς. Κατὰ μὲν Χρύσιππον τὸν φιλόσοφον, ἐπὶ τοῦ ἁμαρτωλοῦ καὶ φονέως, ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος τοῦ ἐλαύνεσθαι διὰ φόνον· ἢ ἀπὸ τοῦ ἀλᾶσθαι τὸ πλανᾶσθαι· ἢ ὁ ἄλαστα δρῶν·
30κατὰ δὲ Ἀπολλόδωρον, ἀπὸ τοῦ ἀλιτεῖν, ὅ ἐστιν ἀλιτανεύτως ἀδικεῖν. Μήποτε δέ ἐστιν ὁ διὰ μέγε‐ θος τῶν πεπραγμένων αὐτῷ λιτῆς μὴ καταξιούμενος· ἢ ὁ τοιαῦτα τολμήσας πράττειν, ὧν μὴ ἔστιν ἐπι‐ λαβέσθαι. Ἐπὶ δὲ τοῦ Διὸς, οἷον ἀλάστωρ Ζεὺς,
35ἀπὸ τοῦ τοῖς τὰ ἀλαστὰ πάσχουσιν ἐπαμύνειν· ἢ
35ὁ τὰ ἀλαστὰ (τουτέστι τὰ χαλεπὰ) τηρῶν. Μέ‐ νανδρος, Ὁ δ’ ἀλάστωρ ἐγὼ καὶ ζηλότυπος ἄνθρωπος. Καὶ,
40Δαιμόνων ἀλαστόρων.
40Οὕτως εὗρον εἰς τὸ λεξικὸν τὸ ῥητορικόν. Συμφωνεῖ
40δὲ αὐτῷ καὶ Μεθόδιος εἴς τινα.
40Ἀλαστὸς λέγεται ὁ λήθης ἄξια ποιῶν, διὰ
40τὴν κακοπραξίαν· γίνεται ἀπὸ τοῦ ἀλαστῶ, ὡς ἀπι‐ στῶ ἄπιστος· ὁ δὲ Φιλόξενος λέγει· ἔστι ῥῆμα ἀλῶ, τὸ πλανῶ, γίνεται παράγωγον ἀλάζω, ὡς ἀνιῶ ἀνιάζω, σκεδῶ σκεδάζω· ἐκ τούτου ἀλαστὸς, ὡς σκευάζω σκευαστός· καὶ ἐξ αὐτοῦ ῥῆμα ἀλαστῶ· σημαίνει
45τὸ χαλεπαίνω. Οἱ γὰρ πλανώμενοι χαλεπαίνουσιν. Οὕτως Ὠρίων. Ἀλαστήσας: Σχετλιάσας, δεινοπαθήσας· ἢ παρὰ τὸ λάζω, τὸ λαμβάνω, ὃ οὐκ ἄν τις θέλοι
λαβεῖν.

57

(50)

Ἄλαστον:

57

(50)

Πένθος ἄλαστον·

57

(50)

καὶ

57

(50)

Ἀλαστὰ τὰ κακὰ,

57

(50)

ἀνεπίληστα τινὰ ὄντα· ἢ παρὰ τὸ λάζω

57

(50)

(Λάζετο δ’ ἔγχος)

57

(50)

γέγονεν ἄλαστα, ὧν οὐκ ἄν τις λάβοι, ἀνεπίληστα τινὰ ὄντα, τουτέστι φευκτά. Ὠρίων. Ἢ ἄτλητα, δεινὰ, μιαρὰ, ἢ μνημονικά. Ἄλαρα: Τὰ Ποντικὰ κάρυα, καὶ τὸν εἰς τὸν αὐλὸν τοῦ δόρατος καταξυόμενον. Οἱ δὲ καὶ δένδρον
55ἀλαρίαν· ὅθεν εἰς τὰ δόρατα αἱ ῥάβδοι. Ἁλαίνω: Ἀπὸ τοῦ ἁλῶ παράγωγον ἁλαίνω, ὡς δρῶ δραίνω. Σημαίνει ἐξεστηκέναι, μαίνεσθαι· οἱ δὲ, ὀρύσσειν.

58

Ἀλαιθερές: Χλιαρόν· οἱ δὲ, ἡλιοθερές. Ἀλάομαι: Ἀλῶμαι· καὶ τὸ ἀπαρέμφατον ἀλᾶσθαι. Ἀλαιστάνομαι: Ἀγανακτῶ καὶ δυσπαθῶ.
5Ἀλαῖος: Ὁ Ἀπόλλων. Φιλοκτήτης γὰρ
5παραγενόμενος εἰς Ἰταλίαν ἀπὸ τοῦ συμβεβηκότος ἱδρύσατο Ἀπόλλωνος Ἀλαίου ἱερὸν, ἐν ᾧ καὶ τὸ τόξον ἀπέθετο. Ἄλγος: Ἡ λύπη· παρὰ τὸ ἀλέγω τὸ φροντίζω· ὃ περὶ πολλοῦ ποιούμεθα καὶ φροντίζομεν. Τὰ γὰρ
10πολυπαθῆ, φροντίδος ἄξια. Ἢ ἃ μὴ λέγει τὶς καὶ
10ὀνομάζει.
10 Ἄλγεα: Πήματα. Ἄλγησις: Ἀλγηδών. Καὶ ἀλγεῖς, ἀρρωστεῖς. Ἀλδαίνειν: Τὸ αὔξειν. Παρὰ τὸ ἅλλεσθαι, τουτέστιν τὸ πηδᾶν, κατὰ τὴν αὔξησιν. Ἀλδήσκω, καὶ Ἀλδήσκω, Ἀλδήσκοντος ληΐου: Αὐξά‐
15νοντος· καὶ ἀναλδήσκοντες ὑπὲρ χθονὸς, ἀντὶ τοῦ ἀναδιδόμενοι, αὐξόμενοι. Παρὰ τὸ ἀλῶ ἀλήσω ἀλήσκω, καὶ πλεονασμῷ τοῦ δέλτα, ἀλδήσκω, κατὰ μεταφοράν. Τὸ γὰρ ἀληλεσμένον οὐκ αὐξάνει. Ἢ παρὰ τὸ ἅλλεσθαι, βλαστάνειν καὶ ἁδρύνεσθαι.
20 ἈλδήμιοςἌλδος, ὁ Ζεὺς, [ὃς] ἐν Γάζῃ τῆς Συρίας τιμᾶται· παρὰ τὸ ἀλδαίνω, τὸ αὐξάνω· ὁ ἐπὶ τῆς αὐξήσεως τῶν καρπῶν. Μεθόδιος. Ἀλέα: Ἡ θερμασία· ἀλέα λέγεται ὁ τόπος ὁ
ὑπὸ τοῦ ἡλίου θερμαινόμενος, παρὰ τὸν ἥλιον· (ἅλιος
25γὰρ ὁ ἥλιος λέγεται·) μεταφορικῶς δὲ καὶ πάντα τόπον θέρμην ἔχοντα. Ἀλεείνω: Ἐκ τοῦ ἀλέα γίνεται ἀλεείνω τὸ ἐκκλίνω καὶ ἐκφεύγω, οἱονεὶ εἰς τὴν θερμασίαν ἐκ τοῦ ψύχους ἀποφεύγω· [ὡς] φαείνω. Τὰ διὰ τοῦ
30ΕΙΝΩ ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ΕΙ διφθόγγου γράφονται, πλὴν τοῦ ὠδίνω, ὀρίνω· καὶ ἕως τοῦ παρατατικοῦ κλίνεται. Ἀλεείνω: Τὸ πλανῶμαι· παρὰ τὴν ἄλην τὴν πλάνην. Καὶ ἀλεαινόμενοι, θερμαινόμενοι. Τὰ
35διὰ τοῦ ΕΙΝΩ ῥήματα ὑπὲρ δύο συλλαβὰς διὰ τῆς
35ΕΙ διφθόγγου γραφόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνονται. Πρόσκειται, “διὰ τῆς ΕΙ διφθόγγου,” διὰ τὸ ὀρίνω, ὠδίνω· ταῦτα γὰρ ἔχει μέλλοντα. Ἀλέασθαι: Ἐκκλίναι, ἀναχωρῆσαι· κυρίως δὲ τὸ ἀπὸ πυρὸς ἐκφυγεῖν· ἀλέα γὰρ ἡ θέρμη τοῦ
40πυρὸς, δαλέα τὶς οὖσα, ἀπὸ τοῦ δαίω τὸ καίω.
40Λέγεται καὶ εὐδία, καὶ βοήθεια. Ἀλεωρά: Σημαίνει δὲ καὶ τὸ φυλάξασθαι· καὶ ἀλεωρὰ, ἀνάπαυσις, βοήθεια. Ἀλέγω: Παρὰ τὸ λέγω, τὸ φροντίζω, ἀφ’ οὗ καὶ λόγος ἡ φροντίς. Μένανδρος,
45 Οὐδὲ λόγον ὑμῶν οὐδ’ ἐπιστροφὴν ἔχω. Καὶ ἀλέγω μετὰ τοῦ ἐπιτατικοῦ α. Καὶ οὐκ ἀλέγω· καὶ Οὐκαλέγων, ὄνομα κύριον. Ἀλέγω, παράγωγον ἀλεγίζω, ἀλεγύνω· Δαῖτ’ ἀλέγυνον.

58

(50)

Μεθόδιος.

58

(50)

Σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω.

58

(50)

Σημαίνει τὸ κήδεσθαι· ἀλεγύνει δὲ, τὸ αὔξεται.

58

(50)

Ἀλεγεινῆς: Ἀλγεινῆς, χαλεπῆς. Οὐκ ἀπὸ τοῦ ἀλέγω ἀλεγεινὸς, οὐδὲ ἀπὸ τοῦ ἐλεῶ ἐλεεινός· ἐπειδὴ ὤφειλε γράφεσθαι διὰ τοῦ ι· τὰ γὰρ εἰς ΝΟΣ ὀξύτονα, μὴ ὄντα παρώνυμα, διὰ τοῦ ἰῶτα γράφονται· οἷον τάχα ταχινὸς, πύκα πυκινὸς, ἀληθὲς ἀληθινὸς,
55χθὲς χθεσινός· ἀλλ’ ἀπὸ τοῦ ἄλγος ἀλγεινὸς, καὶ ἀλεγεινός· καὶ ἔλεος, ἐλεεινὸς, πλεονασμῷ τοῦ ε. Καὶ γράφεται διὰ διφθόγγου, ὡς παρώνυμον.

59

Ἀλεγεινοί: Ἀντὶ τοῦ δυσχείρωτοι· Οἱ δ’ ἀλεγεινοὶ ἀνδράσι. ἐπὶ τῶν Ἀχιλλέως ἵππων, Ἰλιάδος κʹ, ἀλγεῖν
5παρέξοντες· ἢ πρὸς τὸ κτήσασθαι ἀδύνατοι.
5Ἄλεν:
5Οἱ δή τοι εἰς ἄστυ ἄλεν·
5Ψιλοῦται, εἴτε ἐπὶ τοῦ ἐκκλίνειν τίθεται, ὥς φησιν ὁ Ἀσκαλωνίτης· εἴτε ἐπὶ τοῦ συστραφῆναι· ᾧ καὶ μᾶλλον συγκατατίθεμαι. Ἔστι δὲ δεύτερος ἀόρι‐ στος. Ἀλῶ, τὸ πλανῶ, ψιλοῦται· ὁ δεύτερος ἀόρι‐ στος, ἦλον· τὸ δεύτερον, ἦλες· τὸ τρίτον, ἦλε· τὸ
10πρῶτον τῶν πληθυντικῶν, ἄλομεν· καὶ κατὰ συγκο‐
10πὴν, ἄλεν· καὶ ἡ μετοχὴ, ἀλεὶς (ὡς φανείς) ἀλέντος. τὸ ὑποτακτικὸν, ἐὰν ἀλῶμαι, ἐὰν ἀλῆται. Συστολὴ οὖν ἐγένετο, καὶ μεταβολὴ τοῦ τόνου. Ἄλεται: Εἰς ἵππους ἄλεται·
15Ἀθροισθεὶς, ἢ πηδήσας, ἢ φυλαχθείς.
15 Ἀλεξῶ: Παρὰ τὴν ἄλοχον· κυρίως [τὸ] τῇ γυν‐ αικὶ βοηθῆσαι, καταχρηστικῶς δὲ καὶ τὸ ὁπωσδή‐ ποτε. Ἢ ἀπὸ τοῦ ἀλκῶ ἀλξῶ, καὶ πλεονασμῷ τοῦ ε, ἀλέξω· ὅπερ εἰς ἐνεστῶτα ἀναχθὲν βαρύνεται ὑπὸ τῶν Ἀττικῶν. Μεθόδιος. Παρὰ τὸ ἀλέγω ἀλέξω·
20καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ περι‐ σπᾶται. Ἀλέξανδρος: Παρὰ τὸ ἐπαλεξεῖν τῇ πατρίδι τοῖς πολεμίοις· ἢ παρὰ τὸ ἄλεξιν εἶναι ἀνδρῶν, ἤγουν βοήθειαν. Ἀλέξω γὰρ καὶ τὸ ἀμῦναι.
25Ἀλεκτορίς: Ἡ ὄρνις· καὶ ἡ ἀπὸ τῆς κεφαλῆς
25τρεφομένη θρίξ. Καὶ ἀλεκτρυόνα ἔλεγον τὴν θή‐ λειαν ὄρνιν· καὶ τὸν λόφον τῆς περικεφαλαίας· Πέρσαι δὲ καὶ τοὺς κόρακας. Ἀλέκτορος: Ἀγύνης. Ἀλεξητήριον: Ἐκ τοῦ ἀλεξῶ ἀλεξήσω καὶ
30τοῦ ἰῶ ἰάσω, ἀλεξιατήριον, καὶ συγκοπῇ ἀλεξητή‐
30ριον. Ἢ ἀπὸ τοῦ ἠλέξηται, παθητικοῦ παρακειμένου, γίνεται ἀλεξητὴρ, καὶ ἀλεξητήριον. Τὸ ΞΗ γρά‐ φεται διὰ τοῦ η. Ἀλεξιάρη: Ἡσίοδος, Νειὸς ἀλεξιάρη, παίδων εὐκηλήτειρα.
35Ἀπαλέξουσα καὶ ἀπείργουσα τὴν ἀρὴν, τουτέστι
35τὴν ἐκ τοῦ λιμοῦ βλάβην, καὶ τοὺς παῖδας ἥδουσα
35καὶ θάλλουσα, εὔκηλος, ἡσυχάστρια, ἡ ἀνανεου‐ μένη γῆ. Ἀλεξίκακος: Ἡ ἀποτρεπτικὴ τῶν κακῶν, ἀπὸ τοῦ ἀλέξω καὶ τοῦ κακὸν, καὶ τροπῇ τοῦ ω εἰς ι. [Τὰ γὰρ ἀπὸ ἐνεστώτων ἢ μελλόντων ἐνεργητικῶν
40γινόμενα ὀνόματα ἐν συνθέσει τρέπουσι τὸ ω εἰς ι·
40οἷον, ἄρχω, ἀρχιστράτηγος· αὔξω, αὐξίφωτος· λύσω, λυσίμαχος. Οὕτω καὶ ἀλέξω,] ἀλεξίκακος. Ἀλεός: Ὁ ἥρως, ὁ πατὴρ Αὔγης, παρὰ τὸ ἀλῶ παράγωγον ἀλεύω· καὶ ὥσπερ παρὰ τὸ λοχεύω Λοχεὸς, καὶ κελεύω Κελεὸς, σωρεύω Σωρεὸς, οὕτως
45ἀλεύω Ἀλεός. Μεθόδιος. Ἅλεος δὲ, ὁ μάταιος· καὶ ἀλεόφρων, [ὁ] παράφρων· ἢ [ὁ] θερμὸς καὶ ἐνεός. Ἄλες: Ἀλέες. Ἔστιν ἀολλέες· σημαίνει τὸ ὁμοῦ· καὶ κράσει τοῦ α ο εἰς α μακρὸν, καὶ ἀπο‐

59

(50)

βολῇ τοῦ ἑνὸς λ, ἀλέες, καὶ ἄλες· ὡς παρὰ Καλλι‐

59

(50)

μάχῳ ἐν Χωλιάμβοις,

59

(50)

Ἐς τὸ πρὸ τείχευς ἱερὸν ἀλέες δεῦτε. Ἀντὶ τοῦ, εἰς τὸ πρὸ[ς] τοῦ τείχους ἱερὸν ὁμοῦ δεῦτε. Οὕτως ὁ Χοιροβοσκός. Ἀλεσούριος: Εἶδος ἰχθύος θαλασσίου, ὅν τινες κατ’ εὐφημισμὸν καλλιώνυμον καλοῦσιν. Ἔστι δὲ
55τὸ λεγόμενον θαλάσσιον αἰδοῖον, ἁλὸς οὐρὰ, ἁλοσού‐ ριόν τι ὄν. Οὐρὰν γὰρ καὶ τὸ αἰδοῖον εἰώθαμεν κα‐ λεῖν. Μεθόδιος. Ἔνιοι κόγχον κογχυλίου. Ἀλετρίβανον: Ὁ τριβεὺς, παρὰ τὸ τρίβειν

60

τοὺς ἅλας. Ἁλοτρίβανον οὖν καὶ ἁλετρίβανον κατὰ τροπήν· ὡς κελαινοφὴς καὶ κελαινεφὴς, ἀπὸ τοῦ κε‐ λαινὸν καὶ τοῦ φῶς· οὐ γὰρ ἀπὸ τοῦ νέφος. Ἁλετρεύουσα: Ἀλήθουσα.
5 [Ὀρφναίῃ[ς] ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ[ς]. Ὅτι τὴν Ἀντιόπην ὁ Νυκτεὺς βασιλεὺς Θηβῶν, θυγατέρα αὐτοῦ οὖσαν, ἐποίησε χαλκᾶς ἀλήθειν κριθάς.]
Ἀλευάδα: Εἴρηται ὡς τὸ Φεύδα. Οἱ γὰρ
10Δωριεῖς τὴν γῆν δᾶν λέγουσι [καὶ δίαν,] ὡς καὶ τὸν
10γνόφον δνόφον. Φεύδα οὖν φεῦ γῆ. Οὕτως οὖν καὶ τὸ ἀλευάδα. Ἀλέου δᾶ, τοῦ δᾶ ἀντὶ τοῦ γῆ κει‐ μένου. Ἀλεύω: Φεύγω. Παρὰ τὴν ἀλέαν, τὴν θέρμην, ἀλεῶ καὶ ἀλεύω, κυρίως τὸ ἀπὸ τοῦ ψύχους εἰς θερ‐
15μασίαν ἀποφεύγω· μεταφορικῶς δὲ, καὶ τὸ ἁπλῶς
15ἐκκλίνω ἀπὸ τοῦδε εἰς τόδε. Καὶ Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις, Δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην. Καὶ ἔστι σχήματος συνθέτου. Ζήτει εἰς τὸ σεύω. Ἀλεύας, μετοχή. Τὸ δὲ ἀλεύω, παρὰ τὸ ἀλῶ. Οἱ
20γὰρ φεύγοντες πλανῶνται.
20Ἀλεύατο: Ἀντὶ τοῦ ἐφυλάξατο.
20 Ἀλεύατο κῆρα μέλαιναν. Καὶ, Ἀλεύατο πουλὺν ὅμιλον. Εἴρηται δὲ ἀπὸ τοῦ χεύω χεύατο· καὶ τροπῇ τοῦ χ εἰς λ, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀλεύατο.
25 Ἀλευρόττησις: Σήθω σήσω, καὶ σῆσις· καὶ τροπῇ τοῦ ς εἰς τ, τῆσις· καὶ πλεονασμῷ τοῦ τ μετὰ τοῦ ἄλευρον γίνεται ἀλευρόττησις. Τηλία, εἰς ἣν τὰ ἄλευρα σήθουσιν, τὸ κόσκινον. Οὕτω Φίλων. Ἀλέκτωρ: Τὸ ζῷον τὸ κατοικίδιον· παρὰ τὸ
30λέγω τὸ κοιμῶμαι· οἷον, Τῷ δ’ ἄρα παρκατέλεκτο γυνή. Καὶ ὄνομα ῥηματικὸν, λέκτωρ, καὶ ἀλέκτωρ, ὁ ἐλά‐ χιστα κοιμώμενος. Ἢ [ὁ] ἀπὸ τῶν λέκτρων, τουτέστι τῶν κοιτῶν, ἡμᾶς διεγείρων. Καὶ ὁ ἥλιος δὲ ἀλέκτωρ
35λέγεται· ἀκάματον γὰρ αὐτὸν λέγει Ὅμηρος· ἐπεὶ
35ἀγρύπνως τὸν συνήθη δρόμον ἐκτελεῖ· ἢ ἐλίκτωρ τὶς ὢν, παρὰ τὴν ἑλικοειδῆ αὐτοῦ κίνησιν. Ζήτει εἰς τὸ ἠλέκτωρ. Ἀλέρα καὶ ἐλάρα: Ἐλάρας γενεά.
40Οὕτως παρὰ Σιμωνίδῃ· Ἀλέρα δὲ, παρὰ Πινδάρῳ, οἷον,
40Ἀλέρας ὡσόν.
40Ὅτι τούτου τὸ πρῶτον ἐστιν πίστις ἐκ τοῦ Ἡσιο‐ δείου μετὰ πλεονασμοῦ τοῦ ι καὶ πατρωνυμικὸν εἰπόντος, Εἰλαρίδην Τιτυόν. Ἀλέρα δὲ καθ’ ὑπέρθεσίν ἐστιν. Ἡρωδιανός.
45Ἀλεωρή: Ἡ φυλακὴ καὶ ἡ φυγή. Καὶ ἡ μὲν
45φυλακὴ, παρὰ τὴν ἀλέαν τὴν θέρμην, καὶ τὸ ὠρεῖν τὸ
45φυλάττειν· ἡ δὲ φυγὴ παρὰ τὸ ἀλέασθαι εὐπαραφυ‐ λάκτως. Ἐκ τοῦ ἀλέω οὖν, ἀλεωρή· καὶ ἀλεώμεθα,
ἐκφεύγωμεν, ἐκκλίνωμεν. Ἀλειπής: Πηγὴ ἐν Ἐφέσῳ, οὕτω καλουμένη παρὰ τὸ μηδέποτε ἐπιλείπειν ἢ πλεονάζειν ἢ χειμῶνος

60

(50)

ἢ θέρους. [Οὕτω] Μεθόδιος.

60

(50)

Ἄλειφα: Σημαίνει τὸ ἄλειμμα. Ἀπὸ τοῦ ἀλείφω ἄλειφαρ, καὶ κατὰ ἀποκοπὴν, ἄλειφα. Κλί‐ νεται ἀλείφατος· καὶ κλίνεται ἀπὸ τοῦ ἀπαθοῦς τοῦ ἄλειφαρ ἢ ἄλειφας, οὐκ ἀπὸ τοῦ ἄλειφα, ὥς τινες. Τὸ γὰρ κάρα, λίπα, ὕφα, ἄλειφα, οὐ κλίνονται.
55Ὅθεν τὸ γάλακτος ἀπὸ τοῦ γάλαξ κεκλίσθαι φασίν. Ἠναγκάσθη δὲ ἡ εὐθεῖα. Διὰ τοῦτο γέ‐ γονεν ἀποβολὴ τοῦ ξ. Οὐδὲν γὰρ οὐδέτερον εἰς ξ λήγει. Ἀλείπτης: Ἀπὸ τοῦ ἀλείφω, ἤλειπται, ἀλεί‐

61

πτης, διὰ τῆς ΕΙ διφθόγγου. Ὅσα γὰρ ὀνόματα ἐκ τοῦ ἀλείφω γίνεται, εἰ μὲν διὰ τοῦ ΠΤ ἐκφέρεται, φυλάττει τὴν ΕΙ δίφθογγον, ἀλείπτω, ἀλείπτης, ἄλειπτον φάρμακον· ἀνήλειπτος, ὁ μὴ ἀλειφθείς· εἰ
5δὲ διὰ τοῦ φ ἐκφέρεται, σύνθετα ὄντα, οὐ φυλάττει τὴν δίφθογγον, ἀλλὰ διὰ τοῦ ι γράφονται· οἷον, ὑπη‐ λιφὴς, ἀνυπηλιφής· σημαίνει δὲ τὴν ναῦν τὴν μὴ ἀλειφθεῖσαν πίσσῃ. Πρόσκειται “σύνθετα,” διὰ τὸ ἄλειφα, ἄλειμμα. Οὐκ ἔστι γὰρ σύνθετον, ἀλλ’
10ἁπλοῦν ἀπὸ τοῦ ἀλείφω, ἄλειμμα. Δεῖ γινώσκειν,
10ὅτι γέγραπται Διφίλῳ τῷ κωμικῷ δρᾶμα ἐπιγε‐ γραμμένον Ἀλείπτρια. Τὸ δὲ ἀλείπτης ἀρσενικῶς ἀπηγόρευται· ἀντὶ δὲ τοῦ ἀλείπτης παιδοτρίβης εἴωθε λέγεσθαι. Ἐκ δὲ τοῦ ἀλείπτης, φιλαλειπτῶ· οἷον,
15Ὡς οὐκ ἔστι πίστις ἐν ἀνδρὶ φιλαλειπτοῦντι, καὶ περὶ τὰς
15παλαίστρας ἔχοντι, καὶ πολυπραγμονοῦντι ὅ τι ἕκαστον τῶν μειρακίων. Ἄλεισον: Λέγεται καὶ ἀρσενικῶς· οἷον, Γίνωσκε τὸν ἄλεισον καὶ τὰ γράμματα, Ἀριστοφάνης. Ἔστι δὲ εἶδος ποτηρίου· ἐτυμολο‐
20γεῖται δὲ διαφόρως. Οἱ μὲν γὰρ λέγουσι παρὰ τὸ
20ἅλις· ἐξ οὗ ἐστι πιεῖν δαψιλῶς καὶ ἀθρόως. Οὐκ ἀκριβῶς δὲ λέγεται· πρῶτον μὲν, ὅτι ἀντίκειται αὐτῷ ἡ γραφή· τὸ γὰρ ἄλεισον διὰ τῆς ΕΙ διφθόγγου γράφεται· εἰ δὲ ἦν ἀπὸ τοῦ ἅλις, ὤφειλε διὰ τοῦ ι γράφεσθαι· δεύτερον δὲ, ὅτι τὸ ἄλεισον ψιλοῦται,
25τὸ δὲ ἅλις δασύνεται. Εἰ δὲ ἦν ἀπὸ τοῦ ἅλις, ὤφειλε δασύνεσθαι· καὶ γὰρ τὸ ἁπανταχοῦ, ἐκ τοῦ ἅπας παραχθὲν, τὴν δασεῖαν τοῦ ἅπας ἐφύλαξεν. Ἄλλοι δὲ λέγουσι, ὅτι παρὰ τὸ ἄλες ἐστὶ, τὸ σημαῖ‐ νον τὸ ἀθρόον, οἷον πλατύ· ἐξ οὗ ἐστιν ἀθρόως πιεῖν.
30Τούτοις δὲ ὁ χρόνος ἀντίκειται. Τὸ μὲν γὰρ ἄλες
30μακρὸν ἔχει τὸ α, τὸ δὲ ἄλεισον, βραχύ. Εἰ δὲ ἦν ἀπὸ τοῦ ἄλες, ὤφειλε φυλάττειν τὸν μακρὸν χρόνον αὐτοῦ. Κρεῖττον οὖν λέγει Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου, ὅτι παρὰ τὸ λεῖον γέγονεν ἄλειον, καὶ ἐπενθέσει τοῦ ς, ἄλεισον, τοῦ α ἐπιτατικοῦ ὄντος ἢ
35στερητικοῦ, τουτέστι τὸ μὴ ὂν ὁμαλὸν, ἀλλὰ περι‐
35φερές· παρὰ τὸ εὖ λεῖον. Καὶ εὐλόγως ψιλοῦται· τὸ γὰρ α, ἢ στερητικὸν ἢ ἐπιτατικὸν ὂν, ψιλοῦται.
Οὕτως ὁ Χοιροβοσκός. Ἀλείσιον: Τόπος οὕτω καλούμενος, ὡς λέγει ὁ Χοιροβοσκὸς, ἀπὸ τοῦ ἀλῶ ἀλέσω ἀλείσιον·
40Πέτρης τ’ Ὠλενίης καὶ Ἀλεισίου, ἔνθα κολώνη
40κέκλιται.
40Ὅπου ἡ κολώνη παράκειται. Ἀλείτης: Σημαίνει τὸν ἁμαρτωλὸν καὶ ἄδικον, διὰ τῆς ΕΙ διφθόγγου, ὡς ἐνταῦθα, Φάτο γὰρ τίσασθαι ἀλείτην. Καὶ λέγει ὁ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν αὐτοῦ,
45ὅτι ἀνεφάνη τὸ ο ἐν τῷ ἀλοίτης, ὅπερ σημαίνει καὶ
45αὐτὸ τὸν ἁμαρτωλὸν, καὶ διὰ τοῦτο διὰ τῆς ΕΙ δι‐ φθόγγου γράφεται. Τὰ γὰρ ἔχοντα τὸ ο ἀναφαινό‐ μενον ἔχουσι τὸ ε ἐγκείμενον· οἷον σπείρω σπορὰ, ἀλείφω ἀλοιφή. Οὕτως οὖν καὶ ἀλείτης, ἀλοίτης. Τοῦτο δὲ παρὰ τὸ ἀλῶ τὸ πλανῶ, ἢ ὀλοθρεύω.

61

(50)

Ἀλήτης: Ὁ Ἡρακλέους ἀπόγονος, ὁ τῆς Κο‐ ρίνθου βασιλεὺς, υἱὸς δὲ Ἱππότου· ἀφ’ οὗ καὶ οἱ Κορίνθιοι Ἀλητίδαι. Εἴρηται ὅτι Ἱππότης διὰ τὸν Κάρνιδος φόνον ὑπὸ τῶν Ἡρακλειδῶν ἐκβληθεὶς, καὶ λῃστεύων, ἔσχεν
55αὐτόν.
55ἀλήτης σημαίνει [δὲ καὶ] τὸν πλανήτην. Καὶ
55δεῖ γινώσκειν, ὅτι ὥσπερ τὸ κομήτης καὶ πεδήτης καὶ πλανήτης, οὐ ῥηματικὰ, ἀλλὰ παρώνυμα ἀπὸ τοῦ πέδη καὶ πλάνη καὶ κόμη, οὕτως καὶ παρὰ τὸ

62

ἄλη, ὃ σημαίνει τὴν πλάνην, γίνεται ἀλήτης. Οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὐτοῦ. Ἀλίτης δὲ διὰ τοῦ ι γραφόμενον εὗρον ἐγὼ σημαῖνον τὸν ἁμαρτωλὸν, ἀπὸ τοῦ μὴ ἔχειν λιτὴν, ὅ ἐστι δέησιν.
5 Ἀλῆτις: Τινὲς τὴν Ἠριγόνην τὴν Ἰκαρίου θυ‐ γατέρα, ὅτι πανταχοῦ ζητοῦσα τὸν πατέρα ἠλᾶτο· οἱ δὲ Αἰγίσθου καὶ Κλυταιμνήστρας φασίν· οἱ δὲ, τὴν τοῦ Μαλεώτου τοῦ Τυρρηνίου θυγατέρα· οἱ δὲ, τὴν Μήδειαν, ὅτι μετὰ τὸν φόνον τῶν παίδων πρὸς Αἰγέα
10κατέφυγεν ἀλητεύσασα· οἱ δὲ, τὴν Περσεφόνην· διότι τοὺς πυροὺς ἀλοῦντες πέμματα τινὰ προσέφερον αὐτῇ. Οὕτω Μεθόδιος. Ἅλη: Ἔστι πλάνη, ἀποβολῇ τῶν δύο συμφώνων γίνεται ἄνη, καὶ τροπῇ, ἄλη. Ἢ παρὰ τὴν ἅλα, ὃ
15σημαίνει τὴν θάλασσαν. Κυρίως γὰρ ἅλη, ἡ ἐν θαλάσσῃ πλάνη. Ἀλητεύω: Ἀλητῶ τὸ πλανῶ, ἀπὸ τῆς ἄλης, τῆς πλάνης· καὶ ἀπὸ τοῦ ἀλητῶ ἀλητεύω, τὸ πλα‐ νῶμαι.
20Ἀλείατα: Τὰ ἐκ πυροῦ ἀληλεσμένα ἄλευρα·
20συγκοπῇ ἄλειτα. Ἢ ἑφθὸν ἄλευρον. Λέγεται καὶ
20ἄλητον.
20 Ἀλήϊος: Οὔ κεν ἀλήϊος εἴη ἀνήρ. Ἰλιάδος ιʹ, πένης, ἄπορος· ἤτοι ἀπὸ τοῦ μὴ ἔχειν λήϊον, ἤγουν σιτοφόρον χωρίον· ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν, ἤγουν ἀγέλας προβάτων.
25Ἀλήϊον:
25Ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο.
25Ὅτι παρετυμολογεῖται τὸ Ἀλήϊον ἀπὸ τῆς γενομένης ἐν αὐτῷ τοῦ Βελλεροφόντου πλάνης. Λέγεται γὰρ ἐπαρθέντα τὸν Βελλεροφόντην ἐφ’ οἷς ἔπραξεν θελῆ‐ σαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι, τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ·
30ὅθεν ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην, καὶ κατενε‐ χθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον, ἀλᾶσθαι δὲ κατὰ
τοῦτο πηρωθέντα· τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεη‐ θεῖσαν τοῦ Διὸς δῶρον, πρὸς τὸ ἀκόπως περιϊέναι τὰς τοῦ κόσμου περιόδους. Ἰστέον δὲ ὅτι οἱ μὲν ἐψί‐
35λωσαν αὐτὸ, ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου· οἱ δὲ ἐδάσυναν, ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι. Βέλτιον τὸ πρῶτον. Ἀλησιάς: Ἡ Ἀφροδίτη, διὰ τὸ περὶ πᾶν ζῷον ἀλᾶσθαι τὴν θεὸν, πολλῶν ἐρασθεῖσαν καὶ πλανωμένην.
40Πιθανώτερον δὲ, ἡ ἐν Κολοφῶνι ἐπὶ τοῦ Ἄλεντος
40ἱδρυμένη ποταμοῦ. Ἀλήσια: Κατὰ στέρησιν τοῦ α, ἀπὸ τοῦ ληΐ‐ ζεσθαι. Οὕτως Μεθόδιος. Λέγεται δὲ παροξυτόνως ἡ ἀσυλία. Ἄληκτον: Ἀκατάπαυστον. Παρὰ τὸ λήγω,
45τὸ παύω, λέληκται ληκτὸς, καὶ ἄληκτος, ὁ ἀκατά‐
45παυστος καὶ πολύς. Ἐξ οὗ καὶ τὸ, Ἄληκτον ὑμνεῖ τὸν κενούμενον λόγον. Ἔστι δὲ ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ ἀλήκτως· μετάγεται γὰρ ἀπὸ [τοῦ] ὀνόματος εἰς ἐπίρρημα. Κανὼν δέ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς

62

(50)

ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα καὶ τὴν αὐτὴν

62

(50)

γραφὴν ταῖς πτώσεσιν ἔχει. Ἀληθές: Τὸ μὴ λήθῃ ὑποπίπτον τοῦ δικαίου· τὸ ἐναντίον τῷ ψεύδει· ἄληθες δὲ, τὸ κατ’ ἐπερώτησιν λεγόμενον. Ἀλήθω: Τὸ ἐπὶ τῆς μύλης σῖτον ἢ κριθὴν ἀλευ‐
55ροποιεῖν. Ἀπὸ τοῦ ἀλῶ ἀλήθω, ὡς πρῶ πρήθω, νῶ νήθω, κνῶ κνήθω. Ἀλήθω τὸ αὐτὸ σημαίνει τῷ πρωτοτύπῳ. Ἀλήμεναι: Πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι.

63

Ἀθροισθῆναι καὶ συστραφῆναι. Ὥσπερ παρὰ τὸ βῆναι γίνεται βήμεναι, οὕτως καὶ ἀπὸ τοῦ ἀλῆναι ἀλήμεναι. Ψιλοῦται. Ἄλθαινος: Ποταμὸς Ἰταλίας, ὅν φησιν ὀνο‐
5μασθῆναι Τίμαιος διὰ τὸ ἀλθαίνειν τὰ τραύματα
5τῶν ἐν αὐτῷ λουομένων. Ἀλθαίνω: Τὸ θεραπεύω. Παρὰ τὸ ἄλθω ἀλ‐ θαίνω. Ἢ παρὰ τὸ ἀλδαίνω. Τὸ δὲ ἄλθω, τὸ θερα‐ πεύω, ἐκ τοῦ ἄλδω τὸ αὐξάνω· τὸ γὰρ ὑγιὲς αὔξει. Ἄλθετο: Ἐπὶ τοῦ ὑγιασθῆναι· παρὰ τὸ ἄλδειν,
10ὅ ἐστιν αὔξειν, αὐξάνειν· τὸ γὰρ ὑγιὲς αὔξεται. Καὶ ἄλθος, φάρμακον. Ἀλθαιᾶτις: Ῥίζα τις.
Ἁλιβδύειν: Τὸ καταδύειν εἰς θάλασσαν· μετα‐ φορικῶς δὲ τὸ κρύπτειν καὶ ἀφανίζειν· παρὰ τὴν ἅλα
15καὶ τὸ βδύειν Αἰολικῶς πλεονασμῷ τοῦ β, ὡς σίδη σίβδη, ἁλιδύειν ἁλιβδύειν. Λυκόφρων, Εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας. Ἅλιας: Ἔστιν ἅλις, καὶ πλεονασμῷ τοῦ α, ἅλιας. Ἔστι δὲ μονῆρες τὸ ἐπίρρημα. Οὐδὲν γάρ
20ἐστιν εἰς ΑΣ ἐπίρρημα προπαροξύτονον, τοῦτο δὲ μόνον· τὸ δὲ αἴτιον τοῦ τόνου, ὁ πλεονασμός· ἀλλ’ ἢ ὀξύτονον, ὡς ἐπὶ τοῦ ἑκὰς, ἐμπάς· ἢ παροξύτονον, ὡς τὸ, “ἀτρέμας ἧσο.” Οὕτως Ἡρωδιανός. Ἀλίαστος:
25Μάχην ἀλίαστον ἔχουσι.
25Καὶ,
25 Ὅμαδος δ’ ἀλίαστος ἐτύχθη. Σημαίνει δὲ τὸν ἀκατάπαυστον. Παρὰ τὸ λιάζω τὸ σημαῖνον τὸ ἐκκλίνω· οἷον, Ἀμφὶ δ’ ἄρά σφι λιάζετο κῦμα θαλάσσης. Ὁ μέλλων λιάσω· γίνεται ῥηματικὸν ὄνομα λιαστός·
30καὶ μετὰ τοῦ στερητικοῦ α, ἀλίαστος, ὃν οὐκ ἄν τις
30ἐκκλίνοι. Ἢ παρὰ τὸ ἀλῶ ῥῆμα (ἀφ’ οὗ τὸ, Ἀλεύατο νίφα πολλὴν) γίνεται ἀλίζω, ὡς φοιτῶ φοιτίζω· Καλλίμαχος, Φοιτίζειν ἀγαθοὶ πολλάκις (ἠϊ)θεοί. Ἀλίζω οὖν, καὶ καθ’ ὑπέρθεσιν λιάζω, λιαστὸς, καὶ
35ἀλίαστος· πολὺ, ἄτρεπτον.
35 Ἁλίαρτος: Ἡ πόλις. Ἢ ὅτι ἐκ τῶν ἁλιέων καὶ τοῦ ἄρτου. Τὸ ἐθνικὸν Ἁλιάρτιος. Λέγεται δὲ κτισθῆναι ὑπὸ Ἀλεξάνδρου. Ἁλία: Σκεῦος ἐν ᾧ τρίβονται οἱ ἅλες, ἢ εἰς ὃ ἀποτίθενται.
40Ἁλιάδες: Ἔναλοι, οἱ διὰ θαλάσσης πνέοντες.
40 Ἁλιακόν: Ἀκάτιον ἁλιευτικόν. Ἀλιβάντας: Τοὺς ἐν θαλάσσῃ τελευτήσαντας· ἢ τοὺς ξηρούς. Ἄλλοι, [τοὺς] διὰ πενίαν ἀτάφους.
45 Ἁλιβάπτοις: Πορφυροῖς· καὶ ἁλιεργέα, πορφυροεργῆ, ἢ ἐν θαλάσσῃ εἰργασμένα. Ἁλίζωνος: Ἰσθμὸς, διὰ τὸ ἁλὶ διεζῶσθαι. Ἀλικάκκαβα: Ὁ τοῦ λωτοῦ καρπός. Ἀλίβας: Ὁ νεκρὸς, παρὰ τὸ μὴ ἔχειν λιβάδα

63

(50)

μήτε θερμότητα, ὅ ἐστιν ὑγρότητα. Οἱ γὰρ ζῶντες, ὑγροί. Σημαίνει δὲ καὶ ὄξος, ὡς παρὰ Καλλιμάχῳ, Ἔβηξαν οἷον ἀλίβαντα πίνοντες. Παρὰ τὸ μὴ λείβειν, ὁ μὴ λειβόμενος ἢ σπενδό‐ μενος.
55Ἁλιεύς: Παρὰ τὴν ἁλὸς γενικὴν ἁλιὸς ἁλιεὺς,
55ὡς Αἰακίδης, Αἰακιδεὺς, καὶ ναύτης ναυτιεύς. Οὕτω Φίλων. Ἁλιζῶνες: Οἱ Βιθυνοί. Ὅμηρος,

64

Αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον. Ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερ‐ σόννησός ἐστιν, ὑπὸ τοῦ Εὐξείνου καὶ τῆς Προποντί‐ δος διεζωσμένη. Οὕτω Μεθόδιος. Οἱ δὲ, ἐθνικὸν
5Θρᾳκῶν, ἢ τῶν Παφλαγόνων.
5 Ἀλιμοῦς: Δῆμος τῆς Ἀττικῆς, ἀπὸ τῶν ἐκεῖσε ἁλῶν ἀλιμόεις καὶ ἀλιμοῦς. Πολλὰ γὰρ καὶ ἄλλα χωρία οὕτως ὠνόμασται. Καὶ γὰρ ἀπὸ τῶν ῥάμνων Ῥαμνοῦς, δῆμος τῆς Ἀττικῆς· καὶ Κυπάρισσος, ἀπὸ κυπαρισσῶν· Ὅμηρος·
10Καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον.
10 Ἁλιμυρήεντα: Ποταμὸν ἁλὶ βρεχόμενον, ἢ εἰς θάλασσαν ῥέοντα, ἢ ἁλὶ κιρνάμενον. Ἀλινδῶ: Τὸ κυλίω· οἷον, Μέλλοντας ἤδη παρθένους ἀλινδεῖσθαι. Ἤγουν κυλίεσθαι. [Καὶ Ἀριστοφάνης Νεφέλαις,
15Ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
15Ἀντὶ τοῦ κυλισθῆναι ποιήσας.] Παρὰ δὲ τὸ ἀλίω, ἀλίνδω, ὡς κυλίω κυλίνδω. Ἢ παρὰ τὸ ἀλῶ ἀλίω, καὶ ἀλινδῶ, ὡς κυλινδῶ. Ἢ παρὰ τὸ ἅλις καὶ τὸ δινῶ, καὶ συγκοπῇ ἀλινδῶ. Ἢ παρὰ τὸ κυλίνδω κυλινδῶ, ἀφαιρέσει τοῦ κ, καὶ τροπῇ τοῦ υ εἰς α.
20Καὶ ἀλινδήθρας, τὰς ἐν τοῖς κηρώμασι κυλίστρας ἢ συμφορήσεις, κυλινδήθρας. Ἀλινδεῖσθαι γὰρ ἁμιλλᾶσθαι, καὶ συγκλείεσθαι. Καὶ ἄλινδον, δρόμον ἁρμάτων.
25 Ἁλικαρνασός: Διὰ τὸ πρὸς τῇ ἁλὶ τῆς Καρίας ᾠκίσθαι. Οὕτως Ὦρος. Ἅλιος: Ἐπίθετον· ἔστι δὲ καὶ κύριον. Ἃλς ἁλὸς ἅλιος, ὡς χθὼν χθονὸς χθόνιος, καὶ πτὺξ πτυχὸς πτύχιος. Τὰ ἀπὸ μονοσυλλάβων ὀξυτόνων διὰ τοῦ
30ΙΟΣ γινόμενα ὀνόματα μὴ σημαίνοντα μέρος σώματος μηδὲ μετουσίαν, μηδὲ κτητικὰ ὑπάρχοντα, διὰ τοῦ ι γράφονται· οἷον, Φρὺξ Φρυγὸς Φρύγιος, Στὺξ στυ‐ γὸς στύγιος. Μέρος σώματος, βόειος, αἴγειος, χή‐ νειος· φλόγειος, μετουσιαστικόν.
35Ἅλιον: Σημαίνει τὸ μάταιον·
35 Ἦ ῥ’ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ; Ἃλς ἁλὸς ἅλιον, οἱονεὶ τὸ εἰς θάλασσαν ῥιπτούμενον καὶ ἀφανιζόμενον. Ἢ ἀπὸ μεταφορᾶς τοῦ θαλασσίου ὕδατος· τὸ γὰρ τῆς θαλάσσης ὕδωρ ἄχρηστον εἰς πόσιν· οὕτως Ὠρίων. Ζήτει καὶ ἠλίθιον θαλάσσης.
40 Ἄλιππα: Παρὰ τὸ ἀλείφω γίνεται ἄλειμμα, καὶ Αἰολικῶς ἄλιππα. Ἀλίπηρα: Αὐχμηρά. Ἁλίπλοα: Ἁλίπλοα τείχεα θείη.
45Τῇ θαλάσσῃ πλέοντα, ἢ ὑπὸ τῆς θαλάσσης ἐπιπλεό‐
45μενα.
45 Ἁλίπεδον: Κυρίως τὸ παραθαλάσσιον χωρίον, τὸ ἁλὸς πέδον· ἢ τὸ ὁμαλὸν πεδίον καὶ τετριμμένον, τὸ οἷον ἀληλεσμένον πέδον. Ἅλις: Ἐπίρρημα μεσότητος. Αἱ μέν τ’ ἔνθα ἅλις πεποτήαται, αἱ δέ τε ἔνθα.

64

(50)

Τὸ ἱκανῶς καὶ αὐτάρκως, τὸ πλῆρες καὶ κεκορεσμένον. Δασύνεται· τὸ ἀθροιστικὸν α δασύνεται, ἅπας, ἅλις. Γίνεται οὖν ἐκ τῆς ἁλός γενικῆς· ἐν αὐτῇ γὰρ ἀθρόον καὶ ἱκανόν ἐστι τὸ ὕδωρ. Ἔστι δὲ ἐπίρρημα πρω‐ τότυπον, ἀφ’ οὗ ἅλιθα καὶ ἥλιθα, τὸ πάνυ. Δύ‐
55ναται καὶ παρὰ τὴν ἅλα εἶναι, πολλὴν οὖσαν
55καὶ μεγάλην· καὶ σημαίνει ἀρκεῖ, παῦσαι· πολὺ, ἄθρουν. Ἁλιτενής: Ὁ παράλιος τόπος, ὁ παρατετα‐ μένος τῇ θαλάσσῃ. Καὶ ἀλιτενὲς, ταπεινόν.

65

Ἀλιτῶ: Τὸ ἁμαρτάνω, ἔστι καὶ βαρύτονον καὶ περισπώμενον. Ἀπὸ γὰρ τοῦ λιτὴ γίνεται ἀλιτῶ, τὸ λιτῆς καὶ ἱκεσίας στερεῖσθαι· ὅθεν καὶ ἀλίτης, ὁ ἁμαρτωλός. Ἡ χρῆσις τοῦ περισπωμένου.
5Διὸς δ’ ἀλίτηται ἐφετμάς.
5Καὶ ἀλιτεῖν, παραβῆναι, ἀδικεῖν· καὶ ἀλιτήμων, ἄδικος. Ἀλιταίνω: Ὅς τέ τευ ἀφραδίᾳ ἀλιταίνεται ὀρφανὰ τέκνα, (ἀπὸ τοῦ ἀλίτω ἀλιτῶ γίνεται ἀλιταίνω· ἢ ἀπὸ τῆς
10ἄλης τῆς πλάνης·) Ἡσίοδος, ὃς ἂν εἰς ἄλην ἀγάγῃ
10τῶν καταπονουμένων τέκνα. Καὶ ἀλιτραίνω, ἀπὸ
10τοῦ ἀλιτρὸν τὸ μιαρὸν καὶ πονηρόν. Καὶ ἀλιτρία, ἁμαρτία, οἷον ἀλιτηρία. Ἁλίσπαρτον: Κυρίως τὸ (ἁλὶ) κατεσπαρμένον χωρίον· καὶ τὸ ἄλευρον δὲ οὕτως καλεῖται. Ἁλιτρύτου: Ἐν θαλάσσῃ καταπονηθέντος.
15 Ἀλιτόκαρπον: Ματαιότεκνον. Ἀλιτρός: Ὁ ἁμαρτωλὸς καὶ ἄδικος· [οἷον, Εὗρε θεὸς τὸν ἀλιτρόν.] Ἀπὸ τοῦ ἀλιτῶ, ἀλιτρὸς καὶ ἀλιτραίνω· ἢ ἀπὸ τοῦ ἀλιτήριος κατὰ συγκοπήν.
20Ἀλιτήμων: Ἀπὸ τοῦ ἀλιτῶ περισπωμένου μέλ‐
20λοντος ἀλιτήσω γίνεται ἀλιτήμων, ὡς φιλῶ φιλήσω φιλήμων· οἷον, οὔτ’ ἄσκοπος, οὔτ’ ἀλιτήμων. Ἀλιτήριος: Σημαίνει δὲ τὸν ἁμαρτωλόν. Ἀπὸ δὲ τοῦ ἀλίτω βαρυτόνου γίνεται ἀλίτης· ἐξ αὐτοῦ
25ἀλιτὴρ, ὡς ἀρότης ἀροτήρ. Ἐκ τοῦ ἀλιτὴρ ἀλιτῆ‐
25ρος γίνεται ἀλιτήριος, ὡς σωτὴρ σωτήριος. Τὸ ΡΙ, ι. Τὰ γὰρ ἀπὸ τῶν εἰς ρ ληγόντων διὰ τοῦ ΡΙΟΣ γινόμενα διὰ τοῦ ι γράφονται, τῆς τρίτης ἀπὸ τέλους τῆς παραληγούσης τῆς γενικῆς θεωρουμένης· οἷον, ἀὴρ ἀέρος ἀέριος, σωτὴρ σωτῆρος σωτήριος, αἰθὴρ αἰθέ‐
30ρος αἰθέριος· οὕτως οὖν καὶ ἀλιτὴρ ἀλιτῆρος ἀλιτήριος, ὁ ἁμαρτωλὸς καὶ ἄδικος, ἢ ὁ μὴ τηρῶν τὰς λιτάς. ἀλιτήριοι ἐντεῦθεν ἐκαλοῦντο οἱ μιάσματι συν‐ εχόμενοι. Λιμὸς κατέλαβε ποτὲ τοὺς Ἀθηναίους· ἥρπαζον οὖν τινὲς ἀλούμενα τὰ ἄλευρα. Ἀπὸ οὖν
35ἐκείνων τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. Ἄλλως.
35Λιμὸς ἐγένετο ἐν Ἀθήναις, καὶ οἱ πένητες τὰ τῶν
35ἀλούντων ἄλευρα διήρπαζον. Ἐλέγοντο οὖν οἱ τοὺς ἀλοῦντας τηροῦντες καὶ ἁρπάζοντες, ἀλιτήριοι. Παρ‐ έτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τὶ ποιούν‐ των ἀπὸ τῆς σιτοδείας τῆς κατὰ τὸν Αἰτωλικὸν πόλεμον γενομένης. Ἔστι δὲ καὶ παράγωγον ἀπὸ
40τούτου ἀλιτραίνειν, τὸ ἁμαρτάνειν. Ἀλιτηρία Δημήτηρ, καὶ ἀλιτήριος Ζεύς· ὅτι λιμοῦ συν‐ τόνου γενομένου, τοὺς ἀλοῦντας πάντας ἐφύλαττον, διὰ τὸ μὴ κλέπτειν τὶ τῶν ἀλουμένων. Ὡς οὖν ἐπόπτας καὶ τηρητὰς τῶν ἀλουμένων, τοὺς θεοὺς
45οὕτως ὠνόμασαν. Ἀλία καὶ ἀλίσαι: Παρὰ τὸ ἀλῶ τὸ πλανῶ, ἀλίω, ἢ ἀπὸ τοῦ κυλίω, ἀποβολῇ τοῦ κ, καὶ τροπῇ τοῦ υ εἰς α, ἀλίω ἀλίσω ἤλισα· καὶ ἀλίσαι τὸ κυ‐ λίσαι· οἷον,

65

(50)

Ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.

65

(50)

Μεθόδιος.

65

(50)

Ἀλίωσε:

65

(50)

Οὐδ’ ἀλίωσε βέλος.

65

(50)

τὸ μάταιον ἐποίησε. Καὶ ἀλιῶσαι, μάταιον ἡγή‐ σασθαι, ἢ μαθεῖν. Ἀλκή: Παρὰ τὸ ἀρκῶ τὸ βοηθῶ, ἀρκή· καὶ μεταθέσει τοῦ ρ εἰς λ, ἀλκὴ, ἡ δύναμις. Ἢ παρὰ τὴν ἀκμὴν, τὴν ἡλικίαν. Τοῦτο παρὰ τὸ κμῶ τὸ
55κοπιῶ γίνεται κμή· καὶ μετὰ τοῦ στερητικοῦ
55α, ἀκμὴ, ἡ μὴ κοπιῶσα, ἀλλὰ δυναμένη φέρειν κόπους. Ἀλκί: Παρὰ τὸν ἄλξω μέλλοντα (οὗ ὁ ἐνεστὼς ἀλκῶ, ἀφ’ οὗ τὸ ἀλκτὴρ ἀθάνατος) γέγονεν ἀλκὴ, ὡς

66

παρὰ τὸ ἕλκω ὁλκή· καὶ κατὰ μεταπλασμὸν ἀλκὶ, οἷον, Ἀλκὶ πεποιθώς. Ἢ ἀρκὴ τὶς οὖσα ἐπὶ βοηθείᾳ. Κυρίως γὰρ ἀρκεῖν
5τὸ βοηθεῖν. Ἢ ἀπὸ τοῦ ἄλξ ἀλκὸς ἀλκὶ, τῇ δυνάμει
5τεθάρρηκεν· ὡς πλὰξ πλακὸς πλακί.
5 Ἀλκαία: Ἡ οὐρά. Κυρίως δὲ ἡ τοῦ λέοντος οὐρὰ, διὰ τὸ εἰς ἀλκὴν αὐτὸν προτρέπειν. Ὅμηρος, Οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἕε δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι. Οὕτως Μεθόδιος.
10Ἄλκαρ: Δύναμις, σωτηρία· παρὰ τὴν ἀλκὴν
10ἄλκαρ.
10 Ἀλκάζειν: Τὸ ἀνδρείως πράσσειν τί· καὶ ἀλ‐ κάζουσαν, μαχομένην. Ἄλκιμος: Παρὰ τὴν ἀλκὴν τὴν ἰσχὺν τὴν βοηθητικὴν ἀρκεῖν· σημαίνει δὲ ἰσχυρὸν, θρασύν. Ἀλκτῆρα: Τιμωρὸν, κωλυτὴν, βοηθόν.
15 Ἀλκμάν: Ὄνομα κύριον. Παρὰ τὴν ἀλκὴν Ἀλκμάν. [Ἀλκμήνη: Παρὰ τὴν ἀλκὴν ἀλκήνη] καὶ πλεονασμῷ τοῦ μ, Ἀλκμήνη, ὡς Ἀλκάων Ἀλκμάων. Ἢ παρὰ τὴν ἀκμὴν ἀκμήνη καὶ Ἀλκμήνη. Οὐδὲν
20γὰρ ἔχομεν εἰπεῖν ἐπὶ τούτου πλέον· κύριον γάρ
20ἐστι τὸ ὑποκείμενον. Οὐ δεῖ γὰρ ἐπὶ τῶν κυρίων ἐτυ‐ μολογίας λαμβάνειν. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. Ἀλκμάρες: Τὸ ἀλεξητήριον, κατὰ πλεονασμὸν τοῦ μ. Ἀλκάρες γάρ ἐστι τὸ ἀλαλκοῦν (ὅ ἐστι βοη‐ θοῦν) τὴν ἀρὰν, καὶ ἀπεῖργον τὴν βλάβην. Μεθόδιος.
25 Ἀλκάος: Ὃν τρόπον οἱ Ἴωνες ἐκβάλλουσι τὸ ι τῶν κτητικῶν, ἤγουν τῆς ΕΙ διφθόγγου, τὸν αὐτὸν τρόπον καὶ οἱ Αἰολεῖς τῆς ΑΙ διφθόγγου ἐκβάλλουσι τὸ ι· οἷον Θηβαῖος Θηβάος, ἀρχαῖος ἀρχάος, Ἀλ‐ καῖος Ἀλκάος.
30Ἀλκυών: Εἶδος ὀρνέου, παρὰ τὸ ἐν ἁλὶ κύειν,
30ἤγουν ἐν θαλάσσῃ· λέγεται δὲ καὶ ὑποκοριστικῶς Ἀλ‐ κυονίς. Φασὶ δὲ, ὅτι κῦμα ἀφανίζον αὐτῆς τὰ ὠὰ, καὶ ἐπὶ πολὺ οὔσης ἀτέκνου, ὁ Ζεὺς ἐλεήσας αὐτὴν, ὥρισεν ἡμέρας τινὰς εὐδιεινὰς, ἐν αἷς τίκτει καὶ ἐκγλύφει, ἑπτὰ ἑπτὰ, ἃς λέγουσιν ἁλκυονίδας, τὰς
35γαληνούς.
35 Ἀλκύδων: Ἁλκυὼν, καὶ πλεονασμῷ τοῦ δ. Καὶ ἔστι μονῆρες. Οὐδὲν γὰρ εἰς ΩΝ καθαρὸν λῆγον πλεονάζει τὸ δ, ἀλλὰ μόνον τοῦτο. Ἡρωδιανός. Ἀλλ’ ἤ: Σύνδεσμος διασαφητικός· ἐκ τοῦ ἀλλὰ συνδέσμου συμπλεκτικοῦ, καὶ τοῦ ἢ συνδέσμου δια‐
40ζευκτικοῦ. Ἀντὶ τίνος παραλαμβάνεται ὁ ἀλλὰ σύνδεσμος; Ἀντὶ τοῦ καί· οἷον, “ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ.” Ἀλλ’ ὅ τι οἱ: Τέσσαρα μέρη λόγου. Ἀλλὰ, σύνδεσμος· τὸ ὃ, ἄρθρον· τὸ τὶ, ὄνομα ἀόριστον· τὸ
45οἱ, ἀντωνυμία.
45Ἀλλ’ ἄγετε: Τὸ ἄγετε ῥῆμα ἐστὶν, ἢ ἐπίρ‐
45ρημα; Καὶ λέγομεν ἐπίρρημα. Ἀλλὰ κανών ἐστιν ὁ λέγων, τὰ ἀριθμὸν ἀναδεχόμενα μετὰ τῆς δεούσης τῶν προσώπων καταλήξεως ῥήματά ἐστι, καὶ ὀφείλει εἶναι ῥήματα. Ἀλλ’ ἕτερος κανών ἐστιν ὁ ποιῶν αὐτὸ ἐπίρρημα. Ὥσπερ γὰρ τὸ δεῦρο, ὁμολογου‐

66

(50)

μένως ὂν ἐπίρρημα, ἐχόμενον δὲ προστακτικῆς ἐν‐ νοίας, κατὰ συνεκδρομὴν ἀριθμὸν ἀνεδέξατο, ὡς ἐν τῷ, Δεῦτε φίλοι, τὸν ξεῖνον ἐρώμεθα, οὕτως τὸ ἄγε, ἐπίρρημα ὂν, κατὰ συνεκδρομὴν τοῦ
55ῥήματος ἔσχε πληθυντικῶς τὸ ἄγετε.
55Ἀλλάσσω: Παρὰ τὸ ἄλλος ἀλάσσω. Τὸ ἄλ‐
55λος, ἀπὸ τοῦ ἄλαλος, κατὰ συγκοπήν. Ἀναιρετικὸν γάρ ἐστι τῶν ὡρισμένων· οἷον, ἄλλος, οὐκ ἐγώ· ἄλλος, οὐ σύ. Ὅθεν γράφεται καὶ διὰ δύο ΛΛ

67

πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου· ἔστιν Ἄλος, πόλις Θεσσαλίας, δι’ ἑνὸς Λ. Ἰστέον ὅτι τοῦ ἄλλος κλητικὴ οὐκ ἔστιν· οἷον ἄλλε. Ἡ γὰρ φύσις τῆς κλήσεως μάχεται τῷ
5σημαινομένῳ τοῦ ὀνόματος· ἡ μὲν γὰρ κλητικὴ πρὸς
5παρόν ἐστι πρόσωπον καὶ γνωριζόμενον· τὸ δὲ ἄλλος ἀγνοουμένου ἐστὶ καὶ ἀπόντος. Ὁμοίως δὲ καὶ τὰ κλητικὰ τῶν πυσματικῶν (λέγω δὲ τοῦ τίς; ποῖος; πόσος;) ἐκλέλοιπε, ἐπειδὴ τὰ πυσματικὰ περὶ ἀπόντων καὶ ἀγνοουμένων γίνονται προσώπων· αἱ
10δὲ κλητικαὶ παρόντων εἰσὶν ὑπ’ ὄψιν καὶ ἐγνωσμένων κλήσεις. Εἰ τοίνυν τὸ πυσματικὸν εἰς κλητικὴν κλιθείη, ἅμα περὶ τοῦ αὐτοῦ ὡς ἀπόντος καὶ παρόν‐ τος λεχθείη· ἀπόντος μὲν, διὰ τὴν τοῦ πυσματικοῦ φύσιν· παρόντος δὲ, διὰ τὴν κλῆσιν. Τοῦτο δὲ ἀδύ‐
15νατον. Οὐ γὰρ ἐνδέχεται τὸ αὐτὸ πρόσωπον ὡς παρὸν καλεῖν, καὶ ὡς ἀπὸν ζητεῖν διὰ τοῦ πυσματικοῦ.
Ἄλλος: Διατί ἐστιν ἀσύναρθρον; Ἐπειδὴ αἱ ἀντωνυμίαι πρώτην δεῖξιν σημαίνουσιν· οἷον, ἐγώ σύ· τὰ δὲ ἄρθρα ἀναφορὰν δηλοῦσιν· ἐναντία δέ ἐστιν
20ἡ δεῖξις τῇ ἀναφορᾷ. Οἱ ἄλλοι, ἀσύναρθρόν ἐστι, διότι ἐν ὀρθῇ καὶ ἐν πλαγίᾳ πτώσει νοεῖται. Ὁπο‐ τέρᾳ οὖν πτώσει προσέλθῃ τὸ ἄρθρον, ἀκαταλληλό‐ τητα παρέξει. Καὶ ὄνομα ἐστὶν, ἢ ἀντωνυμία. Εἰσὶ γὰρ παράλογοι οἱ ἕλκοντες αὐτὸ ὡς ἀντωνυμίαν,
25καὶ μὴ ὄνομα· ἐπειδὴ ὃν τρόπον τὸ ἐκεῖνος καὶ τὸ οὗτος ποιοῦσι τὰ οὐδέτερα αὐτῶν ἀποβολῇ τοῦ ς, οἷον ἐκεῖνο, τοῦτο, τὸν αὐτὸν τρόπον ἔχει καὶ τὸ ἄλλος οὐδέτερον, ἀποβολῇ τοῦ ν. Σεσημείωται τὸ ἄλλο, τοῦτο, ἐκεῖνο, καὶ τὰ ὅμοια. Ἕτερος δὲ λόγος
30ἐστὶ τοῦ μὴ εἶναι ἀντωνυμίαν. Πῶς δέ ἐστιν ἀν‐
30τωνυμία; Λέγεται ἀντὶ ὀνόματος. Τὸ δὲ ἄλλος ἐστὶν ἀόριστον· διότι τὸ ἐκεῖνος καὶ τὸ οὗτος καὶ τὰ λοιπὰ ἢ δεῖξιν σημαίνει ἢ ἀναφοράν· τὸ δὲ ἄλλος οὔτε δεῖξιν σημαίνει, οὔτε ἀναφοράν. Καὶ ἔστιν ὄνομα τὸ ἄλλος.
35Ἄλλο, τοῦτο, διὰ τὶ σεσημείωνται; Τὰ ἐπὶ τῶν
35οὐδετέρων παρασχηματιζόμενα ἀπὸ ἀρσενικῶν, ὁμο‐ φωνοῦντα τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ, τὸ ἄρθρον ἐστὶ τὸ διακρίνον. Ἐὰν μὲν γὰρ εἴπω σοφὸν, τοῦτο ἄδηλον εἴτε εὐθεῖα οὐδετέρου ἐστὶν, εἴτε αἰτιατικὴ ἀρσενικοῦ· προσερχομένων δὲ τῶν ἄρθρων, διαφορὰν
40ποιοῦσιν. Ἐὰν μὲν γὰρ εἴπω τὸν σοφὸν, τοῦτο
40αἰτιατικὴ ἀρσενικοῦ ἐστίν· εἰ δὲ τὸ σοφὸν, εὐθεῖα οὐδετέρου. Ἐπεὶ οὖν ἡ ἄλλο καὶ τοῦτο ἀντωνυμία οὐ δέχονται ἄρθρα τὰ ὀφείλοντα διάκρισιν ποιεῖσθαι τῇ τε αἰτιατικῇ τοῦ ἀρσενικοῦ καὶ τῇ εὐθείᾳ τῶν οὐδετέρων, τούτου χάριν σεσημείωνται.
45Ἀλλήλοις: Ταυτοπάθειαν σημαίνει, ἢ ἑτερο‐
45πάθειαν. Ἑτεροπάθειαν, οἷον, Αἴας ὁ Τελαμώνιος καὶ Μενοικεὺς ὁ Κρέοντος ἑαυτοὺς ἀπέκτειναν· τουτ‐ έστιν ἑκάτερος ἑαυτόν· τὸ δὲ ἀλλήλους, ἐπὶ τῶν συμπεπλεγμένων· οἷον, Ἐτεοκλῆς καὶ Πολυνείκης ἀλλήλους ἀπέκτειναν· τουτέστιν, ἕτερος ἕτερον.

67

(50)

Ἀλλήλοισιν: Ἡ εὐθεῖα τῶν πληθυντικῶν οὐκ ἔστι. Διατί; Διότι ἡ τοῦ ῥήματος σύνταξις τὴν ἐν τοῖς δευτέροις προσώποις μετάβασιν δηλοῖ. Τὸ γὰρ ἀλλήλων ἤκουσαν, τοιοῦτόν τι ἐστὶν, ἄλλοι ἄλλων ἤκουσαν· ἀλλήλους ἔτρωσαν, οἷον, ἄλλοι ἄλ‐
55λους. Ἐγγινομένης δὲ τῆς εὐθείας ἐν τῷ ἀλλήλους, νοηθήσεται τὸ ἄλλοι ἄλλοι· ὅπερ ἄλογον, διὰ τὸ ἐπάλληλον τῶν δύο εὐθειῶν. Ἀλλοπρόσαλλος: Δίγνωμος, διπρόσωπος, ἄλ‐

68

λοτε ἄλλον φίλον καὶ φίλον ποιούμενος Ἀλλοδαπής καὶ Ἀλλοδαπός: Ἀλλοεθνὴς, ξένος· ὁ ἀπὸ ἄλλου δαπέδου, ἤγουν γῆς, ὤν. Γίνεται ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν, ἤγουν τῶν ἄλλων·
5καὶ κατὰ παραγωγὴν ἀλλοδαπός. Δι’ ἣν αἰτίαν ἐκ μόνων τῶν πληθυντικῶν ἐγένετο ἡ παραγωγὴ τῶν
κτητικῶν ἀντωνυμιῶν, καὶ οὐ καθ’ ἕκαστον ἀριθμόν; καὶ λέγομεν, ὅτι ἐπειδὴ ἀνέφικτόν ἐστιν ἐξ ἑνικοῦ ἢ δυϊκοῦ ἀριθμοῦ ἐθνικὴν παραγωγὴν γίνεσθαι· οὐ γάρ
10ἐστιν ἐπινοῆσαι ἔθνος ἐν ἑνὶ ἀνθρώπῳ ἢ δυσὶν, ἀλλ’ ἐν ἀπείροις· διὰ ταύτην τὴν παραγωγὴν ἔδοξαν καὶ τὸ ἄλλος ἐν τῷ ἀλλοδαπὸς γενόμενον ἀντωνυμίαν εἶναι. Οὐκ ἔστι δέ· ἐπειδὴ μάχεται τῇ ἐννοίᾳ τῶν ἀντω‐ νυμιῶν. Ἃ γὰρ ὁρίζει ἡ ἀντωνυμία, ταῦτα ὑπὸ τοῦ
15ἄλλος ἀναιρούμενα ἀοριστοῦνται· οἷον, ἄλλος οὐκ ἐγώ· ἄλλος, οὐ σύ. Ἀλλόκοτον: Τὸ ἀνόμοιον, ἢ ἐξ ἀνομοίων συν‐ εστώς· ἀλλότοκον, καὶ καθ’ ὑπερβιβασμὸν ἀλλό‐ κοτον. Ἢ παρὰ τὸ ἀλλαχοῦ κεῖσθαι, καὶ μὴ κατ’
20αὐτὸ ὂν, ὡς τύπτω τύπτιλος (σημαίνει δὲ τὴν σφο‐ δρὰν ὁρμὴν) καὶ πίτυλος καθ’ ὑπερβιβασμόν· καὶ σκέπω σκέπος καὶ πέσκος· σημαίνει δὲ τὸ προβά‐ τειον δέρος. Μεθόδιος. Σημαίνει οὖν τὸν ἐξηλλα‐
23γμένον καὶ ἴδιον τρόπον. Ἀλλότριος: Ξένος· ἀλλοόριος, ὁ ἄλλων ὁρίων
25ὑπάρχων· καὶ πλεονασμῷ τοῦ τ, ἀλλότριος· πο‐ λέμιος. Ἀλλόθροος: Παρὰ τὸ ἄλλος καὶ τὸ θροῦς· ἀλλόθρους γάρ ἐστιν, ὁ ἀλλοτρίαν φωνὴν ἔχων· ἤγουν ὁ βάρβαρος.
30Ἀλλαντοπώλης: Σαλσικοπώλης. Παρὰ τὸ
30ἀλλὰς ἀλλάντος, καὶ τὸ πωλῶ, γίνεται ἀλλαντοπώ‐ λης. Τὸ δὲ ἀλλὰς, παρὰ τὴν ἀόλλησιν τῶν κρεῶν· ἢ παρὰ τὴν ἄλησιν, τουτέστι συγκοπήν. Ἄλλιξ: Ἀλλάσσω ἀλλάξω, ἄλλαξ καὶ ἄλλιξ. Σημαίνει δὲ κατὰ Θετταλοὺς τὴν χλαμύδα. Καλ‐
35λίμαχος,
35 Ἄλλικα χρυσείῃσιν ἐεργομένην ἐνέτῃσιν. Σημαίνει [δὲ] καὶ ἐμπόρπημα. Οἱ δὲ, πορφύραν. Ἄλλαξ καὶ ἄλληξ, καὶ τροπῇ ἄλλιξ. Ἄλλως: Σημαίνει τὸ ματαίως· Ἄλλως ἄρ’ ἐξαπατώμεθ’ ὑπὸ τῶν πρέσβεων,
40Ἀριστοφάνης. Καὶ ἐν Ἱππεῦσι,
40Τί κινυρόμεθ’ ἄλλως;
40Καὶ Εὐριπίδης ἐν Μηδείᾳ,
40 Ἄλλως ἄρ’ ὑμᾶς ὦ τέκν’ ἐξεθρεψάμην· ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις. Καὶ Ὅμηρος Ἰλιάδι, Σπερχεῖ’, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς. Καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀντὶ τοῦ μάτην ἐχρῶντο οἱ
45Ἀττικοὶ τῷ ἄλλως· καὶ γὰρ παρὰ Θουκυδίδῃ
45συνεχῶς ἐστιν αὐτὸ εὑρεῖν κείμενον. Ἀπὸ τοῦ ἠλεὸς, ὁ μάταιος, γίνεται ἠλὸς ἠλοῦ, ὡς τὸ, Δαιμόνιε φρένας ἠλὲ διέφθορας. Ἠλοὶ, τῶν ἠλῶν, ἤλως ἐπίρρημα, τὸ ματαίως· καὶ διπλασιασμῷ τοῦ λ, καὶ συστολῇ τοῦ η, ἄλλως.

68

(50)

Εἰώθασι γὰρ οἱ Αἰολεῖς διπλασιάζειν τὸ ἀμετά‐

68

(50)

βολον, καὶ συστέλλειν τὰς ὑπερκειμένας συλλαβὰς, εἴτε φωνῆεν ᾖ, εἴτε δίφθογγος. Μεθόδιος. Ἄλλος: Ἀσύναρθρόν ἐστιν, ἢ σύναρθρον; Ποτὲ μὲν ἀσύναρθρον, ποτὲ δὲ σύναρθρον. Ἡνίκα τοῦ κατηγορουμένου πλήθους ὅλον ἐστὶν ἐμπεριληπτικὸν,
55τήν τε διαίρεσιν μερικὴν ποιεῖται, ἕξει καὶ τὸ ἄρθρον παραλαμβανόμενον· ὅτε δὲ ἀόριστόν ἐστι, τότε ἐμ‐ ποδίζει καὶ τὰς τῶν ἄρθρων παρεμπτώσεις.

69

Ἀλλοφέρμονες: Ἀλλαχοῦ τραφέντες. Ἀλλοφάσσειν: Θορυβεῖσθαι, ἀλλαχοῦ τὰ φάη
περιφέρειν. Ἀλλοφρονέειν: Ἐξεστηκέναι. Ἢ ἀμφι‐
5δοξεῖν, ἄλλα διανοούμενος. Οἱ δὲ, παρακόπτειν. Ἀλλοιοῦσθαι: Μετασχηματίζεσθαι. Ἁλμάδες: Ἐλάαι κολυμβάδες. Ἄλλυδις: Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
10Ἀντὶ τοῦ ἄλλος ἄλλῃ.
10 Ἅλμη: Ὄνομα προσηγορικὸν παρώνυμον, οἱ μὲν, παρὰ τὴν ἁλὸς γενικὴν γίνεται ἅλιμος, ὡς κύδιμος· τὸ θηλυκὸν ἁλίμη, ὡς κυδίμη· καὶ ἐνδείᾳ τοῦ ι, ἅλμη. Ἢ ἀπὸ τοῦ ἁλὸς ἅλη [καὶ ἅλμη,] ὡς εὔ‐ φρονος εὐφρόνη, ἀμύμονος ἀμυμόνη. Καὶ ὡς παρὰ
15τὸ τρυγὸς τρύγη, οὕτως ἁλὸς ἅλη· καὶ ἐπεισόδῳ τοῦ μ, ἅλμη, ὡς ἀχυρμιαὶ, χερμάδιον, καὶ τυμπάνιον· ὁ γὰρ πλεονασμὸς τοῦ μ, πολύς. Ὦρος. Ἁλμυρόν: Ὥσπερ παρὰ τὸ τόλμη γίνεται τολ‐ μηρὸς, καὶ ἄτη ἀτηρὸς, οὕτω καὶ παρὰ τὸ ἅλμη
20ἁλμηρὸς, καὶ τροπῇ τοῦ η εἰς υ, ἁλμυρὸς, ὡς τηρὸς τυρός. Ἢ κυρίως τίθεται ἡ λέξις ἐπὶ τῶν εἰς ἅλα μυρομένων ποταμῶν, ὅ ἐστιν ἐκχεομένων. Ὥστε οὐ τροπὴ κατὰ Ἀπολλώνιον. Μεθόδιος. Ἄλμενος:
25 Εἴ τινά που Τρώων ἐξάλμενος [ἄνδρα βάλοισθα.] κατὰ συγκοπὴν, ἐξαλόμενος. Ἄλμα: Τὸ ἄλσος. Λυκόφρων, Ἵν’ ἄλμα πομποῦ καὶ χαμευνάδος διπλοῦν. Λέγεται [δὲ] καὶ ὁ κλάδος παρὰ Αἰολεῦσι. Γίνεται
30παρὰ τὸ ἄλδω, τὸ αὐξάνω, παράγωγον ἀλδάνω· οἷον,
30Μέλε’ ἤλδανεν.
30Ὁ παθητικὸς παρακείμενος ἦλμαι· τὸ βʹ, ἦλσαι· καὶ ῥηματικὸν ὄνομα ἄλμα, τὸ αὐξανόμενον τοῖς φυ‐ τοῖς· καὶ ὁ κλάδος δὲ ἀπ’ αὐτοῦ, ὁ αὐξανόμενος. Ὠρίων. Ἀφ’ οὗ καὶ ἄλσος τὸ εὐαξὲς χωρίον. Ἄλσω, ἄλσος.
35Ἄλξ: Ἡ δύναμις. Ἀπὸ τῶν εἰς ΚΗ ληγόντων
35θηλυκῶν κατὰ ἀφαίρεσιν τοῦ η καὶ τροπῇ τοῦ προ‐ κειμένου κ εἰς ξ γίνεται, ὡς φοινίκη, φοῖνιξ· φρίκη, φρίξ· κρόκη, κρόξ· πυκνὴ, πνὺξ, τὸ ἐν Ἀθήναις βου‐ λευτήριον· [καὶ] οὕτως ἀλκὴ, ἄλξ. Μεθόδιος. Ἀλογήσει: Λόγον οὐ ποιήσει, καταφρονήσει.
40 Εἰ δέ μοι οὐκ ἐπέεσς’ ἐπιπείθεται, ἀλλ’ ἀλογήσει. Ὀλιγωρήσει. Ἀλοιμός: Τὰς χρίσεις καὶ τὰς ἐπαλείψεις ἀλοιμοὺς ἔλεγον. Σοφοκλῆς, Μαριεὺς ἀλοιμός.
45Ἡ ἐπάνω τῆς τοῦ θαλάμου γανώσεως ἐνιεῖσα ἐπά‐
45λειψις, καθαπερανεὶ πετάλωσις οὖσα ἐν αὐτῷ. Ἐγὼ
45οὖν ὡς λείπω λοιμὸς, οὕτως ἀλείφω ἀλοιμός. Οὕτως
Ὦρος. Ἀλοία: Ἔτυπτε· παρὰ τὸ ἀλοιῶ· καὶ ἀλοῶν, τύπτων, κόπτων. Ἀλοιτός: Ὁ ἁμαρτωλός. Παρὰ τὸ ἀλιτῶ,

69

(50)

ἀλιτός· καὶ ἐπενθέσει τοῦ ο, ἀλοιτός. Ἢ ὁ ἀνδρο‐

69

(50)

φόνος, παρὰ τὸ ἀλοιᾶν τὸ τύπτειν· ἔνθεν καὶ πατρα‐ λοίας, ὁ τὸν πατέρα τύπτων. Καὶ ἀλοῖται, κοιναὶ ἁμαρτίαι καὶ ἀδικίαι· καὶ ἀλοιτεύειν. Ἁλοίη: Ἁλῶ τὸ πορθῶ· παράγωγον ἅλωμι, ἁλώσω· ὁ δεύτερος ἀόριστος, ἥλων· [ἡ μετοχὴ,]
55ἁλοὺς ἁλόντος· [καὶ] τὸ εὐκτικὸν, ἁλοίην ἁλοίης ἁλοίη. Ἀλοᾶν: Τύπτειν, βάλλειν· καὶ τὸ θρύπτειν ἐπὶ τῆς ἅλω σῖτον.

70

Ἀλόη: Πόα τὶς οὕτω καλουμένη, καὶ ὁ ταύτης χυλός. Ἄλοξ: Ἡ αὖλαξ· ἐλλείψει τοῦ υ, καὶ τροπῇ τοῦ α εἰς ο ἄλοξ·
5Μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ.
5Εὐριπίδης Φοινίσσαις.
5 Ἀλόπη: Χώρα, ἡ καλουμένη Λυκία, πρὸς τῇ Ἐφέσῳ· ἀπὸ τοῦ ἐν τῇ παραλίῳ αὐτῆς πρῶτον αὐ‐ τομάτως ἅλας πηχθῆναι. Ἄλος: Πόλις Θεσσαλίας, ἀπὸ τῆς Ἀθάμαντος ἄλης περὶ τοὺς τόπους γενομένης ἐκείνους, καὶ ὑπ’
10αὐτοῦ κτισθεῖσα. Λέγεται καὶ ἀρσενικῶς. Με‐ θόδιος. Ἁλοσύδνη: Καὶ ἐπ’ αὐτῆς τῆς θαλάσσης. Ὅμηρος, Νέποδες καλῆς ἁλοσύδνης.
15Λέγεται δὲ καὶ ἐπιθετικῶς ἐπὶ τῶν φωκῶν. Γίνεται
15παρὰ τὸ ἁλὸς καὶ τὸ δύνω, ἁλοσδύνη, καὶ μεταθέσει
15ἁλοσύδνη, ἡ κατὰ τῆς ἁλὸς δύνουσα· ἢ παρὰ τὸ ἐν ἁλὶ σεύεσθαι. Ἐπὶ δὲ τῆς θαλάσσης, παρὰ τὴν ἁλὸς γενικὴν, ἁλόσυνος· τὸ θηλυκὸν, ἁλοσύνη, ὡς γηθόσυνος γηθοσύνη· καὶ ἁλοσύδνη, πλεονασμῷ τοῦ δ.
20Μητρός τ’ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης.
20Ἐν ἁλὶ δινουμένης· ἢ ἁλὸς ἐμπείρου, ἁλιοίκου.
20 Ἁλὸς ἄχνη: Τὸ χορτῶδες τῆς θαλάσσης ἀπό‐ βλημα, τὸν ἀφρόν· ὅπερ καὶ φύκιον λέγεται. Εἰς τὸ ἄχνη. Ἁλουργίς: Ἐκ τοῦ ἃλς ἁλὸς καὶ τοῦ ἔργον, ἡ ἀπὸ θαλασσίου κόχλου γινομένη καὶ ἐργαζομένη, ἡ
25λεγομένη πορφύρα. Καὶ ἁλουργὰ, πορφυρᾶ. Ἄλοχος: Γυνὴ ἡ ἐκ παρθενίας ἑτέρου λέχους ἄπειρος. Ἢ ἔστι λέχος ἡ κοίτη· καὶ λόχος· καὶ μετὰ τοῦ α, τοῦ σημαίνοντος [τὸ] ὁμοῦ ἢ ἅμα, γίνεται ἄλοχος, οἱονεὶ ὁμόλοχός τις οὖσα, ἡ μετέχουσα τῆς
30κοίτης τοῦ ἀνδρός. Ὠρίων. Ἄλογοι: Οἱ μήπω ἀνῃρημένοι τὸν ἔρανον ἐρα‐ νισταὶ, οἱ μὴ καταθέμενοι τοῦ ἐράνου τὴν κατα‐
βολὴν, οἷς οὐδείς ἐστι λόγος πρὸς τὸ μὴ ὀφείλειν. Ἀλογίου δίκη: Ἣν φεύγουσιν οἱ ἄρχοντες
35λόγον οὐκ ἀποδόντες τῶν τῆς ἀρχῆς διοικημάτων. Ἄλογχον: Δόρυ τὸ σιδήριον Θρᾳκικῶς. Ἄλοκας: Βοθύνους, διόδους· καὶ ἀλοκίζειν, τὸ ἀροτριᾶν. Ἄλοπον: Ἀλέπιστον.
41 Ἀλύβας: Ὄρος· οἱ δὲ, λίμνην· εἶναι δὲ καὶ πόλιν Ἀλύβην. Ἁλύκιον: Ψυχρὸν, ἢ χλιαρόν· οἱ δὲ ἁλμυρόν· ἄλλοι θαλάσσιον. Ἀλυκότερον δὲ, τὸ θερμόν.
45Ἄλυς: Ἀπορία, πλάνη, λύπη.
45 Ἀλυσθαίνεις: Ἀδημονεῖς, τρέμεις. Ἀλυσθέ‐ νειαν, ἀσθένειαν. Ἀλυσιαίνειν: Ἀδυνατεῖν, ἀσθενεῖν. Ἀλύ‐ στηνον, δεινόν. Ἄλπεια: Ὄρος τῆς Κελτικῆς· καὶ πληθυντικῶς

70

(50)

λέγεται· ἀπό τινος Ἄλπιδος ὑπὸ τοὺς τόπους ἀνῃρη‐

70

(50)

μένου. Ἢ διὰ τὸ πλῆθος τῆς λευκῆς χιόνος Ἄλπις

70

(50)

ἐκλήθη τὰ ὄρη. Ἢ παρὰ τὸ ἄλτον, ὅ ἐστιν ὑψηλὸν, ἄλτις κεκλῆσθαι. Ἄλπις: Ὄρος μέγα τῆς Εὐρώπης, ἀφ’ οὗ ῥεῖ ὁ Ἴστρος· καὶ ἄλλο δυτικώτερον, ἀφ’ οὗ ῥεῖ ὁ Ῥῆνος ποταμός. Ἄλπιος δὲ κλίνεται κατὰ Διονύσιον ἐν
55Περιηγήσει,
55Τῆς δὲ πρὸς ἀντολίην διαφαίνεται Ἄλπιος ἀρχή.
55 Ἄλσος: Τὸ σύμφυτον χωρίον. Παρὰ τὸ ἄλδω ἄλσω ἄλσος. Ἢ ἀπὸ τοῦ ἄρδω, ὁ μέλλων, ἄρσω, καὶ ἐξ αὐτοῦ ἄλσος. Ἢ παρὰ τὸ ἄλλω τὸ ἀλλό‐

71

μενον, ἄλλος· καὶ διὰ τὴν συνέμπτωσιν τὴν πρὸς τὸ ἄλλος γίνεται ἄλσος, κατὰ τροπὴν τοῦ λ εἰς ς, τὸ τέμενος. Καὶ ἀλσίνη, βοτάνη τίς.
Ἅλς: Ἡ θάλασσα· παρὰ τὸ ἁλὲς τὸ συν‐
5εστραμμένον καὶ ἠθροισμένον. Ἢ ἀπὸ τοῦ ἅλις, καὶ τοῦ ἁλεὶς τὸ συστραφείς. Ἅλς οὖν τὸ συνεστραμ‐ μένον καὶ συνηθροισμένον ὕδωρ. Ἢ παρὰ τὸ τὴν ἅλα τὴν θάλατταν· ἢ παρὰ τὸ ἀλῶ τὸ συστρέφω ἀολεὺς, τὸ συνηθροισμένον ὕδωρ· καὶ συγκοπῇ ἄολς·
10καὶ ἀποβολῇ τοῦ ο, ἅλς. Ἢ παρὰ τὸ ἁλίζω τὸ
10συναθροίζω. Ἰστέον, ὅτε μὲν ἐστὶ θηλυκὸν, δηλοῖ τὴν θάλασσαν, καὶ ἕως τῶν ἑνικῶν κλίνεται μόνον· οὐχ ὅτι μία ἐστὶ θάλασσα· πολλαὶ γὰρ εἰσὶ θάλασ‐ σαι, οἷον ἡ νεκρὰ καὶ ἡ ἐρυθρὰ καὶ ἄλλαι· ἀλλ’ ὅτι ἐν χρήσει οὐχ εὕρηται αὐτῆς, οὔτε δυϊκὸν, οὔτε πλη‐
15θυντικόν· ὅτε δὲ τὸ ἁλμυρὸν δηλοῖ, ὅπερ ἐν τῇ συνη‐ θείᾳ οὐδετέρως ἅλας φαμὲν, ἀρσενικῶς λέγεται, καὶ δι’ ὅλου κλίνεται. Ἆλτο: Καθήλατο. Ἅλλομαι τὸ πηδῶ· καὶ ὁ μέσος ἀόριστος αʹ, ἡλάμην ἥλω ἥλατο· καὶ συγκοπῇ,
20ἦλτο, καὶ ἆλτο. Οἱ Ἴωνες καὶ ποιηταί.
20 Ἁλτὴρ καὶ ἁλτῆρες: Κατασκεύασμά τι ἀπὸ μολύβδου, ᾧ κέχρηνται οἱ σωμασκοῦντες ἐν ταῖς γυμνασίαις· παρὰ τὸ ἅλλομαι. Βαστάζοντες γὰρ αὐτοὺς καὶ περιφέροντες ἥλλοντο ἐν τῷ γυμνά‐ ζεσθαι. Οὕτως Μεθόδιος. Ὁ δὲ Φιλόξενος ἐν τῇ
25περὶ Ῥωμαίων διαλέκτου ἀντὶ τοῦ ἀρτὴρ τροπῇ τοῦ
25ρ εἰς λ.
25 Ἁλυκός: Ἁλμυρός. Παρὰ τὴν ἅλα ἁλικὸς, καὶ ἁλυκὸς, ὡς τριφάλεια τρυφάλεια. Καὶ ἁλυκὴ, δασυνόμενον, ἡ θάλασσα· ψιλούμενον δὲ, ἡ λύκους μὴ ἔχουσα. Καὶ ἀλυκὸς θάλασσα. Ἁλυκρόν: Ἀντὶ τοῦ θαλυκρόν· οἷον,
30 Ἁπάντη πάντα θαλυκρὸς ἐγώ. Εἶτα, Γέντο δ’ ἁλυκρά. Καὶ χωρὶς τοῦ θ, καὶ διὰ τοῦ θ. Ἀλυκτέων: Ἄλλο οὖν ἐστὶ παράδειγμα ὁ
35κίρκος, ἄλλο οὖν τὸ ἀλυκτέων. Τὸ ὑλακτέων, ἀλυ‐
35κτέων.
35Ἀλυκτοπέδη: Ἡσίοδος,
35 Δῆσε δ’ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον. Ἀλυτοπέδαις, πλεονασμῷ τοῦ κ, τουτέστι δεσμοῖς, ὧν οὐκ ἔστι λυθῆναι. Ζήτει εἰς τὴν Ἡσιόδου Θεογονίαν.
Ἀλυκταίνειν: Φεύγειν.
40Ἀλυκτεῖν: Κλαίειν, λυπεῖσθαι, δυσφορεῖν.
40Ἀλυκτήσας: Θορυβήσας.
40 Ἀλύξαι: Αὐτοὺς δή που ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι. Τὸ ἐκκλίναι· ἀπὸ τοῦ ἀλύσκω. Ἢ ἀπὸ τοῦ λύω ἀλύω, τοῦ α ἢ πλεονασμὸν ἢ ἐπίτασιν δηλοῦντος. Ἀλύω οὖν ἀλύσω· ὁ μέλλων ἀλύξω, ἤλυξα, καὶ
45ἀλύξαι.
45 Ἀλύσσω: Τὸ ἀδημονῶ. Ὅμηρος, Οἵ κ’ ἐμὸν αἷμα πίνοντες, ἀλύσσοντες περὶ θυμῷ, Ἰλιάδος χʹ, ἄγαν λυσσῶντες, μαινόμενοι, δυσφο‐ ροῦντες. Παρὰ τὸ ἀλῶ, ἀλύσσω, ὡς ὀρύσσω· ἐξ οὗ καὶ ἄλυς ἡ πλάνη τῆς διανοίας. Ἢ παρὰ τὴν

71

(50)

λύσσαν. Καὶ ἔστι τὸ λύσσω βαρύτονον, ὡς νύσσω· λύσσοντες, καὶ ἐν ἐπιτάσει, ἀλύσσοντες. Ἢ παρὰ τὸ λυσσάω λυσσῶ, λυσσάοντες· καὶ ἐν ὑπερθέσει ἀλύσσοντες. Μεθόδιος. Σημαίνει καὶ τὸ τρέμειν. Ἀλυσκάζειν: Τὸ φεύγειν, παρὰ τὴν ἄλην τὴν
55πλάνην· οἱ γὰρ φεύγοντες πλανῶνται. Καὶ ἀλυστά‐
55ζουσα, ἀλύουσα. Ζήτει εἰς τὸ ἀλύσκω. Ἄλυσον: Παρὰ τὸ τοὺς λυσσῶντας ὀρίνασθαι. Ἔστι δὲ εἶδος βοτάνης ἐν ταῖς ὁδοῖς φυομένης, πορφυροῦν ἐχούσης φύλλον.

72

Ἄλυσις: Ἡ ἐκ χαλκοῦ ἢ σιδήρου ἢ ἀργύρου ἢ χρυσοῦ πεπλεγμένη σειρά· Ὅμηρος δὲ αὐτὴν σειρὰν καλεῖ, οἷον, Σειρὴν χρυσείην.
5Εὐριπίδης δὲ ἄλυσιν, ὅτι ἄλυτός ἐστιν, ἢ ὅτι ἄλλη
5ἄλλης ἐξήρτηται. Μεθόδιος.
5 Ἅλυς: Οἷον, Ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο δεινὸν ἐρεύγονται· μετὰ τὸν δ’ ἀγχίρροος Ἶρις. Ἅλυς, ποταμὸς Παφλαγονίας κατὰ Σινώπην· Ἶριν δὲ αὐτὸν λέγει Καλλίμαχος. Εἴρηται δὲ Ἅλυς,
10οἱονεὶ ἄλης τὶς ὢν καὶ πλανήτης· πολλὴν γὰρ διο‐
10δεύει γῆν· τροπῇ τοῦ η εἰς υ, ὡς τὸ τηρὸς, τυρός· ἁλμηρὸς, ἁλμυρός. Οὕτως Ἀπολλώνιος ὁ τὰ Ἀρ‐ γοναυτικά. Ἀλυτάρχης: Ὁ τῆς ἐν τῷ Ὀλυμπιακῷ ἀγῶνι εὐκοσμίας ἄρχων. Ἠλεῖοι γὰρ τοὺς ῥαβδοφόρους
15ἢ μαστιγοφόρους παρὰ τοῖς ἄλλοις καλουμένους
15ἀλύτας καλοῦσι, καὶ τὸν τούτων ἄρχοντα ἀλυτάρ‐ χην. Ἥδυλος δὲ εἰς τὰ ἐπιγράμματα Καλλιμά‐ χου διὰ δύο λάμβδα ὀνομάζει τοὺς ἀλύτας ἀλλύτας. Μεθόδιος. Ἀλύσκω: Ἰστέον ὅτι οὐκ ἔστιν ἐκ τοῦ ἀλύω·
20τὸ γὰρ ἀλύσκω τὸ ἐκκλίνω καὶ ἀποφεύγω δηλοῖ· καὶ
20μήποτε δύνηται παραγωγὴ εἶναι ἐκ τοῦ λύω, τοῦ α ἢ πλεονάζοντος, ἢ κατ’ ἐπαύξησιν λαμβανομένου. Ὁ μέλλων ἀλύσω· καὶ πλεονασμῷ τοῦ κ, ἀλύσκω, ὡς μεθύω μεθύσω μεθύσκω. Ἀλύσκειν οὖν τὸ οἱονεὶ λελύσθαι. Ζηνόβιος.
24Ἀλυίω: Ἰστέον ὅτι τοῦ ὀπυίω καὶ ἀλυίω καὶ
25τῶν παραπλησίων ἐκλελοίπασιν οἱ χρόνοι οἱ διὰ συμ‐ φώνου γινόμενοι. Οὐδέποτε γὰρ μετὰ τὴν ΥΙ δί‐ φθογγον σύμφωνον ἐπιφέρεται· οἷον μυῖα, αἴθυια. Ἐκλέλοιπε δὲ ὅ τε παρακείμενος, καὶ ὁ ὑπερσυντέ‐ λικος, καὶ ὁ ἀόριστος, καὶ ὁ μέλλων.
30 Ἀλύω: Σημαίνει τὸ δυσφορεῖν, καὶ ἀπορεῖν, καὶ λυπεῖσθαι. Λύω, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀλύω· ἵν’ ᾖ τὸ μὴ λύσιν εὑρίσκειν τῶν κακῶν. Ἢ παρὰ τὸ ἀλῶ τὸ πλανῶμαι, ἀλύω, ὡς πλήθω πληθύω. Οἱ γὰρ λυπούμενοι ἐν πλάνῃ εἰσί. Δηλοῖ καὶ τὸ χαίρω,
35ὡς τὸ,
35 Ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; Καὶ τοῦτο παρὰ τὸ ἀλῶ τὸ πλανῶ· πλανῶνται γὰρ καὶ τῶν χαιρόντων αἱ ψυχαί. Ἢ παρὰ τὸ ἄγαν λελύσθαι καὶ διακεχύσθαι καὶ ἐπαίρεσθαι. Ἀλφός: Παρὰ τὸ ἀλλοφανής τις εἶναι· ση‐
40μαίνει δὲ τὸν λεπρόν· παρὰ τὸ ἐναλλάσσειν τὴν χροιάν·
40τὸ γὰρ ἐναλλάσσειν παρὰ τοῖς ἀρχαίοις ἀλφαίνειν
40ἐλέγετο. Σημαίνει δὲ τὸ πάθος, ἀλλοφός τις ὤν, ὁ ἀλλοιοφανὲς τὸ χρῶμα ποιῶν. Λέγεται γὰρ τὸ ἀλλοῖον καὶ ἕτερον, καὶ ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐξηλ‐ λαγμένων. Μεθόδιος. Ἀλφειός: Ὁ ἐν Ἤλιδι ποταμός· παρὰ τὸ
45τοὺς ἀλφοὺς θεραπεύειν. Ἢ παρὰ τὸ ἄλφειν, ὅ ἐστιν
45ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ. Μεθόδιος. Ἀλφηστής: Ὁ εὑρετικός· οἱ μὲν γὰρ ἐπίθετον τοῦ ἀνθρώπου, οἱ δὲ τὸν ἄνθρωπον· παρὰ τὸ ἀλφεῖν τὸ εὑρίσκειν. Μόνος γὰρ ὁ ἄνθρωπος εὑρετικός. Ἀλφησταί: ἐξ οὗ ἡ γενικὴ τῶν πληθυντικῶν ἀλφη‐

72

(50)

στῶν, καὶ ἀλφηστάων. Ὅθεν καὶ α τὸ στοιχεῖον ὠνομάσθη. Σώφρων εἰς Ἀνδρείους Μίμους, Καταπυγοτέραν ἀλφηστᾶν. Ἀπολλόδωρος δέ φησιν· Ἰχθῦς τινὲς οἱ ἀλφησταὶ, τὸ μὲν ὅλον κιρροειδεῖς, πορφυ‐
55ρίζοντες κατά τινα μέρη. Φασὶ δὲ αὐτοὺς ἁλίσκεσθαι σύνδυο·
55καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατ’ οὐρὰν ἑπόμενον. Ἀπὸ γοῦν τοῦ κατὰ τὴν πυγὴν ἑτέρῳ τὸν ἕτερον ἐπακολου‐ θεῖν, τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ καταφερεῖς οὕτως λέγουσι.

73

Λέγονται καὶ οἱ ἔντιμοι, καὶ τίμιοι βασιλεῖς ἢ ὀρ‐ χησταί. Ἀλφεσίβοιαι: Ἔστι δὲ κύριον παρὰ Θεοκρίτῳ· παρὰ δὲ τῷ ποιητῇ, ἐπίθετον, παρθένοι ἀλφεσί‐
5βοιαι, αἱ παρθένοι αἱ βόας ἐφ’ ἑαυτὰς εὑρίσκουσαι
5διὰ τὴν εὐμορφίαν ἔδνα· θρέμματα γὰρ ἐδίδοτο τὸ παλαιὸν πρὸς γάμον δῶρα· ὠνόμασται δὲ ἀπὸ μέρους, ἐπειδὴ ἔντιμοι τὸ παλαιὸν οἱ βόες· τῷ τοὺς πατέρας ἄνδρας ἀλλασσομένους ὑπὲρ αὐτῶν· ἀλφαίνειν γὰρ τὸ εὑρίσκειν· καὶ ἀλφὴ, ἡ τιμή. Ἔστιν οὖν ἄλφω
10τὸ εὑρίσκω, καὶ ἀμείβω. Ἐξ αὐτοῦ γίνονται ἀλφί‐ βοιαι. Πολλάκις δὲ τὸ ο ἐν τῇ συνθέσει εἰς ε μετα‐ βάλλεται, καὶ τὴν ΣΙ συλλαβὴν προσλαμβάνει· οἷον ἑλκόπεπλος, ἑλκεσίπεπλος· Πρωτόλαος, Πρωτεσί‐ λαος· πηγόμαλλος, πηγεσίμαλλος. Οὕτως οὖν
15ἀλφόβοιαι, καὶ ἀλφεσίβοιαι. Μεθόδιος. Γνησία, ἢ εὐγενής, ἔντιμος. Ἄλφιτον: Ἡ ἀξιολογωτάτη τροφή· κυρίως τὰ ἀπὸ τῶν πεφρυγμένων κριθῶν ἀλεσθεισῶν θραύσματα, καταχρηστικῶς δὲ καὶ τὰ ἀπὸ τῶν πυρῶν, ἢ φακῶν·
20Ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνεν.
20Παρὰ τὸ ἀλφαίνειν, ἡ πρῶτον εὑρεθεῖσα τροφή. Ἢ ἀλήφατά τινα ὄντα, τὰ ἀληλεσμένα, πρὸς ἀντιδια‐ στολὴν τῶν ὅλων. Καὶ ἀλφιταῖα ἐργαστήρια· καὶ ἀλφιταμοιβοὶ, οἱ πωλοῦντες τὰ ἄλφιτα. Ἀλφίτου ἀκτήν: Τὸ ἀλφίτου ἀκτὴν κατὰ ἀφαί‐
25ρεσιν· εἶναι γὰρ μακτήν. Οἱ δὲ φασὶν, ὅτι ἄκρον
25ἐκάλουν τὸν καρπόν· ἔνθεν καὶ ἀκρόδρυα. Ἢ ὅτι ὥσπερ ὁ εἰς θάλασσαν καθήκων τόπος, ἔσχατος ὢν τῆς ἠπεί‐ ρου, ἀκτὴ λέγεται, οὕτω καὶ τὸ ἔσχατον τοῦ ἀλεύρου, προπονηθέντα ἔχον τὸν καρπόν· ἢ ἀπὸ τοῦ ἄσσεσθαι ὑπὸ τοῦ μύλου, καθὰ καὶ τὰ κύματα τῆς θαλάσσης
30ἐν τοῖς αἰγιαλοῖς, ὃς ἀκτὴ καλεῖται. Ἀλῶ: Σημαίνει δύο· τὸ πλανῶ· τὸ παθητικὸν ἀλῶμαι, ἡ μετοχὴ ἀλώμενος· παρὰ τὸ λῶ, ὅπερ ἀπὸ τοῦ θέλω γίνεται ἀφαιρέσει τῆς ΘΕ· μετὰ τοῦ στερητικοῦ α, ἀλῶ· οἱ γὰρ πλανώμενοι ὧν οὐ θέ‐
35λουσιν ἐπιτυγχάνουσι· ἢ οὐ θέλουσι πλανᾶσθαι. Ἀλῶ, ψιλούμενον μὲν σημαίνει τὸ πλανῶ· δασυνό‐ μενον δὲ, τὸ συναθροίζω. Ζήτει εἰς τὸ ἅλωσις καὶ ἀνάλωσις. Ἁλῶ: Τὸ συλλαμβάνω, ὅπερ Ὅμηρος ἁλώω
40ἔφη· οἷον,
40Ἤ κεν ἁλώω.
40Παράγεται δὲ ἀπὸ τούτου καὶ τὸ ἁλίσκω, τὸ κατα‐ λαμβάνω καὶ κρατῶ, παρὰ τὴν ἅλα τὴν θάλασσαν· ἀπὸ τῶν τοὺς κατὰ θάλασσαν λαμβανομένους πρῶτον ἁλίσκεσθαι νομιζόντων. Ἀλωτός: Ληπτὸς, χειρωτός. Ζήτει εἰς τὸ
45δῶρον.
45Ἁλῴη: Ληφθείη, κρατηθείη. Ζήτει εἰς τὸ
45ἁλοίη. Ἔχει δὲ τὸ ι προσγεγραμμένον ἐν τῇ παρα‐
45ληγούσῃ. Ἔστι γὰρ ἐὰν ἁλῶ, ἐὰν ἁλῷς, ἐὰν ἁλῷ· καὶ κατὰ πλεονασμὸν τοῦ η, ἐὰν ἁλῴη, ὥσπερ ἐὰν στῶ στῇς στῇ, καὶ ἐὰν στῄη· οἷον, Στῄη ἐπ’ ὠκυρόῳ ποταμῷ. καὶ ἐὰν φῶ φῇς φῇ, καὶ ἐὰν φῄη· οἷον,

73

(50)

Φῄη ἀθηρηλοιγὸν ἔχειν [ἀνὰ φαιδίμω ὤμω.]

73

(50)

Δύναται δὲ μὴ ἔχειν τὸ ι κατὰ τὴν παραλήγουσαν,

73

(50)

ἀλλὰ κατὰ τὴν λήγουσαν· ἵνα εἴπω αὐτὸ ἀπὸ τρι‐ συλλάβου, ἐὰν ἁλώω, ἐὰν ἁλώῃς, ἐὰν ἁλώῃ. Ἀλλ’ ἐπειδὴ πολλά εἰσιν ἐν τῇ παραληγούσῃ ἔχοντα τὸ ι πλεονασμῷ τοῦ η, οἷον στῄη, φῄη, τούτου χάριν καὶ τὸ ἁλῴη ἔχει ἐν τῇ παραληγούσῃ τὸ ι, πλεονασμῷ
55τοῦ η. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ Ποσότητος. Ἅλωα: Ἑορτὴ Ἀθηναίων ἀγροικική. Ἰστέον ὅτι τῶν εἰς ΩΣ βαρυτόνων τὰ μὲν βραχείᾳ παραλη‐

74

γόμενα διὰ τοῦ ΤΟΣ κλίνονται, ἔρωτος, Νέπωτος· ἔστι δὲ ὄνομα ὄρους· τὰ δὲ μακρᾷ παραληγόμενα, διὰ καθαροῦ τοῦ ΟΣ, Μίνωος, ἥρωος. Σεσημείωται τὸ εἵλως εἵλωτος· περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἔλως
5ἐστὶ, καὶ ἐκλίθη ἔλωτος· λοιπὸν ἐπλεόνασε τὸ ι. Καὶ πῶς τὸ κάλως, ὃ σημαίνει τὸ σχοινίον, βαρύ‐ τονον ὂν καὶ βραχείᾳ παραληγόμενον, οὐ κλίνεται διὰ τοῦ ΤΟΣ, ἀλλὰ διὰ καθαροῦ τοῦ ΟΣ, ὡς μαρτυρεῖ Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικὰ εἰπὼν κάλωες; Οὐ
10γὰρ δυνάμεθα εἰπεῖν ὅτι Ἀττική ἐστιν ἡ κλίσις.
10Οἱ γὰρ Ἀθηναῖοι κατὰ ἀποβολὴν τοῦ ς κλίνουσιν· οἷον, ὁ κάλως, τοῦ κάλω. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔστι αὕτη ἡ τοῦ κάλως τοῦ κάλωος κλίσις, ἀλλ’ ἐπέκτασις. Ἔστι γὰρ ὁ κάλως τοῦ κάλω, καὶ κατ’ ἐπέκτασιν τῆς ΟΣ συλλαβῆς κάλωος, ὥσπερ
15ἡ ἅλως τῆς ἅλω καὶ ἅλωος· ἐξ οὗ ἡ αἰτιατικὴ τὴν
15ἅλωα, ὥσπερ Καλλίμαχος ἐν τῇ Ἑκάλῃ, Δινομένην περὶ βουσὶν ἐμὴν ἐφύλασσεν ἅλωα. Σημαίνει δὲ καὶ τὸ νεφελῶδες τὸ περὶ σελήνην καὶ ἥλιον. Ἅλως: Ἡ ἁλωὴ ἡ καὶ ἁλωνία· παρὰ τὴν τῶν
20ἀσταχύων συνάθροισιν· ἐκεῖ γὰρ συναθροίζονται οἱ
20στάχυες· παρὰ τὸ ἅλες, ὃ σημαίνει τὸ ἄθροισμα· ἢ παρὰ τὸ ἅλις καὶ ἱκανῶς ἔχειν τοὺς καρπούς. Ἢ παρὰ τὸ ἀλοιῶ γίνεται ἁλῳὴ, μετὰ τοῦ ι, παρὰ τὴν τῶν ἀσταχύων ἀλοίησιν. Καὶ ἁλωὰς, τὰς ἁλωνίας, τοὺς τόπους ὅπου οἱ πυροὶ πατοῦνται.
25ἀλωὴ δὲ σημαίνει ἄνευ τοῦ ι τὸ σύμφυτον χωρίον καὶ σύνδενδρον τόπον· παρὰ τὴν ἄλσιν τὴν αὔξησιν. Ἄλδω οὖν ἀλωὴ, χωρὶς τοῦ ἰῶτα. Ἀλωρῆται: Τοὺς τὰς ἅλως φυλάττοντας οὕτως φασὶν ὑπὸ Λυκίων καλεῖσθαι· ὠρεῖν γὰρ τὸ φυλάτ‐
30τειν.
30 Ἁλώνητα: Τὰ βάρβαρα ἀνδράποδα. Τοὺς γὰρ ἅλας διδόντες τοῖς Θραξὶν ὠνοῦντο ἀνδράποδα. Ἁλῶναι: Ἅλωμι, ἁλώσω, ἥλων ὁ δεύτερος ἀό‐ ριστος, τὸ πληθυντικὸν ἥλωμεν· τὸ ἀπαρέμφατον, ἁλῶναι. Κυρίως ἐπὶ τῶν ἰχθύων σημαίνει ἀπολέ‐
35σθαι, ληφθῆναι. Ἀλῳή: Κῆπος, καὶ ἡ καρποφόρος χώρα, καὶ ὁ τόπος ἐφ’ οὗ ὁ σῖτος τρίβεται· καὶ ἡ ἄμπελος. Τὸ δὲ ἄλως ἐπὶ μὲν τοῦ τόπου ψιλοῦται, ἐπὶ δὲ τῆς ἅλωνος δασύνεται.
40ἅλωσις ἐκ τοῦ ἁλῶ τὸ πορθῶ· τοῦτο ἐκ τοῦ ἅλως, ὃ σημαίνει τὴν ἅλωνα. Εἰς αὐτὴν γὰρ πορθοῦνται καὶ συντρίβονται οἱ στάχυες. Τοῦτο ἐκ τοῦ ἁλῶ τὸ συνα‐ θροίζω· ἐξ οὗ καὶ δασύνεται. Τοῦτο ἐκ τοῦ ἃλς ἁλός. Ἀλώπηξ: Κλίνεται ἀλώπεκος. Σεσημείωται
45ὅτι ἔτρεψε τὸ η εἰς ε ἐν τῇ γενικῇ. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ΗΞ θηλυκὰ οὐ φαίνεται παραλη‐ γόμενα τῷ ω, πήληξ ἡ περικεφαλαία· ἀντίπηξ, ἡ κιβωτός· ὕσπληξ, ἡ τοῦ ἱπποδρόμου ἀφετηρία· τὸ γὰρ σκώληξ ἀρσενικόν ἐστιν. Ἐπεὶ οὖν τὸ ἀλώπηξ

74

(50)

θηλυκὸν, ὡς παρήλλαξε κατὰ τὴν παραλήγουσαν,

74

(50)

παρήλλαξε καὶ κατὰ τὴν κλίσιν. Ὁ Χοιροβοσκός. Ἀλωπεκία: Τὸ πάθος τὸ ψιλωτικὸν τῶν τρι‐ χῶν καὶ γενείων, ἀπὸ τῆς ἀλώπεκος ἡ μεταφορά. Ἡ γὰρ ἀλώπηξ τὸ ζῷον, ἔνθα ἂν οὐρήσῃ, τὸν τόπον ἄκαρπον ποιεῖ, ξηραίνουσα καὶ τὴν προϋπάρ‐
55χουσαν βοτάνην, καὶ ἑτέραν ἀναβλαστῆσαι οὐ
55συγχωροῦσα. Γίνεται δὲ παρὰ τὸ ἀλῶ τὸ πλανῶ, καὶ τὸ ὤψ ὠπὸς ὁ ὀφθαλμός· ἢ καὶ τὸ παίζω, ἡ ἐν τῇ πλάνῃ παίζουσα.

75

Ἀλωπεκόνησος: Ὄνομα νήσου. Ὅτι Ἀθη‐ ναίοις ἀποικίαν στελλομένοις ὁ θεὸς ἔχρησεν ἐκεῖ κατοικῆσαι, ἔνθα ἂν ἀλώπηξ φανῇ· καὶ ἐν τῇ νήσῳ φανείσης τῆς ἀλώπεκος, ᾤκησαν. Μεθόδιος.
5 Ἀλωπός: Ἀλωπεκώδης καὶ πανοῦργος· οἱ δὲ, ἀφελής. Καὶ ἀπρόσοψις. Ἀλωπεκίαι, αἱ τῶν
ἀλωπέκων καταδύσεις. Ἀλωπεκίδες, εἶδος κυνῶν. Ἅμα: Ἐπίρρημα συλλήψεως ἢ ἀθροίσεως· παρὰ
10τὸ θαμὰ τὸ συνεχῶς καὶ πυκνῶς· τὸ γὰρ πυκινὸν καὶ ἐπάλληλον ἅμα γίνεται, καὶ ἐν τῷ αὐτῷ καιρῷ. Τὸ δὲ θαμὰ οὕτω· Ἔστι θαμὸς, ἐξ οὗ θαμειά· τὸ οὐ‐ δέτερον, θαμόν· ἡ εὐθεῖα τῶν πληθυντικῶν, θαμά· καὶ τὸ ἐπίρρημα, θαμά. Οὐ γὰρ γίνεται ἀπὸ τοῦ θαμὺς
15θαμειὸς, ἀφ’ οὗ τὸ, θαμέες γὰρ ἄκοντες. Οὐ γὰρ ἂν ὀξύναιτο θαμειός. Μεθόδιος. Ὥσπερ δὲ παρὰ τὸ χάζω γίνεται ἅζω· ἔμεινε δὲ ἀναλογοῦσα τῷ χ δασεῖα· οὕτως ἐκ τοῦ θαμὰ ἅμα δασύνεται
20καὶ βαρύνεται. Τὰ εἰς α λήγοντα δισύλλαβα
20ἐπιρρήματα ἅπαντα βαρύνονται· οἷον ὦκα, τάχα, σάφα, λίγα, λίπα· χωρὶς τοῦ θαμά. Ἁμάδα: Τὴν ναῦν Αἰσχύλος. Ἁμάδιος: Ἐπιρρηματικῶς, ἅμα τῷ προσελθεῖν. Ἀπὸ τοῦ ἅμα ἁμάδιος παράγωγον διὰ τοῦ ΔΙΟΣ·
25καὶ πολὺς ὁ τοιοῦτος χαρακτήρ. Ἁμαδρυάδες: Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικὰ, Ὁ γὰρ οἶος, ἐν οὔρεσι δένδρεα τάμνων, δήποθ’ Ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων,
ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ.
30Ἁμαδρυάδες νύμφαι λέγονται διὰ τὸ ἅμα ταῖς
30δρυσὶ γεννᾶσθαι· ἢ ἐπειδὴ δοκοῦσιν ἅμα ταῖς δρυσὶ φθείρεσθαι. Χάρων γὰρ ὁ Λαμψακηνὸς ἱστορεῖ, ὡς Ῥοῖκος, δρῦν θεασάμενος ἤδη μέλλουσαν ἐπὶ γῆν καταφέρεσθαι, προσέταξε τοῖς παῖσι ταύτην ὑπο‐
35στηρίξαι· ἡ δὲ μέλλουσα συμφθείρεσθαι τῇ δρυῒ νύμφη, ἐπιστᾶσα τῷ Ῥοίκῳ, χάριν μὲν εἰδέναι ἔφασκεν ὑπὲρ τῆς σωτηρίας, ἐπέτρεπε δὲ αἰτήσα‐ σθαι ὅ τι βούλοιτο. Ὡς δὲ ἐκεῖνος ἠξίου συγγενέ‐ σθαι αὐτῇ, ἐπιζήμιον μὲν ἔλεγεν εἶναι τοῦτο, φυ‐
40λάττεσθαι δὲ ὅμως ἑτέρας γυναικὸς ὁμιλίαν. Ἔσχον
40δὲ μεταξὺ αὐτῶν ἄγγελον μέλισσαν. Καί ποτε πεσσεύοντος αὐτοῦ περιΐπταται ἡ μέλισσα. Πικρό‐ τερον δέ τι ἀποφθεγξάμενος, εἰς ὀργὴν ἔτρεψε τὴν νύμφην, ὥστε πηρωθῆναι. Καὶ Πίνδαρος, Ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι.
45 Ἀμαζόνες: Ἐκ τοῦ μαζὸς καὶ τοῦ στερητικοῦ α ἀμαζών· ὅτι τὴν μίαν θηλὴν τὴν δεξιὰν ἔκοπτον ἢ ἔκαιον, ἵνα μὴ ἐμποδίζωνται τοξεύουσαι· ἢ ὅτι μαζοῦ καὶ τροφῆς οὐ μετέσχον, ἀλλ’ ὄφεσι καὶ ἄλλοις τισὶ θηρίοις ἐτρέφοντο, σαύραις καὶ χελώναις· παρὰ

75

(50)

τὸ μάζαις μὴ χρῆσθαι, ἤγουν τροφαῖς, ἀλλὰ κρέ‐ ασιν· ἢ ὅτι λαμβάνουσαι ζώνην καὶ πανοπλίαν, ἐξερχόμεναι ἤμων καὶ ἐθέριζον· παρὰ τὸ ἐν ταῖς ζώναις ἀμᾶν. Λέγονται δὲ οὕτω καὶ οἱ πένητες οἱ μάζαν οὐκ ἔχοντες.
55 Ἄμαθος: Ἡ ψάμμος, παρὰ τὸ ψάμαθος γί‐ νεται, ἀποβολῇ τοῦ ψ. Ἢ ἄμυθός τις οὖσα, τουτ‐ έστιν ἡ ἀνεπίγνωστος, ἣν οὐκ ἔστιν ἀριθμῆσαι καὶ καταμαθεῖν. Μεθόδιος. Ἀμαθύνει: Παρὰ τὴν ἄμαθον ἀμαθύνειν, τὸ
60ἀφανίζειν.

76

Πόλιν δέ τε πῦρ ἀμαθύνει. Κατὰ μικρὸν δαπανᾷ, τουτέστιν, ἄμαθον καὶ κόνιν
2ποιεῖ. Ἀμαθαίνειν: Ἀμαθῶς ἔχειν. Ἀμαθής: Σκαιὸς καὶ βίαιος.
5Ἀμαλδύναι: Κακοποιῆσαι, ἀποκρύψαι, εἰς ἅλα
5δῦναι.
5 Ἀμαλκιεῖν: Τὸ μὴ ῥιγοῦν. Ἀμαλλεύειν: Δραγμεύειν· καὶ ἀμάλλιον, σχοινίον, ἐν ᾧ δεσμεύουσι τὰς ἀμάλλας, τὸ νῦν οὐλόδετον. Ἁμαξιτός: Ἁμάξαις διοδευτός.
10Ἀμαιμάκετος: Ὁ μακρός. Ὅμηρος,
10Ἱστὸν ἀμαιμάκετον.
10Παρὰ τὸ μῆκος μάκετος· διπλασιασμῷ μαιμάκετος· καὶ πλεονασμῷ τοῦ ι, μετὰ τοῦ α, ἀμαιμάκετος, ὁ μακρὸς καὶ ὑπερφυής. Τὸ δὲ, Πνείουσαν ἀμαιμάκετον πῦρ, παρὰ τὸ μαιμῶ, μαίμακα.
15Χίμαιραν ἀμαιμακέτην,
15Ἅμαχον, ἀκαταγώνιστον, φοβερὰν, ἀνυπόστατον· ἢ
ἀπροσμάχητον, καὶ μεγάλην· παρὰ τὸ μαιμάω μαιμῶ, τὸ προθυμοῦμαι, μαιμάκετος· ἐξ οὗ τὸ θηλυκὸν μετὰ τοῦ στερητικοῦ α, πρὸς ἣν οὐδεὶς προθυμεῖται μά‐ χεσθαι. Ἢ παρὰ τὴν μάχην, ἀμαιμάχητος, καὶ
20ἀμαιμάκετος, καὶ ἀμαιμακέτη.
20 Ἀμαλδύνω: Κυρίως τὸ διὰ πυρὸς ἀφανίζω. Ἀπὸ τοῦ μαίρω τὸ λάμπω, ὁ μέλλων, μαρῶ· ἀφ’ οὗ τὸ μαραίνω· μετὰ τοῦ στερητικοῦ α, ἀμαρῶ· τροπῇ τοῦ ρ εἰς λ, ἀμαλῶ· κατὰ παραγωγὴν, ἀμα‐ λύνω· καὶ πλεονασμῷ τοῦ δ, ἀμαλδύνω.
25Τεῖχος ἀμαλδύναι.
25Ἢ τὸ ἁπλῶς ἀφανίσαι ἢ ὁμαλίσαι· παρὰ τὴν ἄμμον· ἄμμος, ἀμῶ, ὡς δοῦλος δουλῶ, καὶ φίλος φιλῶ· παράγωγον ἀμύνω καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, καὶ τοῦ δ, ἀμαλδύνω. Οὕτως Ὠρίων. Ὁ δὲ Μεθόδιος, παρὰ τὸ ὁμαλὸς ὁμαλύνω, ὡς κακὸς
30κακῶ κακυνῶ· καὶ ἐπενθέσει τοῦ δ, καὶ τροπῇ τοῦ ο εἰς α. Ἀμάλθεια: Ἡ τροφὸς τοῦ Διός. Καλλίμαχος, Σὺ δὲ θήσαο πίονα μαζὸν αἰγὸς Ἀμαλθείης,
35Εἰσὶ δ’ οἳ φασὶ παραπεπλάσθαι τὸ ὄνομα. Εἶναι
35γὰρ αὐτὴν ἀμαλακιστίαν· παρὰ τὸ μὴ μαλάσσεσθαι
35καὶ ταπεινοῦσθαι. Διὰ τοῦτο καὶ τὸν Ἡρακλέα καρτερικώτατον γεγονέναι λέγουσιν, ἐπειδὴ εἶχεν αὐτῆς τὸ κέρας, ὥσπερ ὁ μῦθος. Ζήτει εἰς τὴν παροιμίαν, Ἀμαλθείας κέρας, εὐσθενείας καὶ ὑγιείας.
40Ἀμαλθεύσει: Πλήθει αὔξει.
40Ἀμαλή: Ἡ ἁπαλή. Ἡ δὲ λέξις Μακεδόνων.
40Ὅθεν καὶ πρόμαλα εἴρηται, ἡ πρὸ τοῦ δέοντος αὐξανομένη μυρίκη· μαλεῖν γὰρ τὸ αὐξάνειν. Καὶ ὁ τριχῶν ἔχων αὔξησιν μάλη. Ἔστι δὲ ἁπαλή· καὶ τροπῇ, ἀμάλη παῖς· καὶ ἀμαλὸν ἀμαλῶς, ἁπαλὸν ἁπαλῶς, μετρίως, εὐκόλως.
45Ἀμαλλοδετῆρες: Οἱ τὰς ἀμάλλας δεσμοῦν‐
45τες. Ἀμάλλα δὲ ἡ ἐκ πολλῶν δραγμάτων συνα‐ γωγή. Ἀμάλλαι: Τὰ δράγματα τὰ τοῦ σίτου· ἢ παρὰ τὸ ἀμᾶσθαι, ἢ παρὰ τὸ ἅμα ἀολλίσθαι ταῖς χερσὶ τὴν τοῦ σίτου μετὰ τῶν ἀσταχύων καλάμην.

76

(50)

Ἀμᾶν: Τὸ θερίζειν· παρὰ τὸ ὁμοῦ ἐπισπᾶν,

76

(50)

οἷον ἅμα σπᾶν, τὸ ἅμα καὶ ὑφ’ ἓν πολλὰ ἕλκειν. Ζήτει εἰς τὸ ἅμη. Ἀμάνδαλον: Τὸ ἀφανὲς παρὰ Ἀλκαίῳ. Ἀμαλδύνω, ἀμάλδανον τὸ ἀφανὲς καὶ ἀφανιζόμενον· καὶ ὑπερθέσει ἀμάνδαλον.
55Ἄμαντες: Οἱ περὶ Ἐλεφήνορα μετὰ Τροίας
55ἅλωσιν διέβησαν εἰς τὴν ἤπειρον, καὶ ᾤκησαν παρὰ
τὰ Κεραύνια ὄρη· ἔκτισαν δὲ Εὔβοιαν. Ὅθεν Ἄβαντες ἐκλήθησαν. Ἐν ὑπομνήματι Λυκόφρονος. Καὶ κατὰ μεταφορὰν, Ἄμαντες.

77

Ἀμαμαξύς: Ἡ ἀναδενδράς· παρὰ τὸ ἀμμίξαι, ἡ συνδεδεμένη (ἀναδεσμοῦνται γὰρ αἱ ἀναδενδράδες)
5ἀμμιξύς· καὶ πλεονασμῷ τοῦ α, καὶ τροπῇ, ἀμα‐ μαξύς. Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ, Οὐδ’ ἀμαμαξύας φέρει. Σαπφὼ διὰ τοῦ δʹ ἀμαμαξύδες λέγει. Μεθόδιος. Ἔστιν οὖν ἀμπέλου τὶ γένος. Οἱ δὲ, τὴν ἑσπέριον
10σταφυλήν· Ἀλέξανδρος τὴν ἀβούβαστον λέγει.
10 Ἅμαξα: Φησὶ δ’ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἅμαξαν. Παρὰ τὸ ἄγω, ἄξω, ἄξα, καὶ ἅμαξα. Καὶ ἁμαξὶς, ἡ μικρά. Ἀμάρα: Ὁ ὀχετὸς δι’ οὗ τὸ ἐν τοῖς κήποις
15φέρεται ὕδωρ, ἡ τάφρος, ἢ ὑδρορροή.
15Ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
15 ἀμφυτὰ καὶ κήπους ὕδατος ῥόον ἡγεμονεύει, χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων, Ἰλιάδος φʹ. παρὰ τὸ ἅμα καὶ ὁμαλῶς ῥεῖν τὸ ὕδωρ. Ἢ ὅτι τὰ φυόμενα πλησίον αὐτοῦ φυτὰ οὐκ ἐᾷ μαραίνεσθαι. Ἢ παρὰ τὸ τῇ ἄμῃ αἴρεσθαι· ἄμη
20δέ ἐστιν ἐργαλεῖον οἰκοδομικόν. Ἢ διὰ τὸ περὶ τὰς αἱμασιὰς ῥεῖν, τὰ περιφράγματα καὶ τοὺς τοίχους. Οἱ δὲ, τάφρον, στέγην. Ἀμαρία: Παρὰ τὸ ἅμα ἄγω παραγώγως τὸ αὐτὸ σημαινόμενον· καὶ ἀμάραι, αἱ ἐν τῷ ὠτίῳ
25κοιλότητες. Καὶ ἀμάρῃσι, πόροις.
25 Ἀμαρυγάς: Ὄψεις· οἱ δὲ, ἀκτῖνας ὄψεως. Καὶ ἀμάρυγμα, αἴθυγμα, φόρημα, εἴδωλον, κίνησιν, λαμπηδόνα. Ἀμαρύσσω: Τὸ λάμπω. Ἡσίοδος, Ὑπ’ ὀφρύσι πῦρ ἀμάρυσσε.
30Μαίρω, μαρῶ, ἐξ οὗ μαρύσσω, καὶ πλεονασμῷ τοῦ
30α, ἀμαρύσσω· καὶ ἀμάρυγμα, καὶ ἀμαρυγάς· ση‐ μαίνει τὰς τῶν ὀφθαλμῶν ἐκλάμψεις. Χαρίτων ἀμαρύγματ’ ἔχουσα, Ἡσίοδος. Σημαίνει δὲ καὶ τὰς τοῦ μετώπου ῥυτί‐ δας, αἵτινες εἴρηνται διὰ τὸ ἀμαυρὸν ἀλαμπεῖς εἶναι
35καὶ ἀμυδραί. Ἢ παρὰ τὸ ἀμάραις ἐοικέναι, ὀχε‐
35τοῖς. Ὡς γὰρ ἐκεῖναι τὸ ὕδωρ, οὕτω καὶ αὗται τὸν
35ἱδρῶτα μετάγουσιν ἐπὶ τὰ παρ’ ἑκάτερα μέρη τῆς κεφαλῆς. Αἱ δὲ ἐκλάμψεις εἴρηνται παρὰ τὸ μαίρω τὸ λάμπω· ἐξ οὗ τὸ μαρμαίρω, καὶ μαρ‐ μαρυγὴ, καὶ μάρμαρον· Μάρων κύριον ὄνομα. Ἐκ
τοῦ μαρῶ μέλλοντος, μαρύσσω, ἀμάρα, καὶ ἀμά‐
40ρυγμα· ἢ μαρυγμαὶ, ἀμαρυγμὴ, καὶ ἀμάρυγμα. Μεθόδιος. Ἀμάρυνθος: Πόλις Εὐβοίας. Ὠνόμασται δὲ ἀπὸ Ἀμαράνθου βασιλέως· ἢ, ὥς τινες, ἀπὸ τοῦ μὴ μαραίνεσθαι τὸν τόπον. Σύνδενδρος γάρ.
45Ἀμαραντός: Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικὰ,
45 Ἔνθα δὴ ἠπείροιο Κυταΐδος ἠδ’ Ἀμαραντῶν. κύτος πόλις τῆς Κολχίδος. Ἔστι καὶ ἑτέρα Κύτα τῆς Εὐρώπης, κατὰ ἀρχὴν τοῦ εἴσπλου τοῦ Πόντου· ἐκεῖθεν δὲ τὴν ἀρχὴν λαμβάνει. Λέγεται δὲ οὕτως ὀνομαστικῶς. Ὅθεν Κυταΐδα τὴν Μηδείαν λέγουσιν.

77

(50)

ἀμαραντὸς, πόλις ἐν τῷ Πόντῳ. Ὡς δὲ ἔνιοι, ὄρη τῆς Κολχίδος, ἐξ ὧν καταφέρεται ὁ Φάσις ποταμὸς, ὃς φέρεται ἀπὸ Ἀρμενίων ὀρῶν εἰς Κόλχους κατὰ θάλασσαν. Τὸ δὲ Ἀμαραντῶν ἐνταῦθα ἐπὶ τῶν ὀρέων περισπᾶται ὡς κύριον· καὶ τὰ Ἀμαραντὰ ὀξύ‐
55νεται. Λέγεται δὲ πρὸς διάφορον σημαινόμενον τοῦ
55ἀμάραντα σώματα. Δῆλον οὕτω λέγεται ἐπὶ ἀμα‐ ράντων σωμάτων. Ἁμαρτίνους: Παρὰ τὸ ἁμαρτῶ ἁμαρτίνους·

78

σημαίνει δὲ τὸν ἡμαρτημένον κατὰ τὸν νοῦν· ὡς οἰδῶ, Οἰδίπους. Τὰ παρὰ τὸ ἁμαρτῶ συντιθέμενα καὶ διὰ τοῦ ο καὶ διὰ τοῦ ι γράφονται. Ζήτει εἰς τὸ δαΐφρων.
5Ἁμαρτοεπής: Ὁ ἁμαρτάνων ἐν τῷ λέγειν,
5ἤγουν φλύαρος. Ἡ μεταφορὰ ἀπὸ τῶν ἁμαρτα‐ νόντων τῆς ὁδοῦ. Ἁμαρτωλός: Παρὰ τὸ ἁμαρτῶ ἁμαρτήσω, ἁμαρτηλὸς καὶ ἁμαρτωλὸς, αἰμύλος, πανοῦργος, μοχθηρός· καὶ ἁμαρτωλία, ὃ [καὶ ἁμαρτία,] καὶ
10ἁμάρτημα.
10Ἁμαρτία: Κυρίως ἡ ἀποτυχία. Παρὰ τὸ
10μάρπτω ἁμαρπτία· καὶ ἐλλείψει τοῦ π, ἁμαρτία, ἡ ὃ βούλεται μὴ μάρπτουσα, ὅ ἐστιν ἀποτελοῦσα. Ἔνθεν καὶ μάρτυς, ὁ μάρψας καὶ εἰδὼς τὸ ἀληθές. Ἢ ἀπαρτία παρὰ τὸ ἀρτῶ σημαῖνον τὸ ἁρμόζω, πόρρω οὖσα τοῦ συνηρμόσθαι ὃ βούλεται· τῆς ἀπὸ
15προθέσεως τὸ ἄποθεν δηλούσης.
15ἁμαρτῶ καὶ ἁμαρτάνω· ἐκ τοῦ ἁμαρτῶ τὸ ἀποτυγχάνω, ὡς ἥδω, ἁνδάνω· ἀπὸ τοῦ μάρπτω τὸ καταλαμβάνω. Ἁμαρτῶ οὖν, τὸ οὐ καταλαμβάνω. Ἀλλ’ ὅγε καὶ τόθ’ ἅμαρτε. Καὶ ἁμαρτῆσαι, τὸ ἀτυχῆσαι, στερηθῆναι· καὶ
20ἁμαρτήσεσθαι, ἀδικήσεσθαι, βλαβῆναι.
20 Ἁμαρτῆι: Ἐπίρρημα, σημαίνει τὸ ὁμοῦ, καὶ κατὰ τὸ αὐτό. Καὶ ὁ μὲν Ἀρίσταρχος ἐκ τοῦ ἁμαρτήδην λέγει κατὰ ἀποκοπήν· καὶ ὀξύνεται· ὁ δὲ Ἡρωδιανὸς, ἐκ τοῦ ἅμα καὶ τοῦ ἀρτῶ. Καὶ γίνεται ἀπὸ ἀμφοτέρων ἐπίρρημα ἁμαρτῇ, καὶ ὁμαρτῇ.
25Ζήτει εἰς τὸ ὁμαρτῆι.
25 Διατί λέγονται μεσότητος ἐπιρρήματα; Ἐπειδὴ μέσον ἀρσενικοῦ καὶ οὐδετέρου κεῖνται. Ζήτει εἰς τὸν ὄφιν.
Δεῖ γινώσκειν ὅτι σὺν τῷ ι γράφεται. Τὰ γὰρ εἰς η λήγοντα ἐπιρρήματα ἔχουσι τὸ ι προσγεγραμ‐
30μένον· οἷον, ἄλλῃ, πάντῃ, κρυφῇ, σπουδῇ, εἰκῇ, ὅπῃ,
30πῇ. Εἰσὶ δέ τινα εἰς η λήγοντα ἐπιρρήματα μὴ ἔχοντα τὸ ι· οἷον, Ἧ θέμις, ἀντὶ τοῦ ὡς· Ἡ νέος οὐκ ἀπάλαμνος,
35ὡς νέος σημαίνει· μὴ, νὴ, δὴ, ἰή· (ἔστι δὲ σχετλια‐
35στικὸν ἐπίρρημα, καὶ θαυμαστικόν·) ὠή· (ἔστι κλητι‐
35κὸν ἐπίρρημα·) καὶ ἰωὴ, (σχετλιαστικὸν ἐπίρρημα·)
35καὶ τὸ ἤδη, καὶ τὸ νῦν δὴ, (ὃ σημαίνει τὸ ἀρτίως. Τοῦτο δὲ τὸ νῦν δὴ οὐκ ἀνέχεται τὰς συντάξεις τοῦ νῦν. Τὸ μὲν γὰρ νῦν συντάσσεται ἐπὶ τῶν τριῶν χρόνων· νῦν γράφω, νῦν γράψω, νῦν ἔγραψα· τὸ δὲ νῦν δὴ, παρῳχημένῳ μόνῳ συντάσσεται, ὡς παρὰ τῷ
40ποιητῇ, οἷον,
40Νῦν δή τοι ξυμβλήμενος ἐγγὺς ὁδίτης.)
40καὶ τὸ βῆ, ὅπερ περισπᾶται, τῶν ἄλλων τῶν μὴ ἐχόντων τὸ ι μὴ περισπωμένων. Ἔστι δὲ μίμημα Φωνῆς προβάτου. Ἔστι δὲ καὶ τὸ ἀκαρῆ· σημαίνει δὲ τὸ ἐν ὀλίγῳ χρόνῳ. Λέγει δὲ ὁ τεχνικὸς τὸ ἡσυχῇ, καὶ ἄλλῃ, καὶ τὰ τοιαῦτα, διὰ τοῦτο σὺν τῷ
45ι γράφεσθαι, ἐπειδὴ ἀπὸ δοτικῆς γέγονεν. Ὅτι γὰρ ἀπὸ δοτικῆς γέγονε, δηλοῖ τὸ ταύτῃ. Ἔστι γὰρ αὕτη ἡ εὐθεῖα· ἡ γενικὴ, ταύτης· καὶ ἡ δοτικὴ, ταύτῃ. Εἰ ἄρα οὖν λέγομεν Ταύτῃ ἀπέλθωμεν, καὶ οὐ λέγομεν Αὐτῃ ἀπέλθωμεν, δῆλον ὅτι ἀπὸ δοτικῆς

78

(50)

γέγονεν. Εἰ δὲ τοῦτο ἀπὸ δοτικῆς γέγονε, δῆλον

78

(50)

ὅτι καὶ τὰ ἄλλα τὰ ἔχοντα τὸ ι ἀπὸ δοτικῆς γεγό‐ νασιν. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ Ποσότητος. Ἐκ ποίων μερῶν τοῦ λόγου γίνονται τὰ ἐπιρρή‐ ματα; Ἐκ πάντων. Ἀπὸ ὀνόματος, ὡς τὸ φρόνιμος, φρονίμως· ἀπὸ ῥήματος, ὡς τὸ κρύβδω, κρύβδην·
55ἀπὸ μετοχῆς, ὡς τὸ ἐπιστάμενος, ἐπισταμένως· ἀπὸ ἄρθρου, ὡς τὸ ὃς, ὥς· ἀπὸ ἀντωνυμίας, ὡς τὸ οὗτος, οὕτως· ἀπὸ προθέσεως, ὡς τὸ ἀνὰ, ἄνω· κατὰ, κάτω·

79

ἀπὸ ἐπιρρήματος, ὡς τὸ ἐγγὺς, ἐγγυτέρως· ἀπὸ συνδέσμου, ὡς τὸ καθὰ, καθώς. Ἐκ πόσων πτώ‐ σεων γίνονται τὰ ἐπιρρήματα; Ἐκ πασῶν. Ἀπὸ εὐθείας, ὡς τὸ, ὁ πρόφρων·
5Πρόφρων νῦν Δαναοῖσι Ποσειδάων ἐπάμυνον.
5Ἀπὸ γενικῆς, ὡς τὸ προῖξ προικός· Ἕνα προικὸς χαρίσασθαι. Ἀπὸ δοτικῆς, ὡς τὸ ἡ ἰδία, τῆς ἰδίας, τῇ ἰδίᾳ· Ἰδίᾳ ἦλθον· δημοσίᾳ ἐλάλησα. Ἀπὸ αἰτιατικῆς, ὡς τὸ, ἡ ἀπριάτη, τῆς ἀπριάτης,
10τῇ ἀπριάτῃ, τὴν ἀπριάτην·
10Ἀπριάτην ἀνάποινον.
10Καὶ ἡ πέρα, τῆς πέρας, τῇ πέρα, τὴν πέραν· Πέραν τοῦ χειμάρρου τῶν Κέδρων. Καὶ ἀπὸ κλητικῆς, ὡς τὸ Ἡράκλεις παρὰ Λουκιανῷ.
Ἢ ἀπὸ κλητικῆς χωρεῖ εἰς ἐπιρρηματικὴν σύνταξιν· οἷον ὤ. Τοῦτο γὰρ, ἡνίκα θαυμαστικὸν λαμβάνεται,
15βαρύνεται, καὶ χωρεῖ εἰς ἐπιρρηματικὴν σύνταξιν·
15οἷον, ὢ Ἡρακλῆς. Ἄμαστρις: Πόλις Παφλαγονίας, ἡ πρότερον Κρώμνα. Ὅμηρος, Κρώμναν τ’ Αἰγιαλόν τε. Ἐκλήθη δὲ Ἄμαστρις ἀπὸ γυναικὸς Περσίδος
20Ἀμάστριδος, θυγατρὸς Ὀξυάρθρου τοῦ ἀδελφοῦ Δα‐
20ρείου· ὅπερ ὁ Στράβων Ἀμάστρεως κλίνει· ἄλλοι δὲ, Ἀμάστριδος. Τὸ ἐθνικὸν, Ἀμαστριανὸς, ὡς Καλάτιος, Καλατιανός· καὶ Φάσις, Φασιανός· τὰ γὰρ εἰς ΝΟΣ ἐθνικὰ ἢ ἀπὸ τῶν εἰς ΟΣ εὐθειῶν γίνον‐ ται, ὡς Βάκτριος, Βακτριανός· ἢ ἀπὸ τῶν εἰς ΩΣ
25γενικῶν, ὡς τοῦτο· ἢ ἀπὸ τῶν διὰ τοῦ ΙΑ θηλυκῶν, ὡς Ὀλβία, Ὀλβιανός· Ἀσία, Ἀσιανός· καὶ Ἀμαστριανὴ γῆ. Ἁμάς: ῎Υμμιν ἔγωγε
30μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς.
30Τὸ ἁμὰς ἐκτείνεται κατὰ τὸ τέλος. Ἔστι τοίνυν
30ἁμετέρας, καὶ κατὰ συγκοπὴν ἁμὰς, ἡμετέρας, Δω‐ ρικῶς. Ἁματροχιά: Παρ’ Ὁμήρῳ ἡ τῶν τροχῶν σύγ‐ κρουσις, παρὰ τοῖς νεωτέροις δὲ ὁ τῶν τροχῶν ἐν γῇ τύπος. Ἁματροχιὰ ἐστὶ τὸ ἅμα τρέχειν καὶ μὴ
35ἀπολείπεσθαι, οἷον ὁμοδρομία τὶς οὖσα· τροχοὺς γὰρ
35τοὺς δρόμους ἔλεγον. Ὀξύνεται δὲ ὡς φυταλιά· καὶ δασύνεται ἡ ἄρχουσα. Ἁματροχία ἡ εἰς ταυτὸ συνδρομὴ τῶν ἁρμάτων· ἁματροχιὰ δὲ ἐστὶν ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς γῆς. Ζήτει τὰς χρήσεις εἰς τὸ ἁρματροχία.
40Ἀμαυρόν: Τὸ ἀλαμπὲς καὶ μὴ ὁρώμενον. Παρὰ
40τὸ μαίρω, μαρῶ· πλεονασμῷ τοῦ υ, μαυρῶ, ὡς κλαίω κλαύσω, καὶ καίω καύσω· ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα μαυρός· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀμαυρὸς, ὁ ἀλαμπής· ἢ ὁ ἅμα ταῖς αὔραις φερόμενος· ἢ ἀσθενὲς, σκοτεινόν.
45 Ἀμβαλλώμεθα: Μὴ δέ τι δηρὸν ἀμβαλλώμεθα ἔργον. Ἀναβαλλώμεθα, ὑπερτιθέμεθα. Πᾶσα πρόθεσις συγκοπὴν πάσχουσα τοῦ ἐσχάτου φωνήεντος ... καὶ

79

(50)

τὰ ἑξῆς.

79

(50)

Ἄμβατος: Ἀνάβασιν ἔχουσα ὁδὸς, ἡ πρὸς τῷ

79

(50)

τείχει αὐτῷ οὖσα ἀναβατός. Ζήτει εἰς τὸ ἱππό‐ βοτον.
Ἀμβλύς: Ὁ σίδηρος ὁ μὴ ὀξύς. Παρὰ τὸ μῶλος, ὅ ἐστιν ὁ ἐγχρονισμὸς τῆς μάχης, γίνεται μωλὺς, ὡς ἵππος ἱππύς· καὶ κατὰ στέρησιν ἀμωλὺς,
55ὁ μὴ ἐπὶ μῶλον (ὅ ἐστι τὸν πόλεμον) ἐπιτήδειος·
55συγκοπῇ, καὶ πλεονασμῷ τοῦ β, ἀμβλὺς, βαρύς. Ἀμβλυωπία: Ἐκ τοῦ ἀμβλυωπὸς, ἀμβλυωπία· τοῦτο ἐκ τοῦ ἀμβλὺ, ὃ σημαίνει τὸ ἀσθενὲς, καὶ τὸ

80

ὢψ ὠπὸς, οἱονεὶ ὁ μὴ καθαρὸν φῶς ἔχων, ἀλλ’ ἀσθενές· καὶ ἀμβλυώττειν, τὸ μὴ ὀξυδορκεῖν· Ἀττικῶς [δὲ] τὸ τυφλώττειν καὶ βαρύνεσθαι τοὺς ὀφθαλμούς· ἀπὸ τοῦ ἀμβλὺς, καὶ τοῦ ὄσσω τὸ
5βλέπω, παρὰ τὸ ἀμβλεῖς ἔχειν τοὺς ὄσσους, ἀμ‐ βλυώσσω, καὶ Ἀττικῶς ἀμβλυώττω. Ἀμβλῶσαι: Τὸ ἀτελὲς βρέφος ἀποβαλεῖν· καὶ τὰ πρὸς τοῦτο φάρμακα ἀμβλωθρίδια καλοῦσιν οἱ ἰατροί. Ἀριστοφάνης,
10Καὶ φροντίδ’ ἐξήμβλωκας ἐξηυρημένην.
10Ἀπὸ μεταφορᾶς τῶν ἀμπέλων. Ὁπότε γὰρ αὗται τοὺς λεγομένους ὀφθαλμοὺς ἀποκαυθεῖεν, λέγουσιν αὐτὰς ἀμβλυώττειν· ἀντὶ τοῦ, οὐ τελεσφοροῦσι καρπόν. Καὶ ἐπὶ τῶν γυναικῶν τῶν ἀτελῆ τὰ βρέφη ἐκβαλουσῶν λέγεται ἀμβλυώττειν, καὶ κατὰ συγκο‐
15πὴν ἀμβλώττειν. Ἢ ἐκ τοῦ ἀμαλῆσαι, ὃ ἔστι τὴν γονὴν ἀφανίσαι, ἀμβλῆσαι· καὶ τροπῇ τοῦ η εἰς ω, ἀμβλῶσαι. Εἰς τὸ ἐξαμβλῶσαι. Ἀμβλωθρίδια: Τὰ ἐξημβλωμένα ἔμβρυα. Ἀμβιοῖ: Ἀναπνεῖ, ἀναζῇ.
20Ἄμβικον: Χύτραν, κάδον.
20Ἀμβλήδην γοόωσα: Ἀναφέρουσα ἀθρόως τὸ
20πνεῦμα, ἀναβολάδην, ἀπὸ προοιμίου. Ἀμβολάδην: Ἀναβάλλων· ἢ ἐξ ὑποβολῆς. Ἀμβολαὶ γὰρ διαναβολαί· ἀρχὴ καὶ προοίμιον, παρὰ τοῖς μουσικοῖς. Ἀμβολιεργός:
25 Αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει. Ὁ ἀναβαλλόμενος τὸ ἔργον. Ἄμβροτοι: Διότι ἀθάνατοι οἱ θεοὶ, τῷ ἄμοιροι εἶναι βροτοῦ, ὅ ἐστιν αἵματος. Ἄμβροτον: Ἀθάνατον, οὗ βροτοὶ οὐχ ἅπτονται,
30αἰδοῖον, ἡδὺ, λαμπρὸν, εὐῶδες, καλόν. Καὶ ἄμ‐
30βροτα, κεκρυμμένα. Ἀμβρόσιος ὕπνος: Θεῖος, θαυμαστὸς, οὗ οὐχ οἷόν τε βροτοὺς ἅψασθαι. Ἢ ὁ ὑγρός· ὑγρὸς γάρ ἐστιν ὁ ὕπνος· οἷον,
Νήδυμος ἀμφιχυθείς.
35Καὶ ἀμβρόσιος οὖν διὰ τοῦτο λέγεται ὁ ὑγρός.
35Οὕτως Ὦρος. Ὁ δὲ Θεόγνωστος γράφει τὸ ΣΙ, δί‐ φθογγον· σημαίνει δὲ τὸν εὐδαίμονα. Τὰ γὰρ διὰ τοῦ ΣΙΟΣ γινόμενα ἅπαντα, πλὴν τῶν μετουσιαστι‐ κῶν, διὰ τοῦ ι γράφονται· οἷον διπλάσιος, ἀσπάσιος, ταράσιος, ἀμβρόσιος, ἱκέσιος, Ἐφέσιος, ἀνάρσιος,
40Συρακόσσιος, (οὕτω γὰρ Ἡρωδιανὸς ἐν τῷ καθόλου
40διὰ δύο ΣΣ γράφει τὸ ὄνομα,) διαπρύσιος· ὁμοίως δὲ καὶ τὰ ἐπ’ ἀριθμῷ τασσόμενα· οἷον διακόσιοι, τρια‐ κόσιοι. Εἶπον, “μὴ σημαίνοντα μέρος (σωματικὸν) ἢ μετουσίαν,” δηλονότι διὰ τὸ ὕειος κάρα, καὶ χρύ‐ σειος σταυρός.
45Ἄλλως· τὰ διὰ τοῦ ΙΟΣ κτητικὰ, ἀπὸ πρωτοτύ‐
45πων τῶν εἰς ΤΟΣ γινόμενα, εἰ μὲν μεταβάλλει τὸ τ εἰς ς, διὰ τοῦ ι γράφεται· οἷον ἀκήρατος, ἀκηρά‐ σιος· ἄμβροτος, ἀμβρόσιος· εἰ δὲ φυλάττει τὸ τ, διὰ τῆς ΕΙ διφθόγγου· Ἀρχέστρατος, Ἀρχεστρά‐ τειος· Καλλίστρατος, Καλλιστράτειος· χωρὶς εἰ μὴ

80

(50)

ὦσιν ἐθνικὰ, ὡς τὸ Βοιωτὸς, Βοιώτιος· καὶ Αἴγυπτος,

80

(50)

Αἰγύπτιος. Γίνεται δὲ παρὰ τὸ ἄβροτος· τοῦτο παρὰ τὸ βροτὸς μετὰ τοῦ στερητικοῦ α καὶ πλεο‐ νασμῷ γίνεται ἄνβροτος· καὶ τρέπεται τὸ ν εἰς μ. Τὸ θηλυκὸν, ἡ ἀμβροσία· καὶ σημαίνει τὴν ἀθανα‐ σίαν. Ἀμβροσία δὲ, ἡ ὄντως σοφία θεοῦ.
55Ἀμβροσία, θεία τροφὴ, ἧς βροτοὶ οὐ μετέχουσιν·
55ἢ ἧς οὐχ οἷόντε βροτὸν ἅψασθαι. Ἔστιν οὖν βρόσις βροσία, καὶ κατὰ στέρησιν καὶ πλεονασμῷ τοῦ μ, ἀμβροσία. Καὶ Ἀμβρόσιαι χαῖται· καὶ,
60Ἀμβροσίην διὰ νύκτα,

81

διὰ τῆς θείας νυκτός. Ὧδε τὴν θείαν σημαίνει. Σημαίνει δὲ καὶ τὸ τῶν θεῶν βρῶμα. Ἀμβρακία: Πόλις Ἠπείρου· ἀφ’ ἧς ἐκλήθη ἡ χώρα Ἀμβρακία.
5 Ἤδη μὲν ποτὶ κόλπον ἐπώνυμον Ἀμβρακιήων. Ἀπολλώνιος. Ἄμβη: Τὸ χεῖλος τῆς λοπάδος, παρὰ τὸ ἐν ἀναβάσει εἶναι. Ἄμβων: Κυρίως τὸ χεῖλος τῆς λοπάδος, παρὰ
10τὸ ἐν ἀναβάσει εἶναι· οἷον,
10 Πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας· Λέγονται δὲ καὶ οἱ ὀρεινοὶ καὶ ὑψηλοὶ τόποι· οἷον, Ἐπ’ οὔρεος ἀμβώνεσσι. Παρὰ τὸ βῶ βὼν, ὡς γηρυῶ Γηρυὼν, καὶ ἀναβὼν, καὶ συγκοπῇ ἄμβων· καὶ καθόλου προσανάβασις καὶ
15ὑπεροχὴ καὶ ὄρους λόφος.
15 Ἀμβωμοῖσιν: Ἀντὶ τοῦ, περὶ τοῖς βωμοῖς. Χρύσιππος ὑφ’ ἓν προφέρει, ὁ μέντοι Ἀρίσταρχος βʹ μέρη λόγου, καὶ προπερισπᾷ. Λέγει γοὖν καὶ ἀλλαχοῦ, Χρύσειοι δ’ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν.
20Χρὴ γινώσκειν ὅτι διὰ τοῦ μ γράφει, κἂν παράθεσις
20ᾖ, ὁμοίως τῷ
20Ἀμφόνον ἀννέκυας.
20 Ἀμέλγω: Παρὰ τὸ ἅμα ἕλκειν. Ἀμέλει: Τοιγαροῦν, δηλαδὴ, πάντως. Ἐπίρ‐ ρημα γάρ ἐστι συγκατάθεσιν δηλοῦν. Ἀμέγαρτος: Ποτὲ μὲν δηλοῖ τὸ εὐτελὲς καὶ μὴ ἄξιον φθόνου· οἷον,
25Ἀμέγαρτε συβώτα.
25Ἐν τῷ συβωτεῖν ἀνεπιφθόνητε, ἄξιε συφορβεῖν· κατὰ στέρησιν τοῦ α. Παρὰ τὸ μεγαίρω τὸ φθονῶ, μεγαρτὸς, καὶ ἀμέγαρτος, ὁ μὴ φθόνου ἄξιος· φθόνος γὰρ τοῖς εὐτελέσιν οὐ προσγίνεται.
28 Πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει· Σοφοκλῆς. Δηλοῖ δὲ καὶ τὸ πολύ· ὡς τὸ,
30Πόνον δ’ ἀμέγαρτον ὄφελλεν.
30Κατ’ ἐπίτασιν τοῦ α· ἵν’ ᾖ ἀμέγαρτον τὸν πολλοῦ φθόνου ἄξιον· τὰ γὰρ μεγάλα φθονεῖται, τὰ δ’ εὐτελῆ, οὔ. Ἀμοιβή: Ἡ μεταλλαγὴ καὶ πόρευσις· καὶ ἀμείβοντας, τοὺς ξυλίνους ἀντιστάτας ἐν ταῖς
35οἰκοδομίαις, δοκοὺς, στύλους.
35 Ἀμείβειν: Τιμᾶν· καὶ ἄμειβον, ἤλλασσον· καὶ ἀμείβεται, παραιτεῖται. Ἀμείβεσθαι: Ἀντὶ τοῦ ἀποκρίνεσθαι, ἐναλ‐ λάσσειν, διέρχεσθαι, καὶ τὸ ἐν μέρει τὶ ποιεῖν. Ἀμειψικόσμη: Ἡ μετακόσμησις.
40 Ἀμειψιρυσμεῖν: Μεταμορφοῦσθαι. Ἀμένης: Σημαίνει τὸν παῖδα, παρὰ τὸ μὴ ἔχειν μένος· καὶ κλίνεται ἀμένητος, ὥσπερ Ἀμέλης Ἀμέλητος, ὄνομα ποταμοῦ. Εἰσὶ τινὰ εἰς ΗΣ ὑπὲρ βʹ συλλαβὰς, ἔχοντα πρὸ τοῦ η ἀμετάβολον, καὶ
45πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μήτε τὸ η, μήτε τὸ ι, μήτε τὸ υ, μήτε τὸ ω, ἅτινα διὰ τοῦ ΤΟΣ κλίνεται· Ἐπιάλης Ἐπιάλητος· Ἀκέλης Ἀκέλητος, ὄνομα
ποταμοῦ· κέλης, κέλητος· ὑπέρης, ὑπέρητος. Πρόσ‐ κειται, μήτε τὸ η, μήτε τὸ ι, καὶ ἑξῆς· ἐπειδὴ

81

(50)

ταῦτα εἰς ΟΥ ἔχει τὴν γενικὴν, Αἰσχίνης, Αἰσχίνου·

81

(50)

Μηριόνης, Μηριόνου· Κεβριόνης, Κεβριόνου· τελώ‐ νης, τελώνου. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸν εʹ κανόνα τῶν ἀρσενικῶν. Ἀμενηνός: Παρὰ τὸ μένος ἄμενος, καὶ πλεο‐ νασμῷ τῆς ΝΗ συλλαβῆς, ἀμενηνός· ἢ παρὰ τὸ
55μένω μενηνὸς, ὡς πέτω πετηνός· καὶ ἀμενηνὸς, ὁ ἀσθενὴς, λεπτὸς, μάταιος· ἐξ οὗ καὶ ῥῆμα, Ἀμενήνωσε δέ οἱ αἰχμήν. Ἀσθενῆ ἐποίησεν· ἀντὶ τοῦ ἀνέκαμψεν.

82

Ἀμέρδω: Ἰλιάδος νʹ, Ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη, ἐστέρισκεν, ἠμαύρου. Κυρίως τὸ μέρους στερῶ·
5καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ στεροῦμαι· οἷον,
5Ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι.
5Ὥσπερ παρὰ τὸ σκαίρω σκαρῶ γίνεται σκαρίζω, καὶ εἴρω ἐρῶ ἐρίζω· οὕτω καὶ παρὰ τὸ μείρω μερῶ γίνεται μερίζω, καὶ κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ ζ εἰς δ, μέρδω· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀμέρδω. Μείρω μερῶ, Αἰολικῶς μέρσω, ὡς φθείρω φθερῶ
10φθέρσω, καὶ κείρω κερῶ κέρσω· καὶ ἀμέρσω ἐξ αὐτοῦ. Ἀμεύσιμον: Ἀμεύω τὸ πορεύομαι. Παρὰ τὸ ἅμα καὶ τὸ σεύω. Ἢ παρὰ τὸ νεύω νεύσιμος, καὶ ἀνεύσιμος, τοῦ α ἢ ὁμοῦ ἢ πλεονασμὸν δηλοῦντος,
15τροπῇ τοῦ ν εἰς μ· οἷον,
15Ὅπῃ καὶ ἀμεύσιμον.
15Τουτέστι πορεύσιμον. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυ‐ τικά. Καὶ ἀμευσιεπὴς, διαλλάσσουσα καὶ ἀμει‐ βομένη τοῖς λόγοις. Ἀμείβω: Τὸ α βραχύ· τὸ α πρὸ τοῦ β ἢ μ συστέλλεται. Σημαίνει δὲ τρία· τὸ λόγον ἀποδί‐
20δωμι, καὶ τὸ ἐναλλάσσειν, καὶ τὸ κατὰ μέρος·
20 Οἱ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον. Ἀμειδής: Ἀμειδεῖς τε καὶ στυγνοί. Ἐν βάθει βουλευομένοις ὅμοιοι, σκυθρωποί. Σημαίνει δὲ καὶ ἀγέλαστοι, ἢ ἀχάριστοι· ἀπὸ τοῦ μειδῶ, ἢ
25μειδιῶ· τοῦτο παρὰ τὸ ἥδω τὸ εὐφραίνομαι, Βοιωτικῇ
25τροπῇ τοῦ η εἰς ΕΙ δίφθογγον, καὶ πλεονασμῷ τοῦ μ, μειδῶ καὶ μειδιῶ· τὸ γὰρ ἐπὶ τοῦ βουλεύομαι διὰ τοῦ η γράφεται καὶ βαρύνεται· παρὰ γὰρ τὸ ἅδω γίνεται, ὃ σημαίνει τὸ ἀρέσκω. Ἀμείδητος:
30Ὧι ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας.
30Τὰς φρικτὰς, ἐν αἷς οὐκ ἔστι μειδιάσαι, οὐδὲ γε‐
30λάσαι· ἢ ὅτι φοβεραὶ εἰσὶ καὶ σκοτειναί. Ἁγίας δὲ τὰς ἁγνὰς, διὰ τὸ ἐν αὐταῖς ἄγεσθαι τὰ μυστή‐ ρια. Ἀπολλώνιος.
Ἀμείλιχος, ἀμείλικτος: Ἀσυμπαθὴς, ἀπη‐ νής· ἀπὸ τοῦ μειλίσσω· τοῦτο ἀπὸ μεταφορᾶς τοῦ
35μέλιτος μελίσσω, καὶ πλεονασμῷ τοῦ ι, μειλίσσω,
35μειλικτὸς, καὶ ἀμείλικτος, ὁ ἀσυμπάθητος, καὶ ἀδυσώπητος, καὶ σκληρός. Ἀμείνων: Παρὰ τὸ μέρος μερίων· ἐκβολῇ τοῦ ρ καὶ συναιρέσει, μείων, καὶ ἀμείων· καὶ πλεονασμῷ τοῦ ν, ἀμείνων, ὁ μὴ ἐλάσσων τινός. Ἢ παρὰ τὸ
40μένω, γέγονεν ἀμένων· καὶ πλεονασμῷ τοῦ ι, ἀμεί‐ νων, τουτέστιν ὁ μὴ μένων, ἀλλ’ ὑπὸ πάντων αἰρό‐ μενος· τὸν γὰρ κρείττονα πάντες αἴρουσιν. Ἀμείνω: Κλέπτῃ δέ τε νυκτὸς ἀμείνω.
45Ἀμείνω χωρὶς τοῦ ν καὶ τοῦ ι, αἰτιατικὴ γένους
45θηλυκοῦ. Ἔστι γὰρ ἀμείνονα, καὶ ἀμείνοα, καὶ κατὰ κρᾶσιν ἀμείνω, ὡς ἐλάσσονα ἐλάσσοα ἐλάσσω, βελτίονα βελτίοα καὶ βελτίω. Τὸ δὲ ἀμείνῳ μετὰ τοῦ ι ἔστι δοτικὴ, ἀπὸ τῆς ἡ ἀμείνως, τῆς ἀμείνω.

82

(50)

Ἀμεινόνως: Βελτιόνως.

82

(50)

Ἀμείνασις: Ἡδύοσμον ὑπὸ Περγαίων. Ἀμεινίας: Παρὰ τὸ ἀμείνων ἀμείνονος, Ἀμει‐ νονίας, καὶ Ἀμεινίας, ὄνομα κύριον. Ἢ παρὰ τὸ μένος μενίας, καὶ ἀμεινίας κατὰ στέρησιν, οἱονεὶ ἀπρόθυμος καὶ ἀόργητος.
55 Ἄμη: Τὸ γεωργικὸν ἢ οἰκοδομικὸν ἐργαλεῖον. Παρὰ τὸ ἅμα γέγονεν ἅμη, τὸ ἅμα καὶ ὑφ’ ἓν ἕλκον
58πολλά. Δύναται δὲ καὶ ἀπὸ τοῦ ἀμᾶν, ὅ ἐστι κόπτειν καὶ θερίζειν.

83

Ἀμητῆρες: Θερισταί· παρὰ τὸ ἀμᾶν. Ἀμήτειρα καὶ Ἀμησάμενοι: Τεμόντες, συνα‐ γαγόντες, καὶ ἐπαντλησάμενοι· καὶ συναμησά‐ μενος, σωρεύσας, συνάξας, ἢ θερίσας· ἀπὸ τοῦ
5ἀμῶ. Τοῦτο παρὰ τὸ ἅμα καὶ τὸ ἕω τὸ πορεύομαι. Καὶ ἀμᾶσθαι, τὸ ἐφέλκεσθαι τὴν γῆν, ἢ ἄλλό τι λαμβάνειν πρὸς ἑαυτόν. Ἀμητός: Ἐκ τοῦ ἀμῶ τὸ θερίζω, βʹ συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἀμήσω· καὶ ἐξ αὐτοῦ
10ἀμητός. Διαφέρει δὲ ἄμητος καὶ ἀμητός. Ἄμητος
10γὰρ, ὁ καιρὸς τοῦ θέρους· ἀμητὸς δὲ, ὁ θερισμὸς, οἱονεὶ αὐτὸς ὁ ἀμώμενος καρπός. [Τὸ α, μακρόν· τὸ α πρὸ τοῦ μ καὶ β συστέλλεται· σεσημείωται τὸ ἀμητὸς, καὶ ἀμῶ.] Ἀμήτωρ: Κακομήτωρ.
15 Ἀμήτορας: Κιθαριστάς· Κρῆτες. Ἀμήρυτον: Τὸ ἀτέλεστον· ἀπὸ μεταφορᾶς τῶν ἀπὸ τῶν ἐρίων μηρυμάτων, μήρυτον, καὶ ἀμή‐ ρυτον. Ἄμηρον: Νέον· οἷον, τὸ Ἄμηρον οὐδετέρως
20ἔστιν ὄνομα ὄρους. Καὶ ἄμηροι, οἱ ὅμηροι.
20Ἄμης: Ποιός τις πλακοῦς. Ἀριστοφάνης, Ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί.
Ἀπὸ τοῦ ἐξαμᾶσθαι αὐτὸν σπουδῇ ὑφ’ ἡδονῆς, ὡς μέλιτι καταρδόμενον. Ἢ παρὰ τὸ πολλῶν ἅμα εἰς αὐτὸν ἀναγομένων καὶ ἐμβαλλομένων εἰς τὴν κατα‐
25σκευὴν αὐτοῦ.
25 Ἀμήχανα: Πρὸς ἃ οὐκ ἔστι [τὶς] μηγανὴν εὑρεῖν· ἐξ οὗ δεινὰ καὶ χαλεπά. Δηλοῖ δὲ καὶ τὸν ἄτεχνον, καὶ τὸν ἄπορον μηχανῆς. Ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη. Ἰστέον ὅτι δύο σημαίνει ἡ λέξις, ἢ τὸν μὴ δυνάμενον
30μηχανὴν εὑρεῖν, ἢ πρὸς ὃν οὐκ ἔστι μηχανήσασθαι· ὅπερ καὶ ἐνταῦθα λέγεται. Καὶ ἀμηχανίη, ἀπορία. Δηλοῖ καὶ ἄβουλον, ἀπρόσκοπον, ἐνδεῆ. Ἀμίς: Οὐροδόχον ἀγγεῖον. Ἀριστοφάνης, Εἶτ’ ᾔτησεν ἀμίδα.
35Παρὰ τὸ ὀμιχῶ τὸ οὐρῶ, ὀμὶς, καὶ ἀμὶς, ὡς ὀκριόεις,
35ἀκριόεις. Ἢ παρωνόμασται ὑποκοριστικῶς, ἄμη, ἀμὶς, ὡς σκάφη σκαφίς. Καὶ ἀμίξαι, οὐρῆσαι· καὶ ἄμιον, σκύφος ἀργυροῦν. Ἀμία: Ἰχθῦς, ὡς φησὶν Ἀριστοτέλης, τῶν καρχα‐ ροδόντων καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων.
40Χολὴν δὲ ἔχει ἰσομήκη τῷ ἐντέρῳ, καὶ σπλῆνα.
40Παρὰ τὸ ἅμα ἰέναι τοῖς πλέουσιν. Ἔστι γὰρ συναγελαστικόν. Καὶ ἄμιος, ὁ κοῦφος. Καὶ ἅμιπποι, οἱ συντρέχοντες. Ἀμιθρῆσαι: Σιμωνίδης τὸν ἀριθμὸν ἀμιθρὸν εἶπε καθ’ ὑπέρθεσιν. Ἐκ δὲ τοῦ ἀμιθρὸς, ἀμιθρῶ
45ἀμιθρήσω ἀμιθρῆσαι, τὸ ἀριθμῆσαι. Ἢ ἀπὸ τοῦ
45ἀριθμῆσαι κατὰ μετάθεσιν τῶν στοιχείων, ὡς πίτυ‐ λος τύπιλος. Ἀμίστυλλον ταῦρον: Σημαίνει δὲ τὸν μὴ κεκομμένον, ἀδιάκοπον. Ἀμίσαλλον: Οἷον,

83

(50)

Ἀμίσαλλοί τε γέροντες.

83

(50)

Κατ’ ἔνδειαν τοῦ γ. Ἀμίσγαλλος, ὁ δυσάρεστος, ὁ μὴ ἄλλῳ μισγόμενος· ἢ ἑτεροῖον καὶ ἐξηλλαγμένον. Ἀμιτροχίτωνας: Ἀζώστους, ἢ μίτρᾳ καὶ θώ‐ ρακι μὴ χρωμένους, ἀδετοχίτωνας. Μίτραι γὰρ ζῶναι χαλκαῖ πρὸ τῶν αἰδοίων.
55 Ἀμιχθαλόεσσαν: Τὴν ἀπρόσμικτον οὖσαν τῇ γῇ θάλασσαν σημαίνει, διὰ τὸ μὴ ἔχειν λιμένα· οἷον, Καὶ Λῆμνον ἀμιχθαλόεσσαν.

84

Παρὰ τὸ ἄμικτος ἀμικτόεις, ὡς βροτὸς βροτόεις· καὶ τροπῇ τοῦ κ εἰς χ, ἀμιχθόεις· καὶ τὸ θηλυκὸν, ἀμιχθόεσσα, ὡς αὐδήεις αὐδήεσσα· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς ἀμιχθαλόεσσα. Ἢ διὰ τὸ τῶν
5οἰκούντων ἀπρόσιτον καὶ ἀνήμερον, ὥς φησιν Ὅμηρος, Οἴχεται εἰς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους. Οὕτως Ὦρος. Ἡ ἀπρόσιτος καὶ ἀμιγὴς, διὰ τὸ τοὺς ἐνοικοῦντας πειρατὰς εἶναι. Ἄμμε:
10Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω.
10Οὐκ ἔστι πληθυντικοῦ, ἀλλὰ δυϊκοῦ ἀριθμοῦ. Καὶ
10τινὲς μὲν ἀπὸ τοῦ ἄμμες Αἰολικῶς πληθυντικοῦ φασὶν ἀποβολῇ τοῦ ς τὸ δυϊκὸν γίνεσθαι, ὡς Αἴαντες Αἴαντε· τινὲς δὲ ἄλλως λέγουσιν ἄμμε ἐκ τοῦ
ἡμεῖς Αἰολικῶς, ἢ Δωρικῶς. Ἄμμι:
15Ἄμμι δὲ μάντις
15εὖ εἰδὼς ἀγόρευε.
15Ἀντωνυμία δοτικῆς τῶν πληθυντικῶν. Παρὰ τρισὶ διαλέκτοις γίνεται. Οἱ Ἴωνες συστέλλουσι τὸ ι, καὶ προπερισπῶσιν, ἧμιν· οἱ δὲ Αἰολεῖς συστέλλουσι τὸ ι, καὶ βαρύνουσι, καὶ πλεονάζουσιν καὶ ἕτερον σύμφωνον, καὶ συστέλλουσι τὴν ἄρχουσαν, καὶ ψι‐
20λοῦσιν αὐτὴν, ὡς τὸ,
20Ἄμμι δὲ ἔργον
20 αὔτως ἀκράαντον. Οἱ δὲ Δωριεῖς συστέλλουσι τὸ ι καὶ ὀξύνουσιν, ἡμίν. Ἀμμά: Ἡ τροφὸς καὶ ἡ μήτηρ, κατὰ ὑποκό‐
25ρισμα. Καὶ ἡ Ῥέα δὲ λέγεται καὶ ἀμμὰς, λέγεται καὶ ἀμμία. Ἄμμορον: Δύσμορον, κακόμορον· μόρος γὰρ ὁ θάνατος. Καὶ ἀμμορίην, τὴν κακὴν μοῖραν· καὶ ἀμμόριον, ἄτιμον ἢ ἀθάνατον.
30Ἀμνός: Ὁ ἁπαλὸς καὶ τρυφερός. Ἀμνὶς
30καὶ ἀμνὸς, τὰ πρόβατα τὰ μικρά. Παρὰ τὸ μένος, μετὰ τοῦ στερητικοῦ α, ἄμενος· καὶ συγκοπῇ ἀμνὸς, οἱονεὶ ὁ ἀδύνατος. Καὶ παρωνόμασται ὑποκοριστικῶς ἀμνίς. Ἢ παρὰ τὸ μνοῦς (ὅπερ σημαίνει τὴν ἐκ γενετῆς μαλθακὴν αὐτοῦ τρίχα, ἐξ οὗ μνούδην,)
35γίνεται ἀμνὸς, οἱονεὶ ὁ ἐστερημένος τῶν νηπίων τρι‐ χῶν. Μεθόδιος. Ζήτει εἰς τὸ ἄμναμοι. Ἀμνειός: Εἴρηται εἰς τὸ ἀρνειός. Ἔστι καὶ ποταμὸς περὶ τὸ Θεμίσκυρον. Εἴρηται, ὅτι διὰ τὴν τραχύτητα μνείαν οὐκ ἔχει· μνειὸς, καὶ ἀμνειός.
40 Ἀμνίον: Ὅμηρος Ὀδυσσείας γʹ, Περσεὺς δ’ ἀμνίον εἶχε. Τὸ αἱμοδόχον ἀγγεῖον· παρὰ τὸ αἷμα αἵμνιον, τὸ τοῦ αἵματος δεκτικὸν, ἀποβολῇ τοῦ ἰῶτα. Ἄμναμοι: Οἱ ἀπόγονοι. Κυρίως δὲ παρὰ
45τὴν τῶν Κυρηναίων διάλεκτον οἱ τῶν ἀμνῶν ἀμνοὶ
45ἄμναμοι λέγονται, τουτέστι τῶν ἀρνῶν ἄρνες, πρὸ τοῦ κερατοφυῆσαι. Ἀπὸ τοῦ ἀμνὸς ἄμναμος. ἀμνὰς, παρὰ τὸ μῶ τὸ ζητῶ, κατὰ παραγωγήν. Ἀμός: Ὥσπερ ἀπὸ τοῦ σφέτερος γίνεται Δω‐ ρικῇ διαλέκτῳ σφὸς, καὶ ἀπὸ τοῦ ὑμέτερος ὑμὸς,

84

(50)

οὕτω καὶ ἀπὸ τοῦ ἁμέτερος ἁμὸς Δωρικῶς. Ἢ θέμα ἐστὶ τῆς Δωρίδος διαλέκτου. Ἀμολγῷ: Ὅμηρος, Νυκτὸς ἀμολγῷ. Τῆς ἑσπέρας, ἢ τῷ μεσονυκτίῳ, καθ’ ὃ οὐκ ἀμέλ‐
55γουσιν· ἑσπέρας γὰρ καὶ ἡμέρας εἰώθασι τοῦτο
55ποιεῖν. Ἢ ἐν καιρῷ ἐν ᾧ συμβέβηκεν ἀμέλγεσθαι
55τὰ πρόβατα. Ἢ παρὰ τὸ μολῶ, καὶ πλεονασμῷ τοῦ γ μολγῷ· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀμολγῷ· ἐν ᾗ οὐδεὶς μολίσκει. Οὕτως Ὠρίων.

85

Ἄμοτον: Ἄμοτον μεμαῶτε μάχεσθαι. Παρὰ τὸ μένω γίνεται μοτὸς καὶ ἄμοτος, καὶ ἄμο‐ τον, ἀνυπομόνητον· ἵνα ἐστὶ τὸ α ἐπιτατικόν. Ἢ μοτὰ
5λέγει τὰ ῥάκη τὰ πληρωτικὰ τῶν πληγῶν· καὶ
5ἄμοτον κατὰ ἀπόφασιν, τὸ μὴ πεπληρωμένον· ἀπὸ μεταφορᾶς τῶν μὴ πεπληρωμένων τραυμάτων, τουτ‐ έστι μοτῶν. Οὕτω μὲν Ὠρίων· ἐγὼ δὲ εὗρον ἐν ὑπομνήμασιν Ἰλιάδος, ὅτι ἄμοτον λέγεται τὸ ἀπλή‐ ρωτον· ἔνθεν καὶ μοτά· ἴσως ἀπὸ τοῦ μετρῶ, ἄμετρον
10καὶ ἄμοτον. Ἢ ἄτρωτον, ἄρρηκτον, ἰσχυρὸν, ἄπλη‐ στον· οἱ δὲ σφοδρόν. Ἄμοχθος: Παρὰ τὸ μόχθος ἄμοχθος· σημαίνει δὲ τὸν ἀκακοπαθοῦντα. Τοῦτο παρὰ τὸ μόγος, πλεο‐ νασμῷ τοῦ θ, καὶ τροπῇ τοῦ γ εἰς χ. Τοῦτο παρὰ
15τὸ μὴ ἐᾶν γάννυσθαι τὴν ψυχήν.
15 Ἀμόργινος: Χιτῶνα σημαίνει. Ἐκδέχονται (τὸν ἀπὸ τῆς Ἀμόργης νήσου) καθὰ καὶ Θηραῖον τὸν ἀπὸ τῆς Θήρας. Δηλοῖ δὲ καὶ χρώματος ὁμοιότητα παρὰ τὴν ἀμόργην, ὁμοίαν βύσσῳ, καὶ πολυτελῆ ἐσθῆτα. Οὕτω Μεθόδιος. Ζήτει εἰς τὸ ἀπο‐
20μόρξατο, καὶ εἰς τὸ ἀμολγός.
20 Ἀμορβὴς καὶ ἀμορβές: Σημαίνει τὸ μεσο‐ νύκτιον. Παρὰ τὴν ὄρφνην ἀμορφνής· καὶ ἐλλείψει τοῦ ν, καὶ τροπῇ τοῦ φ εἰς β, ὡς ἐν τῷ κύφος, κύβος· φερενίκης, βερενίκης. Σημαίνει καὶ τὸν ἀκόλουθον, ὁ ἅμα τινὶ ὁρμῶν, τροπῇ τοῦ μ εἰς β,
25ἀμορβὸς καὶ ἀμορβής. Μεθόδιος.
25 Ἀμορβεύω: Ἀμορβεύεσκεν, συνῳδοιπόρει· οἷον, Σὺν δ’ ἡμῖν ὁ πελαργὸς ἀμορβεύεσκεν ἀλοίτης. Παρὰ τὸ ἀμορβεύειν· τοῦτο παρὰ τὸ ἅμα ὁρμᾶν καὶ πορεύεσθαι. Ἀμορβεύοντο σημαίνει τὸ διεκόμι‐ ζον. Νίκανδρος ἐν Θηριακοῖς,
30 Νωθεῖ γὰρ κάμνοντες ἀμορβεύοντο λεπάργῳ. Τῷ ὄνῳ. Ἐπεὶ γὰρ κατὰ τὴν κοιλίαν λευκός. Ἀμοιβοί: Ἰλιάδος νʹ, Οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί.
Σημαίνει τὸ ἀλλεπάλληλοι, ἤτοι ἐξ ἀμοιβῆς ἢ καὶ
35ἐναλλάξεως παραγεγονότες συμμαχῆσαι τοῖς Τρωσὶν, ἀντὶ τῶν πρότερον συνεργούντων αὐτῶν πολιτῶν. Διὰ γὰρ τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι, οἱ πρῶτοι κεκμηκότες κατὰ τὴν μάχην, ἰσαρίθμων αὐτῶν ἄλλων ἀποστελλομένων, ἀπεπέμποντο, ὡς εἰκὸς, ἐξ ἀμοιβῆς
40ἀμύνοντες. Ἢ οἱ ἀμοιβὴν ἀποδιδόντες τῷ Πριάμῳ, διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξί. Λέγονται καὶ ἀκόλουθοι, οἱ διάδοχοι. Ἀμοιβηδὸν καὶ ἀμοιβηδίς: Ἰλιάδος ςʹ, Ἀμοιβηδὶς δ’ ἐδίκαζον.
45Ἐν μέρει δὲ ἀκούοντες ἐδίκαζον ἀνὰ μέρος. Ἀπολ‐
45λώνιος ἐν τοῖς Ἀργοναυτικοῖς,
45 Καὶ τοὶ μὲν ἀμοιβηδὴν ἐλάασκον. Σημαίνει δὲ τὸ ἐνηλλαγμένως. Ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν. Τὸ ἀλλεπαλλήλως. Ἀμπεχόνη: Ἰστέον ὅτι ἡ ἀμφὶ πρόθεσις λέ‐

85

(50)

γεται καὶ ἀμπὶ παρὰ τοῖς Αἰολεῦσιν, οἷον ἀμπεχόνη,

85

(50)

ἀμπίσχουσα. Λέγεται δὲ ἀντὶ τοῦ περιβολῆς ἱμα‐ τίου, ἤγουν παλλίον. Ἦν γὰρ αὐτῇ ἱμάτια καὶ περίζωμα, καὶ ἀμπεχόνια δύο, καὶ χιτών. Ἔστιν οὖν τοῦτο ἱμάτιον λεπτὸν, περίβλημα.
55Ἀμπόνον:
55Ὁ μὲν αὖτις ἔβη θεὸς ἀμπόνον ἀνδρῶν.
55Σημαίνει ἐπὶ τὸν πόλεμον. Ἀμπείραντες: Διαπείραντες. Ἀμπνύνθη: Ἀνέπνευσεν. Ἀπὸ τοῦ ἀναπνύω

86

ἀναπνύσω ἀναπέπνυκα ἀναπέπνυμαι ἀνεπνύθη· καὶ συγκοπῇ, καὶ πλεονασμῷ τοῦ ν, ἀμπνύνθη, ἀνεζωπυ‐ ρήθη, ἠγέρθη. Ἀμορραῖοι: Ὁ Ἀμορραῖος τοῦ Ἀμορραίου,
5ὄνομα ἔθνους· ἐπὶ δὲ τοῦ τόπου, οἷον τὸ ἀμώριον, διὰ τοῦ ω μεγάλου, καὶ ἑνὸς ρ. Ἄμπαυμα: Ἀνάπαυμα, καὶ κατὰ συγκοπὴν ἄμπαυμα. Ἀμπάζονται: Ἀναβάλλονται, καὶ τὰ ὅ‐
10μοια.
10Ἄμπηρος: Πηρὸς, νοσερός.
10 Ἀμολγός: Σημαίνει μέλαν, ἀωρίαν, σκότος· ἢ φλογμός· καὶ σκεῦος ἐν ᾧ ἀμέλγουσι τὸ γάλα οἱ ποιμένες, καὶ ξύλινον οἰνοφόρον. Ἀμολγοὺς δὲ τοὺς ἐξαμέλγοντας καὶ ἁρπάζοντας. Μάζα ἀμολγαίη, ζήτει εἰς τὸ μάζα. Ἀμοργὶς δὲ, καλάμη τὶς, ἐξ
15ἧς ἐνδύματα ἀμόργινα· οἱ δὲ, λινᾶ ὑφάσματα· οἱ δὲ, ἀπὸ Ἀμόργου τῆς νήσου. Οἱ δὲ, ἀμοργίνους, τοὺς ἐρυθροὺς τὸ χρῶμα. Ἀμπυκάζειν: Τὸ τὰς ἔμπροσθεν ἀπὸ προσώπου τρίχας σπαράζειν. Εἴρηται οὕτω καὶ ὁ τροχός.
20Καὶ δεσμοὶ δὲ ἄμπυκες.
20Ἄμπυξ: Ἡ γυναικεία ἀναδέσμη, ὅ ἐστι στρό‐
φιον. Καὶ ἐπὶ χαλινοῦ δὲ εἴρηται· οἷον Χρυσάμπυκας ᾔτεεν ἵππους. Παρὰ τὸ ἀμφέχειν ἄμφυξ, καὶ ἄμπυξ. Ἢ παρὰ τὸ ἀναπυκάζειν καὶ ἀνέχειν τὰς τρίχας. Ἐκ μετα‐
25φορᾶς καὶ ὁ τροχὸς, διὰ τὸ κυκλοτερὴς εἶναι.
25 Ἀμπλάκημα: Τὸ ἁμάρτημα. Παρὰ τὸ ἀνα‐ πλέκεσθαι τῷ ἀνθρώπῳ· ἀπὸ μεταφορᾶς τοῦ σχοινίου· σειρὰ γὰρ τὸ σχοινίον λέγεται. Ἐκ τοῦ πλέκω πλακῶ ἀναπλάκημα, καὶ ἀμπλάκημα. Ἀμπρεύω: Ὁ μὲν Καλλίμαχος κυρίως ἐπὶ τοῦ
30ἕλκειν ἔλαβε τὴν λέξιν· οἷον, Ἄνδρ’ ἐλαιοὶ δ’ ἐκ λειόθεν ἀμπρεύοντες. Ἀμπρὸν γὰρ κυρίως καλεῖται τὸ σχοινίον τὸ ἕλκον τοὺς βόας, οἷον ἄμπερόν τι ὂν, τὸ διαμπερὲς τῶν ζυγῶν δεδεμένον· ἢ τὸ ξύλον τοῖς αὐχέσι τῶν ὑποζυ‐
35γίων. Ὁ δὲ Λυκόφρων ἐπὶ τοῦ κακοπαθεῖν ἔλαβε τὴν λέξιν· οἷον, Ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον. Ἄμπελος: Παρὰ τὸ ἀνάπηλός τις οὖσα, ἡ ἔχουσα ἐν ἑαυτῇ τὸν πηλὸν, ἤγουν τὸν οἶνον· ἢ παρὰ
40τὸ πάλλειν καὶ σείειν ἡμᾶς πίνοντας.
40 Ἀμπελόεσσα: Τὸ ἀρσενικὸν, ἀμπελόεις, εἴδους τῶν παραγώγων μετουσιαστικοῦ, ἐκ τοῦ ἄμπελος. Τοῦτο ἀνάπελός τις οὖσα, παρὰ τὸ ἄνω πελάζειν· ἢ παρὰ τὸ ἐν αὐτῇ ἔχειν τὸν πηλόν. Ἀμπεπαλών:
45 Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος. Ἀντὶ τοῦ ἀνασείσας, ἀνατείνας. Διπλασιασμὸς μετοχῆς βʹ ἀορίστου. Τὸ ῥῆμα ἀναπάλλω. Οἱ γὰρ Ἴωνες ἐν τοῖς ῥήμασι καὶ ταῖς μετοχαῖς εἰώθασιν
ἀναδιπλασιάζειν· λάχωσι, λελάχωσι· λάθῃ, λελάθῃ.

86

(50)

Ἄμπωτις: Αἱ περὶ τὸν Ὠκεανὸν ἀποφυγαὶ καὶ διαστάσεις, καὶ περὶ τὴν Λιβύην· παρὰ τὸ ἀναπί‐ νεσθαι. Κυρίως δὲ ἄμπωτις ἡ ἀναπέμπουσα, ἡ ξηρασία, ἡ ῥιχία· Διονύσιος ὁ Περιηγητής· οἷον, Ἄλλοτε μὲν πλημμυρὶς ἐγείρεται, ἄλλοτε δ’ αὖτε
55 ἄμπωτις ξηρῇσιν ἐπιτροχάει ψαμάθοισι. Κυρίως [δὲ] λέγεται ἡ ἀναχώρησις τῆς θαλάσσης, ἤγουν ἡ ἀναπινομένη θάλασσα. Ἐκ τοῦ πῶμι

87

πώσω, πῶσις καὶ ἀνάπωσις, καὶ ἄμπωσις κατὰ συγκοπήν· καὶ τροπῇ, ἄμπωτις. Καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἡμετέρου σώματος, ἡ ἐκ τῆς ἐπιφα‐ νείας εἰς τὸ βάθος ὑποχώρησις τῆς ὕλης. Οὕτως
5Ἡρωδιανὸς ἐν τῷ περὶ ἐξηγήσεως τῶν λέξεων
5Ἱπποκράτους· ἡ εἰς βάθος μετάστασις τῶν ὑγρῶν. [Ἀμύρητον: Τὸ ἀτέλεστον, καὶ τέλος μὴ ἔχον. Εἴρηται εἰς τὸ ἀμήρυτον.] Ἄμυρος: Πόλις Θεσσαλίας.
10Ἄμυροι: Τόποι κάθυγροι καὶ διαρρέοντες. Ἀπὸ
10τοῦ μυρεῖν καὶ ῥεῖν. Ἄμυκος: Ἔστιν ὄνομα πόλεως· ἀπὸ Ἀμύκου βασιλέως Βεβρύκων. Ἄμυδις: Σημαίνει τὸ ἅμα. Παρὰ τὸ ἄμα ἄμαδις, καὶ τροπῇ τοῦ α εἰς υ, ὡς σάρκες σύρκες,
15τοῦ πνεύματος μεταβληθέντος. Ὠρίων. Ἀμυδρός: Παρὰ τὸ μύδρος, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον, ἀμυδρὸς, ὁ ἀλαμπὴς καὶ σκοτεινός. Τοῦτο παρὰ τὸ μύω τὸ καμμύω. Ἀμυγδαλή: Παρὰ τὸ ἐν τῷ κελύφει, τῷ μετὰ
20τὸ ἔξω χλωρὸν, πολλὰς ἀμυχὰς ἔχειν. Ὠρίων.
Ἄμυστις: Ἡ ἀπνευστὶ πόσις· παρὰ τὸ μὴ μύειν, ὅ ἐστι χανδὸν πιεῖν, ἐπὶ πολὺ, μὴ μύοντα καὶ συνάγοντα τὰ χείλη· ἢ παρὰ τὸ ἅμα πιεῖν, χωρὶς τοῦ διαπνεῦσαι, ὥστε ἀπνευστί. Ἔστι δὲ καὶ
25φιάλης εἶδος μεγάλης, ᾧ ἐν πότοις ἐχρῶντο. Ἀμυσχρός: Ὁ καθαρὸς, ὁ μὴ μύσει χραν‐ θεὶς, ὁ ἀμίαντος. Καὶ ἀμυσχρά. Ἢ παρὰ τὸ μύσος μυσαχρὸς, ὁ μυσαρὸς, μυσχρὸς, καὶ ἀμυ‐ σχρός.
30Ἀμύμων: Παρὰ τὸ μύω τὸ καμμύω, ὁ μέλλων
30μύσω· ἐξ οὗ ῥηματικὸν ὄνομα μύμων, καὶ ἀμύμων, ὁ μὴ κεκαμμυμένος. Ἢ παρὰ τὸ μῶμος γίνεται ἄμωμος, ἀμώμων· καὶ τροπῇ τοῦ ω εἰς υ ἀμύμων, ὡς χελώνη χελύνη· ὁ ἀμώμητος καὶ ἄψογος. Ἀμυμώνη: Ἡ θυγάτηρ Δαναοῦ· ἐν ἴσαις συλ‐
35λαβαῖς ἀπὸ γενικῆς παράγεται θηλυκὰ εἰς η· πέρα‐ τος, περάτη· κάλυκος, καλύκη· ἅρπαγος, ἁρπάγη· (βαρύνεται ἐπὶ τοῦ ἐργαλείου·) σώφρονος, Σωφρόνη·
40χίονος, Χιόνη, ὄνομα ἡρωΐδος· ἀμύμων ἀμύμονος, Ἀμυμόνη, καὶ Ἀμυμώνη. Μεθόδιος. Ἀμυκάλαι: Τῶν τοξικῶν βελῶν αἱ ἀκίδες. Ἄμυλος: Βρῶμα, τὸ μὴ πεπτωκὸς ὑπὸ μύλην· ἀρσενικῶς· καὶ ψιλοῦται.
45Ἀμυστί: Ἀπνευστὶ πίνειν· οἱ δὲ, ἀθρόως.
45 Ἄμυλον: Στερρὸν, ἄκλαστον. Ἀμφίβολοι: Οἱ ἑκατέρωθεν περιβαλλόμενοι, ἢ βάλλοντες. Ἀμφιγνοεῖν: Τὸ μὴ ἀκριβῶς γινώσκειν· καὶ ἀμφιγνωμονεῖν. Δωρόθεος.

87

(50)

Ἀμφίγονον: Υἱὸν τὸν ἐκ προτέρας γυναικός. Ἀμφίδεα: Ψέλια, δεσμούς· ἔνιοι ἀμφιδέτας ἁλύσεις, παρὰ δὲ Ἱπποκράτει ἀμφίδεον, τὸ στόμιον τῆς μήτρας, κατὰ μεταφοράν. Ἀμφίδουλος: Ὁ ἐξ ἀμφοτέρων γονέων δοῦλος.
55 Ἀμφίεπον: Ἐποίουν, περιεκύκλουν· ἢ περὶ ἔργον ἐπόνουν. Ἀμφίσγονοι: Οἱ ἑτερομήτορες.

88

Ἄμυξ: Ἐπίρρημα. Σημαίνει τὸ ἀμυκτικῶς· παρὰ τὸν μέλλοντα γινόμενον ἐπίρρημα, ἀποβολῇ τοῦ ω, ὡς ἀπὸ τοῦ δήξω δάξω δὰξ, καὶ αὐτοδὰξ,
κλάζω κλάξω κλὰξ, καὶ ὀκλάξ, οὕτως ἀμύσσω
5ἀμύξω ἄμυξ καὶ ἀμύξ. Μεθόδιος. Καὶ ἀμυχηδὸν, ἄκροις δακτύλοις· οἱ δὲ, μικρόν· ἢ ἐπὶ τοῦ ταχέως. Ἀμυχή: Τὸ ἕλκος τὸ ἐπὶ τοῦ σώματος· παρὰ τὸ ἀμύσσειν. Ἢ παρὰ τὸ μυχὸν μυχὴ, καὶ ἀμυχὴ, ἡ μὴ εἰς βάθος πληγή. Μεθόδιος.
10 Ἀμύσσω: Παρὰ τὸ αἷμα, αἱμάσσω· τροπῇ τοῦ α εἰς υ, ἀμύσσω, ὡς μάθω μάθος καὶ μῦθος. Ση‐ μαίνει δὲ τὸ αἱματῶ καὶ ξέω τοῖς ὄνυξιν. Σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις. Κνήσεις, λυπήσεις. Τὸ θέμα, ἀμύσσω· ὁ μέλλων,
15ἀμύξω. Παρὰ τὸ ΜΥ ἐπίρρημα γίνεται μύζω, καὶ
15ἀμύζω, τὸ λίαν οἰμώζειν· τὸ δὲ ζ τρέπεται εἰς δύο ΣΣ Αἰολικῶς· ἢ ἀπὸ τοῦ μύζειν καὶ ἐκθλίβειν τὴν ψυχήν. Ἀμύντωρ: Ὁ βοηθός· ἀπὸ τοῦ ἀμύνω· ὁ ἐπί‐ κουρος.
20Ἀμύνω: Τὰ εἰς ΝΩ παραληγόμενα τῷ υ βαρύ‐
20νεσθαι θέλει, καὶ ἐπιτεταμένον ἔχει τὸ υ· εἰ δέ τι
20περισπᾶται, προκατάρχον ἔχει ὄνομα, οὗ τὸ τέλος εἰς ω τραπὲν ῥῆμα ποιεῖ· ὀδύνη, ὀδυνῶ. Ἀμύναι: Ἀποστρέψαι, ἀποσοβῆσαι, καὶ ἀλε‐ ξῆσαι, καὶ βοηθῆσαι· σημαίνει δὲ καὶ τὸ τιμωρή‐ σασθαι. Ὥστε τρία σημαίνει. Ἀμύναι οὖν κυρίως
25τὸ ἀπροφασίστως βοηθῆσαι· ἀπὸ τοῦ ἄμυνα ἡ ἐκδί‐ κησις· τοῦτο παρὰ τὸ μύνη ἡ πρόφασις· μετὰ τοῦ ἐπιτατικοῦ α, ἄμυνα. Ἢ μύνας σημαίνει τοὺς μελλησμούς· ἔνθεν ἀμύνειν τὸ ἀμελλητὶ βοηθεῖν. Ἢ παρὰ τὸ ἀμεύω, τὸ πορεύομαι, γίνεται ἀμεύνω, ὡς
30δύω δύνω, καὶ θύω θύνω, καὶ ἐνδείᾳ τοῦ ε, ἀμύνω, τὸ
30μετὰ δρόμου βοηθῶ. Ἢ παρὰ τὸ ἀμείβω, ἀμεύω· καὶ προσθέσει τοῦ ν, καὶ ἀποβολῇ τοῦ ε, ἀμύνω, τὸ ὑπὲρ χάριτος βοηθεῖν.
35 Ἀμφαδόν: Ἀλλ’ ἀμφαδὸν, αἴκε τύχωμαι. Φανερῶς, ἀναφανδόν. Φαίνω φανδὸν, καὶ ἀμφαδόν· ἀμφαδὸν ἀμφαδίη. Ἠὲ καὶ ἀμφαδίην.
40Φανερῶς.
40Ἀμφαής: Οἶκος περίσκεπτος.
40Ἀμφασίαν: Τὴν ἀφωνίαν καὶ ἔκπληξιν· οὐκ
40ἀφασίαν, οἷον προφασίαν, ἀπορίαν. Ἀμφ’ αὖον: Κόρυθες δ’ ἀμφ’ αὖον ἀΰτευν. Δύο μέρη λόγου εἰσὶν, ἀμφὶ καὶ αὖον· αἱ περικεφα‐ λαῖαι αὐτῶν ξηρὸν ἦχον ἀπετέλουν.
45Ἀμφεπονεῖτο: Οἷον,
45Ἐν μεγάρῳ Ἑκάτης πανήμερος ἀμφεπονεῖτο.
Διέτριβεν. Ἀμφέσχετο: Περιεβάλετο. Ἀμφεποτᾶτο: Περὶ τῶν τέκνων αὐτῆς λυπου‐ μένη ἐπέτατο. Ἀπὸ τοῦ ποτάομαι ποτῶμαι, ὁ

88

(50)

παρατατικὸς ἐποτώμην· τὸ γʹ, ἐποτᾶτο, καὶ ἀμφε‐

88

(50)

ποτᾶτο.

88

(50)

Ἄμφηκες: Ἀμφοτέρωθεν ἠκονημένον· ἀπὸ τοῦ ἥκω· τὸ ἐξ ἀμφοτέρων μερῶν ὀξύ. Ἀμφιαχυῖα: Ἴα, ἡ ἐκπεμπομένη βοή. Ἐκ τούτου ἰάχω καὶ ἰαχή· καὶ ἀμφιάχω, ὁ μέλλων ἀμφιάξω, ἀμφίαχα, ἀμφιαχὼς ἡ μετοχή· τὸ θηλυ‐
55κὸν, ἀμφιαχυῖα, περιβοῶσα ἢ τρύζουσα. ἈμφιάραοςἈμφιάρεως: Ὁ ἥρως Ὀϊκλέ‐ ους· ἢ παρὰ τὸν ἀέρα, ἢ παρὰ τὰς ἀράς· μάντις γὰρ ἦν.

89

Ἀμφιβέβηκας: Ὃς Χρύσην ἀμφιβέβηκας. Περιβέβηκας, ὑπερμαχεῖς· ἀπὸ μεταφορᾶς τῶν τετραπόδων.
5Ἀμφίβασιν:
5Δεῖσε δ’ ὅγ’ ἀμφίβασιν κρατερὴν Τρώων.
5Τὴν ἰσχυρὰν ὑπερμάχησιν. Κυρίως ἀμφίβασις λέγεται ἡ περὶ τοῦ νεκροῦ μάχη· περιβάντες γὰρ τὸν νεκρὸν ἀγωνίζονται ὑπὲρ τοῦ σωθῆναι. Ἀμφιβρότη: Ἡ ἑκατέρωθεν τὸν βροτὸν σκέ‐ πουσα ἀσπὶς καὶ κρύπτουσα, πάντοθεν ἴση· ἢ περὶ
10βροτὸν εἰργασμένη. Ἀμφίβληστρον: Σημαίνει δὲ δίκτυον· παρὰ τὸ βάλλω βλῶ βλήσω βλῆτρον· καὶ μετὰ τῆς ἀμφὶ προθέσεως, καὶ πλεονασμῷ τοῦ ς, ἀμφίβληστρον. Ἀμφιγυήεις: Ὁ Ἥφαιστος, ὁ βραδὺς ἐν τῷ
15πορεύεσθαι· παρὰ τὸ γυῖα, ὅ ἐστιν ἄκρα, χεῖρες
15καὶ πόδες· ἢ ἀμφοτέροις τοῖς γυίοις (ὅ ἐστι τοῖς ποσὶ) χωλός. Ζήτει εἰς τὸ αἱματόεις. Ἀμφιγυιῶσαι: Ἀκρωτηριάσαι. Ἀμφηρεφέα: Ἀμφηρεφέα τε φαρέτρην.
20Θηλυκὸν, αἰτιατικῆς πτώσεως· ἀπὸ τοῦ ἐρέφω καὶ
20τοῦ ἀμφί· τὴν ἀμφοτέρωθεν ἐσκεπασμένην, τὴν τῶν βελῶν θήκην· ἢ πάντη ἰσχυράν. Ἀμφήριστον: Ἀμφίβολον· ἢ ἄνισον. Ἐρίζω, ἤρισμαι ὁ παθητικὸς παρακείμενος· ἐξ αὐτοῦ [ἤριστος καὶ] ἀμφήριστος. Ἀμφίλογον, ἢ ἔπισον.
25 Ἀμφαρίστερος: Οὐκ αἴσιος, οὐ δεξιός· ἀμφο‐ τέρωθεν ἀριστερός. Ἀμφερκῆ: Πάντοθεν περιειργόμενον. Ἀμφημερινός: Ὁ καθημερινός· καὶ ἀμφή‐ μερον ὁμοίως.
30Ἀμφήρης αὐλὸς, ὁ ἑκατέραις χερσὶ κατεχόμενος
30καὶ σύμφωνος. Καὶ στόμα ἀμφῆρες, ἀμφοτέραις γνάθοις ὁμοίως ἐσθίον. Ἀμφίβια ζῶα: Τὰ ἐπὶ τῆς χέρσου καὶ ὕδατος
ὁμοίως διατελοῦντα. Ἀμφίδυμοι λιμένες: Δύο εἰσόδους ἔχοντες· ἢ
35σκεπεινοὺς, ἢ ἀμφιστόμους· ὁ ἀφ’ ἑκατέρου μέρους εἴσπλοιαν ἔχων· (καὶ ἀμφιδὺς, τὸ ἐνδύς.) Πάντο‐ θεν κατάδυσιν ἔχοντες καὶ σκέπην καὶ καταγωγήν· οἷον ἀμφίδυνοι, ἀπὸ τοῦ δύνειν τὸ σκεπόμενον· οἱ ἀμφοτέρωθεν εἴσπλους (τουτέστιν εἰσδύσεις καὶ κατα‐
40γωγὴν) ἔχοντες. Ὀδυσσείας δʹ. Λέγεται δὲ καὶ ὁ λιμὴν τῆς Κυζίκου ἀμφίδυμος, δισσὰς εἰσόδους ἑκατέρωθεν μέρους ἔχων. Ἐν δέ οἱ ἀκταὶ Ἀμφίδυμοι.
45Ἢ διδύμους.
45Ἀμφίγυα: Ὅμηρος ἐπὶ τῶν δοράτων λέγει· οἷον,
45 Ἔγχεσιν ἀμφιγύοισι. Οἱονεὶ τὰ ἑκατέρωθεν γυῶσαι δυνάμενα, ὅ ἐστι χωλῶ‐ σαι καὶ πλῆξαι διὰ τῆς ἐπιδορατίδος καὶ τοῦ σαυρωτῆ‐ ρος. Ἔνιοι τοῖς διὰ χειρός· οἱ δὲ, μακροῖς καὶ ὀξέσιν. Ἀμφίδρυφοι: Ἔστι δρύπτω τὸ ξαίνω, τὸ ἀμ‐

89

(50)

φοτέρωθεν ἐξεσμένον, καὶ ἐσπαραγμένον. Καὶ ἀμ‐

89

(50)

φιδρυφῆ, τὴν κατεσπαραγμένην. Ἁμφιδέδηε: Ἀπὸ τοῦ δέω μέσου παρακειμένου· περιειλεῖται, περιορίζει· ἤγουν ἀμφοτέρωθεν περιε‐ κύκλωσε· Πτόλεμός τε
55ἄστυ τόδ’ ἀμφιδέδῃε
55Ἀμφιδρόμια: Ἑορτή ἐστιν ἐν Ἀθήνῃσι τελου‐
55μένη, καθ’ ἣν ἐγκρυφίου ἄρτου ὀπτωμένου ἐπὶ τῆς ἑστίας περιτρέχουσι. Τὸ δ’ αὐτὸ ποιοῦσι καὶ μετὰ σκευῆς εἰς τὰ βρέφη παρὰ τὴν ἑστίαν περιφέροντες,

90

ἐπειδὴ κουροτρόφος ἡ θεὸς ἐπί τινων πεφήμισται. Μέμνηται Πλάτων ἐν Θεαιτήτῳ· Τοῦτο μὲν δὴ, ὡς ἔοικε, μόγις ἐγεννήθη, ὅ τι δή ποτε τυγχάνει ὄν· μετὰ δὲ τὸν τόκον τὰ ἀμφιδρόμια ὡς ἀληθῶς ἐν
5κύκλῳ περιθρεκτέον τῷ λόγῳ. Ἀμφιελίσσας: Αἱ νῆες αἱ ἀμφοτέρωθεν ταῖς κώπαις ἐλαυνόμεναι· ἢ ἑκάτερα τὰ πλευρὰ στρεφό‐ μεναι. Ἐκ τοῦ ἑλίσσω. Ἀμφιέννυτο: Παρὰ τὸ ἕω τὸ ἐνδύομαι, πλεο‐
10νασμῷ τοῦ ν, ἕνω· καὶ κατὰ παραγωγὴν ἑνύω καὶ
εἱνύω· καὶ ἐπειδὴ ἔθος ἔχουσιν οἱ Αἰολεῖς τὸ ι τρέπειν πρὸς τὸ ἐπιφερόμενον σύμφωνον, οἷον εἴρω ἔρρω, φθείρω φθέρρω· τὸν αὐτὸν τρόπον τρέπει τὸ ι εἰς τὸ ν, καὶ γίνεται ἐννύω, καὶ μετὰ τῆς ἀμφὶ προθέσεως
15ἀμφιεννύω· καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυμι· καὶ ἀμφιέννυται, τὸ ἐνδύεται. Ἀμφιειμένοι: Ἐνδεδυμένοι· ὡς τὸ, Ὤ μοι ἀναιδείην ἐπιειμένε. Γέγονε παρὰ τὸ ἕω τὸ ἐνδύομαι ὁ μέλλων ἔσω, ὁ
20παρακείμενος εἷκα· ὁ παθητικὸς εἷμαι· ἡ μετοχὴ,
20εἱμένος·
20 Εἱμένος ὤμοιϊν νεφέλην. καὶ ἐν συνθέσει ἀμφιειμένοι. Γεώργιος ὁ Χοιρο‐ βοσκός. Ἀμφιέννυμαι ἠμφιεννύμην: Μήποτε κἀν‐ ταῦθα περιττή ἐστιν ἡ πρόθεσις. Τί γὰρ διαφέρει
25τὸ ἕννυμαι τοῦ ἀμφιέννυμαι; Καὶ,
25Αὐτὴ δὲ φάρος μέγα ἕννυτο νύμφη.
25Τί γὰρ πλέον τοῦ ἀμφιέσασθαι χιτῶνα; Οὕτω Ζη‐ νόβιος. Ἀμφιετεῖν: Θύειν καθ’ ἕκαστον ἔτος, ἢ δι’ ὅλου τοῦ ἔτους, ἢ κατ’ ἔτος. Καὶ ἀμφιεταζομένας, τὰς κατ’ ἔτος γινομένας ἢ περιερχομένας.
30 Ἀμφικέφαλος: Κλίνης εἶδος παρ’ Ἀθηναίοις, παρὰ τὸ ἑκατέρωθεν ἀνάκλισιν ἔχειν καὶ προσκεφά‐ λαιον. Ἀμφίκαυστις: Ἡ ὀρεινὴ κριθὴ, ἣν ἡμεῖς εὔ‐ στραν καλοῦμεν. Καὶ οὕτω μὲν οἱ τραγικοί· οἱ δὲ
35κωμικοὶ, τὸ αἰδοῖον ἀμφίκαυτις, ἀπὸ τοῦ περικεκαῦ‐
35σθαι. Οἱ δὲ τὴν πρώτην ἔκφυσιν τῶν πυρῶν, ἣν
35[ἠ]λήϊον προσαγορεύουσιν ὡραῖον, διὰ τὸ τοὺς πρωΐ‐ μους, καέντων τῶν ἀχύρων, ἐπιτηδείους εἶναι εἰς τρο‐ φήν. Μεθόδιος. Εἴρηται μεταφορικῶς καὶ ἡ μάχη. Ἀμφικύπελλον: Ποτήριον· παρὰ τὸ κύφον κύφελον, καὶ κύπελλον. Ἢ παρὰ τὸ χέω χύπελον,
40ὅπου ὁ πηλὸς (ἤγουν ὁ οἶνος) χεῖται· καὶ μετὰ τῆς ἀμφὶ, ἀμφικύπελλον, πλεονασμῷ ἑτέρου λ· τὸ ἐκ περιφερείας κύφον. Ὅθεν καὶ τὰ πρὸς ἡμᾶς κάτω νεύοντα νέφη κύφελλα λέγονται. Ἀρίσταρχος φησὶ σημαίνειν τὴν λέξιν τὴν διὰ τῶν ὤτων ἑκατέρωθεν
45περιφέρειαν. Ἐφ’ ὧν καὶ ῥητῶς ἀποδιδοὺς λέγει· Ἤτοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε χρύσεον ἄμφωτον. Ἢ οἷον ἀμφίκυρτον. Ἀμφικτύονες: Οἱ περιοικοῦντες. Τὸ γὰρ κτίσαι

90

(50)

ἐπὶ τοῦ οἰκίσαι ἔλαβον οἱ παλαιοὶ, ὥς φησιν Ὅμηρος,

90

(50)

Ἐϋκτίμενον πτολίεθρον.

90

(50)

καὶ,

90

(50)

Ἐϋκτιμένην κατ’ ἀλωήν.

90

(50)

Ἔστιν οὖν οἰκίζω οἰκίσω οἰκιὼν καὶ οἰκτιὼν, κατὰ πλεονασμὸν τοῦ τ, καὶ μετὰ τῆς ἀμφὶ προθέσεως, ἀμφικτιών· καὶ τροπῇ τοῦ ι εἰς υ, ἀμφικτύων, ὡς τριφάλεια τρυφάλεια. Οὕτως Ὦρος. Ἀμφιμάσχαλος: Χιτὼν, δύο χειρίδας ἔχων· ὃς
55ἦν τῶν ἐλευθέρων· ὁ δὲ τῶν οἰκετῶν μίαν εἶχε, καὶ διὰ τοῦτο ἑτερομάσχαλος ἐκαλεῖτο. Ἀμφικέλεμνον: Ἀμφοτέρωθεν ὀκέλλον καὶ

91

στηριζόμενον· οἱ δὲ ἀμφικελέμνους, ἀμφιβαρεῖς, ἢ τὰς σατυρικὰς ὀρχήσεις· ἀπὸ τοῦ κέλλειν. Ἀμφιμήτωρ: Οὐχ ὁμομήτριος, ἀλλὰ ὁμοπάτωρ ὢν ἀδελφὸς, ὧν μητέρες διάφοροι λέγονται. Λέγονται
5δὲ ἀμφιμητρίαι. Ἀμφίπολον: Δούλην, θεράπαιναν· καὶ ἀμφι‐ πολεύειν, ἀσπάζεσθαι καὶ θεραπεύειν καὶ περιέπειν· καὶ ἀμφιπολῇσι, περιπορείαις. Ἀμφίσβαινα: Αἰτιατικὴ ἀμφίσθμαινα. Ἔστι
10δὲ εἶδος ὄφεως, ἔχοντος ἐξ ἑκατέρου κεφαλὰς καὶ ἀναβαίνοντος. Ἀμφίσωπον: Περίβλεπτον. Ἀμφιβέβηκας: Ὑπερασπίζῃ. Κατὰ μετα‐ φορὰν ἀπὸ τῶν ἀλόγων ζῴων. Ταῦτα γὰρ περιβε‐
15βηκότα ἑαυτῶν τοῖς τέκνοις ἀμύνεται τοὺς ἐπιόντας. Ἢ ἀπὸ τῶν περιβαινόντων τοῖς ἐν τῷ πολέμῳ τεθνηκόσι καὶ ὑπερμαχούντων, ἵνα μὴ σκυλευθῶσι καὶ ὑβρισθῶσιν. Ἢ μέσος κάθησαι, ἐν αὐτῇ τιμώ‐ μενος ὥσπερ πολιοῦχος.
20 Κλῦθί μευ ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας. Ἀμφιλαφές: Τὸ δασὺ, τὸ ἑκατέρωθεν ληπτὸν, ἀμφιλαβὲς, κατὰ συγγένειαν τοῦ β εἰς φ. Δοκεῖ δέ μοι παρὰ τὸ ἁφή· οἱονεὶ τὸ τῇ ἁφῇ ἑκατέρωθεν ὑποπίπτον, διὰ τὴν δασύτητα· ὅ ἐστι πολὺ καὶ
25δαψιλές.
25 Ἀμφιλύκη: Ἡ σκοτεινὴ, ἀμφιλύγη τὶς οὖσα, τὸ λυκόφως. Ἔστι λυγαῖον τὸ σκοτεινὸν, παρὰ τὸ λύειν τὴν αὐγὴν, καὶ μὴ ἐᾶν συστῆναι. Ἐξ αὐτοῦ γίνεται λύγη· καὶ τροπῇ τοῦ γ εἰς κ, λύκη· καὶ Ἀμφιλύκη νύξ.
30Ὠρίων.
30Ἀμφότερον: Ἐπίρρημα μεσότητος· ἀντὶ τοῦ
30ἀμφοτέρως. Παράγεται δὲ ἐκ τοῦ οὐδετέρου ἀμφό‐ τερον, τὸ ἀρσενικὸν ἀμφότερος, καὶ ἀμφότεροι. Ἑνικὰ οὐκ ἔχει· τὸ γὰρ σημαινόμενον κωλύει.
ἄμφω ὀνόματος τὸ ω μέγα. Τὸ ἄμφω, δύο, θεματικά· διά τί; διότι οὐ γίνεται ἀπὸ ἑνικῶν· τὸ
35γὰρ σημαινόμενον κωλύει. Καὶ τί διαφέρει τὸ ἄμφω τοῦ δύο; ὅτι τὸ δύο γράφεται καὶ διὰ τοῦ ο μικροῦ, καὶ διὰ τοῦ ω μεγάλου Ἀττικῶς· τὸ δὲ ἄμφω, διὰ τοῦ ω μεγάλου πάντοτε. Καὶ ὅτι τὸ μὲν δύο μετὰ τοῦ ἄρθρου συντάσσεται· οἷον, οἱ δύο· τὸ
40δὲ ἄμφω, ἄνευ τοῦ ἄρθρου.
40 Ἄμφω σημαίνει τὸ ἀμφοτέρους. Οἷον, Ἄμφω ὁμῶς φίλοι θυμῷ. Ἀμφότεροι: Ἀπὸ τοῦ δευτέρου τὸ πρῶτον δι‐ δάξω. Τί ἐστιν ἀπὸ τοῦ β τὸ α διδάξω; Ἐπειδὴ τὸ Ἄμφω θέμα ἐστὶν ὡς τὸ δύω· διαφέρει δὲ τὸ ἄμφω
45τοῦ δύο, ὅτι τὸ μὲν δύο πρώτην γνῶσιν τίθησι τοῦ
45ἀριθμοῦ, τὸ δὲ ἄμφω ἀναφορὰν ὑπισχνεῖται δυάδος· ὥστε ὅπέρ ἐστιν οἱ δύο, τοῦτό ἐστιν ἄμφω. Διὰ τοῦτο τὸ δύο λαμβάνει ἄρθρου παράθεσιν, οἱ δύο, τῶν δύο· τὸ δὲ ἄμφω οὐ λαμβάνει· οὐδὲ γὰρ λέγομεν οἱ ἄμφω· ἤδη γὰρ τὴν ἀναφορὰν ἔχει. Πρῶτον οὖν

91

(50)

ἐστὶ παρὰ τὸ ἄμφω ἀμφότερος· οἷον,

91

(50)

Ἀμφότεροι μέμασαν. Ἀμφοτέροισι δ’ ἀρήγετε. εἶτα δυϊκῶς ἀμφοτέρω· καὶ κατὰ συγκοπὴν ἄμφω, κατ’ ἔκτασιν τοῦ ο εἰς ω. Διὰ τοῦτο οὖν εἶπον, ὅτι ἀπὸ τοῦ δευτέρου τὸ πρῶτον θέλω διδάξαι. Ἀμφο‐
55τέρω γάρ· εἶτα ἄμφω, κατὰ συγκοπὴν καὶ ἔκτασιν.
55Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. Τὸ γὰρ, Ἀμφότεροι μέμασαν πολεμίζειν, κατηγορεῖ τῶν ἐγνωσμένων διὰ τῶν προκειμένων λόγων· λέγει γὰρ Ἕκτορα καὶ Ἀλέξανδρον.

92

Ἀμφίων: Ἀπὸ τῆς ἀμφὶ προθέσεως καὶ τῆς ἰὼν μετοχῆς γέγονεν ἀμφιΐων· καὶ κράσει τῶν δύο ΙΙ εἰς ι μακρὸν, Ἀμφίων. Βαρύτονον δὲ γέγονεν· ἐπειδὴ αἱ μετοχαὶ συντιθέμεναι, ἐὰν μὲν φυλάττωσι
5τὸ αὐτὸ μέρος τοῦ λόγου, καὶ τὸν αὐτὸν τόνον φυ‐ λάττουσι· οἷον βὰς, ἀναβάς· στὰς, ἀναστάς· ἐὰν δὲ ἐναλλάσσωσι τὸ αὐτὸ μέρος τοῦ λόγου, τούτου χάριν καὶ τὸν τόνον ἐναλλάσσουσι. Δοκεῖ δὲ καὶ παρά‐ λογος εἶναι ἡ σύνθεσις τοῦ Ἀμφίων· ἐπειδὴ αἱ εἰς
10φωνήεντα λήγουσαι προθέσεις δέχονται καὶ τὸν λόγον τῆς ἐκθλίψεως, καὶ τὸν λόγον τῆς κράσεως. Καὶ αἱ δεχόμεναι τὸν λόγον τῆς ἐκθλίψεως οὐ δέ‐ χονται τὸν λόγον τῆς κράσεως· οἷον προέστη, προύστη‐ τέ μου· ἀναέρχομαι, ἀνέρχομαι· αἱ δὲ δεχόμεναι τὸν
15λόγον τῆς κράσεως οὐ δέχονται τὸν λόγον τῆς ἐκθλί‐ ψεως· οἷον, προέστη, πρόστη· περιΐαχε, Περίαχε πόντος ἀπείρων. Ὅθεν σημειούμεθα τὴν διὰ πρόθεσιν. Αὕτη γὰρ, δεχομένη τὸν λόγον τῆς ἐκθλίψεως, δέχεται καὶ τὸν
20λόγον τῆς κράσεως, ὡς ἐπὶ τοῦ διάκονος· ἀπὸ γὰρ
20τοῦ ἐνέγκω, ὃ σημαίνει τὸ φέρω, γέγονε διαένοκος·
20καὶ καθ’ ὑπερβιβασμὸν, διαέκονος· καὶ κράσει τοῦ α καὶ ε εἰς α μακρὸν, διάκονος. Εἰ ἄρα οὖν ἡ ἀμφὶ δέχεται τὸν λόγον τῆς ἐκθλίψεως, οἷον, ἀμφὶ ἀγαθὸν,
Ἀμφ’ ἀγαθὸν θεράποντα,
25οὐκ ὤφειλε δέξασθαι τὸν λόγον τῆς κράσεως. Λέγει
25δὲ Εὐριπίδης ὁ τραγικὸς ἐτυμολογῶν τὸ Ἀμφίων, ὅτι Ἀμφίων ἐκλήθη παρὰ τὸ παρὰ τὴν ἄμφοδον (ἤγουν παρὰ τὴν ὁδὸν) γεννηθῆναι. Ὁ δὲ Ἀριστοφάνης κωμι‐ κευόμενος λέγει, ὅτι οὐκοῦν Ἄμφοδος ὤφειλεν κληθῆ‐ ναι. Ἄλλοι δὲ λέγουσιν, ὅτι οὐ γέγονεν ἀπὸ τῆς ἀμφὶ
30καὶ τοῦ ἰών· ἀλλ’ ἀπὸ τῆς ἀμφὶ προθέσεως κατὰ παραγωγὴν, καὶ ἐξέτεινε τὸ ι ποιητικῶς, ὥσπερ τὸ Ἰξίων καὶ Δολίων. Οὕτω Χοιροβοσκὸς εἰς τὴν Ὀρ‐ θογραφίαν αὐτοῦ. Ἀμφιθαλής: Κατ’ ἄμφω τοὺς γονεῖς θάλλων, ὅ
35ἐστιν ὁ ἔχων τοὺς γονεῖς ἀμφοτέρους ζῶντας, παῖς ᾧ
35οἱ γονεῖς περίεισιν οἱ δύο. Ἀμφίθετος φιάλη: Ἡ κοῖλον πυθμένα ἔχουσα, ἡ ἄνευ ὤτων· ἢ ἀμφοτέρως τετορνευμένη, ἢ ὁμοίως ἐπὶ στόμα καὶ πυθμένα δυναμένη τίθεσθαι.
41 Ἄμφιος: Λέγουσι τινὲς, ὅτι ὥσπερ ἀπὸ τοῦ Ἀκταίων γίνεται Ἀκταῖος, καὶ ἀπὸ τοῦ πλείων πλεῖος, καὶ ῥάων ῥᾶος, καὶ ἀπὸ τοῦ ἀρείων ἀρεῖος· τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ Ἀμφίων γίνεται
45Ἄμφιος· καὶ ἐπειδὴ τὸ Ἀμφίων διὰ τοῦ ι γράφεται, τούτου χάριν καὶ τὸ Ἄμφιος διὰ τοῦ ι. Οἷστισιν ἀντίκειται ἡ σημασία. Τὰ γὰρ εἰς ΩΝ κύρια εἰς ΟΣ γινόμενα ὀνόματα κατὰ τοῦ αὐτοῦ σημαινομένου λαμβάνεται· οἷον, τὸ Ἀκταῖος ἀπὸ τοῦ Ἀκταίων

92

(50)

ἐγένετο, καὶ τὴν σημασίαν τοῦ Ἀκταίων ἐφύλαξεν· ὁ αὐτὸς γὰρ λέγεται καὶ Ἀκταίων καὶ Ἀκταῖος. Εἰ ἄρα οὖν τὸ Ἄμφιος ἀπὸ τοῦ Ἀμφίων ἐγένετο, ὤφειλε καὶ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου τὰ δύο ὀνό‐ ματα ληφθῆναι· ἀλλὰ μὴν οὐ λαμβάνεται ἐπὶ τοῦ
55αὐτοῦ σημαινομένου τὰ δύο ὀνόματα. Ἀμφίων μὲν
55γάρ ἐστιν ὁ ἀδελφὸς τοῦ Ζήθου, ὁ κτίσας τὰς Θή‐ βας, ὁ υἱὸς τοῦ Διὸς καὶ τῆς Ἀντιόπης, Ἄμφιος δὲ ἦν ὁ τοῦ Σελάγου υἱός· ὥστε δῆλον ὅτι οὐ γέγονεν ἀπὸ τοῦ Ἀμφίων τὸ Ἄμφιος. Ἀλλ’ ἔστιν

93

εἰπεῖν, ὅτι ὥσπερ παρὰ τὴν ὑπὸ πρόθεσιν γίνεται ὕπιος, οἷον ὕπιος Ζεύς· (ἔστι δὲ ὄνομα ποταμοῦ, ὡς
παρὰ Ἀπολλωνίῳ· οἷον Παρ’ εἰαμεναῖς Ὑπίοιο)
5οὕτως καὶ παρὰ τὴν ἀμφὶ πρόθεσιν γέγονεν Ἄμφιος,
5ἐκτάσεως γενομένης τοῦ ι ποιητικῶς. Οὕτως ὁ Χοι‐ ροβοσκός. Ἀμφιῶ: Εἴρηται εἰς τὸ κρεμῶ. Ἀμφῶες: Τὸ δύο ὦτα ἔχον. Παρὰ τὸ οὖας, ἐλλείψει τοῦ υ, ὄας· καὶ ὡς οὖδας οὖδος, γῆρας
10γῆρος, οὕτως ὄας, ὄος· καὶ ὡς γένος εὐγενὴς, οὕτως
10ἀμφώης καὶ ἀμφῶες. Μεθόδιος. Καὶ ἄμφωτον ὁμοίως, τὸ ἐξ ἑκατέρου μέρους ὦτα ἔχον. Ἀμφωτίδες: Χαλκᾶ τινα, ἅπερ οἱ παλαισταὶ τοῖς ὠσὶ περιετίθεσαν. Περιωτίδες οὖν εἰσὶ, καὶ ἀμφωτίδες, τῆς ἀμφὶ τὴν περὶ σημαινούσης. Με‐
15θόδιος. Ἢ ἄμφωτις σκεπαστήριον ὠτός· καὶ ἀμ‐ φώτας, χιτών τις λέγεται. Καὶ ἀμφίνωτις. Ἀμφοῦδις: Παρὰ τὸ ἔδαφος. Ἔστι ῥῆμα οὐ‐ δίζω· οὗ μέλλων οὐδίσω. Ἀποβολῇ οὖν οὖδις, καὶ συνθέσει ἀμφοῦδις· παρὰ τὸ οὖδας τὸ ἔδαφος.
20 Ἀμφορεύς: Τὸ ἑκατέρωθεν δίωτον σταμνίον, ὥς φησι Θεόκριτος, Ἀμφορεὺς νεοτευχής. Οἱ δὲ, κοινὸν μὲν κεράμιον, ἢ τὸ ἑκατέρωθεν αἰρόμενον ἀμφοαιρεὺς, καὶ ἀμφορεὺς κατὰ συγκοπὴν καὶ πλεο‐
25νασμόν. Δηλοῖ δὲ μέτρον ὑγροῦ. Ἀμφόνον: Ἰστέον ὅτι κατὰ συγκοπὴν οὐκ ἐγέ‐ νετο, ἐπειδὴ αἱ συγκοπαὶ ἐν μιᾷ λέξει γίνονται· οἷον πατέρος πατρὸς, ἀναμεῖναι ἀμμεῖναι. Τὸ δὲ ἀμ‐ φόνον δύο μέρη λόγου εἰσίν· ἀνὰ φόνον γάρ. Ἀλλ’
30οὔτε δὲ κατ’ ἔκθλιψιν ἐγένετο· ἐπειδὴ αἱ ἐκθλίψεις
30οὐδέποτε συμφώνου γίνονται, ἀλλὰ φωνήεντος ἐπιφε‐ ρομένου· οἷον, κατὰ Ἀπολλώνιον, κατ’ Ἀπολλώνιον· βούλομαι ἐγὼ, βούλομ’ ἐγώ. Κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι τὸ τοιοῦτον σχῆμα εἶδος ἐστὶ συγκοπῆς. Χοιροβοσκός.
35Ἀμφίπολος: Θεραπαινὶς, δουλίς. Παρὰ τὴν
35ἀμφὶ πρόθεσιν καὶ τὸ πολῶ, πόλος, καὶ ἀμφίπολος, οἱονεὶ ἡ περὶ τὴν δέσποιναν πολοῦσα, τουτέστιν ἀνα‐ στρεφομένη. Προπαροξύνεται. Τὰ παρὰ τὸ πολῶ καὶ χέω, μὴ μετὰ προθέσεως συντιθέμενα, πρὸ μιᾶς ἔχουσι τὸν τόνον· οἷον ὀνειροπόλος, οἰωνοπόλος, οἰνο‐
40χόος· τὰ δὲ μετὰ προθέσεως συντιθέμενα προπαρο‐ ξύνονται, πρόπολος, πρόχοος. Ἀμφίπολις: Πόλις Θρᾴκης, ἥτις ἐκαλεῖτο πρότερον Ἐννέα ὁδοί· διὰ τὸ περιέχεσθαι καὶ περιοδεύεσθαι ὑπὸ τοῦ Στρυμόνος ποταμοῦ. Με‐
45θόδιος.
45Ἀμφιρρόπους ἐννοίας: Ἀπὸ τοῦ ῥέπω τοῦ
σημαίνοντος τὸ κλίνω ἢ ἐκτείνω· ἐπ’ ἀδήλου ἐπικει‐ μένας τοῦ τέλους, ἀμφοτέρωθεν κλινούσας, ἢ καθελ‐ κομένας, ἢ καθελκούσας. Ἄμφις: Τοῦτο οὐ συγκοπὴ, ἀλλὰ μετασχημα‐

93

(50)

τισμός· (ἀπὸ γὰρ τοῦ Ἀμφιάραος Ἄμφις, ὡς παρὰ Αἰσχύλῳ· ὥσπερ ἀστράγαλος, ἄστρις· καὶ Ἰφιάνασσα, Ἴφις· καὶ Θρασυκλῆς, Θράσυλλος· καὶ Βαθυκλῆς, Βάθυλλος, ὑποκοριστικά. Ταῦτα γὰρ μετασχηματισμοὶ καλοῦνται· ἐπειδὴ οὐ συμφωνεῖ ἡ
55κατάληξις· οὐδέποτε γὰρ συγκοπὴ γίνεται τρισύλ‐ λαβος·) ἀλλ’ οὐδὲ πάλιν ἀποκοπὴ, ἐπεὶ τὸ ς ἔχει τῆς τελευταίας συλλαβῆς. Ὅπου γὰρ τῆς τελευ‐ ταίας συλλαβῆς τηρηθῇ τὸ στοιχεῖον οὐ λέγεται

94

ἀποκοπή· ὥστε μετασχηματισμός ἐστιν. Ἡρω‐ διανὸς περὶ Παθῶν. Ἀμφύσκῃ: Τῇ χειρὶ κυρτωθείσῃ· οἱ δὲ πτύον κοπροβόλον.
5 Ἀμφώδων: Ὁ ὄνος. Λέγεται δὲ ἀμφώδοντα τὰ ζῷα τὰ κατὰ τὴν ἄνω καὶ κάτω ὠδοντωμένα. Ἄμφωξις: Ὑδρεῖον ξύλινον, εἰς ὃ ἀμέλγουσιν. Ἀμφί: Ἰστέον ὅτι προθέσεις εἰσὶ τῇ μὲν φωνῇ ιηʹ, τῷ δὲ σημαινομένῳ ιζʹ· ἡ γὰρ ἀμφὶ καὶ ἡ
10περὶ τὸ αὐτὸ σημαίνουσι. Καὶ διὰ τοῦτο καὶ ἐν τῷ ἅμα εὑρίσκονται· οἷον, Ἕκτωρ δ’ ἀμφιπεριστρώφα. Διαφέρουσι δὲ κατὰ τρεῖς τρόπους. Ἡ μὲν ἀμφὶ ἀποβάλλει τὸ ι, ὡς τὸ,
15Ἀμφ’ ἀγαθὸν θεράποντα.
15ἡ δὲ περὶ, οὐδέποτε. Καὶ ὅτι ἡ μὲν περὶ ἀνα‐
15στρέφεται, ὡς τὸ,
15 Ἀγαμέμνονος πέρι καὶ Ἀχιλλέως. ἡ δὲ ἀμφὶ, οὐδέποτε. Καὶ ὅτι ἡ μὲν περὶ ποτὲ μετάγεται εἰς ἐπιρρηματικὴν σημασίαν, εἰς μέρος λόγου, τουτέστιν ἐπίρρημα μεσότητος· ὡς τὸ, Ἰδομενεῦ, πέρι μέν σε τίω.
20ἀντὶ τοῦ περισσῶς· ἡ δὲ ἀμφὶ, οὐδέποτε. Λέγεται
20δὲ ἡ ἀμφὶ καὶ ἀμπὶ παρὰ Αἰολεῦσι.
20 Ἀμφίς: Ἀπὸ τῆς ἀμφὶ προθέσεως γίνεται ἀμ‐ φὶς ἐπίρρημα, σημαῖνον τὸ χωρίς· οἷον, Θεοὶ Κρόνον ἀμφὶς ἐόντες. Οὐδὲ γὰρ δυνάμεθα λέγειν πρόθεσιν, ἢ πλεονασμὸν τοῦ ς.
25Ἀμφισβητεῖν: Τὸ ζητεῖν, πλεονασμῷ τοῦ β·
25ἔστι γὰρ ἀμφισητεῖν. Ἢ παρὰ τὸ ἀμφὶς καὶ τὸ βάζειν· ἵνα σημαίνῃ τὸ ἀμφιλογεῖν. Πολλάκις δὲ πλεονάζει τὸ β, ὡς ἐν τῷ ἄδηρον ἄβδηρον· ἄβδηρος γάρ τις ἐστί· καὶ σίδη σίβδη. Καὶ οὕτω μὲν ὁ Μεθόδιος· ὁ δὲ Ζηνόδοτος λέγει ὅτι δύναται μὴ παρὰ
30τὴν ἀμφὶ συγκεῖσθαι πρόθεσιν, ἀλλὰ παρὰ τὸ ἀμφὶς ἐπίρρημα· ἵνα σημαίνῃ τὸ κεχωρισμένως βαίνειν· τοιοῦτοι γὰρ οἱ διστάζοντες. Εἰ δὲ τοῦτο, εὐλόγως ἔξωθεν κέκλιται. Σημειῶδες δὲ, εἰ παρὰ ἐπίρρημα
συνετέθη. Εἰ δὲ παρὰ τὴν ἀμφὶ σύγκειται, πλεο‐
35νασμὸν δέξεται τοῦ ς, καὶ παραλόγως ἔξωθεν κλιθείη. Ἀττικῶς οὖν, ὡς παρὰ προθέσεως οὔσης τῆς συν‐ θέσεως, ἔσωθεν τὴν κλίσιν πεποίηται. Πλάτων ἐν Γοργίᾳ, Ἔοικεν ἄρα οὐ περὶ τούτου, ὦ φίλε, ἠμφεσβητησάμην.
40Ἀνδοκίδης ἐν τῷ περὶ Μυστηρίων,
40Περὶ τούτων ἠμφισβήτουν οὗτοί γε οἱ μηνύσαντες.
40Ἡ δὲ ἔσωθεν κλίσις πάντῃ παράλογος, ῥητοῦ μὴ ὄντος τοῦ ἁπλοῦ. Ἀμφιτρύων: Ὁ περισσῶς τρωθεὶς καὶ πονηθεὶς, ὁ ἥρως· παρὰ τὸ τρύος, ὅ ἐστι πόνος· οἷον καὶ Πολὺ τρύος ἤλασεν ἔξω.
45Φυλάσσει.
45Ἀμφιτρίτη: Μετωνυμικῶς ἀπὸ τῆς Νηρηΐδος,
45ἡ θάλασσα. Ὤφειλε δὲ, ὅσον ἐκ τῆς ἐτυμολογίας, ὡς λέγει ὁ Χοιροβοσκὸς καὶ Ὠρίων, διὰ τῆς ΕΙ δι‐ φθόγγου γράφεσθαι· παρὰ γὰρ τὸ τρεῖν λέγεται Ἀμφιτρίτη, ἡ ἀμφοτέρωθεν φόβον ἡμῖν ἐμποιοῦσα· ἀλλὰ τῷ χαρακτῆρι τῶν εἰς ΤΗ θηλυκῶν διὰ τοῦ ι

94

(50)

γράφεται. Τὰ γὰρ εἰς ΤΗ λήγοντα θηλυκὰ βαρύ‐ τονα ὑπὲρ δύο συλλαβὰς ἑνὶ φωνήεντι θέλει παρα‐ λήγεσθαι· οἷον ἐρέτη, μελέτη, Ἀφροδίτη. Οὕτως οὖν καὶ Ἀμφιτρίτη. Πρόσκειται βαρύτονα, διὰ τὸ τελετή· καὶ ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ χαίτη.
55 Ἀμφιφῶν: Εἶδος πλακοῦντος τελούμενος τῇ Ἀρτέμιδι· οἷον, Μαστοὺς, τροφαλίδας, ἀμφιφῶντας, ἰτρία.

95

Διὰ τὸ κύκλῳ φωτίζεσθαι ὑπὸ τῶν δᾴδων· ἢ διὰ τὸ πανσελήνου οὔσης πέμπεσθαι τῇ Ἑκάτῃ. Οὕτω Μεθόδιος. Ἀμφιφορίτης: Ὅτι ἐν Αἰγίνῃ ἔδραμον περὶ
5τὴν Ἀσωπίδα κρήνην ὑδρεύσασθαι. Ὅθεν καὶ ἀγὼν
5ἄγεται ἀμφιφορίτης λεγόμενος παρὰ τοῖς Αἰγινή‐ ταις, ἐν ᾧ οἱ ἐκεῖσε ἀγωνιζόμενοι τοὺς κεράμους ὕδατος πεπληρωμένους ἀναλαβόντες κατὰ τῶν ὤμων τρέχουσι περὶ τῆς νίκης, φιλονεικοῦντες κατὰ μίμησιν τῶν ἡρώων. Ἀμφιφορεὺς γὰρ σορὸς, ὑδρία, κέρα‐
10μος, ἀμφορεύς.
10 Ἀμφίφαλον: Ἀμφοτέρωθεν φαλοὺς ἔχουσαν περὶ αὐτήν. Φαλοὶ δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι, χάριν κόσμου τιθέμενοι. Ἀμφιφανέα: Ἄστρα δὶς φαινόμενα· καὶ ἀμφι‐ φανὲς, περιλαμπὲς, ἐπιφανές.
19Ἀμωσγέπως: Ὁπωσδήποτε, καθ’ ὁντιναοῦν τρό‐
20πον· ἔνιοι τὸ μετρίως, Πλάτων τὸ ἐκ παντὸς τρόπου, ἑνί γε τινί. Ἔστι δὲ ῥητορικὴ ἡ λέξις. Ἔστιν ὄνομα ἀμὸς, ἰσοδυναμοῦν τῷ τὶς Δωρικῶς· ἐξ οὗ καὶ τὸ ἐν Ὀδυσσείᾳ, Τῶν ἀμόθεν γε.
25ἀντὶ τοῦ ἀπό τινος μέρους τούτων. Ἐκ τῆς γενικῆς
25τῶν πληθυντικῶν γίνεται ἐπίρρημα μεσότητος ἀμῶς. Ἢ ὥσπερ παρὰ τὸ καλὸς γίνεται ἐπίρρημα καλῶς, οὕτω καὶ ἀπὸ τοῦ ἀμὸς γίνεται ἐπίρρημα ἀμῶς· καὶ συνθέσει μετὰ τοῦ ΓΕ συνδέσμου καὶ τοῦ πῶς παρα‐ πληρωματικοῦ γίνεται ἀμωσγέπως. Σημαίνει κατά
30τινα τρόπον. Οἱ δὲ Ἀττικοὶ φασὶν ἀμῃγέπῃ. Ἀπὸ
30δὲ τοῦ ἀμὸς γίνεται ἀμόθεν· ἐξ οὗ τὸ οὐδαμόθεν ἐπίρ‐ ρημα. Καὶ ὥσπερ ἀπὸ τοῦ καλὸς γίνεται ἐπίρρημα καλὰ, οὕτω καὶ ἀπὸ τοῦ οὐδαμὸς, οὐδαμὰ, ἀντὶ τοῦ οὐδαμῶς. Ἄμωμος: Παρὰ τὸ μῶμος γίνεται ἄμωμος.
35ἀνὰ πρόθεσις ἐν τῇ συνθέσει δύο σημαίνει· τὴν ἄνω σχέσιν, ὡς ἄνοδος, ἀναδρομή· καὶ τὴν εἰς τοὐπίσω ἀνάκαμψιν, ὡς τὸ ἀνάβασις, ἀνατρέχω. Ἀνάβλησις: Ἀναβολὴ καὶ ὑπέρθεσις· ἐκ τοῦ ἀναβάλλομαι τὸ ὑπερτίθεμαι καὶ βραδύνω, ὡς τὸ,
40 Μὴ ἀναβάλῃ πάτερ. Ἀναβάλλω ἀναβαλῶ ἀνάβλησις. Ἀναβαλλίδες: Ταινίαι· οἱ δὲ σφαίρας ἀπέδο‐ σαν. Διογενειανός. Ἀναβέβρυκεν: Ἀναπέπωκεν· ἐὰν δὲ ἀναβέ‐
45βρυχεν, ἀναβρύει, ὅ ἐστιν ἀναπηδᾷ καὶ ἀναβάλλεται μετὰ ψόφου. Ἄνα: Ἀλλ’ ἄνα, εἰ μέμονας. Ἀπὸ τοῦ ἀνάστηθι ὅλη ἡ λέξις ἀπεσπάσθη. Οὐκ

95

(50)

ἔστιν ἀποκοπὴ ἐπὶ τοῦ τοιούτου. Ἡρωδιανός.

95

(50)

Ἀνάγκη: Ἡ θεὸς, παρὰ τὸ ἀνάσσω. Καὶ τὸ πρᾶγμα ἀνάγκη· πάντων γὰρ ἐπικρατεῖ. Εἰ δὲ
ἦν ἐπίρρημα, ὀξύνετο ἂν, ὡς στενάχω, στεναχή. Παρὰ τὸ ἄγω οὖν, ἄγη· καὶ πλεονασμῷ τοῦ κ ἀνάγκη, ἡ πάντα κρατοῦσα. Ἢ ἀγκὰς, ἀγκὴ καὶ
55ἀνάγκη· ἐπειδὴ τὸ ταῖς ἀγκάλαις κρατούμενον κατὰ δύναμιν ἀφυκτότερον κρατεῖται. Ἢ παρὰ τὸ ἄκος, πρὸς ἣν ἄκος οὐκ ἔστιν εὑρεῖν.

96

Ἀναγκάζω: Ἀπὸ τοῦ ἄναξ ἄνακος, ἐξ οὗ τὸ ἄνακτος, γέγονεν ἀνάκη, καὶ ἀνάγκη· καὶ ὡς ἀπὸ τοῦ σπουδὴ σπουδάζω, καὶ αὐγὴ αὐγάζω, οὕτω καὶ ἀπὸ τοῦ ἀνάγκη ἀναγκάζω. Οὕτως Ζηνόβιος.
5 Ἀνάγωγος: Ὁ μὴ τῆς καθηκούσης ἀγωγῆς τετυχηκώς. Ἀναγαγγανεύουσι: Ἀνακράζουσι. Ἀναδοιδυκίζει: Ἀναταράττει· ἀπὸ τοῦ δοίδυξ δοίδυκος.
10Ἀναδῦναι: Ἀναδραμεῖν, ὑποστρέψαι.
10Ἀνὰ δρύμα:
10Καὶ θῆρες ἀνὰ δρύμα πρηΰνονται.
10Τινὲς ἀνέγνωσαν δρυμὰ, ὡς ἀπὸ τοῦ δρυμός. Οὐκ ἔστι δὲ, οὐδὲ σώζεται τῶν τριῶν προσώπων ἡ συ‐ ζυγία. Σοφὸς μὲν γὰρ καὶ σοφὴ καὶ σοφὰ ὁμο‐ τόνως, δρυμὸς δὲ δρυμὴ οὐκέτι. Οὐκ ἄρα δρυμὰ, ἀλλὰ δρύμα, ὡς λύχνα.
15Ἀναδήματα: Στεφανώματα· ἀναδεῖσθαι, τὸ
15ταινιοῦσθαι.
15 Ἀναδούμενος: Παρὰ τὸ δέω δέσω δέδεκα, ἡ μετοχὴ, δεόμενος, καὶ κατὰ συναίρεσιν ἀνα‐ δούμενος· οὕτω Φιλόξενος· στεφανούμενος, ταινιώ‐ μενος. Ἀναδενδράς: Ἡ ἄμπελος, ἡ πρὸς δένδρον
20ἀνερχομένη. Δένδρον, δενδρὰς, καὶ ἀναδενδρὰς, ἄμ‐
20πελος ἡ ἐπὶ δένδρων. Ἀναζυγῶσαι: ζύγωθρον καλεῖται ὁ κόραξ· καὶ ἐπιζυγῶσαι δὲ, τὸ κλεῖσαι· ἀναζυγῶσαι, τὸ θύρας
ἀναπετάσαι, Ἀριστοφάνης. Ἀναθηλήσει: Ἀναβλαστήσει. Τὸ θέμα θηλῶ,
25αʹ συζυγίας. Ἢ παρὰ τὸ θάλλω θαλῶ θαλήσω, καὶ τροπῇ θηλήσω. Τοῦτο παρὰ τὸ θηλή· τὸ δὲ, παρὰ τὸ θῶ, τὸ θηλάζω. Ἀνάθεμα: Παρὰ τὸ ἐν τῇ στήλῃ ἀνατίθεσθαι. Ἀνάθημα: Ἄγαλμα, κόσμος, εἰς τὸ ..
30Ἀνακληθρίς: Πέτρα ἐν Μεγάροις. Ὅτι ἡ
30Δήμητρα καθεσθεῖσα ἐπ’ αὐτῆς ἀνεκαλεῖτο τὴν κόρην· καὶ ἐκ τῆς ἀνακλήσεως τὴν πέτραν ἀνακλη‐ θρίδα καλοῦσιν. Μεθόδιος. Ἀνακοί: Οἱ Διόσκουροι παρὰ Ἀττικοῖς. Παρὰ τὸ ἀνάσσω, ἀνακὸς, ὡς φυλάσσω φυλακὸς, μαλάσσω
35μαλακός. Ἢ ὅτι ἀνακῶς, ὅ ἐστι φιλανθρώπως, ἐχρήσαντο τοῖς Ἀθηναίοις. Ἢ ὅτι τοὺς πλέοντας σώζουσιν ἀστέρες ὄντες, ἄνω καὶ ἑκὰς ἡμῶν ὄντες. Καὶ τὸ ἄνω δὲ σύνθετον εἰώθασιν Ἀττικῶς καλεῖν, ἀνακῶς. Μεθόδιος.
40Ἀνακῶς: Ἐπιμελῶς καὶ πεφροντισμένως καὶ
40πεφυλαγμένως, ἀπὸ τῆς ἄνακος γενικῆς εἰς εὐθεῖαν ἀναχθείσης, ὡς φυλακός· ἀπὸ τῶν ἀνάκτων, οἷς φροντίδες εἰσὶ τῶν ὑπηκόων. Ἀπὸ τῆς ἄνακος δὲ εὐθείας σχηματίζεται· ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων ἀρσενικὰ οὐ ποιεῖ ἐπίρρημα εἰς ΩΣ· οὔτε
45γὰρ ἀπὸ τοῦ φύλαξ ἢ ἄναξ ἢ ἅρπαξ γίνεται ἐπιρ‐ ρήματα. Μεθόδιος. ἀνάκτορα οὐ πεποίηται παρὰ τὸ ἀνάκτωρ· οὐ‐ δενὶ γὰρ τούτων τῶν ῥημάτων παράκειται οὐδετέρου παρασχηματισμός. Πεποίηται οὖν παρὰ τὸ ἀνά‐

96

(50)

κτορος. Οὕτω Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὐτοῦ.

96

(50)

Ἀνακωχεύειν: Τὸ ἐν πελάγει χειμῶνος ὄντος στείλαντας τὰ ὀθόνια σαλεύειν· ἢ ἐν τῷ πολέμῳ ἀμελεῖν· παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν. Σημαίνει δὲ καὶ τὸ ἀναχωρεῖν, καὶ οἷον ἀναχωρεύειν, καὶ τροπῇ τῶν στοιχείων.
55 Ἀνακυμβαλίζω: Δίφροι δ’ ἀνεκυμβαλίαζον. Ἀνεκρότουν, ἢ ἀνετρέποντο. Ἀνακλῖναι: Ἀνοῖξαι, ἀναπετάσαι.

97

ἀναζυγοῦν φασὶ τὸ ἀνοιγνύναι κιβωτὸν, ἢ τὸν ἐπὶ τῇ θύρᾳ κόρακα. Λέγεται καὶ ἐπὶ τοῦ ἀναφω‐ νεῖν, ἀνοιγνύναι τὸ στόμα. Λέγεται ἀναζυγὴ καὶ ἡ τῆς θύρας ἄνοιξις· καὶ κλίνεται τῆς ἀναζυγῆς.
5Πλούταρχος Εὐμένει,
5Εὐθὺς ἀναζυγῆς γενομένης. Ἀνάλογος: Παρὰ τὸ λόγος, ἄλογος· εἶτα δευ‐
τέρα σύνθεσις μετὰ πλεονασμοῦ τοῦ ν, ἀνάλογος, ὁ
10λόγου ἐχόμενος, ὅ ἐστιν ὁ κατὰ λόγον ὅμοιος. Γί‐ νονται δὲ πολλάκις ἐν ταῖς συνθέσεσι στερήσεις τῶν προλαβουσῶν στερήσεων ἀναιρετικαὶ, αἵτινες καλοῦν‐ ται ἐπιστερήσεις. Ἄναλτος: Ὁ ἀηδὴς, ἀπὸ τῶν ὄψων τῶν μὴ
15ἐχόντων ἅλας, καὶ ἀηδῶν ὄντων· σημαίνει δὲ καὶ τὸν ἀχρεῖον· Ὀδυσσείας ς. Ἢ ἀναυξὴς, καὶ ἀτελής· παρὰ τὸ ἄλδω τὸ αὐξάνω· ἢ ὁ ἀπλήρωτος καὶ ἀκό‐ ρεστος, ὥς φησιν ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ· ᾧ οὐδὲν ἅλις,
20μετὰ δ’ ἔπρεπε γαστέρι μάργῃ
20Ἀζηχὲς φαγέμεν καὶ πιέμεν.
20καὶ ἐπιφέρει, Ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας. Ἀντὶ τοῦ πλανᾶσθαι. Παρὰ τὸ ἅλις, τὸ δαψιλῶς, γίνεται ἅλος· καὶ κατὰ στέρησιν, ἄναλος· καὶ πλεο‐ νασμῷ τοῦ τ, ἄναλτος. Ἢ τὸν ἅλλεσθαι μὴ δυνά‐
25μενον, βαρύν.
25 Ἄναλκις: Σὺ δ’ ἀπόλεμος καὶ ἄναλκις. Ἀσθενὴς, ἀδύνατος. Ἐκ τοῦ ἄλκω ἀλκή· μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν, ἄναλκις, ἄνι‐ σχυς, δειλός.
30Ἀναλίσκω: Τὸ πορθῶ καὶ δαπανῶ· ἐξ οὗ καὶ
30ἀνάλωμα. Ἔστιν ἅλες σημαῖνον τὸ ἀθροῦν· οἷον,
30 Ἧι χειμέριον ἁλὲν ὕδωρ. Ἐξ οὗ ῥῆμα ἁλῶ, τὸ συναθροίζω· καὶ μετὰ τοῦ στε‐ ρητικοῦ α, ἀαλῶ τὸ πλανῶ· τουτέστι, τὸ τὰ συνη‐ θροισμένα διασκορπίζειν· καὶ πλεονασμῷ τοῦ ν, ἀναλῶ. Καὶ ἐκ τούτου παράγωγον ἀναλίσκω, τὸ
35αὐτὸ σημαῖνον. Ἢ παρὰ τὸ ἅλις ἐπίρρημα. Καὶ παρὰ τὸ ἀναλῶ, ἀνάλωτος· καὶ ἀναλωτικὸς, ὁ ἀφα‐ νιστικός. Ἀναλογία: Παρὰ τὸ λόγος λογία, καὶ ἀνα‐ λογία· αἱ γὰρ δύο στερήσεις ὁμοῦ οὖσαι κατάθεσιν
40ποιοῦσιν· ὡς πυστὰ, ἄπυστα, καὶ ἀνάπυστα, τὰ
40περιβόητα· καὶ πηρὸν, ἄπηρον, καὶ ἀνάπηρον, τὸν πεπηρωμένον. Ἐπὶ πάντων δὲ τὸ ν πλεονάζει, ὡς ἐπὶ τοῦ αἴτιος, καὶ ἀαίτιος, καὶ ἀναίτιος, καὶ ἀναί‐ σχυντος. Ὠρίων. Ἀνάνιον: Ἄλυπον· κατὰ στέρησιν τῆς ἀνίας·
45ἀβλαβές. Καὶ ἀνάνιος, ὑπερήφανος, ἀλύπητος·
45καὶ ἀνανίως, τὸ ἀλύπως. ἄναλκις ἀνάλκιδος. Ὁ κανών· Τὰ εἰς ΙΣ προσηγορικὰ παρώνυμα μακρᾷ παραληγόμενα διὰ τοῦ ΔΟΣ κλίνονται. Ἢ οὕτω· τὰ εἰς ΙΣ βαρύτονα ἀρσενικὰ, εἴτε κύρια εἴτε προσηγορικὰ, διὰ τοῦ

97

(50)

ΔΟΣ κλίνονται, Ἀδώνιδος, Θεόγνιδος. Παρώνυμα μακρᾷ παραληγόμενα, εὔνιδος, λάτριδος, νήϊδος,
ἀνάλκιδος. Ἄναξ: Παρὰ τὸ τὴν ἄνω τάξιν ἔχειν· ἢ ὁ ἄνω ἀΐσσων κατὰ δύναμιν τοῦ κρατεῖν· ἢ πρὸς ὃν πάντα
55ἀναφέρομεν. Σημαίνει τρία· τὸν βασιλέα, ὡς τὸ,
55 Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν. Καὶ τὸν οἰκοδεσπότην, Αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ’ ἡμετέροιο. Σημαίνει δὲ καὶ τὸν θεὸν, Ὄφρ’ ἱλασόμεσθα ἄνακτα.

98

Ἀναξυρίδας: Φαμινάλια, βρακία· ἢ τὰ βαθέα καὶ ἄβατα ὑποδήματα· οἷον ἀνασυρίδας, παρὰ τὸ ἀνασύρεσθαι, τροπῇ τοῦ ς εἰς ξ. Βρακία δὲ, ἀπὸ
5τοῦ ῥακία, πλεονασμῷ τοῦ β, Αἰολικῶς. Ἀναξυρίδες μέντοι ἅπερ ἐν τῇ συνηθείᾳ τουβία φασίν. Ἀναπλήσεις: Ἀναπληρώσεις· ἐκ τοῦ ἀνα‐ πλῶ. Ἀναπρήσας: Ἀναφυσήσας· ἢ ἀθρόως ἀναβα‐
10λών. [Ἐκ τοῦ πρήθω, ἀναπρήσας· καὶ τροπῇ τοῦ
10ρ εἰς λ, ἀναπλήσας. Οἱ γὰρ κακοῖς τισι συνεχό‐
10μενοι, πνεύματος τὰς γνάθους πληροῦντες, τὰς ἐκ‐ φυσήσεις ἀποτελοῦσιν.] Ἀνάπνευσις: Ἔστι πνύω· ἐξ οὗ γέγονε πνέω· ὁ μέλλων, πνεύσω· ἐξ οὗ πνευστὸς, καὶ ἄπνευστος, καὶ ἄπνευστις· καὶ ἀποβολῇ τοῦ τ, ἄπνευσις, καὶ
15ἀνάπνευσις·
15Ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο.
15Ἀντὶ τοῦ ταχίστη τὸ ὀλίγη. Ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν: Ἀνα‐ ψύξωσιν, ἀναπαύσωνται. Ἀναμφιλέκτως: Ἀναντιλέκτως. Ἀναπεμπάζεσθαι: Ἐπαναλαμβάνειν, ἢ ἀνα‐
20λέγεσθαι καὶ ἀναπέμπειν· οἱ δὲ, τὸ εἰπεῖν, ἢ ἐν κεφαλαίῳ τὰ προειρημένα ἐπαναλαβεῖν. Ἀναπαυόμενον ὕδωρ: Πηγὴ ἐν Δωδώνῃ· ὅτι οὐκ ἀέναον ἔχει τὸ ὕδωρ, ἀλλὰ κατὰ τὰς μεσημβρίας καὶ μέσας τὰς νύκτας ἀπολήγει καὶ οὐ ῥεῖ, τὰς δὲ
25ἄλλας ὥρας συνεχῶς φέρεται· ὥσπερ οὖν ἐπὶ ἀνθρώ‐ πων καμνόντων, κατὰ δὲ τὸν ὁρισμὸν ἀπολειπόντων. Μεθόδιος. Ἄναντες καὶ ἄναντα: Τὸ ἀνωφερὲς καὶ ἀνω‐ φερῆ· κάταντα, κατωφερῆ· πάραντα, τὰ πρόμαλα
30καὶ γήλοφα· δόχμια δὲ, τὰ πλάγια. Ἰλιά‐
30δος ψʹ.
30ἀνάκαιον τί; Δεσμωτήριον παρὰ τοῖς Βοιωτοῖς οὕτω καλούμενον, ὡς καὶ παρὰ τοῖς Κυπρίοις ὁ κέ‐ ραμος. Ἀξιοῦσι δέ τινες ἀνάκειον γράφεσθαι· ὅπέρ ἐστι τὸ Διοσκουρεῖον· ἄνακες γὰρ, οἱ Διόσκουροι. Ἀνάπλεως: Ἐκ τοῦ πλέως ὁ πεπληρωμένος,
35μετὰ τοῦ στερητικοῦ α, ἄπλεως, ὁ ἐνδεής· καὶ μετὰ προσθήκης ἑτέρας στερήσεως, καὶ πλεονασμῷ τοῦ ν, ἀνάπλεως· ἥτις ἐν τοῖς τοιούτοις προστιθε‐ μένη καὶ ἀναδιπλουμένη κατάφασιν ἀλλ’ οὐ στέρησιν δηλοῖ.
40Ἀναλέγεσθαι: Ἀναγινώσκειν, ἢ ἀνοικοδομεῖν,
40ἢ ἀναπείθειν, καὶ ἀναλογεῖν τὴν ἀνάγνωσιν. Ἀναλφάβητος: Ἀπαίδευτος. Ἄνανδρον: Χήραν. Ἀναπεφλασμένον: Ἐντεταμένον ἔχοντα τὸ αἰδοῖον.
45 Ἀνάπηρος: Ἐς μέσον παράγεται, ῥῖνα καὶ ὦτα ἀνάπηρος. Σεσινωμένος καὶ ἠχρειωμένος, ἢ νοσώδης καὶ λυπη‐ ρός. Καὶ ἀνάπηρος γέρων, ὁ ἐπιβλαβὴς καὶ μὴ ὑγιαίνων. Παρὰ τὸ πήθω, τὸ πανθάνω, γίνεται

98

(50)

πηρὸς, ὁ ἐμπαθὴς καὶ ἠχρειωμένος· μετὰ τοῦ στερη‐

98

(50)

τικοῦ α, ἄπηρος· καὶ μεθ’ ἑτέρας στερήσεως, ἀάπη‐

98

(50)

ρος· καὶ πλεονασμῷ τοῦ ν, ἀνάπηρος, ὁ σεσινωμένος.

98

(50)

Αἱ δύο στερήσεις ποιοῦσι μίαν ἐπίτασιν. Ἀνάρσιοι: Ἄδικοι, ἐχθροί. Ἔστιν ἀρῶ τὸ ἁρμόζω· ὁ μέλλων Αἰολικῶς, ἄρσω· ἐξ οὗ ἄρσιος, καὶ ἀνάρσιος, κατὰ στέρησιν τοῦ α, πλεονασμῷ τοῦ ν, ὁ ἀνάρμοστος καὶ ἀσύμφωνος. Ὦρος. πολέμιος,
55ὑβριστής. Καὶ ἄναρσις, νεῖκος, πόλεμος. Ἀναρρύειν: Θύειν. Ἀνάρρυσις, ἡ θυσία· ἐπειδὴ θύοντες ἀνέκλων τοὺς τραχήλους τῶν θυομένων, ἐπὶ

99

τὰ ἄνω τρέποντες. Οὕτω δὲ ἑορτὴ ἐκαλεῖτο παρὰ Ἀθηναίοις. Ὅμηρος, Αὖ ἔρυσαν. Ἀναρρηθῆναι: Ἀνακηρυχθῆναι· καὶ ἀνάρ‐
5ρησις.
5Ἀνὰ ῥῶγας μεγάροιο: Τὰς ἐν τῷ μεγάρῳ
5διόδους· οἱ δὲ, τὰς ἀναβάσεις· ἀπὸ τοῦ διεστάναι. Ὁ δὲ Φίλων ἀμφίβολον εἶναι φησὶ πότερον οὐδέ‐ τερον ῥῶγας ὡς κῶας, ἵν’ ᾖ τὸ ἀνάρρηγμα τοῦ τοίχου· ἢ τὰς ῥωγάδας τὰς ῥῶγας. Βέλτιον δὲ τὸ πρό‐ τερον.
10Ἀναρροιβδεῖ μέλαν ὕδωρ: Ἀντὶ τοῦ ἀναρ‐
10ροφεῖ· πλεονασμῷ τοῦ ι, ἀναρροιφεῖ· καὶ ἐπενθέσει τοῦ δ, ἀναρροιβδεῖ, τραπέντος τοῦ δασέως φ εἰς τὸ ψιλὸν β· οἷον, Τρὶς μὲν γάρ τ’ ἀνίησιν ἐπ’ ἤματι, τρὶς δ’ ἀναροιβδεῖ· Ἡρωδιανός· ἀναπίνει, Διογενιανός.
15Ἀναρριχᾶσθαι: Σημαίνει τὸ ἀναδίδοσθαι τὸ
15ὕδωρ· καὶ οἱονεὶ τρόπον ἀράχνης τοῖς ποσὶ καὶ χερσὶν ἀντιλαμβανόμενον ἀνιέναι πρὸς τὸ πρόσαντες. Ἀρα‐ χνιῶ, ἀραχνιᾶσθαι, καὶ ἀναρριχᾶσθαι τοῦτό ἐστιν. Οὕτω γὰρ ἐθνικὸς ὁ ἀνήρ. Οὐ κλίνεται δὲ ὁ παρα‐ τατικὸς ἠναρριχώμην, ἀλλὰ ἀνηρριχώμην. Εὑρί‐
20σκεται δὲ καὶ χωρὶς τῆς ΑΝ συλλαβῆς παρὰ Ἱππώ‐ νακτι, ἀριχῶμαι. Ἄλλως οὖν ἐσχημάτισται. Ἄρ‐ ριχος λέγεται ὁ κόφινος, ἐν ᾧ κομίζουσι τοὺς βότρυς· ἐξ αὐτοῦ ἀρριχῶ, καὶ ἀναρριχῶ. Ἀλλ’ οὖν γε οὕτω κρεῖττόν ἐστιν ἀραχνιᾶσθαι καὶ ἀναρριχᾶσθαι.
25Οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν. Ἀναρριχώμενοι: Ἀναλαμβανόμενοι πρὸς ὕψος, ἀντεχόμενοι ποσὶν ἢ χερσὶν ἐπὶ τοίχων ἢ δένδρων. Ἀριστοφάνης Εἰρήνῃ, Πρὸς ταῦτ’ ἀναρριχᾶτ’ ἂν εἰς τὸν οὐρανόν.
30Ἀπὸ μεταφορᾶς τῶν ἀραχνῶν, οἵτινες τὰ οἰκεῖα νήματα κατέχοντες ἄνω φέρονται. Ἀνάστα: Ἐπίρρημα παρακελεύσεως. Γίνεται ἐκ τοῦ στῶ ὁ παρατατικὸς, ἔστων, ἔστας, ἔστα· καὶ τὸ προστακτικὸν στὰ, καὶ ἀνάστα. Αἱ γὰρ προθέ‐
35σεις ἀναβιβάζουσι τοὺς τόνους. Καὶ ἄλλως· Πᾶν
35προστακτικὸν, εἰ μὲν εἴη μονοσύλλαβον, ἐν τῇ συν‐ θέσει παροξύνεται, ἓς, ἄφες· δὸς, ἀπόδος· σχὲς, πρόσχες· εἰ δὲ ὑπὲρ δύο συλλαβὰς, προπαροξύνεται· οἷον, βῆθι, ἀνάβηθι· στῆθι, ἀνάστηθι. Τὸ δὲ ἄνες γίνεται παρὰ τὸ ἵημι, τὸ συγχωρῶ· ὁ μέλλων, ἥσω·
40ὁ δεύτερος ἀόριστος, ἧν· ἡ μετοχὴ, εἵς ἕντος· καὶ τὸ προστακτικὸν ἕς· καὶ μετὰ τῆς ἀνὰ προθέσεως, ἄνες. Ἀνασχών: Τὸ ῥῆμα, [σχῶ· καὶ μετὰ τῆς ἀνὰ,] ἀνασχῶ· ὁ μέλλων, ἀνασχήσω· ὁ ἀόριστος, ἀνέ‐
45σχησα· ὁ δεύτερος, ἀνέσχον· καὶ ἡ μετοχὴ, ἀνασχών.
45Ἔστι δὲ πρώτης συζυγίας τῶν περισπωμένων. Ἀνάσχεο: Σχῆμι· ὁ μέλλων, σχήσω· ὁ παρα‐ κείμενος, ἔσχηκα· ὁ παθητικὸς, ἔσχεμαι· ὁ ἀόριστος, ἐσχέθην· ὁ μέσος, ἐσχέμην· τὸ δεύτερον, ἔσχεσο· καὶ ἐκβολῇ τοῦ ς, ἔσχεο, καὶ ἔσχου· ὁ μέσος προσ‐

99

(50)

τακτικὸς σχέο καὶ ἀνάσχεο· μέσος ἀόριστος δεύτερος προστακτικὸς, κατὰ διάλυσιν Ἰωνικήν. Ἀναστάς: Ἐκ τοῦ ἵστημι, στήσω· ὁ δεύ‐ τερος ἀόριστος, ἔστην· ἡ μετοχὴ, ὁ στὰς, καὶ ἀνα‐ στάς.
55Ἀνασχέσθαι: Ἀναδέξασθαι, ὑπομεῖναι.
55 Ἀναστήσειε: Τοὺς μὲν ἀναστήσειεν. Ἀναστάτους καὶ φυγάδας ποιήσειεν. Ἀνάστασις: Ἄνω στάσις, ἤτοι ἔγερσις.

100

Ἀνασταδόν: Ἄλλοθεν ἄλλος ἀνασταδόν. Ἄλλος ἐξ ἄλλου μέρους ἀναστάντες. Ἀνάγνωσις: Ἡ ἄνωθεν γνῶσις. Ὅσα ὀνόματα
5ἔχει τὸ ἀνὰ, τὸ ἄνω δηλοῦσιν· οἷον ἀνατολὴ, ἡ ἄνω
5ἐπιτολὴ τοῦ ἡλίου· ἀναγραφὴ, ἡ ἄνωθεν γραφὴ, καὶ τὰ ὅμοια, ἀναφορὰ, (ἡ ἄνωθεν φορὰ,) ἀναγκαία, ἡ ἄνωθεν κένωσις, ἀνάδοσις, ἀνάπαυσις, ἀνάλυμα, ἀνα‐ ψυχή. Ἀνάστατος: Ὁ καταλιπὼν τὴν οὐσίαν, καὶ ἐπὶ
10τῆς ἀλλοδαπῆς ζῆν αἱρούμενος. Καὶ ἀνάστατον
10τὴν πόλιν ποιήσας, ἀντὶ τοῦ ἀνοικίσας, ἢ μετα‐
10στήσας, ἢ μεταγαγών. Ἀνασηκοῦν: Τὸ προστιθέναι τὸ ἐλλιπές. Ἀνάσιλλον: Τρίχωμα τὸ ἀπὸ μετώπου ἐπὶ τὴν κορυφὴν ἀνεστραμμένον. Ἀνασκολύψας: Γυμνώσας.
15 Ἀναφλᾶν: Χειροτρίβειν τὸ αἰδοῖον. Οἱ δὲ, στύειν. Ἀνάφορον: Ξύλον, ὃ τοῖς ὤμοις ἐπιτιθέντες ἐξ αὐτοῦ τὰ φορτία δεσμοῦσιν. Ἀνάσσω: Ἀνάξω· ὁ παρακείμενος, ἤναχα· ὁ
20μέσος, ἤναγα· καὶ καθ’ ὑπερβιβασμὸν, ἄνηγα· καὶ
20οἱ Δωριεῖς τὸν μὲν παρακείμενον μετάγουσιν εἰς ἐνεστῶτα, ἀνήγω ἀνώγω. Ἀπὸ τοῦ ἄνω, τοῦ σημαί‐ νοντος τὸ ἀνύω, ἀνάσσω, ὡς πατῶ, πατάσσω· σαλῶ, σαλάσσω. Ἓξ δὲ παραλήγουσαν ἐπιδέχεται τὰ διὰ δύο ΣΣ ἐκφερόμενα, τὸ α, ε, η, ι, υ, ω, χωρὶς τοῦ ο
25[τοῦ μικροῦ.] Ὁ μέλλων, ἀνάξω, πόθεν ἔχει τὸ ξ; ἡ δὲ τετάρτη διφορεῖται. Ἔδει ἔχειν τὸ ς, καὶ μὴ τὸ ξ. Ἰστέον δὲ ὅτι τὰ εἰς ΖΩ λήγοντα ῥήματα, εἰ μὲν ὦσι δισύλλαβα, πῇ μὲν διὰ τοῦ ξ ἐκφέρονται· οἷον κράζω, κράξω· πῇ δὲ διὰ τοῦ ς, οἷον κτίζω,
30κτίσω. Εἰ δὲ ὦσιν ὑπὲρ δύο συλλαβὰς, ἀεὶ διὰ
30τοῦ ς, πλὴν τοῦ οἰμώζω, οἰμώξω· ὀλολύζω, ὀλολύξω· θρυλίζω, θρυλίξω· στηρίζω, στηρίξω· ἀλαπάζω, ἀλα‐ πάξω. Τὸ δὲ βαστάξω καὶ νυστάξω, καὶ τὰ ὅμοια, Δωρικά ἐστι, κατὰ τροπὴν τοῦ ς εἰς ξ. Τοῦ δὲ
στενάζω ὁ ἐνεστὼς διφορεῖται· εὕρηται γὰρ καὶ στε‐
35νάχω, ἀφ’ οὗ καὶ στόναχος, καὶ στοναχή. Καὶ πλὴν τοῦ αἰάζω, αἰάξω. Ζήτει εἰς τὸ διῆρσα, καὶ εἰς τὸ δρῶ. Εἰ δὲ διὰ δύο ΣΣ ἐκφέρεται ὁ ἐνεστὼς, ἀεὶ ὁ μέλλων διὰ τοῦ ξ· πλὴν τοῦ πλάσσω πλάσω, τὸ ἐργάζομαι· ἱμάσσω ἱμάσω, τὸ τύπτω· ἰνάσσω ἰνάσω,
40τὸ δύναμιν παρέχω· ἐρέσσω, τὸ κωπηλατῶ· πάσσω, τὸ ποικίλλω· λεύσσω, τὸ βλέπω. Ἄνασσα: Ἡ βασίλισσα, οὐκ ἀπὸ τοῦ ἄναξ γέγονε· τὰ γὰρ ἀπὸ τῶν εἰς ξ εἰς α παραγόμενα ἐθνικά ἐστι· Φοῖνιξ, Φοίνισσα· Κίλιξ, Κίλισσα.
45Τοῦτο δὲ, μὴ ὂν ἐθνικὸν, ὁμοίως οὐ λέγεται. Ἔστιν
45οὖν ἀπὸ τοῦ ἀνάσσω, ὡς ἐλίσσω ἔλισσα καὶ ἀμφιέ‐ λισσα, καὶ νύσσω, νύσσα. Ἀνασφῆλαι: Ἀναρρωσθῆναι. Σφῆλον γὰρ τὸ ἰσχυρόν. Στησίχορος “ἐρίσφηλον” ἔφη τὸν Ἡρα‐ κλέα, ἴσον τῷ ἐρισθενῆ.

100

(50)

Ἀνασκολοπισθῆναι: Ἀνασταυρωθῆναι. Σκό‐

100

(50)

λοπες γὰρ ξύλα ὀξέα. Παρὰ τὸ σκέλλω [τὸ ξη‐ ραίνω,] σκέλλοψ καὶ σκόλοψ. Λέγεται καὶ ἀνα‐ σκινδυλευθῆναι. Ἄνατε: Ἢ ἀπὸ τοῦ ἀνάστητε κατὰ συγκοπήν·
55ἢ ὥσπερ ἀπὸ τοῦ ἄγε γίνεται ἄγετε, οὕτω ἄνα, ἄνατε. Ἄνατον: Ἀβλαβῆ· καὶ ἀνατὶ, ἐπίρρημα. Ἄναυρος: Ὁ ἐξ ὑετῶν συνιστάμενος ποταμός·

101

παρὰ τὸ μὴ ἔχειν αὔρας. Ἄναυροι οἱ χείμαρροι, καὶ διώρυχες, καὶ ὀχετοί. Διογενιανός. Ἀναφαίρετον πλοῦτον: Πολὺν, ὃν οὐ δύναταί τις ἀφαιρήσειν. Ἀπὸ τοῦ ἀφαιρῶ ἀναφαίρετον,
5πλεονασμῷ τοῦ ν.
5 Ἀνάχαρσις: Ὁ Σκύθης· παρὰ τὴν ἀνὰ πρό‐ θεσιν, καὶ τὴν χάρσιν, ὃ σημαίνει τὴν χάριν, ἢ [τὴν] χαράν. Ἔστι καὶ ἰχθῦς ποιός. Ἀναχασσάμενος: Ἀναχωρήσας· ἀπὸ τοῦ ἀναχάζω.
10Ἀναχαιτισθῆναι: Σημαίνει τὸ ἀπειθεῖν· κυρίως
10δὲ ἐπὶ τῶν ἵππων. Ἀναίδεια: Ὤ μοι ἀναιδείην ἐπιειμένε. Σημαίνει τὴν ἀναίδειαν ἐνδεδυμένε· ὁ γὰρ φιλόχρυσος ἀναιδής. Ἀπὸ τοῦ ἀναιδής. Τοῦτο παρὰ τὸ αἰδῶ,
15αἰδὴς, ἀαιδὴς, καὶ ἀναιδής.
15 Ἀναίδητος: Ὁ ἀναίσχυντος, βίαιος, σκληρὸς, ὀξύς.
Ἀναισχυντῶ: Οὐκ ἔχει τὴν ἀνὰ πρόθεσιν, ἀλλὰ
17τὸ α στερητικὸν, ὡς ἐπὶ τοῦ ἀναίτιος, ἀνήκοος. Ὥστε οὐκ ἀλόγως ἡ ἔξωθεν κλίσις. Ἀναίνομαι:
20Ὁ δ’ ἀναίνετο.
20Ἀπηρνεῖτο. Ὥσπερ παρὰ τὸ λίπω λιπαίνω, καὶ ὁρμῶ ὁρμαίνω, καὶ ὑφῶ ὑφαίνω, οὕτω καὶ παρὰ τὸ ἀρνῶ, ἐξ οὗ τὸ ἀρνοῦμαι, γίνεται ἀρναίνω· καὶ ἐνδείᾳ τοῦ ρ, ἀναίνω, ἀναίνομαι, (ὡς σκηπτροῦχος σκηπτοῦ‐ χος,) οὐκ ἐπαινῶ, οὐ συγκατατίθεμαι. Ἢ παρὰ τὸ
25ναὶ ἐπίρρημα ναίνω, καὶ ἀναίνω· ἢ παρὰ τὸ αἰνῶ ἀναίνω, τὸ οὐκ ἐπαινῶ οὐδὲ συγκατατίθεμαι, πλεο‐ νασμῷ τοῦ ν. Μεθόδιος. Ἀν δὲ νάκην: Ἐνταῦθα τὸ ἀν ἀντὶ τοῦ ἀνὰ κατὰ συνέμπτωσιν· αἰτιατικῇ δὲ πτώσει συντάσ‐
30σεται. Σημαίνει δὲ καὶ ῥῆμα προστακτικὸν, ἐμ‐
30φάσει τῶν ἄλλων προθέσεων. Οὐδαμῶς νάκην ὄνομα προσηγορικόν. Τινὲς δὲ λέγουσιν αὐτὸ θηλυκόν· συνέμπτωσιν δὲ πέπονθε κατὰ τὴν αἰτιατικήν. Ἀμ‐ φότερα δὲ παρώνυμα. Τὸ γὰρ θηλυκὸν νάκος νάκη, ὡς βλάβος βλάβη· τὸ δὲ ἀρσενικὸν, παρὰ τὸ
35νάκης νάκου νάκην. Οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμε‐ ρισμοῖς. Ἀνδάνεια: Πόλις τῆς Μεσήνης, ἡ πρότερον Οἰχαλία καλουμένη· παρὰ τὸ ἁδεῖν, ὅ ἐστιν ἀρέσκειν· κατὰ ἀντίφρασιν, ὅτι οὐδενὶ ἤρεσεν.
40Ἄνδηρα: Τὰ χείλη τοῦ ποταμοῦ· ἤγουν τὰ
40χώματα, τὰ ἀνέχοντα τὸν ποταμόν· παρὰ τὸ ἄνω εἶναι τῶν διερῶν, τουτέστι τῶν διύγρων. Ἀνδριάς: Ζητεῖται, εἰ πάντα τὰ εἰς ΑΣ μακρὸν καταλήγοντα, ἢ βαρύνονται, ἢ περισπῶνται. Τὸ δὲ ἀνδριὰς καὶ ἱμὰς σεσημείωνται. Ποῖον ἄρα
45ἀνάλογον ὤφειλεν ἔχειν τόνον, περισπώμενον, ἢ βαρύτονον; Καὶ λέγουσιν ὅτι βαρύνεται· ἐπειδὴ πάντα τὰ εἰς ΑΣ ἀπὸ τῶν εἰς ΟΣ ἀπὸ εὐθείας ἢ ἀπὸ γενικῆς βαρύνεται, βέλος βελίας, δράκων δράκοντος δρακοντίας· οὕτως ἄρα ἀνδρὸς ἀνδρίας. Καὶ πάντα

101

(50)

τὰ εἰς ΜΑΣ, μὴ ὄντα ὑποκοριστικὰ, βαρύνεται, ἀκά‐ μας· οὕτω καὶ ἵμας. “Μὴ ὄντα ὑποκοριστικά·” διὰ τὸ Θωμᾶς καὶ Κοσμᾶς, ἀπὸ τοῦ θαυμάσιος καὶ κόσμιος. Ἀνδριάντα δὲ λέγουσι τὸν χαλκοῦν ἢ
τὸν λίθινον, ἢ καὶ τὴν γραφήν. Καὶ ἀνδροληψία,
55ἐγκλήματος εἶδος. Ἐὰν ἔξω τῆς Ἀττικῆς ἀνὴρ Ἀθηναῖος τελευτήσῃ, καὶ μὴ ἐκδιδῶσιν οἱ ἐν ἐκείνῃ τῇ πόλει ὄντες τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι, ἐφεῖτο

102

ἐκ τοῦ νόμου τρεῖς τῶν ἐκείνου πολιτῶν ἄγειν εἰς Ἀθήνας, δίκην ὑφέξοντας τοῦ φόνου· καὶ τοῦτο ἀν‐ δρολήψιον καλεῖται. Ἀναισιμώματα: Ἀναλώματα· καὶ ἀναισιμῶ‐
5σαι, [τὸ] ἀναλῶσαι.
5 Ἀναισθητῶ: Ἀναισθητεύομαι. Ἀναίη: Τροφὸς, τιθήνη. Ἀνδραποδιστής: Οὐ μόνον ὁ τοὺς ἐλευθέρους ἀπάγων εἰς δουλείαν, ἀλλὰ καὶ ὁ τοὺς δούλους ἀπὸ τῶν δεσποτῶν ἀποσπῶν εἰς ἑαυτόν.
10 Ἀνδίκτης: Εἶδος παγίδος· Ἀνδίκτην τε μάλ’ εἰδότα μακρὸν ἀλέσθαι. Παρὰ τὸ δίκειν τὸ βάλλειν. Καὶ ἄνδικε, ἀνάρριψον. Ἀνδρειφόντης: Ὁ φονεύων τοὺς ἄνδρας· ἀπὸ τῆς ἀνδρὶ δοτικῆς, καὶ τοῦ φένω τὸ φονεύω. Ἀλλ’
15ἐγράφετο ἂν διὰ τοῦ ι· ἀλλὰ γράφεται τὸ ΔΡΕΙ δί‐ φθογγον, καὶ γίνεται παρὰ τὴν ἀνδρὸς γενικήν. Ἀνδρακάς: Ἐπίρρημα. Σημαίνει δὲ κατὰ ἄνδρα· παρὰ τὴν ἀνδρὸς γενικὴν παράγωγον. Ἢ παρὰ τὸ ἄνδρα καὶ τὸ κάσω συντίθεται, ὁ κατὰ ἄν‐
20δρας κοσμίως τεταγμένος· κάσω, κὰς, ὡς δάξω δὰξ, καὶ ὀδάξ· ἄνδρας καὶ ἕκαστος, συγκοπῇ ἑκὰς, καὶ ἀνδροεκὰς, καὶ συγκοπῇ ἀνδροκὰς, καὶ τροπῇ ἀνδρα‐ κὰς, ὡς παρὰ τὸ λέων Πανταλέων καὶ Παντολέων· κυνάμυια κυνόμυια. Σημαίνει δὲ ἑκάστῳ, ἢ ἐκ
25μέρους. Ἀνδράποδον: Ὁ δοῦλος· παρὰ τὸ ἀποδόσθαι· ἢ παρὰ τὴν πέδην. Τοῖς γὰρ αἰχμαλώτοις καὶ αἰ‐ σχίστοις διὰ τὸ δραπετεύειν πέδας περιβάλλουσιν. Ἀνδράγρια: Τὰ σκῦλα· ἤτοι ὅτι ἀπὸ ἀνδρῶν
30ἀγρεῖται, ἢ ὅτι ἀντὶ ἀνδρῶν. Ὅταν γὰρ μὴ δυνη‐ θῶσιν ἀνάγειν αὐτοὺς αἰχμαλώτους, τότε τὰ ὅπλα αὐτῶν σκυλεύουσιν. Οὕτως Ὦρος. Προπαροξύνεται δὲ, ὡς τὸ ζωάγρια, μοιχάγρια. Νίκανδρος δὲ τὰ κατ’ ἄνδρα λάφυρα· Πτολεμαῖος δὲ σκῦλα ᾑρημένα
35παρὰ ἀνδρῶν. Ἄνδραχλος: Πόα ἐν τοῖς κήποις γινομένη· παρὰ τὸ ἀνδρὶ ἴκελος εἶναι, ἀνδραείκελος, καὶ ἄνδρα‐ χλος, κατὰ συγκοπὴν καὶ τροπήν. Ἀνδρόγεως: Ἡ γενικὴ, Ἀνδρόγεω, καὶ πλεο‐
40νασμῷ τοῦ ο καὶ ς, Ἀνδρογεῶος. Ἀνδραχθέσι: Τοῖς καὶ ἄνδρας δυναμένοις βα‐ ρῦναι διὰ μέγεθος. ἀνδρόμεος καὶ ἀνδρόμεα κρέα (τὰ) ἀν‐ θρώπου, οὐδετέρως. Ἀπὸ τοῦ ἀνδρὸς, ἄνδρομος, ὡς
45Διὸς Δίομος, κυρίως ὁ πατὴρ Ἡρακλέους, καὶ ἐν ἑτέρᾳ παραγωγῇ κτητικῇ ἀνδρόμεος, ὡς κέρτομος κερτόμεος. ὁ δὲ ἵετο δῦναι ὅμιλον ἀνδρόμεον.

102

(50)

καὶ,

102

(50)

Ψωμοί τ’ ἀνδρόμεοι.

102

(50)

Ἀνδρόκμητος:

102

(50)

Στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ.

102

(50)

Ἀπὸ τοῦ καμεῖν, ὅ ἐστιν ἀποθανεῖν· ἐφ’ ᾧ ἀνὴρ

102

(50)

κεκμηκὼς καὶ τελευτήσας κεῖται. Καμόντας γὰρ τοὺς τετελευτηκότας ἔλεγον· οἷον, Βροτῶν εἴδωλα καμόντων. Ἢ ὃν ἄνδρες μετὰ καμάτου ἐποίησαν, ἀνδροποίητον· ἢ ἐπ’ ἀνδρὶ κεκμηκότι γεγονότα.
55Ἀνδροκτασίας: Ἀνδρῶν ἀναιρέσεις, ἀνδροφο‐
55νίας· παρὰ τὸ κτῆμι κτήσω, ἔκταμαι, ἔκτασαι, κτάσις, κτασία, καὶ ἀνδροκτασία. Ἀνδροτής: Λιποῦς’ ἀνδροτῆτα καὶ ἥβην.

103

Τὴν ἀνδρίαν σημαίνει καὶ τὴν ἰσχύν. Τὰ εἰς ΤΗΣ θηλυκὰ ἅπαντα βαρύνονται, πλὴν τοῦ ταχυτὴς, βρα‐ δυτὴς, ἀνδροτὴς, δηϊοτής. Ἀνέδυ: Ἀνῆλθεν, ἀνέβη. Ἔστι δύω, παρά‐
5γωγον δῦμι· ὁ δεύτερος ἀόριστος ἔδυν· τὸ τρίτον, ἔδυ, καὶ κατέδυ, καὶ ἀνέδυ, καὶ ἀναδὺς, καὶ ἐκδύς. Ἀνέδεντο: Ἐκ τοῦ δέω δέσω ὁ παθητικὸς ὑπερσυντέλικος ἐδεδέμην, ἐδέδεντο· καὶ κατὰ συγκοπὴν τῆς ΔΕ συλλαβῆς, ἀνέδεντο.
10 Ἀνέδην: Σημαίνει τὸ ἀναστάτους εἶναι. Παρὰ τὸ ἕδος, ἕδην, καὶ ἀνέδην, τὸ ἄνευ ἕδους. [Αἰσχύλος, Φεύγειν ἀνέδην.] Ἢ ἀπὸ τοῦ ἕω τὸ ἀφίημι, ἕδην καὶ ἀνέδην, τὸ μὴ ἐφεκτικῶς τι πράττειν, ὡς κλέπτω κλέβδην. Με‐
15θόδιος. Σημαίνει καὶ τὸ ἐκλελυμένως. Εἰς τὸ
15ὑποβλήδην. Ἀνέεργεν: Ἐκώλυεν. Ἀπὸ τοῦ ἔργω εἶργε,
διαλύσει τῆς ΕΙ διφθόγγου. Ἀνεκτά: Ἀνασχετὰ, ὑπομονῆς ἄξια, ὑπομο‐ νητά. Ἐκ τοῦ ἀνέχω ἀνέξω, ἀνεῖχα, ἀνεῖγμαι,
20ἀνεῖκται, ἀνεκτὸς, κατὰ ἀφαίρεσιν τοῦ ι. Καὶ ἀν‐ εκτὸς ἀντὶ τοῦ ἀνεκτή· [Λισσομένους·] χρειὼ γὰρ ἱκάνεται [οὐκέτ’ ἀνεκτός.] Ἀνεκήκιεν: Ἀνεφέρετο, ἀνῄει, ἀνεδίδοτο. Ἐκ τοῦ κίω, τὸ πορεύομαι, ἔκιον, ἔκιες, ἔκιε· πλεονασμῷ
25τοῦ κ, καὶ ἐκτάσει, κήκιε, καὶ ἀνεκήκιε. Ἢ κίω,
25καὶ διπλασιασμῷ, κικίω ἐκίκιεν· καὶ τροπῇ Ἰωνικῇ τοῦ ι εἰς η, ὡς ψιμύθιον ψημύθιον, ἐκήκιεν, καὶ ἀνεκήκιεν. Ἀνέγναμψαν: Αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψαν.
30Ἀνέλυσαν. Ὅταν γὰρ δεσμῶσι τὰ σχοινία, κάμ‐
30πτεται ταῖς συναφαῖς· ἀνακάμπτονται δὲ καὶ
30ἀνορθοῦνται, ὅταν ἀναλύωνται. Γνάμψαι γὰρ τὸ κλάσαι· καὶ γναμπτοῖς ἀγκίστροις, τοῖς ἐπικε‐ κλασμένοις. Ὦρος. Ἀνεπής: Ἄφωνος. Ἀνεμύτας: Παρὰ Ταραντίνοις ὁ ὄνος [ὁ] ἀνέ‐
35μοις θυόμενος.
35 Ἀνεπικόριστος: Ἀνύβριστος. Ἀνεπίκοπος: Μὴ ἐπιθυμῶν. Ἄνεμος: Παρὰ τὸ ἄω, τὸ πνέω, ἄεμος, καὶ πλεονασμῷ τοῦ ν, ἄνεμος. Ἢ ἄμενός τις ὢν, ὁ μὴ ἐν τῷ αὐτῷ μένων μηδὲ ἠρεμῶν, κατὰ μετάθεσιν τῶν
40στοιχείων. Ἢ παρὰ τὸ νέμω τὸ μερίζω, νέμος, καὶ ἄνεμος. Τὰ διὰ τοῦ ΕΜΟΣ βαρύτονα ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ, ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον πό‐ λεμος, ἤρεμος. Διατί εἶπεν ἁπλᾶ; Ἐπειδὴ τὰ παρὰ
45τὸ αἷμα συγκείμενα διὰ τῆς ΑΙ διφθόγγου γρά‐
45φεται, πολύαιμος, σύναιμος, ἄναιμος, ὁ μὴ ἔχων αἷμα. Καὶ τὰ εἰς ΜΟΣ ὑπὲρ δύο συλλαβὰς τῷ ε παραληγόμενα προπαροξύνονται· οἷον Ἔχεμος, Τή‐ λεμος, ἄνεμος. Τὸ μέντοι θελεμὸς ὀξύνεται, ἀπὸ τοῦ θελημὸς, τροπῇ τοῦ η εἰς ε.

103

(50)

ἀνεμοτρεφὲς κῦμα· Ἰλιάδος οʹ, τὸ ὑπὸ ἀνέ‐ μου ηὐξημένον, ὑψηλόν. Ὅτε δὲ τὸ Ἀγαμέμνονος δόρυ ἀνεμοτρεφὲς φησὶν, ὡς ἐν τῷ λʹ, ἀντὶ τοῦ ὑπὸ ἀνέμου γεγυμνασμένον, ἰσχυρόν. Τὰ γὰρ ὑπεύδια καὶ κατασκιαζόμενα τῶν δένδρων εὐγενῆ μὲν καὶ
55λεῖον τὸν ὅρπηκα ποιεῖ, ἀσθενῆ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον ἀναδίδωσιν· οἷς δὲ προσπίπτει τραχὺς ἀὴρ καὶ ἀνεμώδης, ταῦτα ταῖς τῶν πνευμάτων τρι‐

104

βόμενα πληγαῖς εὔτονον καὶ δύσθραυστον ἔχει τὴν στερρότητα, ὥς φησι Πλούταρχος ἐν Μελέταις Ὁμηρικαῖς. Ἀνεμούριον καὶ ἀνεμοδούριον: [Παρὰ τὸ
5ἄνεμος, καὶ τὸ οὖρος, ὃ σημαίνει τὸν ἐπιτήδειον
ἄνεμον.]
6 Ἀνεμώνη: Τὸ ἄνθος, διὰ τὸ τὰ φύλλα εὐδιά‐ σειστα εἶναι παντὶ ἀνέμῳ, καὶ οἷον ἀνεμιαῖα τινὰ εἶναι. Ἀνεμώλιος: Ὁ μάταιος. Παρὰ τὴν ἀνέμου
10γενικὴν ἀνεμώνιος, καὶ ἀνεμώλιος. Οὐκ ἔστι σύν‐
10θετον, τὰ ὑπὸ ἀνέμων ὀλλύμενα.
10Σὺ δὲ ταῦτ’ ἀνεμώλια βάζεις.
10ἢ ἀντὶ τοῦ ἀνεμοφόρητα, ἀνέμοις ἐοικότα. Ἀνενδοίαστα: Ἐκ τοῦ ἐνδοιάζω, τὸ ἀμφιβάλλω καὶ δοκῶ, ἐκ τοῦ δοάζω τὸ ἀμφιβάλλω καὶ δοκῶ, ὡς τὸ, Δοάσσατο κέρδιον εἶναι.
15Ἀντὶ τοῦ ἔδοξε. Ἐκ τοῦ δοάσσω, Δωρικῇ τροπῇ
15τῶν δύο ΣΣ εἰς ζ, δοάζω, ὡς νίσσω νίζω· καὶ πλεο‐
15νασμῷ τοῦ ι, δοιάζω, καὶ ἐνδοιάζω· καὶ ἀνενδοιά‐ στως, τὸ ἀδιστάκτως καὶ ἀναμφιβόλως. Διὰ τῆς ΟΙ διφθόγγου, πρὸς ἀντιδιαστολὴν τοῦ συνδυάζω τοῦ σημαίνοντος τὸ συναυλίζομαι. Οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ.
20Ἀντὶ τοῦ οὐ μὴ συναυλισθῶ.
20Ἀνέπαφα: Τὰ ἀνεπίληπτα, ὧν οὐκ ἄν τις
ἅψαιτο. Ἀνεξικακία: Παρὰ τὸ ἀνέχεσθαι τῆς κακίας· ἢ διὰ τὸ μὴ ἔχεσθαι κακίας. Ἀνεπαφρόδιτος: Ὁ μὴ ἐπιχαρὴς καὶ ἀηδής·
25ὡς ἐπαφρόδιτος, ὁ ἐπιχαρὴς καὶ ἡδύς· ἀπὸ τοῦ
25Ἀφροδίτη·
25 Κἀμοὶ τὰ ψυχρὰ ταῦτα καὶ ἀνεπαφρόδιτα προσμάττεις φιλήματα. Ἀνέπαλτο: Πάλλω, τὸ πηδῶ, πάλλομαι, ἐπαλ‐ λόμην ἐπάλλου ἐπάλλετο, καὶ κατὰ συγκοπὴν ἔπαλτο, καὶ ἀνέπαλτο, ἀνεχαιτίσθη, ἀνήλατο.
30 Ἀνέστιος: Ἑστίαν μὴ ἔχων, ἄοικος. Ἀνέσταν: Θεοὶ δ’ ἅμα πάντες ἀνέσταν. Ἵστημι· ὁ δεύτερος ἀόριστος, ἔστην ἔστης ἔστη, ἔστημεν, ἔστησαν· καὶ κατὰ συγκοπὴν Αἰολικὴν,
35ἔσταν, καὶ ἀνέσταν.
35Ἀνεσόβεον: Σοβῶ ἐστι τὸ τρέχω· ἔνιοι [δὲ] τὸ
35ἐκδιώκειν. Τὸ μὲν οὖν ἀνεσόβουν, ἀντὶ τοῦ ἀνέτρε‐ χον πρὸς τυραννίδα. Ἢ κατὰ ἀπόστασιν. [Γί‐ νεται δὲ ἐκ τοῦ σέβω. Συντάσσεται μετὰ αἰτια‐
τικῆς.] Ἄνεται:
40Ἤδη νὺξ ἄνεται.
40Τελειοῦται· [ἐκ τοῦ ἄνω, τοῦ σημαίνοντος τὸ πράττω,
40καὶ τελειῶ.] Διογενιανὸς, προσέρχεται. Ἀνέτειλε: Τοῖσιν δ’ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι. Ἀνέσχεν, ἀνέδωκεν, ἀνέφυσεν. Ἀνεσπάκασιν: Εὑρήκασιν, εἰλήφασιν.
45Ἄνετος: Παρὰ τὸ ἵημι καὶ ἀφίημι, ἑτὸς, καὶ
45ἄνετος καὶ ἄφετος. Ἀνεψιός: Παρὰ τὸ ἀνῆφθαι, ὁ ἄνωθεν συνημ‐ μένος εἰς συγγένειαν. [Καὶ] ἀνεψιότης, ἡ μέχρι ἀνεψιαδῶν συγγένεια. Ἄνευ: Ἐπίρρημα χωρισμοῦ σημαντικόν. Συν‐

104

(50)

τάσσεται δὲ ἀεὶ γενικῇ· Αἴκεν ἄνευ ἐμέθεν. Ἐπεκτείνεται καὶ εἰς ΘΕΝ. Οὐδὲν ἔχομεν ὅμοιον αὐτῷ ἐπίρρημα εἰς ΘΕΝ λῆγον. Αἱ μὲν εἰς ΕΥ λήγουσαι λέξεις βαρυνόμεναι, ἄπτωτοί εἰσι· περισπώ‐
55μεναι δὲ, πτωτικαὶ, Ἀχιλεῦ, Πηλεῦ.
55Ἄνευθεν: Εἰς τὸ ἀπάνευθεν.
55 Ἀνεωιγμένος: Παρὰ τὸ οἴγω, οἴξω, ᾦχα, ᾦγμαι· καὶ ἐν συνθέσει, ἀνῷγμαι· καὶ πλεονασμῷ τοῦ ε, ἀνέῳγμαι. Ἢ ἀνοίγω· καὶ ὁ παρατατικὸς,

105

ἄνῳγον· πλεονασμῷ, ἀνέῳγον· ὁ παρακείμενος ἀνέῳχα, ἀνέῳγμαι, καὶ ἀνεῳγμένος. Ἰστέον δὲ ὅτι πᾶς παρῳ‐ χημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος, ἢ ἀπὸ φύσει μακρᾶς, τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ
5συνθέσει· οἷον, εἶπον, προεῖπον· ὦσμαι, ἀπῶσμαι· εἶχον, συνεῖχον· οἶδα, συνοῖδα. Πρόσκειται “παρῳ‐ χημένος” διὰ τὸ ἦμαι, κάθημαι· κεῖμαι, διάκειμαι καὶ κατάκειμαι. Ἀνέῳγε: Μέσος παρακείμενος, συζυγίας δευ‐
10τέρας τῶν βαρυτόνων. Ἀνοίγω, ἤνῳγον· ἐπεισόδῳ
10τοῦ ε, ἠνέῳγον· συστολῇ τοῦ η εἰς α, ἀνέῳγον· τὸ τρίτον, ἀνέῳγε. Καὶ ἀνοίγω, ἤνῳγα· προσθέσει τοῦ ε, καὶ συναιρέσει τοῦ η, ἀνέῳγα. Ἰστέον δὲ ὅτι τὸ ῥῆμα τοῦτο, ὅτε μὲν ἐνεργητικόν ἐστιν, αἰτιατικῇ συντάσσεται· ὅτε δὲ παθητικὸν, εὐθείᾳ.
15Τὸν δ’ οὐ θεὸς ἄλλος ἄνωγεν.
15 ἠνέῳκται ἡ θύρα. Ἄνεως: Ὁ ἄφωνος· ἡ εὐθεῖα τῶν πληθυντικῶν, οἱ ἄνεῳ· Τίπτ’ ἄνεῳ ἐγένεσθε· Διχῶς σχηματίζεται. Ἔστιν ἴα, ὃ σημαίνει τὴν
20φωνὴν, παρὰ τὸ ἰέναι, τὸ πορεύεσθαι, ἡ πανταχοῦ
19πεμπομένη φωνή· πλεονασμῷ τοῦ ω, ἰωὴ, διὰ τὸ ἐπὶ
20πᾶσαν ἀκοὴν ἰέναι. Ἐξ αὐτοῦ γίνεται ἴος· καὶ μετὰ τοῦ στερητικοῦ α, [ἄϊος, καὶ] ἄνιος, [πλεονασμῷ τοῦ ν,] ὁ ἄφωνος, ὡς αἷμα, ἀναίμων· μεταθέσει τοῦ ι εἰς ε, ἄνεος· καὶ Ἀττικῶς, διὰ τοῦ ω, ἄνεως. Τὰ δὲ εἰς α θηλυκὰ εἰς ΟΣ μεταπίπτοντα κατὰ τὴν σύν‐
25θεσιν, προπαροξύνονται· οἷον σκιὰ, ἄσκιος· ὥρα, ἄωρος· πεῖρα, ἄπειρος· οὕτω καὶ ἴα, ἄνιος. Ἢ παρὰ τὸ αὔω, τὸ φωνῶ, γίνεται ῥηματικὸν ὄνομα ἄναυος, ὁ ἄφωνος, ὡς αὐδῶ, ἄναυδος· καὶ ἀποβολῇ τοῦ υ, ἄναος. Προπαροξύνεται δέ. Κανὼν γάρ ἐστιν
30ὁ λέγων, Ὅτε ἀπὸ ῥήματος ἀποτελεῖται ὄνομα σύν‐
30θετον εἰς ΟΣ λῆγον, τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ἔχει· οἷον, μυκῶ, ἐρίμυκος· συλῶ, ἀήσυλος· φυτῶ, νεόφυτος· οὕτως οὖν αὔω ἄναυος, καὶ ἄναος. Μα‐ κρὸν τὸ α. Κανὼν γάρ ἐστιν ὁ λέγων, Ὅτι παρεπό‐ μενόν ἐστι τῇ ἐκ τοῦ α συνεστώσῃ διφθόγγῳ, μετὰ
35τὴν ἀπόστασιν τοῦ ὑποτακτικοῦ φωνήεντος, ἐκτείνειν τὸ α, οὐχ ἑτέρου λόγου ἐπικρατοῦντος· οἷον, κλαίω, κλάω· οὔραιον, οὐράδιον. Οὕτως οὖν αὔω, ἄναυος, καὶ ἄναος· καὶ Ἀττικῶς, ἄνεως, ὡς ναὸς, νεώς· λαὸς, λεώς.
40Ἀνείμων: Παρὰ τὸ εἷμα τὸ ἱμάτιον, ἐν συν‐
40θέσει ἀνείμων. Τὰ γὰρ ἀπὸ τῶν εἰς α ληγόντων οὐδετέρων τέσσαρας συνθέσεις ἀναδέχεται. Ἢ γὰρ φυλάσσει τὸ αὐτὸ τέλος ὁπότε καὶ τὸ αὐτὸ γένος· οἷον δῆμα, διάδημα· γράμμα, σύγγραμμα· τάγμα, σύνταγμα. Ἢ καὶ ἀπὸ γενικῆς γίνεται ἡ σύνθεσις,
45φυλάττουσα τὴν εἰς ΟΣ κατάληξιν· οἷον γράμματος, ἀγράμματος. Ἢ τρέπει τὸ α εἰς τὴν ΟΣ κατά‐ ληξιν· οἷον σῶμα, εὔσωμος. Ἢ τρέπει τὸ α εἰς τὴν ΩΝ κατάληξιν· οἷον, αἷμα, ἀναίμων· εἷμα, ἀνείμων. Τὸ δὲ ἐρυσάρματος, ἀπὸ γενικῆς, ὡς γράμματος,

105

(50)

πολυγράμματος· ἅρματος, ἐρυσάρματος· τὸ πληθυν‐ τικὸν, ἐρυσάρματοι, ἐρυσάρματες μεταπλασμῷ. Ἀνειμένη: Τῇ αὐτοῖς ἀνειμένῃ πραγματείᾳ. Ἀνατεθειμένῃ, ἢ ἐξηπλωμένῃ. Ἀπὸ τοῦ ἔω γίνεται
55παράγωγον, ἔημι· τὸ παθητικὸν, ἔεμαι· καὶ κράσει,
55εἶμαι· ἡ μετοχὴ, εἰμένος, καὶ ἀνειμένος. Ἢ ἀπὸ τοῦ ἕω τὸ πέμπω, ὁ παρακείμενος, εἷκα· ὁ παθητικὸς, εἷμαι· ἡ μετοχὴ, ὁ εἱμένος [καὶ ἀνειμένος· ἐξ οὗ καὶ,

106

Ἀνειμένων πόλοιο, ἀντὶ τοῦ ἀνεῳγμένων.] Ἀνεῖσθαι: Λελύσθαι. Ἕω τὸ πέμπω· τούτου περισπώμενον ἑῶ· καὶ γίνεται ἐξ αὐτοῦ ῥῆμα εἰς ΜΙ,
5ἕημι· ὁ παθητικὸς ἐνεστὼς, ἕεμαι· καὶ κράσει τῶν
5δύο ΕΕ εἰς ΕΙ δίφθογγον, εἷμαι· τὸ γʹ, εἷται· καὶ τὸ ἀπαρέμφατον, εἷσθαι· καὶ μετὰ τοῦ στερητικοῦ α, πλεονασμῷ τοῦ ν, ἀνεῖσθαι. Συντάσσεται πτώσει αἰτιατικῇ καὶ δοτικῇ. Ἢ ἀπὸ τοῦ ἵημι, ὁ παθητικὸς παρακείμενος, εἷμαι.
10Ἀνήνοθεν: Ἀνῄει, ἀνεφέρετο· μέσος παρακεί‐
10μενος, ὡς δηλοῖ τὸ θ. Ὁ γὰρ ἐνεργητικὸς παρα‐ κείμενος οὐδέποτε διὰ τοῦ θ ἐκφέρεται. Ἔστιν οὖν θέω· καὶ ἐν συνθέσει, ἀναθέω, καὶ ἀνθέω· καὶ ὑπερ‐ βιβασμῷ τοῦ ε, ἀνέθω. Τούτου ὁ μέσος παρακεί‐ μενος, ἤνοθα, συνήθως τραπέντος τοῦ ε εἰς τὸ ο· καὶ
15Ἀττικῷ ἀναδιπλασιασμῷ, ἀνήνοθα. Ἢ οὕτως· ἕω τὸ πέμπω, ἑέθω, ὡς φλέγω, φλεγέθω· καὶ τροπῇ τῶν δύο ΕΕ εἰς η, ἤθω· καὶ συνθέσει, ἀνήθω· ὁ μέσος παρακείμενος, ἤνηθα· καὶ ὁ Ἀττικὸς, ἀνήνηθα· καὶ ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος τὴν τρίτην ἀπ’ ἀρχῆς
20συλλαβὴν βραχεῖαν θέλει ἔχειν, συστολὴ γίνεται τοῦ η εἰς τὸ ε· καὶ τροπῇ τοῦ ε εἰς ο, ἀνήνοθεν· Ὄφρά οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν. Ἢ ἐκ τοῦ θέω τὸ τρέχω. Ἀνήγκακα: Ἰστέον ὅτι βάρβαρόν ἐστιν, οὐχ
25εὑρισκόμενον παρ’ Ἕλλησιν ἐν χρήσει, ὡς λέγει
25Ἡρωδιανός· ἐν μόνῃ γὰρ τῇ τῶν Ἀλεξανδρέων δη‐ μώδει συνηθείᾳ εὑρίσκεται. Λέγουσι δέ τινες Ἀτ‐ τικὸν εἶναι· ὅπερ οὐκ ἔστιν. Οὐ γὰρ ἔχει ἐν τῇ πρώτῃ καὶ βʹ συλλαβῇ τὸ αὐτὸ σύμφωνον. Γίνεται δὲ ἀπὸ τοῦ ἀναγκάζω, ἀναγκάσω, ἠνάγκακα· καὶ καθ’
30ὑπερβιβασμὸν, ἀνήγκακα. Δύναται καὶ σύνθετον εἶναι, ἀπὸ τοῦ ἀγκάζω, τὸ ταῖς ἀγκάλαις λαμβάνω· καὶ ἐκ τούτου ἀγκάσω, ἤγκακα· καὶ μετὰ τῆς ἀνὰ προθέσεως, ἀνήγκακα. Ἀνείρειν: Ἀναπείρειν. Πλάτων,
35Σχοίνους λαβὼν, ἄνειρε τὰ κρέα.
35Ὅθεν καὶ ἡ ἄνερσις·
35Χρυσῶν στεφάνων ἀνέρσει.
35Θουκυδίδης. Ἀνεῖλεν: Ἀντὶ τοῦ ἐμαντεύσατο· σημαίνει δὲ καὶ τὸ ἐφόνευσεν. Ἀνελεῖν δὲ τὸ μαντεύεσθαι, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ ἐν βάθει πνεῦμα τοῦ ἀνδρὸς, ἢ τὸ οἱονεὶ ἀνελκύσαι καὶ ἀναγαγεῖν. Λέ‐
40γεται δὲ καὶ ἐπὶ τοῦ ἐκ Δελφῶν χρηστηρίου.
40Ἀνελεῖν οὖν ἀντὶ τοῦ ἀνειπεῖν ἐπὶ τοῦ μαντεύσασθαι· ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα, καὶ πληροῦσθαι τοῦ θεοῦ· ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. Ἢ ἐκ τοῦ ἐναντίου τὸ ἀνελεῖν τὴν γνῶσιν, ἐπὶ τοῦ φονεύειν. Λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη.
45 Ἀνήλατος: Ἀπειθής· ἀπὸ τῶν ὑποζυγίων· ὁ μηδέπω δαμασθεὶς ἢ ἐλασθείς. Ἐλάω, τὸ ἐλαύνω, ἐλάσω, ἤλακα, ἤλασμαι, ἤλασται, ἠλαστὸς, καὶ ἀνήλατος, ἀποβολῇ τοῦ ς. Ἀνήνηται: Ἀναίνω ἀνανῶ· ὁ ἀόριστος, ἤνηνα·

106

(50)

τὸ ὑποτακτικὸν, ἐὰν ἀνήνω· τὸ παθητικὸν, ἀνήνωμαι ἀνήνῃ ἀνήνηται. Ἀνῄη:
Εὖτ’ ἄν σε μελίφρων ὕπνος ἀνῄη. Σημαίνει καταλίπῃ. Ἔστιν ἀνῶ ἀνῇ ὑποτακτικὸν,
55ἐκ τοῦ ἕω γινόμενον· πλεονασμῷ τοῦ η, ἀνῄη.
55Πλάτων,
55 Ἐπειδή με ἀνῆκεν ὁ ὕπνος. Ἀνῆκεν: Ἀόριστος ἢ παρακείμενος [ἐνεργητι‐ κός.] Οὐδέποτε δὲ παρακείμενος ἐνεργητικὸς ἀο‐

107

ρίστῳ εἰς α λήγοντι συνέπεσεν, εἰ μὴ οὗτος μόνος. Πλεονασμῷ τοῦ ε, ἕηκε· καὶ Ἀττικῶς ἧκα γίνεται ἕακα, καὶ ἕωκα κατὰ μετατροπὴν, ὡς τὸ παρῴχηκε παρῴχωκεν. Τὸ θέμα, ἵημι.
5Ἀνήκεστος: [Παρὰ τὸ ἀκῶ τὸ θεραπεύω·
5ἔνθεν τὸ,
5 Ἀκεώμεθα θᾶσσον.] [Ἀκέω] ἀκῶ ἀκέσω, ὡς [τελέω] τελῶ, τελέσω· [νεικέω] νεικῶ, νεικέσω. Ἐξ αὐτοῦ ἀκεστὸς, καὶ ἠκεστὸς τροπῇ τοῦ ἄλφα εἰς η· μετὰ τοῦ στερητι‐ κοῦ α, ἀήκεστος· καὶ πλεονασμῷ τοῦ ν, ἀνήκεστος,
10ὁ ἀθεράπευτος. Πολλάκις γὰρ τὸ ν εἴωθε πλεονά‐
10ζειν, ὡς τὸ ἀναιδής.
10 Ἀνείκαστος: Ἀπὸ τοῦ εἰκάζω εἰκαστός· καὶ στερήσει, ἀνείκαστος. Ἀνηκόντιζεν: Ἀθρόως ἀνέφερε· ἀπὸ τοῦ ἀκοντίζω. Ἄνηθον: Παρὰ τὸ ἄνω θεῖν, διὰ τὴν ἐν τάχει
15αὔξησιν.
15Ἀνήλιπος: Ὁ ἀνυπόδετος. Λέγεται δὲ καὶ
15χωρὶς τοῦ α, νήλιπος, ἀνάλιφός τις ὤν. Προ‐ ήλειφε γὰρ τοὺς πόδας. Ἢ χωρὶς τοῦ περιειλῆσαι. Τὸ γὰρ ΝΗ, στερητικόν. Ἀνήλιος: Ἔστι δῆλος ὁ φανερός· ἐξ αὐτοῦ δήλιος· ἀποβολῇ τοῦ δ, ἥλιος, καὶ ἀνήλιος. Ἡ
20γενικὴ τῶν πληθυντικῶν, ἀνηλίων.
20 Ἀνήνιον: Ἀδούλωτον, ἀχαλίνωτον. Ἀνημιοβολαία: Ἀπὸ συντάξεως ὀνόματα γί‐ νεται· καλὸς καὶ ἀγαθὸς καλοκαγαθία, θεοῖς ἐχθρὸς θεοεχθρία, οὕτως οὖν ἀν’ ἡμιοβόλιον, ἀνημιοβο‐ λαία.
25Ἀνήνηται: Ἀπαρνήσηται. Ἐκ τοῦ ἀναινῶ
25παθητικὸς παρακείμενος. Ἀναίνω, ἀνανῶ, ἀνήνακα, ἀνήναμαι, καὶ τὸ ἀπαρέμφατον ἀνήνασθαι. Αἴδεσθεν μὲν ἀνήνασθαι, ἐνετράπησαν μὲν ἀπαρνήσασθαι, ἐφοβήθησαν δ’ ὑπο‐ δέξασθαι καὶ ὑπαντᾶν τὸν λόγον τοῦ Ἕκτορος.
30Ἀνήρ: Παρὰ τὸ ἄνω τὸ σημαῖνον τὸ ἀνύω
30(ἐξ οὗ,
30 Μάλα νὺξ ἄνεται, ἐγγύθι δ’ ἠώς) γίνεται ἀνὴρ, ὥσπερ παρὰ τὸ αἴθω αἰθὴρ, καὶ ἄω, τὸ πνέω, ἀήρ. Ἢ παρὰ τὸ ἄνω ἀνύω γίνεται ἀνυήρ· καὶ συγκοπῇ, ἀνήρ· πρακτικὸς γὰρ καὶ ἀνυστικός ἐστιν ὡς πρὸς τὴν γυναῖκα.
35Τὸ νὴρ, η· πᾶν ἀρσενικὸν καὶ θηλυκὸν εἰς ἀμετά‐
35βολον λῆγον μακροκαταληκτεῖ. Καὶ ἄλλως· τὰ εἰς ΗΡ ἐπὶ παντὸς γένους διὰ τοῦ η γράφεται· πλὴν τοῦ χεὶρ, φθεὶρ, Βέχειρ, Σάφειρ, ἔθειρ, εἰνάτειρ, Ἐλάτειρ, ποταμός· Λήχειρ, ποταμός· Ἐλεάζειρ. Ἴρ, καὶ Φθὶρ, καὶ Φὶρ, ὀνόματα κύρια, μόνον διὰ τοῦ ι.
40Σημαίνει δὲ τέσσαρα· τὸν φύσει, ὡς τὸ,
40 Ἄνδρά μοι ἔννεπε, μοῦσα, πολύτροπον. Τὸν γήμαντα, ὡς τὸ, Ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ. Τὸν φύσει ἀνδρεῖον, ὡς τὸ, Ὦ φίλοι, ἀνέρες ἐστέ.
45Καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, ὡς τὸ,
45Ὅς που νῦν γε μετ’ ἀνδρῶν ἵζει ἀριθμῷ.
45Ἀνὴρ ἀνέρος, τῶν εἰς ΗΡ ὀξυνομένων· καὶ ἐν συγκοπῇ ἀνδρὸς, πλεονασμῷ τοῦ δ. Αἱ συγκοπτόμεναι γενι‐ καὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτονουμένας εὐθείας· ἡ ἀνδρὸς, τὴν ἀμυδρός· ἡ πατρὸς καὶ μητρὸς, τὴν ἰα‐ τρός. Κατὰ δ’ τρόπους πλεονάζει τὸ δ· κατὰ

107

(50)

κλίσιν, ὡς τὸ ἀνέρος, συγκοπῇ ἀνρὸς, καὶ πλεονασμῷ τοῦ δ, ἀνδρός· κατὰ γραφὴν, ὡς τὸ ὕω, τὸ βρέχω, ὕωρ, καὶ πλεονασμῷ [τοῦ δ,] ὕδωρ· κατὰ ποιητικὴν ἄδειαν, ὡς τὸ, Ἔδδεισεν δ’ ὁ γέρων, καὶ ἐπείθετο μύθῳ.
55Καὶ κατὰ ἀναγκαίαν σύνταξιν, ὡς τὸ χεὶρ χειρὸς, ἄχε‐
55ρος, καὶ ἄχερδος· ἔστι δὲ εἶδος βοτάνης ἀκανθώδους. Ἀνηρείψαντο: Τὸν καὶ ἀνηρείψαντο θεοί. Ἀπὸ τῆς γῆς ἀνήρπασαν. Ἔστιν ἔρα ἡ γῆ. Ἐκ

108

τούτου γίνεται ἐρέπτω, τὸ εἰς γῆν καταβάλλω· καὶ ἀνερέπτω· καὶ πλεονασμῷ τοῦ ι, ἀνερείπτω· καὶ ἐξ αὐτοῦ ἀνηρείψαντο.
5 Ἀνήρης: Ἀνδρώδης· οἱ δὲ, ἀνάρμοστος. Ἀνήρεις: Ἀνάνδρους, ἢ χήρας, ἢ παρθένους· ὡς ξιφήρεις· ἐκ τοῦ ἄνω τὸ πράττω. Ἀνηρίτης: Ἔστι δὲ κοχλίδιον· ἀπὸ γὰρ τοῦ Νηρέως ἐστὶ, τοῦ θαλασσίου δαίμονος. Οὐκ ἔστι δὲ
10πλεονασμὸς, ἀλλὰ παραγωγή. Ἡρωδιανός. Ἀνηρίναστος: Ὁ μὴ κρατῶν ἃ ἔχει, ἀλλ’ ἀποβάλλων· ἀπὸ τῶν συκῶν τῶν μὴ κρατουσῶν τὸν καρπὸν, διὰ τὸ μὴ ἐπιβληθῆναι αὐταῖς τοὺς ὀλύνθους ἀπὸ τῶν ἐρινεῶν. Τοῖς γὰρ ὀλύνθοις τῶν ἀγρίων
15συκῶν φύεται θηρία ἐμπίσιν ὅμοια, ἃ προσαγορεύουσι ψῆνας. Τούτων οἱ γεωργοὶ λαβόμενοι ἐφάπτουσι τῶν κλάδων ταῖς ἡμέροις συκαῖς, ὅπως αὐτῶν ὁ καρπὸς μὴ ἀπορρέῃ. Ἐνδυόμενον γὰρ εἰς τοὺς φή‐ ληκας τὸ θηρίον στερεοῖ τούτους καὶ πεπαίνει.
20Διόπερ ἐπὶ τῶν ἂν λάβωσιν μὴ διακρατούντων ἐπέ‐ λεγον τὸ ἀνηρίναστος. Ἢ ἀντὶ τοῦ οὐκ ἠρινάσθης,
οὐ περιεβλήθησάν σοι οἱ ἐρινεοί. Ἄνηρον: Ἄβλαπτον. Ἀνήνορα: Ἄνουν, ἀδύνατον, δειλὸν, ἄνανδρον,
25ἄτεκνον, οὐ γεννῶντα· Διογενιανός.
25 Ἀνήρεος: Οὐ κατάρατος, οὐδὲ ἡρμοσμένος. Ἄνηστις: Παρὰ τὸ ἔδω ἐστὸς ἔστις, ὡς πιστὸς πίστις, καὶ κατὰ σύνθεσιν ἄνεστις, καὶ ἄνηστις, ὁ ἄσιτος. Ἢ παρὰ τὸ νῆστις, ἄνηστις, ὁ ἐστερημένος σιτίων, [ὁ] ἄγαν νῆστις.
30Ἀνησίδανος: Ἡ τὰ δῶρα ἀναδιδοῦσα· δάνος
30γὰρ τὸ δῶρον, ὅθεν κατ’ ἀντίφρασιν δάνειον τὸ μὴ
30δῶρον. Ἀνησιδώρα: Ἡ γῆ. Ἄνθος: Παρὰ τὸ ἄνω θεῖν καὶ τρέχειν ἐν τῷ αὔξεσθαι. Οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι. Οὐ γὰρ εἴ τι ἄνω θεῖ καὶ αὔξεται, τοῦτο καὶ ἄνθος
35λέγεται. Ἰδοὺ γὰρ πάντα τὰ φυτὰ ἄνω θέουσι καὶ αὔξουσι, καὶ ὅμως ἄνθη οὐ λέγονται. Ὁμοίως δὲ ἔλαφος παρὰ τὸ ἐλαύνειν τοὺς ὄφεις εἴρηται· ὅπερ ποιεῖ τούτου τὸ κέρας θυμιώμενον· καὶ οὐκ, εἴ τι τοῦτο ποιεῖ, τοῦτο καὶ ἔλαφος λέγεται. Ἡ γὰρ
40δίκταμος βοτάνη καιομένη τοῦτο ποιεῖ, καὶ οὐ‐
40δέποτε ἂν κληθείη ἔλαφος. Οὕτως Ὠρίων ὁ Θη‐ βαῖος. Ἀνθοσμίας: Ὁ ἀνθέων ὀσμὴν ἔχων οἶνος. Ἄνθρυσκα: Τὰ ἄνθη, παρὰ τὸ ἀναθρώσκειν. Λέγεται καὶ τὸ ἄνισον παρὰ Κρησίν.
45Ἀνθηδόνες: Αἱ μέλισσαι, παρὰ τὸ τὰ ἄνθη
45ἔδειν.
45 Ἀνθίας: [Εἶδος ἰχθύος.] Ἀνθίαν τινὲς καὶ κάλλιχθυν καλοῦσι, καὶ καλλιώνυμον, καὶ ἔλλοπα. Ἄνθεια: Ἡ Ἥρα· ὅτι ἀνίησι τοὺς καρπούς. ἄνθης βαρύνεται, καὶ πότης τὸ ἀρσενικόν· τὸ

108

(50)

δὲ θηλυκὸν, ποτὴς ποτῆτος.

108

(50)

Ἀνθεμοῦς: Καὶ χωρίον, καὶ ποταμὸς, καὶ λίμνη τῆς Μαριανδυνίας· ἀπὸ τοῦ παρακειμένου πεδίου πεπληρωμένου ἀνθέων· [ὅθεν καὶ τὸ ἀνθεμόθεν.] Μεθόδιος. Ἀνθ’ ὧν: Τὸ ἐπίρρημα· ἀπὸ τῆς ἀντὶ προθέ‐
55σεως καὶ τοῦ ὧν ὑποτακτικοῦ ἄρθρου. Ἐπὶ δὲ τῶν
55βοτανῶν οὐ δεῖ λέγειν ἀνθῶν, ἀλλὰ ἀνθέων, ἵνα μὴ
συνεμπέσῃ τούτῳ. Ἀνθήλη: Παρὰ τὸ ἀνθῶ ἀνθήσω ἀνθήλη.

109

ἀνθέριξ παρὰ τὸ ἄνθος· σημαίνει δὲ τὸ ἄκρον τῶν ἀσταχύων. Ἀνθέρικος: Ἄκρον ἐπ’ ἀνθερίκων καρπὸν θέον.
5Παρὰ τὸ ἄνθος παράγωγον ἄνθερος, καὶ ἀνθέρικος, ὁ
5καυλὸς τοῦ ἀσφοδέλου. Ἔστι δὲ φυτὸν εὔθραυστον. Ἀνθεμίδης: Ὥσπερ παρὰ τὸ Δευκαλίων Δευ‐ καλίωνος, Δευκαλιωνίδης, οὕτω καὶ παρὰ τὸ Ἀνθε‐ μίωνος Ἀνθεμιωνίδης, καὶ Ἀνθεμίδης κατὰ συγκο‐ πήν. Ἢ ἀπὸ τοῦ Ἄνθεμος Ἀνθεμίδης, ὡς Δεύκα‐
10λος Δευκαλίδης, καὶ Κρόνος Κρονίδης, Ὕλλος Ὑλ‐ λίδης. Εἰς τὸ βουτίδης ἐστι. Ἀνθεστήρια: Τὰ Διονύσια· οὕτω γὰρ Ἀθηναῖοι τὴν ἑορτὴν λέγουσι· καὶ ἀνθεστηριῶνα, τὸν μῆνα [καθ’ ὃν ταῦτα ἐτελεῖτο·] ἐπειδὴ ἡ γῆ τότε ἄρχεται
15τοῦ ἀνθεῖν. Ἢ παρὰ τὸ τὰ ἄνθη ἐπὶ τῇ ἑορτῇ ἐπι‐
15φέρειν. Ὅθεν καὶ παροιμία,
15 Θύραζε Κᾶρες· οὐκέτ’ ἀνθεστήρια. Ἄνθρωπος: Παρὰ τὸ ἄνω θρεῖν, ἤγουν ἄνω βλέπειν· μόνος γὰρ τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος ἄνω βλέπει. Ἢ παρὰ τὸ ἀναθρεῖν ἃ ὄπωπεν, ἤγουν ἀναλογίζεσθαι ἃ εἶδε καὶ ἤκουσε, τῶν ἄλλων ζῴων
20μὴ λογιζομένων καὶ προνοουμένων. Οὐ γὰρ ἂν ἰχθῦς εἰς κύρτον εἰσῆλθεν ὁρῶν ἄλλον κρατούμενον, οὐδὲ ὄρνις εἰς λίνα. Ἢ παρὰ τὸ δρῶ, τὸ βλέπω, ἄνδρω‐ πος, καὶ ἄνθρωπος. Ἢ παρὰ τὸ ἄνω ῥέπειν, ἀνώροπός τις ὤν. Ἢ παρὰ τὸ ἔναρθρον ἔχειν τὴν ὄπα, τουτ‐
25έστι τὴν φωνήν. Τὰ παρὰ τὸ ὄπα συγκείμενα,
25ἅπαντα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, μετώ‐ πιον, ἐνώπιον. Ἢ παρὰ τὸ ἀνθηρὰν ὄπα ἔχειν. Ἀνθερεών: Ὁ ἐπὶ τοῦ γενείου τόπος· διὰ τὸ δι’ αὐτοῦ θορεῖν τὸ πνεῦμα. Ἢ ἐνθερεών τις ὢν, ὅτι κατὰ τὴν ἔνθεσιν τῆς τροφῆς κινεῖται ἐν τῷ καταπί‐
30νειν. Οἱ δὲ, παρὰ τὴν ἄνθησιν τῶν τριχῶν· διὸ καὶ κατηγοροῦσι τοῦ Εὐφορίωνος εἰπόντος, Τέκνον, μὴ σύ γε μητρὸς ὑπ’ ἀνθερεῶνος ἀμήσῃς. Λέγεται δὲ καὶ βοτάνη τις. Ἄνθραξ: Τὸ ἐκκαυθὲν ξύλον καὶ ἔτι διαλαμπές.
35Παρὰ τὸ ἄνθος, ἄνθαξ, ὡς βῶλος βῶλαξ· καὶ πλεο‐ νασμῷ τοῦ ρ, ἄνθραξ· καὶ τὸ ἀπό τινος ὕλης μετα‐ βληθὲν καὶ μεταποιηθὲν εἰς πυρὸς φύσιν. Ἔχει δὲ ὁ ἄνθραξ φύσεις δύο, τὸ φωτιστικὸν καὶ τὸ καυστι‐ κὸν, ὡς τὸ ὕδωρ διφυᾶ ἄνθρακα δέχεται, ἤγουν φωτι‐
40στικὸν καὶ καυστικόν· φωτιστικὸν μὲν, τῶν δικαίων· καυστικὸν δὲ, τῶν ἁμαρτωλῶν. Διφυὴς δὲ ἄνθραξ λέγεται ὁ Χριστὸς κατὰ ἀναγωγήν. Γίνεται δὲ παρὰ τὸ θέρω τὸ θερμαίνω, θέραξ· καὶ μετὰ τῆς ἀνὰ προ‐ θέσεως, ἀναθέραξ· καὶ συγκοπῇ ἄνθραξ. Σημαίνει
45δὲ δύο, τὸ πῦρ, καὶ τὸν λίθον [τινὰ τῇ χρόᾳ πύρινον, οὕτω καλούμενον.] Τὰ εἰς ΑΞ ὀνόματα φύσει μακρᾷ παραληγόμενα, εἰ μὲν ὦσιν ἀρσενικοῦ γένους, ἐκτεί‐ νουσι τὸ ἄλφα· οἷον, θώραξ, οἴαξ· εἰ δὲ θηλυκοῦ, συστέλλουσιν αὐτὸ, οἷον αὖλαξ, πῖδαξ.

109

(50)

Ἀνίεις: Ἐκ τοῦ ἴω μετὰ τοῦ στερητικοῦ ἄλφα,

109

(50)

καὶ πλεονασμῷ τοῦ ν, γίνεται ἀνίω. Καὶ Ἰλιάδος εʹ, Ἀλλ’ ἀνίεις. Ἀντὶ τοῦ ἀναπείθεις. Ἀν’ ἰθύν: Ἐπ’ εὐθεῖαν, κατὰ τὴν ὁρμὴν καὶ φορὰν τοῦ ποταμοῦ. Ἀνὰ θυμόν: Οἱ Ἀττικοὶ
55τὴν ἀνὰ ἀντὶ τῆς κατὰ παραλαμβάνουσιν. Ἀν’
55ἰωχμὸν, κατὰ τὴν μάχην.
55 Ἀνία: Σημαίνει τὴν χαλεπωτάτην καὶ δυσίατον λύπην. Παρὰ τὸ ἰῶ, τὸ θεραπεύω καὶ ὑγιάζω, γίνεται ἴα· καὶ κατὰ στέρησιν καὶ πλεονασμὸν τοῦ ν, ἀνία·

110

ἐστέρηται γὰρ τῆς ἰάσεως. Ἢ παρὰ τὸ ἄνω, ἀνία· διανυστικὴ γάρ ἐστι καὶ πρακτικὴ, οἱονεὶ καταδαπα‐ νητική. Τὰ διὰ τοῦ ΝΙΑ θηλυκὰ τῷ ι παραληγό‐ μενα συστέλλουσιν αὐτὸ, ἔχοντα μακρὸν τὸ ἄλφα,
5οἷον γωνία, πενία, ξενία. Σεσημείωται τὸ ἀνία· ἐπειδὴ ἀπὸ τοῦ ἰῶ γίνεται, ὅπερ ἔχει μακρὸν τὸ ἰῶτα. Παρὰ τὴν ἀνίαν ἀνιαρός· ἐξ οὗ καὶ ἀνιῶ ῥῆμα. Δύναται δὲ καὶ ἀπὸ τοῦ ἰέναι γίνεσθαι. Ἐμποδι‐ στικὸν γάρ ἐστιν ἡ ἀνία.
10Ἀνιηρέστερος: Ἀνιαρὸς τὸ πρωτότυπον. Ἰστέον
10ὅτι τὰ εἰς ΟΣ λήγοντα ὀνόματα, ὅσα οὐδετέρῳ παρασχη‐ ματίζονται, ἤγουν τριγενῆ ὄντα, ταῦτα καὶ συγκριτικὰ ποιοῦσιν· οἷον, ἐλαφρὸς, ἐλαφρὴ, καὶ τὸ ἐλαφρὸν, καὶ τὸ συγκριτικὸν, ἐλαφρότερον· ἁγνὸς, ἁγνὴ, ἁγνὸν, ἁγνό‐ τερον· λευκὸς, λευκὴ, λευκὸν, λευκότερον· οὕτως
15οὖν καὶ ἀνιαρὸς, ἀνιαρὴ, ἀνιαρὸν, καὶ ἀνιαρότερον [τὸ συγκριτικὸν] ὤφειλεν εἶναι. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι παρὰ τὸ ἀνιαρὸς γίνεται παράγωγον ἀνιαρὴς, ὥσπερ ὁμαλὸς ὁμαλὴς, γυμνὸς, γυμνὴς, ἀργὸς, ἀργής· καὶ ἐπειδὴ τὰ εἰς ΗΣ λήγοντα τριγενῆ ὑπέρθεσιν δέχονται
20καὶ σύγκρισιν, οἷον, ὁ εὐτυχὴς, ἡ εὐτυχὴς, τὸ εὐτυ‐ χὲς, καὶ τὸ συγκριτικὸν εὐτυχέστερος, εὐγενέστερος, εὐμελέστερος, ὑγιέστερος, σαφέστερος, πληρέστερος, εὐωδέστερος, ἐμβριθέστερος, προγενέστερος· οὕτως οὖν καὶ ὁ ἀνιαρὴς, ἡ ἀνιαρὴς, τὸ ἀνιαρὲς, καὶ ἀνια‐
25ρέστερον τὸ συγκριτικόν· καὶ κατ’ ἔκτασιν, ἀνιηρέ‐ στερον. Ἁμαρτάνουσιν ἄρα οἱ προφερόμενοι πενέ‐ στατος· ἀπαρασχημάτιστον γὰρ τὸ πένης ὄνομα τῷ οὐδετέρῳ. Ἔδει δὲ καὶ παρὰ τὸ κλέπτης καὶ ψευ‐ δὴς μηδόλως σχηματίζεσθαι συγκριτικόν. Οἱ δ’
30Ἀττικοὶ, κλεπτίστατον καὶ ψευδίστατον εἰπόντες
30συγκριτικὰ, ἥμαρτον· ἀντὶ γὰρ τοῦ κλεπτέστατον
καὶ ψευδέστατον. Οὕτω Φιλόξενος. Ἀνίσχαλον: Ἄτοκον, ἢ ἀνήμελκτον, ἢ ἀθήλα‐ στον. Διογενιανός. Ἀνιγρός: Ἀπὸ τοῦ ἀνιαρὸς κατὰ συγκοπὴν
35καὶ πλεονασμὸν τοῦ γ, ἀνιγρὸς, ὁ λυπηρὸς καὶ
35βλαβερός· καὶ ἀνιγρὰ, δυσώδη, ἀκάθαρτα, φαῦλα, κακά. Ἀνιμῶ: Ἐκ τῆς ἀνὰ προθέσεως καὶ τοῦ ἰμῶ, τὸ ἀναλέγω· τοῦτο ἐκ τοῦ ἱμὰς, ὃ σημαίνει τὸν λῶρον. Οἱ γὰρ ἀρχαῖοι, πρὸς τὸ μὴ κατακλᾶσθαι ταχὺ τὰ
40ἀγγεῖα αὐτῶν, ἐκ δερμάτων αὐτὰ ἐποίουν, ἤγουν
40ἀσκοῦ. Ἀνιμῶ οὖν, τὸ ἀναλέγομαι. Ἄνιος: Ἔστι δὲ ἱερεὺς τοῦ Ἀπόλλωνος. Γέγονε δὲ παρὰ τὴν ἀνὰ πρόθεσιν, Ἄνιος, ὥσπερ καὶ παρὰ τὴν ὑπὸ, Ὕπιος [Ζεύς.] Οἱ δὲ, παρὰ τὴν ἀνίαν. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ ἄμφιος.
45 Ἀνίψαλλον: Τὸν ἀβλαβῆ. Τὸ ἄνευ τοῦ ἰά‐ πτεσθαι, παρὰ τὸ ἴπτω, ἀνίψαλλον, ἀδιάφθορον· οἱ δὲ, ἡλικίας τάξιν.
51 Ἀνοχλίζω: Τὸ ἀνέχω. Ἀνούτατος: Ὁ ἀτραυμάτιστος. Παρὰ τὸ οὐτάζω, οὔτασμαι, οὔτασται, οὐταστὸς καὶ ἀνούστα‐ τος, καὶ ἀποβολῇ τοῦ ς ἀνούτατος. Καὶ ἀνου‐
55τητὶ, τὸ ἄνευ τρώσεως.
55 Ἀνοικῆ: Τὸν παρὰ τὸ εἰκὸς εἰρημένον. Ἄνοια: Παρὰ τὸ νοῦς, νοὸς, νοία· καὶ μετὰ τοῦ στερητικοῦ α, ἄνοια. [Τὸ ΝΟΙ, δίφθογγον. Διατί;

111

τὰ παρὰ τὸ νοῦς καὶ χροῦς καὶ ῥοῦς συγκείμενα διὰ τῆς ΟΙ διφθόγγου γράφεται· οἷον, ἄνοια, σύννοια, σύρροια.] Ἀνόστιμος: Παρὰ τὸ νόστος, νόστιμος, καὶ
5ἀνόστιμος. Τὸ δὲ νόστος παρὰ τὸ νοστῶ.
5 Ἀνόστους: Τοὺς μὴ ἀπονοστοῦντας. Διογενιανός. Ἀνόστεος: Ὅτ’ ἀνόστεος ὃν πόδα τένδει. Ἐσθίει· ὁ λεγόμενος πολύπους. Οὗτος γὰρ τῷ χειμῶνι οὐ πρόεισιν, ἀλλ’ ἐν τῷ φωλεῷ καθήμενος
10τοὺς ἰδίους πόδας ἐσθίει. Κλείταρχος δὲ ἐν γλώσ‐
10σαις τὸν πολύπουν ὑπὸ Λακεδαιμονίων ἴουλον καλεῖ‐ σθαι φησίν. Ἀνόρουσεν: Ἀνώρμησεν, ἀνέστη. Ἔστιν ὄρω τὸ διεγείρομαι· ἐξ οὗ ὁ μέλλων Αἰολικῶς, ὄρσω. [Ὄρσεο Λαομεδοντιάδη.]
15Τοῦτο τὸ ὄρω κατὰ παραγωγὴν γίνεται ὀρύω· καὶ πλεο‐
15νασμῷ τοῦ ο, ὀρούω· ὁ μέλλων ὀρούσω· ὁ ἀόριστος
15ὄρουσα, ποιητικῶς· οἱ γὰρ ποιηταὶ καὶ οἱ Ἴωνες συνάρχεσθαι ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσι· καὶ ἐν συνθέσει ἀνόρουσεν. Ἀνομένοιο: Οἷον, Ἤματος ἀνομένοιο.
20Τελειουμένου, τοῦ πληρουμένου· παρὰ τὸ ἄνω, τὸ ἀνύω.
20Ἀνόπαια:
20Ὄρνις δ’ ὡς ἀνόπαια διέπτατο.
20Παρὰ τὴν ὀπὴν, ὀπαῖα, καὶ ἐν συνθέσει, ἀνοπαῖα. Καὶ ἐκδέχονται τὴν καπνοδόκην· Κράτης δέ φησιν ἀνοπαῖαν τὴν τετρημένην κεραμίδα τὴν ἐπὶ τῆς ὀρο‐ φῆς. Ἢ πανόπαια γράφεται, καὶ νοεῖται ἡ χελιδών. Ἐν δ’ Αὐλίδι τῆς Φωκίδος τὰ περὶ Τηρέως λεγόμενα
25μυθολογεῖται. Καὶ ἡ Πανοπεὺς, Φωκικὴ πόλις ἐστί. Μεθόδιος. Ἢ ἀνόπαια, εἶδος ὄρνιθος. Ἢ διὰ τῆς ὀπῆς· ἢ ἀοράτως, ἀνὰ τοὺς ὦπας. Ἡ ἀντὶ πρόθεσις σημαίνει τρία· κυρίως τὴν πρόθεσιν, ὡς καὶ ἡμεῖς τίθεμεν, καὶ ὡς Ἀρίσταρχος
30ἀναγινώσκων ἀκούει τόνδε τὸν στίχον,
30 Τρώων ἀνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος. Τίθεται δὲ καὶ ἀντὶ τοῦ ἴσος, ὡς τὸ, Ἀντί τοι εἴμ’ ἱκέταο. Ἀντὶ τοῦ, ἴσος ἱκέτου. Καὶ τὸ ἐναντίον, ὡς, Ἀντίθεον Κύκλωπα,
35τὸν ἐναντιούμενον τοῖς θεοῖς. Ἀντίθεος δὲ ὀδυσ‐
35σεὺς, τουτέστιν ἰσόθεος.
35Ἀντιάνειρα: Ἐπίθετον Ἀμαζόνος· ὁ μὲν Ἀρί‐
35σταρχος, τὰς ἴσας ἀνδράσιν· ἔνιοι δὲ, τὰς ἀντιαζού‐ σας καὶ ἐναντιουμένας τοῖς ἀνδράσι τῇ οἰκείᾳ δυνάμει· ἐξ οὗ πολεμικάς· ὥσπερ ἀντίχριστον φαμὲν καὶ ἀν‐ τίπαλον. Ἀντίπαλος γὰρ ὁ ἐναντίος, ἢ ὁ ἀντιπα‐ λαίων, ἢ ὁ κατὰ πάλον (τουτέστι κλῆρον) ἐναντιού‐
40μενος· καὶ ἀντίχειρ, ὁ μέγας τῆς χειρὸς δάκτυλος, ἢ ὅτι ἀντίκειται τοῖς ἄλλοις, ἢ ὅτι τὸ ἶσον δύναται τῇ ὅλῃ χειρί. Καὶ ἀντιστάτης, ὁ ἀνθεστηκὼς ἐν μάχῃ.
Ἀναστάς: Ἀνστάς· Ἡρωδιανός· ἀναστάντες,
45ἀνστάντες· καὶ ἀναστήτην δυϊκὸν, καὶ συγκοπῇ
45ἀνστήτην, τὸ ἀνέστησαν. Ἀνταία: Ἡ Ῥέα, παρὰ τὴν ἄντην· ὅτι τοῖς Τελχῖσιν ἐναντία ἐγένετο· σημαίνει δὲ ἄντην, τὸ ἐξ ἐναντίας· ἡ ἀντιάζουσα διά τινα φαντάσματα καὶ ἔχθρας. Καὶ ἀνταῖος, ὁ βλάβης αἴτιος· ἀνταία

111

(50)

καὶ ἡ Ἑκάτη ἐπιθετικῶς· Διογενιανὸς, ἱκέσιος. Ἄντα: Οἷον, Ἄντα σέθεν γὰρ Ξάνθον δινήεντα. Καὶ σοῦ γὰρ ἄξιον ἀνταγωνιστὴν ἡγούμεθα τὸν Ξάν‐
55θον. Σημαίνει τὸ ἐξ ἐναντίας. Καὶ ὥσπερ ἀπὸ τοῦ
55ὠκέα γίνεται ὦκα, κράτεα κράτα, καὶ ὑπερθέσει
55κάρτα, καὶ σάφεα, σάφα· οὕτως οὖν καὶ ἀντία, οἷον,
55 Ἀντί’ Ἀλεξάνδροιο. Κατὰ συγκοπὴν, ἄντα. Ἢ παρὰ τὸ ἀντῶ, ἄντα, ὡς σιγῶ, σίγα, καὶ ἠρεμῶ, ἠρέμα. Ἡρωδιανός. Τὸ δὲ ἀντῶ σημαίνει τὸ ἀπαντῶ καὶ συντυγχάνω.

112

Ἄντεσθαι: Ἱκετεύειν, καὶ τὸ ἐξ ἐναντίας ἐλθεῖν. Ἄντανδρος: Πόλις ὑπὸ τὴν Ἴδην παραθαλάσ‐ σιος· ὅτι Ἀσκάνιος αἰχμάλωτος ἐγένετο ὑπὸ Πε‐
5λασγῶν, καὶ ἀντ’ αὐτοῦ τὴν πόλιν δέδωκε λύτρα, καὶ
5ἀπελύθη. Ἡ γοῦν ἀντὶ ἀνδρὸς δεδομένη ἄνταν‐ δρος ὠνομάσθη. Ἀντανάκλασις: Ἡ ἀπό τινος ἐπί τι κίνησις, καὶ ἐξ ἐκείνου πάλιν ἐξ οὗ προῆλθεν ὑποστροφὴ, ὡς ἐπὶ τῆς σφαίρας.
12 Ἀντήνωρ: Τὸ ΤΗ, ἦτα, ὡς τὸ ἀγήνωρ· καὶ Ἀντηνορίδης, ὡς Κρονίδης. Ἀντήνους: Τοὺς τῆς δάφνης ὅρπηκας τοὺς πρὸ
15τῶν θυρῶν ἱσταμένους. Ἄντηστιν: Παρὰ τὸ ἀντῶ, ἀντήσω, ἄντησις, καὶ ὑπάντησις· καὶ πλεονασμῷ τοῦ τ, ἄντηστις· Ἡ δὲ κατ’ ἄντηστιν θεμένη περικαλλέα δίφρον. Ἀντήρεις: Σημαίνει τὸ εἰς ὃ ἐπερείδεταί τις
20καὶ ἐπιστηρίζεται. Γίνεται δὲ παρὰ τὸ ἐρείδω τὸ ἐπακουμβίζω· ὁ μέλλων, ἐρείσω· καὶ ἐξ αὐτοῦ, ἀν‐ τήρεις, κατὰ τροπὴν τοῦ ε εἰς τὸ ἦτα, καὶ ἀποβολῇ τοῦ ω. Οὐχ εὕρηται δὲ ἡ εὐθεῖα ἐν χρήσει· αἱ δὲ ἄλλαι πτώσεις τὴν κλίσιν ὡς ἀπὸ ὀξυτόνου καὶ εἰς ΙΣ ληγού‐
25σης ἔχουσιν. Ὥσπερ γὰρ ἀσπὶς ἀσπίδος, καὶ σανὶς σανίδος, οὕτω καὶ ἀντηρὶς ἀντηρίδος, ὡς παρ’ Εὐριπίδῃ, Κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος. Ἀντήρεις: Ἀντιθέτους, ἀντερέσσοντας. Διο‐
γενιανός.
30Ἀντιγονίζω: Ὅτι οὐκ ἔχει τὸ λεκτὸν τῆς ἀντὶ
30προθέσεως· ἀπὸ κυρίου γὰρ γίνεται τοῦ Ἀντίγονος. Ὥστε καὶ τοῦτο εὐλόγως ἐκλίθη ἔξωθεν, ὡς τὸ κα‐ θεύδω καὶ ἐνέπω. Τὸ ἐνέπειρεν ἐν τισὶ τῶν ἀντι‐ γράφων, ἐπενθέσει τοῦ ε, ὡς ἐνεποίουν· ἐν τοῖς πλεί‐ στοις δὲ οὐκ ἔχει τὴν τοῦ ε ἐπένθεσιν· ἠμπείρουν
35γάρ. Αἱ μετὰ προθέσεως συντιθέμεναι λέξεις πρῶτον κλίνονται καὶ οὕτω συντίθενται, οἷον, ἄγω, συνάγω· ἦγον, συνῆγον· αἱ δὲ μὴ μετὰ προθέσεως συντιθέμεναι λέξεις πρῶτον συντίθενται καὶ οὕτω κλίνονται· οἷον, φιλοσοφῶ, ἐφιλοσόφουν. Οὕτως ὁ
40Χοιροβοσκός.
40 Ἀντηρέτης: Ὁ ἀντικαθήμενος· καὶ ἀντηρε‐ τεῖν, τὸ ἐπὶ ταὐτοῦ ζυγοῦ καθεζόμενον ἐρέσσειν. Ἀντήλιος: Ἶσος ἡλίῳ. Ἀντιτορῶ: Ἀντιτορήσας, διατρήσας, διορύξας. Παρὰ τὸ ῥῶ, ῥήσω· τρῶ, τρήσω· καὶ ἀντετόρησεν.
45Ἀπὸ δὲ τοῦ τείρω γίνεται τορῶ· σημαίνει τὸ τρυπῶ. Ἀντιβολῶ: Ἀντιβολῆσαι, ἀπαντῆσαι, μετα‐ σχεῖν. Μολῶ, μολήσω· μετὰ τῆς ἀντὶ προθέσεως, καὶ τροπῇ τοῦ μ εἰς β, ἀντιβολήσω. Ἰστέον ὅτι τὸ ἀντιβολῶ ἔξωθεν ἐκλίθη, ἐπειδὴ τούτου τὸ ἁπλοῦν

112

(50)

οὐκ ἔστι ῥητόν. Τὸ δὲ παρὰ Πινδάρῳ ἀντεβόλησεν ἔσωθεν ἐκλίθη διὰ τοῦ ε· καὶ τὸ σημαινόμενον ἕτερον, ὡς καὶ παρ’ Ὁμήρῳ, Τοιοῦτοι δ’ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν. Τὸ δὲ παρὰ Ἀριστοφάνει ἐν Ἀμφιαράῳ διὰ τοῦ ε
55ἠντεβόλησε δύο κλίσεις ὑπέστη. Ζήτει. Σημαίνει
55δὲ καὶ τὸ συνέτυχε, καὶ ἱκετεύει. Εἰδέναι δεῖ, ὅτι τὰ μετὰ προθέσεων συντιθέμενα ῥήματα, εἰ ἀλλοιοῦνται τῶν σημαινομένων, ἔσωθεν κλί‐

113

νονται, βάλλω, καταβάλλω, κατέβαλλον· εἰ δὲ τηροῖτο ἐνταῦθα, ἔξωθεν κλίνονται, μύω, καμμύω, ἐκάμμυον· εὕδω, καθεύδω, ἐκάθευδον. Τὸ δὲ ἤμελλον, ἤθελον, καὶ τὰ ὅμοια, Ἀττικῶς. Φιλοῦσι γὰρ μακρὰν ποιεῖν
5τὴν ἀρχὴν τῶν παρῳχημένων. Οὕτω Ζηνόβιος.
5 Ἀντισηκῶ: Οἱ μὲν λέγουσιν ἀπὸ τοῦ ἴσος ἴσου γίνεται ἰσῶ ἰσώσω ἰσώκω, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, ἰσηκῶ. Ἀντισηκῶ οὖν, τὸ ἀντεξισάζω. Οἱ
δὲ, παρὰ τὸ σηκῶ τὸ βοηθῶ· σώκειν γὰρ λέγεται τὸ ἰσχύειν· ἐξ οὗ καὶ σῶκος ὁ Ἑρμῆς, ὃ σημαίνει τὸν
10ἰσχυρὸν καὶ βοηθόν. Ἀπὸ τοῦ σώζω, σῶκος, ὁ σωστικὸς θεός. Σῶκος, σωκῶ, καὶ ἀντισηκῶ, τροπῇ· [οἷον, Σῶκος ἐριούνιος Ἑρμῆς.] Ἀντιφερίζω: Παρὰ τὸ φέρω φερίζω, ὡς θέρω
15θερίζω, καὶ ἀντιφερίζω, τὸ ἐναντιοῦμαι, ἢ ἐξισοῦμαι.
15Ἡσίοδος,
15 Ἄφρων δ’ ὅς κ’ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν. Καὶ ἀντιφέρεσθαι, τὸ ἐναντιοῦσθαι· οἱ δὲ, ἀντι‐ λέγειν. Ἀντιλάβοιτο: Λήβω, λήψω· ὁ δεύτερος ἀόρι‐ στος, ἔλαβον· ὁ μέσος, ἐλαβόμην· καὶ τὸ εὐκτικὸν,
20λαβοίμην, λάβοιο, λάβοιτο· καὶ μετὰ τῆς ἀντὶ προ‐ θέσεως, ἀντιλάβοιτο. Ἀντιλήπτωρ: Λήβω τὸ λαμβάνω, λέλημμαι,
20λέληπται, λήπτωρ, καὶ ἀντιλήπτωρ. Τὰ παρὰ τὸ λήβω γινόμενα ὀνόματα διὰ τοῦ η γράφονται· οἷον πρόσληψις, σύλληψις, ἀνάληψις. Καὶ ἄλλως· διότι ἀνεφάνη τὸ ἄλφα ἐν τῷ δευτέρῳ ἀορίστῳ. Ἀντίος: Παρὰ τὸ ἄντω ῥῆμα βαρύτονον γίνεται
25ἀντῶ περισπώμενον· ἀφ’ οὗ ἄντην ἐπίρρημα, καὶ ἀντίος· ὅθεν καὶ διὰ τοῦ ι γράφεται. Τὰ παρὰ ἐπιρρημάτων γινόμενα διὰ τοῦ ΙΟΣ προπαροξύνεται, καὶ διὰ τοῦ ι γράφεται· οἷον, ἶφι ἴφιος, πρωῒ πρώϊος, οὕτω καὶ ἄντην ἀντίος, ὁ ἐξ ἐναντίας. Κατὰ
30τόνον μόνον ἥμαρτε, καὶ οὐ κατὰ γραφήν· Οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαντες. Καὶ μετὰ τῆς ἐν προθέσεως, ἐναντίος. Κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΟΣ ὑπὲρ δύο συλλαβὰς, πρὸ μιᾶς
35τὸν τόνον ἔχοντα, ἐν τῇ συνθέσει ἀναπέμπει τὸν τόνον·
35οἷον, ποικίλος, παμποίκιλος· ἀγκύλος, μεσάγκυλος· Ἀθηναῖος, φιλαθήναιος πλησίος, παραπλήσιος· αἰόλος, παναίολος· τὸ γὰρ κορυθαίολος οὐκ ἔχει ἐγκείμενον τὸ αἰόλος, ἀλλὰ τὸ αἰόλλω ῥῆμα, τὸ κινῶ· χωρὶς εἰ μὴ σύνθετα ὑπάρχει ἕνεκα ἐνεργείας παροξυνόμενα,
40διὰ τὸ βουκόλος, ἱπποβουκόλος, (τοῦτο γὰρ ἕνεκα ἐνεργείας τὸν αὐτὸν τόνον ἐφύλαξεν ἐν τῇ συνθέσει,) ὁ τοὺς ἵππους βόσκων. Τὸ δὲ ἐναντίος παρέλκουσαν ἔχει τὴν ἐν πρόθεσιν· τὸ γὰρ ἀντίος καὶ ἐναντίος τὸ αὐτὸ σημαίνει· καὶ τούτου χάριν τοῦ ἁπλοῦ τὸν
45τόνον ἐφύλαξεν, ὡς σχεδὸν μὴ γενομένης συν‐ θέσεως. Ἀντιόωσα: Παρὰ τῆς ἀντὶ προθέσεως γίνεται ἀντίος· καὶ ἐκ τούτου ἀντιῶ ἀντιᾷς, τὸ ὑπαντῶ, δευ‐ τέρας συζυγίας· ἡ μετοχὴ, ἀντιῶσα, ὡς βοῶσα· καὶ

113

(50)

ποιητικῷ πλεονασμῷ τοῦ ο, ὡς βοόωσα, γελόωσα.

113

(50)

Τὸ τηλεθώωσα δὲ καὶ τὸ μαιμώωσα μόνον διὰ τοῦ ω μεγάλου. Ἔστι δὲ ὁμώνυμος ἡ λέξις. Ὅτε γὰρ δηλοῖ τὸ ἀντιλαμβάνων, αἰτιατικῇ συντάσσεται· ὡς τὸ, Ἐμὸν λέχος ἀντιόωσαν.
55Συγκυροῦσαν· ὅτε δὲ τὸ μετέχων, τυγχάνων, ὑπαν‐
55τῶν, γενικῇ, ὡς τὸ,
55 Ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. Πλεονασμῷ τοῦ ο, Βοόωντά τ’ ἐφεύροι, καὶ,
Ὁρόων ἐπὶ οἴνοπα πόντον.
60Ἀντίβιος: Ὁ ἐναντιούμενος τῇ βίᾳ, ὅ ἐστι τῇ

114

δυνάμει· καὶ ἀντιβίοισι, τοῖς ἐναντίοις καὶ στασια‐ στικοῖς. Ἀντίπηξ: Ἡ κιβωτός· παρὰ τῆς ἀντὶ προθέ‐ σεως καὶ τοῦ πήσσω.
5Ἀντίβιον: Ἐπίρρημα τοπικὸν, τῆς ἀντὶ προθέ‐
5σεως τὴν ἐναντίαν σχέσιν δηλούσης. Ἀντίασεν: Ἱκέτευσεν, ἀπήντησεν. ἀντιάσαι, συναντῆσαι, καὶ ἐλθεῖν, μετασχεῖν· παρ’ Ὁμήρῳ, τὸ ἐπιτυχεῖν, καὶ ἵλεως συντυχεῖν, καὶ παραγενέσθαι.
10Ἀντίπαλον: Ἐναντίον, καὶ ἰσόπαλον, καὶ ἰσό‐
10στροφον.
10 Ἀντιπαγές: Ἐναντίως συνεστηκός. Ἀντιπελαργεῖν: Ἀντιστρέφειν. Ἀντίστομος: Παρὰ τοῖς τακτικοῖς, τάξις ἐξ ἑκατέρου μέρους ἔχουσα τοὺς μαχίμους. Ἀντιπεφάσθαι: Ἀντιτεθνάναι.
15 Ἀντίτυπα: Ἀντιπίπτοντα. Ἀντλία: Ἄγγος ἐν ᾧ τὸ ἐν τῷ πλοίῳ γινόμενον ὕδωρ ἀπαντλοῦσιν εἰς θάλασσαν· καὶ ὁ νῦν καλού‐ μενος καδίσκος. Ἀντίφαρα: Ἡ ζήλη, παρὰ Συρακοσίοις· παρὰ
20τὸ φέρω, ὃ Δωριεῖς φάρω λέγουσιν, ὡς τέμνω τάμνω, καὶ τρέπω τράπω. Φάρω οὖν φάρα, καὶ ἀντιφάρα, ἡ ζήλη, ἡ ἐναντίως φερομένη· οἱ δὲ, παλλακήν· ἄλλοι, μητρυιάν. Ἀντίξουν: Τὸ ἐναντίον· ἢ ἁρμόζον, οἷον ἀντι‐
25σούμενον, τροπῇ Ἀττικῇ τοῦ ς εἰς ξ. Οἱ γὰρ Ἀττικοὶ τὸ σύμβολον ξύμβολον λέγουσι. Καὶ ἀντιξοεῖ, ἐναντιοῦται. Ἄντικρυς: Σημαίνει τὸ φανερῶς· ἀντικρὺ δὲ, τὸ ἐξεναντίας. Παρὰ τὸ ἀντὶ, καὶ τὸ κάρα, ἀντί‐
30καρα, ἀντικαρὺ, καὶ συγκοπῇ ἀντικρὺ, τὸ κατέναντι·
30(τοιοῦτον ἐν συγκοπῇ καὶ τὸ κρᾶναι, τὸ ἐπιτελέσαι διὰ τοῦ νεύματος τῆς κεφαλῆς) ὡς ἂν εἴποι τὶς, ἀν‐ τικέφαλα. Τὸ ΚΡΥ, μακρὸν φύσει· τὰ εἰς υ λή‐ γοντα ἐπιρρήματα συστέλλουσι τὸ υ, μεταξὺ, μεσηγύ· χωρὶς τοῦ ἀντικρύ. Καὶ ὤφειλεν εἶναι
35ἄντικρυ· ἀλλὰ τὰ εἰς ς λήγοντα ἐπιρρήματα, εἰ μὲν φυλάττει τὸ αὐτὸ σημαινόμενον, καὶ τὸν αὐτὸν τόνον φυλάττει· οἷον, οὕτως, οὕτω· μέχρις, μέχρι· ἐπεὶ οὖν τοῦτο οὐκ ἐφύλαξε τὸ αὐτὸ σημαινόμενον τῷ ἄντικρυς, οὔτε τὸν τόνον ἐδέξατο.
40Ἄντυξ: Λέγεται ἡ ἀνωτάτη περικεφαλαία τοῦ
40ἁρματίου δίφρου, παρὰ τὸ ἄνω τετύχθαι· ἡ δὲ εἰς τὸ κάτω τετυγμένη, λέγεται καταίτυξ. Λέγεται δὲ καὶ ἡ τῆς ἀσπίδος περιφέρεια ἄντυξ. Οἷον, Ἄντυξ ἡ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης. Ἀμφότερα δὲ γίνονται παρὰ τὸ τεύχω, τεύξω, τεὺξ,
45καὶ τὺξ, καὶ ἐν συνθέσει ἄντυξ.
45Ἐξ ἄντυγος ἡνία τείνας.
45Οἱονεὶ, ἐξάψας τὰς ἡνίας τῆς τοῦ ἅρματος περιφε‐ ρείας. [Ἀντίστοιχον: Τὸ ἶσον· Σκιᾶς γὰρ ἀντίστοιχον φωνὴν ἔχεις. Τουτέστιν ἶσον σκιᾶς.]

114

(50)

Ἀντιστοιχεῖν: Μετὰ στοῖχον ἑστάναι. Στείχω,

114

(50)

στοῖχος, καὶ ἀντίστοιχον. Τὸ ΣΤΟΙ, δίφθογγον.

114

(50)

Διατί; Ὅσα ῥήματα ἐν κινήσεσιν εὑρίσκονται ... καὶ

114

(50)

στὶξ στιχὸς, στιχῶ, δευτέρας συζυγίας. Σημαίνει ἰσόστοιχον καὶ συγγενῆ. Ἀντλῶ: Παρὰ τὸ ἄντλον· τοῦτο ἐκ τοῦ ἀνατλᾶν καὶ καρτερεῖν ἐκεῖσε τὸ ὕδωρ, τὸ διὰ τῶν ἐσφιγμένων πόρων εἰσερχόμενον.
55 Ἀντρών: Πόλις· παρὰ τὸ ἀντρώδεις ἔχειν τόπους, αὐτόθεν κοπτομένου λίθου ἐπιτηδείου εἰς τοὺς ἀλῶνας ὄνους, ὅ ἐστι μύλους.

115

Ἄντρον: Τὸ σπήλαιον· Ἐγγύθι δ’ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές. Ἀνάτορόν τι ὄν· παρὰ τὸ ἄνω τετρῆσθαι, ἤγουν τετρυπῆσθαι· τὸ ἀνατετρημένον· ἢ παρὰ τὰ ἄνθη,
5ἄνθηρον, καὶ ἄνθρον, καὶ κατὰ συγκοπὴν ἄντρον.
5Εἶναι γὰρ λειμωνίδων νυμφῶν ἐνδιαίτημα. Ἢ παρὰ τὸ ἀντῶ, τὸ ἱκετεύω, ἄντομαι, (καὶ, Ἀντομένην Ἥρην) ἄντορον, καὶ ἄντρον· διότι τοὺς θεοὺς ἐν αὐτῷ ἱκέ‐ τευον, ἱερὰ τὰ σπήλαια ἡγούμενοι.
12 Ἀνύω: Παρὰ τὸ ἄνω τὸ πράσσω γίνεται· ση‐ μαίνει δὲ τὸ αὐτό. Οἷον, Μάλα νὺξ ἄνεται.
15καὶ,
15Οὐκ ἀνύω φθονέουσα.
15Ἀντὶ τοῦ, οὐδὲν ὠφελῶ, οὐδὲν πράσσω. Ἰστέον ὅτι
15τὸ ἀνύτω καὶ ἀρύτω ἀπὸ τοῦ ἀνύω καὶ ἀρύω γέγονε κατὰ πλεονασμὸν τοῦ τ. Τὸ μὲν ἀνύω ἀεὶ ἐν συστολῇ· τὸ δὲ ἄνω διφορεῖται κατὰ τὸν χρόνον. Ἀνύποιστος: Ἀνυποφόρητος, ἀνυπομόνητος. Ἀπὸ τοῦ οἴω, τὸ φέρω, γίνεται οἰστός· καὶ μετὰ τῆς
20ὑπὸ προθέσεως, ὕποιστος· καὶ κατὰ στέρησιν τοῦ α, πλεονασμῷ τοῦ ν, ἀνύποιστος. Ἀνώγεον: Ἐκ τοῦ ἄνω καὶ τοῦ γαῖα, τὸ ἄνω τῆς γῆς ὄν· ἀνάγαιον δέ. Ἄνωγε:
25Λαοὺς δ’ Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν.
25Ἐκέλευεν. Ἔστι τὸ θέμα ἀνωγῶ, πρώτης συζυγίας τῶν περισπωμένων. Γέγονεν ἀνωγή· τοῦτο παρὰ τὸ ἄνω τὸ ἐγκελευσματικὸν ἐπίρρημα. Ἢ παρὰ τὸ ἄγω, ἀγῶ, ἀγὴ, καὶ ἀνωγὴ, ἡ ἐγκέλευσις, δι’ ἧς ἄχομέν τι καὶ, φέρομεν. Ὁ παρατατικὸς, ἠνώγουν·
30τὸ τρίτον, ἠνώγει·
30 Δεῖξαι δ’ ἠνώγει ᾧ πενθερῷ. Ὁ μέλλων, ἀνωγήσω· ὁ ἀόριστος, ἠνώγησα· ὁ δεύ‐ τερος, ἤνωγε; καὶ κατὰ συστολὴν, ἄνωγεν. Ἢ ἐκ τοῦ ἀνάγω, ἢ ἐκ τοῦ ἀνάξω μέλλοντος· ὁ μέσος παρακείμενος, ἀνῆγα· καὶ ὥσπερ ἐκ τοῦ πέπληγα
35μέσου παρακειμένου ἐγένετο ῥῆμα πεπλήγω, οὕτω καὶ ἀπὸ τοῦ ἀνῆγα μέσου παρακειμένου γίνεται ῥῆμα ἀνώγω, τροπῇ τοῦ μακροῦ εἰς μακρὸν τοῦ ἀνήγω· Πληθὺν δὲ ποτὶ νῆας ἀνώξομεν [ἀπονέεσθαι.] Ἄνωχθι: Ἀνωγῶ, ἀνώγημι· τὸ προστακτικὸν,
40ἀνώγηθι· τροπῇ τοῦ γ εἰς χ, καὶ συγκοπῇ, ἄνωχθι.
40 Ἀνώϊστον: Τὸ ἀπροσδόκητον καὶ ἀνυπονόητον· παρὰ τὸ οἴω, τὸ ὑπονοῶ· ὅπερ ἐν διαιρέσει γίνεται ὀΐω. Ἐκ τούτου ὀϊστὸς, καὶ ἀνώϊστος κατ’ ἔκτασιν τοῦ ο εἰς ω. Καὶ πάλιν ὀϊστί· καὶ ἐκτάσει τοῦ ο εἰς ω, ἀνωϊστὶ, σύνθετον. Καὶ,
45Ὁ δ’ ὅμιλον ἀνωΐστως ἀφίκανεν.
45Ἀπολλώνιος.
45 Ἄξονες: Ξύλα ἦν τετράγωνα, ἀπὸ τοῦ ἐδάφους μέχρι τοῦ ὀρόφου διήκοντα, καὶ διά τινος περόνης στρεφόμενα, ἐφ’ ὧν οἱ Σόλωνος νόμοι ἀπεγράφοντο, τοῖς τῶν ἁμαξῶν ἄξοσιν ὁμοίως κώδιξι στρεφόμενοι. Λέγονται δὲ καὶ ἐν τοῖς μαθήμασιν ἄξονες, περὶ οὓς

115

(50)

σφαῖραί τε καὶ κύλινδροι καὶ τὰ τοιαῦτα καὶ στρέ‐ φονται καὶ συνίστανται. Ἄορνος: Λίμνη περὶ Τυρσηνίαν. Φασὶ δὲ καὶ ἐν Κύμῃ τῇ Χαλκιδικῇ Ἄορνον λίμνην εἶναι, περι‐ πεφυκότων (δὲ) πολλῶν δένδρων μηδὲν τῶν ἀποπι‐
55πτόντων φύλλων ἐμπίπτειν εἰς αὐτήν. Εἶναι δὲ καὶ νεκυομαντεῖον. Ἄξιος: Ἀπὸ τοῦ ἄγω, ἄξω, ἄξιος· ἀπὸ μετα‐

116

φορᾶς τῶν σταθμῶν τῶν ἴσην ῥοπὴν ἐχόντων. Ἄξυλος: Ὄνομα κύριον· ἀπὸ τοῦ ἄγω, ἄξω. Τὰ διὰ τοῦ ΥΛΟΣ τρισύλλαβα ποικίλα περὶ τὴν τάσιν εὑρίσκονται, καμπύλος, δάκτυλος, δέρκυλος,
5κρώβυλος.
5 Ἄξων: Ἄξων καλεῖται τὸ διῆκον διὰ τῶν τροχῶν ξύλον· παρὰ τὸ ἄγω. Ἀξιόχρεων: Τοῦ ἀξιόχρεως καὶ ἀνάπλεως καὶ ἀγήρως τὰ οὐδέτερα διὰ τοῦ ω μεγάλου γράφονται. Δεῖ γινώσκειν, ὅτι πᾶν οὐδέτερον εἰς ν λῆγον ἀπαθὲς
10βραχυκαταληκτεῖν θέλει, οἷον, ξύλον, πτερὸν, λουτρόν· χωρὶς τοῦ πᾶν, καὶ τῶν παρὰ τὸ πούς· οἷον, δίπους,
τρίπους. Πρόσκειται “ἀπαθὲς” διὰ τὸ ποιοῦν, καὶ χρυσοῦν, καὶ ὀστοῦν, καὶ χαλκοῦν· ταῦτα γὰρ ἀπὸ κράσεως γέγονε· καὶ τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον·
15καὶ τὸ εὐγήρων, ἀπὸ τοῦ εὐγήραον· τὸ καρχαρόδουν καὶ τιμήειν, ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γέγονε· τὸ μὲν, πλεονασμῷ τοῦ υ· τὸ δὲ, τοῦ ι. Τὸ ἀνά‐ πλεων καὶ ἀξιόχρεων τῇ Ἀττικῇ ἐκτάσει ἔπαθον, ἀπὸ τοῦ ἀξιόχρεον καὶ ἀνάπλεον τῶν διὰ τοῦ ο.
20Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸν τέταρτον κανόνα τῶν
20οὐδετέρων. Ἀξιεπηγητότατον: Ἀξιολογώτατον· ὄνομα ἐπίθετον. Ἀοιδὸς καὶ ἀοίδιμος: Παρὰ τὸ ἀείδω, ἀοιδός· (Τὸ ἀείδω κατὰ συναλοιφὴν γέγονεν ᾄδω· ὁμοίως τὸ
25ἀοιδὸς, ᾠδός· καὶ τὸ ἀοιδὴ, ᾠδή. Ἀπὸ τοῦ ἀοιδὸς
25ἀοιδῶ ῥῆμα παρῆκται· εἶτα ὡς κνήθω κνηθιῶ, μείδω μειδιῶ, οὕτως ἀοιδῶ ἀοιδιῶ.) καὶ κατὰ παρα‐ γωγὴν ἀοίδιμος. Ἢ παρὰ τὴν ἀοιδὴν, ἀοίδιμος, ὡς τροφὴ, τρόφιμος· τουτέστιν ὁ ἀεὶ ἐν ᾠδαῖς ὀνομαζό‐ μενος ἢ μνημονευόμενος, ἤγουν διαβόητος καὶ θαυμά‐
30σιος·
30ὡς καὶ ὀπίσσω ἀνθρώποισι πελώμεθ’ ἀοίδιμοι ἐσσομένοισιν. Ἄοπον: Ἄφωνον, ἢ ἀόρατον. Καὶ ἄοπος. Ἄορ: Παρὰ τὸ ἀείρω, ἄορ, τὸ ξίφος, ὅπλον, δόρυ. Ἀορτήρ καὶ ἀοτήρ: Τὸ ἀπῃωρημένον· ἢ παρὰ
35τὸ αἴρω, ἀρτὴρ, καὶ πλεονασμῷ τοῦ ο, ἀορτήρ. Ἢ
35ἐν ᾧ τὸ ξίφος κρέμαται ἱμάς. [Αὐτὰρ περὶ κουλεὸν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.] Ἀοσσητήρ: Παρὰ τὸ ὄσσαν, ὀσσητὴρ, καὶ ὁ ἀοσσητὴρ, ὁ βοηθὸς, ὁ ἄνευ ὄσσης καὶ κληδόνος βοη‐
40θῶν αὐτομάτως. Ἔθος γὰρ τοῖς παλαιοῖς τοῦτο,
40πυνθανομένοις μαντείας βοηθεῖν. Ἀοζήσω: Διακονήσω, ὑπουργήσω. Καὶ ἄοζος, ὁ ὑπηρέτης. Ἀολλέες: Σημαίνει τὸ συνηθροισμένοι. Γίνεται δὲ παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι, τοῦ α τὸ ὁμοῦ σημαίνον‐
45τος. Ἀπὸ γὰρ τοῦ ἕλλω ῥήματος, τοῦ σημαίνοντος τὸ συστρέφω, ἢ εἱλῶ, γίνεται ῥηματικὸν ὄνομα ἑλλής· καὶ μετὰ τοῦ α ἐπιτατικοῦ ἢ ὁμοῦ, ἀελλής· καὶ τροπῇ τοῦ ε εἰς ο, ἀολλής· καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἀολλέες. Ἐκ δὲ τοῦ ἀολλὴς γίνεται

116

(50)

ῥῆμα ἀολλίζω, τὸ συναθροίζω· ἐξ οὗ τὸ,

116

(50)

Ἀολλίσσασα γεραιάς. Ἄωρτο:
Ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο. Ὁ μὲν Ἡρωδιανὸς λέγει ὅτι σημαίνει τὸ ἥρμοστο, τουτέστι παρὰ τοῦ ξίφους. Ἐκ τοῦ ἄρω, τὸ ἁρμόζω,
55ὁ μέλλων Αἰολικῶς, ἄρσω· ὁ παρακείμενος, ἦρκα· ὁ
55παθητικὸς, ἦρμαι· ὁ ὑπερσυντέλικος, ἤρμην, ἦρσο, ἦρτο· Ἰωνικῶς κατὰ συστολὴν, ἄρτο· καὶ πλεονασμῷ τοῦ ω, ὥσπερ εἶθα εἴωθα, γίνεται ἄωρτο. Τινὲς δὲ

117

λέγουσι τὸ ἐκρέματο. Καὶ γίνεται ἐκ τοῦ αἴρω, τὸ κουφίζω καὶ κρεμῶ, ὁ μέλλων, ἀρῶ, καὶ Αἰολικῶς, ἄρσω, ἦρκα, ἤρμην, ἦρτο, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, ὦρτο, καὶ πλεονασμῷ τοῦ α ποιητικῶς,
5ἄωρτο.
5 Ἄωρες: Αἱ γυναῖκες· παρὰ τὸ ὁμοῦ ἀρηρέναι καὶ συναρμόσθαι τῷ ἀνδρί. Γίνεται ὄαρος· ἡ εὐθεῖα, ὄαροι· κατὰ μεταπλασμὸν, ὄαρες· καὶ καθ’ ὑπέρθεσιν καὶ ἔκτασιν, ἄωρες. Ἄωροι:
10Τῆς ἤτοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι.
10Ὀδυσσείας μʹ, λεπτοὶ καὶ ἀσθενεῖς· ἢ δυσφύλακτοι, διὰ τὴν δεινότητα· ἢ ὠμοὶ καὶ ἄγριοι, ἐκ μεταφορᾶς τῶν ἀώρων καὶ μὴ πεπείρων καρπῶν· ἢ οὐδεμιᾶς φροντίδος ἄξιοι· ἢ δυσόρμητοι· οὐ γὰρ χρᾶται αὐτοῖς εἰς πορείαν. Ὦρος, καὶ ἄωρος, κατὰ πλεο‐
15νασμὸν τοῦ α μηδὲν πλέον σημαίνοντος· Ὦρος γὰρ ὁ ὕπνος. Καλλίμαχος, Πολλάκι καὶ κανθῶν ἤλασα ὦρον ἄπο. καὶ Σαπφὼ, Ὀφθαλμοῖς δὲ μέλαις νυκτὸς ἄωρος.
20Ἢ ἄωρον τὸν ὕπνον τῶν μηδενὸς φροντιζόντων. Ὤρα
20γὰρ ἡ φροντίς· ἔνθεν καὶ ὀλίγωρος. Ἢ τὸν ἀώριον
20γινόμενον τῆς νυκτός. Οἱ δὲ, τὸν ἀφύλακτον. Ὤρα γὰρ ἡ φυλακή· ἔνθεν καὶ παρὰ τοῖς Ἀττικοῖς οἱ ὦροι. Καλλίμαχος δὲ κατὰ μετάληψιν τοὺς ἀγρίους· ἄωρον γὰρ τὸν ὠμόν· τὸ δὲ ὠμὸν, ἄγριον· ὅθεν καὶ τοὺς ὠμοὺς τῶν καρπῶν ἀώρους φασίν· οἱ δὲ, τὸν
25μέγαν φασὶν, τὸν μὴ ὦρον ἔχοντα· ἢ τοὺς ἄγαν
25ὀρούοντας. Οὕτως Ἐπαφρόδιτος ἐν ὑπομνήματι τῆς μʹ Ὀδυσσείας. Ἔνιοι δὲ ἀπέδοσαν ἄμωροι, ἀντὶ τοῦ ἰχθυοφόροι, ἰχθῦς φέροντες· καὶ ἀμωρεύουσιν, ἰχθυοφοροῦσιν. Ἀωρία: Ἔστιν ὥρα, ὃ σημαίνει τὸ φῶς· καὶ
30μετὰ τοῦ στερητικοῦ α, ἄωρος· καὶ τὸ θηλυκὸν,
30ἀωρία, ἤγουν σκότος. Τοῦτο δὲ παρὰ τὸ ὁρῶ, τὸ βλέπω· ὁ μέσος παρακείμενος, ὧρα· καὶ μετάγεται εἰς ὄνομα. Ἀωροτέρα: Πρεσβυτέρα. Ἀῷος: Ποταμὸς τῆς Κύπρου. Ἀῶ γὰρ ὁ
35Ἄδωνις ὠνομάζετο· καὶ ἀπ’ αὐτοῦ οἱ Κύπριοι βασι‐
35λεῖς. Ζωΐλος δὲ ὁ Κεδρασεὺς καὶ αὐτὸν ἀπὸ τῆς ἑαυτοῦ μητρὸς κληθῆναι· τὴν γὰρ Θείαντος μητέρα οὐ Σμύρναν, ἀλλ’ Ἀῷαν καλοῦσι. Φιλέας δὲ πρῶτον βασιλέα Ἀῷον, Ἠοῦς ὄντα καὶ Κεφάλου· ἀφ’ οὗ καὶ ὄρος τὶ ὠνομάσθη Ἀώϊον· ἐξ οὗ βʹ ποτα‐
40μῶν φερομένων, Σεράχου τὲ καὶ Πλιέως, τὸν ἕνα τούτων ὁ Παρθένιος Ἀῷον κέκληκε. Ἢ διὰ τὸ πρὸς τὴν ἠῶ τετραμμένην ἔχειν τὴν ῥύσιν, καθὰ φησὶν ὁ Παρθένιος· Κωρυκίων σεύμενος ἐξ ὀρέων,
45ἀνατολικῶν ὄντων. Δύναται δὲ οὕτω καλεῖσθαι,
καθ’ ὃ ἡ Κιλικία Ἀῷα πάλαι ὠνομάζετο. Ἄωτον: Λίνοιό τε λεπτὸν ἄωτον. Περιφραστικῶς, λινοῦν περιβόλαιον. Ἄωτον ση‐

117

(50)

μαίνει τὸ ἄνθος· καὶ,

117

(50)

Οἰὸς ἀώτῳ· καὶ, Τί πάννυχον ὕπνον ἀωτεῖς;

117

(50)

Ἀντὶ τοῦ ἀπανθίζῃ τὸν ὕπνον· ἐκ δὲ τούτου, καθεύ‐

117

(50)

δεις. Καὶ ἀωτεῖτε, ῥῆμα προστακτικὸν, ἀντὶ τοῦ

117

(50)

ἀπανθίζεσθε τὸ κάλλιστον τοῦ ὕπνου. Ἀπὸ τοῦ ἄω, τὸ πνέω. Ἢ ἀπὸ τοῦ ἄσατε· οἷον καθεύδετε ὕπνον. Λέγεται δὲ καὶ τὸ ἀνώτατον, καὶ ἀκρωτήριον, καὶ ὕψος· καὶ κατὰ μετάληψιν σημαίνει ἀπὸ τοῦ ἄν‐ θους καρπὸν, ἀπὸ τοῦ ἄκρου σπουδαῖον. Καὶ ἀρσε‐
55νικῶς, ἄωτος. Ἁπαλός: Παρὰ τὸ ἁφή· ὁ τῇ ἁφῇ εἴκων, ἁφα‐ λός τις ὤν. Ἐκ τοῦ ἁφὴ, ἁφαλὸν, καὶ ἁπαλὸν, οἱονεὶ τὸ εὐαφὲς καὶ τρυφερόν.

118

Ἀπάλαμνος: Δειλὸς, ἀσθενὴς, ἄχειρος, ἄ‐ τεχνος, ὁ μὴ δυνάμενος παλαμήσασθαι, ὅ ἐστι τεχνάσασθαι ἢ ἐργάσασθαι. Ἀπαλθήσεσθον: Ἰαθήσεσθε. Ἀλθέω ἀλθῶ,
5ἀλθήσω, ἀλθήσομαι, ἀλθήσῃ, ἀλθήσεσθον, καὶ ἀπαλ‐ θήσεσθον. Τοῦτο παρὰ τὸ ἄλδω, τὸ αὐξάνω. Ἀπαγορεύω: Ἡ ἀπὸ πρόθεσις ἐνταῦθα δηλοῖ τὸ χωρίζεσθαι. Ὁ γὰρ ἀπαγορεύων ἐκτὸς γίνεται τοῦ λέγειν.
10Ἀπαμείρεται: Ἀποκεχώρισται. Ἐκ τοῦ
10μείρω, τὸ μερίζω, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀμείρω, καὶ ἀπαμείρω. Ἀπάμεια: Πόλις Βιθυνίας, πρότερον Μυρλέα καλουμένη· ἣν λαβὼν δῶρα παρὰ Φιλίππου τοῦ Δη‐ μητρίου ὁ Ζιήλας μετωνόμασεν Ἀπάμειαν ἀπὸ τῆς
15ἑαυτοῦ γυναικὸς Ἀπάμας. Ἕρμιππος ἐν τῷ Περὶ
15τῶν ἐν παιδείᾳ λαμψάντων λόγῳ. Οὕτως Ὦρος. Ἀπάνευθεν: Ἐπίρρημα τοπικόν· ἐκ τῆς ἀνὰ προθέσεως, ἄνα, ἄνευ, ἄνευθεν, καὶ ἀπάνευθεν, τὸ ἄποθεν, καὶ χωρίς· καὶ ἄτερθεν, καὶ ἀπάτερθεν, τὸ αὐτό.
20 Ἀπαρκτίαις: Ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς. Ταῖς ἀπὸ τῆς ἄρκτου πνεούσαις. Λυκόφρων. Ἀπάργματα: Λέγεται τὰ ὑπὸ τῶν τραγῳδῶν λεγόμενα μασχαλίσματα· ταῦτα δέ ἐστι τὰ τοῦ
25φονευθέντος ἀκρωτηριάσματα. Ἦν γὰρ τὶ νόμιμον,
25τοῖς δολοφονήσασιν ἀφοσιῶσαι τὸν φόνον διὰ τοῦ
δολοφονηθέντος ἀκρωτηριασμοῦ. Τὰ δὲ ἀκρωτήρια εἴροντες καὶ συρράπτοντες διὰ τῶν τοῦ νεκροῦ μα‐ σχαλῶν καὶ τοῦ τραχήλου, περιετίθουν τῷ νεκρῷ, καθά φησι Σοφοκλῆς·
30Ὑφ’ ἧς θανὼν ἄτιμος ὥστε δυσμενὴς
30 ἐμασχαλίσθης. Ζήτει εἰς τὸ μ. Ὅτι δὲ καὶ ἐγεύοντο τοῦ αἵματος καὶ ἀπέπτυον, Αἰσχύλος μαρτυρεῖ· καὶ Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικὰ, Ἥρως δ’ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος,
35τρὶς δ’ ἀπέλειξε φόνου,
35(ἐκ τοῦ λείχω, τὸ ἀπεγεύσατο)
35 τρὶς δ’ ἐξ ἄγος ἔπτυς’ ὀδόντων, ᾗ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. ἀπάργματα, αἱ μεγάλαι ἀπαρχαὶ τῶν θυσιῶν τῶν τελείων. Παρὰ τὸ ἄρχω ἀπάρχω, ἄργμα καὶ ἄπαργμα, ὡς Ὅμηρος,
40Ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσιν.
40Ἀπαρτία: Ὁ κατὰ τὸν οἶκον κόσμος, τὰ λεγό‐
40μενα ἔπιπλα. Λέγεται δὲ ἀπάρτη, ἀπαρτᾶ· παρά‐ γωγον, ἀπαρτίζω, τὸ ἀρτίως (ὅ ἐστιν εὐαρμόστως) συμπληρῶ. Καὶ [ἀπαρτία,] ἀπαρτιλογία, ἡ ἀπηρ‐ τισμένη ψῆφος. Ἀπαρτία, τὰ ἔπιπλα. Ἄπαστος: Παρὰ τὸ πῶ, τὸ ἐσθίω, καὶ πόα ἡ
45βοτάνη, καὶ πηγὸς, καὶ φηγός· ἡ πρώτη γὰρ τροφὴ ἀπὸ δρυῶν. Πῶ οὖν, παράγωγον πατῶ, ὡς μῶ, τὸ ζητῶ, ματῶ· ὅθεν καὶ μαστός. Πέπασμαι, πέπασαι, πέπασται, παστὸς, ὁ βεβρωκώς· καὶ ἄπαστος, ὁ ἄγευστος·

118

(50)

Ὁ δ’ ἄκμηνος καὶ ἄπαστος.

118

(50)

Ἄσιτος, νῆστις. Καὶ ἀπαστία, ἡ νηστεία. Λέγεται δὲ καὶ ἀπαστύς. Ἀπάτη: Ἐκ τοῦ ἀπαφῶ, ἀπάτη, καὶ ἀπατῶ. Ἢ ἀάτη, καὶ πλεονασμῷ τοῦ π, ἀπάτη· καὶ ἀπα‐ τηλὸς, ἐκ τοῦ ἀπατῶ ἀπατήσω.
55Ἀπατούρια: ἀπατήνωρ, οὐχ ὁ Διόνυσος,
55ἀλλ’ ὁ Ζεύς. Καὶ ἀπατουρία, ἑορτὴ ἐπιτελουμένη τῷ Διονύσῳ τῷ πυανεψιῶνι [μηνί·] ἢ ἐπειδὴ ἐν ταύτῃ τῇ ἑορτῇ τοὺς γεννωμένους ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ

119

παῖδας τότε ἐνέγραφον ὀμνύντες οἱ πατέρες, ἦ μὴν Ἀθηναίους ἐξ αὐτῶν Ἀθηναίων· ἐδόκουν τε οἱ παῖδες πρὸ τούτου ἀπάτορες ὄντες, τότε πατέρας ἔχειν. Ἢ ἀπὸ τῆς ἀπάτης. Ξάνθος, βασιλεὺς ὢν τῶν Βοι‐
5ωτῶν, προσεκαλέσατο πρὸς μονομαχίαν Θυμοίτην τὸν τῶν Ἀθηναίων βασιλέα περὶ τῆς χώρας. Καὶ ὁ μὲν Θυμοίτης ἀνεδειλίασε· Μελάνθιος δὲ, παρόντων Ἀθηναίων, ὑπέστη τὴν μονομαχίαν· καὶ συνιόντων,
10εὔξατο, εἰ ἀπατήσει τὸν Ξάνθον, θῦσαι τῷ Διονύσῳ· φανῆναι δὲ τὸν Διόνυσον τῷ Ξάνθῳ αἰγέαν ἐνειμένον μέλαιναν· καὶ τὸν Μελάνθιον εἰπεῖν, ὡς Οὐ μόνος, ἀλλὰ δεύτερος εἶ. Ἐπιστραφέντος δὲ ἐκείνου, τὸν μὲν θεὸν ἀφανῆ γενέσθαι, τὸν δὲ Μελάνθιον παῖσαι
15καὶ ἀποκτεῖναι τὸν Ξάνθον. Νικήσαντες οὖν Ἀθη‐
15ναῖοι, Ἀπατήνορα μὲν Δία προσηγόρευσαν, Ἀπατού‐ ρια δὲ ἑορτὴν τῷ Διονύσῳ. Ἀπαυλία: Ἑορτὴ παρὰ Ἀθηναίοις· ὅτι τότε ἄρχεται ἡ κόρη χωρὶς τοῦ πατρὸς αὐλίζεσθαι, ἢ τότε ἐπαυλίζεται τῷ ἀνδρὶ ἡ γυνή.
20Ἀπαυρῶ τὸ ἀφελῶ. Ἀπὸ τοῦ αἴρω, αὐρῶ, ὡς
20κλαίω κλαύσω, καὶ παίω παύσω· ὁ παρατατικὸς, ἀπηύρων, τὸ ἀφείλοντο. Ἀπαυθαδίζω: Ἀπὸ τοῦ αὐθάδης, αὐθαδιάζω, πλεονασμῷ τοῦ α. Ἐκ δὲ τῆς αὐτὸς ἀντωνυμίας καὶ τοῦ ἅδω, αὐθάδης, ὁ ἑαυτῷ ἀρέσκων.
25 Ἀπαφῶ: Τὸ ἀπατῶ. Ἀφῶ, τὸ καλῶς λέγω, ὡς ἄμορφον λέγομεν γυναῖκα· καὶ κατὰ σύνθεσιν ἀπαφῶ· ἔνθεν τὸ ἀπαφίσκω, τὸ ἀπατῶ καὶ παραλο‐ γίζομαι. Ἡ ἀπὸ τὸ ἄποθεν δηλοῖ. Καὶ ἔγκειται τῷ φῶ τὸ φαίνω· ἐξ οὗ καὶ φενακῶ, φενάκη.
30 Ἀπαιωρῶ: Ἐκ τοῦ αἴρω, τὸ κουφίζω, πλεονασμῷ τοῦ ω, ἀπαιωρῶ, ἀπαιωρήσω· ἡ ἀόριστος, ἀπῃώρησα· ἡ μετοχὴ, ἀπαιωρήσας, καὶ ἀπαιωρημένος. Ἄπαισος: Παῖσος, ὡς ὁ ποιητὴς φησίν· Ὅς ῥ’ ἐνὶ Παισῷ
35ναῖε.
35Ἐν ἑτέροις δὲ,
35Δῆμον Ἀπαίσου.
35Παῖσος δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργῶ προσορμί‐ ζουσαν ἐκεῖσε παῖσαι καὶ προσεγγίσαι. Παῖσος· καὶ πλεονασμῷ τοῦ α, Ἄπαισος. Ἡρωδιανός. Ἀπ’ αἰγλήεντος: Αἰγλήεις, παρὰ τὴν αἴγλην. Ἀπ’ αἰγλήεντος,
40ἀπὸ τοῦ λαμπροτάτου.
40Ἀπέσας: Ἡσίοδος, Κοιρανέων τρητοῖο Νεμείης ἠδ’ Ἀπέσαντος.
Ὄρος τῆς Νεμέας Ἀπέσας, ἀφέσας τις ὤν· ὅθεν ἀφίενται οἱ ἵπποι εἰς τὸν δρόμον τοῦ Νεμείου ἀγῶνος. Ἀφέσας, καὶ Ἀπέσας. Νέμεια δὲ, πόλις Θεσσα‐
45λίας.
45 Ἄπεσαν: [Ἀπέβαλον.] Διατί προπαροξύνε‐ ται; Πᾶν ῥῆμα εἰς ΑΝ λῆγον ἀορίστου χρόνου βρα‐ χείᾳ παραληγόμενον ἁπλοῦν ἢ σύνθετον, ὅ ἐστιν ὑπὲρ βʹ συλλαβὰς, προπαροξύνεται· εἰ μὴ Δωρικὸν εἴη· προπερισπᾶται δὲ, μακρᾶς οὔσης· ὅθεν τὸ μὲν ἄπεσαν

119

(50)

τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν· τὸ δὲ ἀπῆσαν, οὐκέτι. Ἀπέχθηαι: Ἐχθρὸς γενήσῃ, μισηθῇς, ἀπὸ τοῦ ἀπέχθω. Καὶ ἀπεχθήρω, μισήσω. Ἐχθρὸς, ἐχθηρὸς, ἐχθήρω, καὶ ἀπεχθήρω.
55Ἀπήχθετο: Ἀπὸ τοῦ ἔχθω, ἔχθομαι, ἠχθόμην,
55ἤχθετο καὶ ἀπήχθετο, ἐμισεῖτο. Ἀπέφθιθον: Ἀπὸ τοῦ φθίθω ἐστὶν ἐνεστῶτος μὴ εἰρημένου ἐν χρήσει ὁ παρατατικὸς, ἔφθιθον, καὶ ἀπέφθιθον.

120

Ἀπέκτονε: Κτείνω, κτενῶ· μέσος παρακεί‐ μενος, ἔκτονα. Ἀπεστύπαζον: Ἀπεδίωκον. Παρὰ τὸ τύπτω, ἀπετύπαζον, καὶ πλεονασμῷ τοῦ ς.
5 Ἀπεβουκόλησα: Ἐν συνηθείᾳ, ἀπεβόσκησα, καὶ ἐπετήρησα. Ἀπεχθῆαι: Ἀπέχθω, ἀπήχθην· ἐὰν ἀπέχθω‐ μαι, ἐὰν ἀπέχθηται· καὶ ἀποβολῇ τοῦ τ, ἀπέχθηαι. Ἀποβουκολῶ τὸ ἀπατῶ, ἢ τὸ ἀποπλανῶ. Ἀπὸ
10τοῦ βουκόλος, βουκολῶ, καὶ ἀποβουκολῶ. Ἀπέκτατο: Ἐκ τοῦ κτῶ, παράγωγον κτῆμι, ἔκταμαι, ἐκτάμην, ἔκτασο, ἔκτατο, καὶ ἀπέκτατο. Ἀπεσφακέλισε: Προεσπάσθη, ἢ αἰφνιδίως ἀπέ‐ θανεν. Οἱ δὲ ἰατροὶ, ἀντὶ τοῦ ἐσάπη.
15 Ἀπήνεικεν: Ἐνέγκω· τροπῇ, ἐνείκω, ἤνεικεν, καὶ ἀπήνεικεν. Ἀπενιαυτισμός: Φυγὴ ἐπ’ ἐνιαυτὸν διὰ φόνον ἀκούσιον, καὶ ὅλως ἀποδημία τοσούτου χρόνου ἀπαλ‐ λαγῆς ἕνεκα μύσους ἢ ἔρωτος.
20 Ἀπεμόρξατο: Τὸ ἀπεπίασεν. Ἀπὸ τοῦ ἀμέλ‐ γω, ἀμελξάμην, ἀμέλξατο· καὶ τροπῇ τοῦ ε εἰς ο, καὶ τοῦ λ εἰς ρ, ἀπεμόρξατο. Ἀπεβήσετο: Ἔστι τὸ θέμα, βῶ, βῆμι, βήσω· εἶτα μετάγεται εἰς ἐνεστῶτα· ὁ παθητικὸς, βήσομαι· ὁ παρα‐
25τατικὸς, ἐβησόμην· τὸ τρίτον, ἐβήσετο καὶ ἀπεβήσετο.
Ἀπεσκολυμμένος: Ὁ γεγυμνωμένος. Ση‐ μαίνει κυρίως τὸ ἐντεταμένος. Κολλὺς γὰρ ἡ θρὶξ ἡ ἐπὶ τοῦ ἄκρου, ἣν ἐφύλαττον ἀκούρευτον, θεοῖς ἀνατιθέντες· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἀπογε‐
30γυμνωμένου, ἢ τὸ δέρμα ἀφῃρημένου. Ἀπέλεθρον: Ἀμέτρητον καὶ πολλὴν δύναμιν· πέλεθρον γάρ ἐστι μέτρον γῆς· μακρὸν, πολυπέλε‐ θρον. Ἰλιάδος εʹ. Ἀπερείσια: Ἄπειρα τῷ πλήθει, πολλά. Παρὰ
35τὸ ἄπειρος, ἀπειρέσιος· καὶ οὐδετέρως, ἀπερείσια. Ἄπελος: Τὸ ἕλκος καὶ τραῦμα· παρὰ τὸ μὴ προσπελάζειν τὴν σάρκα, ἀλλὰ διῃρῆσθαι· καὶ γὰρ ἕλκος, παρὰ τὸ διειλκύσθαι τὴν σάρκα ἐκ τῆς τομῆς. Ἢ τὸ ἀφελόμενον· ἢ ἀπὸ τῶν Θεσσαλικῶν ἀπέλων,
40ἅ ἐστι πολυφάρμακα· ἵνα δηλοῖ τὸ ἀθεράπευτον. Ἀπερωπόν: Ἄγριον, καὶ ἀπηνῆ· ἢ σκληρὸν, ἢ δυσπαραίτητον, στυγνὸν, ὑπερήφανον, ἀπαράπειστον. Ἀπερωεύς: Ὁ τῆς ὁρμῆς καὶ προθυμίας κωλυ‐ τής· ἐκ τοῦ ἐρωὴ, ἡ ὁρμὴ καὶ προθυμία.
45 Ἄπειρος: Ὁ μὲν ἀμαθὴς, παρὰ τὸ μὴ ἔχειν πεῖραν· ὁ δὲ μέγας, παρὰ τὸ μὴ ἔχειν πέρας, ἄπερος καὶ ἄπειρος. Λέγει δὲ Ὦρος, ὅτι σημαίνει χιτῶνα διέξοδον μὴ ἔχοντα, ὡς παρὰ Σοφοκλεῖ ἐν Πολυξένῃ, Χιτών ς’ ἄπειρος ἐνδυτήριος κακῶν.

120

(50)

Καὶ παρ’ Εὐριπίδῃ ἐν Ὀρέστῃ,

120

(50)

Ἣ πόσιν ἀπείρῳ περιβαλοῦς’ ὑφάσματι. Ἀπειλή: Ἡ μετὰ ὀργῆς ἐπίπληξις· παρὰ τὸ ἀπείλλειν, ὅ ἐστιν ἀπείργειν, Αἰολικῶς, ἀπέλλειν· ὁ γὰρ ἀπειλῶν τὸν θέλοντά τι πράττειν ἀπείργει. Ἢ παρὰ τὴν ἀπὸ καὶ τὸ εἰλῶ, ἡ ἀποκλείουσα τῶν δεόν‐
55των· ἔστι γὰρ ἀπειλὴ, λόγος συστρέφων τὸ δέον· ἢ λόγος ἀπείργων τῶν ἁμαρτημάτων. Ἢ παρὰ τὸ ἄποθεν εἶναι ἐλέους. Ἀπειλῶ: Ἢ εὔχομαι, παρὰ τὰς πέλλας τὰς

121

φιάλας, δι’ ὧν σπένδοντες εὐχόμεθα· ἢ τὸ ὑπι‐ σχνοῦμαι· ἡ γὰρ ἀπειλὴ, ὑπόσχεσις ἐστὶ κακοῦ. Σημαίνει δὲ τρία, τὸ καυχῶμαι, ὡς τὸ,
Ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.
5Ἐπὶ δὲ εὐχῆς,
5Οὐδ’ ἠπείλησεν ἄνακτι.
5Ἐπὶ δὲ ὀργῆς,
5Αἶψα δ’ ἀναστὰς,
5 Ἠπείλησε μῦθον. Ἀπειλητῆρες: Καυχησταὶ, ἀπειλεῖν εἰδότες καὶ ἐπαγγέλλεσθαι. Τοὺς δὲ τοιούτους καὶ καυ‐ χηματίας λέγουσιν. Ἀπειλήτην: Ἀπειλῶ, ἀπειλήσω, ἠπείλησα,
10ἠπειλησάτην δυϊκῶς· καὶ συγκοπῇ τῆς ΣΑ συλλαβῆς, ἀπειλήτην. Ἢ ἀπὸ τοῦ ἀπειλῶ, ἠπείλουν· τὸ δυϊ‐ κὸν, ἠπειλεῖτον, ἠπειλείτην· συστολῇ τῆς ἀρχῆς, καὶ τροπῇ τῆς ΕΙ διφθόγγου εἰς τὸ η, ἀπειλήτην. Ἡρωδιανός.
15Ἀπηλεγέως: Ἀποτόμως, σκληρῶς. Παρὰ τὸ
15ἀλέγω, τὸ φροντίζω, ἀλεγὴς, καὶ ἀπηλεγὴς, καὶ ἀπη‐ λεγέων, καὶ ἀπηλεγέως κατὰ τροπὴν, ἐπίρρημα. Ἢ ἀπὸ τοῦ ἁπλοῦς ἀπληγέως· καὶ καθ’ ὑπέρθεσιν ἀπη‐ λεγέως, κατὰ ἀντίφρασιν, ὁ μὴ ἁπλοῦς, ἀλλὰ σκληρός.
20Ἀπηλοίησεν: Ἀπέκοψεν· ἀπὸ τοῦ ἀλοιῶ τὸ
20τύπτω, ἀλοιήσω. Ἀπειλημμένοι: Συνειλημμένοι, συγκεκλεισ‐ μένοι, κεκρατημένοι. Ἀπὸ τοῦ λήβω τὸ λαμβάνω, ὁ παθητικὸς παρακείμενος λέλημμαι, εἴλημμαι Ἀτ‐ τικῶς.
25Ἀπῄορος: Ὁ ἀπηρτισμένος καὶ διεστώς.
25Παρὰ τὸ ἀείρω, ἀπάορος, καὶ ἀπῄορος. Ἀπηνήναντο: Ἠρνήσαντο. Ἀπὸ τοῦ ἀναίνω, [ἀνανῶ, ἤνηνα, ἠνηνάμην ἠνήνατο· τὸ τρίτον τῶν πληθυντικῶν, ἠνήναντο.] Ἀπῇμεν: Ἔστιν εἴω διὰ τῆς ΕΙ διφθόγγου,
30σημαῖνον τὸ πορεύομαι, ὡς παρὰ Σώφρονι, οἷον, Ἐγκίγκρα, ὡς εἴω. Τουτέστι, κέρασον, ἵνα πορευθῶ. Τούτου ὁ μέσος παρακείμενος, εἶα· καὶ κατ’ ἔκτασιν, ᾖα· τὸ πλη‐ θυντικὸν, ᾔαμεν· καὶ κατὰ συγκοπὴν, ᾖμεν, οἷον,
35προῇμεν· τὸ δεύτερον, ᾖτε· καὶ συνθέσει,
35 Ταῦτα ὑπὲρ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι. Ἀπῄειν: Δεῖ γινώσκειν, ὅτι τὸ ἀπῄειν καὶ τὰ ὅμοια σὺν τῷ ι γράφεται. Ἐκ τοῦ εἴω τὸ πορεύομαι, τὸ πληθυντικὸν, εἴωμεν, ὡς συμβουλευτι‐ κὸν, καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η, ᾔωμεν.
40Τούτου ὁ μέσος παρακείμενος εἶα, καὶ κατ’ ἔκτασιν
40ᾖα· καὶ κατὰ διάλυσιν, Ἤϊα πολλὰ θεοὺς γουνούμενος. Τούτου τοῦ ᾖα τρέπει τὸ α εἰς ΕΙΝ, καὶ ποιεῖ τὸν
ὑπερσυντέλικον, ᾔειν· καὶ ἐν συνθέσει ἀπῄειν, καὶ παρῄειν, καὶ ἐξῄειν, τὸ τρίτον τῶν πληθυντικῶν, ἀπῄ‐
45εισαν, καὶ κατὰ συστολὴν ἀπῄεσαν. Ἀπὸ δὲ τοῦ
45ἵημι ἐστὶν ὁ παρατατικὸς, ἵην· καὶ τὸ πληθυντικὸν, ἵεμεν, ἵετε, ἵεσαν, καὶ διΐεσαν· σημαίνει δὲ τὸ διέ‐ πεμπον. Ἀπήνη: Παρὰ τὸ ἄνω, τὸ ἀνύω, ἄνη καὶ ἀπάνη καὶ τροπῇ ἀπήνη, ἡ ἅμαξα, ἢ αἰπήνη τις διὰ τὴν

121

(50)

ὑπερτερίαν.

121

(50)

Ἀπήμων: Παρὰ τὸ πήθω, ὁ δεύτερος ἀόριστος,

121

(50)

ἔπαθον· πήσω πῆμα, ὡς βήσω βῆμα, ἄπημος, καὶ

121

(50)

παρωνύμως ἀπήμων, ὁ ἀβλαβὴς, ὡς τὸ ἄναιμος

121

(50)

ἀναίμων,

121

(50)

[Τοὔνεκ’ ἀναίμονες εἰσὶ, καὶ ἀθάνατοι καλέονται.] Ἀπηνής: Παρὰ τὸ ἠῢς γίνεται ἠὴς, καὶ πλεο‐ νασμῷ τοῦ ν, ἠνής· καὶ ἀπηνὴς, ὁ σκληρός· ἢ ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ὅ ἐστιν ἐπαινεῖσθαι· αἶνος γὰρ ὁ ἔπαινος. Ἢ ὁ μὴ ἡνίαις εἴκων, τουτέστι σκληρός·
55ἀπὸ μεταφορᾶς τῶν ἵππων τῶν δυσηνίων. Ἢ αἰνὸς, ὁ δεινὸς καὶ σκληρὸς, αἰνὴς, ἀπηνής. Ἀπηχής: Ἡ λέξις Ἀττική· εἴρηται κατὰ ἔν‐

122

δειαν τοῦ θ, ἀπηχθής τις ὢν, οὗ ἄν τις ἀπέχοιτο. Ἢ ἀπὸ τοῦ ἤχου, ὁ μὴ συνᾴδων· ἀπὸ μεταφορᾶς τῶν μουσικῶν ὀργάνων, ὁ ἄμουσος καὶ ἐχθρός. Ἀπηρής: Ἀπολλώνιος,
5Καί σε θεοὶ σὺν ἀπηρέσιν αὖθις ἑταίροις.
5Παρὰ τὴν ἀρὰν, τὴν βλάβην, ἀποηρὴς, ὁ ἀβλαβής. Ἢ παρὰ τὸ πηρὸν, ἀπηρὴς, ὁ ἀβλαβής. Οὐ γὰρ ἔστι τῶν διὰ τοῦ ΗΡΗΣ· ἐπεὶ ἐβαρύνετο ἂν, ὡς τὸ κωπήρης, ξιφήρης. Καὶ ἀπηρεῖς, ὑγιεῖς, ἄνοσοι· καὶ ἀπηρῶς, τὸ ἀβλαβῶς, ὡς ἀπηχῶς, τὸ σκληρῶς.
10 Ἀπία: Ἐξ ἀπίης γαίης. Ἀπὸ τῆς Πελοποννήσου. Τὸ γὰρ παλαιὸν ἐκαλεῖτο Αἰγιάλεια, ἀπὸ Αἰγιαλέως, τοῦ υἱοῦ Ἰνάχου, τοῦ ἐν Ἄργει ποταμοῦ, καὶ Μελείης, τῆς Ὠκεανοῦ· ὕστερον
15δὲ πάλιν Ἀπία ἐκλήθη, ἀπὸ Ἄπιδος τοῦ Φορωνέως
15παιδός. Ἢ παρὰ τὸ ἄπιδα, ὃ σημαίνει τὴν ἀπι‐
15δέαν, ἡ ἐν καταξήροις τόποις ὑπάρχουσα· ἐκ τοῦ πίω γὰρ γίνεται, ὃ σημαίνει τὸ πίνω, ἀποβολῇ τοῦ ν. Ἐκ τούτου οὖν γίνεται ἄπιος, καὶ τὸ θηλυκὸν ἀπία, ἡ ἐν πολλοῖς ἔτεσι διψήσασα, ὡς Ὅμηρος Πολυδίψιον Ἄργος
20φησίν. Ἡ γὰρ πόλις ἐστὶν ἡ Ἑλλάς· ἡ δὲ χώρα,
20Ἀπία. Ἢ ἀπὸ τοῦ ἐκεῖ πρῶτον πεφυτεῦσθαι ἀπί‐ ους, τὰς ὄγχνας τὰς ἀπιδίας. Ἄργος δὲ, ἀπὸ
Ἄργου τοῦ πανόπτου. Τελευταῖον δὲ πάντων, Πε‐ λοπόννησος, ἀπὸ τοῦ Πέλοπος καὶ τοῦ νῆσος, ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πέ‐
25λοπα.
25 Ἄπιος: Ἡ ὄγχνη καλουμένη γενικῶς, ὅτι πρῶτον ἐν Ἀπίᾳ γέγονεν, ἤγουν τῇ Πέλοπος· ἢ παρὰ τὸ ἐν διψηροῖς τόποις φύεσθαι· ἢ διὰ τὴν ποιότητα τοῦ χυλοῦ αὐτῆς. Ἀπιὸς, ἔξω τοῦ δένδρου καὶ τοῦ καρποῦ, βοτάνη τὶς καλουμένη. Διογενιανός.
30 Ἀπίκια: Εἶδος πλακούντων· ἀπὸ Ἀπικίου τινὸς Ῥωμαίου εὐτραφήτου ἐπινοηθεῖσα. Ἀπινύσσω: Ἀπὸ τοῦ πνύω, ἐξ οὗ τὸ πνέω, γί‐ νεται παράγωγον πινύω· ἐξ οὗ τὸ πινυτὸς, καὶ πινυτὴ, ὁ διεγηγερμένος τὸν νοῦν· καὶ ὥσπερ παρὰ τὸ φύω
35γίνεται ἀφύσσω, οὕτω καὶ ἀπὸ τοῦ πινύω γίνεται πινύσσω, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀπινύσσω. Ἀπινύσσειν, τὸ ἀπινύτως ἔχειν, τὸ μὴ φρονεῖν. Τὸ δὲ πεπνυμένος ἀπὸ τοῦ πνῦμι γέγονεν· ὁ παθητικὸς παρακείμενος, πέπνυμαι· καὶ ἡ μετοχὴ, πεπνυμένος,
40ὁ συνετὸς καὶ σώφρων. Ἀπίθησεν: Οὐδ’ ἀπίθησε μύθῳ Ἀθηναίης. Τὰ εἰς ω λήγοντα ῥήματα κατ’ ἔνδειαν χρόνου εἰς
45περισπώμενα μεταγόμενα, καὶ φωνήεντι ἐλλείπουσι,
45διχρόνῳ βραχεῖ παραληγόμενα· οἷον, στείχω διὰ τῆς
45ΕΙ διφθόγγου, καὶ στιχῶ διὰ τοῦ ι· φείδω φιδῶ, ἐξ οὗ, πεφιδήσεται· δαίω, δαῶ· κείρω, κερῶ. Εἰ γὰρ καὶ μὴ ᾖ δίχρονον, ἀλλ’ ὅμως εἰς βραχὺ φωνῆεν γέγονεν ἡ συστολή. Οὕτως οὖν καὶ ἀπὸ τοῦ πείθω γέγονε πιθῶ· ὁ μέλλων, πιθήσω· ὁ ἀόριστος, ἐπίθησα·

122

(50)

ὅθεν τὸ,

122

(50)

Ἀπεγράφης πιθήσας.

122

(50)

Ἔστι καὶ ἀπιθῶ ῥῆμα. Τὸ ΠΙ, ι. Οἱ μὲν, ἐκ τοῦ ἀπειθής ἐστι· καὶ οἱ μὲν ἐν τῇ συνηθείᾳ διὰ τῆς ΕΙ διφθόγγου γράφουσιν· ὁ δὲ κανὼν, διὰ τοῦ ι· ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι τὰ ἀπὸ βαρυτόνων μεταγόμενα εἰς περισπώμενα συστέλλει τὴν παραλήγουσαν·
55οἷόν ἐστι τὸ, φείδω, φιδῶ· οὕτως ἔστι καὶ τὸ ἀπιθῶ. Διατί περισπᾶται; Τὰ εἰς ΘΩ ῥήματα ἔχοντα ὄνομα προϋποκείμενον, περισπᾶται· οἷον, μυθῶ.

123

Ἁπλοῦς: Ὥσπερ παρὰ τὸ δύο καὶ τὸ πέλω γίνεται διπλόος διπλοῦς, οὕτω καὶ παρὰ τὸ ἄλφα, τὸ σημαῖνον τὸ ἓν, καὶ τὸ πέλω, τὸ σημαῖνον τὸ ὑπάρχω, γίνεται ἁπλοῦν, τὸ ἓν ὑπάρχον. Α σημαῖνον τὸ ἓν, καὶ
5τὸ πέλω, ἄπελος· καὶ συγκοπῇ, ἁπλοῦς, ὁ πέλων εἷς. Ἁπλᾶ: Εὔθετα, καὶ ἁπαλά· ἢ ἐκ τοῦ ἁπλῶ, ὃ σημαίνει τὸ ἐπ’ εὐθείας τὰς παλάμας ἐκτείνω· ἐξ οὗ, Ὁ δι’ ἐμὲ παλάμας ἐν τῷ σταυρῷ ἁπλώσας.
11 Ἄπλητα: Ἄπειρα, πολλά· παρὰ τὸ πλῶ πλήσω τὸ πελάζω, πλητὸς, καὶ ἄπλητος, ὁ ἀπρόσιτος. Διο‐ γενιανός. Ἁπληγίς: Τὸ ἁπλοῦν ἱμάτιον· ὅπερ Ὅμηρος
15ἁπλοΐδα καλεῖ. Σοφοκλῆς, Τρύχει καλυφθεὶς Θεσσαλικῆς ἁπληγίδος. Παρὰ τὸ ἁπλὴ, ἁπληῒς, καὶ ἁπληγίς· παρὰ τοῦτο καὶ τὸ ἁπλήγιος, ὁ τοὺς τρόπους ἁπλοῦς ἔχων. Ἁπλάς: Ὑποδήματος εἶδος Λακωνικοῦ. Ὠνο‐
20μάσθη δὲ ἀπὸ τοῦ ἁπλῶς καὶ οὐ τετεχνημένως
20γεγενῆσθαι. Ἁπλοῖ δὲ οἱ Λάκωνες, καὶ οὐ περίεργοι περὶ τὰς κατασκευάς. Ἀπό: Σημαίνει δύο· τὴν πρόθεσιν, ὡς τὸ, Οὐ μέν πως νῦν ἐστὶν ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης. Καὶ τὸ ἄποθεν, ὡς τὸ,
25Πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
25 Ἰστέον ὅτι ἐκ τῶν δισυλλάβων προθέσεων πέντε οὐκ ἀναστρέφονται· αἱ δὲ λοιπαὶ ἀναστρέφονται. Οὐκ ἀναστρέφεται ἡ ἀνὰ, ἡ διὰ, ἡ κατὰ, ἡ ἀμφὶ, καὶ ἡ περί. Ἄλλως.
30Ἡνίκα μεταξὺ δύο ὀνομάτων κυρίων ἢ προσηγορι‐
30κῶν εὑρεθῶσι συνδέσμῳ περιλαμβανόμεναι, τότε ἀνα‐ στρέφονται αἱ προθέσεις· ὡς τὸ, Νεῶν ἄπο καὶ κλισιάων. ἡνίκα [δὲ] μεταξὺ δύο ὀνομάτων, τοῦ μὲν κυρίου ὄντος, τοῦ δὲ προσηγορικοῦ, ἐν τούτοις πᾶσιν ἀνα‐
35στρέφεσθαι δεῖ τὴν πρόθεσιν. Ἡ δὲ κατὰ πρόθεσις
35ἀναστρέφεται, ἡνίκα ὑποτάττεται λέξει, μεθ’ ἧς τινος ὀφείλει συντάττεσθαι, μὴ παρατιθεμένης ἐν τῷ μέσῳ οἱασδήποτε λέξεως, ὡς ἐν τῷ, Ξύλοχον κάτα βοσκομενάων. περὶ τῶν προθέσεων.
40Αἱ ἀναστρεφόμεναι προθέσεις, ὅτε μεταξὺ βʹ κυ‐
40ρίων ἢ προσηγορικῶν εὑρεθῶσι, συνδέσμου παραλαμ‐
40βανομένου μετὰ τὴν πρόθεσιν, ἀναστρέφονται· οἷον, Νεῶν ἄπο καὶ κλισιάων· Ἀγαμέμνονος πέρι καὶ Ἀχιλῆος. Καὶ ἐὰν μεταξὺ δύο ὀνομάτων πρόθεσις ᾖ· οἷον, Μάχῃ ἔνι κυδιανείρῃ.
45Ἀπὸ ἧς ἀλόχου
45οὐκ ἀναστρέφεται· ἐπειδὴ ἡ ἀπὸ πρόθεσις συντασ‐
45σομένη μετὰ γενικῆς καὶ τὸν οἰκεῖον τόνον τηρεῖ, ὡς
45ἐν τῷ,
45 Φίλης ἀπὸ πατρίδος αἴης, καὶ δηλοῖ χωρισμὸν, ὡς ἐπὶ τοῦ ἀπέχω, τὸ πόρρωθεν ἐμαυτὸν καθιστῶ· καὶ ἀποβάλλω, καὶ ἀπορρίπτω, καὶ ἐπὶ τῶν ὁμοίων· καὶ ἐπὶ τοῦ ἀπογαλακτίζω, ἡ ἀπὸ σημαίνει τὴν ἀπότασιν καὶ ἀποπλήρωσιν.

123

(50)

Ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι·

123

(50)

τὸ ἑξῆς, ἀπαμῦναι· διὸ φυλάσσει τὸν ἴδιον τόνον. Ὅτε γὰρ ἡ πρόθεσις τὴν σύνταξιν ἐλλιπῆ ἔχει πρός τι τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάσσει· ὡς τὸ, Νήπιοι, οἳ κατὰ βοῦς ὑπερίονος ἠελίοιο ἤσθιον.
55Πάρ’ ἔμοιγε καὶ ἄλλοι.
55Τὴν παρὰ πρόθεσιν κατὰ τὴν ἀρχὴν ὀξύνουσι· καὶ
55καθόλου ὅτε σημαντικαί εἰσι τῶν ῥημάτων αἱ προ‐ θέσεις, τοῦτον τὸν τόνον ἀναδέχονται· οἷον, ἐπεὶ οὔτοι ἔπι δέος. Οὕνεκα καλὸν εἶδος ἔπ’· ἄλλ’ οὐκ ἔστιν.
60Οὐ γὰρ ἔπ’ ἀνὴρ οἷος Ὀδυσσεύς.

124

Οἳ περὶ μὲν βουλῇ Δαναῶν, περὶ δ’ ἐστὲ μάχεσθαι. Ἡ περὶ ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ· τὸν ἴδιον οὖν τόνον φυλάττει. Πρόθεσις γὰρ ἀντὶ ἑτέρας προθέσεως παραλαμβανομένη τὸν ἴδιον τόνον φυλάσ‐
5σει. Οὕτως ἔχει τὸ,
5 ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων. Καὶ αἱ προθέσεις καθ’ ἑαυτὰς οὖσαι ὀξύνονται· ἀνα‐ στροφῆς δέ ἐστιν ἴδιον τὸ τὸν ἴδιον ἀναπέμπειν τόνον. Ἀναστροφή ἐστι μετάθεσις τόνου. Ἀπὸ ἕθεν: Ἐπὶ τῆς ἕθεν φασὶν, εἰ μὲν εἰς
10ἁπλοῦν μεταλαμβάνοιτο, ἐγκλιτικῶς ἀναγινώσκειν δεῖ· εἰ δὲ εἰς σύνθετον, ὀρθοτονητέον· Οὕς ἑθεν εἵνεκ’ ἔπασχον. Ἐπεὶ οὔ ἑθεν ἐστὶ χερείων. Ὀξύνεται γὰρ ἡ οὐ ἀπόφασις εἰς ἁπλῆν μετάληψιν
15ἀντωνυμίας. Ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται σύν‐
15θετος· οὕτως, οἷον,
15Σέθεν εἵνεκα.
15Καὶ ἐκεῖνα κατ’ ὀρθὴν τάσιν·
15 Ἀπὸ ἕθεν ὤσατο. Ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ, μὴ ἐγκλι‐ τικῶς ἀναγνόντι τὸ, Πρόσθεν ἕθεν φεύγοντα. Ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν, ἐμὲ, σὲ,
20ἕ. Ἀπὸ οὖν τοῦ ἕ, τρίτου προσώπου, πλεονασμῷ
20τῆς ΘΕΝ συλλαβῆς, ἕθεν· ἀπὸ ἕθεν, ἀντὶ τοῦ ἀφ’
20ἑαυτοῦ. Ἀπενίζοντο: Ἔστι νίπτω· τοῦτο κατὰ τρο‐ πὴν Δωρικὴν γίνεται νίζω. Οἱ γὰρ Δωριεῖς τὰ εἰς ΠΤΩ ῥήματα ποτὲ μὲν εἰς ζ τρέπουσι, ποτὲ δὲ εἰς β ΣΣ.
25Ἀπετρωπῶντο: Δευτέρας συζυγίας. Τρέπω,
25τροπῶ, τρωπῶμαι, ἐτρωπώμην. Ἀπεχρήσαντο: Ἀριστοφάνης, Τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους. Διεχρήσαντο, ἀπέκτειναν.
31 Ἀποβάτης: Ἀγῶνος ὄνομα, ἐν ᾧ οἱ ἔμπειροι τοῦ ἐλαύνειν ἅρματα, ἅμα θεόντων τῶν ἵππων, ἀπέ‐ βαινον διὰ τοῦ τροχοῦ ἐπὶ τὸ δίφρον, καὶ πάλιν κατέβαινον ἀπταίστως. Καὶ ἦν τὸ ἀγώνισμα πεζοῦ
35ἅμα καὶ ἱππέων. Καλεῖται δὲ ἀποβατικὸς ἡνίοχος, ὁ εἰς τοῦτο δηλονότι τὸ ἀγώνισμα ἐπιτήδειος. Ἀποτυμπανίσαι: Οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνῳ· ἀπὸ τυμπάνου, ὅ ἐστι ξύλον ὅπερ σκυτάλην καλοῦσι. Τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν
40τοὺς πολεμίους, ὕστερον δὲ τῷ ξίφει. Ἀποδέκται: Ἄρχοντες κληρωταὶ δέκα τὸν ἀριθμὸν κατὰ φυλήν εἰσιν, οἵτινες παρελάμβανον καὶ ἀπεδέχοντο τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δη‐ μοσίῳ· διὰ τοῦτο γὰρ καὶ ἀποδέκται ἐκαλοῦντο.
45Εἶτα ἐξῃτήσαντο τὰ ὀφειλόμενα καὶ τὰ ἀποδιδόμενα χρήματα σὺν τῇ βουλῇ, καὶ ἐμέριζον εἰς ἃ χρὴ ἀναλίσκειν. Ἀποτίσεις χοῖρε γίγαρτα: Ἃ κατέφαγες, ἀπο‐ δώσεις.

124

(50)

Ἀπροστασίου: Ὄνομα δίκης, ἢ εἶδος δίκης,

124

(50)

κατὰ τῶν μετοίκων τῶν προστάτην μὴ νεμόντων.

124

(50)

Ἡιρεῖτο γὰρ ἕκαστος αὐτῶν ὃν ἤθελε τῶν πολιτῶν τινὰ προστάτην, τὸν ἐπιμελησόμενον καὶ τῶν ἰδίων καὶ τῶν δημοσίων ὑπὲρ αὐτοῦ, ὥσπερ ἐγγυητὴν ὄντα. Ἀποστασίου: Ὄνομα δίκης ἐστι, χωρὶς τοῦ ρ, κατὰ τῶν ἀπελευθερωθέντων διδομένης τοῖς ἐλευθερώ‐
55σασιν, ἂν ἀφίστωνται ἀπ’ αὐτῶν, καὶ ἕτερον ἐπιγρά‐ φωνται προστάτην, καὶ ἂν ἃ κελεύουσιν οἱ νόμοι ποιεῖν τοὺς ἀπελευθέρους τοῖς ἀπελευθερώσασι μὴ

125

ποιῶσι. Καὶ τοὺς μὲν ἁλόντας πάλιν ἔδει δου‐ λεύειν· τοὺς δὲ νικήσαντας, τελέως ἤδη ἐλευθέρους εἶναι. Ἀποτριάσαι: Πληγὰς τρεῖς δοῦναι.
5Ἀποσαλεύσας: Ἀποφυγὼν ἐκ τοῦ λιμένος, καὶ
5σάλῳ ὁμιλήσας. Ἀποπτάμενος: Ἔστι πέτω, καὶ συγκοπῇ πτῶ πτᾷς· καὶ πτῆμι· τὸ παθητικὸν, πτάμαι, πτάμενος, καὶ ἀποπτάμενος. Ἐκ δὲ τοῦ πετῶ γίνεται ποτῶ, ἐξ οὗ τὸ ἀμφεποτᾶτο· καὶ πετάζω, ἐξ οὗ τὸ ἐπετά‐
10σθη· καὶ πεταννύω, πετάννυμι· πετῶ πεταίνω, καὶ συγκοπῇ καὶ διπλασιασμῷ, παπταίνω, παπτανῶ, παπτανοῦσι· καὶ πλεονασμῷ τοῦ ε, ἀποπτανέ‐
ουσιν. Ἀποτμήξαντες: Τμῶ τὸ κόπτω, ἀπὸ τοῦ τομὴ,
15παράγωγον τμήγω.
15 Ἀποπροσωπίζεσθαι: Ἀπονίπτεσθαι καὶ σμᾶ‐ σθαι τὸ πρόσωπον. Ἀποστηρίγματα: Ἀντερείσματα. Ἀποσταδόν: Πόρρωθεν, ἐκ διαστήματος. Ἀπὸ τοῦ ἵστημι τὸ παθητικὸν ἵσταμαι, σταδὸν, καὶ ἀπο‐
20σταδὸν, ἐπίρρημα.
20 Ἄπεδον: Τὸ ὁμαλόν. Θουκυδίδης, Καὶ κατέβησαν εἰς χωρίον ἄπεδόν τι. Ἀποβώμιος: Ἄθεος. Ἀπεχοιρίασεν: Ἀπεσκίρτησεν ἀπὸ τῶν χοί‐ ρων.
25 Ἀπέτυλον: Ἀπέσυρον τὸ αἰδοῖον· καὶ ἀπο‐ τυλῶσαι, τὸ ἐπάραι τὸ αἰδοῖον. Τῦλος γὰρ τὸ αἰδοῖον. Ἀπεμύλλαινον: Διεφαύλιζον, ἐξευτέλιζον σαρ‐ κάζοντες.
30Ἀποσφήλειαν: Σφάλλω σφαλῶ ἔσφαλα καὶ
30ἔσφηλα ὁ ἀόριστος· ἡ μετοχὴ, σφήλας σφήλαντος·
30τὸ εὐκτικὸν, σφήλαιμι, σφήλαις, σφήλαι· καὶ ἐξ
30αὐτοῦ, σφήλειας. Τὰ γὰρ εἰς ΜΙ εὐκτικὰ ἀορίστου ὄντα ἐνεργητικὰ οἱ Αἰολεῖς διὰ τοῦ ΕΙΑ προφέρουσι· τίσαιμι, τίσειαν· καὶ ἀποσφήλαιμι, ἀποσφήλειαν. Ἀποδιοπομπεῖσθαι: Πρώτης συζυγίας διο‐ πομπῶ, διοπομπήσω· ἀπὸ τοῦ Διὸς καὶ τοῦ πομπός.
35Σημαίνει δὲ τὸ ἀποτρέπεσθαι διὰ τοῦ ἀποτροπαίου Διός· (Ἀποτρόπαιος μὲν Ζεὺς, καὶ δαίμων, ἀπο‐ τρέπων τὰ ἄγη.) ὅτι τὸ μεταξὺ λέγοντα τινὰ ἄλλον τὸν εἱρμὸν διακόπτειν τοῦ λόγου εἰς τοὺς ἀμαθεῖς ἀποδιοπομπεῖται καὶ
40 σκαιούς. Ἀποθευσούμεθα: Ἀποδραμούμεθα. Λέγεται καὶ ἐπὶ πλοῦ. Ἀπεσκόλυπτε: Κυρίως, τὸ δέρμα ἀφῄρει. Ἀπεστλεγγισμένοι: Ἀπεξυσμένοι. Στλεγγὶς
45γὰρ ἡ ξύστρα.
45Ἀποβράσαι: Τὸ διαπτίσαι πυροὺς ἢ ἄλευρα
45ὅθεν καὶ τὰ ἀποβράσματα, σκύβαλα πυρῶν. Ἀποθριάζειν: Κυρίως τὸ ἀφελεῖν φύλ‐ λα συκῆς· καταχρηστικῶς δὲ τὸ ὁτιοῦν ἀφαι‐ ρεῖν. Ἀποσαλεύσας: Ἐπιτηρήσας.

125

(50)

Ἀποσεσύκασται: Τὰ σῦκα ἀποβέβληκε βρω‐

125

(50)

θέντα.

125

(50)

Ἀποσηκώσας: Κατακλείσας ἐν σηκῷ. Ἀποσιμοῦν: Ἀποτρέχειν πρὸς τὸ σιμόν. Σιμὰ δὲ ἐκάλουν τὰ προσάντη χωρία. Λέγεται καὶ ἐπὶ νεῶν τὸ ἐκ διαστήματος ἐμβάλλειν· καὶ ἐπὶ σιδήρου, τὸ ἀποστρέφειν τὴν ἀκήν.
55 Ἀποσκυθίσαι: Κυρίως τὸ περιτεμεῖν τὸ ἐπὶ κεφαλῆς δέρμα σὺν ταῖς θριξί· καταχρηστικῶς δὲ, τὸ ἀποκεῖραι.

126

Ἀποσχάσαι: Ἀπορρῆξαι, καὶ διαφθεῖραι, καὶ διασχίσαι· σημαίνει καὶ τὸ φλεβοτομῆσαι. Ἀπεσχονισμένος: Διεστὼς, διεζευγμένος. Ἀπόειπε: Πᾶν προστακτικὸν δισύλλαβον βρα‐
5χυκατάληκτον ἑνικὸν ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· οἷον, ἐλθὲ, πρόσελθε· βαῖνε, πρόβαινε. Ἀπόστιχε: Τὸ ἀπαλλάσσου καὶ ἀναχώρει· ἀπὸ τοῦ στείχω, δεύτερος ἀόριστος προστακτικός. Καὶ Ἀπόφασθε: Ἀπὸ τοῦ ἐφάμην ἔφασο· φάσο, τὸ
10προστακτικόν· τὸ ἀπαγγείλατε. Ἀπόερσε: Ἔνθά με κῦμ’ ἀπόερσε. Ἀντὶ τοῦ ἀπέπνιξε, διέφθειρε· παρὰ τὸ ἔρρω τὸ φθείρω, ὁ μέλλων, ἐρῶ· καὶ Αἰολικῶς, ἔρσω.
15Ἀπόσχοιτο: Τὰ τοῦ δευτέρου μέσου ἀόριστα
15δισύλλαβα ὑπάρχοντα, κατὰ τὸ δεύτερον πρόσωπον
15διὰ τοῦ ΟΙΟ ἐκφερόμενα, οἷς ἀκολουθεῖ καὶ τὰ τρίτα πρόσωπα, ἀναδίδωσι τὸν τόνον· οἷον, θοῖτο, ἀπόθοιτο· σχοῖτο, ἀπόσχοιτο· πρόοιτο. Ἀποαίρεο: Ἀπὸ τοῦ αἱρῶ, τὸ καταλαμβάνω ἢ
τὸ προαιροῦμαι, αἱροῦ· κατὰ διάλυσιν, αἱρέο· καὶ
20μετὰ τῆς ἀπὸ,
20 Ἀποαιρέο κούρην. Καὶ ἀποαιρεῖσθαι, τὸ ἁρπάζειν, ὅ ἐστιν ἀφαιρεῖ‐ σθαι, κατὰ τὸ πλῆρες, τῆς ἀπὸ προθέσεως μὴ συγκο‐ πείσης. Ἀπόθεσθαι:
25Κρατερὴν δ’ ἀποθέσθαι ἐνιπὴν,
25Ἰλιάδος εʹ. Διατί μὴ ἦν ἀπόθεσθαι; Πᾶν ἀπαρέμ‐
25φατον φυλάσσει τὸν ἴδιον τόνον καὶ ἐν τῇ συν‐ θέσει. Ἀποθανεῖν: Ἡ ἀπὸ πρόθεσις ἐνταῦθα χωρι‐ σμὸν δηλοῖ, οἷον ἀποθανεῖν, καθὰ χωρίζονται οἱ ζῶντες ἀπὸ τῶν τεθνεώτων· καὶ ἀπέρχεσθαι, τὸ χωρίζεσθαι
30τινὰ ἀπερχόμενον· καὶ ἀπονοεῖσθαι ὁμοίως.
30 Ἀπολαύω: Ἀπὸ τοῦ λῶ τὸ θέλω, παράγωγον λαύω, ὡς χρῶ χραύω· καὶ ἀπολαύω. Ἀποκναίωμαι: Ἔστι ῥῆμα κτῶ, δηλοῦν τὸ φονεύω· ἐξ οὗ τὸ ἀπέκτατο· οὗ παράγωγον, κταίνω· καὶ ἀποβολῇ τοῦ τ, καίνω· καὶ καθ’ ὑπερβιβασμὸν,
35κναίω· καὶ ἀποκναιόμενοι, τὸ διαφθειρόμενοι, ἀπο‐ κοπτόμενοι, ἀπολλυόμενοι, λυπούμενοι, ὀδυνώμενοι. Ἀποκαίνυμαι: Τὸ νικῶ. Καὶ Ὅμηρος, Ἀπεκαίνυτο πάντας ἀρίστους. Κυρίως, τὸ φονεύειν. Ἀπὸ τοῦ καίνω, τὸ φονεύω,
40γίνεται καίνυμι· καὶ ἐκαινύμην, καὶ ἀπεκαίνυτο.
40Μεταφορικὴ δὲ ἡ λέξις. Κυρίως γὰρ ἐπὶ τῶν φο‐ νευόντων καὶ νικώντων λαμβάνεται. Ἢ παρὰ τὸ αἴνυμι, τὸ λαμβάνω, ἀπὸ τοῦ αἴνυσθαι καὶ λαμβά‐ νειν ἆθλον τοὺς νικῶντας, πλεονασμῷ τοῦ κ. Ἀποδυσπετεῖν: Τὸ μὴ ῥαδίως πέπτειν.
45 Ἀποδρᾶν ἐστὶ τὸ ἐκκλίνειν, τὸ ἔξω γενέσθαι τῆς δεσποτικῆς ὑπηρεσίας, παρὰ τὸ δρῶ, τὸ ὑπηρετῶ. Ἀποδραθεῖν: Τὸ κοιμηθῆναι. Ἔστι ῥῆμα δρήθω· ὁ δεύτερος ἀόριστος, ἔδραθον· ἀπὸ ἔδραθον·

126

(50)

καὶ ἀποδαρθεῖν· καὶ κατὰ ἀντίφρασιν· δρῶ γὰρ τὸ

126

(50)

ἐνεργῶ· οὗ δρήθω παράγωγον. Οἱ δὲ κοιμώμενοι οὐδὲν ἐνεργοῦσιν. Ἀποβρίξας: Ἀποβρίξας, τὸ ἀπονυστάξας· παρὰ τὴν βορὰν, καὶ τὸ ἵζειν, ὅ ἐστι κατανεύειν, βρίζω·
55Ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα.
55Ὥστε κυρίως τὸ ἀπὸ βορᾶς καὶ μετὰ τροφὴν νυστά‐
ζειν καὶ καθευδῆσαι, βορίξαι τὶ ὄν. Οἱ δὲ, παρὰ τὸ ΒΡΙ ἐπιτατικὸν μόριον· βαρύνονται γὰρ οἱ ἐν ὕπνῳ καταφερόμενοι.

127

Ἀπολιβάζω: Ἀπέλθω, ἀποδράμω. Παρὰ τὴν λιβάδα· καὶ γὰρ λιβάς ἐστι ῥευμάτιόν τι· ἵν’ ᾖ κυρίως ἀπορρεύσω. Ἢ εἰς τὴν Λιβύην ἀπελεύσῃ. Ὅμοιον τῷ “Εἰς κόρακας,” ἀντὶ τοῦ ἐν ἀγνοίᾳ. Ἢ
5παρὰ τὸ ΛΙ, σημαῖνον τὸ λίαν, καὶ τὸ βαδίσαι, τὸ ταχέως ἀπελθεῖν ἐκδεχόμεθα, καὶ πορρωτέρω. Ἀπολιγαίνειν: Ἀφηδύνειν, ἢ παραφθέγγεσθαι, ἢ βιάζεσθαι. Ἀπολιταργεῖν: Τὸ ἀπελθεῖν ταχέως· παρὰ τὸ
10λίαν καὶ τὸ ἀργὸν, ὅ ἐστι ταχὺ, περιττεύοντος
10τοῦ τ.
10 Ἀπολυμαίνω: λύματα λέγονται τὰ καθάρσια, ἢ καὶ αὐτὸ τὸ ῥύπος· παρὰ τὸ λυμαίνειν, ἤγουν φθεί‐ ρειν, τὸ ὑποκείμενον. Ἀπὸ γοῦν τοῦ λῦμα, λυμαίνω· καὶ ἀπολυμαίνω, τὸ ἀποκαθαίρω. Φύσει δὲ τὸ ὕδωρ τῆς θαλάσσης καθάρσιόν ἐστι· καὶ τὰ περιττώματα
15εἰς τὴν ἀπέριττον θάλασσαν βάλλεται. Ὡς Εὐρι‐ πίδης, Θάλασσα κλύζει πάντα τἀνθρώπων κακά. ἀποψύχειν ἐστὶ τὸ ἀφοδεύειν· ἢ ἀποπνευματί‐ ζειν, ἀποπλύνειν, καὶ ἀπορρίπτειν.
20Ἀποδρύφοι: Ἀποσπᾷ, ἀποσύρει.
20 Ἀποφηληκίζει: Βιάζεται· ἀπὸ τῶν ὠμὰ σῦκα τρωγόντων καὶ ἐπὶ τὰ ἄλλα μετῆκται. Ἀπολιχμήσονται: Ἀπολείξουσιν. Λείχω, λιχῶ, καὶ λιχμῶ, λιχμήσω. Ἀποφθίμενον: Φθαρέντα, ἀποθανόντα· ἀπὸ
25τοῦ φθίω, φθίομαι, φθιόμενον· καὶ κατὰ συγκοπὴν, φθίμενον. Ἀποφθίσθω: Ἀποφθαρήτω. Ἀπὸ τοῦ φθῶ, φθίω, φθίσω, ἔφθικα, ἔφθιμαι, ἐφθίμην, φθίσο.
Ἀποσκορακίζω: Ἀπὸ τοῦ κόραξ κόρακος,
30κορακίζω. Σημαίνει δὲ τὸ καταλιμπάνω. Λέγουσι γὰρ τινὲς, ὅτι ἐδόθη χρησμός τισι παρακαθημένοις πόλει τοῦ λαβεῖν αὐτὴν, ἵνα ἐὰν ἴδωσι λευκοὺς κόρακας ἐν τῇ πόλει ἣν ἔμελλον πορθῆσαι, μὴ πορθῆσαι αὐτὴν, ἀλλ’ οἴκοι ὑποστρέψαι. Λαβόντες δὲ οἱ ἐν τῇ πόλει
35κόρακας, τοῦτο πυθόμενοι, καὶ λευκάναντες αὐτοὺς μετὰ ἀσβέστου, ἀπέλυσαν ἔξω τῶν τειχῶν· οὓς θεα‐ σάμενοι οἱ ἐναντίοι, ἀπόρθητον αὐτὴν κατέλειψαν, καὶ εἰς τοὐπίσω πλανηθέντες, ὑπέστρεψαν. Ἀπὸ πεντόζοιο: Ἡσίοδος,
40 Μηδ’ ἀπὸ πεντόζοιο [θεῶν ἐν δαιτὶ θαλείῃ] Αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. Πεντάκλαδος ἡ χείρ· μὴ ὀνυχίσῃς, φησὶν, ἐν ἑορτῇ ξηρὸν ὄνυχα. Χλωρὸν δὲ, τὸ ζωτικὸν αἷμα· ἀσεβὲς γὰρ ὀνυχίζεσθαι ἐν ἑορτῇ θεῶν.
45Ἀπεσκοράκισεν: Βοιωτοὶ χρησμὸν ἔλαβον,
45τότε ἀφαιρεθήσεται αὐτῶν ἡ πόλις, ὅτε λευκοὶ κό‐ ρακες φανῶσιν αὐτῇ. Τοῦ οὖν χρησμοῦ ἀκούσαντες νεανίσκοι, καὶ ἐν μέθῃ ποτὲ γινόμενοι, γυψώσαντες τοὺς κόρακας καὶ ἀφέντες, ἐθορύβουν τὴν πόλιν διὰ τὸν χρησμόν. Φωραθέντες δὲ οἱ τοῦτο διαπραξά‐

127

(50)

μενοι ἀπεβάλλοντο τοῦ τόπου μετὰ ποινῆς. Τοὺς οὖν ἐπὶ κακίᾳ γινωσκομένους ἀπέπεμπον, ὅπου ᾤκουν οἱ γυψώσαντες, ὀνομάζοντες “Εἰς κόρακας.” Ἀπεσκο‐ ράκισεν οὖν, ἀντὶ τοῦ ἀπεκρούσατο, καὶ μετὰ μίσους ἐξέβαλεν.
55Ἀπόχρη: Σημαίνει τὸ ἀρκεῖ· οἷον, Ἀπόχρη γὰρ παρὰ τοῖς δικαίοις κριταῖς καὶ μόνη ἡ προ‐ θυμία δρέψασθαι τὴν εὐφημίαν.

128

Ἰστέον ὅτι παρὰ μὲν τοῖς παλαιοῖς Ἀθηναίοις καὶ περισπωμένως σὺν τῷ ι γράφεται. κανὼν τοιοῦτος· τὰ γὰρ εἰς ω μονοσύλλαβα ἐπὶ τοῦ ἐνεστῶτος μετὰ προθέσεως συντεθέντα τὴν περισπωμένην τάσιν φυ‐
5λάττουσι, σμῶ, περισμῶ· θλῶ, συνθλῶ· κλῶ, κατα‐ κλῶ. Εἰ οὖν ἐστι χρῶ χρῇ μετὰ τοῦ ι, (τὰ γὰρ εἰς ω ῥήματα θέλει ἔχειν κατὰ τὸ δεύτερον πρόσωπον καὶ τρίτον δίφθογγον τὴν μετὰ τοῦ ι· θλῶ θλᾷς θλᾷ, ποιῶ ποιεῖς ποιεῖ, χρῶ χρῇς χρῇ,) δηλονότι καὶ ἀπο‐
10χρῇ φαμὲν περισπωμένως. Πρόσκειται, “ἐνεστῶτος,” διὰ τὸ σχῶ, παράσχω. Πρόσκειται, “μετὰ προθέ‐ σεως·” διὰ τὸ ἄζω. Παρὰ δὲ τοῖς νεωτέροις βαρύ‐
νεται, καὶ χωρὶς τοῦ ι γράφεται. Κανὼν τοιοῦτος· τὰ γὰρ ἀπὸ τῶν εἰς ΜΙ συντεθέντα ἀναβιβάζουσι
15τὸν τόνον· εἰμὶ, σύνειμι· φημὶ, σύμφημι. Οὕτως
15οὖν ἔστι χρῆμι, χρῆς, χρῆσι· καὶ κατὰ ἀποκοπὴν, χρή· Οὐ χρὴ παννύχιον εὕδειν. Καὶ ἐν συνθέσει, ἀπόχρη. Οὕτω Ζηνόβιος. Ἀπονάσσω:
20Ἀτὰρ οἳ περικαλλέα κούρην
20ἂψ ἀπονάσσωσιν.
20Εἰς τοὐπίσω ἀποκαταστήσουσιν, ἀποδώσουσιν.
20 Ἀποδιοπομπεῖσθαι: Ἀποπέμπεσθαι τὸν προσ‐ τρόπαιον Δία, καὶ οἷον καθαίρεσθαι. Ἀποσφήλειε: Μέγα δέ σφας ἀποσφήλειε πόνοιο. Οἱονεὶ ἀποσφαλῆναι καὶ ἀποτυχεῖν ποιήσειε τοῦ
25ἔργου· ἀπὸ τοῦ σφάλλω, σφαλῶ, σφάλειας.
25 Ἀποπεσέτωσαν: Ἀπὸ τοῦ πέτω· ἄλλοι δὲ παρὰ τὸ πεσῶ, πεσήσω· καὶ ὁ δεύτερος ἀόριστος, ἔπεσον. Καὶ σεσημείωται οὗτος ὁ δεύτερος ἀόριστος καὶ ὁ ἔχεσον, ἐξενεχθέντες διὰ τοῦ ς, ὅπέρ ἐστι χαρακτὴρ τοῦ πρώτου ἀορίστου, κατὰ δὲ ἀντιπάθειαν εὑρέθη.
30Ἔστι γὰρ καὶ ὁ εἶπα καὶ ἤνεγκα πρῶτος ἀόριστος διὰ τοῦ π καὶ τοῦ κ ἐκφερόμενοι· ὅπερ τῶν παρακει‐ μένων ἐστὶν ἴδιον καὶ δευτέρων ἀορίστων. Ἀπὸ τοῦ ἔπεσον, πέσε τὸ προστακτικὸν, καὶ πεσέτωσαν. Ἀποσχήσει: Χωρίσει· ἀπὸ τοῦ σχῶ, σχήσω.
35 Ἀποτίσας: Ἀποδούς· καὶ ἀποτίσῃ δίκην, ἀποδῷ τιμωρίαν. Ἀπορρυήσεται: Ῥύω· καὶ ὁ παρατατικὸς, ἔρ‐ ρυον. Εἰ δὲ ἀπὸ τοῦ ρ ἄρχεται τὸ θέμα, καὶ ἕτερον ρ προσλαμβάνει ὁ παρατατικός· ῥύω, ὁ μέλλων,
40ῥύσω· ὁ ἀόριστος, ἔρρυσα· ὁ δεύτερος, ἔρρυον· ὁ πα‐ θητικὸς, ἐρρύην, ἐρρύης, ἐρρύη· καὶ ὁ μέλλων δεύτε‐ ρος, ῥυήσομαι, ῥυήσῃ, ῥυήσεται· καὶ μετὰ τῆς ἀπὸ προθέσεως, ἀπορρυήσεται, πλεονασμῷ τοῦ ρ. Αἱ δὲ εἰς φωνήεντα λήγουσαι προθέσεις, ἐὰν συντεθῶσι
45μεθ’ ἑτέρας συλλαβῆς ἀπὸ τοῦ ρ ἀρχομένης, πλεο‐ νάζουσι καὶ ἕτερον ρ. Ἢ καὶ οὕτως· ὅσα τῶν μερῶν τοῦ λόγου καθ’ ἑαυτὰ σημαίνει τὶ, ταῦτα ταῖς ἀπὸ τοῦ ρ ἀρχομέναις λέξεσι συντιθέμενα, οὐ διπλασιά‐ ζουσι καὶ ἕτερον ρ· οἷον, χρυσορήμων, χρυσόρειθρος·

128

(50)

ὅσα δὲ οὐ σημαίνει, ἀλλὰ συσσημαίνει, ταῦτα συν‐ τιθέμενα πλεονάζουσι καὶ ἕτερον ρ· οἷον, σύρροια, ἐπίρρημα, ἀνάρρησις. Ἀποκοτταβίζειν: Τὸ λειπόμενον πόμα τοῦ ποτηρίου ἐκχεῖν οὕτως ὥστε ψόφον ποιεῖν.
55Ἀποφλαυρίζοντες: Ἐπιτωθάζοντες, ἐξευτελί‐
55ζοντες, ἢ ὡς πονηρὸν ἀποστρεφόμενοι. Ἀεὶ γὰρ τὸ φλαῦρον ἐπὶ τοῦ πονηροῦ τάττεται. Φαῦλον οὖν ἐστὶν, ὑπερβιβασμῷ τοῦ λ καὶ πλεονασμῷ τοῦ ρ, φλαῦρον.

129

Ἀποχρώντως: Ἱκανῶς, ἀρκούντως. Ἀπὸ τοῦ χρῶ συζυγίας δευτέρας τῶν περισπωμένων· ἡ μετοχὴ, χράων χρῶν· ἡ εὐθεῖα τῶν πληθυντικῶν, χράοντες χρῶντες· ἡ γενικὴ, χρώντων· καὶ τὸ ἐπίρρημα χρών‐
5τως, καὶ μετὰ τῆς ἀπὸ προθέσεως, ἀποχρώντως. Ἀπομόρξατο: Ἀπομόργω, ἔστιν ἐνεστὼς, ἐκ τοῦ ἀμέργω τὸ ἐκπιάζω, μεταθέσει τοῦ ρ εἰς λ, ἀμέλγω· καὶ ἀμολγὸς, ὁ ἐκπιάζων τὰ πρόβατα. Τὰ εἰς ΓΩ ῥήματα, εἰ μὲν ἔχει πρὸ τοῦ γ σύμφωνον,
10βαρύνεται· οἷον, ἀμέργω, στέργω, εἴργω· χωρὶς εἰ μὴ ἔχουσιν ὄνομα προϋποκείμενον· διὰ τὸ γεωργῶ· ἔχει (γὰρ) προϋποκείμενον τὸ γεωργός. Τὸ δὲ ἀμέργω, οὐκ ἔχει· τὸ γὰρ ἀμόργη ἐκ τοῦ ἀμέργω γίνεται· σημαίνει
15δὲ δύο, τὴν ὑποστάθμην τοῦ ἐλαίου, καὶ τὴν τρύγα τοῦ οἴνου· ἔστι καὶ εἶδος βοτάνης πορφυρᾶς· ἐξ οὗ ἀμόρ‐ γινα ἱμάτια λέγονται τὰ πορφυρᾶ. Ἐκ τοῦ ἀμέργω, κατὰ τροπὴν τοῦ α εἰς ο, ὡς ἄρχομαι ὄρχαμος, γίνεται ὀμόργω, καὶ ὀμόρξω, ὤμορξα, ὠμορξάμην, καὶ ὠμόρ‐
20ξατο, καὶ ἀπομόρξατο συναρχομένως.
20 Ἀμοργίς: Τοῦ καλάμου τῆς ἀνθήλης τὸ λεπτό‐ τατον, ὅμοιον βύσσῳ· ὅθεν Ἀμόργινα. Ἀπολεῖται. ἀπολεῖς: Ῥῆμα ὁριστικὸν σύν‐ θετον συζυγίας πέμπτης τῶν βαρυτόνων· καὶ γίνεται παρὰ τὸ ἀπόλλω· τοῦτο παρὰ τὴν ἀπὸ πρόθεσιν καὶ τὸ
25ὄλλω ῥῆμα. Ἢ ἐκ τοῦ ὀλῶ ῥήματος γίνεται ἀπολῶ,
25συζυγίας πρώτης τῶν περισπωμένων· τὸ παθητικὸν, ἀπολέομαι ἀπολοῦμαι· τὸ τρίτον, ἀπολέεται ἀπολεῖ‐ ται. Ὄλω, τὸ ἀπόλλω· τὸ παθητικὸν, ὄλομαι· ὁ παρα‐ τατικὸς, ὠλόμην, ὤλου, ὤλετο, καὶ ἀπώλετο. Ἢ ὄλω· ὁ μέλλων, ὀλῶ· ὁ δεύτερος ἀόριστος, ὦλον· ὁ παθητι‐
30κὸς, ὠλόμην, ὤλου. Ἢ παρὰ τὸ ἕλω τὸ φονεύω, γίνεται ὀλῶ, ὡς πέλω, τὸ ὑπάρχω, πολῶ· μένω, μονῶ. Ὀλῶ· οὗ ὁ μέλλων, ὀλέσω. Ἰστέον ὅτι ἡ πρώτη συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος ἔχει τὸ η, ἢ τὸ ε· ἀλλ’ ἡνίκα ὁ
35ἐνεστὼς μακρᾷ παραλήγει φύσει ἢ θέσει, διὰ τοῦ η
35ἔχει τὸν μέλλοντα· οἷον, οἰκῶ, οἰκήσω· ποιῶ, ποιήσω· πλὴν τοῦ ἀρκῶ ἀρκέσω, καὶ νεικῶ νεικέσω, τὸ φιλο‐ νεικῶ· τὸ γὰρ νικῶ νικήσω, δευτέρας ἐστὶ συζυγίας. Καὶ ἡνίκα καθαρὸς ὁ ἐνεστὼς, διὰ τοῦ η ἔχει τὸν μέλλοντα· οἷον, νοῶ νοήσω. Καὶ ἐὰν διχρόνῳ παρα‐
40λήγηται ὁ ἐνεστὼς, διὰ τοῦ η· φιλῶ, φιλήσω· κιχῶ, κιχήσω· πλὴν τοῦ ἀρῶ ἀρέσω, καὶ καλῶ καλέσω. Καὶ τὰ ἀπὸ τῶν εἰς ΟΣ ἀρσενικὰ διὰ τοῦ η ἔχει· οἷον, κτύπος, κτυπῶ, κτυπήσω· δοῦπος, δουπῶ, δου‐ πήσω. Καὶ τὰ παρασύνθετα· οἰκονόμος, οἰκονομῶ,
45οἰκονομήσω. Καὶ τὰ ἀπὸ βαρυτόνων θεμάτων μετα‐
45γόμενα εἰς περισπώμενα· οἷον, οἰκτείρω, οἰκτειρῶ, οἰκτειρήσω· ἕλκω, ἑλκῶ, ἑλκήσω. Καὶ τὰ διφορού‐ μενα κατὰ τὰς συζυγίας διὰ τοῦ η ἔχουσι τὸν μέλ‐ λοντα· οἷον, ξυρῶ, ξυρεῖς, ξυρᾷς, ξυρήσω· ἐλεῶ, ἐλε‐ εῖς, ἐλεᾷς, ἐλεήσω. Καὶ τὰ μονοσύλλαβα, σχῶ,

129

(50)

σχήσω· ῥῶ, ῥήσω· μνῶ, μνήσω. Καὶ τὰ δι’ ἑνὸς λ ἐκφερόμενα βαρύτονα, ἐπὶ δὲ τοῦ μέλλοντος περιτ‐
τοσυλλάβως κλινόμενα, διὰ τοῦ η ἔχει τὸν μέλλοντα· οἷον, θέλω, θελήσω· μέλω, μελήσω. Τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα, παραληγόμενα δὲ τῷ ε ἢ τῷ ο,
55διὰ τοῦ ε ἔχουσι τὸν μέλλοντα· οἷον, τελῶ, τελέσω· ὀλῶ, ὀλέσω· πλὴν τοῦ μολῶ, μολήσω· τορῶ, τορήσω· ὠφελῶ, ὠφελήσω. Ἰστέον δὲ ὅτι καὶ ταῦτα διφο‐

130

ρεῖται, καλέσω, καὶ καλήσω· φθονέσω, καὶ φθονήσω· κορέσω, καὶ κορήσω· αἰδέσω, καὶ αἰδήσω· χορέσω, καὶ χορήσω· φορέσω, καὶ φορήσω· αἰνέσω, καὶ αἰ‐ νήσω· πονέσω, καὶ πονήσω· εἰ μὲν σωματικῶς,
5πονέσω· εἰ δὲ ψυχικῶς, πονήσω.
5 Ἀπολωλότα: Ἀπὸ τοῦ ὀλῶ, ὦλα, καὶ ὄλωλα, Ἀττικῶς· ὀλῶ, ὀλέσω· ὁ παρακείμενος, ὤλεκα· ὁ μέσος, ὦλα. Ἀπόνασθαι: Ἀπολαῦσαι. Ἀπὸ τοῦ ὀνῶ, τὸ ἀπολαύω, γίνεται εἰς ΜΙ ῥῆμα, ὄνημι· ὁ παθητικὸς
10ἐνεστὼς, ὄναμαι· καὶ τὸ ἀπαρέμφατον μετὰ τῆς ἀπὸ προθέσεως, ἀπόνασθαι. Ὀνῶ, τὸ ὠφελῶ, ὄνημι· τὸ παθητικὸν, ὄναμαι· καὶ ὁ παρατατικὸς, ὠνάμην· τὸ τρίτον τῶν πληθυντικῶν, ὤναντο καὶ ἀπώναντο.
16 Ἀποπληξία: Τὸ μετὰ ἀναισθησίας καὶ παρέ‐ σεως συμβαῖνον πάθος· καὶ ἀπόπληκτος, ὁ ἀναί‐ σθητος. Ἀπόλλων: Παρὰ τὸ ἀπολύειν τοὺς ἀνθρώπους
20τῶν κακῶν· ὁ ἀπελαύνων καὶ ἀπολύων ἀφ’ ἡμῶν τὰς
20νόσους· ἰατρὸς γὰρ καὶ μάντις. Ἢ παρὰ τὸ ἀπο‐ λύειν τὰς ἀκτῖνας· ὁ αὐτὸς γὰρ τῷ ἡλίῳ. Ἢ ἀπὸ τοῦ πάλλειν τὰς ἀκτῖνας τὰς ἰδίας· ἢ παρὰ τὸ ἁπλοῦν καὶ λύειν τὸ συνεστὼς τῆς οὐσίας, καὶ τὸ σκότος. Κλίνεται Ἀπόλλωνος. Τὰ εἰς ΛΩΝ ὀνό‐
25ματα, εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς, φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς· οἷον, Ἀσκάλων, Ἀσκάλωνος· Δόλων, Δόλωνος. Βαρύνεται. Τὰ εἰς ΛΩΝ λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνεσθαι θέλει, εἰ μὴ ᾖ περιεκτικά· οἷον, Ἀσκάλων. Τὸ ἀμπελὼν
30δὲ καὶ μηλὼν, περιεκτικά. Σεσημείωται τὸ Βαβυλὼν καὶ τὸ μιμαλλὼν θηλυκά· ὃ σημαίνει τὴν μαινάδα. Οὕτως Καλλίμαχος. Ἄπολλον ἡ κλητική· καὶ τὰ εἰς ΩΝ σύνθετα, ὅτε εἰς ΟΝ εἴη ἡ κλητικὴ, ἀναβι‐ βάζει τὸν τόνον· οἷον, Ἀγάμεμνον, ὀλβιόδαιμον,
35κακόδαιμον, Αὐτόμεδον, Χαμαίλεον, ἐνόσιχθον, κυλ‐
35λοπόδιον. Πρόσκειται, “ὅτε εἰς ΟΝ εἴη ἡ κλητικὴ,” διὰ τὸ ὦ χαλκοχίτων καὶ φιλοπλάτων· ταῦτα γὰρ εἰς ΩΝ ἔχουσι τὴν κλητικὴν, ἀλλὰ διὰ τοῦ ω μεγά‐ λου γράφεται, καὶ οὐκ ἀναβιβάζουσι τὸν τόνον. Πρόσκειται, “σύνθετα·” διὰ τὸ Ἱκετᾶον καὶ Μαχᾶον
40καὶ Ἀρετᾶον. Ταῦτα γὰρ οὐ προπαροξύνονται κατὰ τὴν κλητικήν· ἐπειδὴ ἁπλᾶ ἐστὶ, καὶ οὐχὶ σύνθετα. Σεσημείωται τὸ ὦ Λακεδαῖμον καὶ Παλαῖμον, προ‐ περισπώμενα. Θέλουσι δὲ καὶ τὸ Εὐδαίμων τὸ
κύριον μὴ προπαροξύνεσθαι ἐν τῇ κλητικῇ, ἀλλὰ
45προπερισπᾶσθαι, πρὸς ἀντιδιαστολὴν τοῦ ἐπιθέτου· ἐκεῖνο γὰρ προπαροξύνεται, εὔδαιμον, καὶ κακό‐ δαιμον. Ἀποφώλιος: Ὁ ἀπαίδευτος· καὶ ἀποφώλια τὰ ἀπαίδευτα. Γέγονε δὲ παρὰ τὸν φωλεόν· φωλεοὶ

130

(50)

γὰρ τὰ παιδευτήρια, παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν

130

(50)

καὶ διατρίβειν. Τοὺς οὖν ἀδιδάκτους ἀποφωλίους ἐκάλουν. Ἢ παρὰ τὸ φῆλος, ὃ σημαίνει τὸν ἀπα‐ τεῶνα, φήλιος· καὶ ἐν συνθέσει ἀποφήλιος, καὶ τροπῇ ἀποφώλιος, ὡς ἀρήγω ἀρωγὸς, καὶ ῥήσσω ῥωγμός.
55Ἀπορρώξ: Τὸ ἀπόσταγμα. Ἔστι ῥώσσω, τὸ
55σχίζω· ὁ μέλλων, ῥώξω· ἀποβολῇ τοῦ ω, ῥὼξ, ἀπό‐ ρηγμα, ἀπόσπασμα. Ἀπορρῶγες: Ἀπορρῶγες λιμένος ποτιπεπτηυῖαι.

131

Ἀκταὶ εἰς λιμένα νενευκυῖαι ἀπερρηγμέναι, ἀπεσπα‐ σμέναι ἀπ’ ἀλλήλων, καὶ διάστημα ἔχουσαι δι’ οὗ ὁ εἴσπλους. Ἀπόνοια: Ἀπόνοια σημαίνει δύο, τὴν ὑπερη‐
5φανίαν καὶ τὴν θρασύτητα· καὶ γίνεται παρὰ τὸ
5ἄποθεν εἶναι τὸν νοῦν· καὶ γὰρ θρασύτης ἐστὶν ἡ ἄλογος τόλμα. Ἡ ἀπὸ πρόθεσις χωρισμὸν δηλοῖ· τουτέστιν ἡ· χωρίζουσα τοῦ δέοντος· καὶ ἀπονοεῖ‐ σθαι, τὸ οἱονεὶ ἀπόστασιν ἔχειν τοῦ νοῦ· καὶ ἀπο‐ δόκιμος, ὁ κεχωρισμένος τῆς δεούσης δόξης· καὶ
10ἀπόβλητος, ὁ ἀποβολῆς ἄξιος, ὁ ἀδόκιμος.
10 Ἀποπληξία: Τὸ μετὰ ἀναισθησίας καὶ παρέ‐ σεως πάθος· καὶ ἀπόπληκτος, ὁ ἀναίσθητος, ᾧ οὐκ ἄν τις προσπελάσειε, μοχθηρός. Ἀποφράδες: Ἀποφράδας ἔλεγον οἱ Ἀττικοὶ τὰς ἀπηγορευμένας ἡμέρας, ἃς ὑπελάμβανον χείρους
15εἶναι τῶν ἄλλων· ἃς δὴ καὶ ἐπεικάδας καλοῦσι φθί‐ νοντος τοῦ μηνὸς, τετράδα, τρίτην, δευτέραν. Ἢ τὰς ἡμέρας ἐν αἷς τὰς φονικὰς δίκας ἐδίκαζον· διὰ τὸ οἷον ἀποφράττεσθαι τὸ τῆς σελήνης φῶς ἐν αὐταῖς. Καὶ τοὺς πονηροὺς δὲ ἀποφράδας ἐπιθετι‐
20κῶς ἐκάλεσαν· οἷον, Ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν. Παρὰ τὸ φῶ ῥῆμα, φράζω· ὁ μέλλων, φράσω· ἀπο‐ βολῇ τοῦ ω, φράς· καὶ ἐν συνθέσει, ἀποφράς. Ἀπόμυιος: Οὕτως ὁ Ζεὺς παρὰ τοῖς Ἠλείοις
25τιμᾶται, Ἡρακλέους ἱδρυσαμένου ἐπὶ ἀποτροπῇ τῶν
25μυιῶν.
25 Ἄπορος: Κυρίως ὁ ἀδιόδευτος· πόρος γὰρ ὁ περάσιμος τόπος· καὶ ὁ μὴ χρήματα ἔχων· ἔνθεν καὶ ἀπορία, ὅ τι ἂν σημαίνῃ.
Ἀπότριχες: Οἱ ἄνηβοι· τῆς ἀπὸ [προθέσεως] ἀντὶ τῆς α στερήσεως κειμένης, ὡς ἐν τῷ ἀποκηδή‐
30σαντε, ἀντὶ τοῦ ἀκηδήσαντε καὶ ἀφροντιστήσαντε· καὶ ἀπότιμον ἔθεντο ἀντὶ τοῦ ἄτιμον. Ἀπότροπος: Ὁ οὐκ ἐπιστρέφων εἰς τὴν πόλιν· ἢ ἀποκεχωρηκώς. Ἔστι καὶ δαίμων ἀποτρόπαιος. Ἀπόθεστος: Ἀπόθητος, οὐκ ἐπιζητούμενος, ὅ
35ἐστιν ἠμελημένος, μὴ ποθούμενος. Ἐκ τοῦ ποθέω
35ποθῶ ποθέσω, πεπόθεκα, πεπόθεσμαι, πεπόθεσται, ποθεστὸς, καὶ ἀπόθεστος, ὁ ἀζήτητος, ὁ μὴ ποθού‐ μενος. Ἀποστεπτικός: Ἀποστεπτικὸν, ᾆσμα οὕτω καλούμενον, ὅτι μετὰ τὸ ἀποστεφθῆναι τοὺς στεφά‐
40νους ᾔδετο ἐν τοῖς παιᾶσι μελλόντων ἀποπλεῖν. Χρὴ
40γινώσκειν, ὅτι τὰ ἀπὸ συνθέτων ὀνομάτων παραγόμενα ῥήματα οὐκ ἔτι μένουσι σύνθετα, ἀλλὰ γίνονται παρα‐ σύνθετα· οἷον ἄπιστος, ἀπιστῶ· εὐσεβὴς, εὐσεβῶ. Ἀπόταφον: Τὸν χωρὶς ταφέντα, καὶ ἀλλαχῇ τοῦ τῶν ἄλλων νεκρῶν τάφου· ἢ τὸν ἀπεστερημένον
45τῶν προγονικῶν τάφων. Ἀπορῶ καὶ ἀπορία: Ἐκ τοῦ ἄπορος. Καὶ πότε γίνονται τὰ ὀνόματα ἐκ τῶν ῥημάτων, καὶ τὰ ῥήματα ἐκ τῶν ὀνομάτων; Ἡνίκα ἰσοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασιν, ὀξύνονται δὲ ἢ βαρύνονται τὰ

131

(50)

ὀνόματα, τὰ δὲ ῥήματα περισπᾶται, τότε ἐκ τῶν ὀνομάτων παράγονται τὰ ῥήματα· οἷον, μόνος, μονῶ· χρυσὸς, χρυσῶ· ἄπορος, ἀπορῶ· ἡνίκα δὲ πάλιν ἰσοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασιν, ὀξύνονται δὲ ἢ βαρύνονται τὰ ὀνόματα, βαρύνονται δὲ καὶ τὰ
55ῥήματα, τότε ἐκ τῶν ῥημάτων παράγονται τὰ ὀνό‐ ματα· οἷον, λέγω, λόγος· φέρω, φόρος. Εἰ δὲ

132

περιττοσυλλαβοῦσι τὰ ῥήματα τοῖς ὀνόμασι καὶ συνάρχονται, τότε ἐκ τῶν ὀνομάτων παράγονται τὰ ῥήματα· οἷον, ἵππος, ἱππεύω· δίφρος, διφρεύω· χωρὶς τῶν ἀπὸ μελλόντων γινομένων ἀποβολῇ τοῦ ω,
5οἷον, ἐλπίζω, ἐλπίσω, ἐλπίς· ἰσχύω, ἰσχύσω, ἰσχύς. Εἰ δὲ περιττοσυλλαβεῖ τὰ ὀνόματα τοῖς ῥήμασι, τότε ἐκ τῶν ῥημάτων παράγονται τὰ ὀνόματα· οἷον, μαρτυρῶ, μαρτυρία· εὐδοκῶ, εὐδοκία. Ἀπόπατος: Ἡ τῶν σιτίων διὰ γαστρὸς κένω‐
10σις· καὶ ἀποπατῆσαι· παρὰ τὸν πάτον, ὅ ἐστι τὴν ὁδόν· τὸ ἄποθεν τοῦ πάτου γινόμενον. Καὶ ἀποπάτημα, αὐτὸ τὸ σκύβαλον. Εὔπολις Χρυσῷ Γένει, Τί γάρ ἐστ’ ἐκεῖνος; ἀποπάτημ’ ἀλώπεκος.
15Κρατῖνος Δραπέτῃσι,
15Τὸν Κερκύονα ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖς λαχάνοις
15 εὑρὼν ἀπέπνιξα. Ἀποθύμια: Λυπηρὰ, τὰ μὴ καταθύμια, (Ἀπὸ τοῦ θύω, θυμός· ἀφ’ οὗ ἀποθύμιος.) ἐχθρὰ, προσ‐ άντη τῇ ψυχῇ. Ἀποτομή: Ἀκόντιον μικρὸν, ἀποτετμημένον ἀπὸ
20τοῦ τελείου, καὶ συνηρμοσμένον εἰς μέγεθος μικρόν. Ἀποσταδόν: Ὀξύνεται· ἀντὶ τοῦ ἀφεστὼς καὶ
πόρρωθεν ἐκ διαστήματος. Ἄποινα: Οἱ μὲν, ἐκ τοῦ φόνος, ἄφονος· πλεο‐ νασμῷ, ἄφοινος, καὶ ἄποινος. Οἱ δὲ, ἐκ τοῦ ποινὴ,
25ἡ τιμωρία· ἢ ἐκ τοῦ φονὴ, ὃ σημαίνει τὸν τόπον τῶν ἀναιρουμένων, Ἐν ἀργαλέῃσι φονῇσι. Φόνος φονή· πλεονασμῷ τοῦ ι, φοινή· καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν, ποινὴ, ἄποινος. Ἄποινα δὲ,
30τὰ ὑπὲρ φόνου διδόμενα λύτρα, τὰ ὑπεξαιρούμενα
30τοῦ φοινικοῦ ἐγκλήματος. Λέγεται καὶ ῥῆμα δευ‐ τέρας συζυγίας, ἀποινῶ ἀποινᾷς, τουτέστι τὸ χρή‐ ματα εἰσπράττομαι, οἷον ἄποινα λαμβάνω· καὶ ἀποινεῖσθαι, ἀφαιρεῖσθαι, ἢ τὸ χρηματίζεσθαι. Ἀπούρας: Ἔστιν αὐρῶ, τὸ ἀπολαύω, πρώτης
35συζυγίας τῶν περισπωμένων· οἷον, Ἵνα πάντες ἐπαύρωνται βασιλῆος. Ὁ μέλλων, αὐρήσω· ὁ ἀόριστος, ηὔρησα· ἡ μετοχὴ, αὐρήσας· καὶ συγκοπῇ, αὔρας· καὶ συνθέσει καὶ τροπῇ, ἀπούρας. Ἐπηύρησα ὁ ἀόριστος· καὶ συγκοπῇ,
40ἐπηῦρα· τροπῇ τῆς ἐπὶ εἰς ἀπὸ, ἀπηῦρα· καὶ τοῦ η εἰς α, ἀπαῦρα· ἡ μετοχὴ, ἀπαύρας· καὶ τροπῇ τοῦ α εἰς ο, ἀπούρας. Καὶ τὶ μετέχει· ἤγουν, Ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. Τὴν ἀπόλαυσίν μου ἀφελόμενος καὶ λαβὼν κατέχεις.
45Οἱ δὲ, ἀπὸ μεταφορᾶς τῶν ἀποσπώντων τοὺς ὅρους
45τινός· ἀπουρήσας, καὶ συγκοπῇ, ἀπούρας. Ἀπριάτην: Ἢ ἐπίρρημα δεῖ ἀκούειν, τουτέστιν ἄνευ πράσεως· ἢ θηλυκῶς, ἀπὸ τοῦ ἀπρίατος καὶ ἀπριάτη. Πριῶ, πριάσω, πεπρίακα, πεπρίαμαι, πεπρίαται, πριατὸς, καὶ ἀπρίατος μετὰ τοῦ στερητι‐

132

(50)

κοῦ α. Πριῶ οὖν, πρίημι· ἐξ οὗ καὶ, Πριῶ μοι, φησὶν ὁ κωμῳδὸς, σελάχιον. Ἀπρίξ: Τὸ ἰσχυρῶς κρατεῖν, ὅλῃ δυνάμει,
55ἀσφαλῶς, προσπεφυκότως, κατόχως. Κύπριοι δὲ,
55γένος τὶ ἀκάνθης. Ἔστι πρίζω, πρίσω, καὶ Δωρικῶς
55πρίξω, ἀποβολῇ τοῦ ω, πρίξ· καὶ μετὰ τοῦ στερη‐ τικοῦ α, ἀπρίξ· τουτέστιν ἰσχυρῶς κρατῶ, καὶ ἀνα‐ ποσπάστως, ὥστε μὴ πρίζεσθαι μηδὲ ἀποσχίζεσθαι

133

τοῦ κρατοῦντος τὸ κρατούμενον, ἢ τοῦ κρατουμένου τὸ κρατοῦν. Ἀπροτίμαστος: Ἄψαυστος, ἄθικτος, ἡ μὴ ἐπι‐ ζητηθεῖσα γυνὴ, ἀλλ’ ἄθικτος διαμείνασα·
5Ἀλλ’ ἔμεν’ ἀπροτίμαστος ἐνὶ μεγάροις.
5Παρὰ τὸ μαίω, τὸ ζητῶ, ἡ μὴ ἐπιζητουμένη πρὸς μίξιν. Ἢ παρὰ τὸ μαστεύω, τὸ ζητῶ· ὅθεν καὶ μαστός· καὶ ἐπιμασσάμενος, ἐπιλαβόμενος, ἁψά‐ μενος. Ἀπρόσιτος: Ἔστιν εἶμι, τὸ πορεύομαι· ὅπερ
10ἐπὶ μὲν τοῖς ἑνικοῖς, διὰ τῆς ΕΙ διφθόγγου· ἐν δὲ
10τοῖς πληθυντικοῖς καὶ δυϊκοῖς, διὰ τοῦ ι. Τὸ δυϊκὸν, ἴτον· τὸ πληθυντικὸν, ἴμεν· τὸ δεύτερον, ἴτε· καὶ ἐξ αὐτοῦ, ἰτὸς, καὶ προσιτὸς, πρὸς ὅν τις εὐχερῶς πο‐ ρεύεται· καὶ μετὰ τοῦ στερητικοῦ ἄλφα, ἀπρόσιτος, πρὸς ὅν τις πορευθῆναι οὐ δύναται.
15 Ἀπροσεξία: Ῥαθυμία· παρὰ τὸ μὴ προσέχειν. Ἀπροτίοπτα: Κρύφα, λάθρα· ἀπὸ τοῦ ὄπτω. Ἀπριάτην: Πρίημι· τὸ παθητικὸν, πρίαμαι· τὸ ἐπίρρημα, ἀπριάδην· καὶ τροπῇ τοῦ δ εἰς τ, ἀπριάτην. Ἅπτετο: Ῥῆμα· καὶ συντάσσεται μετὰ γενι‐
20κῆς· ἐπειδὴ ἡ ἐκ τῶν αἰσθήσεων γινομένη ἐνέργεια γενικῇ συντάσσεται, ἀκούω σου, γεύομαί σου, πλὴν τῆς ὁράσεως, ὁρῶ σε, βλέπω σε. Διὰ τί; Ἐπειδὴ αἱ μὲν ἄλλαι αἰσθήσεις κατὰ εἰσδοχὴν ἐνεργοῦσιν, αὕτη δὲ μόνη κατὰ ἐκπομπήν· καὶ ὡς διήλλαξε πρὸς
25τὰς ἄλλας κατὰ τὸ σημαινόμενον, διήλλαξε καὶ κατὰ τὴν σύνταξιν. Ἄπτερος: Τῇ δ’ ἄπτερος ἔπλετο μῦθος. Ταχὺς πρὸς τὸ πεισθῆναι, καὶ ἰσόπτερος. Ἡ γὰρ
30α στέρησις δηλοῖ καὶ τὸ ὅμοιον, καὶ τὸ ἶσον· οἷον,
30ἀτάλαντος, ἄλοχος. Ἔνιοι δὲ, οὐ παραπτὰς, ἀλλ’
30ἔμμονος. Ἔνιοι δὲ, ἄπτερον, τὸ ἡδὺ, ἄσμενον, ὀρθόν. Ἀπτέρα: Πόλις Κρήτης· ὅτι αἱ Σειρῆνες ποτὲ πρὸς τὰς Μούσας εἰς ἔριν ἐλθοῦσαι, καὶ ἡττηθεῖσαι, ἐκεῖ τὰ πτερὰ ἀπέβαλον. Ἀπτερέως: Παρ’ Ἡσιόδῳ, ὥσπερ τὸ ἀψοφέως·
35σημαίνει τὸ [αἰφνιδίως.] Ἔστιν ἀπωτέρω, ἀπτέρω. Οὕτως Ἡρωδιανός. Ἔστι ταχέως, ἑτοίμως, ἀφρον‐ τίστως· οἱ δὲ, ἀπροθύμως, ἐλαφρῶς, ἡδέως· ἔνιοι δὲ, ἠμελημένως. Ἀπτήν: Τὴν μηδέπω πτᾶσαν. Παρὰ τὸ πέτω
40πέτην, καὶ πτὴν, καὶ ἀπτήν· καὶ ἀπτῆνες, ἄπτεροι,
40ἢ μὴ ἵπτασθαι δυνάμενοι, μικροί. Ἰλιάδος ἰῶτα, Ἀπτῆσι. Ἀπτοεπής: Ἢ ὁ ἁπτόμενος διὰ λόγων, ἢ ἀπτό‐ ητος, ὁ μὴ πτοούμενος ἐν τοῖς λόγοις, ὁ θρασύλογος καὶ ὑβριστής.
45Ἀπτοεπές: Καὶ ἥρη [ἁπτοεπές]: τινὲς δασύ‐
45νουσι· ὡς καθαπτομένη τοῖς ἔπεσιν· ἐμφαντικώτερον δὲ τὸ ψιλοῦν· ἄαπτον γάρ ἐστι τὸ δεινόν· ὥστε εἶναι δει‐ νοεπές. Ἢ ἀπτόητε ἐν τῷ λέγειν, θρασεῖα, κακολόγε. Ἄπυστος: Ἀνήκουστος· ἀπὸ τοῦ πεύθω, πευ‐ στὸς, καὶ ἄπυστος.

133

(50)

Ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ: Ἀ‐
πύθμενος. Ἀπύρους τρίποδας: Ἀνεπιτηδείους πρὸς πυρὸς χρῆσιν, ἀλλὰ κόσμου χάριν τιθεμένους ἐν οἴκῳ. Ἀπφῦς: Ὁ πατὴρ εἴρηται ὑποκοριστικῶς, ἀπὸ
55τοῦ πάππα. Σημαίνει τὸν πατέρα, ἀφαιρέσει τοῦ
55καταρχὰς π, ἄππα, ἀππῦς· καὶ τροπῇ τοῦ π εἰς φ, ἀπφῦς, ὡς Διονῦς ὁ Διόνυσος.
56Ἀπώμοτον: Ὃ ἄν τις ἀπομόσειε γεγονέναι, ἢ

134

μὴ γενέσθαι· ἔνιοι ἀνέλπιστον. Διογενιανός.
5 Ἄρα: Σύνδεσμος συλλογιστικός. Ὁ ἀρ ἐκ τοῦ ἄρα γέγονε κατὰ ἀποβολὴν τοῦ τέλους, ἢ ὁ ῥα ἐκ τοῦ ἄρα κατὰ ἀποβολὴν τῆς ἀρχῆς; Ἔστιν εἰπεῖν, ὅτι τοῦτο θέμα, καὶ τοῦτο. Ὁ γὰρ ἀρ σύνδεσμος οὐκ ἔστιν ἐκ τοῦ ῥα. Ὁ γὰρ ῥα ἐγκλιτικός ἐστι,
10καὶ ὑποτακτικός· ὁ δὲ ἀρ οὐκ ἔστιν ἐγκλιτικός. Ζήτει εἰς τὰς Διαφοράς. Ἀρά: Ἡ εὐχή· παρὰ τὸ αἴρειν τὰς χεῖρας εὐχομένους· ἢ παρὰ τὸ ἀρύειν, ὅπερ ἐπὶ τὸ ἐπικα‐ λεῖσθαι ἔταττον, καὶ μάλιστα Συρακούσιοι,
15Ἀρύετ’ ἂν φύζην.
15Ἀντὶ τοῦ ἐπικαλεῖσθε καὶ ἐφέλκεσθε. Ἀρύω, ἀρά.
15Ἢ ἀπὸ τοῦ Ἄρεος, βλαπτικοῦ ὄντος, ἀρὰ ἡ βλάβη· καὶ ἀραῖα, βίαια, δεινὰ, χαλεπὰ, ὀδυνηρά· σημαίνει καὶ τὰ εὐκταῖα. Ἀραιός: Ῥαίω, τὸ φθείρω, γίνεται ῥαιός· καὶ πλεονασμῷ τοῦ α, ἀραιὸς, μετελθούσης τῆς δασείας
20τοῦ ρ εἰς τὸ α, ὡς καὶ ἐπὶ τοῦ ῥέζω, ἕρδω. Οὕτως
20Ἡρωδιανὸς ἐν τῷ Καθόλου. Ἀραιήν: Ἀσθενῆ, ἀδύνατον· ἔστιν ὅτε σημαίνει καὶ λεπτήν· παρὰ τὸ ῥαίω, μετὰ τοῦ ἐπιτατικοῦ α, ἀραιή. Ἢ βλαβερὰν, ἢ μακρὰν, ἢ εὐκταίαν. Ἀραιτασιείδης: Κατὰ συγκοπὴν, Ἀραιτασιο‐
25είδης, ὡς σιοείδης σιείδης, συγκοπῇ τοῦ ο. Ἀραιότερος: Βαρύτερος· ἀραιὸς, ἀτυχὴς, ἄ‐ θλιος. Ἄραβος: Κτύπος· κυρίως, ἡ ἐν ἄρει βοὴ, ἀρά‐ βοος, καὶ ἄραβος. Ἢ κυρίως, ἡ ἐν ὄρει βοὴ, ὄρα‐
30βος, καὶ ἄραβος· ἢ κυρίως ἡ ἐπὶ τὴν ἔραν βοὴ, ἔρα‐
30βος καὶ ἄραβος· ἐξ οὗ τὸ ἀραβῶ· καὶ ἀράβησεν, ἤχησεν, ἐψόφησεν· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ σιδήρου, παρὰ τὸ ἄρεα, καὶ τὸ βοή. Ἀράσσω: Τὸ ἀποτέμνω· παρὰ τὸ ἄρης ὁ σί‐ δηρος. Κυρίως γὰρ ἀράσσειν, τὸ διὰ σιδήρου
35τέμνειν.
35 Ἀπὸ δὲ τρυφάλειαν ἄραξεν. Ἢ παρὰ τὸ ῥῶ τὸ φθείρω, ῥάσσω.
Ἀραιάς: Τὰς βλαπτικὰς νῆας· παρὰ τὸ ῥαίσ‐ σειν, ὅ ἐστι φθείρειν· ὅθεν καὶ ψιλοῦται, ἵν’ ᾖ τὰς στρατιωτικὰς, καὶ οὐ φορτίδας.
40Ἀράξης: Ποταμός· παρὰ τὸ ἀράσσειν· ὅτι
40ἀπὸ τοῦ Καυκάσου καταρρήγνυται. Καὶ ἀραξὸς, βοτάνη τίς. Ἄραρ: Ποταμὸς τῆς Κελτικῆς, ἀπὸ τοῦ ἀρη‐ ρέναι τῷ Ῥοδανῷ ποταμῷ. Ἀραρυίας: Ἔστι ῥῆμα ἄρω, τὸ ἁρμόζω· ὁ
45μέλλων, ἀρῶ· ὁ μέσος παρακείμενος, ἦρα. Ἔστι
45καὶ περισπώμενον ἀρῶ· ἀφ’ οὗ ὁ μέλλων, ἀρέσω. Τούτου ὁ παρακείμενος, ἦρκα· ὁ μέσος, ἦρα· καὶ κατὰ ἀναδιπλασιασμὸν Ἀττικὸν, ἄρηρα· ἡ μετοχὴ, ἀρηρώς· καὶ τροπῇ Δωρικῇ τοῦ η εἰς α γίνεται ὁ μέσος ἄραρα· ἡ μετοχὴ, ἀραρὼς, ἀραρότος, ὡς γε‐

134

(50)

γραφότος· (αἱ εἰς ΟΣ μετοχαὶ, εἰ μὴ κατὰ πάθος ὦσι, διὰ τοῦ ο μικροῦ κλίνονται·) καὶ τὸ θηλυκὸν, ἀραρυίας, τὰς ἡρμοσμένας. Ἀραριημένος: Ἔστιν ὄνομα παρὰ τῷ ποιητῇ, ἀρειή· ἀφ’ οὗ ῥῆμα ἀρειῶ· τούτου ὁ παθητικὸς παρα‐
55κείμενος, ἠρείημαι· ἡ μετοχὴ, ἠρειημένος· καὶ κατὰ
55ἀναδιπλασιασμὸν, ἀραρειημένος· καὶ κατὰ συστολὴν, ἀραριημένος. Ταῦτα Ἡρωδιανός· οὕτω Ζηνό‐ δοτος. Ἀράχνης: Παρὰ τὸ ἀναρριχᾶσθαι· ἢ παρὰ τὸ

135

ἀραιὰ ἴχνη ἔχειν, ἀπὸ τῆς τῶν ποδῶν ἀραιότητος. Ἡσίοδος, Ἀερσιπότητος ἀράχνης. Ἀρσενικῶς λέγεται τὸ ζῷον· ἀράχνη δὲ, τὸ λεπτό‐
5τατον ὕφασμα τοῦ ἀράχνου· ἢ παρὰ τὸ εἰς τὸν ἀέρα
5αἴρειν τὰ ἴχνη.
5 Ἀράχνια λεπτά: Τὰ ὑφάσματα τῆς ἀράχνης· παρὰ τὴν ἀραιότητα, ὅ ἐστι λεπτότητα· ἀραιὸν γὰρ τὸ λεπτόν. Ἢ παρὰ τὸ ἀράσσω ἀράχνιον, ὡς δέμω δέμνιον, παίζω παίγνιον· ἤγουν τὸ εὔσχιστον· ἢ τὸ ἐνηρμοσμένον. Χνοῦς γὰρ ἐστὶν ὁ ἐνηρμοσμένος καὶ
10ἐνυφανθείς.
10 Ἄρβηλον: Σμιλίον σκυτικὸν περιφερές. Ἔστι δὲ καὶ ὅπλον. Ἀρβύλη: Εὐριπίδης Ἱππολύτῳ·
Αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα. Λέγει δὲ καὶ παρωνύμως Θεόκριτος,
15Πᾶσα λίθος πταίουσα ποτ’ ἀρβυλίδεσσιν ἀείδει.
15Παρὰ τὸ ἁρμόζεσθαι τοῖς ποσὶν, ἁρμύλη, καὶ ἀρ‐ βύλη. Ἔστι δὲ εἶδος ὑποδήματος περισσῶς εἰρ‐ γασμένον. Ἀργαλέος: Χαλεπός· οἶμαι παρὰ τὸν ἄρην, τὸν πόλεμον, ἀραλέος· καὶ πλεονασμῷ τοῦ γ, ἀργαλέος.
20Ἢ παρὰ τὸ ἄλγος, ὁ λύπας καὶ κακὰ ἐμποιῶν,
20μεταθέσει τοῦ λ εἰς ρ, ὁμοίως τῷ ὑδρηλοί· ὑδρηροὶ γὰρ ἦν τὸ ἀναλογώτερον· σιγηρὸς, σιγηλός· ὑψηρὸς, ὑψηλὸς, ὁ εἰς ὕψος ἠρμένος. Παράγονται τὰ τοιαῦτα ὀνόματα ἀπὸ τριῶν μερῶν τοῦ λόγου, ἀπὸ ὀνόματος, ἀπὸ ῥήματος, καὶ ἀπὸ ἐπιρρήματος, ῥίμφα, ῥιμφα‐
25λέος. Ζήτει εἰς τὸ δειμαλέος. Ἀργανθών: Οἷον, Ἀμφ’ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο. Τινὲς δὲ Ἀργανθώνην αὐτὴν φασίν. Εὐφορίων δὲ καὶ Φιλέας Ἀργανθώνιον λέγουσι διὰ τοῦ ι· οἷον,
30Χθιζόν μοι κνώσσοντι παρ’ Ἀργανθώνιον αἶπος.
30Σιμύλος δὲ ποταμὸν φησίν· οἷον,
Μυσιὰ πύοντα παρὰ ῥόον Ἀργανθώνης. Ἀργαφίης: Οἷον, Νιψάμεναι κρήνης ἔδραμον Ἀργαφίης. Τινὲς δὲ διὰ τοῦ ε, ἀπὸ Γεργάφου τοῦ Ποσειδῶνος.
35Τὸ δὲ ἐντελὲς ἐν τῷ Ἑρμῇ
35Κρήνης Γαργαφίης.
35Ὁ Παρμένιος, ἄνευ τοῦ γ. Ἢ ἡ ἔλλειψις ἀπὸ ἱστορίας. Ἄργεμον: Τὸ κατὰ πάθος γενόμενον λεύκωμα ἐν τῷ ὀφθαλμῷ· παρὰ τὸ ἀργὸν, τὸ λευκόν. Καὶ ἀργεμώνη βοτάνη.
40Ἀργεννός: Ὁ λευκός. Παρὰ τὸ ἀργὸς γίνεται
40ἀργεινὸς, ὡς ἐρατὸς ἐρατεινός· καὶ ἀργεννὸς, ἐνδείᾳ μὲν τοῦ ι, πλεονασμῷ δὲ τοῦ ν. Ἀπὸ τοῦ ἀργεννὸς, τὸ θηλυκὸν ἀργεννή. Πᾶν τοίνυν εἰς ΟΣ μετὰ συμ‐ φώνου. ... Ἐκ τοῦ ἀργὸς, ὃ σημαίνει τὸν καθαρὸν, ἀργεινὸς, ὡς ἔλεος ἐλεεινός. Καὶ ἔθος ἐστὶ τῇ τῶν
45Ῥηγίνων διαλέκτῳ τὸ ι τρέπειν εἰς ν. Τὸ γὰρ σπείδω σπένδω λέγουσι, καὶ τὸ ἐνδοῖ ἔνδον· καὶ τὸ ἐρεβεινὸς, ἀπὸ τοῦ ἔρεβος, ἐρεβεννός· οὕτως ἀργεινὸς ἀργεννός. Οἱ δὲ Σικελοὶ τὸ ἐναντίον· τὸ μὲν γὰρ σπένδω, σπείδω λέγουσι· καὶ τὸ οὐ μέντον, οὐ

135

(50)

μέντοι.

135

(50)

Αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσι.

135

(50)

Σημαίνει λαμπραῖς, λευκαῖς. Ἀργός: Παρὰ τὸ ἀρκῶ, ἄρκος, καὶ ἀργὸς ὁ ταχὺς, ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος· καὶ γὰρ ποδάρκεις τοὺς ταχεῖς λέγομεν. Καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ λευκοῦ λαμβάνεται. Καὶ γὰρ οἱ
55ποιηταὶ τὰ λαμπρὰ καὶ λευκὰ πάντα οὕτω καλοῦσι·
παρὰ τὸ τάχιον τοὺς ὁρῶντας ὁρᾶσθαι ποιεῖν. Παρὰ τὰ ἄλλα οὕτως ἐγὼ τοῦτο καὶ μόνον. Καὶ κύνας ἀργοὺς, τινὲς τοὺς λευκούς.

136

Ἄργος: Ἐκ τοῦ ἀργὸς, ἀρσενικῶς. Ἀργός: Σημαίνει δύο· τὸν λευκὸν, ὡς τὸ, Αἰετὸς ἀργὴν χῆνα φέρων. Καὶ τὸν ταχὺν, ὡς τὸ,
5Ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
5 Ἄργος: Σημαίνει δʹ· ἐπὶ μὲν τῆς Πελοπον‐ νήσου, Πολλῇσιν νήσοισι, καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. Ἐπὶ δὲ τῆς πόλεως τῆς ἐν Πελοποννήσῳ, Οἳ δ’ Ἄργος εἶχον Τίρυνθά τε τειχιόεσσαν.
10Ἐπὶ δὲ τῆς Θεσσαλίας,
10Νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον.
10Καὶ ὀνοματικῶς τὸν Ὀδυσσέως κύνα· Ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, Ἄργος Ὀδυσσῆος. Ἄργεϊ: Ἀπὸ τινὸς Ἄργου ἐν Πελοποννήσῳ κατοικήσαντος. Ἰστέον δὲ ὅτι αὗται αἱ δοτικαὶ,
15ἐὰν μὲν ἔχωσιν ἐπιφερόμενον σύμφωνον, διαιροῦν‐
15ται, οἷον,
15 Διομήδεϊ Παλλὰς Ἀθήνη. Εἰ δὲ φωνήεντα, οὐ διαιροῦνται, οἷον, Σῷ θάρσει ὅτ’ ἐμὸν δολιχόσκιον. Ἂν μὴ κωλύῃ μέτρον, ὡς τὸ, Χαριζομένη πόσεϊ ᾧ.
20Τινὰ δὲ καὶ χωρὶς μέτρου παρήλλακται, οἷον,
20Ἡδέϊ οἴνῳ.
20Ἀργός: Ὁ νωθρὸς καὶ δυσκίνητος, μᾶλλον δὲ
20ἀνενέργητος· παρὰ τὸ ἀεργός τις εἶναι· ἢ βοηθείας δεόμενος, παρὰ τὸ ἀρήγω τὸ βοηθῶ. Εἰ δὲ σημαίνει τὸν καθαρὸν καὶ λευκὸν, γίνεται παρὰ τὸ ἀὴρ ἀεργὸς, ὁ ἀργός. Διειδὴς γὰρ ὁ ἀὴρ καὶ διαφανὴς καὶ δίοσμος, ἅτε λεπτομερέστατος ὤν.
25 Ἀργέστης: Τὸ κύριον βαρύνεται· οἷον, Ἀργέσταο παρ’ ἆσσον ἐπιπνείοντος ἔβησαν. Δηλοῖ τὸν ἀπηλιώτην ἄνεμον· Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά. Τὸ δὲ ἐπιθετικὸν τοῦ νότου ὀξύνεται, ἀργεστὴς, ὡς,
30Ἀργεστάο νότοιο.
30Οἷον τοῦ λευκοῦ. Ἢ εἶδος φυτοῦ, ἐξ οὗ ἡ ναῦς
30κατασκευάζεται. Ἀργώ: Ἡ ναῦς· ἀφ’ οὗ καὶ οἱ Ἀργοναῦται.
Εἴρηται ὅτι Ἄργος αὐτὴν κατεσκεύασεν· ἢ ὅτι ἐν Ἄργει τῇ πόλει κατεσκευάσθη, ὡς Ἡγή[σιππος] ἱστορεῖ. Ἢ ὅτι ταχεῖα ἦν· ἀργὸν γὰρ καὶ τὸ ταχύ·
35ἔνθεν καὶ λήθαργος, ὁ τῇ λήθῃ ταχύς. Πρώτην δ’ αὐτὴν ναυπηγηθῆναι φασίν. Ἀργειάν: Ἔστιν ὄρους ὄνομα τῆς Μεσηνίας· ἔχει δὲ τὸ ΓΕΙ δίφθογγον, ἀπὸ τοῦ Ἀργεῖος. Τὰ γὰρ εἰς ΑΝ οὐ φαίνεται τῇ ΕΙ διφθόγγῳ παραλή‐
40γεσθαι, παιὰν, Ποτιδάν.
40 Ἀργής: Ὥσπερ παρὰ τὸ γυμνὸς γίνεται γυμνὴς, τρανὸς τρανὴς, ποτὸς ποτὴς, ὁμαλὸς ὁμαλής· οὕτως οὖν καὶ ἀργὸς ἀργὴς, ὁ λευκὸς ἢ λαμπρός. Κλίνεται ἀργῆτος. Βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ.
45Ἡ αἰτιατικὴ, ἀργῆτα· καὶ κατὰ μεταβολὴν καὶ
45συστολὴν,
45 Λυκάονος ἀργέτα δημόν. Καὶ πάλιν, Ἀργέτι δημῷ, τῷ λευκῷ λίπει. Ἀργειφόντης: Ἐπίθετον Ἑρμοῦ· ἢ ὅτι ἀργός

136

(50)

ἐστι φόνου, τουτέστι καθαρός· ὁ αὐτὸς γάρ ἐστι τῷ

136

(50)

λόγῳ. Ἢ ὁ ἐν Ἄργει πρῶτον πεφηνώς· ὁ γὰρ

136

(50)

Ἑρμῆς πρῶτον ἐν τῷ Ἄργει ἐφάνη. Ἢ ὁ ἐναργεῖς τὰς φαντασίας ποιῶν· ἐπάνω γὰρ (ὥς φασι) τῶν ὀνείρων ἐστὶν ὁ Ἑρμῆς. Ἢ ἐπειδὴ τὸν Ἄργον ἐφόνευσε λίθῳ βαλὼν, κελευσθεὶς παρὰ τοῦ Διὸς κλέψαι τὴν Ἰὼ βοῦν γενομένην· ἐφύλασσε δὲ αὐτὴν
55ὁ Ἄργος βουλήσει Ἥρας, ἔχων ἐν ὅλῳ τῷ σώματι αὐτοῦ ὀφθαλμούς. Ὥσπερ δὲ ἀπὸ τοῦ ἁλοτρίβανον γίνεται ἁλετρίβανον τροπῇ τοῦ ο εἰς ε, οὕτω καὶ ἀπὸ

137

τοῦ ἀργοφόντης γίνεται ἀργεφόντης, καὶ πλεονασμῷ τοῦ ι, ἀργειφόντης. Δίδυμος δὲ διὰ τοῦ ι γράφει· λέγει γὰρ, ὥσπερ ἀπὸ τοῦ ἀρι ἐπιτατικοῦ γίνεται ἀριδείκετος, οὕτω τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀρι
5γίνεται ἀριφόντης, καὶ πλεονασμῷ τοῦ γ, ἀργι‐
5φόντης. Ἀργιόδους: Ὁ μεγαλόδους· πολλὴ δὲ ἡ χρῆσις τῆς λέξεως. Παρὰ τὸ ἀρι ἐπιτατικὸν καὶ τὸ ὀδοὺς γίνεται ἀριόδους, ὡς ἀρίζηλος· καὶ πλεονασμῷ τοῦ γ, ἀργιόδους, ὡς ἄνοια ἄγνοια, καὶ ῥαῖα γραῖα. Εἰ
10γὰρ παρὰ τὸ ἀργὸς, ἀργόδους ἦν ἄν. Οὕτω Τρύφων ἐν τῷ περὶ Σχημάτων. Ἄργιλος: Ἔστιν ἡ λευκὴ γῆ. Ἀργενοῦσαι: Ἀργιλώδεις. Εἰσὶ δὲ αἱ τοιαῦ‐ ται εἰς καρπῶν ἀνέσεις φαῦλαι, καὶ ὡς ἐπὶ τὸ πλεῖ‐
15στον μηλόβοτοι, καθάπερ ἡ Σκύρος, καὶ αἱ λεγόμεναι Ἀργινοῦσαι. Ἄργμα: Ἡ ἀπαρχή. Παρὰ τὸ ἄρχω, ἄργμα, ὡς παρὰ τὸ ἦρμαι, ἄρμα· γέγραμμαι, γράμμα.
21Ἀργυρόπεζα: Λαμπροὺς πόδας ἔχουσα, βασι‐
λική. Πέζα γὰρ ὁ πούς. Ἀργυρογνώμονα: Λέγουσι τὸν καταλλάκτην. Ἀργύριον: Ἐκ τοῦ ἄργυρος· τοῦτο παρὰ τὸ
25ἀργὸν, τὸ λευκόν· ὅθεν οἱ ποιηταὶ τὰ λαμπρὰ καὶ λευκὰ οὕτω καλοῦσιν, Ἄργυφα μῆλα. Ἀργυρόηλον: Τὸ ἀργυροῦς ἥλους ἔχον. Ἐκ τοῦ ἀργυροῦς τοῦ κτητικοῦ, καὶ τοῦ ἧλος.
30Ἰστέον ὅτι πᾶν νόμισμα, εἴτ’ ἐν χαλκῷ, εἴτ’ ἐν ἀργύ‐
30ρῳ, εἴτ’ ἐν χρυσῷ, εἰώθασιν ἀργύριον καλεῖν· καὶ οἱ μὲν ῥήτορες, ἑνικῶς· οἱ δὲ κωμικοὶ, ἀργύρια, πληθυντικῶς. Ἀργύφεον: Ἄργυφον παράγωγον ἀπὸ τοῦ ἀρ‐ γόν. Ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ περὶ Σχημάτων λέγει, ὅτι γίνονταί τινες συνθέσεις καὶ ἀπὸ μόνου ῥήματος·
35οἷον, ἀπὸ τοῦ βῶ κάραβος· καὶ ἀπὸ τοῦ θῶ, τὸ θη‐ λάζω, Αἴγισθος. Καὶ ἀπὸ τοῦ ἀργῶ οὖν, τοῦ σημαί‐ νοντος τὸ φαίνω, ἄργυφος· καὶ πλεονασμῷ τοῦ ε, ἀργύφεος· οἷον, Ἀμφὶ δ’ ἄρ’ ἀργύφεον φάρος μέγα ἕννυτο.
40Τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος.
40Σημαίνει δὲ τὸ μέγα σπήλαιον, ἢ λαμπρόν. Ἀργυφέῃ ἐσθῆτι, Ἡσίοδος. Ἀρδμός: Ἐν ποταμῷ, ὅθι τ’ ἀρδμὸς ἔνη πάντεσσι βοτοῖσιν.
45Ὁ ποτισμός. Παρὰ τὸ ἀρδῶ περισπώμενον. Εἰ
45γὰρ ἦν ἀπὸ βαρυτόνου, ἄρδμος ἂν ἦν.
45Ἀρδηθμός: Ὁ ποτισμός. Νίκανδρος ἐν Θη‐
45ριακοῖς,
45 Ἠὲ καὶ ἀρδηθμοῖο μεσημβρινὸν ἀΐξαντες. Ἄρδην: Ἐπίρρημα· σημαίνει τὸ ὁμοῦ· παρὰ τὸ αἴρω, τὸ ἐπαίρω· ἢ παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἄρδην. Τὸ γὰρ ἐν τῷ ἅμα γινόμενον ἁρμοζόντως γίνεται.

137

(50)

Ἄρδις: Ἡ ἀκὴ τοῦ βέλους. Καλλίμαχος,

137

(50)

ἀλλ’ ἀπὸ τόξου

137

(50)

αὐτὸς ὁ τοξευτὴς ἄρδιν ἔχων ἑτέραν. Εἴρηται δὲ παρὰ τὸ ἄρω τὸ ἁρμόζω· ἦρμαι, ἦρται, ἄρτης· ἔνθεν πυλάρτης. Καὶ ὥσπερ παρὰ τὸ προ‐ φήτης γίνεται παράγωγον προφῆτις, οὕτω καὶ ἄρτης ἄρτις καὶ ἄρδις. Οὕτως Ἐπαφρόδιτος. Ζήτει εἰς τὸ
55ἁρμάριον, καὶ ἀργυρίδιον, καὶ ἄρδιττος.
55 Ἀργυρότοξος: Τουτέστιν ὁ λαμπρὸν τόξον ἔχων· ἐκ τοῦ ἀργὸν, τὸ καθαρὸν ἢ λευκόν· τοῦτο παρὰ τὸ ἀγλαός· τοῦτο παρὰ τὸ αἴγλη, αἰγλαόν· ἀποβολῇ

138

τοῦ ι, καὶ μεταθέσει, ἀλγόν· καὶ τροπῇ τοῦ λ, ἀργόν. Ἄρεω: Ἰλιάδος ςʹ, Ἐμεῖο δὲ δῆσεν Ἄρεω ἀλκτῆρα γενέσθαι.
5Οὕτως Ἀρίσταρχος, καὶ ἔστιν ἀπὸ εὐθείας τῆς
5Ἄρεως, τοῦ Ἄρεω, ὡς Πείρεως,
5Πείρεω υἱός.
5Ἔστι δὲ τὸ λεγόμενον οὕτως· ἐμοῦ δὲ ἐδέησεν τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω, τουτέστιν ἀποτρε‐ πτικὸν, κωλυτὴν, ἢ βοηθὸν τοῦ πολέμου. Οἱ δὲ, ἀρῆς ἀλκτῆρα, βλάβης καὶ κακώσεως κωλυτήν. Τὸ δὲ δῆσε, δισύλλαβον, ἀπὸ τοῦ ἐδέησε κατὰ συγκοπήν·
10ἤγουν χρείαν μοῦ τῆς βλάβης βοηθὸν γενέσθαι. Παρμενίσκος οὖν βαρυτόνως τὸ ἔδησεν ἀποδίδωσιν οὕτως· ὁ δὲ πόλεμος τὴν ἐμὴν ἀφελόμενος πανοπλίαν ἔδησέν (ἐνεπόδισέ) μου τὴν ἔξοδον, ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου, ὅ ἐστι βοηθόν. Πτολεμαῖος
15δὲ ὁ Ἀσκαλωνίτης περισσὸν τὸ ἔδησε φησίν.
15 Ἀρή: Σημαίνει δύο· τὴν εὐχὴν, Ἀράων ἀΐων Νηληϊάδαο γέροντος. Καὶ τὴν βλάβην, Ἐμεῖο δ’ ἔδησεν ἀρῆς ἀλκτῆρα γενέσθαι. Ἀρέθουσα: Ἡ πηγή· παρὰ τὸ ἄρδω, τὸ ποτίζω,
20ἄρσω· ἵν’ ᾖ ἡ ποτίζουσα ἄρδην πάσας τὰς κρήνας
20καὶ τοὺς ποταμούς. Ἅρπυιαι: Καὶ πλεονασμῷ τοῦ ε, ἀρεπυῖαι. Ἀρετάν: Ποταμὸς τῆς Κροτωνιάδος χώρας· παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου, ἧς περιρρεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφανος.
25 Ἀρετή: Παρὰ τὸ ἐρῶ τὸ ἐπιθυμῶ, ἐρατή· καὶ ἐρατὰ δῶρα, τὰ ἐπέραστα καὶ καλά· τουτέστιν, ἡ
φιλητή· κατὰ μετάθεσιν τοῦ στοιχείου, ἀρετὴ, ἡ ἐπέραστος κτῆσις ἧς ἐρῶσιν ἢ ἣν αἱροῦνται πάντες· ἢ παρὰ τὸ ἀρῶ, ἀρέσω, ἀρεστὴ, καὶ ἀρετὴ, ἡ πᾶσιν
30ἀρέσκουσα. Λέγεται δὲ καὶ ἡ κατὰ πόλεμον δύνα‐ μις, παρὰ τὸν Ἄρην, τὸν πόλεμον. Λέγεται δὲ ἀρετὴ καὶ ἡ ἐν παντὶ πράγματι ὑπεροχή· παρὰ τὸ αἱρῶ, τὸ προαιροῦμαι. Σημαίνει δὲ τρία· τὴν κατὰ πόλεμον ἀνδρείαν,
35Οἶδ’ ἀρετὴν οἷος ἐσσί.
35Καὶ,
35Ἔνθ’ ἀρετὴ διαείδεται ἀνδρῶν.
35Ὅτε δὲ ψιλῶς, χωρὶς τῆς ἀνδρείας· Ἀλλ’ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν. Σημαίνει καὶ τὴν ψυχικὴν ἀρετήν· οἷον, Τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν. Σημαίνει καὶ τὴν καταφρόνησιν, καὶ εὔκλειαν, καὶ
40πλοῦτον· καὶ τὸ πλῆθος τῶν ἀρετῶν· καὶ τὴν ἐμ‐
40πειρίαν.
40 Ἀρεστός: Οὐκ ἀπὸ τοῦ ἀρέσκω· ἔδει γὰρ ἀρεκτὸς εἶναι· ἀλλ’ ἀπὸ τοῦ ἀρέσω, ἀρεστός. [Ὁ Ἀλεξανδρεὺς φιλόσοφος ἐν ἑορτῇ Ἄρεως ἐτέχθη· διὸ οὕτως ὠνόμασται.] Ἀρετᾶς: Ἀπὸ τοῦ ἀρετὴ γίνεται ἀρετῶ ἀρε‐
45τᾷς· ἔνθεν τὸ,
45Ἀρετῶσι δὲ λαοὶ ὑπ’ αὐτῶν.
45Καὶ Ὅμηρος,
45 Οὐκ ἀρετᾷ κακὰ ἔργα. Οἷον, οὐκ ἀρετοῦται τὰ κακὰ ἔργα, οὐκ ἀρετῆς μεταλαμβάνουσι. Περισπᾶται δὲ τὸ ἀρετᾷ, καὶ ἔστι δευτέρας συζυγίας ῥῆμα. Οὐ γάρ ἐστι δοτικῆς πτώσεως.

138

(50)

Ἀρέσκω: Παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, γίνεται

138

(50)

ἀρῶ, ἀρέσω, ὡς τελῶ, τελέσω· καὶ ἀρέσκω· τὸ γὰρ ἀρέσκον, ἁρμόδιον· καὶ τὸ ἁρμόδιον, ἁρεστόν. Ἀρεσόμεθα: Ἐξιλεωσόμεθα, θεραπεύσομεν, φιλοφρονησόμεθα. Ἀπὸ τοῦ ἀρῶ, ἀρεῖς. Ἀρεστήρ: Εἶδος πλακοῦντος, τοῖς θεοῖς ἀφιερω‐
55μένος, ὥσπερ καὶ τὸ πόπανον· παρὰ τὸ ἀρέσκω, ὁ τοῖς θεοῖς ἀρέσκων. Ἀρέσω οὖν, ὁ παρακείμενος, ἤρεσμαι, ἀρεστὴς καὶ ἀρεστὴρ, ὡς ἤθληται, ἀθλητὴς καὶ ἀθλητήρ.

139

Ἄρειος, ὁ Ἀλεξανδρεὺς φιλόσοφος, ἐν ἑορτῇ Ἄρεος ἐτέχθη· διὸ οὕτως ὠνόμασται.
5 Ἀρείων: Ὁ βελτίων· παρὰ τὸ ἄρης, ἵν’ ᾖ κυ‐ ρίως ὁ κατὰ πόλεμον καλλίων. Οὕτω Ταρραῖος ἐν τοῖς Ἀργοναυτικοῖς.
Ἄρειος πάγος: Δικαστήριον Ἀθήνῃσιν οὕτω καλούμενον· καὶ οἱ δικασταὶ, Ἀρεοπαγίται· πρώτη
10γὰρ κρίσις ἐκεῖ ἐγένετο ἀνθρώποις. Ἢ ὅτι αἱ Ἀμα‐ ζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύοντο, Ἄρεος οὖσαι. Ἢ ὅτι ἐν πάγῳ ἐστὶ καὶ ἐν ὕψει τὸ δικα‐ στήριον. Ἄρειος δὲ, ἐπεὶ τὰ φονικὰ ἐκεῖσε ἐκρί‐ νοντο· δικάζει δὲ ὁ Ἄρης τὸν φόνον· πάγος δὲ ὁ
15λόφος. Ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ὁ Ἄρης, Ποσει‐
15δῶνος κατηγορήσαντος διὰ τὸν φόνον τοῦ υἱοῦ αὐτοῦ Ἁλιρροθίου, ὅτε ἀπέκτεινεν αὐτὸν Ἄρης, βιασάμενον Ἀλκίππην τὴν θυγατέρα Ἄρεος καὶ Ἀγραύλου τῆς Κέκροπος θυγατρὸς, ὥς φησιν Ἑλλάνικος ἐν πρώτῃ. Ἀρειμάνιος: Ὁ πολεμικός. Ὥσπερ παρὰ
20τὴν Ἄρει δοτικὴν γίνεται ἀρείφατος, ὁ πολεμικὸς, τουτέστιν ὁ ἐν πολέμοις ὀνομαζόμενος, ἢ ὁ πεφονευ‐ μένος· τὸν αὐτὸν τρόπον καὶ ἀρειμάνιος διὰ τῆς ΕΙ διφθόγγου, παρὰ τὴν Ἄρει δοτικήν. Ἀρειή: Σημαίνει τὴν ἐν πολέμῳ ἀπειλήν·
25Μὴ δέ σε ...
25 λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ. Ἢ τὴν βλάβην. Ἢ παρὰ τὸ ἄρεος γέγονεν ἀρεά· πλεονασμῷ τοῦ ι, ἀρειά· καὶ Ἰωνικῶς, ἀρειὴ, ὡς πείνα, πείνη. Ἢ παρὰ τὴν ἄρει δοτικὴν, ἀρειὰ καὶ ἀρειή. Λέγει δὲ ἐν τῷ Καθόλου ὁ Ἡρωδιανὸς, ὅτι
30τὸ ἡ ἀρειὴ παράλογον ἐστὶ καὶ κατὰ [τὸν] τόνον καὶ κατὰ [τὸν] χρόνον· οὔτε γὰρ ὀξύνεσθαι ὤφειλεν, οὔτε ἐκτείνειν τὸ α. Τὰ γὰρ διὰ τοῦ ΕΙΑ ὀξυνόμενα, ἐκτείνοντα τὸ α, ἐπὶ οὐσιῶν λαμβάνεται· οἷον παρειὰ, φορβειά· σημαίνει δὲ τὸ σχοινίον τοῦ ἀλόγου τὸ
35περιστόμιον, τὸ καπίστριον. Εἰ οὖν τὸ ἀρειὰ οὐ
35τίθεται ἐπὶ οὐσίας, ἀλλ’ ἐπὶ πράγματος, (τὴν γὰρ ἀπειλὴν σημαίνει,) δηλονότι οὔτε ὀξύνεσθαι ὤφειλεν, οὔτε ἐκτείνειν τὸ ἄλφα· ἀλλ’ ἡμάρτηται, ὡς εἴρηται. Δεῖ δὲ γινώσκειν· ἔστιν ἀρειῶ ἀρειᾷς· σημαίνει δὲ τὸ ἀπειλῶ. Ἐπὶ δὲ τοῦ φυτοῦ, ἀρία διὰ τοῦ ι, καὶ
40παροξύνεται·
40 Χήτει τοι πρίνης ἀρίας ποιούμεθα γόμφους. Ἀρηρὼς καὶ Ἀραρώς: Εἴρηται εἰς τὸ Ἀραρυίας. Ἀρήϊος: Πολεμικός· παρὰ τὸν Ἄρην· ὄνομα ἀρσενικὸν, εἴδους τῶν παραγώγων κτητικοῦ. Ἄρειος· τὸ ΡΕΙ, δίφθογγον· τὰ γὰρ ἀπὸ τῶν εἰς ΗΣ, εἴτε
45περισσοσυλλαβοῦσιν, εἴτε ἰσοσυλλαβοῦσι, διὰ τοῦ ΕΙΟΣ γινόμενα κτητικὰ, διὰ τῆς ΕΙ διφθόγγου γρά‐ φονται, Ἰορδάνειος, Αἰσχίνειος, Ἀσκληπιάδειος· χωρὶς
εἰ μὴ τρέπεται τὸ τ εἰς ς· διὰ τὸ ἱκέτης, ἱκέσιος· δεσπότης, δεσπόσιος· συμπότης, συμπόσιος· φιλή‐

139

(50)

της, ὁ κλέπτης, φιλήσιος. Ἄρης οὖν, ἄρειος· καὶ Ἰωνικῇ διαλύσει, ἀρέϊος καὶ τροπῇ, ἀρήϊος, ὡς Ὀδυσ‐ σεὺς Ὀδύσσειος Ὀδυσσέϊος Ὀδυσσήϊος, οἷον, Ὀδυσσήϊον μέγα δῶμα. Ἀρηΐφιλος: Ὄνομα σχήματος σύνθετον ἐκ δύο
55τελείων, ὡς χειρίσοφος, δουρίκτητος, δουρίκλειτος·
55οὕτω καὶ Ἄρηϊ κατὰ τοὺς ἀρχαίους Ἰωνικῶς Αἰολι‐
55κῶς καὶ Δωρικῶς καὶ τὸ φίλος γίνεται ἀρηΐφιλος, ὁ πολεμικὸς, ὁ φιλῶν τὸν Ἄρην. Ἀρηΐθοος: Σημαίνει τὸν πολεμικὸν, τὸν ἐν τῷ

140

πολέμῳ ταχύν· γίνεται ἐκ τοῦ θοὸς μετὰ τοῦ ἄρηϊ. Ἀρηϊφάτους: Τοὺς ἐν τῷ πολέμῳ πεφονευ‐ μένους. Ἐκ τοῦ φῶ, τὸ φονεύω, παράγωγον φημί· σημαίνει τὸ αὐτό· καὶ ἔστι δευτέρας συζυγίας· ὁ
5παρακείμενος, πέφηκα· ὁ παθητικὸς, πέφαμαι, πέ‐ φαται· ὄνομα ῥηματικὸν, φατός. Ἡ Ἄρεος δὲ γενικὴ ἀπὸ τῆς Ἄρευς ὑπάρχει εὐθείας· τῆς γὰρ τοῦ Ἄρης εὐθείας πτῶσις οὐχ εὕρηται, πλὴν τῆς Ἄρες κλητικῆς, ὡς Δημόσθενες.
10 Ἐρώτησις. Καὶ πόθεν δῆλον ὅτι οὐκ ἐγένετο ἐκ τοῦ Ἄρης Ἄρους καὶ Ἄρεος, ὡς Δημοσθένεος Δημοσθένους; Λύσις. Ἐπειδὴ καὶ Ἰωνικῶς γίνεται διὰ τοῦ η Ἄρηος, καὶ Ἀττικῶς Ἄρεως· τὰ δὲ τοιαῦτα σχή‐ ματα ἀπὸ τῆς εἰς ΕΥΣ εὐθείας εἴωθε σχηματίζεσθαι,
15οὐ μέντοι ἀπὸ τῆς εἰς ΗΣ καταλήξεως· οὐδὲ γὰρ
15Δημοσθένηος ἢ Δημοσθένεως κυρίως. Ἄρης: Ἄρης τε βροτολοιγὸς, ὁ πόλεμος, ἢ ὁ τῶν πολέμων ἔφορος, παρὰ τὴν ἀρὰν, τὴν γενομένην βλάβην ἐκ τοῦ πολέμου· ἢ παρὰ τὴν
20χαρὰν, χάρης, καὶ ἄρης· ἢ παρὰ τὸ ἀείρω·
20Ἄειρε δὲ ποιμένα λαῶν.
20Ὁ κουφίζων καὶ μεγαλύνων τοὺς ἄνδρας. Ἢ παρὰ τὸ αἱρῶ, ὁ ἀναιρετικὸς, αἵρης, ἄρης, ἐλλείψει τοῦ ι. Ἢ παρὰ τὸ ἄορ, ἄορος· καὶ ὡς Οἰδίποδος Οἰδιπόδης, τρίποδος τριπόδης, οὕτως καὶ ἄορ ἄορος, ἀόρης, καὶ ἐν συγκοπῇ, ἄρης· ἵν’ ᾖ ὁ ξιφηφόρος θεός. Ἢ παρὰ
25τὸ ῥῶ τὸ λέγω. [Παρὰ οὖν τὸ ῥῶ, γίνεται] ῥής· [ὅθεν καὶ ῥῆσις·] καὶ μετὰ τοῦ στερητικοῦ ἄλφα, ἄρης, παρ’ ᾧ οὐκ ἔστι διαλέγεσθαι·
Ἐν γὰρ χερσὶ τέλος πολέμου· ἐπέων δ’, ἐνὶ βουλῇ. Καὶ γὰρ τὸ ἐναντίον εἰρήνη, παρὰ τὸ εἴρω, ἢ παρὰ
30τὸ ἀρῶμαι· ἵν’ ᾖ ἀάρης, καὶ ἄρης. Οὕτως Ἡρω‐
30διανὸς καὶ Ἀπολλώνιος. Σημαίνει δὲ πέντε· τὸν πόλεμον, Νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν ἄρηα. Τὸν σωματοειδῆ θεὸν, Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε.
35Τὸν σίδηρον,
35Αἵματος ἆσαι ἄρηα ταλαύρινον πολεμιστήν.
35Καὶ τὸ τραῦμα, τὴν πληγὴν, ἔνθα μάλιστα γίνετ’ ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι. Ἔστι δὲ καὶ Ἄρης Ἄρητος, ὄνομα κύριον. Ἄρητος: Ὄνομα ἥρωος, οὗ μέμνηται ὁ ποιητής·
40οἷον,
40Ἄρητον δὲ κατ’ αὖθι λίπον δεδαϊγμένον ἦτορ.
40Γέγονε δὲ κατ’ εὐφημίαν, παρὰ τὸ ἀρῶ καὶ ἀρῶμαι.
40Παρὰ οὖν τὸ ἀρῶ, Ἄρητος καὶ Ἀρήτη, οἱ εὐκτοὶ τοῖς γονεῦσι καὶ εἰς ἰδιότητα· Ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας. Βλαπτικὸν, παρὰ τὴν ἀρὰν, ἢ ἀπευκτὸν, ἢ ἀεὶ ῥητὸν, ἀεὶ διὰ μνήμης ἐσόμενον. Ὀξύνεται. Τὰ γὰρ εἰς ΤΟΣ
45ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς τῷ η παραληγόμενα ὀξύνεσθαι θέλει. Ἀρητήσιον: Τόπος Ἀθήνῃσιν οὕτω καλούμενος· ὅτι Θησεὺς μετὰ τὸ ὑποστρέψαι ἐκ τοῦ Ἅιδου, ἐκ‐ πεσὼν Ἀθηνῶν, ἐκεῖσε τὰς κατὰ τῶν ἐχθρῶν ἀρὰς

140

(50)

ἐποιήσατο. Παρὰ τὰς ἀρὰς οὖν Ἀρητήσιον ὁ τόπος

140

(50)

ἐκλήθη. Οὕτω Φιλόχορος ἐν τῷ δευτέρῳ τῶν Ἀτ‐

140

(50)

θίδων.

140

(50)

Ἀρητήρ: Ὁ ἱερεύς· παρὰ τὰς ἀρὰς ἃς ποι‐ εῖται· ἢ παρὰ τὸ αἴρειν τὰς χεῖρας εἰς ὕψος· ἢ παρὰ τὸ ἀρέσκειν θεῷ· ἢ παρὰ τὸ ἀρῶ ἀρᾷς, ἀράσω, ἀρα‐ τὴρ, καὶ ἀρητὴρ Ἰωνικῶς, τροπῇ τοῦ ἄλφα εἰς η. Ἀρήν: Ἔστιν ἀρὰ ἡ εὐχή· ἐκ τούτου γίνεται
55ἀρὴν, τὸ ἐπιτήδειον εἰς εὐχὴν πρόβατον· καὶ κλίνεται ἀρὴν ἀρῆνος· ἐξ οὗ τὸ ἀρνὸς κατὰ συγκοπήν· καὶ ἀποβολῇ τοῦ α, ῥήν· οἷον, Πολύρρηνες, πολυβοῦται.

141

Ἀρήνη: Πόλις τῆς Μεσήνης· ἐπιρρηματικῶς,
1 Ἀρήνηθεν ἔβαν. Παρὰ τὸ ἀρῶ, Ἀρήνη. Εὐαροτρίαστος γάρ. Ὡς οὖν σάσσω σαγήνη, καὶ λάμπω λαμπήνη, οὕτω καὶ τοῦτο. Ὦρος.
5 Ἀρήγω: Ἀρήξειν, βοηθήσειν· καὶ ἔστι κυρίως τὸ μετὰ εὐχῆς βοηθεῖν· ἀπὸ τοῦ ἀρὼ ἀράσω καὶ ἀρήσω, ἀρήγω. Παρὰ τὸν ἄρην, τὸν πόλεμον, ἀρήγω·
ὥσπερ καὶ βοηθῶ λέγεται τὸ ἐπὶ βοὴν θέειν. Βοὴ γὰρ ὁ πόλεμος ἀπὸ τοῦ παρεπομένου· ἀρήγω οὖν
10ἀρηγὸς, καὶ ἀρωγὸς, ὥσπερ καὶ ῥηχμὸς καὶ ῥωχμός. Ἀρηγόνες: Ἀρηγὼν σημαίνει τὴν βοηθόν· καὶ Ἀρηγόνες εἰσὶ θεάων. Εἰ γὰρ ἦν ἀρσενικὸν, ὤφειλεν ἀρήγοντος κλίνεσθαι· ἀλλ’ ἔστι θηλυκοῦ γένους, ἀπὸ τοῦ ἀρήγω. Γίνεται
15γὰρ εἰς ω λῆγον ὄνομα, ἔσθ’ ὅτε καὶ εἰς ΩΝ θηλυκὸν, ἀπὸ τῶν εἰς ω ῥημάτων· οἷον πείθω, Πειθώ· κλώθω, Κλωθώ· καλύψω, Καλυψώ· καὶ εἰς ΩΝ, τέρπω, τερπών· χέω, χεὼν, καὶ χιών. Οὕτως οὖν καὶ ἀρήγω, ἀρηγών. Τὸ ΡΗ, η. Διατί; Τὰ διὰ τοῦ ΗΓΩ
20ῥήματα .......
20 Ἀρημένον: Τὸ κατειλημμένον καὶ παραπεπο‐ δισμένον. Ἴσως ἀπὸ τοῦ ἀρηρέναι· οὐ γὰρ παρὰ τὴν ἀρὰν εἴρηται. Αἰρῶ, αἰρήσω, ᾔρημαι, καὶ ἀρη‐ μένον. Ἀρήρει: Ἥρμοστο. Ἐκ τοῦ ἄρω, ὁ μέλλων,
25ἀρῶ· ὁ παρακείμενος, ἦρκα· ὁ μέσος, ἦρα· καὶ ὁ Ἀτ‐
25τικὸς, ἄρηρα· ὁ ὑπερσυντέλικος, ἠρήρει, καὶ ἀρήρει ποιητικῶς. Ἀρθμός: Ἡ φιλία, καὶ ἡ ἁρμονία τῆς ψυχῆς. Ἄρω, ἦρμαι, ἀρμὸς, ὡς κείρω κορμός· καὶ πλεο‐ νασμῷ τοῦ θ, ἀρθμὸς, ὡς πείρω, πορμὸς, καὶ πορθμός.
30Ἢ ἀπὸ τοῦ ἐρῶ τὸ λέγω· οἱ γὰρ ἐν φιλίᾳ ὄντες
30διαλέγονται ἀλλήλοις.
30 Καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσιν, Ἀπολλώνιος. Καὶ Ὅμηρος, Ἦ μὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο, ἠδὲ καὶ αὖ φιλότητι διέτμαγεν ἀρθμήσαντε. Ἄρθρον: Παρὰ τὸ αἴρω, ἄρτρον, καὶ ἄρθρον·
35ὑπὸ γὰρ τούτων βασταζόμεθα. Ἢ παρὰ τὸ ἀρῶ, τὸ
35ἁρμόζω, παρὰ τὸ ἀρηρέναι ἀλλήλοις. Ἀρθρέμβολα: ἄρθρα γὰρ λέγονται αἱ τῶν μελῶν ἁρμονίαι· καὶ ἀρθρέμβολα, ὄργανα τιμω‐ ρητικά· παρὰ τὸ ἐξαρθροῦν τὸν ἐμβαλλόμενον. Ἄρ‐ θρον καὶ τὸ προταττόμενον τῶν πτώσεων· ἐκ τοῦ
40συναρτᾶσθαι τοῖς πτωτικοῖς, καὶ μηδέποτε δίχα αὐτῶν εὑρίσκεσθαι. Ὥσπερ γὰρ τὰ ἄρθρα διορίζειν φασὶν αὐτά τε καὶ τὰ παρακείμενα αὐτοῖς, οὕτως καὶ ταῦτα χωρίζει τὰς διαφορὰς τῶν πραγμάτων διάρθρωσιν ἐμφαίνοντα. Δοκεῖ γὰρ διαρθροῦν καὶ
45ποιεῖν τὸ ἐπιφερόμενον ὄνομα φανερὸν, πότερον ἄρρεν ἐστὶν ἢ θῆλυ, καὶ πότερον ἐφ’ ἑνὸς ἢ ἐπὶ πλειόνων. Τὸ ἄλφα οὐκ ἔστι μέρος λόγου, ἀλλὰ μόριον. Ὥσπερ γὰρ τοῦ σώματος μέρη εἰσὶ, κεφαλὴ, χεῖρες, πόδες· μέρη δὲ τῆς κεφαλῆς εἰσὶν ὀφθαλμοὶ, ὦτα,

141

(50)

ὀδόντες· χειρῶν, δάκτυλοι, ὄνυχες· τῶν δὲ ποδῶν,
ἀστράγαλοι, καὶ ἄλλα τινά· οὕτω καὶ τῶν μερῶν τοῦ λόγου μέρη εἰσὶ τὰ μόρια. Σημαίνει τὸ ἄλφα, ἑπτά· στέρησιν, ἐπίτασιν, ὁμοῦ, κακὸν, ὀλίγον, ἄθροισιν, πλεονασμόν. Στέρησιν, ὡς τὸ ἄφιλος, ὁ ἐστερημένος
55τῆς φιλίας. Ἐπίτασιν, ὡς τὸ, “ἄξυλος ὕλη,” ἡ πολύξυλος· καὶ ἄτλας, ὁ πάνυ καρτερικός. Ὁμοῦ, ὡς τὸ ἀδελφὸς, ὁ ἐκ τῆς αὐτῆς δελφύος, ἤγουν μή‐

142

τρας. Κακὸν, ὡς τὸ ἄφωνος, ὁ κακόφωνος. Ὀλίγον, ὡς τὸ ἀμαθὴς, ὁ ὀλιγομαθής· καὶ ἄπειρος, ὁ ὀλίγην πεῖραν ἔχων. Ἄθροισιν, ὡς τὸ, πᾶς, ἅπας. Πλεο‐ νασμὸν, ὡς στάχυς, ἄσταχυς.
5Στερητικὰ μόρια πέντε· α, ἄοικος, ὁ μὴ ἔχων
5οἰκίαν· ΝΕ, νεκρὸς, ὁ ἐστερημένος ψυχῆς· ΝΗ, νῆ‐ στις, ὁ ἐστερημένος σιτίων· ΝΩ, νωθρὸς, ὁ ἐστερη‐ μένος τοῦ θορεῖν, ὅ ἐστι πηδᾶν· ΝΟ, νοδὸς, ὁ ἐστερη‐ μένος τῶν ὀδόντων· καὶ νόσος, ἡ ἐστερημένη τοῦ σόου, ἤγουν τῆς ὑγείας.
10Ἐπιτατικὰ μόρια, ἑπτά· α, ἄσπετος, ὁ πο‐
10λύς· ΝΗ, νήδυμος, ὁ πάνυ ἡδύς· ΖΑ, ζάπλουτος, ὁ πάνυ πλούσιος· ΛΑ, λάβρος, ὁ πάνυ βαρύς· ΔΑ, δάφοινος, ὁ πάνυ μέλας· ἐρι, ἐριαύχην, ὁ μεγαλο‐ τράχηλος· ἀρι, ἀρίζηλος, ὁ πάνυ φανερός· τινὲς δὲ καὶ τὸ ΒΟΤ, βουγάϊος, ὁ πάνυ γαυριῶν καὶ σεμνυνό‐
15μενος. Ἡ περὶ πρόθεσις ὀξυνομένη σημαίνει τὸ περισσῶς, ὡς τὸ, Περὶ μέν σε τίω. Καὶ Δωρικῷ ἔθει τρέπεται τὸ Ε εἰς Α· ἡνίκα δὲ τραπῇ τὸ ε εἰς α, ἀποβάλλει τὸ κατ’ ἀρχὰς σύμφωνον,
20οἷον μέχρι, ἄχρι.
20Ἀρίζηλος: περὶ, Δωρικῶς ἀρὶ, τὸ περισσῶς,
20καὶ τὸ δῆλος, ὁ φανερὸς, ἀρίδηλος. Ἐκ τοῦ δαλὸς, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον, ἀναδόσει τοῦ τόνου, καὶ τροπῇ τοῦ α εἰς η, δῆλος· πλεονασμῷ τοῦ ς, γίνεται ἀρίσδηλος· καὶ ἐπειδὴ τὸ ζ ἐκ τοῦ ς καὶ δ σύγκειται, τρέπεται τὸ ς καὶ δ εἰς τὸ ζ, καὶ
25γίνεται ἀρίζηλος, ὁ ἄγαν ἔκδηλος.
25 Οὕτως εἶχεν εἰς τὸ ἄλλο· εἰς τὸ μέγα δὲ, οὕτω· Παρὰ τὸ δῆλος, ἄδηλος· μετὰ περισσοῦ τοῦ ι, ἀΐδηλος, καὶ κατ’ ἐπένθεσιν τοῦ ς, ἀΐσδηλος· καὶ ἀρί‐ ζηλος, ἐπεισόδῳ τοῦ ρ. Οὕτω Κρατῖνος ἐν τῇ ἐπι‐ τομῇ τῶν Βασιλείδου περὶ Ὁμηρικῆς λέξεως. Ἐγὼ
30δὲ παρὰ τὸ δῆλος καὶ τὴν ἀρι ἐπίτασιν, πλεονασμῷ
30τοῦ ς, καὶ τροπῇ, ἀρίζηλος. Ἢ ἀπὸ τοῦ ζῆλος, ἀρίζηλος· οἱ γὰρ ἄξιοι ζήλου, ἄγαν ἔκδηλοι. Ἀριφηλεῖς: Εὐχερῶς ἀπατώμενοι· ἀρισφαλεῖς. ἰσχυρῶς σφαλεροί. Ἀριδείκετος: Ὁ ἄγαν ἐμφανής. Ὅμηρος,
35Ἀλκίνοε πάντων ἀριδείκετε ἀνδρῶν.
35Παρὰ τὸ δείκω τὸ [δεικνύω καὶ] δηλῶ ἢ φανερῶ, παράγωγον δεικνύω. Ὡς οὖν ἀπὸ τοῦ ἔχω ἔχετος, ἐμῶ ἔμετος, οὕτως δείκω δείκετος· καὶ ἐν συνθέσει, ἀριδείκετος, ὁ πάνυ δεικνύμενος· ἢ ὁ ἄγαν ἀσπαστι‐ κώτατος, ἀπὸ τοῦ δεικανάασθαι, τὸ δεξιοῦσθαι καὶ
40ἀσπάζεσθαι.
40Ἀριφραδέα: Εὐεπίγνωστα, εὔσημα. Ἀρίγνωτοι δὲ θεοί περ: Διάδηλοι, φανεροὶ,
διαφανεῖς. Ἀπὸ τοῦ ἀρι καὶ τοῦ γνωτὸς, ἀρίγνωτος. Ἀρισκύδης: Ἡ ὀργίλη· παρὰ τὸ ἀρι καὶ τὸ σκύζεσθαι, ἡ ἄγαν σκυζομένη. Οὕτως Ἀρτεμίδωρος.
45 Ἀριπρεπέες: Διαπρέποντες, ἔκδηλοι. Δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ’ ἥτις ἀρίστη. ἀριπρεπέα νῦν ἑνικῶς. Ἔστι δὲ καὶ οὐδετέρως πληθυντικὸν, καὶ ἀρσενικῶς. Ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα
49φαίνετ’ ἀριπρεπέα.

142

(50)

Καὶ ἀρσενικῶς, αἰτιατικὴ,

142

(50)

Φράσσατο δ’ ἵππον ἀριπρεπέα προὔχοντα. Καὶ οὐδετέρως, Ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές. Ἀριήκοος: Εὐήκοος. Ἀπολλώνιος, [Ἵκεο πέτρας] Ῥίμφα Μελαντείους ἀριήκοος.
55Γίνεται παρὰ τὸ ἀρι ἐπιτατικὸν, καὶ τὸ ἀκούω.
55 Ἀρίστυλλος: Ὄνομα παρὰ Ἀριστοφάνει. Εἴ‐ ρηται δὲ ὑποκοριστικῶς, ὁ Ἀριστοκλῆς. Ὡς γὰρ παρὰ τὸ Ἡρακλῆς, Ἥρυλλος· καὶ παρὰ τὸ Θρασυ‐

143

κλῆς, Θράσυλλος· καὶ παρὰ τὸ Βαθυκλῆς, Βάθυλλος, ὄνομα κύριον, ὁ ἐρώμενος Ἀνακρέοντος· οὕτως καὶ παρὰ τὸ Ἀριστοκλῆς καὶ Ἀρίστυλλος. Οὕτως Ἡρωδιανὸς εἰς τὴν Ἀπολλωνίου εἰσαγωγὴν, ἢ περὶ
5Παθῶν. Διογενιανὸς, ἀντὶ τοῦ ἄριστος. [Καὶ] Ἀρι‐
5στοφάνης ἐν Τελμισεῦσιν. Ἄριστος: Παρὰ τὸ Ἄρης, ὁ πόλεμος, γίνεται συγκριτικὸν, ἀρείων· ἐξ οὗ ἄριστος, κυρίως ὁ ἐν πολέμῳ ἰσχυρὸς, καταχρηστικῶς δὲ καὶ ἐπὶ παντὸς προήκοντος.
10[Ἄριστος] κυρίως ὁ ἐν πολέμῳ ἀνδραγαθῶν,
10καταχρηστικῶς δὲ, ὁ ἐν οἱῳδήποτε πράγματι· παρὰ
10τὸν Ἄρην· ἐξ οὗ παρώνυμον, ἀριστεύς. Ἀρίστη, ἀπὸ τοῦ ἄριστος. Τὸ ἄριστον, ὑπερ‐ θετικὸν ὄνομα, ἀπὸ τοῦ ἀρείων συγκριτικοῦ. Τὸ δὲ ἀρείων, παρὰ τὸ ἄρης, ὁ πόλεμος. Κυρίως γὰρ ἀρείων, ὁ ἐν τῷ πολέμῳ κρείττων.
15 Ἀριστίνδην: Ἐκλελεγμένους κατὰ ἀριστείαν, ἀπὸ τοῦ ἄριστος. Ἄριστον ἐπὶ τῆς εὐωχίας, ἀόριστόν τι ὄν· ἀόρι‐ στον γὰρ κατὰ καιρόν. Ἐντεῦθεν οὖν ἔχει τὸ α μακρόν. Ἢ παρὰ τὸν ἄρεα· τοῖς γὰρ ἐς ἄρεα
20προϊοῦσι παρασκευάζεται, ὡς καὶ τὸ δεῖπνον.
Ἀριστητικὸς, ὁ ἔθος ἔχων ἀριστᾶν. Ἀριστερός: Ἀπὸ τοῦ ἄριστος ἀριστερὸς καὶ ἀριστερὰ, ὥσπερ φόβος φοβερὸς φοβερά. Ἔστι δὲ κατ’ εὐφημισμὸν, ὥσπερ καὶ εὐώνυμος ὀνομάζεται ἡ
25αὐτὴ, οἱονεὶ ἡ καλώνυμος.
25Ἀριστερά: Τὴν εὐώνυμον, τὴν ἀριστερὰν καλου‐
25μένην, τὴν οὐκ οὖσαν ἀρίστην, ἀλλὰ τῇ ἑτέρᾳ ὑπηρε‐ τοῦσαν. Ἔστι δὲ ἢ κατὰ ἀντίφρασιν, ἢ κατὰ εὐ‐ φημισμόν. Ὁ κανών· Πᾶν τοίνυν εἰς ΟΣ μετὰ συμφώνου πλὴν τοῦ ρ, ὅτε ἔχει θηλυκὸν, εἰς η αὐτὸ ποιεῖ· σοφὸς,
30σοφή· καλὸς, καλή. Τὰ δὲ ἀπὸ τῶν εἰς ΟΣ ἀρσε‐
30νικῶν συνθετικῶς παραγόμενα θηλυκὰ ὁμοίαν κλίσιν ἔχει τῷ ἀρσενικῷ· οἷον, ὁ παρθένος, ἡ παρθένος, καὶ τὰ ὅμοια. Τὰ εἰς ΟΣ ἀρσενικὰ ποιοῦντα θηλυκὰ μὴ ὄντα κοινὰ τῷ γένει, εἰ μὲν καθαρὰ ἢ τὸ ρ ἔχουσι, εἰς α ποιοῦσι τὸ θηλυκόν· οἷον, ὅσιος, ὁσία· κύριος,
35κυρία· φοβερὸς, φοβερά· χωρὶς εἰ μὴ παραλή‐ γουσι τῷ ο· τότε γὰρ εἰς η· ὄγδοος, ὀγδόη· ὀλοὸς, ὀλοή· χωρὶς τοῦ ἀθρόος, ἀθρόα. Εἰ δὲ μὴ καθαρὰ, εἰς η ποιοῦσι, καλὸς, καλή. Διὰ τί εἶπε, “κοινὰ τῷ γένει;” Τὰ γὰρ εἰς ΟΣ σύνθετα, κοινά εἰσι τῷ γένει,
40καὶ ὁμόφωνα τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς· οἷον, ὁ φι‐
40λόσοφος, καὶ ἡ φιλόσοφος· ὁ ἀθάνατος, καὶ ἡ ἀθά‐ νατος. Εἰ δὲ ὦσιν ἁπλᾶ, οὐχ ὁμοφωνοῦσιν· οἷον, ὁ θεὸς, καὶ ἡ θεά· ὁ σοφὸς, καὶ ἡ σοφή. Εἰ μέντοι Ἀττικὰ, ποιοῦσι τὸ ἐναντίον· εἰ μὲν ὦσιν ἁπλᾶ, ὁμο‐ φωνοῦσιν· οἷον, ὁ θεὸς, καὶ ἡ θεός· ὁ σοφὸς, καὶ ἡ
45σοφός· εἰ δὲ σύνθετα, ποιοῦσιν εἰς ἦτα· οἷον, ἀρίζη‐ λος ἀριζήλη, ἀθάνατος ἀθανάτη, καὶ εἴ τι ὅμοιον. Ἀριθμός: Παρὰ τὸ ἄρω τὸ ἁρμόζω, ἀρμὸς, καὶ πλεονασμῷ τοῦ θ καὶ τοῦ ι, ἀριθμός· ἐξ ἁρμογῆς γὰρ μονάδων ἐστίν. Ἢ παρὰ τὸ ἀέλεσθαι, ὃ σημαίνει

143

(50)

τὸ συναθροίζεσθαι, γίνεται ἀλίζω, τὸ συναθροίζω, ἀλισμὸς, καὶ τροπῇ τοῦ λ εἰς ρ, καὶ τοῦ ς εἰς θ, ἀριθμὸς, οἱονεὶ ἡ συνάθροισις τῶν μονάδων. Ἀριθμηθημέναι: Παρὰ τὸ ἀριθμῶ· τοῦτο παρὰ τὸ ἀριθμὸς, ἐξ οὗ τὸ ἐναρίθμιος διὰ τοῦ ἰῶτα, ὡς
55λοίγιος, βώμιος.
55 Ἀρίσβη: Πόλις· ἀπὸ Ἀρίσβας θυγατρὸς Τεύ‐ κρου, ἣν ἔγημε Δάρδανος. Λυκόφρων, Γήμας Ἀρίσβην Κρῆσσαν, εὐγενῆ κόρην.

144

Ἀρκῶ: Τὸ βοηθῶ· ἀρέσκω, ἤρκεσα. Ἄρκιος: Ἱκανὸς, ὠφέλιμος. Τὰ διὰ τοῦ ΙΟΣ προπαροξυνόμενα, παρὰ ἐνεστῶτος ἢ μέλλοντος πα‐ ρηγμένα, διὰ τοῦ ι γράφονται· ἅζω, ἅγιος· ἁρμόζω,
5ἁρμόδιος· ἵζω, ἴδιος· καὶ ἀρκῶ, ἄρκιος. Ψιλοῦται· πλὴν τοῦ ἅρκυς· τοῦ γεννήσαντος τὸ πνεῦμα ἐφύλαξε· παρὰ τὸ εἴργω γίνεται, τὸ κωλύω· σημαίνει δὲ τοὺς βρόχους, τὰ δίκτυα. Ἅρκυς: Εἶδος δικτύου ἐκ παχέος σχοινίου, ὃ
10ἱστᾶσι πρὸς θήραν λεόντων, ἢ ἄρκτων, ἢ ἐλάφων· ἀπὸ τοῦ εἴργω. Ἅρκυον: Παρὰ τὸ ἁρπάζω, ἅρπυον, καὶ ἅρκυον· ἐπιτήδειον γάρ ἐστι πρὸς τὸ ἁρπάζειν· ἢ παρὰ τὸ ἑλκύω, ἕλκυον· τροπῇ τοῦ ε εἰς α, καὶ τοῦ λ εἰς ρ,
15ἅρκυον.
15Ἁρκυωρεῖσθαι: Φυλάττειν τὰς ἅρκυς.
15 Ἄρκος: ὅτι ἀπὸ τῆς ἄρκτου ἐγένετο. Ἀρκτοῦρος: Ὁ ἐπὶ τῆς ζώνης τοῦ ἀρκτοφύ‐ λακος λαμπρὸς ἀστήρ· ἀπὸ τοῦ κατὰ τὴν οὐρὰν τῆς ἄρκτου. Ἄρκτος. Τὸ ζῷον, εἴρηται παρὰ τὸ ἀρκῶ,
20ὅπερ καὶ ἐπαρκῶ λέγεται. Ἄρκος, καὶ πλεο‐
20νασμῷ τοῦ τ, ἄρκτος, τὸ ἐπαρκοῦν ἑαυτῷ ζῷον. Φασὶ γὰρ αὐτὸ διαζῆν τὸν χειμῶνα ἐκτὸς ἐπεισ‐ άκτου τροφῆς. Ἀρκείσιος: Ὁ ἥρως, ὁ πάππος Ὀδυσσέως. Παρὰ τὸν ἀρκέσω μέλλοντα, Ἀρκέσιος, καὶ Ἀρκεί‐
25σιος. Οὕτως Ἡρωδιανός. Ἀριστοτέλης δὲ ἐν τῇ
25Ἰθακησίων πολιτείᾳ, τὸν Κέφαλον οἰκοῦντα ἐν ταῖς ἀπ’ αὐτοῦ κληθείσαις Κεφαληνίαις νήσοις, ἄπαιδα ἐπιπολὺ ὄντα, ἐρόμενον τὸν θεὸν, κελευσθῆναι ᾧ ἂν ἐντύχῃ θήλεϊ συγγενέσθαι· παραγενόμενον δὲ εἰς τὴν πατρίδα, καὶ δὴ ἐντυχόντα ἄρκτῳ, κατὰ χρησμὸν
30συγγενέσθαι· τὴν δὲ ἐγκύμονα γενομένην, μετα‐ βαλεῖν εἰς γυναῖκα, καὶ τεκεῖν παῖδα Ἀρκείσιον, ἀπὸ ἄρκτου. Ἀρκέσιον: Οὕτω καλούμενον ἄντρον τῆς Κρη‐ τικῆς Ἴδης· παρὰ τὸ ἀρκέσαι, τὸ βοηθῆσαι, φασὶν
35αὐτὸ ὑπὸ Κουρήτων ὀνομασθῆναι, ὅτι τὸν Κρόνον
35αὐτοῖς φεύγουσι, καὶ εἰς αὐτὸ καταδυεῖσι καὶ κρυ‐ πτομένοις, ἐπήρκεσεν. Οὕτω Ξενίων ἐν τοῖς περὶ Κρήτης. Ἄρκευθος: Εἶδος φυτοῦ ἀκανθώδους, οὗ τὴν ὀδμὴν πάντα τὰ ἑρπετὰ ἀποστρέφονται· παρὰ τὸ τὴν
40ἀρὰν κεύθειν, ἡ τὴν βλάβην κρύπτουσα, ἀράκευθος
40καὶ ἄρκευθος. Ἢ διὰ τὸ ἔχειν τὰς ἀκάνθας κεκρυμ‐ μένας. Ἁρμός: Ἡ ἁρμογὴ καὶ συνάφεια. Παρὰ τὸ ἀρῶ (ὃ καὶ ἀραρῶ, διπλασιασμῷ) ἦρμαι, ἁρμὸς, τῆς δασείας προσελθούσης, ὡς εἴρω, εἱρμός.
45 Ἁρμόζω: Ἐκ τοῦ ἁρμός· τοῦτο παρὰ τὸ ἀρη‐ ρέναι καὶ συνηρμόσθαι. Παρὰ τὸ ἁρμόζω, ἁρμόττω
Δωρικῶς. Ἁρμῷ: Ἁρμὸς ἁρμοῦ ἁρμῷ. Αὕτη ἡ δοτικὴ μετῆλθεν εἰς ἐπιρρηματικὴν συντονίαν, καὶ ἐφύλαξε

144

(50)

τὴν αὐτοῦ γραφήν· οἷον, ἁρμῷ· σημαίνει τὸ ἀρτίως.

144

(50)

Ὁ δὲ τεχνικὸς λέγει, ὅτι παρὰ τοῖς Συρακουσίοις διὰ τοῦ ι γράφεται. Ἐκεῖνοι γὰρ ἁρμοῖ λέγουσι κατὰ συστολὴν τοῦ ω εἰς τὸ ο· οἷον παρὰ Καλλι‐ μάχῳ, Ἁρμοῖ γὰρ Δαναῶν γῆ ὡς ἀπὸ βουγενέως.
55Σημαίνει τὸ ἀρτίως ἢ ἁρμοδίως,
55Ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸς ἴουλος.
55Οὕτως Θέων ὁ τοῦ Ἀρτεμιδώρου· προστίθησι δὲ, ὅτι τὸ ἁρμοῖ, ψιλούμενον μὲν, σημαίνει τὸ ἀρτίως· δασυ‐ νόμενον δὲ, τὸ ἁρμοδίως. Μεθόδιος. Ἔστι καὶ παρὰ Λυκόφρονι.

145

Ἄρμενον: Σημαίνει τὸ προφανές. Παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ἀραρῶ, ἀραρημένον· καὶ κατὰ συγκο‐ πὴν, ἄρμενον. Ἅρμα: Παρὰ τὸ αἴρω, ἢ παρὰ τὸ ἀρῶ, τὸ ἁρ‐
5μόζω· σημαίνει τρία· παρὰ μὲν Ἕλλησι, τὸ ζεῦγος
5τῶν βοῶν· παρὰ Ῥωμαίοις ... Τὸ Ἅρμα καὶ ὄνομα πόλεως ἐν τῇ Βοιωτίᾳ. Ἢ δόρυ, ἀσπίδα καὶ θώρακα. Ἁρμαλιά: Ἡ τροφή. Ἐπὶ δ’ ἀνέρι τὸ πλέον εἴη
10ἁρμαλιῆς.
10Ἡσίοδος· παρὰ τὸ ἁρμόζειν τῇ ψυχῇ. Ἢ παρὰ τὸ
10αἴρειν τὰ σώματα γίνεται ἁρμὸς, ὡς καθαίρω, καθαρ‐ μός· οὕτως αἴρω, ἁρμός· ἀφ’ οὗ παρώνυμον, ἁρμιὰ, καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, ἁρμαλιά. Ἢ ὅτι δίκην ἅρματος φέρει τὰ σώματα. Ἁρμαλιὰς, ὄχος ὁ σκευοφόρος.
15Ἁρματροχιὰ καὶ Ἁματροχιὰ διαφέρει. Ἁμα‐
15τροχιὰ μὲν ἐστὶ τὸ ἅμα τρέχειν καὶ μὴ ἀπο‐ λείπεσθαι, οἷον ὁμοδρομία τὶς οὖσα· τροχοὺς γὰρ οἱ παλαιοὶ τοὺς δρόμους ἔλεγον· οἷον, Τῇ ῥ’ ἔσχε Μενέλαος ἁματροχιὰς ἀλεείνων. Ἰλιάδος ψʹ. Ἁρματροχιὰ δὲ, τὸ ἀπὸ τῶν τροχῶν
20ἴχνος, δηλονότι ὁ τύπος, ἡ ἐγχάραξις τοῦ τροχοῦ,
20 οὐδέ τι πολλὴ γίνετ’ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ. Ἁρμάμαξα: Ἡ πρὸς ἀνδρῶν καθέδραν κατεσκευ‐ ασμένη ἅμαξα, οἷον ἅρμα καὶ ἅμαξα, ἢ ἀνδράμαξά
25τις οὖσα, ἡ ἄνδρας ἄγουσα.
25 Ἁρμάτειον μέλος: Ἁρμάτειον μέλος, βαρβάρῳ βοᾷ, Εὐριπίδης. Εἴρηται δὲ ἀπὸ τοῦ ἐπιβοηθῆναι τῷ Ἕκτορι ἐκ τοῦ Ἀχιλλέως ἅρματος ἑλκομένῳ. Ἢ ὅτι ἐπὶ ἅρματος Φρύγες ἄγοντες τὴν μητέρα τῶν
30θεῶν μέλος τι ἐπεφθέγγοντο· ὅπερ ἐκ τοῦ παρεπο‐
30μένου μέλος ἁρμάτειον ὠνόμασται. Οἱ δὲ, ὅτι τὸ παλαιὸν τὰς παρθένους γαμουμένας ἐπὶ ὀχήματος ἦγον· ὅθεν καὶ παρόχους τὰς παρανύμφους ἐκάλεσαν· καὶ τὰ ἐπᾳδόμενα μέλη καὶ τὸν ὑμέναιον ἀπὸ τοῦ φέροντος τὴν νύμφην μέλος ἁρμάτειον ἐκάλουν.
35Ἄλλοι δὲ, ὅτι Ἁρματεύς τις εἰς Ἀθηνᾶν ἔγραψε
35μέλος σύντονον· ὅπερ ἀπὸ τοῦ εὑρόντος Ἁρμάτειον εἰκότως ἐκλήθη. Ἄλλοι δὲ φασὶν, ὅτι ἀπὸ τοῦ συντόνου καὶ ἐσπευσμένου δρόμου τοῦ ἅρματος τὰ σύντονα μέλη ἁρμάτεια καλοῦσιν. Ἄλλοι δὲ, ὅτι ὁ ἦχος τοῦ ἅρματος ὀξὺς καὶ λεπτὸς γίνεται· τὸν οὖν
40ὀξὺν καὶ λεπτὸν φθόγγον ἁρμάτειον ἐκ τούτου ὁ Εὐ‐ ριπίδης ἐκάλεσε· καὶ εὐνοῦχον εἰσάγει λέγοντα· τοιαῦται δὲ τῶν εὐνούχων αἱ φωναί. Οὕτω Δίδυμος καὶ Ἀλέξανδρος. Ἢ παρὰ τὸ ἁρμὰν, ὃ σημαίνει τὸν πόλεμον τῇ τῶν Φρυγῶν διαλέκτῳ, ὥσπερ Πα‐
45λαμήδης ἱστορεῖ, ὁ τὴν κωμικὴν λέξιν συναγαγών. Μεθόδιος. Ἢ τὸν ἱπποθόρον, ὃν ᾄδουσι Φρύγες ἐπεὶ ὀχοῦνται ἵπποι. Ἄρνη: Νύμφη, ἡ τροφὸς Ποσειδῶνος. Εἴρηται δὲ καὶ Ἄρνη ἡ νύμφη Σινόεσσα καλουμένη, ὅτι τὸν

145

(50)

Ποσειδῶνα λαβοῦσα παρὰ τῆς Ῥέας ἐκτρέφειν, πρὸς τὸν Κρόνον ζητοῦντα ἀπηρνήσατο· καὶ ἐντεῦθεν Ἄρνη ὠνομάσθη. Οὕτω Θησεὺς ἐν Κορινθιακῶν τρίτῳ. Ἄρνη: Πόλις Βοιωτίας· ἔστι δὲ καὶ Θεσσα‐
55λίας· ἀπὸ Ἄρνης τῆς Αἰόλου. Ὁ δὲ Κράτης φησὶ
55παρὰ τὸ ἄρνας· ἐπιτηδεία γὰρ εἰς τὸ ἄρνας τρέφειν ἡ πόλις. Καὶ οὐκ ἀπεικός· ὁ γὰρ αὐτὸς φησὶ καὶ τὴν Κῶν τὴν ἐπιτηδείαν πρὸς τὰ πρόβατα τοὺς ἐνοι‐

146

κοῦντας Κᾶρας οὕτως ὀνομάζειν τῇ οἰκείᾳ φωνῇ· κῶν γὰρ τὸ πρόβατον ὠνόμασαν. Οὕτω καὶ τὴν Ἄρνην· καὶ γὰρ αὕτη εὔαρνος. Ὥστε τὴν μὲν Ἄρνην ἀπὸ τῆς συγκεκομμένης γενικῆς ὠνομάσθαι· τὴν δὲ Ἀρή‐
5νην, ἀπὸ ἐντελοῦς τῆς ἀρῆνος. Καλεῖται δὲ καὶ Τάρνη, ὡς λέγει Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν. Ἀρναῖος: Ὄνομα κύριον. Ἀφθόνιος εἰς τὰ προγυμνάσματα τῆς ῥητορικῆς, περὶ Γνώμης· Ἀρναῖος γὰρ τὴν ἀρχὴν προκληθεὶς, Ἶρος μετωνομάσθη,
10τὴν ἐπωνυμίαν ἐκ τοῦ διακονεῖν κομισάμενος. Καὶ ὁ ποιητὴς, Ἀρναῖος ὄνομ’ ἔσκε· τὸ γὰρ θέτο ποτε μήτηρ ἐκ γενετῆς. Παρὰ τὴν ἀρὰν, ἀραῖος· καὶ πλεονασμῷ τοῦ ν· ὁ
15εὐκταῖος τῇ μητρὶ γενόμενος. Οὕτως Ἡρωδιανὸς
15ἐν τῇ Ἀνωμάλῳ Προσωδίᾳ. Ἀσκληπιάδης δὲ ὁ Μυρ‐
15λεανὸς ἐν τῷ ὑπομνήματι τῆς Ὀδυσσείας, παρὰ τὸ
ἄρνυσθαι, ὅ ἐστι λαμβάνειν, ὡς πτωχόν· ἵν’ ᾖ πεποιημένον ὄνομα πτωχῷ πρέπον. Ἢ ἀπὸ τοῦ ἀρ‐ νῶν· ἵν’ ᾖ ὁ βληχώδης καὶ ἠλίθιος. Ἀρνεῖσθαι: Ἀπὸ τοῦ αἴρειν τὰς χεῖρας ἐπὶ τῇ
20παραιτήσει.
20Ἀρνειός: Ἀπὸ τοῦ ἀρὴν ἀρῆνος, κατὰ συγκο‐
20πὴν, ἀρνός· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν. Ἀπὸ δὲ τοῦ ἀρνὸς γίνεται κατὰ πλεονασμὸν τῆς ΕΙ διφθόγγου, ἀρνειὸς, ὥσπερ ἀδελφὸς, ἀδελφειός. Λέγει δὲ Ὦρος, ὅτι φησὶν ἐν τῇ Καθόλου ὁ Ἡρω‐ διανὸς, πλεονάζει τὴν ΕΙ δίφθογγον, καὶ γίνεται
25ἀρνειὸς, ἀμνὸς ἀμνειός· ἀγνοῶν ὅτι ἄμνιος σημαίνει τὸν ἀμνὸν, καὶ διὰ τοῦ ι γράφεται, καὶ προπαροξύ‐ νεται, ὡς παρὰ Ἑρμίππῳ ἐν Ἀθηνᾶς Γοναῖς, Τὴν μὲν διάλεκτον καὶ τὸ πρόσωπον ἀμνίου ἔχειν δοκεῖς· τὰ δ’ ἔνδον οὐδὲν διαφέρεις
30δράκοντος.
30Χοιροβοσκὸς εἰς τὸ περὶ Ὀρθογραφίας· τὸ ῥὴν, η,
30πρὸς ἀντιδιαστολὴν τοῦ μέρους τοῦ σώματος· ῥηνὸς, καὶ συστολῇ τοῦ η, ῥανός· καὶ ἐν ὑπερβιβασμῷ, ἀρνός. Καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ κλίνεται ἀρνὸς ἀρνοῦ ἀρνῷ ἀρνόν· καὶ κατὰ μετα‐ πλασμὸν, ἄρνα· ἡ εὐθεῖα τῶν δυϊκῶν, ἄρνε. Ἢ ἐκ
35τοῦ ῥὴν ῥηνὸς, ῥανὸς, ἀρνός· ἡ δοτικὴ, ἀρνί· ἡ αἰτια‐ τικὴ, ἄρνα· καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν, ἄρνε. Ἐκ τοῦ ἀρὰ γίνεται ῥὴν, τὸ ὑπὲρ εὐχῆς διδόμενον πρόβατον. Ἀρνὸς, ἀρνοῦ· ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἀρνοί· καὶ κατὰ μεταπλασμὸν, ἄρνες ἀρνῶν.
40Ἀρνεῖα: Τὰ κρεοπώλια. Δίδυμος.
40 Ἀρνύμενος: Ἀντικαταλλασσόμενος. Σημαίνει καὶ τὸ ῥυόμενον, ἢ φυλαττόμενον, ἢ τρυχόμενον· ἢ τὸ ἀντιλαμβάνειν καὶ περιποιεῖσθαι. Ἀπὸ τοῦ ἀρνός· ἐπειδὴ διὰ τῶν ἀρνῶν καὶ τῶν ἄλλων ζῴων τὰς ἀμοι‐ βὰς ἐποιοῦντο οἱ ἀρχαῖοι. Καὶ οὐ μόνον δι’ ἀργυ‐
45ρίου τοῦτο ποιεῖν οἶδεν Ὅμηρος, ἀλλὰ καὶ δι’ ἑτέρων· οἷον, Ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ, ἄλλοι δ’ ἀνδραπόδεσσι. Ἀπὸ μέρους οὖν τοῦ τετραπόδου τοῦ ἀρνοῦ τὴν λέξιν

146

(50)

ἐπὶ τοῦ ἀμείβεσθαι ἔταττον. Καὶ οἱ παλαιοὶ δι’

146

(50)

ἀρνῶν τὰς θυσίας ἐποίουν. Ἢ παρὰ τὸ αἴρω, ἀρνῶ,

146

(50)

ὡς ἵκω, ἰχνῶ· οἴχω, οἰχνῶ. Ἄρνυμι, ἄρνυμαι,
μεταφορικῶς. Ἀρνευτήρ: Ὁ κυβιστητήρ. Ὁ δ’ ἀρνευτῆρι ἐοικὼς κάππες’ ἀπ’ εὐεργέος δίφρου.
55Εἴρηται δὲ ἀπὸ τῶν ἀρνῶν, οἵτινες εἰώθασιν ἐπὶ
55κεφαλὴν ἅλλεσθαι, ὥσπερ τὸν ἀέρα κυρίττοντες.
55 Ἀρνῳδοί: Οἱ ῥαψῳδοί· ὅτι ἄρνα ἔπαθλον εἶχον. Ἀρμάριον: Ὅτι τὰ λεγόμενα παρ’ ἡμῖν ἀρ‐ μάρια, ἑρμάρια ὀφείλουσι λέγεσθαι, ὡς εὗρον ἐν τοῖς

147

σχολίοις τοῦ ἁγίου Διονυσίου, ἀρχῇ τοῦ θ’ κεφα‐ λαίου περὶ τῶν Θείων Ὀνομάτων. Οἱ γὰρ Ἕλληνες οἷα τινὰς ἀνδριάντας ἐποίουν, μήτε χεῖρας μήτε πόδας ἔχοντας· τούτους δὲ Ἑρμᾶς ἐκάλουν· οὗ ὑπο‐
5κοριστικὸν, ἑρμάριον. Ἐποίουν δὲ αὐτοὺς διακένους, θύρας ἔχοντας καθάπερ τοιχοπυργίσκους· καὶ ἔσωθεν αὐτῶν ἐτίθουν ἀγάλματα ὧν ἔσεβον θεῶν· ἔξωθεν δὲ ἀπέκλειον τοὺς ἑρμᾶς. Ἄρδιττος: Τόπος ἐστὶν Ἀθήνῃσιν· ἀπὸ Ἀρ‐
10δίττου τινὸς ἥρωος, ὃς στασιάζοντας τοὺς Ἀθηναίους
10κατήπειγεν ὅρκοις ὁμονοεῖν. Ἐν τούτῳ οὖν τῷ χωρίῳ ὤμνυον οἱ δικασταὶ τὸν δικαστικὸν ὅρκον. Καὶ ἀρ‐ διττοὺς τοὺς ἐπιόρκους. Ἀργυρίδιον: Εἰσὶ παραγωγαὶ καὶ διὰ τοῦ ΔΙΟΝ, καὶ διὰ τοῦ ΙΔΙΟΝ. Καὶ εἰ μὲν ἡ τελευταία συλ‐
15λαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου
15ἄρχεται, διὰ τοῦ ΙΔΙΟΝ γίνεται ἡ παραγωγὴ, καὶ φυλάσσονται αἱ τρεῖς συλλαβαὶ αἱ τελευταῖαι συνεσταλμέναι· οἷον, γνώμη γνώμης, γνωμίδιον· ψυχὴ ψυχῆς, ψυχίδιον· ξίφος ξίφους, ξιφίδιον. Εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται, διὰ τοῦ ΔΙΟΝ γίνεται ἡ
20παραγωγὴ, καὶ ἐκτείνεται ἡ τρίτη ἀπὸ τέλους συλ‐ λαβή· γραφεῖον, γραφείδιον· ἀγγεῖον, ἀγγείδιον. Καὶ εἰ μὲν εὑρεθῇ τὸ ε ἢ τὸ ο, τὸ ἰῶτα προσέρ‐ χεται· πόλεως, πολείδιον· ἕξεως, ἑξείδιον· βοὸς, βοίδιον· νοὸς, νοίδιον.
25Ἄρουρα: Ἡ γῆ· κυρίως, ἡ ἠροτριασμένη, ἢ ἡ
25πρὸς σπορὰν καὶ ἄροσιν ἐπιτηδεία. Ἀρῶ, ἀρόσω, ἄρουρα. Καὶ ἄρουρα, παρὰ τὸ ἀροῦν, ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γεωργουμένην γῆν. Ἀροῦν τὸ ἀρο‐ τριᾶν, παρὰ τὸν ἄρην, τὸν σίδηρον. Ἀροτρεύς: Παρὰ τὸ ἀρόσω, τὸ ἀροτριάσω. Ἢ
30παρὰ τὸ ἄροτρον ἀροτρεύς. Θρηϊκίης ἄροσιν χιονώδη ναιετάουσιν. Ψυχρά ἐστιν ἡ Θρᾴκη· διὸ τοὺς ἀνέμους κἀκεῖθεν πνεῖν ἐμυθεύσαντο. Διὸ φασὶ καὶ βόθρον εἶναι ἐν Θρᾴκῃ, ἐξ οὗ φυσήματα ἀνέμων γίνεται· καὶ
35μυθευθῆναι Θρᾴκην οὕτως τῶν ἀνέμων οἰκητήριον
35εἶναι.
35 Ἀρόη: Κώμη πάλαι τῆς Ἀχαΐας, νῦν δὲ πόλις ἡ καλουμένη Πάτραι· περὶ ἧς καὶ λόγιον ἐκ Σιβύλ‐ λης ἐξέπεσε τρίμετρον· οἷον, Ἀρόη τρίπυργος ἔσσετ’ εὐδαίμων πόλις ὅτι Τριπτόλεμος ὁ Κελεοῦ, ὑπὸ τῆς Δήμητρος
40κελευσθεὶς διδάσκειν τοὺς ἀνθρώπους τὴν γεωργίαν τοῦ σίτου, ἐν αὐτῇ πρῶτον ἤροσέν τε καὶ ἔσπειρε, τὸ
συμφυὲς τῆς γῆς καταμαθών. Παρὰ τὸ ἀρόσαι οὖν, Ἀρόη προσηγορικόν. Οὕτως εὗρον ἐν ἐπιγράμ‐ μασι τῶν πρώτων.
45Ἀρόσω: Ἀρῶ παρὰ τὸ ἄρης, ὁ σίδηρος· σιδήρῳ
45γὰρ τέμνεται ἡ γῆ διὰ τὴν ὕνιν. Ὁ μέλλων, ἀρόσω. Ἡ δὲ τρίτη τῶν περισπωμένων θέλει ἔχειν τὸ ω [μέγα] ἢ τὸ ο [μικρόν·] καὶ πάντοτε μὲν διὰ τοῦ ω [μεγάλου,] πλὴν τεσσάρων· ἀρόω, ἀρῶ, ἀρόσω· ὀμῶ, ὀμόσω· ὀνῶ, ὀνόσω· καὶ βῶ, βόσω, τὸ τρέφω. Ἑνῶ

147

(50)

ἑνώσω δὲ, τὸ εἰς ὁμόνοιαν καὶ φιλίαν ἄγειν, διὰ τοῦ ω. Ὁ παρατατικὸς, ἤροον ἤρουν, ἤροες ἤρους, ἤροε ἤρου· καὶ τὸ ἀπαρέμφατον, ἀρόειν ἀροῦν. Ἀρῶ, σημαίνει τρία· τὸ εὔχομαι, ὡς τὸ, Ὣς ἠρᾶθ’ ὁ γεραιός.
55Τὸ ἀροτριῶ· οὗ ὁ μέλλων, ἀρόσω· ἐξ οὗ καὶ ἄροσις·
55ἐξ αὐτοῦ ἀρῶ τὸ λαμβάνω· οὗ ὁ μέλλων, ἀρέσω· ἐξ οὗ ἀρέσαι, τὸ λαβεῖν. Ἅρπαλος: Ποταμὸς Καρίας, πρότερον Δαφνοῦς καλούμενος. Εἴρηται δὲ διὰ τὸ ὀξύτατον τοῦ ῥοῦ,

148

καὶ ὅτι ἁρπάζει τοὺς παριόντας αὐτῷ. Οὕτως ἱστορεῖ Ἀπολλώνιος ἐν τῷ πεμπτῳκαιδεκάτῳ τῶν Καρικῶν. Ἁρπαλίων: Ὄνομα κύριον παρ’ Ὁμήρῳ· παρὰ τὸ ἁρπάζω ἅρπαλος, ὡς ἵξω ἵξαλος· καὶ ὡς Ἥφαι‐
5στος Ἡφαιστίων, οὕτως Ἅρπαλος Ἁρπαλίων. Ἁρπαλέως: Ἁρπακτικῶς, ἀσμένως, ἡδέως, προσφιλῶς, ἐπιθυμητῶς. Καὶ ἁρπαλέος ὁμοίως, καὶ ἁρπαλίμη. Ἁρπεδόεσσα: Ἡ ἄγαν πελιδνή· κατὰ συγκο‐
10πὴν παρὰ τὸ ἀρι συγκειμένη. Πέπονθε δὲ, ἵνα μὴ
10σημαίνηται ἡ ἄγαν ὁμαλὴ ὁδός· ὁδοῦ γάρ ἐστιν ἐπί‐ θετον. Πέπονθε δὲ ὁμοίως τῷ ἐρθύρις, Αἰολικῶς· ἐρίθυρις γὰρ, ἡ μεγάλη θυρίς. Οὕτως Ἡρωδιανὸς καὶ Δίδυμος. Ὅτι ἅρπεδες, οὗ μέμνηται Νίκαν‐ δρος ἐν Θηριακοῖς,
15Κάρη γε μὲν ἅρπεδες αὕτως.
15Ἀλλ’ ὁ Νίκανδρος ἀντὶ ἐπιτάσεως μόνης δοκεῖ τὴν λέξιν παραλαμβάνειν. Ἁρπῶ: Ἐξ οὗ τὸ ἁρπάζω· ἐν χρήσει μὲν οὐκ οἶδα πρωτότυπον· τὸ δὲ ἁρπῶ αὐτὸ παράγωγον, ἀπὸ τοῦ ἅρπη παρηγμένον· ἅρπη δέ ἐστιν εἶδος ὀρνέου.
20Ὡς φωνὴ, φωνῶ· αὐδὴ, αὐδῶ· σιγὴ, σιγῶ· οὕτως
20ἅρπη, ἁρπῶ.
20 Ἅρπη: Εἶδος ὀρνέου ὅμοιον ἀετῷ, ὡς ἀπὸ τῆς ἰδέας ἄκριτον εἶναι. Ὅμηρος, Ἡ δ’ ἅρπῃ εἰκυῖα τανυπτέρυγι λιγυφώνῳ. Σημαίνει δὲ δύο· παρὰ τὸ ἁρπάζω· ἁρπακτικὸν γὰρ τὸ ζῷον· καὶ ἅρπη, ἡ δρεπάνη· παρὰ τὸ ἁρπῶ, ἅρπη·
25παρὰ τὸ ἁρπάζειν ἃ διακόπτει. Ἡσίοδος, δεξιτέρῃ δὲ πελώριον ἔλλαβεν ἅρπην μακρὴν καρχαρόδοντα· φίλου δ’ ἀπὸ μήδεα πατρὸς ἐσσυμένως ἤμησεν. Ἅρπυιαι: Ἡσίοδος,
30ἡ δ’ ὠκεῖαν τέκεν Ἶριν,
30Ἠϋκόμους θ’ Ἅρπυιας Ἀελλώ τ’ Ὠκυπέτην τε.
30Καὶ,
30 [Νῦν δέ μιν ἀκλειῶς] Ἅρπυιαι ἀνηρείψαντο. Αἱ ἁρπακτικαὶ θεαί. Παρὰ τὸ ἅρπω τὸ ἁρπάζω, ἅρπυια, ὡς αἴθω, αἴθυια· καὶ ἄγω, ἀγυιά.
Ἅρπυς: Ὁ ἔρως· ὡς παρὰ Παρθενίῳ ἐν Κρι‐ ναγόρᾳ,
35Ἀμφοτέροις ἐπιβὰς ἅρπυς ἐληΐσατο.
35Παρὰ τὸ ἁρπάζειν τὰς φρένας. Ἁρπίς: Ἁρπίδες, τὰ ὑποδήματα, ἃ δὴ καὶ κρηπῖδας καλοῦσι. Παρὰ τὸ ῥάπτω, ῥαπὶς, καὶ ῥαπίδες· πολυρραφῆ γὰρ τὰ ὑποδήματα· καὶ κατὰ μετάθεσιν, ἁρπίδες. Οὕτω Σαλούστιος. Καλλί‐
40μαχος,
40 Ἐν γάρ μιν Τροιζῆνι .... θῆκε σὺν ἁρπίδεσσιν. ὅτι Τρύφων ἐν τῷ περὶ Πνευμάτων φησὶ, τὸ α προ‐ τασσόμενον τοῦ ΡΠ συστέλλεται καὶ δασύνεται. Ἔνθεν ἐπιτιμήσειεν ἄν τις τοῖς ψιλοῦσι τὸ ἁρπίδες· πλὴν εἰ μή τις εἴπῃ, ὅτι τὸ ρ προτασσόμενον
45λέξεως δασύνεται, ὑποτασσόμενον δὲ ψιλοῦται, ὅταν ἐν τῇ αὐτῇ λέξει ὑπερβιβάζηται, ῥῆνες ἄρνες, ῥαπί‐ δες ἀρπίδες. Ἄρρατος: Οἶον ἄφθαρτος, ὁ μὴ ῥαιόμενος· ἵν’ ᾖ ὁ ἀκαταγώνιστος· ἢ ὁ ἀνέκφραστος, ἄρρητός τις

148

(50)

ὤν· ἢ ἰσχυρὸς, ἢ δυσκίνητος. Φρύνιχος δὲ, ἀπὸ τοῦ

148

(50)

ῥῶ· οὗ ὁ μέλλων, ῥάσω, ὡς δράσω· ῥατὸς, καὶ ἄρ‐ ρατος, πλεονασμῷ τοῦ ρ. Μεθόδιος. Ἔστιν ὄνομα κύριον. Ἀρραβών: Ἡ ἐπὶ ταῖς ὠναῖς παρὰ τῶν ὠνου‐ μένων διδομένη προκαταβολὴ ὑπὲρ ἀσφαλείας. Μέ‐
55νανδρος,
55μικροῦ μὲν ἀρραβῶνά με
55ἔπεισεν εὐθὺς καταβαλεῖν.
55Οἱονεὶ ἀρραγών τις ὤν· ἀφ’ οὗ γὰρ δοθῇ ὁ ἀρραβὼν, οὐ μετακινεῖται εἰς ἄλλον. Ἐκ τοῦ ἀρραγῶ οὖν εἴρηται. Ἢ παρὰ τὸ ῥαιβὸς, ῥαιβών· καὶ προσθήκῃ

149

τῆς α στερήσεως, καὶ ἀποβολῇ τοῦ ι, ἀρραβὼν, ὁ μὴ συγχωρῶν ῥαιβὴν γενέσθαι τὴν πίστιν τῶν συναλ‐ λαττόντων. Οὕτως Ἐπαφρόδιτος· οἱ δὲ, παρὰ τὸ ἀρραγὴς εἶναι, οὐ καλῶς.
5 Ἀρραβωνίζω: Ἐκ τοῦ ἀρραβὼν ἀρραβῶνος. Ἀρρενικόν: Ἐκ τοῦ αἴρειν τὸ νῖκος. Ἀρρενωπός: Ἐκ τοῦ ἄρρην ἄρρενος, καὶ τοῦ ὢψ ὠπὸς, ὃ σημαίνει τὸ πρόσωπον, ἀρρενωπὸς, ὁ ἄρρενος πρόσωπον ἔχων, κατὰ συνεκδοχήν· ἤγουν ὁ
10ἀνδρεῖος καὶ ἰσχυρὸς, καὶ δυνάμενος πρὸς ἐχθρὸν ἀντιταχθῆναι. Ἔστι δὲ “κατὰ συνεκδοχὴν” ἀπὸ μέρους τὸ ὅλον. Ἄρρηκτος: Ἀδιάρρηκτος, στερεά· παρὰ τὸ ῥήσσω. Ἀρρηφόροι καὶ ἀρρηφορία: Ἑορτὴ ἐπιτελου‐
15μένη τῇ Ἀθηνᾷ, ἐν Σκιρροφοριῶνι μηνί. Λέγεται
15δὲ καὶ διὰ τοῦ ε, ἐρρηφορία. Παρὰ τὸ ἄρρητα καὶ μυστήρια φέρειν. Ἢ ἐὰν διὰ τοῦ ε, παρὰ τὴν Ἕρσην τὴν Κέκροπος θυγατέρα, ἑρσηφορία. Ταύτῃ γὰρ ἦγον τὴν ἑορτήν. Ἀρρηφορεῖν: Τὸ χρυσῆν ἐσθῆτα φορεῖν, καὶ
20χρυσία· τέσσαρες δὲ παῖδες ἐχειροτονοῦντο κατ’
20εὐγένειαν ἀρρηφόροι ἀπὸ ἐτῶν ἑπτὰ μέχρις ἕνδεκα. Τούτων δὲ δύο διεκρίνοντο, οἳ διὰ τῆς ὑφῆς τοῦ ἱεροῦ πέπλου ἤρχοντο καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν. Λευκὴν δὲ ἐσθῆτα ἐφόρουν καὶ χρυσία. Ἄρριχος: Κόφινος.
25 Τρεῖς χοῦς μέλιτος Βριληττίου· καὶ δύω ἀρρίχω, τὴν μὲν τῶν χελιδονέων, τὴν δὲ τῶν φιαλέων ἰσχάδων· καὶ τῆς ψιθίας ἀσταφίδος, καὶ μύρτων ἕτερον φέρνιον. Γίνεται δὲ παρὰ τὸ αἴρειν τὸν χοῦν. Ἐκ τοῦ ἀρρίχων ἓν ἀφαιρεῖσθαι βέλος.
30ἄρριχοι δὲ λέγονται κόφινοι οἰσύϊνοι, οἷον ἀναίρριχοι,
30οἱ τὰ ἀναιροῦντα ἔχοντες, τουτέστι τὰ βέλη. Ἀρ‐ σενικῶς Ἴωνες, θηλυκῶς Ἀττικοί. Ἄρρωστος: Παρὰ τὸ ῥῶ τὸ ὑγιαίνω, ὁ μέλλων, ῥώσω, ῥωστὸς, καὶ ἄρρωστος, ὁ ἐστερημένος τῆς
35ὑγείας. Ζήτει εἰς τὰς Διαφοράς· καὶ τὸ ἀρρωδῶ, εἰς τὸ ὀρρωδῶ. Ἄρσαντες:
Ἄρσαντες κατὰ θυμόν. Ἁρμόσαντες κατὰ τὴν ψυχὴν, ἀρεστὸν καὶ θυμῆρες
40ποιήσαντες· ἢ ἀρεσθέντες. Ἀπὸ τοῦ ἀρέσαντες
40ἄρσαντες· ἢ ἀπὸ τοῦ ἁρμόζω ἁρμόσω ἥρμοσα· ἡ
40μετοχὴ, ἁρμόσας, ἁρμόσαντες, καὶ κατὰ συγκοπὴν, ἄρσαντες. Ἄρσην: Παρὰ τὸ ἄρδω, τὸ ποτίζω· καὶ τί μετ‐ έχει; ὁ γὰρ ἀνὴρ τῇ γυναικὶ ἐπαρδεύει. Ἄρδω, ἄρσω, ἄρσην, ὁ ἄρδων τὴν θήλειαν. Καὶ γὰρ διὰ
45τοῦτο πόσις λέγεται ὁ ἀνὴρ, παρὰ τὸ ποτίζειν τῇ
45γονῇ. Ἢ παρὰ τὸ ἔρδω, τὸ πράττω· ὁ μέλλων, ἔρσω· καὶ ἄρσην ἐξ αὐτοῦ, τουτέστιν ὁ πρακτικός. Οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ Γάμου καὶ Συμβιώ‐ σεως. Ἀρσίνοος: Ὄνομα κύριον, διὰ τοῦ ι·

149

(50)

Θυγατέρ’ Ἀρσινόου μεγαλήτορος.

149

(50)

Ἀρσινόη: Πόλις ἐν Συρίᾳ ἐπὶ βουνῷ κειμένη· ἐπὶ δὲ τοῦ βουνοῦ πηγὰς ἐξερεύγεσθαι πλείονας, καὶ ποταμοὺς γίνεσθαι μεγάλους, ἀφ’ ὧν ἡ πόλις ὠνό‐ μασται· ἄρσαι γὰρ τὸ ποτίσαι· ἀφ’ οὗ καὶ ἄρσην ὁ τὴν γυναῖκα ποτίζων τῇ σπορᾷ. Οὕτως Σερῆνος ἐν
55τῇ Ἐπιτομῇ τῶν Φίλωνος. Ἄρταμος: Ὁ μάγειρος· ἦ γὰρ βέβηκε χεῖρας ἀρτάμων φυγών. Παρὰ τὸ διαρτάσαι, ὅ ἐστι μερίσαι ἢ συναρμόσαι. Αἰσχύλος,
60Τοσαῦτα κήρυξ ἐξ ἐμοῦ διάρτασον.

150

Ἄρταμος οὖν, ὁ διαρτῶν τὰ κρέα· καὶ ἀρταμῆσαι, κρεανομῆσαι. Ἀρτάνη: Ἡ ἐκ τῶν καλωδίων ἀγχόνη· Σοφο‐ κλῆς δὲ ἐπὶ δεσμοῦ ἐν Ἀντιγόνῃ,
5 Πλεκταῖσιν ἀρτάναισιν. Ἀγχόναις. Ἀρτάβη: Μέτρον ἔστι Περσικὸν, Ἀττικὸς μέδιμνος. Ἀρτεμής:
10Ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα.
10Σημαίνει τὸν ὑγιῆ, παρὰ τὸ ἀτρεμὴς, καὶ καθ’
10ὑπέρθεσιν ἀρτεμής. Οὕτω Φιλόξενος. Ἡρωδιανὸς
10δὲ ἐν τῷ ὑπομνήματι τῶν περὶ Παθῶν φησὶν, ὅτι ἀτεμής ἐστιν ὁ ὑγιὴς καὶ μὴ τετμημένος· καὶ πλεο‐ νασμῷ τοῦ ρ, ἀρτεμής.
Ἄρτεμις: Ἡ θεὸς, ἀερότεμίς τις οὖσα, ἡ τὸν ἀέρα τέμνουσα· ἡ αὐτὴ γάρ ἐστι τῇ σελήνῃ· ἢ ἀπὸ
15τοῦ ἀρτεμῆ ποιεῖν· λέγεται γὰρ ἡ θεὸς ἀναιρετικὴ
15τῶν γυναικῶν· καὶ Ὅμηρος, Τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; ἢ δολιχὴ νοῦσος, ἢ Ἄρτεμις ἰοχέαιρα; Ἢ ἀπὸ τοῦ ἀρτεμὴς παρωνύμως Ἄρτεμις, τουτέστιν ἡ ὑγιὴς καὶ ἀνεπίληπτος διὰ τὴν παρθενίαν· παρ‐
20θένος γὰρ ἡ θεὸς καὶ φιλοσώφρων. Ἢ ὅτι ἄρτια
20καὶ τέλεια καὶ ἀνελλιπῆ ἐποίησε τὰ κατὰ κόσμον φανεῖσα. Ἄρτημα: Ὁ τελαμὼν ἐξ οὗ ἤρτηται τὸ βαλ‐ λάντιον. Ἀρτηρία: Παρὰ τὸ τὸν ἀέρα (τουτέστι τὸ
25πνεῦμα) τηρεῖν, ἀεροτηρία τις οὖσα· πνεύματος γὰρ
25ἐστὶ δεκτικὴ, ὥσπερ ἡ φλὲψ αἵματος· ἀρτηρία δὲ
25πνεύματος ἀγγεῖον. Ἢ ἁλτηρία τὶς οὖσα· ὅτι ἅλλεσθαι δοκεῖ, παλμοὺς ποιοῦσα. Ἄρτιος: Σημαίνει τὸν ὑγιῆ καὶ πεπληρωμένον. Γίνεται παρὰ τὸ ἀρτῶ, τὸ ἑδραιῶ, ἄρτιος, ὡς ἁρμόζω ἁρμόδιος, ἴσος καὶ ἡρμοσμένος.
30Ἀρτίπος: Ἄρτιος καὶ ὑγιὴς τοῖς ποσὶν, ὁλό‐
30κληρος.
30 Ἀρτιέπειαι: Αἱ ἀπηρτισμένα καὶ τέλεια λέ‐ γουσαι. Ἡσίοδος ἐν Θεογονίᾳ, Ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι. Ἢ ἀρτίοις ἔπεσι χρώμεναι. Ἀρτίζω: Ἐκ τοῦ ἀρῶ, τὸ ἁρμόζω, γίνεται ἀρο‐
35τίζω· καὶ συγκοπῇ ἀρτίζω, καὶ καταρτίζω. Ἢ ἐκ
35τοῦ ἄρτιον γίνεται. Ἄρτος: Ἄρτος δισκοπάνιστος ἀπ’ εὐκύκλου κανέοιο. Παρὰ τὸ αἴρω, τὸ προσφέρω, ὁ καθ’ ἑκάστην τῷ σώματι ἡμῶν προσφερόμενος. Ἱπποκράτης ΠΡΟΣ‐
40άρματα τὰ σιτία λέγει. Ἢ ἀπὸ τοῦ αἴρειν καὶ
40κουφίζειν τὴν δύναμιν. Ἀρτύνω: Τὸ ἁρμόζω, ἢ εὐτρεπίζω· Πυκινὴν ἠρτύνετο βουλήν. Παρὰ τὸ ἄρω, τὸ ἁρμόζω· ὁ μέλλων, ἀρῶ, ἦρμαι, ἦρται, ἀρτός· καὶ ἀρτῶ, καὶ ἀρτύω, πλεονασμῷ τοῦ
45ν, ἀρτύνω. Ἀπὸ τοῦ ἀρτύνω ἀρτύνθη, τὸ κατε‐
45σκευάσθη· ἐκ δὲ τοῦ ἀρτῶ ἀρτίζω, καὶ καταρτίζω. Εἰς τὸ ἀπαρτίζω. Ἀρύω: Τὸ ἀντλῶ. Παρὰ τὸ ἀρῶ, ἀρύω, ὡς πλήθω, πληθύω· ἔρω, ἐρύω, καὶ ἐρύσω· ἄνω, ἀνύω, καὶ ἀνύσω.

150

(50)

Ἀρύβαλλος: Παρὰ τὸ ἐρύειν, ἐρύβαλλος, καὶ

150

(50)

ἀρύβαλλος. Ἢ παρὰ τὸ ἀρύεσθαι καὶ βάλλειν. Ἔστι τὸ καλούμενον βαλάντιον καὶ μαρσίπιον. Ἀριστοφάνης, κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
55 Ἀρυβαλλίδα: Λήκυθον, δῶρον. Ἄρυπες: Φερεκύδης, ἀντὶ τοῦ Ῥύπες. Πρό‐ δηλον τὸ εἰρημένον. Ῥύπες γὰρ λέγονται οἱ Ἀχαιοί· κατὰ πλεονασμὸν τοῦ α, Ἄρυπες.

151

Ἀρύσμους: Ἀσχήμονας. Ἄρυσις καὶ Ἄρυστις: Ἀρυστίχους, τουτέστι τοὺς οἰνοχόους. Ἀρυστὴρ γὰρ ἀγγεῖον τὶ, οἷον κύαθος, ᾧ ἔστιν ἀρύσασθαι, κοτύλη.
5 Ἀρχαίως: Δημοσθένης ἐν Φιλιππικοῖς, Οὕτως δ’ ἀρχαίως εἶχον. Ἔστι δὲ οἷον ἁπλῶς καὶ ἀκάκως. Τοιοῦτοι γὰρ οἱ ἀρχαῖοι. Τὸ δ’ ἐναντίον τοῦ ἀρχαίου καλούμενον νεωτεροποιόν· τὸν ἐπὶ κακῷ δηλονότι καινουργόν.
10 Ἀρχαιρεσιάζειν: Τὸ πρὸς χάριν τοῖς πολλοῖς ζῆν. Ἄρχων: Ὄνομά ἐστι μετοχικὸν, παρὰ τὸ ἄρχω· μετάγεται ἀπὸ μετοχῆς εἰς ὄνομα. Τὸ δὲ ἄρχω, αἴρω, τὸ ἐπαίρω. Μνημονεύουσι σχεδὸν πάντες οἱ
15ῥήτορες. Ἔστιν οὖν ὁ τὴν ἐπώνυμον ἄρχων ἀρχήν·
15ἀφ’ οὗ καὶ ὁ ἐνιαυτὸς ἐμετρεῖτο. Ἦν δὲ εἷς τῶν ἐννέα. Ἦσαν γὰρ θεσμοθέται ἕξ, βασιλεύς τε, καὶ πολέμαρχος, καὶ ἄρχων. Οὗτοι δὲ ἰδίως εἶχον, ὥσπερ Δημοσθένης ἐν τῷ πρὸς Λακρίτου Παρα‐ γραφήν.
20Ἀρχώνης: Ὁ ἄρχων ὠνῆς οὐτινοσοῦν.
20 Ἀρχός: Ὡς ἀπὸ τοῦ ἄγω, ἀγὸς, οὕτω καὶ ἄρχω, ἀρχὸς, ὁ ἡγεμὼν, παρὰ τὸ ἄρχειν. Ἐν δ’ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. Σημαίνει δὲ καὶ τὸ ἔντερον τὸ προσκείμενον τῷ καλουμένῳ δακτυλίῳ, πέρας ὂν τῶν ἐντέρων πάντων·
25εἴρηται δὲ, ὅτι ἄρχει τῶν ἐντέρων κάτωθεν. Τοῦτο
25γὰρ πρόδηλον, ὅτι τὸ αὐτὸ καὶ πέρας καὶ ἀρχὴ νομίζεται. Ἀρχιτέκτων: Σημαίνει καὶ τὸν τῶν οἰκοδομη‐ μάτων ἐπιστάτην· κυρίως δὲ τὸν ἀρχὸν τῶν τεκτόνων, τὸν τὴν διάθεσιν τοῦ κατασκευάσματος ἐπινοοῦντα,
30καὶ τὸν κατασκευάσαντά τι καὶ σκευωρήσαντα
30πρᾶγμα. Παρὰ τὸ ἄρχω καὶ τὸ τέκτων. Τὰ δὲ παρὰ τοῦ ἄρχω συντεθέντα διὰ τοῦ ι γράφονται· ἀρχιστράτηγος. Ἀρχιθέωρος: Ὁ ἡγούμενος τῶν θεωρῶν· θεωροὶ
δὲ εἰσὶν οἱ τὴν θεωρίαν φέροντες τοῖς θεοῖς εἰς τοὺς
35Ἑλληνικοὺς ἀγῶνας, καὶ ὑπὲρ τῶν πατρίων θύ‐
35οντες.
35 Ἀρχολίπαρος: Ὁ λιπαρῶν ἵνα ἀρχῆς τύχῃ· ἢ ἐκ τοῦ ἄρχειν λιπαινόμενος. Οὕτω Τραγκύλλων περὶ βλασφήμων. Ἀρχογλυπτάδης: Ὁ ὡσπερεὶ γλύφων τὰς ἀρχάς.
40Ἄρχομαι: Ἀρχόμενος, καὶ κατὰ συγκοπὴν,
40ἄρχμενος· ὤφειλε δὲ ἄργμενος· φυλάξαν δὲ τὸ χ δοκεῖ Ἰωνικὸν εἶναι, καθὸ καὶ τὸ ἔργμα ἔρχμα φασίν. Ἐνεστῶτος οὖν εἰσιν αἱ τοιαῦται μετοχαὶ, συγκοπὴν παθοῦσαι, ὡς τὸ, λεγόμενος, λέγμενος· ὁρώμενος, ὅρμενος· δεχόμενος, δέγμενος. Τινὲς δὲ λέγουσι
45παρακείμενον εἶναι. Ἀσαλής: Ἡ ἄφροντις, ἡ μηδενὸς φροντίζουσα· σάλη γὰρ ἡ φροντίς. Ἀσαλής: Ὁ ἀμέριμνος. Αἰσχύλος, Ἀσαλὴς μανία.

151

(50)

Οὕτως Ἡρωδιανὸς καὶ Ἀπολλόδωρος. Καὶ γὰρ ἀσαλέαν ὁ Σώφρων τὴν ἀμεριμνίαν καὶ ἀλογιστίαν καλεῖ. Ἀσάμινθος: Πύελος· ἢ ὁ τόπος ἐν ᾧ λούονται· παρὰ τὸ τὴν ἄσην, ἤγουν τὸν ῥύπον τοῦ σώματος,
55μινύθειν.
55Ἔς ῥ’ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
55 Ἄσασθαι: Ἄσασθαι φίλον ἦτορ ἐδητύος ἠδὲ ποτῆτος. Τὸ κορεσθῆναι· κυρίως τὸ μετὰ κόρον εἰς ὕπνον ἐλθεῖν· ἀέσαι γὰρ τὸ κοιμηθῆναι. Ἢ ἀπὸ τοῦ ἥδω,

152

ἀφ’ οὗ τὸ, Ἥσατο δ’ αἰνῶς ἡδὺ ποτὸν πίνων· Ἥσασθαι, καὶ τροπῇ τοῦ η εἰς α, ἄσασθαι. Ἆσαι
5σημαίνει δύο· ἐπὶ μὲν τοῦ κορέσαι καὶ πληρῶσαι,
5Αἵματος ἆσαι Ἄρηα.
5ἐπὶ δὲ τοῦ βλάψαι,
5 Ἆσέ με δαίμονος αἶσα κακή. Ὁ δὲ Ἀπίων, ἐκθέμενος ἀμφοτέρας τὰς δυνάμεις, ἐτυμολογεῖ ἀπὸ τῆς ἄτης, οἷον ἀτῆσαι. Πληρωτικὰ γὰρ τὰ κακά. Ἄσβεστος:
10Ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλως.
10Ἀκατάπαυστος, πολύς· ἡ μεταφορὰ ἀπὸ τοῦ μὴ
10σβεννυμένου πυρός. Ἀσεβής: Παρὰ τὸ σέβω, σεβής· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀσεβής. Τοῦ ἀσεβέος (ὁ κανών· οἱ Ἴωνες καὶ οἱ ποιηταὶ τὰς εἰς ΟΥΣ ληγούσας γενικὰς ἀπὸ τῶν εἰς ΗΣ εὐθειῶν γινομένας διὰ τοῦ ΕΟΣ προ‐
15φέρουσι) καὶ ἀσεβοῦς· τὰ εἰς ΗΣ ὀξύτονα σύνθετα ἐπίθετα ῥηματικὰ εἰς ΟΥΣ ἔχει τὴν γενικήν· φύω, εὐφυὴς, εὐφυοῦς. Ἡ αἰτιατικὴ διὰ τί οὐ λέγει τὸν ἀσεβῆν; Οἱ γὰρ Ἀττικοὶ οὐκ ἐπὶ πάντων τῶν αἰτια‐ τικῶν τῶν ἀπὸ τῶν εἰς ΗΣ [ἐπιθέτων] προσλαμβάνουσι
20τὸ ν· ἀλλ’ ἐπὶ τῶν κυρίων τὸν Δημοσθένην λέγουσι, καὶ τὸν Ἀριστοφάνην· ἐπὶ δὲ τῶν ἐπιθετικῶν, οὐδα‐ μῶς. Τὸν ἀσεβῆ· τὸ γὰρ ε καὶ α εἰς η κιρ‐ νᾶται, ἡνίκα πρὸ τοῦ ε ἐστὶ σύμφωνον· εἰ δὲ καθα‐ ρὸν, καὶ εἰς α καὶ εἰς η, τὸν εὐφυέα, καὶ εὐφυῆ, καὶ
25εὐφυᾶ· εἰ δὲ ἔχει τὸ ρ, εἰς α, ἀργύρεα, ἀργυρᾶ.
25Τὸ δὲ κανᾶ καὶ ὀστᾶ, οὐκ ἀπὸ τοῦ κανέα καὶ ὀστέα, ἀλλ’ ἐξ ἰδίας πτωτικῆς, κανοῦν, καὶ ὀστοῦν. Ὦ ἀσεβές· τὰ εἰς ΗΣ εἰς ΟΥΣ ἔχοντα τὴν γενικὴν εἰς ΕΣ ποιεῖ τὴν κλητικήν. Διὰ τί οὐκ ἀνατάσσει τὸν τόνον; Τὰ γὰρ εἰς ΗΣ ὀνόματα εἰς ΟΥΣ ἔχοντα τὴν
30γενικὴν, εἰ μὲν ὦσι κύρια, ἢ ἀπὸ τοῦ οὐδετέρου γίνεται εἰς ΗΣ, βαρυνόμενα δὲ, ἀναβιβάζουσι τὸν τόνον ἐπὶ τῆς κλητικῆς, ὦ Δημόσθενες, ὦ Μητρό‐ φανες· καὶ κῆτος, μεγακήτης, ὦ μεγάκητες. Εἰ δὲ ὀξυνόμενα καὶ ἐπιθετικὰ, τὸν αὐτὸν τόνον φυ‐
35λάσσει ἐπὶ τῆς κλητικῆς, ὦ εὐτυχὲς, ὦ εὐγενὲς, ὦ μονογενές.
38 Ἀσελγεῖς: Σελγοὶ, ἔθνος σωφρονέστατον· ἀσελ‐ γεῖς οὖν ἐντεῦθεν, οἱ μὴ σώφρονες.
40 Ἀσελγής: Παρὰ τὸ θέλγω, τὸ ἀπατῶ καὶ σκο‐ τίζω, θελγής· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀθελγὴς, καὶ ἀσελγὴς, ὁ εὐαπάτητος καὶ σκοτεινὸς κατὰ τὸν νοῦν. Ἢ ὅτι Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι, καὶ ἀλλήλοις ἐκοινώνουν·
45μετὰ τοῦ ἐπιτατικοῦ α· ὅθεν καὶ ἀσέλγεια, πορνεία, ἀκαθαρσία, ἑτοιμότης πρὸς πᾶσαν ἡδονήν. Ἀσελγαίνειν: Κυρίως τὸ παρὰ φύσιν ταῖς γυναιξὶ μίγνυσθαι· καταχρηστικῶς δὲ τὸ ὁπωσδήποτε ἀκολασταίνειν. Εἴρηται δὲ ἀπό τινος Ἐλεγηΐδος

152

(50)

γυναικὸς Ἀττικῆς, πρώτης τὴν τοιαύτην ἀσωτίαν εὑρούσης. Ἐλεγαίνειν οὖν ἐστι τὸ ἀσελγαίνειν· καὶ πλεονασμῷ τοῦ ς, μετὰ τοῦ ἐπιτατικοῦ α, ἀσελγαί‐ νειν. Οὕτως Ἀλκίφρων· Ἐπαφρόδιτος δὲ, παρὰ τὸ λέχος λεχαίνειν, τὸ λέχους ἐπιθυμεῖν· καὶ κατὰ
55τροπὴν, λεγαίνειν· (ἔνθεν Ἀρχίλοχος,
55 Λέγαι δὲ γυναῖκες, ἀντὶ τοῦ ἀκόλαστοι·) πλεονασμῷ, ἐλεγαίνειν· καὶ συν‐ θέσει τῆς α ἐπιτάσεως, καὶ πλεονασμῷ τοῦ ς, ἀσελ‐ γαίνειν. Καὶ ἡ Νηλέως θυγάτηρ Ἐλεγηῒς, ἄσωτος

153

οὖσα ἦν. Ἧς καὶ ὁ πατὴρ ἤκουσεν ἐπικροτούσης τὸ αἰδοῖον καὶ βοώσης, Δίζεο δίζεο δὴ μέγαν ἄνδρα ἀ... Ὅς ς’ ἐπὶ Μίλητον κατάξει πήματα Καρσί.
5Ἀσέληνα: Ὄρη οὕτω καλούμενα· ἅπερ οἱ μὲν
5παρὰ τὴν Τραχῖνα εἰρῆσθαι, ὡς Ῥιανὸς ἐν τῷ ιδʹ Ἡρακλείας· Νίκανδρος δὲ, ἐν τοῖς Αἰτωλικοῖς, ὅτι, φησὶν, ἐν αὐτοῖς τῆς Σελήνης τῷ Ἐνδυμίωνι συγ‐ καθευδούσης, συνέβαινε τοὺς ἄλλους τόπους ἀσελήνους
εἶναι, καὶ μὴ μετέχειν τούτους θεοῦ φωτός.
10 Ἀσήμαντον: Ἀφύλακτον, ἀφρόντιστον, ποι‐ μένα μὴ ἔχουσαν ἐκ τοῦ σημαίνω. Ἀσφράγιστος: Ἀποίμαντος. Ἄσθμα: Ἡ ἀναπνοή. Παρὰ τὸ ἄω, τὸ πνέω, ἄσω, ἦσμαι, ἄσμα· καὶ πλεονασμῷ τοῦ θ, ἄσθμα.
15Ἢ παρὰ τὸ ἄημα πέπονθεν ἐπενθέσει τοῦ θ· τὸ γὰρ ἀνάλογον ἦν, ἄσμα· ὥσπερ καὶ χῶ, τὸ χωρῶ, χὼν, καὶ χθών· καὶ παρὰ τὸ χαμαὶ χαμαλὸς, καὶ χθαμα‐ λὸς, τὸ κοιλότατον· καὶ φθέγγεσθαι παρὰ τὸ φῶ, τὸ εἰς φῶς ἄγειν τὰ τοῦ νοῦ. Ἀπὸ δὲ τοῦ ἄσθμα,
20ἀσθμαίνω.
20 Ἀσθενής: Παρὰ τὸ σθένος, ἡ δύναμις, μετὰ τοῦ στερητικοῦ ἄλφα, ἀσθενής. Ἄσις: Ἄσιν, ἰλὺν, ὅ ἐστι γῆν ψαμμώδη, ὅθεν καὶ ἀσιόγειαι, αἱ αἱμασιαί. Ἄση: Ἄσις, ἡ ἀκαθαρσία. Ὅμηρος,
25 Τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. Ἔστι δὲ παρώνυμον, ἄση, ἄσις, ὡς φήμη, φήμις. Τὸ δὲ ἄση γέγονε παρὰ τὸ ἄτω, ἄσω· ὅθεν Ἀσέ με δαίμονος αἶσα. Ἄσω, ἄση, ὡς μνήσω μνήμη, κνήσω κνήμη.
30 Ἀσία: Προμηθέως μήτηρ ἡ Ἀσία, ὡς Λυκό‐ φρων. Καὶ ἀπ’ αὐτῆς ἡ Ἀσία ὠνόμασται. Ἀσιάδος κρούματα: Τῆς κιθάρας. Οὕτως Ἀριστοφάνης εἶπε, παρῳδῶν τὸ ἐξ Ἐρεχθέως Εὐρι‐ πίδου.
35Ἀσιάτις: Ἡ τρίχορδος κιθάρα οὕτω καλεῖ‐
35ται. Εἴρηται δὲ, ὅτι ἐν Ἀσίᾳ τῇ πόλει τῆς
35Λυδίας κειμένῃ ἐν Τμώλῳ πρῶτον εὑρέθη. Καὶ τὰς γοώδεις δὲ ᾠδὰς ὑπὸ Νιόβης καὶ τῶν Λυδῶν γυναικῶν εὑρεθείσας εἰς Ἕλληνας ἀχθῆναι. Ὅθεν καὶ Λύδιος ὁ τρόπος μετωνομάσθη. Ἢ ἀπὸ Ἀσίου τινός.
40Ἄσιος: Τὸ α μακρὸν, καὶ ψιλοῦται· ἢ παρὰ τὴν
40αἶσαν, αἴσιος καὶ ἄσιος· ἢ παρὰ τὸ αἴσσω, Ἄσιος, ὡς ὀρθῶ, Ὀρθώσιος· κτήσω, Κτήσιος, αἰνήσω, Αἰ‐ νήσιος.
Ἀσίω ἐν λειμῶνι: Ὄνομα πτώσεως γενικῆς. Ἡ εὐθεῖα, Ἀσίας. Ἐκλήθη οὖν Ἀσίας ὁ λειμὼν,
45ἀπὸ Ἀσίου τοῦ Κότυος, ὃς ἦν βασιλεὺς Λυδίας.
45Κλίνεται Ἀσίου, ὡς κοχλίας, κοχλίου· καὶ τὸ Ἰω‐ νικὸν, Ἀσίεω. Ὁ κανών· οἱ Ἴωνες τὰς εἰς ΟΤ γενικὰς τὰς ἀπὸ τῶν εἰς ΑΣ καὶ εἰς ΗΣ γινομένας διὰ τοῦ ΕΩ προφέρουσιν· οἷον, Ὀρέστης, Ὀρέστου, Ὀρέστεω· Ἀτρείδης, Ἀτρείδου, Ἀτρείδεω· Πηλεί‐

153

(50)

δης, Πηλείδου, Πηλείδεω· Αἰνείας, Αἰνείου, Αἰ‐

153

(50)

νείεω.

153

(50)

Αἰνείεω ἕταρον μεγαθύμου Δηϊκόωντα. ὅτι αἱ διὰ τοῦ ΕΩ Ἰωνικαὶ γενικαὶ, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται· οἷον, Ὀρέστου, Ὀρέστεω· Ἀτρείδου, Ἀτρείδεω· οὕτως οὖν καὶ Ἀσίεω. Χωρὶς εἰ μὴ κατὰ πάθος ὦσι· διὰ
55τὸ Ἑρμείεω, καὶ κατὰ συγκοπὴν, Ἑρμείω. Καὶ ἡ
55χρῆσις,
55 Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστου. Βορέου, Βορέεω, καὶ συγκοπῇ Βορέω, Βορέω ὑπ’ ἰωγῇ ἡ χρῆσις. Καὶ ἐϋμμελίεω, Ἐϋμμελίω Πριάμοιο,
60Οὕτως οὖν, Ἀσίας, Ἀσίου, Ἀσίεω Ἰωνικῶς, καὶ

154

συγκοπῇ, Ἀσίω. Καὶ ὁμοίως οὐ προπαροξύνεται· ἐπειδὴ κατὰ πάθος ἐστὶν, ἤγουν κατὰ συγκοπήν. Ἐν ἡρωϊκῷ μέτρῳ τὰς ἀπὸ τῶν εἰς ΗΣ εὐθειῶν γενικὰς οὐ προφέρουσιν οἱ ποιηταὶ εἰς ΟΥ, ἀλλ’ ἢ
5διὰ τοῦ ΕΩ, ὡς Πηλείδεω· ἢ διὰ τοῦ ΑΟ, ὡς Ὀρέ‐ σταο Βοιωτικῶς· Θετταλικῶς, καλοῖο· Δωρικῶς, Ἀτρείδα· κοινῶς καὶ Ἀττικῶς, Ἀτρείδου. Ἀσινεῖς: Οἱ Δρύοπες οἱ τὴν Ἀσίνην κατοι‐ κοῦντες. Καλλίμαχος,
10Δειλαίοις Ἀσινεῦσιν ἐπὶ τριπτῆρες ἁρπάσας.
10Εἴρηται, ὅτι Ἡρακλῆς τοὺς Δρύοπας λῃστεύοντας ἀπὸ τῶν περὶ Πυθῶ χωρίων ἐν τῇ Πελοποννήσῳ μετῴκισεν, ἵνα διὰ τὴν πολυπληθίαν τῶν ἐνοικούντων εἴργοιντο τοῦ κακουργεῖν· καὶ διὰ τοῦτο Ἀσινεῖς αὐτοὺς ὠνομάσθαι, ὡς μηκέτι κατὰ τὸ πρότερον
15σινομένους.
15 Ἀσκαλαβώτης: Ζωΰφιον ἐοικὸς σαύρᾳ, ἐν τοῖς τοίχοις ἀνέρπον τῶν οἰκημάτων. Παρὰ τὸ ἀκαλῶς, τὸ ἡσύχως, καὶ τοῦ βῶ ῥήματος, ἀκαλαβώτης, καὶ πλεονασμῷ τοῦ ς. Ἀσκάνιος: Ὁ υἱὸς Αἰνείου τοῦ Τρωός. Εἴ‐
20ρηται δὲ, ὅτι Αἰνείας ἐπιγαμίᾳ χρησάμενος ἀπ’ Ἀσκάλωνος, ὑπό τε Ἀσκάλου τοῦ τότε βασιλεύ‐ οντος τῆς χώρας ξενισθεὶς, διὰ τὴν πρὸς αὐτὸν φι‐ λίαν τὸν υἱὸν Ἀσκάλιον προσηγόρευσεν· ὃς τῇ Ῥωμαίων διαλέκτῳ Ἀσκάνιος ὠνομάσθη.
25 Ἀσκάλαφος: Παρὰ τὸ ἀσκαλὲς τῆς ἁφῆς, ὁ λίαν σκληρός. Ἀσκαρίζειν: Σημαίνει τὸ κινεῖσθαι. Σκαίρω, σκαρίζω, καὶ ἀσκαρίζω. Ἀσκάντης: Κλινίδιον εὐτελὲς, ὃ ὑπὸ τῶν Ἀτ‐
30τικῶν σκίμπους ὀνομάζεται. Καλλίμαχος, καὶ
τὸν μὲν ἐπ’ ἀσκάντα κάθισεν. Καὶ Ἀριστοφάνης, Ἔξει τὸν ἀσκάντην λαβών. Καὶ Πλάτων ὁ φιλόσοφος Πρωταγόρᾳ,
35Καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος, ἐκαθέζετο
35παρ’ ἐμέ.
35Ὁ δὲ κράβατος οὐ παρ’ ἑνί. Εἴρηται δὲ παρὰ τὴν κάννην (οὕτω δὲ ἐκάλουν τὴν ψίαθον) ἀκάντης, καὶ ἀσκάντης, ἡ εὐτελὴς κλίνη, μηδὲ κάννην ἔχουσα. Ἀσκελές: Ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεί.
40Ἀμετακινήτως, κατὰ στέρησιν τῶν σκελῶν· ἢ ἀδια‐
40λείπτως, καὶ ἄγαν σφοδρῶς· καὶ ἀσκελέως, τὸ σκληρῶς. Παρὰ τὸ σκέλω, τὸ ξηραίνω, γίνεται ἀσκελὲς, τὸ ἄγαν σκληρόν· ὅθεν καὶ σκέλος· ἢ παρὰ τὸ ἄγαν ἐσκληκέναι· ὅθεν καὶ Ἀσκληπιὸς, ὁ μὴ ἐῶν τὰ σκέλη ἐσκληκέναι καὶ ξηραίνεσθαι· ἀπὸ μέρους
45δὲ τὸ ὅλον σῶμα δηλοῖ. Καὶ γὰρ τὸν Ἐπιδαύρου τύραννον ὀφθαλμιῶντα θεραπεύσας, ἐκλήθη Ἀσκλη‐ πιός· πρότερον γὰρ Ἥπιος ἐκαλεῖτο. Ἢ ὅτι τὰ ἀσκελῆ (ὅ ἐστι σκληρὰ) τῶν νοσημάτων ἥπια ποιεῖ. Καὶ ἀσκληπιὰς, βοτάνη τίς.
52Ἀσκητής: Διὰ τὸ ὡς ἀσκὸν νεκροῦσθαι τὸν
51ἀσκητήν· ὅρος δὲ αὐτοῦ, ὁ πόνος τῆς ἀσκήσεως. Καὶ ὁ ἀθλητὴς, ἀπὸ τοῦ ἀσκῆσαι· ἐκ τοῦ ἀσκός.
55 Ἀσκηθής: Παρὰ τὸ σχέθω, κατὰ σύνθεσιν καὶ ἔκτασιν καὶ τροπήν· ὁ ὑγιὴς καὶ ἀκώλυτος τοῦ πράτ‐ τειν. (Ἀσκηθῆ) ἀβλαβῆ, θεραπευθέντα καὶ σωζό‐

155

μενον. Ἀσκός: Ἐκ τοῦ σχίζω μετὰ τοῦ στερητικοῦ α· ἢ παρὰ τὸ σχῶ, σχήσω, ἀσχὸς, καὶ ἀσκὸς, ὁ ἀβλα‐
5βὴς καὶ ὑγιὴς καὶ μὴ ἐσχισμένος. Ὅθεν καὶ ἀσκηθὴς ὁ ἀβλαβὴς καὶ ὑγιὴς, ἀπὸ μεταφορᾶς τοῦ ἀσκοῦ. Ἀσκῆσαι δὲ, τὸ θεραπεῦσαι, ἐπιμεληθῆναι, ἀθλῆσαι ποιήσασθαι. Ἀσκοφορεῖν: Ἐν ταῖς Διονυσιακαῖς πομπαῖς
10τὰ μὲν ὑπὸ τῶν ἀστῶν πράττεται, τὰ δὲ τοῖς μετοί‐
10κοις ποιεῖν ὑπὸ τῶν νομοθετησάντων προστέτακται. Οἱ μὲν οὖν μέτοικοι, χιτῶνας ἐνδεδυμένοι χρῶμα ἔχοντας φοινικοῦν, καὶ τὰς σκάφας φέρουσιν· ὅθεν καὶ σκαφηφόροι λέγονται· οἱ δὲ ἀστοὶ ἐσθῆτα ἔχου‐ σιν ἣν βούλονται, καὶ ἀσκοὺς κατὰ τῶν ὤμων φέ‐
15ρουσι, καὶ διὰ τοῦτο ἀσκοφόροι καλοῦνται. Ἀσκώματα: Καλοῦνται καὶ τὰ δέρματα τὰ ἐπιρραπτόμενα ταῖς κώπαις ἐν ταῖς τριήρεσι, διὰ τὸ μὴ εἰσφέρειν τὸ θαλάσσιον ὕδωρ. Ἀριστοφάνης, Ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον.
20Ὅτι καὶ ἀπὸ ἀσκῶν γίνονται, καὶ ἄγχιστά εἰσι.
20Καλοῦνται δὲ ἀσκώματα καὶ οἱ γνάθοι· ἀπὸ μετα‐ φορᾶς τῶν χαλκευτικῶν ἀσκωμάτων, ἃ εἰσὶ φύσαι
χαλκευτικαί. Ἄσμενος: Ἥδω τὸ εὐφραίνομαι· ὁ παθητικὸς παρακείμενος, ἧσμαι· ἡ μετοχὴ, ἡσμένος, καὶ ἄσμε‐
25νος, τροπῇ τοῦ η εἰς α. Ἐξ αὐτοῦ, ἀσμενίζω· καὶ συνασμένιζε, τὸ συνευφραίνου. Τινὲς δὲ λέγουσι μὴ εἶναι μετοχήν· ὅτι πᾶσαι αἱ τοῦ παρακειμένου μετοχαὶ [προ]παροξύνονται. Πρὸς οὓς φαμὲν, ὅτι λέγουσιν οἱ τεχνικοὶ μετοχὴν εἶναι παρακειμένου,
30ἀπὸ τοῦ ἥδω, ἡσμένος· κατὰ συστολὴν τῆς ἀρχούσης, ἄσμενος· καὶ ἅμα τῇ συστολῇ ἀνεβίβασε τὸν τόνον καὶ προπαροξύνεται. Ἀσμωλή: Ἀναπνοὴ ὀλίγη· καὶ ἀσμωλεῖν, ἀγνοεῖν.
35Ἀσούρ: Ὁ κρατὴρ ὑπὸ Φοινίκων.
35 Ἀσκωλιάζω: Ἀσκωλιάζειν ἐστὶ, τὸ ἵστασθαι ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενον ἢ στερούμενον τῶν κατὰ φύσιν. Εἴρηται παρὰ τὸ σκῶλον, ὅ ἐστι σκόλοπα, τῷ ἑνὶ ποδὶ ἅλλεσθαι· ἀπὸ τῶν πατούντων σκόλοπα καὶ χωλευόντων· ὅπερ Ἐπίχαρμος ἐν Πέρσαις σχω‐
40λοβατίζειν φησί. Σκωλιάζειν οὖν, καὶ κατὰ πλεο‐ νασμὸν, ἀσκωλιάζειν. Τινὲς δὲ οὐ πλεονασμὸν ἡγοῦν‐ ται τὸ α· ἀλλὰ παρὰ τὸν ἀσκὸν γέγονε. Κυρίως γὰρ ἀσκωλιάζειν λέγεται τὸ ἐπὶ ἀσκῶν ἅλλεσθαι. Οὕτως Ἐπαφρόδιτος.
45Ἀσπάζω: Ἔστι ῥῆμα σπῶ, καὶ σημαίνει τὸ
45διαχωρίζω. Ἐξ αὐτοῦ γίνεται σπάζω κατὰ παρα‐ γωγὴν, ὡς φρῶ, φράζω· βῶ, βάζω· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀσπάζω, τὸ μὴ διαχωρίζεσθαι, ἀλλ’ ὑπὸ τῆς φιλίας ἡνῶσθαι. ἀσπάζεται, κατὰ στέρησιν τοῦ μὴ σπᾶν· ὁ γὰρ

155

(50)

διαλυόμενος καὶ [ἐχθαίρων ἢ] ἐχθραίνων ἀποσπᾷ

155

(50)

ἀπ’ ἐκείνου ἑαυτόν· ὡς ἐπὶ Τηλεμάχῳ,
5Ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο.
52Ἐκ τοῦ οὖν ἐναντίου τὸ ἀντέχεσθαί τινος κατὰ φιλίαν ἀσπάζεσθαι εἴρηκεν. Ἀπὸ τοῦ ἀσπάζω ῥηματικὸν ὄνομα, ἀσπαστός· καὶ οὐδέτερον, ἀσπα‐
55στόν. Ὁ μέλλων, ἀσπάσω· ἀφ’ οὗ ἀσπάσιος, καὶ ἀσπασίως, τὸ προσηνῶς καὶ φιλοφρόνως. Ἔστι δὲ παρασύνθετον, ἀπὸ τοῦ ἀσπάζω συνθέτου· τὸ γὰρ

156

ἀσπάζομαι σύνθετόν ἐστιν, ἀπὸ τοῦ σπῶ ῥήματος· ἀφ’ οὗ τὸ σπῶμαι· καὶ παράγωγον σπάζω. Καὶ προσῆλθεν ἡ α ἐπίτασις, καὶ ἐποίησε τὸ ἀσπάζω. Τὸ γὰρ ἐπισπᾶσθαι ἔστι τὸ ἀσπάζεσθαι. Ἀρσενικὸν,
5ἀσπάσιος· τὸ θηλυκὸν, ἀσπασίη. Λέγεται καὶ
5ἐπιρρηματικῶς, ἀντὶ τοῦ ἀσπασίως. Ἀσπάσιος: Ἡ διὰ τοῦ ΙΟΣ παραγωγὴ παρὰ μέλλοντα γινομένη τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν· ὀρθώσω, Ὀρθώσιος· αἰνήσω, Αἰνήσιος· ἀρ‐ κέσω, Ἀρκέσιος, καὶ Ἀρκείσιος· ἄρω, τὸ ἁρμόζω,
10ἄρσω ἄρσιος, ὁ ἁρμοζόμενος· καὶ ἀνάρσιος, ὁ μὴ ἁρμοζόμενος· ἅζω, ἅσω, ἅσιος, καὶ κατὰ ἀντίθεσιν ὅσιος· κτήσω, κτήσιος· ἄξω, ἄξιος. Οὕτως οὖν καὶ
ἀσπάζω ἀσπάσω, ἀσπάσιος· καὶ θαυμάσω θαυμά‐ σιος. Ὀξύνεται δὲ ἀνεψιὸς, δεξιός· τοῦ δὲ πλησίος
14ἀπὸ τοῦ πλητὸς ἔχομεν τὴν χρῆσιν· ὁ γὰρ ἄπλητος
15ὁ ἀπροσπέλαστος· πλητὸς, πλησίος, ὡς ἄμβροτος ἀμβρόσιος, τροπῇ τοῦ τέλους. Οὐ γέγονε δὲ τὸ πλησίος παρὰ μέλλοντα. Οἱ γὰρ Λάκωνες τὰ παρὰ μέλλοντα εἰς τὸ τ οὐ τρέπουσιν, ἀλλ’ ἀπὸ τοῦ τ εἰς τὸ ς· ἐνιαυτὸς, ἐνιαύσιος, ἐνιαύτιος λέγουσιν, ὑπό‐
20μνησιν διδόντες τοῦ προτέρου τ· πλοῦτος, πλούτιος, πλούσιος· τὸ δὲ πλησίος, πλητίος λέγουσιν. Ὥστε οὐ παρὰ μέλλοντα. Παρὰ τὸ πέλω παράγωγον πελάζω, τὸ προσεγγίζω· ῥηματικὸν ὄνομα, πλατὸς καὶ πλητός· καὶ κατὰ τροπὴν τοῦ τ εἰς ς, καὶ κατὰ
25παραγωγὴν, πλησίος, ὡς ἄμβροτος, ἀμβρόσιος. Ἀσπαστόν: Τὸ ἡδύ· τοῦ α κατ’ ἐπίτασιν ὄντος· ὅπερ ἄν τις πρὸς ἑαυτὸν ἐπισπᾷ. Ἀσπάραγος: Κυρίως ἐπὶ τοῦ ἑλείου ἢ ὀρείου, ὁ μὴ σπειρόμενος.
30 Ἀσπάλαθος: Εἶδος ἀκάνθης. Νίκανδρος, Ἐν γὰρ ὄρει ῥάμνοι τε καὶ ἀσπάλαθοι κομέονται. Παρὰ τὸ σπῶ, σπάλαθος, καὶ ἀσπάλαθος. Ἀσπαλιεύθην: Ἀσπαλιεύθην ὡς οὐκ οἶδ’ εἴ τις ἰχθῦς ὑπὸ τοῦ δελέατος
35τῆς ἡδονῆς, καὶ ἐνήχετό μοι τὸ ἄγκιστρον. Ἀσπαλιεύς: Παρὰ τὸ ἀποσπᾶν τοὺς ἰχθῦς ἐκ τῆς θαλάσσης· οἷον σπῶ, σπεύς· πλεονασμῷ τῆς ΛΙ συλλαβῆς, σπαλιεύς· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀσπαλιεύς.
40Ἀσπαλιευτής: Ὁ ἁλιεύς· εἴρηται δὲ παρὰ τὸ
40σπᾶν, καὶ τὸ λίνον· ὁ σπῶν τῷ λίνῳ· τοῦ α ἢ πλεο‐ νάζοντος, ἢ ἐπίτασιν σημαίνοντος· ὅθεν καὶ ἀσπα‐ λιευτὴς, ὁ ἐκ τῆς ἁλὸς σπῶν τοὺς ἰχθῦς. Ἄσπετος: Ἔστι ῥῆμα σπῶ· ὅπερ γέγονε παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, ὡς παρὰ τὸ ἔχω, σχῶ· ἐξ οὗ
45τὸ σπᾶσθαι καὶ ἐπισπᾶσθαι ποσίν. Ἄσπετος: Ῥηματικὸν ὄνομα σπετός· καὶ μετὰ τοῦ στερητικοῦ α, Ἄσπετος αἰθήρ, οἱονεὶ ὁ πολὺς καὶ μέγας καὶ δυνάμενος ἄρρηκτος

156

(50)

γενέσθαι· ἢ οὗ οὐκ ἄν τις ἐφίκοιτο, δυσπαρακολου‐

156

(50)

θήτου διὰ τὸ μέγεθος. Ἢ παρὰ τὸ σπῶ, τὸ κρατῶ, σπετὸς, καὶ ἄσπετος. Ἄσπετον: Ἀπλήρωτον, πολύν. Λυκόφρων, Ἀλλ’ ἄσπετον χέασα παμμιγῆ βοήν. Δύναται δὲ καὶ παρὰ τὸ ἔπω, τὸ λέγω, εἶναι· ἄσπετα
55τὰ οὕτω πολλὰ καὶ μεγάλα, ὥστε καὶ ἄρρητα ὑπάρ‐
χειν [τοῦ λέγεσθαι.] Ἀσπερχές: Ἀδιαλείπτως, τοῦ α κατ’ ἐπίτασιν, τουτέστι τὸ ἄγαν ἐσπευσμένον, παρὰ τὸ σπέρχω· συνεχῶς, ἰσχυρῶς, ταχέως.

157

Ἄσπειστον: Ἀπὸ τοῦ σπένδω· οὗ ὁ μέλλων, σπείσω· [ὁ παρακείμενος,] ἔσπεικα, ἔσπεισμαι, ἔσπεισαι, ἔσπεισται, σπειστὸς, καὶ ἄσπειστος, ἄ‐ σπονδος.
5Ἀσπιστής: Πεζὸς ὁπλίτης, πολεμιστής· ἀπὸ
5τοῦ ἀσπίζω (ἐξ οὗ ὑπερασπίζω) ὁ μέλλων, ἀσπίσω, ἤσπικα, ἤσπισμαι, ἤσπισται, ἀσπιστής. Ἀσπίς: Ἀσπὶς σημαίνει δύο· τὸ μὲν ζῷον, ἐπὶ τοῦ ἑρπετοῦ, διὰ τὸ κύκλους ποιεῖν τοῦ σώματος καὶ μὴ ταχέως ἐκτείνειν εἰς μῆκος· ἀπὸ μεταφορᾶς τοῦ
10ὅπλου· οὕτω γὰρ συστρέψαν ἑαυτὸ πολεμεῖ καὶ μάχεται. Τὸ δὲ ὅπλον, παρὰ τὸ σπῶ, γίνεται σπίζω, τὸ ἐκτείνω καὶ μηκύνω· ὁ μέλλων, σπίσω· ἀποβολῇ τοῦ ω, σπις τὸ μακρόν· παρὰ τὸ ἀποσπᾶ‐ σθαι καὶ διατείνεσθαι· μετὰ τοῦ στερητικοῦ α, ἀσπὶς,
15ἥτις τοῦ μακρὰν εἶναι ἀπήλλακται· εἰς περιφερὲς γὰρ σχῆμα ἔγκειται, τὸ μὴ εἰς ἔκτασιν μεμηκυμ‐ μένον, ἀλλ’ εἰς περιφέρειαν κεκυκλωμένον. Ἢ παρὰ τὸ ἀσπαστὴν εἶναι τοῖς φοροῦσιν ἐν τῷ πολέμῳ. Ἐξ οὗ ῥίψασπις.
20Ἀσπίδος ὁ κανών· Τὰ εἰς ΙΣ θηλυκὰ, διὰ τοῦ π
20ἐκφερόμενα, ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ ΔΟΣ κλί‐ νεται· ἁπλᾶ μὲν, κρηπὶς, κρηπίδος· σύνθετα δὲ, βοῶπις, βοώπιδος· ἑλικῶπις, ἑλικώπιδος. Διὰ τί ὀξύνεται; Τὰ εἰς ΠΙΣ θηλυκὰ δισύλλαβα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχονται, βαρύνονται, θέσπις, τράμ‐
25πις· ἔστι δὲ βαρβαρικὸν ὅπλον· εἰ δὲ ἀπὸ φωνήεντος,
25ὀξύνεται, ἀσπὶς, ἐλπὶς, ἐμπὶς, εἶδος κώνωπος. Ἀσπιδιώτης: Εἰ μὲν ἀπὸ τῆς ἀσπίδος, ἀσπι‐ δίτης, δηλονότι πλεονασμῷ τοῦ ω· εἰ δὲ παρὰ τὸ ἀσπίδιος (οἷον, ἔνθεν ὑπασπίδια) παράγωγον, οὐ πλεονάζει, ὥσπερ ἴδιος, ἰδιώτης· καὶ ἥλιος, ἡλιώτης,
30καὶ ἀφηλιώτης· οὕτως ἀσπίδιος, ἀσπιδιώτης. Ἀσπληδών: Φασὶ γὰρ εἶναι Σπληδόνα τὸν Πρεσβῶνος καὶ Στερόπης. Ἀπολλόδωρος δὲ φησὶν Ἀσκληπιάδην οὕτω λέγειν, Σπληδόνα τ’ ἠγαθέην.
35Ὅταν οὖν εὕρωμεν,
35Οἵδ’ Ἀσπληδόνα ναῖον.
35Πλεονασμὸς ποιητικός ἐστι τοῦ α. Ἡρωδιανὸς περὶ Παθῶν. Ἀσπουδεί: Ἄνευ κακοπαθείας, καὶ χωρὶς πόνου. Ἆσσον: Τὸ ἐγγὺς καὶ πλησίον. Εἴρηται παρὰ
40τὸ ἐγγύς· συγκριτικὸς τύπος, ἐγγύτερος, ἐγγίων,
40ἔσσων· καὶ τὸ οὐδέτερον, ἔσσον καὶ ἆσσον, ὡς μέγας,
40μεγάτερος, μεγίων, μέσσον, καὶ μᾶσσον· Ἠὲ τοσοῦτον ὀΐομαι, ἢ ἔτι μᾶσσον. Ἀντὶ τοῦ μακρότερον. Οὕτως ἔσσον, ἆσσον. Οὕτως εὗρον ἐν σχολίοις τοῦ ῥηθέντος Ἀπολλωνίου. Ἢ παρὰ τὸ ἅπτω καὶ προσεγγίζω· καὶ Αἰολικὸν, ἄσσω,
45ἄσσον· νίπτω, νίσσω.
45 Ἅσς’ ἐθέλῃσθα: Φησὶν Ἀρίσταρχος τρία σημαίνειν τὴν λέξιν, τινὰ, ἅτινα, ὅσσα. Καὶ ἀεὶ ψιλοῦται· δασύνεται δὲ, ὅτε δηλοῖ τὸ ἅτινα. Καὶ ἔστι κατὰ Ἡρωδιανὸν δύο μέρη λόγου· τὸ α, ἄρ‐ θρον, καὶ τὸ ΣΑ, ὅ ἐστι Μεγαρικὸν, δηλοῦν τὸ τινά.

157

(50)

Καὶ παραλόγως, φησὶ, δασύνεται. Ἀσσυρία: Ἡ Βαβυλωνία· τὸ μὲν πρῶτον ἐκα‐ λεῖτο Εὐφράτις, ὕστερον δὲ Χαλδαία· τὸ τελευταῖον δὲ, ἀπὸ Ἀσούρου τοῦ Σούσου, Ἀσσυρία, ὡς Ξενο‐ κράτης ἐν πρώτῳ Χρονικῶν.
55 Αὐτίκα δ’ Ἀσσυρίης ἐπέβαν χθονὸς, ἔνθα Σινώπην θυγατέρ’ Ἀσωποῦ. Ἡ πλησίον τῆς Σινώπης γῆ, ἕως Ἀπαμείας καὶ ἔτι κάτω, ἡ κειμένη πρὸς τῇ θαλάσσῃ τῇ Ποντικῇ τῇ

158

φερομένῃ ἐπὶ Περσίδα καὶ Ἰνδίαν, καλεῖται πᾶσα Συρία· διὰ τὸ συρῆναι αὐτὴν ὑπὸ τοῦ κατακλυσμοῦ μερικοῦ γενομένου· Ἀσσυρία δὲ, ἡ ἐγγὺς τῆς συρεί‐ σης γῆς οὖσα· ἥτις ἐστὶν ἡ Σινώπη· παρὰ τὸ μὴ
5σύρεσθαι. Ἀσσύριοι, τὸ ἔθνος. Καλλίμαχος, Ἦ ἀπ’ Ἀσσυρίων ἡμεδαπὴ στρατιή. Καὶ, Ἥμισυ μὲν Πέρσαι, ἥμισυ δ’ Ἀσσύριοι. Εἴρηται παρὰ τὸν Ἀσσάρακον τοῦ ἔθνους ἐπικρατή‐
10σαντα, ἐκβολῇ τοῦ κ, Ἄσσαρος· καὶ τροπῇ, Ἄσσυ‐
10ρος· καὶ παραγωγῇ, Ἀσσύριος, ὡς μάθω, μῦθος.
10Ἀσσυρίους τοὺς ἐν τῷ Πόντῳ· παρὰ τὸ μηκέτι Σύρους εἶναι· ἵν’ ᾖ Ἀσύριος. Ἄσσον: Τὰ πρὸ δύο τῶν αὐτῶν βραχέα εἰσί. Σεσημείωται τὸ μᾶλλον καὶ θᾶσσον. Εἰσὶ δὲ καὶ ἕτερα σεσημειωμένα, ἅπερ Εὐδαίμων παρατίθησιν,
15ὡς τὸ ῥᾶσσον, τὸ εὐχερές· Νάσσων, ὄνομα κύριον, καὶ ἐλάσσων. Ἄσταχυς: Σίταχύς τις ἐστὶν, ὁ τὸν σῖτον συν‐ έχων· ἢ στῶ, στήσω, στήκω, στάχυς, καὶ ἄσταχυς. Ἢ παρὰ τὸ ἐν τάξει τὸν σῖτον στείχειν. Προ‐
20παροξύνεται. Πᾶν γὰρ ὄνομα εἰς ΥΣ λῆγον ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται. Ἀστάρτη: Ἡ θεός· ὄνομα εἰδώλου ἐστί· λέ‐ γεται δὲ ἀπὸ μεταφορᾶς τοῦ ἄστρου. Ἄστρον γὰρ, ἐν τῷ οὐρανῷ ἀνάπλασμα· ἀφ’ οὗ τὸ εἶδος καλεῖται,
25ἔχον ὄνομα ἄστρου. Λοιπὸν παρὰ τὸ ἄστρον, ἀστράτη, καὶ ἐν ὑπερβιβασμῷ, ἀστάρτη. Ἢ παρὰ τὸ ἀστεράτη· καὶ συγκοπῇ, ἀστράτη. Ἔφορος γὰρ τῶν ἄστρων ἡ θεός. Ἀστεμφής:
30Ἀλλ’ ἀστεμφὲς ἔχεσκεν.
30Καὶ ἀστεμφέως, ἀμετακινήτως, ἰσχυρῶς· παρὰ τὸ στέμβειν, τὸ κινεῖν συνεχῶς. Ἀστεμβὴς οὖν, ὁ ἀκί‐ νητος, καὶ ἀστεμφής. Ἢ παρὰ τὸ στρέφω στρεφὴς, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀστρεφής· καὶ ἐν ὑπερ‐ βιβασμῷ, ἀστερφής· καὶ ἐλλείψει τοῦ ρ, καὶ πλεο‐
35νασμῷ τοῦ μ, ἢ μεταθέσει τοῦ ρ εἰς μ, γίνεται ἀστεμφής. Καὶ ἀστεμφὲς, τὸ ἀμετακίνητον ἢ βέ‐ βαιον· κατὰ ἀπόφασιν τοῦ στεμβάξαι, ὅ ἐστιν ὑβρίσαι. Λυκόφρων δὲ, ἀντὶ τοῦ πολυστένακτα, μεμπτά·
40Δύσζηλος ἀστέμβακτα τιμωρουμένη·
40 βοῶσα δ’ οὐ κλύοντα δεσπότην πόσιν. Ἀστεροπή: Ἡ ἀστραπή· παρὰ τὸ στερίσκειν τοὺς ὦπας τοῦ ὁρᾶν, διὰ τῆς ἀντιλαμπούσης λαμπη‐ δόνος. Ἢ παρὰ τὸ ὄπτω, ὀπτή· καὶ μετὰ τῆς ἀστέρος γενικῆς, ἀστεροπτή· καὶ ἀποβολῇ τοῦ τ,
45ἀστεροπή. Καὶ τὸ στεροπὴ ὁμοίως· καὶ στεροπη‐
45γερέτης, ὁ ἀστραπτικός. Ἀστεροπητής: Ἀστραπτικὸς, ἀστραπὰς ποιῶν. Ἀστεῖος: Ὄνομα ἐκ τοῦ ἄστυ· σημαίνει τρία. Λέγεται κυρίως ὁ ἐν ἄστει διατρίβων· λέγεται καὶ ὁ δι’ ἦθος χρηστὸν ἐπαινούμενος, ὡς ὁ Μωϋσῆς,

158

(50)

Ὡς ἦν τὸ παιδίον ἀστεῖον τῷ θεῷ. Λέγεται καὶ ὁ γελωτοποιός. Ἀστήρ: Ἵστημι, στήσω, στὴρ, καὶ ἀστὴρ, ὁ μὴ ἱστάμενος· παρὰ τὸ ἄστατον ἔχειν δρόμον· κυρίως ἐπὶ τῶν πλανητῶν λέγεται, ὁ μὴ στάσιν ἔχων, ἀστα‐
55τὴρ, καὶ ἀστήρ· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν
55ἀπλανῶν.
55 Ζητεῖται διὰ τὶ, ὥσπερ γίνεται κατὰ συγκοπὴν γαστρὸς, μὴ τὸν αὐτὸν τρόπον ἀπὸ τοῦ ἀστέρος ἀστρός .... ὡς μὴ ἔχει μίμημά τι ἡ ἀστέρος

159

γενικὴ, οὐ συγκόπτεται. Τὸ γὰρ Ἴστρος βαρύ‐ τονόν ἐστιν. Εἰ δέ τις εἴποι, ὅτι καὶ ἡ γαστρὸς γενικὴ οὐκ ἔχει εὐθεῖαν διὰ τοῦ ΤΡΟΣ ὀξυτόνου, ἵνα μιμήσηται, ἔστιν εἰπεῖν, ὅτι τὸ γαστὴρ παραλόγως
5ὀξύνεται, τῶν ἄλλων ὑπὲρ δύο συλλαβὰς ὄντων
5βαρυτόνων. Ἐπεὶ οὖν παραλόγως ὀξύνεται τὸ γα‐ στὴρ, τούτου χάριν κατὰ τὴν γενικὴν παραλόγως ἀνεδέξατο τὴν συγκοπήν. Διὰ τί δὲ, ὥσπερ γίνεται ἄνδρα καὶ θύγατρα, οὐ γίνεται καὶ μήτρα καὶ πάτρα; Ἵνα μὴ συνεμπέσῃ τοῖς μήτρα καὶ πάτρα, ὃ σημαίνει
10τὴν πατρίδα. Χοιροβοσκός. Ἄστηνος: Ὁ δυστυχὴς καὶ πένης· παρὰ τὸ στάσιν μὴ ἔχειν, μήτε οἴκησιν. Σύνεστι δὲ τοῦτο πένητι. Ἀστίβητος: Ἀπάτητος, ἢ ἀδιάβατος. Ἀπὸ
15τοῦ στείβω, ὁ μέλλων δεύτερος, στιβῶ· καὶ μετά‐
15γεται εἰς ἐνεστῶτα, καὶ γίνεται στίβω, στιβήσω, ἐστίβηκα, ἐστίβημαι, ἐστίβηται, στιβητὸς, καὶ ἀστίβητος, μετὰ τοῦ στερητικοῦ α. Τὸ δὲ στίβω, παρὰ τὸ στῶ. Ἄστικτον: Οὕτως οἱ Ἀττικοὶ ἐκάλουν τὸ ἐλεύ‐
20θερον χωρίον, καὶ μὴ ὑποκείμενον χρήστῃ. Εἴρηται
20δὲ, ὅτι τοῖς ὑποκειμένοις χρέεσι χωρίοις εἰώθασιν ἐγκαταπηγνύειν στήλην, ἣν ἐκάλουν ὅρον· ἐν ᾗ ἐκε‐ χάρακτο τὸ χρέος, καὶ ὁ χρήστης· ἵνα μὴ πλανηθεὶς ἕτερος ὡς ἐπὶ καθαρῷ αὐτῷ δανείσῃ· τὸ δὲ ἐλεύθερον ἄστικτον ἐκάλουν.
25 Ἄστρον: Παρὰ τὸ αἴθω, τὸ καίω, αἴσω, γίνεται αἶστρον· καὶ ἀποβολῇ τοῦ ι, ἄστρον καὶ ἀστήρ. Ἢ παρὰ τὸ στῶ, στήσω, στήρ. Ἄστριας: Καλλίμαχος, δέκα δ’ ἄστριας αἴνυτο λάτρον.
30Εἴρηται ὑποκοριστικῶς. Ὡς γὰρ ὁ παρθένιος πάρ‐
30θις, καὶ ὁ Χαλδαῖος Χάλδις, καὶ ὁ λάσταυρος λά‐ στρις, καὶ Ἀμφιάραος Ἄμφις, οὕτω καὶ ὁ ἀστρά‐ γαλος ἄστρις. Ἀστροβολίως: Ἐντρεχῶς, Πλάτων· οἱ δὲ, ταχέως.
35Ἀστροβοληθῆναι: Τὸ νόσῳ τινὶ κατασχεθῆναι·
35ἐπὶ τῶν παιδίων· κυρίως δὲ τὰ τῶν δένδρων καταβλη‐
35θέντα ἐπὶ τὴν ἐπιτολὴν τοῦ κυνός. Ἀσθαίνω: Δυσπαθῶ, ἀδυνατῶ, κακοπαθῶ, μοχθῶ, χαλεπαίνω, ταλαιπωρῶ. Ἀττίαγγας: Τὰς ὑποφυλλίδας τῶν βοτρύων· οἱ δὲ, ἀκτῖνος αὐγάς· ἔνιοι, ἄστριγγας, καὶ ἄστριγας
40ἄλλοι. Ἀστράγαλος: Ἐπὶ τοῦ ποδὸς, παρὰ τὸ ἀστραβῆ καὶ ὀρθὴν φυλάττειν τὴν βάσιν· ἢ ὁ μὴ πρὸς τὸ μένειν καὶ ἑστάναι γεγονὼς, ἀλλὰ πρὸς τὸ κινεῖσθαι, ἀστάγαλός τις ὢν, καὶ πλεονασμῷ τοῦ ρ, ἀστρά‐
45γαλος. Ἐπὶ δὲ τῶν νωτιαίων ὀστέων, παρὰ τὸ ἐμ‐ πεπάρθαι καὶ μὴ στρέφεσθαι μηδὲ κινεῖσθαι, κατὰ στέρησιν τοῦ ἄλφα. Σημαίνει δὲ τρία· ἐπὶ μὲν τοῦ κυρίου καὶ συνήθους ἡμῖν τιθεμένου Νείατον ἀστράγαλον,

159

(50)

ἐπὶ δὲ τοῦ σφονδύλου,

159

(50)

ἐκ δέ μοι αὐχὴν

159

(50)

ἀστραγάλων ἐάγη.

159

(50)

ἐπὶ δὲ τῆς παιδιᾶς, οἷον,

159

(50)

ἀμφ’ ἀστραγάλοισι χολωθείς.

159

(50)

Ἀστραβής: Ὁ ἄτρεπτος. Πίνδαρος,

159

(50)

Ἄμαχον ἀστραβῆ κίονα.

159

(50)

Παρὰ τὸ στρέφω, στρεφὴς, καὶ ἀστραβὴς κατὰ τροπήν.

159

(50)

Ἀστράβη: Ἐπὶ σκεύους εἴρηται ξυλίνου· ἤγουν τὸ ἐπὶ τῶν ἵππων τιθέμενον ξύλον, ὃ κρατοῦσιν οἱ καθεζόμενοι, οἱονεὶ ἀστραφὴ τὶς οὖσα· παρὰ τὸ μὴ στρέφεσθαι καὶ πίπτειν τοὺς καθεζομένους. Λέγουσι δὲ καὶ αὐτὸ τὸ νωτοφόρον ὑποζύγιον· οἱ δὲ, τὴν σω‐
55ματηγὸν ἡμίονον, ἀστράβην λέγουσιν. Ἀστραβαλίζειν: Ὁμαλίζειν, ἀπευθύνειν. Ἀστραπή: Παρὰ τὸ ἀστάτως καὶ ῥᾶον παύ‐

160

εσθαι· ἢ παρὰ τὸ ἀστέρος ὀπὴν ἔχειν, ἤγουν διάπυρος ὡς ἀστήρ. Ἢ ἐκ τοῦ ἀστεροπή. Ἐξ αὐτοῦ κατὰ παραγωγὴν, ἀστεράπτω· καὶ συγκοπῇ, ἀστράπτω· ἢ παρὰ τὸ στερῶς ἅπτεσθαι οὗ ἂν ἐφίκοιτο.
5 Ἄστυ: Ἡ πόλις. Φιλόχορος ἐν τῷ πρώτῳ τῆς Ἀτθίδος φησίν· Ἄστυ δὲ προσηγόρευσαν τὴν πόλιν διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανέστησαν.
10Οὕτως Ὠρίων περὶ ἐθνικῶν. Ἢ παρὰ τὸ ἄνω ἵστα‐ σθαι· οἱ γὰρ ἀρχαῖοι ἐφ’ ὑψηλῶν τόπων τὰς πόλεις ᾠκοδόμουν. Ἀστυβοώτην: Ἐπιθετικῶς τὸν κήρυκα· εἰς τὸ ω τῆς Ἰλιάδος· παρὰ τὸ ἐν ἄστει βοᾶν· βοῶ, βοώ‐
15της.
15Ἀστυάναξ: Ὁ υἱὸς [τοῦ] Ἕκτορος· οὐκ ἔστι
15παρὰ τὸ ἀνάσσω, τὸ βασιλεύω, ἀλλὰ παρὰ τὸ ἀνα‐ κῶς ἔχειν τοῦ ἄστεος τὸν Ἕκτορα. Καὶ ἄνακας ἐν‐ τεῦθεν τοὺς Διοσκούρους Ἀττικοὶ, ὅτι ἐπιμελῶς αὐτοῖς ἐχρήσαντο, διὰ τὴν Ἑλένην τὰς Ἀφίδνας ἐκπορθοῦντες. Οὕτως Ἀσκληπιάδης ὁ Μυρλεανός.
20Ἰλιάδος ζʹ,
20 Τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι Ἀστυάνακτ’· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ. Ἀστυπαλαία: Μοῖρα τῆς Σάμου οὕτω καλου‐ μένη. ὅτι Προκλῆς καὶ Τεμβρίων, ἀποικίαν στείλαντες εἰς
25Σάμον, πρὸς τοὺς ἐνοικοῦντας Κᾶρας κοινωνίαν θέμενοι, ᾤκησαν παρὰ τὸν Σχήσιον ποταμὸν, καὶ εἰς δύο φυλὰς τὴν πόλιν διέ‐
νειμαν· ὧν τὴν μὲν Σχησίαν ὠνόμασαν, ἀπὸ τοῦ Σχησίου ποταμοῦ παρακειμένου τῇ πόλει· τὴν δὲ, Ἀστυπαλαίαν, ἀπὸ τοῦ πα‐ λαιοῦ ἐκεῖσε ὄντος ἄστεος.
30Οὕτως Θεμισταγόρας ἐν τῇ χρυσῇ βίβλῳ.
30 Ἀστυρόν: Τὸ ἄστυ. Καλλίμαχος, Ἡ μὲν ἀερτάζουσα μέγα τρύφος ὑψιζώνου, ἀστυρὸν εἰσανέβαινεν. Εἴρηται παρὰ τὸ ἄστυ ὑποκοριστικῶς, ἀστυρόν. Οὕτω Θέων ἐν ὑπομνήματι τῶν τοῦ β Αἰτίου.
35Ἀστυπορεῖ: Σιλλοφωνεῖ, τυροπωλεῖ.
35 Ἀστυφέλικτον: Ἀκίνητον, ἄσειστον· ἀπὸ τοῦ στυφελίζω. Ἀσύφηλος: Ὅς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν. Ἄτιμον, ἢ ἀπαίδευτον, ἀδόκιμον, καὶ ἀνόητον. Παρὰ
40τὸ ἄσω, τὸ βλάπτω, καὶ τὸ φηλῶσαι, ὃ σημαίνει τὸ
40δολῶσαι καὶ ἀπατῆσαι· ἐξ οὗ καὶ φῆλος, ὁ ἀπατη‐
40λός· καὶ φήληκες, τὰ σῦκα, τὰ ὠμὰ μὲν ὄντα, τῇ δὲ ἰδέᾳ πέπειρα· καὶ φηληκίζω, ἀπὸ τοῦ φήληξ φήλη‐ κος· τοῦτο παρὰ τὸ σφάλλω, σφάληξ, καὶ σφήληξ. Ἢ παρὰ τὸ φῶ, τὸ ἀπατῶ, καὶ ὥσπερ παρὰ τὸ σώσω, Σωσικράτης, Σωσίβιος· ἀρκέσω, Ἀρκεσίλαος·
45οὕτω καὶ παρὰ τὸ ἄσω καὶ φῆλος, γίνεται ἀσίφη‐ λος, καὶ ἀσύφηλος, ὡς δίφρος δύφρος, ἢ μούνυχος μούνιχος. Ἢ παρὰ τὸ σοφὸς γίνεται σόφηλος, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀσόφηλος, καὶ μεταβολῇ τοῦ ο εἰς υ, ὡς ἄγορις ἄγυρις, ἀσύφηλος.

160

(50)

Ἀσφάραγος: Ὁ λαιμὸς, ὁ λάρυγξ· Οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίῃ τάμε χαλκοβαρείῃ, ὀφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσι. Καὶ πάλιν· Ἐρισφάραγος πόσις Ἥρης ἔσται.
55Παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν· δι’ αὐτοῦ γὰρ
55ἡ φωνὴ φέρεται. Ἢ παρὰ τὸ ἀσπαίρω ἀσπάραγος καὶ ἀσφάραγος· ἅλλεται γὰρ καὶ κινεῖται ἐν τῷ καταπίνειν. Ἢ παρὰ τὸ σπῶ, σπάραγος καὶ ἀσφά‐ ραγος· τείνεται γὰρ ἐν τῷ λέγειν. Λέγεται δὲ καὶ

161

τὸ ἀκανθῶν ὑποφυόμενον βλάστημα. Ἔστι δέ τι καὶ βοτάνης εἶδος ἀσφάραγος, πρὸς τὰς καθάρσεις ἐπιτήδειον. Οὕτως μὲν οἱ Ἀττικοὶ, διὰ τοῦ φ· οἱ δὲ λοιποὶ, μὴ ἀκριβοῦντες, διὰ τοῦ π λέγουσι. Καὶ
5ἁπλῶς τὰ τῶν λαχάνων ὄρμενα ἀσπαράγους καλοῦ‐
σιν. Οὕτως εὗρον ἐν τῷ λεξικῷ τῷ ῥητορικῷ. Ἀσφάλαξ: Παρὰ τὸ σπῶ γίνεται σπάλαξ· καὶ πλεονασμῷ τοῦ α, ἀσπάλαξ· καὶ μεταθέσει τοῦ π εἰς φ, ἀσφάλαξ. Τὸ γὰρ ζῷον τοῦτο ἀποσπᾷ τὴν
10γῆν καὶ ποιεῖ βάθος, καὶ οὕτως εἰσέρχεται. Καλεῖται ἀσφάλακος. Ἀσφαλής: Ἑδραῖος· ἀπὸ τοῦ σφάλλω. Ἀσφοδελὸς, ἀσφόδελος, λέγεται καὶ ἀφ‐ αιρέσει τοῦ α σφοδελός. Βαρύνεται ὁ καρπός·
15ὀξύνεται ὁ τόπος ὁ περιέχων αὐτούς.
15 Ἀσχαδές: Ἀκατάστατον· Αἰσχύλος. Ἄσχετος: Οὐ πεποίηται παρὰ τὸ σχέθω· ἐλέ‐ γετο γὰρ ἂν σχέτος· ἀλλὰ παρὰ τὸ σχῆμι· ἀφ’ οὗ ἔσχηκα, ὁ παρακείμενος· καὶ ἐσχέθην, ὁ ἀόριστος· ὁ μέλλων, σχήσω· ἐξ οὗ καὶ σχέσις· καὶ ὡς παρὰ τὸ
20τίθημι, γίνεται θετὸς, καὶ ἄθετος (ὁ ἄνους καὶ ἀσύ‐ νετος καὶ ἀβέβαιος, καὶ μηδέποτε ἐν ταυτῷ μένειν προῃρημένος) καὶ εὔθετος· καὶ ἵημι, ἑτὸς, καὶ ἄφε‐ τος· καὶ δίδωμι, δοτὸς, καὶ Ἡρόδοτος· καὶ δέδεμαι, δετός· οὕτω σχῆμι, σχετὸς, καὶ ἄσχετος. Ἢ παρὰ τὸ
25ἔχω, τὸ κρατῶ, ἀφαιρέσει τοῦ ε, καὶ πλεονασμῷ τοῦ ς,
25σχῶ, σχετὸς, ὁ κρατητός· καὶ ἄσχετος, ὁ ἀκράτητος. Ἀσχάλλων: Ἀδημονῶν, λυπούμενος, χαλεπαί‐ νων, ἢ ἀγανακτῶν· παρὰ τὸ ἄχω (οἷον, Νῦν δ’ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων) γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω· καὶ πλεο‐
30νασμῷ τοῦ ς, ἀσχάλλω. Ὁ μέλλων, ἀσχαλῶ· ἐξ αὐτοῦ ῥῆμα περισπώμενον δευτέρας συζυγίας, ἀσχα‐ λῶ· τὸ τρίτον, ἀσχαλάει ἀσχαλᾷ· καὶ πλεονασμῷ τοῦ α ποιητικῶς, ἀσχαλάα, ὡς τὸ βοάα· καὶ ἔστι τὸ μὲν πρὸ τέλους α, βραχύ· τὸ δὲ ἐπὶ τέλους,
35μακρόν. Πᾶσα γὰρ συλλαβὴ πλεονάζουσα βραχυ‐ τέρα θέλει εἶναι τῆς ἐν ᾗ πλεονάζει λέξεως. Ἢ παρὰ τὸ σχῶ, σχάλλω, καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνά‐ μεθα.
40 Ἄσωμος: Ἢ ἀπὸ τοῦ ἀσώματος κατὰ συγκο‐ πήν· ἢ ἀπὸ τοῦ σῶμα, ἄσωμος. Ἄσωτος: Παρὰ τὸ σώζω, σώσω, σέσωκα, σέ‐ σωσμαι, σέσωσται, (σωστὸς) σωτὸς, καὶ ἄσωτος, ὡς γνωστὸς, γνωτός.
45Ἀσωπός: Ποταμὸς Βοιωτίας, πλησίον Θηβῶν·
45παρὰ τὴν ἄσιν, τὸν ῥύπον, καὶ τὸ ὢψ ὠπός. Ἀταλός: Παρὰ τὸ ἁπαλὸς, κατὰ τροπὴν, ἀτα‐ λὸς, ὁ νήπιος. Ἢ παρὰ τὸ τλῆναι, ταλὸς, καὶ ἀταλὸς, ὁ μηδέπω δυνάμενος κακοπαθεῖν.

161

(50)

Ἀταλάφρονα: Ἁπαλὸν φρόνημα ἔχοντα, τουτ‐ έστι νήπιον, ἀνόητον· ἢ μὴ δυνάμενον τλῆναι κακο‐ πάθειαν. Ἀτάλλων: Παρὰ τὸ τλῶ, τὸ καρτερῶ καὶ ὑπο‐ μένω, γίνεται τλὰς, καὶ ἄτλας, ὁ μὴ δυνάμενος
55τλῆναι· ἐξ αὐτοῦ, ἀτάλλων, ὁ ἀπαθὴς καὶ μὴ κακο‐
55παθῶν.
55 Ἀτάλαντος ἄρηϊ: Ὁμοτάλαντος, οἱονεὶ ἰσο‐ τάλαντος, ἰσόζυγος, ἰσόσταθμος. Τάλαντον γὰρ τὸν ζυγὸν φασί· καὶ ταλαντεύομεν, ἐπὶ τὸ ζυγο‐ στατεῖν.

162

Ἀταλάντη: Ὠνόμασται οὕτως ἡ τριήρης· ἀπὸ Ἀταλάντης τῆς ἡρωΐνης, ἥτις ἦν ὠκίστη δραμεῖν. Ἀτάρβητος: Ἄφοβος· παρὰ τὸ τάρβος. Ἢ ἄθαρβός τίς ἐστιν, ὁ μὴ θαρρῶν βοὴν ὑπομεῖναι.
5 Ἀτάρμυκτον: Τὸ ἄφοβον· κυρίως, τὸ μὴ μῦον. Εὐφορίων, ὅτι ἀτάρμυκτον τρέπεν ὄμμα. Παρὰ τὸ ἄτερ καὶ τὸ μύειν, τὸ ἀτενές. Ἢ παρὰ τὸ τάρβος, ἀταρβύηκτον, καὶ ἀτάρμυκτον· καὶ γὰρ
10ταρμύσσειν, τὸ φοβεῖν, ὡς Λυκόφρων. Σημαίνει
10καὶ τὸν θρασύν.
10 Ἀταρτηρός: Παρὰ τὸ τείρω, τὸ καταπονῶ· συγκοπῇ, τρῶ, τρήσω, τρηρός· καὶ μετὰ τοῦ στερη‐ τικοῦ α, ἀτρηρός· καὶ πλεονασμῷ τοῦ τ καὶ α, ἀταρ‐ τηρός. Ἢ παρὰ τὴν ἄτην, τὴν βλάβην, ἀτηρὸς, καὶ κατὰ ἀναδιπλασιασμὸν, ἀταρτηρός.
15Ἀταρτηροῖς ἐπέεσσι.
15Σκληροῖς καὶ χαλεποῖς.
15 Ἀταίω: Τὸ θαυμάζω καὶ ἐκπλήττομαι, ἀταιομένου κακὰ ἔργα. Ἀταρπός: Ἡ εὐθεῖα ὁδός. Παρὰ τὸ τρέπω, τρέψω· ὁ δεύτερος ἀόριστος, ἔτραπον· γίνεται ῥημα‐ τικὸν ὄνομα τραπός· μετὰ τοῦ στερητικοῦ α, καὶ
20κατὰ μετάθεσιν, ἀταρπὸς, ἐξ ἧς ὁδοῦ οὐκ ἔστι τρα‐ πῆναι καὶ ἐκπεσεῖν· ἢ ἡ πολύτροπος· εἰς πολλὰ γὰρ σχίζεται ἡ ὁδός. Καὶ ἀτράπιτος, ἡ αὐτὴ, ἡ ἀτρα‐ πής· παρὰ τὸ τρέπω, τραπός· καὶ κατ’ ἐπίτασιν τοῦ
α, ἀτραπὸς, ἡ πολλὰς τοῖς ἄλλοις τροπὰς παρέχουσα.
25 Ἀτραπός: Ὁ οἶνος· τραπεῖν [γάρ] ἐστι τὸ πατῆσαι· ὅθεν καὶ τὸ πρὸ τοῦ πατηθῆναι γινόμενον ἀπόσταγμα τῆς σταφυλῆς ἀτραπὸς οἶνος καὶ ἀπότροπος λέγεται. Οὕτως Ὦρος. Ἀτάσθαλος: Ὁ ἄδικος. Ὅμηρος,
30 Ὑβρισταὶ δ’ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσι. Παρὰ τὸ ἀτῶ, τὸ βλάπτω, ὡς αἴθω αἴθαλος, καὶ δαίω δαίδαλος, οὕτως καὶ παρὰ τὸ ἀτῶ, ἀτάζω, ἀτάζαλος, καὶ τροπῇ τοῦ ζ εἰς ΣΘ, ἀτάσθαλος, ὡς μαζὸς, μασθός. Ἢ παρὰ τὸ ἐν ἄταις θάλλειν,
35ἤγουν ἐν βλάβαις καὶ ἀδικίαις.
35 Ἀτασθαλία: Ἁμαρτία, ἀδικία· κυρίως μὲν ἡ παρὰ τὴν θάλειαν ἄτη, βλάβη, ὡς παροινία ἡ παρὰ τὸν οἶνον ἀταξία. Ἢ παρὰ τὸ τῇ ἄτῃ θάλλειν καὶ αὐξάνεσθαι. Ὅμηρος, Κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.
40Ἀταλαίπωρον: Ῥάθυμον, ὀλίγωρον. Ἀριστο‐
40φάνης Δαναΐσιν, Οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διάκειται. Σημαίνει δὲ τὸ κακοπαθεῖν καὶ ἐνεργεῖν. Ταλαίπω‐ ρος, ἐπίπονος, ἄθλιος. Εἴρηται δὲ, ὡς Διογενιανὸς, παρὰ τὸ τάλας καὶ τὴν ὥραν, ταλάωρος, καὶ ταλαί‐
45πωρος. Κυρίως δὲ λέγεται ὁ περὶ τὸν πῶρον τλῶν,
45τουτέστι καρτερῶν· οἷον, ταλάπωρος· καὶ πλεονασμῷ τοῦ ι, ταλαίπωρος. Οἱ γὰρ ἀρχαῖοι τοὺς νεφρικοὺς ταλαιπώρους ὠνόμαζον, τοὺς τλῶντας περὶ τὸν πῶρον· ἢ παρὰ τὸ πῶρα, ὃ δηλοῖ τὸ πένθος. Ἀτέμβω: Στερῶ. Παρὰ τὸ τέμω, ὅπερ ἐστὶ

162

(50)

πρωτότυπον τοῦ τέμνω, γίνεται ἀτεμῶ· καὶ ἐπενθέσει τοῦ β, ἀτεμβῶ. Ἢ παρὰ τὸ ἄτω, τὸ βλάπτω, ἀτεμβῶ, τὸ βλάπτω στερῶν. Οὕτως Ὅμηρος ἐν Ὀδυσσείᾳ· Οὐ γὰρ καλὸν ἀτεμβεῖν οὐδὲ δίκαιον Ξείνους Τηλεμάχου.
55Ἀτέχνως: Ἀπλάστως, ἀδόλως· τέχνη γὰρ ὁ
55δόλος.
55 Ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο. τεχνήεντες· τουτέστι δολεροί. Σημαίνει δὲ καὶ

163

τὸ ἁπλῶς, καθάπαξ· οἱ δὲ, ἐν ἴσῳ τῷ ὄντι καὶ τῇ ἀληθείᾳ· οἱ δὲ, τὸ παράπαν, καὶ καθόλου. Ἰστέον ὅτι περισπωμένως μὲν, ἀτεχνῶς, ἀντὶ τοῦ σαφῶς, ἢ βεβαίως, ἢ ἀσφαλῶς, ἢ φανερῶς· παρο‐
5ξυτόνως δὲ, ἀντὶ τοῦ ἀμελῶς, καὶ ἄνευ τέχνης.
5Περισπωμένως σημαίνει τὸ ἀληθῶς, ἐκ τοῦ ἀτεχνὴς, ὁ ἀπανούργευτος· παροξυτόνως, τὸ ἀμαθῶς, ἀπὸ τοῦ ἄτεχνος, ὁ ἀμαθής. Ἄτερπνος: Ὁ ἄγρυπνος, παρὰ Ῥηγίνοις. Παρὰ τὸ ἄτερ καὶ τὸ ὕπνος, γίνεται ἀτέρυπνος, ὁ
10χωρὶς ὕπνου ὤν· καὶ συγκοπῇ τοῦ υ, ἄτερπνος.
Ἀτεράμων: Ὁ σκληρός. Ἀριστοφάνης, Ἀχαρνικοὶ στιπτοὶ γέροντες ἀτεράμονες. Παρὰ τὸ τείρω, τέραμος, ὡς πλέκω, πλόκαμος· πλεο‐ νασμῷ τοῦ ν, ἀτέραμνος· τὸ οὐδέτερον, ἀτέραμνον,
15ἀπαραίτητον, δεινὸν, ἀκόρεστον, πολύ. Παρὰ τὸ τέρεν τὸ ἁπαλὸν, τεράμων ὁ ἁπαλός· καὶ ἀτεράμων, ὁ μὴ ὢν ἁπαλὸς, ἀλλὰ σκληρὸς καὶ ἀπηνὴς ἄνθρω‐ πος. Ἀτέραμνον οὖν τὸ μὴ τέρεν, κατὰ στέρησιν, ἀλλὰ σκληρόν· ἢ τὸ εὐχερῶς τειρόμενον, ὅ ἐστι
20βλαπτόμενον· τέραμνον γὰρ τὸ ἁπαλόν. Λέγεται δὲ ἀτέραμνα καὶ τὰ μὴ ἑψόμενα ὄσπρια· ἃ καὶ κερασ‐ βόλα προσαγορεύεται. Ἀτενίζω: Τὸ πάνυ βλέπω, καὶ ἐκτείνω, καὶ λίαν ἐπιτεταμένως ὁρῶ. Ἀπὸ τοῦ τείνω, ὁ μέλλων,
25τενῶ· κατὰ παραγωγὴν, τενίζω· καὶ μετὰ τοῦ ἐπι‐
25τατικοῦ α, ἀτενίζω.
25 Ἀτειρής: Παρὰ τὸ τείρω, τὸ καταπονῶ, τερῶ, ἀτερὴς, καὶ ἀτειρὴς, ὁ ἀκαταπόνητος. Ἢ παρὰ τὸ τέρεν γίνεται ἀτερὴς, καὶ ἀτειρὴς, ὁ μὴ ὢν ἁπαλὸς, ἀλλὰ σκληρός· οἷον, ἀτειρέα χαλκὸν,
30φύσει δύστρωτον. Λαμπρὸς, παρὰ τὸ αἰθήρ.
30 Ἀτέκμαρτον: Ἀτέλεστον, ἀσυλλόγιστον, ἄση‐ μον· παρὰ τὸ ἄτερ καὶ τὸ τέκμωρ, τὸ ἄνευ καὶ χωρὶς τέλους. Ἀτέμβιος: Μεμψίμοιρος. Ἄτεγκτος: Ἄπιστος καὶ ἀναίσθητος, ὁ μήτε
35παραινέσει μήτε (φόβῳ) τὴν πώρωσιν καὶ τὸ τοῦ
35ἤθους σκληρὸν τεγγόμενος καὶ μαλαττόμενος· κυρίως δὲ ὁ ἄβροχος· ἐξ οὗ, ὁ μὴ δακρύων καὶ ὁ μὴ ἱδρῶν, ἄτεγκτος. Ἄτη: Παρὰ τὸ τῶ, ὃ δηλοῖ τὸ λαμβάνω· οἷον, Κύκλωψ, τῆ, πίε οἶνον.
40Ἐξ οὗ ῥηματικὸν ὄνομα, τή· καὶ μετὰ τοῦ στερη‐
40τικοῦ α, ἄτη, ἣν οὐδεὶς θέλει λαβεῖν· τὴν γὰρ βλά‐ βην πάντες ἐκφεύγομεν. Ἢ παρὰ τὸ ἄω, τὸ βλάπτω· ὁ μέλλων, ἄσω· ἐξ αὐτοῦ ἄση, ἡ βλά‐ πτουσα τὴν ψυχήν· καὶ τροπῇ τοῦ ς εἰς τ. Τὸ α, μακρόν· οἱ μὲν, ὅτι ἔστιν ἀάτη, καὶ κατὰ κρᾶσιν
45γίνεται ἄτη. Οὐκ ἔστι δέ· πλεονάζει γὰρ τὸ α.
45Ἄλλως· ἔστιν ἀετὸς, ὁ μάταιος καὶ ψευδής· γέγονεν ἐκ τοῦ ἐτεός· καὶ τὸ θηλυκὸν, ἀετή· καὶ κράσει τοῦ ΑΕ εἰς α μακρὸν, ἄτη. Σημαίνει δὲ δύο· ἐπὶ μὲν τῆς σωματοειδοῦς θεᾶς, Πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται.

163

(50)

Ἐπὶ δὲ τῆς βλάβης,

163

(50)

Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ.

163

(50)

Ἀτημέλητα: Ἀπρονόητα, ἠμελημένα, ἀφρόν‐ τιστα· ἀπὸ τοῦ τῆ, ὃ σημαίνει τὸ λάβε. Ἀτημελῶ οὖν, ἀτημέλητος· ὃ γὰρ τὶς μὴ εἴληφεν, οὐδὲ φρον‐ τίζει. Ἄτης: Ὁ Διόνυσος ἐπιθετικῶς· ἀπὸ τῆς γενο‐
55μένης ἐκ Τιτάνων εἰς αὐτὸν ἄτης καὶ φθορᾶς.
55 Ἀτίζω: Ὁ δὲ πρῶτον μὲν ἀτίζων ἔρχεται. Ἀτιμάζων, ὑπερορῶν· τίω, τὸ τιμῶ, ἀτίω· καὶ πλεο‐ νασμῷ τοῦ ζ, ἀτίζω. Ἢ ἀπὸ τοῦ ἀτιμάζω, συ‐

164

γκοπῇ. Εἰ μὲν σημαίνει τὸ ὑπερορῶ, γίνεται παρὰ τὸ τίω· εἰ δὲ σημαίνει τὸ βλάπτω, ἀπὸ τοῦ ἄτη, ἀτίζω. Ἀτιμάζω: Παρὰ τὸ ἀτιμῶ, ἀτιμάζω, τὸ ὑβρίζω,
5ὡς βῶ βάζω. Τοῦτο παρὰ τὸ ἄτιμος· τοῦτο παρὰ
5τὸ τιμή· τοῦτο παρὰ τὸ τίω. Τὸ ΤΙ, μακρόν. Ἔστι δὲ τὸ ἀτιμῶ καὶ δευτέρας συζυγίας καὶ τρίτης. ἀτιμοῦσθαι λέγεται τὸ κατὰ τὸν νόμον ὀλοσχερῶς κατακρίνεσθαι. Ἀτιμοῦται μέν τις ὑπὸ τοῦ νόμου ὁλοσχερῆ ἀτιμίαν, ἀτιμάζεται δέ τις ὑβριζόμενος
10ἔν τινι πράγματι. Ἐξ οὗ τὸ, Ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, τουτέστι κατακεκριμένος. Καὶ τὸ, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε. Πάλιν τὸ ἀτιμῶ ἡ τρίτη συζυγία διαφέρει τῆς
15δευτέρας. Ἡ μὲν γὰρ τρίτη συζυγία παρασύνθετος
15ἔστιν ἐκ τοῦ ἄτιμος· ἡ δὲ δευτέρα, σύνθετος, ἐκ τοῦ τιμή· ἐξ οὗ καὶ τὸ ἠτίμησεν, ἀτίμως ὕβρισεν. Ἀτιτάλλειν: Τὸ τιθηνεῖν καὶ ἐκτρέφειν ἐκ νη‐ πίων. Ἐκ τοῦ ἀταλὸς, ἀτάλλειν· κατὰ ἀναδιπλα‐ σιασμὸν, ἀτιτάλλειν·
20 Τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ. Ἄτλας: Ὄρος Λιβύης. Πολύϊδος δὲ ὁ διθυ‐ ραμβοποιὸς παρίστησιν αὐτὸν ποιμένα γεγονέναι, καὶ φησὶν ὅτι παραγενόμενος ὁ Περσεὺς ἐπερωτώ‐ μενός τε ὑπ’ αὐτοῦ τίς εἴη καὶ πόθεν ἀφῖκτο, ἐπειδὴ
25λέγων οὐκ ἔπειθεν, ἀνάγκῃ ἔδειξεν αὐτῷ τὸ τῆς Γορ‐
25γόνης πρόσωπον, καὶ ἀπελίθωσεν αὐτόν· καὶ ἀπ’ αὐτοῦ τὸ ὄρος Ἄτλας ἐκλήθη. Οὕτω Λυκόφρονος ἐν ὑπο‐ μνήματι. Σημαίνει δὲ καὶ τὸν θεόν· οἷον, Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει τοῦ α κατ’ ἐπίτασιν· ἵν’ ᾖ ὁ μὴ τλῶν καὶ ἀνάγκῃ
30ποιῶν, ἀλλ’ ἑκουσίως φέρων, καὶ οὐ κατὰ κόλασιν·
30ἐπεὶ γελοῖον ἦν τοὺς θεοὺς πιστεύειν ἑαυτοὺς καὶ τὸν κόσμον μὴ φοβουμένους. ἀτμὴν ἀτμένος, ὁ δοῦλος. Καλεῖται παρὰ τὸ τιμὴ ἀτιμήν· καὶ κατὰ συγκοπὴν, ἀτμὴν, οἷον ὁ ἄτιμος· ἢ πολύτμητός τις ὢν ὑπὸ τῶν μαστίγων,
35τοῦ α ἐπιτατικοῦ. Ἀτμένες: Οἱ δοῦλοι, οἱ ἄτερ μένους ὄντες διὰ κακοπάθειαν. Ἀτμεύω: Γίνεται παρὰ τὸν ἀτμένα τὸν δοῦλον. Ἀπὸ γοῦν τοῦ ἀτμὴν, ἀτμῶ, καὶ ἀτμεύω, τὸ δου‐
40λεύω· ἡ θηλυκὴ μετοχὴ, ἀτμεύουσα.
40 Ἀτμός: Ἡ ἀναπνοὴ τοῦ θερμοῦ ὕδατος· παρὰ τὸ ἄω, τὸ πνέω, ὁ παθητικὸς παρακείμενος, ἦσμαι, ἀσμὸς, καὶ ἀτμός. Εἰς τὸ ἀτμίς. Ἄτμητος: Ἀπὸ τοῦ τέμω τομὴ, ὡς δέμω δομὴ
καὶ οἰκοδομὴ, καὶ νέμω νομή. Εἶτα, τομῶ· καὶ
45κράσει, τμῶ, τμήσω, τέτμημαι, τμητὸς, καὶ ἄτμη‐ τος. Ἐκ τοῦ τομὴ, τομῶ, ὡς τιμὴ τιμῶ, φωνὴ φωνῶ, σκηνὴ σκηνῶ. Ἐκ τοῦ τομῶ γίνεται ῥημα‐ τικὸν ὄνομα, τομητός· καὶ κατὰ συγκοπὴν, τμητός· καὶ ἄτμητος, ὡς καμητὸς, ἄκμητος. Οὕτω Φίλων

164

(50)

εἰς τὸ Ῥηματικὸν αὐτοῦ.

164

(50)

Ἄτοπον: Ἀντὶ τοῦ θαυμαστοῦ ἢ ἀλόγου τάτ‐ τεται. Ἆτος: Ἔστιν ἄδω, τὸ κορεννύω· ὁ μέλλων, ἄσω· ἐξ αὐτοῦ ὄνομα ἀτός· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἄατος, καὶ κράσει, ἆτος, ὁ ἀκόρεστος καὶ ἀπλήρωτος·
55ἢ παρὰ τὸ τῶ, τὸ ζητῶ, γίνεται ῥηματικὸν ὄνομα
55μετὰ τοῦ ἐπιτατικοῦ α, ἆτος· ὁ γὰρ ἀκόρεστος πάν‐ τοτε αἰτεῖ· ἢ ἀπὸ τοῦ ἆσαι, τὸ κορέσαι, κατὰ ἀντί‐ φρασιν, ὁ μὴ κεκορεσμένος· Καὶ νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο.

165

Ἀτμίς: Καπνὸς, ἀτμὸς, πνοή. Ἔστιν ἀσμὶς, ὃ σημαίνει τὸ δασὺ πνεῦμα· καὶ τροπῇ τοῦ ς ἀτμὶς, ὡς ἐφίημι, ἐφεσμὴ, καὶ ἐφετμή. Οὕτω σημειοῦται ὁ τοῦ Ἰλλουστρίου.
5Ἄτρακτος: Κυρίως τὸ γυναικεῖον ἐργαλεῖον,
5ἐφ’ οὗ τὸ νῆμα περιειλεῖται· καταχρηστικῶς δὲ καὶ ἐπὶ βέλους. Τὸν γὰρ βαλόντ’ ἄτρακτον οἶδα. Σοφοκλῆς. Εἴρηται δὲ κατ’ εὐφημισμὸν, ἀτάρακτος ὤν· ἀεὶ γὰρ ταράσσεται. Ἢ ὅτι ἀτάρακτον τὸ
10νῆμα φέρει· ἀπὸ γοῦν τοῦ ταράσσω γίνεται. Ἐπὶ
10δὲ τοῦ βέλους, ἀπὸ τῆς τοῦ ξύλου ὁμοιότητος εἴρηται μεταφορικῶς. Ἀτρακτυλίς: Εἶδος ἀκάνθης. Εἴρηται δὲ, ὅτι αἱ τῶν ἀγροίκων γυναῖκες ἀπ’ αὐτῆς τοὺς ἀτράκτους ἐποίουν.
15Ἀτρέμας ἧσο: Ἡσύχως καθέζου, Ἰλιάδος βʹ·
15ἀπὸ τοῦ τρέμω μετὰ τοῦ στερητικοῦ α γίνεται
15ἀτρεμής· καὶ ῥῆμα ἀτρεμῶ, τὸ ἡσυχάζω· καὶ ἐξ αὐτοῦ ἐπίρρημα, ἀτρέμας. Ἔστι δὲ καὶ εἰς α ἀτρέμα, ὥσπερ ἐκ τοῦ ἠρεμῶ γίνεται ἠρέμας καὶ ἠρέμα, οἷον, Ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων.
20Ὡς σιγῶ σῖγα, καὶ ἀντῶ ἄντα, οὕτως ἀτρεμῶ
20ἀτρέμα, καὶ πλεονασμῷ τοῦ ς, ἀτρέμας, τουτέστι χωρὶς τρόμου, ἡσύχως, ἠρέμα. Ἀτρεκὲς ἇιμ’ ἔσσευα βαλών: Ἀληθὲς αἷμα ἐξέβαλον. Καὶ ἀτρεκέως, ἐπίρρημα μεσότητος. Παρὰ τὸ δέρκω, τὸ βλέπω, ὄνομα δερκής· καὶ κατ’
25ἐπίτασιν τοῦ α, ἀδερκὴς, ὁ λίαν ὑπερβλεπόμενος· καὶ
25καθ’ ὑπέρθεσιν τοῦ ρ, καὶ τροπῇ τοῦ δ εἰς τ, γίνεται ἀτρεκής· ὑπὸ γὰρ πολλῆς ὀξυωπίας τὸ ἀληθὲς θηρᾶται. Ἢ παρὰ τὸ τρέχω, τρεχὴς, καὶ ἀτρεχὴς, ὁ μὴ παρατρέχων τὴν ἀλήθειαν. Ἢ ὃ οὐδεὶς δύναται παραδραμεῖν εὖ φρονῶν. Ἢ παρὰ τὸ τρέω, ὃ ση‐
30μαίνει τὸ δέδοικα, γίνεται τρεὴς καὶ ἀτρεής· καὶ πλεονασμῷ τοῦ κ, ἀτρεκής· ὁ γὰρ εὐθαρσὴς καὶ εὔτολμος τὴν ἀλήθειαν λέγει· ἢ παρὰ τὸ τρέπω, ὁ μὴ τρεπόμενος. Ἀτρεύς: Παρὰ τὸ τρεῖν, τὸ φοβεῖσθαι. Ὥσπερ
35γὰρ παρὰ τὸ τρέφω γίνεται τροφεὺς, οὕτω καὶ παρὰ
35τὸ τρέω γίνεται τρεύς· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀτρεὺς, ὁ ἄφοβος. Ἢ παρὰ τὸ τείρω, τὸ καταπονῶ, μετὰ τοῦ στερητικοῦ α, ἀτειρεύς· καὶ συγκοπῇ, ἀτρεὺς, ὁ ἀκαταπόνητος. Ἀτρείδης: Πατρωνυμικὸν, ἀπὸ τοῦ Ἀτρεύς.
40Τὰ ἀπὸ τῶν εἰς ν ξ ψ ρ γινόμενα πατρωνυμικὰ εἰς
40ΔΗΣ διὰ τοῦ ι γράφεται, Μεμνονίδης, Φοινικίδης· καὶ τὰ ἀπὸ τῶν εἰς ΟΣ, Βῆλος, Βηλίδης· Λάγος, Λαγίδης· πανάριστος, παναριστίδης· Μίνως, Μινωΐ‐ δης, καὶ συναιρέσει Μινῴδης· ἥρως, ἡρωΐδης, καὶ συναιρέσει Ἡρῴδης. Δεῖ προσθεῖναι, χωρὶς τῶν
45ἀπὸ τῶν εἰς ΕΥΣ· ταῦτα γὰρ διὰ τῆς ΕΙ γράφεται, Αἰγεὺς, Αἰγείδης. Καὶ χωρὶς τῶν εἰς ΩΣ Ἀττι‐ κῶν, Νήλεως, Νηλείδης· Εὔνεως, Εὐνείδης. Καὶ χωρὶς τῶν ἀπὸ τῶν εἰς ΑΙΟΣ, Ἀλκαῖος, Ἀλκείδης. Καὶ χωρὶς τῶν εἰς ΗΣ εἰς ΟΥΣ ἐχόντων τὴν γενικήν·

165

(50)

ταῦτα γὰρ, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι

165

(50)

γράφεται, Εὐτυχὴς Εὐτυχοῦς Εὐτυχίδης, Πλει‐ σθένης Πλεισθένους Πλεισθενίδης, Ἀχαιμένης Ἀχαιμένους Ἀχαιμενίδης, Τυνδαρίδης· εἰ δὲ μακρᾷ παραλήγεται, διὰ τῆς ΕΙ, Εὐήρης Εὐήρους Εὐηρείδης, Εὔκλης Εὔκλους Εὐκλείδης, Ἡρακλῆς
55Ἡρακλοῦς Ἡρακλείδης· χωρὶς τριῶν, Θρασυμή‐ δους Θρασυμηδίδης, Δικήρους Δικηρίδης, Θεο‐ κύδους Θεοκυδίδης, καὶ κράσει τοῦ ΕΟ εἰς τὴν ΟΥ, Θουκυδίδης Θουκυδίδου· ταῦτα κἂν μακρᾷ παρα‐

166

λήγηται, διὰ τοῦ ι γράφεται. Ταῦτα μὲν παρεντί‐ θενται ὅ τε Ὠριγένης καὶ Ὠρίων ὡς πατρωνυμικά· τύπου δὲ πατρωνυμικοῦ ὄντα, παρετάθησαν διὰ τῆς ΕΙ διφθόγγου, Λυσθείδης, Κηδείδης, Καλλείδης,
5Ἀχιλλείδης, Ἐχεφυλλείδης, σκυθρωπείδης, θαρρα‐ λείδης, Φιλομηλείδης· Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς. Ταῦτα μὲν περὶ τῶν εἰς ΔΗΣ πατρωνυμικῶν, καὶ τῶν τύπῳ πατρωνυμικῶν. Τὰ δὲ μητρωνυμικὰ διὰ τοῦ
10ι γράφεται, Λητοΐδης, ὁ τῆς Λητοῦς· Δαναΐδης,
10ὁ τῆς Δαναῆς· Νιοβίδης, ὁ τῆς Νιόβης· ὅθεν τὸ
Φιλομηλείδης κύριον λέγεται εἶναι. Εἰ γὰρ ἦν μητρωνυμικὸν, διὰ τοῦ ι ἐγράφετ’ ἄν. Ἀλλὰ οὐδὲ Ὅμηρος ἀπὸ μητέρων σχηματίζει πατρωνυμικόν. Τὸ δὲ Τυνδαρίδης, οὐκ ἀπὸ τῆς Τυνδάρεως Ἀττικῶς,
15ἀλλ’ ἀπὸ Τυνδάρους, διὰ τοῦ ι. Διαφέρει τὸ πατρωνυμικὸν τοῦ κτητικοῦ. Τοῖς μὲν πατρωνυμικοῖς ἐνδέχεται τὰ ὀνόματα τῶν παίδων συντάσσεσθαι, καὶ μή. Εἰ γὰρ ἀδελφῶν ὄντων τινῶν, τούτων ἕνα σημᾶναι βουλοίμεθα, τῷ πατρωνυ‐
20μικῷ παρατίθεμεν τὸ τοῦ παιδὸς κύριον ὄνομα· οἷον,
20Ἀτρείδης Μενέλαος, Πριαμίδης Ἕκτωρ· εἰ δὲ μὴ ὦσιν ἀδελφοὶ, οὐ χρεία προσθήκης κυρίου· ἀρκού‐ μεθα γὰρ τῷ πατρωνυμικῷ, Πηλείδης ἐφόνευσεν Ἕκτορα. Τὰ γὰρ πατρωνυμικὰ αὐτόθεν ἔχει τὴν σημασίαν, κἂν μήτε τοὺς υἱοὺς ἐπάγοιτο, μήτε τὸ
25τοῦ παιδὸς κύριον· τὰ δὲ κτητικὰ οὐχ οὕτως· ἀλλ’ ἀνάγκη προσυπακούεσθαί τι αὐτοῖς. Εἰ δέ τις φαίη “Πλατωνικὸς,” οὐ προσυπακουομένου τοῦ νόμος ἢ χι‐ τὼν, ἀτελές ἐστι. Διὸ ἀναγκαίως δεῖ ἐπιφέρειν τοῖς κτητικοῖς προσηγορικὰ ἢ κύρια, οἷον, Ὁμηρικὸς
30λόγος, βασιλικὸς δόμος.
30 Ἀτρείδηισι, θήβηισι, πύληισι: Δοτικαὶ τῶν πληθυντικῶν ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν. Ἔστι γὰρ Ἀτρείδαις καὶ Θήβαις, καὶ κατ’ ἐπέκτασιν γίνεται Ἀτρείδαισι καὶ Θήβαισι, καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η Ἀτρείδῃσι
35καὶ Θήβῃσι· καὶ μένει τὸ ι προσγεγραμμένον. Λέγει δὲ ὁ τεχνικὸς, ὅτι ὥσπερ οἱ Ἀθηναῖοι τῆς ΕΙ διφθόγγου τὸ ἓν φωνῆεν τρέπουσιν, οἷον, εἰκάζω, ᾔκαζον· εἴδειν, ᾔδειν· τὸν αὐτὸν τρόπον καὶ οἱ Ἴωνες τῆς ΑΙ διφθόγγου τὸ ἓν φωνῆεν μόνον τρέπουσι·
40λέγω δὴ τὸ α εἰς η. Δεῖ δὲ γινώσκειν, ὅτι παρὰ
40τῷ ποιητῇ πᾶσαι αἱ τοιαῦται δοτικαὶ τρέπουσι τὸ α εἰς η, εἴτε ἐπεκτεταμέναι εἰσὶν, εἴτε ἀνεπέκτατοι· οἷον, ἐν παλάμαις, ἐν παλάμῃσιν, ἐν παλάμῃς φορέουσι.
45Καὶ πάλιν, ἐν βήσσαις,
45ἐν βήσσῃσι.
45Δύο δέ τινα σημειούμεθα μὴ τρέψαντα τὸ α παρὰ
45τῷ ποιητῇ· οἷον,
45 Οἵτε θεαῖς ἀγάασθε παρ’ ἀνδράσιν εὐνηθῆναι. Καὶ, λιμέσι τε καὶ ἀκταῖς. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ μὲν τῶν ἀρσενικῶν καὶ θηλυ‐ κῶν, ἡνίκα μὲν εἰς ΕΣ ἐστὶν ἡ εὐθεῖα τῶν πληθυντικῶν,

166

(50)

προσθέσει τοῦ ΣΙ γίνεται ἡ δοτικὴ παρὰ τοῖς ποιηταῖς

166

(50)

καὶ τοῖς Ἴωσιν, οἷον, Αἴαντες Αἰάντεσσι, κύνες κύ‐

166

(50)

νεσσι, (λαμπάδες) λαμπάδεσσι, (μητέρες) μητέρεσσιν· ἡνίκα δὲ μὴ εὑρεθῇ εἰς ΕΣ ἡ εὐθεῖα τῶν πληθυντικῶν, γίνονται αἱ τοιαῦται δοτικαὶ κατὰ πρόσθεσιν τοῦ ι· οἷον, καλοῖς, καλοῖσι· μούσαις, μούσαισι· Ἀτρεί‐ δαισι. Τοῦτο δὲ γίνεται, ἐπειδὴ πᾶσα δοτικὴ πλη‐
55θυντικῶν θέλει ἔχειν πρὸ τοῦ ι τὸ ς, ἢ δυνάμει, ἢ
55ἐνεργείᾳ. Ἐνεργείᾳ μὲν, οἷον Αἴασι· δυνάμει δὲ, οἷον Φοίνιξι, Πέλοψιν. Ἐπεὶ οὖν τὸ καλοῖς καὶ σοφοῖς οὔτε δυνάμει οὔτε ἐνεργείᾳ ἔχει τὸ ς πρὸ τοῦ ι, τού‐

167

του χάριν ἐπεκτείνονται διὰ τοῦ ι, ἵνα εὑρεθῇ πρὸ τοῦ ι τὸ ς. Ἐπὶ δὲ τῶν οὐδετέρων, ἐπειδὴ οὐδέποτε λήγει εἰς ΕΣ ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἐκ τῆς γενι‐ κῆς τῶν ἑνικῶν γίνονται αἱ τοιαῦται δοτικαί· οἷον,
5στόματος, στομάτεσσιν. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ Ποσότητος. Ἀτρία: Πόλις Τυρρηνίας. Ἱστορεῖται δὲ ὑπὸ Διομήδους κτισθῆναι καὶ ὀνομασθῆναι Αἰθρία· ὅτι ἐπιστάντος αὐτοῦ τῷ τόπῳ, χειμῶνος ὄντος, συνέβη
10αἰθρίαν γενέσθαι. Οἱ δὲ, παραφθείραντες τὸ ὄνομα,
10Ἀτρίαν αὐτὴν ὠνόμασαν. Ἄτρυτος: Οὐκ ἀπὸ τοῦ τρύχω, ἀλλ’ ἀπὸ τοῦ τρύω τρυτὸς καὶ ἄτρυτος. Σημαίνει δὲ τὸν ἀκατα‐ πόνητον. Ἔνθεν καὶ ἀτρυτώνη, ἀκάματος, οὐ τρυομένη.
15Ἄτρυτα: Ἀκάματα, σκληρὰ, καὶ ἰσχυρά. Ση‐
15μαίνει δὲ καὶ ἀβλαβῆ, οἷον ἄτρητα. Παρὰ τὸ τρῶ τρήσω τρητὰ, καὶ ἄτρητα, μετὰ τοῦ στερητικοῦ α· τροπῇ τοῦ η εἰς υ, ὡς ἅλμη, ἁλμυρός. Ἀτρυτώνη: Ἡ Ἀθηνᾶ. Εἴρηται παρὰ τὴν τρυτάνην, ἥτις ἐστὶ ζυγὸς, ἀντὶ τοῦ ἄζευκτος·
20παρθένος γὰρ ἡ θεός. Ἢ ἄτρωτος, καὶ τρυ‐ φερά. Ἀτρύγετος: Παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο. Παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης τῆς ἀκαταπονήτου
25καὶ πολλῆς· ἢ τῆς ἀκάρπου. Εἰ μὲν παρὰ τὴν
25τρύγην, ὡς ἔνιοι, οὐ πλεονάζει· (τρύγη δέ ἐστιν ὁ
25Δημητριακὸς καρπὸς, ὥσπερ, ὄνου κήλωνος ὀτρυγηφάγου, ἀντὶ τοῦ κριθοφάγου, κατὰ πλεονασμὸν τοῦ ο, ὡς ἐπὶ τοῦ κρυόεις, ὀκρυόεις. Ὡς παρὰ Ἀρχιλόχῳ, τρύγαν οὐκ ἔχουσαν· ἢ μὴ τρυγωμένην· οἱ δὲ, ἄδεν‐
30δρον·) εἰ δὲ παρὰ τὸ τρύειν, πλεονάζει. Ἄτρυτος
30γὰρ ἀτρύετος, καὶ πλεονασμῷ τοῦ γ, ἀτρύγετος. Οὕτως Ἡρωδιανός. Ἢ παρὰ τὸ τρύχειν. Εἰς τοὺς Ἀττικισμούς. Ἄττα: Ἐπίφθεγμα τιμητικὸν νεωτέρου πρὸς παλαιότερον. Εἴρηται παρὰ τὸ ἀππὰ κατὰ Μακε‐
35δόνας, τροπῇ τοῦ π εἰς τ.
35 Ἄττα: Οὐ τὸ ἐπίφθεγμα, ἀλλὰ τὸ Ἀττικὸν, ὅπερ ὁ ποιητὴς ἄσσα εἶπεν, οἷον,
Ἄσσά τε μητιόωσι μετὰ σφίσι. Γέγονε δὲ ἀπὸ τοῦ ΤΑ Δωρικοῦ, τοῦ σημαίνοντος τὸ τινά· ὅπερ διπλασιασμῷ τοῦ ς μετὰ τοῦ α ἄσσα
40λέγεται, καὶ ψιλοῦται, καὶ τροπῇ, διὰ δύο ΤΤ, λέγεται
40Ἀττικῶς. Σημαίνει μὲν τὸ τινὰ, ψιλούμενον· δα‐ σύνεται δὲ τὸ ἅτινα. Τὰ παρὰ Ἀττικοῖς διὰ δύο ΤΤ γραφόμενα, παρ’ ἡμῖν διὰ δύο ΣΣ, θάλαττα θά‐ λασσα, ὀρύττω ὀρύσσω· Δημοσθένης, Ἅττα διελέχθη.
45Τουτέστιν, ἅτινα. Φερεκράτης δὲ ἐκ χειρῶν τοῖς ἐπ’
45ἀριθμοῦ,
45 Τοῖς δέκα ταλάντοις ἀλλὰ προθῇς ἔφη ἄττα πεντήκοντα. Ὁ κωμικὸς δὲ χρονικὸν αὐτὸ παραλαμβάνει· Πύθου χελιδὼν τηνίκ’ ἄττα γίνεται. Λέγει ὁπότε χελιδὼν γίνεται. Ὅμηρος δὲ ἐπὶ φιλοφρονήσεως αὐτὸ λαμβάνει,

167

(50)

Φοῖνιξ ἄττα γεραιέ.

167

(50)

Ἀττικός: Τὸ ἐθνικὸν, ὁ Ἀθηναῖος, εἴρηται παρὰ τὸ Ἀκτὴ, Ἀκτικὸς, καὶ Ἀττικός. Ἀκτὴ γὰρ ἐκα‐ λεῖτο ἡ Ἀττική· ὅθεν καὶ ἀκταῖοι οἱ Ἀθηναῖοι ἐκαλοῦντο. Ἀτρύγετον: Ἀξήραντον· ἢ ἀπύθμενον καὶ
55ἄβυσσον· ἄλλοι, ἁδρὸν καὶ πολύ.
55Ἀτταγᾶς: Ὁ ὄρνις οὕτω λέγεται ὑπὸ τῶν Ἀτ‐
τικῶν· καὶ αἱ πλάγιοι ἀτταγαί. Ἀττάραγος: Ἡ ἐπὶ τῶν ἄρτων ἀπὸ τῆς φλογὸς

168

γενομένη ῥῆξις. Οἱ δὲ, τῶν κλωμένων ἄρτων τὰ ψιχίδια. Τίθεται ἡ λέξις ἐπὶ τῶν ἐλαχίστων. [Ἀττάραγος], παρὰ τὸ ἀτάραγός τις [εἶναι.] Καλλίμαχος,
5Οὐδ’ ὅσον ἀτάραγόν τι δέδοικεν.
5Ἄττειν: Τὸ ἅλλεσθαι καὶ πηδᾶν. Παρὰ τὸ
5αἴσσω, τὸ ὁρμῶ, γίνεται ἄσσω· τροπῇ τῶν δύο ΣΣ εἰς δύο ΤΤ, ἄττω. Ἀττικουργές: Τὸ εἰργασμένον τὸν Ἀττικὸν τρόπον· καὶ ῥήματα ἀττικουργῆ. Ἀτύζων:
10Ὁ δ’ ἠέρα παῦρον ἀτύζει
10οἷα κατηβολέων.
10ἀντὶ τοῦ καταπίπτων σώματι καὶ ψυχῇ· ψυχῇ δ’ ἀϊδωνέα λεύσσει. Ἐὰν ἀτύζων, ἀφροντιστῶν· ἐὰν δὲ ἀτίζων, ἄτῃ περιφερόμενος, καταπίπτων. Οὕτως εὗρον ἐν ὑπομνήματι Νικάνδρου ἐν Θηριακοῖς.
15 Ἀτυζόμενοι: Ταρασσόμενοι. Ἀτύω, τὸ τα‐ ράσσω, ἀτύσσω, καὶ κατὰ παραγωγὴν, ἀτύζω Αἰολικῶς. Ἀτυχῆσαι: Ἀντὶ τοῦ ἀποτυχεῖν Πλάτων λαμ‐ βάνει. Ἀτυχθείς: Ἔστι τεύχω τὸ ἐπιτυγχάνω· ὁ
20μέλλων, τεύξω· ὁ δεύτερος ἀόριστος, ἔτυχον· ὁ πα‐
20θητικὸς, ἐτύχην· ἡ μετοχὴ, ὁ τυχεὶς, καὶ ὁ τυχθεὶς κατὰ πλεονασμὸν τοῦ θ· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀτυχθεὶς, ὁ μὴ βουλόμενος τυχεῖν, ἀλλ’ ἀποστρε‐ φόμενος εἰς τὸ διαμαρτεῖν. Σημαίνει δὲ καὶ τὸ καταπλαγεὶς, φοβηθεὶς,
25πατρὸς φίλου ὄψιν ἀτυχθείς.
25Ἰλιάδος ζʹ.
25Ἀτωμένη: Ἄτῃ συνεχομένη. Σοφοκλῆς, Ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας
ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους. Ἀτέοντα: Ἐν ἄτῃ ὄντα, βλαπτόμενον.
30 Αὖα: Αὖα πάλαι περίκηλα. τὰ ξηρὰ ξύλα· καὶ βόας αὔας, τὰς ξηρὰς βύρσας· καὶ ἀυαλέας· παρὰ τὸ αὔω, τὸ
35ξηραίνω.
35Αὐγή: Παρὰ τὸ ἄγω, ἀγὴ, καὶ αὐγὴ, δι’ ἧς
35ἀγόμεθα· σκότος γὰρ παρὰ τὸ ἐπισχέσθαι ἡμᾶς.
35Καὶ αὐγάζομαι, τὸ θεωρῶ, Ἰλιάδος ψʹ. Αὐδή: Ἡ φωνή· παρὰ τὸ αὐγὴ, κατὰ τροπήν· δι’ ἧς αὐγάζεται καὶ φωτίζεται τὰ τοῦ νοῦ· Ἀπολ‐ λώνιος δὲ, παρὰ τὸ αὔω, τὸ φωνῶ, (αὐτή)· ὅπερ ἐν διαιρέσει λέγεται ἀϋτή· καὶ τροπῇ, αὐδή·
40Αὔδα ὅττι φρονέεις.
40 Ἐξαύδα, μὴ κεῦθε νόῳ. Παρὰ τὸ αὐδὴ, αὐδῶ, ὡς σιγὴ σιγῶ. Αὐδάω αὐδῶ· ὁ παρατατικὸς, ηὔδαον ηὔδων· τὸ τρίτον, ηὔδαε ηὔδα· καὶ τὸ προστακτικὸν, αὔδαε αὔδα. Αὖε δ’ Ἄρης ἑτέρωθεν.
45Αὐέρυσαν: Ἰστέον ὅτι τὸ α οὐ μόνον τὸ ὁμοῦ
45σημαίνει, ὡς ἐπὶ τοῦ ἄλοχος, ἀλλὰ καὶ τὸ ὀπίσω, ὡς ἐπὶ τοῦ ἀκόλουθος· οὐ μόνον γὰρ τὸν ὁμοκέλευθον σημαίνει, ἀλλὰ καὶ τὸν ὀπίσω τὴν κέλευθον ἔχοντα· ὁ γὰρ ἀκολουθῶν ὄπισθεν ἀκολουθεῖ. Ἤτοι οὖν ὁμο‐ κέλευθος, ἢ ὀπίσω ἔχων τὴν ὁδόν. Τὸ δὲ α, τὸ ση‐

168

(50)

μαῖνον τὸ ὀπίσω, ἀπὸ τοῦ ἂψ γέγονε κατὰ ἀποβολήν. Ὥστε μετὰ τοῦ ἔρυσαν, ἀέρυσαν· καὶ πλεονασμῷ τοῦ υ, αὐέρυσαν· τουτέστιν, εἰς τοὐπίσω ἀνέκλασαν τὸν τράχηλον τοῦ θυομένου ἱερείου, ὡς προσέχειν εἰς οὐρανόν.
55Αὐθάδης: Αὐτάρεσκος, θυμώδης, θρασὺς, ὑπερ‐
55όπτης. Ἀπὸ τῆς αὐτὸς ἀντωνυμίας, καὶ τοῦ ἁδῶ, αὐτοάδης καὶ αὐθάδης, ὁ ἑαυτῷ ἀρέσκων· ἁδεῖν γὰρ τὸ ἀρέσκειν. Κατὰ τροπὴν τοῦ ο εἰς α, αὐθάδης·

169

καὶ κλίνεται αὐθάδης, αὐθάδους. Αὐθέντης: Ὁ φονεὺς ὁ ἑαυτὸν κτιννύων· τὸ γὰρ ἐν τῇ συνηθείᾳ, ἕτερον. Εἴρηται ἐκ τοῦ φένω, τὸ φονεύω· καὶ ἐκθλίψει τοῦ δασέος, ἔνος, ὁ φόνος·
5ὄνομα ῥηματικὸν, ἔντης· μετὰ τῆς αὐτὸς ἀντωνυμίας, αὐτοέντης· καὶ ἐπεὶ ψιλὸν ψιλῷ ἡγεῖται, αὐτοέντης τὶς ὢν, ὁ ἑαυτὸν βάλλων τοῖς ἔντεσιν, ὅ ἐστι τοῖς βέλεσι. Τὸ δὲ ἐν τῇ συνηθείᾳ ἔοικε παρὰ τὸ αὐτὸ καὶ τὸ ἕντης, ὁ ἑαυτὸν ἐπαφεὶς εἰς πάντα, καὶ ὢν
10αὐτεξούσιος, καὶ μὴ ἄλλου ἀλλ’ ἑαυτοῦ ὤν.
10 Αὐδήεσσαν: Ἔνδοξον, ὀνομαστὴν, ὁμοιόφθογγον, ἐπὶ Γλαυκοθέαν ἢ πρόμαντιν· ἢ οὐδήεσσαν, ἐπί‐ γειον, ἐπὶ Κίρκην φαρμακίδα. Αὐθέκαστα: Τὰ ἁπλᾶ καὶ ἀληθῆ, οἷον αὐτὰ τὰ γενόμενα· καὶ λόγοι αὐθέκαστοι, οἱ σαφεῖς καὶ
15σύντομοι. Νῦν τὸν αὐθάδη. Αὖθι μένειν: Τοπικὸν ἐπίρρημα· αὐτόθι, ἐπὶ τόπον· ἐν γενικῇ γὰρ (καὶ) ἐν τοπικῇ σχέσει λαμ‐ βάνεται. Ὅμηρος, Αὐτοῦ οἱ καὶ μοῖρα τετεύξεται.
20Αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο.
20Τὴν εἰς τόπον σχέσιν, ἀντὶ τοῦ ἐκεῖσε. Καὶ ὥσπερ
20ἀπὸ τοῦ ἀγχοῦ, ἀγχόθι, οὕτως καὶ ἀπὸ τοῦ αὐτοῦ, αὐτόθι. Ἢ ὡς ἀπὸ τοῦ Λέσβος γίνεται Λεσβόθι, οὕτως καὶ ἀπὸ τοῦ αὐτὸς, αὐτόθι· καὶ κατὰ συγκο‐ πὴν, αὖθι. Διαφέρει τοῦ αὖθις. Τὸ μὲν αὖθι, τοπι‐ κὸν ἐπίρρημα ἀπὸ τοῦ αὐτόθι· τὸ δὲ αὖθις σημαίνει
25πάλιν καὶ μετὰ ταῦτα. Τὰ εἰς ΙΣ ἐπιρρήματα, πεφυκότα λέγεσθαι καὶ ἄνευ τοῦ ς, διὰ τοῦ ι γρά‐ φεται· αὖτις, καὶ αὖτι· μέχρις, καὶ μέχρι· αὖθις, καὶ αὖθι. Ἢ τὰ βαρυνόμενα ἐπιρρήματα ἀποστρέ‐ φουσι τὴν ΕΙ δίφθογγον, οἷον αὖθι, νόσφι, ἀντὶ τοῦ
30χωρίς· ἄγχι, ἀντὶ τοῦ ἐγγύς· ἴφι, ἀντὶ τοῦ ἰσχυρῶς· ναιχὶ, ἀντὶ τοῦ ναί· ἧχι, ἀντὶ τοῦ ὅπου· ὕψι, ἀντὶ τοῦ εἰς ὕψος· τετράκι, ἑξάκι, πλειστάκι, πολλάκι, ὀλιγάκι. Αὐίαχοι:
35Ἄβρομοι, αὐίαχοι,
35πολύηχοι· ἢ παρὰ τὴν ἴαν, ὃ σημαίνει τὴν φωνὴν,
35ἰαχός· καὶ ἢ κατὰ πλεονασμὸν, ἢ κατὰ στέρησιν, ἀΐαχος· καὶ πλεονασμῷ τοῦ υ, αὐίαχος. Ἢ παρὰ τὸ ἰαχὴ, ἰαχὸς, καὶ ἐν συνθέσει αὐίαχος, ἵνα σημαίνῃ τὸν ξηρόφωνον. Ἰστέον ὅτι τότε δεῖ περιστίζειν τὸ ι καὶ τὸ υ,
40ἡνίκα προηγεῖται αὐτῶν φωνῆεν προτακτικὸν, καὶ
40κατὰ διάστασιν· οἷον ἀΰω, πάϊς, Δημοσθένεϊ, ὁ Ἰ̈ωάν‐ νης. Τοῦτο δὲ γίνεται, ἵνα μὴ νομισθῇ εἶναι δί‐ φθογγον. Ὅτε δὲ οὐ προηγεῖται προτακτικὸν φω‐ νῆεν, οὐ δεῖ περιστίζειν αὐτὸ, οἷον, ἰαχὴ, ὕλη. Αὐλός: Τὸ φωνητικὸν ὄργανον. Παρὰ τὸ αὔω,
45τὸ φωνῶ, αὐλὸς, ὡς δαίω, δαλός. Σημαίνει τὸν εἰς
45εὐθὺ ἀνακοντισμὸν τοῦ αἵματος· Αὐτίκα δ’ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
αἵματος ἀνδρομέου. Καὶ περόνης μέτρον, ἢ τὰς περόνας, Αὐλοῖσι διδύμοισι πάροιθεν δαίδαλα ἧκεν.

169

(50)

Καὶ τὸ κοινῇ νοούμενον μουσικὸν ὄργανον,

169

(50)

Αὐλῶν συρίγγων τ’ ἐνοπήν.

169

(50)

Αὐλός: Τὸ στάδιον, καὶ ἐν συνθέσει, δίαυλος. Εἴρηται δὲ διὰ τὴν στενότητα· καθ’ ἣν καὶ αὐλῶνας τὰ μεταξὺ τῶν φαράγγων στενὰ ἐπὶ μῆκος φερόμενα ὀνομάζομεν· καὶ ἐπαύλεις, τὰς μετὰ τὰς κελεύθους ἀναπαύσεις· ἀπὸ τῶν μουσικῶν ὀργάνων. Καὶ γὰρ
55διὰ στενοπόρου ἐπιτεχνήματος τὸ πνεῦμα τῶν αὐ‐ λούντων διαθέει. Αὐλοῖσι διδύμοισι: Πᾶν τὸ εἰς μῆκος ἀνατετα‐ μένον αὐλὸν καλεῖ· δίδυμον δὲ, τὸ συμφυές. Εἰς τὸ αὖλις.

170

Αὐλῶπις τρυφάλεια: [Ἡ] ἐκ πολλῶν μερῶν καὶ ποικίλων συνεστῶσα, καθάπερ καὶ τὰ τοῦ αὐλοῦ μέρη. Ἢ εἰς ὀξὺ ἀπολήγουσα, καθάπερ αὐλὸς ἐπὶ τὴν τῆς γλώττης εἰσβολήν. Ἢ αὐλίσκον ἔχουσα,
5ἐφ’ οὗ πήγνυται ὁ λόφος· ἔστι δὲ εἶδος περικεφα‐ λαίας. Ἢ κοιλόφθαλμον, ἢ στρογγύλον. Καὶ αὐλωπίας, ὁμοίως. Αὐλωνία: Πόλις ὑπὸ Κροτωνιατῶν κτισθεῖσα, καὶ ἀπὸ τῶν προκειμένων αὐλώνων ἔχουσα τὸ ὄνομα·
10ὕστερον δὲ τῷ χρόνῳ Καυλωνία ἐκλήθη. Αὐλή: Ὁ περιτετειχισμένος καὶ ὕπαιθρος τόπος. Παρὰ τὸ ἄω, τὸ πνέω, γίνεται αὐὴ, καὶ αὐλὴ, ὁ περι‐ πνεόμενος τόπος· Αὐλῆς ἐν χόρτῳ.
15Ἐν τῷ περιφράγματι τῆς αὐλῆς, ἐν τῷ μεσαύλῳ.
15χόρτοι δὲ οἱ τροχοὶ, ὅτι ἀπὸ χόρτου κατεσκευά‐
15σθησαν.
15 Αὐλητρίς: Ἔστιν αὐλητὴρ αὐλητῆρος· εἶτα παρώνυμον, αὐλητηρὶς, ὡς σωτὴρ σωτῆρος σωτηρὶς, καὶ ἐτὴρ ἐτῆρος ἐτηρὶς, καὶ τριετηρίς. Αὐλίς: Ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι τὸν Ἑλλη‐ νικὸν στρατόν. Ἡ εὐθεῖα, Αὐλίς. Ἔστι δὲ πόλις
20τῆς Βοιωτίας. Ἐκ τοῦ αὐλίζω, αὐλίσω, αὐλίς. Καὶ τί μετέχει; Ἐπειδὴ ἐκεῖ συνηθροίσθη ἅπας ὁ Ἑλληνικὸς στρατός. Αὖλις: Ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο.
25Ἀντὶ τοῦ τὸν αὐλισμὸν ἐποιήσαντο, ἐστρατοπεδεύ‐
25σαντο, ἐκοσμήθησαν. Ἐκ τοῦ αὐλὴ, ὥσπερ φήμη,
25φῆμις. Κλίνεται αὔλιος καὶ αὔλεως. Αὐλός: Στάδιον· καὶ τὸ διστάδιον, δίαυλος σύν‐ θετον. Καὶ τῶν βασιλικῶν ἵππων τὸ ἔμπλεγμα.
Αὐλὸς καὶ εἶδος ἀκολάστου σχήματος. Λέγονται δὲ αὐλαῖαι καὶ τὰ παραπετάσματα τῆς σκηνῆς, ὡς
30παρὰ τῷ Θεολόγῳ. Αὖλαξ: Σπήλαιον κοῖλον, διώρυξ, καὶ ἀρότρου τρίβος. Παρωνόμασται παρὰ τὸ αὐλός. Αὖλαξ γὰρ λέγεται ἡ ἐπίμηκος τομὴ, ἡ ἐπιμήκης διαχά‐ ραξις τοῦ ἀρότρου. Αὐλὸς δέ ἐστιν ἡ ἐπιμήκης
35παράτασις. Παρὰ τὸ αὔω, τὸ φωνῶ, ὁ μέλλων, αὔσω· ὄνομα ῥηματικὸν, αὐλός. Αὐλησμὸς, ἐκ τοῦ αὐλῶ, τὸ τραγῳδῶ· αὐλισμὸς δὲ, ἐπὶ τῆς ἀναστρο‐ φῆς, ὡς τὸ, Ηὐλίσθην ἐν τῇ ἐρήμῳ.
40Καὶ αὐλισθῆναι. Ἔστιν ἅλες τὸ ἀθρόον. Ἐκ
40τούτου γίνεται ἁλίζω· καὶ ἁλιζόμενοι, τουτέστι
40συναθροιζόμενοι.
40 Αὔλιον ἄντρον: Ἠδὲ καὶ αὔλιον ἄντρον. Παρὰ τὸ ἐν αὐτῷ αὐλισθῆναι τὸν Διόνυσον. Αὖος: Ὁ ξηρός· ὄνομα ῥηματικόν. Ἐκ τοῦ ἀΰω, τὸ οὐ βρέχω, ἢ ἐκ τοῦ αὔω, τὸ ξηραίνω, γίνεται
45αὖος, ὁ μὴ ὑγρὸς, ἀλλ’ εἰς αὖσιν καὶ καῦσιν ἐπιτή‐
45δειος.
45 Αὐόνη: Ἡ ξηρότης. Παρὰ τὸ αὔω, τὸ ξηραίνω, αὐόνη, ὡς ἔχω ἐχόνη καὶ ἀμπεχόνη, καὶ πείρω περόνη, καὶ βάλλω βελόνη. Αὐρόσχας: Ἡ ἄμπελος. Μέμνηται Παρθένιος ἐν Ἡρακλεῖ,

170

(50)

αὐρόσχαδα βότρυν Ἰκαριωνίης.

170

(50)

Ἐρατοσθένης δὲ ἐν Ἐπιθαλαμίῳ τὸ κατὰ βότρυν

170

(50)

κλῆμα. Εἴρηται δὲ ἐπαιωρημένη τὶς οὖσα ὄσχη. ὄσχη γὰρ τὸ κλῆμα. Αὔρα: Ἡ λεπτοτάτη πνοὴ τοῦ ἀνέμου. Ἔστι δὲ παρώνυμον· παρὰ τὸ ἀὴρ, ἄρα· καὶ πλεονασμῷ τοῦ υ, αὔρα. Μεταχθὲν γὰρ ἀπὸ ἀρσενικοῦ εἰς
55θηλυκὸν γένος, ὡς ξυστὴρ, ξύστρα· γαστὴρ, γάστρα.
55Δύναται δὲ καὶ ἀπὸ τοῦ ἀὴρ ἀέρος γενέσθαι ἀέρα· καὶ κατὰ κρᾶσιν, αὖρα, ὡς γράες αἱ γραῦς, καὶ νάες αἱ ναῦς. Ἢ ἀὴρ, αὐήρ· καὶ κατὰ τροπὴν τοῦ η εἰς α, ὡς μήτηρ, μήτρα, αἴθρα.

171

Αὔριον: Παρὰ τὸ αὐῶ Αἰολικὸν (ὃ σημαίνει τὴν ἡμέραν) αὔιον, καὶ αὔριον, τὸ χρονικόν. Ἢ παρὰ τὸ αὖθι, ὃ καὶ αὖρι, τροπῇ· ἀφ’ οὗ αὔριον τῆς εἰς αὖθις. Ἢ παρὰ τὸ ἐναύεσθαι ὑπὸ τοῦ ἡλίου.
5Αὐσίτης: Ἰσαύα, Ἰσαύτης· καὶ ὑπερβιβασμῷ,
Αὐσίτης· Ἰσαύα γὰρ χῶρα ἐστὶν, ἐξ ἧς ἦν. Αὐσίον: Καὶ ὁ μὲν Ἴβυκος αὔσιον λέγει, οἷον, Οὐ γὰρ αὔσιον παῖς Τυδέως. Ὁ δὲ Ἀλκμὰν,
10Ταυσία παλλακίω.
10Ὁ δὲ ποιητὴς, κατὰ διάστασιν καὶ τροπὴν τοῦ α
10εἰς η· οἷον,
10 Τηϋσίην ὁδόν. Οὐδεὶς γὰρ τὸν σχηματισμὸν αὐτοῦ κατώρθωσεν. Ἐγὼ δὲ ἡγοῦμαι, ὅτι πρῶτον τὸ παρ’ Ἰβύκῳ· δεύ‐ τερον, τὸ παρὰ Ἀλκμᾶνι· τρίτον, τὸ παρὰ Ὁμήρῳ κατὰ διάστασιν. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν.
15 Αὔσονες: Οἱ Ἰταλοί· καὶ Αὐσονία, ἡ Ἰταλία· οὐκ ἀπὸ Αὔσονος τοῦ Κίρκης ἢ Καλυψοῦς καὶ Ὀδυσσέως· ἀλλ’ ὅτι τὴν Ἰταλίαν οἱ παροικοῦντες ἔποικοι Αὔζενα ἔλεγον· καὶ κατὰ μετάθεσιν τοῦ ζ εἰς τὸ ς, καὶ τοῦ ε εἰς. τὸ ο, Αὔσονες, οἱ Αὔζονες,
20οἱ ἄζωνες.
20 Αὐσταλέας: Αὐσταλέας δ’ ἔψηχε παρηΐδας. Αὐχμηρὰς, ξηράς· παρὰ τὸ αὔω, τὸ ξηραίνω· ἐξ οὗ αὖος, καὶ αὐαλέος, καὶ αὐσταλέος. Ἀϋτή: Παρὰ τὸ αὐδὴ, ἀϋδὴ, καὶ τροπῇ ἀϋτὴ,
25ὡς ἐν τῷ μελετῶναι μελεδῶναι, παρὰ τὸ μελέτη·
25μελέτη γὰρ ἡ φροντίς. Ἢ παρὰ τὸ αὔω, τὸ φωνῶ, γίνεται ἀϋτὴ, ὡς καὶ παρὰ τὸ ἄω, τὸ πνέω, αὔω· καὶ ἐξ αὐτοῦ αὐτμὴ καὶ ἀϋτμὴ ἡ ἀναπνοή. Ἀΰτει πάντας ἀρίστους: Ἐφώνησε, προσεκα‐ λεῖτο. Ἀϋτέω ἀϋτῶ, ἀΰτεον ἀΰτουν· καὶ τὸ τρίτον,
30ἀΰτεε, ἀΰτει. Αὐστηρός: Παρὰ τὸ αὔω, τὸ ξηραίνω, ὁ μέλλων, αὔσω· ἐξ οὗ αὐστηρός. Σημαίνει στρυφνὸν, ξηρὸν, αὐχμηρὸν, σκυθρωπόν. Ἀϋτή: Σημαίνει δύο· τὴν βοὴν, ὡς τὸ,
35 Ἀϋτὴ δ’ οὐρανὸν ἷκε. Καὶ τὴν μάχην, ὡς τὸ, Μήστωρας ἀϋτῆς. Αὐτάρκης: Παρὰ τὸ αὐτὸς καὶ τὸ ἀρκῶ, τὸ βοηθῶ, ὁ ἑαυτῷ ἐπαρκῶν καὶ βοηθῶν. Εἰς τὸ πο‐
40δάρκης.
40Τέσσαρα εἰσὶν ἐπιρρήματα παραλαμβανόμενα
40βαρύτονα· συμπερισπᾶσθαι γὰρ ἔδει τῇ γενικῇ τῶν
40πληθυντικῶν· αὐτάρκως, αὐθάδως, νοσώδως, κακο‐ ήθως. Αὖτε: Ἀπὸ τοῦ α, τοῦ σημαίνοντος τὸ ὀπίσω, γίνεται ἄτε· καὶ πλεονασμῷ τοῦ υ, αὖτε. Αὖτις:
45Αὖτις δ’ ἐξ ὀπίσω πλῆτο χθονί.
45Σημαίνει τὸ ἐξ ὑστέρου, ἢ τὸ ἐκ δευτέρου. Ἐκ τοῦ τὶς, καὶ μετὰ τοῦ α, τοῦ σημαίνοντος τὸ εἰς τὰ ὀπίσω, γίνεται ἄτις. Καὶ ὥσπερ παρὰ τὸ ἐρύσω γίνεται ἀέρυσαν αὐέρυσαν, οὕτως καὶ ἄτις, ὃ ση‐ μαίνει τὸ πάλιν, γίνεται πλεονασμῷ τοῦ υ, αὖτις.

171

(50)

Διαφέρει δὲ τοῦ πάλιν. Τὸ μὲν γὰρ πάλιν ἐστὶ

171

(50)

τοπικὸν, καὶ τὸ εἰς τοὐπίσω δηλοῖ· τὸ δὲ αὖτις ἐστὶ χρονικόν· τὸ ἐγγύτερον γὰρ δηλοῖ. Αὐόνη: Λύπη, κραυγὴ, αὐχμὸς, φθορὰ, κακο‐ πάθεια, ξηρασία. Αὔριον: Παρὰ τὸ αὔρα, καὶ μᾶλλον βούλεται
55τὸ ἕωθεν σημαίνειν, διὰ τὸ, Αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ πνεῖ ἠῶθι πρό. Αὐρίζειν: Ῥιγοῦν· εἰς καὶ τὸ αὔριον ὑπερβάλ‐ λεσθαι.

172

Ἀϋτμή: Σημαίνει ἀναπνοὴν, εὐωδίαν, ὀσμὴν, φωνὴν, ψυχὴν, λιγνὺν, καπνόν. Αὐτίκα: Αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσι.
5Ἔστιν ἐπίρρημα μεσότητος, καὶ χρόνου δηλωτικόν·
5σημαίνει δὲ, παραχρῆμα, εὐθέως. Ὥσπερ παρὰ τὸ πολλὰ γίνεται πολλάκι, καὶ ὀλίγα ὀλιγάκι, καὶ δέκα δεκάκι, καὶ παρὰ τούτων Δωρικῶς τουτάκι, ὡς παρὰ Πινδάρῳ, Τουτάκι πεξαμένης,
10οὕτω καὶ παρὰ τὸ αὐτὰ, αὐτάκι· καὶ κατὰ ἀντί‐
10θεσιν, αὐτίκα, καὶ παραυτίκα. Τὸ τι, ι. Διατί; Τὰ εἰς ΚΑ ἐπιρρήματα ἔχουσι τὸ ι παραληγόμενον, οἷον αὐτίκα, ἡνίκα, πηνίκα. Αὐτίτης: Ὁ χωρὶς παραχύματος οἶνος, οἷον ἑψήματος· ἢ ὁ ἐπιχώριος· ἢ ὁ ἀμιγής· ἢ, ὡς ἔνιοι,
15ὁ δευτερίας· ἢ ὁ ἐπέτειος. Αὐτάρ: Αὐτὰρ ἐπεὶ κόσμηθεν. Ἐπειδὴ δὲ ἐκοσμήθησαν. Αὐτὰρ καὶ ἀτὰρ, ποῖον ἐστὶν ἀναλογώτερον; Καὶ
20λέγουσιν, ὅτι τὸ αὐτὰρ ἐκ τοῦ ἀτὰρ κατὰ πλεο‐
20νασμόν ἐστι· τὸ δὲ ἀτὰρ οὐ δύναται γενέσθαι ἐκ τοῦ
20αὐτὰρ κατὰ ἀποβολὴν τοῦ υ. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι παρεπόμενον ἐστὶ τῇ ἐκ τοῦ α συνεστώσῃ διφθόγγῳ μετὰ τὴν ἀπόστασιν τοῦ ὑποτακτικοῦ φωνήεντος ἐκτείνειν τὸ α, οὐχ ἑτέρου λόγου ἐπι‐ κρατοῦντος· οἷον κλαίω, κλάω· αἰετὸς, ἀετός· οὐραῖον,
25οὐράδιον· κεφάλαιον, κεφαλάδιον. Εἴπερ οὖν καὶ ὁ αὐτὰρ σύνδεσμος ἔνδειαν τοῦ υ πέπονθεν ἐν τῷ ἀτὰρ, παρείπετο ἂν καὶ ἡ τοῦ α ἔκτασις. Διαφέρει δὲ τοῦ δέ· ὅτι ὁ μὲν αὐτὰρ προτάσσεται, ὁ δὲ δὲ ὑπο‐ τάσσεται. Ὀξύνεται, ἢ βαρύνεται; Οἱ μὲν οὖν
30ὀξυτόνως ἀνέγνωσαν, ὡς Καλλίμαχος· οἱ δὲ βαρύ‐ νουσι, λόγῳ τοιῷδε· Πᾶσα λέξις εἰς ΑΡ λήγουσα
βαρύνεται· οἷον, ἄφαρ, εἴθαρ, δάμαρ, στέαρ, οὖθαρ. Ῥητέον ὅτι οὐδεὶς συμπλεκτικὸς σύνδεσμος ἢ περι‐ σπᾶται ἢ βαρύνεται, πάντες δὲ ὀξύνονται.
35 Αὕτως: Ἐπίρρημα μεσότητος παρὰ τῷ ποιητῇ. Σημαίνει δύο· τὸ ὁμοίως, ὡς τὸ, Ὡς δ’ αὕτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνε. Καὶ, Αὕτως μὲν φασὶ φαγέμεν.
40Σημαίνει καὶ τὸ ματαίως, ὡς τὸ,
40Αὐτὰρ ἔμ’ αὔτως
40ἧσθαι δευόμενον.
40Καὶ,
40Αὔτως γάρ ῥ’ ἐπέεσς’ ἐριδαίνομεν.
40Καὶ ψιλοῦται, πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου, τοῦ σημαίνοντος τὸ οὕτως. Εἰ δὲ μάτην σημαίνει, ψιλοῦται. Τὸ γὰρ στερητικὸν α ψιλοῦται. Πόθεν παράγεται τὰ τῆς μεσότητος ἐπιρρήματα; Ἐκ τῶν γενικῶν ὀνομάτων. Καὶ πῶς ἐστιν ἡ γενικὴ τοῦ
45ὀνόματος; Ἔστιν ἐτὸς, ὁ ἀληθής· μετὰ τοῦ στερη‐ τικοῦ α, ἄετος· κλίνεται ἀέτου· ἡ εὐθεῖα τῶν πλη‐ θυντικῶν, ἄετοι, ἀέτων· ἐξ αὐτοῦ ἐπίρρημα, ἀέτως· καὶ κράσει τοῦ α ε εἰς τὴν ΑΥ δίφθογγον, αὔτως. Αὐτός: Μέρος λόγου ἀντωνυμία. Ἀντωνυμία

172

(50)

δὲ, ἐκ τῆς ἀντὶ προθέσεως, καὶ τοῦ ὄνομα· ἀντὶ ὀνό‐ ματος γὰρ παραλαμβάνεται· τὰ δὲ παρὰ τοῦ ὀνό‐ ματος διὰ τοῦ ω μεγάλου γράφεται. Ἀντωνυμία πρωτότυπός ἐστιν, ἢ παράγωγος; Καὶ πόθεν γίνεται; Ἐκ τοῦ ἓ τρίτου προσώπου. Πέντε πρωτότυποι ἀντω‐
55νυμίαι, αὐτὸς, οὗτος, ἐκεῖνος, ὅδε, καὶ ὁ δεῖνα, κατὰ πα‐ ραγωγήν. Αὐτὸς σημαίνει πέντε· αὐτὸς, ὁ μόνος· ὡς τὸ, Τυδείδης, αὐτός περ ἐὼν, προμάχοισιν ἐμίχθη. Αὐτὸς, ὁ τόπος, ὡς τὸ,

173

Στῆτ’ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε. Αὐτὸς, τὸ σῶμα· ὡς τὸ, Αὐτοὺς δ’ ἑλώρια τεῦχε κύνεσσιν. Αὐτὸς, ὁ κατ’ ἐξοχήν· ὡς τὸ,
5Εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι.
5Καὶ ὡς τὸ,
5 Οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ κύριος. Καὶ αὐτὸς, ἡ ἀντωνυμία. Αὕτη: Δεικτική· αὐτὴ, ἡ ἀναφορικὴ ἀντωνυμία. Αὐτομάτως: Αὐτοκελεύστως, αὐτοκλήτως, αὐτο‐ βούλως, αὐτοπροθύμως· παρὰ τὸ μεμῶ, τὸ προθυ‐
10μοῦμαι, ὁ παθητικὸς παρακείμενος, μέμαμαι, μέ‐
10μαται, γίνεται ματὸς, ὡς βέβαται βατός· καὶ αὐτό‐ ματος, ὁ αὐτοπρόθυμος. Ἢ ἀπὸ τοῦ μαστεύω τὸ ζητῶ, ἢ ματῶ, τὸ σημαῖνον τὸ αὐτὸ, γίνεται μαστὸς, ὃν ἐπιζητοῦσι τὰ βρέφη· καὶ ἐξ αὐτοῦ, αὐτόματος, ὁ αὐτοζήτητος, ὁ μὴ παρ’ ἑτέρου ἐπιζητηθεὶς, ἀλλ’
15αὐτὸς ἑαυτὸν ἐπαγαγών.
Αὐτόγυον: Δύο εἴδη εἰσὶν ἀρότρων· καὶ τὸ μὲν, καλεῖται πηκτόν· τὸ δὲ, αὐτόγυον. Καὶ τὸ μὲν ἐκ συμβολῆς ξύλων ἔχον τὸ ἔλυμα καλεῖται πηκτὸν, τὸ τὸν γύην προσπεπηγότα ἔχον· τὸ δὲ ἐξ ἑνὸς ξύλου
20ἔχον τὸ ἔλυμα καλεῖται αὐτόγυον. Τὸ δὲ ἔλυμα, ξύλον ἐστὶν, εἰς ὃ ἡ ὕνις σιδηρᾶ οὖσα ἐντίθεται, καὶ τὴν γῆν σχίζει. Ὃ δὲ κρατεῖ ὁ ἀρῶν, καλεῖται ἐχέτλη. Τὸ δὲ διὰ τοῦ ἐλύματος διαβεβλημένον ξυλάριον, εἰς ὃ ἡ ἐχέτλη καθίεται, ἀλύη. Τὸ δὲ
25ξύλον τὸ ἀπὸ τούτου γινόμενον ἐπὶ τοὺς βοῦς, γύης. Τὸ δὲ ἀπὸ τοῦ γύου εἰς τὸν ζυγὸν, ἱστοβοεύς. Τοῦ δὲ ζυγοῦ τὰ τιθέμενα ἐπὶ τοὺς αὐχένας τῶν βοῶν, οἱ μὲν, ζεύγλας· οἱ δὲ, βοείας· οἱ δὲ, μέσσαβα κα‐ λοῦσιν.
30Αὐτοκράτωρ: Μεμπτέον οὖν τὴν συνήθειαν ἐπὶ
30τοῦ αὐτοκράτωρ ὀνόματος. Παρὰ τὸ κρατῶ, κρά‐ τωρ, κρατήτωρ εἶναι λέγεται· παρὰ γὰρ τὸ κραίνω, ἐστὶ κράντωρ. Καὶ ἐν συνθέσει, αὐτοκράτωρ, ὁ αὑτοῦ κρατῶν. Αὐτόκρανα: Αὐτόδηλα, αὐτοκράαντα.
35 Αὐτοκασίγνητος: Γνήσιος ἀδελφὸς, ὁ ἐκ τῶν αὐτῶν γονέων. Αὐτόδιον: Ὀδυσσείας θʹ, ἐξ αὐτῆς τῆς ὁδοῦ ἐλθόντα. Αὐτόγνωτος:
40Σὲ δ’ αὐτόγνωτος ὤλεσεν ὀργὰ,
40Σοφοκλῆς, ἀντὶ τοῦ αὐθαίρετος καὶ ἰδιογνώμων
40τρόπος.
40 Αὐτοκτίσται: Οὐ κατασκευασταὶ, ἀλλ’ αὐτοκτίσται. Αὐτόχθονα ἑστίαν: Τὴν τοῦ Χείρωνος, παρ’ ὅσον ἐν τοῖς ὄρεσι διῆγεν, οἴκησιν ἔχων φυσικήν. Αὐτάγητοι: Αἱ ἀγάμεναι ἑαυτάς.
45Αὐτάγητος: Θαυμαστικῶς ἔχων ἑαυτοῦ· ὡς δ’
45ἔνιοι, αὐθάδης.
45 Αὐτόρεκτον: Οἷον, τὸν ἑαυτὸν ἀποκτείναντα. Αὐτότατα μέλη: Ὡς ἂν εἴπῃ ἀδέσποτα, οὐκ ἔχοντα τοὺς ἐπιτάσσοντας. Αὐτοκάβδαλον σκάφος: Λυκόφρων. Ἀναυ‐ λόχητον τὴν μικρὰν λέγει. Οὐ γὰρ ἦν ναῦς, ἀλλ’

173

(50)

αὐτοσχέδιον πλοῖον, οὐδέπω ἐν ὅρμῳ καὶ λιμένι κατα‐ λεγόμενον· ναυλόχους γὰρ ἔλεγον τοὺς λιμένας.
ἀυτοκάβδαλον δὲ, τὸ εἰκῇ καὶ ὡσαύτως καὶ αὐ‐ τουργὸν γεγονός. Κυρίως δὲ ἡ λέξις ἐπὶ τῶν ἀλ‐ φίτων εἴρηται. Τὸ ὡς ἔτυχε φυραθὲν ἄλευρον
55αὐτοκάβδαλον.
55 Αὐτονυχεί: Ἐπίρρημα· σημαίνει δὲ τὸ ἐν αὐτῇ τῇ νυκτί· ἄλλοι, αὐτοῖς ὄνυξιν. Αὐτοβοεί: Αὐτόθεν σὺν τῇ φωνῇ, ἢ εὐθὺς ἅμα

174

τῇ βοῇ, τὸ παραχρῆμα, συντελεσθῆναι, ἐπὶ πολεμι‐ κοῖς ἔργοις, οἷον ταχέως. Παρὰ δὲ Θεοπόμπῳ ἐπὶ τοῦ κατὰ κράτος. Ἅμα τῷ πολεμικῷ ἀλα‐ λαγμῷ. Οὕτως Θουκυδίδης.
5 Αὐτολήκυθος: Ὁ πένης· ἀπὸ τοῦ ἑαυτοῖς τὰς ληκύθους φέρειν εἰς τὰ βαλανεῖα. Οἱ δ’ ἄσωτοι, παρὰ τὰς συμβολὰς ἐν ταῖς ληκύθοις ἔχειν καὶ φέρειν εἰς τὰ συμπόσια· ἢ ὡς αὐτὸ μόνον λήκυθον ἔχοντες.
10Αὐτόχρημα: Αὐτὸ τὸ πρᾶγμα. Εἰς τὸ ἡρῷον.
10 Αὐτοσχεδά: Ἐκ τοῦ σύνεγγυς· Μάρις δ’ αὐτοσχεδὰ δουρί. Καὶ αὐτοσχεδὸν, σύνεγγυς· καὶ αὐτοσχεδίην, ἐκ χειρὸς ὁμοίως. Αὐχμός: Ἡ ξηρότης. Εἴρηται παρὰ τὸ αὔξω
15κατὰ ἀντίφρασιν αὐχμὸς, ὁ μὴ ποιῶν τι αὔξεσθαι·
15ἡ ὑγρότης γὰρ τρέφει· ἢ παρὰ τὸ αὔω, τὸ ξηραίνω, γίνεται αὐχμός· τὸ μὲν γὰρ κοινὸν, αὐγμός· τὸ δὲ Ἀττικὸν, αὐχμός· ἢ παρὰ τὸ ἄζω, τὸ ξηραίνω, ἀχμὸς, καὶ αὐχμός. Αὐχήν: Ὁ τράχηλος· παρὰ τὸ αὐχμὸς, ὃ ση‐
20μαίνει τὸν κατάξηρον τόπον, γίνεται αὐχμήν· καὶ παρὰ τὴν αὐχμὴν, αὐχὴν, ὁ κατάξηρος τόπος τοῦ σώματος. Ἢ παρὰ τὸ ὀχῶ, ὀχὴν, καὶ αὐχὴν, ἐφ’ οὗ ὀχεῖται ἡ κεφαλή. Ἢ παρὰ τὸ αὐχεῖν καὶ γαυριᾶν γίνεται αὐχήν· γαυριῶντες γὰρ καὶ ἐπαιρό‐
25μενοι ἀνατείνομεν αὐτόν. Οὕτω δὲ καὶ τραχηλιᾶν τινὰς λέγομεν. Οὕτω Μεθόδιος. Αὔω: Τὸ ξηραίνω, παρὰ τὸ ὕω, τὸ βρέχω, μετὰ τοῦ στερητικοῦ α, ἀΰω· καὶ κατὰ συναίρεσιν, αὔω, τὸ ἐξ ἀνομβρίας γινόμενον. Τὸ δὲ φωνῶ, παρὰ τὸ ἄω
30τὸ πνέω, πλεονασμῷ τοῦ υ, γίνεται αὔω· καὶ ὁ μέλλων, αὔσω. Τὸ δὲ λάμπω, ἀπὸ τοῦ φῶ, τὸ λέγω, γίνεται φαύω· καὶ κατὰ ἀποβολὴν τοῦ φ, αὕω· διὸ καὶ δασύνεται. Σημαίνει δὲ τέσσαρα· τὸ λάμπω, ἐξ οὗ καὶ αὔριον· τὸ ξηραίνω, ἐξ οὗ καὶ αὖος, ὁ
35ξηρός· τὸ καίω, ἐξ οὗ καὶ βάναυσος, ὁ παρὰ τὸ πῦρ ἐργαζόμενος· τὸ βοῶ, ἐξ οὗ, Αὖε δ’ Ἄρης ἑτέρωθεν. Ἔστι καὶ αὔω, τὸ καθεύδω· Νίκανδρος ἐν Θηριακοῖς, Ἢ καὶ ἁματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει.
40Ἀντὶ τοῦ καθεύδει, ἢ διατρίβει. Εἴρηται παρὰ τὴν
40αὔαν Αἰολικῶς τὴν ἡμέραν· τὴν γὰρ ἠὼ οἱ Αἰολεῖς
40αὖαν φασί. Κυρίως αὔω λέγεται τὸ ἕως τῆς ἕω καθεύδω. Τὸ δὲ ἄω σημαίνει δύο· τὸ πνέω, οὗ ὁ μέλλων, ἀήσω· καὶ τὸ κοιμῶμαι, οὗ ὁ μέλλων, ἀέσω· ἐξ οὗ καὶ ἀεσίφρων.
Αὔως: Ἡ ἠὼς, τουτέστιν ἡ ἡμέρα. Οὕτω
45λέγεται παρὰ τοῖς Αἰολεῦσι. Σαπφὼ,
45Πότνια αὔως·
45Καὶ,
45Ἕσπερε πάντα φέρων ὅσα φαινόλις ἐσκέδας’ αὔως.
45Εἴρηται παρὰ τὸ αὔω, τὸ βοῶ, αὔως. Ἐπειδὴ φαι‐
45νομένης αὐτῆς τὰ ζῷα φθέγγονται, καὶ ἀλλήλους ἐπὶ τὰ ἔργα καλοῦσιν οἱ ἄνθρωποι.

174

(50)

Ἀφαδός: Ἐχθρός· παρὰ τὸ ἀφανδάνειν. Καὶ ἀφαδία, ἡ ἀπαρέσκουσα, ἔχθρα. Εὔπολις Ἀνδρο‐ γύνοις, Δοκῶ μοι νῦν ὁρᾶν ἀφαδίαν. Εἴρηται παρὰ τὸ ἀπὸ καὶ τὸ ἁδεῖν, ὃ σημαίνει τὸ
55ἀρέσκειν, ἵν’ ᾖ ἡ μὴ ἀρέσκουσα. Ἀφαδία οὖν, ἡ
55ἀφανδάνουσα· καὶ οἱ ἐχθροὶ δὲ τοιοῦτοι ἀφανδάνοντες καὶ πολέμιοι. Ἀφάμαρτεν: Ἀπέτυχεν· ἀπὸ τοῦ ἁμαρτῶ. Ἀφαμαρτοεπής: Ὁ ἁμαρτάνων ἐν τῷ λέγειν.

175

Ἄφαλον: Κυνέην ταυρείην ἄφαλόν τε καὶ ἄλοφον. Τὴν ἐκ ταυρείου δέρματος, ἄφαλόν τε καὶ ἄλοφον κατ’ ἐπιτήδευσιν, ἵνα λανθάνῃ. Φαλοὶ γὰρ τὰ ἐπὶ
5τῶν περικεφαλαιῶν μικρὰ ἀσπιδίσκια· λόφοι δὲ, αἱ
5τριχώσεις. Ἄφακα: Σύρων μὲν ἐστὶν ἡ λέξις· δύναται δὲ καθ’ Ἑλλάδα γλῶσσαν, εἰ δεῖ τὸ δημῶδες εἰπεῖν ῥῆμα, περίλημμα, περιλαβούσης τὸν Ἄδωνιν τῆς Ἀφροδίτης ἐκεῖ ἢ τὴν πρώτην ἢ τὴν ἐσχάτην περι‐
10βολήν.
10 Ἀφανίσαι: Οἱ πάλαι οὐχὶ τὸ μολῦναι, ὡς νῦν, ἀλλὰ τὸ τελέως ἀφανῆ ποιῆσαι. Ἄφαρ: Ἐπίρρημα μεσότητος ἀντὶ τοῦ εὐθέως· παρὰ τὸ ἅπτω ῥῆμα, τὸ εὐθέως [οὕτω ταχέως καὶ] ἅμα τῷ ἅψασθαι καὶ ἴεσθαι γινόμενον. Ἐξ οὗ καὶ οἱ
15Ἴωνες καὶ οἱ Ἐφέσιοι ἀφαρεὶ λέγουσι τὸ ταχέως καὶ ἀσκόπως ποιεῖν τὶ ἢ φθέγγεσθαι. Σημαίνει δὲ τέσσαρα· τὸ ταχέως, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη ἔγχει ἐμῷ.
20Σημαίνει δὲ καὶ τὸ πρόχειρον καὶ παραχρῆμα,
20ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
20Καὶ τὸ αἰφνίδιον,
20 Ὡς δ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους. Σημαίνει καὶ τὸ ῥᾳδίως, ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν. Ἀφάρτερος: Τῶν δ’ ἵπποι μὲν ἔασιν ἀφάρτεροι.
25Ταχύτεροι. Παρὰ τὸ ἄφαρ ἐπίρρημα σημαῖνον τὸ
25ταχέως. Ἔνθεν οἱ Ἀλεξανδρεῖς ἀφαρεὶ λέγουσι τὸ
25ἐσπουδασμένως καὶ ταχέως καὶ ἀπερισκέπτως ποιεῖν τὶ ἢ λέγειν. Ἀφαρεύς: Ὁ ἥρως· Ἀφαρῆά τε Δηΐπυρόν τε. Ὁ δὲ Ἀπολλώνιος καὶ Πίνδαρος Ἀφαρῆος ὑποτί‐
30θενται τὴν εὐθεῖαν. Εἴρηται οὖν παρὰ τὸ φάρος, τὸ
30παρὰ τοῖς τραγικοῖς συστελλόμενον· καὶ ἐν παρα‐ γωγῇ, Ἀφαρεύς· ὁ δὲ Ἡρωδιανὸς φησὶ τὰ τοιαῦτα τῶν ὀνομάτων παρὰ τὸ Ἄρης συγκεῖσθαι, Τυνδάρης, Ἀμφιάρης, καὶ Ἀμφιάραος. Γέγονεν οὖν καὶ τὸ Ἀφάρης οὕτως· εἶτα παρώνυμον, Ἀφαρεύς· ὁ δὲ
35Κράτης, παρὰ τὸ ἄφαρ ἐπίρρημα. Ἀφάροτος: Ἡ ἀναροτρίαστος γῆ. Φάρος γὰρ ἡ ἄροσις· οἷον ἄαρος, καὶ πλεονασμῷ τοῦ φ, ἄφαρος. Καὶ αὐτὴ δὲ ἡ ἄροσις, παρὰ τὸ αἴρειν καὶ διαιρεῖν· ἢ φάρος, παρὰ τὸ φάρσαι, ὅ ἐστι σχίσαι· καὶ γὰρ
40διφάρσους φασὶ χιτῶνας, τοὺς εἰς δύο μέρη κεχω‐ ρισμένους· καὶ φάρσος, τὸ ἀπόσχισμα τῆς ἐσθῆτος. Εἰς τὸ φ. Ἀφαυρός: Ὁ ἀσθενής· ἤτοι ὁ ἄγαν παῦρος καὶ ὀλίγος κατὰ δύναμιν. Ἢ παρὰ τὸ φῶ, τὸ λέγω, ὁ
45μέλλων φάσω, γίνεται φαρός· καὶ μετὰ τοῦ στερη‐
45τικοῦ α, ἀφαρός· καὶ πλεονασμῷ τοῦ υ, ἀφαυρὸς, ὁ μὴ δυνάμενος δι’ ἀσθένειαν λέξαι· ἢ ὁ μηδενὸς λόγου ἄξιος. Ἢ παρὰ τὸ φῶ, τὸ φαίνω, παράγωγον ῥῆμα, φάω· καὶ ἐξ αὐτοῦ φάρος ὄνομα· καὶ κατὰ στέρησιν, ἀφαρός· καὶ πλεονασμῷ τοῦ υ, ἀφαυρὸς, ὁ ἀλαμπὴς

175

(50)

καὶ εὐτελής. Ὀξύνεται δὲ τὸ φαρὸς, πρὸς ἀντιδια‐ στολὴν τοῦ παρὰ Καλλιμάχῳ εἰρημένου, οἷον, Ἦ ἄφαρον φαρόωσι. Ἄφαρον δὲ, τὴν ἀγεώργητον γῆν, παρὰ τὸ φέρω. Εἰς τὸ φέρτερος.
55Ἀφαυρά: Ἀσθενέστερα, ἀμαυρότερα, ἢ κουφό‐
55τερα.
55 Ἀφάσσειν: Τὸ ψηλαφᾶν. Παρὰ τὸ ἅπτω, ἁφὴ, ἁφῶ, ἁφάσσω, τὸ τῇ ἁφῇ ὑποβάλλω, ὡς μάσθλη, μασθλάσσω.

176

Ἀφέστατε: Ἄποθεν καὶ χωρὶς ἑστήκατε· κατὰ συγκοπήν. Ἀφεστᾶσι, πόρρωθεν ἐστήκεισαν, ἑστή‐
κασι κατὰ συγκοπήν. Ἄφεμα: Ἐκ τοῦ ἵημι, ἵεμαι, εἷκα, εἷμαι, ἕμα·
5καὶ ἐν συνθέσει, ἄφεμα, τὸ ἀπόσταλμα. Ἀφετήρ: Ἀπὸ τοῦ ἵημι, ἑτὴς, καὶ ἑτὴρ, καὶ ἀφετήρ. Ἀφ’ ἑστίας ἄρχεται: Τουτέστιν ἀπό τινος οἰκίας ἄρχεται. Ἑστίαν γὰρ ἐκάλουν οἱ ἀρχαῖοι οὐ
10μόνον τὸ σκεῦος, οὐδὲ μὴν αὐτὴν τὴν θεὰν, ἀλλὰ καὶ
10τὴν οἰκίαν· καθὰ ὅταν λέγῃ, πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ. Καὶ, Τρῶας μὲν λέξασθαι, ἐφέστιοι ὅσσοι ἔασιν. Ὅσοι οἶκον ἔχουσι. Καὶ ἐν τῇ συνηθείᾳ λέγεται
15ἀφ’ ἑστίας ἄρχεται, τουτέστιν ἀπό τινος οἰκίας ἄρ‐
15χεται.
15Ἀφελής: Ὁ ὑγιὴς τὸ σῶμα καὶ ὁλόκληρος.
15Οὕτω παρὰ Ἀθηναίοις· παρὰ τὸ μηδενὸς ἀφαιρεῖ‐ σθαι μέρους τοῦ σώματος, ἀλλ’ ὑγιὴς εἶναι. Λέγεται δὲ ἀφελὴς καὶ ὁ εὔκολος, ὃν ἄν τις ἕλοι διὰ τὴν εὐκολίαν. Ἀριστοφάνης Ἱππεῦσι, Διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρέσυρεν.
20Καὶ οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς ἐδοκιμάζοντο Ἀθή‐ νῃσιν, εἰ ἀφελεῖς καὶ ὁλόκληροι. Λέγεται καὶ ὁ ἁπλοῦς ἐν τῷ βίῳ. Ἀφελῶν πεδίων: Ἀντὶ τοῦ ὁλοκλήρων, κατὰ στέρησιν· τῶν μεγάλων καὶ ἀνεπικωλύτων.
25Ἀφέλεσθε:
25Ἐπεί μ’ ἀφέλεσθέ γε δόντες.
25Ἐπειδὴ δεδωκότες μοι αὐτὴν ἀφείλεσθε, καὶ ὑβρί‐ σατε ἑαυτούς· οὐ γὰρ ἐμέ. Ἀπὸ τοῦ ἕλω, τὸ λαμ‐ βάνω, ἐν συνθέσει, ἀφέλω· ὁ παθητικὸς ἐνεστὼς, ἀφέλομαι· τὸ πληθυντικὸν, ἀφελόμεθα· τὸ δεύτερον, ἀφέλεσθε.
30Ἀφερτή: Οἷον,
30Ἀφερτὴ δ’ ἀρετή.
30Ἀπὸ τοῦ φέρω γίνεται φερτὸς, καὶ φερτὴ, καὶ ἀφερτή. Ἐκ δὲ τοῦ φερτὸς, καὶ προφερέστερος τὸ συγκριτικὸν, καὶ προφερέστατος. Ἀφέσιος Ζεὺς ἐν Ἄργει τιμᾶται. Εἴρηται δὲ, ὅτι Δευκαλίων τοῦ κατακλυσμοῦ γενομένου διαφυ‐
35γὼν, καὶ εἰς τὴν ἄκραν τὴν Ἀργοῦς διασωθεὶς, ἱδρύ‐
35σατο βωμὸν ἀφεσίου Διὸς, ὅτι ἀφείθη ἐκ τοῦ κατα‐ κλυσμοῦ. Ἡ δὲ ἄκρα ὕστερον Νεμέα ἐκλήθη, ἀπὸ τῶν Ἄργου βοσκημάτων ἐκεῖ νεμομένων. Οὕτως Ἀρρειανὸς ἐτυμολογεῖ ἐν τῷ βʹ τῶν Βιθυνιακῶν. Ἄφες: Εἰς τὸ ἕς.
40 Ἀφῆκα: Ἐκ τοῦ ἵημι, ὁ μέλλων, ἥσω, ἧκα· καὶ ἐν συνθέσει, ἀφῆκα. Ὁ δ’ ἀφήμενος οὐκ ἀλεγίζει. Ἀντὶ τοῦ πόρρω καθεζόμενος. Ἀφεῖναι: Τὸ ἀπολῦσαι ἐγκλήματος· ἀφῆναι,
45τὸ τὰς ἐπτισμένας κριθὰς ταῖς χερσὶ τρίβειν.
45 Ἀφέωκα: Ἀμφίβολον. Θέμα γὰρ ἀφεῖκα. Εἶτα ἔλλειψις τοῦ ι, καὶ πλεονασμὸς τοῦ ω, ἀφέωκα. Οὐ δεῖ δὲ τὰ ἀμφιβαλλόμενα παραλαμβάνειν· ἀλλ’ ὥσπερ παρὰ τὸ πέτω γίνεται πέπτηκα, καὶ πέπτωκα

176

(50)

κατὰ τροπὴν τοῦ η εἰς ω, οὕτως καὶ ἧκα, πλεονασμῷ τοῦ ε, ἕηκα· καὶ τροπῇ τοῦ η εἰς ω, ἀφέωκα· καὶ ὁ παθητικὸς παρακείμενος κατὰ τὸ τρίτον ἀφέωνται. Οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν. Τὸ δὲ θέμα, ἵημι· ὁ παρακείμενος, ἀφῆκα· ὁ Ἀττικὸς, ἀφέωκα·
55(οἱ γὰρ Ἀττικοὶ, ἡνίκα πλεονασμὸν τοῦ ε κατὰ τὸν
55παρακείμενον ποιήσωσι, τότε καὶ τὸ ἐπαγόμενον φωνῆεν τρέπουσιν εἰς ω·) ὁ παθητικὸς, ἀφέωμαι· καὶ τὸ τρίτον τῶν πληθυντικῶν, ἀφέωνται.

177

Ἀφίει: Ἔστι ῥῆμα ἱῶ, περισπώμενον καὶ δα‐ συνόμενον· ὁ παρατατικὸς, ἵουν, ἵεις, ἵει· καὶ ἐν συνθέσει, ἀφίει, καὶ προΐει. Ἀφίην δὲ ἐκ τοῦ ἀφί‐ ημι, ὡς τὸ ἐτίθην παρατατικός. Ἰστέον δὲ ὅτι τοῦ
5τίθημι καὶ δίδωμι καὶ ἵημι οἱ παρῳχημένοι μᾶλλον ἀπὸ τῶν εἰς ω εἰσὶν ἐν χρήσει ἤπερ ἀπὸ τῶν εἰς ΜΙ· Ὣς εἰπὼν, ἐν χερσὶ τίθει. Καὶ, Ἐδίδουν αὐτῷ ῥαπίσματα.
10Καὶ τὰ μὲν πρῶτα πρόσωπα τοῦ παρατατικοῦ γρά‐
10φεται διὰ τοῦ η, ὡς ἀπὸ τῶν εἰς ΜΙ· τὰ δὲ δεύτερα
10καὶ τρίτα, διὰ διφθόγγου, ὡς ἀπὸ περισπωμένων. ἀφιᾶσιν. Ἔστι ῥῆμα, ἵημι· τὸ δεύτερον, ἵης· τὸ τρίτον, ἵησι· τὸ πρῶτον τῶν πληθυντικῶν, ἵεμεν· ἐξ οὗ τὸ ἀφίεμεν· τὸ δεύτερον, ἵετε, καὶ ἀφίετε· τὸ τρίτον, ἱεῖσιν· ὁμοίως τῇ δοτικῇ τῶν πληθυντικῶν
15τῆς ἰδίας μετοχῆς. Ταῦτα δὲ τὰ τρίτα πρόσωπα τῶν εἰς ΜΙ πληθυντικῶν οἱ Ἴωνες προσόδῳ τοῦ α καὶ συστολῇ τῆς παραληγούσης προφέρουσιν, ἀφιᾶσι, τιθέασι, διδόασι, ζευγνύασι. Καὶ ἀπὸ τοῦ ἱεῖσιν, Ἰωνικῶς ἱέασι· καὶ ἐν συνθέσει, ἀφιέασι· καὶ κατὰ
20συναίρεσιν Ἀττικὴν, ἀφιᾶσιν. Ἱᾶσι, πέμπουσιν· ἰᾶσι, πορεύονται. Ἀφήτωρ: Ὁ τοξότης. Οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει. Ἤγουν ὁ βαθμὸς, ἡ φλιά. Παρὰ τὸ ἵημι, ἕτης,
25καὶ ἀφέτης, ὡς τίθημι, θέτης· καὶ δίδωμι, δότης.
25Ταῦτα δὲ γίνονται κατὰ τροπὴν εἰς ΗΡ, θέτης, θετήρ·
25καὶ συνθέσει, ὑμνοθετήρ· δότης, δοτήρ. Οὕτως ἕτης, ἑτήρ· καὶ ὡς δοτὴρ, “δοτῆρες ἐάων,” οὕτως ἕτης ἕτωρ, καὶ ἥτωρ, καὶ ἀφήτωρ, ὁ ἀφιεὶς τὰ βέλη. Ἢ ὁ Ἀπόλλων. Ἤτοι ὁμοφήτορος, ὁμοίως πᾶσι προ‐ φητεύοντος καὶ μαντευομένου τῷ τε πένητι καὶ τῷ
30πλουσίῳ. Ἄφθα: Ἡ ἐν στόματι ἕλκωσις. Τὸ δὲ αὐτὸ καὶ φθόη. Ἀφέξει: Ἐκ τοῦ ἔχω, ἕξω· ἀπέχω, ἀφέξω. Οὐδ’ ὅ γε πρὶν λοιμοῖο βαρεῖας χεῖρας ἀφέξει.
35Ἐπίσχει, παύσει.
35Ἀφίγμεθα: Ἔστιν ἵκω· ὁ δεύτερος ἀόριστος
35παθητικὸς, ἱκόμην· τὸ δεύτερον, ἵκου· καὶ ἐν συν‐
35θέσει, ἀφίκου. Ἀπὸ τοῦ ἵκω, ἵξω, ἷγμαι, ἵγμεθα, καὶ ἀφίγμεθα. Ἀφηνιάζω: Εἴρηται ἡ λέξις ἀπὸ μεταφορᾶς τῶν ἵππων τῶν σκληρυνομένων καὶ ἄποθεν τῶν ἡνίων καθεστώτων. Ἀφηνιάζειν οὖν ἐστὶ, τὸ σκληρύνεσθαι
40καὶ ἄποθεν τῆς εὐθείας ὁδοῦ εἶναι. Γίνεται ἐκ τοῦ
40ἡνίον, ὃ σημαίνει τὸν λῶρον, ἡνιάζω, καὶ ἀφηνιάζω. Ἄφλαστον: Οἷον, Ἄφλαστα καὶ φώσσωνας ὠργυωμένους. Τὰ ἀκροστόλια τῆς νηὸς, κατὰ ἀντίφρασιν· εὔθλαστα γάρ· κατὰ μετάθεσιν τοῦ θ εἰς φ. Ὅπερ λέγεται
45καὶ κορωνίς· καὶ ἐπὶ τοῦ κρικίου τῆς θύρας· καὶ τὸ
45ἐν τοῖς βιβλίοις ἐπικαμπὲς σχῆμα, ὅτε σημεῖον ποιοῦμεν. Διαφέρει δὲ τῶν κορύμβων. Ἄφλαστα μὲν λέγονται τὰ πρυμνήσια· κόρυμβα δὲ, τὰ πρω‐ ρήσια. Ἀφλοισμός: Οἷον,

177

(50)

Ἀφλοισμὸς δὲ περὶ στόμα γίνεται.

177

(50)

Γέγονε παρὰ τὸν ἀφρὸν, ἀφροισμὸς, καὶ ἀφλοισμός.

177

(50)

Ἢ παρὰ τὸ ἀφρίζω, ἀφρισμός· καὶ κατὰ μεταβολὴν τοῦ ρ εἰς τὸ λ, καὶ πλεονασμῷ τοῦ ο. Ἢ παρὰ τὸ φλέω, φλοισμὸς, καὶ ἀφλοισμός· ἔστι δὲ ψόφος ποιὸς, ἢ ἀφρός. Ἄφενος: Ἔστιν ἔνος, ὁ ἐνιαυτός. Καλλίμαχος,
55Τετράενον Δαμάσου παῖδα Νεστορίδη.
55Καὶ παρ’ Ὁμήρῳ,
55 Ἤνις ἠκέστας, τουτέστιν ἐνιαυσιαίας. Παρὰ τὸ ἕω, τὸ πληρῶ. Ἐκ τούτου γίνεται σύνθετον, ἄφενος, ὁ ἐξ ἑνὸς ἐνιαυ‐ τοῦ συναγόμενος πλοῦτος· πλοῦτος δὲ, ὁ ἐκ πολλῶν.

178

Ὁ ποιητὴς οὐδετέρως χρᾶται τῇ λέξει, τινὲς δὲ ἀρσενικῶς· τὸ ἀπ’ ἐνιαυτοῦ περιὸν ἐς νέωτα. Ἢ ἄπενος, τὸ μὴ ἐν πενίᾳ, ἀλλ’ ἐν περιουσίᾳ χρη‐ μάτων·
5Οὐδέ ς’ ὀΐω,
5ἐνθάδ’ ἄτιμος ἐὼν, ἄφενος καὶ πλοῦτον ἀφύξειν.
5Ὅτε μὲν κλίνεται ἄφενος ἀφένου, ἀρσενικὸν ἐστίν· οἷον, Οὔτ’ ἀρετὴ ἀφένοιο. Ἀφενὸς λέγεται ὁ ἄνθρωπος ὁ πλήρης τοῦ ἀφένου, ὀξυτόνως. Ὅτε δὲ ἔστ’ ἄφενος, ὡς τέμενος, οὐδέ‐
10τερόν ἐστι, τὸ ἄφενος, τοῦ ἀφένους· ἡ δοτικὴ, τῷ
10ἀφένει, καὶ κατὰ συγκοπὴν, ἄφνει. Παρὰ τὸ ἄφενος γίνεται ἄφνος κατὰ συγκοπὴν, ᾧ κέχρηται Πίνδαρος, Οἳ δ’ ἄφνει πεποίθασιν. Ἐκ τούτου γίνεται ῥῆμα, ἀφνῶ· καὶ ἐξ αὐτοῦ, ἀφνήμων. Ἀντίμαχος,
15Πολλὰ δὲ μῆλα τάπερ ἀφνήμονας ἄνδρας.
15Ἀφνειός: Ἐκ τοῦ ἄφενος, πλεονασμῷ τοῦ ε,
15ἀφένεος· καὶ κατὰ συγκοπὴν, ἀφνεός· καὶ ἀφνειὸς βιότοιο, ὁ πλούσιος. Ἢ οἷον ἀπενεὸς, ὁ μὴ πενό‐ μενος. Ἄφνω: Παρὰ τὸ ἀφανὴς ὄνομα γίνεται ἐπίρ‐ ρημα ἀφανῶς· καὶ συγκοπῇ καὶ ἀποβολῇ τοῦ ς,
20ἄφνω, τὸ ἐξαίφνης.
20Ἄφοδος: Ὁ ἀπόπατος, οἱονεὶ ἔξω τῆς ὁδοῦ
γινόμενος· πάτος γὰρ ἡ ὁδός. Λέγεται δὲ ἄφοδος καὶ ἡ ἀναχώρησις, ὥσπερ καὶ ἔφοδον τὴν ἐπέλευσιν λέγομεν. Ἀφόρδιον: Ἡ ἀκαθαρσία, καὶ τὸ ἄξιον ἀπελα‐
25σίας. Εἴρηται παρὰ τὸ ἀφορίζω, ἀφορίζιον, καὶ
25ἀφορίδιον, καὶ ἀφόρδιον συγκοπῇ, τὸ ἀφορίζεσθαι καὶ ἀπελαύνεσθαι ἄξιον. Ἢ ἀφοδιὰ, καὶ ἀφορδιά. Ἀφοσιοῦται: Τὸ πληροῦται. Ἀπὸ τοῦ ὅσιος ὁσιῶ, καὶ ἀφοσιῶ, τὸ τὰ νενομισμένα ἐπὶ τῇ ταφῇ πληρῶσαι. Εἰς τὸ ἀφρός.
30 Ἁφόωντα: Ἰλιάδος ζʹ. Καὶ ἀγκύλα τόξ’ ἁφόωντα. Ψηλαφῶντα· ἀπὸ τοῦ ἁφὴ, ἀφῶ. Ἢ φόωντα, ἀντὶ τοῦ λαμπρύνοντα, καθαίροντα. Ἀπὸ δὲ τοῦ ἁφῶ, ἁφάω· ἁφάοντα, ἁφῶντα· καὶ πλεονασμῷ τοῦ ο,
35ἁφόωντα.
35Ἄφρων: Παρὰ τὸ φρῶ, τὸ προϊῶ, μετὰ τοῦ στε‐
35ρητικοῦ α, ἄφρων. Ἀφραίνω: Ἐκ τοῦ φρὴν, φρενὸς, φραίνω καὶ ἀφραίνω· καὶ ἀφραίνοντα, ἀφρονοῦντα, ἀνοηταί‐ νοντα. Ἀφρήτωρ: Ὁ φρατρίαν καὶ συγγένειαν μὴ
40ἔχων· φρατρία δέ ἐστι κυρίως, τὸ τρίτον μέρος τῆς
40φυλῆς· ἄφιλος, ἢ ἄπολις. Ἀφροντιστήσας: Ἀμεριμνήσας, ἢ ἀμελήσας, ἀπὸ τοῦ ἀφροντιστῶ. Τοῦτο παρὰ τὸ φροντίζω, φροντίσω· πλεονασμῷ τοῦ τ μετὰ περισπωμένης, φροντιστῶ, καὶ ἀφροντιστῶ καὶ ἀφροντιστήσας μετὰ
45τοῦ στερητικοῦ α. Τὸ φροντίζω, παρὰ τὸ φροντίς· τοῦτο παρὰ τὸ τὰς φρένας τίειν. Οἱ γὰρ φροντίδας ἔχοντες τὰς φρένας τιμωροῦνται. Ἀφρός: Ἐκ τοῦ προϊῶ γίνεται προῶ, καὶ πρῶ, καὶ φρῶ ῥῆμα. Ἐκ τούτου γίνεται φρός· καὶ μετὰ

178

(50)

τοῦ ἐπιτατικοῦ α, ἀφρὸς, τὸ μετὰ σφοδρᾶς φορᾶς

178

(50)

προϊέμενον. Ἀφοσιώσας: Ὁ καθάρας, ἢ ξενώσας, ἢ τὴν ὁσίαν ποιήσας, τουτέστι τὴν κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. ὅσιον λέγεται τὸ καθαρὸν, τὸ ὀφειλόμενον· διὰ
55τοῦτο καὶ τὴν ὁσίαν (ἐπὶ) τῶν ἀπελθόντων φαμέν·
55τουτέστιν, οὐδὲν ὀφείλω αὐτοῖς λοιπὸν, οὐκ εἰμὶ ὑπεύθυνος. Ἢ μᾶλλον ἀφοσιούμενοι, τιμῶντες. Ἢ τὸ ὅσιον καὶ τὸ καθαρὸν καὶ τὸ ὀφειλόμενον ποιῶ. Παρὰ τὴν

179

ἄφος, ὃ σημαίνει τὴν τραγάκανθον· ἀφοσιοῖ γὰρ καὶ καθαίρει τὰ ἐν τῷ θώρακι ὑγρά. Ἄφρεον: Ἤφριζον, ἀφρὸν ἔπεμπον. Ἀφροδίτη: Παρὰ τὸ δύνειν ἐκ τοῦ ἀφροῦ
5(ἤγουν ἀνέρχεσθαι) τοῦ θαλασσίου. Ἐκεῖθεν γὰρ ἀνῆλθεν. Ἡσίοδος τὴν Ἀφροδίτην, Ἀφρογένειαν θεὰν καὶ ἐϋστέφανον Κυθέρειαν κικλήσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκεν ἀφρῷ θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
10ἠδὲ Φιλομηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
10Τινὲς δὲ παρὰ τὸν ἀφρὸν τοῦ σπέρματος τοῦ ἀνδρός· ἔφορος γάρ ἐστιν τῆς συνουσίας· ἢ διὰ τὸ ἐνθαλάτ‐ τιον αὐτῆς τὴν γένεσιν εἶναι. Τινὲς δὲ παρὰ τὴν ἀφροσύνην· ἡ γὰρ ἀφροσύνη ἐναντία ἐστὶ τῇ φρο‐ νήσει, ἤγουν τῇ Ἀθηνᾷ. Ὁ δὲ Δίδυμος, παρὰ τὸ
15ἁβρὸν τῆς διαίτης. Διχῶς δὲ ἡ ἁβροδίαιτος· ὅτι
15δεῖ αὐτῇ διὰ τὸ κάλλος χλιδῆς· ἢ ὅτι οἱ κατεχό‐ μενοι τῇδε τῇ θεῷ, ἁβροὶ καὶ πολυτελεῖς. Τὸ β τῷ φ συγγενές ἐστι. Δῆλον ἐκ τοῦ Μακεδόνας μὲν τὸν Φίλιππον Βίλιππον καλεῖν, καὶ τὸν φαλακρὸν, βαλα‐ κρόν· καὶ τοὺς Φρύγας, Βρύγας· καὶ τοὺς ἀνέμους
20διὰ τὸ φυσᾶν φυσήτας, βύκτας. Ὅμηρος, Βυκτάων ἀνέμων. Ἀφραδία: Ἡ ἀπειρία· ἐκ τοῦ ἀφραδής· τοῦτο ἐκ τοῦ φράζω, φραδής· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀφραδὴς, ὁ ἄβουλος καὶ ἄπειρος· καὶ τὸ θηλυκὸν,
25ἀφραδία.
25Ἀφραδίηισιν: Ἀβουλίαις, ἀφροσύναις· ἀπὸ
25τοῦ φράζω, ἔφραδον, φραδία, καὶ ἀφραδία· καὶ ἀφραδέοντα, ἀσυνετοῦντα. Καὶ ἀφραδέως, ἀνοή‐ τως, ἀσυνέτως, ἀπείρως· ἀπὸ τοῦ ἀφραδής. Ἀφροδίτη: Σημαίνει δύο. Ἐπὶ μὲν τῆς θεοῦ,
30 Ἀμφ’ Ἄρεω φιλότητος ἐϋστεφάνου τ’ Ἀφροδίτης. Καὶ ἐπὶ τῆς συνουσίας, καὶ ἐκλελάθοιντ’ Ἀφροδίτης τὴν ἄρ’ ὑπὸ μνηστῆρσιν ἔχον. Ἀφυής: Ἐκ τοῦ φυὴ, ὃ σημαίνει τὸν τρόπον
35καὶ τὴν θέσιν,
35(Ἀμφοτέρων δὲ φυὴν ἐδάην)
35μετὰ τοῦ στερητικοῦ α, ἀφυὴς, ὁ κακότροπος. Ἀφύη: Ἰχθύδιον μικρὸν καὶ [εὐτελές.] Εἴρηται δὲ ἑνικῶς σπανίως, πλεονάκις δὲ πληθυντικῶς. Ἀρι‐ στοφάνης, Οὔποτ’ ἀφύας εἶδον ἀξιωτέρας.
40Εἴρηται δὲ παρὰ τὸ μὴ εἰς μέγεθος φύεσθαι· φύω,
40φυὴ, καὶ ἀφύη. Ἢ ἡ μὴ πεφυκυῖα, τοῦ α κακὸν σημαίνοντος. Ὀππιανὸς, Ὧδε καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος οὔ τινος ἐκγεγάασιν ἀφ’ αἵματος οὐδὲ τοκήων. Καὶ μεθ’ ἑτέρους ἓξ στίχους,
45Ἐκ δὲ γενέθλης
45οὔνομ’ ἐπικλήδην ἀφρήτιδες αὐδάωνται,
45γράφεται ἀφυήτιδες. Ἀφυσγετόν: Τὸ ἰλυῶδες καὶ συρφετόν. Παρὰ τὸ ἀφύω (ἀφ’ οὗ τὸ ἀφύσσω, ὡς ὑλάω ὑλάσσω, ὀδύω ὀδύσσω, τὸ ὀργίζομαι) γίνεται ἀφυγετὸς, ὡς πήσσω, παγετός· καὶ πλεονασμῷ τοῦ ς, ἀφυσγετὸς, τὸ

179

(50)

ἀφυσσόμενον ὑπὸ τοῦ ῥεύματος· τρέπει γὰρ τὰ δύο ΣΣ εἰς γ. Ἢ παρὰ τὸ φεύγω φυγετὸν, καὶ ἀφυσ‐ γετὸν, τὸ μὴ ἀποφεῦγον τῇ καταφορᾷ τοῦ ῥεύματος. Ἀφύσσω: Ὁ μέλλων, ἀφύξω· ἀπὸ τοῦ ὕω, τὸ
55βρέχω, ὁ μέλλων, ὕσω· καὶ ἐν συνθέσει ἀφύσσω, πλεονασμῷ ἑτέρου ς· τουτέστι τὸ ἀπό τινος ἐπιρρέ‐ οντος ἀπαντλᾶν καὶ ἀπαρύεσθαι. Ἢ ἐκ τοῦ ἀρύω, τὸ

180

ἀπαντλῶ, ἀρύσσω· καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς φ, ἀφύσσω. Ἀφυσσόμενοι: Ἐκ τοῦ φύω τὸ κρατῶ, (Ἔν τ’ ἄρά οἱ φῦ χειρί.)
5μετὰ τοῦ ἐπιτατικοῦ α, ἀφύω, ὁ μέλλων, ἀφύσω·
5καὶ πλεονασμῷ τοῦ ς, μεταγομένου τοῦ χρόνου εἰς ἐνεστῶτα, ἀφύσσω. Ἀνατρέπεται δέ· ἐπειδὴ τὰ ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα παραγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνεται. Δωρικὴ δὲ ἡ λέξις· καὶ πλεονασμῷ τοῦ λ, λαφύσσω. Ἀπὸ μεταφορᾶς τῶν
10φυσσωμένων ἀσκῶν.
10 Ἀφυλίσαι: Παρὰ τὴν ἱλύν· καὶ κατὰ μετά‐ θεσιν, ὕλις· καὶ ἐν συνθέσει, ἀφυλίσαι. Ἄφυκτος: Παρὰ τὸ φεύγω, φευκτὸς, ὡς ἔχω ἐκτὸς, καὶ εὔχω εὐκτός· καὶ κατ’ ἔνδειαν τοῦ ε, φυκτὸς, καὶ ἄφυκτος. Εἰς τὸ τέτυκται.
16 Ἀχανὲς πέλαγος: Παρὰ τὸ χαίνω, χανῶ, χανές· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀχανὲς, τὸ λίαν κεχηνός. Δηλοῖ δὲ καὶ ἄνεον εἶναι καὶ μὴ χαίνειν, κατὰ στέρησιν.
20Ἀχάναι: Σκεῦος εἰς ἐπισιτισμὸν χρήσιμον· εἴ‐
20ρηται παρὰ τὸ χαίνειν, χάνη, καὶ ἀχάνη, τοῦ α ἐπι‐ τατικοῦ νοουμένου. Ἀχαιός: Ἐθνικόν. Ποσαχῶς λαμβάνονται τὰ ἐθνικά; Τετραχῶς· ἐκ πόλεως, ἐξ ἔθνους, ἐκ χώρας, ἐκ βασιλείας· τὸ δὲ Ἀχαιὸς, ἀπὸ Ἀχαιοῦ βασι‐
25λέως. Τὰ διὰ τοῦ ΑΙΟΣ, εἰ ἔχουσι πρὸ τῆς ΑΙ δι‐ φθόγγου τὸ χ, προπερισπᾶται· οἷον ἀρχαῖος, τρο‐ χαῖος. Σεσημείωται τὸ Ἀχαιὸς καὶ τὸ Ἐρυσι‐
χαιός. Ἀχαιΐδες: Ἔστι δὲ ἐθνικὸν, ἐκ τοῦ Ἀχαΐς·
30τοῦτο ἐκ τοῦ Ἀχάα, καὶ σημαίνει δύο. Τὸ δὲ
30Ἀχαιὸς εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι ἐθνικοῦ. Ἀχαιϊνέα: Ἡ ἔλαφος. Ἀπολλώνιος, ἥν τ’ ἀγρῶται ἀχαιϊνέη, καλέουσιν. Ἀπὸ Ἀχαιϊνέας πόλεως, ἐν ᾗ εἴδη εἰσὶν ἐλάφων
35μεγάλων.
35Ἀχαιά: Ἡ Δημήτηρ παρὰ Ἀττικοῖς· Ἀρι‐
35στοφάνης Ἀχαρνεῦσιν, Οὐδ’ ἂν (αὐτὴν) τὴν Ἀχαιὰν ῥᾳδίως ἠνέσχετ’ ἄν. Εἴρηται παρὰ τὸ ἄχος τῆς Κόρης. Ἢ ὅτι μετὰ κυμβάλων ἠχοῦσα τὴν Κόρην ἐζήτει. Ἢ ὅτι τοῖς Ταναγραίοις μεταστᾶσιν ἐκ Τανάγρας ἡ Δημήτηρ
40κατ’ ὄναρ φανεῖσα ἐκέλευσεν αὐτοὺς ἀκολουθῆσαι τῷ
40γενομένῳ ἤχῳ· καὶ ὅπου ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι· καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δημήτερος. Ἀχαιμένης: Ὁ ἥρως· ἀφ’ οὗ καὶ οἱ Πέρσαι Ἀχαιμενίδαι· γέγονεν υἱὸς Περσέως· ὠνόμασται δὲ ἀπὸ τοῦ εἶναι τὸν προπάτορα αὐτοῦ ἀπὸ τῆς Ἀχαΐας.
45Οὕτως Νικόλαος ἐν δευτέρῳ τῶν ἱστοριῶν. Ἀχέρων: Ὁ ἐν ᾅδου ποταμός· παρὰ τὸ ἐστε‐ ρῆσθαι χαρᾶς τοὺς ἐκεῖ κατιόντας. Ἢ ὁ τὰ ἄχεα ῥέων ἀχρέων, καὶ καθ’ ὑπέρθεσιν, ἀχέρων. Ἀχερωΐς: Ἡ λεύκη τὸ δένδρον παρὰ τὸν

180

(50)

Ἀχέροντα ποταμόν· φασὶ γὰρ τὸν Ἡρακλέα ἐπὶ τὸν Κέρβερον κατελθόντα, καὶ παρὰ τῷ Ἀχέροντι πεφυκὸς τὸ δένδρον ἑωρακότα, ἡσθῆναι ἐπ’ αὐτῷ, καὶ ἀνενεγκεῖν· καὶ παρὰ τὸν Ἀχέροντα ἀχερωΐδα καλεῖ‐ σθαι· ἵν’ ᾖ ἀχεροντίς· καὶ κατὰ συγκοπὴν καὶ
55ἔκτασιν τοῦ ο εἰς ω, ἀχερωΐς. Ἀριστοτέλης δὲ τὴν αἴγειρον λέγει, ὅτι πάντα τὰ ὑλώδη φυτὰ ἀχερουσία λέγει. Ἀχερουσιάς: Λίμνη ἐστὶ πλησίον Ἡρακλείας Πόντου·

181

Ἔνθα μὲν εἰς ἀΐδαο καταιβάτις ἐστὶ κέλευθος, ἀκτή τε προβλὴς ἀχερουσιὰς ὑψόθι τείνει. Ἄχερδος: Ἡ ἀγρία ἄπιος· ἄχερός τις οὖσα, ἡ
δυσχερὴς ταῖς χερσὶ λαβέσθαι· καὶ πλεονασμῷ τοῦ δ,
5ἄχερδος, ὡς δείω, δείδω· οἷον Μοχθηρὸς ὢν καὶ τὴν γνώμην ἀχερδούσιος. Ἀντὶ τοῦ σκληρός. Ἔστι δὲ εἶδος ἀκάνθης. Ἀχέων: Λυπούμενος. Παρὰ τὸ ἄχος, ἀχέω. ἀχεύων δὲ, ἀπὸ τοῦ ἀχέω.
10 Ἀχελῷος: Ποταμὸς μεταξὺ Αἰτωλίας καὶ Ἀκαρνανίας· κοινῶς δὲ πᾶν ὕδωρ Ἀχελῷος καλεῖται. Δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος· διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. Καὶ Ὅμηρος,
15Τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει.
15 Ἀχῆνες: Οἱ πένητες· ἤτοι ἀεχῆνες τινὲς ὄντες, οἱ μηδὲν ἔχοντες· ἢ παρὰ τὸ τὰ κενὰ τῶν σκευῶν ἠχεῖν, ὧν ἡ πενία τὰ ἀγγεῖα ποιεῖ ἠχεῖν. Ἀχηρής: Ὁ λυπηρός· ἐκ τοῦ ἀχαρὴς, ἐκτάσει τοῦ α εἰς η, ἀχηρής· καὶ διατί ὀξύνεται; Οὐ γάρ
20ἐστι τοῦ τύπου τῶν διὰ τοῦ ΗΡΗΣ. Ὁ τόνος οὖν ἐλέγχει τὸ σχῆμα· ὅτι οὐκ ἀπὸ τοῦ ἄχος ἀχήρης, ὡς ξίφος ξιφήρης. Ἄχθος ἀρούρης: Παρὰ τὸ ἄγω ἀκτὸς, καὶ ἄχθος, ὡς ἔχω, ἑκτὸς, ἔχθος· τὸ ἀγόμενον καὶ βαρυ‐
25νόμενον. Ἢ παρὰ τὸ ἄχος, πλεονασμῷ τοῦ θ.
25 Ἀχιλλεύς: Παρὰ τὸ ἄχος λύειν· ἰατρὸς γὰρ ἦν. Ἢ διὰ τὸ ἄχος (ὅ ἐστι λύπην) ἐπενεγκεῖν τῇ μητρὶ καὶ τοῖς Ἰλιεῦσιν. Ἢ διὰ τὸ μὴ θίγειν χεί‐ λεσι χιλῆς, ὅ ἐστι τροφῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος, ἀλλὰ μυελοῖς ἐλάφων ἐτράφη ὑπὸ Χεί‐
30ρωνος. Ὅτι ὑπὸ Μυρμιδόνων ἐκλήθη, καθά φησιν Εὐφορίων, Ἐς Φθίην χιλοῖο κατήϊε πάμπαν ἄπαστος. τοὔνεκα Μυρμιδόνες μιν Ἀχιλέα φημίξαντο. Ἀχολάξ: Ἡ λιθώδης καὶ ψαμμώδης ἄμμος, ἢ
35ὁ μικρὸς λίθος.
35 Ἀχλύς: Σκοτία, ἀορασία, ἡ ἄγαν ἀλύουσα καὶ ἀποκρύπτουσα, παρὰ τὸ ἀλύω, τοῦ α ἐπιτατικοῦ ὄντος. Ἢ ἀπὸ τοῦ ἄχω ἀχὺς καὶ ἀχλύς· παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν. Ἔστι χέω· καὶ ἐξ αὐτοῦ γίνεται χύω, χύσω, ὥσπερ ῥέω, ῥύω· ἀπο‐
40βολῇ τοῦ ω χύς· καὶ πλεονασμῷ τοῦ λ, χλύς· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀχλὺς, ἡ πάνυ κεχυμένη· ζόφος γάρ ἐστιν. Ἢ παρὰ τὸ ἄγαν καὶ τὸ εἰλῶ, ἡ ἄγαν συγκλείουσα καὶ ἀποκρύπτουσα. Ἀχνάσδημι κακῶς: Παρὰ Ἀλκαίῳ. Ἔστιν
45ἄχω· παράγωγον, ἀχάζω, ἀχάζημι· καὶ τροπῇ τοῦ ζ εἰς ς καὶ δ, πλεονασμῷ τοῦ ν, ἀχνάσδημι. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. Ἄχνη: Σημαίνει δύο· τὸ ἄχυρον,
Ὡς δ’ ἄνεμος ἄχνας φορέει.

181

(50)

Λέγεται καὶ τὸ ἐπιπολάζον τῇ θαλάσσῃ,

181

(50)

Ἄχνῃ ὑπεκρύφθη. Ἄχνη πᾶσα λεπτότης ὑγροῦ τε καὶ ξηροῦ. Ἐπὶ μὲν ὑγροῦ, Ἀποπτύει δ’ ἁλὸς ἄχνην. Ἐπὶ δὲ ξηροῦ.
55Κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας.
55Παρὰ τὸ ἔχω, ἐχήνη· καὶ μετὰ τοῦ στερητικοῦ α,
55ἀεχήνη τὶς οὖσα, ἡ μὴ δυναμένη ἔχεσθαι καὶ κρα‐
55τεῖσθαι διὰ τὸ λεπτομερὲς καὶ τομόν. Ἀλέξανδρος δὲ ὁ τοῦ Ἀσκληπιάδου λέγει αὐτὴν παρὰ τὸν αἴξω μέλλοντα εἶναι, ὡς τεύχω τεύξω τέχνη, ἀποβολῇ τοῦ ι. Ζήτει εἰς τὸ ἐχρής.

182

Ἀχνύς: Ἡ λύπη. Παρὰ τὸ ἄχος γίνεται παρώνυμον ἀχύς· καὶ πλεονασμῷ τοῦ ν, ἀχνύς· οἷον, Τῆς δ’ ὀλοφυρομένης ἀμφ’ ἀχνύϊ εἴβεται αἰών. ἄχνυμαι: Ἐκ τοῦ ἄχος, ἀχῶ, ἀχύω, ἀχύνω
5πλεονασμῷ τοῦ ν, ὡς δύω δύνω· ἐν ὑπερβιβασμῷ, ἀχνύω· καὶ παράγωγον, ἄχνυμι· ὁ παθητικὸς ἐν‐ εστὼς, ἄχνυμαι. Ἄχος: Ἡ λύπη. Ἐκ τοῦ χῶ τοῦ δηλοῦντος τὸ διαχεῖσθαι, (ἐξ οὗ καὶ τὸ χαίρω) γίνεται ἄχω,
10παρὰ τὸ μὴ διαχεῖσθαι, ἀλλὰ συνέχεσθαι τὴν ψυχὴν ὑπὸ λύπης· ὅθεν καὶ τὸ χαίρειν εἴρηται παρὰ τὸ διαχεῖσθαι τὴν ψυχὴν ὑπὸ τῆς ἡδονῆς. Ἢ παρὰ τὸ ἔχω, κατὰ ἀντίφρασιν, ὃ οὐ θέλει τὶς ἔχειν. Ἢ χῶ τὸ χωρῶ, χός· μετὰ τοῦ στερητικοῦ, ἄχος, τὸ μὴ
15χωρούμενον διὰ τὴν λύπην. Ἢ χῶ, τὸ χέω, μετὰ τοῦ στερητικοῦ, ἄχος, τὸ μὴ χεόμενον. Ἢ παρὰ τὸ ἔχω.
Ἀχόρα: Ἀρσενικῶς, τὰ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πίτυρα. Ἀριστοφάνης,
20Ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἀχόρ’ ἐκλέγει τ’ ἀεί
20ἐκ τοῦ γενείου.
20Ἡ εὐθεῖα, ἀχώρ· κατὰ ἀποβολὴν τοῦ ν, ἀπὸ τοῦ ἀχνὼρ, ἀπὸ τοῦ ἄχνη, ὃ σημαίνει πᾶν λεπτομερὲς καὶ κοῦφον. Ἀχὼρ δὲ σημαίνει τὸ πιτυρῶδες τῆς κεφαλῆς. Ἀχράς: Ἡ ἀγρία ἄπιος, παρὰ τὴν ὄχλησιν τὴν
25ἐν τῷ ἐσθίεσθαι γινομένην ὑπ’ αὐτῶν· ἢ ἡ μηδέπω ἐν
25χρείᾳ γεγονυῖα. Ἄχραντον: Ἀμόλυντον καὶ καθαρόν· παρὰ τὸ χραίνω χρανῶ, χραντὸς, καὶ ἄχραντος. Ἢ ἀχέραντον, οὗ μηδέπω χεὶρ ἥψατο. Ἢ τὸ μηδέπω ἐν χρείᾳ γεγονός. Ἢ ἀχρόαντον, τὸ μὴ χροὸς ἁψάμενον.
30 Ἀχρεῖος: Ἐκ τοῦ χρεία, μετὰ τοῦ στερητικοῦ α, ἀχρεῖος, οὗ μὴ ἔχει τὶς χρείαν. Καὶ ὤφειλεν εἶναι ἄχρειος, ὅτι τὰ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν συντεθέντα προπαροξύνονται, πύλη, εὐρύπυλος· ἀλλὰ τὰ διὰ τοῦ ΕΙΟΣ ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ
35ἄλφα πρὸ μιᾶς ἔχει τὸν τόνον. Καὶ τὸ οὐδέτερον, ἀχρεῖον. Ἀπὸ δὲ ὀνόματος μετήχθη εἰς ἐπιρρημα‐ τικὴν σύνταξιν. Ἀχρεῖον: Ἔστι ῥῆμα χρῶ, δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω· ἐξ οὗ παράγωγον, χραύω· ἀφ’ οὗ
40τὸ ἔχραε, τὸ ἐπεβάρυνεν· ἐξ οὗ χρής· καὶ μετὰ
40τοῦ στερητικοῦ α, ἀχρὴς, καὶ ἀχρεῖον, τὸ ἀσθενὲς, καὶ βάρους ἀμέτοχον· οἷον, ἀχρεῖον ἰδών, ἀντὶ τοῦ ἀσθενῶς καὶ ταπεινῶς, Ἰλιάδος βʹ. ἐπὶ δὲ τῆς Πηνελόπης· οἷον,
45Ἀχρεῖον δ’ ἐγέλασεν,
45ἐπίπλαστον καὶ ἐπιπόλαιον, μέχρι τοῦ τὰ χείλη
45διανοίγειν.
45 Ἀχρήϊος: Ἔστι κτητικὸν, ἀπὸ τοῦ ἀχρεῖος, κατὰ ἔκτασιν τοῦ ε εἰς τὸ η, καὶ διαστάσει τοῦ ι, ἀχρήϊος. Ἀχρής: Οἷον, ἀχρὴς δ’ ἀνέπαλτο.

182

(50)

Ἔστιν ἄχρους· καὶ τροπῇ Αἰολικῇ τῆς ΟΥ διφθόγγου

182

(50)

εἰς τὸ η, ὥσπερ τὸ φοβούμενος, φοβήμενος, γίνεται

182

(50)

ἀχρής. Ἢ ὡς παρὰ τὴν χροιὰν γίνεται μελαχροίης, οὕτως ἀχροίης· καὶ κατὰ συγκοπὴν, ἀχρής.
Ἄχρι: Ἕως, παρὰ τὸ μέχρι ἐπίρρημα γί‐ νεται, κατὰ ἀποβολὴν τοῦ μ, καὶ μεταθέσει τοῦ ε εἰς α.
55Ἄχνη: Ὅμηρος τὸ ἐπιπολάζον τῇ θαλάσσῃ
55ἀφρῶδες· Ἱπποκράτης τὸ λεπτὸν ξύσμα τοῦ λίνου· Αἰσχύλος δὲ τὸν καπνόν· καὶ Ἀριστοφάνης οὕτως, Ἄχνη ὕπνου.

183

Ἄχος: Ἡ [λύπη, ἡ] ἀχανεῖς ποιοῦσα τοὺς παθόντας· ἐκ γὰρ τῆς πολλῆς λύπης φθέγγεσθαι ἐπεχόμεθα. Ἄχυρον: Τὸ σημαινόμενον δῆλον. Ἡ καλάμη
5ἡ ἀλοηθεῖσα ἄχυρον λέγεται· εἴρηται παρὰ τὸ ἀέχυ‐
5ρόν τι ὂν, οὐδὲν ἔχον ἐχυρόν.
5 Ἀχυρμιαί: Οἱ τόποι εἰς οὓς τὰ ἄχυρα λικμώ‐ μενα ἐπιφέρονται, ἀχυριαὶ τινὲς οὖσαι, πλεονασμῷ τοῦ μ. Ἀχύνετον: Σημαίνει τὸ πολύ. Νίκανδρος ἐν Θηριακοῖς,
10Πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ.
10Τὸ πολύχυτον καὶ πολὺ ἐκζέσαν πῦρ εὐλαβεῖται τὸ
10ὕδωρ· ὁπηλίκον γὰρ ἐὰν ᾖ ὕδωρ σβέννυται τὸ πῦρ. Ἐγράφη δὲ τὸ α κατ’ ἐπίτασιν, ὡς ἄξυλος. Ἀπὸ τοῦ χέω, χύω, χύνω, χύνετον, καὶ ἀχύνετον. Ἅψεα: Κυρίως αἱ συναφαὶ τῶν μελῶν· κατα‐
15χρηστικῶς δὲ, καὶ τὰ μέλη. Παρὰ τὸ ἅπτω, ἅψω, ἅψον· καὶ ἅψεα, τὰ ἐξ ἀλλήλων συγκείμενα καὶ συνηρμοσμένα. Νίκανδρος, Τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἅψεα θυμός.
20 Ἀψεγέως: Σημαίνει τὸ ἀμέμπτως. Κατασκευά‐ ζεται ὥσπερ τὸ ἀψοφέως. Ἀπὸ τοῦ ἄψοφοι ἀψό‐ φων γέγονε τὸ ἐπίρρημα ἀψόφως· καὶ πλεονασμῷ τοῦ ε, ἀψοφέως. Διαιρεῖσθαι δὲ οὐκ ἔστιν. Ὅμοιον δὲ τούτου καὶ τὸ ἀπτερέως παρ’ Ἡσιόδῳ, ἀπὸ τοῦ
25πτερέως τὸ ταχέως.
25 Ἀψίνθιον: Εἶδος βοτάνης πικρᾶς, ὡς καὶ τὸ ἀβρότονον. Ἔνιοι δὲ τῶν κωμικῶν ἀπίνθιον καλοῦσι. Καὶ ἔστιν ἤτοι ἀπίνθιον, ὃ οὐκ ἄν τις πίῃ διὰ πι‐ κρότητα· ἢ παρὰ τὸ ἅπτω, οὗ οὐδεὶς ἅπτεται. Ἀψίκορον: Παρὰ τὸ ἂψ, ὃ σημαίνει τὸ εὐθέως,
30καὶ τὸ κόρος, τὸ εὐθέως κόρον λαμβάνον, καὶ ταχέως πληρούμενον. Καὶ ἁψιμαχία, ἡ πρὸς ὀλίγον δια‐ φορά. ἀψὶς σημαίνει τὸν δεσμόν· ὡς τὸ, Μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου.
35Εἴρηται παρὰ τὸ ἅπτω τὸ σημαῖνον τὸ δεσμῶ· οἷον,
35Βοέους δ’ ἐξῆπτεν ἱμάντας.
35Καὶ,
35 Ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός. Σημαίνει δὲ καὶ τοῦ τροχοῦ τὸ ἐπικαμπὲς ξύλον παρὰ τῷ Ἡσιόδῳ, οἷον, Τρισπίθαμον δ’ ἅψιν τάμνειν δεκαδώρῳ ἁμάξῃ. Γέγονε καὶ αὐτὸ παρὰ τὸ ἅπτω ἅψω ἁψὶς, ἡ ἁπτομένη
40τῆς γῆς. Ὤφειλε δὲ βαρύνεσθαι καὶ συστέλλειν τὸ
40ἰῶτα· τὰ γὰρ εἰς ΙΣ ὀνόματα ἀπὸ μελλόντων γινό‐ μενα καὶ βαρύνεται καὶ συστέλλει τὸ ι, μέμψω,

184

μέμψις· ἕξω, ἕξις· λέξω, λέξις· οὕτως καὶ ἅψω ἅψις ὤφειλεν εἶναι. Ὅθεν Ἡσίοδος ἀναλογώτερον εἶπεν ἅψις βαρυτόνως. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπειδὴ τὸ ἅψις ἐκτείνει τὸ ι, τούτου χάριν καὶ ὀξύνεται. Τὰ
5γὰρ εἰς ΙΣ ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ ἐκτείνοντα τὸ ι ἐπὶ τέλους ἔχουσι τὸν τόνον· οἷον, κνημὶς, κρηπὶς, σφραγίς· οὕτως οὖν καὶ ἁψίς. Πρόσκειται, “ἁπλᾶ,” διὰ τὸ τανυκρῆπις σύνθετον. Τὰ εἰς ΙΣ ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινὰ
10ἀποστρέφουσι τὴν ΕΙ δίφθογγον, σανὶς, ῥανὶς, βολὶς, θυρίς. Πρόσκειται, “ὀξύτονα·” διὰ τὸ ἀντήρεις· “ὑπὲρ μίαν συλλαβὴν,” διὰ τὸ κλείς· “κοινολεκτούμενα·” τὸ γὰρ εὐσεβὴς καὶ εὐγενὴς διὰ τῆς ΕΙ διφθόγγου γράφουσιν οἱ Βοιωτοί.
16 Ἄψυρτοι: Ἔθνος Σκυθικόν· ὧν ἐν τῇ γῇ κεῖται τὸ σῶμα τοῦ Ἀψύρτου· Κείαται ὀστέα κεῖνα μετ’ ἀνδράσιν Ἀψυρτεῦσιν. Ἀπολλώνιος.
20Ἄψορρον: Ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ ὀπι‐
20σθόρμητον. Γίνεται ἐκ τοῦ ἂψ καὶ τοῦ ὄρω, τὸ διεγείρω, τὸ ὁρμῶ, πλεονασμῷ τοῦ ρ· οἷον, Ἄψορροι στέλλεσθε. Ἀψορρόου: Οἷον, Ἀψορρόου Ὠκεανοῖο.
25Παρὰ τὸ ἂψ καὶ τὸν ῥόον, πλεονασμῷ τοῦ ο· ἢ παρὰ
25τὸ αἶψα, ἄψορρος. Ἀμφότερα γὰρ δύνανται εἶναι.
25 Ἄψ: Σημαίνει δὲ εἰς τοὐπίσω, ἀπὸ τοῦ α τοῦ σημαίνοντος τὸ ὀπίσω, ἂψ, κατὰ πλεονασμὸν τοῦ ψ. Ἢ παρὰ τὸ ἕπω τὸ ἀκολουθῶ· ὁ μέλλων, ἕψω, ἓψ, καὶ ἄψ. Ἰάσων δὲ λέγει αὐτὸ εἶναι ἄοψ, τὸ μὴ ὀπτόν· τὰ ὀπίσω οὐκ ὀπτὰ, καὶ οὐ θεωρητά· ἄοψ οὖν,
30καὶ ἄψ. Ἡρωδιανὸς δὲ μηδέποτε τὰ διπλᾶ πλεο‐ νάζειν. Πλούταρχος δὲ ἀπὸ τοῦ ὀπίσω τὸ ἂψ λέγει εἶναι, τοῦ ο εἰς α τραπέντος, καὶ τοῦ π εἰς ψ· τοῦτο
δὲ βίαιον. Σημαίνει τρία· τὸ εἰς τοὐπίσω, καὶ τὸ μετὰ ταῦτα, ὡς τὸ,
35Ἂψ δ’ εἰς Ἴλιον ἦλθεν.
35Σημαίνει καὶ τὸ ἔσω, ὡς τὸ,
35 Ἂψ δὲ ποδῶν ἰὼν καταρέζετο. Ἄγκυρα: Πόλις Γαλατίας· οἱ δὲ, Φρυγίας. Ἱστορεῖ Μιθριδάτης καὶ Ἀριοβαρζάνης, νεήλυδας τοῖς Γαλάταις συμμαχήσαντας, διώξας τοὺς ὑπὸ Πτολεμαίου σταλέντας Αἰγυπτίους ἄχρι θαλάσσης,
40καὶ λαβὼν τὰς ἀγκύρας τῶν νεῶν αὐτῶν, καὶ μισθὸν τῆς νίκης εἰς πολισμὸν λαβόντας, χώραν κτίσαι καὶ ὀνομάσαι οὕτως.

183

(42t)

β.
43 Β τὸ στοιχεῖον, ὅτι δευτέραν ἔχον τάξιν ἐπιβέ‐ βηκε τῶν λοιπῶν.
45Βαβάκτης: Ὀρχηστὴς, λάλος, μανιώδης, βακ‐
44χευτής. Λέγεται δὲ καὶ ὁ Πάν. Κρατῖνος,
45 Χαῖρε χρυσόκερω βαβάκτα κήλων Πάν. Παρὰ τὸ βάζω τὸ λαλῶ, βάξω, βέβαγμαι, βέβα‐ κται, βαβάκτης, ὁ πολλὰ λαλῶν, φλύαρος. Βάβαξ: Λάλος, φλύαρος. Παρὰ τὸ βάζω,

183

(50)

βάξω, βάξ· καὶ κατὰ ἀναδιπλασιασμὸν, βάβαξ. Ἀρχίλοχος, Κατ’ οἶκον ἐστρωφᾶτο μισητὸς (βάβαξ). Ἔστι καὶ ἐπίρρημα βαβαὶ βαβαιὰξ, θαυμαστικὸν ἐπίφθεγμα.
55Βάβαξ: Μάταιος, ἐνθουσιῶν, ἀναιδής.
55Βαβυλών: Πόλις Ἀσσυρίας, ἣν Σεμίραμις
55ἐτείχισε τῷ περιβοήτῳ τείχει. Εἴρηται δὲ ἀπὸ Βήλου, ὃς κτίσας αὐτὴν ἀφ’ ἑαυτοῦ προσηγόρευσε· Βὰλ γὰρ καλεῖται τῇ Σύρων φωνῇ, ὃ τῇ Ἑλληνίδι

184

Βῆλος. Δοκεῖ δέ μοι βήλων, καὶ ἐν διπλασιασμῷ,
45βαβηλὼν, καὶ βαβυλὼν κατὰ τροπὴν τοῦ η εἰς υ, ὡς τηρῶ τηρὸς καὶ τυρὸς, τὸ εἰς φυλακὴν καὶ τήρη‐ σιν γάλα. Βάδην ἀπιόντος: Ἠρέμα παραγινομένου, ἢ θᾶττον, ἢ ταχέως. Μένανδρος,

184

(50)

Τὸ δὴ λεγόμενον τοῦτο Θᾶττον ἢ βάδην.

184

(50)

Παρὰ τὸ βαίνω, βάδην, ὥσπερ τείνω, τάδην.

184

(50)

Βαθμός: Παρὰ τοῖς στρατηγικοῖς, ἡ ἐφ’ ἕνα τῆς φάλαγγος στάσις. Βάζω: Σημαίνει τὸ λέγω· οἷον, Οἵτ’ εὖ μὲν βάζουσι, κακῶς δ’ ὄπιθεν φρονέουσι. Παρὰ τὸ βοῶ, βῶ· καὶ ὥσπερ παρὰ τὸ φῶ, φάζω,
55καὶ ὁ μέλλων φάσω, καὶ πλεονασμῷ τοῦ κ, φάσκω· οὕτω καὶ παρὰ τὸ βῶ, βάζω· ὁ μέλλων, βάξω. Ἐκ δὲ τοῦ βάζω γίνεται καὶ βράζω κατὰ πλεονασμὸν

185

τοῦ ρ. Δύναται δὲ εἶναι καὶ παρὰ τὸ βοὴ, βοάζω, καὶ συγκοπῇ, βάζω, ὡς παρὰ τὸ θῶ, τὸ ὀξύνω, γίνεται
θοήγω, καὶ συγκοπῇ, θήγω. Βάϊον: Παρὰ τὸ βίᾳ τίλλεσθαι· [σημαίνει τὸν
5κλάδον τοῦ φοίνικος.]
5 Βακχεύω: Σημαίνει τὸ μεθύσκομαι· καὶ βακ‐ χευτὴς, ὁ μεθυστής· παρὰ τὸ βάκχος, ὃ σημαίνει τὸν οἶνον· τοῦτο παρὰ τὸ ἄχος, ὃ σημαίνει τὴν λύπην, καὶ τὸ βῶ, τὸ βαίνω. Ὁ γὰρ ἔχων λύπην καὶ εἰς μέθην ἐμπίπτων, ἀφίησιν αὐτὸν ἡ λύπη. Ὑπερέβη
10γὰρ τὴν λύπην ἡ μέθη.
10 Βάκχος: Μαινόμενος. Παρὰ τὸ βάζω, βάξω, βάχος· καὶ πλεονασμῷ τοῦ κ, βάκχος, ὡς ἰαχὴ, ἴαχος καὶ ἴακχος· οἱ γὰρ μεθύοντες πλέον τῇ φωνῇ καὶ ἐνθουσιῶντες χρῶνται. Λέγεται δὲ ὁ ἱερὸς Διονύσου ἀνήρ· καὶ κλάδος, ὁ ἐν ταῖς τελεταῖς· ἢ στεφανός.
15 Βακτηρία: Ἀπὸ τοῦ ἐρείδειν τὴν βάσιν ἐπ’ αὐτῆς· τουτέστι στήριγμα εἶναι τοῦ περιπατεῖν καὶ βαδίζειν εὐκόλως. Ἢ παρὰ τὸ τὴν βάσιν τηρεῖν. Βάκηλος: Εἰς μὲν τὸ Λεξικὸν τὸ Ῥητορικὸν εὗρον σημαῖνον οὕτω· μέγας μὲν, ἀνόητος δὲ καὶ γυναικώ‐
20δης· εἰς δὲ τοὺς Ἐτυμολογικοὺς, ὁ ἀποτετμημένος τὸ αἰδοῖον. Εἴρηται δὲ οἱονεὶ βιάκολος τὶς ὢν, ὁ βίᾳ καὶ μανίᾳ κόλος γεγονώς. Οὕτω γὰρ ἐκαλοῦντο οἱ Γάλλοι, οἱ περὶ τὴν μητέρα τῶν θεῶν ὀργιάζοντες, καὶ ἑαυτοὺς ἐκτέμνοντες.
25 Βάκηλος: Βιάκολος, καὶ βάκολος· καὶ τροπῇ τοῦ ο εἰς η, ὡς ἔλαφος, ἐλαφηβόλος. Ἐπαφρόδιτος δὲ, τὸν αἰδοῖον μὴ ἔχοντα· κήλων γὰρ τὸ αἰδοῖον· ἔνθεν καὶ κήλων ὁ ὄνος ὁ συνουσιαστικός· ἵν’ ᾖ ἄκηλος· καὶ πλεονασμῷ τοῦ βῆτα, βάκηλος, ὡς ῥόδον βρόδον.
30 Βάθος: Παρὰ τὸ μετὰ βίας θέειν. Βαθεῖαν αὔλακα: Ὅπερ ἐστὶ στιχὶς γῆς ὑπὸ ἀρότρου· ἡ μεταφορὰ ἀπὸ τοῦ βαθείας φρένας καὶ κεκρυμμένας. Βαθυζώνους: Βαρβάρων γυναικῶν τὸ ἐπίθετον·
35ἀπὸ τοῦ βαθέως ζώννυσθαι.
35 Βαθύλειμος: Βαθεῖς λειμῶνας ἔχουσαν· ἀπὸ τῆς λειμῶνος γενικῆς, βαθυλείμωνος, καὶ κατὰ συγ‐ κοπήν. Βαθύς: Ἐπὶ τοῦ βάθους γὰρ βίᾳ ὁρμῶμεν. Ἢ ἐκ τοῦ θύω, τὸ ὁρμῶ· ὁ μέλλων, θύσω· καὶ ἀθὺς, ἐν
40ᾧ τὶς τρέχειν οὐ δύναται.
40Βαθυλήϊος: Ἀντὶ τοῦ πολυλήϊος, πολύσιτος.
Βαθυκόλπων: Πέπλος τὸ ἱμάτιον καλεῖται Ἑλληνικῶς. Βάρβαρον καὶ τὸ βαθυκόλπους, ἀπὸ τοῦ ἐκ τῆς ζώσεως κολπώματος. Βάθρον: Τὸ θεμέλιον· καὶ βάθρα, ἀγάλματα.
45Ἔστι δὲ ῥηματικόν. Παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται παράγωγον βῆμι, καὶ βίβημι· ἐξ οὗ τὸ, Μακρὰ βιβάς. Ῥηματικὸν ὄνομα, βάτρον, καὶ βάθρον, ἐφ’ ᾧ ἐστι βαίνειν· σημαίνει καὶ βῆμα, τὸ ἐφ’ οὗ καθίζομεν,

185

(50)

καὶ βάσιν τοῦ ἀνδριάντος, καὶ ὑποπόδιον, καὶ ὁ ἐμ‐ βάς. Καὶ βαθμοί· ἴχνη, πόδες. Βαλανάγρα: Ἡ κλείς· παρὰ τὸ ἀγρεύειν τὸν βάλανον. Βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδή‐ ριον, ὃ καλεῖται μάγγανον. Αὕτη ἐκ τῶν Ῥητο‐
55ρικῶν.
55βαλλάντιον τὸ ἀκόντιον· διὰ τὸ βάλλειν τοὺς ἐναντίους. Βακτηρία ὀρθή: Ἣν καὶ εὐθεῖαν ἐκάλουν. Ἐχρῶντο δὲ αὐτῇ οἱ ἐν περιουσίᾳ καὶ οἱ δικάζοντες· τῇ δὲ καμπύλῃ, οἱ ἄγροικοι.

186

Βακίας: Βόρβορος, πηλὸς, ὑπὸ Ταραντίνων. Βάκτρον: Βακτηρία, καὶ δρέπανον. Βαλανεῖον: Τὸ λουτρόν. Τινὲς δὲ λέγουσι παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας. Καὶ Ὅμηρος
5παρετυμολογεῖ λέγων, Λοῦε δ’ ἐκ τρίποδος μεγάλοιο, ὄφρά μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων. Οὐ λέγουσι δὲ καλῶς. Εἰ γὰρ ἦν ἐκ τούτου, ὤφειλε γράφεσθαι διὰ τοῦ ι. Ἀλλ’ ἔστιν εἰπεῖν ὅτι ἀπὸ
10τῶν βαλάνων εἴρηται· οἱ γὰρ ἀρχαῖοι βαλάνους εἶχον
10ἔθος ὑποκαίειν· παρὰ τὸ τὰς βαλάνους αὔειν, τουτ‐ έστι τὰς δρῦς· οὕτω γὰρ καλοῦνται οἱ δρῦς, καὶ ἄλλό τι φυτόν. Ἐπαφρόδιτος δὲ παρὰ τὸ αὔω, τὸ σημαῖνον τὸ καίω· Ἵνα μή ποθεν ἄλλοθεν αὔοι.
15Βάλανος: Ὁ τῶν δρυῶν καρπός.
15Βαλβίς: Ἡ ἀφετηρία, καὶ ὁ καμπτὸς, ἤγουν ἡ
15ἄφεσις τῶν δρομέων. Ἦσαν δὲ ξύλα δύο, ἀφ’ ὧν σχοινία διετείνετο· ἀφ’ ἧς βαλβίδος ἐξέτρεχον οἱ ἀγωνιζόμενοι. Λυκόφρων,
Ἐγὼ δ’ ἄκραν βαλβίδα μηρίνθου σχάσας Ἄνειμι. Παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βηλός· [οἷον,
20Βηλῷ ἐπὶ λιθέῳ.]
20Καὶ ὥσπερ παρὰ τὸ ψῆφος γίνεται ψηφὶς, οὕτω καὶ παρὰ τὸ βηλὸς βηλίς· καὶ τροπῇ τοῦ η εἰς α, καὶ πλεονασμῷ τοῦ β, βαλβίς. Βαλβίς: Βάσις ταπεινή. Καὶ βαλβίσιν, ἀντὶ [τοῦ] ταῖς ἀρχαῖς. Εἴρηται δὲ ἀπὸ τῶν δρομέων.
25Ἡ γὰρ ὑπὸ ὕσπληγγος γινομένη γραμμὴ, διὰ τὸ ἐπ’
25αὐτῆς βεβηκέναι τοὺς δρομέας, βαλβὶς καλεῖται, καὶ ὁ τῆς ἀφετηρίας τόπος. Ἔνιοι καμπτῆρα. Βάλιος: Ὄνομα τοῦ ἵππου τοῦ Ἀχιλλέως. Σημαίνει δὲ καὶ τὸν ποικίλον. Εὐριπίδης Βαλίαν ἔλαφον
30φησίν. Ἢ φάλιος τὶς ὢν, ὁ λευκομέτωπος, καὶ ὁ
30λευκός.
30Βαλίαι: Αἱ ταχεῖαι· παρὰ τὸ βάλλειν καὶ τα‐
30χέως φέρεσθαι τὸ βαλλόμενον· ἢ παρὰ τὸ πάλ‐ λεσθαι διὰ τὸ τάχος. Οἷον, Βαλίαις ἀσκαίρων ἁρπυίαις. Ἢ παρὰ τὸ βαίνειν ἅλις. Καὶ βαλιὰ, διαποίκιλος. Καὶ Βάλιν, τὸν Διόνυσον, Θρᾶκες.
35Βάλλις: Εἶδος ἐστὶν ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀνα‐
35ζῆν τοὺς τεθνεῶτας, ὁμοίως τῇ ἀρυώνῃ, οἱονεὶ βίαλλίς
35τις οὖσα, ἐπειδὴ δοκεῖ βίον ἄλλον ποιεῖν. Κλίνεται βάλλιθος. Βάλε: Ὥσπερ ἀπὸ τοῦ ἄγε προστακτικοῦ ῥή‐ ματος μετατιθεμένου γίνεται ἐπίρρημα παρακελευ‐ στικὸν, οἷον·
40Ἄγε δή μοι, ὦ μοῦσα.
40καὶ ἀπὸ τοῦ φέρε προστακτικοῦ ῥήματος, φέρε· οὕτω
40καὶ ἀπὸ τοῦ ἔβαλον, ἔβαλες, ἔβαλε, (οὗ τὸ προσ‐ τακτικὸν, βάλε,) μετατιθεμένου γίνεται σχετλιασ‐ τικὸν ἐπίρρημα, ἀντὶ τοῦ φεῦ· οἷον,
Βάλε βάλε κῆρυξ φωνήν. Τοῦτο πλεονασμῷ τοῦ α, καὶ αὐτοῦ σχετλιαστικοῦ
45ὄντος ἐπιρρήματος, ὡς παρὰ τῷ ποιητῇ,
45ἆ δειλὲ,
45γίνεται ἀβάλε. Ἀμφότερα μίαν σημασίαν ἔχουσι,
45τὸ ἆ καὶ τὸ βάλε, καὶ τὸ ἀβάλε. Ἔστι δὲ ἰδίᾳ ἆ, καὶ ἰδίᾳ τὸ βάλε· καὶ ἐν συνθέσει, τὸ ἀβάλε· καὶ κατὰ ἀφαίρεσιν, βάλε. Βάλλετε: Σημαίνει τὸ τοξεύετε· βολὴ γὰρ κυρίως, ἡ ἀπὸ τοῦ τόξου πεμπομένη.

186

(50)

Βαλάντιον: Μαρσίπιον, ἀπὸ τοῦ ὄπισθεν.

186

(50)

Βάλλον: Ῥῆμα ὁριστικὸν πληθυντικὸν δυνάμενον εἶναι καὶ ἑνικὸν, ἔβαλλον ἐγώ· χρόνου παρατατικοῦ. Ἔστι παρὰ τὸ βάλλω, ἐξ οὗ καὶ βολὴ, ὡς στέλλω, στολή. Ἀπὸ δὲ τοῦ βάλλω γίνεται καὶ βαλλίζω. Κλίνεται τὸ βάλλω ἕως τοῦ παρατατικοῦ καὶ μόνον.
55 Βάλλω: Παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται, ὡς θῶ θάλλω, καὶ ἰῶ ἰάλλω· οἱ γὰρ βάλλοντες διαβαίνουσι. Σημαίνει δὲ τρία· ἐπὶ τοῦ προϊέμενον ἐπιτυχεῖν,

187

βέλος ἐχεπευκὲς ἐφιεὶς βάλλε. Καὶ ἐπὶ τοῦ ἐπιθεῖναι, Τάων ἡ μὲν ἔβαλλε δόμοις ἔνι ῥήγεα καλά.
5Καὶ ἐπὶ τοῦ ἐν ἡμῖν συνήθους,
5Τὸν μὲν πὰρ πόδ’ ἑὸν χαμάδις βάλε.
5Βαλών: Αἱ εἰς ΩΝ λήγουσαι μετοχαὶ τοῦ δευ‐
5τέρου ἀορίστου ὀξύνονται, δραμὼν, ἐλθὼν, πιών· οὕτως οὖν καὶ βαλών. Ἀντίκειται τὸ πέφνων. Αἱ γὰρ εἰς ΩΝ λήγουσαι μετοχαὶ, ὁπότε ἐν ἐπιπλοκῇ ἔχουσι σύμφωνον, ὧν τὸ δεύτερον ἔστιν ἀμετάβολον, πάντως βαρύνονται, τέμνων, κάμνων. Τούτοις ὅμοιον τὸ
10πέφνων.
10 Βαλανεῖον: Δίφθογγον. Διατί; Τὰ ἀπὸ τῶν εἰς ΕΥΣ διὰ τοῦ ΕΙΟΝ γινόμενα οὐδέτερα διὰ τῆς ΕΙ διφθόγγου γράφεται· κουρεὺς, κουρεῖον· κναφεὺς, κναφεῖον· γραφεὺς, γραφεῖον· γραμματεὺς, γραμ‐ ματεῖον. Ἢ καὶ τὰ διὰ τοῦ ΕΙΟΝ οὐδέτερα μονο‐
15γενῆ ὑπὲρ τρεῖς συλλαβὰς, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ διφθόγγου γράφονται· οἷον, μαγειρεῖον, πατριαρχεῖον, ὀρφανοτροφεῖον, ἰατρεῖον, ἰαμβεῖον, βυρσοδεψεῖον, ἐπισκοπεῖον. Οὕτω καὶ βαλανεῖον. Πρόσκειται, “μονογενῆ,” διὰ τὸ ἐναντίον. “Πρὸ μιᾶς
20τὸν τόνον ἔχοντα,” διὰ τὸ αἰπόλιον καὶ ἀρτοπώλιον.
20“Ὑπὲρ τρεῖς συλλαβὰς,” διὰ τὸ παιδίον· οὐκ ἀναστρέ‐ φοντος τοῦ κανόνος. Οὐ γὰρ πάντα τὰ τρισύλλαβα διὰ τοῦ ι. Ἰδοὺ γὰρ τὸ πτωχεῖον, πορνεῖον, πρω‐ τεῖον, καὶ δευτερεῖον, διὰ τῆς ΕΙ διφθόγγου γρά‐ φονται· ἀπὸ γὰρ τῶν διὰ τοῦ ΕΥΩ εἰσί.
25Βάμμα κυζικηνόν: Τὴν ἀκάθαρτον ἀσχημο‐
25σύνην Ἀττικοὶ λέγουσι. Διογενιανὸς, τὸ τίλημα. Ἐσκώπτοντο γὰρ ἐπὶ μαλακίᾳ. Βαμβαίνει: Διστάζει, τρέμει τοῖς ποσὶ, καὶ
ὑπὸ τρόμου ἠχεῖ τοὺς ὀδόντας, καὶ τῇ γλώσσῃ ἀσή‐ μως φθέγγεται. Ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις καὶ
30ποιητική·
30τάρβησέν τε
30 βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίνετ’ ὀδόντων. Εἴρηται ἀπὸ μεταφορᾶς τῶν ποδῶν, ἐπὶ τῶν μὴ ἑδραίαν τὴν φωνὴν ἐχόντων. Οἱ γὰρ κατάσχετοι ὑπὸ φόβου οὐχ οἷοί τε ἑδραῖοι ἀμφοτέραις ταῖς βάσεσιν εἶναι, ὥς φησιν ὁ ποιητὴς,
35 ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει. Ἔστιν οὖν βαίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν, βα‐ βαίνω, καὶ πλεονασμῷ τοῦ μ, βαμβαίνω. Τὸ ὑπὸ τρόμου ἠχεῖν τοὺς ὀδόντας, καὶ ἀνάρθρως λέγειν. Βάναυσος: Κυρίως πᾶς τεχνίτης διὰ πυρὸς ἐρ‐
40γαζόμενος· βαῦνος γὰρ ἡ κάμινος. Ῥητορική. Σο‐
40φοκλῆς·
40 Οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην. Εἴρηται δὲ παρὰ τὸ τὰς βαύνους αὔειν, τουτέστι τὰς καμίνους καίειν. Καταβέβηκε δὲ ἡ λέξις εἰς πάντα χειροτέχνην. Βᾶν: Εἰ μὲν ἐκ τοῦ βῆναι, βᾶναι, καὶ κατὰ
45συγκοπὴν, βᾶν· εἰ δὲ θέμα ἐστὶ βῶ βᾷς βᾷ, καὶ τὸ
45ἀπαρέμφατον, βᾶν.
45 Βάξις: Παρὰ τὸ βάζω, βάξω, βάξις. Σημαίνει δὲ τὴν φήμην, καὶ τὴν ῥῆσιν. Μίμνερμος, Καί μιν ἐπ’ ἀνθρώπους βάξις ἔχει χαλεπή. ἀργαλέης αἰεὶ βάξιος ἱέμενοι. Βάπτω: Παρὰ τὸ βῶ, τὸ βαίνω, παράγωγον

187

(50)

βάπτω, οἷον ἐμβαίνειν ποιῶ. Τρόπον γάρ τινα βαίνει κατὰ τοῦ ὑποκειμένου τὸ δευσοποιὸν χρῶμα. Βάπτισμα: Ἐν ᾧ βάλλεται, ἤγουν πίπτει, τὸ πταῖσμα. Βάραθρον: Τόπος βαθὺς, ὅπου οἱ κακοῦργοι
55ἐμβάλλονται. Ἢ τόπος κοῖλος, τὰ μὲν ἄνω ἔχων
55ἰσχυρὰ, ὑπόχαυνα δὲ τὰ κάτω, ὥστε καταδῦναι τὸν ἐπιβάντα. Ἐν δὲ Φιλιππικοῖς ὁ Δημοσθένης τὴν λέξιν οὐ κυρίως εἶπεν, ἀλλ’ ἐκ μεταφορᾶς· οἷον ἐν

188

τῷ ὀλέθρῳ. Ἔστι γὰρ ῥητορική. Ὁ δὲ ποιητὴς βέρεθρον τὸ χάσμα διὰ τοῦ ε φησίν· Ἀττικοὶ δὲ διὰ τοῦ α. Κυρίως γὰρ βάραθρα καλοῦσι τοὺς κοίλους τόπους δι’ ὧν οἱ ποταμοὶ καταπίνονται καὶ
5εἰσβαίνουσι· παρὰ τὸ βαίνω, βάτρον, καὶ βάθρον, καὶ βάραθρον κατὰ πλεονασμόν· καὶ Ἰακῶς, βέ‐ ρεθρον·
Ἧιχι βάθιστον ὑπὸ χθονὸς ἔστι βέρεθρον. Ἢ κατὰ ἀντίφρασιν, τῷ ἄβατον εἶναι διὰ τὴν κοι‐
10λότητα.
10Βάραγχος: Ἱππῶναξ μάλιστα, πλεονασμῷ τοῦ
10ἄλφα· οἱ γὰρ ἄλλοι, βράγχος· καὶ βαραγχιᾶν
10ἀντὶ τοῦ βραγχιᾶν πολλάκις ἐστὶ παρὰ Ἀττικοῖς. Ἡρωδιανός. Βράγχος: Ὠνοματοπεποίηται ἡ λέξις, οἷον κατὰ μίμησιν τῆς γινομένης αὐτῷ τραχύτητος ἐν τῇ φωνῇ· ἀφ’ οὗ καὶ βρόγχος λέγεται, δι’ οὗ ἀναφέρεται ἡ
15φωνή· καὶ αὐτὸ τὸ βραγχιᾶν, τὸ σαπρὰν τὴν φωνὴν
15καὶ τραχεῖαν ἔχειν. Βάρβιτος: Εἶδος μουσικοῦ ὀργάνου, ψαλτήριον, ἢ κιθάρα. Εἴρηται δὲ οἱονεὶ βαρύμιτος τὶς ὢν, ὁ βαρεῖαν τὴν φωνὴν καὶ τὸν φθόγγον ἀφιείς· μίτους γὰρ τὰς νευρὰς ἔλεγον· ἐπειδὴ πρὸ τῆς χρήσεως τῆς
20νευρᾶς λινοῖς στήμοσιν ἐκέχρηντο· ὅθεν καὶ οἱ Αἰο‐ λεῖς βάρμιτον αὐτὸ διὰ τοῦ μ φασί. Βάρδιστος: Παρὰ τὸ βάρος, βαρύς· μεταφορι‐ κῶς. Βαρδὺς πλεονασμῷ τοῦ δ, καὶ ἐν ὑπερθέσει, βραδύς· εἶτα βραδίων βράδιστος· καὶ ἐν ὑπερθέσει,
25βάρδιστος. Ἰλιάδος ψʹ, ἀλλά τοι ἵπποι βάρδιστοι θείειν. Ἀντὶ τοῦ βραδύτατοι. Βαρδίνης: Ποταμός· εἴρηται παρὰ τὸ βαρείας
30καὶ ἐπαχθεῖς ἔχειν δίνας, βαρυδίνης τις ὤν.
30Βάρις: Παρὰ τὸ βάρος, καὶ τροπῇ τοῦ βραχέος·
30σημαίνει δὲ τὸν πύργον, καὶ τὴν κλίνην· παρὰ τὸ μετὰ βίας πολλῆς ἀρηρέναι. Βάρεις, τείχη, πλοῖα, στοαὶ, αὐλαὶ, πύργοι, σφαῖραι. Τινὲς δὲ λέγουσιν, αἱ μεγάλαι καὶ ὑπόβαθροι πέτραι· Ἀπὸ βάρεων ἐλεφαντίνων.
35 Βαρείας χεῖρας: Ὑβριστικὰς, φονικὰς, ὅπλῳ βεβαρημένας· Σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας. Βάρηκες: Τὰ οὖλα τῶν ὀδόντων· οἱ δὲ, σιαγό‐ νας· οἱ δὲ, τὰ ἐν τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς ἐνι‐
40σχόμενα. Σημαίνει δὲ καὶ τὴν τολύπην.
40 Βάναυσοι: Οἱ ἑδραῖοι τεχνῖται· οἱ δὲ, τὸν ἀπάν‐ θρωπον καὶ ὑπερήφανον. Ἔνιοι βαναύσου χειρὸς, τῆς ὑβριστικῆς, ἢ τεχνικῆς.
Βαρκάζειν: Τὸ βαρβαρίζειν. Εἴρηται ἀπὸ τῶν Βαρκάνων, οἵ εἰσι βάρβαροι. Ἦν οὖν καρα‐
45βάζειν, καὶ ἐν ὑπερβιβασμῷ, βαρβακίζειν, καὶ βαρ‐ κάζειν. Βαρκαίοις ὄχοις: Λιβυκοῖς· ἀπὸ Βάρκης πό‐ λεως Ἑλληνικῆς. Καὶ ἔστιν ἀπὸ μέρους. Βαρύθω:

188

(50)

Βαρύθει δέ μοι ὦμος ὑπ’ αὐτοῦ. Ἀπὸ τοῦ βαρὺς, βαρύω· πλεονασμῷ τοῦ θ, βαρύθω.

188

(50)

Τὸ δὲ βαρὺς, παρὰ τὸ βάρος, ὥσπερ παρὰ τὸ πλάτος πλατύς. Τὸ δὲ βάρος, παρὰ τὸ βίᾳ αἴρεσθαι. Ἔστι δὲ ἀπὸ τοῦ βῶ τὸ βαίνω. Βάσανος: Παρὰ τὸ βιάζω, βιάσω· βιάσανος, καὶ βάσανος. Ἢ παρὰ τὸ βίβημι, βήσω, καὶ τὸ
55ἀνία, ὃ σημαίνει τὴν λύπην. Ἢ ἀπὸ τῆς βασάνου
55τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζεται ὁ χρυσὸς, κἄντε ὄβρυζος, κἄντε κίβδηλος ᾖ. Βασανίζειν: Οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ἀνακρίνειν, καὶ δοκι‐

189

μάζειν, καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων· βάσανος γὰρ ἔστι λίθος ἡ Λυδία λεγομένη, ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. Οὕτω πάντες κέχρην‐ ται οἱ ἀξιόλογοι. Ἐκ τοῦ ῥητορικοῦ.
5 Βασιλεύτωρ: Παρὰ τὸ βασιλεύσω. Ἀντίμαχος ἐν πρώτῃ Θηβαΐδος, οἷοι ἔσαν βασιλεύτορες Αἰγιαλήων. Βασιλίς: Ἡ τοῦ βασιλέως γυνὴ, ὡς καὶ βαλα‐ νὶς, ἡ τοῦ βαλανέως. Ἀπὸ τοῦ βασιλεὺς βασιλῆος
10γίνεται βασιληΐς· καὶ ἀποβολῇ τοῦ η, βασιλίς.
10 Βασιλεύς: Σημαίνει τρία· τὸν θεὸν, ὡς τὸ, Ὦ Ζεῦ βασιλεῦ. Καὶ τὸν βασιλέα, ὡς τὸ, βασιλεύς τ’ ἀγαθὸς, κρατερός τ’ αἰχμητής. Καὶ τὸν οἰκοδεσπότην,
15βασιλῆϊ δὲ κεῖται ἄγαλμα.
15Παρὰ τὸ σίνω, τὸ βλάπτω, σινεὺς, ὁ βλαπτικός·
15μετὰ τοῦ στερητικοῦ α, ἀσινεὺς, ὁ ἀβλαβὴς, ὃν οὐδεὶς δύναται βλάψαι· καὶ τροπῇ τοῦ ν εἰς λ, καὶ πλεονασμῷ τοῦ β, βασιλεύς. Ἢ παρὰ τὸ βαίνειν ἵλεως. Ἢ παρὰ τὸ πεπᾶσθαι λαοὺς, ὅ ἐστι κεκτῆ‐ σθαι· πάσασθαι γὰρ τὸ κτήσασθαι· καὶ πάμματα,
20τὰ κτήματα· καὶ πολυπάμμονα· ἵν’ ᾖ πασιλεὺς, καὶ
20βασιλεύς· ἢ πασιλεὺς τὶς ὢν, ὁ πάντας λεύσσων, καὶ πάντας προνοῶν. Ἢ παρὰ τὴν βάσιν καὶ τὸ λεύσσειν, ὁ ἐν τῷ περιϊέναι περίβλεπτος. Ἢ παρὰ τὸ βάσιν ἴλης ἔχων, τουτέστι μετὰ πλήθους ποιού‐ μενος τὴν βάσιν καὶ τὴν ἔξοδον· δεῖ γὰρ ἀληθῶς
25βασιλέα καλοποιεῖν· ὁ δὲ κακοποιῶν, τύραννος. Ἢ παρὰ τὸ βάσις εἶναι λαοῦ, τουτέστιν ἕδρα καὶ στή‐ ριγμα. Πόσας γενικὰς ἐπιδέχεται; Ἕξ· βασιλεὺς βασι‐ λέος, κοινῶς· βασιλέως, Ἀττικῶς· βασιλῆος, παρὰ τοῖς
30ἀρχαίοις Ἴωσι καὶ Αἰολεῦσι· ἀλλ’ οἱ Αἰολεῖς προπα‐
ροξύνουσιν, Ἀχίλληος, καὶ βασίληος· βασιλεὺς
30βασιλέος· καὶ κράσει τοῦ ε καὶ ο εἰς εῦ δίφθογγον, βασιλεῦς, παρὰ τοῖς Αἰολεῦσιν ἢ Δωριεῦσιν, ὥσπερ Ὀδυσεῦς τε λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ. Ἀντὶ τοῦ Ὀδυσσέως. Ποσαχῶς συναιρεῖται τὸ ε καὶ ο; Τριχῶς. Παρ’
35ἡμῖν μὲν οὖν, εἰς τὴν ΟΥ δίφθογγον, ὡς Δημοσθένεος,
35Δημοσθένους· παρὰ δὲ τοῖς Ἀθηναίοις, εἰς τὴν ΕΙ δίφθογγον, ὡς πλέον πλεῖν, καὶ δέον δεῖν· παρὰ δὲ τοῖς Δωριεῦσιν, εἰς τὴν ΕΥ δίφθογγον, ὡς τὸ ἐμέο, ἐμεῦ· θηέοντο, θηεῦντο· θηεῦντο δὲ μέρμερα ἔργα.
40Διὰ τί ὀξύνονται; Τὰ εἰς ΕΥΣ λήγοντα ἀρσενικὰ,
40εἴτε μονοσύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, ἅπαντα
40ὀξύνονται· δηλονότι κοινολεκτούμενα· βασιλεὺς, Ἀχιλ‐ λεὺς, Πηλεὺς, Ζεὺς, Φλεὺς, ὁ Διόνυσος· Νεὺς, ὄνομα ποταμοῦ· Δνεὺς, ὄνομα πόλεως ἐν Λυκίᾳ, ἔνθα ἀνε‐ τράφη ἡ χίμαιρα· σεὺς, ὁ σκώληξ. Τὸ Φλεὺς καὶ Νεὺς οὐ συνήθη εἰσὶ τοῖς Ἕλλησι· τὸ δὲ σεὺς, οὐδὲ
45ἐν χρήσει εὕρηται κατὰ τὴν εὐθεῖαν, ἀλλὰ κατὰ τὰς πλαγίας. Πρόσκειται, “κοινολεκτούμενα·” οἱ γὰρ Αἰολεῖς βαρυτόνως λέγουσιν Ἀχίλλευς, Πήλευς. Τοιοῦτον δὲ τὸ Ἄρευς, Αἰολικῶς· κοινῶς γὰρ Ἄρης λέγεται. Πρόσκειται, “ἀρσενικῶς·” διὰ τὸ νεῦς

189

(50)

καὶ γρεῦς περισπωμένως· ἀλλὰ θηλυκὰ εἰσὶν ἡ

189

(50)

ναῦς καὶ ἡ γραῦς.

189

(50)

Ἰστέον ὅτι τὰ εἰς ΕΥΣ, ἐὰν μὴ ἔχῃ πρὸ τοῦ ε σύμφωνον, συναιροῦνται παρὰ τοῖς Ἀθηναίοις· οἷον, Ἐρετριεὺς, Ἐρετριέως, καὶ Ἐρετριῶς· Πειραιεὺς, Πειραιέως, καὶ Πειραιῶς· τοῦ ε καὶ ω εἰς ω κιρνω‐ μένου· ἐὰν δὲ μὴ ἔχῃ καθαρὸν τὸ ε, οὐ κιρνᾶται·
55οἷον, βασιλέως, Ἀχιλλέως. Ἐπεὶ δὲ γίνονται
55Ἀττικῶς κατὰ συναλοιφὴν τοῦ ε εἰς ω, τὰς αἰτια‐ τικὰς εἰς α μόνον ποιοῦσιν· οἷον, τὸν Ἐρετριέα, τὸν Ἐρετριᾶ· τὸν Πειραιέα, τὸν Πειραιᾶ. ... ἐπειδὴ τὸ

190

α μακρὸν ἦν καὶ πρὸ τῆς συναλοιφῆς. Πᾶσα γὰρ γενικὴ εἰς ΟΣ λήγουσα θέλει ἔχειν τὴν αἰτιατικὴν τῶν ἑνικῶν εἰς α ὁμότονον καὶ ὁμόχρονον· οἷον, Αἴ‐ αντος, Αἴαντα· ὁμοίως, Πηλέως, Πηλέα. Οἱ μέντοι
5Ἀθηναῖοι, ἐπειδὴ Πηλέως καὶ Ἀχιλλέως διὰ τοῦ ω μεγάλου λέγουσι, τούτου χάριν καὶ τὴν αἰτιατικὴν ποιοῦσιν εἰς α μακρόν· ἵνα ἰσόχρονος γένηται τῇ ἰδίᾳ γενικῇ. Εὐριπίδης, Καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας.
10Εἶδος τῶν ὑποπεπτωκότων τῷ ὀνόματι. Ταῦτα
10πρὸς μὲν τὰ προσηγορικὰ τασσόμενα τάξιν ἐπιθετι‐ κῶν ἔχουσιν· ὁ βασιλεὺς Κωνσταντῖνος, ὁ προφήτης Σαμουήλ· ἐπιθέτοις δὲ συμπλεκόμενα, προσηγορικὰ γίνεται· ὁ καλὸς βασιλεὺς, ὁ εὐκλεὴς πολίτης. Ἔστι δὲ ὅτε τὰ ἐπίθετα τὰ αὐτὰ προσηγορικὰ γινό‐
15μενα καὶ ἐπιθετικά· πῇ μὲν ὑποκείμενα, πῇ δὲ ἐπι‐ τιθέμενα· δίκαιος, σοφὸς, μέγας· [ὁ σοφὸς δίκαιος,
ὁ μέγας δίκαιος.] Ταῦτα δὴ ἐπιθετικὰ ὄντα, πολ‐ λάκις προσηγορικῶν καὶ ἐπιθετικῶν σύνταξιν ἐπέχου‐ σιν, ἀλλήλοις ὑποκείμενά τε καὶ ἐπιτιθέμενα· οἷον,
20δίκαιος, σοφὸς, μέγας· ὁ σοφὸς δίκαιος, ὁ μέγας δίκαιος. Βάσκανος: Ὁ κακίζων καὶ μεμφόμενος ἅπαντα, καὶ πειρώμενος εἰς ἀπέχθειαν ἄγειν· ὁ φθονερὸς καὶ βλαβερός. Οὕτως Ἀριστοφάνης, οὕτως Εὐριπίδης·
25Φερεκράτης δὲ ἐπὶ τοῦ λυπηροῦ λαμβάνει τὴν λέξιν·
25οἷον,
25 Ὁ λαγώς με βασκαίνει καὶ λυπεῖ. Εἴρηται δὲ φάσκανος τὶς ὢν, ὁ τοῖς φάεσι καίνων, ἤγουν διαφθείρων διὰ τοῦ βλέμματος. Καὶ ἐκ τοῦ βάσκανος, βασκαίνω, ἢ φασκαίνω. Ἀντὶ τοῦ αἰ‐ τιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ. Οὕτω Δη‐
30μοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καὶ τοῖς ἑξῆς, Βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολί‐ τευμα ἐμὸν, φησὶν, ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν. Βάσκ’ ἴθι: Τινὲς ὡς ἄπιθι, καὶ οὐκ ἐν παρα‐
35θέσει· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΜΙ
35λήγοντα μετὰ προθέσεων φιλοῦσι συντίθεσθαι, μέτ‐ ειμι, σύνειμι· μετ’ ἄλλων δὲ λέξεων οὐδέποτε. Τὸ οὖν ἴθι, ἀπὸ τοῦ εἶμι. Καὶ ἄλλως· Τὰ εἰς ΘΙ παραχθέντα προστακτικὰ κατ’ ἀρχὴν οὐ συντίθενται, πλὴν τῶν προθέσεων· ὥστε δῆλον ὅτι ἐν παραθέσει
40δεῖ ἀναγινώσκειν αὐτό. Τὸ δὲ βάσκε, ἀπὸ τοῦ βάσκω· τοῦτο παρὰ τὸ βῶ, βήσω· πλεονασμῷ τοῦ κ, βήσκω· καὶ τροπῇ τοῦ η εἰς α, βάσκω· καὶ ἐπειδὴ οὐδέποτε βαρύτονος μέλλων διὰ τοῦ κ ἐκ‐ φέρεται, μετάγεται εἰς ἐνεστῶτα. “Βαρύτονος μέλ‐
45λων” εἶπε, διὰ τὸ πλακῶ. Καὶ,
45 κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν, ἀντὶ τοῦ κακῶν ἐπιβαίνειν καὶ ἐν κακοῖς ποιεῖν. Βασκέμεν: Ῥῆμα ἀπαρέμφατον ἐνεστῶτος· καὶ οἱ Δωριεῖς τὰ εἰς ΕΙΝ ἀπαρέμφατα διὰ τοῦ ΕΜΕΝ προφέρουσι. Γίνεται ἐκ τοῦ βῶ, βάσκω· ἐπειδὴ τὰ

190

(50)

ῥήματα τῆς δευτέρας συζυγίας διὰ τοῦ ΑΣΚΩ γίνεται·

190

(50)

οἷον, γενειῶ, γενειάσκω· ἀλῶ, ἀλάσκω· καὶ κατὰ παραγωγὴν, ἀλασκάζω, ἠλάσκαζον. Βασσάρα: Σημαίνει κυρίως τὴν βάκχην, ὡς
Ὠρίων λέγει. Ἀπὸ τούτου δὲ ἡ κατωφερὴς καὶ πόρνος γυνὴ εἴρηται βασσάρα. Λυκόφρων,
55ἡ δὲ βασσάρα
55σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους
55[θοίναισιν, ὄλβον ἐκχέασα τλήμονος. Καὶ,] τῆς παντομόρφου βασσάρας λαμπυρίδος. Λαμπυρὶς δέ ἐστιν ἡ ἀλώπηξ. Λέγεται βάσσαρος

191

ἡ ἀλώπηξ κατὰ Ἡρόδοτον ὑπὸ Κυρηναίων. Λέγεται βάσσος οὐδετέρως καὶ ἡ βῆσσα. Βασσαρίδες: Αἱ βάκχαι· παρὰ τὸ διάγειν ἐν βήσσαις, ὅ ἐστιν ὀρεινοῖς τόποις· ἢ παρὰ τὸ βασ‐
5σάρη τὸ λεγόμενον ὑπόδημα, ὅπερ εἴρηται παρὰ τὸ
5τῇ βάσει ἀρηρέναι. Λέγονται βασσάραι χιτῶνες οὓς ἐφόρουν αἱ Θράκιαι βάκχαι, ἀπὸ τοῦ βασσαρέως Διονύσου· ἢ ἀπὸ τῶν βησσῶν. Βάσσων: Ἐπίχαρμος, Βάσσον χωρίον,
10ἀντὶ τοῦ βαθύτερον, εὔγειον. Ἀπὸ τοῦ βαθὺς, βα‐
10θύτερος· βαθίων, βάσσων, ὁ βαθύτερος. Βαστραχαλίσαι: Τραχηλιάσαι. Βάστραχας γὰρ τοὺς τραχήλους οἱ Βοιωτεῖς καλοῦσι. Βά‐ στακας, τοὺς πλουσίους καὶ εὐγενεῖς. Βάτταλος: Ἐπώνυμον ἦν Δημοσθένους. Ἐκά‐
15λουν δὲ οἱ παλαιοὶ τὸν μαλακὸν καὶ βδελυρὸν καὶ αἰσχρὸν οὕτως, ἀπὸ Βαττάλου τινὸς αὐλητοῦ, ὃς μαλακὸς ὢν, καὶ αὐλήματα τοιαῦτα ἐφεῦρεν. Οἱ δὲ, Βάτταλον ὄνομα παρὰ τοῖς παλαιοῖς τῶν μαλακιζο‐ μένων τὸν πρωκτόν· ἀπὸ τοῦ τύπτεσθαι ἐν τῷ ἔργῳ,
20καὶ βατταλίζεσθαι. Οὕτως εὗρον εἰς τὸ ῥητορικὸν λεξικόν. Βατταρίζειν: Εἴρηται τὸ μόλις λαλεῖν· ἀπὸ τοῦ Βάττου τοῦ Θηραίου τοῦ εἰς τὴν Κυρήνην τὴν ἀπὸ τῆς Θήρας ἀποικίαν ἀναγαγόντος, ἰσχνοφώνου
25ὄντος. Ὡς γὰρ βαρβαρίζειν, οὕτως βατταρίζειν
25κατὰ μίμησιν φωνῆς, ὡς τὸ ποππύζειν, ὃ καὶ πιθα‐ νώτερον. Καὶ γὰρ ὁ Βάττος πρὸς τὸ ἐπέχεσθαι τὴν φωνὴν ὠνόμασται, τραυλίζων καὶ τὸν τοιοῦτον ἦχον προφερόμενος. Ἡ δὲ βαττολογία σημαίνει τὴν πολυλογίαν· ἀπὸ Βάττου τινὸς Ἕλληνος, μακροὺς
30καὶ πολυμήκεις στίχους ποιήσαντος εἰς τὰ εἴδωλα, ταυτολογίαν ἔχοντας. Ὁ Βάττος οὗτος τῆς κατὰ Κυρήνην ἀποικίας ἡγήσατο, μογιλάλος τὶς ὤν. Ἀπὸ τούτου καὶ τοὺς μὴ εὐθυστόμους μηδὲ τρανῇ κεχρη‐
μένους τῇ γλώττῃ, ἀλλ’ ἐπισεσυρμένως φθεγγομένους
35καὶ παρασήμως, βατταρίζειν φασί. Βατταρίζειν οὖν τὸ ἐν τῇ συνηθείᾳ βερβερίζειν. Βατία: Λέγεται καὶ ὁ βάτους ἔχων τόπος. Ἀπὸ τοῦ βάτος Βατία διὰ τοῦ ι, ὡς Αἰτωλὸς, Αἰ‐ τωλία· τὸ ἐθνικὸν Βατιεὺς, καὶ Βατιάτης. Ἐπὶ δὲ
40τοῦ τόπου, Ἐπαφρόδιτός φησιν, ἀπὸ τοῦ πατῶ,
40πάτος· καὶ ἀπὸ τοῦ πάτου τῶν ἵππων· τοὺς γὰρ ἐν ταῖς ὁδοῖς ὁλκούς τε καὶ συνεχεῖς τριμμοὺς πάτους ἔλεγον. Πάτος οὖν πάτεια· καὶ πλεονασμῷ τοῦ ι, πατίεια, καὶ Βατίεια. Ἔστι δὲ τόπος ἐν τῇ πε‐ διάδι τῆς Ἰλιάδος. Ὅμηρος,
45Τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσι.
45 Βάτεια δὲ τόπος Τροίας, ἀπὸ τῆς Βατείας τῆς Δαρδάνου γυναικός· ἐξ ἧς γενέσθαι τὸν Ἐριχθόνιον. Ἐν ὑπομνήματι Λυκόφρονος. Οὕτως Ὦρος· ἐγὼ δὲ εὗρον ἐν τοῖς ῥητορικοῖς σημαίνουσαν τὴν λέξιν οἰκίαν τινὰ, ἀπὸ Βάτωνος ἐπωνομασμένην δεσπότου· ἢ

191

(50)

σκεῦος, ἢ κόσμον, ἢ χωρίον τι. Λέγεται δὲ καὶ τῆς συκαμίνου ὁ καρπὸς ὑπὸ Σαλαμινίων καὶ μόρα. Βάτος: Ἡ ἄκανθα· εἴρηται κατὰ ἀντίφρασιν· ὁ μὴ ὢν βατός. Καὶ ἔστιν ἐν τόνῳ παρώνυμον. Γίνεται γὰρ τοιαῦτα πολλὰ, ὡς παρὰ τὸ κυρτὸς,
55κύρτος· ξανθὸς, Ξάνθος· λευκὸς, Λεῦκος, ὄνομα κύ‐ ριον, οὕτω βατὸς, βάτος, καὶ παρὰ τὸ δρέπω, δρόπος, καὶ βατοδρόπος. Φίλων. Βάτραχος: Παρὰ τὸ βοὴν τραχεῖαν ἔχειν, βοά‐

192

τραχός τις ὤν. Ἔστι δὲ πεποιημένη ἡ λέξις. Καὶ βατραχὶς, ἱματίου χροά. Βατήρ: Ἡ ἀρχὴ τῶν τοῦ πεντάθλου σκαμμά‐ των.
5Αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου
5φησί τις, οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον. Ῥηματικὴ δέ ἐστιν ἡ λέξις. Οὐ παρὰ τὸ βαίνω· ἐγένετο γὰρ βαντήρ· ἀλλὰ παρὰ τὸ βίβημι βατήρ. Βάτης: Παρὰ τὸ βαίνω βάντης ὤφειλεν εἶναι, ὡς φαίνω φάντης καὶ ἱεροφάντης· ἀλλ’ ἀπὸ τοῦ
10βίβημι, βάτης, καὶ διαβάτης, καὶ ἱπποβάτης. Φίλων. Βάτην: Ἔστι τὸ θέμα βῆμι· ὁ παρατατικὸς ἔβην· τὸ β τῶν δυϊκῶν, ἔβατον· τὸ γʹ, ἐβάτην· καὶ ἀφαιρέσει τοῦ ε, βάτην.
15Βάτην: Τὴν γῆν, Μεσήνιοι.
15Βαῦνος: Ἡ κάμινος· παρὰ τὸ αὔω, τὸ καίω,
15 (—ἵνα μήποθεν ἄλλοθεν αὔοι) γίνεται αὖος· καὶ πλεονασμῷ τοῦ β, βαῦνος. Λέγε‐ ται καὶ ὁ βουνός.
Βαυκίδες: Ὑποδήματα Ἰωνικὰ πολυτελῆ· καὶ βαυκισμὸς, ὄρχησις· καὶ βαυκίζεσθαι, τὸ θρύ‐
20πτεσθαι. Καὶ βαῦ, τὸ κατακοιμίζειν.
20Κατεβαυκάλισέ με,
20φησὶν ὁ κωμικός.
20 Βαύκαλον: Μαλακιζόμενον, τρυφερὸν, καὶ ὡραϊ‐ στήν. Βαυκὸν γὰρ τὸ τρυφερόν. Βδελύσσω: Παρὰ τὸ βδελύω· τοῦτο παρὰ τὸ
25βδέλλα· τοῦτο παρὰ τὸ βδέλλω, τὸ ἀμέλγω. Βδάλ‐ λειν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ ἀμέλγειν. Καὶ γὰρ ἡ βδέλλα ἀμέλγουσιν ἔοικεν ἐν τῷ τὸ αἷμα ἐπισπᾶν. Γίνεται βδέλλα, τοῦ α τραπέντος εἰς ε. Βδέλυγμα: Δυσοσμία. Ἀπὸ τοῦ βδελύσσω,
30βδελύξω, βεβδέλυχα, βεβδέλυγμαι, βδέλυγμα, ἀπὸ δὲ τοῦ βδέλυγμα γίνεται ὁ βδελυγμὸς, καὶ ὁ βδε‐ λυγμίας, καὶ ἡ βδελυγμία. Βδελυρός: Ὁ ἀηδὴς, καὶ τοῦ μυσάττεσθαι καὶ ἀποστρέφεσθαι ἄξιος. Καὶ βδελύττομαι εἴρηται
35παρὰ τὴν βδέλλαν. Ἢ παρὰ τὸ βδάλλω, βδαλυρὸς, ὡς λήγω λαγαρὸς, λέπω λεπυρός· τουτέστιν ὁ ἀναι‐ δὴς καὶ πανταχόθεν ἕλκειν καὶ ἁρπάζειν βουλόμενος. Ἀπὸ τοῦ μίσους καὶ ἡ βδελυρία. Βδόλος: Ἡ δυσωδία τοῦ λύχνου, καὶ ἡ πορδή·
40 Τὸν βδόλον οὐκ ἔσθ’ ἥτις ῥὶς ὑποστῆναι δύναται. Παρὰ τὸ ὄζω, ὀζόλος, (ὅθεν καὶ Ὀζόλαι οἱ Λοκροὶ καλοῦνται, διὰ τῆς ἐκ τοῦ αἰγονομεῖν δυσωδίας,) ἀφαιρέσει τοῦ ο, ζόλος, ὡς τὸ ὀδύρεσθαι, δύρεσθαι· τροπῇ τοῦ ζ εἰς ΒΔ, βδόλος· καὶ τὸ ῥῆμα, ὄζει,
45βδεῖ, ὡς τὸ ῥοιζῶ, ῥοιβδῶ.
45 Βαιαί: Αἱ ἐν Ἰταλίᾳ, ἀπὸ Βαίου τοῦ Ὀδυσσέως κυβερνήτου ἐκλήθη, τελευτήσαντος κατὰ τὴν ἄορνιν τῆς Ἰταλίας. Τὸ ἐθνικὸν, Βαιάτης. Βαιόν: (Ὃ λέγεται καὶ ἠβαιόν) τὸ μικρὸν ἢ ὀλίγον. Παρὰ τὸ βῶ, τὸ βαίνω, βαιὸν, οὗ ἐστιν ἐπ’

192

(50)

ὀλίγον βῆναι. Ἢ παρὰ τὴν ἥβην, ἥτις ταχέως ἄρχεται, καὶ ταχέως λήγει. Ζήτει εἰς τὸ Ἠ‐ βαιός. Βαίων: Ὃς καὶ βλέννος λέγεται· ἔστιν ἰχθῦς παραπλήσιος κωβιῷ. Ἐπίχαρμος δὲ βαιόνας λέγει.
55Καὶ παρ’ Ἀττικοῖς δὲ παροιμία ἐστὶ,
55 Μή μοι βαίων· κακὸς ἰχθῦς. Ἐπὶ φιληδόνου εἴρηται. Βαίτυλος: Λίθος γινόμενος κατὰ τὸν Λίβανον τὸ ὄρος τῆς Ἡλιουπόλεως. Βαίτυλος δὲ ἐκλήθη καὶ

193

ὁ λίθος, ὃν ἀντὶ Διὸς ὁ Κρόνος κατέπιεν. Εἴρηται δὲ, ὅτι ἡ Ῥέα βαίτῃ αἰγὸς σπαργανώσασα τῷ Κρόνῳ δέδωκε· βαίτη δὲ σημαίνει τὴν διφθέραν. Καὶ παρὰ τὸ βαίτη βαίτηλος. Βαίτη, στέγαστρον
5προβάτειον ἢ αἴγειον. Βεβαιῶ: Παρὰ τὸ βέβαιον· τοῦτο παρὰ τὸ βαιὸν, ὃ σημαίνει τὸ μικρὸν καὶ ἀληθές· τοῦτο ἐκ τοῦ βίβημι, βήσω· ὁ δεύτερος ἀόριστος, ἔβην· ἡ μετοχὴ, βὰς βάντος· καὶ ἐξ αὐτοῦ βαὸς, καὶ
10βαιός· καὶ κατὰ ἀναδιπλασιασμὸν, βέβαιος. Ἢ παρὰ τὸ βιβῶ, βίβαιος, ὡς τιμῶ Τίμαιος· καὶ τροπῇ Αἰολικῇ τοῦ ι εἰς ε, (ὡς ἀγχίμαχος, ἀγχέ‐ μαχος· ἀδίκαστος, ἀδέκαστος,) γίνεται βέβαιος, ὁ ἀσφαλὴς καὶ ἑδραῖος καὶ βεβηκώς· πρὸς ἀντιδια‐
15στολὴν τῶν ἀστηρίκτων.
15 Τὰ διὰ τοῦ ΑΙΟΣ ἀπὸ ῥημάτων, εἴτε κύρια εἴτε προσηγορικὰ, προπαροξύνονται, καὶ διὰ τῆς ΑΙ δι‐ φθόγγου γράφονται· οἷον, πηδῶ, Πήδαιος· ὑλῶ, Ὕλαιος· λύω, Λύαιος, ὄνομα κύριον· ματῶ, μάταιος. Οὕτως οὖν καὶ βιβῶ, βίβαιος καὶ βέβαιος. Οὕτω
20Θεόγνωστος.
20Βεβαία: Πηγὴ οὕτω καλουμένη ἐν Εὐβοίᾳ.
20Ἐτυμολογεῖ δὲ Τεῦκρος, ὅτι, φησὶ, τῶν ἐν τῇ νήσῳ ποτὲ ὑδάτων ἐκλιπόντων καὶ ποταμῶν καὶ πηγῶν, μόνη αὕτη ὁμοίως διέμεινε πολύϋδρος. Παρὰ τὸ βέβαιον οὖν καὶ ἀνελλιπὲς, βεβαία. Βεβάασιν: Ἀπὸ τοῦ βεβήκασι παρακειμένου,
25κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ η εἰς α. Ἢ οἱ Ἴωνες ἡνίκα ἐν τῷ ῥήματι ὑφαίρεσιν ποιήσωνται τοῦ συμ‐ φώνου, τότε καὶ συστολὴ παρακολουθεῖ· οἷον, ἕστηκα, ἕσταα· βέβηκα, βέβαα· βεβαὼς βεβαότος, καὶ βεβὼς βεβῶτος· καὶ πλεονασμῷ, βεβαὼς, βεβαῶτος,
30καὶ ἐμβεβαῶτα· καὶ ἐπειδὴ ἡ γενικὴ τοῦ ἀρσενικοῦ κανών ἐστι τοῦ θηλυκοῦ, ἐγένετο ἑστῶσα, βεβῶσα, τεθνῶσα.
Βέβαμεν καὶ Βεβάμεν: Εἰ μὲν προπαροξύνεται, ἀπὸ τοῦ βεβήκαμεν γέγονε κατὰ συγκοπήν· εἰ δὲ
35παροξύνεται, ἀπαρέμφατόν ἐστιν· οἷον,
35 Ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν σχεδόθεν τε μάχεσθαι. Βεβίηκε: Τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. Καταπεπόνηται, βεβίασται. Ἀπὸ τοῦ βιάζω, βιάσω, βεβίακα, κατὰ τροπήν.
40Βέβουλα:
40Καὶ γάρ ῥα Κλυταιμνήστρας προβέβουλα.
40Προκέκρικα, προτετίμηκα. Ἀπὸ τοῦ βούλω βαρυ‐ τόνου, ὁ μέλλων, βουλήσω, ὡς μέλω, μελήσω· θέλω, θελήσω· ὁ παρακείμενος, βεβούληκα· ὁ μέσος, βέ‐ βουλα. Βεβολήατο: Ἰλιάδος ιʹ,
45Πένθεϊ δ’ ἀτλήτῳ βεβολήατο.
45Τὴν ψυχὴν τετρωμένοι ἦσαν, ἐλυποῦντο. Ἐπὶ μὲν
45σώματος, βεβλήατο· ἐπὶ δὲ ψυχῆς, βεβολήατο.
45(Ἔκτασιν δὲ ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η, διὰ τὴν
45ἐπαλληλίαν τῶν βραχέων.) Τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο, καὶ τὸ δεδμήατο. ... Ἀπὸ τοῦ βάλλω, ῥηματικὸν ὄνομα, βολή· ἀπὸ τοῦ βολὴ, ῥῆμα βολῶ,

193

(50)

βολήσω, βεβόληκα, βεβόλημαι· ὁ ὑπερσυντέλικος ἐβεβολήμην, ἐβεβόλησο, ἐβεβόλητο, [ἐβεβόληντο,] καὶ Ἰωνικῶς, ἐβεβολήατο. Λέγει γὰρ ὁ τεχνικός· οἱ μέντοι ἀπὸ περισπωμένων, ταυτοσυλλαβοῦντες, πρὸ τοῦ α ἔχουσι τὸ ε· οἷον, πεποίηνται, πεποιέαται.
55Οὕτως οὖν καὶ βεβολέατο· καὶ διὰ τὸ ἐπάλληλον τῶν βραχέων ἔκτασις γέγονε τοῦ ε εἰς τὸ η, βεβο‐ λήατο. Οὕτω Ζηνόβιος, καὶ ἄλλοι. Βέβηλος: Ὁ μὴ ἱερὸς τόπος, ἀκάθαρτος καὶ

194

βατὸς πᾶσιν. Ἀπὸ τοῦ βῶ, βήσω, βηλός· καὶ διπλασιασμῷ, βέβηλος, ὁ βάσιμος παντί· πρὸς ἀντιδιαστολὴν τοῦ ἀδύτου. Λέγεται Βέβηλος ἀνὴρ,
5ὁ μιαρὸς καὶ ἀκάθαρτος, ἢ καὶ ἀμύητος· ἀπὸ τοῦ τόπου· ὁ ἐν ἀνιέροις τόποις ἄξιος διατρίβειν. Σο‐ φοκλῆς δὲ ἐν Συνδείπνῳ βέβηλον τὸν ἰδιώτην φησί. Βεβρώσεται: Χρήματα δ’ αὖτε κακῶς βεβρώσεται.
10Ἀπὸ τοῦ βρῶ, βρώσω βέβρωκα, βέβρωμαι βέβρω‐
10σαι· ὁ μετ’ ὀλίγον μέλλων, βεβρώσομαι· τὸ τρίτον,
10βεβρώσεται.
10 Βεβρώθοις: Ὠμὸν βεβρώθοις Πρίαμον. Φάγοις. Βρῶ, βρώσω βέβρωκα· ἐκ τούτου, ῥῆμα βεβρώκω· τροπῇ τοῦ κ εἰς θ, βεβρώθω· ὁ παρατα‐ τικὸς, ἐβέβρωθον· ἡ μετοχὴ, ὁ βεβρώθων, τοῦ βεβρώ‐
15θοντος· τὸ εὐκτικὸν, βεβρώθοιμι, βεβρώθοις.
15Βέβρυκες: Παρὰ τὸ βρύχω, βρύξω, βρύξ· καὶ
ἀναδιπλασιασμῷ, Βέβρυξ. Βέρης: Ὁ δραπέτης· καὶ βερηδεύει, δραπε‐ τεύει. Βεελφεγώρ: Ἔστιν ὄνομα εἰδώλου, τὸ λεγόμενον
20Βάαλ· καὶ λέγεται παρὰ Ἑβραίοις, Βήλ· καὶ Φα‐
20γὼρ, ὄνομα τόπου· καὶ διαλύσει τοῦ η εἰς δύο ΕΕ, καὶ τροπῇ τοῦ α εἰς ε, γίνεται σύνθετον Βεελφεγὼρ, ἤγουν τὸ Βὴλ ἐν Φαγώρ. Βέθρον: Βέρεθρον· καὶ συγκοπῇ, βέθρον Κρά‐ της καὶ Εὐφορίων οὕτως.
25Βέρεθρον: Ὁ πηλώδης τόπος καὶ καταπηγὰς
25ποιῶν τοὺς ἀνθρώπους. Οἱ δὲ, ἀπὸ τοῦ οἱονεὶ βέρε‐ θρον εἶναι καὶ βάθος ποιεῖν τῷ ἄρθρῳ τοῦ ποδὸς, ἢ τὴν γῆν θραύειν. Πολλὸν δὲ κατὰ χθονός ἐστι βέρεθρον. Σημαίνει καὶ τὸ σκότος καὶ τὸ βάθος·
30Ἔξω δ’ ἐξίσχε κεφαλὰς δεινοῖο βερέθρου.
30Βέλος: Παρὰ τὸ βάλλω, τὸ τιτρώσκω· πᾶν γὰρ
30τὸ ἀπὸ μήκοθεν βαλλόμενον βέλος εἴρηται. Βελέκκοι: Ὄσπρια· Καὶ τῶν βελέκκων, Ἀριστοφάνης. Βέλεμνα: Βέλη. Ἔστι δὲ καὶ ῥῆμα παρὰ τὸ
35βέλος, βέλεμος, ὡς ἔχω, Ἔχεμος· Τήλεμος· πλεο‐
35νασμῷ τοῦ ν, βέλεμνος, καὶ βέλεμνον. Ἡρωδιανὸς
35περὶ Παθῶν.
35 Ἰστέον ὅτι διακρίνονται ἡ εὐθεῖα τῶν οὐδετέρων καὶ ἡ αἰτιατικὴ ἀπ’ ἀλλήλων οὕτως. Ὅτε τὸ ῥῆμα καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου φέρεται, καθ’ οὗ καὶ τὸ οὐδέτερον ὄνομα, τότε τὸ οὐδέτερον εὐθεῖα ἐστίν· ὡς ἐπὶ τοῦ, βέλος ἔπεσεν· αὐτὸ γὰρ πίπτει
40τὸ βέλος. Τοῦτο δὲ ἴδιον εὐθείας, τὸ τὴν διάθεσιν τοῦ ῥήματος ἕλκειν εἰς ἑαυτὴν, οἷον τὸ παιδίον ἀπέθανε· τὸ γύναιον ὑφαίνει. Ὅτε μέντοι τὸ ῥῆμα ἐξ ἄλλης αἰτίας πρόεισι, τότε τὸ οὐδέτερον αἰτιατική ἐστιν, ὡς ἐπὶ [τοῦ,] τὸ βέλος ἥρπασεν· (ἄλλος γὰρ ὁ ἁρ‐
45πάσας· ἁρπάζεται γὰρ τὸ βέλος·) τὸ κρέας ἔκλεψε· τὸ μαχαίριον ἔλαβεν. Οὕτως Ζηνόβιος. Βελόνη: Παρὰ τὸ βέλος καὶ τὴν τούτου ὀξύ‐
τητα, ἢ παρὰ τὸ ὅλη βάλλεσθαι. Τὰ διὰ τοῦ ΟΝΗ, εἰ μὲν οὐσίαν σημαίνουσι,

194

(50)

πάντα βαρύνονται· οἷον, βελόνη, περόνη, ἀγχόνη, τὸ

194

(50)

σχοινίον· ἐπὶ δὲ τοῦ πράγματος, ὀξύνεται· οἷον,

194

(50)

ἡδονὴ, καλλονή· ἀγχόνη, ἡ ἄγξις. Βελλεροφόντης: Βέλλερα γὰρ τὰ κακά· ἔστιν οὖν ὁ προνοούμενος παύειν τὰ κακά. Οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους· ἀνελὼν δὲ Βέλλερον τὸν Κορίνθιον, Βελλεροφόντης ἐκλήθη.
55 Τὰ εἰς ΤΗΣ ἀρσενικὰ, μὴ ὄντα σύνθετα παρὰ τὸ κράτος, μηδὲ ἔχοντα οὐδέτερον εἰς ΕΣ, εἰς ΟΥ ἔχει τὴν γενικήν· οἷον, πολίτης, πολίτου· δεσπότης, δε‐ σπότου· μητιέτης, μητιέτου· Βελλεροφόντης, Βελ‐

195

λεροφόντου. Πρόσκειται, “ἀρσενικά·” διὰ τὸ φιλότης. “Μὴ ὄντα σύνθετα παρὰ τὸ κράτος·” διὰ τὸ Σωκρά‐ της, Σωκράτους. “Μὴ ἔχοντα οὐδέτερα·” διὰ τὸ ἐν‐ ναέτης, ἐνναέτους, ἐννάετες. Τοῦτο δὲ, εἰ μὲν
5σημαίνει τὴν σωματικὴν ἡλικίαν, ἐνναέτης βαρύνεται· εἰ δὲ χρόνον, ἐνναετὴς ὀξύνεται. Βέλτερος: Οὐ παρὰ τὸ βάλλω γέγονεν, ἐπεὶ βάλλος ὤφειλεν εἶναι, ὡς παρὰ τὸ θάλλω θάλλος, ἀλλὰ παρὰ τὸ βέλλω, ὅθεν καὶ βολὴ καὶ βέλος,
10γίνεται ῥηματικὸν ὄνομα, βέλτος· καὶ τὸ συγκριτι‐ κὸν, βέλτερος. Οὕτως Ὠρίων. Ὁ δὲ Φιλόξενος εἰς τὰ Συγκριτικὰ λέγει, ὅτι τὸ βέλτερος καὶ φέρ‐ τερος οὐκ εἰσὶ συγκριτικά· θέματα δέ εἰσι συμ‐ πεπτωκότα τύποις συγκριτικῶν. Οὐδὲ γὰρ πάντα
15τὰ εἰς ΔΗΣ πατρωνυμικά εἰσιν, οὐδὲ πάντα τὰ εἰς
15ΚΟΣ, κτητικά. Καὶ δῆλον ἐκ τούτου· Οὐδὲν εἰς ΡΟΣ λήγει συγκριτικὸν μετὰ στερήσεως λεγόμενον. Εἰ οὖν ἀβέλτερος φαμὲν, δῆλον ὅτι οὐ συγκριτικόν· τὸ γὰρ ἀτυχέστερος οὐκ ἐν τῷ συγκριτικῷ εἴληφε τὴν σύνθεσιν, ἀλλὰ παρὰ τὸ ἀτυχὴς ἐσχημάτισται.
20 Βελτίων: Ἐκ τοῦ βάλλω ἢ βέλλω γίνεται ῥηματικὸν ὄνομα βέλτος· ἐκ δὲ τούτου γίνεται συγκριτικὸς τύπος εἰς ΩΝ, βελτίων· καὶ ὑπερθετικὸς, βέλτιστος. Ὠρίων. Βένθος: Τὸ βάθος. Παρὰ τὸ βάθος, βέθος,
25καὶ βένθος πλεονασμῷ τοῦ ν, ὡς πάθος, πέθος, καὶ πένθος. Βέμβιξ: Ὁ στρόμβος ὃν οἱ παῖδες στρέφοντες καὶ παίοντες ἱμάντι παίζουσι· πέμπιξ τὶς ὢν, παρὰ τὸ πέμπεσθαι καὶ ἐλαύνεσθαι.
30Βεμβράς: Εἶδος ἰχθύος εὐτελοῦς. Ἐπίχαρμος
30δὲ αὐτὰς βράδονας καλεῖ· Βράδονές τε καὶ κίχλαι, λαγοὶ, δράκοντες ἄλκιμοι. Γίνεται δὲ ἐξ αὐτῆς σκευασία τὶς, ἡ προσαγορευομένη βεμβραφύα. Ἀριστώνυμος, Ταῖς βεμβραφύαις προσέοικεν ὁ καρκινοβάτης.
35Καὶ αὖθις,
35 Οὔτ’ ἀφύη νῦν ἐστι σαφῶς, οὔτ’ αὖ βεμβρὰς κακόδαιμον. Βέροια: Πόλις Μακεδόνων, ἣν φασὶν ἀπὸ Φέ‐ ρητος τινὸς κτισθεῖσαν, Φέροια, καὶ κατὰ Μακεδόνας, Βέροια, τροπῇ τοῦ φ εἰς β, ὡς Φερενίκη, Βερενίκη, ἡ γυνὴ τοῦ πατρὸς Πτολεμαίου· τοῦ φ τραπέντος
40εἰς β. Καὶ τὴν κεφαλὴν, κεβαλὴν λέγουσι.
40 Βεστῖνοι: Ἔθνος ἐν Ἰταλίᾳ. Ὠνόμασται δὲ ἀπὸ τοῦ θηριῶδες εἶναι· βέστια γὰρ τὰ θηρία κατὰ τὴν τῶν Ῥωμαίων διάλεκτον. Βέχειρ: Ἔθνος Σκυθικὸν, ὡς Σάπειρ, ἢ μετὰ τοῦ ς, Σάσπειρ.
45 Βέστον: Τὸ ἱμάτιον ὑπὸ Λακώνων· οἱ δὲ, βέττον. Διογενιανός. Βεῦδος: Καλλίμαχος, Ἐν δὲ Πάρῳ καλά τε καὶ αἰόλα βεύδε’ ἔχουσαι. Σημαίνει δὲ τὰ ποικίλα ἢ πορφυρᾶ ἱμάτια. Δίδυμος,

195

(50)

τὰ δέρματα βοεύδεα, ἢ τὰ εὐδίαν ἡμῖν παρέχοντα· Ἡρωδιανὸς δὲ εὕδεα, καὶ πλεονασμῷ τοῦ β, βεύδεα· παρὰ τὸ εὕδειν. Διογενιανός. Βεῦδος: Πόλις, καὶ γυναικὸς ἱμάτιον πολυτελές· παρὰ Ἑρμησιάνακτι δὲ καὶ ἄγαλμα.
55Βῆ: Περισπᾶται· Βῆ δ’ ἀκέων.

196

Ἀντὶ τοῦ ἐπορεύθη. Παρὰ τὸ βῶ, βῆμι· ὁ βʹ ἀόρι‐ στος, ἔβην. Ἢ παρὰ τὸ βίβημι, ὁ βʹ ἀόριστος ἔβην· τὸ γʹ, ἔβη· καὶ κατὰ ἀφαίρεσιν, βῆ. Ἰστέον ὅτι μετὰ τὴν ἀφαίρεσιν τοῦ κλιτικοῦ μο‐
5ρίου, εἰ μὲν μακρὰ συλλαβὴ ὑπολίποιτο, περισπᾶται· οἷον, ἔφης, φῆς· ἔβην, βῆν· εἰ δὲ βραχεῖα, ὀξύνεται, ἔβαν, βάν· ἔσταν, στάν. Βῆ: Τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ βαὶ, λέγεται Ἀττικῶς. Κρατῖνος Διονυσαλε‐
10ξάνδρῳ,
10Ὁ δ’ ἠλίθιος, ὥσπερ πρόβατον, βῆ βῆ λέγων βαδίζει.
10Ῥητορικὴ δέ ἐστιν ἡ λέξις. Βείομαι: Ἰλιάδος οʹ, Τῷ ῥα καὶ οὔτι Διὸς βείομαι φρεσίν. Ἀντὶ τοῦ, οὐδαμῶς κατὰ τὴν αὐτοῦ γνώμην βιώσο‐ μαι, ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ· διὸ οὐδαμῶς τοῦ Διὸς
15ἐπιστροφὴν ποιήσομαι. Δημήτριος δὲ, ἀποβήσομαι,
15εἴξω. Οὕτως ἔχει καὶ τὸ, Οὐ γάρ μοι δηρὸν βέῃ. Οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον. Βέω ἐστὶ, καὶ πλεονασμῷ τοῦ ἰῶτα, βείω. Ἰλιά‐ δος χʹ,
20Ἕκτορ τέκνον ἐμὸν, τί νυ βείομαι;
20Ἀντὶ τοῦ, ἐς τί ἔτι βιώσω καὶ ζήσω;
20Βηλός: Βαθμὸς θύρας, ἢ ὁ οὐρανός· οἷον,
20 Ῥίψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο. Ἀπὸ τοῦ οὐρανοῦ. Ἀπὸ γὰρ τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπ’ αὐτῷ, καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν, εἴ‐ ρηται. Τῷ δὲ τόνῳ, καθάπερ οἱ Ἀριστάρχειοι, βη‐ λὸν ὡς πηλὸν, τὸν τῶν θεῶν βαθμόν· ἕτεροι δὲ, τὸν
25βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον καὶ περιέχοντα τὸν
25πάντα ἀέρα· ἄλλοι δὲ, τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἀστέρων· τινὲς δὲ, κατὰ Χαλδαίους, τὴν ἀνω‐ τάτω τοῦ οὐρανοῦ περιφέρειαν· οἱ δὲ, κατὰ Δρύοπας, τὸν Ὄλυμπον. Ἄμεινον δὲ τὸν βατῆρα λέγειν. Κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃν
30καλοῦσι φλιάν· καὶ,
30 Οὐδῷ ἐπὶ λιθέῳ. Ὁ γὰρ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχοντα. Γίνεται παρὰ τὸν βήσω μέλλοντα, ᾧ ἐπιβαίνουσιν οἱ εἰσιόντες καὶ ἐξιόντες. Βηλὸς ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ ὁδὸς ἀπὸ τοῦ ὁδεύεσθαι. Καὶ ὁ Πανύασις δὲ
35τὰ πεδία βαίολα λέγει.
35 Βῆμα: Παρὰ τὸ βῶ, τὸ βαίνω. Τὸ δὲ παρὰ τοῖς φιλοσόφοις σύμβαμα, παρὰ τὸ βίβημι· τὸ δὲ βᾶμα καὶ σχᾶμα κατὰ τὴν Δωριέων φωνὴν εἴρηται ἀντὶ τοῦ βῆμα καὶ σχῆμα. Σχῆμα δὲ καὶ βῆμα δηλοῦσιν ὅτι οὐκ ἀθρόον δεῖ οὔτε τινὸς τῶν μαθημά‐
40των ἀλλ’ οὐδὲ τινὸς τῶν χωρίων ὑπεράλλεσθαι, κατὰ βαθμὸν δέ τινα καὶ τάξιν προϊέναι, καὶ μὴ τὰ μὲν προηγούμενα παρατρέχειν, ὑπὲρ δὲ τὰ ἐσκαμμένα ἅλλεσθαι. Ὅθεν καὶ παροιμία, Γείτων κινῶν τὸν πόδα.
45Τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν μήπω μυηθέντων
45τὰ προοίμια, περὶ δὲ τὴν τῶν τελῶν κατάληψιν μάτην σπουδαζόντων. Βῆμα σημαίνει τὸ λογεῖον. Βῆσσα: Ὁ βασιμώτατος καὶ ὑψηλὸς καὶ κοῖλος
τόπος. Παρὰ τὸν βήσω μέλλοντα γίνεται βῆσσα, πλεονασμῷ ἑτέρου ς· δι’ ἧς ἐστι βῆναι καὶ πορεύ‐

196

(50)

εσθαι. Οἱ δὲ, πόλιν Λοκρίδος φασί. Συστέλλει τὸ

196

(50)

α, ὡς κνίσσα.

196

(50)

Βῆσσαν: Κοιλάδα ὕδωρ ἔχουσαν, καὶ μεσότητα ὀρῶν, τὴν συνάγκειαν· ἄλλοι τὸ ἔνυδρον. Βητάγων: Ὁ Κρόνος ὑπὸ Φοινίκων. Βηχμός: Νυσταγμός. Βήθυλος: Εἶδος ὀρνέου· δήθυλος ἦν· τρέπει γὰρ
55τὸ δ εἰς β, οἷον, Δελφοὶ, Βελφοί· ἐνδύσαι, ἐνβύσαι. Βητάρμονες: Οἱ ὀρχησταί· παρὰ τὸ βαίνειν ἁρμοδίως, διὰ τοῦ βαίνειν μετὰ ἁρμονίας. Βηάρμων,

197

καὶ βητάρμων πλεονασμῷ τοῦ τ. Λέγεται δὲ βη‐ ταρμὸς καὶ ἐνόπλιος ὄρχησις· οἷον, Σκαίροντες βηταρμὸν ἐνόπλιον εἰλίσσοντο.
5 Βία: Σημαίνει βʹ· τὴν δύναμιν, ὡς τὸ, Σὴ δὲ βίη λέλυται. Καὶ τὴν ἐκ δυναστείας ἀδικίαν, ὡς τὸ, τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων. Καὶ,
10Βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας.
10Τῇ ἀδικίᾳ. Καὶ τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον,
10Οὔτε βίας Τρώων ὑπεδείδισαν, οὔτε ἰωκάς.
10Ἀμφότερα παρὰ τὴν ἴαν. Ὃ σημαίνει τὴν δύναμιν· καὶ πλεονασμῷ τοῦ β, βία. Τὸ δὲ μετὰ δυνάμεως καὶ βιαστικῶς τὶ πράττειν βία εἴρηται. Τὸ δὲ ἴα, παρὰ τὸ ἲς ἰνός· τὸ θηλυκὸν, ἴα. Βίβημι: Ὁ παρατατικὸς, ἔβην·
15 Ἂν δ’ ἄρ’ ἔβη Πρίαμος. βαίνειν λέγεται τὸ ἁπλῶς διὰ σκελῶν βαδίζειν· ἀναβαίνειν, ἡ ἐκ τῶν κάτω πρὸς τὰ ἄνω ἀνάδοσις. Ὁ μέλλων, βήσω· μετάγεται δὲ εἰς ἐνεστῶτα, καὶ μέλλοντα οὐκ ἔχει. Τὰ γὰρ ποιητικὰ, ἀπὸ μέλλον‐
20τος εἰς ἐνεστῶτα μεταγόμενα, ἄχρι τοῦ παρατατικοῦ
20κλίνονται.
20βιβάω βιβῶ, ὁ μέλλων, βήσομαι, βήσῃ· γίνεται ἐκ τοῦ βῶ, τὸ βαίνω· δευτέρας συζυγίας τῶν περι‐ σπωμένων, βιβάοντα· Μακρὰ βιβῶντα. Μεγάλα διαβαίνοντα. Καὶ,
25Ὁ δ’ ἤϊε μακρὰ βιβάσθων.
25Παρὰ τὸ βιβάζω γίνεται βιβαστός· καὶ ὡς ἁρμόζω
25ἁρμοστὸς γίνεται ὀρμαθὸς, οὕτως καὶ βιβασθός· καὶ ῥῆμα ἐξ αὐτοῦ, βιβάσθω. Ἢ ἀπὸ τοῦ βιβῶ, βιβάθω· καὶ πλεονασμῷ τοῦ ς, βιβάσθω· ἡ μετοχὴ, βιβάσθων, ἀντὶ τοῦ περιπατῶν, διαβαίνων.
Βίβλος: Διὰ τὸ τοὺς βίους βάλλεσθαι ἐν αὐτῇ·
30ἢ παρὰ τὸ βύω, τὸ σφαλίζω. Καὶ βι‐
30βλίον.
30 Βιβλίδες: Τὰ βιβλία· ἢ σχοινία τὰ ἐκ βίβλου πεπλεγμένα. Βίβλινος οἶνος: Οἷον, Ὕδωρ δὲ πίνει, τὸν δὲ βίβλινον στυγεῖ. Ἀπὸ Βιβλίνης οὕτω καλουμένης Θρᾳκίας ἀμπέλου·
35ἥτις, διὰ τὸ εὔφορος εἶναι, ἐν Ἑλλάδι μετετέθη, καὶ
35ἐν Σικελίᾳ, ὑπὸ Πόλλιδος τοῦ Σικυωνίου τυράννου· ἔνθεν αὐτὴν τινὲς καὶ πόλλιον καλοῦσιν. Ἐπίχαρμος δὲ, ἀπὸ Βιβλίνων ὀρῶν τῆς Θρᾴκης, ἔνθα φύεται, λελέχθαι αὐτὴν οἴεται· Σίμος δὲ ἐν τῇ ἕκτῃ τῆς Ἰλιάδος ἐν Νάξῳ φησὶ ποταμὸν Βιβλίνην· ἀφ’ οὗ
40καλοῦσιν οἶνον βίβλινον, διὰ τὰς πεφυκυίας ἀμπέ‐ λους. Διὰ δὲ τοῦ μ γράφουσι τὸν ποταμὸν, Βιμ‐ βλίνην· καὶ τὸν Νάξιον οἶνον διὰ τοῦ μ, Βίμβλινον. Ἔστιν οὖν ὁ Βίβλινος εἶδος οἴνου, καὶ γένος ἀμπέλου ἐν Θρᾴκῃ· καὶ ὁ παλαιὸς οἶνος.
45Βίνη: Πόλις. Μέμνηται ταύτης Ἡρόθεος, καὶ
45φησὶν ὠνομάσθαι ὑπὸ Φιλίππου οἰκισθεῖσαν ἀπὸ τῶν ἐν αὐτῇ συνοικισθέντων μοιχῶν. Ὦρος. Βινεῖν: Τὸ συνουσιάζειν. Παρὰ τὸ βίος ἐστὶν, ὡς ἐν ὑπομνήματι Ἀριστοφάνους, ὅτι οἳ κομίζοντες ἤδη τὴν ἡλικίαν (τοῦ συνουσιάζειν) ἀρχὰς ἔχουσι τοῦ

197

(50)

βίου. Ἄλλοι δὲ παρὰ τὸ βύειν δεδώκασι τὴν λέξιν, κατὰ τροπὴν τοῦ υ εἰς ι. Λέγει δὲ ὁ Ἡρωδιανὸς, ὅτι τοῦτο διφορεῖται κατὰ τὴν γραφήν. Τινὰ γὰρ τῶν ἀντιγράφων διὰ τῆς ΕΙ διφθόγγου γράφουσι τὴν λέξιν, τινὰ δὲ, διὰ τοῦ ι.
55Ὑπὸ δὲ ἀστυφίας καὶ πλήθους ἐτῶν βινεῖν εἰργόμενον.
55Βιπτάζω: Σώφρων καὶ Ἐπίχαρμος τὸ βαπτίζω
55βιπτάζω λέγουσιν. Οὕτως Ἡρωδιανός. Βιστονίη: Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς. Θρακικῇ· ἀπὸ Βίστονος τοῦ Τερψιχόρης.

198

βίος ἡ ζωὴ ἢ βιοτὴ προσαγορεύεται· παρὰ τὸ μετὰ βίας καὶ ἀνάγκης ζῆν, ὥς φησιν Ὅμηρος, Θεοὶ ῥεῖα ζώοντες. Οὐχ οὕτως οἱ ἄνθρωποι.
5Ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
5 ζώειν ἀχνυμένους· αὐτοὶ δέ τ’ ἀκηδέες εἰσίν. Ἢ παρὰ τὸ βέω, τὸ πορεύομαι. Τί γὰρ ἐστὶ βίος, ἢ ὁδὸς καὶ πορεία; Τὸ γὰρ βέω κυρίως τὸ πορεύομαι σημαίνει· Ὄφρ’ ἂν ἐγὼ βείω προτὶ Ἴλιον.
10Καὶ τὸ,
10Ζῆν δὲ βέω.
10Ἕκτορ, ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα.
10Τὰ δὲ παρὰ τὸ βίος συγκείμενα, εἴτε κατ’ ἀρχὰς
10λέγεται εἴτε κατὰ τὸ μέσον, διὰ τοῦ ι γράφεται· οἷον, βιωφελὴς, βιοτελὴς, βιοπλανὴς, καὶ βιοπλανές· (τὸ δὲ ἐντελὲς, βιοπλανέες, ὡς ἀκλεέες, ἀκλεὲς) ὄλβιος, ἄμφιος, ἀμφίβιος. Ποσαχῶς ὁ βίος; Πενταχῶς. Βίος, ὁ χρόνος τῆς
15ζωῆς· βίος καὶ ἡ ἐντεῦθεν τῆς ψυχῆς μετάστασις·
15βίος καὶ ἐν ᾧ τις διατρίβει· βίος καὶ τὸ ἐπιτήδευμα, εἴτε ἰατρός ἐστιν, ἢ μηχανικὸς, ἢ τεκτονικὸς, καὶ τὰ ὅμοια· βίος καὶ τὸ εἶδος τῆς ζωῆς, καθὸ λέγομεν τὸν μὲν σεμνὸν καὶ κόσμιον ἑλέσθαι βίον, τὸν δὲ, ἄσεμνον καὶ ἄμουσον.
19Βιβλιαίγισθος: Ἀνδρέας ὁ ἰατρὸς ἐπεκλήθη
20ὑπὸ Ἐρατοσθένους, ὅτι λάθρα αὐτοῦ τὰ βιβλία μετέγραψε. Βιός: Ὀξύνεται τὸ τόξον, διὰ τὴν πρὸς τὸν βίον διαστολήν. Ἔοικε δὲ ὑπὸ τῶν ἀρχαίων ὁμωνύμως
25λέγεσθαι βιὸς τὸ τόξον καὶ ἡ ζωή. Ἡράκλειτος οὖν ὁ σκοτεινὸς, Τῷ οὖν τόξῳ ὄνομα βιός· ἔργον δὲ, θάνατος. Ἤτοι παρὰ τὴν βίαν τῆς τάσεως τὸ ὅπλον οὕτω κεκλῆσθαι, ἐπειδὴ μετὰ βίας τείνεται· ἢ ὅτι δι’
30αὐτοῦ τὰ πρὸς τὸν βίον οἱ ἀρχαῖοι εἶχον, ἐν ταῖς
30θήραις αὐτῷ χρώμενοι· τὰ πρὸς τὸν βίον ἐπορίζοντο, τοξεύοντες τὰ πτηνὰ καὶ τὰ τετράποδα. Βίοτος: Σημαίνει τὴν ζωὴν, ὡς τὸ, Ἔνθα κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ, Ἰλιάδος ηʹ· καὶ τὰ κτήματα, καὶ τὰ πρὸς τὸ ζῆν
35χρήματα,
35 βίοτόν γε τεὸν καὶ κτήματα πάντα. Βιῴην: Εὐκτικὸν, ὡς παρ’ Ἀριστοφάνει, Ἀναβιῴην νῦν πάλιν. Βιῶν, βιοῦντος· βιοῖμι, βιοῖς, βιοῖ· καὶ πλεονασμῷ τοῦ η, βιοίη· καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω, βιῴην.
40Ἢ ὥσπερ ἀπὸ τοῦ δοὺς, δόντος, δοίην, καὶ ἐκτάσει,
40δῴη, οὕτω καὶ βιοὺς, βιόντος, βιοίη· καὶ κατ’ ἔκτα‐ σιν, βιῴην. Τὸ δὲ βιῶ, εἰ μὲν ἐστὶ δευτέρας συζυ‐ γίας τῶν περισπωμένων, βιᾷς, γίνεται ἐκ τοῦ βία· ὅθεν καὶ τὸ, ἐβιήσατο παῖδα·
45εἰ δὲ ἔστι τρίτης, βιῶ βιοῖς· καὶ ἐκ τούτου βίος.
45Βίωμι· ὁ δεύτερος ἀόριστος, ἐβίων· τὸ πληθυντικὸν,
45ἐβίωμεν· καὶ τὸ ἀπαρέμφατον, βιῶναι, τὸ ζῆσαι. Βίωμι, ἐβίων· βιοὺς, βιόντος· τὸ προστακτικὸν, βίωθι· τὸ τρίτον, βιώτω, τὸ ζησάτω. Βιάω, βιῶ· βιάομαι, βιῶμαι· βιαοίμην, βιῴμην· βιάοιο, βιῷο· βιάοιτο, βιῷτο· καὶ πλεονασμῷ τοῦ α, βιῴατο·

198

(50)

Τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα [Τρῶες.] Ἀντὶ τοῦ ὡσανεὶ αὐτὸν ἐβιάσαντο. Βίαιος: Παρὰ τὸ βία· τοῦτο παρὰ τὸ ἲς, ἡ δύναμις· τοῦτο παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἡ ὑπάρχουσα ἐν τινί. Προπαροξύνεται. Τὰ γὰρ ἔχοντα τὸ ι ἐν τῇ
55ἀρχῇ καὶ παράγονται ἀπὸ θηλυκῶν, προπαροξύνονται·
55οἷον, δίκη, δίκαιος· τιμὴ, τίμαιος. Οὕτως καὶ βία, βίαιος· καὶ ἐξ αὐτοῦ, βιαία. Βλάξ: Ὁ εὐήθης καὶ ἀργὸς καὶ ἀνόητος. Ἀρι‐ στοφάνης·

199

Βλάκες φυγεργοί. Εἴρηται ἀπὸ τοῦ μαλακός· καὶ τὸ ὑποκοριστικὸν, μάλαξ, ὡς βωμολόχος, βῶμαξ· πλούσιος, πλοῦταξ· μάλαξ οὖν, καὶ κατὰ συγκοπὴν καὶ τροπὴν, βλάξ.
5Εἰς δὲ τὸ Λεξικὸν τὸ Ῥητορικὸν εὗρον ἐγὼ εἰρῆσθαι τὴν λέξιν ἀπὸ ἰχθύος τινὸς, ὁμοίου σιλούρῳ, ἀχρήστου ὄντος, ὡς μηδὲ κύνα αὐτῷ χρήσασθαι. Πολιτείας δ, Βλακικόν τε ἡμῶν τὸ πάθος, ὡς εἰ λέγοι τὶς πνευμονιᾶν. Ἀπὸ τοῦ θαλαττίου
10ζῴου, ὄντος ἀναισθήτου. Οἱ δὲ, ἀπὸ τοῦ πρὸς τῇ
10Κύμῃ χωρίου τῆς Βλακείας· οὗ μέμνηται καὶ Ἀρι‐ στοτέλης. Καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τὶ βαα‐ κεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι, διὰ τὸ τοὺς μωροὺς εἰσιέναι πρὸς αὐτούς.
Βλάπτω: Ἔστι βρῶ, τὸ ἐσθίω· γίνεται κατὰ
15τροπὴν βλῶ· καὶ κατὰ παραγωγὴν, βλάπτω· ἀπὸ
15μεταφορᾶς τῶν ἐσθιομένων καὶ μηκέτι ὑγιῶν ὄντων. Βλάβη: Ἀπὸ τοῦ βλάβω, βλάβη· Βλάβεται δέ τε γούνατ’ ἰόντι. Ἔνθεν καὶ τὸ βλάβος· εἰ γὰρ ἦν ἀπὸ τοῦ βλάπτω, ὤφειλεν εἶναι βλαφὴ, ὡς σκάπτω, σκαφή.
20Βλαστός: Παρὰ τὸ βλώσκειν, ὃ σημαίνει τὸ
20αὔξεσθαι.
20 Βλάσφημος: Παρὰ τὸ βλάβη καὶ τὸ φήμη γίνεται βλάσφημος, ὁ βλάβας λέγων. Ἢ παρὰ τὸ φήμη καὶ τὸ βάλλω, ὁ τὰς φήμας βάλλων, ὁ λοί‐ δορος. Βλαισός: Παραλυτικός. Οὕτως εἰς τὸ Ῥητο‐
25ρικόν. Ὁ δ’ Ἐτυμολόγος, ὁ τοὺς πόδας ἐπὶ τὰ ἔξω
25διεστραμμένος, καὶ τῷ Λ στοιχείῳ ἐοικώς. Διὰ τοῦτο καὶ Λάμβδα ἐκαλεῖτο ἡ γυνὴ μὲν Ἠετίωνος, μήτηρ δὲ Κυψέλου τοῦ Κορίνθου τυράννου. Εἴρηται δὲ βλαισὸς ὁ βεβλαμμένος τὸ ἶσον τῶν ποδῶν. Τὸ ἐναντίον γοῦν, ὁ ἐπὶ τὰ ἔσω ἔχων τοὺς πόδας, καλεῖ‐
30ται ῥαιβὸς, ὁ διερραισμένος (ἤτοι διεφθαρμένος) τὸ ἶσον τῆς βάσεως. Βλαῖκος: Δαλὸς, κλάδος, ὄζος. Βλαιτόνους: Ὁ βλαισόπους. Βλέφαρον: Τοῦ βλέποντος φάρος· ἢ παρὰ τὸ
35αἴρεσθαι ἐν τῷ βλέπειν· αἰρομένων γὰρ αὐτῶν ἡμεῖς
35βλέπομεν. Ἢ παρὰ τὸ βάλλειν τοὺς ὦπας. Βλέπησις: Βλέψις. Βλέννα: Μύξα. Οἱ δὲ, διὰ τοῦ π, πλέννη. Καὶ πλέννα τὰ ἀσθενῆ καὶ δυσκίνητα. Βλεφαρίδες: Αἱ ἐν τοῖς βλεφάροις τρίχες.
40 Βλέμμυες: Ἔθνος βαρβαρικὸν Λιβύης, ἀπὸ Βλέμμυος, ἑνὸς τῶν Δηριάδου τριῶν ὑποστρατηγῶν. Εἰσὶ δὲ Ὀρόντης, καὶ Ὀρουάνδης, καὶ Βλέμυς. Τοὺς καταρράκτας φασὶ τοὺς περὶ Συήνην· Τῆς πάρος αἰθαλέων Βλεμύων ἀνέχουσι κολῶναι.
45 Βλεμεαίνω: Παρὰ τὸ βρέμω βρεμαίνω· καὶ τροπῇ τοῦ ρ εἰς λ, καὶ πλεονασμῷ τοῦ ε· Ἰλιά‐ δος οʹ, σθένεϊ βλεμεαίνων. Τῇ ἑαυτοῦ δυνάμει γαυριῶν καὶ ἐπαιρόμενος, μαρ‐

199

(50)

γαίνων καὶ ἐνθουσιῶν, σφοδρῶς ἐπιρρωννύμενος. Ἔνιοι

199

(50)

δὲ τῷ βλέμματι φοβῶν, οἷον τὴν δύναμιν διὰ βλέμ‐ ματος ἐνδεικνύμενος.
Βλείς: Ἐπίχαρμος, “τυροβλείς.” Φασὶν οἱ μὲν ἀπὸ τοῦ βληθεὶς, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ θ, βλείς. Ἣ ἀπὸ τοῦ βλῆμι· ὁ δεύτερος ἀόριστος,
55ἔβλην· (οἷον,
55Πόθεν δὲ ὠλκὸς εὐπετὲς ἔβλης)
55ἡ μετοχὴ βλείς. Κίνημα γὰρ, καὶ οὐ συγκοπή. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. Βλείμην: Ἔστι βλῶ, βλῆμι, βλήσω, ἔβλην· ὁ μέσος δεύτερος, ἐβλείμην· τὸ εὐκτικὸν, βλείμην· τὸ

200

δεύτερον, βλεῖο. Ἰλιάδος νʹ, Εἴπερ γάρ κε βλεῖο πονεύμενος. Ἐὰν γὰρ βληθῇς πολεμῶν, ἐνεργῶν. Βλῆτο: Ἀπὸ τοῦ βλῶ, βλήσω, βέβληκα· ὁ
5παθητικὸς, βέβλημαι· ἐβεβλήμην, ἐβέβλησο, ἐβέ‐
5βλητο· καὶ κατὰ συγκοπὴν, ἔβλητο· οἷον, Ἔβλητο πρὸς στῆθος. εἶτα ἀφαιρέσει, οἷον, Βλῆτο γὰρ οὔτι κάκιστος. Βλῆσθαι: Βληθῆναι. Ἀπὸ τοῦ βλῶ, βλήσω·
10βέβληκα, βέβλημαι, βεβλῆσθαι· καὶ κατὰ ἀφαί‐
10ρεσιν τῆς ΒΕ συλλαβῆς,
10Πρὶν βλῆσθαι Μενέλαον.
10 Βλήμενος: Ἀσκηθείς. Ὥσπερ τὸ οὐτάμενος ἀναδρομὴν ἔπαθε τόνου, οὕτω καὶ τὸ βλήμενος, ἐκ τοῦ βεβλημένος κατὰ συγκοπήν. Βληχρόν: Τὸ ἀσθενὲς παρ’ Ὁμήρῳ καὶ Ἀλκαίῳ καὶ ἄλλοις· Πίνδαρος δὲ ἐπὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει.
15Ἐκ τοῦ Ῥητορικοῦ. Εἴρηκε δὲ τὴν λέξιν ἐπὶ μὲν τοῦ ἀσθενοῦς, παρὰ τὴν βληχὴν, τὴν τῶν προβάτων φωνὴν, οὐδὲν οὖσαν. Βληχρὸς οὖν καὶ ἀβληχρὸς, τοῦ αὐτοῦ σημαινομένου μένοντος, ὡς στάχυς, ἄστα‐ χυς. Ἢ ἀπὸ τοῦ βέβληται, βληχρὸς, ὁ καταβε‐
20βλημένος καὶ πεπτωκώς· ἀπὸ τῶν παλαιόντων· ὁ δὲ ἰσχυρὸς, ἀπὸ τοῦ βέβληκα, ὁ καταβάλλων. Βλητός: Ὁ ἀπόπληκτος, ὁ ὑπὸ τῶν ὀξέων νοση‐ μάτων αἰφνιδίως τελευτῶν. Βλήτροισι: Βλῶ, βλήσω, βλῆτρον· σημαίνει
25δὲ τοὺς κατὰ τὰς ἁρμονίας γόμφους τοὺς πιούρους.
Καὶ βλῆτρα, ἐμβλήματα. Βλήρ: Αἰολικῶς, τὸ δέλεαρ. Οἱ Αἰολεῖς τὸ δ εἰς β τρέπουσι· τοὺς γὰρ δελφῖνας, βελφῖνας φασὶ, καὶ τοὺς Δελφοὺς, Βελφούς. Οὕτως οὖν
30δέλεαρ, βέλεαρ, καὶ κατὰ συγκοπὴν καὶ συνα‐ λοιφὴν βλὴρ πεποίηται. Οὕτως καὶ οἱ Βοιωτοὶ ποιοῦσι. Βλίσαι: Τὸ τὰ κηρία θλίψαι τῶν μελισσῶν. Ἀπὸ τοῦ μέλι, μελίζω· καὶ κατὰ συγκοπὴν καὶ
35τροπὴν, βλίζω· καὶ Ἀττικῶς, βλίττω· καὶ βλίττειν,
35τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων, τουτέστιν ἐκ‐ πιέζειν καὶ θλίβειν· ἐπὶ τὸ κινεῖσθαί πως. Βλιμάζειν: Τὸ τιτθολαβεῖν, ἤγουν τὸ ψηλαφᾶν τὰ στήθη, καὶ τοὺς μαστοὺς καταμανθάνειν τῇ ἁφῇ, καὶ ἅπτεσθαι τῶν ἀπορρήτων μελῶν τῶν γυναικείων,
40καὶ διεγείρειν τὰς ἐπιθυμίας, ὥς φησι Κρατῖνος, Ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ὦ θεοί· καὶ γὰρ ἐβλίμαζον αὐτήν· ἡ δ’ ἐφρόντιζεν οὐδὲ ἕν. Εἴρηται δὲ παρὰ τὸ φλίβω, ὅθεν καὶ φλιά· καὶ Ὅμηρος,
45(Ὃς) πολλῇσι φλιῇσι παραστὰς φλίψεται ὤμους.
45Παράγωγον, φλιμάζω· καὶ ὡς φλίβω, θλίβω, οὕτω φλιμάζω, βλιμάζω. Φαεινὸς δὲ καὶ Σύμμαχος, παρὰ τὸ φλιμάζειν, τοῦ μαζοῦ ἐγκειμένου. Λαμβά‐ νεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὰ κηρία τῶν μελισσῶν τρυγᾶν· καὶ βλιμάζειν, τὸ ἀποστάζειν τοῦ μέλιτος.

200

(50)

Καὶ βλιμάζομεν. Εἰσὶν ἄλλοι οἳ φασὶν, ὡς καὶ βλύω λέγεται παρὰ τὸ φλύω τὸ ἀναδίδωμι· οἷον, ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα. Κατὰ τροπὴν τοῦ φ εἰς βῆτα. Ὅμηρος, Οἴνου ἀποβλύζων.
55Ἀντὶ τοῦ ἀπεμῶν. Ὁ τρόπος ὀνοματοποιΐα. Καὶ
55ἐν συνθέσει Εὔπολις,
55Ἅμα βλυσθονῆσαι, καὶ χλοῆσαι τὴν πόλιν.
55Ἄλλοι δέ φασι κλιμάζειν τὸ διαστρέφειν. Κλί‐ μαξ δέ ἐστιν εἶδος ὀργάνου βασανιστικοῦ· οἷον, Τῇ κλίμακι διαστρέφονται. Οἷον, τὰ μέλη στρεβλούμενοι.

201

βλίτυρι καὶ κινδαψὸς λέγεται ἀναπλήρωμα
ἄλογον. Γέγονε δ’ ἤδη παροιμιῶδες, ὡς κατα‐ ριθμεῖσθαι ἐν καταλόγῳ φαρμάκων. Ἰόβας δὲ τὸν κινδαψὸν ὄργανον μουσικὸν ἀποδίδωσι, τὸ δὲ βλί‐
5τυρι, χορδῆς μίμημα· οὐκ εὖ. Βλοσυρός: Καταπληκτικὸς, φοβερὸς, δεινός· παρὰ τὸ σοβαρῶς καὶ ἐπηρμένως λεύσσειν ἢ βλέπειν. Οἱ δὲ, λαμπρὸς, ἢ χαλεπός· ἄλλοι, σεμνός. Ἡ δὲ Γοργὼ βλοσυρῶπις τὶς ἐστὶ, τουτέστι φοβερὰ, καὶ
10καταπληκτικὴ τὴν πρόσοψιν ἀπὸ τοῦ βάλλειν καὶ σύρειν τὰ ὄμματα· βολαὶ γὰρ τὰ ὄμματα. Βλωμός: Ὁ ψωμός. Καλλίμαχος· ὅσον βλωμοῦ πίονος ἠράσατο. Εἴρηται δὲ ἀπὸ τοῦ ψωμὸς, βλωμὸς, τοῦ ψ εἰς βῆτα
15τραπέντος. Ἢ παρὰ τὸ φλωμὸς κατὰ τροπήν· φλωμὸς γὰρ ἦν τὸ κλάσμα τοῦ ἄρτου Ἢ παρὰ τὸ βρῶ, τὸ ἐσθίω, βρωμὸς, καὶ βλαμὸς, ὡς παρὰ τὸ βῶ, βωμός. Ἄλλοι δὲ παρὰ τὸ βάλλειν εἰς τὸ στόμα. Ἡσίοδος,
20τετράτρυφον ὀκτάβλωμον.
20Βλῶσις: Οἷον,
20Δίφρου τέτυκται βλῶσις.
20Ἢ ἕδρα. Σημαίνει δὲ καὶ τὸ πορευτικόν. Ἴσως μόλησις τις οὖσα· τροπῇ τοῦ μ εἰς βῆτα. Βλωθρή: Οἷον, Ἠὲ πίτυς βλωθρή. Μακρὰ, μεγάλη. Ἢ ἡ ἀναδρομὴ καὶ αὔξησις.
25Εἴρηται παρὰ τὸν αἰθέρα καὶ τὸ μολεῖν, μολαιθέρη
25τὶς οὖσα, ἡ εἰς τὸν αἰθέρα μολίσκουσα· καὶ κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ μ εἰς β, διὰ τὴν ἀσυν‐ ταξίαν, καὶ ἐκτάσει τοῦ ο εἰς ω, βλωθρή· ἢ παρὰ τὸ μολεῖν καὶ τὸ θορεῖν, ἡ ταχέως μολίσκουσα καὶ θοροῦσα.
30Βλώσκω: Σημαίνει τὸ αὐξάνω. Ἀπὸ τοῦ μολῶ
30γίνεται παράγωγον μολίσκω· καὶ ὡς τελῶ, τελίσκω·
30καὶ γαμῶ, γαμίσκω· καὶ μεταθέσει, βολίσκω· καὶ ὑπερθέσει, βλοΐσκω· καὶ κατὰ συγκοπὴν καὶ ἔκτασιν τοῦ ο εἰς ω, βλώσκω. Ἰστέον ὅτι τὰ μὲν ἀπὸ τῆς πρώτης συζυγίας παραγόμενα διὰ τοῦ ίσκω γίνονται· οἷον, τελίσκω· τὰ δὲ ἀπὸ τῆς δευτέρας, διὰ τοῦ
35άσκω· οἷον, γελάσκω.
35 Βλίω: Πᾶσα δὲ λέξις ἀπὸ τῆς ΒΛΙ συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται, χωρὶς εἰ μὴ ἀπὸ κλίσεως ῥήματος σχῇ αὐτήν. Πρόσκειται, “ἀπὸ κλίσεως ῥήματος” διὰ τὸ βλῆμι, καὶ βλεῖο, Βλίξαι: Τὸ συνεχῶς βαστάσαι.
40βλίσκοι, οἱ Βοιωτοί.
40Βλίμη: Ὁ προπηλακισμός. Βλίτον: Λάχανον. Βλιαρόν: Ἀντὶ τοῦ λαῦρον. Βλίκας: Φύλλον συκῆς. Βλίκανον: Σημαίνει τὸν βάτραχον.
45Βλίτυρον: Ἐστὶ φυτὸν ἢ φάρμακον, ἢ χορδῆς
45μίμημα.
45 Βοᾶι: Βοάω, βοῶ. Ἐκ τοῦ βοὴ γίνεται βοῶ βοᾷς. Τὸ παθητικὸν βοῶμαι· τὸ δεύτερον, βοᾷ σὺ, καὶ πειρᾷ σύ. Ἔχει τὸ ι προσγεγραμμένον· τὸ δὲ βοᾶν καὶ γελᾶν ἀπαρέμφατα οὐκ ἔχει τὸ ι προσγε‐ γραμμένον, ὅτι ἀπὸ τοῦ παρατατικοῦ γέγονε τοῦ

201

(50)

ἐβόα καὶ ἐγέλα, καὶ ὁ παρατατικὸς οὐκ ἔχει τὸ ι προσγεγραμμένον· ἢ ὅτι τὰ εἰς ν λήγοντα ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τὶ ἀνεκφώνητον. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ βοᾷς καὶ γελᾷς οἱ Δωριεῖς βοῇς καὶ γελῇς λέγουσι. Καὶ μηδεὶς οἰέσθω ἀπὸ τοῦ
55βοᾷς καὶ γελᾷς γεγονέναι κατὰ τροπὴν τοῦ α εἰς η,
55ἀλλ’ ἀπὸ τοῦ βοάεις καὶ γελάεις κατὰ κρᾶσιν. Οἱ γὰρ Δωριεῖς τὸ α καὶ ε εἰς η κιρνῶσιν· οἷον, τὰ ἐμὰ, τἠμά.

202

Βοήσω: Ἰστέον ὅτι ἐν τῇ δευτέρᾳ τῶν περισπω‐ μένων πέντε παραλήγονται τῷ ο· βοῶ, γοῶ, ἀκροῶ,
5μακοῶ, ἀλοῶ· καὶ τὰ μὲν δύο διὰ τοῦ η ἔχει τὸν μέλλοντα, βοήσω, καὶ γοήσω· τὰ δὲ δύο, διὰ τοῦ α, ἀκροάσω καὶ μακοάσω· τὸ δὲ ἓν, διφορεῖται, ἀλοάσω, καὶ ἀλοήσω. Ἡ γὰρ δευτέρα ἐπὶ τοῦ μέλλοντος ἔχει τὸ η, ἢ τὸ α, ἐάσω. Ἀλλ’ ἡνίκα καθαριεύῃ ὁ
10ἐνεστὼς, τότε ὁ μέλλων διὰ μακροῦ τοῦ α ἐκφέρεται· οἷον, ἀνιῶ, ἀνιάσω· θεῶ, θεάσω· ἰῶ, ἰάσω, καὶ ἡνίκα ἔχῃ τὸ ρ, διὰ μακροῦ τοῦ α ὁ μέλλων· οἷον, γηρῶ, γηράσω· φυρῶ, φυράσω· ἡνίκα δὲ ἔχῃ τὸ λ, τότε ὁ μέλλων διὰ βραχέος τοῦ α· οἷον, θλῶ, θλάσω· γελῶ,
15γελάσω· τὰ δὲ ἔχοντα ἐν τῷ ἐνεστῶτι σύμφωνον χωρὶς τοῦ λ καὶ τοῦ ρ, διὰ τοῦ η ἔχει τὸν μέλλοντα· οἷον, ζῶ, ζήσω· νικῶ, νικήσω· πεινῶ, πεινήσω· διψῶ, διψήσω. Τὸ δὲ πεινάσω καὶ διψάσω, κατὰ τροπὴν Δωρικὴν γέγονε τοῦ η εἰς α. Τὰ δὲ ποιοῦντα παρά‐
20γωγα εἰς ΜΙ, κἄντε λ ἔχῃ, κἄντε ρ, διὰ τοῦ η ἔχει
20τὸν μέλλοντα· οἷον, πλῶ, πιμπλῶ, πίμπλημι, πλήσω· χρῶ, κιχρῶ, κίχρημι, χρήσω· στῶ, ἱστῶ, ἵστημι, στήσω. Βοῷεν: Ἔστι βοάοιμι· καὶ κράσει, βοῷμι· τὸ τρίτον τῶν πληθυντικῶν, βοάοιεν, βοῷεν. Βοόωντο,
25πλεονασμῷ τοῦ ο ποιητικῶς.
25 Βοή: Κυρίως ἡ μάχη· ὅθεν καὶ βοὴν ἀγαθὸς Μενέλαος. Καὶ βοηθεῖν, τὸ εἰς βοὴν θεῖν. Βοὴν ἀγαθὸς, ὁ ἐν τῷ πολέμῳ γενναῖος. Ἡ μὲν γὰρ δειλία, θραύ‐ ουσα τὸ πνεῦμα, βραχίστην ἀπεργάζεται τὴν φωνήν·
30βαίνει γὰρ ἐπὶ τοὺς ἀκούοντας ἡ βοή.
30 Βοή: Ὄνομα προσηγορικόν. Παρὰ τὸ βέω, βοὴ, (ὡς χέω, χοὴ) τὸ σημαῖνον τὸ βαίνω· ἐξ οὗ πλεονασμῷ τοῦ ι, βείω· οἱονεὶ ἡ διὰ τῆς τραχείας ἀρτηρίας βαίνουσα καὶ ἐκπεμπομένη φωνή. Ἢ παρὰ τὸ βέω, τὸ τρέφω, ἡ ἐκ τῶν τρεφομένων πνευ‐
35μάτων ἀποπεμπομένη.
35 Τὰ εἰς η λήγοντα καθαρὸν δισύλλαβα τῷ ο παρα‐ ληγόμενα, ὧνπερ κατ’ ἀρχὰς ῥημάτων ἔστι τὸ ε, ὀξύνεται· πνέω, πνοή· χέω, χοή. Τὸ ΒΟ, μικρόν. Διατί; Τὰ ἔχοντα τὸ ε ἐγκείμενον—. Βοηθός: Δῆλον τὸ σημαινόμενον. Εἴρηται ἀπὸ
40τοῦ εἰς βοὴν θέειν· ἢ ὁ εἰς τὴν βοὴν θοὸς καὶ ταχύς. Καὶ βοηθεῖν, τὸ ἅμα τῇ βοῇ θεῖν. Βοηδρομεῖν: Τὸ μετὰ σπουδῆς παραγίνεσθαι. Κᾶρες δὲ, ἀντὶ τοῦ βοηθεῖν, τουτέστιν ἐπὶ τὴν μάχην δραμεῖν. Ἔστι δὲ καὶ ἡ βοηδρομία, ἑορτή τις
45Ἀθήνῃσι καλουμένη· καθ’ ἣν ἡμέραν ἐβοήθει ὁ Ξοῦθος σπουδῇ πολλῇ πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος. Ἐρεχθεὺς δὲ τότε Ἀθηναίοις ἐβασίλευε. Βοηδρομίαις: Βοηθείαις, συμμαχίαις.

202

(50)

Βοηδρομιών: Μὴν παρὰ Ἀθηναίοις εἴρηται

202

(50)

ὅτι ἐν αὐτῷ ἐτιμᾶτο βοηδρόμιος Ἀπόλλων. Τὴν δὲ ἀρχὴν ἔλαβεν, ὅτι πολέμου συστάντος Ἀθηναίοις καὶ Ἐλευσινίοις, συμμαχήσαντος Ἴωνος κατὰ συγγένειαν, ἐνίκησαν Ἀθηναῖοι. Ἀπὸ οὖν τῆς τοῦ στρατεύματος βοῆς τῆς ἐπὶ τῷ ἄστει δραμούσης, ὅ
55τε Ἀπόλλων βοηδρόμιος ἐκλήθη, καὶ ἡ θυσία, καὶ ὁ μήν· καὶ τὰ βοηδρόμια ἐπετελεῖτο ἑορτή. Φερε‐ κύδης δὲ ἐν τοῖς Αὐτόχθοσι, διὰ τὸ τῆς φωνῆς ση‐

203

μεῖον, ἣν τὸ πρότερον ἀξύνετον οὖσαν εὗρε καὶ διήρ‐ θρωσεν. Βοί: Ἰστέον ὅτι ἐνταῦθα οὐ συναιρεῖται ὡς Λητόϊ, Λητοῖ. Οὐδέποτε γὰρ δοτικὴ ἑνικὴ μονο‐
5σύλλαβος ἐκφωνεῖ τὸ ι· οἷον, τῷ νῷ, τῇ γῇ. Εἰ οὖν
5ἐγένετο κατὰ συναίρεσιν βοῒ, βοῖ, ἔμελλεν ἐκφωνεῖ‐ σθαι τὸ ι· ὅπερ ἐστὶν ἄτοπον. Τὸ γὰρ ι τότε ἐστὶν ἀνεκφώνητον, ἡνίκα ἐστὶ μετὰ μακροῦ φωνήεντος. Βοιωτός: Ἄρνη ἡ μήτηρ αὐτοῦ τεκοῦσα αὐτὸν, λαθεῖν βουλομένη τὸν πατέρα, ἔρριψεν εἰς βοῶνα.
10Παρὰ τὸ οὖν μετὰ βοῶν τραφῆναι, Βοωτὸς καὶ Βοιωτὸς ἐκλήθη. Εὐφορίων, Τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκε μήτηρ, Βοιωτὸν δ’ ὀνόμηνε· τὸ γὰρ καλέουσι βοτῆρες, ὅττι ῥα πατρώῃσι βοῶν ἀπεθήκατο κόπροις.
15Βοιωτία: Ἡ χώρα, ἀπὸ Βοιωτοῦ τοῦ υἱοῦ Ἄρνης
τῆς Αἰολίδος καὶ Ποσειδῶνος, βασιλεύσαντος τῆς χώρας. Ἢ ἀπὸ τῆς καθηγησαμένης βοὸς τῷ Κάδμῳ. [Ἡ Βοιωτία] τὸ πρότερον Ἀονία ἐκαλεῖτο ἀπὸ
20τῶν κατοικούντων αὐτὴν Ἀόνων· μετωνομάσθη δὲ
20Βοιωτία ἀπὸ Βοιωτοῦ Ποσειδῶνος καὶ Ἄρνης. Ἔτι
20δὲ καὶ οἱ Βοιωτοὶ τιμῶσι τὸν προπάτορα αὐτῶν Βοιωτόν. Καθ’ ἑτέρους δὲ, ἀπὸ τῆς ἐλασθείσης κατὰ τὸ πυθόχρηστον ὑπὸ Κάδμου βοός. Ἀγαγοῦσα γὰρ αὐτὸν ἡ βοῦς, εἰς ἐκεῖνα τὰ μέρη ἀνακλιθεῖσα, ἀπέθανεν.
25Βοαγίδας: Ὁ Ἡρακλῆς, ὁ τοὺς βόας τοῦ
25Γηρυόνου ἄγων τῷ Διΐ. Βοάγρια: Τὰ ἐκ βοῆς ἀγρευόμενα λάφυρα. Ἔστι καὶ Βόαγρος ποταμός. [Βοείας:] Τὰς ἐκ βοείων βυρσῶν ἀσπίδας· ἀπὸ τοῦ βεβυρσῶσθαι τοῖς βοείοις. Καὶ βοείας, τὰς
30ἀσπίδας ὁμοίως. Βοὸς πόδα: Οἱ μὲν Ἀττικοὶ ἐπὶ ζῶντος λέγου‐ σιν, ἐπὶ δὲ τῶν τεθνηκότων βόειον πόδα φασίν· ὡς πατρὸς κλῆρον, ἐπὶ ζῶντος· πατρῷον δὲ, τελευ‐ τήσαντος. Παρ’ Ὁμήρῳ δὲ συγχεῖται· οἷον,
35 Ὣς εἰπὼν ἔρριψε βοὸς πόδα. Ἐπὶ τοῦ νεκροῦ. Καὶ ἐπὶ ζῶντος, Ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων. Καὶ εἰς τὰς Διαφορὰς, βοὸς ποὺς, ὁ τοῦ ζῶντος· βόειος δὲ, ἐπὶ νεκροῦ.
40Βοῦς: Τὸ ζῷον, παρὰ τὸ βῶ, τὸ τρέφω, τὸ τρέ‐
40φον ἡμᾶς ἐκ τῆς περὶ τὴν γῆν ἐργασίας. Οὐ δυνά‐
40μεθα δὲ λέγειν ἐπὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν τοὺς βόας καὶ βοῦς. Τὸ γὰρ α καὶ ο οὐ κιρνᾶται εἰς τὴν ΟΥ δίφθογγον, ἀλλ’ εἰς ω. Ἀλλὰ λέγουσιν, ὅτι ὁμοφωνία γέγονε τῆς εὐθείας τῶν πληθυντικῶν καὶ τῆς αἰτιατικῆς. Πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν
45εἰς ς λήγουσα καὶ συνῃρημένη κατὰ τὸ τέλος ἔχει τὴν αἰτιατικὴν καὶ κλητικὴν ὁμόφωνον αὐτῇ. Οὐ κλίνεται βοῦς βουός. Τὰ γὰρ εἰς ς λήγοντα μετὰ διφθόγγου ἀποβάλλουσι τὸ ὑποτακτικὸν αὐτῶν φω‐ νῆεν ἐν τῇ γενικῇ· πλὴν τοῦ κλεὶς, κλειδός· καὶ παῖς,

203

(50)

παιδός· καὶ δαὶς, δαιτός. Βοὺς, βοός. Καὶ τὸ

203

(50)

συνῃρημένον οὐκ ἔχει. Οὐδέποτε δισύλλαβος γενικὴ ἀπὸ μονοσυλλάβου εὐθείας γινομένη συναίρεσιν ἐπι‐ δέχεται. Τῷ βοΐ· καὶ τὸ συνῃρημένον οὐκ ἔχει. Οὐδέποτε δισύλλαβος δοτικὴ βραχυκατάληκτος συναιρεῖται. Ἡ αἰτιατικὴ, τὸν βόα καὶ βοῦν.
55Ὦ βοῦ.
55 Βοῶπις: Εὐόφθαλμος, καλή· εἶδος τῶν ὑποπε‐ πτωκότων τῷ ὀνόματι προσηγορικόν. Βοῶν: Σημαίνει γʹ· τὴν μετοχὴν, Αὐτὰρ ὃ μακρὰ βοῶν.

204

Σημαίνει καὶ τὸ ζῷον, Μυκηθμοῦ δ’ ἤκουσε βοῶν. Σημαίνει καὶ τὴν ἀσπίδα, Χαλκοῦ τε ῥινοῦ τε βοῶν τ’ εὐποιητάων.
5Βοῦς: Σημαίνει δύο· τὸ ζῷον,
5Αὐτὰρ ὃ βοῦν ἱέρευσεν.
5Καὶ τὴν ἀσπίδα, βόας αὔας. Καὶ, βῶν ἀζαλέην. βοῦν Δωρικῶς τὴν ἀσπίδα, ὅτι ἐκ βοείων ἐστὶ δερ‐
10μάτων· συνεκδοχικῶς, τὸ ὅπλον. Ἔστι βοῦς καὶ
10εἶδος πλακοῦντος διδομένου τοῖς εἰς Τροφωνίου κατα‐
10βαίνουσι, διότι οἱ καταβαίνοντες εἰς τὸ ἄδυτον μυ‐
10κηθμῶν αἰσθάνονται. Βόθρος: Δῆλον τὸ σημαινόμενον. Ὅμηρος, Βόθρον ὀρύξαι ὅσοντε πυγούσιον ἔνθα καὶ ἔνθα. Παρὰ τὸ βῶ, βέω, βέθρος, καὶ βόθρος, κατὰ ἀντί‐ φρασιν, ἐφ’ ὃν οὐδεὶς βαίνει· ἢ παρὰ τὸ βάθος, βά‐
15θρος, καὶ βόθρος. Ἢ παρὰ τὸ βάραθρον, συγκοπῇ καὶ τροπῇ τοῦ α εἰς ο. Βόθυνος: Ὥσπερ παρὰ τὸ θρασὺς γίνεται θρά‐ συνος, οὕτω καὶ παρὰ τὸ βαθὺς γίνεται βάθυνος, καὶ βόθυνος, ὁ λάκκος.
20 Βολβός: Ἐπὶ τοῦ ὀφθαλμοῦ, ἀπὸ τῆς πρὸς τὸν ἔξω τὸν ἐκ γῆς βολβὸν ἐμφερείας. Ἐπὶ δὲ τοῦ ἐσθιομένου, παρὰ τὸ βίᾳ ἀναβάλλεσθαι. Βόλβιτον: Τὴν παντοδαπῆ κόπρον· βόλιτον γὰρ ἦν· καὶ πλεονασμῷ τοῦ β· κυρίως δὲ, ἡ βοός.
25 Βολεῶνας: Οὕτως λέγεται οὗ ἡ κόπρος τῶν βοῶν καὶ τῶν ὑποζυγίων βάλλεται, οἷον, τοὺς κοπρῶ‐ νας. Λέγεται καὶ τόπος λιμένος, ἔνθα δέδενται αἱ ἄγκυραι. Βόλιτον: Βόλβιτον δὲ Ἴωνες, οἵ τε ἄλλοι καὶ
30Ἱππῶναξ· οἷον,
30βολβίτου κασιγνήτην.
30Εἶτα,
30 Νὴ τὸν Ποσειδῶ καὶ βολίτινον θάτερον κατὰ παραγωγήν. Εἴρηται δὲ οἱονεὶ βοὸς λιτὸν, τὸ ἁμάρτημα τὸ κοπρῶδες· καὶ πλεονασμῷ τοῦ β, (ὡς φέρω, φέρβω) βόλβιτον. Βόλινον: Κώμη τὶς τῆς Ἀχαΐας, πλησίον
35Πατρῶν καὶ τοῦ καλουμένου Δρεπάνου. Εἴρηται δὲ,
35ὅτι νύμφη τὶς διωκομένη ὑπὸ Ἀπόλλωνος ἐρῶντος, κατὰ τόνδε τὸν τόπον μέλλουσα ἀγρεύεσθαι, ἔρριψεν ἑαυτὴν εἰς θάλασσαν· ὁ δὲ θεὸς τὸ χωρίον οὕτως ἐκά‐ λει, ἀπὸ τῆς βολῆς τῆς νύμφης. Βόλιμος: Τὴν παραγωγὴν ἀπέδωκε· καὶ τὸ ση‐
40μαινόμενον εὗρον εἰς τὸ Ῥητορικὸν Λεξικόν. Ἔστι μόλιβος· καὶ κατὰ ἐναλλαγὴν, βόλιμος, παρὰ Συρα‐ κουσίοις. Βόμβος: Ψόφος τίς. Ὠνοματοπεποίηται δὲ ἡ λέξις κατὰ μίμησιν τῆς γινομένης φωνῆς· καὶ βομ‐
45βεῖν ἐξ αὐτῆς, τὸ ἠχεῖν· καὶ βομβόλυξ, πομ‐ φόλυξ. Βομβύκη: Ὄνομα αὐλητρίδος· παρὰ τὸν βόμβον τῶν αὐλῶν. Καὶ βόμβυξ, αὐλοῦ τὶ εἶδος· καὶ ζῷον, ἀφ’ οὗ τὰ βομβύκινα ὑφάσματα.

204

(50)

Βομβηδόν:

204

(50)

Ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσι,

204

(50)

βομβηδὸν κλονέονται. Κυρίως βόμβος, ὁ τῶν μελισσῶν ἐστιν ἦχος· ἔνιοι δὲ τῆς βοξύνης λεγομένης μελίσσης. Ἀπολλώνιος. Τὰ δὲ εἰς ΔΟΝ ἐπιρρήματα ὀξύνονται, χωρὶς τοῦ ἔνδον.
55Βομβυλιός: Εἶδος ζῴου παραπλήσιον μελίσσῃ.
55Εἴρηται δὲ παρὰ τὸ βομβεῖν. Ἔστι δὲ καὶ ποτη‐ ρίου εἶδος ἀπὸ μεταφορᾶς τοῦ ζῴου. Καὶ γὰρ αὐτὸ
ποιῶς πως κατεσκευάζετο, ὥστε πινόντων βομβεῖν.

205

Καὶ τὸ ἐλαιηρὸν δὲ ἀγγεῖον, καθ’ ὁμοιότητα τοῦ στε‐ νοπόρου ἐκπώματος, βομβυλιὸς λέγεται. Βόρμος: Βρόμος· καὶ καθ’ ὑπέρθεσιν, βόρμος, καὶ βόρμοξ. Ἔστι δὲ τροφὴ τετραπόδων.
5 Βορά: Ἡ τροφή. Παρὰ τὸ βῶ, τὸ τρέφω· ὁ μέλλων, βόσω· βορὸς, καὶ βορά. Ἐξ αὐτῶν βοράζω, τὸ τρέφω. Βορᾶς: Παρὰ τὸ βορώτατα τὰ σώματα ἡμῶν ποιεῖν καὶ ὑγιεινότατα. Ὁ μὲν Ὠρίων ὠνοματοπε‐
10ποιῆσθαι τὴν λέξιν φησὶ κατὰ μίμησιν τοῦ γινομένου
10ἤχου κατὰ τὴν πνοὴν αὐτοῦ· ἄλλοι δὲ, παρὰ τὸ βάρος, βορέας· ἢ παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ τρέφων καὶ αὐξάνων τοὺς καρπούς· ἢ παρὰ τὸ βορά· βορᾶς γὰρ ἡμῖν αἴτιος ἐστὶ, τροφῆς, αὔξων τοὺς καρπούς. Ἢ παρὰ τὸ βαίνειν αὐτὸν ῥᾷον πρὸς ἡμᾶς.
15 Βόρβορος: Παρὰ τὸ βάρος, βάρβαρος· καὶ τροπῇ τοῦ α εἰς ο, βόρβορος. Βόρβορος γὰρ λέγεται τὸ περίττωμα τῆς γαστρός· τοῦτο γὰρ ἐν τοῖς ἄνω κείμενον βάρος ἐμποιεῖ. Ἢ παρὰ τὸ βορὰ, βορὸς, ἡ ἐκ τῆς βορᾶς κόπρος· διπλασιασμῷ καὶ πλεονασμῷ
20τοῦ ρ, βόρβορος, ἡ ἐκ τῆς τροφῆς γεννηθεῖσα ὕλη. Βοσόρ: Ἑβραϊκὴ ἡ λέξις, σημαίνει δὲ ἱμάτιον ἐκ κοκκίνου βεβαμμένον. Λέγεται δὲ καὶ τὸ σῶμα, ὡς τὸ, Οὗ τὸ ἐρύθημα ἐξ ἀμπέλου βοσόρ.
25Ἀντὶ τοῦ, οὗτινος τὸ σῶμα ἐξ ἀμπέλου ἦν βεβαμ‐
25μένον.
25 Βολωσία: Ἡ Εἰλείθυια· βολὰς γὰρ τὰς ὠδῖνας ὠνόμαζον. Βόλος ὑπὸ Κρητῶν καὶ ἡ διὰ σαγηνείας ἄγρα, καὶ ὁ τῶν κύβων καὶ ἀστραγάλων. Βόσκω: Παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων, βόσω· πλεονασμῷ τοῦ κ, βόσκω, ὡς τιτρώσω, τιτρώ‐
30σκω· θνήσω, θνήσκω. Ἐξ οὗ βόσις ἡ τροφή· καὶ συβώτης. Βόστρυχος: Ὁ πλόκαμος τῆς τριχός. Σοφοκλῆς, ὁρῶν νεωρῆ βόστρυχον τετμημένον. Παρὰ τὸν βότρυν, βότρυχος καὶ βόστρυχος, ὁ βο‐
35τρυοειδής. Μετὰ σχήματος γὰρ βοτρυοειδοῦς ἀπήρ‐
35τηται·
35Πλοχμοὶ βοτρύοντες ἐπερρώοντο κιόντι.
35 Βόσπορος: Οἱονεὶ βοὸς πόρος· ὠνόμασται δὲ ἀπὸ Ἰοῦς τῆς θυγατρὸς Κάδμου. Ταύτῃ γὰρ ἡ Ἥρα κατὰ ζῆλον οἶστρον ἔπεμψεν. Ἥτις ἐλαυνο‐ μένη ὥσπερ πόρτις τοῦτον παρῆλθε τὸν τόπον, ὡς φησὶ Διονύσιος·
40Τῷ δ’ ἔπι Θρηϊκίου στόμα Βοσπόρου· ὃν πάρος Ἰὼ
40 Ἥρης ἐννεσίῃσιν ἐνήξατο πόρτις ἐοῦσα. Φύλαρχος δὲ, ὅτι οἱ ἐντὸς τοῦ Εὐξείνου πόντου ἦσαν ἄπειροι γεωργίας· οἱ δὲ ἐκτὸς, ἔμπειροι. Διὸ καὶ Βόσπορος ἐκεῖνο τὸ μέρος ἐκαλεῖτο τοῦ πελάγους, ὅτι ἐσπείρετο. Τινὲς δὲ, τοὺς στενοὺς πορθμοὺς
45Βοσπόρους εἰρῆσθαι. Ἢ ὅτι τὸ παλαιὸν, εἴ ποτέ
45τινες ἤθελον εἰς τὸ πέραν διαβῆναι, σχεδίας πηγνύν‐ τες καὶ βοῦς ὑποζεύξαντες, ἐπὶ τούτων διεπεραιοῦντο. Ὅθεν ἡ ἐπωνυμία. Βοτάνη: Παρὰ τὸ βίᾳ τείνεσθαι, ἤγουν αὔ‐ ξειν.

205

(50)

Βοτά: Πρόβατα, καὶ βοσκήματα, καὶ τὸν λεγό‐

205

(50)

μενον βοτόν· ἀπὸ τοῦ βόσκεσθαι· καὶ βοτεῖν, βό‐
σκειν. Βοτήρ: Ὁ ποιμήν. Καὶ διὰ τοῦ ο, καὶ διὰ τοῦ ω. Ὅθεν καὶ τὸ, Κτεῖν(ον) δ’ ἐπὶ μηλοβοτῆρας.
55Τοὺς βοσκήτορας καὶ νομέας τῶν μήλων. Παρὰ τὸ
55βῶ, τὸ τρέφω, βόσω, βοτὴρ, καὶ βότειρα, ὡς σωτὴρ,
55σώτειρα· καὶ βότης· ὅπερ καὶ βούτης λέγεται, πλεονασμῷ τοῦ υ· καὶ συβώτης καὶ συβώσιον, ἐκτάσει τοῦ ο εἰς ω. Ὁ δὲ Φιλόξενος, παρὰ τὸ βόσκω, βοτὴρ, ἀποβολῇ τοῦ κ.

206

Βόττιον: Ἔθνος Μακεδόνων· καὶ Βοττία ἡ χώρα, ἀπὸ τῶν βοτῶν, ὅτι πολυθρέμματός ἐστι. Καὶ τὸ ἔθνος. Ἢ παρὰ τὸν βοτὸν, βοτιανή· καὶ πλεο‐ νασμῷ τοῦ τ, βοττιανή. Ἢ ἀπὸ τοῦ Βόττονος τοῦ
5ἡγησαμένου τῆς ἐκεῖσε ἀποικίας.
5 Βόττεια: Πόλις Μακεδονίας. Καὶ διὰ τοῦ ε ψιλοῦ, Βόττεα. Τούτου τὸ ἐθνικὸν, Βοττεάτης· τὸ δὲ ἐθνικὸν τοῦ Βόττεια, διὰ τοῦ ι, ὡς Στράβων ἐν ζʹ. Καλεῖται δὲ ἀπὸ Βόττωνος Κρητὸς ἡ πόλις· οἱ οἰ‐ κοῦντες, Βοττιαῖοι· καὶ Βοττικὴ, ἡ Χαλκιδικὴ γῆ·
10καὶ θηλυκῶς λέγεται Βοττιαιΐς· καὶ Βοτταϊκὴ, κτη‐ τικόν. Βότρυς: Παρὰ τὴν πόσιν, πότρυς, καὶ βότρυς, ὁ τὴν πόσιν καὶ τὸ ποτὸν ῥέων. Ἢ παρὰ τὸ βῶ, τὸ πατῶ, ὁ τοῖς ποσὶ τριβόμενος, τουτέστι πατού‐
15μενος.
15Βοτρυδόν: Συνεστραμμέναι καὶ συνημμέναι,
15ὡς ἐν βότρυος σχήματι.
15 Βουβάλιον: Κόσμος χρυσοῦς περιτιθέμενος τῷ καρπῷ. Δίφιλος ἐν Παλλακῇ, Βουβάλια καρπῶν παρθένου φορήματα. Εἴρηται διὰ τὸ ἔχειν ἐπὶ τοῦ ἄκρου προτομήν τινα
20βουβάλου ἐξέχουσαν· καὶ βούβαλον μέγα καὶ πολύ. Βουβάρας: Ὁ μεγαλοναύτης. Ἢ ὁ μεγάλως βαρύς· παρὰ τὸ βοῦ ἐπιτατικὸν, καὶ τὴν βάριν, εἶδος πλοίου. Ἢ παρὰ τὸ βάρος ἔχοντα, καὶ καυ‐ χητιῶντα. Περὶ ἀλαζόνος γὰρ λέγεται, ὃν καὶ
25βαρυγέταν εἰρήκασι.
25Βούβοσις: Πολυφαγία.
25Βουβωνία: Κόπος.
25 Βούβασις: Κώμη τῆς Αἰγύπτου καὶ θεός. Ὅτι ἡ Ἰὼ ἡ Ἰνάχου εἰς βοῦν μεταβληθεῖσα, καὶ μετὰ
τὴν διὰ γῆς καὶ θαλάσσης πλάνην εἰς Αἴγυπτον παραγενομένη, ἐπιβᾶσά τε βροχθώδους τόπου τοῦ Νείλου, τῶν χηλῶν ἴχνη τῷ πηλῷ ἐνεχάραξεν. Ὁ
30δὲ τῆς χώρας βασιλεὺς ἑωρακὼς τὸ μὲν τῆς ἐμ‐ προσθίας χηλῆς τῷ ΕΙ στοιχείῳ ἐμφερὲς, τὸ δὲ τῆς ὀπισθίας τῷ ω, Εἰὼ τὴν βοῦν ὠνόμασε· τὴν δὲ κώμην, Βούβασιν, ἀπὸ τῆς τοῦ βοὸς βάσεως. Ὥστε κατὰ τοῦτον τὸν λόγον καὶ διὰ τῆς ΕΙ διφθόγγου· δεῖ
35γὰρ Εἰώ. Ὁ μέντοι Ἡρωδιανὸς φησὶ διὰ τοῦ ι,
35παρὰ τὸ ἰέναι σχηματιζόμενον· ὅτι πολλὴν (φησὶν) ἦλθε γῆν. Βούβαστος: Πόλις Αἰγύπτου· καὶ Βουβατῖτις πόλις. Τὸ ἐθνικὸν, Βουβαστίτης. Βούβρωστις: Κυρίως ὁ μέγας λιμός· ὅτι καὶ
40βοῦς λυμαίνεται καὶ τοὺς βοῦς βρῶσιν ποιεῖ ὁ χαλεπὸς λιμός. Ἐπὶ δὲ τοῦ, Καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, Ἰλιάδος ωʹ, ἀντὶ τοῦ μεγάλη ἀνία καὶ λύπη. Ἔνιοι δὲ βούβρωστιν τὸν οἶκτον.
45Βούδιον: Πόλις Θεσσαλίας· οἱ δὲ, Ἠπείρου.
45 Βουγάϊον: Ἐργάτην βοῦν· οἱ δὲ, μεγάλαυχον, ἀμαθῆ, ἀλαζόνα, βοώδη, καὶ ἀναίσθητον. Βουζυγία: Γένος τὶ Ἀθήνῃσιν ἱερωσύνην ἔχον. Βουζύγης γὰρ τὶς τῶν ἡρώων πρῶτος βοῦς ζεύξας τὴν γῆν ἤροσεν· ἀφ’ οὗ γένος Βουζυγία.

206

(50)

Βουβών: Τὸ παρ’ ἑκάτερα τῆς ἥβης μέρος, ἐν ἀρχῇ τῶν μηρῶν κείμενον. Εἴρηται δὲ, ὅτι τοῦ βαί‐ νειν ἐστὶν ὑπηρέτης. Παρὰ γὰρ τὸ βῶ γίνεται βών· καὶ συνθέσει τοῦ ἐπιτατικοῦ βοῦ γίνεται βου‐ βὼν, ὁ μεγάλως βαίνων, ἢ δι’ οὗ μεγάλως βαίνομεν.
55Βουβὼν λέγεται καὶ τὸ πάθος τὸ εἰς ὕψος βαῖνον· ἀπὸ τοῦ ἐπαίρεσθαι, καὶ μεγάλως βαίνειν εἰς οἴδημα. Ὅπερ τινές φασι βομβῶνα, ὡς λέγει Ἡρωδιανὸς ἐν

207

τῷ Καθόλου. Μένανδρος ἐν τῷ Γεωργῷ· οἷον, Βουβὼν ἐπήρθη τῷ γέροντι· Καὶ ῥῆμα παρ’ αὐτῷ βουβωνιῶ. Ἔστι καὶ βουβὼν πόλις Λυκαονίας, ἀπὸ Βουβῶνος λῃστοῦ· ὁ πολίτης,
5Βουβώνιος ὤφειλεν εἶναι· ἀλλ’ ἔστι Βουβωνεύς.
5Εἴρηται ἀπὸ τοῦ βοῦ· ὅπερ ἀπὸ τοῦ ζῴου ληφθὲν σημαίνει τὸ μέγα, ὡς ἐν τῷ βούτιμος, καὶ Βούπαλος κύριον. Παρὰ δὴ τὸ ἐπιτατικὸν καὶ τὸ γαῖα σύν‐ θετον γίνεται βουγάϊος· ἢ παρὰ τὸ γαίειν, τὸ γαυ‐ ριᾶν, ὅπερ καὶ αὐτὸ παρὰ τὴν γαῖαν γέγονεν· ἵν’ ᾖ
10ἀπὸ τοῦ μεγέθους τῆς γῆς, ὁ μεγαλόφρων· οἷον,
10 Αἶαν ἁμαρτοεπὲς βουγάϊε, [οἷον ἔειπες.] Βουθόη: Πόλις Ἰλλυρίδος. Εἴρηται, ὅτι Κάδμος ἐπὶ βοῶν ζεύγους ἐκ Θηβῶν ταχέως εἰς Ἰλλυρικοὺς παραγενόμενος ἔκτισε πόλιν· καὶ ἀπὸ
τῶν βοῶν καὶ τοῦ θοῶς φυγεῖν, Βουθόην αὐτὴν ὠνό‐
15μασεν. Ἢ ἀπὸ τοῦ βούτου βουτόη καὶ βουθόη ὠνόμασται. Τὸ ἐθνικὸν, Βουθοαῖος. Βουθοίη: Πόλις τῆς Ἰλλυρίδος. Σοφοκλῆς Ὀνομακλεῖ, Βουθοίη Δρίλωνος ἐπὶ προχοῇσιν ἐνάσθη.
20Εἴρηται ἀπὸ τοῦ βοηθὸν γενέσθαι. Βουθία, πόλις
20Ἰωνίας· τὸ ἐθνικὸν, Βουθιαῖος.
20 Βουθέρει: Ἐν ᾧ τόπῳ βόες θέρους νέμονται. Βουκάπη: Ἡ φάτνη τῶν βοῶν. Ἀπὸ τοῦ κάπτω, τὸ ἐσθίω, γίνεται κάπη· τουτέστιν ἐν ᾗ οἱ βοῦς κάπτουσι. Βούκαια: Πόλις Φωκίδος ἐν τῷ Παρνασῷ.
25Ὠνόμασται δὲ, ὅτι ποτὲ Δευκαλίων καὶ Πύρρα,
25κατακλυσμὸν φεύγοντες, παρ’ αὐτοῖς διεσώθησαν· καὶ σημεῖον τοῦτο· κατ’ ἐνιαυτὸν πυρὰν ἀνάπτοντες, μεγάλην βοῦν ἐπελαύνουσιν, αὐτῇ ἐπιβοῶντες, Ἕρπε βοῦς κατὰ τὰ πάτρια· καὶ κατακαίουσιν αὐτήν. Ἀπὸ γοῦν τοῦ καίειν τὴν βοῦν λέγεται Βούκαια, καὶ
30Βουκαεῖς.
30 Βούκαιος: Νίκανδρος, Βούκαιός τ’ ἀλέγοι καὶ ὀροίτυπος. Καὶ Θεόκριτος. Σημαίνει δὲ τὸν ἀροτριαστὴν, τὸν τοῖς βουσὶ καίνοντα τὴν γῆν, τουτέστι κόπτοντα καὶ σχίζοντα.
35Βούκερα: Λίμνη τὶς ποτὲ μὲν καλουμένη, νῦν
35δὲ, εἶδος βοτάνης, ἀπὸ τοῦ σχήματος τοῦ παρὰ τὴν θέσιν· ἐπειδὴ κέρατι βοὸς ἔοικε. Καὶ Νίκανδρος ἐν Ἀλεξιφαρμάκοις παρετυμολογεῖ αὐτὴν, λέγων, Ἄλλοτε βουκέραος χιληγόνου, ὅ ῥα κεραίας εὐκαμπεῖς πετάλοισιν ὑπηνεμίοισιν ἀέξει.
40 Βουκέρας: Ἡ τῆλις τὸ σπερμάτιον. Διό‐ τιμος. Βουκεραΐς: Κρήνη ἐν Πλαταιαῖς, ἥτις ὠνόμα‐ σται, ὅτι Πόλυβος ἐξ Ἄργους ἐπέκτισε Πλαταιὰς μετὰ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν, βοὸς αὐτῷ
45ἡγουμένης κατὰ χρησμὸν, ὥς ποτε Κάδμῳ· ἣν ἐκεῖσε
45κατακλιθεῖσαν τῷ κέρατι πατάξαι τὴν γῆν, καὶ κρήνην ἀναφανῆναι· ἣν ἀπὸ τοῦ κέρατος τοῦ βοὸς Βουκεραΐδα καλεῖσθαι. Οὕτω Θέων ἐν τοῖς ὑπο‐ μνήμασι τοῦ αʹ Αἰτίου Καλλιμάχου· οὕτως καὶ Σερῆνος ἐν τῇ Ἐπιτομῇ τῶν Φίλωνος περὶ Πόλεων

207

(50)

Πολύϊδος λέγει τὸν χρησμόν.

207

(50)

Βουκέφαλος: Ὁ ἵππος ὃν Ἀλέξανδρος ἐκέ‐ κτητο· οὐχ, ὥς τινες οἴονται, ὅτι βοὸς κέρατα εἶχεν· τοῦτο γὰρ ψευδές· ἐκοσμεῖτο γὰρ ὑπὸ Ἀλεξάνδρου χρυσοῖς· καὶ οὐ διὰ τὰ κέρατα Βουκέφαλος ὠνό‐
μασται, ἀλλ’ ὅτι οὕτως ἐν Θεσσαλίᾳ ἐκαλοῦντο
55οἱ ἵπποι ἔχοντες ἐγκεκαυμένον βουκράνιον. Ὅτι δὲ τῶν Θετταλικῶν ἵπποι τινὲς ἐκαλοῦντο βουκέφαλοι, δηλοῖ Ἀριστοφάνης ἐν Ἀναγύρῳ, Μὴ κλαῖ’· ἐγώ σοι βουκέφαλον ὠνήσομαι.

208

Καὶ πάλιν, Ψήχει (δ’) ἠρέμα τὸν βουκέφαλον καὶ κοππατίαν. Λέγεται ὁ ἐγκεχαραγμένον ἔχων τοῖς ἰσχίοις βού‐
5κρανον.
5βοῦνις καὶ βουνίτις ἡ γῆ. Εἴρηται δὲ
5παρὰ τοὺς βουνούς. Βουνοὶ δέ εἰσιν οἱ ὑψηλοὶ καὶ
5ὀρώδεις καὶ γεώλοφοι τόποι· παρὰ τὸ βαίνειν ἄνω. Βουόα: Ἀλγεῖ τις τάχα θ’ αἱ βουσόαι τὰ νῶτα. Ἔλλειψις τοῦ ς, καὶ πνεῦμα προσῆλθε τὸ δασύ. Βουκόλοι: Οὐ μόνον οἱ τῶν βοῶν νομεῖς, ἀλλὰ καὶ ζῷα τινὰ οὕτω καλοῦνται. Καὶ βουκολισμὸς,
10μελοποιΐας τινὸς εἶδος, καὶ ὀρχήσεως. Βουκόλος: Ἤτοι βουκόνος τὶς ὤν, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, ὅ ἐστιν ἐνεργεῖν καὶ διατρίβειν· ἢ βουσὶ κεκλόμενος, ὅ ἐστιν ἐγκελευόμενος· ἢ παρὰ τὸ κέλλω, ὃ σημαίνει ὁ ἅμα τοῖς βουσὶ κέλλων.
15βουκολῶ σημαίνει καὶ τὸ σοφίζομαι. Δίδυμος δὲ, παρὰ τὸ κομεῖν εἴρηκεν· ἵν’ ᾖ βουκόμος, ὡς ἱππο‐ κόμος· καὶ κατὰ τροπὴν, βουκόλος· καὶ βουκολεῖν, βόας νέμειν. Βουλυτός: Ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύ‐
20ονται τῶν ἔργων. Βούλιμος: Ὁ μέγας καὶ ἐπιτεταμένος λιμός· παρὰ τὸ βοῦ, ἐπιτατικὸν μόριον, καὶ τὸ λιμός. Βούλω: Βαρύνεται· ἐπειδὴ τὰ εἰς ΛΩ λήγοντα καθαρὰ δισύλλαβα παραληγόμενα τῇ ΟΥ διφθόγγῳ,
25τὰ μὲν βʹ βαρύνονται, τὰ δὲ βʹ περισπῶνται. Βαρύνονται βούλω καὶ οὔλω. Ὅμηρος, Οὖλέ τε καὶ μέγα χαῖρε. Περισπῶνται οὐλῶ, παρὰ τὸ οὐλὴ, τὸ τραῦμα, (ἔνθεν κατούλωσας,) καὶ δουλῶ, παρὰ τὸ δοῦλος. Ἀπὸ δὲ
30τοῦ βούλω, παράγωγον βουλεύω, ὡς ἄρχω ἀρχεύω.
30 Βουλή: Ὄνομα ῥηματικὸν, εἴδους τῶν ὑποπε‐ πτωκότων τῷ ὀνόματι προσηγορικοῦ. Γίνεται παρὰ τὸ βέλλω, βολὴ, ἡ σύστοιχος τῆς γνώμης φορὰ ἢ ἐπιβολὴ τῆς ψυχῆς· καὶ πλεονασμῷ τοῦ υ, βουλὴ, ἡ τοῦ νοὸς ἐμβολή. Ἢ παρὰ τὸ βάλλω, βολή· καὶ
35πλεονασμῷ βουλή. Ἐτράπη δὲ τὸ α εἰς ο, ὡς ἐν τῷ ἡμέρα, ἡμερόβιος· Ἥρα, Ἡρόδοτος· ὥρα, ὡρο‐ σκόπος. Σημαίνει δὲ τὴν ἄθροισιν καὶ τὸ προβού‐ λευμα· ὡς τὸ,
Βουλὴν δὲ πρῶτον μεγαθύμων ἵζε γερόντων.
40Καὶ τὴν γνώμην, ὡς τὸ,
40Χρεὼ βουλῆς ἐμὲ καὶ σὲ, διοτρεφὲς ὦ Μενέλαε.
40Καὶ,
40 Διὸς δ’ ἐτελείετο βουλή. Καὶ τὴν προαίρεσιν, καὶ τὴν θέλησιν, ὡς τὸ, Νῦν δ’ ἐμὲ μὲν στυγέει, Θέτιδος δ’ ἐξήνυσε βουλάς. Βουληφόρος: Πρόβουλος, ἀρχίβουλος, ἡγεμὼν, ἄρχων, βουλευτικός. Σημαίνει ποτὲ μὲν τὸν βα‐
45σιλέα, ὡς τὸ,
45Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα.
45ποτὲ δὲ ἐπιθετικῶς αἱ ἐκκλησίαι, ἐν αἷς αἱ βουλαὶ ἀναφέρονται, ὡς τὸ, Τοῖσι δ’ οὔτ’ ἀγορὴ βουληφόρος. Τὰ ἐκ βʹ τελείων σύνθετα ὀνόματα, ἀπὸ εὐθείας· ὡς τὸ, ζωὴ, ζωηφόρος, καὶ ἑωσφόρος· ἀπὸ γενικῆς,

208

(50)

οὐδεὶς οὐδενὸς, οὐδενόσωρα· ἀπὸ δοτικῆς, Ἄρηϊ, ἀρηΐ‐

208

(50)

φιλος· ἀπὸ αἰτιατικῆς, πόδα, Ποδαλείριος. Ἀπὸ δὲ κλητικῆς μόνον οὐ γίνεται σύνθετον· ἐπειδὴ πᾶσα πτῶσις τριπρόσωπος ἐστὶ, πλὴν τῆς κλητικῆς· ἡ δὲ κλητικὴ αὐτοτελής ἐστι, καὶ πολλάκις τέλειον λόγον ἀποπληροῖ, ὡς τὸ,
55Ὦ μάκαρ Ἀτρείδη μοιρηγενὲς ὀλβιόδαιμον.
55Καὶ πάλιν,
55 Διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ. Τὸ δὲ τέλειον μετὰ τοῦ ἀτελοῦς οὐ συντίθεται. Τὸ δὲ γυναιμανὲς, οὐκ ἀπὸ τοῦ ὦ γύναι καὶ τοῦ μαί‐

209

νομαι ῥήματος, ἀλλ’ ἀποκοπὴ ἀπὸ τοῦ γυναικός. Ἔστι δὲ τὸ ῥῆμα φέρω καὶ φορέω, Ὡς δ’ ἄνεμος ἄχνας φορέει. ἀφ’ οὗ φορητός· ἀπὸ δὲ τοῦ φέρω, φερτός· (ἔνθεν τὸ
5συμφερτὴ δ’ ἀρετή·)
5τὸ συγκριτικὸν, φερέστερος, καὶ προφερέστερος, καὶ
5προφερέστατος ὑπερθετικόν. Ἰστέον δὲ ὅτι τὸ φέρω κατὰ τὸ τέλος συντίθεται· σπανίως δὲ καὶ κατὰ τὴν ἀρχὴν, ὡς τὸ, Φέρεκλος, φερέ‐ σταχυς, Φερσεφόνη· τελεσφόρος, τοξοφόρος. Οὕτως οὖν παρὰ τὸ βουλὴ καὶ τὸ φέρω γίνεται βουληφόρος.
10Τὰ δὲ εἰς η λήγοντα θηλυκὰ σύνθετα ἢ φυλάσσουσι τὸ η, ἢ τρέπουσιν· οἷον, γῆ, γηγενής· ὀδύνη, ὀδυνή‐ φατος· κρήνη, κρηνοφύλαξ. Πάντα δὲ τὰ παρὰ τὸ φέρω παροξύνεται, εἰ μὴ ἄρα τύπος κωλύοι, διὰ τὸ ΕΥ μόριον, καὶ τὰς προθέσεις, καὶ τὴν α στέρησιν·
15εὔφορος, πρόσφορος, ἄφορος.
15 Βουλεία: Ὁ χρόνος τοῦ βουλεύειν· ὥσπερ στρατηγεία ἐστὶν ὅπου στρατηγεῖ. Βούπρηστις: Ἔστι λαχάνου ἀγρίου γένος, ὅμοιον τῷ σινάπι καὶ τῇ λαμψάνῃ. Βούπρηστις δέ φασι λέγεται διὰ τὸ τοὺς γευσαμένους αὐτῆς μεγά‐
20λως πιμπρᾶσθαι, τουτέστι φυσᾶσθαι· τὸ γὰρ βοῦς ἐπὶ τοῦ μεγάλου ἔτασσον οἱ ἀρχαῖοι· καὶ βούπαιδα, τὸν μέγαν παῖδα. Βουπράσιον: Τόπος οὕτω καλούμενος, καὶ πόλις, καὶ ποταμὸς, καὶ χώρα τῆς Ἤλιδος. Τὸ ἐθνικὸν,
25Βουπρασιεὺς, καὶ Βουπράσιος.
25 Βούσιρις: Ὁ ἥρως, ὁ τῆς Αἰγύπτου βασιλεύς· ἀφ’ οὗ καὶ ἡ πόλις οὕτω καλεῖται. Εἴρηται παρὰ τὸ βοῦς εἴρειν, ὁ δυνάμενος μόνος ζευγνύειν δύο βοῦς· παρὰ τὸ βοῦς καὶ τὴν σειρὰν, ἵν’ ᾖ ὁ ἰσχυρὸς καὶ
ἀνδρεῖος, ὥστε δύνασθαι βοῦν ἄγειν σειραῖς· ὥσπερ
30καὶ Λαέρτης λέγεται. Γράφεται δὲ διὰ τοῦ ι· ὤφειλε διὰ διφθόγγου· τὰ γὰρ διὰ τοῦ ΙΡΙΣ ἀπο‐ στρέφεται τὴν ΕΙ δίφθογγον· (οἷον, Ὄσιρις, ὁ Διό‐ νυσος, παρὰ τοῖς Αἰγυπτίοις· ἔστι καὶ ὄνομα πόλεως οὕτω λεγομένης, καὶ ὁ Νεῖλος· καλάσιρις, σημαίνει
35λινοῦν ἱμάτιον· Ἶρις, ἡ τῶν θεῶν ἄγγελος· Κίρις,
35ὄνομα ποταμοῦ· Τίρις, ὄνομα δούλης· σίρις, ἢ ξίρις· ποτὲ μὲν γὰρ διὰ τοῦ ς λέγεται αὐτὸ, ποτὲ δὲ διὰ τοῦ ξ· καὶ ποτὲ μὲν διὰ τοῦ ι γράφεται, ποτὲ δὲ διὰ διφθόγγου· κρεῖττον δὲ διὰ τοῦ ι· σημαίνει δὲ ἀρωματικὸν φυτόν·) χωρὶς εἰ μὴ ἔχει τοῦτο ἀπὸ
40προϋποκειμένου, διὰ τὸ χεὶρ, χειρὸς, χειρίς· σημαίνει δὲ τὸ χειρομάνικον. Βοῦρα: Πόλις τῆς Ἀχαΐας, ἣν ᾤκησεν Δεξά‐ μενος ὁ Κένταυρος· καὶ ἐκεῖ αὐτοῦ τὰ βουστάσια ἐφυλάττετο. Διὸ καὶ Βοῦρα ὠνομάσθη· ἀπὸ τοῦ
45τὰς βοῦς ὠρεῖν, ὅ ἐστι φυλάττειν.
45Βοῦρά τε Δεξαμένοιο βοόστασις Οἰκιάδαο.
45 Βούπαις: Εἰώθασι γὰρ τῇ προσθήκῃ τοῦ ἵππου ἢ τοῦ βοὸς τὸ μέγεθος τοῦ ὑποκειμένου δηλοῦν. Ἀπὸ μὲν τοῦ βοὸς, βούσυκον· ἀπὸ δὲ τοῦ ἵππου, ἱπποσέλινον· καὶ θυμὸν ἱππογνώμονα, τὸν μεγαλογνώμονα. Βοῦται: Βουκόλοι.

209

(50)

Βοῦτα: Λατῖνοι τὰ ἐκ πυρᾶς καλοῦσι λείψανα. Παρὰ τὸ φῶ, τὸ λάμπω, γίνεται φῶτα· τροπῇ τοῦ φ εἰς β, καὶ ω εἰς ΟΥ, βοῦτα. Βουτάδαι: Δῆμος ἐστὶ τῆς Οἰνηΐδος Βουτία, ἀφ’ ἧς οἱ δημόται. Ἢ οἱ ἀπὸ Βούτου. Οὗτος δὲ
55ὁ Βούτης τὴν ἱερωσύνην ἔσχε· καὶ ἀπ’ αὐτοῦ Βου‐
55τάδαι ἐκαλοῦντο. Καὶ βουτρόφος, τάξις (ὥς φασι) τὶς ἱερωσύνης, ἡ τρέφουσα τοὺς βοῦς, ὥστε θύεσθαι τοῖς θεοῖς δημοσίᾳ. Καλοῦνται δὲ καὶ ἐτεοβου‐ τάδαι, οἱ ἀπόγονοι τοῦ Βούτου.

210

Βουτίδης: Τὰ εἰς ΗΣ, εἰς ΟΥ ἔχοντα τὴν γενι‐ κὴν, ἢ διὰ τοῦ ΑΔΗΣ, ἢ διὰ τοῦ ΙΔΗΣ ποιεῖ τὸ πα‐ τρωνυμικόν· Ἱππότης, Ἱππότου, Ἱπποτάδης· δότης, δότου, Δοτάδης, κύριον. Εἰ δὲ διὰ τοῦ ΙΔΗΣ, διὰ
5τοῦ ι γράφεται· κορυνήτης, κορυνήτου, Κορυνητίδης· Τριόπης, Τριόπου, Τριοπίδης. Οὕτω Βούτης, Βού‐ του, Βουτίδης, τοῦ Ποσειδῶνος υἱός. Τὰ δὲ εἰς ΟΣ διὰ τοῦ ΑΔΗΣ ποιοῦσι τὰ πατρωνυμικά· οἷον, Αὐξέν‐ τιος, Αὐξεντιάδης· Ἀσκληπιὸς, Ἀσκληπιάδης·
10ἥλιος, ἡλιάδης· Ὀϊλιάδης οὐκ ἔστιν· Ὀϊλεὺς γάρ·
ἐπεὶ Ὀϊλείδης εἶχεν εἶναι. Οἱ δὲ ποιηταὶ πολλάκις ἀποβάλλουσι τὸ α· οἷον, Ἐριχθονιάδης, Ἐριχθονί‐ δης· Τελαμωνιάδης, Τελαμωνίδης. Τὰ δὲ εἰς ΑΣ ἰσοσυλλάβως κλινόμενα διὰ τοῦ ΑΔΗΣ ποιοῦσι τὸ
15πατρωνυμικόν· Βορέας, Βορέου, Βορεάδης· Αἰνέας,
15Αἰνέου, Αἰνεάδης· Κέας, Κέου, Κεάδης· Πυλέας, Πυ‐ λέου, Πυλεάδης, καὶ κατὰ συγκοπὴν, Πυλάδης· Δη‐ μέας, Δημέου, Δημεάδης, καὶ Δημάδης. Βούτυπος: Ἱερεὺς τὶς, ὃς τοὺς βοῦς ἐν ταῖς θυσίαις τῷ πελέκει τύπτων ἔθυε.
20Βούτυπος οἶα πόδεσσι τανύσσατο.
20Ἀπολλώνιος. Βουτρωτὸς ἢ βουθρωτός: Πόλις τῆς Ἠπείρου, ὥς φησι Τεῦκρος ὁ Κυζικηνός· ὅτι Ἑλένου ἐκ τῆς πατρίδος εἰς τὴν Ἤπειρον παραγενομένου, θύοντος δὲ ἐπιβατήρια, ἡ βοῦς οὐ καιρίαν λαβοῦσα τομὴν
25φεύγει, καὶ κόλπον τινὰ τῆς Ἠπείρου διανηξαμένη εἰς γῆν ἐξέρχεται, καὶ καταπεσοῦσα ἀπέθανεν· ὁ δὲ Ἕλενος, συμβόλῳ θείῳ χρησάμενος κτίζει πόλιν· καὶ ἀπὸ τοῦ συμβάντος Βουτρωτὸν αὐτὴν ὠνόμασε. Τὸ ἐθνικὸν, Βουθρώτιος.
30 Βουφόνια: Ἑορτὴ τὶς παρὰ Ἀθηναίοις τὰ βου‐ φόνια, ἐν ᾗ πολλοὶ ἐθύοντο βόες· καὶ ἤγετο αὕτη Σκιροφοριῶνος μηνὸς τετάρτῃ ἐπὶ δέκα. Βουφόνεον: Ἐβουθύτουν, βοῦς ἔθυον. Βούχετα ἢ βουχέτιον: Ἔστι δὲ πόλις τῆς
35Ἠπείρου, οὐδετέρως καὶ πληθυντικῶς λεγομένη· ἥν φησι Φιλόχορος ὠνομάσθαι διὰ τὸ τὴν Λητῶ, ἤτοι Θέμιν, ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν τοῦ Δευκαλίωνος κατακλυσμόν. Μέμνηται δὲ τοῦ ἐθνι‐ κοῦ Καλλίμαχος· οἷον,
40 Ἐξ ἁλὸς οὐ δίκην ἀνέρα Βουχέτιον ἕλκειν.
41 Βραδύς: Παρὰ τὸ βάρος βαρύς· καὶ ἐν ὑπερ‐ θέσει τοῦ ρ, καὶ πλεονασμῷ τοῦ δ. Βρᾶ: Ἀπὸ τοῦ ῥᾴδιον γίνεται κατὰ πλεονασμὸν τοῦ β Αἰολικῶς βράδιον, καὶ κατὰ συγκοπὴν βρᾶ.
45Οὕτως Ἡρωδιανὸς καὶ Χοιροβοσκός. Βραβεῖον: Ἀπὸ τοῦ ῥάβδος, ῥαβδεῖον· καὶ τροπῇ τοῦ δ εἰς β, καὶ ὑπερβιβασμῷ, βραβεῖον. Λέγεται δὲ τὸ βασιλικὸν σκῆπτρον. Ἐξ οὗ καὶ βραβευταὶ, οἱ τὰς βασιλικὰς ῥάβδους κατέχοντες,

210

(50)

καὶ τοῖς νικῶσι τοὺς στεφάνους διδόντες. Καὶ βρα‐ βεῖον λέγεται ὁ παρὰ τῶν βραβευτῶν διδόμενος στέ‐ φανος τῷ νικῶντι. Τὸ ΒΕΙ, δίφθογγον. Τὰ διὰ τοῦ ΕΙΟΝ κτητικά ....
55 Βραβεύει: Ἐπιψηφίζεται, διανέμει· καὶ βρα‐ βευτὴς, διοικητὴς, ὁριστής. Βραβευταὶ δὲ κυρίως
λέγονται, οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος, ἢ τινὸς ἄλλου,

211

διδόντες σύμβολα τῆς νίκης, ῥαβδευταί τινες ὄντες· καὶ ὑπερθέσει τοῦ ρ. Ἢ οἱ διαλλάκται. Καὶ βρα‐ βεῖαι, αἱ διαλλαγαί. Βράβηλα: Τὰ καλούμενα Δαμασκηνά. Θεό‐
5κριτος,
5 Ὅρπακες βραβύλοισι καταβρίθοντες ἔραζε. Ἀθήναιος δὲ ἐν τῷ βʹ τῶν Δειπνοσοφιστῶν φησὶ Σέ‐ λευκον ὀνομάζειν κοκκύμηλα καὶ βράβηλα καὶ βά‐ δρυα. Εἴρηται δὲ βοράβηλα τινὰ ὄντα, τὰ τὴν βο‐ ρὰν ἐκβάλλοντα· ἔστι γὰρ μαλακτικὰ τῆς γαστρός.
10Εἴρηται δὲ καὶ μάδρυα, μαλόδρυα τινὰ ὄντα. Δαμα‐ σκηνὰ δὲ, κατ’ ἐξοχὴν, διὰ τὸ ἐν Δαμασκῷ τῇ πόλει γεωργούμενα εἶναι εὐθαλέστερα καὶ καλλίονα. Βραγχιάζω: Ὁ μέλλων, βραγχιάσω· ὁ ἀόρι‐ στος, ἐβραγχίασα.
15Ἐβραγχίασεν ὁ λάρυγξ.
15Παρὰ τὸ βρέχω γίνεται βρόχος, καὶ βροχίον, τὸ συνεχῶς βρεχόμενον· ἐξ οὗ καὶ βράχος τὸ τῆς θα‐ λάσσης. Ὠνοματοπεποιῆσθαι φασὶ τὴν λέξιν κατὰ μίμησιν τῆς γινομένης αὐτῷ τραχύτητος ἐν τῇ φωνῇ. Ἢ βρόγχος λέγεται ὁ λαιμὸς καὶ φάρυγξ· ὃς καὶ
20βράγχος παρὰ τοῖς παλαιοῖς λέγεται· ἀφ’ οὗ, Τόσσον ἔβραχ’ Ἄρης. Ἀφ’ οὗ τὸ πάθος ἐκάλεσαν βραγχιᾶν. Ἐγὼ δὲ οἶμαι, παρὰ τὸ βαρεῖαν ἰαχὴν ἔχειν, τουτέστι φω‐ νὴν, γίνεται βαριχιᾶν, καὶ βραγχιᾶν. [Βραγχιᾶν
25γὰρ, τὸ ἡσύχως ὀδύρεσθαι, καὶ] τὸ σαπρᾷ καὶ τρα‐
25χείᾳ τῇ φωνῇ χρῆσθαι. Καὶ βράγχος, νόσημά τι περὶ τὸν βρόγχον. Βράζει: Παρὰ τὸ βῶ, τὸ λέγω, γίνεται βάζω· καὶ πλεονασμῷ τοῦ ρ, βράζω. Βράσσω: Τὸ ζέω· ὅπερ καὶ ἀναβράσσω λέγουσιν
30Ἀττικοὶ, ἐπὶ τοῦ ἀποτελέσματος λαμβάνοντες τὴν
30λέξιν. Ἀριστοφάνης, Ἀναβράττω κίχλας. Ἀντὶ τοῦ ἔψω. Βράσσων: Εἴρηται παρὰ τὸ βάρος· ἢ βαρῶ βαράσσω, καὶ κατὰ συγκοπὴν, βράσσων, ὁ βραδὺς
35καὶ ὁ βραχύς· ἑκάτερον σημαίνει. Καὶ γὰρ ἀπὸ τοῦ
35βραδὺς γίνεται βραδύτερος, καὶ βραδίων, καὶ βράσ‐ σων· καὶ ἀπὸ τοῦ βραχὺς, βραχύτερος, βραχίων, βράσσων. Ὅθεν ὁ ποιητὴς εἰδὼς ἀμφοτέρων ση‐ μαντικὴν τὴν λέξιν ἐπιφέρει, διασαφῶν καὶ λύων τὸ ἀμφίβολον,
40βράσσων τε νόος, λεπτὴ δέ τε μήτις,
40Ἰλιάδος κʹ, ἀντὶ τοῦ βραδύτερος, ἐλάσσων. Ἢ ταρασσόμενος καὶ ἀκαταστατῶν, ἀπὸ τοῦ βρασμοῦ· οὐ σταθερὸς, ἢ ἄτακτος.
Βραχύς: Κατὰ τροπὴν τοῦ λ εἰς ρ. Παρὰ γὰρ τὸ ἀποβεβλῆσθαι μέρος καὶ ἐλάσσονα γενέσθαι εἴ‐
45ρηται. Οὕτως Ἡρακλείδης, ὥς φησιν Ὦρος.
45 Βραχίων: Εἴρηται, ὅτι βραχύτερός ἐστι τοῦ λοιποῦ μέρους τῶν χειρῶν· ἢ ἐκ τοῦ βραχὺς καὶ τοῦ κίων, βραχυκίων τὶς ἐστί. Βράχω: Σημαίνει τὸ ἠχῶ. Ὀνοματοποιΐα ἡ λέξις ἐστίν·

211

(50)

Ἀμφὶ δέ οἱ βράχε [τεύχεα ποικίλα χαλκῷ.] Βρέχω: Ὁ μέλλων, βρέξω· γίνεται παρὰ τὸ βρόχος. Ἢ παρὰ τὸ βάλλω, βλῶ· καὶ βρῶ, βρέχω, ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων. Ὅθεν καὶ Ὅ‐ μηρος,
55[βράχεν ὕδατα.]
55Ὀνοματοποιΐα ἐστί. Τούτου τὰ ἐνεργητικὰ οὐχ
55εὕρηνται· ἐπειδὴ τὰ ἐπὶ τῶν εὐθειῶν ἐνεργητικὰ ἐξα‐ κουόμενα ῥήματα πρῶτα καὶ δεύτερα πρόσωπα οὐκ ἔχει. Οὐδὲ γὰρ, βρέχω ἐγώ· οὐδὲ, βρέχεις σύ·

212

ἀλλὰ, βρέχει καὶ χιονίζει καὶ ἀστράπτει ὁ θεός. Πᾶν νόημα καὶ πᾶς λόγος τέλειος ἐξ ὀνόματος καὶ ῥήματος συνίσταται· οἷον, λέγει ὁ Πλάτων, δη‐ μηγορεῖ Δημοσθένης. Χωρὶς τούτων οὐδέν ἐστι τέ‐
5λειον. Ἐὰν γὰρ εἴπω, ἀναγινώσκει, ὀφείλω εἰπεῖν καὶ τὸ ἐπαγόμενον, ἢ Θεόδωρος, ἢ ἄλλος· διότι πολλοί εἰσιν οἱ ἀναγινώσκοντες. Ὅταν δὲ ἐρωτημα‐ τικῶς εἴπῃ, βρέχει, ἢ βροντᾷ; διατί οὐ προστίθησι καὶ τὸ ἐπαγόμενον; Διότι εἷς ἐστιν ὁ ταῦτα ποιῶν,
10τουτέστιν ὁ θεός· ὥσπερ καὶ ἐπὶ τοῦ βασιλέως· οἷον,
10ἔδωκεν ἀξίας· ἐποίησε σπαθαρίους. Καὶ οὐ λέγει, ὁ δεῖνα· ἐπειδὴ εἷς ἐστιν ὁ ταῦτα πράττων. Βρέγμα καὶ βρεχμόν: Τὸ ὑπερμετώπιον μέρος. Εἰς τὸ Ῥητορικὸν Λεξικόν· ἐν δὲ τοῖς Ἐτυμολογικοῖς, τὸ τῆς κεφαλῆς ἄκρον κρανίον, ὅπερ ὁ ποιητὴς
15βρεγμὸν καλεῖ, (ὥσπερ παρὰ τὸ ἔχω γίνεται ἐχμὸς καὶ συνεοχμὸς, οὕτω καὶ παρὰ τὸ βρέχω γίνεται βρεχμὸς καὶ βρέχμα,) ἐπειδὴ ἐν τοῖς ὑετοῖς καὶ ἐν ταῖς ἄλλαις καταχύσεσι τῶν ὑγρῶν τοῦτο πρῶτον βρέχεται.
20Βρέμει: Ἠχεῖ, κυρίως· οἷον.
20 μέγα βρέμεται χαλεπαίνων. Σημαίνει δὲ καὶ τὸ ὁρμᾶν. Παρὰ τὸν βρόμον, τὸν τοῦ πυρὸς ἦχον, πεποίηται. Ἐγὼ δὲ τὸν βρόμον ἀπὸ τοῦ βρέμω. Βρεντήσιον: Χωρίον τῆς Ἰταλίας περὶ τὸν
25Ἀδρίαν, ἀπὸ Βρέντου τοῦ Ἡρακλέους. Ἢ ὡς εὐ‐
25λίμενος οὖσα· ἑνὶ γὰρ στόματι λιμένες πολλοὶ συγκλείονται. Ὡς ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου οὕτως ὠνόμασται. Ἔχει λιμένας κέρασιν ἐλάφου παραπλησίους. Βρένδον δὲ καλοῦσι τὴν ἔλαφον Μεσάππιοι· καὶ βρέντιον Μεσαππίοις ἡ κεφαλὴ
30τῆς ἐλάφου. Τὸ ἐθνικὸν, Βρεντεσῖνος.
30 Βρεττανοί: Ἔθνος ἀπὸ Κελτοῦς τῆς Βρεττάνου θυγατρός· Βρεττία δὲ, ἡ νῆσος ἐν τῷ Ἀδρίᾳ, ποτα‐
μὸν ἔχουσα Βρέττιον. Οἱ δὲ Βρεττανίδα καλοῦσι. Τὸ ἐθνικὸν ἔδει Βρεττιανὸς, ὡς Πολύβιος· νῦν δὲ λέγονται Βρέττιοι. Εἰσὶ καὶ Βρεττανίδες νῆσοι ἐν
35τῷ Ὠκεανῷ. Τὸ ἐθνικὸν, Βρεττανοί. Βρέφος: Τὸ νεογνὸν παιδίον. Κυρίως ἐπὶ ἀν‐ θρώπου· Καλλίμαχος ἐν τρίτῳ τῶν Αἰτίων καὶ ἐπὶ σκύμνου τίθησι. Παρὰ τὸ βράττω, τὸ ἀμέλγω, τὸ βράττον τὸ γάλα· τροπῇ τοῦ α εἰς ε. Ἢ ὅτι
40βροτός ἐστιν εἰς φῶς προελθών. Βρένθειον: Μύρον τῶν παχέων, ὡς ἡ βάκχαρις· οἱ δὲ, ἄνθινον μύρον. Καλοῦσι δὲ καὶ ὄρνεόν τι βρένθον, ὃ ἔνιοι κόσσυφον καλοῦσι. Κύπριοι δὲ βρένθισιν τὴν θρίδακα λέγουσι.
45 Βρενθία: Διογενιανὸς, ῥιζία τινὰ, οἷς ἐρυθαί‐ νονται τὰς γνάθους αἱ γυναῖκες· οἱ δὲ, φύκος· οἱ δὲ, ἄγχουσαν· οὐκ εὖ. Βρέδον: Ἔλαφον, ἢ κεφαλὴν ἐλάφου. Βρενθύεται: Μεγαλοφρονεῖ, ἐπαίρεται, οἱονεὶ

212

(50)

θρύπτεται. Βισαντῖνος φησὶν ἐν τοῖς περὶ Χρηστο‐

212

(50)

μαθίας οὕτως· Βρένθιον ἐστὶ μύρον. Καὶ οὕτως ἐν τοῖς ἰάμβοις. Τοὺς οὖν ἀλαζόνας καὶ τρυφεροὺς μύρῳ χρίεσθαι ἀκολουθεῖ. Καὶ ἀπὸ τούτου δηλαδὴ τοὺς θρυπτομένους ἐπὶ παντὶ τὸ ἁπαξαπλῶς βρενθυο‐ μένους λέγουσιν. Οὕτως εὗρον ἐν τῷ αὐτῷ βιβλίῳ.
55 Βρενθυόμενοι: Δυσχεραίνοντες, ὀργιζόμενοι, θυμούμενοι· καὶ βρενθύεσθαι, τὸ διὰ θυμὸν μετεω‐ ρίζεσθαι, ἢ προσποιεῖσθαι ὀργίζεσθαι· παρὰ τὸ μετὰ

213

βάρους θύειν, ὅ ἐστιν ὁρμᾶν. Σημαίνει καὶ ἐπαιρό‐ μενοι, μέγα φρονοῦντες. Βρέτας: Παρὰ τὸ βροτὸς βρέτας κατὰ τροπὴν, τὸ βροτοειδὲς ἄγαλμα, τὸ βροτῷ ὅμοιον· κυρίως δὲ
5τὸ ἀπὸ ξύλου πεποιημένον ἀνθρώπου ἄγαλμα, εἴδωλον, μορφή· Κυρηναῖοι δὲ τὸν ἀναίσθητον. Βρεττία: Μέλαινα πίσσα· καὶ βάρβαρος, ἀπὸ τοῦ Βρετίωνος ἐθνικοῦ. Βρέφος: Παρὰ τὸ φέρβω, τὸ τρέφω, γίνεται
10φέρβος, καὶ κατὰ μετάθεσιν τῶν στοιχείων, βρέφος, τὸ δεόμενον τροφῆς. Ἢ παρὰ τὸ εἰς φῶς βεβηκέναι. Βριαρός: Ὁ ἰσχυρός· καὶ βριαρώτερος. Παρὰ τὴν βίαν, βιαρός· καὶ πλεονασμῷ τοῦ ρ, βριαρός·
ἔνθεν Βριάρεως, ὁ ἑκατόγχειρος θεός. Ἢ παρὰ τὸ
15βρίω, ἀφ’ οὗ καὶ βρίθω καὶ βρίθος, τὸ βάρος· καὶ ὥσπερ παρὰ τὸ τάχος γίνεται ταχὺς, οὕτω καὶ παρὰ τὸ βρίθος βριθύς· καὶ βριθὺ, μέγα, στιβαρόν· Καὶ βριθοσύνη· καὶ βριάω βριῶ, ῥῆμα· καὶ παρώ‐
20νυμον, Βριαρεὺς, ὡς πομπὸς, πομπεύς· καὶ ἀπὸ τοῦ
20Βριαρεὺς γενικὴ Ἀττικῶς Βριαρέως· καὶ αὕτη εἰς
20εὐθεῖαν ἀναχθεῖσα ἐποίησε τὴν Βριάρεως. Βριαρόν: Δεινὸν, φοβερὸν, ἰσχυρόν· βριηρὸν, μεγάλως κεχαρισμένον. Βριάρηο: Οἷον, Βριάρηο κόρα.
25Ἔστι Βριάρηος ἡ εὐθεῖα ὡς μονῆρες· ἡ γενικὴ,
25Βριαρήου· καὶ Θετταλικὴ γενικὴ, Βριαρηοῖο, καὶ συγκοπῇ, Βριάρηο. βρίακχος θηλυκῶς, ἡ βάκχη, ἡ βριαρῶς ἰακ‐ χάζουσα. Σοφοκλῆς, Ἐγὼ δὲ χερσὶν ἄγραν βρίακχον.
30Βριήπυος: Μεγαλόφωνος, βαρύφωνος, μέγα
30καὶ βαρὺ βοῶν· παρὰ τὸ ΒΡΙ καὶ τὸ ἠπύειν, ὅ ἐστι
30φωνεῖν. Ἢ μέγας, ἢ δεινός. Βρίζω: Τὸ κοιμῶμαι· Ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα [δῖον.] Ἰλιάδος δʹ, ἡσυχάζοντα, ἢ νυστάζοντα καὶ ὑπνοῦντα, ἢ ἀμελοῦντα.
35Βρίξαι: Τὸ μετὰ βορὰν καὶ τροφὴν καθευδῆσαι,
35βορίξαι τὶ ὄν· σημαίνει καὶ τὸ ἀναπαύεσθαι καὶ καθεύδειν. Βριζώ: Θεὸς παρὰ Δηλίοις, παρὰ τὸ βρίζειν, ὅ ἐστι καθεύδειν. Βριζὼ, θεὸς διὰ ἐνυπνίων μαντευό‐ μενος.
40Βρίκελος: Ἔστι βαρβαρικὸν τὸ ὄνομα· τίθεται
40δὲ καὶ ἐπὶ προσώπων βαρβαρικῶν. Καὶ εἴρηται οἱονεὶ βροτῷ εἴκελος, ἢ Βριξὶν εἴκελος. Βρίγες γὰρ ἔθνος βαρβαρικόν. Ἄλλοι δὲ βρικέλλους τοὺς κελέ‐ οντας· παρὰ τὸ ΒΡΙ, καὶ τὸ κέλομαι. Ἢ τοὺς ἱστό‐ ποδας.
45Βριμαίνω: Σημαίνει τὸ ὀργίζεσθαι· παρὰ τὸ
45ΒΡΙ, τὸ ὑπὸ ὀργῆς βαρύνεσθαι. Λέγεται καὶ βριμῶ, ὅθεν καὶ βριμοῦσθαι καὶ βριμῆσαι. Καί μοι δοκεῖ παρὰ τοῦτο τὸ βριμῶ παρῆχθαι τὸ βριμαίνω, τὸ θυ‐ μοῦμαι. Καὶ βριμένη, ὀργιζομένη. Βριμώ: Ἡ Φερσεφόνη. Ἡ δὲ αὐτὴ λέγεται

213

(50)

καὶ Ἑκάτη. Ἀπολλώνιος, Βριμὼ νυκτίπολον χθονίην ἐνέροισιν ἄνασσαν. Ἑρμῆν ἐρασθέντα ἐπὶ κυνηγεσίαν ἐξιούσῃ θελῆσαι
βιαίως μιχθῆναι, ἡ δὲ ἐνεβριμήσατο αὐτῷ· ὁ δὲ φοβηθεὶς ἀπετράπη. Καὶ ἐντεῦθεν Βριμὼ προση‐
55γορεύθη
55 Βρίσαι: Νύμφαι οὕτω καλούμεναι· ἢ ὅτι βλίσαι, (καὶ γὰρ μελισσουργίαν αὗται τὸν Ἀρισταῖον ἐδί‐ δαξαν) τροπῇ τοῦ λ εἰς ρ· ἢ παρὰ τὸ βρύειν, ὅ ἐστιν

214

ἀνθεῖν, τὴν ἐλαίαν, ἧς τὴν ἐργασίαν καὶ αὗται ὑπέ‐ δειξαν Ἀρισταίῳ τὴν διὰ τῆς ἀμβροσίας· ἢ ἀπὸ τοῦ βρίξαι καὶ κατακοιμίσαι αὐτὸν, καὶ καταβαυκα‐ λίσαι, ὅτε ἐτιθήνουν αὐτόν.
5Βρίσαι: Τὸ ἐπελθεῖν βαρέως.
5 Βρισαῖος: Οὕτως ὁ Διόνυσος. Καὶ εἰ μὲν διὰ τοῦ ι, παρὰ τὸ βρίζειν ἐστὶν, ὁ ὁρμητικός· εἰ δὲ διὰ τοῦ η, ἀπὸ ἄκρας Λεσβιακῆς Βρήσης, ἧς μέμνηται Ἀνδροτίων. Ὅτι τὸ ἱερὸν τοῦ θεοῦ ἐν τῇ Βρίσῃ φησὶν ἱδρύσθαι ὑπὸ Μάκαρος.
10Βριλησός: Ὄνομα τόπου τῆς Ἀττικῆς.
10 Βρίμη: Ἡ ἰσχύς. Ἀπολλώνιος Ἀργοναυτι‐ κοῖς, Μηδείης βρίμῃ πολυφαρμάκου. Παρὰ τὸ ΒΡΙ πέπτωκε ῥῆμα βρίθω· ὁ μέλλων, βρίσω· [ὅθεν] ῥηματικὸν ὄνομα, βρίμη. Βαρύνεται. Τὰ γὰρ
15εἰς ΜΗ λήγοντα ἑνὶ φωνήεντι παραληγόμενα βαρύ‐
15νεται, φήμη· τὰ δὲ ἔχοντα πρὸ τοῦ μ ἕτερον σύμ‐ φωνον ὀξύνεται, γραμμή. Βρισεύς: Ὁ ἥρως· οἷον, Κούρην Βρισῆος. Παρὰ τὸ βρίθω, τὸ βαρῶ, βρίσω, Βρισεύς· καὶ πα‐
20τρωνυμικῶς, Βρισηῒς, παρὰ τὸ βρίθω, παρὰ τὸ βα‐
20ρεῖν τῷ κάλλει πάσας τὰς γυναῖκας. Ἢ παρὰ τὸ
20βαρεῖν τοὺς Ἕλληνας. Ἐβάρησε γὰρ καὶ ἔβλαψε τοὺς Ἕλληνας, διὰ τὸ λαβεῖν αὐτὴν τὸν Ἀγα‐ μέμνονα. Βριτόμαρτις: Καὶ Ἄρτεμις καὶ νύμφη. Καλ‐ λίμαχος,
25Ἐλλόφονον Βριτόμαρτιν ἐΰσκοπον.
25Τῆς δὲ θεοῦ Βριτομάρτιδος, ὅτι ταῖς Βρίσαις νύμ‐
25φαις ὁμαρτεῖ. Καὶ Νεάνθης ἐν τῷ πρώτῳ περὶ Τελετῶν φησὶ χρησμὸν Διῒ δοθῆναι, ὅτι ἐκ τῆς μή‐ τρας τῆς Ἑκάτης ὁ γεννώμενος μεταστήσει τῆς βασιλείας αὐτόν. Γεννηθείσης δὲ τῆς Ἑκάτης, τὰς συμπαρούσας κόρας τῇ λεχοῖ ἀναβοῆσαι Βρίτον,
30τουτέστιν ἀγαθόν. Παρὰ τοῦτο δὴ τὸ ἐπίφθεγμα ὠνομάσθαι τὴν θεόν. Βρόδον: Βρόδον ἔστι κατὰ διάλεκτον παρὰ τὸ ῥόδον, πλεονασμῷ τοῦ β, ὥσπερ ῥυτίδες, βρυτίδες· καὶ ῥίζα, βρίσδα, κατὰ διάλυσιν τοῦ ζ.
35Βρόμος: Κυρίως ὁ τοῦ πυρὸς ἦχος. Πεποιημένη
35δέ ἐστιν ἡ φωνὴ κατὰ μίμησιν τοῦ ἀποτελουμένου ψόφου ἐν πυρί· οἷον, τόσος γε πέλει βρόμος πυρὸς αἰθομένοιο. Ἢ παρὰ τὸ βρέμω, βρόμος, ὡς λέγω, λόγος. Καὶ
βρομήσει, φυσήσει. Διογενιανός.
40Βρόμιος: Ὁ Διόνυσος· παρὰ τὸν βρόμον. Καὶ
40γὰρ τῆς Σεμέλης κεραυνωθείσης ἡρπάγη ὑπὸ τοῦ Ἑρμοῦ, κατὰ βούλησιν τοῦ Διὸς, ἐκ μέσου τοῦ πυρός. Βροντή: Παρὰ τὸν βρόμον, βρομὴ, καὶ βροντή. Ἔμπυρος γὰρ εἰκότως ὠνόμασται.
45Βρόταχος: Τὸν βάτραχον Ἴωνες, καὶ Ἀριστο‐
45φάνης, καὶ παρὰ Ξενοφάνει. Βάτραχος, καὶ καθ’ ὑπερβιβασμὸν, βράταχος, καὶ βρόταχος. Βρότος: Τὸ αἷμα· ἀπὸ τοῦ βροτοῦ· κυρίως γὰρ βρότον τοῦ ἀνθρώπου τὸ αἷμα, καὶ οὐδέποτε ἄλλου ζῴου. Καὶ βρότον αἱματόεντα, καὶ ἔναρα βρο‐

214

(50)

τόεντα, τὰ ᾑμαγμένα, ἢ ᾑματωμένα· οἱ δὲ, βρο‐ τόεν τὸ λαμπρόν. Σημαίνει καὶ χειμάρρουν. Βροτός: Ὁ ἄνθρωπος παρὰ τὸ μείρω, τὸ μερίζω, μέμορα, γίνεται μορτός· καὶ καθ’ ὑπέρθεσιν, καὶ τροπῇ τοῦ μ εἰς β, βροτὸς, ὁ μεμερισμένην ἔχων τὴν
55φωνήν. Ἢ ὅτι καὶ βιβρώσκεται θανών. Ἔστι δὲ συνώνυμον, ἄνθρωπος, βροτὸς, μέροψ. Βροτολοιγέ: Ἀνθρωποφθόρε· παρὰ τὸ βροτὸς

215

καὶ τὸ λοιγός. Ὀξύνεται. Τὰ γὰρ εἰς ΟΣ ὀνόματα δισύλλαβα ὀξύτονα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· οἷον, κακὸς, ἄκακος· σοφὸς, ἄσοφος· [φίλος, ἄφιλος· οἶκος, ἄοικος· Ῥωμαϊκὸς, πολυρωμάϊκος]
5χωρὶς τῶν ἐπὶ ἐθνικῶν λαμβανομένων· οἷον, Ἀχαιὸς, φιλαχαιός· Βοιωτὸς, φιλοβοιωτός· καὶ χωρὶς τοῦ ἰατρὸς, ἀρχιατρὸς, καὶ ἀγακλειτός. Καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἐν τῇ συνθέσει ἡ ὀξεῖα τάσις, ὡς τὸ βροτολοιγὸς, ἵνα φυλαχθῇ ἡ
10ἐνέργεια· βροτολοιγὸς γάρ ἐστιν ὁ φθείρων τοὺς ἄνδρας· τούτου χάριν καὶ ὁ τόνος ἐφυλάχθη. Ἂν γὰρ προπαροξύνοιτο, ἤμελλε παρέχειν ἔμφασιν, ὅτι πάθος ἐστί· καὶ γὰρ τὰ προπαροξύτονα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη· ὡς ἐπὶ τοῦ λιθόβολος, ὁ λίθοις
15βληθείς· λιθοβόλος δὲ, ὁ λίθοις βάλλων· καὶ καρά‐ τομος, ὁ τὴν κάραν τμηθείς· καρατόμος δὲ, ὁ τὰς κάρας τέμνων, οἷον ἐπὶ δημίου· τὰ γὰρ παροξυνόμενα σημαίνουσιν ἐνέργειαν· οἷον· ἡ μὲν Γοργὼ, λέγεται καράτομος, ὡς ἀποτμηθεῖσα τὴν κεφαλήν· ὁ δὲ Περ‐
20σεὺς, καρατόμος, ὁ τῆς Γοργοῦς τὴν κεφαλὴν τεμών. Τὸ δὲ κλειτὸς καὶ κλυτὸς, εἰ μὲν μετὰ ἀπτώτου συντεθῇ ὑπὲρ μίαν συλλαβὴν, φυλάσσει τὴν ὀξεῖαν τάσιν· οἷον, κλειτὸς, ἀγακλειτός· εἰ δὲ μετὰ πτωτι‐ κοῦ, ἢ ἀπτώτου μονοσυλλάβου, προπαροξύνεται· πρό‐
25κλειτος, ὀνομάκλυτος. Τὸ δὲ δουρικλυτὸς, ἐν παρα‐ θέσει. Βρόγχος: Ὁ λαιμός· ἢ βρόχθος· ὃν καὶ φά‐ ρυγγα καλοῦσι. Καὶ ἐπὶ τῶν ἰχθύων, τὰ βράγχη ἔχοντα. Παρὰ τὸ βρέχω, βρόχος τὶς ὢν, ὁ ἐν τῷ
30σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. Ἡ μὲν συνήθεια
30βρόγχον καλεῖ· οἱ δὲ ἀρχαῖοι, βράγχον· ἔνθεν καὶ
βραγχιᾶν. Βρόχος: Ἐπὶ τοῦ σχοινίου, τὸ περιτιθέμενον ἐν τῷ λαιμῷ· κυρίως δὲ βρόχος λέγεται, ὁ εἰς τὰς ἀγκύρας ἐνημμένος, καὶ τὰ ἀπόγεια σχοινία, διὰ τὸ
35βρέχεσθαι. Ἢ ὁ ἐπιτιθέμενος τῷ βρόγχῳ, ἤγουν
35τῷ λαιμῷ. Τινὲς δὲ παρὰ τὸ τὸν βρόγχον ἄγχειν· σκληρὸν δὲ τοῦτο. Βροτός: Ὡς μὲν Εὐήμερος ὁ Μεσήνιος, ἀπὸ Βρότου τινὸς αὐτόχθονος· ὁ δὲ Ἡσίοδος, ἀπὸ Βροτοῦ τοῦ Αἰθέρος καὶ Ἡμέρας· ἄλλοι δὲ, ἀπὸ βρότου τοῦ
40αἵματος· γεννηθεὶς γὰρ, αἱμόρρυτος φαίνεται· ἢ
40ὅτι τροφὴ τῷ ζῴῳ, τὸ ἀπὸ ἥπατος ἐπὶ πᾶν μέρος φερόμενον αἷμα. Οἱ γὰρ θεοὶ κατὰ ἀντιδιαστολὴν ἀναίμονές εἰσιν. Ἢ παρὰ τὸ μείρω, μαρτὸς, ὡς φθείρω, φθαρτός· καὶ τροπῇ βροτὸς, ὁ ὑπὸ μοῖραν πεπτωκώς.
45Βρουμάλιον: Παρὰ τὸ ἐξ ἀλλοτρίων βρωμάτων
45τρέφεσθαι ἅλις. Ἔστι δὲ ἡ λέξις Ῥωμαϊκή. Βρυγμός: Νόσος· ἀπὸ τοῦ τοῖς ὀδοῦσι πιέζοντα ψόφον ἀποτελεῖν, ὡς ἐν ῥίγει συμβαίνει. Καὶ βρύ‐ κουσα, δάκνουσα. Καὶ Ἱπποκράτης τὸ βρύκειν τοὺς ὀδόντας ἐπὶ τῆς συνερείσεως τέθεικε. Βρύκειν

215

(50)

γὰρ τὸ λάβρως ἐσθίειν· ἀπὸ τοῦ τρίβειν τοὺς ὀδόντας. Βρόχθος: Τὸ ὀλίγον πόμα, καὶ ἡ φάρυγξ, δι’ ἧς καταπίνομεν. Θεόκριτος, Ὡς μέλι τοὶ γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.
55Παρὰ τὸ βρέχω, βέβροχα, βρόχος, καὶ βρόχθος,
55κατὰ πλεονασμόν. Τὸ γὰρ πινόμενον βρέχει, καὶ
55τὸ πῖνον ὄργανον βρέχεται. Πεποιημένη δέ ἐστιν ἡ λέξις ἀπὸ τοῦ γενομένου ποιοῦ ἤχου ἐν τῷ κατα‐ πίνειν. Βρωμηστής: Χορτοφάγος· καὶ ὄνος διὰ λιμὸν ὀγκούμενος.

216

Βρῶσις: Παρὰ τὸν βρώσω μέλλοντα γίνεται βρῶσις, ἡ τροφὴ, ὡς λέξω, λέξις· καὶ βρώμη, ὡς κωλύσω, κωλύμη· καὶ φιλήσω, φιλήμη. Σημαίνει δὲ τὴν βρῶσιν· οἷον,
5μνησώμεθα βρώμης.
5Καὶ βρῶμα, παρὰ τὸν βρώσω μέλλοντα· βρῶ γὰρ, τὸ ἐσθίω, ἐνεστώς. Βροῦχος: Εἶδος ἀκρίδος. Παρὰ τὸ βρύκειν, τὸ ἐσθίειν, βρύκος· καὶ βροῦχος, κατὰ πλεονασμὸν τοῦ ο. Τὸ δὲ αὐτὸ καὶ μάσταξ καλεῖται, παρὰ τὸ
10μασᾶσθαι· Νίκανδρος,
10Μάστακι σιτοβόρῳ ἐναλίγκιος.
10Κλείταρχος δέ φησιν, ὅτι κατὰ Ἀμβρακιώτας μά‐ σταξ καλεῖται ἡ ἀκρίς.
Βρυγμός: Ἡ σύντομος ἐδωδή· ἢ τρισμὸς ὀδόν‐ των· ἢ μύλων ἀκόνησις. Ἐκ τοῦ βρύκω, βρυγμὸς, ὡς νύσσω, νυγμός.
15 Βρύκω: Παρὰ τὴν βορὰν, βορύκω, καὶ βρύκω, τὸ ἐσθίω· ἐκ τούτου βρυκανὸς, ὡς πείθω, πιθανός· ἵκω, ἱκανός· καὶ ὡς πεύκη, πευκανὸς, καὶ πευκε‐ δανὸς, οὕτως καὶ βρύκω, βρυκεδανὸς, ὁ πολυφάγος, ἢ μακρός· σημαίνει δὲ τὸ ῥῆμα συνερείδειν τοὺς
20ὀδόντας μετὰ ψόφου.
20βρύτια, ἃ καὶ βρύτεα, τὰ τῆς σταφυλῆς πιέσματα· ἃ τινὲς στέμφυλα λέγουσι· παρὰ τοὺς βότρυς, βρύτια· οἱ δὲ Ἀττικοὶ, τὰ τῶν ἐλαιῶν ἀλέσματα.
25 Βρύττοντες: Οὕτως οἱ Ἀθηναῖοι τοὺς πυρέτ‐ τοντας ἔλεγον· παρὰ τὸν βρύχετον, ὅ ἐστιν ὁ πυρε‐ τός. Εἰς δὲ τὸ Ῥητορικὸν Λεξικὸν εὗρον σημαίνειν τὴν λέξιν ἀντὶ τοῦ ὀρύττοντες. Βρύττειν: Ἐσθίειν, Διογενιανός. Εὗρον ἐγώ.
31 Βύβλος: Πόλις Φοινίκης ἀρχαιοτάτη. Εἴρηται, ὅτι τὰ ἐν αὐτῇ τιθέμενα βιβλία ἄσηπτα διαφυλάτ‐ τεται. Οἱ δὲ φασὶν, ὅτι Ἴσις ἀπὸ τῆς Αἰγύπτου παραγενομένη, κλαίουσά τε τὸν Ὄσιριν, τὸ διάδημα
35τῆς κεφαλῆς ἐκεῖσε ἀπέθετο βύβλινον ὑπάρχον ἀπὸ τῆς ἐν τῷ Νείλῳ φυομένης βύβλου. Ἡσίοδος ἐν Ἀσπίδι· Βύβλον τ’ ἀγχίαλον, καὶ Σιδῶν’ ἀνθεμόεσσαν. Τὸ ἐθνικὸν, Βύβλιος, καὶ Βυβλιάς.
40βυβλίον καὶ βιβλίον διαφέρει. Βύβλιον λέ‐
40γεται τὸ ἄγραφον· οἷον, Ἐπὶ τὸ βυβλίον σου πάντες γραφήσονται. Δηλονότι ἄγραφον· βιβλίον δὲ, τὸ γεγραμμένον. Ἔστι δὲ καὶ ὄνομα πόλεως· ἐξ οὗ καὶ βύβλινος οἶνος, ἀπὸ Βύβλου πόλεως.
45Βυζάντιον: Ἡ πόλις, διὰ τὸν Βύζαντα τὸν
45Θρᾴκης βασιλέα. Βύζην: Ἱκανῶς καὶ δαψιλῶς, ὡς τὸ χύδην, βεβυσμένως. Βύκχις: Ὄνομα Αἰολικόν. Παρὰ τὸ βάκχος, βάκχις, καὶ βύκχις· ὡς ἵππος, ἱππίς· καὶ οἶκος,

216

(50)

οἰκίς· καὶ τροπῇ τοῦ α εἰς υ, ὡς βάθος, βυθίς. Βύκτης: Ἠχητικὸς, ὁ μεγάλα ἠχῶν. Ὅμηρος, Βυκτάων ἀνέμων. Καὶ Λυκόφρων, Βύκτας ἐν ἀσκῷ συγκατακλείσας βοός.
55Παρὰ τὸ βύω, βέβυσμαι, παράγωγον βύζω· ὁ παρα‐
55κείμενος, βέβυκται· ἐξ αὐτοῦ, βύκτης. Ἢ πεποίηται
55ἀπὸ τοῦ βυθοῦ καὶ τοῦ ἀράττειν· ἢ παρὰ τὸ βῦ, βύκτης· τὸ γὰρ βῦ ἐπὶ τοῦ μεγάλου ἐλέγετο· καὶ Σώφρων βύβα, ἀντὶ τοῦ μεστὰ καὶ πλήρη καὶ με‐ γάλα. Βύζειν εἰς τὸ νῆμα.

217

Βυούσης: Μύω, τὸ καμμύω· ὁ μέλλων, μυῶ· τροπῇ τοῦ μ εἰς β, βυῶ· καὶ μετάγεται εἰς ἐνε‐ στῶτα, βυῶ, βυεῖς· ἡ μετοχὴ, βυῶν, βυοῦσα. Βύνη: Ἡ Λευκοθέα, ἡ Ἰνώ· οἷον,
5 Βύνης καταλέκτριαι αὐδηέσσης. Εἴρηται παρὰ τὸ εἰς βυθὸν δύνειν, βυθοδύνη· καὶ κατὰ συγκοπὴν, Βύνη· ἢ παρὰ τὸ δύνω, δύνη, ἡ καταδῦσα εἰς θάλασσαν, καὶ βύνη, κατὰ τροπήν. Ἄλλοι θαλάμη, ἢ πεύκη, ὡς παρὰ Λυκόφρονι.
10 Βύρσα: Παρὰ τὸ δείρω, τὸ ἐκδέρω, ὁ μέλλων Αἰολικῶς, δέρσω· καὶ δέρσα, καὶ βύρσα, ἡ ἐκδερο‐ μένη τῷ σώματι. Ἢ παρὰ τὸ ῥύω, ῥύσα· καὶ πλεονασμῷ τοῦ β, βύρσα, καθ’ ὑπερβιβασμὸν, ἡ περιρρεομένη τῷ ἱδρῶτι.
15 Βυρσοδέψης: Παρὰ τὸ δεψῆσαι, ὅ ἐστιν ἁπα‐ λῦναι. Ὁ αὐτὸς δὲ καὶ σκυλοδέψης καλεῖται. Βυθός: Τὸ βάθος τὸ ἄφατον, παρὰ τὸ βάθος, τροπῇ τοῦ α εἰς υ. Ἣ παρὰ τὸ βύζω, βυστὸς καὶ βυθὸς, τροπῇ τοῦ θ εἰς ς, καὶ πλεονασμῷ ἑτέρου ς,
20γίνεται βυσσὸς, τὸ βάθος.
20 Βύσσος: Εἶδος βοτάνης· ἐξ οὗ καὶ τὰ ἀπ’ αὐτῆς βαπτόμενα ἱμάτια βύσσινα λέγονται. Βύζαντες: Λίβυες, περὶ Καρχηδόνα τῆς Λιβύης ἔθνος. Ἀφ’ οὗ ἡ πόλις, Βυζάντιον· καὶ Βυζάντιοι ἐν Λιβύῃ. Βυζάντιον δὲ τὸ ἐν Θρᾴκῃ βασίλειον,
25πόλις διασημοτάτη πρὸς τῇ Προποντίδι, πρὸς τῷ μέρει τῆς Εὐρώπης· ἐκλήθη δὲ ἀπὸ Βύζαντος τοῦ
Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος. Ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγεμών. Μετωνομάσθη δὲ Κωνσταντινούπολις καὶ Νέα Ῥώμη. Τὸ ἐθνικὸν,
30Κωνσταντινοπολίτης, ἄνευ τοῦ υ· τὸ κτητικὸν, Βυ‐ ζάντεια, διὰ διφθόγγου. Βυσσοδομεύω: δόλον φρεσὶ βυσσοδομεύων. Ὁ ἐν ἑαυτῷ ἐν βάθει διαλογιζόμενος, καὶ κεκρυμ‐
35μένα βουλευόμενος, ἢ ἐνθυμούμενος. Βυσσοδομεῖν, ἐν βυθῷ τινὶ οἰκοδομεῖν· παρὰ τὸν βυσσὸν, καὶ τὸ δέμω, τὸ οἰκοδομῶ· τὸ ἐν βάθει κατασκευάζειν, ὥστε μὴ πρότερον γνωσθῆναι πρὶν ὑπερέχειν ἄνω.
40 Βώκαρος: Τὸ ἔαρ ὑπὸ Τροιζηνίων· παρὰ τὸ τῷ βίῳ χαρὰν φέρειν, βώχαρος, καὶ βώκαρος. Καὶ ποταμὸς δὲ Σαλαμῖνος οὕτω καλούμενος. Βῶλος: Ἡ γῆ· παρὰ τὸ βῶ, τὸ τρέφω· ὅθεν καὶ βῶστρον. Ἐξ αὐτοῦ βῶλαξ, ὡς λίθος, λίθαξ.
45Ἢ παρὰ τὸ ὑπὸ τῶν βοῶν ἀλοᾶσθαι κοπτομένη ἡ γῆ· ἢ παρὰ τὸ πωλεῖσθαι καὶ συνεχῶς παρ’ αὐτῶν στρέ‐ φεσθαι, πῶλος καὶ βῶλος· ἢ ὅτι βαλλόμενος λύεται. Βωμός: Σημαίνει δύο· τέμενος ἱερὸν ὅπου θύουσι τοῖς θεοῖς, παρὰ τὸ βῶ, τὸ βαίνω, ὁ βεβηκὼς καὶ

217

(50)

ἱδρυμένος τοῖς θεοῖς πρὸς θυσίαν· ἐπιτίθεται γὰρ τὰ ἱερὰ παρ’ αὐτῷ· ἢ παρὰ τὸ βαίνειν τὸ αἷμα ἐν αὐτῷ. Δηλοῖ δὲ καὶ τὴν βάσιν, ὡς παρὰ Ὁμήρῳ, Ἅρματα δ’ ἀμβωμοῖσι τίθει. Παρὰ τὸ βῶ, ὅπου τὰ τιθέμενα βέβηκε.
55 Βωμολόχοι: Κυρίως ἐλέγοντο οἱ ἐπὶ τῶν θυσιῶν ἐπὶ τοῖς βωμοῖς λοχῶντες, (ὅ ἐστι καθεζόμενοι,) καὶ

218

μετὰ κολακείας προσαιτοῦντες· οὗτοι γὰρ ὑπὲρ τοῦ λαβεῖν τὶ παρὰ τῶν ἀποθυόντων πολλὰ λιπαροῦσι κολακεύοντες. Μεταφορικῶς δὲ καὶ οἱ παραπλησίως
5τούτοις ἕνεκα ὠφελείας τινὰ κολακεύοντες ἄνθρωποι εὔκολοι καὶ ταπεινοὶ, καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. Ὅθεν καὶ βωμακεύματα καὶ βωμολοχεύματα. Ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ
10μάντεις. Ἀπολλόδωρος δὲ Κυρηναῖος, ὁ εὐτράπελος καὶ γελωτοποιός· τινὲς δὲ τὸν μετά τινος εὐτραπε‐ λίας κόλακα, καὶ τὸν πανοῦργον καὶ συκοφάντην. Βωμολοχίαις: Οὐ σύνηθες ἔμοιγε βωμολοχίαις καὶ γλίσχραις ἐλπίσιν
15ἐγκαλλωπίζεσθαι.
15Κολακείαις, γελωτοποιΐαις. Βώμαξ: Ὁ βωμολόχος, οὗτος δὲ ἀπὸ τῶν βωμῶν πρὶν καρπωθῆναι αἴρων. Τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. Λέγεται καὶ βώμαξ ὁ μικρὸς βωμὸς ὑποκοριστικῶς.
20Βωμύκας: Οὕτω πρότερον ἐκαλεῖτο ὁ Εὐρώτας.
20Εἴρηται παρὰ τὸ βοὸς μυκηθμὸν παραπλήσιον ἔχειν. Βωνίτης: Σημαίνει τὸν βουκόλον. Καλλίμαχος, Οἵους βωνίτῃσιν ἐνικρύπτουσι γυναῖκες. Διὰ τοῦ ι, ὡς πολίτης. Βῶξ: Παρὰ τὸ βοάζω, βοάξω, βόαξ, καὶ κατὰ
25συναίρεσιν, βῶξ, εἶδος ἰχθύος. Σύνθετον δέ ἐστι, μεταπεπλασμένου τοῦ διπλοῦ· ὥστε ἐγκεῖσθαι τὸ ΒΟΥ ἐπιτατικὸν, καὶ τὸ ὄψ. Τοιοῦτος γὰρ ὁ ἰχθῦς. Ὅμοιον καὶ τὸ κάλυξ, παρὰ τὸν καλύψω μέλλοντα, τὸ κεκαλυμμένον ῥόδον. Ἡρωδιανὸς δέ φησι καὶ
30δισυλλάβως λέγεσθαι, ὡς Ἀριστοφάνης, Ἀλλ’ ἔχουσα γαστέρα μεστὴν βοάκων. Καὶ Φερεκράτης, εἰπὼν, τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν
35 ἰχθῦν γε φασὶ τὸ παράπαν ἐπιφέρει,
36Νὴ τὼ θεὼ,
36κοὐκ ἔστιν ἰχθῦς ἄλλος οὐδεὶς ἢ βόαξ.
36Ἀριστοτέλης δὲ, ὅτι φωνὴν προΐεται, καὶ οὕτως
36ὠνόμασται.
36 Βώσεσθε: Πῶς τῆμος βώσεσθε δυσάμμοροι, Ἀπολλώνιος. Σημαίνει τὸ βιώσεσθε. Βωστρεῖν: Καλεῖν, βοᾶν. Παρὰ τὸ βοῶ,
40βοάζω, βοαστής· εἶτα ῥῆμα βοαστρῶ, ὡς ἀπὸ τοῦ
40καλῶ, καλίζω, καλιστὴς, καὶ καλιστρῶ. Βώτορες: Βοσκήτορες, νομεῖς. Παρὰ τὸ βῶ ῥῆμα, βέβοται, βότης, καὶ βοτὴρ, ὡς ἐλάτης, ἐλατήρ· καὶ ἐπεκτάσει βώτωρ, ὡς Μέντης, Μέν‐ τωρ.
45Βώτιον: Χωρίον περὶ τὸ Ἴλιον, εἰς ὃ καταχθεὶς
45Ἀγαμέμνων ἐπεβώσατο τὴν Ἄρτεμιν εὐμενῆ αὐτῷ γενέσθαι πλέοντι. Καὶ ὠνόμασται οὕτως ἀπὸ τῆς αἰτίας ταύτης, Βώτιον.
Βωτιάνειρα: Ἡ βόσκουσα τοὺς ἄνδρας καὶ τρέφουσα. Ὡς σωτὴρ σώτειρα, καὶ Δημήτηρ

218

(50)

Δημήτειρα, οὕτως ἀνὴρ ἄνειρα, καὶ μετὰ τοῦ βῶ, τὸ τρέφω, βωτιάνειρα· καὶ Καλλιάνειρα. Βῶ: Σημαίνει τρία· τὸ τρέφω, ἐξ οὗ καὶ βοῦς, καὶ βόσις, ἡ τροφή· ὁ μέλλων, βόσω. Βῶ, τὸ πατῶ, ἐξ οὗ καὶ βότρυς. Βῶ, τὸ βαίνω, ἐξ οὗ καὶ ὁ μέλλων
55βήσω· καὶ βίβημι, τὸ πορεύομαι· καὶ βῆμα, καὶ βῆσα. Βῶ, τὸ λέγω, ἐξ οὗ καὶ βάζω.

219

(2t)

γ.
3 Γάμμα τὸ στοιχεῖον παρὰ τὸ ἀμᾶν τὴν γῆν, ἤτοι θερίζειν· δρεπανῶδες γάρ ἐστιν· ᾧ καὶ ὁ τύπος τοῦ
5γράμματος ὅμοιός ἐστι. Γάγαι: Πόλις Λυκίας. Εἴρηται ὅτι Ῥόδιοι, Λυκίους αἰτοῦντες τόπον ἐν ᾧ κατοικήσουσιν, ἐβόων Γᾶ γᾶ, τῇ πατρῴᾳ φωνῇ δωρίζοντες· καὶ ἐντεῦθεν τὸ ὄνομα ἐτέθη τῇ πόλει. Ἢ ὅτι Νέμιος στρατηγῶν
10Ῥοδίων, καὶ τοὺς Λυκίων καὶ Κιλίκων λῃστεύοντας κατὰ θάλασσαν νικήσας, νυκτὸς χειμῶνι περιέπεσε· καὶ κινδυνευούσης τῆς νεὼς, τῶν ἐμπλεόντων ἀναβοη‐ σάντων τῇ Δωρίδι φωνῇ Γᾶ γᾶ, ἐκ τοῦ ἐπιφθέγμα‐ τος προσέσχον καὶ ἐσώθησαν. Ἡμέρας δὲ γενομένης,
15κατὰ τὸν τόπον ἔκτισε πόλιν, καὶ ὠνόμασεν αὐτὴν ἀπὸ τῆς λεχθείσης φωνῆς, Γάγαι. Γαγγαμών: Παρὰ τὸ γῶ, τὸ λαμβάνω, γίνεται γάζω· καὶ ὡς σκεδῶ σκεδάζω σκεδασμὸς, κλύζω κλυσμὸς καὶ κατακλυσμὸς, οὕτω γάζω, γασμός· καὶ
20κατ’ ἔλλειψιν τοῦ ς, καὶ διπλασιασμῷ, γίνεται γαγ‐ γαμὼν γαγγαμόνος. Σημαίνει δὲ τὸ λαμβάνον δίκτυον. Ἔστι κυρίως γαγγάμη, σαγήνη, ἢ δίκτυον. Ὅθεν καὶ οἱ σαγηνευταὶ γαγγαμουλκοὶ, οἱ σαγη‐ νεύοντες· καὶ γαγγαμεύς τις, ὁ τῇ γαγγάμῃ ἐργα‐
25ζόμενος.
25 Γαγγαλίζω: Παρὰ τὸ γελῶ, γελίζω· καὶ τροπῇ τοῦ ε εἰς α, γαλίζω· καὶ κατὰ ἀναδιπλασιασμὸν ἑτέρου γ, γαγγαλίζω, τὸ εἰς γέλωτα ἄγω. Γάγγραινα: Πάθος διαβρωτικὸν σαρκῶν. Παρὰ τὸ γράω (ὃ σημαίνει τὸ ἐσθίω· Καλλίμαχος,
30 αἰζηῶν ἔγραε κηδόμενος. ἀντὶ τοῦ ἤσθιεν) γίνεται γραίνα· καὶ ἐν διπλασι‐ ασμῷ, γάγγραινα. Γάδειρα: Τὰ Γάδειρα λέγονται πληθυντικῶς· ἀπὸ τοῦ γῆ καὶ τοῦ δειρὰ, οἱονεὶ γῆς δειρά. Τὰ γὰρ
35γάδειρα τῆς γῆς ἐξοχή ἐστιν. Ἢ, ὡς φησὶ Κλαύ‐
35διος Ἰούλιος ἐν ταῖς Φοινίκης ἱστορίαις, ὅτι Ἀρχα‐ λεὺς υἱὸς Φοίνικος, κτίσας τὴν πόλιν, ὠνόμασε τῇ Φοι‐ νίκων γραφῇ. Γάδον γὰρ παρ’ αὐτοῖς τὸ ἐκ μικρῶν
ᾠκοδομημένον. Γαζοφυλάκιον: Θησαυροφυλάκιον· γάζα γὰρ
40θησαυρός. Εἰς τὸ Ῥητορικόν. Καὶ πλοῦτος, καὶ
40ταμιεῖα γάζας. Διογενιανός. Γάκινος: Ὁ σεισμὸς κατὰ Ἀθηναίους, ὁ τὴν γῆν κινῶν. Ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις. Γάλα: Παρὰ τὸ γυῖα καὶ τὸ ἅλλομαι, τὸ ἐκ τῶν γυίων ἁλλόμενον.
45 Γαληψός: Πόλις ἐστὶ Θρᾴκης· ὠνόμασται δὲ ἀπὸ Γαλήψου τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Ὁ πολίτης, Γαλήψιος. Τὰ δὲ εἰς ΨΟΣ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, σκινδαψὸς, (ὀργάνου ὄνομα, καὶ κύριον· τί‐ θεται καὶ κατ’ οὐδενὸς, ὡς τὸ τραγέλαφος,) χεραψὸς,

219

(50)

καλυψός. Γάλα: Παρὰ τὸ καλὸν εἶναι εἰς ἀνατροφὴν, κάλα, καὶ γάλα. Ἐκ δὲ τοῦ γάλα, γαλήνη, ἡ πραεῖα καὶ ἐφεσταμένη θάλασσα. Ἢ παρὰ τὸ γελᾶν, γελάνη τὶς οὖσα καὶ γαλήνη, ἡ πρᾶον ἔχουσα
55καὶ ἡδὺ θέαμα. Ζήτει εἰς τὸ γάκινος. Γαλαθηνός: Ὁ ὑποτίτθιος καὶ ὑπομάζιος· ὥσπερ παρὰ τὸν δείσω μέλλοντα γίνεται δεινός·

220

κλείσω, κλεινός· οὕτως καὶ παρὰ τὸν θήσω μέλλοντα (δηλοῖ τὸ θρέψω) γίνεται θηνός· καὶ ἐν συνθέσει μετὰ τοῦ γάλα γίνεται γαλαθηνὸς, ὁ ὑπὸ γάλακτος τρεφόμενος.
5 Γαλατία: Χώρα· ὠνομάσθη (ὥς φησι Τίμαιος) ἀπὸ Γαλάτου, Κύκλωπος καὶ Γαλατίας υἱοῦ· ἢ διὰ τὸ ἐν αὐτῇ ὑπὸ Καίσαρος Αὐγούστου καταλειφθῆναι Γάλλους στρατιώτας. Ἡ χώρα· ἡ δὲ πόλις, Ἄγκυρα.
10Γαλόῳ: Οἱ μὲν λέγουσιν ὅτι ἔστι γάλως, εἶτα
10διαλύσει τοῦ ω, γάλοως, ὡς τὸ, Ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἔβη. Ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν λέγει, ὅτι ἔστιν εὐθεῖα ἡ γάλως. Ἔστι δὲ ἡ ἀνδρὸς ἀδελφή. Κλί‐ νεται τῆς γάλω. Ὁ κανών· τὰ δὲ βαρύτονα, κατὰ
15ἀποβολὴν τοῦ ς κλίνονται, τῆς Κέω. Ἡ δοτικὴ, τῇ
15γάλῳ· καὶ πλεονασμῷ τοῦ ο, γαλόῳ. Διὰ τοῦτο
καταβιβάζει τὸν τόνον· ἐπειδὴ οὐδέποτε ἐπὶ τέλους κειμένου τοῦ ω τρίτη ἀπὸ τέλους τίθεται ἡ ὀξεῖα, χωρὶς τῶν Ἀττικῶν. Κλίνεται δὲ καὶ γάλως γά‐ λωτος, ὡς γέλως γέλωτος.
20Γάλλος: Ὁ φιλοπάτωρ Πτολεμαῖος· διὰ τὸ
20φύλλοις κισσοῦ κατεστίχθαι, ὡς οἱ γάλλοι. Ἀεὶ γὰρ ταῖς Διονυσιακαῖς τελεταῖς [κισσῷ ἐστεφανοῦντο.] Γάλλος: Ὁ τῇ μητρὶ τῶν θεῶν ὀργιαζόμενος· ὁ ἄλλός τις γενόμενος καὶ μεταβαλὼν τὴν φύσιν ἐξ ἀνδρῶν, καὶ οὔτε ἀνὴρ ὢν οὔτε γυνή· ἐξετέμνοντο γὰρ
25οἱ τελούμενοι τῇ θεῷ. Ἢ ἀπὸ Γάλλου ποταμοῦ τῆς Φρυγίας, παρ’ ὃν ἐτελοῦντο. Γαλεάγρα: Ἡ τῶν θηρίων ὑποδοχή. Γαλερόν: Ἱλαρὸν, ἡδὺ, πρᾶον. Τάσσεται δὲ ἐπὶ βλεμμάτων. Καὶ γαλερωπὸς, ὁ γαλερὸν καὶ
30ἐπιτερπὲς βλέπων. Γαλιάγκων: Ὁ τὸν βραχίονα ἐλάττω ἔχων. Γάλωνες: Χρῶμα ἵππων τὸ ὀνοειδές. [Γάδειρα] τὰ περιφράγματα. Φοίνικες. Γάμος: Παρὰ τὸ δαμῶ, τὸ δαμάζω, γίνεται δά‐
35μος, καὶ γάμος, ὁ δαμαστικὸς τῶν θηλειῶν. Ὅθεν καὶ τὰς παρθένους ἀδαμάστους λέγει Ὅμηρος· οἷον, παρθένος ἀδμής. Οἱ δὲ, παρὰ τὸ γεννᾶν, γάμος. Ἐτυμολογοῦσι δὲ καὶ παρὰ τὸ δύο ἅμα εἶναι, κατὰ μετάθεσιν τοῦ
40εἰς γ. Γαμβρὸν δὲ, τὸν νυμφίον, ἢ τὸν κατ’ ἐπι‐
40γαμίαν οἰκεῖον. Ἐναλλάσσεται δὲ τὸ ὄνομα πολ‐ λάκις. Σοφοκλῆς δὲ τὸν πενθερὸν ἀντὶ τοῦ γαμβροῦ λέγει. Γαμησείω: Διὰ τῆς ΕΙ διφθόγγου· ἀπὸ τοῦ γαμήσω μέλλοντος. Καθόλου γὰρ τὰ ἀπὸ ἐνεστώ‐
45των ἢ μελλόντων διὰ τοῦ ΕΙΩ γινόμενα παράγωγα
45ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ΕΙ διφθόγγου γράφεται· οἷον, ἀπὸ μὲν ἐνεστῶτος, ὀλῶ, ὀλείω· κιχῶ, κιχείω· κρατῶ, κρατείω· ἀπὸ δὲ μέλλοντος, ὄψω, ὀψείω· βρώσω, βρωσείω. Οὐκ ἀντίκειται ἡμῖν τὸ ψῶ ψίω, τὸ ἐμβρωματίζω· ἐπειδὴ οὐκ ἔστιν ὑπὲρ δύο συλ‐

220

(50)

λαβάς.

220

(50)

Γαμηλία: Ἡ εἰς τοὺς φράτορας διδομένη ἐγ‐ γραφὴ, καὶ εἰσαγωγὴ ἐπὶ γάμοις, ἣν ὠνόμαζον καὶ κουρεῶτιν. Οἱ δὲ φασὶ γαμηλίαν θυσίαν, ἣν ἔθυον τοῖς δημόταις οἱ εἰς τοὺς ἐφήβους ἐγγραφόμενοι καὶ μέλλοντες γαμεῖν. Ἐγίνετο δὲ ἡ θυσία Ἥρᾳ καὶ
55Ἀφροδίτῃ καὶ Χάρισι γαμηλίαις. Λυκόφρων, καὶ γαμηλίους ἄξει θυηλάς.

221

Γαμήλια: Παρὰ τὸ γαμῶ, γαμήσω, γαμήλια, ὡς δεμῶ, δεμήσω, δεμήλια, καὶ θεμήλια· καὶ ὡς παρὰ τὸ κατοικῶ κατοικήσω κατοικήσια, καὶ κατοι‐ κέσια. Ἔστι δὲ θυσία τοῖς ἐν τῷ δήμῳ θεοῖς. Ἡ
5εἰς τοὺς φράτορας ἐγγραφὴ τῶν ἐφήβων γαμηλία πανήγυρις ἐλέγετο. Καὶ γαμήλιος ὁ εἰς τοὺς γάμους πλασσόμενος πλακοῦς. Γαμβρός: Παρὰ τὸ γάμω, γαμηρός· καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ β. Ἢ παρὰ τὸ
10γάμος.
10Γαμψός: Ὁ κεκαμμένος. Παρὰ τὸ κάμπτω,
10κάμψω, γαμψὸς, τροπῇ τοῦ κ εἰς γ, ὡς καμψώνυχες, γαμψώνυχες. Γαμφηλή: Ἡ γνάθος, ἡ σιαγών· παρὰ τὸ κάμπτω, γάμπτω· καὶ ὥσπερ παρὰ τὸ θάπτω γί‐ νεται ταφὴ, οὕτω καὶ παρὰ τὸ γάμπτω, γαμφὴ, καὶ
15γαμφηλή.
15 Γάνος: Παρὰ τὸ γανῶ, τὸ λαμπρύνω, γίνεται γάνος· Λαμπρὸν γανόωντες. Καὶ γεγανωμένος· καὶ, γάνυται δέ τε τοῖς ἐνοσίχθων.
20Χαίρει, καλλωπίζεται. Παρὰ τὴν γῆν, ἐκ γῶ γανῶ,
20ἡ θάλλουσα τοῖς φυτοῖς, ἡ λαμπρὰ καὶ χαρᾶς ἡμῖν
20αἰτία γινομένη.
20 Γανυμήδης: Ὁ ἥρως ὁ οἰνοχόος· παρὰ τὸ γάνος μήδεσθαι τῷ Διῒ, ὅπερ ἐστὶ τὸ πόμα τὸ λαμ‐ πρόν. Εὐριπίδης, Ὅπου βότρυος ἐν δαιτὶ γίνεται γάνος. Ἢ παρὰ τὸ γάννυσθαι τοῖς μήδεσι συνετὸς, ὡς
25Εὐμήδης.
25Γαργαλίζει: Κινεῖ, ὑποσαίνει, προτρέπει, ἐρε‐
25θίζει. Καὶ γαργαρίζει, ἐρεθίζει ἀπὸ τοῦ στόματος
ὥστε ἐμέσαι. Γάργαρος: Πόλις τῆς Ἴδης ἐν ὑψηλῷ τόπῳ κειμένη, ἣν κατῴκουν Λέλεγες· ἐξ ἧς διὰ τὸ κρυῶδες ὑποκατέβησαν οἱ Γαργαρεῖς, καὶ ᾤκισαν αὐτὴν ὑπὸ
30πεδίον Γάργαρον. Ἐκείνη δὲ ἐρημωθεῖσα καλεῖται
30Παλαιὰ Γάργαρος· ὠνόμασται δὲ ἀπὸ Γαργάρου τοῦ Διὸς, ὡς δηλοῖ Νυμφίος ὁ φιλόσοφος. Οὕτως Ἐπαφρόδιτος ἐν ὑπομνήματι θʹ Ἰλιάδος, παρατιθέ‐ μενος Κλείταρχον Αἰγινήτην λεξικογράφον. Ἄλλοι δὲ ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα·
35ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς σώμασιν ἡμῶν γαργα‐ ρεῶνος. Καὶ γὰρ τὸ σῶμα τοῦτο ἀπὸ παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει. Γαργαρεών: Ὡς Ἱπποκράτης, ἡ λεγομένη στα‐ φυλή· ἀπὸ τοῦ ἤχου τοῦ γινομένου ἐν τῇ θεραπείᾳ
40αὐτῆς. Ὡς δὲ Σώρανος, τὸ ἄκρον τῆς λάρυγγος·
40ἀπὸ τοῦ ὁμοφραδοῦς ἤχου τοῦ ἐν τῇ καταπτώσει γινομένου. Γαρίμας: Ἐκ τοῦ μαρίκας· ἢ ἐκ τοῦ γαρίκας τὸ μαρίκας· βάρβαρον δὲ τὸ ὄνομα, καὶ ἡ κλίσις, καὶ ὁ τόνος. Ἡρωδιανὸς περὶ Παθῶν.
45Γάρκον: Τὸ ἔσω τῆς πλήμνης σιδήριον, ὃ τὸν
45ἄξονα τρίβει.
45 Γάστριον: Πέμμα τι σησαμῶδες, παρὰ Κρησί. Γαυσόν: Σκαμβὸν, χωλὸν, στρεβλὸν, διεστραμ‐ μένον. Γαυλοὶ λέγονται καὶ τὰ Φοινι(κι)κὰ πλοῖα· καὶ γαυλιτικὰ χρήματα παρὰ Ξενοφῶντι, τὰ ἀπὸ τῶν πλοίων.

221

(50)

Γαφάγας: Σκώληξ, ὑπὸ Συρακουσίων· ὃ ἡμεῖς

221

(50)

ἔντερον. Καὶ γηφάγοι, πένητες, ἄποροι, ὡς τὰς ἐκ γῆς βοτάνας σιτιζόμενοι, τροφῆς ἀμοιροῦντες. Γαστερόχειρες καὶ ἐγχειρογάστορες: Οἱ ἀπὸ χειρῶν ζῶντες. Καὶ γαστέρες, οἱ τροφῆς μόνης ἐπιμελούμενοι· καὶ γαστρίδες, οἱ τὰς ἔλμινθας
55ἔχοντες. Γαστήρ: Παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, γίνεται γαστὴρ, ἡ πάντα τὸν βίον μὴ πληρουμένη λαμβάνουσα. Ἐκ τοῦ γαστὴρ γίνεται γάστρα, ἡ

222

εἰς κῦτος γενηθεῖσα τοῦ λαμβάνειν·
1 Γάστρην μὲν τρίποδα. Γαστρίζεσθαι: Λαμπρότερον τρέφεσθαι, λαι‐ μάργως διαιτᾶσθαι. Γάστρις γὰρ ὁ πολυφάγος καὶ ἀκρατὴς περὶ τὴν γαστέρα.
5 Γαστρίμαργος: Πόθεν ἐτυμολογεῖται οὐδεὶς οὔτε γραμματικῶν οὔτε ῥητόρων ἐμνημόνευσεν. Ἀρι‐ στοτέλης δὲ ἐν τῷ περὶ Ζῴων μέμνηται ζῴου μάργου λεγομένου, καὶ ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ τῆς γῆς καὶ τοῦ ὕδατος· καὶ ἀφ’ οὗ γεννηθῇ, οὐ
10παύεται γηϊφαγοῦν, ἕως οὗ ἐκτρυπῆσαν τὴν γῆν εἰς ἐπιφάνειαν ἔλθοι· καὶ ἐλθὸν, θνήσκει τρεῖς ἡμέρας. Ἔρχεται γὰρ νέφος βροχῆς, καὶ βρέχει ἐπάνω αὐτοῦ· καὶ ἀναζῇ, μηκέτι γηϊφαγοῦν. Καὶ ἐκ τούτου οἱ μετὰ τοὺς ἀρχαίους φιλοσόφους ὁρμη‐
15θέντες, τοὺς πολυφάγους γαστριμάργους ἐκάλεσαν. Δύναται δέ τις εὐσεβῶς τοῖς οὖσιν ἐπιλαβεῖν τὰ εἰρημένα. Πᾶν γὰρ πάθος ἀπὸ σήψεως γίνεται· καὶ ἐπὰν γεννηθῇ, οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν καρδίαν, ἕως ἂν διὰ τῆς γνωστικῆς ἕξεως εἰς φανέ‐
20ρωσιν ἔλθοι· καὶ ἐλθὸν, θνήσκει ταῖς τρισὶ δυνάμεσι
20τῆς ψυχῆς· καὶ οὕτως ἡ χάρις τοῦ Ἁγίου Πνεύ‐ ματος διὰ νέφους τῆς διδασκαλίας ἐπιφανεῖσα, στα‐ λαγμοὺς δίδωσι γνώσεως, καὶ ζωοποιεῖ οὐ κατὰ τὴν πρότερον ἐμπαθῆ ζωὴν, ἀλλὰ κατὰ τὴν ἐπ’ ἀρετῇ καὶ θεῷ οἰκείαν.
25 Γαῦλος: Ποιμενικὸν ἀγγεῖον ἢ κάδος, εἰς ὃ τὸ γάλα δέχονται. Παρὰ τὸ γῶ, τὸ χωρῶ, γίνεται γάζω, γάλος, καὶ γαῦλος. Καὶ οὐ πάντως δεῖ παρὰ τὸ γάλα λαμβάνειν. Λέγεται δὲ καὶ τριήρης γαῦ‐ λος διὰ τὸ πλεῖστα δέχεσθαι, ὡς φησὶν Ἡρόδοτος
30ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν. Ἔστι δὲ εἶδος πλοίου λῃστικοῦ, ἥτις καὶ Λίβυρνος καλεῖται. Ἢ γύαλος τὶς ὢν, τουτέστι κοῖλος. Λέγεται καὶ ἀντλητή‐ ριόν τι. Γαῦρος: Ὁ ἐπηρμένος καὶ τεθαρσυμένος. Παρὰ
35τὸ γαίω, τὸ γαυριῶ, γίνεται γαῖρος· καὶ τροπῇ τοῦ ι
35εἰς υ, ὡς κλαίω κλαύσω. Γαίω, τὸ γαυριῶ· παρὰ τὸ γαῖα· μεγάλη γὰρ ἡ γῆ. Τὸ δὲ γαῖα, παρὰ τὸ γῶ, τὸ χωρῶ, ἡ χωρη‐ τική· ὡς παρὰ τὸ μῶ, τὸ ζητῶ, μαῖα· καὶ παρὰ τὸ ῥῶ, τὸ φθείρω, ῥαῖα· καὶ γραῖα, πλεονασμῷ τοῦ γ.
40Τὰ δὲ ἀπὸ περισπωμένων μονοσυλλάβων ῥημάτων διὰ τοῦ ΑΙΑ γινόμενα θηλυκὰ διὰ τῆς ΑΙ διφθόγγου γράφεται· οἷον, μῶ, μαῖα· γῶ, γαῖα. Τὸ α, βραχύ. Διατί; Πᾶν θηλυκὸν εἰς α λῆγον ὀξυνόμενον ἢ περι‐ σπώμενον ἐκτείνει τὸ α· προπαροξυνόμενον δὲ ἢ προ‐
45περισπώμενον, συστέλλει αὐτό. Ἢ τὰ διὰ τοῦ ΑΙΑ παρώνυμα ὑπὲρ δύο συλλαβάς εἰσι, καὶ ἐκτείνονται· τὸ δὲ μαῖα, γαῖα, διήλλαξε καὶ περὶ τὸν χρόνον. Γαῖα: Ἔστι γῶ σημαῖνον τὸ τίκτω· ἐξ οὗ γίνεται γέα διὰ τοῦ ε ψιλοῦ, οἱονεὶ ἡ γεννητική· ἐξ
55οὗ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η γίνεται γῆ. Ἐκ τούτου γίνεται ἄλλη παραγωγὴ διὰ τῆς ΑΙ διφθόγ‐ γου, γαῖα, ὥσπερ σελήνη, σεληναία· Ἀθήνη, Ἀθη‐

223

ναία. Ἀλλ’ ἀντίκειται Σέργιος ὁ γραμματικὸς, λέγων ὅτι οὐκ ἐκ τοῦ γῆ ἐστι τὸ γαῖα, ἀλλ’ ἀπὸ τοῦ γαίω. Γαιήοχος: Ἀπὸ τοῦ τὴν γαῖαν ἔχειν γίνεται
5γαίοχος, καὶ πλεονασμῷ τοῦ η, γαιήοχος, ὁ ἐπὶ τῆς
5γῆς ὀχούμενος· περιλαμβάνει γὰρ αὐτὴν ὁ ὠκεανός· δεσπότης γὰρ τῶν ὑδάτων ὁ ὠκεανός. Ἢ ὁ συνέχων καὶ βαστάζων τὴν γῆν· φασὶ γὰρ ἐπὶ ὕδατος αὐτὴν ἐστηρίχθαι. Καὶ ἐννοσίγαιος λέγεται· τῇ γὰρ τοῦ ὕδατος παρὰ χρόνον τινὰ μεταστάσει γίνεται ὁ
10σεισμός. Ἢ ὁ χαίρων τοῖς ἅρμασιν· ἵππιος γὰρ ὁ θεός. Γαίειν γὰρ τὸ χαίρειν καὶ σεμνύνεσθαι. Γαιήϊος: Πλεονασμῷ τοῦ η, ὡς τὸ Νυσίον,
Νυσήϊον. Γαιζήται: Οἱ Γαλάται· οἱ τὴν γῆν ζητοῦντες.
15Ἐκπεσόντες γὰρ τῆς ἑαυτῶν χώρας, πολλὴν γῆν
15περιῆλθον ζητοῦντες ὅπῃ οἰκήσουσιν. Εὐφορίων ἢ Πολυχαρίη· ὅθεν καὶ, Γαιζῆται περὶ δείρεα χρυσοφορεῦντες. Γαιοδόται: Οἱ ἀρχιτέκτονες, ἢ οἰκονόμοι· παρὰ τὸ δεῖν, ὃ σημαίνει τὸ μερίζειν, οἱ τὴν γῆν διαμερί‐
20ζοντες, ὅ ἐστι διαγράφοντες εἰς οἰκήματα. Καλλί‐
20μαχος,
20 Γαιοδόται καὶ σπάρτα διηνεκὲς εὖτε βάλωνται. Γαίων: Ἱλαρὸς, γαυριῶν, τερπόμενος· γαίουσα δὲ, ὑπερφρονοῦσα· γαίεσκον δὲ, ἔχαιρον. Γαιός: Ὁ ἐπίγειος ἄνεμος. Γαιόν: Τὸν ἐργάτην βοῦν.
25 Γαῖσος: Ἐμβόλιον σιδηροῦν. Τριήρων δὲ τὴν φωνὴν ἐπὶ τῶν ἀκοντίων, ἃ Ῥωμαῖοι καλοῦσιν ὑσσούς. Ἰταλιῶται δὲ καὶ Ταραντῖνοι γαῖον τὸν μισθὸν λέγουσι.

222

(49)

Ἐκ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ γίνεται γεωμέ‐

222

(50)

τρης, γεωλόφος, γεωργός. Τὰ δὲ εἰς α λήγοντα ἐν τῇ κατ’ ἀρχὴν συνθέσει φυλάττει τὸ α, ἢ τρέπει αὐτὸ, ὀπωροπώλης, γεωμέτρης, γεώλοφος· ἔστι δὲ ὄρος, ὕψωμα γῆς· καλοῦσι δ’ οὕτως καὶ τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον. Ἐκ τοῦ ῥητορικοῦ.

223

(30)

Γεωπεῖναι: Παρὰ Ἡροδότῳ οἱ ὀλίγην γῆν ἔχοντες, οἱονεὶ πεινῶντες γῆν. Ὦρος. Γέγειος: Ὁ ἀρχαῖος, παρὰ Ἑκαταίῳ· καὶ Καλλίμαχος, ἦ ῥ’ ὅτι τὼς ὁ γέγειος ἔχει λόγος.
35Καὶ,
35ἠχεῖ γέγεια
35 ἄνθεα μήκωνός τε. Παρὰ τὸ γέα, τὸ διὰ τοῦ ε ψιλοῦ, γίνεται κτητικῷ τύπῳ, γέϊος· καὶ διπλασιασμῷ καὶ συναιρέσει, γέγειος. Ἢ παρὰ τὸ γέα, γέειος· καὶ πλεονασμῷ τοῦ γ, γέγειος.
40Γεγάασι: Γεγένηνται. Ἀπὸ τοῦ γείνω, γέγονα,
40γεγόνασι· καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ α, γεγάασιν· ἐκγεγάασιν, ἐκγεγένηνται, κατοι‐ κοῦσι. Γεγανωμένος: Λελαμπρυσμένος· ἢ χαίρων, ἢ διακεχυμένος, ἢ κεκαλλωπισμένος. Καὶ γανωθεὶς,
45οἷον καλλωπισθείς· καὶ γανῶσαι, ἐπὶ τοῦ λαμπρῦναι· καὶ γανεῖν, λευκάναι· καὶ γανερὸν, λαμπρὸν, λευκόν· καὶ γάνος, ὕδωρ, χάρμα, φῶς, λίπος, αὐγὴ, λευκότης, λαμπηδών· ὑπὸ δὲ Κυπρίων, παράδεισος. Γεγαυῖα: Ῥῆμα γῶ ἐξ οὗ καὶ τὸ γείνω· ὁ

223

(50)

μέλλων, γήσω· ὁ παρακείμενος, γέγηκα· καὶ ὡς [ἀπὸ τοῦ] βέβηκα, βέβαα, οὕτω γέγηκα, γέγαα· ἡ μετοχὴ, γεγαὼς, [τοῦ] γεγαότος· τὸ θηλυκὸν, γεγαυῖα. Ἑλένη Διὸς ἐκγεγαυῖα. Ἡ ἐκ τοῦ Διὸς γεννηθεῖσα. Καὶ τὸ γεγῶσα παρ’
55αὐτό. Κανὼν γάρ ἐστιν ὁ λέγων, αἱ εἰς ΩΣ μετοχαὶ,
55εἰ μὲν ὦσιν ἀπαθεῖς, διὰ τοῦ ο κλινόμεναι, τὸ θηλυ‐ κὸν ἔχουσι διὰ τοῦ ΥΙΑ· εἰ δὲ κατὰ πάθος, τὴν κλίσιν μὲν ἔχουσι διὰ τοῦ ω, καὶ τὸ θηλυκὸν μεταποιοῦσιν

224

εἰς α· ἑστὼς, ἑστῶσα· γεγὼς, γεγῶσα. Γεγῶσα: Ἀπὸ τοῦ γενῶ, τὸ γίνομαι, ὁ μέλλων, γενήσω· ὁ μέσος παρακείμενος, γέγηνα· ἀποβολῇ τοῦ ν, γέγηα· ἡ μετοχὴ, γεγαὼς, τροπῇ τοῦ η
5εἰς α. Καὶ ἔστι σεσημειωμένον τὸ γεγαὼς, μεμαὼς, βεβαὼς, ἑσταώς· ἅπερ κατὰ κρᾶσιν γίνεται, γεγὼς γεγῶτος, μεμὼς μεμῶτος, βεβὼς βεβῶτος, ἑστὼς ἑστῶτος· καὶ τὰ θηλυκὰ, γεγῶσα, μεμῶσα, βεβῶσα, ἑστῶσα· καὶ τὰ οὐδέτερα διὰ τοῦ ω μεγάλου, τὸ
10γεγὼς, τὸ μεμὼς, καὶ τὰ ὅμοια. Ζήτει εἰς τὸ κεκοτηότα. Γεγωνεῖν: Σημαίνει τὸ τὴν φωνὴν ἐξάκουστον ποιεῖν· παρὰ τὸ γνώω, καὶ ἐν ὑπερθέσει, γωνῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν, γεγωνῶ. Οἱ γὰρ ἐξακουό‐
15μενοι, γνωστοί εἰσι. Δίδυμος δέ φησι γεγωνεῖν
15εἶναι τὸ εἰς πᾶσαν γωνίαν ἀφικνεῖσθαι τὴν φωνήν. Ἢ παρὰ τὸ γνόω γνῶ, γέγνοα· καὶ καθ’ ὑπέρθεσιν καὶ αὔξησιν, γέγωνα, καὶ γεγωνὼς ἡ μετοχή. Γεγωνέμεν: Ἀπὸ τοῦ φωνῶ, τροπῇ τοῦ φ εἰς γ, γεγωνῶ, γεγωνήσω, γεγώνηκα. Ἢ ἀπὸ τοῦ γωνῶ,
20γωνεῖν, καὶ γεγωνεῖν κατὰ ἀναδιπλασιασμόν· καὶ ποιητικῶς, γεγωνέμεν. Ἢ ἀπὸ τοῦ γνώω, (ὅθεν καὶ τὸ γνώωσι,) γίνεται μέσος παρακείμενος γεγωνὼς, ἐκβοῶν, κράζων. Ἐκ τοῦ γωνῶ, μέσος παρακεί‐ μενος, γέγωνα· ἡ μετοχὴ, γεγωνώς. Ἐξ αὐτοῦ
25γεγωνότερος συγκριτικόν· καὶ γεγωνότερον ἐπίρ‐
ρημα σημαίνει ἐξακουστότερον καὶ λαμπρότερον. Γεγωνοκῶμαι: Γυναῖκες αἱ τὰς κώμας ἐμπι‐ πλῶσαι βοῆς. Γέλως: Παρὰ τὸ τὸ γένειον εἰλεῖν, ὅ ἐστι συ‐
30στρέφειν· περὶ γὰρ τὸ γένειον μῦες τινὲς κινούμενοι ποιοῦσι τὸν γέλωτα. Ἢ παρὰ τὸ τὰ γυῖα λύειν, ὅ ἐστι τὰ μέλη. Ἢ παρὰ τὴν ἕλην, ὃ σημαίνει τὴν θερμασίαν· οἱ γὰρ θερμοὶ πολλὰ γελῶσιν. Ἢ παρὰ τὸ χέω, χέλως, καὶ γέλως· οἱ γὰρ γελῶντες ἐκκε‐
35χυμένην ἔχουσι τὴν ψυχήν.
35 Γελοῖος: Ὁ καταγελαστότατος. Παρὰ τὸ γέλως γελῶ, γελώϊος, ὡς πατρώϊος· καὶ Βοιωτικῶς, γελοῖος. Οἱ γὰρ Βοιωτοὶ τὸ ω καὶ ι εἰς τὴν ΟΙ δίφθογγον τρέπουσι, τὸ πατρώϊος πατροῖος λέγοντες, καὶ τὸ ἡρώϊος, ἡροῖος. Ἐξ οὗ καὶ γελοίϊον.
40 Τὰ δὲ διὰ τοῦ ΟΙΟΣ ὀνόματα ὑπὲρ δύο συλλαβὰς ἅπαντα προπερισπᾶται· οἷον, παντοῖος, ἀλλοῖος, ἑτε‐ ροῖος οἱ δὲ μεταγενέστεροι τῶν Ἀττικῶν τὸ γελοῖος καὶ ὁμοῖος προπαροξύνουσιν· οὐκ εὖ.
45 Γέλοιος λέγεται, ὁ γέλωτος ἄξιος· γελοῖος δὲ, ὁ γελωτοποιός. Γελαστὸς καὶ Ἀγέλαστος: Ὅμηρος, Δεῦθ’ ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε. Δισσῶς δὲ ἀναγινώσκεται. Καὶ ἀγέλαστα, ἐφ’

224

(50)

οἷς δεῖ μὴ γελᾶν, ἀλλ’ ὀργίζεσθαι. Παρὰ τὸ γελῶ

224

(50)

γελάζω, γελαστὸς, ὡς πελῶ πελάζω πελαστὸς, πλανῶ

224

(50)

πλανάζω, καὶ συγκοπῇ πλάζω.

224

(50)

Γεμέωσι δὲ παστάδες: Γεμῶμεν, γεμῆτε, γε‐ μῶσι· καὶ πλεονασμῷ ποιητικῷ τοῦ ε, γεμέωσιν. Οὕτως Ἡρωδιανός. Γεγάμεν: Γεγενῆσθαι. Παρὰ τὸ γῶ γήσω, γέγημι· ἀπαρέμφατον, γεγάναι· καὶ Δωρικῶς, γε‐
55γάμεν, ὡς τιθέναι, τιθέμεν.
55 Γεγυρωμένους: Ἠτονηκότας σώμασι, κεκαμ‐ μένους. Γέγυραν: Αὐλὴν, ἢ δεσμωτήριον. Γέλα: Πόλις Σικελίας. Ἀπὸ Γέλα [τοῦ] ποτα‐

225

μοῦ, ἐν ᾧ παράκειται ἡ πόλις. Ἢ ὅτι Ἀντίφημος ἢ Δεινομένης ὁ Ῥόδιος κατὰ χρησμὸν εἰς Δελφοὺς παραγενόμενος ἤκουσεν, ὡς δέοι αὐτὸν πρὸς δυσμὰς
ἀπιόντα πόλιν κτίζειν. Ἐπὶ δὲ τῇ ἀπροσδοκήτῳ
5ἀκοῇ ἐγέλασε· καὶ ἀπὸ τῶν συμβάντων ὠνόμασε τὴν πόλιν καὶ τὸν παρακείμενον ποταμόν. Τὸ ἐθνικὸν, Γελαῖος. Γέλαν: Οἷον, Γέλαν δ’ ἀθάνατοι θεοί.
10Κατὰ συστολὴν λαμβάνεται, ὡς ἡ μετοχὴ δηλοῖ.
10Γέλαντος γὰρ ἡ γενικὴ, κατὰ συστολὴν τοῦ α. Τὰ
10δὲ ἐνδέοντα συλλαβῇ τρίτα πρόσωπα τῶν πληθυντι‐ κῶν καταλήγουσιν εἰς τὴν παραλήγουσαν τῆς γενι‐ κῆς τῶν μετοχῶν. Οὕτω Ζηνόδοτος. Γεννῶ: Τὸ τίκτω· παρὰ τὴν γῆν τὴν πάντων μητέρα. Ἔστι γὰρ γέα, ἐξ οὗ ῥῆμα, γέω, καὶ
15πλεονασμῷ τοῦ ν, γεννῶ. Ἢ παρὰ τὸ γείνω, γεννῶ· ἐπὶ μὲν τῆς γεννήσεως, διὰ δύο ΝΝ· ἐπὶ δὲ τῆς ποιήσεως καὶ κτίσεως, δι’ ἑνός ν· ἐξ οὗ καὶ γενητὸς, ὁ κτιστός. Τὰ δὲ ἀπὸ τοῦ γινῶ γινόμενα ὀνόματα δι’ ἑνὸς ν ἐκφέρονται· οἷον, γένεσις, γενέθλιον.
20 Γενέθλη: Ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεχθέντος ἡμέρα. Παρὰ τὸ γενῶ γενέθρα, καὶ Ἰα‐ κῶς, γενέθρη, ὡς κολυμβῶ, κολυμβήθρα, καὶ κατὰ τροπὴν, γενέθλη· ὅθεν καὶ τὸ γενή. Ἀπὸ τοῦ γενῶ, γενὴ, ὡς ἀπειλῶ, ἀπειλή· εἰλῶ, εἰλή· ὠνῶ, ὠνή.
25Καλλίμαχος,
25 Τὴν δὲ γενὴν οὐκ οἶδα. Γενῶ: Τὸ πράττω· ὁ μέλλων, γενήσω· ὁ δεύ‐ τερος ἀόριστος, ἔγενον, ὁ μέσος, ἐγενόμην. Ζήτει εἰς τὸ ἐγκονεῖν. Γενεθλιαλογία: Μαντεία περὶ τῆς γενήσεως.
30Γενέθλια: Ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτήσασα τοῦ
30τεχθέντος ἑορτή· καὶ γενέσια, ἡ δι’ ἐνιαυτοῦ μνήμη. Γενεά: Παρὰ τὸ γένος γενεά· σημαίνει δὲ ἕξ· ἐπὶ μὲν γὰρ τοῦ παντὸς τῶν ἀνθρώπων γένους, Οἵη περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν. Ἐπὶ δὲ τῆς εὐγενείας,
35Γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς.
35Ἐπὶ δὲ τῆς ἡλικίας,
35 Οὕνεκ’ ἐγὼ γενεῇφι νεώτατος. Ἐπὶ δὲ τῶν προγόνων, Τῆς γάρ τοι γενεῆς, ἧς Τρωΐ περ. Ἐπὶ δὲ τῶν ἐκγόνων, Κρείσσων δ’ αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
40Ἐπὶ δὲ διαστήματος χρόνου, τῶν μὴ κατ’ αὐτὸ
40βεβιωκότων,
40Τῷ δ’ ἤδη δύο μὲν γενεαί.
40 Γένος: Ἐκ τοῦ γένω, τοῦ σημαίνοντος τὸ τίκτω, γίνεται γένος, ὡς σθένω, σθένος· μένω, μένος· καὶ νείφω, νέφος. Ζήτει εἰς τὸ γεννητικόν.
Γένειον: Παρὰ τὸ γένος, γένειον, ὡς δάνος, δάνειον. Ἀπ’ αὐτοῦ γὰρ τὰ γένη διαστέλλονται,
45καὶ διακρίνει τὰ γένη.
45 Λέγεται ἀπὸ ἱστορίας. Ἔθνος γὰρ εἴκοσι καὶ πέντε χιλιάδων ἐπελθὸν παρεκάθητο τοὺς Ῥωμαίους· ἐκεῖνοι δὲ, ὀλίγοι ὄντες, ἀνοίξαντες ἑτέρας πύλας, ἔφερον τὰς σκλαβηνίας. Ἔτι δὲ οἱ σκλάβοι, ὀλίγοι ὄντες, ἔφερον τὰς γυναῖκας αὐτῶν· καὶ περι‐

225

(50)

θέντες αὐταῖς σχῆμα ἀνδρεῖον καὶ γενειάδας, ἐξήρ‐ χοντο. Ἰδόντες δὲ τὸ πλῆθος τὰ ἔθνη, ἠρώτων τοὺς Ῥωμαίους, τίνες εἰσὶν οὗτοι· καὶ ἔλεγον Λογγίβαρ‐ δοι, τουτέστι βαθεῖαν ὑπήνην καὶ μακρὰν ἔχοντες. γενειάς (ἐκ τοῦ γένειον) ἡ βαθεῖα ὑπήνη. γε‐
55νειάδες, αἱ κατὰ τῶν γενείων γενόμεναι τρίχες· τινῶν γραφόντων ἐθειράδες· παρὰ τὸν τόπον ἐν ᾧ πεφύ‐

226

κασι. Γένυς: Τὰ γένεια, οἱονεὶ κένυς τὶς ἐστίν· ὅτι κενόν ἐστι τὸ κατ’ αὐτὴν μέρος ὀστέων. Σημαίνει δὲ καὶ σιαγόνα,
5μετὰ γναμπτῇσι γένυσιν.
5γένειον μὲν, ὁ τόπος τῶν τριχῶν· γένεια δὲ, αἱ τρίχες.
5Γενήσεται: Γενῶ, τὸ πράττω· ὁ μέλλων, γενήσω·
5ὁ μέσος, γενήσομαι· τὸ τρίτον, γενήσεται. Γενναῖος: Ἀνδρεῖος, εὐγενὴς, συγγενὴς, μέ‐ γας. Γέντο: Ἐκ τοῦ γείνω, γενῶ· ὁ δεύτερος, ἔγενον· ὁ μέσος, ἐγενόμην, ἐγένετο, καὶ γέντο· οἷον,
10Γέντο δ’ ἱμάσθλην.
10Σημαίνει τὸ ἔλαβεν. Ἕλω τὸ λαμβάνω· ὁ δεύ‐
10τερος ἀόριστος, ἕλον, ἑλόμην ἕλου ἕλετο· καὶ κατὰ συγκοπὴν, ἕλτο· καὶ τροπῇ τοῦ λ εἰς ν Δωρικῶς, ὡς ἦλθεν, ἦνθεν, γίνεται ἔντο, καὶ πλεονασμῷ τοῦ γ, γέντο. Γεννῆται: Γένους ἐστὶ σύστημα ἐκ τριάκοντα
15ἀνδρῶν συνεστὼς, οὗ οἱ μετέχοντες ἐκαλοῦντο γεννῆ‐
15ται· οὐ κατὰ γένος ἀλλήλοις προσήκοντες, οὐδὲ ἀπὸ τοῦ αὐτοῦ αἵματος, ἀλλ’ ὥσπερ οἱ δημόται καὶ φρά‐ τορες ἐκαλοῦντο, νόμων κοινωνίαν τινὰ ἔχοντες, οὕτως καὶ οἱ γεννῆται συγγενικῶν ὀργίων ἢ θεῶν, ἀφ’ ὧν
ὀργεῶνες ὠνομάσθησαν. Ἢ οἱ ταυτοῦ γένους μετέ‐
20χοντες· ἢ ἀπ’ ἀρχῆς κοινὰ ἱερὰ ἔχοντες· οἱ δὲ, ὁμογαλάκτους, φράτορας, συγγενεῖς τοὺς γεννήτας. Γένος: Ἐπὶ ἔθνους τάσσεται, καὶ ἐπὶ πόλεως, καὶ ἐπὶ συστήματος, καὶ ἐπὶ τέκνου, καὶ ἐπὶ σπέρ‐ ματος.
25Γενούστης: Παρὰ Πλάτωνι ἐν Φιλήβῳ· ἐπὶ δὲ
25τῆς τοῦ θεοῦ ἐννοίας, οἷον ὁ γεννητικός. Γέρων: Παρὰ τὸ ἔρρω, τὸ φθείρω, ἔρρων καὶ γέρων, ὁ μετὰ φθορᾶς εἰς τὸν ᾅδην πορευόμενος, πλεονασμῷ τοῦ γ. Ἢ παρὰ τὸ εἰς τὴν γῆν ἔρρειν, τουτέστι φθείρεσθαι, διὰ τὸ θανάτου ἐγγὺς εἶναι.
30Ἢ παρὰ τὸ εἰς γῆν ὁρᾶν τῷ κεκυφέναι, καὶ περὶ αὐτὴν νενευκότα περιπατεῖν. Ἢ παρὰ τὸ τῆς γῆς ἐρᾶν, πλησίον ὄντας θανάτου καὶ τάφου δεομένους. Ἢ παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν. Ἢ παρὰ
33τὸ εἴρω, τὸ λέγω· λεκτικοὶ γὰρ οἱ γέροντες· ἔρων καὶ γέρων· καὶ Ὅμηρος,
35 Γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ’ ἀγορηταὶ ἐσθλοί. Γέροντος: Ὁ κανών· τὰ εἰς ΡΩΝ λήγοντα δι‐ σύλλαβα, μὴ ὄντα συγκριτικὰ, φυλάσσει τὸ ω· Φάρων, Φάρωνος· Πτέρων, Πτέρωνος· Ἄκρων, Ἄκρω‐
40νος· Ἄμβρων, Ἄμβρωνος. Σώφρων σώφρονος δὲ,
40κοινόν ἐστι. Τὸ δὲ γέρων ὡς μετοχικὸν ἐκλίθη· συνεξηκολούθησε γὰρ τῇ φέρων φέροντος. Οὐκ ἔστι δὲ μετοχὴ, ἀλλ’ ὄνομα. Εἰ γὰρ ἦν μετοχὴ, φυλάττειν εἶχε τὸ ω ἐπὶ τῆς κλητικῆς. Αἱ γὰρ μετοχαὶ καὶ τὰ μετοχικὰ ὀνόματα τὰς αὐτὰς
45ἔχουσιν ὀρθὰς καὶ κλητικάς· τὸ δὲ ὦ γέρον, διὰ τοῦ
45ο μικροῦ. Γερόντειον: Τὸ ΤΕΙ, δίφθογγον. Τὰ ἀπὸ τῶν εἰς ΩΝ βαρυτόνων, διὰ τοῦ ΝΤ κλινομένων, διὰ τῆς ΕΙ

226

(50)

διφθόγγου γράφεται· λέων, λεόντειος δορά· (τὸ κύ‐ ριον, διὰ τοῦ ι·) δράκων, δρακόντειον αἷμα· γέρων, γερόντειος· Ἀνακρέων, Ἀνακρεόντειος· Λαομέδων, Λαομεδόντειος· καὶ τὰ ἀπὸ τῶν εἰς ΩΝ περισπω‐ μένων· Ξενοφῶν, Ξενοφώντειος· Δημοφῶν, Δημο‐
55φώντειος· πλὴν τοῦ Ποσειδῶν, Ποσειδώνιος. Καὶ τὰ ἀπὸ τῶν εἰς ΩΝ βαρυτόνων μὴ κλινομένων διὰ τοῦ ΝΤ δίφθογγον ἔχει· Θέων, Θεώνειος· Τρύφων, Τρυ‐

227

φώνειος· πλὴν τοῦ Ἀπόλλων, Ἀπολλώνιος, καὶ Ἀμμώνιος. Τὰ θηλυκὰ αὐτῶν ταῦτα διφθογγο‐ γραφεῖται, Ἀπολλωνεία βάξις, καὶ Ἀμμωνεία φήμη. γέροντες, γερόντων, καὶ πλεονασμῷ τοῦ ε, γερον‐
5τέων, [ὡς] ναῦται, ναυτῶν, καὶ ναυτέων. Τοῦτο διαίρεσίς ἐστι, καὶ οὐ πλεονασμός· ὁ γὰρ τόνος διελέγχει. Εἰ μὲν γὰρ περισπᾶται, δῆλον ὅτι διαί‐ ρεσις· εἰ δὲ βαρύνεται, δῆλον ὅτι πλεονασμὸς καὶ οὐ διαίρεσις. Οὕτως Ἡρωδιανός.
10Γέροντα μῦθον καὶ γέροντα πρᾶγμα: Ἑτέ‐
10ρως, καὶ ἀρσενικὸν καὶ οὐδέτερον, καὶ ἀρχαῖον καὶ παλαιόν. Γερούσιος καὶ γερουσία: Παρὰ τὸ γέρων, γε‐ ρούσιος οἶνος, ὁ ἔντιμος, ὡς ἑκὼν, ἑκούσιος· καὶ ἐθέλων, ἐθελούσιος.
15Γέρας: Ἡ τιμή· παρὰ τὸ γῆρας· αἰδοῦς γὰρ
15ἄξιοι καὶ τιμῆς οἱ γέροντες. Ἢ παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας καὶ γέρας, οὗ πᾶς ἐρᾷ. Τὰ γέρα, ὅ ἐστι τὰς τιμάς. Ἀπὸ τούτου τὰ γέραα, Ἰωνικῶς· καὶ κατὰ συγκοπὴν, γέρα. Γέρα πεσέμεν,
20ἀντὶ τοῦ κατέχειν.
20Γεραρός: Ὁ ἔντιμος. Παρὰ τὸ γέρας, γεραός·
20καὶ παράγωγον, γεραηρὸς, ὡς μέλιτος, μελιτηρός· καὶ ἐν συγκοπῇ, γεραρὸς, ὁ τῶν γερῶν ἄξιος. Γεραιός: Ὁ πρεσβύτης· ἀπὸ τοῦ γέρας γεραὸς, καὶ γεραιός. Γεραίτερος: Οὐ παρὰ τὸ γέρων ἐσχημάτισται·
25οὐδ’ ὅλως γάρ ἐστι παρὰ τὸ γέρων συγκριτικόν· ἀπαρασχημάτιστον γάρ ἐστι τοῖς τρισὶ γένεσιν· ἀλλὰ παρὰ τὸ γεραιὸς γίνεται γεραιότερος, ὡς πα‐ λαιὸς παλαιότερος· καὶ κατὰ συγκοπὴν, γεραίτερος. Ἰστέον δὲ ὅτι τὰ εἰς ΡΟΣ συγκριτικὰ ἢ διὰ τοῦ ο
30λέγεται, ἢ διὰ τοῦ ω μεγάλου. Ὅθεν τὸ γεραίτερος καὶ μεσαίτερος καὶ φιλαίτερος κατὰ συγκοπὴν γέγονεν ἀπὸ τοῦ μεσαιότερος καὶ φιλαιότερος καὶ τῶν ὁμοίων. Ὅθεν ἁμαρτάνουσιν οἱ λέγοντες μεσαί‐ τατος καὶ φιλαίτατος, καὶ ἀρσενικώτατος. Οὕτω
35Φιλόξενος εἰς τὰ συγκριτικά.
35 Γεραῖραι: Παρὰ Ἀθηναίοις γυναῖκες τινὲς ἱεραὶ, ἃς ὁ βασιλεὺς καθίστησιν ἰσαρίθμους τοῖς βωμοῖς τοῦ Διονύσου, διὰ τὸ γεραίρειν τὸν θεόν. Οὕτω Διονύσιος ὁ Ἁλικαρνασεύς. Γεραιστιάδες: Οὕτω νύμφαι καλοῦνται ἐν Γορ‐
40τύνῃ τῆς Κρήτης, ὅτι τὸν Δία τρέφουσαι ἐγέ‐ ραιρον. Γεραιστός: Ἀκρωτήριον Εὐβοίας, ἱερὸν Ποσει‐ δῶνος· παρὰ τὸ ἐν αὐτῷ γεραίρεσθαι τὸν Ποσειδῶνα. Παρὰ τὸ γερῶ, γεράζω, γεραίρω γεραιστός.
45Γεραίστιον: Χωρίον τῆς Ἀρκαδίας, παρὰ τὸ
45γέρας· ὅτι τίμιόν ἐστι διὰ τὸ ἐκεῖ τὸν Δία σπαργα‐ νωθῆναι. Γέραστος Γεραστοῦ διαφέρει. Γέραστος μὲν
γὰρ, ἀπὸ τοῦ γέρας, ὁ ἔντιμος· Γεραστὸς δὲ, ἀκρω‐ τήριον ἅμα καὶ ἐπίνειον Εὐβοίας, ἐν ᾧ Ποσειδῶνος

227

(50)

ἱερόν.

227

(50)

Γερήνιος: Ἔντιμος, παρὰ τὸ γέρας· ἢ ἀπὸ

227

(50)

τοῦ Γερήνη Γερήνιος, ὁ ἐν Γερήνῃ κώμῃ τῆς Πύλου τραφείς. Γέρανος: Ὁ ὄμβρος ὑπὸ Κυρηναίων· παρὰ τὸ τὴν γῆν ῥαίνειν. Οὕτως Ἐρέννιος Φίλων ἐν τῷ περὶ Χρηστομαθίας. Φησὶ δὲ τὴν δευτέραν δασύ‐
55νεσθαι.
55Γέρανος: Τὸ ζῷον, οἱονεὶ γήρευνός τις οὖσα·
55ἀπὸ τοῦ τὰ τῆς γῆς ἐρευνᾶν σπέρματα· ὅστις καὶ σπερμολόγος καλεῖται. Ὅτε γὰρ ὁ γεωργὸς σπείρει καὶ οὐ χωννύει αὐτὰ, ἐκεῖνος συλλέγων ἐσθίει. Ἔστι

228

δὲ καὶ εἰδικὸν τὸ γέρανος. Ἔστι καὶ ποιά τις ὄρχησις· καὶ ὄργανον ξυλικὸν, ἐν ᾧ κόπτουσιν οἱ ἀλφιτοποιοὶ τὰ ἄλφιτα. Ὅθεν καὶ γεράνεια τὰ ἄλφιτα καλοῦσι. Γέρανος καὶ ὁ ἐν τῇ σκηνῇ ἅρπαξ
5κατεσκευασμένος ὑπὸ τοῦ μηχανοποιοῦ, ἐξ οὗ ὁ
5ἐσκευασμένος ὑποκριτικῶς τραγῳδεῖ. Γερασηνός: Ἀπὸ τόπου. Ἀλέξανδρος πόλιν παραλαβὼν, τοὺς ἐν ἡλικίᾳ πάντας κτείνας, ἀπέλυσε τοὺς γέροντας. Οἱ δὲ συνελθόντες κτίζουσι πόλιν, καὶ λαβόντες γυναῖκας ἐπαιδοποίησαν.
10 Γέρων: Σημαίνει τρία· τὸν προβεβηκότα τῇ ἡλικίᾳ, ὡς τὸ, Παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας. Καὶ τὸν ἔντιμον, ὡς τὸ, Δαίνυ δαῖτα γέρουσι.
15Καὶ τὸν παλαιὸν, ὡς τὸ,
15Εἵλετο δὲ σάκος εὐρὺ γέροντος.
15Γενεά: Σημαίνει τέσσαρα· ποτὲ μὲν τὴν ἡλι‐
15κίαν,
15 γενεῇ δὲ νεώτατος ἔσκεν ἁπάντων. Καὶ τὴν εὐγένειαν, γενεῇ μὲν ὑπέρτατος ἐστὶν Ἀχιλλεύς. Καὶ τὴν φυλὴν, Οἵηπερ φύλλων γενεή.
20Καὶ,
20Πᾶσαι γενεαί.
20Γενεὰ λέγεται καὶ τὰ εἰκοσιεννέα ἔτη, ὡς τὸ,
20Τῷ δ’ ἤδη δύο μὲν γενεαί.
20 Γεράνεια: Ὄρος Μεγάρων. Εὐφορίων, καὶ ὀχθηρῆς Γερανείης. Εἴρηται δὲ, ὅτι Μεγαρεὺς ὁ Διὸς καὶ μιᾶς τῶν καλουμένων θηΐδων νυμφῶν, τοῦ κατακλυσμοῦ γενο‐ μένου, πρὸς φωνὴν γεράνων νηχόμενος, προσέφυγε τῇ
25ἄκρᾳ τοῦ ὄρους. Ἀπὸ δὲ τῶν γεράνων Γεράνειαν
25ἐκάλεσαν τὸν τόπον. Γεράνδρυον: Ἀπολλώνιος, Ἔσκε δέ τι βριαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ, πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον. Ἔστι δὲ παλαιὸν φυτόν· σημαίνει τὸ γεγηρακὸς
30καὶ παλαιὸν δένδρον· ἢ τὸ ἐν τῇ ῥίζῃ συμφυὲς ἐξη‐ ραμμένον. Εἴρηται παρὰ τὴν δρῦν. Δοκεῖ γὰρ πρῶτον φυτὸν ἐγνῶσθαι δρῦς· ὅθεν καταχρηστικῶς δρυμοὺς ἐκάλουν τοὺς δασεῖς τόπους ἀφ’ οἱωνδήποτε ὄντας φυτῶν· καὶ δρυφάκτους, τοὺς ἀπὸ ξύλων
35περιορισμούς.
35 Γεργύρα: Ὁ ὑπόνομος κυρίως δι’ οὗ τὰ ὕδατα φέρεται τὰ ὄμβρια, γεώρυγα τινὰ ὄντα· τὰ ὑπὸ γῆν ὀρύγματα· καὶ κατὰ συγκοπὴν καὶ μετάθεσιν καὶ διπλασιασμὸν, γεργύρα. Ζήτει εἰς τὸ γόργυρα. Ὁ δὲ Ἀλκμὰν διὰ τοῦ ε γεργύρα φησί.
40 Γέρδιος: Ἡ ὑφάντρια. Εἴρηται παρὰ τὸ ἐπὶ τῆς γῆς ἔχειν ἕδος, ὅ ἐστιν ἐπὶ τῆς γῆς ἕζεσθαι.
Γέρρα: Περσικὰ μέν ἐστιν ὅπλα, δερμάτινα κυρίως· καταχρηστικῶς δὲ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴτε ἐξ ἄλλης τινὸς ὕλης, γέρρον ἐλέ‐
45γετο. Λέγεται δὲ οὕτως καὶ τὰ γυναικεῖα αἰδοῖα παρὰ Σικελοῖς, οἷον δέρα τινὰ ὄντα, τροπῇ τοῦ δ εἰς γ· παρὰ τὸ δέρας, ὃ σημαίνει τὸ δέρμα. Λέγονται δὲ γέρρα καὶ τὰ δερμάτινα αἰδοῖα. Λέγονται δέρρα καὶ αἱ σκηναὶ, ἐν αἷς τὰ ὤνια ἐπιπράσκετο· καὶ τὰ

228

(50)

στρωτήρια. Λέγοιτ’ ἂν ὁμοίως καὶ τὰ τῶν σκηνῶν

228

(50)

περιφράγματα γέρρα· διὸ καὶ Δημοσθένης τὰ τῶν σκηνῶν σκεπάσματα γέρρα καλῶν, ἐμπιπρᾶσθαι λέγει. Ἀπὸ σταυροῦ δέ φησιν Εὔπολις. Καὶ Δημοσθένης, τὰ γέρρα ἐνεπίμπρασαν.
55Καὶ οἱ τόποι οἱ περιπεφραγμένοι. Καὶ ἀσπίδες
55Περσικαὶ ἐκ λύγων.
55 Γεῦσις: Κυρίως ἡ ἐπὶ τῶν ὑγρῶν προσφορὰ, δεῦσις τὶς οὖσα· παρὰ τὸν δεύσω μέλλοντα, ὡς γνώσω, γνῶσις. Γέφυρα: Πόλις Βοιωτίας, ἡ καὶ Τάναγρα καὶ

229

Γραῖα καὶ Ποιμανδρία καλουμένη. Εἴρηται, ὅτι ἐν Σχεδίᾳ κώμῃ κατοικοῦντες, καὶ ἐν τῇ πέραν γῇ τοῦ Ἀσωποῦ, διὰ τοῦ χειμῶνος ἐν ταῖς πρὸς ἀλλήλους ἐπιμιξίαις γεφύραις ἐχρῶντο.
5 Γεφυρεῖς: Δῆμος Ἀττικός· ὅθεν καὶ Γεφυραία Δημήτηρ. Εἴρηται ἀπὸ τοῦ ἔχειν γέφυραν, δι’ ἧς ἐπὶ Ἐλευσῖνα κάτεισιν οἱ μύσται. Γέφυρα: Ἡ κατὰ τὸν τόπον οἰκοδομὴ, δι’ ἧς ὁδοιπόροι πορεύονται. Παρὰ τὸ γῆ καὶ τὸ φυρῶ, τὸ
10ἀναμιγνύω, γήφυρά τις οὖσα, ἡ τῇ γῇ φυραθεῖσα, καὶ ἐφ’ ὑγρῷ τόπῳ κειμένη. Ἢ ἡ ἐφ’ ὑγροῦ γῆ, οἱονεὶ γέφυγρά τις οὖσα. Ὅμηρος δὲ, πολέμοιο γεφύρας, Ἰλιάδος δʹ, διόδους, τάξεις, ὑπεροχὰς, τὰ μέσα τῆς
15φάλαγγος.
15Γεφύρωσεν δὲ κέλευθον,
15ἀντὶ τοῦ διαβατὴν ἐποίησεν.
15 Γείνατο: Σημαίνει τὸ ἐγέννησεν. Ἔστι γέω τὸ σημαῖνον τὸ τίκτω· πλεονασμῷ τοῦ ν, γίνεται γένω· καὶ πλεονασμῷ τοῦ ι, γίνεται γείνω, τὸ γεννῶ· ὁ μέλλων, γενῶ, ὡς μείνω μενῶ, κείρω κερῶ· ὁ ἀόρι‐ στος, ἔγεινα, ὡς ἔμεινα· ὁ μέσος, ἐγεινάμην· τὸ
20τρίτον, ἐγείνατο· καὶ κατὰ συγκοπὴν, γείνατο. Γεωφανεῖον: Χωρίον ἐστὶν ἐν ᾧ γῆς εἶναι μέ‐ ταλλον. Ἡ δὲ γῆ ἦν ξανθοτέρα, πεποιημένη τοῖς ζωγράφοις εἰς τὰς γραφάς. Τάχα δὲ ἡ μίλτος ἐστίν. Ἢ μέταλλον γῆς κεραμίτιδος, ἢ τινὸς
25ἄλλης ἐργασίας.
25 ΓεύλοφαΓεώλοφα: Ὄχθαι· τινὲς, ὄρη γεώδη. Γείτων: Παρὰ τὸ γέα γεΐτων· καὶ κατὰ συναί‐ ρεσιν, γείτων. Ἢ ἀπὸ τοῦ γείνω, τοῦ σημαίνοντος τὸ πλησιάζω, γέγονε γείτων. Ἢ παρὰ τὸ γῆ, γηΐ‐ των· καὶ κατὰ συστολὴν καὶ συναίρεσιν, γείτων.
30Καὶ ὥσπερ ἀπὸ τοῦ εὐδαίμων εὐδαίμονος γίνεται εὐδαιμονῶ, οὕτως καὶ ἀπὸ τοῦ γείτων γείτονος, γει‐ τονῶ, καὶ γειτονιῶ, καὶ γειτνιῶ, συγκοπῇ. Γεῖσα: Δεῖ γινώσκειν, ὅτι πληθυντικῶς οὐδε‐ τέρως λέγεται· οἷον,
35 Οὐ γεῖσα χραισμήσουσιν, οὐδ’ ἐπάλξιες, Λυκόφρων. Σημαίνει δὲ πᾶν ἐξέχον μέρος, καὶ τὰ πρὸ τῶν θυρῶν στεγάσματα· καὶ τὸ καλούμενον νῦν περίπτερον, τὸ ἄκρον τῆς ὀροφῆς· Ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον,
40Εὐριπίδης. Γίνεται παρὰ τὸ γέα, γέϊσα· καὶ γεῖσα
40κατὰ συναίρεσιν. Καὶ γεισίποδες, αἱ δοκοὶ, αἱ
40ἐγκείμεναι δοκίδες, ἐφ’ ὧν τὰ γεῖσα τίθενται.
40 Γεισίποδες: Παρὰ τὸ εἶναι βάσεις τῶν θεμε‐ λίων. Καὶ γεισῶσαι, καὶ γείσωσις, τὸ τῆς γῆς ἔκθετον. Ἀριστοφάνης δὲ καὶ τὰς ὤας τοῦ ἱματίου γεῖσα εἶπε. Γειόμορος: Ὁ γεωργὸς καλεῖται·
45Τέμνοντα σπορίμην αὔλακα γειομόρον.
45Εἴρηται ἀπὸ τοῦ τὴν γῆν μορεῖν, ὅ ἐστι πονεῖν. Γειόμορος οὖν, ὁ γεωπόνος. Γειοτόμον: Ἄροτρον. Ἡ γῆ· καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν; Οὐκ ἔχει. Μάχε‐
ται ἡ κλίσις τοῦ ὀνόματος τῆς φύσεως μὴ ἀπαιτούσης.

229

(50)

Γῆ: Παρὰ τὸ γῶ, τὸ χωρῶ, ἡ πάντα χωροῦσα. Τοῦτο δὲ παρὰ τὸ χῶ· (τροπῇ τοῦ χ εἰς γ, γῶ·) ἀφ’ οὗ παράγωγον, χείω· οἷον, Οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται.
55 Γηγενής: Χωρὶς τοῦ ι. Οἱ γὰρ Δωριεῖς γα‐ γενὴς λέγουσιν, ὡς φησὶν Ἡρωδιανός. Ὅλα ταῦτα χωρὶς τοῦ ι, ἐπειδὴ ἀπὸ τῆς γῆ εὐθείας ἔχει τὴν

230

σύνθεσιν· οἷον, γήπεδον, γηπόνος, γηλεχὴς, ὡς παρὰ Καλλιμάχῳ, Γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος. Χοιροβοσκός.
5Γήδιον: Τριῶν ὄντων τῶν πρωτοτύπων, γῆ, καὶ
5γαῖα, καὶ γέα, ἐκ ποίου τούτων γέγονε τὸ γήδιον;
5Λέγει δὲ ὁ Δίδυμος, ὅτι ἔστι γέα διὰ τοῦ ε· καὶ ἐπειδὴ, ἡνίκα ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται καὶ παραλήγει τῷ ε ἢ τῷ ο, τότε γίνεται διὰ τοῦ ΔΙΟΝ ἡ παραγωγὴ, καὶ προσέρχεται κατὰ τὴν παραλήγουσαν τὸ ι· οἷον,
10πράξεως, πραξείδιον· λέξεως, λεξείδιον· βοῦς βοὸς, βοίδιον· νοῦς νοὸς, νοίδιον· οὕτως οὖν καὶ γέα γέας, γείδιον, διὰ τῆς ΕΙ διφθόγγου· καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η, γῄδιον, διὰ τοῦ η καὶ ι, ὥσπερ εἰκάζω, ᾔκαζον· καὶ εἴδειν, ᾔδειν. Περὶ δὲ
15τούτου ζήτει εἰς τὴν ἀκτῖνα τοῦ Χοιροβοσκοῦ. Γήπεδον: Σημαίνει τὸ χωρίον, ὥσπερ καὶ οἰκό‐ πεδον, τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. Γίνεται δὲ παρὰ τὸ γῆ, γήπεδον. Γήπαιδες: Οἱ λεγόμενοι Λογγίβαρδοι· οἱονεὶ,
20Γετίπαιδες, οἱ Γετῶν παῖδες. Γήτειον: Τὸ χλωρὸν κρόμυον. Ἀριστοφάνης, μήτε γητείῳ νέῳ. Παρὰ τὸ ἐκ γῆς ἔτειον, τὸ αὐτόετες ἐκ τῆς γῆς ὄν. (Λέγεται δὲ καὶ γήθυον.) Γράφεται διὰ τῆς ΕΙ
25διφθόγγου. Τὰ γὰρ ἀπὸ τῶν εἰς ΟΣ δισυλλάβων
25οὐδετέρων διὰ τοῦ ΕΙΟΝ γινόμενα οὐδέτερα μονογενῆ διὰ τῆς ΕΙ διφθόγγου γράφεται· οἷον, δάνος, δάνειον· γένος, γένειον· βρένθος, βρένθειον· (ἔστι δὲ εἶδος πολυτελοῦς μύρου.) Οὕτως οὖν καὶ ἀπὸ τῆς γῆς γίνεται γῆτος, καὶ γήτειον. Πρόσκειται, “μονογενῆ,”
30διὰ τὸ ἅγος ἅγιον, διὰ τοῦ ι. Ἀλλ’ οὐκ ἔστι μονο‐ γενές. Ὁ ἅγιος γὰρ, καὶ ἡ ἁγία, καὶ τὸ ἅγιον. Γηθοσύνη: Παρὰ τὸ γῆ γίνεται γήθω, καὶ γηθήσω, γηθόσυνος, γηθοσύνη, ἡ χαρά. Παρὰ τὴν γῆν δέ· ἐπεὶ θάλλουσα τοῖς καρποῖς χαίρειν ἡμᾶς
35ποιεῖ· ὡς τὸ,
35 Ἦ κεν γηθήσαι Πρίαμος. Ἔστι συζυγίας πρώτης τῶν περισπωμένων. Γηρωκομῶ: Τὸ ΡΩ, μέγα. Ἐκ τοῦ γῆρας γήραος, γήρως, καὶ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι. Τὰ
δὲ παρὰ Ἀττικῶν γενικῶν σύνθετα διὰ τοῦ ω μεγά‐
40λου γράφεται· οἷον, ἡρωφόρος, κερωφόρος, γηρω‐ κόμος. Καὶ παροξύνονται. Τὰ γὰρ ἀπὸ ῥήματος συντεθέντα ὀνόματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, τὰ δὲ ἀπὸ ὀνόματος προπαροξύνονται.
46 Γηραιός: Παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν· ἕπεται γὰρ τοῖς γέρουσιν ἡ τιμή. Τὰ γοῦν παρ’ αὐτὸ συγκείμενα διὰ τοῦ η γράφεται· οἷον, καλό‐ γηρος, βαθύγηρως, ὑπέργηρως, κλίνεται κατὰ ἀπο‐

230

(50)

βολὴν τοῦ ς.

230

(50)

Γηράς: Λέγεται ὅτι ἀπὸ τοῦ γηράσας κατὰ συγκοπὴν γηράς. Οὐκ ἔστι δὲ ἐντελὴς ἡ κλίσις. Ἀπὸ τοῦ γηρῶ γίνεται γήρημι· ἡ μετοχὴ, γηρὰς, ὥσπερ ἵστημι, ἱστάς· τὸ ἀπαρέμφατον γηράναι, ὡς ἱστάναι· ἡ γενικὴ, γηράντος, ὡς ἱστάντος· οἷον,
55Γηράντων ἀνδρῶν.
55Καὶ ἡ δοτικὴ,
55 γηράντεσσι τοκεῦσιν. ἀντὶ τοῦ τοῖς γηρῶσιν. Ἡ αἰτιατικὴ, Γηράντας τιμᾶν. Ἔστι δὲ πρώτης καὶ δεύτερας συζυγίας τὸ γηρᾷς,

231

ὥσπερ τὸ πιμπλᾷς· οἷον, πιμπλῶ, πιμπλᾷς, καὶ πιμπλῶ πιμπλεῖς· οὕτως οὖν καὶ γηρῶ, γηρᾷς, καὶ γηρεῖς. Ἡ μετοχὴ, Γηρεὶς ἐν οἰκέουσιν.
5Ἡ γενικὴ, γηρέντος, ὥσπερ τιθέντος. Ξενοφάνης· οἷον, Ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος. Γῆρυς: Ἡ φωνὴ, παρὰ τὸ γέρας· ἡ γὰρ φωνὴ τοῖς γέρουσι πρέπει. Ἢ παρὰ τὸ γῶ, τὸ χωρῶ, ἡ διὰ τῆς τραχείας ἀρτηρίας χωροῦσα.
10Γηρυών: Ὁ ἥρως ὁ ἐν Ἐρυθείᾳ τὰς βοῦς ἔχων.
10Τριχῶς σχηματίζεται τὸ ὄνομα, Γηρυὼν, Γηρυονεὺς,
10Γηρυόνης· ἀφ’ οὗ κλίσις διάφορος· παρὰ τὸ γηρύω, ὅ ἐστι φθέγγομαι, πλεονασμῷ τοῦ ν. Καὶ ἔστι βαρύτονος μὲν ἡ μετοχὴ, ὀξύνεται δὲ τὸ ὄνομα. Καὶ κατὰ μεταπλασμὸν, Γηρυονεὺς, καὶ Γηρυόνης. Πρέ‐ πον ὄνομα βουκόλῳ· κρακτικοὶ γάρ. Ὁ δὲ Ἡρω‐
15διανὸς ἐν τῷ περὶ Παθῶν λέγει αὐτὸ ἀπὸ τοῦ Γηρυό‐ νης εἶναι, κατὰ ἀποκοπὴν τῆς ΗΣ συλλαβῆς, καὶ ἐκτάσει τοῦ ο εἰς ω, Γηρυὼν, ὡς πόθεν, πῶς. Γίγαντος: Μεγάλου, ἰσχυροῦ.
20 Γιγαντία: Ἡ Λυκία· καὶ γίγαντες, οἱ οἰ‐ κοῦντες. Γίγας: Παρὰ τὸ γῶ, τὸ χωρῶ, γίνεται γάς· καὶ κατὰ ἀναδιπλασιασμὸν, γίγας· ἢ παρὰ τὸ ἐκ τῆς γῆς ἰέναι· οἷον,
25Οὓς καλέουσι γίγαντας ἐπώνυμον ἐν μακάρεσσιν,
25οὕνεκα γῆς ἐγένοντο, καὶ αἵματος οὐρανίοιο.
25Οὕτως Ὀρφεὺς ἐν τῷ ὀγδόῳ τοῦ Ἱεροῦ Λόγου. Γιγωνίς: Ἄκρα μεταξὺ Μακεδονίας καὶ Πελ‐ λήνης. Καὶ Γιγὼν ἐντεῦθεν ὁ Διόνυσος εἴρηται, ἀπὸ τῶν γιγάντων. Ἢ ἀπὸ τοῦ ῥέοντος ποταμοῦ Γίγαντος.
Γίγλυμος: Ὁ στρεφόμενος γόμφος ἐπὶ τῶν
30θυρῶν καὶ ἐπὶ τοῦ θώρακος· οἱ στροφεῖς. Καὶ φιλή‐ ματος εἶδός τι. Γινώσκω: Ἔστι ῥῆμα νοῶ, νοήσω, καὶ κράσει τοῦ ο καὶ η εἰς ω, νώσω, ὡς ὀγδοήκοντα, ὀγδώκοντα, πλεονασμῷ τοῦ κ νώσκω, ὡς ὀλῶ, ὀλέσκω· καὶ
35μετάγονται τὰ τοιαῦτα εἰς ἐνεστῶτα, διότι τὸ κ οὐκ
35ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος· καὶ πλεονασμῷ τοῦ γ, γνώσκω, καὶ κατὰ ἀναδιπλασι‐ ασμὸν, γιγνώσκω, καὶ ἐκβολῇ τοῦ ἑνὸς γ, γινώσκω. Καὶ μετῆλθεν ἀπὸ τοῦ θέσει εἰς τὸ φύσει μακρόν. Ὁ μέλλων; Οὐκ ἔχει. Διατί; Τὰ γὰρ εἰς ΣΚΩ λή‐
40γοντα ῥήματα μέλλοντα οὐκ ἔχει, πλὴν τοῦ θνήσκω
40θνήξω, ἀλύσκω ἀλύξω. Τὸ γὰρ διδάξω οὐκ ἐκ τοῦ διδάσκω, ἀλλ’ ἐκ τοῦ διδάχω· ἀφ’ οὗ καὶ διδαχή. Ἀλλὰ καὶ τὰ διὰ τοῦ ΑΝΩ βαρύτονα, λανθάνω, λαμ‐ βάνω, μανθάνω· καὶ τὰ διὰ τοῦ ΕΙΝΩ, φαείνω· οὐ‐ δέποτε δὲ τὸ ὀρίνω καὶ ὠδίνω, καίπερ διὰ τοῦ ι γρά‐
45φεται· καὶ τὰ διὰ τοῦ ΕΙΩ παρὰ ἐνεστώτων ἢ μελλόντων γινόμενα, οἷον, ὀψείω, βρωσείω, θείω· πλὴν τοῦ κλείω. Ταῦτα δὲ παρὰ ἐνεστώτων γινό‐ μενα ἔχουσι παρατατικόν· οἷον, τελῶ, τελείω, ἐτε‐ λειόμην· ἐξ οὗ καὶ,

231

(50)

ἐτελείετο βουλή.

231

(50)

Τὰ δὲ παρὰ μέλλοντος γινόμενα οὐδὲ παρατατικὸν

231

(50)

ἔχει· οἷον, βρώσω, βρωσείω· πλὴν τοῦ ὄψω, ὀψείω.

231

(50)

Εὑρέθη γὰρ ὤψεον. Καὶ τὰ διὰ τοῦ ΥΘΩ, οἷον, μινύθω· καὶ τὰ διὰ τοῦ ΕΘΩ, φλεγέθω, τελέθω· καὶ τὰ διὰ τοῦ ΑΘΩ, κιάθω· καὶ τὰ διὰ τοῦ ΕΘΩ μετ’ ἐπιπλοκῆς συμφώνου, ὡς τὸ ἐρέχθω, ἄχθω·
55καὶ τὰ εἰς ΒΩ τῷ ε παραληγόμενα, ἢ μόνον ἢ μετὰ ἀφώνου, βαρύτονα· ὡς τὸ σέβω, φέρβω· καὶ τὰ εἰς ΝΩ βαρύτονα τῷ ε παραληγόμενα, ὡς τὸ στένω,

232

σθένω· τὸ γὰρ μένω, ὡς ἀπὸ περισπωμένου ἔχει τὴν κλίσιν· καὶ τὰ εἰς ΜΝΩ· οἷον, μίμνω, τέμνω, κάμνω. Ὁμοίως ἔχει καὶ δέμω, τέμω· ὁ γὰρ παρακείμενος αὐτῶν, ὡς ἀπὸ περισπωμένου. Ὁμοίως ἐὰν ἔχοι ἡ
5πέμπτη συζυγία τῶν βαρυτόνων τὴν πρώτην συλλαβὴν δεδιπλασιασμένην, καὶ λήγουσαν εἰς ἀμετάβολον· οἷον, καρκαίρω, μαρμαίρω, μορμύρω, παμφαίνω. Ὁμοίως καὶ τὰ εἰς ω λήγοντα, ἔχοντα πρὸ τοῦ ω βʹ σύμ‐ φωνα κατ’ ἐπιπλοκὴν, ὧν τὸ δεύτερον ἐστὶν ἀμετά‐
10βολον· οἷον, μέμβλω, ὄφλω, ἔγρω, δάκνω. Καὶ τὰ
10εἰς ω καθαρὰ τῇ ΥΙ διφθόγγω παραληγόμενα, ὀπυίω. Καὶ τὰ διὰ τοῦ ΥΩ ὑπὲρ βʹ συλλαβὰς ποιοῦσι παρά‐ γωγον εἰς ΜΙ, πηγνύω, πήγνυμι. Καὶ τὰ Ἀττικὰ βαρύτονα, ἀλέξω, αὔξω, ἕψω· καὶ τὰ ποιητικὰ, ὡς τὸ ὄσσω, ἐκ τοῦ ὄπτω· καὶ λεύσσω, ἐκ τοῦ βλέπω·
15καὶ πέσσω, ἐκ τοῦ πέπτω· καὶ κορύσσω, ἐκ τοῦ κορύπτω. Καὶ τὰ παραγόμενα ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα, ὡς τὸ ὄρσω· ἐξ οὗ τὸ ὄρσεο· καὶ ἄξω, Ἄξετε Πριάμοιο βίην. Καὶ τὰ εἰς ΔΩ, εἰ ἔχει πρὸ τοῦ δ τὸ λ ἢ τὸ ν· οἷον,
20σπένδω, κυλίνδω, ἕλδω, μέλδω. Ταῦτα πάντα ἄχρι
20τοῦ παρατατικοῦ κλίνονται.
20 Γίνω: Παρὰ τὸ γίγνω. Τὸ ΓΙ μακρόν. Διατί; Γίγνω καὶ τὰ θεματικὰ, ἡνίκα ἀποβάλλωσι σύμφωνον, εἰς φύσει μακρὰ μεταβαίνουσι. Γίνεται: Τὸ σημαῖνον τὸ ἀποτελεῖται, διὰ τοῦ
25ι γράφεται, καὶ ὤφειλε διὰ διφθόγγου, εἴγε τὰ ἀπ’ αὐτοῦ κινήματα ἔχει τὸ ε, οἷον, γένομαι, ἐγενόμην, καὶ ἐγενάμην· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ γείνεται τοῦ ἐπὶ τὸ γεννᾶται. Τὸ δὲ γίνεται ἐπὶ τοῦ τελει‐ οῦται ἀπὸ τοῦ γίγνεται γέγονε κατὰ ἀποβολὴν τοῦ γ.
30Τὸ δὲ γίγνεται διὰ τοῦ ι γράφεται· ἐπειδὴ ἀπὸ τοῦ γένομαι γίνεται ἐν πλεονασμῷ συμφώνου γίγνεται. Τὸ ε γὰρ ἐν πλεονασμῷ συμφώνου γενόμενον τρέπε‐ ται εἰς τὸ ι· οἷον, μένω, μίμνω· τέκω, τίκτω. Οὕτως οὖν καὶ γένεται, γίγνεται.
35 Γλάγος: Τὸ γάλα. Ἐκ τῆς γάλακτος γενικῆς γίνεται γλάκος καὶ γλάγος. Γλάξ: Βοτάνης εἶδος γαλακτοποιητικῆς. Παρὰ τὸ γάλακτος εἶναι αὐξητικὴν ταῖς ἐσθιούσαις, γάλαξ, καὶ γλάξ.
40 Γλαΐνους: Τὰ λαμπρύσματα τῶν περικεφα‐ λαίων, οἷον ἀστέρας. Γλάμυξα: Ὄμματα ὧν οἱ κανθοὶ ψωρώδεις. Καὶ γλαμυξιᾶν, τὸ γλαμᾶν, ὅπέρ ἐστι λημᾶν. Γλαμυρὸν καὶ Γλαμῶδες: Ὑγρὸν καὶ καιόμενον
45δακρύοις ὄμμα· καὶ γλαμυροὺς, ἐνυγροβίους. Γλακτοφάγος: Ἰλιάδος νʹ, καὶ ἀγαυῶν Ἱππημολγῶν, γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων. Ἤτοι λαμπρῶν καὶ ἐνδόξων· ἢ ἐθνικὸν ὄνομα οὕτω

232

(50)

καλούμενον ἵππους ἀμελγόντων· γαλακτοφάγοι γάρ εἰσιν. Ὅθεν καὶ γαλακτοφάγους αὐτοὺς εἶπεν. Ἐκ τοῦ ἀμέλγω, ἀμολγός· καὶ ἱππημολγὸς, ὁ ἵπ‐ πους ἀμέλγων. Οἷον ἀρκούμενοι γάλακτι, καὶ λεπτῇ ἢ λιτῇ διαίτῃ. Καλῶς οὖν εἴρηνται δικαιότατοι.
55Ἐπιθυμία γὰρ πλειόνων ἐπ’ ἀδικίαν ἄγει. Τοῦτο
55συνιδὼν καὶ Λυκοῦργος κοινὴν καὶ οὐ περιττὴν Λακε‐ δαιμονίοις τράπεζαν εἰσήνεγκεν. Ἀβίων δὲ, ἤτοι βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις· τινὲς δὲ τούτους

233

Σαρμάτας φασίν. Ἢ τὸ α κατ’ ἔκτασιν, ἵν’ ᾖ πολυβίων καὶ πολυετῶν. Ἢ τὸν ἡμέτερον βίον μὴ ἐγνωκότων· ἐπιφέρει γὰρ, δικαιοτάτων. Ἢ μὴ βια‐ ζομένων. Ἔστι δὲ καὶ ἔθνος ἐν Σκυθίᾳ, οἱ Ἁμα‐
5ξόβιοι καὶ Νομάδες ὀνομαζόμενοι.
5 Γλαρίς: Λιθοξοϊκὸν ἐργαλεῖον. Καλλίμαχος, Καὶ γλαρίδες σταφύλη τε καθιεμένη τε μολιβδίς. Παρὰ τὸ γλάπτω, τὸ κοιλαντικὸν τῶν λίθων. Ἢ ἀπὸ τοῦ γλαφυρὸς γλαφυρίς· καὶ κατὰ συγκοπὴν, γλαρίς. Σμίλην, ἢ ῥίνην, ἢ ὄρυγμα.
10 Γλαύξ: Πετηνὸν νυκτερινὸν, ὃ καὶ τῇ Ἀθηνᾷ προσανατίθεται· παρὰ τὸ γλαύσσω, γλαύξω, κατὰ
ἀφαίρεσιν τοῦ ω. Ἔστι γὰρ ὀξυωπέστατον τὸ ζῷον, ἐν νυκτὶ ὁρᾶν δυνάμενον. Δημόκριτος δὲ ἱστορεῖ, ὅτι μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων μὴ
15τυφλὰ τίκτει, ὅτι πολὺ πυρῶδες καὶ θερμὸν περὶ τοὺς ὀφθαλμοὺς ἔχει· ὃ σφοδρῶς ὀξὺ καὶ τμητικὸν ὑπάρχον, διαιρεῖ καὶ ἀναμίγνυσι τὴν ὅρασιν· διὸ καὶ ἐν ταῖς σκοτομήνῃσιν ὁρᾷ, διὰ τὸ πυρῶδες τῶν ὄψεων. Γλαύσουσιν: Ἀντὶ τοῦ λάμπουσι·
20 διαγλαύσουσι δ’ ἀταρποί. Ἐξ οὗ γλαυκῶπις· καὶ γλαύσσειν, φαύσκειν. Γλαυκός: Τὸ ἐπίθετον τὸ σημαῖνον τὸν ἔχοντα πυρώδη τὰ ὄμματα. Παρὰ τὸ γλαύσσω, γλαυκὸς, ὡς λεύσσω λευκός. Παρὰ δὲ τὸ γλαυκὸς γίνεται ῥῆμα
25παράγωγον, γλαυκῶ, καὶ γλαυκιῶ.
25γλαυκὴ, ἰσχυρὰ, καὶ λευκή. Γλαυκὸν γὰρ λαμπρὸν, θρασὺ, ἰταμόν. Γλαύκιος: Ὁ τὸ γλαυκὸν ἔχων ἐν τῷ ὀφθαλμῷ· παρὰ τὸ γλαύσσω, ὅ ἐστι λάμπω. Γλαυκώπιον: Τὴν ἀκρόπολιν οἱ ἀρχαῖοι· ἢ τὸ
30ἐν ἀκροπόλει τῆς Ἀθηνᾶς ἱερόν. Ἀπὸ Γλαύκου τινὸς αὐτόχθονος, ἐν τῷ τόπῳ τούτῳ κατοικήσαντος. Γλαυκῶπις: Ἤτοι γλαυκόφθαλμος, καλή· ἢ γλαυκοὺς καὶ καταπληκτικοὺς τοὺς ὦπας (ὅ ἐστι τοὺς ὀφθαλμοὺς) ἔχουσα· ἢ ἀπὸ τοῦ δεινὸν γλαύσ‐
35σειν τοῖς ὀφθαλμοῖς, ὅ ἐστιν ἀπαιθύσσειν· ἢ ἀπὸ τοῦ γλαυκὰ ὀπίζεσθαι, τουτέστιν ἐντρέπεσθαι. Ἢ ἀπὸ τοῦ Γλαυκωπίου ὄρους, ὃ Λυκαβηττὸς καλεῖται. Ἢ παρὰ τὸ γλαύσσω, γλαύξω· ἐξ οὗ καὶ ἡ γλαὺξ, τὸ ὄρνεον. Γλαφυρή: Ὄνομα. Ἡ γλαφυρά· τὸ ἀρσενι‐
40κὸν, ὁ γλαφυρός. Γίνεται παρὰ τὸ γλάφω, τὸ διο‐
40ρύττω· ἐξ οὗ
40 καὶ γλάφυ πετρῆεν. Σημαίνει δὲ τὸ σπήλαιον. Γλάφω, γλάψω, ἔγλαψα· ἡ μετοχὴ, γλάψας, οἷον, Εὐνὰς ἐν ψαμάθοισι διαγλάψας’ ἁλίῃσιν, Ὅμηρος· διακοιλάνασα.
45Γλαφυρόν: Ἡδὺ, κοῖλον, βαθὺ, σοφὸν, ἔμπειρον,
45ἀκριβές. Ἐπὶ τοῦ κοίλου, παρὰ τὸ γλάπτω, τὸ κοιλαίνω ἢ διορύττω· ἐξ οὗ καὶ γλάμματα, καὶ γράμματα. Γλάπτω γλαφυρὸς, ὡς λέπω λεπυρός. Ἐπὶ δὲ τοῦ ἡδέος, τὸ διορύττον καὶ κινοῦν τὴν ἀκοὴν πρὸς ἡδονήν· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων.

233

(50)

Ἔστι δὲ καὶ ῥητορική. Γλαφυρὰ φόρμιγξ, ἡ γεγλαμ‐ μένη καὶ κεκοιλαμμένη. Καταχρηστικῶς λέγεται γλαφυρὸς ἄνθρωπος, παρὰ τὸ γλάπτω. Ἢ παρὰ τὸ γλάφω, γλύφω, γλάφος, ὡς θρύπτω, τρύφος· καὶ ὡς δάσος, δασύς· πάχος, παχύς· οὕτω γλά‐
55φος, γλαφύς. Καὶ γλαφὺ τὸ κοῖλον σπήλαιον, ἄντρον. Γλάφυ πετρῆεν, Ἡσίοδος. Γλήνη: Ἡ κόρη τοῦ ὀφθαλμοῦ, γαλήνη τις
60οὖσα· καὶ κατὰ συγκοπὴν, γλήνη· παρὰ τὸ γαλη‐

234

νιοῦσθαι τὸν νοῦν δι’ αὐτῆς τῇ τῶν ὁρατῶν ποικιλίᾳ. Ἢ παρὰ τὴν αἴγλην, αἰγλήνη· καὶ ἀποβολῇ τῆς ΑΙ συλλαβῆς. Ἢ ἀπὸ τοῦ γλαύσσειν, ὅ ἐστι λάμπειν· εἰσὶ γὰρ ἔμπυροι. Ὅθεν καὶ ὁ λέων παρ’ Ὁμήρῳ
5γλαυκιόων.
5 Γλήνεα: Κόσμια, πολλῆς θέας ἄξια, ἀξιοθεα‐ τότατα χρήματα· παρὰ τὴν αἴγλην, τὴν λαμπρό‐ τητα· τὰ ποικίλματα. Οἱ δὲ, ζῴδια. Γλεῦκος: Τὸ ἀπὸ τῆς ληνοῦ ἀπόσταγμα αὐτο‐ μάτως καταρρέον ἀπὸ τῆς σταφυλῆς. Ἔστι δὲ
10τοῦτο γλυκύτατον καὶ λιπαρώτατον. Γλήνην: Κόρην, ὄψιν, ὀφθαλμὸν, παίγνιον. Οἱ δὲ, καὶ τὸ οὐδενὸς ἄξιον· καὶ τὴν πεπλασμένην κόρην, πρόσοψιν. Καὶ γλήνας, τὰ κηρία τῶν μελισσῶν. Γλαυσόν: Λαμπρόν. Καὶ γλαύσσει, λάμπει,
15φαίνει, φαύσκει· καὶ γλαῦξον, ἐπίλαμψον. Γλαυκίζειν: Τὸ ἀμβλυώττειν. Γλίσχρον: Ἰατρικῶς τὸ ἐχέκολλον καὶ μὴ δια‐ σπώμενον. Γλίσχρως δὲ, τὸ εὐτελῶς καὶ λεπτῶς διαιτᾶσθαι.
20Γλισᾶς: Ὄνομα πόλεως. Κλίνεται δὲ Γλισᾶν‐
20τος· καὶ ὤφειλεν εἶναι Γλισᾶ, ὡς Θωμᾶς Θωμᾶ, Μητρᾶς, Μητρᾶ. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ γλισάεις γλισάεντος, ὡς τιμήεντος, τιμῆντος. Πᾶσα δὲ λέξις ἀπὸ τοῦ ΓΛΙ ἀρχομένη ἀποστρέφεται τὴν ΕΙ δίφθογγον. Γλίον τὸ ἰσχυρόν· γλία, ἡ κόλλα·
25γλιῶσαι, τὸ παίζειν. Γλίνα: Ὁ ῥύπος.
Γλιχύτης: Ἡ ἀτυχὴς, ἡ ἐρωτική. Γλιχώ: Ἡ φειδωλὸς, ἢ περίεργος. Γλίσχρος: Ὁ λίχνος καὶ ἐπιθυμῶν ἐφυβρίστως·
30οἱονεὶ λίσχος, ὁ λίαν καὶ ἐπιπολὺ ἐχόμενος, πλεονασμῷ
30τοῦ γ· ἢ παρὰ τὸ γλίχω, (ὡς κόπτω κόπρος, κάπτω κάπρος,) ὁ γλιχόμενος τροφῆς ὑπὲρ τὸ δέον. Εἰς δὲ τὸ Ῥητορικὸν Λεξικὸν εὗρον σημαίνειν τὴν λέξιν ἐμπαθὲς, κολλῶδες. Καὶ γλίσχρος, ἀτυχὴς, φει‐ δωλὸς, σκνιφὸς, πάνυ ῥυπαρός.
35 Γλιχόμενος: Καρτερῶν, ἢ ἐπιθυμῶν. Ἀρι‐ στοφάνης ἐν Γεωργοῖς, Τί δῆτα τούτων τῶν κακῶν, ὦ παῖ, γλίχῃ; γλίχεται, λίαν ἔχεται, ἐπιθυμεῖ· παρὰ τὸ λίαν ἔχεσθαι· καὶ πλεονασμῷ τοῦ γ, γλίχεσθαι.
40Γλουτός: Τὸ σφαίρωμα τῆς κοτύλης· ἢ τὸ ὑπὸ
40τὸν πρωκτὸν μέρος ὄπισθεν τῶν μηρῶν· διὰ τὸ τρυ‐ φερὸν καὶ ἁπαλὸν καὶ γλοιῶδες, οἱονεὶ γλοιοὶ τινὲς ὄντες· καὶ γὰρ οὗτοι μετὰ λειότητος ἔνυγροί εἰσιν. Ἢ τὴν λαγόνα σημαίνει. Γλοίης: Ὁ νωθρός· καὶ γλοίητα, τὸν ῥυπαρὸν
45καὶ μοχθηρὸν τῷ ἤθει· καὶ γλοιάζειν, τὸ τοῖς ὄμ‐ μασιν ἐπιμύοντα μυκτηρίζειν καὶ κακοηθεύεσθαι. Οἱ δὲ, διαγελᾶν. Γλυκύς: Παρὰ τὸ γλεῦκος, ὅ ἐστιν ὁ νεωστὶ ἀποστάζων ἐκ τῆς ληνοῦ οἶνος. Τὰ δὲ εἰς ΥΣ τρι‐

234

(50)

γενῆ ποιοῦσι συγκριτικὰ καὶ ὑπερθετικά· οἷον, ὁ

234

(50)

βραδὺς, ἡ βραδεῖα, τὸ βραδύ· καὶ τὸ συγκριτικὸν, βραδύτερος, βραδίων, βράδιστος. Οὕτως οὖν καὶ γλυκὺς, γλυκεῖα, τὸ γλυκύ· καὶ τὸ συγκριτικὸν, γλυκύτερος, γλυκίων, γλύκιστος· ὅθεν τὸ πρεσβύ‐ τερος καὶ νεώτερος παραλόγως· ἀπαρασχημάτιστα
55γὰρ τοῖς τρισὶ γένεσιν. Ἀλλὰ μήποτε ὁμοτυπίᾳ συγκριτικῶν ταῦτα ὑπάγονται. Φιλόξενος. Γλύκιον: Ὅτι τὰ εἰς ΩΝ συγκριτικὰ ὑπὲρ δύο

235

συλλαβὰς ἀναβιβάζουσι τὸν τόνον ἐπὶ τῆς κλητικῆς· ἀρείων, ὦ ἄρειον· βελτίων, ὦ βέλτιον· ὦ γλύκιον. Γλύσσων: Ὁ γλυκύτερος, παρὰ Ξενοφάνει, γλύσσονα σῦκα.
5Παρὰ τὸ γλυκίων, γλύσσων, ὡς βραδίων, βράσσων. Γλύκων: Εὐήθης. Γλυφίς: Παρὰ τὸ γλάφω, γλύφω, γλυφὶς, ἡ χηλὴ τῆς ἀκίδος· ἤγουν ἡ ἐκκοπὴ τοῦ βέλους, ἡ ἐντιθεμένη τῇ νευρᾷ τοῦ τόξου· παρὰ τὸ ἐγγεγλύφθαι,
10ὅ ἐστι κεκοιλάνθαι. Ἢ παρὰ τὸ γλάπτω, γλαφὶς, καὶ γλυφίς· οἷον, Ἕλκε δ’ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια. Τὰς παρὰ τοῖς πτεροῖς ἐντομὰς τοῦ βέλους. Γλυφὶς καὶ ἡ κεφαλὴ τοῦ κίονος·
15Λαϊνέαις χαλκίοις ἐπὶ γλυφίδεσσιν ἀρήρει.
15Λέγεται γλυφὶς καὶ τὸ γλύφον ἐργαλεῖον· ὃ καὶ γλύφανον ὠνόμασε Θεόκριτος. Λέγεται δὲ καὶ κατὰ σύνθεσιν, ὠτογλυφίς. Γλύφιον: Ἄντρόν τι καὶ ὄρος· ὅθεν νύμφαι γλυφίαι.
20Γλῶσσα: Παρὰ τὸ γνῶ γνώσω γνῶσα καὶ
20γλῶσσα, ἡ ὑπὸ γνῶσιν ἄγουσα τὰ ἐν τῇ διανοίᾳ· ἢ
20δι’ ἧς τὰ τῆς ψυχῆς βουλεύματα γινώσκομεν. Ἢ παρὰ τὸ κλώθω κλώσω, κλῶσα, καὶ γλῶσσα· κλωθο‐ μένης γὰρ τῆς γλώσσης ἐξέρχονται οἱ λόγοι. Ἢ διὰ τὸ εὐχερῶς κλᾶσθαι· καὶ γὰρ κλωμένη τὴν ἔναρ‐ θρον φωνὴν ἀποδίδωσι. Διὰ δύο ΣΣ· τὰ παρὰ Ἀτ‐
25τικοῖς ... τὸ ΣΑ, βραχύ· τὰ εἰς α λήγοντα θηλυκὰ παραληγόμενα ἑνὶ τῶν διπλῶν, ἢ διὰ δύο ΣΣ ἐκφερό‐ μενα καὶ βαρυνόμενα, συστέλλει τὸ α· οἷον μάζα, ῥίζα, δίψα, δόξα. —Ἢ καὶ οὕτω· τὰ εἰς α λήγοντα θηλυκὰ ἀπὸ μελλόντων ἢ ἐνεστώτων γινόμενα συ‐
30στέλλει τὸ α· οἷον κνίζω, κνίσω, κνίσα· ἵζω τὸ
30καθέζομαι, ἵζα, ῥίζα· ἄγω, ἄξω, ἄξα, καὶ ἅμαξα· μῶ, τὸ ζητῶ, μώσω, μῶσα καὶ μοῦσα. Σημαίνει τρία· τὸ μέρος τοῦ σώματος· ὡς τὸ, Τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρύμνην τάμε χαλκός. Καὶ τὴν διάλεκτον, ὡς τὸ,
35Οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος, οὐδ’ ἴα γῆρυς·
35 ἀλλὰ γλῶσς’ ἐμέμικτο. Σημαίνει καὶ σκεῦος· ἐξ οὗ καὶ γλωσσόκομον, τὸ τὰς γλώσσας δεχόμενον. Τὰ δὲ παρ’ αὐτὴν τὴν αὐτὴν φυλάττει γραφὴν, ἀλλόγλωσσος, ἑτερόγλωσ‐ σος, πολύγλωσσος.
40Γλώσσασπις: Ὁ τῇ γλώσσῃ οἷον ἀσπίδι καὶ προ‐
40βολῇ κεχρημένος· ἀπὸ μεταφορᾶς τῶν πολεμούντων. Γλωττοστροφεῖν: Περιλαλεῖν καὶ στωμύλ‐ λεσθαι. Γλωττοδεψεῖν: Αἰσχρουργεῖν. Γλώσσαργον: Στόμαργον, ἢ ταχύγλωσσον.
45Γλωττοποιός: Ὁ τὰς αὐλητικὰς γλώττας
45ποιῶν.
45 Γλωττοκομεῖον: Ἐν ᾧ οἱ αὐληταὶ ἀπετίθεσαν τὰς γλώττας. Εἴρηται δὲ καὶ τὸ γυναικεῖον αἰδοῖον ὑπὸ Εὐβούλου φοινικιστὴν σκώπτοντος. Γλυκυθυμία: Ἡ ἐπὶ τὸ ζῆν ἡδονὴ, καὶ οἷον φιλοψυχία. Λέγεται ἁπλῶς καὶ πᾶσα ἡδονή.

235

(50)

Γλωχίν: Ἡ γωνία· καὶ ὀϊστῷ τριγλώχινι, τρεῖς ἀκίδας ἔχοντι, τουτέστι τριγώνῳ. Παρὰ τὸ γλύψαι καὶ κοιλάναι· ἢ παρὰ τὸ γωνίας ἔχειν. Ἢ παρὰ τὸ γλάφω, γλωχίν.
55 Γνάθος: Ἡ παρειά· παρὰ τὴν γνάμψιν καὶ κάμψιν ἢ κλάσιν, ἡ καμπτομένη σιαγών· οἷον,
Φυσίγναθος ἀντίον ηὔδα.

236

Γναθμός: Οἷον, [χαμαὶ δ’ ἐκ πάντας ὀδόντας] Γναθμῶν ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης. Ἔστι δὲ ἡ γνάθος. Παρὰ τὸ γνάπτω, γέγναπται,
5γναπτὸς καὶ γναθμὸς, ὡς κέκλαυσαι, κλαυθμός. Ὁ
5δὲ Ἡρωδιανὸς γνάθος, καὶ πλεονασμῷ τοῦ μ, γναθμός. Γναθμῶν: Ὄνομα προσηγορικόν. Γέγονε δὲ παρὰ τὸ κάμπτω, τροπῇ τοῦ κ εἰς γ, ὡς κόνυ, γόνυ. γίνεται γνάπτω· ὁ παθητικὸς παρακείμενος, γέγναμ‐
10μαι, γναμμός· καὶ τροπῇ τοῦ μ εἰς θ, γναθμός. Γνάμπτω: Ἐκ τοῦ κάμπτω. Σύνηθες δὲ τοῖς παλαιοῖς λέγειν γνάπτω, ἀνεγνάφθη δέ οἱ αἰχμὴ, ἄνευ τοῦ μ· καὶ,
15ἐπέγναψε γὰρ ἅπαντας
15ἄνευ τοῦ μ. Ἐν τῇ συνηθείᾳ,
15Οἱ δ’ ὥστ’ αἰγυπιοὶ γαμψώνυχες.
15Καὶ τὸ ἐοίκαμεν ὑπὸ συγκοπῆς ἀχθὲν, ἔοιγμεν.
15Μετὰ τῆς ἀνὰ προθέσεως, ἀναγνάμπτω. Ἡ δὲ ἀνὰ σημαίνει τὴν ἐξ ὑστέρου ἐπάνοδον. Τὰ εἰς ΠΤΩ λήγοντα ῥήματα βαρύνεται, βλάπτω, βάπτω, ὄπτω· τὸ δὲ ὀπτῶ, ἐκ τοῦ ὄπτω βαρυτόνου, διήλ‐ λαξε· χωρὶς εἰ μὴ προκατάρχει ὄνομα· διὰ τὸ
20ἀελπτῶ καὶ ἀπεπτῶ· ἔστι δὲ ἄελπτος καὶ ἄπεπτος. Γνήσιος: Γενήσω, γενήσιος, ὡς θαυμάσω, θαυ‐ μάσιος· καὶ κατὰ συγκοπὴν, γνήσιος, ὁ ἐκ τῆς αὐτῆς γεννηθεὶς, καὶ μὴ νόθος. Ἢ ἀπὸ τοῦ γενητὸς, γενη‐ τόσιος, ἢ γενήσιος, ὡς πλοῦτος, πλούσιος· καὶ
25συγκοπῇ, γνήσιος. Αἱ δὲ παιδοποιΐαι παρὰ τῷ ποιητῇ τετραχῶς λέγονται· γνήσιος, ὁ ἐκ νομίμων γάμων· νόθος, ὁ ἐκ παλλακίδος· παρθένιος, ὁ ἐκ παρθένου νομιζομένης· καὶ σκότιος, ὁ ἐκ λαθραίας μίξεως.
30Γνόφος: Ἡ συννεφία, ὁ ζοφώδης ἀήρ· παρὰ τὸ
30κενὸς φάους εἶναι γίνεται κνόφος καὶ γνόφος. Ἢ παρὰ τὸ νείφω, νόφος· καὶ πλεονασμῷ τοῦ γ. Ἢ παρὰ τὸ δονεῖν καὶ τὸ νέφος γίνεται δόνοφος· καὶ ἐν συγκοπῇ, δνόφος καὶ γνόφος. Γνοίης: Ἐκ τοῦ γνῶμι, ἡ μετοχὴ, γνούς· καὶ
35τὸ εὐκτικὸν, γνοίην· Γνοίης χ’ οἵου φωτός. Τὸ πλῆρες, γνοίης κε, ἀντὶ τοῦ μάθοις ἄν. Γνύξ: Ἐπὶ γόνατα. Παρὰ τὸ γόνυ, γόναξ· καὶ, Γνὺξ δ’ ἔριπ’, οἰμώξας.
40Ἀντὶ τοῦ ἐπὶ γόνυ ἔπεσεν.
40Γνύπετον: Ἀργὸν, ἢ ἔκλυτον.
40 Γνύπετοι: Στυγνοὶ, καὶ οἷον νενυγμένοι. Καὶ τὸ κατεγνυπτῶσθαι τοιοῦτον δηλοῖ. Ῥητορική. Ἢ
ἐκτεταμένοι, δειλοί· ἄλλοι δὲ, κατηφεῖς. Γνώμη: Ποιά τις διάθεσις. Παρὰ τὸ νοῶ νοήσω, νοήμη, καὶ κατὰ κρᾶσιν, νώμη· καὶ πλεο‐
45νασμῷ τοῦ γ, γνώμη. Γνωματεύω: Καὶ γνωματεύοντες, ἐγίνωσκον ὅσον ἦσαν ἀφῃρημένοι. Παρὰ τὸ γνώμη καὶ τὸ ματεύω, τὸ ζητῶ. Σημαίνει δὲ διακρίνοντες καὶ διαγινώσκοντες ἀκριβῶς.

236

(50)

Γνώμων: Ὁ ὀδοὺς τῶν ἀλόγων ζῴων. Ἔνθεν

236

(50)

καὶ προβατογνώμων εἴρηται ἀπὸ τοῦ τὸν χρόνον ἀπ’ αὐτοῦ διαγινώσκεσθαι. Ἔνθεν καὶ λειπογνώ‐ μων, ὁ ἤδη βεβληκὼς τοὺς ὀδόντας. Ἐγὼ δὲ εὗρον ἐν τοῖς Ῥητορικοῖς τὴν λέξιν σημαίνουσαν οὕτως· γνώμων· ὁ συνετός. Λέγεται δὲ γνώμων καὶ
55κανόνιόν τι μηχανικόν· καὶ δὴ καί τι σχῆμα γεωμετρι‐
55κόν· καὶ διοπτρικοῦ ὀργάνου μέρος, καὶ δὴ καὶ ἀστρο‐ νομικοῦ. Ἀλλὰ καὶ τὸ ἐν τοῖς γνωμονικοῖς ὀργάνοις μάλιστα λαμβανόμενον. Καὶ γνώμονες, ἄρχοντες

237

τινὲς Ἀθήνῃσι λέγονται· καὶ οἱ ἀκριβεῖς, ἀπὸ τοῦ γνῶναι. Γνώριμος: Παρὰ τὸν γνώσω μέλλοντα γίνεται γνώσιμος, ὡς ὀνήσω ὀνήσιμος· καὶ τροπῇ τοῦ ς εἰς
5ρ, γνώριμος. Γνωτός: Ὁ ἀδελφός· παρὰ τὸν γνώσω μέλ‐ λοντα γίνεται γνωτός· ὅτι τῶν ἄλλων μᾶλλον γινώ‐
9σκεται. Ἢ ὁ ἅμα τινὶ γεννητὸς, καὶ γνητὸς καὶ
10γνωτός. Ἔστι δ’ ὅτε σημαίνει καὶ τὸ φανερὸν καὶ
10γνώριμον, ὡς τὸ,
10 γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν, ὡς ἤδη Τρώεσσιν ... Γνωσιμαχῆσαι: Γνόντα ὅτι πρὸς κρείττονα αὐτῷ ἐστιν ἡ μάχη ἡσυχάσαι· ἢ μεταβουλεύσασθαι, καὶ τὸ ἤδη κεκυρωμένῃ γνώμῃ μάχεσθαι. Ἢ τὸ νοεῖν
15τὴν ἑαυτοῦ ἀσθένειαν τήν τε τῶν ἐναντίων ἰσχύν.
15 Γνώσεαι: Ὁ κανών· οἱ Ἴωνες ἐπὶ τῶν τρίτων προσώπων τῶν παθητικῶν ἀποβάλλοντες τὸ τ τὸ δεύ‐ τερον ποιοῦσιν· οἷον, βούλεται, βούλεαι· οὕτως γνώ‐ σεται, γνώσεαι. Γνῶτε: Ἐκ τοῦ γνῶμι γνώσω· ὁ δεύτερος ἀόρι‐
20στος, ἔγνων· ἡ μετοχὴ, γνοὺς γνόντος· καὶ τὸ προσ‐ τακτικὸν, γνῶθι γνώτω, γνῶτε· φυλάττει δὲ τὴν
παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυν‐ τικῶν. Ἐκ τοῦ γνῶ γίνεται παράγωγον γνῶμι· ὁ μέλλων, γνώσω· ὁ δεύτερος ἀόριστος, ἔγνων· καὶ τὸ
25ὑποτακτικὸν, ἐὰν γνῶ, ἐὰν γνῷς, ἐὰν γνῷ· Γνῷ δὲ καὶ Ἀτρείδης. Γνώωσιν: Ἵνα γνώωσι καὶ οἵδε. Ὅπως μάθωσι καὶ οὗτοι. Ὑποτακτικόν ἐστιν
30ἐνεστῶτος καὶ παρατατικοῦ. Ἔστι γνώω ἕκτης
30συζυγίας τῶν βαρυτόνων. Τὰ διὰ τοῦ ΩΩ καθαρὰ
30δισύλλαβα διὰ τοῦ ω μεγάλου γράφεται, σώω, ζώω, χώω, ῥώω· (ἔνθεν ῥώοντο·) πλώω καὶ γνώω οὕτως. Ὅμοιον δὲ τὸ κολωῶ κατὰ τὴν γραφὴν, οὐ κατὰ τὸν τόνον, οὐδὲ κατὰ τὴν ποσότητα τῶν συλλαβῶν. Τοῦτο γὰρ καὶ πρώτης καὶ δευτέρας συζυγίας ἐστὶ,
35καὶ παρὰ Φιλοξένῳ σὺν τῷ ι γράφεται. Τὸ ἀλώω,
35ἡβώω, ἢ ἐπαύξησιν χρονικὴν ἔσχον, ἢ πλεονασμὸν τοῦ ω. Ἐκ δὲ τοῦ γνώω ὁ παρακείμενος ἔγνωκα· ὁ παθητικὸς, ἔγνωσμαι· ἐξ οὗ καὶ τὸ ἐγνώσθην. Γογγύζω: Ἀπὸ τοῦ γρύζω, τὸ τῇ φωνῇ ὑποκλαίω
40καὶ παρακαλῶ, κατὰ ἀναδιπλασιασμὸν γογρύζω· πλεονασμῷ τοῦ ἑτέρου γ, καὶ ἀποβολῇ τοῦ ρ, γογ‐ γύζω, οἱονεὶ τὸ τῇ φωνῇ ὑποκλαίω. Ἢ τὸ γογγρύζω ἀπὸ τοῦ γογγύζω πλεονασμῷ τοῦ ρ, ὡς ῥητὸς ἄρ‐ ρητος.
45Γόγγρος: Εἶδος ἰχθύος· παρὰ τὸ γρῶ, ὃ σημαί‐
45νει τὸ ἐσθίω· ἀφ’ οὗ Καλλίμαχος γράω· καὶ ἔγραεν, ἀντὶ τοῦ ἤσθιεν· ἀφ’ οὗ ῥηματικὸν ὄνομα γρὸς, ὃ καθ’ ἑαυτὸ οὐ ῥητόν· ἐν διπλασιασμῷ, γόγγρος· ἀπεσθίει γὰρ τῶν πολυπόδων τὰς πλεκτάνας.
51 Γοισοῦται: Πλατύνεται, ἐλαύνεται, χαλκεύεται, κάμπτεται, κοιλαίνεται, μελαίνεται. Γόμφιοι: Μύλοι, σφῆνες, δεσμὰ, ἄρθρα, σύν‐ δεσμοι ὀδόντων. Παρὰ τὸ κάμπτω γίνεται γάμπτω·
55καὶ ἐξ αὐτοῦ γόμφιος, δι’ οὗ γνάπτεται καὶ κάμ‐ πτεται ἡ τροφή. Ἐπὶ δὲ τῶν σφηνῶν, Γόμφοισι συνάρηρεν.
59Ἀπὸ μεταφορᾶς τῶν ἡμετέρων γομφίων· ὥσπερ γὰρ

238

ἀσφαλῶς δράσσονται οὗτοι καὶ σφίγγουσι τὰ παρα‐ βαλλόμενα αὐτοῖς, οὕτως κἀκεῖνοι τὰς παρατιθεμένας αὐτοῖς σανίδας. Γόμφος: Κυρίως τὸ ξύλινον καρφίον. Παρὰ τὸν
5κέκομμαι παρακείμενον, κόμφος, καὶ γόμφος. Γόνος: Παρὰ τὸ γείνω, γόνος, ὁ παῖς. Ση‐ μαίνει τρία· ποτὲ μὲν ἀπόγονον· Ὄφρα ἴδῃς οἷος Ζηνὸς γόνος. Τάσσεται καὶ ἐπὶ τῆς γονῆς·
10γόνος δ’ οὐ γίνεται αὐτῶν.
10Ἐπὶ δὲ τοῦ οἰκέτου,
10ἀπολήξει τὸν ἐμὸν γόνον ἐξερέουσα.
10Ἀντὶ τοῦ τὸ ἐμὸν γένος. Γόνυ: Παρὰ τὸ κονῶ, τὸ ἐνεργῶ, κόνυ καὶ γόνυ·
ἢ παρὰ τὸ ὡς γωνίαν ἀποτελεῖν ἐν τῷ κάμπτεσθαι τὸ σκέλος. Ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ εἰς γῆν νεύειν. Κλίνεται γόνυος· καὶ ἐν ὑπερθέσει, γουνός.
15Καὶ γόνατα, κόνατά τινα ὄντα, τροπῇ τοῦ κ εἰς γ· παρὰ τὸ κονεῖν, ὅ ἐστιν ἐνεργεῖν. Γόνατα, γόνυα, καὶ γοῦνα· καὶ γούνων, ἀπὸ τῶν γονάτων, ἢ ἀπὸ τῶν γονύων. Γόος: Ὁ θρῆνος. Παρὰ τὴν βοὴν, βόος· καὶ
20τροπῇ, γόος. Ἢ παρὰ τὸ γέω, τὸ χωρῶ, γέγονε
20γόος γόου· καὶ ἐξ αὐτοῦ ὄνομα ἀρσενικὸν, γοερός· τὸ θηλυκὸν, γοερά· τὸ οὐδέτερον, γοερόν· καὶ ἐπίρρημα, γοερῶς. Γόης: Ψεύστης, ἀπατεὼν, παραλογιστής. Γόον:
25Οἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα δῖον.
25Ἀντὶ τοῦ ἐγόων, ἐθρήνουν. Ὁ μὲν Ἀπολλώνιος
25δευτέρας συζυγίας αὐτὸ εἶναι λέγει, καὶ παρατα‐ τικοῦ· ὁ δὲ Ἡρωδιανὸς, δευτέρου ἀορίστου· ὥσπερ κτυπῶ ἔκτυπον, οὕτω γοῶ, ἔγοον. Κάλλιον οὖν κατὰ συστολὴν λέγεσθαι παρατατικοῦ χρόνου. Πειθόμεθα Ἀπολλωνίῳ. Οὕτω Ζηνόδοτος.
31 Γοργός: Ἀπὸ τῆς ὀργῆς ὀργὸς καὶ γοργός. Γοργών: Τὸ ζῷον τὸ τερατῶδες· καὶ πληθυντι‐ κῶς, Γοργόνες. Τρεῖς γὰρ ἱστοροῦνται καὶ καθ’ Ἡσίοδον. Παρὰ δὲ τὸ γοργὸν τῶν ὀφθαλμῶν· ἢ
35παρωνύμως· διὰ γὰρ τῆς γοργότητος καὶ ὀξύτητος τῶν ὀφθαλμῶν ἀπελίθουν τοὺς ὁρῶντας. Ἰλιάδος θʹ, Γοργοῦς ὄμματ’ ἔχων. Γοργότητος· ἢ ἀντὶ τοῦ Γοργόνος, ὅ ἐστι φοβερά. Ἀπὸ δὲ εὐθείας τῆς Γοργὼ Γοργοῦς εἶπε τὴν γενι‐
40κὴν, ὡς Σαπφὼ, Σαπφοῦς.
40 Γόργυρος: Ὁ Διόνυσος· ἀπὸ Γοργύρας τόπου τῆς Σάμου. Γόργυρον: Δεσμωτήριον. Γοργυρὰ, ὑπόνομος (βορ)βορώδης. Καθόλου δὲ ἔλεγον οὕτω τὰς δυσεξι‐ τήτους κατασκευὰς, καὶ μὴ ἐπ’ εὐθείας. Εἰς τὸ
45γέργυρα.
45Γογγυλόσκηνος: Στρογγύλον τὸ σῶμα ἔχων.
45 Γοῖτον: Ῥύπον· οἱ δὲ, τοῖσον. Γοργεῖα: Τὰ τραγικὰ προσωπεῖα. Ἔνιοι μορ‐ μολύκεια. Γοργόν: Δεινόν· οἱ δὲ φαιὸν ἱμάτιον. Γοργυθίων: Ὄνομα κύριον. Παρὰ τὸ γοργὸς,

238

(50)

γόργυθος. Καὶ ὡς Ἥφαιστος Ἡφαιστίων, οὕτω

238

(50)

Γόργυθος Γοργυθίων, ὁ γοργώτατος. Πρέπει γὰρ ἥρωϊ τοὔνομα. Γοῦτθος: Ὁ ἄρχων Σκυθῶν τῶν δὴ καλουμένων Γούτθων. Ἔοικε γὰρ ἀπὸ τοῦ ἡγεμόνος αὐτῶν κληθῆναι. Τὰ γὰρ πολλὰ ἔθνη ἀπὸ τῶν ἡγεμόνων
55καλοῦνται. Οὕτως Ὦρος. Γοῦτος: Ληκύθου εἶδος. Παρὰ τὸ γοῖτον, ὅ ἐστι ῥύπος. Γουνοῦμαι καὶ Γουνάζομαι: Τὸ ἱκετεύω· καί μιν γουνάσομαι.

239

Γονυπετήσω, λιτανεύσω, ἱκετεύσω αὐτόν. Κυρίως δὲ τὸ τῶν γονάτων ἁπτόμενον προσπίπτειν. Ἀπὸ μὲν τοῦ γουνῶ, τὸ γουνοῦμαι· ἀπὸ δὲ τοῦ γουνάζομαι, τὸ γουνάσομαι.
5Γουνῶι ἀλωῆς: Ἐν τῷ γονίμῳ καὶ καρπίμῳ
5χωρίῳ τῆς γῆς. Λέγεται δὲ γουνὸς, ὁ ὑψηλὸς τόπος, ἀπὸ μεταφορᾶς τῶν ἐν τῷ σώματι γονάτων, ἃ ἐξέχει. Ὡς δέ τινες, ὁ τραχύτατος τόπος· ὁμοίως ἀπὸ τῶν γονάτων, ὀστωδῶν καὶ τραχέων ὄντων. Πλέον γὰρ ἐν τοῖς ὀρεινοῖς καὶ πετρώδεσι
10τόποις τὰ φυτὰ αὔξεται. Παρὰ τὸ γένω ῥῆμα γίνεται γόνος βαρύτονον, ὡς λέγω, λόγος· ὅπερ σημαίνει τὸ γεγεννημένον. Ὁ δὲ γεννητικὸς, γονὸς, ὀξυτόνως· πλεονασμῷ τοῦ υ, γουνὸς, ὁ γεννητικὸς τόπος, ὁ γόνιμος καὶ κάρπιμος. Ἡρωδιανός.
15 Γραικός: Καλλίμαχος, Γραικοὶ καὶ γῆς ἡμετέρης ἀδαεῖς. Παρὰ τὸ ῥαῖσαι, ῥαικὸς καὶ γραικός· διὰ γὰρ τὴν κατὰ πόλεμον ἀνδρείαν οὕτως οἱ Ἕλληνες ἐκαλοῦντο. Ἢ ἀπό τινος Ἕλληνος Γραικοῦ, ὡς ἀπὸ τοῦ Ἕλλην
20Ἕλληνες. Καὶ γραικιστὶ, ἑλληνιστί. Γραῖα: Παρὰ τὸ ῥαίω, τὸ φθείρω, ἡ ὑπὸ χρόνου διεφθαρμένη. Ἢ παρὰ τὸ γεραιὸς, γεραιά· καὶ ἐν συγκοπῇ, γραῖα. Γραῦς: Ἡ παλαιὰ γυνή· ἀπὸ τοῦ γράειν, ὅ
25ἐστιν ἐσθίειν ἢ ξύειν· ἡ ταῖς ῥυτίσι κατεξυσμένη.
25Ἣ παρὰ τὸ ῥαίω, ῥαῦς καὶ γραῦς, ἡ διαρραισθεῖσα ὑπὸ χρόνου. Ἢ παρὰ τὸ γράφεσθαι, ὅ ἐστι κατα‐ ξέεσθαι, γραῦς, ἡ κατεξυσμένη τὸ σῶμα διὰ τὸ γῆρας. Γραβδίς: Ἡ λαμπὰς, παρὰ τὸ γράφω, τὸ ξύω,
30ἡ κατεξυσμένη καὶ διεσχισμένη· ἢ παρὰ τὸ γρά‐
30φεσθαι, τὸ ξέεσθαι, γραβδὶς, ἡ κατεξεσμένη λαμπάς. Γραπίς: Ὁ ἐρρυτιδωμένος· ἀπὸ τοῦ καταγε‐ γράφθαι ταῖς ῥυτίσι. Καὶ γραπίνης, οἶνός τις τραχύς. Γράστις: Ἡ χλωρὰ κριθή· παρὰ τὸ γράω ῥῆμα,
35δηλοῦν τὸ ἐσθίω. Καλλίμαχος,
35ὃς αἰζηῶν ἔγραε κηδεμόνος.
35Ἄλλως δὲ εὗρον τὸν στίχον ἐγώ· οἷον, Καὶ τόνος αἰζηῶν ἔγραε κηδόμενος. Τούτου ὁ μέλλων γραήσω. Γράσος: Ὁ μωρὸς καὶ ἀνούστατος· κυρίως δὲ ὁ ἐν τοῖς τῶν προβάτων ἐρίοις συναγόμενος ῥύπος· λέγεται
40καὶ γράσων, ἡ τῶν μασχαλῶν δυσωδία. Γράσος: Τὸ λιπαρὸν καὶ πιμελῶδες παρὰ ῥω‐ μαίοις. Γρᾴδιον: Σὺν τῷ ι. Καὶ λέγουσί τινες, ὅτι ἐπειδὴ καὶ τὸ γραΐδιον ἔχει τὸ ι, τούτου χάριν καὶ
45τὸ γρᾴδιον· οἷον,
45Γραϊδίων κολοσυρτὸν,
45παρὰ Ἀριστοφάνει. Οὐκ ἔστι δὲ καταναγκαστι‐
45κὸς οὗτος ὁ λόγος. Ἰδοὺ γὰρ καὶ τὸ αἰζηὸς οὐκ
45ἔχει τὸ ι, καὶ ὅμως τὸ αἰζήϊος ἐπλεόνασε τὸ ι. Τὸν αὐτὸν τρόπον καὶ τὸ γράδιον μὴ ἔχον τὸ ι, ἐν τῷ γραΐδιον ἐπλεόνασε. Δεῖ γινώσκειν, ὅτι οὔτε ἀπὸ τῆς γραίας εἰ ἔστι δυνάμει ἔχει τὸ ι, οὔτε ἀπὸ τῆς γραῦς γραός. Ἀπὸ μὲν τοῦ γραῦς, ὅτι ἐπειδὴ ἡ

239

(50)

τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἤρξατο· τότε δὲ, ὡς ἔμαθον, διὰ τοῦ ΔΙΟΝ γίνεται ἡ παραγωγή· οἷον, μῦς μυὸς, μύδιον· βότρυς βότρυος, βοτρύδιον· βιβλίον, βιβλίδιον, οὕτως οὖν καὶ ἀπὸ τοῦ γραῦς γραὸς, γράδιον. Ἀπὸ
55δὲ τοῦ γραῖα γραίας εἰ ἔστιν, οὐ δύναται πάλιν ἔχειν τὸ ι· ἐπειδὴ πάλιν ἡ τελευταία συλλαβὴ τοῦ πρωτοτύπου τῆς γενικῆς ἀπὸ φωνήεντος ἤρξατο, καὶ

240

τῇ ΑΙ διφθόγγῳ παραλήγεται. Τότε δὲ διὰ τοῦ ΔΙΟΝ γίνεται ἡ παραγωγὴ, καὶ ἀποβάλλεται τῆς ΑΙ διφθόγγου τὸ ι· οἷον, κεφάλαιον κεφαλαίου, κεφα‐ λάδιον· σπήλαιον σπηλαίου, σπηλάδιον. Οὕτως οὖν
5καὶ γραίας γράδιον, χωρὶς τοῦ ι. Ἀλλ’ ἐπεὶ ἡ
5παράδοσις ἔχει τὸ ι, συνηγορήσωμεν αὐτῷ, καὶ εἴπωμεν αὐτὸ σὺν τῷ ι γράφεσθαι. Ἔστι γραύις γραύιδι παρὰ Καλλιμάχῳ· καὶ ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, τούτου χάριν διὰ τοῦ ΙΔΙΟΝ γίνεται ἡ παρα‐
10γωγή· οἷον, ψυχῆς, ψυχίδιον· γνώμης, γνωμίδιον. Οὕτως οὖν καὶ γραύις γραύιδος, γραυίδιον· καὶ κατὰ ἀποβολὴν τοῦ υ, καὶ συναιρέσει τοῦ α καὶ ι εἰς τὴν ΑΙ δίφθογγον, γραίδιον. Ἢ λέγεται ὅτι ἀπὸ τοῦ γραῖα, γραιῒς γραιΐδος γραιΐδιον, καὶ κατὰ συγκοπὴν
15τοῦ ἑνὸς ι καὶ συναιρέσει, γραίδιον. Ἔστιν εἰς τὸ
15ἀργυρίδιον. Γραφείδιον: Ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἀγεῖον καὶ ἀγγεῖον, οὕτω καὶ ἀπὸ τοῦ γράφω, γρα‐ φεῖον καὶ γραφείδιον. Γραφείην: Ἀπὸ τοῦ γράφω· ἡ μετοχὴ, γρα‐
20φεὶς γραφέντος· καὶ τὸ εὐκτικὸν, γραφείην. Γραμματοκύφων: Ἀντὶ τοῦ γραμματεύς· ὅτι οἱ γραμματεῖς προσκεκυφότες γράφουσιν. Ἢ ἐν ἀγορᾷ γραμματεύς· ἐπεὶ οἱ ἀγοραῖοι τῷ κύφωνι μαστιγοῦνται. Διὰ τοῦτο δ’ αὐτὸν εἶπε καὶ “περί‐
25τριμμα ἀγορᾶς.” Παρὰ Δημοσθένει. Γραῦς: Ἀττικῶς· ἀναλογώτερόν ἐστι τὸ γρεῦς. Ῥέω· ὁ μέλλων, ῥεύσω· πλεονασμῷ τοῦ γ, γρεύσω, γρεὺς, τὸ διερρυηκὸς γύναιον. Γραός· ὁ κανών· δύο μόνα εἰσὶν εἰς ΑΥΣ θηλυκὰ μονοσύλλαβα περισπώ‐
30μενα· κλίνονται δὲ ἀμφότερα διὰ τοῦ ΟΣ· ναῦς ναὸς,
γραῦς γραός. Γράφω: Πρὸς διάφορον σημασίαν. Εἰ γὰρ εἴπω Γράφω σοι, δοτικὴ, σημαίνει τὸ ἐπιστέλλω σοι· εἰ
35δὲ Γράφω σε, αἰτιατικὴ, σημαίνει τὸ ἐκτύπωμά σου
35ποιῶ· εἰ δὲ Γράφω σου, γενικὴ, σημαίνει τὸ ἐγγρά‐ φως κατὰ σοῦ εἰς δικαστήριον ἀποτίθημι· ἀντὶ τοῦ κατηγορῶ σου. Πόθεν γράμμα; Ὃ δηλοῖ τὸ ποίημα, παρὰ τὸ γλάπτω, τὸ κοιλαίνω· ὁ μέλλων, γλάψω· ὁ παρακεί‐
40μενος, γέγλαφα· ὁ παθητικὸς, γέγλαμμαι· ἐξ αὐτοῦ
40γλάμμα· καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετά‐ βολον, γράμμα. Ποσαχῶς τὸ γράμμα; Ἑπταχῶς· γράμμα, ὁ τόνος· γράμμα, ὁ χαρακτήρ· γράμμα, ἡ ἐπιστολή· γράμμα, τὸ ζωγράφημα· γράμμα καὶ τὸ ψήφισμα.
45Γράμματα, οἱ χαρακτῆρες τῶν στοιχείων· οἷον,
45 Γράμματα δ’ ἐν φλοιῷ γεγράψεται. Ἢ παρὰ τὸ γράφεσθαι, ὅ ἐστι καταξέεσθαι. Ὡς τρέφω οὖν θρέμμα, οὕτως καὶ γράφω γράμμα. Ὅμηρος, Εὐνὰς δ’ ἐν ψαμάθοισι διαγράψασα.

240

(50)

Γράμματα ἐκάλουν οἱ παλαιοὶ τὰ συγγράμματα· ὡς

240

(50)

Καλλίμαχος,

240

(50)

Γράμματα δ’ οὐχ εἵλισσεν ἀπόκρυφα. Καὶ, Ὁμήρειον δὲ καλεῦμαι γράμμα. Ἔνθεν καὶ Γραμματικὴ, ἢ παρὰ τὸ πολλοῖς γεγραμ‐
55μένοις αὐτὴν προσεσχηκέναι βιβλίοις, ἢ, ὥσπερ παρὰ
55τὸ πρᾶγμα γίνεται πραγματικὸς καὶ πραγματικὴ,
55οὕτω καὶ παρὰ τὸ γράμμα γίνεται γραμματικὸς καὶ γραμματική. Γραμματεῖον: Ἰστέον ὅτι τινες γραμματεῖον λέγουσι τὸ μικρὸν βιβλίον· ὁ δὲ Ὦρος λέγει, ὅτι οὐ

241

λέγεται τὸ μικρὸν βιβλίον γραμματεῖον, ἀλλ’ ἡ μικρὰ δέλτος. Καὶ δῆλον, εἴγε εἶπεν ὁ Δημοσθένης γραμματεῖον καὶ βιβλίον. Γραμματείδιον: Ἀμφίβολον εἴτε διὰ τῆς ΕΙ
5διφθόγγου, εἴτε διὰ τοῦ ι. Καὶ εἰ μὲν ἀπὸ τοῦ γραμμάτιον, τοῦ σημαίνοντος τὸ μικρὸν γράμμα, διὰ τοῦ ι γράφεται, ὡς ὀψάριον, ὀψαρίδιον· λαχάνιον, λαχανίδιον· εἰ δὲ ἀπὸ τοῦ γραμματεῖον γέγονε, τοῦ σημαίνοντος τὴν μικρὰν δέλτον, διὰ τῆς ΕΙ διφθόγ‐
10γου, ὥσπερ ἀγγεῖον, ἀγγείδιον· γραφεῖον, γρα‐ φείδιον. Γρηΰν: Τὸ ἐπιπολάζον τῷ γάλακτι. Νίκανδρος εἰς τὰ Ἀντιφάρμακα. Γρήϊον: Παλαιόν.
15Γρήνη: Ἄνθη σύμμικτα.
15Γραικός: Ῥαικὸς, Ἕλλην· Ῥωμαῖοι δὲ, τὸ γ
15προσθέντες, Γραικὸν φασί. Γρήνικος: Ἔστιν ὄνομα ποταμοῦ. Παρὰ τὸ
κρήνη, κρήνικος καὶ γρήνικος, ὁ ἐκ τῆς κρήνης. Ἢ ἀπὸ τοῦ γῆ καὶ τοῦ νικῶ, γήνικος καὶ γρήνικος, ὁ τὴν γῆν νικῶν. Ἢ ἀπὸ τοῦ νικῶ καὶ τοῦ Γραικὸς
20γέγονε γραίνικος· καὶ κατὰ μετάθεσιν τῆς ΑΙ δι‐ φθόγγου εἰς η· ἐκεῖ γὰρ οἱ Γραικοὶ ἐνίκησαν τοὺς βαρβάρους. Γρίπισμα: Τὸ κέρδος. Γριπεύς: Ὁ ἁλιεύς· παρὰ τὸ γρίπον παρωνύ‐
25μως. Ἢ ὁ ῥάπτων τοὺς γρίπους, τὰ ἁλιευτικὰ
25λίνα.
25 Γρηγορῶ: Παρὰ τὸ ἐγείρω· οὗ ὁ μέλλων, ἐγερῶ· καὶ τροπῇ τοῦ ε εἰς ο, ἐγορῶ· καὶ πλεονασμῷ τοῦ γ καὶ ρ, γρεγορῶ· καὶ τροπῇ τοῦ ε εἰς η, γρη‐ γορῶ. Γρίπος: Τὸ δίκτυον· παρὰ τὸ ἀγρεύειν, ἐνδείᾳ
30τοῦ α. Τὸ δὲ αὐτὸ καὶ γρίφος καλεῖται· παρὰ τὸ
30γράφειν, ὅ ἐστι ξύειν, ὁ τὴν γῆν ξύων, γράφος, καὶ γρίφος. Λέγονται γρίφοι καὶ τὰ δίκτυα καὶ τὰ συμποσιακὰ ζητήματα. Γίνεται δὲ παρὰ τὸ ἀγρεύειν, ὅ ἐστι ζητεῖν· ὃ παρακολουθεῖ τῇ ἄγρᾳ καὶ τῇ θήρᾳ. Ἡρωδιανός. Καὶ γριφῶδες, τὸ δύσκολον καὶ συμ‐
35πεπλεγμένον λόγιον.
35 Γρίφος: Ζήτημα, αἴνιγμα δύσκολον, ἔνθεν καὶ τὴν χλεύην γρίπισμα φασί. Γρίφον οὖν λέγεται τὸ δύσλυτον αἴνιγμα. Ἵστων γὰρ φιάλην γέμου‐ σαν οἴνου, καὶ ἔλεγον αἰνίγματα ἐν τοῖς συμποσίοις ἀλλήλοις· καὶ εἰ ἐπελύσατο, ὁ ἀπορηθεὶς ἔπινε τὴν
40φιάλην.
40 Τὰ εἰς ΦΟΣ δισύλλαβα μονογενῆ ἀρσενικὰ ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι, λόφος, ζόφος, νέφος, κέπφος, εἶδος ὀρνέου. Οὕτω καὶ γρίφος. Τὸ δὲ Ῥοῦφος οὐκ ἔστιν Ἑλληνικὸν, ἀλλ’ Ἰταλικόν. “Μονογενῆ·” διὰ τὸ κῦφος. “Δισύλλαβα·” διὰ τὸ φί‐
45λοιφος· σημαίνει δὲ τὸν φιλοσυνουσιαστήν. Ἄλλως· Πᾶσα λέξις ἀπὸ τοῦ ΓΡΙ ἀρχομένη διὰ τοῦ ι γρά‐ φεται· γρίντις, ὁ οὐρανός· γρίνος, τὸ δέρμα· γρί‐ σων, ὁ χοῖρος. Ἀριστοφάνης δέ φησι δρομέως ὄνομα.

241

(50)

Γριπώμενα: Συνελκόμενα καὶ σπασμωδῶς συμ‐ παθοῦντα· οἱ δὲ, συνεγγίζοντα. Γρώνη: Ἡ κοίλη καὶ τετρημένη πέτρα, ἡ δε‐ χομένη τὰ σχοινία. Παρὰ τὸ γῶ, τὸ χωρῶ, γώνη καὶ γρώνη. Κλίνεται γρώνης.
55 Γρουνοί: Κορμοὶ, δρύϊνοί τινες ὄντες· κατὰ ἐναλλαγὴν τοῦ δ εἰς γ· οἷον, Γρουνοὶ μὲν δαίοντο, μέγας δ’ ἥφαιστος ἀνέστη.

242

γρυνοὶ, τὰ τῶν γερανδρύων ξύλα, ὡς τὸν γέροντα γέρυνα καλοῦσιν. Γρυνός: Στέλεχος, δαλός. Λυκόφρων. Γρυπός: Ὁ ἐπικεκαμμένην ἔχων τὴν ῥῖνα. Ῥυ‐
5βὸν γὰρ τὸ ἐπικαμπὲς παρὰ τοῖς Αἰολεῦσιν. Ἤτοι
5ῥαιβὸν, καὶ τροπῇ τοῦ β εἰς π, καὶ πλεονασμῷ τοῦ γ, γρυπός· ἢ παρὰ τὸ ῥέπω, ῥυπὸς, καὶ γρυπὸς, ἡ ἐφ’ ἑνὶ μέρει ῥέουσα ῥίς. Σημαίνει καὶ τὸν στυγνόν. Γρυπανίζειν: Σείεσθαι τὴν γῆν παλλομένην,
10καὶ ὥσπερ ῥυσοῦσθαι ἀπὸ σεισμοῦ. Οὕτως Ἀντιφῶν.
10Γρυποῦσθαι: Συγκάμπτεσθαι.
10 Γρυπάνιον: γρυπαίνειν τὸ ῥυποῦσθαι λέγε‐ ται· οἷον ἐπὶ τῶν ἁπαλῶν ξυλιφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φησιν ἐν Ἀληθείας βʹ· Καίων γὰρ τὴν γῆν καὶ συντήκων, γρυπάνιον ποιεῖ. Καὶ Μελάνθιος,
15Σεισμὸς, φησὶ, γέγονε· καὶ ἔγρυπεν ἡ γῆ.
15 Γύαλον: Τὸ κοίλωμα· οἷον, Θώρηκος γύαλον. Ἀντὶ τοῦ τὸ κατὰ κοῖλον τοῦ θώρακος· κυρίως δὲ τὸ κοῖλον τῆς χειρὸς λέγεται γύαλον. Παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, γίνεται παράγωγον γύω· ἀφ’ οὗ
20γύον· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, γύαλον, ἡ
20πάντα χωροῦσα καὶ λαμβάνουσα, ὡς πτύω, πτύ‐ αλον. Γύης: Καὶ μέτρον τὶ γῆς, καὶ μέρος ἀρότρου· καὶ τοῦ μὲν μέμνηται Ὅμηρος ἐν συνθέσει, πεντη‐ κοντόγυον, πεντήκοντα γύων, ὅ ἐστι πεντήκοντα
25πλέθρων· γύη γὰρ μέτρον γῆς· οἱ δὲ, πεντήκοντα
25ζευγῶν. Τὸ δὲ ἄροτρον Ἡσίοδος, πρίνου δὲ γύην. Παρὰ τὸ γαῖα, γίνεται γύη· ἵν’ ᾖ ἡ γύη τῆς γύης, καὶ μεταχθείσης τῆς γενικῆς εἰς εὐθεῖαν, γίνεται ὁ γύης τοῦ γύου, ὥσπερ ἡ ἀράχνη τῆς ἀράχνης, καὶ ὁ
30ἀράχνης τοῦ ἀράχνου.
30Γυῖα: Κυρίως ἐπὶ τῶν ποδῶν λέγεται· παρὰ τὸ
30ἐπὶ τῆς γύης (ὅ ἐστι τῆς γῆς) ἰέναι· ἐπὶ γὰρ ταύτης βέβηκε· καὶ ἡ πρώτη κίνησις τῶν ἀνθρώπων διὰ χειρῶν καὶ ποδῶν γίνεται. Ἢ παρὰ τὴν γῆν γίνεται γήϊα· καὶ τροπῇ τοῦ η εἰς υ, γυῖα. Τάτ‐ τεται δὲ καὶ ἐπὶ τῶν χειρῶν· οἷον,
35Γυῖα δ’ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
35Γίνεται δὲ παρὰ τὸ γῶ, τὸ χωρῶ, γύω καὶ γύον, ὡς πτῶ, πτύον· καὶ θῶ, θύον· καὶ πλεονασμῷ τοῦ ι· ἵν’ ᾖ γυῖον, τὸ λαμβάνον καὶ δεχόμενον. Δύναται δὲ καὶ ἐπὶ τῶν μικρῶν παιδίων τάττεσθαι ἡ λέξις· ταῦτα γὰρ χερσὶ καὶ ποσὶ βαίνουσιν ἐπὶ τῆς γύης,
40τῆς γῆς. Καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν λοιπῶν
40μερῶν. Γυιώσω: Βλάψω, χωλώσω· κυρίως τὸ τὰ γυῖα (τουτέστι τὰ μέλη) βλάπτειν· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς βλάπτειν. Λέγεται καὶ ἀπο‐ γυιώσῃς, βλάψῃς, τὰ μέλη ἐκλύσῃς· ἔπειτα καὶ
45ἐπὶ βλάβης ἁπλῶς. Γυμνός: Ὁ ἄνευ ἱματίων. Ὥσπερ παρὰ τὸ σκύζω σκύμνος, καὶ σέβω σεμνὸς, οὕτω κύπτω κυμνὸς, καὶ γυμνός· ὁ γὰρ τοιοῦτος κύπτει κρύ‐ πτων τὰ αἰδοῖα ὑπὸ αἰδοῦς. Ἢ παρὰ τὸ τὰ γυῖα

242

(50)

μόνα ἔχειν, τουτέστι τὰ μέλη.

242

(50)

Γυμνάσια: Οἱ τόποι ὅπου ἐγυμνάζοντο. Κυρίως οὖν ἐπὶ τῶν ἀθλητῶν, ἐπειδὴ γυμνοὶ ἠγωνίζοντο· ἐπειδὴ πρῶτον γυμνὸς ὁ Ὄρσιππος ἔδραμεν ἐν Ὀλυμπίᾳ, ὥς φησιν Ὦρος· ἀφ’ οὗ καὶ ὁ τόπος καὶ ὁ ἀγὼν γυμνάσια. Ἢ λουτρὰ, ἢ ἱππικοὶ ἀγῶνες, ἢ
55κυνηγέσια.
55 Ἔθος ἦν τοῖς παλαιοῖς περιζώματα φορεῖν ἐν τοῖς αἰδοίοις, καὶ οὕτως ἀγωνίζεσθαι· κατὰ δὲ τὴν τρια‐
κοστὴν δευτέραν ὀλυμπιάδα, Ὀρσίππου τοῦ Λακε‐ δαιμονίου ἀγωνιζομένου, λυθὲν τὸ περίζωμα αἴτιον αὐτῷ νίκης ἐγένετο. Ἐξ οὗ καὶ νόμος ἐτέθη
60γυμνοὺς τρέχειν.

243

Γυμνοπαιδία: Ἑορτὴ Λακεδαιμονίων, ἐν ᾗ παῖδες ᾖδον τῷ Ἀπόλλωνι παιᾶνας γυμνοὶ εἰς τοὺς
5περὶ Θυρέαν πεσόντας. Γυμνάσαι λέγεται καὶ εἰς τὸ φῶς ἀγαγεῖν· ἐξ οὗ καὶ γεγυμνασμένον τὸ φανερὸν καὶ δεδαμασμένον. Γύνις: Ὁ γυναικώδης καὶ μαλακός. Παρὰ τὸ γυνὴ παρωνύμως γύνις, ὡς δάφνη Δάφνις, καὶ νύμφη
10Νύμφις.
10 Γύαλα: Τὰ ἄκρα καὶ τὰ τέρματα, ζώνας, τέμπη, πτερύγια, ποτήρια, πτύχας, στολισμοὺς, περιβό‐ λους. Γύαλος: Κύβος, τετράγωνος λίθος. Γυάλας: Εἶδος ποτηρίου παρὰ Μακεδόσι.
15Γυμνηλοί: Οἱ ἀκτήμονες πένητες.
15 Γυμνασία: Ἄσκησις, μελέτη. Γυνή: Παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, γίνεται γυνὴ, ἡ δεκτικὴ τοῦ σπέρματος. Ἢ παρὰ τὸ γείνω γίνεται γονή· καὶ τροπῇ τοῦ ο εἰς υ Αἰο‐ λικῶς, ὡς ὅμοιον, ὕμοιον, γίνεται γυνή. Ἄκλιτον δ’
20ἐστίν· ἐπειδὴ τὰ εἰς ΝΗ λήγοντα δισύλλαβα τῷ υ παραληγόμενα ἐκτεταμένον αὐτὸ ἔχουσιν· οἷον, μύνη, ἡ πρόφασις καὶ προτροπή· Βύνη, ἡ θεὸς, ἥτις καὶ Ἰνὼ ὕστερον ἐκλήθη· Φρύνη, ὄνομα κύριον· τὸ δὲ γυνὴ συστέλλει τὸ υ. Εἰκότως οὖν, ὡς μονῆρες,
25ἄκλιτον ἔμεινεν. Εὕρηται δὲ παρὰ Φερεκράτει ἡ
25αἰτιατικὴ, τὴν γυνήν· οἷον, Ὡς ἄτοπον ἐστὶ μητέρ’ εἶναι καὶ γυνήν. Καὶ αἰτιατικὴ τῶν πληθυντικῶν, ἀλλ’ ὁρῶ τὰς γυνάς. Γυναικός: Ἰστέον ὅτι ἑτερόκλιτόν ἐστιν, ἐπειδὴ
30ἀπέλειψεν ἡ γύναιξ εὐθεῖα. Τὰ γὰρ εἰς ΑΙΞ κοινά
30εἰσι τῷ γένει· οἷον, ὁ αἲξ καὶ ἡ αἲξ, ὁ Γραὶξ καὶ ἡ Γραὶξ, ὁ Θρᾷξ καὶ ἡ Θρᾷξ. Τοῦτο δὲ, ἐπειδὴ τὸ σημαινόμενον κωλύει εἶναι ἀρσενικὸν, (οὐ γὰρ λέγεται ὁ γύναιξ,) ἀπέλειψεν· ἔστι δὲ ἡ γενικὴ, γυναικὸς, ὡς ἀπὸ τῆς γύναιξ εὐθείας.
35 Γυναιμανές: Ἐκ τοῦ μαίνω μανῶ, καὶ τοῦ γυνὴ γυναικὸς, γίνεται γυναιμανὲς, κατὰ συγκοπήν. Οὐκ ἀπὸ τῆς γύναι κλητικῆς ἔχει τὴν σύνθεσιν, ἀλλ’ ἀπὸ τῆς γυναικὸς γενικῆς λέγεται γεγενῆσθαι γυναικο‐ μανὲς, καὶ κατὰ συγκοπὴν γυναιμανές. Ἢ λέγεται
40ὅτι ὥσπερ παρὰ τὸ τιμὴ γίνεται Τιμόθεος, οὕτω καὶ ἀπὸ τοῦ γυνὴ γίνεται γυνομανές· καὶ κατὰ μετά‐ θεσιν τοῦ ο εἰς τὴν ΑΙ δίφθογγον, (ὥσπερ μεσοπόλιος μεσαιπόλιος,) γυναιμανές. Σημαίνει δὲ ἤτοι ἐπὶ γυναιξὶ μαινόμενε, ἢ γυναῖκας εἰς μανίαν φέρων διὰ
45τὸ κάλλος. Ἀλλ’ οὔτε δὲ τὸ βακχέβακχος ἀπὸ κλη‐ τικῆς λέγεται συντεθὲν, ἀλλ’ ἀπὸ τοῦ βάκχου γέ‐ γονε βακχόβακχος, καὶ τροπῇ τοῦ ο εἰς ε, ὡς ἁλο‐ τρίβανον, ἁλετρίβανον. Γύρινοι: Οἱ μικροὶ βάτραχοι· παρὰ τὸ γυρὸν τὸ

243

(50)

περιφερές· τοιοῦτοι γὰρ εἰσί. Γυριννώ: Ὄνομα κύριον Λεσβίας κόρης. Εἴρη‐ ται παρωνύμως παρὰ τὸ γυρίνος, ὃ δηλοῖ τὸν βάτρα‐ χον, γυριννὼ, ὡς ἔρατος, Ἐρατώ· καὶ κλέος, Κλεὼ καὶ Κλειώ.
55Γυρός:
55Γυρὸς ἐν ὤμοισιν.
55Ὀδυσσείας τʹ, ὁ περιφερὴς καὶ στρογγύλος, ἢ κυρ‐ τός. Τὸ θηλυκὸν, γυρά. Ἐξ οὗ καὶ γυραὶ πέτραι. Καὶ βόθρος. Γυρῶσαι: Ἄρατος, Καὶ φυτὰ γυρῶσαι.

244

Σημαίνει τὸ φιαλῶσαι καὶ περιφράξαι, ἢ βόθρον ὀρύξαι, ἐν ᾧ τὰ φυτὰ κατατίθενται· παρὰ τὸ γύρον ποιεῖν ἐν τῷ περιφράσσειν. Γύψος: Οἱονεὶ γήεψος τὶς οὖσα, ἡ ἑψηθεῖσα γῆ.
5 Γύψ: Παρὰ τὸ γυρεύειν τὰ ὕψη. Γῶ: Γῶ σημαίνει τέσσαρα· τὸ χωρῶ, ἐξ οὗ καὶ γῆ ἡ χωρητικὴ πάντων· τὸ λαμβάνω καὶ δέχομαι, ἐξ οὗ καὶ γωρυτὸς, ἡ τῶν βελῶν θήκη, χωρυτός τις
οὖσα, παρὰ τὸ χωρεῖν τὰ ῥυτὰ, τουτέστι τὰ τόξα ἢ
10τὰ βέλη, εἰς ἣν τὰ ῥυτὰ χωρεῖται· τὸ γεννῶ, ἐξ οὗ καὶ γυνή· τὸ φωνῶ, ὅθεν καὶ γεγωνώς. Γωνία: Ἔστι πένω, τὸ πράττω· ἐξ οὗ γίνεται πόνος πονῶ, καὶ τροπῇ τοῦ π εἰς κ, κονῶ, κόνυ, καὶ γόνυ, τὸ μετὰ καρπὸν καμπτόμενον. Ἐκ τοῦ γόνυ,
15τὸ κτητικὸν, γωνία, κατ’ ἔκτασιν τοῦ ο εἰς ω· ὅπερ ἐπικαμπεῖ τε καὶ κεκλασμένῳ σχήματι φύσει πε‐ ποίηται. Γωνίδιον: Ὡς τὸ ἀργυρίδιον. Γυπάνειν: Τὸ συσπᾶσθαι, καὶ φρίττειν καὶ
20τρομαίνειν, καὶ οἴεσθαι τὴν γῆν παλλομένην, καὶ
20ὥσπερ ἅλλεσθαι ὑπὸ σεισμοῦ. Γυλιός: Εἶδός ἐστι πήρας στρατιωτικῆς, ἐν ᾧ ἦν σκόροδα καὶ κρόμυα. Ὀξύνεται δὲ, οὐχὶ παρο‐ ξύνεται. Διογενιανὸς ἀγγεῖον ὁδοιπορικὸν εἰς ἀπόθεσιν τῶν ἀναγκαίων, ᾧ ἐχρῶντο οἱ στρατιῶται. Ἔστιν
25οὖν στρατιωτικὸν σκεῦος. Γύλιον: Χοῖρον, ἢ λέοντα. Σημαίνει δὲ καὶ τὸν Ἡρακλέα.
28tδ.
29*Δέλτα τὸ στοιχεῖον. Ἔρτα(?) τί ὂν τὸ μὴ ὃν
30*ἐλλιπὲς τῇ ἐπάρσει. Ἰσόπλευρον γὰρ ὂν οὐκ ἀφαι‐
31ρούμεθά τι τῶν ἴσων ἵνα ἶσα γένηται. Ἐπεὶ οὖν
32*οὕτως ἔτυχεν ἐκ τῆς κατ’ ἀρχὴν ἐκτυπώσεως. Ἄλλοι
32+δὲ ἀπὸ τοῦ δελτωτοῦ ἐξ ἀστέρων συγκειμένου.
34Δᾷδες: Λαμπάδες. Ἔχει τὸ ι· ἐπειδὴ εὕρη‐
30ται κατὰ διάστασιν δαΐδων. Γίνεται δὲ ἐκ τοῦ δαΐω, τὸ διακόπτω καὶ καίω· ὁ μέλλων, δαΐσω· καὶ λοιπὸν ἐκ τοῦ δαῒς καὶ δᾷς κατὰ συναίρεσιν· ἔμεινε δὲ τὸ ι ἀνεκφώνητον. Δάειρα: Ἡ Περσεφόνη παρὰ Ἀθηναίοις· παρὰ
35τὴν δᾷδα· ἐπειδὴ μετὰ δᾴδων ἐπιτελεῖται αὐτῇ τὰ μυστήρια· ἢ ὅτι δᾷδα φορεῖ. Δαήρ: Ἀνδρὸς ἀδελφός. Παρὰ τὸ δαίω, τὸ
γινώσκω, (ἀφ’ οὗ τὸ ἐδάην,) δαὴρ, ὁ ἐν γνώσει ὢν τοῖς κατ’ ἐπιγαμίαν οἰκείοις. Τινὲς δὲ παρὰ τὸ
40δαίω, τὸ καίω, εἴ γε τούτοις ἐν τοῖς γάμοις ἔθος ἐστὶ λαμπαδηφορεῖν. Οὕτω καὶ παρὰ τὸ πατῶ, τὸ συνουσιάζω, πατήρ. Δαηρόν: Λαμπρὸν, ξηρὸν, καυματηρόν. Δαήμων: Παρὰ τὸ δαίω δαῶ, τὸ μανθάνω, δα‐
45ήσω, δαήμων, ὡς διδῶ διδήσω, διδήμων. Ἔνθεν δε‐
45δάηκα, καὶ δαῶμεν. Δαημονέστατα: Τεχνικώτατα, ἐμπειρότατα, ἐπιστημονικώτατα· καὶ δαημοσύνη, μάθησις. Δαΐζων: Διακόπτων· ἀπὸ τοῦ δαίω, τὸ κόπτω· ἢ παρὰ τὴν δάϊν, τὴν μάχην, ὁ καταμαχόμενος. Ση‐

244

(50)

μαίνει καὶ τὴν νίκην, σημαίνει καὶ πεύκην. Δαΐς καὶ δαῖς: Ἡ λαμπάς. Ἀριστοφάνης, Σὸν ἔργον [ἐστὶ] ὦ δαῖς ἰέναι πάλιν φλόγα. Παρὰ τὸ δαίω, τὸ καίω, δαῒς, ὡς κόπτω, κοπίς· καὶ λέπω, λεπίς. Ἔστι καὶ δαῒς ἡ μάχη παρὰ τὸ δαίω,
55τὸ διακόπτω, κατὰ διάλυσιν δαΐω· καὶ πλεονασμῷ τοῦ ζ, δαΐζω· ὁ μέλλων, δαΐσω. Ἐξ αὐτοῦ δαΐς. Κλίνεται δαΐδος. Ὁ κανών· τὰ εἰς ΙΣ ὀξύτονα

245

θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν, διὰ τοῦ ΔΟΣ κλίνεται· οἷον, ἐλπὶς ἐλπίδος, δαῒς δαΐδος· ἡ δοτικὴ δαΐδι, καὶ κατὰ συγκοπὴν τῆς ΔΙ συλλαβῆς, δαῒ, ἐν δαῒ λυγρῇ.
5ἐξ αὐτοῦ δαΐφρων, ὁ πολεμικὸν φρόνημα ἔχων,
5παρὰ τὴν δαῒ δοτικὴν, καὶ τὸ φρὴν, ὁ τὰ περὶ πόλεμον φρονῶν· σημαίνει καὶ τὸν συνετὸν, παρὰ τὸ δαίω, τὸ γινώσκω· ἵν’ ᾗ ὁ δεδαηκὼς φρόνησιν. Ἢ παρὰ τὸ ΔΑ ἐπιτατικὸν, ὁ μεγάλως φρονῶν. Τὰ δὲ ἐκ δύο τελείων συγκείμενα ὀνόματα, ἢ ἀπὸ εὐθείας συντί‐
10θεται, ὡς τὸ ἕως, ἑωσφόρος· ἢ ἀπὸ γενικῆς, ὡς τὸ
10οὐδεὶς οὐδενὸς, καὶ τὸ ὤρα, ἡ φροντὶς, οὐδενόσωρα· καὶ Ἕλλη Ἕλλης, Ἑλλήσποντος· ἢ ἀπὸ δοτι‐ κῆς, ὡς Ἄρηϊ, ἀρηΐφιλος, καὶ δουρὶ, δουρικλυτός· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ νοῦν, νουνεχὴς, καὶ πόδα, Ποδαλείριος· ἀπὸ δὲ κλητικῆς μόνον οὐ συντίθεται.
15Ἐπὶ δὲ τοῦ δαΐφρονος Πηνελοπείης, οὐ σημαίνει
15τὴν πολεμικὴν, ἀλλὰ τὴν σώφρονα καὶ συνετήν· παρὰ τὸ δαῶ, τὸ μανθάνω, δαΐσω· καὶ ἐξ αὐτοῦ, δαΐφρων. Τὰ γὰρ ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα, ἢ τῷ ο παραλήγουσιν, ὡς τὸ ἁμαρτῶ ἁμαρτοεπὴς, μισῶ μισογύνης· ἢ τῷ ι, ὡς
20τὸ εἰλῶ εἰλίπους, οἰδῶ Οἰδίπους, (ἁμαρτῶ) ἁμαρ‐ τίνοος· οὕτω δαῶ δαΐσω, δαΐφρων. Ἢ παρὰ τὴν διὰ πρόθεσιν καὶ τὸ φρὴν, διάφρων, σημαινούσης ἐπίτα‐ σιν· καὶ ἐν ὑπερβιβασμῷ, δαΐφρων, σώφρων· ἐχθρό‐ φρων δὲ, πολέμιος.
27 Δάκνω: Παρὰ τὸ ΔΑ ἐπιτατικὸν μόριον, καὶ τὸ καίνω, τὸ κόπτω, γίνεται δακαίνω· ἐξ οὗ καὶ τὸ δαγκάνω, ἀποβολῇ τοῦ ι, καὶ πλεονασμῷ τοῦ γ· εἶτα
30πάλιν ἀποβολῇ τοῦ ι, καὶ συγκοπῇ, δάκνω. Δάκετον: Θηρίον ἑρπετόν. Παρὰ τὸ δάκνω, δάκνετον, καὶ δάκετον, καὶ δάκετος. Καλλίμαχος, Ξεῖνος ἐχιδναῖον νέρθεν ἄγων δάκετον. δάκια, τὰ μικρὰ θηρία.
35 Δάκος: Τὸ θηρίον· παρὰ τὸ δάκνω. Πίνδαρος, Ἐμὲ δὲ χρὴ φεύγειν δάκος ἀδινὸν κακηγορίαν. Σημαίνει καὶ δῆγμα, ὡς παρὰ Νικάνδρῳ ἐν Θηρια‐ κοῖς, Σῆμα δέ τοι δάκεος αἱμορρύου αὖτις ἐνίψω.
40Δάκτυλος: Διατί προπαροξύνεται; Τὰ διὰ τοῦ
40ΥΛΟΣ, εἰ ἔχει τὴν πρώτην συλλαβὴν διὰ δευτέρου συμφώνου μηκυνομένην, προσηγορικὰ ὄντα, προπαρο‐ ξύνεται· οἷον, σπόνδυλος, γόγγυλος. Δάκρυον: Ὡς ἐπίπαν παρὰ τὸ ἐκ δέους ἢ ἐπὶ δέοντος ἐκρεῖν· παρὰ τὸ δήκω, τὸ δαγκάνω. Ἢ παρὰ
45τὸ δάκνω, δάκνυον καὶ δάκρυον· δακνομένης γὰρ τῆς ψυχῆς ἢ τῆς καρδίας, ἐξέρχεται τὸ δάκρυον. Ἢ παρὰ τὸ δάκνεσθαι τὰ ὄμματα ὑπ’ αὐτοῦ. Δάκρυσι: Δοτικὴ τῶν πληθυντικῶν· ἡ εὐθεῖα, τὸ δάκρυον. Καὶ ὤφειλεν εἶναι δακρύοις· ἀλλὰ κατὰ

245

(50)

μεταπλασμὸν δάκρυσιν, ὥσπερ πρόβασιν· ἡ ἐπὶ τέλους συλλαβὴ ἡ ΤΟΙΣ εἰς ΣΙ τρέπεται, προβάτοις, πρόβασι· ἐγκάτοις, ἔγκασι· πετάλοις, πέταλσι· πᾶν γὰρ πληθυντικὸν εἰς ΣΙ, εἰ ἔχει ἀμετάβολον πρὸ τοῦ τέλους, τοῦτο ἔχει καὶ ἐν τοῖς ἑνικοῖς· ῥήτορσι,
55ῥήτωρ· Ἕκτορσιν, Ἕκτωρ. Τὸ δὲ δάκρυ γέγονεν ἀπὸ τοῦ δάκρυον οὐ κατὰ ἀποκοπὴν, ἀλλὰ κατὰ σχηματισμόν. Τὸ δάκρυ τοίνυν· ἡ γενικὴ, δάκρεος· ἡ δοτικὴ, δάκρεϊ· καὶ τὸ πληθυντικὸν, δάκρεα, ὡς πώεα, ἄστεα.

246

Δακρυόεις: Παρὰ τὸ δάκρυον· τὸ δὲ δάκρυον, ἢ παρὰ τὸ κρύος καὶ τὸ ΔΑ ἐπιτατικόν· ἢ παρὰ τὸ ΔΑ, καὶ τὸ καίνω, τὸ κόπτω, ἔστι δάκρυα· καὶ κατὰ συγκοπὴν, δάκρυ. Ἢ παρὰ τὸ δάκρυον, καὶ δάκρυ.
5Ἔστιν ἀπὸ συνθέτου λέξις ἁπλῆ· ἔστι γὰρ ἀρίδακρυς, καὶ δάκρυς, πολύδακρυν, δάκρυν. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. Δάκρυς: Δακρύω, δακρύσω· ἀποβολῇ τοῦ ω, δάκρυς· καὶ μετὰ τοῦ πολὺς, πολύδακρυς, πολυδά‐
10κρυος. Προπαροξύνεται. Τὰ εἰς ΥΣ σύνθετα, ἀρσε‐ νικὰ ἢ κοινὰ ὄντα τῷ γένει, προπαροξύνεται. Καὶ ἄλλως· Τὰ εἰς ΥΣ ὀνόματα, εἴτε βαρύνεται, εἴτε ὀξύνεται, εἴτε περισπᾶται, ἐν τῇ συνθέσει συστέλ‐ λοντα τὸ υ, προπαροξύνεται· οἷον, ὀφρῦς, λευκόφρυς.
15Δάκτυλος: Παρὰ τὸ δράσσω, δράκτυλος τὶς ὤν·
παρὰ γὰρ τὸ δράσσεσθαι. Ἢ παρὰ τὸ δέχω, δέξω, δέδεχα, δέδεγμαι, δέδεκται, δέκτυλος, καὶ δάκτυλος· καὶ δάκτυλοι, οἱ δεκτικοὶ ὄντες τῶν διδομένων. Ἢ παρὰ τὸ δείκω, τὸ δεικνύω, δείκτυλοι, καὶ δάκτυλοι·
20δι’ αὐτῶν γὰρ ἡ δεῖξις γίνεται. Λέγονται δὲ Δά‐ κτυλοι καὶ οἱ Κορύβαντες. Καὶ νομίζω αὐτοὺς Δακτύλους ὠνομάσθαι διὰ τὸ διδάξαι, διδακτύλους τινὰς ὄντας· ἢ δεκτύλους, τοὺς δεκτικοὺς καὶ ὑπηρε‐ τικούς.
25Δάκτυλα: Ζήτει εἰς τὸ λύχνα.
25 Δακτύλιος: Ἐπὶ τῆς ἕδρας· ἢ διὰ τὸ δακτύλοις ἐφικτὸν εἶναι· ἢ ἀπὸ μεταφορᾶς τῆς στρογγυλότητος τοῦ σημαντῆρος, τῆς σφραγίδος. Ὁ δὲ φορούμενος δακτύλιος, ἀπὸ τοῦ περὶ τὸν δάκτυλον ἰέναι. Λέ‐ γονται δὲ δακτύλιοι καὶ οἱ τετρημένοι λίθοι, ἐξ ὧν
30τὰ ἀπόγεια σχοινία ἀνάπτουσιν. Ἐκ τοῦ Ῥητο‐ ρικοῦ. Λέγεται καὶ τοῦ πηδαλίου τὸ ἄκρον, καὶ τὸ ἐπίσπαστρον τῆς θύρας. Δαλός: Ὁ πεπυρακτωμένος ἄνθραξ, ἢ λαμπὰς, ἢ ξύλου ἀπόκαυμα· ἢ δᾳδίον ἡμίφλεκτον. Λέγεται
35δὲ καὶ δαλὸς καὶ δαελὸς παρὰ Σώφρονι. Παρὰ γὰρ τὸ δαίω, δαϊλός· ἢ παρὰ τὸ δαίω, δαερὸς, ὡς φαίνω, φανερός· καὶ Ἀττικῶς, δαελός· καὶ Ἰωνικῶς, δαυ‐ λός· καὶ κοινῶς, δαλός· παρὰ δὲ τὸν δαίσω μέλλοντα γίνεται δαιλός· καὶ τροπῇ τοῦ ι εἰς υ, δαυλός.
40 Δάμαρ: Ἡ γαμετή. Παρὰ τὸ γάμον, γάμαρ καὶ δάμαρ. Ἢ παρὰ τὸ δαμάζεσθαι καὶ ὑπεζεῦχθαι ἀνδρὶ γυνή· φίλη. Δαμάζω: Παρὰ τὸ δέμας ἄζειν, ὅ ἐστι ξηραίνειν. Δαμεῖεν: Δαμῶ, τὸ ὑποτάσσω· ὁ μέλλων, δα‐
45μήσω· ὁ δεύτερος ἀόριστος, ἔδαμον, ἐδάμην, καὶ ἐδάμημεν· ἡ μετοχὴ, δαμείς· τὸ γὰρ μ τοῦτο οὐκ ἔστι κλιτικόν. Πᾶν γὰρ πρῶτον πρόσωπον καὶ τὰ ἑξῆς εἰς ς ὀξύτονον ποιεῖ τὴν μετοχήν. Τὸ εὐκτικὸν, δαμείην· τὸ πληθυντικὸν, δαμείημεν· καὶ κατὰ

246

(50)

συγκοπὴν, δαμεῖμεν, καὶ δαμεῖεν. Τὰ εἰς ΜΕΝ εὐκτικὰ, εἰ μὲν διφθόγγῳ .... Ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν, τουτέστι ὑποταγεῖεν. Δαμείησαν δὲ ὤφειλεν εἶναι. Δαμᾶι: Ἰλιάδος αʹ,
55Εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ.
55Ἀντὶ τοῦ δαμάζει, καταπονεῖ. Ἐνεστώς. Γέγονε
55δὲ παρὰ τὸ δέμω, τὸ δαμάζω. Ὁ δεύτερος ἀόριστος, ἔδαμον. Κἄνπερ τύχοι τὸ ε σὺν ἀμεταβόλῳ, εἰς α αὐτὸ τρέπει ὁ δεύτερος ἀόριστος. Ὁ μέλλων δεύ‐

247

τερος δαμῶ, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ γίνεται δαμῶ δαμᾷς δαμᾷ. Τινὲς δὲ οὕτω· δαμῶ· καὶ ὁ μέλλων δαμάσω· τὸ τρίτον, δαμάσει· καὶ ἀποβολῇ τῆς ΣΕΙ συλλαβῆς, δαμᾷ. Ἢ ὡς
5Ἡρωδιανός· ἀπὸ τοῦ δαμάζω γίνεται δαμῶ κατὰ συγκοπήν. Τὸ πρωτότυπον, δαμῶ· παράγωγον, δα‐ μάζω· ἐξ οὗ τὸ δάμνω· καὶ εἰς ΜΙ, δάμνημι, ἀπὸ τοῦ δαμνῶ· Τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ’ ἐπέεσσι.
10Ἐδάμων, ἐδάμαζον· ἐδάμην· δεδάμηκα· καὶ κατὰ
10συγκοπὴν, δέδμηκα, καὶ δεδμήμην· ἐδάμασα, καὶ
10ἑξῆς αὐτά. Δάμνησι: Δαμάζει, ἀναιρεῖ, ὑποτάσσει·
τῷ δάμνησι στίχας ἀνδρῶν. Ὁ Σιδώνιος ἄνευ τοῦ ι· ὁ δὲ Ἀρίσταρχος, σὺν τῷ ι· τὸ μὲν, ἀπὸ τοῦ δάμνημι· τὸ δὲ, ἀπὸ τοῦ
15δάμνω ὑποτακτικοῦ. Τὸ δὲ δάμνω, ἀπὸ τοῦ δαμάζω
15κατὰ συγκοπήν. Δαμᾶς: Ὄνομα κύριον. Παρὰ τὸν δαμάσω μέλλοντα, Δαμᾶς, ὡς θαυμάσω, Θαυμᾶς· καὶ δώσω, Δώς· καὶ σώσω, Σώς. Δαμασκός: Πόλις Συρίας, παρὰ τὸν Ἀντιλί‐
20βανον. Εἴρηται ὅτι Δαμᾶς στρατεύων μετὰ Διο‐ νύσου, ἐκεῖσε σκηνὴν πηξάμενος, ἱδρύσατο ἐκεῖ Συ‐ ρίας θεοῦ ξόανον. Ἢ οὖν Δαμᾶ σκηνὴ, Δαμασκός· ἢ ὅτι Ἀσκὸς εἷς τῶν γιγάντων, ὃς μετὰ Λυκούργου τὸν Διόνυσον ἔδησε, καὶ εἰς ποταμὸν ἐνέβαλεν· ἐφο‐
25νεύθη δὲ ὑπὸ Ἑρμοῦ, καὶ ἀσκὸς ἐξεδάρη, καὶ ἐκεῖ ἐτάφη. Καὶ ἐκ τοῦ ταφέντος ἡ πόλις ἐκλήθη. Καὶ τὰ οἰνοδόχα δὲ δέρματα ἀσκοὺς καλοῦσι. Δάμασος: Ὄνομα κύριον. Παρὰ τὸ δαμάζω, δαμάσω, Δάμασος, ὡς ἱππάζω, ἱππάσω, Ἵππασος.
30Ἐκ δὲ τοῦ δεδάμασται, Δαμάστωρ, ὄνομα κύριον, ὡς τετέλεσται, Τελέστωρ· καὶ Δαμαστορίδης. Δάμις: Ὄνομα κύριον. Ἔστι δὲ παρώνυμον, Δωρίδι διαλέκτῳ. Παρὰ τὸ δῆμος γίνεται Δῆμις, καὶ Δάμις Δωρικῶς, ὥσπερ ἀπὸ τοῦ δουρὸς γίνεται
35Δοῦρις ὄνομα κύριον. Δανά: Τὰ ξηρὰ ξύλα. Οὕτω καὶ εἰς τὸ Ῥητο‐ ρικόν· οἷον, διά τε ξύλα δανὰ κεάσαι. Παρὰ τὸ δὴν, τὸ ἐπὶ πολὺν χρόνον, γίνεται δανὰ, τὰ
40διὰ τὸν χρόνον ξηρά. Ἢ παρὰ τὸ δαίω, τὸ καίω, τὰ
40εἰς καῦσιν ἐπιτήδεια, εὔκαυστα, θερμά. Δανάκης: Νομίσματός ἐστιν ὄνομα βαρβαρι‐ κὸν, πλέον ὀβολοῦ, ὃ τοῖς νεκροῖς ἐν τοῖς στόμασιν
44ἐτίθεσαν. Καλλίμαχος,
45Τοὔνεκα καὶ νέκυες πορθμήϊον οὔτι φέρονται
45 μούνη ἐπιπτολίων ὅτε θυμιονησέμεν· ἀλλουσάνοις ἐκ στομάτεσσι νεὼς Ἀχερουσίας ἐπὶ βάθρον δανάκης. Ἀχερουσία δέ ἐστι λίμνη ἐν ᾅδου· ἣν διαπορθμεύ‐ ονται οἱ τελευτῶντες, τὸ προειρημένον νόμισμα δι‐

247

(50)

δόντες τῷ πορθμεῖ. Εἴρηται δὲ δανάκης, ὁ τοῖς

247

(50)

δαναοῖς ἐμβαλλόμενος. Δαναοὶ γὰρ οἱ νεκροὶ, τουτ‐

247

(50)

έστι ξηροί. Δανὰ γὰρ τὰ ξηρά. Ἡρακλείδης ἐν τῷ δευτέρῳ Περσικῶν. Δάνειον: Παρὰ τὸ δάνος, ὃ σημαίνει τὸ δῶρον. Εὐφορίων, Τό ῥά οἱ δάνος ὤπασεν Ἕκτωρ.
55Ὡς οὖν τέλος, τέλειον, οὕτω δάνος, δάνειον, κατὰ
55ἀντίφρασιν, τὸ μὴ δῶρον. Τρύφων δὲ ὁ τοῦ Ἀπαρ‐
55κτίωνος φησὶ τὸ παλαιὸν ἐπὶ τοῦ ἀναφαιρέτου δώρου τάττεσθαι τὴν λέξιν· Δίδυμος δὲ, τὸ χρονίζον χρέος· παρὰ τὸ δὴν δάνος καὶ δάνειον· ἢ παρὰ τὸ δί‐

248

δοσθαι μετὰ ἀνίας. Διογενιανὸς, μερίδος ἰσχὺν, γέρας. Δάος: Ἡ λαμπάς· παρὰ τὸ δαίω· Δάος μετὰ χερσὶν ἔχουσαι.
5Τὰ εἰς ΟΣ οὐδέτερα ἔχοντα πρὸ τοῦ τέλους τὸ α,
5συστέλλει, φάος, χάος· πλὴν τοῦ φᾶρος, πρᾶγος.
5 Δαπάνη: Παρὰ τὸ δάπτω, τὸ ἐσθίω, δαπάνη, ὡς θήγω, θηγάνη· ἀκονῶ, ἀκόνη· περῶ, περόνη. Ἢ δάπτω, δάπτη· καὶ πλεονασμῷ τοῦ α, καὶ τροπῇ τοῦ τ εἰς ν. Τί γὰρ οὕτω δάκνει ὡς δαπάνη; Καὶ ῥῆμα, δαπανῶ· καὶ παράγωγον, δαπανηρός.
10 Δάπεδον: Παρὰ τὸ ΔΑ ἐπιτατικὸν γίνεται· τουτέστι τὸ μέγα καὶ πλατὺ πέδον, ὅ ἐστιν ἔδαφος. Τὸ δὲ ΔΑ γίνεται καὶ ΖΑ, κατὰ μετάθεσιν τοῦ δ εἰς ζ· ὅθεν καὶ ζάπλουτος, ὁ πάνυ πλούσιος. Δάπιδες: Τάπητες· παρὰ τὸ ἐν δαπέδῳ στρών‐
15νυσθαι.
15 Δάπτω: Τὸ ἐσθίω· καὶ τὸ διὰ στόματος σπα‐ ράττειν· ἐξ οὗ καὶ τὸ δάψαι· Μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν. Καὶ δάπης, ὄνομα. Παρὰ τὸ ΔΑ μόριον (ὅπερ ἀπὸ τοῦ ΖΑ γέγονεν Αἰολικῶς) καὶ τὸ ἅπτω,
20γίνεται δάπτω· κυρίως γὰρ τὸ λάβρως ἐσθίειν ση‐
20μαίνει.
20 Δάρας: Παρὰ τὸ ἐν τῷ αὐτῷ χωρίῳ συλλη‐ φθῆναι Δαρεῖον ὑπὸ Ἀλεξάνδρου. Ὑπὸ δὲ Ἀνα‐ στασίου κτισθὲν, ἐκλήθη Ἀναστασιούπολις. Δανειζόμενοι: Οὐ μόνον οἱ δανειζόμενοι, ἀλλὰ καὶ οἱ δανεισταί. Δανειστὴν δὲ Διογένης καὶ τὸν
25δεδανεισμένον.
25 Δαρδάπτω: Ἀπὸ τοῦ δάπτω κατὰ ἀναδιπλα‐ σιασμὸν, δαδάπτω· καὶ πλεονασμῷ τοῦ ρ, δαρδάπτω, τὸ κατεσθίω· τὸ δὲ δάπτω σημαίνει καὶ τὸ διέλλω, καὶ κόπτω, καὶ τέμνω. Διὰ δὲ χρόα καλὸν ἔδαψεν.
30Ἔτρωσεν, ἔκτεινεν. Καὶ δαρδάπτομαι, διασπα‐
30ράττομαι. Δαρεῖος: Τὰ ἀπὸ τῶν εἰς ΙΣ διὰ τοῦ ΕΙΟΣ γινόμενα, πρὸ μιᾶς ἔχοντα τὸν τόνον, διὰ τῆς ΕΙ διφθόγγου γράφεται· δῆρις, δηρεῖος· καὶ τροπῇ Δαρεῖος, οἱονεὶ ὁ πολεμικός· Ἦλις, ὄνομα πόλεως·
35καὶ Ἠλεῖος, ὁ πολίτης. Μάντις, μαντεῖος, ὁ Ἀπόλλων· ἔφορος γὰρ τῆς μαντείας. Πρόσκειται, “πρὸ μιᾶς τὸν τόνον ἔχοντα·” ἐπειδὴ ἀπὸ τοῦ μάντις γίνεται κύριον Μάντιος. Δαρεικός: Νόμισμά τι ἦν χρυσοῦν, ὅπερ Δα‐
40ρεῖος πρῶτος ἐπενόησεν. Ἀπὸ γὰρ τοῦ Δαρεῖος,
Δαρειακός· καὶ κατὰ συγκοπὴν δαρεικός. Δάρης: Παρὰ τὸ δείρω καὶ ἐκδέρω γίνεται δέρης, καὶ τροπῇ, Δάρης. Εἰκὸς γὰρ, ὡς ἱερεὺς, ἔσχε καὶ τὸ ὄνομα παρὰ τὸ ἐκδέρειν τὰ θύη. Ἢ
45παρὰ τὸ δαίω, τὸ καίω, δάης· καὶ πλεονασμῷ τοῦ ρ, Δάρης. Ἢ παρὰ τὸ δαίω, τὸ μανθάνω, δάρης· ἐξ οὗ καὶ τὸ ἄρης. Δασεῖα: Τὸ πνεῦμα· παρὰ τὸ σφοδρὸν καὶ μέγα εἶναι πρὸς σύγκρισιν τῆς ψιλῆς. Παρὰ τὸ ΔΑ

248

(50)

ἐπιτατικὸν, καὶ τὸ σεύω, τὸ ὁρμῶ, τὸ σφοδρῶς ἐκ‐

248

(50)

πεμπόμενον πνεῦμα. Δάσκιος: Ὁ μεγαλόσκιος· οὐκ ἀπὸ τοῦ δασύ‐ σκιος κατὰ συγκοπὴν, ἀλλ’ ἀπὸ τοῦ ΔΑ ἐπιτατικοῦ· οἷον, Δάσκιον εἰσελάσαντος ἕλος.
55Σύνδενδρον.
55Δασύλλιος: Ὁ Διόνυσος· ἀπὸ τοῦ δασύνειν τὰς
55ἀμπέλους. Δασὺς, ὑλώδης τόπος καὶ σύνδενδρος. δασυλλὶς, ἄρκος. Δάσαντο: Καὶ τὰ μὲν εὖ δάσσαντο.

249

Καλῶς ἐμερίσαντο. Ἀπὸ τοῦ δαίω, δάσσω, δάζω. Καὶ δάσσονται, φαγοῦνται ἢ μεριοῦνται. Δασμός: Ὁ μερισμός. Παρὰ τὸ δάζω, (ἀφ’ οὗ τὸ δάζομαι καὶ ἐδάσαντο,) δέδασμαι, δασμὸς, ὡς
5σκεδάζω, σκεδασμός. Δασπλῆτις: Ἡ Ἐριννύς. Καλὸν δασπλῆτα Κοροιβός. Σημαίνει δὲ κυρίως τὸν δυσπροσπέλαστον, ᾧ οὐκ ἄν τις προσπελάσοι διὰ τὸν φόβον ἢ τὴν ὀργήν· παρὰ
10τὸ ΔΑ, ἡ μεγάλως προσπελάζουσα, ἡ ἄγαν χαλεπὴ
10ἐν οἷς ἂν προσπελάσῃ. Ἢ δασπλῆτις λέγεται ἡ Ἐριννὺς παρὰ τὸ πλήσσειν τοὺς ἁμαρτωλούς. Θεό‐ κριτος δὲ Ἑκάτης αὐτὸ εἶναι ἐπίθετον λέγει, ἡ μεγά‐ λων κακῶν ἀναπιμπλαμένη· ἢ ἄπληστος τιμωρός· καὶ ἀσπλής.
15 Δάσληρα: Δεῖ γινώσκειν ὅτι τὸ Δάσληρα (ὄνομα δὲ τοῦτο λίμνης) καὶ Βρυσμὸς (ἔστι δὲ ὄνομα βασιλέως) καὶ Πάσνης καὶ Μάσνης (ὀνόματα ποταμῶν) καὶ Ὀσροήνη (ὅπερ τινὲς Ὀρροΐνη λέγου‐ σιν· ἔστι δὲ χῶρα οὕτω καλουμένη ἐν Συρίᾳ) τὸ ς ἐν
20συλλήψει ἐστὶ μετὰ τῶν ἐπιφερομένων συμφώνων. Ὅτι γὰρ οὐκ ἔστιν ἐν διαστάσει, δῆλον ἐκ τοῦ μὴ ἄρχεσθαι ἐπιφερομένην συλλαβὴν ἀπὸ τοῦ ς. Εἰ γὰρ ἦν τὸ ς ἐν διαστάσει, καὶ ἔληγεν ἡ συλλαβὴ εἰς τὸ σῖγμα, εἶχεν ἂν ἡ ἐπιφερομένη συλλαβὴ ἀρχὴν
25ἀπὸ τοῦ σῖγμα, διὰ τὸν κανόνα τοῦτον· Πᾶσα γὰρ
25συλλαβὴ καταλήγουσα εἰς σῖγμα, ἔχει καὶ τὴν ἑξῆς συλλαβὴν ἀπὸ τοῦ σῖγμα ἀρχομένην· οἷον, νύσσω, πλήσσω, καὶ τὰ ὅμοια. Δασμοφορεῖν: Τοῦτο ἀποβάλλον τὸ ἰῶτα παρὰ τοῖς Δωριεῦσι γίνεται ὀξείᾳ τάσει δασμηφορέν·
30δασμηφορεῖν δέ ἐστι τὸ τὰ δημόσια φέρειν. Δασμὸς γὰρ μέρος φόρου, ἀπαρχή. Δασμοφορεῖν οὖν, τὸ φόρους λαμβάνειν. Δατῶ: Τὸ μερίζω· καὶ δατούμεθα, τὸ μεριζό‐ μεθα· οἷον,
35δατεώμεθα ληΐδ’ Ἀχαιοί.
35Καὶ,
35 χθόνα ποσσὶ δατεῦντο. Ἀντὶ τοῦ ἐμέριζον βαδίζουσαι. Ἰλιάδος ψʹ. μερισμῷ γὰρ τινὶ ὅμοιον γίνεται κατὰ τὴν πορείαν, ἄλλοτε ἀλλαχοῦ τῶν ποδῶν τεθεμένων. Παρὰ τὸ δαστὸς, δαστῶ· καὶ ἐνδείᾳ τοῦ σῖγμα, δατῶ. Ἢ παρὰ τὸ
40δαίω, τὸ μερίζω· ἀφ’ οὗ τὸ δάζω καὶ δάσσω· ἐξ οὗ
40τὸ δαστὸς καὶ ἄδαστος· καὶ κατ’ ἔλλειψιν, ἄδατος. Καὶ ἄδαστα παρὰ Σοφοκλεῖ ἐν Αἴαντι, τὰ ἀμέριστα καὶ ἀδιαίρετα. Δατητής: Παρὰ Ἀττικοῖς, ὁ διανεμητής. Ἀριστοτέλης. Τίνες οἱ δατηταί; Ἀπολλόδωρος
45διὰ τοῦ ς φησί. Παρὰ τὸ δαίω, δαστός· καὶ ῥῆμα,
45δαστῶ· ὁ παρακείμενος, δεδάστηται· καὶ ἐνδείᾳ τοῦ ς, δεδάτηται· ἀφ’ οὗ ὄνομα δατητὴς, ὡς πεποίηται, ποιητής. Διαιρετῆρες, μερισταί. Δαῦλον: Δασὺ, ἡμίφλεκτον ξύλον. Δαυλός: Ὁ δασύς. Παρὰ τὸ δάσος γίνεται

249

(50)

ῥῆμα δασῶ, ὡς τεῖχος, τειχῶ· ἀφ’ οὗ φησὶ Πίνδα‐ ρος, τετείχισται. Ἐκ τοῦ δασῶ γίνεται κατὰ παραγωγὴν δασαύω, ὡς χρῶ, χραύω, καὶ ψῶ, ψαύω· εἶτα κατὰ συγκοπὴν, δαύω· ὁ μέλλων, δαύσω· καὶ ὡς παύσω παῦλος, οὕτω δαύσω δαῦλος. Ἢ παρὰ
55τὸ δαίω, τὸ καίω, ὁ μέλλων, δαίσω, δαιλός· καὶ τροπῇ τοῦ ι εἰς υ, δαυλὸς, ὁ καιόμενος καὶ δασύς. Τὰ γὰρ δασέα ταχέως καίονται.

250

Δαυλίς: Πόλις ἐν τῷ Παρνασῷ κειμένη. Μῦθος δὲ ἐκεῖ γεγονέναι τὰ κατὰ τὸν Τηρέα καὶ τὰς ἀδελφὰς
Πρόκνην καὶ Φιλομήλαν. Εἴρηται δὲ διὰ τὸ πολὺ δάσος ἔχειν. Δαῦλον γὰρ τὸ δασύ. Αἰσχύλος,
5 Δαῦλος ὑπήνη καὶ γενειάδος πυθμήν. Ἢ διαυλίδα· ὅτι ταῖς δύο ἀδελφαῖς ἐκεῖ συνηυλίσθη ὁ Τηρεύς· ἔνθεν καί τινες Δαυλιάδα καλοῦσι. Καὶ ἡ πόλις δὲ νῦν Δαυλία καλεῖται. Καὶ δαυλίαν κορώνην, ἀντὶ τοῦ ἀηδόνα, Ἀριστοφάνης διὰ τὸν
10μῦθον. Ἔνιοι, τὴν δασεῖαν.
10 Δαύω: Τὸ κοιμῶμαι. Σαπφὼ, Δαύοις ἁπαλᾶς ἐτάρας ἐν στήθεσιν. Λέγει δὲ Ἡρωδιανὸς, ὅτι ἅπαξ κεῖται ἡ λέξις παρὰ Σαπφοῖ. Καὶ γίνεται παρὰ τὸ δέω, τὸ δεσμεύω. Ὅμηρος ἐν Ὀδυσσείᾳ,
15Πῶς ἂν ἐγώ σε δέοιμι;
15Ὃ κατὰ συναλοιφὴν γίνεται δῶ. Τοῦτο τὸ δῶ κατὰ παραγωγὴν γίνεται δαύω· κυρίως τὸ δεσμῶ· εἴρηται καὶ ἐπὶ τοῦ καθεύδειν· οἱ γὰρ καθεύδοντες δεσμου‐ μένοις ἐοίκασι. Δαύω: Τὸ καίω, παρὰ Σιμωνίδῃ,
20μηρίων δεδαυμένων.
20Παρὰ τὸ δαίω, τὸ καίω, τροπῇ τοῦ ἰῶτα εἰς υ.
20 Δαυχμόν: Εὔκαυστον ξύλον. Δαφοινός: Ὁ πυρρὸς, ἢ ἐρυθρὸς, ἢ μέλας. Καὶ μᾶλλον παρὰ τὸ ΔΑ καὶ τὸ φοινός· ἵν’ ᾖ ὁ μεγάλως φοινὸς, τουτέστιν ὁ μέλας· φόνος γὰρ τὸ αἷμα. Ἢ ἀπὸ τοῦ ΖΑ, ζαφοινὸς, καὶ δαφοινὸς ἐν τροπῇ, ὁ φόνιος
25ἄγαν· παρὰ τὸ ΔΑ καὶ τὸ φόνος. Ἢ παρὰ τὸ δαίω. Ἐκ τοῦ φόνος, τὸ θηλυκὸν, φονή· καὶ πλεονασμῷ τοῦ ι, φοινή· καὶ τὸ ἀρσενικὸν, φοινός· καὶ μετὰ τοῦ ΔΑ, δαφοινός. Διατί οὐκ ἀναβιβάζει τὸν τόνον; Τὰ γὰρ εἰς ΟΣ ὀνόματα ἐν τῇ συνθέσει ἀναβιβάζουσι
30τὸν τόνον· οἷον, τελεστὸς, ὀψιτέλεστος· τοῦτο δὲ διὰ τὸ σημαινόμενον ἐκωλύθη βαρύνεσθαι. Χωρὶς γὰρ, φησὶν, εἰ μὴ διὰ σημασίαν τινὰ κωλυθείη· διὰ τὸ λοιγὸς, βροτολοιγός. Καὶ χωρὶς τῶν ἐθνικῶν, Ἀχαιὸς, Παναχαιός. Καὶ χωρὶς τοῦ ἰατρὸς, ἀρ‐
35χιατρός.
35 Δάφνη: Τὸ φυτὸν, δαοφώνη τὶς οὖσα, ἡ ἐν τῷ δαίεσθαι φωνοῦσα· ἠχεῖ γὰρ καιομένη. Μαρτυρεῖ Θεόκριτος, χ’ ὡς αὐτὰ λακῇ μέγα κἀκπυρίσασα. Δαφνίτας: Ἀπόλλων παρὰ Συρακοσίοις.
40Δέω: Σημαίνει τέσσαρα· τὸ δεσμεύω· τὸ φο‐
40βοῦμαι, ἐξ οὗ δέος, ὁ φόβος· τὸ πρέπω, ἐξ οὗ, ἔδεον, ἔδεες, ἔδεε, καὶ κράσει, ἔδει, τὸ ἔπρεπε· τὸ ἱκετεύω, ἐξ οὗ καὶ δέησις. Δαίω: Σημαίνει τέσσαρα· τὸ μανθάνω, ἐξ οὗ καὶ ἐδάην, τὸ ἔμαθον· δαίω, τὸ μερίζω, ἐξ οὗ καὶ δαι‐
45τρὸς, ὁ μάγειρος· δαίω, τὸ εὐωχοῦμαι, ἐξ οὗ καὶ δαὶς
45δαιτὸς, ἡ εὐωχία· καὶ δαιτυμόνες, οἱ φίλοι· δαίω, τὸ καίω, ἐξ οὗ καὶ δᾷδες, αἱ καιόμεναι· ἡ δὲ εὐθεῖα, δᾲς δᾳδός. Καίω, καὶ τροπῇ τοῦ κ εἰς δ, δαίω. Ἢ ἀπὸ τοῦ αἴθω, τροπῇ καὶ ὑπερθέσει. Δαίδαλος: Τὸ κύριον ὄνομα τοῦ ἥρωος· παρὰ τὸ

250

(50)

δαίω, (σημαίνει τὸ ἐπίσταμαι,) δαίαλος, ὁ ἐπιστή‐ μων· καὶ πλεονασμῷ τοῦ δ, δαίδαλος. Ἢ παρὰ τὸ δαίω, τὸ μανθάνω· καὶ δαίδαλα, ποικίλα κατασκευ‐ άσματα, τὰ ἐκ δαήσεως καὶ ἐμπειρίας ὄντα· ἢ παρὰ τὸ δαῆναι, τὰ ἐκ μαθήσεως γεγονότα. Ἢ ἀπὸ
55Δαιδάλου, τοῦ ποικίλλοντος τὰ ἴδια ἔργα. Ἢ ἀπὸ Δαιδάλης, Ἀθηνᾶς μάμμης ἢ τροφοῦ. Πᾶν δὲ τὸ ὑπὸ τῆς παρθένου δημιουργούμενον ἐπ’ αὐτὴν ἀναφέ‐ ρεται.

251

Δαιδάλειον: Τὸν ὑπὸ Δαιδάλου κατασκευα‐ σθέντα ἀνδριάντα· καὶ δαιδάλεον, τὸν ποικίλον τῇ κατασκευῇ. Ἔστι δὲ ἀπὸ τοῦ δαιδάλειος, κατὰ ἀποβολὴν τοῦ ι· τοῦτο, ἀπὸ Δαιδάλου κυρίου ὀνό‐
5ματος μηχανοποιοῦ, ὃς πρῶτος κατεσκεύασε ποι‐ κίλα καὶ διάφορα ζῷα. Ἢ ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, γίνεται δαιδάλειος. Ἢ ἀπὸ τοῦ δαιδάλλω, τὸ ποι‐ κίλλω. Παρὰ τὸ δαίω, παράγωγον δαιάλλω, ὡς ἄγω, ἀγάλλω· καὶ ἴω, ἰάλλω· καὶ πλεονασμῷ τοῦ
10δέλτα, δαιδάλλω.
10 Δαίμων: Δαίω, τὸ μανθάνω, ἐξ οὗ καὶ δαίμων, οἱονεὶ δαήμων τὶς ὤν. Ἢ παρὰ τὸ δαίω, τὸ γινώσκω, γίνεται δαίμων, ὁ πάντα ἐπιστάμενος καὶ γινώσκων· καὶ ἀφαιρέσει τοῦ δ, αἴμων· Αἴμονα θήρης.
15Ἢ παρὰ τὸ δαίω, τὸ μερίζω, ὁ ἑκάστῳ ἀπομερίζων.
15 Δαιμόνιος: Μακάριος, ἢ θαυμαστός· παρὰ τὸ δαίμων δαίμονος. Τὸ ΜΟ, μικρὸν, ὡς κοινόν· τὸ ΝΙ, ι, ὡς ἐπίθετον. Δαιμόνιε, μακάριε· ἢ κακόδαιμον, φαυλότατε. Καὶ δαιμονίη, εὐδαίμων καὶ μακαρίη· ὁτὲ δὲ, κακὴ καὶ φαύλη.
20 Δαίνυντο: Εὐωχοῦντο. Ἀπὸ τοῦ δαίνυμι, τὸ παθητικὸν, δαίνυμαι· ὁ παρατατικὸς, ἐδαινύμην, ἐδαί‐ νυσο, ἐδαίνυτο· τὸ τρίτον τῶν πληθυντικῶν, ἐδαίνυντο· καὶ ἀφαιρέσει τοῦ ε. Τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα ποιοῦντα παράγωγα διὰ τοῦ ΝΥΩ, εἰ μὲν
25διφθόγγῳ παραλήγεται, δι’ ἑνὸς ἀμεταβόλου ἐκφέ‐ ρεται· οἷον, δαίω, δαινύω· εἰ δὲ ἑνὶ φωνήεντι, διὰ δύο· οἷον, ἕω, ἑννύω· σβέω, σβεννύω. Ἢ δαίω· καὶ πλεονασμῷ τοῦ ν, δαίνω δαινύω καὶ δαίνυμι, τὸ εὐω‐ χοῦμαι· ἐξ οὗ καὶ τὸ δαινύμενος, ὡς ὀρέγνω, ὀρεγνύω,
30ὀρέγνυμι. Δαίς: Παρὰ τὸ δαίω, τὸ μερίζω, ὁ μέλλων, δαίσω· ἀποβολῇ τοῦ ω, δαὶς, ἡ μεριστὴ εὐωχία· τὸ γὰρ παλαιὸν διένεμον τὰς τροφάς. Ἢ παρὰ τὸ δαίω, τὸ καίω· ἐπεὶ διὰ πυρὸς γίνεται πάντοτε. Διὰ τοῦτο
35τὰ ἄλλα ζῷα ὠμοφάγα καὶ ὠμησταί.
35Δαιτὸς ἐΐσης.
35ἴσης, πᾶσιν ὁμοίας, ἢ ἰσομοίρου καὶ μεριστῆς. Ὅθεν, Μοίρας δασάμενοι, δαίνυντ’ ἐρικυδέα δαῖτα. Εἰς τὸ παῖς. Τρία εἰσὶν εἰς ΑΙΣ ὀνόματα· ἀρσενικὸν, ὁ παῖς· θηλυκὸν, ἡ δαίς· οὐδέτερον, τὸ σταῖς· ση‐ μαίνει δὲ τὴν ζύμην, τὸ ἄλευρον. Ἃ σεσημείωται.
40 Δαιταλεύς: Ὁ εὐωχητής· ἀφ’ οὗ δρᾶμα Ἀρι‐ στοφάνους ὠνόμασται Δαιταλεῖς. Γίνεται παρὰ τὸ δαιτεύς· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς· καὶ γίνεται παρὰ τὴν δαῖτα, τὴν εὐωχίαν. Ἢ παρὰ τὸ δαίω, τὸ εὐωχοῦμαι, δαιαλεὺς, καὶ πλεονασμῷ τοῦ τ.
45δαιταλεῦσι, δαιτυμόσι, θιασώταις, ἢ συμπόταις· καὶ συνδαιταλεῖς, ἤγουν εὐωχηταί. Δαιταλεὺς, ὁ ἐπὶ τὰ δεῖπνα πορευόμενος. Δαισάνη: Πτισάνη, ἀπὸ σίτου ἐπτισμένου ἑψη‐ θεῖσα· παρὰ τὸ δαίσασθαι, ὅ ἐστιν εὐωχεῖσθαι ἢ

251

(50)

ἐσθίειν. Τὴν γὰρ πρώτην τροφὴν πρὸ τῆς εὑρέσεως τῶν ἄρτων οὕτως ἐποιοῦντο. Δαιτήριον: Τόπος ἐν Ἰλιάδι σταδίου· ἀπὸ τοῦ ἐν αὐτῷ καθήμενον Ἡρακλέα μετὰ τὸν πρὸς Αὐγέαν πόλεμον τὰ λάφυρα τοῖς συμμάχοις δαΐσαι, ὅ ἐστι
55μερίσαι. Δαιτήριον, οἱονεὶ μεριστήριον. Δαίτωρ: Ὄνομα κύριον. Παρὰ τὸ δαίω, δαίσω, δαίτωρ, ὡς πράξω πράκτωρ, καὶ ἄξω ἄκτωρ.

252

Δαιτρός: Παρὰ τὸ δαίω, τὸ μερίζω καὶ κόπτω, γίνεται δαιτρὸς, μεριστὴς, μάγειρος, ὁ μερίζων τὰ κρέατα· ἐξ οὗ καὶ δαιτρεύω, τὸ μερίζω. Καὶ δαι‐ τρὸς, μεριστής· καὶ δαιτροπόνος, σιτοποιός.
5 Δαιτὸς ἐΐσης: Τῆς ἐξ ἴσου μεριζομένης εὐω‐ χίας καὶ τροφῆς. Οὕτω γὰρ εἱστιῶντο μεριζόμενοι τά τε βρώματα καὶ τὸν ποτόν. Δαίτης: Τοῦ γὰρ καὶ δαίτης ἠντήσατε [δεῦρο μολόντες.]
10Οἱ μὲν γὰρ ἀπὸ τῆς δαιτὸς γενικῆς· οἱ δὲ, ἀπὸ τοῦ
10δαίσω μέλλοντος· διὸ καὶ βαρύνεται. Δαιτίς: Τόπος ἐν Ἐφέσῳ. Εἴρηται ἀπὸ τοι‐ αύτης αἰτίας. Κλυμένη θυγάτηρ βασιλέως μετὰ κορῶν τε καὶ ἐφήβων εἰς τὸν τόπον τοῦτον παραγενο‐ μένη, ἔχουσα δὲ καὶ ἄγαλμα Ἀρτέμιδος, μετὰ τὴν
15ἐκ τοῦ λειμῶνος παιδιὰν καὶ τέρψιν, ἔφη δεῖν τὴν θεὸν εὐωχεῖσθαι. Καὶ αἱ μὲν σέλινα καὶ ἄλλα τινὰ συνάγουσαι, ἀνέκλιναν· οἱ δὲ ἔφηβοι, ἐκ τῶν πλησίον ἁλοπηγίων ἅλας λαβόντες, παρέθηκαν τῇ θεῷ ἀντὶ δαιτός. Τῷ δ’ ἑξῆς ἐνιαυτῷ μὴ τούτου γενομένου,
20μῆνις τῆς θεοῦ καὶ λοιμὸς κατέλαβε, καὶ κόραι καὶ νέοι διεφθείροντο· χρησμὸς οὖν ἐδόθη, δι’ οὗ ἐξηυ‐ μενίσαντο τὴν θεὸν, καὶ δαῖτας αὐτῇ ἐπετέλεσαν, κατὰ τὸν τῶν κορῶν καὶ τῶν ἐφήβων τρόπον. Καὶ ἐκ τοῦ συμβάντος παυσαμένου τοῦ λοιμοῦ, ἥ τε θεὸς
25καὶ ὁ τόπος ἀπὸ τῆς δαιτὸς Δαιτὶς προσηγορεύθη. Ἢ ἀπὸ τοῦ Λυδόν τινα κάπηλον αὐτόθι κατοική‐
σαντα παρέχειν τὰ πρὸς τὴν δαῖτα τοῖς ἐπιξενου‐ μένοις. Ἦν δὲ τὸ κύριον αὐτοῦ ὄνομα Ἔφεσος· ἀφ’ οὗ καὶ ἡ πόλις.
30Δαίσιον: Ἐδώδιμον. Δαίσιος μὴν παρὰ Μα‐
30κεδόσιν. Ἑρμηνεύεται σιτογόνος. Δαιτυμόνες: Εὐωχηταὶ, καὶ εὐωχούμενοι. δαι‐ τυμὼν, ὁ τὴν θοίνην παρέχων, καὶ μάγειρος. Εἰς τὸ Διογενιανοῦ. Δέαται: Ἀπὸ τοῦ δέω, δεδέαται, καὶ κατὰ
35συγκοπὴν, δέαται. Ἢ ἀπὸ τοῦ δέδενται. Καὶ ξυνε‐ δεδέατο, ἀντὶ τοῦ δεδεμένοι ἦσαν. Ἰωνικῶς· ἀπὸ τοῦ ἐδέδεντο. Πρόσθεν δέ μοι ἀεικέλιος δέατ’ εἶναι. Ἔστι δαίω, τὸ καίω· ὁ μέλλων, δαίσω· καὶ ἀποβολῇ
40τοῦ ι, δάσω· ὁ παρακείμενος, δέδακα· ὁ παθητικὸς,
40δέδαμαι· ὁ ὑπερσυντέλικος, ἐδεδάμην, ἐδέδασο, ἐδέ‐ δατο· ἀποβολῇ τοῦ δευτέρου δ, καὶ συναρχομένως, δέατο. Δέγμενος: Ἀπὸ τοῦ δεδεγμένος, κατὰ συγκο‐ πὴν, δέγμενος· ὡς εἶναι παρακείμενος. Ἢ ἀπὸ τοῦ
45δεχόμενος, ὡς εἶναι ἐνεστώς. Τὸ δὲ χ εἰς γ μετε‐
45βλήθη, τῆς συντάξεως οὕτως ἀπαιτούσης. Ζήτει εἰς τὸ ἄρχμενος. Δειδέχαται: Ἐκ τοῦ δέχω, δέξω, δέδεχα, δέ‐ δεγμαι, δέδεξαι, δέδεκται· καὶ Ἰακῶς, δεδέχαται· καὶ πλεονασμῷ τοῦ ι, δειδέχαται.

252

(50)

Δεδαίαται: Δαίω, τὸ μερίζω· ὁ παθητικὸς παρα‐

252

(50)

κείμενος, δέδαιμαι, δέδαιται· καὶ Ἰακῶς, δεδαίαται. Καὶ ὤφειλε συσταλῆναι ἡ παραλήγουσα· ἀλλὰ διὰ τὸ μέτρον ἔμεινε τὸ ι, Διχθὰ δεδαίαται. Δεδμήατο: Δαμῶ, δμῶ, δευτέρας συζυγίας·
55δέδμηκα, δέδμημαι, ἐδέδμηντο· καὶ Ἰακῶς, δεδ‐
55μέατο. Ὁ κανών· ταῦτα δὲ τὰ τρίτα Ἰωνικά. — Καὶ ἐκτάσει τοῦ ε εἰς η, δεδμάητο, χρόνου ὑπερσυν‐ τελίκου. Δεδῄει: Ἐξῆπτο, διεγήγερτο. Ἀπὸ μετα‐

253

φορᾶς τοῦ πυρός. Δαίω, δαίσω, δέδαικα ὁ παρακεί‐ μενος· ὁ μέσος, δέδαια· τροπῇ τοῦ α εἰς η, δέδηα· ὁ ὑπερσυντέλικος, ἐδεδήειν· καὶ συναρχομένως δεδήει· Πάντη γάρ σε πέρι στέφανος πολέμοιο δέδηε.
5Ἀντὶ τοῦ περιεκύκλωσεν, ἐδέσμευσεν. Δέδια: Ἔστι δέω, τὸ φοβοῦμαι· ὁ μέλλων, δέσω· ὁ παρακείμενος, δέδεκα· ὁ μέσος, δέδεα· καὶ μεταθέσει τοῦ ε εἰς ι, δέδια· ἡ μετοχὴ, δεδιὼς, διὰ τοῦ ι.
10Δέδοικα: Δείω, τὸ φοβοῦμαι· ὁ παρατατικὸς,
10ἔδειον· ὁ παρακείμενος, δέδοικα· ὁ μέσος, δέδοια. Ἔστι δείδω, τὸ φοβοῦμαι· οἷον, Δείδω μή τι πάθω. Ὁ μέσος παρακείμενος, δέδοιδα· καὶ διὰ τὴν ἐπαλ‐ ληλίαν τῶν δ ἐτράπη τὸ ἔσχατον δ εἰς κ, καὶ
15γέγονε δέδοικα. Ὁ δὲ Ἀλέξανδρος ὁ Κοτιαεὺς
15θαυμασίως ἀπολογεῖται, λέγων ὅτι πολλά εἰσι ῥή‐ ματα ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μεταγόμενα, καὶ τρέπει τὸ ς ἢ εἰς τὸ χ, ἢ εἰς τὸ κ· οἷον, σμῶ σμήσω, σμήχω σμήξω· ὀλῶ ὀλέσω, ὀλέκω· οὕτως οὖν ἐκ τοῦ δείσω μέλλοντος ἐγένετο ἐνεστὼς, δείκω· καὶ ἐκ τού‐
20του ὁ μέσος παρακείμενος, δέδοικα.
20 Διατί δείκω ἐγένετο, καὶ οὐ δείχω; Ἐπειδὴ οὐδέ‐ ποτε τὰ εἰς ΧΩ ῥήματα τῇ ΕΙ διφθόγγῳ παραλή‐ γεται, πλὴν τοῦ στείχω, λείχω. Οὕτω Ζηνόδοτος. Ἀπὸ τοῦ δεδοίκαμεν, κατὰ συγκοπὴν, δέδοιγμεν. Τὰ γὰρ εἰς ΜΕΝ πληθυντικὰ καθαρεύειν θέλουσι· ἐὰν δέ
25που σύμφωνον γένηται, κατὰ πάθος λέγομεν εἶναι· φέρομεν, φέρμεν· ἐοίκαμεν, ἔϊγμεν· ἐπεπίθομεν, ἐπέπιθμεν. Δεδοίκω: Λέγει ὁ Ἡρωδιανὸς, ὅτι εἰσὶ ῥήματα ἀπὸ παρακειμένου εἰς ἐνεστῶτα παραγόμενα· οἷον,
30δέδοικα, δεδοίκω, ὡς ὄλωλα, ὀλώλω. Δεδοκημένος: Παθητικὸς παρακείμενος ἀπὸ τοῦ δοκῶ, ἀντὶ τοῦ δοκεύων, ἐπιτηρῶν, ἢ ἐκδεχό‐ μενος. Δέδορκα: Δέρκω, δέρξω, δέδερκα, δέδορκα ὁ
35μέσος παρακείμενος. Ἢ ἔστι δρῶ, τὸ βλέπω· ἐξ
35οὗ δρήθω, τὸ κοιμῶμαι, κατὰ ἀντίφρασιν. Ὁ μέλλων,
35δράσω· ὁ παρακείμενος, δέδρακα· καὶ τροπῇ τοῦ α εἰς ο, καὶ ὑπερθέσει, δέδορκα. Δέησις: Ὄνομα ῥηματικόν. Γίνεται ἐκ τοῦ δεῶ, δεήσω, δεδέηκα, δεδέημαι, δεδέησαι, δέησις. Τὰ γὰρ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνό‐
40ματα συνάρχεσθαι θέλει. Ἰστέον δὲ, ὅτι τὸ δεῶ οὐχ εὕρηται ἐν χρήσει· ἀλλ’ οὐδὲ τὸ δέω βαρύτονον· ἀλλὰ τὰ παθητικὰ μόνον, δέομαι, ἐδεόμην. Κλίνεται δεήσιος· ὁ κανών· τὰ ἀπὸ τοῦ παθητικοῦ παρακει‐ μένου δευτέρου προσώπου γινόμενα ὀνόματα διὰ καθ‐
45αροῦ τοῦ ΟΣ κλίνεται· καὶ τὸ Ἀττικὸν, δεήσεως. Ὁ κανών· καὶ τὰ παραλήγοντα τῶν φωνηέντων εἰς ε μεταβάλλουσι. Δέκατος: Πόθεν; Παρὰ τὸ δέχω, τὸ λαμβάνω, δέχατος, καὶ δέκατος. Δεκτικὴ γάρ ἐστι πάντων

253

(50)

τῶν ἀριθμῶν ἡ δεκάς.

253

(50)

Δεκάς: Ὁ ἀριθμός. Παρὰ τὸ δέχομαι, δεχάς·

253

(50)

διὰ τὸ δέχεσθαι τὸ ἄπειρον. Ὀρφεὺς δὲ κλαδοῦχον αὐτὴν ὠνόμασεν, ὅτι πάντες οἱ ἀριθμοὶ ἐξ αὐτῆς φύονται. Δέχομαι δεχὰς, καὶ δεκὰς, ἡ ἔχουσα ἐν αὐτῇ πάντα ἀριθμόν. Ἐκ δὲ τοῦ δεκὰς γίνεται δέκατος· καὶ θηλυκῶς, δεκάτη.
55 Δεκαχόρδῳ: Παρὰ τὸν δέκα ἀριθμὸν καὶ τὸ χορδή· τοῦτο παρὰ τὸ χέω, (σημαίνει τὸ κενῶ,) χεορδὴ, καὶ χορδὴ, τὸ χέον ᾠδήν.

254

Δεκατευτήριον: Τελωνεῖον. Ἀπὸ τοῦ δεκα‐ τευτής· τοῦτο παρὰ τὸ δεκατεύειν· σημαίνει δὲ τὸ δεκάτην εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν. Δεκατεύειν: Τὸ τὴν δεκάτην εἰσφέρειν ὧν ἔχει
5τὶς χρημάτων· ἢ δεκάτην εἰσπράττειν· τὰ γὰρ ἐκ
5τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο τοῖς θεοῖς. Διὸ κυρίως δεκατεῦσαι, τὸ καθιερῶσαι· κατὰ μετα‐ φορὰν δὲ, τὸ δεκάτην ὁπωσοῦν λαβεῖν, καὶ ἀπαιτῆ‐ σαι. Θουκυδίδης δὲ ἐπὶ τοῦ τελωνεῖν τὴν δεκάτην ἔθηκε καὶ τὸ δεκατεύειν. Ὅθεν καὶ δεκατευτὰς
10τοὺς τελώνας ἔλεγον, τοὺς τὴν δεκάτην ἐκλέγοντας, καὶ δεκατηλόγους τοὺς αὐτούς. Λέγεται δὲ καὶ τὸ ἀρκτεύειν· ἐπειδὴ ἐθεράπευον τὴν Ἄρτεμιν αἱ παρθένοι περὶ τὸν δέκατον χρόνον. Δεκάφυια: Τὰ δεκαπλάσια. Καλλίμαχος,
15 Τῶν ἔτι σοι δεκάφυια φάτο ζωάγρια τίσειν. Καὶ δεκάφυιον εἴρηται οἱονεὶ δεκάφυον, δεκάκις πε‐ φυκότα. Τὸ γὰρ φύω Αἰολικῶς φυίω φασί· καὶ τὸ ἀλύω, ἀλυίω. Δεκαδοῦχος: Δέκα μὲν ἦρχον μετὰ τοὺς τριά‐
20κοντα καταστάντες· ἐκαλεῖτο μέντοι τούτων ἕκαστος
20τῶν ἀρχόντων, δεκαδοῦχος, ὡς δηλοῖ Λυσίας. Δεκαδέας: Τοὺς τῆς αὐτῆς δεκάδος, καὶ ὑπὸ τῷ αὐτῷ δεκάρχῃ. Δεκαδαρχίαι: Τὰς ὑπὸ Λακεδαιμονίων κατα‐ σταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνο‐
25μάζουσιν οἱ ἱστορικοί. Καὶ Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδάρχην κατέστησεν, ὡς Δημοσθένης ἐν ἕκτῳ Φιλιππικῶν.
Δεκάσαι: Τὸ διαφθείρειν τοὺς δικάζοντας ἢ τοὺς ἐκκλησιαστὰς χρήμασι καὶ δώροις. Ἐκλήθη δὲ
30ἀπὸ τοῦ κατὰ δέκα ἀθροιζομένους λαμβάνειν τὰ δῶρα. Πρῶτον δέ φησι δεκάσαι Μέλητα. Ἐξ οὗ καὶ τὸ ἐριθεύεσθαι τὸ δεκάζεσθαί ἐστι· καὶ γὰρ ἡ ἐρίθεια εἴρηται ἀπὸ τῆς τοῦ μισθοῦ δόσεως. ἌΛ‐ ΛΩΣ· Λύκος ἔστιν ἥρως, μορφὴν ἔχων τοῦ θηρίου·
35πρὸς δὲ τοῖς ἐν Ἀθήναις ἀνεστήλωται δικαστηρίοις. Πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ δέκα γινόμενοι ἀνε‐ στρέφοντο. Ἔνθεν καὶ ἡ παροιμία, λύκου δεκάς. Ἐξ οὖν τῆς δεκάδος τὸ δεκάζειν καὶ δεκάζεσθαι τὸ δωροδοκεῖσθαι.
40Δεκελεικὸς πόλεμος: Ὁ Πελοποννησιακός·
40ἀπὸ μέρους τοῦ τελευταίου. Τὸν αὐτὸν δὲ καὶ Ἀρ‐ χιδάμειον. Δεκελεικὸν μὲν, καθὸ Δεκέλεια Ἀθη‐ ναίοις ἐπετειχίσθη· Ἀρχιδάμειον δὲ, ὅτι Ἀρχίδαμος αὐτοῦ ἡγεῖτο. Τὸ ΛΕΙ, δίφθογγον. Διατί; Ἀπὸ τοῦ Δεκέλεια, Δεκελειακὸς, καὶ Δεκελεικὸς, ὡς βοῦς
45βοὸς, βόειος, βοειακός· βοειακὰ ζεύγη. Δέλεαρ: Τὸ τῷ ἀγκίστρῳ περιτιθέμενον, ἐφ’ ᾧ τοὺς ἰχθύας ἀγρεύεσθαι, ἀφ’ οὗ καὶ δείλατα. Καλ‐ λίμαχος· Ἐν δ’ ἐτίθει παγίδεσσιν ὀλέθρια δείλατα δοιαῖς.

254

(50)

Παρὰ τὸν δόλον, δόλοαρ· καὶ τροπῇ, δέλεαρ. Ἢ

254

(50)

παρὰ τὸ ἕλος ἕλεαρ, καὶ δέλεαρ· δι’ οὗ ἐστὶν ἑλεῖν. Ἢ παρὰ τὸ δηλεῖσθαι, τὸ βλαπτικόν. Ἢ παρὰ τὸ δέω, τὸ δεσμεύω, τὸ περιδεσμούμενον τῷ ἀγκίστρῳ. Ἢ παρὰ τὸ δέλω, τὸ δελεάζω. Δελήτιον: Τὸ δέλεαρ. Σοφοκλῆς,
55ἔχε τὸ δελήτιον.
55Ἢ Σώφρων. Οἱ δὲ, τὸ ἄγγος ἐν ᾧ τὸ δέλεαρ
55ἔγκειται. Παρὰ τὸ δέλεαρ, δελεάτιον· καὶ κατὰ συναίρεσιν τοῦ ε α εἰς η, δελήτιον. Δελφύς: Δελφὺς καὶ δελφινία, ἡ μήτρα, ἡ γα‐

255

στήρ· ὅτι ἀδελφοποιός ἐστι, καὶ ἀδελφὰ ποιεῖ τὰ τικτόμενα. Ὅθεν καὶ ὁμόδελφος, ὁ ἀδελφός. Δέλφαξ: Ὁ γαλαθηνὸς χοῖρος. Ἐπίχαρμος, Δέλφακά τε τῶν γειτόνων
5τοῖς Ἐλευσίνοις φυλάσσων.
5Παρὰ τὴν δελφὺν, τὴν μήτραν· κυρίως γὰρ ἐπὶ τῆς θηλείας λέγεται δέλφαξ, ἡ δελφὺν ἔχουσα. Δελφάκιον: Τὸν χοῖρον· καὶ δελφακοῦσθαι, τελειοῦσθαι τὰς σῦς. Διογενιανός. Δέλφικα: Τὸν τρίποδα Ῥωμαῖοι, ἐπεὶ πρῶτον
10ἐν Δελφοῖς γέγονεν· ἢ τρίποδα τὸν Διόνυσον, οἷον ἀδελφικὸν, καὶ δελφικόν· καὶ δελφὶς, παρὰ τὸ δέλφω. Δελφοί: (Καὶ δελφὸς ἀνὴρ, τὸ ἐθνικόν·) οἱ Πύθιοι, ἀδελφοί τινες ὄντες, κατὰ ἀφαίρεσιν τοῦ α. Ὅτι τὰ Διονύσου μέλη σπαράξαντες οἱ Τιτᾶνες τῷ
15Ἀπόλλωνι παρέθεντο ἐμβαλόντες λέβητι· ὁ δὲ παρὰ τῷ τρίποδι ἀπέθετο παρὰ τῷ ἀδελφῷ. Δελφίνιος: Ὁ Ἀπόλλων. Ὅτι Κασταλίῳ τῷ Κρητὶ ἀποικίαν στελλομένῳ ὁ Ἀπόλλων ὁμοιωθεὶς δελφῖνι προηγήσατο τῆς νεὼς ἕως τοῦ Κρισσαίου
20κόλπου· καὶ ἐκεῖ κατοικήσας ἐκράτησε τῶν τόπων· καὶ ἀπ’ αὐτοῦ Δελφοὺς ἐκάλουν τοὺς ἐνοικοῦντας· καὶ Δελφινίου Ἀπόλλωνος ἱερὸν ἱδρύσατο. Τινὲς δέ φασιν ὅτι ὁ Δελφὶς εἰς τὴν ναῦν ἦλθε, καὶ κατὰ τοῦτον τὸν τόπον ἐπήδησεν εἰς τὴν θάλασσαν.
25 Δελφῖνες: Οἱ ἰχθύες, καὶ μέρος νεώς. Διὰ τοῦτο δελφινοφόρους λέγουσι ναῦς, ὡς σχῆμα ἐχούσας δελφῖνος. Δέμα: Ζήτει παρὰ τὸ δέμα καὶ ζέμα, πῶς οὐ λέγεται δεῦμα καὶ ζεῦμα, ὡς πνέω πνεῦμα, καὶ
30ῥέω ῥεῦμα; Ἄλλως· εἰ ἔζεκα ὁ παρακείμενος, ὤφει‐
30λεν εἶναι τὸ ῥηματικὸν ὄνομα ζέσμα· ἔζεσμαι γὰρ ὁ
παθητικός. Λέγεται ὅτι δέμα ὑγιές ἐστιν ἀπὸ τοῦ δέδεμαι παρακειμένου· καὶ τὸ ζέσμα παρῃτήσατο τὸ ς. Οὕτω Φίλων εἰς τὸ ῥητορικόν. Δεμεναί: Χωρίον τῆς Σικελίας· ὅτι ἐν αὐτῷ
35δέδεται ὁ Τυφῶν ὑπὸ τὴν Αἴτνην. Δέμας: Τὸ σῶμα· παρὰ τὸ δέω, τὸ δεσμεύω· τῇ γὰρ ψυχῆ συνδέδεται τὸ σῶμα· ἢ ἀπὸ τοῦ διδῶ διδεῖς, δίδημι· ὁ παθητικὸς παρακείμενος, δέδεμαι, ἐξ αὐτοῦ δέμας· τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς
40ψυχῆς. Ἢ παρὰ τὸ δεμῶ, τὸ οἰκοδομῶ, δέμας· περι‐ δόμημα γὰρ ἐστὶ τῆς ψυχῆς καὶ οἰκητήριον. Ἰστέον ὅτι τὸ βρέτας, δέπας, δέμας, οὐ κλίνονται· οὐ γὰρ λέγουσι τούτων τὰς γενικάς. Ζήτει εἰς τὸ κρέας τὸν κανόνα.
45Δέμνια: Ἐγκοίτια στρώματα· ἀπὸ τοῦ τὸ
45δέμας ἐπ’ αὐτὰ μένειν. Ἢ ὡς παίζω παίγνιον, ἀράσσω ἀράχνιον, οὕτως δέμω δέμνιον, τὸ εἰς σώμα‐ τος ἀνάπαυσιν οἰκοδομηθὲν, ἢ συνδεθέν. Ἔνθεν Ὅμηρος, μαλακῷ δεδμημένοι ὕπνῳ.

255

(50)

Καὶ τὴν τοῦ κοιμᾶσθαι παραιτίαν νύκτα, δμήτειραν.

255

(50)

δέμνιον δὲ, ἡ κλίνη.

255

(50)

Δενδίλλων: Διανευόμενος· παρὰ τὸ δινεῖν τοὺς ἴλλους, ἤγουν κινεῖν τοὺς ὀφθαλμοὺς καὶ μετα‐ φέρειν. Ἴλλοι δὲ, οἱ ὀφθαλμοὶ, οἱ ῥᾳδίως εἰλού‐ μενοι καὶ εὐμετάφοροι πρὸς ἑκάτερα. Δενδαλίδες: Ἱεραὶ κριθαί.
55 Δενδρυάζειν: Τὸ καταδύνειν καὶ κρύπτεσθαι, κυρίως εἰς τὰς δρῦς, καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς δύνειν καὶ κρύπτειν· ἀπὸ τῶν παλαιῶν

256

ταῖς δρυσὶ σκέπῃ χρωμένων· τοὺς γὰρ παλαιοὺς τῶν ἀνθρώπων πρὸ τῆς τῶν οἴκων εὑρέσεως ἐν τοῖς κοιλώ‐ μασι τῶν δρυῶν λέγεται καταδύνοντας οἰκεῖν. Παρὰ τὸ δρύας, δρυάζειν, καὶ δενδρυάζειν. Σημαίνει καὶ
5τὸ καθ’ ὕδατος δύεσθαι καὶ κρύπτειν ἑαυτόν. Δεξίων: Οὕτως ὠνομάσθη Σοφοκλῆς ὑπὸ Ἀθη‐ ναίων μετὰ τὴν τελευτήν. Φασὶν ὅτι Ἀθηναῖοι τελευ‐ τήσαντι Σοφοκλεῖ, βουλόμενοι τιμὰς αὐτῷ περιποι‐ ῆσαι, ἡρώϊον αὐτῷ κατασκευάσαντες, ὠνόμασαν αὐτὸν
10Δεξίωνα, ἀπὸ τῆς τοῦ Ἀσκληπιοῦ δεξιώσεως. Καὶ γὰρ ὑπεδέξατο τὸν θεὸν ἐν τῇ αὐτοῦ οἰκίᾳ, καὶ βωμὸν ἱδρύσατο. Ἐκ τῆς αἰτίας οὖν ταύτης Δεξίων ἐκλήθη. Δεξιά: Ἡ χείρ· καὶ ὁ ποιητὴς δεξιτερὴ λέγει· ἀπὸ τοῦ δέχεσθαι δι’ αὐτῆς τὰ διδόμενα· ἢ διεξιά
15τις οὖσα, ἀπὸ τοῦ τὰς πλείονας δι’ αὐτῆς διεξιέναι πράξεις. Καὶ παρωνύμως, δεξιὸς, ὁ ἐπιτήδειος καὶ αἴσιος. Ἢ ἀπὸ τοῦ δεκτὸς, δεξιὰ, ὡς ἀνόρεκτος, ἀνορεξία· εὔθηκτος, εὐθηξία. Δεξιολάβος: Παραφύλαξ.
20Δεξιμήλων: Θεῶν, ἀπὸ τοῦ δέχεσθαι τὰ θυό‐
μενα μῆλα. Εἰσὶν οὖν βωμοί. Δέοιμι: Πῶς ἂν ἐγώ σε δέοιμι; Ἀντὶ τοῦ εὑρίσκοιμι, καταλαμβάνοιμι. Ἀπὸ τοῦ,
25Δήεις τόν γε σύεσσιν.
25Ἀρίσταρχος δὲ, πῶς ἂν εὐθύνοιμι; οἱ δὲ, ἐπὶ τὸ
25δῆσαι καὶ δεσμεῦσαι. Δεξιτερός: Εἰ ἔστιν ἀπὸ τοῦ δεξιὸς, ὤφειλεν εἶναι δεξιώτερος, ὡς λογιώτερος. Ἔστιν οὖν παρώ‐ νυμος ὁ χαρακτήρ. Παρὰ γὰρ τὸ δεξιὸς γίνεται δεξιερὸς, ὡς ἄριστος, ἀριστερός· φθόνος, φθονερός·
30καὶ πλεονασμῷ τοῦ τ, δεξιτερός. Οὕτω Φίλων· ὁ δὲ Ἡρωδιανὸς λέγει μὲν καὶ τοῦτο, ὅτι συνεξέδραμε τὸ ἄριστος ἀριστερὸς, καὶ τὸ δεξιὸς δεξιτερός· τοῦτο γὰρ συνεκδρομὴ καὶ οὐ πλεονασμὸς, ὥσπερ καὶ παρὰ τὸ πρόβατον γίνεται προβάτιον· οἰὸς οἰότερον, ὡς
35λέγει Σώφρων. Τοῦτο γὰρ οὐ λέγεται πλεονασμὸς, ἀλλὰ συνεκδρομὴ τοῦ προβάτεον. Οὕτω δεξιτερὸς, ὡς ἀριστερός. Δεξιάδην: Δεξιοῦ υἱόν· ἢ ἀντὶ τοῦ ἐκ δεξιῶν. Εἴτε οὖν ὄνομα πατρωνυμικὸν, εἴτε ποιότητος ἢ τόπου
40ἐπίρρημα δύναται εἶναι, καὶ τοῖς ἄνω καὶ τοῖς ἑπο‐
40μένοις συντάττεσθαι. Ἢ γὰρ Ἰφίνοον Δεξιάδην βάλεν· ἢ, βάλε δεξιάδην ὦμον· ἢ, δεξιάδην ἐπιάλ‐ μενον, ἀπὸ τῶν δεξιῶν ὤμων. Δέος: Παρὰ τὸ δείω, τὸ φοβοῦμαι, γίνεται δέος ὁ φόβος, ὡς νείφω, νέφος. Ἢ ἀπὸ τοῦ δέω, τὸ
45δεσμεύω· ὁ γὰρ φόβος συνδεῖ τοὺς πόδας καὶ τὰ μέλη τοῦ σώματος. Δέπας: Ἔκπωμα, ποτήριον. Παρὰ τὸ δέχω, δέχας καὶ δέπας, δι’ οὗ δεχόμεθα τὸν οἶνον. Τούτου δὲ γενικὴ οὐ λέγεται, καὶ τῶν ὁμοίων. Εἰς τὸ κρέας.

256

(50)

Δέρω: Σημαίνει δύο· τὸ ἐκδέρω, ἐξ οὗ καὶ δειρὴ,

256

(50)

ὁ τράχηλος· τὸ τύπτω, ἐξ οὗ καὶ τὸ ἐδάρην. Δέρκω: Τὸ ὁρῶ. Παρὰ τὸ δρῶ, τὸ πράττω, δρέκω· καὶ καθ’ ὑπέρθεσιν, δέρκω. Ἢ παρὰ τὸ διέρ‐ χεσθαι, δέρκεσθαι εἴρηται. Δερκευνέος: Ἐπίθετον τοῦ λαγωοῦ· ἐπειδὴ
55δοκεῖ κοιμώμενος βλέπειν. Νίκανδρος εἰς τὰ Ἀντι‐ φάρμακα, ἢ σκίνακος δερκευνέος. Δέρη: Ὅπερ καὶ δειρὰ καλεῖται· καὶ ἐκ τούτου

257

δειροτομῆσαι. Κυρίως δὲ δέρη καὶ δειρὰ καλεῖται ἐπὶ τῶν τετραπόδων, ὁ τῶν ἀλόγων ζῴων τράχηλος, διὰ τὸ ἐντεῦθεν ἐκδέρεσθαι· καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀνθρώπων. Ἔστι δὲ παράγωγον παρὰ τὸ δέρω,
5δέρα, καὶ δέρη Ἰωνικῶς, καὶ δειρή· ἢ κατὰ πλεο‐ νασμὸν τοῦ δ, εἰρά τις οὖσα, παρὰ τὸ εἴρειν, τὸ λέγειν, ἡ φωνητική· ἢ παρὰ τὸ ῥέειν τὴν ἐδωδήν· ἢ παρὰ τὸ τὰ χορηγούμενα δεῖν, ἤγουν δεσμεῖν. Δέρος: Τὸ κώδιον. Αἱ τοιαῦται εὐθεῖαι, ἤτοι
10Ἰωνικαί εἰσιν, ἢ Δωρικαί· οἷον, δέρος, κῶος, ἀπὸ τοῦ
10δέρας καὶ κῶας πεποίηται. Ἢ παρὰ τὸ δείρω, δέ‐
ρος, ὡς μείρω, μέρος· καὶ φθείρω, φθόρος. Δέρρις: Ἱμάτιον παχὺ, ἢ δέρμα, ἢ τρίχινον παραπέτασμα, ἐπὶ ταῖς θύραις ταῖς αὐλείαις βαλ‐ λόμενον. Ἔστι καὶ ἱμάτιον, ὡς Εὔπολις,
15 Γυνὴ μέλαιναν δέρριν ἠμφιεσμένη, ἐπὶ τοῦ ἱματίου· ἐπὶ δὲ τοῦ παραπετάσματος, Πλάτων. Παρὰ τὸ δέρω, δέρις· καὶ πλεονασμῷ τοῦ ρ, δέρρις. Λέγεται καὶ τὰ ξηρὰ δέρματα καὶ ἀμά‐ λακτα· καταχρηστικῶς δὲ καὶ πάντα τὰ δέρματα.
20Δέργματα: Τὰ ὄμματα. Δέρξεις γὰρ, αἱ
20βλέψεις. Ὡς ἀπὸ τῶν βλεπομένων καὶ τῆς ἐνερ‐ γείας ὠνόμασται· δέρκεσθαι γὰρ τὸ βλεπόμενον διέρ‐ χεσθαι δηλοῖ. Ἐκ τοῦ δρῶ, παράγωγον δρέκω· καὶ ὑπερβιβασμῷ. Λέγονται καὶ αἱ ὁράσεις· καὶ δέργμα.
25Δέρτρον:
25Δέρτρον ἔσω δύνοντα,
25Ὀδυσσείας λʹ, παρὰ τὸ δέρω, δέρτρον, τὸ δέρμα· ὡς μείρω μέτρον· καὶ φέρω φέρτρον. Ἐν δὲ τῷ Ῥητο‐ ρικῷ Λεξικῷ εὗρον σημαίνειν τὸν ἐπίπλουν, τὴν ὑπὸ τὴν σάρκα πιμελήν· ἢ τὸν ὑποκείμενον τῷ ἥπατι ὑμένα· ἢ τὴν δοράν. Ἄλλοι δὲ τὸ ὑπὸ τῶν ἰατρῶν
30λεγόμενον ἶτρον, Ἀρίσταρχος δὲ τὸ δέρμα, καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ἥπατος. Ἄμεινον δὲ τὸ ῥάμφος δέρτρον· ἀπὸ τοῦ δέρειν, ὅ ἐστι κρούειν. Τούτῳ δὲ διαρρήσσουσιν ἃ ἂν ἐσθίωσιν οἱ γύπες τῇ κρούσει τοῦ ῥάμφους. Ἔστι δὲ τὸ ὄνομα ῥηματικόν.
35Ὡς παρὰ τὸ πλήσσω πλῆκτρον, οὕτω καὶ δέρω
35δέρτρον. Δερμηστής: Λυσίας μὲν τὸν σκώληκα φησὶν οὕτω λέγεσθαι· Ἀρίσταρχος δὲ, τὸν ὄφιν. Εἴη δ’ ἂν μᾶλλον ὁ τὰ δέρματα ἐσθίων· ἐκ τοῦ ἔδω. Δερμύλλει: Αἱμοποτεῖ· οἱ δὲ, ἐκδέρει.
40 Δέρμα: Κυρίως ἐπὶ ἀλόγων· παρὰ τὸ δέρω, τὸ ἐκδέρω· ἐπὶ δὲ τῶν λοιπῶν ζῴων, παρὰ τὸ τέρμα εἶναι τοῦ σώματος, ὅ ἐστι πλήρωμα· τροπῇ τοῦ τ εἰς δ, δέρμα· ἔξωθεν γὰρ ἐπιβέβληται παντὶ τῷ σώματι. Ἢ δέμας ὄν· καὶ πλεονασμῷ τοῦ ρ,
45δέρμα. Ἄλλως· Δέρμα τὸ παρατεινόμενον ὅλῳ τῷ σώματι· ὃ ποιητικώτερον λέγεται καὶ ῥινὸς, καὶ σύφαρ, καὶ στερφνὸς, καὶ ἀνθρωπή· ἐπὶ ἀλόγων δὲ πέσκος, καὶ νάκος. Εἴρηται δὲ τέρμα, οἱονεὶ τέλος τοῦ σώματος. Ἢ δέμα τὶ ὂν, τὸ δεσμῷ ἐοικὸς,

257

(50)

παρέντος τοῦ ρ, ὡς κεντρίον καὶ ἰατρική· κεντίον γὰρ

257

(50)

καὶ ἰατική. Διὸ κἀντεῦθεν ἡ δορὰ, τὸ ἀποσεσυρ‐ μένον δέρμα. Δερβιστήρ: Τὸ δέρμα. Παρὰ τὸ δέρος, δερι‐ στήρ· καὶ πλεονασμῷ τοῦ β· πλεονάζουσι δὲ τὸ β
Συρακούσιοι· ὡς ἐπὶ τοῦ ὀλβάχνιον· ὀλάχνιον γάρ
55ἐστι τὸ ἀπαθὲς, τὸ τὰς οὐλὰς ἔχον. Σημαίνει δὲ
55τὸ κανοῦν ἐν ᾧ ἀπετίθεντο τὰς οὔλας, ἢ τὰς ὀλάς. Δεσμός: Παρὰ τὸ δέω, τὸ δεσμεύω, δέδεσμαι, δεσμός. Πᾶν ῥῆμα τῆς τρίτης συζυγίας τῶν περι‐

258

σπωμένων ἐν τοῖς ὀνόμασιν ἢ διὰ τοῦ ω ὀξέως ἐκ‐ φέρεται, οἷον χρυσῶ χρυσωτὴς, μισθῶ μισθωτὸς μισθωτής· ἢ διὰ τοῦ ο βαρέως, ὀμόσω ὀμότης, ἀρόσω ἀρότης. Οὐκ ἄρα οὖν τὸ δεσμώτης ἀπὸ τοῦ
5δεσμώσω μέλλοντος· ἐπεὶ ὤφειλεν εἶναι δεσμωτής· ἀλλ’ ἀπὸ τοῦ δεσμός. Δεσπότης: Παρὰ τὸ δεσπόζω, δεσπόσω, δεδέ‐ σποκα, δεδέσποσμαι, τὸ τρίτον, δεδέσποσται. Δε‐ σποστὴς ἐξ αὐτοῦ· καὶ τῇ ἐλλείψει τοῦ ς, ἀνεβι‐
10βάσθη ὁ τόνος. Ἢ παρὰ τὸ δέω, δεσμώτης, καὶ
10δεσπότης, ὁ δεσμὸν περιβάλλων καὶ δουλαγωγῶν. Ἢ δεσποίτης τὶς ὢν, ὁ δέος ἐμποιῶν τοῖς οἰκέταις, κατὰ ἀποβολὴν τοῦ ι. Ἡ κλητικὴ, ὦ δέσποτα. Καὶ διατί οὐκ ἐγένετο ἡ κλητικὴ δεσπότα, ὡς Ὀζό‐ λης Ὀζόλα; Καὶ λέγομεν, ὅτι τὸ δέσποτα ἀπὸ εὐθείας
15γέγονε τῆς δέσποτος δεσπότου, ὡς μαρτυρεῖ ἡ σύν‐ θεσις, ἀδέσποτος. Ἡ κλητικὴ, δέσποτε· καὶ τροπῇ τοῦ ε εἰς α. Ἢ κατὰ μεταπλασμὸν ἐφύλαξε τὸν τόνον τοῦ δέσποτε δέσποτα. Δεσπότης, δεσμότης, διὰ τὸ πάντα περιέχειν καὶ συγκρατεῖν.
20Δέσποινα: Σύνθετον, δεοποιὰ, ἡ δέος ποιοῦσα.
20Ἀπὸ τοῦ δεοποιὸς ἀρσενικοῦ κατὰ συγκοπὴν δέ‐ σποινα, ὡς θεόφατον, θέσφατον· πλεονασμῷ τοῦ ν. Ἢ ὥσπερ ἀπὸ τοῦ ἀρύτω γίνεται ἀρύταινα, καὶ βαίνω, ἀμφίσβαινα, οὕτω καὶ παρὰ τὸ δεσπόζω, γίνεται δεσπόζαινα· καὶ ἄρσει τοῦ ΖΑ, καὶ συναι‐
25ρέσει τοῦ ο καὶ ι εἰς τὴν ΟΙ δίφθογγον, δέσποινα· οὐ γὰρ παραλήγεται ἀπὸ τοῦ ὁ δεσπότης ἀρσενικοῦ· ἐπεὶ ὤφειλεν εἶναι τὸ θηλυκὸν δεσπότις, καὶ οὐ δέ‐ σποινα. Δεσαύχενας: Τοὺς ἀσκοὺς, διὰ τὸ ἐκ τῶν αὐ‐
30χένων δεῖσθαι.
30 Δετή: Ἡ λαμπάς. Ὅμηρος, Καιόμεναί τε δεταί. Ἀπὸ τοῦ δίδημι ῥήματος γίνεται δετὸς καὶ δετὴ, ἡ
ἐκ δεδεμένων δᾴδων λαμπάς. Δεύω: Σημαίνει δύο· τὸ βρέχω, ὡς τὸ,
35δεύοντο δὲ δάκρυσι κόλποι.
35Καὶ Ἡσίοδος,
35 Πῖλον ἔχειν ἀσκητὸν, ἵν’ οὔατα μὴ καταδεύῃ. Εἴρηται παρὰ τὸν Δία, (ὑέτιος γάρ ἐστιν ὁ θεός·) κυρίως γὰρ τὸ ὑπὸ Διὸς ὕεσθαι, (ὅ ἐστι βρέχεσθαι,) διεύω, καὶ δεύω. Ἢ παρὰ τὸ δέω, τὸ χρῄζω, πλεο‐ νασμῷ τοῦ υ, τὸ δεόμενον βρέχεσθαι. Σημαίνει δὲ
40καὶ τὸ ἐνδεοῦμαι, ὡς τὸ,
40ἐδεύησεν δὲ οἰήϊον ἄκρον ἱκέσθαι.
40Ἐξ οὗ καὶ τὸ, Ἠδ’ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι. Ὁ ἐνεστὼς, δέω, τὸ χρῄζω· καὶ ποιητικῶς πλεο‐ νασμῷ τοῦ υ, δεύω. Ἐκ τοῦ δεύω γίνεται δεύεται· καὶ οἱ Ἴωνες ἀποβάλλουσι τὸ τ τοῦ τρίτου προσώπου,
45καὶ ποιοῦσι δεύτερον. Σημαίνει δὲ τὸ ἐνδεὴς εἶ,
45χρῄζεις. Ἔστι καὶ περισπώμενον, δεῶ, δεήσω, ἐδέησα, ἐδέησε· καὶ πλεονασμῷ ἐδεύησε. Δευόμενον: Ἐνδεόμενον, χρῄζοντα· παρὰ τὸ δεύω, τὸ χρῄζω. Δευοίατο: Ῥῆμα εὐκτικὸν παθητικὸν, τρίτου

258

(50)

προσώπου τῶν πληθυντικῶν, μέσου ἀορίστου δευτέρου. Καὶ οἱ Ἴωνες ἐπὶ τοῦ εὐκτικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τιθέασιν ἀντὶ τοῦ ν, α. Τὸ γὰρ πίθοιντο, πιθοίατο λέγουσιν. Οὕτω καὶ τοῦτο. Ἔτι οἱ Αἰολεῖς τρέπουσι τὸ ἀμετάβολον εἰς α, φρά‐
55σαιντο, φρασαίατο, καὶ γενοίατο.
55Δεῦρο καὶ Δεῦτε: Ἀπὸ τοῦ θέω γίνεται θεύσω,
55καὶ τροπῇ τοῦ θῆτα εἰς δ, καὶ τοῦ ς εἰς τὸ ρ, γίνεται δεῦρο, καὶ δεῦτε. Οἱ γὰρ προκαλούμενοι θέουσι πρὸς τοὺς καλοῦντας. Ἔστι δὲ τὸ δεῦρο ἐπίρρημα χρόνου

259

δηλωτικόν· καὶ γράφεται, ὥσπερ καὶ τὸ δύο, μικρόν· καὶ μέγα, Ἀττικῶς. Ἔστι δὲ καὶ ῥῆμα προστα‐ κτικόν· καὶ σημαίνει δύο. Τὸ ἐνταῦθα, ὡς τὸ Δεῦρ’ ἴθι νύμφα φίλα.
5Καὶ,
5Δεῦρο μαχησόμενος.
5Σημαίνει καὶ ἔξελθε, ὡς ἐν τῇ θείᾳ γραφῇ· Λάζαρε, δεῦρο ἔξω. Ἀντὶ τοῦ ἔξελθε. Τὸ πληθυντικὸν αὐτοῦ, δεῦτε. Εἰ γὰρ ὁ κανὼν λάβοι αὐτὸ ἐπίρρημα, ἀνοίκειόν ἐστιν· ἐπειδὴ τὰ ἐπιρρήματα ἀριθμὸν οὐκ ἐπιδέ‐
10χονται. Κανὼν γάρ ἐστιν ὁ λέγων .... ζήτει εἰς
τὸ ἄγετε καὶ βάλετε. Ἐκ τοῦ δεῦρο, δευρί. Δευσοποιὸς πονηρία: Ἡ ἔμμονος καὶ ἀνίατος· ἀπὸ μεταφορᾶς (τῆς πορφύρας) τῆς ἔμμονον ἐχούσης τὴν χρόαν, διὰ τὸ ἀκριβῶς καὶ κατόχως βεβάφθαι.
15δευσοποιὸν γὰρ τὸ δυσέκπλυτον καὶ δυσεξίτηλον.
15Δευσοποιὸν τὸ ἔμμονον καὶ μὴ ἐκπλυνόμενον βάμμα,
15τὸ γνησίως βεβαμμένον.
15 Δεύτερος: Ὄνομα ἀρσενικὸν, εἶδος παραγώγου· γίνεται παρὰ τὸ δεύω, τὸ λείπω, ὁ λειπόμενος τοῦ πρώτου. Ἢ παρὰ τὸ συνδεδέσθαι ἑτέρῳ ἀριθμῷ. Καθόλου τὰ διὰ τοῦ ΤΕΡΟΣ ὀνόματα, εἴτε ὀξύνονται, εἴτε βαρύνονται, διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον,
20κρατερὸς, σοφώτερος, ἴκτερος, ὕστερος. Οὕτω καὶ δεύτερος. Δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν. Ἐπίρρημα χρόνου δηλωτικόν. Δεύτατος: Παρὰ τὸ δεύω καὶ δεύομαι, τὸ λεί‐
25πομαι, γίνεται δεύτερος καὶ δεύτατος, ὥσπερ ἀπὸ
25τοῦ φέρω, φέρτερος καὶ φέρτατος· ἵν’ ᾖ ὁ λειπόμενος τινὸς τῇ τάξει, καὶ μὴ πρῶτος· ὃς δεύτατός ἐστιν Ἀχαιῶν. Καὶ, Δεύτερον αὖτ’ Ὀδυσῆα ἰδών.
30Δεύνυσος: Ὁ Διόνυσος. Ἀνακρέων,
30Πολλὰ δ’ ἐρίβρομον
30Δεύνυσον.
30Τοῦ ι τραπέντος εἰς ε, γίνεται Δεόνυσος· (οὕτω γὰρ Σάμιοι προφέρουσι·) καὶ συναιρέσει Δεύνυσος, ὡς Θεόδοτος, Θεύδοτος. Ἔνιοι δέ φασιν, ὅτι ἐπειδὴ ἐβασίλευσε Νύσης· κατὰ δὲ τὴν Ἰνδῶν φωνὴν δεῦνος ὁ βασιλεὺς λέγεται.
35Δέχομαι: Εἴρηται παρὰ τὴν δεξιάν· κυρίως γὰρ
35δέχεσθαι τὸ ἐν τῇ δεξιᾷ λαβεῖν λέγεται. Δέχαται: Ἐκ τοῦ δεδέχαται, κατὰ συγκοπὴν δέχαται. Δεξιῶ: Ἀπὸ τοῦ δέχω, δέξω· καὶ πλεονασμῷ τοῦ ι, δεξιῶ· καὶ,
40ἐδεξιοῦτο τὸ λυτήριον,
40ἀντὶ τοῦ φιλοφρόνως ὑπεδέχετο. Εἰς τὸν κανόνα
40τῆς μεγάλης ἑβδομάδος. Δέκτο: Ἐκ τοῦ δέχω, ὁ παρακείμενος, δέδεχα· ὁ παθητικὸς, δέδεγμαι, δέδεκται· καὶ τὸ ἀπαρέμ‐ φατον δεδέχθαι· καὶ κατὰ ἀφαίρεσιν τοῦ διπλα‐ σιασμοῦ, δέχθαι· ὁ ὑπερσυντέλικος, ἐδεδέγμην· καὶ τὸ
45τρίτον, ἐδέδεκτο· καὶ συναρχομένως δέδεκτο, καὶ δέκτο.
Δέχνυμαι: Ἐκ τοῦ δέχω (οὗ τὸ παθητικὸν δέ‐ χομαι) γίνεται δεχύω· καὶ πλεονασμῷ τοῦ ν, δε‐ χύνω, ὡς πληθύω, πληθύνω· καὶ ὑπερθέσει τοῦ ν, δεχνύω· ἀφ’ οὗ δέχνυμι τετάρτης συζυγίας τῶν εἰς

259

(50)

ΜΙ. Ζήτει εἰς τὸ δέχομαι. Ἐξ οὗ τὸ, Δέχνυσο μῆτερ. Δεῖγμα: Κυρίως μὲν τὸ δεικνύμενον ἀφ’ ἑκάστου τῶν πωλουμένων. Ἔστι δὲ καὶ τόπος τὶς ἐν τῷ Ἀθήνῃσιν ἐμπορίῳ, εἰς ὃν τὰ δείγματα ἐκομίζετο,
55καλούμενος οὕτως. Ἀττικὸν δέ ἐστιν ἔθος, τὸ καλεῖν
55ἀπὸ τῶν ἐν τῷ τόπῳ καὶ αὐτοὺς τοὺς τόπους. Οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν Λεξικόν. Δειδήμων: Παρὰ τὸ δειδῶ δειδήσω, δειδήμων, ὡς φιλῶ φιλήσω, φιλήμων.

260

Ἀλλὰ μάλα Τρῶες δειδήμονες. Εὐλαβεῖς, φοβεροὶ, αἰσχυντηροί. Δειδία: Σημαίνει τὴν ἀσέληνον νύκτα· παρὰ τὸ δέος γίνεται· ἡ φόβου ἐμποιητική.
5Δείδω: Ἀπὸ τοῦ δέους, δέω καὶ δείω· καὶ κατ’
5ἐπένθεσιν τοῦ δ, δείδω. Ὅθεν καὶ δεισιδαίμων, ὁ εὐλαβὴς καὶ δειλὸς περὶ θεούς. Δείδια: Ἐκ τοῦ δείδω, ὃ σημαίνει φοβοῦμαι, γίνεται παράγωγον δεδίω· ὁ μέσος παρακείμενος, δέδια· καὶ πλεονάζει τὸ ι, διὰ τὸ μέτρον, καὶ γίνεται
10δείδια· τὸ τρίτον, δείδιε· Δείδιε γὰρ, μὴ λαιμὸν ἀποτμή(ξειε). Ἡ μετοχὴ, δειδιὼς δεδιότος. Καὶ τὸ δείδιμεν, ἐκ τοῦ δειδιάμεν, κατὰ συγκοπήν. Δείδιμεν: Εἰ μέν ἐστιν ὑπερσυντέλικος, διὰ
15τῆς ΕΙ διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ δείδω ὁ
15ὑπερσυντέλικος, ἐδείδειν, ἐδείδειμεν· καὶ κατὰ συ‐ στολὴν, δείδιμεν. Εἰ δέ ἐστι μέσος παρακείμενος, διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ δεδείαμεν, καὶ δεί‐ διμεν, πλεονασμῷ τοῦ ι κατὰ τὴν ἀρχήν. Δειδίξασθαι: Ἐκφοβῆσαι· δείδω, δειδίσσω,
20καὶ δειδίξω. Ἀπὸ τοῦ δείδω, παράγωγον δειδίω, δειδίσω· καὶ δειδίσσω. Δειδισσόμενος, διαθέσεως ἐνεργητικῆς, οὐκ ἔστι παθητικῆς, ἀντὶ τοῦ ἐκφοβῶν καὶ οὐ φοβούμενος. Καὶ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι.
25Δειλιᾶν, φοβεῖσθαι, εὐλαβεῖσθαι.
25 Δείδιθι: Ἔστι δείδω· καὶ μεταθέσει τοῦ τόνου δειδῶ. Παράγωγον δείδημι· ὁ παρατατικὸς, ἐδεί‐ δην· τὸ πληθυντικὸν, ἐδείδιμεν· καὶ τὸ προστακτικὸν, δείδιθι. Δείκελον: Λέγεται καὶ δείκηλον· σημαίνει δὲ
30ἄγαλμα, ἢ ὁμοίωμα· οἷον,
30Δείκηλα προΐαλλε.
30Καὶ,
30 Δείκελον Ἰφιγένης, παρὰ Παρθενίῳ. Ὥσπερ παρὰ τὸ πέμπω πέμπελος, (σημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα) οὕτω καὶ ἀπὸ τοῦ δείκω, τὸ δεικνύω, γίνεται δείκελος· καὶ
ἐκτάσει τοῦ ε εἰς τὸ η, δείκηλον, τὸ ἴνδαλμα. Κυ‐
35ρίως εἴρηται ἐπὶ τοῦ ἀγάλματος τοῦ Διὸς, τὸ Διῒ
35εἴκελον· καταχρηστικῶς δὲ τὸ οἱονδήποτε ἴνδαλμα. Ἐπαφρόδιτος δὲ λείπειν τὸ ι φησὶ κατ’ ἀρχάς· ἰδείκελον, τὸ τὴν ἰδίαν ἑκάστου ἐμφαῖνον ὁμοιότητα. Ἢ παρὰ τὸ δείω δείκω, δείκελον, τὸ ἐπὶ δέει καὶ φόβῳ πεμπόμενον, ὡς εἴδωλον. Διαφέρει δὲ τὸ
40δείκελον καὶ εἴδωλον κατὰ τὴν φωνὴν καὶ κατὰ τὴν σημασίαν. Παρὰ δὲ Δημοκρίτῳ, κατ’ εἶδος ὅμοια τοῖς πράγμασιν ἀπόρροια. Δεικελισταί: Μιμηταὶ παρὰ Λάκωσι. Δείκανα: Τὰ ποικίλα ὑφάσματα καὶ μορφὰς
45ἔχοντα. Καὶ γὰρ τὰ πρόσωπα δείκανα καὶ δείκηλα.
45 Δεικανᾶται: Προσαυδᾷ, προσασπάζεται, φιλαν‐ θρωπεύεται. Δεικές: Λαμπρὸν, περιφανὲς, ὅμοιον. Γράφεται καὶ δευκές. Δεικνύμενος: Δεξιούμενος λόγοις·

260

(50)

Τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς. Παρὰ τὸ δεῖξαι· οἱ γὰρ δεξιούμενοι τινὰς δοκοῦσι δεικνύειν τοῖς δεξιουμένοις τὰ ὄψα. Σημαίνει δὲ καὶ τὸ δεικνὺς, θῆκεν ἄεθλα
55δεικνύμενος Δαναοῖς,
55Ἰλιάδος ψʹ.
55Δείκω: Σημαίνει δύο· ἐκ τοῦ δεύκω, τὸ βλέπω,
55τροπῇ τοῦ υ εἰς ἰῶτα· ἐκ τοῦ δείκω γίνεται τὸ δει‐ κνύω. Ἔστι καὶ δίκω, τὸ βάλλω· καὶ δήκω, τὸ δάκνω. Δείκνυ: Οὕτως ἀναγνώσεις,

261

Οὐ γάρ οἱ ἠέλιος δείκνυ νομόν. Ἀπὸ τοῦ δείκνυσιν, ἀποκοπῇ. Ὅσοι δὲ ἀνέγνωσαν δεικνὺ, βουλόμενοι ἐκ τοῦ δεικνὺς παραλαμβάνειν κατὰ συστολὴν, ἥμαρτον· ἀσύστατον γάρ. Οὕτως
5Ἡρωδιανός. Δεικνύω δείκνυμι· ὁ παρατατικὸς, ἐδεί‐
5κνυν, ἐδείκνυς, ἐδείκνυ· καὶ τὸ προστακτικὸν, Δείκνυ τὸ τῆς μιᾶς γαστρὸς εὐσεβὲς πολυάνδριον. Εἰς τοὺς Μακκαβαίους ὁ Θεολόγος· ὥσπερ τὸ ἵστην, ἵστης, Ἵστη μὲν ὄμμα.
10Προστακτικόν.
10Δεικτήριον: Τόπος τῆς Σάμου· ὅτι ἐν αὐτῷ ἡ
10Ἀθηνᾶ διέγραψε τὴν κεφαλὴν τῆς Γοργόνος δεικνύ‐ ουσα τῷ Περσεῖ, ὅτε αὐτὸν ἀπέστειλεν ἐπὶ τὴν γορ‐ γοτομίαν. Παρὰ τὴν δεῖξιν οὖν δεικτήριον. Δεῖξις: Δείκω· καὶ ὁ μέλλων, δείξω· δεῖξις, καὶ ἀπόδειξις.
15 Δείελος: Ἀττικοὶ τὸ δίελος· Ἰλιάδος φʹ. εἰσόκεν ἔλθῃ δείελος ὀψὲ δύων. Ἡ δείλη, δείελος εἴρηται, ὡς ἡ ἑσπέρα, ἕσπερος· ὠνὴ, ὦνος· χολὴ, χόλος. Σύνηθες Ἴωσι τὸ ε πλεο‐
20νάζειν, ἥλιος, ἠέλιος· δειλινὸν, δειελινόν· οἷον,
20Δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο.
20 Δείλη: Παρὰ τὸ ἐνδεῖν καὶ ἐλλείπειν τῇ ἕλῃ, τουτέστι τῇ θερμασίᾳ, δεέλη, καὶ κατὰ κρᾶσιν
δείλη. Ἀπὸ δὲ τούτου, οἷον, ἡ δείλη τῆς δείλης, γίνεται ἐπιρρηματικὴ σύνταξις· οἷον, “Δείλης ἦλ‐ θον,” ὡς παρὰ τῷ ποιητῇ,
25Ἔσσεται ἢ ἠὼς, ἢ δείλης, ἢ μέσον ἦμαρ.
25ἄλλως· παρὰ τὸ ἐνδεῖν τηνικαῦτα τὴν ἕλην, (ἀπὸ γὰρ τῆς μεσημβρίας ἀμυδροτέρα γίνεται ἡ τοῦ ἡλίου θερμότης,) λέγεται δείλη καὶ δειέλη καὶ δεείλη. Δειλός: Σημαίνει δύο· τὸν ἀσθενῆ, παρὰ τὸ δέος, δεϊλός· ἢ ὥσπερ ἀπὸ τοῦ βήσω μέλλοντος
30γίνεται βηλὸς, οὕτως ἀπὸ τοῦ δείδω δείσω, σημαῖνον τὸ φοβοῦμαι, γίνεται δειλός. Ἐπὶ μὲν τοῦ δει‐ λαίου, Ὦμοι ἐγὼ δειλός. Καὶ τὸν παρ’ ἡμῖν λεγόμενον, ὡς τὸ,
35Ἔνθ’ ὅ τε δειλὸς ἀνὴρ ὅ τε ἄλκιμος [ἐξεφαάνθη.]
35Δειλιῶ: Ἐκ τοῦ δειλός.
35 Δειλακρίων: Ὁ δειλός. Ἀριστοφάνης, Ὦ δειλακρίων, πῶς ἦλθες; Σύνθετος ἡ λέξις παρὰ τὸ δειλὸς καὶ τὸ ἄκρος, ὁ ἄκρως δειλός. Εἴρηται καὶ δείλακρος, καὶ δει‐ λάκρα, καὶ δειλακρίνας. Δειλακρίων οὖν, ὁ ἐλε‐
40εινὸς, ταλαίπωρος, ἀχρεῖος.
40 Δεῖμος: Ὁ φόβος. Ὥσπερ ἀπὸ τοῦ ἄνθος γίνεται ἄνθιμος, καὶ ἀπὸ τοῦ κῦδος κύδιμος, οὕτω καὶ ἀπὸ τοῦ δέος δέϊμος καὶ δεῖμος, ὁ δέος ἐμποιῶν. Ὄνομα πρέπον Ἄρεος παιδί. Ὅμηρος, Δεῖμός τε Φόβος τε.
45Δεῖμα: Ὁ φόβος. Ἔστι καὶ ῥῆμα. Ὥσπερ
45ἀπὸ τοῦ ποιήσω μέλλοντος γίνεται ποίημα, οὕτω καὶ ἀπὸ τοῦ δέω, τὸ φοβοῦμαι, πλεονασμῷ τοῦ ἰῶτα, δείω, ὁ μέλλων δείσω, γίνεται δεῖμα δείματος. Δειματῶ, πράττω φόβον. Δειμαλέος: Εὐλαβής. Ὥσπερ ἀπὸ τοῦ τάρ‐

261

(50)

βος γίνεται ταρβαλέος, οὕτω καὶ ἀπὸ τοῦ δεῖμος,

261

(50)

δειμαλέος. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ διὰ τοῦ ΑΛΕΟΣ ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχουσιν· οἷον ἀργαλέος, νηφαλέος. Σεσημειωμένα δὲ εἰσὶ τέσσαρα ταῦτα· δαιδάλεος, ἀπὸ τοῦ δαιδάλειος· ἔστι καὶ κονισάλεος,
55κονισάλεον δίφρον,
55ὡς παρὰ Ἀντιμάχῳ, ἀπὸ τοῦ κονισάλειος, ἀποβολῇ τοῦ ι· ἀτασθάλεος, ἀπὸ τοῦ ἀτάσθαλος, πλεονασμῷ τοῦ ε γέγονεν, ἢ ἀπὸ τοῦ ἀτασθάλειος· αἰθάλεος·

262

τοῦτο δὲ διφορεῖται, καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον· ἀπὸ τοῦ αἴθω γὰρ ὑπάρχει, ὡς νήφω, νηφαλέος. Ἡνίκα δὲ πρὸ δύο ἔχει τὸν τόνον, ἀπὸ τοῦ αἰθάλειος γέγονε κατὰ ἀποβολὴν τοῦ ι, ὡς παρ’ Ἀπολ‐
5λωνίῳ,
5αἰθάλεοι πρηστῆρες.
5Παραγωγὴ ἀπὸ ὀνόματος, ὡς τὸ δεῖμα δειμαλέος· ἀπὸ ῥήματος, ὡς τὸ οἰδῶ οἰδαλέος· καὶ ἀπὸ ἐπιρρή‐ ματος, [ὡς τὸ ῥίμφα ῥιμφαλέος.] Δειμάμενος: Τὸ θέμα δέμω, τὸ οἰκοδομῶ· ἔδειμα, ἐδειμάμην· ἡ μετοχὴ, δειμάμενος.
10Δείδεκτο: Ἐδεξιοῦτο. Δείδεκτ’ Ἀχιλῆα. Δέδοικα: Ἀπὸ τοῦ δείκω. Δεῖν: Δεῖν ᾠήθην.
15Δέον εἶναι ὑπέλαβον, ἀναγκαῖον ἐνόμισα. Ὥσπερ ἀπὸ τοῦ πλέον γίνεται πλεῖν κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς ΕΙ δίφθογγον, πλεῖν σταδίου λαλίστερα, ἀντὶ τοῦ πλέον σταδίου φλυαρώτερα· οὕτως καὶ ἀπὸ
20τοῦ δέον γίνεται δεῖν.
20Δεῖν τόδε γενέσθαι.
20Ἢ ἀπὸ τοῦ δέειν, δεῖν, ὡς πλέειν, πλεῖν.
20δείους· Ἀπὸ τῆς δέους γενικῆς καὶ σπέους
20γίνεται κατὰ πλεονασμὸν τοῦ ι, δείους καὶ σπείους·
20οἷον,
20 Χλωροὶ ὑπαὶ δείους. Καὶ, ἥ ῥα κατὰ σπείους. Εἰς τὸ Σῖγμα. Δεῖνος: Προπερισπώμενον, ὁ ψυκτήρ· παρὰ τὸ
25δέος ἐμποιεῖν.
25Δεινός: Ὁ φόβου ποιητικός. Εἰς δὲ τὸ Ῥητο‐
25ρικὸν εὗρον, πανοῦργος, ἱκανὸς, ἀκολάκευτος, σοφὸς,
25ἔμπειρος. Ὥσπερ ἀπὸ τοῦ ἔλεος γίνεται ἐλεεινὸς, οὕτως καὶ παρὰ τὸ δέος γίνεται δεεινὸς, καὶ κράσει δεινὸς, ὁ φόβου ἐμποιητικός. Ὅθεν καὶ αἰνὸς, ὁ χαλεπός.
31Δείνων καὶ Δεινίας: Ὄνομα κύριον· παρὰ τὸ δεινός. Τὰ δὲ παρ’ αὐτοῦ συγκείμενα ἅπαντα διὰ διφθόγγου γράφεται, δεινόλογος, καὶ ῥῆμα δεινῶ·
σημαίνει τὸ δεινοποιῶ.
35 Δεῖπνος: Τὸ παρ’ ἡμῖν ἄριστον λεγόμενον· ὅθεν καὶ δειπνῶ· δόρπος δὲ, ὁ ἑσπερινός. Ἐκ τοῦ δεῖ, τοῦ σημαίνοντος τὸ πρέπει, καὶ πόνος, τὸ δείπονός τις ὢν, καὶ δεῖπνος, μεθ’ ὃν δεῖ πονεῖν. Δεῖπνον, ὁ και‐ ρὸς τῆς τροφῆς, καὶ ἡ ἐν τοιῷδε καιρῷ διδομένη
40τροφή. Οἱ δὲ κωμικοὶ οἱ νεώτεροι συγχέουσι τὸν καιρὸν, ἑσπερινὴν τροφὴν δεῖπνον ὀνομάζοντες, ὡς καὶ νῦν, μεθ’ ὃν δεῖ πονεῖν. Ἕωθεν γὰρ ἐσθίοντες ἐπὶ πό‐ λεμον ἢ ἐπὶ ἐργασίαν ἐξήρχοντο. Ἐπαφρόδιτος δὲ, παρὰ τὸ δάπτω, δάπτον καὶ δάπνον καὶ δεῖπνον, κατὰ
45τροπὴν καὶ πλεονασμόν.
45 Δειπνιστός: Ἔστι δειπνῶ, δειπνητός· Ἀλλ’ ὅτε δὴ δειπνηστὸς ἔην. Περισσὸν τὸ ς· διὰ τοῦ ἰῶτα γράφεται ἀπὸ τοῦ δειπνίζω· διὰ τοῦ ἦτα εἶπεν Ὦρος. Δειπνολόχος: Κλεπτοφόρος. Καὶ Ἡσίοδος,

262

(50)

γυναικὸς δειπνολόχης,

262

(50)

τῆς κακὰ λοχούσης, τῆς λάθρα ἐσθιούσης, καὶ μὴ φανερῶς· ἥτις χωρὶς δαλοῦ τὸν ἄνδρα καίει, καὶ γηράσαι πρὸ ὥρας ποιεῖ. Δείρη: Βαρυτόνως ἡ πόλις. Δειρή: Ἐκ τοῦ δέρω, δέρη· καὶ πλεονασμῷ τοῦ
55ι, δειρή. Κυρίως ἀπὸ μεταφορᾶς· κατὰ τοῦτο γὰρ
55τὸ μέρος πρῶτον ἄρχονται ἐκδέρεσθαι τὰ ζῷα. Ἀπὸ δὲ τούτου μετῆλθε καὶ ἐπὶ τῶν λοιπῶν ἀνθρώπων. Οἱ μέντοι Αἰολεῖς δέρρη λέγουσι· καὶ κατὰ παρασχη‐ ματισμὸν δέρρις. Σημαίνει δὲ τὴν τεταμένην βύρσαν.

263

Δεῖσα: Ἡ ὑγρασία, ὁ ὑγρώδης καὶ βοτανώδης τόπος. Παρὰ τὸν δεύσω μέλλοντα (σημαίνει τὸ βρέχω) γίνεται δεῦσα καὶ δεῖσα, ἡ δυσωδία. Εἴ‐ ρηται παρὰ τὸ δίω τὸ διὰ τοῦ ι γραφόμενον, ὃ ση‐
5μαίνει τὸ φοβοῦμαι· ἵν’ ᾖ δίσα, ἡ δυσοσμία, ἣν φεύγομεν. Εἴτε οὖν διὰ τοῦ ι, εἴτε διὰ τῆς ΕΙ διφθόγγου, τὸ δίω καὶ δείω διφορεῖται· ὅθεν δέος καὶ δίος διὰ τοῦ ι. Ὅθεν, Τρὶς περὶ ἄστυ [μέγα] Πριάμου δίον.
10Δεισήνωρ: Ὄνομα ἥρωος· παρὰ τὸν δείσω μέλ‐
10λοντα καὶ τὸ ἀνὴρ, ὡς Εὐήνωρ, Ἀντήνωρ· τὸ γὰρ ἀνὴρ ἐν τῇ συνθέσει τρέπει τὸ μὲν ἄλφα εἰς ἦτα, τὸ δὲ η εἰς ω· Δεισήνορά θ’ Ἱππόθοόν τε. Δεισιδαιμονία: Λέγεται ἡ πρὸς τοὺς πονηροὺς
15δαίμονας ἐπιμέλεια (εἰς τὸ δείδω) καὶ φόβος. Γί‐
15νεται παρὰ τὸ δείδω (ὁ μέλλων, δείσω) καὶ τὸ δαί‐ μων, ὃ σημαίνει τὸν θεόν. Ἰστέον ὅτι παρὰ μὲν τοῖς Ἕλλησιν ἐπὶ καλοῦ λαμβάνεται· παρὰ δὲ ἡμῖν τοῖς Χριστιανοῖς ἐπὶ τῆς ἀσεβείας λέγεται ἡ δεισι‐ δαιμονία.
20Δεισιδαίμων: Θεοσεβὴς, ἡ ἀμφίβολος περὶ
20τὴν πίστιν, καὶ οἱονεὶ δεδοικώς. Δηθύνω: Τὸ βραδύνω. Ἐκ τοῦ δηθὰ, ὃ ση‐ μαίνει τὸ ἐπὶ πολὺ, δηθύω· καὶ πλεονασμῷ τοῦ ν, δηθύνω· πλεονάζει γὰρ τὸ ν ἐν τοῖς ῥήμασι. Πολλὰ γὰρ ῥήματα ἀπὸ ἐπιρρημάτων γίνεται, ὡς ὄψιον,
25ὀψίζω· θαμὰ, θαμίζω. Τὸ δῆθεν, ποτὲ μὲν ἐστὶ παραπλήσιον δὴ, ποτὲ δὲ ὡς δή. Δηθά: Ἐπίρρημα χρόνου δηλωτικόν. Ἐκ τοῦ Δὴν γίνεται δηνθά· καὶ ἀποβολῇ· οἷον, Δηθὰ μάλα στενάχων.
30Πολλὰ, συνεχῶς.
30Δήϊος: Ὁ πολεμικός· καὶ ἐπίθετον τοῦ πολέμου,
30 Δήϊον ἐς πόλεμον. Καὶ πάλιν σημαίνει τὸν ἐχθρὸν καὶ πολέμιον, —καὶ δηίοισι. Παρὰ τὸ δέος, δέϊος, καὶ δήϊος, ὁ δέος ἐμποιῶν. Ἢ παρὰ τὸ δαίω, τὸ καίω, δάϊος, καὶ δήϊος, ὁ καυστικός.
35Ἢ παρὰ τὸ δαίω, τὸ κόπτω, δήϊος, ὁ διακοπτικὸς ἀν‐
35θρώπων καὶ οἴκων καὶ πόλεων καὶ δένδρων.
35 Δηΐων: Ἀπὸ τοῦ δήϊος γίνεται δηΐων, ὡς ἀπὸ τοῦ διπλάσιος, διπλασίων. Δηϊοτής: Ἡ μάχη· παρὰ τὸ δῃοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους. Δηιώσας: Σημαίνει τὸ διακόψας. Ἔστι δαίω,
40τὸ κόπτω, ἢ καίω· διαλύσει τῆς ΑΙ διφθόγγου γίνεται δαῒς, καὶ ὄνομα δάϊος καὶ δήϊος, τροπῇ τοῦ ἄλφα εἰς
ἦτα· καὶ ῥῆμα δηΐω· ἐξ οὗ τὸ δηΐουν· καὶ περισπω‐ μένως δηϊῶ· εἶτα κατὰ συναίρεσιν δῃῶ δῃώσω· δῃώ‐ σειν, ἀνελεῖν, φονεύσειν.
45Δήετε: Εὑρίσκετε. Παρ’ ὃ τινὲς καὶ τὴν Δή‐
45μητραν Δηὼ λέγουσι, διὰ τὸ τοὺς ἐντυγχάνοντας αὐτῇ τὴν θυγατέρα [ζητούσῃ,] λέγειν δήεις, ὅ ἐστιν εὑρήσεις. Γίνεται δὲ παρὰ τὸ δέω, τὸ σημαῖνον τὸ εὑρίσκω, δήω. Δηώ: Ἡ Δημήτηρ· καὶ διφορεῖται, ὡς φησὶν ὁ

263

(50)

τεχνικός. Οἶδε γὰρ ἡ παράδοσις τὸ ἦτα μετὰ τοῦ

263

(50)

ἰῶτα, καὶ χωρὶς τοῦ ἰῶτα. Καὶ εἰ μὲν μὴ ἔχει τὸ ἰῶτα, λέγει ὅτι ἐστὶ παρὰ τὸ δήω τὸ σημαῖνον τὸ εὑρίσκω· καὶ γὰρ ἡνίκα περιήρχετο εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατ’ εὐφημισμὸν ἔλεγον πάντες, δήεις, τουτέστιν εὑρήσεις· ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν
55σῖτον. Εἰ δὲ ἔχει τὸ ἰῶτα, λέγεται ὅτι γέγονε
55παρὰ τὸ δαίω, τὸ κόπτω, κατὰ τροπὴν Ἰωνικὴν τοῦ ἄλφα εἰς ἦτα. Καὶ γὰρ ἡ Δημήτηρ γῆ ἔστιν· ἡ γῆ δὲ διακόπτεται ἐν τῷ ἀροτριᾶσθαι. Ἢ παρὰ τὸ

264

δαίω, τὸ καίω· ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγα‐ τέρα. Τινὲς δέ φασιν, ὡς λέγει ὁ τεχνικὸς, ὅτι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ Δημήτηρ Δηώ· ἀγνο‐ οῦντες τὸν σχηματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν.
5Τὰ γὰρ τοιαῦτα ὑποκοριστικὰ θέλει φυλάττειν τὸ σύμφωνον τῆς δευτέρας συλλαβῆς τῶν ἰδίων πρωτο‐ τύπων· οἷον, Ὑψιπύλη, Ὑψώ· Εἰδοθέα, Εἰδώ. Εἰ οὖν Δημήτηρ, Δημὼ ὤφειλεν εἶναι. Ἀλλ’ οὐκ ἔστιν ὑποκοριστικόν.
10δηὼ, ἢ ὅτι πολλὴν ἐδῄωσε γῆν, τουτέστι διέκοψε,
10ζητοῦσα τὴν θυγατέρα· ἢ γηώ τις ἐστὶ, κατὰ τροπὴν τοῦ γάμμα εἰς δέλτα. Ἢ ὅτι λυπουμένη διὰ τὴν θυγατέρα, ἐδαίετο τὴν ψυχήν. Ἢ Δηὼ, παρὰ τὰς δηάς· οὕτω γὰρ δηαὶ προσαγορεύονται ὑπὸ Κρητῶν αἱ κριθαί.
15Δῆλος καὶ εὔδηλος: Παρὰ τὸ δήω, τὸ εὑρίσκω,
15(ὡς τὸ,
15 δήομεν ἀγλαὸν ἄλσος Ἀθήνης) Ὁ μέλλων, δήσω· καὶ δῆλος, ὁ εὑρετὸς καὶ προφα‐ νὴς, ὡς παρὰ τὸ ἥσω, ἧλος. Ἢ ὅτι πρῶτον ἐστὶ τὸ δέω, τὸ σημαῖνον τὸ εὑρίσκω· οὗ μέμνηται Ἀλκαῖος. Ἐγὼ μέν κ’ οὐ δέω ταῦτα μαρτυρεῦντας.
20Καὶ ὡς εἴκω, εἴκελος, οὕτω δέω, δέελος· τὰ γὰρ πρόδηλα ῥᾳδίως εὑρίσκονται. Ἀπὸ δὲ τοῦ δέω κατ’ ἔκτασιν δήω· ἀφ’ οὗ τὸ δῆλος. Δῆλος: Ἡ ἱέρεια τοῦ Ἀπόλλωνος, εἴρηται ὅτι κρυπτομένην αὐτὴν ἐν τῇ θαλάσσῃ ὁ Ζεὺς δήλην
25ἐποίησε, καὶ ἀνέδωκεν, ἵνα ᾖ Λητώ. Ζεὺς γὰρ ἐρα‐
25σθεὶς Λητοῦς τῆς Κοίου θυγατρὸς ἑνὸς τῶν Τιτάνων καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποίησεν· ἥτις, δεκαμηνι‐ αίου χρόνου διαγενομένου, παρεγένετο διὰ θαλάσσης εἰς Ἀστέριον τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων· ἐκεῖ τε ἐλθοῦσα καὶ ἁψαμένη δύο φυτῶν ἐλαίας καὶ
30φοίνικος, διδύμους ἀπεκύησε παῖδας, Ἄρτεμιν καὶ Ἀπόλλωνα· καὶ τὴν νῆσον ἐκάλεσε Δῆλον, ὅτι ἐξ ἀδήλου βάσεως ἐρριζώθη. Δῆλος: Ὁ φανερός· ἐκ τοῦ δαλὸς, τροπῇ τοῦ
ἄλφα εἰς η, καὶ ἀναδόσει τοῦ τόνου.
35Δηλῶ: Τὸ φανερῶ, ἐκ τοῦ δῆλος· καὶ τὸ βλάπτω,
35ἐξ οὗ τὸ δηλήσονται· καὶ ἐδηλήσαντο, ἀντὶ τοῦ ἔβλαψαν. Γίνεται παρὰ τὸ δῆρις, ὃ σημαίνει τὴν μάχην, δηρῶ, καὶ δηλῶ· ἢ παρὰ τὸ κῆλα, τὰ βέλη, (οἱονεὶ τὰ φθαρτικὰ καὶ βλαπτικὰ) τροπῇ τοῦ κ εἰς δ, (ὡς καίω δαίω,) γίνεται δηλῶ, τὸ βλάπτω· καὶ
40δηλητήριον, τὸ θανάσιμον καὶ βλαπτικόν. Δῆμος: Τὸ πλῆθος· παρὰ τὸ δέω, τὸ δεσμεύω. Δέω, δέμος καὶ δῆμος, ὁ συνδεδεμένος ὄχλος, ὡς μένω, μένις καὶ μῆνις. Ἢ παρὰ τὸ δέμας, δῆμος, οἷον ἓν σῶμά τι ὑπάρχων. Ἢ δίδημι, τὸ δεσμῶ· ὁ
45μέλλων, δήσω· καὶ ἐξ αὐτοῦ δῆμος. Τὰ δὲ περι‐ ληπτικὰ δύο συντάξεις ἐπιδέχεται, τῷ λόγῳ τῆς φωνῆς, καὶ τῷ λόγῳ τοῦ σημαινομένου· ἡ μὲν φωνὴ, ἑνική· τὸ δὲ σημαινόμενον, πληθυντικόν. Τὸ ΔΗ, ἦτα· διότι εὑρέθη παρὰ τοῖς Δωριεῦσι λεγόμενον

264

(50)

δᾶμος· καὶ ἡμεῖς τὰ τῶν Δωριέων α εἰς η τρέ‐ πομεν. Δηλονότι: Παρὰ τὸ δῆλον, τὸ φανερὸν, καὶ τὸ ὅτι, ἐπίρρημα ἐπιτάσεως, σημαίνει τὸ πάνυ. Δηλονότι γάρ ἐστι τὸ πάνυ φανερόν.
56 Δήπου: Ὡς δή. Δήπουθεν, δηλονότι, ἢ ἔκ τινος τόπου. Δῆτα: Οὕτως. Δῆθεν, ὡς δὴ μάλιστα· ἐκ τοῦ δηθύνω.

265

Δημεύειν: Τὸ τινὸς οὐσίαν δημοσιῶσαι· καὶ τὸ ἐνδημεῖν· ἔνιοι τὸ δημαγωγεῖν. Δημός: Σημαίνει δύο· ὀξυτόνως, τὸ λῖπος· Ἐν πίονι δημῷ.
5Παρὰ τὸ δαίω, τὸ καίω, ὁ δεύτερος ἀόριστος, ἔδαον· δαμὸς καὶ δημὸς, τὸ καιόμενον ἐν ταῖς θυσίαις· ἢ δι’ οὗ καίονται αἱ θυσίαι· καυστικὸν γὰρ τὸ λῖπος. Ὡς παρὰ τὸ θύω, θυμός· καὶ χύω, χυμός· οὕτω καὶ δήω, τὸ καίω, δημός. Ἢ παρὰ τὸ δέω, τὸ δεσμῶ, δεμὸς
10καὶ δημὸς, κατὰ ἀντίφρασιν, τὸ εὐδιάλυτον. Δῆ‐
10μος σημαίνει δύο· τὸ λῖπος, καὶ τὸν δημότην κατὰ διάλεκτον, ὡς ἐν τῷ μʹ Ὅμηρος δημὸν τὸν δημότην φησὶ, τὸν δημοτικόν. Δημάδης: Οὐκ ἔχει τὸ ι· ἀπὸ γὰρ τοῦ Δημέας γίνεται Δημεάδης, καὶ κατὰ συναίρεσιν, Δημάδης.
15Καὶ ὤφειλεν εἰς τὸ η γίνεσθαι ἡ κράσις· ἀλλὰ διὰ
15τὸν χαρακτῆρα εἰς α ἐγένετο· τὰ γὰρ εἰς ΔΗΣ πα‐ τρωνυμικὰ, ἢ τύπου πατρωνυμικοῦ ὄντα, ἢ τῷ ι θέλει παραλήγεσθαι, ἢ τῷ ἄλφα· οἷον, Πηλείδης, Αἰακίδης· Εὐριμάδης, Πυλάδης. Οὕτως οὖν καὶ Δημάδης.
20Δημολάλητος: Περιβόητος.
20 Δήμαρχος: Ὁ δήμου τινὸς ἄρχων· ὃς καὶ τοῦ κατὰ χώραν δήμου προΐστατο, καὶ ἀπεγράφετο τὰς
οὐσίας ἑκάστῳ πρὸς τὰ δημόσια ὀφλήματα. Δημόκοινος: Δημόσιος βασανιστὴς, ἢ ὁ δή‐ μιος· ἤγουν ὁ ἐκ τοῦ δήμου τὸ φονεύειν κληρωθείς.
25Σοφοκλῆς, Οἷος γὰρ ἡμῶν δημόκοινος οἴχεται. Εἴρηται παρὰ τὸ καίνειν, τὸ φονεύειν, ὁ ἐκ τοῦ δήμου ἐπιτετραμμένος καίνειν· καὶ τροπῇ τοῦ α εἰς ο, δημόκοινος.
30Δημόσιος: Ὁ τῆς πόλεως δοῦλος, ὃς ὑπηρετεῖ
30τοῖς δικαστηρίοις καὶ τοῖς κοινοῖς ἔργοις. Ἐκ τοῦ Ῥητορικοῦ. Δῆμος, δημότης, καὶ δημόσιος. δημο‐ σιεύειν, τὸ τὰ δημόσια ὑπηρετεῖν ἐπὶ μισθῷ. Δημωδέστερος: Ἀσχημονέστερος· διὰ τὸ ἐν ὄψει πάντα γινόμενα διὰ τὸν δῆμον.
35 Δημοθοινία: Τοῦ δήμου εὐωχία ἢ θυσία. Δημοῦσθαι: Παίζειν. Οὕτως Πλάτων. Καὶ δημώματα, παίγνια. Δήμια: Τὰ δημόσια, τὰ παρὰ τοῦ δήμου ἐξαι‐ ρέτως διδόμενα τοῖς βασιλεῦσιν. Ἰλιάδος ρʹ·
40 Δήμια πίνουσι καὶ σημαίνουσιν ἕκαστος. Τὰ διδόμενα παρὰ τοῦ δήμου καταναλίσκουσι. Δημιουργεῖον: Ἐργαστήριον. Δημιουργός: Πολλὰ σημαίνει ἡ λέξις. Ση‐ μαίνει γὰρ τοὺς τεχνίτας· ἀφ’ ὧν καὶ ὁ τῶν πάντων
45ποιητὴς Θεὸς δημιουργὸς εἴρηται. Δημιουργοὶ δὲ ἐκαλοῦντο παρά τε Ἀργείοις καὶ Θεσσαλοῖς οἱ περὶ τὰ τέλη· ἵνα σημαίνῃ τὰ δημόσια ἐργαζομένους, καὶ διὰ φροντίδος ἔχοντας· σημαίνει καὶ τὰς παρὰ τοῖς Ἀττικοῖς τὰς πλακοῦντας ἐργαζομένας γυναῖκας.

265

(50)

Λέγουσι δ’ οὕτως τοὺς ἐμπείρους, ἐνίοτε δὲ τοὺς ὁτιοῦν ποιοῦντας. Λέγονται καὶ οἱ περὶ τὰς χειρουργίας καὶ τὴν τῶν τεχνῶν ἐπιμέλειαν· κοινὰς γὰρ μονο‐ νουχὶ παρεῖχον τὰς χεῖρας. Δημήτηρ: Παρὰ τὸ γῆ καὶ τὸ μήτηρ, γημήτηρ
55τὶς οὖσα· καὶ τροπῇ τοῦ γ εἰς δ· ἢ δημομήτηρ,
55κατὰ συγκοπήν· ἢ παρὰ τὸ διελεῖν τὴν γῆν καὶ τέμνειν ἐν τῇ ἀροτριάσει. Ἢ παρὰ τὸ δήω, τὸ εὑρί‐ σκω· ἢ παρὰ τὸ δαίω, τὸ καίω· λαμπαδοῦχος γὰρ ἡ

266

θεός. Σημαίνει δὲ καὶ αὐτὴν τὴν θεὸν, καὶ τὸν καρ‐ πὸν, καὶ τὸν σῖτον, καὶ τὴν γεωργικὴν ἐπιστήμην. Δημήτερος ἀκτή· διὰ τὸ κατάγνυσθαι ἐν τῇ ἅλῳ τὸν στάχυν τὸν εὐαγῆ, ἢ αὐτὸν τὸν σῖτον ἐν τῷ μύλῳ
5θραύεσθαι.
5 Δημήτριος: Ὁ πύκτης. [Τοιοῦτοι δέ εἰσι καὶ οἱ πύκται· ἢ] ἐπειδὴ ἐν ταῖς ἀμφισβητήσεσιν ἔτυπτε τοὺς ἀμφισβητοῦντας. Δήν: Ὅμηρος, Δὴν δ’ ἄνεῳ ἦσαν.
10Τουτέστιν ἐπὶ πολὺν χρόνον ἄφωνοι ὑπῆρχον καὶ
10ἥσυχοι. Ἀπὸ τοῦ αἰὼν, ὃ σημαίνει τὸν τῆς ζωῆς
χρόνον, πλεονασμῷ τοῦ δ, δαιών· καὶ συγκοπῇ, δών· καὶ τροπῇ, δήν. Τὰ δὲ εἰς ΗΝ ἐπιρρήματα διὰ τοῦ η γράφεται. Δήνεα: Ἰλιάδος δʹ,
15ἤπια δήνεα οἶδε.
15Τὰ βουλεύματα· ἀπὸ τοῦ μήδεα, τροπῇ τοῦ μ εἰς ν,
15ἢ παρὰ τὸ δὴν ἐπίρρημα· χρόνου γὰρ δεῖται ἡ βουλή. Ἔνθεν καὶ παροιμία, Δηρὸν βουλεύειν, ἵν’ ἔχῃ καὶ πολλὸν ἄμεινον. Ἢ παρὰ τὸ δήω, τὸ εὑρίσκω, δῆνος, ὡς κτήσω, κτῆνος.
20Δηρόν: Ὀνοματικὸν ἐπίρρημα. Πολλὰ γὰρ
20εἰσὶ τοιαῦτα· ὥσπερ ἡ πέρα, τῆς πέρας, τὴν πέραν·
20καὶ ἐπίρρημα,
20 Πέραν τοῦ χειμάρρου τῶν Κέδρων. Καὶ πρώϊος, πρωΐα· ἡ αἰτιατικὴ, πρωΐαν, καὶ τροπῇ Βοιωτικῇ, πρωΐην· ἐξ οὗ τὸ πρῴην ἐπίρρημα. Οὕτω δηρὸν, τὸ ἐπὶ πολὺν χρόνον. Δηναιός: Ὄνομα ἀρσενικὸν, ὁ πολυχρόνιος.
25Ἰλιάδος εʹ,
25 [Ὅττι] μάλ’ οὐ δηναιὸς, [ὃς ἀθανάτοισι μάχηται.] Τὸ οὐδέτερον, δηναιόν· καὶ συγκοπῇ, δηνόν· καὶ τροπῇ τοῦ ν εἰς ρ, δηρόν· καὶ μετάγεται εἰς ἐπιρρη‐ ματικὴν σύνταξιν. Τὸ ΔΗ, η· καὶ τὸ ΡΟΝ, μικρόν· ὅτι ἀπὸ ὀνόματος παρήχθη· τὰ γὰρ ἀπὸ διαφόρων
30πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα, καὶ τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχει. Δῆρις: Ἡ μάχη καὶ ἡ ἔρις· Δῆριν ἀπειρεσίην πολεμόκλονον ἔργον Ἄρηος. Παρὰ τὸ ΔΑ καὶ τὸ ἔρις, δάερίς τις οὖσα, ἡ μεγάλη
35ἔρις. Ἢ παρὰ τὸ δηλεῖσθαι, δῆλις καὶ δῆρις. Ἢ παρὰ τὸ δαίω, τὸ σφάζω καὶ κόπτω, γίνεται ὄνομα δάϊς βαρύτονον· (Καλλίμαχος, Ἐς δάϊν ἐρχομένων,) καὶ ἐκτάσει τοῦ α εἰς η, δῆϊς· καὶ πλεονασμῷ τοῦ
40ρ, δῆρις. Ἐκ τούτου γίνεται ῥῆμα δηρίω καὶ δηριῶ,
40περισπώμενον καὶ βαρύτονον· ὡς κόνις κονίω, δῆρις
40δηρίω καὶ δηριῶ· οἷον, Δὴ τότε δηριόωντο Ποσειδάων καὶ Ἀπόλλων. Δία: Ἡ Νάξος οὕτως πρότερον καλουμένη. Ὅ‐ μηρος, Δίῃ ἐν ἀμφιρύτῃ.
45Ἀπὸ τῆς Διὸς γενικῆς· διότι ἐν αὐτῇ ἐτράφη ὁ Ζεύς. Καλλίμαχος, Ἐν Δίῃ· τὸ γὰρ ἔσκε παλαίτερον οὔνομα Νάξῳ. Διαβασιλίζεται: Τῆς βασιλείας ἀντιποιεῖται. Διάβολος: Παρὰ τὸ διαβάλλειν. Τὰ δὲ παρὰ

266

(50)

τὸ βάλλω συγκείμενα διὰ τοῦ ο μικροῦ γράφεται·

266

(50)

οἷον, ἐλαφηβόλος, ἑκατηβόλος. Καὶ διάβολοι, ἀπατητικοί.
Διαβούλιον: Οὐδέτερον ὑποκοριστικόν· παρὰ τὸ βουλὴ βούλιον καὶ διαβούλιον. Προπαροξύνεται. Πᾶν εἰς ΟΝ οὐδέτερον καθαρὸν μονογενὲς τῷ ι μόνῳ
55παραληγόμενον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται,
55εἴτε κύριον, εἴτε προσηγορικὸν, εἴτε ὑποκοριστικόν. Διαίνω: Τὸ βρέχω, τὸ ὑγραίνω. Ὅμηρος, δίαινε δέ μιν μέλαν ὕδωρ.

267

Κυρίως τὸ ἐκ Διὸς βρέχεσθαι. Διὸς διῶ, διαίνω, ὡς μιῶ, μιαίνω. Δίαιτα: Δαὶς δαιτὸς δαῖτα, καὶ δίαιτα. Διαιτηταί: Κριταί· καὶ διαιτεῖν, διακρίνειν.
5Διαείσεται: Γνωρίσει, διαγνώσεται, γνώσει,
5μαθήσεται. Ἰλιάδος θʹ, Αὔριον ἣν ἀρετὴν διαείσεται. Διαδικασία: Οὐχ ἁπλῶς πᾶσα δίκη, ἀλλ’ ἐν αἷς περί τινος ἀμφισβήτησίς ἐστι. Λέγεται διαδι‐ κάσαι τις πρὸς τὸ δημόσιον, ὡς ὀφειλομένων αὐτῷ
10χρημάτων ἐν τῇ δημευθείσῃ οὐσίᾳ. Διογενιανός· ἡ
10ἐπίκρισις τοῦ ἐπιτηδείου πρὸς λειτουργίαν καὶ εἰς τἄλλα. Διακέκοπται: Οἷον ἀδοκίμαστόν ἐστι. Διέ‐ κοπτον γὰρ τὸ ἀδόκιμον νόμισμα οἱ παλαιοί. Διαβούλια: Τὰ ἐκ λογισμῶν ἀτόπων πταί‐
15σματα.
15Διακναιόμενος: Ξεόμενος, ἢ λυπούμενος· καὶ
15διακεκναισμένη, διεφθαρμένη. Διακλιμακίσας: Διαπαλαίσας. Κλίμαξ γὰρ καὶ κλιμακισμὸς, πάλαισμα ποιόν. Διακαυνιάσαι: Διακληρῶσαι. Καῦνος γὰρ λέγεται ὁ κλῆρος. Κρατῖνος Πυτίνῃ,
20 Ἀπὸ προτέρου τὸν καῦνον ἀριθμήσεις. Καὶ ἐγὼ, ὡς Καυνίων μάλιστα χρωμένων. Διαγράψαι: Ἀντὶ τοῦ ἀνελέσθαι τὸ ἔγκλημα. Λέγεται δὲ διαγράψαι καὶ τὸ διαξύσαι· ἀπὸ τῶν περιγεγραμμένων καὶ περαιουμένων.
25Διακουράζεσθαι: Τὸ ἀγενὲς βλέπειν· παρὰ τὸ
25διάγειν τὰς κόρας τῶν ὀφθαλμῶν, καὶ μὴ ἐπ’ εὐθείας βλέπειν· ἢ τὸ ἀτενὲς, διὰ τὸ τοὺς ὀφθαλμοὺς κόρας λέγεσθαι. Διακωδωνισθέντες: Διαφημισθέντες. Ἐπι‐ πλεῖστον ἐπὶ τῶν διαπαιζομένων λαμβάνεται· τέ‐
30τακται δὲ καὶ ἐπὶ τοῦ διαπειραθέντες. Οὕτω Λυ‐
30σίας. Ἀπὸ τῶν ἵππων μετενήνεκται· εἰώθασι γὰρ οὕτω δοκιμάζειν τοὺς γενναίους ἵππους, εἰ μὴ κατα‐ πλήσσονται τὸν ἐν τῷ πολέμῳ θόρυβον, τοὺς κώδωνας ψοφοῦντες. Διακριδόν: Διακεκριμένως, ἐν διακρίσει, ἐξ
35ἐπικρίσεως. Διακρινθεῖτε: Ἄλλοι δὲ διακρινθεῖτε τάχιστα, Ἰλιάδος γάμα, ἀντὶ τοῦ διαχωρισθείητε. Τὸ θέμα, διακρίνω· κρινῶ, κέκρικα, κέκριμαι, ἐκρίθην· κρινθεὶς
40κρινθέντος, κρινθείην. Ἢ ἐκ τοῦ διεκρίθην, πλεο‐
40νασμῷ τοῦ ν ποιητικῶς γίνεται διεκρίνθην· τὸ εὐκτι‐
40κὸν, διακρινθείημεν, διακρινθείητε· καὶ κατὰ συγκο‐ πὴν, διακρινθεῖτε, ὡς τὸ διακοσμηθεῖμεν ἐκ τοῦ κοσμηθείημεν κατὰ συγκοπήν. Εὐκτικὸν παθητικοῦ πρώτου ἀορίστου. Διεκωδώνισε: Διεπείρασεν· ἐπειδὴ περιϊόντες
45τοὺς περιβόλους τοῖς κώδωσιν οἱ τειχοφυλακοῦντες ἀπόπειραν ἐποιοῦντο τοῖς τεταγμένοις φυλάττειν. Ζήτει εἰς τὸ διεσαρδάνωσε. Διάθεσις: Ἐχρῶντο τῇ διαθέσει οἱ ῥήτορες ἐπὶ γνώμης ἢ διανοίας τῶν δρώντων, καὶ ἐπὶ τοῦ διαθεῖναι

267

(50)

λόγον, καὶ ἐπὶ τοῦ ἐξαγγεῖλαί τι, καὶ ἐπὶ διακοσμή‐ σεως. Καὶ διατίθεσθαι, διαθήκας γράφειν· λαμ‐ βάνεται καὶ ἐπὶ τοῦ πωλεῖν τὰ προσόντα, καὶ ἐπὶ τοῦ πάσχειν. Διαβήτης: Ὄργανόν τι τεκτονικόν.
55 Διάγειν: Παρέλκειν, καὶ ἐξαπατᾶν. Διαγραφή: Ἡ συνθήκη· καὶ ἐπὶ ζωγραφικοῦ πίνακος.

268

Διακίγκλισον: Διάσεισον· κίγκλος δὲ, ὄρ‐ νεον, ἡ καὶ σεισοπυγίς. διακρία, καὶ διακριεῖς, οἱ Εὐβοεῖς, ἀπὸ ὄρους τῆς Εὐβοίας. Εἴρηται, ὅτι ἔν τινι ὄρει τῆς Εὐβοίας
5διεκρίθησαν πρὸς ἀλλήλους περὶ τοῦ καλλίστου τῶν γεγονότων Ἥφαιστος καὶ Ἑρμῆς καὶ Ἀθηνᾶ· καὶ Ἥφαιστος μὲν, ὅτι ἄνθρωπος θαυμάσιον θεῶν ἔργον· Ἑρμῆς δὲ, οἰκίαν χρησιμώτατον· Ἀθηνᾶ δὲ, βοῦν. Ἀπὸ τῆς διακρίσεως οὖν τό τε χωρίον καὶ οἱ Εὐβοεῖς
10ἀπὸ μέρους ὠνομάσθησαν.
10 Διάκτορος: Παρὰ τὸ διάγω, διῆκται, διάκτωρ διάκτορος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν· ὁ τοὺς λόγους διάγων. Ὅμηρος, διακτόρῳ Ἀργειφόντῃ. Ἄγοντι τὰς ἀγγελίας τῶν θεῶν, ἀγγελιαφόρῳ, ἢ
15διατόρῳ καὶ σαφεῖ κατὰ τὸ λέγειν, καὶ διαγγέλλοντι
15καὶ σημαίνοντι τὰς ἀγγελίας· ἐκ τοῦ τορῶ, τὸ σαφη‐ νίζω· ἀφ’ οὗ Ἀριστοφάνης, Εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι. Γίνεται οὖν διάτορος, καὶ πλεονασμῷ τοῦ κάππα, ὁ διασαφηνίζων ἐν τῷ λέγειν. Ἐπὶ δὲ τοῦ Ἑρμοῦ
20φασὶ παρὰ τὸ κέαρ τῶν τετελευτηκότων κομίζειν· ἢ
20ὁ διάγων τὰς ψυχάς· τοῦ γὰρ Ἑρμοῦ ἐπίθετον· παρὰ δὲ τοῖς ἄλλοις ποιηταῖς ἁπλῶς ἐπὶ τοῦ διακόνου τί‐ θεται. Καλλίμαχος ἐπὶ γλαυκὸς τὸ ἐπίθετον, Ἀλλὰ θεῆς ἥτις με διάκτορον ἔλλαχε Παλλάς. Διάκονον καὶ διαγωγέα τῶν ψυχῶν.
25 Διάκονος: Ἀπὸ τοῦ ἐνέκω, τὸ φέρω καὶ προσε‐ νέγκω, ἐν συνθέσει, διαενέκω· καὶ ῥηματικὸν ὄνομα, διαένεκος· καὶ καθ’ ὑπέρθεσιν καὶ τροπῇ, διαέκονος· καὶ κράσει τοῦ α καὶ ε εἰς α μακρὸν διάκονος, ὁ διαφέρων τὰ κελευόμενα. Τινὲς παρὰ τὸ κονεῖν, τὸ
30ὑπηρετεῖν, καὶ ἐγκονεῖν, τὸ ἐπείγεσθαι· ὅθεν τὸ ἐγκο‐ νέουσαι. Διακορής: Μεμεστωμένος. Διακηρυκεύεται: Διὰ κηρύκων συνθήκας ἢ πρεσβείας ποιεῖται· παρὰ τὸ κήρυξ κήρυκος, κηρυ‐
35κεύω καὶ διακηρυκεύω.
35 Διάλεκτος: Ἤτοι καθ’ ἣν ἕκαστοι ἄνθρωποι διαλέγονται πρὸς ἀλλήλους κατὰ τὴν ἰδίαν συνήθειαν· ἢ ἀπὸ τοῦ διαλελέχθαι καὶ διακεκρίσθαι ἀπὸ τῶν ἄλλων· ἑκάστη γὰρ αὐτῶν διακέκριται τῆς ἑτέρας· ἀπὸ τοῦ ἐξηλέχθαι ὡς κρατιστεύουσα.
40 Διαμπάξ: Διόλου, διαπαντὸς, διηνεκῶς, ἐξεναν‐ τίας· ἀπὸ τοῦ διαρπάζω διαρπάξω, ἀποβολῇ τοῦ ω, καὶ τροπῇ τοῦ ρ εἰς τὸ μ. Διαμπερές: Διαμπὰξ, διόλου. Παρὰ τὸ πέρας, διαπέρας· κατὰ πλεονασμὸν τοῦ μ, καὶ μεταθέσει
45Ἰωνικῇ τοῦ α εἰς ε, διαμπερὲς, τουτέστι τὸ ἀπ’ ἀρχῆς ἕως τοῦ τέλους πέρας. Διαλείμματα: Διαστήματα, διαχωρίσματα· Θεὸς ἐν σαρκὶ, καὶ οὐκ ἐκ διαλειμμάτων ἐνεργῶν. Ὡς ἐν τῷ Προτρεπτικῷ ὁ ἅγιος Βασίλειος εἰς τὴν

268

(50)

Χριστοῦ γέννησιν.

268

(50)

Διαμῶ: Τὸ θερίζω· σχήματος συνθέτου, ἐκ τῆς διὰ προθέσεως καὶ τοῦ ἀμῶ, τὸ θερίζω· ἔστι δὲ δευ‐ τέρας συζυγίας· καὶ ὁ μέλλων, διαμήσω, διάμησε. Τὸ δὲ ἀμῶ, ἐξ τοῦ ἄμη, ὅπέρ ἐστι γεωργικὸν ἐργαλεῖον, ἡ λεγομένη δρεπάνη.
55 Διαμυλλαίνειν: Ἀριστοφάνης, διαμωκᾶσθαι τοῖς χείλεσιν· ἀπὸ τῶν μύλλων· μύλλαι γὰρ τὰ χείλη· καὶ μύσταξ. Ἢ τὸ ἐσθίειν, καὶ διακόπτειν καὶ διαστρέφειν τὰ χείλη.

269

Διαμυδαίνεται: Διαπηδᾷ, καὶ διαρρεῖ, καὶ διη‐ θεῖται. Διάνοια: Ἡ ἐνθύμησις, διάνοά τις οὖσα ἡ δια‐ νοουμένη.
5Διαμετρητός: Ἡ εὐθεῖα διαμετρητὸς, σχήμα‐
5τος παρασυνθέτου. Καὶ πόθεν διαχωρίζεται τὰ
5παρασύνθετα ἐκ τῶν συνθέτων; Ἐκ τῆς διαφορᾶς τοῦ τόνου. Τὰ μὲν γὰρ σύνθετα προπαροξύνεται, τὰ δὲ παρασύνθετα ὀξύνεται. Ταῦτα δὲ ὀξύνεται, ἐπειδὴ ἀπὸ ῥήματος ἔσχον τὴν σύνθεσιν· οἷον, ἐκλέγω, ἐκλεκτός· ἐπίλεκτος δὲ προπαροξύνεται, ὅτι ἀπὸ ὀνό‐
10ματος ἔσχε τὴν σύνθεσιν, ἐκ τῆς ἐπὶ προθέσεως, καὶ τοῦ λεκτός. Οὕτως οὖν καὶ διαμετρῶ διαμετρήσω, διαμετρητός. Διαπρύσιον: Ἤϋσε δὲ διαπρύσιον.
15Ἐξάκουστον, μέγα, καὶ διαβόητον. Παρὰ τὸ πεύ‐
15θομαι, ἐπυθόμην, πύσιον· καὶ πλεονασμῷ τοῦ ρ. Ἢ
ἀπὸ τοῦ περῶ περάσω, περάσιον· καὶ κατὰ συγκοπὴν, πράσιον· καὶ τροπῇ, πρύσιος, καὶ διαπρύσιος, ὡς μάθω, μῦθος, μύθιος. Διαπραθέειν: Διαπραθεῖν, ὡς τὸ φαγέειν.
20Τοῦτο ἀπὸ τοῦ πέρθω· ὁ δεύτερος ἀόριστος, ἔ‐
20πραθον.
20 Διαπαντός: Ἐπίρρημα χρόνου δωλωτικόν. Διαξιφίσασθαι: Ξίφεσι διαγωνίσασθαι, κυρίως· ἤδη [δὲ] καὶ τὸ μάχεσθαι. Διαπατταλευθήσῃ: Τρόπῳ βύρσης διαταθήσῃ παττάλοις.
25 Διαποδίζων: Βασανίζων, καὶ ἐπιμελῶς ἐξετά‐ ζων. Διαπεσεῖν: Τὸ ἐκ πολεμίων διασωθῆναι. Διαπτερῶσαι: Ἀνευρῦναι, διαστῆσαι. Διάτορον: Ὀξύτονον, ὀξύηχον, σαφές. Λέγεται
30καὶ ὁ στύραξ.
30 Διαυλία: Ὅταν δύο ᾄδωσι. Διαπηνικίζω: Ἀπατῶ· Κρατῖνος, Τοῦτον μὲν καλῶς διεπηνίκισας λόγον. Εἴρηται ἀπὸ τῆς πηνίκης, ἥ ἐστι περιθετὴ κόμη, ὡς ἡ φενάκη, ἣ τοὺς ὁρῶντας ἀπατᾷ, ὡς φύσει οὖσα.
35Τινὲς δὲ τὸ ποικίλλω ἐξηγοῦνται· ἀπὸ τῶν πηνῶν ἢ πηνίων, ὄντων ποικίλων· ἵν’ ᾖ πηνίζω, καὶ πηνικίζω. Διαπερδικίσαι: Διαλαλῆσαι, διαφυγεῖν. Διαπιθηκίσαι: Τὸ διαπαῖξαι· ἀπὸ τῶν πιθήκων· φιλοπαιγμονέστατον γὰρ τὸ ζῷον.
40 Διαπατταλεύω: Τὸ διερευνᾶν καὶ ζητεῖν ἐπιμε‐ λῶς· ἢ τὸ διατείνεσθαι παττάλοις, τρόπῳ βύρσης· ἀπὸ τῶν τὰς βύρσας διατεινόντων. Καὶ διαπεπατ‐ ταλευμένα, διεσφηκωμένα, ὥστε μηδὲ πάτταλον διεῖραί που διὰ πυκνότητα. Δύναται εἶναι ἀπὸ τῶν
45τοίχων τῶν μὴ ἐχόντων πασσάλου τόπον· οἷον ἐπ’ ἀκριβὲς ἠγμένα· ἡ μεταφορὰ ἀπὸ τῶν ψυχομένων δερμάτων. Διαρρήδην: Τὸ φανερῶς καὶ σαφῶς. Παρὰ τὸ ῥῶ, τὸ λέγω, ὁ μέλλων, ῥήσω· ἐξ αὐτοῦ ῥήδην· καὶ

269

(50)

ἐν συνθέσει, διαρρήδην καὶ ἐπιρρήδην.

269

(50)

Διαρραῖσαι: Ῥαίω, τὸ φθείρω· γίνεται ἀπὸ τοῦ φθαίρω Δωρικοῦ· τοῦτο ἀπὸ τοῦ φθείρω· οἱ γὰρ Δω‐ ριεῖς τὴν ΕΙ δίφθογγον εἰς ΑΙ τρέπουσι, τὸ κύπειρον κύπαιρον λέγοντες, καὶ τὸ εἴκεν, αἴκεν. Τὸ ΡΑΙ, δίφθογγον· ἢ ὅτι ἐκ τῆς παραγωγῆς αὐτὸ ἔσχηκεν,
55ἢ ὅτι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ διὰ τοῦ ΑΙΩ ῥή‐ ματα ἀσυναίρετα ὄντα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς ΑΙ διφθόγγου γράφεται· οἷον,

270

παλαίω. Ἀπὸ δὲ τοῦ φθαίρω, ἀποβολῇ τῶν δύο στοιχείων, αἴρω· καὶ μεταθέσει, ῥαίω. Διαρύτειν: Διαρύειν, διαντλεῖν· ὡς ἀρύτειν, τὸ
ἀντλεῖν.
5 Διαρρικνοῦσθαι: Τὸ τὴν ὀσφῦν φορτικῶς περι‐ άγειν. Κρατῖνος Τροφωνίῳ, Ξίφιζε καὶ σπόδιζε καὶ διαρρίκνου. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐρείκω, τὸ σχίζω, καὶ ἐρικνῶ· ἅμα γὰρ τῷ πλεονασμῷ τοῦ συμφώνου συνεστάλη ἡ
10δίφθογγος.
10 Δίας: Ὁ ἥρως, εἷς τῶν Τιτάνων. Παρὰ τὴν Διὸς γενικὴν, Δίας. Ἢ εἷς τῶν Πελοπιδῶν. Γίνεται παρὰ τὸ Δέος, Δεΐας· καὶ ἐν συναλοιφῇ, Δείας, διὰ τῆς ΕΙ διφθόγγου· ὁ δέος ἐμποιῶν. Διασία: Ἑορτὴ ἐπιτελουμένη ἐν Ἀθήναις, τῷ
15Διΐ· παρὰ τὰς ἄσας, τὰς ἀνίας· οἷον, μή μιν ἔδουσιν ἄσαι. Καὶ ἀσόμενος, ἡ μετοχή. Διασία οὖν, ἡ ἀποτρέ‐ πουσα τὰς ἄσας. Δίασμα: Ἡ πρώτη τοῦ ἱματίου ἐργασία. Καλ‐
20λίμαχος,
20διάσματα, φάρεος ἀρχήν.
20Ἀπὸ τῆς δαίσεως, τοῦ μερισμοῦ· ἐπεὶ τοὺς στήμονας διαμερίζουσι. Δέδασμαι οὖν, δάσμα· καὶ πλεο‐ νασμῷ τοῦ ι, δίασμα. Ἢ παρὰ τὸ ἄσσω, ἄσσα, καὶ ἆσμα, καὶ δίασμα. Τοῦτο τὸ ἄσσω γίνεται Αἰολικῶς ἄζω· καὶ ἄζομαι καὶ διάζομαι. Οἱ γὰρ
25Αἰολεῖς τὰ δύο ΣΣ εἰς ζ τρέπουσιν. Οὕτως γὰρ καὶ τὸ μέσσων, ἀπὸ τοῦ μέγας, μέζων φασὶ καὶ μείζων· καὶ τὸ ὀλίσσων, ἀπὸ τοῦ ὀλίγος, ὀλίζων. Διασφάξ: Ὁ διεστὼς τόπος. Ἡρόδοτος· Τοῦ ὄρεος ἔστι διασφάξ.
30Καὶ,
30Διὰ τῆς διασφάγος Ἀσωπὸς ῥεῖ.
30Εἴρηται ὡς ἀπὸ τοῦ θερίζω θρίζω θρὶξ, βαστάζω
30βαστάξω, βαστὰξ, καὶ νεκροβάσταξ· οὕτως ἀπὸ τοῦ σπῶ σπάζω σπάξω, σπὰξ, καὶ σφὰξ, καὶ δια‐ σφάξ. Διασείστους: Ἐοίκασι ὠνομάσθαι οἱ διάσειστοι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα
35βάλλεσθαι, ἵν’ ἀκακούργητοι μᾶλλον ὦσι.
35 Διασεσοβημένος: Τεταραγμένος, ἄτακτος, τε‐ θορυβημένος· σοβεῖν γὰρ τὸ τρέχειν· παρὰ τὸ σεύω ῥῆμα, ἢ σῶ, ὃ σημαίνει τὸ ὁρμῶ. Διασαλακώνισον: Ἀντὶ τοῦ διάθρυψαι, διαγαυ‐ ρίασον. Ἀριστοφάνης,
40Τρυφερόν τι διασαλακώνισον.
40σαλάκωνας γὰρ ἐκάλουν τοὺς διαθρυπτομένους. Ἀπὸ τοῦ σαλοῦσθαι, ὅ ἐστιν ἁβρῶς διαβαίνειν, καὶ οἱονεὶ σείεσθαι· παρὰ τὸν σάλον. Ὁρῶ γὰρ ὡς ὄμφακα διασαυλούμενον,
Ἀριστοφάνης.
45Διασαυλούμενος: Ἁβρυνόμενος καὶ διαθρυπτό‐
45μενος· παρὰ τὸν σαῦλον, τὸν τρυφερὸν καὶ γαῦρον. Σιμωνίδης ἐν ἰάμβοις, Καὶ σαῦλα βαίνων ἵππος ὡς κορωνίτης. Διαστέλλειν: Ἀντὶ τοῦ ἀποστέλλειν· οἷον, Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς.

270

(50)

Διασκανδικίσας: Τὸ διευριπιδίσας. Σκάνδιξ γὰρ λάχανον· ἡ δὲ μήτηρ Εὐριπίδου σκάνδικας ἐπί‐ πρασκεν. Διαστήτην: Διέστησαν καὶ διεχωρίσθησαν. Ἀπὸ τοῦ ἵστημι, ὁ δεύτερος ἀόριστος, ἔστην· τὸ
55τρίτον τῶν δυϊκῶν, στήτην. Ἡ τῶν δυϊκῶν χρῆσις τοῖς Ἀττικοῖς ἁρμόζει. Διατοῦτο: Δεικτικὴ ἀντωνυμία, ἢ μᾶλλον ἐπίρ‐ ρημα δεικτικόν.

271

Διατάχους: Ἐπίρρημα ἐπιτάσεως· ἐκ τῆς διὰ προθέσεως καὶ τοῦ τάχους. Δίας: Ὡς ἀπὸ τοῦ δράκων δράκοντος, δρακον‐ τίας, οὕτω καὶ ἀπὸ τοῦ Διὸς γίνεται Διΐας· καὶ
5κράσει, Δίας. Ἰστέον δὲ ὅτι τὸ Δίας καὶ Θείας διὰ τοῦ ΝΤ κλίνονται· τὸ δὲ Θεΐας καὶ Διΐας, ἰσο‐ συλλάβως. Διαπαντός: Ἐπίρρημα τοπικόν. Δι’ ἀσπίδεος: [Κράτης λέγει,] ὅτι τινὲς μὲν ἀπὸ
10τοῦ α ποιοῦνται τὴν διαστολὴν, ἵν’ ᾖ, δι’ ἀσπίδεος
10πεδίου, ἀσπίδα τὸ πεδίον εἰρηκότες, τουτέστιν ἐπι‐ μήκους καὶ μακροῦ, ἢ πλατέος καὶ περιφεροῦς, ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος, διὰ [τὸ] τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου τέρματος, ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. Ἄλλοι
15δὲ ἐκδέχονται οἱονεὶ τοῦ ἔχοντος πολλὰς ἀσπίδας ἐκ τῶν νεκρῶν, καθότι ἐπιφέρει, ἀνά τ’ ἔντεα καλὰ λέγοντες, ἐν ᾧ τῶν ἀνῃρημένων αἱ ἀσπίδες ἔκειντο. Οἱ δὲ φασὶ σπιδέος, πολλοῦ καὶ μακροῦ· καὶ γὰρ
20Αἰσχύλος πολλάκις οὕτως ἔχειν τὴν λέξιν τί‐
20θησιν· οἷον,
20σπίδιον μῆκος ὁδοῦ.
20καὶ Ἀντίμαχος, οὐδὲ σπιδόθεν προνοῆσαι. ἀντὶ τοῦ μακρόθεν. Καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος· Κράτης δὲ προκρίνει τὴν δίχα τοῦ α γραφὴν καὶ Ζηνόδοτος· καὶ φησὶ, σπιδέος, τουτέστιν ἀπόρου
25καὶ τραχέος καὶ μεγάλου. Καὶ Ἀμερίας δὲ λέγει
25σπιδέος τοῦ πολλοῦ καὶ εὐρέος καὶ μεγάλου. Κἀγὼ
25δὲ συγκατατίθεμαι τοῖς ἀνδράσιν· ὁρῶ γὰρ πολλὴν
25τὴν χρῆσιν παρὰ ἀρχαίοις.
Διατρύγιος: Τῶν ἅπαξ εἰρημένων, καὶ διαφόρως λαμβάνεται. Ἤτοι γάρ φησιν, ἀμπέλου τοιοῦτοι
29ὀρχοὶ, ὥστε ἐν τῷ μεταξὺ σπείρεσθαι τρύγη· τρύγη
30δὲ ὁ Δημητριακὸς καρπός· ἵν’ ᾖ διατρύγιος, διὰ
30μέσου τρύγῃ κατασπειρόμενος· ἢ ὁ ἐκ διαφόρων ἀμ‐ πέλων καταπεφυτευμένος, πρωΐμων καὶ ὀψίμων, ὡς ἐν διαφόρῳ καιρῷ τρυγᾶσθαι· ἢ τρυγήσιμος. Διάττειν: Ὁρμᾶν, διατρέχειν, ἢ δάκνειν· οἷον διαθεῖν· ἀπὸ τοῦ θέω, τὸ τρέχω, τροπῇ τοῦ θῆτα, καὶ
35πλεονασμῷ ἑτέρου τ. Ζήτει εἰς τὸ σήθω. Διαττᾶν: Τὸ διασήθειν· ἀπὸ τοῦ σῶ ῥήματος. ἔνθεν τὸ σήθω, ὡς κνῶ κνήθω, καὶ νῶ νήθω. Διασσᾶν οὖν ἦν, καὶ διαττᾶν Ἀττικῶς. Διατρίβειν: Παρασύρειν, παρέλκειν, ἀναβάλ‐
40λεσθαι, ἐμποδίζειν, κωλύειν. Διάτορον: Ἐπίρρημα ἐστίν. Δίαυλον: Ζήτει εἰς τὸ στάδιον. Διαφρῶ: Σημαίνει τὸ διακομίζω καὶ εἰσιέναι καὶ ἀφιέναι ποιῶ. Εἴρηται παρὰ τὸ ὧ, ὃ σημαίνει τὸ
45ἀφίημι· ὅπερ καὶ ἀφῶ λέγεται, καὶ προῶ· εἶτα κατὰ συγκοπὴν, πρῶ φρῶ· καὶ κατὰ δευτέραν σύνθεσιν, διαφρῶ, καὶ εἰσφρῶ. Ἀριστοφάνης, Τῶν μηρίων τὴν κνίσαν οὐ διαφρήσεται. Γέγονε δὲ ἡ τροπὴ τῆς πρὸ, ὡς ἐν τῷ προοίμιον,

271

(50)

φροίμιον· πρόουρος, φρουρός.

271

(50)

Διαφρυκτοῦν: Τὸ διαψηφίζειν, ἢ διακληροῦν. Εἴρηται ἀπὸ τῶν κυάμων, δι’ ὧν τὸ παλαιὸν ἐψηφί‐ ζοντο· ὕστερον γὰρ ταῖς ψήφοις ἐχρήσαντο. Τοὺς δὲ κυάμους φρυκτοὺς ἐκάλουν· καὶ τοὺς θαλλοὺς, δι’ ὧν ἱκέτευον.
55 Διαψαίρουσι: Διαπνέουσι· ψαίρειν γὰρ τὸ πνεῖν οἱ ναυτικοὶ λέγουσι. Διαψαίρουσα: Διασύρουσα. Καὶ Τιμόθεος τὴν ἐκλυομένην καὶ καταρρέουσαν. Σημαίνει καὶ τὴν

272

ἠρεμαίαν. Εὐριπίδης ἐπὶ τοῦ καθαίρειν· οἷον, Γλώσσῃ διαψαίρουσα μυκτήρων τόπους. Δίγονος μάσθλης: Διπλοῦς ἱμάς· ἢ ὅτι οὐ μόνον κατὰ τὴν βαφὴν ἦν τοιοῦτος, ἀλλὰ καὶ ἀπὸ
5τοῦ αἵματος ἐκέχρωστο. Σοφοκλῆς Ἀνδρομέδᾳ, Ἰδοὺ δὲ φοινὸν μάσθλητα δίγονον. Ἐκ τοῦ Ῥητορικοῦ. Ὁ δύο χρώμασι κεχρωμένος. Διδάσκω: Δαίω, τὸ ἐπίσταμαι· ὁ μέλλων, δαίσω· πλεονασμῷ τοῦ κ, δαίσκω, ὡς μεθύσω μεθύσκω· καὶ
10κατὰ ἀναδιπλασιασμὸν, διδαίσκω, ὡς τρώσω, τρώσκω, καὶ τιτρώσκω· καὶ ἀποβολῇ τοῦ ι, διδάσκω· οὐδέ‐ ποτε γὰρ τὰ εἰς ΚΩ ῥήματα κοινὰ ὄντα διφθόγγῳ τῇ διὰ τοῦ ι παραλήγεται. Ὅθεν ἐπίμεμπτος Ἀρί‐ σταρχος τὸ,
15Αἴκέ σε τῷ εἴσκοντες,
15διὰ τῆς ΕΙ διφθόγγου γράφων, δέον διὰ τοῦ ι. Πρόσ‐ κειται, “κοινά·” διὰ τὰ Αἰολικά. Οἱ γὰρ Αἰολεῖς θναίσκω καὶ μιμναίσκω διὰ τῆς ΑΙ διφθόγγου λέ‐ γουσιν. Ἡρωδιανὸς δὲ λέγει, ὅτι Χρύσιππος φησὶ παρὰ τὸ ἀσκεῖν, τὸ σημαῖνον τὸ διδάσκειν τὶ, ἀσκῶ,
20διάσκω· καὶ ἐπενθέσει τοῦ δ, διδάσκω. Ἀπὸ δὲ τοῦ διδάσκω, διδάσκαλος, ὡς ἵξω, ἵξαλος. Ἢ παρὰ τὸ διδόναι τὸ καλόν. διδάσκαλον οὐ καθηγητὴν λεκτέον. Ἰδίως δὲ διδασκάλους λέγουσιν οἱ Ἀττικοὶ τοὺς ποιητὰς
25τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν, ἢ τῶν τραγῳδιῶν,
25ἢ τοὺς μουσικούς. Ἐκ τοῦ δαίω, δαίσω, δαίσκω, τὸ μανθάνω, ὡς ὀλέσω, ὀλέσκω· καὶ ὅτι τὰ εἰς ΚΩ ῥήματα οὐ θέλουσι παραλήγεσθαι τινὶ ἀνεκφωνήτῳ, γίνεται δάσκω· καὶ μετάγεται εἰς ἐνεστῶτα· καὶ διπλασιασμῷ, διδάσκω. Διατί ἀναδιπλασιάζει;
30Ἐπειδὴ ὁ διδάσκων διπλοῦς θέλει εἶναι. Διδύμους: Παρὰ τῷ ποιητῇ ἀκούουσι διδύμους τοὺς διφυεῖς, ὡς αὐλοὶ δίδυμοι· διδυμάονας δὲ, οὓς ἡμεῖς διδύμους. Δίδυμοι: Δύο. Διογενιανός.
35 Δίδυμος: Ὁ ὄρχις. Παρὰ τὸ δύο, δύμος· καὶ ἐν διπλασιασμῷ, δίδυμος. Τὸ δὲ δύο, ἀριθμοῦ ση‐ μαντικόν. Ἢ παρὰ τὸ δὶς ἐπίρρημα, γίνεται δισσὸς καὶ δίσσυμος· καὶ κατὰ ἀντίθεσιν, δίδυμος. Δίδυμος: Ὁ μεθ’ ἑτέρου τεχθεὶς ἐκ μιᾶς συλ‐
40λήψεως. Παρὰ τὸ δύω δύνω, δίδυμος, ὁ σὺν ἑτέρῳ ἐξελθὼν τῆς γαστρός. Δύω δύμος δίδυμος. Διδύμη: Νῆσος μία τῶν Αἰολίδων. Εἴρηται ἀπὸ τοῦ σχήματος, διττή πως φαινομένη. διδυμαῖος ὁ Ἀπόλλων καὶ διδυμεύς· ἀπὸ τῶν
45ἐν Μιλήτῳ Διδύμων. Καλλίμαχος, Φοῖβέ τε καὶ Ζεῦ Διδύμων γενάρχα. Δίδωμι: Ἐκ τοῦ δῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν, διδῶ· καὶ ἐξ αὐτοῦ παράγωγον ῥῆμα εἰς ΜΙ, δίδωμι. Ἀτὰρ καὶ δῶρα διδώσομεν.

272

(50)

Ἔστι δὲ ποιητικὸν κατὰ ἀναδιπλασιασμόν· ἀπὸ τοῦ δώσομεν, διδώσομεν· διδοῦσι περισπωμένως, ἐκ τοῦ διδόω διδῶ. Διδώ: Ἡ ἐρασθεῖσα Αἰνείου ἡρωΐς. Φασὶ δὲ αὐτὴν Ἐλέσσαρ ἤτοι Ἐλίσσαν ὀνομαζομένην κλη‐
55θῆναι ὕστερον τῇ Τυρίων φωνῇ Διδὼ, διὰ τὸ πολλὰ
55πλανηθῆναι ἀπὸ Φοινίκης ἀπάρασαν ἐπὶ Καρχηδόνα. Τῇ γὰρ Φοινίκων φωνῇ τὴν πλανῆτιν Διδὼ προσαγο‐ ρεύουσι. Πυρὰν γὰρ αὐτὴν ἀνάψασαν καὶ ἑαυτὴν

273

τῷ πυρὶ ἐμβαλοῦσαν οἱ Τύριοι κλάοντες, καὶ τὴν πυρὰν περιερχόμενοι, Διδὼ ἀνεκάλουν, ὅ ἐστι πλα‐ νῆτιν. Δίδη: Ἀπὸ τοῦ δέω, διδῶ· παράγωγον δίδημι,
5τὸ δεσμῶ· ὁ παρατατικὸς, ἐδίδην, ἐδίδης, ἐδίδη·
5ὅθεν καὶ,
5 δίδη μόσχοισι λύγοισιν. Ἀντὶ τοῦ ἔδησε ταῖς ἁπαλαῖς λύγοις, καὶ τοῖς βλα‐ στήμασι τοῖς ἁπαλοῖς ἐδέσμευσεν, Ἰλιάδος λʹ. Δίε: Δείω, τὸ φοβοῦμαι· ὁ δεύτερος ἀόριστος, ἔδιον, ἔδιες, ἔδιε, καὶ δίε·
10Περὶ γὰρ δίε ποιμένι λαῶν.
10Ἐδεδοίκει. Δίεπε: Ἐδίωκεν, ἢ διέτασσεν, διεκόσμει· διέπω, τὸ εὐτρεπίζω· ἢ ἕπω, τὸ ἀκολουθῶ, καὶ διέπω· ὁ
μέσος παρακείμενος, διεῖπα. Δίεσθαι: Ἡ παράδοσις προπαροξύνει. Ἀπὸ
15τοῦ διῶ, τοῦ σημαίνοντος τὸ διώκω, γίνεται παράγωγον δίημι· τὸ παθητικὸν, δίεμαι· τὸ τρίτον, δίεται· καὶ τὸ ἀπαρέμφατον, δίεσθαι. Ὦρτο δίεσθαι. Διώκειν. Καὶ
20δηίους προτὶ ἄστυ δίεσθαι.
20Ἢ ἀπὸ τοῦ δίω βαρυτόνου, σημαίνοντος τὸ διώκω.
20Καὶ δίενται, διώκονται.
20 Διεξίμεναι: Διεξελθεῖν. Ἀπὸ τοῦ διεξιέναι, προσθέσει τοῦ μ, διεξίμεναι. Διέφθορας: Ἀντὶ τοῦ διέφθαρσαι· ἀπὸ τοῦ φθείρω μέσου παρακειμένου. Διέφρασαι: Παρὰ Ἴβυκι. Ἔστιν ἔφθαρσαι·
25καὶ κατὰ πάθος, ἔφαρσαι· καὶ καθ’ ὑπέρθεσιν, ἔφρα‐ σαι, καὶ διέφρασαι. Διέτμαγεν: Τμήγω, τὸ κόπτω· ὁ μέλλων, τμήξω· ὁ μέσος παρακείμενος, ἔτμηγα· ὁ δεύτερος ἀόριστος, ἔτμαγον· ὁ παθητικὸς, ἐτμάγην· καὶ τὸ τρίτον τῶν
30πληθυντικῶν κατὰ συγκοπὴν, ἔτμαγεν, διὰ τοῦ ε· καὶ ἐν συνθέσει, διέτμαγεν, ἀντὶ τοῦ διεχωρίσθη· ἡ μετα‐ φορὰ ἀπὸ τῶν τεμνομένων σωμάτων· διεσχίσθη. Διεσκαριφησάμεθα: Ἀντὶ τοῦ διελύσαμεν· σκάριφον γὰρ ἐστὶ τὸ κάρφος καὶ φρύγανον· ἔστι δὲ
35τὰ τοιαῦτα εὐδιάλυτα καὶ εὐφύσητα. Οὕτως Ἰσο‐ κράτης. Ἢ σκαριφήσασθαι ἐστὶ τὸ ἐπισεσυρ‐ μένως τὶ ποιεῖν, καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν Διεκρανώσατε: Σημαίνει τὸ ἀνεῴξατε. Παρὰ
40τὸ κάρα, διεκαρανώσατε. Καρανῶ, καὶ διακαρανῶ.
40Δοκεῖ γὰρ τῶν πίθων ἡ ἀλοιφὴ κάρα εἶναι. Οὕτως Ἀμάραντος ὑπομνηματίζων τὸ ἡδύλλιον Θεοκρίτου, οὗ ἡ ἐπιγραφὴ Λυκίδας, ἢ Θαλύσια. Διεδοιδύκισε: Διέγραψε τῇ χειρὶ, στρογγύλην αὐτὴν ποιήσας ὡς δοίδυκα. Ἢ διέτριψεν. Ἐκ τοῦ
45Ῥητορικοῦ.
45 Διεσαρδάνωσε: Διεγέλασεν· οὐκ ἐπὶ διαχύσει, ἀλλ’ οἱονεὶ σαρδάνιον γέλωτα. Διεκωδώνισεν: Ἀντὶ τοῦ διεπείρασε καὶ ἐξή‐ τασεν. Ἡ δὲ μεταφορὰ ἢ ἀπὸ τῶν περιπολούντων τοῖς κώδωσι τὰς φυλακὰς νυκτὸς, ἢ ἀπὸ τῶν δοκιμα‐

273

(50)

ζόντων τοὺς μαχίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος· ἢ ἀπὸ τῶν ἵππων· εἰώθασι γὰρ οὕτως δοκιμάζειν τοὺς γενναίους ἵππους, εἰ μὴ καταπλήσσονται. Διεσμιλευμένον: Διεσχισμένον, ἠκριβωμένον, ἐξεσμένον, περικεκαθαρμένον.
55 Διεσποδήσατε: Διεσείσατε, διετινάξατε. Διευκρινησάμενος: Διαλυσάμενος· ἀπὸ τοῦ εὖ διακρίναι.

274

Διερός: Ὁ ὑγρός. Καλλίμαχος, διερὴν δ’ ἀπεσείσατο λαίφην. Λέγεται διερὸς καὶ ὁ ζῶν ἐκ μεταλήψεως· Ὅμηρος, Οὐκ ἔσθ’ οὗτος ἀνὴρ διερὸς βροτός.
5Τουτέστι ζῶν καὶ ἐρρωμένος, Ὀδυσσείας ζʹ. Οἱ
5γὰρ ζῶντες ὑγροὶ, αὖοι δ’ οἱ τεθνεῶτες. Παρὰ τὸ διαίνω, τὸ ὑγραίνω, γίνεται διαρὸς, ὡς μιαίνω, μιαρός· λιπαίνω, λιπαρός· καὶ τροπῇ, διερός. Διερῷ ποδὶ, Ὀδυσσείας ιʹ, μεταφορικῶς τῇ νηΐ· καὶ γὰρ ἁλὸς
10ἵππους τὰς ναῦς καλεῖ τροπικῶς. Οἱ δὲ, τῷ ὀξεῖ
10καὶ ταχεῖ· ἢ τῷ θαλασσίῳ· διερὸν γὰρ, χλωρὸν, βεβρεγμένον. Δίζω καὶ δίζομαι: Τὸ ζητῶ· διζημένη, ζη‐ τοῦσα. Παρὰ τὸ δίς ἐπίρρημα· ἀφ’ οὗ τὸ διστά‐ ζειν· καὶ ἀπὸ τοῦ δοιὸς, δοιάζειν. Ὀρθῶς οὖν τὸ
15δίζω παρὰ τὸ δίς· ὁ γὰρ ζητῶν, ἐν διχονοίᾳ ὢν, ζητεῖ·
15ὁ γὰρ εἰδὼς οὐ διχονοεῖ, ἀλλ’ ἁπλῇ χρῆται γνώμῃ. Διηγῶ: Ἐκ τῆς διὰ προθέσεως καὶ τοῦ ἄγω· τὰ δὲ παρὰ τὸ ἄγω συντεθειμένα διὰ τοῦ η γράφεται, ξυληγῶ, στρατηγῶ, ὁδηγῶ· διηγῶ· ὁ μέλλων, διη‐ γήσω.
20 Διηνεκές: Διηνεκὲς, τὸ ἐπίμηκες καὶ ἀδιάλει‐ πτον. Παρὰ τὸ ἓν τὸ ἀριθμητικὸν, ἑνεκὲς, τὸ ἡνω‐ μένον καὶ ἀδιάστατον· μετὰ ἐκτάσεως καὶ συνθέσεως, διηνεκές. Ἢ παρὰ τὸ ἐνέκω, ἐνεκὲς καὶ διενεκές· καὶ μεταθέσει τοῦ ε εἰς η, διηνεκές. Ἢ παρὰ τὸ
25διήκω, τὸ ἐκτείνω, διηκής· καὶ πλεονασμῷ τῆς ΝΕ
25συλλαβῆς.
25 Διήρης: Ὁ ὑπερῷος οἶκος. Εὐριπίδης ἐν Φοι‐ νίσσαις, μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον. Ἀπὸ τοῦ δὶς, διήρης· ἵν’ ᾖ ὁ διστεγής. Ἀπολλό‐ δωρος δὲ καὶ τὰς ναῦς, τὰς ἐχούσας δύο ἢ καὶ τρεῖς
30στέγας, διήρεις καὶ τριήρεις λέγει. Ἢ ἀπὸ τοῦ δύο
30διήρεις, ὥσπερ παρὰ τὸ μόνος μονήρης. Καταχρη‐
30στικῶς δὲ λέγεται οὐ μόνον τὸ διστεγὲς, ἀλλὰ καὶ τὸ ὁπόσων ἂν ᾖ στεγῶν· ὥσπερ καὶ διέδρον ἐπὶ πλειόνων λέγεται. Διήρεσα: διήρεσα χερσὶν ἐμῇσιν.
35Ἰστέον ὅτι τὸ διήρεσα ἀντίκειται κατὰ τὸν μέλλοντα,
35ἀπὸ τοῦ ἐρέσσω γινόμενον· ἐρέσω γὰρ ὁ μέλλων· καὶ
35ὤφειλεν εἶναι ἐρέξω· τὰ γὰρ διὰ δύο ΣΣ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα διὰ τοῦ ξ ἐκφέρονται κατὰ τὸν μέλλοντα· χωρὶς τοῦ πάσσω, πάσω· πλάσσω, πλάσω.
Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι καὶ τοῦτο σεσημειωμένον ἐστίν. Ἡρωδιανὸς δὲ φησὶν, ἀπὸ περισπωμένου τοῦ
40ἐρῶ· ὁ μέλλων, ἐρέσω, ὡς τελῶ τελέσω· ὁ ἀόριστος, ἤρεσα, καὶ διήρεσα. Διήφυσε: Διέκοψεν· ἀπὸ τοῦ διαφύσσειν, ἢ ἀφύσσειν, ὅ ἐστιν ἀντλεῖν. Ὁ γὰρ ἀντλῶν δια‐ κόπτει τὸ ἀντλούμενον.
45Δίζυγες: Ἐζευγμένοι.
45Διθύραμβος: Ὁ Διόνυσος. Ἐπίθετόν ἐστι τοῦ
45Διονύσου, ὅτι ἐν διθύρῳ ἄντρῳ τῆς Νύσσης ἐτράφη· καὶ ὁμωνύμως τῷ θεῷ ὁ εἰς αὐτὸν ὕμνος. Ἢ ἀπὸ τοῦ δύο θύρας βαίνειν, τήν τε κοιλίαν τῆς μητρὸς Σεμέλης, καὶ τὸν μηρὸν τοῦ Διός· ἀπὸ τοῦ δεύτερον τετέχθαι, ἀπό τε τῆς μητρὸς, καὶ ἀπὸ τοῦ μηροῦ τοῦ

274

(50)

Διός· ἵν’ ᾖ ὁ δὶς θύραζε βεβηκώς. Πίνδαρος δὲ φησὶ λυθίραμβον. Καὶ γὰρ Ζεὺς, τικτομένου αὐτοῦ, ἐπεβόα, “Λῦθι ῥάμμα, λῦθι ῥάμμα.” Ἵν’ ᾖ λυθί‐ ραμμος, καὶ διθύραμβος κατὰ τροπὴν καὶ πλεο‐ νασμόν. Ἡρωδιανὸς δὲ φησὶ τὰ προστακτικὰ μὴ
55συντίθεσθαι. Διϊππασία καὶ ἀνιππασία: Τῶν ἵππων ἅμιλλα· ὥσπερ δὴ διωμοσία καὶ ἀντωμοσία τὸν αὐτὸν ἄμφω δηλοῖ.

275

Διϊπολία: Ἑορτὴ ἐπιτελουμένη Διῒ πολιαίῳ, ἤγουν ἐν τῇ ἀκροπόλει τιμωμένῳ. Πόλιν γὰρ τὴν ἀκρό‐ πολιν ἔλεγον. Λέγεται καὶ Διϊπολεῖον, ὥσπερ βαλα‐ νεῖον. Ἢ εἰς ἀπομνημόνευσιν τοῦ πελάνου καὶ βοός.
5 Διθυμία: Διχοστασία. Διΐφιλος: Ὥσπερ παρὰ τὴν Ἄρηϊ δοτικὴν γί‐ νεται ἀρηΐφιλος, οὕτω καὶ παρὰ τὸ Διῒ, διΐφιλος· καὶ κράσει τῶν δύο ι ι εἰς ι μακρὸν, δίφιλος. Διϊπετής: Ὁ Νεῖλος καὶ ὁ Ξάνθος· παρὰ τὴν
10Διῒ δοτικὴν καὶ τὸ πεσεῖν γέγονε· οἱονεὶ ὁ ἀπὸ τοῦ Διὸς πεπτωκώς. Καὶ διϊπετέος ποταμοῖο, τοῦ διαφανοῦς καὶ μεγάλου, ἢ κατωφεροῦς, ἢ ὑπὸ τοῦ Διὸς πληρουμένου· ἐπειδὴ διαυγέστατον τὸ ὕδωρ ἔχει· καὶ τὸν ἀέρα διϊπετῆ καλοῦσιν. Εὐριπίδης,
15Λαμπρότερος ἢ πρὶν, καὶ διϊπετέστερος.
15Ἀντὶ τοῦ διαυγέστερος. Διιπετεῖς ποταμοί: Οἱ χείμαρροι· ὅτι ἐκ Διὸς πίπτον τὸ ὕδωρ πληροῖ τούτους· καὶ πεδίον δὲ διϊπετὲς, νοτερὸν καὶ δροσῶδες· οἱ δὲ, τὸ διη‐ νεκές· ἄλλοι διαυγές· καὶ ὁ κεραυνὸς διϊπετὴς,
20ἀπὸ Διὸς πίπτων, ἢ πετόμενος· ὅθεν καὶ διϊπετεῖς συμφοραί· καὶ διϊπετὴς γυνὴ, διαυγής. Δίκτυον: Παρὰ τὸ δίκεσθαι τοὺς ἰχθύας ἐν αὐτῷ, ὅ ἐστι βάλλεσθαι. Δίκω, τὸ βάλλω, δίκυον, καὶ δίκτυον κατὰ πλεονασμόν. Ἢ παρὰ τὸ δίκω, τὸ
25ῥίπτω, δίκος, ὁ ῥιπτούμενος· καὶ τὸ κατὰ τῶν ἰχθύων ῥιπτούμενον, δίχθυον, καὶ δίκτυον. Ἀπὸ δὲ τοῦ δίκτυον κατὰ ἀποκοπὴν γίνεται δίκτυ.
32 Δικασπόλους: Δίκας σπένδοντας. Ἢ περὶ τὸ δίκαιον πολουμένους. Δικλίδες θύραι: Αἱ εἰς δίχα τετμημέναι ἐπι‐
35καρσίαι, ὥστε δύνασθαι τὸ ἕτερον κεκλεῖσθαι. Δίκαιος: Παρὰ τὸ δίκη δίκαιος· τοῦτο παρὰ τὸ δίχω, τὸ διχάζω. Ἐτυμολογεῖται δὲ παρὰ τὸ δύο ἔχειν· ἡ γὰρ δίκη τὰ δύο μέρη διΐστησιν. Ἄλλο δέ ἐστι παράγωγον, καὶ ἄλλο ἐτυμολογία. Ἡ μὲν
40παραγωγὴ κατὰ τὴν ἀρχὴν μόνον θεωρεῖται τῆς λέξεως· ἡ δὲ ἐτυμολογία, κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος. Ἢ παρὰ τὸ δίχω, δίχαιος καὶ δίκαιος. Ἐκ τούτου γίνεται δικαιοσύνη. Τὰ διὰ τοῦ ΟΣΥΝΗ θη‐ λυκὰ ὀνόματα διὰ τοῦ ο μικροῦ γράφεται· πλὴν τοῦ
45ἁγιωσύνη, ἀγαθωσύνη, ἱερωσύνη, μεγαλωσύνη. Ἢ τὰ διὰ τοῦ ΟΤΕΡΟΣ καὶ ΟΤΑΤΟΣ, καὶ τὰ διὰ τοῦ ΟΣΥΝΗ θηλυκὰ, εἰ μὲν ἔχει τὴν πρὸ αὐτῶν συλλαβὴν μακρὰν, διὰ τοῦ ο μικροῦ γράφεται· οἷον, γοργό‐ τερος, ἐνδοξότερος· εἰ δὲ βραχεῖαν, διὰ τοῦ ω μεγά‐

275

(50)

λου· οἷον, νεώτερος, σοφώτερος· πλὴν τοῦ στενότερος

275

(50)

στενότατος καὶ κενότερος κενότατος· ἅπερ φασὶν ἀπὸ τοῦ στεῖνος καὶ κεῖνος γεγονέναι. Δίκη: Ἡ θεός· παρὰ τὸ διχάζειν καὶ διαλύειν τοὺς φιλονεικοῦντας καὶ δικαζομένους, δίχη καὶ δίκη. Ἢ παρὰ τὸ διχάζειν καὶ χωρίζειν τὸ ἄδικον ἐκ τοῦ
55δικαίου, διχαιοσύνη τὶς οὖσα, παρὰ τὸ εἰς δύο χέειν τὰ πράγματα· ἢ παρὰ τὸ δίζω, τὸ ζητῶ, ἡ ζητοῦσα τὸ ἀληθές. Ἢ παρὰ τὸ διστάζω· δεῖ γὰρ ἐν δι‐

276

σταγμῷ ἡ ἀπόφασις τοῦ δικαίου. Τὸ ΔΙ, ι· διά τί; Τὰ εἰς ΚΗ θηλυκὰ ἑνὶ φωνήεντι παραλήγεται· πλὴν τοῦ ἐρείκη, εἶδος φυτοῦ· Εὐνείκη, ὄνομα κύριον· νείκη, ἡ φιλονεικία, ἐκ τοῦ νεῖκος. Καὶ ἄλλως· τὰ
5ἔχοντα ἀναφαινόμενον τὸ υ διὰ τοῦ ι γράφεται· οἷον μῦσος, μῖσος· δύκη, δίκη· Ἀφροδύτη, Ἀφροδίτη. Σημαίνει τέσσαρα· τὴν κοινῶς νοουμένην δίκην· ὡς τὸ, ὑμεῖς δὲ καταφράσασθε καὶ αὐτοὶ
10τήνδε δίκην.
10Καὶ τὴν δικαιοσύνην, ὡς τὸ,
10δίκῃ δ’ ἴθυνε θέμιστας.
10Καὶ τὴν τιμωρίαν, ὡς τὸ,
10 Τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται. Καὶ τὴν ἀδικίαν, ὡς τὸ, Οἵ ῥα φυλάσσουσι δίκας καὶ σχέτλια ἔργα. Δίκτη: Ὄρος τῆς Κρήτης, καὶ ἄκρα κειμένη κατὰ τὸ Λιβυκὸν πέλαγος. Καλεῖται δὲ καὶ οὐδε‐
15τέρως. Ἄρατος,
15Δίκτῳ ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο.
15Ἀπὸ τοῦ τὸ Δίκτον. Εἴρηται παρὰ τὸ τέκω τίκτω, τίκτα τὶς οὖσα, ἀπὸ τοῦ ἐκεῖ τεχθῆναι τὸν Δία. Ἀγαθοκλῆς δὲ θηλυκὸν ὄνομα εἶναι τὸ Δίκταιον ὄρος. Οἱ δὲ νῆσον φασὶν εἶναι τὴν Δικτήν· καὶ ὄνομα ἀπὸ τῶν ἁλιευτικῶν δικτύων· ἐνταῦθα δὲ Διὸς
20ἄγαλμα ἀγένειον ἵστατο. Λέγεται καὶ Δίκταιον. Δίκρον καὶ δίκροον: Τὸ δίκρανον ξύλον. Ἀρι‐ στοφάνης, Δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν. Καλλίμαχος,
25Δίκρον φί[λ]τρον ἀειραμένη.
25Εἴρηται, ὅτι δίκαρόν τι ἐστὶ, τὸ δύο ἄκρας καὶ δύο
25κάρη ἔχον· καὶ κατὰ συγκοπὴν, δίκρον. Ἀπολλώνιος δὲ ἀπὸ τοῦ δικάρανον φησὶ συγκεκόφθαι. Ἀλέξανδρος δὲ ὁ τοῦ Ἀσκληπιάδου ἐν τῷ ιʹ τῶν Παντοδαπῶν, παρὰ τὸ κόρος, ὃ σημαίνει τὸν κλάδον· (ἔνθεν καὶ κορυθαλίς ἡ δάφνη λέγεται·) καὶ κορεῖν, τὸ τοῖς κλάδοις σα‐
30ροῦν. Ἐγὼ δὲ νομίζω μᾶλλον παρὰ τὸ κέρας, ὃ δὴ καὶ κέρος· ἵν’ ᾖ δίκερος, καὶ ὑπερθέσει δίκρεος, καὶ τροπῇ τοῦ ε εἰς ο, δίκροος. Δίνδυμον: Ὄρος Φρυγίας· εἴρηται δὲ διὰ τὴν δίνησιν τὴν τῶν θεοφορήτων· πρῶτον γὰρ ἐκεῖθεν
35ἤρξαντο θεοῖς κάτοχοι εἶναι οἱ ἄνθρωποι. Οὕτως
35Ὦρος ἐν τῷ περὶ Ἐθνικῶν. Ἢ ἀπὸ τῶν ἐν αὐτῷ δύο ἀκρωτηρίων, ἐπεὶ δύο ἄκρας ἔχει. Αὖρα γέγονέ τις κόρη εὔοπτος φιλοκύνηγος, οἰκοῦσα ἐν τῷ Πόντῳ. Ταύτην ποτὲ κυνηγοῦσαν σὺν Ἀρτέμιδι Διόνυσος ἑωρακὼς, καὶ βιασάμενος, ἐποίησεν ἔγκυον. Ἰδοῦσα
40δὲ Ἄρτεμις, ἐδίωξεν ἀπειλήσασα. Φοβουμένη δὲ τὴν ὀργὴν τῆς θεοῦ ἡ Αὖρα, ἔρχεται ἐκ τοῦ Πόντου εἰς Κύζικον· καὶ ἀνελθοῦσα ἐπὶ τὸ ὄρος, δίδυμα τίκτει· δι’ ἃ ἐκάλεσε τὸ ὄρος Δίνδυμον. Δίνη: Ἡ συστροφή· ἐκ τοῦ δεύω, τὸ βρέχω,
45δεύνη· καὶ ἀποβολῇ τοῦ ε, καὶ τροπῇ τοῦ υ εἰς ι, δίνη. Ἢ παρὰ τὸ Ζεὺς Διὸς δίη· καὶ πλεονασμῷ τοῦ ν, δίνη. Ἢ ἀπὸ τοῦ ἴς ἰνὸς, ἡ δύναμις, ἴνη καὶ δίνη, ἡ μετὰ δυνάμεως συστροφή. Ἢ ἐκ τοῦ εἰλῶ, τὸ συστρέφω, γίνεται ἴλη καὶ δίνη. Ἐκ τούτου

276

(50)

ἐστὶ τὸ ΔΙ μακρόν. Καὶ γὰρ τὸ ἰλαδὸν, τὸ ι μακρόν. Τὸ ΔΙ, ι· τὰ διὰ τοῦ ΙΝΗ θηλυκὰ μονογενῆ, μὴ ἀπὸ ἐπιθέτου γενόμενα κύρια, διὰ τοῦ ι γράφεται. “Μο‐ νογενῆ” εἶπε, διὰ τὸ ἐκεῖνος, ἐκείνη· “μὴ ἀπὸ ἐπιθέ‐ των γινόμενα” διὰ τὸ φωτεινὸς, φωτεινὴ, καὶ τὸ κύριον
55ὄνομα, Φωτεινή· μετάγεται γὰρ ἀπὸ ἐπιθέτου.
55 Διωμοσία: Ὅρκος ἐστὶν ὃν ὤμνυον οἱ φόνου ἀγῶνα διώκοντες ἢ φεύγοντες. Ἀμφότεροι γὰρ ὤμνυον, ἦ μὴν ἀληθῆ λέγειν.

277

Δίκροτος ναῦς: Ἡ δύο τοίχους ἐρετῶν ἔχουσα, ὥσπερ τριήρης ἡ τρεῖς. Διονῦς: Ὁ γυναικίας καὶ πάνθηλυς. Διὸς αὐγάς: Τὰς ἡμέρας, τὸ φῶς.
5 Διοσημία: Τὰ ἐκ τοῦ ἀέρος σημεῖα. Διόσκουροι: Οἱ Ἑλένης ἀδελφοί· καὶ Ζῆθος καὶ Ἀμφίων. Δινωτοῖσι: Πεποικιλμένοις, τετορνευμένοις· παρὰ τὸ δινῶ, τὸ συστρέφω· τορνευτοῖς, ἢ στρογγύλοις, ἀπὸ
10τῆς τῶν κλινοπόδων περιφερείας. Ἡ εὐθεῖα, δινωτὸν λέχος· τὸ ἀρσενικὸν, δινωτός· καὶ τὸ θηλυκὸν, δι‐ νωτὴ, ἡ περιφερὴς, ἐοικυῖα δίνῳ. Δῖνος δὲ ὁ τόρνος, παρὰ τὸ δινεῖσθαι καὶ κυκλοῦσθαι· ὅθεν καὶ τὸ δινῶ. Ἢ ἐκ τοῦ δίνη, δινῶ.
15Δῖνος: Σημαίνει εἶδος ὀρχήσεως, καὶ εἶδος
15ποτηρίου, καὶ συστροφὴν, καὶ τόρνον, παρὰ τὸ δι‐ νοῦσθαι. Λέγεται δὲ ἀρσενικῶς. Δινεύοι: Ἀναστρέφοιτο· ὅθεν καὶ αἱ συστροφαὶ τῶν ἀνέμων δῖναι λέγονται. Δινῶ, δινεύω. Διόγνητος: Ὁ ὑπὸ Διὸς γνωριζόμενος, ὁ γεν‐
20ναῖος· Διογενὴς, διογένητος, εὐγενής. Δίομος: Ὄνομα κύριον ἥρωος Ἀθηναίου· ἀφ’
25οὗ Διομειὰς ἑορτή. Παρὰ τὴν Διὸς γενικὴν Δίομος, ὡς ἀνδρὸς, ἀνδρόμεος. Διομήδης: Ὄνομα κύριον· συντίθεται παρὰ τὴν Διὸς γενικὴν καὶ τὸ μήδω. Τὰ δὲ παρὰ τὴν Διὸς γενικὴν συντιθέμενα ἀποβάλλουσι τὸ ς· οἷον Διο‐
30γένης, Διοπείθης. Τὰ εἰς ΗΣ κύρια παρασύνθετα εἰς ΟΥΣ ἔχει τὴν γενικὴν, παντερπὴς, εὐπειθής. Οὕτω Διομήδης. Σεσημείωται τὸ Θεοκρίνης· τὰ γὰρ διὰ τοῦ ΙΝΗΣ εἰς ΟΥ ἔχει τὴν γενικὴν, Λεπτίνης, Αἰσχίνης. Οὕτω καὶ τὸ ἀΐδης ἀΐδου, παρὰ τὸ ἰδεῖν·
35ὅτι οὐδὲν αὐτίκα ἴδοις.
35 Διόνυσος: Οἱ μὲν Διόνυξον αὐτὸν ὀνομάζουσιν, ὅτι σὺν κέρασι γεννώμενος ἔνυξε τὸν Διὸς μηρὸν, ὡς
Στησίμβροτος. Οἱ δὲ, Δεύνυσον· ἐπειδὴ βασιλεὺς ἐγένετο Νύσσης· δεῦνον δὲ τὸν βασιλέα λέγουσιν οἱ Ἰνδοὶ, ὡς Ἰόβας. Οἱ δὲ, ἀπὸ τοῦ Διὸς καὶ τῆς
40Νύσσης τοῦ ὄρους ὠνομάσθαι· ἐπεὶ ἐν τούτῳ ἐγεν‐ νήθη, ὡς Πίνδαρος, καὶ ἀνετράφη. Οἱ δὲ, ἀπὸ τοῦ πολλὰ διανύσαι καὶ κατορθῶσαι, ὡς Ἀλέξανδρος ὁ Θάσιος. Οἱ δὲ, ἀπὸ τοῦ δονεύειν καὶ κινεῖν τὰ σώ‐ ματα, πλεονασμῷ τοῦ ι, ὡς πυκνὸς, πυκινός. Οἱ
45δὲ, ἀπὸ τοῦ Διὸς ὑετοῖς κεράννυσθαι, ὅ ἐστιν ὕδασιν,
45ὡς πιθανεύεται Ἀριστόδημος. Ἢ ὅτι Διὸς ὕοντος ἐτέχθη. Ἢ παρὰ τὸ δάος δαόσυνος· καὶ τροπῇ τοῦ α εἰς ι· παρὰ γὰρ Ἠλείοις ὁ αὐτὸς τῷ ἡλίῳ νομί‐ ζεται· ἵν’ ᾖ ὁ δαίων, ὁ τοῦ δάους (ὅ ἐστι πυρὸς ἢ φωτὸς) αἴτιος. Ἢ ἀπὸ τοῦ νεύω Διόνευσος καὶ

277

(50)

Διόνυσος, ὁ ποιῶν διανεύειν καὶ μὴ σταθεροὺς εἶναι

277

(50)

τοὺς πίνοντας. Ἢ παρὰ τὸ πολλὰ διαλῦσαι, διάλυσος, καὶ τροπῇ τοῦ α εἰς ο, καὶ τοῦ λ εἰς ν. Διονύσιος ὁ θρᾶιξ: Ἰστέον ὅτι Θρᾷξ ἐλέγετο, ἢ διὰ τὸ τραχὺ τῆς φωνῆς, ἢ ὅτι τῇ ἀληθείᾳ Θρᾷξ
55ἦν. Οὗτος δὲ ὁ Διονύσιος μαθητὴς ἦν τοῦ Ἀρι‐
55στάρχου· καὶ τὸν ἑαυτοῦ διδάσκαλον Ἀρίσταρχον ζωγραφήσας ἐν τῷ στήθει αὐτοῦ τὴν τραγῳδίαν ἐζωγράφει, διὰ τὸ ἀποστηθίζειν αὐτὸν πᾶσαν τὴν τραγῳδίαν.

278

Διονύσιος ὁ Ἀσκάλαφος: Ἐλέγετο ἢ ὅτι συνεχῶς ἐμέμνητο τοῦ Ὁμηρικοῦ στίχου, Οἱ δ’ ἀμφ’ Ἀσκάλαφον καὶ Ἰάλμενον καὶ Ὀρέστην. Ἢ ἐπειδὴ μακρὸς καὶ λεπτὸς ἦν καὶ ὠχρός. Τοιοῦ‐
5τον δέ ἐστιν ὁ ἀσκάλαφος τὸ ὄρνεον. Διοπεύειν: Τὸ ἐπιμελεῖσθαι. Δίοπος: Ὁ βασιλεὺς, ἢ ὁ ἐπιμελητὴς καὶ ἐπό‐ πτης, ἀπὸ τοῦ διέπειν· ἢ ἀπὸ τοῦ διοπτεύειν, παρὰ τοὺς ὦπας· ἔνθεν καὶ ὀφθαλμὸς βασιλικὸς, ὁ
10κατάσκοπος.
10 Διοπεύω: Κατασκοπῶ, ἀπὸ τοῦ ὄπτω· καὶ διο‐ πτῆρα, τὸν σκοπόν· καὶ διοπτεύων, ἐποπτεύων, ἐφορῶν, ἐπισκοπῶν· καὶ διοπωπέας, τοὺς βασι‐ λεῖς. Δῖος: Ὥσπερ ἀπὸ τοῦ Χίος Χίϊος, οὕτως καὶ
15ἀπὸ τῆς Διὸς γενικῆς δίϊος· καὶ κράσει τῶν δύο ΙΙ
15εἰς ἓν, δῖος. Σημαίνει δὲ τρία· τὸν ἔνδοξον, ὡς τὸ, δῖος Ἀχιλλεὺς, καὶ, δῖος Ὀδυσσεύς. Καὶ τὸν μέγαν, ὡς τὸ,
20Εἰς ἅλα δῖαν.
20Ἀντὶ τοῦ εἰς θάλασσαν θείαν, ἢ θαυμαστήν. Ση‐
20μαίνει δὲ καὶ τὸν ἀγαθὸν, ὡς ἐν Ὀδυσσείᾳ
20δῖος συβώτης.
20Τὸ ΔΙ, ι. Τέσσαρα γάρ εἰσιν δισύλλαβα κτητικά· θεῖος καὶ Κεῖος, διὰ διφθόγγου· δῖος καὶ Χῖος, διὰ τοῦ ι. Διόσκουροι: Οἱ τοῦ Διὸς ἐπιμελούμενοι· τὸ γὰρ ἐπιμελεῖσθαι κορεῖν λέγουσιν. Ἢ ὅτι τοῦ Διὸς
25κοῦροι, ὅ ἐστι νέοι.
25 Διόσκορος: Οἱ μὲν παραθέσει λέγουσιν, ὅτι ἡ Διὸς γενικὴ ἐν τῇ συνθέσει ἀποβάλλει τὸ ς· εἰ οὖν τὸ Διόσκορος ἐφύλαξε τὸ ς, δηλονότι ἐν παρα‐ θέσει ἐστί. Δεῖ σημειώσασθαι τὸ διόσθυος παρὰ Καλλιμάχῳ· ἐν συνθέσει γὰρ ὢν ἐφύλαξε τὸ ς.
30Ἔστι δὲ ὄνομα μηνός. Οἱ δὲ ἐν συνθέσει λέγουσιν, ὅτι ἀπὸ δύο λέξεων ἐν συνθέσει οὐσῶν γίνονται παρα‐ γωγαί· οἷον Ἱεράπολις, Ἱεραπολίτης· Νεάπολις, Νεαπολίτης· Ἄρειος πάγος, Ἀρειοπαγίτης· οὐδέ‐ ποτε δὲ ἀπὸ δύο λέξεων ἐν παραθέσει οὐσῶν γίνεται
35παραγωγὴ, οὔτε τεμενικόν· οἷον, Θέτις, Θετίδιον, ὁ ναὸς τῆς Θέτιδος· Ἡρακλῆς, Ἡράκλειον, ὁ ναὸς τοῦ Ἡρακλέους· Αἰακὸς, Αἰακεῖον, ὁ ναὸς τοῦ Αἰακοῦ. Τέμενος δὲ λέγεται τὸ ἀφιερωμένον χωρίον θεῷ ἢ ἥρωϊ. Εἰ οὖν ἔστι Διοσκορεῖον τεμενικὸν, τουτέστιν
40ὁ ναὸς τοῦ Διοσκόρου, δῆλον ὅτι οὐ παρήχθη ἀπὸ δύο
40λέξεων ἐν παραθέσει οὐσῶν. Ἆρα οὖν τὸ Διόσκορος ἐν συνθέσει ἐστί. Διπλοῦς: Ἀπὸ συναιρέσεως ἐστὶ τοῦ διπλόος καὶ τριπλόος· τὸ δὲ διπλόος καὶ τριπλόος ἀπὸ τοῦ δὶς καὶ τρὶς εἶπον· τὸ δὲ διπλοῦς καὶ τριπλοῦς οὐκ
45εἰσὶ σύνθετα. Ζήτει εἰς τὸ Χοιροβοσκοῦ. Παρὰ τὸ
45δύο πέλειν δυοπλόος, καὶ διπλόος. Διπλῆν ἐκταδίην: Τὴν μεγάλην, ὥστε καὶ διπλῇ αὐτῇ χρώμενον ἔχειν. Δίπλακα: Ἰλιάδος γʹ. σημαίνει δὲ διπλοΐδα, διπλοῦν ἱμάτιον, ὅ ἐστι χλανίδα δίπτυχον, διπλῆν.

278

(50)

Ἡ εὐθεῖα, δίπλαξ. Σημαίνει δὲ τὴν χλαῖναν. Οὕτω γίνεται καὶ δίπτυχα. Ἐκ τοῦ διπλοῦς, δίπλαξ, ὡς λίθος λίθαξ. Τοῦτο ἐκ τοῦ διπλόος. Διπλόη: Σημαίνει τὴν πανουργίαν. Γίνεται ἐκ τοῦ διπλόος· τοῦτο ἐκ τοῦ δύο καὶ τοῦ πέλω, δυοπέ‐
55λοος, καὶ διπλόος, τροπῇ τοῦ υ εἰς ι. Δίπτυχα: Ὄνομα οὐδέτερον. Γέγονε δὲ ἐκ τοῦ δίπτυξ ἀρσενικοῦ. Τοῦτο ἐκ τοῦ πτύσσω, τὸ σφα‐

279

λίζω, πτύξω, πτύξ· καὶ μετὰ τοῦ δύο, δίπτυξ. δίπτυχος κλίνεται, καὶ μετάγεται εἰς εὐθεῖαν· καὶ τὸ οὐδέτερον, τὸ δίπτυχον. Δίπτυχα ποιήσαντες,
5διπλώσαντες τὴν κνίσαν· νῦν δὲ λέγει τὸν ἐπίπλουν.
5δίπολίς ἐστιν ἡ Λῆμνος· ἔχει γὰρ ἐν αὐτῇ Ἡφαιστίαν καὶ Μύριναν. Δὶς καὶ τρίς: Ἀπὸ τοῦ δυάκις καὶ τριάκις· ἄρον τὸ α καὶ τὸ κ, καὶ κατὰ συνίζησιν, δὶς καὶ τρίς. Τὸ δὲ δὶς καὶ τρὶς ἐν συνθέσει ἀποβάλλει τὸ
10ς, οἷον δίμηνος, δίπηχυς, τρίπηχυς. Σεσημείωται τὸ δισθανέες καὶ τὸ τρίσφυλλον, εἶδος βοτάνης παρὰ Νικάνδρῳ. Συντιθέμενον δὲ ἀντὶ τοῦ δύο καὶ τρεῖς λαμβάνεται, διπρόσωπος, ὁ δύο πρόσωπα ἔχων· καὶ τριπρόσωπος, ὁ τρία πρόσωπα ἔχων.
15δὶς ἡβήσαντα, τουτέστιν ἀναζήσαντα. Φησὶ γὰρ μετὰ τὴν κρεουργίαν οἱ θεοὶ τὸν Πέλοπα ἀνεζωο‐ ποίησαν· καὶ τρισόζυος παρὰ Αἰσχύλῳ. Διστάζειν: Τὸ διχῶς βουλεύεσθαι, τὸ δύο στά‐ σεις ἔχειν κατὰ διάνοιαν.
19Δίσκος: Σημαίνει λίθον τροχοειδῆ εἰς γυμνάσιον
20ἡρωϊκὸν ἐπιτήδειον. Παρὰ τὸ δίκω, τὸ ῥίπτω, δίκος ὁ ῥιπτούμενος, καὶ πλεονασμῷ τοῦ ς. Δίκω: Εὐριπίδης· Δίκετε πεδόσε, δίκετε τρομερὰ σώματα μαινάδες. Πίνδαρος οὕτω παρετυμολογεῖ,
25Δίκε πέτρῳ χεῖρα κυκλώσας.
25Ἀπὸ δὲ τοῦ δίσκου τούτου οἱ νῦν ἀργύρεοι δίσκοι ὠνομάσθησαν· ἐπεὶ κυκλοτερεῖς εἰσὶ, καὶ ὅμοιοι ἐκεί‐ νοις. Παρὰ τὸ δίκω, τὸ βάλλω, δίσκος πλεονασμῷ τοῦ ς, ὁ βαλλόμενος. Δίφιλος: Ὡς παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται
30ἀρηΐφιλος, οὕτως καὶ ἀπὸ τοῦ Διῒ, διΐφιλος, καὶ
30κράσει, δίφιλος.
30 Δίφρος: Κυρίως τὸ ἅρμα, ὡς τὸ, Δίφρος δὲ χρυσέοις καὶ ἀργυρέοισιν ἱμᾶσι δέδεται. Ἐτυμολογεῖται δὲ παρὰ τὸ δύο φέρειν, τὸν μαχό‐ μενον καὶ τὸν ἡνίοχον, ὡς τὸ,
35Ἂν δ’ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε.
35Λέγεται καὶ ἐπὶ τῆς καθέδρας· σημαίνει τὸν θρόνον,
35ὡς τὸ, Τῇ δ’ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη. Καὶ Μένανδρος, Ἐκάθηντ’ ἐπὶ δίφρου μήτηρ τε καὶ παρθένος.
Διφροφόροι: Αἳ ταῖς κανηφόροις εἵποντο δίφρους
40ἐπιφερόμεναι. Ἡρόδοτος τοὺς Πέρσας φορείοις
40φερομένους διφροφορουμένους. Διφθέρα: Ὅσα κατ’ ἐκείνην δήπου φέρεται τὴν διφθέραν. Τὸ γραμματεῖον, ἢ βυβλίον, ἢ βύρσαν, ἢ δέλτον· οἷον δυοφέραν, τὴν ἐν τοῖς δύο μέρεσι φέρουσαν
45γράμματα.
45 Διφῶ: Σημαίνει τὸ ψηλαφῶ. Ἰλιάδος πʹ, τήθεα διφῶν, ζητῶν, ἐρευνῶν. Καλλίμαχος, Μὴ δ’ ἀπ’ ἐμεῦ διφᾶτε μέγα ψοφέουσαν ἀοιδήν. Παρὰ τὸ ἅπτω, ἁφὴ, ἁφῶ καὶ διαφῶ, καὶ κράσει,

279

(50)

διφῶ, τὸ τῇ ἁφῇ ὑποβάλλω. Ἐκ τοῦ ἁφὴ γίνεται

279

(50)

ἁφῶ ἁφάσσω, ὡς αἱμῶ αἱμάσσω. Διχῆι: Τὸ διχῶς. Τὸ αὐτὸ καὶ δίχα. Παρὰ τὸ δὶς ἐπίρρημα, διχῇ καὶ δίχα, ὡς τριχῇ καὶ τρίχα. Δίχα φρεσὶν ἥνδανε βουλή.
55Καὶ ἀπὸ τοῦ δίχα γίνεται διχθά· καὶ
55διχθαδίας κῆρας,
55δύο μοίρας.
55 Δίψα: Παρὰ τὸ ἴπτω, τὸ βλάπτω, ἴψα καὶ δίψα, ἡ βλάπτουσα τὸ σῶμα. Διχόμηνος: Διχομήνου, διχομήνῳ, καὶ κατὰ

280

μεταπλασμὸν διχόμηνι, ὡς πολυπάταγος πολυπα‐ τάγῳ (πολυπάταγι.) Ἔστι καὶ διχόμηνις, διχομή‐ νιδος, διχομήνιδι· ἡ αἰτιατικὴ, διχομήνιδα. Ἔστι δὲ ἡ πέμπτη καὶ δεκάτη. Μεταπεπλασμέναι δὲ
5λέγονται αἱ ὑπὲρ τρεῖς συλλαβὰς οὖσαι. Διώνυσος: Κατ’ ἔκτασιν. Ἀεὶ δέ ἐστιν ἡ ἔκτασις (Ἡρωδιανός) παρὰ τῷ ποιητῇ διὰ τοῦ ω μεγάλου καὶ τοῦ υ μακροῦ, ὡς τὸ, Διωνύσοιο τιθήνας.
10Καὶ,
10Διώνυσος δὲ φοβηθεὶς,
10Ἰλιάδος ζʹ. Ἐγὼ δ’ ἀνέγνων παρά τινι, πόθεν
10ἐκλήθη Διόνυσος, ἐν ἐννάτῳ Διονυσιακῶν οὕτω· Τὸν μὲν ὑπερκύψαντα θεηγενέος τοκετοῖο, στέμματι κισσήεντι λεχωΐδες ἔστεφον Ὧραι. Εἶτα μεθ’ ἑτέρους στίχους, λαβὼν μαιήϊος Ἑρμῆς
15(τὸν Διόνυσον δῆλον ὅτι)
15πατρῴην ἐπέθηκεν ἐπωνυμίην τοκετοῖο,
15κικλήσκων Διόνυσον· ἐπεὶ ποδὶ φόρτον ἀείρων ἤϊε χωλαίνων Κρονίδης βεβριθότι μηρῷ· Νῦσος ὅτι γλώσσῃ Συρακοσσίδι χωλὸς ἀκούει· καὶ θεὸν ἀρτιλόχευτον ἐφήμισαν Εἰραφιώτην· ὅττι μιν εὐώδινι πατὴρ ἐρράψατο μηρῷ.
20Διόδωρος δὲ ἀπὸ τοῦ Διὸς καὶ τοῦ τόπου τῆς Νύσης λέγει Διόνυσον, ὡς ἐν Νύσῃ παρὰ νυμφῶν ἀνατρα‐ φέντα τοῦ Διὸς μηροῦ ἐκτεθέντα· καὶ τὸν μηρὸν
ὄνομα λέγει τόπου. Διονῦς: Ὁ θῆλυς λέγεται.
25Διωβελία: Ὀβελοὶ δύο· οὓς ὁ δῆμος καθήμενος
25ἐμισθοφόρει. Διώκω: Παρὰ τὸ διῶ τὸ αὐτὸ σημαῖνον (ἀφ’ οὗ τὸ, πόλεος πεδίοιο δίενται) γίνεται κατὰ παραγωγὴν διώκω.
30Διώκετον: Ὅτι οἱ Ἀττικοὶ καὶ ἐν τοῖς τρίτοις
30προσώποις τῶν δυϊκῶν τοῖς δευτέροις χρῶνται, ὡς
30Ἀριστοφάνης,
30 Καταντιβολεῖτον αὐτὸν ὑποπεπτωκότες. Ἐκμαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι. Τοιαῦτα καὶ τὰ παρὰ τῷ ποιητῇ, διώκετον ἐμμενὲς αἰεί. Ἅπερ ἔνιοι φασὶ διὰ τὸν Κρητικὸν πόδα, ἤγουν τὸν
35ἀμφίμακρον, μὴ δυνάμενον παραλαμβάνειν, εἰς σύμ‐
35φωνον λήγειν· οὐκ ἠδύνατο γὰρ εἶναι διωκέτην· ἀκά‐ θαρτον γὰρ ἂν ἦν ἀμφίμακρος. Διῶνται: Σημαίνει τὸ διώκονται. Ἔστι ῥῆμα διῶ· παράγωγον, δίημι· ἐξ οὗ καὶ, δίενται
40ἵπποι ἀερσίποδες.
40Τὸ ὑποτακτικὸν, ἐὰν διῶ, διῶμαι· καὶ τὸ τρίτον τῶν
40πληθυντικῶν, διῶνται. Διώνη: Ἡ θεός. Ἀπὸ τοῦ Διὸς, Διώνη, κατὰ ἔκτασιν τοῦ ο εἰς ω· ὅτι αὐτὴ πρῶτον γέγονε γα‐ μετὴ τοῦ Διός. Ἢ ἀπὸ τοῦ διδῶ, Διδώνη καὶ Διώνη, ἡ διδοῦσα τὰς τῆς γενέσεως ἡδονάς. Ἢ
45διεύνη τὶς ἐστὶν, ἡ πρώτη διευνασθεῖσα. Ἢ ἀπὸ τοῦ διαίνεσθαι καὶ ὑγραίνεσθαι ἀπὸ τῶν ὑετῶν· ἡ αὐτὴ γάρ ἐστι τῇ γῇ. Διώρης: Ὄνομα κύριον. Ἢ γὰρ παρὰ τὴν διὰ πρόθεσιν καὶ τὸ ὁρῶ, διαόρης· καὶ ἐκτάσει τοῦ ο εἰς

280

(50)

ω, καὶ κράσει τοῦ ι καὶ α εἰς ι μακρόν. Ἢ ὡς ἀπὸ

280

(50)

τοῦ ὕλη ὑληώρης παράγωγον, οὕτως καὶ ἀπὸ τῆς Διὸς γενικῆς Διώρης· Διώρεος ἄλκιμος υἱός. Διώχης: Δίφρος ἅρματος ὁ δύο οἷός τε ἔχειν. Διώρυξ: Ἀπὸ τοῦ ὀρύσσω ὀρύξω ὄρυξ, καὶ ἐν
55συνθέσει διώρυξ.
55 Διωλύγιον: Μακρὸν, μέγα, δεινὸν, χαλεπὸν, ἐπιπολὺ διῆκον, καὶ ἐξάκουστον· τὸ δι’ ὅλου ἰὸν, ἐκτάσει τοῦ ο εἰς ω, καὶ πλεονασμῷ τοῦ γ. Διω‐

281

λύγια πράγματα, τὰ μεγάλα καὶ χαλεπά· ἅπερ ἀπώλεσεν ἂν τοὺς περιπεσόντας αὐτοῖς.
5 Δμῶ: Παρὰ τὸ δαμάζω, κατὰ συγκοπὴν δμῶ, τὸ ἀναιρῶ, καὶ ὑποτάσσω· ἀδάμαστος γὰρ ὁ ὑπο‐ ταγῆναι μὴ δυνάμενος.
Δμηθήτω: Δαμασθήτω, τουτέστι πρᾶος καὶ ἐπιεικὴς γενέσθω· καὶ δμήτειρα, δαμάστρια, ἡ
10Δημήτηρ.
10 Δμῶες: Οἱ οἰκέται. Παρὰ τὸν δμήσω μέλ‐ λοντα, ἀποβολῇ τοῦ ω, δμής· καὶ τροπῇ τοῦ η εἰς ω, δμὼς, ὡς ῥήξω ῥηγμὸς καὶ ῥωγμός· ἵν’ ᾖ ὁ δεδμη‐ μένος καὶ ὑποτεταγμένος τινὶ, ὁ θεράπων. Δνοφερόν: Τὸ μέλαν καὶ σκοτεινόν·
15δνοφερὸν χέει ὕδωρ.
15Παρὰ τὸ νέφος, νεφερόν· καὶ τροπῇ καὶ πλεονασμῷ. Ἢ παρὰ τὸ γνόφος γνοφερὸν καὶ δνοφερόν· ἢ κνόφος κνοφερόν· τὸ ἀμαυρὸν καὶ ζοφῶδες. Δνοπαλίζω: Δνοπάλιξις, ἡ διὰ χειρῶν κίνησις καὶ ἐκτίναξις.
20Ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν.
20Τουτέστι διὰ χειρὸς εἶχεν, ἢ ἀνῄρει, ἐφόνευεν. Ἐχρήσατο δὲ καὶ ἐν τῷ Ὀδυσσείας ξʹ, τὰ σὰ ῥάκεα δνοπαλίξεις. Ἀντὶ τοῦ διὰ χειρὸς ἕξεις, ἀμφιέσῃ, συρράψεις· ἢ περιτινάξεις, περιστρέψεις. Εἴρηται παρὰ τὸ δονεῖν
25καὶ τὰς παλάμας, δονοπαλίξαι· καὶ ἐν συγκοπῇ.
25Ἢ παρὰ τὸ δονῶ καὶ τὸ πάλλω, δνοπαλίζω· ἀπὸ τῶν δύο τῶν ὁμοιοσήμων, ὡς Ἐριχθόνιος καὶ Ἐρε‐ χθεύς· καὶ τροφὸν ἐδίνηθεν. Ἢ ἀπὸ τοῦ ἀλαπαδνὸς γίνεται λαπαδνός· καὶ καθ’
30ὑπέρθεσιν τῶν στοιχείων τῶν τε τῆς ἀρχῆς καὶ τῆς τρίτης γίνεται δνόπαλος καὶ δνοπαλίζω. Δοάσσατο: Ἐνεδοίασε. Δοάσατο κέρδιον εἶναι, ἔδοξεν, ἐνόμισε. Λαμβάνεται καὶ οὕτως· ἀπὸ τοῦ
35δόσσω, ὥς φασί τινες· ἀλλ’ ὤφειλεν εἶναι ὁ ἀόρι‐
35στος αʹ, ἔδοξα. Κυρίως οὖν τὸ μὴ ἐν μιᾷ γνώμῃ
35ἑστάναι· παρὰ τὸ δοιὸς, δοιάζω, ὡς ἵππος, ἱππάζω·
35λίθος, λιθάζω· ὁ μέλλων, δοιάσω· ἐδοιασάμην, ἐδοιά‐ σατο· καὶ πλεονασμῷ τοῦ ς Αἰολικῶς, ὡς ἔσεται ἔσσεται, ἐδοιάσσατο· καὶ ἀποβολῇ τοῦ ι, δοάσσατο. Ἄλλοι δὲ ἀπὸ τοῦ δοκῶ δοκάζω, δοκάσσατο, ἀπο‐ βολῇ τοῦ κ. Ὥστε οἱ μὲν, ἔλλειψιν τοῦ κ· οἱ δὲ,
40τοῦ ι· ἵνα μὴ παρ’ ἄλλου ὡς καινὸν ἀκούσῃς. Οὕτως
4Ἡρωδιανὸς καὶ ἄλλοι. Δοάσσατο, ἔδοξεν· δοιάσ‐
42σατο, ἐδίστασε. Δόγμα: Οὐ παρὰ τὸ δοκῶ δόκημα καὶ κατὰ συγκοπὴν δόγμα· ἀλλὰ παρὰ τὸ δόκω βαρύτονον, ὁ
45μέλλων, δόξω· δέδογμαι, δόγμα.
45 Δοκεύω: Παράγωγον ἀπὸ τοῦ δόκω βαρυτόνου· σημαίνει δὲ τὸ ἐπιτηρεῖν, φυλάσσεσθαι, προσδέ‐ χεσθαι· καὶ δόκησις, σκοπὴ, ἀπάντησις, ὑπόληψις. Δοκῶ: Ἁπλοῦν, πρώτης συζυγίας τῶν περισπω‐ μένων· προσδοκῶ δὲ, σύνθετον, δευτέρας· ὥσπερ τὸ

281

(50)

συλῶ, ἁπλοῦν μὲν, ἔστι συζυγίας δευτέρας· σύνθετον δὲ, πρώτης, ἱεροσυλῶ, ἱεροσυλεῖς. Δοκίμιον: Ἐκ τοῦ δόκιμος· τοῦτο ἐκ τοῦ δοκῶ· παράγωγον, δόκιμος. Ἢ παρὰ τὸ δέχω.
55 Δοκιμασία: Ἡ ἐξέτασις. Δοκός: Τὸ τὴν στέγην ἀνέχον ξύλον. Παρὰ τὸ δέχω, δέχομαι, δοκὸς, ἡ δεχομένη τὰ ἐπιτιθέμενα

282

βάρη· ἐξ οὗ μελανδόκος, καὶ πανδόκος. Ἢ ἀπὸ τοῦ δέκω δοκός· ὥστε μὴ εἶναι πάθος. Τὰ δὲ παρὰ τὸ δέχω πάντα διὰ τοῦ κ· οἷον ξεινοδόκος, κατὰ ἀντι‐ στοιχίαν τοῦ χ εἰς κ. Σημαίνει δὲ καὶ ἐνέδραν καὶ
5βούλησιν.
5 Δόκανα: Τάφοι τινὲς ἐν Λακεδαιμονίᾳ· παρὰ τὸ δέξασθαι τοὺς Τυνδαρίδας, φαντασίαν ἐχούσας τάφων ἀνεῳγμένων. Ἢ παρὰ τὸ δοκεῖν, δόκανον. Δολιχόν: Οἷον, Δηθά τε καὶ δολιχόν.
10Ἐπὶ πολὺν καὶ μακρὸν χρόνον. Καὶ
10δολιχόσκιον ἔγχος,
10τὸ μέγα καὶ μακρὸν, ἢ μακρὰν σκιὰν ἀποτελοῦν· ἢ μακρὰν πορευόμενον· παρὰ τὸ κίειν. Δολιχαύλους: Τὰς μακροὺς αὐλοὺς ἐχούσας· αὐλὸς δὲ τὸ κοῖλον τῆς ἐπιδορατίδος, εἰς ὃ ἐντίθεται τοῦ ξύλου τὸ ἄκρον. Αὐτὸ δὲ τὸ ξύλον, καυλός·
15αὐλὸς δὲ, τοῦ σιδήρου τὸ κοῖλον. Καὶ δολιχή‐ ρετμοι, μακρόκωποι. Καὶ τὰ ὅμοια. Δόλοψ: Ὄνομα κύριον. Παρὰ τὸ δόλος, τροπῇ τοῦ ς εἰς ψ, Δόλοψ, ὡς αἶθος, αἶθοψ· καὶ πλεονασμῷ τοῦ ι, αἰθίοψ· καὶ σκόλος, σκόλοψ. Ἡ γενικὴ τῶν
20πληθυντικῶν, Δολόπων. Καὶ ὡς Ἥφαιστος Ἡφαι‐ στίων, δόλων Δολίων, οὕτως Δολόπων Δολοπίων, ὄνομα κύριον. Πρέπει δὲ τὸ ὄνομα ἥρωϊ· καὶ γὰρ Δολίωνα ἔγνωμεν οὕτω κληθέντα· οὗ ἐπώνυμοι οἱ Κυζικηνοὶ, καὶ ὁ παρὰ τῷ ποιητῇ κατάσκοπος Δόλων· καὶ Δο‐
25λίος ὁ οἰκέτης Πηνελόπης. Ἀπὸ δὲ τοῦ Δόλοπος, καὶ ἔθνος οὕτω κληθέν. Δόλος: Παρὰ τὸ δέω, τὸ δεσμῶ, ὁ συνδῶν τοὺς ἁλισκομένους, ὡς τὸ, Ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
30Ὅμηρος. Ὡς χέω χόλος, καὶ θέω θόλος, οὕτως δέω
30δόλος. Ἢ παρὰ τὸ δηλῶ, τὸ βλάπτω, δῆλος, ὁ δη‐
30λούμενος καὶ βλάπτων, τροπῇ τοῦ η εἰς ο. Δόλιος: Παρὰ τὸ δόλος· τοῦτο παρὰ τὸ δέλω, τὸ δελεάζω. Ἐκ δὲ τοῦ δόλιος γίνεται δολιῶ· ὁ παρατατικὸς, ἐδολίεον ἐδολίουν· τὸ τρίτον τῶν πλη‐ θυντικῶν, ἐδολιοῦσαν. Καὶ ὤφειλεν εἶναι ἐδολίεον
35ἐδολίουν, ὥσπερ ἐποίεον ἐποίουν· ἀλλ’ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσι τὸ τρίτον τῷ πρώτῳ ἰσοσύλλαβον· οἷον ἐμάθομεν, ἐμάθοσαν· εἴδομεν, εἴδοσαν· ἐπὶ δὲ τῶν ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν ἔνδειαν καὶ κρᾶσιν·
40οἷον, ἐκοσμήθημεν, ἐκόσμηθεν· ὡς τὸ,
40 Αὐτὰρ ἐπεὶ κόσμηθεν. Καὶ φυλάσσει τὴν παραλήγουσαν τῆς γενικῆς τῶν μετοχῶν. Δολομῆτα: Ὦ δόλια βουλευόμενε. Τὰ εἰς ΗΣ βαρύτονα τῷ η παραληγόμενα, καὶ εἰς α τὴν κλητι‐
45κὴν ἔχοντα, προπερισπῶνται, πεδῆτα, ἀγκυλομῆτα·
45πλὴν τοῦ ἀκάκητα.
45 Δόμος: Ὁ οἶκος· παρὰ τὸ δέμω, τὸ οἰκοδομῶ, ὡς νέμω, νόμος· ὁ οἰκοδομητὸς οἶκος. Δόμεναι: Ἔστι δίδωμι· ἡ μετοχὴ, δοὺς δόν‐ τος· καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου, δοῦναι. Εἰώθασι δὲ οἱ Δωριεῖς ἐπὶ τῶν εἰς ΝΑΙ

282

(50)

ἀπαρεμφάτων τοῦ δευτέρου ἀορίστου προστιθέναι τὴν ΜΕ συλλαβήν· καὶ εἰ μὲν ὦσι δύο φωνήεντα, τὸ ἓν ἀποβάλλειν· οἷον δοῦναι, δόμεναι· θεῖναι, θέμεναι· εἶναι, ἔμεναι, καὶ πλεονασμῷ τοῦ μ, ἔμμεναι· εἰ δὲ ἓν φωνῆεν ἐστὶ, φυλάσσειν αὐτὸ, οἷον, στῆναι στή‐
55μεναι· βῆναι, βήμεναι.
55 Δονῶ: Ἔστιν ἐνῶ, καὶ σημαίνει τὸ κινῶ· πλεο‐ νασμῷ τοῦ δ, καὶ τροπῇ τοῦ ε εἰς ο, δονῶ, τὸ συ‐ στρέφω. Σημαίνει καὶ κινεῖν, σείειν, σκεδαννύειν.

283

Δόναξ: Ὁ κάλαμος. Καλλίμαχος, Καὶ δόνακι πλήθοντα λιπὼν ῥόον Ἀστερίωνος. Παρὰ τὸ δίνω, τὸ στρέφω, δῖνος· καὶ ὡς λίθος λίθαξ, οὕτω δῖνος δίναξ· καὶ τροπῇ τοῦ ι εἰς ο, δόναξ, ὡς
5κλίνω, κλόνος· οἱ γὰρ ταρασσόμενοι συστρέφονται. Ἢ παρὰ τὸ δονεῖσθαι. Δόνακες: Κάλαμοι ἁλιευτικοὶ, ἢ αὐλοί· πρό‐ τερον γὰρ ταῖς θύραις ἀντὶ κέρατος ἐτίθουν καλά‐ μους. Σημαίνει δύο· καλάμους, ἀπὸ τοῦ ἐν δονήσει
10τὴν φυτείαν ὁρᾶσθαι, οἷον ἐν κινήσει·
10 Συμμάρψας δόνακας, μυρίκης τ’ ἐριθηλέας ὄζους. Καὶ αὐτὸν τὸν καλάμους ἔχοντα, Ἰλιάδος ςʹ, παρὰ ῥοδανὸν δονακῆα. Τὸν καλαμώδη, ἢ εὐδιάσειστον, εὐκίνητον, διὰ τοὺς ἐν αὐτῷ πεφυκότας καλάμους.
15Δοξοκοπία: Ἡ κενοδοξία.
15 Δόξα: Παρὰ τὸ δέχω δέξω, δέξα καὶ δόξα. Ἢ παρὰ τὸ δοκῶ δοκήσω, ἐδόκησα ἔδοκσα· καὶ τροπῇ τοῦ κ καὶ ς εἰς ξ. Ἢ παρὰ τὸ δόκω βαρύτονον, δόξω. Ἰλιάδος κʹ, Οὐδ’ ἄπο δόξης.
20Οὐκ ἄπο δοκήσεως καὶ εἰκασμοῦ. Ζήτει εἰς τὰς
20Διαφορὰς εἰς τὸ δ.
20 Δόρυ: Σημαίνει δύο· τὸ ξύλον, καὶ τὸ ἀκόντιον. Καὶ τὸ ξύλον μὲν, ὡς παρὰ Ἡσιόδῳ, ἑκατὸν δέ τε δούραθ’ ἁμάξης. Καὶ Ὅμηρος, Καὶ δὴ δοῦρα σέσηπε νεῶν.
25Καὶ τὸ κοντάριον, ὡς τὸ,
25Εὖ μέν τις δόρυ θηξάσθω.
25Καὶ πάλιν,
25αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
25Εἴρηται ἀπὸ τοῦ δρῦς δρυὸς, δόρυ· ἐπὶ παντὸς λεγό‐ μενον ξύλου ὑπὸ τῶν παλαιῶν, ὡς μάρτυς δρυμὸς, καὶ δρύφακτος. Ἢ παρὰ τὸ δέρω, τὸ λεπίζω· τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα. Ἢ παρὰ τὸ δρύπω· ἢ ἐκ τοῦ δρῦς· οἱ γὰρ ἀρχαῖοι ἐκ δρυΐνων κατεσκεύ‐
30αζον. Ἢ ἐκ τοῦ θορῶ, ὃ σημαίνει τὸ πηδῶ, θόρυ τὶ ὂν, τὸ ἐκ τῆς γῆς ἀνατρέχον, ὡς ὁ ποιητὴς λέγει παρετυμολογῶν αὐτὸ, ἐπεὶ οὔπω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης. Ἔνιοι καὶ τὸ δέρμα, δόρυ.
35Δορυξόος: Ἐκ τοῦ δόρυ καὶ τοῦ ξέω. Οὐδεὶς
35δὲ λέγει Ἑλλήνων δόρυξος, ἀλλὰ δορυξόος, καὶ κατὰ
35συγκοπὴν, δορυξός· ἔστι δὲ τόπος ὅπου ξύονται τὰ
35δόρατα. Δορυκτήτην: Δοριάλωτον, αἰχμάλωτον. Δορύκνιον: Παρὰ Νικάνδρῳ, ἀντιφάρμακον. Γράφεται καὶ δορύχνιον. Τὸ δορύκνιον τῶν θανασί‐ μων ὑπάρχον πινόμενον. Ἔστι δὲ κατὰ τὴν ὀσμὴν
40καὶ τὴν γεῦσιν γάλακτι παραπλήσιον· εἰ δέ τις αὐτὸ κλάσειε, γάλακτος ἀποστάζει. Ὅθεν δυσδιάκριτον τῷ πίνοντι, διὰ τὸ εἶναι γάλακτι παραπλήσιον. Δη‐ μοφῶν δὲ ἐτυμολογεῖ αὐτὸ οὕτω κεκλῆσθαι, διὰ τὸ δόρατι ἶσον εἶναι κατὰ τὴν ἀναίρεσιν.
45 Δορίαλλος: Λέγεται καὶ δόριλλος. Ἀρι‐ στοφάνης, Αἱ γυναῖκες τὸν δορίαλλον φράγνυνται. Ἔστι δὲ τὸ γυναικεῖον αἰδοῖον, ἐφ’ ὕβρει τραγῳδο‐ ποιοῦ Δορίλλου. Ἢ παρὰ τὸ δείρειν τὸ τυπτόμενον,

283

(50)

ἢ τὸ τιλλόμενον τὰς τρίχας καὶ οἱονεὶ ἐκδερόμενον·

283

(50)

οὕτω γὰρ πάλαι ἐψίλουν, ὡς δηλοῖ Ἀριστοφάνης, Ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. Δόρπος: Ὁ δεῖπνος, ἡ περὶ τὴν ἑσπέραν ἑστία‐ σις· κυρίως ἡ ἑσπερινὴ τροφή· ἀπὸ τῶν δερμάτων· ὅτι ἐπὶ δερμάτων καθήμενοι ἐσιτοῦντο. Ἢ παρὰ
55τὸ δρέπεσθαι τοῖς ὀδοῦσιν· ἢ παρὰ τὸ τοὺς πόνους
δρέπειν· ἢ παρὰ τὸ ἕρπειν ἡμᾶς εἰς τὸ δαύειν, ὅ ἐστι κοιμᾶσθαι. Οὕτως Ὦρος. Ἐγὼ δέ φημι, ὡς

284

εὗρον σχόλιον παρακείμενον ἐν τῷ βʹ τῆς Ἰλιάδος· δόρπος εἴρηται, παρὰ τὸ οἱονεὶ παύεσθαι τηνικαῦτα λοιπὸν τοὺς πολεμοῦντας τοῦ δόρατος, ὅ ἐστι τοῦ πολέμου, καὶ ἡσυχάζειν. Οὐ θαῦμα δὲ, εἰ τὸ κοινὸν
5πάσης τροφῆς ἐπὶ μιᾶς τάττεται· καὶ γὰρ τὸ ποιη‐
5τικὸν καὶ χειρουργία καὶ μαθήματα καὶ ἄλλα μυρία ἐστί. Δορκάς: Τὸ τῆς ἐλάφου γέννημα. Παρὰ τὸ δέρκω, τὸ βλέπω, δερκὰς καὶ δορκάς· ὀξυδερκὲς γὰρ τὸ ζῷον, καὶ εὐόμματον.
10Δόρξ: Ὄνομα ζῴου· ἔνθεν δορκάς. Παρὰ τὸ
10δέρκω δέρξω δὲρξ, καὶ δὸρξ, ὡς σήπω σήψω, σήψ· ὀξυωπὲς γὰρ τὸ ζῷον. Δορά: Δέρμα· Κρῆτες δὲ καὶ τὴν δοκόν. Δορίδες: Μάχαιραι μαγειρικαὶ εἰς τὸ ἐκδέρειν τὰ θύματα ἐπιτήδειαι.
15 Δοράζει: Κολάζει. Δορατιζόμενοι: Δόρασι μαχόμενοι. Δορούς: Κωρύκους, δέρματα. Δορπηστός: Ἡ τοῦ δόρπου ὥρα. Οὕτως δὲ τὸ καθ’ ἡμᾶς δεῖπνον.
20Δορυσόον: Ἀνδρεῖον· ἢ δόρατι φοβοῦντα καὶ
20σοοῦντα, καὶ ὁρμῶντα. Δορυφόρον: Τὸν φύλακα τῶν τυράννων· καὶ τὸ κωφὸν πρόσωπον. Δόσκον: Ἔδων, δεύτερος ἀόριστος παρὰ Αἰολεῦσι· Καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον.
25Ἀντὶ τοῦ ἐδίδουν. Ἰστέον δὲ ὅτι τὰ Ἰωνικῶς κλι‐ νόμενα ἐπὶ τῆς τρίτης συζυγίας τῶν εἰς ΜΙ, καὶ τῶν περισπωμένων, διὰ τοῦ ο ἐκφέρονται πρὸ τοῦ ΣΚ· ἐδίδων, ἐδίδοσκον· ἔδων, ἔδοσκον· ἐχρύσουν, ἐχρύσοσκον. Δοτός: Ἐκ τοῦ δέδομαι παθητικοῦ παρακει‐
30μένου, δέδοται, δοτὸς, δοτικὸς, καὶ δοτική. Δόρει: Ἰστέον ὅτι τὸ “σὺν δόρει σὺν ἀσπίδι” παρὰ Ἀριστοφάνει γίνεται οὕτως. Ὥσπερ ἀπὸ τοῦ γῆρας γίνεται γῆρος καὶ ἀπὸ τοῦ δέρας δέρος, οὕτως καὶ ἀπὸ τοῦ δόρυ δόρατος γίνεται δόρος· κἀκεῖθεν ἡ
35δοτικὴ δόρει, ὥσπερ τεῖχος τείχει. Τὸ δὲ δουρὶ ἀπὸ τῆς δουρὸς γενικῆς γέγονε δοτική. Δουρὶ δ’ ἐπαΐσσων. Ἀντὶ τοῦ σὺν δόρατι. Ἢ ἐκ τοῦ δρῦς δρυὸς, ὑπερ‐ θέσει, δουρὸς καὶ δουρί. Καὶ δουρικλυτὸς, ὁ κατὰ
40τὴν μάχην κλυτός.
40 Δοῦρα: Δόρατα, ξύλα. Ἰστέον ὅτι τὰ γόνυα καὶ δόρυα γίνεται καθ’ ὑπέρθεσιν τοῦ υ, γοῦνα καὶ δοῦρα. Ἢ ἀπὸ τοῦ γούνατα καὶ δούρατα, κατὰ ἀπο‐ βολὴν τῆς ΤΑ, γοῦνα καὶ δοῦρα. Δουρηνεκές: Δόρατος βολὴν, δόρατος μῆκος,
45ἀπόστημα ὅσον δόρυ διατεῖναι. Δουλιχόδειρος: Ὁ μακροτράχηλος· παρὰ τὸ δολιχὸν τὸ μακρὸν καὶ τὸ δειρὴ, δουλιχόδειρος· ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν γενό‐
μενα .....

284

(50)

Δοῦλος: Παρὰ τὴν δύην, ὃ σημαίνει τὴν κάκω‐

284

(50)

σιν, δύηλός τις ὤν· συγκοπῇ καὶ πλεονασμῷ, δοῦλος. Ἢ παρὰ τὸ δέω, τὸ δεσμῶ, δέλος καὶ δοῦλος· τοὺς γὰρ αἰχμαλώτους ἐδέσμουν. Ἢ παρὰ τὸ δόλος, δοῦλος. Ἡρακλῆς δὲ ἐν τῷ περὶ τοῦ χρὴ καὶ δεῖ, σχηματίζει παρὰ τὸ δέω, τὸ ἐλλείπω, δέλος καὶ δοῦ‐
55λος, ὁ ἐλλείπων τῇ ἀρετῇ, ὥς φησιν ὁ ποιητὴς, Ἥμισυ γάρ τ’ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτ’ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι.

285

Δούλη: Εἶδος τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Πρός τι· ἔχει γὰρ τὴν δέσποιναν. Καὶ πόσοι τρόποι τῆς δουλείας; Τρεῖς· τὸ κατὰ δημιουργίαν, Ὅτι τὰ σύμπαντα δοῦλα σά.
5Τὸ κατὰ δικαιοσύνην,
5 Ἐπειδὴ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Λέγεται δουλεία καὶ ἐπὶ τῶν ἀργυρωνήτων· ὡς τὸ, Ἠγόρασα δοῦλον. Δοῦπος: Κτύπος, ψόφος· οἱονεὶ ὁ δέους ὄπα
10ἔχων· ἢ ὁ δέος ἐμποιῶν. Ὠνοματοπεποίηται δὲ ἡ
10λέξις. Ἐξ οὗ,
10 Δούπησεν δὲ πεσών, σημαίνει τὸ ἀποθανεῖν πεσόντα ἐν πολέμῳ, ἠχῆ‐ σαι. Καὶ, δεδουπότος Οἰδιπόδαο, Ἰλιάδος ψʹ, ἐν πολέμῳ τεθνεῶτος.
15Δόχμιος: Ὁ πλάγιος· παράγωγον ἀπὸ τοῦ
15δοχμός. Θεόκριτος,
15Δόχμος ἀπὸ προβολῆς κλινθείς.
15Καὶ ἀποδοχμῶσαι, ἀποκλῖναι. Παρὰ τὸ δέχω, δοχμὸς, ὡς βρέχω, βροχμός· ἴν’ ᾖ ὁ εὐχώρητος, καὶ ὅν ἐστιν εὐχερῶς δέξασθαι ἐν ταῖς εἰσόδοις. Δοχμή: Ἡ παλαιστὴ, ὅ ἐστι τὸ τετραδάκτυλον τῆς χειρός. Ἀριστοφάνης,
20 Καὶ πρὶν ἡμέραν φορέσαι, μεῖζον ἦν δυοῖν δοχμαῖν. Παρὰ τὸ δέχω γίνεται δοχμὴ, τὸ δεκτικὸν μέρος τῆς χειρὸς, καὶ δι’ οὗ δεχόμεθα τὰ διδόμενα· ὡς δράξω δραχμὴ, ἡ τῶν ὀβολῶν ἐπίληψις· καὶ ἀΐσσω αἰχμή. Ἢ παρὰ τὸ δοχμός· ἐπειδὴ πλαγίᾳ τῇ
25χειρὶ μετροῦμεν. Ἔστιν οὖν μέτρον τί.
25 Δοχμιακός: Εἶδος μέτρου ἀντισπαστικοῦ· ἔστι δὲ μονόμετρον ὑπερκατάληκτον· οἷον, Ἐγὼ δ’ οὔτε σοί. Ἔστι δὲ Εὐριπίδου Φοινισσῶν. Πολλὰ δὲ ῥυθμῶν
ὀνόματα καὶ ἄλλα· ἀτὰρ δὴ καὶ ταῦτα, ἴαμβος,
30[ἰαμβικὸς,] δάκτυλος, [δακτυλικός·] παίων, ἐπί‐
30τριτος. Οὗτοι μὲν οὖν ὀρθοί εἰσι ῥυθμοί· ἐν ἰσότητι γὰρ κεῖνται· ἢ γὰρ μονὰς πρὸς δυάδα, ἢ δυὰς πρὸς τριάδα, ἢ τριὰς πρὸς τετράδα· ἡ τριὰς πλεονεκτεῖται μονάδι. Ἐν τῷ δοχμιακῷ τριάς ἐστι πρὸς πεντάδα, καὶ δυὰς ἡ πλεονεκτοῦσα. Οὗτος οὖν ὁ ῥυθμὸς οὐκ
35ἠδύνατο καλεῖσθαι ὀρθός· ἐκλήθη τοίνυν δοχμιακὸς, ἐν ᾧ τὸ τῆς ἀνισότητος μεῖζον κατὰ τὴν εὐθεῖαν κρί‐ νεται. Καὶ τὸ μέτρον οὖν δοχμιακὸν, ὡς ἐμπιπτόν‐ των ἐν αὐτῷ τῶν ὀκτὼ χρόνων. Δρῶ: Σημαίνει τέσσαρα· δρῶ, τὸ κρατῶ, ἐξ οὗ
40δράκτυλος καὶ δάκτυλος· δρῶ, τὸ ὑπηρετῶ, ἐξ οὗ καὶ
40δραπέτης, ὁ ἀποδρῶν τῆς δουλείας· δρῶ, τὸ βλέπω, ἐξ οὗ, ὑπόδρα ἰδών. Καὶ δρήθω, κατὰ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐ βλέπουσι· δρῶ, τὸ πράττω, ἐξ οὗ καὶ δρᾶμα. Ἐκ
45τοῦ δρῶ παράγωγον δράσσω· ὁ μέλλων, δράξω. Διατί
45οὐκ ἔχει τὸ ς; Εἰ δὲ ἔχει ΣΣ ὁ ἐνεστὼς, τότε ὁ μέλλων διὰ τοῦ ξ· πλὴν τοῦ πλάσσω, πλάσω· ἱμάσσω, ἱμάσω· ἰνάσσω, ἰνάσω· πάσσω, πάσω· λεύσσω, λεύσω. Δράγμα: Πληθυντικῶς μὲν λέγονται τὰ δρά‐

285

(50)

γματα· σημαίνει δὲ τοὺς στάχυας, ὅσους δύναται ὁ

285

(50)

θεριστὴς τῇ ἀριστερᾷ περιλαβεῖν θερίζων. Δρά‐ γματα, τὰ τῶν χειρῶν πληρώματα· παρὰ τὸ δρά‐ ξασθαι· σημαίνει τὸ λαμβάνειν. Καὶ δραγμὴ, τὸ πλῆθος τῶν κερμάτων, ἢ τῶν ὀβολῶν. Δραθεῖν καὶ Δραθέειν: Σημαίνει τὸ κοιμᾶ‐
55σθαι· καὶ καταδαρθεῖν, τὸ κοιμηθῆναι. Καὶ δρα‐ θεῖν καθ’ ὑπέρθεσιν, ὡς καρδία, κραδία. Εἴρηται δὲ παρὰ τὸ δέρμα· δραθεῖν γὰρ κυρίως λέγεται τὸ ἐπὶ

286

δερμάτων καθευδῆσαι. Ἢ παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, παράγωγον δρήθω, τὸ κοιμῶμαι, κατὰ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐδὲν ἐνεργοῦσιν. Ὁ μέλλων, δρήσω· ὁ δεύτερος ἀόριστος, ἔδραθον· ὁ μέλλων δεύ‐
5τερος, δραθῶ· καὶ τὸ ἀπαρέμφατον, δραθεῖν· καὶ κατὰ διάλυσιν τῆς ΕΙ διφθόγγου γίνεται δραθέειν. Δράκων: Παρὰ τὸ δέρκω, τὸ βλέπω· ὀξυδερκὲς γὰρ τὸ ζῷον. Ὁ δεύτερος ἀόριστος ἔδρακον, ὡς ἔπραθον, ἐκ τοῦ πέρθω· καὶ ἔτραπον, ἐκ τοῦ τρέπω.
10Ἔδαρκον ὤφειλεν εἶναι· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ἔτι δὲ καὶ ἀπὸ βαρυτόνων θεμάτων. —Πόθεν ἔχει τὸ α; κἄν που τύχῃ τὸ ε σὺν ἀμεταβόλῳ εἰς α αὐτὸ τρέπει ὁ δεύτερος ἀόριστος. Καὶ Ὅμηρος, ἐσέδρακον ἄντην.
15Καὶ, Οὐδ’ ἂν νῶϊ διαδράκοι ἠέλιός περ.
Ἀντὶ τοῦ ἴδοι. Δρακίος: Ὄνομα κύριον· ἀπὸ τοῦ δράσσω, ἵν’ ᾖ ὁ δραττόμενος, ὁ ἰσχυρός. Ἢ παρὰ τὸ δρῶ, τὸ
20πράττω, ἵν’ ᾖ ὁ πρακτικός.
20Δρᾶμα: Ποίημα, πρᾶγμα. Παρὰ τὸ δρῶ, τὸ
20ἐνεργῶ, (ἀφ’ οὗ καὶ δρᾶσαι, τὸ πρᾶξαι,) ὁ πα‐
20θητικὸς παρακείμενος, δέδραμαι, ἐξ αὐτοῦ δρᾶμα· λέγεται δὲ δράματα καὶ τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα, ὡς ἐν ὑποκρίσει, ὥς φησιν Ἀριστοφάνης· [ἐπειδὴ ἐν ἱερῷ Ἡρακλέους δει‐ πνοῦντες ἐγίνοντο χορός.] Καὶ τὰ ἐκ συσκευῆς
25δὲ καὶ κακουργίας δρώμενα κατά τινος ὑπό τινων, δράματα. Δρᾶναι: Οἶμαι ἀπὸ τοῦ δρῆμι ἔδρην· τὸ ἀπα‐ ρέμφατον, δρᾶναι. Κάλλιον οὖν ἀπὸ τοῦ δραίνω δρανῶ ἔδρανα δρᾶναι. Ἔστιν Ἰλιάδος κʹ. καὶ δραί‐
30νειν, ἰσχύειν, δύνασθαι, ἐνεργεῖν.
30 Δράξ: Σημαίνει ὅσον τῇ χειρὶ οἷόν τε δράξασθαι καὶ περιλαβεῖν. Παρὰ τὸν δράξω μέλλοντα, δρὰξ, ὡς θήσω, θής. Δράξων: Ἡ λέξις Σικελική. Σημαίνει δὲ τοὺς κατ’ ἀγορὰν τῶν ἀλφίτων ἢ τοὺς ἄλλων τινῶν
35δραττομένους καὶ ἁρπάζοντας. Οὕτως Ἐρατοσθένης καπηδάλους καλεῖ. Παρὰ οὖν τὸ δράττεσθαι. Εἰς τὸ Διογενιανοῦ εὗρον ἐγὼ δράξων σημαίνειν πορνοβοσκόν. Δρέμω: Ὁ μέλλων δραμῶ· ὁ δεύτερος ἀόριστος, ἔδραμον· καὶ τὸ ἀπαρέμφατον, δραμεῖν. Τὸ ῥῆμα,
40δέρμω· ὁ δεύτερος ἀόριστος, ἔδαρμον· καὶ ὑπερθέσει, ἔδραμον· ὁ δεύτερος μέλλων, δραμῶ. Δραπέτης: Ὁ φυγάς· παρὰ τὸ δρῶ, τὸ ὑπη‐ ρετῶ· καὶ ἀποδρῶ, τὸ ἀποφεύγω· ὅθεν καὶ ἀπέδρα· ὁ μέλλων, δράσω· καὶ μετὰ τοῦ πέτω, σημαίνοντος τὸ
45ἀφίπταμαι, γέγονε δραπέτης, ὁ ἀποπτὰς καὶ ἀπο‐ στὰς τῆς ὑπηρεσίας· ἢ ὁ τὸ δρᾶν (ἤγουν τὸ πράτ‐
τειν) πεττεύων, τουτέστιν ἐκκλίνων. Δραπετίνδα: Ὄνομα παιδιᾶς. Ἔστι δὲ τῆς μυΐνδα καλουμένης τρόπος. Εἴρηται δὲ παρὰ τὸ

286

(50)

τῶν παίδων ὁ μέν τις μύει τοὺς ὀφθαλμοὺς, βοῶν, “Τηροῦ, φυλάττου·” οἱ δὲ ἄλλοι φεύγουσι, φυλασ‐ σόμενοι τοῦ ἀγρευθῆναι. Εἴρηται παρὰ τὸ δραπε‐ τεύειν καὶ φεύγειν τοὺς παίζοντας αὐτήν. Δραπέται: Δυνατοί.
55 Δρήστειραι: Διάκονοι, θεράπαιναι. Δρῆσται, δρηστῆρες: Οἱ ὑπουργοῦντες καὶ διακονοῦντες. Δραστήρ: Ὁ νοητικὸς κατ’ ἐπιβολήν. ΔΡΑ‐ στῆρας, μαγείρους, διακόνους.

287

Δρησμοσύνην: Θεραπείαν, ὑπηρεσίαν. Δρᾶσις: Σημαίνει τὴν πρᾶξιν καὶ τὴν ὅρασιν. Παρὰ τὸ δρῶ, τὸ πράττω καὶ τὸ βλέπω, τὸ δρὰ καὶ δρὰξ, καὶ ὑπόδρα καὶ ὑπόδραξ· καὶ δρατοὶ,
5οἱ ὀφθαλμοί· καὶ δραπέτης, ὁ περιβλεπόμενος μὴ ἁλῷ. Δρῶ δράσω οὖν, δρᾶσις, ὡς πράξω, πρᾶξις. Παρὰ τὸ δρῶ, τὸ ὁρῶ, (ἀφ’ οὗ καὶ δρᾶσις ἡ βλέψις) δέδραται, δρατὸς, καὶ δρατοὶ, οἱ ὀφθαλ‐ μοί.
10Δρατά:
10Περὶ δὲ δρατὰ σώματα νήει.
10Ἐπεσώρευε δὲ τὰ ἐκδεδαρμένα σώματα τῶν ἀνῃρη‐ μένων ἀνδρῶν, Ἰλιάδος ψʹ. Ὡς φθείρω φθαρτὸς φθαρτὴ φθαρτὰ, οὕτω δείρω, τὸ ἐκδέρω, δαρτὸς δαρτά· καὶ καθ’ ὑπέρθεσιν, δρατὰ, ὡς ὀφιόσπαρτον, ὀφιό‐ σπρατον.
15Δράκαυλος: Σοφοκλῆς Τυμπανισταῖς· ἐπεὶ ἡ
15Ἀθηνᾶ δοκεῖ παρ’ αὐταῖς αὐλίσαι τὸν δράκοντα, ταῖς Κέκροπος θυγατράσιν. Ὅτι συναυλίζονται κατὰ τὸ εἰκὸς Κέκροπι ὄντι διφυεῖ. Ὅτι συναυλίζεται μία τῶν ἐν τῇ ἀκροπόλει δράκοντι, προσημερεύουσα τῇ θεῷ. Δραχμή: Σταθμὸς ὡρισμένος· ἢ τὸ συνάθροισμα
20τῶν ἓξ ὀβολῶν. Παρὰ τὸ δέδραγμαι, δραχμή. Τὸ παλαιὸν γὰρ τῶν ἀνθρώπων ὀβολοῖς κεχρημένων ἀντὶ νομίσματος, οὓς τῇ χειρὶ δραξαμένους δυνατὸν ἦν περιλαβεῖν, τούτους δραχμὴν ἐκάλουν, παρὰ τὸ δρά‐ ξασθαι· αἱ δὲ ἑκατὸν δραχμαὶ ποιοῦσι μνᾶν μίαν.
25Εἰς τὸ ἐρεγμός· καὶ εἰς τὸ ἀρχόμενος περὶ τοῦ χωρὶς γ.
Δρεπτόν: Διηνεκῶς ἀπολαυστικὸν, τρυγητικὸν, καὶ ὅπωσποτε ἁρπαστόν· Καὶ τὸ δρεπτὸν σκευώρηται παρὰ σοῦ φίλημα.
30 Δρέπειν: Τρυγᾶν, τέμνειν· καὶ δρεπεῖς, οἱ τρυγηταί. Δρεπάνη: Ἡ Φαιακία· διὰ τὸ ἐκεῖ κεκρύφθαι τὸ δρέπανον ᾧ ὁ Κρόνος τὸν πατέρα τῶν αἰδοίων ἐξέκοψεν· ἢ ὅτι τὸ παρὰ Ἡφαίστου Δήμητρι δοθὲν,
35ἵνα τοὺς Τιτᾶνας διδάξῃ θερίζειν.
35 Δρέπανον: Χώρα τῆς Σικελίας. Εἴρηται ἀπὸ τοῦ ἐκεῖ κεῖσθαι τὸ δρέπανον ᾧ ἀπέτεμε τὰ αἰδοῖα τοῦ Οὐρανοῦ ὁ Κρόνος. Ἢ ἀπὸ τοῦ σχήματος· δρεπανοειδὴς γὰρ ὁ τόπος. Δρέπανον δὲ καὶ χώρα Βιθυνίας πρὸς τῷ Βοσπόρῳ κειμένη.
40 Δρῆσος: Ὄνομα κύριον. Παρὰ τὸν δράσω μέλλοντα, Δρᾶσος, καὶ Δρῆσος τροπῇ, ὡς κτήσω, Κτῆσος· καὶ ῥήσω, Ῥῆσος· καὶ εἴσω, Ἶσος, κύριον. Δρία: Ἡσίοδος, ἀνὰ δρία βησσήεντα
45φεῦγε.
45Οὐκ ἀπὸ τοῦ δρίεα κατὰ συγκοπήν· ἀλλ’ ὥσπερ ἀπὸ
45τοῦ θύος γίνεται θύον, καὶ μέγαρος μέγαρον, οὕτως δρίος δρίον· καὶ ὡς μύρον μύρα, οὕτως δρίον δρία· ἀνὰ τοὺς συνδένδρους τόπους. Δριμύς: Παρὰ τὸ τὰς ῥῖνας μύειν· ἢ παρὰ τὸ δόρυ καὶ τὸ μένος.

287

(50)

Δρίφος: Δρίφος Συρακούσιοι· Φέρ’ ὦ τὸν δρίφον. Δίφρος γὰρ καὶ δρίφος. Δρόσος: Κατὰ παράλειψιν τοῦ ι· οἷον, ἡ παρὰ τοῦ Διὸς σοουμένη, δίοσός τις οὖσα· καὶ πλεονασμῷ
55τοῦ ρ, δρόσος. Ἢ παρὰ τὸ ὕω, τὸ βρέχω, ὕσος·
55καὶ τροπῇ τοῦ υ εἰς ο, καὶ πλεονασμῷ τῶν συμ‐ φώνων, δρόσος. Δροσίζω [δροσίσω,] καὶ δροσῶ δρο‐ σήσω· καὶ ὁ παθητικὸς ἐνεστὼς, δροσούμενοι. Ἢ

288

παρὰ τὸ ῥέω ῥόσος, καὶ δρόσος· ἢ παρὰ τὸ δρῶ, τὸ πράττω, καὶ τὸ σῶος, ἡ σώους δρῶσα τοὺς καρπούς. Δροίτη: Ἡ πύελος· ὁ δὲ Αἰτωλὸς φησὶ τὴν
5σκάφην ἐν ᾗ τιθηνεῖται τὰ βρέφη· Παρθένιος δὲ τὴν
5σορὸν, καὶ Αἰσχύλος. Καὶ ἔστι παρὰ τὸ δόρυ καὶ τὸν οἶτον, τὸν θάνατον· τὸ δόρυ τὸ εἰς θάνατον ἐπιτή‐ δειον. Ἢ ἡ ἐκ δρυὸς εἰς οἶτον πεποιημένη, καὶ εἰς τὸ δέχεσθαι τὸ σκῆνος. Κατὰ τὸν Ἕρμιππον οὖν διὰ τοῦ υ γράφεται, παρὰ τὴν δρῦν τὴν ξυλίνην· καὶ
10ἴσως ὅτε μὲν σημαίνει τὴν πύελον, διὰ τοῦ υ· ὅτε δὲ τὴν σορὸν, διὰ τῆς ΟΙ. Δρωπακίζεσθαι: Ταυτόν ἐστι τῷ πιττοῦσθαι. Ἄμφω δὲ τὸ τὰς τρίχας τοῦ παντὸς σώματος μαδᾶν
χρίσμασι.
15 Δρυαχαρνεῦ: Δρύϊνε Ἀχαρνεῦ, ἀναίσθητε. Ἐκωμῳδοῦντο γὰρ οἱ Ἀχαρνεῖς, ὡς ἄγριοι καὶ σκλη‐ ροί· Ποτάμιοι δὲ, ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγ‐ γράφους· Θυμοιτάδαι καὶ Προσπάλτιοι, ὡς δικα‐ στικοί.
21 Δρύϊνος: Ξύλινος, ὡς ἄν τις εἴποι λίθινος· πᾶν γὰρ ξύλον δρῦς καλεῖται παρὰ τοῖς παλαιοῖς. Καὶ δρυμὼν, ὁ σύνδενδρος τόπος, ἀπὸ τῶν δρυῶν· οὕτως γὰρ ἐκάλουν πᾶν δένδρον· καταχρηστικῶς δὲ καὶ
25ἀκρόδρυα οὐ μόνον βαλάνους, ἀλλὰ παντὸς φυτοῦ καρπὸν ἐδώδιμον· καὶ γεράνδρυα, πάντα τὰ παλαιὰ φυτά· δρῦν γὰρ ἐκάλουν πᾶν δένδρον ἀπὸ τοῦ ἀρχαιο‐ τέρου· καὶ δρυτόμος, ὑλοτόμος, ξυλοτόμος. Τὸ δὲ δρῦς, ἐπὶ μὲν εὐθείας, μακρὸν ἔχει τὸ υ· ἐπὶ δὲ
30τῆς ἄλλης κλίσεως, βραχύ· ὁμοίως καὶ τὸ ἰχθῦς· ἔτι σῦς, συός· ὗς, ὑός. Δρύοψ: Ὄνομα ἔθνους. Τοὺς Δρύοπας ὑπὸ τὸν Παρνασσὸν οἰκοῦντας μετέστησεν Ἡρακλῆς εἰς Πελοπόννησον. Καλοῦνται δὲ ἀπὸ Δρύοπος υἱοῦ
35Ἀπόλλωνος καὶ Δίας τῆς Λυκάονος. Δρυόχους: Τοὺς πελέκεις. Οἱ μὲν κρίκους ἀκούουσι τινὰς μεγάλους ἐπ’ ὀβελίσκων κειμένους, οὓς καταπήγνυσθαι εἰς τὴν γῆν, ὥστε δι’ αὐτῶν
40τοξεύειν· οἱ δὲ, μολιβᾶς τὰς θέσεις αὐτῶν κάτωθεν, ἔπειτα τὸν κύκλον ἄνω ἐπικείμενον. Ἄμεινον δὲ ἀκούειν δρυόχους, ξύλα ὀρθὰ, ἐφ’ ὧν ἡ τρόπις ἐρεί‐ δεται τῆς πηγνυμένης νεὼς, ἤγουν στηρίγματα. Καλοῦνται δὲ αὗται καὶ ἐπηγκενίδες.
45 Δρυφάκτους: Ξυλίνους θώρακας, ἢ τοὺς νῦν καλουμένους καγκέλλους, τὰ διαφράγματα ἢ περι‐ τειχίσματα· εἴρηται δὲ κυρίως πάντα τὰ ἀπὸ ξύλων γινόμενα. Δρυόφρακτος τὶς ὢν, ὁ ἐκ δρυῶν φραγμός· πάλαι γὰρ τὰ πάντα ξύλα δρύας ἐκάλουν καὶ δρυμόν.

288

(50)

Ἢ παρὰ τὴν δρῦν καὶ τὸ πακτῶσαι, ὅ ἐστι πῆξαι, δρύπακτος καὶ δρύφακτος. Δρύπτω: Τὸ σπαράττω. Ὅμηρος, Δρυψάμενοι δ’ ὀνύχεσσι παρειάς. Παρὰ τὰς δρῦς. Τὸ γὰρ παλαιὸν ἁρπάζοντες τὰς
55βαλάνους, περιπαίοντες ἀλλήλους ἐσπάραττον· ἀπὸ δὲ τούτου, δρυμάσσω ῥῆμα τὸ σπαράττω. Ἢ ἀπὸ τῶν περιλεπιζομένων δρυῶν εἴρηται. Δρύψελλον: Τὸ λέμμα, ὁ φλοιός. Παρθένιος,

289

Οὐδὲ πόροι ῥίζης δρύψελα ποντιάδος. Παρὰ τὸ δρύψαι, ὅ ἐστι λεπίσαι, ὁ ἀποδρυπτόμενος φλοιός. Καταχρηστικῶς δὲ καὶ φύλλον δρύψελλον, ἐπὶ τοῦ σελίνου ὁ Παρθένιος.
5Δρύφακτοι: Αἱ τῶν δικαστηρίων θύραι, ἤγουν τὰ
κάγκελλα. Δοῖδυξ: Ὁ καλούμενος ἁλοτρίβανος· παρὰ τὸ δαδύσσω, τὸ ταράσσω· ὁ μέλλων, δαδύξω· ἀποβολῇ τοῦ ω, δάδυξ· καὶ τροπῇ τοῦ α εἰς ο, καὶ πλεονασμῷ
10τοῦ ι, δοῖδυξ. Τὰ εἰς ΥΞ ἅπαντα διὰ τοῦ υ ψιλοῦ γράφονται πλὴν τοῦ προῖξ. Δοῖεν: Ἐκ τοῦ δίδωμι, ἐδίδων· ὁ δεύτερος ἀό‐ ριστος, ἔδων· δοὺς, δόντος· τὸ εὐκτικὸν, δοίην· τὸ πληθυντικὸν, δοίημεν· καὶ συγκοπῇ, δοῖμεν· καὶ
15δοῖεν, τὸ τρίτον.
15 Δοιάντιον πεδίον νέμονται: Ἀπὸ τοῦ Δοίαντος ἥρωος. Δοιώ: Ὄνομα· ἡ εὐθεῖα τῶν ἑνικῶν, δοιός. Οἱ γὰρ Δωριεῖς τὴν ἐν τοῖς ῥήμασιν ἀναλογίαν φυλάτ‐ τουσι, καὶ ἐν τοῖς ὀνόμασι πλεονάζουσι τὸ ι. Γίνεται
20δὲ ἐκ τοῦ δέω, τὸ δεσμεύω, δοός· καὶ πλεονασμῷ τοῦ
20ι, δοιός· ἡ γενικὴ, δοιοῦ· ἡ εὐθεῖα τῶν δυϊκῶν, δοιώ. Ἢ ἐκ τοῦ δύο διὰ τοῦ υ ψιλοῦ γίνεται κατὰ διά‐ λεκτον, πλεονασμῷ τοῦ ο, καὶ τροπῇ τοῦ υ εἰς ι. Ἐκ δὲ τοῦ δοιὸς γίνεται δοιὴ, καὶ δοιαί. Ἰλιά‐ δος ιʹ,
25ἐν δοιῇ δὲ σαωσέμεν, ἢ ἀπολέσθαι,
25Τουτέστιν ἐν δισταγμῷ, ἐν διχοστασίᾳ. Περισπᾶ‐
25ται· δοτικὴ γάρ· ἀκολουθεῖ εὐθείᾳ τῇ δοιός. Δύω: Παρὰ τὸ συνδεδέσθαι ἑτέρῳ ἀριθμῷ. Γρά‐ φεται καὶ ψιλῷ καὶ διφθόγγῳ. Ὅτε βαρύνεται, γράφεται διὰ τοῦ υ ψιλοῦ· ὅτε δὲ ὀξύνεται, γρά‐ φεται διὰ τῆς ΟΙ διφθόγγου.
30Αὐτὰρ ὃ δοῦρε δύω.
30Ὧδε γράφεται διὰ τὸ μέτρον, μέγα. Κοινῶς μὲν γὰρ, διὰ τοῦ ο μικροῦ· Ἀττικῶς δὲ, διὰ τοῦ ω μεγάλου. Καὶ ποῖον ἐστὶν ἀναλογώτερον; Τὸ διὰ τοῦ ω μεγάλου. Ἐμάθομεν γὰρ, ὅτι τρία ἐστὶ στοιχεῖα τελικὰ τῶν δυϊκῶν, α, ε, ω.
35Δυάζειν: Τὸ διστάζειν· παρὰ τὸ ἐν δύο στά‐
35σεσιν εἶναι· ἢ παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν, καὶ μηδὲ πρὸς ἑτέραν τρέπεσθαι γνώμην. Δοιάζω: Παρὰ τὸ δοιὸς, δοιάζω, ὡς ἵππος ἱπ‐ πάζω. Δυοῖν: Ὥσπερ ἀπὸ τοῦ ἄμφω γίνεται ἀμφοῖν,
40οὕτως καὶ ἀπὸ τοῦ δύο δυοῖν. Λέγεται καὶ δυεῖν,
40τροπῇ τοῦ ο εἰς ε. Δυάς: Παρὰ τὸ δῶ, τὸ δεσμῶ· ἵν’ ᾖ ὁ ἐκ συνδέ‐ σεως πρῶτος ἀριθμὸς, πρὸς ἀντιδιαστολὴν τῆς μονά‐ δος. Ἢ παρὰ τὸ συνδεδέσθαι ἄλλῳ ἀριθμῷ, τῷ ἑνί·
τὸ γὰρ ἓν ἀπολελυμένον ἐστὶ, παρὰ τὴν ἕσιν καὶ τὴν
45ἄφεσιν. Ἢ παρὰ τὸ διεῖναι· μόνη γὰρ πρώτη ἡ δυὰς διΐσταται ἀπὸ τῆς μονάδος· ὅθεν οἱ Πυθαγόρειοι τόλμαν αὐτὴν εἶπον. Ἢ παρὰ τὸ δύο, δυάς. Δυϊκὸς ἀριθμός: Οὐ μόνον ὅτι ἐπὶ δυοῖν λέ‐ γεται, ἀλλὰ καὶ διὰ τὴν ἑκάστην πτῶσιν δύο πτώσεις

289

(50)

ἔχειν.

289

(50)

Δῦ δὲ χιτῶνα: Τὸ δῦ, μακρόν. Ἔστι γὰρ δεύτερος ἀόριστος τῶν εἰς ΜΙ, ἔδυν, ἔδυς, ἔδυ, δῦ. Δύω: Τὸ ἐνδύσασθαι ἱμάτιον. Ἀπὸ τοῦ δέω, τὸ δεσμῶ, ὡς χέω χύω· καὶ ἐν συνθέσει, ἐνδύω καὶ ἔν‐ δυσις. Δοκεῖ γὰρ δεδέσθαι τῇ ἐσθῆτι. Ἀπὸ δὲ
55τοῦ δύω, γίνεται δῦμι τετάρτης συζυγίας τῶν εἰς ΜΙ· ἡ δὲ τετάρτη, ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων· οἷον δύω δῦμι· ἡ μετοχὴ, δύς· καὶ τὸ ἀπαρέμφατον,

290

δῦναι (ὡς φὰς φάναι) καὶ δύμεναι, ἀόριστος δεύτερος καὶ μέλλων· ἀπὸ τοῦ δῦμι. Δύσεαι: Εἰ μὴ σύ γε δύσεαι ἀλκὴν,
5Ἰλιάδος ιʹ, εἰ μὴ ἀναλάβῃς τὴν δύναμίν σου καὶ
5κατέλθῃς ἐν τῷ πολέμῳ βοηθήσων. Δύσετό τ’ ἠέλιος: Ἐχρῆν δείλετο, εἰς δείλην ἐτράπη· ἡμέρα γὰρ ἦν ἔτι. Δύω, δύσω· καὶ μετά‐ γεται ὁ μέλλων εἰς ἐνεστῶτα· δύσω, δύσομαι, ἐδυ‐ σόμην.
10Δυσμή: Ὡς παρὰ τὸ δέω δεσμὸς, οὕτω καὶ δύω
10δυσμὴ, ὅτε συνδεῖται τῷ φωτὶ τὸ σκότος καὶ συνά‐ πτεται. Παρὰ τὸ δύω, ἢ δῦμι· ὁ παρακείμενος, δέδυκα· ὁ παθητικὸς, δέδυσμαι· καὶ ὄνομα ῥηματι‐ κὸν, δυσμή. Καὶ δυσμαὶ δυσμῶν, ὅπου ἐξέρχεται καὶ ὑπεισδύνει ὁ ἥλιος.
15 Δύσις: Ὅπερ ἂν σημαίνῃ, παρὰ τὸ δύω εἴρηται τὸν ἀριθμὸν, καὶ τὸ φῶς· παρὰ τὸ σκότει συνδυάζεσθαι. Δύναμις: Ἡ ἰσχύς· ἢ παρὰ τὸ δαινύω, ἢ παρὰ τὸ δύνω· ἡ δύνουσα καὶ πράττουσα καὶ διαιροῦσα τὸ ἀνθιστάμενον.
20 Δυνάστης: Ἀπὸ τοῦ δυνάζω· ὁ μέλλων, δυνάσω· δεδύνακα, δεδύνασμαι, δεδύνασαι, δεδύνασται. Δυνήσεαι: Ἀπὸ τοῦ δύνω δυνῶ δύνημι, δυνή‐ σομαι, δυνήσεται. Δύνωνται: Ἀπὸ τοῦ δύνημι· οὗ τὸ παθητικὸν,
25δύναμαι· τὸ ὑποτακτικὸν, ἐὰν δύνωμαι. Καὶ ὤφειλεν εἶναι ἐὰν δυνῶμαι, ὡς τιθῶμαι· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα εὑρεθῇ ὁ ἐνεστὼς τῶν εἰς ΜΙ ἐν χρήσει, τότε προπερισπᾶται τὰ ὑποτακτικά· οἷον τίθημι, ἐὰν τιθῶμαι· ἵστημι, ἐὰν ἱστῶμαι. Ἡνίκα
30δὲ οὐχ εὑρίσκεται ἐν χρήσει, τότε προπαροξύνεται· οἷον δύνημι ἐὰν δύνωμαι· τὸ γὰρ δύνημι ἐν χρήσει
οὐχ εὑρίσκεται. Καὶ τὸ πληθυντικὸν, δύνωνται. Δύνασαι: Ἰστέον ὅτι τὰ ἔχοντα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς ὀξύτονον τροπῇ τοῦ κατὰ τὸ τρίτον τ εἰς
35ς ποιεῖ τὸ βʹ· οἷον πεποίηται, πεποίησαι, ὅτι πεποιηκώς. Οὕτως οὖν δύναται δύνασαι, ὅτι δυνάς· καὶ ἐπίστα‐ ται ἐπίστασαι, ὅτι ἐπιστάς. Ἀπὸ τοῦ δύνημι καὶ ἐπίστημι, δύναμαι καὶ ἐπίσταμαι. Τὸ δὲ δύνῃ καὶ ἐπίστῃ κατὰ πάθος εἰσὶν ἀπὸ τοῦ δύνασαι καὶ ἐπί‐
40στασαι· Ἰωνικῶς, δύνεαι καὶ ἐπίστεαι· καὶ κράσει τοῦ ε καὶ α εἰς η, δύνῃ καὶ ἐπίστῃ. Χοιροβοσκός. Δυσί: Ἰστέον ὅτι ἐπὶ τῶν ἀριθμῶν ὅσοι μὲν ἐν μιᾷ φωνῇ τὰ τρία γένη δηλοῦσιν οὐ κλίνονται· τὰ γὰρ ἄρθρα μόνα διαλαμβάνει· ἐπεὶ τὸ ἀριθμητικὸν
45πανταχοῦ τὴν αὐτὴν φωνὴν ἐφύλαξεν. Εἰ ἄρα οὖν τὰ δύο ἐν μιᾷ φωνῇ τὰ τρία γένη δηλοῖ· οἱ δύο γὰρ, καὶ αἱ δύο, καὶ τὰ δύο· δηλονότι οὐκ ὤφειλε κλίνε‐ σθαι τοῖς δυσίν. Ἔστι δὲ εἰπεῖν, ὅτι πολλάκις αἱ διάλεκτοι κλίνουσι ταῦτα, ὡς παρὰ Ἀλκαίῳ,

290

(50)

Εἰς τὸν δυοκαίδεκον.

290

(50)

ἀντὶ τοῦ δυοκαίδεκα. Καὶ πάλιν Καλλίμαχος ἐν τοῖς Ἐλεγείοις, Ἐκ δὲ τριηκόντων μοῖραν ἀφεῖλε μίαν. ἐκ τοῦ τριήκοντος, ἀντὶ τοῦ ἐκ τῶν τριάκοντα. Καὶ αὐτὸ δὲ τὸ δύο εὕρηται κλινόμενον. Καὶ
55παρὰ τὸ,
55 δύο δυσὶν ἀντιφέρεσθαι, ὡς παρὰ Θεοκρίτῳ· οὐχ ἑνὶ μόνον κεῖται, ἀλλ’ ὁτὲ
55μὲν δυσὶν, ὁτὲ δὲ πλείοσι. Τῇ οὖν χρήσει ἐπακο‐ λουθῶν κλίνεται τὸ δυσί. Δύη: Ἡ κακοπάθεια· οἷον,

291

[ἦ γάρ με] δύη ἔχει ἤλιθα πολλή. Ἀπὸ τοῦ δῶ, τὸ δεσμεύω· ὅθεν, Συνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον. Οὗ παράγωγον, δέω· ἀφ’ οὗ,
5Πῶς ἂν ἐγώ σε δέοιμι;
5Ὀδυσσείας θʹ, ἀντὶ τοῦ δεσμεύοιμι, κρατοῖμι· καὶ
5δεμὸς καὶ δεσμὸς, ὡς θέω, θεσμός. Ἀπὸ τοῦ δέω οὖν γίνεται δύω, ὡς ῥέω ῥύω ῥύσις, καὶ χέω χύω χύσις. Δύω οὖν δύη, ἡ συνδεδεμένη τῷ πάσχοντι· ἢ ᾗτινι συνδέδεταί τις δυστυχίᾳ κακοπαθῶν. Ἢ λύη τις οὖσα, ἡ λύουσα τὰ μέλη· ὅθεν καὶ δοῦλος ὁ
10δυστυχὴς καὶ κακῶς πάσχων, δύηλός τις ὤν.
10Δυηπαθείας:
10 Ἄνευ πόνου καὶ δυηπαθείας, κακοπαθείας, δυστυχίας. Δύμη: Ἡ πόλις τῆς Ἀχαΐας. Λυκόφρων,
Δύμη τε Βουρέοισιν ἡγεμὼν ὄχλου. Λέγεται καὶ Δῦμαι καὶ Δυμαῖαι, ὅτι πρὸς δυσμαῖς
15τῆς Ἀχαΐας κεῖται, δύσμη τὶς οὖσα καὶ δύμη. Ἢ ἀπὸ Δύμης ἡρωΐδος. Δύμας: Ὄνομα κύριον. Ἀπὸ τοῦ δύω, τὸ δεσμῶ, Δύμας· Υἱὸς δὲ Δύμαντος.
20Δύπτης: Δύπται λέγονται αἱ αἴθυιαι. Καὶ ὁ
20δύπτης. Καλλίμαχος,
20Δύπται τ’ ἐξ ἁλὸς ἐρχόμενοι
20 ἔνδιοι καύηκες. Παρὰ τὸ δύπτω, δύπτης, ὡς ὄπτω ὄπτης, καὶ ἐπό‐
21πτης. Δύναται δὲ λέγεσθαι καὶ δύπτης ὁ κολυμ‐ βητὴς, παρὰ τὸ δύνειν ἑαυτὸν εἰς τὴν θάλασσαν. Δύρεσθαι: Ἀντὶ τοῦ ὀδύρεσθαι. Δυρράχιον: Πόλις Ἠπείρου, ἡ πρότερον κλη‐
25θεῖσα Ἐπίδαμνος, νῦν δὲ Δυρράχιον, ὅτι κατὰ τὸν τόπον προεχούσης ἄκρας γεωλόφου τὸ κῦμα προσ‐ πίπτον καὶ σχιζόμενον ῥαχίαν ποιεῖ μεγάλην· ὅθεν διὰ τὴν ῥαχίαν καὶ [τὸ] δύσορμον Δυρράχιον ὠνό‐ μασαν τὸν τόπον.
30 Δυσαής: Ὁ ἄνεμος. Ἀνέμοιο δυσαέος ὀρνυμένοιο. Παρὰ τὸ ἄω, τὸ πνέω, καὶ ΔΥΣ, ὁ κακῶς πνέων. Τὸ γὰρ δυσαήων ἔκτασιν ἔχει τοῦ ε εἰς τὸ η. Τινὲς δὲ τοῦ ζεφύρου ἐπίθετον φασὶ τοῦ ἀπὸ δύσεως ἄοντος,
35ὅτι δυτικὸς ἐκ ζόφου ῥέει.
35 Δυσάμμορος: Παρὰ τὸ μόρος δύσμορος· καὶ πάλιν παρὰ τὸ μόρος, ἄμμορος, τοῦ α ἀντὶ τοῦ κακοῦ κειμένου, καὶ κατὰ ἀλλεπάλληλον σύνθεσιν δυσάμ‐ μορος, ὡς ἥλικες, ὁμήλικες, καὶ συνομήλικες. Δυσαριστοτόκεια: Ἰλιάδος ςʹ, ἐπὶ κακῷ τὸν
40ἄριστον τετοκυῖα, ὡς ἄν τις εἴποι ἐπὶ δυστυχίᾳ εὔτεκνον. Δυσαλθές: Τὸ δυσίατον· οὐδετέρως· τὸ ἀρσε‐ νικὸν, δυσαλθής· ἐκ τοῦ ΔΥΣ καὶ τοῦ ἄλθω, τὸ θερα‐ πεύω.
45Δυσβήρης: Ὁ δύσβατος· παρὰ τὸ δύσβατος,
45δυσβατήρης· καὶ ἐν συγκοπῇ.
45 Δυσβάρνακος: Δυσκατανόητος. Βάρνακα γὰρ ἄγρια λάχανα δύσπλυτα. Δυσγάργαλις: Δυσυπότακτος· γαργαλίζειν γὰρ, τὸ εἰς γέλωτα ἄγειν καὶ πείθειν. Δυσερμία: Ἡ δυστυχία, ἡ κακὴ ἐπιτυχία.

291

(50)

Εὐερμίαν γὰρ τὴν ἐπιτυχίαν καλοῦσιν, ἀπὸ τοῦ τὸν Ἑρμῆν εἰς πολλὰ παρακαλεῖσθαι βιωφελῆ. Δύσεριν: Φιλόνεικον· παρὰ τὸ ΔΥΣ μόριον, καὶ
τὴν ἔριν. Δυσηχής:
55Καὶ πολέμοιο δυσηχέος.
55Παρὰ τὸν λυπηρὸν ἦχον τὸν ἐν τῷ πολέμῳ γινό‐ μενον. Δυσηλεγὴς καὶ Δυσηλεγὴς Τανηλεγὴς, ἐπὶ τοῦ θανάτου λέγεται, ὁ μακροκοίμητος· ἀπὸ τοῦ λέγω, τὸ κοιμῶ‐ μαι· οἷον,

292

Λέξον νῦν με τάχιστα.
1Ἢ παρὰ τὸν ἔλεγον, τὸν θρῆνον· ἵν’ ᾖ ὁ χαλεποὺς θρήνους περιποιῶν. Δυσηνίους: Δυσπειθεῖς, ἀνυποτάκτους, δυσα‐ γώγους, δυσμετόχους· ἐκ μεταφορᾶς τῶν ἵππων·
5ἡνία γὰρ τὰ λῶρα. Δύσκολος: Ὁ δυσάρεστος· παρὰ τὸ κόλλω· ὁ δυσχερῶς τινὶ ἑνούμενος, ἀπὸ τῆς συνδεούσης καὶ ἑνούσης κόλλης. Οὐκ εὔθετος, ἄγριος. Δυσκέλαδος: Δύσηχος.
10 Δυσκλέα: Ἄδοξον. Δυσμενής: Παρὰ τὸ μένω γίνεται δυσμενὴς, δυσμενῶ· καὶ ἀπὸ τούτου δυσμεναίνω, τὸ ἀπεχθῶς διάκειμαι. Εὐριπίδης, σχετλία, τί μαίνομαι,
15καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ;
15Τοῦτο τὸ ὄνομα ἐστὶ σύνθετον ἐκ τοῦ δύς· καὶ ἄδη‐ λον, εἴτε παρὰ ῥῆμα γέγονεν, ἢ παρ’ ὄνομα οὐδέτερον. Ἀκόλουθον μέντοι ἀμφοτέροις τοῖς σχήμασιν ἔχειν τὴν τάσιν. Εἴτε γὰρ ἀπὸ τοῦ μένω ὠξύνθη ὁμοίως τῷ σπείρω πολυσπερὴς, ἄρδω νεαρδής· εἴτε παρ’
20ὄνομα οὐδέτερον, κατὰ λόγον ὠξύνθη. Ὡς γὰρ παρὰ τὸ κρατῶ γίνεται παγκρατὴς, ἄγος εὐαγὴς, οὕτως παρὰ τὸ μένω, δυσμενής. Ἡ γενικὴ δυσμε‐ νέος. Δύσπαρι: Ἐπὶ κακῷ ὠνομασμένε, οἷον ζήσας
30ὡς Πάρις, δυσώνυμε. Καὶ δυσπάριτον χωρίον, τὸ ἄβατον. Οὕτω Ξενοφῶν ἐν τῇ Ἀναβάσει. Δυσπαλέας ῥίζας: Ἀπολλώνιος τὰς κακῶς ἀναδιδομένας· ἀπὸ τοῦ πάλλω· ἢ δυσχερῶς γινο‐ μένας.
35Δυσπέμφελος: Δυσάρεστος, δυσπειθὴς, δυσκί‐
35νητος, χαλεπὸς, μεμψίμοιρος. Εἰ δέ σε ναυτιλίης δυσπεμφέλου [ἵμερος αἱρῇ.]
36Εἴρηται ἀπὸ μεταφορᾶς τῶν δυσπέπτων σιτίων ἡ λέξις. Δυσσόος: Παρὰ τὸ σόος τὸ διὰ τοῦ ο μικροῦ· ἵν’
ᾖ ὁ κακῶς σωθησόμενος. Ἢ παρὰ τὸ σοῶ, ὃ ση‐
40μαίνει τὸ διώκω· καὶ κατ’ ἐπένθεσιν τοῦ βῆτα, γίνεται σοβῶ· ἵν’ ᾖ ὁ κακῶς διωκόμενος. Οὕτως δὲ καὶ τὸ δορυσσόος καὶ λαοσσόος τινὲς ἐτυμολο‐ γοῦσι. Δύστηνος: Δυστυχὴς, ταλαίπωρος, ἄθλιος. Ἢ
45παρὰ τὸ στῆναι, οἱονεὶ ὁ μὴ δυνάμενος στῆναι· ἢ
45ἀπὸ τοῦ στένω καὶ τοῦ ΔΥΣ ἐπιρρήματος, ὁ πάνυ στένων, ὁ ἀεὶ κακός. Δυσχερές: Τὸ δυσκόλως ὑπὸ τῶν χειρῶν κατερ‐ γαζόμενον, ὡς τὸ εὐχερές. Δυσωρήσονται: Δυσφυλακτήσουσι, κακὴν φυ‐

292

(50)

λακὴν καὶ νύκτα διάξουσι. Δυσωπεῖσθαι: Ὑφορᾶσθαι, φοβεῖσθαι μεθ’ ὑπο‐ νοίας, σκυθρωπάζειν. Οἱ γὰρ παλαιοὶ ἐπὶ τοῦ κρί‐ νειν καὶ ἐλέγχειν λαμβάνουσι· δυσωπεῖν γὰρ εἴρηται, παρ’ ὅσον οἱ κατακεκριμένοι κακῶς ἔχουσι τοὺς ὦπας.
55Οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν Λεξικὸν τὴν λέξιν· καὶ εἰς τὸ ἀνεκφώνητον Ἡρωδιανοῦ. Ἔνιοι δὲ, εἰ καὶ μὴ τῶν Ἀττικῶν, ἀντὶ τοῦ αἰδεῖσθαι. Ἡ δὲ

293

συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. Δωδωναῖος: Ὁ Ζεύς. Ἰλιάδος πʹ, Ζεῦ ἄνα Δωδωναῖε.
5Ἐν χωρίῳ τῶν ὑπερβορέων τῇ Δωδώνῃ τιμώμενε ἐν Θεσπρωτίᾳ. Δευκαλίων μετὰ τὸν ἐπ’ αὐτοῦ γενό‐ μενον κατακλυσμὸν, παραγενόμενος εἰς τὴν Ἤπειρον, ἐμαντεύετο ἐν τῇ δρυΐ. Πελειάδος δὲ χρησμὸν αὐτῷ δούσης, κατοικίζει τὸν τόπον, συναθροίσας τοὺς περι‐
10λειφθέντας ἀπὸ τοῦ κατακλυσμοῦ· καὶ ἀπὸ τοῦ Διὸς
10καὶ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων Δωδώνην τὴν
10χώραν προσηγόρευσεν. Ἡ ἱστορία παρὰ Θρασυ‐ βούλῳ καὶ Ἀκεστοδώρῳ. Δῶμα: Τὸ οἴκημα, ἐκ τοῦ δομῶ δομήσω, δό‐ μημα· καὶ κατὰ συγκοπὴν, δῶμα. Τὸ δὲ δομῶ, παρὰ τὸ δέμω. Τὰ γὰρ εἰς ω λήγοντα βαρύτονα ῥή‐
15ματα τῷ ε παραληγόμενα, ἡνίκα περισπῶνται, τρέπει τὸ ε εἰς ο· δέμω, δομῶ· νέμω, νομῶ. Ἢ ἀπὸ τοῦ δέμω δόμα, καὶ δῶμα κατ’ ἔκτασιν. Ἢ ἐκ τοῦ δομῶ δομήσω δεδόμηκα δεδόμημαι, δῶμα τὸ οἴκημα. Γρά‐ φεται διὰ τοῦ ω μεγάλου· καὶ κατὰ ἀποκοπὴν γίνεται
20δῶ· δόμα δὲ τὸ διδόμενον, διὰ τοῦ ο μικροῦ. Δῶρον: Ἡ παλαιστή. Εἴρηται ἀπὸ τοῦ τὰ πλεῖστα διὰ τῆς χειρὸς ἡμᾶς δωρεῖσθαι· ἀφ’ ἧς μετρεῖται ἡ παλαιστή. Δῶρον τὸ διδόμενον· παρὰ τὸν δώσω μέλλοντα, δῶόν τι ὄν· καὶ πλεονασμῷ τοῦ
25ρ, δῶρον. Ἢ δοκεῖ σημειῶδες εἶναι τὸ ὄνομα· καὶ διὰ τοῦ ω μεγάλου γράφεται, ὥσπερ καὶ τὸ ἁλωτός. Οὐδὲν γὰρ ὄνομα ἀπὸ τῆς τρίτης συζυγίας τῶν εἰς ΜΙ διὰ τοῦ ω μεγάλου γράφεται, πλὴν τῶν δύο τού‐
των· διὸ καὶ τὰ παρ’ αὐτοῖς συγκείμενα διὰ τοῦ ω
30μεγάλου γράφεται· οἷον, Ἀθηνόδωρος, μεγαλόδωρος· αἰχμάλωτος, ἀνάλωτος. Οὕτως Θεόγνωστος. Δωροφάγους: Ἐκφαντικῶς ἀσώτους, ἐκ τῶν δώρων τρεφομένους. Δωρίς: Ὄνομα θεᾶς· διὰ τὴν γενομένην δωρεὰν
35τοῖς ἀνθρώποις. Δωροδόκος: Καὶ ὁ διδοὺς, καὶ ὁ λαμβάνων.
38 Δωρίππη: Ἡ μήτηρ τῶν Οἰνοτρόπων. Ὠνό‐ μασται δὲ διὰ τὸ ὑπὸ λῃστῶν αὐτὴν ληφθεῖσαν ἀπὸ
40Θρᾴκης δοθῆναι Ἀνίῳ τῷ ἱερεῖ τοῦ Δηλίου Ἀπόλ‐
40λωνος ἀντὶ ἵππου δῶρον.
40 Δωριάζειν: Ἐκλήθη καθόλου δωριάζειν τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολὺ τοῦ σώματος τὰς γυναῖκας, διὰ τὸ τοὺς Δωριεῖς χρῆσθαι οὕτως. Αἱ γὰρ κατὰ Πελοπόννησον κόραι διημέρευον ἄζωστοι καὶ ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θάτερα ἐπιπεπορπη‐
45μέναι, καὶ παρεμφαίνουσαι πολὺ τοῦ σώματος· καθάπερ καὶ ἐν ἀρχαίοις ὕμνοις ἔστιν εὑρεῖν ἐν ὑπο‐ μνήματι Ἑκάβης. Οὕτως Ὦρος. Δώς: Ἡσίοδος, Δὼς ἀγαθὴ, ἅρπαξ δὲ κακή.

293

(50)

Σημαίνει τὴν δόσιν· καὶ γίνεται παρὰ τὸν δώσω

293

(50)

μέλλοντα, ἀποβολῇ τοῦ ω. Καὶ ἔστιν ἄκλιτον· ἐπειδὴ τὰ εἰς ΩΣ μονοσύλλαβα θηλυκὰ καὶ περι‐ σπῶνται καὶ κύρια εἰσίν· οἷον, ἡ Τρῶς, ἡ Τλῶς, ἡ Κρῶς, ἡ Κῶς· εἰσὶ δὲ ὀνόματα πόλεων. Ἐπεὶ οὖν τὸ δὼς θηλυκὸν οὐκ ἔστι κύριον, οὔτε περισπᾶται,
55τούτου χάριν ἐστὶν ἄκλιτον.
55 Δώτῃ: Δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ’ οὔ τις ἔδωκε. Τουτέστι, τῷ μεταδοτικῷ καὶ εὐσεβεῖ. Ἐπλάσατο δὲ τὸ ὄνομα, καὶ οὐ κλίνεται, ὥσπερ καὶ τὸ δώς. Τουτ‐

294

έστι, τῷ ἔχοντι προαίρεσιν δίδου, καὶ εἰ μηδὲν ἔχει. Δώσων: Οὕτως ἐκαλεῖτο ὁ εἷς τῶν Ἀντιγόνων, ὁ υἱὸς Δημητρίου· ὃς ἔγημε Χρυσηΐδα τὴν μητέρα Φιλίππου τοῦ ὑπὸ Ῥωμαίων γενομένου. Εἴρηται
5δὲ διὰ τὸ φιλότιμον, καὶ διὰ τὸ πολλὰ διδόναι καὶ
5χαρίζεσθαι. Δωτίνη: Ἡ δωρεά· παρὰ τὸν δώσω μέλλοντα δωσίνη· καὶ τροπῇ τοῦ ς εἰς τ. Ἀλέξανδρος δὲ, σύνθετον εἶναι τὴν λέξιν, παρὰ τὸ τὴν δόσιν τίνειν· ἵν’ ᾖ ἡ ἀποτινομένη δόσις. Ἢ ἀπὸ τοῦ δέδοται
10δοτὸς καὶ δοτίνη, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω, δω‐
10τίνη· ὥσπερ καὶ δοτῆρες, οἱ καὶ ταμίαι, παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες. Καὶ κατ’ ἔκτασιν, θεοὶ δοτῆρες ἐάων. Δῷσι: Ἰλιάδος αʹ,
15αἴκέ ποθι Ζεὺς
15δῷσι πόλιν Τροίην.
15Ἀντὶ τοῦ, ἐάν ποτε ὁ Ζεὺς παράσχῃ Τρωϊκὴν πόλιν·
15λέγει δὲ τὴν Ἴλιον. Ἔστι δίδωμι, δώσω· ὁ δεύ‐ τερος ἀόριστος, ἔδων· καὶ τὸ ὑποτακτικὸν, ἐὰν δῶ, δῷς, δῷ· καὶ κατ’ ἐπέκτασιν τῆς ΣΙ συλλαβῆς, δῷσι. Δώωσιν:
20Εἰ δέ κε μὴ δώωσιν.
20Ἐὰν δὲ μὴ παράσχωσιν. Ἐὰν δῶ· καὶ τὸ πρῶτον
20τῶν πληθυντικῶν, ἐὰν δῶμεν, δῶτε, τὸ γʹ δῶσι· καὶ πλεονασμῷ τοῦ ω, δώωσι. Καὶ δώῃσι. Δῶσι, πλη‐ θυντικὸν, ἀπὸ τοῦ δώσουσι κατὰ συγκοπήν. Δῴη: Ἀπὸ τοῦ δίδωμι, δώσω· ἔδων, ὁ δεύτερος ἀόριστος· ἡ μετοχὴ, δοὺς δόντος· καὶ τὸ εὐκτικὸν,
25δοίην· καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω, δῴην, δῴης,
25δῴη.
25 Δωδέκατος: Ἐκ τοῦ δύο καὶ τοῦ δέκα γίνεται δυοδέκατος· καὶ κράσει τοῦ υ καὶ ο εἰς ω μέγα, δωδέκατος.
28tε.
29Ε τὸ στοιχεῖον, παρὰ τὴν ἐπέκτασιν τὴν εἰς μέσον
30καὶ τὴν κυκλοτερῆ. Τὸ μὲν γὰρ κυκλοτερὲς καὶ πέριξ τοῦ ὄντος αἰῶνος μιμεῖται τὰ πέριξ· τὸ δὲ εἰς μέσον μακρὰν ἔχον, τὴν ἐπέκτασιν τοῦ αἰῶνος. Ἕ δασυνόμενον καὶ ἐγκλινόμενον δηλοῖ ἀντωνυμίαν τρίτου προσώπου, πτώσεως αἰτιατικῆς· ὡς τὸ,
35 Οἵ ἑ μέγαν περ ἐόντα, ἀντὶ τοῦ αὐτόν. Καὶ πάλιν, ἐμὲ, σὲ, ἕ· ὀρθοτονού‐ μενον δὲ πάλιν δηλοῖ ἑαυτόν· ὡς τὸ, κάλεον δέ μιν εἰς ἓ ἕκαστος. Εἶ: Ἰστέον ὅτι οὐκ ἀπὸ τοῦ εἰμὶ, εἶς, εἶ, γέγο‐
40νεν· ἐπεὶ ὤφειλεν ὀξύνεσθαι· τὰ γὰρ ἀποβάλλοντα
40τὸ ς τὸν αὐτὸν τόνον φυλάσσει· ἀλλ’ ἀπὸ τοῦ ἔω βαρυτόνου, τοῦ ὑπάρχω· ὁ παθητικὸς ἐνεστὼς, ἔομαι. Ζήτει εἰς τὸ εἰμέν. Εἶα: Παρακελευσματικόν ἐστιν ἐπίρρημα. Ὥσ‐ περ παρὰ τὸ ῥέω γίνεται ῥέα καὶ ῥεῖα, οὕτως καὶ ἀπὸ
45τοῦ ἔω, σημαίνοντος τὸ ἐκπέμπω, γίνεται ἔα· καὶ
45πλεονασμῷ τοῦ ι, εἴα. Παρατίθεται δὲ τὴν χρῆσιν ὁ τεχνικὸς, οὕτως· Εἴα δὴ ξύλον ἔγειρέ μοι σεαυτό. Εἶαρ: Τὸ αἷμα· καὶ εἰαροπότης, ὁ αἱματοπό‐

294

(50)

της, ὥς φησι Καλλίμαχος,

294

(50)

τὸ δ’ ἐκ μέλαν εἶαρ ἔδαπτεν.

294

(50)

Γέγονε δὲ παρὰ τὸ εἴω, τὸ πορεύομαι, τὸ τοῦ ἰέναι

294

(50)

καὶ πορεύεσθαι ἡμᾶς αἴτιον. Ὡς γὰρ εἴλω εἶλαρ, καὶ ἔδω ἔδαρ καὶ εἶδαρ, οὕτως καὶ εἴω εἶαρ. Ἢ παρὰ
τὴν ἕσιν, ἵν’ ᾖ τὸ εὐχερῶς ἐκπεμπόμενον καὶ ἐκρέον. Εἶαρ: Τὸ ἔαρ, παρὰ τὸ ἔω, τὸ ἐκπέμπω, ἔαρ καὶ εἶαρ. Τότε γὰρ ἐκπέμπονται οἱ καρποί.
55 Εἵαται: Ῥῆμα παθητικὸν τῶν εἰς ΜΙ Ἰωνικῶς. Ἐκ τοῦ ἑῶ, τὸ κάθημαι, παράγωγον ἕημι· τὸ παθη‐ τικὸν, ἕεμαι, ἧμαι, ἥμην, ἥμεθα, ἧνται· καὶ τὸ Ἰω‐

295

νικὸν, ἕαται. Ὁ κανών· οἱ μέντοι ἀπὸ περισπω‐ μένων φύσει μακρᾷ παραληγόμενοι ταῦτα συστέλ‐ λουσι· οἷον δὴ νῦν ἕαται σιγῇ,
5ἀντὶ τοῦ καθέζονται· καὶ εἵαται πλεονασμῷ τοῦ ι,
5ὡς τὸ κέαται κείαται. Εἴωθεν ὁ ποιητὴς ἐπὶ τῶν
5δύο ῥημάτων λέγειν τοῦ κεῖνται κέεινται· καὶ Ἰωνι‐ κῶς, κέαται· ὡς ἀπὸ τοῦ ω προφερόμενον. Εἵατ’ ἐνὶ μεγάροισι: Ἑῶ, ἕημι· τὸ πρῶτον τῶν πληθυντικῶν ἕεμεν· τὸ παθητικὸν, ἕεμαι· καὶ κράσει, ἧμαι· ὁ παρατατικὸς, ἑέμην, καὶ ἥμην· τὸ
10βʹ, ἧσο· τὸ τρίτον, ἧτο· καὶ Ἰακῶς, ἕατο, καὶ εἵατο. Εἴασκεν: Ἀπὸ τοῦ ἐῶ, ἐᾷς, ἐᾷ· ὁ παρατατικὸς, εἴων, εἴας, εἴα· καὶ Ἰωνικῶς, εἴασκεν. Ἐκ τούτου ἔασκεν, ἀποβληθέντος τοῦ ι. Τὰ γὰρ τοιαῦτα ἀπο‐
15βάλλουσι τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν· οἷον, ἔτυ‐
15πτον ἔτυπτες, τύπτεσκεν· ἦγον ἦγες, ἄγεσκεν. Οὕτως καὶ τοῦτο. Εἰαμενή: Σημαίνει τὸν κάθυγρον καὶ σύμφυτον τόπον. Παρὰ τὸ ῥέω, ῥεαμενὴ, καὶ ῥειαμενή· καὶ ἀποβολῇ τοῦ ρ. Ἢ παρὰ τὴν ἕσιν, ὃ σημαίνει τὴν
20ἀνάδοσιν, γέγονεν ἑσαμενή· καὶ πλεονασμῷ τοῦ ι,
20καὶ ἀποβολῇ τοῦ ς, εἰαμενή. Εἴβω: Σημαίνει τὸ ἀποστάζω· ἀπὸ τοῦ λείβω, ἀποβολῇ τοῦ λ. Ἡσίοδος, καὶ τῶν βλεφάρων ἔρος εἴβεται. Εἶδαρ: Ἔδεσμα, τροφὴ, βρῶμα. Παρὰ τὸ ἔδω,
25τὸ ἐσθίω, ἔδαρ· καὶ πλεονασμῷ τοῦ ι, εἶδαρ.
25Εἰδαλίμας: Εὐειδεῖς, εὐμόρφους, ὥς φησι·
Τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι. Παρὰ τὸ εἶδος, εἴδιμος· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, εἰδάλιμος, ὡς κύδιμος κυδάλιμος. Τὸ θηλυκὸν, εἰδαλίμη.
30Εἰδεχθές: Ἄμορφον, ἀπρεπές.
30 Εἰδύλος: Λόγιος, συνετός. Εἰδυλίς: Ἐπιστήμων, εἰδυῖα. Παρὰ τὸ εἴδω, τὸ γινώσκω, εἰδύλη· καὶ παρώνυμον, εἰδυλίς. εἶδος καὶ μορφὴ αἰσθητῶς τὸ εἰδοπεποιημένον καὶ μεμορφωμένον, ἀοράτου τῆς ἀρχῆς ὑπαρχούσης,
35τουτέστι τῆς ὕλης ἀπλάστου καὶ ἀμόρφου οὔσης. Ἢ ὅτι εἶδος τοῦ γενικοῦ σώματος ὅλον βλεπόμενον. Εἶδος: Τὸν τῆς ὄψεως χαρακτῆρα. Εἶδός τε μέγεθός τε φυήν τ’ ἄγχιστα ἐῴκει. Τὸ δὲ ἰδέα ἀεὶ διὰ τοῦ ι. Λέγει δὲ Ὦρος, ὅτι τὸ
40εἰδικὸν, ἡνίκα μὲν σημαίνει τὸ εἶδος, οἷον γένος εἶ‐
40δος, εἰδικὸν διὰ τῆς ΕΙ διφθόγγου· ἡνίκα δὲ τὸ ἴδιον, οἷον κοινὸν, ἰδικὸν, διὰ τοῦ ι. Εἶδος: Σημαίνει τρία· τὴν μορφὴν, ἢ τὸν τῆς ὄψεως χαρακτῆρα· ὡς τὸ, Εἶδός τε μέγεθός τε.
45Καὶ τὸ σχῆμα, ὡς τὸ,
45Πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος.
45Καὶ τὸ ἀπὸ γένους διαιρούμενον, ἵππος, ἐλαία. ἄλλως. Σημαίνει τὴν μορφήν· ὡς τὸ, Πρῶτον μὲν εἶδος. Καὶ τὸ σχῆμα, ὡς τὸ, Ὃς δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης.

295

(50)

Σημαίνει καὶ τὸ ὑπὸ τοῦ γένους κατηγορούμενον παρὰ

295

(50)

τοῖς φιλοσόφοις.

295

(50)

Εἶδος: Ὄψις, πρόσωπον, καὶ ἡ μορφή. Παρὰ

295

(50)

τὸ εἴδω, τὸ ὁρῶ, εἶδος, ὡς θάλπω, θάλπος· τεύχω, τεῦχος. Εἰδοθέα: Παρὰ τὸ εἶδος ἐστίν. Εἰδογράφος: Ἀπολλών(ιος) εἰδογράφος, ἐπειδὴ εὐφυὴς ὢν ἐν τῇ βιβλιοθήκῃ τὰ εἴδη τοῖς εἴδεσιν
55ἐπένειμεν. Τὰς γὰρ δοκούσας τῶν ᾠδῶν Δώριον
55μέλος ἔχειν ἐπὶ τὸ αὐτὸ συνῆγε, καὶ Φρυγίας καὶ Λυδίας, μιξολυδιστὶ, καὶ ἰαστί. Εἴδωλον: Ἡ ἀπὸ τοῦ σώματος σκιοειδὴς ἀπόρ‐ ροια· ἢ τὸ φάσμα, σκιῶδες ὁμοίωμα· ἢ φαντασία

296

σώματος, σκιά τις ἀεροειδής· ὡς καὶ Βακχυλίδης,
Μελαγκεθὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου. Καὶ ὁ ποιητὴς ἐπὶ τῆς Ἀντικλείας, Τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον [ἢ καὶ ὀνείρῳ
5Ἔπτατ’.]
5Αὐτὸς δὲ ἡ ὑπόστασις, ἡ ἀλήθεια. Δεῖ οὖν νοεῖν, ὡς φαντασίαν σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. Γίνεται οὖν παρὰ τὸ εἴδω, τὸ φαίνομαι, ἢ παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ· ὁμοίωμα γάρ ἐστι τινὸς σώματος τὸ εἴδωλον. Εἴδω, εἴδωλον,
10ὡς ἕω, ἕωλος· φείδω, φειδωλός· αἰτῶ, Αἰτωλός.
10 Εἴδω: Σημαίνει ἑπτά· τὸ ὁμοιῶ, ὡς τὸ, Εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι. Καὶ, Εἰδόμενος Ἀκάμαντι. ἀντὶ τοῦ ὁμοιωθείς. Εἴδω, τὸ φαίνομαι, ὡς τὸ,
15τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
15Καὶ,
15Πάντα δέ τ’ εἴδεται ἄστρα.
15ἀντὶ τοῦ φαίνεται. Εἴδω, τὸ βλέπω, τὸ θεωρῶ·
15 ὡς εἶδον Ἥφαιστον κλυτοτέχνην. Ὁ παρατατικὸς, εἶδον· καὶ τὸ προστακτικὸν, ἴδε· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. Τοῦτο δὲ τὸ εἴδω ἐπὶ τοῦ ὁριστικοῦ ἐνεργητικοῦ μόνον διὰ διφθόγγου· ἐπὶ δὲ τῶν παθητικῶν καὶ τῶν λοιπῶν,
20διὰ τοῦ ι. Εἴδω, τὸ γινώσκω· εἴσω, εἴσομαι, εἴσῃ,
20ἀντὶ τοῦ γνώσῃ καὶ μαθήσῃ· Καὶ νῦν δὴ σάφα εἴσεαι. Ἐκ τούτου γίνεται περισπώμενον εἰδῶ εἰδήσω, τὸ μανθάνω· ἐξ οὗ τὸ, Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
25εἰδήσειν.
25ἀντὶ τοῦ μὴ ἔλπιζε τοὺς ἐμοὺς λόγους μαθήσεσθαι
25καὶ γνῶναι. Εἴδω, τὸ ὁρμῶ, ὡς τὸ,
25Εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά.
25Εἴδω, τὸ πηδῶ, ὡς τὸ, Εἴσατο γὰρ λίμνην. Εἴδω, τὸ διέρχομαι, ὡς τὸ, διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. Εἴδω, τὸ δοκῶ, ὡς τὸ,
30εἴσατ’ ἴμεν εἰς Λῆμνον.
30Εἰσὶ καὶ διὰ τοῦ η δύο.
30ἵνα εἴδομεν ἄμφω,
30Ἰλιάδος αʹ, ἀντὶ τοῦ ὅπως μάθωμεν ἀμφότεροι, ἐγώ
30τε καὶ σύ. Ἡ δὲ συστολὴ ἀνέδωκε τὸν τόνον· οὐ
30γὰρ παροξύνεται κατὰ τὸν Πάμφιλον.
30Εἰδυίῃσιν: Ἀπὸ τοῦ εἴδω, τὸ γινώσκω, ὁ μέλ‐
30λων, εἴσω· ἐξ οὗ ὁ μέσος παρακείμενος οἶδα· ἡ με‐ τοχὴ, ὁ εἰδὼς, τοῦ εἰδότος· τὸ θηλυκὸν, εἰδυῖα εἰ‐ δυίας· καὶ, εἰδυίῃσι πραπίδεσσιν, ἀντὶ τοῦ ταῖς ἐπιστήμοσιν αὐτοῦ καὶ ἐμπείροις φρεσὶ,
35διανοίαις.
35Εἰδῆις: Ἀπὸ τοῦ μέσου παρακειμένου. Εἴδω,
35τὸ γινώσκω, ὁ μέλλων εἴσω· ὁ μέσος παρακείμενος, οἶδα· ἡ μετοχὴ, ὁ εἰδὼς, τοῦ εἰδότος· τὸ εὐκτικὸν, εἴδοιμι· οὐ γὰρ κλίνεται ἡ μετοχὴ διὰ τοῦ ΝΤ, ἵνα ᾖ τὸ εὐκτικὸν εἰς ΗΝ· καὶ τροπῇ τῆς ΜΙ εἰς ΗΝ γίνεται εἰδοίην, ὡς περιπατοῖμι περιπατοίην· καὶ
40τροπῇ τοῦ ο εἰς ε, εἰδείην· καὶ τὰ ἔχοντα τὸ εὐ‐
40κτικὸν εἰς ΗΝ περισπῶσι τὸ ὑποτακτικόν· οἷον τυ‐ φθείην, ἐὰν τυφθῶ· λεχθείην, ἐὰν λεχθῶ· τούτου χάριν ἐστὶ τὸ ὑποτακτικὸν, ἐὰν εἰδῶ, εἰδῇς, εἰδῇ. Διογ. Εἶεν: Ἀναφώνημα ὅμοιον τῷ ἀλλὰ, οὐκ ἐπὶ ἀντ‐
45αποδόσεως λόγου τίθεται, ἀλλ’ ὅτε δὲ ἐπιφέρεται, ἢ ἕτερόν τι ἐν ἀρχῇ λόγου· ἀλλ’ ἄγε. Εἶεν: Ἄγε δὴ, συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα. Γίνεται δὲ ἀπὸ τοῦ εἴα τοῦ παρακειμένου ἐπίρρημα εἶεν, ἀντὶ τοῦ, ταῦτα

296

(50)

μὲν δὴ οὕτως. Ἔστι γὰρ ἐπίρρημα ἀφοριστικόν· ἐπὶ γὰρ τοῖς ἤδη εἰρημένοις ἐπιλεγόμενον ἀφορίζει αὐτά. Τὸ αὐτὸ δὲ καλεῖται ἀπόθεσις λόγου. Εἶεν: Εἰμί· ὁ παρατατικὸς ἦν· ἡ μετοχὴ εἴς ἔντος· τὸ εὐκτικὸν, εἴην· τὸ πληθυντικὸν, εἴημεν· καὶ
55συγκοπῇ, εἶμεν· καὶ τὸ γʹ, εἶεν. Ὁ κανών· ὡς δὲ γίνεται κατὰ συγκοπὴν δοῖμεν ἀπὸ τοῦ δοίημεν, καὶ εἶμεν ἀπὸ τοῦ εἴημεν, οὕτω καὶ τοῦτο. Εἰ δὲ εἶμεν,

297

κατὰ συγκοπὴν γίνεται τὸ τρίτον, ὡς τὸ κοσμηθείη‐ μεν κοσμηθεῖμεν· καὶ τὰ ὅμοια.
1κατὰ συγκοπὴν γίνεται τὸ τρίτον, ὡς τὸ κοσμηθείη‐ μεν κοσμηθεῖμεν· καὶ τὰ ὅμοια. Εἴθε: Ἀπὸ τοῦ εἰ γέγονεν εἴθε. Εἶθαρ: Ἀπὸ τοῦ εὐθὺς εὖθαρ καὶ εἶθαρ.
5Εἴκω: Σημαίνει πέντε· εἴκω, τὸ ὁμοιῶ, δοτικῇ
5συντάσσεται· ἐξ οὗ καὶ εἰκὼν, τὸ ὁμοίωμα· καὶ εἰ‐ κάζω. Εἴκω, τὸ πρέπω· ἐξ οὗ καὶ τὸ ἔοικεν. Εἴκω, τὸ ὑποχωρῶ· ἐξ οὗ καὶ οἶκος. Εἴκω, τὸ ὑποτάττο‐ μαι, καὶ ἐν συνθέσει ὑπείκω· ἐξ οὗ καὶ εἰκτὸς, ὁ ὑπείκων καὶ ὑποταττόμενος· ἢ καὶ ἕτερον κατὰ περί‐
10φρασιν, ἤγουν, ἐκ τοῦ παρεπομένου, τὸ θέλω· παρέ‐ πεται γὰρ τοῖς ἐπακούουσι τὸ θέλειν. Τὸ γὰρ, Εἴξας ᾧ θυμῷ. ἀπὸ τοῦ εἴκω, εἴξω· ὁ ἀόριστος, εἶξα· ἡ μετοχὴ, εἴξας· οὐδὲν ἄλλο σημαίνει, εἰ μὴ τὸ θελήσει ὑπε‐
15χώρησεν· ἐξ οὗ γίνεται κατὰ ἀποβολὴν τοῦ ι ἡ
15ἑκὼν μετοχή· ἔστι δὲ καὶ ἕτερον ἥκω. Ζήτει εἰς
15τὸ η.
15 Εἴξασιν: Ἀντὶ τοῦ ἐοίκασι παρὰ Ἀττικοῖς· ὅπερ ἴσως τῇ Βοιωτῶν διαλέκτῳ ἐσχημάτισται· οὗτοι γὰρ τὸ κ εἰς τὸ ξ μετατρέπουσιν. Οὕτως ἔχει καὶ τὸ, Οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα.
20δευτέρου ἀορίστου καὶ τὸ κ ἀπαιτοῦντος. Ἀρι‐
20στοφάνης,
20Εἴξασι γοῦν ἐρίοισι πεπταμένοις.
20Ἔστιν εἴκω, τὸ ὁμοιῶ· ὁ μέσος παρακείμενος, εἶκα·
καὶ κατὰ τροπὴν Βοιωτῶν τοῦ κ εἰς ξ, εἶξα· τὸ γʹ τῶν πληθυντικῶν, εἴξασιν. Ὅτι δὲ παρακείμενος ἐστὶ, δῆλον ἐκ τῆς ἐχούσης ΣΙ ληγούσης. Εἰκάζω: Ὥσπερ παρὰ τὸ μίμνω μιμνάζω οὕτως
25παρὰ τὸ εἴκω εἰκάζω· εἴκασμαι, εἴκασαι, εἴκασται, εἰκαστός· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀείκαστος· καὶ πλεονασμῷ τοῦ ν, ἀνείκαστος. Εἴκελος: Ἀντὶ τοῦ ὅμοιος. Ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ, εἴκελος, ὡς σθένω Σθένελος. Τοῦτο ἐν μὲν
30τῇ ἁπλότητι γράφεται δίφθογγον, πολλάκις καὶ ι· ἐν δὲ τῇ συνθέσει, ἀεὶ διὰ τοῦ ι. Εἰκοβολεῖν: Τὸ εἰκάζειν οἱ Ἀθηναῖοι, παρὰ τὸ εἰκαίως καὶ ὡς ἔτυχε βάλλειν. Εἰκῆ, τὸ ὡς ἔτυχε, τὸ μάτην· ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ· παρὰ τὸ τὸν
35ὑποχωροῦντα ὡς ἔτυχε διοικεῖν τὰ ἑαυτοῦ πράγματα πολιτικῶς. Εἰκάς: Ἀπὸ τοῦ εἴκοσι γίνεται εἰκάς. Τὸ δὲ εἴκοσιν, ἀπὸ τοῦ εἴκειν τοῖς δυσὶ δέκα, τουτέστι, δὶς τὰ δέκα.
40Εἰκοστός: Ὀξύνεται. Τὰ εἰς ΤΟΣ λήγοντα
40ὑπὲρ δύο συλλαβὰς, ἔχοντα πρὸ τοῦ τ τὸ ς, τήν τε παραλήγουσαν εἰς ΟΣ περατουμένην, ἐπὶ ποσότητος τασσόμενα, ὀξύνεται· πολλοστὸς, εἰκοστός. Εἰκοσινήριτα: Εἰκοσινήριτ’ ἄποινα,
45Ἰλιάδος χʹ ἀντὶ τοῦ εἰκοσάριθμα, εἰκοσαπλασίονα,
45εἰκοσάκις ἐξισοῦσθαι δυνάμενα τῇ τοῦ σώματος σω‐ τηρίᾳ. Τὸ γὰρ ἐρίζειν ἐξισοῦσθαι ἐστί· καὶ μεγήριτα τέκνα θεῶν, θεαῖς ἐρίζοντα. Εἴκοσιν ἠριστὰ, τουτέστιν ἐριστὰ, ὅ ἐστιν ἐξισούμενα. Οὔτως ἔχει καὶ τὸ,

297

(50)

Νέστωρ οἶος ἔριζε.

297

(50)

Καὶ,

297

(50)

ἐριζέμεν οὐκ ἐθελήσει.

297

(50)

Ἔστι γὰρ ὡς εἰκοσάβοια, πρὸς εἴκοσιν ἐρίζοντα, τουτέστιν, ἰσούμενα. Τὸ δὲ ν τοῦ εἴκοσιν ἐστίν· ὁ γὰρ εἴκοσιν ἀριθμὸς προσλαμβάνει αὐτό. Εἰκός: Πρέπον, ἢ ἀκόλουθον, εὔλογον· λαμβά‐ νεται δὲ καὶ ἀντὶ τοῦ τάχα. Εἰς τὸ Ῥητορικόν. Ἔστι
55δὲ μετοχὴ οὐδετέρου· ἀπὸ τοῦ εἴκω, τὸ πρέπω, εἴξω,
55εἶκα· ἡ μετοχὴ, ὁ εἰκὼς τοῦ εἰκότος· καὶ τὸ οὐδέ‐ τερον, τὸ εἰκός· καὶ ἐχώρησεν εἰς ἐπίρρημα συν‐ τάξεως. Εἰκάδιος: Ἀπὸ τοῦ εἰκὰς εἰκάδος, εἰκάδιος.

298

Ἔστι δὲ ὄνομα κύριον. Ἐν τῇ εἰκάδι τοῦ μηνὸς ἑορτὴ ἐπετελεῖτο τῷ Ἀπόλλωνι· καὶ ἐλέγετο ἡ ἱέρεια εἰκάς. Ἐπειδὴ οὖν ἐν ταύτῃ τῇ ἑορτῇ ἐγεν‐
νήθη, λέγεται Εἰκάδιος.
5Εἶλαρ:
5Εἶλαρ νηῶν τε καὶ αὐτῶν.
5Σημαίνει τὸ φύλαγμα καὶ τὴν ἀσφάλειαν· καὶ γίνεται παρὰ τὸ εἰλῶ, τὸ συγκλείω· τοῦτο παρὰ τὸ ἕλος ἑλῶ καὶ εἰλῶ· οἱονεὶ ὁ τόπος ὁ συγκλειόμενος ὑπὸ δένδρων. Τὸ ΕΙ, δίφθογγον· διότι εὑρέθη τὸ ε ἐν τῇ εὐλῇ, ὃ σημαίνει τὸν σκώληκα.
10Εἰλαπίνη: Ἑορτὴ, εὐωχία· ἢ συμπόσιον καὶ
10σύνδειπνον. Ἀπὸ τοῦ εἰλεῖσθαι εἰς τὸ σύνδειπνον ὁμοῦ πλείονας· ἢ παρὰ τὸ εἴλας καὶ τὸ θοίνη, γέγονεν εἰλαθοίνη, καὶ εἰλαπίνη, κατ’ ἐναλλαγὴν τῶν στοι‐ χείων· οἱονεὶ ἡ κατὰ εἴλας καὶ συστροφὰς οὖσα εὐωχία. Ἢ τὴν πολυτελῆ εὐωχίαν· παρὰ τὸ λα‐
15φύσσειν, ἢ λαπίζειν, ὃ σημαίνει τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν. Ἢ παρὰ τὸ λάπτω λαπτίνη λαπίνη· καὶ πλεονάζει ἡ ΕΙ δίφθογγος· καὶ Ὅμηρος Ἰλιά‐ δος κʹ, Αἰεὶ δ’ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
20Ἀντὶ τοῦ, ἐν ταῖς ἑορταῖς, ὅτε κατὰ τὰς εἴλας πί‐
20νωσιν. Εἴρηται δὲ οὕτως παρὰ τὸ ἔλασσον ἄζεσθαι
20τοὺς εὐωχοῦντας, τουτέστι ταράσσεσθαι. Εἰλαπι‐ νάζων, εὐωχούμενος· καὶ εἰλαπιναστὴς, ὁ συμ‐ πότης. Εἰλατίδην πολύφημον: Τοῦ Ἐλάτου υἱόν. Εἰλέωσι: Συνειλῶσι, συγκλείωσι. Ῥῆμα ὑπο‐
25τακτικὸν, ἐκ τοῦ εἰλῶ. Καὶ εἴλει, ἀντὶ τοῦ συνή‐
25θροιζε, συνέκλειε· καὶ εἰλομένων, συναθροιζο‐ μένων. Εἰλενία: Πόλις· καὶ εἰλενία ἀθηνᾶ. Φι‐ λοκτήτης γὰρ παραγενόμενος εἰς Ἰταλίαν ἱδρύσατο Εἰλενίας Ἀθηνᾶς ἱερὸν, ἀπὸ τοῦ ἐν ἐκείνῳ συγκε‐
30κλεῖσθαι τῷ τόπῳ. Παρὰ τὸ εἰλῶ οὖν, Εἰλενία.
30Ἐν ὑπομνήματι Λυκόφρονος Ὦρος. Εἱλεόν: Σημαίνει τὴν μαγειρικὴν τράπεζαν. Παρὰ τὸ ἕλος γίνεται ἑλεός· καὶ πλεονασμῷ τοῦ ι εἱλεὸς, τὸ μαγειρικὸν τραπέζιον ἢ σανίδιον· καὶ Ὅμηρος Ἰλιάδος ιʹ,
35Καὶ εἰν ἑλεοῖσιν ἔχευαν.
35Δασύνεται· ἀπὸ τοῦ ἑλεῖν καὶ κόψαι· ἐφ’ οὗ κό‐ πτουσι τὰ κρέα. Ἢ ὅτι ἀπὸ ἐλαΐνων ξύλων, ἢ ἐξ ἑλείων ῥάβδων ἦσαν πεπλεγμέναι αἱ μαγειρικαὶ τράπεζαι. Εἰλείθυιαι: Θεαὶ τῶν τικτουσῶν ἔφοροι, Διὸς
40καὶ Ἥρας θυγατέρες. Ἀπὸ τοῦ ἐλεύθω, τὸ παρα‐
40γίνομαι, ἐλεύθυια· καὶ πλεονασμῷ τοῦ ι, εἰλεύθυια· καὶ τροπῇ τοῦ υ εἰς ι, Εἰλείθυια. Καὶ ἀνειλείθυια, ἡ ἄτοκος.
Εἰλήλουθα: Ἐκ τοῦ ἐλεύθω, ὁ μέσος παρακεί‐ μενος, ἤλευθα· καὶ τὸ Ἀττικὸν, ἐλήλυθα· πλεονασμῷ
45τοῦ ο Βοιωτικῶς, ἐλήλουθα· καὶ παρενθέσει τοῦ ι,
45εἰλήλουθα· ἐξ οὗ τὸ πρῶτον τῶν πληθυντικῶν, εἰλη‐ λούθαμεν· καὶ συγκοπῇ, εἰλήλουθμεν. Εἴληφα: Ἀπὸ τοῦ λήβω, τὸ λαμβάνω, ὁ παρα‐ κείμενος, λέληφα· ἀποβολῇ [τοῦ λ,] καὶ πλεονασμῷ τοῦ ι, εἴληφα· ἡ μετοχὴ, εἰληφὼς εἰληφότος.

298

(50)

Ὡσαύτως καὶ τὸ εἴληχα, ἀπὸ τοῦ λήχω τὸ λα‐ γχάνω, λέληχα καὶ εἴληχα. Ἐπὶ γὰρ τῶν ἀπὸ τοῦ λ καὶ μ ἀρχομένων ῥημάτων οὕτως ποιοῦσι τοὺς παρακειμένους Ἴωνες καὶ Ἀττικοί. Εἴλη: Σημαίνει τὴν θερμασίαν· ἐκ τοῦ ἕλη,
55πλεονασμῷ τοῦ ι εἴλη, ὡς παρὰ Ἀριστοφάνει,
55 Καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων. Εἰλικρινής: Σημαίνει τὸν καθαρὸν καὶ ἀμιγῆ ἑτέρου· παρὰ τὸ ἕλη, ἡ θερμασία, καὶ τὸ κρίνω,

299

ὁ ἐν τῇ ἕλῃ κεκριμένος, κατὰ πλεονασμὸν τοῦ ι. Δοκεῖ δὲ παραλόγως συντεθεῖσθαι· εἰ γὰρ παρὰ τὸ ἕλη γέγονεν, ὤφειλεν ἢ τρέψαι τὸ η εἰς ο καὶ γενέσθαι εἰλοκρινὴς, ἢ φυλάσσειν τὸ η καὶ γενέ‐
5σθαι εἰληκρινής. Τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ τετραχῶς συντίθεται· ἢ γὰρ φυλάττει τὸ αὐτὸ τέλος, ὁπότε καὶ τὸ αὐτὸ γένος φυλάττει· οἷον μάχη, Ἀνδρομάχη· ἢ φυλάττει τὸ αὐτὸ τέλος, καὶ προσ‐ λαμβάνει τὸ ς· ὡς τὸ γυνὴ, μισογύνης· ἢ τρέπουσι τὸ
10τέλος εἰς ΟΣ, ὡς τὸ μάχη, πρόμαχος καὶ δύσμαχος· ἢ τρέπουσι τὸ τέλος εἰς ΟΝ, ὡς τὸ πύλη, δίπυλον καὶ τρίπυλον. Ἄλλως. Τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἐν τῇ συνθέσει ἢ φυλάττει τὸ η, ὡς τὸ γῆ, γηπόνος, βοὴ, βοηθός· ἢ τρέπουσιν εἰς ο, ὡς νύμφη, νυμφο‐
15στόλος, τιμὴ, Τιμόθεος. Ἕλη οὖν, ἑλοκρινής· καὶ
15τροπῇ τοῦ ο εἰς ι, εἰλικρινής. Εἰλικρινὴς γὰρ ἔστι ὁ ἔχων λαμπρὰν καὶ καθαρὰν τὴν ψυχήν. Εἰλιτενὴς ἄγρωστις: Θεόκριτος· ἡ ἐν τοῖς ἕλεσι γινομένη· ῥιζοβόλος γὰρ τῶν πολὺ διϊκνου‐ μένων· πλεονασμῷ τοῦ ι.
20 Εἰλίσσω: Ἀπὸ τοῦ εἰλῶ εἰλίσσω. Γράφεται διὰ τοῦ ι· ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ΣΣ ἔστιν ἡ δίφθογγος, πλὴν τοῦ κρείσσων, καὶ τοῦ ἐξ αὐτοῦ ῥήματος κρεισσῶ. Εἰλίπους: Ἐπίθετον τῶν βοῶν, ὅτι ἐλίσσουσι
25τοὺς πόδας κατὰ τὴν πορείαν. Εἰλίποδες, οἱ εἰ‐
25λοῦντες ἐν τῷ βαδίζειν τοὺς πόδας. Φησὶν ὁ Ὦρος,
ὅτι εἴτε ἀπὸ τοῦ εἰλῶ γέγονεν, ἢ ἀπὸ τοῦ εἰλίσσω, εἰλίπους διὰ τοῦ ι. Τὰ γὰρ εἰς ω λήγοντα τρισύλ‐ λαβα μίαν συλλαβὴν συγκόπτουσιν ἐν τῇ συνθέσει· οἷον, μιαίνω, μιαιφόνος· τανύω, τανύπεπλος. Οὕτως
30οὖν καὶ εἰλίσσω, εἰλίπους. Σημειοῦται παρὰ Κρά‐ τητι τὸ ἐθελόσυχνος, ἀπὸ τοῦ ἐθέλω· σημαίνει δὲ τὸν θέλοντα συχνάζειν. Τὸ δὲ ἀλεξίκακος καὶ ἀλε‐ ξιφάρμακος ἀπὸ περισπωμένου γέγονεν. Εἰ δέ ἐστιν ἀπὸ τοῦ εἰλῶ, εὐλόγως πάλιν διὰ τοῦ ι· τὰ γὰρ
35ἀπὸ περισπωμένου γινόμενα ὀνόματα ἢ διὰ τοῦ ο γίνεται, ὡς τὸ μισῶ, μισογύνης· φιλῶ, φιλόθεος· ἢ διὰ τοῦ ι, οἰδῶ, Οἰδίπους· εἰλῶ, εἰλίπους. Τὸ οὖν Ἡγέστρατος καὶ Ἡγέλοχος, διὰ τοῦ ε γινόμενα, ὡς ἀπὸ βαρυτόνου εἰσὶν, ὡς τὸ μένω Μενέλαος· εἴγε τὰ
40εἰς ΓΩ δισύλλαβα τῷ η παραληγόμενα βαρύνεται, θήγω. Τούτῳ τῷ κανόνι καὶ τὸ ἡγῶ, ἐξ οὗ τὸ ἡγοῦ‐ μαι, ὤφειλε βαρύνεσθαι· ἀλλὰ παραλόγως περι‐ σπᾶται. Ἐν τῷ οὖν Ἡγέλοχος, ὡς ἀπὸ βαρυτόνου γινόμενον· καὶ τὸ ἡγεμὼν, καὶ ἡγέμαχος. Ζήτει
45εἰς τὸ δαΐφρων.
45 Εἰλυὸς καὶ Εἰλυθμός: Σημαίνει τὴν κατά‐ δυσιν, τὸν φωλεόν. Νίκανδρος, Ὅς τε κατ’ εἰλυθμοὺς πετρώδεας αἰὲν ἰαύει τρηχὺν ὑφαρπάζων θαλάμην ὀλιγηρέα τεύχων ἔνθ’ εἰλυθμὸν ἔχεσκεν· ἔπειτ’ ἐκορέσσατο φορβῆς.

299

(50)

Τρηχὺν θάλαμον λέγει τὴν ἐνδοτάτω κατάδυσιν· παρὰ τὸ εἰλύω· ἔνθεν εἰλυμένος, τὸ κεκαλυμμένος, περιβεβλημένος. Εἴλυμα: Ἐκ τοῦ εἰλῶ εἰλύω εἰλύσσω, γίνεται εἴλυμα, τὸ σκέπασμα· καὶ εἰλύαται, τὸ καλύ‐
55πτεται.
55Εἰλυσπᾶσθαι: Τὸ ὁμοίως τῷ ὄφει καὶ τῷ σκώ‐
55ληκι κινεῖσθαι· καὶ εἰλυσπώμενα, τὰ παραπλησίως τοῖς ὄφεσι καὶ σκώληξι κινούμενα. Ἀπὸ τοῦ εἰ‐ λεῖσθαι καὶ σπᾶσθαι. ι γραπτέον. Ζήτει εἰς τὸ ι.

300

Εἰλυφάζω: Παρὰ τὸ εἰλῶ εἰλύφω καὶ εἰλυ‐ φάζω. Ἡσίοδος, ἄνεμος δὲ φλόγ’ εἰλυφάζων. Ἀντὶ τοῦ εἰλῶν καὶ ἀναστρέφων. Σημαίνει δὲ καὶ
5τὸ φῶς παρέχω. Ὡς τὸ,
5Τῆλε δ’ ἀπ’ αἰθομένων δαΐδων σέλας εἰλύφαζεν.
5Παρὰ τὸ εἰλῶ καὶ τὸ φῶς, εἰλύφω εἰλυφάζω. Εἰλυφόων: Εἰλῶν, ταράσσων. Εἵλωτες: Παρὰ Λακεδαιμονίοις οἱ νόθοι οἱ ἐξ αἰχμαλώτων δοῦλοι γινόμενοι. Ἢ ἀπὸ τοῦ ἕλους·
ἐπειδὴ ἠγγυήθησαν πρότερον ἐν τῷ Ἕλει καὶ ἐδου‐
10λώθησαν. Ἔλος δὲ, πόλις ἐν Πελοποννήσῳ, ἔνθεν οἱ οἰκέται· καὶ εἰλωτεία, ἡ δουλεία. Εἰλωτεύειν: Τὸ δουλεύειν. Εἴλωτες γὰρ εἰσὶν οἱ τὴν Μεσηνιακὴν οἰκοῦντες Πελοπόννησον, οἱ μὴ γνήσιοι δοῦλοι Λακεδαιμονίων, ἀλλὰ πρῶτον χειρω‐
15θέντες.
15 Εἵματα: Ἱμάτια, ἐνδύματα. Παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, εἷκα, εἷμαι, καὶ εἷμα. Τὸ ΕΙ, δίφθογγον· πρὸς ἀντιδιαστολὴν τοῦ ἤματα, τοῦ σημαίνοντος τὰς ἡμέρας. Ἢ κατά τινα διάλεκτον. Οἱ γὰρ Αἰολεῖς ἔμμα λέγουσι· καὶ τὸ σπείρω, σπέρρω. Καὶ λευ‐
20χείμων. Τὸ δὲ ἱματίζω, καὶ ἱματισμὸς, καὶ ἱμα‐ τιοπώλης, καὶ ὅσα παρὰ τὸ ἱμάτιον, διὰ τοῦ ι γρά‐ φεται. Ὅτι δὲ ι γράφεται, ἐκ τῆς συνθέσεως δῆλον· οἷον τὸ ἱμάτιον, θοιμάτιον. Εἰ δὲ ἐγράφετο διὰ διφθόγγου, θουμάτιον ἂν ἦν· τὸ γὰρ ε καὶ ο εἰς
25τὴν ΟΥ δίφθογγον κιρνᾶται. Τὸ δὲ ἱματισμένον,
25εὗρον αὐτὸ διὰ διφθόγγου.
25 Εἱμαρμένη καὶ εἵμαρτο: Ὡς ἀπὸ τοῦ λήβω, τοῦ σημαίνοντος τὸ λαμβάνω, γίνεται λέληφα καὶ εἴληφα, οὕτως ἀπὸ τοῦ μείρω, τοῦ σημαίνοντος τὸ μερίζω, μερῶ, μέμαρκα, μέμαρμαι· ἀποβολῇ τοῦ μ, καὶ πλεονασμῷ τοῦ ι, εἵμαρμαι, εἱμαρμένος εἱμαρ‐
30μένη. Ἐκ δὲ τοῦ εἵμαρμαι, εἱμάρμην εἵμαρσο εἵμαρτο, ὁ ὑπερσυντέλικος. Ἔκ τινος δὲ διαγράμ‐ ματος καὶ ἀστροθεσίας τὴν ἐπωνυμίαν παρ’ Ἕλλησιν ἔλαβε. Εἰμένος: Ἐνδεδυμένος. Τὸ θέμα, ἕω, τὸ ἐν‐
35δύομαι· ὁ μέλλων, ἕσω· ὁ παρακείμενος, εἷκα· ὁ
35παθητικὸς, εἷμαι· ἡ μετοχὴ, εἱμένος, καὶ ἐπιειμένος. Εἰμέν: Ἀπὸ τοῦ εἰμὶ γίνεται τὸ πρῶτον τῶν πληθυντικῶν εἰμέν. Φυλάττει τὴν ΕΙ δίφθογγον· οἷον, Ἡμεῖς δ’ εἰμὲν τοῖοι.
40Ἀντὶ τοῦ ὑπάρχομεν, ἐσμέν.
40Εἰμί: Εἰμὶ, τὸ ὑπάρχω, γράφεται διὰ διφθόγγου·
40ἢ ὅτι τὰ εἰς ΜΙ φύσει μακρᾷ παραλήγεται· ἢ ἵνα μὴ συνεμπέσῃ τῷ ἠμὶ, τὸ λέγω· ὃ γίνεται ἀπὸ τοῦ φημὶ, ἀποβολῇ τοῦ φ. Εἶ: Τὸ, σὺ εἶ, γίνεται ἀπὸ τοῦ ἔομαι παθητικοῦ· τὸ δεύτερον, ἔῃ. Καὶ τὰ παρ’ ἡμῖν γραφόμενα δεύ‐
45τερα πρόσωπα παθητικὰ διὰ τοῦ ΗΙ παρὰ τοῖς Ἀτ‐ τικοῖς διὰ τῆς ΕΙ διφθόγγου γράφεται, καὶ γίνεται κράσει τοῦ ε καὶ τῆς ει διφθόγγου. Τὸ δ’ ἐστὶ γίνεται ἀπὸ τοῦ εἰμί· οὗ τὸ τρίτον ἀκολουθεῖ εἰσί·
καὶ τροπῇ Δωρικῇ τοῦ ς εἰς τ, καὶ ἀποβολῇ τοῦ ι,

300

(50)

γίνεται ἐτί· εἶτα προσλαμβάνει τὸ Σ, ἵνα τὴν ὀφει‐ λομένην μακρὰν ἀπολάβῃ. Τὰ γὰρ εἰς ΣΙ τρίτα πρόσωπα μακρᾷ παραλήγεται· τύπτουσιν· οὕτω καὶ ἐστίν. Ἢ καὶ τοῦ εἰμὶ τὸ δεύτερον ἔς, καὶ τὸ γʹ ἐσσί· ἀποβολῇ δὲ τοῦ ς καὶ προσθέσει τοῦ τ, ἐστί.
55Εἰμί· ὁ παρατατικὸς, ἦν· ἡ μετοχὴ, εἲς ἔντος· καὶ
55τὸ εὐκτικὸν, εἴην· καὶ τὸ ὑποτακτικὸν, ἐὰν ὦ, ᾖς, ᾖ. Ἢ ἀπὸ τοῦ εἰμὶ τὸ δεύτερον εἲς, καὶ ἀποβολῇ τοῦ ς καὶ μεταβολῇ τοῦ τόνου, εἶ. Τὰ γὰρ ὑπαρκτικὰ

301

ῥήματα παθητικὰ οὐκ ἔχουσιν, οἷον ὑπάρχομαι. Εἰμὶ οὐ λέγεται ἔμαι· οὕτω καὶ ἔω οὐ λέγεται ἔομαι. Τὸ ἐστὶ καταρχὰς τιθέμενον βαρύνεται· ὡς τὸ,
5ἔστι πόλις.
5Βαρύνεται δὲ καὶ μετὰ τοῦ Ὡς, καὶ μετὰ τοῦ Μὴ
5ἀπαγορευτικοῦ· καὶ μετὰ τοῦ Ἀλλά· καὶ μετὰ τοῦ
5Καί· καὶ μετὰ τοῦ Τοῦτο. Εἰμί: Γίνεται ἀπὸ τοῦ ἔω· καὶ ἐπεὶ τὰ εἰς ΜΙ φύσει μακρᾷ παραλήγεται, πλεονάζει τὸ ι, καὶ γίνεται εἰμί. Καὶ ἔστι συζυγίας τετάρτης. Οὐκ ἐτράπη δὲ εἰς η, ἵνα φυλάχθῃ λείψανον τοῦ πρωτο‐
10τύπου. Τὰ δὲ ἀπὸ βαρυτόνων, ἰσοσύλλαβα τοῖς πρωτοτύποις, πηγνύω, πήγνυμι· τὰ δὲ ἀπὸ περισπω‐ μένων, περιττοσύλλαβα, διδῶ, δίδωμι. Εἶμι: Ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι. Τοῦτο παρὰ τὸ ἔω· καὶ πλεονασμῷ τοῦ ι, εἴω· καὶ ἐξ αὐτοῦ
15εἴωμι· καὶ συγκοπῇ, εἶμι· σημαίνει δὲ τὸ πορεύομαι·
15καὶ τὰ μὲν ἑνικὰ διὰ τῆς ΕΙ διφθόγγου γράφεται· τὰ δὲ πληθυντικὰ, διὰ τοῦ ι· ἔστι καὶ ἴμι διὰ τοῦ ι, ἀπὸ τοῦ ἴημι κατὰ συγκοπήν. Τοῦ εἶμι τὸ πληθυν‐ τικὸν, ἴμεν, ὡς ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ι· ὁ παρατα‐ τικὸς, εἶν· τὸ πληθυντικὸν, ἴμεν, διὰ τοῦ ι· ἐπὶ τοῦ
20παρατατικοῦ τῶν εἰς ΜΙ, καὶ ἡ παραλήγουσα συ‐
20στέλλεται. Τὸ τρίτον, ἴσαν· ἀπὸ τοῦ ἴμεν, τὸ ἀπαρέμφατον, ἴμεναι· καὶ κατὰ συγκοπὴν, ἴμεν· Οἴκαδ’ ἴμεν σὺν νηυσί. Τουτέστιν, εἰς τὰ οἰκεῖα παραγενέσθαι, Ἰλιάδος αʹ. Ἔτι τοῦ εἶμι τὸ τρίτον τῶν πληθυντικῶν, εἶσι· καὶ
25τὸ Ἰωνικὸν, ἴασι·
25Καί τ’ ἀγεληδὸν ἴασι,
25Ἰλιάδος πʹ, ἀντὶ τοῦ ἀπίασι, πορεύονται. Τὸ δὲ εἴω γράφεται καὶ διὰ διφθόγγου, καὶ διὰ τοῦ ι. Τούτου ὁ δεύτερος ἀόριστος, ἴον. Τὸ ι, ἰῶτα. Ἔτι δὲ καὶ ἀπὸ μὲν βαρυτόνων θεμάτων, τὸ ὑποτακτικὸν, ἐὰν ἴω· τὸ πληθυντικὸν, ἐὰν ἴωμεν· καὶ ποιητικῶς, ἴομεν. Τὸ
30ο, μικρόν. Διατί; Καὶ λέγομεν ὅτι σχῆμα ἐστὶ Κορίνθιον. Εἶσι: Τὸ ὑπάρχουσι. Γίνεται ἐκ τοῦ εἰμὶ, τὸ τρίτον εἰσὶ, καὶ εἶσι. Εἶσθα: Ἰλιάδος κʹ,
35Εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
35 ἦτε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν. Ἀντὶ τοῦ ἥξεις, παραγενήσῃ, ἐλεύσῃ. Ἐκ τοῦ εἶμι, τὸ δεύτερον, εἶς, καὶ εἶσθα· καὶ τὸ ἦτε, εἰ ση‐ μαίνει τὸ ἄρα, περισπᾶται. εἶναι τὸ ὑπάρχειν. Ἀπὸ τοῦ εἰμὶ, εἲς ἔντος·
40τὸ ἀπαρέμφατον ἔναι, καὶ πλεονασμῷ του ι, εἶναι.
40Καὶ τὸ,
40 Τοῖοι εἰμὲν, κατὰ πλεονασμὸν ἔχει τὸ ι. Ἀπὸ τοῦ εἰμὶ, τὸ πλη‐ θυντικὸν, ἐμὲν, καὶ εἰμέν. Ἔστι καὶ ἔτι ἐκ τοῦ εἶμι, τὸ πορεύομαι, τὸ πληθυντικὸν, ἴμεν· καὶ τὸ ἀπαρέμφατον ὤφειλεν εἶναι ἶναι, ἵνα φυλάξῃ τὴν
45παραλήγουσαν τοῦ πληθυντικοῦ· ἀλλὰ συνεξέδραμε
45τῷ ὁμοίῳ αὐτοῦ εἶναι, ὅπερ ἐν συνθέσει γίνεται παρεῖναι καὶ ἀπεῖναι. Ἔστι καὶ ἔτι δεύτερος ἀόρι‐ στος. Ἴημι· ὁ δεύτερος ἀόριστος, ἦν· καὶ ὤφειλε τὸ ἀπαρέμφατον εἶναι ἔναι, διὰ τὴν παραλήγουσαν τοῦ πρώτου τῶν πληθυντικῶν· ἢ ἦναι, διὰ τὸ ἐκεῖθεν

301

(50)

κανονίζεσθαι, τουτέστι τοῦ τρίτου προσώπου (τοῦ η.)

301

(50)

Τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸς ἀπαιτοῦν‐
τος τὸ ε, τοῦ δ’ ἑτέρου τὸ η, ἐγένετο εἶναι, φυλάττον τοῦ μὲν η τὸν μακρὸν χρόνον, τὴν παραλήγουσαν δὲ τοῦ ἐμέν. Τοῦτο δὲ δασύνεται καὶ ἐν συνθέσει, ἀφεῖναι, καὶ καθεῖναι, καὶ ἐξεῖναι.
55 Εἰσῇμεν: Ἀντὶ τοῦ εἰσῄειμεν, σὺν τῷ ι, Καλ‐ λίας Πεδήταις. Καὶ εἰσῇσαν, ἀντὶ τοῦ εἰσῄεσαν, σὺν τῷ ι, Ἀγάθων Ἀερόπῃ. Καὶ εἰσῇα, ἀντὶ τοῦ εἰσῄειν.

302

Εἴνατος: Ἐκ τοῦ ἔννατος, κατὰ μεταβολὴν τοῦ ν εἰς ι. Καὶ ἡ μὲν τῶν Ἀργείων διάλεκτος μεταβάλλει τὸ ι εἰς ν· καὶ γὰρ τὸ σπείδω σπένδω λέγουσι, καὶ τὸ αἰεὶ, αἰέν· ἡ δὲ τῶν Σικελῶν, τὸ
5ἀνάπαλιν, τὸ ν εἰς ι μεταβάλλει· τὸ γὰρ ἐννάνυχον, εἰνάνυχον λέγουσι· καὶ τὸ ἔνδον, ἐνδοῖ. Εἰνάνυχες δέ μοι ἀμφ’ αὐτῷ: Ἀντὶ τοῦ ἐπὶ ἐννέα νύκτας, ὡς μονώνυχες· ἀπὸ εὐθείας τῆς εἰνάνυξ. Εἰ δέ τινα τὸ ἐπιφερόμενον ταράσσει, τὸ,
10παρὰ νύκτας ἴαυον,
10ἴστω ὅτι σύνηθες οὕτως πολλὰ λέγειν τῷ ποιητῇ, ὡς τὸ, ποδάνιπτρα ποδῶν. Εἰνατία: Ἐπίθετον τῆς Εἰλειθυίας. Καλλί‐ μαχος,
15Εἰνατίην ὁμόδελφον ἐπ’ ὠδίνεσσιν ἰδοῦσα.
15Εἴρηται οἷον Κρητική· Εἴνατος γὰρ τόπος Κρήτης,
15ἔνθα ἐτιμᾶτο ἡ Εἰλείθυια. Εἰνάτειρ: Ἢ εἰνατέρων ἐϋπέπλων. Παρὰ τὸ εὐνὴ, εὐνάτηρ, καὶ εἰνάτηρ. Σημαίνει δὲ τὴν σύννυμφον.
20Εἰνοσίφυλλον: Τὸ κινοῦν τὰ φύλλα. Παρὰ
20τὴν ἔνοσιν, τὴν κίνησιν, πλεονασμῷ τοῦ ι, καὶ τὸ
20φύλλον.
20 Εἵνεκα: Ἰστέον ὅτι ἔκτασις μέν ἐστιν, ἡ ἐν φωνήεσσι γινομένη· ἐπέκτασις δὲ, ἡ ἐν στοιχείῳ. Τὴν δὲ ἐπέκτασιν εἴωθε λέγειν τὴν κατὰ τὸ τέλος, τοιόσδε, τοσόσδε· ἔκτασις δὲ, εἰν, ἐνείκω, εἵνεκα, πλεονασμῷ τοῦ ι.
25Εἶπον: Ῥῆμα προστακτικόν. Τὸ θέμα, ἔπω, τὸ
25λέγω· ὁ πρῶτος ἀόριστος, εἶπα· καὶ ἔστι σεσημειω‐ μένον· τὸ τρίτον, εἶπε· καὶ τὸ προστακτικὸν, εἶπον, εἰπάτω, εἰπάτωσαν. Μένανδρος, Εἶπον δὲ, τί ποιεῖν μέλλετε· Ἀντὶ τοῦ εἰπέ. Ἔπω· ὁ μέλλων, ἔψω· ὁ ἀόριστος
30ὤφειλεν εἶναι εἶψα· ἀλλὰ σεσημειωμένον ἕν. Ἡ
30μετοχὴ ὤφειλεν εἶναι ἔπας καὶ ἐπών· ἀλλὰ μὴν ὁ
εἴπας καὶ ὁ εἰπὼν ἐφύλαξε τὴν παραλήγουσαν αὐτῶν τὴν ΕΙ δίφθογγον. Ἰστέον ὅτι λέγει ὁ γραμματικὸς Ἰωάννης ὁ Χάραξ, ὅτι τὸ παρὰ τῇ θείᾳ γραφῇ προστακτικὸν ὀξυνόμενον, οἷον εἰπὸν ἀντὶ τοῦ εἰπὲ,
35δεύτερος ἀόριστός ἐστι κατὰ τὴν τῶν Συρακουσίων γλῶσσαν· καὶ γὰρ οἱ Συρακούσιοι τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου μεταποιοῦντες εἰς ΟΝ, τὸν τόνον φυλάττουσι τῶν κοινῶν προστακτικῶν· οἷον τὸ λάβε, λάβον· καὶ τὸ ἄνελε, ἄνελον. Εἰ οὖν ἔστιν
40εἰπὲ ὀξύτονον, δηλονότι καὶ εἰπόν· τὸ δὲ εἶπον βαρύ‐
40νεται παρὰ Μενάνδρῳ. Ἔστι δὲ ἀόριστος πρῶτος, ἀπὸ τοῦ εἶπα. Εἴπῃσθα: Σὺν τῷ ι, κατ’ ἐπέκτασιν τῆς ΘΑ· ἐὰν εἴπῃς, εἴπῃσθα. Ἰστέον ὅτι τὸ εἴπεσκεν τὴν τῆς μετοχῆς ἀρχὴν ἐφύλαξε τῆς εἰπὼν εἰπόντος· οὐ
45μὴν τοῦ ἐνεστῶτος· ἔπω γάρ ἐστιν ὁ ἐνεστώς.
45 Εἴπαισαν: Ἔπω, τὸ λέγω· ὁ μέλλων, ἔψω· ὁ ἀόριστος, εἶπα· ἡ μετοχὴ, εἴπας· καὶ τὸ εὐκτικὸν, εἴπαιμι, εἴπαις, εἴπαι· καὶ Ἀττικῇ ἐπεκτάσει, εἰ‐ παίη· καὶ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν τρίτον πρόσωπον εἰς η λῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ δεύ‐

302

(50)

τερον, καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ πρῶτον· γίνε‐ ται γοῦν ἐξ αὐτοῦ εἰπαίην· τὸ πληθυντικὸν εἰπαίημεν· τὸ τρίτον, εἰπαίησαν· καὶ συγκοπῇ, εἴπαισαν. Εἰραφιώτης: Ὁ Διόνυσος. Παρὰ τὸ ἐρράφθαι τῷ μηρῷ τοῦ Διὸς, ἐρραφιώτης, προσελθόντος τοῦ ι,
55καὶ ἀποβληθέντος τοῦ ρ. Ἢ ἀπὸ τοῦ ἐρέφεσθαι, τὸ στεφανοῦσθαι, γέγονεν ἐραφιώτης· καὶ πλεονασμῷ τοῦ ι· ἢ παρὰ τὸ ἔριφος· φασὶ γὰρ αὐτὸν ὑπὸ ἐρί‐

303

φων ἀνατραφῆναι. Ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέ‐ κεσθαι. Εἰς τὸ ἔρεψα. Εἴρερος: Παρὰ τὴν ἔραν, τὴν γῆν, ἡ περὶ τὴν γῆν δουλεία· ἢ παρὰ τὸ ἔρειον ἔρος· καὶ διπλασι‐
5ασμῷ, ἔρερος· καὶ πλεονασμῷ τοῦ ι. Ἢ παρὰ τὸ
5τείρω τείρερος· καὶ ἀποβολῇ τοῦ τ. Ἢ παρὰ τὸ εἴρω, τὸ λέγω, κατὰ ἀναδιπλασιασμὸν, καὶ κατὰ ἀντίφρασιν, ὁ προαιρούμενος τοῦ λέγειν μετὰ παρρη‐ σίας. Ἢ παρὰ τὸ ἔρρειν, ἡ τὸ ἔρρεσθαι καὶ φθεί‐ ρεσθαι ποιοῦσα.
10Εἰρεσία: Ἡ κωπηλασία. Παρὰ τὸ ἐρέτης,
10ἐρεσία· καὶ πλεονασμῷ τοῦ ἰῶτα. Εἰρέσιον: Πόλις Βοιωτίας. Ὅτι κατακλυσμοῦ ποτὲ γενομένου, συνέβη περὶ Βοιωτίαν πολλὰς λίμνας ἀναφανῆναι. Οἱ οὖν ἐγχώριοι πλάταις καὶ κώπαις καὶ εἰρεσίᾳ κεχρημένοι τὰς πρὸς ἀλλήλους ἐπιμιξίας
15ἐποιοῦντο. Ἐκ τούτου οὖν τὰς πόλεις ὠνόμασαν· ἀπὸ μὲν τῶν πλατῶν, Πλαταιάς· ἀπὸ δὲ τῶν κωπῶν, Κώπας· ἀπὸ δὲ τῆς εἰρεσίας, Εἰρέσιον.
Εἰρεσιώνη: Εὐμεγέθης κλάδος, ἐξ ἐρίων ἔχουσα στέμματα, κλῶνας καὶ ἰσχάδας, καὶ τῶν καθαρῶν
20ἀκροδρύων ὁρμαθούς. Ἢ θάλλος ἐστὶν ἐλαίας πάντας τοὺς καρποὺς ἔχον ἀπηρτημένους, καὶ στέμμα λευ‐ κὸν καὶ φοινικοῦν. Προετίθετο δὲ ἱκεσία τῷ Ἀπόλ‐ λωνι ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ οἱ περὶ Θησέα σωθῆναι δοκοῦσι. Καταχύσματα δὲ καὶ κύλικα οἴνου κε‐
25κραμένην καταχέοντες αὐτῆς, ἐπιλέγουσιν· Εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους, καὶ μέλιτος κοτύλην, καὶ ἔλαιον ἀποψήσασθαι, καὶ κύλικ’ εὐζώροιο ἵνα καὶ μεθύουσα καθεύδῃ. Ὠνόμασαν δὲ οὕτως, οἱ μὲν, ἀπὸ τοῦ ἐρίοις κατα‐
30στέφεσθαι· ἢ παρὰ τὸ εἴρεσθαι, ὅ ἐστι συμπλέ‐
30κεσθαι τοὺς καρπούς· οἱ δὲ, ὅτι εἴροντο τὸν θεὸν, τί ποιήσουσι μετὰ τὴν θυσίαν τὸν κλάδον· (καλοῦσι δὲ αὐτὴν καὶ κορυθάλειαν·) ἢ ἀπὸ τοῦ τοῖς κλάδοις ἐνεῖρχθαι τὰ ἐξ αὐτῆς κρεμάμενα· ἢ ἀπὸ τῶν στεμ‐ μάτων. Στέμματα γὰρ τὰ ἔρια λέγουσιν οἱ Ἀτ‐
35τικοί. Λυκοῦργος δέ φησιν, ἀφορίας γενομένης Ἀθηναίοις, τοῦτο ἐπιτελεσθῆναι κατὰ χρησμὸν, οἷον ἱκετηρίας. Εἴρην: Ὄνομα ἡλικίας· παρὰ τὸ εἴρειν καὶ
λέγειν· ὁ ἤδη λέγων καὶ δημηγορῶν· καὶ γὰρ τὰς
40ἐκκλησίας εἴρας προσηγόρευον. Εἰ μὲν παρὰ τὸ
40εἴρω, τὸ λέγω, διὰ διφθόγγου· εἰ δὲ ἀπὸ τοῦ ἱερὰς εἶναι, διὰ τοῦ ἰῶτα. Εἰρήνη: Παρὰ τὸ εἴρω, τὸ λέγω· ἢ παρὰ τὸ εἴρειν ἡμᾶς ἐπ’ αὐτήν· ἢ διὰ τὸ ἠρεμεῖν τὸν νοῦν. Εἱρκτή: Παρὰ τὸ εἴργω, τὸ κωλύω· τοῦτο ἀπὸ
45τοῦ ἐέργω, κατὰ κρᾶσιν τῶν δύο ΕΕ εἰς τὴν ΕΙ
45δίφθογγον.
45 Εἱρμός: Παρὰ τὸ εἵρω, τὸ συμπλέκω. Εἰροπόκος: Τὰ ἔρια, κατὰ πλεονασμὸν τοῦ ι, γίνεται εἴρια. Παρὰ γοῦν τὸ ἔριον, καὶ τὸ πέκω, τὸ ξαίνω, γίνεται ἐριοπόκος· καὶ πλεονασμῷ τοῦ ι, καὶ συγκοπῇ, εἰροπόκος.

303

(50)

Εἰροκόμος: Τὸ ἔρος, πλεονασμῷ τοῦ ι, γίνεται εἶρος, ὡς τὸ, ἰοδνεφὲς εἶρος ἔχουσα. Σημαίνει δὲ τὸ ἔριον. Γίνεται ἐκ τοῦ ἔρρω, τὸ κάμνω, ἔρρος· καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἰῶτα, εἶρος, ὁ
55μετὰ ταλαιπωρίας ἐργαζόμενος. Ἐκ τοῦ εἶρος καὶ
55τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι, γίνεται [εἰροκόμος,] ἡ τοῖς ἐρίοις ἐπιμελουμένη. Εἴρυσθαι: Σημαίνει τὸ φυλάξαι. Ἔστιν ἐρύω ἐρύσω εἴρυκα εἴρυμαι εἴρυται, καὶ τὸ ἀπαρέμφατον

304

εἰρύσθαι, ὡς λελύσθαι. Ἀπὸ δὲ τοῦ ἔρυμι, τὸ πα‐ θητικὸν ἔρυμαι· καὶ τὸ ἀπαρέμφατον, ἔρυσθαι, προ‐ παροξυτόνως καὶ πλεονασμῷ τοῦ ι, ὡς ζεύγνυμι, ζεύγνυσθαι. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ εἱλκύσθαι. Εἰ
5μὲν ἀπὸ τοῦ ἑλκύω, εἱλκύσθαι· εἰ δὲ ἀπὸ τοῦ ἕλκυμι, εἵλκυσθαι. Εἰρύαται: Ἰλιάδος αʹ, εἰρύαται, ῥύονται, φυ‐ λάττουσιν. Εἰρύω, εἴρυμι· τὸ παθητικὸν, εἴρυμαι· τὸ γʹ, εἴρυνται· καὶ Ἰακῶς, εἰρύαται.
10Εἰρύσασθαι: Τὸ φυλάξαι· μέσος ἀόριστος αʹ
10παθητικὸς, ἀπὸ τοῦ θέματος τοῦ ἐρύω, ἐρύσασθαι, καὶ Ἰωνικῷ πλεονασμῷ. Εἴρυτο: Ἀρίσταρχος προπαροξυτόνως· πάνυ γὰρ ὑγιῶς, ὡς τὸ ἐζεύγνυτο, οὕτως καὶ τοῦτο. Ὁ μέντοι Τυραννίων προπερισπᾷ, ἀπὸ τοῦ εἴρυμι, εἰρῦτο.
15Ἰλιάδος θʹ,
15 Ἀνὴρ δ’ οὔτι Διὸς νόον εἰρύσαιτο. Κατάσχοι, κρατήσειεν. Ἀπὸ τοῦ ἐρύω. Εἰρωνεύεσθαι: Ψευδολογεῖν, χλευάζειν, ὑποκρί‐ νεσθαι. Παρὰ τὸ εἴρων εἴρωνος, εἰρωνεύω· ὅθεν καὶ εἰρωνεία. Τὸ δὲ εἴρων, παρὰ τὸ εἴρω, τὸ λέγω,
20γίνεται εἴρων, ὁ ἀπατεὼν, ὁ διὰ λόγων παραλογιζό‐ μενος, ὁ ἄλλα μὲν φρονῶν, ἄλλα δὲ λέγων. Εἴρω: Τὸ λέγω. Παρὰ τὸ ὦ, ὃ σημαίνει τὸ λέγω· οὗ παράγωγον ἠμί· ἀφ’ οὗ τὸ, Ἦ, καὶ κυανέῃσιν.
25Ὡς οὖν ἄγω, ἀγείρω· ἔθω, ἐθείρω· οὕτως καὶ ἀπὸ τοῦ
25ὦ, εἴρω· ὅθεν καὶ εἴρειν, τὸ κατὰ γλῶσσαν λέγειν· συνείρειν δὲ λέγουσι τοὺς ἐν τῷ ἀναγινώσκειν συνά‐ πτοντας καὶ λόγον ποιοῦντας. Εἰς τὸ Ῥητορικόν. Ὁ δὲ Σέλευκος, ἀπὸ τοῦ συνειργμένα καὶ συνηρμο‐ σμένα λέγεσθαι τοῦ λόγου τὰ μέρη. Τοῦτο δὲ τὸ
30εἴρω, ὅτε μὲν ψιλοῦται, σημαίνει τὸ λέγειν· ὅτε δὲ δασύνεται, σημαίνει τὸ συνάπτω. Εἴρω: Τὸ ἐρωτῶ· ὁ μέλλων, ἐρῶ· ὁ πρῶτος ἀόριστος, εἶρα· ὁ δεύτερος, εἶρον· οὐκ ἔστι δὲ ἐν χρήσει· ὁ μέσος δεύτερος ἀόριστος, εἰρόμην, εἴρου,
35εἴρετο· τὸ ἀπαρέμφατον ἔρεσθαι· καὶ ὤφειλεν εἶναι
35ἐρέσθαι, ἀλλ’ ἐξηκολούθησε τῷ φέρεσθαι καὶ δέρε‐ σθαι. Τοῦ εἶρα τὸ ὑποτακτικὸν, ἐὰν ἔρω, οὐκ ἔστιν ἐν χρήσει· τὸ παθητικὸν, ἐὰν ἔρωμαι, ἐὰν ἔρῃ, ἐὰν ἔρηται, ἐν χρήσει· καὶ αὐθυπότακτον· Εἴ τίς σε ἔρηται.
40Τοῦ εἴρω τὸ παθητικὸν εἴρομαι. Καὶ Ὅμηρος,
40Εἰρόμεναι παῖδάς τε κασιγνήτους τε.
40Ἀφαιρουμένου τοῦ ι ἔρομαι, ἔρῃ, ἔρεται· καὶ ἐπέ‐ ρεται, τὸ ἐρωτᾷ. Ὁ παρατατικὸς ἠρόμην ἤρου ἤρετο, καὶ ἐπήρετο. Τούτου τοῦ εἴρω ὁ μέλλων ἐστὶν ἐρῶ· καὶ μετάγεται εἰς ἐνεστῶτα περισπώ‐ μενον, ἐρέω ἐρῶ· οὐκ ἔστι δὲ ἐν χρήσει· ὁ μέλλων,
45ἐρήσω, καὶ ἐρήσομαι.
45 Εἴρετο: Σημαίνει τέσσαρα· τὸ ἐπηρώτα, ὡς τὸ, Εἴρετο δ’ αὐτίκ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος. Καὶ τὸ ἠρώτων, οἷον, Εἴρομαι παῖδας τοῦ κασίου. Σημαίνει καὶ τὸ λέγειν, ὡς τὸ,

304

(50)

Εἴρετο δεύτερον αὖτις.

304

(50)

Καὶ πληθυντικῶς εἴροντο ἀντὶ τοῦ ἔλεγον·

304

(50)

Εἴροντο δὲ κήδε’ ἑκάστη.

304

(50)

Εἷς: Διατί δασύνεται; Τὸ ε τῶν ἀριθμῶν δασύ‐ νεται. Διατί περισπᾶται; Τὰ εἰς εἰς ὀνόματα μὴ κοινολεκτούμενα, ἔχοντα οὐδετέρου παρασχηματι‐ σμὸν, ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν. “Ὀνόματα”
δὲ εἶπε διὰ τὰς μετοχὰς, οἷον τυφθείς. “Κοινο‐
55λεκτούμενα” δὲ εἶπε διὰ τὸ εὐγενὴς καὶ εὐσεβής· οἱ γὰρ Βοιωτοὶ διὰ τῆς ΕΙ διφθόγγου γράφουσιν. Εἷς ἑνός: Ὁ κανών· τὰ εἰς ΕΙΣ μονοσύλλαβα ὀνόματα ἀρσενικὰ διὰ τοῦ ΝΟΣ κλίνεται· οἷον κτεὶς,

305

κτενός· δεὶς, δενός· [εἷς, ἑνός] ὅπερ ἰσοδυναμοῦται τῷ τίς· ὅπερ μετὰ τοῦ οὐ, οὐδεὶς, οὐδενός· καὶ μετὰ τοῦ μὴ, μηδείς. Πρόσκειται, “μονοσύλλαβα·” διὰ τὰ ὑπὲρ δύο συλλαβάς· οἷον, χαρίεις, χαρίεντος.
5Πρόσκειται “ὀνόματα,” διὰ τὰς μονοσυλλάβους μετοχάς· οἷον θεὶς, θέντος· εἳς, ἕντος· ἐξ οὗ καὶ τὸ ἀφεὶς ἀφέντος, ὁ ἀπολύσας. Πρόσκειται, “ἀρσε‐ νικὰ,” διὰ τὸ κλεὶς κλειδὸς θηλυκόν. Γίνεται δὲ εἷς παρὰ τὴν ἕσιν καὶ ἄφεσιν, ὁ ἀπο‐
10λελυμένος καὶ μεμονωμένος. Διαφέρει δὲ τοῦ οὐδεὶς
10κατὰ τρόπους δʹ. Πρῶτον, ὅτι τὸ μὲν εἷς δασύνεται καὶ περισπᾶται· τὸ δὲ οὐδεὶς οὔτε δασύνεται οὔτε περισπᾶται. Δεύτερον, ὅτι τὸ μὲν εἷς ἀριθμητικόν ἐστι· τὸ δὲ οὐδεὶς, ἀόριστον. Τρίτον, ὅτι τὸ μὲν εἷς οὔτε δυϊκὰ ἔχει, οὔτε πληθυντικά· τὸ δὲ οὐδεὶς καὶ
15δυϊκὰ ἔχει καὶ πληθυντικὰ, οἱ οὐδένες, τῶν οὐδένων. Τέταρτον, ὅτι τοῦ μὲν εἷς τὸ θηλυκὸν μία· τοῦ δὲ οὐδεὶς, ὁμοφώνως οὐδείς. Γίνεται καὶ παρὰ τὸ ἕω, τὸ ὑπάρχω, ὁ εἷς. Τὸ θηλυκὸν ἀπέλειψε. Δύο γὰρ κανόνες εἰσὶν οἱ μαχό‐
20μενοι. Ὁ μὲν εἷς λέγει, ὅτι οἱ ἀριθμοὶ κοινοὶ
20θέλουσιν εἶναι· οἷον οἱ δύο, καὶ αἱ δύο· οἱ τρεῖς, καὶ αἱ τρεῖς. Ἢ οὕτως· τὰ ἀριθμητικὰ ὀνόματα κοινά εἰσι τῷ γένει, καὶ ὁμοφωνοῦσι τὰ θηλυκὰ τοῖς ἀρσε‐ νικοῖς· οἷον οἱ πέντε, καὶ αἱ πέντε· οἱ ἑπτὰ, καὶ αἱ ἑπτά· οὕτως ὤφειλε καὶ τὸ θηλυκὸν ὁμοφωνεῖν τῷ
25ἀρσενικῷ. Ὁ δὲ ἕτερος λέγει, ὅτι πᾶσα γενικὴ διὰ
25τοῦ ΝΤ κλινομένη, τὸ τέλος τῆς γενικῆς τρέψασα εἰς ἄλφα, καὶ τὴν παραλήγουσαν θέσει μακρὰν ποιοῦσα, τὸ θηλυκὸν ποιεῖ· οἷον, χαρίεντος, χαρίεσσα. Εἷς, ἕντος, ὤφειλεν εἶναι ἕσσα τὸ θηλυκόν. Τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος ὁμο‐
30φωνεῖν τῷ ἀρσενικῷ, τοῦ δὲ (ἑτέρου) κατὰ παρασχη‐
30ματισμὸν, ἤγουν ἕσσα, ἀπέλειψε, καὶ ἐγένετο ὡς ἀπὸ τοῦ ἴος ἀρσενικοῦ, σημαίνοντος τὸν μόνον, τὸ θηλυκὸν, ἴα· καὶ πλεονασμῷ τοῦ μ, μία, κλίνεται δὲ μία μιᾶς. Καὶ λέγει ὁ κανὼν τὸν τόνον. Τὸ γὰρ μιᾶς καὶ ἰᾶς Ἰωνικὴν ἔχει τάσιν· ἐπειδὴ κανών
35ἐστιν ὁ λέγων, ἐπὶ τῶν εἰς α βραχυκαταληκτούντων
35εἰώθασιν οἱ Ἴωνες βαρύνειν τὰς λέξεις, ὡς καὶ ἡμεῖς· οἷον, ἄγυια, ὄργυια· Πλάτεια, Θέσπεια· ὅταν δὲ γένηται ἡ τελευταία συλλαβὴ μακρὰ, Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνος· οἷον, ἀγυιὰ, ὀργυιὰ, Θε‐
σπειά. Τοῦτο οὖν ἐστι τὸ εἰρημένον τῷ τεχνίτῃ.
40Τὸ γὰρ μιᾶς καὶ ἰᾶς. Ἐπειδὴ οὖν τὸ μία καὶ ἴα ἐν τῇ γενικῇ καὶ δοτικῇ μακροκαταληκτεῖ, τούτου χάριν τῷ Ἰωνικῷ ἔθει κατεβίβασε τὸν τόνον καὶ
44περισπᾶται· οἷον, ἰᾶς, ἰᾷ· μιᾶς, μιᾷ. Ὅθεν καὶ ἡ
45αἰτιατικὴ, ἐπειδὴ οὐκ ἐγένετο μακροκατάληκτος, οὐ
45κατεβίβασε τὸν τόνον, ἀλλὰ παροξύνεται ὁμοίως τῇ
45εὐθείᾳ· οἷον, ἴαν, καὶ μίαν.
45 Εἰσόκεν: Ἔστιν ἐπίρρημα χρόνου δηλωτικόν· ἐκ τῆς εἰς προθέσεως, καὶ τοῦ ὃ ἄρθρου ἀναφορικοῦ, καὶ τοῦ κεν συνδέσμου· καὶ ἀποροῦσι τινὲς, ὅτι ἐν συνθέσει ἐστὶν, ἢ ἐν παραθέσει· καὶ λέγουσιν, ὅτι κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ε λήγοντα ἐπιρ‐

305

(50)

ρήματα χρόνου δηλωτικὰ θέλουσιν ἔχειν πρὸ τοῦ ε τὸ τ, ἄλλοτε, ἐνίοτε, ἑκάστοτε· καὶ ὅτι οὐδέποτε ὁ κεν σύνδεσμος καταρχὰς συντίθεται· (ἔνιοι δὲ λέ‐ γουσι ὅτι ἐν συνθέσει εἰσι·) οὐδέποτε γὰρ τοῦτο τὸ ἐπίρρημα χωρὶς τοῦ κεν συνδέσμου λαμβάνεται παρὰ
55τῷ ποιητῇ·
55Εἰσόκεν ἢ ὑμεῖς Τροίην ἕλοιτε.
55Εἰσόκε ς’ ἢ ἄλοχον ποιήσεται.
55Ἔστι δὲ εἰπεῖν, ὅτι αἱ προθέσεις παρατιθέμεναι τοῖς ὀνόμασιν, ἔννοιαν ἔχουσαι τοπικὴν, ποιοῦνται τὰς σχέσεις· οἷον, οἴκου, ἐξ οἴκου· οἶκον, ἐς οἶκον. Τὸν

306

αὐτὸν τρόπον καὶ τὰ ἄρθρα τὰ σημαίνοντα τὴν ἀνα‐ φοράν. Ἡ δὲ ἀναφορὰ, ἐν τῷ χρόνῳ οὖσα καὶ λαβοῦσα τὴν παράθεσιν τῆς προθέσεως, ποιεῖ σχέσιν χρονικήν· οὗ, ἐξ οὗ· ᾧ, ἐν ᾧ. Ὃν οὖν τρόπον τὸ
5ἐξ οἴκου, ὅτε ἀποστῇ τῆς προθέσεως, οὐκέτι σχέσιν τοπικὴν σημαίνει, ὁμοίως καὶ τὸ εἰς οἶκον, τὸν αὐτὸν τρόπον καὶ τὸ εἰσόκεν, ἐὰν ἀποστῇ τὸ ἕτερον τοῦ ἑτέρου, ἐκστήσεται καὶ τὸ σημαινόμενον. Εἴσω: Ὡς ἀπὸ τῆς ἐξ προθέσεως γίνεται ἔξω,
10καὶ ἀπὸ τῆς πρὸς, πρόσω· καὶ ἀπὸ τῆς ἐς Ἀττικῶς,
10ἔσω· οὕτως καὶ ἀπὸ τῆς εἰς προθέσεως γίνεται εἴσω. Καὶ ἔστιν ἀντὶ τῆς εἰς· ὡς τὸ, Καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω. Ἀντὶ τοῦ εἰς τὴν Ἴλιον Εἰσίθμη: Ἡ εἴσοδος. Ἀπὸ τοῦ ἴω, τὸ πορεύ‐
15ομαι, ὁ μέλλων, ἴσω ἴσομαι· οἷον,
15 Ἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν. Ἀπὸ τοῦ ἴσω, ἴσμη· καὶ μετὰ τῆς εἰς προθέσεως, εἰσίθμη. Εἰσήρρησεν: Εἰσεφθάρη, εἰσεπήδησεν, εἰσῆλθεν. Εἰσρῶ, τὸ εἰσέρχομαι· ὁ μέλλων, εἰσρήσω· ὁ ἀόρι‐
20στος, εἰσέρρησα· τροπῇ τοῦ ε εἰς η, εἰσήρρησα.
20Καὶ τὰ λοιπὰ δῆλα. Ἢ ἐκ τοῦ εἰσέρρω. Εἴσπραξις: Ἡ ἀπαίτησις· καὶ εἰσπράττει, ἀπαιτεῖ. Εἰσπνήλης: Ὁ ἐρώμενος. Καλλίμαχος, Μέμβλετο δ’ εἰσπνήλαις, ὁππότε κοῦρος ἴοι.
25Ὁ ὑπὸ τοῦ ἔρωτος εἰσπνεόμενος· Λακεδαιμόνιοι γὰρ
25εἰσπνεῖν φασὶ τὸ ἐρᾶν. Ἢ παρὰ τὸ ἕπεσθαι τοῖς ἐρωμένοις· ἐπνήλης τὶς ὢν, καὶ εἰσπνήλης. Εἱστήκειν: Μέσος ὑπερσυντέλικος, ἐκ τοῦ ἑστήκω ῥήματος. Διὰ δὲ τὸ μὴ συνεμπεσεῖν κατὰ τὸ δεύτερον καὶ γʹ πρόσωπον τῷ ἰδίῳ ἐνεστῶτι, ἐπλεό‐
30νασε τὸ ι, καὶ γέγονεν εἱστήκειν. Εἰσάμενος: Ὁμοιωθείς· ἐκ τοῦ εἴδω, τὸ ὁμοιῶ. Σημαίνει δὲ καὶ τὸ ἱδρυσάμενος·
Εἰσάμενοι παρὰ θῖνα θυηπολίης ἐμέλοντο. Εἶσεν: Ἀντὶ τοῦ ἐκάθισεν· καὶ μετὰ τῆς κατὰ
35καὶ δὲ, καταεῖσεν· Καδδ’ εἶσεν ἐν θαλάμῳ. Εἴσατο: Ἔδοξεν, ἐφάνη. Ἐκ τοῦ εἴδω, τὸ φαίνομαι, ὁ μέλλων, εἴσω· ὁ ἀόριστος, εἶσα· ὁ μέσος, εἰσάμην· τὸ εὐκτικὸν, εἰσαίμην.
40Εἶτα: Ἔστιν ἐπίρρημα τάξεως. Καὶ ὥσπερ
40ἀπὸ τοῦ δὴ γίνεται δῆτα, οὕτως καὶ ἀπὸ τοῦ εἰ, εἶτα. Εἰῶσιν: Ἔστιν ἐῶ, τὸ συγχωρῶ, βʹ συζυγίας τῶν περισπωμένων. Τὸ πληθυντικὸν, ἐάομεν ἐῶμεν· τὸ γʹ, ἐάουσιν ἐῶσι· καὶ πλεονασμῷ τοῦ ι, εἰῶσι· Καὶ οὐκ εἰῶσιν ἐκπέρσαι.
45Πλεονάζει γὰρ τὸ ι, ὥσπερ καὶ ἐκ τοῦ ἕωλον γίνεται εἴωλον. Εἴωθα: Ἔστιν ἔθω σημαῖνον τὸ ἐξ ἔθους τὶ δια‐ πράττομαι· ὁ μέλλων, ἔσω ὁ παρακείμενος, εἶκα· ὁ μέσος, εἶθα· καὶ πλεονασμῷ τοῦ ω, εἴωθα· καὶ

306

(50)

συναρχομένως, ἔωθα·

306

(50)

Αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν [ὅττι νοήσω.]

306

(50)

Ἀντὶ τοῦ ἐξ ἔθους ἔχει μοι ἐμποδίζειν. Οἱ γὰρ Αἰολεῖς τὸ εἴωθα ἔωθα λέγουσιν. Ἔα: Ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσιν. Ἔστιν ἦν· κατὰ διάλυσιν, ἔα.
55Ἐάγη: Ἔστιν ἄγω, τὸ κλάνω· ὁ μέλλων, ἄξω·
55ὁ ἀόριστος, ἦξα· ὁ βʹ, ἦγον· ὁ παθητικὸς, ἤγην, ἤγης, ἤγη· καὶ κατὰ διάλυσιν, ἐάγη. Ἑαδώς: Ἔστιν ἥδω, τὸ εὐφραίνομαι· ὁ βʹ ἀό‐

307

ριστος, ἧδον, ἧδες, ἧδε· καὶ κατὰ διάλυσιν, ἕαδε.
Ἔστιν ἅδω, τὸ ἀρέσκω· ὁ μέσος παρακείμενος, ἧδα· διαλύσει, ἕαδα· καὶ ἡ μετοχὴ, ἑαδὼς ἑαδότος· καὶ ἑαδότα μῦθον, τὸν ἀρέσκοντα. Ἢ ἀπὸ τοῦ ἥδω,
5ἥσω, ἧκα, ἧδα· καὶ διαλύσει, ἕαδα. Ἕασας: Ἐπεί με πρῶτον ἕασας. Τουτέστιν ἐχαροποίησας. Ἀπὸ τοῦ ἥδω, ἥσω, ἧσας· καὶ ἐν διαιρέσει, ἕασας.
10Ἐάλη:
10Αἰνείας δ’ ἐάλη.
10Ἀντὶ τοῦ συνεστράφη· παρὰ τὸ ἀλῶ, τὸ ἐκκλίνω καὶ
10πλανῶ· οἱ γὰρ ἐκκλίνοντες τινὰς καὶ πλανῶντες οὐκ ἐπαίρονται, ἀλλὰ συστρέφονται. Ὅθεν καὶ τὸ, εἰς ἵππους ἄλεται, ἀντὶ τοῦ ἀλεῖται, ὃ ἐστὶ συστραφῇ. Ἀλῶ· ὁ μέλ‐ λων, ἀλήσω· ὁ βʹ ἀόριστος, ἦλον· ὁ παθητικὸς, ἤλην·
15(ἐξ οὗ καὶ ἡ μετοχὴ, ἀλείς·) τὸ βʹ, ἤλης· τὸ γʹ,
15ἤλη· καὶ διαλύσει, ἐάλη.
15 Ἰστέον δὲ, ὅτι ὥσπερ ὁ ἔστην, δεύτερος ἀόριστος, τῇ μὲν φωνῇ ἐνεργητικός ἐστι, τῇ δὲ συντάξει παθη‐ τικός· οὕτως καὶ ὁ ἥλων, βʹ ἀόριστος, ἀπὸ τοῦ ἁλώσω μέλλοντος γινόμενος, τῇ μὲν φωνῇ ἐνεργητικός ἐστιν· ἥλων γὰρ ὡς ἔδων καὶ ἐβίων· τῇ δὲ συντάξει πα‐
20θητικός. Ἥλων γὰρ ὑπὸ σοῦ, φαμὲν, καὶ οὐχ ἥλων
20σέ· ἀντὶ τοῦ, ἐλήφθην ὑπὸ σοῦ, καὶ οὐκ ἐλή‐ φθην σέ. Ἔστιν ἁλῶ, τὸ πορθῶ· ἐξ οὗ παράγωγον, ἅλωμι· ὁ μέλλων, ἁλώσω· ὁ δεύτερος ἀόριστος, ἥλων· τὸ τρίτον, ἥλω· καὶ διαλύσει τοῦ η εἰς ε καὶ α, ἑάλω,
25τὸ ἐλήφθη.
25Ἐάν: Ἐκ τοῦ εἰ συναπτικοῦ συνδέσμου καὶ τοῦ
25ἂν παραπληρωματικοῦ γίνεται εἰάν· καὶ ἀποβολῇ τοῦ ι, ἐάν. Ἐάφθη: Ἢ παρὰ τὸ ἐῶ ἐάθη, καὶ πλεονασμῷ τοῦ φ· ἢ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, εἵφθη· (ἵν’ ᾖ, ἐπηκολούθησε·) καὶ ἐν διαιρέσει τῆς ΕΙ διφθόγγου
30εἰς ε καὶ α, ἐάφθη. Ἔστι δὲ τὸ πάθος μονῆρες, καὶ οὐδὲν αὐτῷ ὅμοιον· οὐ γὰρ εἰς ε καὶ ι διελύθη, οὐδ’ εἰς δύο ΕΕ, ἀλλ’ εἰς ε καὶ α. Ἑά: Σημαίνει δύο· τὰ ἀγαθὰ, ὡς τὸ, θεοὶ δωτῆρες ἐάων.
35σημαίνει καὶ τὰ ἑαυτοῦ, ὡς τὸ,
35ἑὰ πρὸς δώματα καλά.
35Εἴρηται, ὅτι τὰ ἀγαθὰ ἰδιοποιούμεθα, τὰ δὲ κακὰ
35ἀπαλλοτριοῦμεν· ἑὸν γὰρ τὸ ἴδιον. Παρὰ τὸ ἕω, τὸ κορεννύω· οἷον, ἐπεί χ’ ἑῶμεν πολέμοιο. Σημαίνει τὸ ἀγαθόν· ἀφ’ οὗ ἑός. Τὸ θηλυκὸν, ἑή· ὡς ἀγαθός ἀγαθή· τὸ πληθυντικὸν, ἑαὶ ἑῶν· καὶ ἐν
40διαλύσει, ἐάων, ὡς πυλῶν πυλάων. Τίθεται δὲ ἡ
40λέξις ἐπὶ τῶν τριῶν γενῶν. Ἔστι γὰρ ἀρσενικὸν,
40ἑὸς, ὁ ἀγαθός· τὸ θηλυκὸν, ἑή· καὶ τὸ οὐδέτερον, ἑόν. Τὸ ἐὸν δὲ οὐκ ἐκλίθη· ἀλλ’ ἑὰ, τὰ ἀγαθά· ἵνα μὴ συνεμπέσῃ τῇ ἑὸν μετοχῇ.
Ἔαρ: Παρὰ τὸ αὔω, ὃ σημαίνει τὸ φαίνω, ἢ τὸ λάμπω. Ἐπὶ τοῦ αἵματος· διὰ τὸ ἐν τῷ ἔαρι
45πλεονάζειν τὸ αἷμα· ἐπὶ δὲ τοῦ καιροῦ, παρὰ τὸ ἕω, τὸ πέμπω· τότε γὰρ ἐκπέμπονται οἱ καρποί· ἀπὸ τοῦ τὰ συνεχόμενα τῷ χειμῶνι καὶ μεμυκότα τότε προϊέναι. Ἔασι: Ῥῆμα τῶν εἰς ΜΙ Ἰωνικῶς. Ταῦτα δὲ

307

(50)

τὰ τρίτα, Ἰωνικά. Ἔστι δὲ ἐκ τοῦ εἰμὶ, εἶς, ἐστί·

307

(50)

τὸ πληθυντικὸν, ἐσμὲν, ἐστὲ, εἰσί· τὸ Ἰωνικὸν, ἔασιν, ὑπάρχουσι. Τὸ δὲ εἰμὶ, τὸ ὑπάρχω, τετάρτης ἐστὶ συζυγίας τῶν εἰς ΜΙ· καὶ γίνεται ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων. Ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω, παρά‐ γωγον ἐμί· καὶ ἐπεὶ τὰ εἰς ΜΙ φύσει μακρᾷ παρα‐
55λήγεται, πλεονάζει τὸ ι, καὶ γίνεται εἰμί. Τὰ δὲ
55ἀπὸ βαρυτόνου μεταγόμενα εἰς ΜΙ, ἰσοσύλλαβα τοῖς πρωτοτύποις· οἷον πήγνυμι πηγνύω· τὰ δὲ ἀπὸ περι‐ σπωμένου πλεονάζει μίαν συλλαβὴν, οἷον τιθῶ, τί‐ θημι.

308

Ἕαται: Ῥῆμα τῶν εἰς ΜΙ· παθητικὸς ἐνεστώς. Εἴωθεν ὁ ποιητὴς ἐπὶ τοῦ κεῖνται καὶ ἧνται ποιεῖν, ὡς ἀπὸ περισπωμένου, τὸ Ἰωνικόν. Ἕεμαι γὰρ ἐστὶ, καὶ κράσει ἧμαι, ἧται, ἧνται· καὶ Ἰακῶς,
5ἕαται. Οὕτω κεῖνται, κέαται, καὶ κείαται· Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διός. Καὶ ἐπὶ μὲν τοῦ ἧμαι, τοῦ κάθημαι, τὰ δύο ΕΕ εἰς η κιρνᾶται· ἐπὶ δὲ τοῦ κεῖμαι, τὰ δύο ΕΕ εἰς τὴν ΕΙ δίφθογγον, κέεμαι κεῖμαι. Διατί; Ἐπειδὴ ἡ ἀρχὴ
10αὐτῶν ἐστιν ἡ αἰτία· ὅτι τὸ μὲν ἀπὸ φωνήεντος
10ἄρχεται· τὸ δὲ, ἀπὸ συμφώνου. Ἔασκεν: Ἐάω ἐῶ, ἐάσω· πλεονασμῷ τοῦ κ, ἐάσκω. Τὸ α, κατὰ συστολήν· τὰ γὰρ διὰ τοῦ ΣΚΩ παρηγμένα Ἰωνικὰ βραχεῖαν ἔχει τὴν παραλή‐ γουσαν.
15Ἑανός: Τὸ ἱμάτιον·
15Χειρὶ δὲ νεκταρέου ἑανοῦ.
15Τὸ α μακρὸν καὶ βραχὺ κατὰ ποιητικὴν ἄδειαν. Γένους ἐστὶν ἀρσενικοῦ. Ἀπὸ τοῦ ἕω, τὸ ἐνδύομαι· ὁ μέλλων, ἕσω· ἐξ αὐτοῦ παράγωγον ἑννύω, πλεο‐ νασμῷ ἑτέρου ν. Ἐξ αὐτοῦ ἑανὸν, τὸ ἐνδυόμενον. Ὁ δὲ Θρᾷξ ἐξηγεῖται ἑανὸν τὸ λεπτόν· παρὰ τὸ ἕω,
20τὸ ἀφίημι, ὡς καὶ τὸ,
20ἑανοῦ κασσιτέροιο.
20Τοῦ ἐπὶ λεπτὸν ἐληλασμένου. ἑανὸν σημαίνει τρία· ἔνδυμα γυναικεῖον καὶ πέπλον, παρὰ τὸ ἕννυσθαι· ὡς τὸ, Πέπλον μὲν κατέχευεν ἑανὸν [πατρὸς ἐπ’ οὔδει.] σημαίνει καὶ τὸ εὐδιάχυτον, ὡς τὸ,
25ἑανοῦ κασσιτέροιο.
25Ἀπὸ τοῦ κατὰ τὴν χωνείαν ἀνίεσθαι. Ὅταν δὲ
25λέγῃ, ὅτι
25 ἑανῷ λιτὶ κάλυψαν. Ἀντὶ τοῦ ἐπιβολαίῳ καὶ λεπτῷ ὑφάσματι. Ἔβασον: Ἀντὶ τοῦ ἔασον, συγχώρησον. Οὕτως Συρακούσιοι καὶ Λάκωνες. Γέγονε δὲ πλεονασμῷ τοῦ β· τὸ γὰρ ἔασον ἔβασον φασὶ, καὶ τὸ ἔαται,
30ἔβαται, καὶ τὸ ἔα, ἔβα.
30 Ἐβλαστηκότες: Ἐκ τῶν ἀγρῶν ἥκουσιν ἐβλαστηκότες. Ἀττικῶς· βεβλαστηκότες, ἀποβολῇ τοῦ β, ὥσπερ βεβριγωμένης, ἐβριγωμένης. Οἱ γὰρ Ἀττικοὶ ἀποβάλλουσι σύμφωνα, οἱ δὲ Αἰολεῖς προσνέμουσι.
35Τὸ ἐπτερύγωμαι, πεπτερύγωμαι. Οὕτως Ἡρωδιανός. Ἕβδομος: Ἀπὸ τοῦ ἑπτὰ, ἕπτομος καὶ ἕβδο‐ μος κατὰ ἐναλλαγὴν τῶν στοιχείων, ὡς καὶ παρὰ τὸ ὀκτὼ, ὄκτοος καὶ ὄγδοος. Ἢ παρὰ τὸ ἑπτὰ, ἑπτό‐ ματος καὶ ἑβδόματος, τροπῇ τοῦ ΠΤ εἰς ΒΔ· καὶ
40κατὰ συγκοπὴν, ἕβδομος, ὡς παρὰ τὸ τρία, τρίτατος
40καὶ τρίτος.
40 Ἑβδομευόμενα: Τοῖς ἀποτεχθεῖσι παισὶ τὰς ἑβδομάδας καὶ τὰς δεκάδας ἦγον, καὶ τά γε ὀνόματα ἐτίθεντο αὐτοῖς· οἱ μὲν, τῇ ἑβδόμῃ· οἱ δὲ, τῇ δεκάτῃ. Ἐκ τοῦ Ῥητορικοῦ. Ἑβδομήκοντα: Τὰ διὰ τοῦ ΚΟΝΤΑ ἀριθμητικὰ
45θέλουσιν ἔχειν πρὸ τοῦ κ φωνῆεν τὸ η. Ἀπὸ γοῦν τοῦ ἓξ γέγονεν ἑξάκις· καὶ τοῦ ἑξάκις, ἑξήκοντα, τροπῇ Δωρικῇ τοῦ α εἰς η. Τὸ δὲ ἑβδομήκοντα καὶ ὀγδοήκοντα, διὰ τοῦ ο· ἀλλ’ ἐπειδὴ τὰ διὰ τοῦ ΚΟΝΤΑ ἀριθμητικὰ οὐ θέλουσι προπαραλήγεσθαι οὔτε

308

(50)

τῷ ο οὔτε τῷ ε, ἐξ ἀνάγκης ἔτρεψε τὸ ο εἰς η, καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδοήκοντα· καὶ ὁ ἐνενήκοντα γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεάκοντα· καὶ καθ’ ὑπέρθεσιν, ἐνενάκοντα· καὶ τροπῇ τοῦ α εἰς η, ἐνενήκοντα. Ἐγδούπησεν: Ἐδούπησε, καὶ πλεονασμῷ
55τοῦ γ. Ἐγγυθήκη: Σκεῦός τι· οἱ δὲ, ἄγγος χωρητικὸν σκευῶν· ἢ τὴν νῦν ἀγγοθήκην· παρὰ τὸ ἐγγὺς κεῖσθαι.

309

Ἐγγύς: Ἐπίρρημα τοπικόν. Ποίας σχέσεως τῶν τοπικῶν; Τῆς ἐν τόπῳ. Ἐκ τοῦ ἐγγίζω ἐγγίσω, ἐγγὶς, καὶ ἐγγὺς, τοῦ ι εἰς υ μεταβληθέντος, ὡς Ἀφροδίτη, Ἀφροδύτη. Ἢ παρὰ τὴν γύην, τὴν καὶ γῆν
5καλουμένην, μετὰ τῆς ἐν προθέσεως, γίνεται ἐγγύς· ὡς ἄν τις εἴποι ἐν γῇ, ἧς οὐδὲν τῶν ἄλλων στοιχείων πλησιαίτερον ἀνθρώπῳ χερσαίῳ ὄντι. Ἢ παρὰ τὸ γῆ καὶ τὴν ἐν πρόθεσιν, ὃ σημαίνει τὸ πλησίον, ὁ πλησιέστερος γῆς.
10Ἐγγυτέρω: Ὡς τὰ ἐν ἀέρι καὶ θαλάσσῃ ἅπαντα
10οὐκ ἐπίμικτα ἡμῖν, ἀλλὰ κεχώρισται· παρὰ τὰ ἐν γῇ τυγχάνοντα. Ἐγγίζω: Παρὰ τὸ ἐγγύς· τοῦτο παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸ γῆ· κυρίως ὁ πλησίον τινὸς ὑπάρ‐
χων.
15Ἐγγενής: Ὁ ἀστὸς ἐξ ἀστῶν οὕτω καλεῖται.
15 Ἔγγιον: Ἐγγύτερον· παρὰ τὸ ἐγγύς. Ἔγγιον τῆς πρώτης οὐσίας ἐστίν. Οἱ δὲ ῥήτορες, ὅταν τὸ ἐν τῇ γῇ θέλωσι δηλῶσαι, ἔγγειον λέγουσιν. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐγγύη: Ἡ ἐπὶ ἀσφαλείᾳ πίστις, ἢ καὶ δόσις
20χρημάτων, ἢ γάμου. Ἔνθεν τὸ ἐγγυῶ, τὸ ἐκδίδωμι·
20καὶ κατεγγυῶ. Παρὰ τὸ γῆ γίνεται γύη, καὶ ἐγγύη, ἡ ἀσφαλὴς καὶ ἐστηριγμένη δόσις. Δοκεῖ γὰρ ἡ γῆ τῶν ἄλλων στοιχείων σταθηροτέρα εἶναι. Ἐγγυῶμαι: Οἷον ἐν χερσὶ φυλάττω· ὅθεν καὶ ἐγχειρίσαι, τὸ δοῦναι. Κυρίως δὲ, ὁ τὸ ὑποκείμενον
25ἀνέπαφον παρεχόμενος. Ἐγγυαλίξαι: Σημαίνει ἐγχειρίσαι, παρασχεῖν. Κυρίως τὸ ἐγγυῆσαι παρὰ τὸ γυῖον, ἢ τὸ εἰς χεῖρας παρασχεῖν· γυῖα γὰρ αἱ χεῖρες, παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ δέχομαι καὶ λαμβάνω· ἃς πρὸς τὸ λαβεῖν
30καὶ συνέχειν ἐδημιούργησεν ἡ φύσις. Ἐκ τοῦ γῶ, παράγωγον γύω· ἀφ’ οὗ καὶ γύωρος· καὶ ἑτέρα παραγωγὴ, γυΐζω· καὶ ἐν συνθέσει κατὰ πλεονασμὸν τῆς ΑΛ συλλαβῆς, γυαλίζω· κυρίως γὰρ λέγεται γυαλίζειν, τὸ εἰς χεῖρας δοῦναί τι καὶ παρασχεῖν.
35 Ἐγγυητής: Ὁ ἀναδεχόμενος δίκην· λέγεται ἐγγυήσασθαι καὶ τὸ μνηστεύσασθαι. Ἐγγέγατον: Ἄμφω δ’ ἐγγέγατον φαεσιμβρότου ἠελίοιο. Μέσος παρακείμενος, τρίτον πρόσωπον τῶν δυϊκῶν
40ἐστίν. Ἀπὸ τοῦ γείνω ὁ μέσος παρακείμενος, γέ‐ γονα, ὡς κείρω, κέκορα· καὶ τὸ δυϊκὸν, γεγόνατον· καὶ ἐν συγκοπῇ, γέγατον· καὶ μετὰ τῆς ἐν προθέσεως, ἐγγέγατον. Ἐγγείνωνται:
45Μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
45μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
45 εὐλὰς ἐγγείνωνται. Ἀντὶ τοῦ, μὴ σκώληκας ἐγγενήσωσι. Παρὰ τὸ γείνω, τὸ γεννῶ, μετὰ τῆς ἐν προθέσεως· ἐντίκτουσι γὰρ αἱ μυῖαι τὶ ταῖς σαρξὶν, ἐξ οὗ οἱ σκώληκες τίκτονται. Εὐλαὶ δὲ εἴρηνται, παρὰ τὴν εἴλησιν, οἱ

309

(50)

σκώληκες. Ἐκ τοῦ εἰλῶ, τὸ συστρέφω, εἰλή· καὶ

309

(50)

τροπῇ τοῦ ι εἰς υ, εὐλή. Ἐγγλωττογάστωρ: Πεποίηται παρὰ τὸ διὰ γλώσσης καὶ διὰ λόγων τρέφεσθαι. Ἐγέρθω: Ἀπὸ τοῦ ἐγείρω ἐγερῶ γίνεται ἐγερ‐ τός· καὶ κατὰ τροπὴν ἐγέρθω.
55 Ἐγενέσθην: Γείνω, γενῶ· ὁ δεύτερος ἀόριστος, ἔγενον· ὁ μέσος, ἐγενόμην· τὸ δυϊκὸν, ἐγένεσθον· τὸ τρίτον, ἐγενέσθην.

310

Ἐγκάναξον: Ἀντὶ τοῦ ἔγχεε. Ἀριστοφάνης,
Ἄκρατον ἐγκάναξόν μοι πολύν. Παρὰ τὸ κανοῦν. Οἱ δὲ [στρατιῶται] ἐπὶ τοῦ θορύβου τάττουσι τὴν λέξιν, παρὰ τὴν καναχὴν, ὃ σημαίνει
5τὸν κτύπον. Ἐγκανάξαι οὖν τὸ ἐγχέαι μετὰ ψόφου· ὅ ἐστι πολὺ, ὥστε ἠχεῖν ἤτοι θορυβεῖν. Ἔγκατα: Τὰ ἔντερα· ἀπὸ τοῦ ἐγκατέχειν τὴν τροφήν· λέγει δὲ τὸ ἧπαρ, καὶ τὸν σπλῆνα, καὶ τὰ περὶ τὸν πνεύμονα. Ἔντερον δὲ, οὐκ ἔγκατον. Τὸ
10δὲ ἔντερον, οἷον ἕτερον καὶ οὐχ ὅμοιον· ἢ παρὰ τὸ ἐντὸς κεῖσθαι τῶν μελῶν. Ἔντερα: Οἱονεὶ ἐνδότερά τινα ὄντα· ἀπὸ τοῦ δι’ αὐτῶν ῥεῖν τὰ ἀπὸ τῆς τροφῆς περιττώματα· ἢ παρὰ τὸ ἔνδον εἰλεῖσθαι.
15 Ἔγκασιν: Ἡ δοτικὴ τῶν πληθυντικῶν, τοῖς ἐγκάτοισι· καὶ ἀποβολῇ τῆς ΤΟΙ συλλαβῆς, ἔγκα‐ σιν. Οὐκ ἔστι δὲ συγκοπή· μάχεται γὰρ ἐπέκτασις συγκοπῇ· ἐναντίον γάρ. Ἄμεινον οὖν μεταπλασμὸν λέγειν· ἔστι γὰρ ἐγκάτοισι· καὶ κατὰ μεταπλασμὸν
20ἔγκασιν, ὡς προβάτοις, πρόβασιν· ἄστροις, ἄστρα‐ σιν. Ἔγκαφος: Τὸ ἐλάχιστον. Εὔπολις, Οὔτ’ ἂρ λέλησται τῶν ἐμῶν οὐδ’ ἔγκαφος. Παρὰ τὸ ἐγκάπτω, τὸ μηδὲ ἐγκάψαι ἀρκοῦν.
25 Ἐγκάρσιον: Πλάγιον. Παρὰ τὸ κείρω, τὸ κόπτω· ὁ μέλλων Αἰολικῶς, κέρσω· ἐξ αὐτοῦ κέρσιος, καὶ ἐγκάρσιος, κατὰ τροπὴν, ὁ πλάγιος. Ἐγκάρδιον: Τὸ μεγάλως δεινὸν καὶ ἁπτόμενον τῆς καρδίας· ἢ τὸ κρύφιον· ἢ τὸ ἐξ ἰσχυρᾶς δια‐
30θέσεως.
30Ἐγκέφαλος: Παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ· ἢ
30παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ φάη· ἢ ἔγκρανος, παρὰ τὸ ἐγκεῖσθαι ἰδιώτερον τῷ κρανίῳ. Τί δέ ἐστιν ἐγκέ‐ φαλος; λευκὸς καὶ μαλακὸς, ὥσπερ ἐξ ἀφροῦ τινὸς πεπηγὼς, θερμὸς καὶ ὑγρός. Ἐγκέλαδος: Ἤτοι ἦχον ἐν τῇ κινήσει τῇ
35πολεμικῇ ἀποτελοῦσα, ἢ ἐγκελευομένη· ἢ ἀπὸ τοῦ Ἐγκελάδου τοῦ γίγαντος. Ἐγκενίδας: Πλαγίας σανίδας. Ἐγκαλῶ: Ἔγκλησιν εἰσάγω καὶ καταδίκην. Ἐγκεκαυμένη: Ἐζωγραφημένη· ἐπεὶ ἐγκαυ‐
40ταὶ λέγονται οἱ ζωγράφοι, οἱ διαγράφοντες τοὺς τοί‐ χους. Ἴσως παρὰ τὸ κῶ, τὸ κοιλαίνω. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐγκεκοισυρωμένος: Ὑπερήφανος, κεκαλλω‐ πισμένος. Ἀριστοφάνης,
45Σεμνὴν, τρυφῶσαν, ἐγκεκοισυρωμένην.
Εἴρηται παρὰ τὴν Κοισύραν, ἥτις ἦν μήτηρ Μεγα‐ κλέους καὶ Ἀλκμαίωνος γυνὴ, ὑπερήφανος καὶ καλ‐ λωπίσμασι πολλοῖς χαίρουσα. Εἰς δὲ τὸ Λεξικὸν κεῖται ἀντὶ τοῦ τρυφῶσαν.

310

(50)

Ἐγκεκορδυλημένος: Ἀριστοφάνης κέχρηται

310

(50)

ἐπὶ τοῦ ἐνειλημένος, ἢ συνεστραμμένος· παρὰ τὴν

310

(50)

κορδύλην, ἥτις ἐστὶν οἴδημα τῆς κεφαλῆς ὑπὸ πληγῆς γενόμενον· ἥτις παρὰ τὸ κάρα εἴρηται. Καὶ γὰρ κορδύλην Κύπριοι λέγουσι τὸ ἐνείλημα τῆς κεφαλῆς, ὅπερ Ἀθηναῖοι μὲν κρώβυλον καλοῦσι, Πέρσαι δὲ κίδαριν. Ἔστι καὶ Ῥητορική.
55Ἐγκιλικίζειν: Τὸ πονηρεύεσθαι· ἀπὸ τῆς τῶν
55Κιλίκων πονηρίας. Κίλικες γὰρ ἔθνος ἐπὶ πονηρίᾳ διαβαλλόμενον. Φερεκράτης, Ἀεί ποθ’ ἡμῶν ἐγκιλικίζους’ οἱ θεοί. Ῥητορική.

311

Ἐγκινούμενος: Βαβυλωνίοις Ἀριστοφάνης, Ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος. Ῥητορική. Ταράττων καὶ ἐμποδίζων. Ἐγκόμβωμα: Ὁ δεσμὸς τῶν χειρίδων, ὃ λέ‐
5γεται παρ’ Ἀθηναίοις ὄχθοιβος, ὑπὸ δὲ ἄλλων κο‐ σύμβη. Εἴρηται παρὰ τὸν κόμβον· κόμβος γὰρ, ὁ ὑψηλὸς τόπος· ἀφ’ οὗ τὸ κομπάζειν τινὲς θέλουσιν εἰρῆσθαι. Ἀπολλόδωρος, τὴν ἐπωμίδα
10πτύξας διπλῶς ἄνωθεν ἐνεκομβωσάμην.
10Ἐπίχαρμος,
10Εἴγε μὲν ὅτι κεκόμβωται καλῶς.
10Ἀμύκῳ. Εἴρηται ἄνω. Ἐγκομβώσασθαι. ἐγκονεῖν λέγεται τὸ μετὰ σπουδῆς ἐνεργεῖν καὶ κατεπείγεσθαι. Ἀπὸ τοῦ κόνις κονῶ καὶ ἐγκονῶ· οἱ γὰρ ἐπειγόμενοι τὶ πράττειν κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν.
15Ἐγένετο: Τὸ ἐγένετο σημαίνει ὀκτὼ παρὰ τῇ
15θείᾳ γραφῇ· κατὰ δόκησιν, ὡς τὸ, Ἰησοῦς Χριστὸς ἐγένετο ὑπὲρ ἡμῶν κατάρα. Κατὰ παραγωγὴν, ὡς τὸ, Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς. Κατὰ ὑπερβολὴν τοῦ ὑποκειμένου, οἷον,
20Ἡ γυνὴ τοῦ Λὼτ ἐγένετο στήλη ἁλός.
20Κατὰ αὔξησιν, οἷον,
20 Ὁ κόκκος τοῦ σινάπεος ἐγένετο εἰς δένδρον μέγα. Κατὰ μείωσιν, ὡς τὸ, Γέγονα γέρων, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχύς. Κατὰ ἐνέργειαν, ὡς τὸ, Ἐγένετο ὁ θεὸς ἐλπὶς σωτηρίας τοῦ κόσμου.
25Κατὰ πάθος, ὡς τὸ,
25Γέγονα ὡσεὶ κωφὸς καὶ ἄλαλος.
25Κατὰ πρόσληψιν, οἷον,
25Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα
25θεοῦ γενέσθαι. Ἐγκώμιον: Παρὰ τὸ ἐν κώμαις ᾄδεσθαι. Κώμας γὰρ ἔλεγον οἱ παλαιοὶ τοὺς στενωποὺς καὶ τὰ ἄμφοδα. Ἤρχοντο γὰρ τῇ νυκτὶ, οἵτινες παρά τινος μεγιστάνος ἐβλάβησαν· καὶ εἰς τὰ ἄμφοδα
30ἱστάμενοι, ἐκακολόγουν καὶ ὕβριζον τὸν ἀδικοῦντα. Τὴν γὰρ νύκτα ἤρχοντο τινὲς καὶ ἔλεγον, ὅστις ἐποίει κακὰ πράγματα, καὶ ἐκακολόγουν αὐτούς. Ἐγκρασίχολοι: Ὀξύχολοι, κεκραμένην χολὴν ἐν τῇ κεφαλῇ ἔχοντες. Οἱ δ’ ἰχθύες ἐν τῇ κεφαλῇ
35ἔχουσι τὴν χολήν. Ἐγκτῆνες: Οἱ Βοιωτοὶ οὕτως ὠνομάζοντο, ὥσπερ καὶ Ὕαντες· διὰ τὸ κτηνώδεις εἶναι καὶ χοιρώδεις.
40 Ἐγκυτί: Ἐπίρρημα σημαῖνον τὸ ἐν χρῷ. Ἀρ‐ χίλοχος, Χαίτην ἀπ’ ὤμων ἐγκυτὶ κεκαρμένος. Τουτέστι πρὸς αὐτῷ τῷ δέρματι· παρὰ τὸ κύτος, ὃ καὶ σκύτος καλεῖται.
45Ἐγκυσίχωλος: Παρὰ τὸν κύσον, ὁ ἀπὸ τοῦ
45κύσου χωλὸς, καὶ ἀπὸ τῆς κοτύλης. Κύσον γὰρ εἰώθασιν οἱ κωμικοὶ καὶ τὸν πρωκτὸν καλεῖν· περὶ ὃν ἡ κοτύλη. Ἔστι καὶ Ῥητορική. Ἐγκυκλίους λειτουργίας: Τὰς καθ’ ἕκαστον ἐνιαυτόν· κύκλος γὰρ ὁ ἐνιαυτὸς, ἀπὸ τοῦ ἐγκυ‐

311

(50)

κλεῖσθαι τῇ τῶν ἡμερῶν περιόδῳ. Ἐγκύκλιον: Ἁπανταχοῦ καθολικόν. Ἐγγλαπῆναι: Ἐγγλυφῆναι· ἐπὶ τῶν νεοσσῶν κυρίως, παρὰ τὸ λέπος. Ἐγλυμμένος: Ἐκ τοῦ γεγλυμμένος· οἷον.
55 Ὡς οἴχεται μὲν τυρὸς ἐξεγλυμμένος. Ἐγνώσθην καὶ ἠδυνάσθην: Ἰστέον ὅτι οὐκ εἰσὶν ἀπὸ τῶν εἰς ΜΙ. Ἦσαν γὰρ ἂν οὕτω· γνῶμι·

312

ὁ μέλλων, γνώσω· ὁ παρακείμενος, ἔγνωκα· ὁ παθη‐ τικὸς, ἔγνομαι διὰ τοῦ ο· ἐπειδὴ ἐν τοῖς εἰς ΜΙ τὴν παραλήγουσαν συστέλλει τὰ παθητικά· οἷον, δέδωκα δέδομαι, ἐδόθην· πέπωκα πέπομαι, ἐπόθην. Καὶ ἀπὸ
5τοῦ δύνημι δυνήσω δεδύνηκα· καὶ ὁ παθητικὸς εἶχεν εἶναι δεδύναμαι καὶ ἐδυνάθην, ὡς βίβημι βήσω βέβηκα, βέβαμαι ἐβάθην, καὶ παρεβάθην. Ἀλλ’ εἰσὶν ἀπὸ τῶν εἰς ω. Ἔστι γνώω ῥῆμα· ὁ μέλλων, γνώσω· ὁ παρακείμενος, ἔγνωκα· ὁ παθητικὸς, ἔγνω‐
10σμαι· ὁ ἀόριστος, ἐγνώσθην. Καὶ ἀπὸ τοῦ δυνάζω,
10ὁ μέλλων, δυνάσω· ὁ παρακείμενος, δεδύνακα· ὁ παθητικὸς, δεδύνασμαι, ἐδυνάσθην· καὶ Ἀττικῶς, ἠδυνάσθην. Καὶ ἀπὸ τοῦ δυνῶ δυνᾷς, δευτέρας συ‐ ζυγίας τῶν περισπωμένων, ὁ μέλλων δυνήσω, δεδύ‐ νηκα, δεδύνημαι, ἐδυνήθην καὶ ἠδυνήθην.
15 Ἔγρετο δ’ ἐξ ὕπνου: Διηγέρθη, ἐγρηγόρησεν. Ἐκ τοῦ ἐγείρω, συγκοπῇ ἔγρω, ἔγρομαι, ἐγρόμην ἔγρου ἔγρετο. Ἐγρεκύδοιμος: Ἡ ἐγείρουσα κυδοιμὸν τοῖς ἐναντίοις.
20Ἐγρηγόρσιον: Τὸ ποιοῦν ἐγρηγορέναι, εἴτε
20βρῶμα, εἴτε ἄλλό τι τοιοῦτον. Φερεκράτης ἐγρη‐
20γόρσιον, τουτέστι παυσινύσταλον. Ῥητορική. Ἐγρηγορῶ: Ἀπὸ τοῦ ἐγείρω, ἤγερκα· ὁ μέσος, ἤγερα· καὶ Ἀττικῶς, ἐγήγερα· καὶ τροπῇ τοῦ ε εἰς ο, καὶ πλεονασμῷ τοῦ ρ, ἐγρήγορα. Ἀπὸ δὲ τοῦ ἐγρήγορα γίνεται ἐγρηγορέω ἐγρηγορῶ, ἐγρηγο‐
25ρήσω· ὁ παρακείμενος, ἐγρηγόρηκα· καὶ ὁ μέσος, ἐγρήγορα· ἐνδεῖ γὰρ μιᾷ συλλαβῇ ἀπὸ περισπω‐ μένου· καὶ προσθέσει τοῦ θ, ἐγρήγορθα. Ἐγηγερμένος: Ἐγείρω· ὁ μέλλων, ἐγερῶ· ὁ παρακείμενος, ἤγερκα· ὁ παθητικὸς, ἤγερμαι, καὶ
30ἐγήγερμαι. Ὅτε τὸ θέμα ἄρχεται ἀπὸ τοῦ α, ε, ο,
30ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον συμφώνου ἐπιφερομένου, μὴ οὔσης τῆς προτέρας συλλαβῆς ληκτικῆς, ἀλλὰ τῆς δευτέρας ἀρκτικῆς· μήτε ἄρ‐ χεται ἀπὸ μακρᾶς, ὡς τὸ ᾄδω. Ἡ μετοχὴ ἐγηγερ‐ μένος διατί παροξύνεται; Αἱ εἰς ΜΕΝΟΣ μετοχαὶ
35προπαραξύνονται, πλὴν τοῦ παθητικοῦ παρακειμένου· καὶ οὕτως, εἰ μὴ κατὰ πάθος ὦσιν, ὡς τὸ ὡρμημένος ὥρμενος· καὶ ἐπὶ τῶν ὁμοίων. Ἰστέον ὅτι τὸ ἐγρή‐ γορθα, ἀπὸ τοῦ ἐγείρω· ὁ παρακείμενος, ἤγερκα· ὁ μέσος, ἤγορα· καὶ Ἀττικῶς, ἐγήγορα· καὶ πλεονα‐
40σμῷ τοῦ ρ, καὶ ἐπενθέσει, ἐγρήγορθα. Ἰλιάδος κʹ,
40 Φθέγγεο δ’ ᾗ κεν ἵκῃσθα, καὶ ἐγρήγορθαι ἄνωχθι. Καὶ ἔνθα ἂν πορευθῇς, ἐγρηγορέναι κέλευε. Ὤφειλε παροξύνεσθαι, εἴτε συγκοπή ἐστι τοῦ ἐγρηγορέναι,
εἴτε ἀπὸ τοῦ ἐγείρω· ὅτι τὰ εἰς ΘΑΙ ἀπαρέμφατα ἔχοντα πρὸ τοῦ θῆτα ἀμετάβολον, παροξύνονται,
45κεκάρθαι, τετίλθαι, ἐσπάρθαι. Ἀλλ’ ἐπεὶ τὰ παραλήγοντα τῇ ΟΡ συλλαβῇ Αἰολικά εἰσιν, ὡς ἔφθορθαι, μέμορθαι, τέτορθαι, προπαροξύνονται. Ὅθεν ἡ παραλήγουσα Αἰολικωτέρα ἐστὶ, καὶ ὁ τόνος ὁμοίως. Ἔγχελυς: Παρὰ τὸ ἔχεσθαι ἐν τῇ ὕλῃ, ὅ ἐστι

312

(50)

ζωγρεῖσθαι. Ἀριστοφάνης Ἱππεῦσιν, Ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πεπόνθας· ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· ἐὰν δ’ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν, αἱροῦσι.
55Ἐγχέλη: Χώρα Ἰλλυρική· οἷον,
55 Ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι. Κλίνεται (ἔγχελυς) ἐγχέλυος· τὸ δὲ παρὰ Ἀρι‐ στοφάνει, τὰς εἰκοὺς τῶν ἐγχέλεων, ἀπὸ τοῦ ἔγχελις ἐγχέλεως ἐστὶν, ὡς ὄφις ὄφεως.

313

Ἔγχος: Τὸ δόρυ. Παρὰ τὸ ἔχω ἔχος καὶ ἔγχος. Ἰστέον ὅτι ἔγχος καὶ ξίφος καὶ δόρυ τὸ αὐτὸ οἶδεν Ὅμηρος· ὁ δὲ Σοφοκλῆς τὴν σφαῖραν ἔγχος κέκληκεν· οἷον,
5Τὸ δ’ ἔγχος ἐν ποσὶ κυλίνδεται.
5Καὶ τὸ πῦρ, οἷον, Ἔγχος ἱέμενος. Τὸ τὴν ὁρμὴν ἔχον. Εἰς τὸ ὑλακόμωρος. Ἐγχεσίμαργος: Τοῖς ἔγχεσι μαινόμενος. Ἐγχέσπαλοι: Πάλλοντες καὶ κινοῦντες τὰ δό‐
10ρατα, πολεμικοί. Ἔσειον δὲ αὐτὰ πρὸ τῆς ἀφέ‐
10σεως, μήποτε ἄρα εἶεν κλασθέντα. Ἐκ τοῦ ἔγχος καὶ τοῦ πάλλω, τὸ κινῶ, διαθέσεως ἐνεργητικῆς. Διατί; Τὰ εἰς ΟΣ σύνθετα εἰς ἐνέργειαν καὶ εἰς πάθος ἀναλυόμενα δύο τόνους ἐπιδέχονται. Ἐγχείμαργος: Ὁ μαινόμενος τῷ δόρατι· παρὰ
15τὴν ἔγχει δοτικὴν, καὶ μαργαίνω, τὸ μαίνομαι. Ἐγχείῃσι: Ταῖς ἐπιδορατίσιν. Ἡ εὐθεῖα, ἐγχεία. Καὶ ὤφειλε προπαροξύνεσθαι· τὰ γὰρ διὰ τοῦ ΕΙΑ ἐπὶ πραγμάτων ταττόμενα προπαροξύνεται· οἷον, Ἀμάλθεια· (ἔστι δὲ ἡ αἲξ ἡ θρεψαμένη τὸν
20Δία·) καὶ ὑπώρεια, ὑπωρείη. Τὸ δὲ ἐγχεία ποιητι‐
κῶς ἐξετάθη. Γίνεται ἐκ τοῦ ἔγχος ἐγχέα, ὡς ἰτέα καὶ συκέα· καὶ πλεονασμῷ τοῦ ι, ἐγχεία. Οἱ δὲ Ἀττικοὶ, ἐκτείνοντες τὸ α, ὡς ἐν τῷ ἱέρεια καὶ ἱε‐ ρεία, ἐναλλαγὴν μὲν τοῦ τόνου ποιοῦσι, φυλάττουσι
25δὲ τὴν γραφήν.
25 Ἐγχειρίδιον: Βιβλίον, ἢ ἕτερόν τι, ἢ ξίφος, ἢ ὄργανον τμητικόν. Παρὰ τὴν ἐν χειρὶ δοτικὴν ἐγχει‐ ρίδιον. Ἢ παρὰ τὴν ἔγχει δοτικὴν καὶ τὸ ἴδιον, ἐγχειρίδιον, καὶ πλεονασμῷ τοῦ ρ, ἐγχειρίδιον, τὸ ἴδιον τοῦ ἔγχους.
30Ἐγχειρογάστορες: Οἱ ἐκ τῶν χειρῶν ζῶντες.
30 Ἔγχουσα: Βοτάνης εἶδος· ἣ καὶ διὰ τοῦ α λέγεται ἄγχουσα· Ἀττικοὶ δὲ διὰ τοῦ ε. Καὶ ἐγχουσίζεται, ἐπὶ τῶν γυναικῶν· τὸ τῇ ἐγχούσῃ χρίεσθαι τὸ πρόσωπον. Ἀγχούσῃ προσέοικεν ἀκανθῆεν πετάλειον.
35Καὶ Ἀμειψίας Ἀποκοτταβίζουσι,
35Δυοῖν ὀβολοῖν ἔγχουσα καὶ ψιμύθιον.
35Εἴρηται παρὰ τὸ ἐγχεῖν τὸ ἐν τῇ ῥίζῃ ἐρυθρόν· οἷον, ἐγχέουσά τις οὖσα. Ἔστι καὶ Ῥητορική. Κοσμεῖσθαί τε τῇ ἐμῇ στολῇ, καὶ ψιμυθιοῦσθαι καὶ ἐγχουσίζεσθαι τὸ πρόσωπον. Ἐγχυτρίζειν: Τὸ ἀποκτείνειν· ἐπὶ τῶν ἐν ταῖς
40χύτραις ἐκτιθεμένων βρεφῶν. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐγχυτρίστριαι: Αἱ τὰς χοὰς τοῖς τετελευτη‐ κόσιν ἐπιφέρουσαι. Ἔλεγον δὲ καὶ τὸ βλάψαι ΚΑΤΑ‐ χυτρίσαι, ὡς Ἀριστοφάνης· ἐγχυτριστρίας δὲ λέγει καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν, αἷμα ἐπιχέουσαι
45ἱερείου· καὶ τὰς θρηνητρίας· ἔτι γε μὴν καὶ τὰς μαίας τὰς ἐκτιθείσας ἐν χύτραις τὰ βρέφη. Ἐγχρίπτουσα: Προστρίβουσα, προσπελάζουσα, προσεγγίζουσα· οἱονεὶ τοῦ χρωτὸς προσαπτομένη· παρὰ τὸ χρὼς καὶ τὸ ἅπτω, τὸ προσεγγίζω· ἢ παρὰ

313

(50)

τὸ ἐν χρῷ, ὅ ἐστιν εἰς χρῶτα, πάνυ ἐγγὺς, ὥστε ἐφάπτεσθαι. Ἐγχρῶ οὖν ἐγχραύω· παράγωγον ἐγχραύπτω, καὶ ἐγχρίπτω, ἐκβολῇ τοῦ α, καὶ τροπῇ τοῦ υ εἰς ι. Ἐν χρῶ: Ἐγγὺς, καὶ πρὸς αὐτῷ τῷ χρωτί·
55ἀποκοπῇ τῆς τι συλλαβῆς μετὰ τῆς ἐν προθέσεως,
55ἐν χρῶ. Γράφεται δὲ μετὰ τοῦ ν, καὶ μετὰ τοῦ γ. ἐν χρῶι κουρὰ, ἡ ψιλὴ καὶ πρὸς τὸν χρῶτα· καὶ ἁπλῶς τὸ ἐν χρῷ τοῦτο δηλοῖ ἐγγυτάτω, πάνυ ἐγγὺς, ὥστε ἐφάπτεσθαι τοῦ χρωτός. Ἀπὸ τοῦ ὁ χρὼς,

314

τοῦ χρῶ Ἀττικῶς, τῷ χρῷ. Τὸ δὲ ἐνχρωκουρίας οὐκ ἔχει τὸ ι· ὑφ’ ἓν γὰρ εἴρηται· ἐν χρῶι κεκαρ‐ μένος, πρὸς αὐτῷ τῷ χρωτὶ, οἷον σύνεγγυς, καὶ πλη‐ σίον τοῦ δέρματος, τὰς τρίχας ἐξυρημένος.
5 Ἐγχώριος: Ὁ ἐν τῇ χώρᾳ ὢν, τουτέστιν ὁ ἐπι‐ δημῶν, εἴτε ξένος εἴη, εἴτε ἀστός. Ἐγώ: Διατί ὀξύνεται; Αἱ πρωτότυποι ἀντωνυ‐ μίαι ἑνικαὶ οὖσαι ὀξύνονται. Ἐγώ· ἡ γενικὴ, ἐμοῦ· ὁ κανών; Οὐκ ἔχει. Διατί; Αἱ πρωτότυποι ἀντωνυ‐
10μίαι κανόνας οὐκ ἔχουσιν. Ἡ δοτικὴ, ἐμοί. Ἰστέον ὅτι ἡ ἐμοί καὶ σοί δοτικαὶ ὀξύνονται· ἡ δὲ οἷ περι‐ σπᾶται. Ἔδει γὰρ πάσας περισπᾶσθαι ὡς δοτικάς· λέγουσι δὲ, ὅτι ἡ ἐμοὶ καὶ σοὶ καὶ σφὶν ἀντωνυμίαι ὀξύνονται. Ἡ κλητική; Οὐκ ἔχει. Διατί; Οὐδεὶς
15ἑαυτὸν καλεῖ. Τὸ δεύτερον; Σύ. Τὸ τρίτον; Οὐκ ἔχει. Διατί; Οὐδεὶς τὸν ἀπόντα καλεῖ. Πόσοις προσώποις σύνεστιν ἡ ἀντωνυμία; Τρισίν· ἐγὼ αὐτὸς, σὺ αὐτὸς,
ἐκεῖνος αὐτός. Πόσαι εὐθεῖαι τῶν ἀντωνυμιῶν; Τρεῖς· ἐγὼ, σὺ, ἵ. Ἡ γενικὴ, ἐμοῦ, σοῦ, οὗ. Ἀπὸ τοῦ
20ἐμοῦ γίνεται ὁ ἐμὸς, ἡ ἐμὴ, τὸ ἐμόν· ἀπὸ δὲ τοῦ σοῦ,
20ὁ σὸς, ἡ σὴ, τὸ σόν· ἀπὸ δὲ τοῦ οὗ, ὁ ὃς, ἡ ἣ, τὸ ὅν. Δυϊκά· νῶϊ, σφῶϊ, σφῶε. Ἀπὸ τοῦ νῶϊ γίνεται νωΐ‐ τερος· ἀπὸ δὲ τοῦ σφῶϊ, σφωΐτερος· ἀπὸ δὲ τοῦ σφῶε, παράγωγος ἀντωνυμία οὐ γίνεται, διὰ τὸ μονόκλιτον αὐτῆς. Πληθυντικαὶ, ἡμεῖς, ὑμεῖς, σφεῖς. Ἀπὸ τοῦ
25ἡμεῖς γίνεται ὁ ἡμέτερος· ἀπὸ τοῦ ὑμεῖς, ὑμέτερος· ἀπὸ τοῦ σφεῖς, σφέτερος. Πόσαι θεματικαὶ ἀντω‐ νυμίαι; Ἐννέα· οὗτος, αὕτη, τοῦτο· ὁ αὐτὸς, ἡ αὐτὴ, τὸ αὐτό· ὁ ἐκεῖνος, ἡ ἐκείνη, τὸ ἐκεῖνο· ὅδε καὶ ὁ δεῖνα, κατὰ παραγωγήν. Αὗται δὲ καλοῦνται θεμα‐
30τικαὶ καὶ δεικτικαὶ καὶ μονοπρόσωποι. Θεματικαὶ, ὅτι ἑκάστη φωνὴ ἑαυτῆς ἐστι θέμα, καὶ οὐ κανονίζε‐ ται ἑτέρα ὑπὸ τῆς ἑτέρας· μονοπρόσωποι καλοῦνται διὰ τὸ μὴ ἔχειν πρῶτον πρόσωπον. Ἐγώ: Ποίου προσώπου; Πρώτου. Ποίου γένους;
35Οὐκ ἔχει. Διατί; Γένη τῶν πρωτοτύπων διὰ μὲν
35τῆς φωνῆς οὐ διακρίνονται, διὰ δὲ τῆς ὑπ’ αὐτῶν δείξεως, οἷον ἐγώ. Ἐγών: Δωριέων διάλεκτός ἐστιν ἡ προσλαμβά‐ νουσα τὸ ν. Καὶ τὴν σὺ ἀντωνυμίαν τὺν λέγουσι μετὰ τοῦ ν· ὅπερ προσθέσει τοῦ η γίνεται τύνη. Ἢ καὶ ὁ
40ποιητὴς ἐκκλίνων τὴν χασμωδίαν τῶν φωνηέντων, εἶπε τὸ ἐγὼν μετὰ τοῦ ν· ὡς τὸ, καὶ ἐγὼν ἐπίκουρος ἐών. Τὸ δὲ τύνη, ὅπερ ἀντὶ τοῦ σύ ἐστιν, ἀντωνυμία· ὡς τὸ,
45τύνη δ’ ἕστηκας.
45Καὶ Ἡσίοδος,
45ἴθυνε θέμιστας
45τύνη.
45Καὶ γάρ εἰσιν ἀντωνυμίαι κατ’ ἔκτασιν γινόμεναι. Παρὰ γὰρ τὴν ἐγὼν, ἐγώνη· καὶ παρὰ τὴν ἐμὶν, ἐμίνη· τὶν, τίνη· οὕτω καὶ τὺ τύνη κατ’ ἐπέκτασιν τῆς ΝΗ συλλαβῆς. Οὐ γὰρ μόνον τὸ ν ἐπλεόνασεν, ἀλλ’ ἡ ΝΗ συλλαβή· οὐ γὰρ λέγουσιν οἱ Δωριεῖς

314

(50)

τὺν, ἵνα πλεονάσῃ μόνον τὸ ν, ἀλλὰ τὺ λέγουσι, καὶ

314

(50)

τύγα. Ὅλη ἄρα ἡ ΝΗ προσῆλθε συλλαβή. Ἐπεκ‐ τέταται δὲ τὸ υ, ἵνα μὴ ἡ ἐπέκτασις μείζων τῆς ὅλης λέξεως γίνηται. Ἔγωγε: Ἀσύναρθρος ἀντωνυμία· διότι τὰ ἄρθρα ἀναφορὰν δηλοῦσιν. Ἀναφορὰ δέ ἐστιν ἐγνωσμένου
55τινὸς καὶ ἀπόντος ἀναπόλησις· ἡ δὲ ἀντωνυμία πρώτην δεῖξιν δηλοῖ· ἐναντία δὲ ἡ δεῖξις τῇ ἀναφορᾷ. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι τὸ ἐγὼ ἔγωγε λέ‐

315

γουσι. Καὶ ἔστιν ἓν μέρος λόγου. Εἰ γὰρ ἦσαν δύο μέρη λόγου, ἐγώγε ἔμελλεν εἶναι. Πᾶσα γὰρ λέξις ὀξύτονος, ἐπιφερομένου ἐγκλιτικοῦ μορίου, φυλάσσει τὴν ὀξεῖαν τάσιν· οἷον σοφὸς, σοφός γε·
5καλὸς, καλός γε· ψευδὴς, ψευδής γε· οὕτως οὖν καὶ ἐγὼ, ἐγώγε. Ἀλλὰ μὴν ἔγωγέ ἐστι προπαροξύ‐ τονον. Καὶ δῆλον, ἓν μέρος λόγου ἐστὶ, τῆς γε ἐπεκτάσεως οὔσης. Οὐδέ ς’ ἔγωγε
10λίσσομαι.
10Προπαροξυτόνως. Ἔστι γὰρ Ἀττικὸν, ὡς ἡ ἔμοιγε· οἷον,
10πάρ’ ἔμοιγε καὶ ἄλλοι,
10οἵ κέ με τιμήσουσιν.
10Ἐγῶιμαι: Ἐγὼ οἶμαι· κατὰ κράσιν, ἐγῷμαι.
10 Ἐγῷδα: Ἐγὼ οἶδα. Οὕτω Μιλήσιος ὁ Ὦρος. Ἐγώνγα: Πᾶσα συλλαβὴ εἰς ν λήγουσα ἐν μιᾷ λέξει, συντεθεῖσα μεθ’ ἑτέρας συλλαβῆς ἀρχο‐ μένης ἀπὸ τοῦ γ κ ξ χ, τρέπει τὸ ν εἰς γ. Πρόσ‐
15κειται, “ἐν μιᾷ λέξει,” διὰ τὸ, σὺν Γεωργίῳ, ἐν
15κεφαλαίῳ, δύο γὰρ μέρη λόγου εἰσί. Δεῖ δὲ γινώ‐ σκειν, ὅτι τὸ ἐγώνγα καὶ ἰώνγα δοκοῦσι τούτῳ τῷ κανόνι ἀντικεῖσθαι. Ἔστι γὰρ ἐγώ· καὶ τοῦτο οἶμαι Δωριεῖς ἐγὼν λέγειν· οἱ δὲ Βοιωτοὶ, ἰών. Εἶτα ταῦτα γίνεται κατὰ ἐπέκτασιν ἐγώνγα καὶ ἰώνγα· καὶ
20φέρει τὸ ΓΑ ἐν μιᾷ λέξει· καὶ οὐ τρέπει τὸ ν εἰς γ.
20Ἀλλ’ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ὅτι ὥσπερ τὸ ναὶ καὶ τὸ εἰ ἐπεκτείνεται, καὶ γίνεται ναίχι καὶ εἴθε, ἀλλ’ ἐφύλαξε τὴν αὐτὴν τάσιν, ἣν εἶχον καὶ πρὸ τῆς ἐκτάσεως· τὸν αὐτὸν τρόπον καὶ τὸ ἐγὼν καὶ ἰὼν ἐπεκταθέντα, καὶ γενόμενα ἐγώνγα καὶ ἰώνγα, τὴν
25αὐτὴν σημασίαν ἐφύλαξε, λέγω δὴ τὴν πρὸ τῆς ἐκτάσεως· καὶ τὴν αὐτὴν τάσιν, λέγω δὴ τὴν ὀξεῖαν. Τούτου χάριν καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξε, λέγω δὴ τὸ ν. Ἑδάς: Ὄνομα τοῦ Ἑρμοῦ παρὰ Γορτυνίοις τῆς
30Κρήτης· (παρὰ τὸ) ἑάων εἶναι δοτῆρα. Παρὰ τὸ
30ἑὰ, ἑάς· καὶ πλεονασμῷ τοῦ δ, ἑδάς. Ἑδανόν: Ἡδὺ, εὐῶδες. Παρὰ τὸ ἥδω, τὸ εὐ‐ φραίνομαι, ἡδανόν· καὶ συστολῇ, Ἑδανόν. Ἀμβροσίῳ, ἑδανῷ. Ἔδεσμα: Ἐκ τοῦ ἔδω, τὸ ἐσθίω, τὸ παθητικὸν,
35ἔδομαι· τὸ τρίτον, ἔδεται· καὶ ἐξ αὐτοῦ περισπώ‐
35μενον, ἐδῶ, ἐδέσω, ἤδεκα, ἤδεσμαι· καὶ ἐξ αὐτοῦ ἔδεσμα, τὸ εἰς βρῶσιν ἐπιτήδειον. Ἐδέατρος: Τὸ μὲν ὄνομα, Ἑλληνικόν· ἡ δὲ χρῆσις, Περσική. Ἦν δὲ προγεύστης τὸ πρῶτον, καὶ προήσθιε τοῦ βασιλέως εἰς ἀσφάλειαν· ὕστερον
40δὲ ἐνομίσθη ἐδέατρον καλεῖν τὸν ἐπιστάτην τῆς ὅλης διακονίας καὶ παρασκευῆς. Οὕτως εἰς τὸ πρῶτον λεξικόν· ἐν δὲ τῷ δευτέρῳ εὗρον οὕτως· ἐδέατρος ὁ ἐπὶ τῶν διδύμων, καὶ τῆς τοιαύτης παρασκευῆς. Ῥητορική.
45Ἐδέδμητο: Ἀντὶ τοῦ κατεσκεύαστο. Ἀπὸ
45τοῦ δέμω, ἐδεδέμητο, καὶ ἐδέδμητο. Ἔδδεισεν: Ἀντὶ τοῦ ἐφοβήθη. Ἀπὸ τοῦ δέω, ἢ δείω, τὸ φοβοῦμαι· ὁ μέλλων, δείσω, ἔδεισα· καὶ πλεονασμῷ τοῦ δ, ἔδδεισα. Ἢ ὡς ἀπὸ περισπω‐ μένου, δειδῶ, δειδήσω, ἐδείδησα, ὑπερβάσει τοῦ δ,

315

(50)

καὶ ἀποβολῇ τοῦ η.

315

(50)

Ἐδείδισαν: Δειδιῶ· καὶ ὁ μέσος παρακείμενος, δείδια· ὁ ὑπερσυντέλικος, ἐδειδίειν, ἐδειδίεισαν· καὶ
κατὰ συγκοπὴν, ἐδείδισαν. Ἐδεύετο: Ἀντὶ τοῦ ἐνδεὴς ἦν, ἢ ἐγένετο ἐνδεής.
55Οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
55παρὰ τὸ δεύω· τοῦτο παρὰ τὸ δέω. Ἐν ἑτέρῳ ση‐ μαίνει τὸ ἐκορέννυτο, εὐωχεῖτο. Ῥητορική. Ἐδεύησεν: Ἀπὸ τοῦ δεῶ δεήσω ἐδέησε· καὶ πλεονασμῷ, ἐδεύησεν.

316

Ἐδηλήσαντο: Τὸ ἔβλαψαν· ἀπὸ τοῦ δηλῶ δηλήσω ἐδήλησα. Ἐδήσατο: Ἐκ τοῦ δῶ, τὸ δεσμεύω, γίνεται δί‐ δημι, δήσω, ἔδησα· ὁ μέσος, ἐδησάμην, ἐδή‐
5σατο.
5 Ἐδημώθη: Ἐν τῷ δήμῳ διεδόθη, δῆλος πᾶσιν ἐγένετο. Οὕτω Δίων ἐν Ῥωμαϊκῶν ιζʹ, Καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδημώθη. Καὶ ἐδημοσίωσαν, δημόσιον ἐποίησαν. Ῥητορική. Ἐδικαιώθησαν: Δίκαιοι ἐκρίθησαν, ἐνομίσθη‐
10σαν. Σημαίνει δὲ καὶ τὸ ἐναντίον, κατεδικάσθησαν δικαίως. Δίων ἐν Ῥωμαϊκῶν ιεʹ, Καὶ οὐκ ἤνεγκαν δικαιωθέντες· ἀλλ’ ἐπεχείρησαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου καὶ οἱ Συρακούσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι· καὶ ἐδικαιώθησαν ἐν τῷ συνεδρίῳ.
15Πολλαχοῦ δὲ κέχρηται τῇ λέξει ταύτῃ ἐπὶ τοῦ εἰ‐ ρημένου σημαινομένου, ὡς καὶ ἐν τῷ ιϛʹ, Πάντες ἀποθανεῖν ἐστὲ ἄξιοι· οὐ μέντοι καὶ ἐγὼ πάντας ὑμᾶς θανατώσω· ἀλλ’ ὀλίγους μὲν, οὓς καὶ συνείληφα ἤδη, δικαιώσω· τοὺς δὲ ἄλλους ἀφίημι.
20Καὶ ἀλλαχοῦ πολλαχοῦ. Ῥητορική.
20 Ἐδίδων: Ἰστέον ὅτι ὁ Ἡρωδιανὸς λέγει ὅτι τὸ ἐδίδων ἡ παράδοσις διὰ τῆς ΟΥ διφθόγγου, ἐδίδουν, ὡς ἀπὸ τοῦ διδῶ διδοῖς, ὡς χρυσῶ χρυσοῖς, ἐχρύ‐ σουν. Χοιροβοσκός. Ἐδηδώς: Ἔδω· ὁ μέλλων, ἔσω· ὁ παρακεί‐
25μενος, ἦκα· ὁ μέσος, ἦδα· ὁ Ἀττικὸς, ἔδηδα· ἡ μετοχὴ, ἐδηδώς.
25 Ἐδήδαται: Εἰ μὲν διὰ τοῦ α, ὡς Ἀρίσταρχος καὶ ἄλλοι, ἔστι πληθυντικόν· οἷον, Ὅσσά τοι ἐκπέποται καὶ ἐδήδαται. Εἰ δὲ διὰ τοῦ ε, ἔστιν ἑνικόν· ἀπὸ γὰρ τοῦ ἐδῶ, ὁ παρακείμενος, ἤδεκα· διπλασιασμῷ, ἐδήδεκα· ὁ πα‐
30θητικὸς, ἐδήδεσμαι· τὸ τρίτον, ἐδήδεσται· καὶ ἀπο‐
30βολῇ ἐδήδεται· καὶ Ἰακῶς, ἐδήδαται. Ἡρωδιανός. Ἐδητύς: Σημαίνει βρῶσιν, ἢ τρυφήν. Παρὰ τὸ ἐδῶ ἐδήσω, ἐδητύς. Εἰ γὰρ ἦν ἐκ τοῦ ἔδω βαρυ‐ τόνου, ἐτὺς ὤφειλεν εἶναι ἰσοσύλλαβον τῷ ἔδω, ὥσπερ γράφω, γραπτύς· πράσσω, πρακτύς. Καὶ παρὰ τὸ
35ἔδω ἐστὸν ὤφειλεν εἶναι, οὐχὶ δὲ ἐδεστόν. Οὕτω Φίλων. Ἔδμεναι: Ἐσθίειν. Ὡς ἄγειν ἀγέμεν, καὶ εἰπεῖν εἰπέμεν, οὕτως ἔδειν ἐδέμεν· καὶ συγκοπῇ, καὶ
πλεονασμῷ τῆς ΑΙ, ἔδμεναι. Ἕδνα: Τὰ πρὸ τοῦ γάμου ὑπὸ τοῦ νυμφίου
40διδόμενα δῶρα τῇ νύμφῃ· ἤγουν ἐξώπροικα. Παρὰ τὸ ἥδω, τὸ εὐφραίνω, ἥδανον· καὶ ἐν συγκοπῇ καὶ συστολῇ, ἕδνον, τὸ αἴτιον ὂν τοῦ παρέζεσθαι καὶ παραμένειν τὴν νύμφην τῷ νυμφίῳ. Οὕτως Ὠρίων.
45Ἑδνωτής: Κηδεστὴς, πενθερός.
45 Ἔδραμον: Ἰστέον ὅτι τὸ ἔδραμον ἀπὸ τοῦ δρέμω ἐστίν· ἐξ οὗ καὶ δρόμος ὄνομα ῥηματικὸν, ὡς βρέμω βρόμος· ὁ δὲ Ἡρωδιανὸς φησὶν, ὅτι δύναται εἶναι ἀπὸ τοῦ δραμῶ περισπωμένου· ἐξ οὗ καὶ τὸ παρὰ Μενάνδρῳ, οἷον,

316

(50)

Δεδράμηκά σοι δρόμον οἷον οὐδεὶς πώποτε.

316

(50)

Καὶ ῥηματικὸν ὄνομα, δράμημα. Ἕδρανον: Παρὰ τὸ ἕζω ἕδανον καὶ ἕδρανον. Ἑδρίται: Οἱ οἰκέται· ἀπὸ τοῦ καταφεύγειν εἰς τὴν ἑστίαν. Ἀπὸ τοῦ ἕδρα ἑδρίται. Τὸ δὲ ἕδρα, παρὰ τὸ ἕζω. Εἰς τὸ ἐνέδρα. Ἐκ τοῦ ἕδρα γίνεται
55ῥῆμα ἑδριῶ· ἐξ οὗ τὸ ἑδριόωντο. Ἕδος: Ἡ καθέδρα· παρὰ τὸ ἕζω, τὸ καθέζομαι, κατὰ τροπὴν Δωρικὴν τοῦ ζ εἰς δ· οἷον, ζυγὸς,

317

δυγός· καὶ ζωμὸς, δωμός. Σημαίνει δὲ καὶ τὸ ἔδα‐ φος, καὶ τὸ ἄγαλμα, καὶ τὸν τόπον ἐν ᾧ ἵδρυται. Καὶ ἕδη τὰ ἱερά. Καὶ ἐξ ἑδέων, ἐκ τῶν καθεδρῶν. Ἔστι δὲ γενικῆς τῶν πληθυντικῶν, ὡς τειχέων.
5 Ἑδώλια: Ἐπὶ τῶν ναυτικῶν καθεδρῶν· κυρίως ἐφ’ ὧν οἱ ἐρέται καθέζονται. Γίνεται παρὰ τὸ ἕζω· καὶ Δωρικῶς, ἑδώλιον· καὶ ἑδωλιάσαι, ἀντὶ τοῦ συγκαθίσαι· ἀπὸ τῶν ἐν ταῖς ναυσὶν ἑδωλίων. Ἐξ αὐτοῦ ἑδοῦμαι καὶ καθεδοῦμαι Ἀττικῶς. Ἢ ἐδωλίον.
10Ἐδωδή: Παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ἐδή· καὶ κατὰ
ἀναδιπλασιασμὸν, ἐδωδή. ἑδωλιάσαι ἐστὶ τὸ οἱονεὶ συνθεῖναι ἔκ τινων ξύλων ἁπλῶς πρὸς τόπον τινὰ συντεθέντων· τὸ δ’ ἰκριῶσαι, τὰς ἐκ μακρῶν ξύλων συντιθεμένας στέγας
15ὑπὸ στέγαις ἑτέραις. Ἑκατέραις δὲ αὐτῶν ἐχρή‐ σαντο οἱ ῥήτορες. Ἐέλδωρ: Τὸ ἐπιθύμημα. Ἔστιν ἕλδω, τὸ ἐπιθυμῶ· ὅπερ γέγονεν ἀπὸ τοῦ ἕλκω, κατὰ μετά‐ θεσιν τοῦ κ εἰς δ· εἰς ὃ γάρ τις ἐπιθυμεῖ, ἐκεῖ ἕλ‐
20κεται. Ἐκ τοῦ ἕλδω ἕλδωρ· καὶ πλεονασμῷ τοῦ ε, ἐέλδωρ. Ἢ παρὰ τὸ ἑλῶ, τὸ ἑλκύω, ἕλωρ, καὶ ἐέλδωρ, πλεονασμῷ. Τὸ δὲ ἐέλδω, παρὰ τὸ ἐέδω. Καὶ ἐελ‐ δόμενος· καὶ, ἐέλδετο γάρ σε ἰδέσθαι.
25Ἀντὶ τοῦ ἐπεθύμει· παρὰ τὸ θέλω, τοῦ θ τραπέντος
25εἰς δ, κατὰ Μακεδόνας, καὶ ὑπερθέσεως γενομένης·
25οἷον, θέλω, δέλω, ἔλδω καὶ ἔλδομαι· καὶ ἐκ τοῦ ἐθέλω, ἐδέλω, καὶ ὑπερθέσει, ἐέλδω. Ἐέρσαι: Δρόσοι, ψεκάδες· παρὰ τὸ ἄρσαι, ὅ ἐστι ποτίσαι· ποτίζει γὰρ τὰ φυτὰ ἡ δρόσος. Ἐελμένοι: Συγκεκλεισμένοι· ἐεργμένοι, ἀπο‐
30βολῇ τοῦ γ, καὶ τροπῇ. Ἐέργω: Τὸ κρατῶ καὶ κωλύω. Ἕεστο: Ἐνεδέδυτο. Ἕω, τὸ ἐνδύω· ὁ μέλλων, ἕσω· ὁ παρακείμενος, ἧκα· ὁ παθητικὸς, ἧσμαι· ὁ ὑπερσυντέλικος, ἥσμην, καὶ ἕσμην ἕσο ἕστο· καὶ
35προσθέσει τοῦ ε. Ἕεις: Ὁ εἷς, ἐπὶ τοῦ ἀριθμοῦ. Ἀπὸ τοῦ εἷς ἕεις, πλεονασμῷ τοῦ ε· οἷον, Κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ. Ἢ παρὰ τὸ ἴος ἰόεις, ὡς ἄνεμος ἀνεμόεις. Εἶτα
40κατὰ συγκοπὴν τοῦ ο, ἴεις· καὶ τροπῇ τοῦ ι εἰς ε,
40ἕεις.
40 Ἐεικοσόροιο: Εἰκοσακώπου νεώς. Καὶ γὰρ τὸ εἴκοσι, ἐείκοσι λέγεται. Ἐεισάμενος: Ὁμοιωθείς. Εἴδω, εἴσω, εἶσα· πλεονασμῷ τοῦ ε, ἔεισα, ἐεισάμενος· καὶ ἐείξεις, ἀντὶ τοῦ ὅμοιος ἔσῃ. Ἀριστοφάνης.
45 Ἔειπεν: Ψιλοῦται. Τὸ ε πρὸ φωνήεντος πλεο‐ νάζον, ψιλουμένου μὲν αὐτοῦ, συμψιλοῦται, δασυνο‐ μένου δὲ, συνδασύνεται· οἷον, οἶκα, ἔοικα· ὥρων, ἑώ‐ ρων· ἥνδανεν, ἑήνδανεν· ἕρσα, ἑέρσα· ὃς, ἑός· εἷς, ἕεις· ἃ, ἕα· ἕ, ἕε· ἐλποίμην, ἐελποίμην.

317

(50)

Ἕηκεν: Σημαίνει τὸ ἀφῆκεν, ἔπεμψεν. Ἔστι ῥῆμα ἱῶ, τὸ πέμπω· παράγωγον ἵημι· ὁ μέλλων, ἥσω· ὁ παρακείμενος, ἧκα· καὶ πλεονασμῷ τοῦ ε, ἕηκα. Ἔστι καὶ ἀόριστος, ἧκα, συνῆκα· ἔνθεν τὸ τρίτον, πλεονασμῷ τοῦ ε, ξυνέηκεν, ἀντὶ τοῦ συνῆκε,
55συνέβαλεν, Ἰλιάδος αʹ.
55 Ἔην γε: Ἔω· καὶ ὁ μέλλων, ἔσω· ὁ βʹ ἀόρι‐ στος, ἦον, ἦες, ἦε· καὶ τὸ ν ἐφελκυστικὸν, ἦεν καὶ
κράσει, ἦν· καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς, ἔην.

318

Ἑῆος: Περίσχεο παιδὸς ἑῆος. Φρόντισον τοῦ σοῦ παιδὸς, Ἰλιάδος αʹ. Οἱ δὲ, ἀγα‐ θοῦ, προσηνοῦς, ἰδίου. Παρὰ τὸ ἑὸν, ὃ σημαίνει τὸ
5ἴδιον, γίνεται ἑὸς ὁ ἀγαθός. Ἢ παρὰ τὸ ἑῶ, τὸ κο‐ ρεννύω· καὶ ὡς παρὰ τὸ ἵππος γίνεται ἱππὺς, οὕτως καὶ παρὰ τὸ ἑὸς ἑῢς, καὶ ἐκτάσει, ἠΰς· καὶ κλίνεται ἠέος, ὡς ἡδὺς ἡδέος· καὶ καθ’ ὑπερβιβασμὸν, ἑῆος. Ἢ ὥσπερ παρὰ τὸ τρίβω γίνεται τριβεὺς, καὶ
10πνίγω πνιγεὺς, οὕτως καὶ παρὰ τὸ ἕω, ἑεύς· καὶ ἐξ
10αὐτοῦ ἑῆος.
10Ἐΐσκω: Ἐκ τοῦ εἴδω, τὸ ὁμοιῶ, ὁ μέλλων, εἴσω·
10καὶ πλεονασμῷ τοῦ κ, εἴσκω· καὶ μετάγεται εἰς ἐνεστῶτα· καὶ ἐπειδὴ οὐδέποτε ἡ ΕΙ δίφθογγος πρὸ τοῦ ΣΚ εὑρίσκεται, διαλύεται καὶ γίνεται ἐΐσκω. Μέλλοντα οὐκ ἔχει. Ἀρνειῷ μιν ἔγωγε ἐΐσκω.
15Ἀντὶ τοῦ ἀπεικάζω, ὁμοιῶ.
15 Ἐΐκτην: Ἀντὶ τοῦ ὡμοιοῦντο. Ἐκ τοῦ εἴκω, τὸ ὁμοιῶ, ὁ παρακείμενος, εἶκα· ὁ ὑπερσυντέλικος, εἴκειν· τὸ τρίτον τῶν δυϊκῶν, εἰκείτην· συγκοπῇ καὶ διαλύσει ἐΐκτην. Ἐθέλω: Ἰστέον δὲ ὅτι δύο θέματα εἰσὶ, θέλω
20καὶ ἐθέλω· καὶ τὸ μὲν τεθέληκα ἀπὸ τοῦ θέλω ἐστίν·
20ἐπειδὴ πᾶς παρακείμενος ἀπὸ συμφώνου ἀρχόμενος πάντως καὶ τὸν ἐνεστῶτα ἔχει ἀπὸ συμφώνου ἀρχό‐ μενον· οἷον τέτυφα, ὅτι τύπτω. Τὸ δὲ θέλημα ἀπὸ τοῦ ἐθέλω ἐστί. Καὶ δεῖ γινώσκειν, ὅτι ἀεὶ τὸ τρι‐ σύλλαβον εὑρίσκεται παρὰ τῷ ποιητῇ ἐθέλω. Ἀμέ‐
25λει ἐν τῷ,
25 Μὴ δὲ σὺ Πηλείδ’ ἤθελ’ ἐριζέμεναι. Δηλονότι κράσει ἐγένετο τοῦ η καὶ ε εἰς η. Μηδεὶς δὲ οἰέσθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐστὶ κατὰ πλεο‐ νασμὸν τοῦ ε· τὸ γὰρ ε ἐπὶ φωνήεντι πέφυκε πλεο‐ νάζεσθαι, ὡς τὸ εἶπας, ἔειπας· ἐπὶ συμφώνῳ δὲ οὐ
30πλεονάζεται. Τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι·
30τὸ γὰρ ε τὸ μετὰ συμφώνου ὑπάρχον πέφυκε πολ‐ λάκις ἀποβάλλεσθαι, ὡς τὸ ἔφη, φῆ· ἔβη, βῆ. Δοκεῖ δὲ τὸ θέλω ἀναλογώτερον εἶναι τοῦ ἐθέλω. Τὸ γὰρ ἐθέλω παράγωγον κατά τι ἐστί. Τὰ γὰρ διὰ τοῦ ΛΩ ὑπὲρ δύο συλλαβὰς τῷ ε παραληγόμενα,
35μὴ ἔχοντα ἕτερον λ προηγούμενον, περισπᾶται· οἷον, ὠφελῶ, ἀμελῶ. Τὸ δὲ ἐθέλω βαρύνεται. Τούτου χάριν τὸ θέλω ἀναλογώτερον ἐστὶ τοῦ ἐθέλω. Ἔχομεν γάρ τινα ῥήματα δισύλλαβα βαρυνόμενα· οἷον μέλω, ἕλω, κέλω. Πρόσκειται, “μὴ ἔχοντα ἕτερον λ προ‐
40ηγούμενον,” διὰ τὸ ἀνατέλλω. Ἐθελοκακήσας: Ἑκουσίως τὸ κακὸν ἐκλεξά‐ μενος. Ἐθελημοί: Οἱ δ’ ἐθελημοὶ
45ἥσυχοι ἔργ’ ἐνέμοντο,
45Ἡσίοδος. Ἐκ παραλλήλου τὸ αὐτὸ, θελημοὶ καὶ
45ἥσυχοι.
45Ἐθείρω: Σημαίνει τὸ ἐξ ἔθους ἐπιμελοῦμαι τῶν
45τριχῶν· ἀπὸ τοῦ ἔθω, τὸ ἐξ ἔθους τὶ διαπράττομαι. Ἐξ οὗ καὶ τὸ, ἔθων Οἰνῆος ἀλωὴν, Ἰλιάδος ιʹ, ἀντὶ τοῦ, ἐξ ἔθους κατατρέχων καὶ βλά‐ πτων κοινῶς τὴν καρποφόρον χώραν τοῦ Οἰνέως.

318

(50)

Ἐθείρῃσι: Κόμαις, ταῖς ἐξ ἔθους ἐπιμελείας

318

(50)

ἀξιουμέναις θριξίν. Ἀπὸ τοῦ ἔθω ἐθείρω, γίνεται ἔθειρα ἡ θρὶξ, οἱονεὶ ἐξ ἔθους ἐπιφοιτῶσα τινί· ἢ παρὰ τὸ ἐξ ἔθους ῥεῖν. Γράφεται διὰ διφθόγγου· πάντα γὰρ τὰ διὰ τοῦ ΕΙΡΑ προπαροξυνόμενα διὰ τῆς ΕΙ διφθόγγου γράφονται, δότειρα, σώτειρα, ὀλέ‐
55τειρα, γενέτειρα, εὐπάτειρα, Δηϊάνειρα. Οὕτως οὖν καὶ τοῦτο. Καὶ καθόλου τὰ εἰς ΡΑ θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούσῃ τὸ ι μόνον, ἀλλ’ ἢ μετὰ

319

τοῦ ω, οἷον πρῷρα· ἢ μετὰ τοῦ α, οἷον σφαῖρα. Σεσημείωται τὸ εἶρα καὶ Κάειρα, ἀμφιβαλλόμενα. Ζήτει δὲ περὶ τούτου εἰς τὸ πρώειρα καὶ κάειρα. Ἔθος: Εἴρηται παρὰ τὸ ἐτεὸν, τὸ ἀληθές· ὅπερ
5καὶ ἐτὸς λέγεται· καὶ παρὰ τὸ ἔθος τὸ ἀεὶ ὡσαύτως ἔχον. Ἢ παρὰ τὸ ἔθω, τὸ ἐξ ἔθους ἔχω, γίνεται ἔθος, ὡς μένω, μένος· σθένω, σθένος. Ἐκ τοῦ ἔθω γίνεται ἐθίζω, ὡς ἔλπω, ἐλπίζω. Τὸ δὲ ἔθω γίνεται (ὡς οἶμαι) παρὰ τὸ ἔθος, ἔθω·
10Οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες,
10Ἰλιάδος πʹ, οὓς (σφῆκας δηλονότι) οἱ παῖδες ἐρεθί‐ ζωσι, συνεχῶς καὶ ἐξ ἔθους παραγινόμενοι καὶ βλά‐ πτοντες. Ἔθνος: Τὸ πλῆθος, καὶ αἱ κατὰ γένος ἰδιά‐ ζουσαι τῶν ἀνθρώπων διαφοραί. Ἐπὶ μὲν τοῦ πλή‐
15θους,
15Ἠΰτε ἔθνεα εἶσι μελισσάων [ἀδινάων.]
15Ἀντὶ τοῦ ἔθνη, πλήθη, ἄπεισι, πορεύονται. Τοῦ δ’ ἑτέρου, καὶ ἔθνεα μυρία θνητῶν. Παρὰ τὸ ἔθω, ἔθος καὶ ἔθνος, τὸ ἐξ ἔθους τὶ δια‐ πράττειν· ἑκάστῳ γὰρ ἔθνει ἴδιον ἔθος ἕπεται. Ἢ
20παρὰ τὸ θείνω, τὸ φονεύω, θένος· καὶ ἐν ὑπερβι‐
20βασμῷ, ἔθνος. Τὸ ε, ψιλόν· ἐπειδὴ τὰ εἰς ΟΣ οὐδέ‐
20τερα τῷ ε ψιλῷ παραλήγεται· οἷον, βρέφος, μέλος, βέλος, νέφος, γένος, δέος, ἔπος, λέχος, μέρος· πλὴν τοῦ λαῖφος καὶ αἶσχος. Ἔθου: Τίθημι· ὁ μέλλων, θήσω· ὁ ἀόριστος, ἔθηκα· ὁ βʹ, ἔθην· ὁ μέσος, ἐθέμην· τὸ βʹ, ἔθεσο·
25καὶ ἀποβολῇ τοῦ ς, ἔθεο· καὶ κράσει, ἔθου· καὶ τὸ
25προστακτικὸν, θοῦ.
25 Ἔθρισε: Παρὰ τὸ θερίζω, κατὰ συγκοπὴν, θρίζω· καὶ ἀποθρίζω καὶ ἀπέθρισεν. Ἐθρίγκωσε: Περιεσκέπασε, περιετείχισε. Θρι‐ γκὸς δὲ ἡ στεφάνη, μεθ’ ἣν οὐδέν ἐστιν. Ἀπὸ τοῦ θρὶξ δέ ἐστιν, ᾗ ἐπίκειται ἡ στεφάνη, ὑπεράνω πάν‐
30των οὖσα.
30 Ἔθηκε: Σημαίνει βʹ· τὸ προκατέθηκεν, ἢ ἐποίησεν, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκεν. Ἀφ’ οὗ καὶ θέσις, ἡ ποίησις, παρὰ Ἀλκαίῳ. Καὶ θετοὶ ὑιοὶ, οὕς τις εἰσεποιήσατο. Σημαίνει καὶ τὸ
35παρ’ ἡμῖν νοούμενον·
35κατὰ μὲν σόλον αὐτοχόωνον
35θῆκ’ ἐς ἀγῶνα φέρων.
35 Ἑκάβη: Ἡ ἕκαθεν βεβηκυῖα πρὸς τὸν ἄνδρα· ὁ γὰρ πατὴρ Δύμας Φρὺξ εἰς Ἴλιον Πριάμῳ ταύτην ἐξέδοτο· ὅθεν καὶ Πρίαμος Φρυξὶ συμμαχεῖ.
Ἤδη καὶ Φρυγίην εἰσήλυθον. Ἑκάτη: Ἡ θεὸς, οἱονεὶ ἑκάστη τὶς οὖσα, ἡ
40εἰς ἕκαστα παραλαμβανομένη, καὶ πανταχοῦ βοη‐ θοῦσα· ἢ ὅτι ἑκάστου θεοῦ τιμῶν μετέχει. Ἑκάτην τὴν Ἄρτεμιν· ἵν’ ᾖ ἕκαθεν τῶν ἀποθνησκόντων. Ἑκάλη: Ἡ ἡρωΐς· εἰς ἣν καὶ ποίημα ἔγραψε Καλλίμαχος· ἡ πρὸς ἑαυτὴν πάντας καλοῦσα. Ταύ‐
45την Ἑκαλίνην ἔλεγον οἱ παλαιοὶ ὑποκοριζόμενοι. Ἔθυον δὲ αὐτῇ, διὰ τὸ ξενίσαι Θησέα. Ἑκάς: Οἷον, ἑκὰς Ἄργεος. Τουτέστι πόρρωθεν. Γίνεται παρὰ τὸ εἴκω, τὸ ὑπο‐

319

(50)

χωρῶ. Ἢ παρὰ τὸ ἥκω, τὸ παραγίνομαι· πόρρωθεν

319

(50)

γάρ τις παραγίνεται.

319

(50)

Ἕκαθεν: Πόρρωθεν· παρὰ τὸ ἑκάς. Ἑκάεργος Ἀπόλλων, παρὰ τὸ ἕκαθεν εἴργειν, τουτέστι κωλύειν· ἢ παρὰ τὸ ἕκαθεν ἐργαζόμενον, τουτέστι μαχόμενον· ἔργον γὰρ τὴν μάχην οἶδεν Ὅμηρος καλεῖν· τουτέστιν ὁ πόρρωθεν ἐέργων, ὅ
55ἐστιν ἐργαζόμενος καὶ μαχόμενος, τοξότης. Ἐπι‐ θετικῶς δὲ λέγεται ὁ Ἀπόλλων. Ἑκατηβελέταο ἄνακτος: Πόρρωθεν βάλλον‐

320

τος, εὐστόχου τοξότου. Ἔστι δὲ γενικὴ Αἰολική. Παρὰ τὸ ἑκὰς καὶ τὸ βέλος γίνεται ἑκαβελέτης· καὶ πλεονασμῷ τῆς ΤΗ συλλαβῆς, ἑκατηβελέτης, ὡς ἔτυμον, ἐτήτυμον· ὁ ἕκαθεν βάλλων· τοξότης γὰρ
5ἑκατηβόλος, ὡς ἤδη εἴρηται, ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω· ὁ παθητικὸς παρακείμενος, ἕμαι, ἕσαι, ἕται, ἕτης· καὶ μετὰ τοῦ βέλους, βελέτης· καὶ μετὰ τοῦ ἑκῆ, ἑκηβελέτης· καὶ πλεονασμῷ τοῦ ΑΤ, ἑκατηβε‐ λέτης, ὁ τὰ βέλη μήκοθεν βάλλων.
10Ἐκάτοιο: Τοῦ Ἀπόλλωνος τοῦ μακρόθεν βάλ‐
10λοντος, τοῦ τοξικοῦ. Ἐκ τοῦ ἑκὰς ἕκαστος ἕκατος. Ἔκαστος: Παρὰ τὸ ἑκὰς, ὁ μὴ πέλας, οἷον κεχωρισμένος καὶ μὴ συλλήβδην ὢν πρὸς ἕτερον. Ἐπιμερίζοντες δὲ τὸ πλῆθος φασὶν ἑκάτερος ἕκα‐ στος.
15Τί σημαίνει ἕκαστος; Ἀντὶ τοῦ οἱ Ἕλληνες
15καὶ βάρβαροι. Ποίου εἴδους τῶν ὑποπεπτωκότων
15τῷ ὀνόματι; Ἐπιμεριζομένου. Ποσαχῶς τὰ ἐπιμε‐ ριζόμενα; Τετραχῶς· εἷς ἐκ δύο, ὡς ἕτερος· δύο καθ’ ἕνα, ὡς ἑκάτερος· εἷς ἐκ πολλῶν, ὡς ἄλλος· καὶ πολλοὶ καθ’ ἕνα, ὡς ἕκαστος. Τὰ δὲ ἐπιμεριζόμενα κλητικὴν οὐκ ἔχει· ἡ γὰρ κλητικὴ πρὸς παρόν ἐστι
20πρόσωπον ἀπότασις· τὰ δὲ ἐπιμεριζόμενα πρὸς ἀπόν. Ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, Ἰλιάδος λʹ, ἀντὶ τοῦ, περὶ πάντα εἴχομεν σπου‐ δαίως. Ἑκάστοτε: Ἐπίρρημα. Παρὰ τὴν ἑκάστου
25γενικὴν παράγωγον ἑκάστοτε, ὡς ἄλλος, ἄλλοτε.
25Ἑκαστέρω: Τὰ πορρωτέρω· ἀπὸ τοῦ ἑκὰς, ὃ
25σημαίνει τὸ ἄποθεν, καὶ οὐ παρὰ τὸ ἑκάτερος· ἑκα‐ τέρω γὰρ ἦν. Οὕτως Ἡρωδιανός. Ἰλιάδος κʹ, Τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω. Ἀντὶ τοῦ πορρωτάτω. Παρὰ τὸ ἑκάς. Ἑκάτερος: Ἀπὸ τοῦ ἑκὰς, συγκριτικὸν, ἑκά‐
30τερος. Ἑκάτερθεν: Ἀντὶ τοῦ ἐξ ἑκατέρου μέρους·
30γίνεται ἐκ τοῦ ἑκατέρωθεν. Ἑκαμήδη: Ἡ Νέστορος παλλακίς. Ἀπὸ τοῦ ἕκαθεν βουλεύεσθαι· ἢ ἡ κατὰ τοῦ Νέστορος μηδὲν εἰκαῖον μηδομένη. Ἑκατόν: Ὁ ἀριθμός. Παρὰ τὸ ἔχω ἐχατὸν
35καὶ ἑκατόν. Ὡς γὰρ οἱ ἐπὶ πέρας ὁδοῦ ἐρχόμενοι,
35οὕτως καὶ οἱ ἐπὶ πέρας ἀριθμοῦ ἐρχόμενοι ἐπέχονται. Ἢ παρὰ τὸ ἥκειν καὶ φέρειν δέκατον ἀριθμόν. Ἢ ἀπὸ τοῦ ἑκάς. Ἑκατόμβη: Ἐκ τοῦ ἑκατὸν καὶ τὸ βοῦς βοὸς γίνεται ἑκατόμβοος· τὸ θηλυκὸν, ἑκατομβόη· καὶ
40συγκοπῇ, ἑκατόμβη. Τὸ μὲν ἑκατὸν, τὸ μέγα καὶ πολύ· τὸ δὲ βοιὸν, τὸ τίμιον, ὡς ἐπὶ τοῦ ἀλφεσί‐ βοιαι. Οὐ μόνον δὲ ἡ ἐκ τῶν βοῶν θυσία, ἀλλὰ καὶ ἡ ἐξ ἄλλων ἱερείων· οἷον, Ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
45Τινὲς δὲ τὴν τελείαν θυσίαν, ἤτοι τὴν ἀπὸ τῶν ἑκα‐
45τὸν βοῶν· ἢ τὴν ἀπὸ ἑκατὸν βημάτων, ὅ ἐστιν εἰκο‐ σιπέντε ζῴων. Ἑκατόμβοιος δὲ ἕκαστος, τουτ‐ έστιν ἑκατὸν βοῶν τιμῆς ἄξιος, ἢ ἑκατὸν χρυσῶν νομισμάτων. Οἱ γὰρ παλαιοὶ, πρὶν ἐπινοηθῆναι τὰ νομίσματα, τὰς συναλλαγὰς διὰ τῶν τετραπόδων

320

(50)

ἐποιοῦντο· ὅθεν ὕστερον ἐφευρεθέντων τῶν νομισμά‐ των, βοῦν ἐξετύπουν ἐν αὐτῷ, τὸ ἀρχαῖον ἔθος ἐπι‐ δεικνύμενοι. Βοιὸν δὲ λέγουσιν εἶναι στάθμιόν τι, ἢ τὴν βοὸς τιμήν. Ἢ τὸ δίδραχμον, βοῦν ἔχον ἐπί‐ σημον, καὶ τὸν πόδα. Ὅθεν καὶ παροιμία, βοῦς
55ἐπὶ γλώττης, ὅ ἐστι νόμισμα, ἁρμόζει ἐπὶ τῶν ῥητόρων τῶν λαμβανόντων νομίσματα ὑπὲρ τοῦ μὴ συνηγορῆσαι κατά τινος, ἀλλὰ σιωπῆσαι· ὅθεν καὶ

321

Ἀριστοφάνης κωμῳδῶν αὐτοὺς φησὶ,
Τὸ στόμ’ ἐπιβύσας κέρμασι τῶν ῥητόρων. Ἑκατομβαιών: Μήν ἐστι παρ’ Ἀθηναίοις,
5Κρονίων πρῶτον καλούμενος, ἀπὸ τῆς γινομένης τῷ Κρόνῳ θυσίας. Ἑκατομβαιὼν δὲ ὠνόμασται διὰ τὰς τοῦ Ἀπόλλωνος θυσίας· θύουσι γὰρ αὐτῷ ἑκατομ‐ βαιῷ, τουτέστι πολυτίμῳ· μᾶλλον δὲ ἑκατὸν βόας εὐχόμενοι.
10Ἑκατομβαιὼν ὠνόμασται, ἐπειδὴ ἱερός ἐστι τῷ
10ἡλίῳ. Ὁ δὲ ἥλιος τούτῳ τῷ μηνὶ μέγαν ποιεῖ τὸν δρόμον. Ἐκάλουν δὲ οἱ παλαιοὶ τὸ μέγα ἀπὸ τοῦ ἑκατὸν, ἀφ’ οὗ καὶ “ἑκατόμβοια ἐννεαβοίων.” Ἔκδικον: Τὸν ἐκδικητὴν, καὶ τὸν ἔξω τοῦ δι‐ καίου. Ἐκ τοῦ ἔκδικος γίνεται ἐκδικῶ ἐκδικήσω,
15ἐκδικητής. Τοῦτο παρὰ τὸ δίκη. Ἔκδικος: Δίκαιος, ἢ ἄδικος, οἱονεὶ ὁ ἔξω τοῦ δικαίου ὤν. Ἐκδικάσασθαι: Ἰσαῖος ἀντὶ τοῦ ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι.
20 Ἔκδηλος: Διάδηλος, φανερός. Ἑκατόμπεδον: Νεὼς ἐστὶ τῆς Ἀθηνᾶς ποδῶν ἑκατὸν ἐκ πάσης πλευρᾶς. Διὰ τοῦτο γὰρ καὶ ὠνόμασται. Καλοῦσι γὰρ αὐτόν τινες Παρθε‐ νῶνα.
25Ἐκεχειρία: Ἄνεσις, ἀργία, ἀνάπαυσις, συν‐
25θήκη, ἔνδοσις, καὶ πολέμου ἀνοχή· κυρίως ἐπὶ πολέ‐ μου. Παρὰ τὸ ἔχω καὶ τὸ χεὶρ γίνεται ἐχεχειρία, καὶ τροπῇ τοῦ χ εἰς κ, ἡ πρὸς ὀλίγον τοῦ πολέμου ἡσυχία· παρὰ τὸ ἔχειν τὰς χεῖρας. Ἐκεῖνος: Ἡ ἀντωνυμία, παρὰ τὸ ἑκὰς ἐπίρ‐
30ρημα· τὴν γὰρ πόρρω δεῖξιν σημαίνει. Καὶ οἱ Δω‐ ριεῖς κῆνος αὐτὴν φασὶ καὶ τῆνος· ἀντιδιαστέλλον‐ τες αὐτὴν ἐπὶ τῆς πλησίον δείξεως. Εὑρίσκεσθαι μέντοι φησὶν Ἀπολλώνιος τὴν τῆνος καὶ ἐπὶ τῆς πόρρω δείξεως.
35Ἐκεῖ: Ἐκ τοῦ ἐκεῖνος, κατὰ συγκοπήν. Τὸ
35ΚΕΙ δίφθογγον κατὰ διάλεκτον· ἐπειδὴ οἱ Δωριεῖς ἐκῆνος λέγουσι διὰ τοῦ η, ὡς πλείων, πλήων· μείων, μήων. Διατί περισπᾶται; Αἱ συγκοπαὶ ἡνίκα φυλάσσωσι τὸ αὐτὸ μέρος τοῦ λόγου καὶ τὸν αὐτὸν τόνον φυλάσσουσιν· οἷον δῶμα, δῶ· ἐκεῖνος,
40ἐκεῖ. Ἐκεῖθεν: Οὐδὲν τῶν εἰς ΘΕΝ τῇ ΕΙ διφθόγγῳ παραλήγεται πλὴν τοῦ ἐκεῖθεν, ὅπερ ἀπὸ τοῦ ἐκεί‐ νοθεν γίνεται κατὰ συγκοπήν· καὶ τὸ ἐκεῖ, ἀπὸ τοῦ ἐκεῖθι· τοῦτο δὲ, ἀπὸ τοῦ ἐκείνοθι· καὶ τὸ ἐκεῖσε,
45ἀπὸ τοῦ ἐκείνοσε.
45Ἕκητι:
45 Χρυσὲ κακῶν ἀρχηγὲ, βιοφθόρε, πάντα χαλέπτων· εἴθε σε μὴ θνητοῖσι γενέσθαι πῆμα ποθεινόν. Σεῦ γὰρ ἕκητι μάχαι τε λεηλασίαι τε φόνοι τε· ἐχθρὰ δὲ τέκνα γονεῦσιν, ἀδελφειοί τε, σύναιμοί τε. Ἀπὸ τοῦ ἑκὼν γίνεται ἑκάζω, καὶ ἑκαστὶ, ὡς Δω‐

321

(50)

ρίζω, Δωριστί· καὶ ἐκτάσει τοῦ α εἰς η, καὶ ἀπο‐

321

(50)

βολῇ τοῦ ς, ἅμα καὶ ἀναβιβάσει τοῦ τόνου, ἕκητι. Ἕκηλος: Ὁ ἥσυχος. Παρὰ τὸ ἑκὰς ἕκαλος, καὶ ἕκηλος. Ἢ παρὰ τὸ ἀκὴν ἄκηλος, καὶ ἕκηλος· τὸ γὰρ ἀκὴν ἐπὶ τοῦ ἡσύχως τάττουσιν. Ἢ παρὰ τὸ ἑκὼν ἕκηλος· ὁ γὰρ ἑκουσίως τὶ ποιῶν, ἡσύχως
55ποιεῖ.
55 Ἑκηβόλος, καὶ Ἑκηβελέτης, καὶ Ἑκηβόλος, Ἑκηβελέτης, Ἕκατος: Οὕτως ὁ Ἀπόλλων, ὅτι ὁ αὐτός ἐστι τῷ ἡλίῳ καὶ τὰς ἀκτῖνας ἕκαθεν βάλλει. (Ἑκατηβελέταο) ἕκαθεν, ὅ ἐστι πόρρωθεν, βάλ‐

322

λοντος τὰ βέλη, εὐστόχου τοξότου. Ἐκ τοῦ ἑκὰς
1καὶ τοῦ βάλλω γίνεται ἑκαβόλος καὶ ἑκηβόλος, ὁ μακροβόλος. Ἢ ὅτι ἑκατὸν βέλη ἐπαφῆκε τῷ Δελφύνῃ. Ἑκηβολίαι: Εὔστοχοι τοξίαι· παρὰ τὸ ἕκαθεν
5ἐπιτυγχάνειν· βάλλειν γὰρ τὸ ἐπιτυγχάνειν, ὡς τὸ, Βάλλειν ἄγρια πάντα. Καὶ, Σὺ δὲ φρεσὶ βάλλεο σῇσιν. Ἀντὶ τοῦ εὐστόχως ἔχε.
10Ἔκηα:
10Κατὰ πίονα μηρί’ ἔκηα.
10Ἔκαυσα, ἔθυσα, τουτέστιν ἐκάρπωσα. Ἐκ τοῦ
10καίω, καύσω· ὁ ἀόριστος, ἔκαυσα· ἀποβολῇ τοῦ ς, καὶ ἐκτάσει τοῦ α εἰς η, ἔκηα. Ἢ παρὰ τὸ καίω, ὁ μένος παρακείμενος, κέκηα· καὶ ἀποβολῇ τοῦ κ. Ἐκηρώθην: Ἐσκοτίσθην· ἢ παρὰ τὸ δέος κή‐ ρινος ἐγενόμην.
15 Ἐκκεχειλωμένην: Ἐψευσμένην, ἢ κεχερσω‐ μένην· ὅτι ὁ χείλων ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος· οἷον ἐξημελημένην. Ἐκκορηθῆναι: Ἐκκαλλυνθῆναι. Τὸ γὰρ κο‐ ρεῖν, καλλύνειν ἐστὶ καὶ σαίρειν.
20 Ἐκκεκωφέαται: Ἀπὸ τοῦ κωφῶ, κωφήσω, κεκώφηκα, κεκώφημαι, κεκώφηται, καὶ Ἰακῶς, κεκωφέαται· καὶ ἐν συνθέσει, ἐκκεκωφέαται. Αἱ δ’ ἐμαὶ φρένες ἐκκεκωφέαται, καὶ παραβέβλαπται.
27 Ἐκκορυφώσω: Δύναται μὲν ἀκούεσθαι ἀνακε‐ φαλαιώσομαι, οἷον κορυφὴν ἐπιθήσω· δύναται δὲ καὶ οὕτως, ἕτερόν σοι λόγον ἀπάρξομαι· ἐπεὶ ἡ κορυφὴ
30ἀρχή τις ἐστὶ τοῦ σώματος. Ἐκ κλίμακος: Ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ὁπότε χρονοτριβοῖεν οἱ πύκται, κλίμαξ εἰσεφέρετο, ὥστε διαστάντας καὶ χώραν λαβόντας μένειν ἐν ταύτῃ, ἕνεκεν τοῦ μὴ ὑφίστασθαι τὰς φερομένας πλη‐
35γὰς περιτρέχοντας, ἀλλὰ μένοντας ἐπὶ τούτου τῇ ποιᾷ τῶν χειρῶν ἐκτάσει φυλάττεσθαι. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐκκλιμακίζει: Παράγει, διαστρέφει· ἀπὸ τῆς κλίμακος, ἥτις οὖσα ὄργανον βασανιστικὸν, δια‐
40στρέφει τὰ σώματα τῶν βασανιζομένων. Ἐκκλητεύειν: Τὸ εἰς κρίσιν ἄγειν, ἵνα ἐπά‐ ναγκές τις μαρτυρῇ. Οὕτως Αἰσχίνης. Καὶ δικα‐ στήριον ἔκκλητον λέγουσιν. Ἔκκλητος πόλις: Ἣν ἂν ἐκκαλῆταί τις εἰς
45τὸ κρίνεσθαι, δηλονότι τὴν πρώτην οὐ στέργων κρίσιν,
45ὡς πρὸς ἔχθραν κρίνασαν, ἢ πρὸς χάριν. Ἐξῆν δὲ τοῖς μὲν ξένοις ἐκκαλεῖσθαι πόλιν ἄλλην· τοῖς δὲ πολίταις οὐκέτι. Ἔκλαγξαν δ’ ἀρ’ ὀϊστοί: Ποιὸν ἦχον ἀπετέ‐ λεσαν, ἤχησαν. Ἔστι ῥῆμα πεποιημένον κλάζω· ὁ

322

(50)

μέλλων, κλάγξω· ὁ ἀόριστος, ἔκλαγξα· τὸ τρίτον τῶν πληθυντικῶν, ἔκλαγξαν. Ἐκλώζετε: Κλωσμὸν ἔλεγον τὸν γινόμενον ἐν τῷ στόματι ψόφον· ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ἀκροαμάτων, ὧν οὐχ ἡδέως ἤκουον. Ἐκ τοῦ
55Ῥητορικοῦ.
55Ἐκλογεῖς: Οἱ ἐκλέγοντες τοὺς φόρους· ἀπὸ
τοῦ ἐκλέγειν τὸ πράττεσθαι καὶ ἀπαιτεῖν. Ἐκλέλαθα: Ἔστι λήθω· ὁ μέσος παρακεί‐

323

μενος, λέληθα· μεταπεσόντος δὲ τοῦ η εἰς α βραχὺ, λέλαθα, ὡς τὸ μέμηκα, μέμακα. Οἱ δέ γε Σικελοὶ τὸ τελικὸν α τῶν παρακειμένων εἰς ω μετατιθέ‐ μενοι ἐνεστῶτα ποιοῦσι· πεποίηκα, πεποιήκω· λέ‐
5λαθα, λελάθω.
5 Ἐκμυζήσας: Ἐκπιέσας, ἐκθλίψας. Ἐκμαγεῖον: Ἐκτύπωμα καὶ ἐκσφράγισμα. Ἐκ τοῦ μάσσω γίνεται μάγος, ὁ ἀπομασσόμενος πάντα. Ἐκ δὲ τοῦ μάγος κτητικοῦ, μαγεῖον καὶ ἐκμαγεῖον, ὡς διδάσκαλος, διδασκαλεῖον· πάσσαλος,
10πασσαλεῖον· καὶ ἰατρὸς, ἰατρεῖον. Ἐκνεφίας: Ὁ σφοδρὸς ἄνεμος, ἤγουν ὁ ἐκ νεφῶν ἄνεμος. Παρὰ τὸν γνόφον, οἱονεὶ ὁ νέφη συνάγων, καὶ ἐξ αὐτῶν κινούμενος. Ἐκνομίως: Μεγάλως, ἐξάλλως, παρὰ τὰ νενο‐
15μισμένα, ἢ καθ’ ὑπερβολὴν κακίας ἢ ἀρετῆς, οἷον ἔξω νόμου, ὡς ἐκδίκως τὸ ἔξω τοῦ δικαίου· καὶ ἐν‐ δίκως, τὸ ἐναντίον. Ἐκνενευρισμένοι: Ἐψιλωμένοι δυνάμεως. Ἐκολώα: Ἐθορύβει· παρὰ τὸ κολωῶ, τὸ θορυβῶ·
20τοῦτο ἐκ τοῦ κολωὸς, ὃ σημαίνει τὸν θόρυβον, τοῦτο ἐκ τοῦ κλῶ κλῶος καὶ κολωός. Ἐκολλόπωσε: Κόλλῃ συνήρμοσεν. Ἀπὸ γὰρ τοῦ νωτιαίου κόλλοπος καὶ δέρματος ἑψομένου γίνεται ἡ κόλλα τῶν βοῶν· ὅθεν καὶ ᾧ ἐπιτείνουσι τὰς χορ‐
25δὰς, κόλλοψ. Ἦν γὰρ δερμάτινος. Ἔκπαγλος: Ὁ καταπληκτικός. Παρὰ τὸ πέ‐ λαγος, (φοβερὸν γὰρ τοῖς πλέουσιν,) ἐκπέλαγος· καὶ κατὰ συγκοπὴν, ἔκπαγλος. Ἢ ἐκ τοῦ πλήσσω, τοῦ σημαίνοντος τὸ θαυμάζω, ὁ δεύτερος ἀόριστος, ἔπλα‐
30γον· καὶ ὄνομα, ἔκπλαγος· καὶ ἐπίρρημα, Ἐκπάγλως κοτέοντο. Ἔκπαγλα: Κανών ἐστιν ὁ λέγων, ὅσα ἐν ὁμο‐ φωνίᾳ καθέστηκε πληθυντικῶν οὐδετέρων ὀνομάτων μετάγεται εἰς ἐπιρρηματικὴν σύνταξιν.
35Ἐκπαγλότατε: Ἐκπληκτικώτατε, φοβερώτατε·
35ἢ ἐξοχώτατε. Ἐκ τοῦ ἐκπλήσσομαι ῥηματικὸν ὄνομα ἔκπλαγος· καὶ ὑπερθέσει, ἔκπαγλος. Ἐκποδών: Ἀφανὴς, ἐκ μέσου. Ἐκποίητος τῷ πατρί: καὶ Ἐκποίητον γενέ‐
σθαι: Ἀποκηρυχθῆναι τοῦ γένους. Ἢ ὁ δοθεὶς
40ἑτέρῳ εἰς ποίησιν. Οἱ δὲ φασὶν, διαφέρει ἐκποί‐ ητος ἀποκηρύκτου· ὅτι ὁ μὲν ἀποκήρυκτος, ἐπὶ κολάσει ἐκβάλλεται· ὁ δὲ ἐκποίητος, ὑπὸ τοῦ φύσει πατρὸς δίδοται εἰς ἕτερον οἶκον πρὸς θέσιν. Ἔκπτωτος: Ἰστέον ὅτι ὥσπερ λέγεται ἔκβιος
45ὁ ἐστερημένος τοῦ βίου· καὶ ἐξούσιος, ὁ ἐστερημένος τῆς οὐσίας· τὸν αὐτὸν τρόπον καὶ ἔκπτωτος λέγεται ὁ ἐστερημένος τῆς πτώσεως. Ἔκπυστα: Ἔκπυστα ἐποίησε τὰ πραττόμενα.

323

(50)

Ἐκ τοῦ πεύθω, ὃ σημαίνει τὸ ἀκούω, γίνεται πυστὰ,

323

(50)

καὶ ἔκπυστα. Σημαίνει δὲ τὰ ἐξάκουστα καὶ ἐξάγ‐ γελτα καὶ ἔκδηλα. Ἐκπερδικίσαι: Διαδρᾶναι πανούργως· ἀπὸ μεταφορᾶς τῶν περδίκων· πανοῦργον γὰρ τὸ ζῷον καὶ διαδιδράσκον τοὺς θηρῶντας.
55Ἐκποκιῶ: Ἐκτίλλω. Ποκάδες γὰρ αἱ τρίχες. Ἑκτικῶν: Τῶν περὶ ἕξιν νοσούντων. Ἐκτόπως: Μεγάλως, κραταιῶς.

324

Ἐκτιλώσαντο: Πράως καὶ χειροήθως μετεχει‐ ρίσαντο. Ἐκμαρτυρεῖν: Τὸ λέγειν οὐχ ἅπερ αὐτὸς εἶ‐ δεν, ἀλλ’ ἅπερ ἑτέρων ἤκουσε λεγόντων. Ἐκμαρ‐
5τυρία δὲ γεγραμμένη ἀναγινώσκεται, ὅτάν τις ἢ τελευτήσας ἢ (ᾖ) ὑπερόριος. Ἐκρέμω: Ἐκ τοῦ κρεμῶ, παράγωγον κρέμημι, ὡς ἱστῶ, ἵστημι· τὸ παθητικὸν, κρέμαμαι, ὡς ἵστα‐ μαι· ὁ παρατατικὸς, ἐκρεμάμην· ἐκρέμασο, τὸ βί·
10(κρεμὰς γὰρ ἡ ἐνεστῶτος μετοχὴ, ὥσπερ ἱστάς·) καὶ ἀποβολῇ τοῦ ς Ἰωνικῶς, ἐκρέμαο· καὶ κράσει τῶν φωνηέντων, ἐκρέμω. Καὶ οὐκ ἔστιν ἐκ τοῦ κρεμῶ· ἦν γὰρ ἂν περισπώμενον, ὡς ἐβοῶ, ἐγελῶ. Χοιρο‐ βοσκός.
15Ἐκ ῥώμης: Ἡ ἐξ πρόθεσις, ὅταν αὐτῇ σύμ‐
15φωνον ἐπιφέρηται, τρέπει τὸ ξ εἰς κ. Δεῖ δὲ προσ‐ θεῖναι, “χωρὶς εἰ μὴ εὑρεθῇ μετὰ παρέλκοντος·” οἷον ὡς παρὰ Ἀρχιλόχῳ, “διὲξ σωλῆνος·” καὶ πάλιν, “διὲξ τὸ μύρτον,” ἀντὶ τοῦ, διὰ τὸ μύρτον· σημαίνει δὲ τὴν μυρσίνην. Ἔτι δεῖ προσθεῖναι, “καὶ χωρὶς εἰ μὴ
20εὑρεθῇ ἐν τέλει στίχου·” οἷον ὡς παρὰ Θεοκρίτῳ, Ἔνθα μιᾶς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἐξ τοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός. Καὶ χωρὶς τοῦ πάρεξ. Ταῦτα πάντα ἐσημειωσά‐ μεθα, ἐπειδὴ ἐπὶ τούτων τῶν χρήσεων ἐφύλαξε τὸ ξ
25τῆς προθέσεως συμφώνου ἐπιφερομένου.
25 Ἕκτωρ: Παρὰ τὸ ἔχω, τὸ κρατῶ, ὁ μέλλων, ἕξω· ἐξ αὐτοῦ Ἕκτωρ, ὁ τοὺς Τρῶας ἐπικρατῶν· ἢ ὁ τῆς Τροίας κρατῶν· ἢ παρὰ τὸ ἐκθορεῖν. Ἔκτα σὺν οὐλομένῃ Ἀλόχῳ: Ἐὰν ἀναγνῷς ἔκταν, Ἀττικῆς κλίσεως ἐστίν. Ἀπὸ τοῦ κτῆμι, ὁ
30βʹ ἀόριστος, ἔκτην· καὶ συστολῇ, ἔκταν. Ἐὰν δὲ
κατέκτα, ἐκ τοῦ κτάω κτῶ. Ἐκτῆσθαι: Κτῶ κτήσω κέκτηκα κέκτημαι κεκτῆσθαι· καὶ ἀποβολῇ τοῦ κ. Ὅτε γὰρ ἀπὸ δύο συμφώνων ἄρχεται ὁ ἐνεστὼς, οὐκ ἀναδιπλασιάζεται
35ὁ παρακείμενος. Ἐκτίλαι: Ἐστὶ τείνω· ἀποβολῇ τοῦ ε, καὶ τροπῇ τοῦ ν εἰς λ, γίνεται τίλλω ῥῆμα. Σημαίνει τὸ ξαίνω· ὁ γὰρ ξαίνων τείνει. Ἐκτυφῆναι: Τύφω· ὁ δεύτερος ἀόριστος, ἔτυ‐
40φον· ὁ παθητικὸς, ἐτύφην, τυφῆναι. Σημαίνει δὲ παρὰ μικρὸν ἐκτυφλωθῆναι. Ἐκτραχηλισθῆναι: Ἐκπεσεῖν τῶν ἵππων, οἳ τὸν αὐχένα ἐπικάμψαντες ἀποσείονται τὸν ἐπιβάτην. ἐκτραχηλισθῆναι δὲ λέγουσιν, οὐχὶ ἐκσφονδυλι‐
45σθῆναι. Ἔστιν οὖν ἀντὶ τοῦ διαμαρτάνειν ἐκπε‐ σόντα ἀπὸ μεταφορᾶς τῶν τοὺς ἵππους ἀναβαινόντων. Μέμνηται Δημοσθένης ἐν πέμπτῳ Φιλιππικῶν. Ἐκ τοῖο: Ἐξ ἐκείνου τοῦ χρόνου ὡς καλὸς, καλοῦ, καλοῖο, οὕτω καὶ [ἐκτὸς,] ἐκ τοῦ, ἐκ τοῖο·

324

(50)

Ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο.

324

(50)

Ἐκτιλωμένοις: Συνήθεσιν· ἐπεὶ ὁ κτίλος, ὁ ἡγούμενος τῆς ποίμνης κριὸς, συνήθης τῷ ποιμένι. Ἑκυρός: Ὁ πενθερός. Οὕτως ἀγορεύεται παρὰ τῆς νύμφης ὁ τοῦ νυμφίου πατὴρ, ὡς Πρίαμος ὑπὸ Ἑλένης,
55Αἰδοῖός τέ μοι ἐσσὶ φίλε ἑκυρὲ δεινός τε.
55Πενθεροὶ δέ εἰσι τῷ νυμφίῳ οἱ τῆς νύμφης πατέρες. Εἴρηται δὲ ἑκυρὸς παρὰ τὸ εἰς ἑαυτὸν τὴν κόρην ἄγειν. Ἢ παρὰ τὸ δέχω, δεχυρός· καὶ ἀποβολῇ

325

τοῦ δ, καὶ τροπῇ τοῦ χ εἰς κ, ἑκυρός. Ἢ παρὰ τὸ κύρω, τὸ ἐπιτυγχάνω, κυρὸς, καὶ πλεονασμῷ τοῦ ε, ἑκυρός. Ἐκυδάσσατο: Σημαίνει τὸ ἐλοιδόρησεν.
5Ὦ πέπον, ἦ μάλα δή με κακῶς ἐκυδάσσαο.
5Ἔστι κῦδος ἀρσενικῶς, καὶ σημαίνει παρὰ Συρα‐ κουσίοις τὴν λοιδορίαν. Ἀπὸ γοῦν τοῦ κῦδος, κυ‐ δάζω, κυδάζομαι· καὶ κυδάζεται τοῖς πᾶσιν Ἀργείοις, ἀντὶ τοῦ λοιδορεῖται, Σοφοκλῆς Αἴαντι.
10Ἐκφυλλοφορῆσαι καὶ Ἐκφυλλοφορίαι: Εἴποτέ
10τις τῶν πολιτῶν ἀδικεῖν ἐδόκει, καὶ ἀνάξιος εἶναι τοῦ
συνεδρίου τῶν πεντακοσίων, ἐσκόπει περὶ αὐτοῦ ἡ βουλὴ, εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν, ἀλλ’ ἐλα‐ θῆναι ἐκ τοῦ συνεδρίου. Ἀντὶ δὲ τῆς ψήφου φύλ‐ λοις ἐχρῶντο, ἐν οἷς ἐπεσήμαινε τὴν αὑτοῦ γνώμην
15ἕκαστος, ὥσπερ ὀστράκῳ ἐπὶ τοῦ ὀστρακισμοῦ. Καὶ ἐλέγετο τοῦτο ἐκφυλλοφορῆσαι. Μετὰ δὲ τὸ ἁλῶναι κακουργοῦντα Ξενότιμον τὸν ὑπηρέτην ἐν τοῖς κυά‐ μοις, οὕτως ἡ τῶν φύλλων ἐπενοήθη. Ἐξῆν μέντοι ἐν τῷ διαστηρίῳ καταδέχεσθαι τοὺς ἐκφυλλοφορη‐
20θέντας, ὡς καὶ Δημοσθένης φησὶν ἐν τῷ κατὰ Νεαίρας. Ἐκωδωνίζοντο: Περιβόητοι ἐγίνοντο. Τέτακται καὶ ἐπὶ τοῦ διεπειράσθησαν, ὡς ἐν τῷ διεκωδωνίσεν. Εἴρηκεν οὕτω Λυσίας.
25Ἑκτεύς: Μέτρον τὶ, τὸ ἕκτον μέρος τοῦ με‐
25δίμνου, ἔχοντος χοίνικας μή· ὡς εἶναι τὸν ἑκτέα χοίνικας ὀκτώ. Καὶ ἡμίεκτον, τὸ δωδέκατον τοῦ μεδίμνου. Ἐλάσσων: Ὁ βραχύτερος. Ἀπὸ τοῦ ἐλαχὺς ἐλαχύτερος, ἐλαχίων· ὁ τρίτος τύπος τῶν συγκριτι‐
30κῶν, ἐλάσσων. Τὸ δὲ ἐλαχὺς, παρὰ τὸ ἐλῶ, τὸ
30ἀφαιρῶ· ἵν’ ᾖ, ὁ ἀφαιρεθείς· καὶ ἐκ τούτου, μειω‐ θείς. Καὶ ἐλαχὺν δόμον Καλλίμαχος τὸν μικρὸν καὶ πενιχρόν. Ἐλαστρῶ: Ἀπὸ τοῦ ἐλῶ· ἀφ’ οὗ τὸ ἐλαύνω· ὁ Ἀττικὸς παρακείμενος, ἐλήλακα· ὁ παθητικὸς, ἐλή‐
35λασμαι· ῥηματικὸν ὄνομα ἔλαστον, καὶ ἔλαστρον,
35πλεονασμῷ τοῦ ρ, ὡς κεντῶ, κέντον, καὶ κέντρον. Καὶ ἐκ τοῦ ἔλαστρον γίνεται ἐλαστρῶ. Ἢ ὡς ἀπὸ τοῦ βοῶ βοάζω βοαστὴς, βοαστρῶ καὶ βωστρῶ· καὶ καλῶ καλίζω καλιστὴς καλιστρῶ· οὕτω ἐλῶ ἐλάζω ἐλαστὴς ἐλαστρῶ. Πρώτης συζυγίας· ὅθεν καὶ,
40Ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
40Ἀντὶ τοῦ ἤλαυνον, Ἰλιάδος ςʹ. Ἐλασαίατο: Ἐλῶ ἐλάσω ἤλασα ἠλασάμην· τὸ εὐκτικὸν, ἐλασαίμην ἐλάσαιντο· καὶ Ἰακῶς, ἐλα‐ σαίατο. Καὶ ἐξελάσαιμι. Ἐκ δὲ τοῦ ἐλῶ γίνεται ἔλημι.
45 Ἐλασίβροντα: Ἐλαυνόμενα ὡς αἱ βρονταί. Ἐλάτη: Παρὰ τὸ ἐλῶ, τὸ ἐλαύνω, ἐλάτη, καὶ ἐλάτης, καὶ ἐλατήρ. Ὡσαύτως καὶ τὸ φυτόν. Ἐλάτεια: Πόλις Φωκίδος· καὶ Ἐλατεύς.
Ἐλαύνω: Εἴτε τὸ διώκειν, ἐξ οὗ ἀπελαύνω· ἢ

325

(50)

ἐπὶ χαλκοῦ, ἢ χρυσοῦ, τὸ σημαινόμενον πρόδηλον· παρὰ τὸ ἐλῶ· οἷον, Πτύχας ἤλασε κυλλοποδίων. Καὶ, Διαμπὰξ διήλασεν ὄμβριμον ἔγχος.
55Ἔλω, ἐλύω, ἐλύνω· καὶ πλεονασμῷ τοῦ α, ἐλαύνω.
55Ἢ ὥσπερ βῶ βαίνω, οὕτως ἐλῶ ἐλαίνω· καὶ τροπῇ
55τοῦ ι εἰς υ, γίνεται ἐλαύνω.
55 Ἔλω: Σημαίνει δύο· τὸ λαμβάνω, ὡς τὸ, Ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο. Σημαίνει καὶ τὸ φονεύω, ὡς τὸ, Φύλακον δ’ ἕλε Λήϊτος ἥρως.

326

Ἔλαφος: Τὸ ζῷον· ἢ διὰ τὴν κουφότητα καὶ τὸ τάχος, ἐλαφρή τις οὖσα· ἢ διὰ τὸ ἕλκειν τοὺς ὄφεις καὶ ἀναιρεῖν διὰ τῶν μυκτήρων· ἢ ἀπὸ τοῦ ἐλαύνειν τοὺς ὄφεις· ἢ ἀπὸ τοῦ ἔλος, ἔλαφος· ἢ παρὰ τὸ
5ἑλεῖν τοὺς ὄφεις, ἕλοφός τις οὖσα. Τούτους γὰρ ἐσθίουσα καθαίρεται φυσικῶς. Οὕτως γοῦν οἱ ὄφεις ὅτε ἀφανίζονται, αὕτη τὸ κέρας αὐτῆς προστρίβει εἰς πέτραν, θερμαινόμενον δὲ ποιεῖ ἀναθυμίασιν· ἧς μεταλαμβάνουσιν οἱ ὄφεις, καὶ ἐξέρχονται τῶν φω‐
10λεῶν.
10 Ἐλάφειος ἀνήρ: Ἐπὶ τοῦ δειλοῦ· ἐκ μετα‐ φορᾶς τῶν ζῴων· δειλὸν γὰρ ἡ ἔλαφος. Ἐλαφηβόλος: Κυνηγός· εἴρηται καταχρη‐ στικῶς. Ἐλαφηβολιών: Μὴν Ἀθηναίων, ἀπὸ τῶν ἐλά‐
15φων ὀνομασθεὶς, αἳ (τούτῳ) τῷ μηνὶ ἐθύοντο τῇ ἐλα‐
15φηβόλῳ Ἀρτέμιδι.
15 Ἐλαφρός: Εὐκίνητος, ἐλεφός τις ὤν· ἢ ἀπὸ τῆς ἐλάφου, ἥ ἐστι κουφότατον καὶ εὐκίνητον. Ἐλαφροτάτους: Ἐν ἐπαίνῳ λέγουσι τὸ ὄνομα οἱ παλαιοὶ, ἀντὶ τοῦ πραοτάτους· κατὰ τὸ ἐναντίον, τοὺς βαρυτάτους καὶ φορτικωτάτους.
20 Ἐλαΐζειν: Τὰς ἐλαίας ἐργάζεσθαι. Γεωργοῖς Ἀριστοφάνης. Ἐλαιοκομεῖν καὶ Ἐλαιοκόμων: Τὰ ἔργα τῶν τὰς ἐλαίας ἐργαζομένων. Κομεῖν γὰρ τὸ ἐπιμε‐ λεῖσθαι.
25Ἔλαιον: Ὁ καρπός. Παρὰ τὸ λεῖον λέαιον,
25τὸ λεαῖνον τὸ σῶμα· καὶ ἐν ὑπερθέσει, ἔλαιον. Ἢ ἀπὸ τοῦ ἐλαία τοῦ φυτοῦ παρωνύμως ἔλαιον, τὸ τρω‐ γόμενον. Τὸ ΛΑΙ, δίφθογγον· διότι ἀνεφάνη τὸ α ἐν τῷ ἐλᾴδιον· ἐπὶ δὲ τοῦ ἐλέους, διὰ τοῦ ε ψιλοῦ· παρὰ γὰρ τὸ ἕλω, τὸ λαμβάνω· τὸ γὰρ ἔλεος πάντες
30λαμβάνομεν. Ἔστι δὲ καὶ ἀρσενικῶς ὁ ἔλεος· ἢ παρὰ τὸ λῶ, τὸ θέλω.
Ἐλαία: Παρὰ τὸ λεῖον· ἢ λειῶ, λέαια· καὶ ἐν ὑπερβιβασμῷ, ἐλαία, ἡ τὸ λεαῖνον τίκτουσα. Ἢ παρὰ τὸ ἕλος, διὰ τὸ ἐν ἕλει ἵστασθαι· ἐν ἕλεσι γὰρ
35ὑγροῖς τὸ φυτόν. Ἢ παρὰ τὴν ἀλέαν, τὴν θερμασίαν·
35ἐν θερμοῖς γὰρ τόποις χαίρει. Ἐλαιοῦς: Πόλις ἐν Ἑλλησπόντῳ· Ἐλαιού‐ σιος, ὡς Τραπεζοῦς Τραπεζούσιος. Ἐλεών: Ἡ πόλις· κλίνεται Ἐλεῶνος· παρὰ τὸ ἕλος, ἡ ἑλώδης οὖσα. Ἢ ἐλαών τις οὖσα, ὅτι πολ‐
40λαὶ ἐλαῖαι πεφύκασιν ἐν αὐτῇ. Ἢ παρὰ τῇ ἕλῃ ἐστίν. Ἐλεοῦσα: Νῆσος πλησίον Ῥόδου. ὅτι Ἀθηναῖοι βαρεῖς φόρους εἰσπράττοντες Ῥοδίους, τῶν μὴ διδόντων τὰς θυγατέρας ....
45Ἐλεοκόπους: Λυσίας τοὺς τὰ ἕλη κόπτοντας,
45ὡς τὸ ἐλεόθρεπτον σέλινον, τὸ ἐν ἕλει τεθραμ‐
45μένον. Ἐλέατρος λέγεται ὁ μάγειρος, παρὰ τοὺς ἐλε‐ οὺς, αἵ εἰσι μαγειρικαὶ τράπεζαι. Ζήτει εἰς τὸ εἰλεός. Ἔλεγος: Θρῆνος ὁ τοῖς τεθνεῶσιν ἐπιλεγόμενος.

326

(50)

Εἴρηται δὲ παρὰ τὸ ἒ ἒ λέγειν ἐν τοῖς τάφοις. Ἢ

326

(50)

ἀπὸ τοῦ εὖ λέγειν δι’ αὐτοῦ τοῦ θρήνου τοὺς κατοιχο‐ μένους. Καὶ ἐλεγεῖα, παρὰ τὸ ἐλεεῖν τὸν τετε‐ λευτηκότα· ἢ ἐλέγεα, παρὰ τὸ εὖ λέγειν τὸν ἀπο‐ βιώσαντα. Ἐλεγεῖα: Τὸ μέτρον· καὶ ἀρσενικῶς, ἔλεγος·
55ἢ ὅτι ἐπιλέγεται τῷ ἑξαμέτρῳ τὸ πεντάμετρον· ἢ
55παρὰ τὸν ἔλεον καὶ τὸν γόον· ἢ παρὰ τὸ λέγεσθαι ἐπὶ τῶν θανόντων· εἰς ἐπικηδείαν γὰρ ἐλέγετο. Ἢ παρὰ τὸ ἒ ἒ λέγειν τοὺς τεθνεῶτας· ἢ παρὰ τὸν

327

ἔλεγον, τὸν θρῆνον. Δίδυμος δὲ, ὅτι διὰ τοῦτο τῷ ἡρῳῷ ἐπῇδον ὡς πεντάμετρον καὶ λειπόμενον τοῦ ἡρῳοῦ, μιμούμενοι τὴν τῶν ἀποθνησκόντων ἀπόπαυσιν· ἐπὶ γὰρ μόνοις νεκροῖς πάλαι ᾔδετο πρὸς παραίνεσιν
5καὶ παραμυθίαν τῶν συγγενῶν καὶ φίλων τοῦ τε‐ θνεῶτος. Ἐλεγαίνειν: Τὸ παραφρονεῖν· τινὲς τῶν πα‐ λαιῶν καὶ τὸ ὁπωσδήποτε ἀκολασταίνειν· καὶ τὸ ἐλεγεῖον μέτρον ἀπὸ τούτου κληθῆναι τινὲς νομί‐
10ζουσιν, ὅτι Θεοκλῆς Νάξιος ἢ Ἐρετριεὺς πρῶτος
10αὐτὸ ἀνεφθέγξατο μανείς. Ζήτει εἰς τὸ ἀσέλ‐
γειαν. Ἐλεγηΐς: Ἡ θυγάτηρ Νηλέως τοῦ ἡγησα‐ μένου εἰς Καρίαν τῆς Ἰώνων ἀποικίας· ἧς τὸ κύριον ὄνομα Πειρὼ φασὶν εἶναι. Εἴρηται δὲ παρὰ τὸ ἐλε‐
15γαίνειν, τὸ ἀκολασταίνειν· διὸ οὐδεὶς αὐτὴν Ἀθη‐
15ναίων ἠβουλήθη γῆμαι.
15 Ἐλέγχω: Ὁ μέλλων, ἐλέγξω· γίνεται ἐκ τοῦ ἔλεγχος. Ἔλεγχος δέ ἐστιν ὁ τὸ πρᾶγμα σαφηνίζων· παρὰ τὸ ἕλην ἔχειν, ἤγουν λαμπηδόνα καὶ φῶς, ἔλεχός τις ὢν, καὶ πλεονασμῷ τοῦ γ· ὁ φωτίζων τὰ πράγ‐ ματα. Ὁ γὰρ ἔλεγχος εἰς φῶς ἄγει τὰ πράγματα.
20 Ἐλεγχείη: Τὸ ὄνειδος. Τὸ ΧΕΙ, δίφθογγον· διότι ἀνεφάνη τὸ ε ἐν τῷ ἔλεγχος ἐλεγχεία. Ση‐ μαίνει δὲ τὸ ὄνειδος. Ἐλεδώνη: Εἶδος πολύποδος. Ἀπὸ τοῦ ἑαυτὴν ἔδειν, ὅ ἐστιν ἐσθίειν, ἐεδώνη, καὶ πλεονασμῷ τοῦ λ.
25Ἡσίοδος,
25Ὅτ’ ἀνόστεος ὃν πόδα τένδει.
25 Ἐλεαίρω: Ὡς ἀπὸ τοῦ ἔλπω ἐλπαίρω, (ἐκ τούτου Ἐλπήνωρ,) οὕτω καὶ ἀπὸ τοῦ ἐλεῶ ἐλεαίρω ἐλεαρῶ. Ἐλεεινός: Ἀπὸ τοῦ ἔλεος. Εἰς τὸ ἀσελ‐ γαίνειν.
29Ἐλεῶ: Κατὰ μὲν τοὺς Ἀττικοὺς, πρώτης συ‐
30ζυγίας τῶν περισπωμένων, ἐλεεῖς·
30 Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος. Κατὰ δὲ τὴν κοινὴν, δευτέρας. Καὶ γίνεται παρὰ τὸ ἔλεος· τοῦτο παρὰ τὸ λῶ, τὸ θέλω. Ἑλεεῖς: Δῆμος τῆς Ἀττικῆς. Ὠνόμασται δὲ ἀπὸ τοῦ ἐν αὐτῇ ἕλους· ἑλώδης γὰρ ὁ τόπος· οἱ
35γὰρ δῆμοι τῶν Ἀθηναίων, ἢ ἀπὸ τόπων, ἢ ἀπὸ τῶν
35παρακειμένων αὐτοῖς, ἢ ἀπὸ τῶν ἐν αὐτοῖς φυτῶν, ἢ ἀπὸ τῶν ἐν αὐτοῖς χειροτεχνῶν, ἢ ἀπὸ τῶν οἰκησάν‐ των ἀνδρῶν ἢ γυναικῶν. Ἔλεγος: Ἐκ τοῦ περὶ Χρηστομαθίας Πρό‐ κλου·
40Ὁ μέντοι ἐπικὸς κύκλος ἄρχεται μὲν ἐκ τῆς μυθολογου‐
40μένης Οὐρανοῦ καὶ Γῆς μίξεως· ἀφ’ ἧς Ἑκατοντάχειρες γίνονται. Καὶ ἑξῆς, Διαπορεύεται δὲ τά τε ἄλλως περὶ θεῶν τοῖς Ἕλλησι μυθολογούμενα, καὶ εἴ που τι καὶ πρὸς ἱστορίαν ἐξαληθίζεται. Περατοῦται δὲ ἐξ διαφόρων ποιητῶν συμπληρούμενος, μέχρι
45Ὀδυσσέως· ὧν καὶ ὀνόματα καὶ πατρίδας φησὶν ὁ αὐτός. Σπουδάζεσθαι δὲ τὰ ἐπικοῦ κύκλου τὰ ποιήματα, οὐχ οὕτω διὰ
τὴν ἀρετὴν, ὡς διὰ τὴν ἀκολουθίαν τῶν ἐν αὐτῷ πραγμάτων. Τὴν δὲ ἐλεγείαν συγκεῖσθαι μὲν ἐξ ἡρῴου καὶ πενταμέτρου στίχου·

327

(50)

ἁρμόζειν δὲ τοῖς κατοιχομένοις· καὶ εὐλογεῖσθαι μὲν ὑπ’ αὐτοῦ τούτους· οἱ μέντοι μεταγενέστεροι ἐπὶ διαφόροις ὑποθέσεσιν αὐτῷ ἀπεχρήσαντο. Τὸ δὲ ἔπος πρῶτον μὲν ἐφεῦρε Φιμονόη ἡ Ἀπόλλωνος προφῆτις ἑξαμέτροις χρησμοῖς [χρησαμένη.] Οἷς ἐπεὶ τὰ πράγματα εἵπετο, ἔπος τὸ ἐκ μέτρων ἐκαλεῖτο· ἢ
55διὰ τὴν κατασκευὴν, καὶ τὴν ἄγαι ὑπεροχὴν τὴν ἐν τοῖς ἑξα‐ μέτροις θεωρουμένην, τὸ κοινὸν ὄνομα παντὸς λόγου τὸ ἑξά‐

328

μετρον ἰδιώσατο· καθάπερ Ὅμηρον τὸν ποιητὴν, καὶ Δημο‐ σθένην τὸν ῥήτορα· ἐπεὶ καὶ τὰ τρίμετρα ἔπη προσηγόρευσαν. Ἑλένη: Ἡ ἡρωΐς· παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἡ πρὸς τὸ ἴδιον κάλλος ἕλκουσα τοὺς ἀνθρώπους· διὰ
5τὸ πολλοὺς ἑλεῖν τῷ κάλλει· ἢ παρὰ τὸ Ἑλλάς· ἢ παρὰ τὸ ἐν ἕλει γεγενῆσθαι, ἡ ὑπὸ τοῦ Τυνδάρεω ἐν ἑλώδει τόπῳ ῥιφθεῖσα, θείας δέ τινος προνοίας τυ‐ χοῦσα, καὶ ἀναληφθεῖσα ὑπὸ Λήδας. Ἐκ τοῦ ἕλους οὖν Ἑλένη ὠνομάσθη.
10 Ἑλένη: Τὸ ΛΕ, ψιλόν· τὰ διὰ τοῦ ΕΝΗ θη‐ λυκὰ ὑπὲρ βʹ συλλαβὰς μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφονται, ἐπί τε βαρυτόνων καὶ ὀξυτόνων· ἐπὶ βαρυτόνων, ὠλένη, ὁ βραχίων· Κλυμένη, κύριον· ὀξύτονα, δεξαμενὴ, εἰαμενή. Πρόσκειται, “μονογενῆ,”
15διὰ τὸ κελαινή. Ἑλένειον: Βοτάνη ἡ ἐν Ἀλεξανδρείᾳ γινομένη. Εἴρηται ὅτι ἐκ τῶν δακρύων τῆς Ἑλένης ἀνεφύη, ὅτε ἐπὶ Κανώβῳ τῷ κυβερνήτῃ Μενέλαος ἐδάκρυσεν ὑπὸ αἱμορροΐδος ἀποθανόντι.
20 Ἑλεθηρὲς ὕδωρ, τὸ ὑπὸ τοῦ ἡλίου τεθερμα‐ σμένον· παρὰ τὴν ἕλην, τὴν θερμασίαν, καὶ τὸ θέρω, τὸ θερμαίνω. Ἐλεσπίδας: Πείσεά τε προλιπὼν καὶ ἐλεσπίδας.
25Οἱ μὲν, τοὺς συμφύτους τόπους· οἱ δὲ, τοὺς ἑλώδεις·
25ἄμεινον δὲ τοὺς λεπώδεις, παρὰ τὸ λελεπίσθαι ὑπὸ
25τῶν ἀνέμων, ἢ ὑπὸ τῶν κυμάτων· ὅθεν καὶ λέπα, τὰ ἀκρότατα τῶν ὀρέων. Εὐριπίδης, Καὶ Κιθαιρῶνος λέπας. Ἔλεψε: Ἰλιάδος αʹ, Περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε.
30Περιελέπισε γὰρ αὐτὸ ὁ σίδηρος, ὅ ἐστιν ἔγλυψε καὶ
30ἐκάθηρεν. Ἀπὸ τοῦ λέπω· ἐξ οὗ καὶ λέπυρον, τὸ τῶν καρύων ἔλυτρον, καὶ λέπος. Ὁ μέλλων, λέψω, ἔλεψα. Ἢ παρὰ τὸ λεπῶ πρώτης τῶν περισπωμένων, λεπήσω, ἐλέπησα· τὸ τρίτον, ἐλέπησε· καὶ κατὰ συγκοπὴν τοῦ η, καὶ κράσει τοῦ ΠΣ εἰς ψ, ἔλεψεν.
35Ἐλέλικτο: Αὐτὰρ ἐπ’ αὐτῷ κυάνεος ἐλέλικτο δράκων.
Ἀντὶ τοῦ ἤλικτο. ἐνέσφιγκτο. Ἐλίσσω ἐλίξω ἤλιχα ἤλιγμαι καὶ ἐλήλιγμαι· ὁ ὑπερσυντέλικος,
40ἠλίγμην καὶ ἐληλίγμην, ἐλήλιξο, ἐλήλικτο· καὶ
40τροπῇ τοῦ η εἰς ε.
40 Ἐλέλιξεν: Μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. Ἀντὶ τοῦ ἐκίνησεν, ἔσεισε. Καὶ γίνεται παρὰ τὸ ἐλελίζω· ὅπερ ἀπὸ τοῦ ἐλίσσω γίνεται κατὰ ἀναδι‐ πλασιασμόν. Ὁ ἀόριστος, ἐλέλιξα· ὁ μέσος, ἐλελι‐
45ξάμην· καὶ ἡ μετοχὴ, ἐλελιξάμενος. Σημαίνει
45καὶ τὸ ἐπιστραφεὶς, ὡς τὸ,
45 Τὴν δ’ ἐλελιξάμενος πτέρυγος λάβεν. Ἐλελίχθησαν: Εἰλήθησαν, συνεστράφησαν, ἐτινάχθησαν· ἀπὸ τοῦ ἐλίσσω, Ἰλιάδος ζʹ Καὶ, Ὡς ἐλέλιχθεν. Ἀντὶ τοῦ ὡς ἐπεστράφησαν.

328

(50)

Ἑλεπόλεις: Σημαίνει τὰ μάγγανα καὶ μηχα‐

328

(50)

νήματα τὰ πόλεις πορθοῦντα· παρὰ τὸ ἑλεῖν τὰς πόλεις. Ἑλῶ γάρ ἐστι τὸ πορθῶ. Τὰ δὲ παρὰ τὸ πόλις συντεθέντα ὀνόματα, εἰ μὲν ὦσι θηλυκὰ, τὴν τῶν ἁπλῶν φυλάσσουσι κλίσιν· εἰ δὲ ἀρσενικοῦ καὶ θηλυκοῦ μετέχει, διὰ τοῦ ΔΟΣ κλίνεται, φυγόπολις,
55φυγοπόλιδος.
55 Ἐλέφας: Τὸ ζῷον· Ἀμετροβίων ἐλεφάντων. Ἐλέβας τὶς ὤν· διὰ γὰρ τὸ βάρος ἐν ὕδατι ἑλώδει τὰς ἐπιβάσεις (τουτέστι τὰς μίξεις) ποιεῖται· ἢ παρὰ τὸ ἐλεφαίρω, τὸ βλάπτω· βλαπτικὸς γάρ. Ἢ

329

παρὰ τὸ ἐλίσσω γίνεται ἐλίφας καὶ ἐλέφας, ὁ ἐλι‐ γμένην ἔχων ῥῖνα. Ἢ παρὰ τὸ ἐν ἕλει ἐπιβαίνειν τῇ θηλείᾳ, ἑλέβας τὶς ὤν· ἐπιβαίνει γὰρ τῇ θηλείᾳ,
5οὐκ ἐπὶ γῆς διὰ τὸν ὄγκον, ἀλλ’ ἐπὶ ὕδατος ἑλώδους ὅπου νέμονται· καὶ γίνεται εἰκότως κοῦφος. Ἢ παρὰ τὸ λευκὸς γίνεται λεύκας· καὶ τροπῇ τοῦ κ εἰς φ, λέφας· καὶ πλεονασμῷ τοῦ ε, ἐλέφας· πάνυ γὰρ ἐστὶ λευκὸν τὸ ὀστοῦν αὐτοῦ· καὶ Ὅμηρος Ἰλιά‐
10δος δʹ,
10 Ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ. Ἀντὶ τοῦ ἐλεφάντινον ὀστοῦν τῷ φοινικῷ χρώματι χρίσῃ, βάψῃ. Ἰλιάδος εʹ, ἐκ δ’ ἄρα χειρῶν ἡνία λεύκ’ ἐλέφαντι χαμαὶ πέσον.
15Ἐλεφαντίνη: Ἡ Αἰγυπτία· καὶ φησὶν Ἀπίων,
15ὅτι Ὀνυχίνην χρὴ λέγειν· ὅτι καθάπερ ὄνυξ ἀφαιρε‐
15θεὶς ἐπιβλαστάνει, διώκων αὐξήσειν τὴν ἀφαίρεσιν· οὕτως ὁ Νεῖλος ἀναλισκόμενος εἰς τὰς ἀρούρας τοῖς δαπανωμένοις ἐπαναχεῖται καθ’ ἕκαστον ἔτος ἀναλι‐ σκόμενος καὶ πάλιν αὐτὰ πελαγίζων. Τὸ ἐθνικὸν, Ἐλεφαντῖνος.
20 Ἐλεφήνωρ: Ὄνομα κύριον· ὁ ἀνδρεῖος, εἰλη‐ φάνωρ· τὸ γὰρ ἀνὴρ ἐν συνθέσει τρέπει τὸ α εἰς η· τὸ δὲ η εἰς ω, ἀγήνωρ. Ἐλατήρ: Παρὰ τὸ ἐλῶ ἐλάσω ἐλατήρ. Ση‐ μαίνει δὲ τὸν ἡνίοχον. Καὶ παρὰ τὸ ἐλεύθω, τὸ παρα‐
25γίνομαι, ἐλευθὴρ, ὄνομα πόλεως τῆς Βοιωτίας· Ἐλευθῆρος μεδέουσα, Ἡσίοδος. Ἐλεφαίρατο·
Ἐλεφαίρατο φῦλ’ ἀνθρώπων.
30Σημαίνει τὸ βλάπτω. Καὶ ἐλεφαίρονται καὶ ἐλε‐
30φηράμενος, τὸ μετὰ ἀπάτης βλάψας. Ἐλεφαίρω
30δὲ κυρίως, τὸ ταῖς ἐλπίσιν ἀπατῶ καὶ βλάπτω. Παρὰ
30τὸ ἔλπω, παράγωγον ἐλπαίρω· καὶ πλεονασμῷ τοῦ
30ε, ἐλπεαίρω· καὶ ὑπερθέσει τοῦ ε, ἐλεπαίρω· καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ἐλεφαίρω· ὁ ἀόριστος, ἐλέφηρα· ὁ μέσος, ἐλεφηράμην· ἐλεφηράμενος, ἡ μετοχή. Δύναται δὲ καὶ παρὰ τὸν ἐλέφαντα τὸ ζῷον εἰρῆσθαι· βλαπτικώτατον γὰρ τὸ ζῷον.
35 Ἐλευσίς: Διὰ τὴν ἀπὸ Δημήτερος ἔλευσιν· ἐκεῖ γὰρ εὗρε τὸν καρπὸν ἐλθοῦσα. Παρὰ τὸ ἐλεύθω ἐλεύσω, Ἐλευσίν· ἔστι δὲ πόλις πλησίον Ἀθηνῶν. Καὶ ὁ Θεολόγος, Οἶδεν Ἐλευσὶς ταῦτα.
40Ἢ ὅτι παρ’ αὐτῇ κατέλυσεν ἡ Δημήτηρ ἐπὶ ζήτη‐
40σιν πορευομένη τῆς θυγατρὸς αὐτῆς. Ἢ ἀπὸ Ἐλευ‐ σίνου τοῦ Ἑρμοῦ. Καὶ Ἐλευσίνια, ἑορτή· καὶ τοῖς νικῶσι τὰ Ἐλευσίνια ἆθλον ἐδίδοτο. Ἐλεύθερος: Παρὰ τὸ ἐλεύθειν ὅπου ἐρᾷ. ἐλευθέριος καλεῖται ὁ Ζεὺς, διὰ τὸ τοὺς ἐλευθέ‐
45ρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ.
45Οὕτως μὲν Ὑπερίδης· ὁ δὲ Δίδυμος οὐ διὰ τοῦτο φησὶν, ἀλλὰ διὰ τὸ τῆς Μηδικῆς δουλείας καὶ ἐπι‐ κρατείας ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. Εἰώθασι δὲ καὶ ὑπὲρ ἐλευθερίας ἱστάναι κρατῆρα τῷ Διῒ, τοὺς πολεμίους ἀπωσάμενοι. Καὶ Ὅμηρος Ἰλιάδος ζʹ,

329

(50)

Κρητῆρα στήσεσθαι ἐλεύθερον. Ἐλεύθω: Σημαίνει τὸ παραγίνομαι. Παρὰ τὸ κέλευθος, ὃ σημαίνει τὴν διὰ θαλάσσης ὁδὸν, γίνεται
55κελεύθω· καὶ ἀποβολῇ τοῦ κ, ἐλεύθω· ὁ μέλλων, ἐλεύσω· ὁ ἀόριστος, ἤλευσα· ὁ βʹ, ἤλυθον· καὶ ἐν συγκοπῇ, ἦλθον· καὶ τὸ προστακτικὸν, ἐλθέ· εἰπέ·

330

εὑρέ· τρία εἰσὶ σεσημειωμένα ὀξυτονούμενα, καὶ ἴσως ὡς μακρᾷ παραληγόμενα. Ὁ παρακείμενος, ἤλευκα· ὁ Ἀττικὸς, ἐλήλυκα· τὴν γὰρ γʹ συλλαβὴν συστέλλει· ὁ ὑπερσυντέλικος, ἐληλύκειν· καὶ ὤφειλεν εἶναι ἠλη‐
5λύκειν· ἀλλὰ τὰ Ἀττικὰ τὰ ἀπὸ βραχέος ἀρχό‐ μενα, ἐν τῷ Ἀττικῷ ὑπερσυντελίκῳ χρονικῶς μεγε‐ θύνονται· οἷον ὀρώρυχα, ὠρωρύχειν· πλὴν τοῦ ἐλήλυκα, ἐληλύκειν· καὶ ἐλήλυθα, ἐληλύθειν. Ὁ μέσος Ἀτ‐ τικῶς, ἐλήλυθα· ἡ μετοχὴ, ἐληλυθώς· καὶ πλεονασμῷ
10τοῦ ο, ἐληλουθώς. Ἰστέον δὲ ὅτι ὁ Ἀττικὸς παρα‐ κείμενος ἀπὸ μακρᾶς οὐκ ἄρχεται. Ἡ γὰρ ἀρχὴ τοῦ Ἀττικοῦ παρακειμένου οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀντεστραμμένος ἀναδιπλασιασμός. Ἐλήλατο: Διεληλύθει, ἐπέπηκτο. Ἐλάω ἐλῶ,
15ἐλάσω, ἤλακα, καὶ ἐλήλακα· ἐληλάμην. Ἐλείψασκον: Λείπω, λείψω, ἔλειψα· ἔλειψαν, πλεονασμῷ ἐλείψασκον Ἰωνικῶς. Ἐλειονόμος: Ἐν τοῖς ἕλεσι νεμόμενος· Νύμφαι ἐλειονόμοι ὑπεδείδισαν,
20Ἀπολλώνιος.
20 Ἐλειήτης: Ὁ λέων· Ἐσχατιὴν ὑπὸ πέζαν ἐλειήταο λέοντος. Εἴρηται παρὰ τὴν ἕλην, τὴν θερμότητα, ἣ λέγεται καὶ εἴλη, πλεονασμῷ τοῦ ι. Ἢ παρὰ τὸ ἕλος, ὅτι
πρὸ τοῦ καταστερισμοῦ ἐν ἕλεσιν ἐνέμετο. Ὦρος.
25 Ἐλελίξω: Ἐλίσσω, τὸ συστρέφω. Ἀπὸ τοῦ εἰλῶ εἰλίσσω· καὶ ἀφαιρέσει ἢ συστολῇ τοῦ ι, ἐλίσσω· τοῦτο κατὰ ἀναδιπλασιασμὸν γίνεται ἐλε‐ λίσσω· ὁ μέλλων, ἐλελίξω. Ἕλιξ: Ἕλιξ λέγεται καὶ τὸ τῆς ἀμπέλου
30νευρῶδες ἔκφυμα, ὃ ἐπιλαμβάνεται τοῦ χάρακος, τὸ παρ’ ἡμῖν βλαστάριον καλούμενον, ἕλικος. Παρὰ τὸν ἑλίξω μέλλοντα, ἕλιξ, ὡς χαράξω, χάραξ δράξω, δράξ. Ἐλίχρυσος: Εἶδος ἄνθους. Θεόκριτος, Κισσὸς ἐλιχρύσῳ κεκονισμένος.
35Ἀπὸ Ἐλιχρύσης τινὸς Ἐφεσίας, ἥτις πρώτη ἀπὸ τοῦ ἄνθους τοῦ χρυσανθέμου ἐστεφάνωσε τὴν Ἄρτε‐ μιν. Ἢ παρὰ τὸ χρυσοειδὲς εἶναι καὶ ἔλειον τὸ ἄνθος· ἵν’ ᾖ ὁ ἐν ἔλει χρυσὸς, ἐλόχρυσος, καὶ ἐλί‐ χρυσος, ὡς ἐλοτενὴς, καὶ εἰλιτενὴς ἄγρωστις.
40Ἐλινός: Ἡ ἄμπελος, ὡς Ἀπολλόδωρος. Φι‐
40λήτας δ’ ἐν γλώσσαις τὸν κλάδον τῆς ἀμπέλου. Νί‐ κανδρος ἐν Θηριακοῖς. Ἐληλάμενος: Μετοχή ἐστι παρακειμένου, ὡς δηλοῖ ὁ Ἀττικὸς ἀναδιπλασιασμός. Ἀπὸ τοῦ ἐλῶ, ἤλακα, καὶ ἐλήλακα· ὁ παθητικὸς, ἐλήλασμαι· ἡ
45μετοχὴ, ἐληλασμένος· ἀποβολῇ τοῦ ς, ἐληλάμενος· μετὰ γὰρ τὴν ἀποβολὴν τοῦ ς προπαρωξύνθη, καὶ συνέπεσε τῷ χαρακτῆρι τῶν διὰ τοῦ ΑΜΕΝΟΣ, ἱστά‐ μενος, καὶ τὰ ὅμοια. Οὔτω καὶ τὸ οὐτάμενος· οὐ γὰρ ἀπὸ τοῦ οὔτημι.

330

(50)

Ἐλινύειν: Ἀργεῖν, σχολάζειν· ὁ δὲ Ταραν‐

330

(50)

τῖνος, τὸ ἡσυχάζειν· ὁ δὲ Ἱπποκράτης ἐμφαίνει λέγων, Ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνασία. Δῆλον ὡς ἀντιδιαστέλλων τῇ κινήσει τὴν ἀργίαν. Ἐλινύω: Ἐνδίδωμι, ἀναπαύομαι. Θεόκριτος,
55ἐλίνυσε δὲ τὸ καῦμα.
55Καὶ Καλλίμαχος,
55Οὐδὲ βοὴ κήρυκος ἐλίνυσεν.
55Παρὰ τὸ εἰλῶ· ἵν’ ᾖ τὸ ἐν τῷ αὐτῷ εἰλεῖσθαι. Εἰλῶ, εἰλίνω, ἐλίνω, καὶ ἐλινύω. Εἰς δὲ τὸ Ῥητορικὸν εὗρον σημαίνειν τὴν λέξιν τὸ στραγγεύειν διατρίβοντας ἢ

331

ἐγχρονίζοντας. Ἐλίνυον, ἀντὶ τοῦ διέτριβον, ἀνε‐ στρέφοντο, περιεφέροντο. Ἀπὸ τοῦ λίνου εἴρηται. Οἷον,
δῆρον δ’ ἀνελίνυον αὖθι μένοντες.
5Ἕλκος: Ἀπὸ τοῦ συνέλκεσθαι τὸ δέρμα· ἢ
5παρὰ τὸ ἕλκω ἕλκος, ἡ διειλκυσμένη σὰρξ καὶ μὴ
5συμμύουσα· ὅπερ καὶ ἄπελος προσαγορεύεται, παρὰ τὸ μὴ πελάζειν τὴν σάρκα· ἢ παρὰ τὴν ἀλκὴν, τὸ ἐξ ἀλκῆς γινόμενον. Ἕλκεο: μὴ δὲ ξίφος ἕλκεο χειρί.
10Ἀπὸ τοῦ ἕλκω ἕλκομαι εἱλκόμην εἵλκου· καὶ τὸ
10προστακτικὸν, ἕλκου· καὶ κατὰ διάλυσιν, ἕλκεο.
10 Ἑλκύδριον: Λέγει τὸν κάδον, ὅτι ἀνέλκει τὸ ὕδωρ. Ἑλκεσίπεπλος: Ἐφελκομένη τοὺς πέπλους ἐν τῷ φορεῖν. Ἡ δὲ κατασκευὴ τῆς λέξεως, εἰς τὸ ἀλφεσίβοιαι.
15Ἑλλάς: Ἀπὸ Ἕλλης τῆς Ζήθου θυγατρός.
15 Ἑλλάς: Ἕλλα ὅπερ πλεονασμῷ τοῦ ς γίνεται ἕλλας Ῥωμαῖος. Ἑλλανικός: Ἀπὸ τοῦ Ἑλληνικός. Ἢ ἀπὸ τοῦ Ἕλλην Ἕλληνος καὶ τοῦ νίκη γέγονεν Ἑλλα‐ νόνικος· καὶ συγκοπῇ, Ἑλλανικός.
20 Ἑλλανοδίκαι: Ἄρχοντες Ἠλεῖοι διέποντες τὰ κατὰ τὸν ἀγῶνα τὸν Ὀλυμπιακόν. Ἐκλήθη δὲ, ὅτι παρὰ τοῖς Ἕλλησιν ἐδίκαζον τοῖς τε ἀθληταῖς, καὶ τοῖς ἄλλοις ἀγωνισταῖς· ἐκαθέζοντο δὲ ἐν τῷ ἀγῶνι πορφυρίδα περιβεβλημένοι· καὶ ἦσαν οὗτοι τὸ μὲν
25πάλαι ἐννέα· εἶτα δύο· καὶ τὸ τελευταῖον ηʹ. Ἐλλεδανός: Ὁ τῶν δραγμάτων δεσμός· παρὰ τὸ συνελεῖν τὰ δεσμευόμενα. Ἑλλέβορος: Θανάσιμον φάρμακον· παρὰ τὸ τῇ βορᾷ ἑλεῖν. Ἑλλεβοριᾶν, τὸ ἑλλεβόρου δεῖσθαι
30ὡς φαρμάκου. Οὕτω Καλλίας. Ἐλλέρα: Τὰ βλέφαρα· ὀλλύρα τινὰ ὄντα, ὀλ‐ λύντα καὶ ἔρρειν ποιοῦντα. Ἕλλην: Παρὰ τὸ Ἑλλὰς, ὃ σημαίνει τὴν πόλιν. Ἢ παρὰ τὸ ἄλλος ἄλλην καὶ Ἕλλην· πλέον
35γὰρ τῶν ἄλλων ἐθνῶν ἀλλήλους φιλοῦσιν, ἢ διακέ‐ κρινται. ἑλληνισμός ἐστι τὸ καθ’ Ἕλληνας διαλέ‐ γεσθαι, τουτέστι τὸ ἀσολοικίστως καὶ ἀβαρβαρίστως
διαλέγεσθαι.
40Ἑλληνόπολις: Ἀπολλόδωρος·
40Ἀταλὸς ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγα‐
40γὼν ἔκτισε πόλιν, καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν. Ἑλληνοταμίαι: Οἱ τῶν Ἑλληνικῶν χρημάτων ταμίαι· καὶ γὰρ ἦσαν κοινὰ χρήματα τῆς Ἑλλάδος συγκείμενα ἐν τῷ δημοσίῳ. Ῥητορική. Ἑλλήσποντος: Ἡ πρὸ τῆς Τροίας θάλασσα
45οὕτω καλεῖται, ἀπό τινος Ἕλλης ἐκεῖ πνιγείσης, ἀδελφῆς τοῦ Φρύξου. Ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. Κατὰ ἀντίφρασιν εἴρηται πλατύς. Στενὸς γὰρ ὁ Ἑλλήσποντος. Ἢ τὸ κατ’ ἐκεῖνο μέρος πεπλατυ‐

331

(50)

σμένος.

331

(50)

Ἔλλοψ: Ὁ ἰχθῦς· καὶ ἐλλοπεύειν, τὸ ἁλιεύ‐

331

(50)

ειν. Εἴρηται δὲ πᾶς ἰχθῦς οὕτως ἀπό τινος ἰχθύος ἰδικῶς καλουμένου ἔλλοπος. Ἢ ἀπὸ τοῦ ἐλλείπειν τὴν ὄπα· ἄφωνον γάρ· Κρῆτες δὲ καὶ τοὺς ἀφώνους ἔλλοπας λέγουσιν. Ἐλλόποδες [καὶ] ἐλλοί: Οἱ στρουθοὶ, καὶ οἱ
55νεβροί· ἀπὸ τοῦ ἅλλεσθαι. Καὶ ἐλλοφόνος ἡ Ἄρ‐
55τεμις, ἡ τοὺς ἕλλους φονεύουσα, ὅ ἐστι τὰς ἐλάφους· κυνηγετικὴ γάρ ἐστιν. Ἐλλὸς δὲ ὁ ἔλαφος ὑποκο‐ ριστικῶς, ἀπὸ τοῦ ἔλαφος. Ἢ ὁ ἐν ἕλει τὰς δια‐

332

τριβὰς ἔχων. Ἀπὸ γὰρ τοῦ ἐλλὸς καὶ τοῦ ἔλαφος. Ὀδυσσείας τʹ, κύων ἔχε ποικίλον ἐλλόν. Ἀντὶ τοῦ ἔλαφον.
5Ἑλίκωπες: (Ἡ εὐθεῖα ἑλίκωψ) ἀντὶ τοῦ με‐
5λανόφθαλμοι, εὐόφθαλμοι. Ἑλὶ γὰρ, ἢ ἑλικὸν, κα‐
5λεῖται κατὰ γλῶσσαν τὸ μέλαν. Ἢ οἱ ἑλικοειδῶς κινοῦντες τοὺς ὦπας, ὅ ἐστι τοὺς ὀφθαλμούς· εὐει‐ δεῖς· ἢ ἑλικοβλέφαροι· ὦπας γὰρ τὰ βλέφαρα φασὶν, τὸ πᾶν ἀπὸ μέρους. Ἢ οὐλότριχες. Ἢ οἱ ἑλικὴν ὦπα ἔχοντες, ἤγουν μεγάλην. Ἢ οἱ ναυτικοὶ,
10πρὸς τὴν Ἑλίκην ὠπῶντες, ὅ ἐστι βλέποντες πρὸς τὴν μεγάλην ἄρκτον. Δύο δέ εἰσιν ἄρκτοι· ἡ μικρὰ καλεῖται Κυνόσουρα· καὶ ἡ μεγάλη, Ἑλίκη, διὰ τὸ ἑλικοειδῶς πως τὴν οὐρὰν ἔχειν· ἢ διὰ τὸ ἕλκεσθαι ὑπὸ τοῦ οὐρανοῦ, κατ’ ἐξοχὴν, ὡς ὁ λέων θήρ. Ὅθεν
15οἱ Ἕλληνες, ἐν ἀγνωσίᾳ τῆς μικρᾶς ὄντες, πρὸς τὴν μείζω βλέπουσιν, ὥς φησιν Ἄρατος· ἑλίκῃ γε μὲν ἄνδρες Ἀχαιοὶ εἰν ἁλὶ τεκμαίρονται, ἵνα χρὴ νῆας ἀγινεῖν. Διὰ τοῦτο ἑλίκωπας αὐτοὺς Ὅμηρος φησίν· οἱ δὲ
20εὐοφθάλμους λέγοντες ἁμαρτάνουσι· παρθένων γὰρ
20τὸ ἐπίθετον.
20 Ἑλικώπιδα: Ἡ εὐθεῖα, ἡ ἑλικῶπις. Ἑλὶ κατὰ διάλεκτον τὸ μέλαν· ἀντὶ τοῦ μελανόφθαλμον· ἀφ’ οὗ εὐπρεπῆ. Ἢ τὴν ἀξιοθέατον καὶ εὐμορφο‐ τάτην, πρὸς ἣν πᾶς ἑλίσσει τοὺς ὦπας, διὰ τὸ κάλ‐ λιστον εἶδος. Κλίνεται δὲ ὡς ἡ προφῆτις.
25 Ἑλικάων: Τὸ ε πρὸ τῆς ΛΙ συλλαβῆς δασύ‐ νεται· τὸ δὲ ἐλικμῶντο ψιλοῦται. Τὰ εἰς ΩΝ βαρύτονα δίχρονα ἐκτεταμένα παραληγόμενα, τρέπει τὸ ω ἐπὶ τῆς γενικῆς, Ἑλικάων, ἑλικάονος· Μαχάων, μαχάονος· Ἱκετάων, ἱκετάονος.
30 Ἔφελκε: Ἠδ’ ἑλκέμεν εἰς ἅλα δίαν. Ἀντὶ τοῦ καθέλκειν. Τὰ εἰς ΕΙΝ ἀπαρέμφατα οἱ Ἴωνες διὰ τοῦ ΕΜΕΝ προφέρουσιν. Ἕλκω· καὶ ὁ μέλλων, ἕλξω· ὁ ἀόριστος, εἷλξα· ὁ βʹ, εἷλκον· συν‐
35άρχεται τῷ αʹ ἀορίστῳ· Ἰωνικῶς, ἕλκε· καὶ μετὰ
35τῆς ὑπὸ προθέσεως, ὕφελκε· καὶ ἀναβιβάζει τὸν τόνον. Πᾶς γὰρ παρῳχημένος χρόνος, τὸν παραγι‐ νόμενον αὐτῷ χρόνον κατὰ τὸ ἄρχον μέρος ἀποβαλὼν, ἐν τῇ συνθέσει προπαροξύνεται. Ἐλλόβια: Ἐνώτια. Διὰ τὸ ἐν τοῖς λοβοῖς τῶν
40ὤτων εἶναι.
40 Ἑλλωτία: Ἡ Εὐρώπη τὸ παλαιὸν ἐκαλεῖτο· ἢ ὅτι οἱ Φοίνικες τὴν παρθένον ἑλλωτίαν καλοῦσιν· ἢ παρὰ τὸ ἑλεῖν· ὅτι ὑπὸ ταύρου ἑάλω, κατὰ τὸν μῦθον. Ἑλλωτίς: Ἀθηνᾶ οὕτω καλουμένη ἐτιμᾶτο ἐν
45Κορίνθῳ· καὶ ἑορτὴ ἑλλωτία. Εἴρηται δὲ Ἑλλωτὶς
45ἡ θεὸς, ὅτι Βελλεροφόντης τὸν Πήγασον ἵππον ἑλὼν καθ’ ὑποθήκην καὶ συμμαχίαν τῆς Ἀθηνᾶς ἐχαλί‐ νωσε, καὶ ἀπὸ τοῦ ἑλεῖν τὸν ἵππον Ἑλλωτίαν προσ‐ ηγόρευσεν αὐτὴν, καὶ ἱερὸν αὐτῇ ἱδρύσατο· καὶ τὰ ἑλλώτια, ἑορτή. Ἢ ἀπὸ τοῦ πρὸς Μαραθῶνα

332

(50)

ἕλους, ἐν ᾧ ἵδρυται. Πίνδαρος ἐπινικίῳ Ξενο‐ φῶντος. Ἕλος: Σημαίνει ὄνομα πόλεως Λακωνικῆς· ἐξ ἧς εἵλωτες οἱ πολῖται. Σημαίνει καὶ τὸν ὑγρὸν καὶ σύμφυτον τόπον· παρὰ τὸ ἕλω, τὸ λαμβάνω· ἡ με‐
55τοχὴ, ἑλών· ἐξ αὐτοῦ ἕλος, ὡς λαχὼν λάχος, καὶ
55μαθὼν μάθος καὶ μῦθος. Ἕλος καλεῖται, ὁ ὁμαλὸς καὶ κάθυγρος τόπος. Ἕλωρ: Τὸ ἕλκυσμα καὶ σπάραγμα· παρὰ τὸ

333

ἕλω, τὸ ἑλκύω· ἢ παρὰ τὸ ἕλω, τὸ λαμβάνω, γίνεται ἕλωρ. Σημαίνει δὲ τὸ θήραμα, ἢ τὸ τῶν κυνῶν ἕλκυσμα. Ἔλωρος: Πόλις Σικελίας· ὁ πολίτης, Ἐλω‐
5ρίτης.
5Ἕλουρος: Εὐθεῖα.
5 Ἀπὸ τῶν ἐκεῖσε ἑλῶν Ἕλουροι κέκληνται. Δέξιππος ἐν δωδεκάτῳ Χρονικῶν. Καὶ γράφεται
διὰ τοῦ ε ψιλοῦ· τὸ δὲ ζῷον, δίφθογγον. Ἑλοίμεθα: Λάβοιμεν. Ἰλιάδος βʹ. Ῥῆμα εὐκτικὸν, μέσος ἀόριστος δεύτερος, ἐκ τοῦ ἕλω τοῦ
10δασυνομένου τοῦ σημαίνοντος τὸ λαμβάνω, ἑλῶ εἷλα·
10εἰ μέντοι περισπᾶται ὁ μέλλων· ὁ δεύτερος ἀόριστος, εἷλον· ὁ μέσος, εἱλόμην, εἵλου, εἵλετο. Ἔλπεο: Ἀπὸ τοῦ ἔλπω, ἔλπομαι, ἠλπόμην ἤλπου· τὸ προστακτικὸν, ἔλπου· καὶ κατὰ διάλυσιν ἔλπεο, ἀντὶ τοῦ ἔλπιζε.
15 Ἐλπωρή: Ἡ ἐλπίς. Παρὰ τὸ ἔλπω ἐλπωρὴ, ὡς θάλπω θαλπωρὴ, ἀλέω ἀλεωρή. Ἔλσαι: Τὸ συνελάσαι· ἀπὸ τοῦ ἐλάσαι κατὰ συγκοπήν. Ἐλπίς: Παρὰ τὸ ἔλπω· ἢ παρὰ τὸ ἕλκω ἑλκὶς
20καὶ ἐλπὶς, ἡ ἕλκουσα ἡμᾶς. Ἐκ τοῦ ἐλπὶς γίνεται
20ἐλπίζω· ὁ μέλλων, ἐλπίσω. Ἐλπίδος· ὁ κανών· τὰ εἰς ΙΣ ὀξυνόμενα θηλυκὰ διὰ τοῦ ΔΟΣ κλίνεται. Ἰστέον ὅτι τὰ εἰς ΙΣ θηλυκὰ δισύλλαβα, εἰ μὲν βαρύνεται, ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· οἷον, πόλις, ἀκρόπολις· μῆτις, πολύμητις. Εἰ δὲ
25ὀξύνεται, εἰ μὲν θηλυκὰ μονογενῆ ὦσι, φυλάσσουσι τὸν τόνον· οἷον, νυχὶς, παννυχίς· αἰγὶς, καταιγίς. Εἰ δὲ ἐναλλάσσει τὸ γένος, εἰ μὲν ἐκτείνουσι τὸ ι, πρὸ μιᾶς ἔχει τὸν τόνον· οἷον, ἀκτὶς, χρυσάκτις ἥλιος· κνημὶς, εὐκνήμις· ἐξ οὗ ἐϋκνήμιδες. Εἰ δὲ
30συστέλλει τὸ ι, προπαροξύνεται· οἷον, πατρὶς, εὔπα‐
30τρις· ἀσπὶς, ῥίψασπις. Ἐλυμαῖοι: Ἔθνος· ἀπὸ Ἐλύμου υἱοῦ Ἀγχί‐ σου, νόθου ὄντος καὶ ἐλθόντος εἰς Σικελίαν, καὶ ἀπ’ αὐτοῦ Ἐλύμη ἡ χώρα· καὶ Ἐλυμαῖος· τὸ θηλυκὸν, Ἐλυμαία.
35Ἔλυμος: Σπέρμά τι ὃ ἕψοντες οἱ Λάκωνες
35ἤσθιον. Ἀριστοφάνης Νήσοις. Παρὰ τὸ ἕλος, ἔλυ‐ μος· χαίρει γὰρ ἐν ὑγροῖς τόποις καὶ ἐν ἕλεσι φύεσθαι. Ἔλυμα: Μέρος τὶ τοῦ ἀρότρου ἐν τῷ μέσῳ, ἔνθα συμβάλλεται ὁ γύης τῷ ἱστοβοῆϊ. Παρὰ τὸ ἐλύειν, ὅ ἐστι καλύπτειν.
40 Ἔλυτρον: Κάλυμμα, ἐκπέτασμα, ἐνείλημα Ὁμοίως καὶ ἡ θήκη τοῦ τόξου. Καὶ πληθυντικῶς Σοφοκλῆς ἔλυτρα. Παρὰ τὸ εἰλῶ εἰλύω εἰλύσω, τὸ συνειλύω, γέγονεν εἴλυτρον καὶ ἔλυτρον. Ἐλύμην: Ἰστέον ὅτι τὸ,
45 Νῦν δ’ ἐλύμην τρὶς τόσσα πορών. Οὐκ ἔστιν εὐκτικὸν, ἀλλ’ ὁριστικὸν, μέσος ἀόριστος δεύτερος, ἀντὶ τοῦ ἐλυτρώθην. Ἐκωλύετο γὰρ εὐκτι‐ κὸν εἶναι· καὶ ἡ αἰτία πρόδηλος. Ἐλύσθη:

333

(50)

Ῥυμὸς δ’ ἐπὶ γαῖαν ἐλύσθη,

333

(50)

Ἰλιάδος ψʹ. Εἰλύσθη, συνετρίβη, ἐξετάθη, καθερ‐

333

(50)

πύσθη· οἱ δὲ, παρειλκύσθη, συνεστράφη μετὰ τῶν ἡνίων. Παρὰ τὸ ἐλεύθω, ἐλεύσθη καὶ ἐλύσθη. Ἐγὼ δ’ ὑπὸ γαστέρ’ ἐλυσθείς. Ἀντὶ τοῦ κατενεχθείς. Ἀπὸ τοῦ ἕλω, ἑλύω, ὡς ἕλκω, ἑλκύω.
55Ἐμβάδες: Εἶδος ὑποδήματος· ἀπὸ τοῦ ἐμβαί‐
55νειν τοὺς πόδας. Ἔμβιον: Τὸ στερρόν τε καὶ πρέμνον· ἔμβιοί τε αἱ ῥίζαι αἱ εἰς βάθος διϊκνούμεναι καὶ ἐμβεβηκυῖαι, ἀπὸ τοῦ βῶ.

334

Ἐμβιβάξαντες: Παρὰ Ἱππώνακτι, Ἀλλ’ αὐτίκ’ ἀλλήλοισιν ἐμβιβάξαντες. Ἀντὶ τοῦ ἐμβοήσαντες. Ἀπὸ τοῦ βάζω βάξω, βι‐ βάξω· βιβάξας βιβάξαντος, καὶ ἐμβιβάξαντες.
5 Ἐμβαδόν: Ἰλιάδος οʹ, πεζῇ βαίνοντες· ἀπὸ τοῦ βάδην· ὅπερ ἀπὸ τοῦ βαίνω. Ἐμβριμώμενοι: Μετὰ αὐστηρότητος ἐπιτι‐ μῶντες. Ἀπὸ τοῦ ἐμβριμῶ. Τοῦτο ἀπὸ τοῦ βρίμος βριμῶ. Τοῦτο ἀπὸ τοῦ ΒΡΙ ἐπιτατικοῦ.
10 Ἐμβραμένα: Παρὰ Σώφρονι ἡ εἱμαρμένη, ὑπερθέσει τοῦ ρ· καὶ διὰ τὴν ἀσυνταξίαν, πλεονασμῷ τοῦ β. Καὶ Λάκωνες οὕτω λέγουσιν. Ἔμβρυον: Ἀπὸ τοῦ ἔσω βρύειν, ὅ ἐστιν αὔ‐ ξεσθαι· καὶ ὑπέμβρυον, τὸ ὑπὸ τῇ θηλαζούσῃ
15νεογνόν.
15 Ἐμβύσαι: Τὸ ἐνθεῖναι· τροπῇ τοῦ δ εἰς β· ἀπὸ τοῦ ἐνδύσαι. Ἐμβριθές: Στιβαρὸν, βαρὺ, φοβερόν· ἀπὸ τοῦ ἐπιβαρεῖν. Ἔμβολος: Παρὰ τὸ τὸν λαὸν ἐμβαίνειν.
20Ἔμεια: Τόπος ἐστὶ πλησίον Μυκηνῶν· παρὰ τὸ
20ἐμῶ Ἔμεια, ὡς θάλλω Θάλεια. Λέγεται δὲ, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐκ τοῦ ᾅδου· ἢ ἐπειδὴ ἐκεῖ ἔμεσεν ὁ Θυέστης φαγὼν τὰ τέκνα
αὐτοῦ. Ἐμεῖο: Ἐκ τοῦ ἐμοῦ. Τὸ δὲ ἐμοῦ ποίου εἴ‐
25δους; Πρωτοτύπου. Κατὰ πόσους τρόπους διαφέρει
25τοῦ παραγώγου; Κατὰ τρεῖς· ὅτι τὸ μὲν ἐμοῦ τὸ πρωτότυπον γίνεται κατὰ διάλυσιν ἐμέο καὶ ἐμεῖο καὶ ἐμεῦ· τὸ δὲ παράγωγον, οὐδόλως· καὶ ὅτι τὸ μὲν πρωτότυπον ἐγκλίνεται, τὸ καταρχὰς φωνῆεν ἀπο‐ βάλλον, οἷον, ἤκουσέ μου· τὸ δὲ παράγωγον, οὔτε
30ἐγκλίνεται, οὔτε τὸ καταρχὰς φωνῆεν ἀποβάλλει. Ἔμβιος: Καλεῖται ἡ σηπεδὼν τοῦ ξύλου. Ἡ δὲ σηπεδὼν, ἡ ποιότης ἐστὶν ἡ ἐν αὐτῷ· καὶ εἰ μὲν εὖ ἔχει, τοῦ ἐκφῦσαι αἰτία γίνεται· εἰ δὲ κακῶς, τοῦ κατασαπῆναι.
35 Ἐμβατεῦσαι καὶ Ἐμβατεία: Ἔστιν ἡ νυνὶ λεγομένη διὰ τοῦ δ ἐμβαδία· τὸ τὸν δανειστὴν ἐμ‐ βατεῦσαι, καὶ εἰσελθεῖν εἰς τὰ κτήματα τοῦ ὑπο‐ χρέου, ἐνεχυριάζοντα τὸ δάνειον. Εἶο: Ἀντὶ τοῦ ἑαυτοῦ. Ἔστι γὰρ, ἐμοῦ, σοῦ, οὗ.
40Καὶ αὗται αἱ γενικαὶ γίνονται κατὰ διάλυσιν, ἐμέο, σέο, ἕο· καὶ ἐπειδὴ αἱ διαλελυμέναι γενικαὶ οὐδέποτε δύο φωνήεντα ἔχουσι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ μὲν ἓν μακρὸν, τὸ δὲ ἕτερον βραχὺ, τούτου χάριν ἐπλεόνασε τὸ ι ποιητικῶς, καὶ ἐγένετο ἐμεῖο, σεῖο, εἷο.
45 Ἐμεῖο: Ἐκ τοῦ ἐμὸς ἐμοῦ. Ἔστι δὲ ἡ ἀν‐ τωνυμία παράγωγος, εἴδους τῶν παραγώγων κτητι‐ κοῦ· σημαίνει δὲ τὸν κτήτορα καὶ τὰ κτήματα· καὶ διαλύσει τῆς ΟΥ διφθόγγου Ἰωνικῶς, ἐμέο· καὶ πλεο‐ νασμῷ τοῦ ι, ἐμεῖο. Ἐκ δὲ τοῦ ἐμέο συναιρέσει τοῦ

334

(50)

ΕΟ εἰς τὴν ΕΥ δίφθογγον, ἐμεῦ Δωρικῶς· καὶ ἀπο‐ βολῇ τοῦ ε, μεῦ· ὡς τὸ, Κέκλυτέ μευ. Ἔμισα: Πόλις Φοινίκης· τὸ ἐθνικὸν, Ἐμισαῖος. Καὶ ἔοικε κλίνειν τὰ Ἔμισα Διονύσιος ὡς τὰ Μέ‐
55γαρα· ἡ δὲ νῦν χρῆσις θηλυκῶς. Ἀλλὰ πῶς τὸ
55Ἐμισαῖος ἀπὸ τοῦ οὐδετέρου γέγονεν; εἰ μή τις
φαίη, ὥσπερ τὸ Γάδειρα Γαδειραῖος. Οἱ δὲ Ἔμεσα διὰ τοῦ ε· ὅθεν Ἐμεσηνὸς, ὡς τὸ Γέρασα Γερα‐ σηνός.

335

Ἐμμαπέως: Ἀπὸ τοῦ ἅμα, τοῦ σημαίνοντος τὸ ὁμοῦ καὶ ἐξαίφνης, καὶ τοῦ ἔπος, τοῦ σημαίνοντος τὸν λόγον, γέγονεν ἁμεπέως· καὶ κατὰ μετάθεσιν τῶν φωνηέντων, καὶ πλεονασμῷ τοῦ μ, ἐμμαπέως,
5οἱονεὶ ἅμα τῷ λόγῳ καὶ τῷ ἔργῳ, ἐσπευσμένως, ταχέως, ἢ προθύμως· Ὁ δ’ ἄρ’ ἐμμαπέως ἀπόρουσεν. Ἐμμενὲς ἀιεί: Συνεχῶς, ἀδιαλείπτως, ἐπι‐ μόνως. Μένω καὶ ἐμμένω, ἐμμενές.
10Ἔμμεναι: Ἀπὸ ἐνεστῶτος· (τὸ γὰρ εἶναι τὸ
10ὑπάρχειν σημαίνει·) εἰμί· καὶ ὁ παρατατικὸς, ἦν· τὸ πληθυντικὸν, ἦμεν· Ἀλλ’ ὅπερ ἦμεν γενώμεθα. Ἡ μετοχὴ, εἲς, ἔντος· τὸ ἀπαρέμφατον, εἶναι· καὶ Δωρικῶς, ἔμμεναι. Εἰς τὸ δόμεναι.
15ἔμμηνον, ὃ καὶ ἐπιμήνιον, τὸ κατὰ μῆνα
15πλεονάζον αἷμα ταῖς γυναιξί· τροφὴ δὲ τὸ αἷμα γίνεται τοῖς βρέφεσιν. Ἔμμηροι: Οἱ ἐπὶ ἐνέχυρα διδόμενοι φιλίας. Δημήτριος ἐν Σικελοῖς, Λακεδαιμόνιοί θ’ ἡμῶν τά τε τείχη κατέβαλον,
20καὶ οὓς ἔλαβον ἐμμήρους.
20Εἴρηται παρὰ τοὺς ὁμήρους, τοὺς ἐπὶ ὁμολογίᾳ τῆς εἰρήνης διδομένους παρ’ ἀλλήλων παῖδας· ἵν’ ᾖ, ὅμηροι καὶ ἔμμηροι. Ἔμμορε: Σημαίνει τὸ ἔτυχεν, ἔλαχε. Παρὰ τὸ μορῶ, τὸ ἐπιτυγχάνω, μορήσω· ὁ δεύτερος ἀόρι‐
25στος, ἔμορον· καὶ πλεονασμῷ ἑτέρου μ· τὸ δεύτερον, ἔμμορες. Ὅτι δὲ δεύτερος ἀόριστος ἐστὶ, δηλοῖ καὶ τὸ τρίτον τῶν πληθυντικῶν, ἔμμορον ἐκεῖνοι. Εἰ γὰρ ἦν παρακείμενος, ἐμμόρασιν εἶχεν εἶναι. Μείρω, μερῶ· μέσος παρακείμενος, μέμορα· καὶ καθ’ ὑπερ‐
30βιβασμόν.
30Ἔμπα: Σημαίνει τὸ ὅμως· καὶ ἔμπης, τὸ
30αὐτό. Ἔμπης σημαίνει βʹ· ποτὲ μὲν ἔμπης ση‐ μαίνει ὅμως, ὡς τὸ, σὺ δὲ χαῖρε καὶ ἔμπης. Ποτὲ δὲ ὁμοίως, ἢ ἐπίσης, ὡς τὸ, Ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀϋτμή.
35Ἐμπάζομαι:
35Καὶ ἐμῶν ἐμπάζεο μύθων
35Σημαίνει τὸ ἐπιστρέφομαι, φροντίζω, ἐντίθεμαι,
35λόγον ποιοῦμαι. Παρὰ τὸ ἔμπης. Ἢ παρὰ τὸ ἔμ‐ παιος· τὸ δὲ ἀπὸ τοῦ ἐμπάσσειν. Τὰς γὰρ βουλὰς δοκοῦμεν ὡς πάσσειν τῇ διανοίᾳ. Ἐμπάσσω· καὶ Αἰολικῶς, ἐμπάζω. Τὰ γὰρ δύο ΣΣ εἰς ζ τρέπουσιν Αἰολεῖς· τὸ γὰρ ἐπιπλήσσω, ἐπιπλάζω. Σαπφὼ,
40 Τὸν δ’ ἐπιπλάζοντ’ ἄνεμοι φέροιεν. Ἔμπαιος: Ὁ ἔμπειρος· Κακῶν ἔμπαιος ἀλήτης. Οἱ μὲν, παρὰ τὸ ἔμπειρος, ἄρσει τοῦ ρ, καὶ τροπῇ τοῦ ε εἰς α, ὡς τὸ δεινὸς, αἰνός· οἱ δὲ, παρὰ τὸ ἀΐω,
45ἄϊος· καὶ ἐν συνθέσει, ἐπάϊος· εἶτα κατὰ πλεονα‐
45σμὸν τοῦ μ, καὶ συναιρέσει, ἔμπαιος, ὁ αἰσθανό‐ μενος. Ἢ παρὰ τὸ ἐμπάζεσθαι, τὸ φροντίζειν. Ἢ παρὰ τὸ ἔμπεδος, ὁ βέβαιος. Ἐμπήκτης: Ὁ θεσμοθέτης. Ἔμπεδον: Ἑδραῖον, ἰσχυρόν· ἐκ τοῦ πέδον ἡ

335

(50)

γῆ· πρὸς ἀντιδιαστολὴν τῶν ἐν τῇ θαλάσσῃ· ὅθεν καὶ ἐμπεδῶς, ἐπίρρημα. Ἢ ἀπὸ τῶν ἐν πεδίῳ θεμελίων κειμένων. Ἐκ τοῦ πέδον γίνεται ῥῆμα πεδῶ, καὶ ἐμπεδῶ, τρίτης συζυγίας. Τὰ μὲν ὀμωμοσμένα τοῖς ἔργοις αὐτοῖς ἐμπεδῶσαι.
55Ἀντὶ τοῦ βεβαιῶσαι, ἐνισχύσαι, ἀσφαλίσασθαι, ἑδραιῶσαι. Καὶ ἔμπεδον, τὸ βέβαιον. Τὸ δὲ πέδον, παρὰ τὸ ἕω, τὸ καθέζομαι, ἕδον καὶ πέδον· ἢ παρὰ τὸ ἕζω, τὸ καθέζομαι, ἕζον καὶ πέδον.

336

Ἐμπελάτειρα: Ἡ ἑταίρα· ἀπὸ τοῦ ἐμπελάζειν πᾶσι. Καλλίμαχος, Τοὺς αὐτῷ σκοτίους ἐμπελάτειρα τέκεν Γυνή. Ἐμπελαδόν: Σημαίνει τὸ πλησίον, ἢ τὴν γονήν·
5παρὰ τὸ πελάζω. Ἐμπέραμος: Παρὰ τὸ πεῖρα, ἐμπείραμος, καὶ ἐμπέραμος· σημαίνει δὲ τὸν ἔμπειρον. Ἐμπερονήσασθαι καὶ ἐμπορπώσασθαι: Ἀπὸ τῆς περόνης γίνεται περονῶ. Ἀντὶ τοῦ πόρπῃ, βελόνῃ,
10συλλαβεῖν.
10 Ἐμπεφυυῖα: Ἰλιάδος αʹ, ἀντὶ τοῦ ἐμπλέξασα τὰς χεῖρας, ἰσχυρῶς κρατοῦσα· Ὡς ἔχετ’ ἐμπεφυυῖα. Καὶ ἐμπεφύασι. Φῦμι τὸ προσπελάζω· ὁ μέλλων, φύσω· ὁ παρακείμενος, πέφυκα· ἡ μετοχὴ, πεφυ‐
15κώς· ἀποβολῇ τοῦ συμφώνου, πεφυώς· καὶ τὸ
15θηλυκόν.
Ἔμπλην: Πλησίον, ἐγγύς. Παρὰ τὸ πέλω ῥῆμα τὸ πλησιάζω, συγκοπῇ πλῶ· καὶ συνθέσει, ἐμπλῶ· καὶ ἔμπλην· Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο.
20 Ἔμπορος: Ὁ πραγματευτής· καὶ ὁ τόπος αὐτὸς ἐμπόριον λέγεται, ὁ κατάβολος· ὁ ναύλου πλέων ἐπ’ ἀλλοτρίας νεὼς, ἢ πραγματείας· ἤγουν, ὁ διὰ παντὸς τοῦ βίου τὴν πορείαν ποιούμενος. Ἐμπολεμῶσαι: Τὸ ἐχθροὺς ποιῆσαι, ἢ ἐπὶ
25πόλεμον τινὰς παροξύναι· ἐκπολεμῆσαι δέ ἐστι τὸ ἐκπορθῆσαι. Ἐμποδών: Θουκυδίδης, ἀντὶ τοῦ προχείρως. Φησὶ γὰρ, Τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν.
30Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος ἀντὶ τοῦ φανερόν·
30Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ· Ἰσαῖος ἀντὶ τοῦ ὑπό‐
30γυον καὶ ἐν χερσίν· Ἀλλὰ τὸ πρωϊνὸν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παν‐ τελῶς ἐμποδών ἐστιν. Ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου ἐν δευτέρῳ Φιλοσοφουμένων περὶ τῶν
35φιλοσόφων·
35Τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημεν καὶ παῖδας ἀνείλατο, καὶ
35οὐσίας ἐπεμελήθη, μηδενὸς ἐμποδὼν ὄντος. Ἀντιφῶν δὲ, τοὺς ἐμπεσόντας. Λέγει γὰρ, Τοὺς ἐμποδὼν ἐκολάσατε. Ἐμποδὼν, ἐμπόδισμα, κώλυμα. Ἔμπουσα: Φάντασμα δαιμονιῶδες, ὑπὸ τῆς
40Ἑκάτης πεμπόμενον· ὃ δοκεῖ πολλὰς μορφὰς ἀλ‐
40λάσσειν. Ἔμπουσα δὲ, παρὰ τὸ ἐμποδίζειν· ἢ ἀπὸ τοῦ τὸν ἕτερον πόδα χαλκοῦν ἔχειν· ἢ ὅτι ἀπὸ σκο‐ τεινῶν τόπων ἐφαίνετο τοῖς μυουμένοις. Ἐκαλεῖτο δὲ αὕτη καὶ Ὀνοπόλη. Ἄλλοι δὲ λέγουσιν, ὅτι φάντασμα ἦν τῆς Ἑκάτης τοῖς δυστυχοῦσι φαινό‐
45μενον.
45ὅτι ἔμπουσα ψιλοῦται· εἰ καὶ δοκεῖ παρὰ τὸ ἕνα
συγκεῖσθαι. Ἐμποίνιμος: Τουτέστιν ἔνοχος ποινῇ· οἷον ἐφ’ οἷς ἥμαρτε δοὺς τιμωρίαν. Καὶ ποινὴ λέγεται ἡ ἐπὶ φόνῳ δρασθεῖσα κόλασις.

336

(50)

Ἐμπύρευμα: Κυρίως λείψανον πυρὸς ἐναπομεῖ‐

336

(50)

ναν τῇ σποδιᾷ· καταχρηστικῶς καὶ ἐπὶ λειψάνου· ὡς φέρε εἰπεῖν, γνώσεως, ἀρετῆς ἢ κακίας, μνήμης ... Ἐμπυρίζω: Ἐκ τοῦ πῦρ πυρὸς, πυρίζω καὶ ἐμπυρίζω. Ἐμφαντικῶς: Ἐννοηματικῶς.
55Ἐμφορῶ: Πρώτη συζυγία. Παρὰ τὸ ἐμφέρω
55γίνεται ἔμφορος, ὁ ἐν αὐτῷ φέρων τί· ἐξ αὐτοῦ, ἐμφορῶ· ἡ μετοχὴ, ἐμφορῶν ἐμφοροῦντος· καὶ τὸ οὐδέτερον, τὸ ἐμφοροῦν, ἤγουν τὸ πληροῦν.

337

Ἐμῶ: Τὸ τὴν τροφὴν ἐκβάλλω. Ἀριστο‐ φάνης, Δότε μοι λεκάνην, ἵν’ ἐξεμέσω. Ἀπὸ τοῦ ἕω, τὸ ἀφίημι, κατὰ πλεονασμὸν τοῦ μ,
5ἐμῶ, ὡς ὁρῶ, ὁρμῶ· τίω, τιμῶ.
5Ἐμὠκυμόρῳ: Ἐμῷ ὠκυμόρῳ· καὶ ἐκθλίβεται
5τὸ ι τῆς ἐμῷ ἀντωνυμίας, διὰ τὸ μηδέποτε γίνεσθαι κρᾶσιν τοῦ ι μέσου ὄντος· καὶ λοιπὸν κιρνᾶται τὰ δύο ΩΩ εἰς ω, καὶ γίνεται ἐμὠκυμόρῳ, χωρὶς τοῦ ι. Ἐναγίζειν: Τὸ χοὰς ἐπιφέρειν ἢ θύειν τοῖς κατοιχομένοις, ἢ φονεύειν· ἄγος γὰρ τὸ μίασμα·
10ἐνάζω δὲ, τὸ λιτανεύω πρὸς τοῖς ναοῖς. Ἢ ἐναγίζειν, τὸ κατακαίειν· ἀπὸ τοῦ ἁγίζειν. Ἐναβρύνω: Ἐξ οὗ ἐναβρύνεσθαι, μέγα φρονεῖν, καυχᾶσθαι. Τοῦτο παρὰ τὸ ἀβρὸς ὁ κοῦφος.
15Ἔναγχος: Ἀρτίως· πρὸ μικροῦ, ἢ πρὸ ὀλίγου,
15ἐν τῷ ἔγγιστα παρελθόντι χρόνῳ. Παρὰ τῆς ἀγχοῦ γενικῆς, ἄγχος· καὶ συνθέσει, ἔναγχος. Ἢ πρῴην, προσφάτως, ἐγγύς. Ἐναλλάξ: Ὡς παρὰ τὸ μίχω μίξω μὶξ καὶ ἐπιμὶξ, οὕτως καὶ παρὰ τὸν ἀλλάξω μέλλοντα ἀλλὰξ
20καὶ ἐναλλάξ.
20 Ἐναλίγκιος: Ὅμοιος, παραπλήσιος. Ὡς παρὰ τὸ πήσσω γίνεται πάγιος, ἁρμόζω ἁρμόδιος, οὕτως παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, εἴκιος· καὶ ἐπειδὴ πολλάκις τὰ τοιαῦτα διὰ χρείαν μέτρου ἀποβάλλει τῆς ΕΙ διφθόγγου τὸ ε, οἷον,
25Εἴκελος ἀστεροπῇ,
25καὶ,
25 Τῷδ’ ἴκελος, Τρώων κατέδυ πόλιν, τούτου χάριν καὶ τοῦτο ἀποβάλλει τὸ ε, καὶ γίνεται ἴκιος καὶ ἐνίκιος· καὶ προσελθούσης τῆς ΑΛ συλλαβῆς μετὰ τοῦ γ, διὰ τὰ ἐπάλληλα βραχέα, γέγονεν ἐναλίγκιος.
30Ἐναπήρεισται: Ἐντετίναχεν. Εἴρηται ἀπὸ
30τοῦ διατεινομένους ἐμπίπτειν. Ἐναποψύχειν: Παρὰ Ἡσιόδῳ τὸ ἀποπατεῖν καὶ ἀποφυσᾶν, παρὰ τὸ ψύχω· παρ’ Ὁμήρῳ, τὸ λειποθυμεῖν, παρὰ τὸ ψυχὴ, ὡς τὸ,
Εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
35 Ἐναίρω: Παρὰ τὸν ἄρην, τὸν πόλεμον, γίνεται ἐναίρω, τὸ φονεύω· ἢ παρὰ τὸ ἔνω, τὸ φονεύω· ὅθεν καὶ Ἐνυὼ, καὶ Ἐνυάλιος. Τὸ δὲ ἔνω, παρὰ τὸ ἕλω, τὸ φονεύω· ἐξ οὗ, εἷλε καὶ ἀνεῖλε. ἐναρίζειν δὲ κυρίως μὲν τὸ σκυλεύειν· ἔναρα
40γὰρ τὰ σκύλα· καταχρηστικῶς δὲ, ἀναιρεῖν. Ἔναρα: Σκύλα, λάφυρα, κυρίως δὲ τὰ πολε‐ μικὰ ὅπλα, ὡς ἐπὶ θώρακος καὶ περικεφαλαίας καὶ κνημίδος· ἐκ τοῦ αἴρω, τὸ λαμβάνω τὰ βασταζό‐ μενα, ὡς τὸ,
45φέροι δ’ ἔναρα βροτόεντα.
45Τὰ ἀπὸ τοῦ πολέμου λαμβανόμενα. Ἢ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ἃ ἥρμοσται τοῖς σώμασιν. Ἐναρίζοι: Ἀντὶ τοῦ φονεύοι· ἐκ τοῦ ἐναρίζοιμι εὐκτικοῦ, τὸ τρίτον. Ἐκ τοῦ ἐναίρω, ἐναρίζω. Ση‐ μαίνει δὲ τρία· τὸ φονεύω, καὶ τὸ ἀπολαμβάνω·

337

(50)

κυρίως δὲ τὸ σκυλεύειν· ἀπὸ τοῦ ἐναρηρότα σώματα

337

(50)

ἀφαιρεῖσθαι.

337

(50)

Ἐνάρφορος: Πολεμική· ἀπὸ τοῦ φέρειν τὰ ἔναρα, ἢ τοὺς ἄνδρας φονεύειν. Ἐναργές: Σαφὲς, καὶ πρὸ ὀφθαλμῶν. Ἐνάργεια: Ἡ τῶν λόγων λευκότης καὶ φανό‐ της· ἀργὸν γὰρ τὸ καθαρόν· ἐνέργεια δὲ καὶ ἡ ἐν
55τοῖς λόγοις ταχυτής.
55 Ἔναυλον: Οὐ πρὸ πολλοῦ ἐνηχούμενον ἢ μνη‐ μονευόμενον, ἀλλ’ ἔτι ἐνηχούμενον. Αὐλὸς γὰρ πᾶν τὸ στενὸν καὶ ἐπίμηκες· τοιοῦτος δὲ καὶ ὁ τῶν ὤτων τόπος.

338

Ἔναυλος: Ἔνηχος, ἔμπνους. Σημαίνει δὲ καὶ ῥοῦν καὶ χαράδραν καὶ χειμάρρουν· καὶ ἐναυλιζό‐ μενον, ἀντὶ τοῦ ἐνοικοῦντα· καὶ ἐναύλους, τοὺς χειμερινοὺς ποταμοὺς, παρὰ τὸ ἐπιμήκεις εἶναι ὡς
5αὐλούς· αὐλὸς γὰρ ἢ ἐπιμήκης παράτασις· οἷον, αὐτίκα δ’ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν αἵματος ἀνδρομέου. Καὶ, τάχα κεν πλήσειαν ἐναύλους.
10Ἐναυλήματα: Ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευ‐
10μένα. Ἔνιοι δὲ καὶ αὐτὰ καθ’ αὑτὰ ἄλφιτα ἐναυ‐
10λήματα προσαγορεύουσιν. Ἔναυσμα: Ἐμπύρευμα, σποδιὰ πυρὸς, ὑπέκ‐ καυμα· ἀπὸ τοῦ αὔω, τὸ καίω. Ὁ ἅγιος Βασίλειος, Εἰ οὖν βλέμμα τοσούτου πυρὸς ἔναυσμα γίνεται, ἀκού‐ ωμεν τοῦ ὑποφωνοῦντος, Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν·
15καὶ τὰ βλέφαρά σου νευέτω δίκαια. Ἔνδεια: Τὰ ἐλλείποντα μιᾷ συλλαβῇ κατὰ τὸ θηλυκὸν διὰ τῆς ΕΙ διφθόγγου γράφεται· ἐνδεὴς, ἐνδεΐα, καὶ ἔνδεια· ἀδεὴς, ἀδεΐα, καὶ ἄδεια. Ἢ ὡς εὐκλεὴς εὐκλεΐα, καὶ κατὰ κρᾶσιν εὔκλεια, οὕτως καὶ
20ἐνδεὴς ἐνδεΐα, καὶ ἔνδεια. Ἔνδεια: Ἔστι δέα ἐκ τοῦ δέω, τὸ χρῄζω· κατὰ πλεονασμὸν τοῦ ι, δεία· καὶ μετὰ τῆς ἐν προθέσεως, ἔνδεια. Ἐξ αὐτοῦ ῥῆμα, ἐνδέω· ἡ μετοχὴ, ἐνδέων· καὶ τὸ οὐδέτερον, τὸ ἐνδέον. Καὶ ἀπὸ μετοχῆς
25παρήχθη εἰς ὄνομα.
25 Ἐντελέχεια: Σημαίνει τὸ ἀεὶ ὄν· παρὰ τὸ ἐντελῶς ἔχειν. Ἐνδελεχεστάτης: Συνεχεστάτης καὶ ἀδια‐ λείπτου. Ἐνδελεχέστατα καὶ Ἐνδελεχῶς: Τὸ συνεχῶς.
30Παρὰ τὸ ἐνδέχομαι γίνεται ὄνομα ἐνδεχής· καὶ
30πλεονασμῷ τῆς ΛΕ συλλαβῆς, ἐνδελεχής· καὶ ἐνδε‐
30λεχῶς, ἐπίρρημα. Ἕνδεκα: Κληρωτοὶ ἄρχοντες ἦσαν οὗτοι, προ‐ εστηκότες τοῦ δεσμωτηρίου καὶ τοὺς ἀπαγομένους κακούργους ἐπὶ θάνατον παραλαμβάνοντες ἐζημίουν· τοὺς δὲ ἀμφισβητοῦντας εἰσῆγον εἰς τὸ δικαστήριον·
35καὶ τὸ γνωσθὲν περὶ αὐτῶν ἔπραττον. Εἰσῆγον δὲ καὶ τὰ ἀπογραφόμενα χωρία, οἰκίας· καὶ τὰ δημόσια εἶναι δόξαντα παρεδίδουν τοῖς πολίταις. Εἰσῆγον δὲ ἐνίας ἐνδείξεις. Ῥητορική. Ἑνδέκατος: Ἐκ τοῦ εἷς ἑνὸς, τὸ οὐδέτερον, ἕν·
40καὶ μετὰ τοῦ δέκα, γίνεται ἑνδέκατος. Ἐνδεξιᾷ: Σὺν τῷ ι, τοπικὸν καὶ περισπώμενον· ὅταν δὲ ᾖ προπαροξύτονον, ἄνευ του ι, ἀντὶ τοῦ ἐπι‐
45δεξίως. Ἢ ὡς αἴσια καὶ καλά. Ἐκδεξιῶν, ἐπίρ‐ ρημα τοπικόν. Ἔνδυνε: Ἐκ τοῦ δύω, δύνω· ἔδυνον, ἔδυνες· τὸ τρίτον, ἔδυνε. Καὶ οἱ Ἴωνες αὐξήσεις οὐ δέχονται. Μετὰ τῆς ἐν, ἔνδυνε.

338

(50)

Ἔνδειξις: Εἶδος δίκης δημοσίας, ὑφ’ ἣν τοὺς

338

(50)

ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον εἰς τὸ δικαστήριον, καὶ ἐδείκνυον εἶναι .. Δημοσθένης κατὰ Ἀρι‐ στογείτονος. Ἔνδημος: Ὁ μὴ ἀποδημῶν· ἐπίδημος δὲ, ὁ
55ἐπιδημῶν ξένος. Καὶ παρὰ Ἀριστοφάνει ἐν Νήσοις,
55 ἀλλ’ οὐ τυγχάνει ἐπίδημος ὤν. Λέγεται δὲ περὶ τοῦ Ποσειδῶνος, ὅτι οὐκ ἐπιδημεῖ Ἰσθμοῖ. Κυρίως ἔστιν εἰρημένον. Οὐχ οὕτω γὰρ Ἴσθμιος ὁ θεὸς, ὡς διαπαντὸς ἐκεῖ διατρίβειν.

339

Ἔνδιος: Ἡ μεσημβρία, ἤγουν ὁ μεσημβρινὸς καιρός· παρὰ τὸ ἐνδεῖν καὶ ἐλαττοῦσθαι τὴν ἡμέραν. Ἢ παρὰ τὸ ἰδίω, τὸ ἱδρῶ, γέγονεν ἐνίδιος, καὶ ἔνδιος. Ἐνδίκως καὶ Ἐν δίκηι: Ἀντὶ τοῦ δικαίως, καὶ
5κατὰ τροπήν.
Ἔνδινα: Τὰ ἔντερα, οἱονεὶ ἔνινά τινα ὄντα, τὰ ἔντοσθεν τῶν ἰνῶν, ἢ ἁπλῶς τῶν μελῶν. Ἢ παρὰ τὸ ἐντὸς εἶναι τῶν ὅπλων. Γράφεται δὲ διὰ τοῦ ι, ὡς ἀνθρώπινος. Ἔνδινος γάρ.
10 Ἐνδίνοισιν: Ἐν τοῖς ἐγκάτοις. Ἔστιν ἡ δίνη, ὃ σημαίνει τὴν συστροφήν· καὶ τὸ οὐδέτερον, τὸ δῖνος, τοῦ δίνους, τοῖς δίνεσι· καὶ κατὰ μεταπλασμὸν, δίνοισιν. Ἢ τὸ δῖνον τοῦ δίνου, δίνοις καὶ δίνοισι· καὶ γὰρ τὰ ἔγκατα ἀεὶ συστρέφονται.
15Ψαύσῃ δ’ ἐνδίνων διά τ’ ἔντεα καὶ μέλαν αἷμα,
15Ἰλιάδος ψʹ, τουτέστι τῶν ἐντὸς τῶν ὅπλων· ἀπὸ τοῦ ἐντείνεσθαι αὐτὰ τῷ θώρακι καὶ τοῖς λοιποῖς ὅπλοις. Οἱ δὲ ἀποδιδόντες ἐντέρων, ἀγνοοῦσιν· οὐ γὰρ μέχρι
19θανάτου μονομαχοῦσιν.
20Ἐνδρομίδες: Ὑποδήματα· Ἀττικῶς εἴρηνται,
20παρὰ τὸν δρόμον, τὰ εἰς τὸν δρόμον ἐπιτήδεια. Ἐνδυκέως: Παρὰ τὸ ἐνδίκως. Οὕτως καὶ ἐνδυ‐ κέως τὸ φιλοτίμως καὶ ἀξίως, ἐπιμελῶς, μετ’ ἐπι‐ μελείας καὶ ἐπιστροφῆς. Ἐνέδρα: Παρὰ τὸ ἕζω, τὸ καθέζομαι, ἕδρα καὶ
25ἐνέδρα, ἐν ᾗ κάθηνταί τινες, μέχρις ἂν ἕλωσι τού‐ τους, οἷς ἂν ἐπιβουλεύωσιν. Ἕδρα σημαίνει τὴν καθέδραν, καὶ τὸ μέρος τοῦ σώματος. Ὡς παρὰ τὸ αἴθω αἶθρα, καὶ χύω χύτρα, οὕτως ἕζω ἕδρα, ἐν ᾗ καθήμεθα, ἢ δι’ ἧς καθήμεθα. Παρ’ αὐτὸ δὲ καὶ
30ἐνέδρα· ἐγκαθίζοντες γὰρ λοχῶσιν. Ἔνδοξος: Παρὰ τὸ ἐν ἑαυτῷ τὴν δόξαν ἔχειν. Ἐνεῖκαι: Σημαίνει τὸ ἐνέγκαι· ἔστι γὰρ Ἰω‐ νικόν. Παρὰ τὸ ἐνέκω ἐνέξω· πλεονασμῷ τοῦ ι, ἐνείκω, ἤνεικα· (ἐξ οὗ,
35Ἀλλά μ’ ὑπήνεικαν.
35Ἀντὶ τοῦ ἐξήνεγκαν, ἐξήγαγον) καὶ τὸ ἀπαρέμφατον, ἐνεῖκαι. Ὁ ἀόριστος, ἤνεξα· ὁ δεύτερος ἤνεκα· καὶ πλεονασμῷ τοῦ ν καὶ τροπῇ ἤνεγκα· καὶ ὥσπερ ἀπὸ τοῦ αἰεὶ γίνεται αἰὲν, τροπῇ τοῦ ι εἰς ν, οὕτως καὶ παρὰ τὸ ἐνείκω γίνεται ἐνέγκω διὰ τοῦ γ.
40Ἔνεισι καὶ Ἔξεισι: Ταῦτα εἰ μὲν δασύνεται,
40δύο μέρη λόγου εἰσὶ, καὶ ἔχει τὸ ἓν καὶ τὸ ἓξ ἀρι‐ θμητικόν· εἰ δὲ ψιλοῦται, ἓν μέρος λόγου εἰσὶ, καὶ ἔχει τὸ ἐν ἐξ, προθέσεις. Ἔνειμεν: Σημαίνει τὸ ὑπάρχομεν· τρίτην δὲ ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν. Τὸ γὰρ ἁπλοῦν αὐτοῦ
45εἰμέν ἐστί. Πᾶν δὲ ῥῆμα ὀξύτονον ἐν τῇ συνθέσει βαρύνεται. Ἔνεσαν: πεντήκοντ’ ἔνεσαν θάλαμοι
ἀντὶ τοῦ ὑπῆρχον. Εἰμὶ, τὸ ὑπάρχω· ὁ παρα‐

339

(50)

τατικὸς, ἦν· τὸ πληθυντικὸν, ἔμεν, ἔτε, ἔσαν, καὶ

339

(50)

ἔνεσαν.

339

(50)

Ἐνείρω: Ἐμπερονήσω, συναρμόσω, συμπλέξω,

339

(50)

συνάψω. Εἴρω οὖν παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, τροπῇ τοῦ α εἰς ε, καὶ πλεονασμῷ τοῦ ι. Εἴρω· ὁ μέλλων, ἐρῶ· ὁ ἀόριστος, εἶρα· καὶ συνεῖρα, καὶ παρενεῖρα, τὸ συνέβαλον, συνέπλεξα ἐμαυτόν. Ἰστέον ὅτι ἔν τισι τῶν ἀντιγράφων τὸ ἐνεπείρουν ἐπένθεσιν τοῦ ε
55ἔχει, ὡς ἐνεποίουν· ἐν τοῖς πλείστοις δὲ οὐκ ἔχει τὴν τοῦ ε ἐπέκτασιν· ἠμπείρου γὰρ πιττουργὸς καὶ στυππιοποιὸς, καὶ ἐνείρων τῷ ῥαιστῆρι τὸν στε‐ λεόν.

340

Ἔνερσις: Συμπλοκή. Παρὰ τὸ εἴρω, τὸ συμ‐ πλέκω, πλεονασμῷ τοῦ ς, εἴρσω, εἶρσις, καὶ ἔνερσις, καὶ ἐνέρσει. Ἐνεργμός: Τὸ δ’ αὐτὸ καὶ ἔνερξις· κροῦμα
5κιθαριστικόν· Εὐφρόνιος δὲ τὸν ἐν μέσῳ τῇ κιθάρᾳ
5πασσαλίσκον, δι’ οὗ ἡ χορδὴ διήρτηται. Φρύνιχος Κόννῳ· Τὶ δαὶ τὸν ἐνεργμόν. Κροῦμα, διάσχεσιν. Ῥητορική. Ἔνεροι: Οἱ νεκροί· ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ κεῖσθαι,
10ὅ ἐστιν ἐν τῇ γῇ· (ὅθεν καὶ πίπτειν ἔραζε·) τουτέστιν
10ἐν τῇ γῇ ὄντες.
10 Ἐνερόχρωτες: Νεκρόχρωτες, νεκροῦ χροιὰν ἔχοντες· καὶ, ἄναξ ἐνέρων Ἀϊδωνεύς. Τουτέστι, τῶν νεκρῶν. Ἔνερθεν: Ὑπένερθεν· δύο μέρη λόγου· ὑπὸ,
15πρόθεσις· ἔνερθεν, ἐπίρρημα τοπικόν. Γίνεται ἐκ τοῦ
15ἔνερος ἐνέρου, ὃ σημαίνει τὸν νεκρόν. Ἐξ αὐτοῦ
15ἐνέροθεν· καὶ συγκοπῇ, ἔνερθεν· ἢ παρὰ τὸ ἔρα ἔρερθεν καὶ ἔνερθεν· (σημαίνει δὲ τὸ ὑποκάτωθεν·) καὶ κατὰ ἀφαίρεσιν τοῦ ε, νέρθεν. Ἐνέρτερος: Κατώτερος· ἀπὸ τοῦ ἔνερθεν, ἐνέρ‐ θερος, καὶ ἐνέρτερος.
20ἐνετοὶ, ἐνετήϊος, παρὰ Παφλαγόσι· τοῖσι δ’ Ἐνετήϊος ἐμβασίλευεν πρῶτα Πέλοψ. Περὶ Παφλαγονίαν δοκεῖ Πέλοψ κατῳκηκέναι· ὅθεν καὶ Ἐνετήϊον αὐτὸν εἶπεν. Ἐνετοὶ γὰρ οἱ Παφλα‐
25γόνες οἱ Λυδοί. Ἐνετῇσι:
Χρυσείῃς δ’ ἐνετῇσι κατὰ στῆθος περονᾶτο. Ταῖς περόναις· διὰ τὴν Ἀθηνᾶν. Ὅτι κατὰ τὸ στῆθος ἐπερονῶντο, οὐχ ὡς ἡμεῖς κατὰ τὴν κλεῖδα
30τοῦ ὤμου. Δασύνεται δὲ τὸ ἑνέτῃσιν· ἀπὸ τοῦ ἐνί‐
30εσθαι τοῖς ἱματίοις, ὅ ἐστιν ἐμπορποῦσθαι καὶ ἐμ‐
30βάλλεσθαι πρὸς τὸν πέπλον. Σημαίνει δὲ τὰς περό‐
30νας· καὶ γίνεται παρὰ τὸ ἵημι, τὸ πέμπω· ὁ μέλλων, ἥσω· ὁ παρακείμενος, εἷκα· ὁ παθητικὸς, ἕμαι, ἕσαι, ἕται. Ἑτὸς, καὶ ἄφετος· τὸ θηλυκὸν, ἐτὴ, καὶ ἐνετή. Ἐνεκολλήβασε: Κατέπιεν. Ἴσως ἀπὸ τοῦ
35κόλου καὶ τοῦ βύσαι.
35 Ἐνεούρησεν: Ἀπὸ τοῦ οὔρησεν, ἐούρησε· καὶ ἐν συνθέσει, ἐνεούρησεν. Ζήτει. ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι καὶ ἐγ‐ γύης καταβολήν: Καταδικασθέντων τινῶν δη‐ μοσιεύεσθαι τὰς οὐσίας, εἰ λέγοιεν τινὲς ὡς εἴη‐
40σαν δανεισταὶ τῶν δημευομένων, ἀπογράφεσθαι τού‐
40τους ἐκέλευον, πότε καὶ πόσον ἐδάνεισαν ἀργύριον· ὅπερ ἔλεγον ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι· εἰ μέντοιγε παρίστων ἐγγυητὰς τοῦ μὴ ἂν διαψεύ‐ σασθαι περὶ τοῦ δανείσματος οἱ δανείσαντες, τοῦτο ἐγγύης καταβολὴν ἔλεγον. Ἐξῆν δὲ τῇ γυναικὶ
45πρῶτον τὴν ὀφειλομένην προῖκα ζητεῖν, καὶ τῷ δα‐ νειστῇ τὸ ὄφλημα. Ἀποδεικνύντες ὃ ἔλεγον, ἀπε‐ λάμβανον τὰ ὀφειλόμενα. Ἐκαλεῖτο οὖν τοῦτο, ἐνεπισκήψασθαι. Ἐνεός: Ὁ ἄφωνος· ἀπὸ τοῦ τὴν ἰωὴν παρ’

340

(50)

ἑαυτῷ ἔχειν· ἢ ὁ διὰ μωρίαν λήθαργος καὶ ἀμνήμων·

340

(50)

ἀφ’ οὗ καὶ ἐνεάζειν λέγουσι τοὺς διὰ μωρίαν περι‐ βλέποντας. Ἐνέχυρον: Τὸ εἰς ἀσφάλειαν ἀντάλλαγμα· ἀπὸ τοῦ ἔχω, τὸ κρατῶ, ἔχυρον καὶ ἐνέχυρον. Ἐνεχελιδώ: Τόπος Ἀθήνῃσι σταδίων ὀκτὼ, ἐν
55ᾧ αἱ ἱπποδρομίαι· ἀπό τινος Ἐχέλου.
55 Ἕνη καὶ νέα: Ἡ τριακοστὴ τοῦ μηνὸς ἡμέρα παρὰ Ἀθηναίοις· ἢ ἡ τριακὰς τῆς σελήνης· ἐπειδὴ τῆς σελήνης συμβαίνει τοὺς δύο μῆνας ἡ ἐννάτη

341

ἡμέρα ὡς ἔγγιστα εἶναι, καὶ τὴν τριακοστὴν ἡμέραν ὑπάρχειν καινήν· Καὶ κελεύειν νῦν μὲν ἥκειν εἰς ἑσπέραν, αὖθις δὲ ἕνης· ἢ ἐφ’ ἕνης.
5 Ἐνήνοχα: Ἀπὸ τοῦ ἐνέχω, ὁ μέλλων, ἐνέξω· ὁ παρακείμενος, ἤνεχα· ὁ μέσος, ἤνοχα· καὶ ὁ Ἀτ‐
τικὸς, ἐνήνοχα. Ἐνηλύσια: Εὐκίνητα· καὶ ἤλυσιν, τὴν ἔλευ‐ σιν. Αἰσχύλος ἐν Ἀργείοις,
10Καπανεύς μου καταλείπεται λοιποῖς ἀκέραυνος ἀρούρων
10ἐπηλυσίων ἀπέλιπεν.
10Οἱ δὲ, τὰ κατασκηφθέντα. Οὕτως εἰς τὸ Ῥητορικόν·
10εἰς δὲ τοὺς Ἐτυμολόγους εὗρον ....
10Ἐνηλύσια: Ἐνηλύσια λέγεται εἰς ἃ κεραυνὸς
10εἰσβέβηκεν· ἃ καὶ ἀνατίθεται Διῒ καταιβάτῃ, καὶ λέγεται ἄδυτα καὶ ἄβατα. Ἐνηής: Ὁ πρᾶος καὶ προσηνὴς καὶ ἡδύς· παρὰ τὸ ἥδω ἥσω· ἢ παρὰ τὸ ἠῢς γίνεται ἐνηὴς, ὥσπερ παρὰ τὸ βριθὺς, ἐμβριθής. Κλίνεται ἐνηέος. Τὸ δὲ
15ἠῢς σημαίνει δύο, τὸν γενναῖον καὶ ἰσχυρὸν, καὶ τὸν
15ἀγαθόν. Ἐπὶ μὲν τοῦ ἰσχυροῦ, παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐῢς καὶ ἠΰς· ἐπὶ δὲ τοῦ ἀγαθοῦ, παρὰ τὸ ἥδω ἡδύς· καὶ ἐκβολῇ τοῦ δ, ἠΰς· ἐξ οὗ καὶ ἠεῖα, ὡς ταχὺς ταχεῖα· καὶ ἐνηεῖα ἐνηείης, Ἰλιάδος ρʹ, Νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο
20μνησάσθω·
20Τουτέστι τῆς πραότητος.
20 Ἔνθους: Κατὰ συναλοιφὴν ὁ ἐνθεαζόμενος, ἔνθεος καὶ ἔνθους. Ἐνθυμιζόμενοι: Ἐνθυμούμενοι. Ἐνθρυπτά: Τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. Ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοι‐
25κειοῦσι. Καὶ Ἀπόλλων δὲ παρ’ Ἀθηναίοις Ἐν‐ θρυπτός. Ἔνθα: Ἐπὶ μὲν τοῦ τότε δὴ, χρονικὸν ἐπίρρημα. Ἔνθ’ αὖ Τυδείδῃ Διομήδεϊ. Καὶ,
30Ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοί.
30Ἀντὶ τοῦ τότε. Ἢ τοπικόν. Ἐπὶ δὲ τοῦ τοπικοῦ,
30 Ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν. Ἐπὶ δὲ τοῦ ἐν τούτῳ ἢ ἐν ἐκείνῳ τῷ τόπῳ, Ἔνθα μὲν Αἴας κεῖται, ἔνθα δ’ Ἀχιλλεὺς, ἔνθα δὲ Πάτροκλος. Ἐνθάδε: Ἐκ τοῦ ἔνθα τοπικοῦ ἐπιρρήματος,
35ἐπεκτάσει τῆς ΔΕ· καὶ ὤφειλεν εἶναι ἔνθαδε· ἀλλὰ
35κανών ἐστιν ὁ λέγων, ὅτι τὰ κατὰ φωνὴν παραχθέντα εἰς ΔΕ, μηδὲν πλέον τοῦ πρωτοτύπου σημαίνοντα, πρὸ μιᾶς ἔχει τὸν τόνον· ἔνθα, ἐνθάδε· τοῖος, τοιόσδε· τῆμος, τημόσδε· τηνίκα, τηνικάδε. Καὶ ἀποροῦσι τινὲς λέγοντες, πόθεν γίνεται τὸ ἔνθα; Καὶ λέγομεν
40ἐκ τοῦ ἔνθεν. Πόθεν δῆλον; Ἐντεῦθεν· τὰ εἰς ΘΑ δισύλλαβα ἐπιρρήματα, οὐκ ἐκ μεταθέσεως ὄντα τοῦ
ΘΕ, ὀξύνεσθαι θέλουσιν· οἷον δηθὰ, τριχθά. Εἰ οὖν ἔνθα οὐκ ἐκ μεταθέσεως ὑπῆρχε τοῦ ἔνθεν, ὤφειλεν ὀξύνεσθαι. Οὐκ ἄρα ἐστὶ τὸ ἔνθεν ἐκ τοῦ ἔνθα.
45 Ἰστέον ὡς φησὶν ὁ τεχνικὸς, ἔθος ἔχουσιν αἱ λέξεις αἱ εἰς σύμφωνον λήγουσαι δέχεσθαι ἐπέκτασιν τὴν διὰ τοῦ ι· οἷον νῦν, νυνί· οὗτος, οὑτοσί· ἐκεῖνος, ἐκεινοσί· αἱ δὲ εἰς φωνῆεν λήγουσαι τρέπουσιν εἰς ι· οἷον, ὅδε, ὁδί· δεῦρο, δευρί· ἐνθάδε, ἐνθαδί· ἢ τὸ ι προσλαμβάνουσι

341

(50)

κατὰ διάστασιν, οἷον αὕτη, αὑτηΐ· τούτου, τουτουΐ·

341

(50)

τούτῳ, τουτῳΐ. Τὸ δὲ οἱονεὶ καὶ ὡσπερεὶ γράφεται διὰ διφθόγγου· διάφορα γὰρ μέρη λόγου εἰσίν. Ἔστι γὰρ οἷον, ὄνομα· καὶ εἰ, σύνδεσμος συνα‐ πτικός· τὸ δὲ ὡσπερεὶ, τρία μέρη λόγου εἰσίν· ὡς, ἐπίρρημα· περ, σύνδεσμος παραπληρωματικός· καὶ
55εἰ, συναπτικός.
55 Ἰστέον ὅτι ἐκ τῶν μονοσυλλάβων προθέσεων δύο ἐπεκτείνονται, ἡ ἐν καὶ ἡ πρός. Ἡ ἐν, προσλα‐ βοῦσα τὸ ι, γίνεται ἔνι· ὡς τὸ, Οὐκ ἔνι ἐκεῖ δοῦλος οὐδὲ ἐλεύθερος.

342

πρὸς, προσλαμβάνει τὸ ι, καὶ γίνεται προσί· ἐκβολῇ τοῦ ρ, ποσί· καὶ τροπῇ τοῦ ς εἰς τ, ποτί· ἐξ οὗ καὶ τὸ, Διὸς ποτὶ χαλκοβατὲς δῶ.
5Διαφέρει δὲ, ὅτι ἡ ἐν γίνεται ἔνι, καὶ μετάγεται
5εἰς ῥηματικὴν σημασίαν· ἡ δὲ πρὸς γίνεται ποτὶ,
5καὶ ὡσαύτως μένει πρόθεσις.
5 Ἐνὶ οἴκῳ: Ὀρθοτονεῖται μετὰ τοῦ ὀνόματος, ἵνα μὴ ἀναστρεφομένη σημαίνῃ ῥῆμα. Ἔστι δὲ κατὰ πλεονασμὸν τοῦ ι. Τότε δὲ ἀναστρέφονται αἱ προθέσεις, ὅτε λείπει ῥῆμα. Γίνεται γὰρ ἀντὶ ῥή‐ ματος· ὡς τὸ,
10ἔνι τοι φρένες οὐδ’ ἠβαιαὶ,
10καὶ,
10πάρ’ ἔμοιγε καὶ ἄλλοι.
10 πάρα γὰρ θεοί εἰσι. Καὶ ὅτε μεταξὺ δύο ὀνομάτων τεθῇ, ξύλοχον κάτα βοσκομενάων. Ξάνθῳ ἔπι δινήεντι. Καὶ ὅτε ὑποτέτακται τινὶ ἀμέσως· οἷον,
15ᾧ ἔπι.
15Ἀντὶ τοῦ ἐφ’ ᾧ. Καὶ ὅτε εὑρεθῇ ἐπὶ τέλους· οἷον,
15Ἀρτέμιδι ξύν.
15Εἰ δὲ μὴ οὕτως ἔχει, ὀρθοτονεῖται, καὶ φυλάσσει τὸν
15ἴδιον τόνον.
15 [Ἔνθ’ εἴη:] Ἰλιάδος οʹ, Ὡς δ’ ὅταν ἀΐξῃ νόος ἀνέρος, ὅστ’ ἐπὶ πολλὴν γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ, ἔνθ’ εἴη ἢ ἔνθα. Καὶ οὐκ ἔστι τρίτον πρόσωπον εὐκτικὸν, ἀλλὰ πρῶ‐
20τον· οὐ γὰρ δύναται τὰ τρίτα τῶν εὐκτικῶν προσ‐
20λαμβάνειν τὸ ν, ἵνα μὴ συνεμπέσῃ τοῖς πρώτοις.
20Φιλόξενος δὲ λέγει κατὰ διάλεκτον γεγονέναι· ἔστι ῥῆμα εἴω, τὸ πορεύομαι, εἴεις, εἴει· τὸ ἀπαρέμ‐ φατον, εἴειν. Τὸ δὲ λέγειν καὶ φέρειν οἱ Αἰολεῖς λέγην καὶ φέρην λέγουσι διὰ τοῦ η. Οὕτως οὖν καὶ τὸ εἴειν εἴην Αἰολικὸν ἀπαρέμφατον. Ἢ ἐκ τοῦ ἦν
25τρίτου προσώπου δεύτερος ἀόριστος, πλεονασμῷ τοῦ ε ποιητικῶς· καὶ γίνεται ἔην· καὶ πλεονασμῷ τοῦ ι, εἴην, τὸ τρίτον, εἴη.
Ἐνιαυτός: Ἀπὸ τοῦ ἐν ἑαυτῷ ἰέναι· ἀπὸ γὰρ τοῦ κέντρου καὶ τοῦ ὁρίζοντος οὗ ἦν ὁ ἥλιος κατὰ τὸν
30Μάρτιον μῆνα, δι’ ὅλου κινούμενος τοῦ χρόνου, ἐν
30ἐκείνῳ πάλιν ἔρχεται, ὡς καὶ ὁ Χριστὸς ἀπὸ τοῦ πατρός. Ἢ παρὰ τὸ ἐν ἑαυτῷ διειληφέναι πάντα, τούς τε καρποὺς καὶ τὰς τροπὰς, ἢ τοὺς χρόνους καὶ τοὺς μῆνας. Ἢ παρὰ τὸ ἰαύω, τὸ ἐνδιατρίβω, σύν‐ θετον ἐνιαύω, καὶ ὄνομα, ἐνιαυτὸς, ὁ ἐνδιάτριπτος
35χρόνος· καὶ Ὅμηρος,
35Ἔνθα Κύκλωψ ἐνίαυεν.
35 Ἐνιαυθμός: Παρὰ τὸ ἐνιαύω, τὸ ἐνδιατρίβω, ἐνιαυσμὸς καὶ ἐνιαυθμός. Ἐκ δὲ τοῦ ἰαύω, καὶ μηλιαυθμός. Ἐνιλλώπειν: Τὸ κατακεκλασμένῳ ὄμματι βλέπειν καὶ καταμωκᾶσθαι. Ὅθεν καὶ ἐνιλλώψας
40τὸ καταμωκησάμενος. Ἴλλους γάρ φασι τοὺς
40ὀφθαλμούς. Ἔνθεν καὶ κατιλλώπειν, καὶ πτίλος. Καὶ σιλληνοὺς δὲ ἔνιοι τοὺς τοῖς ἴλλοις ἐπισίνειν. Εἰ μὴ ἄρα τίλλος τὶς ἐστὶν ἀπὸ τοῦ τετίλθαι τὰ βλέφαρα. Καὶ τὸ διανεύειν, δενδίλλειν Ὅμηρος. Ἐνιπή: Ἡ διὰ λόγων ἐπίπληξις· ἀπὸ τοῦ
45ἐνέπω ῥήματος, ἢ ἀπὸ τοῦ ἐνίπτω. Ἐνιπεύς: Ὄνομα ποταμοῦ· ἀπὸ τοῦ ἐνιπὴ ἡ ἀπειλή. Καὶ γὰρ οὗτος ὁ ποταμὸς ἄγριός ἐστι, καὶ ἀπειλοῦντι ἔοικεν. Ἐνίπτω: Ἐπιπλήσσω, λοιδορῶ· παρὰ τὸ ἐνέπω,

342

(50)

τὸ λέγω, κατ’ ἐπένθεσιν τοῦ τ, καὶ τροπῇ τοῦ ε

342

(50)

εἰς ι· τὸ γὰρ ε, ἡνίκα πλεονάσῃ σύμφωνον, τρέπεται εἰς ι· ἐνέπω, ἐνίπτω· Μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε. Εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπεν. Ἀντὶ τοῦ εἶπεν, ἢ ἔλεγεν, Ἰλιάδος βʹ· ἀπὸ τοῦ
55ἐνέπω, πλεονασμῷ καὶ τροπῇ· ἐξ οὗ καὶ ῥῆμα περι‐
55σπώμενον, ἐνισπῶ, ἐνισπήσω· ὁ δεύτερος ἀόριστος, ἤνισπον· καὶ κατὰ συστολὴν, ἔνισπον. Ἐνισσέμεν: Ἐνισσέμεν ἐκπάγλοις ἐπέεσσιν.

343

Κακολογεῖν, ἐπιπλήσσειν· ἀπὸ τοῦ ἐνίσσω· ὁ μέλ‐
λων, ἐνίξω. Ἐνίψει: Ἰλιάδος ηʹ κυρίως μὲν, ἐπιπλήξει διὰ λόγων· νῦν δὲ, ἀντὶ τοῦ ἐρεῖ, λέξει.
5Ἔνισπεν: Ῥῆμα, χρόνου ἀορίστου, ἢ ἐνεστῶτος
5καὶ παρατατικοῦ. Ἁπλῆ δὲ ἡ λέξις αὐτοῦ, ἴσπω· ἐνίσπω· ὁ παρατατικὸς, ἤνισπον, ἤνισπες, ἤνισπεν· καὶ ἔνισπεν, ὡς ἤλαυνεν, ἔλαυνεν. Καὶ, σὺ δέ μοι νημερτὲς ἔνισπες. Οὕτως καὶ σχῶ, ἴσχον· καὶ σπῶ, ἴσπον· καὶ ὥσπερ
10ἔσχον ἔσχες, οὕτως καὶ ἴσπον ἴσπες, καὶ ἔνισπες.
10Τὸ μέντοι προστακτικὸν παροξύνεται, ἐνίσπες, ὡς ἐπίσχες, ἐ τὸ δὲ ἄνευ τοῦ ς προστακτικὸν προπαροξύτονον, ἔνισπε, ἀκολουθεῖ τῷ ὁριστικῷ. Ἐννέα: Ἀπὸ τοῦ ἐνδεῖν εἰς τὸν δέκατον ἀριθμόν· ἢ παρὰ τὸ νέα καὶ τὸ ἕν. Ἐκ τοῦ ἐννέα διὰ δύο ΝΝ,
15ἔνατος δι’ ἑνὸς ν. Ψιλοῦται· τὸ ε πρὸ τοῦ ἑνὸς ν ψιλοῦσθαι θέλει· ὁμοίως δὲ τὸ η, χωρὶς τῶν συν‐ δέσμων, καὶ εἰ μὴ ἐκ κλίσεως εἴη· οἷον, Ἐνυὼ, ἔνδιοι· ἤνις, ἠκέστας· τὸ ἡνία, ἐπεὶ παρὰ τὸν ἥσω μέλλοντα γέγονεν, ὁμοίως τῷ ποιήσαντι ἐδασύνθη.
20Πρόσκειται, “χωρὶς τῶν συνδέσμων·” διὰ τὸ ἕνεκα καὶ εἵνεκα. Ἐννέωροι: Ἐνναετεῖς· ὦρος γὰρ ὁ ἐνιαυτός. Ὀδυσσείας νʹ, Ἐννέωροι γὰρ τοίγε καὶ ἐννεαπήχεες ἦσαν
25εὖρος· ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
25Ὀδυσσείας τʹ,
25ἔνθά τε Μίνως
25 ἐννέωρος βασίλευε, Διὸς μεγάλου ὀαριστύς. Οἱ μὲν, ὅτι ἐνναετὴς βασιλεύειν ἤρξατο· ἢ ὅτι ἐννέα ἔτη ἐβασίλευσεν· ἢ ὅτι οἱ ὑποτεταγμένοι οὐ ῥᾳδίως πείθονται ταῖς τῶν βασιλέων γνώμαις. Ὅθεν φασὶν ἀνιόντα αὐτὸν εἰς Ἴδην δι’ ἐνναετίας συντιθέναι
30νόμους, καὶ φέροντα διαβεβαιοῦσθαι, ὡς ὑπὸ Διὸς
30εἶεν δεδομένοι. Τῇσι δ’ ἐνὶ Κνωσσὸς μεγάλη πόλις, ἔνθά τε Μίνως ἐννέωρος βασίλευε, Διὸς μεγάλου ὀαριστύς. Σημαίνει δὲ τὸν ὁμιλητήν. Ὄαροι γὰρ οἱ λόγοι, καὶ ἡ μετὰ λόγου συνουσία. Καὶ ὀαριστὺς πάρ‐
35φασις, ἀντὶ τοῦ ὁμιλία παραλογιστική. Ὁ μῦθος
35τὸν τῆς Εὐρώπης καὶ Διὸς Μίνωα δι’ ἐνναετίας ἀφικνεῖσθαι πρὸς τὸν πατέρα παιδευθησόμενον, καὶ ὡς παρὰ σοφιστοῦ μανθάνειν τὰ δέοντα· ὅθεν τῇ τε γνώμῃ καὶ κρίσει τοσοῦτον διενεγκεῖν, ὡς βασιλέα αὐτὸν ποιῆσαι, καὶ ἐν ᾅδου δικαστὴν γενέσθαι τῶν
40ἀδίκων ψυχῶν. Ἡ ἱστορία παρὰ Πλάτωνι. Ἐννεάψυχος: Ὁ κύων. Παροιμιωδῶς. Ἐννεάκρουνος: Κρήνη Ἀθήνῃσι παρὰ τὸν Ἰλισσὸν, ἣ πρότερον Καλλιρόη ἔσκεν· ἀφ’ ἧς τὰ
λουτρὰ ταῖς γαμουμέναις μετίασι. Πολύζηλος Δη‐
45μοτυνδάρεῳ δὲ
45 ἵξει ἀπ’ ἐννεάκρουνον ἔνυδρον τόπον. Ῥητορική. Ἐννῆμαρ: Ἐπὶ ἐννέα ἡμέρας. Κἂν παρὰ τὸ ἦμαρ ὄνομα συντεθῇ, οὐκ ἔστιν ὄνομα, ἀλλ’ εἰς ἐπιρ‐ ρηματικὴν καὶ ἄκλιτον μετέπεσε σύνταξιν, καὶ ση‐

343

(50)

μαίνει χρόνον τινὰ ἢ καιρόν. Τοιοῦτόν ἐστι καὶ τὸ

343

(50)

ἑξῆμαρ, αὐτῆμαρ, πανῆμαρ. Οὐδὲν δὲ τῶν εἰς ΑΡ σὺν τῷ ι γράφεται, οἷον ἑξῆμαρ· τὸ δὲ ἦμαρ ἀεὶ μετὰ ἀκλίτων τάττεται. Ἐχρῆν δὲ αὐτὸ προπαρο‐ ξύνεσθαι, ὡς παρ’ οὐδετέρου συγκείμενον· ἀλλ’ ἐπειδὴ ὁ τόνος παρηλλάγη, (ἐπεὶ καὶ ξένη ἡ σύν‐
55θεσις, οὐδὲν γὰρ τῶν εἰς ΑΡ συντεθέντων οὐδετέρων
55προπαροξύνεται,) διὰ τοῦτο (πρὸ) περισπᾶται. Ἔστι δὲ τὸ ἐννῆμαρ ἐπίρρημα, ὡς τὸ ἑξῆμαρ, αὐτῆμαρ· καὶ προπερισπᾶται.

344

Ἔννη: Ἔστι νῶ· σημαίνει τὸ νήθω· ὁ παρατατι‐ κὸς, καὶ ἐπὶ πρώτης ἐστὶ συζυγίας, καὶ ἐπὶ δευτέρας. Ἂν γὰρ ἐστὶ νώμενος ὡς κλώμενος, δηλονότι ἐστὶ δευτέρας. Τοῦ νῶ ὁ παρατατικὸς, ἔνων, ἔνης, ἔνη·
5καὶ πλεονασμῷ τοῦ ν, ἔννη. Οὕτως Ἡρωδιανός. Ἔννεον: Ἔστι ῥῆμα, νέω· ὁ παρατατικὸς, ἔνεον· καὶ πλεονασμῷ τοῦ ν, ἔννεον. Ἐνναέται: Οἱ περίοικοι. Ἀπὸ τοῦ ναίω, τὸ οἰκῶ, ναέτης ναέτου.
10 Ἐννεσίῃσι: Διανοήσεσιν, ἐννοίαις, βουλήσεσιν, ὥς φησι Διονύσιος. Καὶ Ὅμηρος Ἰλιάδος εʹ. Γί‐ νεται παρὰ τὸ ἐννοίαισι· καὶ πλεονασμῷ τοῦ ς, καὶ τροπῇ τοῦ ο εἰς ε, (ὥσπερ πηγόμαλλα, πηγεσί‐ μαλλα,) γίνεται ἐννεσίῃσι, καὶ ἐκτάσει.
15 Ἐν πύῃ: Τινὲς ἐν χόρτῳ· Ἀρίσταρχος ἐν πυροῖς καὶ κριθῇ· πυὸν γὰρ τὸν πυρὸν δίχα τοῦ ρ. Ἄλλοι δὲ, ἐν καρπῷ. Ἐν μεσάτωι: Ἐν μεσαιτάτῳ τόπῳ, κατὰ συγ‐ κοπήν.
20Ἐν προδοκῇσιν: Ἀπὸ τοῦ δοκεῖν, τοῖς πρὸς
20ἐνέδραν ἐπιτηδείοις τόποις. Ἐν τοῖς κατωτάτω: Κάτω κατώτατος· ἡ δο‐ τικὴ, κατωτάτῳ, καὶ ἐν τοῖς κατωτάτω. Ἀπὸ ὀνό‐ ματος μετήχθη εἰς ἐπίρρημα.
25 Ἐν φρεατοῖ: Δικαστήριον τῶν ἀκουσίων φόνων ἐν Ἀθήναις. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογεί‐ τονος ἀκριβῶς διέρχεται περὶ αὐτοῦ. Ὠνομάσθαι δὲ τὸ δικαστήριον ἔοικεν ἀπό τινος Φρεάτου ἥρωος, ὡς Θεόφραστος ἐν ἑκτῳκαιδεκάτῳ Νόμων μαρτυρεῖ.
30 Ἐνσκιρωθείσης: Ἐμπαγείσης· σκίρωμα γὰρ λέγεται τὸ ἀνίατον πάθος. Ἔντερα: Διὰ τὸ ἐντὸς ῥεῖν, ἔντερα. Ζήτει εἰς τὸ ἔγκατα. Ἐντελέχεια: Τὸ ἀεὶ ὄν· παρὰ τὸ ἐντελῶς
35ἔχειν.
35Ἔνορχα: Ἰλιάδος ψʹ,
35 Πεντήκοντα δ’ ἔνορχα παρ’ αὐτόθι μῆλ’ ἱερεύσειν. Ὄρχεις ἔχοντα. Τοιαῦτα γὰρ ἔθυον τοῖς ποταμοῖς. Ἐνολμίς: Ἦν τι γένος μάντεων οὕτω καλού‐ μενον, διὰ τὸ ἐν ὅλμῳ κοιμηθῆναι [γίνεσθαι·] ὅλμοι δὲ λέγονται οἱ τρίποδες τοῦ Ἀπόλλωνος. Ὅθεν καὶ
40παροιμία, ἐν ὅλμῳ εὐνάσω. Ἀντὶ τοῦ μαντικός. Ὁ δὲ Σοφοκλῆς ἐνόλμιος. Ἐνονυχίζει: Ἀποδέχεται. Ἐνοδία: Ἡ Ἑκάτη· ἐπεὶ κυνηγός. Ἡρα‐ κλείδης.
45Ἐνοσίχθων καὶ Ἐνοσίγαιος: Ὁ Ποσειδῶν·
45ἐκ τοῦ ἔνοσις, ὃ σημαίνει τὴν κίνησιν· καὶ ἐν συν‐
45θέσει μετὰ τοῦ γαῖα, ὁ σείων καὶ κινῶν τὴν γῆν. Ἐνοχλῶ: Ἐκ τοῦ ὄχλος· τοῦτο παρὰ τὸ ἀχλύς. Ἐνοπαῖς: Τοῖς ἐνωτίοις· ἀπὸ τοῦ ταῖς τῶν
ὤτων ὀπαῖς κεῖσθαι. Σοφοκλῆς. Ἐνοπῇ: Ἰλιάδος γʹ,

344

(50)

Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ’ ἴσαν, ὄρνιθες ὥς. Ἐνοπῇ καὶ κλαγγῇ ἐπιρρήματα εἰσὶ ποιότητος, ὡς τὸ σιγῇ. Γίνεται παρὰ τὸ ὂψ, ὃ σημαίνει τὴν φωνήν· ἡ γενικὴ, ὀπός· καὶ μετὰ τῆς ἐν προθέσεως γίνεται ἐνοπή.
55Ὁ κανών· τὰ ἀπὸ διαφόρων πτώσεων .....
55Ἐνωπῇ: Ἰλιάδος εʹ,
55Ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ.
55Ἀντὶ τοῦ ἐν ὄψει, φανερῶς· παρὰ τὴν ὦπα. Καὶ Δωρικῶς, ἐνωπᾷ. Τὸ δὲ, Αὐτὰρ ἐπεὶ κατενῶπα, μεταπλασμός ἐστιν, ὡς κρόκην κρόκα.

345

Ἐνωπιδίως ἐσίδεσκεν: Τινὲς ἐνωπαδίως γρά‐ φουσι, τὸ εἰς αὐτοὺς τοὺς ὦπας ὁρᾶν καὶ γινώσκειν. Ἐνωπίδες: Αἱ θεράπαιναι· παρὰ τὸ ἕπεσθαι. Δίδυμος.
5Ἐνῴδια: Σὺν τῷ ι. τὰ ἐνώτια· ἴσως παρὰ τὸ
5ἐνοιδεῖν τὰ περὶ τὸν τόπον εὐθύτρητα ὄντα. Οὕτως Ὠρίων ὁ Μιλήσιος. Ἐνωρᾷ: Ἔχει τὸ ι· λέγεται δὲ ἐπὶ δοτικῆς μόνης, ἀντὶ τοῦ θᾶττον. Ἀριστοφάνης ἐν Εἰρήνῃ. Ἐνώμοτος: Ἔνοχος τοῖς ὅρκοις, βέβαιος.
10Ῥητορική.
10 Ἐνωμοτία: Τάξις τὶς στρατιωτικὴ παρὰ Λα‐ κεδαιμονίοις. Εἴρηται δὲ ἀπὸ τοῦ ὀμνύναι αὐτοὺς μὴ λείπειν τὴν τάξιν. Ἐνωμοτάρχης, τάξεως τινὸς στρατιωτικῆς ἄρχων παρὰ Λακεδαιμονίοις. Ῥη‐ τορική.
15Ἐνώμα: Ἐκίνει, ἐκούφιζεν. Ἀπὸ τοῦ ὦμος ἡ
15μεταφορά· γίνεται ἐνωμῶ. Καὶ, Ἄρης δ’ ἐν χερσὶ πελώριον ἔγχος ἐνώμα. Ἔντεα: Τὰ ὅπλα· παρὰ τὸ ἐντὸς περιλαμβάνειν τὸ σῶμα, καὶ ἐντὸς εἶναι τὸν φοροῦντα· οἱονεὶ σκε‐ παστήριά τινα ὄντα, διὰ τὸ περιλαμβάνειν τὰ
20σώματα.
20 Ἐντόσθια: Παρὰ τὸ ἐντὸς ἐπίρρημα, ὃ σημαίνει τὸ ἔσω, τὰ ἔσωθεν τοῦ σώματος κείμενα. Οἱ δὲ λέγουσιν ἐνδόσθια. Ἐντύνω: Σημαίνει τὸ εὐτρεπίζω. Ἔντομα: Τὰ τοῖς κατοιχομένοις θυόμενα. Ἐν‐
25τέμνεται γὰρ τούτων ὁ τράχηλος· τὰ δὲ τοῖς οὐρα‐ νίοις θεοῖς ἀνακλᾶται. Ἢ ἔντομα τὰ εὐνουχισθέντα τῶν προβάτων· τοιαῦτα δὲ ἔθυον τοῖς νεκροῖς, ἄγονα, διὰ τὸ καὶ αὐτοὺς εἶναι ἀγόνους. Καί μιν κυδαίνοντας ὑπὸ κνέφας ἔντομα μῆλα.
30Καὶ,
30Ἥγνισαν ἔντομα μήλων.
30Ἐντρέχεια: Σημαίνει τὸ μετὰ δρόμου καὶ θερ‐
μῶς ἐπιπηδᾶν τῷ πράγματι. Ἐντροπαλιζόμενος: Κατ’ ὀλίγον καὶ συνεχῶς ἐπιστρεφόμενος. Ἐκ τοῦ τρέπω, τροπῶ, τροπίζω· καὶ προσθέσει τῆς ΑΛ συλλαβῆς μετὰ τῆς ἐν προ‐
35θέσεως γίνεται ἐντροπαλίζω. Εἴρηται καὶ χωρὶς τῆς ἐν. Ἰλιάδος υʹ, πρὶν δ’ οὔ τι μετετροπαλίζεο φεύγων. Ἀντὶ τοῦ οὐδὲ ἐπεστρέφου. Τοιαῦτα δέ εἰσι ῥή‐ ματα ἀπὸ τῶν εἰς ΗΣ, πλεονασμῷ τῆς ΑΛ· οἷον
40πύκτης, πυκτίζω, πυκταλίζω, Ἀνακρέων. Καὶ Σώ‐
40φρων φησὶν ἀπὸ τοῦ πυκτεύω πυκταλεύω. Ἕντο: Ἐξ ἔρον ἕντο. Δασύνεται· σημαίνει δὲ τὸ ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα, ὅ ἐστιν ἐκορέσθησαν. Ἀπὸ τοῦ ἵημι, τὸ
45πέμπω, ἥσω, ἧκα, ἕμαι· ὁ ἀόριστος, ἕθην· ὁ μέσος
45δεύτερος ἀόριστος, ἕμην· τὸ τρίτον τῶν πληθυντικῶν, ἕντο. Ἢ ἀπὸ τοῦ δευτέρου ἀορίστου ἧν· ὁ μέσος, ἕμην. Ἢ ἀπὸ τοῦ ἕω, εἷμι· ἡ μετοχὴ, εἳς, καὶ ἀφείς· ἕμαι, ἕμην ἕσο ἕτο· καὶ τὸ πληθυντικὸν, ἕμεθα ἕσθε ἕντο.

345

(50)

Ἐνύπνιον: Κατὰ τοὺς ὕπνους· ὀνοματικὸν

345

(50)

ἐπίρρημα, ἀντὶ τοῦ ἐνυπνίως, ἢ ἐν ὕπνῳ. Ἔστι δὲ

345

(50)

καὶ ὄνομα· ἀπὸ δὲ ὀνόματος μετήχθη εἰς ἐπίρρημα. Θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. Ἐνυώ: Πολεμικὴ θεός. Ἢ παρὰ τὸ ἐναύειν, ὅ ἐστιν ἐμφωνεῖν· ἢ παρὰ τὸ ἴω, ἀπὸ τοῦ ἐνίειν τοῖς πολεμουμένοις τὴν μάχην· ὅθεν καὶ ὑσμίνη. Ὅμηρος,
55 οὔτε πτολίπορθος Ἐνυώ. Ἐνυάλιος: Πολεμικός. Παρὰ τὴν Ἐνυὼ δαί‐ μονα, ἥτις ἐστὶ προστάτις τοῦ πολέμου, κτητικὸς

346

τύπος γέγονεν· Ἐνυώ ἐνύϊος, καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, ἐνυάλιος, ὁ προσφιλὴς τοῖς τῆς θεᾶς Ἐνυοῦς ἔργοις. Ἐπηχού .. τορόν τι καὶ Ἐνυάλιον.
5Ἀπὸ τοῦ φένω, τὸ φονεύω, ἀποβολῇ τοῦ φ, ἔνω·
5κατὰ παραγωγὴν, ἐνύω· καὶ ὄνομα ῥηματικὸν, Ἐνυὼ, καὶ ἐνυάλιος. Ἐνώπιον: Ἐπίρρημα τοπικόν. Παρὰ τὸ ὢψ ὠπὸς, ὤπιον, καὶ ἐνώπιον. Πᾶν δὲ ἐπίρρημα εἰς ΙΟΝ, τύπου ὑποκοριστικοῦ ὑπάρχον, διὰ τοῦ ι γράφεται
10καὶ προπαροξύνεται· οἷον βράδιον, τάχιον, ῥᾴδιον,
10μετώπιον, ἐνώπιον. Τὸ δὲ προσωπεῖον διὰ τῆς ΕΙ διφθόγγου, καὶ προπερισπᾶται. Τὸ δὲ προσενώ‐ πιον, ἀντὶ τοῦ πρὸς τοὺς ἐξεναντίας τῶν εἰσόδων τοίχους, διὰ τὸ φωτίζεσθαι ὑπὸ τῶν θυρῶν. Ἕξ: Διὰ τὸ ἔξωθεν εἶναι τῶν πέντε.
15Ἑξάκλινον, ἑξάπουν: Ἀττικῶς μὲν ἕξπουν
15καὶ ἕξκλινον λέγεται, ὥσπερ καὶ παρὰ τῷ Σοφοκλεῖ ἑξπηχυστί· καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ ἕξπουν.
Φυλάττουσι γὰρ τὸ τέλος τῶν ἀριθμῶν ἐν τῇ συνθέσει, πεντέμηνον λέγοντες, καὶ, ἐν πεντεσυρίγγῳ ξύλῳ·
20ἡμεῖς δὲ, πεντάμηνον. Ὀκτώπουν ἐκεῖνοι, καὶ ἡμεῖς,
20ὀκτάπουν. Εἰ οὖν ἄρα τὸ τέλος τῶν ἀριθμῶν φυ‐ λάσσουσι, ὁ δὲ ἓξ ἀριθμὸς τὸ ξ ἔχει, φυλάσσουσι ἄρα τὸ τέλος, ἕξκλινον λέγοντες. Ἀλλ’ ἔστιν εἰπεῖν πρὸς τοῦτο, ὅτι οὐδὲ μίαν λέξιν ἔχομεν εἰς διπλοῦν καταλήγουσαν, καὶ ἐν τῇ συνθέσει φυλασσομένην.
25Εἰσὶ δὲ αἱ φυλασσόμεναι ἐν παραθέσει· οἷον,
25 Πὺξ μὲν ἐνίκησα. Λὰξ ποδὶ κινήσας. Εἰ οὖν ἕξπους ἐν συνθέσει, ὀφείλει τρέπεσθαι καὶ μὴ καταλήγειν εἰς διπλοῦν. Ἀνάλογον ὅτι πεφύλακται τὸ τέλος τοῦ ἀριθμοῦ· ὡς καὶ παρὰ τῷ ποιητῇ· οἷον,
30ἑξέτης·
30Ἑξέτε’ ἀδμήτην.
30Καὶ,
30Ἑξάετες δ’ ἤνασσεν.
30Οὐκ ἔστιν οὖν πλεονασμὸς, ὡς πλανῶνται τινές. Τὰ εἰς ΚΙΣ ἐπιρρήματα ἐν τῇ συνθέσει ἀποβάλλει τὸ ΚΙΣ· οἷον, ἑπτάκις, ἑπτάμηνος· οὐ γὰρ ἀπὸ τοῦ ἑπτὰ ἀριθμοῦ. Τέσσαρες ὁ ἀριθμὸς, τετράκις τὸ ἐπίρ‐ ρημα· παρὰ τοῦτο τετράμηνον. Οὕτως οὖν ἑξάκις,
35ἑξάκλινον, ἑξάπουν. Ἡρωδιανὸς περὶ Παθῶν. Ἐξάγιστος: Ἀκάθαρτος, ἢ πονηρός. Αἰσχίνης δὲ ἐπί τινος λιμένος εἴρηκεν. Ἐξάδιος: Ὄνομα κύριον, ὁ ἐξοχὴν ἐν τῷ διώκειν ἔχων. Τὸ ε πρὸ τοῦ ξ δασύνεται· τὸ δὲ Ἐξά‐
40διον, ψιλοῦται, ἐπεὶ διφορεῖται τὸ ὄνομα, Λεξάδιος καὶ Ἐξάδιος, ὡς Ὀβριάρεως καὶ Βριάρεως, Ὀϊλεὺς καὶ Ἰλεύς. Ἐξάντης: Ἐξεστηκὼς, μαινόμενος· ἢ ἀβλαβὴς καὶ ὑγιὴς, ὁ ἔξω ἄτης· οἷον,
45Ὦ Ζεῦ, γενέσθαι με τῆσδ’ ἐξάντην νόσου.
45Τὸ ν ἔγκειται δι’ εὐστομίαν.
45 Ἐξ ἁλός: Τινὲς κατὰ συναλοιφὴν, ἔξω ἁλός· οἱ δὲ, ἐκ τῆς ἁλὸς, ὡς τὸ, Ἕκτορα δ’ ἐκ βελέων, ἀντὶ τοῦ ἔξω βελῶν. Ἐξακέσαιο: Ἰάσαιο. Ἀκῶ, τὸ θεραπεύω·

346

(50)

ἀκέσω· ὁ ἀόριστος, ἤκεσα, ἠκεσάμην· καὶ τὸ εὐκτι‐

346

(50)

κὸν, ἀκεσαίμην.

346

(50)

Ἔξαρνος: Ὁ τῷ ἀρνεῖσθαι ἐπιμένων, καὶ ἀρ‐

346

(50)

νούμενος καθόλου. Ἐξαράσασθαι: Τὸ ἐκτελέσαι τὰς ἀρὰς, τουτέστι τὰς εὐχὰς, ἃς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν εἰώθασι ποιεῖσθαι. Ἐξαπάφοιτο: Ἐξαπατήσοι.
55Ἐξαργυρῶσαι: Οὐκ ἐξαργυρίσαι, Θουκυδίδης. Ἐξαυστήρ: Σημαίνει σκεῦός τι. Παρὰ τὸ αὔω,
αὔσω, αὐστὴρ, καὶ ἐξαυστήρ. Αἰσχύλος.

347

Ἐξαμβλοῦν: Τὸ διαφθείρειν· καὶ ἐξήμβλωσεν, ἀντὶ τοῦ οὐ διέσωσεν, οὐδὲ συνηύξησε. Κυρίως μὲν ἐπὶ ἀμπέλου ἐπικεκαυμένης τοὺς λεγομένους ὀφθαλ‐ μοὺς φασὶ τὸ ἐναμβλῶσαι· μεταφορικῶς δὲ, καὶ
5βρέφος διαφθαρῆναι ἐν κοιλίᾳ, ἐξαμβλῶσαι· καὶ ἀμβλωθρίδιον, τὸ ἐφθαρμένον. Ἐξαμφοτερίσαι: Τὸ τὰ σαφέστερα εἰς ἀμφί‐ βολον περιστῆσαι. Ἐξ ἀθόω:
10Ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσετο.
10Ἐκ δὲ τοῦ Ἄθω, ὅ ἐστιν ὄρος ὑψηλὸν τῆς Θρᾴκης, ἐπὶ τὴν θάλασσαν ἔβη, Ἰλιάδος ξʹ. Πλανώμενοι τινὲς ἀναγινώσκουσιν ἐξ ἄθοω· οὐ γὰρ δύναται τρίτη ἀπὸ τοῦ ω πίπτειν ἡ ὀξεῖα· οὐ γὰρ ἔχει πρὸ τοῦ ω τὸ ε, ὡς τὸ πόλεων. Ἀμφίβολον· εἰ γὰρ
15παρὰ τὸ Ἄθως ἄθω ἐστὶ, πλεονάζει τὸ ο· εἰ δὲ εἴρηται Ἀθόος ἀθόου ἀθόῳ, οὐκ ἔτι πλεονάζει. Ἡρω‐ διανὸς περὶ Παθῶν. Ἐξάπινα: Ἐπίρρημα. Γίνεται δὲ παρὰ τὸ ἀφανὴς, ἄφινα, καὶ ἄπινα.
20Ἐξαίρετοι: Εὐειδεῖς, ἐπίλεκτοι, αἱ κατὰ τιμὴν
20διδόμεναι ἀπὸ τῶν αἰχμαλώτων γυναῖκες. Τὸ ἀρσε‐ νικὸν, ἐξαίρετος. Ἐκ τοῦ αἱρῶ, τὸ διακρίνω καὶ προκρίνω, γίνεται αἱρετὸς, καὶ ἐξαίρετος. Προ‐ παροξύνεται· ἐπειδὴ τὰ διὰ τοῦ ΕΤΟΣ ὑπὲρ δύο συλ‐ λαβὰς προπαροξύνεσθαι θέλουσιν, ἀριδείκετος, ἀμαι‐
25μάκετος· χωρὶς εἰ μὴ ἁπλᾶ ὄντα πρὸ τοῦ ε τὸ π ἔχει, διὰ τὸ Ἰαπετός· ἢ ἀπὸ ῥήματος συντεθείη, διὰ τὸ ἐπαινετός. Σεσημείωται τὸ ἀφυσγετός. Ἐξαίτους: Ἀπὸ τοῦ ἐξαιρέτους κατὰ συγκοπήν· ἢ ἀπὸ τοῦ ἐξαιτεῖν.
30 Ἐξαίρεσις: Τόπος τὶς Ἀθήνῃσιν, ἔνθα ὑπεξαι‐ ρούμενοι τὰ φορτία ἀπετίθεντο. Ἐξαίσιον: ὅτε μὲν δηλοῖ τὸ ἄδικον, γί‐ νεται παρὰ τὴν αἶσαν, ἥτις δηλοῖ τὸ πρέπον, οἱονεὶ τὸ ἔξω τοῦ πρέποντος· ὅτε δὲ τὸ μέγα, ἀντὶ τοῦ
35ὑπὲρ τὸ καθῆκον, ὥσπερ τὸ ἐκνομίως παρὰ Ἀρι‐ στοφάνει, ἀντὶ τοῦ μεγάλως. Ἐξαίσια: Παντὸς ἐπέκεινα θαύματος, ὑπερ‐ βαλλόντως. Ἐξεσίην:
40Ἐξεσίην ἐλθόντι,
40Ἰλιάδος ωʹ, ἀντὶ τοῦ κατὰ δημοσίαν ἔξοδον καὶ πρεσβείαν. Ἐξεσία γὰρ, ἡ δημοσία πομπὴ καὶ πρεσβεία· ἀπὸ τοῦ τὸν πρεσβεύοντά που ἐξιέναι· ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω. Ἐξέμεν:
45Μὴ δ’ ἐξέμεν ἂψ ἐς Ἀχαιούς.
45Ἀντὶ τοῦ ἐκπέμψαι καὶ ἀπολῦσαι. Σημαίνει καὶ τὸ
45κρατῆσαι καὶ φυλάξαι. Ἐκ τοῦ ἵημι, τὸ ἀπαρέμ‐ φατον, εἷναι καὶ ἕμεν, ὡς θεῖναι, θέμεν. Ἐξαιρῶ: Εἰς τὸ ἠεροφοίτης. Ἐξέτρω: Ἐξεβλάβη, ἐξεκόπη ἡ κύησις. Παρὰ τὸ τρῶ ῥῆμα, ὃ σημαίνει τὸ κόπτω· ὅθεν τρῶσαι, τὸ

347

(50)

σιδήρῳ τέμνειν καὶ κόπτειν. Δηλοῖ δὲ καὶ τὸ βλάπτω, ὡς τὸ, οἶνός σε τρώει μελιηδής. Τὸ δὲ παράγωγον αὐτοῦ, τρώω· ἐξ οὗ παράγωγον τρῶμι· καὶ παρῳχημένος χρόνος, ἔτρων, καὶ ἐξέτρων,
55ὡς ἔδων ἐξέδων.
55Ἑξείδιον: Σημαίνει τὴν ἕξιν· καὶ εἰ μὲν ἀπὸ
55τῆς ἕξεως γενικῆς ἔστι, γράφεται δίφθογγον· εἰ δὲ ἀπὸ τῆς ἕξιος, ἑξίδιον διὰ τοῦ ι. Ἔξει: Ἀντὶ τοῦ ἔξιθι. Ἐκ τοῦ εἴω, τὸ πορεύ‐

348

ομαι, παράγωγον, εἶμι· ὁ παρατατικὸς, εἶν· τὸ δεύ‐ τερον, εἶς· τὸ τρίτον, εἶ· καὶ ὥσπερ ἀπὸ τῶν εἰς ω γίνεται προστακτικὸν ἐκ τοῦ τρίτου προσώπου τοῦ παρατατικοῦ, οὕτως καὶ ἀπὸ τοῦ εἰς ΜΙ σχήματος,
5Αἰολικὸν καὶ Ἀττικόν· οἷον, ἵστη, ἀντὶ τοῦ ἵσταθι· καὶ ἐμπίπλη, ἀντὶ τοῦ ἐμπίπλαθι. Οὕτως καὶ ἐκ τοῦ εἶ τρίτου προσώπου τοῦ παρατατικοῦ γίνεται εἶ· ἐν συνθέσει δεύτερον προστακτικὸν, ἔξει τὸν ἀσκάντην λαβών.
10Ἢ ἐκ τοῦ ἔξειμι συνθέτου σχήματος τῷ εἰρημένῳ
10τρόπῳ.
10 Ἑξείης: Ἐφεξῆς, ὀρδιναίως. Ἔστι δὲ ἐπίρ‐ ρημα τάξεως, ἀπὸ τοῦ ἑξῆς, πλεονασμῷ τῆς ΕΙ διφθόγγου. Ἐξειλῆσαι: Τοῦτο λέγουσιν οἱ Ἀλεξανδρεῖς ἐπὶ τοῦ ἐκφυγεῖν. Ἐοίκασι δὲ μεταφορικῶς λέγειν,
15ἀπὸ τῶν ἐν τῷ παλαίειν ἀναλυόντων ἑαυτούς. Λέγει
15γὰρ Πλάτων ἐν ἑβδόμῳ Νόμων περὶ πάλης οὕτω· Τὰ δὲ ἀπ’ ὀρθῆς πάλης, ἀπ’ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως, μετὰ φιλονεικίας τε καὶ καταστάσεως διαπονούμενα. Ἐξηγηταί: Οἱ τοὺς νόμους τοῖς ἀγνοοῦσι δι‐
20δάσκοντες καὶ ὑποδεικνύοντες περὶ τοῦ ἀδικήματος οὗ ἕκαστος γράφεται· καὶ ἐξηγούμενοι τὰ πάτρια. Ῥητορική. Ἐξηγητὴς οὖν ὁ τοὺς νόμους ἐξηγού‐ μενος, καὶ πᾶν ὁτιοῦν πρᾶγμα. Ζήτει εἰς τὰς Διαφοράς.
25Ἐξῃονήθην: Ἀντὶ τοῦ κατηντλήθην· ὅθεν
25καὶ ἠϊόνες, οἱ αἰγιαλοὶ, διὰ τὸ καταιονᾶσθαι ὑπὸ τῶν κυμάτων. Αἰονήματα γὰρ τὰ καταντλήματα φασὶν οἱ ἰατροί. Ἐξηυλημένα καὶ παρεξηυλημένα: Αἱ πα‐ λαιαὶ γλωσσίδες τῶν αὐλῶν οὕτω λέγονται, καὶ κατὰ
30μεταφορὰν πάντα τὰ παλαιὰ καὶ κατατετριμ‐
30μένα.
30 Ἐξίτηλον: Τὸ ἀφανές· παρὰ τὸ ἐξιέναι τοῦ δήλου, ὅ ἐστι τοῦ φανεροῦ· ἢ παρὰ τὸ ἔξω εἶναι· ἢ τὸ ἀμαυρὸν καὶ ἐγγὺς ὂν ἀφανισμοῦ. Ἐξίτηλα παρὰ τῷ Θεολόγῳ, ἤγουν ἀφανῆ, εὐτελῆ, χαῦνα· ἀπὸ μεταφορᾶς τῆς πορφύρας, ἥτις ὅταν μὴ ἔχῃ τὸ
35βάμμα δευσοποιὸν, τῷ χρόνῳ ἐξίησι τὸ τεθηλός. Ἐξίθηλος οὖν καὶ ἐξίτηλος οἶνος, ὁ ἀνόμοιος ἑαυτῷ· ὅθεν τὸ ἔτυμον τῆς λέξεως εὗρον. Τὸ δευ‐ σοποιόν: Τίθεται κυρίως ἡ λέξις ἐπὶ τῶν βαπτο‐ μένων ἐρίων· δευσοποιὸς γὰρ λέγεται βαφὴ, ἡ
40ἔμμονον καὶ δυσέκπλυτον ἔχουσα τὸ ἄνθος. Καὶ Πλάτων δὲ δόξαν δευσοποιὸν εἴρηκε τὴν ἔμμονον· καὶ δευσοποιὸς πονηρία, ἀντὶ τοῦ ἔμμονος καὶ δυσέκπλυτος. Ἐξιτηρίους: Εὐχὰς ἐφοδίους τοῖς πρὸς ἔξοδον
45ἔχουσιν ἢ πρὸς θάνατον. Παρὰ τὸ ἴημι, τὸ πορεύ‐
45ομαι. Ἢ εἶμι· τὸ πληθυντικὸν, ἴμεν, ἴτε, ἰτὸς, ὄνομα ἰτήριος, καὶ ἐξιτήριος. Ἐξούλης: Ὄνομα δίκης. Οἱ δίκην νικήσαντες ὥστε ἀπολαβεῖν χώραν ἢ οἰκίαν, ἔπειτα ἐμβατεύειν

348

(50)

κωλυόμενοι, ἢ ἐμβατεύσαντες ἐξελαυνόμενοι, δίκην εἰσάγουσι πρὸς τοὺς ἐξελαύνοντας, ἢ οὐκ ἐῶντας ἐμβατεύειν· καὶ αὕτη ἡ δίκη καλεῖται ἐξούλης, ἀπὸ τοῦ ἐξίλλειν, ὅ ἐστι κωλύειν. Οἱ γὰρ παλαιοὶ τὸ κωλύειν καὶ ἀπελαύνειν ἐξίλλειν ἔλεγον. Ῥη‐
55τορική.
55 Ἐξουρίας πλεῖς: Ἀντὶ τοῦ καλῶς. Ἔστιν ἐπίρρημα μεσότητος· παρὰ τὸν οὖρον, ὃ σημαίνει τὸν φορὸν ἄνεμον.

349

Ἐξοιχνεῦσιν: Ἀντὶ τοῦ ἔξεισιν. Οἴχω, οἰχνῶ· οἰχνοῦσι, καὶ ἐξοιχνεῦσιν. Ἐξυπανέστη: Τὸ αὐτὸ ἐστὶν ὑπανέστη καὶ ἐξυπανέστη, Ἰλιάδος βʹ. Ἢ ὅτι αἱ προθέσεις ἐπι‐
5συντιθέμεναι (λέγει ὁ κανὼν) διεγείρουσι τὴν ἔμφα‐
σιν περί τι πλέον· οἷόν ἐστι τὸ, προπροκυλινδόμενος, καὶ παρακαταθήκην. Ἐξυπανέστη. Διὰ τῆς ὑπὸ, τὴν κατ’ ὀλίγον σχέσιν· διὰ τῆς ἐξ, τὴν (εἰς) εὐθύ· διὰ τῆς ἀνὰ, τὴν εἰς ὕψος σχέσιν.
10 Ἐξ ὑπογυίου: Ἐξ ἑτοίμου, ἐκ τοῦ πρὸ ὀλίγου, ἐκ τοῦ σύνεγγυς· παρὰ τὰ γυῖα, τὰ μέλη. Σημαίνει δὲ καὶ παρ’ αὐτὰ, καὶ ἀπερισκέπτως. Ὑπόγυιον γὰρ σημαίνει πρόσφατον, ἐγγύτατον, τὸ ἐγγὺς γεγονὸς, πρὸ ὀλίγου καὶ μετ’ ὀλίγον.
15 Ἐξοστρακισμός: Ἐξορισμὸς, φυγή. Πῆγμα δὲ γίνεται ἐν τῇ ἀγορᾷ εἰσόδους ἔχον, δι’ ὧν εἰσιὼν πολίτης ἕκαστος ὄστρακον ἐτίθει ἐπιγεγραμμένον. Ἑξακισχιλίων δὲ γινομένων, φυγὴ δεκαετὴς ψηφί‐ ζεται τοῦ κρινομένου. Ὠνόμασται δὲ ἀπὸ τοῦ
20ὀστράκου, εἰς ὃ ἐνέγραφεν ἕκαστος Ἀθηναῖος, εἰ δέον μεθίστασθαι τῆς πόλεως. Ἐνομίσθη δὲ τοῦτο ἐπὶ τῷ τοὺς ὑπερέχοντας τοῖς φρονήμασι κωλύειν. Ζήτει εἰς τὰς Διαφοράς. Ἐξορία: Παρὰ τὴν ἐξ πρόθεσιν καὶ τὸ ὅρος, ὃ
25σημαίνει τὸν ὁρισμόν. Καὶ τί ἐστιν ὅρος; Λόγος
25σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Καὶ ἔξορος τοίνυν ὁ ἔξωθεν τοῦ ὡρι‐ σμένου τόπου ὤν. Ἐξορίσαι: Ἀπὸ τοῦ ὀροῦ τοῦ γάλακτος. Προβατίοις δὲ καὶ συϊδίοις ὁμιλῶν, οὔτ’ ἃν τὴν ψυχὴν
30βελτίων ἐγένετο, ἢ δεῖ πλέον τοῦ βδῆλαι καὶ ἐξορίσαι τυρὸν
30καὶ πλῦναι κώδιον. Ἔξοχος: Παρὰ τὸ ἐξέχω· τὸ οὐδέτερον, ἔξοχον· ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἔξοχα· καὶ ἀποβολῇ τῆς ἐξ, ὄχα· ὅθεν τὸ,
35ὄχ’ ἄριστος ἁπάντων.
35Ἐξουσία: Ἔχω, ἕξω· ἡ μετοχὴ, ἕξων ἕξοντος·
35τὸ θηλυκὸν, ἕξουσα· καὶ πλεονασμῷ τοῦ ι, ἐξ‐ ουσία. Ἐξομόσασθαι: Οἱ μαρτυρήσειν τισὶν ἐν δικα‐ στηρίῳ ὑπισχνούμενοι, εἰ μετὰ ταῦτα μὴ βούλοιντο καταμαρτυρεῖν, ὤμνυον μηδὲν ἐπίστασθαι. Καὶ
40τοῦτο ἐστὶν ἐξομόσασθαι.
40 Ἐξωμοσία: Τὸ μεθ’ ὅρκου ἀπαρνήσασθαι πρᾶξιν τινὰ διὰ νόσον ἢ πρόφασιν ἑτέραν τινὰ, ἐξομόσασθαι ἐστίν. Οὕτω Δημοσθένης. Ἐξωμίς: Χιτὼν ἅμα τε καὶ ἱμάτιον· ἦν γὰρ ἑτερομάσχαλος, καὶ ἀναβολὴν εἶχεν ἣν ἀνεδοῦντο
45κοσύμβην· διόπερ καὶ οἱ κωμικοὶ ἐπ’ αὐτῆς, ποτὲ μὲν ἔνδυθι, ποτὲ δὲ ἀναβάλλου φασίν. Ἦν δὲ τῶν δούλων ὁ τοιοῦτος χιτών· ὁ δ’ ἀμφιμάσχαλος τῶν ἐλευθέρων καὶ ἀστῶν, οὐκ ἐπισκεπάζων τοὺς βραχίο‐ νας· οἱ δὲ νεώτεροι, καὶ θοιμάτιον ἐξωμίδα τὸ μικρὸν

349

(50)

καὶ εὐτελές. Ῥητορική. Ἐξωμίς: Χιτὼν ὁμοῦ καὶ ἱμάτιον· τὴν ἑκατέρου γὰρ χρείαν παρείχετο· χιτῶνος μὲν, ὅτι ἐζώννυτο· ἱματίου δὲ, ὅτι ἀνεβάλλετο. Τάχα δὲ ὅτι ἀχειρί‐ δωτον ὂν, καὶ πρὸς τοῖς ὤμοις ἀνοίγματα ἔχον, ἀφ’
55ὧν αἱ χεῖρες ἐξεχαλῶντο, ὁπότε καὶ ἐζώννυτο, κατὰ τοῦτο ἐξωμὶς ἐκαλεῖτο. Ἀνεβάλλετο δὲ, θατέρας χειρὸς ὑποστελλομένης, καὶ κάτωθεν πρὸς τοὺς πό‐

350

δας ὤας τῷ ὤμῳ ἐπανατιθείσης αὐτῷ, μηδὲν ζώνης
δεόμενον. Ἔξωρος: Παλαιός· ἢ ἑξαέτης· (ὦρος γὰρ ὁ ἐνι‐ αυτός. Λέγονται ὧροι καὶ αἱ γραφαί.) Λέγεται
5καὶ ὁ ἄκαιρος.
5 Ἔξω: ἔξω στηλῶν, ἔξω τῆς οἰκουμένης· ἕως ὅπου γὰρ (φασὶν) ἔστι πορεύεσθαι, στήλας ἔστησεν Ἡρακλῆς. Πάντα γὰρ τὰ ἀπὸ προθέσεως ἀρχόμενα ἐπιρρήματα χωρὶς τοῦ ι γράφονται· οἷον ἀνὰ, ἄνω· κατὰ, κάτω· εἰς, εἴσω· οὕτως οὖν καὶ ἐξ, ἔξω· καὶ
10πρὸς, πρόσω. Ὁμοίως καὶ τὰ εἰς ω ἀπὸ ἐπιρρη‐ μάτων γινόμενα χωρὶς τοῦ ι γράφονται· οἷον ἐγγὺς, ἐγγυτέρω, ἐγγυτάτω· ἔξω, ἐξωτέρω, καὶ ἐξωτάτω· πέραν, περαιτέρω, καὶ περαιτάτω. Ὅσοι γὰρ τὸ ἐγγυτάτω .... ζήτει εἰς τὸ περαιτέρω.
15Ἐξώκειλεν: Ἀντὶ τοῦ ἔξω τοῦ κέλλειν ἐγένετο·
15κέλλειν δέ ἐστι, τὸ εἰς τοὔμπροσθεν ἰέναι· ἐξ οὗ καὶ κέλευθος ἡ ὁδός. Παρὰ τὸ κέλλω ὁ μέλλων κελῶ· ὁ ἀόριστος, ἔκειλα· ὁ δεύτερος, ἔκελον· καὶ ἐξ αὐτοῦ ἐνεστὼς κατὰ τροπὴν τοῦ ε εἰς ο, ὀκέλλω· ὁ μέλλων, ὀκελῶ· ὁ ἀόριστος, ὤκειλα· ἀντὶ τοῦ
20ἐξῆλθεν, ἔπεσεν· ἐπὶ νηὸς, ἐξέβαλεν, ἔρριψε. Καὶ ἐξοκεῖλαι, ἐξορμῆσαι καὶ ἐκδραμεῖν· ἀπὸ τῆς τοῦ πνεύματος φορᾶς. Ἐξωφρυωμένοι: Ἐξηρμένοι, ὑπερηφανευόμενοι· ἀπὸ τῶν ὀφρύων.
25Ἐξουδένωται: Ἐκ τοῦ οὐδεὶς οὐδενὸς γίνεται
25ῥῆμα περισπώμενον οὐδενῶ, οὐδενώσω, οὐδένωκα, οὐ‐ δένωμαι, καὶ ἐξουδένωμαι. Ἐξουθενῶ: Ἐκ τῆς οὐ ἀρνήσεως καὶ τοῦ τε συνδέσμου καὶ τοῦ εἷς ἑνὸς, γίνεται οὐτενῶ· καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, οὐθενῶ, καὶ ἐξουθενῶ.
30 Ἐούσης: Ἔω, τὸ ὑπάρχω· ὁ μέλλων, ἔσω· ὁ δεύτερος ἀόριστος, ἦον· ἡ μετοχὴ, ἐών· καὶ κατὰ συναίρεσιν, ὤν· καὶ τὸ θηλυκὸν, ἐοῦσα ἐούσης, καὶ οὖσα, καὶ πλεονασμῷ τοῦ ι γίνεται οὐσία. Ἢ παρὰ τὸ ἴσος.
35Ἐών: Μετοχή ἐστιν χρόνου ἀορίστου δευτέρου·
35διότι οὐδέποτε μετοχὴ ἐνεστῶτος ὀξύνεται, πλὴν τοῦ ἑκών· καὶ οὐδέποτε δευτέρου ἀορίστου μετοχὴ βαρύ‐ νεται, πλὴν τοῦ πέφνων. Ὥστε τὸ ἐὼν δεύτερος ἀόριστος ἐστί. Κλίνεται ἐόντος καὶ ὄντος, τὸ δὲ ἐὼν τοῦ ὢν ἐντελέστερόν ἐστιν. Ἔω ὦ· καὶ ἐὼν,
40ἐνεστὼς καὶ παρατατικός.
40 Ἐοικώς ἐοικότος: Ἐκ τοῦ εἴκω, τὸ ὁμοιῶ, ὁ μέσος παρακείμενος, εἶκα· καὶ ἐν διαιρέσει, καὶ ἐπενθέσει τοῦ ο, ἔοικα· ἡ μετοχὴ, ἐοικώς. Ἢ ἀπὸ τοῦ εἴκω, ὁ μέσος παρακείμενος, οἶκα, τῷ λόγῳ τῆς παραληγούσης· καὶ ἐν πλεονασμῷ τοῦ ε, ἔοικα. Ἢ
45ἐκ τοῦ εἶκα μέσου παρακειμένου ἔεικα καὶ ἔοικα. Ση‐ μαίνει δὲ τρία· τὸ ὁμοιοῦν, τὸ πρέπειν, καὶ τὸ φαί‐ νεσθαι, παρὰ τοῖς φιλοσόφοις. Τὸ ὁμοιῶ, ὡς τὸ, ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς. Τὸ πρέπει, ὡς τὸ,

350

(50)

ἔοικέ τοι οὔτοι ἀεικὲς,

350

(50)

Ἰλιάδος ιʹ, ἀντὶ τοῦ πρέπον σοι ἐστὶν, καὶ οὐκ ἔστι

350

(50)

σοι ἀπρεπές. Τὸ φαίνεται, ὡς τὸ,

350

(50)

Ὡς ἔοικεν ἡ τῶν φρενῶν ἐναλλαγή. Καὶ ὁ Πορφύριος, Ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι. Ἔοιγμεν: Ἐκ τοῦ ἐοίκαμεν πρώτου τῶν πλη‐ θυντικῶν γίνεται, κατὰ συγκοπὴν καὶ τροπὴν, ἔοιγμεν,
55ὡς δεδοίκαμεν, δέδοιγμεν.
55 Ἐοικυῖα: Ἐκ τοῦ ἐοικὼς ἐοικότος, τὸ θηλυκὸν ἐοικυῖα· καὶ πλεονασμῷ τοῦ ι, Ἰλιάδος ςʹ,
ζωῇσι νεήνισιν εἰοικυῖαι. Ζητεῖται, ποίου χρόνου ἐστὶ τὸ ἔοικε καὶ εἶκα, ἐπειδὴ

351

γίνεται καὶ ἀπὸ τοῦ εἴδω εἴσω, τὸ ὁμοιῶ, ὁ παρακεί‐ μενος, εἶκα, καὶ ἀπὸ τοῦ εἴκω εἴξω εἶχα, ὁ μέσος, εἶκα. Λέγουσιν οὖν, ὅτι μέσος ἐστὶν ἀπὸ τοῦ εἴκω· οὐ— δὲ γὰρ δύναται εἶναι ἀπὸ τοῦ εἴδω· ὅτε γὰρ ὁ ἐνεστὼς
5ἐνεργητικῶς δηλοῖ, τότε καὶ οἱ λοιποὶ χρόνοι ἐνεργη‐ τικῶς σημαίνουσιν· οἱ δὲ μέσοι πολλάκις ἐκφεύγουσι τὴν σημασίαν, ὥσπερ τὸ πέπηγα. Ἐῴκειν: Εἴκω· ὁ μέσος παρακείμενος, εἶκα· κατὰ διάλυσιν, ἔϊκα· καὶ πλεονασμῷ τοῦ ο, ἔοικα.
10Ἢ ἐκ τοῦ εἴκω, ὁ μέσος παρακείμενος, οἶκα· τὸ γὰρ ε, ἡνίκα εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι, ἢ μόνον, ἢ μετὰ τοῦ ι, εἰς ο τρέπεται ἐν τῷ μέσῳ παρακειμένῳ· οἷον, λέξω, λέλογα· πείσω, πέποιθα. Οὕτως εἴκω, οἶκα· καὶ πλεονασμῷ τοῦ ε, ἔοικα· ὁ μέσος ὑπερ‐
15συντέλικος, ἐῴκειν. Καὶ ὤφειλεν εἶναι ἠοίκειν· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε λέξις Ἑλληνικὴ εὑρίσκεται ἀπὸ τοῦ η ἀρχομένη ἐπιφερομένου τοῦ ο· χωρὶς εἰ μὴ ἐν διφθόγγῳ εἴη, ἢ κατὰ διάλεκτον. Πρόσκειται, “εἰ μὴ ἐν διφθόγγῳ,” διὰ τὸ ἠοῦς ἠοῖ·
20καὶ,
20Πρωῒ δ’ ὑπηοῖοι.
20“Κατὰ διάλεκτον,” διὰ τὸ ἠῶ· οἱ γὰρ Ἴωνες διαλύ‐ οντες λέγουσιν ἠόα. Κατὰ τοῦτον τὸν κανόνα ἐγέ‐ νετο ὑπερβιβασμὸς τοῦ χρόνου· καὶ τὸ μὲν ε ἐφυ‐ λάχθη διὰ τὸ ο· τὸ δὲ ο ἠμείφθη εἰς ω· καὶ ἔμεινε τὸ ι προσγεγραμμένον. Ἡ γὰρ πρώτη συλλαβὴ
25συνέστειλε τὸ η ε· ἡ δὲ δευτέρα ἐξέτεινε τὸ ο
25εἰς τὸ ω, καὶ ἐγένετο ἐῴκειν. Τούτου τὸ τρίτον τῶν πληθυντικῶν, ἐῴκεισαν· καὶ ἀποβολῇ τοῦ ι, ἐῴκεσαν. Ἕοργα: Ἀπὸ τοῦ εἴργω εἴρξω ὁ παρακείμενος, εἶρχα· ὁ μέσος, εἶργα· διαλύσει, ἔεργα· καὶ τροπῇ, ἔοργα. Οὕτως ἐγένετο καὶ τὸ ἐώλπειν καὶ ἐώργειν
30καὶ τὰ ὅμοια. Ῥέζω· ὁ μέλλων ῥέξω· ὁ παρακεί‐ μενος, ἔρρεχα· ὁ μέσος, ἔρρογα· ἀποβολῇ τοῦ ρ, καὶ ὑπερθέσει, ἔοργα· ὁ ὑπερσυντέλικος, ἐώργειν. Καὶ ὤφειλεν εἶναι ἠόργειν· ἀλλὰ κανών ἐστι .... τού‐ του χάριν ἔσωθεν γίνεται ἡ ἐπέκτασις· καὶ ἡ μετοχὴ,
35ἐοργώς·
35 Κάτθαν’ ὁμῶς ὅ τ’ ἀεργὸς ἀνὴρ, ὅ τε πολλὰ ἐοργὼς, ἀντὶ τοῦ εἰργασμένος, Ἰλιάδος ιʹ. Ἑώρταζον: Ἑορτάζω· καὶ ὁ παρατατικὸς ὤφειλεν εἶναι ἡόρταζον· καὶ ἐπειδὴ οὐδέποτε λέξις εὑρίσκεται ἀρχομένη ἀπὸ τοῦ η, ἐπιφερομένου
40τοῦ ο, τούτου χάριν ἐγένετο ὑπερβιβασμός· καὶ ἡ μὲν παραλήγουσα ἐξέτεινε τὸ ο εἰς ω· ἡ δὲ ἄρχουσα συνέστειλε τὸ η εἰς ε, καὶ ἐγένετο ἑώρ‐ ταζον. Ἑώρων: Ἀπὸ τοῦ ὁρῶ, ὁ παρατατικὸς, ὥρων·
45καὶ πλεονασμῷ τοῦ ε, ἑώρων, τῆς δασείας φυλαττο‐
45μένης. Ὡσαύτως καὶ ἀπὸ τοῦ οἰνοχοῶ, ὁ παρατατι‐ κὸς, ᾠνοχόουν· καὶ πλεονασμῷ τοῦ ε, ἐῳνοχόει· καὶ
ἀπὸ τοῦ ὠνῶ ὠνοῦμαι, ὤνημαι, καὶ ἐώνημαι. Ἔωσεν: Ἀπὸ τοῦ ὤθω, τὸ πρώθω, ὁ μέλλων, ὤσω· ὁ ἀόριστος, ὦσα· καὶ πλεονασμῷ τοῦ ε, ἔωσα.

351

(50)

Ἔῳγεν: Ἀπὸ τοῦ οἴγω, ὁ παρατατικὸς, ᾦγον, ᾦγε· καὶ πλεονασμῷ του ε, χηλοῦ δ’ ἀπὸ πῶμ’ ἀνέωγε. Ἑορτάζω: Ἐκ τοῦ ἑορτή. Τοῦτο παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἐροτὴ, καὶ ἑορτὴ καθ’ ὑπερβιβασμὸν, ἧς
55ἐρῶσι πάντες. Ἐτυμολογεῖται δὲ παρὰ τὸ εἰς τὰ
55ἑὰ ὀρούειν, ὅ ἐστιν εἰς τὰ ἀγαθὰ ὁρμᾶν· ὅθεν καὶ δασύνεται· οἱ μέντοι Ἴωνες ψιλοῦσιν. Ἐόλητο: Ἐκεκίνητο καὶ ἐτετάρακτο. Γράφεται

352

καὶ διὰ τῆς ΑΙ διφθόγγου. Ἡ μὲν ἄρ’ ὣς ἐόλητο νόον μελεδήμασι κούρη. Ἀπολλώνιος. Ἐῷμι: Ἐν τῷ,
5Κεῖσε δ’ ἂν οὔ μιν ἔγωγε μετὰ μνηστῆρας ἐῷμι.
5Ἀνέρχεσθαι οὐκ ἐῶ. Ὅταν δὲ εὐκτικὸν ᾖ, ἕξει τὸ
5ι, ἐῷμι, ἐῷς, ἐῷ· βοῷμι, βοῷς, βοῷ· Δωρικῶς γὰρ τὸ α ε εἰς η κιρνᾶται, ἅπερ ἡμεῖς εἰς α μακρόν. Καὶ γὰρ βοῇς λέγουσι, καὶ ὁρῇς, καὶ τιμῇς. Ἕως: Ἡ ἕως, τῆς ἕω· παρὰ τὸ εὕω, τὸ φωτίζω, εὕως· καὶ ἀποβολῇ τοῦ υ, ἕως· σημαίνει δὲ τὴν
10ἡμέραν. Ἢ διὰ τοῦ ἕως ταύτης ἡμᾶς κατακλί‐ νεσθαι, ἢ διὰ τοῦ ἵεσθαι ἡμᾶς ἐν αὐτῇ. Ἀπὸ τῆς ἕω γίνεται ἑῷος κτητικὸν σὺν τῷ ι. Ἐπικλείοντες ἑώϊον Ἀπόλλωνα, Ἀπολλώνιος. Ἀπὸ τοῦ ἐκ τῆς ἑῴας φέρεσθαι, τουτ‐
15έστιν ἐκ τῆς ἀνατολῆς.
15Ἑωσφόρος: Ἀνατολικὸς ἀστὴρ πρωϊνὸς, ὁ τὴν
15ἑῴαν ἐν αὐτῷ φέρων· ὁ αὐτὸς καὶ φωσφόρος κα‐ λεῖται. Ἕωλος: Ὁ χθεσινός· καὶ ἕωλον ὄψον, τὸ χθεσινόν. Παρὰ τὴν ἕω, τὴν ἡμέραν, γίνεται ἕωλος. Φιλόξενος δὲ λέγει, ὅτι γίνεται ἀπὸ τῶν εἰς ω ῥημά‐
20των ὀνόματα εἰς ΛΟΣ· οἷον, φείδω, φειδωλός· αἰτῶ,
20αἰτωλός· ἁμαρτῶ, ἁμαρτωλός. Οὕτως καὶ παρὰ τὸ ἕω, τὸ κορεννύω, γίνεται ἕωλος· ὅταν γὰρ κορεσθῶμεν τινὸς, εἰώθαμεν τὰ λοιπὰ εἰς τὴν ἑξῆς φυλάττον‐ τες ἕωλα λέγειν. Ἑωλοκρασία: Ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ
25νυκτερεύουσι καταχεῖν τῶν κοιμωμένων τῶν ἑώλων
25δείπνων τοὺς ζωμοὺς, πρὸς τοιαύτην παιδιὰν τετραμ‐ μένοι. Ἐγὼ δὲ μᾶλλον νομίζω πεπλάσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος ἀπὸ τῶν ἑώλων, ἅ ἐστιν ἀρ‐ χαῖα· ὅτι πράγματα ἀρχαῖα συγκεράσας κατηγόρει ὁ Αἰσχίνης.
30ἑωλοκρασία, ἡ χθεσινὴ μέθη· ἕωλον γὰρ
30τὸ χθεσινόν· παρὰ τὸ τὴν ἕω ἐλαθῆναι. Ἢ ἕωλον τὸ λιτὸν, ἢ τὸ μὴ πρόσφατον, ἀλλὰ χθεσινόν· παρὰ τὸ ἕω, ὃ σημαίνει τὸ περιπατῶ· ἢ μάταιον, ψυχρὸν, ἀνωφελὲς, ἀνίσχυρον. Καὶ ἄλλως· ἡνίκα συνέπινον ἀλλήλοις παρὰ Ἀθη‐
35ναίοις οἱ νέοι, ἐπὶ ἑκάστου κρατὴρ οἴνου ἐτίθετο. Καὶ
35εἴ τις ἐκαθεύδησε, μὴ πιὼν τὸν ἴδιον κρατῆρα, πρωῒ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἐξεχέετο· καὶ ἐκαλεῖτο ἑωλοκρασία. Λαμβάνεται δὲ ἐπὶ κατηγορίᾳ ἀρχαίων πραγμάτων. Ἕω: Σημαίνει ἕξ· τέσσαρα βαρυνόμενα, καὶ
40δύο περισπώμενα. Ἕω, τὸ ἐνδύομαι, ἀφ’ οὗ καὶ
40ἱμάτιον· ἕω, τὸ πορεύομαι, ἀφ’ οὗ [καὶ ἕος] καὶ ὁδός· ἕω, τὸ τελειῶ, ἀφ’ οὗ καὶ ἕως καὶ ἑσπέρα, ἡ τῆς ἡμέρας τελείωσις. Ἔω, τὸ ὑπάρχω, ἀφ’ οὗ καὶ ἔσεται καὶ ἔσται. Ἐῶ, τὸ συγχωρῶ, ἀφ’ οὗ καὶ ἐάσας. Ἑῶ, τὸ καθέζομαι, ἀφ’ οὗ καὶ τὸ ἕημι,
45ἕεμαι ἧμαι, κάθημαι.
45 Ἐπαγωγή: Πειρασμὸς, ἢ ζημία, ἢ αἰχμαλωσία, ἤτοι τὸ ὁπωσοῦν ἐπαγόμενον κακόν. Ἐπαγωνιεῖται: Φιλονεικήσει, προσκαρτερήσει· ἐκ τοῦ ἐπαγωνίζω. Ἐπάκριος ζεύς: Ἐπ’ ἄκρας γὰρ τῶν ὀρῶν

352

(50)

ἱδρύοντο βωμοὺς τῷ Διῒ, οἷον τοῦ Ὑμηττίου, τοῦ Παρνηθίου. Πολύζηλος Μουσῶν γοναῖς, Ἱερὸν γὰρ ὂν τετύχηκας ἐπακρίου Διός. Ἐπακρία χώρα: Ἀθηναίους πάλαι κωμηδὸν οἰκοῦντας πρῶτος Κέκροψ συναγαγὼν κατῴκισεν εἰς
55πόλεις δυοκαίδεκα· καὶ τὴν τῶν πολιτῶν ἐπωνυμίαν ἀφ’ ἑαυτοῦ Κεκροπίαν προσηγόρευσε· δύο δὲ τετρα‐ πόλεις ἐκάλεσεν, ἐκ τεσσάρων πόλεων ἑκατέραν

353

μοῖραν καταστήσας· τρεῖς δὲ τὰς λοιπὰς, ἐπακρίας ὠνόμασε· καὶ ἡ προσεχὴς χώρα ταύταις ταῖς τρισὶν ὁμωνύμως αὐταῖς ἐπακρία ἐκαλεῖτο. Ῥητορική. Ἐπακτρεῖς: Οἱ κυνηγέται, ἀπὸ τοῦ ἐπάγειν
5τὰς κύνας. Ἐντεῦθεν καὶ ἡ ναῦς ἡ ἁλιὰς ἐπακτρία, καὶ ἐπακτρὶς ἐπακτρίδος. Ἐπακτροκέλης: Συνετέθη ἔκ τε κέλητος καὶ ἐπακτρίδος. Πλοῖα δὲ ἦν βραχέα λῃστρικά· ἡ μὲν ἐπακτρὶς, εἰς τὸ κατάγειν τὰ συλώμενα· ὁ δὲ
10κέλης, εἰς τὸ διώκειν καὶ φεύγειν· κουφότατος γὰρ ἦν. Πρῶτος δὲ δοκεῖ εὑρηκέναι τὴν ἐπακτρίδα Μίνως. Ἐπακτὸς ὅρκος: Ὃν ἄν τις ἑκὼν αὐτὸς ἑαυτῷ ἐπάγηται, τουτέστιν ὃν αἱρεῖται. Ἄλλοι δὲ τοὐ‐
ναντίον, ὁ ἀλλαχόθεν ἐπιφερόμενος, ἀλλ’ οὐκ αὐθαί‐
15ρετος. Εἰσὶ δὲ ὅρκου τρία εἴδη, ἀπώμοτος, κατώ‐ μοτος, ἐπακτός. Ἐπακτῆρες: Οἱ κυνηγοί· ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. Ἐπάκτιον: Μέγαν, ὑψηλόν.
20Ἐπάλμενος: Ἐφορμήσας. Ἀπὸ τοῦ ἅλλομαι,
20τὸ πηδῶ, ἁλλόμενος· καὶ συγκοπῇ.
20 Ἔπαλξις: Ὁ προμαχὼν τοῦ τείχους. Ἐκ τοῦ ἄλκω, τὸ βοηθῶ, ὁ μέλλων, ἄλξω· ὄνομα ῥηματικὸν, ἄλξις· καὶ, Ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. Ἢ ἐπαλέξησις τὶς οὖσα· οἷον,
25Πολλοὺς ἐπὶ τὰς ἐπάλξεις ἤγαγεν ἡ τῆς ἀπιστίας ὑπερ‐
25βολὴ, μόνοις τοῖς ὀφθαλμοῖς τὸ σαφὲς ἐπιτρέψαντας. Λιβάνιος. Ἀπὸ τοῦ ἀλεξῶ περισπωμένου. Ἔστι δὲ ἐξοχὴ τειχῶν, ἁψίς. Ἔστι δὲ καὶ δικαστήριον τῶν φονικῶν. Ἐπαλξίτης: Ὁ λίθος ὁ ἐπάνω τῆς ἐπάλξεως,
30τῷ κανόνι τοῦ Ἀσκαλωνίτου· ἢ καὶ τὰ ἀπὸ τῶν εἰς
30ΙΣ διὰ τοῦ ΙΤΗΣ γινόμενα διὰ τοῦ ι γράφεται· οἷον, Ναυκράτις, Ναυκρατίτης· Ταμιάθις, Ταμιαθίτης. Ἐπανακροῦσαι: Ἀριστοφάνης· ἀπὸ τῶν κωπη‐ λατούντων, ὅταν ἀναστρέψαντες πρύμναν ἀνακρούων‐ ται, ἵνα εἰς τοὐπίσω ἀναχωρήσῃ τὸ πλοῖον.
35 Ἐπάρουρος: Ὀδυσσείας λʹ. Οἱ μὲν πάρουρος ἀπέδοσαν, ὅ ἐστι φύλαξ· οὖρος γὰρ ὁ φύλαξ. Δεήσει οὖν ὀξυτόνως προφέρεσθαι, ὡς θυρωρός. Βέλτιον ἐπάρουρος, ἀντὶ τοῦ ἐπίγειος. Τὴν γὰρ γῆν ἄρουραν λέγουσιν.
40Ἐπαοιδή: Ἰστέον ὅτι ἀρχαία ἐστὶν ἡ διὰ τῆς
40ἐπαοιδῆς θεραπεία. Ὅμηρος, παῦε δ’ ἐπαοιδῇ αἷμα κελαινόν. Καὶ Πίνδαρος ἐπὶ τοῦ Ἀσκληπιοῦ, Τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς. Ἐπαγγεῖλαι καὶ ἐπαγγελία: Σημαίνει μὲν καὶ
45ἄλλα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν πεπορνευμένων καὶ δη‐
45μηγορούντων, οὐκ ἐξόν. Καὶ ἐπήγγελλε, παρεκε‐ λεύετο, προσέταττε. Λέγεται καὶ παθητικῶς. Καὶ ἐπαγγείλασθαι λέγεται, τὸ κελεύειν, ἢ καταγ‐ γέλλειν. Ἐπάσαντο: Ἐγεύσαντο. Παρὰ τὸ πατῶ (ὃ

353

(50)

δηλοῖ τὸ ἐσθίω· ἐξ οὗ πάτνη καὶ φάτνη, ἐν ᾗ ἐσθίουσι

353

(50)

τὰ ἄλογα,) ὁ μέλλων, πατήσω· καὶ συγκοπῇ, πάσω· καὶ τὰ λοιπὰ δῆλα. Ἢ παρὰ τὸ μασῶ μασήσω ἐμάσησα· συγκοπῇ, ἔμασα· ἐμάσαντο, καὶ ἐπά‐ σαντο· παρὰ τὸ μασᾶσθαι, τροπῇ τοῦ μ εἰς π, καὶ τοῦ τόνου ἐναλλαγέντος. Καὶ πάσασθαι, τὸ γεύ‐
55σασθαι· καὶ,
55σπλάγχν’ ἐπάσαντο.
55 Ἐπασσύτεροι: Ἔστιν ἆσσον, τὸ ἐγγύς· ἐξ αὐτοῦ ἀσσότερος· καὶ ἐπασσύτερον, τὸ συνεχὲς καὶ πυκνόν. Ἐπαύλεις: Μάνδραι βοῶν, καὶ προβάτων αὐλαί.

354

ἐπαύλια λέγεται, καθ’ ὅσον ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ [ἡ νύμφη τότε πρῶτον ἐπηύλισται. Καλεῖται δ’ ἐπαύλια καὶ τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τῶν γάμων παρὰ τοῦ τῆς νύμφης πατρὸς δῶρα φερόμενα
5τῷ νυμφίῳ] καὶ τῇ νύμφῃ ἐν πομπῆς σχήματι.
Παῖς γὰρ ἡγεῖται χλανίδα λευκὴν ἔχων, καὶ λαμ‐ πάδα καιομένην· ἔπειτα μετὰ τοῦτον κανηφόρος· εἶθ’ αἱ λοιπαὶ ἀκολούθως ἐφεξῆς φέρουσαι χρυσίου λε‐ κανίδας, σμήγματα, φορεῖα, κτένας, κοίτας, ἀλαβά‐
10στους, σανδάλια, θήκας, μυράλιπτρα· ἐνίοτε δὲ καὶ τὴν προῖκα ἅμα τῷ νυμφίῳ φέρουσιν. Οἱ δὲ φασὶν ἐπαυλίαν τὴν δευτέραν μετὰ τοὺς γάμους ἡμέραν καλεῖσθαι, ἐν ᾗ πρῶτον ἐπαυλίζεται τῷ νυμφίῳ ἡ νύμφη.
15Ἐπαυρῶ: Τὸ ἀπολαύω· ἀπὸ τοῦ ἀρῶ, τὸ ἁρμόζω,
15ἢ ἀπὸ τοῦ ἐρῶ, τὸ ἐπιθυμῶ, γίνεται αὐρῶ, ὡς παίω, παύσω· ὁ δεύτερος ἀόριστος, ἐπηῦρον· ἐὰν ἐπαύρω, ἐπαύρωμαι, ἐπαύρηται. Οὐ μὰν οἶδ’ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς πρώτη ἐπαύρηαι,
20Ἰλιάδος οʹ, ἀντὶ τοῦ ἐπιψαύσῃ, ἀπολαύσῃ.
20 Ἐπαυτοφώρῳ: Σὺν τῷ ι. Ἐκ γὰρ τοῦ φὼρ φωρὸς, ὁ κλέπτης, καὶ τῆς αὐτὸς ἀντωνυμίας, γίνεται αὐτόφωρος, καὶ ἐπαυτόφωρος. Σημαίνει δὲ τὸν ἐν αὐτῇ τῇ κλοπῇ ληφθέντα· ἢ ἐπ’ ὀφθαλμοῖς ἐπ’ αὐτῷ τῷ κλέμματι ἁλούς.
25 Ἐπὰψ θέμεναι: Πάλιν ἐπικλεῖσαι, καὶ ἐπι‐ θεῖναι. Ἐπαιγίζων: Λάβρος ἐπαιγίζων. Σφοδρῶς ἐπιπνέων. Ἐκ τοῦ αἰγὶς, αἰγίζω. Αἰγὶς
30δέ ἐστι, συστροφὴ ἀνέμου.
30Ἐπαίτης: Ἀπὸ τοῦ αἰτῶ αἰτήσω αἰτητὴς, καὶ
30ἐπαίτης.
30 Ἐπένεξις: Ἀπὸ τοῦ ἐνέκω ἐνέξω, ἔνεξις καὶ ἐπένεξις. Ἐπενεγκεῖν δόρυ ἐπὶ τῆι ἐκφορᾶι, καὶ προαγορεύειν ἐπὶ τῶι μνήματι: Εἰς τοὺς βι‐ αίως ἀποθανόντας ταῦτα ἐπράττετο. Καὶ Ἴστρος
35ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων φησὶν, ὅτι
35 Τινὲς ἐπὶ τοῦ τάφου δόρυ φασὶ καταπεπηχέναι τὸν Ἐρεχθέα, τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμον εἶναι τοῖς προσ‐ ήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας. Ῥητορική.
Ἐπενήνεον: Ἐπεσώρευον. Ἐκ τοῦ εἷς ἑνὸς,
40ἑνῶ ῥῆμα· ἤγουν τὰ διῃρημένα εἰς ἓν ἄγω. Ἤνεον,
40ἐνήνεον· καὶ ἐπενήνεον. Ἐπενήνοθε: Κάλλιόν ἐστιν ἀντὶ τοῦ ὑπῆρχεν. Εἰ γὰρ ἐψιλωμένην καὶ μαδῶσαν καὶ ὀλιγότριχον σημαίνει, πῶς ἂν ἁρμόζοιτο τὸ ἐπανθεῖν, ὃ σημαίνει μᾶλλον τὸ δασύ; Ἔστι δὲ μέσος παρακείμενος· οἱ
45μὲν παρὰ τὸ ἔθω, (τὸ ἐξ ἔθους ἐπιμελοῦμαι, ὅθεν καὶ ἔθειρα ἡ θρίξ,) μετὰ τῆς ἐν προθέσεως γίνεται ἐνέθω· ὁ μέλλων, ἐνέσω· ὁ παρακείμενος, ἤνεκα· ὁ μέσος, ἤνεθα· καὶ Ἀττικῶς, ἤνοθα, ὡς πέπεμφα, πέπομφα. Ἤνοκα οὖν καὶ ἤνοθα· καὶ Ἀττικῶς,

354

(50)

ἐνήνοθα. Ἔστι δὲ καὶ ἄλλως· ὄθω, τὸ κινῶ· ὁ μέλ‐

354

(50)

λων, ὄσω· ὁ παρακείμενος, ὦκα· ὁ μέσος, ὦθα· καὶ μετὰ ταῦτα προσθέσει, ἐνόθω ἐνόσω· καὶ Ἀττικὸς παρακείμενος, ἐνήνοκα, καὶ ἐνήνοθα. Ἄλλως· ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, γίνεται ἐέθω· καὶ κατὰ συναί‐ ρεσιν καὶ σύνθεσιν, ἐνήθω· ὁ μέσος παρακείμενος,
55ἔνηθα· καὶ Ἀττικῶς, ἐνένηθα· εἶτα ὑπερθέσει καὶ τροπῇ, ἐνήνοθα. Ζήτει εἰς τὸ ἀνήνοθεν. Ἑπέται: Οἱ θεράποντες· ἀπὸ τοῦ ἕπεσθαι τοῖς δεσπόταις. Ἐπέτειον: Ἐπὶ τοῦ νῦν ἔτους. Ἔπετος γὰρ

355

δεῖ λέγεσθαι τὸν ἐνεστῶτα καιρὸν, οὐχὶ διὰ τοῦ φ, ἀλλὰ διὰ τοῦ π, ὥς φησι Πίνδαρος καὶ Δημοσθένης. Ῥητορική. Ἐπεσβόλος: Ὁ λοίδορος, ὁ τοῖς ἔπεσι βάλλων·
5ἐκ τοῦ ἔπος καὶ τοῦ βάλλω. Τὰ δὲ παρὰ τὸ βάλλω
5μὴ μετὰ προθέσεως συντεθέντα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ἐλαφηβόλος, ἑκηβόλος. “Μὴ μετὰ προθέσεως” εἶπε, διὰ τὸ ἀμφίβολος, πρόβολος, ὁ προβεβλημένος πρόμαχος. Ἐπεδίκασε καὶ ἐπεδικάσατο: Δημοσθένης ἐν
10τῷ κατὰ Ὀλυμπιοδώρου. Τὸ μὲν ἐπεδίκασεν, οἷον προέκρινε· τὸ δὲ ἐπεδικάσατο, οἷον ἔπεισε τοὺς δικα‐ στὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον. Ἐπέζεσεν: Ἀντὶ τοῦ ᾔρθη καὶ ηὐξήθη· ἀπὸ μεταφορᾶς τοῦ ζέοντος ὕδατος, καὶ ἐν τοῖς λέβησιν
15αἰρομένου ἐν τῷ ζέειν. Εὐριπίδης,
15 Δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσε. Ἐπελήκεον: Ἐψόφουν, ἐκρότουν· ἴσως ἀπὸ τοῦ ληκῶ ληκεῖς. Ἐπεμαίετο: Ἐπεζήτει, ἐπεθύμει· παρὰ τὸ μαίω, τὸ ζητῶ.
20Ἐπέντυε: Ἑτοίμαζε, παρασκεύαζε· παρὰ τὸ
20ἔντος, ὃ σημαίνει τὸ ὅπλον. Ἐπέπλως: Τινὲς λέγουσιν ἀπὸ τοῦ πλῶμι, ὅπερ ἐν κινήσει οὐχ εὕρηται. Οὐκ ἔστι δὲ ἀληθές· ἀλλ’ ἔστιν ἀπὸ τοῦ πλώω πλώσω· ὁ δεύτερος ἀόριστος, ἔπλων, ἔπλως· εἶτα τοῦ πρώτου ἀορίστου τὸ δεύτερον
25πρόσωπον ἔπλωσας, καὶ ἐπέπλωσας· καὶ κατὰ ἀπο‐
κοπὴν, ἐπέπλως. Ἐπέπιθον: Ἐκ τοῦ πείθω, ὁ δεύτερος ἀόριστος, ἔπιθον· καὶ κατὰ ἀναδιπλασιασμὸν, ἐπέπιθον· τὸ πρῶτον τῶν πληθυντικῶν, ἐπεπίθομεν· καὶ κατὰ
30συγκοπὴν, Ἰλιάδος βʹ,
30καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν,
30ἀντὶ τοῦ αἷς ἐπεπιστεύκειμεν. Ἐπερρώσαντο: Ἀντὶ τοῦ ἐπεσείσθησαν, ἐκινή‐ θησαν. Ἔστι ῥώω σημαῖνον τὸ κινῶ καὶ σείω· ὁ μέλλων, ῥώσω· ἔρρωσα, ἐρρωσάμην, ἐρρώσαντο. Ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος,
35Ἰλιάδος αʹ.
35 Ἐπεσκήψατο: Ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρ‐ τυριῶν· σπανιάκις δὲ καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν. Τὸ δὲ ἐπέσκηψεν, ἐνεργητικῶς, ἀντὶ τοῦ ἐνετείλατο, ἢ προεφασίσατο. Ἔστι καὶ ἐπι‐ σκηψάμενον, ἐπιβαρήσαντα· καὶ ἐπισκήψασθαι,
40τὸ ἐπιβαρῆσαι, καὶ ἐπισημειώσασθαι. Τὸ δὲ ἐπι‐ σκήπτω, ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω, καὶ οἷον ἐξορκίζω, Ἀνδοκίδης καὶ Λυσίας ἔλαβον. Ἐπεσσεύοντο: Ἀντὶ τοῦ ἐπηκολούθουν, ἐφώρ‐ μων. Ἐκ τοῦ σῶ γίνεται παράγωγον σεύω· ὁ
45παθητικὸς ἐνεστὼς, σεύομαι· ὅθεν τὸ, ἐπεσσεύοντο δὲ λαοί. Ἐκ τοῦ σῶ, τὸ ὁρμῶ, παράγωγον σύω· ἐξ αὐτοῦ, σῦμι· ὁ μέλλων, σύσω· ὁ παρακείμενος, σέσυκα· ὁ παθητικὸς, σέσυμαι· τὸ τρίτον, σέσυται· καὶ ἐν

355

(50)

ὑπερθέσει τοῦ ε, ἔσσυται·

355

(50)

Εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται,

355

(50)

Ἰλιάδος ιʹ, ἀντὶ τοῦ ἐφορμεῖται, ἐπιθυμεῖ. Ἐπετοξάζοντο: Τῷ δ’ ἐπετοξάζοντο. Ἀντὶ τοῦ ἐπ’ αὐτῷ τὰ τόξα ἔτεινον. Ἐκ τοῦ τοξάζω.
55Ἔπεφνεν: Ἐκ τοῦ φῶ, φένω· συγκοπῇ, φνῶ·
55καὶ διπλασιασμῷ, πεφνῶ, συζυγίας πρώτης τῶν
55περισπωμένων. Φένω· καὶ ὁ βʹ ἀόριστος, ἔφενον· διπλασιασμῷ, ἐπέφενον· συγκοπῇ, ἔπεφνον· ἐὰν πέφνω. Τινὲς δὲ παρατατικοῦ αὐτὸ νομίζουσιν,

356

ἀγνοοῦντες τὴν κλίσιν αὐτοῦ. Τὸ γὰρ πέφνω ὑπο‐ τακτικοῦ ἐστὶν, οὐχ ὁριστικοῦ. Ἢ φῶ· παράγωγον, φημὶ, ἐπὶ τοῦ ἀναιρῶ· οὗ ὁ παθητικὸς παρακείμενος, πέφαμαι, πέφαται· ὅθεν καὶ φατός. Πέφνων, βα‐
5ρύτονον. Ζήτει εἰς τὸ βαλών. Ἐπέφραδον: Ἀντὶ τοῦ εἶπον, Ἰλιάδος κʹ. Ἐπεί: Ἐκ τῆς ἐπὶ προθέσεως, καὶ τοῦ εἰ συναπτικοῦ συνδέσμου. Διὰ διφθόγγου· ἐπεὶ οἱ Δωριεῖς ΑΙ λέγουσιν. Ἔθος γὰρ ἔχουσιν οἱ Δωριεῖς
10τὸ ε εἰς α τρέπειν· τὸ γὰρ Ἄρτεμις, Ἄρταμις λέγουσι· καὶ τὸ τρέχω, τράχω. Οὕτω καὶ τὸ ει, αι. Ἰστέον δὲ ὅτι τὸ ἐπεὶ, ἡνίκα ἐστὶ χρονικὸν ἐπίρρημα, ὡς τὸ, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν.
15ἀντὶ τοῦ ἀφ’ οὗ ἐστι· καὶ πάλιν,
15Αὐτὰρ ἐπεὶ κόσμηθεν.
15ἀντὶ τοῦ ὅταν, ἢ ἀντὶ τοῦ ἐπειδή. Σημαίνει καὶ
15ὅτε· ὡς τὸ, Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα. Ἡνίκα δὲ αἰτιολογικῶς παραλαμβάνεται, σύνδεσμος ἐστίν· “ἐπεὶ ἡμέρα ἐστὶ, φῶς ἐστιν.” Ἐπειῆ: Περισπᾶται τὸ η ἀντὶ τοῦ δὴ παρα‐
20πληρωματικοῦ. Ὁ η σύνδεσμος μετὰ τοῦ ἐπεὶ
20περισπᾶται ἐν μέσῃ φράσει· τὸ δὲ τίη εὐθύνεται. Ἔπειτα: Ἐπίρρημα χρόνου δηλωτικὸν, ἀντὶ τοῦ μετὰ ταῦτα. Ἐκ τῆς ἐπὶ προθέσεως καὶ τοῦ εἶτα, ἐπίειτα καὶ ἔπειτα, καὶ ἀποτελεῖται σύνδεσμος. Ἔπεισι: Παρὰ τὸ εἶμι, τὸ πορεύομαι, τὸ τρίτον,
25εἶσι· καὶ μετὰ τῆς ἐπὶ προθέσεως, ἔπεισι. Τὸ δὲ εἶμι, παρὰ τὸ ἔω, τὸ περιπατῶ, γίνεται εἴω, ὡς βῶ, βέω καὶ βείω· κῶ, κέω καὶ κείω. Ἐξ αὐτοῦ εἶμι. Ἐπεισόδιον: Τὸ ἐπιφερόμενον τῷ δράματι γέ‐ λωτος χάριν, ἔξω τῆς ὑποθέσεως ὄν· καταχρηστικῶς
30δὲ, τὸ ἐξαγώνιον ἅπαν πρᾶγμα. Ἐπειοί: Οἱ Ἠλεῖοι· ἀπὸ Ἐπειοῦ τοῦ Ἠλείου βασιλέως αὐτῶν. Ἐπείγω: Τὸ σπεύδω· ἐξ οὗ καὶ ἐπείκτης· καὶ ἔπειξις καὶ ἐπειγωλὴ, ἡ σπουδὴ, ἀπὸ τοῦ ἐπεί‐
35γεσθαι. Γράφεται διὰ διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ οἴγω. Ὁ γὰρ κατεπείγων, ὡς πάνυ βουλόμενος κατεπείγει. Ἐπήν: Ἐκ τοῦ ἐὰν, ἄν καὶ μετὰ τῆς ἐπὶ προθέσεως, ἐπάν· καὶ Ἰωνικῶς, ἐπήν.
40Ἐπηετανός: Παρὰ τὸ ἔτος, ἐτανός· καὶ πλεο‐
40νασμῷ τοῦ η, ἐπηετανός. Ἐπητής: Παρὰ τὸ ἔπω, τὸ λέγω, γίνεται ἔπης· ἔδει γὰρ ἰσοσυλλαβεῖν τῷ ῥήματι· καὶ πλεονασμῷ τῆς ΤΗ συλλαβῆς, ἐπητής. Δηλοῖ δὲ οὐ μόνον τὸν τοῦ λέγειν δυνάμενον, ἀλλὰ καὶ τὸν τοῦ φρονεῖν ἐν
45δυνάμει ὄντα·
45 Οὕνεκ’ ἐπητὴς ἐσσί. Ἀντὶ τοῦ, συνετός. Λέγεται καὶ ἐπητὺς, θηλυκῶς, ὡς ἐδητὺς ἐδητύος· οἷον, [Οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ.

356

(50)

Ἀντὶ τοῦ ἐπαιτήσεως,] συγγνώμης.

356

(50)

Ἐπήτριμοι: Ἐπάλληλοι, πυκνοί.

356

(50)

Ἐπημοιβοί: Ἰλιάδος μʹ, διαλλάσσοντες, ἐξ ἀμοιβῆς ἀλλήλοις ἐπικείμενοι, εἷς ἐφ’ ἕνα. Ἐπηλυγάζονται: Ἐπισκιάζονται, ἐπικρύπτον‐ ται. Λύγην γὰρ καλοῦσιν οἱ Ἀττικοὶ τὴν σκιὰν, ἢ τὴν σκοτίαν. Τινὲς δὲ ἀπὸ τῶν λύγων· διὰ γὰρ
55τούτων σχοίνους πλέκουσι. Ῥητορική. Ὁμίχλης ἐπηλυγαζούσης. Καὶ ἐπηλυγασάμενος, ἀντὶ τοῦ προβαλόμενος, ἐπίπροσθεν ποιησάμενος, ὥστε

357

σκοτισθῆναι. Ἠλύγη γὰρ ἡ σκοτία καὶ ἡ σκιά. Ἔστι τὸ ὄνομα παρὰ τῷ φιλοσόφῳ. Καὶ ἐπηλύ‐ γαια, τὰ ἐπινέφελα. Ἐπηγκενίς: Τὸ ἐπὶ μῆκος παρατεταμένον
5μακρὸν ξύλον, ἤγουν ἡ μακρὰ σανίς. Παρὰ τὸ ἐνέκω
5ἢ ἐνέγκω γίνεται ἐνεγκίς· καὶ ἐκτάσει, ἐνηγκίς· καὶ καθ’ ὑπερβιβασμὸν, καὶ μεταθέσει τοῦ ν εἰς γ, ἐπηγκενὶς ἐπηγκενίδος. Ἐπήρεια: Κυρίως ἡ ἐν τῷ πολέμῳ ἀπειλὴ καὶ καταδρομή. Ἐκ τοῦ ἄρης ἄρεια· καὶ μετὰ τῆς
10ἐπὶ, ἐπάρεια, ἐπήρεια. Ἐπηράτου: Ἐπεράστου, καλῆς, ἡδείας· ἀπο‐ βολῇ τοῦ ς, καὶ τροπῇ τοῦ ε εἰς η· Ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν. Ἐπήλυδες: Οἱ ἐξ ἄλλης γῆς εἰς ἄλλην μετ‐
15ελθόντες καὶ οἰκήσαντες. Ἐπηβόλον: Ἐπιτυχῆ καὶ ἐπιρρεπῆ πρὸς τύχην. Τινὲς δὲ λοίδορον, τὸν [πρὸς] τὰ ἔπη ἐπιβάλλοντα ὡς βέλη. Ἐπίβολος: Ἐπιτευκτικὸς, ἐπιτυχὴς, ἐγκρατής·
20ἀπὸ τῆς βολῆς καὶ τοῦ βάλλειν· ὃ σημαίνει τὸν
20τυγχάνοντα τοῦ σκοποῦ. Μετῆκται γὰρ ἀπὸ τῶν πόρρωθεν ἐπιβολὴν ποιουμένων, ὥστε τυχεῖν. Οὕτω τῇ λέξει καὶ οἱ μεθ’ Ὅμηρον κέχρηνται. Πλάτων, Νόμων πρώτῳ, Ἐπήβολοι γεγόνατε τῆς καλλίστης ὠδῆς.
25[Ξενοφῶν] τετάρτῳ
25Παιδείας γίγνονται κατὰ δύναμιν ἐπήβολοι.
25Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου,
Μήτε πόλιν μήτε πολιτείας ἐπήβολον γενέσθαι. Ἄρχιππος Πλούτῳ νῦν ὡς ἐγενόμην χρημάτων ἐπήβολος. Ἔστι δὲ οὐ ποιητικὴ ἡ λέξις, ἀλλ’ Ἀττική.
30ἐπηβολία καὶ συνηβολία διὰ τοῦ η. Ἀπολ‐
30λώνιος,
30 ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο. Ἀντὶ τοῦ συντυχίᾳ, ὑπαντήσει. Ἐπί: Πρόθεσις ἐστὶ παραλαμβανομένου ἢ ση‐ μαινομένου ῥήματος. Ἔστιν ἰδίωμα τοῦ ποιητοῦ. Λέγει ὅτι ὥσπερ τὰ ῥήματα πολλάκις ἐλλειπτικά
35εἰσι τῶν προθέσεων, ὡς τὸ,
35 Ἔρχομαι εἴ τι τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται οἰσόμενος, Ἰλιάδος νʹ· καὶ Ἔρχομαι ὄφρ’ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω, Ἰλιάδος λʹ, ἀντὶ τοῦ ἀπέρχομαι· οὕτως καὶ αἱ προ‐
40θέσεις ἐλλειπτικαί εἰσι τῶν ῥημάτων, σημαίνουσαι
40ῥῆμα· οἷον,
40ἐπεὶ οὔ τοι ἔπι δέος.
40Καὶ,
40 οὕνεκα καλὸν εἶδος ἔπ’. Ἀντὶ τοῦ ἔπεστιν. Ἐπιβάτης: Οὕτως ἐκάλουν τοὺς ἐν ταῖς τριή‐ ρεσι στρατευομένους, καὶ μὴ κωπηλατοῦντας μὲν,
45ἐπιτηδείους δὲ πρὸς τὸ μάχεσθαι. Καὶ ἐπεβάτευσε,
45τὸ ἐπῆλθε καὶ ἐπέβη· κυρίως δὲ ἐπὶ νηός. Καὶ
45ἐπιβάται λέγονται οἱ μὴ ἐρέσσοντες, ἀλλὰ μα‐ χόμενοι. Καὶ ἐπιβατικὰ ἐν τοῖς πλοίοις, ἃ ἡμεῖς παρενθήκας λέγομεν. Ἐπιβασκέμεν: Κακοποιεῖν, κακῶν ἐπιβαίνειν, καὶ ἐν κακοῖς ποιεῖν. Ἰλιάδος βʹ.

357

(50)

Ἐπιβάλλει: Ἀντὶ τοῦ προσήκει· ἵν’ ᾖ ἡ ἐπὶ

357

(50)

πρόθεσις ἀντὶ τοῦ δέον· τέτακται δὲ τὸ ἐπιβάλλειν καὶ ἐπὶ τοῦ ζημιοῦσθαι· καὶ ἐπιβολὴ ζημία ὠνό‐ μασται. Ἐπιβωσόμεθα: Εἰς βοήθειαν ἐπικαλεσόμεθα. Γράφεται καὶ ἐπιδωσόμεθα· ἵν’ ᾖ δώροις τιμή‐
55σομεν.
55Ἐπίβδαι: Αἱ μεθέορτοι ἡμέραι· διὰ τὸ πρὸς
55ἐπίδειξιν ταῖς προτέραις ἡμέραις γενέσθαι, ἄλλης ἐπιβαινούσης. Δίδυμος πλεονασμῷ τοῦ β· ἔστι γὰρ ἐπίδαι. Ἔνιοι, ἐπίμνας· ὅτι ἐπίμνησις ἐν αὐταῖς

358

γίνεται. Οἱ δὲ, ἐπίβδαι, ἀπὸ τοῦ ἐπιβαίνοντας τῇ ἑορτῇ συμπορεύεσθαι. Ἐπιβλής: Ὁ τῇ θύρᾳ ἐπιβαλλόμενος μοχλός. Τὰ εἰς ΗΣ λήγοντα ἀρσενικὰ σύνθετα ὑπάρχοντα,
5ἔχοντα ἐν τῷ τέλει μίαν συλλαβὴν τοῦ ῥήματος, καὶ
5διὰ τοῦ ΤΟΣ κλινόμενα, ἅπαντα ὀξύνονται· οἷον, προ‐ βλὴς, ἡμιθνὴς, ἀδμὴς, ἀσπιδαποβλὴς, παρὰ Ἀρι‐ στοφάνει. Οἱ μὲν βαρύνουσιν, ὅτι δοκός ἐστιν· οἱ δὲ, ποιότης δοκοῦ· οὐ γὰρ βαρύνεται. Οὐ γάρ ἐστι βλὴς μονοσύλλαβον καθ’ ἑαυτὸ ἐπὶ ταύτης τῆς
10ἐννοίας, ἵνα ἐν τῇ συνθέσει βαρύνηται, ὥσπερ τὸ Κρὴς, ἐτεόκρης. Ἐπίβοιον καὶ Ἐπιβόϊον: Ὅταν τὶς τῇ Ἀθηνᾷ ἔθυε βοῦν, καὶ τῇ Πανδώρᾳ ὄϊν μετὰ βοός· καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον καὶ ἐπιβόϊον, τὸ ἐπὶ
15τῇ θυομένῃ βοῒ θυόμενον.
15 Ἐπιγνώμονες: Ἀντὶ τοῦ ἐπισκόπους. (Ἐπι)‐ γραφέας τοὺς καθεστηκότας ἐπὶ τὸ γράφειν ἑκάστῳ, ὅσον εἰσφέρειν ὀφείλουσιν εἰς δημόσιον. Οἱ δὲ φασὶν ἐπιγραφεῖς εἶναι τοὺς ὁρίζοντας καὶ ἐπιγράφοντας τὰ ἐπιτίμια τῶν ἐν ταῖς δίκαις ἁλισκομένων.
20 Ἐπιγραφεῖς: Οἱ τὰ δημόσια διαγράφοντες, ἢ οἱ ὁρίζοντες καὶ ἐπιγράφοντες τὰς εἰσφορὰς ἑκάστῳ. Ἐπιγράβδην: Ἄχρι τοῦ ἐπιξέσαι μόνον τὸ δέρμα. Ἐπιγράμματα: Καλοῦνται οἱ πεζοὶ καὶ ἔμμε‐
25τροι λόγοι.
25Ἐῃγονατίς: Τὸ πρὸ τοῦ γόνατος ἄνωθεν σαρ‐
25κῶδες τοῦ μηροῦ. Ἔνιοι τὴν ἐπωμίδα, διὰ τὸ ἐπὶ γόνατος κεῖσθαι. Ἢ χιτὼν ἀνάκολος γυναικεῖος, ὃν ἔνδοθεν ἐπενδύονται. Παρὰ οὖν τὸ γόνυ γίνεται ἐπι‐ γουνὶς καὶ ἐπιγονατὶς, ὁ πρὸς τὰ γόνατα μῦς. Ὡς δὲ ἄλλοι φασὶν, ἡ δι’ εὐεξίαν ἐπιτραφεῖσα σὰρξ τῷ
30γόνατι.
30 Ἐπὶ γύης: Ὄνομα δίκης. Ὁδός ἐστι καὶ τρίβος μεταξὺ δύο γειτόνων διατέμνουσα τὰ χωρία ἐξ ἑκατέρου. Οἱ οὖν κρίνοντες ξενίας ἑκατέρωθεν ἔκ τε πατρὸς καὶ μητρὸς δύο γύας ἔχουσιν· οἱ δὲ ἐκ τοῦ ἑτέρου, ἕνα.
35Ἐπίδαυρος: Θηλυκόν· ὄνομα πόλεως· ὁ πολί‐
35της, Ἐπιδαύριος. Λέγεται καὶ Ἐπιδαυρὶς καὶ Ἐπιδαυρία. Καὶ Ἐπιδαυριώτης ὁ πολίτης, ὡς ἀπὸ τῆς Σικελίας Σικελιώτης. Ἐπίδρομον καὶ ἐπίδρομος: Ἐπίδρομον ἔπλετο τεῖχος,
40Ἰλιάδος ζʹ, ἀντὶ τοῦ ἐπιτρεχόμενον, ὁμαλὸν ἐξ ἐπι‐ δρομῆς, καθό ἐστιν ἐπιδραμεῖν τὴν ὁδὸν κατερχομένην τὴν ἀπὸ τοῦ τείχους, καὶ ἀναβῆναι τὴν αὐτήν. Ἐπιδαίσιον οἶκον: Τὸν ἐπίκοινον καὶ ἀμέρι‐
στον· ἢ ὁ ἐξίσου καταλειφθεὶς δύο τισίν.
45 Ἐπιδέξια: Ἰλιάδος βʹ, Ἀστράπτων ἐπιδέξια. Ἀντὶ τοῦ ἐπιδεξίως, αἰσίως. Ἔστι δὲ ἐπίρρημα μεσότητος. Ἡ εὐθεῖα, ἐπιδέξιος· κλίνεται, τοῦ ἐπιδεξίου· τὸ οὐδέτερον, τὸ ἐπιδέξιον καὶ τὰ ἐπιδέξια·

358

(50)

καὶ ἐπιρρηματικῶς ἐπιδέξια, ὡς ἐνδέξια· καὶ φυ‐

358

(50)

λάσσει τὸν αὐτὸν τόνον. Κανὼν γὰρ ἐστὶν ὁ λέγων, ὅτι τὰ ἀπὸ ὀνόματος εἰς ἐπιρρηματικὴν σύνταξιν μετενηνεγμένα ὁμοτονοῦσιν· οἷον, ἐπιεικὲς, ὡς ἐπιει‐ κές· συνεχὲς, διαμπερὲς, ἀτρεκές. Τὸ δὲ ἄληθες ἀντὶ τοῦ ἀληθῶς παρὰ Ἀττικοῖς οὐχ ὁμότονον.
55Ὁμοίως καὶ τὸ ἐπάναγκες· καὶ τὸ χάριεν, ἀντὶ τοῦ
55χαριέντως. Ἐπὶ δελφινίωι: Δικαστήριον Ἀθήνῃσιν, ἐπὶ τῶν ὁμολογούντων φόνους δεδρακέναι. Οἱ δὲ φασὶν,

359

ὅτι Κρητῶν χειμαζομένων, εἰκασθεὶς δελφῖνι ὁ Ἀπόλλων ἔσωσεν αὐτοὺς εἰς τὴν Ἀττικὴν κομίσας· ἀνθ’ ὧν Ἀπόλλωνι Δελφινίῳ ἱδρύσασθαι ἱερόν. Ὕστε‐ ρον δὲ δικαστήριον γενέσθαι τῶν φονικῶν· ἐν ᾧ καὶ
5Θησέα κεκρίσθαι ὑπὲρ τῶν φόνων τῶν περὶ Σκείρωνα καὶ Σίνιν. Ἐπιδήμιοι ἁρπακτῆρες: Ἰλιάδος ωʹ, τὰ τῶν πολιτῶν ἁρπάζοντες, καὶ οὐ τὰ τῶν πολεμίων. Ἐπιδημίου πολέμου: Ἐμφυλίου, κοινοῦ καὶ
10δημοσίου, τοῦ μὴ πρὸς πολεμίους, ἀλλὰ πρὸς οἰκείους
10γινομένου.
10 Ἐπιδίφριος: Ἀργὸς καὶ γυναικώδης. Ἐπὶ δηλίωι μάχη: Χωρίον ἐστὶ τῆς Βοιωτίας τὸ Δήλιον· ἐν ᾧ μαχόμενοι Ἀθηναῖοι ὑπὸ Βοιωτῶν ἐνικήθησαν. ἐπιδιφριάς ἐπιδιφριάδος, ἡ τοῦ ἅρματος περι‐
15φέρεια, ἥτις καὶ ἄντυξ καλεῖται. Ἐκ τοῦ δί‐ φρος. Ἐπιδίετες ἡβῆσαι: Τουτέστιν ἐτῶν ἑξκαίδεκα γενέσθαι· τὸ γὰρ ἡβῆσαι μέχρι δεκατεσσάρων ἐστίν. Ἄλλ’ οἱ ἔφηβοι παρὰ Ἀθηναίοις ὀκτωκαίδεκα ἐτῶν
20γινόμενοι ἐλέγοντο· καὶ ἔμενον μὲν ἐν τοῖς ἐφήβοις
20ἔτη δύο· ἔπειτα εἰς τὸ ληξιαρχικὸν ἐγράφοντο γραμ‐ ματεῖον. Ἐπιδιατίθεσθαι: Τὸ συνθήκας τινὰς ποιεῖσθαι κατατιθεμένους ῥητόν τι ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων· ὅπερ ἐγγυᾶται, εἰ ἡ πρᾶξις γί‐
25νοιτο, θατέρῳ πάντως τὸ ὡμολογημένον ἀργύριον
25ἀποδοῦναι.
25 Ἐπίδικος: ἐπίκληρός ἐστιν, ἡ ἐπὶ κλήρῳ παντὶ καταλελειμμένη ὀρφανὴ, μὴ ὄντος αὐτῇ ἀδελ‐ φοῦ. Ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτις. Ἐπίπροικος δὲ, ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου, ὥστε μόνην προῖκα ἔχειν, ἀδελφὸν ἔχουσα. Ἐπίδικος δὲ, ἡ ἀμφισβη‐
30τουμένη ἐπίκληρος, τίνι χρὴ αὐτὴν γαμηθῆναι. Ἰσαῖος δὲ τὴν ἐπίκληρον ἐν τῷ πρὸς Λυσίβιον ἐπι‐ κληρῖτιν ἐκάλεσεν. Ἐπιεικής: Παρὰ τὸ εἴκειν καὶ ὑποχωρεῖν. Καὶ γὰρ οἱ πραεῖς ὑποχωροῦσι, καὶ οὐκ ἀντιτείνουσιν.
35Ἔνθεν ἐπιείκεια.
35 Ἐπιεικῶς: Τὸ ἐπίρρημα τοῦτο σημαίνει τὸ πάνυ· σημαίνει καὶ τὸ παραδόξως καὶ παρ’ ἐλπίδα· καὶ τὸ μετὰ ἐπιεικείας καὶ χρηστότητος. Σημαίνει καὶ τὸ μετρίως, ἤτοι συμμέτρως, καὶ τὸ ἱκανῶς.
Ἐπιεικές: Πρέπον.
40 Ἐπίηρα: Τὴν μετ’ ἐπικουρίας χάριν. Ἔστιν ἧρ, ἡ ἐπικουρία· ἡ γενικὴ, ἧρος, ἧρα, καὶ ἐν συν‐ θέσει, ἐπίηρα. Ἢ ἔρω ἔρανον, ὡς ὄχανον· καὶ ἤρανα· εἶτα συγκοπῇ, ἢ ἀποκοπῇ, ἦρα. Ἀρίσταρχος δὲ ὑφ’ ἓν κατ’ ὀρθὴν σημασίαν λέγει ἐπίηρα.
45 Ἐπιήρανα: Προσηνῆ, κεχαρισμένα. Ἐπίθημα, ἀνάθημα: Παρὰ τὸ θῶ, θήσω. Εἰ γὰρ ἦν ἀπὸ τοῦ τίθημι, ἐπίθεμα ὤφειλεν εἶναι. Ἰλιάδος ωʹ, Ἦ, καὶ φωριαμῶν ἐπιθήματα κάλ’ ἀνέῳγεν.

359

(50)

Ἐπιθορνυμένη: Ἐπιοῦσα, καὶ σπερμαίνουσα.

359

(50)

θορὸν γὰρ τὸ σπέρμα ἔλεγον. Ἐπὶ θρασύλλωι: Δημοσθένης ἐν τῇ πρὸς Παν‐ ταίνετον παραγραφῇ, τὸ ἐπὶ Θρασύλλῳ φησίν. Ἀτ‐ τικὸν ἔθος, ἀντὶ τοῦ, ἐπὶ τῷ Θρασύλλου μνήματι. Ἐπιθέτους ἑορτάς: Ἰσοκράτης Ἀρεοπαγιτικῷ.
55Τὰς μὴ πατρίους ἑορτὰς, ἄλλως δὲ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. Ἐλέγετο δὲ παρ’ αὐτοῖς καὶ ἄλλα ἐπίθετα τινὰ, ὅσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου

360

πάγου βουλὴ ἐδίκαζε. Λυσίας δὲ ἐπιθέτους ἐπι‐ στολὰς λέγει, τὰς δοθείσας τισὶν ὥστε διακομίσαι· καὶ ἐπιθεῖναι ἐπιστολὰς, ἀντὶ τοῦ παραδοῦναι· καὶ ἐπέθηκεν, ἀντὶ τοῦ παρέδωκε. Ῥητορική.
5 Ἐπίθετα: Τὰ οὐκ ἐκ τῶν νόμων τῇ βουλῇ προστεταγμένα ἐξ ἀρχῆς, ἀλλὰ προστεθέντα. Ἐπικάρ: Ἰλιάδος πʹ, ῥέουσαι ἐξ ὀρέων ἐπικάρ.
10Ἤτοι ἄνωθεν ἐκ τοῦ προσάντους· ἢ ἐπικάρσιαι καὶ
10πλάγιοι· ἢ ἐπὶ κεφαλὴν καὶ εἰς τὸ κάταντες. Ἀπὸ
10τοῦ κάρη, ἀποκοπῇ τοῦ η, καὶ οὐκ ἀπὸ τοῦ κάρα· Τὸ δὲ κάρη ἐκ τοῦ κάρηνόν ἐστιν ἀποκοπῇ· τὰ γὰρ εἰς η οὐδέτερα δυϊκά εἰσιν ἢ πληθυντικά. Ἐπικεκηρυχέναι: Ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆναι τινὰ τῶν μὴ ὑφ’ ἑαυτοῖς, ἐκήρυττε
15δώσειν χρήματα τῷ ἀνελόντι, ἢ καὶ ζῶντα προσαγα‐ γόντι, καθὰ καὶ Ξέρξην ἐπεκήρυξαν οἱ Ἕλληνες τῷ καταγαγόντι ἢ ζῶντα ἢ τεθνηκότα Ἀθήναζε ἑκατὸν δώσειν τάλαντα. Ἢ ἐπικεκηρυχέναι, τὸ κη‐ ρύξαι τινὶ λαβεῖν χρήματα, ὥστε ἀποκτεῖναι τὸν
20δοκοῦντα ἀδικεῖν.
20 Ἐπίκηρα: Ἐπιθανάτια· κὴρ γὰρ ὁ θάνα‐ τος. Ἑπικηρυκεύεται: Διὰ κήρυκος τινὸς συνθήκας τινὰς ἢ πρεσβείας ποιεῖται· καὶ ἐπικηρυκεία, ἡ ἐκ τῶν πολεμίων φιλία· ἢ τὸ περὶ φιλίας καὶ διαλ‐
25λαγῶν κήρυκας πέμπειν· τὸ διὰ κήρυκος εἰς φιλίαν
25ἐλθεῖν ἐχθροὺς ὄντας. Ἐπίκλοπος: Ἀσύνετος, καὶ παραλογιστικός· ἢ ἀπατέων· οἷον, Θηητὴρ ἐπίκλοπος. Νῦν ὁ ἐπιθυμητής· κλέπτειν γὰρ τὸ ἐπιθυμεῖν· ὅθεν
30καὶ κλέπτης ὁ τῶν ἀλλοτρίων ἐπιθυμητής. Ἐν ἄλλοις δὲ καὶ τὸν παραλογιστὴν σημαίνει, οἷον,
Ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων. Ἐπικλώσειαν: Ἀπὸ τοῦ κλώθω, κλώσω, ἔκλω‐ σα, κλώσειαν τὸ εὐκτικόν.
35Ἐπικνημίδιοι: Τῶν Λοκρῶν οἱ μὲν Ἐπικνη‐
35μίδιοι, οἱ δὲ Ὑποκνημίδιοι ὀνομάζονται· ἀπὸ Κνή‐
35μιδος τοῦ ὄρους.
35Ἐπὶ κόρρης τύπτοντες: Ἐπὶ κεφαλῆς ἢ
35γνάθου ἢ κροτάφου. Κόρρην γὰρ καὶ κόρσην τὴν ὅλην κεφαλὴν ἔλεγον σὺν τῷ αὐχένι. Τινὲς δὲ καὶ ῥάπισμα λέγουσι, τὸ ἐπὶ τῆς γνάθου ἐκλαμβάνειν, ἁπτόμενον καὶ τοῦ κροτάφου. Βέλτιον δὲ, ἐπὶ τῆς γνάθου ἐκλαμβάνεσθαι· ὃ κατ’ ἔθος λέγεται ῥά‐
40πισμα. Οὕτως γὰρ ἐχρῶντο καὶ οἱ ῥήτορες. Ἐπίκοποι: Οἱ κακῶς τὸ πρῶτον πληγέντες χαρακτῆρες, καὶ διὰ τοῦτο ἐπικοπτόμενοι. Ἐπίκωπος: Ὁ παρὰ τῇ κώπῃ καθήμενος. Ἐπικωπαστὴρ, καὶ ἐπικωπητὴρ, λέγεται ὁ τρο‐
45πωτὴρ ἱμὰς, παρὰ τὴν κώπην. Ἐπίκλημα: Ἐπωνυμίαν· ἀπὸ τοῦ κλῶ, ὃ γέ‐ γονεν ἀπὸ τοῦ καλῶ κατὰ συγκοπήν. Ἐπίκληρος λέγεται, ἡ ἐπὶ πολλῷ κλήρῳ μονο‐ γενὴς ὑπὸ τοῦ πατρὸς καταλειφθεῖσα.

360

(50)

Ἐπικουρεῖν: Τὸ βοηθεῖν. Ἡ ἐπὶ πρόθεσις ἐνταῦθα σημαίνει τὸ δέον καὶ τὸ πρέπον· οἷον, πρέπει καὶ προσήκει τοῖς κούροις, τουτέστι τοῖς νέοις, πολεμεῖν καὶ συμμαχεῖν. Ἐπίκουροι δὲ λέγονται οἱ ἀπὸ ξένης χώρας σύμμαχοι τῶν
55πολεμουμένων καὶ βοηθοί· Σαρπηδὼν ἐπίκουρός ἐστι τῶν Τρώων, οἱονεὶ τῶν πολεμουμένων βοηθός· οἱ γὰρ Τρῶες ἐπολεμοῦντο. Σύμμαχος δὲ τῶν Ἑλλήνων ὁ Ἀχιλλεὺς, ὁ τῶν πολεμούντων· σύμ‐

361

μαχοι γὰρ οἱ τοῖς πολεμοῦσι βοηθοῦντες· ἐπί‐ μαχοι δὲ πάλιν εἰσὶν οἱ τοῖς πολεμουμένοις βοη‐ θοῦντες. Ἐπικράτης: Ἀθηναῖος δημαγωγὸς, ὁ καὶ ἔφο‐
5ρος ἐπικαλούμενος. Ἔστι δὲ (καὶ ἕτερος) ὁ Αἰ‐
5σχίνου κηδεστής· καὶ ἄλλος, οὗ μνημονεύει Λυ‐ κοῦργος. Ἐπικράναι: Τῇ κεφαλῇ κατανεῦσαι. Ἐπικύλλωμα: Τὸ μετὰ τὴν τῶν ἄρτων διάρ‐ τισιν περισσευόμενον. Κόλιξ γὰρ ὁ ἄρτος· ὅθεν καὶ
10τὸ ἰατρικὸν κολλύριον, ἀπὸ τοῦ κολοβόν. Καλοῦσι δὲ
10κυλλίστην, τὸν Αἰγύπτιον. Ἐπικυνεῖν: Σημαίνει ἐπὶ τοῦ στόματος φιλεῖν· κύλοι γὰρ τὰ βλέφαρα· ὅθεν καὶ κυλοιδιᾶν λέγεται, τὸ ἐπῆρθαι τοὺς ὀφθαλμούς· (καὶ Χρύσιππος γράφει Κυλλήνιος Ἑρμῆς, ἐπειδὴ ἡ ῥάβδος αὐτοῦ ἀνδρῶν
15ὄμματα θέλγει·) ἀπὸ τοῦ ἐπιπολὺ καθεύδοντας οἰδεῖν τοὺς ὀφθαλμούς. Φαίακες δὲ θύουσιν αὐτῷ ἑσπέρας, οὐ διὰ τὸ καθεύδειν, ὡς Ὅμηρος ὅτε μνησαίατο κοίτου. οὐχ ὅτι ὀνειρόπομπος ἦν, ἀλλ’ ὅτι ὕπνου ἡδέος
20αἴτιος. Ὅθεν καὶ ἐπισκύνιον τὸν περὶ τὸν κύκλον [ἢ
20τὸν περὶ τοὺς κύκλους] τόπον καλοῦμεν. Ἐπὶ λάεϊ: Λᾶς λαός λαΐ καὶ πλεονασμῷ τοῦ ε, λάεϊ. Ἐπιλάρκισμα: Λάρκου βύσμα. Λάρκος δὲ, ἀγγεῖον ἀνθράκων πλεκτόν. Ῥητορική.
25Ἐπιλαχών: Αἰσχίνης ἐν τῷ κατὰ Κτησι‐
25φῶντος,
25 Οὔτε λαχὼν, οὔτ’ ἐπιλαχών· ἀλλ’ ἐκ παρασκευῆς πριά‐ μενος. Τοιοῦτον δέ ἐστι τὸ λεγόμενον. Ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι· ἔπειτα ἑκάστου τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵνα ἐὰν ὁ προλαχὼν
30ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ’ ἐκείνου γένηται
30βουλευτὴς ἢ ἄρχων ὁ ἐπιλαχών.
Ἐπὶ λειψυδρίῳ μάχη: Χωρίον ὑπὲρ τῆς Πάρ‐ νηθος, ὃ ἐτείχισαν οἱ φυγάδες τῶν τυράννων, ὧν οἱ Ἀλκμαιονίδαι προεστήκεσαν· ἐκπολιορκηθέντων δ’ αὐτῶν ὑπὸ τῶν περὶ Πεισίστρατον, σκολιὸν εἰς αὐτοὺς
35ᾔδετο,
35Αἲ αἲ Λειψύδριον προδωσέταιρον· οἵους ἄνδρας ἀπώλεσας μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας. οἳ τότ’ ἔδειξαν οἵων πατέρων ἔσαν. Ἐπιλησμονέστατον: Ὡς σωφρονέστατον.
40Ἐπιληναίῳ: Περίβολός τις μέγας Ἀθήνῃσιν,
40ἐν ᾧ ἱερὸν Διονύσου Ληναίου, καὶ τοὺς ἀγῶνας ἧγον τοὺς σκηνικούς. Ἐπιλλίζουσι: Τὸ διανεύουσιν· οἷον, Οὐκ ἀΐεις, ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί. Ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς διανεύοντα εἰλεῖν· ἐξ οὗ
45καὶ ἰλλάδες, οἱ συνεστραμμένοι ἱμάντες. Ἐπιλίγδην: Ἰλιάδος ρʹ, Βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ ἄκρον ἐπιλίγδην. Οὐ κατὰ βάθους, ἀλλ’ ὡς ἐπιψαῦσαι τρώσαντα ἐξ

361

(50)

ἐπιπολαίου τὴν ἐπιφάνειαν·

361

(50)

γράψεν δέ οἱ ὀστέον ἄχρις.

361

(50)

Ἀντὶ τοῦ ἕως τέλους ἔξεσε τὸ ὀστοῦν. Ἐκ τοῦ λείχω γίνεται λίγδην. Ἐπίμαστον ἀλήτην: Τὸν ἐπιμαστεύοντα τὴν τροφὴν ἐπαίτην. Ἢ τὸν ἐκ παιδὸς, οἷον τὸν ἀπὸ μαστοῦ, ἐπαίτην.
55 Ἐπίμαχον: Πρὸς ὅ ἐστι μάχεσθαι· καὶ ἐπι‐ μαχώτατον, τὸ ἀσθενέστατον. Ἐπιμεληταί: Ἐχειροτονοῦντο τῶν χορῶν, ὡς

362

μὴ ἀτακτεῖν τοὺς χορευτὰς ἐν τοῖς θεάτροις. Ἄλλοι δὲ λέγουσιν, ὅτι ἐμπορίου ἄρχοντες εἰσὶ κληρωτοὶ, ἑκάστου ἔτους καθιστάμενοι· οἷς προσετέτακτο ἐπι‐ μελεῖσθαι τοῦ καταπλέοντος σίτου εἰς τὸ ἐμπόριον
5τὸ Ἀττικὸν, καὶ τοὺς ἐμπόρους ἀναγκάζειν εἰς ἄστυ κομίζειν. Δέκα δὲ ἐπιμελητὰς ἐμπορίου ἐκλη‐ ροῦντο οἱ Ἀθηναῖοι, τῶν τε ἐμπορίων ἐπιμελεῖσθαι καὶ τοῦ σίτου· καὶ τὰ δύο μέρη εἰς τὸ ἄστυ κομίζειν.
10Ἐπιμελητὴς τῶν μυστηρίων: Παρὰ Ἀθη‐
10ναίοις ὁ λεγόμενος Βασιλεὺς πρῶτον μὲν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος ἐχειροτόνει. Τέσσαρες δὲ ἦσαν· δύο μὲν, ἐξ Ἀθη‐ ναίων ἁπάντων· εἷς δὲ, ἐξ Εὐμολπιδῶν· καὶ εἷς ἐκ κηρύκων.
15Ἐπιμήνια: Τὰ καθ’ ἕκαστον μῆνα θυόμενα· ἢ
15τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γινόμενα θύματα [ὑπὲρ τῆς πόλεως.] Ἐπιμίξ: Παρὰ τὸν μίξω μέλλοντα, ὡς τὸ ἐναλλάξ· εἰ γὰρ ἐβαρύνετο, ὡς ὄνομα ἐκλίνετο.
20 Ἐπίνητρον: Τὸ ἐπὶ τῶν γονάτων, ἐφ’ οὗ τὴν κρόκην ἔνηθον. Ἐπίξηνον: Ξύλον, ἐφ’ οὗ κρέα κόπτουσι, τὸ
νῦν ἐπίκοπον· παρὰ Ἀριστοφάνει καὶ Δημοσθένει. Ἐπὶ ξυροῦ: Ἐπὶ κινδύνου, ἐν αὐτῇ τῇ τοῦ
25πράγματος ἐπιτάσει. Ἰλιάδος κʹ, ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς. Ἀντὶ τοῦ, τὰ πράγματα ἡμῶν τριχὸς ἤρτηται· ὅ ἐστιν, ἐν ἐσχάτῳ κινδύνῳ. Ἔστι καὶ ἐπὶ ὀξύτητος κινδύνου, μεταφορικῶς.
30Ἐπίουρος: Ὁ ἐφεστηκὼς φύλαξ· παρὰ τὸ
30ὁρῶ γίνεται ἐπίορος· καὶ ἐπενθέσει τοῦ υ. Ἐπίουρα, ὅρια, ὁρμήματα· παρὰ τὸ ὁρῶ τὸ ὁρμῶ. Ἐπιούσιος ἄρτος: Ὁ ἐπὶ τῇ οὐσίᾳ ἡμῶν ἁρμόζων. Ἐπιορκεῖν: Ἡ ἐπὶ πρόθεσις ἐνταῦθα ἀντὶ τῆς
35ὑπὲρ κεῖται· καὶ δηλοῖ τὸ ὑπεράνω τῶν ὅρκων γίνε‐
35σθαι, καὶ ὑπερβαίνειν αὐτούς. Ἐπιόψομαι: Ἰλιάδος ιʹ, Τοὺς ἂν ἐγὼ ἐπιόψομαι. Ἐπικρίνω, ἐπιλέξω. Ὁ βασιλεὺς ἐπιώψατο ἀρρηφόρους.
40Πλάτων ἐν Νόμοις. Ἔστι δ’ Ἀττικὸν, ἀντὶ τοῦ
40κατέλεξεν, ἐξελέξατο.
40 Ἐπιωγαί: Οἱ συγκλεισμοὶ, οἱ παραθαλάσσιοι τόποι, οἷς τὰ κύματα προσάγνυνται· ἀπὸ τοῦ ἐποῖσαι, ὅ ἐστι συγκλεῖσαι. Ἐπὶ παλλαδίωι: Δικαστήριον Ἀθήνῃσιν, ἐν ᾧ περὶ ἀκουσίου φόνου ἐδίκαζον. Κλειτόδημος φησὶν
45ὅτι Ἀγαμέμνονος σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναζε, Δημοφῶντα ἁρπάσαι τὸ Παλλάδιον· τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος, κρίσιν ὑποσχεῖν
ἐπὶ πεντήκοντα Ἀθηναίων καὶ νʹ Ἀργείων· οὓς ἐφέτας κληθῆναι, διὰ τὸ παρ’ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς

362

(50)

περὶ τῆς κρίσεως. Ἐπίπαστα: Τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλφιτα. Ἀριστοφάνης Ἱππεῦσιν, Ἐπίπαστα λείχων δημιόπρατα ὁ βάσκανος, Ῥητορική.
55Ἐπὶ πρυτανείωι: Ὅταν τὸ μὲν ἀποκτεῖναν
55βέλος, ἢ λίθος, ἢ τὶ τοιοῦτον, ᾖ φανερὸν, ὁ δὲ δράσας μὴ ᾖ· ἀρχαῖον γὰρ ἔθος τὸ καὶ τὰ ἄψυχα κρίνειν εἰ χρὴ ἐξορίζεσθαι.

363

Ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰς νέας: Κατὰ πρύμναν ὑπεχώρουν οὐχὶ ἐπι‐ στραφέντες, καὶ ἐξέκλιναν τὰς ἐπιούσας τῶν πολε‐ μίων ναῦς. Κυρίως, τὸ κατ’ ὀλίγον ὑπαναχωρεῖν μὴ
5στρέψαντας τὸ πλοῖον. Ὁ γὰρ ὄντως κωπηλατῶν ἐπὶ τὴν πρύμναν κωπηλατεῖ. Τοῦτο δὲ ποιοῦσιν, ἵνα μὴ δόξωσι φεύγειν φανερῶς, κατ’ ὀλίγον ὑπαπιόντες, ἵνα μὴ νῶτα τοῖς πολεμίοις δόντες τιτρώσκωνται. Ἔπιπλα: Τὰ ἐξ ἐπιπολῆς σκεύη· οἷον ἐπιπό‐
10λαιος κτῆσις, καὶ ὅση δυνατὴ πλωΐζεσθαι, ἀλλ’ οὐκ ἔγγειος· ἢ τὰ σκεύη τὰ ἐν χερσὶ, καὶ χρειώδη· οἷον τὰ ἐπιπόλαια καὶ ἐπιπολάζοντα ἐν τῇ οἰκίᾳ, διὰ τὸ ἑκάστοτε ἐν χερσὶν εἶναι. Ἢ ἔπιπλα, τὰ ἱμάτια· ἀπὸ τοῦ πέπλον, ἔπιπλον. Καὶ τὰ ἐλαφρότατα
15τῶν κτημάτων οὕτω φασὶ, παρὰ τὸ ἐπιπολάζειν. Ἐπίπλους: Τὸ λῖπος· ἀπὸ τοῦ ἐπιπλεῖν καὶ ἐξ ἐπιπολῆς εἶναι. Ἐπιπλὼς καὶ πόντον ἐπιπλώσας: Ἀντὶ τοῦ
20ἐπιπλεύσας. Ἐκ τοῦ πλέω γίνεται πλόω· καὶ ἐπαυξήσει τοῦ ο, πλώω βαρύτονον· οὗ ὁ ἀόριστος, ἔπλωσα· μετὰ τῆς ἐπὶ προθέσεως, ἐπέπλωσα· καὶ ἡ μετοχὴ, ἐπιπλώσας· καὶ συγκοπῇ ἐπιπλώς. Ἐπιπόλαιος: Διὰ τῆς ΑΙ διφθόγγου καὶ ο
25μικροῦ. Ἔστι δὲ ἐπίρρημα τοπικὸν, ἀντὶ τοῦ ἄνω‐
25θεν καὶ οὐκ ἐν βαθυτάτῳ. Ἐπίπολις: Τόπος ἐν Συρακούσαις· καὶ ὠνό‐ μασται ἀπὸ τοῦ ἐπιπολῆς τῶν ἄλλων εἶναι. Ἐπιπόρπημα: Ἐπιπόρπημα ἐστὶ, τὸ ἐπὶ τῇ πόρπῃ προκόσμημα λίθινον, ἢ χρυσοῦν, ἢ ἀργυροῦν.
30πόρπη δέ ἐστιν ἡ ἄνω τῆς χλαμύδος σύνθεσις. Παρὰ τὸ πείρω, τὸ κεντῶ καὶ διεκβάλλω, πόρη· καὶ πλεονασμῷ τοῦ π, πόρπη. Ἐπιπτέσθαι μενεαίνων: Ἰλιάδος δʹ, ἐπιπε‐
τασθῆναι, ἐφάψασθαι προθυμούμενος. Δύο μέρη
35λόγου εἰσί. Τὸ ἁπλοῦν πτέσθαι καὶ ἐπιπτέσθαι. Πᾶν δὲ ἀπαρέμφατον φυλάσσει τὸν αὐτὸν τόνον. Πτῶ, πτῆμι· πτήσω, ἔπτακα, ἐπτάθην· ἐπτάμην, ἔπτασο, ἔπτατο· πτάσθαι· καὶ τροπῇ τοῦ α εἰς ε. Οὐκ ἀπὸ τοῦ πτῶ πτᾷς γίνεται, ἀλλ’ ἀπὸ τοῦ πέτω
40βαρυτόνου, ὁ δεύτερος ἀόριστος, ἔπετον· ὁ μέσος, ἐπετόμην ἐπέτου ἐπέτετο, πετέσθαι· καὶ συγκοπῇ, πτέσθαι. Ἐπιρρήδην: Παρὰ τὸ ῥῶ, τὸ λέγω, γέγονε ῥήδην, καὶ ἐπιρρήδην, ὡς παρὰ τὸ τμῶ, τμήδην.
45Ἐπίρρησις: Ὁ ψόγος καὶ ἡ κακηγορία· ἔνθεν
45καὶ ἐπίρρητος. Ἐπιρρήματα: Ἐν τοῖς χοριακοῖς, ὅτε στροφὴν ᾄσειαν μέλος, ἐπέλεγον ποιημάτιον ιϛʹ στίχων· εἶτα τὴν ἀντίστροφον ἀποδόντες, ἐπέλεγον πάλιν τετράμετρον ποιημάτιον τῶν ἴσων στίχων. Ἐκα‐

363

(50)

λοῦντο δὲ ταῦτα ἐπιρρήματα. Ἐπίρροθος: Ἐπίκουρος, βοηθός· οἱονεὶ ἐπιρ‐ ρωννύων καὶ ἐπικελεύων· ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ θήρᾳ ἐπιρρωννυμένων κυνῶν ὑπὸ τῶν θηρώντων. Ἐπίσιστον: Τὸ συρίζοντας ἐποτρύνειν τοὺς
55κύνας ἐπὶ τὰ ἔργα ἐν τοῖς κυνηγεσίοις ἐπίσιστον καλεῖται. Ἐπίσιον: Τὸ ἐφήβαιον· ἀπὸ τοῦ τὰ σία τὰ ξηρά· ξηρὸν γὰρ ἐστίν. Ἢ παρὰ τὸ εἰσιέναι, ἐπεί‐

364

σιον. Σημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνδρὸς καὶ τῆς γυναικός. Ἐπισίτια: Τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα, ταῦτα δὲ ἐνίοτε καὶ σιτία ἐκάλουν.
5Ἐπισκύνιον: Ἰλιάδος ρʹ,
5 Πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτον. Τὸ περὶ τὰς ὀφρῦς δέρμα, (κατὰ μετάθεσιν τοῦ λ εἰς ν· σκύλος γὰρ λέγεται τὸ δέρμα· ἔνθεν καὶ σκυλοδέψης·) τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος ἤτοι δέρμα, τὸ συνοφρύωμα τοῦ μετώπου· ὅθεν καὶ σκύ‐
10ζεσθαι, τὸ ὀργίζεσθαι, διὰ τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μέρος τοῖς ὀργιζομένοις. Καὶ ἐπισκύσαι, τὸ χαλεπῆναι, ἀπὸ τοῦ τὸ ἐπισκύνιον καθέλκειν τοὺς χαλεπαίνοντας· ἐξ οὗ τὸ ἐπισκύζονται, ἀντὶ τοῦ ὀργίζονται, χαλεπαίνουσιν.
15Ἐπίσκοπος: Κατάσκοπος· ἢ ὁ ἐπὶ τὸ σκοπεῖν
15ὤν. Καὶ ἐπισκέπται, ἄρχοντες .... Ἐπὶ σκηνῆς: Ἀντὶ τοῦ θεατρικῶς. Ἐπίσπαστον: Τὸ ἐπὶ τῆς ἀγχόνης καὶ τοῦ βρόχου ἐπισπᾶσθαι· καταχρηστικῶς δὲ καὶ τὸ ἑκού‐ σιον, ὃ ἑαυτῷ τις ἐπισπᾶται.
20 Ἐπισπεῖν: Ἐκ τοῦ σπῶ μονοσυλλάβου, σπεῖν, ὡς πλεῖν· καὶ φυλάττει τὸν τόνον ὡς ἀπαρέμφατον. Τὸ δὲ ἐπίσπηι, ἀντὶ τοῦ καταλάβῃ, διώξῃ· ἀπὸ τοῦ ἐπείγω· Ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
25Τουτέστιν, ὅπως εὐθὺς πρὸ πάντων ἐκεῖνος ἐπὶ θάνα‐
25τον ἔλθῃ, καὶ ἀναπληρώσῃ τὴν εἱμαρμένην. Ἐπίσσωτρα: Οἱ ἐκτὸς τῶν τροχῶν σιδήρειοι κύκλοι οἱ ἐπὶ τὴν γῆν κυλιόμενοι, τὰ κύκλῳ τῶν τοῦ ἅρματος τροχῶν σιδηρᾶ, τὰ ἐπάνω τῶν τροχῶν σιδηρᾶ ἢ χαλκᾶ, ἃ καὶ κανθοὶ καλοῦνται. Παρὰ τὸ
30σῶ, τὸ ὁρμῶ, ὁ μέλλων σώσω· ὄνομα ῥηματικὸν σῶτρον· καὶ μετὰ τῆς ἐπὶ προθέσεως πλεονασμῷ τοῦ ς, ἐπίσσωτρον, ὁ ἔξω τῶν τροχῶν συνέχων σίδηρος. Ἐπισταδόν: Ἐκ τοῦ ἵστημι ἵσταμαι, σταδόν. Νώμησεν δ’ ἄρα πᾶσιν ἐπισταδόν.
35Ἐπιστημόνως διήνεγκεν ἴσα διελὼν, ἢ ἐφιστάμενος ἑκάστῳ [ἐν αὐτῷ.] Ἐπίσταθμοι: Ἄρχοντες εἰσί· παρὰ τὸ ἐν σταθμοῖς εἶναι ὠνομασμένοι. Σταθμοὶ δέ εἰσιν αἱ καταγωγαί. Ἁρμοστὰς δὲ τοὺς τοιούτους Λακε‐
40δαιμόνιοι καλοῦσιν.
40Ἐπίσταθμοι: Οἱ σατράπαι, οἱ κατέχοντες βα‐
40σιλεῖ τὰς ὑποκειμένας πόλεις. Ἐπιστάται: Δύο ἦσαν Ἀθήνῃσιν· ὧν ὁ μὲν ἐκ πρυτάνεων ἐκληροῦτο· ὁ δὲ, ἐκ προέδρων· φυλάσσει δὲ τοῦ ἱεροῦ τὰς κλεῖς, ἐν ᾧ τὰ δημόσια χρήματα, ἔτι μὴν καὶ τὴν δημοσφραγίδα. Λέγεται δὲ καὶ ὁ
45ἐφεστηκὼς εἰς πρᾶγμα ὁτιοῦν, ῥηματικῶς. Λέγεται
45δὲ καὶ ὁ ἐπιστάμενος τινὶ, καὶ ἐπαίτης· παρὰ τὸ ἐφίστασθαι· οἷον,
σῷ ἐπιστάτῃ οὐδ’ ἅλα δοίης. Πολλάκις δὲ καὶ ἐπὶ τοῦ διδασκάλου λαμβάνεται ἡ λέξις.

364

(50)

ὅτι τῶν φʹ οἱ μὲν νʹ, πρυτάνεις· οἱ δὲ δέκα,

364

(50)

πρόεδροι· ὁ δὲ εἷς, ἐπιστάτης.

364

(50)

Ἐπίσταμαι: Εἴδω, τὸ γινώσκω· ὁ μέλλων, εἴσω· ῥῆμα περισπώμενον, ἰσάω ἰσῶ· καὶ εἰς ΜΙ, ἴσημι· τὸ παθητικὸν, ἴσαμαι· πλεονασμῷ τοῦ τ, ἴσταμαι· καὶ ἐφύλαξε τὸ π Ἰωνικῶς· οἱ γὰρ Ἴωνες ψιλωτικοί εἰσιν. Εἰς τὸ ἄϊστος.
55Ἐπίστηι: Ζήτει εἰς τὸ δύνηι. Ἐπιστοβέωσιν: Ἀπολλώνιος,

365

Μή μιν κερτομέουσαι ἐπιστοβέωσι. Ἐπιστομέωσι· καὶ τροπῇ τοῦ μ εἰς β. Ἐπιστροφάδην: Ἰλιάδος κʹ, Κτεῖνε δ’ ἐπιστροφάδην.
5Μετ’ ἐπιστροφῆς, ἐφ’ ἑκάτερα μέρη στρεφόμενος. Ῥητορική. Ἢ ἐνεργῶς, σπουδαίως. Ἐπισύστασις: σύστασις καὶ σύστημα ση‐ μαίνει τὸ πλῆθος. Ἡ δὲ ἐπὶ πρόθεσις τὴν ἐπὶ δευτέρου ἐπιδιόρθωσιν σημαίνει. Ἐπισύστασις οὖν,
10ἡ ἐπὶ δευτέρου ἐπανόρθωσις. Ἐπίσφατον: Ἐπίρρητον. Παρὰ τὸ φημὶ φα‐ τὸς, ὡς βίβημι βατός· τὸ οὐδέτερον, φατὸν καὶ ἐπίφατον· καὶ πλεονασμῷ τοῦ ς. Ἐπισχερώ: Ἐφεξῆς, σύνεγγυς. Καὶ σεσημεί‐
15ωται ὀξυτόνως ὥσπερ ἰώ· οὐδὲν γὰρ τῶν εἰς ω λη‐ γόντων ἐπιρρημάτων ὀξύνεσθαι θέλει. Γράφεται χωρὶς τοῦ ι· ἀπὸ γὰρ τοῦ σχεδόθεν, σχεδὼ, ὡς πόθεν, πώ· καὶ αὐτόθεν, αὐτώ· καὶ μεταθέσει τοῦ δ εἰς ρ, ἐπισχερώ. Ἢ παρὰ τὸ σχέσιν ἔχειν.
20 Ἐπισχόμενος: Στοχαζόμενος· ἐξ οὗ τὸ, Ἐπίσχες τὰ πάλαι θρυλῶν. Ἔνιοι ἐπισχόμενον συσσημαίνειν τὸν προσάγοντα τῷ ἕρματι τὸ ποτήριον. Ἐνταῦθα ὁ Θρᾷξ Διονύσιος φησὶ τὴν παροιμίαν,
25 Πολλὰ μεταξὺ κύλικος. Ἐπιτάξ: Παρὰ Καλλιμάχῳ, ἐπίρρημα, παρὰ τὸν ἐπιτάξω μέλλοντα. Εἰς δὲ τὸ Ῥητορικὸν λεξικὸν εὗρον τὴν λέξιν σημαίνειν συντόμως, κωμικῶς· Ὅστις τῆς ὁδοῦ
30ἡγήσεταί σοι τὴν ἐπιτάξ.
30Οὐχ ὡς οἱ τραγικοὶ, μακρῶς.
30 Ἐπιτάρροθος: Βοηθὸς ἰσχυρὸς, σύμμαχος. Παρὰ τὸ ῥόθος (ῥοθῶ τὸ παρορμῶ) γίνεται ἐπίρροθος· καὶ πλεονασμῷ τῆς ΤΑΡ συλλαβῆς, ἐπιτάρροθος, ὁ ἐν τῷ βοηθεῖν πρόθυμος καὶ παρορμῶν. Ἐπίτασις καὶ ἄνεσις: Οἷον τὸ μᾶλλον καὶ
35ἧττον. Ταῦτα δὲ εἴρηται ἀπὸ μεταφορᾶς τῶν χορ‐ δῶν· ἐκεῖ γὰρ ἡ μὲν ἀποτεινομένη σφοδρὸν ἀποτελεῖ ψόφον, ἡ δὲ παρειμένη ἐλάττονα. Οὕτως οὖν οἱ φιλόσοφοι ἐπίτασιν μὲν λέγουσι τὴν σφοδρὰν ἀντί‐ ληψιν τοῦ πράγματος, ἄνεσιν δὲ, τὴν ἐλάττονα.
40 Ἐπιτεῖλαι: Ἰλιάδος δʹ, σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι. Προπερισπᾶται. Ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ ἐπίτειλον, ὅ ἐστι πρόσταξον. Ἐπι‐ τείλαι παροξύτονον, τρίτον ἐστὶ πρόσωπον εὐκτικόν.
45Ἐπιτέλλεο: Ἔστι τέλλω, τὸ προστάσσω· τέλ‐
45λομαι, ἐτελλόμην, ἐτέλλου. Τὸ προστακτικὸν, τέλλου· καὶ διαλύσει Ἰωνικῇ, τέλλεο. Ἐπιτελὲς καὶ ἐπιτελέωμα: Τὸ ἐπὶ πᾶσι γινό‐
49μενον· ἀπὸ τοῦ τελείας γενέσθαι τὰς πρότερον θυσίας.

365

(50)

Ἐπιτεθυμμένον: Ἐπιτετυφ[λ]ωμένον, πεπη‐ ρωμένον. Ἐπιτετράφαται: Ἰλιάδος βʹ, Ὧι λαοί τ’ ἐπιτετράφαται. Ἐπιτετραμμένοι καὶ ὑποτεταγμένοι εἰσίν. Ἰστέον
55ὅτι τὰ δισύλλαβα τῆς πρώτης καὶ δευτέρας συζυ‐
55γίας τῶν βαρυτόνων, τὰ τρέποντα τὸ ε εἰς ο κατὰ
55τὸν ἐνεργητικὸν παρακείμενον, ἐν τοῖς παθητικοῖς παρακειμένοις ἀναδέχεται τὴν παραλήγουσαν τοῦ ἐνεστῶτος· οἷον, λέγω, λέλοχα, λέλεγμαι· στέφω,

366

ἔστοφα, ἔστεμμαι· κέκλοφα, κέκλεμμαι· εὑρέθη καὶ κέκλαμμαι. Δεῖ προσθεῖναι, “χωρὶς τῶν ἐχόντων τὸ ρ μετ’ ἐπιπλοκῆς συμφώνου·” ἐκεῖνα γὰρ τρέπουσι τὴν παραλήγουσαν, ἤγουν τὸ ε εἰς α, κατὰ τὸν
5παθητικὸν παρακείμενον· οἷον στρέφω ἔστροφα καὶ ἔστραμμαι· τρέφω τέθροφα τέθραμμαι. Οὕτως καὶ τρέπω τέτροφα τέτραμμαι, τέτραπται· τετράμμεθα· τέτραφθε· καὶ τὸ Ἰωνικὸν, τετράφαται, τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, καὶ προσθέσει τοῦ α. Δεῖ προσ‐
10θεῖναι, “καὶ χωρὶς τοῦ βρέχω βρέξω βέβροχα καὶ
10βέβρεγμαι·” τούτου γὰρ οὐκ ἐτράπη τὸ ε εἰς τὸ α.
Ἐπιτηθή: Ἡ τῆς τηθῆς μήτηρ. Ὥστε εἶναι τὴν μὲν τηθὴν μητρὸς ἢ πατρὸς μητέρα· τὴν δὲ ἐπιτηθὴν, τῆς τοῦ πατρὸς μητέρος καὶ τῆς μητρὸς μητέρα· ἤγουν ὡς ἐπίπαππος. Θεόπομπος Παμ‐
15φίλῃ,
15 Αὐτὴ δ’ ἐκείνη πρότερον ἐξηπίστατο παρὰ τῆς ἐπιτηθῆς. Ῥητορική. Ἐπιτήδειος: Φίλος καὶ συνήθης. Λέγουσι δὲ καὶ ὡς ἡμεῖς τὸ ἁρμόττον ἐπιτήδειον. Ἀπὸ τοῦ
20ἔθος, ἔθης, καὶ ἔτης· ἐξ οὗ καὶ ἐπιτήδειος φίλος, ὁ
20συνήθης. Ἢ ἀπὸ τοῦ ἥδω, ἡδὴς καὶ ἐπιτηδής· ἐξ
20οὗ τὸ ἐπιτήδειος. Ἐκ δὲ τοῦ ἐπιτηδὴς γίνεται ἡ εὐθεῖα τῶν πληθυντικῶν ἐπιτηδέες ἐπιτηδεῖς· καὶ ἡ αἰτιατικὴ ὁμοίως· καὶ ἀποβολῇ τοῦ ι, ἐπιτηδές. Ἐς δ’ ἐρέτας ἐπιτηδὲς ἀντὶ τοῦ ἐπιτηδείους πρέποντας καὶ ἐπισταμένους·
25οἱ μὲν, ἐκ τοῦ ἐπιτηδέας· οἱ δὲ, ἐκ τοῦ ἐπιτηδεῖς· ἐπιστηδής οἶμαι. Δεῖ γινώσκειν, ὅτι ὅτε μὲν λέ‐ γεται ἐπιτηδὲς καὶ ἀληθὲς ὀξυτόνως, ὀνόματά εἰσιν· ὅτε δὲ βαρυτόνως ἐπίτηδες καὶ ἄληθες, ἐπιρρήματά εἰσιν, ἀντὶ τοῦ ἐπιτηδείως καὶ ἀληθῶς.
30Ἐπιτηδής: Ἀπὸ τοῦ ἀδεὴς ὁ ἄφοβος, καὶ
30τῆς ἐπὶ προθέσεως, γίνεται ἐπιαδεής· καὶ ἐκβολῇ τοῦ ε, καὶ πλεονασμῷ τοῦ τ, καὶ τροπῇ τοῦ α ἐπι‐ τηδὴς, ὁ ἀφόβως τὶ ποιῶν. Ἐκ τούτου καὶ ῥῆμα ἐπιτηδεύω. Ἐπίτιμος καὶ ἐπίτιμον: Πλούσιον, ἢ τὸν μὴ
35ἄτιμον κατὰ νόμους, ἀλλ’ ἔχοντα ἐξουσίαν καὶ δη‐
35μηγορῆσαι καὶ δικάσασθαι. Λουκιανός· Ἡ βουλὴ δὲ ἐπικλασθεῖσα πρὸς αὐτὸν ἀφίησι τῷ Με‐ νεκράτει τὴν καταδίκην, καὶ ἤδη ἐπίτιμός ἐστι. Ῥητορική. Ἐπιτιμία: Ἡ εὐπορία, ἢ ἡ μὴ ἀτιμία. Κέ‐
40φαλος·
40Ὁσάκις αὐτὸν κινδυνεύοντα περὶ τῆς ἐπιτιμίας, ἢ τῆς
40πατρίδος, ἢ τοῦ βίου παντὸς, διεσώσατε. Ἐπιτιμηταί: Οἱ πρῶτόν τι τιμώμενοι ἐκα‐ λοῦντο τιμηταί· ἐπιτιμηταὶ δὲ, οἱ χρόνῳ ὕστερον τὰ αὐτὰ τιμώμενοι. Ἔπιτνον: Ἡσίοδος ἐν Ἀσπίδι,
45 Οἵδ’ ἄρ’ ἐν ἐλλεδανοῖσι δέον, (ἀντὶ τοῦ τὰ κῶλα τῶν ἀσταχύων) καὶ ἔπιτνον ἀλωήν. Ἀντὶ τοῦ ἐπὶ τὴν ἀλωὴν ἐπλήρουν, ἔρριπτον, ἐξέτει‐ νον, ἥπλουν ἐπὶ τῷ ξηρανθῆναι, ἔψυγον. Ἀπὸ τοῦ

366

(50)

πίπτω, πίτνω· ἢ πέτω, πίτνω.

366

(50)

Ἐπιτοαυτό: Ἐπίρρημα συλλήψεως ἢ ἀθροί‐

366

(50)

σεως, οἱονεὶ μοναδικόν· ἐκ τῆς ἐπὶ προθέσεως, καὶ τῆς αὐτὸς ἀντωνυμίας. Ἐπιτραπεζώματα: Τὰ ἐπιτιθέμενα τῇ τραπεζῇ βρώματα.
Ἐπιτρίτας: Ἰσαῖος ἐν τῷ δευτέρῳ [κατὰ]
55Καλλιφῶντος, Ἑξακοσίαις δραχμαῖς ἐπιτρίταις. Ἀντὶ τοῦ ἐπὶ ὀκτὼ ὀβολοῖς. Κατὰ τὸ τρίτον εἶναι μερίδα τοὺς ὀκτὼ ὀβολοὺς τοῦ τετραδράχμου.

367

Ἐπίτριπτον: Τὸν πονηρὸν, τὸν ἄξιον τοῦ ἐπι‐ τριβῆναι, τουτέστι πληγωθῆναι. Ἐπιτροχάδην ἀγόρευεν: Ἀντὶ τοῦ ἠπειγμέ‐ νως ὡς παρατρέχων, ἢ κεφαλαιωδῶς, ἢ ταχέως· ἀπὸ
5τοῦ τρέχω ῥήματος, ὅπερ ὁ ποιητὴς τρώχω εἴρηκεν· ὡς τὸ, εὖ μὲν τρῶχον. Ἐκ τοῦ τροχάδην. Ἢ ἐκ τοῦ τροχὸς ἐπιτροχά‐ δην, Ἰλιάδος γʹ, τὸ σύντομον καὶ ταχύ. Τὰ γὰρ
10ἀπὸ ὀνομάτων τῶν εἰς ΟΣ γινόμενα ἐπιρρήματα διὰ τοῦ α ἐκφέρονται· οἷον, μόνος, μονάδην· σπόρος, σποράδην· τροχὸς, τροχάδην. Τὸ δὲ παμπήδην, ἐκ τοῦ πάμπαν. Ἐπιτροπή: Οἱ μὲν, παρὰ τὸ ἐπιτροπεύειν· οἱ
15δὲ, παρὰ τὸ ἐπιτρέπειν.
15Ἀνέντες τὴν ἐπιτροπὴν,
15φησὶ Θουκυδίδης, τουτέστι τὸ ἐπιτρέπειν.
15 Ἐπιτροπεύουσι: Ἐπιτροπὴ καὶ ἡ τῶν ὀρφανῶν ἐπιμέλεια παρὰ τοῖς ῥήτορσι. Καὶ τὸ συγχωρῶ τοὺς ἀμφισβητοῦντας διακρῖναι. Ἐπιφυλλίδες: Τὰ πρὸς τοὺς βότρυας, οἱ κα‐ λούμενοι ἐπίτραγοι.
21 Ἐπὶ χαριξένης: Αὐλητρὶς ἡ Χαριξένη ἀρ‐ χαία, καὶ ποιήτρια κρουμάτων· οἱ δὲ, μελοποιόν. Θεόπομπος Σειρῆσιν, Αὐλεῖ γὰρ σαπρὰ
25αὕτη γε κρουμάτια τὰ ἐπὶ Χαριξένης.
25Κρατῖνος Ὀδυσσεῦσιν,
25 Οὐκ ἰδία τάδ’ οὐκετὸν θοι τἀπὶ Χαριξένης. Ἀριστοφάνης Ἐκκλησιαζούσαις,
τἀπὶ Χαριξένης. Ἐπίχειρα: Κυρίως τὰ τοῖς ἐργαζομένοις ἐπὶ ταῖς χερσὶ διδόμενα, οὐ τὰ κατὰ μισθὸν, ἀλλ’ οἷον
30καὶ ἄλλα τινά.
30Ἐπιχθόνιοι: Οἱ ἐπίγειοι· (χθὼν χθονὸς, χθό‐
30νιος·) διότι κατὰ φύσιν ἐπὶ τῆς χθονός εἰσι· πρὸς ἀντιδιαστολὴν τῶν οὐρανίων θεῶν. Ἐπίχυτος: Ὁ ἔγχυτος πλακοῦς. Νικοφῶν Χειρογάστορσι, Κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτας.
35Ἔπλεο: Σημαίνει τὸ ἐγένου. Ἐκ τοῦ πέλω
35ὑπερβιβασμῷ, πλέω, πλέομαι, ἐπλεόμην· τὸ δεύτερον κατὰ διάλυσιν, ἔπλεο, καὶ ἔπλετο. Ἔπληντ’ ἀλλήλῃσι: Ἐκ τοῦ πλῶ, τὸ πλη‐ σιάζω, ὁ παρακείμενος, πέπληκα· λέγεται καὶ πέ‐ πλακα· ὁ παθητικὸς, πέπλημαι, πέπληται· καὶ παρὰ
40Σιμωνίδῃ, πεπλήαται· ὁ μέσος δεύτερος ἀόριστος παθητικὸς, ἐπλήμην· τὸ τρίτον τῶν πληθυντικῶν, ἔπληντο. Ἐπλινθεύθησαν: Τέσσαρα σημαίνει· ἢ ὅτι εἰς πλίνθους μετεπλάσθησαν· ἢ ὅτι πλίνθοις ἀπετει‐
45χίσθησαν· ἢ ὅτι ὑβρίσθησαν· ἔστι γὰρ καὶ ὄργανον
45βασανιστικόν· ἢ ὅτι ᾐχμαλωτίσθησαν· ἐπεὶ οἱ αἰχμάλωτοι πιπρασκόμενοι εἰς πλίνθους ἐβάλλοντο. Ἐποιχομένην: Ἱστὸν ἐποιχομένην. Τὸν ἱστὸν ἐπιπορευομένην, ἤγουν ἱστουργοῦσαν καὶ

367

(50)

ὑφαίνουσαν. Ἐκ τοῦ οἴχω, οἴχομαι, οἰχόμενος.

367

(50)

Αἱ πάλαι γυναῖκες ἑστῶσαι ὕφαινον, καὶ ἐπιπορευό‐ μεναι τὸν ἱστόν. Πρώτην δὲ γυναῖκα Αἰγυπτίαν τοὔνομα Υἱὸν καθεζομένην ὑφᾶναι φασίν· ἀφ’ ἧς καὶ Αἰγύπτιοι τῆς Ἀθηνᾶς ἄγαλμα ἱδρύσαντο· ὥς φησιν Ἔφορος ἐν τοῖς Εὑρήμασι.
55 Ἔπος: Ὁ λόγος· παρὰ τὸ ἔπω, τὸ λέγω, ὡς τεύχω, τεῦχος. Ἔπος λέγεται κυρίως ὁ ἔμμετρος λόγος· καταχρηστικῶς δὲ, πᾶς λόγος. Ζήτει περὶ τοῦ ἐπικοῦ κύκλου εἰς τὸ ἔλεγος.

368

Ἐπορθρεῦσαι: Τοῦ ὄρθρου ἐπεγερθῆναι. Καὶ ἀφεσπερεῦσαι. Ἐποστρακίζειν: Παιδιά τις, ἣν παίζουσιν οἱ παῖδες, ὄστρακα ἀφιέντες εἰς τὴν θάλασσαν.
5 Ἑπτά: Ἀπὸ τοῦ ἐπιέναι τῷ δεκάτῳ ἀριθμῷ. Οὕτως Σέλευκος. Καὶ ἑπτὰς, ἀπὸ τοῦ σέβω, σεπτάς τις οὖσα, ὡς θεία καὶ ἀμήτωρ καὶ παρθένος.
10 Ἑπτάπεκτος: Ἡ τὴν βαθεῖαν ἔχουσα κόμην· ἡ δυναμένη ἑπτάκις τμηθῆναι. Ἔπω: Σημαίνει τέσσαρα. Ἔπω, τὸ λέγω· ὡς τὸ, Ἄνδρά μοι ἔννεπε Μοῦσα. Ἕπω, τὸ ἀκολουθῶ· ὡς τὸ,
15Ἢ οὐχ ἑπέσθην Λακεδαιμονίοις.
15Ἕπω, τὸ εὐτρεπίζω· ὡς τὸ,
15 Τὸν δ’ εὗρ’ ἐν θαλάμῳ περικαλλέα τεύχε’ ἕποντα. Ἕπω, τὸ διοικῶ· ὡς τὸ, Ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσι. Καὶ,
20Ὣς ὅγε κοιρανέων δίεπε στρατόν.
20Διαφέρει δὲ τὸ λέγω τοῦ ἀκολουθῶ κατὰ τρόπους
20δύο· ὅτι τὸ μὲν ἔπω, τὸ λέγω, ψιλοῦται· τὸ δὲ ἕπω, τὸ ἀκολουθῶ, δασύνεται· καὶ ὅτι τοῦ μὲν ἔπω, τὸ λέγω, τὰ ἐνεργητικὰ εἴρηται· ἔπω, καὶ ὁ παρατα‐ τικὸς, εἶπον, ὁ ἀόριστος, εἶπα, ὁ δεύτερος, εἶπον, ἡ μετοχὴ, ὁ εἰπὼν, τὰ δὲ παθητικὰ, οὐχί· τοῦ δὲ
25ἕπω, τὸ ἀκολουθῶ, τὰ μὲν παθητικὰ, οἷον ἕπομαι, ὁ
25παρατατικὸς, εἱπόμην, καὶ ποιητικῶς, ἑπόμην, τὸ δυϊκὸν, ἑπόμεθον, τὸ τρίτον, ἑπέσθην, καὶ πλεονασμῷ τοῦ ς, ἑσπέσθην· τὰ δὲ ἐνεργητικὰ, οὐχί· ἀμφιέπω δὲ καὶ περιέπω.
30 Ἐπωνία: Τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον· εἴη δ’ ἂν ἴσως ἡ πέμπτη. Ἐπωπίδα: Εἰ μὲν δασύνεται, σημαίνει τὴν ἀκόλουθον· εἰ δὲ ψιλοῦται, τὴν ἐπίσκοπον, διὰ τοὺς ὦπας. Λυκόφρων. Ἐκ τοῦ ἕπω ἑπωπίδες λέγον‐
35ται αἱ θεραπαινίδες.
Ἐπῴχατο: Σὺν τῷ ι. Ἡ ἐπὶ πρόθεσις ἀντὶ τῆς ἀπὸ, ἀπῷγμαι καὶ ἀπῴγμην· τὸ τρίτον πρόσωπον κατὰ διάλυσιν, ἀπῴχατο, ἀπὸ τοῦ οἴγω, ἀντὶ τοῦ κεκλεισμέναι ἦσαν.
40Ἐπωμαδόν: Ἀντὶ τοῦ ἐπὶ τῶν ὤμων. Ζῆθος μὲν, ἐπωμαδὸν ἠέρταζεν οὔρεος ἠλιβάτοιο κάρη μογέοντι ἐοικώς· Ἀμφίων δ’ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων ἤϊσε· δὶς τόσση δὲ μετ’ ἴχνια νίσσετο πέτρη.
45Διπλασίων ἠκολούθει τῇ Ἀμφίονος κιθάρᾳ κρουούσῃ, εἵπετο καὶ ἀπῄει, τῆς βασταζομένης ὑπὸ Ζήθου. Ζῆθος γὰρ καὶ Ἀμφίων ἐτείχισαν τὰς Θήβας. Ἀπολλώνιος Ἀργοναυτικοῖς. Ἐπωβελία: Πολλῶν εἰς χρήματα συκοφαντούν‐

368

(50)

των τοὺς ἐπιεικεῖς καὶ ἀπράγμονας τῶν πολιτῶν, καὶ

368

(50)

μάλιστα τοῦτο πράττειν διαβαλλομένων τῶν περὶ τὸ ἐμπόριον συμβαλλόντων ἐπὶ ναυτικοῖς τόκοις, Ἀθη‐ ναῖοι ζημίαν ἔταξαν κατὰ τῶν ἐγκαλούντων ὀβολὸν ἐκτίνειν, εἰ μὴ καθ’ ὧν ἐνεκάλουν τούτους ἕλοιεν. Ταύτην τὴν ζημίαν ἐπωβελίαν ἐκάλουν.
55 Ἄλλως· ἐπωβελία ἐστὶν ἐπιτίμιον τοῖς διώκουσι τινὰ χρηματικὴν δίκην, (ἦν δὲ τοῦτο ἕκτον μέρος τοῦ τιμήματος,) ἐπειδὰν μὴ ἕλωσιν οὓς ἐπεδικάζοντο καὶ

369

ἐπεγράφοντο. Ἐκαλεῖτο δὲ οὕτως, ὅτι ἐπὶ τῇ δραχμῇ ὀβολὸς ἦν, τῆς δραχμῆς ἑξαπλασίου λογιζομένης. Ἐλάμβανε δὲ τὴν ἐπωβελίαν ὁ φεύγων παρὰ τοῦ διώκοντος, εἰ τὴν δίκην ἀπέφυγεν. Λέγεται δὲ καὶ
5ὁ τόκος παρὰ τῷ Πλάτωνι Νόμων ἑνδεκάτῳ. Ἐπώνυμοι: Οἱ κατὰ ἀρετὴν διαπρέποντες ἀστοὶ καὶ ξένοι χαλκαῖς εἰκόσιν ἐτιμῶντο· ἀφ’ ὧν ἐνίων καὶ ταῖς φυλαῖς ἐτίθετο ὄνομα. Φασὶν ἐκεῖθεν δόξαι πρῶτον τὰς φυλὰς ἐξηγήσασθαι· ἀπορούντων γὰρ
10αὐτῶν ὄνομα ταῖς φυλαῖς θέσθαι, ἀπὸ τῶν ἐνδοξοτά‐ των τοῦτο ποιῆσαι, [καὶ ἕκαστον ἑκατὸν ὀνόματα ἰδίᾳ γραψάμενον κληρῶσαι.] Παρὰ γοῦν τὰς εἰκόνας
τῶν ἐπωνύμων τούτων εἰσηγοῦντο τοὺς νόμους, πρὶν ἢ γενέσθαι κυρίους· ἵν’ ἐντυγχάνοντες οἱ βουλόμενοι
15κατηγοροῖεν.
15 Ἢ ἄλλως· [ἐπώνυμοι] Διττοί εἰσιν οὗτοι· οἱ μὲν, λεγόμενοι τῶν ἡλικιῶν· καὶ εἰσὶ δύο καὶ τεσσα‐ ράκοντα, οἳ καλοῦνται καὶ λήξεων ἐπώνυμοι· οἱ δὲ δέκα, ἀφ’ ὧν αἱ φυλαὶ προσηγορεύθησαν, οἷον Ἐρε‐ χθεὺς, Αἰγεὺς, Πανδίων, Λεὼς, Ἀλμᾶς, Οἰνεὺς,
20Κέκροψ, Ἱπποθόων, Αἴας, Ἀντίοχος. Ταῦτα δὲ τὰ δέκα ὀνόματα ἄπορα ὁ Πύθιος εἵλετο· Κλεισθένης οὕτως διαταξάμενος τὸ πᾶν πλῆθος εἰς δέκα φυλάς. Ἐπωτίδες: Τὰ ἑκατέρωθεν πρώρης ἐξέχοντα ξύλα. Ἔρα: Ἡ γῆ· ὅτι ἐνερρίζωται. Καὶ οὕτω κα‐
25λεῖται ἐρίσαι, τὸ περὶ ἴσης γῆς φιλονεικῆσαι, παρὰ τὴν ἔραν. Ὅμηρος, Ὥτ’ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης. Ἔνθεν καὶ τὸ ἔραζε, ἀντὶ τοῦ εἰς τὴν γῆν. Ἐρᾶν: Ἐπιθυμεῖν· πρῶτον ἐπὶ τῆς γῆς ἐρρέθη·
30ἀφ’ οὗ ἔρα, ἡ γῆ· καὶ ἐρωῆσαι, τὸ ἀπ’ αὐτῆς ὑπο‐
30χωρῆσαι. Ἔστι καὶ ἐρῶ, τὸ καθαίρω· ἐξ οὗ καὶ ἔρασος καὶ ἑορτή. Ἔρανος: Τὸ ἐκ συνεισφορᾶς δῶρον· ἢ ἐντολὴ, ἢ συλλογὴ, ἢ εἰσφορά· ἢ σπουδαιότερον ἀπὸ τοῦ συνερᾶν καὶ ἐπιθυμεῖν καὶ συνεισφέρειν τὶ τοῖς
35φίλοις καὶ εὐωχεῖσθαι. Ἀπὸ τοῦ ἐρῶ, τὸ ἐπιθυμῶ,
35ὁ μέλλων, ἐράσω· ἐξ αὐτοῦ ἔρανος. Ἐρανίσας: Δημοσθένης ἀντὶ τοῦ ἔρανον αἰτή‐ σας, ἢ λαβὼν καὶ συλλέξας παρά τινων. Ἐρανιστής: Κυρίως ὁ τοῦ ἐράνου μετέχων, καὶ τὴν φορὰν ἣν ἑκάστου μηνὸς ἔδει καταβάλλειν εἰσ‐
40φέρων.
40Ἐρατίζων: Ἐπιθυμῶν, ἐφιέμενος. Ἐρῶ, ἐράσω,
ἤρακα, ἤραμαι, ἤραται, ἐρατὸς, ἐρατίζω. Ἐράσθην: Οὐκ ἀπὸ τοῦ ἐρῶ· ἦν γὰρ ἂν ἠράθην, ὡς μακρᾶς οὔσης τῆς παραληγούσης· ἀλλ’ ἀπὸ τοῦ ἐρῶ γίνεται ἐράζω, τετάρτης συζυγίας τῶν βαρυ‐
45τόνων.
45 Ἐρασῖνος: Ὄνομα κύριον, παρὰ τὸν ἐράσω μέλλοντα. Ἐργατίναι: Οἱ γηπόνοι. Ἐρατεῖνος: Ἐκ τοῦ ἐρῶ, τὸ φιλῶ, γίνεται ἐρα‐ τὸς, ὁ ἐπιθυμητός· καὶ ἐκ τοῦ ἐρατὸς, ἐρατεινός.

369

(50)

Ἐραννῆς: Ἐπεράστου, καλῆς· ἀπὸ τοῦ ἐρα‐

369

(50)

τεινῆς κατὰ συγκοπήν. Ἐργάνη: Ἡ Ἀθηνᾶ· παρὰ τὸ τῶν ἔργων ἐπι‐ στατεῖν, ταύτης εὑραμένης τὰς τέχνας. Ἔργαθεν: Ἐκώλυσεν, ἐχώρισεν. Ἐργίσκη: Τῆς Θρᾴκης ἐστὶν, ἀπὸ Ἐργίσκου
55τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης. Ἐργᾷ: Ὅτι ἐργᾷ τὴν γῆν. Ἔστιν ἐργάζω ἐργάσω· καὶ ἐπειδὴ πᾶς μέλλων

370

βραχείᾳ παραληγόμενος περισπᾶσθαι θέλει, οἷον περῶ, κερῶ, γίνεται ἀποβολὴ τοῦ ς, ἐργαῶ περισπώ‐ μενον, καὶ μετάγεται εἰς ἐνεστῶτα, ἐργῶ, ἐργᾷς, ἐργᾷ· ὁ παθητικὸς, ἐργῶμαι, ἐργᾷ.
7 Ἔργον: Σημαίνει τρία· τὴν παρασκευὴν τοῦ πολέμου, Ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο.
10Καὶ τὰ γεώργια,
10Πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε κάλ’ αἰζηῶν.
10Σημαίνει καὶ κύριον ἔργον, Ἀλλ’ εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε. Ἐργολάβος: Ὁ φλαύροις πράγμασι χρώμενος, παρὰ τοῖς ῥήτορσι, καὶ οὐχ ὁ ὑπέρ τινων ἔργων μισθὸν λαμβάνων καὶ ἔχων τοὺς συνεργαζομένους, ὃ
15καὶ ἡ συνήθεια. Ἔρδω: Τὸ πράττω· παρὰ τὸ ῥέζω, τὸ πράττω, ὑπερθέσει ἔρζω, καὶ τροπῇ Δωρικῇ, ἐπειδὴ ἐν ἁπλῇ λέξει σύμφωνον πρὸ τοῦ ζ οὐχ ὁρᾶται, γίνεται ἔρδω. Πρόσκειται, “ἐν ἁπλῇ λέξει,” διὰ τὸ ἐνζεῦξαι σύν‐
20θετον, καὶ μελάνζοφος. Ἐκφέρεται δὲ ἐπὶ τοῦ μέλλοντος διὰ τοῦ ξ, τῷ λόγῳ τοῦ ἔρζω, ἵνα φυλάξῃ τὸ κεχρεωστημένον τοῦ ζ· οἷον, Ἔρξον ὅπως ἐθέλεις. Ἀντὶ τοῦ πρᾶξον. Σημαίνει δὲ καὶ τὸ τελῶ καὶ
25θύω· οἷον, Ἔρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας.
25Ἀντὶ τοῦ ἐπετελοῦμεν, ἐθύομεν. Ἔρεβος: Τὸ ὑπὸ τὴν γῆν σκότος· παρὰ τὸ ἐρέφω, τροπῇ τοῦ φ εἰς β· τὸ κατεστεγασμένον ὑπὸ τῆς γῆς. Ἢ παρὰ τὴν ἔραν, τὴν γῆν, τὸ ὑπὸ τὴν ἔραν βαῖνον.
30Ἐρεγμός: Ὁ διακεκομμένος κύαμος· παρὰ τὸ
30ἐρείκω. Εἰς τὸ ἐρεχμός. Ἐρεθίζω: Τὸ παροξύνω· ἀπὸ τοῦ ἐρέθω καὶ τῆς ἔρας. Ἢ παρὰ τὸ εἴρω ἢ ἐρῶ, τὸ λέγω, γίνεται ἐρέθω καὶ ἐρεθίζω. Ἢ ἐκ τοῦ ἔρις ἐρίζω καὶ ἐρε‐ θίζω. Ἢ παρὰ τὸ ἐρέθω, τὸ ἐρεθίζω, ὡς λέπω λε‐
35πίζω· ἐρεθισμὸν δὲ λέγουσι καὶ τὸν τῶν ἐχθρῶν ἔπαινον, ἐκ τοῦ ἐρέθω. Ὅθεν τὸ, Μή μ’ ἔρεθε σχετλίη. Καὶ τὸ, ἐρέθῃσιν, ἀντὶ τοῦ παροξύνῃ. Γίνεται ἐρέθω ἐρεθεύω· καὶ πλεονασμῷ τοῦ ι, ἐρειθεύω. Οὕτως
40Φιλόξενος· ὁ δὲ Ἡρωδιανὸς, ἔριθος ἐριθεύω φησίν.
40 Ἐρεμβοί: Οἱ Ἄραβες. Εἰσὶ γὰρ ἀπὸ Ἄρα‐ βος βασιλέως Βαβυλῶνος. Ἐρεμβοὺς οἱ μὲν τοὺς Ἄραβας φασὶν, ὡς Ἑλλάνικος· ἔνιοι δὲ τοὺς Τρω‐ γλοδύτας ἤκουσαν, ἀπὸ τοῦ εἰς ἔραν βαίνειν· Κράτης δὲ Ἐρεμνοὺς γράφει, καὶ ἀποδίδωσι τοὺς Ἰνδοὺς,
45ἐπεὶ μέλανες οὗτοι. Λέγονται δὲ καὶ Ἐρεμβαῖοι. Ἐρεμνή: Ἡ σκοτεινή. Παρὰ τὸ ἔρεβος, ἐρε‐ βεννή· καὶ κατὰ συγκοπὴν, ἐρεμνή· καὶ ἔρεμνος. Ἐρεπτόμενοι: Κυρίως ἐπὶ τῶν ἀλόγων· ση‐ μαίνει δὲ τὸ ἐσθίειν· οἷον,

370

(50)

κρῖ λευκὸν ἐρεπτόμενοι.

370

(50)

Παρὰ τὸ ἔρας (ὅ ἐστι τῆς γῆς) τὴν τροφὴν ἔχειν. Ἐρέτης: Ὁ κωπηλάτης· παρὰ τὸ ἐλῶ, τὸ ἐλαύνω, ἐλέτης καὶ ἐρέτης· ἐξ οὗ καὶ πεντηκόν‐ τορος ναῦς, ἡ ἔχουσα πεντήκοντα ἐρέτας.
55Ἐρέσσειν: Τὸ κωπηλατεῖν. Παρὰ τὸ ἐρῶ ἢ
55ἐλῶ, παράγωγον ἐλέσσω, καὶ ἐρέσσω· ὅθεν καὶ ἐρέτης. Ἐρετμόν: Ἐπὶ τῆς κώπης. Παρὰ τὸ ἐρέσσω ῥηματικὸν ὄνομα ἐρεσμός· καὶ τροπῇ τοῦ ς εἰς τ, ἐρετμός.

371

Ἐρεσχελία: Ἡ φλυαρία· παρὰ τὸ ἔριν ἐν τοῖς χείλεσιν ἔχειν.
Ἐρεσχελεῖν: Σημαίνει τὸ ἀπατᾶν· ἀπὸ τοῦ ἐρᾶν καὶ τῆς λέσχης. Πολὺ παρὰ Πλάτωνι τῷ
5φιλοσόφῳ, καὶ παρ’ Ἴωσιν. Ἐρέτρια: Πόλις Εὐβοίας· ὁ πολίτης, Ἐρε‐ τριεὺς, καὶ Ἐρετριαῖος· τὸ θηλυκὸν, Ἐρετριαία καὶ Ἐρετριάς. Ἐρεύγω: Παρὰ τὸ ἔρα, ὃ σημαίνει τὴν γῆν.
10Ἢ παρὰ τὸ ἐρέπτω, τὸ βλάπτω· ἢ παρὰ τὸ ἐρέσσω,
10σημαίνει τὸ ἐλαύνω. Ἔρευνα: Παρὰ τὸ ἐρῶ, τὸ ἐρευνῶ· Ὅμηρος, Τὰς ἐρέων. Ἢ παρὰ τὸ ἐρῶ, τὸ ἐρωτῶ, καὶ τὸ εὐνὴ, ὃ σημαίνει τὴν διατριβήν· ὁ γὰρ ἐρευνῶν ἐπὶ πολὺ ἐρωτῶν ἐνδιατρίβει.
15 Ἐρευνῶ: Ἐκ τοῦ ἐρέω, τὸ ζητῶ, πλεονασμῷ τοῦ υ καὶ ν· ἐξ οὗ καὶ ἔρευνα ἡ ζήτησις. Ἐρεύω: Ἀπὸ τοῦ ἐρῶ, τὸ λέγω, γίνεται ἐρεύω. Ἐρεύθων: Ἐρυθρὸν ποιῶν. Ἐρεχμὸς καὶ Ἐρεγμός: Παρὰ τὸ ἐρεύγω
20ἐρευγμός· ὃς λέγεται καὶ ἐρεγμός. Δοκεῖ δὲ ταῦτα παρὰ τοῖς Αἰολεῦσιν ἐκφέρεσθαι διὰ τοῦ χ· διωχμὸν γὰρ λέγουσι διὰ τοῦ χ, καὶ ληχμὸν, ὡς Ἀντίμαχος, ληχμὸν δ’ ἐμπάζεσθαι ἀλεείνων.
24Ἐρέχθεον: Οὕτω διὰ τοῦ ε Ἀρίσταρχος· καὶ
25φησὶν στεναγμοῦ τινὸς καὶ ποιᾶς φωνῆς ἔμφασιν δηλοῦν· καὶ ἴσως παρὰ τὸ ἐρείκω. Τίθεται δὲ καὶ ἐπὶ φωνῆς ἁπλῶς, ὡς τὸ, Πολλοὶ μὲν βόες ἀργοὶ ἐρέχθεον ἀμφὶ σιδήρῳ. Ὁ δ’ Ἀπίων ἐρεχθὼν λέγει διακόπτων.
30Ἐρεχθεύς: Ὁ Ἐπιχθόνιος καλούμενος, ἀπὸ
30τοῦ ἐσπᾶσθαι εἰς τὴν ἔραν· ἢ ἀπὸ τῆς ὀρέξεως τοῦ Ἡφαίστου· ἢ παρὰ τὸ ἐρείκω, Ἐρεχθεὺς κύριον· παρὰ τὸ διασχίσαι αὐτὸν τὴν γῆν καὶ γεννηθῆναι ἀπὸ τοῦ σπέρματος Ἡφαίστου, ἡνίκα ἔκρυψεν αὐτὸ ἡ Ἀθηνᾶ ἐν τῇ γῇ, ὁ αὐτὸς δὲ λέγεται καὶ Ἐρι‐
35χθόνιος.
35ὅτι ὁ Ζεὺς βουλόμενος ἀποκυῆσαι ἐκ τοῦ ἐγκε‐ φάλου αὑτοῦ τὴν Ἀθηνᾶν, ἐδεῖτο συνεργοῦ τοῦ πλή‐ ξοντος τὴν κεφαλὴν, ἵνα ἀποκυηθῇ· καὶ δὴ λόγους προσφέρει τῷ Ἡφαίστῳ περὶ τούτου. Ὁ δὲ Ἥφαιστος οὐκ ἄλλως εἵλετο σχίσαι τὴν κεφαλὴν
40τοῦ Διὸς, εἰ μὴ τὴν γεννωμένην διαπαρθενεύσει· καὶ ἠνέσχετο ὁ Ζεύς. Καὶ λαβὼν τὴν βουπλῆγα, τέμνει τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐξέρχεται ἡ Ἀθηνᾶ,
καὶ ἐπεδίωκεν αὐτὴν ὁ Ἥφαιστος, ἵνα συγγένηται· καὶ ἐπιδιώκων, ἀπεσπέρμηνεν εἰς τὸν μηρὸν τῆς
45Ἀθηνᾶς· ἡ δὲ Ἀθηνᾶ, λαβοῦσα ἔριον, ἐξέμαξε τὸ
45σπέρμα, καὶ ἔρριψεν ἐν τῇ γῇ· καὶ ἐγένετο ἐκ τῆς γῆς καὶ τοῦ ἐρίου ἄνθρωπος δρακοντόπους, ὃς ἐκαλεῖτο Ἐριχθόνιος, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονὸς λαβὼν τὸ ὄνομα τοῦτο. Ἐρέχθειον: Κτητικὸν, τὸ τοῦ Ἐρεχθέως.

371

(50)

Ἐριχθόνιος: Ὁ Ἑρμῆς. Μετασυντέθειται ἡ

371

(50)

λέξις. Ὥσπερ λέγεται φθινόπωρον καὶ μετόπωρον, καὶ πάλιν φθινομετόπωρον, καὶ συνομήλικες· οὕτως ἐριούνιος Ἑρμῆς, καὶ χθόνιος καὶ ἐριχθόνιος Ἑρμῆς. Ἐρεχθόμενος: Σαλευόμενος· καὶ ἐρεχθο‐ μένη, ἡ σαλευομένη καὶ ἐλαυνομένη καὶ ὀχλουμένη
55ὁμοίως.
55 Ἔρεψα: Ἰλιάδος αʹ, ἀντὶ τοῦ ὠρόφωσα, ἐστε‐ φάνωσα, ἐκόσμησα. Τὸ θέμα, ἐρέφω· οἱ μὲν, ὅτι πρωτότυπον· ἢ ἀπὸ τῆς ἔρας. Παρὰ τὸ ἐρέφω καὶ

372

εἰραφιώτης ὁ Διόνυσος λέγεται· ἐστέφετο γὰρ κισσῷ·
1ἢ παρὰ τὸ τὴν Ἐρέφαν τροφὸν αὐτοῦ γενέσθαι· ἢ ὅτι ἐν Ῥαφίᾳ πόλει τῆς Ἀσσυρίας ἐτράφη· ἢ ὁ στεφάνοις ἡδόμενος· ἐκ τοῦ ἐρέφω. Ἢ ἀπὸ ἐρίφης τροφοῦ αὐτοῦ· οἷον,
5 Κεῖθι δέ οἱ πρώτη μαζὸν ἐπέσχ’ ἐρίφη, χωρὶς ἀπ’ ἀνθρώπων· καὶ ἐπωνόμας’ Εἰραφιώτην. Ἐρέω: Σημαίνει δύο· βαρυτόνως μὲν, τὸ ἀπαγ‐ γέλλω· Ἀλλ’ ἔκ τοι ἐρέω.
10Περισπωμένως δὲ, ἐρεῶ τὸ ἐρευνῶ καὶ ἀναζητῶ.
10 Ἰστέον ὅτι πάντοτε ὁ ποιητὴς τὸ ἐρέω προφέρει· καὶ σημαίνει τρία· τὸ λέγω, ὡς τὸ, Ἄλλο δέ τοι ἐρέω. Καὶ τὸ ἐρωτῶ, ὡς τὸ, Πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
15Καὶ τὸ ζητῶ, ὡς τὸ,
15Ἵππους τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο.
15Τὸ ῥῆμα, εἴρω· ὁ μέλλων, ἐρῶ· καὶ ἀπὸ τοῦ ἐρῶ,
15ἐρειῶ, ὡς τελῶ τελειῶ.
15 Ἐρείκω: Τὸ σχίζω· δίφθογγον· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρέχθω, τὸ σχίζω. Ἐξ αὐτοῦ δὲ ἐρείκη εἶδος δένδρου εὐχερῶς σχιζομένου· καὶ ἔρειξις, ἡ ἐσχισμένη γῆ. Ἐρείδω: Τὸ ἐπακουμβίζω·
20Τῷ ὅγ’ ἐρεισάμενος.
20Ἐκ τοῦ ἐρι ἐπιτατικοῦ μορίου, καὶ τοῦ εἴδω, τὸ
20γινώσκω, γίνεται ἐριείδω· καὶ συγκοπῇ, ἐρείδω. Εἰς ὃν γὰρ γινώσκει τὶς ἐπερείδεται. Τὸ ΡΕΙ, δίφθογ‐ γον. Διατί; ἢ ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ ἐρειρέδαται·
ἢ τὰ διὰ τοῦ ΕΙΔΩ ῥήματα, εἴτε δισύλλαβα εἴτε τρισύλλαβα, διὰ τῆς ΕΙ διφθόγγου γράφεται, εἴδω,
25φείδω, ἐρείδω, ὑπερείδω· ἐξ οὗ καὶ τὸ,
25 ὑπερείδοντας τοὺς νεανίας. Πλὴν τοῦ μήδω, τὸ βουλεύομαι, καὶ κήδω, τὸ φρον‐ τίζω· καὶ πηδῶ περισπωμένως. Ἐρείπω καὶ Ἐρείπια: Σημαίνει τοὺς πεπτω‐ κότας τόπους· καὶ λέγει ὁ Δίδυμος, ὅτι διὰ τοῦ ι
30ὤφειλε γράφεσθαι· ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐστὶν, ὅπερ σημαίνει τὴν μεγάλως περιπνεομένην· τὸ δὲ ἐρίπνη, διὰ τοῦ ι, παρὰ τὴν ἐρι ἐπίτασιν. Ὁ δὲ Φιλόξενος λέγει, ὅτι διὰ διφθόγγου γράφεται, τῆς παραδόσεως οὕτως ἐχούσης· ἀπὸ γὰρ τοῦ ἔρα, ἡ γῆ,
35γέγονεν ἐρέπτω· καὶ πλεονασμῷ τοῦ ι, καὶ ἀποβολῇ τοῦ τ, ἐρείπω. Σημαίνει δὲ καὶ ἐνέργειαν καὶ πάθος, τὸ καταβάλλω καὶ τὸ πίπτω. Ἐρείπω καὶ ἐρείπτω, τὸ εἰς γῆν βάλλω· ὁ μὲν Ἡρωδιανὸς, διὰ τῆς ΕΙ διφθόγγου· οἱ δὲ ποιηταὶ, διὰ τοῦ ι· οἷον,
40Ἤριπε δ’ ἐξ ὀχέων.
40Καὶ,
40 Ἤριπε δ’ ἀμφοτέροισιν ἐπιρρηδὴς κεράεσσιν, ἀντὶ τοῦ περιρραγείς. Ἐρηρότηκα: Ἐρωτήσω, ἠρώτηκα, ὁ κοινὸς παρακείμενος· ἐρηρότηκα, ὁ Ἀττικός. Ἐρηρέδαται: Ἰλιάδος ψʹ,
45 Λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται. Ἐρηρεισμένοι εἰσὶν ἐν τῇ γῇ, προσπελάζονται. Ἀπὸ τοῦ ἐρείδω ἐρείσω ἤρεικα, ἤρεισμαι, ἤρεισται· καὶ Ἀττικῶς, ἐρηρέδαται, τῆς γʹ συλλαβῆς συσταλεί‐ σης. Ζήτει. Ὁ Ἀττικὸς παρακείμενος ἔστιν ἐρή‐

372

(50)

ρεικα· καὶ οὐ συστέλλει, διὰ τὸ μὴ συνεμπεσεῖν τῷ

372

(50)

ἀπὸ τοῦ ἐρίζω.

372

(50)

Ἐρήρειστο: Ἥρμοστο καὶ ἐπέπηκτο. Φυ‐ λάσσει δὲ τὴν ΕΙ δίφθογγον, πρὸς ἀντιδιαστολὴν τοῦ ἐρήρισται, ὅπερ σημαίνει τὸ φιλονεικῶ. Ἔστι δὲ ὅτε καὶ οἱ Δωριεῖς φυλάττουσι τὴν φύσει μακράν· οἷον ὁρῶ, ὁρήσω, ὥρηκα, καὶ ὁρώρηκα, ὁ Ἀττικός·
55καὶ φυλάσσεται παρὰ Δωριεῦσιν ἡ μακρά. Ὁμοίως δὲ καὶ ἀκήκουα ἐν αὐτοῖς. Ἡνίκα δὲ ἔχει τὴν ΕΙ δίφθογγον τὸ θέμα, ἢ τὴν ΕΥ, ἐν τοῖς Ἀττικοῖς παρακειμένοις ἀποβάλλεται τὸ ε· αἱ δὲ ἔχουσαι

373

τὴν ΟΥ τὸ ὑποτακτικὸν ἀποβάλλουσιν· οἷον ἀκούω, ἀκήκοα. Καὶ ἡ ΟΙ δίφθογγος τὸ ὑποτακτικὸν ι ἀποβάλλει· οἷον ἑτοιμάζω, ἑτοιμάσω, ἡτοίμακα καὶ ἐτητόμακα.
5Ἐρήρειδα: Ἀπὸ τοῦ ἐρείδω, ὁ Ἀττικὸς παρα‐
5κείμενος ἐρήρειδα· ἀπὸ δὲ τοῦ ἐρίζω, ἐρήριδα. Ἐρητύσειέ τε θυμόν: Ἐπίσχῃ καὶ παύσῃ τὴν ὀργήν. Ἐκ τοῦ εἰρκτὴ γέγονεν εἰρκτύω· καὶ ἐξ αὐτοῦ ἐρητύω· ὁ μέλλων, ἐρητύσω· ὁ παρακείμενος, ἠρήτυκα· ὁ παθητικὸς, ἠρήτυμαι· ὁ ἀόριστος, ἐρη‐
10τύθην· ἐρήτυθεν οἱ Βοιωτοὶ, ἐπὶ τῶν ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ..... Ἐρήτυθεν δὲ καθέδρας: Ἀντὶ τοῦ κατεῖχον ἕκαστος τὰς ἑαυτῶν καθέδρας. Ἔρημος: Ἀπὸ τοῦ ἤρεμος κατὰ ἐναλλαγὴν
15τῶν στοιχείων· ἢ παρὰ τὸ ἔραν μόνην ἔχειν. Τοῦτο
15παρὰ τοῖς Ἀττικοῖς προπαροξύνεται· παρὰ δὲ τῷ ποιητῇ προπερισπᾶται, οἷον, Ἰλιάδος κʹ, Ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ’ ἕστασαν ὠκέες ἵπποι. Ἀντὶ τοῦ ἠρημωμένον, μονήρη. Ἔρημον ἐμβλέπειν: Ἀκίνητον καὶ νωθρόν.
20Οἷον ὅταν εἰς ἐρημίαν ἢ πέλαγος μέγα καὶ ἀχανὲς
20βλέπωμεν· Ἀριστοφάνης Πολυείδῳ. Ἐριβώλακι: Μεγαλοβώλῳ, εὐγείῳ. Παρὰ τὸν βῶλον, βῶλαξ· καὶ μετὰ τοῦ ἐρι, ἐριβῶλαξ. Ἐριβρεμέτης: Μέγα βροντῶν· παρὰ τὸ ἐρι ἐπιτατικὸν καὶ τὸ βρέμω.
25 Ἐρίγδουπος: Μεγάλους ψόφους ποιῶν διὰ τῶν βροντῶν. Ἐκ τοῦ δουπῶ ἐρίδουπος καὶ ἐρίγδουπος. Ἐριδαίνω: Ἐκ τοῦ ἔρις, ἐρίδω καὶ ἐρι‐ δαίνω. Ἐριδμαίνοντες: Ἐρεθίζοντες, Ἰλιάδος πʹ·
30παρὰ τὸ ῥῶ, τὸ λέγω· διὰ λόγου γὰρ γίνεται ἡ φιλο‐
30νεικία. Ἐρίζειν κυρίως, τὸ ἐπὶ τῆς ψυχῆς διαφθεί‐ ρεσθαι· ἀπὸ τῆς ἔρας, ἐρίσαι, τὸ περὶ ἴσης γῆς φιλονεικεῖν. Ἐκ τοῦ ἔρις ἐρίζω καὶ ἐρίδω. Ἐρίηρ: Εὐάρμοστος. Παρὰ τὸ ἐρι ἐπιτατικὸν μόριον, καὶ τὸ ἀρῶ, τὸ ἁρμόζω. Παρὰ τὸ ἄγαν ἀρη‐
35ρέναι, ὁ φίλος, ἢ παρὰ τὸ ἥρα, ὃ σημαίνει τὴν χάριν. Ἰλιάδος γʹ, ἑτάρους ἐρίηρας ἀγείρας. Ἄγαν εὐαρμόστους καὶ ἐπεράστους, τουτέστι φίλους συναθροίσας σαυτῷ ὁμοίους, ἅρπαγας, καὶ πλεονέ‐
40κτας, καὶ μοιχούς.
40Ἔριθος: Σημαίνει τὸν ἐργάτην καὶ τὴν γυναῖκα
40τὴν ἐργαζομένην τὰ ἔρια· καὶ ἐπὶ μὲν τοῦ ἐργάτου, παρὰ τὴν ἔραν, τὴν γῆν, κατὰ μετάθεσιν τοῦ α εἰς ι, ἢ παρὰ τὸ ἔρις καὶ τὸ θὴς, ὃ σημαίνει τὸν μισθωτόν· ἐπὶ δὲ τῆς γυναικὸς, ἀπὸ τοῦ ἔριον γέγονεν ἔριθος. Κυρίως δὲ ὁ τὴν γῆν ἐργαζόμενος ἐργάτης ἐπὶ
45μισθῷ. Ἐριθεύς: Εἶδος ὀρνέου. Παρὰ τὸ ἔριθος ἐρι‐
θεύς. Ἐριθηλής: Ὁ ἐριθηλὴς καὶ ἡ ἐριθηλής. Ἰλιά‐ δος εʹ,

373

(50)

ἀλωάων ἐριθηλέων.

373

(50)

Τῶν ἀμπελοφύτων χωρίων, ἢ δενδροφύτων, τῶν μεγά‐

373

(50)

λως θαλλουσῶν, αὐξομένων. Ἔνιοι δὲ κήπων, ἀρούρων. Ἐρικυδέα: Μέγα ἔνδοξον. Παρὰ τὸ κῦδος, ἐρικυδὴς ἐρικυδέος. Ἐρινεός: Ἀγρία συκῆ. Ἐκ τοῦ ἐρίζω, ἐρινὸς, καὶ ἐρινεός· ἐριστικὸν γάρ ἐστι τὸ δένδρον· ἀνέρχεται
55γὰρ καὶ εἰς τοίχους καὶ εἰς ἕκαστον τόπον. Ἐρινεὸν σῦκον: Ἀπὸ Ἐρινεοῦ τῆς Θεττα‐ λίας, ὅπου πρῶτον ὤφθη.

374

Ἐρινύειν: Κατὰ Ἀρκάδας τὸ ὀργίζεσθαι.
1 Ἐρινύες: Θεαὶ τιμωροὶ τῶν πατρικῶν ἀσεβη‐ μάτων, ἤγουν τῶν εἰς τοὺς γονεῖς ἁμαρτημάτων· παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν, ὅ ἐστιν οἰκεῖν ἐν τῇ γῇ.
5Ἢ ἡ ἐκ τῆς γῆς ἀνερχομένη, ἐρανὺς, καὶ ἐρινύς· καταχθονία γὰρ ἡ δαίμων. Ἢ παρὰ τὸ τὰς ἀρὰς ἀνύειν, οἱονεὶ ἀρανύς τις οὖσα καὶ ἐρινὺς, ἡ τὰς ἀρὰς ἢ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελοῦσα. Ἢ παρὰ τὸ ἐρι– καὶ τὸ ἀνύειν, ἡ μεγάλως ἀνύουσα. Ἢ παρὰ τὸ ἐλινύειν,
10τὸ ἡσυχάζειν, γέγονεν ἐλινὺς καὶ ἐρινὺς, ἡ ἡσυχά‐
10ζουσα, κατὰ ἀντίφρασιν, τουτέστιν ἡ μὴ ἡσυχάζουσα. Ἔριον: Καὶ εἶρος, ὁ πόκος· παρὰ τὸ ἔρρω, τὸ μοχθῶ καὶ φθείρω· περὶ ὃ ἐταλαιπώρουν ἐργαζόμεναι αὐτό· ἢ ὅτι τῷ ἔαρι κείρεται τὰ πρόβατα.
15 Ἐρί: Ἐπίρρημα· παρὰ τὸ πέρι, ὃ σημαίνει τὸ περισσῶς· οἷον, πέρι μέν σε τίω. Ἢ παρὰ τὴν ἔραν, τὴν γῆν· αὕτη γάρ ἐστι μεγίστη πάντων τῶν ζώντων.
20Ἐριούνιος: Χθόνιος, ἀγαθὸς, πολυωφελὴς, κλέ‐
20πτης, μέγας. Ἔστι δὲ ἐπίθετον Ἑρμοῦ. Εἴρηται
20δὲ καὶ ἐπὶ ἄλλων ἁπλούστερον. Παρὰ τὸ ἐρὶ ἐπιτατικὸν καὶ τὴν ὄνησιν, ἐριόνιος, ὁ μέγα ὠφελῶν· ὠφελιμώτατος γὰρ ὁ Ἑρμῆς· καὶ πλεονασμῷ τοῦ υ. Ἢ ἀπὸ τῆς ἐρευνήσεως· καὶ γὰρ ὁ τὴν Φορωνίδα γράψας φησὶν,
25Ἑρμείαν δὲ πατὴρ Ἐριούνιον ὠνόμας’ αὐτόν·
25 πάντας γὰρ μάκαράς τε θεοὺς θνητούς τ’ ἀνθρώπους κέρδεσι κλεπτοσύναις τ’ ἐξαίνυτο τεχνηέσσαις. Ἐρίηρες ἑταῖροι: Εὐάρμοστοι· παρὰ τὸ Ἐρι– καὶ τὸ ἀρῶ, τὸ ἁρμόζω. Ἐρίπναι: Οἱ συριγγώδεις τόποι καὶ παρατετα‐
30μένοι· ἢ ἀπερρωγυῖαι πέτραι, δι’ ὧν μεγάλαι πνοαὶ εἰσδύνουσιν, ἐρίπνοαι. Ἐρίπναι, διὰ τοῦ ι· ἀπὸ τοῦ βʹ ἀορίστου, ἐρείπω, ἤριπον· καὶ ἐριπώσας, τὸ
καταβαλών. Ἐρίπνη: Ἡ ἄκρα τοῦ ὄρους· ἢ σπήλαιον.
35ἔστι δὲ καὶ ὄρος Ἀρκαδίας· καὶ τὸ ἀποσίτισμα·
35παρὰ τὸ ἐρίπτειν, τὸ πεσεῖν, ἐρίπη τὶς οὖσα, τὸ ἀπό‐ κλιμα καὶ πτῶμα τοῦ ὄρους. Καὶ γὰρ ὀχμοὶ κα‐ λοῦνται τὰ ῥήγματα τῶν ὀρῶν ἢ τῶν τόπων, ἀφ’ οὗ ῥήγνυταί τι. Ἢ πάνυ πνεομένη, ἐριπνόη. Ἢ ἀπὸ τοῦ ἐρέφω ἐρέψω, τὸ καλύπτω· [ἢ ἐρέπτω] σκέπουσι
40γὰρ καὶ καλύπτουσι καὶ σκιάζουσι τὰ ἀκρωτήρια. Ἔρις: Σημαίνει δύο· παρὰ τὸ εἴρω, τὸ λέγω, ἡ διὰ λόγου φιλονεικία· ἢ παρὰ τὸ Ἄρης, ἔρις, ὡς βάλλω βέλος, καὶ σάλος σέλας, τὸ ἀεικίνητον πῦρ. Ἢ ἐκ τοῦ ἐρίζω, τὸ φιλονεικῶ, ἐρίσω, ἔρις. Τὴν
45σωματοειδῆ καὶ πολεμικὴν θεόν· ὡς τὸ, Ζεὺς δ’ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· καὶ, Ἔρις ἄμοτον μεμαυῖα. Σημαίνει καὶ τὴν φιλονεικίαν, ὡς τὸ,

374

(50)

Ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο·

374

(50)

καὶ,

374

(50)

Αἰεὶ γάρ τοι ἔρις τε φίλη, [πόλεμοί τε μάχαι τε.]

374

(50)

Ἐρίσχηλος: Ὁ λοίδορος· ἀπὸ τοῦ ἐρίζειν διὰ τῶν χειλέων· ἢ ἐρίλεσχός τις ὢν, παρὰ τὴν ἔριν καὶ τὴν λέσχην, ὁ ἐξ ἔριδος λεσχαίνων. Παρθένιος ἐν Ἡρακλεῖ, ἐρισχήλοις κορυνίταις.
55Καὶ ἐρισχηλεῖν, τὸ εἰς ἔριν προκαλεῖσθαι.
55 Ἐρίτιμος: Ὁ μεγαλότιμος, ὁ ἔνδοξος. Ἰλιά‐ δος βʹ, Αἰγίδ’ ἔχους’ ἐρίτιμον. Μέγα ἔντιμον. Καὶ ἐν ἀσφαλείᾳ τῇ ἐριτίμῳ,

375

Ὑψώσεως Κανόνι. Παρὰ τὸ ἐρι τὸ ἐπιτατικὸν, καὶ τὸ τιμή. Τὸ δὲ ἐρι, παρὰ τὸ πέρι, ἀποβολῇ τοῦ π· σημαίνει τὸ περισσῶς. Ἰστέον δὲ ὅτι τὸ ἐρι συντιθέμενον, ἢ μακροσύλλαβον ἐπιφέρεται, οἷον
5ἐρίτιμος· ἢ διπλοῦν, οἷον ἐρίζηλος. Διὰ τοῦτο καὶ
5τὸ ἐριούνιος ἐπλεόνασε τὸ υ. Τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ ἀρι μορίου. Ἔριφος: Ὁ μικρὸς αἲξ, ἢ ἡ μικρὰ αἴξ. Παρὰ τὸ ἔαρ καὶ τὸ φῶ, τὸ φαίνω, ἐάριφος καὶ ἔριφος κατὰ συγκοπὴν, ὁ ἐν τῷ ἔαρι φαινόμενος, ἤγουν ὁ
10πρώϊμος. Ὁ γοῦν ἐν τῷ χειμῶνι τεχθεὶς, χίμαρος. Ἐριώλη: Ἡ πνοή· παρὰ τὸ ἐρι καὶ τὸ ἄω, τὸ πνέω, ἡ μεγάλως πνέουσα. Ἕρκος: Τεῖχος, ἀσφάλεια. Παρὰ τὸ ἐρύκω,
τὸ κατέχω καὶ κωλύω καὶ ἀσφαλίζομαι, γίνεται
15ἔρυκος· καὶ κατὰ συγκοπὴν, ἕρκος. Σημαίνει δʹ· τὴν ἀσφάλειαν, ὡς τὸ, Ἕρκος Ἀχαιοῖσι πέλεται· καὶ, Ἕρκος ἕμεν πολέμοιο·
20καὶ,
20Ἕρκος ἔμεν βελέων·
20καὶ τὸ ἐπὶ τοῦ τείχους, ὡς τὸ,
20Αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος·
20καὶ τὸ φράγμα τῶν ὀδόντων, ὡς,
20 Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. Σημαίνει καὶ τὰ δίκτυα, ὡς τὸ, ὅτε δὴ παρὰ λίνου Ἕρκει ἐνιπλήξωσιν, ἐρύκεά τινα ὄντα, ἀπὸ τοῦ ἐρύκειν. Ἢ ἀπὸ τοῦ εἴργω, ὃ καὶ ἐέργω λέγεται.
25Ἕρκειος ζεύς: Ὧι βωμοὶ ἐντὸς ἕρκους ἐν τῇ
25αὐλῇ ἵδρυνται. Τὸν γὰρ περίβολον ἕρκος ἔλεγον.
25Καὶ, ἑρκείου διός. Ἕρκος Ἀθηναῖοι τὸν οἶκον ἐκάλουν. Τὸν οὖν φύλακα τοῦ οἴκου ἱδρυσάμενοι, Ἕρκειον Δία καλοῦσιν.
27 Ἑρκίον: Περίφραγμα, τειχίον. Παροξύνεται. Τὰ ἀπὸ μακρᾶς ἀρχόμενα ὑποκοριστικὰ παροξύνεται, τυρὸς, τυρίον· τεῖχος, τειχίον· ὠτὸς, ὠτίον. Τὰ δὲ
30ἀπὸ βραχείας, οὐκέτι· ῥάκος, ῥάκιον· φάκος, φά‐ κιον. Σεσημείωται τὸ ἴχνιον, μὴ ποιοῦν μακρὰν τὴν ἀρχὴν, ὡς ὑγρὸν σύμφωνον ἔχον. Ἑρκύνιος δρυμός: Ὁ τῆς Ἰταλίας ἐνδοτάτω, ὥς φησιν Ἀπολλώνιος ἐν δʹ Ἀργοναυτικῶν,
35 σκοπέλοιο καθ’ Ἑρκυνίου ἰάχησε. Καὶ Παρθένιος, Ἄλλ’ ὅτ’ ἀφ’ ἑσπερίης Ἑρκυνίδος ὤρετο γαίης. Διὰ τὸ εὑρεῖν ἐν αὐτῷ χοῖρον ὑπὸ κυνὸς ἐσθιόμενον. Ὅθεν τὸν μὲν δρυμὸν, ἕρκος φασί· τὸν δὲ κύνα,
40κύνον· καὶ ἐν συνθέσει, ἕρκυνος καὶ ἑρκύνιος.
40 Ἕρκτωρ: Ὁ πρακτικός. Ἀντίμαχος, τῶν μεγάλων ἕρκτορες εἰσὶ κακῶν. Παρὰ τὸ ἕρξω ἕρκτωρ, ὡς ἄγω ἄκτωρ, καὶ ἔχω ἕκτωρ. Ἕρμα: Εἰ μὲν δασύνεται, σημαίνει ἐρείσματα,
45στηρίγματα, βαστάγματα· οἷον,
45 ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν, Ἰλιάδος βʹ. ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν. εἰ δὲ ψιλοῦται, σημαίνει τὰ ἐνώτια· οἷον, Ἐν δ’ ἄρα ἔρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι

375

(50)

Ἀμφότερα ἀπὸ τοῦ εἴρω, τοῦ σημαίνοντος τὸ ἁρμόζω,

375

(50)

εἷρμα καὶ ἕρμα, ὡς κείρω κέρμα. Ἢ παρὰ τὸ

375

(50)

ἐνῆρθαι· ἢ ἀπὸ τοῦ ἔρυμα, κατὰ συγκοπήν· ἢ ἀπὸ

375

(50)

τοῦ ἔρεισμα, συγκοπῇ. Ἑρμαφρόδιτος: Ἢ τὸν ἀμφότερα ἔχοντα τὰ μόρια, ἀρρένων καὶ θηλειῶν· ἢ τὸν αἰσχρὰ καὶ ποι‐ οῦντα καὶ πάσχοντα. Ἕρματα: Τὰ πετρώδη τῆς θαλάσσης μέρη καὶ
55ὕφαλα· παρὰ τὸ εἶναι ἐρύματα καὶ κωλύματα τοῦ πρόσω που πλεῖν. Ἑρμαῖον: Τὸν σωρὸν τῶν λίθων, καὶ συνόλως

376

τοὺς ἐνοδίους λίθους. Λέγει δὲ περὶ αὐτῶν Ξάν‐ θος, Ὅτι ἀποκτείναντος Ἑρμοῦ τὸν Ἄργον, καὶ δίκας εἰσπρατ‐ τομένου καὶ ὑπέχοντος ἐν τοῖς θεοῖς διὰ τὸ πρῶτον ἅψασθαι,
5τοὺς λοιποὺς ἀφοσιουμένους τὸ ἄγος, καὶ ἀπολύοντας τοῦ
5φόνου, προσβάλλειν αὐτῷ τὴν ψῆφον· ὅθεν διαμένειν ἔτι καὶ νῦν. Ἰλιάδος πʹ, ὅθι Ἑρμαῖος λόφος ἐστίν. Ἑρμῆς κατὰ Διὸς κέλευσιν ἀνελὼν Ἄργον τὸν Ἰοῦς
10φύλακα, ἤχθη ὑπὸ δίκην, Ἥρας αὐτὸν καὶ τῶν
10ἄλλων θεῶν εἰς κρίσιν ἀγαγόντων. Κρίνοντας δὲ τοὺς
10θεοὺς, εὐλαβεῖσθαι μὲν Δία, διὰ τὸ ὑπόδικον γενέσθαι τὸν Ἑρμῆν· ἅμα δὲ ἀφοσιουμένους ἣν εἶχον ὀργὴν, προσβαλεῖν αὐτῷ τὰς ψήφους· καὶ οὕτως ἐπισωρευ‐ θῆναι πλῆθος πολύ. Διὰ τοῦτο λέγεται σωροὺς ποιεῖν λίθων· καὶ τούτους καλεῖν Ἑρμαίους λόφους.
15 Ἕρμαιον: Τὸ ἀπροσδόκητον κέρδος· ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατ‐ εσθίουσιν· ἢ ἀπὸ τοῦ ἐν ἔθει λεγομένου Κοινὸς Ἑρμῆς, ἐπὶ τῶν εὑρισκόντων τὶ, οἷον κοινὸν τὸ εὕ‐ ρημα. Παρὰ τὸ οὖν Ἑρμῆς ἕρμαιος· καὶ ἕρμαιον,
20τὸ οὐδέτερον.
20 Ἑρμῆς: Παρὰ τὸ ἐρῶ, τὸ λέγω, Ἐρέας καὶ Ἑρμέας καὶ Ἑρμείας. Καὶ δεῖ γινώσκειν, ὅτι ἔστι καὶ Ἑρμείας ὄνομα κύριον, ὁ εὐνοῦχος ὁ τρίπρατος· οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην, καὶ τὴν θετὴν αὐτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ. Καὶ δεῖ γι‐
25νώσκειν ὅτι ὡς λέγει ὁ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογρα‐ φίαν αὐτοῦ, διὰ τοῦ ι γράφεται, ὡς παρ’ Ἀρι‐ στοτέλει, Εὐνοῦχος ὢν καὶ δοῦλος ἦρχεν Ἑρμίας. Ἑρμῆς: Ἀπὸ τοῦ εἴρω, τὸ λέγω ἢ τὸ ἁρμόζω·
30ὅθεν ἕρματα, διὰ τὸ ἔρυμα ἡμῶν εἶναι, καὶ ὀχύρωμα
30τοῦ βίου· μέγιστον γὰρ τῷ βίῳ λόγος εὑρέθη. Ἢ παρὰ τὸ ἐρῶ, τὸ λέγω, Ἑρμῆς, ὁ τοῦ λόγου ἔφορος· ἢ ὅτι μέγιστον ἐστὶν ἕρμα τῶν περὶ τὸν βίον· ὅθεν καὶ τὰ ἀπὸ τύχης ἀγαθὰ καὶ κέρδη, Ἕρμαια. Ἑρμῆς στροφαῖος: Ὁ παρὰ ταῖς θύραις ἱδρυ‐
35μένος· ἀπὸ τοῦ στροφαίου τῆς θύρας. Ἑρμίς: Δικατάληκτόν ἐστι καὶ σημαίνει τοῦ κραβάτου τὸν πόδα. Ὅμηρος, Ἑρμῖν’ ἀσκήσας. Παρὰ τὸ εἴρω, τὸ ἁρμόζω, ὁ ἐνειρόμενος καὶ ἁρμόζων
40τῇ κλίνῃ. Ἢ παρὰ τὸ ἕρμα εἶναι τοῦ παντὸς, ὅ
40ἐστιν ἔρεισμα. Ἢ παρὰ τὸ ἐνείρεσθαι. Ἢ παρὰ τὸν Ἑρμῆν. Ἑρμίς: Ὁ κλινόπους· ἐπειδὴ ἐν αὐτοῖς ἔγλυφον ἀγάλματα Ἑρμοῦ, ὡς ἐφόρου ὕπνου καὶ ὀνείρων,
45καὶ φυλακῆς χάριν.
45ἑρμιόνη ἡ θυγάτηρ Μενελάου καὶ Ἑλένης.
45Ἔστι καὶ ὄνομα πόλεως,
45Ἑρμιόνην Ἀσίην τε.
45Παρὰ τὸ εἵρω, τὸ ἁρμόζω, ἀφ’ οὗ Ἑρμῆς, Ἑρμίων· καὶ παράγωγον, Ἑρμιόνη. Ἑρμηνεύς: Παρὰ τὸ Ἑρμῆς. Ἑρμώνεια: Προσωπεῖα οὕτω καλούμενα ποιὰ, ἀπὸ Ἑρμῶνος τοῦ πρῶτον εἰκονίσαντος, ὡς ἡ Θηρί‐

376

(50)

κλειος κύλιξ, καὶ Ἰφικρατὶς, τὸ ὑπόδημα.

376

(50)

Ἔρνος: Φυτὸν, κλάδος· τὸ ἐκ τῆς ἔρας γινό‐ μενον.
Ἐρξίας: Ὄνομα κύριον. Παρὰ τὸ ῥέζω ῥέξω, ῥεξίας· ὑπερβιβασμῷ, ἐρξίας, ὁ πρακτικός· ὁμοίως τῷ ἐρέκτης, ἔρκτης.
55Ἑρπετόν: Ζῷον χερσαῖον· παρὰ τὸ ἐρείπειν, τὸ
55καταπίπτειν, τὸ μὴ ὀρθὸν περιπατοῦν. Καὶ ψιλοῦσι τινὲς τὸ ὄνομα. Κυρίως γὰρ λέγεται ἐπὶ τῶν συρο‐ γάστρων ζῴων· παρὰ τὸ ἕρπω ἑρπετὸν, ὡς κόπτω, κοπετός. Ἢ παρὰ τὸ ἐν τῇ ἔρᾳ πέτειν. Κυρίως δὲ

377

τὰ ἄποδα εἴρηται ἑρπετὰ, ἀπὸ τοῦ πίπτειν ἐν τῇ ἔρᾳ· καταχρηστικῶς δὲ καὶ τὰ τετράποδα. Ἑρπῶ, ἑρπήσω, ἑρπητὸν, καὶ ἑρπετόν. Ἑρπήν: Ὄνομα πάθους. Παρὰ τὸ ἕρπω, ἑρ‐
5πήν. Ἔστι δὲ πάθος χαλεπόν· ἀπὸ τοῦ ἕρπειν καθ’ ὅλου τοῦ σώματος. Ἐπιπλατύνεται γὰρ τῷ σώματι, οὐκ εἰς ὄγκον, ἀλλ’ εἰς πλάτος καὶ μῆκος. Λέγεται δὲ καὶ ἑρπήνη, ὡς εὗρον εἰς τὸ Λεξικόν. Ἑρπηστικός: Ἐκ τοῦ ἕρπω γίνεται περισπώ‐
10μενον ἑρπῶ, ἑρπήσω· ἐξ αὐτοῦ, ἑρπητικός· καὶ πλεο‐ νασμῷ τοῦ ς, ὡς χηρώσω χηρωτὴς, καὶ χηρωστής. Ἕρπυλλος: Παρὰ τὸ ἕρπειν ἐν τῷ αὔξεσθαι. Ἐρράδαται: Ἀπὸ τοῦ ῥάζω ῥάσω, ὁ παθητικὸς παρακείμενος ἔρρασμαι ἔρρασται· καὶ Ἰωνικῶς,
15ἐρράδαται. Ἐρρέθην: Ἀπὸ τοῦ ῥῶ, ῥήσω, ἔρρηκα ἔρρημαι, ἐρρέθην· ἢ ἐρρήθην, καὶ τροπῇ ἐρρέθην. Τὸ δὲ ῥῶ σημαίνει τὸ λέγω. Ἐρρεντί: Παρὰ Ἀλκαίῳ· ἀπὸ τοῦ ἔρρω, ἢ
20ἐρρῶ περισπωμένου· ἡ μετοχὴ, ἐρρεὶς ἐρρέντος· καὶ ὡς παρὰ τὸ ἐθέλοντος, ἐθελοντὶ, οὕτως καὶ παρὰ τὸ ἐρρέντος ἐρρεντί. Ἐρρηνοβοσκός: Ὁ προβατοβοσκός· ἐν Τυροῖ βʹ Σοφοκλῆς.
25Ἐρρίγῃσιν: Ἀπὸ τοῦ ῥιγῶ, ἐρρίγουν, ἐρρίγηκα·
25ὁ μέσος, ἔρριγα· καὶ κατὰ μεταπλασμὸν, ἐρρίγω· καὶ τὸ ὑποτακτικὸν, ἐρρίγω· τὸ δεύτερον, ἐρρίγῃς· τὸ τρίτον, ὄφρα τις ἐρρίγῃσιν, ἀντὶ τοῦ εὐλαβηθῇ, φοβηθῇ. Ἐρρωπίζομεν: Εὔμικτα καὶ συμπεφορημένα
30ἐποιοῦμεν· ῥῶπος γὰρ ὁ ποικίλος καὶ λεπτὸς φόρτος. ἔρρω σημαίνει τὸ φθείρω· ἐξ οὗ, Ἔρρε κακὴ γλήνη. Καὶ, Ἔρρ’ ἐκ νήσου θᾶσσον.
35Ἀντὶ τοῦ φθείρου. Καὶ,
35ἐνθάδε ἔρρων.
35Ἀντὶ τοῦ ἐπὶ φθορᾷ παραγενόμενος· μετοχή. Παρὰ
35τὸ ῥῶ, τὸ φθείρω, μετὰ τοῦ ἐρι ἐν συγκοπῇ ἔρρω, ὡς
35τὸ ἐριθυρὶς, ἡ μεγάλη θυρὶς, καὶ ἐρθυρίς. Τινὲς δὲ παρὰ τὸ φθέρσω Αἰολικῶς, κατὰ ἀποβολὴν τῶν δύο συμφώνων, καὶ τροπῇ τοῦ ς εἰς ρ. Ἕρσαι: Αἱ ἐν ἔαρι γεννηθεῖσαι· ἢ αἱ ἁπαλαὶ,
καὶ τελείως νέαι, μεταφορικῶς, ὡς Ἀριστόνικος ἐν
40Σημείοις. Ἕρση γὰρ ἐστὶν ἡ δρόσος. Καὶ Αἰσχύλος
40ἐν Ἀγαμέμνονι τοὺς σκύμνους τῶν λεόντων δρόσους κέκληκε, μεταφράζων τοῦτο. Ἔστι δὲ καὶ ῥῆμα σημαῖνον τὸ πνίγω· ὡς τὸ, Ὅν ῥά τ’ ἔναυλος ἀποέρσει. Γίνεται δὲ παρὰ τὸ εἴρω, ὁ μέλλων Αἰολικῶς, ἔρσω.
45Ἀπὸ τοῦ εἴρειν καὶ ἐπέχειν τὴν ἀναπνοήν. Ὅθεν καὶ
45εἱρκτὴ, παρὰ τὸ ἕρκος· καὶ ἐρχθέντα, ἀντὶ τοῦ ἐν ὕδατι ἀποπνιγέντα. Ψιλοῦται. Παρὰ τὸ εἴργω, ὁ παρακείμενος, εἶρχα, εἶργμαι, εἴρχθην· ἡ μετοχὴ, ἐρχθεὶς ἐρχθέντος· Ἀττικῶς δὲ δασύνεται. Ἔρχαται: Ἀπὸ τοῦ εἴργω, ὁ παθητικὸς παρα‐

377

(50)

κείμενος, εἶργμαι· τὸ τρίτον, εἶρκται· καὶ Ἰωνικῶς εἴρχαται, καὶ ἔρχαται. Ὡσαύτως καὶ ὁ ὑπερσυν‐ τέλικος εἶρκτο· καὶ Ἰωνικῶς, ἔρχατο. Ἔρση: Ἡ δρόσος, νοτία, ὁμίχλη· καὶ πλεο‐ νασμῷ τοῦ ε, ἐέρση. Παρὰ τὸ ἄρδω ἄρσω, ἄρση,
55καὶ ἔρση· ποτίζεται γὰρ ὑπ’ αὐτῆς πάντα τὰ φυτὰ, καὶ κατάρδεται. Ἢ παρὰ τὸ ἔραζε σεύεσθαι· ἢ παρὰ τὸ τὴν ἔραν δεύειν.

378

Ἑρσήεις: Ὁ δροσώδης· ἐκ τοῦ ἕρση· ἢ ὁ ἐν ὕδατι πεπνιγμένος. Ἐρύω: Ὥσπερ γέγονεν τὸ ἀρτύω ἐκ τοῦ ἀρτῶ κατὰ πλεονασμὸν τοῦ υ, καὶ ἀπὸ τοῦ μνῶ μνύω καὶ
5μηνύω πλεονασμῷ τοῦ η, οὕτω καὶ παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ ἰσχύω, ἐπενθέσει τοῦ υ, ῥύω· καὶ πλεο‐ νασμῷ τοῦ ε, ἐρύω· οἷον, δυνάμει ἑλκύω. Ἢ παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρύω, ὁ μέλλων, ἐρύσω· ἐρυσάμην, ὁ μέσος πρῶτος ἀόριστος· ἡ μετοχὴ, ἐρυσάμενος· καὶ
10ποιητικῶς διὰ δύο ΣΣ· ὁ παθητικὸς παρακείμενος, ἔρυμαι, ἔρυσαι, ἔρυται· καὶ Ἰακῶς, ἐρύαται· ἢ ἐρύω· καὶ ὁ παρατατικὸς, εἴρυον· ὁ παρακείμενος, εἴρυκα· ὁ παθητικὸς, εἴρυμαι· καὶ Ἰωνικὸν πληθυν‐ τικὸν, εἰρύαται· ἢ παρὰ τὸ εἴρυμι, τὸ παθητικὸν
15εἴρυμαι εἴρυται· καὶ Ἀττικῶς, εἰρύαται.
15 Ἔρυτο: Ἐφύλαξεν, ἐβοήθησεν· ἀπὸ τοῦ εἰρύμην εἴρυτο. Ἔρυκε: Κατεῖχεν, ἐκώλυεν. Ἔρυξαν: Κατέσχον, ἐκώλυσαν. Ἐρύκω, ἐρύξω, ἔρυξα· παρὰ τὸ ἕρκος ἑρκύω· καὶ καθ’ ὑπέρθεσιν,
20ἐρύκω. Ἀπὸ τοῦ ἔρα, ἡ γῆ, γίνεται ἐράκω, καὶ
20ἐρύκω, κατὰ τροπὴν τοῦ α εἰς υ. Ἢ παρὰ τὸ εἴργω, τὸ κωλύω, ἐργύκω. Κυρίως γὰρ ἐρύκειν τὸ ἐν τῇ γῇ κατέχειν· καὶ ἀπερύκειν, κατέχειν, κωλύειν, κρατεῖν. Ἔρυμα χροός: Φύλαγμα καὶ ἀσφάλισμα τοῦ
25σώματος· παρὰ τὸ ἐρύω, ἢ παρὰ τὸ ῥύω, τὸ φυ‐
25λάσσω, ὡς λύω λῦμα, καὶ θύω θῦμα, καὶ εἰλύω εἴλυμα· Εἴ τί μοι εἴλυμα σπείρων ἔχες. Ἐρύμας Ἐρύμαντος, ὄνομα ἥρωος· παρὰ τὸ ἐρύω, ἔρυμα καὶ Ἐρύμας. Τὸ δὲ ἐρύω, καὶ εἰρύω
30φησὶν ὁ ποιητὴς,
30 Εἴρυτο δὲ ἄστυ καὶ αὐτούς. Ἐρυμνώσας: Ἰσχυροποιήσας, πυκνώσας, ἀσφα‐ λισάμενος. Παρὰ τὸ ἔρυμα, ὃ σημαίνει τὴν ἀσφά‐ λειαν, ἐρυμνῶ, πλεονασμῷ τοῦ ν. Ἐρυμνή: Ἰσχυρὰ, ὑψηλή· παρὰ τὸ ἐρυμνόν·
35ἐρύματος τάξιν ἐπέχουσα.
35 Ἐρυσίπτολις: Ἡ ἐρύουσα καὶ ἀνθέλκουσα ἐν ταῖς μάχαις τὰς πόλεις· ὡς ἐρυσάρματας ἵππους, τοὺς ἕλκοντας τὰ ἅρματα· ἢ παρὰ τὸ ῥύεσθαι τὰς πόλεις· ἄμεινον δὲ οὕτως· ὅθεν καὶ Πολιοῦχος· καὶ εἰρύσθαι, τὸ φυλάσσειν. Ἰλιάδος ζʹ,
40Πότνι’ Ἀθηναίη ἐρυσίπτολι.
40Φυλάσσουσα τὴν πόλιν. Ἐρυσιπέλας: Πάθος πλανώμενον καὶ σῆπον· παρὰ τὸ ἐρύεσθαι ἐπὶ τὸ πέλας, ὅ ἐστιν ἕλκεσθαι καὶ ἐπιρρεῖν τοῖς πλησίον ἐπινεμόμενον. Ἐρυσίβη: Πόλις Σικελίας· ἀπὸ τοῦ Ἔρυκος
45υἱοῦ Ἀφροδίτης. Ἐρυσίβη: Τὸ ἐκ τοῦ ἀέρος καὶ τῆς πάχνης ἐπιγινόμενον φθαρτικὸν τῶν καρπῶν· ἢ τὴν τοῖς στά‐ χυσιν ἐπανθοῦσαν ὠχρίαν καὶ συγκλονοῦσαν τοὺς καρποὺς, ἣν τινὲς αἰθαλίδα καλοῦσιν· ἀεριγίνη τὶς

378

(50)

οὖσα, ἡ ἐκ τοῦ ἀέρος γινομένη. Ἢ παρὰ τὸ ἐρύειν καὶ γίνεσθαι, ἡ ἐπισκοπωμένη νόσος τῶν καρπῶν. Παρὰ τὸ ἐρύω, τὸ κωλύω, καὶ τὸ βῶ, τὸ τρέφω, ἡ κωλύουσα τρέφεσθαι τοὺς καρπούς. Σημαίνει δὲ τὴν πάχνην τὴν γινομένην ἐν τῇ δυσαερίᾳ καὶ φθεί‐
55ρουσαν τοὺς καρπούς.
55 Ἐρυσίβη: Τὸ ΣΙ, ι. Διατί; Τὰ ἀπὸ μελλόντων συντιθέμενα τῷ ι παραλήγεται· στήσω, στησίχορος· ἐρύσω, ἐρυσίβη, ὅ ἐστιν (ὥς τινες) ζῷον μικρόν.

379

Ἔρυξ: Πόλις Σικελίας ἀρσενικῶς. Τὸ ἐθνικὸν, Ἐρυκῖνος· τὸ θηλυκὸν, Ἐρυκίνη. Ἔστι δὲ καὶ Ἐρύκη πόλις, καὶ Ἐρυκαῖος. Ἐρυθρόν: Παρὰ τὸ ἐρύω ἐρύσω, ἐρυτρὸν καὶ
5ἐρυθρόν. Λέγεται δὲ τὸ ἐρύον καὶ κωλύον. Ἢ παρὰ τὸ ἐρεύθω, τὸ βάπτω, ἐρευθὸν καὶ ἐρυθρόν. Ἐρυθρά: Ἡ θάλασσα, ἀπὸ Ἐρυθροῦ βασιλέως, πεσόντος ἐκεῖ καὶ πνιγέντος· ἢ ἀπὸ τῶν παρακει‐ μένων ὀρέων ἐρυθρῶν, ἅ εἰσιν ἐρυθρὰ δεινῶς καὶ πορ‐
10φυρᾶ· καὶ ἐπὴν βάλῃ ὁ ἥλιος εἰς αὐτὰ τὴν αὐγὴν, καταπέμπει εἰς τὴν θάλασσαν σκιὰν ἐρυθράν. Καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων, οὕτως γίνεται ἡ θάλασσα τὴν χρόαν. Ἐρυθραῖον πέλαγος: Ἀπὸ Ἐρυθραίου τινὸς
15βασιλέως. Ἀποθανόντος γὰρ αὐτοῦ, ἔρριψαν αὐτὸν
15ἐν τῇ θαλάσσῃ, ἐπιγράψαντες τῷ τάφῳ αὐτοῦ οὕτως·
Ἐνθάδε τάφος ἁλὸς παμμεδέοντος Ἐρυθροῦ. Ἐρύθεια: Νῆσος ἐν τῷ Ὠκεανῷ· ὁ νησιώτης, Ἐρυθεὺς, ὡς Μαντινεύς· ἢ Ἐρυθείτης, ὡς Ζελείτης. Ἐρυθαίνω: Φοινίσσω, μολύνω.
20 Ἐρύγμηλος: Τὰ διὰ τοῦ ΗΛΟΣ ὑπὲρ δύο συλ‐ λαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνονται· οἷον κάμηλος, φάσηλος· τὰ μέντοι ἐπιθετικὰ ὀξύνονται, ὅτε ἔχει παρασχηματισμὸν θηλυκοῦ· οἷον, σιγηλὸς, ὑψη‐ λός· μὴ οὕτω δὲ ἔχοντα βαρύνεται, βέβηλος, κί‐
25βδηλος, κάπηλος, ἐρύγμηλος. Γέγονε παρὰ τὸ ἐρύγω, ἐρύγηλός τις ὤν· καὶ πλεονασμῷ τοῦ μ· ὅθεν, Ἤρυγεν ἑλκόμενος. Ἢ παρὰ τὴν ἐρυγήν. Ἐρυγμήλη δὲ, ἐπίθετον ῥα‐
30φανίου, ἴσως ἀπὸ τῆς ἐρυγῆς.
30Ταῦρον ἐρύγμηλον.
30 Ἐροίη: Ὡς περιπατοίη. Ἐροτίς: Ἡ ἑορτή. Ὡς γὰρ παρὰ τὸ κάλπη γίνεται κάλπις, καὶ φήμη φῆμις, οὕτως καὶ παρὰ τὸ ἑορτὴ παρώνυμον ἑορτὶς, καὶ καθ’ ὑπέρθεσιν, ἐροτὶς, ὡς αὐλὴ, αὐλίς. Ἢ θυσία ἐστὶ, παρὰ τὸ ἐρᾶν
35αὐτῆς.
35 Ἔρος: Ἐξ ἔρον ἕντο. ἔρον τὸν ἔρωτα οἱ Αἰολεῖς λέγουσιν. Ὁ ἔρος τοῦ ἔρου τῷ ἔρῳ τὸν ἔρον Αἰολικῶς. Λέγουσι δὲ τὸ μὲν ἔρος ἐπὶ πάντων λέγεσθαι, τὸ δὲ ἔρως ἐπὶ τῶν
40Ἀφροδισίων· ὅ ἐστιν ἀπίθανον. Πίνδαρος γοῦν,
40Καὶ γὰρ ἐτέροις ἑτέρων ἔκνιζεν ἔρως φρένας.
40 Ἔρως: Πλάτων ἐτυμολογεῖ παρὰ τὸ ἕλω ἕλως, καὶ τροπῇ, ἔρως. Ἴσως δὲ ὅτι ἔρρει πᾶς ὑπ’ αὐτοῦ. Ἢ παρὰ τὸ ἑλεῖν τὸν ἑλόντα. Ἢ παρὰ τὸ εἴρειν, τὸ δεσμεῖν, ὁ συνδέων ἡμᾶς πόθος. Ἢ παρὰ τὸ ἐρεῖν τὰς ψυχὰς τῶν ἐρώντων τοῖς ἐρωμένοις, ὅ ἐστιν
45ἕπεσθαι· τυφλὸς γὰρ ὁ ἐρῶν περὶ τὸν ἐρώμενον. Ἢ παρὰ τὸ ἐρρῶσθαι, ὁ ἰσχυρὸς, ὁ πάντων περιγι‐ νόμενος. Ἢ ἀπὸ τοῦ Ἄρης ἄρως καὶ ἔρως· Ἄρεως γὰρ μυθολογεῖται υἱός. Ἢ παρὰ τὸ εἴρω, τὸ λέγω· λάλοι γὰρ οἱ ἐρῶντες. Ἢ παρὰ τὸ ὁρῶ, τὸ βλέπω,

379

(50)

ὁ διὰ τῆς αἰσθητικῆς ὁράσεως ἐγγινόμενος τοῖς

379

(50)

ἀνθρώποις πόθος. Ἔρος δὲ, παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ. Ἔρω: Εἰ μὲν χωρὶς τοῦ ι, ἀποκοπή ἐστιν ἀπὸ τῆς ἔρωτος γενικῆς καὶ ἔρωτι δοτικῆς· εἰ δὲ μετὰ τοῦ ι, ὁ ἔρος τοῦ ἔρου, τῷ ἔρῳ.
55Ἔρως: Ὁ στέφανος (παρὰ Νικαεῦσιν) ἐκ πάν‐
55των ἀνθέων, τοῖς νέκυσι πωλούμενος· παρὰ τὴν ἔραν, τὴν γῆν, ὁ ἠρανισμένος ἐκ γῆς. Ἀπὸ δὲ τοῦ ἐρῶ,

380

ἐρανὸς, καὶ ἐραννὸς, ὡς πείθω πιθανὸς, ἄγω ἀγανὸς, ὁ διὰ τοῦ ἤθους ἐπαγόμενος. Ἐρωτῶ: Παρὰ τὴν ἔρωτος γενικὴν γίνεται ἐρωτῶ· οἱ γὰρ ἐρωτῶντες ὃ εὔχονται μαθεῖν, τοῖς
5ἐρῶσιν ἐοίκασι. Τὸ παθητικὸν, ἐρωτῶμαι· ἠρωταό‐
5μην ἠρωτώμην· τὸ εὐκτικὸν, ἐρωταοίμην ἐρωτῴμην, ἐρωτάοιτο ἐρωτῷτο. Ἐρωδιός: Ἐτυμολογεῖται διαφόρως· οἱ μὲν, παρὰ τὸ ἔαρ, ὃ σημαίνει τὸ αἷμα, ὡς παρὰ Κυρη‐ ναίῳ, (αἷμα γὰρ λύχνου τὸ ἔλαιον,)
10πῖον ἔλειξαν ἔαρ,
10γίνεται ἔωρ, ὡς τέκμαρ τέκμωρ. Ἀπὸ γοῦν τοῦ
10ἔωρ καὶ τοῦ ἰδίειν, τὸ ἱδροῦν, γίνεται ἐν ὑπερθέσει· ἐν γὰρ ταῖς μίξεσιν (ὥς φασιν) ὁ ἐρωδιὸς αἷμα ἱδροῖ. Ἀντιλέγει δὲ Κλαύδιος ὁ φιλόσοφος, ὅτι τὸ τέκμωρ οὐκ ἐγένετο ἀπὸ τοῦ τέκμαρ, ἀλλὰ προϋπάρχει· ἀπὸ γὰρ τοῦ τέκω γίνεται τέκωρ καὶ τέκμωρ, πλεονασμῷ
15τοῦ μ. Καὶ κακῶς λέγει τὸ ἔαρ ἔωρ γίνεσθαι· οὐ‐ δαμοῦ γὰρ εὕρηται ἔωρ. Εἰ δὲ καὶ οὕτως ἐγίνετο, ἐωρίδιος εἶχεν εἶναι. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἐρωΐδιος γέγονε κατὰ συναίρεσιν ἐρῳδιός. Ἔτι δὲ λέγεται, ὅτι ἀπὸ τοῦ ἕλους καὶ τὸ ἴδιον γίνεται
20ἐλοίδιος· καὶ ἐκτάσει τοῦ ο εἰς ω, ἐλῳδιός· καὶ
20τροπῇ τοῦ λ εἰς ρ· πολλάκις γὰρ τρέπεται τὸ λ εἰς ρ· οἷον, θλῶ θλάσω καὶ θραύσω. Ἄλλοι δὲ λέγουσιν ἀπὸ τοῦ ἔρωτος καὶ τοῦ ἴδιον γίνεται ἐρω‐ τίδιος· καὶ ἀφαιρέσει τοῦ τ καὶ συναιρέσει, ἐρῳδιός· καὶ γὰρ (ὥς φασιν) ἀφροδίσιόν ἐστι τὸ ὄρνεον. Ἀλλ’
25οὐκ ἔστιν ἀφροδίσιον, ἀντιλέγει ὁ Κλαύδιος, ἀλλὰ τοὐναντίον τῆς Ἀθηνᾶς, ὥς φησιν ὁ ποιητὴς, Τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη, Ἔστι δὲ εἰπεῖν πρὸς αὐτὸν, ὥς φησιν Ἀριστοτέλης,
30ὅτι πολλά εἰσιν ἐρωδιοῦ εἴδη. Δύναται οὖν τὰ μὲν
30αὐτῶν τῇ Ἀθηνᾷ ἀνακεῖσθαι· τὰ δὲ, τῇ Ἀφροδίτῃ.
30Ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ὥσπερ ἀπὸ τοῦ ἁρμόζω
γίνεται ἁρμόδιος, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ῥοίζου γίνεται ῥοίδιος· καὶ πλεονασμῷ τοῦ ε, καὶ ἐκτάσει τοῦ ο εἰς ω, ἐρῳδιός· καὶ μένει τὸ ι προσ‐ γεγραμμένον. Καὶ λέγουσι τινὲς, ὅτι ὤφειλε βαρύ‐
35νεσθαι· τὰ γὰρ διὰ τοῦ ΔΙΟΣ πάντα βαρύνονται, παυρίδιος, μαψίδιος. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἐξη‐ κολούθησε τοῖς ἐπὶ ὀρνέων· τὰ γὰρ εἰς ΟΣ καθαρὰ τῷ ι παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς, ἐπὶ ὀρνέων, ὀξύνονται, αἰγυπιὸς, χαραδριὸς, βομβυλιός·
40οὕτω καὶ ἐρῳδιός. Λέγεται καὶ ῥῳδιὸς παρὰ Ἱππώ‐
40νακτι· Κνεφαῖος ἐλθὼν ῥῳδιῷ κατηυλίσθην. Καὶ ὡς μὲν πρὸς τὴν συνήθειαν, ἔστιν ἀφαίρεσις· ὡς δὲ πρὸς τὸν σχηματισμὸν, ἐντελές. Ἢ παρὰ τὸ ἕλος ἐλωδιὸς καὶ ἐρῳδιός· φιληδεῖ γὰρ τοῖς ἑλώδεσι
45τόποις.
45Ἐρωή: Σημαίνει τρία· τὴν κατάπαυσιν τοῦ
45πολέμου, ὡς τὸ,
45 πολέμου δ’ οὐ γίνετ’ ἐρωή. Καὶ τὴν ὁρμὴν, ὡς τὸ, Ὄφρα δὲ Τυδείδης μετὰ δούρατος ᾤχετ’ ἐρωήν. Καὶ τὴν ὑποχώρησιν, ὡς τὸ, ὑπερώησαν δέ οἱ ἵπποι

380

(50)

ὠκύποδες.

380

(50)

Ὑπεχώρησαν.

380

(50)

Ἐρωή: Κυρίως ἡ ὁρμή· καὶ κατὰ μετάληψιν,

380

(50)

ἡ ἰσχύς· ὡς τὸ,

380

(50)

ὁ δ’ οὐχ ὑπέμεινεν ἐρωήν. Παρὰ τὸ ῥῶ, τὸ ὁρμῶ, γίνεται ῥώω, ὡς τὸ ζῶ, ζώω· καὶ ὡς ζῶ ζωὴ, οὕτως ῥῶ ῥωή· καὶ πλεονασμῷ τοῦ ε, ἐρωή· ἐξ οὗ ἐρωῶ ἐρωήσω ῥῆμα. Σημαίνει τὸ ἀμελῶ. Ἢ ἀπὸ τῆς ἐράσεως· χύσις γάρ τις καὶ
55ἀπόκλισίς ἐστιν, ὡς Καλλίμαχος,
55 ἐρωήσας θηρὸς ὀλοὸν κέρας. Τὸ (κέρας) εἰς τὴν ἔραν καταγαγών. Ἢ ἐρώω ἐστὶ ῥῆμα, ἐξ οὗ ἐρωή· ἔνθεν τὸ, πολέμου ἀπερωήσειας.

381

Ἐρωήσει περὶ δουρί: Περιρρυήσεται τῷ δό‐ ρατι. Μὴ δέ τ’ ἐρώει. Μὴ δὲ συγχώρει.
5Ἐσάλευε: Λέγεται καὶ ἐπὶ νεῶν καὶ ἐπὶ ἀν‐
5θρώπων. Ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς,
5Ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα τῶν πλοίων πρὸς τῇ
5γῇ ὥρμει· τὰ δὲ δὴ πλείω καὶ μείζω μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευεν. Ἐπὶ δὲ ἀνθρώπων, ὡς τὸ, Ἐφ’ ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευεν. Ἕς: Ἵημι ἥσω· ὁ βʹ ἀόριστος, ἧν· ἡ μετοχὴ,
10εἵς, ἕντος· καὶ τὸ προστακτικὸν, ἕς· καὶ γίνεται ἕθι. Ἀλλὰ σεσημείωται τὸ θὲς, δὸς, ἕς· καὶ ἐν συνθέσει, πρόες καὶ ἄφες. Ἔσαν: Τώ οἱ ἔσαν κήρυκε.
15Οἵτινες αὐτῷ ὑπῆρχον. Εἰμὶ, τὸ ὑπάρχω· ὁ παρα‐
15τατικὸς, εἶν· τὸ πληθυντικὸν, ἔμεν, ἔτε, ἔσαν. Ῥῆμα
15τῶν εἰς ΜΙ· ὁ παρατατικὸς, ἦν· τὸ πληθυντικὸν, ἦμεν, ἦτε, ἦσαν· καὶ συστολῇ, ἔσαν. Εἰμὶ, τὸ ὑπάρχω· τὸ πληθυντικὸν, ἐμέν· καὶ πλεονασμῷ τοῦ
ς, ἐσμέν· τὸ δεύτερον, ἐτὲ, ἐστέ. Ἔσσεται: Ἔω, τὸ ὑπάρχω· ὁ μέλλων, ἔσω ὁ
20μέσος μέλλων, ἔσομαι, ἔσῃ, ἔσεται· καὶ ἀποβολῇ
20τοῦ τ, ἔσεαι γίνεται δεύτερον πρόσωπον. Ἢ ἐκ τοῦ ἔσῃ δευτέρου προσώπου, διαλύσει Ἰωνικῇ τοῦ η εἰς ε καὶ α, γίνεται ἔσεαι. Τριχῶς δὲ προφέρεται· ἔσεται, δι’ ἑνὸς ς, κοινῶς· ἔσσεται, διὰ δύο ΣΣ, ποιητικῶς· οἱ γὰρ Σικελοὶ τὰ ἀπὸ μελλόντων ῥή‐
25ματα, προηγουμένων βραχέων φωνηέντων, διπλασιά‐ ζουσι τὸ ς, τελέσσω λέγοντες. Ὁμοίως καὶ τὸ ἔσω, ἔσσω. Ἐκ τοῦ ἔσεται γίνεται συγκοπῇ ἔσται. Λέγεται καὶ ἐσσεῖται, Δωρικῶς· Ἰλιάδος βʹ, Οὔ οἱ
30ἄρκιον ἐσσεῖται φυγέειν κύνας.
30Ἀντὶ τοῦ, οὐκ ἂν αὐτῷ ἱκανὸν [ἔσται.] Καὶ ὤφειλεν
30εἶναι ἔσεται, καὶ γενήσεται. Ἐπὶ τοῦ μέσου μέλ‐ λοντος οἱ Δωριεῖς παρατιθέντες τὸ ι, προπερισπῶσιν· οἷον ἐκ τοῦ ἔσεται καὶ πλεύσεται, ἐσσεῖται, πλευ‐ σεῖται, ῥευσεῖται. Ἐσσομένοισι: Τοῖς μεταγενεστέροις. Ἔω,
35ἔσω· ὁ μέσος μέλλων, ἔσομαι· ἡ μετοχὴ, ἐσόμενος·
35καὶ διπλασιάζουσι τὸ ς οἱ ποιηταί. Ἔσκεν: Ὑπῆρχε. Γέγονε δὲ Ἰωνικῶς. Ὡς γὰρ παρὰ τὸ ἔφερον, φέρεσκον· καὶ παρὰ τὸ ἔλεγον, λέγεσκον· οὕτως καὶ παρὰ τὸ ἔον, ὤφειλεν εἶναι τὸ Ἰωνικὸν, ἔεσκον· ἀλλὰ διὰ τὴν ἐπαλληλίαν τὸ ἓν
40ἐξεβλήθη, καὶ γέγονεν ἔσκον, ἔσκες· ἔσκε, τὸ τρίτον· Ἢ ἀπὸ τοῦ ἔω, ὦ· ἔεις, εἶς· καὶ οἱ Δωριεῖς τὰ δύο πρόσωπα τοῦ παρατατικοῦ κατὰ ἀφαίρεσιν τοῦ ι προφέρουσι προσθέσει τοῦ ΣΚΕ· οἷον ἐφίλει, ἐφί‐ λεσκε. Οὕτως οὖν καὶ εἶ, ἔσκε. Ζήτει εἰς τὸ εἰμί.
45 Ἔστω: Ἐκ τοῦ ἔω, εἰμί· τὸ πληθυντικὸν, ἐμέν· ὁ παρατατικὸς, ἦν· ἡ μετοχὴ, εἲς, ἔντος· καὶ τὸ προστακτικὸν, ἔθι· τὸ γʹ, ἔτω· καὶ πλεονασμῷ τοῦ ς, ἔστω· Εἷς δέ τις ἀνὴρ βουληφόρος ἔστω.

381

(50)

Γενέσθω. Ἢ τὸ προστακτικὸν ἔθι γίνεται ἴσθι,

381

(50)

πλεονασμῷ τοῦ ς καὶ τροπῇ· τὸ γὰρ ε, ἡνίκα πλεο‐ νάσῃ σύμφωνον, τρέπεται εἰς ι, οἷον ἔπω, ἴσπω ἐνί‐ σπω. Καὶ ἐκ τοῦ ἴσθι, τὸ τρίτον, ἔστω· τὸ γὰρ κεχρεωστημένον ε ἀνέλαβε τὸ τρίτον. Τὰ δυϊκὰ, ἔστον, ἔστων.
55Ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο.
55Ἀντὶ τοῦ ἐστὲ, ὑπάρχετε.
55Τὼ δ’ αὐτὼ μάρτυροι ἔστων.
55Ἀποκοπῇ τοῦ ἔστωσαν, ὑπαρχέτωσαν. Ἔστε: Ἐκ τοῦ ἔθι προστακτικοῦ, τὸ γʹ, ἔτω, καὶ ἔστω· καὶ τὸ πληθυντικὸν, ἔστε, ἔστωσαν· οἷον, Ἀνέρες ἔστε φίλοι.
60Βαρύνεται· τὰ εἴς τε λήγοντα προστακτικὰ, ὁμοιο‐

382

κατάληκτα ὄντα τοῖς ὁριστικοῖς, ὁμότονα καθεστή‐ κασιν· οἷον ἤγετε, ἄγετε· ἐλέγετε, λέγετε. Ἐπί‐ τασιν οὖν ἔχει τὸ ἐστέ· τὸ μὲν ὁριστικὸν, ὀξύνεται· τὸ δὲ προστακτικὸν, βαρύνεται. Ὁμοίως καὶ τὸ
5φατέ.
5 Ἔστε: Σημαίνει τὸ ἕως ἄν. Σοφοκλῆς, ἔστ’ ἐγὼ μολὼν τάφου μεληθῶ. Γέγονε δὲ παρὰ τὴν ἐς πρόθεσιν καὶ τὸν ΤΕ, νῦν
παραπληρωματικὸν παρειλημμένον· διὸ καὶ ψιλοῦται
10Ἀττικῶς· Δωριεῖς δὲ δασύνουσιν, ἀπὸ τοῦ ἕωστε
10κατὰ συγκοπὴν ἡγούμενοι εἶναι.
10 Ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν ἀχαιοῖς: Ἰλιάδος εʹ, ἀντὶ τοῦ μέχρι τίνος· οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης, ἕν ἐστιν, ἀλλὰ τρία μέρη λόγου εἰσίν· ἐς, πρόθεσις, ὅπερ ἀντὶ τοῦ ἕως κεῖται· τί, ἀντὶ τοῦ τίνος· καὶ ἔτι. Οὐκ ἄηθες δὲ πρόθεσιν
15ἰσοδυναμεῖν ἐπιρρήμασιν.
15 Ἔσταν: Ἐκ τοῦ ἔστησαν δευτέρου ἀορίστου κατὰ συγκοπὴν ἔσταν. Ἀπὸ δὲ τοῦ ἵστημι ὁ δεύ‐ τερος ἀόριστος ἔστην· τὸ τρίτον τῶν πληθυντικῶν, ἔστησαν· καὶ συγκοπῇ, Ἔσταν δ’ ἐν λιμένι.
20Τοῦτο μὲν δασύνεται, ἐπειδὴ ἀπὸ τοῦ ἑστήκεισαν
20ἐστὶ κατὰ συγκοπήν· ὁ δὲ παρακείμενος καὶ ὑπερ‐ συντέλικος ἐπὶ τούτου τοῦ ῥήματος δασύνεται. Τὸ δὲ, Τοὺς ἔστασαν υἷες Ἀχαιῶν, ψιλοῦται· ἐπειδὴ ἀπὸ τοῦ ἔστησαν ἐστὶ πρῶτος ἀό‐
25ριστος.
25Ἑσταότες: Ἀπὸ τοῦ ἵστημι, στήσω, ἕστηκα,
25ἑστηκὼς ἡ μετοχὴ, καὶ ἑστηώς· καὶ συστολῇ,
25ἑσταὼς, ἑσταότος· ἔστι καὶ ἕσταα· ἔστιν εἰς τὸ γεγῶσα. Ἢ εἰς τὸ ἕστακα. Ἑστάκω ῥῆμα, ἢ ἑστήκω. Τοῦ ἵστημι ὁ παρακείμενος ἕστακά ἐστι. Διατί; Ἵνα μὴ συνεμπέσῃ τῷ ἀπὸ τοῦ ἑστήκω ἑστήξω μέσου παρακειμένου. Ἑστηκὼς, καὶ τεθνη‐
30κὼς, καὶ βεβηκώς· καὶ κατὰ κρᾶσιν, ἑστὼς, τεθνὼς,
30βεβώς.
30 Ἐσταλκώς: Τοῦ ἐσταλκὼς οὐκ οἶδε τὴν χρῆσιν. Περὶ Παθῶν. Ἑστία: Ἡ θεός· παρὰ τὸ ἕσασθαι, ὅ ἐστιν ἱδρύσασθαι· πρώτη γὰρ αὕτη οἶκον συνέστησεν. Ἢ ὅτι πανταχοῦ ἵδρυται καὶ τιμᾶται· καὶ ὅτι τὰ
35ἀγάλματα αὐτῆς ἱδρύοντο καθήμενα· παρὰ τὸ ἧσθαι·
35ἢ παρὰ τὸ ἑστάναι, ὅ ἐστιν ἐν ἑνὶ τόπῳ ἱδρύσθαι· καὶ τοὺς οἴκους γὰρ πάλαι ἑστίας ἐκάλουν. Ὅμηρος, Ἱστίη τ’ Ὀδυσῆος ἀμύμονος. Εὐριπίδης, Οὔποτ’ ἄλλην μᾶλλον εἶδον ἑστίαν.
40Καὶ ἡ εὐωχία δὲ ἑστία λέγεται, διὰ τὸ συνέχειν
40καὶ ἱδρύειν τὰ σώματα. Ἀπὸ μὲν τοῦ ἵζω, ἱστία·
40ἀπὸ δὲ τοῦ ἕζω, ἑστία. Ἐκ τούτου καὶ ἑστιῶ, τὸ ἀριστοποιῶ. Καὶ οἱ μὲν Ἀττικοὶ, διὰ τοῦ ε, ἑστιῶ καὶ ἑστία· οἱ δὲ Ἴωνες καὶ οἱ Δωριεῖς, διὰ τοῦ ι, ἱστιῶ καὶ ἱστία. Ἀμφότερα δὲ εἰσὶ παρὰ τῷ ποιητῇ·
45Ἱστίη τ’ Ὀδυσῆος.
45Καὶ διὰ τοῦ ε, ἐν τῷ ἀνέστιος, ὁ μὴ ἔχων οἰκίαν,
45ὁ ἄοικος. Καὶ παρὰ Ἡσιόδῳ ἡ σωματοειδὴς θεὸς, Ἱστίην Δήμητρα καὶ Ἥραν χρυσοπέδιλον. Ἐσθής: Τὸ ἱμάτιον. Παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, ὁ μέλλων, ἕσω· ὁ παρακείμενος, εἷκα· ὁ παθητικὸς, εἷσμαι· τὸ τρίτον, εἷσται· ὄνομα ἑστός· καὶ ὡς παρὰ

382

(50)

τὸ ἀργὸς γίνεται ἀργὴς ἀργῆτος· καὶ παρὰ τὸ γυ‐

382

(50)

μνὸς, γυμνὴς γυμνῆτος· καὶ παρὰ τὸ ποτὸς, ποτὴς ποτῆτος· οὕτως καὶ παρὰ τὸ ἑστὸς, ἑστὴς, καὶ ἐσθής· καὶ κλίνεται ἐσθῆτος. Τὸ δὲ ἔσθησις ἐσθήσεως, ὃ σημαίνει τὴν ἐσθῆτα, γίνεται οὕτως· ἕω, ἕσω· πλεο‐ νασμῷ τοῦ θ, γίνεται ῥῆμα περισπώμενον ἐσθῶ, πρὸς
55ἀντιδιαστολὴν τοῦ ἔσθω, τοῦ σημαίνοντος τὸ ἐσθίω· ὁ μέλλων, ἐσθήσω· καὶ ἐξ αὐτοῦ γίνεται ἔσθησις· ἐξ οὗ, Ἦσαν ἄγγελοι ἐν ἐσθήσεσιν ἀστραπτούσαις.

383

Ἔσθος: Τὸ ἔνδυμα, τὸ ἱμάτιον. Παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, γίνεται ἑστὸς, ὡς ἔδω, ἐδεστός· καὶ τροπῇ τοῦ τ εἰς θ, ἔσθος. Ἢ παρώνυμον τοῦ ἐσθής. Ἔσθω: Ἀφ’ οὗ παράγωγον τὸ ἐσθίω. Παρὰ
5τὸ ἔδω γίνεται ἐστός· καὶ ἐκ τοῦ ἐστὸς, ἔσθω, ὡς
5ἐγείρω, ἐγερτὸς, καὶ ἐγέρθω· ἡ μετοχὴ, Ἔσθων καὶ πίνων. Ἐσθλόν: Τὸ ἀγαθόν· ἐθέλον τὶ ὄν. Παρὰ τὸ ἐθέλω, ἐθλόν· καὶ πλεονασμῷ τοῦ ς, ἐσθλόν. Ἐσμός: Κυρίως τὸ πλῆθος τῶν μελισσῶν, παρὰ
10τὸ ἅμα πετομένας ἵεσθαι. Ὡς γὰρ ἀπὸ τοῦ τίθημι, θετός· καὶ βίβημι, βασμὸς καὶ βαθμός· καὶ ἵστημι, στήσω, στασμὸς, καὶ σταθμός· οὕτως καὶ ἵημι, ἥσω, ἐσμός. Ἢ παρὰ τὸ ἕπεσθαι τῷ βασιλεῖ τὰς με‐ λίσσας· ὡς γὰρ παρὰ κόμπω, κόμπος· λείπω, λιμός·
15οὕτως ἕπω, ἐσμός. Καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ
15πλήθους καὶ ὄχλου λαμβάνεται. Λέγεται δὲ ἐσμὸς ὑπὸ Ταναγραίων καὶ ἡ γεννῶσα. Ῥητορική. Λέγεται καὶ ἡ καθέδρα. Καὶ τὰ ἕδνα δὲ τὰ εἰς τὴν ἕδραν τῆς νύμφης διδόμενα. Ἕστωρ: Πασσαλίσκος ἐμβαλλόμενος διὰ τοῦ
20ῥυμοῦ ἐπὶ τὸν ζυγὸν, ὥς φησιν Ὅμηρος, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον. Ἀντὶ τοῦ, τῷ δὲ ὀκκάβῳ τὸν ἕστορα ἔβαλλον. Παρὰ τὸ ἕσω, ἕστωρ, ὁ ἐνιέμενος, ὡς ἔχω, ἕκτωρ· θέω, θέ‐ στωρ· μήσω, μήστωρ.
25Ἕστορι: Τῷ ἐνιεμένῳ πασσάλῳ κατὰ τοῦ ῥυμοῦ
25τοῦ ζυγοῦ, Ἰλιάδος ωʹ. Τινὲς δὲ γράφουσιν ἕκτορι, οἱονεὶ ἐχέτορι. Ἐσσήν: Ὁ βασιλεὺς, ὡς παρὰ Καλλιμάχῳ, Οὔ σε θεῶν ἐσσῆνα πάλιν θέσαν. Παρὰ τὸ ἡσσῶ, ἡσσὴν, ὁ ἡττῶν τοὺς ὑφ’ ἑαυτόν·
30καὶ κατὰ συστολὴν τοῦ η, ἐσσήν.
30 Ἐσσήν: Ὁ βασιλεὺς κατὰ Ἐφεσίους· ἀπὸ μεταφορᾶς τοῦ μελισσῶν βασιλέως, ὃς εἴρηται ἐσ‐ σὴν ἀπὸ τοῦ ἔσω ἐνέζεσθαι· ἵν’ ᾖ, ἐζὴν, καὶ ἐσσὴν, ὁ προκαθήμενος. Ἢ ἐσσὴν, ὁ σεύων καὶ περισκο‐ πῶν τὰ τῆς πόλεως. Ἢ ὁ οἰκιστὴς, παρὰ τὸ ἕσσαι
35καὶ ἱδρῦσαι. Ὅθεν Ὅμηρος,
35Εἷσεν δὲ σχερίην.
35Ἢ ὁ ἡσσῶν καὶ ἥττονας ποιῶν τοὺς ὑπ’ αὐτοῦ ἀρχο‐ μένους. Ἕσσατο: Ἔστιν ἕω, τὸ ἐνδύομαι· ὁ μέλλων, ἕσω· καὶ πλεονασμῷ τοῦ ς, ἕσσω· ὡς τὸ, Ἕσσατο δ’ ἔκτοσθεν ῥινόν.
40Ἀντὶ τοῦ ἐνεδύσατο, Ἰλιάδος κʹ. Καὶ,
40 ἑέσσατο δέρμα λέοντος. Πλεονασμῷ τοῦ ε, ἀντὶ τοῦ περιέθετο, ἠμφιέσατο. Ἔσσευα: Ἰλιάδος εʹ, Ἀτρεκὲς αἷμ’ ἔσσευα. Ἀντὶ τοῦ ἀληθὲς καὶ φανερὸν αἷμα ῥυῆναι ἐποίησα.
45Ἔστι σῶ, τὸ ὁρμῶ· παράγωγον, σῦμι· ὁ μέλλων,
45σύσω, σέσυκα, σέσυμαι· καὶ ἐν ὑπερθέσει, ἔσσυμαι· ἐξ οὗ καὶ τὸ ἐσσυμένως. Ἐκ τοῦ σῶ, σεύω· ὁ ἀό‐ ριστος, ἔσευσα· καὶ ἀποβολῇ τοῦ ς, ἔσευα. Ἔσπετε: Λέγετέ μοι, ὦ Μοῦσαι, εἴπατε, ἐξ‐ ηγεῖσθε. Τὸ ψιλούμενον σημαίνει τὸ λέγω· ἐξ οὗ

383

(50)

καὶ ἔπος, ὁ λόγος, καὶ τὸ τοιόνδε μέτρον, καὶ πᾶν μέτρον· τοῦ ἔπω τὸ βʹ τῶν πληθυντικῶν, ἔπετε· καὶ πλεονασμῷ τοῦ ς, ἔσπετε. Εὑρίσκομεν δὲ αὐτοῦ καὶ ἑνικὸν τρίτον μετὰ τοῦ ς, ἔσπε· οἷον, Πολλὰ δίεσπε.
55Ἔσπετο: Ποίου εἴδους τοῦ πλεονασμοῦ; Παρεμ‐
55πτώσεως. Καὶ τί ἐστι παρέμπτωσις; Πλεονασμὸς
55συμφώνου κατὰ τὸ μέσον οὐ ποιοῦντος συλλαβήν· οἷον, πόλις, πτόλις· ἔπετο, ἔσπετο. Ἕσπερος:

384

Ἕσπερος ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ. Καὶ ἑσπέρα· ἀπὸ τοῦ ἔσω ποιεῖν περᾶν τὰ ζῷα ἀναπαυσόμενα· ἢ ὁ πέρας τῆς ἕω φέρων. Σαπφὼ, Ἕσπερε πάντα φέρων ὅσα φαινόλις ἐσκέδας’ αὔως.
5Τὸ γὰρ ἐναντίον ἕως καλεῖται, παρὰ τὸ ἐᾶν πάντα
5καὶ ἀπολύειν. Ἡσίοδος, Ἠὼς ἥτε φανεῖσα πολεῖς ἐπέβησε κελεύθου. Ἑσπερία θάλασσα καὶ ἀτλαντικὸν πέλα‐ γος: Ἐβασίλευε γὰρ αὐτῆς Ἄτλας καὶ Ἕσπερος. Ἀπὸ μὲν Ἄτλαντος, τὸ πέλαγος· ἀπὸ δὲ Ἑσπέρου,
10ἡ θάλασσα.
10 Ἐσχάρα: Ἰλιάδος κʹ, πυρὸς ἐσχάραι. Ἀντὶ τοῦ πυραὶ, πυρκαϊαί. Δηλοῖ δὲ ἡ λέξις καὶ τὴν ἑστίαν, καὶ τὸν ῥύπον, καὶ τὸ καυθὲν ἕλκος, καὶ τὸν βωμὸν, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἡρακλεῖ. Καὶ τὴν
15κυρίως λεγομένην ἐσχάραν φασὶ καλεῖσθαι ἐστίαν,
15τὴν μὴ ἔχουσαν ὕψος, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην, ἢ κοίλην· παρὰ τὸ καὶ τοὺς ἰατροὺς τὰ ἐν τῷ σώματι κοῖλα ἕλκη ἐσχάρας καλεῖν. Ῥητορική. Ἔσχατος: Ὁ τελευταῖος. Παρὰ τὸ ἔχω ἔχα‐ τος, καὶ πλεονασμῷ τοῦ ς, ἔσχατος. Περὶ γὰρ τὰ
20τέλη γενόμενοι, ἐνεχόμεθα ἢ βαδίζειν, ἢ ἀριθμεῖν, ἢ ὅ τι ποιεῖν. Ἢ παρὰ τὴν σχέσιν καὶ κώλυσιν, ὁ τελευταῖος. Καὶ ὕστατος δὲ, ὅτι ὑπ’ αὐτόν ἐστιν ἡ στάσις, καὶ οὐκέτι προβῆναι δύναται, ἀλλὰ ὕστερος εἱστήκει, τοῦ πρώτου μὴ ἐῶντος. Καὶ πύματος,
25ἀπὸ τοῦ πεπαῦσθαι. Καὶ τερμιόεν, τὸ ἔσχατον,
25ἀπὸ τοῦ τέρματος, ὅ ἐστι τέλους. Ἐσχατιά: Ὁ ἀγρὸς, ἢ τὸ ἔσχατον τοῦ ἀγροῦ. Τὰ γὰρ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον· οἷς γειτνιᾷ εἴτε ὄρος, εἴτε θάλασσα. Ση‐ μαίνει δὲ καὶ ἐξοχίαν τινὰ εἶναι τὸ ἐξοχώτατον.
30Ἀττικοὶ δὲ τὰ τελευταῖα μέρη τῶν ἀγρῶν καλοῦσιν, ὥς φησιν Ὅμηρος, Ἀγροῦ ἐπ’ ἐσχατιῆς, ὅθι δώματα ναῖε Θυέστης. Ἐσχατιῶτις: Λίμνη κειμένη μετὰ τὸν Ἰσθμόν· ὅτι πολλοὶ τῶν ἀπὸ Θρᾴκης σὺν Εὐμόλπῳ στρατευ‐
35σαμένων ἐπ’ Ἀθήνας ἐν αὐτῇ λουσάμενοι ἀπέθανον,
35ὥσπερ ἐσχάτῳ λουτρῷ χρησάμενοι. Ἢ ἀπὸ τῆς Ποσειδῶνος θυγατρὸς Ἐσχατιώτιδος, ἥτις ἐκεῖ κατῴκησε, Ποσειδῶνος αὐτῇ χρησαμένου ἀπόσπασμα θαλάσσης εἰς λουτρόν. Ὕστερον δὲ Γοργῶπις ἐκλήθη ἀπὸ Γόργης τῆς Μεγαρέως θυγατρὸς, γυναικὸς Κο‐
40ρίνθου· ἥτις ἀκούσασα τὸν τῶν παίδων φόνον, περι‐ αλγὴς γενομένη, ἔρριψεν ἑαυτὴν εἰς τὴν λίμνην. Ἐσχατιόωντα: Ἔσχατον ὄντα καὶ πεπλανη‐ μένον, καὶ περὶ τὰ ἔσχατα μέρη διατρίβοντα. Ἐσπαθᾶτο: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου,
45ἀντὶ τοῦ ἀπώλλυτο· παρὰ τὴν σπάθην· ἢ τὸ ἔρριπτο, ἢ διεκόπτετο· ἢ ἀντὶ τοῦ συνετίθετο· ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης, ἥτις συντίθησι τὸ ὑφαινόμενον. Καὶ ἐσπάθα, σπάθῃ ὕφαινεν· ἢ διέφθειρε τὰ οἰ‐ κεῖα.

384

(50)

Ἐσπαθημένος: Πεπυκνωμένος· ἀπὸ τῶν κατα‐

384

(50)

κρουουσῶν σπαθῶν τὴν κρόκην. Ἐσκοροδισμένος: Παρωξυμμένος· ἀπὸ τῶν σκορόδων. Ἡ μεταφορὰ δὲ ἀπὸ τῶν ἀλεκτρυόνων τῶν διὰ τὴν νόσον χριομένων σκόροδα. Ἐσκληκότα: Προσλιπαροῦντα, προσεσκληκότα.
55Μετῆκται δὲ ἀπὸ τῶν προσξηραινομένων. Ἐσμυρνισμένον: Σμύρνῃ ἐπεστυμμένον· μύρον γὰρ, παρὰ τὸ τῇ μύρᾳ συνέψεσθαι. Ῥητορική.

385

Ἐσφηκωμένον: Ἐσφιγμένον· ἀπὸ τῶν σφη‐ κῶν, οἳ κατὰ τὸ μέσον εἰσὶν ἐσφιγμένοι. Ἔνθεν
καὶ ὁ σφήν. Σοφοκλῆς τοὺς ἐσφιγμένους μύρμηκας τῇ σαρκώσει·
5Τετράπτεροι γὰρ νῶτον ἐν δεσμώμασι
5 σφηκοὶ κελαινόρινες. Καὶ Ὅμηρος Ἰλιάδος ρʹ. Πλοχμοί θ’, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. Ἀντὶ τοῦ ἐσφιγμένοι ἦσαν, ἐδέδεντο· ὅθεν καὶ σφή‐ κωμα εἴρηται. Ἢ ὅτι πεπλεγμένοι ἦσαν. Καὶ
10Νίκανδρος,
10Δειρὴν δ’ ἐσφήκωται ἅλις.
10Ἐσυνῆκεν: Ἀλκαῖος, ἐσυνῆκεν· καὶ Ἀνακρέων,
10ἐξυνῆκεν, πλεονασμῷ. Οὐκ ἔστι δὲ πλεονασμὸς, ἀλλ’ Ἀττικὴ κλίσις· ὥσπερ παροινῶ, πεπαρῴνηκα· καὶ ἐνοχλῶ, ἠνώχληκα, καὶ παρηνώχληκα. Ἐσκαλευκότες: Σεσαλευκότες, ἐρευνήσαντες. Ἀπὸ τοῦ σκαλεύω·
15 Ἐφ’ ἡμᾶς αὐτοὺς ἐσκαλευκότες φαινόμεθα. Ἐσκευωρῆσθαι: Κατεστοχᾶσθαι, ἐπιβεβου‐ λεῦσθαι· ἀπὸ τοῦ σκευωρῶ· τοῦτο ἀπὸ τοῦ κεύθω, τὸ κρύπτω, πλεονασμῷ τοῦ ς, καὶ ἐκβολῇ τοῦ θ. Ἐστόβεον: Ἐλοιδόρουν, ὕβριζον· ἀπὸ τοῦ
20ἐστόμεον· τὸ διὰ στόματος λέγειν. Στομῶ γὰρ τὸ στοβῶ κατὰ ἐναλλαγήν. Ἐστιχόωντο: Ἐκ τοῦ στιχῶ, τοῦ ἐν τάξει πορεύομαι, ὁ παρατατικὸς, ἐστίχαον ἐστίχων· τὸ γʹ, ἐστιχῶντο· καὶ πλεονασμῷ τοῦ ο, ἐστιχόωντο.
25Ἐς φοινικίδας καταξάναι: Αἱμόρρυτον ποι‐
25ῆσαι. Οἱ δὲ, ὅτι εἰς φοινικίδα κατέξαινον τὰ ἔρια· οἱ δὲ, ὅτι οἱ Λάκωνες ἐν φοινικίσι παρετάττοντο. Ἐσωληνευόμην: Συμπεριεφερόμην. Ἐς χεῖρα: Παραχρῆμα. Ἑταῖρος: Βοηθὸς, συνναύτης, φίλος. Εὔσημος
30ἡ λέξις κατὰ τὸ δηλούμενον. Παρὰ τὸ ἠθεῖος, ἠθαῖος κατὰ Δωριεῖς, ὡς εἴθε, αἴθε. Ἢ παρὰ τὸ ἦθος, ἠθαῖος, καὶ ἐθαῖος· καὶ κατὰ ἐναλλαγὴν, ἑταῖ‐ ρος, πλεονασμῷ τοῦ ρ· καὶ τὸ ε δασύνεται. Ἢ ὡς δρόμος δρομαῖος, οὕτως ἔθος ἐθαῖος, ὁ συνήθης· εἶτα
35μεταθέσει τοῦ θ εἰς τ, ἑταῖος, καὶ πλεονασμῷ τοῦ ρ, ὡς στὰξ, στράξ· ἄτεμις, ἄρτεμις· ἴδις, ἴδρις· ἀκο‐ ῶμαι, ἀκροῶμαι. Ἢ ἐκ τοῦ ἔθω, ἐθαῖρος· καὶ μετα‐ θέσει τοῦ θ, ὡς θρὶξ τριχὸς, γίνεται ἑταῖρος, ὁ ἐξ ἔθους τινὶ ἐπιφοιτῶν· καὶ ἀποβολῇ τοῦ ι, ἕταρος.
40Τὸ ΤΑΙ, δίφθογγον· τὰ εἰς ΟΣ καθαρὰ, ἀπὸ πρωτο‐ τύπου τῶν εἰς ΟΣ παρηγμένα, διὰ τῆς ΑΙ διφθόγγου γράφεται· οἷον λῆνος, ληναῖος· δρόμος, δρομαῖος· οὕτως καὶ ἔθος, ἐθαῖος· ἐξ οὗ ἑταῖρος, ὁ συνήθης φίλος. Σημαίνει δύο· τὸν φίλον, ὡς τὸ,
45Σούς τε μάλιστα ἔτας καὶ ἑταίρους,
45Ἰλιάδος κʹ· καὶ τὸν σύμπλουν καὶ συνεργὸν εἰς τὸν
45πλοῦν, ὡς τὸ, Οὐ γάρ μοι πάρα νῆες καὶ ἑταῖροι. Ἑταιρήσεως: Πορνείας· καὶ ἡταιρηκὼς, ὁ
πεπορνευμένος, ἢ πεπορνευκὼς, ἢ ἠτακτηκώς. Ἑτέρωθεν: Ἐν ἑτέρῳ τόπῳ· καὶ ἑκατέρωθι·

385

(50)

μέγα. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ ἔκτοσθε καὶ προ‐

385

(50)

τέρωθε καὶ τὰ ὅμοια χωρὶς τοῦ ν γράφεται, εἰ μὴ φωνῆεν ἐπιφέροιτο. Ἑτερόγναθος ἵππος: Ὁ σκληρόστομος· οἷον, ὁ ταῖς γνάθοις ὡς μὴ ἰδίαις χρώμενος· ἢ ὁ ἄπληστος, καὶ ἀμφοτέραις ταῖς γνάθοις ἐσθίων.
55Ἐτεός: Ὁ ἀληθής· ἐκ τοῦ ἐτός κατὰ πλεονα‐
55σμὸν τοῦ ε. Ἐκ τοῦ εἰμὶ, τὸ ὑπάρχω, ὁ παθητικὸς ἐνεστὼς ἔμαι· τὸ τρίτον, ἔται· καὶ ἐξ αὐτοῦ, ἐτός. Τὸ γὰρ ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγὸς καὶ ὄν·

386

ὥσπερ τὸ ψεῦδος, οὐχ ὑπάρχον. Ἐδόκει μὲν καὶ ἐτεὰ εἶναι. Ἀντὶ τοῦ ἀκριβῆ, ἀληθῆ. Ἐτεοβουτάδαι: Γένος τι ἐπίσημον καὶ περι‐
5φανὲς τοῖς Ἀθηναίοις, οἱ ἀληθῶς ἀπὸ τῆς τοῦ Βού‐
5του γεγονότες. Ἐκ δὲ τούτου καθίστανται ἱερεῖαι τῆς Πολιάδος. Ἐτεόκρητες: Οἱ ὡς ἀληθῶς Κρῆτες, οἱ αὐτό‐ χθονες. Ἐτάζω: Ὥσπερ παρὰ τὸ μάταιον γίνε‐
10ται ματαιάζω, οὕτω καὶ παρὰ τὸ ἐτεὸν, τὸ ἀλη‐
10θὲς, γίνεται ἐτεάζω, τὸ τὴν ἀλήθειαν ἐρευνῶ καὶ ἐμφαίνω· καὶ ἀποβολῇ τοῦ ε, ἐτάζω, καὶ ἐξε‐ τάζω. Ἐξεταστής: Σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ τοὺς πεμπομένους ἄρχοντας τοῦ ἐξετάσαι πόσοι
15εἰσὶν, ἵνα μισθὸς αὐτοῖς σταλῇ. Ἐγίνετο δὲ τοῦτο,
15ὅτι οἱ στρατηγοὶ ἐψεύδοντο, ἐν ξέναις μισθούμενοι
15χώραις.
15Ἐπεποιήκειν: Ἐπεποιήκεα. Δεῖ γινώσκειν,
15ὅτι οἱ Ἴωνες τὴν ΕΙ δίφθογγον τοῦ ὑπερσυντελίκου ἐν μὲν τῷ αʹ προσώπῳ διὰ τοῦ ε καὶ α προφέρουσιν· οἷον ἐτετύφειν, ἐτετύφεα, τοῦ ν ἀποβληθέντος, ἐπειδὴ τὸ α ἀποβλητικόν ἐστι τοῦ ν· οἷον, Ξέρξην, Ξέρξεα. Τὸ γὰρ μοῦσα, μοῦσαν, καὶ ἔτυψα, ἔτυψαν, ἀπὸ κλί‐
20σεως ἔχει τὸ ν. Ἐν τῷ τρίτῳ δὲ προσώπῳ εἰς δύο ΕΕ διαλύουσι· οἷον, ἐτετύφει, ἐτετύφεε· ἐπειδὴ τὸ α χαρακτηριστικόν ἐστι τοῦ πρώτου προσώπου· τὸ δὲ
ε, τοῦ τρίτου. Διὰ τοῦτο διαλύεται ἐν τῷ πρώτῳ καὶ τρίτῳ. Ἐν τῷ δευτέρῳ δὲ προσώπῳ τὴν διά‐
25λυσιν εἰς δύο ΕΕ, καίπερ τοῦ βʹ προσώπου εἰς ΑΣ λήγοντος· ἐπειδὴ γνησία ἐστὶν ἡ διάλυσις τῆς ΕΙ διφθόγγου εἰς δύο ΕΕ, οὐ μέντοι εἰς ε καὶ α· τὰ γὰρ δύο ΕΕ συναιρούμενα τὴν ΕΙ δίφθογγον ἀποτελοῦσιν, οἷον Πηλέες, Πηλεῖς. Ὀφείλουσιν οὖν εἰς ἐκεῖνα
30ἀναλυθῆναι ἐξ ὧν καὶ συνέστηκεν. Ἰστέον δὲ ὅτι τὸ διαλυθὲν ἐκ τοῦ Ἰωνικοῦ συναιροῦσιν οἱ Ἀθηναῖοι, καὶ ποιοῦσιν εἰς η, πεποιήκη λέγοντες· ὅθεν παρὰ Ἀριστοφάνει, ἐκεχήνη προσδοκῶν τὸν Αἰσχύλον.
35Ἦν γὰρ ὁ ὑπερσυντέλικος ἐκεχήνειν· καὶ διαλύσει,
35ἐκεχήνεα· καὶ κράσει, ἐκεχήνη. Ἐφυλάχθη δὲ ἡ
35συναίρεσις καὶ ἐν τῷ τρίτῳ προσώπῳ τῶν δύο ΕΕ εἰς η· τὰ γὰρ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλει ἔχειν τῶν ἰδίων πρώτων, ἡνίκα ἰσοσυλλαβῇ· οἷον, ἔτυπτον, ἔτυπτες, ἔτυπτε· τέτυφα, τέτυφας, τέτυφε. Εἰ οὖν τὸ α δι’ ἐνὸς
40φωνήεντος, οἷον ἐκεχήνη ἐγὼ, δῆλον ὅτι καὶ ἐπὶ τὰ δεύτερα καὶ τρίτα πρόσωπα δι’ ἑνὸς φωνήεντος ἀνα‐ γνωσθήσεται. Ἐτετύφεσαν, κατὰ Ἴωνας καὶ Ἀτ‐ τικοὺς, οὐχὶ κατὰ κανόνα· ἐτετύφεισαν γάρ. Ἔτης: Ὁ ἑταῖρος, ἔθης τὶς ὢν, παρὰ τὸ ἔθος,
45ὁ συνήθης. Λέγεται δὲ καὶ ὁ συνηλικιώτης, παρὰ τὸ ἔτος, ὁ τῶν αὐτῶν ἐνιαυτῶν ὢν, οἷον ὁμοέτης. Ἦ μὲν πολλοὶ ἔται καὶ ἀνεψιοί. Ἢ παρὰ τὸ ἐτεὸν, τουτέστιν ὁ ἀληθὴς φίλος. Ἐτήσιος: Οἱονεὶ ἐθόσιος καὶ ἐθήσιος, ὁ συνήθης·

386

(50)

καὶ ἐτήσιοι, οἱ ἐν ἔθει ὄντες, οἱ πρόσκαιροι. Λέ‐ γονται ἐτήσιοι καὶ οἱ ἀπὸ βορέου ψυχροῦ πνέοντες ἄνεμοι· παρὰ τὸ ἔτος. Ῥητορική. Ἐτησίας: Τοὺς κατ’ ἔτος ἐν τῷ καιρῷ τῆς ὀπώ‐ ρας πνέοντας ἀνέμους. Ἡ εὐθεῖα ὁ ἐτησίας, τοῦ
55ἐτησίου· ἡ εὐθεῖα τῶν πληθυντικῶν, οἱ ἐτησίαι, τῶν ἐτησίων. Σεσημείωται τὸ χλούνων, χρῄστων, ἐτη‐ σίων. Γίνεται ἐκ τοῦ ἔθος, ἐθησίας, καὶ ἐτησίας·

387

οἱ ἔθος ἔχοντες κατὰ ἓν ἔτος ἐν τῷ καιρῷ τῆς ὀπώρας πνεῖν ἄνεμοι. Ἐτήτυμος: Ὁ ἀληθής· καὶ ἐτήτυμον, τὸ ἀληθές. Ἐκ τοῦ ἔτυμος, ὁ ἀληθὴς, πλεονασμῷ τῆς
5ΤΗ συλλαβῆς.
5 Ἐτνήρυσις: Λέγεται καὶ ζωμήρυσις. Ἀρι‐ στοφάνης Ἀχαρνεῦσιν, Ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν. Ῥητορική. Ἔτνος: Οὐδετέρως, ὃ νῦν φάβα καὶ ἰδιῶται καὶ
10ἀγροῖκοι ὀνομάζουσιν. Ἔστι δὲ ὄσπριον· καὶ δασύ‐
10νεται· παρὰ τὸ ἕω, τὸ ἀπολύω· ἀφ’ οὗ ἕως, ἡ ἡμέρα, ἐν ᾗ πάντα ἀφίενται· καὶ ἔαρ. Ἀπὸ οὖν τοῦ ἕω, ἕτος· καὶ πλεονασμῷ τοῦ ν, ἔτνος, τὸ διαλελυμένον ὑπὸ τῆς ἐψήσεως καὶ τῆς τορύνης· τορύνη δέ ἐστιν
ὁ χυτρόπους. Ὅτι δὲ τῶν κατερηριγμένων ἐστὶ,
15μαρτυρεῖ Ἀριστοφάνης λέγων,
15 Ὄψει κατερικτῶν χύτρας ἔτνους δύο ἢ τρεῖς. Ἔτι: Ἐπίρρημα ἐπιτάσεως δηλωτικὸν, ἢ παρα‐ τάσεως. Εἰ γὰρ εἴπωμεν, τρέχοντός τινος, ἔτι δρα‐ μεῖν, τοῦτο ἐπίτασις· εἰ δὲ νυκτὸς οὔσης, ἔτι νὺξ,
20παράτασις. Τὸ ΤΙ, ι. Διατί; Τὰ εἰς ι λήγοντα
20ἐπιρρήματα βαρύτονα συνεσταλμένα, δισύλλαβα ὑπάρχοντα, διὰ τοῦ ι γράφεται· οἷον, αὖθι, κεῖθι, νόσφι, ἄχρι, ἄρτι, ᾗχι, ἶφι, μέχρι. Ἔτος: Βαρυτόνως, σημαίνει τὸν χρόνον. Παρὰ τὸ ἕω, τὸ ὑπάρχω καὶ τελειῶ, γίνεται ἔτος· ἢ παρὰ
25τὸ ἔτι καὶ ἔτι εἶναι καὶ ἰέναι. Ἐτὸς δὲ ὀξυτόνως, σημαίνει τὸν ἀληθῆ, ὥς φησιν Ἀριστοφάνης, Οὐκ ἐτὸς ἄρ’ ὡς ἔμ’ ἦλθεν οὐδεπώποτε. Παρὰ τὸ εἶναι τὸ ὑπαρκτικὸν ἐτὸς, ὁ ὑπάρχων, ὡς θεῖναι, θετὸς, δοῦναι, δοτός· καὶ παρὰ τὸ ἐτὸς, ἐτεὸς,
30ὡς θετὸς, θετεός· καὶ δοτὸς, δοτεός.
30 Ἐτώσιος: Ὁ μάταιος καὶ ἀνωφελής. Ἀπὸ τοῦ ἀήτης, ὁ ἄνεμος, τὸ πληθυντικὸν, ἀῆται ἀητῶν· ἐξ αὐτοῦ ἀητώσιος καὶ ἐτώσιος, ὁ μηδὲν λυσιτελὲς ποιῶν, ἀλλ’ ἀνέμου δίκην ὤν. Ἢ ἐκ τῆς ἀητῶν γενικῆς κατὰ ἀποβολὴν τοῦ α, καὶ συστολῇ τοῦ η, γίνεται
35ἐτῶν· ἐξ οὗ κατὰ παραγωγὴν ἐτώσιος. Γίνεται γὰρ καὶ ἀπὸ γενικῆς πληθυντικῶν παράγωγον διὰ τοῦ ΙΟΣ, ὡς τὸ, ἀνέμων ἀνεμώνιος καὶ ἀνεμώλιος· ἡ ἑλίκη, αἱ ἑλίκαι ἑλικῶν, Ἑλικώνιος, Ἑλικώνιον ἀμφὶ ἄνακτα.
40Φιλόξενος δὲ καὶ Τρύφων φασὶν, ὥσπερ παρὰ τὸ
40πλησίον, τὸ ἐγγὺς, γίνεται κατὰ ἀντίφρασιν τὸ πλὴν ἐπίρρημα σημαῖνον τὸ χωρὶς, οὕτως καὶ ἐκ τοῦ ἐτὸς, ὃ σημαίνει τὸν ἀληθῆ, γίνεται κατὰ ἀντίφρασιν ἐτώ‐ σιος, ὁ μάταιος. Ἐτώσιον: Ἐπίρρημα μεσότητος. Τὸ τῶ, μέγα.
45Ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, ἐτὸς, ὁ ἀληθής· μετὰ τοῦ
45στερητικοῦ α, ἄετος· τὸ πληθυντικὸν, ἄετοι ἀέτων, ἀετώσιος· καὶ ἀφαιρέσει, ἐτώσιος. Κανὼν γάρ ἐστιν ὁ λέγων, αἱ διὰ τοῦ ΙΟΣ γινόμεναι παραγωγαὶ ἀπὸ γενικῆς τῶν πληθυντικῶν διχῶς σχηματίζονται, καὶ διὰ τοῦ ς, καὶ διὰ τοῦ ν· ἡ μὲν τῶν Ῥηγίνων

387

(50)

διάλεκτος, διὰ τοῦ ς, ὡς ἐτώσιος· ἡ δὲ τῶν Αἰολέων, διὰ τοῦ ν, ὡς Ἑλικώνιος. Ἑτοιμάσατε: Παρασκευάσατε· καὶ ἑτοιμασία· ἐκ τοῦ ἑτοιμῶ· τοῦτο ἐκ τοῦ ἕτοιμος. Παρὰ τὸ οἶμος, ὃ σημαίνει τὴν ὁδὸν, καὶ τὴν ἐπὶ πρόθεσιν,
55γίνεται ἔποιμος, καὶ ἔτοιμος, ὁ ἐπὶ τὴν ὁδὸν ὢν
55παρεσκευασμένος, τροπῇ τοῦ π εἰς τ. Ἢ παρὰ τὸ οἶμα, ὃ σημαίνει τὸ ὅρμημα καὶ τὸ ἔθος, τροπῇ τοῦ θ εἰς τ, γίνεται ἕτοιμος, ὁ πρόχειρος εἰς τὸ ὁρμῆσαι καὶ πρᾶξαι.

388

Ἔτυμος: Ὁ ἀληθής· καὶ τὸ οὐδέτερον ἐν ἐπιρ‐ ρηματικῇ συντάξει ἔφη Ὅμηρος· οἷον, Ἀλλ’ ἔτυμόν τοι ἦλθ’ Ὀδυσεύς. Παρὰ τὸ ἐτὸς, ὁ ἀληθὴς, (ὃ λέγεται καὶ ἐτὴ θηλυκῶς,)
5γίνεται, ὡς ἔλος ἔλυμος, τὸ σπέρμα τὸ ἐν ἕλεσι χαῖρον καὶ ὕδασιν. Τοῦτο κατὰ πλεονασμὸν γίνεται ἐτήτυμος. Ἐκ τοῦ ἔτος ἔτυμος, ὁ ὑπάρχων καὶ ἀληθὴς, ἐκ τούτου καὶ τοῦ λόγος γίνεται ἐτυμολογία,
οἱονεὶ ἀληθινολογία τὶς οὖσα.
10Ἐτύχθη: Κατεσκευάσθη, ἐγένετο, ἐποιήθη· ἀπὸ
10τοῦ τεύχω, κατ’ ἔλλειψιν τοῦ ε, ὡς καὶ τὸ, γυναικὸς ἄρ’ ἀντετέτυξο. Τουτέστιν, ἀντὶ γυναικὸς ἐγένου, ἐπίσης γυναικὸς τετίμησο. Ἰλιάδος θῆτα. Γράφεται καὶ ἀντι‐ τέτυξο.
15Εὖ: Σημαίνει τὸ ἰσχυρῶς καὶ καλῶς. Παρὰ τὸ
15ἐῢς, ἐΰ· καὶ ἐν συναιρέσει, εὖ, ὡς ἀπὸ τοῦ ταχὺς ἐπίρρημα ταχὺ, καὶ ὄνομα ταχὺ παιδίον· καὶ ἀπὸ τοῦ εὐρὺς, ἐπίρρημα εὐρὺ, καὶ ὄνομα εὐρύ. Ὤφειλε δὲ ὀξύνεσθαι· ὅτι ἡ βαρεῖα εἰς ὀξεῖαν, οὐκ εἰς περισπωμένην, μεθίσταται. Περισπᾶται δέ· ὅτι
20πᾶσα δίφθογγος τελικὴ εἰς Υ λήγουσα ..... Εὐαγγέλιον: Τὸ ἀγαθὰς ἀγγελίας δωρούμενον· εὐαγγέλιον δέ μοι ἔστω. Εὔαδε: Ἰλιάδος ξʹ, ἐπεὶ νύ τοι εὔαδεν εὐνή.
25Ἀντὶ τοῦ ἤρεσε. Παρὰ τὸ ἥδω, ὁ βʹ ἀόριστος,
25ἅδον, ἅδες, ἅδε· καὶ μετὰ τοῦ ΕΥ, εὔαδε. Ἢ ἔστιν ἧδον, ἧδες, ἧδε· κατὰ διάλυσιν, ἔαδε· καὶ πλεονασμῷ τοῦ υ, εὔαδεν. Εὐαής: Χώρῳ ἐν εὐαέϊ καὶ ἐϋτροχάλῳ ἐν ἀλωῇ.
30Εὐανέμῳ, εὖ πνέοντι· εὐτροχάλῳ δὲ, καλῶς κεκρα‐
30τημένῳ διὰ τὴν κόνιν· ἢ ὁμαλῷ, ὅπου τὶς εὐκόλως
30τροχάζει, ὅ ἐστι τρέχει. Εὐάζω: Τὸ βακχευτικὸν ἐπίρρημα καὶ ἐπί‐ φθεγμα, ὥς φησιν Εὐριπίδης, Εὐάζω ξένα μέλεσι βαρβάροις.
Παρὰ τὸ εὔϊος τὸ ἐντελὲς εὐϊάζω, ὡς ἄν τις εἴποι
35διονυσιάζω, ὡς ἥλιος, ἡλιάζω· βάκχιος, βακχιάζω· ἄντιος, ἀντιάζω· καὶ συγκοπῇ. Εὐάντητος: Ἡ Ῥέα· ἀνταίαν γὰρ αὐτὴν ἐκά‐ λουν, διὰ τὸ δυσάντητον εἶναι καὶ τοῖς ἀπαντῶσιν ἐν τοῖς ὄρεσι δυσχεραίνειν. Τὸ Νικαδίου ὑπόμνημα.
40Θεοφορουμένης, κατ’ εὐφημισμόν· δυσάντης γάρ
40ἐστι καὶ ὀργίλη τοῖς ἀντιάζουσιν ἐν τοῖς ὄρεσι. Τὸ Ἀρτίου. Σημαίνει δὲ καὶ τὸν εὐϊκέτευτον· ἀντέσθαι γὰρ τὸ ἱκετεῦσαι. Εὔαρχος: Οὕτως ἐκαλεῖτο ὁ Κύκνος διὰ τὸ ἐπι‐ τυχῶς καινίσαι τὸ δόρυ τοῦ Ἀχιλλέως. Καὶ γὰρ
45οἱ μετάβολοι, εὐφημιζόμενοι τοὺς πρώτους ὠνητὰς,
45εὐάρχους καλοῦσι. Φασὶ δὲ καὶ ποταμόν τινα παρὰ τὴν Σινώπην Εὔαρχον ὑπὸ τῶν Ἀργοναυτῶν προσηγο‐ ρεῦσθαι, ἀφ’ οὗ πρῶτον ἔπιον, ὥς φησιν Εὐφορίων, Ἥ οἱ Εὐάρχοιο φέρε κλέος ἀμφὶ ῥέεθρον. Εὐαρεστῶ: Ἐκ τοῦ εὖ καὶ τοῦ ἀρετῶ, πλεο‐

388

(50)

νασμῷ τοῦ ς· τοῦτο παρὰ τὸ ἀρετή· τοῦτο παρὰ τὸ ἐρῶ, ἐρατή· καὶ ὑπερβιβασμῷ, ἀρετή. Εὐβοϊκὸν νόμισμα: Ἐπειδὴ Φείδων ὁ Ἀρ‐
55γείων βασιλεὺς ἐν Εὐβοίᾳ χωρίῳ τοῦ Ἄργους πρῶ‐ τος ἔκοψε χρυσοῦν νόμισμα. Ὠνόμασται δὲ τὸ χωρίον ἀπὸ Εὐβοίας τροφοῦ τῆς Ἥρας.

389

Εὐβοΐδες: Τὰ καστάνια. Εὔβοια: Ἡ νῆσος ἡ καὶ Μάκρις καὶ Δολιχή. Ὅτι τῇ Ἴσιδι εἰς βοῦν μεταβληθείσῃ ἐκεῖσε πολλὰς βοτάνας ἡ γῆ ἀνεβλάστησεν· ἢ ὅτι εὔβοτός τε καὶ
5εὐθαλὴς ἡ νῆσος ἐστίν· ἢ ὅτι ἐν αὐτῇ βοῦς γενομένη καλλίστη διέτριψεν ἡ Ἰώ. Τὸ ἐθνικὸν, Εὐβοεὺς, καθ’ ὑφαίρεσιν τοῦ ι· τὰ γὰρ εἰς α λήγοντα φυ‐ λάττει τὴν παραλήγουσαν τοῦ πρωτοτύπου καὶ ἐν τοῖς εἰς ΕΥΣ· οἷον Ἐλλοπία, Ἐλλοπιεύς· Ὀρθωσία,
10Ὀρθωσιεύς. Οὕτως καὶ Εὔβοια Εὐβοιεὺς ὤφειλεν εἶναι· οἱ δὲ λέγοντες τὸ Εὐβοεῖς καὶ Φωκαεῖς σὺν τῷ ι ἁμαρτάνουσιν. Ἔοικε δὲ τὰ πολλὰ τοῖς τοι‐ ούτοις τὸ ι ἀποβάλλειν, ὡς Νύσσα, Νυσσαεύς· Νίκαια, Νικαεύς.
15Εὐβοΐς: Τὰ εἰς ΕΥΣ ἐθνικὰ, εἰ μὲν ἔχουσι προ‐
15ηγούμενον σύμφωνον, εἰς ΙΣ ποιοῦσι τὸ θηλυκόν· οἷον, Ἀλεξανδρεὺς, Ἀλεξανδρὶς γυνή· Ἀντιοχεὺς, Ἀν‐ τιοχὶς γυνή· εἰ δὲ φωνῆεν, εἰς ΑΣ, Ἰλιεὺς, Ἰλιάς. Οὕτως Ὦρος· ὁ δὲ γραμματικὸς Σωκράτης ἀντι‐ λέγει, ὅτι ἰδοὺ τὸ Εὐβοεὺς προηγούμενον ἔχει φω‐
20νῆεν, καὶ ἔστιν Εὐβοῒς γυνή. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι τὸ Ἰλιεὺς καὶ Πηλιεὺς, ἐπειδὴ τὸ ι ἔχει ἐν τῇ παραληγούσῃ, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον, ἐγένετο εἰς ΑΣ· τὸ δὲ Εὐβοεὺς, ἐπειδὴ οὐκ ἔχει τὸ ι, ἐγένετο
εἰς ΙΣ.
25Εὐβύριον: Τὸ εὔοικον, ὥς φησιν Εὐφορίων,
25 Ἄστυ κατ’ εὐβύριον. Εἴρηται ὅτι κατὰ τὴν Βαυρίαν, ἣ κατὰ Μεσαπίους σημαίνει τὴν οἰκίαν, ὥς φησι Κλέων ὁ ἐλεγειο‐ ποιός· Τοῦτο μὲν οὖν ῥέξαντες, ἀολλέες ἠγερέθοντο
30 βαυριόθεν βριαροὶ γοργοφόνοι νέποδες. Κατ’ ἔλλειψιν οὖν τοῦ α, τὸ βαύριον, βύριον· καὶ ἐν συνθέσει, εὐβύριον. Εὔδιος καὶ εὐδία: Ἡ τοῦ ἀέρος ἠρεμία, καὶ κυρίως ἀβροχία· παρὰ τὸ δεύω, τὸ βρέχω, δευΐα· καὶ
35κατὰ μετάθεσιν, εὐδία· ἢ ἀπὸ τοῦ εὕδω εὐδία· δοκεῖ
35γὰρ κοιμᾶσθαι ὁ ἀὴρ, ὥς φησιν Ὅμηρος,
35ὄφρ’ εὕδῃσι μένος βορέαο καὶ ἄλλων
35ζαχρειῶν ἀνέμων.
35Ἢ ὅτι ὁ Ζεὺς σημαίνει καὶ τὸν οὐρανόν· καὶ εὔδιος, ὁ αἴθριος. Ἢ εὐοδία τὶς ἐστὶ, χρήσιμος τοῖς ὁδοι‐ ποροῦσιν· ἢ σύνθετόν ἐστι τὸ εὔδιος παρὰ τὸ Δία, ἵν’ ᾖ ὁ εὐάερος· Δία γὰρ καὶ τὸν ἀέρα φησὶ Πλάτων ὁ κωμικός·
40Ἀὴρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία.
40 Εὐδείελον: Ἤτοι ἐπιφανῆ, εὖ πρὸς τὴν δείλην κείμενον. Εἰ δὲ σημαίνει τὴν εὔκρατον, δασύνεται ἀνάγκῃ. Ἕλη γάρ ἐστιν ἡ τοῦ ἡλίου αὐγή· ὅθεν καὶ εἰληθερεῖν, τὸ ἡλίῳ χρῆσθαι. Εὔδμητον:
45Ἐΰδμητον περὶ βωμόν.
45Τὸν καλῶς ᾠκοδομημένον. Ἐκ τοῦ δέμω, τὸ οἰκοδομῶ, κατὰ συγκοπὴν, δμῶ, δμήσω, δέδμητο, δμῆτο, δμη‐ τόν· καὶ ἐν συνθέσει, ὡς εὔνητος· Εὕδω: Τὸ καθεύδω· ὅθεν, Εὗδον παννύχιοι.

389

(50)

Ἀντὶ τοῦ ἐκάθευδον, ἐκοιμῶντο· ἀπὸ τοῦ ἕω, ὃ ση‐

389

(50)

μαίνει τὴν ἡμέραν· κυρίως γὰρ εὕδειν ἐστὶ, τὸ μέχρι τῆς ἡμέρας κοιμᾶσθαι, μέχρι τῆς ἕω. Τινὲς δὲ παρὰ τὸ ἕδος φασὶν, ὃ σημαίνει τὴν καθέδραν, ἐπεὶ ἑδραῖα τὰ τῶν κοιμωμένων σώματα. Γίνεται ἕδω· καὶ ἵνα μὴ συνεμπέσῃ τῷ ἐσθίω, πλεονασμῷ τοῦ υ
55γίνεται εὕδω.
55 Εὕδωνος: Ποταμὸς τῆς ποτὲ μὲν Δίας τε καὶ Ἐρύμνης καὶ Λαρίσης, νῦν δὲ Τράλλεων καλουμένης τῆς Ἀσίας· ὅτι Λάβρανδος καὶ Πανάμορος, καὶ

390

Πάλαξος, ἢ Σπάλαξος, οἱ Κούρητες, κατὰ χρησμὸν ἐπὶ τὴν Καρίαν ὁρμῶντες, νυκτὸς ἐπικαταλαβούσης, ἐπὶ ταῖς ὄχθαις αὐτοῦ κατεκοιμήθησαν. Παρὰ τὸ
εὑδῆσαι οὖν Εὕδωνον τὸν ποταμὸν ὠνόμασαν.
5 Εὐδοκῶ: Παρὰ τὸ εὖ μόριον καὶ τὸ δοκῶ· τὸ δὲ δοκῶ, παρὰ τὸ δέχω· ἅπερ γὰρ δέξεται ὁ νοῦς, ταῦτα καὶ δοκεῖ. Παρὰ τὸ εὐδοκῶ δὲ εὐδοκία, ἡ ἀρίστη καὶ καλλίστη τοῦ θεοῦ ἑκούσιος θέλησις· ὅθεν καὶ εὐδοκία κυρίου, παρὰ τὸ εὖ καὶ καλῶς δοκεῖν
10αὐτῷ· οἷον,
10 Προηγουμένως γὰρ θέλει ὁ θεὸς πάντας σωθῆναι· τοῦτο εὐδοκία. εὐδοκούμενος, ὁ συγκατατιθέμενος καὶ μὴ ἀντι‐ λέγων. Εὐδοκία σημαίνει τρία, τὴν πόλιν, καὶ ὄνομα κύριον, καὶ τὴν θέλησιν· ὡς τὸ,
15Ηὐδόκησας κύριε τὴν γῆν σοῦ.
15Ἀντὶ τοῦ ἠθέλησας.
15 Εὐεργής: Εὐεργέος εὐεργοῦς. Εὐεργέος ἔκπεσε δίφρου. Καλῶς καὶ ἐπιμελῶς κατεσκευασμένου. Εὐερκέος: Ἀσφαλῆ περίβολον ἐχούσης. Εὐ‐ ερκές. Καὶ εὐερκίας, εὐπρεποῦς ἀσφαλείας καὶ
20περιφράξεως.
20Εὐέρειος: Ὁ ἔχων καλὸν ἔριον· καὶ εὐέρεια.
20 Εὐεργεσία: Ἐκ τοῦ εὐεργέτης εὐεργετία, ὡς ἱκετία· καὶ τροπῇ Ἰωνικῇ τοῦ τ εἰς ς. Εὐεστώ: Ἡ εὐετηρία καὶ εὐθηνία. Παρὰ τὸ ἔτος εὐετὼ, καὶ εὐεστὼ, πλεονασμῷ τοῦ ς. Ἢ παρὰ τὸ εὖ εἶναι· καὶ γὰρ ἡ εὐηπέλεια τὸ συνώνυμον
25εἴρηται. Ἐν δὲ τῷ Ῥητορικῷ εὗρον σημαίνουσαν τὴν λέξιν, εὐσθένειαν, παρὰ τὸ εὖ ἑστάναι. Εὐετὴ δὲ, εὐθηνία, εὐνομία, εἰρήνη, τὸ καλῶς διοικεῖσθαι. Εὐέκτης: Ὁ πλούσιος· ἔστι δὲ ῥηματικὸν κατὰ σύνθεσιν, ἀπὸ τοῦ ἔχω, ἕκτης, ὡς ψάλλω, ψάλτης·
30τρώγω, τρώκτης· καὶ ἐν συνθέσει εὐέκτης. Εὔειλος: Ὁ εὐάερος τόπος· παρὰ τὸ εἴλη, ὃ σημαίνει τὴν θερμασίαν. Εὔεικτον: Εὐπειθὲς, ἢ καλῶς εἶκον. Ῥητορική. Εὐηγενέων:
35Τρώων εὐηγενέων.
35Ἢ τῶν εὐγενέων, πλεονασμῷ τοῦ η· ἢ τῶν εὖ ἀρχο‐ μένων, παρὰ τὸν ἡγὸν, ὃ σημαίνει τὸν ἡγεμόνα. Καὶ, Ἐξ εὐηγεσίης. Σημαίνει δὲ τὴν εὐδαιμονίαν· ἡγὸν γὰρ τὸν εὐδαίμονα λέγουσιν Ἴωνες. Δύναται δὲ καὶ ἐπὶ εὐαρχίας
40λαμβάνεσθαι, παρὰ τὸ ἡγεῖσθαι.
40 Εὐηπέλεια: Ἡ εὐετηρία καὶ εὐθηνία, καὶ τὸ εὖ εἶναι, ὥς φησι Καλλίμαχος, Ἔν τ’ εὐωπελία, φέρε δ’ ἀγρόθι νόστιμα πάντα. Εἴρηται δὲ παρὰ τὸ πέλειν ὠπέλης· καὶ ἐν συνθέσει, εὐωπέλεια· καὶ τροπῇ, εὐηπέλεια, ἐναντίον τῷ κακη‐
45πέλεια.
45 Εὐήθης: Λέγεται καὶ ὁ χρηστοήθης καὶ ὁ ἄνους καὶ βλάξ· καὶ εὔηθες, τὸ ἁπλοῦν καὶ ἀπόνηρον· τάττεται καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ. Εὐήθεια, μωρία, ἄνοια. Ὁ Θουκυδίδης ἐν τρίτῳ τὸ εὔηθες ἐπὶ τοῦ βελτίονος λαμβάνει· καὶ ὁ φιλόσοφος.

390

(50)

Εὐήρεια: Ἡ εὐπείθεια καὶ εὐχέρεια· ἀπὸ τῆς εἰρεσίας καὶ τοῦ εὖ. Ὡς οὖν εὐήνιος ὁ εὐχερὴς καὶ εὐπειθὴς, ἀπὸ τῶν ἵππων τῶν εὐχερῶς χαλιναγω‐ γουμένων, οὕτως εὐήρεια ἡ εὐπείθεια, παρὰ τὴν εἰρεσίαν.
55Εὐῆρες: Εὐάγωγον, ἐπιεικὲς, πρᾶον· ἀπὸ τῆς
55εἰρεσίας.
55 Εὐήνιον: Εὐπειθὲς, καλῶς ἡνιοχούμενον· καὶ εὔηνος, ὁ πρᾶος καὶ μέτριος, καὶ μὴ ταραχώδης· ἀπὸ μεταφορᾶς τῶν ἵππων. Καὶ εὐηνιώτατα, τὰ

391

εὖ ἔχοντα· ἀπὸ τῶν ἵππων, αἳ θέουσαι τὰ ἡνία ἄγουσιν. Εὐηνέμους: Εὐδιεινοὺς, καλοὺς, ἀχειμάστους. Ῥητορική.
5Εὐήκεα φάσγανα: Τὰ εὖ καὶ καλῶς ἠκονη‐
5μένα· ἡ εὐθεῖα, τὸ εὔηκες· παρὰ τὸ ἥκω ἥκης καὶ
5εὐήκης.
5 Εὐήνορα χαλκόν: Τὸν εὖ τοὺς ἄνδρας κο‐ σμοῦντα ἐν τῷ καθοπλίζειν. Ἢ εὐένορον, δι’ οὗ ἐστι καλῶς ἐνοπτρίσασθαι, ἢ καλὸν ἐν τῷ ὁρᾶσθαι. Ἐπὶ δὲ τοῦ ἀνδρείου, ὁ εὖ τῇ ἠνορέῃ χρώμενος, τουτέστι τῇ ἀνδρείᾳ.
10Εὐίλατος: Παρὰ τὸ εὖ μόριον καὶ τὸ ἱλατός·
10τοῦτο παρὰ τὸ ἵλημι, τὸ συγχωρῶ· ὁ μέλλων, ἱλάσω, ἵλακα, ἵλαμαι, ἵλαται, ἱλατὸς, καὶ εὐίλατος. Εὔϊος καὶ εὔσιος: Ὁ Διόνυσος· καὶ τὸ εἰς αὐτὸν ἐπίφθεγμα, Εὖσοι καὶ Εὖοἱ, κατὰ Λάκωνας· Δωρικῇ γὰρ διαλέκτῳ μεταγενεστέρᾳ κατ’ ἔνδειαν
15τοῦ ς φασὶ γεγενῆσθαι εὔϊος· καὶ Εὖοἱ καὶ Εὐάν. Ἔθος δὲ ἔχουσι Δωριέων τινές· ὡς γὰρ [οἱ] Ἀργεῖοι καὶ Λάκωνες καὶ Παμφύλιοι καὶ Ἐρετριεῖς καὶ Ὠρώπιοι, ἔνδειαν τοῦ ς ποιοῦντες, δασεῖαν χαράτ‐ τουσι τοῖς ἐπιφερομένοις φωνήεσιν, ὡς ἐπὶ τοῦ ποι‐
20ῆσαι ποἱῆαι· καὶ Βουσόα, Βούὁα· καὶ μουσικὰ, μωἱκά. Κέχρηται τούτῳ τῷ εἴδει τῆς δασείας καὶ Δέρκυλλος. Εὐθηνία: Παρὰ τὸ εὐθηνός· τοῦτο παρὰ τὸ εὖ μόριον, καὶ τὸ θύω, τὸ ὁρμῶ. Ἢ παρὰ τὸ θάλλω,
25θαλῶ, θαλία· καὶ κατὰ τροπὴν, θηνία καὶ εὐθηνία.
25 Εὐθήμονι: Εὐθήμονι μέλπεν ἀοιδῇ. Εὐποιήτῳ. Ἐκ τοῦ θεῖναι, τὸ ποιῆσαι. Καὶ Πίν‐ δαρος δι’ ὅλου θέσιν τὸ ποίημα λέγει. Εὐθημοσύνη: Τάξις. Παρὰ τὸ θῆμος, θημο‐
30σύνη, ὡς ἱπποσύνη, καὶ εὐθημοσύνη.
30 Εὔθικτον: Εὐαφὲς, εὐψηλάφητον· παρὰ τὸ θίγω. Εὐθεῖς: Ἡ εὐθεῖα εὐθής. Παρὰ τὸ εὖ μόριον καὶ τὸ τίθημι θήσω θὴς, καὶ εὐθὴς, ὁ καλῶς διακεί‐ μενος πρὸς πάντας. Ἢ ἐκ τοῦ θέω, τὸ τρέχω, εὐθὴς,
35ὁ καλῶς τρέχων. Τὸ θηλυκὸν, ἡ εὐθής· τὸ οὐδέτερον, τὸ εὐθές.
35 Εὐθύτης: Παρὰ τὸ τίθημι, θήσω, θὺς, καὶ εὐθύς. εὐθὺς καὶ εὐθὺ καὶ ὡς ὄνομα καὶ ὡς ἐπίρρημα εὑρίσκεται. Παρὰ τὸ εὖ καὶ τὸ θύω, τὸ ὁρμῶ· ὁ μέλλων, θύσω, θὺς, καὶ εὐθύς. Ἢ ἐκ τοῦ εὐθὴς, εὐθύς. Τὸ δὲ εὐθὺ σημαίνει τὸ καλῶς ὁρμῶ, τουτ‐
40έστιν ὀρθῶς· καὶ τὸ παραχρῆμα καὶ τὸ ταχύ. Ἐκ
40τοῦ εὐθὺς γίνεται εὐθύνω. Εὐθύωρον: Εὐθύωρον τὴν ἀναχώρησιν ἐποιήσαντο. Εὐθυτάτην, σύντομον· παρὰ τὸ εὐθὺ καὶ τὸ ὥρα· οἷον αὐτῇ τῇ ὥρᾳ.
45Εὐθυδικία: Ὅταν εἰσάγηταί τις κριθησόμενος
45περὶ ὧν μηδέπω γνῶσις ἐγένετο δικαστηρίου, τοῦτο εὐθυδικία καλεῖται. Περὶ ὧν γὰρ κεκρίσθαι τὶς φησὶ, περὶ τούτων παραγράφεσθαι ἐφεῖται. Ῥη‐ τορική. Εὐθύορον: Τόπος ἐπ’ εὐθείας ἔχων τὸν ὅρον.

391

(50)

Εὔθυνοι: Δικασταὶ, εὐθυνταί· οὓς ἡμεῖς λο‐

391

(50)

γιστὰς λέγομεν. Παρὰ τὸ εὐθύναι. Νόμων δω‐ δεκάτῳ, Διὸ δεῖ πάντας τοὺς εὐθύνους θαυμαστῶς πᾶσαν ἀρετὴν μετεῖναι. Εὐθύναι: Ὄνομα ἀρχῆς παρὰ Ἀθηναίοις· δέκα
55δὲ τὸν ἀριθμὸν ἦσαν· παρ’ οἷς ἐδίδοσαν οἱ πρεσβεύ‐
55σαντες, ἢ ἄρξαντες, ἢ διοικήσαντές τι τῶν δημοσίων, τὰς εὐθύνας. Καὶ πάλιν κυρίως εὐθύνη λέγεται, ἣν εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς

392

ἄρξαι τῆς πόλεως, ἢ πρεσβεῦσαι κακῶς· καὶ τὰ δικαστήρια μὲν οἱ δικασταὶ κληροῦσι, κατηγορεῖ δὲ ὁ βουλόμενος, καὶ τοῖς δικασταῖς δὲ ἐφεῖται τιμᾶ‐ σθαι τοῖς ἁλοῦσιν.
5 Εὐκαμία: Ἡσυχία, ἤτοι εὐφημία, Δωρικῶς Εἴρηται παρὰ τὸν κημὸν τὸν ἐν τῷ στόματι τῶν
ἵππων ἐμβαλλόμενον, εὐκαμία. Εὔκηλος: Ὁ ἥσυχος. Παρὰ τὸ εἴκω, τὸ ὑπο‐ χωρῶ, ἕκηλος, καὶ πλεονασμῷ τοῦ υ· ἢ εἴκηλος, καὶ
10τροπῇ τοῦ ι, εὔκηλος. Ὁ γὰρ ὑποχωρῶν ἡσυ‐ χάζει. Εὔκηλον: Εὔσχιστον, εὔκαυστον. Ἐξανθρακώσας πυθμέν’ εὔκηλον δρυός. Οὕτως εἴρηται εἰς τὸ Ῥητορικόν.
15Εὐκηλήτειρα: Εἰς τὸ ἀλεξιάρη.
15Εὔκλεια: Ὡς εὐγενὴς εὐγένεια, οὕτως εὐκλεὴς
15εὐκλέεια, καὶ ἐνδέεια· καὶ κράσει, εὔκλεια καὶ ἔνδεια· φασὶ γὰρ ἐπιφερομένου φωνήεντος, καὶ οὐ συμφώνου. Ὅπου γὰρ φωνῆεν ἐστὶ, καὶ κρᾶσις· ὅπου δὲ σύμ‐ φωνον, συγκοπή. Ἡρωδιανὸς περὶ Παθῶν. Εὐκλείας:
20 Δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλείας ἀφικέσθαι, Ἰλιάδος κʹ, ἀντὶ τοῦ εἰς τοὐπίσω εὐκλείας ἀφικέ‐ σθαι, ἀντὶ τοῦ εὐκλεεῖς καὶ ἐνδόξους ἡμᾶς ὑπο‐ στρέψαι. Ὁ εὐκλεής· καὶ ἡ αἰτιατικὴ τῶν πλη‐ θυντικῶν, τοὺς εὐκλεέας· καὶ κατὰ συναίρεσιν, εὐ‐
25κλείας· ἢ ἀπὸ τοῦ εὐκλέας, ἐπενθέσει τοῦ ι.
25 Εὐκόμιστος: Ἐπιμελείας εὖ τετυχηκώς· ΚΟ‐ μιδὴ γὰρ, ἡ ἐπιμέλεια. Εὐκολίνη: Ἡ Ἑκάτη λέγεται παρὰ Καλλι‐ μάχῳ, κατὰ ἀντίφρασιν, ἡ μὴ οὖσα εὔκολος. Εὐκράς: Ἀντὶ τοῦ εὔκρατος. Ῥητορική.
30 Εὐκρινής: Συνήθως μὲν ὁ ἐξ ἀρρωστίας ἀνα‐ λαμβάνων καὶ ὑγιάνας, διὰ τὸ εὖ κεκρίσθαι· Ἀτ‐ τικοὶ δὲ ἐπὶ τοῦ νεκροῦ τιθέασιν· ἴσως κατὰ ἀντί‐ φρασιν. Σημαίνει δὲ καὶ τὸν εὐχερῆ. Εὐκτά: Εὐχῆς ἄξια. Ἐκ τοῦ εὔχω, ηὖχα,
35ηὖγμαι ηὖκται, εὐκτά. Εὐκτήριον: Παρὰ τὸ εὐχῆς εἶναι οἰκητήριον. Εὔκτιτον: Ἐκ τοῦ κτίζω. κατ’ ἔνδειαν τοῦ ς· εὔκτιστον γάρ. Ἢ ἐκ τοῦ κτίω· ἐξ οὗ καὶ πρωτό‐ κτιστος· καὶ
40ἐϋκτίμενον πτολίεθρον.
40 Εὐλαβής: Ὁ εὖ τῶν πραγμάτων ἐπιλαμβανό‐ μενος, καὶ ὁ εὖ προσλαμβάνων τὸ μέλλον· οἷον, εὐ‐ λαβὴς μάχαιρα, καὶ εὐλαβὴς λίθος. Ὅθεν δυ‐
44σχερὴς, ὁ δύσληπτος, ἀπὸ τῶν χειρῶν. Τινὲς δὲ
45τὸν δειλὸν καὶ δείλαιον. Γίνεται παρὰ τὸ λήβω,
45ἔλαβον, εὐλαβὴς, ὡς παρὰ τὸ πήσσω ἔπαγον παγὴς, καὶ πρωτοπαγής.
Εὐλαί: Αἱ σκώληκες. Παρὰ τὸ εἰλῶ εἰλαὶ, αἱ εἰλούμεναι, καὶ εὐλαὶ, ὡς χαίνω, χαῦνος. Ἢ παρὰ τὸν αὐλὸν, ὃ σημαίνει τὸ ἐπίμηκες, αὐλαὶ καὶ εὐλαί.

392

(50)

Τὰ εἰς ΛΗ λήγοντα θηλυκὰ διφθόγγῳ παραληγόμενα,

392

(50)

εἰ μὴ ἔχει ἔννοιαν συνθέτου, ὡς τὸ δείλη, ὀξύνεται· τὸ μέντοι οὔλη βαρύνεται πρὸς ἀντιδιαστολὴν τοῦ οὐλὴ μονογενοῦς. Εὐλογία: Παρὰ τὸ εὐλογῶ· τοῦτο παρὰ τὸ εὖ καὶ τὸ λόγος· τὸ δὲ εὖ, παρὰ τὸ ἐῢς, ὃ σημαίνει τὸν
55ἀγαθόν· οὐδέτερον, τὸ ἐῢ, καὶ κράσει εὖ. Τὰ ἀπὸ
55τῶν εἰς ω περισπωμένων διὰ τοῦ ΙΑ γινόμενα θηλυκὰ διὰ τοῦ ι γράφεται· οἷον εὐδοκῶ, εὐδοκία· εὐλογῶ, εὐλογία· μαρτυρῶ, μαρτυρία.

393

Εὔληρα: Οὐδετέρως, τὰ ἡνία, τοὺς ἱμάντας· ἔστι δὲ τῶν ἅπαξ εἰρημένων. Παρὰ τὸ εἰλῶ, εἴ‐ ληρα, καὶ εὔληρα κατὰ τροπὴν, τὰ εἰλοῦντα καὶ συνέχοντα τὰ ὑποζύγια. Παρὰ δὲ Ἐπιχάρμῳ
5αὔληρα εἴρηται, παρὰ τὸν αὐλόν· ἵν’ ᾖ τὰ ἐπιμήκη. Εὐληνής: Παρὰ τὸ λῆνος οὐδετέρως. Τὰ δὲ ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων εἰς ΗΣ γινόμενα σύνθετα ὀνόματα τῷ η παραληγόμενα, εἰ μὴ ἔχει τὸ ν, βαρύνεται· ὅθεν τὸ εὐληνὴς ὀξύνεται.
10 Εὐμαρής: Εὔκολος, εὐχερὴς, εὔληπτος, καὶ δῆλος. Παρὰ τὸ μαίρω, τὸ λάμπω, γίνεται μαρῶ μαρὴς, καὶ εὐμαρὴς, ὁ μὴ ὑπὸ σκότει κείμενος, ὁ λαμπρὸς, κατὰ μετάληψιν. Εὐμαρίς εὐμαρίδος, εἶδος ὑποδήματος, διὰ τὸ
15εὐμαρῶς (ὅ ἐστιν εὐχερῶς) βαδίζειν τοὺς ὑποδεδε‐ μένους. Εὐριπίδης, βαρβάροις ἐν εὐμαρίσιν. Εὔμαιος: Κύριον· ἀπὸ τῆς πρὸς τὸν δεσπότην
20εὐμενείας· καὶ Φιλοίτιος, ἀπὸ τῆς πρὸς αὐτὸν φιλίας· Ὀδυσσέως δοῦλος. Εὐμενής: Ὁ εὖ τισὶ κατὰ ψυχὴν διακείμενος· ὅπέρ ἐστι μένος· ἀντίκειται αὐτῷ τὸ δυσμενής. Ἐϋμελίω: Εὐμελίας, εὖ περὶ τὴν μελίαν ἠσκη‐
25μένος, πολεμικός· ἢ καλῶς τῇ μελίᾳ χρώμενος· μελία δέ ἐστιν εἶδος δένδρου, ἐξ οὗ τὰ δόρατα ποι‐ οῦσι τὰ πολεμικά. Ὁ εὐμελίας τοῦ εὐμελίου. Εἰς τὸ ἄσιος. Εὐμολπίδαι: Γένος Ἀθήνῃσιν, ἀπὸ Εὐμόλπου
30τοῦ Θρᾳκὸς, ὃς καὶ τὴν μύησιν εὗρεν. Ἢ ἀπὸ τοῦ
30Μουσαίου· ὃς ἦν ἀπὸ βʹ πέμπτος. Εὐνείκη ῥοδόπηχυς: Ὄνομα Νηρηΐδος· οὐ παρὰ τὸ νίκη, ἀλλὰ παρὰ τὸ ἐνείκω, τὸ κομίζω, ὡς τὸ, μελιηδέα οἶνον ἐνείκω.
35Εὐνείκη οὖν, ἡ τὰ καλὰ κομίζουσα, ἢ ἡ ἀβαρὴς, ἣν
35οἷόντε καλῶς ἐνεγκεῖν.
35 Εὐνεῖδαι: Γένος Ἀθήνῃσι μουσικόν· ἀπὸ Εὐ‐ νέως τοῦ Ἰάσονος καὶ Ὑψιπύλης. Γράφεται διὰ τῆς ΕΙ διφθόγγου, ὡς ἀπὸ τῶν εἰς ΕΥΣ. Εὖνις: Σημαίνει τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ὁ εὖνις, καὶ ἡ εὖνις. Σημαίνει δὲ καὶ τὸν μεμονωμένον
40καὶ ἐστερημένον, ὡς τὸ, Ὅς μ’ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε. Παρὰ τὸ εἷς ἑνὸς γίνεται ἕνις καὶ εὖνις. Ὅτε δὲ σημαίνει τὸν ἄνδρα καὶ τὴν γυναῖκα, γίνεται παρὰ τὸ εὐνὴ, εὖνις.
45Εὐναῖος: Ἐγκεκρυμμένος. Σοφοκλῆς Δόλοψιν,
45Εὐναῖος εἴη δραπέτιν στέγην ἔχων.
45 Εὐνάς: Ἐκ δ’ εὐνὰς ἔβαλον, Ἰλιάδος αʹ. Τὰς ἀγκύρας νῦν λέγει, τὰ σίδηρα, παρὰ τὸ εὐνάζειν τὴν ναῦν χαλώμενα εἰς τὸ ὕδωρ, καὶ ποιεῖν ἵστασθαι τὴν ναῦν ἐν ἡσυχίᾳ, ὅπερ ἡμῖν

393

(50)

ἐν τῇ εὐνῇ (ὅ ἐστι τῇ κοίτῃ) συμβαίνει· καὶ,

393

(50)

Εὐναίας τ’ ἐβάλοντο,

393

(50)

ὁμοίως.

393

(50)

Εὐνή: Ἡ κοίτη. Παρὰ τὸ εὕδω εὐδίνη· καὶ συγκοπῇ, εὐνὴ, ἐφ’ ᾗ καθεύδομεν. Ἢ παρὰ τὸ νῶ, τὸ σωρεύω, καὶ τὸ εὖ, γίνεται εὐνὴ, οἱονεὶ τὰ καλῶς νενησμένα καὶ σεσωρευμένα στρώματα, παρὰ τὸ εὖ σεσωρεῦσθαι ταῦτα ἐν τῇ κοίτῃ. Ἡ δὲ λέξις παρὰ
55τῷ ποιητῇ τρία σημαίνει, τὴν κοίτην, ὡς ὅταν λέγῃ, Εὐνῇ ἐνὶ μαλακῇ· καὶ, φιλότητι καὶ εὐνῇ. Τὴν ἄγκυραν, ὡς τὸ,
60 Ἐκ δ’ εὐνὰς ἔβαλον· καὶ,

394

Ὕψι δ’ ἐπ’ εὐνάων ὁρμήσομεν, Ἰλιάδος ξʹ· καὶ τὴν διατριβὴν, ὡς τὸ, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. Εὔνοστος: Θεὸς ἐπιμύλιος, ἡ δοκοῦσα ἐφορᾶν
5τὸ μέτρον τῶν ἀλεύρων.
5 Εὐνοέστατον: Δέον εὐνοώτατον. Ῥητέον ὅτι ἔθος ἐστὶν Ἰάδι διαλέκτῳ οὕτω τὰ τοιαῦτα ποιεῖν, ὥσπερ ἀφθονώτερον καὶ ἀφθονέστατον· τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ διὰ τοῦ ΕΣ προφέρουσιν· οἷον δικαιέστερος, ἀντὶ τοῦ δικαιότερος, καὶ τὰ τοιαῦτα.
10Πᾶν ὄνομα εἰς ΟΥΣ λῆγον τὸ παρακείμενον συγκριτικόν τε καὶ ὑπερθετικὸν προσθέσει τοῦ ΤΟΣ ἀποτελεῖ· οἷον ἁπλούστατος, εὐχρούστατος. Ζητεῖται δὲ, τί δή‐ ποτε εὔνους ἐστὶ τὸ ἁπλοῦν, καὶ τὸ συγκριτικὸν εὐνοώτερος, τὸ δὲ συνῃρημένον σχηματίζεται εὐνού‐
15στερος, καὶ οὐχὶ εὐνούτερος; Ῥητέον ὅτι ὅσα μὲν
15τῶν πρωτοτύπων βραχυκαταληκτεῖ, ταῦτα οὐκ ἔχει σύμφωνον ἐν τῷ συγκριτικῷ καὶ ὑπερθετικῷ· οἷον ταχὺς, ταχύτερος καὶ ταχύτατος· ὅσα δὲ μακρο‐ καταληκτεῖ, ταῦτα μετὰ συμφώνου ἐν τοῖς συγκρι‐ τικοῖς ἐκφέρονται καὶ ὑπερθετικοῖς· οἷον εὐγενὴς,
20εὐγενέστερος, εὐγενέστατος· καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως. Τὸ δὲ εὐνούστατος, ὅτε μὲν ἐστὶν ἀπὸ τοῦ εὔνοος, δεῖ εἶναι εὐνοώτερος· ὅτε δὲ ἀπὸ τοῦ εὔνους, εὐνούστερος. Ἰστέον ὅτι τὰ μετὰ συμφώνου γινόμενα ἐν τοῖς συγκριτικοῖς βραχύνεται κατὰ τὰ
25φωνήεντα, οἷον σωφρονέστερον, ὑγιέστερον. Τὸ οὖν
25εὐνούστερον, ἢ περισσὸν οἰητέον ἔχειν τὸ ς, ἢ ὀφείλει
βραχύνεσθαι κατὰ τὴν τρίτην ἀπὸ τέλους. Ὥστε τὸ μὲν εὐνούστερος ἡμάρτηται, ὑγιῶς δὲ ἔχει τὸ εὐνοώτερος. Φιλόξενος. Εὐνοῦχος: Σπάδων, τομίας· ἀπὸ τοῦ τὴν εὐνὴν
30ἔχειν καὶ ἐπιμελεῖσθαι καὶ φυλάσσειν. Τινὲς δέ
30φασι παρὰ τὸ εὖ τοῦ νοῦ ἔχειν καὶ ἀπηλλάχθαι τῶν ἀφροδισίων· οἱ γὰρ ἀρχαῖοι τὰ ἀφροδίσια ἀνόητα ἐκάλουν, ὡς παρὰ Ἀριστοφάνῃ, Ὕπνου τε ἀπέχεσθαι καὶ τῶν ἀνοήτων πάντων. Εὐξαντίδος:
35Γενεῆς Εὐξαντίδος.
35Εὐξάντιος· τὸ πατρωνυμικὸν, Εὐξαντιάδης, τὸ θη‐ λυκὸν, Εὐξαντιὰς Εὐξαντιάδος. Ἆρον τὸ ἄλφα, καὶ γίνεται Εὐξαντὶς Εὐξαντίδος. Ἡρωδιανὸς περὶ Παθῶν. Εὔξεινος: Ὁ πόντος. Οὗτος τὸ πρῶτον
40ἄξεινος ἐκαλεῖτο διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι, καὶ
40μηδένα ἐκεῖ παραβάλλειν τῶν ξένων. Εὔξεινος δὲ ἐκλήθη νῦν κατὰ ἀντίφρασιν· ὅτι Ἡρακλῆς ἐκβαλὼν ἐκεῖθεν τοὺς λῃστὰς, φιλοξένους κατῴκισεν. Εὔξοον: Ἐΰξου δουρὸς ἀκωκή.
45Ἀπὸ τοῦ ἐΰξοος ἐΰξους, ὡς εὔνοος εὔνους· καὶ ἐΰξου
45καὶ εὔνου. Ἐκ τοῦ ξέω, μετὰ τοῦ ΕΥ, ἐΰξοος· ἐΰξοον, τὸ καλῶς ἐξεσμένον καὶ κατεσκευασμένον. Διατί ἀναβιβάζει τὸν τόνον; Τὰ εἰς ΟΣ ὀνόματα ἔχοντα τὸ εὖ μόριον κατ’ ἀρχὴν, ἅπαντα προπαροξύ‐ νονται, χωρὶς τῶν παρὰ τὸ ἔργον συγκειμένων, ὡς τὸ

394

(50)

εὐεργὸς γυνή.
52 Εὐπαλές: Ῥᾴδιον καὶ εὐχερές· ἀπὸ μεταφορᾶς τῶν παλαιόντων, καὶ εὐχερῶς ὑπεικόντων τοῖς ἀντα‐ γωνισταῖς. Τὸ γοῦν δυσχερὲς, δυσπαλὲς ἔλεγον.
55Ἢ εὐπαλὲς, τὸ εὐμεταχείριστον, ἀπὸ τῆς παλάμης· ἢ ἀπὸ τῆς τῶν δοράτων πάλσεως. Καὶ γὰρ εὐλαβὲς φαμὲν ἀπὸ τῶν ῥᾳδίως λαβόντων.

395

Εὐπαλέας: Εὐχερεῖς· ἀπὸ μεταφορᾶς τῶν εὐ‐ παλαίστων ἀνδρῶν· τούτοις γὰρ εὐχερεῖς δοκοῦσιν οἱ ἀγῶνες. Εὐπατέρεια: Εὐγενὴς, καλὸν πατέρα ἔχουσα.
5Εὐπινής: Εὐειδής· πίνος γὰρ τὸ εἶδος.
5 Εὐπυρίδαι: Δῆμος Ἀθηναίων· ὅτι ἐν Ἀθήναις πρῶτον τὸ πῦρ εὑρῆσθαι φασὶ, κατὰ τὸν δῆμον τοῦ‐ τον τῆς ἐκλάμψεως αὐτοῦ γενομένης. Εὔπρυμνοι: Καλὰς πρύμνας ἔχουσαι· πρύμνα γὰρ τὰ ὄπισθεν μέρη τῶν νεῶν.
11 Ἐϋπλίσσοντο: Καλῶς ἐβάδιζον καὶ διέβαινον· πλίσσεσθαι γὰρ τὸ βάδην διαβαίνειν· καὶ πλίγμα, τὸ διάστημα τῶν ποδῶν. Σοφοκλῆς Τριπτολέμῳ, Δράκοντα δ’ αἶρον ἀμφιπλὶξ εἰληφότε.
15Περιβάδην. Ἀριστοφάνης [ἀν]απεπλίξατο Ἀ‐
χαρνεῦσιν. Εὐράξ: Ἐκ πλαγίου· Στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθών. Ἀντὶ τοῦ εἰς πλάγιον. Παρὰ τὸ εὖρος, ὡς μόνος
20μοῦνος καὶ μουνάξ. Ἢ παρὰ τὸ πλευρὸν, πλευράξ·
20καὶ ἀφαιρέσει, εὐράξ· ἀφ’ οὗ καὶ εὖρος, οἱονεὶ πλευρὸς
20ὤν. Ἐκ δὲ τούτου καὶ πλάτος εἴρηται τὸ πλάγιον,
20ὡς πρὸς τὸ ὀρθὸν μῆκος. Εὐράχαντες: Ἥκοντες· ῥαχίας γὰρ ἐκάλουν τοὺς τραχεῖς καὶ παρήκοντας τόπους. Εὔριζος: Παρὰ τὸ εὖ καὶ τὸ ῥίζα γίνεται ὄνομα ὁ εὔριζος, ἡ εὔριζος, τὸ εὔριζον.
25 Εὔριπος: Παρὰ τὸ ῥιπίζω, οἱονεὶ ὁ εὐχερῶς ῥι‐ πιζόμενος· ἢ παρὰ τὸ εὐρὺ, κατὰ ἀντίφρασιν, ὁ μὴ ὢν πλατύς· πέλαγος γάρ ἐστι στενὸν ὁ Εὔριπος μεταξὺ τῆς (Ἀττικῆς καὶ) Εὐβοίας· ὅπερ ἑπτάκις καθ’ ἡμέραν ἐναλλάττει τὴν ἰδίαν κίνησιν, καὶ πάντως
30ἐναντίως τῇ κινήσει τοῦ ἀνέμου κινεῖται. Ἐκεῖσε δὲ ἐτελεύτησεν ὁ Ἀριστοτέλης ὀλιγοψυχήσας, μὴ εὑρηκὼς τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως. Εὐριπίδης: Ἀπὸ τοῦ Εὐρίπου. Καὶ γὰρ ἐν Εὐρίπῳ φασὶ γεννηθῆναι αὐτόν. Εὔριπος Εὐριπίδης.
35Εὔρις κύων: Τὰ εἰς ΙΝ δικατάληκτα ἁπλᾶ
35ὀξύνονται, ῥὶν καὶ ῥίς· εἰ δὲ σύνθετα, παροξύνονται· οἷον εὔριν, καμπυλόριν. Εὐρίνων κυνῶν καὶ σκυλάκων. Ἀπὸ τῆς ῥινὸς, ἤτοι τῶν τὴν ὄσφρησιν ἐχόντων ὀξυτάτην· κυρίως διὰ τὸ ταῖς ῥισὶν ἰχνοποιεῖν τὰ θηρία· διὸ καὶ
40παρατηροῦσιν οἱ κυνηγοὶ πρὸ ἡμέρας ἐξάγειν τοὺς
40κύνας, ἵνα, πρὶν ἥλιον ἀνατεῖλαι, εὐχερῶς ἰχνηλατῶσι ταῖς ῥισί. Καὶ Ξενοφῶν ἐν τῷ Κυνηγετικῷ κελεύει κύνας ἐκλέγεσθαι εὔρινας, ἵνα ὀσφραίνωνται τοὺς λαγωούς. Καὶ Νίκανδρος, Ἄρτεμις εὐρίνων ἐσμὸν ἄγει (σκυλάκων).
45Ἀπολλώνιος.
45εὔπλοος εὐπλόου· καὶ εὔπλους εὔπλου. Τὰ
45σύνθετα γὰρ τὴν τῶν ἁπλῶν φυλάσσει κλίσιν. Δεῖ προσθεῖναι, φυλαττομένου τοῦ αὐτοῦ γένους· διὰ τὸ πόλις πόλεως θηλυκόν· εὔπολις δὲ εὐπόλιδος, ἀρσε‐ νικόν. Φυλαττομένης δὲ τῆς αὐτῆς καταλήξεως, διὰ τὸ τύχη τύχης, εὐτυχὴς, εὐτυχοῦς δέ.

395

(50)

Εὐπατρίδαι ἐκαλοῦντο οἱ αὐτὸ τὸ ἄστυ οἰ‐ κοῦντες, καὶ μετέχοντες βασιλικοῦ γένους, τὴν τῶν ἱερῶν ἐπιμέλειαν ποιούμενοι· γεωργοὶ δὲ, οἱ τῆς ἄλλης χώρας οἰκήτορες· ἐπιγεώμοροι δὲ, τὸ τεχ‐ νικὸν ἔθνος.
55Ἐΰρρηνός τε καὶ εὔβοτος: Ὁ καλλιπρόβατος.
55Ἐκ τοῦ ῥὴν ῥηνὸς, ἐΰρρηνος, πλεονασμῷ τοῦ ρ· πολύρρινος δὲ, ὁ πολύδερμος· καὶ, Πολύρρινον νώμα σάκαιον ἔγχος.
Τὸ ἐκ πολλῶν βυρσῶν κατεσκευασμένον.

396

ἐυρείτης ἄνεμος, παρὰ τὸ εὐρὺ καὶ σφοδρὸν τῆς πνοῆς· ἢ ὁ ἀπὸ τῆς ἕω ῥέων· ἀνατολικὸς γάρ. Παρὰ τὸ ῥέω ῥεΐτης, καὶ ῥείτης κατὰ συναίρεσιν· ἐξ οὗ εὐρείτης καὶ βαθυρείτης.
5 Εὐρρεῖος ποταμοῦ: Τοῦ καλῶς ῥέοντος. Παρὰ τὸ ῥέω γίνεται ῥεεύς· καὶ εὐρρεεὺς εὐρρεέος· καὶ κράσει τῶν δύο ΕΕ εἰς τὴν ΕΙ δίφθογγον, ἐϋρρεῖος. Εὖρος: Ἀπηλιώτης ἄνεμος· καὶ τὸ πλάτος, καὶ ὁ ῥοῦς τοῦ πυρός. Ὁ ἄνεμος,
10Ὡς δ’ εὖρός τε νότος τε.
10Παρὰ τὸ εὖρος, τὸ πλάτος, ἵν’ ᾖ ὁ πλατὺς καὶ ἐπί‐ πλατος πνέων. Ἢ εὖρός τις ὤν· ἐπεὶ ἱδρωτοποιὸς διὰ θερμότητα. Ἢ ὁ ἀπὸ τῆς ἕω ῥέων, ἀνατολικός· ὁ γὰρ ἐναντίος αὐτῷ δυτικός· ζέφυρος δὲ, ὁ ἐκ τοῦ ζόφου ῥέων. Ἢ παρὰ τὴν αὖραν, τὴν πνοήν. Εὖρος
15οὐδετέρως, τὸ σημαντικὸν τοῦ πλάτους· δι’ οὗ ἐστιν εὖ ῥεῖν καὶ φέρεσθαι. Ἢ παρὰ τὸ ἕω, τὸ πορευόμενον εἰς πλάτος. Εὐρύς: Ὁ πλατὺς, παρώνυμον· παρὰ τὸ εὖρος εὐρὺς, ὡς θράσος, θρασύς· κότος, κοτύς· ἵππος,
20ἱππύς. Καὶ εὐρὺ, τὸ πλατύ· παρὰ τὸ εὕδω, οὗ ἐστι
20κοιμηθῆναι· πλάτους γὰρ χρῄζει, διὰ τὸ περιστρέ‐ φεσθαι, ὁ κοιμώμενος. Ἢ παρὰ τὸ εὖ μόριον, καὶ τὸ ῥούω, τὸ ὁρμῶ. Εὐρυάγυιαν: Πλατυάμφοδον, μεγάλην· ἀγυιαὶ γὰρ τὰ ἄμφοδα.
25Εὐρυοδεία: Παροξυτόνως, ἡ μεγάλη.
25 Ἀπὸ χθονὸς εὐρυοδείης. Μέγα τὸ ἕδος ἐχούσης, ὅ ἐστιν ἕδρασμα. Ἔστι δὲ ἐπίθετον τῆς γῆς. Εὐρυκόωσα: Ἡ μέγα χάσμα ἔχουσα· παρὰ τὸ εὐρὺ καὶ τὸ κόον· ἡ μεγάλη καὶ πλατεῖα· κόον γὰρ
30λέγουσι τὸ μέγα οἱ Λάκωνες. Εὐφορίων,
30 Ὅσσους εὐρυκόωσα Τυφάονι κύσσατο Κητώ. Εὐρυνόμη: Ἡ θεὰ ἡ τῶν Χαρίτων μήτηρ· παρὰ τὸ εὐρέως καὶ μεγάλως νέμειν αὐτὴν καὶ διδόναι· διὰ τοῦτο γὰρ καὶ θυγατέρα Ὠκεανοῦ καὶ μητέρα Χαρί‐ των φασίν.
35 Εὐρύπυλος: Ὄνομα κύριον· ἀπὸ τοῦ εὐρὺς καὶ τοῦ πύλη. Τὰ δὲ εἰς ΥΣ ὀξύτονα συντιθέμενα ἀπο‐ βάλλει τὸ ς· οἷον, ὠκὺς, ὠκύμορος· ταχὺς, ταχυθά‐ νατος. Σεσημείωται τὸ Πολύμνια, ἀπὸ τοῦ Πολυ‐ ΰμνια, ἀποβάλλον τὸ υ. Καὶ τὰ εἰς η λήγοντα
40θηλυκὰ ἐν τῇ συνθέσει ἢ φυλάττει τὸ τέλος, ὡς Ἀνδρομάχη· ἢ τρέπει εἰς ΟΣ, ὡς φωνὴ, εὔφωνος· ἢ εἰς ΟΝ, ὡς τρίπυλον· ἢ προσλαμβάνει τὸ ς, ὡς μισογύνης. Εὐρύαλος: Ἰστέον ὅτι αἱ συνθέσεις πολλάκις
45φυλάσσουσι τὸ πνεῦμα τῶν ἁπλῶν· οἷον, ἵστημι,
45ἐφίστημι· Ῥωμαῖος, φιλορωμαῖος. Πρόσκειται, “πολλάκις·” διὰ τὸ εὐρύαλος· τοῦτο γὰρ, ὅτε μέν ἐστιν ἐπιθετικὸν, καὶ σημαίνει τὸν πλατυθάλασσον
τόπον, δασύνεται κατὰ τὴν δευτέραν ἀπὸ τέλους συλ‐ λαβὴν τῶν ἁπλῶν· ὅτε δέ ἐστι κύριον, ψιλοῦται.

396

(50)

Ζήτει εἰς τὸ ὠκύς.

396

(50)

Εὐρυμέτωπος: Ὁ μεγαλομέτωπος. Εὐρυτίων: Ὄνομα κύριον. Παρὰ τὸ εὐρὺς Εὔ‐ ρυτος Εὐρυτίων· ἵν’ ᾖ ὁ μέγας· ὡς αἰπὺς, Αἰπύτης. Εὐρύοψ: Ὁ μεγαλόφωνος. Εὐρύοπα Κρονίδην.
55Ψιλοῦται. Ἤτοι μεγαλόφθαλμον, παρὰ τοὺς ὦπας· ἢ μεγαλόφωνον, παρὰ τὴν ὄπα, ὅ ἐστι φωνήν. Εἰ μὲν μεγαλόφθαλμον, τὸν μεγάλως τὰ πάντα ἐφο‐ ρῶντα, διὰ τὸ προνοητικόν· εἰ δὲ μεγαλόφωνον, τῷ

397

βροντοποιὸν εἶναι τὸν θεὸν τοῦτον, ὡς ἐριβρεμέτην. Εὐρύοπα ζεύς: Ὡς Ἑρμείας ἀκάκητα. Ζήτει εἰς τὸ ἀκών. Εὐρυσθενές: Ὦ μεγάλην δύναμιν ἔχων, μεγα‐
5λοσθενές.
5Εὐρυφυές: Ὄνομα παρὰ τὸ εὐρὺ καὶ τὸ φύω· ἐξ
5οὗ φυὰ τὸ φυτόν. Εὐρυμίδης: Ὁ ποιητὴς, Τήλεμος. Παρὰ τὸ εὖρος Εὔρυμος, ὡς σκόλος, σκόλυμος· καὶ πατρωνυ‐ μικὸν, Εὐρυμίδης. Εὐρυάδης: Εἷς τῶν μνηστήρων. Παρὰ τὸ εὐρὺς
10πατρωνυμικῷ τύπῳ, Εὐρυάδης. Εὐρυμνάσαι: Ἐρευνῆσαι. Εὐρυπῴδης: Ἔστιν Εὐρύπων Εὐρύποντος Εὐ‐ ρυποντίδης· καὶ κατὰ συγκοπὴν, Εὐρυποΐδης· καὶ κατὰ συναίρεσιν τοῦ ο καὶ ι, καὶ ἐκτάσει πάλιν τοῦ
15ο εἰς ω, Εὐρυπῴδης. Ἢ καὶ τὰ εἰς ΔΗΣ πατρωνυ‐ μικὰ πρὸ τοῦ δ, ἢ τὸ ι ἔχει, ἢ τὸ α· οἷον Πηλείδης, Ἀλκιβιάδης· οὕτως οὖν καὶ Εὐρυπῴδης τῷ ι παραλήγεται. Λέγει δὲ ὁ Ὦρος, ὅτι εἰσὶ τινὰ δύο ἀντιπεπονθότως ἔχοντα. Ἔστι γὰρ Λεὼς καὶ Εὐ‐
20ρύπων. Καὶ τὸ μὲν Λεὼς εἰς ς λῆγον ἐποίησε τὸ
20Λεῶνις φυλὴ, ὡς ἵνα εἰς ΩΝ ἔληγεν, ὥσπερ Θέων, Θεῶνις. Τὸ δὲ Εὐρύπων ὤφειλεν εἶναι Εὐρυποντί‐ δης, ὥσπερ Λέων Λεοντίδης· καὶ ἐγένετο Εὐρυπῴδης, ὡς ἵνα εἰς ΩΣ ἔληγεν, ὡς Μίνως Μίνω, Μινῴδης· ἥρως ἥρω, ἡρῴδης.
25 Εὕρω: Δύναται καὶ βαρύνεσθαι, ὡς ἱππεύω καὶ βασιλεύω· τὰ γὰρ τῇ ΕΥ διφθόγγῳ παραληγόμενα πάντα βαρύνονται. Ἐν δὲ τῷ δευτέρῳ ἀορίστῳ, οὐ τῷ λόγῳ τῆς παραληγούσης ἔμεινεν ἡ μακρὰ, ἀλλὰ τῷ λόγῳ τῆς ἀρχούσης ἐφυλάχθη ἡ ΕΥ δίφθογγος.
30Δύναται δὲ καὶ περισπᾶσθαι· ἐξ οὗ εὑρῶ, εὑρήσω, εὑρήκαμεν. Εὗρεν: Ῥῆμα ἀόριστος δεύτερος· ὁ γὰρ ἐνεστὼς οὐκ ἔστι ῥητός· ἀλλ’ ἐξ ὑπομνήσεως τοῦ μέλλοντος καὶ τοῦ παρακειμένου λέγεται καὶ ὁ ἐνεστώς· ὡς
35οὐδὲ τοῦ ἔω, τὸ ὑπάρχω, ἐστὶν ὁ ἐνεστὼς ῥητὸς, ἀλλ’
35ἐξ ὑπομνήσεως (ὡς εἴπομεν) τοῦ ἦον δευτέρου ἀορί‐ στου ἐνεργητικοῦ, καὶ τοῦ ἔω ὑποτακτικοῦ· ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος ἔω. Οὕτως ἐστὶ καὶ τὸ ὑπόλοιπον.
40Εὑρέμεν: Εὗρον· τὸ ἀπαρέμφατον, εὑρεῖν· καὶ
40οἱ Ἴωνες καὶ οἱ ποιηταὶ διαιροῦσιν εἰς ΕΜΕΝ.
40 Εὐρώπη: Ἀπὸ μητρὸς Μίνωος καὶ Ῥαδαμάνθυος καὶ Σαρπηδόνος. Λυκόφρων. Εὐρώπεια: Τὰ διὰ τοῦ ΕΙΑ θηλυκὰ, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου ὄντα, διὰ τῆς ΕΙ διφθόγγου γράφεται· Πλειστοδόκη, Πλειστοδόκεια. Καὶ Εὐ‐
45ρωπαῖος· καὶ οὐδετέρως, τὰ Εὐρωπαῖα· καὶ θηλυκὸν, Εὐρωπίς. Ἀπὸ τοῦ Εὔρωπος ἡ Εὐρώπη. Ἔστι καὶ Εὔρωπος πόλις Μακεδονίας· τὸ ἐθνικὸν, Εὐρω‐ παῖος· ὡς ἤπειρος ἠπειραῖος, νῆσος νησαῖος. Ἔστι καὶ ἄλλη Καρίας. Τὸ ἐθνικὸν ταύτης, Εὐρώπιος,

397

(50)

ὡς Ὠρώπιος.

397

(50)

Εὐρώς: Ἡ τοῖς σκεύεσιν ἐπιχεομένη ἐκ τῆς ὑγρότητος ἢ νοτίας λευκή τις ἐπίχυσις, τουτέστιν ὑγρότης σεσηπυῖα. Θεόκριτος, Χἀ σύριγξ εὐρῶτι παλύνεται. Κλίνεται εὐρὼς, εὐρῶτος· καὶ ῥῆμα, εὐρωτιῶ. Ἐκ
55τοῦ αὖρα, ἡ νοτὶς, γίνεται αὐρώς· καὶ τροπῇ τοῦ α
55εἰς ε, εὐρὼς, ὡς βάθος, βένθος· καὶ πάθος, πένθος. Ἢ παρὰ τὸ εὖρος, τὸ πλάτος, ὁ ἐπιπλατυνόμενος τοῖς σκεύεσιν. Εὐρώεντα: Πλατέα, ἀναπεπταμένα· ἢ σκο‐

398

τεινά. Παρὰ τὸν εὐρῶτα γίνεται εὐρωτόεντα· καὶ συγκοπῇ, εὐρώεντα. Ἢ παρὰ τὸ εὖρος εὐρόεντα· καὶ ἐκτάσει, εὐρώεντα. Ἐΰς: Ὁ ἀγαθός. Ὡς παρὰ τὸ ἥδω ἡδὺς, καὶ
5βρίθω βριθὺς, οὕτω καὶ παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐΰς·
5τὸ γὰρ ἀγαθὸν βέβαιον καὶ ἑδραῖον ὑπάρχει. Ἣ παρὰ τὸ ἑῶ, τὸ εὐφραίνομαι καὶ ἥδομαι· οἷον, ἐπεί με πρῶτον ἔασας. Ἀντὶ τοῦ ἥδυνας. Ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι παρὰ τὸ ἐῶ γίνεται ἐὸς, ὁ ἀγαθός· τὸ θηλυκὸν, ἐή· καὶ ἐκ
10τοῦ ἐὸς, ἐΰς.
10Εὐσέλμους: Καλὰ σανιδώματα ἐχούσας· σέλ‐
10ματα γὰρ αἱ τῶν ἐρεσσόντων καθέδραι. Γίνεται παρὰ τὸ ἕω, τὸ κάθημαι, ἕημι, ἕεμαι, ἕμα· πλεο‐ νασμῷ τοῦ λ, ἕλμα· καὶ προσθέσει τοῦ ς, σέλμα· ἐξ οὗ καὶ σέλλα, καὶ σελλίον· καὶ παρὰ τὸ εὖ. Ἐϋσέλμοιο νηός: Τῆς εὐκαθέδρου. Ὥσπερ ἐκ
15τοῦ ἔρεισμα γίνεται κατὰ συγκοπὴν ἕρμα, οὕτως ἔστι καὶ σελλίς· (καὶ σημαίνει τὴν καθέδραν·) ἡ γενικὴ σελλίδος· ἐξ αὐτοῦ ῥῆμα σελίζω· καὶ παρά‐ γωγον ὄνομα, σέλισμα· καὶ συγκοπῇ, σέλμα. Καὶ μετὰ τοῦ εὖ, εὔσελμος, τροπῇ τοῦ α εἰς ΟΣ, ὡς
20σχῆμα, εὔσχημος· καὶ διαλύσει, ἐΰσελμος. Εὐσχήμων: Ὁ κόσμιος καὶ πειθόμενος τοῖς νόμοις παρὰ τοῖς ῥήτορσιν, οὐχ ὁ πλούσιος καὶ πολλὰ κεκτημένος. Εὔσκαρθμοι: Εὐσκάριστοι, ὅ ἐστιν εὐκίνητοι,
25ταχεῖς. Παρὰ τὸ σκαίρω σκαρμὸς, καὶ σκαρθμὸς
25πλεονασμῷ τοῦ θ. Λέγεται δὲ κατὰ διάλεκτον ὁ πούς. Σκαλμοὶ δὲ τὰ ξύλα, ὧν ἐκδέονται αἱ κῶπαι πρὸς τὴν εἰρεσίαν. Εὐσύμβολος: Ἀντὶ τοῦ ῥᾳδίως καὶ εὖ συμβάλ‐ λων. Ἀντιφῶν ἐν τῷ Πολιτικῷ.
31 Εὔστρα: Βόθρος ἐν ᾧ τοὺς σῦς εὔουσι· καὶ ὁ στάχυς, ὅταν μήπω πέπειρος ἀποφλογισθῇ. Εὔ‐ στραι, βόθυνοι ἐν οἷς οἱ χοῖροι, ἤγουν οἱ σῦς, εὔονται, καὶ καίεται ἱερεῖα.
35Εὖσαι τὸ χοιρίδιον: Οὕτω λέγουσιν, ἁμαρ‐
35τάνουσι δέ. Δεῖ γὰρ θῦσαι λέγειν· καὶ παρ’ Ὁμήρῳ δὲ κακῶς γράφεται, σιάλους τ’ εὔοντας ἐν αὐλῇ. Εὔστιπτον: Εὖ πεπλυμένον καὶ πεπατημένον· ἐκ τοῦ στείβω, τὸ πατῶ· οἷον,
40Ἔνθ’ αὖ Τυνδαρίδης μὲν ἐΰστιπτον θέτο φᾶρος.
40 Εὖτ’ ἂν πολλοὶ [ὑφ’ ἕκτορος ἀνδροφόνοιο θνήσκοντες πίπτωσιν]: Ἰλιάδος αʹ· ἀντὶ τοῦ ὁπόταν. Δύο μέρη λόγου· εὖτε, ἐπίρρημα χρόνου δηλωτικὸν, (καὶ ἂν σύνδεσμος.) Καὶ ὁ μὲν Ἀπολ‐ λώνιος λέγει, ὅτι ἐκ τοῦ ὅτε γίνεται πλεονασμῷ τοῦ
45υ, οὔτε, καὶ μεταθέσει τοῦ ο εἰς ε, εὖτε· ὁ δὲ Ἡρωδιανὸς, ὅτι ἐκ τοῦ ὅτε, πλεονασμῷ τοῦ ε, καὶ κράσει Δωρικῇ τοῦ ΕΟ εἰς τὴν ΕΥ, γίνεται εὖτε. Εὖτ’ ὄρεος κορυφῇσιν. Ἀντὶ τοῦ καθάπερ, ὃν τρόπον. Δεῖ γινώσκειν, ὅτι

398

(50)

τὸ εὖτε οὐκ ἔστι χρονικὸν, ἀλλ’ ὁμοιωματικὸν, ἰσο‐

398

(50)

δυναμοῦν τῷ Ἠΰτε. Ἀρίσταρχος μέντοι διὰ τοῦ

398

(50)

ε, εὖτε, ὡς καὶ ἑτέρωθί που λέγει, Τῷ δ’ εὖτε πτερὰ γίνετ’. Ἀντὶ τοῦ, ὡς πτερὰ ἐγένετο τὰ ὅπλα τῷ Ἀχιλλεῖ, Ἰλιάδος τʹ. Εἰσὶ δὲ οἳ καὶ ἑτέρως ἀκούουσι τὸ εὖτε, ἀντὶ τοῦ ὅτε, καθὰ καὶ ἐν ἄλλοις· οἷον,
55Εὖτε γὰρ ἠέλιος φαέθων·
55καὶ,
55Εὖτ’ ἀστὴρ ὑπερέσχεν.
55Λαμβάνεται δὲ ὑπὸ μίαν παραγραφὴν τὸ ὅλον, Εὖτ’ ὄρεος κορυφῇσιν. [Εὖτε: Δύο σημαίνει· ἐπίρρημα παραβολῆς, ὡς τὸ,

399

Εὖτ’ ὄρεος κορυφῇσι. Καὶ χρόνου δηλωτικόν.] Εὐτείχεον: Τὴν καλῶς τετειχισμένην ὑπὸ
5Ἀπόλλωνος καὶ Ποσειδῶνος. Τὰ εἰς ΟΣ ἀπὸ οὐδε‐ τέρων συντιθέμενα ἀπὸ εὐθείας συντίθεται· οἷον, ξίφος, ἄξιφος· ῥῖγος, δύσριγος· πλὴν τοῦ εὐτείχεος, ἀπὸ γενικῆς συντιθεμένου. Ὤφειλε γὰρ ἡ σύνθεσις ἀπὸ εὐθείας εἶναι· ἐγένετο δὲ ἀπὸ γενικῆς, διὰ τὸν
10κανόνα. Γίνεται ἐκ τοῦ, τὸ τεῖχος τοῦ τείχεος, καὶ μετὰ τοῦ εὖ μορίου, εὐτείχεος. Εὔτυκτον: Κυνέην εὔτυκτον, καλῶς κατεσκευασμένην. Ἐκ τοῦ τεύχω τέτευχα,
15τέτευγμαι τέτευκται· καὶ ἀποβολῇ τοῦ ε, τέτυκται·
15Ὄνομα ῥηματικὸν, τυκτὸς, καὶ εὔτυκτος. Ὁ κανών·
15τὰ εἰς ΟΣ σύνθετα κοινά εἰσι τῷ γένει, καὶ ὁμοφωνεῖ τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς. Εὐτυκίζειν: Ἑτοιμάζειν. Εὐτρήσιος: Παρὰ τὸ τετρῆσθαι τὸν Αὐτόλυκον, ὁ Εὔπολις σκώπτει. Εὔτρησις δὲ πόλις Ἀρκα‐
20δική.
20Εὐτραφής: Παρὰ τὸ εὖ καὶ τὸ τρέφω, τραφὴς,
20καὶ εὐτραφὴς εὐτραφέος.
Εὐτελής: Ἐκ τοῦ τέλος; ὃ σημαίνει τὴν δαπά‐
23νην. Εὐτελεῖς λέγουσι τοὺς μὴ ἐπὶ πολὺ χαίροντας ταῖς δαπάναις.
25Εὐτράπελος: Ὁ κοῦφος καὶ μωρὸς καὶ ἀπαί‐
25δευτος. Ὥσπερ γὰρ παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, γίνεται εἴκελος, οὕτως καὶ ἀπὸ τοῦ τρέπω, οὗ ὁ δεύτερος ἀόριστος ἔτραπον, γίνεται τράπελος καὶ εὐτράπελος. Ἢ ἀπὸ τοῦ στρέφω εὔστρεπτος, εὐστράπελος, καὶ εὐτράπελος· καὶ εὐτραπελῶ, ῥῆμα· ἐξ οὗ εὐτρα‐
30πελία, ἡ μωρολογία, κουφότης, ἀπαιδευσία. Παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον εἴρηται. Εὐφάλαρα: Λαμπρά.
34Εὐφαμία: Σιωπὴ, εὐλογία.
35Εὐφραδέως: Πεφρασμένως καὶ συνετῶς, παρὰ
35τὴν φράδην· ἢ εὐπρεπῶς καὶ κοσμίως, ἀπὸ τοῦ φρά‐
35ζειν συνεχῶς. Ὁ δεύτερος ἀόριστος, ἔφραδον· φράδης, καὶ εὐφραδής. Εὐφυΐα: Ὤφειλε διὰ διφθόγγου, ὡς γίνεται ἀπὸ τῶν εἰς ΗΣ, ὡς εὐσεβὴς, εὐσέβεια· ἀλλὰ τὰ παρὰ τὸ φύω καὶ [δυσ]ώδης σύνθετα διὰ τοῦ ι γράφεται·
40οἷον εὐωδία, δυσωδία· ἀφυΐα, καὶ εὐφυΐα. Εὐφραίνω: Παρὰ τὸ φρῶ, τὸ προϊῶ, γίνεται φραίνω· καὶ μετὰ τοῦ εὖ, εὐφραίνω, τὸ καλῶς προϊῶ. Ὁ μέλλων, εὐφρανῶ· ὁ παρακείμενος, εὔ‐ φραγκα. Εἰ δὲ εἴη ὁ μέλλων δι’ ἀμεταβόλου, ὁ
45παρακείμενος δι’ αὐτοῦ καὶ τοῦ κ. Καὶ ὤφειλεν εἶναι ηὔφραγκα· ἀλλὰ τὰ ἀπὸ τοῦ εὖ μορίου καὶ τοῦ ΔΥΣ ἀρχόμενα ῥήματα ἄτρεπτον τηρεῖ τὴν ἀρχὴν, ἔσωθεν δὲ αὐξάνεται· οἷον, εὐορκῶ, εὐώρκουν. Ὁ παθητικὸς, εὔφραμμαι· ὁ ἀόριστος, εὐφράνθην· ἡ

399

(50)

μετοχὴ, εὐφρανθεὶς, τοῦ εὐφρανθέντος.

399

(50)

Εὐφρόνη: Ἡ νύξ· παρὰ τὸ εὖ φρονεῖν ἡμᾶς ἐν αὐτῇ· καὶ ὁ χρησμὸς, νὺξ καὶ βουλή· καὶ γὰρ ὁ λογισμὸς, ὅτε ἀσχολεῖ, κριτὴς γίνεται τῶν πραγμά‐ των. Ἢ παρὰ τὸ εὐφραίνειν τὸ σῶμα διὰ τῆς ἀνα‐ παύσεως. Ἢ παρώνυμόν ἐστιν, ἀπὸ τοῦ εὔφρων
55εὔφρονος εὐφρόνη, ὡς ἀμύμονος ἀμυμόνη. Εὐφροσύνη: Ἐκ τοῦ εὔφρων· τοῦτο ἐκ τοῦ φρῶ, τὸ προϊῶ· οἱονεὶ ἡ καλῶς προερχομένη, κατὰ συγκο‐

400

πὴν καὶ τροπήν. Ἐκ τοῦ φρῶ δὲ γίνεται ὄνομα ῥηματικὸν φρὼν, καὶ εὔφρων· καὶ κλίνεται εὔφρονος. Ὁ κανών· τὰ εἰς ΩΝ ῥηματικὰ τρέπει τὸ ω εἰς ο· εὔφρων οὖν, ὁ εὐφραινόμενος.
5 Εὐχερής: Κυρίως ὁ εὐκαταπάλαιστος, ὁ εὐ‐ καταγώνιστος καὶ εὐκατάγνωστος· ἀπὸ μεταφορᾶς τῶν παλαιστῶν ἢ πολεμιστῶν· παρὰ γὰρ τὴν χεῖρα ἡ σύνθεσις· καταχρηστικῶς δὲ ὁ ἐπιεικὴς, καὶ μὴ ἀντιπαλαίων· καὶ δυσχερὴς, ὁ δυσπειθής.
10 Εὐχήνωρ δέ τις ἦν, Πολυΐδου μάντιος υἱός: Παρὰ τὸ εὐχὴ Εὐχήνωρ, ὡς μάντις υἱὸς, ἀπὸ τῆς πράξεως τοῦ πατρὸς κληθείς. Εὐχή: Παρὰ τὸ εὖ μόριον καὶ τὸ σχῶ, τὸ προϊῶ, εὔχω εὐχή· ἢ ἡ τοῦ εὖ ἔχειν αἴτησις· ἢ παρὰ τὸ
15ἔχεσθαι, τὸ ἀκολουθεῖν, εὔχω· ἀφ’ οὗ τὸ εὔχομαι·
τοῦτο γάρ ἐστιν ἐν χρήσει· καὶ ἔστι τῇ μὲν φωνῇ παθητικὸν, τῷ δὲ σημαινομένῳ ἐνεργητικόν· τὰ δὲ ἐνεργητικὰ ἀπέλειψαν. Παρὰ τὸ εὖ καὶ τὸ ἔχω· ἵν’ ᾖ, εὐέχω· τὰ γὰρ καλὰ ἔχειν αἰτοῦμεν. Ἢ παρὰ
20τὸ ἔχω πλεονασμῷ τοῦ υ· ἃ αἰτοῦμεν ἔχειν. Ση‐ μαίνει δὲ γʹ· τὸ κυρίως λέγειν, καὶ ἁπλῶς· Ὅμηρος, Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός· καὶ, Εὔχετο δ’ ἐξ Ἰθάκης ἔμεναι·
25καὶ τὸ εὔχομαι· ὡς τὸ,
25Εὔχεο δ’ Ἀπόλλωνι λυκηγενέϊ·
25καὶ τὸ καυχῶμαι, ὡς τὸ,
25 Ὣς ἔφατ’ εὐχόμενος· τὸν δ’ οὐ βέλος .... Εὐχόμην καὶ Εὐφραινόμην: Ἰστέον ὅτι παρ’ ἡμῖν φυλάττεται, παρὰ δὲ Ἀθηναίοις τρέπεται· ὥσπερ ἡ ΕΙ δίφθογγος ἔχουσα τὸ ε, παρ’ ἡμῖν μὲν οὐ τρέπεται κατὰ τὸν παρατατικόν· οἷον εἴργω, εἶρ‐
30γον· οὕτω καὶ ἡ εὖ, ὡς ἔχουσα τὸ ε, οὐ τρέπεται· παρὰ δὲ Ἀττικοῖς πολλάκις τρέπεται τὸ ε τῆς ΕΙ διφθόγγου· οἷον, εἰκάζω, ᾔκαζον. Τούτου χάριν καὶ τὸ ε τῆς ΕΥ διφθόγγου εἰς η τρέπεται· οἷον, εὔχομαι, ηὐχόμην.
35Εὖχος: Τὸ καύχημα. Παρὰ τὸ αὐχῶ, αὖχος·
35καὶ εὖχος, τροπῇ τοῦ α εἰς ε. Εὐχωλή: Εὐχὴ, δέησις· ἐκ τοῦ εὔχω, κατ’ ἐπέκτασιν τῆς ΛΗ συλλαβῆς, ὡς παύσω παυσωλή. Σημαίνει δὲ καὶ καύχησιν, ὡς τὸ, Καδδέ κεν εὐχωλὴν Πριάμῳ [καὶ Τρωσὶ λίποιεν
40Ἀργείην Ἑλένην,]
40Ἰλιάδος βʹ.
40 Εὔχομαι καὶ Ἐπεύχομαι, ἀντὶ τοῦ πρὸς, ὡς καὶ τὸ ἐπιορκῶ, ἀντὶ τοῦ ὑπεράνω τῶν ὅρκων γίνομαι· καὶ ἐπιβλέπειν, ὑπεράνω τὴν διάνοιαν ἔχειν. Ἐπευ‐ χόμενος οὖν, ἀντὶ τοῦ προσευχόμενος· καὶ ἐπὶ γού‐ νασιν, ἀντὶ τοῦ πρὸς τοῖς γόνασι, ἢ πρὸς τὰ γόνατα.
45Τὰ ἐνεργητικὰ δὲ οὐκ ἔστι· τότε γὰρ ἀπολιμπάνουσιν τά τε ἐνεργητικὰ καὶ τὰ παθητικὰ, ἐν ᾧ ἂν ῥήματι ἐναντίως ἔχῃ τὸ σημαινόμενον τῷ τῆς φωνῆς χαρα‐ κτῆρι· οἷον, ῥιγῶ, κάμνω, πυρέσσω, φρίσσω, πάσχω· ὁμοίως ἅλλομαι, εὔχομαι, ὀρχοῦμαι, ἱππάζομαι,

400

(50)

φείδομαι, τύπον μὲν ἔχουσι παθητικοῦ, σημαίνουσι δὲ ἐνέργειαν. Τετραχῶς γὰρ ἀπολιμπάνονται αἱ φωναὶ τῶν ῥημάτων· ἢ διὰ σημασίαν, ὡς τὰ ῥήματα τὰ φωνὴν ἔχοντα ἐνεργητικὴν, σημαινόμενον δὲ πα‐ θητικόν· οἷον, ῥιγῶ, καὶ ἑξῆς· τρέχω, ὀφθαλμιῶ, καὶ
55ἐπὶ τῶν ὁμοίων. Ἀπολιμπάνει γὰρ τὰ παθητικὰ, ὅτι τὴν σημασίαν τοῦ παθητικοῦ ἀνεδέξαντο τὰ ἐνερ‐ γητικά. Ὁμοίως καὶ τὰ φωνὴν ὄντα παθητικὰ, σημασίαν δὲ ἐνεργητικὰ, ὡς τὸ ἅλλομαι, καὶ ἑξῆς·

401

πορεύομαι, μάχομαι· ἀπέλειψε τὰ ἐνεργητικά· τὴν γὰρ σημασίαν αὐτοῦ προϋφήρπασε τὰ παθητικά· ἢ διὰ σύνταξιν, ὡς τὸ τρίτον πρόσωπον (τῶν πληθυντικῶν)
5τοῦ παθητικοῦ παρακειμένου καὶ τὸ πρῶτον τῶν δυϊκῶν ἐνεργητικῶν δι’ ἀσυνταξίαν τῶν συμφώνων ἀπέλειψαν· ἀσύντακτον δέ ἐστι, τὸ μὴ ἔχειν χαρακτῆρα Ἑλλη‐ νικὸν, ἢ καταφορτικὸν, ὡς τοῦ ῥέω ὁ μέλλων, καὶ τοῦ ἐκτρώσασα τὸ ἀρσενικόν· οὐ γὰρ ἀνὴρ ἐκτιτρώσκει·
10ἢ κατὰ τύχην, ὡς τοῦ γυνὴ ἡ κλητικὴ, καὶ τοῦ ὕδωρ ἡ
10γενικὴ, καὶ τοῦ ὕδατος ἡ εὐθεῖα, καὶ ἐπὶ τῶν ὁμοίων. Εἰδέναι δὲ δεῖ, ὅτι εἰσὶ τινὰ ῥήματα, ἅτινα οὔτε ἐνέργειαν, οὔτε πάθος σημαίνουσι, ἃ καὶ οὐδέτερα
λέγονται, ὡς ἐπὶ τοῦ ζῶ, πλουτῶ, ὑπάρχω. Εὐοχθέων δ’ ἵξεαι πολιὸν ἕαρ: Ἡσίοδος,
15ἀντὶ τοῦ χαίρων. Πλήθων τῆς ὀχῆς· ὀχὴ δὲ ἡ τροφή· εἴρηται δὲ κατὰ πλεονασμὸν τοῦ θ. Ἢ ὄχθος λέγεται ὁ κόπος· εὐοχθέων οὖν, ὁ καλῶς ἔχων τοῦ κόπου, τουτέστιν, ὁ εὖ κεκοπιακώς. Ἢ ἄχθος, ἡ λύπη· εὐαχθῶν δὲ, τοὐναντίον, χαίρων. Πλήθοντος
20τοῦ καρποῦ, εὐοχθέστερον παραγένῃ ἐπὶ τὸν καθαρὸν καιρὸν τοῦ ἔαρος. Ἰστέον ὅτι τὸ εὖ μόριον ἀεὶ καὶ διαπαντὸς ἀντὶ τοῦ καλῶς παραλαμβάνεται, πλὴν τοῦ εὐώνυμος χείρ. Εἰς τὸ ἀριστερά. Εὔω: Σημαίνει τὸ φλογίζω, ὡς τὸ,
25 Εὐόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο. Εὐώδης: Ἐκ τοῦ ἄω, τὸ πνέω, γίνεται ἀής· ἐξ αὐτοῦ εὐαὴς καὶ δυσαής· ἡ γενικὴ τῶν πληθυντικῶν, εὐαέων καὶ δυσαέων· ἐξ οὗ εὐαώδης καὶ δυσαώδης· καὶ κατὰ συγκοπὴν, εὐώδης καὶ δυσώδης. Τὰ διὰ
30τοῦ ΩΔΗΣ μετουσιαστικὰ διὰ τοῦ ω μεγάλου γρά‐ φεται, χωρὶς τῶν παρὰ τὸ ποὺς, οἷον τριπόδης, τετραπόδης. Εὐωχία: Παρὰ τὸ εὖ ἔχειν, ὅτε ἐπὶ τὰς τῶν θεῶν παραγίνονται τιμάς. Βέλτιον δὲ ἀπὸ τοῦ τὴν
35τροφὴν ἡμῖν εὖ ἔχειν· καὶ γὰρ ἡ παροχὴ, ὅτι πολλὴ
35ὀχὴ πρόκειται. Ἐκ τοῦ ὀχὴ οὖν γίνεται εὐωχία, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω, ἡ καλῶς τρέφουσα τὸ σῶμα. Εὔωροι: Ἀπαραφύλακτοι, ἀμελεῖς· ἢ ὀλίγωροι, καταφρονητικοί. Παρὰ τὸ εὐωρεῖν, ὅ ἐστι φυλάσ‐
40σειν, κατὰ ἀντίφρασιν, οἱ ἀπαραφύλακτοι. Εὐ‐
40φορίων,
40 Οὐδέ τοι εὔωροι θυέων. Ἢ παρὰ τὸ εὖ καὶ τὴν ὤραν, τὴν φροντίδα, κατὰ ἀντίφρασιν εὔωρος, ὁ μὴ φροντίζων. Ἐξ οὗ καὶ εὐωρία, ἡ ὀλιγωρία καὶ ῥαθυμία. Ἔφαν: Οἱ Βοιωτοὶ ἐπὶ τῶν ἐχόντων τὴν μετο‐
45χὴν εἰς ς ὀξύτονον, ἔβημεν ἔβαν. Οὕτως ἐκ τοῦ
45φημὶ, τὸ λέγω, ὁ παρατατικὸς ἔφην· τὸ πληθυν‐ τικὸν, ἔφαμεν· τὸ τρίτον, ἔφασαν· καὶ Βοιωτοὶ, ἔφαν. Φημί· ὁ μέλλων, φήσω· ὁ μέσος δεύτερος ἀόριστος, ἐφάμην, ἔφασο, ἔφατο. Ἐφεζόμενος: Ἐκ τοῦ ἕζω. Τοῦτο ἐκ τοῦ ἕω,

401

(50)

τὸ καθέζομαι.

401

(50)

Ἔφεσις: Ἡ ἐκ δικαστηρίου οἱουδήποτε ἐφ’ ἕτερον δικαστήριον μεταγωγή· ἡ εἰς ἄλλο δικαστή‐ ριον ἐφιεμένη δίκη ὑπὲρ τοῦ κριθῆναι πάλιν. Ἐγέ‐ νετο δὲ Ἀθήνῃσιν ἐπὶ τῶν ἐν τοῖς δήμοις ἀποψηφι‐ σθέντων. Ἐφεῖσθαι γὰρ αὖθις ἐξῆν αὐτοῖς εἰς
55δικαστήριον περὶ τῆς πολιτείας. Καὶ εἰ μὲν ἑάλω‐ σαν, ἐπωλοῦντο ὡς ξένοι· εἰ δὲ μὴ, ἐπανίεσαν εἰς τοὺς ἐξ ὧν ἀπεψηφίσθησαν δήμους. Τὸ δὲ αὐτὸ καὶ ἔκχλητος καλεῖται. Καὶ τὸ ἐφεῖναι, ῥῆμα ἐξ αὐτοῦ.

402

Ἐφεταί: Ἄνδρες ὑπὲρ νʹ ἔτη γεγονότες, καὶ ἄριστα βεβιωκέναι ὑπόληψιν ἔχοντες, οἱ καὶ τὰς φονικὰς καὶ ἐφ’ αἵματος δίκας ἔκρινον. Ἐκαλεῖτο δ’ αὐτῶν τὰ δικαστήρια ἐφετῶν. Ἐφεταὶ δὲ ἐκλή‐
5θησαν, ἤτοι ὅτι ἐπὶ αἵματος δικάζειν ἔλαχον, ἢ ὅτι ἔφεσις παρ’ αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστήριον γενέσθαι, τουτέστιν ἔκκλητος. Ἔφεσος: Ἡ πόλις· ἀπὸ Ἐφέσου ἐκεῖσε καπη‐ λεύοντος καὶ φιλοξενοῦντος τοὺς παριόντας, καὶ
10πάντας λέγοντος πρὸς Ἔφεσον στέλλεσθαι. Ἢ ἀπὸ
10Ἐφέσου Λυδῆς Ἀμαζόνος, ἣ πρώτη Ἄρτεμιν ἐτί‐ μησε καὶ ὠνόμασεν Ἐφεσίαν· ἀπὸ δὲ τῆς Ἀρτέ‐ μιδος τοὺς οἰκοῦντας καὶ τὴν πόλιν κληθῆναι. Ἢ ὅτι Θησεὺς συστρατεύσας Ἡρακλεῖ ἐπὶ τὸν Ἱππο‐ λύτης ζωστῆρα, ἐδίωξε τὰς Ἀμαζόνας ἄχρι Λυδίας·
15κἀκεῖ καταφευγούσας ἐπί τινα βωμὸν Ἀρτέμιδος, δεῖσθαι σωτηρίας τυχεῖν, τὴν δὲ ἐφεῖναι αὐταῖς τὴν σωτηρίαν· ὅθεν Ἔφεσον κληθῆναι τὸ χωρίον, καὶ τὴν Ἄρτεμιν Ἐφεσίαν. Τὸ ἐθνικὸν, Ἐφεσεύς. Ἢ ἀπὸ τοῦ τὰ τόξα μὴ ἔχειν ἐκεῖ, ὑπὲρ τοῦ μὴ βάλλειν
20τινά· ἱκεσία γὰρ ἡ θεός· στεφάνοις δὲ διὰ θαλλῶν τὰς ἱκεσίας ποιοῦσιν. Ὅθεν οὐδὲ πρόβατα αὐτῇ θύουσι, διὰ τὸ τοὺς ἱκέτας μαλλοὺς προσφέρειν. Ἐφέσια γράμματα: Ἐπῳδαί τινες δυσπαρα‐ κολούθητοι, ἃς καὶ Κροῖσον ἐπὶ τῆς πυρᾶς εἰπεῖν·
25καὶ ἐν Ὀλυμπίᾳ Μιλησίου καὶ Ἐφεσίου παλαιόν‐
25των, τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν, διὰ τὸ τὸν ἕτερον περὶ τὸν ἀστράγαλον ἔχειν τὰ Ἐφέσια γράμ‐ ματα. Φανεροῦ δὲ τούτου γενομένου, καὶ λυθέντων αὐτῶν, τριάκοντα τὸ ἑξῆς πεσεῖν τὸν Ἐφέσιον. Ἢ ἀπὸ ἐφεσίων τινῶν οὐσῶν ἐπαοιδῶν δυσπαρακολουθή‐
30των, ὡς προείρηται· ὅθεν καὶ ἐφέσια λέγονται. Ἐφέσια ἀλεξιφάρμακα καὶ γράμματα: Ὀνό‐ ματα ἄττα καὶ φωναὶ, ἀντιπάθειαν φυσικὴν ἔχουσαι. Ἐφέστιοι: Ἔποικοι, ὅ ἐστιν αὐτόχθονες πολῖται. Παρὰ τὴν ἑστίαν, ὃ σημαίνει τὴν οἰκίαν, γίνεται
35ἐφέστιος.
35 Ἐφετμή: Ἡ ἐντολή. Παρὰ τὸ ἵημι ἥσω ἑσμή· τροπῇ τοῦ ς εἰς τ, ἑτμὴ, καὶ ἐφετμὴ ἐν συν‐ θέσει. Ἢ παρὰ τὸ ἐφεῖναι ἐφεθμὴ, καὶ τροπῇ, ὡς βῆναι βαθμὸς, καὶ στῆναι σταθμός. Ἐφετμαὶ, προστάγματα, ἐντολαὶ, νουθεσίαι.
40Ἐφετίνδα: Ὄνομα παιδιᾶς φενακικῶς. Ὡς
40γὰρ Ἀριστοφάνης, φησὶ, τὸ ὀστρακίνδα παρὰ τὸ
ὄστρακον ἀνέπλασεν, αἰνιττόμενος τὸν ἐξοστρακισμὸν, οὕτω Κρατῖνος ἀνέπλασε τὸ ἐφετίνδα, παρὰ τὰς ἐν τοῖς δικαστηρίοις γενομένας ἐφέσεις. Παρὰ οὖν τὴν ἔφεσιν ἐφετίνδα παιδιὰν, κατὰ τροπὴν τοῦ ς εἰς τ,
45καὶ γὰρ ἐφέτης λέγεται ὁ πέμπων τὴν ἔφεσιν. Ἐφεκτοὺς τόκους: Οἱ ἔγγραφοι τόκοι, οἷον ἐπεχόμενοι καὶ ὡρισμένοι, μὴ μέντοι προϊόντες, μήτε συλλεγέντες. Ῥητορική. Ἢ ὁ ἐπὶ τὸ ἕκτον τοῦ κεφαλαίου.

402

(50)

Ἐφεστρίς: Τὸ ἐπὶ τοῖς ἱματίοις ἐπίβλημα·

402

(50)

[ἣν] μανδύαν καὶ χλαμύδα καὶ πόρπην καλοῦσιν. Ἐφείω: Ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω, Ἰλιάδος αʹ, ἀντὶ τοῦ ἐπιβάλλω, ἐπενέγκω. Ἐκ τοῦ εἴω, τὸ πορεύομαι, καὶ ἐν συνθέσει ἐφείω.
55Ἐφειμένον: Ἐντεταλμένον, προστεταγμένον.
55Ἀπὸ τοῦ ἐφίημι, ὁ μέλλων, ἐφήσω· ὁ παρακείμενος, ἐφεῖκα· ὁ παθητικὸς, ἐφεῖμαι, πλεονασμῷ τοῦ ι· ἡ μετοχὴ, ἐφειμένος· καὶ τὸ οὐδέτερον.

403

Ἐφεῖντο: Ἀπὸ τοῦ ἔδω, τὸ ἐσθίω, ἔσω· εἷκα, εἷμαι, εἵμην, εἷντο, καὶ ἐφεῖντο. Οὕτως εὗρον· ἀλλὰ κακῶς. Ἔστιν ἕω ῥῆμα, καὶ σημαίνει τὸ κορεννύω, ὡς τὸ,
5ἐπεί χ’ ἑῶμεν πολέμοιο.
5Ἀντὶ τοῦ κορεσθῶμεν. Παράγωγον ἕημι· τὸ παθη‐ τικὸν, ἕεμαι· καὶ κράσει, εἷμαι· ὁ παρατατικὸς εἵ‐ μην· τὸ τρίτον τῶν πληθυντικῶν, εἷντο· καὶ μετὰ τῆς ἐπὶ προθέσεως, ἐφεῖντο· οἷον, Ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο.
10Ἀντὶ τοῦ ἀπολαύσουσιν.
10Ἐφῆπται: Παρὰ τὸ ἅπτω, τὸ ἀρτῶ, καὶ ἐπί‐
10κειμαι, ἧμμαι ἧψαι ἧπται, καὶ ἐφῆπται. Ἐφημοσύνη: Ἡ ἐντολή· παρὰ τὸ εἰς τὸ αὐτὸ συμβάλλειν τὸν ἀμφοτέρων λόγον. Ἀπὸ τοῦ ἵημι ἥσω· ὄνομα ῥηματικὸν, ἥμων ἥμονος, καὶ ἐφήμονος, καὶ ἐφημοσύνη.
15Ἐφημερία: Ἡ πατρία. Λέγεται δὲ καὶ ἡ
15τῆς ἡμέρας λειτουργία, διὰ τὸ εὐμετάβλητον πρὸς τὴν ἑκάστης ἡμέρας κατάστασιν. Ὅμηρος, Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. Ἐφηλίς: Σημαίνει καὶ τὴν ἐκ τοῦ ἡλίου περὶ τὸ
20πρόσωπον ἔκκαυσιν καὶ μελανίαν, καὶ πάθος τὶ περὶ
τὸ πρόσωπον γενόμενον τραχύτητα παρέχον, καὶ πε‐ ρόνην. Εἴρηται ἀπὸ τῆς τοῦ ἡλίου ἐκκαύσεως τοῦ προσώπου· καὶ γράφεται ἔφηλος. Ἐφήγησις: Ἔστι δίκη εἰσαγομένη ἀπὸ τοῦ
25τοὺς ὑποδεξαμένους τὸν εἰργόμενον ὑπὸ τῶν νόμων
25ἐπιβαίνειν τῆς χώρας, οἷον φυγάδα ἢ ἀνδροφόνον· ἢ ὅταν τῶν δημοσίων κατέχειν δοκῇ τις κρύφα. Ἐφιείς: Ἰλιάδος αʹ· βέλος ἐχεπευκὲς ἐφιεὶς βάλλεν.
30Ἀντὶ τοῦ ἐπιπέμπων. Ἐκ τοῦ ἵημι, ὁ παρατα‐
30τικὸς, ἵην· ἡ μετοχὴ, ἱεὶς ἱέντος· καὶ ἐν συνθέσει
30ἐφιεὶς, καὶ διείς.
30 Ἐφιέμην: Ἀπὸ τοῦ ἵημι, τὸ παθητικὸν, ἵεμαι, ἱέμην, καὶ ἐφιέμην. Ἐφιάλτης: Ὄνομα κύριον. Παρὰ τὸ ἰάλλω, τὸ ἐκτείνω, γέγονεν ἰάλτης, καὶ Ἐπιάλτης, καὶ Ἐφι‐ άλτης.
35Ἔφθη: Ἢ ἔφθασεν, ἢ ἔβλαψεν. Ἀπὸ τοῦ
35φθῶ, φθῆμι, ἔφθην. Ἐφθίατο: Ἐκ τοῦ φθίνω κατὰ ἀποβολὴν τοῦ ν γίνεται φθίω· ὁ παθητικὸς παρακείμενος, ἔφθιμαι· ὁ ὑπερσυντέλικος, ἐφθίμην, ἔφθισο, ἔφθιτο· καὶ πλεο‐ νασμῷ τοῦ α. Ἢ τὸ πληθυντικὸν ἐφθίμεθα,
40ἐφθίατο.
40 Δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίατο. Ἀντὶ τοῦ διεφθάρησαν. Ἐφθός: Ὁ ὠπτημένος ἢ ἠψημένος. Οἷον πυ‐ ροὺς ἐφθούς· ὃ καὶ ἐν συνθέσει λέγεται ἄνεφθος καὶ
45πάνεφθος. Ἐκ τοῦ ἐψῶ ἐψήσω γίνεται ἐψητὸς, ὡς
45ἀγαπῶ ἀγαπήσω, ἀγαπητός· καὶ τροπῇ τοῦ ψ εἰς φ, καὶ τοῦ τ εἰς θ, κατὰ συγκοπὴν, ἐφθός. Ἔφλαδον: Σημαίνει τὸ ἐσχίσθην, ἢ ἐθλάσθην, ἢ διερρήγνυντο, ὥς φησιν Αἰσχύλος, Λινοφθόροι ὑφασμάτων λακίδες ἔφλαδον ὑπ’ ἄλγεσιν.

403

(50)

Παρὰ τὸ θλῶ, κατὰ τροπὴν, φλῶ· παράγωγον, φλάζω· ὁ δεύτερος ἀόριστος, ἔφλαδον, ὡς χάζω ἔχαδον. Ἐφεσπερεύω: Ἑσπέρας ἐγρηγορῶ. Ἐφόλκιον: Πηδάλιον.
55 Ἐφόλκια: Τὰ ἐκ περιττοῦ ἐπιφερόμενα τοῖς ἀποδημοῦσιν.
55 Ἔφοροι: Ἄρχοντες ἦσαν ἐν Λακεδαίμονι ἐ[ννέα·] ἀπὸ τοῦ πάντας ἐφορᾶν. Ἦν δὲ μεγίστη ἡ ἀρχή.

404

Ἔχελος: Ἥρως παρὰ Ἀθηναίοις τιμώμενος
καὶ δῆμος τῆς Ἀττικῆς Ἐχελίδαι, ἀπὸ τοῦ παρα‐
5κειμένου ἕλους τῷ τόπῳ, ἐν ᾧ ἵδρυται τὸ τοῦ Ἐχέ‐ λου ἄγαλμα. Παρὰ τὸ ἕλος ἔχειν, ἔχελος. Καὶ Ἐχελιδῶν δῆμος, ἀπὸ τοῦ Ἐχέλου. Ἐχέδωρος: Ποταμὸς Μακεδονίας, ὁ πρότερον Ἡδωνὸς καλούμενος· ὁ ἔχων (φησὶ) δῶρα· χρυσοῦ
10γὰρ καταφέρων ψήγματα, οἱ ἐγχώριοι ἀρύονται, δέρ‐ ματα αἰγῶν κείραντες καὶ καθιέντες εἰς τὸ ὕδωρ. Ἢ ἀπὸ Δώρου τινὸς Ἀρκάδος, ἀρίστου τὰ πολεμικά· ὃς συμμαχῶν Ἀλεξάνδρῳ τῷ φιλαδέλφῳ, ἐμπεσὼν τῷ ποταμῷ αἴτιος γέγονε τῆς ὀνομασίας.
15 Ἐχέτλη: Τὸ κράτημα τοῦ ἀρότρου, οὗ ἔχεται τῇ χειρὶ ὁ ἀροτριῶν. Ὡς παρὰ τὸ ἔξυσται, ξύστρα· πέφυται, φύτρα· (καὶ Ἰωνικῶς, φύτλη·) γενέτρα γενέτλη· οὕτως ἐχέτρα ἐχέτλη· ἢ παρὰ τὸ ἔχω καὶ τὸ τελῶ, (οὗ ἐχόμενος ὁ ἀροτριῶν τελεῖ τὰ τοῦ
20ἔργου,) γίνεται ἐχετέλη καὶ ἐχέτλη. Ἐχέτης: Ὁ πλούσιος, ὡς Πίνδαρος· ἀπὸ τοῦ ἔχω ἐχέτης· σθένω, σθενέτης καὶ ἐρισθενέτης. Ἔχης: Ὁ πλούσιος· παρὰ τὸ ἔχειν. Τοὺς γὰρ πένητας τοὐναντίον ἀχῆνας προσαγορεύουσι, κατὰ
25στέρησιν τοῦ ἔχειν. Ἔχις: Τὸ θηρίον· Νίκανδρος· Πᾶς δέ τοι ὀξυκάρηνος ἰδεῖν ἔχις. Κυριώτερον ἐπὶ τῆς θηλείας· παρὰ τὸ ἔχειν ἐν ἑαυτῇ τὴν γονὴν ἄχρι θανάτου· ὠοτοκούντων γὰρ τῶν ἄλλων
30ἑρπετῶν, αὕτη δεξαμένη τῷ στόματι τὴν τοῦ ἄρρενος κεφαλὴν, (οὕτως γὰρ ἔγκυος γίνεται,) κατὰ τὴν μίξιν ἀπεσθίει· διαβρωθεῖσα δὲ ὑπὸ τῶν ἐντὸς τὴν γαστέρα, ἀπόλλυται. Ἢ παρὰ τὸ ἄχος ἔχις, ἡ πάνυ λυποῦσα. Καὶ Νίκανδρος,
35Κωκυτὸν δ’ ἐχιναῖον ἐπικλείουσιν ὁδῖται.
35Ἢ παρὰ τὸ ἔχειν καὶ κρατεῖν τοῖς ὀδοῦσιν. Ἔχις: Ὅτι μόνον τῶν ὄφεων μὴ ὠοφορῆσαν παρ’ ἑαυτῷ κατέχει· καὶ ζωοφορῆσαν τίκτει οὐκ ὠὸν ἀλλὰ τέλεια τὰ ἑρπετά. Ἀπὸ τοῦ κατέχειν οὖν. Ἔχιδνα: Παρὰ τὸ ἔχις, ὃ σημαίνει τὸν ὄφιν
40καὶ τὸν ἰὸν, γίνεται ἔχια· καὶ πλεονασμῷ τῶν συμ‐ φώνων γίνεται ἔχιδνα, ἡ ἐν αὑτῇ τὸν ἰὸν ἔχουσα. Ἐχίων: Ἀπὸ τοῦ ἔχις ἔχιος γίνεται Ἐχίων, ὄνομα κύριον. Ἐχιλιώθη: Χίλια ἐζημιώθη.
45Ἐχῖνος: Χερσαῖον ζῷον· παρὰ τὸ συνέχειν
45ἑαυτὸν στρογγυλούμενον. Ἐν γὰρ τῷ ἀλέξασθαι τὸν ἐπερχόμενον συνειλούμενος τὸν τῶν ἀκανθῶν περί‐ βολον περιβάλλεται ὡς ἔρυμα. Ἐχῖνος δὲ καὶ ἡ γαστὴρ, ὥς φησι Καλλίμαχος, Ὅντε μάλιστα βοῶν ποθέουσιν ἐχῖνοι.

404

(50)

Καὶ αὕτη δὲ παρὰ τὸ ἐπέχειν ἐν ἑαυτῇ τὴν τροφήν.

404

(50)

Καὶ ὁ λέβης· οἷον, ἐχῖνον βουδόκον, ἀντὶ τοῦ λέβητα. Καλλίμαχος. Ἔστι δὲ καὶ πόλις Θεσσαλίας, καλουμένη ἀπὸ Ἐχίνου ἑνὸς τῶν σπαρ‐ τῶν ἐνταῦθα οἰκήσαντος. Λυκόφρων. Μέμνηται δὲ
55αὐτοῦ καὶ Δημοσθένης ἐν πέμπτῳ Φιλιππικῶν. Ση‐
55μαίνει καὶ μέρος γαστέρος. Εὗρον δὲ σημαίνειν τὴν
55λέξιν εἰς τὸ Ῥητορικὸν καὶ ἄλλο, ἤγουν καδίσκους, ἀγγεῖα τινά· τὰ μὲν, ἐκ χαλκοῦ· τὰ δὲ, ἐκ κεράμου· εἰς ἃ αἵ τε μαρτυρίαι καὶ αἱ προκλήσεις ἔγγραφοι

405

ἐνεβάλλοντο ὑπὸ τῶν δικαζομένων, καὶ κατεσημαί‐ νοντο, ἵνα μηδεὶς κακουργήσῃ τὰ ἐμβαλλόμενα. Εἴ‐ ρηται δὲ ἐχῖνος καὶ ὁ θαλάσσιος. Καὶ ἄλλως· ἀπὸ τοῦ ἔχειν ἑαυτὸν, ἀφανῶν τῶν σαρκῶν οὐσῶν. Ἢ
5κατὰ ἀντίφρασιν, ἀπὸ τοῦ μὴ δύνασθαι ἔχεσθαι διὰ τὰς ἀκάνθας, ὅ ἐστιν ὁ ἀκράτητος. Ἐχινάς: Ἀπὸ τοῦ ἐχῖνος Ἐχινάδες εἰσὶν νῆσοι· ἢ παρὰ τὸ ἔχειν πλῆθος ἐχίνων· ἢ ἀπὸ Ἐχίνου τοῦ μάντεως τοῦ μετὰ Ἀμφιτρύωνος στρατεύσαντος· ἢ
10παρὰ τὸ ἐνέχεσθαι πλησίον ἀλλήλων· ἢ ἐπειδὴ ἰλὺς ἐκ τοῦ Ἀχελώου ποταμοῦ κατερχομένη ἐκεῖσε ἐνέ‐ χεται καὶ ἀπογαιοῦται. Ἐχινόπους: Ἀκάνθης εἶδος· παρὰ τὸ ἐπέχειν τοὺς πόδας τῶν βαδιζόντων ἐπ’ αὐτῆς· ἢ ὅτι ἐχίνων
15θαλασσίων ποσὶν ἔοικεν.
15 Ἐχυρός: Ἰσχυρὸς, ἀσφαλής. Παρὰ τὸ ἔχω ἐχυρὸς, (ὡς λέπω, λεπυρὸς,) καὶ ὀχυρὸς, ὁ ἀντέχων· ὅθεν καὶ ἐνέχυρον. Ἐκ τοῦ ἐναντίου ἄχυρον, ἀέχυ‐ ρόν τι ὄν. Ἐχυρόφρονες: Αἱ ἀσφαλεῖς ἐν φρονήσει.
20Ἔχμα: Κώλυμα, ἔρεισμα. Παρὰ τὸ ἔχω ἔχμα.
20 Ἐξῄειρε σὺν αὐτοῖς ἔχμασι γαίης. Τοῖς ἀναχώμασι, καὶ ταῖς ῥίζαις, καὶ τοῖς συνέχουσι λίθοις ταῦτα. Ἐχθὲς καὶ Χθές: Οἱ Ἀττικοὶ, χθές· οἱ δὲ κοινοὶ, ἐχθές. Πρῶτον δὲ τὸ ἐχθὲς τοῦ χθές· καὶ
24δῆλον, πρῶτον μὲν ἀπὸ τῆς ἐτυμολογίας, ὅτι ἐχθὲς
25εἴρηται παρὰ τὸ ἐκτὸς γεγενῆσθαι τῆς σήμερον. Παρὰ τὸ ἐκτὸς τοῦ χρόνου γεγονὸς κατάστημα, ἐκτές· καὶ τροπῇ τῶν ψιλῶν εἰς δασέα, ἐχθές· τὸ γὰρ ἀπόβλητον ἐκτὸς ἡμῶν. Δεύτερον δὲ, ὅτι πᾶν μονοσύλλαβον ἐπίρρημα ἢ φύσει ἢ θέσει γίνεται
30κατ’ ἰδίαν μακρόν· οἷον ναὶ, νὴ, πλὴν, γνὺξ, μάψ. Οὐ
30μάχεται τὸ δὶς καὶ τρίς· ἀπὸ γὰρ τοῦ δυάκις καὶ
30τριάκις, συγκοπῇ. Οὐ μάχεται τὸ ψό ἐν Ποιμέσι Σοφοκλέους· ἐπίφθεγμα γάρ. Χωρὶς τοῦ πρίν. Πῶς οὖν τὸ χθὲς βραχύνεται; ἐὰν οὖν εἴπωμεν χθὲς, ἠλόγηται· ἐὰν δὲ ἐχθὲς, μιμεῖται τὸ αἰές. Τρίτον
35δὲ, ὅτι τὸ ε φωνῆεν πέφυκε πλεονάζειν, εἶπον, ἔειπον· ἀφαιρεῖται δὲ, ὅτε μετὰ συμφώνου ὑπάρχει, ἔβη, βῆ. Οὕτως οὖν καὶ ἐχθὲς, χθές. Ἀφαιρέσει ἄρα, καὶ οὐ πλεονασμῷ. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐθέλω καὶ θέλω· πρῶτον τὸ ἐθέλω, καὶ δεύτερον τὸ θέλω. Περὶ
40Παθῶν. Χθιζὰ ζήτει χθές.
40Ἔχθος: Ἡ ἔχθρα, ἢ τὸ μῖσος· ἀπὸ τοῦ ἔχω·
40ἀφ’ οὗ ῥηματικὸν ὄνομα, ἑκτός· καὶ συνθέσει, καθ‐ εκτὸς, καὶ ἀκάθεκτος. Καὶ ὡς ἀπὸ τοῦ ἀκτὸς γίνεται ἀχθῶ καὶ ἄχθος, οὕτως ἀπὸ τοῦ ἐκτὸς ἔχθω ἔχθομαι γίνεται ἔχθος, τὸ ἀπόβλητον καὶ ἐκτὸς ἡμῶν.
45Ἐχθοδοπόν: Τάττεται ἀντὶ τοῦ ἀπεχθοῦς· καὶ
45ἐχθοδοπεῖν ἀντὶ τοῦ ἀπέχθεσθαι. Ἰλιάδος αʹ, ὅτε μ’ ἐχθοδοπῆσαι ἐφήσεις
Ἥρῃ, ἀντὶ τοῦ ἐχθρὸν καταστῆσαι ἐποτρυνεῖς, ἐφορμήσεις, ὅ ἐστιν ἀναγκάσεις. Ἐχθροποιῆσαι, καὶ πλεονασμῷ

405

(50)

τοῦ ΔΟ, καὶ ἀποβολῇ τοῦ ρ, ἐχθοδοπῆσαι. Ἢ τὸ

405

(50)

διὰ λόγων μαχέσασθαι· παρὰ τὸ ἐχθρῶς τοὺς ὦπας

405

(50)

προσενέγκασθαι. Ἔχθιστος: Ἔχθιστος δέ μοι ἐσσὶ διοτρεφέων βασιλήων. Ἀντὶ τοῦ ἐχθρότατος. Παρὰ τὸ ἐχθρὸς ἐχθρότατος, ἐχθρίων· καὶ ἀποβολῇ τοῦ ρ, ἐχθίων ἔχθιστος. Ἢ
55παρὰ τὸ ἐχθρὸς γίνεται τὸ συγκριτικὸν, ἐχθρότερος·
55τὸ ὑπερθετικὸν, ἐχθρότατος· καὶ ὁ δεύτερος τύπος, ἔχθιστος. Ἐχθρός: Ἐκ τοῦ θορῶ, τὸ πηδῶ· καὶ ἐκ τοῦ

406

θορῶ θορήσω, γίνεται ἔκθορος· καὶ συγκοπῇ, ἐχθρὸς, ὁ ἔξω ἡμῶν προδιερχόμενος· παρὰ τὸ ἔξω ἡμῶν εἶναι καὶ πηδᾶν. Ἐψεύσθησαν: Ἀπὸ τοῦ ψεύδω ψεύσω, ὥσπερ
5ᾄδω ᾄσω· ὁ παθητικὸς ἐνεστὼς, ψεύδομαι· ὁ παρα‐
5κείμενος, ἔψευσμαι· ὁ ἀόριστος, ἐψεύσθην, ἐψεύσθη‐ μεν· τὸ γʹ, ἐψεύσθησαν, ὡς ᾐνέσθησαν. Ἐχυρόν: Δυσαντίρρητον, ἀσφαλές. Ἔψια: Τὰ ἀπὸ λόγων ἔχοντα παίγνια· οἷον ἔπεα ἔπη· καὶ φιλέψιος, δασύνεται μὲν, φιλοπαίγμων·
10ψιλοῦται δὲ, φιλολόγος. Ἐψίω: Σημαίνει τὸ λέγω. Ἀπὸ τοῦ ἔπω ἔψω, ἐψίω. Ἐψιάασθαι: Τὸ παίζειν, ἢ ὁμιλεῖν· παρὰ τὸ ἔπω, τὸ λέγω, ἔψω ἐψίω, καὶ ἐψιῶ· ἐψιάομαι ἐψιῶ‐
15μαι, ἐψιάῃ, ἐψιῶ.
15Δαῖτ’ ἄμφι πανήμεροι ἐψιόωντο,
15Ἀπολλώνιος. Ἐχθήρω καὶ Ἐχθήρειε γέροντα: Ἀντὶ τοῦ μισήσειε. Ἐχόμενα: Ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ παραπλησίως καὶ ἐγγύς· ὡς τὸ,
20Ἐχόμενα τρίβου σκάνδαλα.
20Ἀπὸ τοῦ ἔχω, τὸ πλησιάζω.
20 Ἔχω: Σημαίνει ὀκτώ· τὸ πλησιάζω· τὸ βα‐ στάζω, Τόξ’ ὤμοισιν ἔχων· τὸ κρατῶ, Ἀλλ’ οὐκ Ἀγαμέμνονα ὕπνος ἔχε γλυκερός·
25τὸ οἰκῶ, θεοὶ Ὀλύμπια δώματ’ ἔχοντες· τὸ ἐλαύνω, Τὼ δὲ διὰ σκαιῶν πεδίονδ’ ἔχον ὠκέας ἵππους· τὸ φυλάσσω,
25 Ὅς μοι κῆπον ἔχει πολυδένδρεον· τὸ κτῶμαι, ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ· τὸ συνοικῶ γυναικὶ,
Τὴν δ’ ἔχε κρείων Ἑλικάων·
30τὸ κρύπτω,
30Ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ·
30ἄλλως τὸ κρατῶ, ὡς τὸ,
30Αἰνεία, σὺ μὲν αὐτὸς ἔχ’ ἡνία καὶ τεὼ ἵππω·
30τὸ φυλάττω, ὡς τὸ,
30 Ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· τὸ ἐπιμελοῦμαι, ὡς τὸ, Ὅς μοι κῆπον ἔχει πολυδένδρεον. Ἐψιμυθιῶσθαι: Προστετρίφθαι τρίμματι λευ‐ κὸν τὸν χρῶτα ποιοῦντι, ὥσπερ τὸ φύκος ξανθόν.
35Ἐχρῶντο δὲ τῷ φύκει εἰς τὰ μῆλα, ἵνα ἐξανθίζῃ· τῷ
35δὲ ψιμυθίῳ, εἰς ὅλον τὸ πρόσωπον, ἵνα λευκὸν ᾖ.
36tζ.
37ζῆτα τὸ στοιχεῖον, ἀπὸ τοῦ Ζήτου τοῦ Βορέου· οὗ μέμνηται Ἀπολλώνιος.
42Ζαβάλλω: Τὸ ἐξαπατῶ. Ζαλαίνω: Τὸ μωραίνω. Ζαβουλών: Παρὰ τὸ ΖΑ ἐπιτατικὸν μόριον καὶ
45τὸ βουλὴ γίνεται Ζαβουλὼν, ὁ πάνυ βουλευτικώ‐ τατος. Ζαγρεύς: Ὁ Διόνυσος, παρὰ τοῖς ποιηταῖς. Δοκεῖ γὰρ ὁ Ζεὺς μιγῆναι τῇ Περσεφόνῃ· ἐξ ἧς. χθόνιος ὁ Διόνυσος. Καλλίμαχος,

406

(50)

Υἷα Διώνυσον Ζαγρέα γειναμένη.

406

(50)

Παρὰ τὸ ΖΑ, ἵν’ ᾖ ὁ πάνυ ἀγρεύων. Τινὲς τὸν αὐτὸν

406

(50)

φασὶν εἶναι τῷ Πλούτωνι. Ζάγκλον: Τὸ δρέπανον. Ὥς φησι Καλλί‐ μαχος, Κέκρυπται γυνὴ ζάγκλον ὑποχθονίη. Παρὰ τὸ ΖΑ ἐπιτατικὸν καὶ τὸ ἀγκύλον, ζάγκυλον·
55καὶ κατὰ συγκοπὴν, ζάγκλον, τὸ λίαν ἀγκύλον.
55 Ζαής: Ὁ σφοδρὸς ἄνεμος. Ὅμηρος, Ὦρσε δ’ ἐπὶ ζαὴν ἄνεμον. Τὸν σφοδρῶς πνέοντα. Ἀπὸ τοῦ ΖΑ καὶ τοῦ ἄω, τὸ πνέω, γίνεται ζαεής· καὶ ἐν συναλοιφῇ, ζαής. Ἢ

407

ὡς παρὰ τὸ πέτω γίνεται πέτην, οὕτως καὶ παρὰ τὸ ἄω, ἄην· καὶ ζάην, μετὰ τοῦ ΖΑ. Τὸ γὰρ τέλειον, ζάηνα, ὡς πέτηνα, εἰ μὴ κατ’ ἔκθλιψιν γέγονε. Ζάθεος: Ἅγιος, εὐδαίμων, μεγαλότιμος, εὐώ‐
5δης. Ἢ ὁ πάνυ θεῖος καὶ θειότατος. Παρὰ τὸ θεὸς καὶ τὸ α ἐπιτατικὸν, ἄθεος· καὶ πλεονασμῷ τοῦ ζ, ζάθεος. Ἢ Αἰολικῶς γέγονεν. Αἰολεῖς γὰρ τὸ ΔΙΑ, ΖΑ φασί· καὶ τὸν διάπλουτον, ζάπλουτον. Ἢ παρὰ τὸ ΖΑ ἐπιτατικὸν καὶ τὴν θέαν, ἵν’ ᾖ ὁ ἀξιο‐
10θέατος, ὡς καὶ ἠγάθεος, ὁ ἄγαν τῆς θέας μετέχων, ὁ θαυμαστός. Τὸ δὲ ΖΑ, τὸ μέγα καὶ ἰσχυρὸν καὶ πολὺ σημαίνει. Ζαθέην: Ἐκ τοῦ ΖΑ καὶ τοῦ θεὸς γίνεται ζαθέα· καὶ Ἰωνικῇ τροπῇ τοῦ α εἰς η, ζαθέη·
15Κίλλαν τε ζαθέην,
15τὴν ἄγαν θείαν καὶ θαυμαστήν.
15 Ζαθερές: Τὸ μεσημβρινὸν καῦμα. Ζάκοτος: Ὁ ἄγαν ὀργίλος, ὁ μεγαλόκοτος· κότος γὰρ ἡ ὀργή. Ἡ διὰ πρόθεσις ἔστιν ὅτε ἐπί‐ τασιν σημαίνει· καὶ τρεπομένη ὑπὸ Αἰολέων γίνεται ΖΑ, ὡς τὸ διαφλεγὴς, ζαφλεγής· καὶ ἁπλῶς τὸ ΔΙΑ,
20εἴτε πρόθεσιν σημαίνει, εἴτε μόνας συλλαβὰς, τρέ‐ πεται εἰς ΖΑ. Καὶ γὰρ τὴν καρδίαν, καρζάν φασι· καὶ τὸ διαμενὴς, ζαμενής. Ζάκορος: Νεωκόρος, ἤγουν ἡ διακονοῦσα περὶ τὸ ἱερόν. Μένανδρος,
25 Ζάκορος ἡ κοσμοῦσα τὸν ναὸν τέκνον. Καὶ ὁ ὑπηρέτης. Λευκαδία, Ἐπίθες τὸ πῦρ ἡ ζάκορος οὑτωσὶ καλῶς. Ἢ ὁ ἱερεὺς ὁ τὸν ναὸν κοσμῶν καὶ σαρῶν. Κορεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς. Τὸ δὲ ΖΑ, οὐκ
30ἔστιν ἐνταῦθα ἐπιτατικὸν, ἀλλ’ ἀντὶ τῆς διὰ προθέ‐
30σεως, ἵν’ ᾖ διάκορος, καὶ Ἀττικῶς, καὶ Αἰολικῶς. Ζάλη: Τὴν σύνομβρον πνοὴν, ἢ τὴν μεγάλην ἄελλαν, καὶ τὴν ταραχὴν τῆς θαλάσσης ἢ τοῦ ἀέρος· ἀπὸ τοῦ σφόδρα ἁλίζεσθαι. Παρὰ τὸ ΖΑ καὶ τὴν ἄελλαν. Πλάτων,
35 Εἴτε ζάλῃ πνεύματος ὑπὸ ἀέρος φερομένῃ καταληφθείη Συστροφὴν γὰρ καὶ συρμὸν βούλεται δηλοῦν. Τινὲς, ἄνεμος λάβρος, πνεῦμα θορυβῶδες. Κλήμης, δύ‐ ναται ζάλη τις εἶναι, μεγάλη συστροφὴ ἀνέμου. Τινὲς ζάλην τὴν χάλαζαν. Ἢ παρὰ τὸ ζέειν τὴν
40ἅλα, ἤγουν κορυφοῦσθαι ὑπὸ τῶν ἀνέμων, ἡ ζέουσα ἅλα. Κυρίως γὰρ ἐπὶ τῆς θαλάσσης· παρὰ τὸ ζέειν τὴν ἅλα. Ζαμενής: Εὔψυχος, μέγα μένος ἔχων, τουτέστι ψυχικὴν προθυμίαν· ἢ ὁ ἄγαν ὀργίλος. Παρὰ τὸ
45μένος, ὃ σημαίνει τὴν ὀργὴν καὶ τὸν θυμόν.
45 Ζάμολξις: Πυθαγόρᾳ δουλεύσας· ὡς Ἡρόδοτος τετάρτῃ, Σκύθης· ὃς ἐπανελθὼν ἐδίδασκε περὶ τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν. Μνασέας δὲ παρὰ Γέταις
τὸν χρόνον τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξον. Ἑλ‐ λάνικος δὲ ἐν τοῖς Βαρβαρικοῖς Νόμοις φησὶν, ὅτι

407

(50)

Ἑλληνικός τε γεγονὼς, τελετὰς κατέδειξε Γέταις τοῖς ἐν Θρᾴκῃ, καὶ ἔλεγεν (ὅτι) οὔτ’ ἂν αὐτὸς ἀπο‐ θάνοι, οὔθ’ οἱ μετὰ τούτου, ἀλλ’ ἕξουσι πάντα ἀγαθά. Ἅμα δὲ ταῦτα λέγων, ᾠκοδόμει οἴκημα κατάγαιον· ἔπειτα ἀφανισθεὶς αἰφνίδιον ἐκ Θρακῶν, ἐν τούτῳ
55διῃτᾶτο. Οἱ δὲ Γέται ἐπόθουν αὐτόν. Τετάρτῳ δὲ ἔτει πάλιν φαίνεται· καὶ οἱ Θρᾶκες αὐτῷ πάντα ἐπίστευσαν. Λέγουσι δέ τινες, ὡς ὁ Ζάμολξις

408

ἐδούλευσε Πυθαγόρᾳ, καὶ ἐλευθερωθεὶς ταῦτα ἐσοφί‐ ζετο. Ἀλλὰ πολὺ πρότερόν μοι δοκεῖ ὁ Ζάμολξις Πυθαγόρου γενέσθαι. Ἀθανατίζουσι δὲ καὶ Τέριζοι καὶ Κρόβυζοι· καὶ τοὺς ἀποθανόντας ὡς Ζάμολξιν
5φασὶν οἴχεσθαι, ἥξειν δὲ αὖθις. Καὶ ταῦτα ἀεὶ
5νομίζουσιν ἀληθεύειν. Θύουσι δὲ καὶ εὐωχοῦνται, ὡς αὖθις ἥξοντος τοῦ ἀποθανόντος. Ῥητορική. Ζάραξ: Λυκόφρων, Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ. Ζάραξ καὶ Ὀφέλτα, ὄρη Εὐβοίας, περὶ ἃ γέγονε τὰ
10ναυάγια τῶν Ἑλλήνων. Ζάραξ δὲ ὠνόμασται ἀπὸ Ζάρακος τοῦ Πετραίου υἱοῦ Καρύστου. Ζατῶ: Τὸ φράζω· καὶ ζατῶσαι, τὸ φράσαι. Ζατρεύω: Κυρίως τὸ ἐν μύλωνι βασανίζω· ἀπὸ τοῦ ζητρείου, ὃ σημαίνει κατὰ Ἴωνας τὸ βασανι‐
15στήριον. Ζατρεφέων: Ἐκ τοῦ ΖΑ καὶ τοῦ τρέφω, ἄγαν εὐτραφῶν. Ζαφλεγές: Πολύφλογον· παρὰ τὸ ἄγαν φλέ‐ γειν.
20Ζάφελος:
20Ἐπιζάφελος χόλος,
20ἀντὶ τοῦ ἄγαν ηὐξημένος· καὶ,
20ἐπιζαφελῶς χαλεπαίνει,
20ἀντὶ τοῦ ἐπιμόνως, ηὐξημένως, Ἰλιάδος ιʹ. Παρὰ τὸ
20ΖΑ καὶ τὸ ὀφέλλω, τὸ αὔξω, γίνεται ζαόφελος· καὶ
20συγκοπῇ, ζάφελος, ὁ ἐπηυξημένος καὶ σφοδρὸς καὶ θυμώδης καὶ ἰσχυρός. Ἢ παρὰ τὸ ὠφελῶ· καὶ ση‐ μαίνει τὸν μεγάλως ὠφελημένον, ἢ ἐπιμόνως ηὐξη‐ μένον. Καὶ τὸ μὲν ζάφελος βαρύνεται· ἐπειδὴ τὰ εἰς ΟΣ λήγοντα συγκείμενα παρὰ τὸ ΖΑ προπαρο‐
25ξύνεται, ζάκοτος, ζάθεος· τὸ δὲ ζαφελῶς περισπᾶται· τὰ γὰρ διὰ τοῦ ΛΩΣ ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπιτοπλεῖστον φιλεῖ περισπᾶσθαι, εὐτελῶς, ἐπιμελῶς. Πρόσκειται, “ὡς ἐπιτοπλεῖστον,” διὰ τὸ εὐτραπέλως, εἰκέλως.
30Ζαχρειής: Ζαχρειὲς ἐστὶ κυρίως τὸ βιαίως
30ταῖς χερσὶ πραττόμενον· παρὰ γὰρ τὰς χεῖρας πεποίηται ἡ λέξις ζαχερὴς, καὶ ὑπερθέσει, ζαχρεὴς καὶ ζαχρειής. Ἢ, ὡς λέγει Ὦρος, ἔστι ῥῆμα χρῶ, τὸ πλησιάζω, παρὰ τὸν χρῶτα· παράγωγον χραύω, ὡς ψαύω· ὄνομα ῥηματικὸν, χρής· καὶ πλεονασμῷ
35τοῦ ε, μετὰ τοῦ ΖΑ, γίνεται ζαχρεής· καὶ πλεο‐
νασμῷ τοῦ ι. Σημαίνει τὸν ἄγαν χρειώδη, ἢ τὸν σφοδρόν· καὶ ζαχρειῶν ἀνέμων, ἰσχυρῶν, εὐχρή‐ στων, ἐξαπιναίων, ἢ μεγάλως πνεόντων. Ζέμα: Τὸ θερμόν· παρὰ τὸ ζέω.
40Ζεύω: Τὸ γεύω· καὶ ζεύσασθαι, γεύσασθαι.
40 Ζέλεια: Ὠνόμασται ἀπὸ Ζέλυός τινος· ἢ διὰ τὸ τὸν ἥλιον ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι. Ζέλλω: Τὸ βάλλω· ἐξ οὗ ζέλλειν, τὸ βάλ‐ λειν. Ζέφυρος: Ὁ ἀπὸ δυσμῶν πνέων ἄνεμος, ὁ καὶ
45λὶψ καλούμενος. Παρὰ τὸ ζωὴ καὶ τὸ φέρω, ὁ τὸ
45ζῆν πᾶσι φέρων καὶ παρέχων, ζήφυρος, ζέφυρος· (καὶ τί μετέχει τοῦ ζῆν; τῷ γὰρ θέρει πνέοντος αὐτοῦ οἱ καρποὶ αὔξονται·) ζωοφόρος τὶς ὢν, ὁ τὰ πρὸς ζωὴν φέρων· ἐπειδὴ τὰ φυτὰ κυΐσκειν ποιεῖ. Ὅμηρος,

408

(50)

αὔρη

408

(50)

ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.

408

(50)

Ἢ παρὰ τὸ ζόφος, ζόφυρος καὶ ζέφυρος, ὁ ἐκ ζόφου ῥέων. Ὁ αὐτὸς καὶ λὶψ καλεῖται. Ζεύς: Ὁ θεός. Κορνοῦτος ἐν τῷ περὶ Ἑλλη‐ νικῆς θεολογίας φησὶν, ὅτι ψυχή ἐστι τοῦ παντὸς κόσμου, παρὰ τὸ ζωὴ καὶ αἰτία εἶναι τοῖς ζῶσι τοῦ
55ζῆν· καὶ διὰ τοῦτο βασιλεὺς λέγεται τῶν ὅλων, ὡς καὶ ἐν ἡμῖν ἡ ψυχή. Ἢ ὅτι ἔζησε μόνος τῶν τοῦ Κρόνου παίδων, καὶ οὐ κατεπόθη. Ἢ ἀπὸ τοῦ ζῆν

409

καὶ τοῦ ἄω· τὸ γὰρ ζωοποιόν ἐστι πνεῦμα. Ἢ παρὰ τὸ ΖΑ καὶ τὸ αὔω, τὸ βοῶ, ὁ μεγάλως αὔων. Ἢ παρὰ τὸ δέος· φοβερὸς γάρ. Ἢ παρὰ τὸ δεύω, τὸ βρέχω, δεύσω, Δεὺς καὶ Ζεύς· ὑέτιος γὰρ ὁ θεός.
5Ἢ παρὰ τὴν ζέσιν· θερμότατος γὰρ ὁ ἀήρ. Ἢ
5παρὰ τὸ ζέω, Ζεὺς, ὡς τρέω Τρεὺς, καὶ Ἀτρεύς. Σημαίνει δὲ τέσσαρα· τὸν θεὸν, ἢ τὸν οὐρανὸν, ὡς τὸ, Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶας· σημαίνει καὶ τὸν Ποσειδῶνα, ὡς τὸ, Ζεὺς δὲ κατὰ πόντον ἐτάραξεν
10σημαίνει καὶ τὸν καταχθόνιον θεὸν, ὡς τὸ,
10Ζεύς τε καταχθόνιος.
10Ὁ Πλούτων, Ἰλιάδος ιʹ. σημαίνει καὶ τὸν ἥλιον,
10ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς.
10Διός· ὁ κανών· δύο κανόνες εἰσὶν οἱ μαχόμενοι· ὁ μὲν εἷς λέγει, ὅτι πᾶν ὄνομα μονοσύλλαβον ὀξύτονον μακροκατάληκτον εἰς ς λῆγον διὰ καθαροῦ τοῦ ΟΣ κλινόμενον τὸν χρόνον τῆς εὐθείας φυλάττει καὶ ἐν τῇ γενικῇ· οἷον, δμὼς, δμωός· θὼς, θωός· καὶ
15ὤφειλεν εἶναι Ζεὺς, Ζευός· ὁ δὲ ἕτερος λέγει, ὅτι τὰ εἰς εὺς διὰ τοῦ έος κλίνονται· καὶ ὤφειλεν εἶναι Ζεὺς, Ζέος. Τῶν οὖν δύο κανόνων μαχομένων, εἰσῆλθεν ἡ τῶν Βοιωτῶν διάλεκτος, καὶ ἐγένετο Ζεὺς
Διός.
20Ζεύς με μέγα: Αἱ ὀξυνόμεναι λέξεις, αἱ διὰ
20τὴν συνέπειαν τρέπουσαι τὴν ὀξεῖαν εἰς βαρεῖαν, ἐπι‐ φερομένου τοῦ ἐγκλιτικοῦ μορίου τὴν ἰδίαν τάσιν φυλάττουσι. Τὸ ἐμὲ δὲ πρωτότυπός ἐστιν ἀντω‐ νυμία. Αἱ δὲ πρωτότυποι ἀντωνυμίαι ἐγκλίνονται· καὶ αἱ ἐγκλινόμεναι ἀποβάλλουσι τὸ φωνῆεν.
25 Ζεῦξαι: Τὸ βόας ἢ ἡμιόνους ἑνῶσαι ὑπὸ τὸν αὐτὸν ζυγόν. Καὶ ζεύξειν τὸ πρᾶγμα, παρὰ τὸ Ζεύς· αὐτὸς γὰρ πρῶτος ἔζευξεν ἡμιόνους ἐπὶ σπορᾷ καρπῶν. Ζευξιδία: Ἡ Ἥρα οὕτως τιμᾶται ἐν Ἄργει.
30Φασὶ γὰρ, ὅτι Ἄπις μεταναστὰς ἀπὸ τοῦ Ἄργους
30εἰς Αἴγυπτον ἔπεμψε βόας τῷ ἐν Ἄργει βασιλεύ‐ οντι, καὶ τὴν τοῦ σπόρου ἐργασίαν ἐδίδαξεν· ὁ δὲ, ζεύξας ἐπὶ τῷ σπόρῳ τὰς βοῦς, Ἥρας ἱερὸν ἀνέθη‐ κεν. Ὅτε δὲ τοὺς στάχυς συνέβαινε βλαστάνειν καὶ ἀνθεῖν, ἄνθεα Ἥρας ἐκάλεσε.
35Ζεῦγος ἡμιονικὸνβοϊκόν ζεύξαντες τὴν
35λεγομένην κλινίδα, ἥ ἐστιν ὁμοία διέδρῳ, τὴν τῆς νύμφης μέθοδον ποιοῦνται. Παραλαβόντες δὲ αὐτὴν ἐκ τῆς πατρῴας ἑστίας ἐπὶ τὴν ἅμαξαν ἄγουσιν εἰς τὰ τοῦ γαμοῦντος ἑσπέρας ἱκανῆς. Κάθηνται δὲ τρεῖς ἐπὶ τῆς ἁμάξης· μέση μὲν ἡ νύμφη· ἐξ ἑκα‐
40τέρου δὲ ὁ νυμφίος καὶ ὁ πάροχος· οὗτος δέ ἐστι φίλος ἢ συγγενὴς ὁ μάλιστα τιμώμενος καὶ ἀγαπώ‐ μενος. Ἐπειδὴ (δὲ) ἡ ἅμαξα ὄχημα λέγεται, ὁ ἐκ τρίτου παροχούμενος πάροχος ἐκλήθη. Ἀπὸ ταύτης τῆς συνηθείας, κἂν πεζοί τινες μετίωσι κόρην, ὁ
45τρίτος συμπαρὼν πάροχος λέγεται. Ζεῦγος: Οὐ μόνον τὸ ἐκ δυοῖν τινῶν ζευγνύ‐ μενον, ἀλλὰ καὶ τὸ ἐκ πλειόνων. Καὶ γὰρ καὶ Ἰσο‐ κράτης τέθριππον ζεῦγος εἶπε, καὶ Αἰσχύλος. Ὥστε κἂν ἐκ τεσσάρων, κἂν ἐκ πέντε ᾖ, ζεῦγος αὐτὸ κα‐

409

(50)

λεῖται. Γίνεται δὲ παρὰ τὸ ζεύγω, ὡς τεύχω τεῦχος. Ζεῦγμα: Οὐ τὸ σχοινίον, ἀλλ’ ἡ ἐζευγμένη σχεδία ἐν ποταμῷ ἢ ἐν θαλάσσῃ. Καὶ Θουκυδίδης ἑβδόμῃ, Τὸ ζεῦγμα τοῦ λιμένος.
55Ζεύγλη: Τὸ ἄκρον τοῦ ζυγοῦ, καθ’ ὃ ἐντίθενται
55τοὺς τραχήλους τὰ ζῷα· ἢ τὸ τοῦ τραχήλου μέρος, καθ’ ὃ ὁ ζυγός. Ἀπὸ τοῦ ζεύξω, ζεύγλη, ὡς ἀπὸ τοῦ ἀΐξω, αἴγλη. Εἰς τὸ πεπάλη.

410

Ζευγίσιον: Ὃ ἐτέλει ὁ ζευγίτης. Τρεῖς δὲ τάξεις Ἀθήνῃσιν ἦσαν· πεντακοσιομέδιμνοι, οἱ πλου‐ σιώτατοι· ἱππεῖς, οἱ ἱππάδα τελοῦντες· καὶ τὸ θη‐ τικόν.
5Ζείδωρος ἄρουρα: Παρὰ τὸ ζῆν ζήδωρος, ἡ τὰ
5πρὸς τὸ ζῆν δωρουμένη, (τοῦ η εἰς τὴν ΕΙ δίφθογγον τραπέντος Βοιωτικῶς, ὡς οὐτήσω, οὐτειλή) βιόδωρος. Ἢ παρὰ τὶ τὰς ζειὰς δωρεῖσθαι, ζειόδωρος. Ἢ παρὰ τὸ ζέω ζέεις καὶ ζέει, ἀποβολῇ τοῦ ι, ζεέδωρος, ὡς μένει, Μενέλαος· καὶ συναιρέσει ἢ κράσει γίνεται
10ζείδωρος· καὶ γὰρ τὸ ζῶ ζέω λέγεται, ἡ τὸ ζῆν δωρουμένη. Ζειαί: Αἱ ὀλύραι· κατὰ δὲ ἑτέρους αὐτὴ ἡ κριθή· πλεονασμῷ τοῦ ζ, εἰαί τινες οὖσαι. Εἰαὶ γὰρ αἱ τροφαί· οἷον,
15[Θώων παρδαλίων τε] λύκων τ’ ἤϊα πέλονται.
15Ὅτι ζῴων εἰαί εἰσιν. Ἢ παρὰ τὸ ζέω, ζεαὶ καὶ
15ζειαὶ, αἱ τοῦ ζῆν αἴτιαι. Ἢ ἀπὸ τοῦ Ζεὺς, ὅτι Διὸς εὕρημα ἐστὶ κατὰ τὸν μῦθον. Τὰ εἰς ἄλφα τῇ ΕΙ διφθόγγῳ παραληγόμενα ἢ τῷ ι, ἐπὶ μὲν οὐσίας, ὀξύνεται, ζειὰ, φειὰ, χειά· ἐπὶ δὲ πράγματος, βαρύ‐ νεται· οἷον, μνεία, χρεία.
20 Ζειραί: Χιτῶνες ἀνακεκολπωμένοι, ἢ ἀνάκωλοι. Ξενοφῶν, Καὶ ζειρὰς μέχρι τῶν ποδῶν ἐπὶ τῶν ἵππων ἔχουσιν, Ἀλλ’ οὐ χλαμύδας. Οὕτως εἰς τὸ Ῥητορικόν. Ἄλλοι δὲ ζώνην καὶ χλα‐
25μύδα σημαίνειν τὴν λέξιν φασί· παρὰ τὸ εἴρειν,
25πλεονασμῷ τοῦ ζ, ἡ ἐνειρμένη· τινὲς δὲ παρὰ τὸ δεῖν, ὅ ἐστι δεσμεύειν, δειρὰ, καὶ ζειρὰ, κατὰ μετά‐ θεσιν τοῦ δέλτα εἰς ζ. Τινὲς δὲ παρὰ τὴν δέσιν, δειρὰ, ἱμάτιον, ἢ ἐφαπτὶς, ἢ διάδημα, ἢ πορφυροῦν ἔνδυμα.
30Ζέω καὶ ζεῖν: Εἴρηται κατὰ μίμησιν τοῦ κατὰ
30τὴν θερμασίαν τῶν ὑδάτων ἤχου· ἢ ἀπὸ τοῦ ΖΑ καὶ
30τοῦ ἄω, τὸ πνέω, ζάω καὶ ζέω. Ζῶ καὶ ζῆν: Τὸ τῆς ζωῆς σημαντικὸν ῥῆμα, ἀπὸ τοῦ ζέω κατὰ μεταφοράν· ἀναπνέομεν γὰρ, ἕως πάρεστιν ἐν ἡμῖν τὸ θερμὸν καὶ ἡ ζέσις τοῦ αἵματος. Ἢ ἀπὸ τοῦ ἄω, τὸ πνέω, πλεονασμῷ τοῦ ζῆτα ἢ τοῦ
35ΖΑ, γίνεται ζάω· εἶτα κατὰ κρᾶσιν, ζῶ. Παθητικὰ οὐκ ἔχει· τὰ γὰρ οὐδέτερα ῥήματα, μήτε ἐνέργειαν μήτε πάθος δηλοῦντα, παθητικὰ οὐκ ἔχει· οἷον ζῶ, πλουτῶ, ὑγιαίνω, ὑπάρχω. Τοῦ ζῆμι κίνησις οὐχ εὕρηται. Ἀπὸ τοῦ ζάω, ζάεις, ζάει, κατὰ κρᾶσιν
40Δωρικὴν τοῦ ΑΕ εἰς η, γίνεται ζῇς, καὶ ζῇ. Οὐ γὰρ ἀπὸ τοῦ ζάεις ζᾷς συνῃρημένον γέγονε τὸ ζῇς καὶ ζῇ. Ζῆθι: Ἔστιν εἰς τὸ βοῆς. Ὁ παρατατικὸς, ἔζαον ἔζων, ἔζαες ἔζης, ἔζαε ἔζη· καὶ τὸ προστα‐
45κτικὸν ζῆ, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἰφιγενείᾳ,
45Ἀλλ’ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
45Καὶ ἐν Φρίξῳ,
45 Δι’ ἐλπίδος ζῆ, καὶ δι’ ἐλπίδος τρέφου. Τὸ γὰρ ζῆθι κατ’ ἐπέκτασιν ἔχει τὴν ΘΙ συλλαβήν· καὶ μετὰ τῆς σὺν προθέσεως, σύζηθι. Τινὲς λέ‐ γουσι τὸ ζῆς ζῆ μὴ ἔχειν τὸ ι προσγεγραμμένον, κατασκευάζοντες ἀπὸ τοῦ εἰς ΜΙ τοῦ ζῆμι· οἵτινες

410

(50)

οὐκ ἀκριβῶς λέγουσιν. Εἰ γὰρ ἀπὸ τοῦ εἰς ΜΙ,

410

(50)

ὤφειλεν εἶναι ἡ μετοχὴ ζὰς, ὥσπερ στάς· καὶ τὸ θηλυκὸν, ζᾶσα, ὥσπερ στᾶσα· νῦν δὲ ζῶν ἐστὶν ἡ μετοχή· καὶ τὸ θηλυκὸν, ζῶσα. Καὶ εἰ ἀπὸ τοῦ εἰς ΜΙ, ὤφειλεν εἶναι τὸ πρῶτον τῶν πληθυντικῶν ζάμεν, ὥσπερ φαμέν· νυνὶ δὲ ζῶμεν ἐστὶν, ὥσπερ βοῶμεν.
55Ἄρα οὐκ ἔστιν ἀπὸ τῶν εἰς ΜΙ. Ζητῶ: Συζυγίας πρώτης. Ἐκ τοῦ ΖΑ ἐπιτα‐ τικοῦ καὶ τοῦ αἰτῶ γίνεται ζαετῶ· καὶ συγκοπῇ, ζατῶ· καὶ τροπῇ τοῦ ἄλφα εἰς η, ζητῶ.

411

Ζητηταί: Ἀρχή τις ἦν Ἀθήνῃσι κατὰ καιροὺς καθισταμένη, πρὸς ἣν ἐμηνύοντο οἱ ὀφείλοντες χρή‐ ματα τῇ πόλει καὶ μὴ ἀποδεδωκότες. Ζήτης: Ὁ υἱὸς Βορρᾶ· οἷον,
5 Ζήτης αὖ Κάλαΐς τε Βορήϊοι υἷες ἱκέσθην, Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τοῖς Ἀργοναυτικοῖς. Ζαήτης, παρὰ τὸ ΖΑ καὶ τὸ ἀήτης, ὁ μεγάλως πνέων· υἱὸς γάρ ἐστι τοῦ Βορρᾶ. Ζῆθος: Ἀπολλώνιος,
10Ἐν δ’ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιὼ,
10Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δ’ ἔτι Θήβη
10 κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους ἱέμενοι. Εἴρηται παρὰ τὸν ζήσω μέλλοντα Ζῆθος, ὡς ἐρίσω ἔριθος. Ἢ ὅτι ἡ μήτηρ αὐτοῦ ἐζήτησεν εὐμαρῶς τεκεῖν αὐτὸν, ὥς φησιν Εὐριπίδης,
15Τὸν μὲν κίκλησκε Ζῆθον· ἐζήτησε γὰρ
15τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν.
15 Ζῆλος: Ὁ φθόνος. Παρὰ τὸ ζέω καὶ τὸ λίαν γίνεται ζέλος καὶ ζῆλος· θερμὸς γάρ ἐστι λίαν. Ἢ παρὰ τὸ ζέειν, ὁ φλεγμαίνειν καὶ ἐκκαίεσθαι τὴν ψυχὴν ποιῶν· φλέγει γὰρ ἐν τῷ βάθει. Ἢ ὁ ἐκ τῆς ζέσεως τοῦ θυμοῦ γινόμενος. Ἢ ἀπὸ τοῦ ζάλη,
20ζάλος καὶ ζῆλος· ὁ γὰρ ζῆλος ζάλην βάλλει εἰς τὸν ἄνθρωπον. Ἢ ὁ ζητῶν πρός τινα ἄλλον ζῆν· οἷον, ζηλοῖ δέ τε γείτονα γείτων. Τὰ δὲ παρ’ αὐτοῦ συγκείμενα, εἴτε κατ’ ἀρχὰς εἴτε κατὰ τὸ τέλος, τὴν αὐτὴν φυλάττει γραφήν· οἷον,
25πολύζηλος, δύσζηλος, ὁ φθονερὸς, παρὰ τὸ ζέειν
25ὅλος.
25 Ζημία: Ἡ τῶν ὄντων πρὸς τὸ ζῆν μείωσις, ἡ τοῦ κέρδους καὶ τῆς ὠφελείας ἄτη, ἡ τὰ πρὸς τὸ ζῆν μειοῦσα, ἡ τὴν ζωὴν μειοῦσα, τουτέστι τὴν περιου‐ σίαν· παρὰ τὴν ζέσιν τὴν γινομένην ὑπὸ τοῦ θυμοῦ ἐν τῷ ἐκτίνειν τὰ ἐπαγόμενα. Ἢ δημία τὶς οὖσα, ἡ
30πολιτική.
30 Ζηρυνθία: Ἀφροδίτη ἐν Θρᾴκῃ. Ζήρυνθον γὰρ ἄντρον ἐν Θρᾴκῃ. Οὐ γὰρ μόνον Ἄρεως ἱερά ἐστιν ἐν Θρᾴκῃ, ἀλλὰ καὶ Ἀφροδίτης. Λυκό‐
φρων. Ζήτρειον: Σημαίνει τὸ τῶν δούλων δεσμωτή‐
35ριον, ἤγουν τὸν μύλωνα, παρὰ Χίοις καὶ Ἀχαιοῖς·
35ἐκεῖ γὰρ ἐδεσμεύοντο οἱ δοῦλοι. Εὔπολις, Ὥσπερ γὰρ εἰς ζήτρειον ἐμπεσών. Καὶ Θεόπομπος, ὥς μοι δοκεῖν εἶναι τὸ πρόθυρον τοῦτο βασανιστήριον,
40τὴν δ’ οἰκίαν ζήτρειον, ἢ κακὸν μέγα.
40Σύνθετον δέ ἐστιν ἐκ τοῦ ΖΑ καὶ τοῦ τρέω, τὸ φοβοῦ‐
40μαι, ζάτρεον καὶ ζήτρειον. Ἢ παρὰ τὸ δεῖν, τὸ
40δεσμεύειν, καὶ τὸ τρέω γίνεται δήτρειον, καὶ ζήτρειον κατὰ τροπὴν εἰς ΕΙ διφθόγγου εἰς τὸ η· ἐν ᾧ δεῖσθαι τρέουσιν. Εὕρηται δὲ καὶ διὰ τοῦ ι συνεσταλμένον. Καὶ παρὰ Ἡρώδῃ, Ἄγε αὐτὸν εἰς τὸ ζήτρειον.
45Ἔστι δὲ χωλίαμβον τὸ μέτρον. Τοῦτο δὲ ὁ μὲν
45Ὦρος προπαροξύνει, ὡς τὸ γήτειον· ὁ δὲ Ὠριγένης προπερισπᾶ. Χοιροβοσκός. Ζιζάνιον: Τὸ ἄνευ σπορᾶς συμπαραφυόμενον τῷ σίτῳ. Καὶ γίνεται παρὰ τὸ σῖτος καὶ τὸ σίνω, τὸ βλάπτω, σισάνιον καὶ ζιζάνιον, τὸ βλάπτον τὸν

411

(50)

σῖτον. Ἢ παρὰ τὸ σῖτος καὶ τὸ ἱζάνω, τὸ κάθημαι,

411

(50)

σιτοΐζανον, τὸ τῷ σίτῳ παρεδρεῦον καὶ συναυξάνον. Ζίω: Τὸ ζητῶ· ἐξ οὗ καὶ ζίεται, τὸ ζητεῖται. Ζιγνῶ: Τὸ σκυθρωπάζω· καὶ ζιγνῶσαι, τὸ σκυ‐ θρωπάσαι. Ζυγός: Παρὰ τὸ δύο ἄγειν, δυαγός· καὶ ἐν
55συγκοπῇ, δυγὸς καὶ ζυγός· οἱ γὰρ Δωριεῖς τὸ δ εἰς ζ τρέπουσιν. Ἢ παρὰ τὸ ἄγεσθαι καὶ ἐφέλκεσθαι ὑπ’ αὐτοῦ, δυγὸς καὶ ζυγός. Ἰστέον δὲ ὅτι τὸ ζ δια‐

412

λύουσιν οἱ Δωριεῖς εἰς ς καὶ δ· οἷον, ζυγὸς, σδυγός· ζευκτῆρες, σδευκτῆρες· θερίζω, θερίσδω· συρίζω, συ‐ ρίσδω. Θεόκριτος, Ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται.
5Ἤγουν μελίζεται καὶ ἠχεῖ καὶ ἀποτελεῖ μελῳδίαν.
5Σημαίνει τρία· τὸ ἅρμα τῶν ἵππων, ὡς τὸ, Ἱππείου δὲ ζυγοῦ θεὰ ἥψατο· καὶ τὸν τῆς κιθάρας πῆχυν, ὡς τὸ, ἐπὶ δ’ ἀργύρεον ζυγὸν ἦεν. Σημαίνει δὲ καὶ τὰς τῶν ἐρεσσόντων καθέδρας. Εἴ‐
10ρηται καὶ ἐπὶ τῶν ἁμαξῶν, καὶ ἐπὶ ἁρμάτων, καὶ
10πλοίων. Καὶ τὸ λεγόμενον ὑπὸ τῶν ποιητῶν τάλαν‐ τον, ἤγουν ἡ τρυτάνη, δυαγὸν, τὸ δύο ἄγον, καὶ ζυγόν. Λέγεται ζυγὸς καὶ ὁ τῆς κιθάρας πῆχυς [καὶ] ᾧ ἔγκεινται οἱ κόλλαβοι· οὕτω δὲ λέγονται οἱ πάσσαλοι, ὧν ἐξάπτονται αἱ χορδαὶ, παρὰ τὸ κεκολ‐
15λῆσθαι. Ἰλιάδος ἰῶτα.
15 Ζυγομαχεῖν: Στασιάζειν, ὡς οἱ βόες ἐζευγμένοι. Μετῆκται δὲ ἡ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλή‐ λους μάχης μὴ συμφώνως ἐργαζομένων· ἐκεῖνοι γὰρ πολλάκις ὅταν ἕλκωσι κάμνοντες, ἐπερείδουσι τὸ
βάρος πρὸς ἀλλήλους· κέχρηται Ὑπερίδης. Ἢ ἀπὸ
20μεταφορᾶς τῶν εἰς τὸν σταθμὸν φιλονεικούντων, ἢ τῶν πωλούντων σταθμῷ καὶ διαφερομένων πρὸς τοὺς ὠνουμένους· ἢ ἀπὸ τῶν ὑποζυγίων, ἢ βοῶν, ἢ ἵππων, ἤ τινων τοιούτων· ὡς Ἡσίοδος, Οὐκ ἂν τώγ’ ἐρίσαντες ἐν αὔλακι καμμὲν ἄροτρον
25 ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν. Ὁ δὲ Ἡρόδοτος ἀπὸ τῶν ἐν τοῖς πλοίοις ζυγῶν δύνασθαι φησὶν εἶναι τὴν λέξιν, ἐπεὶ περὶ τῶν καθεδρῶν διαφέρονται οἱ ἐρέσσοντες. Ζύγαστρον: Τὸ κιβώτιον, ὥς φησι Σοφοκλῆς,
30Κοίλῳ ζυγάστρῳ.
30Κυρίως ἡ ξυλίνη σορός· παρὰ τὸ ἐνεζεῦχθαι καὶ ἐνδεδέσθαι ἀλλήλαις τὰς σανίδας. Παρὰ Δελ‐ φοῖς δὲ ζύγαστρον καλεῖται τὸ γραμματοφυλάκιον. Ῥητορικὴ ἡ λέξις. Ζύμη: Τὸ σταῖς τὸ συμπεφθὲν εἰς ὄπτησιν.
35Παρὰ τὸ ζέω, ζύμη, (ὡς λύω, λύμη· δύω, δύμη) τὸ
35ζέον σταῖς· ἢ παρὰ τὸ ζωῆς οἶμον εἶναι. Ζέω, ζύω, ὡς ξέω, ξύω· χέω, χύω· ζύμη, καὶ ζύμωμα· ἐκ τοῦ ζέσαντος, ζεστὸς, ἢ σταῖς τι γεγονός. Ἐκ τοῦ ζύμη ζυμήτης, ἄρτος ποιός· οἷον, ἄρτοι ζυμῆται [οἱ] μεγάλοι.
40Ζόφος: Σκότος, ἀχλύς. Παρὰ τὸ νέφος νόφος,
40καὶ μετὰ τοῦ ΖΑ, ζάνοφος· καὶ συγκοπῇ, ζόφος. Ἢ παρὰ τὸ φάος κατὰ προσέλευσιν τοῦ ο, ὄφαος· καὶ πλεονασμῷ τοῦ ζ, ζόφος, κατὰ ἀποβολὴν τοῦ α. Ἢ ἀπὸ τοῦ γνόφος, δνόφος καὶ ζόφος, δηλονότι ἀποβολῇ τοῦ ν. Σημαίνει δὲ δύο· τὸν ἐν ᾅδου τόπον,
45οἷον ὁμιχλώδη· καὶ τὸν εἰς δύσιν, ὡς τὸ, Εἴτ’ ἐπ’ ἀριστερὰ τοίγε ποτὶ ζόφον ἠερόεντα. Ζωάγρια: Τὰ ὑπὲρ τοῦ ζῆν διδόμενα ἄποινα. Ζώγρει: Ζώγρει Ἀτρέος υἱέ.

412

(50)

Ἀντὶ τοῦ ζῶντα λάμβανε. Παρὰ τὸ ζῶ καὶ τὸ

412

(50)

ἀγρεύειν, ζωγρῶ, τὸ τὰ ζῶντα ἀγρεύω. Ζωγράφος: Θεόκριτος, Ποῖοι ζωογράφοι τἀκριβέα γράμματ’ ἔγραψαν. Οὐχ ὅτι γράμματι χρῆται, ἀλλ’ ὅτι τῇ γραφίδι προσκαταξύει· γράψαι γὰρ τὸ ξύσαι. Οὐκ ἔχει δὲ
55τὸ ι προσγεγραμμένον. Ἔστι γὰρ ζῷον ζῴου ζῳο‐
55γράφος· καὶ ἐπειδὴ οὐδέποτε μεταξὺ τοῦ ι ὄντος ἢ τοῦ υ ἢ συμφώνου κρᾶσις γίνεται, ἀλλὰ πρῶτον
ἀποβάλλει αὐτὸ, καὶ οὕτω γίνεται ἡ κρᾶσις, βελ‐

413

τίονα, βελτίω· τῷ ἐμῷ, τὠμῷ· τοῦ ἀνθρώπου, τἀν‐ θρώπου· καὶ τὸ ἄνθρωπος, τἄνθρωπος· τούτου χάριν καὶ τὸ ζῳογράφος πρῶτον ἀποβάλλει τὸ ι, καὶ οὕτω ποιεῖ τὴν κρᾶσιν τοῦ ω καὶ ο εἰς ω, χωρὶς τοῦ ι.
5 Ζωπυρεῖν: Κυρίως τοὺς ἄνθρακας φυσᾶν· Ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας. Καὶ ζωπυρῆσαι. Ἀπὸ μεταφορᾶς τοῦ πυρὸς λέγε‐ ται καὶ ἐπὶ τοὺς ἐξ ἀρρωστίας ἀναρρωννυμένους. Καὶ ἔζην·
10Κἄγωγ’ ἂν ἔζην καὶ σὺ τὸν λοιπὸν χρόνον.
10Ὤφειλεν εἶναι ἔζων. Κοινῶς μὲν, ἔζας ἔζα· οἱ Δω‐ ριεῖς δὲ τὸ α ε εἰς η συναιροῦσιν, ἔζαες ἔζης λέγον‐ τες, καὶ ἔζαε ἔζη. Πλάνης οὖν γινομένης, ἐγένετο πρῶτον πρόσωπον ἔζην, προσθέσει τοῦ ν, ἀπὸ τοῦ τρίτου προσώπου.
15Ζῴδιον: Σὺν τῷ ἰῶτα, ἐπειδὴ εὕρηται κατὰ
15διάστασιν. Ἄρατος, Ζωΐδιον δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν. Ἢ ἐπειδή ἐστι ζῷον ζῴου, ὅπερ ἔχει προσγεγραμ‐ μένον τὸ ἰῶτα· καὶ ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τῶν πρωτοτύπων ἀπὸ φωνήεντος ἄρχεται,
20γίνεται ζωΐδιον, ὡς εἴρηται, τοῦ ι ἀπὸ τοῦ πρωτο‐
20τύπου ὄντος. Τὸ γενικὸν ὄνομα, παρὰ τὸ ζῶ, τὸ τοῦ ζῆν δεκτικόν. Ἢ ἀπὸ τῆς ζωῆς, τὸ ζωὴν ἔχον, ἢ ζέσιν ἔχον καὶ θερμότητα, πρὸς ἀντιδιαστολὴν τῶν μὴ ζωῶν· ὅθεν καὶ ζεστὸν ἄνθρωπον φαμὲν, τὸν εὐκί‐ νητον καὶ θερμόν. Γράφεται δὲ μετὰ τοῦ ἰῶτα,
25ἐπειδὴ εὕρηται κατὰ διάστασιν καὶ παρὰ Σιμωνίδῃ, οἷον τόδ’ ἡμῖν ἑρπετὸν παρέπτατο ζώϊον κάκιστον. Καὶ διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ΩΟΝ. Τὰ γὰρ
30διὰ τοῦ ΩΟΝ οὐδέτερα μονογενῆ θέλει ἔχειν τὸ ἰῶτα·
30οἷον, Πτῷον, ὄνομα ὄρους· προστῷον, περιστῷον,
30ὑπερῷον. Οὕτω καὶ ζῷον σὺν τῷ ι.
30 Ζῶς: Ἀξιοῖ ὁ Ἀσκαλωνίτης περισπᾶσθαι· οὐχ ὑγιῶς· μόνον γάρ ἐστι τὸ σῶς περισπώμενον μονο‐ σύλλαβον ἀρσενικὸν εἰς ΩΣ λῆγον, εἴτε ἀπὸ τοῦ σῶος, ἢ ἀπὸ τοῦ σάος· ὅπερ ἄμεινον. Εἰ δὲ ἐκ τοῦ ζωὸς ἀξιοῖ αὐτὸ περισπᾶσθαι, ἴστω ὅτι τὰ ἐξ ὀξείας καὶ
35βαρείας πάλιν βαρύνονται. Εἰ μέντοι κλίνει αὐτὸ, ἰσοσύλλαβον εὑρεθήσεται. Γίνεται δὲ ἐκ τοῦ ζώω, ζωὸς ζώς· ἢ ἀπὸ τοῦ ζῶ, ζῶς.
Ζῴη: Ἐκ τοῦ ἄω καὶ τοῦ ΖΑ γίνεται ζάω ζῶ· οἱ γὰρ ζῶντες πάνυ ἐμπνέουσιν. Ὁ ζάων, ὁ ζῶν·
40τοῦ ζάοντος, τοῦ ζῶντος. Τὸ εὐκτικὸν, ζάοιμι ζῷμι·
40τὸ δεύτερον, ζάοις, ζῷς· ζάοι, ζῷ· καὶ ἐν τῷ τρίτῳ προσώπῳ οἱ Ἀττικοὶ προστιθέασι τὸ η, καὶ γίνεται ζῴη. Ἀπὸ δὲ τρίτου ποιοῦσι τὸ δεύτερον, προσθέσει τοῦ ς, ζῴης· καὶ τροπῇ τοῦ ς εἰς ν, τὸ πρῶτον, ζῴην, ὡς ἀγαπῴην.
45Ζωή: Ἀπὸ τοῦ ζῶ γίνεται ζωὴ κατὰ πρόσληψιν
45συλλαβῆς. Ἢ ὥσπερ παρὰ τὸ ῥέω γίνεται ῥοὴ, καὶ χέω χοὴ, οὕτω καὶ ἀπὸ τοῦ ζέω, ζοή· καὶ τροπῇ τοῦ ο εἰς ω ζωή. Τὰ γοῦν παρ’ αὐτοῦ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφὴν, ζωηφόρος, ζωοτόκος, ἀείζωος.

413

(50)

Ζωμός: Κυρίως τὸ ἐπὶ τοῖς κρέασι τῶν ζῴων

413

(50)

ἄρτυμα ζωμὸς καλεῖται· ζῶμα δὲ, τὸν χιτῶνα, ἀπὸ τοῦ ζώννυσθαι· ἢ τὸν θώρακα. Ζώννυσθαι: Τὸ καθοπλίζεσθαι· συνεκδοχικῶς ἀπὸ μέρους. Τὸ περιεζωσμένον ἐκ τοῦ ζώω βαρυτόνου· εἰ
55γὰρ ἦν ἀπὸ τοῦ ζῶ ζώσω, οὐκ ὤφειλε προσλαμβάνει
55τὸ ς· τοῦ δὲ ζῶ (ἐπὶ τῆς ζωῆς) ὁ μέλλων, ζήσω. Ἔχει δὲ τὸ ζωννύω πρὸς τὸ ζῶ συγγένειάν τινα· ἐπειδὴ τὸ ζῆν ἐπὶ τοῦ θερμοῦ λαμβάνεται, παρὰ

414

τὸ ζέω, διὰ τὴν ἐν αὐτῷ θερμασίαν, ὥσπερ καὶ κατὰ περίφρασιν ἀλίβας ὁ νεκρός· ἀπὸ δὲ μεταφορᾶς τοῦ ζῆν καὶ τὸ ζωννύω· ἐπειδὴ κατ’ ἐκεῖνον τὸν τόπον ζωννύμεθα, ἐν ᾧ ἐστι τὸ τοῦ σώματος θερμὸν, ἡ
5καρδία.
5 Ζώνη: Τὸ τοῦ σώματος μέρος· παρὰ τὸ ζῶ· ἐν ᾧ μάλιστα τὸ τοῦ ζῴου ἐστὶ ζωτικόν· καὶ τὸ περὶ αὐτὸ ὕφασμα ζώνη ὁμωνύμως λέγεται, ὡς καὶ θώραξ τὸ μέρος τοῦ σώματος, καὶ τὸ περιτιθέμενον ὅπλον. Ἢ παρὰ τὸ δεῖν, δώνη καὶ ζώνη, ἡ περιδεομένη καὶ
10δεσμοῦσα ἡμᾶς· διὸ καὶ τὰ παρ’ αὐτοῦ συγκείμενα, διὰ τοῦ ω μεγάλου, οἷον ἄζωνος, βαθύζωνος, εὔζωνος. Σημαίνει δὲ τρία· τὸ μέρος τοῦ σώματος, ὡς τὸ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι, Ἰλιάδος βʹ. Παρὰ τὸ ζῶ, τὸ ζωογονῶ, τὸ παρὰ τὴν
15καρδίαν μέρος κείμενον, ἐν ᾧ μάλιστα ἐστὶ τὸ τοῦ ζῆν δεκτικόν. Σημαίνει καὶ τὸ ἐν συνηθείᾳ λεγό‐ μενον, ὡς τὸ, Ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν. Σημαίνει καὶ τὸν συνουσιασμὸν, ὡς τὸ,
20Λῦσε δὲ παρθενίην ζώνην.
20Ζωστήρ: Θώραξ, ζώνη· καὶ τόπος τῆς Ἀττικῆς.
20Εὐφορίων, Οὗτος μὲν Ζωστὴρ, Φοίβου πέδον. Καὶ Ζώστριος Ἀπόλλων, παρὰ Ἀθηναίοις τιμώ‐ μενος. Καὶ, ἥδ’ ἐπαπειλήσασα ζωστηρίῳ Ἀπόλλωνι.
25Φασὶ γὰρ, τὴν Λητὼ ὠδίνουσαν ἐκεῖσε τὴν ζώνην
25λῦσαι.
25Ζωστήρ: Ὁ ἐπάνω τοῦ θώρακος, ᾧ χρῶνται·
25 Λῦσε δέ οἱ ζωστῆρα παναίολον. ζῶμα δὲ καὶ αὐτὸς ὁ θώραξ κατὰ Ἀρίσταρχον, ἀντίγραφον οὖν φησὶ, Διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο. Λέγεται ζῶμα καὶ τὸ περίζωμα·
30Ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν· αὐτὰρ ἔπειτα
30θῆκεν ἱμάντας ἐϋδμήτους.
30 Ζωρότερον: Ζωρότερον δὲ κέραιρε, Ἰλιάδος ιʹ· ζωτικώτερον, ἀκρατότερον, ἐνεργές· οἱ δὲ, θερμότερον· παρὰ τὸ ζωρὸς, ὁ ἄκρατος· καὶ οὐδέ‐ τερον, ζωρόν· καὶ ζωρότερον ποτόν. Ἀπὸ τοῦ ζῆν,
35ἢ ζεῖν, γίνεται ζωότερον, καὶ πλεονασμῷ τοῦ ρ· ἐν ᾧ
35ὁ οἶνος οὐκ ἠφάνισται, ἀλλ’ ἔτι ζῇ· ἢ ζεῖ καὶ θερμός ἐστιν· ἀπὸ δὲ τούτου τὸ ἀκρατότερον καὶ ἰσχυρὸν ἐμφαίνει. Ἢ ἀπὸ τοῦ ΖΑ καὶ τοῦ ὦρον, ὃ σημαίνει τὸν ἐνιαυτὸν, γίνεται ζάωρος, καὶ ζωρὸς, ὁ πολυετὴς καὶ παλαιὸς οἶνος, καὶ εὔποτος ὑπὲρ τὸν νέον.
40 Ζώτειον: Προπαροξυτόνως ὁ μύλων· παρὰ τὰς ζειὰς, αἳ καὶ ζεαὶ καλοῦνται· ὅπου αἱ ζειαὶ ἐκό‐ πτοντο, οἱονεὶ ζεόντειον. Οἱ δὲ, τόπου ὄνομα, ὅπου ἐκολάζοντο οἱ οἰκέται. Ἀριστοφάνης Βαβυλωνίοις, ζώστειον, ὡς Ὦρος ὁ Μιλήσιος εἴρηκεν.
46tη.
47ἦτα τὸ στοιχεῖον, ἐκ τοῦ ἦτα καὶ ταῦ ἔχειν τὸν χαρακτῆρα τοῦ στοιχείου. Ἡνίκα γὰρ πλάγιον τεθῇ, εὑρήσεις ταῦ· εἰ δὲ ἀπὸ πρώτης γραμμῆς τοῦ

414

(50)

ἦτα βαρεῖαν δώσει διὰ τῆς ἐν μέσῳ γραμμῆς, τὸ ἦτα εὑρήσεις ἄλφα. : Τοῦτο τὸ η ψιλούμενον καὶ περισπώμενον δηλοῖ σύνδεσμον παραπληρωματικὸν, ἤτοι ἶσον τῷ δή· οἷον,
55ἐπεὶ ἦ πολὺ φέρτερον ἐστί.
55Καὶ παραλλήλως,
55 Ἦ δὴ λοίγια ἔργα. Δηλοῖ δὲ καὶ ἀπορηματικὸν σύνδεσμον· οἷον, Ἦ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; Ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι;

415

Δηλοῖ δὲ καὶ τὸ ἔφη·
καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι. Καὶ σεσημείωται Ἀριστάρχῳ, ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ ἦ, τὸ δη‐
5λοῦν τὸ ἔφη· ὁ δὲ Πλάτων μετ’ αὐτὸ ἐπιφέρει τὸν
5λόγον.
5 Καὶ πάλιν· η ψιλούμενον καὶ περισπώμενον ση‐ μαίνει τέσσαρα· τὸν δὴ παραπληρωματικὸν σύν‐ δεσμον· ὡς τὸ, ἐπεὶ ἦ πολὺ φέρτερον. Καὶ ἐπίρρημα βεβαιώσεως, ἀντὶ τοῦ ὄντως, ὡς τὸ,
10Ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός.
10καὶ ἀντὶ τοῦ εἶπεν· ἔστι δὲ ῥῆμα ἶσον τῷ ἔφη· ὡς τὸ,
10 Ἦ, καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι. Καὶ ἀντὶ τοῦ ἀπορηματικοῦ τοῦ ἆρα· ὡς τὸ, Ἦ μοῦνοι φιλέους’ ἀλόχους. Δηλοῖ δὲ καὶ τὸ ἀληθὲς, ὡς ἐπὶ τὸ, Ἦ δὴ λοίγια ἔργ’, ὅτέ μ’ ἐχθοδοπῆσαι ἐφήσεις
15Ἥρῃ.
15Τὸ γὰρ ὄντως ἐπὶ τοῦ ἀληθῶς λαμβάνεται.
15Ἦ μάλα δὴ τέθνηκεν.
15Ἀντὶ τοῦ ἀκριβῶς, δῆλον, Ἰλιάδος ςʹ. Οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ ἔχει, Ἦ μάλα δή τις ἔγημεν πολυμνήστην βασίλειαν. Ἧ ψιλούμενον δὲ καὶ βαρυνόμενον δηλοῖ σύνδεσμον διαζευκτικόν·
20Η εὖ, ἠὲ κακῶς νοστήσομεν.
20Ἔστι δ’ ὅτε καὶ ἀντὶ τοῦ συναπτικοῦ τοῦ εἰ τίθεται,
20ὡς τὸ,
20ἢ καὶ γένει ὕστερος ἦεν.
20Ποτὲ δὲ παρέλκει, ὡς τὸ,
20 Ἀλλὰ τί ἢ ἐμὲ ταῦτα παρεξερέεσθαι ἕκαστα; Καὶ πάλιν· η ψιλούμενον καὶ βαρυνόμενον ση‐ μαίνει τέσσαρα· ἢ διαζευκτικός ἐστιν, ἢ ὑποδιαζευ‐ κτικὸς, ἢ διασαφητικός. Διαζευκτικὸς, ὁ τὰ ἐναντία τῇ συντάξει διϊστῶν· οἷον,
25ἠὲ νέος ἠὲ παλαιός·
25καὶ,
25Ἢ ἡμέρα ἐστὶν, ἢ νύξ.
25Ὑποδιαζευκτικὸς δέ ἐστιν, ὁ διάφορα πράγματα τιθεὶς, καὶ μηδ’ ἕτερον ἐν τῇ αἰτήσει διαιρῶν· οἷον,
Δός μοι χρυσὸν ἢ ἄργυρον ἢ λίθους τιμίους. Διασαφητικὸς δέ ἐστιν, ὅταν τῶν δύο προτεθέντων τὸ ἓν αἱρῆται· οἷον,
30ἐν γῇ πένεσθαι κρεῖσσον ἢ πλουτοῦντα πλεῖν·
30καὶ,
30 Θέλω τύχης σταλαγμὸν, ἢ φρενῶν πίθον. Ῥανὶς φρενῶν μοι μᾶλλον, ἢ βυθὸς τύχης. Οὗτος ὁ σύνδεσμος γίνεται μετὰ τοῦ ἀλλὰ συν‐ δέσμου, ἀλλὰ ἤ· ἐν συγκοπῇ, ἀλλ’ ἤ. Δηλοῖ δὲ καὶ τὸν καὶ, ὡς τὸ,
35Βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι.
35 Ἢ τοιόσδε ἐών: Ὁ ἢ σύνδεσμος διαζευκτικὸς μέν ἐστι, παρελήφθη δὲ παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ συναπτικοῦ εἰ· οἷον ἔστι καὶ ἄλλο, ἐπεὶ οὐ πολύμυθος, οὐδ’ ἀφαμαρτοεπὴς, ἢ καὶ γένει ὕστερος ἦεν.
40Ἢ ἀντὶ τοῦ ἐὰν καὶ τῷ γένει. Οὕτω καὶ τὸ,
40ἢ τοιόσδε ἐών.
40Ἀντὶ τοῦ, ἐὰν τοιοῦτος ὑπάρχῃ.
40 Οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον, Ἰλιάδος γʹ. Λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ πότερον, ὡς τὸ, Ἢ ὅγε φάσγανον ὀξύ. Ἦ κεν γηθήσαι πρίαμος: Σύνδεσμος διαβε‐
45βαιωτικός· καὶ δεῖ περισπᾶσθαι, ἀντὶ τοῦ, ὄντως ἂν
45χαρείη.
45ὅτι τὸν η σύνδεσμον ἓξ διαφόρως σημαίνειν
45φησὶν Ἡρωδιανός· περισπώμενον, τρία· καὶ βαρυ‐ νόμενον, τρία. Περισπώμενος μὲν γάρ ἐστι παρα‐ πληρωματικὸς, βεβαιωτικὸς, διαπορητικός· βαρυνό‐ μενος δέ ἐστι διαζευκτικὸς, παραδιαζευκτικὸς, δια‐ σαφητικός. Ὁ μὲν οὖν διαζευκτικὸς οὕτως,

415

(50)

Ἢ ἡμέρα ἐστὶν, ἢ νύξ.

415

(50)

Ὁ δὲ παραδιαζευκτικὸς κεῖται ἀντὶ τοῦ καὶ, ὡς παρὰ Πλάτωνι, Μίνως, ἢ περὶ νόμων. Ἀντὶ τοῦ, καὶ περὶ νόμων. Τὸ δὲ Βούλομαι πλουτεῖν ἢ πένεσθαι
55τοῦ διασαφητικοῦ ἐστιν. Ἔθος δὲ τοῖς διασαφη‐
55τικοῖς συνδέσμοις δύο πραγμάτων προκειμένων τοῦ
55μὲν ἑνὸς ποιεῖσθαι αἵρεσιν, τοῦ δὲ ἑτέρου ἀποβολήν.
55Καὶ ἀποβολὴ μὲν, ὡς τὸ, Βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. Αἵρεσις δὲ, ὡς τὸ, Ῥανὶς φρενῶν μοι μᾶλλον, ἢ βυθὸς τύχης.

416

Τὸ η, δασυνόμενον καὶ ὀξυτονούμενον, δηλοῖ ἄρθρον προτακτικὸν, ὡς τὸ, Ἡ δ’ ἑτέρη, θέρεϊ προρέει. Δηλοῖ δὲ καὶ ἄρθρον ὑποτακτικόν· οἷον,
5ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε.
5Δηλοῖ καὶ ἀναφορικὴν ἀντωνυμίαν· οἷον, Ὣς ἥ γ’ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. Δηλοῖ δὲ καὶ σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου συζυγοῦσαν τῇ ἐμῇ, σῇ. Ὑποδείγματα δὲ αὐτῆς παρ’ Ὁμήρῳ οὐχ εὑρίσκεται· ἐκ δὲ τοῦ ἀναλόγου
10νοεῖται· αἱ γὰρ πλάγιοι πᾶσαι δι’ αὐτῆς παρ’
10Ὁμήρῳ σώζονται, ἧς, ᾗ, ἥν.
10: Σύνδεσμος αἰτιολογικὸς, ἀντὶ τοῦ καθὸ
παραλαμβανόμενος. Ἧιχι: Ἧι πολεμητέα ἦν αὐτοῖς. Ἀντὶ τοῦ ὅπου, τοπικὸν ἐπίρρημα. Τὸ γὰρ ᾗχι,
15τοπικὸν ἐπίρρημα, κατ’ ἐπέκτασιν ἐστὶ τῆς ΧΙ συλ‐
15λαβῆς, ἐκ τοῦ ᾗ δασυνομένου καὶ περισπωμένου.
15Ἔχει δὲ καὶ ι προσγεγραμμένον. Τὰ γὰρ εἰς η
15λήγοντα ἐπιρρήματα ἔχει τὸ ι προσγεγραμμένον·
15οἷον ἄλλῃ, τριπλῇ, κομιδῇ. Σεσημείωται πέντε, νὴ, μὴ, δὴ, ἤδη, δηλαδή. Διατί βαρύνεται; ζήτει εἰς τὸ ὀψιτέλεστον. Ἥδε δέ οἱ: Αὕτη δὲ αὐτῷ. Καὶ περισπᾶται. Ἓν μέρος λόγου ἐστίν· ἐπειδὴ δείκνυται ἐκ τοῦ
20ἀρσενικοῦ,
20 Ἀλλ’ ὅδ’ ἀνήρ. Καὶ εἰς τὸ λεξικὸν Ἰλιάδος γʹ γράφεται, Τοιῇδ’ ἀμφὶ γυναικί. Ἡ διὰ τοῦ ΔΕ παραγωγὴ, εἰ ἔχει πρὸ τέλους μακρὸν, προπερισπᾶται. Σεσημείωται τὸ,
25Τώδε δὲ νῶϊ.
25 : Ἦ, καὶ ἐπ’ ἀργυρέῃ κώπῃ. Ἀντὶ τοῦ ἔφη, εἶπεν. Ἦ, καὶ ἀπ’ ἀκμοθέτου. Ἔστι δὲ ῥῆμα χρόνου ἀορίστου δευτέρου.
30Ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν.
30Ἔστι φῶ, τὸ λέγω· οὗ παράγωγον, φημί· καὶ Ἀτ‐
30τικῇ ἀποβολῇ, ἠμὶ, τὸ αὐτὸ σημαῖνον· καὶ ἔστι τὸ
30μὲν φημὶ δευτέρας συζυγίας· τὸ δὲ ἠμὶ, πρώτης.
30Ἠμὶ οὖν, ὁ μέλλων, ἤσω· ὁ δεύτερος ἀόριστος, ἦν, ἦς, ᾖ. Ἦ δ’ ὅς: Οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ οὗτος· διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντε‐ τάχθαι γὰρ ἄρθρον τὸ ὅς. Καὶ ἦ δὲ, ἀντὶ τοῦ ἔφη
35δέ. Καὶ, ἦν δ’ ἐγὼ, ἀντὶ τοῦ ἔφην ἐγώ. Παρ’ ὃ
35δὴ Ἕρμιππος καὶ Ἀρίσταρχος ἀντὶ τοῦ ἔφη δὲ ὃς, Χάρης δὲ καὶ Κριτόλαος ἀντὶ τοῦ ἔφασαν, καὶ ἀντὶ τοῦ ὦ φίλε, σημαίνει, φασί. Διελέγχεται δὲ ὑπὸ
πλειόνων. Χαῖρε, ἔφη, παιδίον. Τί δὲ ὁ πατήρ; πῶς δὲ ἡ μήτηρ
40καὶ οἱ οἰκέται; Καὶ μάλ’, ἦδ’ ὃς, ὡς πάντες. Ἐκομίσθης δὲ
40πῶς; Ὡς ἂν διὰ θαλάττης, ἔφην. Ἦ μήν: Ὄντως δή. Τὸ ἦ, σύνδεσμος βε‐ βαιωτικός· τὸ μὴν, σύνδεσμος παραπληρωματικός. Διαφέρει δὲ, [ὁ ἐναντιωματικὸς τοῦ παραπληρωμα‐ τικοῦ,] ὅτι ὁ μὲν παραπληρωματικὸς ἐπιφέρεται
45συμφώνῳ τε καὶ φωνήεντι, ὁ δὲ ἐναντιωματικὸς οὐδέποτε ἐπιφέρεται φωνήεντι. Ἦ μὴν μάλιστα μὲν ἀπαρεμφάτῳ συντάσσεται, τάχα δὲ καὶ ὁρι‐ στικῷ, ἦ μὴν τόδε ἐγένετο ἢ τόδε ἔσται, συντάσ‐ σεται, οἷον, ὡς Ἡρόδοτος ἐν αʹ,

416

(50)

Ἦ μήν ς’ ἐγὼ αἵματος κορέσω.

416

(50)

: Ἐπίρρημα ὁρκικόν· ὅπερ καὶ διὰ διφθόγγου

416

(50)

γράφεται, Εἶ μὴν εὐλογῶν εὐλογήσω σε. Ἢ ὄντως καὶ ἀληθῶς. Καὶ ἔστιν ἐπίρρημα βεβαι‐ ώσεως. Ἤτοι: Ἀντὶ τοῦ μὲν ποιητικῶς· διαφέρει δὲ
55τοῦ μὲν, ὅτι τὸ μὲν ἤτοι κατ’ ἀρχὴν τίθεται, ὁ δὲ
55μὲν οὐχὶ, ἀλλὰ παρέπεται. Καὶ ὁ μὲν μὲν συνή‐
55θης ἐστὶν, ὁ δὲ ἤτοι ποιητικῶς. Συνετέθη δὲ ἐκ τοῦ Ἢ συναπτικοῦ καὶ τοῦ ΤΟΙ παραπληρωματικοῦ ἤτοι. Τοῦτο καὶ προτάσσεται καὶ ὑποτάσσεται,

417

ὅτε μὲν οὕτως, ἤτοι τόδε, ἢ τόδε, ὅτε δὲ οὕτως, ἤτοι τόδε, ἢ τόδε. Ἰστέον ὅτι τὸ ἧχι, τὸ γινόμενον ἐπεκτάσει τῆς ΧΙ συλλαβῆς, ὡς τὸ ναὶ, ναίχι, οἱ Δωριεῖς ἆχι
5λέγουσι διὰ τοῦ α,
5Ἆχι Λίχα μέγα σᾶμα.
5Τουτέστιν, ὅπου τοῦ Λίχα τὸ μέγα μνημεῖον. Καὶ,
5 ἆχι ὁ κλεινὸς Ἀμφιτρυωνίδας. Πολλῶν δὲ λεγόντων σὺν τῷ ι γράφεσθαι, καὶ πολ‐ λῶν ἀντιλεγόντων χωρὶς τοῦ ι, τῆς μέντοι παρα‐ δόσεως ἐχούσης τὸ ι, δίκαιον ἥγημαι πάντας παρα‐
10κρουσάμενος τῇ παραδόσει μόνῃ ἕπεσθαι, καὶ μὴ
10διακενῆς γράφειν ἃ χρεία οὐκ ἔστι, καὶ μάλιστα πολλαῖς καὶ ἀνεικάστοις συμφοραῖς καὶ τῇ τῶν ἀναγκαίων πιεζόμενος σπάνει· ἀλλὰ τῷ τῶν λόγων ἀνθελκόμενος ἔρωτι, οὐδ’ ὅλως τοῖς ὀφθαλμοῖς ὕπνον δέδωκα, ὥστε καὶ αὐτὸς ὠφεληθῆναι τὰ μέγιστα
15καὶ τοῖς μετ’ ἐμὲ καταλιπεῖν μνήμης ἄξιον.
15 Ἠβαιόν: Ὀλίγον καὶ ὀλιγοχρόνιον· παρὰ τὴν ἥβην, ἐπεὶ αὕτη ὀλίγη καὶ ταχέως αὔξεται καὶ ἐλαττοῦται· ἀφ’ οὗ παρώνυμον ἠβαιός. Τὸ η, ἦτα. Ἐκ τοῦ ἥβη, ἡ ἀκμὴ, ἠβαὸς καὶ ἠβαιὸς, ὁ ἐπ’ ὀλί‐ γον χρόνον ἀκμάζων καὶ μαραινόμενος πάλιν. Καὶ
20εἰ ἐκ τοῦ ἥβη γίνεται, ὤφειλε δασύνεσθαι. Οὐκ ἔστι δὲ οὕτως· ἀλλ’ ἀπὸ τοῦ βῆναι γίνεται βαὸς, καὶ πλεονασμῷ τοῦ ι, βαιὸς, ὁ ἐπ’ ὀλίγον χρόνον βεβηκώς· καὶ πλεονασμῷ τοῦ η, ἠβαιός. Ὡς τὸ μύει, ἠμύει· βαιὸν, ἠβαιόν. Καὶ ἄλλως· ἐκ τοῦ
25γράφεσθαι διὰ τῆς διφθόγγου, δείκνυται πλεονασμὸν εἶναι τὸ η. Λέγει ὁ κανών· Τὰ διὰ τοῦ ΑΙΟΣ δι‐ σύλλαβα ὀξύτονα τριγενῆ διὰ τῆς ΑΙ διφθόγγου γράφεται· οἷον, σκαιὸς, λαιὸς, φαιός· πλὴν τοῦ θεός. Οὕτω καὶ βαιός. Δῆλον ὅτι πλεονασμός ἐστι
30τοῦ η. Ἠβαιὸς ὀξύνεται, ὡς τὸ γηραιὸς, δηναιός·
30ἵνα μὴ βαρυνόμενον σχῇ κτητικὸν τύπον, ὥσπερ Ῥώμη, Ῥωμαῖος. Οἱ δὲ, παρὰ τὸ βῶ, τὸ βαίνω, τὸ οὕτως ὀλίγον, ὥστε μόνον βῆναι παυσάμενον· καὶ τὸ ἐλάχιστον ἅμα τῷ ἄρξασθαι πέπαυται. Ἢ παρὰ τὸ βῶ βαιόν· καὶ κατὰ σύνθεσιν τῆς στερήσεως,
35ἀβαιὸν, τὸ μὴ ἔχον βάσιν· καὶ ἠβαιὸν, ὡς ἄπειρος, ἤπειρος. Πρὸς οὖν διαφορὰν σημαινομένου τὸ πάθος. Ἥβη: Σημαίνει δύο· τὴν θεὸν, ὡς τὸ, μετὰ δέ σφισι πότνια Ἥβη.
40Καὶ τὴν ἀκμὴν καὶ νεότητα, ὡς τὸ,
40λιποῦς’ ἀνδροτῆτα καὶ ἥβην.
40 Καὶ δ’ ἔχει ἥβης ἄνθος, ὅτε κράτος ἐστὶ μέγιστον. Ἥδη τὶς οὖσα· ἥδει γὰρ ἡμᾶς, ὡς ἄνθος οὖσα τῆς ἡλικίας· κατὰ τροπὴν τοῦ δέλτα εἰς βῆτα Βοιωτι‐ κῶς. Ἢ παρὰ τὸ ἅπτω, ἁφὴ, καὶ ἥβη τροπῇ τοῦ α καὶ τοῦ φ· πυρώδεις γὰρ οἱ ἡβῶντες. Ἢ ἁφή
45τις οὖσα· τότε γὰρ ἁπτόμεθα καὶ ἔργων καὶ γυναι‐
45κός. Ἢ παρὰ τὸ ἠβαιὸν, ἡ ἐπ’ ὀλίγον χρόνον οὖσα. Ἢ ἀπὸ τοῦ βεβηκέναι, ἄβη καὶ ἥβη. Ἀπὸ τοῦ βῶ, τὸ πορεύομαι, βῆ καὶ ἥβη. Ἠβηδόν: Ἀθρόον ὅλα καθ’ ἡλικίαν. Ἢ κατὰ νεότητα ἡβῶντας, ὡς τὰς στρατείας.

417

(50)

Ἤγαγον: Δεύτερος ἀόριστος. Ἀπὸ τοῦ ἄγω, ὁ δεύτερος ἀόριστος, ἄγον· καὶ κατὰ ἀναδιπλασι‐ ασμὸν, ἄγαγον, καὶ ἤγαγον. Ἠγάθεον: Τὸ θεῖον καὶ θαυμαστόν. Παρὰ τὸ ἄγαμαι, ἀγάθεον. Ἢ παρὰ τὸ ἄγαν καὶ τὴν θέαν,
55οἱονεὶ τὸ ἀξιοθέατον. Ἠγαθέην: Θείαν, θαυμαστήν. Παρὰ τὸ ἄγα‐ μαι, ἀγάθεος, καὶ ἠγαθέη. Ἢ παρὰ τὸ ἄγαν καὶ τὸ θεῖον, ὃ δηλοῖ τὸ θαυμαστόν.

418

Ἠγαλέην κάλπιν ἀειρομένη[ν]: Τὴν κατεα‐ γεῖσαν ἢ κολοβωθεῖσαν, ἢ κοιλωθεῖσαν. Παρὰ τὸ ἄγος, ὃ σημαίνει τὸ ῥῆγμα. Ἐκ τοῦ ἄγω, τὸ κλάνω, ἄγος ἀγαλέος, ὡς τάρβος ταρβαλέος.
5 Ἤγαλλεν: Ἐθεράπευε. Δίων ἐν ἑκτῳκαιδε‐ κάτῳ λόγῳ Ῥωμαϊκῶν, Διά τε οὖν ταῦτα, καὶ ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλεν. Κέχρηνται δὲ τῇ λέξει ἄλλοι τε καὶ Εὐνόμιος ὁ δυσσεβὴς καὶ αὐτὸς οὗτος πολλάκις. Ῥητορική.
10Ἠγάμην: Ἀπεδεξάμην.
10 Ἠγάσσατο: Ἐθαύμασεν, ἐξεπλάγη. Παρὰ τὸ ἄγαν, ἀγάζω, ὡς λίαν, λιάζω. Ἢ παρὰ τὸ ἀγῶ, ἀγαίω, ἀγαίομαι, ἠγαιόμην· ἠγάσμην, ἠγασάμην· καὶ πλεονάζει τὸ ς, διὰ τὸ μέτρον. Ἡγεμών: Παρὰ τὸ ἡγῶ ἡγήσω, ἡγημὼν, καὶ
15ἡγεμὼν ἡγεμόνος. Συστέλλεται ὡς ῥηματικόν. Ἡγεμὼν συμμορίας: Ὁ προέχων πλούτῳ, καὶ
διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος. Ἡγεμόνεσσι: Ζήτει εἰς τὸ ἀτρείδηισι. Ἀπὸ τῆς ὀνομαστικῆς τῶν πληθυντικῶν ἐπὶ ἀρσενικοῦ καὶ
20θηλυκοῦ, ἐπὶ δὲ οὐδετέρου, ἀπὸ τῆς γενικῆς τῶν ἑνι‐ κῶν, ἡ δοτικὴ τῶν πληθυντικῶν, κατὰ τροπὴν τοῦ ο εἰς ε· στόματος, στομάτεσσι· δέπαος, δεπάεσσιν. Ἤγερθεν: Συνηγέρθησαν, συνηθροίσθησαν. Ἀ‐ γείρω· ὁ παρακείμενος, ἤγερμαι· ὁ ἀόριστος, ἠγέρ‐
25θην· τὸ τρίτον τῶν πληθυντικῶν, ἠγέρθησαν· Αἰολι‐ κῶς καὶ Δωρικῶς, ἤγερθεν. Τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν Ἰωνικόν .... Ἠγερέεσθαι: Ἀθροίζεσθαι. Ἀγερέω ἀγερῶ. Ἡγεμονία δικαστηρίου: Ὄνομά ἐστι δίκης.
30 Ἠγερέθοντο: Συνηθροίζοντο. Ἀπὸ τοῦ ἐγέρθω, ἐγέρσω· ὁ παθητικὸς ἐνεστὼς, ἐγέρθομαι· ὁ παρα‐ τατικὸς, ἠγερθόμην, ἠγερθόμεθα· τὸ γʹ τῶν πληθυν‐ τικῶν, ἠγέρθοντο· καὶ προσθήκῃ τοῦ ε, ἠγερέθοντο. Ἢ ἀπὸ τοῦ ἀγείρω ἀγερῶ, ἀγερέθω.
35 Ἠγορόωντο: Ἐδημηγόρουν, ἢ ἠθροίζοντο. Ἀπὸ τοῦ ἀγορεύειν ἀγοράω ἀγορῶ· ἠγορῶντο· καὶ πλεο‐ νασμῷ τοῦ ο, ἠγορόωντο. Ἠγγύα: Ὡμολόγει δώσειν· ἠγγυᾶτο ὁ λαμ‐ βάνων.
40Ἠγηλάζω: Ἄγω, ὁδηγῶ, ἐπιμελοῦμαι· ὥς
40φησιν Ὅμηρος, καὶ σὺ κακὸν μόρον ἠγηλάζεις. Παρὰ τὸ ἄγω, ἀγάζω· πλεονασμῷ, ἀγαλάζω· καὶ τροπῇ, ἠγηλάζω. Ἡγήμων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶν‐
45τος. Εἷς ἦν τῶν Μακεδονιζόντων καὶ τῶν ἐπὶ δωρο‐
45δοκίᾳ διαβεβλημένων. Ἡγήσιππος: Οὗτος ἐστὶν ὁ Κρώβυλος ἐπικα‐ λούμενος· οὗ δοκεῖ εἶναι ὁ ἕβδομος Φιλιππικῶν Δη‐ μοσθένους ἐπιγραφόμενος. Ἡγητορία: Παλάθη σύκων, ἣν ἐπὶ τῇ πομπῇ

418

(50)

τῶν πλυντηρίων φέρουσιν, ὅτι ἡμέρου πρώτης ταύτης
τροφῆς ἐγεύσαντο, ἢ διὰ τὸ πρῶτον τοῖς ἀνθρώποις ηὑρῆσθαι σῦκον, ἱερὰ συκῆ τὸ δένδρον κέκληται· καὶ ὁ τόπος ἱερὸς παρὰ Ἀθηναίοις, ἐν οἷς πρῶτον εὑρέθη τὸ δένδρον. Καὶ ἀπ’ αὐτῆς καρπὸς ἡγητορία.
55Οὕτω Φώτιος ὁ πατριάρχης. Ἤδη: Ἐπίρρημα χρόνου δηλωτικόν. Συντάσ‐ σεται δὲ μετὰ τριῶν χρόνων, καὶ ἰσοδυναμεῖ τῷ νῦν.

419

Ἤδη, σημαίνει ἀντὶ τοῦ τότε· ἐπειδὴ τὰ ἐπιρρήματα μὴ διορίζοντα χρόνον, κοινὴν δὲ παράτασιν δηλοῦντα, ἐπὶ παντὸς χρόνου παραλαμβάνεται· οἷον, νῦν φρονῶ,
5νῦν ἐφρόνησα, νῦν φρονήσω· ἤδη γράφω, ἤδη ἔγραψα, ἤδη γράψω. Τὸ ἤδη ἀόριστόν ἐστι, καὶ τρεῖς χρό‐ νους δηλοῖ· ἐπὶ μὲν τοῦ παρῳχημένου, Ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ὡμίλησα. Ἐπὶ δὲ ἐνεστῶτος,
10Ἤδη γάρ μοι τόδε εἰκοστὸν ἔτος ἐστίν.
10Ἐπὶ δὲ μέλλοντος,
10Ἤδη λοίγια ἔργα τάδ’ ἔσσεται.
10 Ἤιδη: Ἐκ τοῦ ᾔδειν ὑπερσυντελίκου διαλύου‐ σιν οἱ Ἴωνες τὴν ΕΙ δίφθογγον· ἐν μὲν τῷ πρώτῳ προσώπῳ, εἰς ε καὶ α· καὶ ἀποβολῇ τοῦ ν, γίνεται ᾔδεα, ὡς τὸ ἦν, ἔα· ἐν δὲ τῷ τρίτῳ, εἰς δύο ΕΕ, καὶ γίνεται ᾔδεε· εἶτα οἱ Ἀθηναῖοι ἐν τῷ πρώτῳ προσ‐
15ώπῳ τὸ ε καὶ α εἰς η συναιροῦσιν· οἷον, ᾔδη ἐγὼ, ἀντὶ τοῦ ἠπιστάμην· καὶ ἐν τῷ τρίτῳ τὰ δύο ΕΕ εἰς η, οἷον, ᾔδη ἐκεῖνος, ἀντὶ τοῦ ἐγίνωσκε, καὶ ὁμοφωνεῖ τῷ πρώτῳ. Καὶ λέγουσι τινὲς ὅτι ἰδοὺ εἴρηται ὁμόφωνον, τοῦ τεχνικοῦ λέγοντος ὅτι οὐκ ἐνδέχεται
20κατὰ τὴν αὐτὴν διάλεκτον καὶ κατὰ τὸν αὐτὸν ἀριθμὸν ἢ χρόνον ὁμοφωνεῖν. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔστι κατὰ τὴν αὐτὴν διάλεκτον τὸ πρῶτον καὶ τὸ τρίτον· ἡ γὰρ κρᾶσις τοῦ πρώτου προσώπου τῆς πα‐ λαιᾶς Ἀτθίδος ἐστὶν ἰδίωμα· τοῦ δὲ τρίτου, τῆς
25νέας. Ὥστε παρὰ τῷ ποιητῇ,
25Ὃς ᾔδη τά τ’ ἐόντα·
25καὶ,
25οὐδὲ τὰ ᾔδη,
25Ἀριστάρχειόν ἐστιν ἁμάρτημα· καὶ οὐκ ὤφειλε γὰρ νεᾶσαι αὐτὸ παρὰ τῷ ποιητῇ, ὄντι τῆς παλαιᾶς Ἀτθίδος. Ἡ γὰρ παλαιὰ Ἀτθὶς, ὡς εἴρηται, τῷ πρώτῳ μόνῳ κέχρηται. Ζήτει. Ἤιδει: Εἴδω, τὸ γινώσκω καὶ ἐπίσταμαι· ὁ
30μέλλων, εἴσω· ὁ παρακείμενος, εἶκα· ὁ μέσος, εἶδα·
30ὁ ὑπερσυντέλικος, εἴδειν· καὶ οἱ Ἀττικοὶ τὸ ε τῶν παρῳχημένων εἰς η τρέπουσι, τὸ ἐβουλόμην ἠβου‐ λόμην λέγοντες. Οὕτως καὶ τὴν ΕΙ δίφθογγον ἐποί‐ ησαν εἰς η καὶ ι προσγεγραμμένον, ᾔδειν. Οἱ γὰρ παρῳχημένοι, ἢ ἶσα φωνήεντα θέλουσιν ἔχειν πρὸς
35τὴν ἀρχὴν τοῦ ἐνεστῶτος, ἢ πλείονα, οὐδέποτε δὲ ἐλάττονα. Ἶσα μὲν, αὐλῶ, ηὔλουν· οἰκῶ, οἴκουν· πλείονα δὲ, ἔχω, εἶχον· ἐῶ, εἴαον εἴων. Εἰ οὖν τὸ εἴδω, εἴκω, εἰκάζω, δύο φωνήεντα ἔχει κατὰ τὴν ἀρχὴν, δῆλον ὅτι τὸ ᾖκον, ᾔκαζον, ᾔδειν, δύο φωνή‐
40εντα ἔχει, ἵνα μὴ εὑρεθῇ ἐλάττονα. Ὁ δὲ Ἀπολ‐
40λώνιος λέγει χωρὶς τοῦ ι· οἱ γὰρ Δωριεῖς πολλάκις τὴν ΕΙ δίφθογγον εἰς η τρέπουσιν, οἷον ἦχον, ἧλκον. Ἀλλ’ οἱ Δωριεῖς τότε τρέπουσιν, ἡνίκα τὸ ι ἐν τῇ μετοχῇ ἀποβάλληται· ἔχων γὰρ καὶ ἕλκων, ἡ με‐ τοχή. Ὅτε δὲ μὴ οὕτως ἔχει, οὐ τρέπεται· τὸ γὰρ
45εἰκόνιζον καὶ εἶργον οὐ γράφεται διὰ τοῦ η· εἰκο‐ νίζων γὰρ καὶ εἴργων ἡ μετοχή. Εἰ οὖν εἰδὼς καὶ εἰκὼς καὶ εἰκάζων ἡ μετοχὴ, οὐ τρέπουσιν οἱ Δωριεῖς εἰς τὸ η· ἄρα οὖν διὰ τοῦ η καὶ ἰῶτα γράφεται. Καὶ διατὶ μὴ τὸ ἐν τῇ ληγούσῃ ἐτράπη, ἀλλὰ τὸ ἐν

419

(50)

τῇ παραληγούσῃ ἄρχον; Ἐπειδὴ ἴδιόν ἐστι τῶν

419

(50)

παρῳχημένων τὸ κατὰ τὴν ἀρχὴν μέγεθος· οἷον, ἄγω, ἦγον. Ἄλλως· εἰ τὸ ἐπὶ τέλους ἐτράπη, ἔμελλε τὸ ι ἀνεκφώνητον εἶναι· ὅπέρ ἐστιν ἄτοπον. Τὰ γὰρ εἰς ν λήγοντα ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τὶ ἀνεκφώνητον, οἷον βοᾶν, ἐτύφθην. Ζήτει εἰς τὸ ἐτε‐
55τύφειν.
55 Ἠείδει: οὐδέ τις ἄλλος Ἠείδει δμώων. Ἔστι καὶ παρὰ Ἀπολλωνίῳ. Ὡς οἶμαι, πλεονα‐ σμός ἐστι τῆς ΕΙ διφθόγγου, ἐκ τοῦ ᾔδει, ὡς καὶ ἐπὶ
60τοῦ ἑξῆς, ἑξείης.

420

ἤειν ᾔεις, ᾔει. Ζήτει εἰς τὸ ἀπῄειν. Ἐκ τοῦ εἶα μέσου παρακειμένου Ἀττικῇ ἐκτάσει ᾖα, ᾔειν ᾔεις ᾔει· καὶ πληθυντικῶς, ᾖμεν. Ἀριστο‐ φάνης Πλούτῳ,
5Ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ·
5καὶ ἐν Γηρυτάδῃ,
5 ᾖσαν εὐθὺ τοῦ Διονυσίου. Ἀντὶ τοῦ ἐπορεύοντο. Ἤειρεν: Ἔδησεν, ἐδέσμευσεν. Ἀπὸ τοῦ εἴρω, εἶρε· (σημαίνει τὸ δεσμεύω·) πλεονασμῷ τοῦ η, ἠείρω, ὡς μύω, ἠμύω·
10Σὺν δ’ ἤειρεν ἱμᾶσιν.
10Ἤιδεισθα: Ἀπὸ τοῦ εἴδειν γίνεται κατὰ
10ἔκτασιν, ᾔδειν, ᾔδεις· τὸ πληθυντικὸν, ᾔδειμεν, ᾔδειτε, ᾔδεισαν· καὶ κατ’ ἔλλειψιν, ᾔδεμεν, ᾔδεσαν. Ἐκ τοῦ ᾔδειν, ᾔδεις· καὶ κατὰ ἔκτασιν τῆς ΘΑ συλλαβῆς, γίνεται ᾔδεισθα· τὸ κοινότερον, διὰ τοῦ ε· τὸ δὲ Ἀττικώτερον, διὰ τοῦ η, ᾔδησθα, Εὔ‐
15πολις. Ἠιδέσθην: Σὺν τῷ ι· παρὰ τὸ αἰδῶ περισπώ‐ μενον. Εὐριπίδης Ἀλόπῃ, Οὐ μὴ σύ γ’ ἡμᾶς τοὺς τεκόντας ᾐδέσω. Ἡδονή:
20ἡδονὴ δέ τις
20 γυναιξὶν ἀλλήλαις μηδὲν ὑγιὲς λέγειν. Παρὰ τὸ δονῶ, δονή· καὶ πλεονασμῷ τοῦ η, ἡ δο‐ νοῦσα καὶ συγχέουσα τὴν ψυχήν. Ἢ παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, ἡδονὴ, ὡς φλέγω, φλεγμονή· πλήθω, πλησμονή.
25Ἦδος:
25οὐδέ τι δαιτὸς
25 ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. Ἡδονὴ, ὄφελος. Ἔστιν ἅδος, καὶ σημαίνει τὸν κόρον καὶ τὴν πλησμονήν. Ἰλιάδος λʹ, ἅδος τέ μιν ἵκετο θυμόν. Ἐκτάσει τοῦ α εἰς η, ἦδος. Ἢ παρὰ τὸ ἑῶ, τὸ
30κορέννυμι, παράγωγον, ἔδω, τὸ ἐσθίω· καὶ ἤδω· ἐξ
30αὐτοῦ ἦδος· καὶ κατὰ συστολὴν, ἅδος. Ἢ ὅτι κατὰ
30μετασχηματισμὸν ἐστὶ τὸ ἦδος, ὡς Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ Προσωδίᾳ. Τὸ ἡδονὴ γὰρ δασυνόμενον μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὥσπερ τὸ ἡμέρα δασυνόμενον μετασχηματίζεται εἰς τὸ ἦμαρ ψιλούμενον· καὶ τὸ ἅμα δασυνόμενον, εἰς τὸ ἄμυδις
35ψιλούμενον. Ἡρωδιανὸς ἐν Ἰλιακῇ Προσωδίᾳ· ἐν δὲ τῷ Συμποσίῳ φησὶν ὅτι τὸ ἦδος βούλονταί τινες δασύνειν, ἐκρίναμεν δὲ μᾶλλον ψιλοῦσθαι· ἐπεὶ τὰ εἰς ΟΣ λήγοντα οὐδέτερα δισύλλαβα τροχαϊκὰ, ἀρ‐ χόμενα ἀπὸ φύσει μακρᾶς, ψιλοῦσθαι θέλει, οἷον
40αἶσχος, εἶδος.
40 Ἥδω: Παρὰ τὸ ἅδω, τὸ ἀρέσκω, ἅδον φίλον ὥς κεν ἅδῃσι. Τὰ γὰρ ἀρέσκοντα ἡδέα. Ἡδύς: Παρὰ Πλάτωνι ὁ εὐήθης καὶ ἄφρων. Ἡδύοσμος: Ὁ ἀρωματιστὴς κάλαμος.
45Ἡδύ: Ἐπίρρημα. Ἀπὸ ὀνόματος μετήχθη εἰς
45ἐπιρρηματικὴν σύνταξιν, ὥσπερ καὶ τὸ, Ἀχρεῖον δ’ ἐγέλασεν. Ἥδυμος: Ἀπὸ τοῦ νήδυμος· ἢ ἀπὸ τοῦ ἡδὺς, ἥδυμος. Ἐπίχαρμος, Καὶ λόγων ἀκούσας ἡδύμων.

420

(50)

Τὸ συγκριτικὸν, ἡδυμώτερος· καὶ Ἰωνικῶς, ἡδυμέ‐

420

(50)

στερος, ὡς ἀνιαρότερος, ἀνιηρέστερος. Τὸ δὲ ὑπερ‐

420

(50)

θετικὸν, ἡδυμέστατον, Ἀλκμὰν ἔφη. Ἠετίων: Ὁ ἥρως, ὁ πατὴρ Ἀνδρομάχης. Παρὰ τὸ ἀετὸς Ἀετίων ὑποκοριστικὸν, ὡς Ἥφαι‐ στος, Ἡφαιστίων· καὶ Ἰωνικῶς, Ἠετίων. Ἔθος γὰρ αὐτοῖς τρέπειν τὸ α εἰς η, ὡς τὸ Βορέας,
55Βορέης.
55 Ἠερέθοντο: Αἰωροῦνται, ἀθροίζονται, πλα‐ νῶνται, διασείονται, οἷον ἐπηρμέναι, κοῦφοι, καὶ ἀστήρικτοι εἰσίν. Ἐπὶ μὲν τοῦ παροξύνονται καὶ

421

προπετεῖς γίνονται, παρὰ τὸ ἐρέθω, τὸ παροξύνω καὶ ἐρεθίζω, γίνεται ἐρέθονται, καὶ πλεονασμῷ τοῦ η· ἐπὶ δὲ τοῦ ἀπαιωροῦνται καὶ κρέμανται, οἷον, Αἰεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται.
5Παρὰ τὸ ἀείρω, τὸ κουφίζω καὶ ἐπαίρω· ὁ μέλλων, ἀερῶ· ἐξ αὐτοῦ ἀερέθω, ὡς ἀγείρω ἀγερῶ, ἀγερέθω· καὶ τρέπεται τὸ α εἰς η, καὶ μετάγεται εἰς ἐνε‐ στῶτα, ἠερέθω, ἠερέθομαι· ὁ παρατατικὸς, ἠερεθόμην· τὸ τρίτον τῶν πληθυντικῶν, ἠερέθοντο, ὡς ἠγερέθοντο.
10Ἢ ἀπὸ τοῦ αἴρω ἀρῶ, ἀρέθω· πλεονασμῷ τοῦ ε,
10ἀερέθω. Ἠερίη: Ἡ Αἴγυπτος τὸ πρὶν ἐκαλεῖτο· ὅτι τοῖς ἐπ’ αὐτὴν πλέουσι, κοίλη οὖσα, οὐ φαίνεται πρὶν ἂν σχεδὸν ὁρμισθῶσι, καὶ τότε ὥσπερ ἐξ ὁμί‐ χλης καὶ ἀέρος κεκαλυμμένη φαίνεται. Ἀπολ‐
15λώνιος,
15Ἦμος ὅτ’ Ἠερίη πολυλήϊος ἐκλήϊστο
15 μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν. Ἠερίη: Ἰλιάδος αʹ, Ἠερίη δ’ ἀνέβη μέγαν οὐρανόν. Ἑωθινὴ, ὀρθρινή. Καὶ, Ἠέριαι δ’ ἄρα ταί γε [κακὴν ἔριδα προφέρονται.]
20Ἰλιάδος γʹ. Τὸ πληθυντικὸν, ἀπὸ τοῦ ἠέριος ἀρσε‐ νικοῦ. Ἀπὸ τοῦ ἀὴρ ἀέρος, ἀέριος. Τὰ ἀπὸ τῶν εἰς ΗΡ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ΙΟΣ γινόμενα διὰ τοῦ ι γράφεται, ἀστὴρ ἀστέρος, ἀστέριος· αἰθὴρ αἰθέρος, αἰθέριος· ὀλετὴρ ὀλετῆρος,
25ὀλετήριος· συντακτὴρ συντακτῆρος, συντακτήριος. Οὕτως καὶ ἀέριος· καὶ τροπῇ, ἠέριος. Πρόσκειται, “ὑπὲρ μίαν συλλαβὴν,” διὰ τὸ θὴρ θηρὸς, θήρειος. Λοιπὸν τὸ θηλυκὸν ἠερία παροξύνεται· καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἠερίαι.
30 Ἠερίβοια: Ἀπὸ τῆς ἠέρι δοτικῆς γέγονεν Ἠερί‐ βοια, ὄνομα κύριον, ὥς φησιν Ὅμηρος Ἰλιάδος εʹ, ἡ ἀερία καὶ μεγάλα βοῶσα, ὡς τοῦ Ἑρμοῦ μητρυιά. Ἢ παρὰ τὸ ἐρι ἐπιτατικὸν, καὶ τὸ βοή. Τὸ δὲ, Ἠέρι δ’ ἔγχος ἐκέκλιτο.
35Ἀντὶ τοῦ, ἐν ὁμίχλῃ καὶ ἀορασίᾳ ἐκεκάλυπτο τὸ δόρυ καὶ οἱ ἵπποι· γίνεται παρὰ τὸ ἄω, τὸ πνέω, ἀὴρ ἀέρος· καὶ κατ’ ἔκτασιν Ἰωνικὴν, ἠέρος, δι’ ἠέρος αἰθέρ’ ἵκανεν. Ἡ δοτικὴ, ἠέρι· ἡ αἰτιατικὴ, ἠέρα,
40περὶ δ’ ἠέρα πολλὴν ἔχευεν.
40Θηλυκὸν δέ ἐστι παρὰ τῷ ποιητῇ ὁ ἀήρ·
40ἀὴρ δὲ βαθεῖα ἦν.
40Καὶ εἰ μὲν ἀρσενικὸν, σημαίνει τὸν περικεχυμένον
40ἡμῖν, οὐ τὸν ἔκτοσθεν ἀέρα· θηλυκῶς δὲ, τὴν ἀορα‐ σίαν. Τὸ δὲ ἠερίαι, ὃ σημαίνει τὸ ὄρθριαι, ἢ παρὰ τὴν ἠέρι δοτικὴν, ἀντὶ τοῦ σκοτία· ἢ παρὰ τὸ ἦρι, ὃ δηλοῖ πρωῒ, (Ἦρι μάλα)
45γίνεται ἠρίαι· καὶ πλεονασμῷ τοῦ ε, ἠερίαι, ὡς
45πλέθρον, πέλεθρον. Τάττεται δὲ καὶ ἐπὶ τῆς σκο‐
45τίας,
45 ἐς Τάρταρον ἠερόεντα. Ἐκ τοῦ ἀερόεις. Σημαίνει δὲ τὸν ὁμιχλώδη καὶ σκοτεινόν. Ἠεροειδὲς ἄντρον ἐπήρατον: Ἀεροειδὲς, σκοτεινόν· τινὲς δέ φασιν οὐχ ᾗ σκοτεινὸν τὸ σπή‐

421

(50)

λαιον, ἀλλ’ ἠεροειδὲς εἰρῆσθαι, ὡς τὸ μέγα, ἀερομέ‐

421

(50)

τρητον, ὁμοίως τῷ,

421

(50)

Ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσι, ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος, καὶ μηδενὸς ἐμ‐ ποδίζοντος· καὶ γὰρ ἄτοπον θεοῖς σκοτεινὸν ἀνεῖσθαι. Ἡρακλέων ἐν Ὀδυσσείας ὑπομνήματι. Ἠεροφοῖτις ἐριννύς: Ἡ ἐκ τοῦ σκότους φοι‐
55τῶσα· ἢ διὰ τοῦ σκότους ἐρχομένη, ἀόρατος· παρὰ τὸ περὶ τὸν ἀέρα φοιτᾶν, ἡ ἀοράτως φοιτῶσα. Ἢ παρὰ τὸ ἔαρ, ὃ σημαίνει τὸ αἷμα· καὶ ὁ αἱματο‐

422

πότης, ἠεροπότης. Ἢ ἡ ἐροφοῖτις, ἡ περὶ τὴν γῆν φοιτῶσα· (ἐξ οὗ καὶ ἐξεράσαι, τὸ τὴν τροφὴν εἰς τὴν γῆν ἀπορρίψαι·) καὶ τὸ η ὡς ἄρθρον ἐκδεκτέον. Ἠθεῖος: Ἰλιάδος κʹ,
5Τίφθ’ οὕτως ἠθεῖε κορύσσεαι;
5Καὶ Ἰλιάδος ζʹ, Ἠθεῖ’, ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω. Ἔστι δὲ προσφώνησις τιμητικὴ νεωτέρου ἀδελφοῦ πρὸς πρεσβύτερον καὶ παλαιότερον κατὰ τιμήν· ἢ φιλοφρονητικὴ προσαγόρευσις ἥττονος πρὸς τιμιώ‐
10τερον, ὥς φησιν Ὅμηρος Ἰλιάδος ψʹ,
10 Τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ’ εἰλήλουθας; Ἠθεῖος: Ἀδελφὸς, συγγενὴς, φίλος· ἢ πατρὸς ἀδελφός. Γίνεται δὲ παρὰ τὸ θεὸς, θέϊος· καὶ συν‐ αιρέσει τοῦ ε καὶ ι εἰς τὴν ΕΙ δίφθογγον, θεῖος· καὶ πλεονασμῷ τοῦ η, ἠθεῖος· πλεονάζει γὰρ τὸ η ἐν
15πολλαῖς λέξεσιν, ὡς τὸ, μύει, ἠμύει· βαιὸς, ἠβαιός· εὐγενὴς, εὐηγενής. Ἢ παρὰ τὸ ἔθος, ἔθειος· καὶ κατ’ ἔκτασιν, ἠθεῖος. Καὶ γὰρ τὰ ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων διὰ τοῦ ΙΟΣ γινόμενα, εἰ μὲν τῷ α παρα‐ λήγεται τὰ διὰ τούτων παραγόμενα, διὰ τοῦ ι γρά‐
20φονται, ὡς τὸ ἅγος, ἅγιος· εἰ δὲ μὴ παραλήγεται τῷ α, διὰ τῆς ΕΙ διφθόγγου γράφεται, ὡς τὸ τέλος, τέλειος· ὄρος, ὄρειος. Ἔθος οὖν, ἔθειος καὶ κατα‐ βιβασμῷ τοῦ τόνου, ἠθεῖος. Ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεὸς αὐτὸ κανονίζειν, ἤπερ ἐκ τοῦ ἔθους. Ἐκ
25γὰρ τοῦ θεὸς καὶ ἡ αὐτὴ τάσις σώζεται, καὶ ὀλίγα
25πάθη δίδοται· ἐκ δὲ τοῦ ἔθους καὶ ἀλλότριος ὁ τόνος, καὶ πολλὰ τὰ πάθη δίδοται. Ἦθος: Ὁ τρόπος· παρὰ τὸ ἔθος, ἦθος, κατ’ ἔκτασιν τοῦ ε· καὶ τὸ ἠθεῖος τινὲς ἐπὶ τοῦ συνή‐ θους λαμβάνουσιν, ἵν’ ᾖ ἐθεῖος. Ἢ παρὰ τὸ ἵημι,
30τὸ πέμπω·
30Ἥσω γὰρ καὶ ἐγὼ,
30Ἰλιάδος ρʹ, ἀντὶ τοῦ ἀκοντίσω, πέμψω. Ἵημι οὖν, ἥσω, ἦθος· ἀφ’ οὗ καὶ αἱ κατὰ μέρος ἐκπέμπονται πράξεις. Ἠθμὸς καὶ ἠθένειον: Ἐργαλεῖον διατετρη‐ μένον πολλαῖς τρύπαις, δι’ οὗ τὸ ὑγρὸν εἰώθασι δια‐
35κρίνειν τῶν παχυτέρων, ὥς φησι Μενεκράτης ἐν Ἔργων αʹ, Ἠθμῷ δὲ προπάροιθεν ἀφαρπάζει νέον αἰεὶ ἀφρόν. Παρὰ τὸ ἤθω. Καὶ Παρὰ Νικάνδρῳ,
40Οὖρον ἀπηθῆσαι·
40καὶ Ἀριστοφάνης,
40Ἀπὸ βιβλίων ἀπηθῶν.
40Ἀπὸ γοῦν τοῦ ἤθω, ἤσω, ἠμὸς, καὶ ἠθμὸς, δι’ οὗ
40διηθεῖται καὶ διαβιβάζεται.
40 Ἠΐθεος: Ὁ ἄπειρος γάμου νέος, ἀπὸ ἐτῶν δεκατεσσάρων ἕως δεκαοκτώ. Ἰλιάδος δʹ, Ἠΐθεον θαλερὸν Σιμοείσιον. Τὸν ἄπαιδα καὶ ἄγαμον. Σπανίως δὲ ἐπὶ παρθένου, ὡς παρ’ Εὔπολι,
45Εἰ μὴ κόρη δεύσειε τὸ σταὶς ἠίθεος.
45Παρὰ τὸ ἀΐτης ἀΐτεος καὶ ἀΐθεος, ὁ καιρὸν ἄγων
45ἀΐτου, τουτέστιν ἐρωμένου. Ἢ παρὰ τὸ αἴθω, τὸ καίω· καὶ ἐν διαιρέσει, ἀΐθεος καὶ ἠΐθεος· διάπυρος
γὰρ ἡ νεότης· ὁ καιρὸν ἄγων τοῦ θερμαίνεσθαι. Ἢ αἴθεος τὶς ὢν, διὰ τὸ νέον τοῦ σώματος. Ἢ μᾶλλον διὰ τὸ ἀμίαντον εἶναι καὶ ἄπειρον μολυσμοῦ γυναι‐

422

(50)

κὸς, ἢ γάμου. Γέγονε δὲ ὡς τὸ πῦρ ἀΐδηλον. Ἠϊών: Ὁ αἰγιάλος· παρὰ τὸ ἀΐειν, τὸ ἀκούειν. Ἐκ τοῦ ἀΐω οὖν γίνεται ἠϊὼν, ἡ ἐξακουομένη τοῖς κύμασιν· οἷον, Ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω.
55Ἢ παρὰ τὸ καταιονᾶσθαι παρὰ τῶν κυμάτων,
55τουτέστι καταντλεῖσθαι καὶ καταβρέχεσθαι· αἰονή‐ ματα δὲ τὰ καταντλήματα φασὶν οἱ Ἀττικοί. Ἢ παρὰ τὸ ἴω, ἐφ’ ᾧ ἐστιν ἰέναι ἐξ ἁλὸς, ἢ εἰσιέναι. Λυκόφρων,

423

Ἵππων φριμαγμὸν ἠϊόνες δεδεγμένοι. Ἢ παρὰ τὸ εἴω ῥῆμα, εἰς ὃν προτρέχει ἡ θάλασσα. Ἢ ἠϊόνας, τοὺς μὴ πετρώδεις, ἀλλὰ τοὺς διοδευο‐ μένους, δι’ ὧν ἐστιν εὐχερῶς ἵεσθαι. Ἠϊὼν οὖν τὸ
5βάσιμον μέρος τῆς θαλάσσης. Λέγονται καὶ τὰ
5ὑποκάτω τῶν ὀφθαλμῶν, διὰ τὸ δι’ αὐτῶν φέρεσθαι τὰ δάκρυα, ὡς καὶ τὰ τῶν αἰγιαλῶν κύματα. Ἠϊόεις: Ὁ καλὰς ἠϊόνας ἔχων· οἷον, ἐπὶ ἠϊόεντι Σκαμάνδρῳ. Τουτέστιν ἐπὶ τῷ αἰγιαλοὺς καὶ ὄχθας ἔχοντι
10ποταμῷ. Παρὰ τῆς ἠϊόνος γενικῆς γίνεται ἠϊονόεις·
10καὶ κατὰ συγκοπὴν, ἠϊόεις· γίνεται γὰρ καὶ ἀπὸ τῆς εἰς ΟΣ γενικῆς, ὡς ὕδατος ὑδατόεις, ὑδατοέσσας. Ἢ παρὰ τὰ ἄνθη εἴρηται, (παρὰ γὰρ τοῖς ποταμοῖς ἄνθη εἰσί· καὶ γὰρ ἰονοβόστρυχος εἴρηται·) ὥσπερ θύον θυόεις,
15θυόεν νέφος,
15οὕτως καὶ παρὰ τὸ ἴον γίνεται ἰόεις· καὶ πλεο‐
15νασμῷ τοῦ η, ὡς εἴδει ἠείδει, γίνεται ἠϊόεις, ὁ ἴα ἔχων, Σκάμανδρος· ἁρμόζει γὰρ ἐπὶ ποταμοῦ. Πρὸς διάφορα οὖν σημαινόμενα, ἢ συγκοπή ἐστιν, ἢ πλεο‐ νασμός. Ἠϊονεύς: Ὁ ἥρως, ὁ πατὴρ Ῥήσου τοῦ Θρᾳ‐
20κὸς, ὥς φησιν Ὅμηρος. Ἀπὸ τῆς ἠϊόνος, παρώ‐
20νυμον Ἠϊονεύς.
20 Ἤϊα: Βρώματα, οὐ τὰ ἐν οἴκῳ ἐσθιόμενα, ἀλλὰ τὰ ἐν ὁδῷ καὶ πλῷ. Ὅμηρος, ἐν δ’ ἤϊα κωρύκῳ. καὶ,
25Δεῦτε φίλοι, ἤϊα φερώμεθα.
25Ἐφόδια, σιτία ἀγαθὰ, χορτάσματα. Ἔστιν εἴω,
25τὸ πορεύομαι, διὰ διφθόγγου, ὥς φησι Σώφρων ἐν
25Θυννοθήρᾳ,
25Ἐγκίκρα ὡς εἴω.
25Ὁ παρακείμενος, εἶκα· ὁ μέσος, εἶα· καὶ κατὰ διά‐ λυσιν, ἤϊα. Ἤϊα οὖν κυρίως, τὰ πρὸς ὁδὸν ἐπιτή‐ δεια βρώματα, καὶ πρὸς τὸ ἰέναι χρήσιμα, ἢ τοῖς ἰοῦσιν ἐπιτήδεια. Λέγονται καὶ τὰ ἄχυρα·
Ὡς δ’ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει.
30Παρὰ τὸ εἴω, τουτέστι τὰ εὐκίνητα καὶ εὐχερῶς μεταρριπιζόμενα ὑπὸ τῶν ἀνέμων. Γενηθέντος γὰρ ἀνέμου δεῦρο κἀκεῖσε φέρεται. Καὶ ἐπὶ τῶν ἀλόγων ζῴων, Θώων πορδαλίων τε λύκων τ’ ἤϊα πέλονται.
35Ἤϊε φοῖβε: Ζήτει εἰς τὸ ἰήϊε. Ἐκ τοῦ εἴω,
35ὁ μέσος παρακείμενος, εἶα· καὶ διαλύσει, ἔϊα· καὶ τροπῇ τοῦ ε εἰς η, ἤϊα, ἀντὶ τοῦ ἐπορευόμην· Ἤϊα πολλὰ θεοὺς γουνούμενος. Καὶ τὸ τρίτον, ἤϊε, ἀντὶ τοῦ ἐπορεύετο. Ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς.
40Εἶτα κατὰ συναλοιφὴν γίνεται ᾖα καὶ ᾖε. Εἰ
40μέντοι χωρὶς τοῦ ι γράφεται, γίνεται ἐκ τοῦ ἔω· ὁ
40μέσος, ἔα· καὶ Ἀττικῶς, ἦα· καὶ σημαίνει τὸ ὑπῆρχον. Ἤϊσαν: Τοῦτο, ἐὰν μὲν συνέλῃς, σημαίνει τὸ ἐπορεύοντο· ἐὰν δὲ μὴ εὕρῃς τὸ ι, σημαίνει τὸ ὑπῆρ‐ χον. Ἔστι γὰρ εἶμι, τὸ πορεύομαι· τὸ πληθυντικὸν,
45ἴμεν, ἴτε, ἴσαν.
45Οἱ δ’ ἄρ’ ἴσαν σιγῇ.
45πλεονασμῷ τοῦ η, ἤϊσαν·
45 Τοῖς δ’ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς ἤϊσαν· ἢ, ὡς οἶμαι, ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι, ὁ ἀόριστος, εἶσαν, ἔϊσαν, καὶ ἤϊσαν. Ἤισαν ἐγώ: Παρὰ τὸ ἴσαμι, ὁ παρατατικὸς,

423

(50)

ἴσαν· τὸ πληθυντικὸν, ἴσαμεν, ἴσατε, ἴσαν· καὶ πλεο‐

423

(50)

νασμῷ τοῦ η, ἤϊσαν. Διὰ τοῦτο προσετέθη τὸ ἐγὼ, ἵνα γένηται πρῶτον, ἀντὶ τοῦ ἠπιστάμην ἐγώ. Ἠΐσκομεν: Ἔστιν ἴσκω, τὸ λέγω, ἢ τὸ εἰκάζω. Ἴσκομεν, τὸ πληθυντικόν· καὶ πλεονασμῷ τοῦ η, γίνεται ἠΐσκομεν. Οἱ δὲ, ἐΐσκω ῥῆμα· τὸ πληθυν‐
55τικὸν, ἐΐσκομεν· καὶ ἐκτάσει, ἠΐσκομεν. Ἤϊκτο: Δέμας δ’ ἤϊκτο γυναικί. Ἀντὶ τοῦ ὡμοιοῦτο. Ἐκ τοῦ εἴκω, ὁ παρακείμενος,

424

εἶχα, εἶγμαι, εἴγμην, εἶξο, εἶκτο, ἔϊκτο καὶ ἤϊκτο Ἠΐχθη: Ἐξέδραμεν, ἠνέχθη, ἐξώρμησεν. Ἀπὸ τοῦ ἀΐσσω, ἀΐξω, ἤϊχα, ἤϊγμαι, ἠΐχθην. Ἦκα:
5Ἦκα πρὸς ἀλλήλους ἔλεγον.
5Ἀντὶ τοῦ ἠρέμα καὶ ἡσύχως. Ἔστι δὲ ἐπίρρημα μεσότητος· γίνεται παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ἡσυχίαν· οὗ τὴν αἰτιατικὴν ἔχει ἐν ἐπιρρήματος συντάξει, ἀκὴν δ’ ἐγένοντο σιωπῇ.
10Παρὰ τὸ ἀκὴ οὖν, ἦκα κατὰ ἀντιστροφήν. Ὥσπερ
10σιγὴ, σίγα ἐπίρρημα· σαφὴς, σάφα· λιγὺς, λίγα·
10οὕτως ἀκὴ ἀκά· καὶ κατὰ τροπὴν, ἦκα, ὡς ἄγυρις, πανήγυρις· ἄνεμος, εὐήνεμος, καὶ ἠνεμόεις. Ἢ ὥσπερ παρὰ τὸ πρόσθεν, πρόσθα· καὶ ἔνερθεν, ἔνερθα· καὶ ἔνθεν, ἔνθα· οὕτως ἀπὸ τοῦ ἀκὴν, ἀκὰ, ἦκα κατὰ μετάληψιν τοῦ αὐτοῦ φωνήεντος. Ἀναγκαίως οὖν
15ἀπόβλητον ἐγένετο τὸ ν. Ἤκαλον: Τὸ ἥσυχον ἢ ἡσύχως. Παρὰ τὸ ἦκα ἐπίρρημα· ἢ παρὰ τὸ ἀκαλὸν, τουτέστι παρὰ τὸ εὔκηλον. Ἤκη: Ἡ ὀξύτης τοῦ σιδήρου. Ἀρχίλοχος,
20Ἵστη κατ’ ἤκην κύματός τε κἀνέμου.
20Παρὰ τὸ ἥκω, τὸ πορεύομαι. Ἥκη οὖν, ἡ ὀξύτης, ἡ διατέμνουσα καὶ διὰ τῶν τμητῶν ἢ τμημάτων
ἰοῦσα· ἀπὸ δὲ τούτου καὶ ἡ τοῦ βέλους ἀκὴ παρω‐ νύμως· καὶ ἀκὴν, ἐπίρρημα. Τὸ δὲ ἥκω, τὸ ἔρχομαι, ἐπὶ μὲν τῶν ἐνεργητικῶν παρὰ τοῖς ἰάμβοις καὶ τοῖς
25πεζολόγοις διὰ τοῦ η γράφεται, παρὰ δὲ τοῖς ποιη‐
25ταῖς πάντοτε διὰ τοῦ ι· ἐπὶ δὲ τῶν παθητικῶν, ἀεὶ διὰ τοῦ ι· ὅθεν καὶ ἀφῖγμαι, ἀφιγμένος. Ἥκιστος: Ἥκιστος δ’ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ’ ἐν ἀγῶνι. Ἀντὶ τοῦ ἐλάσσων, ἀσθενὴς, ἄτεχνος, πάντων ἡττώ‐
30μενος, Ἰλιάδος ψʹ. Ἀπὸ τοῦ ἧκα ἐπιρρήματος
30γίνεται ἥκιστος. Ἢ ἀπὸ τοῦ ἧκα καὶ τοῦ ἥσσων· ὅθεν καὶ ἥκιστα, τὸ οὐδαμῶς· ὡς τὸ, Ἦκα μάλα ψύξασα. Ἥκιστα: Ἀττικῶς ἐκ τοῦ ἡσσῶ, τὸ ἡττῶ, δα‐ συνομένου γίνεται ἥσσιστα, καὶ ἥκιστα. Ὁ δὲ
35Ἡρωδιανὸς φησὶν, ὅτι ἡ προπαραλήγουσα δασύνεται.
35Δείκνυται δὲ ἐκ τῆς συναλοιφῆς δασυνόμενον· οὐχ ἥκιστα γάρ· καὶ σημαίνει τὸ μάλιστα. Παρὰ γοῦν τὸ ἧκα γίνεται ἥκιστος, καὶ ἥκιστα, ὡς μάλα μά‐ λιστα. Τὸ δὲ λέγειν παρὰ τὸ ἧσσον, οὐχ ὑγιές· οὐ γὰρ λέγεται ἥσσιστα. Εἰ δέ τις λέγοι, παρὰ τὸ
40θᾶσσον οὐ λέγεται θάσσιστα, καὶ παρὰ τὸ κρεῖσσον
40κρείσσιστα, ἀλλὰ τάχιστα καὶ κράτιστα, εἴσεται ὅτι παρὰ τὸ τάχιστος καὶ παρὰ τὸ κράτιστος ἐγέ‐ νετο τάχιστα καὶ κράτιστα οὐδετέρως κατ’ ἐπιρρη‐ ματικὴν σύνταξιν. Ἠλακάτη: Τὸ γυναικεῖον ἐργαλεῖον, ὄργανον
45περὶ ὃ εἰλοῦσιν αἱ γυναῖκες τὸ νῆμα. Ἐκ τοῦ
45ἠλάσκω, ἠλακτὴ, ὡς διδάσκω, διδακτή· καὶ πλεο‐ νασμῷ τοῦ α, ἠλακάτη. Εἰς ἰδιότητα βαρύνεται. Εἰς ἣν τὸ αὐτὸ εἴλημα εἰλεῖται. Σημαίνει καὶ τὸ βέλος· ὅθεν καὶ χρυσηλάκατος, ἡ χρυσῷ βέλει χρωμένη, καλλίτοξος. Καὶ τὸ ὑπερίστιον, ὅταν

424

(50)

λέγηται,

424

(50)

Καδδ’ αὐτῶν λίνα χεῦον ὑπηλάκατα τανύσαντες. Ἠλάσκω: Σημαίνει τὸ ἐπὶ τοῦ αὐτοῦ τόπου εἰλεῖσθαι· καὶ ἠλασκάζω ἐκ τοῦ ἠλάσκω, ὡς ῥίπτω ῥιπτάζω. Σημαίνει δὲ ἀμφότερα, τὸ περὶ αὐτὰ πλανᾶσθαι καὶ διατρίβειν·
55 Αἵτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν. Ἀντὶ τοῦ ἠλάσκουσαι· ὅ ἐστι, περὶ τὸν αὐτὸν τόπον εἰλοῦνται. Καὶ, ἐμὸν μένος ἠλασκάζει. Περὶ τὸν αὐτὸν εἰλούμενος τόπον ἐκκλίνει, κρύπτεται,

425

πλανᾶται. Παρὰ τὸ εἰλῶ εἰλήσω γίνεται εἰλήσκω, καὶ εἰλάσκω, καὶ ἠλάσκω κατὰ τροπήν. Ἢ ἐκ τοῦ ἀλῶ, τὸ πλανῶ, γίνεται ἀλάσκω, ὡς γηρῶ, γηράσκω· εἶτα ἠλάσκω, ἠλασκάζω.
5 Ἠλαξός: Ἀπὸ τοῦ ἠλαξόος, ἠλαξὸς, ὥσπερ βοηθόος, βοηθός. Ἠλαίνω: Τὸ μωραίνω· καὶ ἠλαίνουσα, περὶ παρθένου· καὶ ἠλαίνει, τὸ μωραίνει, καὶ μαίνεται. Ἠλαιθερές: [Ἠλαιθερὲς,] τὸ ὑπὸ τοῦ ἡλίου
10θερμαινόμενον. Ἤλεκτρον: Ὅμηρος, μετὰ δ’ ἠλέκτροισιν ἔερτο. Εἴρηται ὅτι διακεχυμένον καὶ ὑγρὸν ὂν, περὶ τὰς τοῦ ἡλίου δυσμὰς πήγνυται. Ἢ ἤλεκτρόν τι ὄν· ὅτε
15γὰρ ἐπὶ λέκτρον ἡ ἠὼς ὁρμᾷ, πήγνυται. Ἢ παρὰ τὸ
15ἑλίσσω, ἔλεκτρον καὶ ἤλεκτρον· κόσμῳ γὰρ αὐτῷ εἰς περιδέρραια καὶ ὅρμους ἐχρῶντο περιελίσσοντες. Ἢ παρὰ τὸ ἑλεῖν τὰ ἐκτὸς, ἔλεκτρον καὶ ἤλεκτρον· τριβόμενον γὰρ ἁρπάζει τὰ πελάζοντα φρύγανα. Ἢ παρὰ τὸ ἥλιος ἠλέκτωρ ὄνομα τὸ τοῦ ἡλίου· φασὶ
20γὰρ αὐτὸ δάκρυον εἶναι τῶν Ἡλιάδων, ὅπερ ἐπὶ τῷ Φαέθοντος οἴκτῳ στάζουσιν· ἃς καὶ κλαιούσας αὐτὸν φασὶ μεταβληθῆναι εἰς αἰγείρους, Διὸς κατελεή‐ σαντος, καὶ τὸ καταφερόμενον παρ’ αὐτῶν δάκρυον ἐν τῷ ποταμῷ πήγνυται, καὶ ποιεῖ τὸ ἤλεκτρον· ἢ
25ὅτι ἡλιαυγές ἐστιν.
25 (Ἤλεκτρον:) Ἀλλότυπον χρυσίον μεμιγμένον ὑέλῳ καὶ λιθιᾷ. Οὕτως Ῥητορική. Ἠλέκτραι: Πύλαι Θηβῶν· ἢ ἀπὸ τοῦ Ἠλε‐ κτρύωνος τοῦ πατρὸς Ἀλκμήνης, ἢ ἀπὸ Ἠλέκτρας· ταύτης δὲ μήτηρ κατ’ ἐνίους Ἁρμονία. Ἢ τὰ ἐν
30τοῖς κλινόποσι τῶν σφιγγῶν ὄμματα· ἢ (Ἠλέκτρων:)
30τῶν ἐν ταῖς κλίναις ποικιλλομένων. Ἠλέκτωρ: Ὁ ἥλιος· ἢ ὅτι οὐ κοιμᾶται, ἀεὶ εἰλούμενος· ἀλέκτωρ, ὁ ἄνευ λέκτρων ὤν. Ἢ ὅτι
ἄληκτός ἐστι καὶ ἀκάμας· ἢ ὅτι ἐκ τῶν λέκτρων καὶ τῆς κοίτης ἡμᾶς ἐγείρει διὰ τὸ ἐπιλάμπειν, ὁ ἀλέ‐
35κτρους ἡμᾶς ποιῶν. Παρὰ δὲ τὸ λέγω, τὸ κοιμῶμαι, λέκτωρ καὶ ἀλέκτωρ, καὶ ἠλέκτωρ· ἔνιοι δὲ, ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου· ἐξ οὗ λαμπρός· [Τεύχεσι παμφαίνων] ὥστ’ ἠλέκτωρ ἐβεβήκει. Ἰλιάδος ζʹ. Ἔστι δὲ ἐπίθετον τοῦ ἡλίου. Τὸ δὲ
40ζῷον ἀλέκτωρ ἐτυμολογεῖται παρὰ τὸ λέκτρον καὶ τὸ
40ἐπιτατικὸν α· πολυόχευτον γάρ. Ἠλέματος: Ὁ μάταιος. Παρὰ τὸ ἠλεὸς, ἠλέατος· καὶ πλεονασμῷ τοῦ μ, ὡς μέσος, μέσατος· καὶ τρίτος, τρίτατος· καὶ ἐπίρρημα, ἠλεμάτως. Ἢ παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν πλάνην (ἐξ οὗ τὸ,
45φρένας ἠλὲ)
45καὶ τὸ μάτην μάτως. Ἠλεμάτως οὖν, τὸ ματαίως. Οὕτως εὗρον ἐγώ. Ἠλεός: Μάταιος, μαινόμενος, μωρός. Καλ‐ λίμαχος, ὁ δ’ ἠλεὸς οὔτ’ ἐπὶ σίττην

425

(50)

βλέψας.

425

(50)

καὶ οὐδετέρως,

425

(50)

Ἠλεὰ μὲν ῥέξας, ἐχθρὰ δὲ πεισόμενε.

425

(50)

Παρὰ τὴν ἄλην, τὴν πλάνην, γίνεται ἄλεος, ὁ πεπλα‐ νημένος, καὶ ἠλεός. Ἢ παρὰ τὴν ἀλέαν, τὴν θερμό‐ τητα· ἵν’ ᾖ ὁ θερμὸς καὶ προπετής. Ἢ παρὰ τὸ ἀλεᾶσθαι εἴρηται, ὃν δεῖ ἐκκλίνειν διὰ τὴν ἀφροσύνην καὶ ἐκφεύγειν. Τοῦ ἠλεὸς ἡ κλητικὴ, ὦ ἠλεέ· καὶ
55κατὰ συγκοπὴν, ἠλέ. Ἰλιάδος οʹ,
55 Μαινόμενε φρένας ἠλέ. Ἀντὶ τοῦ μάταιε. Λέγεται καὶ ὁ οἶνος ἠλεὸς, ὁ μανιοποιὸς, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.

426

Ἤλθοσαν: Ἐκ τοῦ ἐλεύθω, ὁ δεύτερος ἀόριστος συγκοπῇ, ἦλθον· τὸ τρίτον τῶν πληθυντικῶν, ἦλθον. Καὶ πῶς γίνεται ἤλθοσαν; οἱ γὰρ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν
5ἰσοσύλλαβον.
5 Ἠλέκτρα: Ἡ παρ’ Ὁμήρῳ Λαοδίκη, διὰ τὸ πολυχρόνιον τῆς παρθενίας, οἷον ἄλεκτρός τις, ὡς Εὐριπίδης, Ὦ .... παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου.
10Ἦλις: Ἡ πόλις· ἤτοι, ὡς Λέανδρος, διὰ τὸ
10τοὺς ἐκ τοῦ κατακλυσμοῦ περισωθέντας ἐν αὐτῇ
10ἁλισθῆναι, ὅ ἐστιν ἀθροισθῆναι· ἢ διὰ τὸ κατὰ κώμας οἰκοῦντας ὕστερον εἰς μίαν πόλιν ἁλισθῆναι· ἢ ἀπὸ τοῦ υἱοῦ Ποσειδῶνος Ἠλέως βασιλεύσαντος τῆς χώρας, τὴν πόλιν λαβεῖν τὸ ὄνομα. Τὸν δὲ Ἠλέα καὶ μετὰ τοῦ β Βηλέα προσαγορεύουσι Δωρικῶς,
15κατά τι ἔθος τῆς Δωρίδος διαλέκτου τὸ β προσγρά‐
φεσθαι ταῖς ἀπὸ φωνήεντος ἀρχομέναις λέξεσι. Πρὸ τοῦ Δία κτήσασθαι τὴν Ὀλυμπίαν παρὰ τῆς Γῆς, αὐτὴν παρειλήφεσαν Ἥλιός τε καὶ Κρόνος. Γνώρισμα δὲ τοῦ κτήματος κοινός ἐστι βωμὸς ἀμφοῖν αὐτοῖν ἐν Ὀλυμπίᾳ.
20Σύμβολον δὲ καὶ τόδε· τοῦ μὲν, ὁ Κρόνιος λόφος καλούμενος· τοῦ δὲ, ἡ Ἦλις μέχρι τοῦ νῦν καλουμένη ἐπώνυμος τοῦ θεοῦ. Διὰ τοῦτο καὶ Αὐγείας τῆς χώρας ἐβασίλευσε, μοίρας οὔσης Ἡλίου, παῖς αὐτῷ ὤν. Ὅμηρος ἐν Ἰλιάδος λʹ,
25ἐν Ἤλιδι δίῃ.
25Τουτέστι θαυμαστῇ, ἱερᾷ· ἐν αὐτῇ γὰρ ἐτιμᾶτο
25Ὀλύμπιος Ζεύς· οὗ καὶ πανήγυρις περὶ τριετῆ χρόνον ἤγετο τὰ Ὀλύμπια· ἔνθα ἠγωνίζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες. Ἔστι δὲ πόλις Πελοπον‐ νήσου. Ποσειδῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ἠλεῖος ὁ κτίσας Ἤλιδα, Ἠλείου δὲ, Ἄλεξις
30καὶ Ἐπειὸς βασιλεύς· ἀφ’ οὗ Ἐπειοὶ οἱ Ἠλεῖοι, ὡς φησὶν Ἀριστοτέλης ἐν τῷ Πέπλῳ. Ἠλεῖος: Ὁ πολίτης τῆς Ἤλιδος· διφθογγο‐ γραφεῖται. Ὥσπερ ἀπὸ τοῦ Εὔπολις Εὐπόλιδος γίνεται Εὐπολίδειος, καὶ ἀπὸ τοῦ Ἄδωνις Ἀδωνί‐
35δειος, οὕτως καὶ ἀπὸ τοῦ Ἦλις Ἤλιδος, Ἠλίδειος· καὶ ἀποβολῇ τοῦ δ, Ἠλίειος· καὶ κράσει τοῦ ι καὶ τῆς ΕΙ διφθόγγου, Ἠλεῖος. Ζήτει εἰς τὸ δαρεῖος τὸν κανόνα. Ἠλιεύς: Τὰ εἰς ΕΥΣ λήγοντα οὐ θέλουσι δι‐
40φθόγγῳ παραλήγεσθαι ὡς ἐπὶ τὸ πλεῖστον· χωρὶς εἰ
40μὴ ἀπὸ πρωτοτύπου σχῶσι τὴν ΕΙ δίφθογγον, Ἐρε‐ τριεὺς, ἐριθεὺς, Στειριεὺς, Ἠλιεὺς, Ἠτιεὺς, Κιτιεὺς, Καμιρεὺς, Μιρεὺς, ὄνομα κύριον. Πρόσκειται, “ὡς ἐπὶ τὸ πλεῖστον,” διὰ τὸ Νειλεὺς, οὐκ ἐπὶ πατρὸς τοῦ Νέστορος. Πρόσκειται, “μὴ ἀπὸ πρωτοτύπου·” τὸ
45γὰρ Ῥοίτειον, Ῥοιτειεύς· καὶ Σίγειον, Σιγειεύς. Ἥλιος: Παρὰ τὸ δῆλος δήλιος, ὁ φανερός· καὶ ἥλιος, ἀποβολῇ τοῦ δ, ὡς διώκω, διωκὴ, ἰωκή· Διω‐ ξίππη, Ἰωξίππη. Ἢ παρὰ τὸ σέλας, τὴν λαμπη‐ δόνα, σέλιος· ἀποβολῇ τοῦ ς, ἔλιος· καὶ τροπῇ τοῦ

426

(50)

ε εἰς η. Ἢ παρὰ τὸ ἃλς ἁλὸς, ἅλιος καὶ ἥλιος· ἀνιμᾶσθαι γὰρ φασὶν οἱ φυσικοὶ τὸν ἥλιον τῆς θα‐ λάσσης τὸ ὕδωρ ἐκ γὰρ τῆς θαλάσσης ἀνιμᾶται τὴν ὑγρότητα· ὅθεν καὶ Ποσειδῶν, παρὰ τὸ τὴν πόσιν ἀναπέμπειν τῷ δάει, ἤγουν τῷ ἡλίῳ. Ἢ παρὰ
55τὸ ἅλις ἅλιος καὶ ἥλιος· ἐπεὶ πρὸς πάντας ἱκανῶς
55καὶ ἁρμοδίως ἔχει. Ἢ παρὰ τὸ ἅλες τὸ συνηθροι‐ σμένον πῦρ· λέγεται γὰρ παρὰ τὸ ἁλίζω, τὸ συνα‐ θροίζω, ὡς Ἐμπεδοκλῆς,

427

Ἀλλ’ ὁ μὲν ἁλισθεὶς μέσον οὐρανὸν ἀμφιπολεύει. Ἢ παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν λαμπηδόνα, ἕλιος, καὶ ἥλιος. Ἠέλιος δὲ, κατὰ πλεονασμὸν τοῦ ε ποιητικῶς, ὥσπερ ἐπὶ τὸ στῆτον, μετὰ τῆς παρὰ,
5παράστητον· καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ ε,
5παρστήετον. Ἡλιάδες: Φασὶ τὸν Φαέθοντα πείσαντα τὸν ἑαυτοῦ πατέρα μίαν ἡμέραν παραχωρῆσαι αὐτῷ τὴν τοῦ τεθρίππου κυρείαν, ἀμελήσαντα δὲ αὐτὸν, καὶ
10τῶν ἡνίων ἐκ χειρὸς πεσόντων, ἐκπεσεῖν ἐκ τοῦ δί‐ φρου, καὶ πεσόντα ἐπὶ τὴν γῆν τελευτῆσαι· τὰς δὲ ἀδελφὰς αὐτοῦ, Ἡλιάδας ὀνομαζομένας, ἄρασθαι πένθος ὑπερβάλλον, καὶ διὰ τὴν λύπην μετασχημα‐ τισθῆναι καὶ γενέσθαι πάσας αἰγείρους· κλαιούσας
15δὲ καθ’ ἕκαστον ἐνιαυτὸν τεταγμέναις ἡμέραις ἀφι‐ έναι πολλὰ δάκρυα, ἐξ ὧν φασὶ γενέσθαι τὸ καλού‐ μενον ἤλεκτρον. Ἠριδανοῖο, οὗ ποτ’ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα
20Ἡλιάδες κώκυσαν ὀδυρόμεναι Φαέθοντα.
20Κεῖθι δὲ Κελτῶν παῖδες ὑφήμενοι αἰγείροισι
20 δάκρυ’ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο. Διονύσιος ἐν Περιηγήσει. Ἡ δὲ ἱστορία παρὰ Διοδώρῳ. Ἥλιος: Ἡ ἕως, διὰ τὸ ἵεσθαι τὸ ἕως, ἤγουν φέρειν τὸ φῶς· ἕως γὰρ ἡ ἀνατολή.
25Ἡλιάδες: Αἱ κατάχρυσοι κλίναι.
25Ἥλιος γὰρ καὶ ὁ θεὸς, καὶ τὸ ἄστρον, καὶ ἡ αὐγὴ,
25καὶ ὁ τόπος ἐξ οὗ ὁ ἥλιος ἀνατέλλει.
25 Ἡλιαία: Εἰς τὸ ὕπαιθρον προκαθημένων τῶν δι‐ καστῶν· ἢ παρὰ τὸ ὑπαίθριον· καὶ προϋποτίθεται ἥλιον εἶναι· παρὰ τὸ ἡλιοῦσθαι τοὺς ἐκεῖ ἀθροιζο‐ μένους. Ἡλιαία: Ἡ ἐκ πολλῶν συναγωγή. Ἡ μετα‐
30φορὰ ἀπὸ τῆς θαλάσσης· ὅτι ἐκ πολλῶν συνάγεται·
30παρὰ τὴν ἁλὸς γενικὴν, ἅλις ἐπίρρημα· ἐξ οὗ γίνεται κτητικὸν ὄνομα ἁλιά· καὶ ἀπὸ τούτου ἕτερον κτητικὸν, ἁλιαία· ἀφ’ οὗ καὶ ἡλιασταὶ λέγονται οἱ ἐκκλησιά‐ ζοντες· καὶ ἡλιαστικὸς ὅρκος, ὁ ἐκ συναγωγῆς γενόμενος. Ἢ παρὰ τὸ ἁλίζεσθαι, τὸ συναθροί‐
35ζεσθαι, ἁλιαία, καὶ ἡλιαία· (Ἡλιαία) δὲ ἔστι τὸ μέγα δικαστήριον Ἀθηναίων, ἐν ᾧ τὰ δημοσία τῶν πραγμάτων ἐκρίνετο· ἡ βουλὴ συνεστῶσα ἐξ ἀνδρῶν χιλίων. Ἡλιάζεσθαι καὶ ἡλίασις ἐστὶ τὸ ἐν ἡλιαίᾳ δικάζειν.
40Ἠλίβατος: Δύσβατος καὶ ὑψηλὸς τόπος, μέγας
40καὶ ἄβατος. Καὶ, Πέτραι τ’ ἠλίβατοι. Μεγάλαι καὶ ὑψηλαί. Ἀπὸ τοῦ ἀλιτῶ, ἀλιτόβατος· καὶ συγκοπῇ, ἀλίβατος· καὶ ἐκτάσει, ἠλίβατος πέτρα, ἐφ’ ἣν ἄν τις βαίνων ἁμαρτάνει καὶ ἀπο‐
45τυγχάνει. Οἱ δὲ δασύνουσι, λέγοντες παρὰ τὸν
45ἥλιον, ἡλιόβατος, ἡλίβατος, ὅπου πρῶτον ὁ ἥλιος βαίνει· οὐκ ἐπείσθη δὲ αὐτοῦ ἡ παράδοσις. Ἢ ἀλί‐ βατος, ἧς οὐδὲν προβαίνει· ἐκ τοῦ θέλω, συγκοπῇ,
λῶ· καὶ ἀλῶ, ἀλίβατος. Ἢ παρὰ τὸ θαλάσσῃ, τῇ ἁλὶ, βαίνουσα, καὶ βεβηκυῖα. Στησίχορος δὲ,

427

(50)

Τάρταρον ἠλίβατον,

427

(50)

τὸν βαθὺν λέγει. Ἔνιοι ἠλίφατον ἀποδιδόασιν, ἡλίῳ φαινόμενον. Καὶ Εὐριπίδης ἐν Ἱππολύτῳ, Ἠλιβάτοις κευθμῶσιν. Βαθυτάτοις· ἀπὸ τοῦ ἀλιτεῖν τῆς βάσεως. Ἠλίθιος: Ὁ ἀνόητος καὶ μωρός· παρὰ τὸ
55ἅλιον, τὸ μάταιον. Ἐκ τοῦ ἅλιος οὖν, ἀλίϊος· καὶ
55πλεονασμῷ τοῦ θ, ἀλίθιος καὶ ἠλίθιος. Ἢ παρὰ τὸ ἤλιθα ἐπίρρημα, ὁ πάντα χύδην ποιῶν, καὶ ἀδια‐ κρίτως. Ἢ παρὰ τὸ λίθος, πλεονασμῷ τοῦ α. Ἢ παρὰ τὴν ἅλα.

428

Ἤλιθα πολλή: Ἀντὶ τοῦ μάλα ἢ πάνυ πολλή. Ἔστι δὲ ἐπίρρημα ἀθροίσεως, καὶ σημαίνει τὸ σφόδρα, ἢ ἀθρόως. Γίνεται παρὰ τὸ ἅλις ἅλισθα, καὶ ἤλισθα. Τάττεται καὶ ἀντὶ τοῦ ματαίως· οἷον,
5ἐπέχραο ἤλιθα χερσί.
5Τὸ ματαίως. Ἡλικία: Παρὰ τὸ ἑλῶ ἥλιξ ἥλικος ἡλικία· ἢ ἀπὸ τοῦ πάλλω, τὸ κινῶ, πάλιξ· καὶ τροπῇ τοῦ α εἰς η, καὶ ἀποβολῇ τοῦ π, ἧλιξ. Ἡλικιῶτις ἡλικιώ‐ τιδος· ὁ κανών· καὶ ὅσα ἀπὸ τῶν εἰς ΗΣ ἀρσενικῶν
10μεταπεποίηται .....
10 Ἠλιτόμηνος καὶ ἀλιτήμερος: Σημαίνει δὲ τὸν ἑπταμηνιαῖον γεννηθέντα παῖδα, ὥς φησι Καλ‐ λίμαχος, τὸν οὐκ ἔπλησε φέρουσα μήτηρ οὓς ὤδινε μῆνας.
15Τὸν διημαρτηκότα τοῦ καθήκοντος μηνὸς εἰς τὸ
15τεχθῆναι· ἀλιτεῖν γὰρ τὸ ἀποτυχεῖν καὶ ἁμαρτά‐
15νειν. Καὶ Ὅμηρος Ἰλιάδος τʹ, Ἐκ δ’ ἄγαγε προφόωσδε καὶ ἠλιτόμηνον ἐόντα. Διημαρτηκότα τοῦ τελείου ἀριθμοῦ τῶν ἐννέα μηνῶν. Ἑπτάμηνος οὖν Εὐρυσθεύς. Παρὰ τὸ ἀλίτης, ἀλι‐ τόμηνος, ὡς ποιητὴς, ποιητοδιδάσκαλος.
20 Ἧλος: Παρὰ τὸ ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω· ἐξ αὐτοῦ ἧλος, ὁ πεμπόμενος. Ἡλώνη: Πόλις· Ὅμηρος· ὅτι ἐκεῖθεν ὑπὸ Ἡρακλέους ἑάλωσαν οἱ Κένταυροι, καὶ ὑπὸ τοῦ ἥρωος ἐκτίσθη ἡ πόλις· καὶ οὕτως ὠνόμασται παρὰ
25τὸ ἐν αὐτῇ ἁλῶναι αὐτοὺς Ἁλώνη καὶ Ἡλώνη. Ἠλύγη: Σκιὰν δηλοῖ, ἢ σκοτίαν. Ἠλυγέτην: Τοῦτο ποιητικὸν, ὡς τὸ ἤγανον, τήγανον. Ἤλσατο βοῦς: Ἴβυκος, παρὰ τὸ ἠλάσατο.
30Ἠλύσιον πεδίον: Τὸ τῶν εὐσεβῶν χωρίον·
30παρὰ τὸ λυτὰς σωμάτων ἐκεῖ μένειν τὰς ψυχὰς, τοῦ
α πλεονάζοντος, ὡς τὸ ἀλάλητος, ἀσταφίς. Ἢ ἐν ᾧ λύονται οἱ τελευτῶντες· ἢ ὅτι οὐ διαλύονται αἱ ψυχαὶ, ἀλλὰ διαμένουσιν ἀπαθεῖς· ἢ ἐν ᾧ λύουσιν, ἀντὶ τοῦ δέχονται· ἢ ὅπου οὐ διαλύονται αἱ ψυχαὶ
35τῶν σωμάτων· ἢ ἀλύσιον, ὅθεν οὐκ ἀναλύει τίς. Ἢ παρὰ τὴν ἔλευσιν, ἔνθα οἱ εὐσεβεῖς παραγίνονται. Ἠλύσιον οὖν, ἡ μακάρων νῆσος. Λέγεται δὲ ἠλύ‐
39σιον καὶ ἱερὸν πεδίον περὶ Ῥόδον· οἱ δὲ, περὶ Αἴ‐
40γυπτον ἢ Λέσβον. Καλεῖται δὲ καὶ ἐνηλυσία.
40Πολέμων δὲ Ἀθηναίους φησὶ τὸ κατασκαφὲν χωρίον καλεῖν. Ἧμα: Τὸ ἀκόντισμα. Ἀπὸ τοῦ ἵημι, τὸ πέμπω, (ὁ μέλλων ἥσω,) γίνεται ἕμα· καὶ ἐκτάσει, ἦμα, ὡς θέμα, θῆμα, ἐπίθημα καὶ ἀνάθημα,
45Ἥμασιν ἔπλευ ἄριστος.
45Καὶ ἥμων ὁ ἀκοντιστής. Ὅμηρος Ἰλιάδος ψʹ,
45 καί ῥ’ ἥμονες ἄνδρες ἀνέσταν. Ἦμαρ: Ἡ ἡμέρα. Οὐχ εὗρον τὴν ἐτυμολο‐ γίαν· ὡς οἶμαι δὲ, ἀπὸ τοῦ ἡμέρα γίνεται ἦμαρ. Κλίνεται ἤματος, ὡς ἧπαρ, ἥπατος. Ἠμαθίων: Υἱὸς Ἠοῦς καθ’ Ἡσίοδον. Παρὰ

428

(50)

τὴν ἤματι δοτικὴν, τροπῇ τοῦ τ εἰς θ, Ἠματίων, καὶ Ἠμαθίων. Ἠμαθόεις: Ψαμμώδης, τραχεῖα. Παρὰ τὴν ἄμμον, ἀμαθόεις καὶ ἠμαθόεις, [ὡς ἠνεμόεις,] εὐή‐ νεμος. Ἢ ἀπὸ Ἀμάθου ποταμοῦ παραρρέοντος,
55Πύλου ἠμαθόεντος.
55Ἠμάλαψε: Σημαίνει τὸ ἔβλαψε. Λυκόφρων.
55Παρὰ τὸ ἅμα βλάπτειν. Ἤμβροτες: Ἥμαρτες, ἀπέτυχες. Τὸ αὐτὸ δὲ σημαίνει καὶ τὸ, οὐδ’ ἔτυχες.

429

Ἡμεδαπῶν: Τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους συγγε‐ νῶν, ἢ τῆς αὐτῆς χώρας, ἰδίων, ἐγχωρίων, αὐτο‐ χθόνων· δάπεδον γὰρ τὸ ἔδαφος. Καὶ τὸ ποδαπὸς, ποίας χώρας ἢ πατρίδος, ἀντίκειται τῷ ἀλλοδαπῷ.
5 Ἥμενος: Καθεζόμενος. Ἀπὸ τοῦ ἑῶ, τὸ κά‐ θημαι, γίνεται ἕημι· τὸ παθητικὸν, ἕεμαι, ἧμαι· ἡ μετοχὴ, ἥμενος. Ἡμερίς: Ἡμερὶς ἡβώωσα.
10Ἄμπελος κληματίς. Εἴρηται διὰ τὸ ἡμερῶσθαι τὸ τῶν ἀνθρώπων γένος εὑρεθέντος τοῦ καρποῦ τούτου.
10Ἢ ὅτι οἱ Ἴωνες, ὅτάν τι τῶν θηρίων ἢ ὀρνέων ἐκ τῆς θηριότητος μεταστήσωσι, τίθασον εἶναι φασί· διὸ καὶ τὰς ὑπό τινων καλουμένας ἀναδενδράδας, ἐπειδὰν ἔκ τινων τόπων ἐρήμων μετενέγκαντες πρὸς τὴν αὐλὴν φυτεύσωσι, τιθάσους ὀνομάζουσιν, ὡς τῆς
15ἀγριότητος παρειμένας. Ἄλλοι δὲ τὸ ἐξεστηκὸς τοῦ ἀγρίου φασὶ γεγονέναι ἥμερον. Τινὲς δὲ λέ‐ γουσιν εἶδος δρυὸς αὐτὴν εἶναι· εἶναι γὰρ τὴν μὲν ἀγρίδα, τὴν δὲ ἡμερωτέραν, ἣν καὶ ἡμερίδα προσα‐ γορεύουσιν. Ἐναντιοῦται δὲ αὐτοῖς τὸ Ὁμήρου,
20τεθήλει δὲ σταφυλῇσιν.
20Ἢ ὅτι ἄγει τὶς αὐτὴν ὅπῃ ἑλκύσει ἥμερον οὖσαν, καὶ οὐκ ἀντισπῶσαν. Μηδέπω γὰρ τῆς τομῆς εὑρε‐ θείσης αὐταῖς, εἵρπυζον αἱ ἄμπελοι, ἀγρίους καρποὺς φέρουσαι· ὡς δὲ εὑρέθη, καθήραντο, καὶ ἥμερον καὶ τὴν ὄψιν καὶ τὸν καρπὸν ἔσχον.
25Ἡμέριοι: Οἱ ἄνθρωποι· ἀπὸ τοῦ πρὸς ἡμέραν
25ζῆν.
25 Ἡμέρα: Ἡσίοδος σωματοποιῶν λέγει, Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο. Παρὰ τὸ μείρω, τὸ μερίζω, γίνεται μέρα, ἡ πανταχοῦ μεμερισμένη· καὶ πλεονασμῷ τοῦ η, ἡμέρα. Ἢ ζημέρα, ἡ τοῦ ζῆν μέρος ἔχουσα, ἀποβολῇ τοῦ ζ.
30Ἢ ἀπὸ τοῦ ἥμερος, πρὸς ἀντιδιαστολὴν τῆς νυκτὸς φοβερᾶς οὔσης. Ἢ παρὰ τὸ ἡμέρους ποιεῖν· ἢ ἀπὸ τοῦ ἕω, τὸ ἀπολύω· ἣ καὶ ἠὼς εἴρηται. Ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω, ἡ ἐκπέμπουσα ἡμᾶς πρὸς πάντα. Πλάτων δὲ, ὅτι ἱμείροντες αὐτῆς οἱ ἄν‐
35θρωποι διετέλουν, ἀσχάλλοντες ἐπὶ τῇ σκοτίᾳ τῆς
35νυκτός. Δασύνεται· τὸ δὲ ἦμαρ, ψιλοῦται· τὸ γὰρ ἀπὸ δασέος μετασχηματιζόμενον ψιλοῦται. Ἡμερόκοιτος: Ἡσίοδος, Μήποτέ ς’ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ’ ἕληται. Ὁ τὴν ἡμέραν καθεύδων, τὴν δὲ νύκτα ἀγρυπνῶν·
40τουτέστιν ὁ κλέπτης.
40 Ἡμερόλεγδον: Τὸ καθ’ ἑκάστην ἡμέραν ἐξ‐ αριθμεῖν. Ἡμεροδρόμος: Ὁ ἥλιος. Λέγονται δὲ καὶ οἱ ταῖς βασιλικαῖς διατάξεσι ταχύτατα διακονού‐ μενοι.
45Ἡμεροκαλλές: Ἄνθος σπειρόμενον ὁ Δίδυμος
45φησίν. Οὐκ ἔστι δὲ ἄνθος, ἀλλὰ φοινικοῦν ἔριον
45διαπεποικιλμένον, ᾧ χρῶνται πρὸς τὰς ἱερουργίας Ἀθήνησιν, ὡς Θεόδωρος ὁ Πανάγης προσαγορευό‐ μενος ἐν τῷ πρώτῳ περὶ Κηρύκων γένους· λέγει δὲ, ὅτι καλεῖται ἡμεροκαλλὲς διὰ τὸ πεπλύσθαι καὶ βεβάφθαι ἐν μιᾷ ἡμέρᾳ. Κάλλη δὲ προσαγορεύ‐

429

(50)

εται τὰ ἄνθη. Ῥητορική.

429

(50)

Ἡμετέρειος: Κτητικόν ἐστι· σημαίνει δὲ τὸν τοῦ ἡμετέρου. Ἐχρᾶτο δὲ τῇ λέξει Ἀνακρέων, Οὔτε γὰρ ἡμετέρειον οὔτε καλόν. Ὑπάγεται δὲ κανόνι τοιούτῳ· τὰ γὰρ διὰ τοῦ ΡΕΙΟΣ, ἀπὸ τῶν εἰς ΡΟΣ ἐχόντων τὸ τ, τῆς προηγουμένης
55συλλαβῆς ἐχούσης τὸ ε, διὰ τῆς ΕΙ διφθόγγου γρά‐
55φεται· οἷον, ἀβέλτερος, ἀβελτέρειος· ἑταῖρος, ἑται‐
55ρεῖος· οὕτως καὶ ἡμέτερος ἡμετέρειος, τῆς προη‐ γουμένης συλλαβῆς ἐχούσης τὸ ε. Τὸ νέρτερος

430

νερτέριος οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει φύσει ἐν τῇ προηγουμένῃ τοῦ τ συλλαβῇ τὸ ε· ἐνερότερος γὰρ ἦν· παρὰ τὴν ἔραν, τὴν γῆν, συγκοπῇ τοῦ ο, καὶ ἀφαιρέσει τοῦ ε, γίνεται νέρτερος· καὶ λοιπὸν, ὡς
5μὴ ἐχούσης φύσει ἐν τῇ προηγουμένῃ τοῦ τ συλ‐ λαβῇ τὸ ε, οὐκ ἠκολούθησε τούτοις. Ἥμην: Ὅτε δασύνεται, σημαίνει τὸ ἐκαθεζό‐ μην. Ἀπὸ τοῦ ἑῶ, ἕημι, ἕεμαι ἧμαι· ὁ παρατα‐ τικὸς, ἥμην· ὅθεν καὶ ἐκαθήμην. Ὅτε δὲ σημαίνει
10τὸ ὑπάρχω, ψιλοῦται· ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω, τὸ παθητικὸν, ἔομαι μόνῃ τῇ φωνῇ· τῇ δὲ σημασίᾳ ἀπέλειψεν· ὁ παρατατικὸς, ἠόμην· καὶ συγκοπῇ, ἤμην. Ἢ ἀπὸ τοῦ εἰμὶ, ὁ παρατατικὸς ἦν· ὁ πα‐ θητικὸς ἐνεστὼς, ἔμαι· ὁ παρατατικὸς, ἤμην. Ἀπη‐
15γόρευται δέ· πλὴν εὑρήσεις παρ’ Εὐριπίδῃ ἐν Ἑλέ‐ νης ἀπαιτήσει, οἷον, Ἐγὼ δὲ προδότης οὐκ ἤμην τέκνον. Ἀντὶ τοῦ ἤμην δὲ λέγουσιν ἦν. Ζήτει. Ἥμισυς: Παρὰ τὸ ἅμα καὶ τὸ ἴσος γίνεται
20ἁμάϊσος· συγκοπῇ, ἅμισος· καὶ κατὰ τροπὴν, ἥμι‐
20συς, ὁ ἅμα ἴσος τινί· ἢ τοῦ ὅλου διαιρεθέντος. Ἢ
20τὸ ἅμα ἄλλῳ ἴσον. Ὡς ἵππος, ἱππὺς παρώνυμον, οὕτως ἴσος ἴσυς, καὶ ἥμισυς. Ὅμηρος Ἰλιάδος ιʹ, Ἴσον ἐμοὶ βασίλευε, καὶ ἥμισυ μείρεο τιμῆς. Ἡμίσεα, ἥμισα· καὶ ἅμα τῇ συγκοπῇ καὶ ὁ πλεο‐ νασμὸς γίνεται, ἥμισσα.
25Ἡμικύκλιον: Τὰ εἰς ΥΣ λήγοντα, ὁπόταν μὴ
25ἀπὸ γενικῆς, ἀπὸ δὲ εὐθείας συντιθῆται, ἀποβάλλει τὸ ς· βραδὺς, βραδυήκοος, ὀξυήκοος· Λίβυς, Λιβυ‐ φοῖνιξ· θῆλυς, θηλύμορφος. Οὕτως ὤφειλεν ἡμισυ‐ κύκλιον· ἀλλὰ δηλονότι κατὰ συγκοπὴν ταῦτα γί‐ νεται, ἡμίθεος, ἡμίφωνος, ἡμιμέδιμνον, ἡμίκραιρον,
30τὸ ἥμισυ τῆς κεφαλῆς· καὶ τὸ ἡμιτύμβιον, τὸ δίκροσσον. Ἀλλὰ καὶ ὁ Ἄβρων λέγει, ὅτι τὰ εἰς ΥΣ συντεθέντα φυλάττει τὸ υ· τὸ δὲ ἥμισυς ἐκβάλ‐ λει τὴν ΣΥ συλλαβήν. Ἡρωδιανὸς περὶ Παθῶν. Ἡμίολος: Ἡμίολος ἐστὶν ἀριθμὸς ὁ ἔχων ὅλον
35ἄλλον ἀριθμὸν καὶ τὸ ἥμισυ αὐτοῦ. Καὶ ἡμιολία, τὸ ἥμισυ τοῦ κεφαλαίου. Ἡμιολία δὲ πάλαι ἐλέγετο λῃστρικὸν πλοῖον, οὗ τὸ ἡμιόλιον μέρος ψιλὸν ἐρετῶν ἐστι πρὸς τὸ ἀπ’ αὐτοῦ μάχεσθαι. Ἀλλὰ καὶ ἁρπάζεις καὶ ἀσελγαίνεις ὥσπερ ἐκ Καρικῆς
40ἡμιολίας ἀποπεπηδηκώς· καὶ ταῦτα, υἱὸς ἀνδρὸς ἀεὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν βοῶντος. Ἡμιμέδιμνον: Ἡμιμέδιμνον ἐστὶ μέτρον χω‐ ροῦν ἥμισυ μεδίμνου, τουτέστι χοίνικας εἰκοσιτέσ‐ σαρας. Ἡμίεκτον δὲ, τὸ ἕκτον μέρος τοῦ με‐
45δίμνου. Ῥητορική. Ζήτει εἰς τὸ ἑκτεύς. Ἡμιδιπλοίδιον: Γυναικεῖον βραχὺ περίβλημα, ὃ ἔνδον φοροῦσιν ὑπὸ τὸν μηρόν. Ῥητορική.

430

(50)

Ἡμίφωνα: Ὠνόμασται τινὰ τῶν συμφώνων, οὔτε κατὰ τὴν εἰς δύο ἴσα τομὴν, καθ’ ὃν τρόπον τὸ ἡμικύκλιον· οὔτε κράσει τινῶν, ὡς ἡμίονος· οὔτε
κατὰ τὴν ἐπὶ ποσὸν μεταβολὴν, ὡς ἡμίνηρον καὶ ἡμίεφθον κρέας· ἀλλ’ ὥσπερ ἡμιθνὴς καλεῖται ὁ
55ἐγγὺς τοῦ τεθνάναι, οὕτως ἡμίφωνα τὰ ἐγγὺς ὄντα τῶν φωνηέντων κατὰ τὴν φθέγξιν. Ἠμύω: Ἐκ τοῦ μύω, πλεονασμῷ τοῦ η. Ὁ δὲ Ἡσίοδος, ἀμύοντα χαμάζε,

431

εἶπε, διὰ τοῦ α. Καὶ ἔστιν εἰπεῖν, ὅτι ὥσπερ τὸ σταφὶς γίνεται ὄσταφις καὶ ἄσταφις κατὰ πλεονα‐ σμὸν καὶ τοῦ α καὶ τοῦ ο, οὐ κατὰ τροπὴν, οὕτω καὶ ἐπὶ τοῦ μύω πλεονάζει καὶ τὸ α καὶ τὸ η·
5ἐπί τ’ ἠμύει ἀσταχύεσσιν.
5Ἐπικατακλίνει δὲ τοὺς στάχυας τοῖς στάχεσιν.
5 Ἠνεσχέθην: Ἀπὸ τοῦ σχῶ σχῆμι, σχήσω, ἔσχηκα, ἔσχημαι, ἐσχήθην· καὶ συστολῇ, ἐσχέθην· μετὰ τῆς ἀνὰ προθέσεως, ἀνεσχέθην· ἐκτάσει κατὰ Ἀθηναίους, ἠνεσχέθην. Ἢν δὲ μηκυνθῇ λόγος: Λυκόφρων. Ἀπὸ
10τοῦ ἐὰν, κράσει τοῦ ΕΑ εἰς η, γίνεται ἤν. Ἦν: Ἀπὸ τοῦ ἔω, ἔεις, ἔει· ὁ παρατατικὸς, ἦον, ἦες, ἦεν· καὶ τροπῇ τοῦ η καὶ ε, ἢ κράσει εἰς ἐκεῖνο αὐτὸ τὸ η, γίνεται ἦν· ἐπειδὴ τὸ μεῖζον τὸ ἔλαττον ἀναλίσκει, ὥσπερ τῇ ἐμῇ, τἠμῇ. Τὸ πλη‐
15θυντικὸν, ἦμεν, ἦτε, ἦσαν. Τὸ μὲν ἦν ἐγὼ, παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ, γίνεται οὕτως. Ἔστιν εἰμί· ὁ παρατατικὸς, εἶν, τροπῇ τῆς ΜΙ εἰς ν, ὥσπερ ἀπὸ τοῦ δίδωμι, ἐδίδων· καὶ ἐκτείνεται τὸ ε εἰς η Ἀττικῶς, ὡς τὸ ἔμελλον, ἤμελλον· καὶ γίνεται ἦν
20χωρὶς τοῦ ι· τὰ γὰρ εἰς ν λήγοντα οὐ θέλει ἔχειν
20πρὸ τοῦ ν τὶ ἀνεκφώνητον. Τὸ δὲ ἦν ἐκεῖνος, τρίτου προσώπου· ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω, ὁ μέλλων, ἔσω· ὁ μέσος παρακείμενος, ἦα· ὁ δεύτερος ἀόριστος, ἦον, ἦες, ἦε· τὸ δὲ ε ἐφελκυστικόν ἐστι τοῦ ν, ἔλεγεν. Οὕτως ἦε, ἦεν· καὶ κράσει τοῦ ΗΕ εἰς η
25γίνεται ἦν. Τὸ δὲ ἦεν οὐδέποτε εὑρίσκεται χωρὶς
25τοῦ ν. Ὅτι δὲ δεύτερος ἀόριστός ἐστι, δῆλον ὅτι ἐὼν οὖσα ἡ μετοχὴ, ὡς λαβών. Δεῖ δὲ γινώσκειν, ὅτι οὐχ ὁμοφωνοῦσιν ἀλλήλοις. Τὸ μὲν γὰρ ἦν ἐγὼ, Ἀττικόν ἐστι, καὶ ἀπὸ τοῦ εἰμί· τὸ δὲ ἦν ἐκεῖνος, κοινὸν, καὶ ἀπὸ τῶν εἰς ω. Λέγεται δὲ
30τετραχῶς. Λέγεται γὰρ καὶ ἦν, καὶ ἔην, καὶ ἦεν,
30καὶ ἤην παρὰ τῷ ποιητῇ ἐν Ὀδυσσείας τʹ, καί κεν πάλαι ἐνθάδ’ Ὀδυσσεὺς Ἤην. Οὕτω Ζηνόδοτος. Καὶ ἐν Ἰλιάδος λʹ, ἵνα σφ’ ἀγορή τε θέμις τε ἤην.
35Τοῦ ἦν ἐγὼ πρώτου προσώπου τὸ δεύτερον ἦς, καὶ
35ἐπεκτάσει γίνεται ἦσθα. Καὶ ἔστιν ὁριστικὸν, καὶ
35ι οὐ προσγράφεται· οἷον,
35 Χθὲς ἦσθα θεατρικός. Σημαίνει τὸ ὑπάρχω. Εἰ δὲ ἔστιν ὑποτακτικὸν, μετὰ τοῦ ι γράφεται. Ὅτε δὲ πάλιν λαμβάνεται ἀντὶ τοῦ ᾔδεισθα, κατὰ συγκοπὴν γίνεται ᾖσθα, μετὰ τοῦ ι· καὶ τὸ ἦς, ὅτε μέν ἐστιν ὁριστικὸν, οὐ
40προσγράφεται τὸ ι· ὅτε δὲ ὑποτακτικὸν, ἔχει καὶ τὸ
40ι· ἐὰν ὦ, ἐὰν ᾖς, ἐὰν ᾖ· καὶ κατ’ ἐπένθεσιν τῆς ΣΙ συλλαβῆς γίνεται ᾖσι. Ἠνεμόεσσα: Ἐκ τοῦ ἀνεμόεις ἀνεμόεσσα· σημαίνει δὲ τὴν ὑψηλὴν, τὴν ὑπὸ ἀνέμων καταπνεο‐ μένην.
45Ἤνεικα: Ἀπὸ τοῦ ἐνέκω, ἐνέξω, ἤνεκα· καὶ
45πλεονασμῷ τοῦ ι, ἤνεικα· καὶ ἤνειξα κατὰ τροπὴν Βοιωτικὴν τοῦ κ εἰς ξ. Ἐπλεόνασε δὲ τὸ ι· διότι πᾶς ἀόριστος μὴ ἔχων ς ἢ ξ ἢ ψ μακρᾷ θέλει παρα‐ λήγεσθαι· οἷον, ἔκειρα, ἔνειμα, ἔτειλα. Ἤνεγκα: Ζήτει εἰς τὸ ἐνεῖκαι.

431

(50)

Ἠνίπαπε: Καί μιν ὑπόδρα ἰδὼν, χαλεπῷ ἠνίπαπε μύθῳ. Ἀντὶ τοῦ ὕβρισεν, ἐλοιδόρησεν, ἐκακολόγησεν. Ἀπὸ τοῦ ἔπω, τὸ λέγω, γίνεται ἐνέπω, καὶ ἐνείπω· καὶ κατὰ μέσον διπλασιασμὸν, ἐνειπάπω, καὶ ἠνείπαπεν.
55Ἰστέον ὅτι παρακείμενος ἐστίν. Ὁ γὰρ ἐνεστὼς
55ἐνίπτω ἐστὶ κυρίως τὸ διὰ λόγων ἐπιπλήσσω· ὁ μέλλων, ἐνίψω· ὁ παρακείμενος, ἤνιφα· ὁ μέσος, ἤνιπα· καὶ ἐπεκτάσει τῆς ΠΑ συλλαβῆς γίνεται ἠνίπαπα.

432

Ἤνις: Ἤνις ἠκέστας. Ἐνιαυσιαίας βοῦς, νέας. Καὶ, βοῦν ἦνιν εὐρυμέτωπον.
5Ἐνιαυσιαίαν, νέαν· ἔνος γὰρ ὁ ἐνιαυτός· ἀφ’ οὗ
5παρώνυμον, ἔνις· καὶ κατὰ ἔκτασιν, ἦνις. Κλίνεται
5ἤνιος, ὡς ὄφιος· ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἤνιες· καὶ ἐν συναλοιφῇ, ἤνις· καὶ ἡ αἰτιατικὴ, ἤνιας καὶ ἤνις, τὰς ἑνὸς οὔσας ἐνιαυτοῦ. Ἔνιοι δὲ ἐπὶ ἡλικίαν βοὸς τάττουσιν, ὡς τὸ μόσχος καὶ ἡ πόρτις καὶ ἡ δάμαλις. Καὶ γὰρ ὁ ποιητὴς ἐπὶ βοῶν μόνων τάττει
10τὴν λέξιν. Ἢ κατ’ ἔλλειψιν τοῦ α στερητικοῦ, ἵν’
10ᾖ ἄνηνις, ὁ μηδέπω ζευχθεὶς καὶ ἡνία δεξάμενος. ἠκέστας δὲ ἀντὶ τοῦ ἀδαμάστους, ἀκεντήτους, ἀκεντρίστους, ἀνοχεύτους. Παρὰ τὸ κέντω βαρύ‐ τονον, ὁ μέλλων, κένσω· ὁ παθητικὸς παρακείμενος, κέκεσται· κεστὸς καὶ ἄκεστος· καὶ θηλυκὸν, ἀκέστη,
15ἀκέντητος βοῦς· καὶ τροπῇ, ἠκέστη· ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, ἠκέστας. Ἢ ἀπὸ τοῦ κένσω κε‐ στὸς, ἀποβολῇ τοῦ ν. Ἡνία: Λῶρα, χαλινούς· παρὰ τὴν ἕνωσιν· ἑνοῦ‐ ται γὰρ δι’ αὐτῶν τὰ ὑποζύγια. Ἢ ἐκ τοῦ ἐνίεσθαι
20ἢ ἀνίεσθαι· ἢ ἀπὸ τοῦ ἀνύω, δι’ ἧς ἀνύομεν τοὺς
20ἵππους πρὸς τὴν εὐθεῖαν ὁδόν. Ἢ παρὰ τὸ εἷς ἑνὸς, ἑνία καὶ ἡνία. Ἢ παρὰ τὸν ἥσω μέλλοντα. Ἡνίοχος: Κυρίως ὁ τὰς ἡνίας ἔχων· εἴρηται δὲ καὶ ἐπὶ τοῦ παραιβάτου. Τὰ δὲ παρὰ τὸ ἔχω γινόμενα, εἰ μὲν τῇ ΟΥ διφθόγγῳ παραλήγεται, πρὸ
25μιᾶς ἔχει τὸν τόνον, οἷον κλειδοῦχος, καὶ τὰ ὅμοια· εἰ δὲ παραλήγεται τῷ ο, προπαροξύνεται· οἷον αἰγί‐ οχος, λιμενίοχος. Ἐκ τοῦ ἀνύω, ἀνύον καὶ ἡνίον· διὰ γὰρ τῶν λώρων τῶν ἵππων ἀνύομεν τὰς ὁδούς. Ἡμίν: Ἀντωνυμία· ἔστι δὲ διαλέκτου ἴδιον
30Δωρικῆς· συστέλλουσι γὰρ αὐτὴν καὶ ὀξύνουσι. Αἱ ἀντωνυμίαι γὰρ, ἡνίκα μὲν ὁρισμὸν δηλοῦσι, μένουσιν ἐν τῷ αὐτῷ τόνῳ· Ἡμῖν μὲν τόδ’ ἔφηνε. καὶ,
35Ὑμῖν δὲ νεμεσσῶμαι.
35Ὅτε δὲ ἀπόλυτον ἔχουσι τὸ σημαινόμενον, ἐγκλίνονται·
35Ὄφρ’ ἥμιν ἑκάεργον.
35Σὺν δ’ ὕμιν δαῖτα ταράξῃ.
35 Εἰ δ’ ὕμιν δοκέει τόδε λωΐτερον. Ἤνοψ: Ὁ λαμπρός· καὶ, ἤνοπι χαλκῷ. Παρὰ τὸ ὄπτω, ὄψω, ὄψ· καὶ συνθέσει, ἔνοψ καὶ ἤνοψ, ἐν ᾧ ἐστιν ἐνοπτρίσασθαι καὶ ἰδεῖν· παρὰ τὸ [ἐν] αὐτῷ ὁρᾶν τοὺς ὄπας· λαμπρὸς γάρ. Ἢ παρὰ
40τὸ ἔπω, τὸ λέγω, ἔψω, ἒψ, καὶ ὂψ, ὡς κλέπτω, κλὲψ, κλὸψ καὶ κλώψ· καὶ βλέψω, βλὲψ, βλὸψ, καὶ βλώψ. Καὶ ἰδίως τὰ παρὰ τὸ ὄψομαι ῥηματικὰ ὀνόματα τὸ ο εἰς ω τρέπει· οἷον, τύφλωψ, κύκλωψ. Δύναται οὖν καὶ τὸ ἤνοψ χαλκὸς εἶναι παρὰ τὸ ὂψ,
45ὃ δηλοῖ τὴν φωνήν· φωνητικὸς γὰρ παρὰ τὰ ἄλλα τῶν μετάλλων ὁ χαλκός. Ἠνορέη: Ἡ ἀνδρεία. Οὐκ ἔστιν ἀπὸ τοῦ ἀνὴρ ἀνέρος, ἀλλ’ ἀπὸ τοῦ εὐήνωρ· ἀφ’ οὗ παρά‐ γωγον ἐν τύπῳ κτητικοῦ τὸ ἠνορεία καὶ εὐηνορεία·

432

(50)

καὶ ἀποβολῇ τοῦ ι, ἠνορέα, καὶ εὐηνορέα. Τὸ δὲ

432

(50)

εὐήνωρ, ἀπὸ τοῦ ἀνήρ· ὅπερ συντιθέμενον τρέπει τὸ α εἰς η, καὶ τὸ η εἰς ω· τὸ γὰρ εὐφράνωρ καὶ νικάνωρ Δώριά εἰσιν· ἔδει γὰρ εἶναι εὐφρήνωρ καὶ νικήνωρ. Ἤνυστρον: Τὸ μέρος τῆς κοιλίας, ὅθεν διανύ‐
55εται ἡ τροφὴ, ἤγουν διέρχεται· ἢ ἔνθα διανύεται καὶ
55πέττεται. Ὅτι εἰς γʹ τέτμηται ἡ γαστὴρ, ἤνυ‐ στρον, ἐχῖνον, κεκρύφαλον. Ῥητορική. Ἤντετο: Καὶ διπλόος ἤντετο θώρηξ.

433

Ἀντὶ τοῦ ἀπήντα, ὑπέκειτο. Ἰστέον ὅτι οἱ παλαιοὶ θώρακας ἐφόρουν· ἕνα μὲν, ἀπὸ τοῦ ὤμου μέχρι τοῦ ὀμφαλοῦ, ὃς καὶ κυρίως θώραξ· ἄλλον δὲ, ἀπὸ τοῦ ὀμφαλοῦ ἄχρι τῶν γονάτων, ὃς ζῶμα ἐκαλεῖτο.
5Οὕτως ᾠκονόμητο εἰς τὸ ῥαδίως κύπτειν εἰς γῆν. Τὸ δὲ ἤντετο οὐχ εὗρον· ἐγὼ δέ φημι οὕτω γεγονέναι· ἐκ τοῦ ἔω, τὸ ἐνδύομαι ἢ ὑπάρχω, παράγωγον ἔημι· ὁ μέλλων, ἤσω· ὁ δεύτερος ἀόριστος, ἦν· ὁ μέσος, ἔμην· τὸ δεύτερον, ἔσο· ἔτο, τὸ τρίτον· μετὰ τῆς ἐν
10προθέσεως, ἔνετο· εἶτα πλεονασμῷ τοῦ τ, καὶ ἐκτά‐ σει, ἤντετο. Ἧπαρ: Παρὰ τὸ ἐπῆρθαι καὶ κεκυρτῶσθαι· ἢ παρὰ τὸ ἐπαρδεύειν τῷ σώματι καὶ χορηγεῖν τὸ αἷμα· ἢ παρὰ τὸ ἐπαίρεσθαι ἔπαρ, καὶ ἧπαρ· ἢ παρὰ
15τὸ ἥδω, τὸ εὐφραίνομαι, ἧδαρ καὶ ἧπαρ· δι’ αὐτοῦ
15γὰρ εὐφραινόμεθα, καὶ ἐν τούτῳ τῷ μέρει τὰ τῆς
ἡδονῆς καὶ τὰ τῆς ἐπιθυμίας ἔγκειται. Ἠπανία: Ἀπορία, σπάνις, ἀμηχανία. Ὡς κόνις κονία, οὕτως σπάνις σπανία· καὶ ἀποβολῇ καὶ πλεονασμῷ. Ἢ παρὰ τὸ πνέω, τὸ ἐνεργῶ, πενία·
20καὶ κατὰ στέρησιν, ἀπενία· ἐπεὶ οἱ μὴ ἐργαζόμενοι ἀποροῦσιν· ἵν’ ᾖ ἀεργασία κυρίως, κατὰ ἀντίθεσιν τοῦ ΑΕ εἰς τὸ ΗΑ. Ἢ ἀπὸ τοῦ αἴνω βαρυτόνου τὸ λαμβάνω, ὃ καὶ ἀπαίνω καὶ ἀπαινύω καὶ ἀπαίνυμι παράγωγον. Ἀπαίνω οὖν ἀπανῶ ἀπανίζω, ὡς κυρῶ
25κυρίζω· καὶ τροπῇ ἠπανίζω· ἐξ οὗ ἠπανία· ὁ γὰρ μὴ λαμβάνων σπανίζει. Ἠπεδανός: Ἀσθενὴς, ἠλίθιος, ἀναίσθητος, ἀσύνετος. Γίνεται παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν, πεδανός· καὶ κατὰ στέρησιν, ἀπεδανὸς, ὁ μὴ
30βέβαιος, ἀλλ’ ἀσθενὴς, ὁ ἐκ τῆς γῆς μὴ ἀναστῆναι,
30ἢ ἐν τῇ γῇ στῆναι, δυνάμενος δι’ ἀσθένειαν. Τὸ γοῦν ἐναντίον, ἔμπεδον, τὸ βέβαιον, καὶ ἰσχυρόν· τὰ γὰρ ἐπὶ τοῦ πέδου βεβηκότα καὶ ἑδραῖα. Ἠπεροπευτής: Ὁ ἀπατεὼν καὶ ὑπερήφανος. Παρὰ τὸ ἥμερον καὶ τὴν ὄπα, ἡμεροπευτὴς, ὁ ἡμέρῳ
35ὀπὶ χρώμενος, ὁ διὰ τῆς ἡμέρου ὀπὸς (ὅ ἐστι φωνῆς) ἀπατῶν. Ἢ πειροπευτής τις ὤν· καὶ πλεονασμῷ τοῦ α, καὶ ἀποβολῇ τοῦ ι, ἀπερόπευτος, ὁ διὰ τῆς φωνῆς ἀπατῶν καὶ πειρῶν τὰ γύναια, ὅ ἐστι προσ‐ καλούμενος· τὸ γὰρ προσκαλεῖσθαι τὰ γύναια, πειρᾶν
40ἔλεγον· Ἀριστοφάνης,
40 Πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων ἐφάπτεταί σου. Ἢ παρὰ τὸ ἔπω, τὸ λέγω, γίνεται ὀπεὺς, ὡς φέρω φορεὺς, καὶ ἔχω ὀχεύς· καὶ μετὰ τοῦ α, τοῦ σημαί‐ νοντος τὸ καλὸν, ὁ καλῷ λόγῳ χρώμενος καὶ ἀπατῶν
45τινά. Ἢ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν καὶ
45τοῦ ΠΕΡ περιττοῦ συνδέσμου, ἀπεροπεὺς, ὁ τῷ λόγῳ κακῶς χρώμενος καὶ ἀπατῶν· οἷον, Ἅτε μὲν καὶ ἐπίκλοπον ἀπεροπέα. Καὶ παρὰ Ἀνακρέοντι, Βούλεται ἀπεροπὸς ἡμῖν εἶναι.

433

(50)

Καὶ θηλυκὸν, ἀπεροπή. Ἢ ἄοπος, οὐδὲ προσλα‐

433

(50)

λῆσαι ἡμῖν θέλων. Ἢ ὁ ἀπρόσβλεπτος καὶ οὐδ’ εἰς

433

(50)

ὄψιν ἐλθεῖν θέλων. Ἀπεροπεὺς οὖν, καὶ ἠπεροπεύς. Ἦμος δ’ ἠπεροπῆας ἀπεπτοίησεν ὀνείρους ἠέλιος—ἀνασχών. Ἐκ τοῦ ῥήματος τοῦ ἠπεροπῶ ἠπεροπεύω, καὶ ἠπε‐ ροπευτής.
55Ἤπειρος: Σημαίνει τὴν γῆν, ἄπερός τις οὖσα,
55ἡ μὴ ἔχουσα πέρας, ὡς πρὸς σύγκρισιν τῶν νήσων· αὗται γὰρ εὐδείελοι εἰσὶ, καθὸ μεμερισμέναι εἰσὶ τῇ θαλάσσῃ. Λέγεται ποτὲ μὲν ἡ εἰς ἄπειρον διήκουσα γῆ· οἷον,

434

ἐριβώλακος ἠπείροιο. Καταχρηστικῶς δὲ πᾶσα ἡ γῆ· Ἔνθ’ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε. Ὄνομα δὲ,
5Τὴν μὲν Ἀπείρηθεν νέες ἤγαγον.
5Ἀντὶ τοῦ ἠπειρόθεν. Καὶ,
5Δώδεκ’ ἐν ἠπείρῳ ἀγέλαι.
5Καὶ ἐν τῷ καταλόγῳ περὶ αὐτῆς, Οἵδ’ ἤπειρον ἔχον. Ἠπίαλος καὶ Ἠπιάλης καὶ Ἠπιόλης: Ση‐ μαίνει τὸν ῥιγοπύρετον, καὶ δαίμονα τοῖς κοιμωμένοις ἐπερχόμενον. Καὶ Ὅμηρος καὶ οἱ πλείους ἠπιόλης
10λέγουσι διὰ τοῦ η· τὸ δὲ διὰ τοῦ ΟΣ ἕτερόν τι ση‐
10μαίνει, τὸν ῥιγοπύρετον. Πλὴν διαφόρως ἐχρήσαντο
10τῇ λέξει.
10 Εἴρηται κατὰ ἀντίφρασιν, ἤπιος· ἐπαχθὴς γάρ ἐστιν· ἢ παρὰ τὸ πέμπεσθαι ἀπὸ τοῦ σώματος, ἀπίαλος, ἀπὸ τοῦ ἀπιέναι, ἢ ὁ ὀφείλων ἀπιέναι.
Ὁ δὲ Ἀλκαῖος ἐπίαλον αὐτὸν ἔφη. Ἀπολ‐ λώνιος δέ φησι τὸν ἐπιάλτην αὐτὸν ἠπιάλην κα‐
15λεῖσθαι· καὶ τροπῇ τοῦ α εἰς ο, ἠπιόλην.
15 Ἤπιος: Οὕτως πρότερον ἐκαλεῖτο ὁ Ἀσκληπιός· ἢ ἀπὸ τῶν τρόπων, ἢ ἀπὸ τῆς τέχνης καὶ τῆς τῶν χειρῶν ἠπιότητος· ᾧ καὶ γυναῖκα παραδίδωσιν Ἠπι‐ όνην, ἐξ ἧς αὐτῷ γενέσθαι Ἰάσονα, Πανάκειαν· Δε‐ κτίων ἐν ὑπομνήματι Λυκόφρονος.
20ἤπιος σημαίνει κυρίως τὸν λογισμόν. Παρὰ τὸ ἔπω, τὸ λέγω, ἔπιος καὶ ἤπιος, ὁ ἐν λόγῳ πάντα ποιῶν, καὶ μὴ πάθει· ἐκ μεταλήψεως δὲ καὶ ὁ διὰ λόγου προσηνὴς καὶ πρᾶος· καὶ ἠπιώτατος, ὁ ἐν λόγοις πραότατος καὶ ἥσυχος.
25Ἠπιόδωρος: Ἡ τοῦ Ἕκτορος μήτηρ Ἑκάβη,
25ἡ τὰ προσηνῆ καὶ ἡδέα δωρουμένη κατὰ τὴν παιδο‐ τροφίαν. Ἦπου: Τοῦτο ἄρχεται μὲν λόγου, ὡς παρὰ Ἡροδότῳ· Ἦπου ἂν, ὦ ξεῖνε Λάκων, ἐθαύμαζες.
30Καὶ Ὅμηρος,
30Ἦπου καγχαλόωσιν.
30Ἀντὶ τοῦ ὄντως δή. Ὅτε δὲ ὑποτέτακται, ἀντα‐ ποδίδοται τινὶ προκειμένῳ. Ἀνταποδίδοται δὲ δι‐ χῶς· ὁτὲ μὲν οὕτως, Εἰ δὲ μὴ πιστεύω τῷ δεσπότῃ, ἦπου πιστεύσαιμ’ ἂν τῷ θεράποντι;
35Ὁτὲ δὲ κατὰ τοὐναντίον· οἷον,
35Εἰ ὁ θεράπων ἔστι μοι πιστὸς, ἦπου ὁ δεσπότης αὐτοῦ
35ἂν εἴη πιστός.
35Βαρύνεται δὲ, ἀντὶ τοῦ πολλῷ πλέον, καὶ ἀντὶ τοῦ ἴσως σχεδόν. Ἠπύει: Τὸ φωνεῖ καὶ κηρύσσει. Παρὰ τὸ ἔπω, τὸ λέγω, παράγωγον ἐπύω, ὡς πλήθω πληθύω· καὶ τροπῇ τοῦ ε εἰς η, ἠπύω· ἐξ οὗ ἠπύτης, ὁ μεγαλό‐
40φωνος καὶ κρακτικός. Ἤπυτον: Ὄρος Θρᾴκης· ὅτι Πρωτεὺς διὰ τὸν
φόνον τῶν παίδων ἀναβὰς ἐπὶ τοῦτο, ἠπύει τοὺς θεοὺς ἐπὶ τὴν Αἴγυπτον ἀποκαταστῆσαι. Ἀπὸ τοῦ ἠπῦσαι, Ἤπυτον.
45Ἥρα: Ἡ θεός· ὅτι ἡ αὐτὴ τῷ ἀέρι ἐστίν. Ὡς
45γὰρ πατὴρ πάτρα, καὶ μήτηρ μήτρα, οὕτως ἀὴρ, καὶ καθ’ ὑπέρθεσιν ἥρα. Ἢ ὅτι ἡ Ῥέα αὐτὴν ἔτεκεν· ὡς γὰρ ᾔσθετο ὁ Κρόνος, ἐκέλευσε δεῖξαι τὸ παιδίον. Ἢ ὅτι παρὰ τοῦ Κρόνου ἡ Ῥέα ἐπιδιωκομένη ἀπὸ τύχης πρῶτα ἔτικτε τὴν Ἥραν· τὸν δὲ Δία ἔτι ἐν

434

(50)

γαστρὶ εἶχεν. Ὁ δὲ Κρόνος, ὡς ᾔσθετο, παραπο‐ ρεύεται, καὶ ἐκέλευσε δεῖξαι τὸν παῖδα· ὡς δὲ εἶδεν, ἐκέλευσεν ἄραι καὶ ἐκτρέφειν· οἱ δὲ Κρῆτες τὸ ἄραι ἦραι φασί· καὶ Ἥραν ὠνόμασαν αὐτήν. Ἢ παρὰ τὴν ἔραν. Σημαίνει δὲ τὴν σωματοειδῆ θεὸν, ὡς τὸ,
55Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
55εἰδήσειν.
55Σημαίνει καὶ τὴν χάριν καὶ τὴν ἐπικουρίαν. Ἠράσθην: Ἀπὸ τοῦ ἐράζω γίνεται, ὡς πειράζω ἐπειράσθην, καὶ πελάζω ἐπελάσθην. Οὐ γὰρ ἀπὸ

435

τοῦ ἐρῶ ἐρᾷς γίνεται. Ὤφειλε γὰρ εἶναι ἐράθην, ὡς φυρῶ, φυρᾷς, ἐφυράθην, μακροῦ ὄντος τοῦ α. Εἰς τὸ βοῶ ἡ τεχνολογία.
Ἡρακλῆς: Ὁ ἥρως· οὐ παρὰ τὸ ἐκ τῆς Ἥρας
5τὸ κλέος ἐσχηκέναι, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ μᾶλλον παρὰ τὸ ἀπὸ τῆς Ἥρας ἀκλεᾶ εἶναι· ὅσον γὰρ κατὰ τὴν Ἥραν, ἄδοξος ἦν· μικροῦ γὰρ αὐτοῦ ὄντος, ἐπ’ αὐτὸν ἔπεμψεν Ἥρα δράκοντας ὀφείλοντας ἀνελεῖν αὐτόν· οὕσπερ αὐτὸς ἐφόνευσεν. Ἢ παρὰ
10τὴν ἔραν καὶ τὸ κλέος, ὁ ἐν τῇ γῇ ἔνδοξος. Ἢ ὅτι Νεῖλος ἐκ γενετῆς καλούμενος, ἐν τῷ κατὰ γιγάντων πολέμῳ, ἀνώνυμον ἕνα τῶν γιγάντων πυρίπνοον ἐπερ‐ χόμενον Ἥρᾳ φονεύσας, Ἡρακλῆς ὠνομάσθη. Ἄλλοι δὲ, παρὰ τὴν ἦρα, τὴν σημαίνουσαν τὴν μετ’
15ἐπικουρίας χάριν, καὶ τὸ κλέος, γέγονεν Ἡρακλῆς· πρὸ τούτου γὰρ Ἀλκείδης ἐκαλεῖτο· ἀλλ’ ἐκ τοῦ πᾶσι βοηθεῖν ἐκλήθη Ἡρακλῆς, ὡς καὶ ὁ χρησμὸς δηλοῖ, λέγων, Ἡρακλέην δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει·
20ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις.
20Ἢ ἀπὸ τοῦ Ἥρα, ὃ σημαίνει τὴν δαίμονα, καὶ τοῦ κλέος, γίνεται Ἡροκλῆς, ὡς Ἡρόδοτος, Ἡρόφιλος· καὶ ἀπὸ τοῦ Ἡροκλῆς, γίνεται Ἡρακλῆς κατὰ τροπὴν τοῦ ο εἰς τὸ συνεσταλμένον α, ὡς ἐπὶ τοῦ ποδόνιπτρα, ποδάνιπτρα. Ἢ ὅτι τὸ α τοῦ ἀκλεοῦς
25καὶ τοῦ ἥρα ἐστίν. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι εἰ ἄρα
25ἀπὸ τοῦ ἥρα καὶ τοῦ ἀκλεὴς ἐστὶ, διατί μὴ ὀξύνεται; Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΗΣ ὀνόματα ὑπὲρ μίαν συλλαβὴν ἀδιαίρετα ἐν τῇ συνθέσει φυ‐ λάττει τὸν τόνον τοῦ ἁπλοῦ· οἷον, λῃστὴς, ἀρχιλῃ‐ στής· δανειστὴς, μισοδανειστής· εὑρετὴς, ἐφευρετής·
30χωρὶς τοῦ κριτὴς, καὶ ἀληθής· ταῦτα γὰρ ἐν τῇ
30συνθέσει ἀναβιβάζουσι τὸν τόνον· οἷον ὀνειροκρίτης, φιλαλήθης. “Ὑπὲρ μίαν συλλαβὴν” εἶπε, διὰ τὸ Κρὴς, Ἐτεόκρης· καὶ γνὴς, ἑτερόγνης. Τὰ γὰρ μονοσύλλαβα ὀνόματα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον· οἷον, χθὼν, αὐτόχθων· Θρᾶξ, Σαμόθραξ·
35παῖς, εὔπαις· χωρὶς τοῦ πτὼξ, πολυπτώξ. Οὐκ ἀντίκειται ἡμῖν τὸ, Ποσειδάωνος ὑποδμώς. Παρέλκουσαν γὰρ ἔχει τὴν ὑπὸ πρόθεσιν. Ἔστιν οὖν εἰπεῖν, ὅτι τῷ λόγῳ τῶν κυρίων ἐβαρύνετο· τὰ
40γὰρ εἰς ΗΣ κύρια ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν,
40καὶ ἢ βαρύνονται, ἢ περισπῶνται, χωρὶς τῶν παρα‐ σεσημειωμένων· εἰσὶ δὲ ταῦτα, εὑρετὴς, εὐμενὴς, εὐσεβὴς, εὐτυχὴς, εὐπρεπὴς, νημερτὴς, διοτρεφὴς, ψευδής· καὶ ἐπὶ τοῦ συνήθους, καλοετής. Δεῖ γι‐ νώσκειν, ὅτι τὸ κριτὴς μετὰ προθέσεως ὀξύνεται·
45οἷον, προκριτὴς, παρακριτὴς, ὑποκριτής· μετὰ ὀνό‐
45ματος δὲ ἀναβιβάζει τὸν τόνον· οἷον, δικαιοκρίτης. Ἀναβιβάζει δὲ, ἐπειδὴ παράλογός ἐστιν ἐν ἁπλότητι ἡ ὀξεῖα τάσις· ὤφειλε γὰρ βαρύνεσθαι· ἐπειδὴ τὰ εἰς ΤΗΣ δισύλλαβα φύσει ἀρσενικὰ βαρύνονται, οἷον δότης, πλύτης, κράτης, ψάλτης. “Φύσει δισύλλαβα”

435

(50)

εἶπε, διὰ τὸ λῃστής· τοῦτο γὰρ ἀπὸ τρισυλλάβου τῆς ληϊστής. “Ἀρσενικὰ,” διὰ τὰ θηλυκά. Ἐπεὶ οὖν τὸ κριτὴς παραλόγως ὀξύνεται, τούτου χάριν ἐν τῇ συνθέσει τὸν ὀφειλόμενον τόνον ἀναδέχεται. Τὸ δὲ ἀληθὴς, ἀνεβίβασε τὸν τόνον ἐν τῇ συνθέσει·
55ἐπειδὴ τὰ διὰ τοῦ ΗΘΗΣ σύνθετα ὀνόματα βαρύνεται· οἷον, ἦθος, εὐήθης, συνήθης, κακοήθης. Τούτοις συνεξηκολούθησε καὶ τὸ φιλάληθες, πανάληθες. Τὰ

436

εἰς ΤΗΣ ἔχοντα τὴν παραλήγουσαν εἰς ἀμετάβολον λήγουσαν, ἀπρόσληπτα ὄντα τοῦ ς κατὰ τὴν γενικὴν, βαρύνεται, εἰ μὴ εἴη μετοχικὰ, ὑφάντης, ἀγύρτης, εὐφράντης· τὸ δὲ ἑκοντὴς, ἐθελοντὴς, μετοχικά.
5Παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τὸ καθαρτής· ἀμυντὴς, ἐπὶ τοῦ βοηθοῦ· φαιδρυντὴς, ποικιλτὴς, καλλυντὴς, πραϋντής· ὅτι οὐκ ἔχει τὴν πρώτην συλλαβὴν εἰς φωνῆεν λήγουσαν. Τὰ γὰρ εἰς ΤΗΣ λήγοντα ἀρσε‐ νικὰ, καθαρὸν ἔχοντα τὸ τ, βραχείᾳ παραληγόμενα
10ὑπὲρ δύο συλλαβὰς, βαρύνεται καὶ ἁπλᾶ ὄντα· οἷον,
Ἰξιβάτης, ἐρέτης, ἐργάτης. Σεσημείωται τὸ εὑ‐ ρετής. Τὸ μέντοι λυριστὴς, λεπιστὴς, χλευαστὴς, ὀξύνεται, ὅτι οὐ καθαρὸν ἔχει τὸ τ· τὸ ἀθλητὴς, μαχητὴς, μαθητὴς, ὅτι οὐ βραχεῖαν ἔχει τὴν παρα‐
15λήγουσαν.
15 Ἡράκλεις: Ἐπίφθεγμα θαυμαστικόν· ἀντὶ τοῦ, ὢ τοῦ θαύματος. Λουκιανὸς, Ἡράκλεις, χρυσοῦς αὐτῷ ὁ μηρός. Ἔστι δὲ κλητικὴ συναλοιφῇ ἀπὸ τοῦ Ἡράκλεες τοῦ ἐντελοῦς· ὃ κατὰ συγκοπὴν γίνεται
20Ἥρακλες χαλκεόζωνε.
20Βίης Ἡρακληείης,
20ὡς Ἰφικληείης. Ἀπὸ τοῦ Ἡρακλῆς γίνεται Ἡρά‐ κλειος κτητικόν· τὸ θηλυκὸν, Ἡρακλείη· Ἡρακλεία χείρ· καὶ κατ’ ἐπένθεσιν τοῦ η πρὸ τῆς ΕΙ διφθόγγου γίνεται Ἡρακληείη. Τὸ γὰρ η οὐδέποτε μετὰ τὴν
25ΕΙ δίφθογγον πλεονάζει, ἀλλὰ πρὸ αὐτῆς· μᾶλλον δὲ
25μετὰ τοῦ ι πλεονάζει πολλάκις τὸ η. Ἤραθεν: Παρὰ τὴν ἔραν γίνεται ἔραθεν· καὶ κατ’ ἔκτασιν, ἤραθεν. Ἤρανος: Βασιλεὺς, ἢ βοηθός. Παρὰ τὴν ἥραν, τὴν μετ’ ἐπικουρίας χάριν. Γίνεται δὲ ἀπὸ
30τοῦ ἔρως ἔρανα καὶ ἤρανα. Ὅμηρος, Οὐ μέν μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ. Ἀντὶ τοῦ ἐράσμια καὶ καταθύμια. Τοῦτο δὲ τὸ ἐπιήρανα κατὰ συγκοπὴν ποιεῖ τὸ ἐπίηρα. Ἀπὸ γοῦν τοῦ ἐρῶ, ἔρανον, ὡς κόπτω, κόπανον· πέπτω,
35πόπανον· ἔχω, ὄχανον. Καὶ ἤρανος, ὁ ἐράσμιος.
35 Ἡρᾶς: Ὄνομα κύριον γραμματικοῦ, οὗ φέρεται Ἀμείβοντες κανόνας. Εἴρηται παρωνύμως ἀπὸ τῆς Ἥρας, Ἡρέας· καὶ ἐν συναιρέσει, Ἡρᾶς, ὡς βορὰ, βορέας· πλεονασμῷ τοῦ ρ καὶ συναιρέσει, βορρᾶς. Ἡραῖον τεῖχος: Χωρίον ἐν Θρᾴκῃ· ὑπὸ Σα‐
40μίων δὲ ᾠκίσθη. Ἠρδάλωσε: Φιλήμων, Αἰγύπτιος θοιμάτιον ἠρδάλωκέ μου. Ἀντὶ τοῦ ἠσβόλωσεν, ἐμόλυνεν. Ἠρεμία: Ἡ ἡσυχία. Ἀπὸ τοῦ ἤρεμος, ἠρε‐
45μία, ὡς ἥσυχος, ἡσυχία. Ἔστιν ἔρημος ἐρημία·
45καὶ καθ’ ὑπέρθεσιν γίνεται ἠρεμία. Ἢ ἀτρεμία, καὶ κατὰ συγκοπὴν καὶ τροπὴν, ἠρεμία. Ἠρέμα: Ἡσύχως. Ἀπὸ τοῦ ἀτρέμας, κατὰ ἀποβολὴν τοῦ τ, καὶ τροπῇ τοῦ α εἰς η, ἠρέμα. Ἠρεσίδες: Αἱ ἱέρειαι τῆς ἐν Ἄργει Ἥρας·

436

(50)

ἀπὸ τῆς Ἥρας· ἢ παρὰ τὸν ἀρύσω μέλλοντα, ἀρυ‐ σίτιδες, αἱ ἀρυόμεναι τὰ λουτρά. Ἤρεικον: Σημαίνει τὸ ἔσχιζον. Ἡσίοδος, Ἤρεικον χθόνα δῖαν. Ἥιρεον:
55Ὑπὸ δ’ ᾕρεον,
55ὑφῄρουν, ἐλάμβανον. Ἀπὸ τοῦ περισπωμένου· καὶ δασύνεται. Ἡιρήκαμεν: Ἥιρημεν, διὰ τοῦ η γράφεται. Ἡρωδιανὸς περὶ Παθῶν.

437

Ἠρήρει: Ἀπὸ τοῦ ἐρείδω. Ἠριγένεια: Ἤτοι ἡ τὸν ὄρθρον γεννῶσα ἡμέρα· ἢ ἡ ὑπὸ τοῦ ὄρθρου γενομένη. Ἀπὸ τοῦ ἦρι καὶ τοῦ γενῶ.
5Ἦρι μάλα: Ὄρθρου πάνυ, τὸ πρωῒ, ἕωθεν.
5Ἀπὸ τοῦ αἴρεσθαι ἡμᾶς τῆς κοίτης κατὰ τὸν καιρὸν τοῦτον. Τὸ δὲ ἦρι, ὀνοματικὸν ἐπίρρημα. Ἀπὸ τοῦ ἀὴρ ἀέρος ἀέρι, καὶ κατὰ κρᾶσιν, ἦρι. Τὸ δὲ ἀέρι καὶ διὰ τοῦ η φησὶν ὁ ποιητὴς, Ἠέρι γὰρ κατείχετο.
10Ἦρος: Ἐκ τοῦ ἔαρ ἔαρος γίνεται κατὰ κρᾶσιν
10ἦρος· τὸ δὲ ἔαρ ἐν συναιρέσει γίνεται ἦρ. Ἤρια καὶ ἠρία: Ὁ διάφορος τόνος διάφορον ποιεῖ καὶ τὴν σημασίαν. Προπαροξυτόνως σημαίνει τὰ ἔρια, καὶ κατ’ ἔκτασιν, ἤρια· παροξυτόνως δὲ σημαίνει τοὺς τάφους, παρὰ τὴν ἔραν· τὸ γὰρ παλαιὸν
15ἐν τοῖς κοιλώμασι τῆς γῆς ἔθαπτον, μήτε σιδήρῳ μήτε χαλκῷ κεχρημένοι. Ἢ παρὰ τὸν ἀέρα, ἤγουν τὸν ἐπικείμενον σκότον τοῖς τεθνεῶσι. Θεόκριτος, καὶ ἠρία κεκμηώτων· καὶ Καλλίμαχος,
20τίνος ἠρίον ἵστατε τοῦτο;
20Ἠριά: Αἱ πύλαι Ἀθήνῃσι· διὰ τὸ τοὺς νε‐
20κροὺς ἐκφέρεσθαι ἐκεῖ ἐπὶ τὰ ἠρία, ὅ ἐστι τοὺς τάφους.
21Ἤριννα: Ἡ ποιήτρια· εἴρηται παρὰ τὸν ἔρωτα.
ἡ ἐρασμία· ἢ παρὰ τὸ ἔαρ.
24Ἦιρτο: Σὺν τῷ ι, ἀπὸ τοῦ αἴρω. Τὸ δὲ,
25παρηέρθη δὲ κάρη,
25οὐκ ἔχει τὸ ι· ἀπὸ γὰρ τοῦ ἀερθῶ ἐστιν.
25 Ἥρυλλος: Ὁ Ἡρακλῆς ὑποκοριστικῶς, ὡς τὸ Ἀριστοκλῆς, Ἀρίστυλλος. Ἠρόπτω: Σημαίνει τὸ σκώπτω. Ἠρόμην: Εἰ μὲν ἔχει τὸ ι, σημαίνει τὸ ἐκου‐ φιζόμην· καὶ ἔστιν ἀπὸ τοῦ αἴρομαι, ᾐρόμην, ὡς
30αἰσχύνομαι, ᾐσχυνόμην· εἰ δὲ σημαίνει τὸ ἠρώτων, οὐκ ἔχει τὸ ι· καὶ ἔστιν ἀπὸ τοῦ ἔρω, τὸ ἐρωτῶ, ἔρομαι, ἠρόμην. Ἥρωες: Οἱ πάλαι καὶ πρωτογενεῖς ἄνθρωποι, οἱ ἡμίθεοι ἄνδρες. Ἥρωας δέ φασι κληθῆναι ἀπὸ τῆς
35ἔρας, τῆς γῆς, ὅτι ἐκ γῆς ἐπλάσθη τὸ γένος τῶν
35ἡρώων· ἢ ἀπὸ τῆς ἐρωτήσεως· διαλεκτικοὶ γάρ. Ἢ ἀπὸ τῆς ἀρετῆς· ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος, Ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ’ αἶαν. Ἢ ἀπὸ τῶν ἐρώτων· ἐξ ἐρώτων γὰρ θείων ἐγένοντο·
40ἀπὸ τῆς ἐράσεως, τουτέστι μίξεως τῶν θεῶν· οἱ γὰρ
40θεοὶ, θνηταῖς γυναιξὶ συνερχόμενοι, ἐποίουν τὸ τῶν ἡρώων γένος. Ἥρως ἢ παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἢ παρὰ τὸ ἀέρω, τὸ κουφίζω. Ἠρύγγιον: Λεπτόν τι κάρφος ἀκανθῶδες, ὃ καὶ ἐπὶ τοὺς τοῦ σίτου σωροὺς εἰώθασιν ἐπιτιθέναι.
45Ἡραία: Ἄκρα οὕτω λεγομένη κατ’ ἀντικρὺ
45Χαλκηδόνος. Αὐτὴν δὲ ἐν τῇ συνηθείᾳ Ἠερίαν φασὶ, κακῶς. Ἄλλοι δὲ Ἠρίον, μυθοποιοῦντες, ὡς ἐκεῖσε ὀρύξαντες τάφους, χύτρας εὗρον καὶ ὀστᾶ. Πειστέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ ιδʹ βιβλίῳ·

437

(50)

Ἔστι δὲ (τις) προπάροιθε κλυτῆς Χαλκηδόνος ἄκρη

437

(50)

Ἡραία· φαίης κεν ἰδὼν βαθυδινέα πάντη ἔμμεναι· εἰαμενὴ δὲ καὶ οὐ βάθος ἐστὶ θαλάσσης. Ἔνθα θοὰς νηῦς ἦγον ὀϊόμενοι σκέπας εἶναι αὐτοφυοῦς ὅρμοιο· κακῷ δ’ ἐνέκυρσαν ἑτοίμῳ. Ἥρῳ δημοδόκῳ: Δοτική ἐστιν, ἀντὶ τοῦ
55ἥρωϊ· κλίσις, καὶ οὐκ ἀποκοπή. Ἡρῴδης: Ἔχει τὸ ι προσγεγραμμένον. Ἔστι
51γὰρ ἥρως, ἥρωος, ἥρωϊ· καὶ γίνεται ἡρωΐδης· καὶ

438

κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ΩΙ δίφθογγον, ἡρῴδης. Καὶ ἄλλως· τὰ εἰς ΔΗΣ πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ θέλει ἔχειν πρὸ τοῦ δ ἢ τὸ ι ἢ τὸ α· οἷον Πηλείδης, Πυλάδης, Μινῴδης.
5 Ἡρωιδιανός: Ἀπὸ τοῦ Ἡρῴδης γίνεται Ἡρῴ‐ διος, καὶ Ἡρῳδιανὸς, ὡς ἀπὸ τοῦ εὐτυχὴς, Εὐτύχιος, Εὐτυχιανός. Τὸ α μακρόν. Διατί; Τὰ διὰ τοῦ ΑΝΟΣ ὑπὲρ τρεῖς συλλαβὰς ἐπεκτεταμένον ἔχει τὸ α, Μαρκιανὸς, Σεβαστιανὸς, Ἰουλιανός· (τὸ ἑανὸς οὐκ
10ἔστιν ὑπὲρ τρεῖς συλλαβάς·) χωρὶς εἰ μὴ κατὰ ποιη‐ τικὴν ἄδειαν συσταλῇ· ἐπειδὴ παρὰ τοῖς νεωτέροις ποιηταῖς τὸ Ἰουλιανὸς συστέλλει τὸ α. Χωρὶς τοῦ ὠκεανὸς, ὅτι συνεσταλμένον ἔχει τὸ α. Ἡρῷον: Τὸ καλούμενον ἔπος, ὅτι δι’ αὐτοῦ τὰς
15ἡρωϊκὰς πράξεις ὕμνησεν Ὅμηρος· ἢ παρὰ τὴν ἔραν,
15τὴν γῆν· ἥτις ἀρχαιοτέρα ἐστὶ τῶν στοιχείων. Ἀπὸ γοῦν τῆς ἀρχαιότητος ἐρῷον καὶ ἡρῷον. Σὺ δ’ αὐτόχρημα ὁ ἐκ Τροιζῆνος Ἱππόλυτος συνελκύσας τὰς ὀφρῦς, καὶ τὸ χεῖλος δακὼν, καὶ κάτω κύψας, ὡς ἡρῷον ἡμᾶς ἄφθογγος παρατρέχεις.
20 Ἡσίοδος: Ὄνομα κύριον, ὁ τὴν αἰσίαν ὁδὸν πορευόμενος· Ἔργα γὰρ καὶ Ἡμέρας ἔγραψε πρὸς τὴν τοῦ βίου ἐργασίαν καὶ νομοθεσίαν. Ἢ ὅτι ὁσίως ἐβάδισε· συνέτυχε γὰρ ταῖς Μούσαις, καὶ οὐχ ὡς Θάμυρις διετέθη· ὅθεν καὶ ποιητὴς ἄριστος.
25Ἡσίοδος: Παρὰ τὸν ἥσω μέλλοντα, καὶ τὸ
25ὁδός. Τὰ γὰρ παρὰ μέλλοντα συντιθέμενα τρέπει τὸ ω εἰς ι· μνήσω, Μνησίθεος· στήσω, Στησίχορος· οὕτως ἥσω, Ἡσίοδος. Ἥσσων: Ὁ ἐλάσσων. Ἀπὸ τοῦ ἥμισυς γί‐ νεται τὸ συγκριτικὸν ἡμισύτερος· ὁ δεύτερος τύπος,
30ἡμισίων· καὶ ὁ τρίτος, ἥσσων· καὶ Ἀττικῶς, ἥττων. Ἢ ἀπὸ τοῦ ἦκα, ἢ ἀπὸ τοῦ ἥκιστα, ἢ ἀπὸ τοῦ ἡδύς. Οἱ γὰρ ἐν ἡδοναῖς καταγινόμενοι πολὺ ἑαυτῶν ἥσσο‐ νές εἰσιν. Ἧσθαι: Τὸ καθέζεσθαι. Ἐκ τοῦ ἑῶ, ἕημι, ὡς
35κέω, κέημαι· τὸ παθητικὸν, ἕεμαι, ἧμαι· ἕεται, ἧται· καὶ τὸ ἀπαρέμφατον, ἧσθαι. Ὁ παρατατικὸς, ἥμην, ἧσο, ἧστο· Ἀλλ’ ἀκέων δὴν ἧστο. Ἡσυχάζων ἐπὶ πολὺν χρόνον ἐκαθέζετο, Ἰλιάδος αʹ.
40Καὶ Ἰλιάδος γʹ,
40Ἧσο παρ’ αὐτὸν ἰοῦσα.
40Ἔστι δὲ προστακτικὸν χρόνου ἐνεστῶτος καὶ παρα‐
40τατικοῦ. Ἐκ τοῦ ἵημι. Ἡ παρὰ ἀντὶ τῆς πρός· καὶ σημαίνει τὸ πλησίον καὶ ἐγγύς. Ἡσθείην: Εὐφρανθείην· ἀπὸ τοῦ ἥδω. Ἡστόν: Τὸ ἡδύ. Ἀπὸ τοῦ ἥδω, ἥσω, ἧσμαι, ἧσται, γίνεται ἡστόν. Ὅμηρος,
45ἥσατο δ’ αἰνῶς
ἡδὺ ποτὸν πίνων. Ἥσυχος: Παρὰ τὸ ἥδω, ἥσω, ἥσυχος. Ἥδον‐ ται γὰρ τῇ ἡσυχίᾳ οἱ ἀσκηταί. Ἤσκειν:

438

(50)

Ἤσκειν εἴρια καλά.

438

(50)

Ἀντὶ τοῦ εἰργάζετο. Τὸ ῥῆμα, ἀσκῶ· καὶ ση‐

438

(50)

μαίνει τὸ μετὰ πολλοῦ πόνου καὶ κόπου ἐργάζομαι·

438

(50)

γίνεται ἐκ τοῦ ἀσκός. Ὁ παρατατικὸς, ἤσκεον, ἤσκουν· ἤσκεε· καὶ τὸ ν ἐφελκυστικὸν γίνεται ἐν τῷ τρίτῳ προσώπῳ, καὶ γίνεται ἤσκεεν· καὶ κατὰ συναίρεσιν, ἤσκειν. Ἦισμεν: Ἰστέον ὅτι ἀπὸ τοῦ ᾔδειν ᾔδεις ᾔδει,
55τὸ δυϊκὸν, ᾔδειτον ᾐδείτην· καὶ κατὰ συγκοπὴν τῆς
55ΕΙ διφθόγγου, καὶ τροπῇ τοῦ δ εἰς ς, γίνεται ᾔστην· οἷον, Τὼ δ’ οὐκ ἄρ’ οὐδὲν ᾔστην ἄλλο πλὴν δάκνειν. Ἀντὶ τοῦ ᾔδεσαν. Καὶ τὸ πληθυντικὸν, ᾖσμεν· Εὐριπίδης Ἑκάβῃ,

439

εἰ δὲ μὴ Φρυγῶν πύργους πεσόντας ᾖσμεν. Ἀντὶ τοῦ ᾔδειμεν. Καὶ Σοφοκλῆς Κόλχοις, Ὑμεῖς μὲν οὐκ ἄρ’ ᾖστε τὸν Προμηθέα.
5Ἀντὶ τοῦ ᾔδειτε. Εὐριπίδης Ῥήσῳ,
5οὐδ’ ἀφιγμένον
5τὸ πάμπαν ᾖσαν.
5Ἀντὶ τοῦ ᾔδεσαν.
5 Ἡττῶ: Παρὰ τὸ ἡσσῶ· τοῦτο παρὰ τὸ ἥσσων· τοῦτο παρὰ τὸ ἡδὺς ἡδύτερος ἡδίων ἥσσων· ὑπὸ γὰρ τῶν ἡδέων ἡττώμεθα. Ὁ γὰρ πορνεύων διὰ τὴν ἡδύτητα τοῦ πάθους νικᾶται ὑπὸ τοῦ διαβόλου. Ἥττων: Ἔστι τῶ, τὸ λαμβάνω· τὸ δεύτερον,
10τᾷς, τᾷ. Ἐξ αὐτοῦ γίνεται τών· καὶ μετὰ τοῦ στερητικοῦ α, ἄτων, ὃν οὐδεὶς θέλει λαβεῖν· καὶ τροπῇ τοῦ α εἰς η γίνεται ἥττων. Ἤτω: Εἰμὶ, τὸ ὑπάρχω· ὁ δεύτερος ἀόριστος, ἦν· ἡ μετοχὴ, εἴς ἔντος· καὶ τὸ προστακτικὸν, ἔς,
15ὡς σεσημείωται· τὸ τρίτον, ἔτω· καὶ ἐπαυξήσει,
15ἤτω. Ἢ ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, ὁ δεύτερος ἀόριστος, ἦον, ἦες, ἦε· τὸ προστακτικὸν, ἔε· τὸ τρίτον, ἐέτω· καὶ κράσει τῶν δύο ΕΕ εἰς η μακρὸν, ἤτω. Ἦτορ: Χάλκεον ἦτορ.
20Ἡ ψυχή. Ὥσπερ παρὰ τὸ φέρω γίνεται φὸρ, καὶ
20κατ’ ἔκτασιν φὼρ, ὁ λῃστὴς καὶ κλέπτης, ὁ τὰ ἀλ‐ λότρια φέρων, οὕτως καὶ παρὰ τὸ τείρω, τὸ καταπονῶ, ὁ μέλλων τερῶ, γίνεται ῥηματικὸν ὄνομα τὲρ καὶ τὸρ μονοσύλλαβον· καὶ μετὰ τοῦ στερητικοῦ α, ἄτορ· καὶ τροπῇ ἦτορ, ἡ ἀθάνατος καὶ ἀκαταπόνητος·
25ὥστε κυρίως ἐπ’ ἀφόβου ψυχῆς μὴ ὑποδεχομένης τρῶσιν τετάχθαι. Ἢ ἐκ τοῦ τείρω γίνεται ἀτειρῶ, καὶ ἄτορ, καὶ ἦτορ, τὸ ἀτειρὲς πνεῦμα, ὃ ἐστὶν ἀπα‐ θὲς, ἢ μᾶλλον πολυτειρές· ἐν σώματι γὰρ οὖσα,
πολυπαθής ἐστιν. Ἢ παρὰ τὸ ἄω, τὸ πνέω· καὶ
30γὰρ πνεῦμα ἡ ψυχή· οἷον,
30δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο.
30Ἢ ἀπὸ τοῦ ἀήτης, ὃ σημαίνει τὸν ἄνεμον, γίνεται ἀῆτορ· καὶ κατὰ ἀφαίρεσιν τοῦ α, ἦτορ· πνεῦμα γὰρ λέγεται ἡ ψυχὴ, ὡς ἐν τοῖς θείοις Εὐαγγελίοις, Πνεῦμα ὁ θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύ‐ ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
35Τουτέστιν, ἀσώματόν ἐστι τὸ θεῖον, καὶ τοιαύτην
38θέλει καὶ τὴν θυσίαν αὐτῷ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ
40νοῦ καθαρότητος.
40Ἦτρον: Τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος· ὅθεν
40Νίκανδρος ἐπὶ τῆς ἐντεριώνης τίθησι. Παρὰ τὸ
40ἄτριον, (ὅ ἐστιν ὕφασμα,) ἄτρον καὶ ἦτρον. Ἢ παρὰ τὸ ἰέναι τὸ οὖρον διὰ τούτου. Ἤτριον, ἔνδυμα ὑμενῶδες. Ἀριστοφάνης ἠτριαῖον λέγει ἐν Θεσμο‐ φοριαζούσαις· καὶ ἠτριαία, θηλυκὸν, ἐν Ταγηνισταῖς· παρὰ τὸ ἦτρον. Οὕτω δὲ καλεῖται τὸ μεταξὺ τοῦ
45ὀμφαλοῦ καὶ τῆς ἥβης· καὶ τῶν θύννων τὸ μετὰ τὸν ὀμφαλὸν τέμαχος. Παρὰ τὸ ἄτριον· διὰ τὸ συνυ‐ φάνθαι καὶ συμπεπλέχθαι τὴν σάρκα τῷ λίπει. Ἠιτημένην: Ἀντὶ τοῦ κεχρημένην· καὶ γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κιχρᾶσθαι. Αἰτῶ ᾔτουν, ὡς

439

(50)

αἰνῶ, ᾔνουν. Οἱ γὰρ παρῳχημένοι τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν ἀρχὴν τοῦ ἐνεστῶτος, ἢ μείζονα, οὐδέποτε δὲ ἐλάττονα. Ἠΰς: Ὁ πρᾶος, ἢ ὁ μέγας· καὶ ὁ μὲν ἰσχυρὸς καὶ γενναῖος, παρὰ τὸ ἔω, τὸ ὑπάρχω· ἢ ἀπὸ τοῦ αὔω,
55τὸ φωνῶ, ἵν’ ᾖ ὁ διαβόητος. Ὁ δὲ ἀγαθὸς, παρὰ τὴν ἠὼ, ἵν’ ᾖ ὁ ἥμερος. Ἢ ἐκ τοῦ ἡδὺς, ἀποβολῇ τοῦ δ.

440

Ἐξ οὗ τὸ θηλυκὸν, ἠεία· καὶ ἐνηείης, γενική· τὸ οὐ‐ δέτερον, ἠΰ. Καὶ ἐπίρρημα ἠύτε, ἀντὶ τοῦ καθά· Ἠΰτε ἔθνεα εἶσι. Ἀντὶ τοῦ καθάπερ, ὃν τρόπον. Ἐκ τοῦ ὡς γίνεται.
5Πῶς; Κανών ἐστιν ὁ λέγων, ὅτι τοῖς εἰς ΩΣ λήγου‐
5σιν ἐπιρρήμασι συνυπάρχει τινὰ εἰς η λήγοντα, καὶ ὁμοτονοῦσιν αὐτοῖς· οἷον, ἄλλως, ἄλλῃ· διχῶς, διχῇ· οὐδαμῶς, οὐδαμῇ. Ὀξυνομένου ἄρα τοῦ ὣς, ἀντί‐ κειται τὸ ἣ, ὡς ἐν τῷ, ἥτε ξείνων θέμις ἐστίν.
10ἣ θέμις, ἀντὶ τοῦ ὡς νόμος ἐστί. Καὶ τοῖς εἰς η
10λήγουσιν ἐπιρρήμασιν ἀντιπαράκειται τινὰ συντονού‐ μενα τούτοις· οἷον πάντως, πάντη· ὥς, ἥ. Τοῦτο προσθέσει τοῦ ΤΕ καὶ πλεονασμῷ τοῦ υ γίνεται ἦυτε. Ψιλοῦται· τὸ γὰρ υ πλεοναζόμενον ψιλοῦται. Δεῖ δὲ
ἀναγινώσκειν ἠΰτε ἐν διαστάσει. Κανὼν γάρ ἐστιν ὁ
15λέγων, ὅτι οὐκ ἔστιν ἐπινοῆσαι τὸ η καὶ τὸ υ ἐν μιᾷ
15συλλαβῇ, χωρὶς εἰ μὴ ἐν κλίσει ῥήματος, ὡς αὐδῶ, ηὔδων· αὐχῶ, ηὔχουν. Ἀναγκαίως οὖν ἡ διάστασις τοῦ ἠΰτε, ὁμοίως τῷ γρηῢς καὶ νηΰς· καὶ τὰ λοιπὰ πλεονασμός ἐστιν. Ἥφαιστος: Ἐπὶ μὲν τοῦ θεοῦ,
20 Ἥφαιστος ποίης’ εἰδυίῃσι πραπίδεσσιν. ἐπὶ δὲ τοῦ πυρὸς, Σπλάγχνα δ’ ἄρ’ ἀμπείραντες ὑπείρεχον ἡφαίστοιο. Γίνεται παρὰ τὸ ἅπτω ἅψω, ἄψαυστός τις ὤν· τοῦ γὰρ πυρὸς οὐκ ἔστιν ἅψασθαι· καὶ οἱ μὲν φασὶν
25αὐτὸ σύνθετον εἶναι, ὁ τῇ ἁφῇ αἰστὰ ποιῶν τὰ πάντα·
25ἐπεὶ τὸ πῦρ πάντα τὰ πελάσαντα καίει· οἱ δὲ, ἁπλοῦν, παρὰ τὴν ἁφὴν, οὗ οὐκ ἔστιν ἅψασθαι. Οἱ δὲ Αἰολεῖς ἄφατον αὐτὸ λέγουσιν. Ἢ παρὰ τὸν ἧφα παρακείμενον. Ἦχος: Παρὰ τὸ χέω, μετὰ τοῦ ἐπιτατικοῦ α,
30ἄχος καὶ ἦχος, ἡ εἰς ἀέρα χεομένη φωνή· ἢ παρὰ τὸ
30αὔω· τὰ γὰρ ξηρὰ ἠχεῖ. Ἠών: Πόλις ἐστὶ Μενδαίων ἀποικία. Δημο‐ σθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἠιωρῆσθαι: Ἠρτῆσθαι, κρέμασθαι. Ἀπὸ τοῦ αἰωρῶ, ὁ παρακείμενος, ᾐώρηκα· ὁ παθητικὸς, ᾐώρη‐
35μαι· καὶ τὸ ἀπαρέμφατον, ᾐωρῆσθαι. Τοῦτο παρὰ τὸ ἀὴρ ἀηρῶ· καὶ τροπῇ τοῦ η εἰς ω, καὶ πλεονασμῷ τοῦ ι, αἰωρῶ, καὶ ἀπαιωρῶ. Ἠώς: Παρὰ τὸ αὔω, τὸ λάμπω, αὔως· καὶ ἐκβολῇ τοῦ υ, ἄως· καὶ τροπῇ τοῦ α εἰς η, ἠώς.
40Σημαίνει δὲ τέσσαρα· ποτὲ μὲν τὴν σωματοειδῆ θεόν· Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο. Τὸ κατάστημα τῆς ἡμέρας, ὡς τὸ, Ἠὼς μὲν κροκόπεπλος.
45Ὁτὲ δὲ τὸ ἀπὸ ἀνατολῆς ἕως μεσημβρίας τοῦ ἡλίου
45διάστημα, ὡς τὸ,
45Ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ.
45Ὁτὲ δὲ τὸ νυκτὸς καὶ ἡμέρας διάστημα, ὡς τὸ, Ἠὼς δέ μοι ἐστὶ ἥδε δυωδεκάτη ὅτ’ ἐς Ἴλιον εἰλήλουθα. Διαφέρει δὲ τὸ ἠὼς καὶ ἕως κατὰ τρόπους τέσσαρας· κατὰ τόνον, κατὰ κλίσιν, κατὰ χρόνον, καὶ κατὰ

440

(50)

πνεῦμα. Ἀττικοὶ μὲν ἕως λέγουσιν, ἀπὸ τοῦ ἕω, τὸ

440

(50)

πέμπω, ὅτι ἀφίενται τότε τὰ ζῷα, ἢ ἡ ἡμᾶς ἐξιοῦσα καὶ ἐξιέναι ποιοῦσα. Αἰολικῶς δὲ αὔως, ἀπὸ τοῦ αὔω, τὸ φωνῶ· αὔει γὰρ τὰ ζῷα, ὅ ἐστι καλεῖ· καὶ
αὔουσι πάντα δι’ αὐτῆς· καὶ γὰρ κατὰ τοῦτο καὶ τὸν Ἴβυκον εἰρηκέναι “κλυτὸν ὄρθρον,” τὸν τοῦ κλύειν
55αἴτιον. Ἠὼς δὲ ὑπὸ Ἰώνων ἠελιῶτις, ἡ τὰ τοῦ ἡλίου ἐκπληροῦσα· ἢ ἡ ἐκ τοῦ ἡλίου γινομένη.

441

(2t)

θ.
3θῆτα τὸ στοιχεῖον, παρὰ τὸ τὴν θέσιν τοῦ παντὸς μιμεῖσθαι· ἤτοι τοῦ οὐρανοῦ τὸ κυκλοτερὲς ἔχον, καὶ
5τὸν διὰ μέσου ἄξονα τῇ κατὰ τὸ μέσον μακρᾷ ἔχει. Θαάσσων: Ἐγκαθήμενος. Ἰλιάδος ιʹ, λιπὼν ἕδος ἔνθα θάασσεν. Ἀντὶ τοῦ ὅπου ἐκαθέζετο. Ἐκ τοῦ θῶ γίνεται θοάζω· καὶ τροπῇ τοῦ ζ εἰς δύο ΣΣ, θοάσσω· καὶ
10τροπῇ τοῦ ο εἰς α, θαάσσω. Τὸ δὲ θῶ, ἐκ τοῦ θοῶ
10θοάζω, ὡς βοῶ βοάζω. Θάκος: Ὁ καὶ θῶκος καλούμενος, ἡ καθέδρα. Παρὰ τὸ θῶ, τὸ τιθῶ, θῶκος καὶ θάκος, ὁ θρόνος. Θάλαμος: Εἰ μὲν σημαίνει τὸν νέον οἶκον, ἐν ᾧ εἰσέρχεται ἥ τε νύμφη καὶ ὁ νυμφίος, γίνεται παρὰ
15τὸ θάλλω· δεῖ γὰρ ἐν αὐτῷ θάλλοντα εἰσιέναι σώ‐ ματα, τουτέστιν ἀκμάζοντα καὶ μὴ ἀπεσβηκότα· εἰ δὲ σημαίνει τὴν οἰκίαν, γίνεται παρὰ τὸ θάλπω, τὸ θερμαίνω, θάλπαμός τις ὤν. Ἰστέον δὲ ὅτι θάλαμος μέν ἐστιν ὁ ἔσω τῆς αὐλῆς μικρός· τὸ δὲ πρὸ αὐτοῦ,
20πρόδομος· αἴθουσα δὲ, ἡ πρὸς ἥλιον τετραμμένη, ἀπὸ τοῦ αἴθεσθαι. Θάλαμος οὖν, ὁ κοιτὼν, ὁ οἶκος· καὶ θαλαμηπόλος, ἡ περὶ τὸν θάλαμον ἀναστρεφο‐ μένη. Θαλαμίδιοι κῶπαι: Αἱ ἠρέμα ἐλαύνουσαι. Ὁ
25κατώτατος ἐρέτης θαλάμιος λέγεται· ὁ δὲ μέσος,
25[μεσο]ζύγιος· ὁ δὲ ἀνώτατος, θρανίτης. Θάλασσα: Παρὰ τὸν σάλον, σάλασσα καὶ θά‐ λασσα, μεταθέσει τοῦ ς εἰς θ, ὡς ὀρχησμὸς, ὀρ‐ χηθμός. Ἢ παρὰ τὸ ἆσσον εἶναι θανάτου γίνεται θάνασσα, καὶ θάλασσα. Ἢ παρὰ τὴν ἁλὸς γενικὴν,
30ἅλασσα· καὶ πλεονασμῷ τοῦ θ, θάλασσα. Ἢ παρὰ τὸ τείνω, ἐκ τοῦ ἐπιτεταμένην ἔχειν τὴν ὁδόν. Θαλερός: Ὁ ἐν ἀκμῇ ὢν τοῦ θάλλειν, ὁ ἀκμά‐ ζων, νέος· καὶ θαλερὸν δάκρυ, τὸ ἁπαλόν· καὶ θαλεροὶ, δίϋγροι, ἀκμαῖοι, νέοι· παρὰ τὸ θάλλω, τὸ
35αὔξω· τοῦτο παρὰ τὸ θῶ, τὸ τρέφω· ἀπὸ μεταφορᾶς τῆς τῶν ἀνθρώπων φύσεως· ὁ γὰρ θηλῆς μαστοῦ μετέχων ἄνεισιν εἰς αὔξησιν. Σημαίνει εʹ· τὸ οἰ‐ κτρὸν, ὡς τὸ, θαλερὸν κατὰ δάκρυ χέουσα.
40καὶ τὸν ἀκμαῖον, ὡς τὸ,
40θαλεροί τ’ αἰζηοί·
40καὶ τοὺς καλοὺς καὶ ὡραίους, ὡς τὸ,
40θαλερὼ πεπλήγετο μηρώ.
40Καὶ τοὺς ἀγαπητοὺς, ὡς τὸ, Τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας. Σημαίνει καὶ τὸ πολλὴ, ὡς τὸ, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Θάλλω: Παρὰ τὸ θῶ, τὸ τρέφω, παράγωγον
45θάλλω· καὶ γὰρ τὸ τρεφόμενον αὔξει. Ἡ μεταφορὰ
45ἀπὸ τῆς τῶν ἀνθρώπων φύσεως· θηλῆς γὰρ μεταλαμ‐ βάνουσι καὶ εἰς αὔξησιν ἀνίασι· καταχρηστικῶς δὲ ἐπὶ πάντων τὸ τρέφεσθαι καὶ αὔξεσθαι θάλλειν εἴρηκε. Καὶ θαλλὸν λέγει τὸν στέφανον τὸν τῆς ἐλαίας· οὐ μόνον δὲ τὸν τῆς ἐλαίας, ἀλλὰ καὶ πᾶν ὃ

441

(50)

θάλλει. Ἀρχίλοχος,

441

(50)

Ἔχουσα θαλλὸν μυρρίνης ἐτέρπετο. Θαλλοφόρος: Ὁ πομπεύων Ἀθήνῃσι τοῖς Πανα‐ θηναίοις, καὶ ἐλαίας κλάδον φέρων. Λέγουσι δὲ καὶ γέροντας θαλλοφόρους, πρὸς οὐδὲν ἄλλο χρησίμους ἢ πρὸς τὸ θαλλὸν φέρειν.
55 Θαλία: Τρέφεται θαλίῃ ἐνὶ πολλῇ, Ἰλιάδος ιʹ, ἀντὶ τοῦ ἐν πολλῇ εὐωχίᾳ, ἐν πολλοῖς ἀγαθοῖς· παρὰ τὸ θάλλειν τοὺς εὐωχουμένους. Καὶ Ἰλιάδος θʹ,

442

τίθεντο δὲ δαῖτα θάλειαν. Τὴν θάλλουσαν τοῖς ἀγαθοῖς. Παρὰ τὸ θάλλω οὖν, θάλεια, ἐπὶ τοῦ θάλλειν, διὰ διφθόγγου· προσκειμένου καὶ τοῦ, δαὶς θάλεια· καὶ,
5δαιτὶ συνῄορός ἐστι θαλείῃ,
5τῇ εὐθηνίαν ἐχούσῃ. Ἐπὶ δὲ τῆς εὐωχίας αὐτῆς, διὰ τοῦ ι. Θαλῆς: Ἡνίκα μὲν περισπᾶται, εἰς ΟΥ ἔχει τὴν γενικὴν, Θαλῆς, Θαλοῦ, Θαλῇ· Τί δῆτ’ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;
10Ἀριστοφάνης· ἡνίκα δὲ βαρύνεται, διὰ τοῦ ΤΟΣ
10κλίνεται τῷ λόγῳ τῶν ἰαμβικῶν, ὡς παρὰ Καλλι‐ μάχῳ, Πάλιν τὸ δῶρον ἐς Θάλητα ὤλισθεν. Ἔστι δὲ χωλίαμβος· τροχαῖον γὰρ ἔχει ἐν τῷ ἕκτῳ ποδί.
15Θαλύσια: Τὰς ὑπὲρ εὐθαλίας καὶ εὐφορίας τῶν
15καρπῶν διδομένας θυσίας μετὰ τὴν συγκομιδὴν τῶν
15καρπῶν τοῖς τε ἄλλοις θεοῖς καὶ τῇ Δημήτρᾳ. Θαλπωρή: Χαρὰ, ἡδονὴ, παραμυθία· ἐκ τοῦ θάλπω.
Θάλπη: Παρὰ τὸ θάλπειν, ἢ παρὰ τὸ θάλος. Θαμά: Ἐπίρρημα, τὸ πυκνῶς καὶ συνεχῶς, ἐκ
20τοῦ ἅμα, πλεονασμῷ τοῦ θ. Τὸ γὰρ πυκνῶς γινό‐
20μενον ὑφ’ ἕνα καιρὸν γίνεται. Ἐκ δὲ τοῦ θαμὰ γίνεται θαμίζει, πυκνῶς. ἔρχεται, καὶ ἐνδελεχεῖ, πυκνάζει· ἢ ἀντὶ τοῦ ὁμιλεῖ. Ζήτει εἰς τὸ ἅμα. Θαμνάς: Ἡ ῥίζα· ὅτι καὶ αὐτὴ ἔγκειται τῇ γῇ· ἀπὸ τῆς θέσεως. Καὶ θάμνος, ὁ σύνδενδρος
25τόπος.
25 Θάμβος: Σημαίνει τὴν ἔκπληξιν. (Ποιοῦ) εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Εἰδικοῦ. Τὸ γενι‐ κὸν, φόβος. Γίνεται παρὰ τὸ θάπος, πλεονασμῷ τοῦ β, καὶ τροπῇ τοῦ π εἰς μ, διὰ τὸ ἀσύντακτον· τὸ δὲ θάπος, παρὰ τὸ θήπω.
30 Θάνατος: Παρὰ τὸ τείνω, τὸ τανύω, τάνατος καὶ θάνατος, ὁ τείνων τὸ σῶμα τῇ ψύξει· ἢ ὅτι ταναός ἐστιν, ὁ ἐπὶ πάντας ἑαυτὸν διατείνων. Ἢ παρὰ τὸ θεῖν ἄνω τὰς ψυχάς. Ἢ θενῶτός τις ὢν, διὰ τὸ ἐπὶ νῶτα τίθεσθαι τὸν τεθνεῶτα. Ἐτυμολογεῖται δὲ
35παρὰ τὸ ἄνευ ἄτης τὸν τεθνεῶτα εἶναι· θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις· παρὰ τὴν ἄτην, τὴν βλάβην, ἄνατος καὶ θάνατος· ὁ ἄνευ βλάβης μένων ἀποθανών. Ἴθι πρηεῖα γυναικῶν τὴν ὁδὸν, ἣν ἀνίαι θυμοφθόροι οὐ περόωσι,
40Καλλίμαχος. Φιλόξενος ἐν τῷ περὶ Μονοσυλλάβων·
40ἔστι ῥῆμα θῶ, τὸ ἀποτίθεμαι· πλεονασμῷ τοῦ ν, θνῶ· καὶ θνῶν ἡ μετοχὴ ἀκολούθως· πλεονασμῷ τοῦ α, θανῶ· ὁ μέλλων, θανήσω· ῥηματικὸν ὄνομα, θανητός· μετὰ συστολῆς τοῦ η εἰς α, ἀνεδόθη ὁ τόνος, καὶ ἐγένετο θάνατος, ὁ τὴν αἰωνίαν δηλῶν ἀπόθεσιν.
45 Θανατῶ: Ὅτε μέν ἐστιν ἁπλοῦν, ἔστι τρίτης συζυγίας τῶν περισπωμένων· οἷον, θανατῶ, θανατοῖς, καὶ σημαίνει τὸ φονεύω· ὅτε δὲ σύνθετον, ἔστι δευ‐ τέρας, οἷον, δυσθανατῶ, δυσθανατᾷς· ὥσπερ καὶ τὸ δοκῶ, ἁπλοῦν μὲν, πρώτης· οἷον, δοκῶ, δοκεῖς· σύν‐

442

(50)

θετον δὲ, δευτέρας· οἷον, προσδοκῶ, προσδοκᾷς. Ὅτε δὲ ἐστὶ τὸ θανατῶ δευτέρας συζυγίας, σημαίνει τὸ ἐπιθυμῶ ἀποθανεῖν· Ἰώσηπος, Ἀνδρὶ θανατῶντι μὴ συμπλέκεσθαι. Ἤγουν ἀνδρὶ ἐπιθυμοῦντι καὶ προαιρουμένῳ ἀποθανεῖν
55μὴ προσβαλέσθαι εἰς μάχην. Καὶ Λιβάνιος,
55 Ποῦ δὴ καὶ ἐπὶ τούτῳ θανατᾶν; Θάπτω: Ὡς παρὰ τὸ βῶ γίνεται βάπτω, οὕτως καὶ παρὰ τὸ θῶ, τὸ τίθημι, γίνεται θάπτω· ἀΐδιον

443

γὰρ ἔχουσι τὴν ἀπόθεσιν οἱ θαπτόμενοι. Θάρσος: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων Αἰολικῶς, θέρσω· ῥηματικὸν ὄνομα, θέρσος· καὶ τροπῇ τοῦ ε εἰς α, θάρσος· ἀφ’ οὗ καὶ θρασεῖς, καθ’
5ὑπέρθεσιν τοῦ ρ· οἱ γὰρ θερμοὶ καὶ θρασεῖς· καὶ θαρσαλέος, ὁ ἀνδρεῖος. Θάσος: Πόλις· ἀπὸ τοῦ δάσος· ὅτι κάρπιμός ἐστιν ἡ γῆ. Καὶ τὸν Κικόνιον οἶνον, ὃν καὶ Ὅμηρος συνίστησιν ἥδιστον εἶναι, τοῦτον οἱ Ἕλληνες Θάσιον
10ὠνόμασαν, διὰ τὸ ἐπικεῖσθαι τῇ νήσῳ Θάσῳ. Θάσια: Τὰ ἀμύγδαλα· ἀπὸ τοῦ θᾶσσον τὸν καρ‐ πὸν προϊέναι· πρώϊμα γὰρ ὑπὲρ τὰ λοιπὰ δένδρα. Θάσσονας ἱρήκων: Ἀντὶ τοῦ ταχυτέρους τῶν ἱεράκων, Ἰλιάδος νʹ. Καὶ θᾶσσον, τὸ ταχέως, ἀπὸ
15τοῦ ταχὺς παρήχθη· ὁ πρῶτος τύπος, ταχύτερος· ὁ δεύτερος, ταχίων· ὁ τρίτος, τάσσων· καὶ τροπῇ, θάσσων, καὶ θάττων. Ἀντιστοιχεῖ γὰρ τὰ δασέα τοῖς ψιλοῖς, θ, τ. Θαργηλία: Ἑορτὴ Ἀθήνῃσιν, (ὀνομάζεται ἀπὸ
20τῶν θαργηλίων· θαργήλια δέ εἰσι πάντες οἱ ἀπὸ γῆς
20καρποί· ἄγεται δὲ μηνὶ Θαργηλιῶνι,) Ἀρτέμιδος καὶ Ἀπόλλωνος. Θαργηλιὼν δὲ, ὁ ἑνδέκατος μὴν ὀνομάζεται· ἐπεὶ τότε ὁ ἥλιος πυρώδης ἐστὶ, καὶ ἐν τούτῳ τῷ μηνὶ τὰ τῆς γῆς ἄνθη ἀνεξηραίνετο. Ἀπὸ τοῦ θέρειν οὖν τὴν γῆν· τὸ δὲ θερμὸν, θάργηλον ὠνό‐
25μασται. Ἔστι δὲ καὶ Θαργήλεια Ἀγησαγόρου θυγάτηρ, βασιλεύσασα Θεσσαλῶν τριάκοντα ἔτη. Θάτερον: Παρὰ τὸ ἅτερον, Δώριον· τὸ γὰρ ἕτερος ἅτερος λέγουσιν οἱ Δωριεῖς, ὡς τρέχω τράχω. Οὕτως οὖν καὶ τὰ ἅτερα θάτερα, κατὰ συναίρεσιν
30τῶν δύο ΑΑ εἰς α, καὶ τὸ ἅτερον θάτερον, ὡς τὸ ἀγα‐ θὸν τἀγαθόν· ἔμεινε δὲ τὸ τ ἄτρεπτον, ἐπειδὴ ψιλοῦ‐ ται τὸ ἀγαθὸν, τὸ ἅτερον δὲ δασύνεται. Εἰ γὰρ ἦν παρὰ τὸ ἕτερον, θούτερον ἂν ἦν, ὡς τὸ ἔλαιον, τοὔλαιον· διὸ καὶ οὐ λέγεται θάτερον ἐπὶ ἀρσενικοῦ
35ὀνόματος, οὐ γὰρ λέγεται θάτερος ἀλλ’ ἅτερος.
35 Θαρσεῖς: Ἀπὸ τοῦ Ταρσεὺς ἐτυμολογεῖται, καθὼς παρὰ Θεοδωρήτῳ ἀνέγνων. Θαῦμα ἐθαυμάστωσας: Ἐκ τοῦ θαυμαστῶ· τοῦτο παρὰ τὸ θαυμαστός· τοῦτο παρὰ τὸ θαυμάζω· τοῦτο παρὰ τὸ θαῦμα· τοῦτο παρὰ τὸ θεῶ, θεάσω,
40τεθέακα, τεθέαμαι, θέαμα, καὶ θαῦμα κατὰ κρᾶσιν. Ἢ παρὰ τὸ θαυμάζω θαυμάσω γίνεται θαύμασμα·
καὶ κατ’ ἔνδειαν τοῦ ς, καὶ ἀποκοπῇ, θαῦμα. Θαυμάσαι: Παρὰ τὸ διὰ θεάματος ἐκπληττό‐ μενον ἐκφωνεῖν καὶ αὖσαι· οἷον, θέαμα αὖσαι· ὑπερ‐
45θέσει τοῦ υ, καὶ κατὰ συναλοιφὴν, θαυμάσαι. Εἰ μὲν σημαίνει τὸ ἐπαινῶ, γενικῇ συντάσσεται· εἰ δὲ σημαίνει τὸ καταγινώσκω, αἰτιατικῇ. Ἢ θαῦμα, παρὰ τὸ θέειν ἅμα. Θαυμᾶς: Τὸ Θωμᾶς ὑποκοριστικώτερον ἂν εἴη

443

(50)

ἐκ τοῦ θαυμάσιος. Τὸ γὰρ θαῦμα, θῶμα λέγεται.

443

(50)

Θαυμάλωπες: Οἱ ἡμίφλεκτοι ἄνθρακες· θάψαι γὰρ τὸ καῦσαι. Θαύμακτρον: Παρὰ τὸ θαυμάζω· οὗ τὸν μέλ‐ λοντα οἱ Δωριεῖς θαυμάξω λέγουσι. Σώφρων, Φέρε τὸ θαύμακτρον, κἀπιθυσιῶμες.
55Καὶ τὸ ζύγαστρον, παρὰ τὸ ζυγάσω ἐνήνεγκται παρὰ τῷ ποιητῇ, ὡς καὶ παρὰ Ἀντιμάχῳ τὸ δεπάζω, δέ‐ παστρον· οἷον, Πλῆσεν δ’ ἄρ’ ἐπιστρέψας δέπαστρον.

444

Οὐχ ὑγιῶς ἐχρήσατο τῷ σημαινομένῳ· ἐθήκαμεν γὰρ ἐπὶ τοῦ ποτηρίου τὴν λέξιν, τὸ δεπαζόμενον· αὐτὸς δὲ ἀντὶ τοῦ δεπάζοντος, ὡς εἰ πινόμενον εἰρήκει ἀντὶ τοῦ πίνοντος.
5Θαιροί: Οἱ στροφεῖς· ἀπὸ τοῦ δι’ αὐτῶν θεῖν
5τὰς θύρας· Ἰλιάδος μʹ, Ῥῆξε δ’ ἀπ’ ἀμφοτέρους θαιρούς. Τοὺς στρόφιγγας. Θέα: Ἡ θεωρία· παρὰ τὸ θέω, θεῶμαι· σημαίνει δὲ τὸ θεωρῶ. Βαρύνεται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ
10θεὰ ἐπὶ τῆς θεοῦ· ὅπερ ἐκ τοῦ θεὸς γίνεται· ὥσπερ
10καὶ θόλος, τὸ οἰκοδόμημα· θολὸς δὲ, τὸ μέλαν τῆς σηπίας. Θέαινα: Παρὰ τὸ θέων θέαινα, ὡς παρὰ τὸ Λά‐ κων Λάκαινα· τὸ δὲ θέων, παρὰ τὸ θεός. Θεαιδέστατος: Θεοῦ ἰδέαν ἔχων. Εἶπε δὲ
15Ἀντιφῶν ἐν τῷ περὶ Ὁμονοίας οὕτως·
15Ἄνθρωπος ὃς φησὶ πάντων θηρίων θεαιδέστατος γέγονε.
Θεατροκοράσια: Ὀχλοκοράσια. Θέαν παρ’ αἴγειρον: Τὴν πόρρωθεν λέγουσι· αἴ‐ γειρος γὰρ ἦν τῶν ἰκρίων πλησίον. θέειον: Ἐκ τοῦ θεῶ, θέειον.
20 Θεήλατος: Παρὰ τὸ θεὸς καὶ τὸ ἐλάω ἐλῶ, ὁ ὑπὸ θεοῦ πεμφθείς. Τετραχῶς γὰρ γίνεται ἡ τροπὴ τῶν φωνηέντων· ἢ γὰρ τὸ μακρὸν εἰς μακρὸν, ὡς ἁμαρτηλὸς, ἁμαρτωλός· ἢ τὸ μακρὸν εἰς βραχὺ, ὡς νεὼς ναός· ἢ τὸ βραχὺ εἰς βραχὺ, ὡς ἐν τῷ Αἴαντι,
25Αἴαντα· ἢ τὸ βραχὺ εἰς μακρὸν, ὡς θεοτόκος, θεη‐ τόκος. Θεηπολεῖν: Θεῶν εἰκόνας ἔχοντας περιπολεῖν. Θεαρχικώτατος: Ἔστι θεὸς καὶ ἄρχων· ἐκ τούτων γίνεται θεαρχικὸς, κτητικόν· τὸ ὑπερθετικὸν,
30θεαρχικώτατος. Θέλημα: Ἀπὸ τοῦ θέλω, θελήσω, τεθέληκα, τεθέλημαι, θέλημα. Τοῦ δὲ θέλω ὁ μέλλων περιτ‐ τοσυλλαβεῖ· τὰ γὰρ δι’ ἑνὸς λ ἐκφερόμενα βαρύτονα ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡς βαρύτονα, ἀπὸ δὲ
35τοῦ μέλλοντος ὡς περισπώμενα· διότι τὸ ἓν λ χαρα‐ κτηριστικόν ἐστι περισπωμένου μέλλοντος· καὶ τὰ χαρακτηριστικὰ τοῦ περισπωμένου μέλλοντος οὐ δύναται εἶναι χαρακτηριστικὰ βαρυτόνου ἐνεστῶτος· καὶ διὰ (τοῦτο) τὰ φθάσαντα γενέσθαι βαρύτονα δι’
40ἑνὸς λ ἀνεμερίσαντο τὴν κλίσιν. Οἱ γὰρ βαρύτονοι ἐνεστῶτες διὰ δύο ΛΛ ἐκφέρονται· οἷον, ψάλλω, τίλλω, ποικίλλω. Τὰ γὰρ ἔχοντα δύο ΛΛ ἢ δύο ΣΣ χαί‐ ρουσι τῇ βαρυτόνῳ τάσει· χωρὶς εἰ μὴ ἔχει ὄνομα προϋποκείμενον, ὡς τὸ λυσσῶ· τὰ δὲ ἔχοντα ἓν λ
45ἢ ς χαίρουσι περισπᾶσθαι. Οὐδέποτε δὲ βαρύτονος ἐνεστὼς ὀφείλει δι’ ἑνὸς ἐκφέρεσθαι· διότι ἀεὶ ἡ πέμπτη συζυγία τῶν βαρυτόνων μακρᾷ θέλει παρα‐ λήγεσθαι, ἢ φύσει, ἢ θέσει. Θέλω οὖν, θελήσω· καὶ μέλω, μελήσω. Τὰ διὰ τοῦ ΕΛΩ ῥήματα διὰ

444

(50)

τοῦ ε ψιλοῦ γράφεται, πέλω, κέλω, φέλω, θέλω· τὸ

444

(50)

δ’ ἐθέλω, ζῶ, πλουτῶ, ὑπάρχω, οὐδετέρας ἐστὶ δια‐ θέσεως· διότι οὔτ’ ἐνέργειαν οὔτε πάθος δηλοῖ. Θελήσω: Μέλλων, ὡς ἀπὸ περισπωμένου τοῦ θελῶ. Ἐκ τοῦ θελήσω γίνεται θελησμός· καὶ ἀπο‐ βολῇ τοῦ ς, θελημὸς, ὡς μελήσω μελησμὸς καὶ
55μελημός.
55 Θέλγοντι: Εὐφραίνοντι, ἢ ἀπατῶντι. Παρ’ Ὁμήρῳ δὲ σημαίνει καὶ τὸ σκοτίζω, ὡς τὸ, Ἀχαιῶν θέλγε νόον· καὶ, Ἀχαιῶν ὄμματα θέλγεν.

445

Θέλγει: Ἀγαπᾷ, θάλπει· ἢ ἀπατᾷ, ἀμαυροῖ, κακοῖ, σκοτοῖ. Θέλγειν κυρίως ἐστὶν, εἰς ὃ θέλει τὶς ἄγειν τινά· ὅθεν καὶ θελκτήρια πολλαχῶς τὰ ᾄσματα ἀπὸ τῶν ᾠδῶν, ἃ τοὺς ἀκούοντας θέλγει καὶ
5ἄγει εἰς τέρψιν· διὸ καὶ ἡ Πηνελόπη τὰς ᾠδὰς θελ‐ κτήρια εἶπε· Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας. Καὶ ἡ Κίρκη Ὀδυσσεῖ φαρμαχθέντι λέγει, Θαῦμά μ’ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακ’ ἐθέλχθης.
10Ἐνομίδης δὲ ὁ τὰ θεῖα γράψας καὶ τοὺς Τελχῖνας
10ἐτυμολογήσας εἶπεν ὅτι Θελγῖνες ἦσαν. Θέμα: Ἀπὸ τοῦ τίθημι, θήσω, τέθεικα, τέθειμαι· κατὰ ἔλλειψιν, τέμαι· ἐκβολῇ τοῦ ι, τέμα· καὶ τροπῇ, θέμα. Θέμις: Δηλοῖ καὶ τὸ πρέπον καὶ τὴν σωματικὴν
15θεάν. Γίνεται παρὰ τὸν θεσμὸν, θέσμις· καὶ ἀπο‐
15βολῇ τοῦ ς. Τὸ δὲ θεσμὸς ὄνομα, ἀπὸ τῆς θέσεως. Ἕκαστος γὰρ νομοθέτης, ὡς ἐβούλετο, ἐτίθετο τοὺς νόμους. Ἐκ τοῦ θεσμὸς οὖν, ὃ σημαίνει τὸν νόμον, γίνεται θέμις· ἐκ τοῦ τίθημι, θεμὸς καὶ θεσμὸς, καὶ θέσμις καὶ θέμις. Κλίνεται Θέμιδος· καὶ Δωρικῶς,
20Θέμιτος· καὶ πλεονασμῷ τοῦ ς, θέμιστος. Ὅμηρος, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται. Τὰς δίκας (ἤτοι τοὺς νόμους) ῥύονται καὶ φυλάτ‐ τουσι.
25 Θεμιστεύων: Ἀντὶ τοῦ χρησμῳδῶν. Λυσίας. Ἀπὸ γὰρ τοῦ Θέμιν ποτὲ ἐσχηκέναι τὸ μαντεῖον
25πρὸ τοῦ Ἀπόλλωνος. Ἢ ἄρξαντος, δικάσαντος. Οὔ σε θεμιστεύω· περικαλλέος ἔξιθι ναοῦ. Θεμισκύρειον ὑπ’ ἄκρην μύρεται εὐρείης διείμενος ἠπείροιο: Ὅτι Θερμώδων ποταμός ἐστι παραρρέων τὴν Ἀμαζόνων χώραν. Ἔστι δὲ καὶ
30ἕτερος Βοιωτίας. Τρεῖς δὲ πόλεις εἰσὶν, ἔνθα κατῴ‐ κουν αἱ Ἀμαζόνες. Ἀπολλώνιος, Ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο. Θεμῶ: Θέμωσε δὲ χέρσον ἱκέσθαι.
35Ἤγγισε· καὶ τὸ θαμίζειν, ἐγγίζειν. Ἔνιοι δὶ,
35ἐποίησε· παρὰ τὸ θεῖναι.
35Θέμεθλα: Τὰ ἐσώτερα μέρη.
35 Θεμείλια: Παρὰ τὸ δέμω ἢ δομῶ, τὸ οἰκοδομῶ, γίνεται δεμέλιον καὶ θεμέλιον· καὶ πλεονασμῷ τοῦ ι, θεμείλιον.
Θέναρ: Τὸ κοῖλον τῆς χειρός· παρὰ τὸ σθένος· ἢ παρὰ τὸ θέσεως εἶναι χωρίον, εἰς ὃ ἐντίθεται τὰ
40διδόμενα. Ἢ παρὰ τὸ θείνω, παρὰ τὸ θένειν καὶ τύπτειν ἐν αὐτῷ τῷ μέρει· καὶ δι’ αὐτοῦ γὰρ πληγὴ γίνεται. Θεός: Παρὰ τὸ θέω, τὸ τρέχω, εἰς ὃν πάντες τρέχομεν. Παρὰ τὸ θέω καὶ θεύω, θεὸς, ὡς φωλεύω
45φωλεός· οἱ γὰρ ἀρχαῖοι, ὡς ἐπὶ τὸ πλεῖστον, ἐπὶ ἡλίου
45καὶ σελήνης καὶ ἀστέρων (ἀστατοῦσι γὰρ) ἐτίθεσαν τὸ ὄνομα· παρὰ τὸ ἀεὶ θεῖν καὶ κινεῖσθαι. Καὶ ἐπὶ τοῦ χωρὶς τούτων λεγομένου θεοῦ λέγοιτ’ ἂν, παρὰ τὸ πανταχοῦ εἶναι καὶ περιθεῖν· ἢ παρὰ τὸ θῶ, τὸ κατασκευάζω καὶ ποιῶ, ὁ πάντων ποιητὴς, καὶ τῆς

445

(50)

τῶν πάντων κατασκευῆς αἴτιος, γίνεται θὸς καὶ θεός. Θεοστιβής: Ὁ ὑπὸ τοῦ θεοῦ πατούμενος. Ἐκ τοῦ θεὸς καὶ τοῦ στείβω, τὸ πατῶ, γίνεται στιβὴς καὶ θεοστιβής. Θεοδμήτων ἐπὶ πύργων: Τῶν ὑπὸ θεοῦ ᾠκοδο‐
55μημένων. Παρὰ γὰρ Ποσειδῶνος καὶ Ἀπόλλωνος
55ᾠκοδομήθη. Ἀπολλώνιος. Θεοκλυτήσαντες: Θεοῦ ἀκούσαντες· καὶ θεο‐ κλυτοῦσιν, ὡς θεοὺς ἐπικαλοῦνται· παρὰ τὸ θεὸς καὶ τὸ κλύω, τὸ καλῶ.

446

Θεοπρόπιον: Τὸ ἐκ θεοῦ μάντευμα· ἢ τὸ θεοῖς πρέπον· οὗτοι γὰρ, ὡς πάντα ἐπιστάμενοι, λέγουσι τὰ τοῖς ἀνθρώποις ἠγνοημένα· οἱονεὶ θεοπρέπιόν τι ὄν. Ἢ θεοπροέπεον, τὸ ἐκ θεοῦ προλεγόμενον. Καὶ
5θεοπροπία, θηλυκόν. Παρὰ τὸ ἔπω, τὸ λέγω, γίνεται ἔπιον, ὡς λέγω, λόγιον· καὶ μετὰ τῆς πρὸ γίνεται προέπιον· συγκοπῇ, πρόπιον· καὶ μετὰ τοῦ θεὸς, θεοπρόπιον. Θεοπρόπος: Ἐκ τοῦ θεὸς καὶ τοῦ πρέπω, τὸ
10λέγω, ὁ τὰ ἐκ θεοῦ προλέγων. Ἐκ τοῦ θεοπρόπος
10γίνεται θεοπροπῶ, πρώτης συζυγίας τῶν περισπω‐ μένων· καὶ θεοπροπέων, μετοχὴ, ὥσπερ τὸ κοιρα‐ νέων. Θεούπολις: Ἡ μεγάλη Ἀντιόχεια ἐκαλεῖτο,
15ἀπὸ Θεοδοσίου τοῦ μεγάλου Ἰουστίνου. Θεουδής: Ὁ θεοσεβής. Οὐκ ἔστιν (ὥς τινες φασὶ) θεοαδὴς παρὰ τὸ ἅδειν, ὅ ἐστιν ἀρέσκειν, τῷ θεῷ· τὸ γὰρ ο καὶ α εἰς ω ποιοῦσι κρᾶσιν, ὁ ἄριστος, ὤριστος· ἀλλὰ παρὰ τὸ ἕδος θεοεδὴς, ὁ τὰ ἕδη τῶν
20θεῶν σέβων, τουτέστι τὰς συνεδρίας· καὶ κράσει, θεουδὴς, ὡς τὸ ἐμὸν, τοὐμόν. Θεὸς δὲ, παρὰ τὸ τεθεικέναι τὰ πάντα· ἢ παρὰ τὸ τὰ πάντα θεάσα‐ σθαι· ἢ παρὰ τὸ θῶ, τὸ κατασκευάζω καὶ ποιῶ, ὁ
πάντων ποιητὴς, καὶ τῆς τῶν πάντων κτίσεως αἴτιος,
25γίνεται θός· καὶ ἐπεὶ οὐδέποτε μονοσύλλαβον ὄνομα
25βραχυκαταληκτεῖ, πλὴν τοῦ τὶς, πλεονασμῷ τοῦ ε γίνεται θεός· ἢ παρὰ τὸ θεῶ, τὸ ὁρῶ, ὁ πάντων ἔφορος· ἢ παρὰ τὸ θέω, τὸ τρέχω, ὁ πανταχοῦ παρών. Τὰ δὲ διὰ τοῦ ΑΙΟΣ ὀξύτονα δισύλλαβα διὰ τῆς ΑΙ διφθόγγου γράφεται, πλὴν τοῦ θεός. Ἢ καὶ τὰ
30ἀπὸ τῆς ΘΕ συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ θαιρὸς, ὃ σημαίνει τὴν στρό‐ φιγγα. Ὡς τὸ, Ὁ θεὸς ἀπὸ θεμᾶν ἥξει. Θέλει δὲ βαρύνεσθαι ... τὰ εἰς ΟΣ καθαρὸν
35λήγοντα, παραληγόμενα τῷ ε ἢ τῷ ο, ἀρχόμενα
35ἀπὸ συμφώνου μὴ τοῦ θ, βαρύνεται, πλόος, νόος, γόος. Τὸ θρόος οὐκ ἀπὸ τοῦ κοινοῦ θ. Θοὸς δὲ καὶ θεὸς ὀξύνεται. Θέμενος τὰ ὅπλα: Ἀντὶ τοῦ περιθέμενος. θέμενος καὶ ὁ ἐνέχυρον θεὶς, καὶ ὁ λαβών τι
40σκεῦος εἰς ὑποθήκην.
40 Θεοίνιον: Ἱερὸν Διονύσου. Θεράπων: Δοῦλος, ὑπηρέτης· παρὰ τὸ θερα‐ πεύειν τὸν κρείττονα. Παρὰ τὸ θείνω, τὸ τύπτω, γίνεται θενάπων, καὶ θεράπων. Θεράποντας: Οὐχ ὥσπερ οἱ νεώτεροι, δούλους,
45ἀλλὰ πάντας τοὺς θεραπευτικῶς ἔχοντας, ὡς, Δαναοὶ θεράποντες Ἄρηος. Καὶ τὸν ἐν δευτέρᾳ τάξει φίλον, ὡς Πάτροκλος Ἀχιλλέως θεράπων. Θεραπναῖον:

446

(50)

Κλεῖον δὲ θεραπναῖον Διὸς υἷα,

446

(50)

Ἀπολλώνιος, τὸν Πολυδεύκην· ὅτι Λακεδαιμόνιος

446

(50)

Θεράπνη δὲ, πόλις Λακεδαιμονίας. Θέρος: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, (ἐξ οὗ καὶ θέρεται, τὸ θερμαίνεται,) τὸ ἐν καιρῷ τοιούτῳ ὂν, ἢ παρὰ τὸ θέρειν καὶ θερμαίνειν. Τὸ δὲ θέρω, παρὰ τὸ θέω, τὸ τρέχω, πλεονασμῷ τοῦ ρ· τὸ γὰρ ταχὺ
55καὶ θερμὸν εἶναι λέγεται. Θέρος καὶ οἱ συγκομιζό‐ μενοι καρποὶ τῶν σπερμάτων παρὰ τοῖς ῥήτορσι. Θέρεια ὥρα: Σημαίνει τὸν καιρὸν τοῦ θέρους.

447

Παρὰ τὸ θέρω θέρεια, ὡς παρὰ τὸ θάλλω θάλεια· ἢ ἐκ τοῦ θέρειος κτητικοῦ, τὸ θηλυκὸν, θέρεια. Θερειτάτη ἵσταται ἀκτίς: Νίκανδρος. Παρὰ τὸ θέρειος. Οὐδέποτε γὰρ ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων
5σχηματίζεται συγκριτικόν. Παρὰ τὸ θέρος οὖν γίνεται κτητικὸν θέρειος, ὡς τέλος, τέλειος· ὑπερ‐ θετικὸν, θερειότατος, θερειοτάτη· καὶ συγκοπῇ, θερει‐ τάτη. Ἦμος ὅτ’ ἠελίοιο θερείταταί εἰσι κέλευθοι,
10Ἄρατος.
10Θερείβοτον: Σημαίνει τὸν τόπον τὸν ἔχοντα ἐν
10τῷ θέρει βοσκάς. Θέρος θέρους· ἡ δοτικὴ, θέρει· καὶ μετὰ τοῦ βοτοῦ, ὃ σημαίνει τὴν βόσκησιν. Θερήγανον: Ἡ ἅμαξα· παρὰ τὸ τὰ θέρη ἄγειν.
15 Θερμός: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, γίνεται θερμὸς, ὡς εἴρω, εἱρμός. Ἢ ἀπὸ τοῦ θέρμω βαρυ‐ τόνου· ὅθεν τὸ, θέρμετο δ’ ὕδωρ. Θερμοπύλαι: Ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύ‐
20λον καλοῦσι· Φιλέας δὲ Θερμοπύλας λέγει καλεῖ‐
20σθαι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ Ἡρακλεῖ ἐποίησε. Θερσίτης: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων Αἰολικῶς, θέρσω, γίνεται Θερσίτης, ὁ θερμαντικὸς ἐν τῷ λέγειν· θερμὸς γὰρ καὶ προπετής. Ἢ παρὰ
25τὸ θάρσος, ὃ οἱ Αἰολεῖς θέρσος λέγουσιν· οἱονεὶ ὁ
25εὔτολμος, κατὰ ἀντίφρασιν, τουτέστιν ὁ ἀσθενής· ἢ ὁ θάρσος ἔχων ἐν τῷ ὑβρίζειν. Τὸ ΣΙ, ι. Διατί; Ὡς παρώνυμον· καὶ μακρόν· καὶ ἅπαντα τὰ διὰ τοῦ ΙΤΗΣ μακρά εἰσι. Θερμόν: Παρὰ τὸ τομὸν, τροπῇ τοῦ τ εἰς θ
30καὶ τοῦ ο εἰς ε, γίνεται θεμόν· ἐπλεόνασε δὲ τὸ ρ,
30εἰς παράτασιν τοῦ εὐκινήτου. Διὰ τοῦτο καὶ τὸ πῦρ τὸ ρ ἔχει, καὶ ὁ ἀνὴρ, καὶ τὸ ὕδωρ, διὰ τὸ εὐκί‐ νητον. Θεσσαλονίκη: Πόλις Μακεδονίας. Ἥτις Ἁλία ἐκαλεῖτο· Κασάνδρου κτίσμα. Ἢ ὅτι Φίλιπ‐
35πος ἐκεῖ Θετταλοὺς νικήσας, οὕτως ἐκάλεσεν. Ἢ
35ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ ἔγημε, καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. Ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν, καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο. Στράβων δὲ
40Θεσσαλονίκειαν αὐτήν φησι. Τὸ ἐθνικὸν Θεσσαλο‐ νικεύς. Θέσπις: Ἔστι θεὸς, καὶ ὂψ ἡ φωνή· καὶ γίνεται θεόσπις· καὶ κατὰ συγκοπὴν, θέσπις θέσπιδος· ἡ
45αἰτιατικὴ, θέσπιδα καὶ θέσπιν. Σημαίνει δὲ τὴν θείαν φωνήν. Καὶ θέσπιν ἀοιδὸν, ἐκ θεοῦ τὴν ὄπα ἔχοντα. Εἰς τὸ ἀσπίς. Θεσπέσιος: Παρὰ τὸ θεὸς καὶ τὸ πέτω, ὃ ση‐ μαίνει τὸ πίπτω, (οὗ ὁ μέλλων πέσω,) γίνεται πέ‐

447

(50)

σιος, καὶ θεοσπέσιος· καὶ συγκοπῇ, θεσπέσιος, ὁ ἐκ τοῦ θεοῦ πεσών. Ἢ θεῖος καὶ θαυμαστός. Παρὰ τὸ ἕπεσθαι θεῷ· καὶ θεσπεσία, θεία, θαυμαστὴ, οἱονεὶ θεοσπεσία· παρὰ τὸ σπέσθαι καὶ ἐπακολουθεῖν θεοῖς. Ἢ παρὰ τὸ πεσεῖν, θεοσπεσία τίς. Ἢ παρὰ τὸ
55θέσπις.
55 Θεσπίζω: Σημαίνει τὸ ὁρίζω καὶ νομοθετῶ· ἀφ’ οὗ καὶ θέσπισμα τὸ θεῖον δόγμα. Σημαίνει δὲ καὶ τὸ μαντεύομαι.

448

Θεσπιδαὲς πῦρ: Τὸ θεῖον. Θέσφατον: Ἀθέσφατον, ἀποβολῇ τοῦ α. Ἢ ἀπὸ τοῦ θεόφατον, ὃ σημαίνει τὸ ἐκ θεοῦ λεγόμενον, κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ς.
5 Θέσκελα ἔργα: Θεῖα, θαυμαστά. Θεοείκελος, καὶ συγκοπῇ, θεόκελος, καὶ θεόκελον, καὶ θέσκελον, ὡς θεόφατον, θέσφατον. Θεσμός: Ἔστι τὸ ὅλον σύνταγμα τῆς πολι‐ τείας. Εἰς τὸ θέμις.
10 Θεσμοθέται: Ἀρχή ἐστιν Ἀθήνῃσιν ἀνδρῶν ἕξ. Καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων ἐπιμέλειαν ἐποιοῦντο· θεσμὸν γὰρ ἐκάλουν τὸν νόμον. Καὶ δια‐ φέρουσι προσώποις· θεσμὸν γὰρ εἶναι τὸν Δράκοντος, νόμον δὲ τὸν Σόλωνος.
15 Θέσθαι: Τὸ θησαυρίσασθαι, ἐν Ὀδυσσείας νʹ. Καὶ τὸν θησαυρὸν Ἀνακρέων θεσμὸν καλεῖ. Εἰς δὲ τὸ Ῥητορικὸν Λεξικὸν, ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν, Ὑπερίδης· ἀντὶ δὲ τοῦ προέσθαι καὶ κυρῶσαι νόμον, Δημοσθένης ἐν τῷ περὶ τῶν Ἀτελειῶν· ἐν μέντοι τῷ
20κατὰ Στεφάνου φησὶν,
20 Ἑαυτῷ νόμους ἰδίους θέμενον. Ἀντὶ τοῦ θέντα. Θετὸς ὑιός: Προσποιητός· τοὺς γὰρ εἰσποιη‐ τοὺς καὶ θετοὺς ἔλεγον· καὶ θέτην, τὸν εἰσποιησά‐ μενον παῖδας θετούς. Ἢ θέτης, ὁ εἰς ὑποθήκην
25λαβὼν ὁτιοῦν.
25Θέτι καλλιπλοκάμῳ: Ὥσπερ ἀπὸ τοῦ μῆτις
25μήτιδος μήτιδι γίνεται, κατὰ ἀποβολὴν τοῦ δ, μήτιϊ, καὶ κράσει μήτι μακρόν· οἷον, Μήτι τοι δρυτόμος μέγ’ ἀμείνων. Οὕτω καὶ ἀπὸ τοῦ Θέτις Θέτιδος Θέτιδι, Θέτιϊ καὶ Θέτι, κατὰ κρᾶσιν τῶν δύο ΙΙ εἰς ἓν μακρόν· καὶ
30νεάνις, κράσει νῆνις νήνιος νήνιϊ· καὶ κράσει, νήνι.
30Θευδᾶς: Ὑποκοριστικὸν τοῦ Θεόδωρος.
Θεῦν Ἄρτεμιν: Σημαίνει τὴν θεόν· καὶ κράσει Δωρικῇ τοῦ ΕΟ εἰς τὴν ΕΥ δίφθογγον, ὡς ἐκ τοῦ ἐρέβεος, Ἐξ ἐρέβευς ἄξοντα.
35Θεύσεσθαι: Δραμεῖν. Ἀπὸ τοῦ θέω, θεύω,
35θεύσω, θεύσομαι. Τὸ δὲ θέω κατὰ μὲν τὸ πρῶτον πρόσωπον οὐ συναιρεῖται, κατὰ δὲ τὸ δεύτερον καὶ τρίτον. Θετταλικός: Ἐκ τοῦ Θετταλός· τοῦτο δέ ἐστι πολίτης Θεσσαλίας.
40Θετταλικὰ πτερά: Τοῦτο εἴρηται διὰ τὸ πτέ‐
40ρυγας ἔχειν τὰς Θετταλικὰς χλαμύδας. Πτέρυγες δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι, διὰ τὸ ἐοικέναι πτέρυξι. Θεωρός: Παρὰ τὸ θεὸς καὶ τὸ ὁρῶ· ἢ παρὰ τὸ τὰ θύη ὁρᾶν. Θεωροὶ γὰρ οἱ θεαταί· ἀλλὰ καὶ οἱ
45εἰς θεὸν πεμπόμενοι, οἱ φύλακες τῶν θυσιῶν καὶ
45χρησμῶν· ἢ τὸ θεῖον φροντίζοντες. Ὤρην γὰρ ἔλεγον τὴν φροντίδα. Θεωρικὸν ἀργύριον: Τὸ εἰς θεῶν τιμὴν καὶ ἑορτὴν διδόμενον θεωρίας ἕνεκα, καὶ τοῦ τοὺς πένητας μετέχειν τῶν θεωρικῶν· καταχρηστικῶς δὲ καὶ πάντα

448

(50)

τὰ διανεμόμενα θεωρικὰ ἔλεγον. Ἦν τοίνυν κοινὰ

448

(50)

χρήματα Ἀθήνῃσιν, ἃ ἐκάλουν θεωρικὰ, εἰς διανομὴν διδόμενα τοῖς Ἀθηναίοις· ἐπειδὴ φασὶ τὸ παλαιὸν ὄχλου γενομένου ἐν τῷ θεάτρῳ, καὶ τῶν ξένων προ‐ καταλαμβανόντων τὰς θέας, καὶ ἐκκλειομένων τῶν ἀστῶν, ἔδοξε δίδοσθαι θεωρικὸν, ἵνα τοῦτο λαμβά‐
55νοντες παρὰ τῆς πόλεως οἱ πολῖται διδῶσιν αὐτοῖς τὸν τόπον τῆς θέας. Ἦν δὲ τοῦτο ὀβολοὶ δύο. Φη‐ σὶν οὖν Δημοσθένης ἐν τῷ Περὶ στεφάνου,

449

Ἀλλ’ ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν ἂν, εἰ μὴ τοῦτο ἐγράφη. Ἐν ταῖς λεγομέναις Διονυσίαις θεωρίαις ἀγώνων τελουμένων φιλοτίμων, συνέβαινε τινὰς τῶν πολιτῶν
5εἰς ὕβρεις καὶ τραύματα διαφέρεσθαι. Ἔδοξεν οὖν
5τῷ δήμῳ μηκέτι προῖκα θεωρεῖν τὰς θέας, ἀλλὰ διδόναι τοῖς πολίταις τὸ θεωρικὸν, δύο ὀβολούς. Ὁ τοίνυν ἐπιμελούμενος τῶν χρημάτων τούτων ἐλέγετο ἄρχων τῶν θεωρικῶν. Ἦν δὲ καὶ τὰ θεωρικὰ χρή‐ ματα, ἃ διενέμετο ἡ πόλις ταῖς κοιναῖς ἑορταῖς, ὄντα
10κοινά· ἃ καὶ ἠξίου Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς στρατιωτικὰ γίνεσθαι, καὶ ἄλλα εἰς τὸ τὰς τῆς πόλεως χρείας φυλάττειν· καὶ ἐκαλοῦντο στρατη‐ γικά· ὕστερον δὲ ἐν ταῖς ἑορταῖς καὶ θυσίαις. Θεῖος: Ἀπὸ τοῦ θεὸς, θέειος· καὶ κατὰ κρᾶσιν,
15θεῖος.
15 Θεῖα: Σημαίνει τὴν μητέρα τῆς σελήνης καὶ τοῦ ἡλίου. Παρὰ τὴν θέαν γέγονε θέεια· καὶ κατὰ συναίρεσιν, θεῖα. Καὶ γὰρ αὕτη ἐστὶν αἰτία τῆς
θέας, καὶ τοῦ θεωρεῖν ἡμᾶς. Θεῖον: Τὸ ἐπιθυμιώμενον εἰς κάθαρσιν καὶ
20ἀβλαβὲς ποιοῦν. Ἔνθεν καὶ τὸ, Πάσσε δ’ ἁλὸς θείοιο. Θείους κέκληκε τοὺς ἅλας, διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασθέντα. Καὶ θεείου καιομένου φησὶν ἐπὶ τοῦ κεραυνοῦ. Ὁ δ’ Εὐδαίμων, παρὰ τὸ θεὸς, θέειον·
25καὶ ἀποβολῇ τοῦ ε, θεῖον.
25 Θειλόπεδον: Ὁ τόπος ἐν ᾧ ξηραίνονται αἱ σταφυλαὶ, ἢ ἕτερά τινα. Τὴν μέντοι τῶν συκῶν ψύξιν τρασιὰν λέγουσιν. Παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν θερμασίαν, γίνεται εἴλη, πλεονασμῷ τοῦ ι, καὶ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν, τὸ χαμαὶ, γίνεται
30εἰλόπεδον. Παρὰ τὴν τοῦ ἡλίου αὐγήν· καὶ πλεο‐ νασμῷ τοῦ θ. Θείομεν: Ἐνθῶμεν, ἐμβαλοῦμεν. Ἰστέον ὅτι Ἡρωδιανὸς ἥμαρτεν ἀρνησάμενος τὸ θείω ἐνεστῶτα εἶναι, ἀφ’ οὗ τὸ θείομεν. Ἔστι δὲ ὑποτακτικὸν
35δευτέρου ἀορίστου, ἔχον διαίρεσιν καὶ πλεονασμόν.
35 Ὄφρ’ ἂν ἐγὼ βείω· καὶ τὸ, ἐὰν στῶ. Μήπως μὲ περιστείως’ ἕνα πολλοί. Ὥσπερ δαμῶ δαμείω, οὕτω θῶ, θέω· καὶ παρὰ Σαπφοῖ,
40Ὅττινας γὰρ εὖ θέω, κεῖνοί με μάλιστα σίνονται.
40Τοῦτο ἐν πλεονασμῷ,
40Θείω ἀναρπάξας.
40Εἶτα ἀκολουθεῖ θείωμεν, καὶ κατὰ συστολὴν, θείομεν,
40ὡς τὸ καταβείωμεν συστολῇ, Δεῦρ’ ἐς τοὺς φύλακας καταβείομεν. Μὴ εἴομεν Δαναοῖσι μαχησόμενοι. Ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν. Οὕτω ζήτει. Ἐν ἄλλοις δὲ, ἀπὸ τοῦ θῶ θείω, ὡς
45ὄψω ὀψείω, καὶ τελῶ τελείω. Θειαζόντων: Μαινομένων, ἢ θεολήπτων γινομέ‐ νων. Καὶ θειάσαντες, θεόληπτοι γεγονότες. Καὶ ἐπιθειάσας, τὸ ἐπιθαυμάσας. Θειάσας: Τὸ θεῖον εἰσδεδεγμένος, θεοφορούμενος.

449

(50)

Παρὰ τὸ θεὸς γίνεται θεῶ· ὁ πρῶτος ἀόριστος,

449

(50)

ἐθεάσω· θεάσας, ἡ μετοχή· καὶ πλεονασμῷ τοῦ ι,

449

(50)

θειάσας. Ἢ παρὰ τὸ θειάζω. Ὁ δὲ Μιλήσιος παρὰ τῷ συγγραφεῖ, (ἐπιθεάσας) θεοὺς ἐπικαλεσάμενος καὶ κατευξάμενος. Ἔστι γὰρ ἀπὸ τοῦ ἐπιθεάζειν. Θίασος: Ὤφειλε διὰ διφθόγγου γράφεσθαι· ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ θεῖα ᾆσαι· ἡ δὲ παρά‐
55δοσις, διὰ τοῦ ι. Λέγεται δὲ ὁ χορὸς, παρὰ τὸ τὰ θεῖα ᾄδειν, ἢ ἀπὸ τοῦ θεῖν, ὅ ἐστι θεύειν· ὅθεν θια‐ σώτας λέγουσι τοὺς περὶ τὸν Διόνυσον. Καὶ θια‐

450

σῶται, χορευταὶ, οἱ τὰ θεῖα ᾄδοντες. Θιασώτης, ι, καὶ μέγα· ἀπὸ παραδόσεως. Θίς: Θηλυκῶς λέγεται ὁ αἰγιαλός· Ἐκβάντες ἐπὶ θῖνα.
5Παρὰ τὸ θέω, τὸ τρέχω· ἐν γὰρ τῷ αἰγιαλῷ θέουσι
5καὶ τρέχουσι τὰ κύματα. Ἢ παρὰ τὸ θένω, τὸ
5τύπτω· ἐν γὰρ τῷ αἰγιαλῷ θένονται καὶ τύπτονται τὰ κύματα· εἰς ὃν ἐγκρούουσι τὰ κύματα. Ἀρσε‐ νικῶς δὲ σημαίνει τὸν σωρόν· καὶ γίνεται παρὰ τὸ θῶ, ὡς τὸ, πολὺς δ’ ἀμφ’ ὀστεόφιν θίς.
10Ὅ ἐστι σωρός. Τὸ δὲ θείνω σημαίνει δύο· τὸ
10τύπτω, καὶ τὸ φονεύω.
10 Θῆβαι: Τὸ νῦν Ἀδραμύττειον καλούμενον. Θιγγάνει καὶ ἐπιθιγγάνει: Τὸ ἐφάπτεται καὶ προσεγγίζει. Ἐκ τοῦ θίγω γίνεται θιγγάνω. ΘΗ‐ γάνει: ὀξύνει, ἀκονᾷ· γίνεται ἀπὸ τοῦ θήγω, θηγάνω, ὡς παρὰ τὸ ἥδω, ἁνδάνω· πήθω, πανθάνω· μήθω,
15μανθάνω· καὶ δήκω, δαγκάνω. Τὸ δὲ θήγω, τὸ ἀκονῶ, παρὰ τὸ θοῶ, θοήγω, καὶ θήγω, τουτέστι τὸ θοὸν καὶ ὀξὺ ποιῶ· ἐγὼ δ’ ἐθόωσα παραστάς. Θηεῦντο:
20Θηεῦντο μέγα ἔργον.
20Ἐθεῶντο, ἐθαύμαζον, ἢ ἐθεώρουν. Ἐθέοντο· ὑπερ‐
20θέσει, θεέοντο· καὶ κατὰ συναίρεσιν τοῦ ΕΟ εἰς τὴν ΕΥ δίφθογγον, θεεῦντο· καὶ ἐκτάσει τοῦ ε εἰς η, θηεῦντο. Θεάω θεῶ, θεάσω· καὶ τὸ παθητικὸν, θεά‐ ομαι θεῶμαι· ὁ παρατατικὸς, ἐθεαόμην ἐθεώμην· τὸ γʹ τῶν πληθυντικῶν, ἐθεάοντο, ἐθεῶντο· καὶ οἱ Δω‐
25ριεῖς τὸ ω τρέπουσιν εἰς τὴν ΟΥ δίφθογγον· καὶ
25συστολῇ τῆς ἀρχούσης, καὶ τροπῇ, θηεῦντο. Θηλαμών: Ἡ τροφός. Παρὰ τὸν θήσω μέλ‐ λοντα, τὸν δηλοῦντα τὸ θηλάσω. Τὸ γὰρ θήσω δύο σημαίνει, τὸ ποιῶ, καὶ τὸ θηλάζω. Ἔστι θῶ ῥῆμα, δηλοῦν τὸ τρέφω· οὗ ὁ μέλλων, θήσω. Ὅμηρος,
30γυναῖκά τε θήσατο μαζόν.
30Ἀντὶ τοῦ ἐθήλασεν. Ἐκ τοῦ θήσω οὖν γίνεται ῥηματικὸν ὄνομα θηλή· καὶ τροπῇ, θῆλυς, ὡς κάρη, κάρυς. Εἴρηται γὰρ καὶ θηλυκῶς κάρη, ὡς παρὰ Καλλιμάχῳ, ἥν τε κάρην ὤμοσα σόν τε βίον.
35Θίς: Τὸ θὶς ἐπὶ τοῦ αἰγιαλοῦ ἀρσενικὸν καὶ θη‐
35λυκόν ἐστι· καὶ ἐπὶ τοῦ σωροῦ, ὁμοίως ἀρσενικὸν καὶ θηλυκόν ἐστι. Θινὶ φοινικόεντι. Καὶ ἐπὶ τοῦ σωροῦ θηλυκῶς παρὰ τῷ Αἰσχύλῳ, θινὸς ἐμβολὰς ἁλός.
40Θήβῃσι: Τὸ θήβῃσιν ὅτε μὲν ἔχει τὴν πρό‐
40θεσιν, τότε δοτική ἐστιν, οἷον ἐν Θήβαισιν· ὅτε δὲ
40χωρὶς αὐτῆς ἐστι Θήβῃσι, τότε ἐπιρρηματικῶς κεῖται. Θήβα: Συριστὶ λέγεται ἡ βοῦς· ὅθεν ἐκλήθησαν αἱ Θῆβαι ὑπὸ τοῦ Κάδμου κτισθεῖσαι, ὅτι ζητῶν τὴν ἀδελφὴν χρησμὸν ἔλαβε κατοικῆσαι ὅπου ἡ
45βοῦς ἑαυτὴν καταθήσει. Ἢ ἀπὸ Θήβης θυγατρὸς
45Μετώπης, γυναικὸς Ἀσωποῦ. Ἀφ’ ὧν καὶ ὠνομά‐ σθησαν ἐκεῖ πολῖται καὶ πόλις, ὡς εὗρον εἰς τὸ σχό‐ λιον τοῦ Πινδάρου ἐπινικίῳ ὕμνῳ Ἀγησίᾳ Συρα‐ κουσίῳ. Θήλεια: Ἐκ τοῦ θῆλυ γίνεται θῆλυς· καὶ ἐκ

450

(50)

τοῦ θῆλυς, θήλεια. Ἢ παρὰ τὸ θάλλειν καὶ γεννᾶν·

450

(50)

ὅθεν καὶ ἡ ὕπομβρος νὺξ παρὰ Σοφοκλεῖ θήλεια κα‐ λεῖται. Θηλὴ δέ ἐστιν ὁ μασθός. Θηλύτεραι δὲ γυναῖκες: Ἰλιάδος θʹ, αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι, ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζῴων· τὰ μὲν γὰρ ἄλλα ὡρισμένον ἔχει
55καιρὸν ἐν ᾧ μίγνυνται, αὗται δὲ διηνεκῶς πλησιά‐
ζουσι. Θηλυτεράων: Ὅτι τὰ λοιπὰ ζῷα ὅρον ἔχει

451

τῆς μίξεως τὴν σύλληψιν, αὗται δὲ ἀεί· διὸ ἐκ τοῦ ἐναντίου οἱ ἄνδρες ἀλφησταὶ λέγονται οἱ κατωφερεῖς, κατὰ μεταφορὰν ἀπὸ τῶν ἰχθύων· ἀλφησταὶ γὰρ εἶδος ἰχθύος. Ἢ οὖν κατωφερῶν, ἢ θαλλουσῶν, ἢ
5εὐκάρπων. Καρπὸς γὰρ αὐτῶν αὐτὸς ὁ ἄνθρωπος, οὗ βέλτιον οὐδὲν, οὗ βελτίων οὐδείς· ὡς ἐπὶ τοῦ, Νήσων θηλυτεράων. Θημών: Παρὰ τὸν θήσω μέλλοντα· δηλοῖ τὸ τιθῶ· σημαίνει δὲ τὸν σωρὸν τῶν δραγμάτων· καὶ
10θημωνία, σωρὸς καρπῶν.
10 Θημακεύς: Δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος Θημακός. Θηραμένης: Ὄνομα κύριον. Οὗτος ἀνῃρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν τριάκοντα. Θήρ θηρὸς, παρὰ τὸ ῥᾳδίως θέειν, ἤγουν εὐκόλως
15τρέχειν. Ἢ παρὰ τὸ φθείρω, φθερῶ, φθὴρ καὶ θήρ. Θηρίον: Παρὰ τὸ θήρ. Τὰ διὰ τοῦ ΙΟΝ οὐδέ‐ τερα μονογενῆ, εἰ μὲν ὦσι δακτυλικὰ, πρὸ μιᾶς ἔχει τὸν τόνον· οἷον, φορτίον, κλειδίον, φυκίον· εἰ δὲ τρί‐ βραχα, προπαροξύνεται, φλέβιον, τόπιον· φακὸς,
20φάκιον· λαγὸς, λάγιον· νάκος, νάκιον. Οὕτως ἴχνος, ἴχνιον, ὡς βραχέα. Εἰς τὸ ἑρκίον. Θηροδίωξ καὶ Αἰγοδίωξ: Ἰστέον ὅτι παροξύ‐ νεται. Θηρευτής: Κυρίως λέγεται ὁ σύας καὶ λέοντας
25θηρεύων, παρὰ τὴν θήραν· τούτους γὰρ θῆρας ἐξαι‐ ρέτως ἐκάλουν οἱ ἀρχαῖοι· καταχρηστικῶς δὲ, καὶ ἐπὶ πάντων. Θηρίκλειον κύλικα: Ποτήριον ὑέλινον, τὸ τοῦ Θηρικλέους ποτήριον.
30Θηρικλέους τέκνον: Κύλιξ, ἣν λέγεται πρῶ‐
30τος κεραμεὺς Θηρικλῆς ποιῆσαι, ὥς φησιν Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητής. Θησαίατο: Ἀπὸ τοῦ θεῶ, θεήσω, ἐθεασάμην· τὸ εὐκτικὸν, θεασαίμην, θεάσαιντο· καὶ κράσει τοῦ ε καὶ α εἰς η.
35Θηήσαντο: Ἐθαύμασαν. Ἀπὸ τοῦ ἐθεάσαντο
35γίνεται ἐθεήσαντο· καὶ ὑπερθέσει, θεεήσαντο· καὶ
35κράσει τῶν δύο ΕΕ εἰς η, θηήσαντο. Θησεύς: Ὠνόμασται διὰ τὴν τῶν γνωρισμάτων θέσιν, τοῦ τε ξίφους καὶ τῶν πεδίλων, ὡς ἡ ἱστορία δηλοῖ. Οἱ δὲ, ὕστερον Ἀθήνῃσι παῖδα θεμένου τοῦ Αἰγέως αὐτόν.
40Θήσειον: Τέμενός ἐστι τῷ Θησεῖ, ὃ τοῖς οἰκέ‐
40ταις ἄσυλον ἦν· ἐλέγοντο δὲ δίκαι ἐνταῦθα. Ἢ ναὸς τοῦ Θησέως, ἐφ’ ὃν οἱ ἀποδιδράσκοντες δοῦλοι προσέφευγον. Φιλόχορος δὲ οὐ μόνον τοὺς οἰκέτας τὸ παλαιὸν φησὶ καταφεύγειν εἰς τὸ Θήσειον, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν ἱκετεύοντας. Δηλοῖ δὲ καὶ φυτόν
45τι ποιὸν, καὶ τὸ δεσμωτήριον παρὰ Ἀθηναίοις. Τὰ δὲ ἀπὸ τῶν εἰς ΕΥΣ διὰ τοῦ ΕΙΟΝ γινόμενα μονογενῆ προπερισπᾶται, βαλανεῖον, βαφεῖον· πλὴν τοῦ Θη‐ σεὺς, Θήσειον· καὶ τὸ Φύτειον πόλις, ἀπὸ Φυτέως τοῦ κτίσαντος αὐτήν. Πρόσκειται “μονογενῆ,” διὰ τὸ

451

(50)

βασιλεὺς, βασίλειον. Ἔστι δὲ τριγενὲς, οἷον βασί‐ λειος οἶκος, βασίλεια χεὶρ, βασίλειον οἴκημα. Θησειότριψ: Ὁ ἐν τῷ Θησέως διατρίψας. Ἀρι‐ στοφάνης Πολυΐδῳ. Καὶ θησομύζειν δὲ ἐν τῷ αὐτῷ λέγεται.
55Θήττα: Ἐπίκλην, οὐκ ἔχουσα φερνὴν, πενιχρὰ
55καταλειφθεῖσα ὑπὸ τοῦ πατρὸς, καὶ ὑπὸ τῶν ἀγχι‐ στέων προικιζομένη κατὰ νόμον. Ἐκ τοῦ θὴς θητὸς, τὸ θηλυκὸν, θήσσα, ἡ μισθωτὸς καὶ πενιχρά.

452

Θητεία: Δουλεία· καὶ θητεύς. Εἰς τέσσαρα διαιρουμένης παρὰ Ἀθηναίοις τῆς πολιτείας, οἱ ἀπο‐ ρώτατοι θῆτες ἐλέγοντο. Εἰς τέσσαρα δὲ τέλη, πεντακοσιομέδιμνον, ἱππέα, ζυγίτην, θῆτα.
5 Θητικόν: Καὶ θητικὸν τελεῖ. Θεραπευτικὸν, ὑποχείριον, ἐργαστικὸν τῶν δεόντων, μισθαρνικόν. Σημαίνει δὲ τὸ ἔσχατον τίμημα παρὰ Ἀθηναίοις, εἰς τέσσαρα τέλη διῃρημένου τοῦ πολι‐
10τεύματος. Γέγονε δὲ ἀπὸ τοῦ θὴς θητὸς θητικὸν,
10κτητικῷ τύπῳ. Τὸ δὲ θὴς, παρὰ τὸ τῶ, ὃ σημαίνει τὸ λαμβάνω· ὅπερ μετὰ τῆς ΤΗ στερήσεως γίνεται τητῶ, τὸ οὐ λαμβάνω. Θῆτες οὖν, οἱ μισθῷ διὰ πενίαν ἐργαζόμενοι. Παρὰ τὸ τητᾶσθαι, ὅ ἐστι στέρεσθαι· ὡς εἶναι τῆτες καὶ θῆτες οἱ πένητες, οἱ
15ἐπὶ συντάξεσί τισι καὶ ἐπὶ μισθῷ δουλεύοντες. Οὗ‐
15τοι δὲ οὐδὲ μιᾶς μετεῖχον ἀρχῆς, οὐδ’ ἐστρα‐ τεύοντο. Θίς: Ὁ αἰγιαλός· παρὰ τὸ θέω· ὁ παραθέων τῇ θαλάσσῃ καὶ παρήκων, ὁ εἰς ὕψος ἀναθέων. Οὕτως Ὦρος. Ὅμηρος,
20πολὺς δ’ ἀμφ’ ὀστεόφιν θίς.
20Παρὰ τὸ εἰς ὕψος ἀναθεῖν. Θὶς, ἐπὶ τοῦ σωροῦ·
20Παρὰ τὸ θῶ, ἀφ’ οὗ θεῖναι καὶ ἐπιθεῖναι. Θῆτες: Παρὰ τὸ τητᾶν, ὅ ἐστι σπανίζεσθαι
τροφῆς, καὶ διὰ τοῦτο δουλεύειν ἐλευθέρους ὄντας. Ἢ οἱ ποιητοὶ δοῦλοι· ἢ παρὰ τὸ τῶ, τὸ ζητῶ, ὁ ἐπὶ μισθῷ δουλεύων.
25Θανῇ: Θνῶ, θνήσκω· ὁ δεύτερος ἀόριστος, ἔθα‐
25νον· ὁ μέλλων δεύτερος, θανῶ, θανοῦμαι, θανῇ. Θνητός: Παρὰ τὸν θάνατον· πρὸς ἀντιδιαστολὴν τῶν θεῶν. Γέγονε θανῶ, θανήσω, θανητὸς, καὶ θνητός. Θνησιμαῖος: Ἐκ τοῦ θνήσιμος, θνησιμαῖος.
30Θνήσκω: Παρὰ τὸ θνῶ θνήσω θνήσκω, ὡς παρὰ
30τὸ τρῶ τρώσω τρώσκω· καὶ βρῶ βρώσω βρώσκω καὶ βιβρώσκω. Ὁ Δίδυμος χωρὶς τοῦ ι. Ὥσπερ ἀπὸ τοῦ ἀρέσω καὶ μεθύσω μέλλοντος γίνεται ἀρέσκω καὶ μεθύσκω πλεονασμῷ τοῦ κ, καὶ μετάγονται εἰς ἐνεστῶτα, οὕτω καὶ ἀπὸ τοῦ μνῶ μνήσω, καὶ θνῶ
35θνήσω, γίνεται θνήσκω καὶ μνήσκω· καὶ οὐκ ἔχει
35τὸ ι. Οἱ δὲ λέγουσι σὺν τῷ ι, ὅτι οἱ Αἰολεῖς θναί‐ σκω καὶ μναίσκω λέγουσι διὰ τῆς ΑΙ διφθόγγου. Ἀλλ’ ἰδοὺ τὸ Ἡσίοδος καὶ ἡμίονος Αἰσίοδος καὶ αἰμίονος λέγουσιν, ἀλλ’ ὅμως οὐκ ἔχει τὸ ι. Ἡ μέντοι παράδοσις ἔχει τὸ ι· ἴσως ἐκ τοῦ λέγειν τοὺς
40Αἰολεῖς θναίσκω καὶ μναίσκω. Ἄλλοι δὲ λέγουσιν,
40ὅτι διὰ τοῦ ίσκω γίνεται ἡ παραγωγὴ, θνηΐσκω καὶ μνηΐσκω. Οὐ καλῶς δὲ λέγουσι· καὶ γὰρ τὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων διὰ τοῦ ίσκω ποιοῦσι τὴν παραγωγὴν, οἷον, εὑρῶ εὑρεῖς εὑρίσκω· στερῶ στερείς στερίσκω· τὰ δὲ τῆς δευτέρας, διὰ
45τοῦ άσκω, ἡβῶ ἡβᾷς ἡβάσκω· τὰ δὲ τῆς τρίτης, διὰ τοῦ ώσκω, βιῶ βιοῖς βιώσκω. Εἰ οὖν ὡς ἀπὸ τοῦ θνῶ θνήσω θνήσκω γέγονε, καὶ μνῶ μνήσω μνή‐ σκω, ταῦτα δὲ δευτέρας συζυγίας εἰσὶν, ὤφειλε διὰ τοῦ άσκω εἶναι ἡ παραγωγὴ, καὶ οὐ διὰ τοῦ ΙΣΚΩ.

452

(50)

Ὥστε δευτέρας συζυγίας εἰσί. Καὶ δῆλον ἐκ τοῦ μνῶμαι, ὥσπερ βοῶμαι· καὶ τὸ τέθνημι τέθναθι γινόμενον διὰ τοῦ α, ὥσπερ ἵστημι ἵσταθι. Ἔχει δὲ τὸ η τὰ δύο ταῦτα. Θοός: Ἀπὸ τοῦ θέω, τὸ τρέχω, γίνεται θοὸς, ὁ
55ταχύς· καὶ τὸ θηλυκὸν θοή. Διατί, ὥσπερ ἀπὸ τοῦ
55πλόος γίνεται πλοῦς, μὴ καὶ ἀπὸ τοῦ γόος γοῦς, καὶ θοὸς θοῦς; Καὶ περὶ μὲν τοῦ γόος ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ΟΟΣ δισύλλαβα οὐκ ἔχει ῥῆμα παρακείμενον

453

τῆς δευτέρας συζυγίας τῶν περισπωμένων· οἷον, γοῶ, γοᾷς· οὗ χάριν παρήλλακται. Περὶ δὲ τοῦ θοὸς, ὅτι ἐπειδὴ τὰ διὰ τοῦ ΟΟΣ δισύλλαβα πάντα βαρύ‐ νεται, τὸ δὲ θοὸς ὀξύνεται· οὗ χάριν διήλλαξε κατὰ
5τὸ μὴ κιρνᾶσθαι. Ἐν δὲ τῇ συνθέσει τὸ θοὸς βαρύ‐
5νεται, Πάνθοος, Πάνθους. Θοή: Σημαίνει πέντε· τὸ μέγα, οἷον, θοαῖς ἀφροσύναις, ἀντὶ τοῦ μεγάλαις· καὶ, θοὴ δ’ ὑπεδέξατο γαῖα,
10ἀντὶ τοῦ μεγάλη. Εἶτα εὑρίσκεται θοὸν τὸ ταχὺ,
10ἢ ὀξὺ, ἢ ἰσχυρόν.
10καὶ ἀκόντισε δουρὶ θοῶς,
10ἰσχυρῶς.
10 Νῆας θοὰς, ταχείας. νήσοισι θοῇσιν, ὀξείαις· ὀξεῖαι γὰρ οὕτω καλοῦνται νῆσοι περὶ τὴν Κεφαληνίαν.
15Αἰνείας δ’ οὐ μεῖνε, θοός περ ἐὼν πολεμιστής.
15Τὸ γὰρ λέγειν ἀγαθὸν, πταῖσμα· ἡγοῦμαι γὰρ τὸν
15ἀνδρεῖον καὶ ἰσχυρόν. Καὶ,
15θοῶς δ’ ἐπὶ δεσμὸν ἴηλα.
15Ἀντὶ τοῦ ἀσφαλῶς· ἐκ δὲ τούτου, τὸ ἑδραῖον· καὶ ἐκ τοῦ ἑδραίου, τὸ ἰσχυρόν. Καὶ θοὴν δαῖτα, τὴν ἑδραίαν καὶ ἀκίνητον, διὰ τὸ καθεζομένους ταύτης τυγχάνειν. Καὶ
20 θοὴν νύκτα, τὴν ἑδραίαν, οὐχ, ὥς τινες, τὴν μέλαιναν, ἀλλὰ τὴν ἀκίνητον· ἢ τὴν ταχέως ἐπιλαμβάνουσαν τὴν γῆν.
20 Θοηρός: Ὁ τεταραγμένος. Θόραι: Δῆμος Ἀντιοχίδος. Θόρυκος: Δῆμος Ἀκαμαντίδος. Θόρυβος: Παρὰ τὸ θέω, τὸ τρέχω, καὶ τὸ βοή. Ἢ παρὰ τὸ θέω, τὸ τρέχω, γίνεται θέρυβος καὶ
25θόρυβος.
25 Θολερῶς προβαίνεις: Μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν ἔχων, ἀλλ’ ἀστάτως καὶ τεταρα‐ γμένως προϊών. Θολερός: Παρὰ τὸ θολὸν, θολερός· θολὸς δέ ἐστι τὸ μέλαν τῆς σηπίας· ἐξ οὗ καὶ ῥῆμα θολῶ.
30 Θόλος: Περιφερὲς οἰκοδόμημα· ἀπὸ τοῦ περι‐ θεῖν. Θόλος, τόπος τὶς ἐν τοῖς ἀρχείοις, κληθεὶς διὰ τὸν τρόπον τῆς κατασκευῆς· ἦν γὰρ θολοειδὴς, καὶ ὀροφὴν εἶχε περιφερῆ οἰκοδομητὴν, οὐχὶ ξυλίνην, ὡς τὰ ἄλλα οἰκοδομήματα. Λέγεται θηλυκῶς ἡ
35θόλος.
35 Θορός: Ὁ σπόρος τοῦ σώματος· ἀπὸ τοῦ θορῶ, τὸ ὁρμῶ· ὁ μεθ’ ὁρμῆς πεμπόμενος. Τοῦτο παρὰ τὸ θέειν ῥᾷον. Θοῦρος: Ὁ ὁρμητικὸς, ὁ πολεμιστής· καὶ θοῦ‐ ρον, τὸν πηδητικὸν καὶ ταχύν· οἱονεὶ ὁ θοῶς ὀρούων,
40ἢ ὁ κούφως ὀρούων. Παρὰ τὸ θέρω, τὸ θερμαίνω,
40θόρος καὶ θοῦρος· ἀπὸ μεταφορᾶς τῆς τοῦ πυρὸς ὁρμῆς· καὶ θορεῖν, τὸ πηδᾶν, παρὰ τὸ αὐτό. Ἢ ἀπὸ τοῦ θέω ῥήματος· ὅθεν καὶ τὸ θεῖον τὴν ἀρχὴν εἴληφεν· ὥστε τὴν γεννητικὴν τοῦ πυρὸς οὐσίαν ἀπὸ τοῦ θέω ῥήματος ὀνομάσαι τοὺς ἀρχαίους. Ταύτῃ
45γοῦν τοὺς μὲν ταχεῖς, θερμοὺς λέγουσι· τοὺς δὲ
45βραδεῖς, ψυχρούς. Ἀπὸ δὲ τοῦ θοῦρος γίνεται θορῶ, τὸ ὁρμῶ καὶ πηδῶ. Θοῦρις: Ἡ ἀσπίς. Παρὰ τὸ θύειν, θύρις· καὶ

453

(50)

πλεονασμῷ τοῦ ο, θοῦρις. Ἀπὸ τῶν περιεχομένων τὸ περιέχον εἴρηται. Ἢ θοῦρις ἡ θοροποιός. Καὶ, θοῦριν ἐπιειμένοι ἀλκήν.
Θοίνη: Εὐωχία, τροφὴ, κατάβρωμα. Παρὰ τὸ θῶ, ὁ μέλλων, θώσω, τρίτης συζυγίας τῶν περι‐
55σπωμένων, γίνεται ῥηματικὸν ὄνομα θώνη, καὶ θοίνη. Θίασμος: Εὐωχία· ἔσθ’ ὅτε δὲ καὶ τὸ βακχεῖον φησί· κυρίως δὲ τὸ πλῆθος. Εὐριπίδης· θίασμος ἐμὸς γυναικῶν.

454

Θιασώτης: Ὁ κοινωνὸς τῶν θυσιῶν. Ἐκαλοῦντο δὲ καὶ οὗτοι ὀργεῶνες. Ἐκλήθησαν δὲ ἀπὸ τοῦ θιά‐ σου, ὅπερ ἐστὶ σύνοδος καὶ συναγωγή· ἀπὸ τοῦ θεῖν. Θλίψις: Ἐκ τοῦ θλίβω, θλίψω, θλίψις. Τοῦτο
5παρὰ τὸ θλῶ θλίβω, ἢ παρὰ τὸ θρῶ θρύβω, καὶ θλίβω κατὰ τροπήν. Τὰ εἰς ΒΩ λήγοντα ῥήματα ἑνὶ φω‐ νήεντι παραλήγεται· πλὴν τοῦ ἀμείβω, στείβω, λείβω, εἴβω, τὸ στάζω, ὡς τὸ, τέρεν κατὰ δάκρυον εἶβεν.
10Θρασύς: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων
10Αἰολικῶς, θέρσω, γίνεται θερσύς· καὶ τροπῇ τοῦ ε εἰς α, καὶ ὑπερθέσει, θρασύς· οἱ γὰρ θρασεῖς, θερμοί. Θρανήτιδες: Κῶπαι θηρευτῶν. Θρανίου: Δίφρου. Θράνος ὑποπόδιον· καὶ θρα‐ νίδιον λέγουσιν· θραύεται γὰρ καὶ κλᾶται.
15 Θραῦσις: Ἐκ τοῦ θραύω θραύσω, θραῦσις. Ἔστι δὲ φθορὰ, θάνατος, ἀρρωστία, συντριβὴ, πληγή. Θραύματα: Νευροσπάσματα. Θρασυκάρδιος: Θρασὺς, τολμηρός. Θράττειν: Ταράσσειν, (ἐνοχλεῖν, νύσσειν, κινεῖν,
20δυσωπεῖσθαι, ὑφορᾶσθαι) τράττειν, καὶ θράττειν. Θρᾷξ: Θράϊξ· (ἐξ οὗ τὸ, Θρήϊκες ἀκρόκομοι.) καὶ κατὰ συναίρεσιν, Θρᾷξ. Καὶ πάντα τὰ ἀπ’ αὐτοῦ συγκείμενα θηλυκὰ διὰ τοῦ ι γράφεται, Θρή‐
25ϊσσα γυνὴ, καὶ Θράϊσσα· Ἀθηναῖοι δὲ, Θρᾶττα
25λέγουσι. Καὶ τὸ Θρᾴκη δὲ ἔχει τὸ ι. Θρακίας, καὶ πλεονασμῷ τοῦ ς, Θρασκίας, ὁ ἄνεμος.
Θρέπτα: Λέγεται τὰ τεθραμμένα. Θρέπτρα δὲ τὰ θρεπτήρια, ὥσπερ λύτρα τὰ λυτήρια. Οὕτως εὗρον ἐγώ.
30Θρέξασκον: Ἀντὶ τοῦ ἔτρεχον. Τρέχω· ὁ
30μέλλων, θρέξω· ἔθρεξαν· καὶ Ἰωνικῶς, θρέξασκον. Θρέψας: Τὸ πήξας· ὡς τὸ, Ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος.
35Καὶ τροφαλὶς [ἔνθα] τὸ πῆγμα τοῦ γάλακτος καὶ τεθραμμένον· ἔνθεν καὶ τρέφεται, τὸ περιπήγνυται. Σημαίνει καὶ τὸ σύνηθες, Τὴν μὲν ἄρα θρέψασα τεκοῦσα. Διατί τρέφω θρέψω, καὶ τρέχω θρέξω, καὶ ἔχω ἕξω,
40οὐ συνάρχεται τῷ ἐνεστῶτι; Ἐπειδὴ τὸ μὲν ἔχω ψι‐
40λοῦται, τὸ δὲ ἕξω δασύνεται· τὰ δὲ λοιπὰ, ὅτι Ἰω‐ νικὰ, ἐτράπη τὸ ψιλὸν τ εἰς δασὺ θ· οἱ γὰρ Ἴωνες ἔθος ἔχουσι τὸ παρ’ ἡμῖν ψιλούμενον εἰς δασὺ τρέ‐ πειν· τὴν γὰρ χύτραν, παρὰ τὸ χέειν ἡμᾶς ἐξ αὐτῆς, κύθραν λέγουσιν. Ἔστι δὲ ἄλλως εἰπεῖν ὅτι θρέφω
45καὶ θρέχω ὤφειλεν εἶναι, ἵνα συνάρξηται τῷ μέλ‐
45λοντι· ἀλλ’ ἕτερός τις κανὼν ἐναντιοῦται, ὃν δεῖ τὸν φιλόπονον ἐν τῷ τοῦ Γεωργίου τοῦ Χοιροβοσκοῦ Ῥη‐ ματικῷ ζητεῖν. Θρῆνος: Παρὰ τὸ θραύειν τὸν νοῦν, θράνος καὶ θρῆνος· ἢ παρὰ τὸ θέρειν (ὅ ἐστι καίειν) τὸν νοῦν· ἢ

454

(50)

παρὰ τὸ θρηβὴς καὶ ἀνατεταμένη βοὴ εἶναι. Δια‐

454

(50)

φέρει δὲ ἐπικηδείου· ὅτι τὸ μὲν ἐπικήδειον, παρ’ αὐτὸ τὸ κῆδος, ἔτι τοῦ σώματος προκειμένου, λέγεται· ὁ δὲ θρῆνος, οὐ περιγραφόμενος χρόνῳ. Θρῆνυς: Ὑποπόδιον· λέγεται καὶ ἀρσενικῶς· εἴρηται παρὰ τὸ θράνος, ὅ ἐστι μικρὸν ὑποπόδιον.
55Λέγεται θρῆνυς καὶ ἡ μέση τῆς νηὸς διήκουσα σανίς· ἀφ’ ἧς καὶ θρανίται λέγονται, παρὰ τὸ ἐν αὐταῖς ἱζάνειν. Ἰλιάδος οʹ, Θρῆνυν ὑφ’ ἑπταπόδην.

455

Θρῆνυς: Ὑποπόδιον. Βέλτιον δὲ θρῆνυν καλεῖ‐ σθαι ὑπὸ Ὁμήρου τὰς καθέδρας τῶν ἐρετῶν· ἀναχω‐ ρῶν γὰρ ἀπὸ τῶν τῆς νεὼς καταστρωμάτων ἐπὶ ταύ‐ την ἀφικνεῖται. Τινὲς δὲ τόπον τῆς νεὼς βάσιν
5ἔχοντα, ἐφ’ οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι· ὃ καὶ ἑδώλιον φασίν. Ἄλλοι δὲ τὴν ὑποδεχομένην τὸν ἱστὸν τράπεζαν εἶπον· οἱ δὲ, διαβάθραν ἀπὸ νεὼς ἐπὶ νῆα. Ἑπταπόδην δὲ, ἑπτὰ ποδῶν τὸ μέγεθος ἔχουσαν.
10Θρῆσκος: Ἑτερόδοξος· ἐκ τοῦ Θρᾷξ Θρᾳκός·
10καὶ θρηισκεία, παρὰ τὴν τῶν Θρᾳκῶν ἐπιμέλειαν τὴν πρὸς τὸ θεῖον καὶ τὴν Ὀρφέως ἱερουργίαν· οὗτοι γὰρ πρῶτον ἐξεῦρον τὴν περὶ τὸ θεῖον εὔνοιαν. Ἢ παρὰ τὸ τοὺς θεοὺς ἀρέσκεσθαι ἢ ἀρέσκειν. ὅ ἐστιν ἐξευμενίζεσθαι· καὶ ὁ Θεολόγος,
15 Οὐ Θρᾳκῶν ὄργια· παρ’ ὧν καὶ τὸ θρῃσκεύειν, ὡς λόγος. Θρίαμβος: Ἐπίδειξις νίκης, πομπὴ, καὶ τὸ σεμνύνεσθαι. Ἔν τισι πόλεσιν, ὅταν ἤνθουν αἱ συκαῖ, παῖδες περιελόντες σῦκα σὺν αὐτοῖς τοῖς θρίοις ἔπαιζον, προφέροντες ἰαμβεῖα τετράμετρα, ἢ
20ἡμιάμβεια. Θρία δὲ εἰσὶ τὰ τῆς συκῆς φύλλα· ἐπεὶ εἰς τρία διέσχισται. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐν αἰθρίᾳ βάζεσθαι, ὅ ἐστι λέγεσθαι. Γίνεται ἐκ τοῦ τρία, θρία· καὶ γὰρ τριμερές ἐστι τὸ φύλλον τῆς συκῆς. Ἐκ τούτου γίνεται θρίαμβος, καὶ θρι‐
25αμβεύω· λέγεται γὰρ, ὅτι ὁ Διόνυσος ἐποίησε στέ‐ φανον ἀπὸ συκῆς, καὶ οὕτως ἐθριάμβευσεν, ἤγουν ἐπὶ μέσης διέβη. Καὶ ἔτι φασὶν ἐν τῷ δήμῳ τοῦτο γίνεσθαι. Λέγεται δὲ καὶ θρίαμβος ὁ Διόνυσος, ὅτι ἐπὶ θηρῶν, τουτέστιν ἐπὶ λεόντων, βέβηκεν, οἷον
30θηρίαμβος· τῷ γὰρ ἅρματι αὐτοῦ λέοντας ὑποζευ‐
30γνύειν φασίν. Ἢ ὅτι καὶ συκῆς εὑρετής ἐστιν. Ἢ ἀπὸ τοῦ θορεῖν· πηδητικὸς γάρ. Λέγεται καὶ θυστή‐ ριος, ἀπὸ τοῦ θύειν, ὅ ἐστιν ὁρμᾶν· ἀφ’ οὗ καὶ τὸ αἰωρούμενον, θύσανον. Θριαμβεύσας: Δημοσιεύσας.
35Θρίαι: Αἱ μαντικαὶ ψῆφοι, οἱονεὶ τρίαι τινὲς
35οὖσαι· καὶ γὰρ αἱ τρεῖς νύμφαι αἱ θυγατέρες τοῦ Διὸς, εὑρηκυῖαι τρεῖς ψήφους μαντικὰς, παρέσχον τῇ Ἀθηνᾷ· ἥτις ἐγκαλουμένη ὡς ἀλλότριον πρᾶγμα μετιοῦσα, (τοῦτο γὰρ τοῦ Ἀπόλλωνός ἐστιν,) ἔρριψεν αὐτὰς εἰς τὸ λεγόμενον Θριάσιον πεδίον. Παρὰ τὸ
40τρία, γέγονε θρία καὶ Θριάσιον· ἐκεῖ γὰρ ἔρριψεν ἡ Ἀθηνᾶ τὰς μαντικὰς ψήφους, αἵτινες θρίαι λέγονται· ὅθεν καὶ τὸ μαντεύεσθαι, θριᾶσθαι λέγεται. Καὶ αὗται τρεῖς εἰσὶ τὸν ἀριθμόν. Ἢ παρὰ τὸ τρισσαί· ἢ ἀπὸ Θριασίου τινὸς οὕτως καλουμένου.
45 Θρία: Κυρίως τὰ τῆς συκῆς φύλλα· καὶ θριά‐ ζειν, τὸ φυλλολογεῖν· δηλοῖ δὲ καὶ τὸ ἐνθουσιάζειν. Καὶ θριάσιον ἐκλήθη πεδίον ἀπὸ τῶν βληθεισῶν εἰς αὐτὸ θριῶν ὑπ’ Ἀθηνᾶς. Θρίαι δέ εἰσιν αἱ μαντικαὶ ψῆφοι. Νύμφαι δέ τινες εἰσὶ Θρίαι ὀνομαζόμεναι,

455

(50)

αἱ πρωτομάντεις, αἳ ἐξεῦρον τὴν τοιαύτην μαντείαν. Ἦσαν δὲ Ἀπόλλωνος τιθῆναι. Θριγκῷ: Τῷ τροχώματι· παρὰ τὸ θρέξαι· ὁ περιτρέχων κυκλόθεν οἷον στέφανος. Θριγκὸς οὖν τὸ ἀνώτατον τῆς τοῦ τοίχου οἰκοδομήσεως, καὶ ὁ ὑπὸ
55τὸν κλινόποδα τοῦ τοίχου τόπος· καὶ ἡ στεφάνη, καὶ τὸ περιχαράκωμα. Καὶ θριγκὸς τειχίου, στε‐
φάνη, περίφραγμα· ὡς οἶμαι, παρὰ τὸ θρέξω.

456

θρίδαξ θρίδακος, θριδακίνη, εἶδος μάζης καὶ λαχάνου. Τινὲς ἀπὸ τῶν τριῶν φύλλων· τρίφυλλος γὰρ κατ’ ἀρχὰς, ὡς καὶ θρίναξ. Τινὲς δὲ, ὅτι τρίζει δακνομένη· ἢ ὅτι τῷ θέρει γίνεται, θεριδακίνη τὶς, τὸ
5μαϊούλιον. Θρίναξ: Σημαίνει τριαινοειδὲς ἐργαλεῖον ἐργα‐ τικόν. Παρὰ τὸ τρία, τρίναξ καὶ θρίναξ. Θρινακία: Σημαίνει τὴν Σικελίαν· παρὰ τὸ ἐκ τριῶν συγκεῖσθαι ἄκρων, οἱονεὶ τρινακρία τὶς οὖσα.
10Καὶ γὰρ τρία ἀκρωτήρια ἔχει ἡ Σικελία, Λιλύ‐ βαιον, Πάχυνον, Πέλωρον. Θρίξ: Ἀπὸ τοῦ θερίζω, θερίξω, Δωρικῶς, θρίξω, καὶ ἀποβολῇ τοῦ ω, θρίξ. Κλίνεται τριχὸς, καὶ οὐχὶ θριχός· ἐπειδὴ τὸ ρ μετὰ δασείας δασύ ἐστι,
15καὶ ψιλὸν μετὰ ψιλῆς· οἷον, ἀφρὸς, Ἀτρεύς. Οὐδέ‐ ποτε δὲ εὑρίσκεται λέξις δισύλλαβος ἐν χρήσει ἀρχομένη ἀπὸ βʹ δασέων, τῆς ἑξῆς συλλαβῆς ἀρχο‐ μένης ἀπὸ δασέος. Τὸ γὰρ, ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι,
20ὁ φθίθω ἐνεστὼς οὐχ εὕρηται ἐν χρήσει. Τούτου
20χάριν ἡ θρὶξ εὐθεῖα ἔτρεψεν ἐν τῇ γενικῇ τὸ θ εἰς τ ἐν δὲ τῇ δοτικῇ τῶν πληθυντικῶν ἐπαναλαμβάνει αὐτὸ διὰ τοῦ ξ, θριξί. Θριπήδεστον: Ἀντὶ τοῦ βεβρωμένον καὶ διε‐ φθαρμένον· ἀπὸ τοῦ θρὶψ θριπὸς, καὶ τοῦ ἔδω, τὸ
25ἐσθίω. Θρὶψ δέ ἐστι ζῷον κατεσθίον ξύλα καὶ κέρατα· καὶ θριπήδεστα, τὰ ὑπὸ τῶν θριπῶν δια‐ βεβρωμένα ξύλα, οἷς ἀντὶ σφραγίδος ἐχρῶντο. Θρόνος: θρόνιον: ἔστι καὶ πόλις Λοκρίδος. Ἐκ τοῦ θρόνος, θρόνιον. Τοῦτο ἐκ τοῦ θορῶ, τὸ πηδῶ,
30θόρονος· καὶ ἐν συγκοπῇ, θρόνος, ἡ ἐπῃρμένη καθέδρα. Θρύον: Εἶδος πόας, ὁ λεγόμενος θρύσιος. Θρυαλλίς: Ἄνθος λυχνίδος, ἀκτίς. Ἤγουν
τὸ περικαιόμενον τοῦ ἐλλυχνίου. Ἔστι δὲ καὶ βοτάνη πρὸς λύχνον ἁρμόζουσα. Παρὰ τὸ θέρω καὶ
35τὸ ἅλλω, τὸ πηδῶ, γίνεται θεραλλίς· καὶ τροπῇ τοῦ ε εἰς υ, καὶ ὑπερθέσει, θρυαλλίς. Θρύλλος: Ἡ βοὴ καὶ ὁ θόρυβος. Παρὰ τὸ θροῦς, ὃ σημαίνει τὴν βοὴν, θρόος θροῦλλος καὶ θρύλλος.
40Θρυλοῦντες: Ἀπὸ τοῦ θροῦς καὶ τοῦ ἐλῶ, τὸ
40ἐλαύνω, οἱονεὶ θροῦν ἑλόντες, τουτέστι θόρυβον ἐγεί‐ ροντες· καὶ ἐπιθρυλοῦντες, ἐνοχλοῦντες, θορυβοῦν‐ τες. Ἐκ τοῦ θρυλῶ· τοῦτο παρὰ τὸ θροῦς θροός. Θροῶ περισπώμενον· πλεονασμῷ τοῦ λ, καὶ τροπῇ τοῦ ο εἰς υ, θρυλῶ.
45Θρυλίζω: Τὸ ψιθυρίζω. Παρὰ τὸ θραύω, θραυ‐
45λίζω· κατὰ παραγωγὴν καὶ ἀποβολὴν τοῦ α, θρυ‐ λίζω. Θρυλλίχθη δὲ μέτωπον: Ἰλιάδος ψʹ, ἐθραύ‐ σθη, συνετρίβη, ἐκλάσθη. Ἀπὸ τοῦ θραυλίχθη, κατὰ ἀποβολὴν τοῦ α. Παθητικὸς ἀόριστος ἐστί.

456

(50)

θρῴσκων σημαίνει τὸ πηδῶν. Ὁ μὲν Δίδυμος

456

(50)

χωρὶς τοῦ ι· ἀπὸ τοῦ θορῶ θορήσω, θορήσκω, θρήσκω, καὶ θρώσκω κατὰ τροπήν. Ἔχει δὲ τὸ ι. Ὥσπερ γὰρ ἀπὸ τοῦ εὑρῶ καὶ στερῶ γίνεται εὑρίσκω καὶ στερίσκω διὰ τοῦ ι, οὕτως ἀπὸ τοῦ θωρῶ θωρίσκω διὰ τοῦ ι· καὶ καθ’ ὑπέρθεσιν, θρωΐσκω· καὶ κατὰ
55συναίρεσιν, θρῴσκω. [Τινὲς δὲ κατὰ κῦμα ἔλεγον
55αὐτό.]
55 Θρωσμός: Σημαίνει τὸν ὑψηλὸν τόπον, ὅθεν ἔστι θεωρεῖν καὶ πηδᾶν· ἀφ’ οὗ καὶ θρόνος, ὁ ἐφ’ ὑψηλοῦ ποιῶν ἡμᾶς. Ἀπὸ τοῦ θορῶ θορίζω, θορισμός· κατ’

457

ἐπαύξησιν καὶ ὑπέρθεσιν, θροϊσμός· καὶ συναιρέσει, θρῳσμός. Ἔστι δὲ καὶ τόπος ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου, ὃς ὀνομαστικῶς καλεῖται Θρῳσμὸς, ὡς καὶ ἕτερος Καλλικολώνη, ᾧ στρατοπέδῳ ἐχρῶντο
5οἱ Τρῶες, εἴ ποτε τῆς πόλεως ἔξω τάσσοιντο. Θυία: Ἐφ’ ἧς τὰ θύα, ὃ ἐστὶ τὰ θυμιάματα· καταχρηστικῶς δὲ καὶ αἱ λοιπαὶ θυίαι. Θύον: Τὸ ἐπιθυόμενον εἰς κάθαρσιν, καὶ ἀβλα‐ βεῖς ποιοῦν· ἔνθεν τὸ,
10Πάσσε δ’ ἁλὸς θείοιο·
10καὶ,
10θεείου καιομένου.
10Φησὶν ἐπὶ τοῦ κεραυνοῦ· διὰ τὸ τούτου ἀπόζειν τὸν οὐρανόν· πῦρ τὸ τοῦ κεραυνοῦ. Θεῖα δὲ τὰ οὐράνια.
Ὁ δὲ Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ λέγει κτητικὸν εἶναι· τοῦ θεὸς θέειος ἐκβαλὼν τὸ δεύτερον ε, ἐποίησε τὸ θεῖος. Καὶ ὁ πατράδελφος, θεῖος, οὕτως σεπτι‐
15κὸς ὤν· ὅτι καὶ οἱ γονεῖς θεοὶ ἡμῖν εἰσι. Θυόεις: Ὡς παρὰ τὸ νείφω γίνεται νειφόεις, καὶ πνίγω πνιγόεις, οὕτω καὶ παρὰ τὸ θύω, θυόεις, καὶ θυόεν νέφος.
20Θυάδες: Αἱ βάκχαι· παρὰ τὸ θύω, τὸ ὁρμῶ· καὶ
20πλεονασμῷ τοῦ ι, θυϊάδες. Θυάσιν ὠμοβόροις ἴκελοι. Θυγατριδῆ: Ἐγγόνη, τῆς θυγατρὸς θυγάτηρ. Θυγάτηρ: Παρὰ τὸ θύειν καὶ ὁρμᾶν κατὰ γα‐ στρός· ἐκ τοῦ θύω καὶ τοῦ γαστήρ· λέγεται γὰρ τὰ
25θήλεα τάχιον κινεῖσθαι ἐν τῇ μήτρᾳ. Τὴν θυγατέρα,
25καὶ συγκοπῇ, θύγατρα· αἱ γὰρ συγκοπαὶ ἀναβιβά‐ ζουσι τοὺς τόνους· ἁρμόσαντες, ἄρσαντες· ὁμόπα‐ τροι, ὅπατροι. Θύελλα: Ὡς ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἄελλα, οὕτως ἀπὸ τοῦ θύω, τὸ ὁρμῶ, θύελλα· ἔστι δὲ συστροφὴ
30ἀνέμου.
30Θυέεσσι:
30Σὺν θυέεσσι,
30σὺν τοῖς θυμιάμασι· τουτέστι μετὰ θυσιῶν. Ἐκ
30τοῦ θύω, τὸ θυμιῶ, παράγωγον θυόεις θυόεντος· ἡ δοτικὴ τῶν πληθυντικῶν, θυόεσι· καὶ τροπῇ θυέεσι. Θυηλαί: Παρὰ τὸ θύω, θυηλή· κυρίως μὲν τοὺς θύλακας, εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται· κατα‐ χρηστικῶς δὲ πᾶσα θυσία. Θυηλαὶ οὖν, αἱ ἀπαρχαὶ
35τῶν θυσιῶν· ἤγουν αἱ θυσίαι. Φιλόχορος, Γῆς παῖδας εἶναι Θυηλὰς, ἃς πρώτας θύσαι θεοῖς. Θυλάκιον: Θυλάκιον δέ ἐστι δερμάτινον σακ‐ κίον, ἢ βαλλάντιον. Θυηνός: Θρίαινος γάρ φασι κατὰ διαίρεσιν· ὁ
40ἐπιθανάτιος αἶνος. Θυοσκόος: Ὁ μάντις· ὁ ἀπὸ τῶν θυομένων κοῶν, ὅ ἐστι νοῶν. Θυοσκόοι εἰσὶν, οἱ ἀπὸ τῶν θυο‐ μένων διὰ πυρὸς μαντευόμενοι· ἱερεῖς δὲ, οἱ ἀπὸ τῶν ἱερῶν σπλάγχνων μαντευόμενοι.
45 Θυώδης: Ὁ ἀπὸ τῶν θυομένων κοῶν καὶ νοῶν τὸ μέλλον· ἀπὸ τοῦ θύω, τὸ θυμιῶ. Λέγεται καὶ τὸ διὰ πυρὸς βάλλειν, θύον· ἐξ οὗ καὶ τεθυμένον τὸ διὰ πυρὸς βεβλημένον. Θυωρίτης:

457

(50)

Θυωρίτην τριπλαῖς.

457

(50)

Τὸν τραπεζίτην, ἀργυρογνώμονα, κριτήν. Θυωρὸς δὲ κυρίως ἡ τραπέζα, παρὰ τὸ τὰ θύη δέχεσθαι τῶν θεῶν· ἢ παρὰ τὸ τὰ θύη ὠρεῖν, ὅ ἐστι φυλάσσειν. Παρὰ Λυκόφρονι· νῦν δὲ μεταφορικῶς εἶπεν ἐπὶ τῆς ἄλλης, ὅτι ἔκρινον τὰς θεάς.
55 Θύω: Τὸ σφάζω καὶ ἱερουργῶ· ὁ μέλλων, θύσω· ἐξ οὗ καὶ θυσία. Θύω, τὸ ὁρμῶ· ἐξ οὗ καὶ θύρα, δι’ ἧς ὁρμῶμεν· καὶ τέθυμαι, θυμός. Τὸ ΘΥ, μακρόν.

458

Τὸ θύω καὶ λύω καὶ ῥύω κατὰ μὲν τὸν ἐνεστῶτα ἔχουσι καὶ μακρὸν καὶ βραχὺ τὸ δίχρονον, κατὰ δὲ τὸν μέλλοντα, ἀεὶ μακρόν· ἐν δὲ τῷ παρακειμένῳ συστέλλει αὐτὸ, τέθυκα καὶ λέλυκα· ὁμοίως καὶ ἐν
5τῷ παθητικῷ παρακειμένῳ· τὸ δὲ θῦμα καὶ λύμα ἐκτείνουσιν Ἀττικοί. Θυμός: Σημαίνει πέντε. Ἀπὸ τοῦ θύειν καὶ ὁρμᾶν τὸ αἷμα ἀπ’ αὐτοῦ, θύαιμός τις ὤν· κυρίως δὲ θυμὸς, μέρος τῆς ψυχῆς. Τρία δὲ αὐτῆς μέρη·
10λογικὸν,
10ἕτερος δέ με θυμὸς ἀνῆκεν.
10θυμικὸν,
10 Θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων. ἐπιθυμητικὸν, Εἴξας ᾧ θυμῷ. Ποτὲ μὲν οὖν ὁ θυμὸς παρὰ τῷ ποιητῇ σύμπασαν τὴν ψυχὴν σημαίνει, ὡς ἐν τῷ,
15Ἔνθ’ ὅγε τοὺς ἐνάριζε, φίλον δ’ ἐξαίνυτο θυμόν.
15Ἐνίοτε δὲ τὰ μέρη αὐτῆς· τὸν μὲν ἐπιλογισμὸν,
15ἕτερος δέ με θυμὸς ἀνῆκεν.
15Τὸ δὲ θυμικὸν, ὡς τὸ, σὺ δὲ μεγαλήτορα θυμὸν ἴσχειν ἐνὶ στήθεσιν· καὶ, Θυμὸς δὲ μέγας ἐστί.
20Ἐνταῦθα τὴν ὀργήν· καὶ τὴν ἐπιθυμίαν, ὡς τὸ,
20Εἴξας ᾧ θυμῷ, μίγη φιλότητι καὶ εὐνῇ.
20Σημαίνει καὶ τὴν ὁμόνοιαν, ὡς τὸ,
20ἕνα θυμὸν ἔχοντες καὶ ἐπίφρονα βουλήν.
20Ποιοῦ εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Εἰ μὲν σημαίνει τὴν ψυχὴν, γενικοῦ· εἰ δὲ σημαίνει τὴν ὀργὴν, εἰδικοῦ. Διαφέρει γὰρ ὀργὴ, μῆνις, κότος, χόλος, θυμός. Ζήτει εἰς τὰς Διαφοράς. Θυμοβάρεια: Ὡς ἀπὸ τοῦ θυμοβαρεύω.
25 Θυμαρής: Ἔχει δ’ ἄλοχον θυμαρέα, Ἰλιάδος ιʹ, τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. Παρὰ τὸ θυμὸς καὶ τὸ ἀρῶ γίνεται θυμαρής. Καὶ σκῆπτρον θυμαρὲς,
30ὀξυτόνως· οὐ γὰρ ἐστὶ παρώνυμον παρὰ τὸ ΗΡΗΣ·
30τὰ γὰρ διὰ τοῦ ΗΡΗΣ καὶ ΩΔΗΣ βαρύνεται, ξιφήρης,
30ὀνώδης.
30 Θυμέλη: Ἡ τοῦ θεάτρου μέχρι νῦν ἀπὸ τῆς τραπέζης ὠνόμασται, παρὰ τὸ ἐπ’ αὐτῆς τὰ θύη μερίζεσθαι, τουτέστι τὰ θυόμενα ἱερεῖα. Τράπεζα δὲ ἦν, ἐφ’ ἧς ἑστῶτες ἐν τοῖς ἀγροῖς ᾖδον, μήπω τάξιν λαβούσης τραγῳδίας.
35 Θυμίαμα: Παρὰ τὸ θύω, θυμιῶ· ἢ παρὰ τὸ θύον, ὅπερ ἐστὶν εἶδος πόας μυρεψικῆς. Θυ‐ μίαμα δὲ, θυμοῦ ἴαμα. Ἢ ἀπὸ τοῦ τυφωέως καπνοῦ· ἀφ’ οὗ καὶ θῦμα, παρὰ τὸ θύω. Ἢ ὅτι διὰ τῶν θυμάτων καιομένων ἐθυμίαζον οἱ πα‐
40λαιοί.
40 Θύμμενον: Δηλοῖ τὸ ὑπὸ πυρὸς βεβλημένον ἢ κεκακωμένον. Καὶ παρὰ γεωργοῖς οἱ ὑποκεκαυμένοι ὑπὸ πάχνης ἀμπελῶνες ἐντεθυμμένοι καλοῦνται. Καὶ τὸ κακῶσαι τῷ καπνῷ τοῦ πυρὸς τὰς μελίσσας θύσαι λέγουσι μελιττουργοί.
45 Θύμβρα: Τόπος τῆς Ἰλίου, κληθεὶς κατὰ μέν τινας ἀπὸ ἑνὸς τῶν Δαρδάνων μετοικησάντων· καθ’ ἑτέρους δὲ, ἀπὸ Θύμβρης. Ἰλιάδος κʹ, πρὸς Θύμβρης δ’ ἔλαχον Μῄονες ἀγέρωχοι. Ἀντὶ τοῦ πρὸς τὸ Θυμβραῖον πεδίον κλήρῳ ἔλαχον

458

(50)

Λυδοὶ, αὐθάδεις καὶ θρασεῖς. Ὁτὲ δὲ δηλοῖ καὶ τοὺς ἄγαν ἀνδρείους. Ἔνθεν καὶ Θυμβραίου Ἀπόλ‐ λωνος ἱερὸν ἐπιφανές. Θύκος: Κυρίως εἰς ὃν ἐμβάλλομεν τὰ θυμιά‐ ματα.
55Θύσκη: Σκάφη ἡ τὰ θύματα δεχομένη· ἀπὸ
55τοῦ θύω.
55Θύρα: Παρὰ τὸ θύω, τὸ ὁρμῶ. Ἢ παρὰ τὸ θέω
55καὶ τὸ ἀὴρ, θέαρα καὶ θύρα. Καὶ θυωρὸς, ὁ τῶν πυλῶν φύλαξ. Θύραζε: Κυρίως μὲν εἰς τὸ ἔξω τῆς θύρας· ὁτὲ δὲ καὶ τὸ ἁπλῶς ἔξω.

459

Θυρεός: Τὸ ὅπλον. Γίνεται παρὰ τὴν θύραν θυρός· καὶ πλεονασμῷ τοῦ ε, θυρεὸς, ὁ θύρας τάξιν ἔχων. Θυρεπανοίκτης: Σύνθεσιν ἐπὶ συνθέσει ἀνεδέ‐
5ξατο. Ἦν γὰρ ἀνοίκτης· προσῆλθεν ἡ ἐπὶ, καὶ
5ἐγένετο ἐπανοίκτης· καὶ οὕτω τὸ θύρα προσετέθη, καὶ ἐγένετο θυρεπανοίκτης. Ὁμοίως καὶ τὸ δυο‐ καιεικοσίπηχυς· πρῶτον τὸ εἰκοσίπηχυς· καὶ οὕτω συνετέθη. Καὶ τὸ Σφραγιδονυχαργοκομήτης σύν‐ θεσιν ἐπὶ συνθέσει ἀνεδέξατο. Ὥσπερ γὰρ τόνος οὐ
10τίθεται περαιτέρω τῶν τριῶν συλλαβῶν, οὔτε ποὺς μετρικὸς ὑπερβαίνει τὰς τρεῖς συλλαβὰς, οὕτω οὔτε λέξις σύνθετος θέλει εἶναι περαιτέρω τῶν τριῶν
λέξεων. Θυρηβόλιον: Ἡ ἔπαυλις, θυροβόλιόν τι ὄν.
15Θῦνον κρίνοντες: Ἰλιάδος βʹ, ὥρμων διαχω‐
15ρίζοντες τὸν λαόν. Ὁ παρατατικός ἐστιν ἔθυνον. Ἀπὸ τοῦ θύω πλεονασμῷ τοῦ ν γίνεται θύνω, τὸ ὁρμῶ· καὶ ὄνομα ῥηματικὸν, θῦνος· καὶ πλεονασμῷ ἑτέρου ν, θῦννος· ὅπερ ἐν τῇ κοινῇ συνηθείᾳ καλεῖται θύννα. Κλίνεται δὲ ὡς ἡ παρθένος οὕτως καὶ ἡ
20θύννος· καὶ αἱ θύννοι, ὡς αἱ μυροφόροι. Θυννίδες: Οἱ νῦν θύννοι, ἢ ἄλλοι τινὲς ἰχθύες. Θυσσανόεσσα: Κροσσοὺς ἔχουσα. Ἀπὸ τοῦ θύω, τὸ ὁρμῶ καὶ κινῶ, γίνεται θύσανος θυσανόεις· καὶ τὸ θηλυκὸν, θυσσανόεσσα.
25 Θύσθλα: Θυρσοὶ ἢ κλάδοι, οὓς αἱ βάκχαι κατ‐ έχουσιν. Ἢ τὰ φύλλα τῆς ἀμπέλου· ἢ τὰ ἐπὶ τὴν θυσίαν φερόμενα. Παρὰ τὸ θύω, τὸ ὁρμῶ, ὁ μέλλων θύσω, γέγονε θύσθλον. Ἰλιάδος ζʹ, Θύσθλα χαμαὶ κατέχευαν.
30Οἱ μὲν, τοὺς κλάδους· οἱ δὲ, τοὺς θύρσους, τουτέστι
30τὰς βακχικὰς δράκας· ἅ ἐστι διονυσιακὰ μυστήρια· ἔνιοι δὲ πάντα κοινῶς τὰ πρὸς τὴν τελετήν. Θυσιαστήριον: Τὸ τὴν θυσίαν τηροῦν. Θυραυλεῖν: Τὸ παρὰ ταῖς θύραις τινὸς αὐλί‐ ζεσθαι καὶ προσεδρεύειν καὶ περιμένειν.
35 Θύρσος: Ὁ κλάδος ὁ παρὰ Διονύσῳ· παρὰ τὸ συνεχῶς ταῖς μαινάσι κινούμενος· οἱονεὶ θύειν (ὅ ἐστιν ὁρμᾶν) ὀρθὸς, οὐκ ἐγκεκλιμένος. Θύρσος: Ὄνομα κύριον· θυρσὸς τὸ στέμμα τῶν γάμων.
40Θοή: Ἡ ζημία, ἣν κατατίθεται ὁ ζημιούμενος.
40Γίνεται ἐκ τοῦ θῶ, τὸ καταβάλλω καὶ ζημιῶ. Θῶες: Ἀπὸ τοῦ θέω, τὸ τρέχω, γίνεται θώς. Ἢ ἀπὸ τοῦ θοός· ταχεῖς γὰρ εἰσὶ, καίπερ βραχυσκε‐ λεῖς ὄντες. Ἔστι δὲ ὁ θὼς ζῷον ἄλκιμον καὶ εὐκί‐ νητον.
45Θωπεία: Ἡ κολακεία· ἐκ τοῦ θωπεύω· καὶ
45θῶπες, οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ προσιόντες ἐπὶ κολακείᾳ. Παρὰ τὸ θὼψ, ὅπερ ἐστὶ θηρίον ἀπατηλόν. Τοῦτο παρὰ τὸ θῶ, ὃ σημαίνει τὸ εὐω‐ χοῦμαι. Θῶμαι καὶ ἐπίθωμαι: Πᾶν ὑπερτρισύλλαβον

459

(50)

εἰς ΜΑΙ λῆγον ἐπὶ τοῦ δευτέρου μέσου ἀορίστου ἐν

459

(50)

τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· δῶμαι, ἀπόδωμαι· σχῶμαι, ἀπόσχωμαι. Θωμοί: Οἱ τῶν σπερμάτων σωροί. Ἐκ τοῦ τίθημι, θήσω. Θωμός: Ὁ σωρός.
55Θώμιξ: Λεπτὸν σχοινίον. Θωμίζει: Τῷ κέντρῳ ἐρεθίζει καὶ μαστί‐
ζει. Θῶν: Ὄνομα κύριον· καὶ κλίνεται Θῶντος, ὡς πρὸς τὸν χαρακτῆρα τῶν εἰς ΩΝ περισπωμένων, ὡς
60Ξενοφῶν, Ξενοφῶντος.

460

Θῶνος παράκοιτις: Λέγει ὁ τεχνικὸς, ὅτι ἀπὸ τῆς Θῶνις Θώνιδος γίνεται Θώνιος, ὡς Πάρις Πάριδος, Πάριος· καὶ συγκοπῇ, Θῶνος. Ἢ ἀπὸ τοῦ Θόων Θόωνος· καὶ κράσει τοῦ ο καὶ ω εἰς ω μέγα, Θῶνος.
5Κρεῖττον λέγειν ἀπὸ τῆς Θώνιος γενικῆς κατὰ συγκοπήν. Ζήτει περὶ τούτου διεξοδικώτερον Χοιρο‐ βοσκὸς περὶ τόνου τῆς εὐθείας τῶν δυϊκῶν. Θῶκος: Ἡ καθέδρα· παρὰ τὸ θῶ, τὸ ἑδραιῶ· ἢ γίνεται κατὰ ἀντίφρασιν ἀπὸ τοῦ θέω· ἢ ἀπὸ τοῦ
10θοῶ· ἐξ οὗ παράγωγον, θοάζω· ἔνθεν Σοφοκλῆς Οἰ‐ δίποδι, Τίνας ποθ’ ἕδρας τάσδέ μοι θοάζετε; Ἀντὶ τοῦ προσκαθέζεσθε. Θῶ οὖν· ὁ μέλλων, θώσω· γίνεται θῶκος, ἡ τοῦ θεῖν ἡμᾶς ἐπέχουσα
15καθέδρα.
15Θώραξ: Παρὰ τὸ θῶ, τὸ ἀπολαύω, οὗ ὁ μέλλων
15θώσω, θῶρος καὶ θώραξ· οἱονεὶ τὸ ἀπολαυστικὸν μέρος τοῦ σώματος, τὸ ἀπὸ τοῦ τραχήλου μέχρι τῶν αἰ‐
δοίων καθῆκον κύτος· ὃ καὶ ὄλμος καλεῖται. Λέγεται δὲ θώραξ τὸ ὅπλον, ὁ σιδηροῦς χιτών· ὅπερ ἐστι λου‐ ρίκιον· ἀφ’ οὗ θωρηχθῆναι, τὸ καθοπλισθῆναι.
20Λέγεται καὶ τὸ παχὺ ἱμάτιον, καὶ ὁ πύργος, καὶ τὸ σῶμα, καὶ τὸ στῆθος, τὸ μέρος τοῦ σώματος. Γί‐ νεται παρὰ τὸ οὐρῶ, τὸ φυλάσσω, οὖρος καὶ ὦρος· ὅθεν καὶ θυρωρὸς καὶ πυλωρός. Ἐκ τοῦ ὦρος, παρώ‐ νυμον, ὤραξ· καὶ πλεονασμῷ τοῦ θ, θώραξ, ὁ φύλαξ
25τοῦ θερμοῦ καὶ τοῦ θυμικοῦ. Ἢ παρὰ τὸ θορῶ, τὸ πηδῶ, θώραξ, τροπῇ τοῦ ο εἰς ω, ὁ φύλαξ τῆς θορού‐ σης (ὅ ἐστι τῆς πηδώσης) καρδίας· ἀπὸ γὰρ ταύτης καὶ τὰ λοιπὰ μέρη κινοῦνται· ἢ τοῦ θείου καὶ ἡγε‐ μονικοῦ τῆς ψυχῆς, ἢ τοῦ θυμικοῦ· οἷον θοάραξ. Ἢ
30παρὰ τὸ πᾶν πρᾶγμα κινεῖσθαι διὰ τοῦ περιχεομένου
30τοῦ ἡγεμονικοῦ ἐν αὐτῷ, οἷον θεώραξ. Ἢ παρὰ τὸ θῶ, τὸ εὐωχοῦμαι, ἤτοι ἐν εὐωχίᾳ εἰμί· ἀφ’ οὗ οἱ Δω‐ ριεῖς θω[ρεῖ]σθαι λέγουσι τὸ εὐωχεῖσθαι· τούτου ὁ μέλλων, θώσω· ῥηματικὸν ὄνομα, θῶρος· ἀφ’ οὗ θώραξ, ὡς λίθος, λίθαξ. Θῶρος οὖν ἡ τροφὴ καὶ ἡ
35μέθη· καὶ θώραξ, ὁ δεκτικὸς τῆς τροφῆς τόπος· ἀφ’ οὗ καὶ τὸ ἐμπίπλασθαι οἴνου θωράσασθαι λέγεται, ὡς παρὰ Ἀριστοφάνει, πρὸς τοὺς συμπότας θωράξομαι. Εὐωχηθήσομαι, ἢ μεθυσθήσομαι. Καὶ Πίνδαρος
40Διθυράμβων πρώτῳ,
40Ἀλόχῳ ποτὲ θωρηχθεὶς ἐπεῖχεν ἀλλοτρίᾳ.
40Παρὰ δὲ τὸ θῶ εἴρηται καὶ ἔνθεσις ἡ τροφή· καὶ ἔνθου τὸ ῥόφησον, παρὰ Ἀριστοφάνει· καὶ θω‐ ρήσσω καὶ θώρηξις. Λέγεται καὶ ἐπὶ τῆς καθο‐ πλίσεως, καὶ ἐπὶ τῆς τοῦ οἴνου ἀκρατοποσίας. Ἐπὶ δὲ τοῦ ὅπλου, θώραξ, ἀπὸ τοῦ περιεχομένου τὸ περι‐
45έχον ἔξωθεν παρίστησι μετωνυμικῷ τρόπῳ, ὡς
45Ὅμηρος,
45 Τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων. Ἀπὸ τῶν περιεχομένων τὰ περιέχοντα, ἀπό τε τῆς ἀσπίδος καὶ τῆς περικεφαλαίας. Ὁ τρόπος, μετω‐ νυμία. Τὸ θωρήσσω, ἀπὸ τοῦ θοῦρος, ὁ εἰς τὸν πόλεμον

460

(50)

ὁρμητικός· ἀπὸ τοῦ θέειν ῥᾷον.

460

(50)

Δοῦρις ὁ Σάμιος ἐν τῷ περὶ Νόμων φησὶν,

460

(50)

ὅτι Διόνυσος ἐπιστρατεύσας Ἰνδοῖς, καὶ μὴ δυνάμενος αὐτοὺς χειρώσασθαι, κρατῆρα οἴνου πληρώσας πρὸ τῆς χώρας αὐτῶν ἔθηκεν· οἱ δὲ ἐμφορηθέντες τοῦ πόματος, ἀσυνήθεις ὄντες, οὕτως ἐχειρώθησαν μεθυσθέντες. Ὅθεν οἱ ποιηταὶ τὸ μεθύειν θωρήσσεσθαι λέγουσιν.
55Τὰ εἰς ΑΞ ὀνόματα, φύσει μακρᾷ παραληγόμενα, εἰ μὲν ὦσιν ἀρσενικοῦ γένους, ἐκτείνουσι τὸ α· οἷον, θώραξ, οἴαξ· εἰ δὲ θηλυκοῦ, συστέλλουσιν αὐτὸ, οἷον αὖλαξ, πῖδαξ.

461

Θῶσθαι: Θῶσθαι λέγουσιν οἱ Δωριεῖς τὸ εὐωχεῖ‐ σθαι· ἀπὸ τοῦ θῶ, τὸ εὐωχοῦμαι. Θωΰσσειν: Τὸ θηριώδει φωνῇ χρῆσθαι· ἢ ἀπὸ
τοῦ θῶες· ἢ θρηνώδη.
5 Θῶ: Σημαίνει τὸ κατασκευάζω καὶ ποιῶ, ἐξ οὗ καὶ θεός· θῶ, τὸ τρέφω, ἐξ οὗ καὶ θοίνη ἡ εὐωχία· θῶ, τὸ θηλάζω, ἐξ οὗ καὶ θηλὴ ὁ μασθὸς, καὶ θῆλυς, ἡ ἔχουσα μασθοὺς καὶ θηλάζουσα· θῶ, τὸ ἑδραιῶ, ἐξ οὗ καὶ θῶκος, ὁ θρόνος· θῶ, τὸ τίθημι, ἐξ οὗ καὶ θὶς,
10ὁ σωρὸς τῶν χρημάτων· θῶ, τὸ ἀπολαύω, ἐξ οὗ καὶ θώραξ. Ἔστι δὲ καὶ ἄλλα δύο διὰ τοῦ ο καὶ ω· θῶ, τὸ καταβάλλω καὶ ζημιῶ, ἐξ οὗ καὶ θωή· τὸ δὲ διὰ τοῦ ο μικροῦ σημαίνει τὴν ταχύτητα. Γίνεται δὲ παρὰ τὸ θέω, τὸ τρέχω. Σημαίνει δὲ καὶ τὸ [τρέχω,
15καὶ τὸ] βλέπω· οἷον,
15Ἔργα θέων.
15Ἰστέον ὅτι τὰ εἰς ΟΣ ὀκταχῶς συντίθενται· ἢ γὰρ φυλάσσει τὸ ς, ὡς τὸ λαὸς σόος, λαοσσόος· καὶ θεὸς δοτὸς, θεόσδοτος· ἢ ἀποβάλλει τὸ ς, ὡς τὸ νίκος λαὸς, Νικόλαος· ἢ ἀποβάλλει τὸ ς καὶ προσ‐ λαμβάνει τὸ ι, ὡς τὸ Πύλος πυλογενὴς, καὶ πυλοι‐
20γενής· καὶ ὁδὸς, ὁδοπόρος καὶ ὁδοιπόρος· ἢ ἀπο‐
20βάλλει τὸ ς καὶ τρέπει τὸ ο εἰς η, ὡς τὸ ἔλαφος, ἐλαφοβόλος καὶ ἐλαφηβόλος· καὶ θεὸς τόκος, θεο‐ τόκος, καὶ θεητόκος· ἢ ἀποβάλλει τὸ ς καὶ τρέπει τὸ ο εἰς ε, ὡς τὸ μένος Μενόλαος καὶ Μενέλαος· καὶ Μενοπτόλεμος, Μενεπτόλεμος· ἢ ἀποβάλλει
25τὸ ς καὶ τρέπει τὸ ο εἰς ι, ὡς τὸ ὄρος, Ὀροβάσιος καὶ Ὀριβάσιος· ἢ ἀποβάλλει τὸ ς καὶ τρέπει τὸ ο εἰς ε καὶ προσλαμβάνει τὸ ἰῶτα, ὡς τὸ ὄρος ὀρο‐ φοίτης καὶ ὀρεφοίτης, καὶ ὀρειφοίτης· καὶ Ἄργος ἀργεφόντης, καὶ ἀργειφόντης· ἢ ἀποβάλλει τὸ ς
30καὶ τρέπει τὸ ο εἰς α καὶ προσλαμβάνει τὸ ἰῶτα, ὡς τὸ κλυτὸς Κλυτομνήστρα καὶ Κλυταιμνήστρα. Θυσία: Τὰ διὰ τοῦ ΙΑ θηλυκὰ παρὰ μέλλοντα παρηγμένα βαρύνεται, ὁσία, ἐξουσία, προδοσία· τὸ μέντοι πρασιὰ καὶ αἱμασιὰ, ὡς περιεκτικοῦ ἔχοντα
35ἔννοιαν, ὀξύνεται. Τὰ διὰ τοῦ ΙΑ θηλυκὰ μονογενῆ πρὸ μιᾶς ἔχοντα τὸν τόνον ὑπερδισύλλαβα, μὴ ὄντα ἀπὸ τῶν εἰς ΕΥΣ ἢ ΕΥΩ ἢ ΥΣ, μήτε ἀπὸ τῶν εἰς ΟΣ προπερισπωμένων. μήτε σύνθετα ἀφ’ ἁπλοῦ ἔχοντα τὴν ΕΙ δίφθογγον,
40μήτε λεγόμενα εἰς ΟΝ οὐδέτερα, μήτε προπαροξύτονα κατὰ κρᾶσιν γινόμενα, μήτε κατὰ διάστασιν εὑρι‐ σκόμενα, μήτε Ἀττικὰ ἐκτείνοντα τὸ ἄλφα καὶ παροξυνόμενα, διὰ τοῦ ι γράφεται, ἀνία, ξενία, πενία, γωνία, ἠρεμία, ὀφθαλμία, αἰθρία, καρδία. Πρόσκει‐
45ται, “μονογενῆ,” διὰ τὸ Πολυδεύκεια χεὶρ, καὶ
45Ἀγαμεμνόνεια· ὁ Ἀγαμεμνόνειος γὰρ, καὶ τὸ Ἀγαμεμνόνεια. “Πρὸ μιᾶς τὸν τόνον ἔχοντα,” διὰ τὸ εὐσέβεια. “Ὑπὲρ δύο συλλαβὰς,” διὰ τὸ μνεία, χρεία, θεία. “Μὴ ἀπὸ τῶν εἰς ΕΥΣ, ΕΥΩ, καὶ ΥΣ,” διὰ τὸ δουλεύω, δουλεία· ταχὺς, ταχεῖα.

461

(50)

Μὴ σύνθετα ἀφ’ ἁπλοῦ·” ἐπειδὴ ἀπὸ τοῦ δεία τοῦ σημαίνοντος τὴν ἔνδειαν γέγονε σιτοδεία. “Μὴ λε‐ γόμενα εἰς ΟΝ,” διὰ τὸ ἐλεγεῖον, ἐλεγεία. “Μὴ προπαροξυνόμενα κατὰ κρᾶσιν γινόμενα,” διὰ τὸ ὑγιὴς, ὑγίεια καὶ ὑγία. “Μὴ κατὰ διάστασιν,”
55διὰ τὸ ἀνδρεία, τὸ ἐπὶ τῆς ἀρετῆς· τοῦτο δὲ Ἀπολ‐
55λώνιος διὰ τοῦ ι γράφει, ὁ δὲ Ὦρος, διὰ τῆς ΕΙ διφθόγγου. Εὕρηται γὰρ κατὰ διάστασιν ἀνδρεΐα. Οὕτως καὶ ἡ παράδοσις. Πρόσκειται, “ἐπὶ τῆς ἀρετῆς,” ἐπειδὴ ἐπὶ γυναικὸς παρὰ Φιλοξένῳ οὐ

462

λέγεται ἀνδρεία γυνὴ, ἀλλὰ μᾶλλον ἀνδρικὴ γυνή. Πρόσκειται, “μὴ ἀπὸ τῶν εἰς ΟΣ προπερισπωμένων,” διὰ τὸ Ἀργεῖος Ἀργεία, ἀνδρεῖος ἀνδρεία· “μὴ Ἀτ‐ τικά·” ἐπειδὴ τὸ ἱέρεια καὶ εὔκλεια Ἀττικῶς κατα‐
5βιβάζουσι τὸν τόνον καὶ τὸ α ἐκτείνουσι. Τοιοῦτον καὶ τὸ θύεια, ὃ σημαίνει τὴν ἴγδην. Ἀττικοὶ ἐκτεί‐ νουσι τὸ α, καὶ καταβιβάζουσι τὸν τόνον, καὶ τὴν αὐτὴν γραφὴν φυλάττουσι. Τὸ δὲ νωθεία, ἡ ἀργεία, ἀπὸ τοῦ νωθρός ἐστι νωθρεύω, νωθρεία, κατὰ ἀπο‐
10βολὴν τοῦ ρ. Τὰ εἰς ΟΣ ἔχοντα ῥῆμα ἀντιπαρακεί‐ μενον διὰ τοῦ ΕΥΩ, εἰ μὲν ὦσιν ἁπλᾶ, τῷ ῥήματι ἀκολουθεῖ τὰ θηλυκά· οἷον πόρος πορεύω, πορεία δίφθογγον· εἰ δὲ ὦσι σύνθετα, διὰ τοῦ ι γράφεται τὰ θηλυκὰ, οἷον φιλάνθρωπος, φιλανθρωπεύω, φιλαν‐
15θρωπία, ὑπερηφανία, καὶ παρθενία. Τὰ παρὰ τὸ ἦθος διφορεῖται, ἀήθεια καὶ ἀηθία· (πολιτικώτερον δὲ διὰ τοῦ ι·) καὶ τὰ παρὰ τὸ κέρδος, φιλοκέρδεια καὶ φιλοκερδία, αἰσχροκέρδεια καὶ αἰσχροκερδία· καὶ τὰ παρὰ τὸ παθεῖν καὶ μαθεῖν, εὐπάθεια καὶ εὐπαθία,
20εὐμάθεια καὶ εὐμαθία, προμήθεια καὶ προμηθία· εὐέ‐
20πεια καὶ εὐεπία, ὠφέλεια καὶ ὠφελία, εὐμάρεια καὶ εὐμαρία· οἰκωφελία καὶ κοινωφελία μόνως, καὶ ἀμα‐ θία· καὶ τὸ ι, πολιτικόν. Τὰ παρὰ τὸ φυὴ, διὰ τοῦ ι, εὐφυΐα. Εὕρηται καὶ εὐφύεια παρὰ Ἀλέξιδι. Τὰ παρὰ τὸ τύχη, διὰ τοῦ ι, εὐτυχία. Εὕρηται καὶ
25εὐτύχεια παρὰ Σοφοκλεῖ. Τὰ παρὰ τὸ ἔτος διὰ τοῦ ι γράφεται· τὰ δὲ παρὰ τὸ ἄλλο, διὰ διφθόγγου.
27tι.
29ἰῶτα τὸ στοιχεῖον, παρὰ τὸν ἰὸν τῶν ἰοβόλων
30ζῴων· ὥσπερ γὰρ ὁ ἰὸς εἰς ὀρθὸν βαδίζει ᾧ καὶ πέ‐ πρωται, οὕτως καὶ ἡ τούτου γραφὴ, ὀρθὴ οὖσα, ἰῶτα καλεῖν ᾐνίξατο. Ἢ ἀπὸ τῶν ἰῶν τῶν βελῶν. Ἰστέον ὅτι τὸ ἰῶτα καὶ Ἰάσων τινὲς ἐν συλλήψει λέγουσιν εἶναι. Ἔστι δὲ ἀνατρέψαι αὐτούς· ἐπειδὴ
35τὰ ὑποταττόμενα τινὶ ἐν συλλήψει, ἐὰν ἀντιπροηγή‐
35σωνται, ἐν διαστάσει ἀντιπροηγοῦνται· οἷον, πρῶτος, ἕρπω· κλέος, ἕλκω. Εἰ ἄρα οὖν τὸ ἰῶτα ὑποτέ‐ τακται τοῦ α καὶ τοῦ ω κατὰ σύλληψιν, οἷον τῷ κοχλίᾳ, τῷ καλῷ, δηλονότι ἀντιπροηγησάμενον αὐτῷ ἐν τῷ ἰῶτα καὶ Ἰάσων κατὰ διάστασιν ἀντιπροηγή‐
40σατο.
40 Ζήτει περιστιζόμενον τὸ ι καὶ υ εἰς τὸ αὐλός. Τὸ δὲ ἰῶτα, παράγωγον ἐστὶν, ι· μονόγραμμα γὰρ ἐστίν· ἀλλὰ κατὰ παραγωγὴν γίνεται ἰῶτα. Ἰακώβ: Ἄκλιτόν ἐστι· καὶ διαφέρει μονοπτώ‐ του. Τὸ μὲν γὰρ ἄκλιτον ἐπ’ εὐθείας καὶ γενικῆς καὶ
45δοτικῆς καὶ αἰτιατικῆς καὶ κλητικῆς μετὰ διαφόρων
45ἄρθρων λέγεται· οἷον, ὁ Ἁβραὰμ, τοῦ Ἁβραὰμ, τῷ Ἁβραὰμ, τὸν Ἁβραὰμ, ὦ Ἁβραάμ· τὸ δὲ μονό‐ πτωτον, ἐπ’ εὐθείας μόνης· οἷον τὸ ὄφελος, τὸ οὖς. Ἴακχος: Αὐτὸς ὁ Διόνυσος, ἢ ἑορτή. Παρὰ τὴν ἰαχὴν τὴν ἐν ταῖς χορείαις γινομένην, τουτέστι

462

(50)

τὴν βοὴν, γίνεται ἴαχος· καὶ πλεονασμῷ τοῦ κ, ἴακχος. Ἢ ἀπὸ τῆς ἐν τοῖς πότοις ἰαχῆς. Ἰάλεμος: Σημαίνει τὸν θρῆνον. Ἔστι γὰρ εἶδος θρήνου. Ὅτε μὲν ἐπὶ τοῦ Ἀπόλλωνος λέγεται, δασύνεται, [ἀπὸ τῆς] ἱήσεως (ὅ ἐστιν ἀφέσεως) τῶν
55βελῶν· ἐπὶ δὲ τοῦ θρήνου, ψιλοῦται. Γεγόνασι δὲ ἀμφότερα οὕτως. Ἔστιν ἵημι, τὸ πέμπω. Ἐκ τούτου γίνεται ἴηος· εἶτα ἰήεμος διὰ τοῦ ε κατὰ τὴν

463

παραλήγουσαν· τροπῇ τοῦ η εἰς α, καὶ πλεονασμῷ τοῦ λ, ἰάλεμος, ἐπὶ τοῦ θρήνου. Ἢ ἐκ τοῦ ἴηος,
κατὰ τροπὴν τοῦ η εἰς ε, γίνεται ἴεμος· καὶ πλεο‐ νασμῷ τῆς ΑΛ συλλαβῆς, ἰάλεμος· καὶ ἰαλεμῆσαι,
5τὸ θρηνῆσαι, ὡς παρὰ Καλλιμάχῳ,
5 Εἰδυῖα φάλιον ταῦρον ἰηλεμίσαι. Οὕτως Φιλόξενος περὶ Μονοσυλλάβων, ὥς φησιν Ὠρίων. Ἐν ἄλλοις δὲ εὗρον ἐγὼ τὸ ἰάλεμος ἐπὶ τοῦ θρήνου ἐτυμολογούμενον παρὰ τὸ ἐπὶ τοῖς ὀλω‐ λόσιν ἰωὴν φέρειν.
10Ἴαλλοι: Τὰ σκώμματα, οἷον τίλλοι τινὲς ὄντες,
10ὡς παρὰ Ἀνακρέοντι τίλλειν ἀντὶ τοῦ σκώπτειν. Ἰάλλω: Παρὰ τὸ ἰῶ παράγωγον ἰάλλω, τὸ πέμπω, οἷον ἰέναι ποιῶ· καὶ χεῖρας ἴαλλον, ἀντὶ τοῦ ἐξέτεινον. Εἰς τὸ προΐηλεν.
15Ἰάλεμος: Υἱὸς Καλλιόπης, ὁ κακοδαίμων καὶ
15οὐδενὸς ἄξιος· ὅθεν καὶ ἰαλέμου ᾠδὴ, ψυχρὰ καὶ οὐδενὸς ἀξία· καὶ παροιμία, ψυχρότερος ἰαλέμου· καὶ, οἰκτρότερος ἰαλέμου· καὶ τὸ θρηνεῖν, ἰαλε‐ μίζειν λέγεται. Ἰηὸς, ἐπὶ τοῦ θρήνου ψιλοῦται· καὶ Σοφοκλῆς,
20Ἰήων καμάτων,
20Τῶν θρηνητικῶν. Παρὰ δὴ τὸ ἰηὸς γίνεται ὄνομα εἰς ΜΟΣ τῷ ε παραλῆγον, ἰήεμος, ὡς τῆλε, τήλεμος· τροπῇ τοῦ η εἰς α, καὶ πλεονασμῷ τοῦ λ, γίνεται ἰάλεμος, ὁ θρῆνος. Ἰάμβη: Τινὲς ὅτι Ἰάμβη Ἠχοῦς καὶ Πανὸς
25θυγάτηρ· τὴν Δήμητραν δὲ λυπουμένην παίζουσα
25καὶ ἀχρηστολογοῦσα, καὶ σχήματα ἄχρηστα ποι‐ οῦσα, ἐποίησε γελάσαι. Καὶ ἰαμβεῖον εἴρηται, ἀπὸ τοῦ ἰαμβίζειν, τὸ ὑβρίζειν, ἀπὸ τοῦ ἰὸν βάζειν, ἢ ὡς βέλη βάλλειν τὰ λεγόμενα· ἢ ἀπὸ τῆς εὑρούσης γυναικὸς Βάκχης τινὸς, Ἰάμβης καλουμένης· ἢ ἀπὸ
30τοῦ ἴαν βάζειν. Ἡ γὰρ κοινὴ τῶν ἀνθρώπων φωνὴ ἴα καλεῖται. Ἰαμενός: Ὄνομα κύριον. Ἀρίσταρχος ψιλοῖ· ὁ δὲ Ἀσκαλωνίτης φησὶν, ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλοῦται, ἐὰν δὲ ἀπὸ τῆς ὁρμῆς, δασύνεται. Ἄμει‐
35νον Ἀρίσταρχος.
35 Ἰαίνετο: Αἶψα δ’ ἰαίνετο κῆρ. Ἀντὶ τοῦ διεχεῖτο. Καὶ ἐπὶ τῆς ψυχικῆς διαχύ‐ σεως· καὶ ἰάνθη, τὸ διεχύθη, εὐφράνθη, ἐχάρη. Ἀπὸ τοῦ ἰαίνω, ἰανῶ, ἴαμμαι, ἰάνθην. Καὶ,
40ἰδοῦσά κε θυμὸν ἰάνθη.
40Τάχα δὲ καὶ τὰ ἄνθη, ἐπεὶ τὴν ψυχὴν ἰαίνει καὶ
40διαχεῖ τέρποντα τὴν ὄψιν. Σημαίνει καὶ τὸ ἐθερ‐ μαίνετο, ὡς τὸ, ἰαίνετο δ’ ὕδωρ. Ἰαμβοφάγος: Λοίδορος· ἐπειδὴ ἴαμβος ἔμμε‐ τρός ἐστι λοιδορία. Ὁ φαγὼν οὖν ἐν τῷ στόματι,
45ὁ ἔχων τοὺς ἰάμβους, τουτέστιν ὁ ἔχων διὰ στόματος
45τὴν φιλολοιδορίαν. Μέμνηται Δημοσθένης ἐν τῷ
45περὶ τοῦ στεφάνου, τάχα καὶ παραπαίζων εἰς τὸν Αἰσχίνην, ὅτι τὰ ἰαμβεῖα τῆς τραγῳδίας ἔλεγεν, ὑποκριτὴς ὤν. Καὶ ἰαμβίζειν, τὸ λοιδορεῖν καὶ
κακολογεῖν· ἀπὸ Ἰάμβης τῆς λοιδόρου. Ἰαπετός: Παρὰ τὸ ἴπτω, τὸ βλάπτω, ἰπετός·

463

(50)

καὶ πλεονασμῷ τοῦ α, Ἰαπετός. Τὸ δὲ ἴπτω, παρὰ τὸ ἰὸς, ὃ σημαίνει τὸ βέλος· ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω, γίνεται ἰάπτω· ἢ τὸ ἰάπτω κατὰ πλεονασμὸν τοῦ α, ἀπὸ τοῦ ἴπτω. Πᾶν ῥῆμα εἰς ΠΤΩ λῆγον βαρύνεται, εἰ μὴ προ‐
55κατάρχοι ὄνομα, ἢ διαστολὴ γένοιτο σημαινομένου,
55σκάπτω, θάπτω, (τὸ γὰρ ῥιπτῶ Ἀττικὸν ἢ ποιητι‐ κὸν,) νίπτω, τύπτω· τὸ δὲ τυπτήσω, ὡς ἀπὸ περι‐ σπωμένου. Πρόσκειται, “εἰ μὴ προκατάρχοι

464

ὄνομα·” διὰ τὸ ἄβλεπτος, ἀβλεπτῶ· ἄπεπτος, ἀπεπτῶ· ἀλείπτης, φιλαλειπτῶ. “Ἢ διαστολὴ γένοιτο σημαινομένου·” διὰ τὸ ὀπτῶ, πρὸς ἀντιδια‐ στολὴν τοῦ ὄπτω.
5 Ἴαψεν: Ἔβλαψεν· ἀόριστος πρῶτος· τὸ θέμα, ἰάπτω· ὁ μέλλων, ἰάψω· καὶ τὰ λοιπὰ δῆλα. Παρὰ τὸ ἰὸς, ἰάπτω· ἀπὸ μεταφορᾶς· ὅς ἐστι βλαπτικὸς χαλκοῦ καὶ σιδήρου· ἐσθίει γὰρ αὐτά. Τὸ δὲ ῥῆμα τοῦτο ποιητικόν· ὁ ἐνεστὼς μόνος εὑρίσκεται· ὁ γὰρ
10ἀόριστος ἀπὸ τοῦ ἴπτω γέγονε κατὰ πλεονασμὸν τοῦ α, ὡς ἐν ἑτέρῳ λέγει ὁ ποιητὴς, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν. Ἐκ τοῦ ἴπτω ἴψω· ὁ μέσος ἀόριστος παθητικὸς, ἰψάμην· ἴψαο, Ἰωνικῶς μόνως λεχθέν.
15Ἴασος: Παρὰ τὸ ἰάω ἰῶ, ὁ μέλλων, ἰάσω· ὁ
15μέσος μέλλων, ἰάσομαι· ὅθεν καὶ τὸ ἴασαι προστα‐ κτικόν. Τούτου δὲ ἐνεργητικὸν οὐχ εὑρήσεις ἐν χρήσει. Παρὰ τὸν ἰάσω οὖν μέλλοντα γίνεται Ἴασος, καὶ Ἰάσων. Τινὲς δὲ λέγουσι παρὰ τὴν ἴασιν· οἷστισιν ἀντίκειται ἡ κλίσις· εἰ γὰρ παρὰ
20τὴν ἴασιν, ὤφειλε φυλάττειν τὸ ω κατὰ τὴν γενικὴν ὡς παρώνυμον, θεὸς, Θέων Θέωνος· τρυφὴ, Τρύ‐ φων Τρύφωνος. Εἰ οὖν οὐ φυλάττει τὸ ω, οὐκ ἔστι παρώνυμον. Ἀλλὰ λέγομεν, ὅτι, ἐπειδὴ ἔχει τὸ α ἐκτεταμένον, τούτου χάριν συστέλλεται, ὡς
25Μαχάων Μαχάονος. Κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι
25παρὰ τὸν ἰάσω μέλλοντα γίνεται Ἰάσων Ἰάσονος, ὡς φιλήσω, Φιλήμων Φιλήμονος. Πολλὰ γὰρ εἰσὶν ἀπὸ μελλόντων γινόμενα ὀνόματα συστέλλοντα τὸ ω κατὰ τὴν γενικὴν, οἷον, μνήσω, μνήμων μνήμονος. Ἰατρική: Ἰατική τις οὖσα· παρὰ τὸ ἰᾶσθαι,
30πλεονασμῷ τοῦ ρ.
30 Ἰαχῶ: Τὸ βοῶ· ἐκ τοῦ ἰαχή· τοῦτο ἀπὸ τοῦ ἴα, ὃ σημαίνει τὴν φωνήν· ἀπὸ τοῦ ἐπὶ πᾶσι τὴν ἰαχὴν ἰέναι. Ἰαύω: Τὸ κοιμῶμαι· παρὰ τὸ αὔω, πλεονασμῷ τοῦ ι· ἢ παρὰ τὸν ἴον, ὃ δηλοῖ τὸν μόνον, γίνεται ἰύω,
35τὸ μονάζω· καὶ πλεονασμῷ τοῦ α, ἰαύω· καὶ γὰρ
35φησὶν ἡσυχάζειν τὸν καθεύδοντα ὁ βίος. Ὦρος. Ὁ δὲ Ἡρωδιανὸς λέγει παρὰ τὸ αὔω· τούτου ὁ ἀόρι‐ στος, αὖσα· καὶ διαλύσει καὶ τροπῇ τοῦ υ εἰς ε, γίνεται ἄεσα· οἷον, Πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
40ἄεσα.
40Καὶ τὸ πληθυντικὸν, ἀέσαμεν, ὥσπερ καὶ τὸ αὔξεται,
40ἀέξεται.
40 Ἀΰπνους νύκτας ἴαυον. Διὰ νυκτὸς ἄγρυπνος διετέλουν, Ἰλιάδος ιʹ. Καὶ, τῇ παριαύων τερπέσθω. Ἀντὶ τοῦ συναναπαυόμενος, συγκαθεύδων.
45Ἴβις: Ὄρνεον ὀφιοφάγον· καὶ ἴβυξ εἶδος ὀρνέου
45κρακτικοῦ· ἐξ οὗ Ἴβυκος ὄνομα κύριον· καὶ ἰβυκη‐
45νίσαι· ὅπερ κατὰ μεταφορὰν λέγεται βουκηνίσαι. Ἴβηρ: Πόθεν; Ἐθνικόν ἐστι, καὶ παραγωγὴν οὐκ ἔχει. Τινὲς δὲ λέγουσιν αὐτὸ παράγεσθαι παρὰ τὸ ἵμερος, ὃ σημαίνει τὴν ἐπιθυμίαν. Ἴγδη: Ἡ θυεία, ἔνθα μίσγομεν τὰ ἀρτύματα·

464

(50)

παρὰ τὸ μίσγειν τὰ θύη· ἀπέβαλε τὸ μ, ὡς τὸ μία, ἴα. Ἔστι δὲ καὶ εἶδος ὀρχήσεως ἰγδίσματα, ἐν ᾗ ἐλύγιζον τὴν ὀσφῦν ἐμφερῶς τῷ δοίδυκι. Ἰγνύη: Ἀπὸ τοῦ τὴν καμπὴν ἰκνεῖσθαι τῶν γονάτων. Ἰγνύαι, τὰ ὄπισθεν τῶν γονάτων· ἢ ὅτι
55αἰτία ἡμῖν ἐστι τοῦ ἱκνεῖσθαι καὶ βαδίζειν. Ἢ διὰ τὸ ἥκειν ἐν ταῖς κάμψεσι καὶ συνικνεῖσθαι. Ἢ ἡ τὸ γόνυ συνέχουσα γαστροκνήμη. Λέγεται καὶ ἰγνύς· ὅθεν καὶ ταῖς ἰγνύσι, καὶ ταῖς ἰγνύαις.

465

Ἴγνης: Παρὰ τὸ γνὴς γνητὸς, μετὰ τῆς ι ἀν‐ τωνυμίας, γίνεται ἴγνης.
Ἰδέ: Τὸ ἠμὲν, ἠδὲ, ἰδὲ, ἅ εἰσιν ἀντὶ τοῦ καὶ, οὐκ εἰσὶ πλεοναζόμενα, ἀπὸ τοῦ μὲν καὶ δὲ, ἀλλὰ
5θεματικά εἰσι. Πρὸς δὲ τὸ μέτρον γίνεται ἠδὲ καὶ ἰδέ. ἐγὼ δὲ εὗρον· οὗτοι σύνδεσμοι εἰσίν· ὥσπερ δὲ πλεονάζει τὸ η ἐν πολλαῖς λέξεσιν, οὕτως καὶ ἐπὶ τοῦ μὲν καὶ δὲ παραπληρωματικοῦ, ἠμὲν, ἠδέ. Ἴδας: Ὄνομα κύριον· παρὰ τὸ Ἴδη, οἱονεὶ ὁ
10μέγας ὥσπερ ἡ Ἴδη. Τὰ εἰς ΔΑΣ δισύλλαβα, εἰ μὲν περιττοσυλλάβως κλίνονται, διφθόγγῳ παραλήγεται, οἷον Φείδας, Φεί‐ δαντος· Οἴδας, Οἴδαντος· εἰ δὲ ἰσοσυλλάβως, ἑνὶ φωνήεντι, οἷον Λήδας, Λήδου· Μίδας, Μίδου· τὸ
15γὰρ διὰ τοῦ ΝΤ κλινόμενον, Μείδας Μείδαντος, διὰ διφθόγγου. Οὕτως οὖν καὶ Ἴδας Ἴδου· ὅθεν καὶ Ἀντίμαχος ἥμαρτεν εἰπὼν διὰ τοῦ ι, Ἴδαντος κούρη. Ἰδάλιμον: Ἡσίοδος,
20Καύματος ἰδαλίμου.
20Τοῦ ἱδροῦν ποιοῦντος· ἢ τοῦ διαυγοῦς καὶ καθαροῦ·
20ἐν γὰρ τῷ χειμῶνι καὶ ἡ δύναμις τοῦ ἡλίου ἀσθενε‐ στέρα ἐστί. Ἔστι ῥῆμα ἰδίω, τὸ ἱδρῶ· ἐξ οὗ γίνεται ἴδιμος· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, ἰδάλιμος. Ἰδαῖος: Ὄνομα κύριον κήρυκος. Ἀπὸ τοῦ Ἴδη γίνεται Ἰδαῖος· οἱονεὶ ὁ εἰδὼς καὶ προγινώσκων
25τὰ κεκρυμμένα. Ἰδαῖοι: Δάκτυλοι Ἰδαῖοι Κρηταιέες· οὖς ποτε νύμφη Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσι δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν.
30Εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα· διὸ καὶ Δάκτυλοι προση‐
30γορεύθησαν ἀπὸ τῶν ἡμετέρων δακτύλων· ἢ ἐπειδὴ ἐν τοῖς δακτύλοις ἐρρίφησαν. Ἰδαῖοι δὲ, ἐπειδὴ ἐν Ἴδῃ ὄρει τῆς Κρήτης ἐγεννήθησαν· ἢ ὅτι ἡ κόνις, ἣν ἔρριψαν, ἐξ Ἴδης τοῦ ὄρους ἦν. Στησίμβροτος δὲ ἐν τῷ Περὶ Τελετῶν Διὸς καὶ Ἴδης νύμφης αὐτοὺς
35λέγει· φησὶν ὅτι Ζεὺς ἐκέλευσε τὰς ἰδίας τροφοὺς λαβεῖν κόνιν καὶ ῥίψαι εἰς τοὐπίσω· καὶ ἐκ τῆς κόνεως γενέσθαι τοὺς Ἰδαίους δακτύλους. Ἀπολλώ‐ νιος Ἀργοναυτικοῖς. Ἴδος: Ἡσίοδος,
40Ἴδει ἐν αἰνοτάτῳ ὅτε τε χρόα σείριος ἄζει.
40Τὸ ἴδος τοῦ ἴδους· καὶ γίνεται παρὰ τὸ ἰδίω, τὸ ἱδρῶ. Τοῦτο ἀπὸ τοῦ ὕδωρ γίνεται ὑδρῶ καὶ ἱδρῶ, καὶ πλεονασμῷ, ἱδρίω· εἶτα ἀποβολῇ τοῦ ρ, ἰδίω· ἐξ οὗ καὶ, Ἴδιον ὡς ἐνόησα.
45ἴδος δὲ σημαίνει τὸ θέρος.
45ἰδουμαῖος ἐκλήθη ὁ ἀπόγονος τοῦ Ἡσαῦ.
45Ἴδουμα γὰρ λέγεται εἶδος φακῆς ξανθῆς· ἧς (λέ‐ γουσιν) ἐπιθυμήσας φαγεῖν ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Ἐκ τούτου ἐπωνομάσθησαν Ἰδουμαῖοι, οἱ τούτου ἀπόγονοι. Ἰδέειν: Ἀόριστος δεύτερος καὶ μέλλων. Ὁ

465

(50)

κανών· οἱ Ἴωνες ἐπὶ τῶν εἰς ΕΙΝ ἀπαρεμφάτων, πλεονάζοντες τὸ ε, διὰ τοῦ ΕΕΙΝ προφέρουσι, θανεῖν,
θανέειν. Ἴδη: Ὄρος ἐστὶν ὑψηλόν· γίνεται ἀπὸ τοῦ ἰδεῖν· ὅθεν ἐστὶν ἅπαντα θεωρεῖν τὰ μήκοθεν. Γρά‐
55φεται διὰ τοῦ ι· τὰ γὰρ εἰς ΔΗ βαρύτονα οὐ θέλει
55διφθόγγῳ παραλήγεσθαι, κνίδη, (ἔστι δὲ βοτάνη στυπτικὴ,) Σίδη, (ἔστι δὲ ὄνομα πόλεως,) πέδη, (σημαίνει δὲ τὸν δεσμὸν,) κράδη, (σημαίνει τὴν συκῆν.)

466

Πρόσκειται, “βαρύτονα,” διὰ τὸ σπουδὴ καὶ αὐδή. Πᾶν δὲ σύμφυτον ὄρος Ἴδη καλεῖται. Ἴδηθεν: Ἐπίρρημά ἐστι τοπικόν· ἐπὶ δὲ τοῦ, Ἴδηθεν μεδέων,
5οὐδὲν πλέον σημαίνει ἢ ὁ τῆς Ἴδης βασιλεύς· ἔνια
5γὰρ ὁ ποιητὴς τῶν ἐκ τόπων ἐπιρρημάτων ἀντὶ γενι‐
5κῆς τάσσει πτώσεως. Ἴδηαι: Ὑποτακτικὸν παθητικὸν, μέσου ἀορίστου δευτέρου. Ὁ κανών· οἱ Ἴωνες, ἀποβάλλοντες τὸ τ τοῦ τρίτου προσώπου, δεύτερον ποιοῦσιν, ὡς τὸ, κέλεαί με·
10οὕτως ἴδηται, ἴδηαι.
10 Ἰδιώτης: Ὁ πολίτης λέγεται· καὶ ὁ ἄπειρος, καὶ ὁ ἴδιος. Ἰδιαίτερον: Ἰδικώτερον. Ἴδμεν: Ἴδμεν γὰρ οὐδὲν τρανές.
15Ἀντὶ τοῦ ἐπιστάμεθα. Ῥῆμα ἐνεστῶτος τῶν εἰς
15ΜΙ, συζυγίας πρώτης. Ἐκ τοῦ ἴσημι, ἡ μετοχὴ,
15ἴσας· καὶ ὤφειλεν ὀξύνεσθαι, ὡς ἱστάς· ἀλλὰ συνε‐ ξηκολούθησε ταῖς δισυλλάβοις μετοχαῖς, τῷ σχίσας, πρίσας, κτίσας· αἱ γὰρ εἰς ΑΣ μετοχαὶ δισύλλαβοι τῷ ι παραληγόμεναι βαρύνονται. Ἴσημι οὖν· καὶ τὸ πληθυντικὸν, ἴσαμεν· καὶ συγκοπῇ, ἴσμεν· καὶ
20τροπῇ τοῦ ς εἰς δ, ἴδμεν. Γίνεται καὶ ἄλλως· ἐκ τοῦ εἴδω, τὸ γινώσκω· ὁ μέλλων, εἴσω, ἴς· καὶ νῆϊς, ὁ ἀμαθὴς καὶ ἄπειρος· ὁ δεύτερος ἀόριστος, ἴδον, ἴδομεν· καὶ συγκοπῇ, ἴδμεν. Ἢ ἐκ τοῦ εἴδω, ὁ μέσος παρακείμενος, οἶδα· τὸ πληθυντικὸν, οἴδαμεν·
25συγκοπῇ, οἶδμεν· καὶ ἀποβολῇ τοῦ ο, ἴδμεν. Ἰδνῶ: ἰδνωθεὶς, ἐπιστραφεὶς, καμφθεὶς, οἷον τὸ ἰνίον δονηθείς. Ἀπὸ τοῦ ἰδνῶ, τὸ ἀποστρέφομαι· παρὰ τὸ ἵζω, οὗ παράγωγον ἱζάνω, τοῦ ζ τραπέντος εἰς δ· καὶ Δωρικῷ πλεονασμῷ τοῦ ν, γίνεται ἰδνῶ,
30ὡς ἀλαπάζω, ἀλαπαδνῶ. Ἴδρις: Ὁ ἔμπειρος. Ἀπὸ τοῦ εἴδω ῥηματικὸν ὄνομα εἶδις· ἀποβολῇ τοῦ ε, ἴδις· καὶ πλεονασμῷ τοῦ ρ, ἴδρις· καὶ ἄϊδρις, ὁ ἄπειρος. Ἴδριας: Σοφοὺς, ἐπιστήμονας, ἐμπείρους.
35 Ἱδρύω: Ἐκ τοῦ ἵζω, τὸ καθίζω, γίνεται ἴδω, τροπῇ τοῦ ζ εἰς δ Αἰολικῶς, ὡς δυγὸς, ζυγός· καὶ κατὰ παραγωγὴν, ἱδύω· καὶ πλεονασμῷ, ἱδρύω. Τὸ
ι πρὸ τοῦ δ ψιλοῦται, χωρὶς εἰ μὴ ὑποτάσσοιτο τὸ ρ μέτα φύσει μακρᾶς, ὡς τὸ ἱδρὼς, ἱδρύω· καὶ ἵδρυε,
40ἀντὶ τοῦ καθέζεσθαι κέλευε. Τὸ δὲ ἴδρις οὐκ ἔχει τὸ ρ μετὰ φύσει μακρᾶς, ὡς τὸ, Γέρων μὲν εἰμὶ, καὶ κακῶν πολλῶν ἴδρις. Ἵδρυσις: Ἑδραία ἀσφάλεια. Ἱδρώς: Ἀπὸ τοῦ ἰδίω, τὸ κοπιῶ, γίνεται ἰδίως·
45καὶ συγκοπῇ, ἰδώς· καὶ πλεονασμῷ τοῦ ρ, ἱδρώς.
45Ἢ παρὰ τὸ ὕδωρ, ὑδαρός· καὶ συγκοπῇ καὶ τροπῇ τοῦ υ εἰς ι, ἱδρώς. Ἡ αἰτιατικὴ, ἱδρῶτα· καὶ συγκοπῇ, ἱδρῶ· Ἱδρῶ ἀπεψύχοντο. ἄνευ τοῦ ι· εἰ δὲ δοτικὴ, μετὰ τοῦ ι. Ἡ ι συλ‐

466

(50)

λαβὴ, εἴτε κατ’ ἀρχὴν λέξεως εἴτε κατὰ τὸ μέσον,

466

(50)

ἔχουσα μεθ’ ἑαυτῆς δύο σύμφωνα ἐν ἁπλῇ καὶ ἀκι‐

466

(50)

νήτῳ λέξει, ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ ἡγούμενον καθ’ ἓν ἄφωνόν ἐστι, διὰ τοῦ ι γράφεται· οἷον, ἱδρὼς, Ἰγνάτιος, κατ’ ἀρχάς· [τὸ] δὲ τίγρις, τίτλος, κατὰ τὸ μέσον. Τὰ εἰς ΩΣ, ἔχοντα τὴν γενικὴν ἢ εἰς ΤΟΣ, ἢ διὰ καθαροῦ τοῦ ΟΣ, ἢ κατὰ
55ἀποβολὴν τοῦ ς, διὰ τοῦ ω μεγάλου γράφεται. Εἰς ΤΟΣ, ὡς ἱδρὼς, ἱδρῶτος· διὰ καθαροῦ τοῦ ΟΣ, ὡς ἥρως, ἥρωος· κατὰ ἀποβολὴν τοῦ ς, ὡς Μενέλεως, Μενέλεω.

467

Ἰέναι: Παραγενέσθαι. Ἐκ τοῦ ἴημι, τὸ πο‐ ρεύομαι, τὸ πληθυντικὸν, ἴεμεν· καὶ τὸ ἀπαρέμφατον, ἰέναι, ὡς τίθεμεν, τιθέναι. Ἢ ἐκ τοῦ ἴημι, ὁ παρα‐ τατικὸς, ἴην· ἡ μετοχὴ, ἰεὶς, ἰέντος· καὶ τὸ ἀπα‐
5ρέμφατον, ἰέναι. Ἴημι σημαίνει τρία· ἵημι, τὸ πέμπω, ὅπερ καὶ δασύνεται· τὸ πορεύομαι, καὶ ψι‐ λοῦται· ὅπερ ἀπὸ τοῦ ἔω, τὸ πορεύομαι, ἢ ἀπὸ τοῦ ἰῶ περισπωμένου γίνεται. Καὶ ἵημι, τὸ ἐφίεμαι· ὅθεν καὶ ἵμερος, ἡ ἐπιθυμία. Τὸ δὲ ἴμι, ἀπὸ τοῦ ἴημι
10γίνεται κατὰ συγκοπὴν τοῦ η. Ἔστιν οὖν εἶμι, τὸ
10πορεύομαι, διὰ τῆς ΕΙ διφθόγγου καὶ διὰ τοῦ ι· καὶ τὰ μὲν ἑνικὰ, διὰ διφθόγγου· οἷον, εἶμι, εἶς, εἶσι· τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ, ἀπὸ τοῦ ἴμι, τοῦ διὰ τοῦ ι, οἷον, ἴτον, ἴτον· ἴμεν, ἴτε, ἶσι· καὶ πλεονασμῷ τοῦ α, ἴασι. Ζήτει εἰς τὸ εἶμι.
15Καί τ’ ἀγεληδὸν ἴασιν.
15Οὕτω Ζηνόδοτος, καὶ πάντες οὓς ἀνέγνων. Τὸ δὲ ξυνιᾶσιν, ἀπὸ τοῦ ἵημι· τὸ τρίτον τῶν πληθυντικῶν, ἱεῖσι· Ἰωνικῶς, ἱέασι· καὶ κράσει, ἱᾶσι. Εἶμι, τὸ πορεύομαι· τὸ πληθυντικὸν, ἴμεν· τὸ ἀπαρέμφατον, ἴναι διὰ τοῦ ι, ἵνα φυλάξῃ τὴν παραλήγουσαν τοῦ
20πρώτου προσώπου τῶν πληθυντικῶν· καὶ Ἀττικῶς, ἴμμεναι· καὶ Ἰωνικῶς, ἴμεν, ὡς τὸ εἶναι, ἔμμεναι, ἔμεν. [Ποταμοὺς δ’ ἔτρεψε νέεσθαι καρρόον,] ᾗπερ πρόσθεν ἵεν καλλίροον ὕδωρ. ἀντὶ τοῦ ἀφίεσαν, Ἰλιάδος μʹ. Ψιλοῦται τὸ ἴεν,
25καὶ ἑνικῶς, ἐπὶ τοῦ ὕδατος· εἰ δὲ δασύνεται, ἀντὶ τοῦ
25ἵεσαν. Τινὲς δὲ οὕτω φέρουσι τὴν γραφὴν τοῦ ἵεν,
25ὡς τίθεν· καὶ γίνεται ἀμφίβολον, πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα ἐκ τοῦ ἵεσαν συγκοπῇ ὑπάρχῃ, ὡς ἀπὸ τοῦ ἐτίθεσαν, τὸ ἐτίθεν· καὶ δέον δασύνεσθαι. Εἰ δὲ ἑνικὸν εἴη τὸ ἴεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλοῦται, ὁμοίως τῷ,
30ἆσσον ἴεν.
30Ἵεντο: Προεθυμοῦντο. Ἀπὸ τοῦ ἵημι, τὸ προ‐
30θυμοῦμαι, τὸ παθητικὸν, ἵεμαι· ὅθεν ἡ μετοχὴ, ἱέ‐ μενος, ἀντὶ τοῦ προθυμούμενος. Καὶ, Οἴκαδε ἱεμένων.
Ἐπὶ μὲν τοῦ πέμπω, δασύνεται· ἐπὶ δὲ τοῦ πορεύ‐ ομαι, ψιλοῦται. Ἴεμαι οὖν· ὁ παρατατικὸς, ἰέμην·
35τὸ τρίτον τῶν πληθυντικῶν, ἴεντο. Ἐνίετε θεσπιδαὲς πῦρ. Ἀντὶ τοῦ ἐμβάλλετε, προπέμπετε. Ἐκ τοῦ ἵημι, τὸ πέμπω, (ὅθεν καὶ ἀφίημι,) ὁ παρατατικὸς, ἵην· ἡ μετοχὴ, ἱεὶς, ἱέντος· τὸ προστακτικὸν, ἵεθι, ἱέτω·
40ἵετε, καὶ ἐνίετε.
40Ἰών: Μετοχὴ δευτέρου ἀορίστου. Τὸ θέμα ἴω·
40ὁ δεύτερος ἀόριστος ἴον· ἢ ἐστὶν ἔω, τὸ πορεύομαι·
40πλεονασμῷ τοῦ ι γίνεται εἴω· οὗ ὁ δεύτερος ἀόριστος
40ἴον· ἰὼν ἡ μετοχή.
40Ἴε: Ἐκ τοῦ ἴω τοῦ διὰ τοῦ ἰῶτα. Πόθεν δῆ‐
40λον; δείκνυται γὰρ ἐν τῷ εἶμι. Ἴω οὖν· καὶ ὁ παρατατικὸς, ἴον, ἴες, ἴε. Ἵει: Καὶ μετὰ τῆς πρὸ, προΐει, τὸ προέπεμψεν. Ἔστι τὸ ῥῆμα ἱέω ἱῶ πρώτης τῶν περισπωμένων· ὁ παρατατικὸς, ἵεον, ἵουν· ἵεες, ἵεις· καὶ ἵεε, ἵει, καὶ προΐει.
45Κατὰ λαιμὸν ἱείη.
45Ὡς ἀπὸ τοῦ τίθημι, τιθείη, οὕτως ἀπὸ τοῦ ἴημι,
45ἰείη, τὸ ἀπιέναι. Ἵετο: Ἀντὶ τοῦ ἐφίετο· καὶ γίνεται παρὰ τὸ ἵημι, τὸ ἐπιθυμῶ. Ἵετο γὰρ βαλέειν, ἀντὶ τοῦ προεθυμεῖτο. Ἵημι, ἵεμαι, ἱέμην, ἵετο·

467

(50)

ἀπὸ δὲ τοῦ ᾧ, ἱῶ ἵημι, γράφεται διὰ τοῦ ι, ὡς ἀνα‐

467

(50)

διπλασιασμός.

467

(50)

Ἰοῦσα: Ἀλλ’ εἰς οἶκον ἰοῦσα. Ἀντὶ τοῦ πορευθεῖσα. Ἰὼν ἐστὶ μετοχὴ δευτέρου ἀορίστου· κλίνεται ἰόντος· τὸ θηλυκὸν, ἰοῦσα· τὸ οὐδέτερον, ἰόν.
55Ἴῃσιν: Ἰλιάδος ιʹ,
55κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν,
55ἤ κε μένῃ.
55Ἀπέλθῃ, ἢ παραγένηται.
55 Ἱέραξ: Παρὰ τὸ ἵεσθαι, ἤγουν φέρεσθαι, ἐν τῷ ἀέρι ῥᾳδίως. Γίνεται δὲ κατὰ κρᾶσιν, ἵραξ· Ὧδ’ ἵρηξ προσέειπεν ἀηδόνα, Ἡσίοδος. Καὶ γὰρ τῷ ι εἰ μὲν ἐπιφέρεται τὸ ε

468

μόνον, εἰς τὸ ι γίνεται ἡ κρᾶσις· οἷον ἱερεὺς, ἱρεὺς, κράσει τοῦ ι καὶ ε εἰς ι· ἱέραξ, ἵραξ· ἱερὸν, ἱρόν· ἱερὰ, ἱρά· εἰ δὲ ἐπιφέρεται τὸ ΕΙ ἐν διφθόγγῳ, ἡ ΕΙ δίφθογγος ἐπικρατεῖ, οἷον ὑγίεια, ὑγεία.
5 Ἱερεύς: Παρὰ τὸ ἵημι, τὸ πέμπω, ὁ τὰς θυσίας ἀναπέμπων τῷ θεῷ· ἢ παρὰ τὸ ἱερεύω, τὸ θύω· ἢ παρὰ τὸ ἱερός. Ἱερός: Ὁ εἰς τιμὴν θεοῦ ἀποτετμημένος τόπος. Παρὰ τὸ ἱῶ, (ἀφ’ οὗ τὸ ἀφίω σύνθετον,) γίνεται
10ῥηματικὸν ὄνομα ἱερὸς, ὡς τήκω τακερός. Ἱερόν: Σημαίνει τρία· τόπον ἀποκείμενον τῷ θεῷ, ὡς τὸ, Ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι. Καὶ τὸ ὀστοῦν, ὡς τὸ,
15ἱερὸν ὀστοῦν.
15Καὶ τὸ μέγα, ὡς τὸ,
15ἱερὸν ἰχθῦν.
15Ἱερὸς λέγεται καὶ ὁ μάντις, παρὰ τὸ ἱερολογεῖν καὶ
15προσημαίνειν. Ἱερεύς: Ἐπὶ μὲν τοῦ ψιλῶς προεστῶτος τῆς θεραπείας τοῦ θεοῦ,
Χρύσης ἱερεὺς Ἀπόλλωνος. Ἐπὶ δὲ τοῦ εἴδους τοῦ μάντεως τοῦ διὰ τῶν θυσιῶν
20μαντευομένου,
20Ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα.
20 Ἱερὸν ἰχθῦν: Τινὲς παρὰ τὸ διαίνω, τὸ βρέχω, διερός· καὶ ἱερὸν, τὸ ἀεὶ ἐν ὕδατι βρεχόμενον, κατὰ ἀποβολὴν τοῦ δ· οἱ δὲ, παρὰ τὸ δίω, τὸ διώκω, διερὸς, καὶ ἱερὸς, ὁ ταχὺς καὶ διωκτικός. Ἢ τὸν μέγαν· τὸ δὲ μέγα ἱερὸν ἔλεγον οἱ παλαιοί.
25 Ἱερὸν ὀστοῦν: Τὸ ἄκρον τῆς ὀσφύος. Οὕτως γὰρ κέκληται, ὅτι μέγα ἐστίν· (ἢ ὅτι κύριόν ἐστι πάθος, παρ’ ὅσον ἀναιρεῖ·) ἢ ὅτι ἱερολογεῖται, ἢ ἱερουργεῖται τοῖς θεοῖς, ὡς παρὰ Μενάνδρῳ, [Οἱ δὲ τὴν] ὀσφῦν ἄκραν
30θύσαντες.
30Ἢ ὅτι (φησὶν) ἡ ὀσφῦς πρώτη φύεται τῶν ζῴων,
30ἤγουν τῶν ἱερείων. Ἱερὸν ἦμαρ: Σημαίνει τὸν πρὸ τῆς μεσημ‐ βρίας καιρὸν, τουτέστιν ἀπὸ πρωῒ ἕως δείλης· κατὰ τοῦτον γὰρ τὸν καιρὸν ἔθυον τοῖς Ὀλυμπίοις θεοῖς· ἀφ’ οὗ ἔσχε τοὔνομα παρὰ τὸ ἱερεύειν· ἀπὸ δὲ
35μεσημβρίας ἔθυον τοῖς καταχθονίοις. Ἱερᾶσθαι: Ἱερουργεῖν· καὶ Θουκυδίδης, Κατὰ δή τινα παλαιὰν αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι. Σημαίνει τὸ ἱεροὺς νομισθῆναι, καὶ οἷον καθιερῶ‐ σθαι.
40Ἱερεῖον: Τὸ πρόβατον. Εἴρηται διὰ τὸ ἵεσθαι,
40ἤγουν φέρειν, τὸ ἔριον· λοιπὸν ἱερεὺς, ὁ τὸ ἱερεῖον θύων. Ἱερώσυνα: Τὰ εἰωθότα δίδοσθαι ἐξαίρετα τοῖς ἱερεῦσιν. Ἱεράτω: Κατὰ νόμον ὀργιαζέτω καὶ θυέτω·
45ὀργεῶνες γὰρ οἱ θύται. Ἱεράω ἱερῶ· καὶ τὸ προσ‐
45τακτικὸν, ἱεραέτω.
45 Ἱερὸν τέλος: Τὸ μέγα τάγμα λέγουσιν οἱ γλωσσογράφοι, ὡς ἱερὸν ἰχθῦν τὸν μέγαν. Ἱερὸν μὲν οὖν τέλος, τὸ θεῖον τάγμα· ἱερὸν δὲ ἰχθῦν, τὸν ἄνετον, ὡς ἱερὸν βοῦν, ἀπὸ τοῦ ἵεσθαι.
Ἱερώνυμος: Στρατηγὸς Ἀθηναίων.

468

(50)

Ἱερομνήμονες: Οἱ συνθύοντες εἰς τὸ συνέδριον τῶν Ἀμφικτυόνων ἐξ ἑκάστης πόλεως· ὠνομάσθησαν δὲ παρὰ τὸ μνημονεύειν τῶν ἱερῶν. Ἱερὰ δέ εἰσι τὰ Ἀμφικτυονικὰ δόγματα· καὶ ἱερὸν τὸ συνέδριον
55τὸ τῶν Ἀμφικτυόνων. Ἱερὸν γάμον: Ἀθηναῖοι ἑορτὴν Διὸς ἄγουσι καὶ Ἥρας, οὕτω καλοῦντες. Ἱεροποιοί: Κληρωτοὶ ἄρχοντες εἰσὶ δέκα τὸν ἀριθμὸν, οἳ τά τε μαντεύματα ἱεροθυτοῦσι, κἄν τι

469

καλλιερῆσαι δέῃ, καλλιεροῦσι μετὰ τῶν μάντεων, καὶ θυσίας τὰς νομιζομένας ἐπιτελοῦσι, καὶ τὰς πενταετηρίδας ἁπάσας διοικοῦσι, πλὴν Παναθηναίων. Ταῦτα δὲ Ἀριστοτέλης ἱστορεῖ ἐν τῇ Ἀθηναίων
5Πολιτείᾳ. Δημοσθένης ἐν Φιλιππικῶν τετάρτῳ, Οἱ λογοποιοὶ τὰς πομπὰς πομπεύουσιν ὑμῖν μετὰ τῶν ἱεροποιῶν. Μὴ ἀγνοῶμεν δὲ, ὅτι καὶ ἄλλοι εἰσὶν ἱεροποιοὶ τῶν σεμνῶν θεῶν, τὸν ἀριθμὸν δέκα. Δημοσθένης ἐν τῷ
10κατὰ Μειδίου,
10Οὐ περιεῖδε ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντα ἐξ
10Ἀθηναίων ἁπάντων, καὶ περὶ τὸν αὐτὸν καιρὸν καταρξάμενον τῶν ἱερῶν. Δείναρχος δὲ ἐν τῷ κατὰ Λυκούργου εὐθυνῶν φησὶ, Καὶ τὰς σεμνὰς θεὰς αἷς ἐκεῖνος ἱεροποιὸς καταστὰς δέκατος αὐτός.
15Ἱερομηνία: Ἱερὰ ἑορτὴ κατὰ μῆνα, ἡ ἐν τῷ
15μηνὶ ἱερὰ ἡμέρα. Ἱερὰ συκῆ: Οὕτω καλουμένη. Ἱερὰ ὁδός: Ὁδός τις ἦν ἡ εἰς Ἐλευσῖνα ἄγουσα, ἣν ἀπίασιν οἱ μύσται ἅλαδε. Ἱεραὶ τριήρεις: Αἵτινές εἰσι, Πάραλος, Σα‐
20λαμινία, Ἀντιγονὶς, Δημητριάς. Αὗται ἐπέμποντο ἐπὶ στρατηγοὺς καὶ τοιαύτας τινὰς χρείας. Ἱερὸν πόλεμον: Οὕτως ἔλεγον ὃν ἐπολέμησαν οἱ Λακεδαιμόνιοι πρὸς Φωκέας ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ. Ἐβοήθησαν δὲ Φωκεῦσιν Ἀθηναῖοι, καὶ
25παρέδοσαν πάλιν τὸ ἱερόν. Ἱερουσαλήμ: Σαλὴμ ἐλέγετο πρότερον ἡ πόλις· ἐλθὼν δὲ ὁ Χριστὸς εἰς αὐτὴν, ἐκλήθη Ἱερου‐ σαλήμ. Ἵζευ καὶ ἵζεο: Ἀντὶ τοῦ καθέζου· χρόνου ἐνε‐
30στῶτος καὶ παρατατικοῦ. Ἔστι δὲ τὸ κοινὸν, ἵζου·
30καὶ Ἰωνικῇ διαλύσει, ἵζεο· καὶ Δωρικῇ κράσει τοῦ
ε καὶ ο εἰς τὴν ΕΥ δίφθογγον, ἵζευ, ὡς Ἰδομενέος Ἰδομενεῦς. Ἔστιν οὖν τὸ ῥῆμα ἵζω· καὶ ἐπὶ μὲν τοῦ ἐνεστῶτος ἔστι θέσει μακρὸν τὸ ι· ἐπὶ δὲ τοῦ παρατατικοῦ, φύσει. Δασύνεται· ἐκ τῆς συναλοιφῆς
35καθίζω.
35 Ἵζω: Τὸ κάθημαι. Ὅμηρος, Νέστορα δ’ αὐτόθι ἔφιζεν. Ἰησοῦς: Τὸ τοῦ Χριστοῦ ὄνομα· παρὰ τὸ ἰέναι εἰς τὸ σώζειν. Ἴηλα: Τὸ ἐδέσμευσα· ἀπὸ τοῦ εἰλῶ, ἐν ὑπερ‐
40θέσει γίνεται ἰέλω· καὶ ἰῆλαι, τὸ ἐπικάμψαι, ἢ
40κατακλεῖσαι.
40 Ἰητήρ: Ἐκ τοῦ ἰῶ ἰῶμαι, ἰητὴρ, ὁ ἰώμενος. Ἱήϊε: Οἷον, Θαρσύνεσκον ἔπεσσιν Ἱήϊε κεκληγυῖαι· ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ. Ἱήϊε: Ὅτε (φησὶν) ἐτόξευσε τὸν δράκοντα, ἀνε‐
45φώνουν, Ἵη ἵη βέλος. Ἀφ’ οὗ τὸ ἐφύμνιον τοῦτο
45ἐγένετο, Ἵη παῖ. Ἢ τὸ διὰ χοροῦ ᾀδόμενον. Ἱήϊος δὲ καὶ ὁ Ἀπόλλων λέγεται, ὡς μὲν Δοῦρις, ὅτι ἐν ἀγκάλαις βαστάσασα τὸν Ἀπόλλωνα ἡ Λητὼ ἐνε‐ κελεύσατο εἰποῦσα, Ἱήϊε παιῆον. Ἔστιν οὖν τὸ ἱήϊος ἐπίθετον Ἀπόλλωνος, ὁ τοξότης· ἀπὸ τοῦ

469

(50)

ἵημι, παρὰ τὴν ἕσιν τῶν βελῶν, ἤτοι τὴν ἄφεσιν.

469

(50)

Τινὲς δὲ ψιλοῦσιν· ἐπεὶ ἰάσεως αἴτιος ὁ θεός. Τὰ δὲ ἤϊε φοῖβε, κατὰ ἀποβολὴν τοῦ ι γέγονεν· ὁ αὐτὸς γάρ ἐστι τῷ ἡλίῳ, ὅτι πανταχοῦ ἵησι τὴν ἀκτῖνα· Ὥς ῥα σὺ ἤϊε Φοῖβε.
55Ἀρίσταρχος δασύνει· ἐπεὶ παρὰ τὸ ἵημι ἐγένετο.
55Ἀπὸ γὰρ τῆς ἱέσεως τῶν βελῶν ἐκλήθη ἥϊος· οἱ δὲ
55ψιλοῦσιν, ἀπὸ τῆς ἰάσεως. Ἄμεινον δὲ ψιλοῦσθαι· τὸ γὰρ η πρὸ φωνήεντος ψιλοῦται. Ἥϊος δὲ λέγεται ὁ τοξικὸς, παρὰ τὴν ἄφεσιν τῶν βελῶν.

470

Ἰθαγενής: Ὁ γνήσιος καὶ αὐτόχθων, ὁ ἰθὺ καὶ ἀδιάστροφον ἔχων τὸ γένος· καὶ ἰθαγενεῖς, οἱ γνή‐ σιοι παῖδες, καὶ μὴ ἐκ παλλακίδος· καὶ οἱ γνήσιοι πολῖται, οἷον αὐθιγενεῖς τινὲς ὄντες, οἱ αὐτόθι γεγεν‐
5νημένοι. Ἰθαγενέεσσι, γνησίοις τέκνοις καὶ καθα‐
ροῖς. Ἴθακος: Ὄνομα κύριον· ἀπὸ τῆς Ἰθάκης. Λέγεται καὶ Ἰθακὸς τὸ ἐθνικὸν, καὶ Ἰθακήσιος. Καὶ Ἰθάκη πόλις, ἀπὸ Ἰθάκου τοῦ Ποσειδῶνος καὶ Ἀμφιμέλης.
10Ἰθώμη: Πόλις. Ὡς τὸ,
10Ἰθώμην κλιμακόεσσαν.
10Θώμη ἡ πόλις· πλεονασμῷ τοῦ ι, Ἰθώμη.

470*

Ἴθρις: Ὁ ἐκτομίας, ἀπὸ τοῦ θερίζω θερίσω θέρις καὶ θρὶς καὶ πλεονασμῷ τοῦ ϊ ἴθρις. Ἰθύφαλλοι: Οἱ τοὺς ἰθυφάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. Ποιήματα δέ τινα οὕτω λέγεται ἐπὶ
5τῷ φάλλῳ ᾀδόμενα. Ἰθύφαλλος κυρίως λέγεται τὸ ἐντεταμένον αἰδοῖον. Οὐδὲ φαλλοί τινες καὶ ἰθύφαλλοι. Ὁ θεολόγος Γρηγόριος εἰς τῶν φώτων [p. 626 A.] Ἐν τῇ ἑορτῇ τοῦ Διονύσου φαλλοὺς δερματίνους
10σχη (σχηματιζομένους) εἰς αιδ αδ (αἰδοῖα ἀνδρεῖα) περιετίθεσαν οἱ Ἕλληνες ἑαυτοῖς· καί τινας μὲν τῶν φαλλῶν ἀπήρτων ἀπὸ τραχήλων αὐτῶν, ἄλλους δὲ περὶ τὴν ὀσφὺν αὐτῶν ἰθυτενῶς περιδεδεμένων (περι‐ εδέσμουν μιμουμένους Eudoc. p. 413.) αἰδοῖον ὄρ‐
15θιον οὓς καὶ ἰθυφάλλους ἐκάλουν, ὡς εἶναι τῶν φαλ‐ λῶν τοὺς μὲν ἰθυφάλλους, τοὺς δὲ πλαγιαφάλλους. Τοῦτο δὲ ἐποίουν τιμῶντες τὸν ἐράστην τοῦ Διονύσου. Λέγεται γὰρ ὅτι ἠράσθη μειράκιον τοῦ Διονύσου· εἶτα τοῦτο πρὶν ἐπιτύχη (sic) τῆς ἀσελγείας πον‐
20τισθὲν περὶ Λέρνην ἀπέθανεν. Ὁ οὖν Διόνυσος ἀφοσιώσασθαι βουλόμενος τὸν ἔρωτα τοῦ ἀποθανόντος μειρακίου σύκινον αἰδοῖον πελεκήσας περιῆψεν εἰς τὸν ἑαυτοῦ τράχηλον, καὶ οὕτως περιῄει. Καὶ ἐκ τούτου τιμῶντες τὸν Διόνυσον οἱ Ἕλληνες τοὺς φαλ‐
25λοὺς περιετίθεσαν ἑαυτοῖς. Ἵκομαι: Σημαίνει τὸ παραγίνομαι· ὁ δὲ κεχολώσεται ὅν κεν ἵκωμαι. (Il. αʹ. 139.) Ἀντὶ τοῦ ἐφ’ ὃν ἂν παραγένωμαι, ἐφ’ ὃν ἔλθω. Ση‐ μαίνει δύο· τὸ ἱκετεύω, ὡς τὸ,
30 μή μιν ἐγὼ μὲν ἵκωμαι ἰὼν, ὁ δέ μ’ οὐκ ἐλεήσει. (Il. χʹ. 123.) Νῦν ἀντὶ τοῦ ἱκετεύσω. Καὶ τὸ ἱκάνω, ὃ σημαίνει τὸ παραγίνομαι καὶ καταλαμβάνω, ὡς τὸ, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει, (Il. ηʹ. 124.)
35ἀντὶ τοῦ καταλαμβάνει. Σημαίνει καὶ τὸ ἱκε‐ τεύω, ὡς τὸ, ἡμεῖς δ’ αὖ ἱκάνομεν τὰ σὰ γούναθ’, καὶ τὰ σὰ γούναθ’ ἱκάνω.
40 Ἱκέσθαι: Εὖ δ’ οἴκαδ’ ἱκέσθαι, (Il. αʹ. 19.) ἀντὶ τοῦ καλῶς δὲ εἰς τὰ οἰκεῖα παραγενέσθαι. Ἀπαρέμφατόν ἐστι μέσου ἀορίστου δευτέρου. Σε‐ σημείωται παρὰ τῷ ποιητῇ τὸ, (Od. αʹ. 405.)
45 ἀλλ’ ἐθέλω φέριστε παρὰ ξείνοιο ἔρεσθαι μέσου ἀορίστου δευτέρου ὂν καὶ προπαροξύνεται. Πᾶν γὰρ ἀπαρέμφατον ὁμοτονεῖ πλὴν τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ μέσου ἀορίστου δευτέρου. Ἐπὶ τοῦ ἐνεργητικοῦ γράφεται η, ἀπὸ γὰρ τοῦ ἵημι ἤσω,

470*

(50)

τὸ πορεύομαι, ὁ παρατατικὸς ἦκα γίνεται ἥκω κατὰ Συρρακουσίους, ὡς πεποίηκα πεποιήκω. Σημαίνει δὲ τὸ παραγίνομαι καὶ ἔρχομαι παρὰ τῷ ποιητῇ ἀεὶ διὰ τοῦ ι, ὡς τὸ, (Il. αʹ. 317.) Κνίσση δ’ οὐρανὸν ἷκεν,
55ἀντὶ τοῦ παρεγένετο, κατελάμβανεν, καὶ ἵκοντο, τὸ παρεγίνοντο, ἐξῆλθον. Ἴκαρος: Παρὰ τὸ ἱκέσθαι πρὸς τὸν ἀέρα· ὅθεν καὶ ἱκανός· ὁ γὰρ ἰσχυρὸς εἰς πάντα δύναται παραγενέσθαι. Ἱκέτης: Παρὰ τὸ ἱκέσθαι ἱκέτης· καὶ ἱκετή‐
60σιος, ὅθεν καὶ ἱκέσιος Ζεύς. ἴκελος διαφο’ (διφορεῖται) ἐκ τοῦ εἴκω, τὸ ὁμοιῶ. Ἔστι δὲ πρὸς τὶ, καὶ συντάσσεται μετὰ δοτικῆς. Τὸ γὰρ ἶσος καὶ ὅμοιος καὶ ἴκελος καὶ τὰ ὅμοια μετὰ δοτικῆς συντάσσονται· οἷον,
65 ἶσος τῷ πατρὶ, ἴκελος Διῒ τερπικεραύνῳ. Τὸ ΚΕ ψιλόν. Διὰ τί; ὡς τὸ ἄμπελος. Ἰκμάς: Ὑγρασία, σταγὼν, ἢ λιπαρότης, ὡς τὸ, ἀφαρδέστερον (ἄφαρ δέ τε) ἰκμὰς ἔβη, Ἰλιάδος ρʹ. (392.) ἀντὶ τοῦ ταχέως δὲ ἡ ὑγρασία διέρ‐
70χεται τοῦ στέατος οὖσα ἐλαιώδης. Παρὰ τὸ ἴκω ἰκμὰς, καὶ Ἰκμάλιος ὄνομα τέκτονος (Od. τʹ. 57.), ὁ ἰκμάδας καὶ ἱδρῶτας στάζων ἐν τῷ κάμνειν καὶ φιλοπονεῖν. Ἰκμὰς παρὰ τὸ ἱκνεῖσθαι ἄνωθεν πρὸς ἡμᾶς ἀπὸ τοῦ Διὸς ὕοντος.
75 Ἴκμενον οὖρον: Φόρον ἄνεμον, ἤτοι πορευτι‐ κὸν, ἀπὸ τοῦ ἱκνεῖσθαι, ἢ ὑγρὸν τὴν ἰκμάδα· καὶ γὰρ ἐν ἄλλοις ἀνέμων μένος ὑγρὸν ἀέντων. Ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης τὸ διαλυθὲν ἄνεμος
80γίνεται· διὸ ψιλοῦται. Οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθαι· ἅμα γὰρ φύσει ἀνέμων διδάσκει καὶ (l. ὅτι Cobet.) τὸ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος. Ἰκρία: Ὀρθὰ ξύλα ἢ σανίδια νηός. Πάντα ἁπλῶς τὰ μετέωρα ἴκρια λέγονται διὰ τὸ εἰς ὕψος
85ἥκειν, ἱκήριά τινα ὄντα, ἢ τὰ σανιδώματα διὰ τὸ δι’ αὐτῶν ἱκνεῖσθαι καὶ διαβαίνειν. Ἰκριώσαντες: Ξύλα καταπήξαντες, ἅπερ ἐστὶν ἰκρία. ζν ἐδυνʒ (ζήτει ἐδωλιάσαι v. supra p. 317, 13.) ̓ϊκτικῶς.
90 Ἴκταρ: Ἀπὸ τοῦ ἱκνοῦμαι· σημαίνει ἔθνος [ἐγγὺς] οἱ δὲ κεραυνοὶ (Hesiod. Th. 691.)
ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο. Πλάτων ἀντὶ τοῦ ἐγγὺς τιθεῖ, οἷον τὸ λεγόμενον
95 οὐδ’ ἴκταρ βάλλει, τουτέστιν, οὐδ’ ἐγγὺς βάλλει. Ἴκτινα: Τὴν λεγομένην λουπίδα. Προπαροξυτο’ αἰτιατική· ὡς παρ’ Ἀριστοφάνει· ἴκτινα παντόφθαλμον ἅρπαγα στρέφων.

470*

(100)

Οὐκ ἔστι γὰρ ἀπὸ τῆς ἴκτινον εὐθείας, οὐδαμοῦ γὰρ εὕρηται ἐν χρήσει ἡ εὐθεῖα, ἀλλ’ ἐκ τοῦ ἴκτινος. Σοφοκλῆς· ἴκτινος ἔκλαγξε παρασύρας κρέας. Ἡ γενικὴ ἰκτίνου ἰκτίνῳ ἴκτινον, καὶ κατὰ μετα‐
105πλασμὸν ἴκτινα. Ἔστι δὲ καὶ κτιδέη εἶδος περικε‐ φαλαίας ἐξ ἴκτιδος δέρματος πεποιημένη, καὶ ἠμφι‐ εσμένη. Ἰλιάδος κʹ. (335.) ἰκτίς ἐστι ζῷον ὀρνιθοφάγον καὶ πανοῦργον, μεῖ‐ ζον μὲν γαλῆς παραπλήσιον δὲ καὶ δασύτερον, ἧς τὸ
110δέρμα ἰσχυρότατόν ἐστιν, ἐξ ἧς φασὶ τὴν περικεφα‐ λαίαν δεδερματῶσθαι. Οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον. Ἰλαδόν: Ἀντὶ τοῦ ὁμοῦ, παρὰ τὴν ἴλην, ὃ σημαίνει τὴν συνάθροισιν, τουτέστι κατὰ ἴλας καὶ συστροφάς.
115ἵλεως καὶ εὐμενής. Παρὰ τὸ ἱλάω γίνεται ἵλαος, ὡς, ταύροισι καὶ ἀρνειοῖσιν ἱλάων. (Il. βʹ. 550.) ὅταν ᾖ παρὰ τὸ ἱλαρός. Ἱλάσθητι: Ἀπὸ τοῦ ἱλάω ἱλῶ δευτέρας συζυ‐
120γίας τῶν περισπωμένων· ὁ μέλλων ἱλάσω, πλεονα‐ σμῷ τοῦ κ ἱλάσκω, καὶ μετάγεται εἰς ἐνεστῶτα. Τὸ παθητικὸν ἱλάσκομαι, ἐξ οὗ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι (Ιλ. αʹ. 386.) ἀντὶ τοῦ ἐξιλεῖσθαι (sic) καὶ ἐξευμενίζεσθαι· ἢ ἐκ
125τοῦ ἰλῶ γίνεται ἵλημι, ἐξ οὗ τὸ ἵλαθι γραι (γίνεται Cobet.) Ἱλασσάμενοι: Ἀντὶ τοῦ ἐξιλεωσάμενοι, ἐξευ‐ μενισάμενοι, πλεονασμῷ τοῦ ς διὰ τὸ μέτρον, ἐκ τοῦ ἱλῶ ἱλάσω, ἐξ οὗ καὶ ἱλάσθητι καὶ ἱλασμὸς,
130ὁ παρακείμενος ἵλακα, ὁ παθητικὸς ἵλασμαι, ἐξ αὐτοῦ ἱλασμὸς, ὁ ἀόριστος ἵλασα, ὁ μέσος ἱλα‐ σάμην. Ἵλεως: Ἱλῶ ἱλάσω γίνεται ἵλαος καὶ τὸ Ἀτ‐ τικὸν ἵλεως, ἢ ἀπὸ τοῦ ἔλεος κατὰ τροπὴν τοῦ ε εἰς
135ἰῶτα. Ἐκ τοῦ ἵλεως γίνεται ἱλεῶ ἱλεώσω καὶ ἐξιλεω‐ σάμην· ἐκ τοῦ ἱλεῶ γίνεται κατὰ συγκοπὴν ἰλῶ ἰλᾶς. ἰλεὺς ὁ Αἴαντος πατὴρ ἠτυμολόγηται ὑφ’ Ἡσιόδου, Ἰλέα τὸν ῥ’ ἐφίλησεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
140 καί οἱ τοῦτ’ ον οὕνεκα νύμφην εὑράμενος ἵλεων ὤ ἐρατῇ φιλότητι. Ὁ δὲ ἡρώδοτος διχῶς λέγει, ὥσπερ Βριάρεως καὶ Ὀβριάρεως. ἴλη σημαίνει τὴν ἄθροισιν, ἤγουν τὸ πλῆθος,
145παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι· ἐκ τοῦ εἰλῶ οὖν γίνεται ἴλη διὰ τοῦ ι. Πολλὰ γάρ εἰσιν ὀνόματα ἀπὸ ῥημάτων. Ῥῆμα παρὰ τὸ εἰλῶ παραγώγω ὀνόματι συνθέτω μὴ κατὰ ἀρχὴν μέρους διὰ τοῦ ι γράφεται, οἷον ἴλυς,

470*

(150)

ἴλεος, ἡ κατάδυσις, Ἰλισσὸς ποταμὸς, ὅμιλος, πέδι‐

470*

(150)

λον· οὕτως οὖν καὶ ἴλη καὶ ἰλαδόν. Πρόσκειται “παράγωγον ὄνομα” διὰ τὸ εἰλίσσω, καὶ εἰλίπους, καὶ εἰλΐψιλ τὸ ϊ (l. τὸ ΛΙ ψιλὸν Cobet.) πρὸ τοῦ λ ἐκτεταμένον μὲν ψιλοῦται, οἷον, Ἴλιος Ἶλος· συνε‐ σταλμένον δὲ δασύνεται, ἱλασμὸς ἱλαρὸς ἱλάσκω·
155σεσημείωται τὸ ἵλεως· μακρὸν ἔχει τὸ ι καὶ δασύ‐ νεται. Ἴλιος: Παρὰ τὸ Ἶλος ὄνομα κύριον, τὸ ι μακρόν. Τὸ ϊ ἐπιφερομένου συμφώνου ἑνὸς ἁπλοῦ ᾧ ὑποτάσ‐ σεται τὸ ι ἢ τὸ υ φιλεῖ ἐκτείνεσθαι, οἷον, ἴβις ὄνομα
160ὀρνέου, Ἴβυκος ὄνομα ποιητοῦ, ἰδίω, τὸ ἰδρῶ, ἰθὺς, ἰθύνω, ἶθυς, Ἶσις ὄνομα κύριον· σεσημείωται τὸ ἴτυς συστελλόμενον· χωρὶς τῶν ἀπὸ κλίσεως, διὰ τὸ ἴθι προστακτικόν. Ἰστέον δὲ ὅτι οἱ Ἀττικίζοντες οὐδετέρως λέγουσι τὸ Ἴλιον· εἰ δέ που εὑρεθῇ θηλυ‐
165κὸν Ἴλιος Δωρικῶς (Ἰωνικῶς? Cobet) εὑρίσκεται, καὶ οὐκ ἐν ἰάμβῳ, ἀλλ’ ἐν στίχῳ, οἷον, Ἴλιον ἰρήν. ἰλίων σημαίνει τὸν σύγγαμβρον παρὰ τὸ ἴλιον, ὃ σημαίνει τὸ δῶρον. Καὶ γὰρ οἱ σύγγαμβροι
170μετέχουσι τῶν δώρων τοῦ νυμφίου. Ἴλια δὲ τὰ δῶρα ἰδίως παρὰ τὸ εἶναι φιλητ. ἴλιγγος ἀπὸ τοῦ ἰλιγγιᾶν καὶ στρέφεσθαι· τὸ δὲ ἰλιγγιῶ ἐκ τοῦ ἴλιγξ, ὃ σημαίνει τὴν συστροφήν· τοῦτο παρὰ τὸ εἱλῶ, ἐξ οὗ καὶ ἴλη. Ἰλιγγιᾶν δέ
175ἐστι τὸ σκοτοδινιᾶν, ἀπὸ τοῦ δοκεῖν εἱλεῖσθαι πάντα· ἔστι καὶ ἔλλειψις ψυχῆς. Ἰλλάδες: Σχοινία ἐξ ἱμάντων, ἀπὸ τοῦ εἱλεῖ‐ σθαι. Ἀπὸ τοῦ εἱλῶ ἰλλὰς ἀποβολῇ τοῦ ε, ἢ ἀπὸ
τοῦ ἴλλω καὶ ἰλλασα (ἰλλάσιν) Ἰλιάδος ν. (572.)
180Τοῖς ἐξ ἱμάντων δεσμοῖς, οἷον, ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγχουσιν. (sic) Ἴαλλοι (Ἴλλοι): Οἱ ὀφθαλμοὶ, ἀπὸ τῆς εἰλή‐ σεως καὶ τῆς ἐπὶ τὰ κάτω φορᾶς. Κυρίως δὲ
185ἴαλλοι (ἴλλοι), αἱ κόραι τῶν ὀφθαλμῶν. Ἰαλλόμενος (ἰλλόμενος): Δεσμευόμενος. Σημαίνει καὶ τὸ παρατηρῶν· (Apoll. Rhod. II. 26.) ὥστε λέων ὑπ’ ἄκοντι τετμημένος, ὅν τ’ ἐν ὄρεσσι ἄνδρες ἀμφιπένονται, ὁ δ’ ἰλλόμενος παρ’ ὁμίλῳ
190 τῶν μὲν οὐκ ἀλέγει, ἐπεὶ δ’ ὄσσεται οἰόθεν οἶος ἄνδρα τὸν ὅς μιν ἔτυψε παραίτατος οὐδ’ ἐδάμασσεν. Ἀριστοφάνης τὸν λέγοντα τρωθῆναι παρατηρεῖν μόνον τὸν τρώσαντα. (leg. cum Schol. φασὶ τὸν λέοντα τρωθέντα.)
195 Ἰλλίζειν: Τὸ διανεύειν. Οὐκ ἀΐεις, ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί (Od. ςʹ. II.) ἀπὸ (τοῦ) τοὺς διανεύοντας εἰλεῖν τοὺς ὀφθαλμούς· ἐξ οὗ καὶ ἰλλάδες οἱ συνεστραμμένοι ἱμάντες.

470*

(200)

Ἰλύς: Ὁ πηλώδης καὶ κάθυγρος τόπος· ἤγουν ἡ εἰς ταὐτὸ συναχθεῖσα ὑπόστθασις τῶν ὑδάτων, παρὰ τὴν εἴλησιν καὶ σύνοδον, παρὰ τὸ εἰλῶ, τὸ συστρέφω· σημαίνει δὲ τὸν ῥύπον· ἢ παρὰ τὸ ἵζω, τὸ καθέζομαι· ἢ παρὰ τὸ ὕω, τὸ βρέχω, γίνεται ὕλη, καὶ ἐν ὑπερβι‐
205βασμῷ ἰλύς· καὶ ἐκ τούτου κατὰ μετάθεσιν γίνεται ὕλις· ἢ παρὰ τὸν ἰλύσω μέλλοντα κὰδ δέ μιν ἰλύσω ψαμάθοισι Ἰλιάδος φʹ. (318.) ἴληαν (ἴλυϊ) περιχώσω, καλύψω, ἀποβολῇ τοῦ ω γίνεται ἰλύς. Ἔστι πλῆθος πηλοῦ. Ἢ ἀπὸ τοῦ
210ἔλος γίνεται ἐλύω καὶ εἰλύω, ἀφ’ οὗ Ἀπολλώνιος (II. 823.) εἰλυόεντος ἀναθρωσμοὺς ποταμοῖο. Ἀπὸ τοῦ εἰλύω ἰλὺς διὰ βραχέος τοῦ ι, ὡς πείθω πιθανός.
215 Τριχ ὕλη ὕλης, καὶ ἰλὺς ἰλύος, καὶ ὕλις ὕλιος, καὶ ὕλεως Ἀττικῶς. Ἰλυσπῶντο: Ἰλυσπᾶσθαί ἐστι τὸ παραπλησίως τοῖς σκώληξι καὶ τοῖς ὄφεσιν ἰέναι· οἱονεὶ ἐν τῷ ἰλυσπᾶσθαι, (τῇ ἰλύϊ σπᾶσθαι,) τουτέστιν ἐν τῇ γῇ
220κυλίεσθαι. ἱμὰς σημαίνει τρία. Ἐπὶ μὲν τοῦ συνήθους ἡμῖν νοουμένου, αἱ δέ τ’ ἔνερθεν ὑποσείουσιν ἱμάντι. (Od. ιʹ. 385.) ἐπὶ δὲ τῶν τομέων τῶν μυρμήκων
225 δῶκε δ’ ἱμάντα εὔδμητον βοὸς ἀγραύλοιο. (Il. ψʹ. 614.) Ἐπὶ δὲ τοῦ κανόνος τοῦ συνέχοντος τὴν θύραν, εἰς θάλαμον δ’ εἰσῆλθε παρὰ κληΐδος. (Od. δʹ. 802.) Γίνεται δὲ ἀπὸ τοῦ ἐνίημι παρὰ τὸ ἐνίεσθαι, ὅ ἐστιν
230ἐνδεδέσθαι, διὰ τὸ ι τὸ συνεσταλμένον ἐπιφερομένου ἑνὸς λ ἢ μ δασύνεται, τὸ μέντοι ϊμα μακρὸν ἔχον τὸ ϊ ψιλοῦται. Διατὶ σεσημείωται τὸ ἱμὰς καὶ ἀνδριάς; Τ εἰς ΑΣ ὀνόματα ὑπὲρ μίαν συλλαβὴν (μακρὸν) ἔχοντα
235τὸ α, ἢ βαρύνονται, ὡς Αἴας Θόας, ἢ περισπῶντα ὡς βορᾶς ἀλλᾶς (εἶδος δέ ἐστι πλακοῦντος, (ἐξ οὗ) καὶ ἀλλαντοπώλης,) καὶ πελεκᾶς· τὸ δὲ ἱμὰς καὶ ἀνδριὰς, ὡς διαλλάξαντα κατὰ τὸν χρόνον πρὸς τὰ ἄλλα, ἤγουν τοῦ ἀρκᾶς, διήλλακται καὶ κατὰ τὸν κανόνα· (τὴν
240κλίσιν·) ἐπὶ μέντοι τῆς γενικῆς ἱμάντος οἱ μὲν Ἀττικοὶ τὸν χρόνον τῆς εὐθείας ἀκολουθοῦντες προπαροξύνουσι τὴν γενικήν· ἡ δὲ κοινὴ συνήθεια τοῦτο οὐ παρέλαβεν, διὰ τὸ κ (τὸν κανόνα) πάντα διὰ τοῦ ΝΤ κλ (κλινόμενα). Ἐπάνω θέσει μακρᾶς περισπωμένη οὐ τίθεται. (Conf.
245Crameri Anecd. T. I. p. 217, 6.) Ἱμάσσω: Σημαίνει τὸ πλήττω καὶ μαστιγῶ. ςη ἐνθνο (Ἡσίοδος ἐν Θεογονίᾳ 857.) Αὐτὰρ ἐπειδαμίῃ (ἐπεὶ δή μιν) δάμασε πληγῇσιν ἱμάσας ἤριπε γϋνθεὶς (γυιωθεὶς).

470*

(250)

Παρὰ τὸ ἱμὰς, ὃ σημαίνει τὸν λῶρον, γίνεται ἱμάσσω καὶ ὁ μέλλων ἱμάσω. Σεσημείωται καὶ ἵμασε καλλίτριχας ἵππους. (Il. λʹ. 280.) Ἱμάσθλη: Ἡ μάστιξ, παρὰ τὸ ἱμάντα καὶ τὸ ἱμάσσειν, ὅ ἔστι πλήττειν τῇ μάστιγι.
255 Ἱματίδιον: Γίνεται ἀπὸ τοῦ ἱμάτιον ἱματίδιον, ὡς ἀπὸ τοῦ ὀψάριον ὀψαρίδιον. Ἱμαῖος: Ἡ ἐπιμύλιος ᾠδή. Ἔστι δὲ καὶ ὄνομα κύριον. Ἵμερος: Ἡ ἐπιθυμία, ἀπὸ τοῦ ἵημι, τὸ προθυμοῦ‐
260μαι, ἐξ οὗ καὶ τὸ
ἵετο γὰρ βαλέειν. (Il. πʹ. 383.) ὁ γὰρ ποθῶν ἵεται ἐπὶ τὸ ποθούμενον· ἀπὸ τοῦ
265ἵεσθαι γοῦν καὶ ποθεῖν γίνεται ἵμερος· διαφέρει δὲ ἔρωτος. Δωρ (Δωρικῶς) δὲ τὰ ἄνθη λέγεται ἵμερα, ἐπεὶ ἐν τῷ ἔαρι τὰ ἄνθη φύεται, ὅτε καὶ τὰ ἐρωτικὰ θερμότερά ἐστι. Τούτου χάριν καὶ ὁ Ἀλκμαῖος (sic) Ζεφύρου καὶ Ἴριδος τὸν Ἔρωτά φησι. Λύκιοι
270δὲ ἐαρινοὺς θεοὺς Ἀφροδίτην καὶ Ἔρωτα καὶ τὰς Νύμφας φασί. Καὶ ἱμερόεις ἱμερόεντος. Καὶ ἱμερόεντα ἔργα γάμοιο. (Il. εʹ. 429.) ἐπέραστα καὶ θαυμαστὰ, καὶ ἱμερτὸς, ὁ ἐπιθυ‐ μητός.
275 Ἱμείρω: Τὸ ἐπιθυμῶ. Ἀπὸ τοῦ ἵμερος ἀποτ ϊ γ ἀσωποῦ (ἀπὸ τοῦ ϊ τρίτου προσώπου ἀντωνυμίας Gud.) οἷον ἐγὼ δϋϊκὰ (σὺ ϊ· ἀπὸ οὖν τοῦ ϊ καὶ) τοῦ μέρος γίνεται ἵμερος, οἷον ἐκείνου μέρους τοῦ ποθουμένου. Ὁ γὰρ ἐπιθυμῶν ἐκείνου μέρος γίνεται, τουτέστι τοῦ
280ἐπιθυμουμένου. Ἵεμαι ἵμερος ἱμέρω καὶ ἱμείρω. ἱμονιὰ σημαίνει τὸ δέρμα εἰς ὃ ἀντλοῦμεν τὸ ὕδωρ. Ἐκ τοῦ ἱμὰς ἱμάντος γίνεται ἱμῶ, τὸ ἀντλῶ· καὶ ἀνιμῶ, τὸ ἄνω ἀναλέγομαι· οἱ γὰρ ἀρχαῖοι διὰ τὸ μὴ κλᾶσθαι ταχὺ τὰ ἀγγεῖα ἐκ δερμάτων, ἤγουν
285ἀσκῶν, κατεσκεύαζον. Καὶ ἱμονιὰ, τὸ ἀντλητήριον. Τὸ δὲ ἱμὰς συστέλλει τὸ ι, ὡς παρὰ τῷ ποιητῇ πολύκεστος ἱμὰς (Il. γʹ. 571.) καὶ, ῥῆξεν ἱμάντα βοὸς (Il. γʹ. 375.)
290καὶ χρ (κέχρηται) καὶ Ἀπολλώνιος Ἀργοναυτικοῖς ἱμᾶσι (II. 67.) καὶ, ἱμάντα θοῶς ἐπέλυσε κορώνῃ. (Od. φʹ. 46.) Λέγεται δὲ καὶ τὸ ἐπιζύγωμα τῆς θύρας, ὅπερ ἐστὶ
295σανίδιον ἄνωθεν ἐφηλούμενον ταῖς θύραις· ἀθ (Ἀθη‐ ναῖοι) τοῦτο καλοῦσιν ἐπιζυγῶσαι. Ἰμῶσα: Ἀντλοῦσα· ἀπὸ τοῦ ἵμαντος ᾧ τοὺς κάδους ἀποδοῦντες ἐγέμιζον. Τινὲς δὲ ἱμάντα ἱμονιὰν καλοῦσι. Ἔνθα καὶ ὁ ἀντλητὸς ἱμαῖος λέγεται,

470*

(300)

καθότι καὶ ἱμὰς λέγεται κυρίως μὲν ὁ λῶρος, κατα‐ χρηστικῶς δὲ καὶ τὸ σχοινίον. Ἰνάσσω: Τὸ ἰσχὺν παρέχω. Ἀπὸ τοῦ ἲς ἶνος, ὃ σημαίνει τὴν δύναμιν, ἐξ οὗ ῥῆμα ἰνῶ ἰνώσω, καὶ ἐξίνωσεν, τὸ ἐξενεύρωσεν. Παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ὁ
305μέλλων ἔσω, ὄνομα ῥηματικὸν ἓς καὶ ἲς, ἡ δύναμις, ἡ ὑπάρχουσα ἔν τινι, ὥσπερ ἀπὸ τοῦ θέω θὶς, καὶ ῥήσσω ῥηγμίς· τὸ δὲ ἲς γράφεται διὰ τοῦ ϊ, ὡς δικατά‐ ληκτον· οὐ μόνον δὲ τὴν δύσιν (δύναμιν) σημαίνει, ἀλλ’ ἐστὶ καὶ ὄνομα ποταμοῦ, ὡς φησὶν Ἡρόδοτος
310καὶ γοίλαξ (Γύλαξ Sorb.) ὁ ἱστορικός. Χοιρο‐ βοσκός. (Vid. Wesseling. ad Herodot. I. 179.) Ἶνες: Τὰ νεῦρα τῶν (τὰ) τοῦ ἰέναι αἴτια, αἱ παρέ‐ χουσαι τῷ σώματι τὸ εἶναι καὶ συνεστάναι ἐξ ὧν ἡ δύναμις·
315 οὐ γάρ ἐστι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν. (Od. λʹ. 218.) καὶ, Οὐ γὰρ ἐμὴ ἴς. (Il. λʹ. 667.) Ἴναχος: Ὄνομα ποταμοῦ. Ἀπὸ τοῦ ἲς ἰνὸς καὶ
320τοῦ χέεσθαι γέγονεν Ἴναχος, οἱονεὶ ὁ μετὰ δυνάμεως χεόμενος. Ἴνιον: Ὡς παρὰ τὸ σφὴξ σφηκὸς γίνεται σφηκίον, σημαίνει δὲ τὸν μικρὸν σφῆκα, οὕτω καὶ παρὰ τὸ ἲς ἰνὸς γίνεται ἴνιον· σημαίνει δὲ τὸ νεῦρον
325τὸ ὂν ὀπίσω τοῦ τραχήλου. Τὸ γὰρ ἡνία ἐπὶ τῶν λώρων διὰ τοῦ η γράφεται. Παρὰ τὸ ἀνύω γίνεται ἀνίον καὶ ἡνίον· διὰ γὰρ τῶν λώρων τῶν ἵππων ἀνύο‐ μεν τὰς ὁδούς. Ἰνία δὲ τὰ πλατέα νεῦρα, ἃ δὴ τὴν ἰσχὺν ἡμῶν ἔχειν δοκεῖ, ἀπὸ τοῦ διήκειν ἀπὸ τῆς τοῦ
330ἐγκεφάλου βάσεως, καὶ ἀπὸ τοῦ ἐν τῇ καταβάσει τῇ ἀπὸ τῆς κορυφῆς κάτω ἰέναι, ἢ ἀπὸ τοῦ ἐντεῦθεν ἄρχεσθαι τὰς ἶνας, τουτέστι τὰ νεῦρα, ἢ ἐπειδὴ ἴεται τοῦ σώματος. Τοιουτ ςτ (τοιοῦτο καὶ τὸ) οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν.
335Od. λʹ. 218.

470

Ἰθὺ καὶ ἰθύς: Σημαίνει τὸ ἐπ’ εὐθείας. Παρὰ τὸ ἰέναι γίνεται ἰθύς· ἀπὸ τοῦ ἰθὺς, ἰθεῖα· καὶ ἰθείας δίκας· ἐπ’ εὐθείας, ὀρθῶς. Ἴθυσαν: Ἐπ’ εὐθείας ὥρμησαν. Ἀπὸ τοῦ ἰθὺς
15ἰθύω, καὶ ἰθύνω· σημαίνει τὸ ὁδηγῶ. Αὐτὴ δ’ αὖτ’ ἴθυνεν. Ἱκάνω: Σημαίνει ἐνταῦθα τὸ ἱκετεύω· Ἡμεῖς δ’ αὖθ’ ἱκάνομεν τὰ σὰ γούνατα. Σημαίνει καὶ τὸ παραγίνομαι, καὶ τὸ καταλαμβάνω·
20Ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
20 Ἱκέτης: Παρὰ τὸ ἵκεσθαι, ἱκέτης· ὅθεν καὶ ἱκανός· ὁ γὰρ ἰσχυρὸς εἰς πάντα δύναται παρα‐ γενέσθαι. Ἱκμάς: Ἡ ὑγρὰ σταγών· ἢ λιπαρότης. Παρὰ τὸ ἵκω ἱκμάς.
25Ἱκνοῦμαι: Ἀπὸ τοῦ ἵκω, τὸ ἱκετεύω καὶ παρα‐
25γίνομαι, παράγωγον ἱκάνω· καὶ συγκοπῇ, ἱκνῶ, ἱκνοῦ‐
μαι, καὶ ἀφικνοῦμαι. Τὸ δὲ ἱκάνω, ἀπὸ τοῦ ἵκον δευτέρου ἀορίστου, ὡς ἀπὸ τοῦ ἔφυγον, φυγάνω· καὶ πλεονασμῷ τοῦ γ, φυγγάνω. Ἴκμενον: Ἵκω, ἱκόμενον· καὶ συγκοπῇ, ἵκμε‐
30νον· σημαίνει δὲ τὸν πορευτικόν· ἢ ὑγρὸν, παρὰ τὴν ἱκμάδα Ἱκρία: Πάντα τὰ ἁπλῶς μετέωρα ἱκρία λέγεται, διὰ τὸ εἰς ὕψος ἥκειν, οἱονεὶ ἱκήρια τινὰ ὄντα. Ἢ τὰ σανιδώματα, διὰ τὸ δι’ αὐτῶν ἱκνεῖσθαι.
35Ἰκτίνα: Σημαίνει τὴν λεγομένην λούπην, παρὰ
35τὸ ἱκνοῦμαι. Πλάτων δὲ προπαροξυτόνως λέγει, ὡς παρὰ Ἀριστοφάνει, Ἴκτινα παντόφθαλμον ἅρπαγα τρέφων. Οὐ γὰρ ἐστὶν ἀπὸ τῆς ἰκτὶν εὐθείας, ἀλλ’ ἐκ τῆς ἴκτινος, ἧς ἡ γενικὴ, ἰκτίνου, ἡ αἰτιατικὴ, ἴκτινον,
40καὶ κατὰ μεταπλασμὸν, ἴκτινα, ὡς ἁλίτροχον, ἁλί‐
40τροχα. Τὰ γὰρ διὰ τοῦ ΙΝΟΣ προπαροξύτονα, μὴ
40ὄντα ἀπὸ ἁπλοῦ, ἔχοντα τὴν ΕΙ δίφθογγον, διὰ τοῦ ι γράφεται, οἷον φήγινος, λίθινος, ξύλινος. Οὕτως οὖν καὶ ἴκτινος. Πρόσκειται, “μὴ ὄντα ἀπὸ ἁπλοῦ, ἔχοντα τὴν ΕΙ δίφθογγον,” διὰ τὸ ξένος ξεῖνος, εὔξεινος.
45 Ἰκόνιον: Πόλις Λυκαονίας· ὁ πολίτης, Ἰκο‐ νιεύς. Ἰκόνιον, ἡ πόλις. Γυναῖκα φασὶ κατοικεῖν τὸν τόπον παράνομον, ἣ τοὺς ἐπιξενουμένους ἐκέλευε συγγενέσθαι αὐτῇ, καὶ μετὰ τὴν συνουσίαν ἀνῄρει, ἵνα μὴ ἡ ἀσέλγεια αὐτῆς ἐπιγνωσθῇ· Περσέα δὲ

470

(50)

τὸν Δανάης ἐπὶ τοῦ τόπου ἀφικόμενον, καὶ μέλλοντα ταὐτὰ πάσχειν, δείξαντα τὸ τῆς Γοργοῦς πρόσωπον ἀπολιθῶσαι αὐτήν· τὴν δὲ εἰκόνα ἐπὶ πολὺν χρόνον διαμεῖναι λιθίνην· ἀφ’ ἧς αἰτίας καὶ τοὺς κατοικοῦν‐ τας τὴν πόλιν οὕτως ὠνόμασαν.
55Γράφεται δὲ διὰ τοῦ ι· ἐπειδὴ εὑρέθη ἡ ἀρχὴ
55συστελλομένη παρὰ Μενάνδρῳ. Γενομένου τοῦ ἐπὶ Δευκαλίωνος κατακλυσμοῦ, πάντες διεφθάρησαν. Ἀναξηρανθείσης δὲ τῆς γῆς,

471

ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα διαπλάσαι ἐκ τοῦ πηλοῦ· καὶ τοὺς ἀνέμους ἐμφυ‐ σῆσαι ἐκέλευσε, καὶ ζῶντα ἀποτελέσαι. Διὰ τὸ οὖν τὰς εἰκόνας ἐκεῖσε γραφῆναι, ἐκλήθη Ἰκόνιον.
6 Ἵνα: Σημαίνει τέσσαρα· τὸν αἰτιολογικὸν σύν‐ δεσμον, ὡς τὸ, ἵνα γνώωσι καὶ οἵδε. ἀντὶ τοῦ ὅπως μάθωσι καὶ οὗτοι. Ἔστι καὶ ἀντὶ
10τοῦ ὅπου, ὡς τὸ,
10ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι.
10Ἢ ἀντὶ τοῦ ἐκεῖ· ἐκεῖ γὰρ αὐτοὺς εἶπον συναθροι‐ σθῆναι, Ἰλιάδος κʹ. Ἔστι καὶ ἀντὶ τοῦ ἐὰν, ὡς ἐν Ἰλιάδος ἦτα, ἵνα μὴ ῥέξομεν ὧδε. ἀντὶ τοῦ ἐὰν μὴ πράξωμεν οὕτως. Σημαίνει καὶ
15τὴν δύναμιν, ὡς τὸ,
15ἶνα κρατοῦντος ὤλεσεν θυμοφθόρου.
15Τοῦτο δέ ἐστιν ὄνομα πτώσεως αἰτιατικῆς. Σημαίνει
15καὶ τὸ νεῦρον, ὡς τὸ,
15 ἶνα τάμεν διὰ πᾶσαν. Ἱνατί: Ἀντὶ τοῦ διατί; Ἰστέον ὅτι τὸ Ἵνα σύνδεσμος ὑποτάσσει· ὅταν δὲ κεῖται ἀντὶ τοῦ ὅπου, οὐχ ὑποτάσσει. Τὸ μέντοι ἵνα καὶ τὸ τί συντεθει‐ μένα γίνεται ἐπίρρημα ἐρωτήσεως, καὶ οὐχ ὑπο‐
20τάσσει· ἐπὰν γὰρ εἰς τὸ ἵνα τὸ τί προσέλθῃ, μετά‐
γεται εἰς παρῳχημένον, καὶ λύεται ἡ ὑποταγή. Ἶνις: Σημαίνει τὸν νέον υἱὸν, τὸ βρέφος, ἢ τὸν ἀπόγονον. Ἢ ἀπὸ τοῦ ἴς ἰνὸς γίνεται παρώνυμον ἶνις· δύναμις γάρ εἰσι τῶν πατέρων οἱ υἱοὶ, καὶ τῶν
25υἱῶν οἱ πατέρες. Ἢ ἀπὸ τοῦ ἰαίνειν γίνεται· καὶ γὰρ τὰ τέκνα τοὺς πατέρας εὐφραίνουσιν. Ἰνώ: Παρὰ τὸ ἲς ἰνός· ἢ παρὰ τὸ δύειν, Δυνώ· ἀποβολῇ τοῦ δέλτα, καὶ τροπῇ· καὶ γὰρ εἰς τὴν θάλασσαν ἔδυνεν ἡ Ἰνώ.
30 Ἰνωπός: Ὄνομα ποταμοῦ. Ἀπὸ τοῦ ἲς ἰνὸς, καὶ τοῦ ὂψ ὀπὸς, ὃ σημαίνει τὴν φωνὴν, γίνεται ἰνω‐ πὸς, κατὰ ἔκτασιν τοῦ ο εἰς ω. Ἰνδάλλω: Ὥσπερ παρὰ τὸ ἄγω γίνεται ἀγάλλω, καὶ ἴω, τὸ πέμπω, ἰάλλω, οὕτως παρὰ τὸ
35εἴδω, τὸ ὁμοιῶ, γίνεται ἰδάλλω, καὶ πλεονασμῷ τοῦ ν. Γράφεται δὲ διὰ τοῦ ι· ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι ἐν τοῖς παραγώγοις εἰώθασι πολλάκις τὴν φύσει μακρὰν εἰς θέσει μεταβάλλειν· ὥσπέρ ἐστι τὸ πένης πενιχρός· λήβω, λαμβάνω· ἥδω, ἁνδάνω· δήκω,
40δαγκάνω· οὕτως καὶ παρὰ τὸ εἴδω, παράγωγον ἰν‐ δάλλω· ἐξ οὗ καὶ ἴνδαλμα. Ἴξαλος: Ἰξάλου αἰγός. Ἤτοι τελείου, ἢ πηδητικοῦ καὶ ὁρμητικοῦ, παρὰ τὸ
45ἱκνεῖσθαι. Ἢ, ὡς ὁ Πορφύριος λέγει, τὸν τομίαν·
45συμβαίνει γὰρ πολλάκις τῶν ἀγρίων αἰγῶν τοὺς
45τελείους διωκομένους ἐν ταῖς παρατρίψεσιν ἀποβάλ‐ λειν τὰ γεννητικὰ μόρια. Παρὰ τὸν ἵξω μέλλοντα γέγονεν ἴξαλος. Ὡς ἀπὸ τοῦ ἄγω ἄξω, ἄξιος, οὕτως ἵκω ἵξω ἵξιος, καὶ ἴξαλος. Δεῖ δὲ γινώσκειν, ὅτι πολλάκις τὰ παρά‐

471

(50)

γωγα ἀλλάσσουσι τὸ πνεῦμα· καὶ ἀπὸ μὲν δασέος

471

(50)

γίνεται ψιλὸν, ὡς τὸ ἅμα, ἄμυδις· ἥλιος, ἀπηλιώ‐ της· οὕτως ἀπὸ τοῦ ἵξω, ἴξαλος. Ἰξίων: Ἀπὸ τοῦ ἴκω ἵξω, ἵξιος καὶ Ἰξίων, ὡς ὄφις ὄφιος, Ὀφίων. Ἰξεύω: Τὸ ἰῶτα, θέσει μακρόν· ἴξευον δὲ, φύσει
55μακρόν· χρονικῶς μεγεθύνεται. Καὶ τὸ ἰξιόεν,
55τῶν θανασίμων ἐστὶ φαρμάκων· ὠνόμασται δὲ οὕτως, ἐπειδὴ τὰς ἐντὸς τροφὰς κατέχει ὡς ἰξός· ὀδμὴν δ’ ἔχει παραπλήσιον ὠκίμῳ.

472

Ἰξός: Ἰξὸς δέ ἐστιν ἡ παγὶς τῶν στρουθίων, ἀξός τις ὤν· παρὰ τὸ ἄγειν τὰ ὄρνεα. Ἢ παρὰ τὸ ἵκω ἵξω ἰξὸς, ὁ φθάνων μέχρις ἂν ᾖ ἱπτάμενα τὰ ὄρνεα, μέχρις ὧν ἂν φθάνωσι τὰ πτηνὰ τόπων, ἀντὶ
5τοῦ ἔνθα ἱκνοῦνται καὶ παραγίνονται. Ἰξύς: Ἡ ὀσφῦς, ἤγουν τὸ ἰσχίον· οἱονεὶ ἀξύς τις οὖσα, ἣν οὐχ οἷόν τε κνῆσαι καὶ ξύσαι, διὰ τὸ μὴ φθάνειν τὴν χεῖρα κνήσασθαι. Ἀλλαχοῦ δὲ ἄκνηστιν λέγει ταύτην, ἑρμηνεύων ἑαυτόν.
10 Ἷξον: Οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα. Ἀπολλώνιος ἀπὸ τοῦ ἵκω, τοῦ διὰ τοῦ ι γραφομένου, λέγει, ὁ δεύτερος ἀόριστος, ἷκον, καὶ τροπῇ Βοιωτικῇ τοῦ κ εἰς ξ, ἷξον. [Οὕτως Ἀπολλώνιος·] ὁ δὲ
15Ἡρωδιανὸς τοῦτο καὶ τὰ ὅμοια ἐκ μέλλοντος λέγει
15μετατεθεῖσθαι εἰς ἐνεστῶτα· ἵξω, καὶ ὁ παρατατικὸς, ἷξον, ἷξες, ἷξε· τὸ πληθυντικὸν, ἵξομεν, ἵξετε, ἷξον. Ὅτι δὲ οὐκ ἔστι δεύτερος ἀόριστος, ἀλλὰ παρατα‐ τικὸς, τὰ τοιαῦτα ἐλέγχει καὶ τὰ προστακτικά· εὑρήσεις γὰρ βῆσε, καὶ ἷξε, καὶ οἶσε, ὡς τύπτε καὶ
20γράφε· εἰ δὲ ἦν ἀόριστος, ἦν ἂν βῆσον, καὶ ἷξον.
20Ἔστι δὲ οἴσω μέλλων· οὗ ἄλλο κίνημα οὐχ εὕρηται πλὴν τοῦ αὐτοῦ μέλλοντος. Τὸν δὲ Ἀπολλωνίου λόγον δέον εἶναι μᾶλλον ἀληθέστερον· οὐ γὰρ παρά‐ τασιν σημαίνει τὸ, Οἱ δ’ ἷξον,
25ἀλλὰ συντέλειαν, ὅτι παραγεγόνασιν. Οὐ γὰρ ταῖς
25φωναῖς τὰ μέρη τοῦ λόγου ἀκολουθεῖ, ἀλλὰ τοῖς
25σημαινομένοις [ζητήμασιν.] Ἴουλος: Τὸ πολύπουν ζῷον· ἀπὸ τοῦ ἰέναι καὶ τῆς λειότητος τῆς πορείας· ἢ ἀπὸ τοῦ ἰέναι οὖλον καὶ πυκνόν· ἢ ἀπὸ τοῦ οὔλως καὶ πυκνῶς εἰλεῖσθαι, ἴουλος ἐκλήθη· ὅθεν ἀπὸ μεταφορᾶς καὶ αἱ πολύ‐
30κωποι νῆες ἰουλόπεζοι ἀπ’ αὐτοῦ κέκληνται. Ἴου‐ λος λέγεται καὶ ἡ πρώτη ἐξάνθησις τῶν τριχῶν κατὰ τὰς παρειὰς, αἱ κατὰ παρειῶν ἐπ’ εὐθείας ἐν πυκνότητι πρῶτον ἀναβλαστάνουσαι τρίχες· ἀπὸ τοῦ ἰούλου τοῦ ζῴου, τοῦ πολλοὺς καὶ πυκνοὺς ἔχοντος
35πόδας. Ἀπολλώνιος·
35ἔτι χνοάοντας ἰούλους.
35Ἀντὶ τοῦ νεωστὶ ὡς χνοῦν τοὺς ἰούλους ἀναφέρων. Ἔστι δὲ καὶ ᾠδῆς ὄνομα, ὥς φησιν Ἐρατοσθένης ἐν τῷ Ἑρμῇ, Ἡ χερνῆτις θεὸς ἐφ’ ὑψηλοῦ ἐλεῶνος Δανδαῖτις στείχουσα, καλὰς δ’ ἤειδεν ἰούλους.
40Ἢ ἴουλος, ἡ πρώτη τῶν γενείων ἔκφυσις, θερμοτάτη
40οὖσα καὶ πυκνοτάτη· ἀπὸ τοῦ ἰέναι λείως καὶ οὔλως· γένειον δὲ, ἡ ἐκ τῆς γένυος, ἤτοι σιαγόνος, ἐπι‐ φυομένη τρίχωσις. Ἴος: Σημαίνει τὸν μόνον. Τὰ διὰ τοῦ ΙΟΣ δι‐ σύλλαβα, διαφόρως τονούμενα, διὰ τοῦ ι γράφεται,
45βίος, βιός· χίος, χιός· θριὸς, μνιὸς, ὁ ἁπαλὸς, παρὰ
45Εὐφορίωνι. Καὶ
45 ἰῷ ἤματι, Ἰλιάδος ζʹ, ἐν μιᾷ ἡμέρᾳ. Ἡ εὐθεῖα, τὸ ἴον οὐδε‐ τέρως, τοῦ ἴου· σημαίνει τὸ μόνον. Ἡ δοτικὴ ἰῷ, περισπώμενον· καὶ σεσημείωται μὴ φυλάξαν τὸν τόνον τῆς γενικῆς.

472

(50)

Ἰός: Σημαίνει τὸ βέλος· διὰ τὸ βλαπτικὸν

472

(50)

εἶναι· ὥσπερ γὰρ ὁ ἰὸς φάρμακον ἐστὶ τοῦ σιδήρου, οὕτως καὶ οὗτος τοῦ σώματος. Ἢ παρὰ τὸν ἰὸν, τὸ δηλοῦν τὸ φάρμακον τοῦ ὄφεως· καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρεθῇ. Ἢ παρὰ τὸ ἰέναι ποιεῖν τοὺς
55τιτρωσκομένους εἰς ᾅδου. Ἀπὸ τοῦ ἴημι γίνεται τὸ ἰέναι· καὶ γὰρ λίαν πορεύεται τὸ βέλος· καὶ ὁ ἰὸς πορευτικός ἐστιν. Ἰόμωροι: Οἱ περὶ τοὺς ἰοὺς καὶ τὰ τόξα πεπο‐

473

νημένοι καὶ μεμορημένοι, ὅ ἐστι κάμνοντες, τοξόται. Παρὰ τὸν μόρον, κατὰ ἔκτασιν τοῦ ο εἰς ω· ὃ ση‐ μαίνει τὴν εἱμαρμένην καὶ τὴν κακοπάθειαν· οἷον, τρίγληνα, μορόεντα.
5Ἢ ἀμελοῦντες.
5 Ἰοχέαιρα: Ἡ Ἄρτεμις, ἡ περὶ ἰοὺς καὶ τόξα χαίρουσα· ἢ παρὰ τὸ χέειν τοὺς ἰοὺς, ὅ ἐστι τὰ βέλη· τοξότις γὰρ ἡ θεός. ἰότης ἰότητος, λέγεται ἡ βουλὴ καὶ ἡ φροντίς. Ἀπὸ τοῦ ἰοῦ, τοῦ βέλους, ἰὸς, ἰότης· ἀπὸ τοῦ ἴεσθαι
9καὶ εἰς πάντα ἰέναι.
10 Ἴον: Ὄνομα βοτάνης, τὸ ἄνθος· παρὰ τὸ ἀνι‐ έναι ταχύ. Καὶ Ἡσίοδος, περὶ κρήνην ἰοειδέα, ἀντὶ τοῦ τὴν ἀνθώδη· Ὅμηρος δὲ, ἰοειδέα πόντον,
15τὸν μελανώδη ἔλαβεν.
15Ἰόπη: Πόλις Παλαιστίνης. Εἴρηται δὲ, οἱονεὶ
15Αἰθιόπη τὶς οὖσα· κατεῖχον γὰρ αὐτὴν Αἰθίοπες. Ἰόνιος κόλπος: Ἀπὸ τῆς Ἰοῦς, ὡς Αἰ‐ σχύλος. Ἴονθος: Ἡ πρώτη ἔκφυσις τῶν τριχῶν· ἀπὸ τοῦ εἰς τὰ ἄνω ἰέναι τὴν τρίχα, ὡς ἄνθος βλαστάνουσαν.
20Ἰορδάνης: Παρὰ τὸ Ἴορ καὶ τὸ Δάνος, ὀνό‐
20ματα ποταμῶν· δύο γάρ εἰσι ποταμοὶ ἐν ταυτῷ μεμιγμένοι. Κλίνεται Ἰορδάνου· τὰ εἰς ΗΣ κύρια, μὴ παρ’ οὐδετέρου συντιθέμενα, εἰς ΟΥ ἔχει τὴν γενικὴν, οἷον, Ἑρμιόνης Ἑρμιόνου. Ἴπνος: Κάμινος ἢ φοῦρνος, ἢ φανός· καὶ τὸ
25μαγειρεῖον, καὶ μέρος τὶ τῆς νεώς. Ἴπος: Σημαίνει τὴν παγίδα τῶν μυῶν, καὶ τὸ πραιτώριον. Παρὰ τὸ ἴπτω, τὸ βλάπτω, γίνεται ἴπος· καὶ γὰρ τοῦτο εἶδος φθαρτικόν ἐστι τῶν μυῶν. Καὶ παρὰ τὸ ἴπος γίνεται ἰπῶ ῥῆμα, σημαῖνον τὸ
30θλίβω. Καὶ Ἀριστοφάνης, Ἰπούμενος ταῖς συμφοραῖς. Ὡς κόπτω κόπος, οὕτως ἴπτω ἴπος. Ἵππος: Παρὰ τὸ ἵεσθαι τοῖς ποσί. Γράφεται διὰ δύο ΠΠ, πρὸς ἀντιδιαστολὴν τοῦ ἴπος τοῦ σημαί‐
35νοντος τὴν παγίδα. Ἰστέον δὲ ὅτι οἱ Ἴωνες πάσας
35τὰς ἀγέλας ἐκθηλύνουσι τῇ προφορᾷ, τὰς ἵππους, καὶ τὰς ὄνους, καὶ τὰς βοῦς λέγοντες. Ἱππῆς: Δεῖ γινώσκειν, ὅτι ἐπὶ τῶν εἰς ΕΥΣ ὀνομάτων ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ δύο ΕΕ εἰς τὴν ΕΙ δίφθογγον κιρνᾷ ἐπὶ τῶν κυρίων· ἐπὶ δὲ τῶν
40μὴ κυρίων, παρ’ ἡμῖν μὲν, διὰ τῆς ΕΙ διφθόγγου· παρὰ δὲ τοῖς Ἀθηναίοις, εἰς η, βασιλέες βασιλῆς. Χοιροβοσκός. Ἵππιος ὁ ποσειδῶν: Ὅτι δοκεῖ πρῶτον ἵππον γεγεννηκέναι Σίσυφον ἐν Θεσσαλίᾳ, τῇ τριαίνῃ
45πέτραν παίσας· ὅθεν ἱερὸν Ποσειδῶνος Πετραίου
45καθίδρυται ἐν Θεσσαλίᾳ. Ζήτει Ἱπποκόοντος, ἱπ‐ πία. Ἱππιόθων: (Ὁ Ἀλόπης τῆς) Κερκυῶνος παῖς, ὅτι λάθρα αὐτὸν ἐκ Ποσειδῶνος κυήσασα, ἐξέθηκεν, ἵππος δὲ αὐτὸν ἐξέθρεψεν.

473

(50)

Ἱππιοχάρμην: Τὸν χαίροντα τῇ ἱππικῇ. Ἡ

473

(50)

ἱππόμαχον· χάρμην γὰρ τὴν μάχην φασίν. Ἵππουριν: Ἵππουρις ἱππούριδος, εἶδος ἐστὶ περικεφαλαίας· ἐκ τοῦ ἵππος καὶ τοῦ οὐρὰ, ἡ ἐξ ἱππείας οὐρᾶς, ἡ ἐξ ἱππείων τριχῶν λόφον ἔχουσα.
55Λόφος δέ ἐστι τὸ περιττεῦον τῆς περικεφαλαίας ἀνάστημα χάριν κόσμου καὶ καταπλήξεως. Ἵππουρις: Διατί προπαροξύνεται; Τὰ εἰς ΡΙΣ

474

λήγοντα ὑπὲρ δύο συλλαβὰς, διφθόγγῳ τῇ διὰ τοῦ υ παραληγόμενα, ἅπαντα ὀξύνεται, οἷον μολουρὶς,
(σημαίνει δὲ τὴν σιτοφάγον ἀκρίδα) κυνοσουρίς. Σεσημείωται τρία, λάμπουρις, ἡ ἀλώπηξ· Τόμουρις,
5ὄνομα πόλεως· καὶ ἵππουρις. Ἱππότα: Ὄνομα ἐστὶν ἀπὸ τοῦ ἱππότης, κατὰ μεταπλασμὸν, ἱππότα, ἀντὶ τοῦ ἱππικός. Ἐπὶ δὲ τοῦ, ἱππότα Νέστωρ,
10ἀντὶ τοῦ φυγάδος ἐστίν. Ἱπποσύνη: Ἱππικὴ ἐμπειρία. Δασύνεται· τὸ ι πρὸ δύο συμφώνων τῶν αὐτῶν ψιλοῦται, ἰλλὰς, ἰλλοὶ, ἴννος, σημαίνει τὸν ἵππον. Σεσημείωται τὸ ἵππος.
15Ἱππόβοτον: Τὸ ἵππους τρέφον. Ἀπὸ τοῦ βῶ
15βόσω γίνεται βοτός· καὶ μετὰ τοῦ ἵππος, Ἄργος ἐς ἱππόβοτον. Ἀπὸ δὲ τοῦ Ἀγήνορος ἵππου ὠνόμασται τὸ Ἄργος ἱππότροφον. Διατί ἀνεβίβασε τὸν τόνον; Τὰ εἰς ΟΣ ὀξύτονα
20δισύλλαβα ἐν τῇ συνθέσει προπαροξύνεται· βατὸς
20(ἄμβατος)
20Ἄμβατος ἔστι πόλις.
20φατὸς, ἀρηΐφατος. Χωρὶς εἰ μὴ παρασύνθετα ὦσι, διὰ τὸ μετρῶ μετρήσω μετρητός· καὶ, διαμετρητῷ ἐνὶ χώρῳ. Ἱπποκορυσταί: Ἐφ’ ἵππων ὁπλιζόμενοι· ἢ ἵπ‐ πους κορύσσοντες, τουτέστι πολεμικοί· ἢ ἀφ’ ἵππων
25μαχόμενοι. Γίνεται δὲ ἐκ τοῦ ἵππος καὶ τὸ κορυ‐
25στής· τοῦτο ἐκ τοῦ κορύσσω· τοῦτο ἐκ τοῦ κορύνη· ἔστι δὲ ἐπικαμπὲς ῥόπαλον. Ἱπποκορυστὴς διατί οὐκ ἀνεβίβασε τὸν τόνον; Ἐπειδὴ τὰ εἰς ΗΣ ὑπὲρ μίαν συλλαβὴν ἐν τῇ συνθέσει τοῦ ἁπλοῦ φυλάσσει τὸν τόνον, ἐρανιστὴς, ἀρχερανιστής. Ζήτει εἰς τὸ
30ἡρακλῆς.
30 Ἱππία: Ἐκλήθη οὕτως ἡ Ἀθηνᾶ, ἐπεὶ ἐκ τῆς κεφαλῆς τοῦ Διὸς μεθ’ ἵππων ἀνήλατο, ὡς ὁ ἐπ’ αὐτῇ ὕμνος δηλοῖ. Ἢ ὅτι Ποσειδῶνος οὖσα θυγάτηρ καὶ Κορυφῆς τῆς Ὠκεανοῦ, ἔχουσα ἅρμα, οὕτως ἐγεννήθη. Ἢ ὅτι Ἄδραστος Θήβηθεν φεύγων, ἐπὶ
35Κολωνῷ στήσας τοὺς ἵππους, Ποσειδῶνα καὶ Ἀθη‐ νᾶν ἱππίους προσηγόρευσεν. Ἱπποκένταυρος: Ἀναγωγικῶς νοεῖται· φασὶ γὰρ αὐτὸν ἰατρικὴν ἐπιδείξασθαι. Ἀνάγεται δὲ καὶ οὕτως· ἐπειδὴ τὸ σῶμα αὐτοῦ τὸ μὲν ἥμισυ ἵππου
40ἦν, τὸ δὲ ἥμισυ ἀνθρώπου, πεφανέρωται ὅτι διὰ
40τοῦ ἀλόγου μέρους ἐδήλωσε τὸ πρακτικὸν, διὰ δὲ τοῦ ἀνθρωπείου τὸ λογικόν. Ἱππομανής: Σοφοκλῆς Αἴαντι, Σὲ τὸν ἱππομανῆ. Ἤτοι πολεμικὸν καὶ ἵπποις ἐπιμαινόμενον. Εἴωθε
45γὰρ ἡ προσθήκη τῶν τοιούτων ζῴων τὸ μέγεθος τοῦ
45ὑποκειμένου δηλοῦν, ὡς “θυμὸν ἱππογνώμονα,” τὸν μεγάλης γνώμης, καὶ βούπαις. Ἱππομανής ἐστι καὶ ἐπὶ τοῦ λειμῶνος, ἤτοι ὅπου ἵπποι μαίνονται· ἢ τὸν μέγαν καὶ ἄνετον, ἢ τὸν εὐανθῆ, ἐν ᾧ εὐανθὴς βοτάνη, ὥστε μαίνεσθαι τοὺς ἵππους διὰ τὸν καιρὸν

474

(50)

ἐπ’ αὐτῆς τῆς χλόης τοῦ λειμῶνος. Τὴν μεγάλως μεμηνυῖαν· καὶ τὸν ἀνθοῦντα τῇ χλόῃ· ἐπεὶ καὶ
φυλλομανής. Ἱπποδάμοιο: Αἱ διὰ τοῦ ΟΙΟ Θετταλικὰ γενικαὶ, εἰ μὲν ἀπὸ περισπωμένου γενικῆς ὦσι, προ‐
55περισπῶνται, καλοῦ καλοῖο· εἰ δὲ ἀπὸ βαρυτόνου,
55προπαροξύνονται, ἀχράντου ἀχράντοιο. Ἱππόκομοι κόρυθες: Τὰ ἀπὸ τῶν εἰς η θη‐ λυκῶν συντεθέντα μεταβάλλοντα τὸ τέλος εἰς ΟΣ

475

προπαροξύνεται, ὡς ἄφωνος, ἄναυδος· οὕτω καὶ κόμη, “ἱππόκομος πήληξ.” Ὅτε δὲ παροξύνεται τὸ ἱπ‐ ποκόμος, τότε τὸ κομεῖν ἔγκειται, καὶ δηλοῖ τὸν ἐπιμελούμενον τῶν ἵππων, ἐκ τοῦ ἵππος καὶ τοῦ
5κομῶ, τὸ θεραπεύω.
5 Ἱρός: Σημαίνει τὸν ἱερόν. Ἀπὸ τοῦ ἵω, τὸ πέμπω, γίνεται παράγωγον ἱερὸς, ὡς τήκω, τακερός· καὶ κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν γίνεται ἱρός· ἡνίκα γὰρ ἐπιφέρεται τῷ ι τὸ ε, τὸ ι ἐπικρατεῖ, ἱέραξ, ἵρηξ· ἡνίκα δὲ τὸ ε καὶ ι ἐν διφθόγγῳ ἐστὶ,
10τότε ἡ ΕΙ δίφθογγος ἐπικρατεῖ, ταμιεῖον, ταμεῖον· Ἀπολλωνίεια, Ἀπολλωνεία. Ἴραι: Αἱ ἐκκλησίαι, ὡς τὸ, Ἰράων προπάροιθεν· ἢ παρὰ τὸ εἴρω, τὸ λέγω, ἢ ἀπὸ τοῦ ἱεραὶ εἶναι.
15Ζήτει εἰς τὸ κάειρα.
15Ἶρος: Ὄνομα κύριον ἐν Ὀδυσσείᾳ, ὁ πτωχὸς
15καὶ πένης· ὃς κατὰ τὴν ἐτυμολογίαν διὰ τῆς ΕΙ διφθόγγου γράφεται, παρὰ γὰρ τὸ εἴρω, τὸ λέγω· καὶ ὁ ποιητὴς δηλοῖ λέγων, Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, οὕνεκ’ ἀπαγγέλλεσκε κιὼν, ὅτε ποῦ τις ἀνώγοι.
20Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἱερὸς γίνεται κράσει
20ἱρὸς, καὶ Ἶρος κύριον. Πολλὰ γὰρ εὑρίσκονται ὀξύτονα, ἅτινα γινόμενα κύρια βαρύνεται· οἷον, ξαν‐ θὸς, Ξάνθος· πυρρὸς, Πύρρος· γλαυκὸς, Γλαῦκος· λευκὸς, Λεῦκος· οὕτως οὖν καὶ ἱρὸς, Ἶρος. Καὶ ἄλλως· τὰ διὰ τοῦ ΙΡΟΣ δισύλλαβα κύρια καὶ βαρύ‐
25νονται καὶ διὰ τοῦ ι γράφονται, οἷον, Κίρος, ὄνομα κύριον· Πίρος, ὄνομα ποταμοῦ· καὶ Τίρος, ὄνομα ποταμοῦ· Μίρος, ποταμὸς Φρυγίας· σκίρος, ὁ γύ‐ ψος· Σβῆρος δὲ, ὄνομα κύριον. Πρόσκειται “κύρια,” διὰ τὸ λῆρος, ἡ φλυαρία· καὶ νειρὸς ὀξύτονον· οὐκ
30ἔστι δὲ κύριον· σημαίνει τὸν ὁρμητικόν. Ἰστέον δὲ ὅτι οὐ μόνον ὁ παρὰ τῷ ποιητῇ Ἶρος ἐλέγετο, ἀλλὰ καὶ ἄλλος πρὸ αὐτοῦ ἦν Ἶρος λεγόμενος. Ἔστι δὲ καὶ Ἶρος πόλις Θεσσαλίας, ἀπὸ Ἴρου τοῦ κτίσαντος αὐτήν.
35Ἶρις: Σημαίνει καὶ ποπάνου τὶ εἶδος, καὶ τοῦ
35ὀφθαλμοῦ τὸν περὶ τὴν κόρην κύκλον, καὶ τῶν λίθων τοὺς κρυσταλλώδεις· καὶ ἀρωματικὴ πόα. Ἶρις: Σημαίνει τὴν ἄγγελον τῶν θεῶν· καὶ γίνεται παρὰ τὸ εἴρειν καὶ λέγειν τὰ μέλλοντα· σημαίνει καὶ τὴν νεφελώδη ζώνην, τὸ τόξον τὸ ἐν τῷ
40οὐρανῷ φαινόμενον· καὶ αὐτὸ ἀπὸ τοῦ εἴρω· παρὰ τὸ σημαίνειν καὶ προλέγειν τὸ μέλλον ἔσεσθαι, χειμῶνα ἢ εὐδίαν. Ἢ παρὰ τὸ τηρεῖν καὶ κινεῖν τὸν ὄμβρον. Σημαίνει καὶ ποταμὸν, ὡς παρὰ Ἀπολλωνίῳ, [ποταμὸν] ἀγχίροον Ἶριν.
45Σημαίνει καὶ τὴν φιλοσοφίαν, καὶ ἔριν, καὶ φήμην. Τὰ εἰς ΡΙΣ θηλυκὰ ῥηματικὰ δισύλλαβα ἑνὶ φω‐ νήεντι θέλει παραλήγεσθαι, οἷον, χαίρω, χάρις· εἴρω, ἔρις καὶ Ἶρις· δαίω, δῆρις· τὸ δὲ κουρὶς, ὃ σημαίνει τὸ ἐργαλεῖον τοῦ κουρέως, ὀξύνεται· τὸ δὲ Χαῖρις

475

(50)

Χαίριδος, ὄνομα κύριον, ἀρσενικόν ἐστι. Τὸ θοῦρις

475

(50)

ἀπὸ τοῦ θοῦρος γίνεται. Ἴσαν: Σημαίνει τὸ ἐπορεύοντο. Τοῦ εἶμι τὰ πληθυντικὰ διὰ τοῦ ἰῶτα γράφεται, ὡς ἀπὸ τοῦ ἴω βαρυτόνου, οὗ ὁ παρατατικὸς, ἴεν, οἷον, ἆσσον ἴεν πολυκάρπου ἀλωῆς.
55Ἐξ οὗ καὶ ὁ δεύτερος ἀόριστος ἤϊον. Ἔστι δὲ καὶ
55τοῦτο σχῆμα κατὰ Ἀπολλώνιον. Ἔστιν εἴω· εἶτα διαιρέσει, ἐΐω· καὶ κατὰ ἀφαίρεσιν τοῦ ε γίνεται ἴω, καὶ ἰῶ περισπωμένως. Ζήτει. Ἐκ τοῦ εἶμι

476

οὖν, ὁ παρατατικὸς, εἶν· τὸ πληθυντικὸν, ἴμεν· ἀλλ’ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς ΜΙ καὶ ἡ παραλήγουσα συστέλλεται· τὸ τρίτον, ἴσαν. Ἢ ἀπὸ τοῦ ἴημι· οὗ ὁ μέλλων, ἤσω· ὁ ἀόριστος, ἦσα· τὸ πληθυντικὸν,
5ἴσαμεν· τὸ τρίτον, ἴσαν.
5 Ἴσασι: Σημαίνει τὸ γινώσκουσιν. Ἀπὸ τοῦ εἴδω, τὸ ἐπίσταμαι, ὁ μέλλων, εἴσω· γίνεται ῥῆμα περισπώμενον διὰ τοῦ ι, ἰσῶ· οὗ παράγωγον, ἴσημι· σημαίνει τὸ αὐτό· τὸ πληθυντικὸν, ἴσαμεν· καὶ συγκοπῇ, ἴσμεν· τὸ δεύτερον, ἴσατε· καὶ συγκοπῇ,
10ἴστε· τὸ τρίτον, ἴσασιν ὁμοφώνως τῇ δοτικῇ τῶν πληθυντικῶν τῆς μετοχῆς τοῦ ἴσαντος ἴσασι. Καὶ οὐ προπερισπᾶται, ὥσπερ τὸ ἱστᾶσι καὶ κιχρᾶσι. Διατί δὲ ἡ ἴσας μετοχὴ βαρύνεται, πάντων τῶν εἰς ΑΣ ὀξυτονουμένων, οἷον ἱστὰς, κιχράς; Ἔστιν οὖν
15εἰπεῖν, ὅτι ὁ χαρακτὴρ ἐστὶν αἴτιος τῆς βαρυτόνου
15τάσεως· πᾶσα γὰρ μετοχὴ διὰ τοῦ ίσας βαρύνεται· οἷον γεμίσας, λεπίσας. ἴσθι τὸ σημαῖνον τὸ ὕπαρχε, ἀπὸ τοῦ εἰμί· τὸ πρῶτον τῶν πληθυντικῶν, ἐμέν· τὸ προστακτικὸν, ἔθι· καὶ πλεονασμῷ τοῦ ς, ἴσθι· τὸ γὰρ ε, πλεονάζοντος
20συμφώνου, τρέπεται εἰς ι· τοῦτο δὲ τὸ ἴσθι, κατὰ τὸ τρίτον πρόσωπον τὸ ὀφειλόμενον ε ἀναδέχεται, καὶ γίνεται ἔστω. Ἴσθι: Σημαίνει τὸ γίνωσκε. Ἐκ τοῦ ἰσῶ. Τὰ εἰς ω λήγοντα ῥήματα, κατ’ ἔνδειαν χρόνου ἐκ βα‐
25ρυτόνων εἰς περισπώμενα μεταγόμενα, διχρόνῳ βραχεῖ παραλήγεται, οἷον πείθω, πιθῶ· στείχω, στιχῶ· φείδω, φιδῶ· τεύχω, τυχῶ. Οὕτως οὖν καὶ εἴδω, εἴσω, ἰσῶ· καὶ ἴσημι παράγωγον· ὅπερ Δωρικῶς γίνεται ἴσαμι, ὡς παρὰ Θεοκρίτῳ,
30καλῶς μάλα τοῦτό γ’ ἴσαμι.
30Καὶ τὸ προστακτικὸν, ἴσαθι· καὶ κατὰ συγκοπὴν, ἴσθι· τὸ τρίτον, ἰσάτω, καὶ ἴστω κατὰ συγκοπὴν, ἀντὶ τοῦ γινωσκέτω· Ἴστω νῦν τόδε γαῖα. Ἄλλως· ἴσημι, τὸ γινώσκω· ὁ μέλλων, ἴσω· ὁ ἀόρι‐
35στος, ἶσα· ἡ μετοχὴ, ἴσας ἴσαντος· καὶ τὸ προστα‐
35κτικὸν, ἴσαθι καὶ ἴσθι· τὸ δυϊκὸν, ἴστον. Καὶ
35πλεονασμῷ τοῦ ε γίνεται ἰστέον.
Ἴθι: Σημαίνει τὸ πορεύου, καὶ ἐλθὲ, καὶ παρα‐ γενοῦ. Ἐκ τοῦ εἶμι, τὸ πορεύομαι, τὸ πληθυντικὸν, ἴμεν· τὸ προστακτικὸν, ἴθι· τὸ τρίτον, ἴτω. Ἴσκεν:
40Ἴσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
40Τινὲς βούλονται τὸ ἔλεγε σημαίνειν· ἄλλοι δὲ, ἤϊσκεν εἴκαζεν καὶ ὡμοίου· τὸ γὰρ ὅλον, πολλὰ ψευδῆ λέγων εἴκαζεν, ὥστε ὅμοια εἶναι ἀληθέσιν. Ἀπὸ τοῦ εἴδω, τὸ ὁμοιῶ, ὁ μέλλων εἴσω· πλεονασμῷ τοῦ κ, εἴσκω· καὶ ἐπειδὴ οὐδέποτε τὰ διὰ τοῦ ΙΣΚΩ
45θέλει ἔχειν πρὸ τέλους τὴν ΕΙ δίφθογγον, γίνεται κατὰ διαίρεσιν ἐΐσκω· καὶ ἀποβολῇ τοῦ ε, ἴσκω. Ἰλιάδος λʹ, Αἴκέ σε τῷ ἴσκοντες ἀπόσχωνται πολέμοιο. Ἀντὶ τοῦ ὁμοιοῦντες.

476

(50)

Ἴσις: Δαίμονός ἐστιν ὄνομα τιμωμένης παρὰ

476

(50)

Αἰγυπτίοις. Ἴσον γίνεται ἴσις· ἡ αὐτὴ γὰρ ἐστὶ

476

(50)

τῇ γῇ· καὶ γὰρ ἡ γῆ ἴση ἐστὶ, καὶ σφαιροειδής. Ἄλλοι δὲ λέγουσιν, ὅτι αὕτη ἐστὶν ἡ Ἰώ· τούτου χάριν διὰ τοῦ ι γράφεται· ἐπειδὴ παρὰ τὸ ἴεσθαι ἐστί· καὶ γὰρ πολλὰ ἐπλανήθη ἡ Ἰὼ μεταβληθεῖσα εἰς βοῦν. [Ταῦτα.]
55 Ὑπάγεται δὲ τὸ Ἴσις τῷ κανόνι τοῦ Βιθυνία· καὶ γὰρ ἔχει τὸ ι ἐν τῇ δευτέρᾳ συλλαβῆ ὡς ἴρις. Ἰσίδωρος: Ὄνομα κύριον· παρὰ τὸ Ἴσις καὶ τὸ δῶρον. Ἴσανδρος: Ἐκ τοῦ ἀνδρὸς καὶ τοῦ ἴσος γίνεται
60ἴσανδρος. Ἰσοφαρίζειν: Ἐξισοῦσθαι, ἴσος φαίνεσθαι.

477

Ἴσμαρος: Πόλις Θρᾴκης· ἀπὸ Ἰσμάρου τοῦ Ἄρεως καὶ Θράσσης παιδός. Ὦρος. Ἵσμα: Τὸ ἵδρυμα· παρὰ τὸ ἵζω. Ἰσραήλ: Παρὰ τὸ ἲς, ὃ σημαίνει τὴν δύναμιν,
5καὶ τὸ ὁρῶ τὸ βλέπω, καὶ τὸ ἢλ, ὃ σημαίνει τὸν θεόν· ὁ δυνάμενος βλέπειν θεόν· ἢ νοῦς ὁρῶν θεόν. Ἢ παρὰ τὸ ὁρῶ, ὁ μετὰ δυνάμεως βλέπων τὸν θεόν. Ἴσος: Ὁ ὅμοιος ἐξίσου. Παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, ὁ μέλλων, εἴσω, ῥηματικὸν ὄνομα, ἴσος, κατὰ
10ἀποβολὴν τοῦ ε. Εὕρηται τὸ ι μακρὸν καὶ βραχύ· παρὰ μὲν τῷ ποιητῇ, ἀεὶ μακρὸν, παρὰ δὲ τοῖς πεζολόγοις, βραχύ. Καὶ παρὰ τοῖς ἐποποιοῖς εὕ‐ ρηται καὶ συνεσταλμένον, ὡς παρὰ Καλλιμάχῳ· παρὰ δὲ τοῖς τραγικοῖς καὶ κωμικοῖς συστέλλεται
15ἀεὶ τὸ ι, ὡς παρὰ Εὐριπίδῃ,
15 Ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς. Καὶ πάλιν, Κοινῆς τραπέζης ἀξίωμ’ ἔχων ἴσον.
Κατὰ δὲ ἰαμβικοὺς ἐπαμφοτερίζει. Ἴσως δὲ ὁ ποιητὴς Δωρικῶς ἐκτείνει τὸ δίχρονον, ὡς τὸ ὕδωρ
20καὶ ἰλὺς, Κεῖσθαι ὑπ’ ἰλύος· καὶ,
22Ἆρες Ἄρες.
22 Ἰσθμός: Οὐ μόνον ὁ λαιμὸς, ἀλλὰ καὶ στενὴ γαῖα μεταξὺ δύο θαλασσῶν· πορθμὸς δὲ, στενὴ θάλασσα μεταξὺ δύο γαιῶν. Ἰσθμὸς δὲ εἴρηται
25παρὰ τὸ ἴημι, ἢ παρὰ τὸ ἴω ἴσω, ἰσμός· καὶ πλεο‐ νασμῷ τοῦ θ, ἰσθμός. Ἢ παρὰ τὸ εἶμι, τὸ πορεύ‐ ομαι, τὸ πληθυντικὸν, ἴμεν· ἐξ αὐτοῦ ἰμός· καὶ πλεονασμῷ τοῦ ς, καὶ ἐπενθέσει τοῦ θ, ἰσθμὸς, εἰς ὅν τις πορεύεται. Ἢ ἰσθμὸς ἐστὶν ὁ βάσιμος
30τόπος, ἑκατέρωθεν θάλασσαν ἔχων, ἰθμός τις τυγχά‐
30νων, παρὰ τὰ ἴθματα, τὰ βήματα. Ἴσθμιον: Ὁ περιτραχήλιος κόσμος, ὁ περιτι‐ θέμενος τῷ ἰσθμῷ· παρὰ τὸ ἰσθμὸς, ἴσθμιον, καὶ παρίσθμιον, παρίσθμια. Ἰσθμὸς δὲ καὶ ὁ τρά‐ χηλος, παρὰ τὸ εἰσιέναι δι’ αὐτοῦ τὰ ποτὰ καὶ τὰ
35βρώματα. Ζήτει εἰς τὸ παρίσθμια. Ἵστημι: Ἐκ τοῦ στῶ· καὶ κατὰ ἀναδιπλασια‐ σμὸν, ἱστῶ· καὶ ἐξ αὐτοῦ ῥῆμα παράγωγον, ἵστημι. Τὸ ΙΣ, ἰῶτα· πᾶς ἀναδιπλασιασμὸς διὰ βραχέος ἐκ‐ φέρεται. Ἐνταῦθα δὲ οὐκ ἔστι κυρίως· ἀναδιπλα‐
40σιασμὸς γὰρ κυρίως ἐστὶν, ὅταν τὸ ἑξῆς τῆς λέξεως δὶς τὸ αὐτὸ σύμφωνον παραλαμβάνει· καταχρηστι‐ κῶς δὲ, καὶ ὁ ἐξ ἑνὸς φωνήεντος, οἷον ὧ, ἰῶ· στῶ, ἱστῶ. Ποσαχῶς γίνεται ὁ ἀναδιπλασιασμός; Τε‐ τραχῶς· ἐὰν ἄρχηται ἀπὸ τοῦ ΣΤ τὸ ῥῆμα ἢ ἀπὸ
45φωνήεντος, διὰ τοῦ ι μόνου γίνεται ὁ ἀναδιπλασια‐ σμὸς, στῶ, ἱστῶ· ὧ, ἱῶ· εἰ δὲ ἀπὸ ἀφώνου, διὰ τοῦ αὐτοῦ ἀφώνου καὶ τοῦ ι μόνου γίνεται, οἷον θῶ, θιθῶ, καὶ τιθῶ, τίθημι. Εἰ δὲ δύο σύμφωνα ἔχει ὁ ἐν‐ εστὼς, διὰ τοῦ προτέρου· οἷον πλῶ, πιπλῶ, πίπλημι,

477

(50)

πλήσω· χρῶ, κιχρῶ, κίχρημι, χρήσω. Τῶν εἰς ΜΙ

477

(50)

ἡ πρώτη καὶ δευτέρα συζυγία τῷ η παραλήγεται· ἡ δὲ τρίτη, τῷ ω· καὶ ἡ τετάρτη, διχρόνῳ ἐκτετα‐ μένῳ. Τὸ παθητικὸν, ἵσταμαι, ἱστάμην, ἵστασο· καὶ κατ’ ἔνδειαν τοῦ ς, γίνεται ἵσταο, ὡς, ἔπος φάο.
55Ἀπὸ τοῦ ἐφάμην, ἔφασο· καὶ μάρναο, ἀντὶ τοῦ ἐμάρνασο· καὶ ἔσσυο, ἀντὶ τοῦ ἔσυσο. Ἵστη μὲν ὄμμα: Ποικίλον ἐστίν· οἱ μὲν λέ‐ γουσιν, ὅτι ὅταν ἀποκοπὴ γίνοιτο τῶν εἰς ΘΙ προσ‐ τακτικῶν, ἐπαύξησις ἀκολουθεῖ, οἷον ἵσταθι, καὶ κατὰ

478

ἀποκοπὴν, ἵστα, καὶ ἐκτάσει, ἵστη· μέγεθος δ’ ὃς ἵστη. Τὸ δὲ, Μείζονα δὴ κρητῆρα καθίστα.
5Ἀντὶ τοῦ εὐτρέπιζε. Ἐὰν μὲν βραχὺ, ἀποκοπή
5ἐστιν· ἐὰν δὲ κατὰ ἔκτασιν, ἀπὸ τοῦ ἱστῶ ἵστα, ὡς
5βόα. Οὕτω Φίλων καὶ Τρύφων· λέγομεν δὲ καὶ
5ἡμεῖς, ὅτι οὐ μόνον ἐπὶ τῶν εἰς ω ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰς ΜΙ τὰ τρίτα πρόσωπα τῶν παρατα‐ τικῶν δεύτερα γίνεται τῶν προστακτικῶν, οἷον νόει, φίλει, βόα. Οὕτως καὶ οἱ Ἀττικοὶ, ἐὰν μὴ χρή‐ σωνται τῇ ΘΙ καταλήξει, χρῶνται τοῖς τρίτοις
10προσώποις τῶν παρατατικῶν ἐν τοῖς προστακτικοῖς· οἷον, ἐτίθην, ἐτίθης, ἐτίθη, τίθη· ἐπίμπλην, ἐπίμπλης, ἐπίμπλη, πίμπλη. Οὕτως Ἵστη δὲ μέγα κῦμα. Ὅτι τὰ τοιαῦτα καὶ Δωρικά εἰσιν· οἱ γὰρ Δωριεῖς
15λέγουσι
15πίμπλη, Κοικόα·
15καὶ γὰρ τὸ ὅρα, ὅρη λέγουσιν· οὕτω πίμπλα, πίμ‐
15πλη. Ἡρωδιανός.
15 Ἴστωρ: Ἀπὸ τοῦ εἴδω εἴσω, τὸ γινώσκω, ῥημα‐ τικὸν ὄνομα ἴστωρ· καὶ ἐπὶ ἵστορι, ἀντὶ τοῦ μάρτυρι, ἢ κριτῇ· καὶ ἱστορία· καὶ συνίστωρ, συμπράκτωρ, σύμβουλος, συγγνώστης· συνίστωρ, συνόμιλος, γνω‐ στὸς, μάρτυς, συνειδὼς ἐπὶ πράγματα.
20 Ἱστός: Παρὰ τὸ ἵστημι, ἀπὸ τοῦ ἀεὶ ἑστάναι· ὅθεν καὶ στύλος. Ἐπὶ μὲν τοῦ ὑφαντικοῦ, Ἱστὸν ἐποιχομένην. Ἐπὶ δὲ τοῦ καταρτίου, Ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν.
25ἱστὸς, τὸ μέγιστον ξύλον, ἡ κατάρτιος λεγομένη ὑπὸ τῶν ναυτικῶν· ἱστία δὲ, τῆς νηὸς ἡ ὀθόνη, ὅ ἐστι
25τὸ ἅρμενον. Ἀπὸ τοῦ ἵζω, τὸ καθέζομαι, ὁ μέλλων ἵσω· ὄνομα ῥηματικὸν, ἱστὸς καὶ ἱστίον· παρὰ τὸ ἵζειν ἐφ’ ἑνὸς τόπου καὶ ἱδρύσθαι. Ἱστοπέδη: Ὁ ἐν μέσῳ τῆς νεὼς κοῖλος τόπος, ὅν τινες λινίδα καλοῦσιν, εἰς ὃν ὁ ἱστὸς ἐντίθεται.
30 Ἱστοδόκη: Ἡ ὑποδεχομένη τὸν ἱστὸν ἱστο‐ θήκη· λέγεται δὲ τὸ κατὰ τὴν πρύμναν ἀνέχον ξύλον, καθ’ οὗ κλίνεται ὁ ἱστός. Τὰ δὲ παρὰ τοῦ δέχω πάντα διὰ τοῦ κ, ξεινοδόκος καὶ τὰ ὅμοια. Ἴσχω: Τὸ κρατῶ. Ἀπὸ τοῦ ἔχω, τὸ κρατῶ,
35πλεονασμῷ τοῦ ς, ἔσχω· καὶ τὸ ε, ἡνίκα πλεονάσῃ σύμφωνον, τρέπεται εἰς ι, καὶ γίνεται ἴσχω· τὸ παθητικὸν, ἴσχομαι, ἰσχόμην, ἴσχου· τὸ προστακτι‐ κὸν, ἴσχου· καὶ κατὰ διάλυσιν, ἴσχεο· σὺ δ’ ἴσχεο.
40Ἀντὶ τοῦ παύου καὶ κάτεχε τὴν ὀργήν. Ἢ ἀπὸ τοῦ σχῶ, τὸ κρατῶ, γίνεται κατὰ πλεονασμὸν τοῦ ι, ἰσχῶ· οὗπερ σχηματίζεται τὸ αὐτό· ἐξ οὗ παρά‐ γωγον, ἰσχανῶ· ὅθεν τὸ, Τόνδ’ οὔτ’ ἄρ τι γέφυραι ἐεργμέναι ἰσχανόωσιν.
45Ἀντὶ τοῦ κατέχουσι καὶ κωλύουσιν.
45Ἰσχανόων:
45Ἰσχανόων φιλότητος ἐϋστεφάνου Κυθερείης.
45Σημαίνει τὸ ἐπιθυμῶν. Ὥσπερ ἀπὸ τοῦ φῶ γίνεται
45φαίνω, οὕτως καὶ ἀπὸ τοῦ ἴσχω γίνεται ἰσχαίνω· ὁ
45μέλλων, ἰσχανῶ· καὶ ἐκ τούτου γίνεται ἰσχανόων. Γράφεται καὶ ἰχανόων. Παρὰ τὸ λίαν ἔχεσθαι, ἰχαλῶ· καὶ τροπῇ, ἰχανῶ. Ἢ ὥσπερ παρὰ τὸ παμφαίνω, ὁ μέλλων, παμφανῶ, οὕτως καὶ παρὰ

478

(50)

τὸ ἰχῶ ἰχαίνω, ἰχανῶ· καὶ ὥσπερ τὸ γιγνώσκω, ἅμα τῇ ἀποβολῇ τοῦ γ ἐξετάθη τὸ δίχρονον, καὶ μετῆλθεν ἡ θέσει μακρὰ εἰς φύσει μακράν· οὕτως καὶ ἀπὸ τοῦ ἰσχανῶ μέλλοντος γίνεται ἰχανῶ, ἀποβληθέντος τοῦ ς, καὶ ἐκταθέντος τοῦ ι· καὶ μετάγεται ὁ μέλλων εἰς
55ἐνεστῶτα, καὶ γίνεται ἰχανῶ ἐνεστὼς, ὡς ἀπὸ τοῦ
55εἴρω ἐρῶ γίνεται ἐνεστὼς ἐρῶ. Ἰσχία: Ὅτι ἴσχει τοὺς καθημένους· σημαίνει δὲ ἰσχίον τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον, εἰς ὃ ἔγκειται τὸ

479

ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται, καὶ κοτύλη, παρὰ τὴν κοιλότητα· ἢ τὸ κοῖλον τοῦ γλουτοῦ, ἐν ᾧ ἡ κοτύλη στρέφεται. Ἰσχνός: Ὁ λεπτός. Παρὰ τὸ ἴσχω, ἰσχὸς
5καὶ ἰσχνός. Ἢ παρὰ τὸ ἴσχω, ἰσχνῶ καὶ ἰσχνός·
5καὶ ἰσχνομυθοῦντες, τὸ ἀκριβολογοῦντες. Ἰσχυρός: Ἀπὸ τοῦ ἴσχω κατὰ παραγωγὴν γίνεται ἰσχύω· ὁ μέλλων, ἰσχύσω· καὶ ἀποβολῇ τοῦ ω, ἰσχύς. Καὶ ἰσχυρὸς, ὁ ἴσχειν καὶ ἀντέχειν δυνάμενος. Τὰ διὰ τοῦ ΥΡΟΣ ἀρσενικὰ, ὑπὲρ
10δύο συλλαβὰς, διὰ τοῦ υ ψιλοῦ γράφεται. Τὸ υ, μακρόν· τὰ εἰς ΡΟΣ λήγοντα ὀξύτονα, ἔχοντα τὴν τρίτην ἀπὸ τέλους μακρὰν φύσει ἢ θέσει, μακρὰν ἔχει τὴν πρὸ τέλους καὶ ὀξύνεται, οἷον τολμηρὸς, ὀκνηρός.
15Ἰσχάς: Ἀπὸ τῆς ἰσχύος· ἐπειδὴ πρὶν τὴν κρεω‐
15δοσίαν δοθῆναι τοῖς Ἀθηναίοις, ἐχρῶντο τῇ ἰσχάδι. Ἢ ἰσχάς ἐστιν οἱονεὶ τὸ κατισχνωμένον σῦκον. Παρὰ τὸ ἴσχω, ἰσχνῶ ἰσχνάδες, τὰ λεπτυνθέντα σῦκα ἐν τῷ ξηραίνεσθαι. Ἢ ὅτι ἕως τούτου προ‐ βαίνει ὁ καρπός. Πρῶτον γάρ ἐστιν ὄλυνθος· εἶτα
20φήληξ· εἶτα σῦκον· καὶ λοιπὸν ἔσχατον ἰσχὰς, ἡ ἴσχειν ποιοῦσα τὴν αὔξησιν· φθινόπωρον γάρ ἐστιν. Ἰσχνόν: Θαλπεινὸν, ἢ σαπρόν· καὶ εἰ μὲν ση‐ μαίνει θαλπεινὸν, παρὰ τὸ ἰαίνω, τὸ εὐφραίνομαι· εἰ δὲ τὸ σαπρὸν, παρὰ τὸ ἵημι, τὸ πέμπω, οἱονεὶ τὸ
25ἀποπεμπόμενον.
25 Ἰταμόν: Τὸ ἀναιδές· παρὰ τὸ ἴεσθαι, ὅ ἐστιν ὁρμᾶν. Τοιοῦτοι δὲ οἱ ἀναιδεῖς. Ἰτέα: Παρὰ τὸ ἰέναι· ταχέως γὰρ αὔξεται. Ἢ παρὰ τὸ ἰτὸν, τὸ πορευτόν· ὁρμητικὸν γὰρ τὸ φυτόν.
30Ἰτέον: Ἐπίρρημα ποιότητος, ἀντὶ τοῦ πορευ‐
30τέον. Ἀπὸ τοῦ εἶμι ὁ δεύτερος ἀόριστος, ἦν· ἡ μετοχὴ, εἲς, ἔντος· καὶ τὸ προστακτικὸν, ἔθι· καὶ τροπῇ τοῦ ε εἰς ι, ἴθι· καὶ ἐξ αὐτοῦ ἰθέον, καὶ ἰτέον, τροπῇ τοῦ θ εἰς τ. Ἴτην:
35Τὼ δ’ αὖτις ἴτην παρὰ νῆας.
35Οὗτοι δὲ πάλιν παρεγένοντο. Ἔστιν ἵημι, τὸ πέμπω·
35καὶ συγκοπῇ τοῦ η, γίνεται ἶμι· ὁ παρατατικὸς, ἲν, ἲς, ἴσι· τὸ δυϊκὸν, ἴτον, ἴτην. Ἴτης: Ὁ ἐπὶ πάντα ὁρμῶν· ἀπὸ τοῦ ἰέναι. Ἀπὸ τούτου καὶ εἰσιτήρια. Οὕτως Ὦρος. Ἰτρίον: Τὸ καπυρῶδες τραῦμα ἢ πλάσμα, ἀπὸ
40τοῦ ἰέναι· ἐπὶ λεπτὸν γὰρ ἕλκεται. Ἴτυς: Ἡ περιφέρεια τοῦ ἅρματος ἢ τοῦ τροχοῦ· ἀπὸ τοῦ ἰέναι. Ἴτυλος: Ὄνομα κύριον, ὁ ἐκ τοιούτων γάμων Τηρεῖ γενόμενος, οἷον σύμβολον συμφορᾶς· τύλους
45γὰρ καὶ τύπους τὰ σημεῖα λέγουσι τῆς ταλαιπω‐ ρίας. ἰτωνὶς καὶ ἰτωνία ἡ Ἀθηνᾶ εἴρηται παρὰ τοῖς
Θεσσαλοῖς, ἀπό τινος πόλεως Ἴτωνος. Φησὶ δὲ ὁ γενεαλόγος Σιμωνίδης, Ἰτώνου θυγατέρας γενέσθαι

479

(50)

δύο, Ἀθηνᾶν καὶ Ἰοδάμαν· ἃς ἐζηλωκυίας τὴν ὁπλο‐ μαχικὴν εἰς ἔριν τὴν εἰς ἀλλήλους χωρῆσαι, καὶ ἀναιρεθῆναι τὴν Ἰοδάμαν ὑπὸ τῆς Ἀθηνᾶς. Οἷον, Πηλιάδες σκοπιῇσιν ἐθάμβεον εἰσορόωσαι ἔργον Ἀθηναίης Ἰτωνίδος.
55Ἀπολλώνιος.
55 Ἴϋγξ: Ὁ ἔρως, καὶ ὄρνεόν τι τὸ λεγόμενον σει‐ σοπυγὶς, ᾧ χρῶνται αἱ φαρμακίδες εἰς φίλτρα. Ἴϋγγας ἔχουσιν ἐν τοῖς λόγοις οἱ σοφισταί.

480

Ἴϋγγι, βοῇ, φωνῇ· καὶ ἰΰζει, βοᾷ, κραυγὴν ποιεῖ. Λέγεται δὲ καὶ ἴϋγξ σύριγξ μονοκάλαμος. Σημαίνει δὲ καὶ ᾠδήν. Καὶ ἰϋγμὸς, φωνὴ, συριγμός. Ὅμηρος, οἱ δ’ ἰΰζοντος ἕποντο.
5Τουτέστι συρίζοντος. Ἔστι δὲ πεποιημένη ἡ λέξις.
5Καὶ ἰΰζουσιν, ἀγροικικῇ φωνῇ προφέρονται, φωνοῦσι. Πεποίηται δὲ τοὔνομα παρὰ τὸ ἰοὺ ἐπίρρημα. Ἶφι: Τὸ ἰσχυρῶς. Ὡς ἀπὸ τοῦ νόστος νόστου γίνεται νοστόφι, καὶ κατὰ συγκοπὴν νόσφι, οὕτω καὶ ἀπὸ τοῦ ἴς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται
10ἰνόφι· καὶ κατὰ συγκοπὴν, ἶφι. Τὸ δὲ ι ἐστὶ μακρὸν, ὡς δικατάληκτον, ἲς, καὶ ἴν. Ἴφια μῆλα: Εὐτραφῆ, ἢ ἰσχυροποιὰ τῶν ἐσθι‐ όντων· ἢ κατ’ εὐφημισμὸν, τὰ ἀσθενῆ, καὶ οὐκ ἰσχυρά.
15Ἶφις: Ὄνομα κύριον· παρὰ τὸ ἶφι. Τὰ δὲ παρ’
15αὐτοῦ πάντα διὰ τοῦ ι γράφεται· οἷον Ἰφιμέδουσα, Ἰφιγενὴς, Ἰφικλῆς. Ἰφιγένεια: Εὐφορίων αὐτὴν ἐτυμολογεῖ Ἑλένης καὶ Θησέως· ὑποβλητὴν δὲ δοθῆναι Κλυταιμνήστρᾳ· οὕνεκα δή μιν
20ἶφι βιασαμένη Ἑλένη ὑπεγείνατο Θησεῖ.
20Ἐξ Ἑλένης καὶ Θησέως.
20 Ἴφικλος: Ὁ ἥρως, ἰφίκωλός τις ὤν· ταχύτατος γὰρ ἱστορεῖται· καὶ οἱ παῖδες αὐτοῦ, Πρωτεσίλαος καὶ Ποδάρκης. Ἴφθιμος: Ὁ ἰσχυρὸς καὶ γενναῖος. Ὡς παρὰ
τὸ ἄνθος γίνεται ἄνθιμος, καὶ κῦδος κύδιμος, οὕτω
25καὶ παρὰ τὸ ἶφι, ἴφιμος· καὶ πλεονασμῷ τοῦ θῆτα· ἢ ὥσπερ παρὰ τὸ πρωῒ, πρώϊμος, καὶ ὀψὲ, ὄψιμος· ἅμα δὲ τῷ πλεονασμῷ τοῦ θῆτα, καὶ ὁ χρόνος ὑπερ‐ βιβάσθη· καὶ ἡ μὲν ἄρχουσα θέσει μακρά ἐστιν· ἡ δὲ παραλήγουσα, φύσει. Οἱ δὲ λέγουσιν, ὅτι σύν‐
30θετός ἐστι, παρὰ τὸ ἶφι καὶ τὸ θυμὸς, ἰφίθυμος· καὶ συγκοπῇ, ἴφθιμος· οἷστισιν ἀντίκειται τὸ θηλυκὸν, ἰφθίμη ὄν. Εἰ γὰρ ἦν σύνθετον, ἤμελλεν εἶναι κοινὸν τῷ γένει· τὰ γὰρ σύνθετα κοινά εἰσι τῷ γένει· οἷον, ὁ φιλόσοφος, καὶ ἡ φιλόσοφος· ὁ πάνσοφος, καὶ ἡ
35πάνσοφος· ὁ ἄοικος, καὶ ἡ ἄοικος· χωρὶς εἰ μηδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ· διὰ τὸ ἐναντίος, ἐναντία· ἐναντίβιος, ἐναντιβία· ἐναλίγκιος, ἐναλιγκία. Ταῦτα γὰρ κοινά εἰσι τῷ γένει· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ. Τὸ γὰρ
40ἀντίος καὶ ἐναντίος, καὶ τὸ ἀλίγκιος καὶ ἐναλίγκιος, τὰ αὐτὰ σημαίνει ἅπερ καὶ τὰ ἁπλᾶ. Σημαίνει δὲ τρία, τὸν ἰσχυρὸν, ὡς τὸ, Ἰφθίμους ψυχάς. καὶ τὸν πολὺν, ὡς τὸ,
45Οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυόν.
45καὶ τὴν συνετὴν, ὡς τὸ,
45Ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
45 Ἰχθύς: Παρὰ τὸ ἰθύω, τὸ ὁρμῶ, ἰθὺς, καὶ ἰχθύς. Ἴχνος: Παρὰ τὸ ἴσχειν (ὅ ἐστι συνέχειν) ὅλον τὸν πόδα· ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς. Ἴχνιον: Ἴχνος, πάτημα· ἀπὸ τοῦ ἀΐξω· ἢ παρὰ τὸ ἵζω, ἵγμαι, ἴχνιον, ὡς παίζω, παίγνιον.

480

(50)

Προπαροξύνεται, ὡς τὸ ἀράχνιον· οὐ γὰρ ἔστιν ὑπο‐ κοριστικὸν, ἀλλ’ ἀπὸ ῥήματος ἐσχημάτισται. Εἰς τὸ θηρίον. Ἰχώρ: Τὸ σεσηπὸς αἷμα. Ἀπὸ τοῦ ἴσχω, τὸ λεπτύνω, ἰσχὼρ, καὶ ἰχὼρ, τὸ λεπτύνον τὸ σῶμα ἐν
55τῷ καταστάζειν· ὅθεν καὶ τὸ ἰῶτα φύσει μακρὸν, ὡς
55ἐν τῷ γίγνεται, γίνεται. Ζήτει εἰς τὸ ἰσχανόων. Κλίνεται ἰχῶρος· ἡ αἰτιατικὴ, ἰχῶρα· καὶ κατὰ συγκοπὴν, ἰχῶ· Ἀπ’ ἰχῶ χειρὸς ὄμορξεν,

481

Ἰλιάδος εʹ. Τὰ γὰρ εἰς ΩΡ ὀξύτονα ἀρσενικὰ διὰ τοῦ ω κλίνεται, ἰχὼρ, ἰχῶρος· ἀχὼρ, ἀχῶρος. Ἴψ: Ὁ σκώληξ. Τὰ εἰς ΙΨ πᾶσαν δίφθογγον ἀποστρέφεται. Γίνεται παρὰ τὸ ἴπτω, τὸ βλάπτω,
5ἴπω, ἴψ. Κλίνεται ἰπὸς, ὡς θρὶψ, θριπὸς, καὶ ἲξ,
5ἰκός· καὶ σὴς, σητός. Ἴπες δέ εἰσιν οἱ σκώληκες οἱ ἐσθίοντες τὰ κέρατα, οἷον, Μὴ κέρα ἴπες ἔδοιεν. θρίπες δὲ εἰσὶν, οἱ ἐσθίοντες τὰ ξύλα σκώληκες·
σῆτες δὲ, οἱ ἐσθίοντες τὰ ἱμάτια· ἴκες δὲ, οἱ ἐσθί‐
10οντες τὰς ἀμπέλους, ἢ τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων·
10κίες δὲ, τῶν πυρῶν καὶ κριθῶν.
10ἰὼ, τὸ ἐπίρρημα, ἐκ τοῦ ἰωὴ κατὰ συγκοπήν· Τρύφων δὲ λέγει, ὅτι τὸ ὦ τὸ κλητικὸν προσέλαβε τὸ ι καὶ ἐγένετο ἰώ· εἶτα τὸ ὦ περισπᾶται· τὸ δὲ ἰὼ ὀξύνεται, οἷον, ὦ Ἄπολλον, ἰὼ Ἀπολλώνιε, ἰὼ Λακεδαῖμον. Ἀλλὰ σχετλιαστικὸν καὶ βακχευτι‐
15κὸν οὐχ ὑποπίπτει ἀναλογίᾳ. Περὶ Παθῶν. Ἰωή: Σημαίνει τὴν πνοήν. Παρὰ τὸ ἵημι γίνεται ἰή· καὶ πλεονασμῷ τοῦ ω ἰωή. Ἰωὴ καὶ ἡ φωνὴ παρὰ τὸ ἴω γίνεται, ἡ διϊκνουμένη εἰς ἀκοήν. Ἰών: Μετοχὴ δευτέρου ἀορίστου· τὸ θέμα, ἴω· ὁ
20δεύτερος ἀόριστος, ἴον· ἰὼν, ἡ μετοχή. Ἰωγή: Ἡ σκέπη· ἀπὸ τοῦ ἰέναι· τὸ γὰρ σκέπον ἐπὶ πᾶν ὃ σκέπει ἵεται· καὶ ὑπιωγαὶ δὲ αἱ ὑπαγωγαὶ καὶ σκέπαι. Ἰωκή: Ἡ δίωξις. Παρὰ τὸ διώκω, διωκή· καὶ
25ἀποβολῇ τοῦ δ, ἰωκή. Σημαίνει καὶ τὴν ἀπειλήν. Ἰῶκά τε δακρυόεσσαν: Τινὲς γράφουσιν ἰῶ, εἶτα, καταδακρυόεσσαν. Γίνεται δὲ ἔκθεσμον· ὁ γὰρ Ὅμηρος ἰῶκα τὴν ἰωκὴν λέγει, ἤγουν τὴν δίωξιν, ὡς Ἡσίοδος τὴν κρόκην, κρόκα· ὥστε μεταπλασμός ἐστιν.
30 Ἴωξις: Ὡς ἐκ τοῦ λέγω λέξω γίνεται λέξις, καὶ ἕξω ἕξις, οὕτως καὶ ἀπὸ τοῦ διώκω, διώξω, δίωξις· καὶ ἀποβολῇ τοῦ δ. Ἰωχμός: Δίωξις, τάραχος. Παρὰ τὸ διώξω, διωγμός· καὶ τροπῇ τοῦ γ εἰς χ, καὶ ἀποβολῇ τοῦ δ,
35ἰωχμός.
35 Ἰῶ: Τὸ πορεύομαι· ἐξ οὗ καὶ ἱερὸν, ὁ ἀνειμένος τόπος εἰς τιμὴν τοῦ θεοῦ.
37tκ.
39κάππα τὸ στοιχεῖον· ὅτι Κάπυός ἐστιν εὕρεμα·
40ἢ κάππά τι ὂν, τὸ ἔχον ὄπα, ὅ ἐστι φωνήν· τὰ γὰρ ψιλὰ ὑποκάτω τῆς γλώττης ἔχει τὴν προφορὰν τῆς φωνῆς· καὶ κῆπος, χῆπος τὶς, ὁ ἔχων τὴν πόσιν διὰ
τοῦ ὕδατος τοῖς φυτοῖς. Κατεχειροτόνησαν αὐτοῦ: Ἀντὶ τοῦ κατεψη‐
45φίσαντο αὐτοῦ. Διαφέρει δὲ ἀποχειροτονία καὶ διαχειροτονία. Καταχειροτονία γὰρ ἐγένετο οὕτως· ἔλεγεν ὁ κῆρυξ· ὅτῳ Μειδίας δοκεῖ ἀδικεῖν, ἀνατεινάτω τὴν χεῖρα· εἶτα οἱ θέλοντες ἐξέτειναν τὰς χεῖρας, καὶ ἐκαλεῖτο τοῦτο καταχειροτονία·

481

(50)

λοιπὸν πάσας ἠρίθμουν τὰς χεῖρας· καὶ ἑώρα ὁ κῆρυξ ποῖαι πλείους εἰσὶ τῶν φασκόντων αὐτὸν ἀδι‐ κεῖν, ἢ μή· καὶ ὅσαι ἂν ἦσαν πλείους, ἡ γνώμη ἐκεῖ ἐπεκράτει. Καφηρεύς:
55Ἔχει μὲν καὶ Εὔβοια πρὸς τῇ ἑξῆς θαλάσσῃ Κα‐
55φηρέα. Καφηρεὺς δὲ λέγεται τόπος θαλάσσης πρὸς τοῖς αἰγιαλοῖς τραχὺς καὶ τεναγώδης, σκοπέλοις διει‐ λημμένος καὶ ἕρμασι καὶ χοιράσι, καὶ τὰ πρὸς ἀπό‐

482

βασιν ἀπορώτατος, ἅτε κρημνοῖς περιστοιχιζόμενος, καὶ πρὸς τοῖς ἄλλοις κακοῖς ἔτι καὶ διηνεκέσι τοῖς ἀνέμοις καταπνεόμενος, ὡς ὁ παρ’ Ὁμήρῳ προβλὴς σκόπελος,
5τὸν οὔποτε κύματα λείπει
5παντοίων ἀνέμων.
5Καφηρεὺς ὢν καὶ αὐτός. Καὶ ἴσως εἴρηται ἀπὸ τοῦ καταπνεῖσθαι ἀνενδότως· κάπος γὰρ τὸ πνεῦμα· ἀφ’ οὗ καὶ Ὅμηρος, Αἴαντα .... Εἰς Ἀγαμέμνονα δῖον ἄγον κεκαφηότα νίκῃ.
10Οἱονεὶ πνευστιῶντα, ἤτοι τῷ τοῦ πολεμικοῦ ἀγῶνος
10καμάτῳ, ἢ τῇ ἀγερωχίᾳ τῆς νίκης, τῆς χαρᾶς αὐτῷ
10τοὺς ἀναπνευστικοὺς πόρους κατευρυνάσης, καὶ πέρα τοῦ συνήθους ἐπισπᾶσθαι τὸ πνεῦμα κατεπειγούσης· παρ’ ὃ δὴ καί τινες ἔλαθον τελείως ἐκπεπνευκότες, μὴ δυνηθέντες τοσοῦτον τὸ ἔκτοσθεν ἐπισπάσασθαι πνεῦμα, ὅσον ἐξήρκεσε τὴν ἀπὸ τῆς χαρᾶς εὐρυχω‐
15ρίαν πληρῶσαι· ἢ ὅτι συναπέρχεται τῇ εὐρύτητι τοῦ συμπτώματος πᾶν τὸ ψυχικὸν πνεῦμα, ὡς ἀπό τινος παρὰ λόγον ἐκραγέντος στόματος ἀμέτρως ἐκχεόμενον. Κάββαλις: Ὁ καταβάλλων, ὁ ἀπὸ κάπης ἅλις ἐσθίων· ἢ καββάλης, ὁ καταβάλλων, οἷον ὁ ἀπὸ
20ἄλλης κάπης ἐσθίων. Κάβαισος: Ὁ ἄπληστος, διὰ διφθόγγου, προ‐ παροξύνεται· παρὰ τὸν κάβον, ὅ ἐστι μέτρον σιτικόν. Κρατῖνος Μαλθακοῖς. Ἔστι δὲ κύριον πεποιημένον παρὰ τὴν αἶσαν. Ὦρος ὁ Μιλήσιος.
25Καβησός: Πόλις Θρᾴκης· ἀπὸ Καβήσου. Κάβαξ: Πανοῦργος.
Κάβειροι: Ὀνόματα θεῶν τεσσάρων, Ἀξίερος, Ἀξιόκερσα, Ἀξιόκερσος. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ· Ἀξιόκερσα, ἡ Περσεφόνη· Ἀξιόκερσος
30δὲ, ὁ Ἅιδης. Κάβειροι δὲ δοκοῦσι προσηγορεῦσθαι ἀπὸ Καβείρων ὀρέων Φρυγίας· ἐπεὶ ἐντεῦθεν μετηνέ‐ χθησαν. Οἱ δὲ, δύο εἶναι τοὺς Καβείρους· πρεσβύ‐ τερον μὲν, Δία· νεώτερον δὲ, Διόνυσον. Κάγκανα: Τὰ ξηρὰ ξύλα καὶ εἰς καῦσιν ἐπιτή‐
35δεια, οἱονεὶ κατάκανά τινα ὄντα· παρὰ τὸ καίνειν, τὸ κόπτειν, συγκοπῇ καὶ πλεονασμῷ τοῦ γ. Ἢ ὥσπερ παρὰ τὸ τέκω γίνεται τέκανον καὶ τέκνον, οὕτως καὶ παρὰ τὸ καίω γίνεται ῥηματικὸν ὄνομα κάνον· καὶ κατὰ
40ἀναδιπλασιασμὸν, καὶ πλεονασμῷ τοῦ γ, κάγκανον. Καγχαλόωσι: Χαίρουσιν. Ἐκ τοῦ χαίρω, χαρῶ· κατὰ μετάθεσιν τοῦ ρ εἰς λ, χαλῶ. Ἢ παρὰ τὸ χῶ, χλῶ, καὶ χαλῶ· καὶ κατὰ ἀναδιπλασιασμὸν, χαχαλῶ· καὶ πλεονασμῷ τοῦ γ, καὶ τροπῇ τοῦ χ εἰς
45κ, καγχαλῶ· ἔστι δὲ δευτέρας συζυγίας τῶν περι‐ σπωμένων· παρὰ τὸ ἐν χαλάσματι εἶναι τὴν ψυχὴν χαίρουσαν· εἴγε τὸ ἐναντίον ἐν τῇ λύπῃ συνέσταλται. Ἔνθεν τὸ ἄχεσθαι, παρὰ τὸ μὴ διαχεῖσθαι. Ἔστι δ’ ὅτε καὶ τὸ ἐν τῇ λύπῃ συστέλλεσθαι σημαίνει.

482

(50)

Τὸ πληθυντικὸν, καγχαλάομεν καγχαλῶμεν· τὸ τρί‐ τον, καγχαλάουσι, καγχαλῶσι· καὶ πλεονασμῷ τοῦ ο ποιητικῶς, καγχαλόωσι, τουτέστιν ἐν χαλάσματι ποιοῦσι τὴν ψυχὴν, Ἰλιάδος γʹ. Κάδος: Σκεῦός τι. Παρὰ τὸ χαδῶ χαδήσω, ὃ
55δηλοῖ τὸ χωρῶ, ῥηματικὸν ὄνομα χάδος, καὶ κάδος, τὸ χωρητικὸν ἀγγεῖον. Καὶ κάδισκοι, ὑδρίαι χαλκαῖ, εἰς ἃς καθίεντο αἱ ψῆφοι τῶν δικαστῶν. Κάδης: Ὄνομα τόπου [παρὰ τῷ προφήτῃ Δαβὶδ,

483

Καὶ συσσείσει κύριος τὴν ἔρημον Κάδης.] Σημαίνει [καὶ] τὸν ἁγιασμόν. Κάδης ἑρμηνεύεται ἡ ἁγία παρὰ τῷ ἁγίῳ Βασιλείῳ. Κάειρα: Σημαίνει τὴν ἀπὸ Καρίας γυναῖκα. Τὸ
5εἴρα (ὃ σημαίνει τὴν ἐκκλησίαν καὶ τὴν μαντείαν) καὶ τὸ Κάειρα ἀμφιβάλλονται. Ὥσπερ δὲ ἀπὸ τοῦ μάκαρ μάκαρος γίνεται μάκαιρα, οὕτως καὶ ἀπὸ τοῦ Κὰρ Καρὸς γίνεται Καῖρα· καὶ κατὰ διάλυσιν Κάϊρα· καὶ τῷ λόγῳ τῶν εἰς ΡΑ θηλυκῶν, Κάειρα
10διὰ τῆς ΕΙ διφθόγγου. Ζήτει εἰς τὸ πρώειρα. Κάθαρμα: Παρὰ τὸ καθαίρω· ὁ μέλλων, καθαρῶ, κεκάθαρκα, κεκάθαρμαι· οἱονεὶ τὸ ἀποκαθάρισμα. Δεῖ γινώσκειν, ὅτι ἐπὶ τοῦ ἀορίστου τῶν ἀπὸ μελ‐ λόντων περισπωμένων τῶν διὰ τῆς ΑΙ διφθόγγου οἱ
15Ἴωνες τρέπουσι τὸ α εἰς η, καθαρῶ, (ἐκάθαρα) ἐκά‐ θηρα· μιανῶ, (ἐμίανα) ἐμίηνα· σημανῶ, (ἐσήμανα) ἐσήμηνα, καὶ ἐσημηνάμην. Χρῶνται δὲ αὐτῷ καὶ οἱ Ἀθηναῖοι. Καθίζω: Ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἵζω·
20Ἄλλους μὲν κάθισον Τρῶας.
20Ἀντὶ τοῦ καθίδρυσον, καθεσθῆναι ποίησον. Ὁ
μέλλων, καθίσω. Ἡ δὲ τετάρτη διφορεῖται· ὁ Ἀτ‐ τικὸς μέλλων, καθιῶ· ἐπὶ γὰρ τῶν διὰ τοῦ ΙΖΩ ῥη‐ μάτων. “Τῶν ὑπὲρ δύο συλλαβὰς” πρόσκειται, ἐπειδὴ καὶ ἐπὶ τῶν δισυλλάβων οὐ ποιοῦσι.
25Καθ’ ἡμῶν: Δεῖ γινώσκειν, ὅτι δασέος φωνή‐
25εντος ἐπιφερομένου τρέπεται τὸ ψιλὸν σύμφωνον εἰς δασύ· οἷον κατὰ ἡμῶν, καθ’ ἡμῶν· ἐπὶ ἡμᾶς, ἐφ’ ἡμᾶς. Ψιλοῦ δὲ φωνήεντος ἐπιφερομένου, οὐ τρέ‐ πεται τὸ δασὺ σύμφωνον εἰς ψιλὸν, οἷον, Οὐδ’ ἔλαθ’ Ἀτρέος υἱόν.
30Τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ δασέα ἐπικρατέστερά
30εἰσι καὶ ἰσχυρότερα τῶν ψιλῶν. Κάθημαι: Ἕω, ἕημι, ἕεμαι· καὶ κράσει, ἧμαι· καὶ μετὰ τῆς κατὰ, κάθημαι. Διατί ἀναβιβάζει τὸν τόνον; Πᾶν παθητικὸν εἰς ΜΑΙ λῆγον ἀπὸ τῶν εἰς ΜΙ κλινόμενον ἐν τῇ συνθέσει τρίτην ἀπὸ τέλους
35ποιεῖ τὴν ὀξεῖαν· κεῖμαι, ἀπόκειμαι. Κάθου: Ἀπὸ τοῦ ἕω, τὸ καθέζομαι, ὁ μέλλων, ἕσω· ὁ δεύτερος ἀόριστος, ἕον· ὁ μέσος, ἑόμην, ἕου· καὶ κράσει, οὗ· τὸ προστακτικὸν μετὰ τῆς προ‐ θέσεως, κάθου. Ὁ δὲ Ἡρωδιανὸς, ἀπὸ τοῦ κάθησο,
40ἀποβολῇ τοῦ ς, καὶ τροπῇ. Καθηκόντως: Δεόντως, πρεπόντως. Καθωσιωμένος: Ἀνακείμενος, ἐγγεγραμμένος. Καθεῦδε: Ἔνθα καθεῦδ’ ἀναβάς.
45Ἀντὶ τοῦ ἐκοιμᾶτο. Τὰ ἀπὸ φύσει μακρᾶς ἀρχό‐
45μενα ῥήματα κατὰ τοὺς παρῳχημένους χρόνους ἐν τοῖς ὁριστικοῖς ἀπαθῆ ὄντα φυλάττει τὸν τόνον ἐν τῇ συνθέσει· οἷον, εἶχον, κατεῖχον· εὗδε, καθεῦδε. Καὶ τὸ καθῆσθαι· Πᾶν ἀπὸ ὁμοτόνου καὶ ὁμοχρόνου θέλει. Καθῆστο: Ἀπὸ τοῦ ἕζω, εἷσμαι· καὶ ἧσμαι.

483

(50)

Δωρικῶς· ἥσμην, ἧσο, ἧστο· καὶ ἐν συνθέσει, καθῆστο. Οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυν‐ τέλικοι, ἐὰν ἔχωσι δύο σύμφωνα, ἐν τῇ συνθέσει φυλάττουσι τὸν τόνον· οἷον, ἦγμαι, κατῆγμαι· ἦργμαι, κατῆργμαι. Εἰ δὲ ἀπὸ τοῦ ἕημι ἦν, ἦν ἂν
55ἧτο, καὶ ἀνεδίδου τὸν τόνον. Ἕω, ὁ μέλλων, ἕσω· ὁ παρακείμενος, ἧκα· ὁ παθητικὸς, ἧσμαι· ὁ ὑπερ‐ συντέλικος, ἥσμην· τὸ τρίτον, ἧστο καὶ καθῆστο. Ἢ ἀπὸ τοῦ ἕημι, ὁ μέλλων, ἥσω. Οὐκ ἀνεδόθη δὲ

484

ὁ τόνος· ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶς παρῳ‐ χημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει· χωρὶς τοῦ οἶδα, σύνοιδα, Αἰολικῶς, καὶ
5τοῦ οἶσθα, κάτοισθα, Αἰολικῶς, καὶ τοῦ εἶξα, ὑπό‐ ειξα, καὶ τοῦ εἶκον, ὑπόεικον. Ἔστωσαν δὲ παρα‐ δείγματα τοῦ κανόνος ταῦτα· εἶχον, κατεῖχον· ᾦγε, ἀνῷγε· ὦσμαι, ἀπῶσμαι· ᾦγμαι, ἀνῷγμαι. Πρόσ‐ κειται, “παρῳχημένος ὁριστικὸς,” διὰ τὸ εἰπὲ,
10ἔξειπε· εὑρὲ, ἔφευρε· καὶ κάθευδε. Ταῦτα γὰρ οὐκ εἰσὶν ὁριστικὰ, ἀλλὰ προστακτικά. Πρόσκειται, “ἀπὸ φωνήεντος ἀρχόμενα,” διὰ τὸ κεῖτο, κατέκειτο· χεῦε, κατέχευε. Πρόσκειται, “ἀπὸ φύσει μακρᾶς,” διὰ τὸ ἵζε, ἔφιζε. Τοῦτο δὲ τὸ ἵζε κοινῶς μὲν
15μακρὸν ἔχει τὸ ἰῶτα φύσει, ἐξ οὗ τὸ ἐφῖζε προπερι‐ σπώμενον· Ἀττικοὶ δὲ ἢ ποιηταὶ συστέλλουσιν αὐτὸ, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχουσιν· ἐξ οὗ τὸ ἔφιζε προπαροξύτονον. Κάθῃ: Ἰστέον ὅτι τὸ κάθῃ, καὶ δύνῃ, καὶ
20μέμνῃ, καὶ τὰ ὅμοια, παράλογά εἰσι. Τὸ μὲν γὰρ
20κάθῃ καὶ δύνῃ ἐνεστῶτες εἰσὶ παθητικοὶ τῶν εἰς ΜΙ· ὁ δὲ ἀπὸ τοῦ εἰς ΜΙ παθητικὸς ἐνεστὼς τροπῇ τοῦ κατὰ τὸ τρίτον πρόσωπον τ εἰς ς ποιεῖ τὸ δεύτερον, ὡς ἵσταται, ἵστασαι. Οὕτως οὖν καὶ ἀπὸ τοῦ κάθημαι κάθηται κάθησαι, καὶ δύναμαι δύναται
25δύνασαι. Τὸ δὲ μέμνῃ παθητικός ἐστι παρακεί‐
25μενος· πᾶς δὲ παθητικὸς παρακείμενος τοῦ τρίτου τὸ τ τρέπων εἰς ς ποιεῖ τὸ δεύτερον· οἷον, νενόηται νενόησαι. Οὕτως οὖν καὶ μέμνηται, μέμνησαι. Παραλόγως ἄρα καὶ τὰ τρία. Ἔστι δὲ εἰπεῖν περὶ αὐτῶν οὕτως· ἔστι μέμνημαι· τὸ δεύτερον, μέμνησαι·
30καὶ ἀποβολῇ τοῦ ς Ἰωνικῶς γίνεται μέμνηαι· καὶ κατὰ συστολὴν, μέμνεαι· καὶ κατὰ κρᾶσιν τῶν φωνηέντων, μέμνῃ· καὶ μένει τὸ ι ἀνεκφώνητον. Ὁμοίως καὶ τὸ κάθημαι καὶ δύναμαι, κάθησαι καὶ δύνασαι, ἀποβολῇ, κάθηαι καὶ δύνααι, καὶ συστολῇ,
35κάθεαι καὶ δύνεαι, καὶ κράσει τοῦ ε καὶ α εἰς η,
35κάθῃ καὶ δύνῃ. Οὕτως ὁ Χοιροβοσκός. Κακία: Παρὰ τὸ κάτω κεχωρηκέναι. Κακός: Ἐπὶ τοῦ δειλοῦ, παρὰ τὸ χάζω χάζομαι χακὸς καὶ κακὸς, ὁ ὑποχωρῶν καὶ φεύγων· ἐπὶ δὲ τοῦ ἄλλου, καταχρηστικῶς· ἐκεῖνον γὰρ πάντες ὑποχω‐
40ροῦμεν. Σημαίνει τὸν δειλὸν, ὡς τὸ, Τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ. Καὶ τὸν εὐτελῆ, ὡς τὸ, Ὃς δ’ ἤτοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης. Σημαίνει καὶ τὸν πονηρὸν, ὡς τὸ,
45Λαμπρότερος μὲν ὅγ’ ἐστὶ, κακὸν δέ τε σῆμα τέτυκται.
45 Κακόσχολος: Ὁ χρόνον διατιθέμενος ἐπὶ τὸ χεῖρον, ἢ σκώπτων, ἢ σαινόμενος. Κακόχαρτος ἔρις: Ἡσίοδος. Ἀμφίβολος· ἤτοι γὰρ ἡ ἐπὶ κακῷ χαίρουσα, ἢ ἐφ’ ᾗ οἱ κακοὶ χαίρουσι.

484

(50)

Κακοδαίμων: Ὁ θεῷ ἐπαχθὴς, καὶ τὴν ψυχὴν ἔχων ἐμπαθῆ. Κάκη: Τὴν κάκην ἐπὶ τῆς κακίας τάττουσι· παρὰ τοῦ μετὰ κακίας τὸ ζῆν περιποιουμένου διὰ τὸ ῥίπτειν τὰ ὅπλα.
55 Κάκιθος: Σημαίνει τὸν κολαζόμενον, ἢ κακιζό‐ μενον. Παρὰ τὸ κακίζω κακίσω κάκιστος καὶ κά‐ κιθος, ὁ κάκιστος.

485

Κακκάβη: Σκεῦος πρὸς ἕψησιν ἐπιτήδειον. Παρὰ τὸ κάπτω, ὃ σημαίνει τὸ κοιλαίνω, ὄνομα κάβη· καὶ πλεονασμῷ τοῦ κ, καὶ διπλασιασμῷ, κακκάβη. Ἀναλογώτερον δὲ θέλει λέγεσθαι ἡ κάκ‐
5καβος· τὸ γὰρ ἀρσενικὸν ὁ κάκκαβος παντελῶς ἀδόκιμον. Κακκείοντες: Οἱ μὲν κακκείοντες ἔβαν. Κατακοιμηθησόμενοι ἐπορεύθησαν. Ἐκ τοῦ κῶ, τὸ
10κοιμῶμαι, κέω· καὶ πλεονασμῷ τοῦ ι, κείω· ἡ μετοχὴ,
10κείων κείοντος, κείοντες· καὶ κακκείοντες κατὰ ἀνα‐
10διπλασιασμόν. Ἔστι δὲ ἐνεστὼς καὶ παρατατικός· σημαίνει δὲ ἔμφασιν μέλλοντος. Τὸ δὲ κῶ σημαίνει
δύο· τὸ κοιμῶμαι, ἐξ οὗ καὶ κοίτη· τὸ καίω, ἐξ οὗ καὶ τὸ, Κειάμενοι πυρὰ πολλά.
15Ἐκ τοῦ κείω, τὸ κοιμῶμαι, κείοντος· ἡ εὐθεῖα τῶν
15πληθυντικῶν, κείοντες· μετὰ τῆς κατὰ, κατακείοντες·
15καὶ συγκοπῇ, κακκείοντες. Τὰ δὲ τοιαῦτα τῶν ῥη‐ μάτων ὡς αὐτοῦ τοῦ πράγματος ἐπιθυμητικῶς ἔχοντος δηλοῦνται. Τὸ γὰρ βρωσείω, τὸ βρωτικῶς· καὶ τὸ κακκείοντες, τὸ κοιμητικῶς· καὶ τὸ ὀψείοντες, τὸ ὀπτικῶς ἔχειν.
20Τώ ῥ’ οἵγ’ ὀψείοντες,
20Ἰλιάδος ξʹ, ἀντὶ τοῦ ὀπτικῶς ἔχοντες, ἰδεῖν θέ‐ λοντες· καὶ τὸ πολεμησείοντες, τὸ πολεμικῶς ἔχοντες. Κάλαθος: Κυρίως εἰς ὃν τὰ κάλλη ἀποτίθεται· κάλλη δέ εἰσι τὰ βεβαμμένα ἔρια· καταχρηστικῶς
25δὲ καὶ ἐπὶ τοῦ δεκτικοῦ τῶν τυρῶν καὶ σταφυλῶν.
25Ἢ παρὰ τὸ γάλα, γάλαθος, εἰς ὃν τὸ γάλα ἐπιτί‐ θενται τυρεύοντες. Κάλαμος: Παρὰ τὸ καλῶς ἀμᾶσθαι.
30 Καλαμίδας: Τὰς νῦν λεγομένας ὠλένας, ἐπεὶ ἀπὸ καλάμων γίνεται. Ἢ τοὺς θηλυκοὺς καλάμους τοὺς πρὸς σύνδεσμον. Καλαμογλυφεῖν: Οὔτε ἐν τῷ γλύφω ἐνεστῶτι, οὔτε ἐν τῷ γλύφειν ἀπαρεμφάτῳ ἡ σύνθεσις ἐγένετο,
35ἀλλ’ ἐν τῷ ὀνόματι· οἷον, καλαμόγλυφος, καλαμο‐ γλυφῶ. καλαύροψ καλαύροπος, ἡ βουκολικὴ ῥάβδος. Ἔστι δὲ ξύλον κατὰ τὸ ἕτερον μέρος ῥοπὴν ἔχον, ὅ ἐστι καμπήν· παρὰ τὸ ῥέπειν τὸ κάλον εἰς ἓν μέρος,
40ἐν ᾧ ἐστι παχύ· καὶ ἡ καλουμένη κορδύλα, καὶ
40κορύνη, καὶ ῥόπαλον. Καλήζω: Κατὰ διάλεκτον. Οἱ Αἰολεῖς τὰ τῆς πρώτης συζυγίας διὰ τοῦ η προφέρουσιν, ἀδικήω· Ὦ Ψάφ’ ἀδικήη. ποθέω, ποθήω· οἷον,
45Καὶ ποθήω καὶ μάομαι.
45Οὕτως οὖν καὶ καλῶ· παρὰ μὲν Ἴωσι, καλέω· παρὰ
45δὲ Αἰολεῦσι, καλήω· παρὰ δὲ Κυπρίοις, καλήζω, τουτέστι τὸ λέγω. Τοῦτο δὲ ἡγοῦνται κατὰ συγκοπὴν γεγονέναι κλήζω· οὐκ ἔστι δέ· εὑρίσκομεν γὰρ αὐτὸ σὺν τῷ ι· ἀλλ’ ἀπὸ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω, ὡς χρέος, χρεΐζω, χρηΐζω, καὶ χρῄζω.

485

(50)

Καλήμεναι: Καλεῖν· ἀπὸ τοῦ καλήω ἀπαρέμ‐ φατον. Καλιά: Κυρίως ἡ ἐκ κάλων κατασκευαζομένη
οἰκία, μήπω εὑρεθέντων λίθων εἰς ἐργασίαν· καταχρη‐ στικῶς δὲ καὶ ἐπὶ τῶν ἐκ λίθων οἰκιῶν. Ἡσίοδος,
55Οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιήν.
55 Καλός: Ἐκ τοῦ κάλλος· ἢ παρὰ τὸ κάζω· ὁ μέλλων, κάσω· ῥηματικὸν ὄνομα, καλός. Ἢ παρὰ τὸ καλῶ, ἐκ τοῦ καλεῖν πρὸς ἑαυτὸν ἕκαστον, ὡς

486

ἀγαθὸν, ἐφ’ ὃ ἄγαν θέομεν. Ἢ παρὰ τὸ κηλεῖν· πάντες γὰρ κηλούμεθα τῷ καλῷ καὶ θελγόμεθα. Ἢ παρὰ τὸ λῶ, τὸ θέλω. Καλοκαγαθία: Ἀπὸ συντιθεμένου ὀνόματος
5γίνεται· οἷον θεοῖς ἐχθρὸς, θεοεχθρία, οὕτω καλὸς καὶ
5ἀγαθὸς, καλοκαγαθία. Καλόπους: Κυρίως ὁ ξύλινος πούς· ΚΑΛΟΝ γὰρ τὸ ξύλον. Κάλοι: Χάλοι τινὲς ὄντες, οἷς χαλᾶται τὰ ἱστία.
10Καλινδοῦμαι: Τὸ κυλίομαι· οἱ γὰρ Αἰολεῖς τὸ
10α εἰς υʹ τρέπουσι, τὰς σάρκας σύρκας λέγοντες. Ἐπεὶ οὖν τρέπεται τὸ α εἰς υ, δηλονότι τρέπεται καὶ τὸ υ εἰς α· καὶ οὕτως ἐκ τοῦ κυλίω γίνεται καλίω· καὶ πλεονασμῷ τῶν συμφώνων, καλίνδω. Κάλωας: Ἡ διδασκαλία.
15 Καλῴδιον: Τὸ σχοινίον. Σὺν τῷ ι γράφεται· καὶ ὤφειλεν εἶναι καλίδιον· ἐπειδὴ ἡ τελευταία συλ‐ λαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, οἷον κάλος κάλου· τότε γὰρ διὰ τοῦ ΙΔΙΟΝ γίνεται ἡ παραγωγή· οἷον, γνώμη γνωμίδιον. Ἀλλὰ
20συνεξηκολούθησε τῷ λαγῴδιον, στῴδιον· σημαίνει τὴν στοάν. Καλύβη: Ἐκ τοῦ καλύπτω κατὰ μετάθεσιν τοῦ π εἰς φ, οἱονεὶ καλύφη τὶς οὖσα. Καλυψώ: Ἡ μὴ ἁπλῆ, καλύπτουσα δὲ τὸ δια‐
25νοούμενον· Ὅμηρος,
25δολόεσσα Καλυψώ.
25 Κάλυμνος: Ὁ ἐν Αἰγύπτῳ σῖτος· ἀντὶ τοῦ καλίμνιος· ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν μετ‐ ήνεγκε τὸ σπέρμα. Νήσους τε Καλυδνάς. Ἃς ὁ Ἀπολλόδωρος φησὶ λέγεσθαι Καλύδνας, ὡς
30καλύβας.
30Κάλχας: Παρὰ τὸ καλχαίνειν, ὅ ἐστι κατὰ
30βάθος μεριμνᾶν· καὶ κάλχη, ἡ πορφύρα· ὅθεν παρ’ αὐτὴν πορφύρειν, τὸ μεριμνᾶν. Ἢ παρὰ τὸ κάλχη, ὃ σημαίνει τὴν βοτάνην, δι’ ἧς ἡ πορφύρα βάπτεται. Κάλχας δὲ ἐστὶν, ὁ τὰ βάθη τῶν μαντειῶν ἐρευνῶν· ἢ ὁ τοῖς βασιλεῦσι τὰ ἐκ θεοῦ μαντεύματα φανερῶν.
35 Καλχηδών: Περὶ τὸν ποταμὸν πόλιν κτίζουσι· καὶ ὁμωνύμως αὐτῷ τὴν πόλιν ὠνόμασαν. Κάλυξ: Ἄνθος ῥόδου μεμυκός· παρὰ τὸ καλύψω. Ἢ ἡ τοῦ ῥόδου κεφαλὴ, καὶ ἡ νύμφη, καὶ τὸ ἐνώ‐ τιον.
40Καλά: Τὸ καλὰ παρὰ τῷ Ἀλκμᾶνι κάλα
40ἐστίν· οἷον,
40 Κάλα μελισδόμεναι. Καλλάτις: Πόλις ἐστὶ κτισθεῖσα ὑπὸ Ἡρα‐ κλεωτῶν· ὠνόμασται δὲ ἀπὸ τῆς παρακειμένης λίμνης. Ὦρος. Κάλλη: Τὰ ἄνθη· ἢ τὰ πορφυρᾶ ἱμάτια, ἢ τὰ
45βαπτὰ ἔρια
45 Κάλλαια: Καλοῦνται τὰ κάτωθεν τῶν ἀλεκτρυό‐ νων ὥσπερ γένεια, διὰ τὸ εἶναι ἀνθηρὰ καὶ πορφυ‐ ρώδη· τὰ πορφυρᾶ γὰρ κάλλη ἐκαλοῦντο. Εὔπολις, Βάπτειν τὰ κάλλη τὰ περίσεμνα τῇ θεῷ. καὶ Αἰσχύλος,

486

(50)

Ἐν ποικίλοις γὰρ θνητὸν ὄντα κάλλεσιν.

486

(50)

Ἔνθεν καὶ τὸ καλλάϊνον. Ἔστι δὲ χρῶμα ἀν‐ θηρὸν, ἢ τὸ βένετον χρῶμα οὕτω λεγόμενον. Ἐξ οὗ καὶ κέραμος καλλάϊνος. Κάλλυντρον: Κόσμιον· παρὰ τὸ κορῶ, ὅ ἐστι σαίρειν καὶ καλλύνειν.
55Καλλωπίζω: Ἐκ τοῦ κάλλος, καὶ τοῦ ὢψ ὠπὸς
55τὸ πρόσωπον. Κάλλος: Παρὰ τὸ κάζω, τὸ κοσμῶ· ἢ παρὰ τὸ
ἅλλω, τὸ πηδῶ.

487

Καλλιπάρηον: Τὰ δὲ παρὰ τὸ κάλλος ἐν συν‐ θέσει γινόμενα διὰ τοῦ ι γράφεται. Καλλιπάρηον, καλὰς παρειὰς ἔχουσαν· ἀπὸ μέρους, καλήν. ΠΑ‐ ρειὰ δὲ, παρὰ τὸ ἐπαίρω, τὸ συνεσταλμένον μέρος
5τοῦ σώματος. Τὸ ΡΗ, η. Διατί; Δωρικῶς. Οἱ γὰρ Δωριεῖς τὴν ΕΙ δίφθογγον εἰς η τρέπουσιν· ἢ οἱ Αἰολεῖς. Καλλισφύρου: Εὐπρεποῦς, καλῆς· ἀπὸ μέρους, τῶν σφυρῶν.
10Κάλλος: Ἐπὶ τοῦ ἡμῖν νοουμένου· τίθεται καὶ
10ἐπὶ τοῦ μύρου τῆς Ἀφροδίτης, Ὀδυσσείας θʹ. Καὶ, Ἀχαιΐδα καλλιγύναικα, ἀπὸ τῆς καλλιγύναιξ εὐθείας, τὴν καλὰς γυναῖκας ἔχουσαν. Καλλυντήρια καὶ Πλυντήρια: Ἑορταὶ βʹ
15Ἀθήνῃσι.
15Καλλιέρημα: Ἐκ τοῦ κάλλος καὶ τοῦ ἔρημον,
15ὃ σημαίνει τὸ πρόβατον, ὅπερ ὁ ποιητὴς προπερι‐ σπωμένως προφέρει, τὰ δ’ ἐρῆμα φοβεῖται. Σημαίνει δὲ τὸ ἱερεῖον, καὶ τὴν θυσίαν. Ἣ ἐκ τοῦ καλλιερῶ καλλιερώσω καλλιέρωμα· καὶ τροπῇ τοῦ
20μακροῦ εἰς μακρόν. Καλλιέρημα δέ ἐστιν ἕκαστον
20τῷ θεῷ φίλον θῦμα· καὶ Χριστιανοὶ μὲν τότε καλλιε‐ ροῦσιν, ὅταν ἑαυτοὺς τῷ θεῷ προσάγωσι “πνεῦμα καὶ “καρδίαν συντετριμμένην·” Ἕλληνες δὲ τότε καλ‐ λιερεῖν νομίζουσιν, ὅταν δαίμονί τινι θύσαντες ἐπι‐ τύχωσι τινὸς σημείου ἐν τῷ ἥπατι τοῦ ἱερείου· καὶ
25τοῦτο καλοῦσι καλλιέρημα, ὅταν τῷ δαίμονι φίλον
25τὸ θῦμα διὰ τῶν φαινομένων ἀπατηλῶν ὀφθείη ση‐ μείων. Κάλλιμος: Παρὰ τὸ κάλλος. Ἡ δὲ διὰ τοῦ ΙΜΟΣ παραγωγὴ διὰ τῶν τριῶν γενῶν γίνεται· οἷον, σπόρος, σπόριμος· ἀγωγὴ, ἀγώγιμος· κῦδος, κύδι‐
30μος. Γίνεται καὶ ἀπὸ ῥήματος, προσδοκῶ, προσδό‐
30κιμος· θηράω θηρῶ θηράσω, θηράσιμος. Καλλίων καὶ Κάλλιστος: Οὐκ ἀπὸ τοῦ καλὸς, ἀλλ’ ἀπὸ τοῦ κάλλος. Καὶ τοῦτο δηλοῖ καὶ ἡ γραφὴ καὶ ἡ σημασία. Ἡ γραφὴ, ὅτι καλὸς δι’ ἑνὸς λ, τὸ δὲ κάλλιστος διὰ δύο· ἡ δὲ σημασία, ὅτι ὁ
35ποιητὴς τὸν καλὸν ἐπὶ τοῦ ἀνδρείου εἴωθε τάττειν, ὡς ἐκ τοῦ ἐναντίου τὸν κακὸν ἐπὶ τοῦ ἀσθενοῦς· τὸν δὲ Νιρέα εἰδὼς ἀσθενῆ, ὅμως φησὶ περὶ αὐτοῦ, Νιρεὺς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν. Κάμαξ: Ἀρσενικῶς μὲν σημαίνει ὄρυγμα, ἢ
40τοὺς ἐν τάφρῳ πεπηγμένους πασσάλους πρὸς τὴν
40τῶν πολεμίων ἐρωήν· θηλυκῶς δὲ, τὰς ῥάβδους ἢ δόνακας παραπεπηγότας ταῖς ἀμπέλοις. Ἡσίοδος, Σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι. Καὶ Ὅμηρος Ἰλιάδος ςʹ,
Εἱστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσι.
45Τουτέστι, πᾶσα δὲ ἐκεχαράκωτο ἡ ἄμπελος κάμαξι,
45τουτέστι στύλοις, οἵτινες εἰσὶ ξύλα ὀρθὰ παραπε‐ πηγότα ταῖς ἀμπέλοις· παρὰ τὸ κάμνειν ἐν τῷ βα‐ στάζειν τὴν ἄμπελον, οἱονεὶ κάμναξ τὶς οὖσα, καὶ κάμαξ κατὰ ἀποβολὴν τοῦ ν. Καυσία: Εἴρηται μὲν καμελαύκιον, παρὰ τὸ

487

(50)

ἐλαύνειν τὸ καῦμα· καὶ γὰρ ἡ καυσία ἔοικε διὰ τὸ πρὸς τὸ καῦμα εἶναι ἐπιτήδειον· ἔστι γάρ τι κά‐ λυμμα κεφαλῆς τοιοῦτον. Ἀντίπατρος Θεσσαλονι‐ κεὺς ἐν ἐπιγράμματι, Καυσίη ἣ τὸ πάροιθε Μακεδόσιν εὔκολον ὅπλον
55 καὶ σκέπας ἐν νιφετῷ, καὶ κόρυς ἐν πολέμῳ. Ὦρος. Κάμηλος: Τὸ ζῷον· ὅτι χαμαὶ καθημένη αἴρει τὸ φορτίον, χάμηλος, καὶ κάμηλος. Ἐτυμολογεῖ‐

488

ται δὲ καὶ παρὰ τὸ κάμπτειν τοὺς μηροὺς ἐν τῷ καθέζεσθαι, κάμηρός τις οὖσα καὶ κάμηλος. Κάμινος: Παρὰ τὸ ὑπομένειν καιομένην. Τὸ ι, μακρόν· τὰ διὰ τοῦ ΙΝΟΣ πρὸ μιᾶς τὸν τόνον ἔχοντα
5ἐκτείνουσι τὸ ι, πλὴν τοῦ ἐχίνος, καρκίνος· πρὸ δύο δὲ τὸν τόνον ἔχοντα, συστέλλει, πλὴν τοῦ κάμινος. Κάμιρος: Ὄνομα πόλεως, ὡς παρὰ τῷ ποιητῇ, Λίνδον Ἰήλυσόν τε καὶ ἀργινόεντα Κάμιρον. Τὰ διὰ τοῦ ΙΡΟΣ ἐπὶ πόλεως λεγόμενα καὶ μὴ οὐδέ‐
10τερα διὰ τοῦ ι γράφεται, Πίστιρος, Στάλιρος, Κύστιρος, Δύσιρος, Σίτιρος. Τὸ ἤπειρος οὐκ ἀντί‐ κειται ἡμῖν· οὐκ ἐπὶ πόλεως γὰρ, ἀλλ’ ἐπὶ χωρίου· οὔτε τὸ Στάγειρος· ἔχει γὰρ οὐδέτερον τὰ Στάγειρα. Τὰ δὲ ἄλλα πάντα διὰ τῆς ΕΙ διφθόγγου γράφεται·
15χωρὶς εἰ μὴ ὦσιν ἀπὸ δισυλλάβου, μάγειρος, κά‐ μειρος. “Χῶρις εἰ μὴ ὦσιν ἀπὸ δισυλλάβου” πρόσκειται, διὰ τὸ ἄϊρος. Κάμνειν: Ἐπὶ τοῦ ποιεῖν καὶ ἐργάζεσθαι, καὶ ἐπὶ τοῦ νοσεῖν, καὶ ἐπὶ τῶν ἀποθανόντων· προσλαμ‐
20βάνον δὲ τὴν ἀπὸ πρόθεσιν σημαίνει τὸ ἀπειπεῖν
20καὶ ἀπαγορεῦσαι καὶ ἀπογνῶναι, οἷον, “Ἀπέκαμνον νουθετῶν· ἀποκάμνω παραινῶν.” κάμνω σημαίνει τέσσαρα· τὸ κοπιῶ, Αὐτὰρ ἐπεὶ κάμε χεῖρας ἀναίρων. Τὸ κατασκευάζω, ὡς τὸ,
25κάμε τεύχων.
25Καὶ τὸ ἀσθενῶ, ὡς τὸ,
25Καμνόντων αἰχμαλώτων.
25Σημαίνει καὶ τοὺς τεθνεῶτας, ὡς,
25[βροτῶν] εἴδωλα καμόντων.
27Καὶ “καμόντας ἀνθρώπους,” ἀντὶ τοῦ τελευτήσαν‐ τας, ἀποθανόντας. Κάμω, ὁ μέλλων, καμῶ· ὁ μέσος παρακείμενος, κέκαμα· ὁ δεύτερος ἀόριστος, ἔκαμον·
30ἡ μετοχὴ, καμὼν καμόντος.
30 Κάμπτω: Ἐκ τοῦ γόνυ γονάπτω, κατὰ παρα‐ γωγήν· καὶ συγκοπῇ, γνάπτω· καὶ τροπῇ τοῦ γ εἰς κ, καὶ ἐν ὑπερθέσει, κάμπτω. Καμπή: Ἡ καμπτομένη καὶ κεκαμμένη· καὶ καμπὰς φαμὲν τόπων, ὡς κλάσιν πεπονθότων χω‐
35ρίων. Λέγεται δὲ καὶ ζῳδάριόν τι κάμπη, ἡ κάμ‐ πτουσα· τὰ μὲν τελευταῖα μέρη ἀποτείνει, τὰ δὲ πρὸς τῷ τραχήλῳ κάμπτει, εἶθ’ οὕτως ἐπισύρει τὰ ὄπισθεν. Καμπύλος: Ἐκ τοῦ κάμπτω.
40Καμπανοί: Ὅτι Κάμπον ἔκτισαν πρὸς τὴν
40Κύμην, τόπον οὕτω λεγόμενον· ὅθεν καὶ κάμπη ἐκ‐ λήθη. Οὕτως Ὦρος. Κάμμορος: Οἱονεὶ κακόμορος· καὶ συγκοπῇ, κάμμορος. Καμμύω: Ἐκ τοῦ καταμύω, κατὰ τροπήν.
45Καμμονίην: Κακῶς τῇ λέξει κέχρηται· καμ‐
45μονία γάρ ἐστι κυρίως, ἡ ἐκ μονομεροῦς νίκη, ἡ [ἐκ κατὰ μόνας μάχης] γινομένη νίκη, τουτέστιν ἡ μετὰ καταμονῆς νίκη, ἐπὶ πάλης καὶ πυγμῆς, καὶ τῶν ὁμοιοτρόπων ἀγωνισμάτων· ἐπὶ δὲ ἵππων οὐδ’ ἂν χρῄζοι τὸ λεξείδιον.

488

(50)

Κανάχιζεν: Ἤχει· καναχὴ, ἡ βοή· ἀπὸ τοῦ

488

(50)

κενὸν ἀχεῖν. Καὶ, καναχηδὰ κυλινδόμενοι φορέοντο. Ἀπὸ τοῦ καναχῶ καναχήσω. Κανάστρα: Ἀκρωτήριον τῆς Παλλήνης. Κανδύλη: Βρῶμά ἐστι διὰ γάλατος καὶ μέλι‐
55τος κατασκεναζόμενον, ὡς καὶ Ἀμοιτάκην ἔροικον
55βρῶμα.
55 Κανθός: Ἐπὶ τοῦ ὀφθαλμοῦ, οἱονεὶ κνῆθός τις ὢν, ἀπὸ τοῦ κνήθεσθαι συνεχῶς δακνομένους ὑπὸ τοῦ παρεισρέοντος ὑγροῦ ἐλαίου ῥεύματος δακρύου.

489

Κάνθαρος: Παρὰ τὸ ὄνθος, ἡ κόπρος, καὶ τὸ ὀρούω, τὸ ὁρμῶ.
5Κάνναθρον: Δίδυμος τὴν πείρινθον πλεκομένην
λέγει ῥίπινθον, καὶ κατὰ ἀντίθεσιν πείρινθον· τοῦτο δ’ ὑπὸ Ξενοφῶντος καλεῖσθαι κάνναθρον· ἐπεὶ καὶ κάνη ἡ ψίαθος. Οὕτως Ἐπαφρόδιτος. Ὦρος. Κανοῦν: Εἰς ὃ φέρονται ἱερουργικαὶ μάχαιραι·
10σημαίνει κυρίως τὴν μάχαιραν, οἱονεὶ τὸ καίνειν ἔχον κείμενον, ὅ ἐστι κόπτειν· ἀπὸ τῶν γινομένων ἐν ταῖς θυσίαις σφαγῶν. Σημαίνει δὲ καὶ κανίσκιον. Παρὰ τὸ χαίνειν χανοῦν καὶ κανοῦν, ἀπὸ τοῦ κεχη‐ νέναι.
15Δεῖ δὲ γινώσκειν, ὅτι τὸ κανᾶ καὶ ὀστᾶ καὶ
15χρυσᾶ καὶ χαλκᾶ οὐκ ἐγένοντο ἀπὸ τοῦ ὀστέα καὶ χρυσέα καὶ χαλκέα· ὤφειλε γὰρ ἂν εἰς η εἶναι ἡ κρᾶσις· ἀλλὰ λέγεται, ὅτι αἱ ἑνικαὶ αὐτῶν διχῶς λέγονται καὶ ἐντελῶς καὶ κατὰ κρᾶσιν· οἷον χάλκεον, χαλκοῦν· ὀστέον, ὀστοῦν· αἱ δὲ ἐντελεῖς εὐθεῖαι τῶν
20πληθυντικῶν ἀπὸ τῆς ἐντελοῦς εὐθείας τῶν ἑνικῶν
20γίνονται, αἱ δὲ συνῃρημέναι ἀπὸ τῶν συνῃρημένων, ἀπὸ τοῦ κανοῦν, ὀστοῦν, κανᾶ καὶ ὀστᾶ. κάνωπος δεῖ λέγειν, οὐ κάνωβος· ἐπειδὴ οὐδὲν
25εἰς ΟΣ λῆγον ὑπὲρ δύο συλλαβὰς παραληγόμενον τῷ ω ἔχει τὸ βῆτα ἀρκτικὸν τῆς τελευταίας συλλαβῆς, ἀλλ’ ἢ ἕτερον, ἢ τὸ π, Κρότωπος, ἄνθρωπος· οὕτω καὶ Κάνωπος. Κανών: Παρὰ τὸ καίνω, τὸ κόπτω, ὁ τὰ τῶν λέ‐
30ξεων κόπτων ζητήματα. Ἔστι δὲ εἴδους περιεκτικοῦ. Εἴρηται δὲ κανὼν ἀπὸ τοῦ τεκτονικοῦ κανόνος· ὥσπερ γὰρ ὁ τέκτων κέχρηται κανόνι διὰ τὸ ἐπανορθῶσαι τὸ ἀποτελούμενον, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς κεχρή‐ μεθα τῷ κανόνι διὰ τὸ ἐπανορθῶσαι τὰς λέξεις.
35Ἔστι δὲ κανὼν, λόγος ἔντεχνος δηλωτικὸς, ἀπευθύ‐ νων ὁμοιότητα πρὸς τὸ καθόλου. Κανόνας ἐπὶ τῆς ἀσπίδος, τὰς ῥάβδους, αἷς ἐκράτουν τὰς ἀσπίδας· οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν, οὓς ὄχανα ἐκάλουν· ὕστερον γὰρ ἐπενοήθη ὑπὸ Καρῶν, ὡς Ἀνακρέων
40φησί.
40 Κάπη: Ἡ φάτνη· παρὰ τὸ κάπτειν (ὅ ἐστιν ἐσθίειν) ἱσταμένους τοὺς ἵππους ἐν αὐταῖς. Ἰλιά‐ δος θʹ, δῆσε δ’ ἐπ’ ἀμβροσίῃσι κάπῃσι. Γίνεται κάπτη καὶ κάπη. Ἢ παρὰ τὸ κάπος, κάπη·
45κάπος δέ ἐστι τὸ πνεῦμα· καὶ Ὅμηρος,
45ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν,
45ἀντὶ τοῦ ἐξέπνευσε· τουτέστιν ἡ ὑπὸ τῶν ἀσθμάτων καταπνεομένη τῶν ἵππων. Ἢ παρὰ τὸ ἐσκάφθαι καὶ κεκοιλάνθαι. Καπνίζω: Ἐκ τοῦ καπνός· τοῦτο παρὰ τὸ καίω καὶ τὸ πνοή· κυρίως γὰρ καπνὸς λέγεται ἡ ἐκ τῆς

489

(50)

καύσεως πνοή· ὅθεν καὶ καπνίζω. Ἢ παρὰ τὸ κάπω,

489

(50)

τὸ πνέω, οὗ παράγωγον καπύω καπύσω. Καπνὸς οὖν ὁ ἀποπνέων τὸ πῦρ, ὡς ἐρέφω, ἐρεμνός· στίλβω, στιλπνός. Ἔνθεν πολλάκις φησὶ “πυρὸς ἀϋτμὴν” τὸν καπνόν. Ἢ παρὰ τὸ κάπος, τὸ πνεῦμα, καπὸς καὶ καπνός.
55Κάπνισάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο,
55Ἰλιάδος βʹ, ἀντὶ τοῦ πῦρ ἀνῆψαν, καὶ ὠψοποίησαν. Κάπετος: Ἡ τάφρος. Ἐκ τοῦ σκάπτω σκά‐ πετος καὶ κάπετος, παρὰ τὸ ἐσκάφθαι.

490

Καπύη: Πόλις Ἰταλίας, ἣν Ῥῶμος καὶ Ῥω‐
μύλος υἱοὶ Αἰνείου ἔκτισαν, ὥς φησι Κεφάλων ὁ Γεργίθιος. Οὕτως Ὦρος· ἄλλοι δὲ ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ.
5Κάπηλος: Ὁ μετάβολος καὶ οἰνοπώλης· παρὰ
5τὸ χέειν τὸν πηλὸν, ἤγουν τὸν οἶνον. Τινὲς οἴονται ἓν ἀνθ’ ἑνὸς εἶναι· οἷον ἐκ τοῦ παρὰ Σοφοκλεῖ, Πολὺς δὲ πηλὸς ἐκ πίθων τυρβάζεται. Ὁ μὲν οὖν Σοφοκλῆς εὐεπίφορος εἰς τὸν πηλόν· ὁ μέν τοι οἶνος οὐκ ἔστι πηλός. Πόθεν δὲ ἐν τῷ
10καπήλῳ ὁ οἶνος ἔγκειται; καὶ γὰρ ἕτερόν ἐστιν
10οἰνοπώλης, καὶ ἕτερον καπηλός. Καθόλου γὰρ τοὺς πωλοῦντάς τι καπήλους ἔλεγον· ὁ δὲ Αἰσχύλος τὰ δόλια πάντα καλεῖ κάπηλα· κάπηλα προσφέρων τεχνήματα. Κάππαρις: Ὅτι ἡ καλὴ καὶ πολλὴ ἐν κάμποις
15φύεται, οὐχ οὕτως δὲ ἐν κρημνοῖς. Εἴη ἂν οὖν κάμ‐ παρις, παρὰ τοὺς κάμπους καὶ μεταβολῇ τοῦ μ εἰς π, κάππαρις. Ὦρος. Καππάδοξ: Σεσημείωται ἐκ τῶν εἰς ΩΞ ἀρσε‐ νικῶν μόνον διὰ τοῦ ο μικροῦ γραφόμενον· καὶ κλί‐
20νεται Καππάδοκος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ κλίνεται Καππαδόκου· τὸ δὲ Καππα‐ δόκης, κατὰ μεταπλασμόν· ἐξ οὗ καὶ ὁ Θεολόγος “Οἱ σεμνοὶ Καππαδόκαι” λέγει. Κάρα: Ἡ κεφαλή· ἀπὸ τοῦ κέρας (ὃ σημαίνει
25τὴν τρίχα) γίνεται κέρα καὶ κάρα, διὰ τὸ τετριχῶ‐ σθαι. Κλίνεται τῆς κάρας. Οἱ δὲ ἐτυμολογοῦσι παρὰ τὸ ἄκρα· καὶ καθ’ ὑπερβιβασμὸν κάρα, ἡ ἀπο‐ τερμάτωσις τοῦ ἀνθρώπου. Καὶ κατωκάρα σύν‐ θετον.
30Κάραβος: Τὸ θαλάσσιον ζῷον, παρὰ τὸ τῇ κάρᾳ
30βαίνειν, τῆς κεφαλῆς προεχούσης. Ἐξ αὐτοῦ καὶ τὸ ἐπὶ τοῦ πλοίου λεγόμενον. Σημαίνει καὶ τὴν ναῦν, ὡσαύτως· κάρα γὰρ ἡ τρόπις. Καραδοκῶ: Καραδοκεῖν, τὸ τοῦ πράγματος κεφάλαιον ἐπιτηρεῖν ὅπῃ χωρήσει· παρὰ τὸ κάρα,
35καὶ τὸ δοκῶ, τὸ ἐπιτηρῶ· ἢ τὸ τῇ κεφαλῇ προβλέπειν καὶ ἐλπίζειν ἐκδεχόμενον. Μήποτε τὸ κέαρ ἔγκειται· τὸ μὲν γὰρ καρηβαρεῖν, ἢ τὸ καταβαρεῖσθαι τὴν κεφαλὴν, ἢ παρὰ τὸ βάλλειν αὐτὴν ἀπὸ μέθης. Τιμαχίδας δέ φησιν, ὅτι σύνθετόν ἐστι παρὰ τὸ
40κάτω κάρα φέρειν τὸ καραδοκεῖν.
Κάραμβις: Ἀκρωτήριον Παφλαγονίας· παρὰ τὸ κάρα καὶ τὸ βαίνειν· τὸ γὰρ ἄκρον αὐτῆς ἔξω εἰς τὸ πέλαγος βέβηκεν, ὡς ὁ Περιηγητὴς φησί. Καπετώλιον: Κεφαλὴ τῆς πόλεως· ἢ ὅτι ἐκ‐
45εῖσε, μέλλοντες κτίσαι, εὗρον κεφαλὴν νεόσφακτον. Κάπουτ γὰρ παρὰ Ῥωμαίοις ἡ κεφαλή. Καρβᾶνες: Οἱ βάρβαροι οἱ ἔχοντες Καρὸς βοήν. Λυκόφρων, Κάρβανον ὄχλον.

490

(50)

Κάρδοπος: Λίθος ἢ μάκτρα ἀλεύρου. Νίκαν‐

490

(50)

δρος,

490

(50)

Καρδόπῳ ἐντρίψας. Καρδία: Διὰ τὸ ἀπαύστως σαλεύεσθαι. Εἰς τὸ καρκίνος. Καρδαμύττειν: Τὸ συνεχῶς τὰ βλέφαρα κινεῖν καὶ εἰς ἐπίμυσιν ἄγειν οἱ Ἀττικοὶ φασίν. Εἴρηται
55ἀπὸ τοῦ καρδάμου. Κάρη: Ἡ εὐθεῖα τὸ κάρηνον· σημαίνει δὲ τὸ ἀκρωτήριον· σημαίνει [δὲ] καὶ τὴν κεφαλήν. Ἡ

491

αἰτιατικὴ τῶν πληθυντικῶν, τὰ κάρηνα· καὶ συγκοπῇ, κάρη. Ὅτι δὲ πέπονθε τὸ κάρη, καὶ οὐχ ὑγιὲς, δῆλον. Τὰ γὰρ εἰς η λήγοντα οὐδέτερα οὐδέποτε ἑνικῆς πτώσεως ἐστὶν, ἀλλ’ ἢ δυϊκὰ, ἢ πληθυντικὰ,
5ὡς τὰ βέλη. Τοῦτο δὲ τὸ κάρη, οὔτε εὐθεῖα ἐστὶν ἑνικὴ, οὔτε πληθυντική. Κατὰ συγκοπὴν ἄρα ἐστὶν αἰτιατικὴ πληθυντικῶν οὐδετέρων ἐκ τοῦ κάρηνα. Κάρη, ὄνομα οὐδέτερον· ἡ αἰτιατικὴ τῶν πληθυντι‐ κῶν, τὰ κάρηνα· ἡ εὐθεῖα τῶν ἑνικῶν, τὸ κάρα. Τὸ
10ΡΑ, μακρὸν, ὥσπερ τὸ ἡμέρα. Ἢ ὅτι τὰ εἰς α
10λήγοντα οὐδέτερα συστέλλει τὸ α, πλὴν τοῦ κάρα. Ἰστέον ὅτι, ὡς λέγει ὁ τεχνικὸς, τὸ κάρα, λίπα, ἄλειφα, ἀποκοπή ἐστιν. Ἀεὶ δὲ ὁ ποιητὴς τῷ κάρη χρῆται. Ἐκ τοῦ κέρας γίνεται, ὃ σημαίνει τὴν τρίχα, τροπῇ Ἰωνικῇ τοῦ α εἰς η. Ἢ παρὰ τὸ
15κείρω ἔκαρον· ἢ ἐκ τοῦ κρὰς κρατός. Ἀπὸ τοῦ κάρα γίνεται οὐδέτερον τὸ κάρηνον, Ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα. ἀκροπόλεις, ἐξοχάς· ἐξ οὗ βασίλεια. Σημαίνει καὶ τὴν κεφαλὴν, ὡς τὸ,
20τῇ ῥα μάλιστα
20ἀνδρῶν πίπτε κάρηνα.
20Κάρητος: Τῶν εἰς ΑΡ οὐδετέρων τὰ μὲν ὑπὲρ
20δύο συλλαβὰς διὰ τοῦ ΤΟΣ κλίνονται, ὄνειαρ ὀνεία‐ τος, ἄλειφαρ ἀλείφατος· οὕτως κάρηαρ καρήατος· οὐ χρὴ γὰρ ἀπὸ τῆς κάρηας εὐθείας πεπλάσθαι· οὐδὲν γὰρ εἰς ΑΣ λῆγον ὑπὲρ βʹ συλλαβάς ἐστιν οὐδέτερον. Τὸ γὰρ καλλικρέας καὶ βουκέρας, σύν‐
25θετα. Ὡς δέλεαρ οὖν, οὕτως κάρηαρ καρήατος, καὶ κατὰ συγκοπὴν, κάρητος. Ἡ δοτικὴ, κάρητι. Τῶν
δὲ δισυλλάβων τὰ φύσει μακρᾷ παραληγόμενα. διὰ τοῦ ΤΟΣ, ἦμαρ, ἤματος· εἶδαρ, εἴδατος· οὖθαρ, οὔθατος, ὁ μαστός. Τὰ δὲ βραχείᾳ παραληγόμενα, ἢ
30θέσει μακρᾷ, διὰ τοῦ ΡΟΣ, θέναρ, θέναρος· ὕπαρ, ὕπαρος, τὸ ἀληθὲς ἐνύπνιον, τὴν λεγομένην ὀπτασίαν· ἄλκαρ ἄλκαρος· σημαίνει τὴν βοήθειαν. Σεση‐ μείωται φρέατος, στέατος. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι φρεῖαρ καὶ στεῖαρ ἦν, καὶ ὡς ἔχοντα φύσει μακρὰν
35τὴν παραλήγουσαν ἐκλίθη διὰ τοῦ ΤΟΣ, φρείατος,
35καὶ στείατος, ἀποβολῆ τοῦ ι, στέατος. Λέγει δὲ ὁ Ἡρωδιανὸς ἐν Μονοβίβλῳ, ὅτι τὰ εἰς ΑΡ οὐδέτερα παραληγόμενα τῷ ω, ἄκλιτά εἰσι· μῶμαρ, σημαίνει δὲ τὸν μωμόν· βῶμαρ, σημαίνει τὸν μέγαν· νῶκαρ, σημαίνει τὴν στέρησιν τῆς ψυχῆς. Οὕτως ὁ Χοι‐
40ροβοσκός.
40 Καρίς: Ὡς παρὰ Κρατίνῳ, Ἔχων πρόσωπον καρίδος μασθλητίνης. Ἀντὶ τοῦ δερματίνης. Παρὰ τὸ σκαίρω σκαρὶς καὶ καρίς· ἢ παρὰ τὸ κάρα καρίς· καὶ γὰρ ὅλη ἡ καρὶς σχεδὸν κεφαλή ἐστι. Τινὲς δὲ λέγουσιν, ὅτι ἀπὸ
45τοῦ κάρα καὶ τοῦ ἲς ἰνὸς, ἡ ἔχουσα ἐν τῇ κεφαλῇ
45ἶνας· οἷς ἀντίκειται καὶ ὁ τόνος, (ὅτι εἰ ἦν ἀπὸ τῆς ἰνὸς, βαρύνεσθαι ὤφειλε· πᾶν γὰρ μονοσύλλαβον ἐν τῇ συνθέσει βαρύνεται·) καὶ ἡ κλίσις· ἐπειδὴ τὸ μὲν καρὶς διὰ τοῦ ΔΟΣ κλίνεται· εἰ δὲ ἦν ἀπὸ τοῦ ἲς, εἶχεν ἂν κλίνεσθαι διὰ τοῦ ΝΟΣ· τὰ γὰρ εἰς ΙΣ σύν‐

491

(50)

θετα τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν· οἷον, ἀκτὶν, ἀκτῖνος· εὐάκτιν, εὐάκτινος· γλώχιν, γλώχινος· τρι‐ γλώχιν, τριγλώχινος. Καρκίνος: Ζῷον θαλάσσιον, ὁ λεγόμενος πά‐ γουρος· παρὰ τὸ τῇ κάρᾳ κινεῖσθαι, καράκινός τις
55ὢν, ὁ κινῶν τὴν κάραν ἐπὶ συχνῷ, ἤγουν τὴν κεφαλήν.
55 Κάρκαιρε: Εἰς τὸ καρδία. Καρδία: Παρὰ τὸ κράτος, ἡ ἡγεμονικωτάτη, ἢ ἡ κρανομένη, οἱονεὶ κραδία, ἡ εὐγενεστάτη· ἢ παρὰ

492

τὸ κραδαίνω, τὸ σείω· ἀεικίνητος γὰρ ἡ καρδία· καὶ γίνεται κραδία. Ἀλλὰ τὸ γὰρ πάθος τῆς λέξεως μετάθεσίς ἐστι. Κάρος: Ἡ σκότωσις· παρὰ τὸ κάρα βλάπτειν.
5Τὸ δὲ ἐν Ἰλιάδος ιʹ,
5τίω δέ μιν ἐν καρὸς αἴσῃ,
5ἀντὶ τοῦ ἐν μοίρᾳ θανάτου, ὡς θάνατον περιφραστι‐
κῶς· ἵν’ ᾖ ἀπὸ τοῦ κὴρ, κηρὸς, κατὰ συστολὴν τοῦ η, καρός. Ἢ, ὡς ἔνιοι, ἐν τάξει μισθοφόρου· πρῶτον γὰρ Κᾶρες ἐπολέμησαν ἐπὶ μισθῷ· καὶ ἔδοξαν εἶναι ἀτιμότατοι.
10Καρδαμύττειν: Ἀπὸ τοῦ καρδάμου· ὃ ἄν τις
10προσενέγκηται, συνεχῶς τὰ βλέφαρα μύει· ἢ παρὰ τὸ τὰς κόρας μύειν. Καρδιωσάμενοι: Τὴν τοῦ θύματος καρδίαν τῇ πιμελῇ καλύψαντες καὶ ἐπιθέντες τῷ πυρί. Καρπός: Παρὰ τὸ κάρφος, ὃ σημαίνει τὸν ξηρὸν,
15γίνεται καρφὸς, καὶ καρπὸς, παρὰ τὸ κεκάρφθαι, ὃ ἐστὶν ἐξηράνθαι. Ἢ παρὰ τὴν ἅρπην, τουτέστιν ὁ τῇ δρεπάνῃ συναγόμενος. Ἢ ἀπὸ τοῦ κείρω, τὸ κόπτω, ὁ παρακείμενος, κέκαρκα· ὁ παθητικὸς, κέ‐ καρμαι· ἐξ αὐτοῦ καρπὸς, ὁ κοπτόμενος καὶ προσφε‐
20ρόμενος εἰς βρῶσιν. Πρὸς ἀντιδιαστολὴν δὲ ἐβα‐ ρύνθη τὸ Κάρπος κύριον ὄνομα. Σημαίνει δὲ δύο· κυρίως γὰρ καρπὸς λέγεται, ὁ πρὸς ἄμητον ἡτοι‐ μασμένος ἄσταχυς· οὗτος γὰρ ἡνίκα λευκανθῇ καὶ ξηρανθῇ, ἕτοιμός ἐστι πρὸς θερισμόν. Σημαίνει καὶ
25τὸ κοῖλον τῆς χειρὸς, ὡς τὸ,
25 κύσε χεῖρ’ ἐπὶ καρπῷ. Ἔνθεν καὶ ὁ τῆς χειρὸς ξηρὸς τόπος καὶ ἄσαρκος καρπὸς λέγεται. Καρπαλίμως: Ἀντὶ τοῦ ταχέως. Παρὰ τὸ ἁρπάζω ἁρπάσω, ἅρπιμος· καὶ πλεονασμῷ τοῦ κ, καὶ
30συνήθει πλεονασμῷ τῆς ΑΛ, καρπάλιμος. Ἢ ἐκ τοῦ
30κραιπνὸς κραίπνιμος· ἐκβολῇ τοῦ ι, καὶ μεταθέσει τοῦ ρ, κάρπνιμος· πλεονασμῷ τοῦ α, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον. Ἢ παρὰ τὸ κάπω, τὸ πνέω, ἔνθεν καπύω· ἀφ’ οὗ τὸ ἐκάπυσεν, ἀντὶ τοῦ ἐξέπνευσεν. Ἐκ τούτου γίνεται κάπος, τὸ πνεῦμα·
35πλεονασμῷ τοῦ ρ, γίνεται καρπός· καὶ κάρπιμος, ὡς γόνος γόνιμος, καὶ πόμπος πόμπιμος· εἶτα πλεο‐ νασμῷ τῆς ΑΛ συλλαβῆς, γίνεται καρπάλιμος. Κάρρων: Οἷον, Ναὶ κάρρων βώς.
40Τρίτος τύπος ἐστὶ συγκριτικοῦ. Ὡς ἀπὸ τοῦ παχὺς
40παχύτερος, παχίων πάχιστος, ὁ τρίτος τύπος, πάσ‐ σων, ὁ παχύτερος· οὕτως κρατὺς κρατύτερος, κρατίων κράτιστος, ὁ τρίτος τύπος, κράσσων· ὑπερθέσει, κάρ‐ σων, καὶ κάρρων, ὡς ἡ μυρσίνη, μυρρίνη. Κάρτα: Παρὰ τὸ κρατὺς κρατέα, ὡς ταχὺς
45ταχέα· καὶ κατὰ συγκοπὴν, καὶ μεταθέσει, κάρτα. Καρυκευμάτων: Ἀρτυμάτων· καὶ καρυκεύ‐ ουσα, ἡδύνουσα, γλυκαίνουσα· καρύκη γὰρ βρῶμα Λύδιον ἐκ πολλῶν ἡδυσμάτων συνεστηκὸς καὶ αἵμα‐ τος. Ἔστι δὲ εἶδος ὑποτρίμματος, ἐκ πλειόνων

492

(50)

ἀρτυμάτων συντιθέμενον· καρυκεύειν δὲ, τὸ τα‐ ράττειν. Καρύκκη: Ἕψημά τι δι’ αἵματος καὶ ἀρτυ‐ μάτων παντοίων. Ὁ δὲ Δίδυμος Λύδιον βρῶμα φησὶν ἐκ πολυτελοῦς σκευασίας συγκείμενον· ἐγὼ
55δὲ οἶμαι καρύκην αὐτὸ λέγεσθαι, ἐπειδὴ μέλαν ἐστί·
55φησὶ γὰρ ἐν τῇ κωμικῇ λέξει οὕτω, “Καρύκιον, καρυοβαφές·” καὶ “κάρυος ῥόος,” ὁ μέλανος ῥόος.
Οὐκοῦν ἐκ τούτου οἶμαι λέγεσθαι καρύκην.

493

Καρχαρέος κύων: Καρχαρέοι κύνες, οἱ τραχεῖς, ἀπὸ τοῦ κάρφος, καὶ καρχαρόδους, ὁ κεχαραγμέ‐ νους ἔχων τοὺς ὀδόντας, τουτέστι στρογγύλους καὶ ὀξεῖς καὶ ἐναλλάσσοντας ἑαυτῶν, ὡς λύκος, πάρ‐
5δαλις, λέων. Ἀπὸ τοῦ χαράσσω μετὰ τοῦ ὀδοὺς γίνεται χαρόδους· καὶ κατὰ ἀναδιπλασιασμὸν, χαρ‐ χαρόδους, καὶ καρχαρόδους· σημαίνει δὲ τοὺς τραχεῖς· τὸ γὰρ τραχὺ καὶ σκληρὸν δύναται χαράσσειν· ἢ τοὺς ἀπωξυμμένους. Ἀμφόδοντα δὲ λέγεται ζῷα,
10ὅσα οὐκ ἐνηλλαγμένους ἔχουσι τοὺς ὀδόντας στρογ‐ γύλους καὶ ὀξεῖς, ἀλλὰ παχεῖς καὶ πλατεῖς, ὥς ἐστιν ἄνθρωπος, ἵππος, ὄνος, καὶ τὰ ὅμοια. ΧΑΥ‐ λιόδοντα δὲ, ὅσα ἔξωθεν ἔχουσι τοὺς ὀδόντας ὑπερ‐ φερεῖς, ὥς ἐστι σῦς, ἐλέφας, ἀσπάλαξ.
15Κασίγνητος: Παρὰ τὸ κάσις, ὃ σημαίνει τὸν
15ἀδελφὸν, καὶ τὸ γνὴς γνητὸς, ὃ σημαίνει τὸν γνή‐ σιον· τοῦτο ἐκ τοῦ γεννῶ. Καὶ αὐτοκασίγνητος, σχήματος ἐστὶ συνθέτου· τὸ γὰρ κατ’ ἀρχὰς συντι‐ θέμενον μένει ὡσαύτως σύνθετον· τὸ δὲ κατὰ τὸ τέλος συντιθέμενον λέγεται παρασύνθετον, ὡς τὸ
20Φίλιππος, φιλιππίζω.
20 Κάστωρ: Σημαίνει δύο· ὄνομα κύριον, ὡς τὸ, Κάστορά θ’ ἱππόδαμον. Καὶ γίνεται παρὰ τὸ κάζω, τὸ κοσμῶ. Σημαίνει καὶ τὸ ζῷον, καὶ γίνεται παρὰ τὸ γαστὴρ, γάστωρ καὶ κάστωρ· ὑπογάστριον γὰρ τὸ ζῷον, καὶ σχεδὸν
25ὅλον κοιλία. Καστανέα: Πόλις Μαγνησίας· ὅθεν καὶ τὰ καστάνεια κάρυα, τὰ ἀπὸ Καστάνης τινός. Κασσίτερος: Παρὰ τὸ θᾶσσον τείρεσθαι. Κάσσα καὶ κασσαβάς: Ἡ πόρνη, ἡ κατωφερής·
30παρὰ τὸ καλεῖν καὶ σοβεῖν· ἢ παρὰ τὸ καίω καύσω,
30καῦσα καὶ κάσσα. Κασσωρίς: Ἡ κατωφερὴς, ἡ πόρνη· καὶ κασ‐ σωρεύουσα, τὸ πορνεύουσα. Κασσαβὰς λέγεται ἡ πόρνη, παρὰ τὸ καλεῖν καὶ σοβεῖν· ἐξ αὐτοῦ γίνεται κατὰ παρασχηματισμὸν κασσωρίς. Αἱ χρήσεις
35παρὰ Λυκόφρονι.
35 Καυσία: Εἶδος πίλου ἐπὶ τῆς κεφαλῆς, ὡς καὶ τιάρα. Ζήτει εἰς τὸ καμελαύκιον. Κασία: Εἶδος μύρου· γίνεται δὲ παρὰ τὸ κάζω, τὸ κοσμῶ, ὁ μέλλων, κάσω, ἐξ αὐτοῦ κασία, ἡ κοσμοῦσα διὰ τῆς εὐοσμίας τὰς αἰσθήσεις.
40 Κάϋστρος: Ποταμὸς Λυδίας· ἀπὸ Καΰστρου· Κάϋστρος δέ ἐστιν υἱὸς Πενθεσιλείας τῆς Ἀμα‐ ζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δερκετὼ, καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν, ἥτις καὶ τὰ Βαβυλώνια τείχη κατεσκεύασε.
45Καυστειρῆς: Ἀπὸ τοῦ καίω καύσω, κέκαυκα,
45κέκαυμαι κέκαυσαι κέκαυσται, καυστηρός· καὶ κατὰ τροπὴν Βοιωτῶν τοῦ η εἰς τὴν ΕΙ δίφθογγον, καυ‐ στειρός. Καττύεσθαι: Ὑποδύεσθαι· ἐκ τῶν καττυμά‐
των.

493

(50)

Καύηξ: Ὁ λάρος, διὰ τὸ ἀδηφάγον· καύη

493

(50)

γὰρ ἡ τροφή· ἢ ἀπὸ τοῦ λέγειν καῦ καῦ. Εὐ‐

493

(50)

φορίων,

493

(50)

Τῆς οὐδ’ αἴθυιαι οὐδὲ κρυεροὶ καύηκες. Καῦμα: Τὸ κεκαυμένον ἄημα. Καῦρος: Ὁ κοῦφος ταῖς φρεσὶ, πλεονασμῷ τοῦ κ, αὖρός τις ὤν· τὸν γὰρ κατὰ νοῦν ἐλαφρὸν καῦρον ἐπονομάζουσι. Βέλτιον γαῦρον λέγειν διὰ τοῦ γ,
55ἵν’ ᾖ ὁ σφοδρῶς ἐπηρμένος καὶ ὑπερήφανος· παρὰ τὸ ἀπὸ γῆς αἴρεσθαι. Καυλός: Τὸ ἄκρον τοῦ δόρατος, ὃ εἰς τὸ ὀξὺ

494

ἐντίθεται. Γίνεται κατὰ πλεονασμὸν τοῦ κ· αὐλῷ γὰρ ἔοικε. Πᾶν δ’ ἐπίμηκες αὐλὸς λέγεται. Καυχῶ καυχήσω, συζυγίας δευτέρας τῶν περι‐ σπωμένων· γίνεται παρὰ τὸ καῦχος· τοῦτο, παρὰ τὸ
5αὖχος· τοῦτο, παρὰ τὸ εὔχω, τὸ καυχῶμαι. Ἢ παρὰ τὸ αὐχεῖν ἐστι. Σημαίνει δὲ τὸ αὐχεῖν ἐπὶ χρηστοῖς πράγμασι· Λυκοῦργος δὲ ἐπὶ φαύλοις κέχρηται, ὡς τοὺς ἀκού‐ οντας αἰσχύνεσθαι.
10Καυλωνία: Ἐκ τοῦ Αὐλωνία, κατὰ πλεονασμὸν
10τοῦ κ.
10 Καχλάζω: Οἷον, Κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας, λευκὴ καχλάζοντος ἀνέπνεε κύματος ἄχνη. ἄχνη. Ὁ λεπτὸς ἀφρὸς τοῦ κύματος. Καχλά‐ ζοντος, οἱονεὶ ταρασσομένου πρὸς ταῖς σπιλάσι
15ταῖς τραχείαις καὶ ταῖς κοίλαις ἐκβράσεσιν. Πε‐
15ποίηται δὲ τὸ καχλάζω· ὁ γὰρ ἦχος τοῦ κύματος ἐν τοῖς κοιλώμασι τῶν πετρῶν γινόμενος δοκεῖ μι‐ μεῖσθαι τὸ κάχλα κάχλα. Ἢ ἐκ τοῦ χλῶ γίνεται κατὰ ἀναδιπλασιασμὸν καχλάζω· σημαίνει καὶ τὸ σφοδρῶς καταγελᾶν. Εἰς τὸ ὄχλος.
20 Κάψα: Κάπτω ῥῆμα δηλοῦν τὸ χωρῶ· παρὰ τὸ κάψω, κάψα (ὡς δόξω δόξα) ἡ χωρητικὴ οὖσα τῶν ἐντιθεμένων αὐτῇ. Δύναται καὶ παρὰ τὸ κάμπτω κάμψω, κάμψα εἶναι καὶ κάψα· Ἐπειδὴ ἐκ κεκαμμένων ξύλων αὐτὴν συνεστήσαντο.
25Δίων.
25 Κατανίπτης: Ἢ ἐπώνυμον τινὸς, ἢ ἱερωσύνη Ἀθήνῃσι, ὁ τὰ κάτω τοῦ πέπλου τῆς Ἀθηνᾶς ῥυπαι‐ νόμενα ἀποπλύνων. Καταῖτυξ: Εἶδος περικεφαλαίας μὴ ἐχούσης λόφον κατωφεροῦς· παρὰ τὸ κάτω τετύχθαι ὡς πρὸς
30τὴν αὐλώπιδα τὴν ἀνάτασιν ἔχουσαν. Κατάρρους: Τὸ ἀπὸ τῆς κεφαλῆς καταφερό‐ μενον ῥεῦμα διὰ τῶν μυκτήρων, ὃ καλοῦσιν [οἱ] ἰατροὶ κατασταγμόν· ἢ τὴν διάρροιαν, ἢ τὸ δυσεντέριον. Κατάκρας: Ἀντὶ τοῦ κατὰ κρατός. Ἀπὸ τοῦ
35ἀκὴ ἡ ὀξύτης, ἄκα καὶ ἄκρα, πλεονασμῷ τοῦ ρ. Κατακάσα: Ἡ κατωφερὴς καὶ πόρνη εἴρηται· ἢ παρὰ τὸ καταχέεσθαι ἐπὶ παντὶ, ἢ ἡ τοῦ κατα‐
40καυθῆναι ἀξία, διὰ τὴν ἀσέλγειαν αὐτῆς. Εἰς τὸ ψύθος. Καταβόστρυχος: Κομῶν τοῖς βοστρύχοις· τὸ γὰρ κατὰ πλήθους ἐμφαντικὸν ἐστίν.
45 Καταίρειν: Ἀντὶ τοῦ ἀναχωρεῖν, ἀποπλεῖν· ἀπὸ τοῦ συμβαίνοντος· συμβαίνει γὰρ ἀποπλεούσης τῆς νηὸς ἐπαίρειν τὰ ἱστία. Καταΐγδην: Ἀπὸ τοῦ καταΐσσων, ἡ εἰς τὸ ἔμπροσθεν ὁρμῶσα καὶ αἴσσουσα.

494

(50)

[Ἐπέτρεχε κύματι λάβρῳ]

494

(50)

προπροκαταΐγδην κοίλης ἁλός. Ἀπολλώνιος. Καταγνύναι: Κατάσσειν, κατακλᾶν, συντρίβειν· ἀπὸ τοῦ ἄγνυμι. Κατείνυον:
55Θριξὶ δὲ πάντα νέκυν καταείνυον,
55Ἰλιάδος ψʹ, ἀντὶ τοῦ κατεκάλυπτον· ἀπὸ τοῦ ἕω,
55ἑννύω καὶ εἰνύω. Καταείμενον ὕλη: Μεταφορικῶς, ἠμφιεσμένον ἐν αὐτῷ.

495

Καταείσατο γαίης: Ἀντὶ τοῦ καθώρμησε, κατῆλθε. Κατάσχωμεν καὶ οὐ Κατασχῶμεν: Ἐπειδὴ πᾶς ἀόριστος ὑποτακτικὸς μονοσύλλαβος εἰς ω
5λήγων, ἔχων τὴν μετοχὴν εἰς ς ὀξύτονον, τὸν αὐτὸν
5τόνον καὶ ἐν τῇ συνθέσει φυλάσσει· οἷον βὰς, βῶ, ἐὰν
5ἀναβῶ· δοὺς, δῶ, ἐὰν παραδῶ· εἰ δὲ μὴ ἔχει τὴν μετοχὴν εἰς ς ὀξύτονον, ἀναπέμπει τὸν τόνον· σχῶ, κατάσχω· σπῶ, ἐπίσπω· ὁμοίως καὶ τὰ πληθυντικὰ, κατάσχωμεν, πρόσχωμεν. Καταλογεύς: Ὁ συγγραφεὺς, ὁ συγγράφων
10κατ’ ὄνομα.
10 Κάχρυς: Αἱ πεφρυγμέναι κριθαὶ κυρίως· καταχρη‐ στικῶς δὲ καὶ πάντα τὰ πεφρυγμένα· καὶ βοτάνη ποιά· καὶ τῆς πευκῆς ἡ βλάστησις. Λέγονται καὶ πυροὶ τινές. Καταλληλώς: Καταλλήλως τῆς ἑαυτοῦ φύσεως ὁ Χριστὸς ἦλθε καὶ
15ἐνήργει.
15Ἤγουν ὡς ἑκάστη πέφυκεν, ἀκολούθως, ἁρμοζόντως. Κατάκλεις: Ἐκ τοῦ κλείς· ἀπὸ τοῦ ἐγκεκλεῖ‐
20σθαι μέχρι αὐτῆς τὰ ἐντός· καὶ αἱ μὲν τοῦ σώματος
κατακλεῖδες εἴρηνται, διὰ τὸ ἐπικαμπεῖς εἶναι καὶ ἐοικέναι τοῖς τῶν θυρῶν κλεισίν· ἐπὶ δὲ τῶν ἐρεσσόν‐ των, ὅτι ἐπ’ αὐταῖς ἑζόμενοι τὸ σῶμα ἔκλων. Κατάκλωθες:
25Κατάκλωθές τε βαρεῖαι.
25Αἱ ἐπικλώσεις τῶν Μοιρῶν, παρὰ τὸ κλώθω· τοῦτο δὲ παρὰ τὸ κάτω καθέλκειν τοὺς τῶν νημάτων ὁλκούς· κλώθειν γὰρ τὸ νήθειν· ὅθεν καὶ κλώστης, παρὰ τὸν κλώσω μέλλοντα, καὶ κλωστήρ. Κατακρῆθεν: Κατὰ κρατός. Παρὰ τὸ καρὴ
30ὀξυνόμενον γίνεται καρῆθεν· καὶ κατὰ συγκοπὴν, κρῆθεν· καὶ Ἡσίοδος ἀποκρῆθεν εἶπεν. Καταπροΐξασθαι: Ἀπὸ τῆς προικός· ἣν διαι‐ ροῦντες οἱ Ἴωνες πρόϊκα λέγουσιν. Ὥσπερ οὖν ἡ προῖξ δωρεὰν δίδοται, οὕτω φασὶν, “Οὐ δωρεάν μου
35καταγνώσεταί τις· ἀλλ’ ἀποδώσει μισθὸν ὧν ἔπραξε.” Καὶ ὁ ἐπαίτης, καὶ ὁ προῖκα αἰτῶν, προΐκτης λέγεται. Καταπροέσθαι: Ἀντὶ τοῦ καταπροδοῦναι, ἀπὸ τοῦ ἵημι ὁ παθητικὸς παρακείμενος ἕμαι· ὁ ἀόριστος,
40ἕθην· ὁ μέσος δεύτερος ἀόριστος, ἕμην· τὸ ἀπαρέμ‐
40φατον, ἕσθαι, καὶ προέσθαι. Κατασπιλάζοντες: Καὶ φιλεπίδημον φόνον κατασπιλάζοντες. Κατακρύπτοντες· ἀπὸ μεταφορᾶς τῶν ὑφάλων πε‐ τρῶν, αἵτινες ὑπὸ ὕδατος καλυπτόμεναι τοῖς ἀπροό‐
45πτως προσπελάζουσι κίνδυνον ἐπιφέρουσι. Καταλεύσιμον: Τὸν ἄξιον τοῦ καταλευσθῆναι. Καταχήνη: Ἡ χάσμησις. Παρὰ τὸ χαίνω χήνη καὶ καταχήνη. Καταψήχειν: Τὸ ἠρέμα κολακεύειν καὶ κρατεῖν.

495

(50)

Εἴρηται ἀπὸ τοῦ καταψῶ καταψήσω· καὶ ἀνεδόθη εἰς ἐνεστῶτα, καταψήχω. Κατέκταθεν: Ἀπὸ τοῦ κτείνω κτενῶ, ὁ πρῶτος ἀόριστος παθητικὸς, ἐκτάνθην, ὡς φαίνω ἐφάνθην· τὸ πληθυντικὸν, ἐκτάνθημεν, ἐκτάνθητε, ἐκτάνθησαν,
55ἔκταθεν, ὡς ἐφάνθημεν, ἐφάνθητε, ἐφάνθησαν, ἔφανθεν. Ἢ ἔστιν ἕτερον ῥῆμα κτῶ· παράγωγον, κτῆμι· ὁ δεύ‐ τερος ἀόριστος, ἔκτην· ὅπερ γίνεται ἔκταν· οἷον,

496

Τὸν σὸν κατέκταν παῖδα· καὶ, ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. Τὸ βʹ, ἔκτας, ἔκτα· ἡ μετοχὴ, κτὰς,
5ἄνδρα κατακτάς.
5Ὁ μέσος ἀόριστος, ἐκτάμην· τὸ δεύτερον, ἔκτασο·
5ὁ πρῶτος ἀόριστος, ἐκτάθην, ὡς ἐφάθην· ἐκτάθημεν,
5ὡς ἐφάθημεν· τὸ τρίτον, ἐκτάθησαν, ὡς ἐφάθησαν· καὶ ἔκταθεν ἕταροι καὶ κατέκταθεν. Κατ’ ἐνῶπα: (Ἀρίσταρχος) ὡς κατὰ δῶμα, ἀπὸ εὐθείας τῆς ὤψ· ἡ αἰτιατικὴ, ὦπα. Ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους, κατενῶπα· οἷς καὶ δεῖ πεί‐
10θεσθαι· ἵν’ ᾖ ἀπὸ τοῦ ἐνώπια συγκοπῇ ἐνῶπα, ὡς μηρία, μῆρα· σιτία, σῖτα. Ἔνεστι δὲ βοήθεια καὶ τῷ Ἀριστάρχῳ οὕτως. Ἔστιν ἐνωπὴ ἡ πρόσοψις· παρ’ ἣν ἡ αἰτιατικὴ, ἐνωπήν. Ὃν οὖν τρόπον τὴν ἰωκὴν ἴωκα εἶπε μεταπλάσας, οὕτω καὶ τὴν ἐνωπὴν
15ἐνῶπα.
15Κατεπόθη: Ἔστι ῥῆμα πῶ· παράγωγον, πῶμι·
15ὁ μέλλων, πώσω, πέπωκα, πέπομαι, μικρὸν εἰς τὰ παθητικά· ὁ ἀόριστος, ἐπόθην, ἀντὶ τοῦ ἐβυθίσθην. Κατεμαυτόν: Ἰστέον ὅτι ἡ εὐθεῖα ἐμαυτὸς καὶ ἐγαυτὸς οὐ δύναται εἶναι· ὅτι πᾶσα σύνθετος ἀντωνυμία θέλει εἶναι καὶ ὁμοιόπτωτος καὶ ὁμοιο‐
20πρόσωπος καὶ ἰσάριθμος· οἷον, τὸ ἐμαυτοῦ καὶ ἰσά‐ ριθμόν ἐστι καὶ ὁμοιόπτωτον καὶ ὁμοιοπρόσωπον, ἀπὸ τοῦ ἐμοῦ αὐτοῦ· ἀμφότερα γὰρ, τό τ’ ἐμοῦ καὶ αὐτοῦ, ἑνικά εἰσι καὶ τρίτου προσώπου καὶ πτώσεως γενικῆς. Ἐὰν οὖν γένηται ἡ εὐθεῖα τούτων ἐμαυ‐
25τὸς, ἔμελλεν εἶναι ἀνομοιόπτωτος· ὅπερ ἐστὶν
25ἀδύνατον ἐπὶ συνθέτου ἀντωνυμίας. Τὸ γὰρ αὐτὸς ἔστιν εὐθεῖα· τὸ δὲ ἐμὲ, αἰτιατικὴ, καὶ οὐκ ἔστιν εὐθεῖα· ἀπὸ γὰρ τοῦ ἐμὸς οὐκ ἠδύνατο γενέσθαι· ἐπειδὴ οὐδέποτε κτητικὴ ἀντωνυμία ποιεῖ σύνθετον ἀντωνυμίαν. Ἀπὸ γὰρ τῶν πρωτοτύπων ἀντωνυ‐
30μιῶν γίνονται αἱ σύνθετοι ἀντωνυμίαι· οἷον ἐμοῦ αὐτοῦ, ἐμαυτοῦ· ἐμοὶ αὐτῷ, ἐμαυτῷ· ἐμὲ αὐτὸν, ἐμαυτόν. Ἐγαυτὸς οὐ δύναται εἶναι· ἐπειδὴ αἱ σύνθετοι ἀντωνυμίαι πρότερον ἐν τῇ ἁπλότητι τὰς δύο συνθέσεις ἐπιδέχονται, τήν τε αὐτοπαθῆ καὶ τὴν
35ἀλλοπαθῆ, καὶ οὕτω συντίθενται· οἷον, ἐμοῦ ἤκουσας, καὶ ἐμοῦ ἤκουσα. Διὰ τοῦτο γὰρ ἐπενοήθησαν αἱ σύνθετοι ἀντωνυμίαι, ἵνα διάκρισιν ποιήσωσι τῆς ἀλλοπαθοῦς, καὶ σχῶσι τὸ αὐτοπαθὲς μόνον· αἱ δὲ ἁπλαῖ, τὸ ἀλλοπαθές. Τὸ οὖν ἐγὼ αὐτὸς, ἐπειδὴ ἐν
40τῇ ἁπλότητι οὐκ ἐπιδέχεται τὰς δύο συντάξεις τήν
40τε ἀλλοπαθῆ καὶ τὴν αὐτοπαθῆ, εἰκότως οὐ δύναται ποιῆσαι σύνθετον ἀντωνυμίαν· ὅτι γὰρ ἡ ἐγὼ αὐτὸς τὴν ἀλλοπαθῆ μόνον ἔχει καὶ οὐχὶ τὴν αὐτοπαθῆ,
δῆλον ἐντεῦθεν· λεγόντων ἡμῶν ἐγὼ αὐτὸς ἤκουσα, λέγοντος τίνος, ἄρα Σωκράτους; ἀλλὰ Ἀλκιβιάδου·
45ὥστε οὖν ἀλλοπαθής ἐστιν, αὐτοπαθὴς δὲ οὐ δύναται εἶναι ἡ ἐγὼ αὐτός· ἐπειδὴ οὐδέποτε εὐθεῖα εἰς εὐθεῖαν δρᾷ, ἤγουν ἐνεργεῖ· οὐδεὶς γὰρ λέγει Σωκράτης Πλάτων ἤκουσεν, ἀλλὰ Σωκράτης Πλάτωνος ἤκου‐ σεν. Ἐπειδὴ οὖν ἐγὼ αὐτὸς εὐθεῖαι εἰσὶ δύο, ἡ ἐγὼ

496

(50)

καὶ αὐτὸς, τούτου χάριν οὐ δύναται εἶναι αὐτοπαθής. Τοιαῦτα ἔχομεν εἰπεῖν καὶ περὶ τοῦ μὴ δύνασθαι στῆναι τὸ ἐγὼ αὐτὸς, καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυν‐ τικά. Ζήτει. Κατήφεια: Ἀπὸ τοῦ κάτω τὰ φάη βάλλειν
55τοὺς ὀνειδιζομένους ἢ λυπουμένους· καὶ κατηφὴς, ὁ
55ὑπὸ αἰσχύνης κάτω νεύων τοὺς ὀφθαλμοὺς, ἤγουν ὁ αἰσχυνόμενος. Παρὰ τὸ φῶ, τὸ φαίνω, γίνεται πα‐ ράγωγον φάω καὶ φάος· καὶ ἐν συνθέσει μετὰ τῆς

497

κατὰ προθέσεως γίνεται καταφαὴς, ὁ ἔχων κάτω τὰ φάη, ἤγουν τοὺς ὀφθαλμούς. Κατηφόνες: Ἰλιάδος ωʹ,
5 Σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες. Ἄξιοι καταφονευθῆναι· ἐπονείδιστοι ἢ αἰσχύνης μεστοὶ, ἀπὸ τοῦ κατηφής· θηλυκὴν γὰρ προσηγορίαν ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησε. Κατηλυσίη:
10Κατηλυσίη ζεφύροιο.
10Σημαίνει τὴν κάθοδον καὶ τὴν ἐπέλευσιν, ἐλευσίη
10τὶς οὖσα καὶ ἠλυσίη, καὶ μετὰ τῆς κατὰ προ‐ θέσεως. Κατῃόνων: Κατήντλουν. Ἔχει τὸ ἰῶτα· ἀπὸ γὰρ τοῦ καταιονῶ καταιονᾷς. Κατημαξευμένα: Κοινὰ, καταπεπατημένα,
15τετριμμένα, γεγυμνασμένα.
15 Κατῄρεε: Κατελάμβανε. Παρὰ τὸ αἱρῶ περισπώμενον, ὃ σημαίνει τὸ καταλαμβάνω. Μηδέ σε λήθη αἱρείτω. Κατηγορεῖν: Λέγεται κοινῶς τὸ κατά τινος
20ἀγορεύειν· οἷον ὡς “τὸ γένος λέγεται κατηγορεῖσθαι
20τῶν εἰδῶν.” Λέγομεν καὶ τοὺς περί τινων ὡς
20ἀδικούντων λέγοντας. Ζήτει. κατηγορίαν ποιούμενοι τῆς πόλεως, καὶ κατὰ τῆς πόλεως. Κατισχνωθέντα: Λεπτυνθέντα. Ἐκ τοῦ ἰσχνόω ἰσχνῶ ἰσχνώσω, τρίτης συζυγίας τῶν περισπωμένων.
25Κατουλάς: Καλεῖται ἡ σκοτεινὴ νὺξ, διὰ τὸ
25ὀλοὴν αὐτὴν εἶναι· οἷον, Νὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν. Κατόπιν: Κατόπιν ἑορτῆς ἥκομεν. Οἷον, μετὰ τοῦτο.
30Κατωμαδόν: Κατὰ τοὺς ὤμους τῶν ἵππων.
30Κατέλευσαν: Ἀντὶ τοῦ ἔχωσαν λίθοις. Τὸ
30θέμα, καταλεύω· ὁ μέλλων, καταλεύσω. Σημαίνει δὲ τὸ κατά τινος λίθους βάλλω. Παρὰ τὸ λάας. Καταμόνας: Ἐπίρρημα τοπικόν· οἱ δὲ λέγουσι μοναδικόν. Γίνεται δὲ ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ μόνος· τοῦτο παρὰ τὸ μὴ εἶναι μετὰ ἑτέρου· ἢ
35παρὰ τὸ μένω, τὸ ἐπιμένω. Καί: Σύνδεσμος συμπλεκτικὸς, ἰσοδυναμῶν τῷ ΤΕ· διαφέρει δὲ αὐτοῦ κατὰ τάξιν. Ὁ μὲν γὰρ ΤΕ τὰ ὄπισθεν συμπλέκει, ὁ δὲ καὶ τὰ ἐπιφερόμενα, ὡς τὸ,
40Ἀρκεσίλαός τε καὶ Λέων·
40Ἀγαμέμνων καὶ Μενέλαος.
40 Καίω: Ἐκ τοῦ κῶ γίνεται καίω· ὁ μέλλων, καύσω· ἀφ’ ὧν γὰρ οἱ Ἀττικοὶ τὸν ι ἀποβάλλουσι κατὰ τὸν ἐνεστῶτα, πλεονάζουσι τὸ υ κατὰ τὸν μέλλοντα· κλαίω κλαύσω. Καινός: Ὁ νέος· οἶμαι ὅτι ἐκ τοῦ κραίνω, τὸ
45τελειῶ, κραινός τις ὢν, κατ’ ἔλλειψιν τοῦ ρ, οἱονεὶ ὁ
45ἤδη ἐπιτελεσθείς. Καινεύς: Ὄνομα κύριον, ὁ ἥρως, διὰ τὸ καινὸν τοῦ γένους, διὰ τὸ γυναῖκα καὶ ἄνδρα γένεσθαι. Ἦν δὲ Ἐλάτου μὲν παῖς, Λαπίθων δὲ βασιλεύς. Καικίας: Κάϊκός ἐστιν ὄνομα ποταμοῦ· ὅθεν καὶ

497

(50)

Καικίας, ὁ ἐκεῖθεν πνέων ἄνεμος. Τὰ διὰ τοῦ ΙΚΟΣ ἀποστρέφεται τὴν ΕΙ δίφθογγον, Γρήνικος, Κάϊκος. Καιρός: Ὄνομα ἁπλοῦν. Γίνεται παρὰ τὸ κάρη, ὃ σημαίνει τὴν ὥραν· ἐξ οὗ καὶ ἀκαριαῖος· καρὸς καὶ καιρός.
55Καίριος: Διὰ τοῦ ι, ὡς δεσμὸς δέσμιος, βωμὸς
55βώμιος. Καίριον: Εὔκαιρον, εὔστοχον, μέτριον· καὶ, καίριον οὐδὲν λέγεις. Ἀντὶ τοῦ οὐδὲν ἐπιτή‐

498

δειον τῷ καιρῷ. Σημαίνει καὶ τὸ ἐπικίνδυνον· Οὐκ ἐν καιρίῳ ὀξὺ πάγῃ βέλος. Ἰλιάδος δʹ, ἀντὶ τοῦ οὐκ ἐν ἐπικινδύνῳ τόπῳ, οὐδ’ ἐν τῷ πρὸς ἀναίρεσιν ἐπιτηδείῳ τόπῳ τοῦ σώματος.
5Οἶμαι ἀπὸ τοῦ κὴρ, ὃ σημαίνει τὴν θανατηφόρον
5μοῖραν, γίνεται καρὸν καὶ καίριον, ἤγουν τὸ θανά‐ σιμον καὶ ἐπικίνδυνον. Καιροσέων: Οἱ μὲν, τῶν κροσσωτῶν· οἱ δὲ, ἀπὸ τῶν καιρωμάτων· οὕτως δὲ καλεῖται καίρως καὶ καίρωμα, ἡ παραπλοκὴ τοῦ στήμονος, ἡ διαπλεκο‐
10μένη ὑπὲρ τοῦ μὴ συγχεῖσθαι αὐτόν. Καὶ τὰς ἐρίθους καιρωτίδας εἶπε Καλλίμαχος, καὶ τὸ Δη‐ λίων ὕφασμα, ὑδάτινον (καίρωμα). Πᾶσα λέξις ἀπὸ τῆς ΚΕ συλλαβῆς ἀρχομένη διὰ
15τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ καιρὸς καὶ καινὸς,
15Καῖσαρ, Καισαρεὺς, Καισάρεια.
15Καί σφεας: Ἰστέον ὅτι τὸ καί σφιν, οὐκ ἔστιν
ἀπὸ τοῦ σφίσιν, βαρυτόνου, ἀλλ’ ἀπὸ τοῦ σφὶν ἐγέ‐ νετο Καί σφιν· καὶ μετὰ τὴν ἔγκλισιν παρηκολού‐ θησε πάθος, καὶ ἐγένετο Καί σφισιν· καὶ τὸ Καί σφεας, οὐκ ἔστιν ἀπὸ τοῦ σφέας βαρυτόνου, ἀλλ’
20ἀπὸ τοῦ σφᾶς γίνεται Καί σφας· καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος, καὶ γίνεται Καί σφεας. Καὶ τὸ, ἐπεὶ οὒ ἕθεν ἐστὶ χερείων οὐκ ἔστιν ἀπὸ τοῦ ἕθεν· ἀλλ’ ἀπὸ τοῦ οὗ τρίτου
25προσώπου σημαίνοντος τοῦ αὐτοῦ γίνεται οὔεθεν,
25τουτέστιν οὐδαμῶς· καὶ μετὰ τὴν ἔγκλισιν παρη‐
25κολούθησε πάθος, καὶ ἐγένετο Οὔ ἑθεν. Οὕτω Ζηνό‐ δοτος. Καῖσαρ: Ῥωμαϊστὶ ἀνατομὴ ἑρμηνεύεται· ἀπο‐ θανούσης γὰρ τῆς μητρὸς Ἰουλίου Καίσαρος, ἀνατε‐ μόντες αὐτῆς τὴν γαστέρα ἐξέβαλον αὐτὸν ἀγέν‐
30νητον.
30 Κέασε: Συνέτριψε, διέσχισεν. Κέας: Ἰστέον ὅτι τὸ Κέας καὶ Κλεύας οὐ κλίνεται διὰ τοῦ ΝΤ ὡς Αἴας Αἴαντος, ἐπειδὴ οὐκ ἔχει τὸ α φύσει μακρόν· Κέης γὰρ ἦν καὶ Κλεύης, καὶ τροπῇ Δωρικῇ, Κλεύας καὶ Κέας· καὶ φυλάττει
35τὴν ἰσοσύλλαβον κλίσιν· δηλοῦσι δὲ καὶ τὰ πατρω‐
35νυμικὰ, Κεάδης καὶ Κλευάδης ὄντα. Κεγχρίνης: Εἶδος ὄφεως. Νίκανδρος, Δήεις κεγχρίνεω δολιχὸν τέρας. Οὕτως ὠνόμασται διὰ τὸ φαίνεσθαι αὐτὸν τὸν καιρὸν τοῦ κέγχρου· ἢ διὰ τὸ ποικίλον εἶναι καὶ κατε‐
40στίχθαι· ὥσπερ γὰρ κέγχρους τινὰς ἐπὶ τὰ νῶτα ἔχει. Κέβλη: Ἐκ τοῦ κεφαλὴ γίνεται κατὰ συγκο‐ πήν. Κέδρος: Θηλυκῶς λέγεται τὸ δένδρον, οὐδε‐
45τέρως δὲ, ὁ καρπός·
45Ἀλλὰ θύε τὰς κέδρους.
45Κέδρος: Παρὰ τὸ καίεσθαι ῥᾳδίως· ἢ παρὰ τὸ
45κεντῶ· κεντρώδης γάρ ἐστιν· ἢ παρὰ τὸ ἕδος, ὃ σημαίνει τὸ ἔδαφος, πλεονασμῷ τοῦ ρ, ἕδρος καὶ κέδρος· ἐτυμολογεῖται δὲ παρὰ τὸ ἑδραίως ἵστασθαι, ἢ παρὰ τὸ ἐν τῷ καίεσθαι ἱδροῦν. Ἢ ἐκ τοῦ κέω κέδρος· τὸ γὰρ πρωτότυπον τούτου ἔστι διὰ τοῦ ε,

498

(50)

κέω· καὶ τροπῇ τοῦ ε εἰς α, κάω· καὶ πλεονασμῷ

498

(50)

τοῦ ι, καίω. Κεδνός: Συνετὸς, σώφρων, τίμιος, κηδεμονικώ‐ τατος. Ἔστι ῥῆμα κοῶ, σημαῖνον τὸ νοῶ, ὁ μέλλων,
κοήσω· καὶ ῥηματικὸν ὄνομα, κοεδνὸς, ὡς τέρπω, τερπνὸς, καὶ κατὰ συγκοπὴν κεδνός. Ἢ κηδανός
55τις ὢν, οὗ ἄν τις κήδοιτο.
55 Κεδάζω: Τὸ σκορπίζω. Ἀπὸ τοῦ χέω, χεδάζω καὶ κεδάζω· ἢ ἀπὸ τοῦ σκεδῶ. Λέγεται καὶ μετὰ τοῦ σῖγμα, καὶ χωρὶς τοῦ σῖγμα. Γράφεται διὰ

499

τοῦ ε ψιλοῦ· ἔδω, τὸ ἐσθίω· μέδω. Ταῦτα γὰρ διφο‐ ροῦνται· εἰσὶ γὰρ βαρύτονα καὶ περισπώμενα, ὡς παρὰ τῷ ποιητῇ, Δωδώνης μεδέων·
5καὶ ἐδῶ, ἐξ οὗ ἔδεσται, ἐδεστὸν, καὶ ἀνέδεστον, τὸ μὴ
5ἐσθιόμενον. Περισπώμενα, πεδῶ, μεδῶ, σκεδῶ·
5σεσημείωται τὸ αἰδοῦμαι. Κεκάμω: Ἐπὴν κεκάμω. Ἐπειδὰν κοπιάσω, Ἰλιάδος αʹ. Κάμω· ὁ δεύτερος ἀόριστος, ἔκαμον· ἐὰν κάμω· καὶ ἀναδιπλασιασμῷ,
10κεκάμω, ὡς λάχωσι λελάχωσιν. Ἐὰν γράφηται,
10ἐπεί κε κάμω,
10ὁ κε ἐστὶ σύνδεσμος παραπληρωματικὸς, ὁμοίως τῷ, Ἡδ’ εἴπερ τε τύχῃσιν. Ἐὰν δὲ, ἐπὴν κεκάμω πολεμίζων,
15ἐνδιπλασιάζεται τὸ ῥῆμα κεκάμω· ἀναδιπλασιασμὸς ἡ ΚΕ συλλαβὴ, καὶ ἔστιν ἐνεστώς. Κεκαδών: Θυμοῦ καὶ ψυχῆς κεκαδών. Ἀντὶ τοῦ στερήσας, χωρίσας. Παρὰ τὸ χάζω,
20ἔχαδον· ἡ μετοχὴ, χαδὼν καὶ κεκαδών.
20Κεκάδοντο: Ταρασσόμενοι ἐσκορπίζοντο καὶ
20ἔφευγον. Ἀπὸ τοῦ χάζω χάσω κέχαδα· ὁ δεύτερος
20ἀόριστος, ἔχαδον, ὡς φράζω, ἔφραδον· καὶ τροπῇ
20τοῦ δασέος εἰς ψιλὸν, ἔκαδον· ὁ παθητικὸς μέσος, ἐκαδόμην, ἐκαδόμεθα, ἐκάδοντο· καὶ προσελεύσει τοῦ κ, κεκάδοντο. Ἀπὸ τοῦ χάζω, τὸ ὑποχωρῶ, ὁ βʹ ἀόριστος, ἔχαδον, ἐχαδόμην, ἐχάδοντο· καὶ κατὰ τροπὴν, ἐκάδοντο· καὶ ποιητικῷ ἀναδιπλασιασμῷ,
25ὑπὸ δὲ Τρῶες κεκάδοντο
25 ἀνδρὸς ἀκοντίσαντος. Κεκαδησόμεθα: Ἀπὸ τοῦ χάζω γίνεται χαδῶ, χαδήσω· τὸ τρίτον, χαδήσει· τροπῇ, καδήσει· καὶ ἀναδιπλασιασμῷ, κεκαδήσει. Οὐκέτι νῶϊ
30ὀλλυμένων Δαναῶν κεκαδησόμεθ’, ὑστάτιόν περ.
30Ἀντὶ τοῦ λυπησόμεθα, φροντιοῦμεν, Ἰλιάδος θῆτα, τουτέστιν οὐκέτι σώους θῶμεν τοὺς Ἕλληνας, καὶ κηδεμονίαν αὐτῶν καὶ φροντίδα ποιησόμεθα, κἂν ἐξ ὑστέρου. Οἶμαι ἀπὸ τοῦ ἄχος, ἀχῶ, ἀχάζω καὶ ἀχαδῶ· καὶ ἀποβολῇ, χαδῶ χαδήσω χαδήσομαι,
35καδήσομαι· καὶ κατὰ ἀναδιπλασιασμόν.
35 Κεκασμένε: Κεκοσμημένε. Ἀπὸ τοῦ κάζω, τὸ κοσμῶ, κάσω, κέκασκα, κέκασμαι, κεκασμένε. Κεκαφηότα: Κακῶς κεκαφηότα θυμὸν,
Ἀντὶ τοῦ ἐκπεπνευκότα, Ἰλιάδος εʹ· κάφος γὰρ τὸ
40πνεῦμα· παρὰ τὸ κάπτω, καφῶ, καφήσω, κεκάφηκα·
40καὶ ἀποβολῇ τοῦ κ· ἡ μετοχὴ, κεκαφηώς. Κεκινέαται: Ἀπὸ τοῦ κινῶ κινήσω, κεκίνηκα, κεκίνημαι, κεκίνηνται· καὶ Ἰακῶς, κεκινέαται. Καιροσέων δ’ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον: Ἐκ τοῦ καιρόεις καιρόεντος, τὸ θηλυκὸν
45καιρόεσσα καιροέσσης· τὸ πληθυντικὸν, καιρόεσσαι, καιροέσσων· καὶ καθ’ ὑπερβιβασμὸν, καιροσσέων. Κέκληκα: Ὡς ἀπὸ τοῦ καμῶ, καμήσω, κεκά‐ μηκα, καὶ ἐν συγκοπῇ, κέκμηκα, οὕτω καὶ ἀπὸ τοῦ καλῶ κεκάληκα, κατὰ συγκοπὴν, κέκληκα.

499

(50)

Ὅσοι κεκλήατο βουλήν.

499

(50)

Ἀντὶ τοῦ κεκλημένοι ἦσαν εἰς τὴν συμβουλήν. Κλῶ κλήσω κέκλημαι κεκλήμην. Κεκλήσῃ: Φίλη κεκλήσῃ ἄκοιτις. Οἱ μὲν λέγουσι σύνδεσμον εἶναι παραπληρωματικὸν
55τὸν ΚΕ· οἱ δὲ, ῥῆμα. Καὶ εἴ ἔστι ῥῆμα, μέλλοντος
55μέσου ἐστὶ, κεκλήσομαι, κεκλήσῃ. Κεκληγώς: Κεκραγὼς, βοῶν· μετοχή ἐστι συ‐ ζυγίας τετάρτης· ἐκ τοῦ κράζω, ὁ παρακείμενος,

500

κέκραγα· καὶ οἱ Ἴωνες τρέπουσι τὸ α εἰς η, καὶ τὸ ρ εἰς λ, καὶ γίνεται κέκληγα· καὶ ἡ μετοχὴ, κεκληγώς. Κεκλήγοντες: Ὡς ἀρήγοντες· μετοχή ἐστιν
5εὐθείας τῶν πληθυντικῶν. Ὥσπερ ἀπὸ τοῦ πέπληγα
5μέσου παρακειμένου γίνεται πεπλήγω ἐνεστὼς, οὕτω καὶ ἀπὸ τοῦ κέκληγα γίνεται κεκλήγω ἐνεστώς· καὶ ἡ μετοχὴ, κεκλήγων κεκλήγοντος. Κεκλίαται: Ἰστέον ὅτι οἱ καθαριεύοντες παρα‐ κείμενοι τὸ α μόνον προσλαμβάνουσι κατὰ τὸ τρίτον
10πρόσωπον τῶν ἑνικῶν· καὶ εἰ μὲν μακρᾷ παραλή‐ γονται, συστέλλουσι ταύτην, καὶ οὕτω ποιοῦσι τὸ Ἰωνικόν· ὡς πεποίηται πεποιέαται, οὕτως ἀπὸ τοῦ κλείω γίνεται κέκλειται· καὶ συστολῇ τῆς ΕΙ δι‐ φθόγγου,
15Αἵθ’ ἁλὶ κεκλίαται.
15Ἠέρι δ’ ἔγχος ἐκέκλιτο καὶ ταχέ’ ἵππω.
15Ἀντὶ τοῦ ἐκεκάλυπτο, περιεκέκλειστο, καὶ περι‐ έκειτο. Οἶμαι ἀπὸ τοῦ κλίνω· ἄλλοι δὲ ἀπὸ τοῦ κλείω κλείσω· ὁ παρακείμενος, κέκλεικα, κέκλειμαι, χωρὶς τοῦ ς παρ’ Ἕλλησιν· ἐλλείψει τοῦ ε, κέ‐ κλιμαι. Οὕτω καὶ τὸ,
20Στήλῃ κεκλιμένος.
20Ἀντὶ τοῦ ὑπὸ στήλης περιεχόμενος, καὶ τὴν ἐπὶ τοῦ
20τάφου στήλην προβεβλημένος ἀντὶ ἀσπίδος. Τοι‐ οῦτον καὶ τὸ, Λίμνῃ κεκλιμένος Κηφισίδι. Ἀντὶ τοῦ παρακείμενος, γειτνιῶν, περιεχόμενος. Ἔνθεν καὶ τὸ,
25ἐκέκλιτο λίμνῃ.
25Ἔλλειψις ἄρα τοῦ ε, ὥσπερ ἀπὸ τοῦ κλείω κλείσω
25κλεὶς, καὶ δικλὶς, καὶ,
25Δικλίδες ὑψηλαί.
25 Κεκλιμένοι: Ἀντὶ τοῦ κεκαλυμμένοι, κεκρυμ‐ μένοι· ἀπὸ τοῦ κλείω, τὸ σφαλίζω, κατὰ συστολὴν τοῦ ε.
Κεκλαμένων φύλλων: Εἰ μὲν οὕτως, ἀντὶ τοῦ κεκλασμένων· εἰσὶ δέ τινες εἰρηκότες κεκλιμένων,
30ὥστε πρὸς ἀντίθεσιν εἶναι πρός τι, ἐνδείᾳ τοῦ ς·
30ἀλλ’ εἴπομεν, ὅτι τὰ τοιαῦτα ποιητικά εἰσι. Κέκλετο: Παρεκελεύσατο· ἀπὸ τοῦ κέλετο, πλεονασμῷ τοῦ κ· καὶ ἐκέκλετο, ἀντὶ τοῦ ἐκέλευεν· ἀπὸ τοῦ κέλω ἐκέλετο, καὶ ἐκέκλετο. Ἢ ἀπὸ τοῦ κλῶ κλήσω. Εἰ παρὰ τὸ κέλω λαμβάνεται, πλεο‐
35νασμός ἐστι τοῦ κ, κέλω, κελόμενοι, καὶ, Ἀλλήλοισί τε κεκλόμενοι. πλεονασμῷ τοῦ κ, ἀντὶ τοῦ παρακελευόμενοι. Εἰ δὲ παρὰ τὸ καλῶ κλῶ, οὐκ ἔστι πλεονασμὸς, ἀλλὰ ἀναδιπλασιασμός. Ἔστι γὰρ κλῶ, καὶ κατὰ ἀνα‐
40διπλασιασμὸν, κέκλω· οὐ γὰρ μόνον διὰ τοῦ ι γίνον‐
40ται οἱ ἀναδιπλασιασμοὶ, ἀλλὰ καὶ διὰ τοῦ ε, μένω, μνῶ, μέμνω· φένω, φνῶ, πέφνω. Οὕτως Ἡρωδια‐ νός. Καὶ ἐπεκέκλετο, ἀντὶ τοῦ ἐπεκαλεῖτο. Ἀπὸ τοῦ κέκλω. Κεκορυθμένα χαλκῶι: Ἀντὶ τοῦ ἐστομωμένα
45τῷ σιδήρῳ, ἠμφιεσμένα, ηὐτρεπισμένα· ἢ ἠκονημένα
45τῷ σιδήρῳ, ἀπὸ τοῦ τὴν κορυφὴν θήγειν (ἤγουν ἀκονᾶν) εἰς ὀξύτητα· ἀπὸ τοῦ κορύσσω, τὸ καθοπλίζω. Ἢ ἐκ τοῦ κόρυς κόρυθος, κορύθω· ὁ μέλλων, κορύσω· ὁ παρακείμενος, κεκόρυκα· ὁ παθητικὸς, κεκόρυσμαι· ἡ μετοχὴ, κεκορυσμένος· καὶ οἱ Ἀττικοὶ τρέπουσι

500

(50)

τὸ ς εἰς θ, τὸ κλαυσμὸς, κλαυθμὸς, λέγοντες, καὶ τὸ ἀρισμὸς, ἀριθμός. Κεκορυθμένος: Κεκορυθμένος αἴθοπι χαλκῷ. Ἀντὶ τοῦ καθωπλισμένος τῷ λαμπρῷ σιδήρῳ· ἀπὸ
55μέρους τὸ πᾶν· ἀπὸ τοῦ κόρυθος κορυθῶ· κεκορυθη‐
55μένος, καὶ κεκορυθμένος.
55 Κέκονα: Παρὰ Σοφοκλεῖ· ἀπὸ τοῦ κτείνω, ὁ μέσος παρακείμενος, ἔκτονα, πλεονασμῷ τοῦ κ, καὶ ἐκβολῇ τοῦ τ. Κεκοτηότα: Ἀπὸ τοῦ κοτῶ κοτήσω, κεκότηκα,

501

κεκοτηκὼς, καὶ ἀποβολῇ τοῦ κ. Οἱ Ἴωνες γὰρ εἰώθασιν ὑποστέλλειν τὸ κ, πεπτηκώς· Πεπτηὼς γὰρ ἔκειτο. κεκορηκὼς,
5ἄμφω κεκορηότε ποίης.
5Οὕτως ἔχει καὶ τὸ,
5κεκοτηότι θυμῷ.
5Πάλιν δὲ τὸ η εἰς βραχὺ α μεταβάλλουσιν, ὡς τὸ
5λεληκυῖα, λελακυῖα· μεμηκυῖα, μεμακυῖα· οὕτως καὶ βεβηκὼς βεβαώς· κλίνεται βεβαότος, ἑσταότος, γεγαότος, τεθναότος· καὶ κατὰ συναλοιφὴν, βεβῶτος, ἑστῶτος, γεγῶτος, τεθνῶτος. Τὸ δὲ ἑστὼς καὶ τὰ ὅμοια ὀξύνονται· ἐπειδὴ οὐκ ἦν ἡ συναίρεσις ἐξ
10ὀξείας καὶ βαρείας.
10 Κεκρύφαλον: Μέρος κοιλίας· παρὰ τὸ κρύ‐ πτεσθαι. Ὡς φύλλον δέ ἐστιν. Κέκρικα: Τὰ γὰρ εἰς ΝΩ ῥήματα ἑνὶ φωνήεντι παραληγόμενα ἀποβάλλει τὸ ν κατὰ τὸν παρακεί‐ μενον. Οἱ ποιηταὶ δὲ προσλαμβάνουσιν, ὡς τὸ,
15ὁ δ’ ἐκλίνθη.
15Ἰστέον ὅτι λέγει ὁ κανών· “Ὅτε δὲ δι’ ἀμεταβόλου ὁ μέλλων, ὁ παρακείμενος δι’ αὐτοῦ καὶ τοῦ κ· οἷον κείρω, κερῶ, κέκαρκα· πλὴν τῶν ἡμαρτημένων,
τοῦ νενέμηκα, καὶ τῶν ὁμοίων.” Εἰσὶ δὲ ταῦτα. τέμω, τεμῶ· νέμω, νεμῶ· δέμω, δεμῶ· βρέμω,
20βρεμῶ. Τούτοις συνεξηκολούθησε καὶ τὸ μένω, μενῶ. Δεῖ δὲ γινώσκειν, ὅτι σεσημείωται καὶ ταῦτα, κρίνω κρινῶ κέκρικα, πλύνω πλυνῶ πέπλυκα, κλίνω κλινῶ κέκλικα, καὶ τείνω τενῶ τέτακα· ταῦτα γὰρ ἀπέβαλε τελείως κατὰ τὸν παρακείμενον τὸ ἀμετά‐
25βολον. Καὶ κερδαίνω δὲ εὕρηται χωρὶς τοῦ ἀμετα‐
25βόλου κεκέρδακα. Ζήτει εἰς τὸ ῥηματικὸν τοῦ Χοι‐ ροβοσκοῦ. Κέκτημαι: Λέγει ὁ Ἡρωδιανὸς, ὅτι κατὰ πλεο‐ νασμὸν τοῦ κ Αἰολικῶς· τὸ γὰρ κοινὸν ἔκτημαί ἐστιν, ὡς τὸ,
30Ἴλιον ἐκτῆσθαι.
30Τὰ γὰρ ἀπὸ τοῦ ΚΤ οὐκ ἀναδιπλασιάζονται· ὃν
30τρόπον οὐδὲ τὰ ἀπὸ τοῦ ΠΤ. Ὁμοίως καὶ τὸ πέ‐
30πταμαι ἀπὸ τοῦ ἔπταμαι, πλεονασμῷ τοῦ π πρὸ π. Κελαδεινός: Παρὰ τὸ κέλαδος γίνεται, ὃ σημαίνει τὸν θόρυβον καὶ τὴν ταραχὴν, ὡς τὸ, Ἡ δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτήν. Καὶ κελαδεινὴ κέκληται ἡ Ἄρτεμις, παρὰ τὸν
35γινόμενον ἐν τοῖς κυνηγίοις κέλαδον, τουτέστιν ἡ κυνηγετική. Ῥόος κελάδων, βαρυτόνως· κλίνεται κελάδοντος. Κελαρύζω: Κυρίως ἐπὶ τῶν ὑδάτων, τὸ μετὰ
40ποιοῦ ἤχου καὶ ψόφου ῥεῖν, ὡς Ὅμηρος Ἰλιάδος φʹ,
40τὸ δέ τ’ ὦκα κατειβόμενον κελαρύζει.
40Ἀντὶ τοῦ, ποιὸν ἦχον ἀποτελεῖ τὸ ὕδωρ. Σημαίνει δὲ καὶ τὸ ἁπλῶς ἠχεῖν. Γίνεται παρὰ τὸ κρῶ (ση‐ μαίνει τὸ φωνῶ) παράγωγον κρύζω· καὶ μετὰ τοῦ ΛΑ, ἐπιτατικοῦ μορίου, καὶ πλεονασμῷ τοῦ ε, κελαρύζω. Κελαινόν: Τὸ μέλαν· κελὸν γὰρ λέγεται κατὰ
45διάλεκτον τὸ μέλαν. Τὰ δὲ εἰς ΝΟΣ καθαρὰ τῇ ΑΙ διφθόγγῳ ἢ τῇ ΟΙ παραλήγεται, εἰ μὴ τριγενὲς ᾖ, ἢ θηλυκὸν ἔχει βαρύτονον, ὡς αἶνος. Κελαινεφής: Ἐπὶ μὲν τοῦ Διὸς, παρὰ τὸ κελαινὸν καὶ τὸ νέφος γίνεται κελαινονεφὴς, ὁ τὰ

501

(50)

νέφη μελαίνων· καὶ συγκοπῇ τῆς ΝΟ συλλαβῆς, κελαινεφής. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι καθόλου τὰ ὑπερδισύλλαβα βαρύτονα σύνθετα ἐκκόπτει μίαν συλλαβὴν, ὅπως ἀναλογῇ τοῖς δισυλλάβοις, χωρὶς τοῦ ἀλέξω ῥήματος· οὐ γὰρ φύσει βαρύνεται· ὁ
55μέλλων γὰρ αὐτοῦ, ἀλεξήσω· οἷον γανύω, γανύεις, γανύει, Γανυμήδης· ὑφαίνω, ὑφαίνει, ὑφαιμένης, καὶ οὐ λέγεται ὑφαινομένης· οὕτως ἐκ τοῦ μελαίνω καὶ

502

τοῦ νέφος γίνεται κατὰ συγκοπὴν, ὡς τανύω τανύ‐ πεπλος. Ἐπὶ δὲ τοῦ αἵματος, ἐκ τοῦ φῶ (τὸ φαίνω) καὶ τοῦ κελαινὸν γίνεται κελαινοφὴς, ὡς ἐπὶ τοῦ θηροφόνα, θηρεφόνα· καὶ δῆλον ὅτι οὐ συγκοπῇ.
5Οὕτως Ἡρωδιανός.
5 Κέλεαι: Κέλω σημαίνει τὸ προστάσσω· ἐκ τοῦ κελεύω, κατὰ συγκοπὴν τῆς ΕΥ διφθόγγου. Τὸ παθητικὸν, κέλομαι· τὸ γʹ, κέλεται· Ἄλλους μὲν κέλεται Τρῶας. Ἀντὶ τοῦ κελεύει· καὶ ἀποβολῇ τοῦ τ γίνεται Ἰω‐
10νικῶς, κέλεαι·
10κέλεαι δέ με.
10Ἀντὶ τοῦ κελεύεις δέ με.
10 Κελεός: Ὄρνεον ταχύτατον· ἀφ’ οὗ κέλλειν, τὸ ταχέως βαδίζειν· καὶ τὸν ἱστόποδα κελεὸν λέγουσιν ἀστεϊζόμενοι. Κελέοντες: Κυρίως οἱ ἱστόποδες· καταχρη‐ στικῶς δὲ καὶ τὰ καταπεπηγότα ξύλα, ἃ καὶ σταυ‐
15ροὺς καλοῦσι.
15Κελέβη: Εἶδος ποτηρίου ξυλίνου· παρὰ τὸ
15κάλον, ὃ σημαίνει τὸ ξύλον, καὶ τὸ εἴβω, τὸ ῥέω. Κελευτιόω: Τὸ κελεύω. Ὡς κυνηγέτης κυνη‐ γετῶ, οὕτως κελεύτης κελευτῶ· παράγωγον, κελευ‐ τιόω, ὡς φυσῶ, φυσιόω. Ἔνιοι δὲ διὰ τοῦ σῖγμα, κελευσιόω.
20Κέλευμα: Ἐκ τοῦ κελεύω. Σώφρων,
20 Οἵγε μὴν κόγχοι ὥσπερ ἐξ ἑνὸς κελεύματος. Κέλευθος: Ἡ ὁδὸς, ἀπὸ τοῦ ἔλευθος, ἐλεύθω, πλεονασμῷ τοῦ κ. Τὸ δὲ ὑγρὰ κέλευθα, ὃ σημαίνει τὴν διὰ θαλάσσης ὁδὸν, κατὰ μετα‐
25πλασμὸν γένους ἐστίν· ἀντὶ γὰρ θηλυκοῦ οὐδέτερον
25εἶπε. Γίνεται γὰρ μεταβολὴ γένους εἰς ἕτερον γένος, ὡς ἀπὸ τοῦ ὁ τράχηλος, τὸ τράχηλον· ἔνθεν πληθυν‐ τικῶς παρὰ Καλλιμάχῳ, τὰ τράχηλα γυμνάζει. Καὶ λύχνους, λύχνα· δίφρους, δίφρα· καὶ ἀπὸ τοῦ
30ἐρετμὸς, τὸ ἐρετμόν· ἔνθεν,
30ἐρετμὰ προήκεα·
30καὶ δακτύλους, δάκτυλα· ὁ τάρταρος ἀρσενικῶς, καὶ
30κατὰ μεταβολὴν ἡ τάρταρος παρὰ Πινδάρῳ· καὶ οὐδέτερον, τὸ τάρταρον, Ἡσίοδος, Τάρταρά τ’ ἠερόεντα. Τοιοῦτον καὶ τὸ, ὑγρὰ κέλευθα.
35Κελητίζει:
35Ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδώς.
35Ἀντὶ τοῦ ἱππεύειν, ἵππον κέλητα ἐλαύνειν. Ἐκ τοῦ
35κέλης κέλητος γίνεται κελητῶ· καὶ κατὰ παρα‐ γωγὴν, κελητίζω. Κέλης δέ ἐστιν ἵππος ὁ μονάμ‐ πυξ καὶ δρομικὸς, ὁ νῦν σελλάριος λεγόμενος· ἐπεὶ τὸ παλαιὸν ὡς ἐπίπαν τοῖς ἅρμασιν ἐχρῶντο. Κέλης δὲ λέγεται παρὰ τὸ διεσκελισμένον τινὰ καθῆσθαι
40εἰς αὐτόν. Οὕτως Ἐπαφρόδιτος, ὡς λέγει Ὦρος· ὁ δὲ Ὠρίων λέγει, ὅτι κέλης λέγεται παρὰ τὸ κέλ‐ λειν, ὃ σημαίνει τὸ βαδίζειν καὶ τρέχειν· ὅθεν καὶ κέλευθος· παρὰ τοῦτο καὶ τὸ ἐξώκειλεν, ἀντὶ τοῦ ἐξέβαλεν, ἔρριψεν· καὶ ἐπακτροκέλης· ἔστι δὲ εἶδος
45πλοίου λῃστρικοῦ, ὅ ἐστι γαλαία.
45 Κελτοί: Κελτὼ, Βρετάνου θυγάτηρ, ἐρασθεῖσα Ἡρακλέους, παρεκάλει αὐτὸν αὐτῇ μιγῆναι· καὶ τοῦτο πράξας Ἡρακλῆς, ἀπέλιπε τὸ τόξον αὐτῇ, εἰπὼν, ἐὰν ἄρρην γεννηθῇ, βασιλέα αὐτὸν γενέσθαι, εἰ δύναται τεῖναι τὸ τόξον· καὶ ἐγεννήθη παῖς Κελ‐

502

(50)

τός· ἀφ’ οὗ Κελτοὶ ἔθνος.

502

(50)

Κελτικὴ ἀπὸ τοῦ Κελτοῦ, υἱοῦ Ἡρακλέους καὶ Στερόπης τῆς Ἄτλαντος θυγατρός. Κελύφη: Τὰ καλύμματα· ἀπὸ τοῦ καλύπτειν. Καὶ κάλυξ, ἡ καλύπτουσα τὰ ῥόδα. Κέλυφος, τὸ λέπυρον τοῦ ὠοῦ.
55Κέλωρ: Σημαίνει τὴν φωνὴν, παρὰ τὸ κέλω, τὸ
55προστάσσω· ἢ παρὰ τὸ καλῶ, κάλωρ καὶ κέλωρ. Κέλερ: Ὄνομα κύριον. Ἀπὸ δὲ τούτου τοὺς ταχεῖς Ῥωμαῖοι καὶ ὀξεῖς κέλερας λέγουσι.

503

Κεμάς: Ὡς δ’ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης ἢ κεμάδ’ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεί, Ἰλιάδος κ, τουτέστι νεογνὸν ἔλαφον ἢ δορκάδα.
5τρέσσε δ’ ἤΰτέ τις κεμὰς, ἥντε κυνῶν ἐφόβησεν ὁμοκλή.
5Κεμάς ἐστιν ἡ ἐκ νεβροῦ μεταβληθεῖσα ἔλαφος, κοιμάς τις οὖσα· ἢ ἡ νεογνὴ ἔλαφος. Διαφορὰν δέ φασιν εἶναι κεμάδος καὶ νεβροῦ· κεμάδα γὰρ εἶναι τὴν ἐπικοιμωμένην τῷ σπηλαίῳ· νεβρὸν δὲ, τὸν μεί‐ ζονα, καὶ ἐπὶ βορὰν νεμόμενον· καὶ ἀχηνέα, παρὰ
10τὸ ἄχειν καὶ λυπεῖσθαι περὶ τὰ ἴδια τέκνα, καὶ μήπω δυναμένην ἐξιέναι τοῦ σπηλαίου διὰ σμικρό‐ τητα. Κενός: Οἱ μὲν, παρὰ τὸ σκηνῶ, σκηνὸς, σκενὸς καὶ κενὸς, ἐν ᾧ ἐστι τὶ σκηνώσασθαι καὶ βάλλειν.
15Ἢ παρὰ τὸ καίω κανὸς καὶ κενὸς, ὁ κεκαυμένος καὶ
15σποδὸς ὤν. Ἢ ὅτι τὰ κεκαυμένα κοῦφα καὶ ἐλα‐ φρὰ γίνεται· ἢ παρὰ τὸ κινῶ κινὸς καὶ κενός· τὰ γὰρ κοῦφα καὶ κενὰ εὐκίνητα καὶ εὐβάστακτα. Ἢ παρὰ τὸ γῶ, τὸ χωρῶ, γενὸς καὶ κενὸς, ὁ χωρῆσαι δυνάμενος τὶ διὰ τὸ μηδὲν ἔχειν. Ἢ παρὰ τὸ χέω
20χενὸς καὶ κενός· ἢ παρὰ τὸ ξέω, ξενὸς ὁ κατεξεσμέ‐ νος, καὶ κενός· καὶ πλεονασμῷ τοῦ ε, κενεός. Ση‐ μαίνει τρία· διὰ τοῦ ε ψιλοῦ, σημαίνει τὸν μάταιον καὶ κοῦφον· καὶ διὰ τῆς ΑΙ διφθόγγου σημαίνει τὸ νεωστὶ κατεσκευασμένον· ἐξ οὗ καὶ ἐγκαίνιον· ση‐
25μαίνει καὶ τὸ παράδοξον καὶ θαυμαστόν.
25 Κενεός: Ποίου εἴδους; Πλεονασμοῦ ἐπέκτασις. Καὶ τί ἐστιν ἐπέκτασις; Συλλαβῆς πλεονασμὸς κατὰ τὸ μέσον τὸν οἰκεῖον τόνον φυλάττων, οἷον ἀδελφὸς ἀδελφεός. Κενεών: Ὁ κατὰ τὸν λαγόνα τόπος, ἡ λα‐
30πάρα· παρὰ τὸ κενὸς εἶναι ὀστέων· καὶ γὰρ λαπάρα
30λέγεται διὰ τὸ λελάφθαι (ὅ ἐστι ἐκκενῶσθαι) τὸν τόπον, πρὸς σύγκρισιν τῶν πλευρῶν. Λαπάξαι γὰρ τὸ κενῶσαι. Κενεμβατῶ: Τὸ κενῶς ἐπιβαίνω. Κενθίππη: Τόπος Ἄργους· διὰ τὸ πρῶτον
35ἐκεῖ κεντῆσαι τὸν Πήγασον ἵππον Βελλεροφόντην.
35 Κένσαι: Προστακτικὸν μέσου ἀορίστου· ἀπὸ τοῦ κέντω κένσω. Δύναται καὶ ἀπὸ τοῦ κεντῶ κεν‐ τήσω· καὶ συγκοπῇ, κένσω· ἐκέντησα, κεντῆσαι, καὶ κένσαι συγκοπῇ. Κέντριον: Παρὰ τὸ κέντω, πλεονασμῷ τοῦ ρ,
40κέντρον καὶ κέντριον. Κεντρηνεκέας: Κεντρηνεκέας ἔχον ἵππους. Τοῖς κέντροις (ὅ ἐστι ταῖς μάστιξιν) εἴκοντας· παρὰ τὸ συνεχῶς καὶ διηνεκῶς κεντρίζεσθαι.
45Κεντρῶνες: Κυρίως λέγονται τὰ ἐκ διαφόρων
45χροιῶν συνεραμμένα εἰς ἕν· οἷς ὡμοίωνταί πως Ὁμηρόκεντρα. Κεντρότυπον: Τὸν μαστιγίαν, ἀπὸ τοῦ τύ‐ πτειν. Κένται: Ἔστι διαλέκτου. Ὡς γὰρ τὸ παρ’

503

(50)

ἡμῖν φίλτατον φίντατον, καὶ δέλτα δέντα, οὕτως

503

(50)

Κέλται Κένται.

503

(50)

Κένταυρος: Ἀφ’ οὗ τὸ τῶν Κενταύρων γένος· ὃς οὕτως ὠνόμασται ἀπὸ τοῦ τὸν πατέρα αὐτοῦ Ἰξίονα κεντεῖν τὴν αὖραν· φασὶ γὰρ αὐτὸν τῆς Ἥρας ἐρασθέντα συγγενέσθαι αὐτῇ ὁμοιωθείσῃ
νεφέλῃ· ἐξ ἧς ἐτέχθη ὁ Κένταυρος, μέχρι μὲν ὀμ‐
55φαλοῦ τὸ τοῦ πατρὸς ὁμοίως ἔχων, τὰ δὲ κάτω, ἀλόγου, διὰ τὸ τὰς νεφέλας τοῖς ἀλόγοις ὁμοίας εἶναι. Ζήτει τὴν ἱστορίαν πλατύτερον ἐν Ὀδυσ‐ σείας λʹ.

504

Κέπφος: Ἀπὸ τοῦ ὀρνέου, ὅ ἐστι κοῦφον καὶ
1ἐπιπλέον τοῖς ὕδασιν. Κεραβάτης: Ὁ τὰ ἀκρωτήρια τῶν ὀρέων, του‐ τέστι τὰς κορυφὰς, βαίνων, οἱονεὶ ὀρειβάτης· κέ‐ ρατα γὰρ καλοῦσι πάντα τὰ ἄκρα, ὥς φησι Πίν‐
5δαρος
5 Ὑψικέρατα πέτραν. Ἀντὶ τοῦ ὑψηλὰ ἀκρωτήρια. Κεραΐζειν: Τὸ πορθεῖν, καὶ κενοῦν, καὶ δια‐ φθείρειν· ἡ μεταφορὰ ἀπὸ τῶν κέρασι χρωμένων ζῴων· ἢ παρὰ τὴν κῆρα, τὸν θάνατον.
10Κεραϊστής: Τόπος Μιλήτου· ἀπὸ τοῦ τὸν
10Ἀπόλλωνα κέρατα τοῦ ἄρρενος τράγου ἀμελγομένου ὑπ’ αὐτοῦ πῆξαι ἐκεῖ, ὡς Καλλίμαχος. Κεραμεύς: Παρὰ τὸ κέραμος· τοῦτο παρὰ τὴν ἔραν ἔραμος, καὶ κέραμος. Ἀπολλόδωρος τὴν κε‐ καυμένην γῆν ἔραν φησίν· οἱ δὲ, παρὰ τὸ κεκάφθαι
15τῇ ἔρᾳ. Κεραμεικός: Ἀπὸ τοῦ κεραμεὺς κεραμέως, κεραμεϊκός· καὶ συναιρέσει, κεραμεικός. Γίνονται δὲ τρεῖς λαμπαδηδρομίαι ἐν Κεραμεικῷ, Ἀθηνᾶς, Ἡφαίστου, Προμηθέως.
20 Ἄλλως· Κεραμεικὸς, τόπος Ἀθήνῃσι, ὅπου συν‐ ετέλουν οἱ Ἀθηναῖοι κατ’ ἐνιαυτὸν λαμπαδοῦχον ἀγῶνα. Πρὸς δὲ τὸν τόπον τοῦτον πύργον τινὰ ὑπάρχειν φασίν· ἐφ’ ὃν συμβουλεύει ἀναβάντα θεωρεῖν τὴν λαμπάδα, [καὶ ὅταν ἀφεθῇ, ἀφεῖναι καὶ
25αὑτὸν κάτω,] Ἀριστοφάνης.
25 Κεραννύς: Μετοχὴ ἀντὶ τοῦ κεράσας. Ἔστι κέρας· ἐξ αὐτοῦ κερῶ ἀντὶ τοῦ κεραννύω, ὡς πετῶ πεταννύω. Ἢ κερῶ κερύω, καὶ κεραννύω· καὶ πα‐ ράγωγον, κεράννυμι· ἡ μετοχὴ, κεραννύς. Πάντα δὲ τὰ τοιαῦτα διὰ δύο ΝΝ γράφεται, ζωννύω, σβεν‐
30νύω, καὶ τὰ ὅμοια. Κεράσαι δέ ἐστι, τὸ ἐπιχεῖν οἶνον· ἀπὸ παλαιοῦ ἔθους· πάλαι γὰρ ἐχρῶντο κέρατι ἀντὶ προχόου. Οὕτω Πείσανδρος ἱστορεῖ· καὶ Ὅμηρος Ἰλιάδος θʹ, Οἶνόν τ’ ἐγκεράσασα πιεῖν.
35Ἀντὶ τοῦ ἐγχέασα εἰς κέρας· πρὸ γὰρ τοῦ εὑρε‐
35θῆναι τὴν τῶν ποτηρίων χρῆσιν ἐν τοῖς κέρασιν
35ἔπινον. Κέραιρε: Κίρνα. Ἀπὸ τοῦ κεράω κερῶ, κε‐ ραίρω, ὡς μενῶ, μεναίνω, μεναινῶ. Ἢ κέραιε, ἐκ τοῦ κερῶ, κεραίω. Κέρας: Παρὰ τὸ κάρα· ἐπεὶ τῆς κεφαλῆς
40ἐστιν· ἔνθεν καὶ τὸ κεραΐζειν ἐπὶ τῶν ζῴων, ἐπεὶ
40τοῖς κέρασι μάχονται· καὶ ὁ κεραυνὸς, φθαρτικὸς ὢν, ὁ διὰ τὸ αὔειν βλάπτων, ὅ ἐστι καίων· καὶ τὸ κεράω· καὶ τὸ κέρμα, κατακεκομμένον εἰς πολλά. Κέρας: Ἡ θρὶξ, διὰ τὸ τοῖς κέρασιν ὁμοίως ἐκφύεσθαι· οἱ δέ φασιν, ὅτι ἡ ἐκ τοῦ βάθους ἰκμὰς
45ὑπὸ τῆς θερμασίας ἀναφερομένη, κἄπειτα τῇ τοῦ δέρματος τάσει σφιγχθεῖσα, κερατοῦται· ἢ ἡ συνεχῶς κειρομένη. Λέγεται κέρας καὶ ὁ ποταμὸς, ὡς παρὰ Ἀπολλωνίῳ, Ἔστι δέ τις ποταμὸς ὕπατον κέρας Ὠκεανοῖο.

504

(50)

Κέρας δὲ λέγουσι πάντας τοὺς ποταμοὺς τοὺς ἀπὸ

504

(50)

Ὠκεανοῦ καταφερομένους. Κέρας λέγεται καὶ ἡ κεφαλή. Σημαίνει καὶ τὴν δόξαν, ὡς τὸ, Καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. Καὶ γίνεται παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας, καὶ κέρας· τὴν γὰρ δόξαν πάντες ἐπιθυμοῦσι. Ση‐
55μαίνει καὶ τὸ κέρατον, ὡς τὸ,
55 Τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει. Σημαίνει καὶ τὴν τρίχα, καὶ γίνεται παρὰ τὸ κείρω, τὸ κόπτω, ὡς τὸ, Τοξότα λωβητὴρ κέρα ἀγλαέ.

505

Ἀντὶ τοῦ καλλωπιζόμενε τῇ τοξικῇ ἢ τῇ τριχώσει· κέρας γὰρ οἱ παλαιοὶ καὶ τὴν τρίχα ἐκάλουν. Κλί‐ νεται κέρατος κέραος καὶ κέρως· καὶ μετάγεται εἰς εὐθεῖαν· ὅθεν γίνεται μονόκερως μονοκέρωτος· ἡ γε‐
5νικὴ τῶν πληθυντικῶν, μονοκερώτων.
5 Κεραός: ἔλαφον κεράον. Εὔκερων, μεγάλα κέρατα ἔχοντα, ἄρρενα· αἱ γὰρ θήλειαι τῶν ἐλάφων οὐ κερατοφυοῦσιν. Ἐκ τοῦ κέρας κέρατος γίνεται κέραος καὶ ὀξύνεται, ὀφεῖλον
10βαρύνεσθαι· ἀλλὰ συνεξηκολούθησε τῷ Δαναὸς,
10ἀλαός.
10 Κεραξόος: Κεραοξόος ἤραρε τέκτων, κερατουργὸς, κερατογλύφος· ἀπὸ τῆς κέραος Ἰωνικῆς γενικῆς γίνεται καὶ τοῦ ξέω. Κερόεις: Ἀπὸ τῆς κέρατος γενικῆς, κερα‐
15τόεις· καὶ συγκοπῇ, κερόεις· τὸ θηλυκὸν, κερατό‐
15εσσα· καὶ συγκοπῇ, κερόεσσα· καὶ κράσει, κεροῦσα. Κέρας βοός: Οἱ μὲν, κυρίως· οἱ δὲ, τὴν τρίχα· ἄμεινον δὲ νοεῖν κεράτιόν τι προσκεῖσθαι τῷ ἀγκί‐ στρῳ, ἵνα μὴ οἱ ἰχθύες ἀποβιβρώσκωσι τὴν ὁρμιάν. Ἰλιάδος ωʹ.
20Κερασβόλον: Ἔστι μὲν τῶν ἅπαξ εἰρημένων
20τῷ Πλάτωνι· φαίνεται δὲ ἐπὶ σπερμάτων ταττό‐
μενον, τῶν οὔτε ἐκφερόντων καρπὸν, οὔτε πυρὶ οὔθ’ ὕδατι τηκομένων· ταῦτα γὰρ εἶναι φασὶ τὰ ὑπὸ τῶν σπορέων κατὰ τῶν κεράτων βληθέντα τῶν βοῶν· ἀφ’ ὧν καὶ τὸ ὄνομα ἔσχε. Παραδέδοται γάρ τις περὶ
25αὐτῶν λόγος τοιοῦτος, ὡς ἀτεράμνων ὄντων τῶν οὕτως εἰς τὴν γῆν καταπεσόντων σπερμάτων. Τοὺς οὖν ὑπὸ ἀπαιδευσίας ἀπαθεῖς τε καὶ ἀπειθεῖς τοῖς νόμοις κερασβόλους προσηγόρευσαν. Κέρδος: Παρὰ τὸ χεὶρ χερὸς, χέρδος, καὶ κέρ‐
30δος, τὸ διὰ τῶν χειρῶν διδόμενον ἐπ’ ὠφελείᾳ. Ἐτυ‐ μολογεῖται δὲ παρὰ τὸ κέαρ καὶ τὸ ἅδω, τὸ ἀρέσκω, τὸ τὴν ψυχὴν εὐφραῖνον· ἢ παρὰ τὸ κέαρ καὶ τὸ ἡδύ. Κερδαίνειν: Ἀπὸ τοῦ κέρδους, ἢ ἀπὸ τοῦ τὸ κέαρ ἰαίνειν.
35Κερδώ: Ἡ ἀλώπηξ. Ὡς παρὰ τὸ Εἰδοθέα
35Εἰδὼ, οὕτως καὶ παρὰ τὸ κερδαλέα ἡ ἀπατητικὴ γίνεται κερδὼ ὑποκοριστικῶς. Κερδαλέος: Ὁ συνετὸς καὶ παραλογιστικός. Τὰς γὰρ ἐντρεχείας κέρδη ἐκάλουν· παρὰ τὸ ἡδύ‐ νειν τὸ κέαρ, ὅ ἐστι τὴν ψυχὴν διὰ λόγων κλέ‐
40πτειν.
40 Κερδαλεόφρον: Πανοῦργε τὸ φρόνημα· ἢ περὶ τὰ κέρδη τὸν νοῦν ἔχων, τουτέστι κερδαίνειν φρονῶν· παρὰ τὴν φρένα καὶ τὸ κέρδος· τουτέστιν, ὁ κερδαί‐ νειν φρονῶν. Ἢ διὰ λόγων τὴν ψυχὴν ἀπατῶν. Κέρδιον: Βέλτιον, κρεῖσσον· ἀπὸ τοῦ κέρδους.
45Ἔστι δὲ οὐδέτερον· τὸ ἀρσενικὸν, κερδίων. Τρίτον τύπον οὐκ ἔχει. Τὸ δὲ οὐδέτερον ὁμοφωνεῖ τῇ κλη‐ τικῇ τοῦ ἀρσενικοῦ, ὦ κέρδιον. Διατί προπαροξύνε‐ ται; Ἐπειδὴ τὰ συγκριτικὰ ἅπαντα προπαροξύνεται, (οἷον) ἐνδοξότερος. Ἐπεὶ οὖν τὸ καλλίων καὶ τὰ

505

(50)

ὅμοια διὰ τὴν ἐπὶ τέλους μακρὰν οὐκ ἠδύνατο προ‐ παροξυνθῆναι, τὸν κεχρεωστημένον τόνον ἐν τῇ εὐθείᾳ ἀνεδέξατο ἐν τῇ κλητικῇ. Εἰς τὸ γλύκιον. Ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν. Ἀντὶ τοῦ συνετώτατος. Κέρδιστον γὰρ τὸν συνε‐
55τώτατον φασίν· οὐ γὰρ ἂν τὸν πρόγονον αὐτοῦ
55πανουργότατον εἶπεν. Οἱ δὲ νεώτεροι τὴν λέξιν ἐπὶ τοῦ φιλοκερδοῦς λαμβάνουσιν. Ἰλιάδος ζʹ. Κερκίς: Κρέκω γὰρ προκατάρχει ῥῆμα· οἷον,

506

Γλυκεῖα μᾶτερ, οὔτι δύναμαι κρέκειν τὸν ἰστόν. Παρὰ τὸ κρέκω, τὸ πλήττω, κρεκίς τις οὖσα· παρὰ τὸ κρέκειν, ὅ ἐστιν ἠχεῖν· καὶ καθ’ ὑπερβιβασμὸν, κερκίς· καὶ τοῦ λέοντος ἡ οὐρὰ, κέρκος. Ἐκ τοῦ
5κέρκω, κέρκος· πληκτικὴ γάρ ἐστι. Καὶ εἶδος φυτοῦ· Τώ μοι ἀναδραμέτην ἅτε κερκίδες. Καὶ ἴσως ἐκ τοῦ φυτοῦ ἐποίουν τὰς κερκίδας ταῖς γυναιξί. Κέρκωπες: Οὕτως πρότερον ἐκαλοῦντο οἱ Κύ‐
10κλωπες· ὅθεν καὶ τοὺς πονηροὺς καὶ κακοὺς ἄνδρας
10Κέρκωπας φαμέν. Ἐκλήθησαν δὲ, ἢ διὰ τὸ κερδα‐ λέον αὐτῶν καὶ πανοῦργον, ἢ ἀπὸ μητρὸς Κερκώπης. Ἢ Κέρκωπες λέγονται οἱ ἀπατεῶνες, ἀπὸ τῆς τῶν κυνῶν μεταφορᾶς, οἳ ταῖς ὄψεσι καὶ ταῖς κέρκοις
σαίνοντες δάκνουσιν.
15 Κέρκουρος: Τὸ μακρὰν ἔχον πρύμναν σκάφος. Κέρκουρος: Εἶδος πλοίου βραχέος. Κέρκος: Θηλυκῶς, σκεῦος τὶ, ὥσπερ καὶ τρί‐ πους, ἢ θύρα χαλκῆ. Κερκόλυρα: Οὕτως ὁ Ἀλκμὰν ἐχρήσατο.
20Κέρσαι: Κόψαι. Ἐκ τοῦ κείρω, κερῶ, Αἰολι‐
20κῶς, κέρσω.
20 Κέρκυρ: [Πρὸς τοῦτο Κέρκυρ οὐκ εἴρηται. Οὐ πρόκειται ἡμῖν, εἰ ἄρα δύναται γενέσθαι, ἀλλὰ τὶ εἰρήκασιν Ἕλληνες.] Ἀλκμάν φησι, Καὶ Κέρκυρος ἡγεῖται. Ἀπὸ εὐθείας τῆς Κέρκυρ. Ἀλλ’ οὐκ εἴρηται· [οὐκ
25ἄρα ἔχεται τῆς ἀποκοπῆς· ἀλλὰ κλίσεώς ἐστι μᾶλ‐
25λον, οὐ μεταπλασμὸς, εἴπερ εὐθεῖα Κέρκυρ, ὃ] μὴ γὰρ εἴρηται, ὥσπερ τὸ ψίθυρ, μάρτυρ. Ἀλλὰ μὴν οὐδὲ Ἴλλυρ· ἀλλὰ τὸ Ἴλλυρας μεταπέπλασται κατὰ τὴν αὐτὴν πτῶσιν. Ὥστε ταῦτα μεταπλασμός· τοὺς Ἰλλυριοὺς καὶ Κερκυραίους· οὐ γὰρ εἴρηται
30οὔτε ἡ εὐθεῖα, οὔτε ἡ γενικὴ, οὔτε ἡ δοτική· ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶσιν μεταπέπλασται. Εἴρηται δὲ ψίθυρ καὶ μάρτυρ, ἀφ’ ὧν ἡ κλίσις. Οὕτως Ἡρωδιανός. Κέρτομος: Ὁ χλευαστὴς, ὁ τὸ κέαρ τέμνων
35τῶν ἀκουόντων, διὰ τὸ παραλογιστικὸν τῶν λόγων·
35(καὶ κερτόμιον, τὸ παραλογιστικόν·) ὁ τὴν ψυχὴν χλευάζων λόγοις τοιούτοις· καὶ κερτομίοις ἔπεσιν, ἐρεθιστικοῖς, παροξυντικοῖς, χλευαστικοῖς. Κερτομέων: Ἐρεθίζων, χλευάζων· σχῆμα παρα‐ σύνθετον ἐκ τοῦ κέρτομος. Ἐπεκερτόμει, ἐπε‐
40χλεύαζεν, ἔσκωπτεν, ἠρέθιζεν.
40 Κερκώπων: Δολίων, πανούργων. Ἢ γένος πι‐ θήκων. Καθάπερ τῇ κέρκῳ ἡ ἀλώπηξ τοὺς θηρευτι‐ κοὺς κύνας ἀπατᾷ τῇδε κἀκεῖσε περιτρεπομένη, ἐφα‐ μίλλως καὶ οὗτοι τοὺς ἁπλουστέρους φενακίζουσι τῇ κέρκῳ τῶν λόγων.
45 Κεστρίνους: Τὰ τομία καὶ τεμάχη τῶν ἰχθύων. Κεστός: Ἔνδυμα Ἀφροδίτης· καταχρηστικῶς δὲ καὶ πᾶν γυναικῶν φαντασιῶδες ἔνδυμα· Ἰλιάδος ξʹ, Ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα. Ζωστήρ ἐστιν οὕτω καλούμενος, ἀπὸ τοῦ πολυκέν‐

506

(50)

τητος εἶναι ταῖς ῥαφαῖς. Ἢ παρὰ τὸ κάζω, τὸ κοσμῶ, γίνεται ῥηματικὸν ὄνομα καστὸς καὶ κεστὸς, ὁ κεκοσμημένος καὶ διαπεποικιλμένος καὶ διακεκεν‐ τημένος. Ἢ παρὰ τὸ κέντω βαρύτονον (ἔνθεν καὶ κέντορες ἵππων)·
55ὁ μέλλων Αἰολικῶς, κένσω· (ὅθεν τὸ, Κένσαι, ὁμοκλήσας) ὁ παρακείμενος, κέκεκα· ὁ παθητικὸς, κέκεσμαι, κέκεσται, κεστός.
Κεύθω: Τὸ κρύπτω. Ἐκ τοῦ κεύσω, γίνεται

507

κευσμὸς καὶ κευθμὸς, ὡς μηνισμὸς μηνιθμός. Ἐκ τούτου γίνεται κευθμών. Ἀπὸ τοῦ κεύθω γίνεται κευθάνω, ἐκεύθανον, ἀντὶ τοῦ ἔκρυπτον. Κεφαλή: Ἤτοι παρὰ τὸ κάρφεσθαι, τὸ ξηραί‐
5νεσθαι, ὁ κατάξηρος τόπος καὶ ὀστώδης· ξηρὰ γὰρ καὶ ὀστώδης· ἢ κατὰ Ἀπολλόδωρον, καλύφη τις οὖσα, παρὰ τὸ καλύπτειν καὶ σκέπειν τὸν ἐγκέ‐ φαλον. Τινὲς δὲ παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ φάη, κεφαή τις οὖσα, κατὰ πλεονασμὸν τοῦ λ. Οἱ δὲ,
10παρὰ τὸ κάπω, τὸ πνέω, καπαλὴ, καὶ κεφαλὴ, οἱονεὶ ἡ διαπνέουσα· παρὰ τὸ πνεῖν· ὅθεν καὶ κῆπος, ὁ δια‐ πνεόμενος τόπος· διὸ καὶ ἐν ταῖς οἰκίαις τὸν ἀποτε‐ τμημένον τόπον πρὸς [ἄνεμον] ἀνάπνευσιν κῆπον λέγου‐ σιν. Ἢ παρὰ τὸ κέλυφος, ὃ σημαίνει τὸ κάλυμμα.
15Κεφαλέων: Ὁ κανών· οἱ Αἰολεῖς, διὰ τοῦ ΑΩΝ·
15οἱ Δωριεῖς, διὰ τοῦ ΕΩΝ· ὁ δὲ Ζηνόδοτος γράφει τὸ ΛΑΙ δίφθογγον, ὡς κτητικὸν αὐτὸ λαμβάνων. Κακῶς δέ· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὸ κτητικὸν ἐπὶ τῶν σωματικῶν μερῶν παραλαμβανόμενον κατὰ τεθνηκότος θέλει παραλαμβάνεσθαι· οἷον, βοεία
20κεφαλὴ, ἡ τοῦ τεθνηκότος βοὸς κεφαλή· ἀνθρώπειος ποὺς, ὁ τοῦ τετελευτηκότος· οὐ γὰρ ἐπὶ ζῶντος εἴποι τὶς ἄν. Διὸ καὶ μέμφονται τὸν Ζηνόδοτον· ἐπειδὴ τὸ, ἀρνῶν ἐκ κεφαλαίων,
25κτητικὸν ἀνεγίνωσκεν· κτητικῇ γὰρ φωνῇ ἐχρήσατο
25ἔτι ζώντων ἀρνῶν. Οὐκ ἔπαθε πλεονασμὸν, ἀλλὰ συναίρεσιν. Κεφαλληνία: Ἀπὸ Κεφάλου τινὸς, ὃς ἀκουσίως
ἀνελὼν Πρόκριν τὴν Ἐρεχθέως μητέρα, ἔξεισι τῆς Ἀττικῆς, καὶ σὺν Ἀμφιτρύωνι στρατεύεται κατὰ
30Τηλεβόων· ἔπειτα δὲ ἐκ Λυσίππης ἔσχεν Σαμαῖον
30καὶ Κράνεων καὶ Παλαίων· ἀφ’ ὧν οἱ ἐν τῇ Κεφαλ‐ ληνίᾳ Πρόνοοι, Σαμαῖοι, Κράνειοι, Παλεῖς προσηγο‐ ρεύθησαν. Οὕτως Ἐπαφρόδιτος ἐν ὑπομνήματι τῆς Ὀδυσσείας. Κεχανδότα: Ἀντὶ τοῦ χωροῦντα. Ἐκ τοῦ
35χάζω, χάσω, κέχαδα, κεχαδὼς κεχαδότος· καὶ πλεο‐
35νασμῷ τοῦ ν.
35 Κεχαροίατο: Χαίρω· ὁ βʹ ἀόριστος, ἔχαρον· ὁ μέσος, ἐχαρόμην· καὶ τὸ εὐκτικὸν, χαροίμην· κατὰ ἀναδιπλασιασμὸν, κεχαροίμην· τὸ τρίτον τῶν πλη‐ θυντικῶν, κεχάροιντο, καὶ τὸ Ἰωνικὸν, κεχαροίατο, ἀντὶ τοῦ χαρείησαν, ὡς μνήσαιντο, μνησαίατο· λέ‐
40γοιντο, λεγοίατο· πύθοιντο, πυθοίατο. Εἰς τὸ ΔΕΥ‐ οίατο. Κεχαρηότα: Οὔτε ἀπὸ τοῦ χαίρω γίνεται, ἐπειδὴ ὁ παρακείμενος κέχαρκα ἐστὶν, οὔτε ἀπὸ τοῦ χαιρῶ· ἀλλ’ ἀπὸ τοῦ χαίρω, γίνεται χαρῶ, ὡς φαίνω,
45φανῶ· οὗ ὁ παρακείμενος, κεχάρηκα· ἡ μετοχὴ,
45κεχαρηκώς· καὶ κατὰ ἀφαίρεσιν τοῦ κ, κεχαρηότα. Κεχολώσεται: Ὁ δέ κεν κεχολώσεται, ἀντὶ τοῦ ὀργισθήσεται. Ἐκ τοῦ χολῶ χολώσω, κεχόλωκα, κεχόλωμαι κεχόλωσαι· καὶ ὁ μετ’ ὀλίγον

507

(50)

μέλλων, κεχολώσομαι. Διαφέρει δὲ τοῦ μέλλοντος·

507

(50)

ὅτι ὁ μὲν μέλλων, ἀόριστός ἐστιν· ὁ δὲ μετ’ ὀλίγον μέλλων, ὡρισμένος. Κεῖος: Σημαίνει τὸν πολίτην τῆς Κέω· Κέως δὲ νῆσος ἐστίν. Ὠνόμασται ἀπὸ τοῦ Κέω τοῦ Ἀπόλλωνος καὶ Ῥοδοέσσης νύμφης. Ἐκ τοῦ Κέω
55γίνεται Κέϊος· καὶ κατὰ συναίρεσιν, Κεῖος. Κῶς,
55νῆσος ἐστίν· ὠνομάσθη ἀπὸ Κῶ, ἥτις θυγάτηρ Μέ‐ ροπος καὶ Ἐχεμείας ἦν. Ἡ Κῶς, τῆς Κῶ. Τὸ δὲ παρ’ Ὁμήρῳ Ἰλιάδος ξʹ, Καί μιν ἔπειτα Κόωνδ’ εὖ ναιομένην ἀπένεικας. ἀπὸ ἄλλης εὐθείας ἐστὶ, τῆς Κόως.

508

Κείρειν: Τὸ κόπτειν· ἀπὸ τοῦ αἴρειν καὶ ἀπο‐
1κόπτειν τὸ κέρας, ἤγουν τὴν τρίχα. Κείω: Σημαίνει τὸ καίω· ἀνεφάνη γὰρ τὸ ε, ὡς ἐν τῷ, Κέδρου τ’ εὐκεάτοιο.
5κείων, τὸ κοιμησόμενος, ἀπὸ τοῦ κέω· Ὄρσο κέων. Πλεονασμῷ, κείων· κίω δὲ, τὸ πορεύομαι, διὰ τοῦ ἰῶτα, ἀπὸ τοῦ ἴω. Κειμήλια: Τὰ ἀπόθετα χρήματα. Ὡς παρὰ
10τὸν θήσω μέλλοντα γίνεται θεμέλιον, οὕτω καὶ παρὰ
10τὸν κείσω κείσομαι μέλλοντα γίνεται κειμήλιον. Ἢ
10παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ μείλια, δι’ ὧν τινὰ ἐκμει‐ λισσόμεθα, ἤγουν τὰ χρήματα. Κειρία: Σημαίνει τὰ σχοινία, τὰ ἐντάφια δεσμά. Ἢ κειρία σημαίνει τὸ σχοινίον τὸ δεσμεῦον τὴν κλίνην. Λέγεται δὲ καὶ θηλυκῶς· γίνεται παρὰ
15τὸ κείρω, τὸ κόπτω, τουτέστι παρὰ τὸ εἰς λεπτὰ κόπτεσθαι αὐτά. Ἢ παρὰ τὸ κέρας, ὃ σημαίνει τὴν τρίχα, κερία· καὶ πλεονασμῷ τοῦ ι, κειρία· καὶ γὰρ ἐκ τῶν τριχῶν ἦσαν τὸ παλαιόν. Ἢ παρὰ τὸ
εἴρω, τὸ συμπλέκω, εἰρία· καὶ πλεονασμῷ τοῦ κ.
20Κεῖθι: Ἀντὶ τοῦ ἐκεῖσε, ἐπὶ τόπου· γίνεται ἐκ
20τοῦ ἐκεῖνος. Τὸ ΚΕΙ, δίφθογγον. Διατί; Τὰ εἰς ΘΙ λήγοντα ἐπιρρήματα τὴν παραλήγουσαν θέλει φυλάττειν τῶν εἰς ΘΕΝ ἐπιρρημάτων. Κεῖθεν: Ἀπὸ τοῦ ἐκεῖθεν γίνεται· ἢ ἀπὸ τοῦ κεῖνος, κείνοθεν, ὡς Λέσβος, Λεσβόθεν· καὶ κατὰ
25συγκοπὴν, κεῖθεν.
25 Κεῖνός θ’ ὣς ἀγόρευεν: Ὁ μὲν Ἡρωδιανὸς ἀναγινώσκει εἰς τὸ ΚΕΙ περισπωμένην, καὶ εἰς τὸ ΝΟΣ ὀξεῖαν, καὶ εἰς τὸ ΩΣ βαρεῖαν· ὁ δὲ Ἀρίσταρ‐ χος, Κεῖνος τόσς’ ἀγόρευεν.
30Ζητοῦσι δέ τινες, ποῖον ἐστὶν ἀναλογώτερον, τὸ
30κεῖνος, ἢ τὸ ἐκεῖνος. Ἔστι δὲ εἰπεῖν, ὅτι κατά τι
30μέν ἐστιν ἀναλογώτερον τὸ κεῖνος, κατά τι δὲ τὸ ἐκεῖνος· καθὸ μέν ἐστι λέγειν, ὅτι οὐδέποτε πρωτό‐ τυπος ἀντωνυμία ἀπαθὴς οὖσα ὑπερβαίνει τὴν δι‐ συλλαβίαν, οἷον ἐγὼ, αὐτὸς, οὗτος· τὸ κεῖνος ἐστὶν ἀναλογώτερον. Πρόσκειται, “πρωτότυπος,” διὰ τὸ
35νωΐτερος, σφωΐτερος· παράγωγοι γὰρ αὗται αἱ ἀν‐ τωνυμίαι. “Ἀπαθὴς” εἶπε, διὰ τὸ οὑτοσὶ, ἐκει‐ νοσί. Καθὸ δὲ αἱ μονοπρόσωποι ἀντωνυμίαι ἀπὸ φωνήεντος θέλουσιν ἄρχεσθαι, οἷον οὗτος, αὐτὸς, ὅδε, ἀναλογώτερόν ἐστι τὸ ἐκεῖνος, ἵνα ἀπὸ φωνήεντος
40ἄρξηται.
40 Κεῖνος: Οὐκ ἔστιν ἐνταῦθα σχῆμα· θεματικὴ γάρ ἐστι· τὸ ε γὰρ φωνῆεν πέφυκε πλεονάζειν, οἷον ὥρων, ἑώρων· ἀφαιρεῖται δὲ, ὅτε μετὰ συμφώνου ἐστίν· οἷον ἔφη, φῆ· οὕτως ἐκεῖνος, κεῖνος· ἀφαίρεσις ἄρα. Καὶ πάλιν οὐδέποτε μονοπρόσωπος ἀντωνυμία
45ἀπὸ συμφώνου ἄρχεται, ἀλλ’ ἀπὸ φωνήεντος, αὐτὸς, ὅδε. Μήποτε ἄρα ἐκεῖνος, καὶ κατὰ ἀφαίρεσιν κεῖνος. Πρόσθεσις δὲ λέγεται τοῦ ε, ἐπειδὴ αἱ πρωτότυποι ἀντωνυμίαι ἀπαθεῖς οὖσαι οὐ θέλουσιν ὑπερβαίνειν τὴν δισυλλαβίαν. “Ἀπαθεῖς” εἶπε, διὰ

508

(50)

τὰς ἐπεκτεταμένας, αὐτοσὶ, οὑτοσί. Ὅθεν τὸ ἐκεῖνος, ὑπὲρ τὴν δισυλλαβίαν. Μήποτε τὸ κεῖνος ἐστὶ κυριώτερον· ὅθεν πρὸς μὲν τὴν ποσότητα τῶν συλλαβῶν, κεῖνος· πρὸς δὲ τὸ ἀπὸ φωνήεντος ἀρχό‐ μενον, ἐκεῖνος. Ὅθεν διὰ διφθόγγου γράφεται,
55ἐπειδὴ οἱ Δωριεῖς κεῖνος λέγουσι διὰ τοῦ η, ὡς
55μεῖον, μῆον. Κεῖμαι: Ἰστέον ὅτι τὸ κεῖμαι καὶ ἧμαι ἐλέγχονται μήτε ἀπὸ τῶν εἰς ω εἶναι, μήτε ἀπὸ τῶν

509

εἰς ΜΙ· ὅτι τὰ ἀπὸ τῶν εἰς ω ἢ τῷ ο παραλήγεται, ὡς τὸ τύπτομαι· ἢ τῷ ω, ὡς τὸ βοῶμαι· ἡ τῷ ΟΥ, ὡς τὸ χρυσοῦμαι· καὶ τὰ ἀπὸ τῶν εἰς ΜΙ ἢ τῷ ε παραλήγεται ἐν τοῖς παθητικοῖς, ὡς τὸ τίθεμαι· ἢ
5τῷ ἄλφα συνεσταλμένῳ, ὡς τὸ ἵσταμαι· ἢ τῷ ο, ὡς τὸ δίδομαι· ἢ διχρόνῳ συνεσταλμένῳ, ὡς τὸ ζεύγνυ‐ μαι. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἐλέγχονται ταῦτα εἶναι ἀπὸ τῶν εἰς ΜΙ ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ ἧσαι καὶ κεῖσαι. Πᾶς γὰρ ἐνεστὼς εἰς ΜΑΙ λήγων
10ἔχει τὸ δεύτερον εἰς ΣΑΙ λῆγον, ἀπὸ τῶν εἰς ΜΙ ὤν·
10οἷον, τίθεμαι, τίθεσαι· οὕτως ἧμαι, ἧσαι· κεῖμαι, κεῖσαι Ὀτρυντείδη. Ἔστι δὲ ὁ σχηματισμὸς αὐτοῦ οὕτως· ἔστιν ἕω (τὸ κάθημαι) καὶ κέω βαρύτονα· καὶ κατὰ παραγωγὴν τονικὴν ἑῶ καὶ κεῶ περισπώμενα, ὡς κύω, κυῶ·
15ἕλκω, ἑλκῶ· ῥίπτω, ῥιπτῶ. Εἶτα κατὰ παραγωγὴν
15τῶν εἰς ΜΙ γίνεται ἕημι καὶ κέημι· ὁ παθητικὸς
15ἐνεστὼς, ἕεμαι καὶ κέεμαι· καὶ κατὰ κράσιν τῶν δύο ΕΕ, πῇ μὲν εἰς η, πῇ δὲ εἰς ΕΙ δίφθογγον, ἧμαι καὶ κεῖμαι. Ζήτει εἰς τὸ ἕαται. Κήδω: Τὸ φροντίζω· παρὰ τὸ κήδω, τὸ ἀνιῶμαι,
γίνεται ἐκ τοῦ παρεπομένου· τοῖς γὰρ φροντίζουσι
20παρέπεται τὸ ἀνιᾶσθαι. Ἢ ἐκ τοῦ ἔδω, τὸ ἐσθίω,
20τροπῇ τοῦ ε εἰς η. Καὶ πλεονασμῷ τοῦ κ· κατε‐ σθίουσι γὰρ τρόπον τινὰ ἑαυτοὺς οἱ μεριμνῶντες· ὅθεν καὶ μελεδώνη, ἡ φροντὶς, παρὰ τὸ τὰ μέλη ἔδειν. Τὸ δὲ κήδω, τὸ λυποῦμαι, οὐχ εὗρον ἐτυμο‐ λογούμενον· ὡς οἶμαι δὲ, ὅτι ἀπὸ τοῦ καίεσθαι εἴρη‐
25ται. Καίω γὰρ κήδω· τοῖς γὰρ λυπουμένοις παρέ‐
25πεται ἡ ἔκκαυσις. Καὶ ἀνάσχεο κηδομένη περ, ἀντὶ τοῦ λυπουμένη. Κήδετο γὰρ Δαναῶν, ἀντὶ τοῦ ἐφρόντιζεν· Ἀρίσταρχος δὲ, ἀντὶ τοῦ
30ἠνιᾶτο, καὶ ἔστι μετὰ τῆς περί· ἵν’ ᾖ, ἠνιᾶτο γὰρ
30περὶ Δαναῶν.
30Σέ τε κήδων ἠδὲ σὰ τέκνα.
30Καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν, ὅς κέ με κήδει.
30Ἀντὶ τοῦ λυπεῖν καὶ βλάπτειν. Κατακεῖσθαι: Διατὶ πάντων τῶν ἀπαρεμφάτων τὸν τόνον τῶν ὁριστικῶν φυλασσόντων, καταφιλεῖται, καταφιλεῖσθαι, τὸ κατάκειται οὐκ ἐγένετο κατάκει‐ σθαι; Λέγεται, ὅτι καθόλου ἐπὶ τῶν [τοῦ ὁριστικοῦ]
35ἀπαρεμφάτων παθητικῶν ἐνεστῶτος καὶ παρατατικοῦ ἀναβιβάζουσι τὸν τόνον, εἰ μή που μακρᾷ φύσει παραλήγεται· ποιεῖσθαι οὕτως καὶ περικεῖσθαι. Κήδεα: Λύπας, πένθη· ἐκ τοῦ κήδω· παρὰ τὸ ἀνιᾶσθαι καὶ οἱονεὶ καίεσθαι.
40 Κήδαρ: Σημαίνει τὸ σκοτεινόν· παρὰ τὸ κήδω, τὸ κοιμῶμαι. Κήδω: Σημαίνει τὸ θάπτω· καὶ γίνεται παρὰ τὸ χῶ, τὸ χωννύω· οὗ ὁ μέλλων, χήσω· καὶ μετά‐ γεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ γίνεται κήδω κατὰ
45τροπὴν τοῦ χ εἰς κ, καὶ τοῦ σῖγμα εἰς δ· ἐκ τούτου γίνεται παράγωγον κηδεύω. Ἢ ἐκ τοῦ κήδω, τὸ φροντίζω· καὶ ὡς φωλεύω, φωλεὸς, οὕτως γίνεται κηδεύω, κηδεός· (κηδεός) ἐστι νέκυς,

509

(50)

ὁ φροντίδος καὶ κηδεμονίας ἄξιος, καὶ κηδεύσεως,

509

(50)

τουτέστι ταφῆς.

509

(50)

κηδεσταὶ λέγονται ὅ τε πατὴρ τῆς γεγαμη‐ μένης, καὶ αὐτὸς ὁ γαμῶν· κῆδος γάρ ἐστιν ἡ κατ’ ἐπιγαμίαν συγγένεια, ἐπεὶ ἐκ προνοίας καὶ κηδεμο‐ νίας συνίσταται. Γίνεται δὲ παρὰ τὸ κήδω, τὸ φροντίζω. Ἐκ δὲ τοῦ κῆδος, κηδεστὴς, ὁ κατ’ ἐπι‐
55γαμβρίαν συγγενὴς, τουτέστιν ὅ τε πατὴρ τῆς γεγαμημένης, καὶ αὐτὸς ὁ γαμῶν· ἐκ προνοίας γὰρ καὶ φροντίδος οἱ ἀμφότεροι συνίστανται. Τὸ δὲ Κηδέστης, τὸ κύριον ὄνομα, βαρύνεται, ὡς θύος,

510

Θυέστης· ὄρος, Ὀρέστης· τὸ δὲ κηδεστὴς, ὀξύνεται ὡς προσηγορικόν. Κηδεστοί: Οἰκειότατοι, φροντιστικώτατοι. Καὶ, Ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·
5ἀντὶ τοῦ ὁ φροντιζόμενος. Ὡς παρὰ τὸ κάλλος γίνεται καλλίων· καὶ τὸ ὑπερθετικὸν, κάλλιστος· οὕτω παρὰ τὸ κῆδος κηδίων κήδιστος. Κηκάς: Ἡ λοιδορία· ἐκ τοῦ κακός. Ἢ κηκάς ἐστιν ἡ κακόλογος λοιδορία· ἐξ οὗ καὶ κηκασμὸς,
10ἡ λοιδορία. Λυκόφρων, Βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι, ἤγουν ταῖς λοιδορίαις καὶ χλεύαις τετραχημένοι. Καὶ Καλλίμαχος, Κηκάδι σὺν γλώσσῃ·
15καὶ τὸ παρ’ Ὁμήρῳ οὕτως ἐκδέχονται,
15Ἀλλὰ κακῶς ἀφίει,
15ἀντὶ τοῦ λοιδόρως καὶ μεθ’ ὕβρεως. Οἱ δὲ κῆκα
15τὴν μελανίαν λέγουσιν· ὅθεν Ῥωμαῖοι τὸν τυφλὸν κέκον λέγουσιν. Ἔστι καὶ κηκὰς ἀλώπηξ, κακωτικὴ, κακοῦργος, καὶ πονηρά· ὡς Νίκανδρος ἐν Θηριακοῖς,
Πιοτέρην ὅτε βότρυν ἐσίνατο κηκὰς ἀλώπηξ.
20Κήκιε: Τὸ ἔρρει καὶ κατέβαινεν, ἐκ τοῦ κίω, τὸ
20περιπατῶ, ὡς τὸ, μέλαν δ’ ἀνεκήκιεν αἷμα. Ἐκ τοῦ ἀνέκαθεν. Κῆλα: Τὰ βέλη· ὁτὲ δὲ, σημεῖα· παρὰ τὸ καίω· ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω, (οὗ ὁ μέλλων,
25ἥσω, ἀντὶ τοῦ ἀφήσω, πέμψω) γίνεται ἧλον καὶ κῆλον. Κυρίως δὲ τὸν κεραυνὸν καὶ τὸν πρηστῆρα
25σημαίνει ἡ λέξις· καὶ βέλη θεῖα, τουτέστιν ἀστρα‐ πὰς καὶ βροντάς· παρὰ τὸν κήσω μέλλοντα, δη‐ λοῦντα τὸ καύσω· ὅθεν καὶ πυρὶ κηλέῳ, τουτέστι καυστικῷ, πλεονασμῷ τοῦ ε. Εἰς τὸ
30κηλίς. Παρὰ τὸν κήσω μέλλοντα, ὡς τὸ,
30Αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
30Τουτέστι τὰ πάνυ κεκαυμένα ὑπὸ ἡλίου, καὶ ξηρά. Κηληθμός: Ἡ μεθ’ ἡδονῆς ἡσυχία, ὡς τὸ, Κηληθμῷ δ’ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. Ὀδυσσείᾳ. Κυρίως ἡ διὰ τῆς ἀκοῆς ἡδονὴ καὶ τέρψις καὶ θέλξις, οἷον κηληδηθμὸς, καὶ συγκοπῇ· ἢ
35χαλήθυμός τις ἐστί· καὶ συγκοπῇ καὶ τροπῇ, κη‐ ληθμός. Γίνεται ἐκ τοῦ χῶ, χήσω, χαλῶ, χηλῶ καὶ κηλῶ, οἱονεὶ τέρπω καὶ χαλῶ· καὶ κηλούμενος, ὁ τερπόμενος· οἱ γὰρ πραϋνόμενοι, διακεχυμένοι καὶ ἐφηπλωμένοι γίνονται. Καὶ κατεκήλησεν, ἀντὶ
40τοῦ κατεπράϋνε καὶ κατέθελξεν, ἢ κατεμάρανεν· οἱ
40δὲ, οὐκ ἄποθεν τοῦ κλᾶσθαι ἐτυμολογοῦσι. Κήλη: Τὸ πάθος· παρὰ τὸ κάλον, ὅ ἐστι ξύλι‐ νον καὶ σκληρόν· ἀφ’ οὗ παρώνυμον κάλη καὶ κήλη· ἐπεὶ τὰ μέρη ἐκεῖνα εἰς ὄγκον ἐπιδιδόμενα μείζονα τοῦ συνήθους γίνεται· ἀφ’ οὗ καὶ σκληρά.
45 Κῆλον: Κῆλον λέγεται τὸ ξύλινον βέλος, παρὰ τὸ κάλον, ὃ δηλοῖ τὸ ξύλον· ἀφ’ οὗ καὶ καλοπό‐ διον, ὁ ξύλινος πούς· ἐξ οὗ μετὰ τοῦ νεύειν γίνεται καλόνειον καὶ κηλόνειον, τὸ ἀνανεῦον καὶ κατα‐ νεῦον ξύλον, ὁ ξύλινος ἀντλητὴρ, τὸ παρ’ ἡμῖν

510

(50)

λεγόμενον γεράνειον. Κηλώνιον δὲ, ἐπὶ τοῦ ἵππου· κήλων γὰρ λέγεται ὁ θερμὸς εἰς συνουσίαν· παρὰ τὸν κήσω μέλλοντα· δηλοῖ τὸ καύσω. Κηκίς: Βάμμά τι καὶ στύμμα τι, ἢ καρπὸς δρυὸς ἐπιτήδειος εἰς βαφὴν κλινῶν.
55 Κηλίς: Ῥύπος, μίασμα, μόλυσμα· ἔνθεν ἐπὶ τῆς ἐσθῆτος τῆς ἐχούσης σημεῖον καὶ μολῦνον αὐτήν.
κῆλα δὲ τὰ σημεῖα, οἷον δῆλα, τροπῇ τοῦ δ εἰς κ.

511

Καὶ ἐφ’ ὕβρεως λέγεται, Οὗτος κηλίδας ἔχει. Οἷον μολύσματα, οὐ καθαρός ἐστι. Κημός: Παρὰ τὸ κάμπτω καμμὸς καὶ κημὸς,
5τῆς θέσει μακρᾶς τραπείσης εἰς φύσει μακρόν.
5Ἔστι δὲ καὶ πλέγμά τι ἐκ σχοινίων. Κῆπος: Ὁ ἀποτετμημένος τόπος πρὸς ἀνάπνευ‐ σιν, καὶ καταπνεόμενος. Παρὰ τὸ κάπω, τὸ πνέω, κάπος καὶ κῆπος. Ἢ παρὰ τὸ σκάπτω, σκάπος καὶ σκῆπος, καὶ ἀφαιρέσει καὶ ἐκτάσει. Ἐκ τοῦ
10δὲ κῆπος καὶ τοῦ οὐρῶ, τὸ φυλάττω, γίνεται κη‐ πουρὸς, ὡς οἰκουρός. Κῆρ: Περισπωμένως σημαίνει τὴν ψυχὴν, γέ‐ νους οὐδετέρου· γίνεται παρὰ τὸ κέαρ, ὃ δηλοῖ αὐτὴν τὴν ψυχήν· γίνεται παρὰ τὸ κεκρᾶσθαι ἐκ ψυχροῦ καὶ
15θερμοῦ ἐπίσης ἔχοντος. Κέκραται δὲ ἐκ τῶν στοι‐
15χείων. Κῆρ δὲ, ἀπὸ τοῦ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα· ἢ παρὰ τὸ καιρίαν δέχεσθαι τὴν πληγήν· ἢ παρὰ τὸ καίω. Καὶ τί μετέχει; Τὸ γὰρ ἔμφυτον θερ‐ μὸν φασὶν εἶναι τὴν ψυχήν. Παρὰ τὴν καῦσιν· ἢ παρὰ τὸ κῶ, τὸ καίω, κέαρ· καὶ κατὰ συναίρεσιν,
20κῆρ· ἢ παρὰ τὸ ἔαρ, ὅ ἐστι πνεῦμα. Ἐκ τοῦ κῆρ κηρὸς κηρόθεν καὶ κηρόθι ἐπίρρημα, τὸ ἐκ ψυχῆς. Κήρ: Ὀξυτόνως, γένους θηλυκοῦ, καὶ σημαίνει τὴν θανατηφόρον μοῖραν· καὶ γίνεται παρὰ τὸ καίω, κέκηα· καυστικὴ γὰρ ἐστὶ καὶ ἀφανιστικὴ, ἤτοι
25καῆναι ἐπιφέρουσα· καὶ ἐν ᾅδου ποταμοὶ, Πυριφλε‐ γέθων καὶ Ἀχέρων. Ἐκ τοῦ ἔκηα. Τοὺς γὰρ ἀποθνήσκοντας ἔκαιον οἱ παλαιοί. Κὴρ οὖν, ὁ θάνατος· καὶ κηραμύντης, ὁ Ἡρακλῆς. Ὁ τὰς κῆρας διώκων· ἀλεξίκακος γάρ. Παλαίμων δὲ ὁ
30αὐτὸς, διὰ τὸ παλαῖσαι αὐτὸν τῷ Διΐ· πευκεὺς
30δὲ, ἐν Ἀβδήρῳ τιμᾶται. Κηρεσσιφορήτους: Τοὺς ὑπὸ εἱμαρμένης ἠγμέ‐ νους, μοιροφορήτους· ἢ οὓς αἱ Μοῖραι ἀποίσουσι. Κηρουλκός: Ἡ ἕλκουσα εἰς κῆρα, ὅ ἐστιν εἰς θάνατον· ἀφ’ οὗ, θανατηφόρος.
36 Κῆρυξ: Ἀπὸ τοῦ κηρύσσω κηρύξω γίνεται ἀπο‐ βολῇ τοῦ ω· τοῦτο παρὰ τὸ γῆρυς, ὃ σημαίνει τὴν φωνὴν, γηρύσσω καὶ κηρύσσω. Παρὰ τὸ γέρας, γῆρυς, ἐπὶ τῶν ἐντίμων λέγεται. Κυρίως προφητῶν
40ψαλμῳδία. Ἢ ὥσπερ παρὰ τὸ πτερὸν γίνεται πτερῶ πτερύσσω, οὕτω καὶ παρὰ τὸ ἐρῶ, τὸ λέγω, γίνεται ἐρύσσω καὶ ἠρύσσω· καὶ πλεονασμῷ τοῦ κ. Κλίνεται κήρυκος, τὸ ΡΥ μακρὸν, ὡς πέρδικος. Ἡ γὰρ ὀφει‐ λομένη ἐν τῇ εὐθείᾳ μακρὰ μετῆλθεν ἐν τῇ γενικῇ.
45Ὤφειλε δὲ καὶ ἡ εὐθεῖα ἔχειν μακρὸν τὸ υ. Ἄλλως· οὐδέποτε πρὸ τῶν διπλῶν εὑρήσεις δίχρονον ἐκτετα‐ μένον· ἐπὶ (ἑνὸς) μόνου στίχου συνεστάλη ἐν τῷ,
Κήρυκι Ἠπυτίδῃ. Κηρύκειον: Εἰσὶ τινὰ ἀπὸ τῶν εἰς διπλοῦν

511

(50)

ληγόντων διὰ τῆς ε καὶ ι διφθόγγου γραφόμενα, ὡς

511

(50)

κυκλώπειον, τὸ τοῦ Κύκλωπος, φοινίκειον, τὸ τοῦ

511

(50)

φοίνικος· οὕτως καὶ κηρύκειον. Ἰστέον ὅτι ἔστι καὶ κηρύκιον διὰ τοῦ ι· ὅπερ ἐπὶ μόνης τῆς ῥάβδου λέγεται τοῦ Ἑρμοῦ. Κηρύκειον: Ἔστι προσηγορικὸν καὶ σημαίνει πᾶσαν ῥάβδον κήρυκος· ἔστι καὶ κτητικὸν σημαῖνον
55τὸ τοῦ κήρυκος, ὡς παρὰ Σοφοκλεῖ,
55Γράμμα κηρύκειον.
55Ἔστι καὶ ὄνομα λόφου τῆς Ἐφέσου, ἐν ᾧ ἀνῆλθεν ὁ Ἑρμῆς κατὰ βούλησιν τῶν θεῶν, καὶ ἐκήρυξε τὴν γέννησιν τῆς Ἀρτέμιδος. Διὰ διφθόγγου. Ἔστι

512

καὶ κηρύκειον σημαῖνον τὴν κήρυξιν. Ἔστι καὶ πληθυντικῶς τὰ κηρύκεια, καὶ σημαίνει τὸν μισθὸν τὸν διδόμενον ἐπὶ τῇ κηρύξει· ὅπερ λέγεται ἐν τῇ συνηθείᾳ μήνυτρα. Τὸ κηρύκιον ῥάβδος ἦν με‐
5τρίου μήκους, ἄνω πρὸς τῇ ἀρχῇ ὄφεις (ἔχουσα)
5ἐσχηματισμένους ἀντεμβαλλομένους ἀλλήλοις εἰς τύπον τοῦ φ στοιχείου. Ταύτην οἱ κήρυκες φέροντες ὥδευον τοῦ ἀσφαλοῦς χάριν. Κηρυβίων: Καθαρματῶδες ἐστὶ τὸ ὄνομα· κη‐ ρύβια γὰρ κυρίως τὰ ἀποβράσματα τῶν κυάμων.
10Κρατῖνος,
10Δασὺν ἔχων τὸν πρωκτὸν, ἅτε κηρύβι’ ἐσθίων.
10Εἰ μὴ ἄρα περιεκτικὴ ἔννοια ἐστὶν ἕνεκα ἐμφάσεως, καὶ ὑγιῶς ὀξύνεται, ὡς ἄπειρος, ἀπείρων· καὶ ἄναιμος, ἀναίμων· οὕτω κατάπυγος, καταπύγων καταπύγονος· καὶ συστέλλεται ἐν τῇ γενικῇ. Κηφηΐδα γαῖαν: Νίκανδρος, ἀπὸ Κηφέως, τὴν
15Αἰθιοπίαν. Κηφισός: Ποταμός ἐστι παρακείμενος τῇ λίμνῃ· ἐξ οὗ λίμνῃ κεκλιμένος Κηφισίδι. Κηφῆνες: Ἐκ τοῦ κωφὸς, κωφὴν καὶ κηφήν.
20Κηρός: Παρὰ τὸ καίω, καύσω, ἔκαυσα· ἀπο‐
20βολῇ τοῦ (υʹ καὶ) ς, ἔκαα· ἐξ αὐτοῦ καρὸς καὶ κηρὸς, ὁ καιόμενος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ καίεσθαι ῥᾳδίως· ἢ ὅτι καιόμενος ῥεῖ. Κῆχος: Ἐπίρρημα· ἀντὶ τοῦ ποῦ. Τὸ ΚΗ, η Δωρικῶς· καὶ τροπῇ τοῦ π εἰς κ· πῆχος γὰρ ἦν.
25Ἀπὸ τοῦ πῇ, ὃ σημαίνει τὸ ποῦ, ὡς τὸ,
Πῇ ἔβη Ἀνδρομάχη; Ἐκ τοῦ πῇ καὶ τοῦ ἄγχι γίνεται πῆχος καὶ κῆχος. Ζήτει εἰς τὸ πόπανον. Κηώεις: Ἐκ τοῦ κέω, τὸ κοιμῶμαι, κεώεις· καὶ
30τροπῇ, κηώεις· ἐπὶ τοῦ θαλάμου, ὁ πρὸς τὸ κοιμᾶσθαι
30ηὐτρεπισμένος καὶ εἰργασμένος οἶκος· καὶ ὁ ποιητὴς, Ὄρσο κέων, ὦ ξεῖνε. Ἀντὶ τοῦ κοιμήθητι διεγερθείς. Σημαίνει καὶ τὸν τεθυμιαμένον· ἀπὸ τοῦ τὰ θυμιάματα εἰς αὐτὸν καίεσθαι.
35Κηώδης: Ὁ τεθυμιαμένος· παρὰ τὸ καίω.
35 Κητώεις: Παρὰ τὸ κῆτος· τοῦτο παρὰ τὸ κῶ, τὸ κεῖμαι· ἢ παρὰ τὸ χῶ χήσω, τὸ χωρῶ, χῆτος καὶ κῆτος. Κιανίς: Ἀφίκοντο Κιανίδος ἤθεα γαίης.
40Κίος πόλις Μυσίας, ἀπὸ Κίου τοῦ ἡγησαμένου τῶν
40Μιλησίων τῆς ἀποικίας. Τὸ ἐθνικὸν, Κιανός·
40 Τοὔνεκεν εἰς ἔτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί. Κατῴκισαν δὲ αὐτὴν Μυσοὶ, εἶτα Κάρες· καὶ τρί‐ τον, Μιλήσιοι. Ἔστι δὲ καὶ ποταμὸς ὁμωνύμως τῆς Μυσίας παραρρέων τῇ γῇ. Ἡ δὲ Κίος ἔστι πόλις, ἡ νῦν Προυσίοις ἡ Προῦσα.
45Κίβδηλον: Ἀπὸ ἱστορίας· οἱ γὰρ Ἀθηναῖοι
45τῷ πρὸς τοὺς Χίους μίσει φερόμενοι, ἐν τοῖς ἀδοκί‐ μοις ἑαυτῶν νομίσμασι τὸν τοῦ χ τύπον ἐγχαράτ‐ τοντες, ἀπέρριπτον βδελυσσόμενοι. Κυρίως δὲ λέ‐ γεται κίβδηλον, τὸ ὑπόχαλκον χρυσίον. Κιβωτός: Παρὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βόσιν,

512

(50)

ἤγουν τὴν τροφήν. Ὤφειλε διὰ διφθόγγου· ἀλλ’ ἡ παράδοσις τὸ ι ἔχει· καὶ λέγει Ὦρος, ὅτι ἴσως παρὰ τὸ κίβος ἐστὶ τὸ σημαῖνον τὴν τροφήν. Κιβδηλίς: Ἡ ἐν τοῖς μετάλλοις σκωρία. Κίβισις: Σημαίνει κιβωτὸν ἢ πήραν. Καλλί‐
55μαχος,
55 εἰ γὰρ ἐπιθήσει πάντα ἐμὴ κίβισις. Εἴρηται δὲ παρὰ τὸ ἐκεῖ κεῖσθαι τὴν βόσιν· ἢ παρὰ τὸ κίειν, τὸ πορεύεσθαι καὶ ὁρμᾶν, ἡ εἰς τὸ κίειν καὶ

513

ἰέναι βόσιν ἔχουσα, τουτέστι τροφήν. Καὶ Ἡσί‐ οδος ἐν Ἀσπίδι, ἀμφὶ δέ μιν κίβισις θέε θαῦμα ἰδέσθαι. Σχόλιον. Ἐβάσταζεν ἐν δεκτικῷ τινὶ ἀγγείῳ τὴν
5κεφαλὴν τῆς Γοργόνος ὁ Περσεύς.
5Κιγκλίς: Ἡ καγκελοθυρίς, θύρα δικτυωτή.
5Μάλιστα δὲ ἐπὶ τῶν δικαστηρίων τοιαῦται ἦσαν, ἵνα ταχέως ἀνοίγωνται καὶ κλείωνται· συνεχῶς γὰρ εἰσῄεσαν καὶ ἐξῄεσαν. Γέγονεν οὖν παρὰ τὸ κλείω. Ἢ κυκλίς τις· παρὰ τοὺς κύκλους τοὺς ἀποτελου‐ μένους κλειομένης αὐτῆς. Καὶ κιγκλίσαι, τὸ
10ἀσφαλίσαι· παρὰ τὴν Ἀττικὴν κιγκλίδα· καὶ κιγκλίζειν, τὸ πειράζειν. Καὶ κίγκλος, ὀρνιθά‐ ριον· ἢ κιγκλὶς, ὄρνις λεγομένη, πυκνὰ τὴν οὐρὰν κινοῦσα, ἣν ἐν τῇ συνηθείᾳ ἔνιοι σεισοπυγίδα καλοῦσιν· εἴρηται διὰ τὸ συνεχῶς τὰ οὐραῖα πτερὰ
15ἐν τῷ αὐτῷ κινεῖν· ἢ παρὰ τὸ σείειν τὴν πυγὴν, ὅ
15ἐστι τὴν οὐράν· σεισοφίκης παρ’ ἡμῖν ὀνομά‐ ζεται. Κίδαρις: Τὴν κίδαριν ἀνεδήσατο. Ἐκ τριχῶν ὕφασμα, καμελαύκιον· ἢ περίθεμα
20κεφαλῆς· πῖλος βασιλικός.
20Κιδαλία: οἷον,
20Κιδαλίης κρήνιδος ἐπλανήθην.
20Ἐκ Πινδάρου, Χεῖρα Κιδαλίας. Εἰς τὴν χεῖρα αἰτιατικὴν μὴ ποιήσης ἔκθλιψιν· Κιδαλία γὰρ ἐστίν. Κίθαρις: Ἀπὸ τοῦ κεύθειν τὸν ἔρωτα ἡ κιθα‐
25ρῳδία.
25Κίθαρις: Κιθάρα· παρὰ τὸ κινεῖσθαι ῥᾳδίως· ἢ
25παρὰ τὸ κινεῖν εἰς ἔρωτα τοὺς ἀκούοντας· ἢ παρὰ τὸ
25κινεῖν τοὺς θαιρούς. Κίθαρος: Καθ’ ὁμοιότητα τῶν ὀστῶν πρὸς τὰς χορδάς· ὁ δὲ Δοῦρις ἀπὸ τοῦ Κιθαιρῶνος φησίν· ὅτι Ἀμφίων ἐκεῖσε ἐμουσικεύετο. ὅτι τὸ Κιθαιρὼν ὀξύνεται, τοπικὴν ἔχον ἔννοιαν·
30ὁμοίως καὶ Μαραθὼν, καὶ τὸ Ἀργανθών· τὸ μέντοι Ἱπποθῶν περισπᾶται, διαιρεῖται γὰρ Ἱπποθόων· τὸ Κολοφὼν καὶ κατηφὼν ὀξύνεται ὡς θηλυκά. Κίκις: Σημαίνει τὸν ἀδελφὸν τοῦ Ἀλκαίου. Γίνεται παρὰ τὸ κίκυς, ὃ σημαίνει τὴν ἰσχὺν,
35τροπῇ τοῦ υ εἰς ἰῶτα. Παρὰ τὸ κίω, τὸ πορεύομαι,
35γίνεται κίκυς· ὁ γὰρ ἰσχυρὸς ἐκ τῆς κινήσεως φαίνεται. Κίκονες: Ἔθνος, ἀπὸ Κίκονος τοῦ Ἀπόλλωνος καὶ Ῥοδόπης. Κικλήσκω: Ἀπὸ τοῦ κλῶ, τὸ καλῶ, γίνεται
40κλήσκω· καὶ κατὰ ἀναδιπλασιασμὸν, κικλήσκω, ὡς
40τρώσω, τιτρώσκω. Κιλίκιοι τράγοι λέγονται οἱ δασεῖς· τοιοῦτοι γὰρ ἐν Κιλικίᾳ γίνονται τράγοι· ὅθεν καὶ τὰ ἐκ τριχῶν συντιθέμενα κιλίκια λέγονται. Κιμμερίους: Φησὶν Ἡρακλείδης ὁ Ποντικὸς
45ὑποκάτω τοῦ Πόντου εἶναι. Γράφεται καὶ Κερβε‐ ρίων· καὶ ἔοικε καὶ Σοφοκλῆς περιπεπτωκέναι τῇ τοιαύτῃ γραφῇ· ὁμοίως καὶ Ἀριστοφάνης ἐν Βα‐ τράχοις· οἷον, Ἦ Κερβερίους λέγω.

513

(50)

Πρωτέας δὲ ὁ Ζευγματίτης χειμερίους γράφει·

513

(50)

ἀεὶ γὰρ οὗτοι ἐν χειμῶνι εἰσίν. Ἔνιοι δὲ Κεμμε‐ ρίων· κέμμερον γὰρ λέγουσι τὴν ὁμίχλην. Καὶ Σκυθικὸν ἔθνος Κιμμέριοι. Κινῶ: Ἔστιν ἲν καὶ ἲς, δικατάληκτον ὄνομα, καὶ σημαίνει τὴν δύναμιν· ἐξ οὗ γίνεται ῥῆμα ἰνῶ·
55καὶ πλεονασμῷ τοῦ κ, κινῶ. Σεσημείωται τὸ κίω
55κινῶ, καὶ κύω κυνῶ. Καὶ ἔστι μακρὸν τὸ ι. Ἀπὸ δὲ τοῦ κινῶ κινήσω γίνεται κίνησις καὶ Κινησίας, ὡς παρὰ τὸ σώσω, Σωσίας. Κινώπετα: Τὰ ἑρπετὰ, τὰ θηρία, τὰ οἱονεὶ

514

κινούμενα ἐν τῷ πέδῳ, ὅ ἐστι τῇ γῇ, κινώπεδα τινὰ ὄντα. Κινάμωμον: Ἡρόδοτος ἐν τρίτῃ λέγει οὕτως· Ὄρνιθας λέγουσι ταῦτα τὰ κάρφεα φέρειν, ἃ ἡμεῖς παρὰ
5Φοινίκων μαθόντες καλοῦμεν κιννάμωμον.
5 Κίναδος: Ἐπὶ τοῦ θηρίου, παρὰ τὸ ἄδην κι‐ νεῖσθαι· πολυκίνητα γὰρ τὰ θηρία. Καὶ ἡ λοιδορία οἰκείως ἂν ἔχοι ἐπὶ τῶν πολυκινήτων. Εἴρηται δὲ παρὰ Μιλησίῳ, Οἱ δὲ καταποθῆναι ὑπὸ τοῦ κινάδεος.
10Καὶ Ἀριστοκλῆς,
10 καὶ ὑπεστρέψατο πανδημεὶ καὶ συνέμιξε τῷ κινάδει. Εἰ δὲ ὄντως ἐρᾷ καὶ τὴν ψυχὴν, τί, ὡς ἂν καὶ αὐτὴ ἄνθρωπος ἔχουσα ἐξ ἀνθρώπων, πέπονθεν. Εἴρηται παρὰ τὸ κίναδος τοῦθ’ ὅπερ τοὺς Σικε‐ λιώτας ἐπὶ τῇ τῶν κακούργων φθέγγεσθαι κατα‐
15δίκῃ.
15 Κίναιδος: Ὁ κενὸς αἰδοῦς, ὡς Διόνυσος. Ἢ ἀσελγὴς, παρὰ τὸ κινεῖν τὰ αἰδοῖα. Κινύμενος: Κινούμενος, ἐπὶ πρᾶξιν ὁρμῶν. Ἀπὸ τοῦ κινῶ κινύω κίνυμι. Κινυρή: Ὀδυρτικὴ, θρηνητική. Κυρίως δὲ
20κινύρεσθαι ἐπὶ βοὸς εἴρηται, παρὰ τὸ κινεῖν τὴν οὐρὰν ἐν τῷ μυκᾶσθαι. Καὶ Ἀπίων δὲ εὑρὼν τὴν ἐτυμολογίαν ταύτην παρὰ Ἀπολλοδώρῳ φησὶν ὅτι ταῦρος λέγεται παρὰ τὸ τείνειν τὴν οὐράν· καὶ μετέθηκε τὴν εὕρεσιν τῆς ἐτυμολογίας.
25 Κινυρόμεναι: Μέλπουσαι, ᾄδουσαι· ἀπὸ τῆς κινύρας· καὶ κινύρετο, ἐθρήνει. Κινάκη: Ὁ ἀκινάκης κινάκης παρὰ Σοφοκλεῖ. Τὸ μὲν γὰρ Ἀνακρεόντειον χωρὶς τοῦ ἰῶτα γράφεται· γέγονεν ἔκθλιψις τοῦ ἰῶτα, καὶ κράσει τοῦ ΩΑ,
30“τὠκινάκη,” ὥσπερ ὦ Ἄπολλον, ὦπολλον. Ἐὰν δὲ ἔχῃ τὸ ι, δηλονότι ἀφαιρέσει τοῦ α, οἷον, ἀστε‐ ροπὴ, στεροπή· ἀστραπὴ, στραπή· οἷον, Σὺν τῇδε τἠστραπῇ. Ἐν δὲ τοῖς ἀντιγράφοις ἔχει τὸ ι, καὶ δῆλον ὅτι
35στραπῇ.
35Κίνδαψος: Εἶδος ὀργάνου. Λέγει δὲ καὶ ὁ
35Διονύσιος, ὅτι ἔθνος ἐστὶν Ἰνδικόν· οἷον κινδαψώ. Ἔοικεν οὖν ἀπὸ τοῦ ἔθνους ὠνομάσθαι. Κίνδυνος: Κινόδυνός τις ὢν, παρὰ τὸ κινεῖν εἰς ὀδύνην ἢ εἰς δέος. Ἰστέον δὲ ὅτι τὰ εἰς ΥΝ λήγοντα προσθέσει τοῦ ΟΣ κλίνεται· οἷον, Φόρκυν, Φόρκυνος·
40ἡ γὰρ Φόρκυν αἰτιατικὴ, οἷον, Φόρκυν θ’ Ἱππόθοόν τε, ἀπὸ τοῦ Φόρκυς Φόρκυος ἐστὶ τὸν Φόρκυν, ὡς βό‐ τρυος, τὸν βότρυν. Κίνδυν, κίνδυνος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ γίνεται ὁ κίνδυνος τοῦ
45κινδύνου, ὥσπερ ὁ ψὰρ τοῦ ψαρὸς, καὶ ὁ ψάρος τοῦ
45ψάρου. Ἡ κυνὸς γενικὴ οὐκ ἔστιν ἀπὸ τῆς κὺν εὐθείας, ἀλλ’ ἀπὸ τῆς κύων κύονος, καὶ κατὰ συγκο‐ πὴν, κυνός. Κιονίς: Ἥτις λέγεται καὶ γαργαρεὼν παρ’ Ἱπποκράτῃ, παρὰ τὸν γινόμενον περὶ αὐτὸν ἦχον ἐν

514

(50)

τῷ ἀναγαργαρίζειν· οἱ δὲ, σταφυλὴν, ἀπὸ τοῦ συνεχῶς

514

(50)

καταστάζεσθαι. Κιονὶς δὲ εἴρηται ἢ παρὰ τὴν χύσιν τῶν ὑγρῶν, ἢ παρὰ τὸ κίονος ἔχειν τύπον καθ’ ἑαυτὴν οὖσαν ἐπιμήκη. Κιόκρανα: Ἐκ τοῦ κιοκάρανα κατὰ συγκοπὴν, ὡς ἀπὸ τοῦ κάρανος, κράνος.
55Κίων: Ὁ λίθος· ἀπὸ τοῦ κίειν καὶ ἀνιέναι εἰς
55ὕψος· ἢ παρὰ τὴν ἰὼν μετοχὴν, πλεονασμῷ τοῦ κ. Καὶ οἱ μὲν Ἀττικοὶ ἀρσενικῶς λέγουσιν, οἱ δὲ Ἴωνες, θηλυκῶς· [οἷον, Χρυσᾶς ὑφιστᾶν κίονας τῷ θαλάμῳ, Πίνδαρος.]

515

Κινάβρας: Ἔστι κυρίως ἡ τῶν τράγων δυσωδία· λέγεται καὶ ἁπλῶς ἡ δυσωδία, ἢ καὶ ἡ πήρα. Κιών: Ἐκ τοῦ κίω, τὸ πορεύομαι, ἔκιον, δευτέρου ἀορίστου, καὶ ἡ μετοχὴ κιὼν, ἀντὶ τοῦ πορευθείς.
5Ἔστι καὶ κείω, τὸ κοιμῶμαι· καὶ κήω, τὸ καίω, διὰ τοῦ η. Κίρκη: Ἡ κιρνῶσα τὰ φάρμακα· ἢ παρὰ τὴν κερκίδα. Τὰς δὲ παιπαλώδεις γυναῖκας ἀπ’ ἐκείνης κίρκας καλοῦμεν, ἐπεὶ φαρμακὶς ἦν ἐκείνη.
10Κίρκαιον: Τόπος καὶ πεδίον Σκυθίας, ἔνθα ἡ
10Κίρκη διέτριβε. Κίρκαιον δὲ εἶπε, τὸ ῥιζοφόρον· Κίρκαιον τότε δὴ κικλήσκεται. Τὴν δὲ Κίρκην φασὶ θυγατέρα Αἰήτου εἶναι καὶ Ἑκάτης [τῆς] Περσέως, ἀδελφὴν Μηδείας. Ἀπολλώνιος.
15Κίρρις: Ὁ ἰχθύς· ἐπειδὴ κίρρος ἐστὶ τὴν
15χροιάν· κερὶς δὲ, διὰ τοῦ ε ψιλοῦ. Κίρρις, εἶδος ἱέρακος. Ὁμοίως δὲ λέγεται παρὰ Κυπρίοις κίρρις ὁ Ἄδωνις· παρὰ Λάκωσι δὲ, ὁ λύχνος.
Κίρρα, κρίσα: Πόλις τῆς Φωκίδος. Ἀπὸ τού‐ του λέγουσι Κρισαῖον κόλπον. Καὶ Ὅμηρος,
20Κρῖσάν τε ζαθέην.
20Ὑπερθέσει γίνεται Κίρσα, ὡς χερσόνησος, χερρό‐ νησος. Λεωκρίνης δὲ ἡγεῖται δύο εἶναι πόλεις, ἄλλην τὴν Κρῖσαν, καὶ ἄλλην τὴν Κίρραν. Εὐθύ‐ νεται δὲ ὑπὸ πολλῶν· οὔτε γὰρ τῶν γεωγράφων εἶπέ τις πόλεις δύο διαφόρους, ἀλλ’ οὐδὲ τῶν περιη‐
25γητῶν, μόνος δὲ αὐτός· καὶ τοῦτο δι’ ἄγνοιαν καὶ ἰδιωτισμὸν τοῦ πάθους· ὅθεν ἱστορίαν δίδωσι διεψευ‐ σμένην. Ἡ αὐτὴ οὖν Κρῖσα καὶ Κίρρα. Περὶ Παθῶν. Κίσηρις: Τὸ κισήριον, παρὰ τὸ κινεῖσθαι ἐν τῷ
30σαίρειν· ἢ ὅτι κίσηλις ἦν· καὶ κατὰ μεταβολὴν τοῦ
30λ εἰς ρ, κίσηρις. Παρὰ τὸ κὶς καὶ τὸ λὶς, ὁ ὑπὸ κιὸς λίς· λίθος γάρ ἐστι διαβεβρωμένος· κὶς γὰρ θηρίον ἐστὶν ἐσθίον πυροὺς καὶ κριθάς. Κισσύβιον: Τὸ ἀγροικικὸν ποτήριον· ἴσως ἀπὸ τοῦ κισσοῦ, ἐξ οὗ κατεσκεύαζον τὰ ποτήρια· κοινο‐
35τέρως δὲ καὶ ἐπὶ πάντων τῶν ξυλίνων ποτηρίων ἡ λέξις τίθεται· παρὰ τὸ κεχύσθαι εἰς αὐτὸ τὸν οἶνον· οἷον, χύω χύσω, χυσίβιον, καὶ κισσύβιον. Κισσῶ: Συζυγίας δευτέρας τῶν περισπωμένων. Σημαίνει τὸ μετὰ ἡδονῆς συλλαμβάνειν τὴν γυναῖκα.
40Γίνεται παρὰ τὸ κίσσα· ἐπειδὴ τὸ ὄρνεον λίχνον ἐστὶ, καὶ πρὸς τὰς συνουσίας καὶ τὰς ἡδονὰς κατω‐ φερές. Ἐτυμολογεῖται παρὰ τὸ κίειν καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς τὸ συνουσιάζειν, καὶ κίττα λέγεται, ὅταν ἐν γαστρὶ ἔχουσα γυνὴ περὶ τὸν
45δεύτερον ἢ τρίτον μῆνα ὀρέγηται ἀτόπων τινῶν, οἷον ὄστρακα, λίθους, ἢ ἄνθρακας, ἢ ὄμφακας. Γίνεται δὲ ἀπὸ τῶν μοχθηρῶν ἀπὸ τῆς μήτρας ἀτμῶν φερο‐ μένων ἐπὶ τὸν στόμαχον. Κίτριον: Φάνης ὁ Ἐρέσιος ἔννοιαν ἡμῖν δίδωσι,

515

(50)

μήποτε ἀπὸ τῆς κέδρου τὸ κίτριον ὠνόμασται· καὶ

515

(50)

γὰρ τὴν κέδρον φασὶν ἀκάνθας ἔχειν περὶ τὰ φύλλα, ὡς τὸ κίτριον. Ἀθηναῖοι δὲ ἀπὸ τόπου αὐτὸ ἐτυμο‐ λογοῦσιν. Ὦρος. Κιχάνω: Ἀπὸ τοῦ κίω, τὸ πορεύομαι καὶ περι‐ πατῶ, πλεονασμῷ τοῦ χ, γίνεται κίχω βαρύτονον,
55καὶ περισπώμενον κιχῶ· καὶ παράγωγον εἰς ΜΙ, κίχημι· ὅθεν τὸ, Ὅντινα μὲν βασιλῆα [καὶ ἔξοχον ἄνδρα] κιχείη. Εὐκτικὸν δευτέρου ἀορίστου, ἀντὶ τοῦ καταλάβοι.

516

Τινὲς κιχοίη. Γίνεται καὶ κιχῶ κιχείω, ὡς βρώσω βρωσείω. Ἐκ τοῦ κιχῶ, παράγωγον κιχάνω. Τὰ διὰ τοῦ ΗΧΩ ῥήματα, μὴ ἔχοντα ὀνόματα ἀντιπαρα‐ κείμενα, εἰ μὲν βαρύνεται, διὰ τοῦ η γράφεται.
5“Μὴ ἔχοντα ὀνόματα” εἶπε, διὰ τὸ λείχω, τὸ κατεσθίω, ὡς τὸ, Καὶ τὸν χοῦν ἔλειξαν. Ἐξ οὗ καὶ λοιχὸς, ὁ λαίμαργος· καὶ τραπεζολοιχός. Εἰ δὲ περισπᾶται διὰ τοῦ ι γράφεται, στιχῶ, (ἐξ
10οὗ τὸ,
10ἐστιχόωντο·
10καὶ,
10Αἰὲν ὁμοστιχάει)
10διχῶ, ἐξ οὗ,
10διχόωσι σελήνην.
10Σεσημείωται δύο· βληχῶ, ὅ ἐστι ποιὰ φωνὴ τῶν προβάτων· καὶ τὸ ἠχῶ, ἐξ οὗ ἤχησαν· ἐν δὲ τοῖς βαρυτόνοις τὸ γλίχω. Κιχήλας: Πλεονασμῷ τοῦ η· κίχλας γάρ· οἷον,
13κρέα τ’ ὀρνίθεια κιχηλῶν.
15 Κιχρῶ: Ἐκ τοῦ χρῶ, τὸ παρέχω, γίνεται κατὰ ἀναδιπλασιασμὸν χιχρῶ· καὶ διὰ τὴν ἐπαλληλίαν, κιχρῶ· ἐξ οὗ, χρηστὸς ἀνὴρ, ὁ οἰκτείρων καὶ κιχρῶν. Κιχλισμός: Πορνικὸς γέλως, πολὺς καὶ ἄκο‐
20σμος· διὰ δὲ τοῦ κ, κικλισμὸς, ἦχον τινὰ ἀποτε‐
20λοῦν.
20Κλαγγῇ:
20Κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὣς,
20ἐπιρρήματα εἰσὶ ποιότητος. Γίνεται δὲ τὸ κλαγγῇ ἐκ τοῦ κλάζω· πεποίηται δὲ ἡ φωνὴ ἐπὶ τῆς προσκρού‐ σεως τῶν βελῶν. Κλαγγὴ δὲ ἡ βοὴ τῶν γεράνων. Ἰλιάδος γʹ, Ἠΰτέ περ κλαγγὴ γεράνων πέλει.
25Ἀπὸ γὰρ τῆς τοῦ ἤχου ἰδιότητος οἱ σοφώτατοι τῶν
25ποιητῶν τὰ τοιουτότροπα τῶν ὀνομάτων σχηματί‐ ζουσι. Κλαγγηδόν: Κλαγγηδὸν προκαθιζόντων, Ἰλιάδος βʹ, ἀντὶ τοῦ μετὰ βοῆς. Ἔστι δὲ ἐπίρ‐
30ρημα ποιότητος· καὶ γίνεται ἐκ τοῦ κλαγγή· τοῦτο
30ἐκ τοῦ κλάζω, κλάγξω, ἔκλαγξαν, ἤχησαν, ἐκτύ‐
30πησαν· μιμεῖται δὲ τὴν τοῦ χαλκοῦ βοήν. Ἢ ἀπὸ τοῦ κράζω, τροπῇ καὶ πλεονασμῷ τοῦ γ, ὡς τὸ ἐρίδουπος, ἐρίγδουπος. Καὶ ὤφειλεν ὁ ἐνεστὼς ἔχειν τὸ ν· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε τὸ ν πρὸ τοῦ ζ ἐν μιᾷ λέξει εὕρηται. Τὸ ἐνζεῦξαι
35δύο λέξεις εἰσίν. Ὅμοιόν ἐστι καὶ τὸ πλάγχθη, (ὁ σημαίνει τὸ ἐπλανήθη καὶ ἀπεκρούσθη· πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλκός, ἀπὸ τοῦ σιδήρου ὁ σίδηρος. Ἀπὸ τοῦ πλάζω,
πλάζομαι, πλάχθη· καὶ πλεονασμῷ τοῦ γ, πλάγχθη)
40ἀπὸ τοῦ πλάζω γινόμενον, καὶ μὴ ἔχον τὸ ν· ἔστι
40γὰρ πλανῶ πλανάζω, καὶ συγκοπῇ πλάνζω, καὶ ἔχει τὸ ν· ἀλλὰ διὰ τὸν εἰρημένον κανόνα ἀποβάλλει τὸ ν. Πλάζω οὖν, καὶ ὁ μέλλων, πλάγξω· καὶ ἔχει οὗτος· ὁ δὲ ἐνεστὼς οὐκ ἔχει. Λοιπὸν ἐκ τοῦ κλάζω, ὅπερ γίνεται ἐκ τοῦ κρῶ κράζω καὶ κλάζω, ὁ μέλλων,
45κλάγξω, γίνεται ῥηματικὸν ὄνομα κλαγγή. Κλάδος: Παρὰ τὸ καλὸν εἶδος ἔχειν. Κλῶ: Σημαίνει πέντε· τὸ καλῶ, ἐξ οὗ καὶ κλῆρος· τὸ ἐπαινῶ, ἐξ οὗ καὶ κλεῖ, τὸ ἐπαινεῖ· τὸ κλάνω, ἐξ οὗ καὶ κλαίω· κλῶ, τὸ φωνῶ, ἐξ οὗ καὶ

516

(50)

κατὰ παραγωγὴν, κλύω· κλῶ, τὸ ἐμποδίζω, ἐξ οὗ καὶ κλᾶν, τὸ ἐμποδίζειν. Κλαίω: Διχῶς παράγωγόν ἐστιν· ἐκ τοῦ κλῶ, τὸ κλάνω· διακλᾶται γὰρ ἡ φωνὴ τῶν ἀνθρώπων ἐν τῷ κλαίειν· ἢ καὶ ἡ ψυχή ἐστιν ἡ τὸ κλᾶσθαι παρ‐
55έχουσα· ἢ ἀπὸ τοῦ κλῶ κλαίω, τοῦ σημαίνοντος τὸ
55καλῶ· εἰώθασι γὰρ οἱ ἄνθρωποι καλεῖν τοὺς ἀποθα‐ νόντας ἐν τῷ κλαίειν καὶ θρηνεῖν· ἢ ἐκ τοῦ καλῶ κλάω, καθ’ ὑπέρθεσιν· εἰώθασι γὰρ οἱ κλαίοντες ἀνακαλεῖσθαι τοὺς τεθνεῶτας.

517

Τὸ παθητικὸν, κλαίομαι. Αἴτιον τῆς τῶν παθη‐ τικῶν ῥημάτων γενέσεως ἡ τῶν ἐνεργητικῶν ἐστι πλαγίων μετάβασις. Εἰκότως. Καὶ τὰ παθητικὰ ἄρα τῶν προκειμένων ἐνεργητικῶν τοῦ κλαίω καὶ
5θρηνῶ καὶ τῶν ὁμοίων ὑφίσταται. Διατί τρέπεται τὸ ι εἰς υ ἐν τῷ κλαύσω μέλ‐ λοντι, ἐν δὲ τῷ παίω καὶ τοῖς ὁμοίοις οὐ τρέπεται; Λέγομεν, ὅτι ἐπειδὴ τὸ κλαίω ἀποβάλλει τὸ ι καὶ γίνεται κλάω, ὡς καίω κάω, καὶ αὐτὸ τὸ ἀποβαλλό‐
10μενον ι καὶ υ ἐν τῷ μέλλοντι· τὸ δὲ παίω καὶ δαίω
10οὐ γέγονε πάω ἢ δάω· καὶ εὐλόγως οὐκ ἐγένετο ὁ μέλλων παύσω καὶ δαύσω, ἀλλὰ παίσω καὶ δαίσω. Κλαυθμός: Παρὰ τὸ κλαίω, κλαύσω, κλαυσμὸς, καὶ κλαυθμός. Ἢ παρὰ τὸ κλῶ, τὸ κλάνω· κλῶνται
15γὰρ αἱ φωναὶ τῶν θρηνούντων.
15 Κλέος: Ἡ δόξα, παρὰ τὸ κλείω, τὸ δοξάζω. Ὅμηρος, ἐγὼ δέ σε κλείω κατ’ ἀπείρονα γαῖαν. Ἀντὶ τοῦ, ἄν μοι δῷς τι, περιφημίσαι σε ἔχω εἰς πᾶσαν τὴν γῆν. Ἢ παρὰ τὸ κλύειν, τὸ ἀκούειν, ἡ
20ἐξακουομένη φήμη. Ἢ παρὰ τὸ καλῶ· τὴν γὰρ
20δόξαν πάντες καλοῦμεν πρὸς ἑαυτούς. Κλέα: Δόξας. Παρὰ τὸ κλύεσθαι, ὅ ἐστιν ἀκούεσθαι. Ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν. Ἰστέον ὅτι τὸ κλέα καὶ χρέα ἀπὸ τοῦ κλέεα καὶ
25χρέεα γέγονε κατὰ συγκοπήν. Ζήτει εἰς τὸν πρῶτον
25κανόνα τοῦ Χοιροβοσκοῦ.
25 Κλέος: Πίνδαρος, οὐκ οἶδα ὅπου, φησὶ κλεός. Κελεὸς, καὶ συγκοπῇ, κλεός. Ὀξῦναί σε δεῖ. Κλεωναί: Τόπος ἐστὶ περὶ τὴν Νεμέαν, ὅστις οὕτως ἐκλήθη διὰ τὸν ἐκεῖ φονευθέντα ὑπὸ Ἡρα‐ κλέους λέοντα. Λεοναὶ, κατὰ πλεονασμὸν τοῦ κ καὶ
30κατὰ αὔξησιν, Κλεωναί. Κλεοφόντης: Τὰ εἰς ΗΣ παρ’ οὐδετέρων συντι‐ θέμενα εἰς ΟΥΣ ἔχει τὴν γενικήν. “Παρ’ οὐδετέρων συντιθέμενα” εἴρηται, ἵνα κατὰ τὸ τέλος ἔχωσι τὸ οὐδέτερον, καὶ μὴ κατὰ τὴν ἀρχήν. Τὸ γὰρ Κλεοφόν‐
35της Κλεοφόντου παρ’ οὐδετέρου συντίθεται, ἀλλ’ ὅμως οὐκ ἔχει τὴν γενικὴν εἰς ΟΥΣ, ὅτι οὐ κατὰ τὸ τέλος, ἀλλὰ κατὰ τὴν ἀρχὴν ἔχει τὸ οὐδέτερον. Παρὰ τὸ
κλέος γὰρ καὶ τὸ φόντης, ὃ σημαίνει τὸν φονεύσαντα. Κλέπτης: Ἀπὸ τοῦ καλύπτω, καλύπτης τὶς
40ὤν· λάθρα γὰρ ὑφαιρεῖται. Κλέπτω σημαίνει δύο· ἐπὶ τοῦ κυρίως νοουμένου· τίθεται καὶ ἐπὶ τοῦ ἐξα‐ πατᾶν καὶ παραλογίζεσθαι. Κλέπτε νόῳ. Κλεψύδρα: Ὄργανον ἀστρονομικὸν, ἐν ᾧ με‐
45τροῦνται αἱ ὧραι.
45 Κλεύθομαι: Ἐὰν μὲν ὑπὸ τὸν ᾅδην κρύπτωμαι, ἔστι κεύθομαι, καὶ πλεονασμῷ τοῦ λ· ἐὰν δὲ παρά‐ γωγον, κελεύθομαι κλεύθομαι. Κλειτός: Ἐκ τοῦ κλέος γίνεται κλέω· καὶ πλεονασμῷ τοῦ ι, κλείω· σημαίνει τὸ δοξάζω. Ἐκ

517

(50)

τούτου γίνεται κλειτὸς καὶ Κλειτοφῶν καὶ Κλειτα‐ γόρας. Κλεισθένης: Παρὰ τὸ κλέος καὶ τὸ σθένος Κλεοσθένης· καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ΕΙ δίφθογγον, Κλεισθένης, ὥσπερ δέον δεῖν, καὶ πλέον
55πλεῖν.
55Κλειτή: Μία τῶν Ἀμαζόνων, ἥτις ἐλθοῦσα εἰς
55Ἰταλίαν ᾤκησε καὶ πόλιν ἔκτισεν, ἣν ἀπ’ αὐτῆς Κλειτὴν ὠνόμασαν, καὶ ἐβασίλευσε τοῦ τόπου· καὶ αἱ ἀπ’ αὐτῆς δεχόμεναι τὴν βασιλείαν, Κλειταὶ

518

ὠνομάσθησαν. Εὗρον δὲ ἐν Ἀπολλωνίῳ καὶ σχόλιον, ὅτι Κυζίκου γαμετὴ ἦν, Μέροπος θυγάτηρ Περκωσίου τὸ γένος, μάντεως. Διχῶς δὲ ὁ τόνος· οἱ δὲ πλείους ὀξύνουσι, καὶ σημαίνει τὴν ἔνδοξον.
5 Κλεῖν: Ἀπὸ τοῦ κλεὶς κλειδὸς κλειδὶ κλεῖδα, καὶ συγκοπῇ τῆς ΔΑ, κλεῖ· ἀλλ’ ἐπειδὴ πᾶσα αἰτια‐ τικὴ μονοσύλλαβος ἀρσενικὴ ἢ θηλυκὴ, αὐτὴ καθ’ ἑαυτὴν οὖσα, εἰς ν θέλει λήγειν, τούτου χάριν προσέλαβε τὸ ν, καὶ γέγονε κλεῖν.
10 Κλεῖθρα: Ἀπὸ τοῦ κλεὶς γέγονεν, ἢ ἀπὸ τοῦ κλείσω. Τὸ κλείω δὲ οἱ Ἴωνες διὰ τοῦ η καὶ ι γράφουσιν· ἐξ οὗ καὶ τὸ κλῇθρα διὰ τοῦ η καὶ ι γράφεται. Κληΐς: Παρὰ τὸ κλείω κλείσω, ἀποβολῇ τοῦ ω,
15κλεὶς, καὶ διαλύσει, κλεΐς· καὶ ἐπαυξήσει τοῦ ε εἰς
15η, κληΐς. Τὸ ι, μακρόν· ἐπειδὴ τὰ εἰς ΙΣ ὀξύτονα θηλυκὰ, ὅτε ἐκτείνουσι τὸ ι, σύμφωνον ἔχουσι πρὸ αὐτοῦ, οἷον σφραγὶς, βαλβίς· ὅτε δὲ καθαρὸν, συστέλλει αὐτὸ, οἷον Βρισηῒς, Χρυσηῒς, νηΐς. Σε‐
σημείωται τὸ κληῒς καθαρὸν, καὶ ἐκτεῖνον τὸ ι.... τὸ
20δὲ κλεὶς ... ἐπεὶ εἶχε καὶ βαρεῖαν καὶ διὰ διφθόγγου, ἀλλ’ ἀπὸ τοῦ δὶς καὶ τοῦ κληῒς γίνεται δικληΐς, καὶ κατὰ συγκοπὴν τοῦ η, καὶ συστολῇ τοῦ ι, δικλίς. Ὅμοιον δέ ἐστι καὶ τὸ κιγκλίς· οὕτως δὲ λέγεται ἡ καγκελωτὴ θύρα· σημαίνει δὲ τὴν κατα‐
25κλεῖδα, παρὰ τὸ κατακλεῖσθαι ὑπ’ αὐτῆς τόν τε
25αὐχένα καὶ τὸν ὦμον. Ὅθεν καὶ Δημοσθένης φησὶ, Τὴν κλεῖν κατεαγότα. Κληΐδες: Αἱ τῶν ἐρεσσόντων καθέδραι, παρὰ τὴν κλάσιν τῶν γονάτων, ἣν ποιοῦνται οἱ καθεζόμενοι· ἔνθεν καὶ ὀκλαδίαι, οἱ ταπεινοὶ δίφροι· καὶ τὸ ΜΕ‐
30τοκλάζειν, παρὰ τὸ ἐγκλᾶν καὶ κάμπτειν τὸ γόνυ. Τὸ κληῒς μετὰ τοῦ πολὺς γίνεται πολυκλήϊς· καὶ ἀναβιβάζει τὸν τόνον. Τὰ γὰρ εἰς ΙΣ θηλυκὰ [... καὶ] εἰ μὲν βαρύνεται, ἐν τῇ συνθέσει προπα‐
35ροξύνεται, οἷον πόλις, ἀκρόπολις· μῆτις, πολύμητις,
35καὶ ἀγκυλόμητις· εἰ δὲ ὀξύνεται, εἰ μὲν τοῦ αὐτοῦ γένους ὦσι, τὸν αὐτὸν φυλάττει τόνον· οἷον, αἰγὶς, καταιγίς· νυχὶς, παννυχίς· οἰκὶς, περιοικίς· εἰ δὲ ἀρσενικοῦ γένους ὦσιν, εἰ μὲν ἐκτείνουσι τὸ δίχρονον ἐν τῇ συνθέσει, παροξύνονται· οἷον ἀκτὶς, χρυσάκτις
40ἥλιος· κνημὶς, εὐκνήμις· κληῒς, πολυκλήϊς· εἰ δὲ βραχὺ αὐτὸ ἔχει, προπαροξύνεται ἐν τῇ συνθέσει· οἷον πατρὶς, εὔπατρις καὶ λειπόπατρις· ἀσπὶς, ῥί‐ ψασπις· σημαίνει τὸν δειλὸν στρατιώτην, παρὰ τὸ ῥίπτειν τὴν ἀσπίδα καὶ φεύγειν. Ἰλιάδος βῆτα,
45Καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύω.
45Πολυκαθέδροις· ἐξ οὗ καὶ πολυκώποις. Τινὲς πο‐ λυκληῗσι προπερισπῶσιν, ὡς καὶ τὸ ἁπλοῦν, ἐπὶ κληῗσι κάθιζον. Οὐκ ἔχει δὲ οὕτως ἡ ἀνάγνωσις. Ἔστιν οὖν ὁ λόγος ὑπὲρ τοῦ βαρυτόνου λέγων οὕτως· τὰ εἰς ΙΣ

518

(50)

λήγοντα θηλυκὰ ὀξύτονα, εἰ μὲν ἐν τῇ συνθέσει

518

(50)

φυλάσσει μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει· εἰ δὲ μεταληπτικὸν γένοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρύτονον τάσιν. Κανόνος παραδείγματα· τοῦ μὲν προτέρου, περισκε‐ λίς· τοῦ δὲ δευτέρου, δύσελπις. Ταύτῃ οὖν τὸ μὲν
55καταιγὶς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται· οὕτως οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς βαρύνεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ, ὡς καὶ ἐκ τοῦ ἐναν‐

519

τίου τὸ λεύκασπις· καὶ γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἂν τὸ εὐκλήϊς· καὶ τὸ εὐκνήμις ἐπὶ τῆς Ἀθηνᾶς·
ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης. Κλῆρος: Ἐκ τοῦ καλῶ γίνεται κλῶ, κλήσω·
5ῥηματικὸν ὄνομα κλῆρος, ὁ καλῶν ἐφ’ ἑαυτὸν τὸν λα‐
5χόντα· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ κάλον, ὃ σημαί‐ νει τὸ ξύλον· ἐπειδὴ ἐν τοῖς ξύλοις ἐχαράσσοντο οἱ κλῆροι· ἢ ἐπεὶ ἐν ξύλοις ἐνεγράφοντο τὰ ὀνόματα αὐτῶν. Καὶ ὁ ποιητὴς, Ὅς μιν ἐπιγράψας κυνέῃ βάλεν.
10Ἰλιάδος ηʹ, ἀντὶ τοῦ ἐπιξέσας, γράμμασί τισι ση‐
10μειωσάμενος. Σημαίνει δὲ ψήφους τινάς· ὅπερ καὶ λαχμός λέγεται· ἐν αἷς ἐσημειοῦντο καὶ ἔγραφον τὰ ὀνόματα αὐτῶν, ὡς τὸ, Ὦ φίλοι ἦ τοι κλῆρος ἐμός· καὶ,
15Ἔβαλον κλήρους· καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.
15Σημαίνει καὶ τὴν ὕπαρξιν καὶ κληρονομίαν, ὡς τὸ,
15 Παῖδες ὑπέρθυμοι διὰ κλήρους ἐδάσαντο· καὶ, κλῆρος ἀκήρατος· ὅ ἐστι τὰ κτήματα. Λέγεται κλῆρος καὶ τὸ σύστημα τῶν διακόνων καὶ πρεσβυτέρων. Λέγεται
20παρὰ Ἀθηναίοις κλῆρος καὶ μέτρον γῆς· ὅθεν καὶ
20κληροῦχοι, οἱ τοὺς κλήρους (τὰ μέτρα τῆς γῆς)
20κατέχοντες.
20 Κληρονομία: Ἐκ τοῦ κληρονομῶ· τοῦτο, ἐκ τοῦ κληρονόμος· τοῦτο, ἐκ τοῦ κλῆρος καὶ τοῦ νόμος. Τὸ α, μακρόν. Διατί; Τὰ διὰ τοῦ ΙΑ παροξύτονα θηλυκὰ τῷ ι μόνῳ παραληγόμενα ἐκτείνει τὸ α, οἷον ἀργία, καρδία. Πρόσκειται, “παροξύτονα·” τὰ
25γὰρ προπαροξύτονα συνεσταλμένον ἔχει τὸ α, οἷον ψάλτρια, καὶ τὰ ὅμοια. Πρόσκειται, “τῷ ι μόνῳ παραληγόμενα·” τὰ γὰρ διφθόγγῳ παραληγόμενα συστέλλει τὸ α· οἷον ταχεῖα, εὐσέβεια· χωρὶς τῶν ἀπὸ τῶν διὰ τοῦ ΕΥΩ· ταῦτα γὰρ ἐκτείνει τὸ α,
30οἷον χορεύω χορεία, ῥητορεύω ῥητορεία.
30 Κλητῆρες: Ζήτει εἰς τὸ τέλος. Κλήζω: Σημαίνει τὸ φημίζω· εἴρηται ἐκ τοῦ καλήζω. Τὸ δὲ κλήδην οὐκ ἔχει τὸ ι· ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κληΐζω, ἀλλ’ ἀπὸ τοῦ κλῶ κλήσω. Κλήδην καλοῦντας: Κηρύσσοντας. Ἀπὸ τοῦ
35καλῶ κλῶ κλήσω κλήδην· ἐξ οὗ καὶ κληδὼν καὶ κλῆσις. Κληδών: Ἡ θεία φήμη· παρὰ τὸ κλέος, ὃ σημαίνει τὴν φήμην. Ὡς τὸ, Ἡμεῖς δὲ κλέος οἷον ἀκούομεν.
40Κλῆτος: Διὰ τοῦ η, σημαίνει τὴν ἔλευσιν καὶ
40τὴν συνάθροισιν· καὶ ἔστιν οὐδέτερον, καὶ βαρύνεται·
40εἰ δὲ ὀξύνεται, ἀρσενικόν ἐστι, καὶ σημαίνει τὸν κεκλημένον· καὶ διὰ τοῦ ι σημαίνει δύο, μέρος τὶ τῆς οἰκίας, τὸ καλούμενον πρόσκλιτον ἢ κατάκλιτον· ὡς τὸ, ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.
45Σημαίνει καὶ τὸν εὐώνυμον τόπον, τὸ εὐώνυμον μέρος·
45ὡς τὸ,
45 Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου. Κλειτύς: Ὁ μὲν Ἀπίων τὸ κατωφερὲς τῶν ὑδάτων· ἄμεινον δὲ τὰ ἀποκλίματα καὶ ἐξέχοντα τῶν ὀρέων, παρὰ τὸ κεκλίσθαι· ἢ παρὰ τὸ κλετὸς (ὃ

519

(50)

σημαίνει τὸ αὐτὸ) γίνεται κλετύς· καὶ πλεονασμῷ τοῦ ι, κλειτύς. Κλιτόριον: Ὄνομα πόλεως. Ἀπὸ τοῦ κλύω Κλιτόριον, τροπῇ τοῦ υ εἰς ι. Ἔστι δὲ καὶ πηγὴ ἐν ταύτῃ τῇ πόλει· ἧς ὁ γευόμενος ἀποστρέφεται
55τὸν οἶνον. Σημαίνει δὲ καὶ τὸ αἰδοῖον τῆς γυναικός·
55ὅθεν καὶ κλιτοριάζειν λέγεται τὸ αἰσχρῶς ἅπτε‐
55σθαι.
55 Κλίμαξ: Ἡ σκάλα. Ἀπὸ τοῦ κλίνω κλίναξ καὶ κλίμαξ. Εἰ δὲ σημαίνει τὴν ἄμπελον, γράφεται διὰ τοῦ η· καὶ γίνεται παρὰ τὸ κλάνω κλάμαξ καὶ

520

κλήμαξ. Κλίμα μέν ἐστι μέρος τὶ τοῦ κόσμου· κλῆμα δὲ, εἶδος ἀμπέλου. Κλινοπέτης: Κλινήρης· κλινήρης δὲ, παρα‐ λελυμένος.
5Κλίνη: Ἀπὸ τοῦ κλίνω· εἰς αὐτὴν γὰρ ἐγκλί‐
5νοντες ἀναπαυόμεθα. Τοῦτο δὲ παρὰ τὸ κλῶ· κλάσιν
5γὰρ λαμβάνουσι τὰ κλινόμενα, στερισκόμενα τῆς ὀρθότητος. Κλισμοῖς: Θρόνοις ἔχουσιν ἀνακλίσεις. Παρὰ τὸ κλίνω, τὸ ἀνακλίνω. Κλισία: Ἀπὸ τοῦ κλίνω, ὃ σημαίνει τὸ περιέχω,
10γίνεται ὅθεν καὶ κλίσις, ἡ περιέχουσα· καὶ κλισία.
10Σημαίνει δὲ τὴν σκηνὴν, ὡς τὸ, Τὸν δ’ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ ἥμενον. Σημαίνει καὶ τὸν θρόνον, ὡς τὸ, Τῇ δ’ ἅμ’ Ἀδρήστη κλισίην ἐΰτυκτον ἔθηκε.
15Σημαίνει καὶ τὴν ἔπαυλιν, ἀπὸ τοῦ ἐν αὐτῇ κλίνεσθαι τὰ θρέμματα. Κλίσιον: Σημαίνει τὸν τόπον ἔνθα ἵσταται τὰ ζεύγη. Ὁ μὲν τεχνικὸς, διὰ τῆς ΕΙ διφθόγγου γράφει· ὁ δὲ Ἡρωδιανὸς, διὰ τοῦ ι λέγει, ὅτι παρὰ
20τὸ κλίνω ἐστὶ, καὶ σημαίνει τὸ περιέχω. Καὶ
20ἐκεῖθεν κλίσις, καὶ κλίσιον, τὸ ὑποκοριστικόν· Τοῦτο
20παρὰ μὲν Ὁμήρῳ συστέλλει τὸ ι καὶ προπαροξύ‐ νεται, οἷον, περὶ δὲ κλίσιον θέε πάντῃ. Παρὰ δὲ τοῖς Ἀττικοῖς ἐκτείνεται τὸ ι, καὶ παρο‐ ξύνεται, ὡς τὸ θηρίον· τὰ γὰρ διὰ τοῦ ι παρώνυμα
25τριβραχέα προπαροξύνεται, στόμα, στόμιον· θρόνος,
25θρόνιον· πτὺξ πτυχὸς, πτύχιον· οὕτως καὶ κλίσις
25κλίσιον. Τὰ δὲ δακτυλικὰ πρὸ μιᾶς ἔχει τὸν τόνον. Κλιντῆρες: Εἶδος φορείου, ἢ κλινίδιον ἔχον ἀνακλίσεις, οἷον τὸ νῦν κλινοκαθέδριον. Κλιμακίδες: Αἱ τῶν πλοίων ἀποβάθραι. Κλιμακίσας: Ζήτει εἰς τὸ ἐκ κλίμακος.
30 Κλύω: Σημαίνει δύο· τὸ δοξάζω, καὶ γίνεται ἀπὸ τοῦ κλέος, ἡ δόξα, κλέω καὶ κλύω, ὡς ἀπὸ τοῦ ῥέω ῥύω, καὶ χέω χύω, καὶ ξέω ξύω· σημαίνει καὶ τὸ ἀκούω, καὶ γίνεται παρὰ τὸ καλῶ κλῶ, κλύω· κατὰ παραγωγὴν, κλῦμι, ἔκλυν ἔκλυς, κλῦθι· καὶ
35κατὰ ἀναδιπλασιασμὸν, κέκλυθι. Κλῦτε φίλοι: Ἀντὶ τοῦ ἀκούσατε· ῥῆμα ἀο‐ ρίστου δευτέρου· ἐξ οὗ ἔχει μακρὸν τὸ υ· ὁ γὰρ ἐνεστὼς, βραχύ.
38 Κέκλυτέ μευ: Τὸ ΚΛΥ, βραχύ. Τὰ γὰρ προστακτικὰ τοῦ ἐνεστῶτος βραχείᾳ θέλει παραλή‐
40γεσθαι. Ἔστι τῶν εἰς ΜΙ προστακτικὸν, χρόνου ἐνεστῶτος. Ἀπὸ τοῦ κλύω κλῦμι, κλῦθι· τὸ δεύ‐ τερον τῶν πληθυντικῶν, κλύτε· καὶ κατὰ ἀναδιπλα‐ σιασμὸν, κέκλυτε. Ἀλλ’ ἴσως τὶς ἐρεῖ, ὅτι ταῦτα συστέλλει, τὸ δὲ κλῦθι μακρὸν ἔχει τὸ υ. Ἰστέον
45ὅτι πολλὰ παρατίθησιν ἡμῖν ὁ Ἀπολλώνιος μακρο‐
45κατάληκτα, ὡς τὸ, δῶθι· Δῶθι δέ μοι κλέος ἐσθλόν. Ἀπὸ τοῦ δίδωθι. Οὐδὲν οὖν ἄτοπον, εἰ καὶ τὸ κέ‐ κλυθι μακρὸν ἔχει τὸ υ. Ἰστέον ὅτι τὸ κέκλυθι, καὶ τὸ κέκραχθι, ὡς οἱ

520

(50)

πλεῖστοι καὶ ἡ χρῆσις μαρτυρεῖ, παρακειμένου εἰσί·

520

(50)

τοῦ γὰρ παρακειμένου τὰ προστακτικὰ ποτὲ μὲν εἰς ε λήγει, οἷον τέτυφε· ποτὲ δὲ εἰς ΘΙ, οἷον τέτυφθι. Οὕτως οὖν καὶ κέκλυθι. Οὕτως εὗρον ἐν τῷ Ζηνοδότου. Κλυτός: Παρὰ τὸ κλύω, τὸ δοξάζω, γίνεται κλυτὸς, ὁ ἔνδοξος· καὶ κλυτὰ, τὰ λαμπρὰ καὶ
55ἔνδοξα· καὶ,
55Ἄϊδι κλυτοπώλῳ,
55ἐπιθετικῶς, ἀντὶ τοῦ τῷ ἱππικῷ, τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι, διὰ τὴν ἁρπαγὴν τῆς

521

Περσεφόνης· ἢ ὅτι οὐδεὶς τὸν θάνατον διαφυγεῖν δύναται· ἢ οὗ κλυτὴ γίνεται ἡ ἐπιπώλησις· οἷον ἀκουστὴ διὰ τὰς ἐπὶ τοῖς ἀποθανοῦσιν οἰμωγάς. Κλύμενος: Ὄνομα κύριον ἥρωος· παρὰ τὸ
5κλύω, τὸ δοξάζω. Ἔστι καὶ ἐπίθετον Ἅιδου, τουτέστιν ὁ πάντας καλῶν πρὸς ἑαυτόν· ἢ ὁ ὑπὲρ πάντων ἀκουόμενος. Κλοιός: Σημαίνει τὰ σίδηρα, ἃ φοροῦσιν οἱ κατάδικοι. Παρὰ τὸ κλείω κλοιός· καὶ κατὰ
10ἔκτασιν, κλῳός· κλείει γὰρ παρατιθέμενος.
10 Κλονίος: Ὄνομα κύριον, διατί παροξύνεται; Τὰ εἰς ΟΣ λήγοντα τριβραχέα ἐπὶ κυρίων παροξύνε‐ ται· οἷον Σχεδίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δο‐ λίος, Τυχίος. Ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ ἅλιος, ἄνιος, ξένιος, κρόνιος.
15 Τὰ εἰς ΟΣ ἀρσενικὰ, μὴ ὄντα κύρια, τῷ ι παρα‐ ληγόμενα, προπαροξύνεται· οἷον δήλιος ὁ φανερὸς,
16δόλιος, Λύδιος, Πύλιος, φλόγιος. Κλυταιμνήστρα: Παρὰ τὸ κλυτὸν, ὃ σημαίνει τὸ ἔνδοξον, καὶ τὸ μήδω, τὸ φροντίζω, γίνεται Κλυ‐ τομήστρα, τουτέστιν ἡ ἔνδοξα φροντίζουσα· τροπῇ
20τοῦ ο εἰς α, καὶ προσθέσει τοῦ ι, γίνεται Κλυ‐ ταιμνήστρα.
21Κλονόεντα: Ταράσσοντα· ἀπὸ τοῦ κλίνω. Κλοπιτεύειν: Κολπιτεύειν, ὑπερθέσει τοῦ λ. Κλώψ: Ὁ κλέπτης, ὁ λῃστής. Παρὰ τὸν
25κλέψω μέλλοντα γίνεται ἀποβολῇ τοῦ ω κλὲψ, καὶ κλόψ· καὶ κατ’ ἔκτασιν, κλὼψ, ὡς βλέπω βλέψω βλὲψ καὶ βλὼψ, ὁ στραβός. Κμέλεθρα: Δεῖ γινώσκειν, ὅτι τὸ κ πρὸ τοῦ μ οὐδέποτε εὑρίσκεται ἐν ἀρχῇ λέξεως· τοῦ γὰρ πολύ‐
30κμητος οὐχ εὕρηται ἐν χρήσει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμητός· καὶ τὸ κέκμηκα, ὃ δηλοῖ τὸ κεκο‐
πίακα, οὐκ ἔστιν ἀπὸ τοῦ κμῶ, ἀλλ’ ἀπὸ τοῦ κεκά‐ μηκα. Λέγει δὲ ὁ Ἡρωδιανὸς, τὸν Πάμφιλον ἀνα‐ γαγεῖν ἐν ταῖς Γλώσσαις τὸ κμέλεθρα· σημαίνει δὲ
35τὰς δοκούς.
35 Κνάμψω: Ἀπὸ τοῦ κνῶ γίνεται κνάπτω, ὡς χῶ χάπτω καὶ ῥηματικὸν ὄνομα κνάφος· σημαίνει δὲ τὸ ἀκανθῶδες φυτὸν, ᾧ τὰ ἄθικτα τῶν ἱματίων ἐπι‐ σύροντες κατεργάζονται. Ἀλκαῖος, Μὴ μέγαν περὶ κνάφον περιστείχει ἕνα κύκλον.
40 Κναφεύς: Παρὰ τὸ κνάπτω· ὅπερ ἐστὶν ἀπὸ τοῦ κνῶ, τὸ ξύω· ξύουσι γὰρ τὴν τῶν ἀκνάπτων ἱμα‐ τίων κροκύδα. Οὕτω Φιλόξενος ἐν τῷ Περὶ Μονοσυλ‐ λάβων ῥημάτων. Ἐὰν δὲ διὰ τοῦ γ γναφεὺς, παρὰ τὸ κνάπτω, ὑπερθέσει τοῦ ν, καὶ τροπῇ τοῦ κ
45εἰς γ.
45 Κλισία: Ἡ σκηνὴ καὶ ὁ θρόνος. Παρὰ τὸ ἀνακλίνεσθαι ἡμᾶς ἐν αὐταῖς κεκοπωμένους. Κέ‐ κλισαι, κλίσις, καὶ κλισία, ὡς κόνις κονία, θέσις θεσία, καὶ συνθεσία. Κλώδωνας: Οἱ Μακεδόνες τὰς μαινάδας καὶ

521

(50)

βάκχας καλοῦσιν. Ἴσως ἀπὸ τοῦ κατόχους γινο‐

521

(50)

μένας κλώζειν, ὅ ἐστι τὸ διὰ τῶν στομάτων ποιὸν ἦχον ἀποτελεῖν καὶ θορυβεῖν. Κνέφας: Τὸ σκότος· παρὰ τὸ κενὸν φάους εἶναι, κενέφας, καὶ συγκοπῇ. Ἢ ἀπὸ τοῦ ΝΗ στερητικοῦ μορίου καὶ τοῦ φάους γίνεται νήφας,
55καὶ κατὰ συστολὴν καὶ πλεονασμῷ τοῦ κ, κνέφας. Εἴρηται δὲ καὶ κνέφος, ὡς οὖδας οὖδος. Κνήμη: Παρὰ τὸ κινῶ κινήσω, κινήμη· καὶ

522

συγκοπῇ, κνήμη, οἱονεὶ τὰ τῆς κινήσεως αἴτια, τὰ ὄπισθεν τοῦ σκέλους. Λέγεται δὲ καὶ ἡ ἰγνύη· μυὼν δὲ, παρὰ τὸ σαρκῶδες καὶ νευρῶδες. Κνημίδες δέ εἰσι τὰ ἐν ταῖς κνήμαις φορούμενα φυλακτήρια
5τῶν στρατιωτῶν. Ἢ παρὰ τὸ ἱκνεῖσθαι ἱκνήμη καὶ κνήμη. Ἰστέον δὲ ὅτι τὸ ἔμπροσθεν λέγεται ἀντι‐ κνήμιον· τὸ δὲ ὄπισθεν, γαστροκνήμιον, διὰ τὸ σεσαρκῶσθαι καὶ γέμειν σάρκας, ὥστε ὑπερέχειν. Κυρίως δὲ κνήμη λέγεται καὶ τὰ διαιροῦντα ξύλα
10τὴν χοινικίδα τοῦ τροχοῦ. Κνῆμαι δέ εἰσιν αἱ ἐντὸς τοῦ τροχοῦ ῥάβδοι ἐμπεπηγμέναι πρὸς τῇ χοινικίδι. Καὶ τὰς ἐξοχὰς καὶ προβάσεις καὶ καθύγρους τόπους τῶν ὀρῶν κνημοὺς λέγουσιν, ὡς τὸ, Ἴδης ἐν κνημοῖσι.
15Κνῆ:
15Ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν,
15Ἰλιάδος λʹ, ἀντὶ τοῦ, ἐπέκοπτε δὲ καὶ τυρόν. Κνήστει χαλκείηι: Μαχαιρίῳ τυροτόμῳ. Ἐκ τοῦ κνῶ κνύω, τὸ ζέω, γίνεται κνῆμι· ὁ παρατατικὸς, ἔκνην, ἔκνης, ἔκνη, κνῆ· ἐξ οὗ καὶ κνῆστις ἡ μά‐ χαιρα, καὶ κνηστήριον.
20 Κνημός: Ὁ τραχὺς καὶ σκληρὸς τόπος. Κνίσα: Ἡ ἀναθυμίασις τοῦ καπνοῦ. Ἀπὸ τοῦ κνῶ, ὃ σημαίνει τὸ ξύω, γίνεται κνίζω· ὁ μέλλων, κνίσω· ἐξ οὗ κνίσα. Κνισμὸς γὰρ τῆς ψυχῆς ἡ ὀσμὴ, κατὰ τῆς ὀσφρήσεως. Ἢ ἀπὸ τοῦ
25κνίζω, ὃ σημαίνει τὸ λεπτύνω· λεπτότατος γάρ ἐστιν ὁ ἐπίπλους, τουτέστι τὸ λεγόμενον κνισάριον· καὶ τὸ, Συκάμινα κνίζων, τουτέστι τῷ ὄνυχι διακαθαίρων. Καὶ ἐν τῷ Νόμῳ,
30Ἀποκνιεῖ ὁ ἱερεὺς τὸ ὁλοκάρπωμα.
30Δοκεῖ δὲ ἡ λέξις τέσσαρα σημαίνειν, ὡς καὶ τῷ
30Πορφυρίῳ δοκεῖ· αὐτό τε τὸ λῖπος, καὶ τὸν ἐπί‐ πλουν, καὶ τὸ κρέας, καὶ τὴν ἀναθυμίασιν. Τὸ ΚΝΙ, βραχύ· τὰ γὰρ διὰ τοῦ ΙΖΩ ῥήματα τὸ ι βραχὺ ἔχει. Καὶ τὸ ΣΑ, βραχύ· ἐπειδὴ τὰ εἰς α λήγοντα θηλυκὰ, ἀπὸ μελλόντων ἢ ἐνεστώτων γινόμενα, βραχὺ
35ἔχει τὸ α. Ἐκτέταται δὲ ἀμφότερα ποιητικῶς. [τὸ δὲ, Ἐμπλείην κνίσσης τε καὶ αἵματος. Ἀντὶ τοῦ λίπους, Ὀδυσσείας ςʹ.] Κνώδαλα: Κυρίως μὲν τὰ τῆς θαλάσσης ζῷα,
40διὰ τὸ ἐν ἁλὶ κινεῖσθαι, κινώδαλά τινα ὄντα· κατα‐
40χρηστικῶς δὲ καὶ ἐπὶ πάντων τῶν θηρίων, κυνώδαλά τινα ὄντα, διὰ τὸ ὑπὸ τῶν κυνῶν ἁλίσκεσθαι. Κνώσσειν: Τὸ κοιμᾶσθαι. Παρὰ τὸ κενὰ καὶ ἀργὰ εἶναι τὰ ὄσσα, τουτέστι τοὺς ὀφθαλμοὺς, κενώσσειν· καὶ κατὰ συγκοπὴν, κνώσσειν.
45 Κνύσσω: Παρὰ τὸ ὄσσω, τὸ βλέπω· ἢ παρὰ τὸ κενοῦσθαι τοῦ βλέπειν. Κνυζηθμός: Κλαυθμὸς, ἄσημος φωνὴ ἐπὶ τῶν κυνῶν. Ἀπὸ τοῦ κνυζῶ κνυζήσω. Τὸ δὲ κνυζῶ, ἔστι πρώτης καὶ δευτέρας συζυγίας· ἔστι καὶ

522

(50)

τρίτης, ὡς τὸ,

522

(50)

Κνυζώσω δέ τοι ὄσσε.
Τὸ δὲ κνυζοῦν, ἐπὶ τοῦ κακῶσαι καὶ διαφθεῖραι· ἐπιφέρει γὰρ πάρος περικαλλέ’ ἐόντε. Τινὲς ἀπὸ τῶν κυνῶν, κυνῶ καὶ κνυζῶ· ὅπερ ἐστὶν ἀπρε‐
55πές. Οἱ δὲ, παρὰ τὴν κόνυζαν (ὅ ἐστιν εἶδος φυτοῦ)
55κονυζῶ· ὅπερ ἐστὶν ἀπίθανον. Εἴρηται δὲ κνυζοῦν,
55τὸ ξύειν, παρὰ Δωριεῦσι, καὶ τὸ ἀχρειοῦν. Φιλό‐ ξενος· ἀπὸ τοῦ κνῶ γίνεται παράγωγον κναίω, τὸ διαφθείρω. Ὡς ἀπὸ τοῦ στῶ στίζω, καὶ πρῶ

523

πρίζω, οὕτως ἀπὸ τοῦ κνῶ κνίζω παράγωγον, καὶ κνύζω· ἐξ οὗ καὶ κνύζα. Ἢ κνίζα ἡ τῆς ὀσφρήσεως προΐξις· καὶ ὡς ῥίζα ῥιζῶ, οὕτως καὶ κνύζα κνυζῶ. Τὸ δὲ κνύζω σημαίνει τὸ ξύω, ὡς παρὰ Σώφρονι ἐν Μίμοις,
5Κνύζομαι οὐδὲν ἰσχύων.
5Τὸ δὲ κνύζα, ὡς λέγει Ἡρωδιανὸς, εἰ μὲν ἐπὶ τοῦ
5φυτοῦ, συγκοπή ἐστιν, οἷον, χαμαιζήλοιο κονύζης. εἰ δὲ ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυσωμένου, οὐ συγκοπή ἐστιν, ἀλλ’ ἀπὸ τοῦ κνύω· ἀφ’ οὗ κνύος ἡ φθορὰ, οἷον,
10κατὰ κνύος ἔχευεν, ψίλωτο δὲ κάρηνα.
10Γίνεται κνύζα, ὡς παρὰ Ἀνακρέοντι ἐν ἰάμβῳ,
10Κνύζη τὶς ἤδη καὶ πέπειρα γενομένη
σὴν διὰ μαργοσύνην Κοιλία: Ἀπὸ τοῦ κοῖλος εἶναι. Ἢ ἀπὸ τοῦ λεαίνειν τὴν τροφὴν καὶ χυλοῦν, χολία καὶ κοιλία. Ἢ παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ περιφερές· τοῦτο
15δὲ παρὰ τὸ κεῖσθαι ὅλον. Ἢ παρὰ τὸ κῶν, τὸ κοῖλον, τὸ βαθύ. Ἢ κοιλία, καρὰ τὸ κλύειν τὰ λεῖα. Κοιμῶμαι: Ὁ μὲν Θεόγνωτος, ἀπὸ τοῦ κῶ, τοῦ σημαίνοντος τὸ ὑπνῶ, γίνεται κείω, ὡς θῶ, θείω· σῶ,
20σείω· ὁ παθητικὸς ἐνεστὼς, κείομαι, καὶ συγκοπῇ
20κεῖμαι, ἀφ’ οὗ ῥηματικὸν ὄνομα κοίμη· ἐξ οὗ ῥῆμα, κοιμῶ κοιμᾷς· τὰ γὰρ ἀπὸ τῶν εἰς η θηλυκῶν δευ‐ τέρας συζυγίας εἰσὶν ὡς ἐπὶ τὸ πλεῖστον. Ὁ δὲ Ὦρος, παρὰ τὸ κείω κοιμὸς, ὡς λείπω λοιμός· καὶ ῥῆμα κοιμῶ. Εἰς δὲ τοὺς Ἐπιμερισμοὺς, ἐκ τοῦ
25κῶ, τὸ κοιμῶμαι· ἐξ οὗ γίνεται κέω κέημι, κέεμαι κεῖμαι· καὶ ἐξ αὐτοῦ κοιμῶ, κοιμήσω. Κοινός: Σημαίνει τρία· τὸν μεμολυσμένον, ὡς τὸ, Ὁ τὸ αἷμα τοῦ Χριστοῦ κοινὸν ἡγησάμενος.
30Καὶ γίνεται ἀπὸ τοῦ φοινὸς, τροπῇ τοῦ δασέος εἰς
30ψιλὸν, κοινός· κυρίως γὰρ, ὁ ἐξ αἵματος μεμο‐
30λυσμένος. Σημαίνει καὶ τὸν μηδὲν πλέον τῶν ἄλλων διαφέροντα, διὰ τὸ εἰς κοινὸν ἰέναι τὰ μέρη· σημαίνει καὶ τὸν ἀναμεμιγμένον τοῖς πᾶσιν· ἐξ οὗ καὶ ῥῆμα κοινῶ κοινώσω, ὅθεν καὶ κοινωνὸς ὁ κε‐ κοινωμένος καὶ ἀναμεμιγμένος πολλοῖς· οἶμαι ὅτι
35παρὰ τὸ κείω, τὸ κεῖμαι, κεινὸς καὶ κοινὸς, ὁ πᾶσι
35προκείμενος. Ἢ ὁ εὔκολος γινόμενος πᾶσι. [Γινὸς καὶ κοινός.] Ἢ κοῖμος, ὁ συγκοιμώμενος τινί. Ἢ παρὰ τὸ γῶ, τὸ δέχομαι, γοινὸς καὶ κοινὸς, ὁ δεκτικὸς καὶ εὐπρόσδεκτος. Λέγεται δὲ Κοῖνος βασιλεὺς Μακεδόνων.
40Μαρσύας ἱστορεῖ ὅτι Κνῶπις, τὸ γένος Κόλχος,
40εἰς Μακεδονίαν ἐλθὼν, διέτριβε παρὰ Καράνῳ. Υἱοῦ δὲ γενομένου τῷ Καράνῳ, καὶ βουληθέντι τὸν παῖδα ἀπὸ τοῦ [ἰδίου] πατρὸς ὀνομάζειν Λάκωνος, ἀνθίστατο ἡ μήτηρ, καὶ αὐτὴ ἀπὸ τοῦ ἰδίου πατρὸς ὀνομασθῆ‐ ναι τὸν παῖδα βουλομένη· Κνῶπις δ’ ἐρωτηθεὶς,
45εἶπε μηδετέρου ὀνομάζεσθαι αὐτόν· διόπερ Κοῖνος ἐκλήθη. Ἔνιοι δὲ ἁμαρτάνουσι, Καῖνον αὐτὸν κα‐ λοῦντες. Κοῖος: Ὁ πατὴρ τῆς Λητοῦς· παρὰ τὸ κοεῖν, ὅ ἐστι νοεῖν καὶ συνιέναι, ὅ ἐστι συνετός.

523

(50)

Κοῖόν τε, Κρεῖόν θ’, Ὑπερίονά τ’, Ἰαπετόν τε.

523

(50)

Οἱ Αἰολεῖς τὸ κ ἀντὶ τοῦ π κέχρηνται. Οὗτοι δὲ Τιτᾶνες καλοῦνται καὶ Τιτανίδες, ὡς Ἀκουσίλαος· ἀλληγορία δὲ, Κοῖον, τὴν ποιότητα· Κρεῖον δὲ, τὴν κρίσιν· Ὑπερίονα, κουφότητα· τὸν δὲ Ἰαπετὸν, βα‐ ρύτητα. Ἡσίοδος ἐν Θεογονίᾳ.
55Κοίρανος: Ὁ ἀρχηγὸς, καὶ ἡγεμών. Ὥσπερ
55παρὰ τὸ ἀθρεῖν, τὸ βλέπειν, λέγεται Ὀθρὺς τὸ ὄρος κατὰ τροπὴν τοῦ α εἰς ο, ἀφ’ οὗ ἐστιν ἀθρεῖν τὰ μακρὰν ἀφεστηκότα· οὕτω καὶ παρὰ τὸ καιρὸς γί‐

524

νεται κοίρανος, καίρανός τις ὢν, ὁ τοῦ καιροῦ κύριος καὶ ἄρχων. Ἐκ τούτου ῥῆμα, κοιρανέω κοιρανῶ· καὶ ἡ μετοχὴ, Ὣς ὅγε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν.
5Ἀντὶ τοῦ διατάσσων ἐπερχόμενος, καὶ τὸ τοῦ κοι‐
5ράνου ἔργον ἐπιτελῶν. Ἐντελές ἐστιν, ἢ συνῃρη‐ μένον. Τὰς γὰρ εἰς ΩΝ μετοχὰς ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων γινομένας οἱ Ἴωνες διὰ τοῦ ΕΩΝ προφέρουσιν· οἷον, φρονῶν, φρονέων· νοῶν, νοέων· οὕτως κοιρανῶν, κοιρανέων.
10 Κοῖμος: Ὁ πάντα ἐν αὐτῷ διατεταγμένα ἔχων καὶ κεκοσμημένα. Κοίτη: Ἐκ τοῦ κεῖμαι κεῖται, κοίτη, ἐν ᾗ ἐστι κεῖσθαι κοιμωμένους. Ὁ δὲ Θεόγνωτος, ἐκ τοῦ κῶ, τὸ ὑπνῶ, γίνεται κείω κείομαι κεῖμαι.
15 Κοῖτις: Ἀττικῶς ἡ μικρὰ κίστη· τὴν γὰρ κίστην κοίτην λέγουσιν. Ἔστι δὲ ἐν αἷς κοιταζό‐ μεναι αἱ γυναῖκες ἀποτίθενται τὰ χρυσία. Κοῖφι: Κατὰ συνήθειαν κοῖφι καλοῦμεν· κυρίως δὲ κῆφι ῥητέον ὡς Ἑλληνίζων, εἴπως ἱεροῦ ἀτμοῦ
20ἀριθμός. Οὕτως ἑρμ. Κοάλεμον αἱματοπότην, Ἀριστοφάνης Ἱπ‐ πεῦσι. Σημαίνει τὸν μωρὸν, παρὰ τὸ κοῶ ῥῆμα, δηλοῦν τὸ νοῶ, ὡς τὸ, Ἡ δ’ ἐκόησεν
25οὕνεκα γένος ἔσκεν·
25Καλλίμαχος. Γίνεται ῥηματικὸν ὄνομα κόεμος, ὡς
25ἔχω ἔχεμος καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, κοά‐ λεμος· οἱ δὲ, παρὰ τὸ κοεῖν καὶ τὸ ἠλέματον τὸ μάταιον, ὁ μάταια νοῶν. Κόβαλος: Ὁ λῃστής· ἀπὸ τῆς κόπιδος, κοπί‐
βαλός τις ὤν. Ὅθεν καὶ κοβαλεύειν καταχρηστικῶς
30εἴρηται, τὸ μεταφέρειν τὰ ἀλλότρια μισθοῦ κατ’
30ὀλίγον. Ἄλλοι δὲ, ὧν ἐστι καὶ Ὦρος, ὅτι κόβαλα λέγονται τὰ κατεστωμυλμένα· καὶ κοβάλους, τοὺς λάλους· ἀπὸ τοῦ κόψαι πεποιημένης τῆς λέξεως· ὅθεν καὶ κόπιν λέγουσι τὸν λάλον καὶ κομψόν. Ἀπ’ αὐτοῦ καὶ δημοκόπος, καὶ ὀρτυγοκοπεῖν· καὶ
35κοβαλία, ἡ προσποίητος καὶ μετὰ ἀπάτης κατὰ
35μίμησιν παιδιά· καὶ κόβαλος, ὁ ταύτῃ χρώμενος· καὶ ἡ παρὰ πονηροῦ ἀνθρώπου κολακεία. Κοδρίδης: Ἀπὸ τοῦ Κόδρος Κοδρίδης γίνεται· σημαίνει τὸ τοῦ Κόδρου, ὥσπερ παρὰ τὸ Κρόνος Κρονίδης.
40Κόθορνος: Γυναικεῖον ὑπόδημα τετράγωνον τὸ
40σχῆμα, ἁρμόζον ἀμφοτέροις τοῖς ποσί. Κόθουρος: Σημαίνει τὸν κούνδουρον· Κηφήνεσσι κοθούροις εἴκελος ὀργήν. Γένος μελισσῶν ὁ κηφὴν ἀργότατον καὶ ἄκεντρον, κεύθουρός τις ὢν, ὁ τὸ κέντρον κεκρυμμένον ἔχων,
45παρὰ τὸ κεύθειν τὴν οὐράν· ἢ ὁ κολοβὴν οὐρὰν ἔχων, κόλουρος. Ἢ κοθούροις, κόρῳ πλήθουσιν. Ἢ κοτού‐ ροις, τοῖς κότον ἔχουσιν ἐν τῇ οὐρᾷ. Ἢ ἀργοῖς, παρὰ τὴν καθέδραν· κάθηνται γὰρ παρατηροῦντες τὴν ὥραν, ἐν ᾗ ἐκβαίνουσιν αἱ μέλισσαι, ἵνα εἰσελθόντες

524

(50)

ἐσθίωσι τὸ μέλι.

524

(50)

Κόκκυξ: Ὄρνεον ἐαρινὸν, παραπλήσιον ἱέρακι· ἢ δειλότατον, ὥς φησιν Ἀνακρέων. Κόκκυ: Ἀττικοὶ τὸ ταχύ. Κοκύας: Ὁ πρόγονος. Ἔστι δὲ Ἰακὴ ἡ λέξις· σημαίνει δὲ τοὺς ἤδη κεκομμένους.
55Κοκκότιον: Ὁ δῆμος Ἑλληνιστὶ, κυρίως ἁπά‐
55σης τῆς οἰκουμένης γῆς. Κόλαξ: Ὁ ταπεινῶς θεραπεύων τινά· παρὰ τὸ κόλον· σημαίνει δὲ τὸ ταπεινὸν καὶ μὴ ὁλόκληρον.

525

Κόλος καὶ ἐπί τινος ἐντέρου, παρὰ τὴν κοιλότητα. Ἢ παρὰ τὸ κολλᾶσθαι, κόλλαξ τὶς ὤν· σημαίνει δὲ τὸν παράσιτον, καὶ παραμένοντα τινί. Κολαφίζω καὶ Κόλαφος: Παρὰ τὸ κόλον ἀφεῖ‐
5σθαι ἀπὸ τοῦ τυπτομένου μέρους, ἤγουν ἀσθενὲς καὶ ταπεινὸν πρὸς τὰ λοιπὰ μέρη. Ὁ δὲ Ἀπίων, ἀπὸ τοῦ κολάψαι. Τὸ δὲ ὄνομα Ἑλληνικὸν παρὰ Ἐπι‐ χάρμῳ, Ὡς ταχὺ κόλαφος περιπατεῖ δεινός.
10Ἢ ἀπὸ τοῦ τοὺς κονδύλους ἀφεῖσθαι ἐν ἐκείνῳ τῷ
10μέρει. Κόλαφος ἡ διδομένη διὰ τῶν μέσων δακτύ‐
λων πληγή. Ἄλλοι δὲ παρὰ τὸ κολούειν τὸ φῶς. Κολεός: Ἡ ξιφοθήκη. Παρὰ τὸ κεκοιλάνθαι. Ἢ παρὰ τὰ κῆλα, τὰ τόξα. Κολακρέται: Οἱ τῶν ἀργυρίων ταμίαι, οἳ τὸ
15τριώβολον ἐταμιεύοντο. Κολοσσός: Σημαίνει καὶ τὸ εἴδωλον· κυρίως δὲ κολοσσοὶ λέγονται οἱ ὑπερμεγέθεις ἀνδριάντες, παρὰ τὸ κολούειν (ὅ ἐστιν ἐλαττοῦν) τὰ ὄσσε (τουτέστι τοὺς ὀφθαλμοὺς) διὰ τὸ μέγεθος, ὡς μὴ ἐφικνουμέ‐
20νων τῶν ὀφθαλμῶν ὁρᾶν. Κολοσυρτός: Ἡ ἐκ τῶν φρυγάνων κόνις, ὁ συρ‐ φετός· κόλα γὰρ τὰ φρύγανα· ἀπὸ τοῦ τὰ κόλα σύρειν. Νεοπτόλεμος, Μεγάλως αἰρομένης τῆς κόνεως, καὶ ἐς ἠέρα ἰκνευμένης.
25Τὸ γὰρ κοῖλον κυρτώσεως καὶ ὑπεροχῆς μετέχει. Διαφέρει κόνεως· βέλτιον ὁ ὑπὸ τῶν κόλων συρό‐ μενος κονιορτός. Σημαίνει καὶ τὴν ταραχὴν, καὶ τὸν θόρυβον, Ἰλιάδος μʹ, Ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα.
30Παρὰ τὸ τὰ κόλα ἐπισύρειν· ἢ τὸν κολῳὸν καὶ
30συριγμόν.
30 Κόλλοψ: Ὁ ἐκ τῶν αὐχενίων δερμάτων καὶ τοῦ τραχήλου γινόμενος πασσαλίσκος, περὶ ὃν δεσμοῦσι τὴν νευράν. Κόλλοπας δὲ τὰ μέρη ἐκεῖνα καλοῦ‐ σιν, ἐπειδὴ ἐξ αὐτῶν ἑψομένη ἐγένετο ἡ κόλλα. Κολώνη καὶ Κολωνός: Ἄμφω ἀκρωτήρια ση‐
35μαίνουσι. Κολοφών: Τὸ μέγα πέρας καὶ ὑψηλὸν ἀκρωτή‐ ριον· λαμβάνεται καὶ ἐπὶ μεγάλων κακῶν. Κολώνεια: Κτητικὸς τύπος εἰς ἰδιότητα ἀναπέμ‐ πεται. Φασὶ γὰρ τότε τὸν Διόνυσον τὸν ἐπὶ Ταρση‐
40νοὺς ἀπιόντα πόλεμον, τοὺς γεγηρακότας τῶν Σειληνῶν μετὰ τῆς ἀχρήστου ἡλικίας ἐν Ἰταλίᾳ καταλιπεῖν· τοὺς δὲ τραπῆναι ἐπὶ ἀμπέλων ἐπιμέλειαν, καὶ εὔοινον γένεσθαι τὴν Ἰταλίαν· τοὺς δὲ γεωργοὺς οἱ Ἰταλοὶ κολώνους ἐκάλουν· ὡς καὶ ἱδρύσασθαι τοι‐
45αῦτα ἀγάλματα οἰνοφοροῦντα ἐν ἀσκοῖς. Ἐσπού‐ δαζον δὲ, καὶ ἃς ᾤκουν πόλεις οἱ Ἰταλοὶ, τιμὴν ταύταις παρέχειν, ἀνιστάντες δαίμονά τινα ὡς πρεσ‐ βύτην ὅμοιον Σειληνῷ, ἵνα καὶ τῇ κοινωνίᾳ τῶν ἱερῶν συγκραθῶσιν. Αἱ δὲ πέδαι περιτιθέμεναι

525

(50)

δηλοῦσι τὸ ὑπήκοον, τῷ συνδεδέσθαι αὐτοῖς τὰς πόλεις τὰς ἐχούσας τὰ τοιαῦτα ἀγάλματα. Ταῦτα εἴρηται Χάρακι ἱστοριογράφῳ.
Κολωιός: Ὁ θόρυβος· ἡ μεταφορὰ ἀπὸ τοῦ κολοιοῦ, ὅ ἐστι θορυβῶδες καὶ κραυγαστικὸν ὄρνεον.
55Ἀπὸ τοῦ κλῶ, τὸ φωνῶ καὶ κλάζω, γίνεται κλὸς,
55καὶ πλεονασμῷ, κολοιός· κρακτικὸν γὰρ τὸ ζῷον. Ἀπὸ δὲ τοῦ κλῶ γίνεται κλύω· καὶ καθ’ ὑπέρθεσιν, κύκλος, τὸ κυκλοτερὲς ἔχον τὸν τράχηλον.

526

Κολοίφρυξ: Ὁ ὁλόφρυξ. Τὸ κ περισσόν. Κολυμβᾶν: Ἐτυμώτερον οἱ Δωριεῖς λέγουσι κολυμφᾶν, ἀπὸ τοῦ κολοὺς φαίνεσθαι τοὺς ἐν ὕδασιν, ὅ ἐστι κολοβοὺς καὶ μὴ ὁλοτελεῖς.
5 Κόλπος: Παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθὺ, κοῖλπος· καὶ ἀφαιρέσει τοῦ ι, κόλπος. Ἢ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ. Ἕπεται γὰρ τῷ κοίλῳ καὶ περι‐ φερεῖ βάθει. Κολλῶ: Ἐκ τοῦ κόλλα κολλῶ. Τοῦτο ἀπὸ τοῦ
10ἕλω, τὸ κρατῶ, ἕλλα καὶ κόλλα, ἡ τὰ διῃρημένα
10συγκρατοῦσα.
10 Ναύμαχα κολλήεντα, Ἰλιάδος οʹ. Ναύμαχα, μακρὰ δόρατα πρὸς ναυμα‐ χίαν ἐπιτήδεια, κολλήσει ἐκ πολλῶν συγκεκολλη‐ μένα, ἵνα γένηται μακρὰ, οἷον σύνθετα καὶ οὐ μονό‐ ξυλα. Κόλλα δὲ, παρὰ τὸ κεκομμένην οὖσαν εἰς
15οὐλότητα μετελθεῖν.
15 Κολλητὰς σανίδας: Ἰλιάδος ιʹ, περιφραστικῶς τὰς θύρας, ἀπὸ τοῦ καλῶς συνηρμόσθαι. Κόλλοπες: Τὰ τῶν ὑῶν καὶ βοῶν σκληρὰ δέρ‐
20ματα περὶ τὸν τράχηλον, ἐξ ὧν καὶ τοὺς νῦν λεγο‐ μένους κολλάβους ἐποίουν. Κόλλαβοι δὲ οἱ μικροί· παρὰ τὸ ἐκ τῶν μεγάλων κολοβοῦσθαι. Ἐλέγετο δὲ καὶ τὸ νωτιαῖον δέρμα, διὰ τὸ τὴν κόλλαν ἐξ αὐτοῦ γίνεσθαι. Ὅθεν Ἀριστοφάνης τὴν σκληρό‐
25τητα Αἰσχύλου ἐνδεικνύμενος, ἔφη, Οἶμαι γὰρ αὐτὸν κόλλοπι ἐοικέναι. Κολλούρια: Τὰ κολοβὰς ἔχοντα τὰς οὐράς. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄρτων δύναται λέγεσθαι, καὶ ἐπὶ τῶν ἰατρικῶν φαρμάκων.
30Κόμανα: Παρὰ τὸ κόμη γίνεται θηλυκὸν Κο‐
30μάνη· τὸ οὐδέτερον, Κόμανον, καὶ τὰ Κόμανα· λέγεται γὰρ τὸν Ἀγαμέμνονος υἱὸν Ὀρέστην φεύ‐ γοντα μετὰ τῆς ἀδελφῆς ἐκεῖσε τὴν κόμην ἀποκεί‐ ρασθαι. Κομμαγήνη: Πόλις Κόμανα θύϊλλος, μεθερ‐
35μηνεύεται σύσκια, κατὰ τὴν τῶν Ἰώνων φωνήν.
35Ἔνθεν ἡ Κομμαγήνη· καὶ ἡ κόμη, ὅτι σκιάζει τὴν κεφαλήν. Κομμεῖν: Τὸ τὸ σῶμα ὡραΐζειν· ἐπεὶ καὶ κομ‐ μωτικὴν λέγουσι τὴν κοσμοῦσαν· εἴρηται ἀπὸ τοῦ
κόμπου. Καὶ κομμός. Ὥσπερ παρὰ τὸν γράψω
40μέλλοντα γίνεται γραμμὸς καὶ ὑπογραμμὸς, οὕτω
40καὶ παρὰ τὸν κόψω, κομμός. Κομῶ: Ἡ μὲν πρώτη συζυγία σημαίνει τὸ
45ἐπιμελείας ἀξιῶ· ὅθεν καὶ τὸ κομείτην δυϊκὸν, ἀντὶ τοῦ ἐκόμουν, ἐπιμελείας ἠξίουν, Ἰλιάδος οʹ· ἐξ οὗ καὶ κατὰ παραγωγὴν γίνεται κομίζω, τὸ ἐπιμε‐ λοῦμαι καὶ περιποιῶ· ἐξ οὗ καὶ τὸ, Φίλε κασίγνητε κόμισαί τέ με.

526

(50)

Ἀντὶ τοῦ ἐπιμελείας με καταξίωσον καὶ περίσωσον,

526

(50)

Ἰλιάδος εʹ. Ἡ δευτέρα συζυγία σημαίνει τὸ ἀγάλλομαι καὶ εὐφραίνομαι, καὶ τὸ τὰς τρίχας φέρω, ἢ τρέφω· καὶ γίνεται ἐκ τοῦ κόμη. Κομῶ· ποίας συζυγίας; Εἰ μὲν σημαίνει τὸ ἐπιμελοῦμαι, πρώτης· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι οὐ μόνον ἐν
55τῇ συνθέσει τῶν ῥημάτων εἰώθασι μεταβολαὶ γί‐ νεσθαι συζυγιῶν, ἀλλὰ καὶ ἐν τῇ ἁπλότητι· οἷον συλῶ, συλᾷς, δευτέρας τῶν περισπωμένων, ἱεροσυλῶ

527

δὲ, πρώτης· καὶ ὁρκῶ τρίτης ἔστιν, εὐορκῶ δὲ, πρώτης· τὸ καυχῶ, δευτέρας, τὸ δὲ αὐχῶ, πρώτης. Ὁμοίως καὶ ἐπὶ τῶν εἰς ΜΙ· φημὶ, τὸ λέγω, δευτέρας ἐστὶ συζυγίας· ἠμὶ δὲ, κατὰ ἀφαίρεσιν τοῦ φ, πρώτης.
5καρηκομόωντας, τοὺς τὰς κεφαλὰς κομῶντας
5ἀνδρείας χάριν, καὶ θεραπευτάς. Ἀπὸ τοῦ κομῶν‐ τας, ἐν διαιρέσει, κομόωντας. Κόμη: Ἐκ τοῦ κείρω, τὸ κόπτω, κόρη· καὶ
10τροπῇ τοῦ ρ εἰς μ, κόμη, ἡ θρίξ. Ἢ παρὰ τὸ κόσμον εἶναι τοῦ σώματος· ὥσπερ γὰρ κόσμον ὁ δημιουργὸς ἐνέθηκε τῷ ἀνθρώπῳ τὰς τρίχας. Οἱ δὲ, παρὰ τὸ κομεῖν, τὸ ἐπιμελείας ἀξιοῦσθαι. Καὶ κυρίως ἐπὶ τῆς κεφαλῆς εἴρηται τοῦτο.
15Κομίζω: Ἐκ τοῦ κόσμος κοσμίζω· καὶ ἀπο‐
15βολῇ τοῦ ς, κομίζω. Ἐκ δὲ τοῦ κομίζω γίνεται κομιδὴ, ἡ θεραπεία καὶ ἐπιμέλεια, καὶ συναγωγὴ, ἢ λῆψις, εἴρηται δὲ ἀπὸ τῆς τῶν καρπῶν συγκομιδῆς· ἥτις γίνεται τελειωθέντων τῶν καρπῶν. Ἀπὸ γοῦν τοῦ κομιδὴ ὀνόματος γίνεται ἐπίρρημα κομιδῆι
20νέος, ἀντὶ τοῦ πάνυ νέος καὶ λίαν, πάμπαν, τε‐ λείως. Τὸ ὄνομα, ὀξύτονόν ἐστι· τὸ δὲ ἐπίρρημα, περισπώμενον, καὶ σημαίνει τὸ παντελῶς. Λέγεται δὲ καὶ ἡ ἀπόληψις τινὸς κομιδὴ, ἀπὸ τοῦ κομί‐ σασθαι καὶ ἀπολαβεῖν. Καὶ κομίστρια, ἡ τροφός.
25 Κομενταρίσιοι: Τοὺς ἐπὶ τῶν ὑπομνηματο‐ γράφων πράττοντας ὁ νόμος καλεῖ, καὶ ὑπηρετοῦντας ταῖς ἐγκληματικαῖς δίκαις, ὑπασπιζόντων αὐτῶν ἀπληκταρίων καὶ κουβικουλαρίων μετὰ πλήθους ῥαβ‐ δούχων, σιδηρέων δεσμῶν καὶ ποιναίων ὀργάνων,
30σαλευόντων τῷ φόβῳ τὸ δικαστήριον. Εἰσὶ δὲ καὶ οἱ νῦν λεγόμενοι χαρτουλάριοι. Κόμης: Ἰστέον ὅτι τὸ κόμης τὸ ἐπὶ τῆς
Ἑλληνικῆς ἀξίας κατὰ τὴν Ἑλληνικὴν ἀναλογίαν οὐ δύναται διὰ τοῦ ι γράφεσθαι, ἀλλὰ διὰ τοῦ η·
35τὸ δὲ κύριον ὄνομα διχῶς εὑρέθη παρὰ τοῖς ἀρχαίοις κλινόμενον. Εὑρίσκεται γὰρ ἡ γενικὴ Κόμου καὶ Κόμεω Ἰωνικῶς, ὥσπερ Ἀτρείδης Ἀτρείδεω· καὶ Κομάδης τὸ πατρωνυμικὸν, ὥσπερ Βορεάδης· εὑ‐ ρίσκεται δὲ κλινόμενον καὶ τῷ λόγῳ τῶν ἰαμβικῶν,
40Κόμητος· ὅταν δὲ ἰσοσύλλαβον εὑρεθῇ, ἀπολογίαν ἔχει τοιαύτην· Τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν, εἰς ΗΣ γινόμενα, μὴ ἔχοντα οὐδέτερα εἰς ΕΣ, εἰς τὴν ΟΥ δίφθογγον τὴν γενικὴν ἔχει· λέσχη, ὁ λέσχης, τοῦ λέσχου· ἀράχνη, ὁ ἀράχνης, τοῦ ἀράχνου· γυνὴ,
45μισογύνης, μισογύνου· κόμη, ὁ κόμης, τοῦ κόμου·
45γύη, ὁ γύης, τοῦ γύου.
45 Κόμπος: Ὁ ψόφος· παρὰ τὸ κενὴν ὄπα ἔχειν, τουτέστι φωνήν. Τὸ μὲν οὖν προσηγορικὸν οὕτως ὡς τέμπος· Κόμπος εἶ. Εὐριπίδης Φοινίσσαις· κομπὸς δὲ λόγος, τὸ ἐπί‐

527

(50)

θετον.

527

(50)

Κομψός: Εἴρηται μὲν ἡ λέξις καὶ ἐπὶ τοῦ

527

(50)

πανούργου, καὶ ἐπὶ τοῦ μετρίου καὶ ἐπιεικοῦς. Ἀμ‐ φότερα οὖν παρὰ τὸ κάμπτω, καμπτὸς καὶ κομψός· ἀλλ’ ἐπὶ μὲν τοῦ πανούργου, τὸ καμπύλον καὶ διεστραμμένον τῇ διανοίᾳ· ἐπὶ δὲ τοῦ ἐπιεικοῦς, παρὰ τὸ εὐκαμπῆ αὐτὸν εἶναι, οἷον εὐπειθῆ καὶ
55προσηνῆ. Οὕτως Εἰρηναῖος ὁ Ἀττικιστὴς ἐν τῷ κ στοιχείῳ.

528

Κομμώτρια: Ἐμπλέκτρια, ἡ κοσμοῦσα καὶ ψιλοῦσα τὰς γυναῖκας κούρισσα.
5 Κολωνός: Ὄρος, βουνὸς, λόφος, ἀνάστημα. Πᾶν οὖν ἀνάστημα γῆς κολωνὸς λέγεται. Ση‐ μαίνει δὲ καὶ σκόπελον. Ἀθήνησι δὲ δύο κολωνοὶ, ἵππιος, καὶ ἀγοραῖος, ἐφ’ οὗ τοὺς μισθαρνοῦντας ἀνέφερον· καὶ μισθαρνοῦσαι, κολωνικαί· καὶ ἄλλο
10χωρίον ἐκαλεῖτο κολωνὸς ἱππότης.
10 Κόναβος: [Ὁ] ἦχος· παρὰ τὸ βοὴν κινεῖν· ἢ παρὰ τὸ δονῶ δόναβος καὶ κόναβος. Ἢ ἐκ τοῦ κόνις καὶ τοῦ βοή· κυρίως γὰρ κόναβος λέγεται ἡ ἐν τῇ γῇ βοή· ὥσπερ καὶ ἔρα, ἡ γῆ, ἔραβος καὶ ἄραβος, ἡ ἐν τῇ γῇ βοή. Λοιπὸν λέγουσι τινὲς, ὅτι
15ἐκ τοῦ κόνις γίνεται κόνιβος· καὶ τροπῇ τοῦ ι. Οὐκ
ἔστι δέ· οὐδέποτε γὰρ τὸ ι εἰς α τρέπεται· ἀλλ’ ἔστι μᾶλλον ἐκ τοῦ κονία (τὸ αὐτὸ σημαίνοντος τῷ κόνις) καὶ τοῦ βοὴ, κονίαβος· καὶ συγκοπῇ, κόναβος. Καὶ ῥῆμα κοναβῶ ἐξ αὐτοῦ.
20Κόνδαξ: Παρὰ τὸ κῶ, τὸ κεῖμαι, γίνεται κόαξ·
20καὶ πλεονασμῷ τῶν συμφώνων, κόνδαξ. Κόνδυλος: Παρὰ τὴν κάμψιν τῶν δακτύλων, ὡσανεὶ κάνδυλοι ὄντες· περὶ αὐτοὺς γὰρ ἡ κάμψις τῶν δακτύλων ἐγγίνεται. Καὶ ἡ πληγὴ δὲ ὁμωνύ‐ μως τῷ σχήματι τῶν κονδύλων λέγεται κόνδυλος·
25καὶ κόλαφος, ἡ διδομένη διὰ μέσων δακτύλων πληγή. Ἐτυμολογεῖται δὲ ὁ κόνδυλος καὶ οὕτως· κένδυλός τις ὢν, ὁ εἰς τὰ κενὰ δυόμενος τῶν ῥαπιζομένων. Κενὰ δὲ σαρκῶν τὰ μέρη. Οὕτω Σώρανος. Κόνις: Ἡ πεδιὰς, ὡς τὸ,
30 Οὐδ’ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε. Καὶ ἡ ἐκ τέφρας σποδὸς, ὡς τὸ, Ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κακκεφαλῆς. Ἐνταῦθα τὴν σποδὸν, παρὰ τὸ ἐκκεκαῦθαι. Λέγει
35δὲ καὶ τὴν αὐτὴν κονίην·
35ὑπὸ δὲ στέρνοισι κονίη
35ἵστατ’ ἀειρομένη.
35 Κονία: Κόνις, μάχη. Παρὰ τὸ κονῶ, κόνις κόνιος, καὶ κονία, ὡς Κύπρος Κύπριος, Κυπρία. Ἢ ἀπὸ τῆς κινήσεως, κίνις τὶς οὖσα καὶ κόνις. Ἢ ἐκ τοῦ καίνω, τὸ κόπτω καὶ διαφθείρω, ἡ εἰς μικρὰ κεκομμένη γῆ καὶ τετμημένη· δηλοῖ γὰρ τὴν εἰς
40λεπτομερῆ οὐσίαν χωρήσασαν γῆν. Ἢ ἐκ τοῦ καίνω γίνεται κατὰ συγκοπὴν κνῶ, τὸ ξύω· ὅθεν καὶ κνῆμι παράγωγον· ἐξ οὗ τὸ, κνῆ τυρόν. Ἐκ τοῦ κνῶ οὖν, τὸ διακόπτω, γίνεται κνίς· καὶ πλεο‐
45νασμῷ τοῦ ο, κόνις· ἀπὸ μεταφορᾶς τῶν ξυσμάτων.
45Ἐκ δὲ τοῦ κόνις γίνεται ῥῆμα κονίω· ὅθεν,
45 Εὐρὺ κονίσουσι πεδίον. Ἐκ τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται· οἱ γὰρ φεύγοντες κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν. Κονίζω: Τὸ ἀγωνίζομαι καὶ παρασκευάζομαι πρὸς τὸν πόλεμον· ἀπὸ τοῦ κόνις· οἱ γὰρ ἀρχαῖοι,

528

(50)

ὅτε ἔμελλον ἀγωνίζεσθαι, εἰς τὰς χεῖρας αὐτῶν πτύοντες κόνιν προσελάμβανον διὰ τὸ ἰσχυρῶς κρα‐ τεῖν. Κονίσαλος: Ὁ κονιορτὸς, οἱονεὶ ἡ σεσαλευμένη κόνις· ἢ ὡς ἵξω ἵξαλος, οὕτω καὶ παρὰ τὸν κονίσω
55μέλλοντα γίνεται κονίσαλος. Σημαίνει καὶ τὸ αἰ‐
55δοῖον.
55 Κονιορτός: Παρὰ τὸ ὄρω ῥῆμα, (σημαίνει τὸ διεγείρω,) ὁ μέλλων Αἰολικῶς, ὄρσω· ῥηματικὸν ὄνομα, ὀρτὸς, ὡς σπείρω, σπαρτός· καὶ κείρω, καρτός·

529

καὶ ἐν συνθέσει μετὰ τοῦ κόνις, κονιορτὸς, ὁ τὴν κόνιν ὀρούων καὶ ὁρμῶν. Κονιόπους: Πολυσχιδὲς ὑπόδημα, τὸ μὴ σκε‐ πάζον ὅλον τὸ σῶμα, ἀλλὰ καταπασσόμενον ὑπὸ τῆς
5κόνεως· ἡ δὲ κόνις, ἀπὸ τῆς χύσεως.
5 Κοντός: Παρὰ τὸ κέντω ῥῆμα βαρύτονον κον‐ τὸς, ὡς τρέφω τροφὸς, καὶ πέμπω πομπός. Ἔστι δὲ καὶ περισπώμενον κεντῶ· ὁ μέλλων, κεντήσω. Κόντιλος: Εὔπολις, εἰ μὴ παίζῃ αὐτοῦ δ’ ὄπισθεν κατέλαβε τὸ κόνδυλον.
10Ἔστι κοντὸς, κόντιλος.
10 Κόπτος: Ἡ πόλις. Ἔστιν εἰς τὸ κωφός· ἀπὸ τοῦ καίνω, τὸ κόπτω, γίνεται καινόπτω· καὶ συγκοπῇ, κόπτω. κοπάεν ξίφος παρὰ Ἀρχιλόχῳ· ἀπὸ τοῦ κοπάγειν. Ζήτει.
15Κόπρος: Οἱονεὶ κόπος τὶς οὖσα· βαρεῖ γὰρ τὸ
15περισσὸν καὶ κοπροποιόν. Ἢ χόσπορός τις οὖσα, ἀπὸ τοῦ χεῖσθαι διὰ τοῦ πόρου, κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ χ εἰς κ. Κόπος: Παρὰ τὸ κόπτω. Καὶ τί μετέχει; ὁ γὰρ κόπος κόπτει τὴν δύναμιν.
20 Κόπρια: Παρὰ τὸ τὸν κόπον ἡμῖν ἐκεῖσε ῥεῖν· πᾶς γὰρ μόχθος ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ. Κόπερρα: Τὰ κόπρια Αἰολικῇ διαλέκτῳ, ὡς ὁ Πρίαμος, Πέρραμος· ἀλλότριος, ἀλλότερρος. Ζήτει εἰς τὸ πέρραμος.
25 Κόπις: Εὐριπίδης, Ὁ ποικιλόφρων κόπις ἡδυλόγος δημοχαριστής. Σύντομος, ὀξὺς τῷ λόγῳ, ἤγουν λάλος· ἔνθεν καὶ ὁ δημοκόπος καὶ κόβαλος. Καὶ τὰς τῶν λόγων τέχνας
30κοπίδας ἔλεγον·
30Μὴ τὸν Πυθαγόραν εὕρομεν ὄντα ἀληθινῶν κοπίδων.
30 Κόραξ: Παρὰ τὸν κόρον, ὃ σημαίνει τὸ μέλαν· ἢ παρὰ τὸ κάραν μεγάλην ἔχειν. Κόρη: Ἡ παρθένος καὶ ὑγροφυὴς καὶ τρυφερά.
ἀπὸ τοῦ κορεῖν, τὸ καλλωπίζειν· ὃ καὶ ἐπὶ τοῦ ὀφθαλ‐ μοῦ εἴρηται. Ἢ ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα
35τὴν ἡλικίαν· κορεῖν γὰρ τὸ καθαίρειν· ἔνθεν καὶ νεω‐ κόρος· ἢ παρὰ τὸ κόρον ἐμποιεῖν τῇ ἰδέᾳ. Ἢ παρὰ τὸ κείρω, ἡ κειρομένη ἔτι νεάζουσα. Κόρη δὲ ἐπὶ τοῦ ὀφθαλμοῦ, οἱονεὶ χόρη τὶς οὖσα, ἀπὸ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ ὁρατικὸν πνεῦμα. Καὶ κατὰ
40κόρρης λέγεται τὸ τὴν σιάγονα πλῆξαι. Ὁ δὲ
40Ἐρατοσθένης ἅπασαν τὴν τῆς κεφαλῆς πληγήν. κόρσην γὰρ τὴν κεφαλὴν λέγεσθαι φησί· μετα‐ βεβλῆσθαι δὲ τὸ ς εἰς τὸ ρ Ἀττικῶς, ὡς ἐπὶ τῆς μυρρίνης καὶ τοῦ ταρροῦ· ἔστι γὰρ μυρσίνη καὶ ταρσός.
45 Κορήσατε: Σύρατε, ποιήσατε· κόρημα γὰρ τὸ σαρόν· καὶ κορῶ, τὸ σαρῶ· καὶ περικόρημα, τὸ περισάρωμα. Κόρινθος: Ἀπὸ Κορίνθου τοῦ Μαραθῶνος· ἢ ἀπὸ Κορίνθου τοῦ Πέλοπος.

529

(50)

Κόρριον: Παρὰ τὸν κόρον ἐστίν· οἷον,

529

(50)

Νῦν μὰν ὦ κόριον.

529

(50)

Κορεσθῆναι: ὅτι κουροτρόφον τὴν γῆν κα‐ λοῦσι· καὶ τὸν ἐκ ταύτης καρπὸν, κόρην· ὅθεν καὶ τὸ πληρωθῆναι τῆς τροφῆς κορεσθῆναι λέγουσιν, ἀπὸ τῆς Κόρης, ἣν παρὰ Πλούτωνι καὶ κατὰ γῆν οὖσαν, κἀκείνου νομιζομένην γυναῖκα, ὅμως κόρην λέγουσι,
55διὰ τὴν τοῦ καρποῦ κατ’ ἐνιαυτὸν γινομένην γέννησιν. Φώτιος. Κορθύεται: Ἰλιάδος ιʹ, ἄμυδις δέ τε κῦμα κελαινὸν

530

κορθύεται. Κορυφοῦται, αὔξεται· ἀπὸ τοῦ κορύσσω. Ἢ ἀπὸ τοῦ κόρυς κόρυθος, κορυθύω, καὶ κορθύω. Ἔνιοι ἐπὶ τοῦ σωρεύεσθαι ἤκουσαν· κόρθυς γὰρ ὁ σωρός.
5Κόρη: Κώλυσις τοῦ ῥεῖν, ἤτοι πρὸ τοῦ τόκου,
5ἤτοι πρὸ τῶν αἱμάτων. Καὶ ἡ κόρη τοῦ ὀφθαλμοῦ· ὡς ἐκ τοῦ κοίλου ῥέειν τὸ δάκρυον. Λέγεται ἐκ τούτου καὶ κολλούριον, τὸ κωλύον τὸ ῥέειν. Κόρος: Ὁ βασιλεὺς τῶν Περσῶν, ὁ παλαιός· ἡλίου γὰρ ἔχει τὸ ὄνομα· κοῦρον γὰρ καλεῖν εἰώθασιν
10οἱ Πέρσαι τὸν ἥλιον, Ὦρος. Κοροπλάστης: Ὁ τὰ ζῷα διαπλάσσων· οὐ γὰρ
μόνον κούρους ἢ κόρας ὁμοίας πλάσσει, ἀλλὰ πᾶν ζῷον· καὶ κοροπλάθους, τοὺς ἐκ κηροῦ ἢ πηλοῦ, ἢ τοιαύτης τινὸς ὕλης, πλάττοντας κόρας ἢ κούρους·
15κόρη γὰρ, τὸ σμικρὸν ἀγαλμάτιον, τὸ γύψινον ἢ πήλινον. Κορώνη: Τὸ ζῷον· παρὰ τὸ κρώζω κρώνη, καὶ πλεονασμῷ τοῦ ο, κορώνη· ἢ παρὰ τὸ καῦρον ἢ γαῦρον, ὅπερ σημαίνει τὸ κακόν. Τίθεται δὲ ἡ λέξις
20καὶ ἐπὶ τοῦ ὀρνέου καὶ ἐπὶ τοῦ ἐπικαμποῦς τόξου, καὶ
20ἐπὶ τοῦ κρίκου τῆς θύρας. Τὸ ζῷον, ὡς τὸ, Οἱ δὲ κορώνῃσιν ἴκελοι [περὶ νῆα μέλαιναν] κύμασιν ἐμφορέοντο. Εἶναι δέ φησιν ὁ Ἀπίων τὴν αὐτὴν τῷ λάρῳ καὶ τῇ αἰθυίῃ. Ἐπὶ δὲ τοῦ κρίκου τῆς θύρας,
25Ἀργύρεον δ’ ἐφυπερθύριον, χρυσῆ δὲ κορώνη.
25Ἐπὶ δὲ τῆς τοῦ τόξου ἐγκοπῆς,
25 Πᾶν δ’ εὖ λειήνας χρυσῆν ἐπέθηκε κορώνην. Νῦν τὸ ἐπικαμπὲς ἄκρον λέγει τοῦ τόξου, ὅθεν ἀπήρ‐ τισται ἡ νευρά. Κορωνός: Ὁ γαῦρος καὶ ὑψαυχενῶν· παρὰ τὸ κάρη, κατὰ μετάθεσιν τοῦ α εἰς ο. Ἀρχίλοχος,
30Βοῦς ἐστιν ἡμῖν ἐργάτης ἐν οἰκίῃ
30κορωνὸς ἔργων ἴδρις.
30 Κορωνίσι: Σὺν νηυσὶ κορωνίσι. Ἐπικαμπεῖς ἐχούσαις τὰς ἄκρας, ὅ ἐστι τὰς πρύ‐ μνας, τουτέστι καμπυλοπρύμνοις· παρὰ τὸ ἄνω ἐξηρ‐ μένας εἶναι, διὰ τὸ εἰς ὕψος ἀνέχειν· ἐκ τοῦ κάρα,
35δι’ ἧς ὑψοῦ ἀνέχεται. Ἔστι δὲ ὑποκοριστικὸν ἐκ
35τοῦ κορώνη κορωνίς. Τίθεται ἐπὶ τῆς πρύμνης τῆς νεὼς, διὰ τὸ ἐν ἄκρῳ τοῦ πλοίου γίνεσθαι. Σημαίνει καὶ τὸ ἀκρότατον τῶν αἱρέσεων, οἷον, ἡ κορωνὶς τῆς σοφίας. Κορωνίς: Ἀκρώρεια· ἢ τὸ τελευταῖον τῆς οἰκο‐
40δομῆς. Σημαίνει καὶ ὄνομα κύριον· καὶ τὸ προση‐
40γορικὸν τὸ ἐπιτιθέμενον ἐν τῷ τέλει τῶν βιβλίων· καὶ εἶδος στεφάνης πεπλεγμένης ἐξ ἴου. Κόπρος: Σημαίνει τρία· ἡ τῶν κήπων, ὡς καὶ ἡμεῖς· Δμῶες ἀναγκαῖοι τέμενος μέγα κοπρίσαντες.
45Λέγουσιν οὕτω καὶ τὴν κόνιν, οἷον,
45κυλινδόμενος κατὰ κόπρον·
45καὶ, ἀμφὶ δὲ πολλὴ κόπρος ἔην κεφαλῇ· λέγει καὶ τὴν στάσιν τῶν βοῶν· οἷον, Μυκηθμῷ δ’ ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε.

530

(50)

Κόρση: Ἡ κεφαλή· ὡς μὲν Ἀπολλόδωρος, ἀπὸ

530

(50)

τοῦ κορυφοῦσθαι· οἱ δὲ φασὶ κέρση, ἀπὸ τοῦ κεί‐

530

(50)

ρεσθαι· ὅθεν καὶ κορσωτὴρ, ὁ τὰς τρίχας τίλλων
καὶ κουρεύων· κλίνεται κορσωτῆρος· καὶ κόρσαι, αἱ τρίχες. Αἰσχύλος, Λευκὰς δὲ κόρσας τῇδ’ ἐπαντέλλειν νόσῳ. Ἢ παρὰ τὸ κείρεσθαι· καὶ γὰρ τὸ κεῖραι κόρσαι
55λέγεται.
55Κορώνη: Καὶ ἐπὶ τοῦ τόξου, καὶ ἐπὶ τῆς θύρας,
55καὶ ἐπὶ τῆς πρύμνης τοῦ πλοίου, ἡ καὶ κορωνὶς, διὰ τὸ ἐπικαμπές. Εἴρηται δὲ ταῦτα ἀπὸ τῆς κορώνης τοῦ ζῴου· εὐλύγιστον γὰρ ἔχει καὶ οἷον ἐπικαμπῆ

531

τὸν τράχηλον. Καὶ ἐπὶ μέρους δὲ σώματος, ὡς ἐπὶ τοῦ ἀγκῶνος, οἷόντε παράγεσθαι. Οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. Κορυβαντιᾷ: Μαίνεται, ὀρχεῖται.
5 Κορύβαντες: Δαίμονές τινες, οἳ ἐτάχθησαν φυλάσσειν τὸν Δία, κρύβαντές τινες, κατὰ πλεονα‐ σμὸν τοῦ ο, ἀπὸ τοῦ κρύβειν τὸν Δία, ὅτε κατέπινεν ὁ Κρόνος τὰ ἀπὸ τῆς Ῥέας τέκνα. Ἢ οἱ τὴν κόρην καταβάντες ἀναγαγεῖν καὶ μὴ ὑποστρέψαντες.
10 Κορυφή: Τὸ μέσον τῆς κεφαλῆς, ὅτι τῆς κάρας ἐστὶν ὀροφὴ, ἤγουν σκεπασμὸς τῆς κεφαλῆς. Ἢ ἀπὸ τοῦ κρύπτω, κρύψω, κέκρυφα, κρυφὴ καὶ κορυφὴ, παρὰ τὸ κρύπτεσθαι ὑπὸ τῶν τριχῶν. Φιλόξενος δὲ ἐν τῷ περὶ Ἰάδος διαλέκτου λέγει, ὅτι παρὰ τὸ κάρη
15γίνεται καρύπτω καὶ κορύπτω· ἐκ τούτου κορυφή. Ἰστέον δὲ ὅτι τὸ αὐτό ἐστι κορύσσω καὶ κορύπτω· ὅθεν καὶ Ὅμηρος, Πόντῳ μὲν τὰ πρῶτα κορύσσεται, ἐπήγαγε τὸ κορυφοῦται, ὡς εἰς τὸ αὐτὸ κατα‐
20στρέφοντος τοῦ ῥήματος. Κορύσσω δὲ σημαίνει
20καὶ τὸ καθοπλίζω, καὶ τὸ παρασκευάζω. Ὀξύνεται· ὁ κανών· τὰ εἰς ΦΗ λήγοντα ὀνόματα, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς υ συνεσταλμένον, ὀξύνεται, γλυφὴ, τρυφὴ, κορυφή. Κόροιφος: Οἰφεῖν, τὸ συνουσιάζειν· ὅθεν καὶ
25Θεόκριτος φησὶν,
25 Εὖ γ’ ὤνθρωπε φιλοῖφα· [τό τοι γένος ἢ σατυρίσκοις ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδει.] φιλῶν τὸ συνουσιάζειν. Ἢ τὸν ὡς κόρην οἰφώμενον, τουτέστιν ὀχευόμενον. Ἢ παρὰ τὸ τὴν τρίχα ὑφειμένην καὶ ἡπλωμένην ἔχειν, οἷον κέρουφός τις
30ὤν· κέρας γὰρ ἡ θρίξ. Οἱ δὲ κέρας λέγουσι τὸ αἰ‐
30δοῖον· καὶ κέρουφον, τὸν τὸ αἰδοῖον ἔχοντα ὑφει‐ μένον καὶ μαλακόν. Κορύνη: Ῥόπαλον· παρὰ τὸ κάρη, ὅπερ παρὰ τὸ κάρηνον γέγονε κατὰ ἀποκοπὴν, καρύνη· καὶ τροπῇ, κορύνη, ἡ κατὰ τὸ κάρα νεύουσα ῥάβδος, τὸ παχεῖαν
35κεφαλὴν ἔχον ξύλον· ἢ κατὰ τὸ κάλον νεύουσα.
35 Κόρυς: Ἡ περικεφαλαία. Παρὰ τὸ κάρη κάρυς καὶ κόρυς· ἢ παρὰ τὸ κόρση γίνεται, ὃ ση‐
μαίνει τὴν κεφαλήν. Κορυθάϊκι: Ἀπὸ τῆς κόρυθος καὶ τοῦ ἀΐσσω, τὸ ὁρμῶ, (ἀΐξω ἄϊξ) γίνεται κορυθάϊξ.
40Κορυθαίολος: Ὁ τὴν κόρυθα εὐκίνητον ἔχων, ἢ
40ποικίλην· ἐξ οὗ πολεμικός. Ἀπὸ τῆς κόρυθος καὶ τοῦ αἰολῶ ῥήματος. Ἰστέον ὅτι τὸ κορυθαιόλος ἕκτωρ, οὐκ ἔχει ἐγκείμενον τὸ αἰόλος, ἀλλὰ τὸ αἰόλλω ῥῆμα δηλοῦν τὸ κινῶ· ὅπερ ἐκ τοῦ ἄελλα γίνεται ἀόλλω· καὶ πλεονασμῷ τοῦ ι, ὡς τὸ,
45Ὡς δ’ ὅτε γαστέρ’ ἀνὴρ ....
45 αἰόλλει. Ὅ ἐστι συνεχῶς στρέφει καὶ κινεῖ. Ἢ ἀπὸ τοῦ ἀελλῶς γίνεται, ἢ ἀπὸ τοῦ ἄειν (τὸ πνέειν) καὶ τοῦ εἰλεῖν τὸ αἰόλλω. Εἰ γὰρ ἦν ἀπὸ τοῦ αἰόλος ὀνό‐ ματος, ὤφειλε προπαροξύνεσθαι. Κανὼν γὰρ ἐστὶν

531

(50)

ὁ λέγων, ὅτι τὰ εἰς ΟΣ ὑπὲρ δύο συλλαβὰς, πρὸ

531

(50)

μιᾶς ἔχοντα τὸν τόνον, ἐν τῇ συνθέσει προπαροξύ‐ νεται· οἷον, πλησίος, παραπλήσιος· αἰόλος, παναί‐ ολος· χωρὶς εἰ μὴ σύνθετα εἴη ἕνεκεν ἐνεργείας παροξυνόμενα. Κορυθάλη: Ἡ πρὸ τῶν θυρῶν δάφνη τιθεμένη·
55ὅτι οἱ κλάδοι (οὓς κόρους καλοῦσι) θάλλουσιν, ὡς
55καὶ Χρύσιππος· Ἀλλὰ δᾷδας ἡμμένας μοι ταχὺ δότω τὶς ἔνδοθεν, καὶ κοροὺς πλεκτοὺς ἀκραπνεῖς μυρρίνης. Οἱ γὰρ ποιηταὶ ἀνάπαλιν τοὺς κλάδους καὶ ὄζους

532

καὶ ὄρπηκας λέγουσι. Τινὲς δὲ, ὅτι ἡβησάντων τῶν νέων καὶ θυγατέρων δάφνας προετίθουν ἐφηβίοις καὶ γάμοις. Εἰς τὸ δίκρον. κόρυς κόρυθος· ὁ κανών· πᾶσα γενικὴ διὰ τοῦ
5ΘΟΣ κλινομένη μακρὰν ἔχει τὴν παραλήγουσαν, ὄρνις, ὄρνιθος· μέρμις, μέρμιθος· κώμυς, κώμυθος· (ση‐ μαίνει δὲ τὴν δέσμην τοῦ χόρτου·) πλὴν τοῦ κόρυς κόρυθος· τοῦτο γὰρ τὸν χρόνον τῆς εὐθείας ἐφύλαξεν ἐν τῇ γενικῇ.
10 Κόσμος: Παρὰ τὸ κεῖσθαι ἅμα, ἢ παρὰ τὸ κοσμῶ, ὁ [τὰ] πάντα ἐν ἑαυτῷ ἔχων κεκοσμημένα καὶ διατεταγμένα. Ἢ ἀπὸ τοῦ κάζω κέκασμαι, ῥημα‐ τικὸν ὄνομα κασμός· καὶ κατὰ μετάθεσιν τοῦ α εἰς ο, καὶ ἐναλλαγῇ τοῦ τόνου, κόσμος. Σημαίνει τὸ
15ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα· σημαίνει καὶ τὸ καλλώπισμα. Κόσμος θ’ ἵππῳ, ἐλατῆρι δὲ κῦδος. Σημαίνει καὶ τὸν πρὸς πλάνην καὶ ἡδονὰς ἄγοντα, ὡς παρὰ τῇ θείᾳ γραφῇ,
20Ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, ἀλλ’ ἐγὼ ἐξελεξάμην
20ὑμᾶς ἐκ τοῦ κόσμου
20καὶ,
20 Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ἐκ τῆς ἑρμηνείας τοῦ κατὰ Ἰωάννην· Ἐνταῦθα κόσμον τὸ πλῆθος φησὶ τὸ διεφθαρμένον καὶ τοῖς γηΐνοις προστετηκὸς πράγμασι, τὸν χυδαῖον καὶ ταραχώδη καὶ ἀνόητον λαόν·
25καὶ,
25Τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν.
25Κόσμον δὲ ἐνταῦθα τοὺς πονηροὺς φησί. Κοσμῆσαι: Σημαίνει καὶ τὸ διατάξαι, ὡς τὸ, Τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ· καὶ τὸ, Αὐτὰρ ἐπεὶ κόσμηθεν.
30Ἀντὶ τοῦ διετάχθησαν, ἐκοσμήθησαν· ἡ μεταφορὰ
30ἀπὸ τοῦ κόσμου· ὅθεν ἡ τῶν ὅλων τάξις κόσμος ὑπὸ Πυθαγόρου εἴρηται. Ἡ δὲ διάλεκτος, Δωρική. Ἀπὸ τοῦ κοσμῶ, κοσμήσω, κεκόσμηκα, κεκό‐ σμημαι, ὁ ἀόριστος, ἐκοσμήθην, τὸ τρίτον τῶν πλη‐ θυντικῶν, ἐκοσμήθησαν, εἶτα ἀφαιρέσει τοῦ ε καὶ
35συγκοπῇ γίνεται κόσμηθεν. Ὁμοίως καὶ τὸ τρά‐
35φεν, δευτέρου ἀορίστου τρίτον τῶν πληθυντικῶν Δω‐ ρικῶς καὶ Ἰωνικῶς, καὶ τὰ ὅμοια. Καὶ τὸ φάαν‐ θεν, ἀπὸ τοῦ φαίνω, ὁ πρῶτος ἀόριστος παθητικὸς ἐφάνθην· τὸ τρίτον τῶν πληθυντικῶν, ἐφάνθησαν· καὶ ποιητικῶς ἢ Αἰολικῶς ἢ Δωρικῶς, φάανθεν, πλεο‐
40νασμῷ τοῦ α· ἔθος γὰρ ἔχουσιν οἱ Αἰολεῖς καὶ Δω‐ ριεῖς τὰ ἔχοντα ῥήματα τὴν μετοχὴν εἰς ς ὀξύτονον, σχηματίζειν τὰ τρίτα τῶν πληθυντικῶν, ὡς τὸ κόσμηθεν. Καὶ τὸ, ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι.
45Ἀπὸ τοῦ φθίμι, φθίσω, ἔφθικα, ἔφθιμαι, ἐφθίθην,
45ἐφθίθημεν, ἐφθίθησαν· καὶ Βοιωτικῶς, ἔφθιθεν. Κότινος: Ὁ Ὀλυμπιακὸς στέφανος. ὅτι πάλαι ἐφυλλοβόλουν· τοὺς νικῶντας, ἀπὸ τῶν παρακειμένων φύλλων ἐπιρριπτοῦντες, ἃ δὴ στρῶμνα αὐτοῖς πρὸς τὴν εὐνὴν ἔπιπτον· ὅθεν καὶ

532

(50)

κότινον φασὶ καλεῖσθαι τὸν στέφανον τὸν Ὀλυμπια‐

532

(50)

κόν. Ἢ ἀπὸ τῆς κοίτης ἀρξάμενον στέφανον εἶναι τοῖς νενικηκόσι. Σημαίνει δὲ καὶ ἀγριελαίαν. Κότος: Ἡ ὀργή. Παρὰ τὸ κεῖμαι κεῖται γίνεται ῥηματικὸν ὄνομα κότος· ἡ ἐναπομένουσα γὰρ ὀργὴ κότος λέγεται. Ἢ παρὰ τὸ κῶ, τὸ κοιμῶμαι,
55γίνεται κέος κόος καὶ κότος, ἡ κοιμωμένη καὶ ἡσυ‐ χάζουσα ἐν τῇ ψυχῇ μῆνις. Ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Εἰδικοῦ. Τὸ γενικὸν,

533

θυμός. Ἐκ τοῦ κότος γίνεται ῥῆμα κοτῶ· ὅθεν τὸ, Ἀλλήλοις κοτέοντε. Δυϊκὸν, ἀντὶ τοῦ ὀργιζόμενοι. Κοτύλη: Ὁ γλουτὸς, ὅπου ἐγκλίνεται ἡ κε‐
5φαλὴ τοῦ μηροῦ, παρὰ τὴν κοιλότητα τὴν ἐν αὐτῇ
5τῇ κοτύλῃ γενομένην. Λέγεται κοτύλη καὶ τὸ κοῖλον τῆς χειρός· ὅθεν καὶ κοτυλήρυτον αἷμα, τὸ πολὺ καὶ τοσοῦτον τῷ πλήθει, ὥστε καὶ τῷ κοίλῳ τῆς χειρὸς δύνασθαι ἀρύεσθαι. Παρὰ τὸ ἀρύω ἀρύσω, ἀρυτὸν, καὶ ἐν συνθέσει, κοτυλήρυτον. Λέ‐
10γεται κοτύλη καὶ εἶδος ποτηρίου, καὶ εἶδος μέτρου· κυρίως δὲ τὸ ὁπωσοῦν μέτρον κοτύλην ἔλεγον οἱ ἀρχαῖοι διὰ τὴν κοιλότητα· καὶ πᾶν τὸ κοῖλον κοτύλην ἔλεγον. Κοτταβίζω:
15Συνεπίνομέν τε καὶ συνεκοτταβίζομεν·
15καὶ,
15Τῶν κὀτταβίων τὰ πολλὰ ἡμέτερα ἦν.
15κοτταβίζειν, τὸ τῷ κοττάβῳ χρῆσθαι φασὶν Ἀτ‐ τικοὶ, οὐχὶ τὸ ἐμεῖν, ὥσπερ οἱ νῦν λέγουσιν. Ὁ δὲ κότταβος ἦν τοιοῦτόν τι· λεκάνιον ἐν τῷ μέσῳ κεί‐ μενον τοῦ συμποσίου, ἔχον ἐπιπλέον ἕτερον σμικρὸν, ὃ ἔδει καταδῦσαι τὸν πέμψαντα τὸ περιττὸν τοῦ πό‐
20ματος. Ἦν δὲ τοῦτο σημεῖον τοῦ ἐρᾶσθαι ὑπὸ γυναικὸς ἢ παίδων. Καὶ ἆθλα οἱ νικῶντες ἐλάμ‐ βανον πλακουντίσκους, πυραμοῦντας, ἢ σησαμοῦντας, ἅπερ κοττάβια ἔλεγον. Ὁ ἦχος δὲ ἐκαλεῖτο λάταξ. Καὶ ἀποκοτταβίζειν, τὸ ἀπὸ τοῦ ποτηρίου τὸ
25ὑπολειπόμενον πόμα ἐξερᾶν.
27 Κουλεός: Ἡ ξιφοθήκη. Ἐκ τοῦ κοῖλον κοιλεὸς, καὶ τροπῇ τοῦ ι εἰς υ, κουλεὸς, τὸ κοῖλον καὶ βαθύτατον. Κούρειον: Τὰ διὰ τοῦ ΕΙΟΝ τρισύλλαβα ἰδιά‐
30ζοντα, τουτέστιν ἑνὶ τόπῳ μόνον λεγόμενα, διὰ τῆς ΕΙ διφθόγγου γράφεται καὶ προπαροξύνεται· οἷον, Λάγειον, τὸ ἱπποδρόμιον Ἀλεξανδρείας, ἀπὸ Λαγοῦ τινός· Χλούνειον, τόπος ἐν Αἰτωλίᾳ, ὅπου ἦν ὁ χλού‐ νης· Λαύρειον, τόπος ἐν Ἀττικῇ ἔχων μέταλλα.
35Οὕτω καὶ κούρειον· οὕτω δὲ καλεῖται ἐν Ἀττικῇ τὸ ἱερεῖον τὸ θυόμενον, ἡνίκα ἐγράφοντο οἱ κοῦροι εἰς τοὺς φράτορας. Τοῦτο δὲ καὶ μεῖον ἐλέγετο· καὶ μειαγωγὸς, ὁ τοῦτο εἰσάγων. Ἐκλήθη δὲ, ὅτι τὸ ἱερεῖον [εἰς τὸν ζυγὸν ἐντιθέντες] ἔκραζον μεῖον
40μεῖον, τουτέστιν ὀλίγον. Ἡ δὲ ἡμέρα, ἐν ᾗ ἐποι‐
40οῦντο, ἐλέγετο κουρεῶτις. Κουρεῶτις: Ἑορτή ἐστιν ἐπὶ τρεῖς ἡμέρας τελουμένη. Ἀθηναίων πρὸς Βοιωτοὺς πόλεμον ἐχόν‐ των περὶ Οἰνόης καὶ Μελαίνων, Ξάνθος ὁ τῶν Βοιω‐ τῶν βασιλεὺς Θυμοίτην τὸν τῶν Ἀθηναίων δυνάστην
45εἰς μονομαχίαν προεκαλέσατο. Τοῦ δ’ οὐχ ὑπο‐
στάντος, Μελάνθιος ὁ Κόδρου πατὴρ ἐμονομάχησε· καὶ νικήσας, ἐνομοθέτησε τὴν ἑορτήν. Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ δειπνοῦσι, καὶ καλοῦσιν ἀναρρυσία, διὰ τὸ τοὺς ἄρχοντας ἀνακλῶντας τὰ ἱερεῖα καὶ ἄνω

533

(50)

ἐρύοντας θύειν. Καὶ Ὅμηρος,

533

(50)

Αὖ ἔρυσαν μὲν πρῶτα. Τῇ δὲ τρίτῃ, τοὺς κούρους εἰσάγουσιν εἰς τὴν ἑορτὴν, καὶ συνιστᾶσι τοῖς συγγενέσι καὶ γνωρίμοις, καὶ ἐγγράφουσιν εἰς τὴν πολιτείαν. Ἡ δὲ ἑορτὴ καλεῖται κουρεῶτις.
55Κουρόσυνα: κοῦρος λέγεται παρὰ τοῖς Ἀθη‐
55ναίοις ἡλικία τις, ἐν ᾗ ποιοῦντες τραπέζας ἔταττον ἑαυτοὺς μετὰ τῶν νεωτέρων. Λέγεται δὲ καὶ ὁ ξυρῶν αὐτοῦ τὸ γένειον. Κοῦριξ: Ἐκ τῆς κόρσης, τουτέστι τῆς κεφαλῆς·

534

ὅθεν καὶ ἡ κουρά. Ἐν ὑπομνήματι χʹ Ὀδυσσείας. Ἀλέξης δὲ κοῦριξ, τῶν τριχῶν· ἢ νεανίσκος, παρὰ τὸν κόρον. Κουρά: Ἀπὸ τοῦ κείρω κέκαρμαι κορὰ καὶ
5κουρά.
5 Κούρη: Παρὰ τὸ οὐρῶ, τὸ φυλάσσω, οὔρη· καὶ πλεονασμῷ. Ἢ παρὰ τὸ κείρω, τὸ κουρεύω, κόρη καὶ κούρη, πλεονασμῷ τοῦ υ, ἡ κειρομένη ἔτι καὶ νηπιάζουσα. Κουρίδας: Μαχαίρας. Εἰ μὲν παρὰ τὴν κουρὰν
10παρήχθη παρωνύμως κουρὶς, οὐδὲν ζήτημα· εἰ δὲ
10παρὰ τὸ κουρεὺς, ἐνέλλιπε τὸ η· κουρεὺς, κουρῆος, κουρηῒς, καὶ κουρίς. Κοῦστος: Φύλαξ. Κουρῆτες: Προπερισπᾶται ἐπὶ τοῦ ἔθνους, ὡς τὸ,
15Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοί.
15Οἱ τὴν Πλευρῶνα κατοικοῦντες, ἀπὸ ὄρους τοπικοῦ. Ἢ ἀπὸ τῆς κορᾶς, παρὰ τὸ μὴ κείρεσθαι. Ἐπὶ τῶν νέων δὲ προπαροξύνεται, ὡς τὸ, κούρητες Ἀχαιῶν. Τουτέστιν οἱ νεανίαι. Κουρῆτες δὲ, οἱ τὸν Δία
20διαθρέψαντες.
20Κόφινος: Παρὰ τὸ κόπον ἐφεῖναι τοῖς βαστά‐
20ζουσιν. Ἢ παρὰ τὸ κοῦφον, ὃ σημαίνει τὸ βαθὺ καὶ κοῖλον χώρημα. Κοχλιάριον: Ἀπὸ τοῦ κόχλος γίνεται. Καὶ ὡς ἀπὸ τοῦ κοιλία γίνεται κοιλίδιον, οὕτως καὶ ἀπὸ τοῦ κοχλίας κοχλίου, κοχλίδιον. Κοχλίας δὲ, παρὰ τὸ
25κόχλω, τὸ γυρίζω· ἢ παρὰ τὸ ὀλῶ, τὸ συστρέφω,
γίνεται ὀλίας· καὶ πλεονασμῷ τοῦ ΚΧ, κοχλίας. Κόχλος: Παρὰ τὸ χαλῶ, συγκοπῇ χλῶ, γίνεται χλὸς, καὶ κατὰ ἀναδιπλασιασμὸν, κόχλος, διὰ τὴν ἐπαλληλίαν, τὸ κατ’ εἴλησιν χαλώμενον κάτω· ὅθεν
30καὶ Θουκυδίδης ἐν τῇ τετάρτῃ διὰ τοῦ α λέγει κάχλακας. Ὡς παρὰ τὸ ἱερὸς γίνεται ἱέραξ, καὶ νέος νέαξ, (ὡς παρὰ Καλλιμάχῳ, Καὶ τῶν νεήκων εὐθὺς αἱ τομώτατοι) καὶ μύρμος μύρμαξ, οὕτως καὶ κόχλος κόχλαξ.
35 Κραδάων δολιχόσκιον ἔγχος: Ἀντὶ τοῦ κινῶν καὶ σείων. Ἔστι δὲ ἕκτης συζυγίας τῶν βαρυτόνων. Ἐκ τούτου καὶ τὸ κραδαίνω. Οἶμαι δὲ ἀμφότερα γεγενῆσθαι ἀπὸ τοῦ κάρα, καραίνω κραδαίνω καὶ κραδάω.
40Κράδη: Ἡ συκῆ, διὰ τὸ συνεχῶς κραδαίνεσθαι
40τοὺς θαλοὺς τῶν κραδῶν. Κράδη δὲ οὐ μόνον τῆς συκῆς οἱ κλάδοι, ἀλλὰ καὶ παντὸς ἀκροδρύου· ἀπὸ τοῦ κραδαίνεσθαι.
45 Κράμβη: Τινὲς κοράμβη, ἡ ἀμβλύνουσα τὰς κόρας· βέλτιον δὲ ἡ τῷ κόρῳ ἀντιβαίνουσα· ὅθεν καὶ πρῶτον ἐν τοῖς συμποσίοις δίδοται, καὶ παρὰ ἀμπέλῳ οὐ φύεται. Κράμα: Παρὰ τὸ κέκραμαι.

534

(50)

Κραναή: Ἡ τραχεῖα· Ἰθάκης κραναῆς περ ἐούσης. Τραχείας, ὀρείου, κάρηνα ἐχούσης. Ἢ παρὰ τὸ κραναόν· τοῦτο παρὰ τὸ κράνιον, ὅπερ ἐστὶ τραχὺ καὶ ὀστῶδες. Ἀπὸ δὲ τοῦ κάρα, καράνιον καὶ κράνιον.
55Κράσπεδον: Τὸ κρεμάμενον (ἤτοι κεχαλασμένον)
55εἰς τὸ πέδον. Παρὰ τὸ ἄκρα καὶ τὸ πέδον, ἡ γῆ, κατὰ ἀφαίρεσιν τοῦ α καὶ πλεονασμῷ τοῦ ς, κρά‐ σπεδον, οἱονεὶ τὸ ἔξω ὂν, καὶ τῇ γῇ πλησιάζον.

535

Κραταίπεδον: Λιθόστρωτον ἔδαφος, ἢ ψηφο‐ λογικὸν, τὸ ἀντίτυπον. Κράτα: Τὴν κεφαλήν· ἀπὸ τοῦ κράτους, ὡς ἐνταῦθα τοῦ ἡγεμονικοῦ τυγχάνοντος· ἢ παρὰ τὸ
5κραίνειν καὶ βασιλεύειν τοῦ ἄλλου σώματος· ὅθεν καὶ κρανίον· καὶ κέρατα, τὰ ἐκ τοῦ κρανίου φυόμενα· οὕτω Σωρανός· ὁ δὲ Χοιροβοσκὸς, παρὰ τὸ ὁ κρὰς, τοῦ κρατὸς, τῷ κρατὶ, τὸν κράτα, καὶ κράτα. Κρατὸς ἀπ’ ἀθανάτοιο.
10Ἀντὶ τοῦ ἀπὸ τῆς ἀθανάτου κεφαλῆς. Ἡ εὐθεῖα,
10κρὰς, κρατός. Ὁ κανών· τὰ εἰς ΑΣ ὀξύτονα μονο‐ σύλλαβα κύρια εἰσὶ, καὶ διὰ τοῦ ΝΤ κλίνονται· οἷον, Ζὰς, Φθὰς, Πράς· τὸ δὲ κρὰς προσηγορικόν ἐστι· καὶ ὡς διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίσιν. Καὶ,
15ὑπὸ κρασὶν,
15Ἰλιάδος κʹ, ὑπὸ ταῖς κεφαλαῖς. Κρατῶ: Παρὰ τὸ κράτος· τοῦτο, ἐκ τοῦ κάρα κάρατος καὶ κράτος· ὁ γὰρ κρατῶν καὶ ἄρχων, ἐκεῖνος ἐστὶ κεφαλή. Κράτεια: Παρὰ τὸ κρατῶ κράτεια, ὡς ἀνθῶ,
20ἄνθεια.
20 Κρατευτάων: Τῶν βάσεων, ὅ ἐστι τῶν λίθων, ἐφ’ ὧν οἱ ὀβελίσκοι τίθενται ὀπτωμένων τῶν κρεῶν. Οἱ δὲ τῶν λαβῶν τῶν ὀβελίσκων εἶπον, κακῶς. Κράστις: Ὁ ἡμίξηρος χόρτος· ὅθεν καὶ τὰ ζῷα κραστίζεσθαι φασὶν, οἷον, ἐμφορεῖσθαι τοῦ τοιούτου
25χόρτου.
25 Κρατηρίζων: Ἤτοι τὸν οἶνον ἐν κρατῆρι κιρνῶν, ἢ ἀπὸ κρατήρων σπένδων. Κρατερός: Ἰσχυρὸς, ἀπειλητικός. Τὰ εἰς ΤΕΡΟΣ τρισύλλαβα προπαροξύνεται· τοῦτο δὲ ὀξύ‐ νεται, διότι οὐκ ἐγένετο ἡ παραγωγὴ διὰ τοῦ ΤΕΡΟΣ,
30ἀλλὰ διὰ τοῦ ΕΡΟΣ. Ὅμοιόν ἐστι καὶ τὸ βλα‐ βερὸς ἐκ τοῦ βλάβη. Τὰ δὲ διὰ τοῦ ΕΡΟΣ ὑπὲρ δύο συλλαβὰς ὀξύτονα τριγενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται, μυσερὸς, κρυερὸς, κρατερός. Διατί ὀξύ‐ νεται; Διότι τὰ μὲν ἄλλα ἀπὸ τοῦ παραγώγου ἔσχον
35τὸ τ· τὸ μὲν πρότερος, ἐκ τῆς πρὸ προθέσεως κατὰ
35παραγωγήν· τὸ σφέτερος, ἐκ τῆς σφῶν γενικῆς τῶν πληθυντικῶν· τὸ κύντερος, ἐκ τῆς κυνὸς κυνώτερος, καὶ συγκοπῇ, κύντερος· καὶ κύντερον, τὸ χαλεπώ‐ τερον· τὸ δὲ κρατερὸς ἐκ τοῦ πρωτοτύπου ἔχει τὸ τ.
40Ἐκ τοῦ κράτος, γίνεται κρατερὸς, ὡς θάλλω, θα‐ λερός. Κρατὺς ἀργειφόντης: Ἀπὸ τοῦ κράτος κρατὺς, ὡς πλάτος πλατύς. Κραυγή: Ὄνομα ῥηματικόν. Ἐκ τοῦ κράζω
45κράξω, κέκραχα, κέκραγα, γίνεται κραγή· καὶ πλεο‐
45νασμῷ τοῦ υ, κραυγή. Κράζω· τὸ ΚΡΑ, βραχύ. Διατί; Τὰ διὰ τοῦ ΑΖΩ ῥήματα δισύλλαβα βαρύ‐ τονα ἐκτείνονται, οἷον σφάζω, φράζω· πλὴν τοῦ κράζω. Εἰ δὲ ὦσιν ὑπὲρ δύο συλλαβὰς, συστέλ‐ λεται, οἷον ὑπωπιάζω, ἀλαπάζω· πλὴν τοῦ σφαδάζω,

535

(50)

ματάζω, τεράζω. Γίνεται δὲ ἐκ τοῦ κρῶ κατὰ παρα‐ γωγήν· τοῦτο ἐκ τοῦ κλῶ· τοῦτο ἐκ τοῦ καλῶ, κατὰ συγκοπήν. Ἐκ δὲ τοῦ κράζω, καὶ Ἀττικῷ καὶ Αἰολικῷ διπλασιασμῷ, γίνεται τὸ ἐκέκραξα· ἔθος γὰρ τοῖς Ἀττικοῖς διπλασιασμοῖς χρῆσθαι. Τὸ δὲ
55κράζω ἀναλογώτερόν ἐστι τοῦ κρώζω τοῦ παρὰ
55Ἀθηναίοις.
Κραίνω: Τὸ ἐπιτελῶ. Παρὰ τὸ κάρα, καραίνω, ὡς χεῖμα, χειμαίνω· καὶ συγκοπῇ, κραίνω. Εἴρηται

536

δὲ κυρίως ἡ λέξις ἐπὶ τοῦ τελειοῦσθαι, καὶ τῇ κεφαλῇ κάτω νεύειν τὸν ὑποσχόμενον. Εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσω, ὄφρα πεποίθῃς. Ὁ παρατατικὸς, ἔκραινον· πλεονασμῷ τῆς ΑΙ δι‐
5φθόγγου, κραίαινον, καὶ ἐπικραίαινον· ὁ μέλλων, κρανῶ· ὅθεν καὶ τὸ κρανέεσθαι· (σημαίνει τὸ κεφαλὴν ἐπιθεῖναι τῷ πράγματι, τελειωθήσεσθαι, ἢ τελείως λείψεσθαι·) ὁ ἀόριστος, ἔκρανα· Ἰωνικῶς, ἔκρηνα· τὸ προστακτικὸν, κρῆνον· καὶ πλεονασμῷ
10τοῦ η, κρήηνον, ἀντὶ τοῦ ἐπιτέλεσον.
10 Κραιπνός: Ὁ ταχύς· καὶ τὸ συγκριτικὸν, κραι‐ πνότερος· παρὰ τὸ κάπω, τὸ πνέω· ὅθεν καὶ κάπος τὸ πνεῦμα· καὶ καπνὸς, τὸ ἐκ καυθέντων ξύλων ἀναπεμπόμενον πνεῦμα. Τοῦτο κατὰ πλεονασμὸν τοῦ ρ γίνεται καρπνός· καὶ καθ’ ὑπέρθεσιν, κραπνός·
15καὶ πλεονασμῷ τοῦ ι, κραιπνός. Κραιπαλῶ: Δευτέρας συζυγίας τῶν περισπω‐ μένων· γίνεται ἐκ τοῦ κραιπάλη, ὃ σημαίνει τὴν μέθην· τοῦτο παρὰ τὸ κάρα καὶ τὸ πάλλω, ὑπερθέσει καὶ συγκοπῇ.
20 Κρεββάτιον: Παρὰ τὸ κρεμᾶν τὰς βάσεις. Κρέας: Παρὰ τὸ κέαρ, ὃ σημαίνει τὴν ψυχὴν, καθ’ ὑπέρθεσιν· πᾶν γὰρ κρέας ἔμψυχόν ἐστιν, εἴγε πᾶν ἔμψυχον κρέας ἔχει. Ἢ παρὰ τὸ κείρω, τὸ κόπτω· ἢ παρὰ τὸ κερῶ, τὸ συγκεκραμένον ἐκ τεσ‐
25σάρων στοιχείων. Τινὲς δὲ παρὰ τὸ κρατύνειν καὶ ἰσχυροποιεῖν τὸ σῶμα. Τὸ ΑΣ, βραχύ· τὰ εἰς ΑΣ οὐδέτερα συστέλλει τὸ α, πρὸς ἀντιδιαστολὴν τῶν ἀρσενικῶν ὀνομάτων. Καὶ εἰ μὲν ὦσι καθαρὰ, ἢ ἔχει πρὸ τοῦ α τὸ ρ, ἐπιδέχεται καὶ κλίσιν· εἰ δὲ
30μὴ, οὐ κλίνεται· οἷον, βρέτας, δέπας, δέμας· χωρὶς
30τῶν παραληγομένων τῷ λ· οἷον ἅλας, ἅλατος· ἐρυ‐ σιπέλας, ἐρυσιπέλατος. Κρεκύδειλος: Ἀπὸ τοῦ κροκόδειλος, κατὰ ἐναλλαγὴν τῶν στοιχείων. Κρεγμῶ: Τῇ κρούσει, Ἀπολλώνιος.
35 Κρεμόω: Ἀπὸ τοῦ κρεμῶ κρεμᾷς γίνεται ποιη‐ τικῷ πλεονασμῷ τοῦ ο κρεμόω, ὥσπερ γελῶ γελόω, καὶ ὁρῶ ὁρόω· ἐνεστὼς δέ ἐστι, καὶ οὐ μέλλων· ἐὰν γὰρ τὸ κρεμῶ καὶ ἀγορῶ δῶμεν μέλλοντας εἶναι ἀπὸ τοῦ κρεμάζω καὶ ἀγοράζω, εὑρεθήσονται ἐλάττονας
40συλλαβὰς ἔχοντες τοῦ ἐνεστῶτος· ὅπέρ ἐστιν ἀδύ‐ νατον. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀγοράζω καὶ κρεμάζω γίνεται ὁ μέλλων ἀγοράσω καὶ κρε‐ μάσω· καὶ ἀποβολῆ τοῦ ς, ἀγοράω καὶ κρεμάω· καὶ κράσει, ἀγορῶ καὶ κρεμῶ· καὶ μετάγεται εἰς ἐν‐
47εστῶτα. Ταῦτα δὲ μέχρι τοῦ παρατατικοῦ κλί‐
45νεται· ὁ γὰρ κρεμάσω μέλλων οὐκ ἔστιν ἀπὸ τοῦ κρεμῶ· ἐπειδὴ κρεμήσω ὤφειλεν εἶναι, ὥσπερ βριμῶ
βριμᾶς, βριμήσω· ἀλλ’ ἔστιν εἰπεῖν ἐκ τοῦ κρε‐ μάζω· καὶ τὸ ἀγοράσω, οὐκ ἐκ τοῦ ἀγορῶ, ἀλλ’ ἐκ τοῦ ἀγοράζω· ἐπειδὴ ὤφειλεν εἶναι τὸ α μακρόν·

536

(50)

ἀλλ’ ἔστι βραχύ. Μήποτε οὖν καὶ τὸ ἀμφιῶ ἢ ἐνεστώς ἐστιν, ἢ μεταβέβηκεν εἰς ἐνεστῶτα. Χωρὶς εἰ μή τις εἴποι, ὅτι τὰ τῷ ι παραληγόμενα τῶν πε‐ ρισπωμένων δευτέρας συζυγίας εἰσὶ, καὶ οὐ πρώτης· οἷον, ἀνιῶ, κοπιῶ.
55Κρεῖον: Παρὰ τὸ κρέας, κρέον καὶ κρεῖον.
55Λέγει δὲ Ὦρος, ὅτι τὸ κρεῖον ὅμοιόν ἐστι τῷ θεῖον, ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ. Ἰστέον ὅτι ἡ μὲν κοινὴ δόξα ἔχει, ὅτι τὸ κρεῖον κρεωδόχον ἀγγεῖον σημαίνει·

537

ὁ δὲ Εὐφορίων τὸ κρέας λέγει εἶναι· ὁ δὲ Ἡρω‐ διανὸς, τὴν ἐκ τῶν ὠμῶν κρεάτων πεπληρωμένην τράπεζαν· ὁ δὲ Πτολέμαχος, τὸν ἀπὸ τοῦ στέατος πλακοῦντα φησὶν αὐτὸ σημαίνειν. Χοιροβοσκὸς,
5ὁ δὲ κρειῶν ἐρατίζων,
5ἀντὶ τοῦ τῶν κρεάτων ἐπιθυμῶν· ἀπὸ τῶν κρεῶν γίνεται κατὰ πλεονασμὸν τοῦ ι. Οὐκ ἔστι δὲ μετοχὴ, ἀλλ’ ὄνομα. Κρείων: Ὁ βασιλεύς. Ἔστι δὲ ὄνομα με‐ τοχικόν· ἀπὸ γὰρ μετοχῆς παρήχθη εἰς ὄνομα.
10Ἔστι γὰρ κρατῶ, καὶ σημαίνει τὸ ἄρχω· ἐξ οὗ
10κατὰ παραγωγὴν γίνεται κρατείω ὡς ὄψω ὀψείω· ἡ μετοχὴ, κρατείων· καὶ συγκοπῇ, κρείων Ἀγαμέμνων. Καὶ ἀπὸ μετοχῆς μετήχθη εἰς ὄνομα. Ὁμοίως καὶ τὸ θηλυκὸν, κρατείουσα· καὶ συγκοπῇ, κρείουσα·
15σημαίνει τὸ βασιλεύουσα. Κρείσσων: Παρὰ τὸ κρατὺς ὄνομα συγκρι‐ τικόν· ὁ πρῶτος τύπος, κρατύτερος· ὁ δεύτερος, κρα‐ τίων· καὶ ὁ τρίτος κράσσων· καὶ κατὰ τροπὴν Αἰο‐ λικὴν τοῦ α εἰς ε, καὶ πλεονασμῷ τοῦ ι. Οὐδέποτε
20δὲ πρὸ τῶν δύο ΣΣ εὑρίσκεται δίφθογγος, πλὴν τοῦ λεύσσω, γλαύσσω, τὸ φωτίζω, καὶ κρείσσων, καὶ τοῦ ἐξ αὐτοῦ ῥήματος γινομένου. Κρήγυον: Τὸ ἀληθὲς καὶ ἀγαθόν· παρὰ τὸ κῆρ, ἡ ψυχὴ καὶ τὸ ἡδὺ, γίνεται κηρήδιον, τὸ τῷ κέαρι
25ἡδὺ καὶ προσηνές· (ὃ ταυτόν ἐστι τῷ θυμῆρες·) καὶ συγκοπῇ καὶ τροπῇ τοῦ δ εἰς γ, γίνεται κρήγυον, τὸ τὴν ψυχὴν ἡδύνον. Κρήδεμνον: Τὸ κεφαλοδέσμιον. Παρὰ τὸ κάρη καὶ τὸ δέω, τὸ δεσμεύω, καρήδεμνον· καὶ
30συγκοπῇ, κρήδεμνον, τὸ τὴν κεφαλὴν δεσμεῦον. Ὁ δὲ Ἡρωδιανὸς φησὶ, κρήδεμνον λέγεται παρὰ τὸ δέμω, τὸ κατεσκευασμένον καὶ πεποιημένον εἰς κε‐ φαλὴν τῶν νέων. Σημαίνει δὲ καὶ τὰ τείχη, οἷον
τὰ περιβλήματα.
35Κρήμνη:
35Κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος.
35Ὡς ἀπὸ τοῦ ἵστημι, ὁ παρατατικὸς, ἵστην ἵστης ἵστη· καὶ τὸ προστακτικὸν, ἵστη· οὕτω καὶ ἀπὸ τοῦ κρημνῶ γίνεται κρήμνημι· ὁ παρατατικὸς, κρήμνην, κρήμνης, κρήμνη· καὶ τὸ προστακτικὸν, κρήμνη. Κρημνός: Παρὰ τὸ κρεμῶ κρεμός· καὶ πλεο‐
40νασμῷ τοῦ ν, κατὰ τροπὴν τοῦ ε εἰς η, γίνεται κρημνός. Ἢ παρὰ τὸ κάρα καὶ τὸ νεύω γίνεται κάρανος, καὶ κρημνὸς, ὁ ἐπὶ κάρα νεύων. Κρήνη: Ἡ πηγή. Παρὰ τὸ ῥέω ῥήνη, καὶ κρήνη. Ἢ ἔστι ῥῆμα κρῶ μονοσύλλαβον, συγκοπὲν
45ἐκ τοῦ κερῶ, ὃ δηλοῖ τὸ ἐγχέειν· καὶ ὡς παρὰ τὸ εἴρω, τὸ λέγω, γίνεται εἰρήνη, οὕτω κρῶ κρήνη· καὶ νεοκράτας σπονδὰς Αἰσχύλος, τὰς νεωστὶ ἐγχυ‐ θείσας. Καὶ Ὅμηρος, κέρασσε δὲ νέκταρ ἐρυθρόν.

537

(50)

Ἀντὶ τοῦ ἐπέχεεν· οὐ γὰρ ὕδατι κιρνᾶται τὸ νέκταρ.

537

(50)

Κρηπίς: Παρὰ τὸ ἕρπω ἑρπίς· καὶ ἐν ὑπερβι‐ βασμῷ, ῥεπίς· καὶ πλεονασμῷ τοῦ κ, τροπῇ τοῦ ε εἰς η, γίνεται κρηπὶς, δι’ ἧς ἕρπειν καὶ βαδίζειν δυνάμεθα· ἢ παρὰ τὸ ῥάπτω. Κρῆτες: Παρὰ τὸ ἐπὶ κρέασι βιοτεύειν· κυνη‐
55γετικοὶ γάρ. Ὁ Ἀπολλόδωρος, παρὰ τὸ εὖ κε‐ κρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα.
56Κρησφύγετα: Φρούρια τινὰ οὕτω λεγόμενα, ἐν

538

οἷς ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνωα φεύγοντες· παρὰ τὸ κριτὴν αὐτῶν εἶναι Κρῆτα. Τὸ οὖν κρη‐ σφύγετον ἔλεγον σπήλαιον χρήσιμον τοῖς φεύγουσιν εἰς τὸ κρύπτεσθαι.
5 Κρησέρα: Δηλοῖ τὸ πῶμα. Κυρίως δέ ἐστιν ἐπιβόλαιόν τι τῆς κεφαλῆς ποιόν. Ἔνιοι δὲ περι‐ τραχήλιον ποιὸν εἶναι φασί· κακῶς. Ἡ γὰρ λέξις ἀπὸ τοῦ κάρα ὠνόμασται. Τὸ τοῦ κοφίνου ἐπιβό‐ λαιον κρησέρα εἴρηται κατὰ μεταφοράν. Ἀπολλώ‐
10νιος δὲ γελοίως ἵστασθαι· φησὶ γὰρ ἐπὶ τὰ ἐσκοτω‐ μένα κόσκινα, οἷς ἐπικαλύπτουσι τοὺς κοσκίνους. Ὦρος. Κρῖ λευκόν: Σημαίνει τὴν κριθήν. Ἢ ἀπὸ τοῦ κριθὴ γέγονε κατὰ ἀποκοπήν· ἢ ἀπὸ τοῦ κρῖμνον, τοῦ
15σημαίνοντος τὸ παχὺ τοῦ ἀλεύρου, ὁμοίως κατὰ ἀπο‐
15κοπὴν κρῖ· ἔστι γὰρ κρίμνον καὶ γένος κριθῆς. Ση‐ μαίνει δὲ καὶ τὸ ἀπόσταγμα τοῦ κυκεῶνος. Κρίβανος: Σημαίνει τὴν κάμινον, ἔνθα ὤπτων τοὺς ἄρτους· παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος, ἡ κάμινος· οἱ δὲ Δωριεῖς κλίβανον λέγουσι.
20 Κριθή: Παρὰ τὸ προκριθῆναι τῶν ἀκροδρύων· ἀκρόδρυα γὰρ ἤσθιον πρὸ τῶν καρπῶν. [Ἄλλως.] Παρὰ τὸ προκριθῆναι τῶν δρυῶν· ὀπτοὺς γὰρ βαλά‐ νους ἔτρωγον οἱ ἀρχαῖοι· καὶ πάλιν ὕστερον ἤρξαντο ἀπὸ κριθῆς ἄρτον ἐσθίειν. Ἢ διὰ τὸ κρίνεσθαι
25καὶ διαχωρίζεσθαι αὐτὴν ἐκ τῶν ἀχύρων ὑπὸ τοῦ ἀνέμου. Τὰ εἰς ΘΗ βαρύνεται, τίθη· πλὴν τοῦ κριθὴ, ποθή. Κρητήρ: Ἐκ τοῦ κρατὴρ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η, ὡς πρᾶγμα, πρῆγμα. Τὸ ΚΡΑ, μακρόν·
30ἐκ τοῦ κρῶ κράσω· ὅπερ ἀπὸ τοῦ κερῶ· τοῦτο ἀπὸ
30τοῦ κέρας, ὃ σημαίνει τὸ κέρατον. Οἱ παλαιοὶ γὰρ κέρατι ἐχρῶντο ἀντὶ προχόου. Κριτής: Ὁ τῆς διαφορᾶς χωριστικός· κρίναι γὰρ τὸ διαχωρίσαι καὶ διακρίναι· ἔνθεν καὶ ἀκριτό‐ μυθος, ὁ ἄκριτα καὶ ἀδιαχώριστα λέγων, καὶ μὴ
35διακρίνων τὰ λεγόμενα. Κλίνεται κριτοῦ· τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου τρίτου προσώπου γινό‐ μενα ὀνόματα εἰς ΟΥ ἔχει τὴν γενικήν. Κρίνω σημαίνει τρία· τὸ διαχωρίζω, ὡς τὸ, Κρῖν’ ἄνδρας κατὰ φῦλα·
40καὶ,
40Κρῖνον τὸ διακρινόμενον ταχέως.
40Καὶ τὸ δικάζω· σημαίνει καὶ τὸ ἐπιλέγω, ὡς τὸ, Κρίνας ἐκ Λυκίας ἐείκοσι φῶτας. Κρίκος: Τὸ κρικέλλιον. Παρὰ τὸ κλείω, κατὰ ἀποβολὴν τοῦ ε, κλίκος, ὁ πάντοθεν περικεκλεισμένος· καὶ τροπῇ τοῦ λ εἰς ρ, κρίκος. Ἢ ὡς ἄλγος ἀλγαλέος
45καὶ ἀργαλέος. Ἔστι δ’ ὅτε καὶ ἐν ὑπερθέσει γίνεται
45κίρκος, ὡς καρδία κραδία. Βαρύνεται· ἐπειδὴ τὰ εἰς ΚΟΣ μονογενῆ διβραχέα βαρύνεται· εἰ δέ τι ὀξύνεται, πρὸς ἀντιδιαστολὴν σημαινομένου, ὡς ἔχει τὸ δόκος ἐπὶ τῆς δοκήσεως πρὸς ἀντιδιαστολὴν τοῦ δοκοῦ. Σεσημείωται τὸ φακὸς ὀξύτονον· τὸ δὲ φακῆ περι‐

538

(50)

σπᾶται· ἀπὸ γὰρ τοῦ φακέα. Τὸ δὲ κακὸς, τριγενές. Κρίκε: Ἰστέον ὅτι τὸ κρίκε δὲ ζυγόν μιμητικῶς ἐστιν εἰρημένον. Ἐφ’ οὗ τινὲς οὐ προσ‐ εσχηκότες τῇ μιμήσει τῆς φωνῆς ἠπόρησαν, ὡς
55Ἡρωδιανός φησι, πῶς ἀπὸ θέματος τοῦ κρίζω ὢν ὁ
55δεύτερος ἀόριστος, οὔτε διὰ τοῦ γ ἐστὶν, οὔτε διὰ τοῦ δ, ὡς τὸ φράζω ἔφραδον, καὶ στίζω ἔστιγον, ἀλλὰ διὰ τοῦ κ. Ὅτι δέ ἐστι τὸ κρίζω θέμα, δῆλον
ἐκ τῶν κινημάτων· ὁ γὰρ ποιητής φησι κεκριγυῖαι·

539

καὶ ῥηματικὸν ὄνομα κριγὴ, ὡς παρὰ Ἱππώνακτι, Κριγὴ δὲ νεκρῶν ἄγγελός τε καὶ κῆρυξ. Σχηματίζει δὲ τὸ κρίζω ὁ Ἡρωδιανὸς οὕτως· ἔστι μονοσύλλαβον κρῶ, ἀφ’ οὗ τὸ κράζω, καὶ κρώζω·
5ἀπὸ δὲ τοῦ κράζω γίνεται κρίζω, ὡς στάζω στίζω, σεβάζω σεβίζω. Τούτου δὲ τοῦ κρίζω ἡμαρτημένον ἀόριστον παραλαμβάνεται τὸ κρίκε· ἡμεῖς δὲ οὐ φαμὲν αὐτὸν ἡμαρτῆσθαι, ἀλλὰ πεποιῆσθαι. Οὕτω Ζηνόδοτος. Σημαίνει δὲ τὸ ἐψόφησεν, ἤχησε, ποιὸν
10ἦχον ἀπετέλεσε.
10 Κριός: Ὥσπερ λέγεται κρείων ὁ βασιλεὺς, οὕτω καὶ κριὸς ὁ ἐξέχων τῆς ποίμνης. Ὁ δὲ Ἡρω‐ διανός φησι παρὰ τὸ κεκρίσθαι τὰς τρίχας· διαφέ‐ ρουσι γὰρ αἱ τρίχες τοῦ κριοῦ τῶν ἄλλων. Σημαίνει δὲ πολλά· ἔστι γὰρ ὁ προηγούμενος τῆς ποίμνης·
15ἔστι καὶ ὄργανον πολιορκητικόν· ἔστι καὶ εἶδος πλοίου· ἔστι δὲ καὶ εἶδος ἐρεβίνθου· ὁ ἐρέβινθος δὲ ἀρσενικῶς λέγεται. Τινὲς δὲ λέγουσι παρὰ τὸ κέρας γίνεσθαι κεριὸς, καὶ συγκοπῇ, κριός· οὐ καλῶς. Κεραῖος γὰρ ὤφειλεν εἶναι, ὡς κνέφας κνεφαῖος,
20οὖδας οὐδαῖος.
20 Κρῖος: Ὄνομα Τιτᾶνος· παρὰ τὸ κεκρῖσθαι. Προπερισπᾶται πρὸς ἀντιδιαστολὴν τοῦ κριὸς τοῦ προσηγορικοῦ· ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει. Τὰ διὰ τοῦ ΙΟΣ δισύλλαβα ἀρσενικὰ τὴν ΕΙ δί‐ φθογγον ἀποστρέφεται, βίος, δῖος· Χῖος, ὁ πολίτης
25τῆς Χίου· Θρῖος, ὄνομα ποταμοῦ· Κῖος, ὄνομα κύ‐ ριον· Πῖος, ὄνομα κύριον· Τῖος, ὄνομα κύριον. Οὕτως οὖν καὶ Κρῖος. Πρόσκειται, “ἀρσενικὰ,” διὰ τὸ νειὸς, ὃ σημαίνει τὴν ἀρουμένην γῆν· ἔστι δὲ θηλυ‐ κόν. Σεσημείωται ταῦτα, θεῖος, Κεῖος, ὁ τῆς Κέω
30πόλεως· πλεῖος, μεῖος, λεῖος, ῥεῖος· οὕτω δὲ λέγουσιν οἱ Κύπριοι τὸν ἀσθενῆ, παρὰ τὸ ῥεῖα, ὃ σημαίνει τὸ εὐχερές· χρεῖος, παρὰ τὴν χρείαν. Τὸ δὲ Φλίος, (σημαίνει δὲ τὸν Διόνυσον,) διφορεῖται· τινὲς μὲν γὰρ διὰ τοῦ ι γράφουσιν αὐτό· τινὲς δὲ, διὰ τῆς ΕΙ
35διφθόγγου.
35 Κρίμα: Σημαίνει πῇ μὲν τὸ κατάκριμα καὶ τὴν καταδίκην, ὡς τὸ, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει· πῆ δὲ τὴν κρίσιν καὶ τὴν καταδίκην, ὡς τὸ, Κρίμα δίκαιον κρίνατε.
40Σημαίνει καὶ τοὺς ἐξῃτασμένους τοῦ θεοῦ λόγους.
40Κροαίνω: Τὸ κτυπῶ καὶ ἠχῶ. Ἀριστοφάνης
40φησὶ τὸ τοῖς ποσὶ σκιρτᾶν καὶ κροτεῖν. Παρὰ τὸ
40κροτῶ, κροταίνω· ἀποβολῇ τοῦ τ, κροαίνω· ἢ παρὰ τὸ κρούω, κροαίνω, κατὰ παραγωγὴν, καὶ ἀποβολῇ τοῦ υ. Κρόκη: Παρὰ τὸν κρούσω μέλλοντα γίνεται, ἀποβολῇ τοῦ υ· ᾗ τὸ κρούεσθαι διόλου παρηκο‐
45λούθησε.
45 Κροκύφαντος: Ὅτι διὰ κρόκης ὑφαίνεται· οἱ δὲ Ἀττικοὶ κεκρύφαλον αὐτὸ καλοῦσιν, ὅτι κρύπτει
τὸν φαλὸν, ὅ ἐστιν ἐξοχὴ τῆς κεφαλῆς. Κρόκος: Παρὰ τὸ κίειν καὶ ἀναβλαστάνειν ἐν τῷ κρύει, κρύοκός τις ὤν.

539

(50)

Κροκόδειλος: Ἐκ τοῦ κρόκος καὶ τοῦ δειλός· καὶ γὰρ ὁ χερσαῖος κροκόδειλος φοβεῖται τὸν κρόκον· ὅθεν καὶ οἱ μελιτουργοὶ, ἐπειδὴ ἀνέρχεται καὶ ἐσθίει τὸ μέλι, ἐπιτίθενται ἔξωθεν κρόκον, ὅνπερ ὁρῶν φεύγει. Ὁ δὲ θαλάσσιος, παρὰ τὸ δειλαίνεσθαι τὰς κρόκας,
55ὃ σημαίνει τοὺς αἰγιαλούς· οἱονεὶ περὶ τὴν γῆν δειλός. Ὁ δὲ κροκόδειλος, ζωΰφιόν ἐστι μικρόν. Κρόκαλα: Λέγονται αἱ ψῆφοι τῶν ποταμῶν·

540

ἀπὸ τοῦ κροτεῖν καὶ ψοφεῖν. Κρόμυον: Παρὰ τὸ τὰς κόρας μύειν τῶν ἐσθι‐ όντων αὐτό· δριμὺ γάρ. Κρόνος: Ὁ Κρόνος τῆς νοερᾶς ζωῆς ἐστι
5δοτὴρ, κόρος ὢν τοῦ νοῦ· μᾶλλον δὲ κορὸς νοῦς καὶ καθαρός. Πάντες οὖν οἱ νοερῶς ζῶντες Κρονίαν ἔχουσι πολιτείαν· ὅθεν καὶ βασιλεὺς αὐτῶν ὁ Κρόνος λέγεται. Τὸν Κρόνον φασὶν ἐκ τοῦ κρᾶν καὶ κιρνᾶν ἕκαστα
10τῶν γενεθλιωμάτων, καὶ μίξαι τὸ θῆλυ τῷ ἄρρενι.
10Χρύσιππος δέ φησιν ὅτι καθύγρων ὄντων τῶν ὅλων, καὶ ὄμβρων καταφερομένων πολλῶν, τὴν ἔκκρισιν τούτων Κρόνον ὠνομάσθαι. Τὰ δὲ περὶ τὴν ἐκτομὴν ἔνιοι οὕτως ἀναλύουσιν· ὅτι τῆς τοῦ Οὐρανοῦ καὶ Γῆς μίξεως γινομένης, ἐζωογονεῖτο πολλά· εἶτα τοῦ
15Κρόνου (ἤτοι τοῦ χρόνου) ἕκαστα διακρίναντος, καὶ τὰ γεννηθέντα ἐκ τῆς πρὸς ἄλληλα μίξεως ζωογο‐ νοῦντος, ἐκτετμῆσθαι τὸν Οὐρανὸν εἰρήκασιν. Ἄλλοι δέ φασιν αὐτὸν Κρόνον εἰρῆσθαι, ὅτι πρῶτος θεῶν εἰς κρίσιν ἐπέβαλε. Νομίζεται δὲ παῖς Οὐρανοῦ καὶ
20Γῆς, ὅτι ἐκ τῆς ἐπιτολῆς τῶν ὑπὸ γῆν καὶ ὑπὲρ γῆν ἄστρων ὁ χρόνος γίνεται· διὰ γὰρ τούτων καὶ ἡμερονύκτιον καὶ μῆνα καὶ καιρὸν διορίζομεν. Κα‐ ταπίνειν δὲ λέγεται τὰ τέκνα, ὅτι ὅσα διὰ χρόνου γίνεται τῷ χρόνῳ πάλιν συνδιαφθείρεται. Φώτιος
25πατριάρχης.
25 Κρονίων: Πατρωνυμικόν. Κλίνεται Κρονίωνος· τὰ εἰς ΩΝ πατρωνυμικὰ φυλάττουσι τὸ ω ἐπὶ γενι‐ κῆς. Εὕρηται καὶ συνεσταλμένη ἡ ΝΙ συλλαβὴ, ὡς παρὰ τῷ ποιητῇ, Ὅς ῥα παρὰ Κρονίωνι καθέζετο·
30τὸ γὰρ,
30Ζηνὸς οὐκ ἂν ἔγωγε Κρονίονος,
30ὑπερβιβασμὸν ἔπαθε χρόνου, καὶ τὴν μὲν προπαρα‐ λήγουσαν ἐξέτεινε, τὴν δὲ παραλήγουσαν συνέστει‐
λεν. Ἄλλως. Τὸ Κρονίων διὰ τοῦ ι, ἐπειδὴ τὸ Κρονίδης διὰ τοῦ ι· τὰ γὰρ εἰς ΩΝ πατρωνυμικὰ τὴν παραλήγουσαν θέλει ἔχειν τῶν εἰς ΔΗΣ· Ἀτρείδης,
35Ἀτρείων· Πηλείδης, Πηλείων· οὕτως καὶ Κρονίδης, Κρονίων· τὰ δὲ εἰς ΟΣ, εἰ μὲν καθαρὰ, διὰ τοῦ ἄδης ποιοῦσι τὸ πατρωνυμικόν· οἷον, Θυέστιος, Θυεστι‐ άδης· Τελαμώνιος, Τελαμωνιάδης· εἰ δὲ μὴ καθαρὰ, διὰ τοῦ ΙΔΗΣ, οἷον, Πρίαμος, Πριαμίδης· Κρόνος,
40Κρονίδης.
40 Κρόσσας: Οἱ μὲν φασὶ κεφαλίδας τοῦ τείχους σημαίνειν, ἄλλοι δὲ τοὺς προμαχῶνας· Ἀρίσταρχος δὲ κλίμακας τινὰς, ἢ ὄργανα πρὸς τειχομαχίαν ἐπιτήδεια· ἄλλοι δὲ τὰ ἀποκρηπιδώματα· καὶ γὰρ κροσσοὺς τὰ ἄκρα τῶν ἱματίων λέγουσιν· ὃ καὶ βέλ‐
45τιον, οἱονεὶ κορσοὺς τινὰς ὄντας· παρὰ τὴν κόρσην τὴν κεφαλὴν, (ἡ μεταφορὰ ἀπὸ τῶν πλοκάμων,) κατὰ μετάθεσιν τοῦ ρ, κρόσσας. Οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἰάδος διαλέκτου. Τὸ δὲ τῆς κλίμακος ὄνομα οὐ γινώσκει Ὅμηρος· οὐδέπω γὰρ ἦν τὰ πολεμικὰ

540

(50)

ὄργανα. Καὶ ταῦτα μὲν ὁ Ὠρίων· ἐγὼ δὲ εὗρον σχόλιον παρακείμενον ὑπόνοιαν παρέχον μοι ἵνα σημαίνῃ καὶ τὰς κλίμακας, καὶ τὰ ἐξέχοντα τοῖς τείχεσιν· ἔχει δὲ οὕτως· ὅτι εἰ μὲν διαστέλλοιμεν εἰς τὸν μὲν σύνδεσμον, γένοιτ’ ἂν,
55Κρόσσας μὲν πύργων ἔρυον.
55Οἷον, ἐπὶ τοὺς πύργους τὰς κλίμακας εἷλκον· εἰ δὲ συνάπτοιμεν κρόσσας πύργων, τὰς ἐξοχὰς φησὶ, περὶ ὧν ἐν τοῖς περὶ ναυστάθμου διαλέγεται, στήλας τε προβλῆτας,

541

ἀντὶ τοῦ τοὺς προκαταβεβλημένους θεμελίους. Ζήτει εἰς τὸ προκρόσσας. Κρόκος: Παρὰ τὸ ἐν κρυφῇ ἔχειν τὴν πορείαν, ὅ ἐστι τὴν αὔξησιν, οἷον κρύκιός τις ὤν. Οὕτως
5εὗρον ἐν ὑπομνήμασι τʹ Ἰλιάδος. Κροσός: Παρὰ τὸ ἄκρα καὶ τὸ κάρα· ἢ παρὰ τὸ ἄκρον καὶ τὸ σείω, τὸ ἐν ἄκρῳ σειόμενον καὶ κρε‐ μάμενον. Ἐκ δὲ τοῦ κροσὸς γίνεται κροσῶ, κρο‐ σώσω, καὶ κροσωτός.
10Κρότων: Ὁ φθείρ· ἀπὸ τοῦ κρατεῖν οἷς ἂν
10ἐμφυῇ. Ὁ δὲ Ὦρος βοτάνης ὄνομα λέγει, διὰ τὸ ὄζειν αὐτῆς τὸ σπέρμα, διατριβόμενον ἐν τοῖς δακτύ‐ λοις, ὁμοίως τῷ ζῴῳ· διὰ τοῦτο κρότων ἐκλήθη. Ἔστι δὲ καὶ ὄνομα πόλεως παρ’ αὐτῷ, ἀπὸ Κρότωνός τινος, ὅστις ὑπὸ Ἡρακλέους ἀνῃρέθη.
15 Κρότος: Ἐκ τοῦ κρούω, κρούσω, κέκρουκα, κέ‐ κρουμαι, κέκρουται, κρότος, κροτῶ. Κρόταφοι: Κυρίως ἐπὶ τῶν ζῴων τῶν κερατο‐
φόρων, διὰ τὸ ἐξ αὐτῶν τῶν μερῶν φύεσθαι κέρατα, οἱονεὶ κερατοφόροι τινες ὄντες· ἢ ὅτι κρούουσι τὴν
20ἁφὴν παλλόμενοι, οἷον κρούταφοι ὡς δὲ Ἀπολλόδωρος, ὅτι συγκεκρότηνται ἀμφοτέρωθεν· ὡς δὲ Ἀπίων, ὅτι τῆς κόρσης ἅπτονται, τουτέστι τῆς κεφαλῆς. Οὕτως Σωρανός. Ἢ παρὰ τὴν κόρσην, κόρσαφος, καὶ κόρ‐ ταφος· καὶ ἐν ὑπερθέσει, κρόταφος. Ἢ ὅτι τῆς
25κόρσης ἁφή ἐστι· κόρση, κρόση· καὶ κρόσας· καὶ τὸ κροσὸς οὕτως ἐτυμολογεῖται ἀπὸ τοῦ τέλους· φησὶ γὰρ, ἡ κεφαλὴ τὸ τελευταῖον ὁ κροσὸς καλεῖται. Ἢ ὅτι ὁ κρουόμενος εἰς αὐτὸν, τάφον ἔχει, καὶ ἔμπληκτος γίνεται, ὡς τὸ,
30τάφος δ’ ἕλε πάντας Ἀχαιούς.
30 Κρωσσός: Ὑδρία, ἤ τι ἄλλο ἄγγος εἰς τὸ ἐπι‐ χεῖν ὕδωρ· παρὰ τὸ κρῶ, τὸ ἐπιχέω· τοῦτο ἐκ τοῦ κερῶ· ὅθεν κέρασεν. Κρώβυλος: Εἶδος ἐμπλοκῆς· ἢ ὄνομα κύριον. Κρωβίαλος:
35Κρωβίαλον Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον.
35Αὗται δὲ πόλεις Παφλαγονίας. Ἐν δὲ τῇ Κυτώρῳ φύεται πύξος πολλὴ καὶ διάφορος. Ἀπολλώνιος Ἀργοναυτικοῖς. Κρούω: Ἐκ τοῦ κρῶ, κατὰ παραγωγὴν, κρόω· καὶ πλεονασμῷ τοῦ υ· ἢ κρύω, καὶ πλεονασμῷ τοῦ
40ο. Κυρίως δὲ ἐπὶ τῶν κερατοφόρων· κορούειν γὰρ τὸ τοῖς κέρας. παίειν· καὶ κατὰ συγκοπὴν, κρούειν· ὁ παθητικὸς παρακείμενος, κέκρουμαι, κέκρουται, κρότος· καὶ ῥῆμα, κροτῶ. Κρουνός: Τὸ ῥεῦμα· καὶ κρουνῶν, ῥευμάτων.
45Ἐκ τοῦ κερῶ κρῶ γίνεται κρονὸς καὶ κρουνός· ἢ ἀπὸ τοῦ ῥέω, ῥουνὸς καὶ κρουνός. Κρούζω: Κροβύζω, ἀφαιρέσει τοῦ β, καὶ κράσει τῶν στοιχείων, κρούζω. Κρύος: Παρὰ τὴν γινομένην κροῦσιν τῶν ὀδόντων

541

(50)

ἐν τῷ κρύει, ἤγουν ψύχει, γίνεται κροῦος καὶ κρύος. Ἐκ τούτου, κρυερὸς καὶ κρυόεις, φρικτὸς, φο‐ βερός· συμβαίνει γὰρ τοὺς φοβουμένους συγκρούειν τοὺς ὀδόντας. Ἢ παρὰ τὸ κρατῶ κρατύω, κρύω καὶ κρύος· καὶ κρύος κρυόεις, κρυόεσσα, φρικτὴ,
55φοβερά. Ἢ ψυχροποιός· ἀφ’ οὗ νεκροποιός. Κρύσταλλος: Τὸ διὰ τοῦ κρύους ἠλλοιωμένον ὕδωρ. Ἢ παρὰ τὸ σταλάσσω καὶ τὸ κρῶ.

542

Κρυμός: Παρὰ τὸ κρύπτω κέκρυμμαι, κρυμμός· καὶ ἀποβολῇ τοῦ μ. Κρυμὸς δὲ ὠνόμασται αὐτὸ τὸ πάγος, ὃ ἐπικρυπτόμεθα· χειμερίου γὰρ καιροῦ τὸ
πάθος.
5Κρύπτω: Ἐκ τοῦ καλύπτω, καρύπτω, καὶ κατὰ
5συγκοπήν· ἢ ἐκ τοῦ κάρα, καρύπτω καὶ κρύπτω. Κτέανον: Εἰς τὸ φιλοκτεανώτατε. Κτέρας: Κτῆμα· ἀπὸ τοῦ κτῶ, τὸ κτῶμαι. Κτεάτεσσιν: Κτήμασιν· ἀπὸ εὐθείας τῆς κτέας. Ἄμεινον δὲ μεταπλασμὸν παραδέχεσθαι ἀπὸ τῆς
10κτεάτοις δοτικῆς, ὥσπερ καὶ προβάτοις πρόβασιν. Ἅμα δὲ τῇ μεταπλάσει καὶ ἐπέκτασιν ἔπαθε. Κτάμενος: Ἐκ τοῦ κτῶ, τὸ φονεύω καὶ ἀναιρῶ, γίνεται κτῆμι· ὁ μέλλων, κτήσω· ὁ παρακείμενος, ἔκτηκα, ἔκταμαι, ἐκτάθην, ἐκτάμην· ἡ μετοχὴ, κτά‐
15μενος. Κτέννω: Διὰ δύο ΝΝ· καὶ ὁ μέλλων, κτανῶ· οὐ γάρ ἐστι κταίνω κτανῶ. Κτείς: Τὸ μόριον, ἤγουν τὸ αἰδοῖον· κλίνεται κτενός· παρὰ τὸ ἐκτείνεσθαι ἐν ταῖς συνουσίαις.
20Ἐπὶ δὲ τοῦ κόσμου τῶν τριχῶν, παρὰ τὸ ἐκτείνειν τὰς τρίχας, ἢ τὰς χεῖρας, ἢ παρὰ τὸ κτείνειν τὰς φθεῖρας. Ἐπὶ δὲ τοῦ θαλασσίου, παρὰ τὸ ἐκτεί‐ νεσθαι καὶ ἐξαπλοῦσθαι. Κτῆνος: Παρὰ τὸ κτῶ, τὸ φονεύω, κτήσω, κτῆ‐
25νος· ἢ παρὰ τὸ κτῶ, τὸ κτῶμαι, ἐξ οὗ καὶ κτῆμα καὶ κτῆσις. Ἢ ἀπὸ τοῦ κτείνω, ὁ δεύτερος ἀόριστος, ἔκτανον· ἐξ αὐτοῦ κτᾶνος, καὶ κτῆνος. Κτήνη κυρίως ἐπὶ τῶν σφαζομένων εἰς βρῶσιν· κτᾶσθαι γὰρ τὸ φονεύεσθαι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν
30ἄλλων. Κυρίως μὲν, τὰ θυόμενα ὅσα νόμος σφάζει καὶ κτέννει· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν τε θυσί‐ μων καὶ μή. Κτίλος: Ὁ προηγούμενος τῶν προβάτων καὶ προεξάρχων τῆς ποίμνης κριός. Παρὰ τὸ κίω, τὸ
35πορεύομαι, κίλος καὶ κτίλος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν τῶν λοιπῶν, ἤγουν προπορεύεσθαι. Ἢ
38παρὰ τὸ ἄγω· ὁ μέλλων, ἄξω· ῥηματικὸν ὄνομα, ἀκτίλος· καὶ ἀποβολῇ τοῦ α, κτίλος. Ἢ ἀπὸ τοῦ
40ἵκω, ἱκτὸς, ὡς τάσσω, τακτός· καὶ πλέκω, πλεκτός·
40καὶ ὥσπερ παρὰ τὸ πένθος γίνεται πενθίλος, οὕτως καὶ παρὰ τὸ ἱκτὸς ἱκτίλος· καὶ μετὰ τῆς ἐπάρσεως τοῦ ι, κτίλος. Οἱ δὲ νεώτεροι τάσσουσι τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου καὶ γεγονότος ἡμέρου ζῴου. Κτύπος: Παρὰ τὸ τύπτω τύπος· καὶ πλεονασμῷ
45τοῦ κ· τὰ γὰρ τυπτόμενα ψοφεῖ. Κτῴμην: Σὺν τῷ ι· Σοφοκλῆς· ἀπὸ τοῦ κτα‐ οίμην. Κύαθος: Ἀντλητήριον, μέτρον ὑγροῦ. Κυανός: Ἐκ τοῦ κῦμα γίνεται κυμανός· καὶ

542

(50)

ἀποβολῇ τοῦ μ, κυανὸς, ὁ μέλας· κυάνειος, καὶ κυά‐

542

(50)

νεος· καὶ ἡ κυανέα τῆς κυανέας. Κυάρης: Ἴβυκος, Οὐδὲ Κυάρης ὁ Μηδῶν στρατηγός.
Τινὲς λέγουσιν, ἀπὸ τοῦ Κυαξάρης γέγονε κατὰ συγκοπήν. Ἄλλοι δὲ ἀπὸ τοῦ κυρὰ, κατὰ πλεο‐
55νασμόν.
55Κύβελον: Ὄρος ἐν Φρυγίᾳ· ἔνθα τῆς μητρὸς
55τῆς Κυβέλης ἱερὸν ἅγιον ἐστίν. Ἀλέξανδρος δὲ ὁ πολυΐστωρ ἐν τῷ περὶ Βιθυνίας, Ἔοικεν οὖν Κυβέλη ἀπὸ τοῦ ὄρους κληθῆναι.

543

Ἴσως δὲ καὶ κύβηλις ὁ πέλεκυς. Ἐκ τούτου κυβέλη, ἡ ὀπὴ τοῦ ὠτὸς, καὶ μέλος σώματος. Κυβερνήτης: Ἀναλόγως οἱ Αἰολεῖς κυμερνήτην λέγουσιν, ἀπὸ τοῦ ἐρευνᾶν τὰ κύματα, καὶ πρὸς αὐτὰ
5ἰθύνειν τὴν ναῦν· ἡμεῖς δὲ τροπῇ τοῦ μ εἰς β κυβερ‐
5νήτην φαμέν. Κύβητος: Ἀπὸ τοῦ κύψαι· ὅθεν καὶ κύβος καὶ κύφος, καὶ ἀμφικύπελλον, καὶ ἀμφίκτυπον. Καὶ Ῥωμαῖοι τὸ ἄγκωνα κύμητον λέγουσι· καὶ κύμβιον, τὸν σπόνδυλον τοῦ βοός· κυρτὸς γάρ ἐστι.
10 Κύβηβος: Παρὰ τὸ κύπτω, ὁ κατακύψας. Κυβήβειν: Κυρίως τὸ ἐπὶ τὴν κεφαλὴν ῥίπτειν. Καὶ κύμβαχος· ἐπεὶ οἱ μανιώδεις ἐπὶ τὴν κεφαλὴν, πάθους γινομένου, τοιοῦτοι γίνονται· ὅθεν καὶ τὴν μητέρα τῶν θεῶν ἀπὸ τοῦ ἐνθουσιασμοῦ Κυβήβην
15λέγουσιν· αἰτία γὰρ ἐνθουσιασμοῦ τοῖς μύσταις γίνεται. Ἔστι δὲ καὶ ἐν Φρυγίᾳ ἱερὸν μητρὸς θεῶν. Ἢ ἐκ τοῦ κυβῶ κυβήσω, τὸ καταστρέφω· καὶ κύβος, τὸ γεωμετρικὸν σχῆμα.
18 Κύβος: Ὁ κυκλόθεν βάσιν ἔχων· ἢ πᾶσα τετράγωνος ψῆφος· Ἀπολλόδωρος δὲ ἀπὸ τῆς κου‐
20φότητος· τὰ γὰρ ἐπὶ κεφαλὴν κύψαντα κυλισθῆναι, κυβιστῆσαι ἔλεγον· καὶ κυβιστᾶν, τὸ ἐπὶ κεφαλῆς πηδᾶν· κύβην γὰρ ἔλεγον τὴν κεφαλήν. Παρὰ τὸ κύπτω κύψω γίνεται κύβος· ἐξ αὐτοῦ κυβιστὴς, καὶ κυβιστητὴρ, ὁ κολυμβητής.
25 Κῦδος: Ἡ δόξα· παρὰ τὸ κύειν δέος· ἢ παρὰ τὸ κύειν ἡδονὴν, κύηδος· καὶ κράσει, κῦδος. Ἢ παρὰ τὸ κύω, τὸ φιλῶ· ὁ μέλλων, κύσω· τροπῇ τοῦ ς εἰς δ· τὴν γὰρ δόξαν πάντες φιλοῦμεν. Κῦδος κυδότερος κυδότατος, καὶ κύδιστος, ὑπερθετικόν.
30Πλεονασμῷ τοῦ ρ γίνεται κυδρὸς, τουτέστιν ἀγαθὸς, τίμιος. Κυδάλιμος: Ἐκ τοῦ κῦδος γίνεται κύδιμος· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, κυδάλιμος, ὁ ἔνδοξος.
35Κυδοίμεον: Ἐκλόνουν, ἐθορύβουν. Ἀπὸ τοῦ
35κυδοιμὸς γίνεται ῥῆμα κυδοιμῶ. Κυδοιμὸς δὲ,
35τάραχος, θόρυβος, ἢ πόλεμος, ἀπὸ τοῦ κύειν δέος ἢ δεῖμα. Κύθρα: Ἀπὸ τοῦ κύτος, κύθρα· ἢ παρὰ τὸ κεύθω. Κυθρίσαι: Ἐπὶ τοῦ σκῶψαι καὶ γελάσαι. Πανήγυρίς ἐστι παρὰ Ἀθηναίοις οἱ κύθροι, ἐν ᾗ
40ἀλλήλους ἔσκωπτον.
40Κύδαρον: Εἶδος πλοίου.
40 Κυθέρεια: Ἡ Ἀφροδίτη· παρὰ τὸ κεύθειν τὸν ἔρωτα, ἢ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν ἔρωτα, ἡ κεύθουσα τοὺς ἔρωτας. Ἢ παρὰ τὸ χύδην θέρειν καὶ φλέγειν τῷ πάθει· ἢ παρὰ τὸ κεύθειν καὶ κρύ‐ πτειν τὸ αἰσχρὸν, κρυφαίαν οὖσαν τὴν μίξιν. Ὁ δὲ
45Ἡσίοδος ἀπὸ τῆς Κυθήρων πόλεως. Ἢ ἀπὸ τοῦ
45χέειν τὸν ἔρωτα. Ἡ δὲ κοινὴ ἔννοια, ἧς ἔδει ἀπο‐ κεκρύφθαι τὸ ὄνομα, ἀκούει· ἐπεὶ μυστηριώδης ἡ γέννησις αὐτῆς. Τινὲς δὲ τὰ Κύθηρα ἀπ’ αὐτῆς, ὅτι γεννηθεῖσα ἐκεῖ ἐκρύπτετο. Τὴν δὲ Κυθέρειαν νοοῦσι τινὲς, ὡς κρυψίποθον· διὸ καὶ σκοτίας Ἀφρο‐

543

(50)

δίτης ἐν Φαιστῷ ἱερὸν εἶναί φασι.

543

(50)

Κυκεών: Ἡ πόσις. Ἀπὸ τοῦ κεχύσθαι χυ‐ χεών τις ὢν, πόμα κατασκευασθὲν, παυστικὸν δίψης. Ἔστι δὲ δίψους ἴαμα ὁ κυκεὼν, ἐκ διαφόρων εἰδῶν σκευαζόμενος. Κυκυνᾷ: Ἀπὸ τοῦ κυκῶ, τὸ ταράσσω· ἐὰν δὲ
55κυρκανᾷ, πλεονασμῷ τοῦ ρ.
55 Κύκνος: Ὄνομα ἐστὶν εἰδικόν· τὸ γὰρ γένος ἐστὶ τό τε ὄρνις καὶ τὸ πετηνόν· ὁ γὰρ ποιητὴς πάντοτε τὰ γενικὰ προτάσσει, καὶ οὕτω τὰ εἰδικά.

544

Γίνεται δὲ παρὰ τὸ κλῶ, τὸ φωνῶ· κρακτικὸν γάρ ἐστι τὸ ζῷον, ὡς καὶ ἡ χήν. Ἐκ τοῦ κλῶ οὖν παράγωγον κλύω· καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν, κλύκος· καὶ ὑπερθέσει καὶ μεταθέσει τοῦ λ εἰς ν,
5κύκνος. Ἢ παρὰ τὸ κύκλος. Ἔστι καὶ εἶδος
5πλοίου. Ὀνομάζεται δὲ, ὅτι κύκνους ἔχει ἐντετυπω‐ μένους ἐπὶ τῆς πρώρας. Κύκλωπες: Κύκλωπες δ’ οὔνομ’ ἔσαν ἐπώνυμοι, οὕνεκ’ ἀρ’ αὐτοῖς κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ.
10Κυκλόωπες, καὶ κατὰ συγκοπὴν, κύκλωπες. Καὶ
10Κυκλώπειον ὄρος ἐν Λιβύῃ· παρὰ τὸ κύκλος, καὶ τὸ ὤψ· ἢ παρὰ τὸ κυκλοτερῆ ὦπα ἔχειν.
Κύκλωι: Ἐπίρρημα τοπικόν. Παρὰ τὸ κυλίω, γίνεται κύλος καὶ κύκλος. Ἔχει δὲ τὸ ι προσγε‐ γραμμένον, ὡς ἀπὸ δοτικῆς. Τὸ μέντοι πόρρω, καὶ
15ἔξω, καὶ ἄφνω, οὐ παρὰ δοτικῆς· διὸ οὐδὲ προσγε‐ γραμμένον ἔχει τὸ ι. Ἢ ἔστι ῥῆμα κλῶ· ἐξ οὗ μονοσύλλαβον ὄνομα, κλός· καὶ ἐπειδὴ οὐδὲν εἰς ΟΣ λήγει μονοσύλλαβον διπλασιασμὸν ἀναδεξάμενον, ἐγένετο κύκλος, ὡς παρὰ τὸ θῶ, τὸ θηλάζω, ἐγένετο
20θὸς καὶ τηθή. Ἢ κύκλος λέγεται ὁ εὐκύλιστος. Τὸ δὲ κύκλα, ὃ σημαίνει τοὺς τροχοὺς, κατὰ μετα‐ πλασμὸν ἐγένετο ἀπὸ τοῦ κύκλους κύκλα, ὡς ταρ‐ σοὺς ταρσά. Ὁ δὲ τοιοῦτος μεταπλασμὸς φυ‐ λακτικός ἐστι τῶν αὐτῶν τόνων. Εἰς τὸ κέλευθος.
25Κυκλήσομεν:
25Κυκλήσομεν ἐνθάδε πάντας,
25Ἰλιάδος ηʹ, ἀντὶ τοῦ ἐφ’ ἁμαξῶν ἄξομεν· ἀπὸ τοῦ κυκλῶ κυκλήσω. Κύκλα γὰρ οἱ τροχοί. Κυλίω: Παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλίω καλίω καὶ κυλίω. Ἢ παρὰ τὸ κινῶ κινίω καὶ κυλίω. Ἐξ αὐτοῦ τὸ κυλίνδω βαρύτονον.
30 Κυλίστανος: Πόλις Ἰταλίας· Πάρθαξ δὲ τὸ πρῶτον ἐκαλεῖτο· διὰ δὲ τὸ τὸν Ἡρακλέα φονεῦσαι δράκοντά τινα ὑπερμεγέθη καὶ κυλισθῆναι εἰς αὐτὸν, Κυλίστανος ἐκλήθη. Κυλινδήθρα: Κυλίστρα· ἀπὸ τοῦ κυλινδῶ.
35 Κύλιξ: Τὸ ποτήριον, κύκλιξ τὶς ὢν, ἀπὸ τοῦ κυκλοειδὴς εἶναι. Ἢ παρὰ τὸ χύω, χύλιξ, καὶ κύλιξ. Κυλίχναι: Λεκανίδες καὶ τρύβλια, ἢ φιάλαι. Λέγεται δὲ καὶ κυλίκνη, κατὰ τροπὴν τοῦ χ εἰς κ.
40Καὶ κυλικνίδες παρὰ Ἀθηναίοις αἱ πυξίδες. Οἱ
40δὲ, οἱ λιβανωτοί· ἄλλοι, ἀγγεῖα κεράμεια. Κυλλήνιος: Ὁ ἐν Κυλλήνῃ ὄρει τῆς Ἀρκα‐ δίας τιμώμενος. Κυλλήνη δὲ Ἀρκαδίας, ἱερὸν Ἑρμοῦ καὶ Ἀπόλλωνος· καὶ ὑπ’ αὐτῷ πόλις ὁμώ‐ νυμος. Ἢ ὁ ὕπνου δωρητικὸς, ὡς τὸ κυλάδων ἔχων
45τὰς ἡνίας. Κυλάδες γὰρ συνεσταλμένου τοῦ υ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς μέρη· ὅθεν καὶ τὸ ταῦτα οἰδεῖν, κυλοιδιᾶν καλοῦσιν. Ἔστι καὶ ὄνομα κύριον. Κυλλοποδίων: Ὡς ἀπὸ τοῦ Οἰδίπους Οἰδί‐

544

(50)

ποδος γίνεται Οἰδιποδίων, οὕτω καὶ παρὰ τὸ κυλλό‐ πους κυλλόποδος γίνεται Κυλλοποδίων.

544

(50)

Κύλλοι οὐδίζοντο: Ὁ δὲ ποιητὴς, παρὰ τὸ κύλον· καὶ Ἀττικῶς καὶ τῶν ἀκύλων καὶ τῶν βαλά‐
νων· καὶ ἡ ἐτυμολογία βοηθεῖ, ἀχύλους λέγει, κατὰ τροπὴν τοῦ χ εἰς κ. Πρὸς τὴν ἐτυμολογίαν, ἀφαιρέσει δεδώκαμεν.
55Κύλλαρος: Ἵππος Κάστορος· παρὰ τὸ κέλλειν,
55ὁ ταχύς. Στησίχορος τὸν μὲν Ἑρμῆν δεδωκέναι φησὶ [τοῖς Διοσκούροις] Φλόγεον καὶ Ἅρπαγον ὠκέα τέκνα Ποδάργης· Ἥραν δὲ Ξάνθον καὶ Κύλλαρον.

545

Κῦμα: Κυῶ, κυήσω, κύημα, καὶ κῦμα· παρὰ τὸ κύω, τὸ κυόμενον· ἢ παρὰ τὸ κυκῶ συζυγίας δευτέρας τῶν περισπωμένων· καὶ ἡ χρῆσις, Δεινὸν δ’ ἀμφ’ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα.
5Καὶ ἔστι μακρὸν τὸ υ. Τὰ εἰς ΜΑ δισύλλαβα τῷ υ παραληγόμενα συστέλλει αὐτὸ, οἷον χύμα, πλύμα, λύμα, θύμα, σεσημείωται τὸ κῦμα· τὸ γὰρ λῦμα ποιητικῶς ἐκτείνεται. Τὸ δὲ θῦμα ἱστορεῖ Ἀριστο‐ κλῆς ἐν τῷ Περὶ διαλέκτων ἐκτεινόμενον.
10Κύματι κωφῷ: Τῷ δίχα ἀνέμου ἐπαιρομένῳ,
10τῷ ἀψόφῳ, καὶ μηδένα ἦχον ἀποτελοῦντι· ἄνευ γὰρ ἀνέμου τὸ κῦμα ἠρεμεῖ, μηδέπω ἀνέμου εὐκρι‐ νοῦς ὄντος. Κύμη: Πόλις Ἰταλίας, ἀπό τινος Κύμης βασι‐ λίδος, ἥτις ἐκράτει τὸν τόπον. Οἱ δὲ, ἀπὸ ἐγκύμο‐
15νος γυναικὸς οὕτως ὠνομᾶσθαι τὸν τόπον· οἱ δὲ, διὰ τὸ πολυκύματον αὐτὴν εἶναι. Κύμινδις: Ὄρνεον, οἱονεὶ κρύμινδις· κρύπτει γὰρ ἑαυτῆς τὴν κεφαλὴν, εἰς τὰς σήραγγας τῶν δένδρων καταδύνουσα. Ἢ διὰ τὴν τῆς φωνῆς ὁμοι‐
20ότητα ταύτης ἔτυχε τῆς ὀνομασίας. Κύμβαχος: Σημαίνει τὸ ἄκρον τῆς περικεφα‐ λαίας, ὡς τὸ, Κύμβαχον ἀκρότατον νύξ’ ἔγχεϊ ὀξυόεντι. Ἐπὶ δὲ τοῦ ἐπὶ κεφαλὴν πτώματος, ὡς τὸ,
25Κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεγμόν τε καὶ ὤμους.
25Ἔπεσε δηλονότι. Κύμβαχος οὖν, τὸ σκεπάζον τὴν κεφαλὴν βρέγμα, τὸ σκαμβὸν, τὸ δέρμα, παρὰ τὸ κῦφον, τουτέστι τὸ περιφερὲς καὶ περιαγές· κύμβη γὰρ ἡ κεφαλή· ὅθεν τὸ κυμβητιᾶν, κυρίως τὸ ἐπὶ τὴν κεφαλὴν ῥίπτειν. Εἰς τὸ κυβήβειν. Σημαίνει δὲ
30καὶ τὸ κατ’ ἄκρον μένον τῆς περικεφαλαίας, ᾧ ἐμ‐
30βάλλεται ὁ λόφος. Κυμβεῖον: Εἶδος ποτηρίου, παραπλήσιον τῷ σχήματι πλοίῳ, ὃ καλεῖται κύμβη. Κύμβαλα: Παρὰ τὸ κῦφος, κύφαλά τινα ὄντα. Καὶ κυμβία, τὰ κῦφα ἐκπώματα, διὰ τὸ περιφερῆ
35εἶναι· κῦφον δὲ τὸ κυρτοειδὲς καὶ περιφερές. Καὶ κύμβαι, πλοῖα περιφερῆ παρὰ Ῥωμαίοις. Κυνέη: Εἶδος περικεφαλαίας· κυρίως ἡ ἐκ κυ‐ νείου δέρματος κατασκευασθεῖσα. Ἐκ τοῦ κύων κυνὸς, κύνειος, καὶ κυνέα, ἀποβολῇ τοῦ ι. Ἢ κυνέη,
40ἀπό τινος κυνὸς κατασκευασθεῖσα πρῶτον. Κυνικοὶ φιλόσοφοι: Ἀπὸ μεταφορᾶς τῶν κυ‐ νῶν· ὅτι ἀναιδέστατοι ὑπῆρχον ὥσπερ καὶ οἱ κύνες· οὗτοι γὰρ ἤλεγχόν τινα δημοσίᾳ, οὐ κατ’ ἰδίαν· καὶ ὅτε ἤσθιον, ἢ ἄλλό τι ἔπραττον, ἀναφανδὸν αὐτὸ
45ἐποίουν, ὡς οἱ κύνες.
45 Κυνίζω: Παρὰ τὸ κίω, τὸ κινῶ, κινίζω καὶ κυ‐ νίζω· τὸ δὲ κίω, παρὰ τὸ ἴω, τὸ πορεύομαι. Κυνάμυια: Τουτέστιν ἀναιδής. Ἐσχημά‐ τισται τὸ ὄνομα ἐκ δύο ἀναιδῶν τελείων, τοῦ τε κυνὸς, καὶ τῆς μυίας, διὰ τὸ ὑπερβάλλον τῆς

545

(50)

ἀναιδείας· ὁ μὲν γὰρ, ἀναιδής· ἡ δὲ, θρασεῖα. Κυννίδαι: Γένος ἱερὸν Ἀθήνῃσιν· ἀπὸ Κύννου ἢ Κυννίδου ἥρωος. Κυνῶπα: Ὦ ἀναιδέστατε, ἀναιδὲς πρόσωπον ἔχων καὶ κυνός. Ἀπὸ τοῦ κύων κυνὸς, καὶ τοῦ ὢψ
55ὠπὸς, γίνεται κυνώπης, ὡς γλαυκώπης, κλίνεται ἡ γενικὴ εἰς ΟΥ· καὶ ἡ κλητικὴ εἰς α· καὶ τὸ θηλυκὸν, κυνῶπις κυνώπιδος, καὶ ὅσα ἀπὸ τῶν εἰς ΗΣ ἀρσενικῶν μετάγεται.

546

Κύντερον: Παρὰ τὴν κυνὸς γενικὴν γίνεται κυνώτερον· καὶ συγκοπῇ, κύντερον, τὸ χαλεπώτερον, ὡς μέλαν μελανώτερον, καὶ μελάντερον. Ἢ παρὰ τὸ κεύθω.
5Κύπελλον: Παρὰ τὸ κύφος· ἢ παρὰ τὸ κύπτω,
5τὸ κεκυρτωμένον καὶ περιφερές. Ἐτυμολογεῖται χύπελλόν τι ὂν, παρὰ τὸ χύειν τὸν πηλὸν, ἤγουν τὸν οἶνον· ὅθεν καὶ κάπηλος, παρὰ τὸ χέειν τὸν πηλόν. Κύπρος: Παρὰ τὸ κυοφόρον καὶ λιπαρὰν γῆν
10ἔχειν.
10Κύπτω: Παρὰ τὸ γυῖον γύπτω, καὶ κύπτω.
10 Κυνοραϊστέων: Κροτώνων, οἷον φθειρῶν· ῥαίουσι γὰρ τοὺς κύνας, πίνοντες τὸ αἷμα αὐτῶν. Κύμβαλον: Παρὰ τὸ κύπελον, κύπαλον καὶ κύμβαλον· ἢ παρὰ τὸ πεποιημένην φωνὴν ἔχειν· κύμβαλον γὰρ ἐκ πεποιημένης φωνῆς εἴληπται·
15αἱ δὲ πεποιημέναι φωναὶ αὗται, κύμα, κάρκαιρε, κρίκε, τριχθά. Κύπρις: Τὸ ἐπίθετον τῆς Ἀφροδίτης· ὃ οὐκ ἐνόησαν οἱ πρὸ ἡμῶν τὶ σημαίνει· συμπλανηθέντες δὲ τῷ Ἡσιόδῳ ἔδοξαν ὅτι Κύπρις λέγεται, ὡς
20φησὶν Ἡσίοδος, Κυπρογένεια, διὸ γεννᾶται “περι‐ κλύστῳ ἐνὶ Κύπρῳ,” ὥσπερ καὶ τὴν “φιλομειδῆ, ὅτι μηδέων ἐξεφαάνθη.” Ὅμηρος δ’ οὐκ εἶπεν (οὕτως) ἀλλὰ τὴν μειδιάματα φιλοῦσαν, οἷον ἱλαρὰν, διὰ τὴν
ἐγκειμένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνουσίας. Ὥσπερ
25γὰρ τὸ πῦρ Ἥφαιστον λέγει ὁμωνύμως τῷ εὑρόντι, οὕτως καὶ (Ἀφροδίτην, ποτε) τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ἡνίκα ἂν περὶ τῶν μνηστήρων λέγῃ, καὶ ἐκλελάθοντ’ Ἀφροδίτης, ἣν ἄρ’ ὑπὸ μνηστῆρσιν ἔχον, μίσγοντο δὲ λάθρη.
30Τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινόμενον
30ἀπὸ τῆς περὶ αὐτὴν δυνάμεως Ὁμήρῳ παρείληπται. Ἔστιν οὖν κατὰ συγκοπὴν εἰρημένον, ἀπὸ τοῦ κύω, κυόπορις, ἡ τὸ κύειν πορίσκουσα, τουτέστι παρ‐ έχουσα· ἴδιον γὰρ Ἀφροδίτης τοῦτο. Οὐ γὰρ ἄλλως γυναῖκες κυΐσκουσι χωρὶς τῆς ἀφροδισιακῆς
35συνηθείας. Τὸ δὲ πλανῆσαν τὸν Ἡσίοδον καὶ τοὺς ἄλλους ἐστὶ τὸ ἐν τῇ θʹ Ὀδυσσείας λεγόμενον, Ἡ δ’ ἄρα Κύπρον ἵκανε φιλομειδὴς Ἀφροδίτη ἐς Πάφον, ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. Οὐκ εἴτις (δ’) ἔν τινι τόπῳ τετίμηται, κεῖθι καὶ γεγένη‐
40ται, (καὶ) διὰ τοῦτο τῷ ἐπιθέτῳ κοσμεῖται. Οὐδέπω
40γοῦν Δήλιος Ἀπόλλων παρ’ Ὁμήρῳ, οὐδὲ Πύθιος· καίτοιγε καὶ ἑκάτερον τῶν ἱερῶν οἶδε, δι’ ὧν φησὶ ποτὲ μὲν, Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα.
45ποτὲ δὲ,
45Οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
45 Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ. Οὐδ’ ἐπεί φησιν, Ἵκετο (δ’) εἰς Αἰγὰς, ὅθι οἱ κλυτὰ δώματ’ ἔασι, Αἰγαῖος ποτὲ ὁ Ποσειδῶν εἴρηται παρ’ Ὁμήρῳ. Ἡ Κυθέρεια δὲ καθ’ Ὅμηρον οὐχ ὅτι “προσέκυρσε Κυ‐

546

(50)

θήροις·” οἶδε μὲν (γὰρ) τὰ Κύθηρα· οὐκ ἀπὸ τούτου

546

(50)

δὲ εἴρηται, ἀλλ’ ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν πᾶσι τῆς ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον τὸν ἔρωτα, ὃν πᾶσι τοῖς νέοις ἐφίησι. Διὰ γὰρ τοῦ κεστοῦ ταῦτα παρέπεται· Ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστὺς
55πάρφασις, ἥτ’ ἔκλεψε νόον πύκα περ φρονεόντων.
55Καὶ Ἀλαλκομενηῒς Ἀθήνη παρὰ τοῖς εὖ λογιζο‐ μένοις ἀπὸ τῆς ἐνεργείας, ἡ ἀπαλάλκουσα τῷ ἰδίῳ μένει τοὺς ἐναντίους· οὐ γὰρ πειθόμεθα τοῖς νεω‐

547

τέροις οἵ φασιν ἀπὸ Ἀλαλκομενίου τινὸς εἰρῆσθαι. Οὐδ’ ὡς Ἐρατοσθένης παρήκουσεν Ὁμήρου εἰ‐ πόντος, Ἑρμείας ἀκάκητα,
5ὅτι ἀπὸ Ἀκακησίου ὄρους, ἀλλ’ ὁ μηδενὸς κακοῦ
5μεταδοτικός· ἐπειδὴ καὶ δοτὴρ ἑάων. Πᾶν γοῦν
5ἀπὸ τῶν παρεπομένων τοῖς θεοῖς· καὶ γὰρ ἡ γλαυ‐ κῶπις, οὐκ ἀπὸ τοῦ, Ἥ τ’ ἄκρης θῖνα Γλαυκώπιον ἵζει, ἀλλ’ ἀπὸ τῆς περὶ τὸ πρόσωπον τῶν ὀφθαλμῶν καταπλήξεως. Καὶ τἄλλα δὲ τῶν ἐπιθέτων ἐπιοῦσιν
10ἡμῖν πάρεστιν ὁρᾶν, οὐκ ἀπὸ τῶν ἱερῶν τόπων ὠνομα‐
10σμένα, ἀπὸ δὲ τῶν ἐνεργειῶν τῶν ψυχικῶν, ἢ διὰ
10συμβεβηκὸς τῶν περὶ τὸ σῶμα, ὡς λευκώλενος λέ‐ γεται Ἥρη, καὶ ἀργυρόπεζα Θέτις, καὶ Φοῖβος Ἀπόλλων, καὶ ἀκερσεκόμης, καὶ πάλιν ἀπὸ πράξεων, ἕκατος, ἑκατηβελέτης, ἑκηβόλος, Ἄρτεμις δὲ καὶ ἀγροτέρη καὶ ἰοχέαιρα, καὶ πάντα τὰ παραπλήσια·
15καὶ γὰρ, εἰ σπανίως, Ἑλικώνιον τὸν Ποσειδῶνα εἴρηκεν ἀπὸ Ἑλικῶνος, ὡς Ἀρίσταρχος βούλεται· ἐπεὶ ἡ Βοιωτία ὅλη ἱερὰ Ποσειδῶνος· (οὐ γὰρ ἀρέσκει ἀπὸ Ἑλίκης· ἐπεὶ φησὶν, Οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσιν.
20Ἑλικήϊον γὰρ ἂν εἶπε, συγχωροῦντος τοῦ μέτρου·)
20δύναται δὲ Ἑλικώνιος λέγεσθαι διὰ τὸ ἑλικὰς καὶ περιφερεῖς εἶναι τὰς δίνας τῆς θαλάσσης. Ἔτι δ’, εἴπερ ἦν ἡ Κύπρις ἀπὸ τῆς Κύπρου, καθὸ ἐν Κύπρῳ τιμᾶται, πολὺ μᾶλλον ἀπὸ τῆς Πάφου, ἐν ᾗ “βωμός τε θυήεις” αὐτῆς, Παφίη ἐλέγετο· ἀλλ’ οὐδέποτε
25Παφίην αὐτὴν εἶπεν Ὅμηρος, ὡς οἱ νεώτεροι. Καὶ γὰρ εἴποτε σπανίως ἐπίθετα ἐξενήνοχεν ἀπὸ τόπου, οὐδέποτε ἐξ αὐτοῦ, ἀλλ’ ἐξ ἡρωϊκοῦ προσώπου, κατὰ τὸ εἰκὸς ἑαυτῷ λέγει. Ἀχιλλεὺς μὲν γὰρ Θεσ‐ σαλὸς ὢν, φησὶ,
30Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ·
30καὶ Ἑκάβη,
30Ἀλλ’ εὔχου σύ γ’ ἔπειτα κελαινεφέϊ Κρονίωνι
30 Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται. Εἰ γὰρ Ἴδη τῆς Τροίας, οἰκείως ἡ Ἑκάβη ἔσχηκε παρωνομασμένον τὸν Ἰδαῖον. Ὁ δ’ Ὅμηρος οὐκ ἂν εἴποι ἀπὸ τῆς Κύπρου τὸ ἐπίθετον ἐξ ἰδίου προσώπου λέγων,
35ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ.
35 Κύρω: Τὰ διὰ τοῦ ΥΡΩ ῥήματα, βαρυνόμενα μὲν, ἐκτείνει τὸ υ· περισπώμενα δὲ, συστέλλει· κύρω, κυρῶ· φύρω, φυρῶ· πύρω, πυρῶ. Κύριος: Τῶν πρός τι ἐστίν· ἔχει δὲ πρὸς τὸν οἰκέτην.
40Κύρβαντες: Δαίμονες περὶ τὴν Ῥέαν, οἱ τὸν
40Δία φυλάξαντες· βαίνειν γὰρ τὸ φυλάσσειν· οἷον, ὃς Χρύσην ἀμφιβέβηκας. Ἢ παρὰ τὸ κρύβειν Κρύβαντες καὶ Κύρβαντες·
ὅθεν καὶ κυρβασία, καὶ κρυβασία. Ἔνιοι δὲ τὸ τὴν κεφαλὴν καλύπτειν. Ἄλλοι δὲ τὰς περικεφα‐
45λαίας κυρβασίας φασί.
45 Κύρβεις: Αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι, ἤτοι ἀπὸ κατασκευῆς· εἰσὶ γὰρ κυρβασταὶ, ἢ κύρβιες· ἐπεὶ τὰ τῶν θεῶν ἀποκρυπτόμενα δεῖ εἶναι. Ἀσκλη‐ πιάδης δὲ ἀπὸ Κύρβεως τοῦ τὰς οὐσίας ὁρίσαντος, ὥς φησι Φανίας ὁ Ἐφέσιος. Ἢ ἀπὸ τοῦ ταῦτα

547

(50)

κυρωθῆναι τοῖς γράμμασιν. Ἐρατοσθένης τριγώνους αὐτὰς φησὶν εἶναι, οὐ τετραγώνους· Ἀριστοφάνης δὲ ὁμοίας εἶναι τοῖς ἄξοσι· πλὴν ὅτι οἱ μὲν ἄξονες, νόμους· αἱ δὲ κύρβεις, οὐσίας ἔχουσιν. Ἀμφοτέ‐ ρων δὲ τὸ κατασκεύασμα τοιοῦτον· πλινθίον μέγα
55ἀνδρόμηκες, ἡρμοσμένα ἔχον ξύλα τετράγωνα τὰς πλευρὰς πλατείας ἔχοντα, καὶ γραμμάτων πλήρεις· ἑκατέρωθεν δὲ κνώδακας, ὥστε κινεῖσθαι καὶ περιφέ‐ ρεσθαι ὑπὸ τῶν ἀναγινωσκόντων.

548

Κυρίσσει: Κέρασι τύπτει καὶ μάχεται· κυρίως δὲ ἐπὶ κριῶν. Καὶ κυρίζοντες, κερατίζοντες, κέ‐ ρασι πλήσσοντες. Κυρήβια: Τὰ πίτυρα.
5 Κυρηβάσει: Μαχήσεται. Λέγεται μὲν ἀπὸ τῶν κριῶν· ἐλέγετο τὸ τοιοῦτον καὶ κορύττειν, οἷον κερύττειν· καὶ κυρηβάττειν. Ὦρος. Κύρητα: Παρὰ Κνιδίοις ἡ Δημήτηρ· παρὰ τὸ κυρία εἶναι τοῦ ζῆν. Ὦρος.
10 Κύριος: Ἐκ τοῦ κῦρος, ὃ σημαίνει τὴν ἐξου‐ σίαν· ἐξ οὗ καὶ ῥῆμα κυρῶ κυρώσω, τρίτης συζυγίας. ἐκύρωσε σημαίνει τὸ ἐποίησεν αὐτὸν δεσπότην τοῦ πράγματος. Ὅτε δέ ἐστι πρώτης συζυγίας, ση‐ μαίνει τὸ ἐπιτυγχάνω· κυρῶ κυρήσω, ἐκύρησα· ἡ
15μετοχὴ, κυρήσας, καὶ κύρσας κατὰ συγκοπήν· οἷον, Μεγάλῳ ἐπὶ σώματι κύρσας. Ἀντὶ τοῦ μεγάλῳ ζῴῳ ἐπιτυχών. Ἔστι καὶ βα‐ ρύτονον κύρω, τὸ ἐπιτυγχάνω· οὗ ὁ μέλλων, κυρῶ· Αἰολικῶς, κύρσω· ὥσπερ ὄρω ὀρῶ, ὄρσω. Πλεονάζει
20δὲ τὸ ς· οἱ γὰρ Αἰολεῖς, βαρυντικοὶ ὄντες, οὐκ ἄλλο
20πλεονάζουσιν ἀλλ’ ἢ τὸ ς. Πᾶς γὰρ βαρύτονος μέλλων πρὸ τοῦ ω θέλει ἔχειν τὸ ς, ἢ δυνάμει, ὡς τύψω, λέξω· δυνάμει γὰρ διαιρεθήσεται εἰς ΠΣ καὶ ΚΣ· ἢ ἐνεργείᾳ, ὡς τὸ ποιήσω. Τοῦτο δὲ γίνεται, ἵνα μὴ εὑρεθῇ τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου
25ἐνεστῶτος, τουτέστι τὰ ἀμετάβολα, χαρακτηριστικὰ τοῦ βαρυτόνου μέλλοντος· καὶ διὰ τοῦτο ἀεὶ ὁ μέλλων τῆς πέμπτης συζυγίας περισπᾶται· καὶ πᾶς μέλ‐ λων ἐνεργητικὸς μὴ ἔχων τὸ ς, ἢ δυνάμει ἢ ἐνεργείᾳ, περισπᾶσθαι θέλει· οἱ δὲ περισπώμενοι μέλλοντες
30ἀεὶ βραχείᾳ θέλουσι παραλήγεσθαι, χωρὶς τῶν Δω‐ ριέων· (οἱ γὰρ Δωριεῖς πάντας τοὺς ὁριστικοὺς μέλ‐ λοντας περισπῶσιν.) Ὁ δὲ μετ’ ὀλίγον μέλλων ἐπενοήθη, ἐπειδὴ ὁ παρῳχημένος χρόνος εἰς πολλὰ εὑρίσκεται καταμερισθεὶς, τούτου χάριν καὶ ὁ μέλλων
35πρῶτος ὢν, εἰ ἄρα μετ’ οὐ πολὺ μέλλει· εἰ ἄρα μετ’
35ὀλίγον, ἐπενοήθη ὁ μετ’ ὀλίγον μέλλων. Κύρον: Τὸ ὄνομα, ἀπὸ τοῦ κυρεῖν, οἷον ἁπτό‐ μενον καὶ συνερεῖδον· ὡς τὸ, Αἰὲν ἐπ’ αὐχένι κύρε [φαεννοῦ δουρὸς ἀκωκῇ.]
Τουτέστιν ἤγγισεν, ἐπέτυχε.
40Κυρτονεφέλη: Ἑταῖρα οὕτως ἐκαλεῖτο, διὰ τὸ
40μέλαν ἔχειν ἐφήβαιον· διὸ καὶ ἐν ταῖς συνουσίαις οὐκ ἀνεκαλύπτετο. Ὦρος. Κυρκάνη: Ἡ ταραχὴ καὶ ὁ θόρυβος. Εἴρηται παρὰ τοῖς παλαιοῖς παρὰ τὸ κυκῶ, τὸ ταράσσω, κυκάνη· καὶ πλεονασμῷ τοῦ ρ.
45 Κύρμα: Ἐπιτύχημα, εὕρημα· παρὰ τὸ κύρω, τὸ ἐπιτυγχάνω. Κυρτός: Ὀξυτόνως, τὸ ἐπίθετον· ἀπὸ τοῦ κύπτω, κυπτός· καὶ πλεονασμῷ τοῦ ρ, καὶ ἀποβολῇ τοῦ συμφώνου, κυρτὸς, ὁ παρ’ ἡμῖν λεγόμενος· κύρτος

548

(50)

δὲ βαρυτόνως, εἶδος δικτύου ὡς σπυρίδιον τὸ λεγό‐ μενον κυρτάρα. Κυρτὸν σημαίνει καὶ τὸ μετέωρον καὶ ὑψηλὸν, ὡς τὸ ἐπὶ τῷ κύματι Ἰλιάδος δʹ, τὸ μὲν ἔπειτα Κυρτὸν ἐὸν κορυφοῦται,
55διογκοῦται, αὔξεται· ἀπὸ τοῦ κίειν εἰς ὕψος, ἤτοι
55ἐπαίρεσθαι.
55 Κύστις: Ἀπὸ τοῦ κεύθειν τὸ οὖρον· σημαίνει δὲ καὶ τὸ οὐροδόχον ἀγγεῖον, τὴν λεγομένην φύσαν. Κύταια: Πόλις Σκυθίας.

549

Δεῖ γάρ τε Κυταΐδος ἤθεα γαίης. Καὶ Κύτα, πόλις τῆς Κολχίδος. Ἔστι δὲ καὶ ἑτέρα Κυταΐς τῆς Εὐρώπης. Κύσθος: Ἀπὸ τοῦ δι’ αὐτοῦ γίνεσθαι τὴν ὕησιν·
5ἢ ἀπὸ τοῦ κεύθειν τὸ ἐντός. Κυρία: Σημαίνει τὴν προθεσμίαν, καὶ τὴν ἐκκλη‐ σίαν, ἐν ᾗ τοὺς ἄρχοντας ἐχειροτόνουν. Κύφωνι: Σημαίνει τῷ κυρτώματι. Ἡ εὐθεῖα, κύφων· καὶ ὡς παρώνυμον φυλάττει. Γίνεται γὰρ
10παρὰ τὸ κῦφος· ὅπέρ ἐστι σκεῦος ἐγγεγλυμμένον
10κοῖλον, τὸ λεγόμενον σκαφίδιον. Παρὰ τὸ κύπτω, κύφος. Ὅθεν καὶ τὴν κεφαλὴν τινὲς ἀπὸ τῆς κυ‐ φότητος ἐτυμολογοῦσι· τὸ γὰρ περιφερὲς κυφὸν λέ‐ γουσιν· ἀφ’ οὗ καὶ κύμβιον τὸ περιφερὲς ποτήριον, ἤτοι κυφίδιον· καὶ ἀμφικύπελλον, τὸ περίκυφον
15ἔκπωμα. Ὅμηρος,
15 Κύμβαχος ἐν κονίῃσιν. ἐπὶ κεφαλὴν, ἐπὶ τὸ κεκυρτωμένον μέρος. Κύφελλα: Τὰ νέφη, οἱονεὶ κρύφελλα· ἀπὸ τοῦ κρύπτειν τὴν σελήνην. Ἢ κύφελλα, ἀπὸ τοῦ κεύθειν τὴν ἕλλην, ἤγουν τόν τε ἥλιον καὶ τὴν σελήνην. Ἢ
20τὰ κούφως ἐλαυνόμενα. Καὶ κύφελον, τὸ ποτήριον, ἀπὸ τοῦ κῦφον, ὃ σημαίνει τὸ βαθύ. Κυψέλη: Πλεκτὸν ἀγγεῖον· (λέγεται δὲ καὶ τὸ κοῖλον τοῦ ὠτίου, διὰ τὸ κῦφόν τε καὶ κογχοειδὲς καὶ τοῖς ἀγγείοις ἐοικέναι· καὶ κυψελὶς, ῥύπος, ὁ
25ἐν τῷ ὠτίῳ φυόμενος·) καὶ σιτηρὰ ἀγγεῖα, καὶ τὰ κενὰ σμήνη. Κύων: Τὸ κάτω τῆς πόσθης συμπεφυκὸς τῷ
δέρματι· παρὰ τὸ κεκυνῶσθαι καὶ ἀναδίδοσθαι ἢ συνδεδέσθαι. Κύων λέγεται ἐπὶ μὲν τοῦ ἀλόγου
30ζῴου, παρὰ τὸ κυνεῖν καὶ σαίνειν· ἢ παρὰ τὸ ὠκὺς,
30(τὸ γὰρ ζῷον ταχύ ἐστιν,) ὑπερβιβασμῷ, καὶ ἀνα‐ δόσει τοῦ τόνου. Ἢ παρὰ τὸ ὀξὺ εἶναι τὸ ζῷον, κατὰ μετάθεσιν τῶν στοιχείων. Ἢ παρὰ τὸ κίω, τὸ κινῶ· κινοῦνται γὰρ οἱ δεσπόται ὑπὸ τῆς ὑλακῆς αὐτοῦ. Ἢ παρὰ τὸ κύω, τὸ φιλῶ, κυνῶ· ἐξ αὐτοῦ
35κύων· φιλοδέσποτον γὰρ τὸ ζῷον, καὶ φιλοτιμεῖται
35πρὸς τοὺς ἑαυτοῦ δεσπότας. Τὸ δὲ κύω σημαίνει τρία· τὸ φιλῶ, τὸ προσκυνῶ, καὶ τὸ τίκτω. Κύων δὲ ἐπὶ τοῦ φιλοσόφου, ὁ κυσὶν ὅμοια ποιῶν. Ἐπὶ μὲν τοῦ ὑλακτικοῦ ζῴου, Ὡς δὲ κύων ἁμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα.
40Ἐπὶ δὲ τῶν ἀναιδῶν,
40Ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους.
40Καὶ ἐπὶ τῶν τετορνωμένων, Χρύσειοι δ’ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν. καὶ ἐπὶ τοῦ ἄστρου, Ὅντε κύν’ Ὠρίωνος ἐπίκλησιν καλέονται· καὶ ἐπὶ τοῦ θαλασσίου,
45Δελφῖνάς τε κύνας τε.
45Κύων, παρὰ τὸ συνεχῶς κύειν. Κυνός· ὁ κανών;
45Δύο κανόνες εἰσὶν οἱ μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, ὅτι τὰ εἰς ΩΝ βαρύτονα καθαρὰ διχρόνῳ παραληγόμενα συνεσταλμένῳ φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς, Ἀμφιτρύων Ἀμφιτρύωνος· ὁ δὲ ἕτερος λέγει, Τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται.

549

(50)

Ἀπαιτοῦντος οὖν τοῦ μὲν, τὸ ω· τοῦ δὲ, τὸ ο·

549

(50)

συνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνός. Ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ, ὡς ἀπὸ τῆς τοῦ κύονος γενικῆς· οἷον, Ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον. Κώεα: Κώδια, στρώματα. Μεταπέπλασται τὸ
55κῶας εἰς τὸ κῶος, ὡς τὸ ὕδας εἰς τὸ ὕδος. Ἡσίοδος,
55 Γαῖαν ὕδει φύρειν. Τὸ κῶος οὖν τοῦ κώους, ὡς τὸ τεῖχος τοῦ τείχους· ἡ εὐθεῖα τῶν πληθυντικῶν, τὰ κώεα· καὶ ἡ δοτικὴ, κώεσσι. Κώδεια: Ἡ τῆς μήκωνος κεφαλὴ, ἢ εἶδος

550

βοτάνης· ἀπὸ τοῦ τοὺς γευομένους αὐτῆς κωματώ‐ δεις φιλεῖν ποιεῖν· κῶμα δὲ ὁ ὕπνος. Ὅθεν κώδιον, ἐφ’ οὗ κοιμώμεθα. Κώδεια σημαίνει καὶ τὸ σφαι‐ ρίον· καὶ κῶδιξ, ἀπὸ τῆς ὁμοιότητος τῆς πρὸς τὴν
5κωδείαν. Κώδη, ὁ καρπὸς τῆς μήκωνος. Κώδιον: Ἰστέον ὅτι τὸ κῴδιον καὶ στῴδιον εὐ‐ λόγως ἔχει τὸ ι· τὸ δὲ λαγῴδιον, παραλόγως. Ἔστι γὰρ στοιὰ στοιᾶς· καὶ ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται,
10ἐγένετο ἡ παραγωγὴ διὰ τοῦ ΔΙΟΝ, στοΐδιον, ὡς γραφεῖον, γραφείδιον· καὶ κατὰ ἔκτασιν, στῴδιον· καὶ ἔχει τὸ ι. Τὸ δὲ κῴδιον σημαίνει τὸ τῶν προ‐ βάτων δέρμα, παρὰ τὸ ἐπ’ αὐτῶν κοιμᾶσθαι. Παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, γίνεται ὄνομα ῥηματικὸν, Κῶς.
15Νικοχάρις Λημνίαις,
15Πλέομεν, ὦ κόρη,
15 ἐπὶ Κῶς. Τοῦτο γίνεται κατὰ πλεονασμὸν κῶας, ὡς ἀπὸ τοῦ ὦς ὠτὸς γίνεται ὦας· Κῶας ἄγειν κριοῖο μεμαῶτας. Κλίνεται κώατος· καὶ γίνεται διὰ τοῦ ΙΔΙΟΝ ἡ παρα‐
20γωγὴ, κωατίδιον· (ζήτει εἰς τὸ ἀργυρίδιον·) καὶ
20συγκοπῇ τοῦ ΑΤ γίνεται κωΐδιον· καὶ συναιρέσει,
20κῴδιον. Τὸ δὲ λαγῴδιον, εἴτε ἀπὸ τοῦ λαγῳὸς λαγῳοῦ γέγονεν, ὤφειλεν εἶναι χωρὶς τοῦ ι· ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται, καὶ διὰ τοῦ ΙΔΙΟΝ γίνεται ἡ παραγωγή. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ
25λαγῳὸς λαγῳοῦ γέγονε λαγῴδιον· καὶ ἔχει τὸ ἰῶτα κατὰ συνεκδρομὴν τοῦ κῴδιον καὶ στῴδιον. Συνεξέδραμε τούτοις καὶ τὸ καλῴδιον. Κώθωνες: Νῦν ὑβρίζοντες τὴν λέξιν ἔλεγον, ὅτι διὰ μέθην οὕτως ἐκλήθη· κώθων γὰρ εἶδος ποτη‐
30ρίου.
30Κωκυτός: Σημαίνει δύο· τὸν θρῆνον, καὶ γίνεται
30ἐκ τοῦ κωκύω· ὅθεν καὶ κωκύματα, τὰ πένθη τῶν στεναγμῶν· καὶ κωκυτὸς, ὁ κατὰ ᾅδην ποταμὸς, ἀπὸ τοῦ τὰ ἄχη εἰς αὐτὸν χεῖσθαι, χοαχυτὸς, χω‐ χυτός· ὁ δὲ κύτος φωνῆς ἐστὶ μίμημα. Λέγει δὲ καὶ Ἀλίβαντα πάλιν τινὰ εἶναι ποταμὸν, ἀπὸ τοῦ
35ἅπαντα καταξηραίνειν, καὶ μηδὲ λιβάδα ἔχειν. Κωλήν: Ὄνομα κύριον· παρὰ τὸ κῶλον, ὃ ση‐ μαίνει τὸ ὀστοῦν· διὰ τὸ ἰσχυρὸν τοῦ ἀνδρός· στρα‐ τηγὸς γὰρ ἦν. Κῶλα: Κυρίως ἐπὶ τῶν μελοποιῶν· μεταφορικῶς
40δὲ καὶ ἐπὶ τῶν πεζολόγων, κώλοις μὴ χρωμένων· καὶ
40ἰσόκωλα δὲ λέγουσιν οἱ λογογράφοι. Κωλιάδος Ἀφροδίτης: Τυρρηνοῦ νικήσαντος Ἀθηναίους, ἐλήφθησαν αἰχμάλωτοι. Μία γυνὴ τῶν Τυρρηνῶν ἐφίλησεν ἕνα, καὶ ἔλαβεν αὐτόν· καὶ φυγὼν, ἔκτισεν ἱερὸν Ἀφροδίτης Κωλιάδος, ἀπὸ τοῦ
45λυθῆναι τὰ κῶλα. Ἢ ἄλλου θύοντος ἥρπασε τὸ ὄρνεον τὸ κῶλον, καὶ ἐκεῖσε ἀπέθετο. Ἔστι δὲ καὶ τόπος τῆς Ἀττικῆς· ἐξ οὗ τὸ, Κωλιάδος γενετυλίδος, Ἀριστοφάνης.

550

(50)

Κωμάζειν: Τὸ ποιῶς ὀρχεῖσθαι· ἐξ οὗ καὶ κῶμος

550

(50)

εἶδος ὀρχήσεως· οἱ δὲ, μέλους. Κῶμος ἐστὶ μεθυ‐
στικὸς αὐλὸς ἐγχρονίζων οἴνοις, καὶ κυμβάλοις καὶ αὐλοῖς καταθέλγων τοὺς δαιτυμόνας. Κωμάζειν δὲ κυρίως, τὸ ἐπὶ τὸ κοιμᾶσθαι βαδίζειν. Ἐκ τοῦ κῶμος, κωμάζω· κῶμος γὰρ ὁ καιρὸς ὁ ἀπὸ τῶν
55δείπνων πρὸς ὕπνον καλῶν. Γίνεται δὲ παρὰ τὸ κῶ, τὸ κοιμῶμαι· οὗ ὁ μέλλων, κώσω· ὅθεν καὶ κώμη τὸ χωρίον, ἡ κοιμητηρία καὶ ἀνάπαυσις ζῴων τε καὶ ἀνθρώπων ἀπὸ τῶν ἔργων.

551

Κῶμος: Παρὰ τὸ αὐτὸ ῥῆμα· ἐμφαίνει γὰρ τὸν ἀπὸ δείπνου καὶ μέθης ἐπὶ τὸ κοιμηθῆναι βαδίζειν καιρόν· καὶ τὸ κωμάζειν τοὺς ἐρῶντας πρὸς τὰς ἐρωμένας οἷον ἐπὶ τὸ συγκοιμᾶσθαι βαδίζειν.
5 Κῶμα: Ὁ ὕπνος, ἢ ληθώδης καταφορά. Ἀπὸ τοῦ κοιμῶ κοιμήσω γίνεται κοίμημα· συγκοπῇ, κοῖμα· καὶ τροπῇ τῆς ΟΙ εἰς ω, κῶμα. Ἢ παρὰ τὸ κῶ, τὸ κοιμῶμαι· τοὺς γὰρ τόπους οἱ παλαιοὶ κώμους ἐκάλουν· καὶ κῶμαι, ἐν αἷς ἔμελλον κοιμᾶ‐
10σθαι. Λέγεται καὶ κώμη τὸ χωρίον, ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, χώμη καὶ κώμη, ἡ χωρητική. Κωμωιδία: Ζήτει εἰς τὸ τραγωιδία. Κώνειον: Καί τε σὺ κωνείου βλαβόεν τεκμαίρεο πῶμα
15κεῖνο ποτὸν,
15Νίκανδρος, ἔνθα. Τὸ κώνειον παραπλήσιόν ἐστι τῷ καυλῷ τῆς λαπάθης· τὰ δὲ φύλλα, σελίνῳ ἀγρίῳ. Λέγεται δὲ καὶ ὑπόπικρος· καλεῖται δὲ καὶ ἐφήμερον, διὰ τὴν ὀξύτητα τῆς ἀναιρέσεως. Κώνειον δὲ αὐτὸ καλοῦσι διὰ τὸν γινόμενον εἰλιγμὸν καὶ σκότον τοῖς
20πίνουσι· τὸ γὰρ στρέψαι κωνῆσαι ἔλεγον οἱ πα‐ λαιοί· ἢ παρὰ τὸ καίνειν καὶ κόπτειν· ἢ παρὰ τὸ κοίμημα. Κωνῆσαι: Κυρίως τὸ κέραμον πισσῶσαι· κωνᾶν γὰρ τὸ στρέφειν. Καὶ τοὺς βέμβικας κώνους
25λέγουσι· καὶ Ἀριστοφάνης δὲ ἐν Ταγηνισταῖς τὸ
25περιενείκειν κωνῆσαι λέγει. Κᾦνος: Ἀντὶ τοῦ καὶ οἶνος, κατὰ συναλοιφήν· ὃ μετὰ τοῦ ι γράφεται. Ἀριστοφάνης Βατρά‐ χοις, Κᾦνον κεράννυ γλυκύτατον.
30Ἀντὶ τοῦ καὶ οἶνον. Ὦρος ὁ Μιλήσιος,
30Κῷος: Σὺν τῷ ι γράφεται, ἐπειδὴ εὕρηται κατὰ
30διάστασιν. Καλλίμαχος, Τῷ ἴκελον τὸ γράμμα τὸ Κῴϊον. Ἢ ὅτι τὰ εἰς ΟΣ κτητικὰ τῷ ι θέλει παραλήγεσθαι· χωρὶς τοῦ θηλυκὸς, ὁ τοῦ θήλεος· Λιβυκὸς, ὁ τῆς Λιβύης· ἁλυκὸς, ὁ τῆς θαλάσσης. Ἔστωσαν δὲ
35παραδείγματα τοῦ κανόνος ταῦτα, Ἡροδότειος, Θη‐
35βαϊκὸς, πατρώϊος· οὕτως οὖν καὶ Κῷος. Κώπη: Ἡ τῶν ἐρετῶν· παρὰ τὸ κόπτειν τὸ ὕδωρ. Λέγεται καὶ ἡ λαβὴ τοῦ ξίφους, ᾗ κόπτειν δυνάμεθα. Κόπτω κοπτὴ, ἀναβιβασμῷ καὶ τροπῇ, κώπη. Ἐκ τοῦ κόπτω, κώπη· τῆς θέσει μακρᾶς
40γενομένης φύσει, ὡς ἀπὸ τοῦ κολλῶ κωλύω. Καὶ κωπήεντα ξίφη, μελάνδετα, σιδηρόδετα· ἢ μέλαι‐ νας λαβὰς ἔχοντα· ἔστι γὰρ ἡ λαβὴ δεσμός τις τοῦ ξίφους. Κῶνος: Κῶνος ἐστὶ τὸ στροβιλοειδὲς, τὸ ἀπὸ
45πλατείας βάσεως εἰς ὀξὺ λῆγον.
45 Κωρύκιον: Εἴρηται εἰς τὸ πλειστοῖο. Ἐν‐ ταῦθα δὲ Κωρύκιόν ἐστι τόπος Λυκίας, ἐν ᾧ διάφορος κρόκος γίνεται· οἷον, Τοῦ δ’ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη

551

(50)

καυλοῖσι διδύμοισι μετῄορον.

551

(50)

Ὅτι φησὶν ἡ γῆ ἀνέδωκε βοτάνας ἐκ τοῦ ἰχῶρος τοῦ Προμηθέως ἥπατος, ὃν ἀφῆκεν ὁ ἀετὸς ἐσθίων αὐτοῦ τὸ ἧπαρ ἐν τῷ Καυκάσῳ ὄρει. Καὶ Ὀππιανὸς ἐν τρίτῳ Ἁλιευτικῶν, Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην
55παιδὶ τεῷ.
55Κωρύκιον σπήλαιον ἐν Κιλικίᾳ ἀκρωτήριον.
55 Κωτίλλων: Πανούργως κολακεύων καὶ λέγων, ἀπό τινος ὀρνέου χελιδὼν καλουμένου· ἀφ’ οὗ καὶ οἱ πολλὰ λαλοῦντες καὶ κολακεύοντες κωτίλοι λέ‐ γονται.

552

Κωφός: Παρὰ τὸ κεκόφθαι καὶ ἀφαιρεῖσθαι τὴν ὄπα ἐν τῷ ἀκούειν· καὶ ἐπὶ τοῦ ἀλάλου τὸ αὐτό. Ἢ παρὰ τὸ ἐγκεκόφθαι τὴν ὄπα, κεκοπός τις ὢν, ὁ μήτε φθεγγόμενος, μήτε ἀκούων, τὸ ἔτυμον τῆς
5λέξεως ἁρμόζει (πρὸς) ἄμφω. Οὕτως Ἀπολλώνιος ἐν ταῖς γλώσσαις Ἡροδότου. Ὅτι δὲ κωφὸς καὶ ὁ μὴ φθεγγόμενος μαρτυρεῖ ὁ αὐτὸς, λέγων ἐκ παραλλήλου εἶναι τὸ, Καὶ κωφοῦ ξυνίημι, καὶ οὐ λαλέοντος ἀκούω.
10Δύναται δὲ διαφέρειν. Καὶ κωφὸν μὲν, τὸν κενὸν
10ὀπὸς, ὁ παντελῶς κενοπός· οὐ λαλέοντα δὲ, τὸν δυνάμενον λαλεῖν, οὐ λαλοῦντα δέ. Κοπτός: Πόλις Αἰγύπτου, εἰς ἣν φασὶ τὴν Ἴσιν ἀφικομένην τὸν Ὄσιριν τὸν υἱὸν ἀναζητεῖν· μαθοῦσαν δὲ αὐτὸν διεσπαράχθαι, τὴν κομὴν τὴν
15ἑαυτῆς ἐκκόψαι· παρ’ ὃ καὶ Κοπτὸς ὠνόμασται ἡ πόλις. Ἐδείκνυτο δὲ καὶ ὁ πλόκαμος τοῖς ἐπιδη‐ μοῦσιν αὐτόθι, ἄπιστόν τι τριχῶν πλῆθος, ὅσον ἐξ ἀνθρώπου κεφαλῆς εἰκάσαι. Κλητῆρες: Ἄνδρες ἦσαν δι’ ὧν τὰς δίκας προ‐
20καλοῦνται οἱ δικαζόμενοι· καὶ κλητεύσεις, τὸ μαρ‐ τυρήσεις· ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προσκλήσεως, ἵνα μὴ ἀπρόσκλητοι αἱ δίκαι εἰς τὰ δικαστήρια εἰσάγωνται, μηδὲ ἐκλείπῃ τὴν δίκην ὁ κατηγορούμενος.
26tλ.
27 Λάμβδα: Τὸ στοιχεῖον, οἱονεὶ λάβα τὶ ὄν· παρὰ τὸ λείως βαίνειν ἐν τοῖς μέτροις, καὶ ἀσθενὲς εἶναι πρὸς τὸ μηκύνειν τὰς συλλαβάς.
30 Λάας: Σημαίνει δύο, τὸ κύριον ὄνομα, καὶ τὸ προσηγορικὸν, τουτέστι τὸν λίθον· διαφέρει δὲ κατὰ δύο τρόπους, κατὰ χρόνον καὶ κατὰ κλίσιν. Πῶς οὖν τὸ μὲν κύριον Λάας μακρὸν ἔχει τὸ α, τὸ δὲ προσηγορικὸν, βραχύ; Καὶ τὸ μὲν κύριον ἰσο‐
35συλλάβως κλίνεται· ἀποβολῇ γὰρ τοῦ ς ποιεῖ τὴν γενικὴν, οἷον, ὁ Λάας τοῦ Λάα· τὸ δὲ προσηγο‐ ρικὸν, περιττοσυλλάβως, οἷον, λάας λάαος; Καὶ ἐπεὶ τὸ κύριον μακροκατάληκτον καὶ δισύλλαβόν ἐστι καὶ πάντα φυλάττει τὰ τοῦ κανόνος, ὥσπερ τὸ
40Αἴας, διατί οὐκ ἐκλίθη διὰ τοῦ ΝΤ; Ἐπειδὴ κανών
40ἐστιν ὁ λέγων, ὅτι τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίσιν· καὶ γὰρ ἀπὸ τοῦ λάας τοῦ προση‐ γορικοῦ γίνεται τὸ κύριον· καὶ γὰρ ἐκεῖνος λιθογλύ‐ φος ἦν· διὰ τοῦτο ἀπὸ μεταφορᾶς τοῦ προσηγορικοῦ κέκλιται τὸ κύριον. Ἐκ γοῦν τῆς λάαος γενικῆς
45γίνεται εὐθεῖα ἑτέρα, λάαος· καὶ κλίνεται λαάου, ὥσπερ Καππάδοξ Καππάδοκος, ὁ Καππάδοκος τοῦ Καππαδόκου· τὸ γὰρ Καππαδόκης, μεταπλασμός· καὶ ὁ Θεολόγος “Τοὺς ἐμοὺς Καππαδόκας” φησί. καὶ ὥσπερ Μενέλαος Μενέλας, καὶ Πτερέλαος Πτε‐

552

(50)

ρέλας, οὕτως ἀπὸ τῆς λάαος εὐθείας γίνεται λάας κράσει τοῦ ΑΟ εἰς α μακρὸν, καὶ κλίνεται λάου. Καὶ ἐπεὶ τὴν κλίσιν τοῦ ἐντελοῦς ἐφύλαξε, διατί μὴ καὶ τὴν κατάληξιν αὐτοῦ; Ἐπειδὴ τὸ ὄνομα Δωρι‐ κόν ἐστιν· οἱ δὲ Δωριεῖς εἰς α περατοῦσι τὴν
55γενικὴν, τοῦ Παπία καὶ τοῦ Ἑρμεία. Καὶ πάλιν ἐκ τῆς λάαος τρισυλλάβου γενικῆς γίνεται τρίτῃ κράσει τῶν δύω ΑΑ εἰς α μακρὸν, λᾶος· καὶ Ὅμη‐ ρος Ἰλιάδος μʹ, Λᾶος ὑπὸ ῥιπῆς.

553

Τουτέστιν, ὑπὸ τῆς τοῦ λίθου φορᾶς. Αὕτη πάλιν ἡ λᾶος γενικὴ μετάγεται εἰς εὐθεῖαν· καὶ κιρνωμένη γίνεται Λᾶς, καὶ κλίνεται Λᾶ· σημαίνει δὲ τοῦτο καὶ ποταμὸν, καὶ πόλιν, καὶ λίθον.
6 Λαός: Οἱ ὄχλοι. Λᾶες κατὰ διάλεκτον οἱ λίθοι λέγονται. Ζήτει τὴν ἱστορίαν ἐν τῷ Λεξικῷ τῆς α Ἰλιάδος· Προμηθέως παῖς Δευκαλίων γί‐ νεται .....
10Λαός: Ὄνομα ἀρσενικὸν, εἴδους παραγώγου, ῥη‐
10ματικόν· εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι περιληπτικοῦ. Γίνεται παρὰ τὸ λαλῶ λαλὸς καὶ λαός. Ἢ παρὰ τὸ λάας, ὃ σημαίνει λίθον, ἡ γενικὴ, λάαος· καὶ κράσει, λάος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ ὀξύνεται. Διατί; Αἱ γὰρ
15γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν πολλάκις ἀμείβουσι τοὺς τόνους· οἷον, ὕϊς ὕϊος, υἱὸς υἱοῦ. Οὕτως οὖν καὶ λάας λάαος λᾶος λαός. Καὶ ἄλλως. Τὰ εἰς ΟΣ λήγοντα καθαρὰ μονογενῆ μακρᾷ παραληγόμενα προπερισπᾶται· ὅσα δὲ μὴ κύρια, μηδὲ ἔχοντα οὐδε‐
20τέρου παρασχηματισμὸν, ὀξύνεται· οἷον λαὸς, κριός· τὸ δὲ πρᾶος καὶ Χῖος οὐκ εἰσὶ προσηγορικά. Τὸ δὲ λάας τὸ προσηγορικὸν, καὶ τὸ μέγας τὸ ἐπίθετον, συστέλλει τὸ α· σεσημείωται γὰρ τὸ μέγας λάας. Τὰ δὲ κύρια ἰσοσυλλάβως κλίνεται, καὶ ἔχει τὸ α
25μακρόν· οἷον, ὁ Μέγας τοῦ Μέγα, ὁ Λάας τοῦ Λάα.
25Τὸ δὲ λάας τὸ προσηγορικὸν, καὶ τὸ μέγας τὸ ἐπί‐ θετον, διὰ καθαροῦ τοῦ ΟΣ κλίνεται· ἐναλλάξαντα
γὰρ κατὰ τὸν τόνον, ἐνήλλαξαν καὶ κατὰ τὴν κλίσιν· οἷον, ὁ λάας τοῦ λάαος, ὁ μέγας τοῦ μέγαος· ἡ γὰρ μεγάλου γενικὴ ἑτερόκλιτός ἐστιν, ὡς ἀπὸ τῆς με‐
30γάλος εὐθείας. Ἐξέλειψε δὲ πάλιν ἡ μεγάλος εὐθεῖα· ἐπειδὴ γὰρ τὰ διὰ τοῦ ΑΛΟΣ ὑπὲρ δύο συλ‐ λαβὰς ὀξύνεται, ὡς τὸ ὀμφαλὸς, Ἰταλός· ἢ προπα‐ ροξύνεται, ὡς τὸ κεκρύφαλος, Ἄτταλος· τὸ μεγάλος μόνον παροξυνόμενον, διὰ τὸ ἀχαρακτήριστον τοῦ
35τόνου ἐξέλειψεν. Ὅτι δὲ παροξύνεται τὸ μεγάλος, δείκνυται ἐκ τῆς εὐθείας τῶν πληθυντικῶν· οἱ μεγά‐ λοι γὰρ φαμέν. Διὰ τοῦτο κλίνεται ἑτεροκλίτως· οἷον, ὁ μέγας τοῦ μεγάλου. Τὸ μέντοι μέγας τὸ ἐπίθετον συστέλλει τὸ α, ὡς ἔχει καὶ τὸ οὐδέτερον
40τὸ μέγα. Καὶ τὰ εἰς ς λήγοντα μετὰ διχρόνου,
40ἀποβολῇ τοῦ ς τὸ οὐδέτερον ποιοῦντα, συνεσταλμένον ἔχει τὸ δίχρονον. Τὸ δὲ λάας τὸ προσηγορικὸν ἔχει ὁμοίως βραχὺ τὸ α, δι’ αἰτίαν τοιαύτην· τὰ εἰς ΑΣ καθαρὰ ὀνόματα δισύλλαβα ἀρσενικὰ οὐδέποτε εἰσὶ προσηγορικά· ἀλλ’ ἢ κύρια, ὡς τὸ Θόας, Δρύας· ἢ
45ἐθνικὰ, ὡς τὸ Ὕας Ὕαντος· (Ὕαντες γὰρ λέγονται οἱ κατοικοῦντες τὴν Βοιωτίαν·) ἢ ἐπίθετα, ὡς τὸ εὔας εὔαντος· (ἔστι δὲ ἐπίθετον τοῦ Διονύσου·) ἐπειδὴ οὖν τὸ λάας προσηγορικόν ἐστιν, ὡς διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὸν χρόνον. Τὸ δὲ

553

(50)

λαὸς μακρὸν ἔχει τὸ α· ἢ ὅτι ἀπὸ κράσεως, ἢ ὅτι [κράσει· ἢ] τὰ εἰς ΟΣ ὀξύτονα ἀρσενικὰ δισύλλαβα καθαρὰ διχρόνῳ παραληγόμενα ἐκτείνει αὐτὸ, οἷον ναὸς, λαὸς, κριὸς, ἰὸς, βιός. Ἔνθεν καὶ ὅμαδος εἴρηται τὸ πλῆθος, οἷον ὅμαδός τις ὤν. Ἄλλοι δὲ
55παρὰ τοὺς λίθους.
55 Λάβρος: Ὁ ἀδηφάγος. Ἐκ τοῦ βορὰ (ὃ ση‐ μαίνει τὴν τροφὴν) καὶ τοῦ ΛΑ ἐπιτατικοῦ μορίου. Ἔστι δὲ καὶ ἀπὸ τοῦ βορέας, ὃ σημαίνει τὸν ἄνεμον, ὡς τὸ,

554

Λάβρος ἐπαιγίζων. Σφοδρὸς ἐπικαταπνέων. Ἢ παρὰ τὸ ΛΑ καὶ τὸ βῶ, τὸ βαίνω. Λάβραξ: Ἐκ τοῦ βορὰ γίνεται λάβορος· καὶ
5συγκοπῇ, λάβρος. καὶ λάβραξ παρώνυμον, ὡς λίθος
5λίθαξ. Ἔστιν οὖν παρὰ τὸ λάβρως ἐσθίειν· ἀδη‐ φάγον γὰρ ἐστὶ τὸ ζῷον, ὡς ἱστορεῖ Ὀππιανὸς ἐν τοῖς Ἁλιευτικοῖς. Λαβραγόρην: Προπετῆ ἐν τῷ λέγειν, οἷον λά‐ βρον καὶ θρασύν.
10 Λαβή: Ἀφορμὴ, μέμψις. Λαγανόν: Ὡς λαγαρόν· ἐκκεκένωται γὰρ αὐτοῦ τὸ πάχος εἰς πλάτος· καὶ λειανθὲν, ἀσθενέστερον γίνεται· παρὰ τὸ λήγω. Λαγγών: Ὁ εὐθέως λανθάνων τοῦ ἀγῶνος καὶ
15φόβου.
15 Λαγαρία: Πόλις Ἰταλίας· ἀπὸ Λαγάριδος τινὸς νομέως. Λάγυνος: Ἡ πάνυ δεκτική· παρὰ τὸ ΛΑ ἐπι‐
τατικὸν, καὶ τὸ γῶ, τὸ χωρῶ. Λαγνεία: Λαγυνεία τὶς οὖσα· παρὰ τὸ ΛΑ ἐπι‐
20τατικὸν, καὶ τὴν γυναῖκα. Λαγώς: Παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ ὦς ὠτὸς Δωρικῶς γίνεται, ὁ μεγάλα ὦτα ἔχων. Ἢ τὸ λάειν, ὅ ἐστι βλέπειν· λέγεται γὰρ μὴ μύειν κοιμώμενος. Ἐκ τοῦ λαγὼς γίνεται λαγῷος
25τὸ ἐπίθετον· καὶ λαγῷα κρέα. Λαβύρινθος: Ἐν τῇ Κρήτῃ νήσῳ ἐστὶν ὄρος, ἐν ᾧ ἐστὶ σπήλαιον ἀντρῶδες, δύσκολον περὶ τὴν κάθο‐ δον, καὶ δυσχερὲς περὶ τὴν ἄνοδον· ἐν ᾧ λέγεται ὁ
30Μινώταυρος ἐμβληθῆναι. Ἐπεὶ οὖν δυσχερὲς τὸ ἐκβῆναι τοὺς Λαβυρίνθους, λαμβάνεται ἐπὶ τῶν ἀφύκτων λόγων, οὓς οὐδεὶς δύναται ἐκφυγεῖν. Λαδρέοντι: Παρὰ τὸ ΛΑ καὶ τὸ ῥέω, λαρέοντι, μεγάλως ῥέοντι· καὶ πλεονασμῷ τοῦ δ.
35 Λαερτιάδης: Πατρωνυμικὸν ἐκ τοῦ Λαέρτιος· τὰ γὰρ εἰς ΟΣ ὀνόματα, εἰ μὲν καθαρὰ, διὰ τοῦ άδης ποιοῦσι τὸ πατρωνυμικόν· οἷον, Νηλήϊος, Νη‐ ληϊάδης· Θυέστιος, Θυεστιάδης· εἰ δὲ μὴ καθαρὰ, διὰ τοῦ ίδης, Κρόνος, Κρονίδης, Λαγὸς, Λαγίδης.
40Ἰστέον ὅτι οὐ ποιοῦσιν ἀπὸ προσηγορικοῦ πατρωνυ‐ μικά· τὰ γὰρ προσηγορικὰ κοινά εἰσι καὶ κατὰ πολλῶν λέγονται. Εἰ οὖν ἄνθρωπος ἀνθρωπίδης εἴπωμεν, ἐδηλώσαμεν τινὰ ἐκ πολλῶν γεγενῆσθαι· ὅπέρ ἐστιν ἄτοπον. Μόνον δὲ λέγουσι γεγενῆσθαι
45τὸν Πᾶνα παρὰ πολλῶν· ὅθεν καὶ αὐτὴν εἴληφε τὴν ὀνομασίαν. Λαέρτιος: Ὥσπερ δὲ λέγεται Βούσιρις, οὕτως καὶ Λαέρτης Λαέρτιος· παρὰ τὸ δύνασθαι λᾶας ἀερ‐ τάζειν, ἤγουν κουφίζειν λίθους.

554

(50)

Λάϊγγες: Παρὰ τὴν λᾶος γενικὴν γίνεται λάϊξ·

554

(50)

καὶ πλεονασμῷ τοῦ γ, λάϊγξ· κλίνεται λάϊγγος· ὥσπερ καὶ παρὰ τὸ ψῆφος γίνεται ψῆφιξ, καὶ ψᾶφιξ, καὶ ψᾶφιγξ. Λάζετο: Λάζετο δ’ ἔγχος.
55Ἐκράτει. Ἐκ τοῦ λήβω, τὸ λαμβάνω, ὁ δεύτερος
55ἀόριστος, ἔλαβον· ἐξ αὐτοῦ ῥῆμα λαβάζω· καὶ συγκοπῇ, λάζω· λάζομαι, ἐλαζόμην, ἐλάζου, ἐλά‐ ζετο· καὶ συναρχομένως, λάζετο. Λάθιος: Κρήνη περὶ τὴν Οἴτην· ἥτις οὕτως

555

ὠνόμασται, διὰ τὸ τὸν Ἡρακλέα πιόντα ἐξ αὐτῆς ἐπιλαθέσθαι τῶν ἐν ἀνθρώποις κακῶν. Λαθικηδής: Παρὰ τὸ κήδω (ὅθεν κήδομαι, τὸ λυποῦμαι,) καὶ τοῦ λήθω γίνεται, ὁ ἄλυπος. Ὀξύ‐
5νεται δὲ, ὅτι παρὰ ῥῆμα ἐστὶ βαρύτονον τὸ λήθω, κήδω. Εἰ γὰρ ἦν παρὰ τὸ κῆδος, ἐβαρύνετο ἂν, ὡς παρὰ τὸ μῆκος εὐμήκης. Λαθικηδέα μαζόν. Τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν πάντων.
10Ἰλιάδος χʹ.
10Λάκκος: Ἀπὸ τοῦ λακίζω λακίσω, (ὃ ση‐
10μαίνει τὸ διακόπτω,) ὁ δεύτερος ἀόριστος, ἔλακον· καὶ ἐξ αὐτοῦ λάκκος πλεονασμῷ ἑτέρου κ· ἢ παρὰ τὸ λαχαίνω. Λακέρεια: Ὄνομα πόλεως· παρὰ τὸ ΛΑ καὶ τὸ
ῥέειν, οἱονεὶ ἡ μεγάλως ἐπιρρεομένη.
15 Λακίνιον: Ὄρος Κρότωνος· ἀπὸ ἥρωος Λα‐ κινίου ὠνόμασται. Λακινία πόλις, ἀπὸ τοῦ Λακῖ‐ νος· ὅθεν καὶ τὸ ΝΙ ι. Λάκτιν: Σημαίνει ἡ λέξις σκυτάλην, τορύνην. Καλλίμαχος,
20Αὖθις ἀπαιτίζουσαν ἔκνον εὐεργέα λάκτιν.
20 Λαμπρός: Παρὰ τὸ λάμπω· τοῦτο παρὰ τὸ λίαν καὶ τὸ φῶ, τὸ φαίνω, γίνεται λιάνφω, καὶ τροπῇ, λάμπω. Ἐτυμολογεῖται δὲ λαμπρὸς παρὰ τὸ λύειν τὴν πήρωσιν. Λακεδαίμων ἀνήρ: Ἀπὸ τῆς πόλεως· καὶ ἡ
25Λακεδαίμων πόλις, λαχεδαίμων τὶς οὖσα· ἐν αὐτῇ γὰρ οἱ θεοὶ πρῶτοι ἔλαχον καὶ ἐκληρώσαντο τὰς πόλεις. Λακέρυζα κορώνη: Ἡσίοδος. Ἐκ τοῦ κρῶ κρύζω, ὄνομα κρύζα· πλεονασμῷ τοῦ ε, κέρυζα· καὶ
30μετὰ τοῦ ΛΑ ἐπιτατικοῦ μορίου, λακέρυζα, ἡ μεγά‐
30λως κράζουσα· ἐξ οὗ καὶ ῥῆμα λακερύζω. Τοῦ λακεῖν ἡ λέξις πεποίηται ἀπὸ τοῦ ἤχου. Λαλῶ: Πρώτης συζυγίας τῶν περισπωμένων. Παρὰ τὸ λῶ, τὸ θέλω, γίνεται κατὰ ἀναδιπλα‐ σιασμὸν, λαλῶ· ἃ γάρ τις θέλει, ταῦτα καὶ λαλεῖ.
35Τὸ δὲ λῶ σημαίνει καὶ τὸ ἀπολαύω· ἐξ οὗ καὶ λάρυγξ. Ἔστι παράγωγον τοῦ λῶ, λάσω· καὶ πλεονασμῷ τοῦ κ, λάσκω. Ὅθεν Εὐριπίδης, Τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους. Λακίδες: Ἐπισχίσματα ἱματίου· παρὰ τὸ
40λακεῖν καὶ ψοφεῖν ἠρέμα ἐν τῷ σχίζεσθαι.
42 Λαλιά: Παρὰ τὸ λῶ, τὸ λαλῶ. Ὀξύνεται· τὰ σημαίνοντα ἄθροισιν, ἢ περιεκτικὰ τινῶν προσηγορι‐ κῶν, ὀξύνεται· οἷον, ἀχυρμιὰ, πυρκαϊά.
45 Λάλαξ: Ἀπὸ τοῦ λαλαγὴ τοῦ σημαίνοντος τὸν θόρυβον. Λάλλαι: Ἐκ τοῦ λαλῶ γίνεται ῥηματικὸν ὄνομα λάλη, καὶ πλεονασμῷ τοῦ λ, λάλλη. Λάλ‐ λαι δέ εἰσιν αἱ ψῆφοι αἱ παραθαλάσσιαι, αἱ ὑπὸ

555

(50)

τῶν κυμάτων κινούμεναι καὶ ψόφον τινὰ ἀποτε‐

555

(50)

λοῦσαι.

555

(50)

Λάμια: Θηρίον. Ἀπὸ τοῦ ἔχειν μέγαν λαιμὸν, λαίμια, καὶ λάμια. Λαμία, πόλις· οἱ μὲν, ἀπὸ Λαμίου τοῦ Ἡρακλέους ὀνομάζουσιν· οἱ δὲ, ἀπὸ γυναικὸς Λαμίας, ἥτις ἐβασίλευσε Τραχινίων. Ἔστι καὶ προσηγορικὸν καὶ σημαίνει τὰ χάσματα.
55 Λάμυρος: Ὁ λάλος, ὁ στωμύλος· καὶ λαμυρία, ἡ στωμυλία, ἢ ἡ ἀλόγιστος ἀνδρεία· καὶ λαμυρὸν, τὸ πολὺ καὶ ἄθρουν· καὶ λαμυρὴν, τὴν θάλασσαν,
οἷον πολλήν.

556

Λαμπετῶ: Ὥσπερ ἀπὸ τοῦ εὔχω γίνεται εὐχέ‐ της, καὶ βάλλω βελέτης καὶ ἑκατηβελέτης, οὕτως καὶ παρὰ τὸ λάμπω, λαμπετής· καὶ ἐκ τούτου λαμπετῶ. Ἔστι δὲ δευτέρας συζυγίας τῶν πε‐
5ρισπωμένων· καὶ οἱ ποιηταὶ ἐπὶ τῆς δευτέρας συζυ‐ γίας ἔθος ἔχουσι πλεονάζειν τὸ ο· καὶ γίνεται λαμπετόω· ἡ μετοχὴ, λαμπετόων λαμπετόωντος λαμπετόωντι. Λάμψακος: ὅτι τοῖς Λαμψακηνοῖς χρησμὸς
10ἐδόθη, ὅπου ἂν αὐτοῖς λάμψῃ, ἐκεῖ πόλιν κτίσαι.
10Ἀστραπῆς οὖν γενομένης, εἶδον τὸν τόπον, καὶ ἔκτι‐ σαν τὴν πόλιν, Λάμψακον ταύτην προσαγορεύσαντες· καὶ οὕτω τοὺς πολεμοῦντας αὐτοῖς βαρβάρους λόχον ποιήσαντας, διὰ τῆς ἀστραπῆς ἰδόντες, κατέκοψαν. Λάξ: Ἀπὸ τοῦ λήγω ῥήματος, ὁ μέλλων, λήξω·
15λὴξ καὶ λὰξ, τὸ τῷ λήγοντι μέρει τοῦ ποδὸς (του‐ τέστι τῷ ἄκρῳ) πλήττειν. Καὶ Ὅμηρος Ἰλιάδος κʹ, Λὰξ ποδὶ κινήσας. Εὐτόνως τῷ μεγάλῳ δακτύλῳ τοῦ ποδὸς τοῦ κοίλου μέρους ἁψάμενος τοῦ Διομήδους ποδὸς, ὡς δῆλον ἐκ
20τῶν ἐπιφερομένων,
20 Ὄτρυνέ τε νείκεσέ τ’ ἄντην. Ὁ Νέστωρ δηλονότι. Λάξις: Ὅ ἐστιν οἰκοδόμημα αἱμασιᾶς· οἱ δὲ Ἀττικοὶ, λίθους ἐκλέγοντες, ἀνῳκοδόμουν. Λαοδίκη: Ὄνομα κύριον· ἐκ τοῦ λαὸς καὶ τοῦ
25δίκη. Τὰ δὲ εἰς ΟΣ ὀκταχῶς συντίθενται. Ζήτει
25εἰς τὸ θ.
25 Λαομεδοντιάδης: Εἴδους τῶν παραγώγων πα‐ τρωνυμικοῦ. Τὸ ΤΙ ι· πᾶσα γενικὴ εἰς ΟΣ διὰ τοῦ ΙΔΗΣ ποιεῖ τὸ πατρωνυμικόν· Λαομέδοντος, Λαομε‐ δοντίδης· καὶ ὥσπερ Τελαμὼν Τελαμῶνος Τελαμω‐ νίδης, καὶ πλεονασμῷ τοῦ α, Τελαμωνιάδης, οὕτως
30καὶ Λαομέδων Λαομέδοντος Λαομεδοντιάδης. Ἡ κλητικὴ, ὦ Λαομέδον. Λαοσσόος: Τὸν Ἀμφιάρηον τὸν διὰ μαντικὴν σώζοντα τοὺς ἀνθρώπους. Ἢ λαοσσόος ἡ Ἀθηνᾶ, καθὸ σώζει καὶ παρορμᾷ τοὺς λαούς.
35 Λάπαθος: Ἡ κενωτικὴ τῆς γαστρὸς βοτάνη· παρὰ τὸ λειαίνειν τὰ πάθη· παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ πάθος· ἡ ἀπελαύνουσα τὸ πάθος. Ἢ ἀπὸ τοῦ λαπάσσειν· ἔστι γὰρ τὸ λάχανον εὔθετον εἰς γαστέρα· ἁπαλύνει γάρ. Οἱ δὲ Ἀττικοὶ λά‐
40παθον λέγουσι τὰ ὀρύγματα τῶν θηρίων, ὅτι λαν‐ θάνει τοὺς θεωροῦντας· οἵτινες, μὴ εἰδότες, ἔρχονται εἰς τὸ παθεῖν ΤΙ. Καὶ ὑπολαπάξας, τὸ ὑποκενώ‐ σας ὁμοίως. Λαξευτήριον: Παρὰ τὸ λάας (ὃ σημαίνει τὸν
45λίθον) καὶ τὸ ξύω γίνεται λαξευτήριον, τὸ τοὺς
45λίθους ξύον. [Ἢ ξέω, καὶ πλεονασμῷ τοῦ υ μετὰ τοῦ ΛΑ ἐπιτατικοῦ, λαξεύω τὸ πάνυ ξέω. ὅθεν καὶ λαξευτήριον.] Λαπάρα: Τὸ ΡΑ μακρόν. Τὰ εἰς ΡΑ θηλυκὰ βραχεῖα ἢ βραχυνόμενα· βραχύ ἐστι ἢ βραχυνόμε‐

556

(50)

νον· βραχέα δύο, ε ο· τρία βραχυνόμενα, α ι υ. Γί‐

556

(50)

νεται ἐκ τοῦ λαπάζω, ὃ σημαίνει τὸ κενῶ· ὅθεν καὶ

556

(50)

τὸ ἐξαλαπάξας· καὶ λαπάξαι, τὸ κενῶσαι· [παρὰ

556

(50)

τὸ λάπαθον τὴν βοτάνην, κενωτικὴν οὖσαν γαστρός·] ὅθεν καὶ λάφυρα, ἀπὸ τῆς κενώσεως τῆς πόλεως. Καὶ, Λάπτοντες γλώσσαις. Οἶον κενοῦντες καὶ ἐξαντλοῦντες, Ἰλιάδος πʹ· καὶ
55οἷον ταῖς γλώσσαις προσκείμενοι τῷ ὕδατι. Τί δέ
55ἐστι λαπάρα; Ὁ κενὸς τῶν ὀστέων τόπος, ὁ ὑπο‐
55κάτω τῶν πλευρῶν κείμενος.
55Λαπιδόρχας: Ὁ μεγάλους ὄρχεις ἔχων. Λαπίζειν: Ἀλαζονεύεσθαι. Λάρναξ: Κυρίως ἡ διὰ λάων (ὅ ἐστι λίθων)

557

κατασκευασθεῖσα θήκη· ἢ παρὰ τὸ λίαν νάσσεσθαι τὸν ἐκτιθέμενον. λάρισσα πόλις, ἀπὸ Λαρίσσης τινὸς κληθεῖσα. λάρος τὸ ὄρνεον, τὸ ἀπολαυστικὸν ἔχον τὸν νοῦν,
5 Λάρῳ ὄρνιθι ἐοικώς. Λαρόν: Τὸ ἡδὺ πόμα. Παρὰ τὸ ἰλαρὸν, λαρόν· ἢ παρὰ τὸ λῶ, τὸ θέλω, τὸ κατὰ γεῦσιν ἢ κατ’ ὄψιν θελητόν. Ἢ παρὰ τὸ λίαν γέγονε. Λέ‐ γεται καὶ ἐπὶ τοῦ ἁπαλοῦ· Ἡσίοδος,
10Οὐκέτι δὴ βαίνουσι λαροῖς ποσίν.
10Ἐκ τούτου τὸ λαρινός. Ἢ παρὰ τὸ ΛΑ ἐπιτα‐ τικὸν καὶ τοῦ ῥινός. Λάρυγξ: Παρὰ τὸ λαρύσσω λαρύξω, λάρυγξ· τὸ δὲ λαρύσσω, παρὰ τὸ λῶ, τὸ ἀπολαύω· ἐξ οὗ καὶ τὸ λεῖον· διὰ γὰρ τοῦ λαιμοῦ καὶ τοῦ φάρυγγος τὴν
15ἀπόλαυσιν ἔχομεν τῶν τροφῶν· ἢ παρὰ τὸ λῶ, τὸ
15λαλῶ· καὶ γὰρ τρεῖς πόροι εἰσὶ τοῦ τραχήλου, λά‐ ρυγξ, φάρυγξ, καὶ ὁ νωτιαῖος μυελός. Λάρυγξ μὲν, δι’ οὗ λαλοῦμεν καὶ ἀναπνέομεν· φάρυγξ δὲ, δι’ οὗ ἐσθίομεν καὶ πίνομεν· ὁ δὲ νωτιαῖος μυελὸς, δι’ οὗ‐ τινος τὰ νεῦρα ἐκφύονται. Λαρυγγίζειν, εἰς τὸ
20λαχανίζειν.
20 Λάσιος: Ὁ δασύς. Ἐκ τοῦ ΛΑ ἐπιτατικοῦ, καὶ τοῦ σεύω, τὸ ὁρμῶ· ὀρθῶς γὰρ ὁρμῶνται τὰ διὰ τοῦ νοήματος· ἡ γὰρ θέρμη αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν· νῦν δὲ περὶ τοῦ θερμοειδοῦς μέρους τῆς ψυχῆς φησὶν, ἀφ’ ὧν λέγεται,
25Στήθεσσιν λασίοισιν.
25Τουτέστι θερμοῖς· ἡ γὰρ θέρμη ἐν τοῖς δασέσι καὶ συνετοῖς τόποις. Ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστι τὸ πυρῶδες ἢ ξηρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. Λάσιοι οὖν, πολύτριχες ἢ συνετοί.
30Λάσανον: Ἐφ’ οὗ οἱ δασεῖς τόποι ἰζοῦσιν.
30[Ὡς,
30 Λαισήϊά τε πτερόεντα.] δασέα δὲ, τὰ περὶ τὸν ὄρρον. Λάσταυρος: Παρὰ τὸ λᾶς· οἴδαμεν γὰρ τί σημαίνει παρὰ τοῖς Ἀττικοῖς. Λάταυρος: Τὸ ἱμάτιον· ἀναλογεῖ γὰρ τῇ λωπίᾳ
35τῷ δέρματι.
35 Λάτρις: Ὁ ἐπὶ μισθῷ δουλεύων· λάτρον γὰρ ὁ μισθός· ἢ παρὰ τὸ ΛΑ ἐπιτατικὸν μόριον, καὶ τὸ τρεῖν τὸ φοβεῖσθαι. Ἔστι δὲ ἀρσενικὸν καὶ θη‐ λυκόν. Λατρεία: Ἐκ τοῦ λατρεύω· τοῦτο, ἐκ τοῦ λά‐
40τρις, ὃ σημαίνει τὸν μίσθιον δοῦλον· τοῦτο, ἐκ τοῦ λάτρον, ὃ σημαίνει τὸν μισθόν· τοῦτο, ἐκ τοῦ τηρῶ, τὸ βλέπω, καὶ τοῦ ΛΑ ἐπιτατικοῦ, λατήριον· καὶ συγκοπῇ, λάτρον, πρὸς ὃ ἀποβλέπει ὁ μισθωτός. Λαῦρα: Ἡ πλατεῖα ῥύμη· οἷον,
45 Ἦν ὁδὸς ἐς λαύρην. Παρὰ τὸ λίαν ἔχειν αὖραν· ἢ δι’ ἧς ὁ λαὸς ῥεῖ εἰς τὴν ὁδόν. Λαύρας, τὰς ὁδοὺς, ἢ τὰ ἄμφοδα, ἢ τὰς πλατείας ῥύμας, ἢ παρὰ τὸ δι’ αὐτῶν τὸν λαὸν ὀρούειν, τουτέστιν ὁρμᾶν.

557

(50)

Λατῷος: Ποταμὸς οὕτως ὠνόμασται, ἀπὸ τοῦ

557

(50)

τὴν Λητὼ ἐκεῖ ἀποκυῆσαι. Λαφύστιος: Ὁ Διόνυσος· ἀπὸ τοῦ ἐν Βοιωτίᾳ Λαφυστίου ὄρους. Λάσκω: Σημαίνει τὸ λαλῶ. Εὐριπίδης, Τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους.
55 Λάταξ: Παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ στάζω στάξω στὰξ καὶ λάταξ· τὴν μεγάλην σταγόνα ση‐ μαίνει. Λάχεια: Σημαίνει τὴν καλῶς ἐσκαμμένην γῆν·

558

παρὰ τὸ ΛΑ ἐπιτατικόν. Ὡς ἀπὸ τοῦ χαίρω χάρεια, καὶ ἀνθῶ ἄνθεια, καὶ κρατῶ κράτεια, οὕτως καὶ παρὰ τὸ λαχῶ λάχεια· τὰ γὰρ ἀπὸ ἐνεστῶτος γινόμενα προπαροξύτονα διὰ διφθόγγου γράφεται, μήδω,
5Μήδεια· θέρω, θέρεια. Λαχαίνειν: Τὸ σκάπτειν· ἤτοι παρὰ τὸ λά‐ χειαν γίνεσθαι τὴν γῆν θρυπτομένην· ἢ παρὰ τὸ σφόδρα χαίνειν αὐτὴν σκαπτομένην. Καὶ λάχανον
ἐντεῦθεν, παρὰ τὸ δεῖσθαι τοῦ σκάπτεσθαι. Καὶ
10λάχεια νῆσος, ἀπὸ τοῦ σκάπτεσθαι εἰς βάθος δύνασθαι· οἱ δὲ λέγουσιν αὐτὴν ἐλάχειαν εἶναι, ὅ ἐστι σμικράν· ἀλλ’ ἐκ τοῦ περιεχομένου ἐλέγχονται· Παρὲκ λιμένος τετάνυσται. Πῶς γὰρ παρατέταται, μικρὰ οὖσα;
15Λαχανίζεσθαι: Ἀντὶ τοῦ λάχανα συλλέγειν.
15 Λαρυγγίζειν: Τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλ’ ἐπιτηδεύειν περιεργό‐ τερον τῷ λάρυγγι χρῆσθαι. Λάχνη: Ἡ τρίχωσις. Ἐκ τοῦ ΛΑ ἐπιτατικοῦ καὶ τοῦ ἔχω, τὸ κρατῶ, γίνεται λαέχνη, καὶ κατὰ
20κρᾶσιν, λάχνη, ἧς ἐστιν ἔχεσθαι καὶ λαβέσθαι. Ἢ τὸ πάνυ κεκρατημένον· ἡ γὰρ τρίχωσις εὔληπτος. Παράγεται δὲ παρὰ τὸ λάζω, τὸ κρατῶ· ὁ μέλλων, λάξω· καὶ ἐξ αὐτοῦ, λάχνη· οὐδὲν γὰρ εὐληπτότερον τῆς τριχός.
25Λαχμῷ: Τῷ δασεῖ τῶν ἐρίων· παρὰ τὸ λίαν
25ἔχεσθαι. Ἀντίμαχος δὲ τῶν ἵππων τὸν λακτισμόν· οἷον, λαχμὸν δ’ οὐ δείδιεν ἵππων. Σέλευκος δὲ ἀξιοῖ διὰ τοῦ ν γράφεσθαι λάχνῳ, ὃ σημαίνει λάχνην.
30Λαχόην: Ἔστι λάχοιμι λάχοις λάχοι· τοῦτο
30γίνεται κατὰ πλεονασμὸν τοῦ η Ἀττικῶς, λαχοίη·
30εἶτα προσθέσει τοῦ ς, λαχοίης· καὶ τροπῇ τοῦ ς εἰς ν, γίνεται τὸ πρῶτον· καὶ ἀποβολῇ Αἰολικῇ τοῦ ι, λαχόην. Λαυκανίη: Ὁ λαιμός· ἀπὸ τῆς ἀπολαύσεως. Λαιμός: Παρὰ τὸ λίαν μᾶν· ἢ παρὰ τὸ λάπτω,
35ὃ σημαίνει τὸ κατὰ δίψης φλέγομαι. Ἢ παρὰ τὸ
35λάειν, ὅ ἐστιν ἀπολαύειν. Εἰς τὸ λῆμμα. Λαιδρός: Ὁ θρασύς. Παρὰ τὸ ΛΑ ἐπιτατικὸν, καὶ τὸ δρῶ, τὸ πράττω. Λαίθαργος κύων: Ὁ λαθραία δάκνων· ἐκ τοῦ λήθω.
40Λαίσκαπρος: Ὁ λάγνος καὶ λάμυρος· παρὰ τὸ ΛΑ
40ἐπιτατικὸν, πλεονασμῷ τοῦ ι, ὡς ἐν τῷ μαιστροπὸς, ἀντὶ τοῦ μαστροπός. Λαισήϊά τε πτερόεντα: Μικρὰ ἀσπιδίσκια ὠμοβύρσια· ἔστι δὲ βαρβαρικὸν ὅπλον. Γίνεται παρὰ τὸ ΛΑ ἐπιτατικὸν, καὶ τὸ σεύω, τὸ ὁρμῶ. Ἢ
45παρὰ τὸ ἐν τῇ λαιᾷ βαστάζεσθαι· ἢ παρὰ τὸ λά‐ σιον· ἀπὸ τοῦ ὠμαῖς βύρσαις περιβεβλῆσθαι. Λαιὰ χείρ: Ἡ ἀριστερά· ἀπὸ τοῦ λελιάσθαι καὶ κεχωρίσθαι τῶν πράξεων. Λαῖφος: Λινοϋφὲς ἅρμενον· ἢ παρὰ τὸ λῶπος,

558

(50)

λάφος καὶ λαῖφος, ὡς γλῶσσα γλάσσα. Λαῖτμα: Τὸ χάσμα, καὶ μέγα πέλαγος. Ἢ τὸ οἴδημα τῆς θαλάσσης. Λαίλαψ: Παρὰ τὸ λάπτω λάψω λάψ, καὶ κατὰ ἀναδιπλασιασμὸν, λαίλαψ· δηλοῖ δὲ τὴν σφοδρὰν
55καὶ ἐπιτεταμένην λαβρότητα τοῦ πνεύματος. Τὸ δὲ λάπτω, ἐκ τοῦ ΛΑ ἐπιτατικοῦ, καὶ σημαίνει τὸ λίαν ἅπτεσθαι. Λέα: Ἡ ἐν τοῖς ἱστίοις λίθος· ὅτι λίθους ἐξήρτουν.

559

Λεβηρίς: Τὸ τοῦ ὄφεως γῆρας. Λέβης: Τὸ χέρνιβον, ἀπὸ τοῦ τὰς λιβάδας τῶν χειρῶν ὑποδέχεσθαι· ἢ ὁ χυτρόπους, εἰς ὃν λείβεται καὶ ἐμβάλλεται τὸ ὕδωρ. Σημαίνει δʹ· ἐπὶ μὲν
5τοῦ παρ’ ἡμῖν λεγομένου χέρνιβος, Χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα, καλῇ, χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος. Ἐπὶ δὲ τῆς λεκάνης, Γρηῦς δὲ λέβητ’ ἕλε παμφανόωντα,
10τῷ πόδας ἐξαπενίζοντο.
10Ἐπὶ δὲ τοῦ ἡμῖν συνήθους,
10 Ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ. Ἐπὶ δὲ τῶν ἀναθεματικῶν, Αἴθωνας δὲ λέβητας ἐείκοσι. Λεγεών: Τὸ στῖφος τὸ ἐκλεκτόν· ἀπὸ τοῦ λέγω, τὸ συλλέγω. Τὸ δὲ λέγω σημαίνει ἕξ· καὶ γίνεται
15παρὰ τὸ λῶ, τὸ θέλω. Λέγω, τὸ λαλῶ, ἐξ οὗ καὶ
15λόγος· λέγω, τὸ μετρῶ, ἐξ οὗ καὶ ὡρολόγιον, τὸ τὰς ὥρας μετροῦν· λέγω, τὸ κοιμῶμαι, ἐξ οὗ καὶ λέχος ἡ κοίτη· λέγω, τὸ φροντίζω, ἐξ οὗ καὶ ἀλέγω· λέγω, τὸ συλλέγω, ὡς τὸ, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
20Λέγω, τὸ λαγχάνω, ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος,
20λέλογχα, ὡς τὸ,
20 τιμὴν δὲ λελόγχασιν ἴσα θεοῖσιν. Λέγω: Τὸ ΛΕ ψιλόν. Διατί; Τὰ διὰ τοῦ ΕΓΩ ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, φλέγω, ψέγω· ἢ καὶ τὰ ἔχοντα τὸ ο ἐγκείμενον ἐν τοῖς ὀνόμασιν, ἔχουσι τὸ ε ἀντιπαρακείμενον ἐν τοῖς ῥήμασιν. Ὁ
25δεύτερος ἀόριστος, ἔλεγον· καὶ ὤφειλεν εἶναι ἔλαγον, κατὰ τὸν λέγοντα κανόνα, “Κἄν που τύχῃ τὸ ε σὺν ἀμεταβόλῳ, εἰς α αὐτὸ τρέπει ὁ δεύτερος ἀόρι‐ στος.” Ἀλλὰ σεσημείωται τὸ λέγω, ἔλεγον· φλέγω, ἔφλεγον· καὶ ἀείρω, ἤερον· καὶ ὀφείλω, ὤφελον. Τὸ
30λεγόμεθα καὶ φερόμεθα οἱ Αἰολεῖς εἰς ε ποιοῦσι λεγόμεθεν καὶ φερόμεθεν, μετὰ τοῦ ν. Ἀλλὰ καὶ τὰ εἰς ΘΕΝ λήγοντα ἐπιρρήματα εἰς α ποιοῦσιν, ὄπισθεν, ὄπισθα· ἄτερθεν, ἄτερθα, χωρὶς τοῦ ν. Ὅτε γὰρ ἦν εἰς ε τὰ ἐπιρρήματα, τότε καὶ τὸ ν· ὅτε δὲ
35εἰς α, ἀφίσταται τὸ ν, ὥσπερ καὶ τὸ λεγόμεθα,
35φερόμεθα· εἶτα λεγόμεθεν, ἐπλεόνασε τὸ ν. Λῶ: Σημαίνει δʹ· τὸ λαλῶ· λῶ, τὸ ἀπολαύω· λῶ, τὸ βλέπω, ἐξ οὗ καὶ λέων· λῶ, τὸ ἐπιθυμῶ, ἐξ οὗ τὸ, λιλαιόμενα χροὸς ἆσαι.
40Λεηλατῶ: Παρὰ τὸ λεὼς καὶ τὸ ἀτῶ, τὸ βλάπτω,
40γίνεται λεωλατῶ, πλεονασμῷ τοῦ λ· εἶτα τρέπεται τὸ ω εἰς η· καὶ σημαίνει τὸν λαὸν βλάπτω· καὶ ἐλεηλάτει, ᾐχμαλώτευεν, ἐλῄστευεν, ἥρπαζε. Λεκάνη: Ἧς τὸ χάσμα ἐστὶ λεῖον· πεπλά‐ τυται γάρ. Λειοχάνη οὖν ἡ ἐτυμολογία, καὶ λεκάνη.
45Λελῆσθαι: Πρὸς διάφορον σημαινόμενον διά‐
φορον ἔχει καὶ τὴν γραφήν. Εἰ μὲν ἀπὸ τοῦ λήθω, τὸ λανθάνω ἐστὶν, οὐκ ἔχει τὸ ι· εἰ δὲ ἀπὸ τοῦ ληΐζω, ληΐσω, λελήϊκα, λελήϊσμαι, λελήϊσται, λεληΐσθαι καὶ λελῇσθαι κατὰ συναίρεσιν.

559

(50)

Λελογχώς: Ἀπὸ τοῦ λήχω, ἔλογχα, καὶ λέ‐ λογχα· καὶ λέληκας. Ζήτει εἰς τὸ λεπτός. Λελῦντο: Προπερισπᾶται τὸ εὐκτικόν. Λελυμασμένος: Παρὰ τὸ λύμη, λυμαίνω· ὁ παρακείμενος, λελύμαγκα, λελύμαμμαι, λελυμαμ‐
55μένος· καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ς γίνεται, ὡς παρὰ τὸ ἡδύνω, ἥδυγκα, ἥδυμμαι, καὶ ἥδυσμαι, ἐξ οὗ καὶ ἥδυσμα. Ἔστι δὲ καὶ λυμάζω, λυμάσω, λελύμακα, λελύμασμαι.

560

Λελίηκα: Ἀπὸ τοῦ λίω, τοῦ σημαίνοντος τὸ προθυμοῦμαι, περισπώμενον λιῶ, λιήσω, λελίηκα. Λελιημένος: Προθυμούμενος· παρὰ τὸ μένος, ἢ παρὰ τὸ λίαν τεθραμμένος. Ἢ ἔστι ῥῆμα λῶ
5σημαῖνον τὸ θέλω καὶ προθυμοῦμαι. Ἐκ τοῦ λῶ γίνεται λιλῶ· καὶ κατὰ παραγωγὴν, λιλαίω· τοῦ λιλῶ ὁ παρακείμενος, λελίληκα· ὁ παθητικὸς, λελί‐ λημαι, λελιλημένος· καὶ κατὰ ἀποβολὴν τοῦ λ, λελιημένος.
10Λέληκα: Οὐκ ἀπὸ τοῦ λέγω, ἀλλ’ ἀπὸ τοῦ
10λαλῶ, λαλήσω, λελάληκα, καὶ συγκοπῇ τοῦ ΛΑ. Λεξείδιον: Εἰ μὲν ἀπὸ τῆς λέξις λέξεως, διὰ τῆς ΕΙ διφθόγγου· εἰ δὲ ἀπὸ τῆς λέξις λέξιος Ἰωνικῶς, διὰ τοῦ ι· ὡς καὶ ἀπὸ τῆς ῥήσεως, ῥησείδιον· ἀπὸ δὲ τῆς ῥήσιος γενικῆς Ἰωνικῶς, ῥησίδιον· καὶ τὰ
15ὅμοια. Χοιροβοσκός. Λέξασθαι: Τὸ κοιμηθῆναι· παρὰ τὸ λέχριον πεσεῖν. Κυρίως οὖν ἐπὶ ἀνθρώπων, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀλόγων. Σημαίνει δὲ καὶ τὸ ἐπιλέ‐ ξασθαι, ὅ ἐστι λεχθῆναι, καταριθμηθῆναι.
20Λεοντοκόμος: Ὁ τὸν λέοντα ἐπιμελούμενος·
20ἐκ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι, καὶ τοῦ λέων· τὸ δὲ λέων, παρὰ τὸ λάω, τὸ θεωρῶ· ὀξυδερκέστατον γὰρ τὸ θηρίον, ὥς φησιν ὁ Μανέθων ἐν τῷ πρὸς Ἡρό‐ δοτον, ὅτι οὐδέποτε καθεύδει ὁ λέων. Τοῦτο δὲ ἀπί‐ θανον· οὐκ ἐνδέχεται γὰρ ἀεί τινα ἐγρηγορέναι· ἀλλ’
25ἴσως ὡς ἡ δορκὰς ἀνεῳγμένους ἐν τῷ καθεύδειν τοὺς ὀφθαλμοὺς ἔχει, καὶ λοιπὸν ὑπόνοιαν παρέχει τοῦ μὴ καθεύδειν, οὕτως καὶ ὁ λέων ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς· ἐπειδὴ τῶν ὀφθαλμῶν μεγάλων ὄντων, τὸ ἐπικείμενον δέρμα τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστι,
30καὶ οὐ δύναται σκεπάσαι αὐτούς.
30 Λεώς: Ἐὰν μὲν ὀξύνηται, Ἀττικόν ἐστιν, ἀπὸ τοῦ λαός· εἰ δὲ βαρύνεται, ἀποβολή ἐστι τοῦ τελέως· ὃν γὰρ τρόπον προσέρχεται ἡ τε ἐν τῷ τέτρομος, ἀφαιρεῖται ἐν τῷ τελέως, λέως. Λεωκόριον: Ἱερὸν Ἀθήνῃσι τῶν Λεὼ θυγα‐
35τέρων· ὁ δὲ Λεὼς, υἱὸς Ὀρφέως. Λέντιον: Παρὰ τὸ λειαίνω, τὸ καθαίρω, λελεί‐ αμμαι λελείανται, γίνεται λειάντιον· καὶ συγκοπῇ, λέντιον. Λέπαδνα: Οἱ κατὰ τῶν ἱππίων στηθῶν ἱμάντες,
40οἱ μασχαλιστῆρες. Πλεονάζει δὲ τὸ δ. Ὡς γὰρ
40κόπτω κόπανον, οὕτως λέπω λέπανον καὶ λέπαδνον. Λεπτός: Παρὰ τὸ λείπω λεπτὸς, ὁ λείπων καὶ ἐνδέων· ἢ λέπτω λεπτὸς, ὁ ἐξελεπτισμένος· ἢ παρὰ τὸ λέπος· τοῦτο παρὰ τὸ λέπω, τὸ λεπίζω· ὁ μέλλων, λέψω· ὁ παθητικὸς παρακείμενος, λέλεμμαι, λέ‐
45λεψαι, λέλεπται, λεπτός. Λέλογχα: Ἀπὸ τοῦ λήχω, ὁ μέλλων, λήξω· ὁ παρακείμενος, λέληχα· πλεονασμῷ τοῦ ν, λέληγχα· καὶ τροπῇ τοῦ η εἰς ο, λέλογχα. Τὸ δὲ λέληκα, οὐκ ἀπὸ τοῦ λέγω, ἀλλ’ ἀπὸ τοῦ λαλῶ, λαλήσω· ὁ

560

(50)

παρακείμενος, λελάληκα· καὶ συνεκόπη ἡ ΛΑ συλ‐ λαβή. Λέπτυνιν: Αἰτιατική ἐστι παρὰ Λυκόφρονι. Οἱ μὲν τὸν ᾅδην· οἱ δὲ, τὴν Περσεφόνην, οἷον τὴν λεπτύνουσαν τὰ σώματα τῶν ἀποθνησκόντων· οἱ δὲ
55τὴν ψυχήν· λεπτομερέστατον γάρ ἐστι.
55 Λέμβος: Τὸ ἐφόλκιον· παρὰ τὸ λίαν βαίνειν (ὅ ἐστι πορεύεσθαι) διὰ σμικρότητα· καὶ λέμβαρχοι, οἱ ἐν ἐφολκίῳ πλέοντες.

561

Λέκτρον: Ἡ κοίτη· πλεονασμῷ τοῦ ρ· ἀπὸ τοῦ κατακλίνεσθαι καὶ λήγειν ἡμᾶς εἰς αὐτό. Λεπρός: Παρὰ τὸ λέπος λεπαρὸς, καὶ συγκοπῇ, λεπρός· καὶ λέπρα, (σημαίνει τὸν ἐλεφαντιασμὸν,)
5παρὰ τὸ λέπος, ὃ σημαίνει τὸ δέρμα, γίνεται λέπηρα· καὶ συγκοπῇ, λέπρα. Εἰς γὰρ τὴν ἐπιφάνειαν τοῦ σώματος γίνεται ὁ ἐλεφαντιασμός. Ἔστι δὲ ἐλε‐ φαντιασμὸς, ὁ δίκην ἐλέφαντος τινὰ μὲν λευκὰ, τινὰ δὲ μελάντερα τοῦ σώματος ἔχων. Ἢ παρὰ τὸ
10λέπος καὶ τὸ ῥαίω, τὸ φθείρω, ἡ διεφθαρμένη σάρξ. Λέσχη: Λέσχαι παρὰ Βοιωτοῖς τὰ κοινὰ δειπνη‐ τήρια· τινὲς δὲ τὰ φρύγια καὶ τοὺς ἀλεεινοὺς τόπους λέσχας καλοῦσι· συμβαίνει γὰρ τοὺς ἐν ταῖς οἰκίαις ταύταις χάριν θέρμης καθεζομένους λόγους συναίρειν.
15Γίνεται παρὰ τὸ λέγω· ὁ παρακείμενος, λέλεχα. Ἐξ αὐτοῦ λέσχη, κατὰ πλεονασμὸν τοῦ ς. Λεσχάραι: Οἷον αἱ σχολαί· ἀπὸ τοῦ λέξαι τί· ἐκεῖ γὰρ ὡμίλουν. Λέχος: Σημαίνει τὴν κοίτην· παρὰ τὸ λεχρίους
20ἡμᾶς (ἤγουν πλαγίους) ποιεῖν· ἢ παρὰ τὸ λέγω, τὸ κοιμῶμαι· καὶ λεχεποίην Ὅμηρος ἐπὶ τοῦ ποταμοῦ, λεχοποίην καὶ λεχεποίην, κατὰ τροπὴν, ἐν ᾧ ἐστι λέχος ποιῆσαι, ὅ ἐστι κοίτην· ἢ λοχεῦσαι, τουτέστιν ἐνεδρεῦσαι. Εἰ δὲ τὸ ἔχειν ἔγκειται, πλεονασμός
25ἐστι τοῦ λ, καὶ σημαίνει τὴν ἔχουσαν πολλὴν πόαν, ὅ ἐστι δάση. Λευγαλέον: Τὸ ὑγρόν· Σοφοκλῆς,
Μύρῳ λευγαλέῳ· καὶ Ὅμηρος Ἰλιάδος φʹ,
30Νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι,
30τουτέστι τῷ δι’ ὕδατος· ἢ χαλεπῷ, ἀδόξῳ· παρὰ τὸ χεύω, χευαλέον. Σημαίνει δὲ καὶ τὸ ὀλέθριον, παρὰ τὸ λοιγὸν λοιγαλέον· καὶ μεταθέσει τῶν στοιχείων, λευγαλέον. Λευκός: Παρὰ τὸ λεύσσω, τὸ βλέπω, λευκὸς, ὁ
35διαφανὴς καὶ λαμπρὸς καὶ εὐσύνοπτος καὶ εὐειδής·
35ἐξ οὗ καὶ λευκὸν λέγεται χρῶμα διακριτικὸν ὄψεως· τὸ μὲν γὰρ λευκὸν διακρίνει καὶ διαχέει τὴν ὄψιν· μέλαν δὲ λέγεται χρῶμα συγκριτικὸν ὄψεως· τὸ δὲ μέλαν συγκρίνει καὶ συγχέει τὴν ὄψιν. Λευκή: Νῆσος ἐν Πόντῳ, διὰ τὸ πλῆθος τῶν λευ‐
40κῶν ὀρνέων τῶν ἐνδιαιτωμένων αὐτῇ.
40 Λευκανοί: Ἀπό τινος Λευκίου προσαγορευ‐ θέντες. Λεύκιμμα: Πίναξ γυψώδης εἰλημμένος, πρὸς γράμματα πολιτικὰ γραφόμενα ἐπιτήδειος. Λευκοθέα: Ἡ Ἰνώ· ὅτι ἐμμανὴς γενομένη,
45διὰ τοῦ λευκοῦ πεδίου θέουσα (ὅ ἐστι περὶ τὴν Με‐
45γαρίδα) ἑαυτὴν εἰς τὴν θάλασσαν ἔρριψε. Μυρσῖνος δὲ οὐ μόνον τὴν Λευκοθέαν Ἰνὼ φησὶν, ἀλλὰ καὶ τὰς Νηρηΐδας Λευκοθέας ὀνομάζει. Λεῦκτρα: Τόπος τῆς Θεσπικῆς, ἀπό τινος

561

(50)

ἐγχωρίου Λεύκτρου. Λευστῆρα: Τὸν λιθοβόλον. Λυκόφρων. Λευρόν: Τὸ λεῖον καὶ πλατύ· ἀπὸ τοῦ λίαν εὐρύ· ἢ λελιθολευμένον· λεύειν γὰρ τὸ λίθους βάλ‐ λειν.
55Λευκαρίων: Καθ’ ὑπέρθεσιν Δευκαλίων· καὶ
55Λευκάδιον, τροπῇ τοῦ δ εἰς ρ, Λευκάριον. λευκανία: Στόμαχος, λαιμὸς, τὸ ἀπηρτισμένον τοῦ γαργαρεῶνος· παρὰ τὸ λευκὸν εἶναι φύσει· ἢ

562

ὅτι λίαν κέχηνεν· ἢ παρὰ τὸ χεύω χευαλία, καὶ λευκανία· καὶ διαιρεθείσης αὐτῆς, ὁ τῆς τροφῆς ἀφανίζεται πόρος. Λεύσσω: Τὸ βλέπω. Ἔστι ῥῆμα βλέπτω·
5(ὅθεν καὶ ἀποβλεπτῶ) ὅπερ Αἰολικῶς γίνεται βλέσσω, ὡς ὄπτω, ὄσσω· καὶ κατὰ ἀποβολὴν τοῦ β, καὶ πλεο‐ νασμῷ τοῦ υ, γίνεται λεύσσω. Λεύσσετε: Ὁρᾶτε. Ἄλλοι δι’ ἑνὸς ς γρά‐ φουσιν, ὡς ἀπὸ τοῦ λεύσω μέλλοντος· ὥσπερ καὶ τὸ,
10 Ἄξετε δὲ Πριάμοιο βίην· καὶ, Οἴσετε δ’ ἄρν’· καὶ, καταβήσεο δίφρου.
15Λεαίνω: Ἐκ τοῦ λειαίνω, τὸ οἱονεὶ ἀποσπογ‐
15γίζω καὶ ἐκμάσσω· οὗ ὁ μέλλων, λειανῶ, ἐλείηνα·
15Λείηναν δὲ χορόν.
15Τοῦτο ἐκ τοῦ λεῖον, ὃ σημαίνει τὸ ὁμαλόν· τοῦτο ἐκ
15τοῦ λαύω, ὃ σημαίνει τὸ ἀπολαύω· τοῦτο ἐκ τοῦ λῶ,
15τὸ θέλω, γίνεται λαύω· καὶ ῥηματικὸν ὄνομα, λαῦος· καὶ τροπῇ τοῦ α εἰς ε, τοῦ δὲ υ εἰς ι, γίνεται λεῖος, οὗ πᾶς τις ἐφίεται· τὰ γὰρ λεῖα καὶ ὁμαλὰ θέλομεν, ὥσπερ τὰ κρημνώδη ἐκφεύγομεν. Λείαξ: Παρὰ τὸ λεῖον.
20 Λειόβατος: Εἶδος ἰχθύος· παρὰ τὸ λεῖον. Λειώδης: Ὄνομα κύριον· οἱ μὲν, ἀπὸ τοῦ λεῖον λέγουσι· λεῖος γὰρ ἦν· ὡς καὶ ὁ ποιητὴς δηλοῖ, λέγων, ὁ δ’ ἐπεὶ κάμε χεῖρας ἀνέλκων
25ἀτρίπτους ἁπαλάς.
25Οἱ δὲ, παρὰ τὸ λεῷ ἅδειν, ἤγουν ἀρέσκειν, οἷον
25Λεώδης καὶ Λειώδης· ἐμίσει γὰρ (φησὶ) τὰς μάχας· ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων, ἀτασθαλίαι δὲ οἱ οἴῳ ἐχθραὶ ἦσαν. Κρεῖττον δὲ λέγεσθαι παρὰ τὸ λεῖον. Ζήτει εἰς τὸ
30ἀκτῖνα.
30Λειμών: Ὁ παράδεισος· διὰ τῆς ΕΙ διφθόγγου
30γράφεται· παρὰ τὸ λείβω, τὸ καταστάζω, λειβὼν καὶ λειμών. Ἔστι δὲ καὶ περιεκτικὸν, ὡς καὶ τὸ χειμὼν, καὶ φυλάττει. Λείμαξ: Ὁ λειμών· παρὰ τὸν λειμῶνα γί‐ νεται.
35Λείριον: Τὸ ἄνθος· παρὰ τὸ λεῖον λείριον, πλεο‐
35νασμῷ τοῦ ρ, ὡς ἔγχος ἔγχει ἐγχείδιον· καὶ πλεο‐
35νασμῷ τοῦ ρ, ἐγχειρίδιον. Ἐκ τούτου λειριόεις· καὶ λειριόεσσα, γλυκεῖα, ἐπιθυμητὴ, ἡδεῖα. Λειρόφθαλμος: Εἰ μὲν σημαίνει τὴν προσηνῆ, διὰ τῆς εἰ διφθόγγου γράφεται, καὶ γίνεται παρὰ τὰ λείρια, τὰ ἄνθη· εἰ δὲ σημαίνει τὸν ἀναιδῆ, διὰ
40τοῦ ι γράφεται· καὶ γίνεται παρὰ τὸ λιρὸς, ὃ ση‐ μαίνει τὸν ἀναιδῆ, παρὰ τὸ λίαν ὁρᾶν· οἱ γὰρ ἀναιδεῖς λίαν ὁρῶσιν· ἢ παρὰ τὸ λίαν προσρυῆναι. Λεῖκνον: Σημαίνει τὸ πτυάριον, διφορούμενον· καὶ εἰ μὲν διὰ τῆς ΕΙ διφθόγγου, σχηματίζεται
45οὕτως· ἐκ τοῦ λέχος γίνεται λέχνον καὶ λέκνον· καὶ πλεονασμῷ τοῦ ι, λεῖκνον· καὶ γὰρ οἱ ἀρχαῖοι ἐν τοῖς πτυαρίοις ἐποίουν τοὺς οἰκείους υἱοὺς καθεύδειν διὰ τὸ πολύγονον. Εἰ δὲ διὰ τοῦ ι, οὕτως· ἔστι λικμᾶν· ὃ γίνεται παρὰ τὸ λίαν καμεῖν· ἐξ οὗ γί‐

562

(50)

νεται λίκμον· καὶ μεταθέσει τοῦ μ εἰς ν, λίκνον. Τινὲς λεῖπον αὐτὸ λέγουσι· καταλείπει γὰρ τὰ χρή‐ ματα, καὶ τὰ ἄχυρα ἀποβάλλει. Λειτουργός: Ὁ τοῖς διοικηταῖς ὑπουργῶν καὶ διακονῶν· τὸ γὰρ πρυτανεῖον, ἤγουν τὸ δημόσιον,
55λήϊτον ἐκαλεῖτο. Ἐκ τοῦ λήϊτον οὖν καὶ τὸ ἔργον
55γίνεται κατὰ συστολὴν λεϊτουργός· καὶ κατὰ συν‐ αίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ΕΙ δίφθογγον· καὶ λει‐ τουργεῖν, τὸ ὑπηρετεῖν. Λειχήν: Παρὰ τὸ λείχω· καὶ γάρ φασιν ἐκ

563

τοῦ λείχειν τὸ πάθος ἐπαίρεται. Ἢ παρὰ τὸ λεῖον, κατὰ ἀντίφρασιν, τὸ μὴ ὂν λεῖον· τραχύνει γὰρ τὸ σῶμα, ὡς τὸ, Ἁπαλοῖο δι’ αὐχένος.
5Καίτοι παρὰ τὸν αὐχμὸν αὐχὴν, καὶ τράχηλος,
5παρὰ τὸ τραχύ.
5 Λείψανον: Παρὰ τὸ λείπω λείψω· λείψανα γάρ εἰσι τὰ ἐγκαταλείμματα. Ἢ παρὰ τὸ λείβω
λείψω· καὶ γὰρ ἔσπενδον ἐπὶ τῶν τεθνεώτων. Λειψύδριον: Τόπος τῆς Ἀττικῆς· παρὰ τὸ λείβω [καὶ τὸ ὕδωρ.]
12 Λήϊα: Τὰ σιτοφόρα χωρία· καὶ συναιρέσει, λῇα. Ἐτυμολογεῖται παρὰ τὸ ΛΑ ἐπιτατικὸν, καὶ τὸ ἰέναι, λάϊον, καὶ λήϊον· παρὰ τὸ λίαν ἰέναι καὶ
15αὔξεσθαι τὸ σιτοφόρον πεδίον· ὅθεν καὶ λεῖα, ἡ τῶν τετραπόδων κτῆσις ἡ νεμομένη τὰ λήϊα. Λεῖα: Ἡ λαφυραγωγία, ἡ πραῖδα· καὶ ἐν διαιρέσει, ληΐς. Ληϊάδες καὶ ληϊτίδες: Ἐπὶ τῶν γυναικῶν αἱ
20αἰχμάλωτοι, λαφυραγωγοὶ, πολεμικαί. Ληϊστοί: Οἱ ἐκ λείας καὶ λῃστείας κτητοί· ἀπὸ τοῦ ληΐζω, τὸ πραιδεύω. Ληΐζεσθαι δὲ κυρίως, τὸ τὰ σιτοφορούμενα χωρία ἐκκόπτειν. Ληϊστὴς οὖν ἐκεῖθεν· καὶ συναιρέσει, λῃστής. Ληϊστὴς
25κυρίως, ὁ τὰ τετράποδα ἀπελαύνων· λεῖα γὰρ ἡ τού‐ των κτῆσις, διὰ τὸ ἐν τοῖς ληΐοις βόσκεσθαι· κατα‐ χρηστικῶς δὲ ληΐζεσθαι καὶ ἐπὶ τῶν ἀπὸ πολέμου κτηθέντων· ἔνθεν, Οὕς μοι ληΐσατ’ Ὀδυσσεύς.
30καὶ,
30Ληϊστοὶ μὲν γάρ τε βόες.
30Ἀπὸ τίνος γὰρ ἂν τὸ λήϊον ὀνομάζοιτο, ἢ ἀπὸ τῶν
30ἐξ αὐτοῦ τρεφομένων λαῶν; λήϊα γὰρ λέγονται τὰ ἐκ πολέμου λάφυρα, ἢ τὰ ἀπὸ λῃστείας. Λήδιον: Φιλήμων φησὶ σημαίνειν εὐτελὲς χι‐ τώνιον, ἢ χλανίδα παλαιάν. Ζήτει εἰς τὸ ἀκτῖνα. ληδάριον, ἱμάτιον.
35 Λήθαργος: Ἔστιν ἐκ τοῦ ἀργός. Λήκυθος: Ἀγγεῖον ἐλαιοδόχον· ἢ τὸ λεγόμενον λαγύνιον· λάχυτός τις οὖσα, παρὰ τὸ μεγάλως χωρεῖν. Ἢ παρὰ τὸ κύτος λάκυτος, ἡ μεγαλόκυ‐ τος. Ἢ λεῖον κύτος ἔχουσα· ἢ τὸ προχούδιον,
40παρὰ τὸ ἔλαιον κεύθειν. Λῆμα καὶ Λῆμμα: Οἷον τὸ θέλημα. Ταύτῃ
δὲ διαστέλλεσθαι χρὴ εὐλόγως τὸ λῆμμα τοῦ λήμα‐ τος. Τὸ μὲν γὰρ τίθεται ἐπὶ ψυχικοῦ παραστή‐ ματος· τὸ δὲ, ἐπὶ τοῦ λαμβανομένου. Καὶ ἔστι τὸ
45μὲν ἀπὸ τοῦ λῶ, τὸ θέλω· τὸ δὲ, ἀπὸ τοῦ λήβω, τὸ λαμβάνω. Λῆμμα, κέρδος· (λῆμα,) θράσος, δύ‐ ναμις, τόλμημα, ἀξίωμα. Λημῶ: Τὸ ἀμβλυώττω· λήμη γὰρ λέγεται τὸ συναγόμενον καὶ συνιστάμενον ἐν τῷ ὀφθαλμῷ λευκὸν

563

(50)

ὑγρὸν, καὶ ἀμβλυώττειν παρασκευάζον· παρὰ τὸ λάω,

563

(50)

τὸ βλέπω, καὶ τὴν μὴ ἀπαγόρευσιν· ἔστιν εἰς τὸ λιγνύς. Ἡρακλείδης δὲ ὁ Σωρανὸς λέγει λημᾶν λέγεσθαι τὸ ἀπολαυστικῶς βλέπειν, παρὰ τὸ λάειν, ὅ ἐστιν ἀπολαύειν. Καὶ Ὅμηρος, Ἀσπαίροντα λάων.
55Ἔνθεν καὶ λαιμός· ἐπειδὴ καὶ τῶν ἐδεσμάτων καὶ
55τῶν ποτῶν οὗτος ἀπολαύει.
55 Λῆμνος: Ἡ πόλις· παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ ὕπνος, λάϋπνος· καὶ συγκοπῇ καὶ τροπῇ τοῦ α εἰς η, Λῆμνος.

564

Ληνός: Παρὰ τὸ λεαίνω, τὸ λεπτύνω· λεανῶ λεανός· καὶ κράσει, ληνὸς, παρὰ τὸ λεαίνεσθαι πα‐ τουμένης τῆς σταφυλῆς. Ληνίς: Σημαίνει τὴν βάκχην· παρὰ τὸ τὴν ληνόν·
5ὡς θηλυκὸν ὀξύνεται, καὶ διὰ τοῦ ι γράφεται. Ληναιών: Ἡσίοδος, Μῆνα δὲ ληναιῶνα κάκ’ ἤματα, βούδορα πάντα. Τὰ τοὺς βοῦς ἐκδέροντα διὰ τὸ κρύος· τὸν κατ’ Αἰγυπτίους χυὰκ καλούμενον· ἐκλήθη δὲ ληναιὼν,
10διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ κομίζειν. Οὗτος δὲ ὁ μὴν ἀρχὴ μηνῶν ἐστιν. Οἱ δὲ ληναιῶνα φασὶν, ἐπειδὴ Διονύσου ἐποίουν ἑορτὴν ἐν τῷ μηνὶ τούτῳ, ἣν Ἀμβροσίαν ἐκάλουν· καὶ λήναιον, ἱερὸν Διο‐ νύσου.
15Λῆρος: Ὁ διαρρέων καὶ τὴν μνήμην λανθάνων·
15παρὰ τὸ λήθω λήσω λῆρος· σημαίνει τὴν φλυαρίαν· καὶ ληρεῖν, παραφρονεῖν, ματαιολογεῖν. Λητώ: Παρὰ τὸ λήθω, τὸ λανθάνω. Ὁ μὲν Πλάτων φησὶν ἐλεητώ· ἐλεήμων γὰρ ἡ θεὸς καὶ πραεῖα, καὶ πάντας ἐλεοῦσα· κατὰ δέ τινας, Ληθώ·
20τὸ γὰρ ἥμερον καὶ πραῢ ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλημμελημένων ἐμφαίνεται. Ὁ δὲ Ἀρί‐ σταρχος, παρὰ τὸ λῶ, τὸ θέλω· ὅθεν καὶ τὸ λῆις,
ἀντὶ τοῦ θέλεις, μετὰ τοῦ ι, Εὐριπίδης· καὶ τὸ λῆι τὸ θέλει, Δωρικῶς· ἐπειδὴ ὃ ἄν τις θέλῃ, παρ’ αὐτῆς
25λαμβάνει.
25 Λιαρός: Ἰλιάδος λʹ, Καὶ ὕδατι λιαρῷ. Εὐκράτῳ, χλιαρῷ, προσηνεῖ. Ἀπὸ τοῦ χλιαρὸς, κατὰ ἀποβολὴν τοῦ χ· τὰ γὰρ χλιαρὰ, προσηνῆ. Ἢ παρὰ τὸ λῶ, τὸ θέλω, γίνεται λαρὸν, ὃ θέλομεν,
30ὡς νῶ, ναρόν· καὶ πλεονασμῷ τοῦ ι, λιαρόν. Ἢ
30λιλῶ, τὸ λίαν θέλω· καὶ ὡς μαδῶ μαδαρὸς, πλαδῶ πλαδαρὸς, οὕτω λιλῶ λιλαρός· καὶ ἀποβολῇ τοῦ λ, λι‐ αρός· τὰ γὰρ προσηνῆ θέλομεν καὶ αὐτῶν ἐπιθυμοῦμεν. Λιάμαθοι: Οἱ αἱπόλοι· ἀπὸ τοῦ εἶναι λίαν ἀμαθεῖς.
35Λιασθείς: Ἔστιν ἀλῶ, τὸ πλανῶ καὶ ἐκκλίνω,
35ὅθεν ἀλίζω· καὶ κατὰ μετάθεσιν, λιάζω· ἐξ οὗ τὸ λιασθείς. Λίβανος: Παρὰ τὸ λίαν βαίνειν· ἢ παρὰ τὸ λείβω, τὸ στάζω ἢ σπένδω, ὁ λειβόμενος καὶ σπεν‐ δόμενος· δοκοῦσι γὰρ αὐτὸν οἱ Ἰουδαῖοι ὅλον εἶναι
40πνεῦμα καὶ θεόν· ἀνωφερὴς γάρ ἐστιν· ὅθεν καὶ αὐτὸν
40σέβονται.
40 Λιβανωτός: Ὁ καρπὸς τοῦ λιβάνου· παρὰ τὸ λείβω· καταστάζεται γὰρ ἀπὸ τοῦ φυτοῦ. Λίβανος, παρὰ τὸ λείβω, τὸ σπένδω, τὸ εἰς σπονδὰς καὶ θυσίας ἐπιτήδειον. Λιβδούμεθα: Ἀπὸ τῆς λιβάδος· οἱονεὶ ἐμβυ‐
45θιζόμεθα· ἀφ’ οὗ καὶ ἡ Ἰνὼ βύνη ἐπεκλήθη· ἐπεὶ
45βεβύθισται· Εὐφορίων δὲ, βύνην τὴν θάλασσαν λέγει· οἷον, Πολύτροφα δάκρυα βύνης. Τοὺς ἅλας βουλόμενος εἰπεῖν· καὶ κατὰ συναλοιφὴν, ἁλιβδοῦμαι, οἷον εἰς ἅλα βυθίζομαι.

564

(50)

Λιβρός: Ὁ σκοτεινός· καὶ λιβρὴν, τὴν λίαν

564

(50)

ἐρεβεννήν· διότι ἐπίθετον τῆς νυκτός. Ἢ λιβηρὴν διὰ τὴν λιβάδα, διὰ τὸ ἔνδροσον τῆς νυκτός. Λιμβρός: Ἡ σκοτεινὴ νύξ· παρὰ τὸ λίαν βαίνειν. Λιγύς: Σημαίνει δύο· τὸν ἡδὺν, ὡς τὸ,
55 Λιγὺς Πυλίων ἀγορητής. Ὁ ἡδὺς ἐν τῷ λέγειν· ἢ ὀξύς. Γίνεται παρὰ τὸ λέγω λεγὺς καὶ λιγύς· ἢ παρὰ τὸ λίαν εἶναι ἡδύς.

565

Λιγνός: Παρὰ τὸ λυγὸς λυγνὸς καὶ λιγνός· ἢ παρὰ τὸ λυγίζω, λυγινὸς καὶ λιγνός. Λιγυρῆι: Μάστιγι λιγυρῇ.
5Λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούσῃ κατὰ τὸν
5δρόμον· ἢ ὀξὺν ἦχον ἀποτελούσῃ.
5 Λίγεια: Τὰ εἰς α λήγοντα θηλυκὰ ἀπὸ τῶν εἰς ΥΣ ἀρσενικῶν γινόμενα, εἰ μὲν βαρύνεται τὰ ἀρ‐ σενικὰ, προπαροξύνεται τὰ θηλυκά· οἷον πρέσβυς πρέσβεια, ἥμισυς ἡμίσεια· εἰ δὲ ὀξύνεται τὰ ἀρσε‐ νικὰ, προπερισπᾶται τὰ θηλυκά. Σεσημείωται τὸ
10ἐλαχὺς, ἐλάχεια, (σημαίνει δὲ τὴν μικρὰν,) καὶ τὸ
λιγὺς, λίγεια. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀντιπαρά‐ κειται αὐτῷ τὸ λίγω, τὸ ὑμνῶ, ῥῆμα· ἐξ οὗ καὶ τὸ λιγαίνειν γίνεται παρὰ τὸ λίαν ἰαίνειν, ὅ ἐστιν εὐφραίνειν. Τὰ δὲ ἀπὸ ἐνεστῶτος παρηγμένα διὰ
15τοῦ ΕΙΑ θηλυκὰ, προπαροξύνεται· οἷον μήδω, Μήδεια·
15λίγω, λίγεια. Τὸ δ’ ἐλάχεια· τὰ εἰς ΥΣ ὑπὲρ δύο συλλαβὰς συστέλλοντα τὸ υ προπαροξύνεται· οἷον, λεύκοφρυς, ἥμισυς, ἀτράφαξυς· ἔστι δὲ εἶδος βο‐ τάνης χρυσολαχάνου. Οὕτως οὖν καὶ ἔλαχυς ὤφει‐ λεν εἶναι· ἀλλ’ ἐπειδὴ τὰ εἰς ΥΣ ἔχοντα οὐδετέρου
20παρασχηματισμὸν, παραληγόμενα τῷ α, ὀξύνεται, οἷον πραῢς, ταχὺς, τούτου χάριν καὶ τὸ ἐλαχὺς ὀξύνεται. Τὴν οὖν κεχρεωστημένην τάσιν τὴν ἐν τοῖς θηλυκοῖς ἀνεδέξατο. Λιγνύς: Ἡ ἀνάδοσις τοῦ πυρὸς, ὁ καπνός·
25παρὰ τὸ δεικνύω, δεικνύς τις οὖσα, ἡ δεικνύουσα τὸ πῦρ. Ἢ παρὰ τὸ λίαν ἱκνεῖσθαι. Καὶ λιγνυῶδες, τὸ ἀσβολῶδες καὶ καπνῶδες. Ὅμηρος, Λιγνὺν αἰθαλόεσσαν. Διαφέρει γὰρ παρ’ Ὁμήρῳ καπνὸς καὶ κνίσα καὶ
30λιγνὺς καὶ αἰθάλη. Καπνὸς γὰρ λέγεται, ὁ ἀπὸ
30ξύλων γινόμενος· κνίσα δὲ, ἀπὸ κρεῶν καιομένων· λιγνὺς, ὁ ἀπὸ καιομένων ἐλαιωδῶν γινόμενος καπνός· αἰθάλη δὲ, ὁ ἀπὸ ἀσβέστου καπνός· τὸ αἰθαλόεν δὲ, θερμὸν ἢ λαμπρόν· σημαίνει καὶ τὸν καταιθαλω‐ θῆναι ἄξιον· καὶ ἡ τοῦ πυρὸς ἀποφορὰ, καὶ ἡ τῇ
35ὀροφῇ προσεγγίζουσα μελανία· καὶ ἐπὶ τοῦ με‐ λάθρου, Αὐτὴ δ’ αἰθαλόεντος ὑπὲρ μεγάροιο μέλαθρα Καὶ ἐπὶ στοᾶς, παρὰ τὸ αἰθάλην μὴ ἔχειν ἀπὸ τοῦ καιομένου πυρός· οἱ γὰρ παλαιοὶ οὐκ ἐχρῶντο ἐλαίῳ
40καὶ λύχνῳ, ἀλλὰ ξύλοις· Ὅμηρος,
40Νήησαν ξύλα πολλὰ, φάος τ’ ἔμεν, ἠδὲ θέρεσθαι.
40Διὸ καὶ σεσημείωται τὸ, Χρύσεον λύχνον ἔχουσα. Λήμη: Ἢ παρὰ τὸ λήθω, λήσω, λέληκα, λέλη‐ μαι, λήμη· τοὺς γὰρ λημῶντας μὴ βλέποντας λαν‐ θάνοντες παρερχόμεθα· λήμη, ἡ περὶ τοὺς κανθοὺς
45τῶν ὀφθαλμῶν πεπηγυῖα σύστασις. Ἢ παρὰ τὸ
45λίαν μᾶν, ὅ ἐστι ζητεῖν· οἱ γὰρ λημῶντες καὶ τοῦ φωτὸς στερούμενοι λίαν ζητοῦσιν. Ἢ παρὰ τὸ ΛΑ καὶ τὸ μὴ ἀπαγορεύσεως. Ἐν τῷ τέλει τίθεται, ὁμοίως τῷ χελώνη, ὅπερ γίνεται παρὰ τὸ κέλλω, τὸ τρέχω, καὶ τὸ ΝΗ στερητικὸν μόριον.

565

(50)

Λίθος: Παρὰ τὸ λίαν θέειν, κατὰ ἀντίφρασιν. Λικριφίς: Ἔστιν ἐπίρρημα, καὶ σημαίνει τὸ πλαγίως· λέχριον γὰρ τὸ πλάγιον· οἷον λεκριφίς. Ἢ παρὰ τὸ ἴκρια, τὰ πλάγια ξύλα, ἰκριφὶς, καὶ πλεονασμῷ τοῦ λ. Ἄλλοι δὲ παρὰ τὸ ΛΑ ἐπιτα‐
55τικὸν καὶ τὸ κύπτειν, λικυφὶς, κατὰ μετάθεσιν τοῦ υ εἰς ι· παρὰ τὸ λίαν κεκυφέναι· καὶ πλεονασμῷ τοῦ ρ, λικριφίς. Λιλαιόμενοι: Ὀλοοῖο λιλαιόμενοι πολέμοιο.

566

Ἐπιθυμοῦντες. Παρὰ τὸ λῶ διπλασιασμῷ γίνεται λιλῶ, τὸ πάνυ θέλω· καὶ λιλαίω κατὰ παραγωγὴν, ὡς κερῶ, κεραίω· περῶ, περαίω. Λιμός: Ἡ λεῖψις τῶν ἐπιτηδείων. Γίνεται
5παρὰ τὸ λείπω λείψω, λιμός· καὶ ὤφειλε διὰ δι‐ φθόγγου γράφεσθαι· ἀλλὰ συνέπαθεν ἡ φωνὴ τῷ
σημαινομένῳ· ἐπειδὴ γὰρ ἔνδειαν δηλοῖ, τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἀνεδέξατο, ὁ Τρύφων· ὁ δὲ Ἀπολλώνιος, ἐξ ἀφορμῆς τοῦ λιμπάνω. Ἰστέον
10ὅτι παρὰ μὲν τοῖς Ἀθηναίοις, ἀρσενικῶς λέγεται ὁ λιμός· παρὰ δὲ τοῖς Δωριεῦσι, θηλυκῶς ἡ λιμός. Ἔστιν εἰς τὸ λοιμός. Λίμνη: Τὰ συνεστῶτα ὕδατα· παρὰ τὸ λίαν καὶ διόλου μένειν· διὸ καὶ ὁ Ὠκεανὸς, ἀκαλαρείτης
15ὢν, λίμνη κέκληται·
15 Ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην. Οὕτως εὗρον ἐν ὑπομνήμασι τῆς Ἰλιάδος. Καὶ ἐν ἄλλῳ, παρὰ τὸ λείβειν, ὅ ἐστι ῥεῖν. Καὶ λιμὴν ὁμοίως, παρὰ τὸ λίαν μένειν ἐν αὐτῷ τὸ ὕδωρ. Λίμνη λέγεται καὶ ἐπὶ τῆς θαλάσσης.
20Λίμνη: Σημαίνει τρία· ἐπὶ τῆς θαλάσσης,
20 Βαθείῃ δ’ ἔμπεσε λίμνῃ. Ἐπὶ τοῦ Ὠκεανοῦ, ὡς εἴρηται· καὶ ἐπὶ τοῦ συνήθως ἡμῖν νοουμένου, Λίμνῃ κεκλιμένος Κηφισίδι. Λιμβός: Παρὰ τὸ λίαν καὶ τὴν βόσιν, τὴν
25τροφήν· ὁ σφόδρα περὶ ταύτην ἔχων.
25Λιμπάνω: Ἀπὸ τοῦ λείπω γίνεται· τὰ γὰρ
25διὰ τοῦ ΑΝΩ, εἰ μὲν πλεονάζει τὸ ν, συστέλλει τὴν ἀρχήν· οἷον λήθω, λανθάνω· πήθω, πανθάνω· ἥδω, ἁνδάνω· οὕτως οὖν καὶ λείπω, λιμπάνω. Εἰ δὲ μὴ πλεονάζει τὸ ν, φυλάττει τὴν ἀρχήν· οἷον, αὔξω, αὐξάνω.
30Λιμενήοχος ἄκρα: Ἡ Ἡράκλειος ἄκρα·
30ἐπειδὴ τοῖς πλέουσιν ἀπὸ Σινώπης μέχρι Τραπε‐ ζοῦντος τῆς Κολχικῆς ἐπὶ τρισχιλίους σταδίους, ἄλλος οὐχ ὑπόκειται πλὴν τοῦ κατὰ τὸν Ἡρά‐ κλειον. Λιμήρη: Πίνδαρος. τοῦτο δισσόν ἐστιν· ὁπότε
35παρὰ τοῦ λιμένος, λιμενήρη· ἢ παρὰ τὸ λειμῶνος,
35λειμωνήρη, λιμήρη. Οὕτως Ἡρωδιανός. Λινόν: Τὸ λῖνος σημαίνει τὸ ἔριον· λινὸν δὲ, τὸ λινοῦν. Τὸ ἔριον, ἀπὸ τῆς λειότητος. Ἢ τὸ λεπτὸν ὕφασμα λινὸν ἔλεγον, παρὰ τὸ λίαν νε‐ νῆσθαι.
40Λιπαίνω: Παρὰ τὸ λῖπος· τοῦτο παρὰ τὸ λίαν
40πιότητα ἔχειν. Ἀπὸ δὲ τοῦ λιπάναι, γίνεται λιπαρός. Τὰ γὰρ εἰς ΝΑΙ ἀπαρέμφατα ποιοῦσιν εἰς ΡΟΣ ὀνόματα ἰσοσύλλαβα τοῖς ῥήμασι· καὶ ἢ τῷ α παραλήγεται, ἢ τῷ ε· μιάναι, μιαρός· μυ‐ σάναι, μυσαρός· χλιάναι, χλιαρός· θλιβῆναι, θλι‐
45βερός· στυγῆναι στυγερός· τακῆναι, τακερός. Λιπαρεῖν: Σημαίνει τὸ παρακαλεῖν· παρὰ τὸ λίαν παρεῖναι τοὺς παρακαλοῦντας· ἀπὸ δὲ τοῦ λι‐ παρὸν γίνεται κατὰ ἀποκοπὴν, λίπα· οἷον, Λίπ’ ἐλαίῳ.

566

(50)

Ἀντὶ τοῦ λιπαρῶς ἐπίρρημα, ἢ ἐκτενῶς.

566

(50)

Λιπερνῆτις: Θηλυκόν· τὸ ἀρσενικὸν, λιπερ‐
νήτης. Σημαίνει τὸν ἐνδεῆ καὶ πτωχόν· παρὰ τὸ λείπεσθαι ἐρνέων, ὅ ἐστι φυτῶν. Ἢ λιπερνήτας φησὶν Ἀριστόξενος τοὺς ἁλιεῖς καὶ θαλασσίους, ἀπὸ τοῦ τὰ τῆς ἁλὸς διαπιπράσκειν καὶ ζῆν. Τινὲς
55δὲ λιπερνήτας τοὺς λιπόντας τὸ βλάστημα τοῦ ἄνθους τοῦ πλούτου. Λίπτω: Σημαίνει τὸ ἐπιθυμῶ· οἷον,

567

Λίπτοντα γάλακτος. Ἐκ τοῦ λῶ, τὸ θέλω, γίνεται παράγωγον λίπτω. Ἢ παρὰ τὸ λίαν ἅπτεσθαι, ὅ ἐστι προσεγγίζειν· ὃ γὰρ ἐφίεταί τις, προσεγγίζει.
5Λίς: Ὁ λέων, παρὰ τὸ λιαρόν· ἔνθερμον γάρ
5ἐστι τὸ ζῷον.
5 Ὥστε λὶς ἠϋγένειος. οὗ ἡ αἰτιατικὴ, ἐπεί τε λίν’ ἤγαγε δαίμων Σίντιν. Τὸ πλῆρες λίνα, ὅ ἐστι λέοντα, Δωρικῶς. Ἔδει
10μέντοι περισπᾶσθαι, ὡς μῦς, μῦν· Ἀριστάρχῳ δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι. Τὸ δὲ πληθυντικὸν παρὰ Καλλιμάχῳ λίες· καὶ λίεσιν, ὡς μύεσι. Λαμβάνεται δὲ καὶ ἐπιθετικῶς ἐπὶ τῆς λείας πέτρας, ὡς τὸ,
15Πέτρη γὰρ λίς ἐστι, [περιξεστῇ εἰκυῖα.]
15Λισσή:
15Λισσὴ ἐπικέλλεται νήσω.
15Λισσὸν τὸ ὁμαλόν· παρὰ τὸ λίαν ἴσον· Ἀμερίας δὲ
15ἐπὶ τοῦ ὑψηλοῦ αὐτὸ λαμβάνει. Αὕτη δὲ ἡ νῆσος
15ὄρνιθας ἔχει τοξευούσας τοῖς πτεροῖς ὡς βέλεσι, τὰς καλουμένας Στυφελίδας. Ἡ δὲ νῆσος καλεῖται Ἄρηα· ἐπειδὴ ἐν αὐτῇ ἐστιν ἐπιφανέστατον ἱερὸν Ἄρηος. Λίστροισι: Ξυστῆρσι, πτύοις· ἀπὸ τοῦ λίαν στορεννύειν δι’ αὐτῶν τὴν ὑποκειμένην ὕλην.
20Λίσφοι τὰ ἰσχία οἱ Ἀττικοί· παρὰ τὸ λείπειν αὐτὰ σαρκῶν. Δύναται καὶ λέσφοι εἶναι κατὰ τὴν ὀσφύν. Λίσσεσθαι: Παρὰ τὸ λίαν ἵζω. Τὸ θέμα, λίσσω· ὁ μέλλων, λίσω. Ἢ παρὰ τὸ λιτῶ, τὸ
25παρακαλῶ· ἢ, ὥς φασι τινὲς, ἀπὸ μέλλοντος πα‐
25ρήχθη εἰς ἐνεστῶτα, καὶ ἐγένετο πλεονασμῷ ἑτέρου ς, λίσσω· καὶ σημαίνει τὸ ἱκετεύω. Ἰλιάδος αʹ.
Δία λίσαι. Λιτέσθαι: Ὤφειλε προπαροξύνεσθαι, ὡς τὸ ἔρεσθαι, πύθεσθαι, ἐπειδὴ μέσου ἀορίστου δευτέρου
30ἐστὶ, προπαροξύνεται ὁμοίως τῷ δέρεσθαι καὶ φέ‐
30ρεσθαι ἐνεστῶτος. Οὕτω καὶ ἐπὶ τοῦ, Κῆρα λιτέσθαι, ὤφειλε μὲν προπαροξύνεσθαι, ὅτι ἐνεστώς ἐστιν, ἀπὸ τοῦ λίτομαι βαρυτόνου· ἀλλ’ ἐπεὶ τὰ εἰς ΘΑΙ ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν
35εἰς ΜΙ, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ
35ι συνεσταλμένον, μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παροξύνεται, οἷον λιπέσθαι, ἱκέσθαι, πιθέσθαι, οὕτως οὖν καὶ λιτέσθαι, οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος παροξύνεται, ἀλλὰ τῷ χαρακτῆρι. Λίταργος κύων: Σημαίνει τὸν ταχύν· παρὰ τὸ
40λίαν ἀργὸν εἶναι, ἤγουν ταχύν.
40 Λιτός: Ὁ πένης καὶ δημότης· ἢ ὁ ἐκ λιτανείας ζῶν· ἢ ὁ ἐπὶ τῆς γῆς κοιμώμενος. Λιτὸς σημαίνει καὶ τὸν εὐτελῆ χιτῶνα καὶ ἀποίκιλον· παρὰ τὸ λεῖος. Τὰ διὰ τοῦ ΙΤΟΣ ἀποστρέφεται τὴν ΕΙ δίφθογγον, σῖτος, μῖτος, τρίτος, λιτός.
45 Λιτί: Ἑανῷ λιτὶ κάλυψαν. Ἰλιάδος ςʹ, ἀντὶ τοῦ λεπτῷ πέπλῳ· ἢ λιτῷ καὶ ἀποικίλτῳ ὑφάσματι, ὅ ἐστι λινῷ. Οἱ δὲ, ἐξ ἀντι‐ φράσεως, τῷ ποικίλῳ. Οἱ δὲ, ὅ φασιν Ἀττικοὶ

567

(50)

ληΐδιον. Δεῖ δὲ ὀξύνεσθαι τὸ λιτὶ, κατὰ τὸν κανόνα

567

(50)

Ἡρωδιανοῦ· Πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνόματος ὀξύνεσθαι θέλει, φωτὶ, θητί. Εἰσὶ δὲ οἳ προπερι‐ σπῶσιν· οὐ καλῶς. Παραιτητέον δὲ τὸν Ἀσκαλω‐ νίτην, οἰόμενον ἀπὸ τῆς λὶς εὐθείας κεκλίσθαι τὴν λιτὶ δοτικὴν, καὶ λῖτα αἰτιατικήν· οὐ γάρ ποτε
55ἐμελέτησε τὰ εἰς ΙΣ μονοσύλλαβα διὰ τοῦ ΤΟΣ κλί‐
55νεσθαι· μεταπλασμὸς δέ ἐστιν ἀπὸ τοῦ λιτὸν λιτοῦ τῷ λιτῷ, καὶ λιτὶ, ὡς ἀπὸ τοῦ κλάδος κλάδου τῷ κλάδῳ, κατὰ μεταπλασμὸν κλαδί. Καὶ ἡ αἰτιατικὴ ὁμοίως

568

κατὰ μεταπλασμὸν, ἐκ τοῦ λιτὸν λῖτα, ὡς ἐκ τοῦ κρόκη κρόκα· οἷον, Κατὰ λῖτα πετάσας. Ἰλιάδος θʹ, ἀντὶ τοῦ ἱμάτιον λινοῦν ἢ λιτὸν καταπε‐
5τάσας, τουτέστιν ἁπλώσας. Οὐχ ὁμότονος δὲ ἡ
5λῖτα τῇ λιτόν· ἐπειδὴ πᾶσα αἰτιατικὴ εἰς α λή‐ γουσα βαρύνεται. Λίχνοι: Οἱ πολυπράγμονες· σημαίνονται καὶ ὀψοφάγοι ἢ λαίμαργοι· παρὰ τὸ λίαν χαίνειν, ἢ ἰχαίνειν, ὅ ἐστιν ἐπιθυμεῖν.
10Λιχμώμενος: Περιλείχων, ἀποσπογγίζων· ἀπὸ
10τοῦ λιχμῶ δευτέρας συζυγίας τῶν περισπωμένων·
10τοῦτο ἀπὸ τοῦ λείχω πλεονασμῷ τοῦ μ. Τὸ ΛΙ, ι. Διατί; Ἐπειδὴ οὐ πάντη ἀκόλουθα τὰ παράγωγα τοῖς πρωτοτύποις. Λίψ: Σημαίνει τὸν ἄνεμον καὶ τὴν ἧτταν, καὶ λιβάδα. Ἀμφότερα παρὰ τὸ λείβω λείψω γέγονεν·
15ἢ παρὰ τὸ λείπω λείψω. Τὰ δὲ εἰς ψ λήγοντα
πάντα τὴν δίφθογγον ἀποστρέφεται, κνὶψ, κνιφὸς καὶ κνιπός· Νίψ νιβὸς, ὄνομα κρήνης· οὕτω καὶ λίψ λιβός. Ὁ δὲ ἄνεμος λέγεται, καθὰ λείπει ὁ ἥλιος.
20Λοιγός: Ὁ ὄλεθρος. Παρὰ τὸ λείπω λοιπὸς
20καὶ λοιγός· λεῖψιν γὰρ τῶν ἀνθρώπων ἐργάζεται. Τὸ δὲ λοιμὸς σημαίνει τὴν λοιμικὴν νόσον· μετα‐ φορικῶς δὲ τὸν βλαπτικὸν ἀέρα, γίνεται γὰρ παρὰ τὸ λείπω λοιπὸς, καὶ λοιμὸς ἡ φθορά. Ἢ παρὰ τὸ λίαν μᾶν, πλεονασμῷ τοῦ ο. Ἢ παρὰ τὸ λιμός.
25Λιμὸς μέν ἐστιν ἔνδεια σίτου· λοιμὸς δὲ, ἔνδεια τῶν σωμάτων. Γράφεται τὸ ΛΙ, ι· πολλὰ γάρ εἰσιν ὀνό‐ ματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων τῶν ῥημά‐ των διὰ διφθόγγου, τῶν δὲ ὀνομάτων διὰ τοῦ ι· οἷον, πείθω, πιθανός· οἰκτείρω, οἰκτιρμός· σείω, σῖτος·
30νείφω, νιφετός· λείχω, λιχανός. Ἢ παρὰ τὸ λίαν χαίνειν· ἢ ὅτι πολλά εἰσι συμπάσχοντα τῷ δηλου‐ μένῳ· οἷον χεὶρ, διὰ διφθόγγου· χιρὰς δὲ, πάθος περὶ τὴν χεῖρα, διὰ τοῦ ι. Καὶ ἐμιμήσατο τὸ πάθος ἡ γραφή. Ἢ ὅτι τὰ εἰς ΜΟΣ ὀξύτονα τῷ υ
35ἐκτεταμένῳ παραλήγονται, οἷον θυμὸς, ῥυμὸς, δρυμός.
35Σεσημείωται τὸ λοιμὸς διὰ τῆς ΟΙ διφθόγγου γρα‐ φόμενον. Τὰ εἰς ΜΟΣ καθαρὰ δισύλλαβα διφθόγγῳ παραληγόμενα, ἀπὸ συμφώνου ἀρχόμενα, σπάνια εἰσὶ, καὶ ὀξύνονται· οἷον λαιμὸς, λοιμός· τὰ δὲ μὴ ἀπὸ συμφώνου ἀρχόμενα, βαρύνονται, οἷον Αἷμος,
40οἶμος.
40 Λοιδορία: Παρὰ τὸ λοιμὸς, λοιμορία καὶ λοι‐ δορία· ἢ παρὰ τὸ βάλλειν τοὺς λόγους ὡς δόρατα. Λοῖσθος: Ὁ ἔσχατος. Παρὰ τὸ ὄλισθος, καθ’ ὑπέρθεσιν τοῦ λ, λοῖσθος καὶ λοίσθιος, οἷον ὁ ἐξολισθήσας καὶ ἐμποδισθείς. Ἢ παρὰ τὸ λείπω,
45λόστος καὶ λοῖσθος. Ἢ παρὰ τὸ λάσθη, ὃ σημαίνει τὴν λοιδορίαν, λαῖσθος καὶ λοῖσθος· ὁ γὰρ ἔσχατος ὕβρισται. Λοῦτρον: Βαρύνεται· ἐπειδὴ πᾶν εἰς ΤΡΟΝ λῆγον ἀπαρασχημάτιστον βαρύνεται, κέντρον, δέν‐

568

(50)

δρον, σεῖστρον· τὸ δὲ λουτρὸν, πρὸς διαφορὰν σημαι‐

568

(50)

νομένου· ἐπὶ μὲν γὰρ τοῦ τόπου, βαρύνεται· ἐπὶ δὲ τοῦ ὕδατος ᾧ λουόμεθα, ὀξύνεται. Λουτρά: Τὰ εἰς λύσιν ἄγοντα τῆς ἀκαθαρσίας· καὶ γὰρ λῦμα καλεῖται ὁ ῥύπος. Λύματα πάντα κάθηραν.
55Λουτρόν: Παρὰ τὸ λούω, τὸ λοῦον· οὐ γὰρ
55αὐτοὶ καθαίρομεν τὸ ὕδωρ, ἀλλὰ καθαιρόμεθα. Δεῖ δὲ βαρύνεσθαι· ὥστε παραλόγως ὀξύνεται.

569

Λοεσσάμενος: Ἔστι λουσάμενος· καὶ κατὰ
6διάλυσιν τῆς ΟΥ γίνεται λοεσάμενος· τὸ γὰρ λούω γίνεται ἀπὸ τοῦ ὀλύω καθ’ ὑπερβιβασμόν. Λοβοί: Λοβοὶ λέγονται τὰ κάτω μέρη τῶν
10ὤτων, Ἰλιάδος ξʹ· παρὰ τὸ λαμβάνειν τὶ καὶ δέχεσθαι, λαβὸς καὶ λοβός· οἷον, Εὐτρήτοισι λοβοῖσι. Τοῖς ἄκροις τῶν ὠτίων τοῖς ἁπαλοῖς τοῖς καλῶς τε‐ τρημένοις. Καὶ παρὰ τοῖς θυτικοῖς τὰ κάτω μέρη
15τοῦ ἥπατος οὕτω λέγεται. Καὶ ἀγγεῖον ἐρεβίνθης
15καὶ κυάμου. Λοβοὶ λέγονται, ἐπειδὴ μαρτυρόμενοι τινὶ λαμβανόμεθα αὐτῶν· οἱ δὲ, ὅτι λωβώμενοι τινὰς ἀποτέμνουσι ταῦτα τὰ μέρη. Λογάδες: Οἱ ἐκλεκτοί. Εἴ ποτ’ ἀνάγκη γένοιτο ἐκπέμψαι στρατιὰν, ἢ ἐνεστήκοι τὶς ἄλλος κίνδυνος,
20κατάλογος ἐλέγετο τῶν ἐπιτηδείων πρὸς τὰς μάχας·
20οὗτοι οὖν λογάδες ἐκαλοῦντο. Καὶ παρὰ τὸ ἐκλέγω καὶ διαλέγω λεκτός. Ἀπὸ μὲν οὖν τοῦ λέγω λεκτὸς, καὶ ἐκλεκτὸς, σύνθετον ὀξύτονον· ἀπὸ δὲ τοῦ ἐκλέγω συνθέτου παρασύνθετον, διάλεκτος, βαρύνεται. Ἔστιν εἰς τὸ λύχνος.
25 Λογεῖον: Σημαίνει εἶδος κρατῆρος· καὶ τὸν τόπον τοῦ θεάτρου. Ὥσπερ γὰρ ἀπὸ τοῦ αἰδῶ γί‐ νεται αἰδεῖον, κείρω κουρεῖον, σκάφω σκαφεῖον, γράφω γραφεῖον, οὕτως καὶ ἀπὸ τοῦ λέγω λο‐ γεῖον· καὶ γὰρ τὰ ἀπὸ τῶν εἰς ω ῥημάτων διὰ τοῦ
30ΕΙΟΝ παραγόμενα, προπερισπᾶται, καὶ διὰ τῆς ΕΙ διφθόγγου γράφεται. Λογισταί: Ἄρχοντες εἰσὶ κληρωτοὶ δέκα· ἐφ’ ὧν πάντες οἱ ἄρξαντες ἀρχήν τινα λόγον ἀπέφερον τῶν διῳκημένων.
35Λόγχας: Λόγχας τὰς μερίδας Ἴωνες λέγουσιν.
35Ἴων ἐν Χίου κτίσει, Ἐκ τῆς Τέω λόγχης λόγχας ποιεῖν. Εἴρηται δὲ παρὰ τὴν λῆξιν, λάχην τινὰ οὖσαν· καὶ κατὰ μετάθεσιν τοῦ α εἰς ο, καὶ πλεονασμῷ τοῦ γ, λόγχη. Παρὰ τὴν λόγχην καὶ ῥῆμα λογχῶ· ὁ
40παρακείμενος λελόγχηκα· ὁ μέσος παρακείμενος,
40λέλογχα. Λογγών: Ἐν Συρακούσαις λιμένες εἰσὶ διττοὶ λογγῶνες. Λογγῶνες δὲ καλοῦνται οἱ ἐπὶ τῶν λιμέ‐ νων τρητοὶ λίθοι, οὓς τρυπῶσιν, ἵν’ ἐξαρτῶσι τὰ σχοινία τῶν νεῶν ἐξ αὐτῶν· τοὺς δὲ τοιούτους λίθους
45καὶ λογγάσια ἔλεγον. Λοξίας: Ὁ Ἀπόλλων· ὡς μὲν οἱ Πυθαγορικοὶ, ἀπὸ τοῦ λοξὴν ἔχειν τὴν ἴαν, τουτέστι τὴν φωνήν· ἢ παρὰ τὸ λοξῶς ἰέναι τὸν ἥλιον διὰ τοῦ ζωδιακοῦ· καὶ λοξίας, ὁ λοξὴν κίνησιν κινούμενος· ὁ αὐτὸς γὰρ τῷ

569

(50)

ἡλίῳ. Τὸ δὲ λοξὸς, παρὰ τὸ λέχος, ἡ κοίτη. Λόπος: Τὸ λέπισμα· παρὰ τὸ λέπω ῥῆμα. Ὅμηρος, Οἷον δὲ κρομύοιο λοπός. Λόφος: Ὁ ὑψηλὸς τοῦ ὄρους τόπος· παρὰ τὸ
55λέπω, τὸ λεπτύνω. Ἔνθεν καὶ λοπὸς τὸ τοῦ κρο‐
55μύου λεπτόν. Ἢ λόφοι πάντα τὰ μετέωρα καὶ εἰς ὕψος ἀνέχοντα, ἀπὸ μεταφορᾶς τῶν βοῶν· λόφος γὰρ ἐπ’ αὐτῶν, ἀπὸ τοῦ λέπεσθαι καὶ ἐκδέρεσθαι.

570

Παρὰ τὸ λέπω, τὸ λεπίζω, λόπος καὶ λόφος· ἀπὸ τούτου γὰρ τοῦ μέρους ἄρχονται ἐκδέρειν τὰ ζῷα. Σημαίνει καὶ τὸν τράχηλον, ὡς τὸ, Ἐσβάντες κνήμας τ’ ἠδὲ λόφον ἀμφί τε μηρούς.
5Νῦν αὐχένα, τράχηλον. Λέγεται καὶ λοφίη θηλυ‐
5κῶς· σημαίνει καὶ τὸ ἄκρον, καὶ τὸ ἐπανάστημα τῆς περικεφαλαίας, ὡς τὸ, Ἄκρον ὑπὲρ λόφον αὐτόν. Καὶ, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
10Λοφνίς:
10Τεὰς ἀνὰ λοφνίδας ἴσχων.
10Τὰς λαμπάδας. Κυρίως δὲ λοφνίδες λέγονται αἱ
10μονόξυλοι λαμπάδες, καὶ δαλῷ παραπλήσιοι δᾷδες, κατασκευῆς τινος καὶ κόσμου γεγονυῖαι· λαμπάδες δὲ, αἱ ὁπωσδήποτε κατεσκευασμέναι, καὶ ἂν ἀκόσμως δεδεμέναι ὦσι. Καὶ Ὅμηρος δὲ τὰς λέξεις ἴσως μὲν οὐκ αὐτὰς, ἀλλὰ τὸ πῦρ τὸ δι’ αὐτῶν· ἔνιοι δὲ
15λοφνίδας λέγουσι τὰς ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου γενομένας. Λόχος: Ἡ ἐνέδρα· παρὰ τὸ λέγω, τὸ ἐπιλέ‐ γομαι· ὅθεν καὶ ἐπίλεκτος· ὅτι τοιοῦτοι ἐπίλεκτοι ἐπελέγοντο εἰς τὰς ἐνέδρας. Ἢ παρὰ τὸ λέχος· οἱ
20γὰρ λοχῶντες οἱονεὶ κοιτάζονται, καὶ ὡς εἰς λέχος
20ἀνακλίνονται, ἵνα ἀθεώρητοι ὦσιν. Ὣς ἄρα φωνήσαντε παρὲξ ὅδου ἐν νεκύεσσι κλινθήτην. Ἰλιάδος κʹ. Παρὰ τὸ λόχος γίνεται λοχίτης, καὶ σημαίνει τὸν ἐνεδρεύοντα. Τὰ δὲ ἀπὸ τῶν εἰς ΟΣ
25διὰ τοῦ ΙΤΗΣ γινόμενα διὰ τοῦ ι γράφεται, τόπος,
25τοπίτης· στύλος, στυλίτης· τέμενος, τεμενίτης. Ἐκ τοῦ λέχους γίνεται λοχῶ λοχήσω. Λόχμη: Θάμνος, ὕλη, σύνδενδρος τόπος· παρὰ τὸ λοχᾶν ἐν αὐτῷ, τουτέστιν ἐνεδρεύειν ἐν τοῖς τοιού‐ τοις τόποις. Λοχῶ οὖν, λόχη· καὶ πλεονασμῷ,
30λόχμη. Ὁ δὲ Φιλόξενος, παρὰ τὸ λάζω ῥῆμα, εὐληπτοτέρων ὄντων τῶν δασέων. Ὁ μέλλων, λάξω, ὄνομα, λαγμός· ὡς παρὰ τὸ κράζω κράξω κραγμός· τοῦ δὲ γ εἰς τὸ χ μεταπεσόντος, λαχμός· τούτου τὸ θηλυκὸν, λόχμη.
35 Λώβη: Ἡ ὕβρις ἡ ἐπὶ κακῷ περιβόητος. Παρὰ τὸ λῶ, τὸ θέλω, κατὰ ἀντίφρασιν, ἣν οὐδεὶς θέλει· ἢ παρὰ τὸ βλάβη. Ἢ ἐκ τοῦ λωβός· τοῦτο ἐκ τοῦ λοβὸς, τοῦ διὰ τοῦ ο μικροῦ κατ’ ἐπαύξησιν· ἀπὸ μεταφορᾶς τῶν ἠκρωτηριασμένων· οἱ γὰρ παλαιοὶ
40τοὺς ἔν τινι ἀτοπήματι ἁλόντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον, ὡς καὶ ὁ ποιητὴς πρὸς τὸν Ἶρον. Καὶ ταῦτα ὁ Ὠρίων· ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἐκ τοῦ λαβὴ, ὃ σημαίνει τὸ ξίφος, γί‐ νεται λάβη· καὶ τροπῇ τοῦ α εἰς ω, λώβη, ὡς φάρος
45φαριαμὸς φωριαμός. Τὸ ΛΩ, μέγα· τὰ εἰς ΒΗ λήγοντα δισύλλαβα βαρύτονα φύσει μακρᾷ θέλουσι παραλήγεσθαι· οἷον, ἥβη, Θήβη, στίβη. Λώϊον: Παρὰ τὸ λῶ, τὸ θέλω· καὶ τὸ συγκριτι‐ κὸν, λῴων, ὡς ῥᾴων· καὶ ὄνομα ἐξ αὐτοῦ, λώϊος, καὶ

570

(50)

λώϊον· τὸ γὰρ καλὸν πάντες θέλομεν· κρεῖσσον,

570

(50)

βέλτιον· ὃ γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον, τοῦτο καὶ
θέλει. Λῷστοι: Βέλτιστοι, ἠγαπημένοι, πεποθημένοι. Ἔστι δὲ ὄνομα ὑπερθετικὸν ἀπὸ τοῦ λῶος. Λῶμα: Τὸ γυναικεῖον, ὃ ὑπὸ Ἀττικῶν ὄχθοβος
55λέγεται. Λῶμα λέγεται καὶ τὸ εἰς τὸ κατώτερον
55τοῦ ἱματίου ἐπίβλημα, ἐκ βύσσου καὶ πορφύρας καὶ κόκκου.

571

Λῶπος: τὸ ἱμάτιον· ἀναλογεῖ γὰρ τῇ λωπίᾳ τῷ δέρματι. Λωτεῦντα: πεδία λωτεῦντα,
5ἀνθοῦντα· ἤγουν λωτὸν ἔχουσα· λωτὸς δέ ἐστιν εἶδος
5βοτάνης. Ἀπὸ τοῦ λωτόεντα, ὑπερθέσει λωτέοντα·
5καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ΕΥ δίφθογγον,
5λωτεῦντα. Εἰ γὰρ ἦν ἀπὸ τοῦ λωτέοντα, λωτοῦντα ὤφειλεν εἶναι. Λωφῶ: Λωφήσω, πρώτης συζυγίας ἐστί. Κυ‐ ρίως δὲ λωφῆσαι, τὸ παύσασθαι, ἐπὶ τῶν ὑποζυγίων, τὸ ἀποθέσθαι ἀπὸ τοῦ λόφου τὸν ζυγὸν, καὶ ἀπο‐
10λύεσθαι ἀπὸ τῶν ἔργων. Ἐκ τοῦ οὖν λόφος, λοφῶ, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω· καὶ ἔστιν ἡ λέξις με‐ ταφορικὴ, ἀπὸ τῶν βοῶν τῶν ὑπὸ λόφον, ἢ ἐν τῷ λόφῳ ἀναπαυομένων, ἡνίκα ἀνεθῶσι τοῦ ζυγοῦ, ὡς τὸ, Τειρόμενοι καμάτῳ μετελώφεον.
15Σημαίνει τὸ παύω. Καὶ λωφήσασα, παυσαμένη λήξασα. Μετενήνεκται ἡ λέξις ἀπὸ τῶν τὰ φορ‐ τία κατατιθεμένων. Λυαῖος: Ἀπὸ τῆς λύσεως τοῦ ῥάμματος· προσερράφη γὰρ τῷ μηρῷ τοῦ Διός. Ἢ παρὰ
20τὸ λύεσθαι τῷ οἴνῳ τοὺς μεθυσκομένους.
20 Λυγαῖον: Τὸ φοβερὸν, ἢ τὸ σκοτεινόν· παρὰ τὸ λύειν τὸ αὖγος, καὶ μὴ ἐᾶν στῆναι αὐτό· καὶ Ὅμηρος, Νύχθ’ ὑπὸ λυγαίην. Λύγος: Τὸ σκότος οὐδετέρως· ἀπὸ τοῦ λύειν τὴν αὐγήν· καὶ τὸ κρύπτεσθαι ὑπολυγίζεσθαι λέ‐
25γουσι. Σημαίνει δὲ καὶ φυτὸν, ὡς ἐν τῷ μ στοι‐ χείῳ εἰσόμεθα. Λύθρος: Τὸ μετὰ κονιορτοῦ αἷμα· κυρίως τὸ τοῦ λύματος καὶ καθάρματος δεόμενον. Λέγεται καὶ ἡ ἀκαθαρσία.
30Λύη: Ἐπὶ τῆς στάσεως. Παρὰ τὸ λύειν τὴν
30ὁμόνοιαν· καὶ λύμη ἡ φθορὰ, ἡ λύουσα τὸ σῶμα· ὅθεν καὶ λυμαίνω. Λυκέα: Ἀγὼν ἐν Ῥώμῃ· συνήθεια δέ ἐστιν αὐτοῖς δορὰς ἔπαθλον διδόναι. Λύκιον: Τόπος ἐστὶ Θετταλίας· ἔνθα λύκος
35ἐπιὼν τοῖς τοῦ Πηλέως βουσὶν ἀπελιθώθη. Λυκόφως: Τινὲς λυκόφως τὸ σκοτεινὸν, οἷον δια‐ λελυμένον φάος, ἢ αὐγὴ διαλυθεῖσα· ἢ λυκόφως λέγεται τὸ μετέχον σκότους καὶ φωτός· ἀπὸ μετα‐ φορᾶς τῶν τριχῶν τῶν λύκων, οἵτινες τὸ μὲν κάτω
40μέρος τὸ πρὸς τῷ δέρματι λευκὸν ἔχουσι· τὸ δὲ
40ἄνω, μέλαν.
40 Λύμη: Φθορά τις ἐστὶν ἐπὶ ψυχὴν διαβαίνουσα, παρὰ τὸ λύω· σημαίνει δὲ τὴν ἀκαθαρσίαν. Λυμαντήρ: Δαιτῶν ἀπολυμαντῆρα. Ἡ ἀπὸ παρέλκει. Λυμαντῆρα, τὸν καθαρτῆρα
45τῶν δαιτῶν, τὸν ἐκ τῶν σκυβάλων τὰ βρώσιμα ἀπο‐
45καθαίροντα· ἢ τὸν ἐσθίοντα καὶ λυμαίνοντα τὰς δαῖτας. Λυκωρεία: Πόλις Δελφίδος, ἐν ᾗ τιμᾶται ὁ Ἀπόλλων, ἀπὸ Λυκώρου κτίσαντος αὐτὴν, υἱοῦ Κω‐ ρυκείας, οἰκούντων ἐν τῷ Παρνασῷ· καὶ τὸ παρακεί‐

571

(50)

μενον ὄρος ἐκάλεσε Κωρύκειον ἀπὸ τῆς ἑαυτοῦ μητρὸς

571

(50)

Κωρυκείας. Λύπη: Παρὰ τὸ λύειν εἰς δάκρυα τοὺς ὦπας, λυώπη τὶς οὖσα· ἢ διὰ τὸ λυμαίνεσθαι δι’ αὐτῶν τοὺς ὦπας. Οὕτω Σωρανός· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ λύω, λύη· καὶ πλεονασμῷ τοῦ π, λύπη· λύσις
55γὰρ ψυχῆς τὸ πάθος τὸ λυπηρόν· διαιρεῖται δὲ εἰς δʹ, εἰς ἄχος, ἄχθος, φθόνον, καὶ ἔλεον. Ἢ λύπη, λείπη τίς· ἐπὶ λείψει γὰρ συνίσταται.

572

Λύτρον: Παρὰ τὸ λύω λύσω· ὅθεν καὶ λύρα, λύτρα τὶς οὖσα· ἐδόθη γὰρ τῷ Ἀπόλλωνι παρὰ τοῦ Ἑρμοῦ, ὑπὲρ ὧν ἔκλεψε βοῶν τοῦ Ἀπόλλωνος ὁ Ἑρμῆς.
5Λύσσα: Ἡ μανία· παρὰ τὸ λύειν τὸν νοῦν· παρὰ
5τὴν λύσιν τῶν κατὰ ψυχὴν λογισμῶν, καὶ τοῦ παλαιοῦ τῶν φρενῶν κατασπέρματος· ἢ παρὰ τὸ ἀφέτους εἶναι τοὺς κατεχομένους ἐξ αὐτῆς.
10 Λῦτο: Λῦτο δ’ ἀγὼν, Ἰλιάδος ωʹ. Εἰ μέν ἐστι μέσος ἀόριστος βʹ ἀπὸ τῶν εἰς ΜΙ, ὥσπερ ἤδη ἐπίσταται λέγεσθαι, Νῦν δ’ ἐλύμην τρὶς τόσσα πορών·
15καὶ,
15Τῆς δ’ ἄρα κλαιούσης λύτο γούνατα,
15ἔκτασις ἐγένετο διὰ τὸ μέτρον· εἰ δὲ παρατατικὸν
15τινὲς ἐκδέχονται, δύναται εἶναι κρᾶσις ἀπὸ τοῦ ἐλύετο λῦτο, ὡς τὸ ῥύεσθαι, ῥῦσθαι, καὶ ἰχθύες, ἰχθῦς. Ἢ ἀπὸ τοῦ ἐλέλυτο, ὡς βέβλητο, βλῆτο. Λύχνος: Ἀρσενικῶς· λέγεται καὶ τὸ λύχνον, οὐδέτερον, ὡς παρὰ Ἱππώνακτι· παρὰ τὸ λύειν τὸ
20νύχος, τουτέστι τὸ σκότος, λυόνυχος καὶ λύχνος. Οὕτως Ἀριστόνικος ἐν τῷ περὶ σημείων τοῦ Ὁμήρου. Λύχνα: Ὡς παρὰ Καλλιμάχῳ, λύχνα φανείη. Κατὰ μεταπλασμόν· οὐδὲ γάρ ἐστιν εὐθεῖα τὸ
25λύχνον, ὥσπερ οὐδὲ τὸ δάκτυλον· ἀλλ’ ἀπὸ τοῦ ὁ
25λύχνος οἱ λύχνοι, μεταπλασμὸς γένους, τὰ λύχνα, ὡς ὁ δάκτυλος οἱ δάκτυλοι τὰ δάκτυλα. Δεῖ δὲ
εἰδέναι, ὡς ὁ τοιοῦτος μεταπλασμὸς ἐπὶ προσηγο‐ ρικοῦ γίνεται ὀνόματος, ἔνθα μὴ δυνατὸν τῇ εὐθείᾳ τοῦ οὐδετέρου τὴν γενικὴν παραδέξασθαι· ἐν γὰρ
30τοῖς ἐπιθέτοις πάντα κατὰ ἀναλογίαν ἀποτελεῖται· τὸ οὐδέτερον ἐν παρασχηματισμῷ, ὁ καλὸς, τὸ καλόν· διὸ καὶ τὴν εὐθεῖαν τῶν πληθυντικῶν τὰ καλὰ οὐ φαμὲν μεταπλασμὸν ἀπὸ τοῦ οἱ καλοὶ ἀρσενικοῦ πληθυντικοῦ γεγονέναι· πρόσκειται γὰρ ἡ εὐθεῖα
35ἑνικὴ τοῦ οὐδετέρου ἀνάλογος. Λογάδες: Ἐπὶ τῶν ὀφθαλμῶν τὰ λευκά. Καλ‐ λίμαχος, ὅστις ἀλιτροὺς αὐγάζειν καθαραῖς οὐ δύναται λογάσιν.
39Εἴρηται δὲ οἷον λοχάδες, ἐν αἷς αἱ κόραι λοχῶσι,
40καὶ οἷον λέχος εἰσὶν αὐταῖς. Ἢ οἷον λευκάδες, κατὰ συγγένειαν τοῦ κ πρὸς τὸ γ. Ἢ ὅτι λοξοῦν‐ ται ἐν τῷ βλέπειν κατὰ τὰς ἐπιστροφάς. Σώφρων ἐν Θυννοθήραις, λοξῶν τὰς λογάδας.
45Οὕτως Σωρανός.
47tμ.
48μῦ τὸ στοιχεῖον, ὅτι μυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις. Μυγμὸς δέ ἐστιν ὁ τοῦ μῦ ἦχος διὰ

572

(50)

τοῦ μυκτῆρος ἐξερχόμενος. Μαγίστερ: Διδάσκαλε, ἐπιστάτα. Λέγεται δὲ καὶ ὁδηγός. Μάγος: Παρὰ τὸ μάσσω, τὸ μαλάσσω, ὁ διὰ τῶν μαγικῶν ἐμπλάστρων τὰ μέλλοντα προλέγων.
55Μαγγανεία: Ἐκ τοῦ μαγγανεύω· τοῦτο παρὰ τὸ
55μάγγανον. Ἐκ δὲ τοῦ ἄγω, ἄγανον, καὶ μάγγανον. Μαγίς: Ἡ τράπεζα ἔνθα τὰ μεμαγμένα. μαγὶς δὲ λέγεται παρὰ Ἄραψι τὸ σκουτάριον.

573

Λέγονται δὲ μαγίδες καὶ οἱ μετάπολλοι, ὡς ἀπο‐ μάττουσι καὶ καθαίρουσιν. Ἔτι μαγίδες, μάζαι, τουτέστιν ἄρτοι οὓς καταφέρουσιν οἱ εἰς Τροφωνίου κατιόντες.
5Μάγειρος: Παρὰ τὸ μάσσω· Ἡρωδιανός· οἷον
5ὁ τὰς μάζας μερίζων· ὁ δὲ Φιλόξενος πλεονασμὸν λέγει τοῦ μ· παρὰ τὸ ἀγείρειν, τὸ ἀθροίζειν, ἤτοι ἐξ
ὧν ἀρτύει, ἢ ὧν παρασκευάζει ὄψων. Μαγνῆτις: ὅτι ἡ τὸν σίδηρον ἕλκουσα λίθος καλεῖται σιδηρῖτις καὶ Ἡράκλεια καὶ Μαγνῆτις
10καὶ Λυδία· σιδηρῖτις μὲν, ἀπὸ τῆς δυνάμεως ἣν περὶ τὰ σίδηρα ἐπιδείκνυται· εἰ βούλει δὲ, καὶ ἐπὶ τῆς ὄψεως· ἐμφερὴς γάρ ἐστι κατὰ τὴν χροιὰν ἀργῷ καὶ ἀκαθάρτῳ σιδήρῳ. Φασὶ δὲ καὶ διότι ἐξ ἀρχῆς εὕρηται συμμεμιγμένη τοῖς τοῦ σιδήρου μετάλλοις.
15Ἡράκλεια δὲ, ἢ διὰ τὸ ἰσχυρὸν καὶ κρατερὸν τῆς ὁλκῆς· ἢ μᾶλλον διότι περὶ Ἡράκλειαν τὸ πρῶτον ἐφάνη· οἱ μὲν, περὶ τὴν ἐν Πόντῳ φασίν· οἱ δὲ, περὶ τὴν ἐν Σαμοθράκῃ. Μαγνῆτις δὲ, ὅτι (ὥς φασιν) ἄνδρες λιθοφόροι [Μάγνητες] εὗρον αὐτῆς τὴν ἐνέρ‐
20γειαν· αἱ γὰρ κρηπίδες, ὡς ἔοικε, λίθους ἔχουσαι βαδιζόντων ἠρέμα. Μάζα: Ἡ τροφή· ὅθεν καὶ ὑπερμαζᾶι, τὸ ὑπερτρυφᾷ, πλουτεῖ, στρηνιᾷ. Ἡσίοδος, Μάζα τ’ ἀμολγαίη.
25Ἄρτος, ψωμός. Ἀπὸ τοῦ μάσσω, τὸ μαλάσσω,
25γίνεται τροπῇ Δωρικῇ τῶν δύο σς εἰς ζ· ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, γίνεται μάζα, ἡ ζητουμένη τροφή. Λέγεται δὲ μάζα, φύραμα γινόμενον, ποτὲ μὲν ἐξ ὕδατος, ποτὲ δὲ ἐξ ὀξυκράτου, ἢ ὀξυμέλιτος, ἢ ὑδρο‐ μέλιτος· ἔστι γὰρ τρόφιμον. Ἀμολγαίην δὲ,
30τουτέστι κρατίστην, ἀκμαίαν· τὸ γὰρ ἀμολγὸν, ἐπὶ τοῦ ἀκμαίου τίθεται· Ἐρατοσθένης δὲ ποιμενικήν. Μαζονομεῖον: Ἀγγεῖον ἐν ᾧ ἡ μάζα φυρᾶται· ἢ ξύλινον πινάκιον καὶ κανοῦν. Μαθητής: Ἀπὸ τοῦ ἔμαθον δευτέρου ἀορίστου.
35 Μακάριος: Ἀπὸ τοῦ κὴρ, τοῦ σημαίνοντος τὴν θανατηφόρον μοῖραν, γίνεται κατὰ παραγωγὴν κήριος, ὁ τῇ φθορᾷ ὑποπεπτωκώς· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀκήριος, ὁ ἐστερημένος τῆς φθορᾶς· καὶ τροπῇ τοῦ η εἰς α, καὶ πλεονασμῷ τοῦ μ, μακάριος.
40Πλεονάζει δὲ τὸ μ ἐν πολλαῖς λέξεσιν, ὡς ἐν τῷ μία, καὶ μεστὸς, καὶ ἄλευρον μάλευρον. Μακάριος οὖν ὁ μὴ κηρὶ (τουτέστι φθορᾷ) ὑποκείμενος. Ἔστι δὲ εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι ἐπιθέτου· καὶ λαμβάνεται ἀπὸ ψυχῆς.
45 Μάκαρ: Πόσας εὐθείας ἔχει; Τρεῖς. Μακά‐ ριος, ἀποκοπῇ τῶν δύο συλλαβῶν, γίνεται μάκαρ· καὶ μένοντος τοῦ ς, γίνεται μάκαρς. Μάκαρες, οἱ μὴ πεπτωκότες ὑπὸ κῆρα· οἱ δὲ μακαρῖται, οἱ ἀπο‐ θανόντες, οἱ ἤδη τὸ μῆκος ἐπιλαμβανόμενοι, οἱ μή‐

573

(50)

κιστοι· ὅθεν καὶ μακραίων, ὁ τύμβος ὁ ἐς μακράν. Μακάρτατος: Ἰστέον ὅτι τὰ συγκριτικὰ σχη‐ ματίζονται ἀπὸ τῶν ληγόντων εἰς ΩΝ, ἢ εἰς ΑΣ, ἢ εἰς ΥΣ, ἢ εἰς ΟΥΣ· καὶ ταῦτα, ἐὰν φυλάττῃ τριγέ‐ νειαν. Διόπερ μεμπτέον Σώφρονα λέγοντα,
55 Φωροτάτους ἀεὶ καπήλους παρέχεται. Οὐδὲ γὰρ τὰ εἰς ω λήγοντα ῥήματα παρασχημα‐ τίζει συγκριτικὸν καὶ ὑπερθετικόν. Ἔτι ἁμαρτά‐ νουσιν οἱ λέγοντες μακάρτατος. Τὸ μέντοι φέρτερος

574

φέρτατος, βέλτερος βέλτατος, ὕστερος ὕστατος, οὐκ
οἴονται εἶναι συγκριτικὰ ἢ ὑπερθετικὰ, συμπεπτω‐ κέναι δὲ τοῖς συγκριτικοῖς. Ὁμοίως δὲ καὶ τὸ πρότερος. Εἰ γὰρ ἀπὸ τοῦ πρῶτος, ὤφειλε διὰ τοῦ
5ω μεγάλου γράφεσθαι. Μάκαιρα: Ἀπὸ μάχης. Ὁ δὲ ἰχθὺς καθ’ ὁμοιότητα ἀπὸ τοῦ εἴκειν καὶ ὑποχωρεῖν· δειλὸν γάρ. Μάκαιρον οὖν ἡ μακαρία. Μάκελλα: Ἡ μὴ κέλλουσα τοῖς ὀδοῦσι.
10 Μακκοᾶν: Τὸ ἀνοηταίνειν καὶ μωραίνειν. Παρὰ τὸ μὴ καὶ τὸ κοῶ, τὸ νοῶ, μηκοῶ· καὶ κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι ἡ ἐπείσοδος τῶν συμφώνων τροπὴν ποιεῖ, ὡς ἥδω ἁνδάνω, ἐπεισῆλθε τὸ κ, καὶ ἐτράπη τὸ η εἰς α. Ἢ ὅτι Ἀκκὼ γυνὴ γέγονεν,
15ἐπὶ μωρίᾳ διαβαλλομένη· ἣν φασὶν ἐνοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι. Ἀκκὼ οὖν ἀκκοῶ· καὶ πλεονασμῷ, μακκοῶ. Μακρύνω: Παρὰ τὸ μακρός· τοῦτο ἐκ τοῦ μῆκος μηκερός· καὶ συγκοπῇ, μηκρὸς καὶ μακρός. Ἅμα
20γὰρ τῷ πλεονασμῷ τοῦ συμφώνου ἐτράπη τὸ μακρὸν εἰς βραχύ. Ἐτυμολογεῖται παρὰ τὸ μέχρις ἄκρου διήκειν, τουτέστιν ἀρχῆς. Τὸ θηλυκὸν μακρά· ἐξ οὗ γίνεται μακρὰν, ἐπίρρημα τοπικὸν, ἢ μεσότητος. Τὸ δὲ,
25μακρὰ βιβῶντα,
25ἔστιν ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ μεγάλως. Τὸ δὲ μακρόθεν, ἐπίρρημα τοπικόν.

574*

Μακραίωνες: Νύμφαι τινὲς οὕτω λεγόμεναι, πολλὰ ἔτη ζῶσαι. Καὶ ἐστὶν ζῷα λογικὰ θνητὰ, ἀλλ’ οὐκ εἰσὶ νοῦ καὶ ἐπιστήμης δεκτικὰ, οὐ μανθά‐ νουσι γὰρ, ἀλλ’ οἴκοθεν ἔχουσι τὴν γνῶσιν.
5 Μακρῶι: Οἷον, Μακροέων εἴσι δὲ τὸ Πελασγικὸν Ἄρεα κέλσαι. Μάκρις δέ ἐστι πόλις ἐγγὺς Κυζίκου. Ἄλλοι δὲ ὅτι διὰ τοὺς πλείονας εἶναι μακροκεφάλους τοὺς ἐν αὐτῇ οἰκοῦντας. (Ex Apollon. Rhod. I. 1024.
10et Schol.) Μάκτρα: Παρὰ τὸ μάττειν ἐν αὐτῇ τὴν μάζαν ἐν ᾗ ἔμασσον· Ἀττικοὶ δὲ κάρδοπον καλοῦσι. Μαλακός: Παρὰ τὸ μαλάσσω, ὡς παρὰ τὸ λεύσσω λευκὸς καὶ φυλάσσω φυλακτός. Ἐκ τούτου
15γίνεται μαλακίζω, ὅθεν τὸ μαλακισθέντες ἀντὶ τοῦ χαυνωθέντες· καὶ Μαλάκα πόλις Ἰταλίας, ἐν ᾗ
ἱερόν ἐστι Φιλοκτήτου· γίνεται δὲ διὰ τὸ μαλακι‐ σθῆναι ἐνταῦθα τὸν Φιλοκτήτην καὶ νοσῆσαι. (V. Steph. Byz. v. Μάκαλλα, Aristot. Mir. Ausc. c.
20107.) Καὶ ἣν ἁρμοστὸν μάλακαν λέγουσιν αὐτήν·
20μαλακὸν δὲ τὸ μάλα καλόν. Μαλακίειν: Σημαίνει τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν τὰ νενεκρωμένα ὑπὸ τοῦ ψύχους· γίνεται ἀπὸ τοῦ μαλακὸς μαλακία, καὶ μαλακίειν γράφεται διὰ τοῦ ι, ἐπειδὴ τὰ διὰ τοῦ ΙΩ ὑπὲρ βʹ συλλαβὰς
25βαρύτονα μὴ ὄντα παράγωγα μήτε ἀπὸ ἐνεστῶτος μήτε ἀπὸ περισπωμένων διὰ τοῦ ι γράφεται, οἷον μηνίω σηματίω· οὕτως οὖν καὶ μαλακίων. Πρόσκειται “ὑπὲρ βʹ συλλαβὰς” διὰ τὸ κλείω βαρύτονον καὶ τοῦ χρειῶ.
30 Μάλαι: Αἱ μασχάλαι ἐκ τοῦ μαλοῦ τῶν τριχῶν. Εις τ ὑπο μ (εἰς τὸ ὑπὸ μάλης.) Μαλάχη: Ἐκ τοῦ ἔκλυτον καὶ ἀκράτητον εἶναι ὀλισθαίνουσα ἐκ τῶν χειρῶν. Μάλθη ϊ’χ (ἰχθὺς,) καὶ μεμαλαγμένος κηρὸς, ἢ
35ᾧ τὰ γράμματα χαράττεται. Μαλερὸν πῦρ: Τὸ μαραντικὸν, ἢ τὸ λαμπρὸν, παρὰ τὸ μαίρειν, ὅ ἐστι λάμπειν, πλεονασμῷ τοῦ ρ, ὡς εἶναι μαρερὸν καὶ τροπῇ μαλερόν. Μαλλός: Ἀπὸ τοῦ μήλου, τοῦ δηλοῦντος τὸ
40πρόβατον, γίνεται μαλὸς καὶ πλεονασμῷ ἄλλου λ μαλλός. Μαλλός: Ἐπὶ τῶν πλαγίων τριχῶν τῆς κεφαλῆς. Εἴρηται δὲ ἀπὸ ἐμφερείας τῶν τοῦ προβάτου μαλλῶν. Μαμερτῖνοι: Μάμερτος ἐν Ἰταλίᾳ ὁ Ἄρης,
45ὅθεν καὶ οἱ ἐν Σικελίᾳ οἰκήσαντες στρατιῶται Μα‐ μερτῖνοι ὠνομάσθησαν, οἱ ἴσα ἐργαζόμενοι Ἄρεϊ. Μάνδρα: Παρὰ τὸ ἄντρον κατὰ τροπήν· ἐτυ‐ μολογεῖται δὲ παρὰ τὸ μένειν ἐν αὐτῇ τὰ ποίμνια.

574*

(50)

μανὸν ἔλεγον τὸ ἀραιὸν, ὡς Αἰσχύλος, ἐν μανοστήμοις πέπλοις, τουτέστιν ἀραιοῖς. Μανίαν οὖν τὴν ἀραίωσιν τῶν φρενῶν καὶ χαυνότητα. Ἀραιὸν γὰρ τὸ ἀσθενὲς, καὶ τοὐναντίον ἀγχίνους παρὰ τὸ συνεχεῖς καὶ πυκνὰς
55ἔχειν τὰς φρένας, καὶ πινυτὸς καὶ πυκινός. Καὶ αὕτη ἡ σύνεσις ἐστὶν σύμβλησις καὶ οἷον ἕνωσις φρενῶν. Καὶ μανίφυλλος ἐλαίη, ἀραιόφυλλος, ἀπὸ τοῦ μανὸν, παρὰ τὸ μένω μανὸς, καὶ τὸ κτητικὸν μανικός. Εἴρηται δὲ ὁ μανὸς παρὰ τῷ ποιητῇ.
60 Μανδραγόρας: Φαρμακόν τι ὕπνου ἢ λήθης παρασκευαστικόν. Προμαντεία: Ἐστὶ τὸ πρὸ τῶν ἄλλων ἁπάντων χρῆσθαι τῷ ἐν Δελφοῖς μαντείῳ, καὶ προεδρία τοῦτο.
65 Μανίην: Ἀντὶ τοῦ ζητεῖν· ἐκ τοῦ μαίω, τὸ ζητῶ, τὸ ᾶπε μαίειν, καὶ ὥσπερ τὸ κλαίειν διῄρηται κλαΐην δάκρυ, οὕτως καὶ μαΐην, καὶ πλεονασμῷ τοῦ ν μανίην. Μάνης: πθχ μάνους, ὡς ἱκέτους. Μάντις: Παρὰ τὸ μῶ, τὸ ζητῶ, γίνεται μάτις,
70καὶ πλεονασμῷ τοῦ ν μάντις· ζητητικὸς γάρ ἐστιν
ὁ μάντις τοῦ μέλλοντος, οἱονεὶ ὁ τὰ ἀφανῆ καὶ ἄδηλα ζητῶν. Οὐ γὰρ παρὰ τὴν μανίαν ὥς τινες ὑπέλαβον. Διὸ καὶ Ὅμηρος εὔφρονα λέγει τὸν μάντιν. Ὅς τις εὔφρο. (ὅς φιν εὐφρονέων ἀγορήσατο.
75 Zonaras p. 1328. Il. αʹ. 73.) Μαντίνεια: Πόλις ἀπὸ τοῦ Μαντινεύς. Διὰ τὶ οὐ κλίνεται μάντιδος; Διότι ἐν τῷ κεχρ δ συνθτ ἔλα οἷον κοσκινομάντιδος· τὸ δὲ Μαντίνεια ἐκ τοῦ μάντις σύνθετόν ἐστι. (Haec emendanda sunt
80ex Choerobosco in Theodos. p. 193, i. Διότι τὸ κεχρεωστημένον ἐν τῇ ἁπλότητι ἐν τῇ συνθέσει ἔλαβεν.) Μαπέειν: Σημαίνει τὸ λαβεῖν, καὶ μάρψαι ἀπὸ τοῦ μάρπτω. Μαπία: Σπόγγιστρα, παρὰ τὸ μάσσω, τὸ μα‐
85λάσσω. Μαραίνω: Παρὰ τὸ ἄρης ἀραίνω καὶ μαραίνω, ἢ παρὰ τὸ μάρω μαραίνω, ἀφ’ οὗ καὶ μαρίλη, τὸ λεπτὸν τῶν ἀνθράκων, ἡ γενομένη κόνις ἐν τῷ κατα‐ σβέννυσθαι τοὺς κάρβωνας.
90 Μάννα: Σημαίνει Τί τοῦτο; Οὐ γὰρ σημαίνει τὴν τροφὴν κυρίως. Ἠγείροντο γὰρ τὸ πρωῒ, καὶ εὕρισκον αὐτὸ ὡς ἦν (ὅσον ἦν? C.) αὐτοῖς ἀρκέσαι τοῦ φαγεῖν. Μάν λέγεται, καὶ λοιπὸν ἐλθόντες οἱ Ἕλληνες προσελάβοντο τὸ ΝΑ καὶ ςη τί τοῦτο;
95Εἶχον γὰρ καὶ τοῦτο ὅτε ἤθελον ἀπελθεῖν εἴς τινα τόπον, καὶ ἀπὸ δισχιλίων πηχῶν ἐποίουν τὸ σκῆνος· καὶ διὰ τοῦτο λέγεται σαββάτου ἔχον ὁδὸν, ἀντὶ τοῦ δισχιλίων πηχῶν ἐποιοῦν τὴν σκήνην. μ α στάδια ζ προέλαβεν ἡ σκήνη τὴν παρεμβολήν. Τοσοῦτον οὖν

574*

(100)

εδ βαδ ζ κυνοῦντ (ἔδει βαδίζειν προσκυνοῦντα C.) (Vid. Theodoret. Quaest. Exod. XXX. p. 145. Joseph. Ant. III. i, 6.) Μάργος: Σημαίνει δὲ τὸν ἄφρονα καὶ μαινό‐ μενον, παρὰ τὸ μὴ στερητικὸν, καὶ τὸ ἔργον, ἢ τὸ
105ἀργὸς παρὰ τὸ ἐστερη (ἐστερῆσθαι) τι ἐργάζεσθαι χν(χρηστὸν), ὁ λίαν ἀνόητος καὶ μὴ ἐνεργῶν, τί γὰρ ἀργότερον ἀφροσύνης, ἢ ᾧ μή ἐστιν ἀρωγή. Ἀρήγω ἀρηγὸς καὶ μὴ ἀρηγὸς καὶ συγκοπῇ μαργὸς, ᾧ οὐκ ἄν τις βοηθῆσαι δύναται διὰ τὸ δαίμονα ἔχειν. Τὸ
110δὲ μάργης ὁ Τυραννίων ὀξύνει .... προπαροξυ καὶ τὸ μαργαίνειν. Ἀπὸ δὲ τοῦ μάργος γίνεται Μαρ‐ γίτης ὁ ἀνόητος καὶ ἐπὶ μωρίᾳ κωμῳδούμενος. Μαρμαρέαν: Λαμπρὰν, λευκὴν, γίνεται ἐκ τοῦ μαρμάρεος, τοῦτο δὲ ἐκ τοῦ μαρμάρειος. Ἐπὶ γὰρ
115τῶν διὰ τοῦ ΕΙΟΣ κτητικῶν οἱ Ἴωνες ἀποβαλόντες τὸ ι τῆς ΕΙ διφθόγγου διὰ τοῦ ΕΟΣ προσφέρουσιν (προ‐ φέρονται C.) οἷον φλόγειος φλόγιος. Γίνεται δὲ ἐκ τοῦ μάρμαρον. Σημαίνει δὲ τὸ λευκόν. Τοῦτο ἐκ τοῦ μαρμαίρω, τὸ λάμπω· μέλλοντα οὐκ ἔχει· τοῦτο
120ἐκ τοῦ μαίρω κατὰ ἀναδιπλασιασμὸν, οὗ παράγωγον μαράσσω, ἐξ οὗ καὶ μάραγδος· τὸ διαυγὲς γὰρ μά‐ ραγδον ἔλεγον οἱ παλαιοί. Ἐκ δὲ τοῦ μαρμαίρω παράγωγον μαρμαρύζω, ὅθεν ῥηματικὸν ὄνομα μαρ‐ μαρυγὴ, ὡς ἀπὸ τοῦ ἁρπάζω ἁρπαγὴ καὶ ὀλολύζω
125ὀλολυγή. Μαρνάμενος: Μαχόμενος· ἐκ τοῦ μάρνημι τὸ πληθυντικὸν (παθητικὸν) μάρναμαι· τοῦτο ἐκ τοῦ μαρνῶ δευτέρας συζυγίας τῶν περισπωμένων. Τὸ δὲ μαρνῶ, ὡς οἶμαι, παρὰ τὸ μαργῶ, τὸ μαίνομαι. Ἐοί‐
130κασι μαινομένοις οἱ μαχόμενοι, ἢ παρὰ τὸ μαραίνω, τὸ φθείρω, ὁ μέλλων μαρανῶ, συγκοπῇ μαρνῶ, ἐξ αὐτοῦ μάρνημι, τὸ παθητικὸν μάρναμαι· ἢ ἀπὸ τοῦ ἀρνὸς, ἐκ τούτου δὲ μαρνάμενος, ἡ γενικὴ καὶ δοτικὴ μαρναμένοιν, καὶ πλεονασμῷ τοῦ ι μαρναμένοιϊν.
135Μάρνασθαι: Τὸ μάχεσθαι· παρὰ τὸ μαραίνεσθαι
τῷ πολέμῳ καὶ φθείρεσθαι. Μαραίνει δὲ πάντα τὸ πῦρ καὶ ὁ πόλεμος, ἢ πυρὶ ἔοικε ἢ πλέον εἶναι (πλεο‐ νασμῷ) τοῦ ρ μάρνασθαι παρὰ τὸ μαίνεσθαι. Μάρτυς: Παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω,
140μάρπτυς καὶ μάρτυς, ὁ ἐκ τοῦ κατειληφέναι δυνά‐ μενός τι περὶ ἑαυτοῦ εἰπεῖν· ἢ παρὰ τὸ μαίρω, τὸ λάμπω, μάρτος καὶ μάρτυς τροπῇ τοῦ ο εἰς υ, ὁ λαμπρύνων καὶ εἰς φῶς ἄγων τὸ ζητούμενον δι’ ὧν μαρτυρεῖ. Δύο δὲ γενικὰς ἐπιδέχεται· ὡς τὸ ψίθυρ
145ψίθυρος καὶ ψίθυρος ψιθύρου, οὕτως μάρτυς μάρτυρος καὶ μάρτυρος μαρτύρου. Μάραθον: Κατὰ ἀποβολὴν τοῦ η (ν)· μάρανθον γάρ ἐστι παρὰ τὸ μαραίνεσθαι εὐθὺς τὸ ἄνθος. Μάρσιππος: Ὁ ἐν αὐτῷ πάντα μάρπτων καὶ κατ‐

574*

(150)

έχων. Μάρψαι δὲ κυρίως τὸ ταῖς χερσὶ συλλαβεῖν (συλλ συλλαμβάνειν? C.) μαρα̗ γὰρ ἔλεγον τὰς χεῖ‐ ρας, ὅθεν τὸ εὐχερὲς εὐμαρές. (v. Schol. Il. οʹ. 137.) Μάσσω: Τὸ μαλάσσω καὶ σπογγίζω, ἀπὸ τοῦ ΜΑ καὶ τοῦ ἆσσον, οἱ γὰρ ἐφαπτόμενοι σπογγίζειν
155ἆσσον καὶ ἐγγὺς ἔρχονται. Ἐκ τοῦτο (sic) τὸ μαλάσσω, πλεονασμῷ δὲ τῆς ΑΛ συλλαβῆς, ὡς κύδι‐ μος κυδάλιμος. Μάσσεται, ἐφάπτεται καὶ ἐπιψη‐ λαφήσει. Μασσῶμαι: Παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείω καὶ
160κινῶ, ἀφ’ οὗ καὶ τὸ σήθω πρὸς τὸ λα̗ (προσλαβὸν) τὴν ΜΑ συλλαβὴν ἐποίησε τὸ μάσσω, καὶ μασσῶμαι τὸ τὴν τροφὴν εἰς μικρὸν κερματίζω καὶ κατακόπτω. Μασσαλία: Φωκαεῖς καταλιπόντες τὴν Ἰωνίαν διὰ τὴν τῶν Περσῶν ἔφοδον παρεγένοντο εἰς Γαλα‐
165τίαν, καὶ ἰδόντες ἁλιέα ἐπ’ αὐτὸν ἦσαν (ἵεσαν Sorb.) ἑαυτοῖς παρακελευόμενοι Μασσαλίης (μεσσαλιεῖς Sorb.) οὗτος συλληφθεὶς ἔδειξεν αὐτοῖς οἰκήσιμον (τόπον add. Sorb.) ὅθεν Μασσαλία ἐκλήθη ... ἐλα τὸν ἁλιέα. (Μεσσαλίαν ὠνόμασαν, ἐν ᾗ καὶ
170ἔλαβον τὸν ἁλιέα Sorb.) Μάσσων: Ἀπὸ τοῦ μακρὸς μακρίων μακίων μάκιστος ὁ τρίτος τύπος μάσσων. Ἔστιν οὖν μακρότερος μακρίων μακίων καὶ μάσσων, ὥς τινες παρὰ τὸ μέγας, ὁ μέλλων μάσσω, καὶ μᾶσσον μέγα
175καὶ μακρόν· παρὰ τὸ μὴ ἆσσον εἶναί τινος. Μάσθλης: Παρὰ τὸ μάσσω, ὁ μεμαλαγμένος λῶρος, καὶ παρὰ τὸ ἱμὰς ἱμάσθης καὶ ἱμάσθλης. Σημαίνει δὲ τὸν τῆς νηὸς τροπωτῆρα. Μαστός: Κυρίως μὲν ἐπὶ τῶν γυναικῶν, οἷον μα‐
180σητοί· οὗτοι γὰρ ἄλλοις τροφὴ ἀπὸ τοῦ τὴν μάστακα, τουτέστι τὴν τροφὴν, τῶν γεννωμένων παρέχειν, ἀφ’ ἧς καὶ τὸ μάσημα· ἢ ἀπὸ τοῦ προσμάττεσθαι καὶ προσφύεσθαι τούτοις πρώτοις τὸν βρέφη· ἢ οἷον παστοὶ ἀπὸ τοῦ πάσασθαι· ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ,
185παράγωγον μάζω μαζὸς καὶ μαστὸς ὃν ἐπιζητοῦσιν οἱ παῖδες. Ἐκ δὲ τοῦ μαστὸς γίνεται μαστεύω, τὸ ζητῶ. Μῶ μάσσω (μάσω? C.) μέμακα μαστός. Ἢ ὁ μεστὸς γάλακτος. Μαστροπός: Σημαίνει τὴν μαβλιστρίαν (μαυλ.)
190ἔστιν δὲ παρὰ τὸ ΜΑ καὶ τοὺς τρόπους, οἱονεὶ ἡ δοκοῦσα ἔχειν μητρὸς τρόπους· ἢ παρὰ τὸ μʹ (μαί‐ εσθαι Sorb.) τοὺς τρόπους τῶν πορνευουσῶν γυναικῶν. (Addit Sorb. οὕτως ἐν ὑπομνήματι Σώφρονος Ἀν‐ δρείων.)
195 Μασχάλη: Παρὰ τὸ κεχαλᾶσθαι εἰς μαστὸν, ἢ εἰς ἣν χαλᾶται ὁ μῦς· ἢ ἀπὸ τῆς ἀλέας τῆς διὰ τὴν καμπὴν τοῦ σώματος· ἢ ἀπὸ τοῦ μαστεύειν τι ὑπ’ αὐτὴν, ἐπειδὴ οἱ ὑφαιρούμενοι τι ὑπ’ αὐτὴν κρύπ‐ τουσιν. Ἢ ἐκ τοῦ σχῶ σχήσω σχήλη, ὡς στήσω

574*

(200)

στήλη, καὶ μεταθέσει τοῦ η εἰς α σχάλη, καὶ κατὰ
μετάπλασιν τῆς ΜΑ συλλαβῆς μασχάλη. Μασχαλίζω: Οἱ δρῶντες ἐμφύλιον πόλεμον εἴ‐ ωθαν (sic) ἀκρωτηριάζειν τοὺς ἀναιρεθέντας ἐκ παντὸς μέρους τοῦ σώματος καὶ περιάπτειν ἑαυτοῖς τὰ
205ἄκρα συνείροντες διατ̀ τῶν (διὰ τούτων) ὥσπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι διὰ τὸ μὴ παθεῖν τι εἰς ὕστερον παρ’ ἐκείνων δεινόν. Ἐφόρουν δὲ εἰς τὰς μασχάλας τὰ ἄκρα, ὃ καὶ μασχαλίσθαι (μασχα‐ λισθῆναι) ἔλεγον. Ὁμοίως δὲ εἰωθ (εἰώθασι) καὶ
210εἰς τῶν ἀναιρουμένων κεφαλὰς ἀπομάσσειν τὰς κη‐ λῖδας τοῦ ξίφους, ὥσπερ ἀποτροπιαζόμενοι τὸ ἐν τῷ φόνῳ μύσος, ἀποτεμνόμενοι δὲ τὰ ἄκρα τοῦ φο‐ νευθέντος περὶ τὴν μασχάλην αὐτοῦ ἐκρέμων αὐτὰ, ἵνα φησὶν ἀσθενὴς γένηται πρὸς τὸ ἀντιτάσσεσθαι
215(ἀντιτίσασθαι) τὸν φονέα. Καὶ Ἡλιόδωρος εἰς τὰ α σπαργματα. (Ἀπολλώνιος εἰς τὰ Ἀργοναυτικὰ ἐξάργματα. Vid. Schol. Sophocl. Electr. 445.) Ματῆρες· Τῶν φυγαδʒ (φυγαδικῶν) χρημάτων. Μαστὸς: Κυρίως ὁ γυναικεῖος, διὰ τὸ οἷον
220μεστὸς εἶναι γαλακτὸς, μαζὸς δὲ ὁ ἀνδρεῖος. Μαζοὶ οἱ μὴ ζῆν ἔχοντες μὴ δὲ ξηροὶ ὄντες. Τινὲς δὲ ἀδιαφόρως χρῶνται ταῖς λέξεσιν. Μάσταξ: Ὅμηρος ἐπὶ μὲν τοῦ σώματος ἀλλ’ Ὀδυσεὺς ἐπὶ μάστακα χειρὶ πίεζε.
225Καί ἐστι παρὰ τὸ μάσσεσθαι, ἢ ἐκ τοῦ μάσσω, τὸ μαλάσσω· ἐπὶ δὲ τοῖς νεοσοῖσι προσφέρονται μάστακες (ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακ’) ἐπεί κε λάβῃσι (Il. ιʹ. 323.)
230καὶ γίνεται παρὰ τὸ μαστεύειν αὐτὴν τὰ βρέφη. Μάστιξ: Ἐκ τοῦ μαστίζω· τοῦτο παρὰ τὸ μάσσω, τὸ μαλάσσω, ἢ παρὰ τὸ ἱμάσσω τὸ πλήττω, κλίνεται μάστιγος (f. excidit ὅθεν μαστιγίας C.) ὡς ἀπὸ τοῦ δράκοντος δρακοντίας, καὶ ῥῆμα μαστιγῶ
235ἀπὸ τοῦ μάστιγος, ὡς ἀπὸ τοῦ εὐδαίμονος εὐδαι‐ μονῶ. Μάστιε: Ἀπὸ τοῦ μάστιζε ἀποβολῇ τοῦ ζ. Μάστι δ’ ἀιὲν ἔλαυνεν: Εἰ μὲν παρὰ τῆ (sic) μάστιγι δοτικῆ (sic) γίνεται κατὰ ἀποκοπὴν, εἰ δὲ
240ἀπὸ τῆς μάστις εὐθείας γίνεται ἡ γενικὴ μάστιος μάστιϊ καὶ κατὰ κρᾶσιν μάστι, ὡς Θέτιι Θέτι. Ὅτι δέ ἐστι μάστις εὐθεῖα δηλοῖ καὶ ἡ αἰτιατικὴ ἦ ἐφ’ ἱππείην μάστιν βάλλεν (καὶ ἐφ’ ἵπποιϊν μάστιν βάλεν. Od. οʹ 182.)
245ὡς πόλις πόλιν, καὶ ὄφις ὄφιν. Ματεύειν: Ἀπὸ τοῦ μαστεύειν ἀποβολῇ τοῦ ς. Μάταος: Τὸ μάταιον μάτα. Μάτην: Ἐπίρρημα. Ἡ ἄτη τῆς ἄτης τῇ ἄτη τὴν ἄτην καὶ μάτην. Ἐκ τούτου γίνεται μά‐

574*

(250)

ταιος, καὶ ματαίως, ἐπίρρημα μεσότητος. Κα (κανών·) προπαροξ· ἐπειδὴ τὰ ἀπὸ περισπωμένων γινόμενα προπαροξύνονται, οἷον πειρῶ πείραιος, φιλῶ φίλαιος, νικῶ νίκαιος, οὕτως οὖν καὶ ματῶ μάταιος· ἢ παρὰ τὸ μάτος μάτιος καὶ μάταιος, ὡς φίλος φίλιος καὶ
255φίλαιος, καὶ παρὰ τὸ θάλασσα θαλάσσιος καὶ θα‐ λάσσαιος Καλλίμαχος, ὁμοίως ὥριος καὶ ὡραῖος. Ἐκ τοῦ ἆτος γίνεται μᾶτος, ὁ λίαν ἐν ἄτῃ ὢν καὶ φρενοβλαβίᾳ· ἔνθεν ματία, ὡς σοφὸς σοφία, καὶ ἡμετέρῃ ματίῃ.
260Ἐκ τούτου μᾶτος, καὶ γίνεται ῥῆμα ματῶ, οὐδ’ ἐμάτησεν ιφ (Il. πʹ. 474.) ἢ παρὰ τὸ μάτην ματήσω, μὴ τὼ μὲν δείςε ματήςετε (δείσαντε ματήσετον) Ἰλιάδος εʹ. (233.) μήπως οὗτοι μὲν πτήξαντες
265μάταιόν τι πράξωσι καὶ ματαιοπραγήσουσιν, ἢ μα‐
ταίαν ἕξουσι τὴν προθυμίαν ἢ ἀμελήσουσιν. Ματρυλεῖον: Τόπος ἐν ᾧ μαστροποὶ διατρί‐ βουσι· ματέρας γὰρ (μάτορας? C.) ἐκάλουν οἱ Δωριεῖς τοὺς μαστροποὺς ἐπευφημιζόμενοι.
270 Μαῦλις: Ἡ μάχαιρα, παρὰ τὸ μαῦρον, ὅ ἐστι τὸ ἀμαυρὸν τῇ λαμπηδόνι· δημήτ (δημήτριος C.) δὲ παρὰ τὸ ὁμοῦ αὐλίζεσθαι ὁμαυλὶς (καὶ μαυλὶς) ἀπο‐ βολῇ τοῦ ο. Μαυρός: Τὸ ἐπίθετον κατὰ ἀφαίρεσιν τοῦ κατ’
275ἀρχὴν α. Ὀξύνεται. Τὸ δὲ ἐθνικὸν Μαῦρος.
275 Παρ’ Ἡσιόδῳ ῥεῖα δέ μιν μαυροῦσι θεοὶ παρὰ τὸ μαίρω, τὸ λάμπω, μαυρῶ κατὰ ἀντίφρασιν· τουτέστιν ἀλαμπῆ ποιοῦσι καὶ ἀφανίζουσιν· ἢ παρὰ τὸ ἀμαυρῷ κατὰ ἀφαίρεσιν τοῦ α.
280 Μάχη: Παρὰ τὸ ἄχος ἄχη καὶ μάχη. Ἔστι δὲ βαρύτονον μάχω, ἀφ’ οὗ καὶ τὸ μάχομαι. Ἔστι δὲ καὶ μαχῶ, ἀφ’ οὗ τὸ μαχεούμενος καὶ μαχησό‐ μενος. Ἐκ τούτου καὶ τὸ μαχητὴς καὶ ἀμαχητὶ καὶ ἀμάχητον. Παρὰ τὸ μάχω Μαχάων Μαχά‐
285ωνος. (Μαχάονος.) Τὰ εἰς ΩΝ βαρύτονα διχρόνῳ ἐκτεταμένῳ παραληγόμενα συστέλλονται. Μαχησόμενος: Τὸ μαχῶ ἀφ’ οὗ τὸ μαχεού‐ μενος καὶ μαχησόμενος· εἰς (ἐκ) γοῦν τὸ (τοῦ) μάχω βα (βαρυτόνου) οὐκ εἴρηται. Τὸ πόθεν (παθη‐
290τικὸν) μάχομαι· ὁ γὰρ χαρακτὴρ παθητικός ἐστι, τὸ δὲ σημαινόμενον ἐνεργείας δηλωτικόν. Κανὼν γάρ ἐστιν ὁ λέγων ὅτι τὰ εἰς ΧΩ λήγοντα ῥήματα δι‐ σύλλαβα βαρύτονα τῷ α καθ (καθαρῷ) παραληγό‐ μενα σπάνιά εἰσιν, τὸ ἄχομαι καὶ τὸ μάχομαι.
295Καὶ ταῦτα μὲν ἄχρι τοῦ παρατατικοῦ κλίνονται ὡς
295βαρύτονα, ἀπὸ δὲ τοῦ παρατατικοῦ ὡς περισπώμενα ποιοῦνται τὴν κίνησιν. (κλίσιν.) Μαχέοιτο: Οὐ κατὰ διαίρεσιν ἀλλὰ κατὰ πα‐ ράθεσιν τοῦ ε ποιητικῶς, ὡς τὸ εἵλκεον ἐπὶ περισπω‐ μένου διαιρεῖται, ποιοῖτο ποιέοιτο, καὶ ἐπὶ ὀνόματος

574*

(300)

πυλῶν πυλέων.

574*

(300)

(Μάχαιρα): Ἐτυμολογεῖται παρὰ τὸ ἐν τῇ μάχῃ αἴρεσθαι .... παρὰ τὸ ἐν αἵματι χαίρειν. Μαχλοσύνη: Ἡ πρὸς συνουσίαν καταφέρεια, παρὰ τὸ μάχλος. Τοῦτο παρὰ τὸ χαλῶ μαχαλὸς, πλεονασμῷ τοῦ ΜΑ καὶ συγκοπῇ μάχλος, ὁ κατωφε‐
305ρὴς, καὶ παρων (παρώνυμον) μαχλάς. Τοῦτο παρὰ τὸ χαλῶ μαχαλός. Μάψ: Ἐπίρρημα μεσότητος. Μαῖα: Παρὰ τὸ μῶ, τὸ ζητῶ, ἡ κατὰ γαστρὸς ζητουμένη. Σημαίνει δὲ τὴν μάμμαν· ἤ ἐστι μαίω,
310τὸ ζητῶ, ἐξ οὗ καὶ ῥηματικὸν ὄνομα μαῖα, ἡ κατὰ γαστρὸς παιδία ζητοῦσα. Μαίας: Ὁ Ἑρμῆς, παρὰ τὸ μαίεσθαι τὸν λόγον. Μαιμῶ: Τὸ προθυμοῦμαι. Ἔστι μῶ, τὸ προ‐
315θυμῶ, διπλασιασμῷ μαμῶ καὶ μαιμῶ· ἐκ δὲ τοῦ μῶ μαίω, τὸ ζητῶ, οἷον, μαιομένη κευθμῶνα. (Od. νʹ. 367.) Ἐκ δὲ τοῦ μαιμῶ γίνεται μαιμων (Il. οʹ. 742.) ἀρϊχ (Ἀρίσταρχος C.) ἀντὶ τοῦ ἐνθουσιῶν· ἄμεινον
320δὲ κατὰ παράλειψιν τοῦ μ αἱμώων, αἵματος ὀρεγό‐
320μενος. Αἱ γὰρ προθέσεις (προσθέσεις C.) τῶν στοι‐ χείων τῶν πρώτων σύνηθ ἐστὶ τῶν ποιητῶν, οἷον τὴν μάχην, ἄχην τινὰ οὖσαν. Μαιμώωσα, πλεονασμῷ τοῦ μ οἷ(ον) αἱμώωσα, αἵματος ἐπιθυμοῦσα. Ἀπὸ
325ἐμψύχων ἡ μεταφορά. (v. Schol. Il. εʹ. 661.) Μαιμάσσει: Σφύζει, προθυμοῦται (sic), κυμα‐ τοῦται, παρὰ τὸ αἷμα αἱμάσσω καὶ μαιμάσσω· ἢ
παρὰ τὸ μῶ, τὸ ζητῶ,
330 Μαινόλης: Μανοποιὸς ἢ μαινόμενος παρὰ τὸ μαίνω καὶ τὸ ὅλος γίνεται, ὥσπερ τὸ ἔξω ἐξώλης, εἰ καὶ μὴ αὔξει τὸ ο, μὴ δὲ ἔχει εἰς ΟΥΣ τὴν γενικήν. Μαίνω: Σημαίνει τρία. Τὸ παραφρονῶ· μαινόμενε φρένας ἠλέ. (Il. οʹ. 128.)
335καὶ τὸ ἐνθουσιωδῶς ὁρμῶμαι· μαίνετο δ’ ὥς τ’ Ἄρης (Il. οʹ. 605.) καὶ τὸ μανιοποιεῖν· ὡς, ὅς ποτε μαινομένοιο διονύςου τιθήνας σεῦ. (Il. ζʹ. 132.) Ζητ εἰς τὸν Μενέλαον.
340 Μαίνολον: Ὄρος Ἀρκαδίας ἀπὸ Μενάλου υἱοῦ Ἑρμοῦ, ἔνθα ἡ Ἀταλάντη τῷ Ἰάσονι δόρυ ξένιοι ἡλιακόν symbol ἀργ. (δόρυ ξεινήϊον ἐγγυάλιξε Ἀπολλώνιος Ἀργο‐ ναυτικοῖς I. 769.) Μαιμακτηριὼν: Ὁ εʹ παρ’ Ἀθαναίοις μὴν,
345παρὰ τὸ μάσσω, κατὰ ἀναδιπλασιασμὸν μαιμάσσω, καὶ μῶ μαιμῶ καὶ φάσσω παιφάσσω, καὶ ἐξ αὐτοῦ μαιμακτηριὼν ἢ ὀν ἀπὸ Διὸς μαιμάκτου. Μαι‐ μάκτης δέ ἐστιν ὁ ἐνθουσιώδης καὶ ταρακτικός. Ἀρχὴν δὲ λαμβάνοντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ

574*

(350)

μηνὶ ὁ ἀὴρ ταράσσεται καὶ μεταβολὴν ἴσχει. Μαῖρα: Ὑπό τινων ὁ ἥλιος, ἀπὸ τοῦ μαραίνεσθαι ὑπ’ αὐτοῦ πάντα· δὲ λέγεται (λέγεται δὲ) καὶ ὁ κατεστερισμένος τοῦ Ὠρίωνος (ωρ) κύων. Παρὰ τὸ μαίρω, τὸ λάμπω, ἀπὸ τοῦ μαραίνειν, ὅ ἐστι λάμπειν.
355 Μέγα: Σημαίνει τρία· τὸ πολὺ, ὡς τὸ νῦν δ’ ἐμοῖο μέγ’ ἐπεγείρετο (νῦν δ’ ἐμέο πρότερος μάλ’ ἐπέγρετο Il. κʹ. 124.)

574

(27)

Μέγα: Σημαίνει τρία· τὸ πολὺ, ὡς τὸ, Νῦν δ’ ἐμεῖο μέγ’ ἐπέγρετο. Σημαίνει καὶ τὸ μεγάλως, ὡς τὸ,
30 Ἦ κε μέγ’ οἰμώξειε γέρων. Σημαίνει καὶ τὸ ἐπίμηκες, ὡς τὸ, μέγα τόξον ἔτεινεν. Μέγας: Σημαίνει δύο· τὸ κύριον ὄνομα, ὡς τὸ, Καὶ Πέριμον Μεγάδην.
35Σημαίνει καὶ τὸν πλατὺν καὶ μέγαν, ὡς τὸ, Οἵ ἑ μέγαν περ ἐόντα· καὶ, ἠΰς τε μέγας τε. Γίνεται παρὰ τὸ μὴ ἀπαγορευτικὸν, καὶ τὸ γῆ,
40μέγας τὶς ὢν, ὁ μὴ ἀεὶ ἐν τῇ γῇ ὢν, ἀλλ’ ὑπερέχων
40αὐτῆς, καὶ εἰς ὕψος ἐπαιρόμενος. Μεγακήτεα πόντον: Τὸν μεγάλα κήτη ἔχοντα· ἢ ἁπλῶς μέγαν· παρὰ τὸ κῆτος. Μεγακήτεϊ νηῒ, μεγάλῃ, παρὰ τὸ κῆτος· ἢ μέγα κύτος ἐχούσῃ, ὅ ἐστι πλατείᾳ.
45Μεγαλοπρέπεια: Ἐκ τοῦ μεγαλοπρεπής·
45τοῦτο παρὰ τὸ μεγάλως καὶ τὸ πρέπω γίνεται ἐν συνθέσει. Μεγαλεῖον: Ἔστι μύρον ἀπὸ Μεγάλου Σικε‐ λιώτου πρώτου εὑρόντος. Μέγαρον: Ὁ οἶκος· παρὰ τὸ μεγαίρω. Ἐγκώ‐

574

(50)

μιον γὰρ οἴκου τὸ μέγα καὶ ἄξιον φθόνου· τὸ δὲ

574

(50)

μεγαίρω, σημαίνει τὸ φθονῶ· καὶ γίνεται παρὰ τὸ μέγα· οἱ γὰρ μεγάλοι φθονοῦνται, ἢ διὰ πλοῦτον καὶ δόξαν, ἢ δι’ ἀρετήν. Μεγήρατα: Ἡσίοδος, μεγήρατα τέκνα θεάων.
55Μεγάλως ἐπέραστα· ἢ ὑπερήφανα, διὰ τὸ κάλλος·
55ἢ μέγα ἐρίζοντα περὶ κάλλους· ἢ πρὸς οὓς οὐδεὶς
55δύναται ἐρίσαι, ἀλλὰ μετ’ ἀλλήλων ἐρίζειν. Μέγεθος: Παρὰ τὸ μέγα, μέγαθος· καὶ τροπῇ, μέγεθος.

575

Μεδέων: Δωδώνης μεδέων. Ἀντὶ τοῦ βασιλεύων, ὡς φιλέων. Μεδῶ καὶ ἐδῶ,
εἰσὶ καὶ βαρύτονα καὶ περισπώμενα· ἀναλογώτερα
5οὖν εἰσὶ περισπώμενα. Καὶ μέδων, ὁ βασιλεύς.
5Γέγονε δὲ ἀπὸ μετοχῆς ὄνομα μετοχικόν. Τὸ θέμα, μέδω, τὸ βασιλεύω. Γίνεται παρὰ τὸ ἕζω, τὸ καθέ‐ ζομαι, ἕδων καὶ μέδων, ὁ ἑδραίως καθεζόμενος· ἢ παρὰ τὸ μήδω, τὸ βουλεύομαι, μέδω, οἷς εὐβουλίας δεῖ· ὅθεν καὶ βουληφόροι λέγονται· καὶ μέδοντες,
10πρόβουλοι, βασιλεῖς.
10 Μέζεα: Τὰ αἰδοῖα, ὅτι μέσα εἰσὶ τῆς οὐρᾶς, μέσσεα ὄντα· Σικελοὶ δὲ καὶ Ταραντῖνοι μέσα αὐτὰ ἀποκαλοῦσιν. Ἡσίοδος, Καὶ ὑπὸ μέζε’ ἔθεντο. Ἢ κατὰ μετάθεσιν τοῦ δ εἰς ζ, μέδεα.
15Μέθες: Ἄφες, βάλε. Ἀπὸ τοῦ ἵημι, ὁ δεύ‐
15τερος ἀόριστος, ἦν· ἡ μετοχὴ, εἵς ἕντος· τὸ προστα‐ κτικὸν ἕς· καὶ μετὰ τῆς μετὰ προθέσεως, μέθες. Ἕθι ὤφειλεν εἶναι, ἀλλὰ σεσημείωται. Μεθέμεν: Μεθῆσαι, συγχωρῆσαι, καταλιπεῖν. Ἔστι δὲ ἀπαρέμφατον· κατὰ Ἴωνας, ἐνεστώς· ἀπὸ
20τοῦ εἶναι πλεονασμῷ τῆς ΜΕ, ἔμμεναι· καὶ συγκοπῇ,
20ἔμεν· καὶ μετὰ τῆς προθέσεως, μεθέμεν. Ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω, μεθίημι· ὁ παρατατικὸς, μεθίην· τὸ πληθυντικὸν, μεθίεμεν· καὶ τὸ ἀπαρέμφατον, μεθιέμεναι· καὶ κατὰ συγκοπὴν, μεθέμεν χόλον.
25Ἤγουν ἀποπέμψαι τὴν ὀργήν. Μεθείω: Ἀμελήσω, καταλείψω. Ἀπὸ τοῦ μεθῶ μεθείω, ὡς τελῶ τελείω. Μεθίω: Τὸ ΘΙ, μακρόν· τὰ εἰς ω καθαρὸν βαρύ‐ τονα ὑπὲρ δύο συλλαβὰς τῷ ι παραληγόμενα, ἐκτεί‐
30νεται. Τὸ ΘΙ, ι· τὰ διὰ τοῦ ΙΩ ῥήματα ὑπὲρ δύο συλλαβὰς κλινόμενα εἰς μέλλοντα, διὰ τοῦ ι γρά‐ φεται. Μεθήμων, μεθήμονος, ὁ ἀμελής. Ἀπὸ τοῦ μεθῶ μεθήσω μεθήμων, ὡς δειδήσω, δειδήμων
35Μεθύω: Γίνεται ἐκ τοῦ μέθυ, ὃ σημαίνει τὸν
35οἶνον· μέθυ δὲ ὁ οἶνος, ἀπὸ τοῦ μεθίειν καὶ ἀμελεῖν τοὺς πίνοντας αὐτόν. Μεθύω: Παρὰ τὸ μέθη· τοῦτο παρὰ τὸ μὴ θεῖν, ἤγουν τρέχειν· οἱ γὰρ μεθύοντες ἀκίνητοί εἰσι μέχρις ἂν ἀπομεθυσθῶσιν.
40 Μέθυσος: Παρὰ τὸ μέθυ· τοῦτο παρὰ τὸ μέθη· τοῦτο παρὰ τὸ μεθείω, τὸ ἀμελῶ. Ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ ἐμὲ θύειν, ἤγουν σφαγιάζειν.
45 Μεθυμναῖος: Ὁ Διόνυσος· ὅτι μεθ’ ὕμνων ἦλθεν. Τάχα δὲ καὶ παρὰ τὴν μέθην εἴρηται, ὡς μεθυδότης. Μέλαινα: Γίνεται ἐκ τοῦ μέλας μέλανος. Ὁ κανών· τὰ εἰς ΑΣ ὀνόματα περιττοσυλλάβως κλινό‐

575

(50)

μενα, διὰ τοῦ ΝΤ κλίνονται· μέλας, μέλαντος· (ἐξ

575

(50)

οὗ τὸ,

575

(50)

μελάντερον ἠΰτε πίσσα) τάλας, τάλαντος· ἐπεκράτησε δὲ ἡ συνήθεια διὰ τοῦ ν μόνου αὐτὰ κλίνειν.
Μέλας: Ὁ μὴ βλεπόμενος· παρὰ τὸ μὴ, καὶ τὸ λάω, τὸ βλέπω. Αἰολικῶς δὲ μέλαις καὶ τάλαις,
55πλεονασμῷ τοῦ ι· ἐπειδὴ χαίρουσι τῇ βαρείᾳ τάσει,
55ὡς τὸ Πήλευς, χαίρουσι καὶ τῇ βραχυτέρᾳ συλ‐ λαβῇ, τὸ κείρω κέρρω λέγοντες· τούτου χάριν προστιθεῖσι καὶ ὧδε τὸ ι, ἵνα βραχυτέραν τὴν συλ‐

576

λαβὴν ποιήσωσι· τὸ γὰρ α τὸ μακρὸν μεῖζον ἐστὶ τῆς ἐχούσης τὸ ι ἐκφωνούμενον. Ἐπὶ δὲ τοῦ Αἴας οὐ προστίθεται, διὰ τὴν ἐπαλληλίαν· εἰ γὰρ ἦν Αἴαις, ἀλλεπάλληλος εὑρίσκετο ἡ ΑΙ δίφθογγος, καὶ
5ἦν κακόφωνον. Μελανόχροες κύαμοι: Ἰλιάδος νʹ. Τὸ με‐ λάνιππος καὶ μελαγχροίης, παρὰ τὸ μέλαν ἡ σύν‐ θεσις· τὸ δὲ μελανοπτέρυγες καὶ τὰ ὅμοια, παρὰ τὴν μέλανος γενικὴν ἡ σύνθεσις. Ὥστε πῇ μὲν
10τὴν γενικὴν λαμβάνουσιν, ὡς τὸ μελανόχροες· πῇ δὲ τὸ οὐδέτερον, ὡς τὸ μελαγχαίτης, ὡς ὅταν εὕρω‐ μεν δρυπέτης, ἀπὸ τῆς δρὺς εὐθείας λέγομεν εἶναι· τὸ δὲ δρυοκολάπτης, ἀπὸ τῆς δρυὸς γενικῆς. Μελαγχρής: Ἀπὸ τοῦ μελαγχροίης συνε‐
15κόπη.
15 Μέλαθρον: Κυρίως λέγεται τὸ μέσον τῆς στέγης ξύλον τὸ ὑπέρτονον καλούμενον· ἀπὸ τοῦ με‐ λαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. Ὅταν οὖν εἴπῃ Ὅμηρος, Αὐτὴ δ’ αἰθαλόεντος ἀναΐξασα μελάθρου ἕζετο,
20τοῦτο, φασὶ, δηλοῖ· τινὲς δὲ ἁπλῶς, τὸν ὄροφον, ἢ
20τὸν οἶκον.
20 Μελδόμενος: Τηκόμενος. Κυρίως δὲ μέλδειν ἐστὶ τὸ τὰ μέλη ἔδειν, ὅ ἐστιν ἐσθίειν, οἷον μελέ‐ δειν, κατὰ συγκοπήν. Μελεδῶναι: Αἱ τὰ μέλη ἔδουσαι φροντίδες. Ὅθεν Ἡσίοδος γυιοκόρους αὐτὰς λέγει, τὰς ἕως κόρου
25τὰ γυῖα ἀναλυούσας· καὶ οἱ Αἰολεῖς σταλαγμὸν τὴν ὀδύνην λέγουσιν· ἀποστάζουσι γὰρ καὶ ῥέουσιν. Ὅμηρος,
Τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν. Μελεδήματα: Μεριμνήματα, φροντίδες· παρὰ
30τὸ ἔδειν τὰ μέλη καὶ βλάπτειν.
30 Μελέαγρος: Ἐτυμολογεῖ Εὐριπίδης, Μελέαγρε, μελέαν γάρ ποτ’ ἀγρεύεις ἄγραν. μέλεον δὲ, τὸ μάταιον· παρὰ τὸ λέω λῶ, τὸ θέλω, ὃ μὴ λέομεν, τουτέστιν ὃ μὴ θέλομεν· οὐδεὶς γὰρ θέλει τὸ μάταιον. Ἐκ τοῦ λῶ οὖν γίνεται
35ἤλεος καὶ μήλεος· καὶ συστολῇ τοῦ η εἰς ε, μέ‐ λεος. Σημαίνει ἄθλιον, ταλαίπωρον, δυστυχῆ· καὶ
38τὸ θηλυκὸν, μελέη δέ οἱ ἔπλετ’ ἀϋτή.
40Ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι,
40Ῥήβαν ὠκυρόην ποταμὸν ἀκτήν τε μέλαιναν.
40Μελετών: Οἶκος ἐν ᾧ οἱ τραγῳδοὶ ἐμελέτων.
40 Μελετῶ: Δευτέρας συζυγίας ἐστί· γίνεται παρὰ τὸ μελέτη· τὰ γὰρ τῆς δευτέρας συζυγίας ὡς ἐπὶ τὸ πλεῖστον ἀπὸ τῶν εἰς η θηλυκῶν γίνονται. Τὸ δὲ μελέτη, παρὰ τὸ μέλι καὶ τὸ ἐτεὸν, ἡ ἀληθινὴ γλυκύτης. Τὸ δὲ μέλι, παρὰ τὸ μέλω, τὸ φρον‐
45τίζω, ὃ περὶ πολλοῦ ποιούμεθα καὶ φροντίζομεν. Τὸ δὲ μέλω, τὸ φροντίζω, δι’ ἑνὸς λ. Διατί; Ἐπειδὴ οὐδέποτε βαρύτονος ἐνεστὼς δι’ ἑνὸς λ ἐκφέρεται· καὶ διὰ τοῦτο τὰ φθάσαντα γενέσθαι βαρύτονα καὶ τὰ ὅμοια ἄχρι τοῦ παρατατικοῦ κλίνονται, ὡς βαρύ‐

576

(50)

τονα· ἀπὸ δὲ τοῦ παρακειμένου, ὡς περισπώμενα. Μέλω οὖν τὸ φροντίζω, ὡς τὸ, Σοὶ δὲ χρὴ τάδε πάντα μέλειν. Ὅθεν καὶ μελέτη· τὰ γὰρ μαθήματα φροντίδων πολλῶν ἄξια. Τὸ δὲ μέλλω σημαίνει δʹ· τὸ ὀφείλω,
55ὡς τὸ,
55Ὧι μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων·
55καὶ τὸ φαίνω, ὡς τὸ,
55 Οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι· καὶ τὸ πρέπω, ὡς τὸ, Ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις· καὶ τὸ βραδύνω, ὡς τὸ, Τί μέλλεις; Τί ἀναδύῃ;

577

Καὶ μέλλησις, ἡ βραδυτής· καὶ μέλλων, ὁ ἐκεῖθεν χρόνος ἔστι με λύπον. Μέλαινα: Σημαίνει τρία· τὸ σκοτεινὸν, ὡς τὸ, Ἕλκον νύκτα μέλαιναν·
5καὶ τὴν σύνεσιν, ὅθεν καὶ,
5φρένες ἀμφιμέλαιναι·
5καὶ τὸ βαθὺ, ὅθεν καὶ,
5 κρήνη μελάνυδρος, ἡ βαθεῖα. Τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος· φύσει δὲ μέλαν τὸ ὕδωρ· ἀλλὰ λάμπεται ταῖς ἡλια‐ καῖς αὐγαῖς. Μέλη: Ἤτοι συνωνύμως, ἀπὸ τοῦ μεμερίσθαι,
10μέρη καὶ μέλη· ἢ ἀπὸ μεταφορᾶς τῶν μουσικῶν
10μελῶν· ἐπειδὴ παρ’ ἐνίοις ἐδόκουν οἱ ἄνθρωποι μεθ’ ἁρμονίας συνεστάναι. Οὕτως δὲ καὶ τὰ σώματα. Τὰ μέλη, ἤτοι συνωνύμως καὶ αὐτὰ μέρη κατὰ μείζονα καὶ ὁλοσχερεστέραν νοούμενα περιγραφήν· ἢ ἀπὸ τῶν κατὰ μουσικὴν μελῶν· ἐπεὶ κατὰ ἁρμονίαν
15συνίσταται τὸ σῶμα.
15Μέλος: Κατὰ σύγκρισιν τοῦ ἔπους, τὸ μεμε‐
λισμένον· ἢ ἀπὸ τῆς τοῦ μέλιτος γλυκύτητος. Μύρ‐ σιλος δὲ, τὰς ἐν Λέσβῳ γενομένας παρθένους Μού‐ σας ἐπὶ τὰ πένθη φοιτᾶν καὶ θρηνεῖν· ὅθεν ἐπε‐ κράτησε τὰ ᾀδόμενα μέλεα κληθῆναι. Οἱ δὲ, ἀπὸ
20τῆς μελιγήρυος· Πίνδαρος,
20 Μελισσοτεύκτων κηρίων ἐμὰ γλυκερώτερος ὄμφα. Καὶ ἔτι τὸ μέλος τὸ ἑκάστῳ μεμελημένον· καὶ γὰρ μετὰ φροντίδος σκευάζεται. Σημαίνει δύο· τὴν ᾠδὴν, παρὰ τὸ μέλω, τὸ φροντίζω, ἢ παρὰ τὸ ἔλω, τὸ ἐλαύνω· σημαίνει καὶ τὸ μέρος τοῦ σώματος· παρὰ
25τὸ μείρω, τὸ μερίζω, μέρος· καὶ τροπῇ, μέλος. Μελίφρονα πυρόν: Τὸν ἡδύν· παρὰ τὸ μέ‐ λισσα. Καὶ, μελιηδέα θυμὸν, τὴν προσφιλεστάτην ψυχήν.
30Μελιηδέα: Ψιλῶς· ἀρκεῖ γὰρ τὸ μέλι πρὸς τὸ
30ἐμφανίσαι τὴν ἡδονήν. Ὅταν δὲ εἴπῃ,
30 Τυρῷ καὶ μέλιτι γλυκερῷ, οὐκ ἐκ περιττοῦ προστίθησιν, ἀλλὰ πρὸς ἀντι‐ διαστολήν· ἐπεὶ [καὶ] πικρὸν γίνεται [τὸ] μέλι. Μελιτίδης: Καὶ οὗτος τῶν εὐήθων. ὡς ὁ Μαρ‐ γίτης, καὶ ὁ Κόροιβος.
35Μέλισσα: Παρὰ τὸ μέλειν· οἰκονομικὸν γὰρ τὸ
35ζῷον καὶ ἐπιμελές· ἢ ἐκ τοῦ μῆλον, ὃ σημαίνει πάντα τὸν καρπὸν, μήλιζά τις οὖσα, ἡ πᾶσιν ἐφιζά‐ νουσα τοῖς μήλοις· ἡ γὰρ μέλισσα, τῶν ἀνθῶν τὰ χρησιμώτατα συλλέγουσα, τὸ μέλι ποιεῖ, τὰ μὲν καλὰ ἐκλέγουσα, τὰ δὲ φαῦλα ἀπορρίπτουσα. Λέ‐
40γονται δὲ καὶ μέλισσαι καὶ ἱέρειαι παρὰ τῷ ποιητῇ, παρὰ τὴν μέλισσαν τὸ ζῷον καθαρώτατον ὄν. Καὶ μελισσοκόμοι, μελιτουργοὶ, οἱ τὰς μελίσσας κο‐ μοῦντες, τουτέστιν ἐπιμελείας ἀξιοῦντες. Ἀπὸ τῶν εἰς ΑΙ, οἱ Αἰολεῖς, μελισσάων· οἱ δὲ Δωριεῖς.
45πυλέων.
45 Μελίχλωρος: Ἐπίθετον ἐστὶ τοῦ δέους. Μέλινος: Οἷον, μελίνου οὐδοῦ. Παρὰ τὸ μελέα μελέϊνος, ἀποβολῇ τοῦ ε. Μελίνη: Εἶδος ὀσπρίου· λέγεται θηλυκῶς καὶ

577

(50)

ἀρσενικῶς. Μέμνηται Δημοσθένης καὶ Ἡρόδοτος

577

(50)

καὶ Ξενοφῶν.

577

(50)

Μελιταῖα κυνίδια: Λέγεται ὅτι πλησίον Ἰτα‐ λίας νῆσος ἐστὶ Μελίτη, ἐξ ἧς γίνεται· ἢ τὰ μικρὰ, τὰ ἐπιμελείας χρείαν ἔχοντα· παρὰ τὸ μέλω, τὸ φροντίζω. Μέλος: Ἡ ᾠδὴ, ἀπὸ μεταφορᾶς τῶν μελῶν τοῦ
55σώματος· ὥσπερ καὶ ἐπὶ τούτων τὰ μὲν ἐστὶ βραχέα,
55τὰ δὲ, μακρά· καὶ τὰ μὲν εἰσὶν εἰς ἐργασίαν, ὡς ἐπὶ τῶν χειρῶν· τὰ δὲ, εἰς τὸ περιπατεῖν, ὡς ἐπὶ τῶν ποδῶν, καὶ τὰ ὅμοια· οὕτως καὶ ἐπὶ τούτων, τὰ μὲν

578

εἰσὶν ὀξύφωνα· τὰ δὲ, βαρύφωνα· καὶ οὕτως ἀποτε‐ λοῦσι τὴν τῶν ὀργάνων φωνήν. Μέλλω: Τὸ βραδύνω. Παρὰ τὸ μῶ, τὸ ζητῶ, κατὰ παραγωγὴν γίνεται μέλλω· καὶ γὰρ ὁ βραδύ‐
5νων ἀεὶ ἐν ζητήσει ἐστίν. Ἢ παρὰ τὸ τὰ μέλη ἔδειν· ὁ γὰρ φροντίζων τήκεται ὑπὸ φροντίδων· καὶ ἀμελῆσαι, τὸ ἀφροντιστῆσαι. Μελύγειον: Πομάτιον Σκυθικὸν, γινόμενον ἐκ μόνου μέλιτος μεθ’ ὕδατος, βοτάνης τινὸς ἐμβαλλο‐
10μένης.
10 Μέλπηθρα: Παίγνια· παρὰ τὸ μέλπω, τὸ παίζω. Δηΐῳ μέλπεσθαι Ἄρηϊ. Κυρίως, παίζειν· νῦν δὲ, κινεῖσθαι εὐχερῶς, ἢ τέρ‐ πεσθαι εὐχερῶς καὶ ἐμπείρως κατὰ τὴν μάχην· ἢ κινεῖσθαι καθάπερ παίζων καὶ ὀρχεῖσθαι. Γίνεται
15παρὰ τὸ τὰ μέλη (ἤγουν τοὺς ῥυθμοὺς) ἔπειν, ἤτοι
15λέγειν. Μέλπω: Τὸ ὑμνῶ· ἐξ οὗ καὶ μολπὴ, ἡ ᾠδὴ καὶ ὁ ὕμνος· Μέλποντες ἑκάεργον. Ἀντὶ τοῦ ὑμνοῦντες.
20Μελχισεδέκ: Τὸ ΧΙ, ι· ἀπὸ παραδόσεως.
20Μελχὶ λέγεται βασιλεύς· τὸ σεδὲκ, εἰρήνη. Λέγεται
20οὖν βασιλεὺς εἰρήνης· καὶ ἀνάγεται εἰς τὸν Χρι‐ στόν. Μεμαῶτες: Προθυμούμενοι· παρὰ τὸ μέμνω, ὃ δηλοῖ τὸ προθυμοῦμαι, ὁ μέλλων, μεμῶ· ὅθεν καὶ μέμονα, ὁ μέσος παρακείμενος·
25Ἀλλ’ ἄγε πῶς μέμονας;
25Ἀντὶ τοῦ πῶς προθυμῇ; Τούτου ὁ μέσος παρακεί‐
25μενος, μέμακα, ἢ μέμαγκα· καὶ κατὰ συγκοπὴν, μεμακώς· καὶ ἀποβολῇ, μεμαώς. Κλίνεται μεμαό‐ τος, μεμῶτος, κατὰ συναίρεσιν· καὶ πλεονασμῷ τοῦ α ποιητικῶς, μεμαῶτος· τὸ θηλυκὸν, μεμαῶσα, ἢ μεμαυῖα. Ἔστιν εἰς τὸ γεγαυῖα. Ἢ ἀπὸ τοῦ μῶ
30μάσω· ἀφ’ οὗ μεμάκασιν, ἀποβολῇ τοῦ κ. Ἢ ἀπὸ
30τοῦ μῶ, μήσω, μέμηκα, μεμηκώς· κατὰ συστολὴν καὶ ἀποβολὴν, μέμαα μεμαώς. Μέμβλωκε: τῷ δ’ αὖτε φιλομειδὴς Ἀφροδίτη
αἰεὶ παρμέμβλωκεν,
35Ἰλιάδος δʹ, ἀντὶ τοῦ παραμένει, πάρεστιν. Ἀπὸ
35τοῦ μολῶ μολήσω μεμόληκα· καὶ κατὰ συγκοπὴν, μέμληκα· καὶ διὰ τὸ ἀσύντακτον, πλεονασμῷ τοῦ β, γίνεται μέμβληκα· καὶ τροπῇ τοῦ η εἰς ω, μέμ‐ βλωκα. Ἢ ἀπὸ τοῦ μέλω μεμέληκα καὶ μεμέλωκα· καὶ κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ β, μέμ‐
40βλωκα.
40Μέμβλεται: Ἐν φροντίδι ἐστίν· ἀπὸ τοῦ μέλω.
40Καὶ μέμβλεσθαι, τὸ ἐπιμέλεσθαι. Μεμετρέαται: Μετρῶ, μετρήσω, μεμέτρηκα, μεμέτρημαι μεμέτρηνται, καὶ Ἰακῶς μεμετρέαται· παρὰ Ἱππώνακτι, Ὁ μὲν οὖν Βόσπορος καὶ ὁ Πόντος κατὰ πάντα μοι
45μεμετρέαται.
45 Μεμηλώς: Παρὰ τὸ μέλω, τὸ φροντίζω, ὁ μέσος παρακείμενος, μέμελα· καὶ κατ’ ἐπέκτασιν γίνεται μέμηλα· ὅθεν ἡ μετοχή. Ἢ ἀπὸ τοῦ μεμέληκα γέγονεν. Ἰλιάδος εʹ, μέγα πλούτοιο μεμηλώς.

578

(50)

Ἀντὶ τοῦ πάνυ πεφροντικὼς τοῦ πλούτου, καὶ ἐπι‐

578

(50)

μέλειαν αὐτοῦ ἔχων.

578

(50)

Μέμνηι: Ἔστιν εἰς τὸ κάθη. Μεμνῇτο: Ἀπὸ τοῦ μένω, κατὰ συγκοπὴν, μνῶ μνήσω, μέμνηκα, μέμνημαι· τὸ εὐκτικὸν, με‐ μνῄμην μεμνῇο μεμνῇτο. Μεμνέῳτο:
55Ὡς μεμνέῳτο δρόμους,
55Ἰλιάδος ψʹ, ὅπως ἐπισκοποίη καὶ ἐπιμελοῖτο τῶν δρόμων, μή τις περὶ τὸν καμπτῆρα πανουργήσῃ. Προπαροξύνεται, καὶ σὺν τῷ ι γράφεται· ἀπὸ τοῦ

579

μεμνέοιτο, αὐξήσει τοῦ ο εἰς ω, μεμνέῳτο. Ξενοφῶν δὲ μεμνῷτο ἄνευ τοῦ ε· Κράτης δὲ, μεμνοῖτο· τὸ δὲ ἀνάλογον, μεμνῇτο, διὰ τοῦ η, προσκειμένου τοῦ ι· Πίνδαρος δὲ Δωρικώτερον διὰ τῆς ΑΙ, μεμναίατο.
5 Μεμυκέναι: Κρύψαι, κολλῆσαι, ἢ καμμῦσαι· σημαίνει δὲ καὶ ἠχῆσαι. Ἀπὸ τοῦ μυκῶ, ὁ μέλλων, μυκήσω· ὁ παρακείμενος, μεμύκηκα· ὁ μέσος, μέ‐ μυκα· τὸ τρίτον, μέμυκε· καὶ τὸ ἀπαρέμφατον, μεμυκέναι. Ἡσίοδος,
10μέμυκε δὲ γαῖα καὶ ὕλη.
10Ἀντὶ τοῦ ἤχησεν. Εἰ μὲν οὖν σημαίνει τὸν ἦχον οἱονεὶ ἀποτελεῖν, ἀπὸ τοῦ μυκῶ ἐστιν· εἰ δὲ δηλοῖ τὸ συνεσφίχθαι καὶ πεπιλῆσθαι ὑπὸ τοῦ κρύους, δῆλον ὅτι ἀπὸ τοῦ μύω ἐστί. Καὶ Ὅμηρος Ἰλιάδος εʹ, Αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ.
15Ἀντὶ τοῦ ἤχησαν, ἀνεῴχθησαν, ἀπὸ τοῦ παρακολου‐
θοῦντος. Μέμφομαι: Μέμφεται, καὶ ἀποβολῇ τοῦ τ, μέμφεαι. Ἐνεργητικὸν οὐκ ἔχει. [Τοῦτο] γίνεται ἐκ τοῦ μομφή. Μέμφις πόθεν; Παρὰ τὸ μέμφω,
20τὸ λαμβάνω. (?)
20Μενέλας:
20Μενέλας τε καὶ Ἀγαμέμνων.
20Ἀπὸ τοῦ Μενέλαος. Ἀμφίβολον, εἴτε συγκοπῇ
20Μενέλας καὶ Δορύλας, εἴτε κράσει τοῦ ο καὶ α εἰς α μακρὸν, ὡς ἐλέξαο ἐλέξα· ἐπρίαο, ἐπρία· ἐπαι‐ δεύσαο, ἐπαιδεύσα. Μενέσθης: Ὡς ἀπὸ τοῦ ἄργος γίνεται Ἀρ‐ γέστης, οὕτως καὶ παρὰ τὸ μένος Μενέστης, καὶ
25Μενέσθης κατὰ τροπήν.
25 Μεννέας: Ὡς παρὰ τὸ θράσος Θρασέας, καὶ θάλος Θαλέας, οὕτως καὶ παρὰ τὸ μένος Μενέας· καὶ πλεονασμῷ τοῦ ν, Μεννέας. Μέταβος: Υἱὸς Ἀλίβαντος. Ἡρακλέα λέ‐ γεται ἐπὶ τὰς Γηρυόνου βοῦς ἀπιόντα ξενισθῆναι
30παρὰ Ἀλύβαντι, καὶ τότε γεννηθῆναι τὸ παιδίον· καὶ διὰ τοῦτο Μέταβον προσαγορευθῆναι, ἐπεὶ μετὰ τοὺς βοῦς τοῦ Γηρυόνου ἵει. Μένω: Τὸ προθυμοῦμαι, ἐξ οὗ καὶ μένος· μένω, τὸ ἐπιμένω· καὶ μῆνις, ἡ πολυχρόνιος μνησικακία.
35Ταῦτα διὰ τοῦ ε ψιλοῦ· μαίνω δὲ, τὸ ὀργίζομαι, διὰ διφθόγγου. Μενέλαος: Παρὰ τὸ μένος, ὃ σημαίνει τὴν ψυχικὴν προθυμίαν, καὶ τὸ λαός, γίνεται μενόσλαος· ἀλλὰ τὰ εἰς ΟΣ ὀνόματα ἐν τῇ συνθέσει τῆς ἐπαγο‐
40μένης λέξεως τῆς ἀπὸ συμφώνου ἀρχομένης ἀπο‐
40βάλλει τὸ ς καὶ φυλάσσει τὸ ο· οἷον, θεὸς, Θεό‐ δωρος· λόγος, λογοποιός· καὶ δῆμος, Δημοσθένης. Καὶ τὸ Ἀττικὸν, ὁ Μενέλεως. Πόθεν γίνεται; Παρὰ τὸ μένω καὶ τὸ λεὼς, καὶ γίνεται Μενώλεως· ἀλλὰ τὰ εἰς ω λήγοντα ῥήματα δισύλλαβα βαρύ‐
45τονα σύνθετα μετὰ τοῦ ἀμεταβόλου τρέπουσι τὸ ω εἰς ε· οἷον φέρω, φερέοικος· μένω, Μενέλαος· πλὴν τοῦ τέρπω, τερπικέραυνος. Δεῖ δὲ γινώσκειν, ὅτι οὐ πάντοτε ποιοῦσιν οἱ Ἀττικοὶ ἰδίαν κλίσιν, ἀλλ’ ἐπὶ τῶν ἐκτεταμένον ἐχόντων τὸ α.

579

(50)

Μένος: Παρὰ τὸ μένω, τὸ παραμένω, μένος, ὡς παρὰ τὸ σθένω, σθένος. Σημαίνει τρία· ἐπὶ μὲν τοῦ θυμοῦ, μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντ’,
55Ἰλιάδος αʹ, ἀντὶ τοῦ θυμοῦ, ὀργῆς. Ἐπὶ δὲ τῆς
55ἰσχύος,
55Δῶκε μένος καὶ θάρσος.
55Ἀντὶ τοῦ ἰσχὺν καὶ δύναμιν. Καὶ πάλιν,
55Ἔτι μοι μένος ἔμπεδόν ἐστιν.
55Ἐπὶ δὲ τῆς ψυχῆς, “μένος Ἄρηος,” περιφραστι‐ κῶς ὁ πόλεμος. Παρὰ τὸ μένος γίνεται μενεαίνω· καὶ σημαίνει τρία· ἐπὶ μὲν τοῦ χολοῦσθαι, οὐδέ τι σε χρὴ ἀσκελέως αἰεὶ μενεαινέμεν.

580

Ἐπὶ δὲ τοῦ προθυμεῖσθαι, Μενέαινε δὲ κῦδος ἀρέσθαι. Ἐπὶ δὲ τοῦ λειποψυχεῖν, Κτεινόμενος μενέαινεν.
5Μενδήσιος: Ἐκ τοῦ Μένδης Μένδητος Μεν‐
5δήσιος, τροπῇ τοῦ τ εἰς ς. Μένδης δὲ λέγεται
5παρ’ Αἰγυπτίοις ὁ τράγος. Ἢ ὅτι τοπικόν ἐστιν,
ὡς θαλάσσιος, οὐράνιος. Μενθῆραι: Αἱ φροντίδες, οἱονεὶ μενεοθῆραι, αἱ θηρώμεναι τὸ μένος, τουτέστι τὴν ψυχήν· οὐ γὰρ ἄλλῳ θηρᾶται ἡ ψυχὴ καὶ κρατεῖται ἢ ταῖς φρον‐
10τίσιν.
10Μενοεικές: Τὸ τῷ τε μένει καὶ τῇ ψυχῇ εἰκὸς
10καὶ ἀρεστόν.
10 Μέντοιγε: Ἐπίρρημα μεσότητος· ἐκ τοῦ μὲν συνδέσμου καὶ τοῦ τοὶ παραπληρωματικοῦ συν‐ δέσμου. Μενοῦνγε: Ἐκ τριῶν συνδέσμων, [καὶ ση‐ μαίνει] τὸ ἀληθές.
15Μέριμνα: Ὡς παρὰ τὸ λεπίζω γίνεται λέ‐
15παδνα, οὕτως καὶ παρὰ τὸ μερίζω, μέριδνα, καὶ τροπῇ
15τοῦ δ εἰς μ. Μεριμνῶ: Παρὰ τὸ μέριμνα· τοῦτο παρὰ τὸ μερίζω, μερίσω, μεμέρικα, μεμέρισμαι, μέριμνα· ἐτυμολογεῖται δὲ παρὰ τὸ μερίζειν τὸν νοῦν. Μέρη: Ἀπὸ τοῦ μεμερίσθαι, καὶ ἄλλο ἄλλου
20διαφέρειν· συστατικὰ δὲ τοῦ ὅλου σώματός ἐστι. Μέρμις: Ἐκ τοῦ εἴρω ἔρμις, καὶ πλεονασμῷ τοῦ μ μέρμις. Μέρμερα ἔργα: Τὰ μερίμνης καὶ φροντίδος ἄξια, ἐξ οὗ χαλεπά.
25 Μερμήριξε: Παρὰ τὸ μείρω, τὸ μερίζω, ἀφ’ οὗ τὸ φροντίζω. Ἀλλ’ ὅγε μερμήριξεν. Εἰς μέρη ἐμερίζετο, ἐμερίμνα. Καὶ διάνοια μὲν, ἡ ἑδραία· μέριμνα δὲ, ἡ μεριζομένη. Ἀπὸ τοῦ με‐
30ρίζω, διπλασιασμῷ, καὶ τροπῇ τοῦ ε εἰς η, μερμη‐
30ρίζω· οἱ γὰρ φροντίζοντες μερίζονται τὴν γνώμην. Ἀπὸ τοῦ ἐπὶ τάδε καὶ τάδε μερίζεσθαι τὴν ψυχὴν τοῦ μεριμνῶντος. Ὅθεν καὶ μέρμηρας τὰς με‐ ρίμνας ἔνιοι λέγουσι. Τὸ δὲ μερίζω, παρὰ τὸ μείρω μερῶ μερίζω· ἢ παρὰ τὸ μέρος· τοῦτο, παρὰ τὸ
35μειοῦσθαι πρὸς τὸ ὅλον· ἢ παρὰ τὸ μείρω· μερίζεται
35γὰρ κατ’ ἐκεῖνα τὰ μέρη τὸ σῶμα. Καὶ τὸ μηρὸς δὲ, ὁμοίως.
Μέροψ: Συνώνυμον· γίνεται παρὰ τὸ μείρω, τὸ μερίζω, ὁ μεμερισμένην τὴν ὄπα (ὅ ἐστι τὴν φωνὴν) ἔχων καὶ ἔναρθρον, ὡς πρὸς σύγκρισιν τῶν ἄλλων
40ζῴων· ἐπειδὴ, ἐὰν εἴπω ἄνθρωπος, μερίζεται εἰς
40συλλαβάς. Ἢ ὅτι οὐ πάντες τὴν αὐτὴν φωνὴν ἔχουσι. Μέσος: Παρὰ τὸ μερίζω μερίσω, μεριστός· καὶ συγκοπῇ, μέσος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ μέρη ἴσα ἔχειν· ὅθεν καὶ μεσίτης, ὁ μεσάζων.
45Μεστός: Παρὰ τὸ ἕω, τὸ πληρῶ· ὁ μέλλων,
45ἕσω· ἐκ τούτου ἑστὸς, ὁ πλήρης· καὶ πλεονασμῷ τοῦ μ, μεστός· καὶ οὐδέτερον, μεστὸν, τὸ πλῆρες. Μεταλλῶ: Δευτέρας συζυγίας τῶν περισπω‐ μένων· καὶ σημαίνει τὸ πολυπραγμονῶ· καὶ γίνεται ἐκ τοῦ μέταλλον. Καὶ τί μετέχει τὰ μέταλλα

580

(50)

πρὸς τὸ μεταλλῶ; Ἐπειδὴ ταῦτα ἐρεύνης οὐ τῆς τυχούσης, ἀλλὰ καὶ τῆς ἀναγκαίας δέονται. Μέ‐ ταλλον δὲ σημαίνει τὸν τόπον ἐν ᾧ ὁ χρυσὸς τίκτε‐ ται, ἢ τὴν χρυσῖτιν γῆν· καὶ γίνεται παρὰ τὸ μῶ, τὸ ζητῶ, ἀπὸ τοῦ ζητεῖν ἐν αὐτῷ τί. Καὶ τὸ ζη‐
55τεῖν μεταλλᾶν ἔλεγον· καὶ οἱ ἐργαζόμενοι μεταλ‐ λεῖς. Μετάφρενον: Ἡ μετὰ τὸ ἔσχατον σημαίνει καὶ τὸ ὀπίσω, ὡς τὸ, Μετ’ Ἀχιλῆα καὶ μετὰ Θησέα.

581

Σημαίνει καὶ τὴν ἄνω σχέσιν, ὡς τὸ μέτωπον. Ὧδε δὲ τὸ ἔσχατοι (ὡς εἴπομεν) σημαίνει, τὸ ἀπὸ τοῦ ἥπατος καὶ τῆς κοιλίας· ἀπὸ γὰρ τούτων ἐστὶν ἐκεῖνο.
5Μέσος: Παρὰ τὸ μετέχειν τοῦ ἴσου.
5 Μεσόδμη: Μεσοδόμη συγκοπῇ. Μεσαύλιος: Ἡ κατὰ τὸν ἀγρὸν ἔπαυλις· Ἀτ‐ τικῶς καὶ τὴν μέσην τοῦ πυλῶνος καὶ τῆς αὐλῆς, ἢ τῆς ἀνδρωνίτιδος καὶ γυναικωνίτιδος. Μεσότητος: Μεσότητος λέγεται εἶναι ἐπιρρή‐
10ματα ἀπὸ τοῦ μεταξὺ εἶναι ὀνόματος καὶ ῥήματος οἷον ἀπὸ τοῦ φιλοσοφῶ, καὶ φιλόσοφος καὶ φιλοσό‐ φως. Τοῦτο δ’ οὐκ ἀεὶ εὑρίσκεται· διὸ καὶ σεσυ‐ κοφάντηται· τὸ γὰρ καλῶς καὶ σοφῶς ῥῆμα οὐκ ἔχει παρακείμενον. Βέλτιον οὖν σημειώσεις ποιό‐
15τητος δηλωτικὰς αὐτὰς καλεῖν. Ὦρος.
15 Μέσμα: Πόλις κτισθεῖσα ὑπὸ Λοκρῶν ὁμωνύ‐ μως τῷ ποταμῷ. Ὦρος. Μετάφρενα: Τὰ ὄπισθεν τῆς κεφαλῆς, ἤγουν μετὰ τὰς φρένας· ἐν τῇ κεφαλῇ γὰρ αἱ φρένες. Μετάφρενα: Τὰ νῶτα· ὅτι ἐξόπισθεν τῶν φρε‐
20νῶν κεῖται. Φρένες δὲ ὑμένες εἰσὶ μεταξὺ τῆς καρδίας καὶ τοῦ ἥπατος. Μετριοπαθεῖν: Ἐκ μέρους τὰ πάθη κατα‐ δέχεσθαι, συγγινώσκειν. Μεσημβρία: Παρὰ τὸ μέσος καὶ τὸ ἡμέρα
25γίνεται μεσημερία καὶ μεσημβρία. Μεταμέλειν: Σχῆμα παρασύνθετον, ἐκ τοῦ μεταμέλομαι καὶ μετανοῶ καὶ μεταγινώσκω.
33 Μετέῃσι: Τὸ θέμα, εἰμί· ἡ μετοχὴ, εἲς ἔντος· καὶ τὸ ὑποτακτικὸν, ὦ, ᾖς, ᾖ· καὶ πλεονασμῷ τῆς
35ΣΙ συλλαβῆς, ᾖσι· καὶ τοῦ ε ποιητικῶς, ἔῃσι καὶ μετέῃσι. Μετεωρισμός: Ἐκ τοῦ μετεωρίζω· τοῦτο παρὰ τὸ μετέωρος· τοῦτο παρὰ τὸ ἀείρω, τὸ κουφίζω· ῥη‐ ματικὸν ὄνομα, ἄειρος· καὶ τροπῇ τοῦ α εἰς ο,
40ὄειρος· καὶ ἐν ὑπερθέσει, ἔοιρος· καὶ τροπῇ τῆς ΟΙ
40διφθόγγου εἰς ω, ἔωρος· καὶ μετὰ τῆς μετὰ προ‐ θέσεως, μετέωρος, ὁ κοῦφος. Τὸ δὲ αὐτὸ δηλοῖ καὶ τὸ μεταχρόνιος. Μετέωρος οὖν, παρὰ τὸν ὦρον, ὃ σημαίνει τὸν χρόνον. Μετανάστης: Ὁ μέτοικος καὶ φυγάς· ἐκ τῆς
45μετὰ προθέσεως καὶ τοῦ νάσσω, τὸ οἰκῶ. Μέτρον: Ὡς ἀπὸ τοῦ φέρω γίνεται φέρτρον, οὕτως καὶ ἀπὸ τοῦ μείρω, τὸ μερίζω καὶ ἀριθμῶ, γίνεται μέρτρον· καὶ ἀποβολῇ τοῦ ρ, μέτρον. Οὕτως καὶ ἀπὸ τοῦ δείρω δέρτρον.

581

(50)

Μέτριον: Τὸ ταπεινόν· παρὰ τὸ μετρῶ τὸ ὑποταπεινούμενον· τοῦτο παρὰ τὸ μέτρον· τὸ δὲ μετροῦν, μεθοροποιοῦν ἐτυμολογεῖται. Μέτωπον: Ἔστιν ἐνταῦθα πρόθεσις ἀντὶ προ‐ θέσεως· τουτέστιν ὑπέρωπον, τὸ ὑπὲρ τοὺς ὦπας ὄν.
55καὶ ἐπίρρημα μετωπηδὸν,
55 Τὰς φάλαγγας μετωπηδὸν στησάμενοι, ἀντὶ τοῦ ἔμπροσθεν τῶν ὠπῶν, τουτέστι τῶν ὀφθαλ‐ μῶν. Μείων: Παρὰ τὸ μείων (ὁ ἐλάττων) μεῖστος,

582

ὡς πλείων πλεῖστος, τῷ λόγῳ τῶν συγκριτικῶν. Μεῖον: Παρὰ τὸ μέρος, μερίων· καὶ ἀποβολῇ τοῦ ρ, μεΐων· καὶ συναιρέσει τοῦ ε καὶ ι εἰς τὴν ΕΙ δίφθογγον γίνεται μείων μείονος· τὸ οὐδέτερον, τὸ
5μεῖον. Σημαίνει δὲ τὸ μικρόν· ὅθεν καὶ ΜΕΙΟ‐
νεκτεῖν, τὸ μεῖον ἔχειν. Καὶ ἔστιν ἐναντίον τὸ μειονεκτεῖν τῷ πλεονεκτεῖν· καὶ μειονεκτεῖσθαι, τὸ μικροῖς ἡττᾶσθαι, καὶ οἷον ἐπὶ μικρῶν ἔχεσθαι, τουτέστι κρατεῖσθαι. Ἢ ἀπὸ τοῦ μικρὸς γίνεται,
10ἢ ἀπὸ τῆς μιᾶς· τῆς γὰρ μιᾶς οὐδέν ἐστιν ἐλαττό‐ τερον. Μείζων: Εἴδους τῶν παραγώγων συγκριτικοῦ. Ἐκ τοῦ μέγας ὁ πρῶτος τύπος, μεγάτερος· ὁ δεύ‐ τερος, μεγίων· ὁ τρίτος, μέσσων· καὶ τροπῇ Αἰολικῇ
15τῶν δύο ΣΣ εἰς ζ, μέζων· καὶ πλεονασμῷ τοῦ ι,
15μείζων. Τὸ δὲ μέγας, εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι πρός τι ἔχον· πρὸς γὰρ τὸ μικρὸν ἔχει. Μειδιῶ: Παρὰ τὸ μεῖον γίνεται· ὁ γὰρ μειδιῶν μείονι κέχρηται γέλωτι. Καὶ παρὰ τὸ μειδιῶ γίνεται Μειδίας ὄνομα κύριον, ὡς παρὰ τὸ φείδω Φειδίας.
20 Μειδύλος: Οὕτως ἐλέγετο ὁ πατὴρ Βακχυ‐ λίδου· καὶ γίνεται παρὰ τὸ μειδιῶ, ὡς παρὰ τὸ φείδω Φειδύλος. Εἰς τὸ ἀμειδής. Μείλινος: Σημαίνει τὸν ἀπὸ μελίας γεγενημένον. Παρὰ τὸ μελία γίνεται μελίϊνος· καὶ συγκοπῇ,
25μέλινος, καὶ πλεονασμῷ τοῦ ι, μείλινος, ὡς καὶ παρὰ τὸ μέλας μέλανος, Μείλανι πόντῳ· καὶ Μελανίων, Μειλανίων. Μειλίγμαυα: Σημαίνει τὰ πραϋντικά. Ἀπὸ
30τοῦ μειλίσσω, μείλιγμα.
30Μείλια: Σημαίνει τὰ προικῷα πράγματα, τὰ
30ἐξώπροικα· παρὰ τὸ μειλίσσω γίνεται. Ἰλιάδος ιʹ, πολλὰ δ’ ἐπὶ μείλια δώσω. Τὸ ἑξῆς, Ἐπιδώσω μείλια, οἷς μειλίσσονται τοὺς ἄνδρας. Τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην τὴν ψυχήν.
35Μείλιχος καὶ Μειλίχιος: Σημαίνει τὸν πρᾶον
35καὶ πραϋντικόν. Γίνεται ἀπὸ τοῦ μέλι, ὥς τινές φασιν· ἢ παρὰ τὸ μέλος γίνεται μελίσσω· καὶ πλεονασμῷ τοῦ ι, μειλίσσω, καὶ ἐκεῖθεν μείλιχος, ὡς ταράσσω τάραχος. Ἢ ἀπὸ τοῦ μέλος μελι‐ κός· καὶ τροπῇ τοῦ κ εἰς χ, καὶ ἀναβιβασμῷ τοῦ
40τόνου, μέλιχος, ὡς Ὀλυμπικὸς, Ὀλύμπιχος· καὶ πατρικὸς, πάτριχος· καὶ πλεονασμῷ τοῦ ι, μεί‐ λιχος· εἶτα πάλιν κατὰ ἀποβολὴν τοῦ ι, καὶ διπλα‐ σιασμῷ τῶν συμφώνων Αἰολικῶς, γίνεται μέλλιχος, ὡς κείρω, κέρρω. Οὗτοι δὲ κακῶς λέγουσιν, ὡς
45λέγει ὁ Ἡρωδιανός· ὅτι οὐδέποτε οἱ Αἰολεῖς ἐπὶ
45τοῦ πλεονασμοῦ τοῦ ι ἀναδιπλασιάζουσι τὰ σύμ‐ φωνα· οἷον, τὸ κενὴ γίνεται κεινὴ, καὶ οὐ γίνεται παρ’ αὐτῶν κέννη· τὸ γὰρ ξέννος, οὐκ ἀπὸ τοῦ ξεῖνος, ἀλλ’ ἀπὸ τοῦ ξένος ἐστίν· ἐπὶ γὰρ τῶν βραχέων ποιοῦσιν ἀναδιπλασιασμόν· οἷον, θεράπων, θερράπων·

582

(50)

ἔνη, Ἔννη· ἔστι δὲ ὄνομα πόλεως.

582

(50)

Μείρεται: Εἰ μὲν σημαίνει τὸ μερίζεται, γίνεται ἀπὸ τοῦ μέρος μέρω μέρομαι· καὶ πλεονασμῷ τοῦ ι, μείρομαι· εἰ δὲ σημαίνει τὸ ἐπιθυμεῖ, γίνεται ἀπὸ τοῦ ἵμερος ἱμέρω καὶ ἱμείρω· τὸ παθητικὸν, ἱμείρομαι· τὸ τρίτον, ἱμείρεται· καὶ κατὰ ἀφαί‐
55ρεσιν, μείρεται.
55 Μεῖραξ: Παρὰ τὸ εἴρω, τὸ λέγω, γίνεται εἶραξ· ὅθεν εἰράκιον καὶ μειράκιον· καὶ πλεονασμῷ τοῦ μ, μεῖραξ, ὁ δυνάμενος ἤδη λέγειν. Ἰστέον δὲ ὅτι

583

θηλυκῶς λέγεται· καὶ κρεῖττον λέγειν αὐτὸ ἀπὸ τοῦ ἱμείρω ἱμεῖραξ καὶ μεῖραξ, ἡ τοιούτου χρόνου οὖσα, ὥστε καὶ ἐπιθυμεῖσθαι. Μείς: Σημαίνει τὸν μῆνα. Μὴν ἦν· καὶ ἐτράπη
5τὸ η Δωρικῶς εἰς τὴν ΕΙ δίφθογγον· ἐπειδὴ τὰ εἰς ν λήγοντα ἀρσενικὰ οὐ θέλει ἔχειν πρὸ τοῦ ν δί‐ φθογγον, οἷον σωλὴν, Πλάτων· ἔτρεψε τὸ ν εἰς ς, καὶ ἐγένετο μείς. Πρόσκειται, “ἀρσενικά,” διὰ τὸ χρυσοῦν, οὐδέτερον. Ἔστι δὲ ἄκλιτον· εἰ γὰρ
10ἐκλίνετο, μενὸς εἶχεν εἶναι ἡ γενική. Ἢ παρὰ τὸ μεῖος γίνεται· ὡς δὲ παρὰ τὸ ῥήσσω ῥηγμὶς, οὕτως καὶ παρὰ τὸ μειῶ, μείς. Ἐσχημάτισται μακρῶς τε ἅμα καὶ ὀξυτόνως. Παρὰ τὸ μεῖος μειῶ εἴρη‐ ται, ὅτι μειουμένης εἰς ἄκρον τῆς σελήνης, πλη‐
15ροῦται ὁ μήν. Τὸ δὲ μὴν γίνεται ἀπὸ τοῦ μήνη, ὃ
15σημαίνει τὴν σελήνην· δι’ αὐτῆς γὰρ τελειοῦται ὁ μήν. Ἢ παρὰ τὸ μεῖον, τὸ μικρὸν, γίνεται μειήν· καὶ συγκοπῇ, μὴν, ἡ εἰς ἄκρον ἐλάττωσις καὶ ἀπο‐ τερμάτωσις τῆς σελήνης. Τὸ δὲ μήνη, ἢ ἀπὸ τοῦ μῆνις, ὃ σημαίνει τὴν ὀργήν· αὐτῇ γὰρ τὸ πάθος
20ἀνάπτουσιν· ἢ ἀπὸ τοῦ μὴ μένειν ἐν τῷ αὐτῷ, ἀλλὰ
20ποτὲ μὲν μειοῦσθαι, ποτὲ δὲ αὔξεσθαι. Τὸ δὲ μῆνις, παρὰ τὴν μανίαν, μάνις τὶς οὖσα· ἐοίκασι γὰρ μαινομένοις οἱ ὀργιζόμενοι. Ἢ παρὰ τὸ μένω, τὸ ἐπιμένω, ἡ ἐπιμένουσα ὀργή· ἢ παρὰ τὸ ἐμμένειν τῷ μηνιῶντι καὶ ὀργιζομένῳ· ἔνθεν [ὀργίζεσθαι μὲν
25τὸ] πρὸς φίλους καὶ ἰδίους καὶ υἱούς· μηνίειν δὲ, τὸ
πρὸς ἐχθρούς· ἐφ’ ὧν μὲν γὰρ ταχὺ διαλλάττονται, ἐφ’ ὧν δὲ ἐπιμένουσι πολὺ μνησικακοῦντες· καὶ ἀπομηνίσας, τὸ μνησικακήσας καὶ ὀργισθείς. ἀπὸ δὲ τοῦ μῆνις μηνίω, ὡς μῆτις μητίω. Ἔστι
30καὶ μηνιῶ μηνιᾷς ἀπὸ τοῦ μηνίω μηνίσω γινό‐ μενον.
31 Μήνιγγες: Λέγονται οἱ σκέποντες ὑμένες τὸν ἐγκέφαλον, διὰ τὸ μένειν ἐν αὐταῖς τὸν ἐγκέφαλον. Μήδεα: Ἐπὶ τῶν αἰδοίων, παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆς γενέσεως· ἐκτάσει τοῦ ε εἰς η. Λέ‐
35γεται δὲ μήδεα καὶ τὰ βουλεύματα. Ἡ εὐθεῖα, μῆδος. Μῃονία: Ἡ Λυδία. Γίνεται ἐκ τοῦ Μαιὼν Μαιόνος (ἔστι δὲ ὄνομα κύριον) Μαιονία· καὶ τροπῇ τοῦ α εἰς η, Μῃονία. Ὁ κανών· τὰ εἰς ΩΝ ὀξύτονα
40τῇ ΑΙ διφθόγγῳ παραληγόμενα, εἰ μὲν ὦσιν ἐθνικὰ,
40τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς· οἷον, Παιὼν Παιόνος, Παιόνας ἄνδρας ἄγων. Μαιὼν Μαιόνος· εἰ δὲ μὴ ὦσιν ἐθνικὰ, φυλάττει τὸ ω· οἷον, βαιὼν βαιῶνος· ἔστι δὲ εἶδος ἰχθύος· Παιὼν
45Παιῶνος κύριον.
45Μήνυμα: Παρὰ τὸ μηνύω· τοῦτο παρὰ τὸ
45ἀνύω, ὃ σημαίνει τὸ διέρχομαι· πλεονασμῷ τοῦ μ, μανύω. Ἢ παρὰ τὸ μνῶ μνύω· καὶ πλεονασμῷ τοῦ η. Μήλη: Ἡ ἰατρικὴ, δι’ ἧς ψηλαφᾶται τὰ πονού‐ μενα· μηλοῦν γὰρ τὸ ψηλαφᾶν λέγεται· καὶ μήλω‐

583

(50)

θρα, τὰ πορφυρᾶ βάμματα. Γίνεται παρὰ τὸν μήσω

583

(50)

μέλλοντα δηλοῦντα τὸ ἐργάζομαι. Ὅμηρος φησὶ, Μήσατο ἔργα. Μήλη οὖν, ἡ πολλῶν κατὰ τὴν ἰατρικὴν ἐργάτις. Μήθομαι: Παρὰ τὸ μήθω δηλοῦν τὸ μανθάνω· ὃ γίνεται κατὰ τροπὴν τοῦ δ εἰς θ, ἀπὸ τοῦ μήδω.
55Ὁ δεύτερος ἀόριστος, ἔμαθον· ἀφ’ οὗ τὸ μαθεῖν.
55 Μηκώνη: Εἴρηται οὕτως, ὅτι ἐνταῦθα πρῶτον εὗρε τὸν τῆς μήκωνος καρπὸν ἡ Δημήτηρ. Μήκων δὲ ἡ βοτάνη, παρὰ τὸ μῆκος ἐστί· μῆκος δὲ, τὸ
ἐπιπολὺ ἧκον μακρόν.

584

Μήκιστος: Παρὰ τὸ μακρὸς μακρίων καὶ μα‐ κίων· καὶ τροπῇ μηκίων· ἔνθεν τὸ μήκιστος. Μῆλα: Πάντα τὰ τετράποδα· ὅθεν καὶ πᾶσα βύρσα μηλωτὴ λέγεται· κατὰ περικράτησιν καὶ τὰ
5πρόβατα καὶ αἶγες, ἐπειδὴ καρποφορεῖ ταῦτα τῇ τριχί· κείρεται γὰρ, καὶ πάλιν φέρει. Φησὶ γοῦν ἐπεξηγούμενος, προθεὶς τὸ γένος, ἐπήνεγκε τὰ βʹ εἴδη· καὶ σημαίνει γʹ· μῆλον, Μῆλ’ ὄϊές τε καὶ αἶγες.
10Λέγεται δὲ καὶ ὁ καρπὸς τῆς μηλέας. Λέγεται δὲ
10μῆλα [καὶ] πάντα τὰ δένδρα, [ὡς] ὅταν λέγῃ, Αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. Ἀντὶ τοῦ σὺν τοῖς καρποῖς. Μῆλα: Τὰ πρόβατα· οἱ μὲν, ἀπὸ τοῦ μηκᾶσθαι· ὅπερ ἀνάρμοστον· ἄλλοι δὲ, ἀπὸ τοῦ μηλώδη καρπὸν
15ἔδεσθαι· Ἄτταλος δὲ, παρὰ τὸν μαλλόν. Ἐγὼ δέ
15φημι ὅτι μᾶλλον ἀπὸ τοῦ μῆλα ὁ μαλλὸς εἴρηται. Ἀπὸ γοῦν τοῦ μέλω καὶ μέλομαι γίνεται μῆλον καὶ μῆλα· ἐπιμελείας γὰρ ἠξίωντο, καὶ διὰ πολλῆς φροντίδος ἦσαν τοῖς παλαιοῖς. Ἢ παρὰ τὸ μηλὸν, τὸ ἥσυχον καὶ ἥμερον καὶ χαῦνον· τοιοῦτον γὰρ τὸ
20πρόβατον. Ὁ δὲ καρπὸς, κατ’ ἐξοχήν· πᾶς γὰρ
20οὕτως ἐλέγετο· οἷον,
20 καὶ αὐτοῖς ἄνθεσι μήλων. Ἀνεστραμμένως δ’ εἴρηται· ἔδει γὰρ εἰπεῖν ἀνθέων. Ἰλιάδος ιʹ. Μηλωτή: Προβάτειος δορά· ἀπὸ τοῦ μῆλα· ἢ
25ἀπὸ τοῦ μηλώσω. Μηρός: Παρὰ τὸ μέλος, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ ἐκτάσει τοῦ ε εἰς η· ἢ παρὰ τὸ μέρος, ἢ παρὰ τὸ μείρω, διὰ τὸν μερισμὸν τοῦ σώματος.
30Μήρυμα: Ἀπὸ τῆς ὑποστατικωτέρας ὑπάρξεως
30εἰς τὸ μεῖον καὶ ἔλαττον ἕλκεσθαι· οἱ δὲ, μόρημα, ἐπεὶ διὰ πόνου ἐργάζονται· μορεῖν γὰρ τὸ πονεῖν. Μήρινθος: Ἡ σχοῖνος· καὶ μηρίνθους, σχοι‐ νία, σπάρτα, δεσμούς· παρὰ τὸ μύρεσθαι καὶ καταρ‐ ρεῖν ἐν τῷ μύρεσθαι αὐτοὺς, τουτέστι συνάγεσθαι· ἢ
35παρὰ τὸ μύρεσθαι καὶ ἕλκεσθαι ἐν τῷ γίνεσθαι. Μήρινθος: Ἡ σπάρτος· παρὰ τὸ μύρεσθαι καὶ καταρρεῖν ἐν τῷ κλώθεσθαι αὐτὴν, ἤτοι νήθεσθαι. Μηρυκισμός: Ἐκ τοῦ μηρυκίζω· τοῦτο ἐκ τοῦ μηρύκω· μηρύκειν γὰρ λέγεται τὸ ἐκ βάθους ἀρύ‐
40εσθαι καὶ εἰς μικρὰ κόπτειν. Τοῦτο παρὰ τὸ μηρύω, τὸ ἀναλέγομαι· τοῦτο παρὰ τὸ μέρος μερύω καὶ μηρύω, τὸ εἰς μέρη κοπτόμενον. Μήτηρ: Παρὰ τὸ μὴ τηρεῖσθαι· αἱ γὰρ γυ‐ ναῖκες, πρὶν γένωνται μητέρες, φυλάττονται πρὸς τὸ
45μὴ λυμανθῆναι τὴν αὑτῶν παρθενίαν· ἡνίκα δὲ γέ‐ νωνται μητέρες, οὐ τηροῦνται. Ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, ἡ ὑπὸ τῶν τέκνων ζητουμένη· ἢ ἡ μαστεύουσα τὰ πρὸς τροφὴν τοῖς κυηθεῖσιν· ἢ ὅτι φυσικῶς αὐτὰ
μαστεύει τὰ κυηθέντα ἡ μήτηρ. Ἢ ἐκ τοῦ ματῶ,

584

(50)

μάτηρ καὶ μήτηρ, ὡς μάτις μῆτις, ἡ τῶν ἀδήλων ζητητική. Τὸ ΜΗ, η· ἐκ τοῦ μήσω μέλλοντος. Ζήτει εἰς τὸ ἀστήρ. Μήτρα: Παρὰ τὸ μήτηρ μήτερος μήτερα· καὶ συγκοπῇ μήτρα, ὅτι μήτηρ ἐστὶ τοῦ γεννωμένου.
55Ὡς πατὴρ πάτρα κατὰ μετάθεσιν τοῦ ρ, καὶ μήτηρ
55μήτρα.
55 Μῆτις: Σύνεσις, τέχνη, βουλή· ὅθεν καὶ μη‐ τιώσασθαι, τὸ κατεργάσασθαι καὶ βουλεύσασθαι. Γίνεται παρὰ τὸ μήδω· ὁ μέλλων, μήσω· ῥηματικὸν

585

ὄνομα, μῆσις· καὶ μεταθέσει τοῦ ς εἰς τ, μῆτις. Ἀπὸ τούτου γίνεται μητιόεις· καὶ, μητιόεντα φάρμακα, εὖ ἐπινενοημένα καὶ ἐνεργά. Ἐκ τοῦ μῆτις γίνεται μητίτης· καὶ πλεονασμῷ τοῦ ε,
5μητιέτης· ἡ αἰτιατικὴ, τὸν μητιέτην, καὶ μητίετα κατὰ μεταπλασμόν. Προπαροξύνεται· αἱ γὰρ κατὰ μεταπλασμὸν εἰς α αἰτιατικαὶ μὴ ἀπὸ ἡγουμένης γενικῆς ἢ δοτικῆς εἰς α μεταπλασθεῖσαι, (ὡς τὸ ἱπ‐ πότης ἱππότου ἱππότα· προμετεπλάσθη γάρ· “ὑπὲρ
10δύο συλλαβὰς,” διὰ τὸ λίτα·) προπαροξύνονται· οἷον
10εὔτροχον, εὔτροχα· ἁλίτροχον, ἁλίτροχα. Ἡ κλη‐ τικὴ, μητίετα· καὶ ὤφειλεν εἶναι μητιέτα, ἀπὸ τῆς μητιέτης εὐθείας· κανὼν γὰρ ἐστὶν ὁ λέγων, ὅτι τὰ εἰς ΗΣ ἰσοσύλλαβα, εἰ τὸ τ ἔχει, εἰς α ποιοῦσι τὴν κλητικήν· ἀλλ’ ἔστι κανὼν, ὅτι πᾶσα πτῶσις συν‐
15εμπίπτουσα ἑτέρᾳ πτώσει, τὸν αὐτὸν τόνον ἀναδέχε‐ ται· τούτου χάριν καὶ ἡ κλητικὴ τὸν αὐτὸν τόνον ἐφύλαξε τῆς αἰτιατικῆς, καὶ ἡ εὐθεῖα πάλιν τῇ αἰ‐ τιατικῇ ὡμοφώνησε.
Μηχανή: Παρὰ τὸ μήδω μήσω, μηχανή.
20Μῆχος: Μηχάνημα, τέχνασμα· ὄνομά ἐστιν
20οὐδέτερον. Καὶ λέγουσι τινὲς ὅτι ἐκ τοῦ μηχανὴ γίνεται μῆχος κατὰ παρασχηματισμὸν, ὡς ἡδονὴ, ἦδος. Μηρία: Τὰ μηριαῖα ὀστᾶ. Ἀπὸ τοῦ μηρὸς, ὑποκοριστικὸν, μηρίον. Ἐκ δὲ τοῦ μείρω, ἢ μερίζω,
25γίνεται μέρος καὶ μηρός· ἀπ’ αὐτοῦ γὰρ τοῦ τόπου
25μερίζεται τὸ σῶμα τοῦ ἀνθρώπου· μέχρι γὰρ αὐτοῦ ἕν ἐστι. Τὸ, αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη· Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵν’ Ἰακώτερον ἐκδέξηται τὸ κάη· καὶ Ἀρίσταρχος δὲ
30οὕτω. Δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλί‐
30ψεως γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελέστε‐ ρον εἰρημένου, Κατὰ πίονα μήρι’ ἔκηα. Τὸ δὲ τοιοῦτον πολὺ παρὰ τῷ ποιητῇ. Ἀπεφηνά‐ μην δὲ ἐντελέστερον [εἶναι] τὸ μηρίον τοῦ μηρόν· ἐκ
35γὰρ συγκοπῆς αὐτοῦ ἐγένετο· ἐπείτοι εὐθύνεται ὁ
35τόνος· τὰ γὰρ εἰς ΟΣ λήγοντα μεταπλασσόμενα εἰς
35οὐδέτερον τὸν αὐτὸν τόνον φυλάττει· ὁ ζυγὸς, τὸ ζυγόν· ὁ δίφρος, τὸ δίφρον· ὅθεν καὶ μηρὸς μηρὸν
38καὶ μῆρα. Εἰ δὲ μῆρα καὶ μηροὺς, μεταπλασμός ἐστι· καὶ ὤφειλεν εἶναι μηρὰ, ὀξυτόνως· τὰ γὰρ
40ἀπὸ ἀρσενικοῦ ἢ θηλυκοῦ εἰς οὐδέτερον γένος μετα‐
40πλασθέντα τοῦ αὐτοῦ σημαινομένου ὁμότονα καθεστή‐ κασιν, ἐρετμοὶ, ἐρετμά· αἱ πυραὶ, τὰ πυρά· αἱ οἰκίαι, τὰ οἰκία. Τοῦτο δὲ οὐκ ἔστιν· ἔδειξε γὰρ ὁ τόνος τὸ πάθος. Ἔστι γὰρ τὰ μηρία· καὶ κατὰ συγκοπὴν, τὰ μῆρα· διαφέρει γὰρ τὸ ἀρσενικὸν τοῦ οὐδετέρου· ὅτι τὸ μὲν
45ἀρσενικὸν ὁ ποιητὴς τίθησι καὶ ἐπὶ τῶν ἁγιαζομένων, ὡς τὸ, Μηροὺς ἐξέταμον. Καὶ ἐπὶ τῶν ἀνθρωπείων, Μιάνθην αἵματι μηροί.

585

(50)

Τὸ δὲ οὐδέτερον, ἐπὶ τῶν ἁγιαζομένων, ὡς τὸ,

585

(50)

Αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη.

585

(50)

Μὴ: Μὴ ἀπαγορευτικόν ἐστιν ἐπίρρημα· οἷον,

585

(50)

Μὴ φάγῃς· Μὴ μοιχεύσῃς· ὅπερ καὶ ὑποτάσσει. Σημαίνει καὶ διστακτικόν· οἷον, Μὴ ἀπέθανεν ὁ δεῖνα; καὶ,
55Μὴ μάτην τρέχομεν.
55ὅπερ οὐχ ὑποτάσσει. Καὶ ὅταν κεῖται ἀντὶ τοῦ
55οὐ ἀπαγορεύσεως, οὐχ ὑποτάττει· τὸ δὲ οὐ μὴ, ὑπο‐
55τάσσει. Σημαίνει δὲ πέντε· ἄρνησιν, ὡς τὸ,
55 Μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων πημαίνει Τρῶας. Ἀπαγόρευσιν, ὡς τὸ, Μή μοι οἶνον ἄειρε.
58Δισταγμὸν, ὡς τὸ, Μή μιν ἐγὼ μὲν ἵκωμαι ἰὼν, ὁ δέ μ’ οὐκ ἐλεήσει.

586

Συλλογισμὸν, ὡς τὸ, Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι. Καὶ ἀντὶ τοῦ εἴθε, Μὴ δέ τι σοῖσι πόδεσσιν ὑπερβάλλεις.
5Συντάττεται δὲ μετὰ τριῶν ἐγκλίσεων· μετὰ προ‐
5στακτικοῦ, ὡς τὸ,
5 Μὴ ψεύδε’ ἐπιστάμενος σάφα εἰπεῖν. Μετὰ εὐκτικοῦ, ὡς τὸ,
Εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην. Καὶ μετὰ ὑποτακτικοῦ, ὡς τὸ, Μὴ δή πω ὑπ’ ὄχεσφι λυώμεθα μώνυχας ἵππους.
10Καὶ μετὰ ποίων προσώπων συντάττεται ἐν τοῖς
10προστακτικοῖς; Εἰς μὲν τὸν ἐνεστῶτα, μετὰ δευ‐
10τέρου καὶ τρίτου· οἷον,
10 Μὴ δὲ ἔα νῆας ἅλαδ’ ἑλκέμεν· καὶ μετὰ τρίτου, ὡς ὁ Παῦλος φησὶν, Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ μὴ κρινέτω· ἐπὶ δὲ τοῦ ἀορίστου πρώτου ἐνεργητικοῦ, παθητι‐ κοῦ καὶ μέσου, μετὰ τῶν τρίτων μόνον συντάττεται·
15οὐ γὰρ λέγεται Μὴ τύψον, ἢ Μὴ τύψαι, ἢ Μὴ
15τύπτου· εἰ δὲ τῇ ὁριστικῇ ἐγκλίσει συντάττεται, οὐ μετὰ τῆς ἰδίας δυνάμεως τάσσεται, ἀλλ’ ἀντὶ τῆς οὐ ἀποφάσεως, ὡς ἐν τῷ, Μὴ δι’ ἐμὴν ἰότητα· ἀντὶ τοῦ, οὐ διὰ τὴν ἐμὴν βούλησιν. Καὶ ἐν τῷ,
20Μὴ ὄφελες λίσσεσθαι,
20ἀντὶ τοῦ, οὐκ ὤφελες. Ἀπαρεμφάτῳ δὲ εἰ συν‐
20τάσσεται ἡ μὴ ἀπαγόρευσις, οὐ ξένον· διότι παντὸς ῥήματος ἄρχει τὸ ἀπαρέμφατον. Κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι ἡνίκα μετὰ ἀπαρεμφάτου συντάσ‐ σεται, ἀντὶ προστακτικῆς ἐγκλίσεως κεῖται, ὡς ἐν τῷ,
25Μήτ’ αὐτὸν κτείνειν,
25(τὸν Ἀγαμέμνονα ὁ Αἴγισθος)
25μήτε μνάασθαι ἄκοιτιν·
25ἀντὶ τοῦ, μὴ ἔσο μνηστὴρ τῆς γυναικὸς αὐτοῦ. Καὶ ἐν τῇ Ἰλιάδι, Μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ’ ἐπενεῖκαι. Συνεχῶς γὰρ ὁ ποιητὴς τοῖς ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν ἐχρήσατο, ὡς ἐν τῷ πειρᾶν, ἀντὶ
30τοῦ ἀπόπειραν ποιησάτω· καὶ ἀγορευέμεν, ἀντὶ
30τοῦ ἀγόρευσον. Μήποτε: Ἐπίρρημα δισταγμοῦ· ἓν μέρος λό‐ γου· συντίθεται ἐκ τῆς μὴ ἀπαγορεύσεως, καὶ τοῦ ποτὲ ἐπιρρήματος. Μηλιαυθμός: Λυκόφρων,
35Καὶ μηλιαυθμὸν ἠδὲ χερσαίας πλάτης.
35Σημαίνει τὸν ἐν τοῖς προβάτοις κοιμήσεως τόπον, ἤγουν τὴν μάνδραν. Παρὰ τὸ μῆλα, τὰ πρόβατα, καὶ τὸ ἰαύω, τὸ κοιμῶμαι, γίνεται ἰαυθμὸς, ἡ κοί‐ μησις· καὶ ἐν συνθέσει, μηλιαυθμός· ὡς κλαίω, κλαυθμός.
40Μήν: Ὡς παρὰ τὸ Κέφαλος γίνεται Κεφαλὴν,
40κῶλος κωλὴν, μέγιστος μεγιστὴν καὶ μεγιστὰν, οὕτως καὶ παρὰ τὸ μεῖος μειήν· καὶ κατὰ συγκοπὴν, μήν· ἀφ’ οὗ καὶ μήνη ἡ σελήνη. Μηριόνης: Ὁ διὰ τῶν μηρῶν τὴν ὄνησιν φέρων, καὶ ἑαυτῷ ἐμποιῶν· ταχὺς γάρ· καὶ Μόλος δὲ ὁ
45τούτου πατὴρ, ἀπὸ τοῦ μολίσκειν. Μηδαμινός: Ἀπὸ τοῦ μηδαμῶς ἐπιρρήματος, τοῦ ὄντος ἀπὸ τοῦ μηδαμὸς ὀνόματος, συγκειμένου ἀπὸ τοῦ μὴ ἀπαγορευτικοῦ καὶ τοῦ δαμὸς τοῦ ἰσοδυ‐ ναμοῦντος τῷ τίς.

586

(50)

Μήστωρ: Ἐπιστήμων· παρὰ τὸ μήδω μήσω, ὁ

586

(50)

δυνάμενος μήσασθαι, ὅ ἐστι βουλεύσασθαι. Μεταίχμιον: Σημαίνει τὸ μεταξὺ δύο τινῶν πραγμάτων ὑπάρχον· κυρίως δὲ ὁ μεταξὺ δύο στρα‐ τῶν τόπος· ἀπὸ τῆς αἰχμῆς.
Μεταμάζιον: Μεταξὺ τῶν μαζῶν. Ἓν ποι‐
55ητέον, ὡς τὸ μετάφρενον καὶ ἐνώτιον· παρῆκται δὲ παρὰ τὸ μαζὸς καὶ τὴν μετὰ πρόθεσιν, ὡς παρὰ τὸ χθονὸς καὶ τὴν ἐπὶ, ἐπιχθόνιος· καὶ τὴν παρὰ καὶ

587

ποταμὸς, παραποτάμιος. Γίνεται γὰρ καὶ ἀπὸ [δύο] λέξεων ἕν τι παράγωγον, ὡς τὸ Νεαπολίτης, καὶ ἄλλα μυρία. Μετανάστην: Μέτοικον, φυγάδα. Ἀπὸ τοῦ
5νάσσω, ὁ μέλλων, νάσω, νένασμαι, νάστης καὶ με‐ τανάστης. Μεταδρομάδην: Ἐπιδραμών· ἢ ἐν τῷ τρέχειν ὁμοῦ. Μετάλλειον: Οὕτω μύρον ἐλέγετο ἀπό τινος
10Μετάλλου Σικελιώτου, εὑρόντος αὐτοῦ τὴν κατα‐
10σκευήν· ὃ καὶ διὰ τοῦ γ γράφει Ἀριστοφάνης Τελ‐
10μισεῦσιν. Ὦρος.
10 Μεταπόντιος: Πόλις Ἰταλίας· ἀπὸ Μετα‐ πόντου τινὸς βασιλεύσαντος ἐν αὐτῇ. Μέτερρα: Τοῦτο τὸ πάθος τῆς Αἰολικῆς ἐστὶ διαλέκτου· οἷον, Αἰτιάο τὰ μέτερρα.
15Ὁ γὰρ μέτριος μέτερρος παρ’ αὐτοῖς εἴρηται.
15 Μιαρόν: Παρὰ τὸ μιαίνω, ἢ παρὰ τὸ μία, γίνεται παρώνυμον μιαρὸν, ὡς σκία σκιαρὸν, οἱονεὶ τὸ μεμονωμένον, ᾧ οὐκ ἄν τις ἐπὶ τῷ αὐτῷ συνέλθῃ διὰ τὸ μῦσος· τουτέστι τὸ φευκτόν. Μία: Ἐκ τοῦ εἷς, τὸ θηλυκὸν, μία· ὁ κανών.
20δύο κανόνες εἰσὶν οἱ μαχόμενοι ... ζήτει εἰς τὸ εἷς. Μιαιφόνος: Μιαινόμενος φόνοις [ἢ] κατὰ τρο‐ πὴν Δωρικὴν τοῦ β εἰς μ, οἷον βιαιφόνος· ἢ κατὰ πλεονασμὸν τοῦ μ, οἷον ἰαινόμενος τῷ φόνῳ. Μίγδ’ ἄλλοις: Ἀναμεμιγμένος τοῖς ἄλλοις.
25Ἀπὸ τοῦ μίσγω ἢ μίγω μίγδα. Μιγέωσι: Ῥῆμα ὑποτακτικὸν παθητικὸν δευ‐ τέρου ἀορίστου. Εἰ γὰρ ἦν ἐνεστὼς, μακρὸν ὤφει‐ λεν ἔχειν τὸ ι· ὧδε δέ ἐστι βραχὺ, οὗ χάριν ἐστὶ δεύτερος ἀόριστος. Ἔστι μίγω· τὸ ΜΙ, μακρὸν,
30εἶτα μίσγω, καὶ ἡ θέσει μακρὰ μετεβλήθη εἰς φύσει. Τὸ ΜΙ, ι· εἰ γὰρ ἐγράφετο διὰ διφθόγγου, ὤφειλεν εἶναι ὁ μέσος παρακείμενος μέμοιγα· ὁ δεύτερος ἀόριστος, ἔμιγον· βραχὺ τὸ ι· ὁ παθητικὸς, ἐμίγην· μιγεὶς μιγέντος· ἐὰν μιγῶ· μιγῶμεν, μι‐
35γῶσι· καὶ πλεονασμῷ τοῦ ε,
35Ἐπεί κε νομῷ μιγέωσι. Μίκκος: Σημαίνει τὸν μικρόν. Καλλίμαχος, Τοῖς μίκκοις μίκκα διδοῦσι θεοί·
ἀπὸ τοῦ μικρὸς γίνεται. Τοῦτο παρὰ τὸ μεῖον, τὸ ἔλαττον, γίνεται κατὰ διάλυσιν, μέϊον· καὶ ἐκτάσει,
40μήϊον, μηικρός· καὶ συγκοπῇ τοῦ η, μικρός. Τὰ ἔχοντα προηγούμενον σύμφωνον, ἀποστρέφονται τὴν ΕΙ δίφθογγον· Ἴμβρος, ὄνομα πόλεως· Κίμβρος, ἔθνος· λιβρὸς, ἡ σκοτεινὴ νύξ· φιτρός· δίκρος, τὸ φουρκίον· ἴγκρος, ὁ ἐγκέφαλος· λίστρος, ὁ ξυ‐
45στήρ. Μίλητος: Πόλις· ὅθεν καὶ Μιλήσιοι· ἀπὸ Μι‐ λήτου υἱοῦ Ἀπόλλωνος καὶ Ἀρίας. Μιλίγματα δαιτός: Τὰ λείψανα· οἱ δὲ, τὸ σταῖς ᾧ κατέμασσον τὰς χεῖρας, καὶ τὸ λῖπος

587

(50)

ἀπέψων· ὅπερ ἀπομαγδαλίαν οἱ Ἀττικοὶ καλοῦσιν. Ἴσως ἀπὸ τοῦ μελίζω μέλιγμα καὶ μίλιγμα· τὰ δὲ πραϋντικὰ, τὸ ΜΕΙ δίφθογγον. Μιμαλλόνες: Ἐκλήθησαν κυρίως αἱ γυναῖκες· πολεμικαὶ γάρ· παρὰ τὸ μιμεῖσθαι τοὺς ἄνδρας·
55ἤτοι διὰ Μακεδονικὴν ἱστορίαν, ἥτις κεῖται ἐν τοῖς Καλλιμάχου. Μίμησις: Παρὰ τὸ μῖμος· ἢ μνήμησις τὶς οὖσα.

588

Μίμαντος: Λέγεται πόλις καὶ χώρα ἐν Θράκῃ. Ἔοικε δὲ λέγεσθαι ἐκ τοῦ Μίμαντος. Μίμας γὰρ ὄρος ἐν Θράκῃ, ὡς παρὰ Ἀμμωνίῳ, Ἤδη δ’ ὑψιτενής τε Μίμας ὑπελείπετ’ ὀπίσσω,
5καὶ ... Πιμπληΐδος ἄκρης.
5 Μίνθη: Ἥν τινες ἡδύοσμον καλοῦσιν. Ἔστι δὲ καλάμινθος ἄγριον ἡδύοσμον· ὅπερ λυπουμένη ἡ Δημήτηρ ἰδοῦσα, ἐμίσησε καὶ ἄκαρπον ἐποίησε. Μήποτ’ οὖν ἡμεῖς μίνθον κατὰ ἀντίφρασιν τὴν δυσ‐ ωδίαν καλοῦμεν.
10 Μίν: Ἀντωνυμία ἐστὶ τρίτου προσώπου πρωτό‐ τυπος· ἐγὼ, σὺ, ἴ. Τοῦτο γὰρ τὸ ἴ, ὡς τρίτον βραχυνόμενον πρόσωπον, ἐφελκύσατο τὸ ν· καὶ πλεονασμῷ τοῦ μ ἐγένετο μίν. Σημαίνει δὲ τρία γένη, ἀρσενικὸν, θηλυκὸν, καὶ οὐδέτερον, αὐτὸν, αὐ‐
15τὴν, καὶ αὐτό.
15 Μίνυνθα: Ἐπ’ ὀλίγον χρόνον. Παρὰ τὸ μι‐ νύθω, μίνυθα· καὶ πλεονασμῷ τοῦ ν, μίνυνθα. Καὶ παραγωγῇ γίνεται μινυνθάδιος, ὁ ὀλιγοχρόνιος. Μινυρίζειν: Σημαίνει τὸ ἡσυχῇ κλαίειν καὶ θρηνεῖν· ἢ ἀπὸ τοῦ μύρω (ὃ σημαίνει τὸ κλαίω) κατὰ
20ἀναδιπλασιασμὸν, μυμυρίζω· καὶ τροπῇ τοῦ υ εἰς τὸ ι, καὶ τοῦ μ εἰς τὸ ν, μινυρίζω. Ἣ παρὰ τὸ μύω, μυΐζω· καὶ κατὰ ἀναδιπλασιασμὸν, μυμυρίζω·
καὶ τροπῇ. Μίνως: Τινὲς διὰ διφθόγγου· παρὰ τὸ μένω
25Μένως καὶ Μείνως· ἐπεὶ κατέμεινεν ἡ Εὐρώπη ἐν
25Κρήτῃ Ἀστερίωνι γαμηθεῖσα, ἐξ ἧς γέγονεν ὁ Μίνως. Ἡ δὲ παράδοσις ἔχει τὸ ι· ἐπειδὴ παρὰ τὸ μίμνω Μίμνως καὶ Μίνως. Ἢ παρὰ τὸ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, ἴνως καὶ Μίνως. Ὅθεν καὶ Μινώταυρος. Κλίνεται δὲ Ἀττικῶς Μίνω, ὥσπερ
30λεὼς λεώ· καὶ πλεονασμῷ τοῦ ο γίνεται Μίνωο.
30Οὐ γὰρ ἡ Μίνωος γενικὴ ἀποβολὴν τοῦ ς πεποίηται· οὐδέποτε γὰρ ἀποβάλλει τὸ ς. Μιξονίδης: Παρὰ τὸ μίσγω μίξω γίνεται μίξις, ὡς πράξω πρᾶξις· καὶ Μιξίας, ὡς σώσω, Σωσίας· καὶ λέξω, Λεξίας· καὶ Μίξων Μίξονος,
35Μιξονίδης.
35 Μισγάγκεια: Παρὰ τὸ μίσγω καὶ τὸ ἄγκος γίνεται ἄγκεια καὶ μισγάγκεια. Ἔστι δὲ τόπος κοῖλος, εἰς ὃν καταφερόμενα τὰ ὕδατα ἐκ τῶν ὀρῶν μίσγονται. Ἐκ τοῦ δὲ κέω, τὸ κεῖμαι, ὃ γίνεται κατὰ συναλοιφὴν κῶ, γίνεται ὄνομα μονοσύλλαβον
40ΚΟΣ, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, πλεονασμῷ τοῦ γ, γίνεται ἄγκος, τὸ πάνυ κοῖλον καὶ βαθύ. Μιμαλλόνες: Αἱ βάκχαι καὶ βοηδρόμοι, ἤτοι αἱ μετὰ βοῆς καὶ ἐκπλήξεως, διὰ τὸ κάτοχοι εἶναι, προϊοῦσαι δρόμῳ· ἃς καλοῦσι καὶ γεγωνοκώμας
45ἔνιοι, τῷ γεγωνίσκειν, ἤγουν θορυβεῖν, τὰς κώμας. Μίτραι: Κυρίως οἱ ἀπὸ φασκίων καὶ ὠαρίων γινόμενοι στέφανοι· ἐν καταχρήσει δὲ πᾶς στέ‐ φανος μίτρα λέγεται, ὡς καὶ ἐνταῦθα. Οὕτως εὗρον εἰς τὸ σχόλιον τοῦ Πινδάρου, Ἐφαρμόστῳ

588

(50)

Ὀπουντίῳ.

588

(50)

Μῖσος: Παρὰ τὸ μὴ ἴσος εἶναι, ὡς ἀνάρσιος ὁ ἐχθρός· ἢ ἀπὸ τοῦ μύω μύσω, μύσος καὶ μῖσος, ὃ πάντες μύοντες ἐκφεύγομεν. Ἔστι δὲ τὸ ΜΙ μα‐ κρὸν, ἀπὸ παραδόσεως. Μισητός: Παρὰ τὸ μισῶ μισήσω, μισητὸς, ὡς
55λαλῶ λαλήσω, λαλητός. Μισητὴ δὲ, ἡ πόρνη,
55κατὰ ἀποβολὴν τοῦ γ, μισγητή τις οὖσα, παρὰ τὸ μίσγεσθαι. Μισθός: Κυρίως ὁ εἰς μῆνα κατατιθέμενος· καταχρηστικῶς καὶ ὁ ἐφ’ ἡμέραν· παρὰ τὸ πείθω

589

πείσω, οἱονεὶ πισθός τις ὢν, ἐν ᾧ τις πείθεται, ὁ πείθων τινὰ ὑπηρετεῖν· ἢ παρὰ τὸ μῖσος ὠθεῖν. Μισθαρνία: Ἐκ τοῦ μισθὸς καὶ τοῦ ἀρνῶ, τὸ ἀντικαταλλάσσομαι, γίνεται μισθαρνία.
6 Μίστυλλον: Εἰς μικρὰ διέκοψαν. Ἢ παρὰ τὸ μεῖον γέγονε μῖστος, καὶ μιστύλλω. Μίτρα: Λέγεται ὁ γυναικεῖος τῆς κεφαλῆς ἀνά‐ δεσμος. Μίτρα, ζώνη ἡ διὰ τοῦ μίτου ὑφαινομένη.
10Ἐφορεῖτο δὲ ἐσωτέρα τῆς λαγόνος ἡ χαλκῆ λεπὶς,
ἣν ζώννυνται περὶ τὸν κενεῶνα, χάριν πλείονος ἀσφα‐ λείας. Ἔστι δὲ προγαστρίδιός τις ὅπλισις ἀλυ‐ σειδωτὴ, τῶν πρὸ τοῦ ἤτρου φυλακτική. Μνεία: Ἀπὸ τοῦ μένω μενία· καὶ καθ’ ὑπερβι‐
15βασμὸν, μνεΐα· καὶ συναιρέσει, μνεία. Μνήμη: Παρὰ τὸ μένω, μενήμη· καὶ συγκοπῇ, μνήμη· ὅθεν μνημοσύνη, ἡ ὑπόμνησις· καὶ μνῆμα, τὸ μνημόσυνον. Μνήμων: Ὁ προεστὼς καὶ ἐπιμέλειαν ποιού‐
20μενος φόρτου, ὃν ἡμεῖς ἐπίπλουν καλοῦμεν. Μοῖρα: Ὥσπερ ἀπὸ τοῦ σπείρω γίνεται σπορὰ, οὕτως καὶ ἀπὸ τοῦ μείρω μορὰ ὤφειλε λέγεσθαι· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ τάγματος, τῆς μορᾶς, ἐγέ‐
25νετο βαρύτονον μόρα· καὶ πλεονασμῷ τοῦ ι, μοῖρα· ἡ αὐτὴ εἱμαρμένη· παρὰ τὸ μεμερίσθαι ἑκάστῳ. Σημαίνει τὴν εὐτυχίαν, ὡς τὸ, Ὦ μάκαρ Ἀτρείδη μοιρηγενὲς ὀλβιόδαιμον. Τουτέστιν ἐν ἀγαθῇ μοίρᾳ γεγεννημένε. Σημαίνει
30καὶ τὸν θάνατον, ὡς τὸ,
30 Μοῖραν δ’ οὔτινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶν. Σημαίνει καὶ τὴν μερίδα, ὡς τὸ, Μοίρας δασσάμενοι δαίνυντο. Σημαίνει καὶ τὸ πρέπον, ὡς τὸ, κατὰ μοῖραν ἔειπες.
35Μοιχός: Ὁ πόρνος. Παρὰ τὸ εἴκω, τὸ πρέπω,
35ὁ παρακείμενος, εἶχα· ὁ μέσος, οἶκα, οἰκός· καὶ
35μετὰ τοῦ μὴ ἀπαγορευτικοῦ, μηοικός· καὶ τροπῇ, μοιχὸς, ὁ τὰ μὴ πρέποντα πράσσων. Ἢ ὁ ἔξω ὢν τοῦ οἴκου. Καὶ μοιχαγρία, τὰ ἀντὶ τῆς μοιχείας ἀγρεύματα, ἐπὶ τῷ ληφθῆναι μοιχὸν ἀποτινόμενα, καὶ οἱονεὶ ἡ τοῦ μοιχοῦ μοῖρα ἀγρευομένη.
40 Μοῦσα: Τινὲς φασὶ μύουσαν εἶναι αὐτήν· ἡ γὰρ μουσικὴ οὐδὲν διαφέρει μυστηρίων. Ὡς δὲ ἄλλοι, μῶσά τις ἐστί· μῶ γὰρ καὶ μῶμαι, τὸ ζητῶ· Ἐπί‐ χαρμος ὁ κωμικὸς, Πύρραν γε μῶ καὶ Δευκαλίωνα.
45Καὶ τὴν τοῦ Ἑρμοῦ (ὅ ἐστι τὴν τοῦ λόγου) μητέρα,
45Μαῖαν λέγει, παρὰ τὴν ζήτησιν καὶ εὕρεσιν τῶν μαθημάτων· καὶ μαίω, τὸ ζητῶ· ὅθεν καὶ μαῖα καὶ μοῦσα. Ἐτυμώτερον δὲ οἱ Δωριεῖς λέγουσι, Μῶς’ ἄγε μῶσα λίγεια. Μουνυχία: Τόπος τοῦ Πειραιῶς, ἀπὸ Μουνυ‐

589

(50)

χίας Ἀρτέμιδος· ἢ ἀπὸ Μουνύχου τοῦ Παντα‐

589

(50)

κλέους.

589

(50)

Μόγος: Ταλαιπωρία, κάματος· παρὰ τὸ μέγας· ἐν γὰρ τοῖς μεγάλοις πράγμασι κοπιῶμεν. Ἢ παρὰ τὸ οἰμωγή· ἢ παρὰ τὸ μὴ ἐᾶν τὴν ψυχὴν γάννυσθαι, ὅ ἐστι χαίρειν. Μόγος γὰρ λέγεται ἡ κακοπά‐ θεια.
55Μόθος: Ὁ πόλεμος, ἡ μάχη· παρὰ τὸν μο‐
55λυσμὸν τῶν φόνων· ἢ παρὰ τὸ ὁμοῦ θεῖν τοὺς μαχο‐
μένους καὶ εἰς ταὐτὸ συντρέχειν. Μοθωνία: Ἀλαζονεία τὶς τοῦ σώματος κινητική·

590

ὅθεν καὶ μόθος καὶ μόθων, ὁ ταρακτικός. Μόλις: Ἔστιν ἐπίρρημα μεσότητος· παρὰ τὸ μέλλω. Οὕτως εὗρον· οὐκ εὖ δέ· οἶμαι δὲ ἀπὸ τοῦ μόγις, ὅπερ παρὰ τὸν μόγον γίνεται. Ἢ ἀπὸ τοῦ
5μολῶ. Μολοβρός: Ὁ γαστρίμαργος· ἢ ὁ προσαίτης, ὁ πτωχός· κατὰ συγκοπὴν, μολοβορός τις ὢν, παρὰ τὸ μολεῖν ἐπὶ τὴν βοράν. Μόλιβος καὶ Μόλυβδος: Εἰ μὲν τὸ ι ἐστὶν, τὸ
10δ οὐκ ἔστιν· οἷον,
10Καὶ μόλιβος ὥστε δίκτυον κατῆγε,
10Σοφοκλῆς. Ἐὰν δὲ τὸ υ, τὸ δ· Ἡ δὲ μολυβδαίνῃ ἰκέλη, Ἰλιάδος ωʹ, τουτέστι μολίβῃ ὁρμίᾳ. Μόλιβος δὲ ἐπίκειται τῷ ἀγκίστρῳ εἰς τὸ καθέλκειν αὐτὸ τῷ βάρει κάτω· παρὰ τὸ μολεῖν εἰς βάθος.
15μόθων μόθωνος. Οὕτω καλοῦσι Λακεδαιμόνιοι
15τὸν οἰκογενῆ δοῦλον, ὃν οἱ Ἀθηναῖοι οἰκότριβα φασί. Μολύνω: Παρὰ τὸ ὀλύω ὀλύνω καὶ μολύνω καὶ μολυσμός· ἢ παρὰ τὸν μῶλον, ὃ σημαίνει τὴν συμβολὴν τοῦ πολέμου· κατὰ τροπὴν τοῦ ω
20εἰς ο.
20Μολπή: Σημαίνει δύο· ἐπὶ μὲν τοῦ ὕμνου,
20 Μολπῇ θεὸν ἱλάσκοντο. Ἐπὶ δὲ τῆς παιδιᾶς, Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. Μόνος: Σημαίνει δύο· τὸ μοναδικὸν, ὡς ὅταν λέγωμεν,
25Ἕνα μόνον θεόν.
25Καὶ τὸ πρὸς ἀντιδιαστολὴν τῶν ὁμοζύγων λεγόμενον.
25οἷον,
25 Ἀπελείφθη τὶς ἐν τῇ πόλει δόρυ μόνον ἔχων. καὶ, Ἀπελείφθη τὶς ἐν τῷ ἀρίστῳ ἄρτον μόνον ἔχων.
Οὐχ ὅτι χεῖρας καὶ πόδας οὐκ εἶχεν, ἀλλ’ ὅτι τὰ ὁμόζυγα τούτων οὐκ εἶχεν, οἷον οἶνον, κρέας, καὶ τὰ
30λοιπὰ προσφάγια.
30Μονιός: Σημαίνει τὴν μεμονωμένην ἄρκτον·
30παρὰ τὸ μονία.
30 Μοναχός: Παρὰ τὸ μόνῳ θεῷ προσεύχεσθαι· ἢ παρὰ τὸ μόνος ἄχη ἔχειν, ἤγουν λύπας. Ζήτει εἰς τὰς Διαφοράς. Μόρα: Τάγμα ἐστὶ στρατιωτικὸν παρὰ Λακε‐ δαιμονίοις οὕτω λεγόμενον· καὶ εἴρηται παρὰ τὸ
35μείρω μορὰ, ἐπὶ μέρους ὄχλων, ὡς φθείρω φθορά. Ἔστι δὲ ἡ μόρα τάξις ἐξ ἀνδρῶν πεντακοσίων ἢ ἑπτακοσίων, ἢ τριάκοντα. Μόριον: Ἐπὶ τοῦ αἰδοίου, κατ’ ἐξοχὴν τῶν ἄλλων μορίων τοῦ σώματος· ἐπειδὴ γενέσεως ἐστὶν
40ὄργανον. Οἱ μὲν παρὰ τὸ μείρω· ἐγὼ δέ φημι, ἀπὸ τοῦ μὴ ὁρᾶσθαι, παρὰ τὴν αἰδῶ, ἀλλ’ ἐν κρυφῇ ταῦτα κατέχειν. Μορίαν: Οἱ μὲν πᾶσαν ἐλαίαν οὕτω καλοῦσιν· οἱ δὲ, τὰς ἱερὰς τῷ θεῷ, ὅτι δημοσίαν μοῖραν ἐκ τῶν
45καρπῶν ἐλάμβανον· Ζήνων δὲ ὁ Μύνδιος, ὅτι τὸ
45βρύον τῶν ἐλαιῶν ἐκάλουν μόρον· ἔνθεν αἱ ἀνθοῦσαι ἐλαῖαι μορίαι ἐλέγοντο. Τινὲς δέ φασι διὰ τὸν ἐπὶ Ἁλιροθίου μῦθον, ὃν Ἄρης ἀνεῖλε πελέκει βιασά‐ μενον τὴν θυγατέρα αὐτοῦ Ἀλκίππην. Ἀπὸ οὖν τοῦ περὶ αὐτὸν μόρου, ὅτι ἀνῃρέθη κόπτων τὰς ἐλαίας,

590

(50)

μορία ἐκλήθη. Σέλευκος, μορίαι, τῆς Ἀθηνᾶς ἱεραὶ ἐλαῖαι. Μορμολυκεῖον: Προπερισπᾶται. Ἔστι προσ‐ ωπεῖον ἐπίφοβον. Ἀριστοφάνης Γήρᾳ. Δηλοῖ δὲ καὶ φόβητρον ἁπλῶς, ἐν Θεσμοφοριαζούσαις. Ἔστι
55δὲ πεποιημένη ἡ φωνή. Ἢ τὰ τῶν τραγῳδῶν προσ‐
55ωπεῖα λέγονται. Αἴνιγμα, παρὰ τὴν Μορμώ· ἔστι δὲ ὄνομα γυναικός· μεταφορικῶς ἐκ ταύτης τὰ πρὸς κατάπληξιν τυπωθέντα προσωπεῖα ἐκάλουν μορμολυ‐ κεῖα.

591

Μορμύροντα: Ἰλιάδος εʹ. Πλημμυροῦντα. Ὀνοματοπεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ ψόφου τοῦ ἐν τοῖς ὕδασι γινομένου· καὶ μόρμυρος. ὄνομα ἰχθύος· ἀπὸ τοῦ μορμύρω.
5Μόρος: Ὁ θάνατος. Ὥσπερ παρὰ τὸ σπείρω
5γίνεται σπόρος, οὕτως καὶ παρὰ τὸ μείρω μόρος, ὁ
μεμερισμένος τοῖς πᾶσιν. Ἐκ τοῦ δὲ μόρος γίνεται μόριμον· καὶ πλεονασμῷ τοῦ ς, μόρσιμον, τὸ πε‐ πρωμένον ἢ τὸ εἱμαρμένον. Παρὰ τὴν μοῖραν μοί‐ ριμον· συγκοπῇ, καὶ πλεονασμῷ τοῦ ς.
10 Μορόεντα: Τὰ μετὰ πολλοῦ μόχθου καὶ κακο‐ παθείας γεγενημένα· μόρος γὰρ ἡ κακοπάθεια· ἀπὸ τοῦ μορῆσαι, ὅ ἐστι κακοπαθεῖν. Μορφή: Παρὰ τὸ μείρω, τὸ μερίζω, μορή· καὶ πλεονασμῷ τοῦ φ, μορφή.
15 Μόρφνον: Μόρφνον θηρητῆρα, Ὅμηρος, ἐπὶ τοῦ ἀετοῦ, Ἰλιάδος ωʹ· παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω, γίνεται μάρπνος· καὶ τροπῇ τοῦ α εἰς ο, καὶ τοῦ π εἰς φ, μόρφνος, ὁ
20καταλαμβάνων· ἐξ οὗ σημαίνεται ὁ ταχὺς καὶ δυ‐
20νατὸς καταλαμβάνειν. Ἢ παρὰ τὴν ὄρφνην, πλεο‐
20νασμῷ τοῦ μ, ἵνα σημαίνηται ὁ μέλας. Οἱ δὲ, παρὰ τὸ μέρος ἢ μόρος, καὶ τὸ φόνος, μοροφόνος, οἱονεὶ ὁ διὰ μόρου φόνον ἐπιφέρων ταῖς ὄρνισιν, ὁ με‐ μορημένος καὶ πεπονημένος περὶ τοὺς φόνους· καὶ συγκοπῇ τῶν δύο ΟΟ, μόρφνος, ὁ φόνιος. Βαρύ‐
25νεται· τὰ γὰρ εἰς ΟΣ λήγοντα δισύλλαβα μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους, ἔχοντα πρὸ τέ‐ λους τὴν ΟΡ συλλαβὴν, πάντα βαρύνεται, ὑπεσταλ‐ μένων τῶν εἰς ΜΟΣ ληγόντων· οἷον, ὄρθος, τὸ μονογε‐ νές· φόρτος, πτόρθος, καὶ μόρφνος. Πρόσκειται,
30“τὰ εἰς ΜΟΣ,” διὰ τὸ κορμὸς, φορμός. Τὸ μέντοι περκνὸς ὀξύνεται, ὡς τὸ πυκνός· ὃν καὶ περκνὸν καλέουσιν. Τὸν αὐτὸν τὸν προειρημένον μέλανα· ἀφ’ οὗ καὶ τὸν μελαινόμενον καρπὸν περκάζειν λέγουσι.
35Μόσυν: Παρὰ τὸ μῶ, τὸ συντιθῶ· σημαίνει δὲ
35τὴν ξυλίνην οἰκίαν. Ἢ παρὰ τὸ μάσσω, τὸ μα‐
35λάσσω· σημαίνει δὲ τὸν μεμαλαγμένον λῶρον. Μόσχος: Ὁ ἀρωματικὸς, παρὰ τὸ ἐκ μέσου χεῖσθαι· ἢ ἀπὸ τοῦ μῶ, τὸ ζητῶ, ὁ τοῖς πᾶσι ζητού‐ μενος· ἢ ἀπὸ τοῦ ὄζω γίνεται ὄσχος, καὶ πλεονασμῷ τοῦ μ· ἢ κατὰ στέρησιν τῆς δυσωδίας, ἀπὸ τοῦ ὄζω
40ὄσχος, καὶ μόσχος· δύο γὰρ σημαίνει τὸ ὄζω. Καὶ μόσχος τὸ μοσχάριον, παρὰ τὸ ἐν τῷ κράζειν αὐτὸν λέγειν μῶ· ἢ παρὰ τὸ ὀσμᾶσθαι τῇ μητρί· ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, καὶ τὴν σχέσιν ἣν ἔχουσι πρὸς τὰς μητέρας.
45Μόσχοισι λύγοισιν: Σημαίνει ἱμαντῶδες φυτόν·
45ἡ μεταφορὰ ἀπὸ τῶν ἁπαλῶν ἔτι βοῶν ἐπὶ τὰ τρυ‐ φερὰ τῶν φυτῶν ἀγομένη. Λύγος δέ ἐστιν ἱμαν‐ τῶδες φυτὸν, καὶ ἁπαλὸν, ὃ καὶ οἶσον καλοῦσιν· ἐξ οὗ καὶ τὸ οἰσόκαρπον. Καὶ μοσχεύεται, τρέφε‐ ται. Κυρίως τὰ μοσχεῖα, ἢ τῶν λεπτῶν λαχάνων

591

(50)

φυτεῖα, ἢ φυτῶν. Τινὲς δὲ αὐτὸ καὶ ἄγνον καλοῦ‐ σιν· ὁ γὰρ τούτου καρπὸς ἐσθιόμενος, ἀφανιστι‐ κός ἐστιν ἀφροδισίων. Καὶ οἱ ἱερεῖς δὲ τοῦ φυτοῦ τούτου τὰς κόμας τῇ ἑαυτῶν κλίνῃ ὑποτιθέασιν, ὡς φυσικήν τινα δύναμιν ἐχούσας πρὸς ἁγνείαν.
55 Μοτόν: Τὸ εἰς ἀναπλήρωσιν σαρκὸς τιθέμενον· ἔνθεν καὶ ὁμολύτειον, οἷον πεπληρωμένον σαρκός. Παρὰ τὸ βῶ, βιβῶ βίβημι, βήσω, βέβηκα, βέβα‐

592

μαι, βατός· καὶ τροπῇ τοῦ β εἰς μ, καὶ τοῦ α εἰς ο, μοτός. μοτῶ μοτώσω καὶ μότωσις, καὶ μοτάριον. Μοχθηρία: Λέγεται ἡ κακία· ἀπὸ τοῦ μοχθη‐ ρὸς, ὃ σημαίνει τὸν κακόν. Τοῦτο ἐκ τοῦ μόχθος·
5τοῦτο παρὰ τὸ ἄχθος, πλεονασμῷ τοῦ μ, καὶ τροπῇ
τοῦ α εἰς ο. Ἢ παρὰ τὸ μόγος, ὃ σημαίνει τὸν κόπον, πλεονασμῷ τοῦ θ, καὶ τροπῇ τοῦ γ εἰς χ. μοχθηρὸς οὖν κυρίως, ὁ περὶ μόχθον ἀναστρεφόμε‐ νος· καὶ πονηρὸς, ὁ περὶ πόνον. Ἀπὸ δὲ τοῦ σώ‐
10ματος ἐπὶ τὴν διάνοιαν μετενήνεκται, ὁ τῇ διαθέσει κακός. Μοχλός: Παρὰ τὸ ὁμοῦ ἔχειν τὴν κλεῖν, ὃς ἅμα αὐτῷ τὴν κλεῖν ἔχει. Ἢ παρὰ τὸ μολῶ, πλεο‐ νασμῷ τοῦ χ. Ἢ παρὰ τὸ ἔχω, τὸ συνέχω, ὄχος·
15ἐπεὶ καὶ Ὅμηρος ὀχῆα λέγει τὸν μοχλόν. Ἢ παρὰ
15τὸ ὀχλεῖν καὶ ὀχλίζειν παρ’ Ὁμήρῳ καὶ ἄλλοις τῶν παλαιῶν, τὸ μετὰ βίας κινεῖν. Σημαίνει καὶ τὸ ὀχλῶ ῥῆμα· τὸ ΜΑ προσῆλθεν, ἐπίτασιν δηλοῦν, μάοχλος, καὶ μοχλός. Φιλόξενος δὲ φησὶν, ὅτι οὐ κατὰ τὴν νῦν χρῆσιν εἴρηται ὁ μοχλὸς παρ’ Ὁμήρῳ,
20ἀλλ’ ἐπιβλὴς καὶ ὀχεὺς εἴρηται παρ’ αὐτῷ. Μοχλὸν γὰρ λέγουσιν οὐ τὸν συνέχοντα τὰς θύρας, φησὶν, ἀλλὰ μοχλὸν λέγουσιν, ἡνίκα ἂν δέῃ μοχλεῦσαί τι καὶ σαλεῦσαι. Οὕτως οἶδε τὴν ἐτυμολογίαν τοῦ ὀνόματος ὁ ποιητής· ὅτι παρὰ τὸ ὀχλῶ, τὸ κινῶ καὶ
25μοχλεύω. Τοιγαροῦν ἐπὶ τοῦ Κύκλωπος φησὶν, ἐμοὶ σὺν μοχλὸν ἀείρας τρίψαι ἐν ὀφθαλμῷ· καὶ, Οἱ μὲν, μοχλὸν ἑλόντες, ἐμόχλευον.
30Στήλας τε προβλῆτας ἐμόχλευον·
30καὶ,
30Μοχλοῖσιν ἄρα τήνγε κατείρυσαν εἰς ἅλα δῖαν.
30Ἐκ τοῦ ὄπισθεν τὴν σχεδίαν μοχλοῖς ἐρείδων, ἐκίνει
30εἰς τοὔμπροσθεν. Οἱ δὲ μετὰ τὸν ποιητὴν ὡς ἡ συνήθεια ἐχρήσαντο τῷ ὀνόματι. Εἰς τὸ ὀχλίζω. Μῶλος: Ἡ πολυχρόνιος μάχη· κυρίως παρὰ τὸ μὴ λύεσθαι ταχέως· ἢ ὅτι ὁμοῦ ὀλλύει, τουτέστιν ὀλοθρεύει· ἢ παρὰ τὸ μωλεῖν· καὶ μῶλον ἄρηος,
35τὸν ἐν τῷ πολέμῳ μολυσμὸν καὶ τὴν μάχην· ἢ μώλωπα, τραῦμα· ἀπὸ τοῦ μόλις δύνασθαι ἐκφυγεῖν. Ἢ ἀπὸ τοῦ μόλις κινεῖσθαι αὐτόν. Καὶ μωλεῖν, τὸ μάχεσθαι· μολεῖν δὲ σημαίνει τὸ παραγίνεσθαι, διὰ τοῦ ο μικροῦ.
40Μῶλυ: Εἶδος βοτάνης, ὅπερ δέδωκεν Ὀδυσσεὺς
40τοῖς ἑταίροις αὐτοῦ, καὶ ἀπεκατέστησεν αὐτοὺς ἀν‐ θρώπους ἀπὸ τῆς ἀλλοιώσεως τῆς Κίρκης· παρὰ τὸ μωλύειν (τουτέστι πραΰνειν καὶ καταστέλλειν) τὰς φθοροποιοὺς ἐννοίας. Μωλύνειν δέ ἐστι τὸ ἀμβλῦναι καὶ κωλῦσαι· ἀπὸ τοῦ μὴ ὀλλύειν, ἢ ἀπὸ τοῦ
45κωλύειν.
45 Ἔχων μὲν ἐν τῇ χειρὶ μῶλυ. Ἀντιφάρμακον γὰρ δέδοται. Μωλύτερον: Τὸ ἀμβλύτερον καὶ ἀσθενέστερον καὶ ἄνθος οὐκ ἔχον. Μώλωψ: Ἔστιν ὄλλω, καὶ σημαίνει τὸ συστρέφω

592

(50)

καὶ φθείρω· ὁ μέλλων, ὀλῶ· ὁ παρακείμενος, ὦλκα·

592

(50)

ὁ παθητικὸς, ὦλμαι· ἐξ αὐτοῦ ὦλμος· καὶ ἐν ὑπερ‐ βιβασμῷ, μῶλος, ἡ συστροφή· ἐξ οὗ μώλωψ, ἤγουν ἡ ἐκ πολέμου γινομένη πληγή. Ἢ παρὰ τὸ βοῦς βοὸς καὶ λέπω, τὸ λεπίζω, βώλωψ καὶ μώλωψ. Δημήτριος ὁ πύκτης ἐν τῷ περὶ Διαλέκτων βώλωψ
55ἐτυμολογεῖ ἀπὸ τοῦ βοὸς λέπους, ὅ ἐστι δέρματος, οὗ οἱ ἱμάντες σκευάζονται. Μήποτε οὖν ὁ ἔλλος, ὁ νεβρὸς, καὶ οἱ ἔλλοπες ἰχθύες, οὐκ ἀπὸ τοῦ τὴν ὄπα

593

μὴ ἔχειν, ἀλλ’ ἀπὸ τοῦ τοὺς μὲν ἐλλιπεῖς εἶναι, τοὺς δὲ ἐλλόπους· λεπὶς γὰρ καὶ λέπος καὶ λόπος τὸ περικείμενον τῇ σαρκὶ [δέρμα] καλεῖται. Λῶπος μὲν γὰρ, τὸ ἱμάτιον, κατὰ μεταφοράν· λόπος δὲ καὶ
5λέπυρον καὶ λεπὶς κυρίως (ὡς καὶ) τὴν φολίδα, τοῦ
5φωλεύειν ἐν αὐτῇ. Κυρίως γὰρ μώλωπες λέγονται, αἱ ἐκ τῶν βοείων λώρων πληγαί. Μωκός: Χλευαστὴς, μωρὸς, σκώπτης· ἐξ οὗ καὶ μωκωμένης, ἤγουν χλευαζομένης. Μώνυχας ἵππους: Ἀπὸ τοῦ μόνος καὶ τοῦ ὄνυξ
10ὄνυχος γίνεται μονόνυχας· καὶ ἀποβολῇ τοῦ ν καὶ κράσει, μώνυχας. Μωρός: Παρὰ τὸ ὧρα, ὃ σημαίνει τὴν φροντίδα, μετὰ τῆς μὴ ἀπαγορεύσεως, καὶ συγκοπῇ, οἱονεὶ ὁ μηδὲν φροντίζων· ἢ παρὰ τὸ μὴ ὁρᾶν τὸ συμφέρον.
15 Μῶμος: Παρὰ τὸ μῶ· οὗ ὁ μέλλων, μώσω· δηλοῖ καὶ τὸ ζητῶ. Μῶμος οὖν, ὁ ἀεὶ ἐπιζητῶν, καὶ μηδὲν τῶν ἄλλων ἱκανὸν εἶναι νομίζων, ἀλλ’ ἐνδεῖν τοῦ κρείττονος, ἀεὶ πᾶν ὁτιοῦν λέγων καὶ διασύρων. Μυδᾶν: Ἔστι δευτέρας συζυγίας τῶν περισπω‐
20μένων· σημαίνει τὸ ὄζειν, καὶ τὸ οἰδαίνειν, ἤγουν τὸ φυσᾶσθαι καὶ ὀγκοῦσθαι. Οἰδαίνουσι τοίνυν οἱ τάφοι κατὰ τὸ ἔνδον. Γίνεται οὖν παρὰ τὸ μύω. Ἢ ἀπὸ τοῦ μύζειν καὶ ἐκθλίβειν τὸ ὑγρόν· κυρίως γὰρ τὸ ὄζω καὶ σήπω σημαίνει· καὶ μυδῶντα ση‐
25μαίνει τὸν ὄζοντα· παρὰ τὸ μύειν τοὺς μυκτῆρας, ἤγουν κλείειν. Ἐξ αὐτοῦ μυδῶ μυδᾷς· καὶ, μυδόωσα δ’ ἀπὸ χροὸς ἔρρεε λάχνη. Ἀντὶ τοῦ διϋγραινομένη. Ἀπὸ τοῦ ὕδωρ ὑδῶ ὑδώσω· καὶ πλεονασμῷ τοῦ μ, μυδῶ· καὶ ΜΥΔΑ‐
30λέον, τὸ σεσηπὸς καὶ ὄζον, καὶ,
30ἐέρσας μυδαλέας,
30Ἰλιάδος λʹ, ἀντὶ τοῦ διαβρόχους, διΰγρους· καὶ ἐμύ‐ δαινε, τὸ ἔβρεχε. Μύδρος: Ὁ πεπυρακτωμένος σίδηρος. Εἴρηται παρὰ τὸ μύρεσθαι καὶ διαρρεῖν. Λέγεται δὲ καὶ ὁ χρυσὸς παρὰ Λυκόφρονι,
35Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον.
35 Μυελός: Παρὰ τὸ ἐν τῷ μυχῷ εἰλεῖσθαι, μυ‐ χελός τις ὤν. Ἢ παρὰ τὸ μύω, τὸ σφαλίζω, ὁ ἐσφαλισμένος ὑπὸ τοῦ ὀστέου· ὅθεν καὶ μυαλῶ. Μύζεις: Τί μύζεις;
40Ἀριστοφάνης. Παρὰ τὸ μύω, μύζω, ὡς τρύω,
40τρύζω. Σημαίνει δὲ τὸ θηλάζω.
40 Μύησις: Τὸ μυστήριον· παρὰ τὸ μεμυηκέναι ἀπὸ τοῦ μυῶ, τὸ μανθάνω· ἀφ’ οὗ καὶ τὸ,
Μυεῖται πνεύματος γνῶσιν. Μῦθος: Σημαίνει δύο· τόν τε σκοτεινὸν λόγον, παρὰ τὸ μύω, τὸ καμμύω, τόν τε ἁπλῶς λόγον,
45παρὰ τὸ μυῶ μυήσω, τὸ διδάσκω, μύηθος καὶ μῦθος. Κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλεν. μῦθος σημαίνει καὶ τὴν στάσιν. Ἅπαξ εἴρηται παρ’ Ὁμήρῳ, οὐδέ τιν’ ἄλλην

593

(50)

μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε.

593

(50)

Ὅθεν καὶ Ἀνακρέων ἐν τῷ δευτέρῳ τῶν μελῶν

593

(50)

μυθίτας, τοὺς στασιαστὰς, ἐπὶ τῶν ἁλιέων λέγει.

593

(50)

Μυῖα: Ἐκ τοῦ μυιών· σημαίνει δὲ τὸ παχὺ καὶ σαρκῶδες τῶν ὀπισθίων. τὸ συνεσφιγμένον ὑπὸ τῶν νεύρων μέρος, [ὀρεξάμενος πρύμνον σκέλος,] ἔνθα πάχιστος μυιὼν ἀνθρώπου πέλεται.
55Γίνεται παρὰ τὸ μύω, τὸ συσφίγγω, ὁ συνεσφιγμένος
55τόπος. Μυιὼν οὖν, ἡ λεγομένη γαστροκνημία, Ἰλιάδος πʹ, ἥτις συνέστηκεν ἐκ πολλῶν νεύρων καὶ συνεστραμμένων σαρκῶν. Ἐξ αὐτοῦ γίνεται μυῖα, ἡ σαρκώδης οὖσα καὶ παχεῖα.

594

Μυκάλη: Παρὰ τὸ ἐκεῖ μυκᾶσθαι τὰς Γοργόνας διωκούσας τὸν Περσέα. Μυκαλησός: Ἡ πόλις· ὅτι ἐκεῖσε ἐμυκήσατο ἡ βοῦς ἡ προηγησαμένη τοῦ Κάδμου εἰς τὴν κτίσιν
5τῶν Θηβῶν κατὰ χρησμὸν Ἀπόλλωνος. Μύκης: Μύκης ἐστὶν ἡ λαβὴ τοῦ ξίφους· νῦν τὸ ξίφος. Καὶ ἀπὸ τοῦ μύκητος τοῦ ξίφους τοῦ Περσέως ἐκεῖ ὄντος ἐκλήθη ἡ πόλις Μυκήνη. Μύη δὲ, τὸ κατακλεῖον τὴν θήκην τοῦ ξίφους, τὸ κατὰ τὴν
10λαβίδα ὅπερ κρατεῖται· παρὰ τὸ μύω, τὸ κατακλείω. Νίκανδρος ἐν Ἀλεξιφαρμάκοις, Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης. Σημαίνει δὲ τὰ καρβώνια, ἤγουν τοὺς σπινθῆρας ἀπὸ τῶν λύχνων ἀναπεμπομένους ἐν χειμῶνι·
15ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν,
15Ἄρατος.
15 Μύκον: Ἀμφὶ δὲ πύλαι μύκον οὐρανοῦ, Ἰλιάδος εʹ, ἀντὶ τοῦ ἤχησαν, ἠνεῴχθησαν. Ὀνομα‐ τοπεποίηται ὁ τρόπος, ἀπὸ τοῦ παρακολουθοῦντος. Μυκῶ.
20Μύκλος: Καλεῖται ἡ ἐν τῷ τραχήλῳ τῶν ὄνων
20ὑποδίπλωσις. Μύκλους οὖν εἶπεν ἐνταῦθα τοὺς μνη‐
20στῆρας, διὰ τὸ ἀδηφάγον καὶ κατωφερές· ὡς καὶ Καλλίμαχος,
Ἔστιν μοι μάγνης ἐννεάμυκλος ὄνος. Οἱ δὲ μύκλους φασὶ τὰς κατωφερεῖς γυναῖκας. Εἴρηται δὲ ἀπὸ ἑνὸς Μύκλου αὐλητοῦ κωμῳδηθέντος
25ἐπὶ μαχλότητι. Λυκόφρων,
25 Μύκλοις γυναικόκλωψιν· ἡ δὲ βασσάρα. Μυκτήρ: Παρὰ τὸ μύξω μυκτήρ· ἢ ἀπὸ τοῦ τὴν μύξαν δι’ αὐτῶν ἐξιέναι· ἢ ἀπὸ τοῦ μύξας τινὰς ἐφ’ ἑαυτοῦ ἔχειν, τουτέστι πόρους· ἢ ἀπὸ τοῦ ἡγε‐ μονικοῦ τεταγμένος τῆς αἰσθήσεως· ὅθεν καὶ μυκτη‐
30ρίζειν λέγομεν τοὺς ἐν τῷ διαπαίζειν τινὰς τοῦτό πως τὸ μέρος ἐπισπῶντας. Μύξα: Παρὰ τὸ ἀπὸ τοῦ μυκτῆρος ἐκκρίνεσθαι. Μύλη: Μύλαι τινὲς τῶν ὀδόντων οὕτως λέγονται διὰ τὸ ἐπ’ αὐτῶν λεαίνεσθαι (ἤτοι τρίβεσθαι) τὴν
35τροφήν· ἢ παρὰ τὸ μειοῦν λίαν· ἢ παρὰ τὸ εἱλῶ. Ἐπὶ τῆς ἐπιγονατίδος, ἀπὸ τῆς ἔξω πρὸς τὴν μη‐ χανὴν ἐμφερείας, διὰ τὸ εἶναι ἄνω τοῦ ἄρθρου τὸ κοῖλον, ὡς καὶ τῆς μύλης τὸ ὕπερθεν, καὶ τὰ ἐμ‐ βαλλόμενα πρὸς τὸ ἀλεσθῆναι τὰ σπέρματα. Ἢ
40μύλη, ἡ μόλις κατεργαζομένη.
40 Μυλήκορον: Κόρημα, τὸ σαροῦν λέγεται· ἔνθεν μυλήκορον. Μυλήφατος: Παρὰ τὸ ὑπὸ μύλης συντετρί‐ φθαι. Μύλη: Παρὰ τὸ μεῖον καὶ τὸ ἀλοᾶν· οἷον εἰς
45λεπτὰ ἀλοᾶν.
45Μυλωθρός: Πλεονασμῷ τοῦ ρ· οἷον ὁ τὴν μύλην
45ὠθῶν, μυλωθός τις ὢν, λέγεται ὁ μυλῶνα κεκτη‐ μένος. Μυλιόωντες: Ἡσίοδος, τὰ χείλη κινοῦντες ἀπὸ τῆς ψύχρας, ἢ συνάγοντες· ἢ τὰς μύλας συγ‐ κρούοντες. Κράτης γράφει μαλκιόωντες. Ἔστι δὲ

594

(50)

τὸ διὰ τὸ ψύχος μὴ ἔχειν εὐκινήτῳ δυνάμει χρή‐

594

(50)

σασθαι.

594

(50)

Μύνη: Πρόφασις· ἐπιμονῆς γὰρ χρεία τῷ προφασιζομένῳ εἰς τὸ ψεύδεσθαι καὶ μὴ εἰπεῖν τἀ‐ ληθές· ὥστε ἀπὸ τοῦ μονὴ, μύνη, ὡς γονὴ, γυνή. Τὰς προφάσεις δὲ μύνας καλοῦσιν οἱ Αἰολεῖς· ἔνθεν ἴσως καὶ τὸ ἀπροφασίστως τινὶ βοηθεῖν ἀμύνειν
55λέγουσιν. Οὐδὲ μυνάμενος. Ἀντὶ τοῦ προφασισάμενος. Ἀλλ’ ἄγε μὴ μύνῃσι παρέλκεαι. Προφάσεσι, σκήψεσι· παρὰ τὸ μεμυκέναι τοῖς χείλεσι.

595

Μύνδος: Μύνδος ἰχθῦς, Σοφοκλῆς, ὁ μὴ αὐδῶν· ὅθεν καὶ ἔλλοψ, ἀπὸ τοῦ ἐλλειπῆ τὴν ὄπα ἔχειν. Μύουρον: Τὸ ἐπὶ τελευτῆς ἀπολεπτυνόμενον.
5 Μυρία: Τινὲς τὰ μὴ ὡρισμένα· οἱ δὲ, τὰ πολλά· οἱ δὲ, τὰς δέκα χιλιάδας· ἀπὸ τοῦ μεμυκέναι τοὺς δακτύλους ἐν τοῖς ψήφοις. Ἀντὶ τοῦ πολλὰ, ἀορίστως. Τὸ ΜΥ, βραχύ· ἐπὶ μὲν γὰρ τοῦ ἄλλου, τοῦ σημαίνοντος ὡρισμένον
10πλῆθος, ἐκτεταμένον ἐστίν· ἀπὸ γὰρ τοῦ ΜΥ γίνεται
10στοιχείου, τοῦ μακροῦ· τὸ δὲ σημαῖνον τὸ ἀόριστον πλῆθος συστέλλεται. Μύρια: Τὸ ΜΥ, ψιλόν· οὐδὲν στοιχείου ὄνομα εἰς δίφθογγον λήγει. Ἢ οὕτως· ὁ τεσσαράκοντα ἀριθμὸς ἐφ’ ἑαυτὸν πολυπλασιαζόμενος γίνεται χίλια
15ἑξακόσια· εἶτα τὸ χίλια ἑξακόσια ἐφ’ ἑαυτὰ ἑξα‐
15πλασιασθέντα γίνεται ἐννακισχίλια ἑξακόσια· εἶτα λείπει τὸ υ στοιχεῖον τὰ τετρακόσια· καὶ προστεθὲν γίνεται δέκα χιλιάδες, ὅ ἐστι μύρια. Παρὰ τὸ ΜΥ στοιχεῖον γίνεται μύριος· ἐξ οὗ μυριάς· κλίνεται μυριάδος. Τὸ ΑΣ βραχύ· τὰ εἰς
20ΑΣ ὀξύτονα θηλυκὰ συστέλλει τὸ α. Ὀξύνεται· τὰ εἰς ΑΣ ὀνόματα διὰ τοῦ ΔΟΣ κλινόμενα, βραχὺ ἔχοντα τὸ α, ὀξύνεται· οἷον, ἐθὰς, φυγάς. Μυρίννα: Δύο πόλεις ἦσαν τῆς Λήμνου, Μυ‐
25ρίννα καὶ Ἡφαιστία. Οὐχ, ὥς τινες φασὶ, παρὰ τὸ μύρεσθαι καὶ ῥεῖν, ἀλλ’ ἀπὸ Μυρίνης τῆς Θόαντος γυναικός. Μύρεσθαι: Τὸ κλαίειν· παρὰ τὸ ῥεῖν τὰ δά‐ κρυα· ἀπὸ τοῦ μύρω, τὸ ῥέω.
30Μύρον: Τινὲς ἀπὸ τῆς Μύρρας, ἣ ἀπεδενδρώθη·
30ἢ μύρον ἀπὸ τοῦ ἐκπιέζεσθαι τὰ ἀρώματα καὶ ἀπο‐ στάζειν ἐκεῖνα. Μυροπόλος: Εἰ μὲν ὁ τὰ μύρα πωλῶν, τὸ ΠΩ μέγα· εἰ δὲ ὁ περὶ τὰ μύρα ἀναστρεφόμενος, μικρόν.
35Μύρσος:
35Μύρσον ἐς ὠτώεντα παλαιφαμένης τε ἄγνοιο.
35μύρσος πλεκτόν ἐστιν ἀγγεῖον ἐξ ἄγνου πλεκόμενον λύγων. Μύστις: Παρὰ τὸ μύστης· τοῦτο παρὰ τὸ μύω. Οὐ μόνον δὲ ἀπὸ βαρυτόνου γίνεται εἰς ι παρώνυμον, οἷον πλανήτης, πλανῆτις· ἀλλὰ καὶ ἀπὸ ὀξυτόνου,
40οἷον, ὑβριστὴς, ὕβριστις· αἰχμητὴς, αἴχμητις· βου‐
40λευτὴς, βούλευτις.
40 Τῶνδε βούλευτις πόνων. Ἐν ταῖς Ξαντρίαις. Μύσταξ: Ἐν ᾧ οἱ μυκτῆρες στάζουσιν. Μῦς: Σημαίνει δʹ· τὸν θαλάσσιον, καὶ τὸν γη‐ γενῆ, καὶ τὸ μέρος τοῦ σώματος, καὶ ὄνομα ἔθνους·
45ἐξ οὗ καὶ Μυσία ἡ πόλις.
45 Μύστης: Παρὰ τὸ μύω, τὸ καμμύω· μύοντες γὰρ τὰς αἰσθήσεις, καὶ ἔξω τῶν σαρκικῶν φροντίδων γινόμενοι, οὕτω τὰς θείας ἀναλάμψεις ἐδέχοντο. Μυστηρία: Μυθήρια· μῦθος γὰρ ὁ λόγος. Βέλ‐ τιον οὖν, ἃ δεῖ μύσαντας τηρεῖν ἔνδον.

595

(50)

Μύστρον: Ἀπὸ τοῦ μυστίλλεσθαι, τουτέστι μικρὰ ἐπαίρειν. [Καὶ] μύστλον: Τὸ κοίλῳ τῷ ἄρτῳ ἐσθίειν μυστιλᾶσθαι ἔλεγον· ὅθεν καὶ τὸ μύστλον. Ἐγὼ δὲ μύστλον τὸ κοῖλον, παρὰ τὸ ἐοικέναι θα‐ λασσίῳ μυΐ. Καλεῖται δὲ μῦς ἐκεῖνο, ὅτι μύεται
55καὶ συγκλείεται ὅτε θέλει.
55 Μύσαχθες: Παρὰ τὸ μύσος· τὸ δὲ μῦσος, παρὰ τὸ μύσω· τοῦτο, παρὰ τὸ μύω, τὸ καμμύω· ὃν γὰρ μισοῦμεν, τοῦτον καὶ ἀποστρεφόμεθα. Εἰς τὸ μύ‐

596

σταξ. Παρὰ τὸ μυσάττω, οὗ παθητικὸν μυσάτ‐ τομαι. Μύω βαρύτονον, τὸ καμμύω· περισπώμενον
δὲ, τὸ διδάσκω. Μυττωτόν: Τρίμμα ἐξ ἀρτυμάτων πολλῶν συν‐
5τιθέμενον. Οἱ Ἀττικοὶ ὑπότριμμά τι μετὰ σκορό‐
5δου καὶ τυροῦ γινόμενον λέγουσι· ἔνιοι δὲ πλακοῦντα διὰ λαχάνων συντιθέμενον. Βέλτιον δὲ τὸ διὰ σκο‐ ρόδων τρίμμα· ὡς εἶναι παρὰ τὸ μυσάττεσθαι τὴν δυσωδίαν, μυσωτὸν, καὶ μυττωτόν. Μυχοίτατος: Ἀντὶ τοῦ ἐσώτατος· ἀπὸ τοῦ
10μυχός. Ἀντίκειται δὲ, ὥς φησιν Ἀρίσταρχος, τῷ, Ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. Οὐ γὰρ ἐσωτάτη ἐστι τοῦ Ἄργους, ἀλλὰ προκάθηται αὐτοῦ. Δεῖ δὲ νοεῖν, ὅτι οὐ τῆς πόλεως λέγει, ἀλλὰ τῆς Πελοπονήσου. Μυχὸς δὲ σημαίνει τὸν ἐνδό‐
15τατον τόπον, παρὰ τὸ νὺξ νυχὸς, καὶ τροπῇ τοῦ
15ἀμεταβόλου εἰς ἀμετάβολον, μυχὸς, οἱονεὶ ὁ ἐνδό‐ τατος καὶ σκοτεινὸς τόπος. Μύδρος: Ὁ ἀργὸς σίδηρος. Τίθεται δὲ καὶ ἐπὶ ἀναισθήτου. Καλεῖται δὲ καὶ ὁ διάπυρος σί‐ δηρος μύδρος. Ἔστι δὲ ἡ φωνὴ πεποιημένη ἐκ
20τοῦ μύζω, τὸ ἠχῶ, ῥήματος. Μύωψ: Ἔστι δὲ μυῖα τις ἐρεθίζουσα τοὺς βοῦς. Ὁ μύειν συνεχῶς τοὺς ὦπας ποιῶν· παρὰ τὸ μύω, τὸ καμμύω. Μῶν: Ἀπορηματικός ἐστι σύνδεσμος, ἀντὶ τοῦ
25ἆρα· συνετέθη δὲ ἀπὸ τοῦ μὴ ἀπαγορευτικοῦ καὶ τοῦ
25οὖν συνδέσμου· καὶ ἐγένετο μὴ οὖν, ἀποβολῇ τοῦ η, μοῦν· καὶ τροπῇ Δωρικῇ τῆς ΟΥ εἰς ω γίνεται μῶν· διὸ καὶ περισπᾶται. Μετόπωρον: Τὰς ὥρας τοῦ ἔτους ἀπὸ τῶν καρ‐ πῶν ὀνομάζουσι. Θέρος οὖν, ὅτε θερίζεται ὁ πυρός·
30ὀπῶραι, ὅτε τρυγᾶται ἡ ὀπώρα· τὸ δὲ μετὰ ταῦτα, μετόπωρον. Μέτασσαι: Ἡγοῦντο πάντες τοῦτο εἶναι μεσαί‐ ταται, αἱ μεταξύ· καὶ ἐν ὑπερθέσει, μέτασσαι· ὥστε εἶναι μεταξὺ τινάς. Δύναται δὲ καὶ οὕτως ἐπίσσας
35λέγεσθαι Ἰωνικῶς, παρ’ Ἑκαταίῳ. Ἔστιν ἔπισσαι, αἱ ἐπιγινόμεναι τοῖς προγόνοις. Ὡς ἐπὶ οὖν ἔπισσαι, οὕτω μετὰ, μέτασσαι. Μενοινή: Τὰ διὰ τοῦ ΟΙΝΗ ὑπὲρ δύο συλλαβὰς, ἔχοντα πρὸ τοῦ ν τὴν ΟΙ δίφθογγον, οὐκ ἔστι γνήσια.
40Ζήτει τέλειον τὸν κάνονα εἰς τοῦ Θεογνώτου τὴν Ὀρ‐
40θογραφίαν. Γίνεται παρὰ τὸ μένω, τὸ προθυμοῦμαι, μενὴ, καὶ μενωνὴ, κατὰ ἀναδιπλασιασμὸν, ὡς καὶ παρὰ τὸ ἔδω ἐδὴ, καὶ ἐδωδὴ, ὄζω ὀδὴ ὀδώδη· καὶ τροπῇ τοῦ ω εἰς τὴν ΟΙ δίφθογγον, ὡς παρὰ τὸ ἀγκῶνος ἀγκώνη καὶ ἀγκοίνη. Καὶ μενοινῶ ῥῆμα,
45ὃ σημαίνει τὸ προθυμοῦμαι· ὅθεν μενοινάα, δευτέρον
45πρόσωπον Ἰωνικῶς, ἐνεστῶτος παθητικοῦ. Τὰ δὲ εἰς η λήγοντα θηλυκὰ τρισύλλαβα ἀπὸ ῥήματος γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ συλλαβῇ καὶ τῇ πρὸ αὐτῆς τὸ αὐτὸ σύμφωνον ἢ ἀντίστοιχον, τῷ ω
μεγάλῳ παραλήγεται. Ὁ δὲ λόγος ἐπὶ τρισυλλά‐

596

(50)

βων· οἷον, ἀγωγὴ, ὀδωδὴ, ἐδωδή· ὄπτω, ὀπωπή· ἔχω ὀχὴ, ὀκωχή· ἥκω ἀκὴ, ἀκωκή. Οὕτως οὖν καὶ μένω μενωνὴ ὤφειλεν εἶναι· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι τὰ οὐδέτερα διπλασιάζοντα ἀπὸ φωνήεντος ἄρχεται, τὸ δὲ μενοινὴ μόνον ἀπὸ συμφώνου· καὶ ὡς διήλλαξε
55κατὰ τοῦτο πρὸς τὰ ἄλλα, παρήλλαξε καὶ κατὰ τὴν παραλήγουσαν. Οὕτως Ἡρωδιανὸς, ὡς λέγει Θεό‐ γνωτος. Μύρμηξ: Παρὰ τὸ μερμερίζω, τὸ φροντίζω,

597

μερμερίξω· καὶ συγκοπῇ, μέρμηξ· καὶ τροπῇ τοῦ ε εἰς υ, μύρμηξ, ἤγουν ὁ τοῦ χειμερινοῦ καιροῦ τὴν τροφὴν μεριμνῶν. Ἢ παρὰ τὸ μείρω. Οὗτος γὰρ, διὰ τὸ μὴ ἀναφύειν τὸν σῖτον, εἰς δύο μερίζων ἀπο‐
5τίθησι. Καὶ τοὺς Μυρμιδόνας φασὶν ἀπὸ τῶν μυρ‐ μήκων γεγονέναι, ἐπινεύσαντος τοῦ Διὸς διὰ τὸ ὀλι‐ γωθῆναι τοὺς ἀνθρώπους. Μωσῆς: Κλίσιν ἐπιδέχεται, Μωσῆς Μωσοῦ· Μωϋσῆς Μωϋσέος, ὡς εὐσεβὴς εὐσεβέος· καὶ Μω‐
10σεὺς Μωσέως, ὡς Πηλεὺς Πηλέως. Μωϋσῆς Μωϋσοῦ
10μᾶλλον ὁ Θεοχώρητος.
11tν.
12 Νῦ: Τὸ στοιχεῖον, ὅτι νυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις. Νάκη: Τὸ αἰγεῖον δέρμα· κωδία καὶ κώδιον, τὸ
15προβάτειον. Οὐκ ἄρα τὸ ἐν Κόλχοις νάκος ῥητέον. Κακῶς οὖν Σιμωνίδης νάκος φησί. Τὸ δὲ νάκη ἔστιν ὄνομα προσηγορικόν· ὁ νάκης, τοῦ νάκου, τῷ νάκῃ, τὸν νάκην· τὸ γὰρ θηλυκὸν, παρὰ τὸ νάκος, νάκη, ὡς παρὰ τὸ βλάβος, βλάβη· ἄκος, ἄκη·
20σκέπος, σκέπη. Τό τε ἀρσενικὸν παρὰ τὸ νάκη· τὰ γὰρ θηλυκὰ, προσθήκῃ τοῦ ς, μὴ κωλυόμενα ὑπὸ χαρακτῆρος, ἐπὶ γενικῆς εἰς ΟΥ λήγει, πλάτη, πλάτης, πλάτου· λέσχη, λέσχης, λέσχου· ἀήτου· ἀράχνου. Μὴ κωλυόμενα ὑπὸ χαρακτῆρος, διὰ τὸ πλάνης καὶ κόμης.
25 Νάμα: Παρὰ τὸ νῶ, τὸ ῥέω· οὗ ὁ μέλλων, νάσω· ἐξ αὐτοῦ νάμα, ὡς δράσω δράμα. Νάνος: Ὁ μὴ αὐξόμενος, ὁ πίθηκος. Παρὰ τὸ ἄνω, ὃ δηλοῖ τὸ αὐξάνω, γίνεται ἄνος· καὶ μετὰ τοῦ ΝΗ στερητικοῦ, καὶ συγκοπῇ.
30 Νάπυ: Τὸ σίνηπι, κατὰ στέρησιν τοῦ ἠπίου, διὰ τὴν δριμύτητα. Τὰ εἰς υ λήγοντα οὐδέτερα μακρᾷ παραληγόμενα διὰ τοῦ ΕΟΣ κλίνονται. Σεσημεί‐ ωται τὸ νάπυος. Νάπαι: Δρυμοὶ, φάραγγες, κοιλάδες. Παρὰ
35τὸ πίω ῥῆμα γίνεται μετὰ τοῦ στερητικοῦ α ἄπη καὶ μετὰ τοῦ ΝΗ ἑτέρας στερήσεως γίνεται νηάπη, καὶ συγκοπῇ, νάπη, οἱονεὶ ἡ ἄγαν πίνουσα· αἱ γὰρ δύο στερήσεις ποιοῦσι μίαν ἐπίτασιν. Ἢ παρὰ τὸ ΝΗ καὶ τὸ φῶ γίνεται νῆφαι, καὶ νάπαι, κατὰ τρο‐
40πὴν τοῦ η εἰς α. Ὡς νηάνος καὶ νᾶνος, οὕτως νῆπαι καὶ νάπαι. Σημαίνει δὲ τοὺς συμφύτους καὶ κατα‐ σκίους τῶν ὀρῶν τόπους, ἢ τοὺς ὀρεινοὺς καὶ ὑλώδεις. Ναρόν: Τὸ ὑγρόν. Παρὰ τὸ νῶ ῥῆμα (δηλοῖ τὸ ῥέω) ὁ μέλλων νάσω, γίνεται ναρός· καὶ τὸ οὐδέ‐
45τερον, ναρόν. Σοφοκλῆς Τρωΐλῳ·
Πρὸς ναρὰ δὲ κρηναῖα χωροῦμεν ποτά. Οὕτω Φιλόξενος. Καὶ ἴσως ἡ συνήθεια τρέψασα τὸ α εἰς ε λέγει νερόν. Νάρθηξ: Σημαίνει δύο· τὸν τῆς ἐκκλησίας

597

(50)

νάρθηκα, καὶ γίνεται παρὰ τὸ νέρθεν εἶναι τοῦ ἄμ‐

597

(50)

βωνος. Σημαίνει καὶ τὸν ἐν τῇ κοινῇ συνηθείᾳ λε‐ γόμενον νάρθηκα· καὶ γίνεται παρὰ τὸ νεαρὸν νεάρηξ καὶ νάρθηξ. Ἢ παρὰ τὸ ναρὸν, ὃ σημαίνει τὸ ὑγρὸν, νάρηξ, καὶ νάρθηξ. Νάρθηξ ἐστὶ καὶ ἰατρι‐ κόν τι τεῦχος· κυρίως, τὸ ἐκ νάρθηκος γεγενημένον·
55καταχρηστικῶς δὲ καὶ τὸ ἐξ οἱασδήποτε ὕλης. Ναστός: Ὁ πεπιλημένος ἄρτος, ὁ μεστὸς, πλή‐ ρης, καὶ μὴ ἔχων τὶ κοῦφον· ἀπὸ τοῦ νάσσεσθαι

598

ἀρτύμασιν ἢ τραγήμασί τισι. Λυκόφρων, Οὐ γάρ τις αὐτῶν ψήσεται πύρνον γνάθῳ, πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ. Νῦν ἐπὶ ἄρτου καταχρηστικῶς ἔθηκε. Ναστὸς δὲ
5κυρίως ὁ πλακοῦς, ὁ μετὰ σταφίδων πεπεμμένος, ὁ
5πυκνός. Νασμός: Ὄμβρος· ἀπὸ τοῦ νάω· ὅθεν καὶ νάμα καὶ ναύτης. Λυκόφρων, Ζηνὸς καχλάζων νασμός. Σημαίνει δὲ ἐνταῦθα τὸν κατακλυσμόν.
10Νάσθη: Ἰλιάδος ξʹ,
10Πατὴρ δ’ ἐμὸς Ἄργεϊ νάσθη
10πλαγχθείς.
10Ἀντὶ τοῦ ἀπῳκίσθη. Νάρκησεν: Ἰλιάδος θʹ, ἐνάρκησεν, ἐλύθη· ἀπὸ τῆς νάρκης τοῦ ἰχθύος Ναῦς: Γʹ εὐθείας ἔχει· ναῦς, ναός· νηῦς, νηός· νεῦς, νεός. Ναῦς, ναός. Ὁ κανών· δύο μόνα εἰσὶν εἰς
15ΑΥΣ θηλυκὰ, ναῦς καὶ γραῦς· κέκλιται δὲ ἀμφότερα διὰ καθαροῦ τοῦ ΟΣ· ναὸς, ἡ γενική· καὶ Ἀττικῶς, νεώς. Γίνεται δὲ παρὰ τὸ νῶ, τὸ κολυμβῶ, ἢ νέω, ὁμοίως· παράγωγον νεύω· ὁ μέλλων, νεύσω· νεῦς καὶ ναῦς. Ὅμηρος παρετυμολογεῖ, ἀπὸ τοῦ νῆσαι, ὅ
20ἐστι σωρεῦσαι· Ἰλιάδος ιʹ,
20 Νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω. Ναῦφι: Ὥσπερ ἀπὸ τοῦ ταναόποδος γίνεται τα‐ ναύποδος κράσει τοῦ α ο εἰς τὴν ΑΥ δίφθογγον, (ση‐ μαίνει δὲ τὸν σύροντα τὸν πόδα,) οὕτω καὶ ἀπὸ τοῦ ναῦς ναὸς γίνεται ναόφι, καὶ κατὰ κρᾶσιν,
25Ναῦφιν ἀμυνόμενοι,
25ἀντὶ τοῦ, ἐκ τῶν νεῶν ἀποσοβοῦντες. Ναύπακτος: Πόλις· παρὰ τὸ ναυπήγιον γε‐ νέσθαι τῶν Ἡρακλειδῶν ἐκεῖ. Ναυσικάα: Κεκασμένη (ὅ ἐστι κεκοσμημένη)
30ταῖς ναυσί.
30Ναύτης: Ὁ ἄγων τὴν ναῦν· ἢ διὰ τὸ τὰ νά‐
30ματα τέμνειν· ἢ διὰ τὸ τὰ νάματα τείνειν, ἤγουν ἐλαύνειν. Νάφθα: Ἀπὸ τοῦ ἀνάπτω ἀνάψω ἀνῆφα, ἀνῆμ‐ μαι, ἀνῆψαι, ἀνῆπται, νάπτα καὶ νάφθα. Παρε‐ σκεύασται γὰρ ἐξάπτειν.
35Ναῦλον: Τὸ εἰς τὸ στόμα τῶν νεκρῶν ἐμβαλ‐
35λόμενον νομισμάτιον. Ναύλοχος: Ὁ λιμὴν, ἐν ᾧ αἱ ναῦς κοιμῶνται· ὅθεν καὶ εὐναὶ αἱ ἄγκυραι· εὐνάζουσι γὰρ τὴν ναῦν. Ναύαιθος: Ποταμὸς Ἰταλίας. Τῶν ἐξ Ἰλίου πλεόντων Ἑλλήνων κατήχθησαν τινὲς εἰς τὸν ποτα‐
40μὸν τοῦτον· αἱ δὲ αἰχμάλωτοι, εὐλαβούμεναι τὴν ἐν τῇ Ἑλλάδι δουλείαν, καὶ τὴν ἐσομένην ζηλοτυπίαν τῶν γυναικῶν αὐτῶν, ἐνέπρησαν τὰς ναῦς· καὶ ὁ μὲν ποταμὸς ὠνομάσθη Ναύαιθος, ἀπὸ τοῦ αἴθω· αἱ γὰρ γυναῖκες, ναυπρήστιδες· καὶ αἱ νῆες, πρη‐
45στίδες.
45 Ναίω: Σημαίνει τὸ οἰκῶ· διὰ τῆς ΑΙ διφθόγγου, ὡς τὸ, Ναῖε δὲ Σατνιόεντος ἐϋρείταο παρ’ ὄχθας. Ἐξ οὗ γίνεται καὶ ναός. Νέω σημαίνει δύο διὰ τοῦ ε ψιλοῦ, τὸ πορεύομαι, ὡς τὸ,

598

(50)

Νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν.

598

(50)

Καὶ τὸ κολυμβῶ, ὡς τὸ,

598

(50)

Στόμα καλλιρόοιο ἵξε νέων. Ναιετάωσιν: Ἀπὸ τοῦ ναίω γίνεται ναιέτης· καὶ ὡς κυνηγέτης κυνηγετῶ, οὕτω καὶ ναιέτης ναιε‐ τάω ναιετῶ· (ναιέτης δὲ σημαίνει τὸν μέτοικον·) ἡ
55μετοχὴ, ναιετάων· τὸ θηλυκὸν, ναιετάουσα· καὶ
55Δωρικῶς, ναιετάωσα, ὡς ἱδροῦσαι, ἱδρῶσαι· καὶ βοῦν,
57βῶν. Νέαιρα: Τὸ ἔσχατον τῆς κοιλίας μέρος· παρὰ τὸ νέω, τὸ πορεύομαι, γίνεται· εἰς αὐτὴν γὰρ πορεύ‐

599

ονται τὰ ἐσθιόμενα· καὶ πλεονασμῷ τοῦ ι γίνεται νείαιρα, ὡς τὸ, Νειαίρῃ δ’ ἐν γαστρὶ [διὰ ζωστῆρος ἔλασσεν.] Ὡς νέατος νείατος,
5Νείατον ἐς κενεῶνα·
5καὶ,
5ἔκειτο δὲ νείατος ἄλλων.
5Παρὰ τὸ νέος γίνεται νέατος, καὶ πλεονασμῷ τοῦ ι,
5ὥσπερ παρὰ τὸ μέσον γίνεται μέσατον. Νέατον δὲ, τὸ ἔσχατον· ὅθεν καὶ λαγὼν τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν. Νεάτη: Ἡ ἐσχάτη· ἀπὸ τοῦ νέος· οἱ γὰρ νέοι ἀτελεῖς εἰσὶ καὶ ἔσχατοι.
10Νεαλής: Ὁ νεωστὶ ἑαλωκὼς ἰχθῦς· ἢ ὁ νεωστὶ
10ὁτιοῦν πεποιηκὼς ἢ πεπονθώς. Νεαροί: Παρὰ τὸ νέω καὶ τὸ ἀρύω, τὸ νεωστὶ ἀρυθὲν ὕδωρ. Μεταφορικῶς δὲ ἡ λέξις καὶ ἐπὶ τῶν παιδίων τῶν νεωστὶ γεννηθέντων. Νεανίας: Παρὰ τὸ νέος γίνεται νεὰν, ὡς μέ‐
15γιστος μεγιστάν· καὶ παράγωγον ἐξ αὐτοῦ νεανίας, καὶ νεανίσκος, καὶ νεᾶνις. Νέανδρος: Κύριον ὄνομα· ἐπεὶ νέος ἠνδρεύσατο· ἢ νέος ὢν, ἀνδρεῖος ἦν. Νέαται: Ἰλιάδος ιʹ,
20 Πᾶσαι δ’ ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος. Ἤτοι ἔσχατοι, ἢ κατῳκισμέναι εἰσί. Συγκοπὴ δέ ἐστι τοῦ νενέαται. Ἔστι δὲ νῶ ῥῆμα· (δηλοῖ τὸ σωρεύω·) οὗ ὁ παρακείμενος νένηκα, νένημαι· ἐξ οὗ γίνεται Ἰωνικῶς, νενέαται·
25Φρυγάνων φάκελοι συννενέαται.
25Νῶ, σημαίνει τὸ οἰκῶ· ὁ παρακείμενος, νένηκα· ὁ παθητικὸς, νένημαι, νενήμεθα, νένησθε, νένηνται, καὶ Ἰωνικῶς, νενέαται. Τὸ νέαται οὖν ὅμοιον τῷ δεδέ‐ χαται δέχαται. Νέηαι: Πορευθῇς, ἐπανέλθῃς. Νέω, τὸ πορεύ‐
30ομαι· τὸ ὑποτακτικὸν, ἐὰν νέωμαι· τὸ τρίτον, νέηται·
30καὶ Ἰωνικῶς, νέηαι· συστέλλουσι γὰρ τὸ τ οἱ Ἴωνες τοῦ τρίτου προσώπου, καὶ ποιοῦσι δεύτερον πρόσωπον. Ἰλιάδος αʹ, σαώτερος ὥς κε νέηαι. Νέηλυς: Τὰ εἰς ΥΣ σύνθετα, εἰ μὲν ὦσιν ἀπὸ
35τῶν εἰς ΥΣ ἁπλῶν συνθέτων, τὴν τῶν ἁπλῶν φυλάττει
35κλίσιν· οἷον βραχὺς, βραχέος· τρίβραχυς, τριβρά‐ χεος· ὀφρῦς, ὀφρύος· λεύκοφρυς, λευκόφρυος· εἰ δὲ ἀπὸ ἄλλων τινῶν εἰσὶ σύνθετα, διὰ τοῦ ΔΟΣ κλίνον‐ ται· οἷον ἔπηλυς, ἐπήλυδος· νέηλυς, νεήλυδος· ση‐ μαίνει δὲ τὸν ξένον. οὐκ ἔστιν ἀπὸ τῶν εἰς ΥΣ, ἀλλ’
40ἀπὸ τοῦ ἐλεύθω γίνεται ἦλυς, καὶ νέηλυς, ὁ νεωστὶ ἐληλυθὼς, Ἰλιάδος βʹ. Κανὼν τοῦ Χοιροβοσκοῦ· δεκάπηχυς, δεκαπήχεος· ἀρσενόθηλυς, ἀρσενοθήλεος· καλλίχθυς, καλλίχθυος. Νεβροί: Ἐλάφων γεννήματα· οἱ νεωστὶ ἐπὶ
45βορὰν ἐλθόντες ἢ ἰόντες· ἢ παρὰ τὸ νεωστὶ πρὸς
45πορείαν ἰέναι· ἢ νέποροι, οἱ μηδέπω πορεύεσθαι δυνά‐ μενοι· ἢ παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ βορὰ, τὸ ἐστερημένον τῆς βορᾶς, ὅ ἐστι τῆς τροφῆς. Καὶ νεβρίζειν, τὸ νεβροῦ δέρμα φορεῖν. Νεκρός: Παρὰ τὸ κῆρ (ὃ δηλοῖ τὴν ψυχὴν)

599

(50)

μετὰ τοῦ ΝΕ στερητικοῦ γίνεται νέκηρος, ὁ ἐστερη‐

599

(50)

μένος τῆς ψυχῆς· καὶ κατὰ συγκοπὴν, νεκρός. Ἢ ἀπὸ τοῦ ΝΗ στερητικοῦ. Νεαλής: Κυρίως ὁ νεωστὶ ἑαλωκὼς ἰχθῦς, ἢ ἁλισθείς, ὁ πρόσφατος. Νέμειν: Διαιρεῖν, μερίζειν, βόσκειν, νομίζειν,
55ἀναγινώσκειν· καὶ χειρονομεῖν Ἴωνες.
55 Νέκυς: Ὤσπερ κότος κότυς, οὕτω καὶ νεκρὸς νέκρυς· καὶ ἀποβολῇ τοῦ ρ, νέκυς· ἢ παρὰ τὸ κίκυς (ὃ σημαίνει τὴν δύναμιν καὶ ἰσχὺν) μετὰ τοῦ ΝΕ

600

στερητικοῦ γίνεται νέκικυς, ὁ ἐστερημένος τῆς κίκυος· καὶ κατὰ συγκοπὴν, νέκυς· σημαίνει δὲ τὸν νεκρόν. Νεκάδες: Ὅμηρος εἴωθε λέγειν νεκάδας τὰς τῶν νεκρῶν τάξεις, παρὰ τοὺς νέκυας, νεκυάδας τινὰς
5οὔσας· οἱ δὲ νεώτεροι καὶ τὰς τῶν ὁπλιτῶν τάξεις οὕτω καλοῦσι· παρὰ τὸ νεῖκος, αἱ εἰς πόλεμον ἡτοι‐ μασμέναι· ἢ ἀχώριστοι· τὸ γὰρ ΝΕ στερητικόν ἐστι· καὶ καδεῖν, τὸ χωρῆσαι· Ἰλιάδος θʹ, Δαναῶν κεκαδησόμεθα.
10Παρὰ μὲν τοῖς κυκλικοῖς αἱ ψυχαὶ νεκάδες λέ‐
10γονται.
10 ἦτε κε δηρὸν αὐτοῦ πήματ’ ἔπασχον ἐν αἰνῇσι νεκάδεσσιν. Ἰλιάδος εʹ. Νέκταρ: Νέκταρ ἐῳνοχόει.
15Τὸ τῶν θεῶν πόμα, οἱονεὶ τὸ συνέχον τοὺς πί‐
15νοντας αὐτὸ ἐν νεότητι· παρὰ τὸ νέον καὶ τὸ ἔχω,
15νεοέκταρ, καὶ κατὰ συγκοπὴν, νέκταρ· διὸ καὶ ἡ
15Ἥβη αὐτὸ κιρνᾷ, Ἰλιάδος δʹ. Τινὲς δὲ ἐπὶ τοῦ
θείου πόματος· παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ κτῶ, τὸ φονεύω καὶ ἀναιρῶ, γίνεται, οἱονεὶ τὸ στεροῦν τοῦ κτᾶσθαι καὶ φονεύεσθαι τοὺς πίνοντας αὐτό· ἀφ’ οὗ δηλοῖ τὸ ἀθάνατον, οἷον τὸ μὴ κτεινομένοις ἀλλὰ
20τοῖς ἀθανάτοις διδόμενον. Κλίνεται νέκταρος· καὶ τὸ κτητικὸν, νεκτάρειος· ὁ νεκτάρεος, τοῦ νεκταρέου, τουτέστι θείου, θαυμαστοῦ, ἀκηράτου. Νεμέα: Τόπος ἐν Ἄργει. Ἀπὸ τῶν νεμομένων ἐκεῖσε βοῶν, αἳ ἦσαν Ἥρας· ἢ ἀπὸ τῶν Δαναοῦ, οἳ
25κατενεμήσαντο καὶ ἐκληρώσαντο τὸ χωρίον. Ἡρα‐ κλῆς δὲ διέθηκε τὴν ἑορτὴν, τὸν λέοντα φονεύσας. Νεμειαῖον: Ὄρος Πελοποννήσου· καὶ πόλις Νέμεια, ἔνθα ἦν ὁ Νεμειαῖος λέων. Νέμεσις: Μέμψις, μομφή. Οἶμαι ἀπὸ τοῦ
30νεμῶ γίνεται. Ἡ δοτικὴ, νεμέσει· ἐκ τούτου, νε‐ μέσσι, τροπῇ τοῦ ε εἰς ς· ἢ κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ ς. Ἰλιάδος ζʹ, Οὔτοι ἐγὼ Τρώων τόσσον χόλῳ, οὐδὲ νεμέσσι, ἥμην ἐν θαλάμῳ.
35Νεμεσητός: Μεμπτός· ἀπὸ τοῦ νεμεσῶ, δευ‐
35τέρας συζυγίας· ὅθεν καὶ τὸ, νεμέσσηθέν τ’ ἐνὶ θυμῷ. Ἀντὶ τοῦ ἐμέμφοντο, Ἰλιάδος βʹ. Ἔστι δὲ ἀόρι‐ στος πρῶτος παθητικός· καὶ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν, ὥσπερ κόσμηθεν. Τὸ δὲ
40νεμεσῶ, γίνεται ἐκ τοῦ νεμῶ περισπωμένου.
40 Νέος: Ἀπὸ τοῦ νέεσθαι, ὅ ἐστι πορεύεσθαι, καὶ ἔρχεσθαι εἰς αὔξησιν· ἢ παρὰ τὸ ὁρμᾶσθαι· ὁρμῆς γὰρ ἡ ἡλικία ἀνάπλεως. Νεογνός: Ὁ νεωστὶ γεννώμενος· ἢ νεόγονός τις ὢν, καὶ κατὰ συγκοπήν.
45 Νεομηνία: Παρὰ τὸ νέος καὶ τὸ μὴν μηνός. Νεοσσός: Ὁ νεωστὶ σευόμενος· ἢ παρὰ τὸ νεάζω. Νεώτερος: Ὁ νέος τῇ ὁράσει. Ζήτει εἰς τὸ νεοῦν.

600

(50)

Νεοχμοῦντες: Μετακοσμοῦντες· καὶ νεόχμω‐

600

(50)

σιν, τὴν νεοκίνησιν· καὶ νεοχμὸς, ἄκοπος, ἄπονος

600

(50)

ἢ ἄπειρος, νεωστὶ εἰργασμένος. Νεοαρδέα: Νεωστὶ πεποτισμένην καὶ ἀρδευ‐ θεῖσαν, Ἰλιάδος φʹ. Νεωκόρος: Παρὰ τὸ κορῶ, τὸ καθαίρω καὶ ἐπι‐ μελείας ἀξιῶ, καὶ τὸ νεὼς, Ἀττικῶς. Ὁ τοῦ νεὼ
55ἐπιμελούμενος.
55 Νεωστί: Οἱ νέοι, τῶν νέων· ἐπίρρημα, νέως, καὶ νεωστί. Νέωτα: Αἰεὶ γεωργὸς ἐς νέωτα πλούσιος· καὶ,
60Ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι.

601

Τὸ ἐπιὸν ἔτος, ἢ τὸ μέλλον. Παρὰ τὸ ἔνος, ὃ ση‐ μαίνει τὸν ἐνιαυτὸν, γίνεται ἔνοστα· καὶ ἀποβολῇ τοῦ ς, ἔνοτα· καὶ ἐκτάσει τοῦ ο εἰς ω, καὶ ὑπερθέσει τοῦ ν, νέωτα. Ἀττικοὶ δὲ, παρὰ τὸ νέος νέωτα
5κατ’ ἔκτασιν. Ἢ νέος νέωτε, κατ’ ἔκτασιν, ὡς
5ἄλλος ἄλλοτε· καὶ τροπῇ Αἰολικῇ τοῦ ε εἰς α, νέωτα. Νεόχμωσεν: Ἠλλοίωσεν, ἢ ἐκαινοποίησεν. Ἀπὸ τοῦ νέος καὶ τοῦ ἔχω γίνεται νεοέχω· καὶ κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ μ, νεοχμῶ.
10Νεωλκῶ: Ἐκ τοῦ ναῦς ναὸς καὶ τραγικῶς νεὼς
10καὶ τοῦ ἕλκω γίνεται νεωλκῶ, τρίτης συζυγίας. Νεοῦν: Τὸ ἀροτριᾶν. Ἀπὸ τοῦ ἐκ τῆς ἀροτριά‐ σεως νέαν ἀναλαμβάνειν τὴν γῆν. Νεούτατος: Νεότρωτος. Νεοσσός: Παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ σεύω,
15τὸ ὁρμῶ· τὰ, πρὶν ἢ πτεροφυῆσαι, σεύεσθαι μὴ δυνάμενα. Ἐκ τούτου καὶ τὸ νοσσίον. Ζήτει εἰς τὰς Διαφοράς. Νεώσοικοι: Καταγώγια εἰσὶν ἐπὶ θαλάσσης οἰκοδομημένα πρὸς ὑποδοχὴν τῶν νεῶν· νεώρια δὲ, ἡ
20τῶν ὅλων περιβολή.
20 Νένωται: Ἢ κατὰ συγκοπὴν τοῦ η, ἀπὸ τοῦ νενόηται, ὅπερ καὶ νενοέαται Ἰακῶς γίνεται· ἢ ἀπὸ τοῦ νένωται κατὰ συστολήν. Ἔστι γὰρ νῶ ῥῆμα τρίτης συζυγίας, ὡς παρὰ Σοφοκλεῖ, οἷον, Ἑλένης γάμω νένωται. Καὶ παρὰ Ἀνακρέοντι ἡ μετοχὴ,
25Ὁ δ’ ὑψηλὰ νενωμένος.
25Καὶ ὁ Ἄθλιος ἐν τοῖς Σαμίων ὅροις, Ἀλλὰ λέξασθαι νένωνται. Καὶ πάλιν ὡς χρυσόονται χρυσοῦνται, οὕτω καὶ νόονται νοῦνται· Δημόκριτος, Φῆνι θεὰ νοῦνται.
30Περὶ Παθῶν.
30Νέποδες: Οἱ ἰχθύες· Παρὰ τὴν ΝΕ στέρησιν
30καὶ τοὺς πόδας, οἱ ποδῶν ἐστερημένοι· καὶ ὅτε τίθεται ἐπὶ ἀπόδων γενῶν, ἡ μεταφορὰ ἀπὸ τῶν βρεφῶν τῶν μήπω τοῖς ποσὶ κεχρημένων. Ὦρος. Νέπως: Παρὰ τὸ πῶμι, (ὃ σημαίνει τὸ πίνω) ὁ μέλλων, πώσω· ἀποβολῇ τοῦ ω, μετὰ τοῦ στερητι‐
35κοῦ, Νέπως· ἄνυδρον γὰρ τὸ ὄρος ἐκεῖνο. Νέστωρ: Παρὰ τὸ νέα ἱστορεῖν· ἢ παρὰ τὸ στερεὸν ἔχειν τὸν νοῦν. Νεῦρον: Παρὰ τὸ νεῖσθαι δι’ ὅλου τοῦ σώ‐ ματος.
40Νευρέας: Ἀπὸ τῆς νευρᾶς, πλεονασμῷ τοῦ ε.
42 Νεφρός: Παρὰ τὸ νείφεσθαι τῷ οὔρῳ, ὅ ἐστι βρέχεσθαι· φέρεται γὰρ εἰς αὐτοὺς τὸ οὖρον· ἢ διὰ τὸ ἐν νώτῳ φέρεσθαι.
45 Νέφος: Οἷον νέφας, τὸ ἐστερημένον φάους, ὅ ἐστι φωτός· ἢ παρὰ τὸ νείφω, τὸ βρέχω· τὸ δὲ νεί‐ φειν, κυρίως ἐπὶ τὰς ἐκ νέφους καταφορὰς τῶν ὑδά‐ των εἴρηται τοῦ νιφετοῦ· ἀπὸ τοῦ νέφος, νέφω καὶ νείφω· σημαίνει τὸ χιονίζω. Ὁ κανών· τὰ διὰ τοῦ

601

(50)

ΕΦΟΣ οὐδέτερα δισύλλαβα μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται, χωρὶς τοῦ λαῖφος. Καὶ τὰ διὰ τοῦ ΕΛΗ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ἑνὶ φωνήεντι
παραληγόμενα, Σεμέλη. Νεφέλη: Παρὰ τὸ νάμα ἐφέλκειν ἐκ τῆς θα‐
55λάσσης.
55 Νεφεληγερέτης: Ὁ τῶν νεφῶν ἀθροιστικὸς Ζεύς. Νεῖκος: Ἡ φιλονεικία· παρὰ τὸ νέοις ἐοικέναι· ἡ γὰρ φιλονεικία τοῖς νεαροῖς ἁρμόζει. Σοφοκλῆς,

602

Ὕβρις δέ τοι οὐ πώποθ’ ἡβήσει τῷ σώφρονι ἵκετο· ἀλλ’ ἐν νέοις ἀνθεῖ τε καὶ φθίνει πάλιν. Ἢ παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ εἴκω, τὸ ὑποχωρῶ,
5γίνεται νέεικος· καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ΕΙ
5διφθόγγου εἰς τὴν ΕΙ δίφθογγον, νεῖκος· ἡ γὰρ φι‐ λονεικία τοῦ ὑποχωρεῖν ἐστέρηται· εἰ γὰρ ὑποχωρή‐ σουσιν, οὐκέτι γίνεται φιλονεικία. Καὶ παρὰ τὸ νεῖκος γίνεται νεικῶ, ἐπὶ τοῦ ὀνειδίζω καὶ λοιδορῶ. Νεῖλος: Ὁ ποταμός. Παρὰ τὸ νέω, τὸ ῥέω, καὶ
10τὸ ἰλὺς, Νέϊλος· καὶ κατὰ συναίρεσιν, Νεῖλος, οἱονεὶ ὁ ῥέων ἰλύν· ὁ γὰρ Νεῖλος ἰλυώδης ἐστίν. Ἢ ὥσπερ παρὰ τὸ πένθος γίνεται Πένθιλος, καὶ Τρὼς Τρωΐλος, καὶ ζωὴ Ζωΐλος, οὕτως καὶ παρὰ τὸ νέος Νέϊλος καὶ Νεῖλος· καὶ γὰρ νέος κατ’ ἔτος γίνεται·
15πλημμυρεῖ γὰρ κατ’ ἔτος, καὶ ποτίζει πᾶσαν τὴν Αἴγυπτον. Ἢ παρὰ τὸ νέαν ἰλὺν ἄγειν ἐν τῇ ἀνα‐ βάσει. Καὶ πῶς ἔχει νέαν ἰλύν; Ἐπειδὴ ἐναντίως φέρεται ὡς πρὸς τοὺς λοιποὺς ποταμούς. Οἱ μὲν γὰρ λοιποὶ τῷ χειμῶνι πλημμυροῦσι, τῷ δὲ θέρει
20ἀνεκτότερον προϊεῖσι τὸν ῥοῦν· οὗτος δὲ τοὐναντίον· τῷ μὲν γὰρ χειμῶνι ἀνεκτότερον ῥεῖ, τῷ δὲ θέρει πλημμυρεῖ, καὶ ἐξερχόμενος ποτίζει πᾶσαν τὴν γῆν ἐκείνην. Νείλεως: Ἢ παρὰ τὸ νέος καὶ τὸ λεὼς γίνεται
25νεόλεως, καὶ κράσει τοῦ ΕΟ εἰς τὴν ΕΙ δίφθογγον, ὡς
25τὸ πλέον πλεῖν, [πλείω] γίνεται νείλεως· ἢ ὥσπερ ἡ
25ἀβλῆτος καὶ ἡ ἀτρῶτος γενικαὶ μετάγονται εἰς εὐ‐
25θεῖαν καὶ προπαροξύνονται, τὸν αὐτὸν τρόπον καὶ ἡ Νηλέως γενικὴ ἀπὸ τῆς Νηλεὺς εὐθείας μετάγεται εἰς εὐθεῖαν, καὶ προπαροξύνεται, οἷον Νείλεως, κατὰ τροπὴν Βοιωτῶν τοῦ η εἰς ΕΙ δίφθογγον ὥσπερ οὐ‐ τήσω, ὠτειλή.
30 Νεικείῃσι: Ὄφρα μὴ αὖτε νεικείῃσι πατήρ, Ἰλιάδος αʹ, ὅπως μὴ πάλιν κακολογῇ καὶ ὀνειδίζῃ. Ἀπὸ τοῦ νεικῶ, τὸ πλήσσω, γίνεται νεικείω· τὸ
35ὑποτακτικὸν, ἐὰν νεικείω, ἐὰν νεικείῃ, καὶ κατ’
35ἐπέκτασιν τῆς ΣΙ συλλαβῆς. Ὁ παρατατικὸς,
35ἐνείκεον ἐνείκεες ἐνείκεε, καὶ συναρχομένως, νείκεε καὶ νεικείεσκε, ῥῆμα παρατατικοῦ τρίτου προσ‐ ώπου. Νειός: Ἡ ἀρόσιμος γῆ. Παρὰ τὸ νεῶ, νεὸς, καὶ πλεονασμῷ τοῦ ι, νειός. Σημαίνει δὲ τὴν ἀνα‐
40νεουμένην γῆν· ἀνανεοῦται γὰρ ἡ γῆ ἀρουμένη. Νεῶ
40γὰρ τὸ ἀνανεῶ.
40 Νή: Στερητικόν ἐστιν ἐπίρρημα· ὁρᾶται δὲ καὶ ἐπιτατικὸν, ὡς ἐν τῷ νηλὴς, νήνεμος, νήχυτον ὕδωρ, Φιλήτας. Καὶ
μαράθου δὲ νήχυτος ὅρπηξ.
45Νηγάτεον: Τὸ νεωστὶ κατεσκευασμένον ἢ νε‐
45νησμένον. Ὥσπερ παρὰ τὸ τείνω τείνομαι γίνεται
45τατὸς, οὕτως καὶ παρὰ τὸ γείνω γείνομαι, γατὸς, καὶ νεήγατος, τροπῇ τοῦ ο εἰς η, ἀπὸ τοῦ νέος· καὶ ὑπερθέσει τοῦ ε γίνεται νηγάτεος, ὁ νεωστὶ γεγονώς. Ἢ παρὰ τὸ θεῶ, τὸ θαυμάζω, καὶ νήθω, τὸ κλώθω, γίνεται νηγάθεον, τὸ ἄγαν θαυμαστόν· ἢ ἠγάθεον τὸ

602

(50)

θαυμαστῶς νενησμένον καὶ εἰργασμένον, Ἰλιάδος βʹ. Ἢ τὸ ἐστερημένον τῆς βλάβης, πλεονασμῷ τοῦ γ. Νήγρετος: Ἥδιστος, ἢ ἀνέγερτος δι’ ἡδονὴν, βαθύς. Νήδυμος ὕπνος: Ἡδὺς καὶ γλυκύς. Τινὲς
55ἐκ τοῦ ἡδύς· λέξεως δὲ δασυνομένης οὐ συντίθεται
55τὸ ν κατ’ ἀρχάς. Ἔστι δὲ ἀπὸ τοῦ δύω δύσω, ῥηματικὸν ὄνομα, δύμος· καὶ μετὰ τοῦ ΝΗ ἐπιτατι‐ κοῦ. Ἢ ἄδυμος, ὃν οὐ δυνατὸν ἀποδύσασθαι διὰ τὸ

603

βάθος. Φασὶ δὲ τινὲς, ὅτι τὸν βαθὺν σημαίνει κατὰ μεταφορὰν, παρὰ τὴν νηδὺν, ἥ ἐστι κοιλία· βαθύτα‐ τον δέ ἐστιν ἐν ἡμῖν τοῦτο τὸ μέρος. Ἢ τὸν ἀνώδυ‐ νον σημαίνει.
5Νηδύς: Ἡ γαστήρ. Ἀπὸ τοῦ νῶ νήσω, τὸ
5σωρεύω, νηδὺς, εἰς ἣν σωρεύονται αἱ τροφαί. Ἢ οὖν ἀπὸ τοῦ διανενῆσθαι τὰ τῆς τροφῆς ἐν αὐτῇ, ὅ ἐστι σεσωρεῦσθαι τὰ βρώματα· ἢ ἀπὸ τοῦ νάειν, ὅ ἐστι ῥεῖν· ἡ γὰρ ἐπάρδευσις τῷ σώματι τῆς τροφῆς ἀπὸ ταύτης γίνεται. Σημαίνει τὸ νηδὺς καὶ τὴν
10βαθεῖαν.
10 Νήδυμος: Τὸ ΔΥ βραχύ· τὰ εἰς ΜΟΣ λήγοντα ὀνόματα ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα, μὴ ὄντα σύνθετα, τῷ υ παραληγόμενα, συστέλλει αὐτὸ, ἔρυμος, ἔλυμος, ἔσσυμος, δίδυμος· τὸ γὰρ πρόθυμος σύνθετον.
15 Νηΐτης: Ἀπὸ τῆς νεὼς νεΐτης καὶ νηΐτης· ἢ ἀπὸ τῆς νηός. Τὰ ἀπὸ τῶν εἰς ΑΥΣ θηλυκῶν μονο‐ συλλάβων, διὰ τοῦ ΙΟΣ παράγωγα, διὰ τοῦ ι γράφε‐ ται· οἷον, ναῦς ναὸς, νάϊος, καὶ τροπῇ, νήϊος· (καὶ νήϊον ξύλον, τὸ πρὸς νηῶν κατασκευὴν ἐπιτήδειον·
20ἔστι δὲ καὶ ὄρος πλησίον τῆς Ἰθάκης οὕτω καλού‐ μενον· οἷον, Ἡμεῖς δ’ ἐξ Ἰθάκης ὑπὸ Νηΐου. Τῆς ὑπὸ τῷ Νῃΐῳ ὄρει κειμένης. Οὕτως δὲ “Θήβη ὑποπλακίη,” ἡ ὑπὸ τῷ Πλακίῳ ὄρει·) γραῦς γραὸς
25γράϊος· καὶ,
25Γρήϊον εἶδος ἔχουσα.
25Νηλής: Ἀνηλεὴς, σκληρός. Ἀπὸ τοῦ λῶ, τὸ
25θέλω, καὶ τοῦ ΝΗ στερητικοῦ, οἱονεὶ ὁ μὴ θέλων, ἀλλ’ ἀκαμπὴς ὤν.
Νηλεής: Ἀπὸ τοῦ ἔλεος καὶ τοῦ ΝΗ στερητι‐ κοῦ γίνεται, οἱονεὶ ὁ ἐστερημένος τοῦ ἐλεεῖν. Γί‐ νεται καὶ ἐπίρρημα πλεονασμῷ τοῦ ι· οἷον,
30Νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι.
30Ἀντὶ τοῦ ἀνηλεῶς καὶ κατὰ μέλος κατακοπτόμενος καὶ κατατεμνόμενος. Νήλιπος: Ἀνυπόδητος καὶ μονοχίτων, κατὰ στέρησιν τοῦ ΝΗ. Τὸ δὲ νήλιποι, ἀνυπόδητοι, συνῄρηται ἀπὸ τοῦ νηλίποδος. Εἰς τὸ ἀνήλιπος.
35Νῆμα: Οὐκ ἔστιν ἀπὸ τοῦ νήθω· νῆσμα γὰρ ἂν
35ἦν· ἀλλ’ ἀπὸ τοῦ νῶ, ὃ σημαίνει τὸ νήθω· ὅθεν καὶ, νεῖ νήματα, Ἡσίοδος. Καὶ ὁ παρατατικὸς, μάλιστα μὲν ἔνη. Ἀπὸ τούτου οὖν γίνεται νῆμα, οὐκ ἀπὸ τοῦ παθητι‐ κοῦ· οἷον,
40Νήματος ἀσκητοῖο βεβυσμένον.
40Τοῦ πρὸς νῆσιν ἐπιτηδείου μηρύματος. Βεβυσμέ‐
40νον δὲ, τὸ πεπληρωμένον· καὶ βυκτάων ἀνέμων, τῶν πλησιστίων ἀπέδωκαν τινές. Νηλέϊ χαλκῶι: Ἡ εὐθεῖα, νηλής. Γίνεται ἐκ τοῦ ἐλεῶ ἐλεὴς, καὶ συγκοπῇ, νηλὴς, ὁ ἐστερημένος τοῦ ἐλέους. Ἔστι δὲ καὶ νηλεής· (δύο γὰρ ἔχει
45εὐθείας·) ἐξ οὗ καὶ ἡ κλητικὴ, ὦ νηλεές· καὶ νηλεὲς
45ἦτορ, οὐδετέρως, τὸ ἀπηνὲς καὶ ἀπότομον. Νημερτής: Ὁ ἀληθής. Παρὰ τὸ ἁμαρτῶ ἁμαρτής· τροπῇ τοῦ α εἰς ε, μετὰ τοῦ ΝΗ στερητι‐ κοῦ, καὶ συγκοπῇ, νημερτὴς, οἱονεὶ ὁ ἐστερημένος τοῦ ἁμαρτεῖν.

603

(50)

Νηλήτεις: Σημαίνει τοὺς ἁμαρτωλούς. Ὥσπερ

603

(50)

ἀπὸ τοῦ εὐσεβὴς γίνεται εὐσεβέες εὐσεβεῖς, οὕτως ἀπὸ τοῦ νηλήτης νηλήτεες, νηλήτεις. Γίνεται δὲ παρὰ τὸ ΝΗ τὸ ἐπιτατικὸν καὶ τὸ ἀλιτεῖν, ὃ ση‐ μαίνει τὸ ἁμαρτάνειν. Καὶ ἄξιον ζητεῖν, διατί τὸ νηλήτης διὰ τοῦ η γράφεται, τὸ δὲ ἀλιτεῖν διὰ τοῦ ι;
55Ὅτι Αἰολικῶς ἐτράπη τὸ ι εἰς η. Οὕτω γὰρ καὶ τὸ ἀκτὶν καὶ τὸ ψιμμύθιον διὰ τοῦ η προφέρουσιν Αἰολεῖς. Ἕτεροι δὲ τοὺς ἀναμαρτήτους λέγουσιν, ἀπὸ τοῦ ΝΗ στερητικοῦ καὶ τοῦ ἀλιτεῖν.

604

Νῆϊς: Ἐπὶ μὲν τῆς δαίμονος βαρυτόνως λέγε‐ ται· Νήϊδες (αἵτινες καὶ νύμφαι ὀρεστιάδες προσα‐ γορεύονται) παρὰ τὸ νάω, τὸ ῥέω, αἱ ἐν νάμασιν οὖσαι, ὥς φησιν Ἡσίοδος·
5Καί τε περὶ κρήνην ἰοειδέα πόσς’ ἁπαλοῖσιν λούσαντο.
6Ἐπὶ δὲ τῆς νύμφης, ὀξυτόνως· Ἰλιάδος ζʹ, οὕς ποτε νύμφη Νηῒς Ἀβαρβαρέη τέκ’ ἀμύμονι Βουκολίωνι. Ἢ παρὰ τὸ νεάνις, κατὰ συναλοιφὴν νῆνις, καὶ
10ἀποβολῇ τοῦ ν, νηΐς· ὀξύνεται. Ἢ παρὰ τὸ εἴδω,
10τὸ γινώσκω, ὁ μέλλων, εἴσω· ἀποβολῇ τοῦ ω καὶ
10τοῦ ε, γίνεται ῥηματικὸν ὄνομα ἴς· καὶ μετὰ τοῦ ΝΗ στερητικοῦ γίνεται νηῒς, ἡ ἄπειρος γάμων, ἡ μὴ γι‐ νώσκουσα γάμον. Ὅθεν καὶ τὸ νήϊς τὸ ἀρσενικὸν καὶ βαρύτονον, ἀντὶ τοῦ ἄπειρος· οἷον, Νήϊς ἀέθλων.
15Νήπιος: Ἄφρων, ἀνόητος. Παρὰ τὸ ἥπιος,
15πλεονασμῷ τοῦ ν, ὁ πρᾶος καὶ προσηνὴς, καὶ νήπια ποιῶν. Ἢ παρὰ τὸ ΝΗ στερητικὸν καὶ τὸ εἰπεῖν
γίνεται νηέπιος, καὶ κατὰ συγκοπὴν νήπιος, ὁ μὴ δυνάμενος λέγειν. Ἢ νήβιος, ὁ ἐστερημένος τοῦ βίου· καὶ νήπιον, τὸ ἐστερημένον τῶν βιωτικῶν
20φροντίδων. Ἢ παρὰ τὸ ΝΗ ἐπιτατικὸν καὶ τὸ πῖον,
20τὸ λιπαρόν. Ἢ ἥπιον, τὸ πρᾶον καὶ μὴ ἔχον ὀργὴν, μετὰ τοῦ ἐπιτατικοῦ. Ἢ νέον πῖον. Νηπίαχος: Παρὰ τὸ ΝΗ στερητικὸν καὶ τὸ ἰάχω· τοῦτο ἐκ τοῦ ἴα, ἡ ἐκπεμπομένη βοή. Τοῦτο παρὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι.
25 Νηπιέῃ ἀλεγεινῇ: Ἰλιάδος ιʹ, ἐν τῇ χαλεπῇ παιδοτροφίᾳ. Ἐκ τοῦ νήπιος κτητικὸς τύπος νη‐ πίειος· καὶ ἀποβολῇ τοῦ ι τῆς διφθόγγου, νηπίεος, νηπιέα· καὶ τροπῇ, νηπιέη, ὡς νέα νέη Ἰωνικῶς· ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, νηπιέας· καὶ μεταθέσει
30τοῦ ε εἰς α.
30Νηπιάας ὀχέειν.
30Ἢ κατὰ πλεονασμὸν γίνεται τοῦ α, ἀπὸ τοῦ νηπίας. Νηπύτιος: Ἄφρων, ἀνόητος· παρὰ τὸ ΝΗ στε‐ ρητικὸν καὶ τὸ πινυτὸν γίνεται νηπινύτιος· καὶ συγκοπῇ, νηπύτιος. Νηπενθές: Ἀπένθητον, μέγα· ἢ μεγαλοπεν‐
35θὲς, προσφάτως πενθούμενον, ὡς τοῦ ΝΗ στέρησιν καὶ ἐπίτασιν δηλοῦντος. Νηποινί: Ἀτιμωρητί· καὶ νήποινον, τὸ ἀτι‐ μώρητον. Ἀπὸ τοῦ ΝΗ στερητικοῦ καὶ τοῦ ποινὴ, ὃ σημαίνει τὴν τιμωρίαν καὶ τὴν ἐκδίκησιν.
40 Νηρεύς: Ὁ θαλάσσιος δαίμων· ἀπὸ τῆς νήξεως καὶ τοῦ ῥᾳδίως νεῖν, οἱονεὶ ὁ νηχόμενος θεός. Νηρίτης: Σημαίνει τὸν θαλάσσιον κοχλίαν. Τινὲς λέγουσιν, ἀπὸ τοῦ Νηρεὺς γίνεται· ἀλλ’ ὤφειλε γράφεσθαι διὰ διφθόγγου· ὁ δὲ τεχνικὸς
45λέγει ἀπὸ τοῦ Νηρηΐς· ἀλλ’ ὤφειλεν εἶναι Νηρηΐτης, ὡς ἀπὸ τοῦ ὀρεὺς ὀρέος ὀρεΐτης καὶ ὀρείτης· ἀλλ’ ἔστιν νέω νῶ· τὸ ἀπαρέμφατον, νεῖν. οἷον, Πεζῇ πορεύου· νεῖν γὰρ οὐκ ἐπίστασαι. Ὁ μέλλων, νήσω. Ἐκ τούτου γίνεται νηρός· λέ‐

604

(50)

γεται ὁ ἰχθὺς, ἀπὸ τοῦ νήχεσθαι· ἐξ οὗ νηρίτης, ὡς

604

(50)

τόπος τοπίτης.

604

(50)

Νήριτος ὕλη: Ἡσίοδος, μεγάλη, πρὸς ἣν οὐδεὶς φιλονεικήσειεν διὰ τὸ πλῆθος. Νηρός: Λυκόφρων, ἐν χθονὸς νηροῖς μυχοῖς. Τοῖς κοίλοις, ἢ τοῖς καθύγροις.
55Νηρῇδες: Ἔχει τὸ ι· ἀπὸ γὰρ τοῦ Νηρηΐδες
55καὶ Βρισηΐδες καὶ Χρυσηΐδες καὶ Καδμηΐδες συνῃ‐ ρέθη Νηρῇδες, Βρισῇδες, Χρυσῇδες, καὶ Καδμῇδες. Νήσαντες: Σωρεύσαντες· ἐκ τοῦ νῶ νήσω, τὸ

605

σωρεύω, ἐξ οὗ καὶ νηδύς· καὶ νῶ νήσω, τὸ κολυμβῶ, ἐξ οὗ καὶ νῆσος, καὶ ναῦς, ἡ πᾶν μέρος ἐν τῇ θα‐ λάσσῃ ἔχουσα, ὥσπερ τὰ νηχόμενα σώματα. Νῶ, τὸ ῥέω· οὗ ὁ μέλλων, νάσω· ἐξ οὗ καὶ ναρὸν, τὸ
5ὑγρόν. Νῶ, τὸ νήθω· οὗ ὁ μέλλων, νήσω· ἐξ οὗ καὶ νῆμα. Νησίδιον: Ἀπὸ τοῦ νῆσος γίνεται νησίδιον,
ὥσπερ ὀψάριον, ὀψαρίδιον· βιβλίον, βιβλίδιον. Οὐ δύναται δὲ λέγειν ὅτι ἀπὸ τοῦ νῆσος νήσου γίνεται·
10ἐπεὶ καὶ βραχὺ εἶχεν ἔχειν τὸ ι· ἡνίκα γὰρ ἡ τε‐
10λευταία συλλαβή .....
10 Νῆσος: Ἀπὸ τοῦ νῶ νήσω, τὸ κολυμβῶ· νῆσος δέ ἐστι γῆ περιτετειχισμένη ὑπὸ θαλάσσης, πάντο‐ θεν ἔχουσα ἐν ἑαυτῇ πόλεις πολλὰς ἢ καὶ ὀλίγας. Ἴσως δὲ εἴρηται ἀπὸ τοῦ ὀρνέου τῆς νήσσης, ἥτις καὶ αὐτὴ διαπαντὸς τοῖς κύμασι τῶν ὑδάτων νήχεται.
15Ὡς παρὰ τὸ δόξω δόξα, οὕτως καὶ παρὰ τὸ νέω νῶ, τὸ κολυμβῶ, νῆσα· καὶ ἐπαναδιπλασιασμῷ τοῦ αὐτοῦ συμφώνου, νῆσσα. Νῆστις: Ἔντερον οὕτω λεγόμενον, οἱονεὶ νήσιτις, παρὰ τὸ κενὸν εἶναι σιτίων· καὶ ὁ νῆστις ἄνθρω‐
20πος, παρὰ τὸ αὐτό· καὶ τὸ νηστεύειν, παρὰ τὸ στερεῖσθαι σιτίων. Ἔγκειται γὰρ τὸ ΝΗ στερη‐ τικόν. Ἢ παρὰ τὸ ἔδω ἔσω, ἔστις καὶ νῆστις. Κλίνεται νήστιος. Νηῦς: Γίνεται παρὰ τὸ νέω, τὸ νήχομαι. Τοῦ
25ὀνόματος αἱ εὐθεῖαι, ποικίλαι· οἷον, νεῦς, διὰ τοῦ ε·
25νηῦς, διὰ τοῦ η· ναῦς, διὰ τοῦ α· νᾶς, παρὰ Δω‐ ριεῦσι. Χρῆται οὖν ὁ ποιητὴς ταύταις ταῖς φωναῖς, νηυσὶ, νευσὶ, νέεσσιν, νήεσσιν· οἱ Αἰολεῖς, νάεσσι. Τί οὖν; Οὐκ οἶδεν Ὅμηρος τὴν ναυσί; Ναὶ, ἐν συνθέσει, Ναυσίθοος, ναυσίκλυτος.
30Νήϋγμος: Ἡσίοδος,
30Κεῖται νήϋγμος.
30Ἄπνους, ἄφωνος.
30 Νήφω: Τὸ ἐγρηγορῶ, διὰ τοῦ η· ἀπὸ τῆς τοῦ ὕδατος προσφορᾶς· οἱ γὰρ τούτῳ χρώμενοι, ἐγρή‐ γοροί εἰσιν· ὅθεν καὶ νηφάλια λέγουσι θύειν, ὅταν ὕδωρ ἐπισπένδωσιν. Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχι‐ βίου καὶ τὸ νήφω, τὸ θύω, καὶ τὸ νήφω, ἐπὶ τοῦ
35μεθύω, ἀπὸ τοῦ νείφω, τὸ χιονίζω, λέγει γεγενῆσθαι, κατὰ τροπὴν Βοιωτικὴν τῆς ΕΙ διφθόγγου εἰς τὸ η· τοὺς γὰρ λειποψυχοῦντας πολλάκις ταῖς τοῦ ὕδατος ῥανίσι νήφειν ποιοῦμεν, ὥς φησιν Ὦρος. Παρὰ δὲ τὸ νήφω, ὄνομα ῥηματικὸν νήφιος· καὶ πλεονασμῷ
40τῆς ΑΛ συλλαβῆς, νηφάλιος.
40 Νήχω: Τὸ κολυμβῶ. Νῶ καὶ νέω· καὶ μετα‐ θέσει τοῦ ε εἰς η, νήω· καὶ πλεονασμῷ τοῦ χ, νήχω. Νίζε: Σημαίνει τὸ νίπτε. Οἱ Αἰολεῖς τὰ εἰς ΠΤΩ ῥήματα εἰς δύο ΣΣ μεταβάλλουσι, νίπτω, νίσσω. Ταραντίνων δὲ φωνῇ γίνεται νίζω· παρὰ τὸ
45νίζω γίνεται νίτρον, ὡς μάσσω, μάκτρον· καὶ πλήσσω,
πλῆκτρον. Νίκη: Ἢ παρὰ τὴν ἑνὶ δοτικὴν καὶ τὸ ἵκω, τὸ παραγίνομαι, γίνεται ἑνιΐκη· καὶ κράσει τῶν βʹ ΙΙ εἰς ἓν μακρὸν, νίκη, ἀποβολῇ τοῦ ε· καὶ γὰρ πολ‐

605

(50)

λάκις πέφυκεν ἀποβάλλειν κατὰ τὴν ἀρχὴν τὸ ε·

605

(50)

οἷον, ἐρύω, ἐρυτῆρες, ῥυτῆρες· ἔχω, ἐχεὶρ, χείρ. Ὅθεν καὶ ἡ Ἀθηνᾶ Νίκη προσαγορεύεται· νομιζο‐ μένης γὰρ αὐτῆς πολεμικῆς καὶ φρονητικῆς, ἀκό‐ λουθον ἂν εἴη καὶ τὸ τὴν νίκην αὐτῇ ξυνέπεσθαι· τὸ γὰρ ἐμφρόνως πολεμεῖν νικητικὸν, τὸ δὲ ἀφρόνως
55καὶ προπετῶς καὶ χωρὶς νοῦ, σφαλερὸν καὶ ἐλαττω‐ τικόν. Ἢ παρὰ τὴν ἑνὶ δοτικὴν καὶ τὸ εἴκω, τὸ ὑποχωρῶ, γίνεται ἑνιείκη· καὶ κατὰ ἀποβολὴν τῶν δύο ΕΕ, καὶ κράσει τῶν δύο ΙΙ, γίνεται νίκη, οἱονεὶ ἡ

606

ἑνὶ ὑποχωροῦσα· ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων, ἑτεραλκέα νίκην, τὴν ἑτεροκλινῆ. Τινὲς δὲ σχηματίζουσιν οὕτω· παρὰ τὸ ΝΗ στερητικὸν καὶ τὸ εἴκω, τὸ ὑποχωρῶ, οἱονεὶ ὁ
5μηδενὶ ὑποχωρῶν. Κακῶς δὲ λέγουσιν· ἀντίκειται γὰρ αὐτῷ ἡ γραφή. Ἐκ τοῦ νίκη δὲ γίνεται τὸ νικῶ· ὁ μέλλων, νικήσω· καὶ ἔστι δεύτερας συζυ‐ γίας· οἷον, νικᾷς· νεικῶ δὲ, ἐπὶ τὸ φιλονεικῶ, πρώτης ἐστὶ συζυγίας.
10Νίκων: Παρὰ τὸ νικῶ γίνεται, ὡς παρὰ τὸ
10κρατῶ, Κράτων· καὶ μέδω, Μέδων. Νικίας δὲ ἢ παρὰ τὸ νίκη, ἢ παρὰ τὸ νικῶ, ὡς ἄρχω, Ἀρχίας. Νίσομαι: Τὸ πορεύομαι· καὶ, νισόμενον πόλεμον, σημαίνει τὸν περιγενησόμενον. Ὤφειλε γράφεσθαι
15διὰ τῆς ΕΙ διφθόγγου· (ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ νέο‐
15μαι·) ἀλλ’ ἡ παράδοσις ἔχει τὸ ι θεματικὸν, ὡς ἀπὸ τοῦ νίω ἐνεστῶτος· ὁ μέλλων, νίσω. Τὸ ΝΙ, μακρόν. Νικῶ: Καὶ ἡ μετοχὴ, νικῶν, νικῶντος· τὸ εὐκτικὸν, νικῷμι· τὸ γʹ, νικῷ, πλεονασμῷ τοῦ η, Ἀττικῶς, νικῴη· ἐξ οὗ νικῴην.
20 Νίφα: Νίφα λευκὸν ἀλευάμενοι. Ἀπὸ τοῦ νιφὰς νιφάδος, ἡ αἰτιατικὴ, νιφάδα· καὶ κατὰ συγκοπὴν, νίφα. Ἢ παρὰ τὸ νῖκος· τοῦτο παρὰ τὸ εἰς ἕνα ἥκειν.
25Νόες: Ὅτι κακῶς λέγεται, καὶ παρὰ ἀναλογίαν
25οἱ φιλόσοφοι χρῶνται, λέγοντες τὸν νόα τὴν αἰτια‐
25τικὴν τῶν ἑνικῶν, καὶ οἱ νόες, καὶ τοὺς νόας· δέον γὰρ τὸν νοῦν λέγειν, καὶ οἱ νοί. Οἱ νοὶ σεσημείωνται
παρὰ Φιλήμονι τῷ κωμικῷ. Τὸ οἱ εὔνους γὰρ εὔνοες, τὸ παρὰ φιλοσόφοις εἰρημένον, γέγονε κατὰ κρᾶσιν εὔνους· οἱ εὖνοι δὲ δεῖ λέγεσθαι. Πόθεν νόος; Παρὰ
30τὸ νέω, τὸ πορεύομαι· οὐδὲν γὰρ ταχύτερον τοῦ νοός. Ὅμηρος, Ὡς δ’ ὅταν ἀΐξῃ νόος ἀνέρος, Νόθος: Παρὰ τὸ ὀνῶ, τὸ μέμφομαι καὶ βλάπτω, γίνεται ὄνοτος· καὶ κατὰ ἀποβολὴν τοῦ ο, καὶ τροπῇ
35τοῦ τ εἰς θ, γίνεται νόθος. Εἰς τὸ γνήσιος.
35 Νουνεχόντως: Ὑφ’ ἓν ἀναγνωστέον· πολλάκις γὰρ ἀπὸ δύο διεστώτων μερῶν τοῦ λόγου γίνεται ἑνότης· οἷον Ἄρειος πάγος, Ἀρειοπαγίτης· Νέα πόλις, Νεαπολίτης· τὸ αὐτὸ, ταὐτότης. Οὕτω νοῦν ἔχων, σύνθετον νουνεχόντως.
40 Νέμω: Τὸ νέμω σημαίνει τέσσαρα· τὸ μερίζω, ἐξ οὗ καὶ νόμος καὶ ὄνομα, ἐκ τοῦ νένομα μέσου παρα‐ κειμένου· τὸ βόσκω, ἐξ οὗ καὶ νομεὺς ὁ βοσκὸς, καὶ νομὴ ἡ βοσκή· τὸ πορεύομαι· τὸ φθονῶ καὶ μέμφο‐ μαι, ἐξ οὗ καὶ νέμεσις, ἡ μέμψις. Νέμω· καὶ ὁ
45μέλλων, νεμῶ· ὁ παρακείμενος ὤφειλεν εἶναι νέ‐ νεμκα· ἀλλ’ ἐπειδὴ τὸ μ πρὸ τοῦ κ οὔτε κατὰ σύλ‐ ληψιν ἐστὶν, οὔτε κατὰ διάστασιν, ἐξέλειψε καὶ ἐγένετο ὡς ἀπὸ περισπωμένου, νενέμηκα· ὅμοιόν ἐστι καὶ τὸ μεμένηκα. Ἕξ εἰσι τὰ ἡμαρτημένα· νέμω

606

(50)

νεμῶ, νενέμηκα· δέμω δεμῶ, δεδέμηκα· βρέμω βρεμῶ,

606

(50)

βεβρέμηκα· τρέμω τρεμῶ, τετρέμηκα· τέμω τεμῶ, τετέμηκα. Νόμος: Νόμος σημαίνει πέντε· νόμος ὁ γραπτὸς, ὃν ἔχομεν καὶ ὃν ἔθηκεν ὁ Θεὸς τῷ Μωϋσῇ· νόμος καὶ τὸ νόμισμα· νόμος καὶ ὁ τὴν γῆν μερίζων παρ’ Αἰ‐
55γυπτίοις· νόμος καὶ ἡ χώρα· νόμος καὶ ἡ συνήθεια·
55σημαίνει καὶ μέτρον γῆς, καὶ τὸ εὐαγγέλιον. Νομὸς δὲ, πρὸς διάφορον σημαινόμενον, ἡ νομὴ τῆς βοσκῆς· νόμος δὲ, ὁ νέμων πᾶσι τὸ δέον.

607

Νόμοι κιθαρῳδικοί: Τὸν Ἀπόλλω μετὰ τῆς λύρας καταδεῖξαι τοῖς ἀνθρώποις νόμους φασὶ καθ’ οὓς ζήσονται, πραΰνοντα τῷ μέλει τὸ καταρχὰς θη‐ ριῶδες ἡμῶν· ὅθεν τὰ κιθαρῳδούμενα καλοῦσι νόμους.
5 Νόμισμα: Παρὰ τὸ νομίζω νομίσω· τὸ νομιζό‐ μενον μηδὲν εἶναι. Νόστος: Παρὰ τῇ συνηθείᾳ ὁ γλυκασμὸς λέγε‐ ται· μεταφορικῶς δὲ ἀπὸ τῶν ἐδεσμάτων. Νόστος λέγεται καὶ ἡ εἰς τὸν οἶκον ἀνακομιδὴ καὶ ἀνα‐
10στροφή· παρὰ τὸ τῆς πατρίδος ἡδύ· καὶ Ὅμηρος,
10 [Ὡς] οὐδὲν γλύκιον ἧς πατρίδος [οὐδὲ τοκήων γίνεται.] Παρὰ τὸ νέω, τὸ πορεύομαι, ὁ μέλλων, νέσω, νεστὸς, καὶ νόστος· καὶ νοστῶ νοστήσω· καὶ ἀπονοστή‐ σειν, τὸ ἐπανελθεῖν, ὑποστρέψαι.
15Νόσφι: Σημαίνει χωρὶς, πόρρω. Παρὰ τὸ ΝΟ
15στερητικὸν, καὶ τὸ ἕπω, τὸ ἀκολουθῶ, γίνεται νόεπι,
15ἐπίρρημα· συγκοπῇ καὶ τροπῇ, καὶ πλεονασμῷ τοῦ ς, γίνεται νόσφι, τὸ μὴ ἀκολουθοῦν, ἀλλὰ πόρρωθεν καὶ χωρὶς ὑπάρχον. Ἢ ἐστὶ νόστος, ἡ ἐπάνοδος· νόστου, κατὰ ἐπέκτασιν γίνεται νόστοφι· καὶ συγ‐ κοπῇ, νόσφι· ὅθεν καὶ νοσφίζω, τὸ χωρίζω. Βαρύ‐
20νεται· τὰ εἰς ι λήγοντα ἐπιρρήματα συνεσταλμένον ἔχοντα τὸ ι βαρύνεται, νόσφι, ἶφι, ἧχι, ναίχι. Ὅθεν καὶ τὸ πρωῒ ἀναλογώτερόν ἐστι παρὰ τῷ ποιητῇ βαρυνόμενον, πρῶϊ δ’ ὑπηοῖοι.
25Τὸ δὲ χωρὶς ἀποβάλλει τὸ ς, καὶ διὰ τὸν κανόνα
25βαρύνεται, χῶρι. Πρόσκειται, “ἔχοντα τὸ ι
25συνεσταλμένον,” διὰ τὸ δευρὶ, νυνὶ, καὶ κοΐ ἔστι δὲ μίμημα φωνῆς χοίρων· ἐχρήσατο Ἀριστοφάνης τῇ λέξει. Τὸ ἀρι, ἐπιτατικὸν ἐπίρρημα, συνεσταλμένον ἔχει τὸ ι, καὶ μὴ βαρυνόμενον οὐκ ἀντίκειται ἡμῖν· οὐδέποτε γὰρ εὑρίσκεται αὐτὸ καθ’ αὑτὸ, εἰ μὴ ἐν
30συνθέσει. Τὸ δὲ οὐχὶ ὤφειλε βαρύνεσθαι· ἀλλ’
30ἐπειδὴ ἐκ τῆς οὐ ἀρνήσεως γέγονε κατὰ ἐπέκτασιν τῆς ΧΙ, παραλόγως ὀξύνεται καὶ κατὰ τὴν ἐπέ‐ κτασιν. Νόσος: Παρὰ τὸ ἐστερῆσθαι τοῦ σώου, κατὰ μετάθεσιν τοῦ ω εἰς ο· (τὸ γὰρ ΝΟ, στερητικόν
35ἐστι, κατὰ μεταβολὴν ἀπὸ τοῦ ΝΩ στερητικοῦ·) καὶ
35πλεονασμῷ τοῦ υ, Ἰωνικῶς, νοῦσος, ὡς κόρος, κοῦρος· μόνος, μοῦνος. Ἢ παρὰ τὸ ΝΟ στερητικὸν καὶ τὸ σεύω, τὸ ὁρμῶ, ἡ μὴ ἐῶσα ἡμᾶς κινεῖσθαι καὶ σεύ‐ εσθαι. Ἢ παρὰ τὸ ΝΟ στερητικὸν, καὶ τὸ διὰ τοῦ ο γραφόμενον σόος, ὁ ἀκέραιος.
40Νότος: Ὁ ἄνεμος. Παρὰ τὸ ὀνῶ, τὸ βλάπτω,
40ὁ μέλλων, ὀνόσω, ὄνοτος, καὶ νότος, ἀφαιρέσει τοῦ ο, οἱονεὶ ὁ βλαπτικὸς τῶν καρπῶν καὶ τῶν σωμάτων. Ἢ ἀπὸ τοῦ νοτεῖν καὶ τῆς νοτίδος· αὕτη δὲ ἡ νοτὶς ἀπὸ τοῦ νεῖσθαι, ὅ ἐστι διέρχεσθαι καὶ πορεύεσθαι. Σημαίνει δὲ τὴν ὑγρασίαν.
45Νοτάριος: Ῥωμαϊκὴ ἡ λέξις· νότα γὰρ τὰ
45γράμματα, ῥωμαϊστί. Νῶτα: οὐδέτερον ὄνομα εὐθείας τῶν πληθυντικῶν· τὸ ἀρσενικὸν, ὁ νῶτος. Τὸ ΝΩ, μέγα, πρὸς ἀντι‐ διαστολὴν τοῦ ἀνέμου. Καὶ ἡ εὐθεῖα τοῦ οὐδετέρου; Οὐκ ἔχει· ὥσπερ καὶ ἡ κέλευθος τὸ οὐδέτερον οὐκ

607

(50)

ἔχει· μόνον ἡ εὐθεῖα τῶν πληθυντικῶν, τὰ κέλευθα·

607

(50)

οὕτω καὶ τοῦτο. Καὶ νώτοισι, τοῖς νωτιαίοις μέρεσι. Τὸ δὲ νῶτος, ἐπειδὴ τῶν ἄλλων μερῶν νοτίζεται μᾶλλον, καὶ εἰς τοῦτο τὸ μέρος ὁ ἱδρὼς καταρρεῖ, ὡς παρὰ τῷ ποιητῇ, κατὰ δὲ νότιος ῥέεν ἱδρώς.
55Ἀντὶ τοῦ κατὰ νώτου ἐφέρετο ὁ ἱδρώς. Ὥστε
55τροπὴν εἶναι τοῦ ω εἰς ο. Ἢ παρὰ τὸ ὦ, τὸ ὑπάρχω,
55ὦτος καὶ νῶτος. Νότιος δὲ, ὁ ὑγρὸς ἢ πολὺς, ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος. Νῶτος δὲ τὴν ψύαν σημαίνει· καὶ γίνεται παρὰ τὸ νοτὶς, κατ’ ἐπαύξησιν
τοῦ ο εἰς ω.

608

Νῶε: Παρὰ τὸ νῶ, τὸ κολυμβῶ. Νωθής: Ὁ βραδὺς καὶ ἐκλελυμένος. Παρὰ τὸ ΝΩ τὸ στερητικὸν καὶ τὸ θέω, τὸ τρέχω, γίνεται νωθὴς, (ὡς ἄρδω, νεοαρδὴς,) ὁ ἐστερημένος τοῦ θεῖν.
5Καὶ νωθρός· παρὰ τὸ ΝΩ, καὶ τὸ θορῶ, τὸ πηδῶ, νωθηρός· καὶ κατὰ συγκοπὴν, νωθρὸς, οἱονεὶ τοῦ θορεῖν καὶ ὀξέως κινεῖσθαι ἐστερημένος. Νῶκαρ: Τὸ δυσκίνητον καὶ οὐδ’ ὁπωσοῦν ἐρρω‐ μένον· ἀπὸ τοῦ ΝΩ στερητικοῦ καὶ τοῦ σκαίρω, τὸ
10σκιρτῶ, ἢ καίρω, τὸ τρέχω, γίνεται νωκαίρω· καὶ κατὰ ἀποβολὴν τοῦ ω, νῶκαρ. Νωλεμέως: Συνεχῶς καὶ ἀδιαλείπτως. Παρὰ τὸ ΝΩ στερητικὸν μόριον καὶ τὸ λείπω, τὸ λιμπάνω, γέγονε νωλεπέως· καὶ τροπῇ, νωλεμέως, οἱονεὶ τὸ μὴ
15λειπόμενον, ἀλλ’ ἀδιαλείπτως ὂν καὶ μὴ παυόμενον. Νωνύμους: Ἰλιάδος μʹ, ἀντὶ τοῦ ἄνευ ὕμνων καὶ εὐφημίας τῆς διὰ τῶν θρήνων γινομένης· ἢ ἀνωνύμους. Νώσατο δ’ Ὀρφεύς: Ἀντὶ τοῦ ἐπέγνω. Ἀπὸ
20τοῦ νοήσατο, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, ὡς
20ὀγδοήκοντα, ὀγδώκοντα. Νωμῆσαι βῶν ἀζαλέην: Ἰλιάδος ηʹ, διενεγκεῖν, βαστάξαι, ἢ κινῆσαι. Ἀπὸ τοῦ ὦμος ἡ μεταφορὰ, (ὡς οἶμαι) ὠμῶ καὶ νωμῶ· ἐπὶ δὲ τοῦ διεμέρισαν καὶ διέδωκαν, ὡς τὸ,
25Νώμησαν δ’ ἄρα πᾶσιν.
25Ἐκ τοῦ νέμω γίνεται νωμῶ νωμήσω, ἐνώμησα. Νώροπα χαλκόν: Σημαίνει τὸν λαμπρόν. Παρὰ τὸ ΝΩ τὸ στερητικὸν, καὶ τὸ ὄψ, πλεονασμῷ τοῦ ρ, γίνεται νῶροψ, ὁ μὴ ἐῶν εἰς αὐτὸν ἀφορᾶν τὴν ὄψιν, διὰ τὸ ἄγαν λαμπρόν· ἀμαυροῖ γὰρ τὴν ὄψιν τὰ
30πάνυ λαμπρὰ, καὶ διαχεῖ. Νωχελής: Ὁ νωθρὸς καὶ ἀσθενὴς καὶ δυσκίνη‐ τος, κατὰ τροπὴν τοῦ κ εἰς χ, νωκελής τις ὢν, ὁ ἐστερημένος τοῦ κέλλειν· κέλλειν δέ ἐστι τὸ τα‐ χέως τρέχειν· ὅθεν καὶ κέλης, ὁ μονόζυξ ἵππος, καὶ
35δρομικός.
35 Νύμφη: Ὥσπερ παρὰ τὸ νέος γίνεται νεὸς, καὶ τροπῇ Αἰολικῇ νυὸς, (ὡς τὸ, Νυὸν ἀνδρῶν αἰχμητάων,
ἀντὶ τοῦ νύμφην) οὕτως καὶ παρὰ τὸ νέος καὶ τὸ φῶ, τὸ φαίνω, γίνεται νεόμφη καὶ νεύμφη· καὶ συγκοπῇ
40καὶ τροπῇ, νύμφη, ἡ νέον φαινομένη.
40 Νυμφίος: Ὁ γαμετῆς τυχών· παρὰ τὸ νῦν ἠμ‐ φιᾶσθαι καλῶς. Ἢ νυμφίος, ὁ νῦν φιλῶν τὴν νύμ‐ φην. Νύμφιος δὲ, ὁ νυμφικὸς οἶκος. Νῦν: Τὸ νῦν κατ’ ἐπέκτασιν τοῦ ι γίνεται νυνί· καὶ διαφέρει τοῦ νῦν. Τὸ μὲν γὰρ νῦν καθόλου
45ἐπιρρηματικῶς τάσσεται ἐπὶ τῶν τριῶν χρόνων· τὸ δὲ νυνὶ, ἐπὶ μόνου τοῦ ἐνεστῶτος. Νῦν: Ἐπίρρημα χρόνου δηλωτικόν. Σημαίνει δὲ γʹ· ἐνεστῶτα, ὡς τὸ, Νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται λαὸν Ἀχαιῶν·

608

(50)

καὶ,

608

(50)

Νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον·

608

(50)

παρεληλυθότα, ὡς τὸ, Νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθηνᾷ· καὶ, Νῦν ὤλετο πᾶσα κατ’ ἄκρης· καὶ μέλλοντα, ὡς τὸ,
55Νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι, [αἴ κε τύχοιμι·]
55καὶ,
55Νῦν δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.
55Νυκτάλωψ: Παρὰ τὸ ἐν τῇ νυκτὶ ἀλᾶσθαι, ὅ
55ἐστι πλανᾶσθαι. Νύξ: Παρὰ τὸ νύσσω, νύξω, νὺξ, δι’ ἧς καμπτό‐ μεθα, ἡ νύσσουσα ἡμᾶς πρὸς ὕπνον· ὁ δὲ Βησαντῖνος

609

ἐν τῷ περὶ Χρηστομαθείας, παρὰ τὸν νύξω μέλλοντα, (δηλοῖ τὸ πλῆξαι,) διὰ τὸ νύσσεσθαι καὶ προσπταίειν τοῖς ἐνεργοῦσι τὶ ἐν σκότει. Ἢ παρὰ τὸ προσ‐ κόπτειν καὶ πλήττεσθαι τοὺς βαδίζοντας ἐν αὐτῇ τῇ
5ὥρᾳ. Κλίνεται νυκτός· ὁ κανών· Πᾶν ὄνομα ἔχον ἐπὶ τῆς εὐθείας τὸ σύμφωνον τοῦ μέλλοντος θέλει ἔχειν καὶ ἐπὶ τῆς γενικῆς ποτὲ μὲν τὸ σύμφωνον τοῦ παρακειμένου, ποτὲ δὲ τοῦ μέλλοντος. Καὶ ποῖον ἐστὶ τοῦ παρακειμένου; Τὸ χ. Καὶ γίνεται νυχός·
10πλεονάζει γὰρ τὸ τ ἐν πολλαῖς λέξεσιν· ὡς τὸ ἄναξ ἄναχος, καὶ ἄνακτος. Καὶ ἐπεὶ ψιλὸν ψιλοῦ καὶ δασὺ δασέος προηγεῖται, ἐτράπη τὸ χ εἰς κ, καὶ γέγονε νυκτός. Σημαίνει τέσσαρα· τὴν σωματοειδῆ θεὸν, ὡς τὸ,
15Εἰ μὴ Νὺξ δμήτειρα θεῶν·
15καὶ τὴν παρ’ ἡμῖν νοουμένην ἐπὶ τῇ συνηθείᾳ,
15ὡς τὸ,
15 Νὺξ ἥδ’ ἠὲ διαρραίσει στρατὸν, ἠὲ σαώσει· καὶ τὴν σκοτίαν καὶ γνοφώδη κατάστασιν, ὡς τὸ, Ἀλλ’ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι. Σημαίνει καὶ τὸν θάνατον καὶ σκοτασμὸν τῶν ὀφθαλ‐ μῶν, ὡς τὸ,
20Τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
20 Νυκτέλιος: Ὁ Διόνυσος, ᾧ νύκτωρ τὰ μυστή‐ ρια ἐπιτελεῖται. Καλεῖται καὶ νυσήϊος, ἀπὸ Νύσης ὄρους Θράκης· οἷον, Ἤλυθον ἔνθ’ ἐνέπουσι Διὸς Νυσήϊον υἷα.
Ἔστι δὲ καὶ νυσήϊον ὄνομα πεδίου. Ἢ τὴν λε‐
25γομένην νύσαν ὄρος Θράκης, Ἰλιάδος ζʹ. Εἰ μὲν
25γὰρ ἀπὸ τοῦ Νύσιον, τὸ η πλεονάζει· εἰ δὲ παρὰ τὸ Νύσα, ὀφείλει εἶναι Νυσεῖον, καὶ διαιρέσει καὶ ἐκτάσει Νυσήϊον, ὡς ἄρειον ἀρήϊον. Νύσσα: Ὁ καμπτήρ· παρὰ τὸ νύσσω, τὸ
30κάμπτω, ἢ τὸ πλήττω· ἐπεὶ ἐκεῖ νύσσονται οἱ ἵπποι. Ἢ παρὰ τὸ νεύω νεύσω, νεῦσα· καὶ ἀποβολῆ τοῦ ε, καὶ πλεονασμῷ τοῦ ς, νύσσα. Νυκτάλωψ: Παρὰ τὸ τὴν νύκτα ἀλᾶσθαι, πλα‐ νᾶσθαι.
35Νυστάζω: Ἀπὸ τοῦ νευστάζειν, παρὰ τὸ ἐπι‐
35νεύειν κάτω, διὰ τὴν ἐπιγινομένην ἐκ τοῦ ὕπνου κα‐ ταφοράν· ἐπειδὴ ἐπινεύουσιν οἱ κοιμώμενοι τὴν κά‐ ραν. Παρὰ τὸ νεύω οὖν νευστάζω, καὶ ἀποβολῇ τοῦ ε· καὶ ῥηματικὸν ὄνομα νυσταλογερόντιον. Νώ: Ἅπαξ ἐχρήσατο ταύτῃ τῇ λέξει ὁ ποιητὴς
40ἐν τῇ Ὀδυσσείᾳ, καὶ ἐν Ἰλιάδος εʹ, Πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρί. Ἀντὶ τοῦ πρὶν ἡμᾶς· ἐπὶ τούτων πληθυντικῶς τῶν ἀνδρῶν· ἢ κατὰ τούτου τοῦ ἀνδρός. ὅτι τὸ ΝΩ καὶ τὸ ΣΦΩ σὺν τῷ ι τινὲς γρά‐
45φουσι, λέγοντες ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ γίνεσθαι,
45κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ΩΙ δίφθογγον.
45Ἀλλ’ ἡ παράδοσις οὐκ οἶδε τὸ ι ἐγκείμενον· ἔτι γὰρ κατὰ συγκοπὴν λέγουσι χωρὶς τοῦ ι. Ἀλλὰ λέγει ὁ τεχνικὸς, ὅτι, εἰ ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ συνεκόπη, ὤφειλε περισπᾶσθαι. Ἄλλοι δὲ λέγουσι, τὸ ΝΩ καὶ ΣΦΩ οὐκ ἐγένετο ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ, ἀλλὰ

609

(50)

καὶ ταῦτα ἑτέρων θέματά εἰσι, καὶ ἐκείνων ἕτερα θέ‐ ματα. Λέγει δὲ ὁ τεχνικὸς, ὅτι ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ γέγονε κατὰ συγκοπὴν τοῦ ι, καὶ ὀξύνεται ἀναλόγως· καὶ γὰρ τὸ ἐν τοῖς δυϊκοῖς ω ἀποστρέφε‐ ται τὴν περισπωμένην τάσιν. Διατί δὲ ἡ νῶϊ καὶ
55σφῶϊ δυϊκαὶ ἀντωνυμίαι ἀποκόπτονται καὶ γίνονται
55νὼ καὶ σφώ; Ὅτι οὐδέποτε ἐν τοῖς πτωτικοῖς τὸ ω εὑρίσκεται πρὸ τοῦ ι περισπώμενον, ἀλλ’ ἢ προπα‐ ροξυνόμενον, ὡς ἐπὶ τοῦ ἥρωϊ· ἢ ὀξυνόμενον, ὡς ἐπὶ

610

τοῦ Τρωΐ. Ἐπεὶ οὖν αὗται προπερισπῶνται, διὰ τοῦτο πάσχουσιν, ἵνα διὰ τῆς ἀποκοπῆς ἐξαμαυρωθῇ ἡ παράλογος τάσις. Τοῦτο γὰρ ἔπαθον καὶ ἡ νῶϊν καὶ ἡ σφῶϊν, κατὰ συναίρεσιν γενόμεναι νῷν καὶ
5σφῷν, ἵνα διὰ τῆς συναιρέσεως ἐξαμαυρωθῇ ἡ παρά‐ λογος τάσις. Δεῖ γινώσκειν ὅτι Ἀρίσταρχος τὸ, Οὐ γάρ σφων ἀπόλωλε τοκήων, (ἔστι δὲ Ὁμήρου) χωρὶς τοῦ ι ἀξιοῖ γράφεσθαι,
10λέγων ὅτι τρίτου προσώπου ἐστὶ τῶν πληθυντικῶν,
10ἡμῶν, ὑμῶν, σφῶν, ἀντὶ δευτέρου δυϊκοῦ· ἀντὶ γὰρ
10τοῦ σφῶϊν κεῖται. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι χωρὶς τοῦ ι γράφεται· ἐπειδὴ οὐδέποτε τῇ γενικῇ καὶ δοτικῇ τῶν δυϊκῶν κέχρηται ὁ ποιητὴς, εἰ μὴ κατὰ διάλυσιν, τοῖν, τοῖϊν· ὤμοιν, ὤμοιϊν. Εἰ οὖν ἐνταῦθα τὸ ι εἶχεν, ὤφειλε κατὰ διάλυσιν εἶναι.
15tξ.
16ξὶ τὸ στοιχεῖον, παρὰ τὸ ξέεσθαι ἐν τῷ γρά‐ φεσθαι τῶν ἄλλων πλέον· καὶ ἄλλως, ὅτι ὡσεὶ
ξύσματά ἐστιν ἀπὸ σιδήρου ὁ τούτου ἦχος. Ξάνθος: Κυρίως ὁ ποταμὸς, παρὰ τὸ ξανθὰς
20τρίχας ποιεῖν τοῖς λουομένοις ἐκεῖσε· ξανθὸς δὲ, τὸ ἐπίθετον, ἐκ τοῦ ξαίνω ξαντὸς, καὶ ξανθός· διὰ τούτου γὰρ (φησὶν) αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθόχολοι τοιοῦτοι. Ἢ παρὰ τὸ ἄνθος, πλεονασμῷ τοῦ ξ, καὶ καταβιβάσει τοῦ τόνου.
25Ξανθός· εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι, εἰδικοῦ· τὸ γενικὸν πῶς ἐστί; Χολή· διαιρεῖται εἰς δύο, εἰς ἀτμῶδες καὶ ὠχρόν. Ξενοφῶν: Παρὰ τὸ ξένος καὶ τὸ φαίνω, ὁ ἐν τοῖς ξένοις τόποις φαινόμενος· καὶ Δημοφῶν, ὁ ἐν
30τῷ δήμῳ φαινόμενος· καὶ τὰ ὅμοια ὁμοίως.
30 Ξένος: Διχῶς· καὶ ὁ ὑποδεχόμενος τὸν ξένον, καὶ ὁ ἀπὸ τῆς ἀλλοδαπῆς ἥκων. Καὶ πεποίηται τοὔνομα παρὰ τὴν σκηνὴν, τὸν παρέχοντα σκέπην, ἵν’ ᾖ σκένος καὶ ξένος. Ἢ παρὰ τὸ ἄγω ἄξω ἄξε‐ νος, καὶ ξένος, ὃν ἄγει τὶς εἰς ἑαυτὸν καὶ ὑποδέχεται·
35ἢ παρὰ τὸ ἵξω ἵξενος καὶ ξένος. Ὦρος. Καὶ πλεο‐ νασμῷ τοῦ ι, γίνεται ξεῖνος. Σημαίνει δὲ τρία· τὸν φίλον, Ἦ ῥά νύ μοι ξεῖνος πατρώϊος ἔσσι παλαιός. Σημαίνει δὲ καὶ τὸν ἐν τῇ κοινῇ συνηθείᾳ λεγόμενον,
40 Ξεῖνε τίς εἶ; πόθεν δ’ εἰλήλουθας; Σημαίνει καὶ θαυμαστικὸν, ὡς τὸ, Ξένον καὶ παράδοξον. Ἐκ τοῦ δὲ ξένος καὶ τοῦ δέχομαι γίνεται ΞΕΙΝΟ‐ δόκος, ὁ τοὺς ξένους φιλοφρονῶν· οὗτινος ὁ μὲν
45χαρακτὴρ παθητικὸς, τὸ δὲ σημαινόμενον ἐνεργη‐
45τικόν.
45Ξενοδόκον: Ὁ μὲν Ὅμηρος τὸν ξένους δεχό‐
45μενον συνήθως ἡμῖν ὑποτίθησι· Σιμωνίδης δὲ καὶ
45Πίνδαρος καὶ ἄλλοι τινὲς τὸν ἐπιμάρτυρα ἐξεδέξαντο. Σιμωνίδης, Ξεινοδόκησεν Τελαμών· ἀντὶ τοῦ ἐμαρτύρησε. Καὶ Πίνδαρος, Ξεινοδόκων δ’ ἄριστος χρυσὸς ἐν αἰθέρι λάμπων·

610

(50)

ἀντὶ τοῦ μαρτύρων.

610

(50)

Ξένος: Παρὰ τὸ ἔξω ἰέναι. Ἢ παρὰ τὸ ἐκτὸς

610

(50)

τῆς ἑνότητος εἶναι· ἢ παρὰ τὸ ξέω, ὁ ἐξεσμένος καὶ ἀποκεχωρισμένος. Τὸ ξενίζω σημαίνει δύο· παρὰ μὲν τῷ ποιητῇ, ἀεὶ τὸ ἐξεινοδόκησα· παρὰ δὲ τοῖς ῥήτορσι, τὸ θαυμάζω. Ξένος, παρὰ τὸ ἔξω εἶναι τῆς πατρίδος.
55Ξέστης: Ῥωμαϊκόν ἐστι τὸ ὄνομα· τὸν γὰρ παρ’
55ἡμῖν ἓξ ἀριθμὸν αὐτοὶ λέγουσι σέξ· καὶ μέτρου τινὸς παρ’ αὐτοῖς τὸ ἕκτον λέγεται σέξτον· διὰ δὲ εὐφω‐ νίαν τὸ σέξτης λέγεται ξέστης, κατὰ μετάθεσιν τῶν

611

στοιχείων. Οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων
διαλέκτου. Ὦρος. Ξηρὸν καὶ Ξερόν: Παρὰ τὸ ξῶ ῥῆμα, ἢ ξέω· ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων· εἴ τι γὰρ ἔξυ‐
5σται, ξηρόν· γίνεται δὲ κατὰ τροπὴν τοῦ η εἰς ε, ξερόν. Ἢ παρὰ τὸ σκληρὸν, ἐκβολῇ τοῦ λ καὶ κράσει. Ξίφος: Παρὰ τὸ ξαίνειν· ἢ παρὰ τὸ ὀξύνεσθαι πρὸς φόνον. Ἀπὸ τοῦ ξύω, ξύσω, ξύφος, καὶ ξίφος.
10Ἢ παρὰ τὸ σκηρίπτω, σκίπος σκίφος, καὶ ξίφος.
10 Ξιφίσματα: Σημαίνει ὀρχήσεις τινὰς ποιὰς, ὡς τῶν ὀρχουμένων ξιφήρεων ὄντων. Ξόανον: Παρὰ τὸ ξέω ξέανον· καὶ τροπῇ, ξόανον. Διαφέρει δὲ ξόανον, καὶ βρέτας, καὶ ἄγαλμα. Ξόα‐ νον μὲν γάρ ἐστι τὸ ἐξεσμένον εἴδωλον, λίθινον, ἢ
15ἐλεφάντινον, ἢ ξύλινον· βρέτας δὲ, τὸ βροτῷ ὅμοιον, ἤτοι χαλκοῦν, ἢ ἐξ ἐμφεροῦς ὕλης πεποιημένον· ἄγαλμα δὲ, τὸ παράμηρον, ἢ ἔκ τινος ἑτέρου λίθου κατεσκευασμένον. Ξύλον: Παρὰ τὸ ξύω· τὸ ἐπιτήδειον πρὸς τὸ
20ξύεσθαι· οὐδεμία γὰρ ὕλη πρὸς ξύσιν ἐπιτηδειοτέρα ξύλου. Ξύλοχος: Ὑλώδης καὶ σύνδενδρος τόπος. Ξυλήφιον: Ὑποκοριστικῶς. Δοκιμώτερον δὲ τὸ ξυλήριον καὶ ξυλάριον.
25 Ξυρός: Παρὰ τὸ ξύειν ῥᾷον. Ξυστός: Κατὰ παράληψιν τοῦ τῶν ποδῶν δρόμου, ὁ εὖ ἐξυσμένος καὶ ὁμαλὸς τόπος. Σημαίνει δὲ καὶ δόρυ· οἷον, Νύσσοντες ξυστοῖσι.
30Ξυνός: Ὁ κοινός. Οἶμαι ὅτι συνὸς, ὁ συνὼν
30τινί· ἢ ξύνιος, παρὰ τὸ συνιέναι τινί. Ἢ παρὰ τὴν σὺν πρόθεσιν παρῆκται· οἱ γὰρ Ἀττικοὶ τὸ ς πῇ μὲν εἰς τ τρέπουσι, πῇ δὲ εἰς ξ· τὸ γὰρ σὺν, ξὺν φασί· καὶ τὸ σοὶ, τοί. Ξυνωρίς: Σημαίνει τὴν δυάδα· παρὰ τὸ ἄρω,
35τὸ ἁρμόζω, ξυνάορός τις ὢν, ὁ μετά τινος συναρμοζό‐
35μενος· καὶ τὸ θηλυκὸν, ξυναορίς· καὶ κράσει τοῦ ΑΟ εἰς ω μέγα, ξυνωρίς. Ξυνάρασθαι: Συναρμόσασθαι, συγκαταθέσθαι. Ἀπὸ τοῦ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων, ἀρῶ· ὁ μέσος πρῶτος ἀόριστος, ἠράμην· τὸ ἀπαρέμφατον, ἄρα‐
40σθαι. Ξυναλιζόμενοι: Συναθροιζόμενοι, ἢ συνεσθίον‐ τες· παρὰ τοὺς ἅλας. Ἐκ τοῦ ἃλς ἁλὸς, ἁλίζω. Ἢ ἐκ τοῦ αὐλίζω. Ξυνερρώγει: Συνερράγη, διελύθη. Ἀπὸ τοῦ
45ῥήσσω, ὁ μέσος παρακείμενος, ἔρρηγα· ὁ ὑπερσυντέ‐
45λικος, ἐρρήγειν· καὶ τροπῇ τοῦ η εἰς ω, ἐρρώγει. Ξυνεδεδέατο: Συνδεδεμένοι ἦσαν. Δέω, ὁ παθητικὸς ὑπερσυντέλικος, ἐδεδέμην, ἐδέδεντο, καὶ ἐδεδέατο· καὶ μετὰ τῆς ξὺν προθέσεως, ξυνεδεδέατο. Οὐχ ὥς τινες δὲ ἀπὸ τοῦ δῶ, δήσω, ἐδέδηντο, καὶ

611

(50)

Ἰακῶς ἐδεδέατο, ὡς ἐπεποίηντο, ἐπεποιέατο· ἀλλ’ ἀπὸ τοῦ ἐδέδεντο, καὶ Αἰολικῶς, τροπῇ τοῦ ν εἰς α. Ξύνες: Σύνες, ἄκουσον. Οἱ γὰρ Ἀττικοὶ τὴν συμφορὰν ξυμφοράν φασι, καὶ τὸ σύμπαν, ξύμπαν·
55καὶ τὸ συνίεσαν, ξυνίεσαν. Ἀπὸ τοῦ ξυνίημι, ὁ
55παρατατικὸς ξυνίην· ξυνίεμεν, τὸ πληθυντικόν· τὸ δεύτερον, ξυνίετε· τὸ τρίτον, ξυνίεσαν. Ξύγκλυδες: Σύμμαχοι, παρείσακτοι.

612

[Ξυνίστωρ: Συμπράκτωρ, σύμβουλος, συγγνώ‐ στης. Παρὰ τὸ εἴδω ῥῆμα, τὸ σημαῖνον τὸ γινώσκω, ὁ μέλλων, εἴσω· ἐκ τούτου ἴστωρ, καὶ ξυνίστωρ.] Ξύνιον:
5Καὶ μέν μευ βουλέων ξύνιον.
5Ἀντὶ τοῦ ἐπείθοντο, ἐπήκουον. Ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ σκοπὸν βαλλόντων· συνίειν γὰρ, τὸ ἐπιτο‐ αυτὸ τῇ τοῦ συμβουλεύοντος γνώμῃ συμφέρεσθαι. Συνιῶ οὖν· καὶ ὁ παρατατικὸς, συνίουν· ὁ δὲ δεύτερος ἀόριστος, σύνιον καὶ ξύνιον.
10 Ξυνήϊα: Κοινὰ χρήματα. Ἀπὸ τοῦ ξυνὸς, ξύνειος· ξυνὸν, ξύνειον· (κτητικὸς τύπος, ὥσπερ κοινὸν κοίνειον·) καὶ διαιρέσει Ἰωνικῇ, ξυνέϊον· καὶ τροπῇ τοῦ ε εἰς η, ξυνήϊον. Ξενίζειν: Τὸ ξενικῇ χρῆσθαι τῇ φωνῇ καὶ μὴ
15ἐπιχωρίῳ· ἢ τὸ ξενικοῖς χρῆσθαι ἐπιτηδεύμασι, καὶ ἐκδεδιῃτῆσθαι τῶν πατρίων ἐθῶν. Σημαίνει καὶ τὸ ἐπὶ ξένης εἶναι, καὶ τὸ ὑποδέχεσθαι ξένον. Ξηραλοιφεῖν: Τὸ ἐν ταῖς παλαίστραις γυμνα‐
20ζόμενον κόνει χρῆσθαι. Ξυστίδες: Οἱ μὲν, εἶδος ὑποδημάτων· οἱ δὲ, κόσμου γυναικείου· οἱ δὲ, σκεύους ἢ ἱματίων. Ξάνιον: Κτένιον, ὃ φοροῦσιν αἱ γυναῖκες, ἢ ἐν φυλακτηρίοις ἔχουσι.
25 Ξυστός: Ὁ ἀνειμένος τόπος τοῖς ἀθληταῖς εἰς γυμνάσιον· καὶ ξυστὸν, δόρυ, ἀκόντιον· σημαίνει καὶ τὸ λεῖον. Ξυστὶς δὲ χιτὼν γυναικεῖος· οἱ δὲ, τραγικὸν ἔνδυμα. Ξουθόν: Λεπτὸν, ἁπαλὸν, ἐλαφρὸν, χλωρὸν,
30ὑγρόν.
30 Ξηρὸς ἱδρώς: Ὁ μὴ ὑπὸ λουτρῶν, ἀλλ’ ὑπὸ γυμνασίων καὶ πόνων γενόμενος.
32tο.
34Ο τὸ στοιχεῖον, παρὰ τὸ ἐμφερῆ εἶναι τῷ χαρα‐
35κτῆρι τὴν ἐκφώνησιν· κατὰ γὰρ περίκλασιν φωνῆς ἐκφωνεῖται τὸ ὄνομα τοῦ στοιχείου. Ὄα: Τὰ εἰς α λήγοντα καθαρὸν τῷ ο παραλη‐ γόμενα, σπάνια, καὶ σχεδὸν ἀπὸ πάθους γέγονεν· ἔστι γὰρ τὸ ὄα, ὅπερ ἀπὸ τοῦ οἴα γέγονεν, ἐξ οὗ
40καὶ τὸ διὰ τῆς ΩΙ διφθόγγου ᾦα· (δηλοῖ δὲ δῆμον Ἀττικὸν, καὶ τοῦ χιτῶνος τὸ ἄκρον·) καὶ τὸ χρόα, ἀπὸ τοῦ χροιά· καὶ τὸ στοὰ, ἀπὸ τοῦ στοιά. Ἴσως δὲ καὶ τὸ πόα ἡ βοτάνη, ἀπὸ τοῦ ποιὰ γέγονε. Θεόγνωτος.
45Ὄαροι: Αἱ γυναῖκες, αἱ γαμεταὶ, οἱονεὶ ὁμόαροί
45τινες οὖσαι, παρὰ τὸ ὁμοῦ ἀρηρέναι γάμῳ καὶ συνηρ‐
μόσθαι. Ἐξ αὐτοῦ δὲ καὶ ὀαρίζειν λέγεται. τὸ τοὺς ἄνδρας γυναιξὶν ὁμιλεῖν. Ἰλιάδος ζʹ, ὅθι ᾗ ὀάριζε γυναικί. Καὶ ὀαριζέμεναι, τὸ γυναικώδεις προσδιαλέγεσθαι

612

(50)

λόγους, Ἰλιάδος χʹ. Ἔνθεν ὀαριστὺς,

612

(50)

ὀαριστὺς

612

(50)

πάρφασις, ἀντὶ τοῦ ὁμιλία παρασκευαστικὴ, Ἰλιάδος ξʹ. Καὶ, μετὰ προμάχων ὀαριστύν. Ἀντὶ τοῦ, ἐν τῇ τῶν πρωταγωνιστῶν ὁμιλίᾳ καὶ συναναστροφῇ, Ἰλιάδος νʹ. Ὀαριστὺν οὖν, συνό‐
55μιλον, συναναστρεφόμενον· ἀπὸ τοῦ ὀαρίζειν.
55Ὄβδην: Ἐπίρρημά ἐστι μεσότητος. Ἀπὸ τοῦ
55ὦμμαι, ὄβδην, ὡς ἀπὸ τοῦ ἕστηκα στάδην. Συνέ‐ στειλε τὸ ω εἰς ο. Μούσῃ γὰρ ἦλθεν ἐς ὄβδην. Ὀβελίσκος: Οἱονεὶ ὀφελίσκος τὶς ὢν, ὁ εἰς

613

μῆκος ὀφελλόμενος, τουτέστιν αὐξανόμενος· ὀφέλ‐ λειν γὰρ τὸ αὔξειν. Καὶ ὀβελός. Σημαίνει δὲ ἀμφότερα τὰς σούβλας. Παρὰ τὸ βάλλω ἢ βέλλω γίνεται· τὸ μὲν οὐδέτερον, βέλος· τὸ δὲ ἀρσενικὸν,
5βελός· καὶ πλεονασμῷ τοῦ ο, ὀβελὸς, ὁ ἐοικὼς βέλει.
5ὅτι ὀβολὸς ἐκλήθη, ἐπειδὴ τὸ ἀρχαῖον τὸ χαλ‐
5κοῦν νόμισμα τῶν Ἀθηναίων ὀβελίσκον εἶχεν. Φώ‐ τιος πατριάρχης. Ἀριστοφάνης ἐν Βατράχοις, Ναύτης διάξει, δύ’ ὀβολὼ μισθὸν λαβών. Φεῦ, Ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ’ ὀβολώ.
10Τροπῇ δὲ γίνεται τοῦ ε εἰς ο· πρὸ τούτου γὰρ ὀβελίσκοις τραχέσιν ἐνομίστευον. Οἱ μὲν οὖν Ἴωνες, ὀβελός· ἡμεῖς δὲ, ὀβολός. Πάντων δὲ πρῶτος Φείδων Ἀργεῖος νόμισμα ἔκοψεν ἐν Αἰγίνῃ· καὶ δοὺς τὸ νόμισμα καὶ ἀναλαβὼν τοὺς ὀβελίσκους,
15ἀνέθηκε τῇ ἐν Ἄργει Ἥρᾳ. Ἐπειδὴ δὲ τότε οἱ ὀβελίσκοι τὴν χεῖρα ἐπλήρουν, τουτέστι τὴν δράκα, ἡμεῖς, καίπερ μὴ πληροῦντες τὴν δράκα τοῖς ἓξ ὀβο‐ λοῖς, δραχμὴν αὐτὴν λέγομεν, παρὰ τὸ δράξασθαι. Ὅθεν ἔτι καὶ νῦν λέγομεν ὀβολοστάτην τὸν τοκι‐
20στὴν, ἐπειδὴ σταθμοῖς παρεδίδουν οἱ ἀρχαῖοι. Ὁ
20δὲ Ὦρος λέγει ὅτι τὸ στῆσαι, δανείσασθαι δηλοῖ· ὀβολοστάτης οὖν ὁ τὰ μικρὰ δανείζων φί‐ λοις, ἢ ὁ τοκογλύφος λεγόμενος· καὶ ὀβολοστα‐ τῆσαι, τόκους λαβεῖν. Ὄβριμος: Ἰσχυρὸς, γενναῖος, ἀπειλητικὸς,
25δυνατός. Παρὰ τὸ ΒΡΙ ἐπιτατικὸν μόριον, (δηλοῦν τὸ
25ἄγαν, ἢ τὸ μεγάλως καὶ ἰσχυρῶς,) γίνεται βρίμος· καὶ πλεονασμῷ τοῦ ο, ὄβριμος· καὶ ὀβριμοεργὸς, ὁ μεγάλοις ἔργοις ἐπιτιθέμενος, καὶ ἰσχυρὰ διαπρατ‐ τόμενος. Ὄβρυζος: Παρὰ τὸ ἁβρὸν, ὃ σημαίνει τὸ τρυ‐
30φερόν.
30Ὄγδοος: Παρὰ τὸ ὀκτὼ, ὄκτοος καὶ ὄγδοος.
30Τὰ διὰ τοῦ ΟΟΣ ὀνόματα προπαροξύνεται· οἷον, σίγδοος, πείροος. Ψιλοῦται· πᾶν φωνῆεν τῶν ἀριθμῶν δασύνεται, πλὴν τοῦ ὀκτὼ καὶ εἴκοσι. Ὀγμεύω: Κατὰ τάξιν θερίζω. Ὄγμος: Ἡ ἐπίστιχος φυτεία τῶν δένδρων, καὶ
35κατὰ τάξιν ἀγωγή. Ὥσπερ γὰρ παρὰ τὸ δαΐζω γίνεται δαϊγμὸς, καὶ παρὰ τὸ φράζω φραγμὸς, οὕτω καὶ παρὰ τὸ ἄγω ἀγμὸς, καὶ ὄγμος, κατὰ μετάθεσιν τοῦ α εἰς ο Αἰολικῶς, καὶ παροξύνεται. Ἢ παρὰ τὸ ἔχω ἐχμὸς, καὶ ὄγμος, παρὰ τὸ ἔχεσθαι ἄλλο ἐπ’
40ἄλλο, καὶ πρὸς ἄλληλα ἔχειν τὴν σχέσιν. Δηλοῖ δὲ ὄγμος τὴν τομὴν τοῦ ἀρότρου· παρὰ τὸ οἴγεσθαι τὴν γῆν ὑπὸ τοῦ ἀροῦντος. Ὄγκαι: Πόλις ἐν Ἀρκαδίᾳ, ἀπὸ Ὄγκου τινὸς ὀνομασθεῖσα.
45Ὄγκιον: Ἀγγεῖον ἐν ᾧ ἀποτίθενται τινά· παρὰ
45τὸ ὀγκοῦσθαι πληρούμενον· ἢ ὅπου ἀποτίθενται τὰ σίδηρα τῶν βελῶν· ὄγκους γὰρ τὰς ἀκίδας λέγουσι καὶ ἐξοχὰς τῶν βελῶν, ἀπὸ τοῦ ἐξέχειν. Ἰλιά‐ δος δʹ, Ὡς δ’ εἶδε νεῦρόν τε καὶ ὄγκους.

613

(50)

Νεῦρον δὲ, ἐν ᾧ δέδεται τὸ σιδήριον τοῦ βέλους πρὸς

613

(50)

τὸν κάλαμον.

613

(50)

Ὅγε: Δύο μέρη λόγου εἰσὶν, ἢ ἕν; Δύο· ὁ, ἄρθρον· γε, σύνδεσμος. Ἐν συνθέσει ἐστὶν, ἢ ἐν παραθέσει; Παράλληλος σύνταξις ἐστὶ λέξεων, ἑκάστης τὸν ἴδιον τόνον φυλαττούσης. Τὰ ἐπεκτει‐ νόμενα διὰ τοῦ ΔΕ, διὰ τοῦ ΓΕ οὐκ ἐπεκτείνονται·
55οἷον, τοῖος, τοιόσδε· τοιόσγε οὐ λέγεται· τόσος, τοσόσδε. Καὶ τὰ ἐπεκτεινόμενα διὰ τοῦ ΓΕ, διὰ τοῦ ΔΕ οὐκ ἐπεκτείνονται· οἷον, ἐγὼ, ἔγωγε· ἐμοὶ, ἔμοιγε.

614

: Ἄρθρον ὑποτακτικὸν μεταχθὲν εἰς ἀντωνυ‐ μίαν ἀναφορικήν· ἔθος γὰρ τῷ ποιητῇ τὰ ὑποτα‐ κτικὰ τῶν ἄρθρων εἰς ἀντωνυμίαν μετάγειν, ὅτε οὐκ ἔχει ὄνομα προϋποκείμενον εἰς ὃ συνταχθῇ. Σημαίνει
5δὲ τὸ ο, ἕξ· ἄρθρον προτακτικὸν, ὡς τὸ, Τὸν δ’ ὁ γέρων ἠγάσατο· καὶ ὑποτακτικὸν, ὡς τὸ, Ὅ σφιν ἐῢ φρονέων· καὶ ἀντωνυμίαν τρίτου προσώπου, ἀντὶ τοῦ οὗτος,
10ὡς τὸ,
10ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας·
10καὶ ἀντὶ τοῦ τοῦτο, ὡς τὸ,
10ὃ μὲν οὔτι τόσον τελέθει κακὸν, ἔνδοθι μίμνον·
10καὶ ἀντὶ τοῦ ὅτι, ὡς τὸ, Λεύσσετε γὰρ τόγε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ· καὶ ἀντὶ τοῦ διὸ, ὡς τὸ, Τοίου γὰρ καὶ πατρὸς, ὃ καὶ πεπνυμένα βάζεις. Ὅ σφιν: Ἀντὶ τοῦ ὃς ἐν αὐτοῖς. Ἔστι προ‐
15τακτικόν· καὶ εἴωθεν ὁ ποιητὴς τὰ προτακτικὰ ἀντὶ
15ὑποτακτικῶν χρῆσθαι, ὡς τὸ, Ἔνθα Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν· καὶ, Αἰδοῖος νεμεσητὸς, ὅ με προέηκε πυθέσθαι· ἀντὶ τοῦ, ὅστις. Χωρὶς εἰ μὴ τὸ μέτρον κω‐
20λύσει,
20ὃς μάλα πολλὰ
20πλάγχθη.
20Καὶ λέγεται ὅτι ἄρα ἀναλόγως τούτῳ χρῆται ὁ
20ποιητὴς, ἢ παραλόγως; Ἀναλόγως· ἐπειδὴ τὰ ὑποτακτικὰ τῶν ἄρθρων ὁμοιοκατάληκτα θέλει εἶναι τοῖς ἰδίοις προτακτικοῖς, τοῦ, οὗ· τῷ, ᾧ· ἔνθεν Ἀρί‐ σταρχος εἰδὼς ὅτι ὁ ποιητὴς προτακτικοῖς χρῆται ἀντὶ ὑποτακτικῶν, τὸ,
25Ὅ σφιν προΐει,
25καὶ τὰ λοιπὰ, δι’ ἑνὸς ς γράφει.
25 Ὅτις ἐπίορκον ὀμόσσει: Ἀόριστον ὄνομα· συνετέθη ἐκ τοῦ Ὁ ἄρθρου προτακτικοῦ, καὶ τοῦ τίς· σημαίνει δὲ τὸ, ὅστις. Ἀεὶ γὰρ ὁ ποιητὴς τὰ προτακτικὰ ἄρθρα ἀντὶ ὑποτακτικῶν χρῆται· χωρὶς εἰ μὴ μέτρον κωλύσει.
30Ὅστις: Ὄνομα ἀναφορικόν· καὶ συνετέθη ἐκ
τοῦ Ὃς ἄρθρου ὑποτακτικοῦ, καὶ τοῦ τὶς ὀνόματος ἀορίστου. Τὸ γὰρ τὶς τὸ ἐρωτηματικὸν ἀεὶ τὸν οἰκεῖον τόνον φυλάττει, καὶ οὐδέποτε ἐγκλίνεται. Ὅου:
35Ὅου κράτος ἐστὶ μέγιστον.
35Ἄρθρον ὑποτακτικόν· τὸ δὲ ο λέγεται πλεονάζειν. Λέγει δὲ Ἡρωδιανὸς, ὅτι ὁ πλεονασμὸς τὸν οἰκεῖον τόνον φυλάττει, οἷον, ὥρακα, ἑώρακα· εἰ ἄρα οὖν καὶ τὸ ο κατὰ πλεονασμὸν ἐγένετο, ὤφειλεν εἶναι ὁοῦ περισπώμενον. Οὐκ ἔστι δὲ πλεονασμὸς, ἀλλὰ
40διαίρεσις· τὰ γὰρ ἄρθρα εἴωθε διαιρεῖσθαι, οὐχὶ πλεονάζειν· οἷον, ἧς, ἕης· οὗ, ὅου. Τὶ διαφέρει διαίρεσις πλεονασμοῦ; Διαφέρει, ὅτι ὁ μὲν πλεο‐ νασμὸς τὸν αὐτὸν τόνον φυλάττει, οἷον, εἴκοσι, ἐεί‐ κοσι· ἡ δὲ διαίρεσις ἐναλλάσσει τὸν τόνον. Δασύ‐
45νεται· τὰ πλεονάζοντα φωνήεντα ἐν δασυνομένῃ
45λέξει μεταληπτικὰ γίνεται τοῦ δασέος πνεύματος. Ζήτει εἰς τὸ ἔειπεν. Ὁ δεῖνα: Ὥσπερ τὸ Νεάπολις δύο ὀνόματα εἰσὶ καθ’ ἑνὸς ὑποκειμένου, οὕτως καὶ τὸ ὁ δεῖνα δύο ἀντωνυμίαι εἰσὶ καθ’ ἑνὸς ὑποκειμένου. Τινὲς δὲ

614

(50)

λέγουσιν, ὅτι μία λέξις ἐστὶ, καὶ οὐ δύο· οἵτινες

614

(50)

κακῶς λέγουσιν. Εἰ γὰρ ἦν μία λέξις, οὐκ ὤφειλε κατὰ πτῶσιν ἐναλλάττεσθαι ἡ ἀρχή· οἷον, ὁ δεῖνα, τοῦ δείνατος τῷ δείνατι· τῆς γὰρ μιᾶς λέξεως φυ‐ λάττεται ἐν τῇ κλίσει ἡ ἀρχή· οἷον, φιλάνθρωπος φιλανθρώπου φιλανθρώπῳ. Γράφεται διὰ διφθόγγου,
55οὕτως ἐχούσης τῆς παραδόσεως, καὶ ἴσως πλανηθεί‐
55σης ἐκ τοῦ τινὰς λέγειν ὅτι μία λέξις ἐστίν· οἱ γὰρ λέγοντες ὅτι μία λέξις ἐστὶν, λέγουσιν ὅτι παρὰ τὴν ὅδε ἀντωνυμίαν γέγονεν ὁδέϊνα καὶ ὁδεῖνα. Αἱ ὑπὲρ

615

μίαν συλλαβὴν μονοπρόσωποι ἀντωνυμίαι θέλουσιν ἔχειν δίφθογγον, αὐτὸς, οὗτος, ἐκεῖνος· μόνον τὸ ὅδε οὐκ ἔχει· τούτου χάριν τὸ ὁ δεῖνα ἔχει τὴν ΕΙ δίφθογγον. Πρόσκειται, “ὑπὲρ μίαν συλλαβήν·”
5διὰ τὴν μὶν καὶ σφὶν μονοπρόσωπον. Μονοπρόσωποι δὲ λέγονται αὗται, ἐπειδὴ οὐκ ἔχουσι πρῶτον καὶ δεύτερον πρόσωπον κατὰ τὴν ἀκολουθίαν· τὸ γὰρ ἐγὼ, σὺ, οὐκ εἰσὶ τούτων, ἀλλὰ τοῦ ἴ. Ὁδός: Παρὰ τὸ ἕω, τὸ πέμπω, ἑδὸς καὶ ὁδὸς, ὡς
10σβέω σβεδὸς καὶ σποδός. Τὸ δὲ οὐδὸς, πλεο‐
10νασμός ἐστι τοῦ υ. Καὶ, Ἐπὶ γήραος οὐδῷ. ἀντὶ τοῦ ἐπ’ ἐξόδου τοῦ γήρως, ὅτε ἤδη πεπέρασται ὁ βίος καὶ διελήλυθε δι’ αὐτοῦ. Καὶ, Οὐδὸν ἐς λαύρην,
15Βατῆρα, βαθμόν. Σημαίνει δὲ τὴν δημοσίαν ὁδόν·
15λαύρην δὲ Φιλόξενος τὴν ῥύμην φησί. Καὶ τινὲς
15μὲν ὁδὸν ἀπέδωκαν, τινὲς δὲ τὸν κοπρῶνα, ὡς Ἱπ‐ πώναξ. Ὁδίος: Πρὸ τέλους ἡ ὀξεῖα· ἐπεὶ κύριόν ἐστι·
τὸ δὲ προσηγορικὸν ὅδιος, ὡς σκότιος. Ὀδὰξ λαζοίατο γαῖαν: Ἀντὶ τοῦ, τοῖς ὀδοῦσι
20δάκοιεν τὴν γῆν. Τοῦτο δὲ συμβαίνει αὐτοῖς ὀδυ‐
20νωμένοις. Παρὰ τὸ δάκω δάξω δάξ· καὶ πλεονασμῷ τοῦ ο, ὀδάξ. Ὀδόντες: Οἱ ἐπὶ ἐδωδῇ ὄντες, ἔδοντές τινες. Παρὰ τὸ ἔδω, τὸ ἐσθίω, γίνεται ὀδούς· καὶ κλίνεται ὀδόντος· ὀξύνεται δὲ, καὶ διὰ τοῦ ΝΤ κλίνεται, ὡς
25μετοχή. Αἱ δὲ εἰς ΟΥΣ μετοχαὶ διὰ τοῦ ΝΤ κλί‐
25νονται· οἷον, διδοὺς διδόντος. Ἄξιον δέ ἐστι ζητῆ‐ σαι, εἰ ἄρα τὰ εἰς ΟΥΣ λήγοντα ὑπὲρ μίαν συλλαβὴν ὀνόματα οὐδέποτε συντίθενται, διὰ τὶ τὸ ὀδοὺς συντί‐ θεται, οἷον τριόδους, κυνόδους. Πρόσκειται, “ὑπὲρ μίαν συλλαβὴν,” διὰ τὰ μονοσύλλαβα, εὔνους,
30εὔχρους. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ΟΥΣ ὀνόματα
30οὐδέποτε ὀξύνονται, ἀλλ’ ἢ βαρύνονται ἢ περισπῶν‐ ται. Ἐπεὶ οὖν τὸ ὀδοὺς ὀξύνεται, τούτου χάριν συντίθεται, ἵνα βαρυνθῇ καὶ ἐκφύγῃ τὴν παράλογον τάσιν. Ὀδύνη: Παρὰ τὸ ἔδειν τὴν ψυχήν· καὶ ὀδυνή‐
35φατα φάρμακα, τὰ τὰς ὀδύνας παύοντα καὶ φθεί‐
35ροντα, παρὰ τὸ φθίω. Παρὰ τὸ ἔδω οὖν ὀδύνη· καὶ ῥῆμα ὀδύνω· (σημαίνει τὸ τήκομαι καὶ καταπονοῦ‐ μαι·) καὶ τροπῇ τοῦ ν εἰς ρ, γίνεται ὀδύρω. Τὸ ἐνεργητικὸν οὐχ εὕρηται· τὸ δὲ παθητικὸν, Ὀδυρομένη φίλα τέκνα.
40Ὀδυσσεύς: Εἴρηται ἀπὸ ἱστορίας. Ἀντί‐
40κλειαν γάρ φασι τὴν Ὀδυσσέως μητέρα ἐγκύμονα ὁδεύουσαν τὸ Νήριτον τῆς Ἰθάκης ὄρος, ὕσαντος πολὺ τοῦ Διὸς, ὑπὸ ἀγωνίας τε καὶ φόβου καταπε‐ σοῦσαν ἀποτεκεῖν τὸν Ὀδυσσέα. Οὕτω ταύτης τῆς ὀνομασίας ἔτυχεν, ἐπειδὴ κατὰ τὴν ὁδὸν ὗσεν ὁ
45Ζεύς.
45 Ὀδμή: Παρὰ τὸ ὄζω ὀδὴ, καὶ ὀδμὴ, πλεο‐ νασμῷ. Ὀζῶ ὀζέσω· ὅθεν τὸ προσώζεσαν· ὥσπερ πιέζω, πιεζῶ. Ἐκ δὲ τοῦ ὄζω, ὁ μέλλων, ὄσω· ὁ παρακείμενος, ὦκα· ὁ μέσος, ὦδα· καὶ Ἀττικῶς, ὄδωδα. Ἡ ἐκ τοῦ ὀδῶ ὀδώσω, ὤδωκα· ὁ μέσος, ὦδα.

615

(50)

Ὄζος: Ὁ κλάδος, παρὰ τὸ ἵζω, τὸ καθίζω· ἢ παρὰ τὸ ἕζω, τὸ κάθημαι, ἕζος καὶ ὄζος, τὸ ἐγκαθή‐ μενον καὶ ἐμπεπαρμένον τῷ ξύλῳ, ἢ εἰς ὃν κάθηνται οἱ νεοσσοί· οἷον, Ὄζῳ ἐπ’ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες.
55 Ὄθομαι: Οὐδ’ ὄθομαι κοτέοντος. Ἀντὶ τοῦ ἐπιστροφὴν ποιοῦμαι ὀργιζομένου σου.
Ἢ ὄθομαι, τὸ ταράττομαι, παρὰ τὸν ὄταβον, ὃ

616

σημαίνει τὸν τάραχον. Οὕτω δὲ λέγουσιν Ἴωνες. Ἢ ἐκ τοῦ ὄθω, τὸ συστρέφω καὶ κινῶ, ἀντὶ τοῦ οὐ κινοῦμαι, οὐκ ἐπιστρέφομαι. Ὅθεν καὶ ὀθόνη, ἡ εὐκίνητος διὰ τὸ λεπτότατον. Δύναται δὲ λέγεσθαι
5τὸ λεπτὸν καὶ διαφανὲς ἱμάτιον· παρὰ τὸ ὄθμα, τὸ
5ὄμμα, ὀθμάνη καὶ ὀθόνη. Ἢ ἐκ τοῦ ὄθω, τὸ ἐπι‐ στρέφομαι, οἱονεὶ τὸ μαλακὸν καὶ εὐένδοτον, καὶ εὐεπίστροφον. Ὀθνεῖον: Τὸ ξένον. Ὥσπερ παρὰ τὸ ἄριστος γίνεται ἀριστεῖον, καὶ κότταβος κοτταβεῖον, οὕτως
10καὶ παρὰ τὸ νόθος νοθεῖον. Ἢ ἐκ τοῦ νοθεύω, καὶ
10ὑπερβιβασμῷ ὀθνεῖον, οἱονεὶ τὸ νόθον· καὶ ὀθνεία. Ὅθεν καὶ ὅθι: Ἀπὸ τοῦ πόθεν, ἀποβολῇ τοῦ π, ὅθεν· καὶ δασύνεται· καὶ ὥσπερ ἐκ τοῦ ὑψόθεν ὑψόθι, οὕτω καὶ παρὰ τὸ ὅθεν γίνεται ὅθι. Ση‐ μαίνει δὲ τὸ ἔνθα, ὅπου. Διαφέρει δέ· ὅτι τὸ μὲν
15ὅθι, ἐπίρρημα ἐστὶ τοπικὸν, καὶ δηλοῖ τὴν εἰς τόπον σχέσιν· τὸ δὲ ὅθεν, τὴν ἐκ τόπου. Ἢ ἐκ τοῦ ο ἄρθρου, κατ’ ἐπέκτασιν τῆς ΘΙ, γίνεται ὅθι. Ὄθρυς: Ὅρος Θεσσαλίας, οἱονεὶ ἄθρυς τὶς ὤν· ὅθεν ἐστὶν ἀθρῆσαι, διὰ τὸ ὕψος.
20 Οἱ: Σημαίνει ἕξ· ἄρθρον προτακτικὸν ἀρσενικὸν πληθυντικὸν, ὡς τὸ, Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι· καὶ ὑποτακτικὸν, ὡς τὸ, Ἀγχοῦ Κυκλώπων ... οἳ σφέας σινέσκοντο·
25καὶ ἀντὶ τοῦ οὗτοι, ὡς τὸ,
25Οἱ μὲν πὰρ νηυσὶ κορωνίσιν ἐμάχοντο.
25καὶ ἄρθρον ἀντωνυμικὸν συζυγοῦν τῇ ἐμοὶ, σοὶ, οἷ· ἥτις ἐγκλιθεῖσα σημαίνει ἀντωνυμίαν ἀντὶ τοῦ αὐτῷ· ὡς τὸ, Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. Ὀρθοτονουμένη δὲ σημαίνει ἑαυτῷ, ὡς τὸ,
30Ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
30Ὥσπερ δὲ λέγεται σφεῖς αὐτοὶ, καὶ ἑξῆς σφῶν
30αὐτῶν, σφᾶς αὐτοὺς, οὕτως καὶ ἐπὶ τοῦ ἑνικοῦ, οἷ αὐτῷ. Οἱ νεῴ: Σὺν τῷ ι. Πρῶτον ἀπὸ τοῦ οἱ Μενέ‐ λαοι καὶ οἱ ναοὶ γέγονε κατὰ τροπὴν τοῦ ο εἰς τὸ ω, καὶ μένει τὸ ι προσγεγραμμένον· Δεύτερον δὲ, ὅτι
35πᾶσα εὐθεῖα ἀρσενικῶν τε καὶ θηλυκῶν πληθυντικῶν,
35εἰς φωνῆεν λήγουσα ἀνεπέκτατος, εἰς ι θέλει λήγειν· οἷον, οἱ καλοὶ, αἱ μοῦσαι. Αἱ γὰρ θεματικαὶ εὐ‐ θεῖαι πληθυντικαὶ, ἤγουν αἱ μὴ ἀπὸ ἑνικοῦ κεκλι‐ μέναι, οἷον, οἱ πέντε, καὶ οἱ ἑπτὰ, οὐκ ἀντίκεινται ἡμῖν, μὴ λήγουσαι εἰς ι· ἐπειδὴ οὐκ εἰσὶν ἀπὸ
40ἑνικοῦ κεκλιμέναι. Εἰ ἄρα οὖν οἱ Μενέλεῳ καὶ οἱ νεῲ εἰς φωνῆεν λήγουσιν, εἰς τὸ ι δηλονότι θέλουσι καταλήγειν. Οἴαξ: Ὁ κανὼν δι’ οὗ τὸ πηδάλιον φέρεται. Γίνεται παρὰ τὸ οἴω, τὸ κομίζω καὶ φέρω· ὁ μέλλων,
45οἴσω· ἐξ αὐτοῦ οἴαξ· καὶ κλίνεται οἴακος. Ἐξ οὗ
45γίνεται οἰήκιον· καὶ κατ’ ἔλλειψιν τοῦ κ, οἰήϊον. Σημαίνει δὲ τὸ πηδάλιον τῆς νηὸς, ἀφ’ οὗ φέρεται ἡ ναῦς. Ἢ ἀπὸ τοῦ οἴω οἴσω γίνεται οἴϊον· καὶ πλεονασμῷ τοῦ η. Οὕτω Φιλόξενος περὶ Ἰάδος διαλέκτου. Ἰλιάδος τʹ,

616

(50)

Οἵτε κυβερνῆται, καὶ ἔχον οἰήϊα νηῶν.
53 Οἴαξις: Χωρίον Κρητικὸν ὑψηλόν. Τινὲς δὲ, ὅτι πλεονασμός ἐστι τοῦ ι· Ὄαξις γὰρ ἦν·
55 Δραξάμενος γαίης Οἰαξίδος. Οἰδίπους: Ὁ μὲν Θεόγνωτος, ἀπὸ τοῦ οἰδήσω Οἰδησίπους, κατὰ συγκοπὴν τῆς ΗΣ συλλαβῆς· ὁ δὲ

617

Ἡρωδιανὸς λέγει μὴ εἶναι οὕτως, ἀλλ’ ἀπὸ τοῦ οἰδῶ οἰδίπους· ἄμεινον γὰρ τὸ ἀπαθὲς τοῦ πεπονθότος. Ζήτει εἰς τὸ εἰλίπους. Οἶδα: Ζήτει εἰς τὸ οἶσθα.
5Οἰδαίνει: Εἰς ὕψος αἴρεσθαι ποιεῖ, πληροῦται
5ὑπὸ τῆς ὀργῆς, ἀπὸ μεταφορᾶς τῶν οἰδημάτων, ἤγουν τῆς φλεγμονῆς· παρὰ τὸ οἰδῶ, ὅπερ ἀπὸ τοῦ οἴω γίνεται. Ἰλιάδος ιʹ, Ἀλλ’ ὅτε δὴ Μενέλαον ἔδυ χόλος, ὅστε καὶ ἄλλων οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων.
10 Οἶδμα: Τὸ κῦμα. Ἐκ τοῦ οἰδῶ, τὸ ἐξογκοῦμαι, οἰδήσω οἴδημα· καὶ συγκοπῇ, οἶδμα. Οἴδματι θύων, Ἰλιάδος ψʹ. Οἴδματα: Ἐπάρματα, φυσήματα· καὶ οἴ‐
15δημα, ὄγκωμα, φλεγμονή.
15Οἰέτεας: Ὡς Διομήδεας. Ἔστι δὲ ἐπὶ τούτου
15τοῦ σχήματος παράλογος ὁ τόνος. Τὰ γὰρ ἀπὸ τῶν εἰς ΟΣ ληγόντων οὐδετέρων δισυλλάβων σύνθετα εἰς ΗΣ λήγοντα ἐπιθετικὰ, μὴ ἔχοντα τὸ η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενὴς, ἀκλεής. Ἐχρῆν οὖν καὶ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι· νυνὶ δὲ
20κατὰ βαρεῖαν τάσιν ἀναγινώσκεται, ὡς εὐσεβέα. Οἴκαδε: Ἐπίρρημα τοπικὸν τῆς εἰς τόπον. Καὶ διατί ἐστι προτέρα ἡ ἐν τόπῳ; Ἐπειδὴ εἰ μὴ ἐν τόπῳ ᾖς, εἰς τόπον οὐ δύνασαι ἀπελθεῖν.
25 Οἶκος: Παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ, ὑφ’ οὖ χω‐ ρούμεθα· ὅθεν καὶ οἶκτος· οἱ γὰρ οἰκτείροντες εἴκουσι καὶ ὑποτάσσονται. Οἰκός: Παρὰ τὸ ἐοικός· καὶ κατὰ ἀφαίρεσιν τοῦ ε, οἰκός.
30Οἰκῆας: Οἰκείους, οἰκέτας, δούλους· οἶμαι ἀπὸ
30τοῦ οἰκεὺς, ὡς Ἀχιλλεύς. Οἶκτος: Σημαίνει τὸν θρῆνον. Ἔστιν οἴχω, τὸ πορεύομαι· ἡ μετοχὴ, οἰχόμενος· κατοιχόμενοι, οἱ κάτω πορευόμενοι, ἤγουν οἱ νεκροί. Τούτου ὁ παρα‐ κείμενος, ᾦχα· ὁ παθητικὸς, ᾦγμαι, ᾦκται· καὶ ἐξ
35αὐτοῦ οἰκτὸς, ὁ ἀποθανών· οἶκτος δὲ βαρύνεται, ὁ ἐπὶ θανάτῳ θρῆνος. Οἰκτρός: Ὁ ἐλεεινός. Οἰδαίνειν: Θυμοῦσθαι, ἐπαίρεσθαι, φυσᾶσθαι. Παρὰ τὸ φῶ, ὃ σημαίνει τὸ προϊῶ, γίνεται φοιτῶ·
40ἐκ τούτου φοιταίνω· ἀποβολῇ τοῦ φ, καὶ τροπῇ τοῦ τ εἰς δ, οἰδαίνω· καὶ ὁ παρατατικὸς, οἴδαινον· τρέ‐ πεται γὰρ τὸ ο ἐπὶ τοῦ παρατατικοῦ εἰς ω· οἷον, οἰκῶ, ᾤκουν· πλὴν ἕνδεκα· οἰῶ οἴουν, τὸ μονῶ· οἰμῶ, οἴμουν· οἰστρῶ, οἴστρουν· οἰωνίζομαι, οἰωνιζόμην·
45οἰωνοσκοπῶ, οἰωνοσκόπουν· οἰωνοπολῶ, οἰωνοπόλουν· οἰακονομῶ, οἰακονόμουν· οἰακοστροφῶ, οἰακοστρόφουν·
οἰκουρῶ, οἰκούρουν· οἰδαίνω, οἴδαινον· οἰμώζω, οἴμω‐ ζον. Ταῦτα δὲ διφορεῖται. Οὐ τρέπονται δὲ ἢ διὰ εὐφωνίαν, ἢ Ἰωνικῷ ἔθει, ὥς τινες φασίν.

617

(50)

Οἶδα: Ὥσπερ ἀπὸ τοῦ εἴκω γίνεται ἔοικα, οὕτως καὶ ἀπὸ τοῦ εἶδα μέσου παρακειμένου γίνεται δια‐ λύσει ἔϊδα καὶ ἔοιδα καὶ οἶδα. Τὸ μέντοι σύνοιδα Αἰολικόν ἐστι, καθὸ τὸν τόνον ἀνεβίβασε· ἔδει γὰρ ὡς εἶκα συνεῖκα, οὕτως οἶδα συνοῖδα.
55 Οἶμος: Ἡ ὁδός· παρὰ τὸ οἰμῶ τὸ σημαῖνον τὸ ὁρμῶ· ὁ μέλλων, οἰμήσω· ἐν ᾗ ὁρμῶσι τινὲς καὶ ὁδεύουσι. Καὶ ἡ ῥάβδος οἶμος λέγεται, παρὰ τὸ

618

ὁρμᾶν εἰς εὐθὺ ἐν τῷ φύεσθαι· οἷον, Τοῦ δ’ ἤτοι δέκα οἶμοι ἔσαν [μέλανος κυάνοιο,] Ἰλιάδος λʹ. Ὁ δὲ Φιλόξενος παρὰ τὸν οἴσω μέλ‐ λοντα οἶμος, ἡ ὁδὸς, δι’ ἧς παντοίας φέρονται φορὰς
5οἱ κατ’ αὐτὴν ὁδεύοντες τῇδε κἀκεῖσε.
5 Οἴμη: Ἡ ᾠδή· παρὰ τὸ ἐν τοῖς οἴμοις, τουτέστι ταῖς ὁδοῖς, ψάλλεσθαι. Ὦρος. Ἀφ’ οὗ καὶ προοίμιον ἐπί τε ποιημάτων, καὶ μεταφορικῶς ἐπὶ τῶν πεζῶν. Οἶμα:
10Οἶμα λέοντος ἔχων,
10Ἰλιάδος πʹ. Ἀπὸ τοῦ οἰμῶ οἰμήσω· οἷον,
10Οἴμησεν δὲ ἁλεὶς ὥστ’ αἰετός.
10Οἴμημα· καὶ κατὰ συγκοπὴν, οἶμα, τὸ ὅρμημα. Οἰμώζειν: Τὸ θρηνεῖν· παρὰ τὸ οἴμοι θρηνη‐ τικὸν ἐπίρρημα. Ἢ ἔστιν ὤ, σχετλιαστικὸν ἐπίρ‐ ρημα· ὅθεν τὸ ὤμοι· ὅπερ οὐκ ἔχει προσγεγραμ‐ μένον τὸ ἰῶτα. Ἐκ γοῦν τοῦ ὤμοι ἐπιρρήματος
15γίνεται καθ’ ὑπερβιβασμὸν οἰμώζω· ὁ παρατατικὸς, οἴμωζον καὶ ᾤμωζον, διφορεῖται. Οἰμωγή: Στεναγμὸς, ὀλοφυρμός. Ἀπὸ τοῦ οἰμώζω. Τὸ δὲ οἴμοι, ἐπηύξηται (φησὶν Ἡρωδια‐ νὸς) ἀπὸ τοῦ οἲ ψιλουμένου· τὰ δ’ ἄλλα, δασύνονται.
20Ὁμοίως καὶ Θεόγνωτος. Ὦρος. Οἶνος: Οἴνους τὶς ὤν· παρὰ τὸ οἰήσεως καὶ πλάνης αἴτιος τοῖς ἀνθρώποις γίνεσθαι· ὡς Ἀριστοφάνης, Σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; Ὁρᾶς; ὅταν πίνωσιν ἄνθρωποι, τότε
25 πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας. Ἢ παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ, παρὰ τὴν ἐξ αὐτοῦ ὄνησιν, Ἰλιάδος ζʹ, ἔπειτα δὲ κ’ αὐτὸς ὀνήσεαι, αἴκε πίῃσθα.
Ἢ παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβατον· οἱ γὰρ
30παλαιοὶ ἐγαλακτοτρόφουν πρὸ τοῦ εὑρεθῆναι τὸν
30Δημητριακὸν καρπόν.
30 Οἰνίζεσθαι: Σημαίνει τὸ οἶνον ἀγοράζειν. Οἰνοποτάζων: Οἶνον πίνων. Οἴνοπε: Βόε οἴνοπε, Τουτέστι μέλανες· ὡς αἴθοπα οἶνον, τὸν μέλανα ἐν
35αὐτῷ. Οὕτως Ὦρος.
35Οἰνόφλυξ: Φλύειν ἐστὶ τὸ ὁρμὴν ἔχειν πρός τι·
35ὅθεν οἰνόφλυξ, ὁ εἰς τὸν οἶνον ὁρμῶν. Οἷο κασιγνήτοιο: Τοῦ ἰδίου ἀδελφοῦ. Ἡ εὐθεῖα, ὅς, οὗ· καὶ Ἰωνικῶς, οἷο. Ὁ κανών· οἱ Ἴωνες καὶ οἱ Θετταλοὶ τὰς εἰς ΟΣ εὐθείας διὰ τοῦ ΟΙΟ προφέρουσιν.
40 Οἱονεί: Εἰς τὸ ἐνθαδί. Οἰοπόλῳ: Χώρῳ ἐν οἰοπόλῳ, ἐν ᾧ ὄϊες πολοῦνται, ἢ οἶός τις πολεῖται μόνος· ἐξ οὗ, ἐν ἐρήμῳ. Οἶος, ὁ μόνος· καὶ οἴη, ἡ μόνη·
45παρὰ τὸ ἴος, ὃ σημαίνει τὸ αὐτό· καὶ κατὰ πλεο‐
45νασμὸν τοῦ ο, οἶος·
45[προκαλέσσεται] οἰόθεν οἶος
45 ἀντίβιον μαχέσασθαι, Ἰλιάδος ηʹ, ἐκ μόνου μόνος· νῦν δὲ μόνος πρὸς μόνον. Οἰός: Ἐϋστρόφῳ οἰὸς ἀώτῳ,

618

(50)

Καλῶς ἐστρεμμένῳ ἐρίῳ, τουτέστι ἐρίᾳ, σφενδόνῃ·

618

(50)

προβάτου ἄνθει, ὅ ἐστιν ἐρίῳ.

618

(50)

Οἶσθα: Ἀντὶ τοῦ γινώσκεις. Ἔστιν εἰδῶ περισπώμενον, καὶ ἄλλο εἴδω βαρύτονον· ὁ μέσος παρακείμενος, οἶδα· τοῦ δὲ περισπωμένου ὁ μέλλων, εἰδήσω· παράγωγον, εἴδημι· τὸ δεύτερον, εἴδης· καὶ κατ’ ἐπέκτασιν τῆς ΘΑ συλλαβῆς, εἴδησθα· καὶ
55κατὰ συγκοπὴν τῆς ΔΗ, καὶ τροπῇ Αἰολικῇ τοῦ ε
εἰς τὸ ο, οἶσθα. Ἢ τὸ οἶδα Αἰολικῶς, οἴδημι λέγεται· τὸ δεύτερον, οἴδης· καὶ κατ’ ἐπέκτασιν, οἴδησθα· καὶ συγκοπῇ, οἶσθα.

619

Οἴσετε: Ῥῆμα προστακτικὸν ἐνεστῶτος καὶ παρατατικοῦ. Ἔστι γὰρ οἴσω μέλλων, καὶ μετά‐ γεται εἰς ἐνεστῶτα· τοῦτο μεταγόμενον μέλλοντα οὐκ ἔχει· τὰ γὰρ ποιητικὰ ἀπὸ μέλλοντος εἰς ἐνε‐
5στῶτα μεταγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνεται. Τούτου τὸ προστακτικὸν, οἶσε οἰσέτω· καὶ οἴσετε, ἀντὶ τοῦ ἄγετε. Ἰστέον ὅτι τοῦ φέρω μέλλων οὐκ ἔστι· τοῦ δὲ οἴσω ἐνεστὼς οὐκ ἔστι· πλὴν ἔθος τῷ ποιητῇ μετάγειν ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα. Οὕτως
10ἔχει καὶ τὸ ἄξετε, ἀντὶ τοῦ φέρετε. Οἰσπώτη: Ὁπλὴ προβάτου. Ἐκ τοῦ ὄϊς καὶ τοῦ πατῶ, ὀϊσπάτη· καὶ τροπῇ τοῦ α εἰς ω. Οἰσυπηρὰ ἔρια: Τὰ ῥυπαρά. Καὶ οἴσυπον λέγουσιν· ἀλλ’ Ἀριστοφάνης ἐν Λυσιστράτῃ οἰσ‐
15πώτην εἴρηκεν. Οὐκ εὖ δὲ τὸ μαρτυρούμενον
15παρατίθεται· ἔστι γὰρ οἰσπότη τὸ τοῦ προβάτου διαχώρημα. Ἔστιν οὖν (ὡς οἶμαι) οἴσυπος, οἴσρυ‐ πος οἰὸς ῥύπος· καὶ ἐκ τούτου οἴσυπος, οἰσυπηρός. Οἰσύϊνα: Γέρρα οἰσύϊνα.
20οἰσύα, γένος τι ἰτέας, ἀφ’ ἧς ἔπλεκον τὰ κανᾶ.
20Ἐκ τούτου δὲ καὶ τὰ γέρρα· σκεπαστήρια ταῦτα πολεμικά· οὐ κυκλοτερῆ δὲ, ὡς αἱ ἀσπίδες, ἀλλὰ τετράγωνα· καὶ οὐδὲ ταῖς παρατάξεσιν ὑφ’ ἑκάστου στρατιώτου φερόμενα ὡς αἱ ἀσπίδες, ἀλλὰ τοῖς σταθμοῖς καταπηγνύμενα· ἢ εἴπερ ἄρα ἐξόπισθεν τῆς
25παρατάξεως, ὡς σκέπη ἐσόμενα τῷ στρατοπέδῳ ἀπὸ τῶν ἀπὸ τῆς παρατάξεως φερομένων βελῶν. Οἶτος: Θρῆνος, μόρος, θάνατος. Παρὰ τὸ ΟΙ καὶ ΜΟΙ στεναγμοῦ ἐπίρρημα· παρὸ καὶ τὸν μόχθον δηλοῖ. Ὦρος.
30Οἰστρεῖ: Ἐρεθίζει, ἐκμαίνει.
32 [Οἰσχός: Κλῆμα βότρυας φέρον ὀργῶντας καὶ γενναίους· καὶ ὀσχοφόρια, τὰ τῆς ἀμπέλου κλήματα περιέχοντα βότρυας, παρὰ Ἀριστοφάνει.]
35 Οἰχνεῖν: Ἀμφίβολον· ἢ παρὰ τὸ ἴχνος ἰχνῶ· καὶ πλεονασμῷ τοῦ ο, οἰχνῶ· ἢ παρὰ τὸ οἴχω οἰχνῶ, ὡς ὀρέγω, ὀριγνῶ· σκέδω, σκιδνῶ. Ἔχεις δὲ ἀμ‐ φότερα εἰς τὸ Περὶ Παθῶν. Οἰωνός: Ὄρνις, ὁ γύψ· παρὰ τὸ οἰῶ, τὸ μονῶ,
40γίνεται· φασὶ γὰρ τινὲς, ὅτι καὶ χωρὶς μίξεως πέφυκε πολλάκις τίκτειν ἐξ ἀνέμου καὶ θερμασίας καὶ τῶν τοῦ ἡλίου ἀκτίνων. Ὥσπερ δὲ παρὰ τὸ κοινῶ κοινώσω γίνεται κοινωνὸς, οὕτως καὶ ἀπὸ τοῦ οἰῶ, τὸ μονῶ, ὁ μέλλων, οἰώσω, οἰωνός· ὁ παρακείμενος,
45οἴωκα, οἴωμαι, οἰώθην, σημαίνει τὸ ἐμονώθην· ἀπὸ τοῦ οἶος γίνεται. Οἰωνοπόλος: Ὀρνεοσκόπος, μάντις ὁ περὶ οἰω‐ νοὺς, ἤγουν γύψι καὶ κόραξι καὶ ἄλλοις ὄρνισι περι‐ πολῶν, ἤγουν ἀναστρεφόμενος, καὶ μαντευόμενος.

619

(50)

Ὅθεν καὶ οἰωνιστὴς, ὁ μάντις.

619

(50)

Ὀϊζυρός: Ἐπίπονος, ἄθλιος, ταλαίπωρος, χα‐ λεπὸς, ἀτυχής· καὶ ὀϊζὺς, ἡ ταλαιπωρία. Παρὰ τὸ ἵζω (δηλοῖ τὸ καθίζω) γίνεται ἱζὺς, ὡς ἥδω ἡδύς· καὶ μετὰ τοῦ α, τοῦ δηλοῦντος τὸ κακὸν, γίνεται
55ἀϊζὺς, ἡ κακῶς καὶ δυστυχῶς ἱζάνουσα τοῖς ἀνθρώ‐ ποις· καὶ τροπῇ τοῦ α εἰς ο. Ἐκ δὲ τοῦ ὀϊζὺς, ῥῆμα ὀϊζύω· (σημαίνει τὸ μοχθῶ καὶ ταλαιπωρῶ)
ἐξ οὗ γίνεται ὀϊζυρός. Ὁ δὲ Ἀπολλώνιος λέγει,

620

ὅτι ἔστιν οἴ ἐπίρρημα σχετλιαστικὸν ἢ θρηνητικόν. Ἐκ τούτου γίνεται οἴζω, ὡς λίαν λιάζω, καὶ αἲ αἲ αἰάζω. Ἐκ δὲ τοῦ οἴζω γίνεται οἰζύω· καὶ κατὰ διάλυσιν, ὀϊζύω, καὶ ὀϊζυρός. Τὸ ΖΥ, μακρόν· ἐπειδὴ
5τὰ εἰς ΡΟΣ ὀξύτονα, ὑπὲρ δύο συλλαβὰς, ὅτε ἔχει
5τὴν τρίτην ἀπὸ τέλους μακρὰν φύσει ἢ θέσει, πάν‐ τοτε ἔχουσι καὶ τὴν πρὸ τέλους μακράν· οἷον, ἰσχυ‐ ρὸς, ὀκνηρός. Ὀϊστοί: Τὰ βέλη. Παρὰ τὸ ἵημι, τὸ πέμπω, γίνεται ὀϊστὸς, κατὰ πλεονασμὸν τοῦ ο· ἢ παρὰ τὸ
10οἴσω, τὸ φέρω, οἰστὸς, καὶ ὀϊστός· ἐξ οὗ ὀϊστεύω·
10σημαίνει τὸ τοξεύω. Ὀϊστοὶ, τὰ βέλη, ἤτοι τὰ τόξα. Εἴρηται δὲ τόξον, ὅταν τείνηται ἐν τῇ νευρᾷ· παρὰ τὸ τάζω, τὸ τανύω· ὀϊστὸς δὲ, ὅταν φέρηται καὶ βαστάζηται, ἐκ τοῦ οἴω, τὸ κομίζω. βέλος γὰρ, τὸ συστάδην καὶ οὐ μακρόθεν, ἀλλ’
15ἐγγύθεν βαλλόμενον, καὶ οἷον κρατουμένου καὶ τοῦ
15βέλους ἐν τῇ χειρί. Ἰὸς δὲ, παρὰ τὸ ἵημι, ὅταν μακράν που πέμπηται ἀπὸ τῆς νευρᾶς. Βιὸς δὲ, ἀπ’ αὐτῆς τῆς βίας, ἤτοι συντονίας τῆς τάσεως, εἴρηται· ἢ ὅτι οἱ ἀρχαῖοι δι’ αὐτοῦ τὰ πρὸς τὸν βίον εἶχον, θηρῶντες ἢ κυνηγετοῦντες.
20Ὀϊσθείς: Ὑπονοήσας· ἐκ τοῦ ὀΐω.
20 Ὀΐω: Σημαίνει δύο· τὸ ὑπολαμβάνω, ἅτιν’ οὐ πείσεσθαι ὀΐω· καὶ τὸ προσδέχομαι, κεῖνον ὀϊομένη τὸν κάμμορον. Οἴων:
25Ὅστ’ οἴων μέγα πῶϋ,
25Ἰλιάδος γʹ. Ἀρίσταρχος καὶ Πτολεμαῖος ὁ Ἀσκα‐
25λωνίτης δισυλλάβως, ὡς αἰγῶν· λέγει γὰρ, ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν, οἶς· διαμαρτάνει δέ. Οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως εἶπε τὴν εὐθεῖαν, ἀλλὰ δισυλλάβως, Τοῖσι δ’ ὄϊς λάσιος.
30Καὶ τὰς πλαγίους κατὰ διάστασιν λέγει, εἰ μὴ
30κωλύει μέτρον,
30Νῶτον ἔθηκ’ ὄϊος·
30καὶ,
30Ἡδ’ ἀπάνευθεν ὄϊν·
30καὶ,
30 Μῆλ’ ὄϊές τε καὶ αἶγες· ἕνεκα δὲ μέτρου, οἰὸς ἀώτῳ. καὶ ἄλλως· ὅτι τὸ ὄϊς δισύλλαβον ἀναλογώτερόν ἐστι τοῦ μονοσυλλάβου. Πολλὰ γάρ ἐστιν εἰς ΙΣ
35λήγοντα ἐπ’ εὐθείας εὑρεῖν, οὐδὲν δὲ εἰς ΟΙΣ, εἰ μὴ
35μόνον τὸ οἶς παρ’ Ἀττικοῖς, καὶ τὸ φθοῖς.
35 Ὅκκα δὲ τύνη εἴην: Παρὰ Ἀλκμᾶνι. Τὸ ὅτε ὅκα λέγει ἡ διάλεκτος· εἶτα διπλασιάσασα, ὅκκα. Περὶ Παθῶν. Ὀκλαδιᾶν: Ὀκλάζειν. Παρὰ τὸ ἐγκλᾶν καὶ
κάμπτειν τὰ γόνατα ἐν τῷ καθέζεσθαι. Ἐκ δὲ τοῦ
40κλῶ κλάσω γίνεται ῥηματικὸν ὄνομα κλᾶς· καὶ Δω‐ ρικῶς, κλάξ· καὶ πλεονασμῷ τοῦ ο, ὀκλὰξ, ὡς ὀδάξ· καὶ ὀκλάζει, χωλεύει, ἐπὶ γόνυ κάμπτεται. Ὀκνείω: Οὐκ ἔστι πλεονασμός· λέγει γὰρ, ὅτι ἔστιν ὀκνῶ· καὶ κατὰ Ἴωνας, ὀκνέω· καὶ πλεονασμῷ
45τοῦ ι, ὀκνείω. Οὐκ ἔστι δὲ οὕτως, ἀλλὰ κατὰ παραγωγήν· ὥσπερ παρὰ τὸ θάλπω γίνεται θαλπείω, ῥιγῶ ῥιγείω, οὕτως ὀκνῶ ὀκνείω. Περὶ Παθῶν. Καὶ Δημοσθένης ἐν δευτέρῳ Φιλιππικῶν τὸ ὀκνεῖν ἀντὶ τοῦ φοβοῦμαι εἶπε καὶ δέδοικα· ὀκνηροὶ γὰρ, φοβού‐

620

(50)

μενοι καὶ δεδιότες. Τάττεται δὲ ἐπὶ ἀργίας καὶ ῥαθυμίας καὶ ἀμελείας. Ὄκνος, ἡ ἀκινησία τὸ πάθος, οἱονεὶ ἄκινός τις ὤν· συγκοπῇ, καὶ τροπῇ τοῦ α εἰς ο, ὄκνος.
55 Ὀκρίβαντες: Ἐφ’ ὧν ἄκρων ἑστᾶσιν οἱ ὑπο‐ κριταὶ, οἱονεὶ ἀκρίβαντες τινὲς ὄντες· παρὰ τὸ ἄκρον. Γράφεται δὲ διὰ τοῦ ι, ὡς ἀργὸν ἀργικέραυνον.

621

Ὀκρίδα: Ταυτόν ἐστι τὸ ὀκριόεις διὰ τὴν τρα‐ χύτητα. Φαίνεται δὲ ὁ σχηματισμὸς παρὰ τὰς ἄκρας καὶ τὰς ἐξοχάς. Πόθεν δὲ ἔχει τὴν ἀφορμήν; Πλεονασμῷ τοῦ ο λέγεται. Παρὰ τὸ ἀκρίζω ῥῆμα,
5ἀκρὶς καὶ ὀκρίς. Ὀκριόεις: Ὁ τραχὺς λίθος· ὀκρίας δὲ τὰς πέτρας φησὶν Ὅμηρος, Δι’ ὀκρίας ἠνεμοέσσας. Παρὰ τὸ ἄκρος καὶ τὴν ἐξοχὴν, πλεονασμῷ τοῦ ι.
10Ἢ κατὰ παραγωγὴν γίνεται ἄκριος, ὡς Βοιώτιος·
10ἐκ δὲ τοῦ ἄκριος γίνεται ἀκριόεις, ὡς βροτὸς βρο‐ τόεις· καὶ τροπῇ τοῦ α εἰς ο, ὀκριόεις· καὶ τὸ θηλυκὸν, ὀκριόεσσα· καὶ ῥῆμα ὀκριόω. Ἀπὸ δὲ τοῦ ὀκριόεις γίνεται ὀκρυόεις, ὁ ἀκρότατος καὶ ἄκρατος φόβος. Ἢ παρὰ τὸ κρύος κρυόεις, καὶ
15ὀκρυόεις, πλεονασμῷ τοῦ ο, ὁ κρύους καὶ φόβου
15ποιητικός. Ὀκτάκνημα: Ὀκτάραβδα, ὀκτακέρκιδα· κνῆ‐ μαι γάρ εἰσιν αἱ ἐντὸς τῶν τροχῶν ῥάβδοι ἐμπε‐ πηγμέναι πρὸς τῇ χοινικίδι. Ὀλέκρανα: Τῶν ἀγκώνων τὸ ὀστοῦν.
20 Ὄλεχον καὶ ὄλβαχνον: Εἰς τὸ δερβιστήρ. Ὄλβιος: Μακάριος, εὐδαίμων, πλούσιος, καὶ ἐν μηδενὶ ἐνδεὴς ὢν, οἱονεὶ οὔλιός τις ὤν· οὖλον γὰρ ἐνταῦθα τὸ ὑγιές. Ἢ παρὰ τὸ ὄλβος, ὅ ἐστιν ὁλό‐ κληρος καὶ τέλειος· τοῦτο δὲ παρὰ τὸ ὅλος· πλεο‐
25νασμῷ τοῦ β, ὅλβος. Ὄλβιοι δὲ λέγονται οἱ ὅλον τὸν βίον, ἤγουν τῆς ζωῆς χρόνον, ἐν εὐδαιμονίᾳ διά‐ γοντες. Ὀλέκοντο: Ὀλέκοντο δὲ λαοί.
30Ἀπώλλοντο. Παρατατικὸς Ἰωνικός· ἄρχεται ἀπὸ
30τοῦ ο· καὶ ἔστιν ἄκλιτον, ὡς ἀπὸ μέλλοντος· παρὰ
30τὸ ὀλῶ ὀλέσω ὀλέσκω· καὶ κατ’ ἔνδειαν τοῦ ς, ὀλέκω. Καὶ τὸ Ὀλέκεσθαι: Τὸ ἐπιστρόφως καὶ ἐρρωμένως ἐπ’ αὐτοὺς στρέφεσθαι. Ὄληαι: Τυραννίων προπερισπᾷ, καὶ τὸ ἰῶτα προσ‐ γράφει, οἰόμενος παρέλκειν τὴν ΑΙ. Οὕτω καὶ ἐπὶ τοῦ
35πρώτη ἐπαύρηαι.
35Ἔστι δὲ μέσος ἀόριστος δεύτερος, καὶ οὐ περισπᾶ‐ ται, οὐδὲ προσγράφεται τὸ ι. Τὸ μέντοι, Αὐτὸς ἐν ὀφθαλμοῖσιν ὄρηαι, ἐκ τοῦ ὄρεαι γίνεται ἐνεστὼς, ὡς ἀπὸ τῆς πρώτης συζυγίας κατ’ ἔκτασιν, ὡς δίζεαι, δίζηαι. Λέγουσι
40γὰρ οἱ Ἴωνες ὀρέω, ὡς ἀπὸ τῆς πρώτης συζυγίας. Ὦρος ὁ Μιλήσιος. Ὀλίγον: Παρὰ τὸ ὅλον κατὰ ἀντίφρασιν, τὸ μὴ ὂν σῶον· καὶ ὀλίγος, ὁ μικρὸς, παρὰ τὸ ὅλος, ὃ σημαίνει τὸν ὁλόκληρον.
45Ὀλιγωρία: Ἡ ἀμέλεια· παρὰ τὴν ὥραν, τὴν
45φροντίδα, καὶ τὸ ὀλίγον· τὸ δὲ ὀλίγον καὶ ἐπὶ τοῦ
45οὐδαμῶς εἴρηται, ὡς τὸ, Ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. ἀντὶ τοῦ οὐδαμῶς. Ὦρος. Ὀλιγαρτία: Ἢ ἔνδεια τοῦ σίτου. Ὀλιγαίμους: Παρὰ τὸ αἷμα ἐστίν. Ὦρος ὁ

621

(50)

Μιλήσιος.

621

(50)

Ὀλιγηπελέων: Ὀλιγοδρανέων, ὀλίγον ἰσχύων,

621

(50)

ἐξησθενηκώς· δραίνειν γὰρ τὸ ἰσχύειν. Ὀλίος: Κατὰ διάλεκτον· Ταραντῖνοι γὰρ τὸ ὀλίγος ὀλίος λέγουσιν, ἄνευ τοῦ γ. Ἐν Δούλῳ Μελεάγρῳ, Ὀλίοισιν ἡμῶν ἐμπέφυκ’ εὐψυχία·
55καὶ
55ὀλίον μισθόν.
55Πλάτων μέντοι ὁ κωμικὸς διαπαίζει τὴν λέξιν ὡς
55βάρβαρον· καὶ τὸ, ὀγίννος, γίννος φησί. Τοῦτο δὲ εἴρηκε τὸ ἐξ ἵππου μὲν μητρὸς, πατρὸς δὲ ὄνου.
Περὶ Παθῶν.

622

Ὀλίζων: Ὀλίζονος ἔμμορε τιμῆς, (Διονύσιος ὁ περιηγητὴς) ὀλίγης, μικρᾶς, εὐτελοῦς. Παρὰ τὸ ὀλίγον γίνεται.
5Ὁλκός: Ἡ ἰσχυρὰ φορά. Παρὰ τὸ ἕλκω,
5ὁλκὸς, ὡς φέρβω, φορβός· ὅθεν καὶ ὁλκάδες αἱ νῆες· καὶ ὁλκοὶ, οἱ τόποι δι’ ὧν ἕλκονται αἱ νῆες· ἢ σχοινία τινὰ εἰς τὸ ἕλκειν ἐπιτήδεια. Λέγεται δὲ καὶ ὁλκὸς, ὁδὸς, συρμὸς, ἀγωγὸς, ἢ πόρος ὕδατος. Ὄλαιτος καὶ ὀλεμεύς: Ὁ σπερμολόγος, παρὰ
10τὰς ὀλὰς, ὁ τὰς ὀλὰς βάλλων. Ὦρος ὁ Μιλή‐ σιος. Ὅλος: Παρὰ τὸ ὀλῶ, τὸ πληρῶ. Ὁλοκαύτωμα: Ἐκ τοῦ ὀλῶ, τὸ φθείρω, καὶ τοῦ καίω.
15Ὄλισθος: Παρὰ τὸ ὅλως θέειν· ἢ παρὰ τὸ ὅλος
15καὶ τὸ ἵζω, τὸ κάθημαι, ὁ ὅλος καταπίπτων· καὶ ῥῆμα
15ὀλίσθω ὀλισθήσω, τὸ καταπίπτω. Ὄλεθρος: Παρὰ τὸ ὀλέω, ὀλέσω, ὤλεκα, ὤλε‐ σμαι· ἐξ αὐτοῦ ὄλεθρος. Ἢ παρὰ τὸ ὅλως θραύειν. Ὀλιγωρηκότες: Ἠφροντικότες, ἠμεληκότες. Ὀλλύω: Οἱ μὲν, παρὰ τὸ ὀλῶ ὀλύω· καὶ πλεο‐
20νασμῷ τοῦ λ, ὀλλύω· οἱ δὲ, παρὰ τὸ ὄλλω ὀλλύω. Τὰ δὲ διὰ τοῦ ΥΩ ποιοῦντα παράγωγα, εἰ μὲν ὦσιν ὑπὲρ δύο συλλαβὰς, ἄχρι τοῦ παρατατικοῦ κλίνεται· οἷον ὀλλύω, ὄλλυμι· εἰ δὲ ὦσι δισύλλαβα, κλίνεται καὶ μετὰ τὸν παρατατικὸν, κλῦμι, κλύσω.
25 Ὀλοὴ καὶ Ὀλοιή: Σημαίνει τὴν ὀλεθρίαν. Παρὰ τὸ ὀλῶ, ἢ ὄλλω, γίνεται ὀλοὸς ὀλοὴ, ὡς θοὸς θοή. Ὀλολυγή: Φωνὴ γυναικῶν, ἣν ποιοῦνται ἐν τοῖς ἱεροῖς εὐχόμεναι· ἢ ἁπλῶς ὁ μετὰ ἤχου κλαυθμὸς καὶ θρῆνος· παρὰ τὸ ὀλολύζω· τοῦτο παρὰ τὸ ὀλῶ
30ὀλύω ὀλύζω· καὶ κατὰ ἀναδιπλασιασμὸν, ὀλολύζω. Ὀλοφυδνόν: Γοερὸν, θρηνητικόν· παρὰ τὸ ὀλο‐ φύρω, ὀλοφυρὸν καὶ ὀλοφυδνόν. Ὀλοφυρόμενος: Κλαίων, θρηνῶν. Κυρίως δὲ τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαίειν· παρὰ τὸ ὅλως
35φύρειν ἑαυτόν. Ὀλοφώϊα: Ὀλέθρια καὶ χαλεπά· παρὰ τὸ τοὺς φῶτας ὀλλύειν, ὅ ἐστιν ὀλοθρεύειν. Παρὰ Νικάνδρῳ ἐν Θηριακοῖς. Ὀλοοίτροχος: Ἰλιάδος νʹ, Πτολεμαῖος καὶ
40Ἀριστόνικος ψιλοῦσι παροξύνοντες, ἀκούοντες τὸν ἐπὶ τὸ τρέχειν ὀλοόν· ἐπένθεσις δὲ τοῦ ι περιττή. Οἱ δὲ δασύνουσιν, ἵν’ ᾖ ὅλος τροχοειδὴς, καὶ κατὰ πᾶν μέρος ἀστήρικτος. Δημόκριτος δὲ τὸ κυλιν‐ δρικὸν σχῆμα ὁλοοίτροχον καλεῖ.
45Ἐκ δὲ τοῦ ὀλοὸς γίνεται ἡ κλητικὴ ὀλοέ· καὶ
45κατὰ συγκοπὴν ὀλέ. Ἐὰν δὲ ὀλὸς (ᾖ) ἡ εὐθεῖα, γένοιτ’ ἂν ἡ κλητικὴ ὀλὲ, καὶ οὐκ ἔστι συγκοπή· οἷον, ἔχει μ’ ἄχος, ὦ ὀλὲ δαῖμον. Τοῦτο Περὶ Παθῶν Ἡρωδιανός. Ὀλοώτερος: Ἐκ τοῦ ὀλοός. Ἔστι δὲ συγκρι‐

622

(50)

τικὸν ἀντὶ ἁπλοῦ· τὸ γὰρ δικαιότατος καὶ ὀλοώτερος

622

(50)

παρὰ τῷ ποιητῇ ἀντὶ ἁπλοῦ παραλαμβάνεται· τύπου γάρ ἐστι συγκριτικοῦ, σημαινομένῳ δὲ ἀντὶ ἁπλοῦ παραλαμβάνεται. Ὅλμος: Ἐπὶ τοῦ κορμοῦ τῶν ἡμετέρων σωμά‐ των, διὰ τὴν εὐρυχωρίαν τῶν ἀποκεκλιμένων τῶν
55χειρῶν, ὅλμῳ ἐοικώς· οἷον, Ὅλμον δ’ ὣς ἔσσευε κυλίνδεσθαι δι’ ὁμίλου. Παρὰ τὸ λύω, λύομος· ἐκβολῇ τοῦ υ, λόμος· καὶ καθ’ ὑπέρθεσιν, ὅλμος. Ἢ παρὰ τὸ ἅλλομαι, τὸ πηδῶ.

623

Ὄλπια: Τὰ ὄρη εἰσὶν τὰ διείργοντα Ἰταλίαν καὶ Κελτικήν. Ὄλπις: Καλλίμαχος, Καί ῥα παρὰ σκαιοῖο βραχίονος ἔμπλεον ὄλπιν.
5Σημαίνει δὲ ἡ λέξις τὴν λήκυθον. Εἴρηται δὲ παρὰ
5τὸ οἱονεὶ ἐλαιόπιν τινὰ εἶναι, διὰ τὸ δι’ αὐτῆς ὀπι‐ πεύεσθαι τοὔλαιον. Ὄλυμπος: Δύο σημαίνει· τὸν οὐρανὸν, καὶ τὸ ὑψηλότατον ὄρος τοῦ Ὀλύμπου. Εἴρηται παρὰ τὸ ὁλολαμπὴς εἶναι τοῖς ἄστροις· ἢ παρὰ τὸ ὀλλύειν
10τοὺς ὦπας διὰ τοῦ κρύους. Καὶ ἡ μὲν πρώτη ἐτυ‐
10μολογία μόνον τῷ τοῦ οὐρανοῦ ἁρμόζει σημαινομένῳ· ἡ δὲ ἑτέρα, καὶ τῶ ὄρει, ὡς ἀγχινεφεῖ καὶ οὐρανο‐ μήκει ὄντι. Ὀλυμπία: Ὁ ἐν Ἤλιδι τόπος· φασὶ γὰρ τὸν Δία ἡσθέντα τὸν τόπον ἑαυτῷ ὡς κλῆρον κατασχεῖν.
15Ὁμωνύμως οὖν τοὔνομα τοῦ οὐρανοῦ τὸν τόπον ὠνό‐
15μασε· διὰ τοῦτο καὶ αὐτὸς Ὀλύμπιος προσηγόρευ‐ ται· οὐ γὰρ δέχομαι τοὺς λέγοντας ὠνομάσθαι τὸν τόπον ἀπὸ Ὀλυμπίας τῆς Ἀρκάδος, ἣν ἔγημε Πῖσος. Ὦρος. Ὅμαδος:
20Ὅμαδος δ’ ἦν,
20Ἰλιάδος βʹ, θόρυβος, κραυγή· οἱονεὶ ἅμαυδός τις
20ὤν· παρὰ τὸ πολλοὺς ὁμοῦ αὐδᾶν.
20 Ὁμαρτεῖν καὶ Ἁμαρτεῖν: Ἀμφότερα ἐπὶ τοῦ ἐπιτυχεῖν καὶ ἀκολουθεῖν· τὸ δὲ δεύτερον, καὶ ἐπὶ τοῦ συμπρᾶξαι· οἷον, Τὼ δ’ ἐξ οἴκου ἔβησαν ἁμαρτήσαντες ἅμ’ ἄμφω. Διὰ δὲ τοῦ ο,
25Ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον.
25Παρὰ τὸ ἄρω βαρύτονον, ὁ μέλλων Αἰολικῶς, ἄρσω·
25ὄνομα ῥηματικὸν, ἀρτός· ἐξ αὐτοῦ ῥῆμα, ἀρτῶ· καὶ ἐν συνθέσει μετὰ τοῦ ἅμα ἐπιρρήματος, τοῦ δηλοῦν‐ τος τὸ ὁμοῦ, γίνεται ἁμααρτῶ· καὶ ἐν συγκοπῇ, ἁμαρτῶ καὶ ὁμαρτῶ. Καὶ ὁμαρτήσαντες, ὁμοῦ ἁρμόσαντες· καὶ παρομαρτοῦντες, τὸ παρακολου‐
30θοῦντες, ἢ συντυχόντες· παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω. Ὄμβρος: Παρὰ τὸ ὁμοῦ ῥεῖν, ὁμόροος, ὅμορος, καὶ συγκοπῇ ὄμρος· καὶ ἐπεὶ τὸ μ πρὸ τοῦ ρ οὐ δύ‐ ναται εἶναι, πλεονάζει τὸ β, καὶ γίνεται ὄμβρος, ὁ ὁμοῦ ῥέων καὶ κατερχόμενος. Ἢ ἀπὸ τοῦ φέρω
35κατὰ συγκοπὴν φρὸς καὶ βρὸς, καὶ προσθήκῃ τοῦ ο, ὄβρος, ὥσπερ στοῦν ὀστοῦν, καὶ πλεονασμῷ τοῦ μ, ὄμβρος. Ἢ ἀπὸ τοῦ βάρος βρὸς καὶ ὄμβρος, ὁ βαρέως φερόμενος. Ὁμαιχμία: Ἡ συμμαχία. παρὰ τὸ αἰχμὴ
40καὶ τὸ ὁμοῦ γίνεται ὁμοαιχμία, καὶ συγκοπῇ· ση‐
40μαίνει δὲ τὴν εἰρήνην. Σημαίνει γὰρ, εἰρηνευόντων τινῶν ὁμοῦ τὰς αἰχμὰς ἔχειν. Ὁμευνέτης: Ὁ σύγκοιτος. Ὁμήγυρις: Ἄθροισμα, πλῆθος. Ὁμηγερέες: Ἐπίρρημα ἀθροίσεως. Παρὰ τὸ
45ὁμοῦ καὶ τὸ ἀγείρω, τὸ συναθροίζω, ὁμοαγειρὴς, ὁμο‐ αγειρέος ὁμηγερέος· καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν. Ὅμηρος: Παρὰ τὸ ὁρῶ καὶ τὸ μὴ ἀπαγορευτι‐ κὸν, μήορος· καὶ ἐν συγκοπῇ καὶ ὑπερθέσει, Ὅμηρος. Ἢ παρὰ τὸ πηρὸς, ὃ σημαίνει τὸν τυφλὸν, γίνεται

623

(50)

ὅπηρος καὶ ὅμηρος· καὶ ὁμηρίδαι, γένος τί. ὅμηρος, παρὰ τὸ συνεῖναι τοῖς λαμβάνουσιν, οἷον ὁμοῦ συνών. Ἢ ἀπὸ τοῦ ἅμα ἀρηρέναι. Ὡς οἶνος οἰνηρὸς, οὕτως ὁμὸς ὅμηρος. Εἰς τὸ ὡμήρευσεν. Ἡσίοδος,
55Φωνῇ ὁμηρεῦσαι.
55τουτέστιν ὁμοῦ εἴρουσαι.
55ὁμήλιξ ὁμήλικος, ὁ ἴσην ἡλικίαν ἔχων. Γί‐ νεται ἐκ τοῦ ὁμοῦ καὶ τοῦ ἥλιξ. Ὅμιλος: Ἐπὶ μὲν τοῦ πολέμου, παρὰ τὸ ὁμοῦ

624

τὰς ἴλας βάλλειν, ὅ ἐστι τὰς συστροφάς· ἐπὶ δὲ τῆς ἀναστροφῆς τοῦ ὄχλου, παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. Οὕτως Ὦρος. Ὁμιλαδόν: Κατὰ ἴλας καὶ συστροφὰς, ἢ
5ἀθροίσματα.
5Ὁμιχεῖν: Σημαίνει τὸ οὐρεῖν· παρὰ τὸ ὁμοῦ
5ῥεῖν καὶ χεῖν τὴν ἁμίδα, οἷον ἁμιδαχεῖν· καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ α εἰς ο, ὁμιχεῖν. Ἔστι δὲ καὶ βαρύτονον ῥῆμα, οἷον, ὀμίχω· ὁ μέλλων, ὀμίξω, ὡς παρὰ τῷ Ἱππώνακτι, οἷον, Ὤμιξεν αἷμα, καὶ χολὴν ἐτίλησεν.
10Ὁμίχλη: Ὁ παχὺς καὶ ὑγρότατος ἀήρ. Παρὰ
10τὴν ὁμοῦ εἴλησιν τῶν νεφῶν, ὁμίλη· καὶ πλεονασμῷ τοῦ χ. Ἢ παρὰ τὸ ὁμοῦ ἔχειν εἴλησιν· ἢ παρὰ τὸ τοῖς ὄμμασι παρέχειν ἀχλύν. Δασύνεται· τὸ ο πρὸ τοῦ ἑνὸς μ δασύνεται. Τὸ ὀμιχῶ σεσημείωται. Καὶ πῶς τὸ παρὰ τῷ ποιητῇ λέγεται,
15Ἠΰτ’ ὀμίχλη;
15Κατὰ διάλεκτον Ἰωνικήν. Οἱ γὰρ Ἴωνες τοῖς ψι‐ λοῖς ἀντὶ δασέων χρῶνται· τὸ ἀφικόμεθα γὰρ ἀπικό‐ μεθα λέγουσι, καὶ τὸ οὐχὶ, οὐκί· οὕτω καὶ τὸ ἠΰθ’ ὁμίχλη, ἠΰτ’ ὀμίχλη. Ὄμματα: Οἱονεὶ ἔματα καὶ οἴματα ὄντα, ἐπεὶ
20δι’ αὐτῶν ἀφίεται καὶ ὁρμᾶται τὸ ὁρατικόν. Αἰο‐
20λικῶς ὄππατα παρὰ τοὺς ὄπας. Ὀμνύω: Ὀμῶ, ὀμονύω· καὶ συγκοπῇ, ὀμνύω· Περὶ Παθῶν. Ἢ παρὰ τὸ ὁμοῦ καὶ τὸ νεύειν. Ἢ παρὰ τὸ ὄμμα καὶ τὸ νεύειν· οἱ γὰρ ὀμνύοντες κατα‐ νεύουσιν.
25Ὁμοίϊος: Ἐκ τοῦ ὅμοιος, πλεονασμῷ τοῦ ι, ὡς
25γελοῖος, γελοίϊος. Ὅμοιος, ὁ αὐτός· προπερισπᾶ‐ ται ἐπὶ τῶν ἐπῶν. Ὁμοκλήσασκεν: Ἐκ τοῦ ὁμοκλὴ, ῥῆμα ὁμο‐ κλῶ· ὁ μέλλων, ὁμοκλήσω· ὁ ἀόριστος, ὡμόκλησα· τὸ τρίτον, ὡμόκλησε, καὶ ὁμοκλήσασκεν.
30 Ἔλθωμεν καὶ διαλάβωμεν περὶ αὐτῶν. Ἰστέον ὅτι ταῦτα Ἰωνικῶς γίνεται διὰ τοῦ ΣΚ· ἀπὸ μὲν βαρυτόνου ὄντα, ἔχει πρὸ τοῦ ΣΚ τὸ ε· οἷον τύπτεσκε, λάβεσκε, λέγεσκεν· ὑπεσταλμένου τοῦ πρώτου ἀο‐ ρίστου· περὶ οὗ μετ’ ὀλίγον εἰρήσεται. Καὶ τὰ
35τῆς πρώτης συζυγίας τῶν περισπωμένων καὶ τῶν εἰς
35ΜΙ ὁμοίως τὸ ε ἔχει πρὸ τοῦ ΣΚ· οἷον, ποίεσκε, τί‐ θεσκε· τὰ δὲ τῆς δευτέρας συζυγίας τῶν περισπω‐ μένων ἐν τῷ παρατατικῷ μόνῳ τὸ α ἔχει πρὸ τοῦ ΣΚ. οἷον, βόασκε, γέλασκεν. Ἐν δὲ τῷ δευτέρῳ ἀο‐ ρίστῳ, ἐὰν ὅλως γένωνται, τὸ ε ἔχει πρὸ τοῦ ΣΚ·
40οἷον, μυκῶ μυκᾷς, ἔμυκον, μύκεσκε· τὰ δὲ τῆς δευ‐ τέρας συζυγίας τῶν εἰς ΜΙ, καὶ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ δευτέρῳ ἀορίστῳ διὰ τοῦ α ἐκφέρονται· οἷον, ἵστημι, ἵστην, ἔστην, στάσκε. Τὰ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων καὶ τῶν εἰς ΜΙ
45διὰ τοῦ ο ἐκφέρονται, ἐχρύσουν, ἐχρύσοσκεν· ἐδίδων, ἐδίδοσκε. Τὰ δὲ τῆς τετάρτης συζυγίας τῶν εἰς ΜΙ συστέλλει τὸ δίχρονον μόνον πρὸ τοῦ ΣΚ, ἐζεύγνυ, ζεύγνυσκεν· ἔδυν, ἔδυς, ἔδυ, δύσκεν. Ὁ δὲ
ἀόριστος πρῶτος, ἐπὶ τῶν βαρυτόνων καὶ περισπωμέ‐

624

(50)

νων, καὶ τῶν εἰς ΜΙ, τὸ α ἔχει πρὸ τοῦ ΣΚ· οἷον

624

(50)

τλάσκε, γράψασκε, βοήσασκε, φήσασκε, πτήσασκε· καὶ τοῦτο εἰκότως. Τὸ γὰρ κεχρεωστημένον α τῷ τρίτῳ προσώπῳ ἀνεδέξατο ἐνταῦθα. Προσερχομένου γὰρ τοῦ ΣΚ ἐν τῷ πρώτῳ προσώπῳ τοῦ ἀορίστου, οὐκέτι ἐγένετο ὁμόφωνον μετὰ τοῦ α. Ταῦτα δὲ οἱ
55Ἴωνες· οἱ δὲ ποιηταὶ κατὰ μίμησιν τῶν Ἰώνων πολ‐ λάκις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόσωπον ποι‐ οῦσιν· οἷον, τύπτεσκον, χαίρεσκον, τύπτεσκε, χαί‐

625

ρεσκε. Λέγει δὲ ὁ Ἄμβρων, ὅτι εἴ τι προσλαμ‐ βάνει ταῦτα κατὰ τὸ τέλος, ἀποβάλλει κατὰ τὴν ἀρχήν· καὶ γὰρ τὸ ἔτυπτε ποιοῦσιν οἱ Ἴωνες τύπτε‐ σκεν· ἀποβάλλοντες ἐκ τῆς ἀρχῆς, καὶ προστιθέντες
5κατὰ τὸ τέλος. Διὰ τοῦτο τὸ ἔτυπτεν ἐν τῷ
5τύπτεσκεν ἀποβάλλει τὸ ε τῆς ἀρχῆς, ἐπειδὴ τὰ ποιητικὰ Ἰωνικὰ ταῖς ἰδίαις μετοχαῖς θέλουσι συνάρχεσθαι, οἷον, ἔτυπτε, Τύπτε δ’ ἐπιστροφάδην, πρὸς τὴν τύπτων μετοχήν· ἥψατο, ἅψατο,
10ἅψατο δ’ ἡμιόνων,
10πρὸς τὴν ἅψας μετοχήν· καὶ ἄκουσα, πρὸς τὴν
10ἀκούσας. Διατί δὲ εἶπε ταῖς ἰδίαις μετοχαῖς, καὶ οὐ τοῖς ἰδίοις ἐνεστῶσι; Διὰ τὸ εἴπεσκε· τοῦτο γὰρ τῇ εἰπὼν μετοχῇ συνάρχεται, οὐ μὴν τῷ ἐνεστῶτι· ἔπω γάρ ἐστιν ὁ ἐνεστώς. Ταῦτα μὲν ἐν τούτοις. Ὁμοκλή: Ἡ ἀπειλή.
15Ὁμοκλητῆρος ἀκούων.
15Σημαίνει δὲ τὸ ὁμοῦ ἐγκελεύσασθαι, ὡς τὸ, Πέπληγόν θ’ ἱμᾶσιν, ὁμόκλησάν τ’ ἐπέεσσιν. ὅταν δὲ λέγῃ, Τὸν σκήπτρῳ ἐλάσασκεν, ὁμοκλήσασκέ τε μύθῳ. Ἀντὶ τοῦ ἠπείλησε· γίνεται παρὰ τὸ κέλω (τὸ
20προστάσσω) καὶ τὸ ὁμοῦ, ὁμοκέλη· καὶ συγκοπῇ,
20ὁμοκλή. Ἢ ἔστι ῥῆμα κλῶ, τὸ φωνῶ καὶ λέγω· ἐξ οὗ καὶ ὁμοκλῶ, τὸ μεθ’ ὕβρεως ἀπειλῶ· καὶ ὁμοκλὴ, ἡ ὁμοῦ πᾶσι λεγομένη, φωνή· οἷον, Μετὰ δὲ Τρώεσιν αὐτὸς ὁμόκλα· ἀντὶ τοῦ, πᾶσιν ἐπεφώνει καὶ ἔλεγεν. Ὅθεν καὶ
25τὸ ἐνικλᾶν. Τοῦτο δὲ ὁ Ἀριστοφάνης ἀντὶ τοῦ
25ἀντιλέγειν φησί· τὴν γὰρ ἐν πρόθεσιν ἀντὶ τῆς ἀντὶ
25εὑρίσκομεν, ὡς παρὰ Σοφοκλεῖ ἐν Αἴαντι· οἷον, Τὸν σὸν ἐνστάτην λέγω, ἀντὶ τοῦ ἀντιστάτην. Ὦρος. Ὁμογνίῳ: Ὁμογενεῖ· τουτέστιν ἀδελφῷ, οἷον
ὁμογονίῳ, τῷ ἐκ τῆς αὐτῆς γονῆς.
30Ὁμονηδύϊος: Ἀπὸ τῆς νηδύος γενικῆς, ὁμο‐
30νήδυος, καὶ πλεονασμῷ τοῦ ι. Ὁμόσφυρος: Ὁ ἀδελφός· διὰ τὸ περὶ τὰ αὐτὰ σφυρὰ τῆς μητρὸς πεσεῖν γεννηθέντα. Ὀμόργνυ: Ἀπεπίαζεν, ἀπέμασσεν. Ἀπὸ τοῦ ἀμέλγω, τροπῇ τοῦ α καὶ τοῦ ε εἰς ο, καὶ τοῦ λ
35εἰς τὸ ρ, πλεονασμῷ δὲ τοῦ ν, γίνεται ὀμόργνω, ὀμοργνύω, ὀμόργνυμι· ἡ μετοχὴ, ὀμοργνύς. Ὁμώλακες: Ὁμοαύλακες, ὅμοροι· ὤλακα γὰρ τὴν αὔλακα Δωρικῶς· καὶ ὅμοροι, γειτνιάζοντες. Ὀμφαλός: Κυρίως ἐπὶ τοῦ ἡμετέρου σώματος
40κατὰ τὸ μέσον· εἴρηται ἀπὸ τοῦ εἶναι εἰς τὸ ἐμπνεῖν. Παρὰ οὖν τὸ ἐμπνεῖν, ὅ ἐστιν ἀναπνεῖν, γίνεται ὀμπναλός· καὶ κατὰ ἀποβολὴν τοῦ ν, καὶ τροπῇ τοῦ π εἰς φ, ὀμφαλὸς, δι’ οὗ τὸ ἔμβρυον ἀναπνεῖ· τὸ γὰρ βρέφος, κατὰ γαστρὸς ὂν, περὶ αὐτὴν εἰλεῖται
45καὶ ἀναπνεῖ καὶ τρέφεται· ὅθεν καὶ τὴν Δήμητραν, τροφὸν οὖσαν, ὀμπνίαν ὀνομάζουσι Κυριανοὶ, (ὡς παρὰ Λυκόφρονι, Καὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων) τὴν συντελοῦσαν πρὸς τὸ ζῆν, παρὰ τὸ πνέω· καὶ

625

(50)

ὄμπνους, τοὺς Δημητριακοὺς καρπούς. Ἢ παρὰ

625

(50)

τὸ φαλῷ ἐοικέναι· ἐκκρεμὴς γάρ ἐστιν ἐν ἀρχῇ πρὸ τῆς ἀποτομῆς. Εἴρηται δὲ μεταφορικῶς καὶ ἐπὶ ζυγοῦ καὶ ἀσπίδος, καὶ ἐπὶ ἄλλων τινῶν. Ὀμπή: Πυροὶ, μέλιτι κεχρισμένοι, μεμελιτω‐ μένοι.
55 Ὄμφαξ: Τὸ ὀξεινόν. Βάβριος, Ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην· καὶ ἐν τῇ θείᾳ γραφῇ,
55 Γονεῖς φάγωσιν ὄμφακας, καὶ τέκνα ὠμωδιάσωσιν. Οἱονεὶ ὠμόφαξ τὶς ὤν· καὶ κατὰ συγκοπὴν, καὶ
συστολῇ τοῦ ω εἰς ο, ἡ ὠμὴ εἰς τὸ φαγεῖν.

626

Ὀμφή: Θεία φήμη, κληδών· παρὰ τὸ φῶ, τὸ φαίνω, καὶ τὸ ὂν, ἡ τὸ ὂν φαίνουσα, ἤγουν τὸ ἀληθές. Ὀνείατα: Σημαίνει τὰ βρώματα τὰ τὴν ὄνησιν παρέχοντα, καὶ πάντα τὰ ὠφελοῦντα. Ὥσπερ
5παρὰ τὸν οὐτήσω μέλλοντα γίνεται ὠτειλὴ κατὰ τροπὴν Βοιωτῶν, οὕτω καὶ παρὰ τὸν ὀνήσω μέλλοντα γίνεται ὄνειαρ ὀνείατος, κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ΕΙ δίφθογγον. Ὀνῶ: Σημαίνει δύο· τὸ ὠφελῶ, ἐξ οὗ ὄνησις,
10ἡ ὠφέλεια, ὡς τὸ, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι. Ἔστι δὲ συζυγίας πρώτης. Σημαίνει καὶ τὸ μέμ‐ φομαι· ὁ μέλλων, ὀνόσω, ὡς τὸ, οὐδέ κ’ Ἀθήνη
15τόνγε ἰδοῦς’ ὀνόσαιτο.
15Ἔστι δὲ συζυγίας τρίτης. Τὸ δὲ ὠνῶ, τὸ ἀγοράζω,
15ἔστι συζυγίας δευτέρας.
15Ὄνειδος: Παρὰ τὸ ὀνῶ, τὸ μέμφομαι, καὶ τὸ
15εἴδω γέγονεν ὄνειδος, ὁ μεμπτὸν εἶδος ἔχων· καὶ ὀνειδισμὸς, ὁ κατὰ τὸ εἶδος μεμπτός. Ὄνειρος: Παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ· πολλοὶ γὰρ ἐκ τῶν ἰδίων ὀνειράτων ὠφελήθησαν· ὡς πέπτω, πέ‐ πειρος, ὁ ἀκμαῖος βότρυς.
20 Ὀνειροπόλος: Ὥσπερ λέγεται θυηπόλος ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος, οὕτως καὶ ὁ περὶ τοὺς ὀνείρους πολῶν καὶ ἀναστρεφόμενος, ὀνειροπόλος. Ὄνομα: Παρὰ τὸ νέμω, τὸ μερίζω, νένομα, νόμα
25καὶ ὄνομα· ὅθεν καὶ ῥῆμα ὀνομαίνω, ὡς πῆμα πη‐ μαίνω· ἀφ’ οὗ τὸ ἐξονομήνῃς, ὃ δηλοῖ τὸ ἐξ ὀνό‐ ματος εἴπῃς. Καὶ δεῖ γινώσκειν, ὅτι ἐπὶ τοῦ ἀορί‐ στου τῶν ἀπὸ περισπωμένων τῶν διὰ τῆς ΑΙ δι‐ φθόγγου οἱ Ἴωνες τρέπουσι τὸ α εἰς η· καθαρῶ,
30ἐκάθηρα· χρῶνται δὲ αὐτῷ καὶ οἱ Ἀθηναῖοι, μιανῶ, ἐμίηνα· σημανῶ, ἐσήμηνα, καὶ ἐσημηνάμην. Ὄνος: Ἐπὶ τοῦ ζῴου, παρὰ τὴν ἐξ αὐτοῦ γινο‐ μένην ὄνησιν ἐν τοῖς ἔργοις· ἐπὶ δὲ τοῦ παρὰ τέκτονος εἰργασμένου καὶ ὁμοίως εἴρηται παρὰ τὸ βαστάζειν.
35 Ὀνῶνις: Παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ, καὶ τὸ ὄνος, ἡ τοὺς ὄνους ὠφελοῦσα. Ἔστι δὲ ἀκανθῶδες φυτόν. Ὄνειδος: Λαμβάνεται καὶ ἐπὶ τοῦ κλέους, ὡς Εὐριπίδης ἐν Φοινίσσαις. Ἔστι δὲ τῶν μέσων
λέξεων, ὡς τύχη, καὶ ζῆλος, καὶ δόλος.
40 Ὄνθος: Τὸ τῶν βοῶν κοπρίδιον. Ὄνυξ: Παρὰ τὸ νύσσω νύξω νύξ· καὶ πλεο‐ νασμῷ τοῦ ο, ὄνυξ. Ἢ παρὰ τὸ ἀνοίγω ἀνοίξω ἄνοιξ καὶ ὄνυξ, δι’ οὗ ἀνοίγεται ἡ σὰρξ καὶ ἀραι‐ οῦται.
45Ὀξυθύμια: Τὰ καθάρματα τῶν νεκρῶν, ἃ δὴ
45καὶ ἑκαταῖα λέγονται· ἢ τὰ τῶν οἰκιῶν καθάρματα, τὰ ἐν τοῖς τριόδοις τιθέμενα. Ὀξυλαβῆσαι: Τὸ ὀξέως λαβέσθαι τοῦ πρά‐ γματος. Ὀξίς: Τὸ ὀξηρὸν ἀγγεῖον.

626

(50)

Ὀξύς: Παρὰ τὸ ξέω ξόος· καὶ ὡς πλάτος

626

(50)

πλατὺς, οὕτως καὶ ξόο̈ς ξοΰς· καὶ ἐν ὑπερβιβασμῷ, ὀξύς. Ἐκ δὲ τοῦ ὀξὺς γίνεται ὄξος (ὡς ταχὺς, τάχος· παχὺς, πάχος) τουτέστιν ὁ εἰς ὀξὺ μετα‐ βεβληκὼς οἶνος, ἐπειδὰν τέμνῃ καὶ κεντρίζῃ (ὡς εἰπεῖν) τὴν γεῦσιν. Οὕτως καὶ ὀξεῖαν σταφυλὴν
55λέγομεν τὴν κεντρίζουσαν τὴν γεῦσιν· καὶ ὀξὺν ἄν‐ θρωπον, τὸν ταχέως θυμούμενον· καὶ μάχαιραν ὀξεῖαν, τὴν ἠκονημένην· οἱ δὲ Κυρηναῖοι τὸ ὄξος ἦδος φασὶ, καὶ ἄλλοι γλυκάδιον. Ὦρος.

627

Ὀξυβελής: Ὁ ταχέως βάλλων, ἢ ταχέως βαλλόμενος. Ὀξύνω: Ἐκ τοῦ ὀξύς. Ὥσπερ δὲ παρὰ τὸ χέω χόος χοῦς, οὕτως παρὰ τὸ ξέω ξόος ξοῦς· καὶ ἐν
5ὑπερβιβασμῷ, ὀξύς· καὶ ὀξὺ, τὸ ἀντιδιαστελλόμενον
5τῷ ἀμβλεῖ.
5 Ὄξος: Ἢ παρὰ τὸ ἔχω, τὸ κρατῶ· (ἔχει γὰρ αἰσθήσεις·) ἢ παρὰ τὸ ὀξύνειν τὰς αἰσθήσεις ἐν τῷ γεύεσθαι. Ὄπα: Παρὰ τὸ ἔπω, τὸ λέγω, ὁ μέλλων, ἔψω· καὶ ἀποβολῇ τοῦ ω, ἔψ· καὶ τροπῇ τοῦ ε εἰς ο, ὄψ.
10Κλίνεται ὀπός· σημαίνει δὲ τὴν φωνήν.
10 Ὀπαδός: Ὁ ἀκόλουθος. Ὥσπερ παρὰ τὸ πέμπω γίνεται πομπὸς, οὕτως καὶ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, γίνεται ὀπός· ἐξ οὗ παράγωγον ὀπάζω, ὡς γυμνὸς, γυμνάζω· μόνος, μονάζω· καὶ ἵππος, ἱπ‐ πάζω.
15Ὣς Ἕκτωρ ὤπαζε.
15Οἱονεὶ ἑπόμενος ἐδίωκε· παρέπεται γὰρ τῷ διώκοντι
15ἕπεσθαι τῷ διωκομένῳ· οἷον, Δὴ τότ’ ἐγὼ κήρυκά τ’ ὀπασσάμενος καὶ ἑταίρους· ἀντὶ τοῦ ἕπεσθαι ποιήσας, ὡς τὸ, Οἶνον δὲ φθινύθουσιν· ἀντὶ τοῦ φθίνειν ποιοῦσι. Καὶ ὄπις, ἡ ἐξόπισθεν
20ἑπομένη τίσις. Ἐκ τοῦ οὖν ὀπάζω ὀπάσω γίνεται
20ὀπαδὸς, ὡς φράζω φράσω, φραδή· κομίζω κομίσω, κομιδή. Ἐκ δὲ τοῦ ὀπαδὸς γίνεται κατὰ μετα‐ πλασμὸν ὀπηδός· ἐξ οὗ ῥῆμα, ὀπηδῶ καὶ ὀπηδεύω. Ὅμηρος Ἰλιάδος βʹ, ὅς οἱ ὀπήδει·
25καὶ,
25μῆλα ὀπηδεύοντα νομῆϊ,
25Ἀπολλώνιος. Ἐκ τοῦ ὀπαδὸς γίνεται κατ’ ἔλλει‐
25ψιν ὀπάος· καὶ ἐκ τοῦ ὀπάος,
25ὀπάων Ἰδομενῆος.
Σημαίνει τὸν ἀκόλουθον. Ὀπάζω: Σημαίνει δὲ ἡ λέξις πλείονα· ποτὲ μὲν, τὸ περιποιεῖν καὶ διδόναι, ὡς ἐκεῖ, Τρωσί τε καὶ Ἕκτορι κῦδος ὀπάζει.
30ποτὲ δὲ, τὸ καταφέρεσθαι· οἷον,
30Χειμάρρους κατ’ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ.
30ποτὲ δὲ τὸ ἐπιλέγεσθαι· οἷον, Ἦ, καὶ νεώτερον υἱὸν ὀπάσσατο κύδος. ποτὲ δὲ τὸ διώκειν, Ἀλλ’ ὅτε δή ῥ’ ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων. Ὄπατρος:
35Κασίγνητος καὶ ὄπατρος.
35Ψιλοῦται· τὸ ο πρὸ τοῦ π, μὴ κατὰ ἀναφορικὴν
35ἔννοιαν, ψιλοῦται, ὀπώρα. Οὕτως καὶ ὄπατρος, παρὰ τὸ ὁμόπατρος. Τὸ δὲ ὁμὸς σημαίνει τὸ ὁμοῖος· οἷον, Οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος. Πρόσκειται, “κατὰ ἀναφορικὴν,” διὰ τὸ ὁπόσος. Τὸ ὁπλὴ ἀντιπίπτει.
40Ὀπή: Κυρίως τόπος τετρημένος, ἀφ’ οὗ τις
40δύναται ὀπίσασθαι καὶ περιβλέψασθαι. Οὕτως Ἀριστόνικος ἐν σημείοις. Ὅπηι: Εἰς τὸ ἁμαρτῆι. Ὀπήτιον: Παρὰ τὸ ὀπὰς ἐμποιεῖν. Ὄπις: Σημαίνει τὴν μῆνιν· ἐκ τοῦ ἕπω· παρὰ
45τὸ ἕπεσθαι καὶ ἐπακολουθεῖν τοῖς ἁμαρτάνουσιν· ἐξ οὗ καὶ φίλοπις· καὶ θεῶν ὄπιν. Ὀπίζεσθαι: Τὸ ἐντρέπεσθαι· ἀπὸ τῶν ὠπῶν, τῶν ὀφθαλμῶν· οἷον, θεῶν δ’ ἐποπίζεο μῆνιν·

627

(50)

ἀντὶ τοῦ προόρα τὴν τῶν θεῶν μῆνιν, καὶ ἐπιστροφὴν

627

(50)

ποιοῦ. Καὶ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς λέγει ὀπίζετο, ἀντὶ τοῦ ἐπεστρέφετο. Ὀπισθόδομος: Τὸ ὄπισθεν παντὸς οἰκήματος· Ἀθήνησι δὲ, τὸ ταμιεῖον τῶν ἱερῶν χρημάτων· ἐπεὶ ἦν ὄπισθεν τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς.
55 Ὀπιπτεύεις: Ἰλιάδος δʹ. Παρὰ τὸ ὄπτω, τὸ βλέπω, παράγωγον ὀπτεύω· καὶ κατὰ ἀναδιπλασια‐ σμὸν, ὀπιπτέω καὶ ὀπιπτεύω, τὸ περιβλέπομαι.

628

Ὀπίσω: Ἐπίρρημα τοπικόν. Ποίας σχέσεως; Τῆς ἐν τόπῳ. Ἔστι δὲ καὶ χρόνου δηλωτικὸν, καὶ σημαίνει τὸ μέλλον. Πόσαι σχέσεις τῶν τοπικῶν; Ἕξ· ἄνω, κάτω, ἔμπροσθεν, ὄπισθεν, δεξιᾷ, ἀρι‐
5στερᾷ. Γίνεται δὲ παρὰ τὴν ἐπὶ, ἐπίσω, ὡς παρὰ τὴν ἐξ, ἔξω· καὶ τροπῇ τοῦ ε, ὀπίσω. Σημαίνει δὲ τὸ μετὰ ταῦτα. Ἢ παρὰ τὸ ὀπίζω, τὸ ἐπιστρέφο‐ μαι· ἢ παρὰ τὸ ὀπίζω, τὸ ἀκολουθῶ, καὶ κατόπιν διώκω. Τὸ δὲ ὀπίζω, ἐκ τοῦ ὄπις, ὃ σημαίνει τὴν
10ἐπιστροφὴν,
10Θεῶν ὄπιν οὐκ ἀλέγοντες·
10καὶ ὄπισθεν, διχῶς· Στῇ δ’ ὄπιθεν. Ἀπὸ τοῦ ὀπίσω, ὀπίσωθεν, καὶ συγκοπῇ τῆς ΣΩ συλλαβῆς. Εἰ δὲ ὄπισθεν, ἀποκοπῇ τοῦ ω· καὶ μετόπισθεν, Ἰλιάδος αʹ.
15Ὀπίστατον: Τὸ τελευταῖον.
15Ὅπλα: Παρὰ τὸ ὀφέλλω, τὸ αὔξω, ὄφλα καὶ
15ὅπλα, τὰ κατὰ μῆκος ἐξελαυνόμενα ἐπὶ τοῦ ἄκμονος. Ἢ παρὰ τὸ ἕπω, τὸ ἐπακολουθῶ, ἕπλον καὶ ὅπλον. Αὐτὰρ ἐπεὶ πάνθ’ ὅπλα κάμε κλυτὸς Ἀμφιγυήεις. Σημαίνει καὶ τὰ τῆς νηὸς σχοινία, Ὅπλα τε πάντα
20εἰς ἄντλον κατέχευε.
20Σημαίνει καὶ τὰ χαλκευτικὰ ὄργανα, ἤγουν ἐργαλεῖα, ὥς φησιν Ἀπίων, Ἰλιάδος ςʹ. Ἐκ τοῦ φύσας. Ὁπλή: Οἱονεὶ ἁπλῆ τις ἐστὶ, κατὰ τροπὴν τοῦ α εἰς ο· ἢ παρὰ τὸ ἕπω τὸ ἀκολουθῶ. Ὁπλότεροι: Οἱ νέοι, οἱ μᾶλλον ὅπλα φέρειν
25δυνάμενοι, ὡς τὸ, Αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι, [οἵπερ ἐμοῖο ὁπλότεροι γεγάασι.] Οἱ γὰρ προβεβηκότες τούτων ἀπηλλάγησαν· Ὅμη‐ ρος,
30Γήραϊ δὴ πολέμοιο πεπαυμένοι.
30Ἀπὸ τῶν ὅπλων οὖν ὁπλότεροι· ἐπεὶ πρὸς ὅπλων
30ἀναίρεσιν εἰσὶν ἐπιτήδειοι, ὡς πρὸς τοὺς γέροντας. Καὶ ὁπλοτέρων, ἀντὶ τοῦ νεωτέρων. Εἴδους τῶν παραγώγων συγκριτικοῦ· ὥσπερ τὸ νεώτερος καὶ τὸ πρεσβύτερος τύπου μέν εἰσι συγκριτικοῦ, τῇ δὲ φωνῇ ἀντὶ ἁπλοῦ παραλαμβάνονται.
35Ὀππότερος: Τὸ ἐρωτηματικὸν, πότερος· καὶ
35τὸ ἀναφορικὸν, πλεονασμῷ τοῦ ο, ὁπότερος, σχήμα‐ τος συνθέτου, ἐκ τοῦ ὁποῖος καὶ τοῦ ἕτερος, ὁποι‐ ότερος καὶ ὁπότερος, ὁ ἕτερος τῶν δύο. Πλεονά‐ ζουσι δὲ τὸ π οἱ ποιηταὶ, ὥσπερ καὶ τὸ ὅπῃ, ὅππῃ· καὶ ὁποῖος, ὁπποῖος.
40Ὀπός: Ἀπίων τὸ τῶν δένδρων δάκρυον· ὅθεν καὶ
40ἡ σμύρνα καὶ ὁ λίβανος οὕτω λέγεται. Ἀφ’ οὗ καὶ ἡ ὀπώρα, ὅτι ὀπὸς αὐτὴν ὠρεῖ, ὅ ἐστι φυλάσσει· οὐκ ἀπιθάνως· ὀπὸς γάρ ἐστιν ἀπὸ τοῦ ἐπεῖναι κατὰ τὴν ἐπιτομήν. Ὅμηρος ἰδικῶς ὀπὸν καλεῖ· Ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενον συνέπηξεν,
45Ἰλιάδος εʹ. Ὀπώρα: Παρὰ τὸ ἕπεσθαι τῇ ὥρᾳ. Ὀπυιομένη: Μεμνηστευμένη, γεγαμημένη. Ὀπωπή: Πρόσοψις· ὁ δ’ Ἀπίων τὴν ἐν τῷ προσώπῳ ἀποδίδωσι· παρὰ τὸ ὄπτω γίνεται ὀπὴ, ὡς

628

(50)

κόπτω, κοπή· καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ ἔκτα‐ σιν, ὀπωπή. Ἀπολλώνιος δὲ τὴν χρῆσιν εἶπε, Δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ’ ἀπελείπετ’ ὀπωπή.
Βλέφαρον καλεῖται τὸ ἐπικαλύπτον τοὺς ὀφθαλμοὺς δέρμα· ὀπωπὴ δὲ, ἡ κόρη, ἢ ἡ ὅρασις. Ἀπὸ τοῦ
55ὄπτω, ὄψω, ὁ παρακείμενος, ὦφα· ὁ μέσος, ὦπα. Ὄπωπα: Ἀπὸ τοῦ ὄπτω ὦπα καὶ ὄπωπα. Τού‐ των δὲ οἱ κοινοὶ μέσοι παρακείμενοι, φημὶ δὴ τοῦ

629

ὦπα καὶ τῶν λοιπῶν, οὐχ εὑρίσκονται ἐν χρήσει, ὡς λέγει ὁ Χοιροβοσκός. Ὀπταλέα: Ὀπτά· παρὰ τὸ ὀπτῶ· τοῦτο παρὰ τὸ πέπτω πτῶ· καὶ πλεονασμῷ τοῦ ο, ὀπτῶ. Ἢ
5παρὰ τὸ ὄπτω· δεῖ γὰρ βλέπειν συνεχῶς πρὸς τὸ μὴ καίεσθαι τὰ ὀπτώμενα. Ὀπτανεῖον: Δεῖ γινώσκειν, ὅτι διὰ τῆς ΕΙ διφθόγγου γράφεται· σημαίνει δὲ τὸ μαγειρεῖον· πρῶτον μὲν, ὅτι λέγεται ὀπτανήϊον· δεύτερον δὲ, τῷ
10λόγῳ τοῦ βαλανεῖον. Λέγει δὲ ὁ Ἡρωδιανὸς καὶ ἐνταῦθα καὶ ἐν τῇ Καθόλου, ὅτι παρὰ τοῖς Ἀττικοῖς καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, οἷον ὀπτάνιον. Ὀργή: Ἀπὸ τοῦ ῥέζω, τὸ πράττω, ὅθεν τὸ ἔοργα
15γίνεται· ἢ παρὰ τὸ ὀρέγω, τὸ ἐπιθυμῶ, ὀρεγή· καὶ
15συγκοπῇ, ὀργή. Ἢ παρὰ τὸ εἴργω, εἰργή· καὶ ἀποβολῇ τοῦ ι, καὶ τροπῇ τοῦ ε εἰς ο, ὀργὴ, ἡ κω‐ λύουσα ἡμᾶς τὰ δέοντα βουλεύεσθαι. Ἢ παρὰ τὸ ὄρω, τὸ διεγείρω, ὀρὴ καὶ ὀργή. Σημαίνει δὲ δύο· αὐτὴν τὴν ὀργὴν, ὡς τὸ,
20Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου
20παιδεύσῃς με· καὶ τὴν κρυφίαν, ὡς τὸ, Ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ’ ὀργὴν δόλους διελο‐ γίζοντο. Ὀργεῶνες: Σύνταγμά τι ἀνδρῶν, ὡς τῶν γεννη‐
25τῶν, καὶ τῶν φρατόρων. Ὠνόμασται ἀπὸ τοῦ κοινῇ
25ὀργιάζειν, τὸ θύειν, τοῖς θεοῖς· παρὰ τὰ ὄργια, ἅ
25εἰσι μυστήρια ἱερά. Ὅρασις: Ὅρισίς τις οὖσα, διὰ τὸ τοὺς ὅρους (τουτέστι τὰ πέρατα) τῶν σωμάτων καταλαμβάνειν. Ὀργάδα γῆν: Παρὰ τὸ ἀργή τις εἶναι καὶ ἀνέργαστος· ἢ διὰ τὸ ἐν αὐτῇ τὰ φυτὰ πρὸς αὔξησιν
30ὀργᾶν. Τάχα δὲ βέλτιον παρὰ τῆς κατεργασίας εἴρηται, ὡς φύγω φυγὰς, ἔθω ἐθὰς, ἔργω ἐργάς· ἐλέγετο γὰρ καὶ χωρὶς τοῦ ι τὸ εἴργω εἴργειν. Κό‐ μανος δέ φησιν, ὀργάδα λέγεσθαι τὴν μελάγγειον καὶ ἔνυδρον γῆν· καὶ γὰρ ὀργάσαι τὸ πηλοποιῆσαι
35ἐστὶ καὶ ὑγρῷ ξηρὸν μίξαι. Σοφοκλῆς, θέλοιμι πηλὸν ὀργάσαι. Ἔστι δὲ καὶ γῆ ἐν Μεγάροις οὕτω καλουμένη ὀργάς. Λέγεται δὲ καὶ ἡ εὔγειος καὶ σύμφυτος. Ὄργια: Τὰ μυστήρια· κυρίως δὲ τὰ Διονυ‐
40σιακὰ, διὰ τὸ ἐν ταῖς ὀργάσιν αὐτοῦ ἐπιτελεῖσθαι.
40Ἢ διὰ τὸ ὀργᾶν καὶ ἐπιθειάζειν· ἢ παρὰ τὸ ὀρέγω, τὸ ἐπιθυμῶ· τὸ δὲ ὀρέγω σημαίνει καὶ τὸ ἐκτείνω τὰς χεῖρας· ὅθεν τὸ ὀρεγνύς. Ὄργανον: Ἀπὸ τοῦ ὀρέγω, τὸ ἐπιθυμῶ, γίνεται
ὀρέγανον καὶ ὄργανον· γάννυσθαι γὰρ καὶ χαίρειν
45τοὺς καταυλουμένους ποιεῖ. Ἢ παρὰ τὸ ὀρέγω, τὸ διεγείρω. Ὀργυιά: Σημαίνει τὴν ἔκτασιν τῶν χειρῶν σὺν τῷ πλάτει τοῦ στήθους· παρὰ τὸ ὀρέγειν καὶ ἐκτεί‐ νειν τὰ γυῖα, ὅ ἐστι τὰς χεῖρας.

629

(50)

Ὀργῶντας: Ἐπιτεταμένως ἐπιθυμοῦντας· ἀπὸ

629

(50)

τοῦ ὀργῶ, ὃ σημαίνει τὸ ἀκμάζω· ὅπερ ἀπὸ τοῦ ὀρέγω, τὸ ἐπιθυμῶ, γίνεται κατὰ συγκοπήν.
57Ὀρεκτῇσι μελίῃσι: Παρωνύμως, αἷς ὀρέγδην

630

χρῶνται ἐκ χειρὸς νύσσοντες. Ὀρεύς: Ὁ ἡμίονος· παρὰ τὸ ἐν ὄρεσι μᾶλλον τῶν ἄλλων ζῴων δύνασθαι ἐργάζεσθαι. Ὄρος, ὀρεὺς, πλεονασμῷ τοῦ υ, οὐρεύς· ὡς τὸ ἡνίοχος ἡνιοχεύς·
5κλίνεται οὐρῆος κατὰ Ἴωνας· ἡ αἰτιατικὴ τῶν πλη‐ θυντικῶν, οὐρῆας. Ἢ παρὰ τὸ οὐρώδη γονὴν ἔχειν· ὅθεν ἐν ταῖς συνουσίαις οὐ συλλαμβάνουσιν οὐδὲ τεκνογονοῦσιν. Ὄρηαι: Ἀπὸ τοῦ ὄρω ὄρσω ὦρμαι. Εἰς
10τὸ ὄληαι.
10Ὀρεσκεύειν: Τὸ [ἐν ὄρεσι] διατρίβειν. Νί‐
10κανδρος ἐν Θηριακοῖς. Ὀρεσκῷος: Ὁ ἐν ὄρεσι διαιτώμενος. Ἀπὸ τοῦ κείω, τὸ κοιμῶμαι, γίνεται ὀρεσίκοιος· καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ο εἰς ω, ὀρεσκῷος· καὶ μένει τὸ ι προσγεγραμμένον.
15 Ὀρίνω: Τὸ διεγείρω καὶ ταράσσω. Ἀπὸ τοῦ ὄρω, τὸ διεγείρω, ὀρύω καὶ ὀρύνω· καὶ τροπῇ τοῦ υ εἰς ι, γίνεται ὀρίνω. Ὀρίγανον: Ὤφειλεν ἐκ τῆς ἐτυμολογίας διὰ διφθόγγου γράφεσθαι· τὰ γὰρ ἀπὸ δοτικῆς τῶν εἰς
20ΟΣ οὐδετέρων συντιθέμενα γίνεται τοῦτον τὸν τρόπον·
22εἰ μὲν φωνῆεν ἐπιφέρηται ἢ ἓν ἁπλοῦν σύμφωνον, φυλάττεται ἡ ει δίφθογγος· οἷον, ὄρει, ὀρείαυλος, ὀρειγενὴς, ὁ ἐν τῷ ὄρει γεννηθείς· (τὸ γὰρ κύριον
25ὄνομα καὶ βαρύνεται, καὶ διὰ τοῦ ω μεγάλου γρά‐
25φεται καὶ διὰ τοῦ ι·) ἔγχει, ἐγχείμαργος. Εἰ δὲ δύο σύμφωνα ἐπιφέρηται, ἀποβάλλουσι τὸ ε· ἔγχει, ἐγχίκτυπος· ὄρει, ὀρίτροφος· χωρὶς τῶν παρὰ τὸ κάλλος καὶ τῶν παρὰ τὸ ὕψος, οἷον καλλιπάρθενος, ὑψίθρονος. Κρεῖττον δὲ σημειοῦσθαι μόνα τὰ παρὰ
30τὸ κάλλος· περὶ γὰρ τῶν δοκούντων παρὰ τὸ ὕψος εἶναι, λέγεται ὅτι παρὰ τὸ ὕψι ἐπίρρημα εἰσί. Τούτων οὕτως ἐχόντων, τὸ ὀρίγανον ὤφειλε διὰ τῆς ΕΙ διφθόγγου γράφεσθαι. Παρὰ γὰρ τὴν ὄρει δοτι‐ κὴν, καὶ τὸ γάνος, τὸ σημαῖνον τὴν χαρὰν, γίνεται·
35τὸ γὰρ ὀρίγανον τῷ ὄρει χαίρει. Ἢ παρὰ τὸ ὁρᾶν
35καὶ τὸ γανῶ, τὸ λαμπρύνω, οἱονεὶ τὸ λαμπρύνον τὴν ὅρασιν· ὁρᾶν γὰρ καλῶς ποιεῖ τὸ ὀρίγανον. Ἡρω‐ διανός· ὁ δὲ γραμματικὸς Θεοδόσιος λέγει διὰ τοῦ ι γράφεσθαι· ἐπειδὴ παρὰ τὸ ῥιγῶ γίνεται ῥίγανον, καὶ πλεονασμῷ τοῦ ο, ὀρίγανον, οἱονεὶ τὸ ψύχον τινὰ,
40κατὰ ἀντίφρασιν· θερμαίνει γάρ. Ἢ ἐπειδὴ (ὥς φησιν Ὠριγένης) εὕρηται ἐν συστολῇ ἡ ΡΙ συλ‐ λαβὴ, ὡς παρὰ τῷ Τιμοθέῳ τῷ κιθαρῳδῷ· οἷον, Τεταμένον ὀρίγανα διὰ μυελοτρεφῆ. Ὀδυσσείας δʹ. Σύγκειται δὲ οὗτος ὁ στίχος ἀπὸ
45προκελευσματικῶν· ὁ δὲ τελευταῖος ποὺς ἀνάπαι‐
45στός ἐστι, τῶν δύο βραχέων εἰς μίαν μακρὰν συναι‐ ρεθεισῶν. Ἰστέον δὲ ὅτι λέγεται καὶ ὁ ὀρίγανος καὶ ἡ ὀρίγανος καὶ τὸ ὀρίγανον· καὶ θηλυκῶς μὲν εὕρηται παρὰ Ἀριστοφάνει ἐν Ἐκκλησιαζούσαις· ἀρσενικῶς δὲ, παρὰ Ἀναξανδρίδῃ ἐν Φαρμακομάντει·

630

(50)

οὐδετέρως δὲ ἐν ἐλεγείοις, καὶ παρὰ Ἐπιχάρμῳ ἐν Ἀταλάντῃ. Χοιροβοσκός. Ὀρείχαλκος: Εἶδος ὕλης οὕτω καλουμένης, ἥτις νῦν οὐχ εὑρίσκεται. Ἄλλοι δὲ λέγουσιν, ὅτι χύμευσίς ἐστι χαλκοῦ, τοῦ νυνὶ εὑρισκομένου λευκοῦ
55χαλκοῦ· οὗτος γὰρ σκευασίᾳ τινὶ γίνεται λευκὸς,
55φύσει (πυρρὸς ὤν).
55 Ὀρθός: Ἐκ τοῦ ὄρω ὄρσω, ῥηματικὸν ὄνομα, ὀρτὸς καὶ ὀρθός. Ἢ ἔστιν ὄρω, τὸ διεγείρω, καὶ θεῶ, τὸ βλέπω· γίνεται ὄροθος· καὶ κατὰ συγκοπὴν,

631

ὀρθὸς, ὁ διεγειρόμενος καὶ πρὸς τὰ ἄνω βλέπων. Ὀρθωσία: Ἡ Ἄρτεμις· παρὰ τὸ ὀρθοῦν τοὺς βίους τῶν ἀνθρώπων. Ὀρθογόη: Ἡ μεγάλα θρηνοῦσα· ἢ ὑπὸ τὸν
5ὄρθρον ἠχοῦσα. Ἡσίοδος. Ὄρθαι: Πρὶν ὄρθαι. Διεγέρθαι· ἀπὸ τοῦ ὦρθαι ἀπαρεμφάτου· καὶ συ‐ στολῇ, ὄρθαι.
10Ὀρθοκραιράων: Τῶν τὰς κεφαλὰς ὀρθὰς ἐχου‐
10σῶν· κραίραν γὰρ λέγουσι τὴν κεφαλήν. Λέγεται
10δὲ διὰ τὸ τὰς πρύμνας καὶ τὰς πρώρας ἀνατετάσθαι·
10ἐκ μεταφορᾶς τῶν βοῶν. Σημαίνει δὲ καὶ τῶν ἐχόντων ὀρθὰ κέρατα. Ὄρθρος: Παρὰ τὸ αἴρειν καὶ ὀρθοὺς ἡμᾶς ποιεῖν λεχήρεις ὄντας· ὅθεν καὶ ἦρι ἐλέγετο, ὁμοίως παρὰ τὸ αἴρειν.
15 Ὅρκος: Ἐκ τοῦ ὅρος· οἱ γὰρ ὀμνύοντες ὁρί‐ ζονται καὶ ὀμνύουσιν· ἢ παρὰ τὸ ἀρκῶ, τὸ βοηθῶ· ὥσπερ γὰρ βοηθήματι αὐτῷ ἐχρῶντο οἱ ἀδικούμενοι· ἢ παρὰ τὸ εἴργω· ἐπισχετικὸν γάρ ἐστι τῶν παρα‐
βῆναι βουλομένων· παρὰ οὖν τὸ εἴργειν καὶ κωλύειν
20τοῦ παραβαίνειν, ὅργος· καὶ τροπῇ τοῦ γ εἰς κ, ὅρκος. Ἀπὸ δὲ τοῦ ὅρκου γίνεται ὅρκιος. Ἢ παρὰ τὸ ἕρκος καὶ τειχίον εἶναι τῷ ὀμνύοντι, μὴ παραβῆναι τὰς συνθήκας. Προπαροξύνεται· τὰ διὰ τοῦ ΙΟΝ ὑπὲρ τρεῖς συλλαβὰς προσηγορικὰ, ἔχοντα
25πρὸ τοῦ ι δύο σύμφωνα, προπαροξύνεται, ὁπότε πρὸ τοῦ
25ι οὐκ ἔστιν ἀμετάβολον· οἷον κυμβίον, ἱστίον, ἰσχίον, ἑρκίον· τὸ μέντοι ὅρκιον προπαροξυνόμενον κτητικοῦ τύπου ἔχεται· ἐπεὶ δὲ ταυτόσημόν ἐστι τῷ ὅρκῳ, παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φαμὲν, ὡς τὸ κά‐ πριος, αἰζήϊος. Εἶπεν, “ὁπότε πρὸ τοῦ ι·” διὰ τὸ
30ἴκριον καὶ ἴχνιον.
30 Ὅρμος: Σημαίνει δύο, τὸν λιμένα, καὶ τὸν πε‐ ριτραχήλιον κόσμον. Παρὰ τὸ ἕρμα, τὸ ἀσφά‐ λισμα, γίνεται ὅρμος, ὁ λιμήν· ὅθεν καὶ ὁρμίσαι, τὸ ἐν ἀσφαλείᾳ εἶναι τὴν ναῦν. Ἢ παρὰ τὸ εἴρω, τὸ συμπλέκω· ἐξ οὗ καὶ ὁρμιὰ, ἡ σειρὰ, πρὸς ἣν τὸ
35ἄγκιστρον ἐπησφάλισται δεδεμένον. Ὁρμῶ: Εἰ μὲν ἐπὶ ἐμψύχων, δευτέρας συζυγίας, ἀπὸ τοῦ ὁρμή· εἰ δὲ ἐπὶ ἀψύχων, πρώτης, ἀπὸ τοῦ ὅρμος· καὶ διαφέρει· ὁρμεῖ· μὲν, τὸ πλοῖον· ὁρμᾶν δὲ, τὸ ἁπλῶς ἐπέρχεσθαι· ἀπὸ τοῦ ὄρω, τὸ διεγείρω,
40πλεονασμῷ τοῦ μ γίνεται. Ἦ ῥα καὶ ὡρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς, Ἰλιάδος νʹ. Ὄρμενον ἐξαίφνης: Ἰλιάδος φʹ. Ἀπὸ τοῦ ὄρω, τὸ διεγείρω, ὄρσω, ὦρκα, ὦρμαι, ὠρμένος· καὶ
45κατὰ συστολὴν καὶ ἀνάδοσιν τοῦ τόνου, ὄρμενος.
45Ἢ ἀπὸ τοῦ ὀρόμενος ὄρμενος κατὰ συγκοπήν.
Ὁρμήματα: Ἐνθυμήματα, φροντίδας. Ὁρμαθός: Στίχος, ἤγουν τὸ σύστημα· ἀπὸ τοῦ ἐν αὐτοῖς ἁρμόζεσθαι. Ὅρμασται: Ἀπὸ τοῦ ἁρμόζω, ὁ παθητικὸς

631

(50)

παρακείμενος, ἥρμοσμαι· τὸ τρίτον, ἥρμοσται· ὑπερθέσει, ὅρμησται· καὶ κατὰ συστολὴν τοῦ η, ὅρμασται. Ὄρνεον: Παρὰ τὸ ὀρούειν· ἢ ἀπὸ τοῦ αἴρε‐ σθαι. Ἰλιάδος νʹ,
55Ὅς ῥα τ’ ἀπ’ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
55ὁρμήσαι πεδίοιο διώκειν ὄρνεον ἄλλο.
55Ὅμηρος, διὰ τὸν ἱέρακα. Ἢ παρὰ τὸ τὰ ὄρη νέειν, ἤγουν διώκειν, γίνεται ὄρνεον. Ὄρνις: Παρὰ τὸ ὄρω, ὄρις· καὶ πλεονασμῷ τοῦ

632

ν, (τί γὰρ ὁρμητικώτερον πτηνοῦ;) γίνεται ὄρνις· οὐδὲν γὰρ ὁρμητικώτερον τούτου τοῦ ζῴου. Ὄρνιθος. Ὁ κανών· τὰ εἰς ΙΣ λήγοντα, ἔχοντα πρὸ τοῦ ι δύο ἀμετάβολα, διὰ τοῦ ΘΟΣ κλίνεται· δέλλις δέλ‐
5λιθος, (ἔστι δὲ εἶδος ζῴου ὅμοιον μελίσσῃ) μέρμις μέρμιθος, τὸ σχοινίον· ἕλμινς ἔλμινθος· πλὴν τοῦ Τράλλις Τράλλεος· (ἔστιν ὄνομα πόλεως·) τοῦτο γὰρ διὰ καθαροῦ τοῦ ΟΣ κλίνεται. Τὸ ὄρνις Ἀττικῶς ἐκτείνεται· ὥστε βραχύ
10ἐστι· τὰ γὰρ εἰς ΙΣ βαρύτονα, εἴτε ἀρσενικὰ, εἴτε
10θηλυκὰ, συστέλλει τὸ ι· ἐπὶ δὲ τῆς γενικῆς μακρόν ἐστι. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε παραλήγουσα γενικῆς περιττοσυλλάβου μείζων τῆς ληγούσης τῆς ἰδίας εὐθείας εὑρίσκεται, πλὴν τοῦ ὄρνιθος καὶ κώμυθος καὶ πόληος. Ὡς ἐμάθομεν, ὅτι
15ἐπὶ τῆς εὐθείας βραχύ ἐστι τὸ ι, ἐπὶ δὲ τῆς γενικῆς
μακρόν. Ἰστέον δὲ ὅτι τὸ ὄρνις καὶ τὸ πετεινὸν γενικά εἰσι· τὰ δὲ εἰδικὰ ταῦτα, χὴν, γέρανος, κύκνος. Ὀρνιθοκλόος: Ἀπὸ τοῦ κοεῖν, τὸ συνιέναι,
20γίνεται ὀρνιθοκόος· εἶτα ὀρνιθοκλόος.
20 Ὀρνιθευτάς: Ὀρνιθοθήρας. Ὀρνύω: Ἐκ τοῦ ὄρω, τὸ διεγείρω, ὀρύω· καὶ πλεονασμῷ Δωρικῷ τοῦ ν, ὀρύνω· καὶ ὑπερβιβασμῷ, ὀρνύω· ἐξ οὗ ὄρνυμι, καὶ ὤρνυτο. Ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον, [ἐπειγέσθω δὲ καὶ αὐτός.]
25 Ὁρκάνη: Περίφραγμά τι ἀκανθῶδες. Ὄροβος: Ὀσπρίου εἶδος. Ὅρος: Σημαίνει δύο, τὰ ὅρια καὶ τῆς χώρας τὰ τέλη· καὶ σανίδιον τὸ ἐπιτιθέμενον ταῖς οἰκίαις καὶ τοῖς χωρίοις ἐγκαταπηγνύμενον τοῖς ἐνεχυριαζομένοις
30πρὸς ἃ ὀφείλουσιν οἱ δεσπόται. Καὶ ὁρισταὶ, ἀρχή τις ἐστὶν, ἥτις ἀφώριζε τὰ ἴδια καὶ τὰ δημόσια οἰκήματα, ὥσπερ τινὲς γεωμέτραι καὶ ὁριοδεῖκται. ὅρος καὶ γεωργικὸν σκεῦος, ὅ φασί τινες σχοινίον. ὅρος ἐστὶν, ὁ τὸ τὶ ἦν εἶναι δηλῶν· ἢ λόγος ἐκ
35τῶν καθόλου καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν· οἷον, “Ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν.” Ἐκ τοῦ καθόλου καὶ κοινοῦ ἴδιόν τι ἀπετέλεσε, τὸν ἄνθρωπον. Τῶν καθόλου ἐστὶ, τὸ ζῷον· τῶν κοινῶν, τὸ λογικόν. Εἴληπται δὲ ὅρος ἀπὸ μεταφορᾶς τῶν τῆς γῆς ὁρο‐
40θεσίων. Ὥσπερ γὰρ τὰ ὁροθέσια χωρίζουσι τήνδε τὴν γῆν ἀπὸ τῆσδε, καὶ ἑκάστῳ τὸ ἴδιον φυλάττει, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος ὁ τοῦ ἀνθρώπου χωρίζει τὸν ἄνθρωπον ἀπὸ τοῦ ἵππου καὶ τῶν ὁμοίων. Γί‐ νεται δὲ ἀπὸ τοῦ εἴρω, τὸ συνάπτω καὶ συμπλέκω,
45ὡς σπείρω σπόρος. Ἐπὶ δὲ τοῦ οὐδετέρου, οἷον τὸ ὄρος, παρὰ τὸ αἴρω ἄρος καὶ ὄρος, τὸ ἀπὸ γῆς πρὸς ὕψος αἰρόμενον· ἢ παρὰ τὸ ὄρω, τὸ ὁρμῶ· ἢ παρὰ τὸ ὁρᾶν εἰς ὕψος δι’ αὐτοῦ. Ὀρὸς δὲ, ἡ ὑπόστασις τοῦ γάλακτος, ὀξύνεται.

632

(50)

Ὄρουσε καὶ ἀνόρουσεν: Ἐκ τοῦ ὀρούω, τὸ

632

(50)

ὁρμῶ, γίνεται. Ἀπὸ τοῦ ὄρω ὀρύω, ὡς πλήθω πληθύω, πηδῶ πηδύω, καὶ πλεονασμῷ τοῦ ο Βοιωτι‐ κῶς, γίνεται ὀρούω· οἱ γὰρ Βοιωτοὶ τότε πλεονάζουσι τῷ υ στοιχείῳ τὸ ο, ἡνίκα τὸ υ οὐχ ὑποτάσσηται φωνήεντι· οἷον, κύνες, κοῦνες· καὶ τὸ κῦμα, κοῦμα.
55οὐ πλεονάζει δὲ τὸ ο, ἡνίκα ὑποτάσσηται· οἷον εὐνὴ, αὐλή. Ὀρούεινε: Παρώρμησεν. Εἰς τὸ ἀγλαϊ‐ εῖσθαι. Ὅρπηξ: Ὀρόδαμνος καὶ ὅρπηξ ὁμοίως ἐπὶ τῶν

633

κλάδων λέγεται, παρὰ τὸ ὀρούειν κατὰ τὴν αὔξησιν· ὅρπηξ ὁ κλάδος, παρὰ τὸ ἕρπειν καὶ ὀρούειν εἰς ὕψος πεποίηται· ἢ ὅρμηκες τινὲς ὄντες· ἢ ὄρφηκες, οἱ εἰς
ὀροφὴν ἐπιτήδειοι.
5 Ὀρόγυια: Ὀρέγω, τὸ ἐκτείνω· ὁ μέσος παρα‐ κείμενος, ὤρεγα· ἡ μετοχὴ, ὠρεγώς· τὸ θηλυκὸν, ὠρεγυῖα· συστολῇ καὶ τροπῇ, ὀρόγυια. Ὁροθύνω: Τὸ παρορμῶ καὶ διεγείρω καὶ ἐρε‐ θίζω, παρὰ τὸ ὀροθῶ· ἢ παρὰ τὸ ὄρω ὀρῶ καὶ τὸ
10θύνω γίνεται ὀροθύνω.
10 Ὁρῶν: Παρὰ τὴν ὅρασιν, ὁ διὰ τῆς ὁράσεως τὶ καταλαμβάνων· ἢ παρὰ τὸ ὄρος, ὁ διὰ τῶν ὀρῶν τὰ πέρατα τῶν σωμάτων καταλαμβάνων. Ἔστι καὶ ὀρῶ περισπώμενον, τὸ διεγείρω καὶ ὁρμῶ· ἔνθεν τὸ, Νεῖκος ὀρεῖται.
15Τούτου ὁ μέσος παρακείμενος ὦρα καὶ ὄρωρα· καὶ καθ’ ὑπερβιβασμὸν, ὤρορα. Ἢ ἐκ τοῦ ὄρω, τὸ διεγείρω, ὁ μέσος παρακείμενος, ὦρα, καὶ Ἀττικῶς ὄρωρα· ὁ ὑπερσυντέλικος, ὀρώρειν. Ὁρόῳτε: Ἰλιάδος δʹ, ἀπὸ τοῦ ὁράοιτε ὁρῷτε·
20καὶ πλεονασμῷ τοῦ ο. Ὁρῶ οὖν, ὁ μέλλων ὁρήσω·
20ὁ παρακείμενος, ὥρηκα· ὁ μέσος, ὧρα· καὶ τὰ ἑξῆς. Ὁρωρέχατο: Ἰλιάδος λί, ἤγουν ἢ τῷ κυρτώ‐ ματι, ἢ τῷ χρώματι, ἢ πρὸς τὴν διάστασιν αὐτῶν ἡ ὁμοίωσις. Σημαίνει τὸ ἐκρέμαντο. Ἀπὸ τοῦ ὀρέγω
25ὀρέξω· ὁ παρακείμενος, ὤρεχα, ὤρεγμαι· ὁ ὑπερσυν‐
25τέλικος, ὠρέγμην, ὤρεκτο, ὠρέχατο· καὶ κατὰ ἀναδι‐ πλασιασμὸν, ὀρωρέχατο. Ὁροίτυπος: Ὡς ἀπὸ τοῦ χορότυπος γίνεται πλεονασμῷ τοῦ ι χοροίτυπος, καὶ δολοφονῆσαι δο‐ λοιφονῆσαι, οὕτως ὀρότυπος καὶ ὀροίτυπος, ὁ ἐν ὄρει
30τὰ στύπη (ὅ ἐστι στελέχη) κόπτων. Ἀρχίλοχος, θυρέων ἀπεστύπαζον. Σημαίνει δὲ τὸν ξυλουργόν. Ὀρυγμαδός: Θόρυβος, κραυγή· ὁ ἐν ὄρει γινό‐ μενος. Παρὰ τὸ ὄρος καὶ τὸ ὅμαδος. Οἱ δέ φασι
35παρὰ τὸ θορυβάζω θορυβάσσω, καὶ Δωρικῶς, θορυ‐
35βάξω· ὁ μέσος παρακείμενος, τεθορύβαγα, θορυ‐ βαγός· καὶ ἀφαιρέσει τοῦ θ, καὶ τροπῇ τοῦ β εἰς μ, καὶ πλεονασμῷ τοῦ δ, ὀρυγμαδός. Ἐπὶ τοῦ ἁπλῶς θορύβου.
38 Ὀρρωδῶ καὶ ἀρρωδῶ: Ζήτει εἰς τὰς Διαφοράς. Καὶ κατωρρωδηκότες, τὸ φοβούμενοι· ἀπὸ τοῦ ῥῶ,
40τὸ ὑγιαίνω, (ἐξ οὗ καὶ τὸ ἔρρωμαι,) παράγωγον ῥώζω· καὶ μεταθέσει τοῦ ζ εἰς δ, ῥωδῶ, ὡς μύζω μυδῶ, καὶ ἐρίζω ἐριδῶ· (ἔνθεν τὸ, ἐριδήσασθαι) μετὰ τοῦ στε‐ ρητικοῦ α ἀρρωδῶ· (Ἡρόδοτος, Καὶ ἀπεμάχετο τὴν ψυχὴν ἀρρωδέων)
45καὶ τροπῇ τοῦ α εἰς ο, ὀρρωδῶ, τὸ μὴ ἐρρῶσθαι τὴν
45ψυχὴν ἀπὸ φόβου. Φιλόξενος. Ὀρρωδῶ, παρὰ τὸ τὸν ὀρρὸν ἰδίειν. Ὀρρὸς δέ ἐστι τὸ ἱερὸν ὀστοῦν. Συμβαίνει δέ πως τοῖς φοβουμένοις ἱδρῶτα γίνεσθαι κατὰ τοῦ ἱεροῦ ὀστέου. Ὄρσεο: Ῥῆμα προστακτικὸν ἐνεστῶτος καὶ

633

(50)

παρατατικοῦ. Ὁ κανών· οἱ Ἴωνες τὴν ΟΥ δίφθογγον εἰς ε καὶ ο διαλύουσιν, ὄρσου ὄρσεο. Τὸ ῥῆμα, ὄρσω· γίνεται ἐκ τοῦ ὄρω, τὸ διεγείρω, ὁ μέλλων Αἰολικῶς, ὄρσω· καὶ μετάγεται εἰς ἐνεστῶτα, καὶ κλίνεται ἄχρι τοῦ παρατατικοῦ. Ὄρσω, ὄρσομαι·
55ὠρσόμην ὤρσου· καὶ ὄρσεο τὸ προστακτικὸν Ἰωνικῶς, κατὰ συστολὴν τῆς πρώτης συλλαβῆς, ὡς ἐμοῦ, ἐμέο· τύπτου, τύπτεο. Ὀρσοθύρη: Θυρὶς δι’ ἧς εἰς ὑπερῷον ὑπάρχει

634

ἀνάβασις· παρὰ τὸ ὄρω ὄρσω καὶ τὸ θύρα. Ὀρσοθύρη δέ τις ἔσκεν. Θυρίς τις ἔοικεν ἐπὶ τὴν δημοσίαν ὁδὸν φέρουσα, ἐφ’ ἣν ἔδει ἀναβῆναι διά τινος κλίμακος. Δύναται
5δὲ καὶ δι’ αὐτοῦ ἄνοδός τις εἶναι φέρουσα ἐπὶ τὴν
5θύραν ταύτην. Εἴρηται παρὰ τὸ ὀρούειν ἐπ’ αὐτήν. Λέγει δὲ καὶ Σιμωνίδης κακοσχόλως, Καὶ τῆς ὄπισθεν ὀρσοθύρης ἠλσάμην. Φησὶ δὲ Ἀπολλόδωρος, ὀρσορόκα ὑπ’ ἐνίων λέγε‐ σθαι, δι’ ἧς τὸ ὕδωρ ὄρνυται· Κράτης δὲ, ὀρθο‐
10θύρη, θύρα πρόβασιν ἔχουσα, καὶ εἰς τὰ ὑπερῷα
10φέρουσα. Τινὲς ὑψηλὴν θύραν. Ὀρσολόπος: Ὀρσοοπὸς, ἵνα λάβῃ τὸ λ. Περὶ Παθῶν. Ὁρτή: Ἀπὸ τοῦ ἑορτὴ, κατὰ ἀφαίρεσιν. Περὶ Παθῶν.
15Ὀρταλίζειν: Τὸ ῥίπτειν, ὡς Ἀριστοφάνης·
15οἷον,
15Ἀνωρτάλιζες κἀκερουτίας.
15Ἀντὶ τοῦ ἀναρρίπτειν ἐποίεις. Παρὰ τὸ ὄρω, τὸ διεγείρω, ὁ παθητικὸς παρακείμενος, ὦρται· ῥημα‐ τικὸν ὄνομα ὀρτός· ἀφ’ οὗ περισπώμενον ῥῆμα ὀρτῶ· καὶ παράγωγον ὀρτίζω· καὶ πλεονασμῷ τῆς ΑΛ συλ‐ λαβῆς, ὀρταλίζω. Δηλοῖ δὲ ἡ λέξις κυρίως τὸ
20ἀναρρίπτειν τὰ νήπια τῶν παιδίων, οἱονεὶ ὀρούειν εἰς
20ὕψος. Κατεχρῶντο δὲ τῇ λέξει καὶ ἐπὶ τοῦ ἄλλην ἡντιναοῦν ποιεῖσθαι κίνησιν, ὡς ἀνωτέρω εἴρηται παρὰ Ἀριστοφάνει. Ὀρτάλιχος: Παρὰ τὸ γλίχεσθαι τοῦ ὀρούειν καὶ πέτεσθαι.
25Ὀρτυγομήτρα: Παρὰ τὸ ὄρω, τὸ διεγείρω.
25 Ὀρφανός: Ἀπὸ τοῦ ὄροφος ὀροφανὸς, καὶ ὀρ‐ φανὸς, ὁ μὴ ἔχων τινὰ βοηθόν. Ἢ παρὰ τὸ ὀρφνὸν, ὃ σημαίνει τὸ σκοτεινόν. Ζήτει εἰς τὸ ὀρχο‐ μενόν. Ὄρφνη: Ἡ σκοτία. Καὶ,
30Νύκτα δι’ ὀρφναίην.
30Τὴν σκοτεινήν. Ἀπὸ τοῦ ἐρέφω, τὸ σκέπω, γίνεται
30ὀροφή· πλεονασμῷ τοῦ ν, ὀροφνή· καὶ συγκοπῇ
ὄρφνη, ἡ σκέπουσα τὸ φῶς. Ὄρχαμος: Ἡγεμών· παρὰ τὸ ἄρχω, ἄρχαμος καὶ ὄρχαμος. Ὄρχατος: Σημαίνει τὸν παράδεισον, τὴν φυ‐
35τείαν δ’ ἧς ἐρχόμεθα. Διαφέρει δὲ ὀρχοῦ· ὀρχὸς γὰρ ἐστὶν ὁ βόθρος, εἰς ὃν ἐντίθεται τὸ φυτὸν πρὸς μοσχείαν· παρὰ τὸ ὀρύσσω, ὄρυχόν τινα ὄντα· ὄρ‐ χατος δὲ, ἡ ἐπίστιχος φυτεία, παρὰ τὸ ἔρχεσθαι. Καὶ Ἀριστοφάνης τὸ μεταξὺ τῶν φυτῶν μετόρ‐
40χιον ἐκάλεσεν ἐν τοῖς Γεωργοῖς. Ὁ δὲ Ἡσίοδος ὀρχὸν λέγει τὴν ἐπίστιχον φυτείαν τῶν ἀμπέλων· Οἱ δ’ αὖτ’ ἐς ταλάρους——ἔφερον βότρυας μεγάλων ἀπὸ ὀρχῶν· καὶ πάλιν,
45παρὰ δέ σφισιν ὀρχὸς
45χρύσεος ἦν.
45Ἕστι δὲ ὅτε δηλοῖ καὶ κῆπον. Ἀπίων δὲ ἐτυμο‐
45λογεῖ παρὰ τὸ ὄρνυσθαι τὴν γῆν πρὸς φυτείαν. Καὶ Ὅμηρος, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφὶς, Ἰλιάδος ξʹ. Ὀρχηστής: Τὴν τάξιν τῆς φυτείας ὀρχοὺς

634

(50)

εἰώθασι λέγειν οἱ ποιηταί· καὶ οἱ ὀρχησταὶ ἐντεῦθεν,

634

(50)

ὅτι κατὰ τὴν τῶν βοτρύων συγκομιδὴν ἐν τοῖς τόποις

634

(50)

τούτοις, ἐπειδὰν ἔτυχον τρυγῶντες, ἀπήρχοντο τῷ θεῷ χορεύοντες, καθάπερ κωμῳδοί· ἐξ οὗ καὶ τὸ ὀρχῶ ὀρχήσω. Οἱ δὲ, παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰς χεῖρας, κατὰ τροπὴν τοῦ γ εἰς χ. Καὶ ὀρχηστὴς ἄρης, ὁ εὐκίνητος κατὰ πόλεμον, ὡς τὸ,
55 Μηριόνη, τάχα κέν σε, καὶ ὀρχηστήν περ ἐόντα, Ἰλιάδος πʹ. Ἐπυρρίχιζον γὰρ ὅπλοις οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν, ὅ ἐστι σὺν τοῖς ὅπλοις

635

τὴν πυρρίχιον καὶ ἔνοπλον ὄρχησιν ἠσκοῦντο· τρία γὰρ εἴδη ὀρχήσεως, πυρρίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατικὴ, καὶ ὁ κορδακισμὸς, αἰσχρός τις ὢν, καὶ μᾶλλον κωμικοῖς ἁρμόδιος.
5Ὀρχομενός: Δύο εἰσὶ, Βοιωτικὸς καὶ Ἀρκα‐
5δικός· ἀλλ’ ὁ μὲν Βοιωτικὸς, Μινύειος καλεῖται· ὁ δὲ Ἀρκαδικὸς, πολύμηλος· καὶ τοῖς ἐπιθέτοις δια‐ στέλλεται ἡ ὁμωνυμία. Ὀρφανός: Ἢ παρὰ τὸ οἶος, ὁ μόνος, γίνεται οἰοφανὸς καὶ ὀρφανὸς, ὁ μόνος φαινόμενος, καὶ γονεῖς
10μὴ ἔχων· ἢ παρὰ τὸ ἁρπάζω, ἁρπανὸς καὶ ὀρφανὸς, οὗτινος οἱ γονεῖς ἡρπάγησαν. Ὅς: Ἄρθρον ὑποτακτικόν· σημαίνει δὲ καὶ ἀντωνυμίαν κτητικὴν τρίτου προσώπου, ἐμὸς, σὸς, ὅς. Σημαίνει καὶ ἀντωνυμίαν ἰσοδυναμοῦσαν τῇ
15οὗτος· οἷον,
15 Ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. Δύναται σημαίνειν καὶ τὴν αὐτός· οἷον, Ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνόν. Ἔστι δὲ καὶ ἀόριστον μόριον ἰσοδυναμοῦν τῷ ὅστις, ὑποτακτικῷ ἄρθρῳ ὁμόφωνον· οἷον,
20Ὃς ἂν ἔλθοι, μεινάτω με,
20καὶ,
20Ἄνθρωπος ὃς ἦλθε.
20Ἄξιον δέ ἐστι ζητῆσαι, διατί οὐκ εἰσὶν εἰς ΟΣ ὀνό‐ ματα μονοσύλλαβα· τὸ γὰρ ὃς ἄρθρον ἐστὶν, ὡς εἴπομεν· καὶ τὸ πὸς, οἷον, Ὡς πὸς χειμαινομένοισιν, ἀπὸ τοῦ ποὺς γέγονε, κατὰ ἀποβολὴν τοῦ υ. Καὶ
25ἔστιν εἰπεῖν, ὅτι κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν ὄνομα
25μονοσύλλαβον μακροκαταληκτεῖν θέλει φύσει ἢ θέσει, χωρὶς τοῦ τίς. Ἄλλως τε δύο κανόνες εἶχον μάχεσθαι· καθὸ μὲν γὰρ εἰς ΟΣ εἰσὶν, ὤφειλεν εἰς ΟΥ ἔχειν τὴν γενικὴν, καθὸ δὲ πάλιν ὅτι πᾶσα μονο‐ σύλλαβος εὐθεῖα, ἰσοσυλλάβως κλινομένη, ἀποβολῇ
30τοῦ ς ποιεῖ τὴν γενικὴν, ὁ Χνᾶς, τοῦ Χνᾶ· ὁ Δρῆς,
30τοῦ Δρῆ· τῶν δύο οὖν κανόνων μαχομένων, ἐπέλιπον τὰ εἰς ΟΣ μονοσύλλαβα ὀνόματα. Ὀρφῶς: Περὶ δὲ τοῦ ὀρφῶς ἔστιν εἰπεῖν ὡς λέγει ὁ αὐτὸς Χοιροβοσκὸς, ὅτι τὰ εἰς ΩΣ Ἀττικὰ τῆς κοινῆς εὐθείας ἔχουσι τὸν τόνον· κἂν φθάσῃ
35προπαροξυνθῆναι ἡ εὐθεῖα, πᾶσα πτῶσις προπαροξύ‐ νεται. Σεσημείωται τὸ ὀρφῶς καὶ τὸ λαγῶς· ταῦτα γὰρ οὐκ ἐφύλαξε τὸν τόνον τῶν κοινῶν. Τοῦ μὲν γὰρ ὀρφῶς ὁ τόνος ὄρφος ἐστὶ, βαρύτονος· τοῦ δὲ λαγῶς, λαγὸς, ὀξύτονος· καὶ Ἡρωδιανὸς φησὶν, ὅτι ἐν τοῖς
40εἰς ΩΣ ὑπὲρ μίαν συλλαβὴν οὐδὲν περισπᾶται, πλὴν τοῦ ὀρφῶς καὶ λαγῶς. Ὅσιος: Παρὰ τὸ ἅζω, τὸ σέβομαι, γίνεται, τροπῇ τοῦ α εἰς ο· διὸ καὶ διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ μέλλοντος διὰ τοῦ ΙΟΣ γινόμενα διὰ τοῦ ι
45γράφεται· ἅζω, ἅσω, ἅσιος καὶ ὅσιος· καὶ κτήσω,
45κτήσιος· ἀλέξω, ἀλέξιος. Τὸ δεξιὸς καὶ ἀνεψιὸς κατὰ τόνον μόνον διήλλαξεν. Ὁσημέραι: Πάντοτε, καθ’ ἡμέραν, ὅσαι ἡμέραι. Ὄσπριον δεῖ λέγειν, καὶ οὐκ ὄσπρεον. Παρὰ τὸ σπόρος σπόριον· καὶ ὑπερβιβασμῷ, ὄσπριον.

635

(50)

Χοιροβοσκός.

635

(50)

Ὄσσα: Θεία φήμη καὶ κληδών. Οἶμαι παρὰ τὸ ὄπτω. [Ὄσσαν ὅδ’ ἄμβροτον ἱεῖται.] Ἡσίοδος τὴν πᾶσαν φωνὴν ὄσσαν λέγει. Σημαίνει καὶ τὸ ὄρος τὸ Θετταλικόν.
55Ὄσσε: Σημαίνει τοὺς ὀφθαλμούς. Γίνεται παρὰ
55τὸ ὄπτω, τὸ βλέπω, Αἰολικῶς ὄσσω, ὡς κόπτω κόσσω,
55καὶ πέπτω πέσσω. Ἔστιν οὐδέτερον τὸ ὄσσος·
Κλίνεται τοῦ ὄσσεος καὶ ὄσσους· ὄσσεε, καὶ ἀφαι‐ ρέσει τοῦ ἑνὸς ε, ὄσσε. Κλίνεται δὲ καὶ ἀρσενικῶς ὁ ὄσσος, ὥσπερ καὶ ὁ σκότος.

636

Ὀσσόμενος: Σημαίνει τὸ περιβλεψάμενος. Ὄσσετο θυμός: Προεώρα, τουτέστι κατὰ ψυ‐ χὴν προσεδέχετο, οἷον ἡ κατ’ ἐπίνοιαν γνῶσις· ἀπὸ τῶν ὄσσων, τῶν ὀφθαλμῶν.
5 Ὀσταφίς: Πλεονασμῷ τοῦ ο· καὶ ἀσταφὶς, πλεονασμῷ τοῦ α· σταφὶς γάρ· σπάνιον δὲ τὸ σταφίς· σχεδὸν γὰρ ἡ εἰς α χρῆσις ἀσταφὶς ἔχει. Περὶ Παθῶν. Ὀστέον: Παρὰ τὸ στῶ στέον, καὶ ὀστέον, τὸ
10αἴτιον τῆς στάσεως· ἢ παρὰ τὸ ἵστημι.
10 Ὄστρακον: Παρὰ τὸ στερεὰν ἀκμὴν ἔχειν. Ὄστλιγγες: Ὄστλιγγες μαλεροῖο πυρός. Αἱ λαμπηδόνες· παρὰ τὸ ὄσσε καὶ τὴν ἴλιγγα, ὀσσίλιγγες τινὲς οὖσαι· καὶ κατὰ συγκοπήν. Ση‐
15μαίνει δὲ καὶ τρίχας, ὡς παρὰ Καλλιμάχῳ ἐν τῷ
15πρώτῳ Αἰτιῶν,
15 ἀπ’ ὀστλίγγων αἰὲν ἄλειφα ῥέει. Παρὰ τὸ ὀστοῦν εἰλεῖσθαι, ὀστοΐλιγγες τινὲς οὖσαι, αἱ περὶ τὸ ὀστέον εἰλούμεναι. Ἢ παρὰ τὰ ὀστώδη μέρη τῆς κεφαλῆς εἰλεῖσθαι καὶ συνηθροῖσθαι. Ὦρος, καὶ ἄλλοι.
20Ὀσφύς: Ῥάχις, καὶ ψύα· ὡς μὲν Ἀριστοτέλης,
20ἡ ἴση πρὸς τὰ ἄνω ἐμπεφυυῖα, ἰσόσφύς τις οὖσα· ὡς δὲ Ἀπολλόδωρος, οἱονεὶ ὀστοφυής τις οὖσα· ὀστώ‐ δης γάρ. ὀσφὺς λέγεται τὸ τρίτον μέρος τῆς ῥάχεως· ἡ γὰρ ῥάχις τρεῖς ἐπωνυμίας ἔχει· καὶ ἡ μὲν πρώτη
25καλεῖται αὐχήν· ἡ δὲ δευτέρα, ἰξύη· ἡ δὲ τρίτη,
25ὀσφὺς, οἱονεὶ ὀστοφυής. Ὀσχεός: Ὀχεύω, ὀχεός· καὶ πλεονασμῷ τοῦ ς, ὀσχεὸς, ὡς φωλεύω, φωλεός. Ὅτ’ ἂν: Τὸ ὅτ’ ἂν ἐπίρρημα οὐ δύναται εἶναι· τὰ γὰρ εἰς ΑΝ ἐπιρρήματα ἐκτείνεται. Τὸ πάμπαν
30ὀνοματικόν. Τὸ δὲ ὅτ’ ἂν, κατὰ συστολὴν, δύο μέρη λόγου εἰσὶν, ὅτε ἄν. Ὁμοίως καὶ τὸ ὁπότ’ ἂν. Ὁτέοισιν: Ἰλιάδος οʹ, Ἠμὲν ὁτέοισι κῦδος ὑπέρτατον ἐγγυαλίξει, ἠδ’ ὅτινας μινύθει·
35ἀντὶ τοῦ οἷστισι. Τὸ ὅτοισι τρισύλλαβον ἐπὶ
35τὴν πρώτην ἔχει τὸν τόνον· τὸ δὲ ὁτέοισιν, οὐκ ἔτι. Ὄτλος: Ὁ μόχθος, ἡ κακοπάθεια. Παρὰ τὸ τλῶ, τὸ κακοπαθῶ, ῥηματικὸν ὄνομα τλός· καὶ πλεο‐ νασμῷ τοῦ ο. Ἢ μετὰ τοῦ ἐπιτατικοῦ α, ἄτλος καὶ ὄτλος, ὡς ἄχθος, ὀχθήσατο.
40 Ὅτι: Ἰστέον ὅτι τὸ ὅτι πῇ μέν ἐστι σύνδεσμος αἰτιολογικὸς, πῇ δὲ ὄνομα οὐδέτερον, ὅπερ γέγονεν ἀπὸ τοῦ ὅστις ἀρσενικοῦ· τὸ θηλυκὸν, ἥτις· καὶ τὸ οὐδέτερον, ὅτι. Καὶ ὥσπερ ἐν τῷ ὅστις δύο λέξεις εἰσὶν, οὕτως καὶ ἐν τῷ ὅτι, ὅπερ ἐστὶν ἓν μέρος λόγου·
45τοῖς γὰρ πυσματικοῖς εἴωθε προσέρχεσθαι ἀναφο‐ ρικὸν μόριον τὸ ὁ· ποῖος, ὁποῖος· τίς, ὅ τις. Τὸ δὲ τὶς κοινόν ἐστι τῷ γένει, καὶ ὄνομα ἀναφορικόν. Ἐὰν δὲ ἀναδιπλασιασμὸν δέξηται τοῦτο ὅττι, μόνον ἐστὶν ὄνομα ἐν μιᾷ λέξει ἀκουόμενον, καὶ οὐκέτι

636

(50)

συμπίπτει συνδέσμῳ, ἀλλ’ ἔστιν οὐδέτερον ὄνομα. Ἰστέον ὅτι ἐπὶ μὲν τοῦ ὁποῖος καὶ τῶν ὁμοίων οὐκ ἔστι τὸ ο ἄρθρον, ἀλλὰ μόριόν τι προσιὸν τοῖς πύσμασιν· οὐδέποτε γὰρ ἄρθρον μετὰ πυσμάτων συντάσσεται· τὰ γὰρ πύσματα ἀγνοεῖ, τὸ δὲ
55ἄρθρον ἀναφέρει τὸ προεγνωσμένον.
55 Ὄτοβος: Ψόφος· διὰ τὸ ἀσαφὲς τῆς λέξεως, ἤγουν τοῦ λέγειν· ἡ διὰ τῶν ὤτων βοή. Ἡσίοδος ἐν Θεογονίᾳ, Ὄτοβος δ’ ἄτλητος ὀρώρει.

637

Ὀτραλέως: Σπουδαίως. Παρὰ τὸ τρέω, τὸ φοβοῦμαι, καὶ σπεύδω, γίνεται τρεής· καὶ κατὰ συναλοιφὴν τοῦ ε καὶ η εἰς τὸ αὐτὸ η, καὶ πλεο‐ νασμῷ τοῦ ο, ὀτρής· ἀφ’ οὗ ἐπίρρημα εἰς ΩΣ, ὀτρῶς
5καὶ ὀτρέως, ὡς εὐτυχὴς εὐτυχῶς, εὐγενὴς εὐγενῶς· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς. Ἰλιάδος γʹ, Τοὶ δ’ ὀτραλέως ἐπίθοντο. Ἔστι ῥῆμα τρῶ, τὸ φοβοῦμαι· ἐξ αὐτοῦ ὄνομα ῥη‐ ματικὸν, τρεύς· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀτρεὺς,
10ὁ ἄφοβος· τροπῇ Ὀτρεύς· ὅθεν τὸ,
10λαοὺς Ὀτρῆος καὶ Μύγδονος.
10Ἡ γενικὴ τῶν πληθυντικῶν, ὀτρέων· καὶ τὸ ἐπίρρημα ὀτρέως· καὶ ὥσπερ παρὰ τὸ κάρπιμος πλεονασμῷ τῆς ΑΛ συλλαβῆς γίνεται καρπάλιμος οὕτω καὶ ὧδε. Ὀτρηρώ:
15Ὀτρηρὼ θεράποντε.
15Δραστικοὶ, σπουδαῖοι. Παρὰ τὸ ὀτρύνω, ὀτρυρὸς,
15καὶ τροπῇ, ὀτρηρὸς, ὁ δι’ ἑαυτοῦ παρωξυμμένος πρὸς τὸ ἐνεργεῖν, ἢ δι’ ἑτέρου. Ὁ δὲ Φιλόξενος, παρὰ τὸ τρῶ τρέω γίνεται ῥηματικὸν ὄνομα τρεερὸς, ὡς σφάλλω, σφαλερός· καὶ κράσει, τρηρὸς, ὁ δειλὸς, (ἀφ’ οὗ παρώνυμον τρήρων,) μετὰ τοῦ στερητικοῦ α,
20ἀτρηρὸς, ὁ μὴ δειλὸς, ἀλλὰ δραστικὸς, καὶ ἐρρωμένος
20τὴν γνώμην· καὶ μεταθέσει, ὀτρηρός. Ὄτριχας, οἰετέας [καὶ ὄπατρας]: Οἱονεὶ ὁμοετέας καὶ ὁμοιότριχας [καὶ ὁμόπατρας]· καὶ κατὰ συγκοπὴν, ὄτριχας. Ἢ ὁμοῦ λέγει τὸ αὐτό· ὅθεν καὶ ὁμώνυμον.
25Ὀτρυγηφάγος: Τρύγη, ὁ Δημητριακὸς καρπός·
25ἐξ οὗ τρυγηφάγος· καὶ πλεονασμῷ τοῦ ο, ὀτρυγη‐ φάγος. Ὀτρύνω: Ἀπὸ τοῦ ὄρω, τὸ διεγείρω, ὀρύω,
ὀρύνω· καὶ πλεονασμῷ τοῦ τ, ὀτρύνω· σημαίνει τὸ ἐπισπεύδω καὶ παρορμῶ καὶ διεγείρω, ὡς τὸ,
30Ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσι.
30Σημαίνει καὶ τὸ παρακατασκευάζω, ὡς τὸ,
30 Αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε. Οὐκ ἔα: Τρεῖν μ’ οὐκ ἔα Παλλὰς Ἀθήνη, Ἰλιάδος εʹ. Συστέλλεται τὸ α, καὶ βαρύνεται. Τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτος ἐστὶν ἐῶ, ἐᾷς, ἐᾷ,
35μετὰ τοῦ ι· τοῦ δὲ παρατατικοῦ, εἴων, εἴας, εἴα, οὐ
35μετὰ τοῦ ι· καὶ τὸ προστακτικὸν, ἔα. Εἰ τοίνυν ἐστὶ τοιοῦτο τὸ, “τρεῖν μ’ οὐκ ἔα,” μόνον συνεστάλη τὸ α, καὶ ὁ παρατατικὸς ἐστὶν ἰσοδύναμος τῷ ἐν‐ εστῶτι· εἰ δὲ ἐνεστώς ἐστιν, ἀεὶ περισπᾶται καὶ σὺν τῷ ι γράφεται, δῆλον ὅτι πολλὰ πάθη, συστολὴ
40τοῦ α, καὶ ἐκβολὴ γίνεται τοῦ ι, καὶ μεταβολὴ τοῦ
40τόνου· εἰ μὴ ἐκδεξαίμεθα, ὅτι ἔθος αὐτῷ ταῦτα τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσω‐ πον πολλάκις διαλύειν εἰς δύο ΑΑ, ὧν τὸ μὲν πρῶτον συνεσταλμένον, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ι γραφόμενον· οἷον,
45Οὐχ ὁράᾳς οἷος κἀγώ.
45Καὶ ἐπὶ τοῦ τρίτου “ἰσχανάα δακέειν,” “ἥτ’ ἐκ‐
45περάα,”
45Οὐκ ἐάᾳ Κρονίδης.
45Τοῦτο γοῦν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι· οἷον, Τρεῖν μ’ οὐκ ἔα. Ἔνθεν καὶ συστέλλεται τὸ α καὶ βαρύνεται. Οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτα ἀποκόπτεσθαι καὶ ἄλλους

637

(50)

χρόνους, ὡς ἔχει τὸ,

637

(50)

Οὔτα κατὰ λαπάρην.

637

(50)

Εἰ δέ τις ἐπιζητῶν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περι‐

637

(50)

σπωμένων ἢ βαρυτόνων ἐπὶ τοῦ τρίτου ἀποκοπὴν οὐχ εὑρήσει, καὶ οὐδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβάνομεν. Οὔ σε ἔοικε: Τί διαφέρουσιν αἱ ἐγκλινόμεναι ἀντωνυμίαι τῶν ὀρθοτονουμένων; Διαφέρουσιν, ὅτι
55αἱ μὲν ὀρθοτονούμεναι διαστολὴν ἔχουσιν ἑτέρου
55προσώπου· οἷον, ἐμοὶ ἔδωκας, καὶ οὐκ ἄλλῳ· ἐμοῦ ἤκουσας, καὶ οὐκ ἄλλου· αἱ δὲ ἐγκλινόμεναι ἀπόλυτα πρόσωπα δηλοῦσιν, Ὥς σεο νῦν ἔραμαι.

638

Οὐ μέν πως: Τὸ μὲν ὀξύνεται· ἐπειδὴ αἱ ὀξυ‐ νόμεναι λέξεις αἱ διὰ τὴν συνέπειαν τρέπουσαι τὴν ὀξεῖαν εἰς βαρεῖαν, ἐπιφερομένου ἐγκλιτικοῦ μορίου τὴν ἰδίαν τάσιν φυλάττουσι.
5Ζεὺς δ’ ἐπεὶ οὖν·
5καὶ,
5 Ζεύς με μέγα Κρονίδης. Οὐ ἕθεν: Ἐκ τῆς οὐ ἀρνήσεως καὶ τῆς ἕθεν ἀντωνυμίας. Ἰστέον ὅτι τὸ οὔ ἑθεν χωρὶς τοῦ κ εὑρέθη, διότι ἐγκλίνεται· τὰ δὲ ἐγκλινόμενα οὐδέποτε προσλαμβάνει· οἷον, ἐμοῦ, ἤκουσέ μου. Ἄλλως δὲ,
10αἰτία μέν ἐστιν ἡ ἄρνησις τοῦ πλεονασμοῦ, ἀλλ’ οὐ δύναται λήγειν εἰς κ· οὐδέποτε γὰρ λέξις Ἑλληνικὴ εἰς ἄφωνον λήγει. Δεῖ οὖν αὐτὸ ἐπιφέρειν τῇ ἑτέρᾳ λέξει. Εἰ οὖν ἔλαβεν αὐτὸ ἐν τῷ ἕθεν, ἤμελλε φυλάττειν ἐν πλεονασμῷ, καὶ οὐκέτι ἐνεκλί‐
15νετο. Οὔ θήν μιν: Πόσοι τόνοι; Δύο. Διατί; Ἡνίκα εὑρεθῇ ἐγκλιτικὰ ἐφεξῆς ἀλλήλων κείμενα, πολλαὶ ἔσονται καὶ παράλληλοι αἱ ὀξεῖαι, Ἦ ῥὰ νύ μοι τι πίθοιο.
20Οὐχ ἅπτομαι: Πότερον ἀπὸ τῆς οὐ ἀρνήσεως
20γέγονεν, ἢ ἀπὸ τῆς οὐχί; Λέγομεν ὅτι οὐκ ἀπὸ τῆς
20οὐχὶ, οὐδὲ γὰρ ἔχει ἀπόστροφον· καὶ τοῦτο δῆλον
20καὶ ἐξ ἑτέρου ῥήματος. Οὐκ ἔρχομαι, Οὐκ ἄγω· εἰ γὰρ ἐκ τοῦ οὐχὶ αἱ συνθέσεις ἐγίνοντο, ἄτρεπτον ἂν τὸ χ ἐφυλάττετο· ψιλὴ γὰρ οὐ δύναται μετα‐ βάλλειν τὸ δασὺ εἰς ψιλὸν, ὡς τὸ, “ἀμφ’ ἐμοί·” ἡ δασεῖα δὲ μᾶλλον τὸ ψιλὸν μεταβάλλει [πρὸς δασύ].
25Προφανὲς οὖν, ὅτι ἐκ τῆς οὐ ἀρνήσεως μᾶλλον τὰ ῥήματα συντίθεται, καὶ πλεονασμῷ τοῦ κ διὰ τὴν ἐπαλληλίαν μεταβάλλεται, ὁπηνίκα δασὺ τὸ ῥῆμα, ὡς τὸ Οὐχ ὁρῶ. Ἄτοπον οὖν, εἰ τὸ μὲν Οὐκ ἄγω ἐκ τοῦ οὐ συντίθεται, τὸ δὲ Οὐχ ἅπτομαι, ἐκ τοῦ
30οὐχί· ὤφειλε γὰρ λέγεσθαι οὐχ’ ἔρχομαι. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὸ σύμφωνον προσελθὸν διὰ τὴν ἐπαλ‐ ληλίαν τῶν φωνηέντων τῇ κάτω συλλαβῇ ἀκολουθεῖ, διϊστάμενον τῆς οὐ ἀρνήσεως. Οὕτως εὗρον ἐγὼ εἰς τὰς ἀπορίας καὶ λύσεις Εὐλογίου σχολαστικοῦ.
35Οὐ: Τὸ οὐ ἐπίρρημά ἐστιν ἀρνήσεως· τὸ δὲ κ
35πλεονάζει διὰ τὴν χασμωδίαν, καὶ ὅτι ψιλὸν ψιλοῦ ἡγεῖται καὶ δασὺ δασέος, καὶ ὅτι ἡ οὐ ἄρνησις συν‐ τιθεμένη μεθ’ ἑτέρας λέξεως τῆς ἀπὸ φωνήεντος ἀρχο‐ μένης, ψιλουμένης μὲν αὐτῆς, πλεονάζει τὸ κ, ὡς τὸ, “Οὐκ ὀνοστὰ,” ἀντὶ τοῦ, οὐ μεμπτά· καὶ, “οὐκ
40ἐπιεικτὸν,” ἀντὶ τοῦ οὐχ ὑποχωροῦν τινὶ, οὐ νικώ‐
40μενον· δασυνομένης δὲ, πλεονάζει τὸ χ, ὡς τὸ, “Οὐχ οὕτως·” ἔστι δὲ ἐπίρρημα μεσότητος, ἐκ τῆς οὐ ἀρνήσεως καὶ τῆς οὗτος ἀντωνυμίας. Οὐχί: Τὸ οὐχὶ κατ’ ἐπέκτασιν ἐστὶ τῆς ΧΙ συλλαβῆς ἐκ τῆς οὐ ἀρνήσεως, ἢ κατὰ πλεονασμόν·
45τὸ δὲ οὐκὶ κατὰ πλεονασμὸν καὶ μόνον, καὶ οὐ κατ’ ἐπέκτασιν· αἱ γὰρ ἐπεκτάσεις διὰ δασέων γίνονται, καὶ οὐ διὰ ψιλῶν, οὐὶ, καὶ οὐχὶ, καὶ οὐκί· σημαίνει τὸ οὐδαμῶς. Καὶ ἔστιν ἐπίρρημα ἀρνήσεως· καὶ οἱ Ἴωνες ἀντὶ τῶν δασέων ... εἰς τὸ ὁμίχλη. Τὸ

638

(50)

δὲ οὐχὶ παράλογόν ἐστι κατὰ τόνον· ὤφειλε γὰρ βαρύνεσθαι· ἐπεὶ δὲ παραλόγως ὀξύνεται πρὸ τῆς ἐκτάσεως, τούτου χάριν καὶ μετὰ τὴν ἔκτασιν πα‐ ραλόγως ὀξύνεται. Εἰς τὸ νόσφι. Οὖας: Σημαίνει τὸ οὖς. Παρὰ τὸ αὔω, τὸ
55φωνῶ, γίνεται αὖας· καὶ τροπῇ τοῦ α εἰς ο, οὖας, τὸ τῆς φωνῆς ἀντιληπτικὸν αἰσθητήριον. Κλίνεται οὔατος, ὡς δέρας δέρατος· ἐκ δὲ τούτου γίνεται κατὰ

639

ἀποβολὴν τοῦ υ, ὄας· καὶ κατὰ κρᾶσιν, οὖς· καὶ κατὰ Δωριεῖς, ὦς. Τὸ δὲ, Ἀμφῶες νεοτευχὲς, παρὰ Θεοκρίτῳ, γίνεται οὕτως· ὡς παρὰ τὸ οὖδας
5γίνεται οὖδος, καὶ παρὰ τὸ γῆρας γῆρος, καὶ
5παρὰ τὸ κῶας κῶος, οὕτως καὶ παρὰ τὸ ὄας ὄος. Εἶτα πάλιν, ὥσπερ παρὰ τὸ εἶδος εὐειδὴς, γένος εὐγενὴς, οὕτως καὶ παρὰ τὸ ὄος γίνεται ἀμφώεις· ἀπὸ γὰρ τῶν εἰς ΑΣ οὐ γίνεται σύνθετον, ἀλλ’ ἀπὸ τῶν εἰς ΟΣ. Περὶ Παθῶν.
10Τὸ δὲ οὖς ἄκλιτόν ἐστιν, ὡς λέγει ὁ Χοιροβοσκός·
10οὐδὲν γὰρ οὐδέτερον εἰς ΟΥΣ λήγει, εἰ μὴ μόνον τὸ οὖς. Ὅθεν, ὡς μονῆρες, ἔμεινεν ἄκλιτον, ὥσπερ καὶ τὸ δέμας ἄκλιτόν ἐστιν· οὐδὲν γὰρ οὐδέτερον εἰς ΑΣ εὑρίσκεται ἔχον πρὸ τοῦ α τὸ μ· καὶ ὡς μὴ ἔχον τι μιμήσασθαι, ἔμεινεν ἄκλιτον.
15Οὐδαμῶς: Ἐπίρρημα μεσότητος· ἀπὸ τοῦ ἁμὸς
15γίνεται· ἐξ οὗ καὶ τὸ οὐδαμόθεν. Ζήτει εἰς τὸ ἀμωσγέπως. Οὐδείς: Ἰστέον ὅτι τὸ οὐδεὶς ὅτε ἰσοδυναμεῖ τῷ οὔτις, δύο μέρη λόγου εἰσὶ, τό τε οὔ, καὶ τὸ δείς· οὐδὲ γὰρ ἐστὶ σύνθετον. Εἰ γὰρ ἦν σύνθετον,
20ἤμελλε πρὸ μιᾶς ἔχειν τὸν τόνον. Πᾶν γὰρ ὄνομα
20μονοσύλλαβον συντιθέμενον ἀναβιβάζει τὸν τόνον, παῖς, εὔπαις· χθὼν, αὐτόχθων· Θρὰξ, Σαμόθραξ· χωρὶς τοῦ πτὼξ, πολυπτώξ. Δηλοῖ δὲ καὶ ἡ γενικὴ ὀξυνομένη. Εἰ δὲ ἦν ἐν συνθέσει, ἤμελλεν ἡ γενικὴ βαρύνεσθαι· πᾶσα γὰρ γενικὴ ὑπὲρ δύο συλλαβὰς
25εἰς ΟΣ λήγουσα ἀπέστραπται τὴν ὀξεῖαν τάσιν, χωρὶς τοῦ γυναικὸς καὶ θυγατρός. Λέγει δὲ ὁ Φι‐ λόπονος, ὅτι [κατὰ] τὴν γενικὴν τῶν πληθυντικῶν περισπᾶσθαι ὀφείλει, διὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ΕΣ λήγουσα δισύλ‐
30λαβος περισπᾶται κατὰ τὴν γενικὴν, ἄνδρες, ἀνδρῶν.
30Ἡ δὲ παράδοσις ἀντίκειται αὐτῷ· πάντες γὰρ οἱ ῥήτορες οὐδένων βαρύνοντες ἀναγινώσκουσιν. Αὐτοῦ δὲ τοῦ οὐδεὶς τὸ οὐδέτερον, δὲν, χωρὶς τῆς οὐ παρα‐ θέσεως, ἔχομεν παρὰ Ἀλκαίῳ ἐν τῷ ἐνάτῳ, Καί κ’ οὐδὲν ἐκ δενὸς γένοιτο.
35Ζηνόβιος.
35 Οὐδενόσωρα: Ἰλιάδος θʹ, τὰ οὐδὲ μιᾶς φροντί‐ δος ἄξια. Ὑφ’ ἓν δὲ κατὰ σύνθεσιν· εἰ καὶ σπάνιος ἡ τοιαύτη σύνθεσις ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνὸς γενικῆς, ταῦτα δὲ ποιητῶν τολμή‐ ματα αἱ ξέναι συνθέσεις· καὶ γὰρ οὐκ ἔχει τὶ
40ἕτερον μιμήσασθαι· τὸ γὰρ ἑκκαιδεκάδωρα, πρῶ‐ τον ἐστὶν ἑκκαίδεκα, καὶ οὕτω τὸ δῶρα προσελθὸν ἐγένετο ἑκκαιδεκάδωρα. Λέγει δὲ ὁ Ἡρωδιανὸς, ὅτι ἀπὸ τῆς οὐ ἀποφάσεως ἔστι καὶ τῆς δενὸς γενικῆς, καὶ τοῦ ὦρα, ἡ φροντίς. Ζήτει εἰς τὸ ὁδός.
45 Οὐδέτερον: Οὐδέτερόν ἐστι τὸ μὴ ὂν ἓν ἐκ τῶν αὐτῶν προϋποκειμένων γενῶν, λέγω δὴ τοῦ ἀρσενικοῦ καὶ θηλυκοῦ. Εἰ γὰρ εὑρίσκομεν καὶ ἀπὸ τοῦ α στερητικοῦ ἀρχόμενον, ὡς τὸ ἄφιλος, ἄσεμνος, τὶ ἄτοπον καὶ ἀπὸ τῆς οὐ ἀποφάσεως ἄρχεσθαι τοῦτο;

639

(50)

Οὐδὲ γὰρ διαφέρουσιν ἀλλήλων ἥ τε ἀπόφασις καὶ στέρησις, ὅσον κατὰ τὸ εἶναι ἄμφω ἀναιρετικά· εἴτε κατὰ ἄλλον τρόπον διαφέρουσι, καθ’ ὃ ἡ μὲν στέ‐ ρησις, ἐπιβάλλοντος (ἤγουν ἁρμόζοντος) ἐστὶν ἀτευ‐ ξία, τουτέστιν ἀποτυχία· ὡς ὅταν εἴπωμεν, ἄτεχνος
55ὁ ῥήτωρ· ἐπιβάλλει μὲν γὰρ, (ἤτοι ἁρμόζει,) αὐτὸν τὸ
εἶναι ἔντεχνον, οὐκ ἔτυχε δὲ τούτου· ἡ δὲ ἀπόφασις, ὡς ἔτυχε λαμβάνεται· δυνατὸν γὰρ λέγειν Οὐ

640

τεχνικὸς ὁ ὄνος· ἄτεχνος δὲ ὁ ὄνος, οὐ δυνατὸν λέγειν· ἐπειδὴ, ὡς εἴρηται, οὐχ ἁρμόζει τῷ ὄνῳ τὸ εἶναι τεχνικόν. Ἀμέλει ἡνίκα ἡ α στέρησις μὴ σημαίνει ἐπιβάλλοντος ἀποτυχίαν, τότε ἀντὶ ἀποφάσεως λέ‐
5γουσιν αὐτὴν εἶναι, καὶ παραλαμβάνεται ὡς ἐν τῷ
5ἀθάνατον, ἄλογον, ἀντὶ τοῦ οὐ θανατούμενον, οὐ λο‐ γικόν. Οὐδὲ γὰρ ἐστὶν ἐνταῦθα ἐπιβάλλοντος ἀτευξία· οὐ δύναται γὰρ ὁ ἀθάνατος εἶναι θνητὸς, οὐδὲ τὸ ἄλογον λογικόν. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὰ Προλεγόμενα τῶν Οὐδετέρων.
10 Σύγκειται δὲ ἐκ τριῶν μερῶν τοῦ λόγου, τῆς οὐ ἀποφάσεως, καὶ τοῦ δὲ συνδέσμου, καὶ τοῦ ἕτερον ὄνομα. Καὶ ἔστιν ἀναλογώτερον τοῦ οὐθέτερον· ὅπερ ἀπὸ τοῦ τε συνδέσμου γίνεται οὐτέτερον· καὶ διὰ τὴν δασεῖαν ἐτράπη τὸ τ εἰς θ· ὁ γὰρ ΤΕ σύν‐
15δεσμος ἀπαιτεῖ καὶ ἕτερον σύνδεσμον, Οὔτε τοῦτο,
15οὔτε τοῦτο. Ὅθεν σεσημείωται τὸ παρὰ Μενάνδρῳ, Οὐθὲν μέλει σοι, ὅτι οὐκ ἔχει ἑτέρου συνδέσμου ἐπιφοράν. Μήποτε δὲ οὐκ ἔστιν ἀπὸ τοῦ ΤΕ συνδέσμου, ἀλλ’ ἀπὸ τοῦ δὲ, κατὰ τροπὴν, οὐδέτερον, οὐθέτερον, ὡς δάσος,
20Θάσος.
20 Οὖθαρ ἀρούρης: Τὸ λιπαρώτατον καὶ κάρ‐ πιμον καὶ κάλλιστον τῆς γῆς. Οἶμαι ἀπὸ τοῦ θῶ, τὸ τρέφω ἢ θάλλω, γίνεται πλεονασμῷ τοῦ ο. Ἢ παρὰ τὸ θῶ, τὸ θηλάζω, γίνεται θάρ· καὶ πλεονασμῷ τῆς ΟΥ συλλαβῆς, οὖθαρ· σημαίνει δὲ τὸν μαζόν.
25 Οὐθέν: Ἔστιν ὄνομα δείς· καὶ ἰσοδυναμεῖ τῷ τὶς καὶ τὸ εἷς ἐνός· καὶ τὸ οὐδέτερον, τὸ ἓν, γίνεται οὐδὲ ἓν, καὶ ἐν συγκοπῇ, οὐδὲν, καὶ τροπῇ τοῦ δ εἰς θ, οὐθέν. Οὐλαμός: Τὸ πλῆθος τῶν ἀνδρῶν, ἡ τάξις,
30παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι· ὅθεν καὶ τὰς τρίχας οὐλὰς
30φασίν. Ἰστέον ὅτι οὐλαμὸς ἐστὶν τάξις συνεστη‐ κυῖα ἐκ τεσσαρακοντατεσσάρων ἀνδρῶν· φάλαγξ δέ ἐστιν ἐξ ἑκατὸν εἴκοσι ἀνδρῶν. Οὖλος: Σημαίνει τέσσαρα· τὸν ὁλόκληρον καὶ προσηνῆ, ὡς ἐν Ὀδυσσείᾳ,
35 Οὖλόν [τ’] ἄρτον ἑλὼν ἐπένειμε τραπέζῃ. Καὶ τὸν μαλακὸν, ὅθεν, Οὔλων τε ταπήτων· σημαίνει καὶ τὸν ὀλέθριον, ὡς [τὸ] οὖλος Ἄρης,
40ὁ ὀλέθριος· (παρὰ τὸ ὄλλω ὀλλύω, οὖλος) σημαίνει καὶ
40τὸν συνεστραμμένον, ὡς τὸ οὐλοκάρηνος, ἐπὶ τοῦ
40Ὀδυσσέως, παρὰ τὴν τῶν τριχῶν διαστροφήν. Ση‐
40μαίνει καὶ τὸ ὑγίαινε, ὡς τὸ,
40 Οὖλέ τε καὶ μέγα χαῖρε. οὖλον δὲ ὄνειρον, οὐκ αὐτὸν ὀλέθριον ὄντα, ἀλλὰ τὸν ἐπ’ ὀλέθρῳ πεμπόμενον. Ἢ οὖλον τὸν ὑγιῆ, ὥσπερ λέγεται οὐλὴ τραύματος. Οὔλη δ’ ἐπενήνοθε λάχνη.
45Ἁπαλὴ, ἢ τρυφερά. Καὶ πάλιν,
45Χλαίνας τ’ ἐνθέμεναι οὔλας
45Ἐνταῦθα σημαίνει τὰς συνεστραμμένας. Εἰσὶ δὲ αἱ ἑλικοειδεῖς τρίχες· παρὰ τὸ εἰλεῖσθαι· ὡς ἐξ ἐναντίας αἱ ἄλλαι τέταναι λέγονται, παρὰ τὸ τε‐ τάνθαι. Οὔλη δὲ βαρύνεται· καὶ τὸ ἀρσενικὸν αὐτοῦ.

640

(50)

Καὶ μήποτε ἀνάλογος ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις

640

(50)

πρὸς τὴν κοινὴν συνήθειαν, εἴγε ὀξύνεται τὸ ὄνομα λεγόμενον οὐλὸς ἄνθρωπος, καὶ οὐλὴ κόμη. Οὐ δέον δέ· τὰ γὰρ εἰς ΛΟΣ λήγοντα δισύλλαβα, μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον, παραληγόμενα δὲ τῷ ο, ἤτοι μόνῳ ἢ μεθ’ ἑτέρου φωνήεντος, βαρύνεται, πόλος,
55στόλος, κοῖλος, δοῦλος. Προσέθηκε δὲ, “μὴ ἔχοντα
55σύμφωνον,” διὰ τὸ μοχλός. Τὸ μέντοι θολὸς, ὀξυ‐ νόμενον, πρὸς ἀντιδιαστολήν ἐστιν. Οὐλή: Τὸ ὑγιανθὲν τραῦμα· Παρὰ τὸ οὐλῶ, τὸ ὑγιαίνω.

641

Οὖλέ τε καὶ μέγα χαῖρε. Οἱονεὶ ἡ τὴν ὅλην ἀναλαβοῦσα σάρκα. Ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ εἰλῶ, τὸ συστρέφω, γίνεται οὐλὴ, ἡ συνεστραμμένη σάρξ· τὸ γὰρ ἐναντίον, ἀπὸ τοῦ
5διελκύσαι ἕλκος λέγεται. Ἢ οὐλὴ ἡ συναχθεῖσα σὰρξ, παρὰ τὸ ἑλῶ ὁλὴ καὶ οὐλή. Οὔλιος ἀστήρ: Ἰλιάδος λʹ. Οὕτω γραπτέον, καὶ οὐχὶ αὔλιος, ὥς τινες· ἵνα σημαίνῃ τὸν φθορο‐ ποιὸν κύνα καὶ λαμπρότατον. Αὔλιος δὲ, ὁ ἕσπερος,
10ὁ εἰς ἀνάπαυσιν ἄγων τὰ ζῷα, ἀλύπιός τις ὤν.
10Ἴσως δὲ καὶ οὐδὲ τὸν τοῦ κυνὸς λέγει, ἀλλ’ ἕνα τῶν κομητῶν, διὸ καὶ φθοροποιὸς, ὁ φθορὰν προμηνύων. Παρὰ τὸ ὀλοὸς, ὃ σημαίνει τὸν ὀλέθριον, γίνεται οὖλος. Οὖλον: Ἡ συνέχουσα τοὺς ὀδόντας σάρξ.
15Ὠνόμασται δὲ διὰ τὸ τρυφερόν· οὖλον γὰρ τὸ ἁπα‐
15λόν· οἷον,
15 Οὔλας ἦκε κόμας. Ἢ παρὰ τὸ εἰλεῖσθαι περὶ τοὺς ὀδόντας· τρόπῳ γάρ
τινι τειχῶν τάξιν ἐπέχει εἰς διακράτησιν τῶν ὀδόν‐ των. Ἢ παρὰ τὸ οὐλὴν ἔχειν, ἐκ τῆς γινομένης διακοπῆς τῶν φυομένων ὀδόντων.
20Οὐλομένην:
20Οὐλομένην μῆνιν.
20Σημαίνει τὴν ὀλεθρίαν. Ἀπὸ τοῦ οὐλόμενος. Ἢ ἀπὸ τοῦ οὖλος, ὁ ὀλέθριος, γίνεται οὐλῶ οὐλήσω. Μετοχὴν δὲ εἶπεν ἀντὶ ὀνόματος. Ἀλλὰ καὶ Ἡσίοδος ἔλαβε τὴν χρῆσιν, οὐλομένην πενίην εἰπών. Ἢ ἀπὸ τοῦ ὀλῶ ὀλέσω· ἡ παθητικὴ μετοχὴ
25τοῦ θηλυκοῦ, ὀλουμένη· καὶ ὑπερθέσει, οὐλομένη. Ἢ ἀπὸ τοῦ ὄλω, τὸ ἀπολλύω· καὶ πλεονασμῷ τοῦ υ. Καὶ ἔστι μετοχὴ ἀντὶ ἐπιθετικοῦ ὀνόματος τοῦ ὀλοὴ, ὡς καὶ τοὐναντίον ἔστιν εὑρεῖν ὄνομα ἀντὶ μετοχῆς, ψάμμῳ κυανέῃ, ἀντὶ τοῦ κυανίζουσα.
30Οὐλοχύτας προβάλοντο: Κριθαί εἰσι μετὰ
30ἁλῶν μεμιγμέναι, ἃς ἐπέχεον τοῖς ἱερουργουμένοις ζῴοις πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθίας χάριν, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· “πρινὴ γὰρ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν καρπὸν, οὕτως σώας αὐτὰς ἤσθιον.” Ὅθεν ὅλας
35αὐτὰς φησὶν ὁ ποιητής.
35 Ἐκ τοῦ ὅλος, πλεονασμῷ τοῦ υ, γίνεται οὖλος ἄρτος, ὁ ὁλόκληρος· καὶ θηλυκῶς οὔλη, ἐπὶ τῶν κριθῶν. Λοιπὸν ἐκ τοῦ οὔλη καὶ τοῦ χύω γίνεται οὐλοχύτης· πρὸ τοῦ γὰρ εὑρεθῆναι τὸν Δημητριακὸν σῖτον ὁλοκλήρους τὰς κριθὰς ἤσθιον.
40 Οὑμός: Ὅτι Ἀπολλώνιος φησὶν ἐν τοῖς πνεύ‐ μασι τὴν δασεῖαν ἐπικρατεῖν, ὁ ἐμὸς, οὑμός· ἃ ἔπα‐ θον, ἅπαθον. Καὶ ὅτι φησὶ τὸ ὡπόλος δασυνόμενον καὶ ψιλούμενον συναλήλιπται. Οὕνεκα: Σύνδεσμος αἰτιολογικὸς, σχήματος
45ἁπλοῦ, ἔχει δὲ ἔννοιαν συνθέτου, ἀντὶ τοῦ οὗτινος ἕνεκα. Ἀλλὰ κανών ἐστιν ὁ λέγων, τὰ ἐν ἀνταπο‐ δόσει τοῦ τ παραλαμβανόμενα, ἁπλᾶ καθεστήκασιν· οἷον, τέως, ἕως· τόσος, ὅσος. Τὸ οὖν οὕνεκα, ἐν ἀνταποδόσει τοῦ τ παραλαμβανόμενον, λέγεται

641

(50)

τούνεκα. Τούτου χάριν ἐν ἁπλότητι καθεστήκασι Τὸ δὲ τούνεκα, σύνδεσμος ἀνταποδοτικός. Οὔπω: Ἐπίρρημα ἀρνήσεως. Συνετέθη ἐκ τοῦ οὐ ἀρνητικοῦ, καὶ τοῦ ΠΩ παραπληρωματικοῦ συνδέσμου. Οὖπις: Ἐπίθετον Ἀρτέμιδος· ἢ παρὰ τὸ ὀπί‐
55ζεσθαι τὰς τικτούσας αὐτήν· ἢ παρὰ τὴν θρέψασαν αὐτὴν Οὖπιν· ἢ διὰ τὰς ὑπερβορέας κόρας, Οὖπιν, Ἑκαέργην, Λοξὼ, ἃς ἐτίμησεν Ἀπόλλων καὶ Ἄρ‐

642

τεμις. Καὶ ἀπὸ μὲν τῆς Οὔπιδος, ἡ Ἄρτεμις οὖπις· λοξίας δὲ, καὶ ἑκάεργος, ἀπὸ τῶν ἄλλων [ὁ Ἀπόλλων]. Οὐράδιον: Εἰς τὸ γράδιον.
5Οὐρά: Κυρίως οὐρὰ λέγεται ἐπὶ τοῦ λέοντος,
5παρὰ τὸ ὄρω, τὸ διεγείρω καὶ ὁρμῶ, παρορμητική τις οὖσα, ὥς φησιν Ὅμηρος, Οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἕε δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι.
Ὀρὰ οὖν· καὶ πλεονασμῷ τοῦ υ, οὐρά.
10Οὐρανός: Παρὰ τὸ ὁρῶ, τὸ βλέπω, ὁ πᾶσιν
10ὁρώμενος, ἤτοι φαινόμενος· ἢ παρὰ τὸ οὐρῶ, τὸ φυ‐ λάττω, ὁ πάντα περιέπων, ὥς φησιν Ἡσίδος, Γαῖα δέ [τοι] πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ’, ἵνα μὶν περὶ πάντα καλύπτοι. Ὁ δ’ Ἡρακλείδης οὐρανόν φησι καὶ τὸν φύλακα
15τὸν ἐν τοῖς ἀγροῖς· ὅροι γὰρ (φησὶν) οἱ φυλάσσον‐ τες τὸ ἴδιον ἀπὸ τοῦ ἀλλοτρίου. Οὐρανίσκος: Ἢ ἡ ὅρασις ἄνω, ἢ ὁ ὁρώμενος ἄνω· ἢ ὅτι ὀρούει ἄνω. Ὑποκοριστικὸν ἐπὶ τοῦ σωματικοῦ μέρους, οἱονεὶ ὁ μικρὸς οὐρανός· ὅτι με‐
20τεωρότατός ἐστι τῆς εὐρυχωρίας· οὗτος ὁ τόπος· ἀπὸ μεταφορᾶς τοῦ ἐν ὅλῳ τῷ κόσμῳ οὐρανοῦ. Οὖρος: Σημαίνει τέσσαρα· τὸν φύλακα, ὡς τὸ, οὖρος Ἀχαιῶν,
25διὰ τὸν Νέστορα, Ἰλιάδος θʹ. Καὶ γίνεται παρὰ τὸ οὐρῶ, τὸ φυλάσσω, ὁ ἐπὶ τῶν ὁρίων τεταγμένος καὶ προορῶν. Λέγεται οὖρος καὶ ὁ φορὸς ἄνεμος, Ἰλιάδος αʹ, Τοῖσιν δ’ ἴκμενον οὖρον ἵει.
30Παρὰ τὸ ὀρούειν καὶ ὁρμῆς αἴτιον εἶναι. Λέγεται
30δὲ καὶ ὁ εὐθυντὴρ, καὶ ἡ διὰ θαλάσσης ὁδὸς, ση‐
30μαίνει καὶ τοὺς τόπους ἐν οἷς ἕλκονται αἱ νῆες, Ἰλιάδος βʹ, Οὐρούς τ’ ἐξεκάθαιρον. Καὶ γίνεται παρὰ τὸ ὀρούω ὀρούσω, ἀποβολῇ τοῦ ω, καὶ πλεονασμῷ τοῦ υ, οὐρούς· δι’ αὐτοῦ γὰρ ἐγεί‐
35ρονται καὶ καθέλκονται αἱ νῆες εἰς τὴν θάλασσαν.
35Σημαίνει δὲ καὶ τὸν ὅρον τῆς γῆς, ὡς τὸ,
35 Ἀμφ’ οὔροισι δηρ[ιάασθον]· καὶ, Ἔμμεναι οὖρον ἀρούρης. Λέγεται δὲ οὐδετέρως καὶ οὖρα τὰ ὅρια, ὡς τὸ, Ὅσσόν τ’ ἐπίουρα πέλονται
40 ἡμιόνων· καὶ,
41ὅσσα δὲ δίσκου οὖρα.
41Οὐριοδρομήσαντες: Ἀντὶ τοῦ φορῷ ἀνέμῳ
41πλεύσαντες.
41 Οὐσία: Παρὰ τὸ ἴσος ἰσία· τροπῇ τοῦ ι εἰς υ, καὶ πλεονασμῷ τοῦ ο, οὐσία. Ζήτει εἰς τὸ ἐούσης. Οὖσα: Τὰ σχοινία οἷς φέρεται η ναῦς. Παρὰ
45τὸ οἴσω, τὸ κομίσω, ὅνομα οὐδέτερον οἶσον· καὶ τροπῇ
45τοῦ ι εἰς υ, οὖσον· παρὰ Λυκόφρονι. Οὐκ ἄρα πλεονασμὸς, ἀλλὰ παραγωγή. Οὖτά με τυδέος ὑιός: Ἀντὶ τοῦ ἔτρωσέ με. Ἀπὸ τοῦ οὐτάζω, ὁ μέλλων, οὐτάσω· ὁ ἀόριστος, οὔ‐ τασα, οὔτασε· καὶ κατὰ ἀποκοπὴν, οὖτα.

642

(50)

Οὐτάμενοι: Παρὰ τὸ οὐτῶ περισπώμενον γί‐ νεται παράγωγον εἰς ΜΙ, οὔτημι· ἀφ’ οὗ ἀπαρέμφα‐ τον οὐτάναι καὶ οὐτάμεν, ἀπὸ τοῦ οὐτάμεναι, ὃ δηλοῖ τὸ τρῶσαι· τὸ παθητικὸν, οὔταμαι· ἡ μετοχὴ, οὐ‐ τάμενος. Ἢ παρὰ τὸ οὐτάζω, ὁ παθητικὸς παρα‐
55κείμενος, οὔτασμαι, οὐτασμένος· καὶ ἀποβολῇ τοῦ ς, οὐτάμενος. Προπαροξύνεται δὲ ὑπὸ Ἀριστάρχου, διὰ τὸν χαρακτῆρα· ἐπειδὴ αἱ τοιαῦται μετοχαὶ

643

προπαροξύνονται, ἱστάμενος, κιχράμενος· ὁ γὰρ ποιητὴς τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει· ἢ ὅτι καὶ ἡ ἀφαίρεσις τοῦ ς ἀναδρομὴν ἀπεργάζεται τοῦ τόνου. Εἰς τὸ ἐληλάμενος.
5Οὐτιδανός: Οὐδενὸς λόγου ἄξιος, ἐλάχιστος.
5Ἐκ τῆς οὐ ἀρνήσεως καὶ τοῦ τὶς γίνεται οὔτις, ὃ σημαίνει τὸ οὐδείς· ἡ γενικὴ, οὔτινος, οὐτιανός· καὶ πλεονασμῷ τοῦ δ. Δύο εἰσὶ σύνθετα εἰς ΟΣ, οὐ‐ τιδανὸς οὐτιδανὴ, καὶ μηδαμινὸς μηδαμινή· καὶ τὸ μὲν γίνεται παρὰ τὸ οὖτις οὔτιδος· τὸ δὲ, παρὰ τὸ
10μηδαμός. Διὸ ἀπολογούμεθα ὑπὲρ αὐτῶν, ὅτι πα‐ ρασύνθετά εἰσι, καὶ διὰ τοῦτο καὶ τὰ θηλυκὰ ἐνήλ‐ λαξε καὶ γέγονεν εἰς δύο· τὰ γὰρ κοινὰ τῷ γένει σύνθετά εἰσιν. Οὔτις: Τὸ οὐ, ἐπίρρημα· τὸ τὶς, ἀόριστον· τὸ
15δὲ οὖτις, ἐπὶ τοῦ Ὀδυσσέως, ἀντὶ ὀνόματος κυρίου
15λαμβάνεται, καὶ ἔστιν ἓν μέρος λόγου, καὶ προπερι‐ σπᾶται. Τὸ δὲ, Ἀλλ’ οὖτιν δύναμαι ἰδέειν, κατὰ συγκοπήν ἐστιν ἀπὸ τοῦ οὔτινα. Ἐπλανήθη δὲ ἐξ Ὁμήρου, οἷον,
20Οὖτιν δέ με κικλήσκουσιν.
20Ἐπεὶ οὕτω κέκληται. Παρέλαβε δὲ αὐτὸ ὡς
20κύριον, Οὖτιν ὡς Πάριν· ὁ δέ γε ᾠήθη τὸ οὔτινα
20οὖτιν. Εἴγε οὖν δύο μέρη λόγου ἦν, οὔτινα ἐγίνετο. Περὶ Παθῶν. Οὗτος: Ἀντωνυμία μονοπρόσωπος· τὸ δὲ δεικτι‐ κὸν, οὑτοσί· τὸ γὰρ οὑτοσὶ ἐκεινοσὶ καὶ ὁδὶ γίνεται κατ’ ἐπέκτασιν τοῦ ι, πρὸς ἐμφανισμὸν πλείονος
25δείξεως. Ἡ δὲ αὐτὸς, στερηθεῖσα τῆς δείξεως,
25ἐστέρηται καὶ τῆς διὰ τοῦ ι ἐπεκτάσεως. Οὗτος· καὶ ἡ κλητική, ὦ οὗτος, Ἀττικῶς. Ὁμοίως καὶ τὸ ἐκεῖνος. Ἡ δὲ αὐτὸς κλητικὴν οὐκ ἔχει· ἡ γὰρ οὗτος καὶ ἡ ἐκεῖνος ἀντωνυμίαι δεικτικαί εἰσιν· ἡ δὲ αὐτὸς ἀναφορὰν δηλοῖ· ἐναντία δὲ ἡ δεῖξις τῇ ἀνα‐
30φορᾷ.
30Τὸ οὑτοσὶ, παραγωγὴ ἀντωνυμίας, καὶ οὐ πλεο‐
30νασμός. Αἱ τοιαῦται γὰρ ἀντωνυμίαι ἐπεκτάσεως καὶ οὐ πλεονασμοῦ.
Οὕτω: Ἐπίρρημα μεσότητος. Οὐκ ἔστι γὰρ ἀπὸ τῆς γενικῆς, σεσημειωμένον· ἀλλ’ ἀπὸ εὐθείας γίνεται. Εἰ γὰρ ἀπὸ τῆς γενικῆς, ὤφειλεν εἶναι
35τούτως, καὶ ἐκ τοῦ εἰπεῖν καὶ τὸν τεχνικὸν, “τὸ δὲ ὣς, ὀξύνεται, ἐπεὶ ἀπὸ τοῦ ὃς γέγονε, καὶ τὰ ὅμοια.” Καὶ ὅτε μὲν ἐπιφέρεται σύμφωνον, ἐξέρ‐ χεται τὸ ς· ὅτε δὲ φωνῆεν, φυλάττεται τὸ ς. Ἔστι δὲ τὸ οὕτως ἀναλογώτερον τοῦ οὕτω· ἐπειδὴ
40τὰ ἀπὸ τριγενῶν ὀνομάτων γινόμενα μεσότητος ἐπιρ‐
40ρήματα εἰς ΩΣ λήγειν ὀφείλει· ὅταν δὲ μὴ τριγενῆ ᾖ, εἰς ω λήγει, κύκλος, κύκλῳ. Ἴδωμεν οὖν, εἰ τοῦτο τριγενές· οὗτος, οὗτοι, αὗται, ταῦτα· οὕτως ἄρα τὸ ἀνάλογον· τὸ δὲ οὕτω, κατ’ ἔλλειψιν. Ὄφελες: Ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φε‐
45ρόμενον. Γράφεται καὶ μέγα καὶ μικρόν. Καλ‐ λίμαχος δὲ, ἐπίρρημα εὐκτικόν, Ὤφελε μηδ’ ἐγένοντο θοαὶ νῆες. Ὄφελον: Κανών ἐστιν ὁ λέγων, ὅτι τὸ ὄφελον ἀδιάπτωτόν ἐστι ἀπαρεμφάτῳ συντασσόμενον, καὶ

643

(50)

οὐκ ἄλλῃ τινὶ ἐγκλίσει. Σημαίνει δύο· ἔστιν εὐχῆς

643

(50)

σημαντικὸν, καὶ ῥῆμα. Ὄφελος: Ἄκλιτόν ἐστι· τὰ γὰρ διὰ τοῦ ΕΛΟΣ ὑπὲρ δύο συλλαβὰς οὐκ εἰσὶν οὐδέτερα· τὰ γὰρ διὰ τοῦ ΕΛΟΣ οὐδέτερα δισύλλαβά εἰσι. Τοῦτο οὖν, ὡς μὴ ἔχον τι μιμήσασθαι, ἔμεινεν ἄκλιτον.
55 Ὀφέλλω: Σημαίνει τὸ αὔξω· διαβάλλω· ἐξ οὗ πλεονασμῷ τοῦ ι γίνεται ὀφείλω· ὅθεν καὶ ὀφεί‐ λημα τὸ αὐξανόμενον ἐν τῷ τόκῳ δάνειον.

644

Ὀφελτρεύω: Ὀφελτρεύουσι κοσμοῦσαι πέδον, Λυκόφρων. Σημαίνει τὸ καλλύνουσιν. Ὀφειλή: Σημαίνει τὸ χρέος. Γίνεται παρὰ τὸ
5ὀφείλω· σπανίως δὲ εὕρηται ἐν χρήσει· εὑρίσκεται
5δὲ παρὰ Ξενοφῶντι ἐν τοῖς Περὶ Πόρων. Ὄφις: Παρὰ τὸ ὄπτω, τὸ βλέπω· ὀπτικὸν γάρ· ὅτι κοιμώμενον ἀνεῳγμένους ἔχει τοὺς ὦπας· ἢ παρὰ τὸ ἰός· ἐν ὑπερθέσει, ὄϊς· καὶ πλεονασμῷ τοῦ φ. Ὡς δὲ παρὰ τὸ φύσις γίνεται φυσικός· μάντις,
10μαντικός· οὕτως ὄφις ὀφικὸς, καὶ ὀφιακὸς κατὰ πλεονασμὸν τοῦ α. Συνεξηκολούθησε γὰρ τῷ θη‐ ριακός. Ὄφλω: Σημαίνει τὸ χρεωστῶ· καὶ γίνεται κατὰ συγκοπὴν ἀπὸ τοῦ ὀφείλω· ὅθεν καὶ βαρύνεται.
15Ὄφλειν, ὀφείλειν, ἐκ καταδίκης χρεωστεῖν.
15 Ὀφθαλμοί: Ὄνομα προσηγορικόν· γίνεται παρὰ τὸ ὄπτω καὶ τὸ ἅλλομαι, τὸ πηδῶ, ὀπταλμὸς καὶ ὀφθαλμὸς, δι’ οὗ ἅλλεται τὸ ὁρατικόν. Ἢ ἀπὸ τοῦ παρέχειν ἅπαντα ὀφθῆναι· ἢ ὀφθαλλοί τινες,
κατὰ τροπὴν τοῦ ἑνὸς λ εἰς τὸ μ, ἐξ ὧν ἀνάλλεται ἡ
20ὄψις. Ἢ ὀπῶν θάλαμοι ὄντες, κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ π εἰς φ. Ἢ ὅρασις θολουμένη ὠμῶς, τουτέστι χαλεπῶς. Ὀφθαλμιῷεν: Ἀντὶ τοῦ ὁρῶντες ζηλῷεν καὶ ἐπιθυμοῖεν τῶν αὐτῶν.
25Ὄφρα: Τὰ ἐπιρρήματα συνεμπεσόντα συν‐
25δέσμοις οὕτως διακρίνονται· εἰ μὲν ὑποτακτικὸν ἐπι‐ φέρεται, σύνδεσμός ἐστιν, ἀντὶ τοῦ ὅπως· ὡς τὸ, Ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ. Ἰλιάδος βʹ. (δʹ.) εἰ δὲ ὁριστικὸν ἐπιφέρεται, ἔστιν ἐπίρρημα, ὡς τὸ,
30Ὄφρα μὲν ἠὼς ἦν,
30ἀντὶ τοῦ ἕως, Ἰλιάδος θʹ.
30 Ὀφρῦς: Παρὰ τὸ φέρω φορῦς, καὶ ἐν ὑπερ‐ βιβασμῷ, ὀφρῦς. Ἢ ἀπὸ τοῦ φέρω, συγκοπῇ, φρῶ, φρῦς καὶ ὀφρῦς. Ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ὁρῶ ὁρῦς, πλεονασμῷ τοῦ φ· οἱ δὲ, παρὰ τὸ ὄπτω, ὦφα, ὀφῦς καὶ ὀφρῦς, πλεονασμῷ τοῦ ρ. Ἢ ὠπορύες, ἢ
35μᾶλλον ὠπόφρυες τινὲς ὄντες, οἱ τοὺς ὦπας ἢ τὴν ὄπα φρουροῦνται ἀπό τε τῶν ὄμβρων καὶ τῶν κατα‐ φερομένων ἱδρώτων, ὡς μὴ ἐπ’ αὐτοὺς φέρεσθαι. Ἢ ὠποφρύες τινὲς ὄντες, κατὰ συγκοπὴν, καὶ πλεο‐ νασμῷ τοῦ ρ, οἱ ἐπὶ τῶν ὠπῶν φυόμενοι. Ἢ
40ὠποροφύες τινὲς ὄντες, οἱ ὄροφοι τῶν ὠπῶν· δηλοῖ δὲ
40ἡ λέξις καὶ τὴν προβολὴν ὁτουδήποτε τόπου καὶ τῶν ὀρέων καὶ τῶν ὄψεων ἡμῶν· ἢ κατὰ τὸν ὅρον ἡμῶν τῶν ὄψεων. Ὀφρυάζειν: Λέγεται τὸ ταῖς ὀφρύσι νεύειν· ἀπὸ τῆς ὀφρύος, ὀφρυάζω.
45Ὄχ’ ἄριστος: Σημαίνει τὸν ἔξοχον, ἢ ἐξόχως
45ἔνδοξον. Γίνεται ἀπὸ τοῦ ἐξέχω, ἔξοχος· τὸ οὐδέ‐ τερον, ἔξοχον· ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἔξοχα· καὶ ἀφαιρέσει τῆς ἐξ προθέσεως, ὄχα. Ἔστι δὲ ἐπίρ‐ ρημα ὀνοματικόν. Ὀχετοκράνια: Τὰ κηλώνεια, ἢ ἐκχύσεις αἱ

644

(50)

λεγόμεναι τῶν μηχανημάτων. Εἰσὶ δὲ αὗται ξύ‐

644

(50)

λιναι ἢ κεραμέαι. Οἱ δὲ φασὶ τοὺς ὑπονόμους καὶ τοὺς ὑπὸ τὴν γῆν ὀχετούς. Ὄχανον: Ὁ δεσμὸς καὶ ὁ λῶρος, ἐξ οὗ ἀπο‐ κρέμαται ἡ ἀσπίς. Γίνεται δὲ παρὰ τὸ ἔχω, ὃ σημαίνει τὸ κρατῶ, ἔχανον καὶ ὄχανον.
55Ὀχεύς: Ὁ συνέχων καὶ συσφίγγων τὴν περι‐
55κεφαλαίαν ἱμάς· ἀπὸ τοῦ συνέχειν· παρὰ τὸ ἔχω ὀχεύς. Σημαίνει δὲ καὶ τὸν τῆς θύρας μοχλὸν, ἀπὸ τῆς αὐτῆς ἐννοίας. Λέγουσι δὲ καὶ ζωστῆρος ὀχῆας, τὴν τοῦ θώρακος ζώνην.

645

Ὄχεσφιν: Δεῖ γινώσκειν, ὅτι τὸ ὄχεσφιν καὶ ὄρεσφιν ὁ μὲν Δίδυμος λέγει γεγονέναι ἀπὸ τῆς ὄχεσι καὶ ὄρεσι δοτικῆς τῶν πληθυντικῶν, κατ’ ἐπένθεσιν τοῦ φ· ὁ δὲ Τρύφων ἐναντιοῦται αὐτῷ,
5λέγων ὅτι οὐ δύνανται ἀπὸ δοτικῆς γενέσθαι, ἐπειδὴ γενικῆς σημασίαν ἐπέχουσι· τὸ γὰρ ΚΑΤ’ ὄρεσφιν, ἀντὶ τοῦ ἐκ τοῦ ὄρους· καὶ τὸ ὄχεσφιν, ἀντὶ τοῦ ἐκ τοῦ ἅρματος. Σχηματίζει δὲ αὐτὰ
οὕτως· ὥσπερ ἀπὸ τοῦ θεόφαντον γίνεται θέσφατον,
10τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τῆς ὄρεος καὶ ὄχεος γενι‐
10κῆς γίνεται ὀρέοσφι· καὶ κατὰ συγκοπὴν τοῦ ο, καὶ πλεονασμῷ τῆς ΦΙ συλλαβῆς. Οὕτως Ἡρωδιανός. Ὀχεῖον: Ἀντὶ τοῦ ὄχημα· ἢ καὶ τόπος εἰς ὀχείαν ἐπιτήδειος. Ὄχος: Σημαίνει τὸ ἅρμα· καὶ γίνεται ἐκ τοῦ
15ἔχω, τὸ ἐλαύνω. Ἐξ αὐτοῦ ῥῆμα ὀχῶ ὀχήσω· ὅθεν ὄνομα ῥηματικὸν, ὄχημα· σημαίνει δὲ τὸ ἅρμα. Ὄχθαι: Τὰ χείλη τοῦ ποταμοῦ τὰ ἐξέχοντα· παρὰ τὸ ἔχω ὄχος· τὸ θηλυκὸν, ὄχη· καὶ πλεονασμῷ τοῦ θ, ὄχθη. Σημαίνει καὶ τὸ ἀνάστημα τῆς γῆς,
20ὡς τὸ,
20 Αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ’ ὄχθῃ. Εἴρηται δὲ ἀπὸ τοῦ ἐξέχειν. Ὄχθωβος: Τὸ λῶμα τὸ γυναικεῖον ὑπὸ Ἀττι‐ κῶν ὄχθωβος λέγεται. Ὀχθήσας: Δεινοπαθήσας, στενάξας· παρὰ τὸ
25ἄχθω βαρύτονον· ἀφ’ οὗ περισπώμενον, ἀχθῶ· καὶ ὀχθήσας, κατὰ τροπὴν τοῦ α εἰς ο· σημαίνει δὲ καὶ τὸ μετεωρισθεὶς τὴν ψυχὴν, ἀπὸ τῶν ὄχθων, οἳ ἀνα‐ στήματά εἰσι τῶν ποταμῶν. Ὄχλος: Παρὰ τὸ χλῶ ῥῆμα, ὄνομα κατ’ ἐπέν‐
30θεσιν τοῦ ο, ὄχλος· ἔνθεν καὶ τὸ παρὰ Πινδάρῳ ἐν Ὀλυμπιονίκαις, Τριπλόος ὁ κεχλαδώς. Ἀντὶ τοῦ ὁ πληθύων. Ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ ἔλλω, τὸ συστρέφω, πλεονασμῷ τοῦ χ, ἔχλω· ἀφ’
35οὗ ῥηματικὸν ὄνομα ὄχλος, ὁ συνεστραμμένος λαός. Ὀχλίζω: Σημαίνει τὸ κινῶ· ἔνθεν καὶ μοχλὸς, ὁ μὴ ἐῶν κινεῖσθαι τὰς θύρας. Ὄχλος δὲ σημαίνει τὴν ὄχλησιν καὶ τὸ πλῆθος. Ὀχμάζω: Σημαίνει τὸ κατέχω. Ἐκ τοῦ ἔχω,
40τὸ κατέχω, παράγωγον ἐχάζω, ὡς κύπτω κυπτάζω,
40προσθήκῃ τοῦ μ, καὶ τροπῇ τοῦ βραχέος εἰς βραχύ. Ἢ ἐκ τοῦ ἔχω ὀχμὸς ὀχμάζω, ὡς πλέκω πλοχμός. Ἢ ἔστιν ἔχω, τὸ κρατῶ· ὁ μέλλων, ἕξω· ὁ παθη‐ τικὸς παρακείμενος, εἶγμαι· ἐξ αὐτοῦ ὄνομα, ὀχμὰς ὀχμάδος· καὶ ἐκ τούτου ὀχμάζω· ὁ μέλλων, ὀχμάσω.
45ὁ ἀόριστος, ὤχμασα· ἡ μετοχὴ, ὀχμάσας· σημαίνει δὲ τὸ κρατήσας καὶ κόψας. Ὄχνη: Ἡ ἀχράς. Ἔστι δὲ εἶδος φυτοῦ, οἱονεὶ ἀχόη τὶς οὖσα, διὰ τὸ μὴ ποτίζεσθαι, ἄχη καὶ ὄχνη κατὰ πλεονασμόν. Ἢ παρὰ τὸ ἄγχειν, ὡς

645

(50)

τραχεῖα οὖσα. Ἔστι δὲ καὶ ἄλλη ἑτέρα, ἥτις καὶ ἄπιος καλεῖται, οἱονεὶ ἡ ἥκιστα πίνουσα. Ὀψίς: Ὡς μὲν Ποσειδώνιος, παρὰ τὸ ἅπτω ἅψω, ἁψίς τις οὖσα, ἡ φῶς ἐμποιοῦσα καὶ καταυγά‐ ζουσα τῶν ὑποκειμένων ἕκαστα, ὡς πῦρ· ὡς δέ τινες,
55παρὰ τὸ ἅπτω, τὸ συνάπτω, ἁψὶς καὶ ὀψὶς, ἢ διὰ τῶν ὁρατῶν ψαῦσιν ποιουμένη πρὸς κατανόησιν. Ἢ παρὰ τὸν ὄψω μέλλοντα.

646

Ὀψία: Οἱονεὶ ἑψία τις οὖσα· παρὰ τὸ ἕπω ἕψω, τὸ ἀκολουθῶ, ἡ ὄπισθεν ἰοῦσα καὶ ἐπακολουθοῦσα ἀπὸ τῶν ἔργων. Ὅθεν καὶ πρωΐα, τὸ ἐναντίον
κατάστημα.
5Ὀψέ: Ἐπὶ τῆς ἑσπέρας· παρὰ τὸ τὴν ὥραν
5ἐπιτηδείαν εἶναι εἰς τὸ ἂψ ἰέναι οἴκαδε, τροπῇ τοῦ α εἰς ο, ὀψέ. Εἴρηται δὲ καὶ ἐπὶ τοῦ βραδὺ καὶ μετὰ πολὺν χρόνον· οἶον, Ὀψὲ δὲ δὴ μετέειπε γέρων. Ἐκ δὲ τοῦ ὀψὲ γίνεται κατὰ μεταπλασμὸν ὄψι
10βαρύτονον· τὰ γὰρ εἰς ι λήγοντα ἐπιρρήματα ....
10Ζήτει εἰς τὸ νόσφι. Τὸ δευρὶ δὲ καὶ νυνὶ μακρὸν ἔχει τὸ ι. Παρὰ τὸ ὄψι καὶ τὸ τελεστὸν γίνεται ὀψιτέλεστον, ὡς ἀπὸ τοῦ γόνος ὀψίγονος, καὶ ἀπὸ τοῦ ἔμαθον καὶ τοῦ ὀψὲ ἐπιρρήματος, τοῦ σημαί‐ νοντος τὸ βραδὺ, (ὅπερ ἐστὶ καιροῦ παραστατικὸν,)
15γίνεται ὀψιμαθής.
15Ὄψον: Σημαίνει τὸ προσφάγιον. Ἐκ τοῦ
15ὀπτῶ ὄπτον· τροπῇ τοῦ τ εἰς ς, καὶ κράσει τοῦ ΠΣ εἰς ψ, ὄψον· καὶ ὀψάριον, παρὰ τὸ ὄψον αἴρεσθαι ἐκ τῆς θαλάσσης· καὶ ὥσπερ παρὰ τὸ οἰκία γίνεται οἰκίδιον, καὶ γωνία γωνίδιον, οὕτω καὶ παρὰ τὸ ὀψά‐ ριον ὀψαρίδιον.
20Ὀψείοντες: Εἰς τὸ κακκείοντες. Τὸ δὲ,
20 Ὄψεσθε Τρῶες καὶ Τρωάδες Ἕκτορα, ἐνεστῶτα εἶναι φησὶν Ἡρωδιανὸς, ἀπὸ τοῦ ὄψομαι γινόμενον μέλλοντος. Οὐ γὰρ μαντεύεται, αὐτός φησίν· ἀλλ’ ἀντὶ τοῦ ἴδετε. Καὶ πάλιν, Ἀλλ’ ὄψεσθε ἵν’.
25Οὐκ ἔστι δὲ οὕτως, ἀλλὰ μᾶλλον μέλλοντός ἐστιν ἡ
25σημασία· οὐ γὰρ παροῦσι καὶ ὁρῶσι τὸν Ἕκτορα λέγει ἡ Κασάνδρα· ὄψεσθε γὰρ (φησὶ) προσιόντες. Ὥστε εἰς θέαν αὐτοὺς προσκαλεῖ· ὡς τὸ, Ἀλλ’ ὄψεσθ’ ἵνα τώγε καθεύδετον, προσκαλεῖται τοὺς θεοὺς εἰς θέαν, ὡς ἂν εἴ τις λέγοι,
30Δεῦτε καὶ ἀκούσεσθε· Δεῦτε καὶ ὄψεσθε. Ἢ ὅτι
30οὐδὲ τὸ ψ ἐστὶ χαρακτηριστικὸν τοῦ ἐνεστῶτος. Οὐκ ἄρα ἐστὶν ἐνεστὼς, ἀλλὰ μέσος ἀόριστος πρῶτος ὄψαι ὀψάσθω, ὄψασθε ὀψάσθωσαν. Οὕτως Ζηνό‐ δοτος.
34tπ.
35πῖ τὸ στοιχεῖον, παρὰ τὸ παίω· ὁ γὰρ τούτου φθόγγος ὡσεὶ παίοντος καὶ κρούοντος ἦχος ἐστί. Πᾶα: Τὸ πᾶα, ὡς λέγει Ἡρωδιανὸς Περὶ Παθῶν, ἀπὸ τοῦ πᾶσα γίνεται. παγασαῖος λέγεται ὁ Ἀπόλλων ἀπὸ Παγάσης.
40Ἔστι δὲ τόπος τῆς Θεσσαλίας καὶ πόλις, παρὰ τὸ ἐκεῖ τὴν Ἀργὼ πεπῆχθαι. Ἡσίοδος ἐν Ἀσπίδι, Πᾶν δ’ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου.
Παγίς: Παρὰ τὸ πήσσω, τὸ πηγνύω, πηγὶς καὶ παγίς. Λέγεται καὶ πάγη δίκτυον ἢ θηρατικὸν
45ὄργανον τετράγωνον.
45 Παγιωθείς: Ἑδραιωθεὶς, βεβαιωθείς· ἀπὸ τοῦ παγιῶ· τοῦτο, παρὰ τὸ πάγιος· τοῦτο, παρὰ τὸ πήσσω, πήξω· ὅθεν καὶ τὸ ἐπάγην· καὶ ἡ μετοχὴ, παγείς. Ἐκ τοῦ ἔπαγον γίνεται πάγιος, ὁ πε‐ πηγμένος.
51 Πάγουροι: Οἱ καρκίνοι· παρὰ τὸ οὐρεῖν καὶ φυλάττεσθαι ἐν τοῖς πάγοις. Πάγοι δέ εἰσιν οἱ κρημνώδεις τόποι, παρὰ τὸ πεπῆχθαι εἰς ὕψος. Καταστρέφει δὲ εἰς τὸ διατρίβειν ἐν τοῖς πάγοις,
55ὡς τὸ,
55 δυσκηδέα νύκτα φυλάξω· ἀντὶ τοῦ διατρίψω.

647

Πάγχυ: Τὸ παντελῶς σημαίνει· γίνεται δὲ παρὰ τὸ πάνυ, κατὰ πλεονασμὸν τοῦ χ. Παγκρατιαστής: Ἀθλητὴς, πύκτης· καὶ πυγμὴ, ἀγὼν καὶ ἄθλησις.
5 Παλαιός: Παρὰ τὸ πάλαι ἐπίρρημα· καὶ πα‐ λαιὸν, παρὰ τὸ ἔκπαλαι εἶναι. Τὰ δὲ εἰς ΑΙ λή‐ γοντα ἐπιρρήματα, ὧν σχετλιαστικά εἰσι τὰ πλείω, διὰ τῆς ΑΙ διφθόγγου γράφεται, παπαὶ, βαβαὶ, οὐαί. Οὕτως οὖν καὶ πάλαι. Τὸ ΛΑΙ, βραχύ.
10Διατί; Ἰστέον γὰρ, ὅτι ἡ ΑΙ καὶ ΟΙ δίφθογγος ἐν τοῖς εὐκτικοῖς καὶ ἐν τοῖς ἐπιρρήμασι τέλειαι λογί‐ ζονται μακραὶ, πλὴν τοῦ πάλαι· ἐξ οὗ καὶ τὸ πρό‐ παλαι καὶ ἔκπαλαι. Παλαιφάτου: Παλαιφαμένης, ἀντὶ τοῦ τῆς
15πάλαι τετμημένης δρυός· ἢ τῆς ἐκ παλαιῶν χρόνων
15πεφημισμένης, ὡς ἀνθρώπων γεννητικῆς ὑπαρχούσης· μυθολογεῖται γὰρ, ὅτι οἱ πάλαι ἄνθρωποι ἐκ δρυῶν καὶ λίθων ἐγένοντο· οἷον, Οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου. Παλαίμων: Ἐκ τοῦ πάλη (ὃ σημαίνει τὴν
20παλαίστραν) γίνεται καὶ τοῦ αἴμων, τουτέστιν ὁ ἔμπειρος τῆς παλαιστικῆς. Παλαίω: Παρὰ τὸ πάλλω, τὸ σείω· ἢ ἀπὸ τῆς παλάμης. Παλαιστίνη: Ἀπὸ τοῦ πάλαι ἐπιρρήματος.
25Παλαιστή: Σημαίνει τὴν τῶν τεσσάρων δακτύ‐
25λων ὀρδινιαίαν σύνθεσιν, πελαστή τις οὖσα· ὅτι
25πέλας συνάγει τὰ ὀστᾶ, τουτέστι πλησίον ποιεῖ τοὺς δακτύλους. Παρὰ τὸ πελάζειν οὖν τὰ ὀστᾶ, παλαιστή. Ἔστι δὲ τετραδάκτυλον μέτρον. Λέ‐ γεται καὶ δόχμη, ὅτι πλαγίᾳ τῇ χειρὶ μετροῦμεν. Ποιεῖ δὲ ἀπὸ τοῦ μεγάλου δακτύλου πρὸς τὸν λιχα‐
30νὸν ἄκρον δακτύλους δέκα· ἡ δὲ σπιθαμὴ ἔχει δόχμας τρεῖς, οἷον παλαιστὰς τρεῖς, δακτύλους δὲ δώδεκα, ὡς ἐχούσης τῆς δόχμης δακτύλους τρεῖς· ὁμοίως καὶ
τῆς παλαιστῆς. Ἀπὸ δὲ τοῦ μικροῦ δακτύλου διϊσταμένων τῶν δακτύλων ἕως τοῦ ἀντίχειρος, λέγεται
35σπιθαμὴ, παρὰ τὸ ἀποσπασμὸν ποιεῖν, διὰ τὸν ἀπο‐ σπασμὸν τὸν ἀπὸ τοῦ μεγάλου δακτύλου τοῦ ἀντί‐ χειρος, πρὸς τὸ τοῦ μικροῦ ἄκρον· ὡς δὲ Χρύσιππος, διὰ τὸ σπᾶσθαι τὴν ὅλην χεῖρα. Καὶ παλαιστὰς ἐν τῷ ληʹ ψαλμῷ ἀντὶ τοῦ μετρητάς. Γίνεται ἀπὸ
40τοῦ παλαίω.
40 Παλάμη: Ἐκ τοῦ πάλλω, τὸ κινῶ· ὁ παθητικὸς παρακείμενος, πέπαλμαι· καὶ ἐξ αὐτοῦ παλάμη, δι’ ἧς ἡ χεὶρ κινεῖται. Εἰς τὸ παλιμπετές. Παλαμναῖος: Ὁ τοὺς αὐτοχειρὶ φονεύσαν‐ τας τιμωρούμενος, Ζεὺς παλαμναῖος. Λέγε‐
45ται καὶ ἐν Χαλκίδι καὶ ἀσπὶς δέ τις τῶν θη‐ ρίων παλαμναία καλουμένη. Καὶ ὁ ἐχθρὸς δὲ καὶ πολέμιος παλαμναῖος καλεῖται, ὁ διὰ χειρῶν κατα‐ γωνιζόμενος τὴν μάχην, παρὰ τὴν παλάμην. ΠΑΛΑ‐ μναῖος, φονεὺς, ἀντίθετος τῷ θεῷ, μεμιασμένος,

647

(50)

πικρὸς, φόνιος, σοβαρός. Παλαμᾶσθαι γὰρ οἱ Ἀττικοὶ τὸ διὰ χειρὸς ἐργάζεσθαι. Γίνεται πάλα‐ μνος, καὶ παλαμναῖος ἐξ αὐτοῦ. Παγγενῆ: Ἐπίρρημα μεσότητος· μετεβλήθη δὲ ἐξ αἰτιατικῆς πτώσεως εἰς ἐπίρρημα· ὁ παγγενὴς,
55τοῦ παγγενοῦς, τὸν παγγενῆ· παρὰ τὸ πᾶν καὶ τὸ γένος. Πάλη: Ἀπὸ τῆς Παλαίστρας θυγατρὸς Παν‐ δόκου οἰκοῦντος ἐν τριόδῳ, καὶ τοὺς καταγομένους

648

παρ’ αὐτῷ ἀναιροῦντος· ὃν Ἑρμῆς καταχθεὶς ἐφό‐ νευσεν ὑποθήκῃ τῆς Παλαίστρας· ἀφ’ οὗ καὶ τὰ τῶν ξένων καταγώγια πανδοκεῖα λέγουσιν. Ἢ ἀπὸ τῆς κόνεως, ᾗ χρῶνται οἱ ἀγωνιζόμενοι. Πάλιν δὲ
5μεταφορικῶς ἀπὸ τῶν πυρίνων ἀλεύρων ἢ κριθίνων. Οὕτω γὰρ καλοῦσι τὴν διαλυομένην γῆν. Καὶ Ὅμηρος, ἐπάλυνε, διέλυσε καὶ ἔθρυψε· χαύνην γὰρ αὐτὴν ἀπὸ τῆς χιόνος συμβαίνει γίνεσθαι. Ἢ ἀπὸ τοῦ παλεύειν, τὸ θηρᾶν, τι τῶν τοῦ ἀντιπάλου μερῶν,
10δι’ οὗ δυνήσεται αὐτὸν ἀνατρέψαι. Τινὲς δὲ ἀπὸ τοῦ βάλλειν καὶ ὡσανεὶ μεσολαβεῖν, βάλην τινὰ οὖσαν. Παλάσσετο δ’ αἵματι θώρηξ, Ἰλιάδος εʹ, ἀντὶ τοῦ ἐμολύνετο, ἐβρέχετο. Ἀπὸ
15τοῦ πάλλω, τὸ βρέχω, γίνεται παλάσσω· σημαίνει τὸ
15μολύνω. Τὸ δὲ πάλλω, παρὰ τὸ ἅλλω, τὸ πηδῶ· ἐν γὰρ τῇ βροχῇ ἅλλονται τὰ ἐκ τῆς γῆς ὕδατα. Πάλη: Ἤτοι ἀπὸ τῶν παλμῶν, ἢ ἀπὸ τοῦ πάλ‐ λεσθαι τὸ σῶμα, ἢ ἀπὸ τοῦ καταπάσσεσθαι τὸ σῶμα τῇ κόνει.
20Πάλιν: Σημαίνει τρία· τὸ εἰς τοὐπίσω, ὡς τὸ,
20Χειρὶ πάλιν ἐρύσας’·
20καὶ τὸ ἐκ δευτέρου, ὡς τὸ,
20 Οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμός. Σημαίνει καὶ τὸ ἐξεναντίας, ὡς τὸ, Οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται, οὐδὲ πάλιν ἐρέει. Παλίσκιον: Τὸ ὑποσκιαζόμενον ὑπ’ ἄλλου.
25 Παλινάγρετον: Παλισύλλεκτον, εἰς τοὐπίσω ληπτόν· ἐξ οὗ ψευδὲς, ἢ μεταμελητόν. Παλίνορσος: Παρὰ τὸ ὄρω γίνεται ῥηματικὸν ὄνομα ὀρτὸς, καὶ παλίνορτος. Ἐχρῆν διὰ τοῦ τ γράφεσθαι, οὐχὶ διὰ τοῦ ς· ἵν’ ᾖ, ὁ πάλιν ἀνωρμη‐
30μένος. Σημαίνει δὲ τὸ ὀπισθόρμητος. Ἐκ τοῦ πάλιν, τοῦ σημαίνοντος τὸ εἰς τοὐπίσω, καὶ τοῦ ὄρσω Αἰολικοῦ μέλλοντος. Παλινορμένω: Ἰλιάδος λʹ. Τυραννίων δύο μέρη λόγου ποιεῖ· ὁ δὲ Ἑρμαπίας σύνθετον ἐκδέ‐
35χεται, καὶ Ἀρίσταρχος, ἀντὶ τοῦ ὄπισθεν ὁρμῶντες,
35ὡς παλιμπλαγχθέντες καὶ εὐρυκρείων. Σημαίνει δὲ τὸ ὑποστρέψαντες καὶ παλινδρομήσαντες. Κρεῖττον δὲ τὸ πρῶτον. Παλινωιδία: Ὠιδὴ τῇ προτέρᾳ ἐναντία· ἢ δόγμα ἀνόμοιον τοῖς πρῴην· οἷον,
40 Ἀλλὰ πειράθητι κατὰ Στησίχορον παλινῳδίαν, ᾆσαι. παλίωξις λέγεται, ὅταν οἱ διωκόμενοι εἰς τοὐ‐ πίσω στραφέντες τοὺς πρῴην διώκοντας ἐλαύνωσι. Γίνεται ἐκ τοῦ πάλιν καὶ τοῦ δίωξις, παλινδίωξις· κατὰ ἀποβολὴν τοῦ ν καὶ τοῦ δ, καὶ κράσει τῶν δύο
45ΙΙ εἰς ι μακρὸν, παλίωξις. Σημαίνει δὲ τὴν ἐκ δευτέρου δίωξιν καὶ φυγὴν τοῖς ἐναντίοις· ἢ τὴν ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξιν· ὅταν οἱ πρότερον φεύγοντες ὕστερον πάλιν αὐτοὶ διώκωσι θαρρήσαντες. Ἰλιάδος μʹ.

648

(50)

Παλιγκάπηλος: Ὁ μεταβολεὺς, ὁ τὸ αὐτὸ

648

(50)

ἀγοράζων καὶ πωλῶν. Παλίμφημα: Δύσφημα κακὰ, ἐναντία. Παλίλλογα: Ἰλιάδος αʹ, ἀντὶ τοῦ πάλιν σύλ‐ λεκτα, ἐκ δευτέρου πάλιν συναγόμενα· παρὰ τὸ πάλιν καὶ τὸ λέγω, τὸ συλλέγω, πλεονασμῷ τοῦ λ.
55 Παλίμβολος: Ὁ τρίπρατος καὶ ἀποδόκιμος, καὶ ὁ πολλάκις τῇ μεταβολῇ ἀπεμπολημένος· ἢ ἀκατάλληλος καὶ ἀπερίστατος καὶ ἀνάρμοστος· ἢ ὁ

649

πονηρὸς, ὁ πολλάκις μεταβαλλόμενος, ὃν Ὅμηρος ἀλλοπρόσαλλον φησίν. Ἢ ὁ δοῦλος ὁ διὰ πονη‐ ρίαν πιπρασκόμενος. Παλιμπετές: Τὸ ὀπισθόρμητον, παρὰ τὸ ἔμ‐
5παλιν καὶ εἰς τὸ ἐναντίον πεσεῖν. Ἰλιάδος πʹ Παλάμη: Ἀπὸ τοῦ πάλλειν, τὸ κινεῖν καὶ σείειν· ἢ ὅτι δι’ αὐτῶν πεπαλήμεθα καὶ τεχνώμεθα· ΠΑ‐ λάμαι γὰρ αἱ τέχναι, παρ’ ὅσον δι’ αὐτῶν παλαμώ‐ μεθα. Ἐτυμολογεῖται παρὰ τὸ πολλοὺς ἁμᾶν· ἐξ
10οὗ καὶ παλαμαῖος· καὶ πλεονασμῷ τοῦ ν, παλα‐ μναῖος. Σημαίνει βʹ· ὁ τοὺς αὐτοχειρὶ φονεύσαντας τιμωρούμενος, καὶ ὁ ἐπί τινι μιάσματι κατεχό‐ μενος. Παλιμπλαγχθέντας: Δεῖ γινώσκειν, ὅτι ἐὰν
15ἔστιν ἐν συνθέσει ἓν μέρος λόγου, διὰ τοῦ μ γρά‐ φεται· εἰ δέ ἐστιν ἐν παραθέσει, διὰ τοῦ ν. Λέγουσί τινες, ὅτι ἐν παραθέσει ἐστί· τὰ σημαντικὰ ἐπιρρή‐ ματα μετὰ τῶν ῥημάτων καὶ τῶν μετοχῶν ἐν παρα‐
θέσει παραλαμβάνεται· οἷον καλῶς γράφω, καλῶς
20γράφων· μεγάλως γράψας, μεγάλως ἔγραψε. Τὰ
20δὲ συσσημαντικὰ ἐν συνθέσει παραλαμβάνονται· οἷον, ἔστι χῶ, ἐξ οὗ καὶ τὸ ἀχῶμαι, μετὰ τοῦ στε‐ ρητικοῦ α· ὁ γὰρ λυπούμενος οὐκ ἔστι χωρητικὸς τῆς λύπης. Εἰ ἄρα οὖν τὸ πάλιν σημαντικόν ἐστι, δῆλον ὅτι μετὰ τῆς πλαγχθέντας αἰτιατικῆς ἐν παρα‐
25θέσει ἐστί. Τινὲς δὲ λέγουσιν, ὅτι ἐν συνθέσει ἐστὶ, λέγοντες ὅτι τὸ πάλιν ἐν παραθέσει μὲν ὂν, σημαίνει τὸ ἐκ δευτέρου, οἷον, πάλιν ἦλθον, ἀντὶ τοῦ ἐκ δευ‐ τέρου· ἐν συνθέσει δὲ ὂν, σημαίνει τὸ εἰς τοὐπίσω, οἷον παλίσσυτος. Ἐὰν οὖν τὸ παλιμπλαγχθέντας
30λαμβάνηται ἐν παραθέσει, εὑρίσκεται σημαῖνον τὸ ἐκ
30δευτέρου πλανηθέντας· ὅπερ ἐστὶν ἄτοπον· ὁ γὰρ ποιητὴς οὐκ οἶδεν οὐδὲ ἅπαξ τοὺς Ἕλληνας πλανη‐ θέντας· τὴν γὰρ πλάνην τῆς Μυσίας ἀγνοεῖ. Ἔστι δὲ εἰπεῖν, ὅτι κακῶς λέγουσιν· οὐδέποτε γὰρ λέξις ἄλλο σημαινόμενον ἔχει ἐν παραθέσει οὖσα, καὶ ἄλλο
35ἐν συνθέσει, ἀλλὰ πάντως τὸ αὐτό· αἱ γὰρ συνθέσεις φυλάττουσι λείψανόν τι τῆς σημασίας τοῦ ἁπλοῦ· οἷον, καλῶς γράφω, καλλιγραφῶ. Πῶς οὖν δύναται τὸ πάλιν ἄλλο καὶ ἄλλο σημαίνειν; ἄλλως· τὸ πάλιν ἐν τῇ παραθέσει καὶ ἐν τῇ
40συνθέσει δύο σημαινόμενα ἔχει· σημαίνει γὰρ καὶ ἐν
40τῇ παραθέσει καὶ τὸ ἐκ δευτέρου, καὶ τὸ εἰς τὰ ὀπίσω· καὶ ἐν τῇ συνθέσει ὡσαύτως, σημαίνει καὶ τὸ ἐκ δευτέρου καὶ τὸ εἰς τὰ ὀπίσω. Λέγουσιν οὖν, ὅτι τὸ παλιμπλαγχθέντας ἐν τῇ συνθέσει ἐστί· καὶ γὰρ ὁ ποιητὴς ἔθος ἔχει τὰς συνθέτους λέξεις διαλύειν·
45οἷον, κηρεσσιφορήτους, οὓς κῆρες φορέουσι· γρηὸς πυκιμήδεος· εἶτα διαλύων τὴν σύνθεσιν, ἐπιφέρει, πυκινὰ φρεσὶ μήδε’ ἐχούσης. Εἰ ἄρα οὖν τὸ παλιμπλαγχθέντας διέλυσεν εἰπὼν, ἂψ ἀπονοστήσειν, δῆλον ὅτι ἐν συνθέσει ἐστί.

649

(50)

Παλλάδιον: Παλλάδια ἐκάλουν, ὡς λέγει Φε‐

649

(50)

ρεκύδης, τὰ βαλλόμενα εἰς γῆν ἐκ τοῦ οὐρανοῦ ἀγάλματα· πάλλειν γὰρ τὸ βάλλειν. Παλλάς: Ἡ Ἀθηνᾶ· ἢ παρὰ τὸ ἀναπεπάλθαι ἐκ τῆς κεφαλῆς τοῦ Διός· ἢ ὅτι Πάλλαντα, ἕνα τῶν γιγάντων, ἀπέκτεινεν· ἢ παρὰ τὸ ἀεὶ πάλλειν
55καὶ κραδαίνειν τὸ δόρυ· πολεμικὴ γὰρ ἡ θεός. Ἢ διὰ τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσ‐ κομίσαι τῷ Διΐ. Παλλακίς: Ὁ παῖς κατὰ Δωριεῖς πάλλαξ λέγεται.

650

Παλύνω: Ὡς μὲν Ἀπίων, τὸ μολύνειν καὶ βρέχειν· ἄμεινον δὲ τὸ λευκαίνειν. Ἰλιάδος κʹ, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας. Παρὰ τὴν πάλην ἢ παλίνην, ἣν οἱ Ἀττικοὶ πασπά‐
5λην λέγουσιν. Ἔστι δὲ τὸ λεπτομερέστατον τοῦ ἀλεύρου· παρὰ τὸ ἀποπάλλεσθαι (τουτέστιν ἀπορ‐ ρίπτεσθαι) ἐκ τοῦ ἀλεύρου. Παμφαίνῃσι, ἔχῃσι, καὶ τὰ τοιαῦτα, ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν·
10ἔστι γὰρ ἐὰν παμφαίνω· καὶ τὸ τρίτον, παμφαίνῃ·
10καὶ λοιπὸν κατ’ ἔκτασιν τῆς ΣΙ συλλαβῆς γίνεται παμφαίνῃσι καὶ ἔχῃσιν. Ἢ ἔστι φαίνω. φαίνεις, φαίνει· διαλέκτῳ δὲ Ῥηγίνων γράφεται τὸ τρίτον πρόσωπον διὰ τοῦ η μετὰ τοῦ ι· τὸ γὰρ νοεῖ καὶ φιλεῖ, νοῇσι καὶ φιλῇσι λέγουσιν ἐκεῖνοι, πλεονασμῷ
15τῆς ΣΙ συλλαβῆς. Οὕτως καὶ τὸ παμφαίνῃσιν, Ἰλιάδος εʹ. Παμφαλῶν: Σημαίνει τὸ ἐπιφέρεσθαι καὶ περι‐ βλέπεσθαι παντί· παρὰ τὸ τὰ φάη ᾧδε κἀκεῖσε ἅλλεσθαι. Φαῶ καὶ παμφαῶ, καὶ πλεονασμῷ τοῦ
20λ, παμφαλῶ· Πόλλ’ ἐπιπαμφαλόωντες ὁμοῦ. Πάμπαν: Ἀντὶ τοῦ παντελῶς, Ἰλιάδος αʹ. Γίνεται ἀπὸ τοῦ πᾶν, κατὰ ἀναδιπλασιασμὸν, πάμπαν.
25Πάν: Φάν τις ὢν, διὰ τὸ ἐπιφαίνεσθαι ἀκαίρως
25τοῖς ἐνθουσιῶσιν. Πάνδαρος: Πάντων ἀρά· τοξότης γὰρ ἦν. πανδάρεως κυρίως, ὁ πάντα δράσας ἕνεκα κέρ‐ δους καὶ πλεονεξίας. Ὦρος. Πανδώρη: Εἴρηται ὅτι παρὰ πάντων δῶρα
30ἔλαβεν· ἢ ὅτι δῶρον πάντων τῶν θεῶν, ὥς φησιν Ἡσίοδος. Πανδίων: Παρὰ τὴν ἰὼν μετοχὴν καὶ τὸ πᾶν, γίνεται πανίων· καὶ πλεονασμῷ τοῦ δ, Πανδίων. Πανδοκεύς: Πανδοχεὺς, ὁ πάντας δεχόμενος.
35Πανέφθου κασσιτέροιο: Ἡσίοδος ἐν Ἀσπίδι,
35ἀντὶ τοῦ ἐψητοῦ καὶ διαλελυμένου καὶ ὑγροῦ τὴν φύσιν. Ἡρόδοτος δὲ ἀπέφθου φησὶν, ἀπὸ τοῦ ἐφθός. Πανήγυρις: Ἑορτὴ, συνάθροισις· ἀπὸ τοῦ ἄγυρις· εἰς ἣν πάντες ἀγείρονται.
40Πανόψιον ἔγχος: Ἰλιάδος φʹ. Τὸ οἱονεὶ παν‐
40όρατον καὶ ἐπιφανὲς καὶ λαμπρόν. Δύναται δὲ καὶ τὸ πάντων τελευταῖον ἀκούεσθαι· ἵνα τὸ ὀψὲ ἐγκέ‐ ηται, καὶ μὴ ἐπὶ τοῦ ἔγχους δεχώμεθα, ἀλλὰ τοιού‐ τως νοῶμεν. Τὸ δὲ πάντων ἔσχατον, αὐτὴ τὸ ἔγχος λαβοῦσα ἐπ’ ἐμὲ ὦσας.
45Πανομφαίῳ ζηνὶ: Ἰλιάδος θʹ. Πάσης φήμης
45καὶ κληδόνος ἀκούοντι. Οὐκ ἔστι δὲ καθόλου τὸ ἐπίθετον ὁ πανομφαῖος, ὁ κληδόνιος καὶ πάσης κλη‐ δόνος παραίτιος, ἀλλ’ ἅπαξ ἐνταῦθα. Παννύχιον: Ἐπίρρημα μεσότητος ἀντὶ τοῦ παννυχίως· ὄνομα γὰρ ὂν μετήχθη εἰς ἐπιρρηματι‐

650

(50)

κὴν σύνταξιν, ὥσπερ τὸ ἥδιστα καὶ ἥκιστα. Ἐκ τοῦ νὺξ νυχὸς, νύχιος, καὶ παννύχιος. Πανσαγία: Ἡ πανοπλία· καὶ ἴσως ἀπὸ τοῦ σάκους εἴρηται. Οὕτως εὗρον εἰς τὸν Σέλευκον. Πανσυδίηι: Ἐπίρρημά ἐστιν ἀθροίσεως, παμ‐
55πληθεί· ἔστι δὲ καὶ πανσυδίην μετὰ τοῦ ν, παντὶ τῷ πλήθει, πανστρατιᾷ. Παρὰ τὸ ὁμοῦ τάσσεσθαι
καὶ σεύεσθαι, ἤγουν ὁρμᾶν καὶ ἐπακολουθεῖν.

651

Παπῶ: Παπᾷς, δευτέρας συζυγίας. Τὸν ἁπαλῇ χειρὶ παπήσαντα. Ἀπὸ τοῦ ἁφῶ, τὸ ψηλαφῶ, κατὰ ἀναδιπλασιασμὸν, φαφῶ· καὶ τροπῇ τῶν δασέων εἰς τὸ ψιλὸν,
5παπῶ.
5 Πάππα: Προσφώνησις τιμητικὴ υἱῶν πρὸς πα‐ τέρα. [Οὐδέ τί μιν] παῖδες ποτὶ γούνασι παππάζουσιν. Ἰλιάδος εʹ. Οὕτω λέγεται παρὰ Συρακουσίοις ὁ πατήρ· πᾶς, καὶ κατὰ ἀναδιπλασιασμὸν πάπας, καὶ
10πλεονασμῷ τοῦ π, πάππα.
10Παπταίνων: Περιβλεπόμενος, ἐπιτηρῶν. Παν‐
10ταχοῦ τὰ φάη πεταννύειν γίνεται φαπταίνω, καὶ τροπῇ, παπταίνω. Σημαίνει δὲ τὸ βλέπειν καὶ πε‐ ρισκοπεῖν τῇδε κἀκεῖσε. Ἢ παρὰ τὸ πέτω, πτῶ, παράγωγον πταίνω· καὶ κατὰ ἀναδιπλασιασμὸν, παπταίνω, οἱονεὶ τὸ περιάγω παντὴ τὰς ὄψεις, καὶ
15περιπετάσθαι ποιῶ, καὶ οἷον πεπταμέναις ἐοικέναι. Ἰλιάδος δʹ. Παππίας: Παρὰ τὸ πάπα, ὃ σημαίνει τῇ τῶν Ῥωμαίων φωνῇ τὸν πατέρα. Πανοῦργος: Παρὰ τὸ εἰς πᾶν ἐνεργεῖν· ση‐
20μαίνει καὶ τὸν φρόνιμον καὶ νοήμονα ἐπὶ καλοῖς·
20σημαίνει καὶ τὸν κακοποιεῖν δυνάμενον διὰ τῆς ἑαυτοῦ σοφιστικῆς κακίας. Πάνδεια: Ἑορτὴ Ἀθήνῃσιν· ἀπὸ Πανδείας τῆς σελήνης· ἢ ἀπὸ Πανδίονος, οὗ καὶ ἡ φυλὴ ἐπώ‐ νυμος· ἢ ὅτι τῷ Διῒ ἄγονται τὰ Πάνδεια· ὠνόμασται
25δὲ ἀπὸ τοῦ πάντα δινεύειν τῷ Διΐ.
25 Πάρα: Σημαίνει τρία. Τίς ἔσθ’ ὁ πωλῶν τἀνδράποδ’; (Ὅδ’) ἐγὼ πάρα. ἀντὶ τοῦ πάρειμι· πάρα δ’ ἀνήρ· ἀντὶ τοῦ πάρεστι·
30πάρ’ ἔμοιγε καὶ ἄλλοι·
30ἀντὶ τοῦ πάρεισί μοι. Τίνος ἄρα ἡ ἀποκοπή;
30Πρὸς τὸ σημαινόμενον καὶ ἡ ἀποκοπή. Περὶ Παθῶν.
30 Παρὰ ἡ πρόθεσις σημαίνει τρία· τὴν ἐκτὸς σχέσιν, ὡς τὸ ἄνομος, παράνομος· λαλῶ, παραλαλῶ· εἴπω, παρείπω. Καὶ τὴν πλησιότητα, ὡς τὸ, τρέχω, παρατρέχω, ἕζετο, παρέζετο· καὶ τὴν πλείονα σχέσιν, ὡς τὸ, ὁρμῶ, παρορμῶ.
35Παρὰ θῖν’ ἁλός.
35Ἡ παρὰ τὸ ἔξω δηλοῖ, ὥσπερ καὶ παραπλεῖν, τὸ
35ἔξω πλεῖν. Αἰγιαλὸς μὲν οὖν εἴρηται κοινῷ ὀνόματι,
35παρὰ τὸ αἶαν ἔχειν ἐγγὺς ἁλός. Ἔχει δὲ διαφορὰς τρεῖς, ἀκτὴν, καὶ ῥηγμῖνα, καὶ θῖνα. Ἀκτὴ μὲν οὖν εἴρηται, ὁ πετρώδης αἰγιαλός· ῥηγμὶν δὲ, ὁ πρὸς
40ἄνεμον αἰγιαλίς· θὶν δὲ, ὁ εὔδιος καὶ ἥσυχος αἰγια‐ λὸς, παρὰ τὸ μετὰ γαλήνης καὶ νηνεμίας ἐκεῖσε τὰ κύματα ἀποτίθεσθαι. Παραβλῶπές τ’ ὀφθαλμὼ, Ἰλιάδος ιʹ· ἀντὶ τοῦ στραβαί. Παρὰ τὸν βλέψω μέλλοντα, ἀποβολῇ
45τοῦ ω, βλέψ· καὶ τροπῇ τοῦ ε εἰς ο καὶ ἐκτάσει,
45βλὼψ, καὶ παραβλώψ.
45 Παράδεισος: Παρὰ τὸν δεύσω μέλλοντα, ὃς δηλοῖ τὸ βρέχω, ῥηματικὸν ὄνομα δεῦσος, καὶ παρά‐ δεισος, κατὰ τροπὴν τοῦ υ εἰς ι. Οἱ δὲ φασὶ παρὰ τὸ δεῖσαν ποιεῖσθαι, ὅ ἐστι τὴν τῶν βοτανῶν συλ‐ λογήν.

651

(50)

Παραβολή: Εἰς τὸ παροιμία.

651

(50)

Παράβυστον: Παρακεκρυμμένον, λάθρα γινό‐ μενον· παρὰ τὸ βύω, ὃ σημαίνει τὸ κλείω· σημαίνει γὰρ καὶ τὸ πληρῶ· Ὀδυσσείας δʹ, Νήματος ἀσκητοῖο βεβυσμένον· ἀντὶ τοῦ πεπληρωμένον. Ἦν δὲ καὶ παράβυστον
55δικαστήριον, ὃ λάθρα ἔκρινε.

652

Παραπλῆγες: Οἱ πεπληγμένοι τόποι καὶ μὴ προσάντεις. Παραπλήξ: Μαινόμενος· παράφρων, τὰς φρένας βεβλαμμένος.
5Παρακαίρια ῥέζων: Ἡσίοδος. Καίρια τὰ
5εὐκαίρως γινόμενα· παρακαίρια, τὰ ἄκαιρα καὶ
5σαπρὰ καὶ ἄτοπα. Ἡ παρὰ παρέλκεται. Παράσημα: Τὰ κίβδηλα τῶν νομισμάτων λέ‐ γονται, τὰ φαῦλα καὶ ἀδόκιμα. Παρὰ τὸ κακῶς σεσημάνθαι, ὅ ἐστιν ἐσφραγίσθαι· καὶ παράσημος ῥήτωρ, μεταφορικῶς ὁ φαῦλος.
10 Παραιφάμενος: Παραινούμενος· πλεονασμῷ τοῦ ι, ποιητικῶς· Παραὶ ποσὶ κάππεσε θυμός. Παρασάγγαι: Τὰ τριάκοντα στάδια παρὰ Πέρ‐ σαις· παρ’ Αἰγυπτίοις δ’ ἑξήκοντα. Παρὰ δὲ Σο‐
15φοκλεῖ ἐν Ἀνδρομάχῃ ἐπὶ τοῦ ἀγγέλου εἴρηται.
15 Παραστάται: Ὑπ’ ἐνίων καλοῦνται αἱ γόνιμοι φλέβες· καὶ οἱ τῇ γενέσει παρεστῶτες. Λέγονται καὶ οἱ νῦν ὑπηρετοῦντες βασανισταί. Παραίσια: Ἐναντία, ἀπρεπῆ, χαλεπά· παρεκτὸς τοῦ αἰσίου.
20 Παραιτεῖσθαι: Οὐχ εὕρηται ἐν χρήσει ἐπὶ τοῦ σημαινομένου τοῦ ἀρνεῖσθαι καὶ ἀποβάλλεσθαι καὶ μὴ δέχεσθαι, ἀλλ’ ἐπὶ τοῦ αἰτεῖν, ὡς παρὰ Με‐ νάνδρῳ, παραιτοῦμαί σε συγγνώμην ἔχειν.
25Ὥστε περιττὴν εἶναι τὴν πρόθεσιν, ὡς ἐπὶ τοῦ
25καθεύδω· τὸ γὰρ εὕδω δηλοῖ. Σπανίως δὲ εὑρίσκεται καὶ ἐπὶ τοῦ σημαινομένου τοῦ λεγομένου ἐν τῇ συνη‐ θείᾳ παραιτεῖσθαι, παρακαλεῖν, συγγνώμην αἰτεῖν.
Πάρδαλις: Πότε πόρδαλις, καὶ πότε πάρδαλις; Φυλακτέον, ὅτι ἐπὶ μὲν τοῦ ζῴου διὰ τοῦ ο δεῖ προ‐
30φέρεσθαι· ἐπὶ δὲ τοῦ δέρματος, διὰ τοῦ α. Τὸ ζῷον οὖν, παρὰ τὸ προάλλεσθαι καὶ ἀτάκτως κινεῖσθαι, πρόαλις, καὶ πλεονασμῷ τοῦ δ καὶ ὑπερθέσει. Ὡς δὲ Ὦρος, παρὰ τὸ τὸν πόρον αὐτῆς ποιεῖσθαι μεθ’ ἅλματος· πορευτικὸν γὰρ τὸ ζῷον. Οἱ Ἴωνες τὸ ι τῆς
35ΕΙ διφθόγγου ἀποβάλλουσιν· οἷον, παρδάλειος, παρ‐ δάλεος· καὶ τὸ θηλυκὸν, παρδαλέη παρδαλῆ, ἐπὶ τῆς δορᾶς, ὥσπερ λεοντέη λεοντῆ· καὶ τὴν παρδαλέαν τὴν παρδαλῆν, ὡς τὴν λεοντῆν. Παρέξ: Παρὰ τὴν παρὰ πρόθεσιν καὶ τὴν ἐξ,
40ἥτις δηλοῖ τὸ ἐκτός. Βαρύνεται δὲ καὶ ὀξύνεται
40πρὸς διάφορα σημαινόμενα. Τὸ μὲν οὖν βαρυνό‐ μενον σημαίνει τὸ χωρὶς, καὶ συντάσσεται γενικῇ· οἷον, Πάρεξ τοῦ κυρίου· καὶ,
45Πάρεξ τοῦ Σκυθικοῦ ἔθνους·
45ἀντὶ τοῦ χωρίς. Τὸ δέ γε ὀξυνόμενον ἰσοδυναμεῖ
45τῇ παρὰ ἢ τῇ ἐξ προθέσει, ἥτις σημαίνει τὴν ἔξω
45σχέσιν, ὡς παρ’ Ὁμήρῳ,
45 παρὲξ ὁδοῦ ἐν νεκύεσσιν· ἀντὶ τοῦ, ἐκτὸς τῆς ὁδοῦ. Καὶ, παρὲξ ἅλα φῦκος ἔχευαν· ἀντὶ τῆς παρὰ μόνον. Καὶ, παρὲξ τὴν νῆσον ἐλαύνετε·

652

(50)

ἀντὶ τοῦ ἐκτός.

652

(50)

Παρακρούεται: Ἀπατᾷ· ἀπὸ μεταφορᾶς τῶν

652

(50)

παλαιστῶν οὐ καταβαλλόντων, ἀλλ’ ἐν ὥρᾳ παρα‐

652

(50)

κρουόντων ἢ ποδὶ ἢ χειρὶ, καὶ οὐ ῥιπτούντων· ἢ ἀπὸ τῶν ἐν τοῖς ζυγοῖς ἱστώντων, οἳ τοῖς σταθμοῖς παρα‐ κρούουσιν, ἵνα ὃ βούλονται μέρος καθέλκῃ βαρυνό‐ μενον τῇ κρούσει.
56 Παραστησάμενος: Ἑλὼν, παραλαβὼν, κατα‐ στρεψάμενος· καὶ παρακατάστασις.

653

Παρέστησαν: Δημοσθένης, ἐνίκησαν· ἐπειδὴ οἱ ἡττώμενοι παρίστανται τοῖς νενικηκόσιν ὡς δοῦλοι δεσπόταις. Παρακατάστασις: Ἀργυρίδιόν ἐστι παρακατα‐
5βαλλόμενον ἐν τοῖς διαιτηταῖς ὑπὸ τῶν δικαζομένων
5ἡ παρακατάστασις. Λέγεται καὶ παρακαταβολή· καὶ παρακαταβάλλειν, τὸ πρᾶγμα. Παρασκήνια: Αἱ εἰς τὴν σκηνὴν ἄγουσαι εἴσο‐ δοι· σκηνὴ δέ ἐστιν, ἡ νῦν θυμέλη λεγομένη. Παρὲκ νόον ἤγαγεν Ἕκτωρ: Ἰλιάδος κʹ,
10ἀντὶ τοῦ παρηπάτησε τὸν νοῦν, ἐξηπάτησε. Παρεκτικός: Παρὰ τὸ παρέχω παρέξω, ὁ πα‐ ρακείμενος, παρεῖχα· ὁ παθητικὸς, παρεῖγμαι, παρ‐ εῖκται· καὶ ἐξ αὐτοῦ παρεκτός· καὶ παρεκτικὸς, κτητικόν.
15Παρεβάθην: Ἀπὸ τοῦ βίβημι, βέβηκα· ὁ
15παθητικὸς, βέβαμαι, ἐβάθην, καὶ παρεβάθην. Παρέσομαι: Οὐκ ἀπὸ τοῦ εἶμι σχηματίζεται, ἀλλ’ ἀπὸ τοῦ ἔω. Εἰ γὰρ ἀπὸ τοῦ εἶμι, τὸ πορεύο‐ μαι, εἴσομαι ἂν ἦν, καὶ παρείσομαι, ἵνα τὴν αὐτὴν ἔχῃ τῷ ἐνεστῶτι παραλήγουσαν.
20 Παρείατο δακρυχέουσα: Ἀντὶ τοῦ παρῆν ἡ κόρη δακρύουσα. Ἕω, τὸ κάθημαι, ἢ τὸ ὑπάρχω· παράγωγον, εἷμι· ὁ μέσος ἀόριστος, ἕμην, ἕσο, ἕτο, καὶ εἷτο· καὶ πλεονασμῷ τοῦ α, εἵατο, καὶ παρείατο. Οἱ δὲ, πληθυντικὸν ἀντὶ ἑνικοῦ· τὰ γὰρ εἰς ΤΟ λή‐
25γοντα πληθυντικά εἰσιν, εἰ ἔχει τὸ α, πυθοίατο.
Παρειά: Ἰλιάδος γʹ, χωρὶς τοῦ ς· ἵν’ ᾖ οὐδέ‐ τερον· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέτερον γένος, τοῦ αὐτοῦ σημαινομένου μένον‐ τος, τὸν αὐτὸν φυλάττει τόνον· πλευραὶ, πλευρά·
30πυραὶ, πυρά. Οὐκ ἀντίκειται τὸ νευραὶ, νεῦρα· διά‐ φορον γὰρ τὸ σημαινόμενον. Ἔστι δὲ μεταπλασμός. Τὸ δὲ ἐπίθετον ὀξύνεται. Οὕτως αἱ παρειαὶ, τὰ παρειά. Τὸ ΡΕΙ δίφθογγον κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς παρηὰ λέγουσι διὰ τοῦ η· ἐξ οὗ καὶ παρήϊον·
35τὴν γὰρ ΕΙ δίφθογγον εἰς η τρέπουσι. Τὸ γὰρ πλεῖον, πλῆον λέγουσι. Παρείας: Παρὰ τὸ πεφυσιωμένας ἔχειν τὰς γνάθους, ἤγουν τὰς παρειάς· αἳ καὶ φοῦγναι λέγον‐ ται. Ἔστι δὲ εἶδος ὄφεως, οὗ τὸ δῆγμα βλάβης
40ἀλλότριον.
40Παρήιον: Τὸ παρὰ τὰς παρειὰς χαλινάριον.
40Ζήτει εἰς τὸ καλλιπάρηος. Παρήορος ἔνθα καὶ ἔνθα: Ἰλιάδος νʹ, ἀντὶ τοῦ, κατὰ πλάτος καὶ κατὰ μῆκος παρῃωρημένος τῷ σώματι, τουτέστιν ἐκλελυμένος. Ἐν ἄλλῳ· νῦν δὲ ἀντὶ τοῦ μέγας, παραιωρούμενος καὶ εἰς μῆκος ἐκτε‐
45ταμένος. Γίνονται δὲ ἀμφότερα ἀπὸ τοῦ ἀείρω· ῥηματικὸν ὄνομα, κατὰ ἀποβολὴν τοῦ ι, ἄορος· καὶ μετὰ τῆς παρὰ προθέσεως, καὶ ἐκτάσει τοῦ α εἰς η, παρήορος. Καὶ Ὅμηρος παρηορίας λέγει τὰς τοῦ παρηόρου ἵππου ἡνίας, ὑφ’ ἃς ὁ τρίτος ἵππος τῇ

653

(50)

ξυνωρίδι δέδεται· καὶ ὁ μὴ κατὰ χώραν ἔχων ἀρα‐ ρυίας τὰς φρένας, ἀλλ’ αἰωρουμένας, οἱονεὶ ὁ ἄφρων. Παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω· καὶ ὁ πεπτωκὼς τῷ σώ‐ ματι παραιωρούμενος ἐν τῷ ἐκτάσθαι· καὶ ὁ ἐκτὸς τοῦ ζυγοῦ παρεζευγμένος ἵππος.
55Παρῃρημένην: Ἐκβεβλημένην, ἀποκεχωρι‐
55σμένην, καὶ οἱονεὶ καθῃρημένην· ἀπὸ τοῦ αἱρῶ, τὸ καταβάλλω, ὁ παρακείμενος, ᾕρηκα. Παρίσθμια: Τὰ περὶ τὸν φάρυγγα, διὰ τὸ πα‐

654

ρακεῖσθαι τῷ ἰσθμῷ· ἰσθμὸς δέ ἐστι στενὸς τόπος, δι’ οὗ ἵενται τὰ ἐσθιόμενα καὶ πινόμενα, ἢ παρὰ τὸ ἰέναι τὴν πνοήν. Οὕτως Ἡρακλείδης. Λέγονται δὲ καὶ ἀντιάδες, ἀπὸ τοῦ ἀντικεῖσθαι ἀλλήλοις.
5 Παροινία: Ἡ ἐν οἴνῳ ἀταξία. Παροίτερος: Παλαιότερος καὶ ἀρχαιότερος. Ἀπὸ τοῦ πάρος, ὃ σημαίνει τὸ πρὶν ἢ πάλαι, γίνε‐ ται παροίτερος καὶ παροίτατος. Σημαίνει δὲ καὶ τὸ περαιτέρω· οἷον,
10Καὶ δέ με μηκέτι τόνδε παροιτέρω ἐξερέεσθαι.
10Σημαίνει δὲ καὶ τὸ πρῶτος, ὅς μιν ἔτυψε παροίτατο· Εἴρηται δὲ ἀπὸ τοῦ πάρος, ἀποβολῇ τοῦ ς. Πάρθις: Ὁ παρθένιος· εἴρηται οὐκ ἀποκοπὴ, ἀλλὰ μεταποίησις καὶ μετασχηματισμός. Περὶ
15Παθῶν.
15Παροψίς: Τὸ μέγα τρυβλίον.
15 Παροιμία: Παρὰ τὸ οἶμος, ὃ σημαίνει τὴν ὁδὸν, οἰμία καὶ παροιμία. Ἔστι δὲ παροιμία λόγος ὠφέλιμος μετ’ ἐπικρύψεως μετρίας αὐτόθεν ἔχων τὸ χρήσιμον, καὶ πολλὴν τὴν ἐν τῷ βάθει διάνοιαν. Ὅθεν καὶ ὁ Κύριος ταῦτά φησιν,
20Ἐν παροιμίαις λελάληκα ὑμῖν.
20 Παραβολή: Ἡ παραβολὴ ποσαχῶς; Παρα‐ βολὴ, ὁ ὀνειδισμὸς, ὡς τὸ, Ἔθου ἡμᾶς εἰς παραβολήν. Παραβολὴ, αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐμφαῖνον μέν τι, οὐκ αὐτόθεν δὲ πάντως
25δῆλον ὂν ἀπὸ τῶν ῥημάτων, ἀλλ’ ἔχον ἐντὸς διάνοιαν
25κεκρυμμένην, ὡς ὁ Σαμψὼν ἔλεγεν, Ἐξῆλθεν ἀπὸ στόματος πικροῦ γλυκύ· καὶ Σολομῶν, Τότε νοήσεις παραβολὴν καὶ σκοτεινὸν λόγον. Παραβολὴ καὶ ἡ ὁμοίωσις·
30Ἄλλην γὰρ (φησὶ) παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων·
30Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σπείροντι. Παραβολή ἐστιν ἡ τροπικῶς λεγομένη· οἷόν ἐστι τὸ, Υἱὲ ἀνθρώπου, εἶπον αὐτοῖς τὴν παραβολὴν ταύτην· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυξ. Ἀετὸν λέγων τὸν βασιλέα. Εἰς τὸ ἄλλος ἕως.
35Πάρις: Παρὰ τὸ παριέναι τὸν μόρον, τουτέστιν
35ἐκφυγεῖν τὸν θάνατον· ἢ παρὰ τὴν πήραν, ὃ σημαίνει τὸ μαρσίπιον· ἀπὸ τοῦ ἐν τῇ ποιμαντικῇ πήρᾳ ἀνα‐ τραφῆναι. Παρεγγεγραμμένος: Ὁ μὴ κατὰ νόμον τοῖς πολίταις τεταγμένος· δημοποίητος δὲ, ὁ ὑπὸ δή‐
40μου προῖκα πολιτευθείς· παρεγγράπτους δὲ, νόθους.
40 Παρθένος: Παρὰ τὸ παρακαταθέειν τὴν παιδι‐ κὴν ἡλικίαν· ἢ παρὰ τὸ παραθέειν τῇ μητρὶ, ὡς ὁ ποιητὴς, ἥθ’ ἅμα μητρὶ θέους’ ἀνελέσθαι ἀνώγει. ἢ παρὰ τὸν θήσω μέλλοντα γίνεται θήνη· καὶ μετὰ
45τῆς παρὰ προθέσεως, παραθήνη· καὶ κατὰ συγκοπὴν,
45παρθένος, ἡ περὶ ταύτην τὴν ἡλικίαν οὖσα, καθ’ ἣν ὥραν ἔχει ἐκθρέψαι καὶ ἐκτῆσθαι μαζοὺς, ἣν ἡ φύσις ἔταξε. Τὰς γοῦν μικρὰς παῖδας οὐ προσαγορεύουσι παρθένους, ἀλλὰ τὰς ἤδη ἐπὶ τὸ γυναῖκας μέλλειν ἰούσας. Οὕτως Φιλόξενος· ὁ δὲ Ἡρακλείδης, ἡ παρ’

654

(50)

οὐδενὸς οὐδὲν λαβοῦσα εἰς ἕδνα.

654

(50)

Παρθενία: Ὅτι παρὰ θεοῦ ἐδόθη. Φησὶ γὰρ, Ἔλαβε Κάϊν ἑαυτῷ γυναῖκα· τουτέστιν, οὐκ ἐκ τοῦ θεοῦ.
Παρθενοπίπης: Ἰλιάδος γʹ, σημαίνει τὸν περι‐ βλεπόμενον τὰς γυναῖκας. Παρὰ τὸ ὄπτω ὀπτεύω
55γίνεται ὀπίπης, καὶ ἐν συνθέσει, παρθενοπίπης, διὰ
55τοῦ ι· τὰ γὰρ παρὰ τὸ ὀπιπτεύω διὰ τοῦ ι γρά‐ φεται, οἷον παιδοπίπης, γυναικοπίπης. Παρμέμβλωκε: Ἰλιάδος δʹ, παραμεμένηκε,

655

πάρεστι, προθυμεῖται. Ἐκ τοῦ μέλω, μεμέληκα, καὶ μεμέλωκα, ὡς ᾤχηκα, παρῴχωκα· εἶτα κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ β, μέμβλωκα. Ἢ παρὰ τὸ μολῶ μολήσω μεμόληκα, καὶ ἑξῆς.
5Παρνασός: Ὄρος ἐστὶ Δελφῶν· ἀπὸ Παρνασοῦ
5ἐγχωρίου ἥρωος. Ἄνδρων δέ φησιν, ἐπειδὴ προσώρ‐ μισεν ἡ λάρναξ τοῦ Δευκαλίωνος· καὶ τὸ μὲν πρό‐ τερον Λαρνησσὸς ἐκαλεῖτο, ὕστερον δὲ, κατ’ ἐναλ‐ λαγὴν τοῦ λ εἰς π, Παρνασός. Παρρησία: Οἱ μὲν, ἀπὸ τοῦ παντορησία, κατὰ
10συγκοπήν· ὅπερ ἐστὶν ἄτοπον· ἀλλὰ παρὰ τὸ πᾶν γίνεται· συγκοπῇ γὰρ οὒ, ἀλλὰ τροπῇ, ἡ πάντα ἐν αὐτῇ ἔχουσα καὶ λέγουσα. Περὶ Παθῶν. Οὕτω καὶ Ὦρος. Πᾶς: Δύο σημαίνει· καὶ τὸν πατέρα, ὃ κατὰ
15ἀναδιπλασιασμὸν παπᾶς. Τοῦτο δὲ οἱ μὲν Ῥωμαῖοι
15βαρύνουσι, πάπας λέγοντες· ἡμεῖς δὲ περισπῶμεν. Ἀμφίβολον. Οὐδέποτε γὰρ δασυνόμενον α ἀφαι‐ ρεῖται. Πῶς οὖν τὸ ἅπας γέγονε πᾶς; Ἐπλεόνασε τὸ α. Πῶς δασύνεται; Τὸ γὰρ πλεονάζον α οὐδέ‐ ποτε δασύνεται. Ὥστε ἀμφίβολον. Ὁρῶ δὲ καὶ
20τὸ θροῦς ὄνομα λαμβάνον τὸ α καὶ βαρυνόμενον καὶ δασυνόμενον ἕνεκεν ἐμφάσεως, ἐν τῷ ἅθρους. Οὐκ ἄρα κεκώλυται κατὰ ταύτην τὴν ἀναλογίαν καὶ τὸ πᾶς, ἅπας. Ὥστε μᾶλλον εἶναι πρόσοδος, ἤπερ ἀφαίρεσις. Ὁ δὲ Ἡρακλείδης βούλεται ἐκ τοῦ ἅμα
25πᾶς εἶναι ἐν συγκοπῇ ἅπας. Περὶ Παθῶν. Πόθεν πα‐ ράγεται τὸ πᾶς; Πρωτότυπόν ἐστι, καὶ παραγωγὴν οὐκ ἔχει· τὰ δὲ εἰς ΑΣ μονογενῆ διὰ τοῦ ΝΤ κλινό‐ μενα ὀξύνεται· οἷον Ζὰς, Ζαντός· Πρὰς, Πραντός· ἰσοσυλλάβως δὲ κλινόμενα περισπᾶται, Θωμᾶς,
30Θωμᾶ. Τὸ μέντοι πᾶς περισπᾶται ὡς διαλλάξαν
30κατὰ τὴν γενικὴν, καὶ ὂν τριγενές· τὸ θηλυκὸν, ἡ πᾶσα· καὶ τὸ οὐδέτερον, τὸ πᾶν. Πάσσαλος: Παρὰ τὸν πήσσω μέλλοντα. Ἔστι δὲ ξύλον ἐπίμηκες ἐμπηγνύμενον πρὸς τὸ κρεμᾶσθαι ὅπερ δεῖ.
35Πάσασθαι: Εἰς τὸ ἐπάσαντο.
35Πάσσων: Ὄνομα συγκριτικόν· γίνεται ἀπὸ τοῦ
παχὺς πάσσων, ὡς βραδὺς βράσσων. Πάσσονα: Τὴν εὐπαγεστέραν· ἀπὸ τοῦ πήσσω. Πάσσω: Σημαίνει τὸ ἐπιβάλλω καὶ ἐπιπάττω, ἢ τὸ ποικίλλω. Πόθεν δῆλον; Ἐπειδὴ καὶ τὰ ποι‐
40κίλα παραπετάσματα παστοὶ καλεῖται. Παστός: Ἡ ἐκ παραπετασμάτων ποικίλων κατεσκευασμένη σκηνὴ, ἥτις ἐστὶ πεποικιλμένη· καὶ νυμφικὸς οἶκος, παρὰ τὸ πάσσειν· ἐξ οὗ καὶ τὸ, πολέας δ’ ἐνέπασσεν ἀέθλους,
45Ἰλιάδος γʹ, ἀντὶ τοῦ ἐνεποίκιλλεν.
45 Παστάς: Ἣν ἡμεῖς (προ)παστάδα λέγομεν· καὶ εἴρηται οὕτως διὰ τὸ ἐν αὐτῇ ἡμᾶς σιτεῖσθαι, παρὰ τὸ πάσασθαι. Ἀπολλώνιος. Παστείλη: Σημαίνει τὴν τελευταίαν ἡμέραν τοῦ ἐνιαυτοῦ· γίνεται δὲ ἐκ τοῦ πᾶς καὶ τοῦ τέλος, ἐν ᾗ

655

(50)

τελειοῦται πάντα τὰ τοῦ ἐνιαυτοῦ. Πατάσσω: Ἐκ τοῦ πτῶ, τὸ φοβοῦμαι, ὁ μέλ‐ λων, πτήσσω· συστολῇ τοῦ η, πτάσσω, καὶ πλεο‐ νασμῷ, πατάσσω· μεταγομένου τοῦ μέλλοντος εἰς ἐνεστῶτα. Ἢ παρὰ τὸ πατῶ, πατάσσω.
55Θυμὸς ἐνὶ στήθεσσι πάτασσεν,
55Ἰλιάδος ηʹ, ἀντὶ τοῦ ἔπαλλεν, ἐπήδα ὑπὸ τοῦ φόβου. Πατήρ: Παρὰ τὸ πατεῖν ἐν τῇ συνουσίᾳ· ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων. Ἢ παρὰ τὸ σπείρω

656

σπατὴρ καὶ πατήρ· ἢ παρὰ τὸν ἦχον τὸν γινόμενον ἐν τῷ καταφιλεῖν τὰ παιδία. Πάππος δὲ, ἀπὸ τῆς τῶν παίδων τῶν μικρῶν προσφωνήσεως, ὥς φησιν Ὅμηρος,
5ποτὶ γούνασι παππάζουσιν.
5Ὀνοματοπεποίηται οὖν ἡ λέξις. Οἱ δὲ, ὅτι κατὰ συνήθειαν πίττα λέγουσιν ἀντὶ τοῦ φίλει, ὡς Ἀρι‐ στοφάνης ἐν Πλούτῳ, Ἱκανὸν γὰρ αὐτὴν ἐπίττων· ἀντὶ τοῦ ἐφίλουν. Ὦρος. Πατὴρ, παρὰ τὸ τοὺς
10παῖδας τηρεῖν· ἢ ὅτι ἵπποι ἐν τῇ συνουσίᾳ πρῶτον
10πατοῦσι τὰς θηλείας. Πατὴρ οὖν, ὁ τοὺς παῖδας
10ὑποκάτω τῶν ποδῶν αὐτοῦ ἔχων. Εἰ δὲ σημαίνει τὸν θεὸν, γίνεται παρὰ τὸ τὰ πάντα ὁρᾶν. Παταικός: Κατὰ ἀφαίρεσιν τοῦ α ἀπαταικός. Ὦρος. Παταικίων: Ὁ ἐπὶ συκοφαντίᾳ καὶ κλοπῇ καὶ
15τοιχωρυχίᾳ τὸν βίον ποιούμενος.
15Πάτος: Ὅμηρος, πάτον ἀνθρώπων ἀλεείνων.
ὡς λόγον, Ἰλιάδος ζʹ. Τὰ γὰρ εἰς ΤΟΣ λήγοντα δισύλλαβα βραχείᾳ παραληγόμενα μονογενῆ, βαρύ‐ νεται, κρότος, νότος, μίτος, πότος· οὕτω καὶ πάτος.
20Δοκεῖ ἀντικεῖσθαι τὸ στρατός· τὸ γὰρ βροτὸς κατὰ
20δύο τρόπους ἀποφεύγει· ὅτι καὶ κοινὸν, καὶ ἔχει ἀντ‐ έμφασιν. Σημαίνει δὲ τὴν πεπατημένην γῆν τὴν λεωφόρον. Πατῶ: Πατήσω· ἐκ τοῦ πάτος· τοῦτο, ἐκ τοῦ τόπος.
25Πάτρα: Λέγεται ἡ πατρίς.
25Πατρίκιος: Οἱονεὶ πατὴρ τοῦ κοινοῦ.
25 Πατριά: Ἀπὸ τοῦ πατὴρ πατέρος γίνεται, δια‐ φέρει δὲ πόλεως. Πατρῷος: Ὄνομα κτητικόν· ὅπερ διαλύσει γί‐ νεται πατρώϊος. Διαφέρει δὲ τοῦ πατρῳός· πατρῳὸς γὰρ λέγεται ὁ παρὰ τῇ συνηθείᾳ πατρυιός. Πατρῷος
30δὲ τὸ κτητικόν· οἷον, πατρῷος δοῦλος, πατρῷον κτῆμα. Παῦρον: Τὸ ὀλίγον. Γίνεται παρὰ τὸ παύω παύσω, παῦρος, ὁ ταχὺς, καὶ δι’ ὀλίγων ῥημάτων τοῦ παύεσθαι ἀφιστάμενος· ἢ ὁ μὴ μέχρι πολλῶν
35διατελῶν, ἀλλὰ ταχὺ παυόμενος, ὁ μὴ μέχρι πολλοῦ
35διήκων, ἀλλὰ ταχέως παύων· καὶ τὸ οὐδέτερον, παῦ‐ ρον· τὸ γὰρ ὀλίγον, ταχέως παύεται. Παυσωλή: Ἀνάπαυσις· ἀπὸ τοῦ παύσω μέλ‐ λοντος, κατὰ προσθήκην. Παφίη: Ἡ Ἀφροδίτη· ἀπὸ τῆς Πάφου τῆς ἐν
40Κύπρῳ πόλεως· ἢ παρὰ τὸ ἀπαφῶ, τὸ ἀπατῶ, ἀπα‐ φίη, καὶ κατὰ ἀποβολὴν τοῦ α· ὅθεν καὶ παρήπαφεν, τὸ ἐξηπάτησε. Παρὰ τοῦτο καὶ τὸ βουκόλῳ συνοι‐ κεῖν αὐτὴν, ἀπὸ τοῦ βουκολεῖν καὶ ἀπατᾶν πεπλά‐ σθαι τὸν μῦθον· εἴρηται γὰρ βουκολεῖν ἀπὸ τούτου
45τὸ ἀπατᾶν· ὅθεν καὶ τὸ,
45 Ἀπεβουκολήθη ποίμνης. Παφλάζω: Σημαίνει τὸ ἐκ βρασμοῦ ἀναδόσεις γίνεσθαι. Ταύτην δὲ τὴν λέξιν πεποιῆσθαι παρὰ Ὁμήρῳ, ὡς ἤχου μιμητικὴν, ὅνπερ ὁ τῶν κυμάτων ἀναπέμπειν εἴωθε βρασμός. Ἔστι δὲ φλέω, ὃ καὶ

656

(50)

φλύω λέγεται, τὸ ἀναπέμπω καὶ ἀναδίδωμι· κατὰ συγκοπὴν, φλῶ· ἀφ’ οὗ παράγωγον φλάζω, ὡς ῥίπτω ῥιπτάζω, καὶ ἐνθουσιῶ ἐνθουσιάζω· καὶ κατὰ ἀναδι‐ πλασιασμὸν, παφλάζω Πάχετον: Παχύτερον, κατὰ συγκοπὴν τοῦ υ
55καὶ ρ.
55Πάχνη: Παρὰ τὴν πῆξιν, πάγη τὶς οὖσα. Καὶ
55Ὅμηρος παχνοῦται, ἀντὶ τοῦ φθείρεται, λυπεῖται, Ἰλιάδος ρʹ. Ἡ δὲ μεταφορὰ ἀπὸ τῆς πάχνης τῆς φθειρούσης καὶ φρίκην ἐμποιούσης καὶ λυούσης τὰ φυτά.

657

Παχνώσω: Ἡσίοδος, ἐπάχνωσε φίλον ἦτορ. Ἐλύπησεν, ἔφθειρε. Παιάν: Ὕμνος [ᾠδῆς] ἐπὶ ἀφέσει λοιμοῦ ᾀδό‐
5μενος, ὡς τὸ,
5Καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
5μέλποντο ἑκάεργον.
Οὕτω γὰρ ἰδίως αὐτοὺς τῷ Ἀπόλλωνι καὶ τῆ Ἀρ‐ τέμιδι προσέφερον, ὡς αἰτίοις τῶν λοιμικῶν παθῶν. Τὸν μὲν γὰρ Ἀπόλλωνα τὸν αὐτόν φασιν εἶναι τῷ ἡλίῳ· τὴν δὲ Ἄρτεμιν, τῇ σελήνῃ οἱ δὲ αὐχμοὶ καὶ
10τὰ λοιμικὰ συστήματα καὶ αἱ νόσοι δι’ ἡλίου καὶ
10σελήνης ἐμπίπτουσιν ἀπὸ τῆς τοῦ ἀέρος παχύτητος τοῦ περιέχοντος τοὺς ἀνθρώπους. Εἴρηται οὖν ἀπὸ τοῦ παύω παυὰν καὶ παιὰν, τροπῇ τοῦ υ εἰς ι, ὁ καταπαύων ὕμνος τὸν λοιμόν. Καὶ πάλιν ἀπὸ τοῦ παύω παιὼν, ὁ παύων τὰς νόσους καὶ τὰ λυποῦντα·
15καὶ πλεονασμῷ τοῦ η, γίνεται παιήων. Παιὼν δέ ἐστι καὶ ἔθνος Θρᾳκικόν, ὃ Παννονίους φασί· νῦν δὲ Μακεδόνας. Παιωνίσαντες: Εὐφημήσαντες, ἀλαλάξαντες, τὸν παιᾶνα ἐπικαλεσάμενοι. Ἦν δὲ ἔθος καὶ ἐπὶ
20ἔργου ἀρχομένους, καὶ ἐπί τινι νίκῃ, τοῦτο λέγειν.
20 Παιήων: Σημαίνει δύο, τόν τε ὕμνον καὶ τὸν τῶν θεῶν ἰατρόν. Πᾶσαι: Ἐπὶ μὲν τοῦ ἡμῖν συνήθους, Φύσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων· ἐπὶ δὲ τοῦ ὅλαι,
25 Πᾶσαι δ’ ὠΐγνυντο πύλαι· οὐ γὰρ πολλαὶ ὑπέκειντο πύλαι, κατὰ τὸν Ἀρί‐ σταρχον. Καὶ,
27πάσας γὰρ ἐπῴχατο·
25ἀντὶ τοῦ κεκλεισμέναι ὅλαι ἦσαν. Πάσσεν: Ἐπὶ μὲν τοῦ ἡμῖν νοουμένου, Πάσσε δ’ ἁλὸς θείοιο· ἐπὶ δὲ τοῦ ἐποίκιλλε, πολέας δ’ ἐνέπασσεν ἀέθλους.
30Παῖλλος: Ἀπὸ τοῦ παίσω μέλλοντος, παῖλος.
30καὶ παῖλλος, κατὰ ἀναδιπλασιασμὸν τοῦ λ. Ὦρος. Παιπάλημα: Σημαίνει τὸν πανοῦργον καὶ ποι‐ κίλον ἐν κακίᾳ, καὶ παμπόνηρον σὺν ἀγχινοίᾳ. Λέ‐ γεται δὲ καὶ ὁ τραχὺς ἄνθρωπος καὶ ἀνώμαλος· ἐπεὶ καὶ τῶν ὀρῶν τὰς ἀνωμαλίας παιπαλήματα κα‐
35λοῦσι.
35 Παίζω: Παρὰ τὴν παιδὶ δοτικὴν γίνεται παρά‐ γωγον παιδίζω, ὡς ποδῶ ποδίζω· καὶ συγκοπῇ, παίζω· φίλον γὰρ τοῖς παισὶ τὸ παίζειν. Παῖς: Παρὰ τὸ παίζω· ὁ μέλλων, παίσω· ἀπο‐ βολῇ τοῦ ω, παῖς· ἢ παρὰ τὸ πάλλεσθαι· εὐκίνητος γὰρ
40ἡ ἡλικία. Ἢ παρὰ τὸ βαιὸν γίνεται βάϊς καὶ πάϊς· ἐκ δὲ τοῦ πάϊς γίνεται κατὰ συναίρεσιν παῖς. Καὶ κλί‐ νεται παιδός· ὁ κανών· τὰ συνῃρημένα τῶν ἐντελῶν φυλάττει τὴν κλίσιν. Ἢ οὕτω· δύο μόνα εἰσὶν εἰς ΑΙΣ μονοσύλλαβα· κλίνεται δὲ ἀμφότερα διὰ τοῦ
45ΔΟΣ. Καὶ ὤφειλεν εἶναι δαῖς δαιδός· ἀλλὰ διὰ τὴν ἐπαλληλίαν τῶν δύο ΔΔ. Ἔστι δὲ καὶ τὸ σταῖς. Ταῦτα δὲ τὰ τρία κλίσιν μὲν ἀνεδέξαντο, κανόνι δὲ οὐχ ὑπέπεσον. Ἐξ αὐτοῦ ῥῆμα παιδεύω· ὅθεν καὶ τὸ παιδεία· σημαίνει δὲ πολλά· σημαίνει τὴν παί‐

657

(50)

δευσιν, καὶ τὴν παιδικὴν ἡλικίαν, καὶ τὴν ἀνατροφὴν,

657

(50)

καὶ τὴν μίξιν. Τὸ γὰρ σημαῖνον τὸ παίγνιον, διὰ
τοῦ ι γράφεται· καὶ παρ’ ἡμῖν μὲν ὀξύνεται, οἷον παιδιά· παρὰ δὲ τοῖς Ἀθηναίοις βαρύνεται, οἷον παιδία· τὰ δὲ σημαίνοντα ἄθροισιν, ἢ περιεκτικὰ τινῶν προσηγορικὰ, ὀξύνεται. Λαλιὰ, παιδιὰ, πυρ‐
55καϊά.
55 Παιδνός: Κυρίως ἐπὶ τοῦ νεωτάτου παιδός. Παρὰ τὸ παίζω. Παιδίον: Παρὰ τὸ παιδείας δεῖσθαι.

658

Παισός: Σημαίνει τὴν πόλιν. Εἰς τὸ ἄπαισος. Παιπαλόεντος: Τοῦ τραχέος, κατὰ πλεονασμὸν τοῦ π· ἀπὸ τοῦ ἅλη, διὰ τὸ σκολιότητα ἔχειν. Καὶ ἔστι κατὰ τὸ ἔτυμον αἰπαλήματα, τὰ μεγάλα ἀλή‐
5ματα. Ἢ παρὰ τὸ αἶπος, ὃ σημαίνει τὸ μέγα καὶ τραχὺ, αἰπαλόεν· καὶ κατὰ ἀναδιπλασιασμὸν, παι‐ παλόεν, τὸ τραχύ. Παιφάσσουσα: Ἐνθουσιωδῶς ὁρμῶσα· ἐπὶ τῆς Ἀθηνᾶς, Ἰλιάδος βʹ· ἐπὶ δὲ τοῦ Τυδέως, ὅτε λέγει,
10πολεμίζειν οὐκ εἴασκον
10οὐδ’ ἐκπαιφάσσειν·
10ἀντὶ τοῦ οὐκ εἴων ἐμφανῆ αὐτὸν καὶ περιφανῆ ποι‐ εῖν τοῖς Θηβαίοις, ἀλλ’ ἐν τῷ τοῦ ἀγγέλου σχήματι μένοντα εὐωχεῖσθαι· αὐτὸς δὲ τῇ ἐμφύτῳ αὐτοῦ ἀν‐ δρείᾳ ἐκφερόμενος, προσεκαλεῖτο τοὺς Θηβαίους. Ἔστιν οὖν ῥῆμα φῶ, δηλοῦν τὸ φαίνω· παράγωγον
15φάσσω· καὶ κατὰ ἀναδιπλασιασμὸν, παφάσσω· καὶ προσθέσει τοῦ ι, παιφάσσω. Οὐ γὰρ ἁρμόζει τὸ ἐνθουσιᾶν· δηλοῖ δὲ ἡ λέξις καὶ τὸ ἄλλῃ καὶ ἄλλῃ περιάγειν τὰς ὄψεις. Πέδη: Σημαίνει τοὺς δεσμούς· ὡς οἶμαι, παρὰ
20τὸ δέω ἔδη καὶ πέδη· ἢ παρὰ τὸ πιέζειν τοὺς πόδας.
20Ἰλιάδος νʹ,
20 Ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλεν. Ἢ παρὰ τὸ πεδῶ πεδήσω· τοῦτο παρὰ τὸ ποὺς ποδὸς γίνεται ποδῶ· καὶ τροπῇ τοῦ ο εἰς ε, πεδῶ· πεδῆσαι γὰρ κυρίως, τὸ τοὺς πόδας δεσμῆσαι. Λέγεται δὲ πέδιον προπαροξυτόνως τὸ ὑποκορι‐
25στικὸν τῆς πέδης, τουτέστιν ὁ μικρὸς δεσμός· ΠΕ‐ δίον δὲ λέγεται ἐπὶ τοῦ ἀναπεπταμένου καὶ μακροῦ καὶ ἐπιμήκους τόπου· παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν ἁπλῶς, γίνεται πεδόον καὶ πεδίον, τροπῇ τοῦ βραχέος εἰς βραχύ. Τάσσεται δὲ τὸ πέδον καὶ
30ἐπὶ τοῦ οἰκήματος· τὸ δὲ πεδίον μεῖζον ἐστὶν ἐν
30σημαινομένῳ τοῦ πέδου· οὐκ ἔστι δὲ ὑποκοριστικόν· πέδον δὲ ἡ γῆ, ἐφ’ οὗ βεβήκαμεν τοῖς ποσὶ τοῦ πεζεύειν· καὶ πεζοὺς φασὶ τοὺς διὰ τῶν ἰδίων ποδῶν τὴν ὁδὸν ποιουμένους, οἱονεὶ πεδούς· καὶ κατὰ τροπὴν, ἀπὸ τοῦ πέδον. Πεζὸς γὰρ, ὁ διὰ τοῦ πέδου
35πορευόμενος. Παρὰ τὸ ἕζω, τὸ κάθημαι, ἕδον καὶ πέδον ἡ γῆ. Πέζαι: Ἑταῖραι αἱ χωρὶς ὀργάνων εἰς τὰ συμ‐ πόσια φοιτῶσαι. Ὦρος. Πεζεταῖροι: Πολλαὶ περὶ τούτου φέρονται
40ἐξηγήσεις. Οἱ μὲν γὰρ αὐτῶν λέγουσιν ὄνομα στρατεύματος οὕτω λεγομένου· οἱ δὲ, ὅτι τινὲς ἦσαν
παρ’ αὐτοῖς στρατιῶται, τὸν ἕτερον πόδα γυμνὸν ἔχοντες, τὸν δὲ ἕτερον ὡπλισμένον. Διό φασι καὶ πεζετέρους αὐτοὺς καλεῖσθαι, παρὰ τὸ τὸν ἕτερον
45πόδα γυμνὸν ἔχειν· πέζα γὰρ τὰ κάτω τοῦ ποδός· ὅθεν καὶ πεζεύειν, τὸ χαμαὶ περιπατεῖν. Οἱ δέ φασι τοὺς ἀπὸ τοῦ πλήθους τῶν πεζῶν ὧν εἶχε ξένων ἑταίρους καὶ φίλους γενομένους αὐτῷ, οἱονεί τινας ἐκλελεγμένους διὰ τὸ ἀνδρεῖον, ἵνα φυλάττωσιν

658

(50)

αὐτόν. Ἡ δὲ γραφὴ διάφορος, πρὸς τὴν διάφορον

658

(50)

ἐξήγησιν. Ζήτει εἰς τὸ τέλος τοῦ γράμματος. Πέδιλα: Τὰ ὑποδήματα· παρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσίν· ἢ παρὰ τὸ ἐν τῷ πέδῳ εἰλεῖσθαι· οὐ πάντως δὲ τὰ ῥηματικὰ ὀνόματα φυλάττει τὴν γραφὴν τοῦ ῥήματος, ὥσπερ εἴρω ἶρος, καὶ νείφω
55νιφάς. Ἢ ὅτι πέδιλλα λέγουσιν οἱ Αἰολεῖς, ὥσπερ ὅμιλος ὅμιλλος. Εἰ δὲ ἐγράφετο διὰ τῆς ΕΙ δι‐ φθόγγου, πέδελλα ἂν ἐλέγετο, ὥσπερ κείρω κέρρω, φθείρω φθέρρω.

659

Πέλας: Ἐπίρρημα καὶ τοπικὸν καὶ χρονικὸν, καὶ ἐπὶ συγγενείας. Πελιώματα: Τὰ ἴχνη τῶν πληγῶν.
5 Πέλαγος: Τὸ μὴ πέλας τῆς γῆς. Ἢ παρὰ τὸ τῆλε καὶ τὸ γῆ, τήλεγός τι ὂν, τὸ πόρρω τῆς γῆς ὄν. Πελαγός: Ἔλλειψις τοῦ ρ, ποιητικῶς· πελαρ‐ γὸς γάρ· τοῦτο ἐπειδὴ λευκὰ καὶ μέλανα πτερὰ ἔχει, οὕτω καλεῖται τὸ ζῷον· πέλον γὰρ, τὸ μέλαν· καὶ
10τὴν ἐπιφάνειαν τοῦ σώματος, ἡνίκα ἂν ὑποδρομὴν αἵματος δέξηται καὶ μελαίνηται, πελιώματα κα‐ λοῦμεν. Πελαργικόν: Τὸ ὑπὸ Τυρρηνῶν κατασκευασθὲν τεῖχος· οὓς θεασάμενοι Πελαργοὺς ὠνόμασαν διὰ
15τὰς σινδόνας ἃς ἐφόρουν.
15 Πέλανοι: Πέμματα εἰσὶ τινὰ ποιά· Ἀττικοὶ δὲ πέλανον λέγουσι πᾶν τὸ πεπηγὸς, ὡς Εὐριπίδης περὶ τοῦ ἀφροῦ τοῦ πεπηγότος περὶ τοὺς ὀδόντας οὕτως ἔθηκε τὴν λέξιν, “ἀφρώδη πέλανον” εἰπών. Ἀπολλώνιος,
20Πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσι.
20πέλανοι λέγονται τὰ πόπανα, ἀπὸ τοῦ πεπλατύν‐ θαι. Ἢ ἀπὸ τῆς παιπάλης· ἀπὸ γὰρ τοῦ λεπτο‐ τάτου κατασκευάζονται. Καὶ Ὅμηρος τὸ λευκᾶναι παλύναι φησί. Λευκὸν δὲ τὸ πέμμα. Ἢ ἀπὸ τοῦ πελάζειν καὶ ἱκετεύειν τοὺς θεοὺς διὰ τούτων.
25πόπανα δὲ, ἀπὸ τῆς πέψεως· πέττειν γὰρ ποιοῦσιν.
25Οὕτως Εὐριπίδης Τρωάσι.
25 Πέλεκυς: Παρὰ τὸ πέλειν ὠκύς· τὸ γὰρ πέλω σημαίνει καὶ τὸ γίνεσθαι καὶ εἶναι· σημαίνει καὶ τὸ ἀναστρέφεσθαι· ὅθεν ὁ μέλλων, πελήσω· ἐξ οὗ καὶ πόλος ὁ οὐρανός. Πελεμίχθη: Ἐκινήθη, ἐσείσθη· ἀπὸ τοῦ πάλλω,
30ὡς οἶμαι· ἢ ἀπὸ τοῦ πέλω. Καὶ τὸ πτελεμίζετο,
30ἐκινεῖτο σημαίνει.
30 Πέλεια: κίρκος ἔστιν εἶδος ἱέρακος· εἰσὶ δὲ γένη ἱεράκων ὀκτὼ, ὥς φησι Καλλίμαχος ἐν τοῖς περὶ ὀρνέων. Πέλεια δὲ, περιστερᾶς εἶδος, οἷον φάσσαι. Ἐτυμολογεῖται δὲ παρὰ τὸ πέλαν, ὃ σημαίνει τὸ μέλαν. Καὶ ὥσπερ παρὰ τὸ μαῖα γί‐
35νεται μαιὰς μαιάδος, οὕτως καὶ παρὰ τὸ πέλεια, πε‐ λειὰς πελειάδος. Καὶ πελίωμα, τὸ μέλαν· καὶ γὰρ πέλλην λέγουσι βοῦν, τὸν τοιοῦτο χρῶμα ἔχοντα· καὶ Πέλλη, πόλις Μακεδονίας, ὅτι βοῦς αὐτὴν εὗρε, πέλλη τὸ χρῶμα· καὶ ὁ Πελίας, ὄνομα.
40Πελῶ: Βαρυνόμενον μὲν σημαίνει τὸ ὑπάρχω·
40περισπώμενον δὲ, τὸ προσεγγίζω. Πέλλας: Ἰλιάδος πʹ, γλαγέας κατὰ πέλλας. Ἀπὸ τοῦ πεπελεκῆσθαι. Εἰσὶ δὲ ξύλινα ἀγγεῖα. Πέλμα: Παρὰ τὸ πεπιλῆσθαι πλέον τοῦ ἄλλου
45δέρματος· ἢ παρὰ τὸ πέλας ἀεὶ καθεστάναι τῶν
45πέδων
45 Πελοπηΐς: Ὥσπερ παρὰ τὴν Κέκροπι δοτικὴν γίνεται Κεκροπὶς, Αἰθίοπι Αἰθιοπὶς, οὕτως Πέλοπι Πελοπίς· καὶ πλεονασμῷ τοῦ η. Περὶ Παθῶν. Πελοπόννησος: Δύναται καὶ τοῦτο πλεονασμῷ ἔχειν τὸ ν· παρὰ γὰρ τὴν Πέλοπος γενικήν. Ὡσαύ‐

659

(50)

τως καὶ τὸ Προκόννησος, πλεονασμῷ ἀπὸ τῆς Προ‐ κόνησος. Περὶ Παθῶν. Πέλωρ αἴητον: Ἰλιάδος ςʹ. Εἰς τὸ αἰδώς. Πελωρίς: Νῆσος, ἢ τόπος· Διονύσιος ὁ περιη‐ γητής. Γράφεται δὲ μικρὸν, ὡς τὸ,
55Ἄκρα δέ οἱ Πάχυνος, Πελορίς τε Λιλύβη τε·
55Καὶ μέγα, ὡς τὸ,
55Ἠνεμόεσσα Πελωρὶς, ἐς Αὐσονίην ὁρόωσα.
55Λέγεται δὲ πελωρὶς καὶ εἶδος ὀστρέου· παρὰ τὸ πέ‐ λωρον, ὃ σημαίνει τὸ μέγα· ἐπειδὴ μεῖζον ἐστὶ τῆς χήμης καὶ τῶν ἄλλων ὁμοίων ὀστρέων. Πελώριος: Μέγας· παρὰ τὸ πέλω, τὸ ὑπάρχω,

660

καὶ τὸ ὥρα ἡ φροντὶς, ᾧ πέλει φροντὶς διὰ τὸ μέγε‐
θος. Καὶ πελώριον, τὸ μέγιστον. Πεμπάσεται: Ἀπὸ τοῦ πεμπάζω· σημαίνει τὸ διελθεῖν καὶ ἐρευνῆσαι· ἴσως ἀπὸ τοῦ πέμπω. Αἰο‐
5λικῶς δὲ τὸ κατὰ πέντε ἀριθμήσει. Πέμπελος: Λυκόφρων, ἡ γραῦς· παρὰ τὸ εἶναι πλησίον τοῦ πέμπεσθαι εἰς ᾅδην. Πένθος: Κυρίως ἐπὶ τῶν κατοιχομένων· παρὰ τὸ ἐν βαθυτάτῳ εἶναι τὴν ἐπ’ αὐτοῖς λύπην· παρὰ
10τὸ βάθος, πλεονασμῷ τοῦ ν, καὶ τροπῇ τῶν στοι‐ χείων· ἢ διὰ τὸ ἐν βαθυτάτῳ εἶναι τοὺς τεθνεῶτας. τὸ δὲ κατωτάτω καὶ ἀφανὲς βένθος ἐλέγετο. Ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ πάθος λέγει. Πένης: Σημαίνει τὸν ἐκ πόνου καὶ ἐνεργείας τὸ
15ζῆν ἔχοντα· παρὰ τὸ πένω, τὸ ἐνεργῶ καὶ πράττω. Ἐκ τούτου πενιχρὸς, ὡς μελιχρός. Πένοντο, καὶ Πένοντο, Ἀμφεπένοντο: Ἀντὶ τοῦ ἐνήρ‐ γουν καὶ ἠσχολοῦντο, ἀπὸ τοῦ πένω, τὸ κάμνω· ἀφ’ οὗ καὶ πόνος καὶ πόντος.
20 Πένταχα κοσμηθέντες: Ἰλιάδος λʹ, ἀντὶ τοῦ πενταχῶς.
20 Πεντηκόντορος: Εἰς τὸ ἐρέτης. Πεντηκοντόγυον: Εἰς τὸ γύης. Πέντοζος: Ἡ χεὶρ, παρὰ τὸ πέντε ὄζους ἔχειν. Πενέσται: Οἱ δοῦλοι τῶν Θετταλῶν, ὡς οἱ τῶν Λακεδαιμονίων εἵλωτες, καὶ τῶν Κρητῶν κλαρόται.
25 Πελτασταί: Τοξόται τοὺς ξυστοὺς κατέχοντες. πέλτη, ἀσπὶς ἴτυν μὴ ἔχουσα· ὅθεν καὶ πελτασταὶ στρατιῶται τινὲς οἱ πέλτην ἔχοντες. Ὁ δὲ πέλτης, εἶδος ἐστὶν ὅπλου οἷον ἀσπίς. Πεντηκοστευόμενον: Τῶν εἰσαγομένων εἰς
30τὸν Πειραιᾶ φορτίων ἐκ τῆς ἀλλοδαπῆς πεντηκοστὴν ἐτέλουν οἱ ἔμποροι· καὶ τοῦτο ἐκάλουν πεντηκο‐ στεύεσθαι· καὶ οἱ τὸ τέλος εἰσπράττοντες πεντη‐ κοστολόγοι καλοῦνται. Πέλωρα: Ὄνομα οὐδέτερον· τὸ ἀρσενικὸν, ὁ
35πέλωρ. Τί σημαίνει; Τὸ ἐξαίσιον καὶ φοβερόν·
35παρὰ τὸ πέλω καὶ τὸ ὥρα, οἷς ὑπάρχει ἀεὶ ἡ φρον‐ τὶς διὰ τὸ μέγεθος. Οὕτως ἐτυμολογεῖται. Παρά‐ γεται δὲ παρὰ τὸ προσπελάζειν καὶ προσεγγίζειν τῷ Ὠρίωνι, ὡς λέγει ὁ ποιητὴς ἐν τῷ χʹ, διὰ τὸ μέγε‐ θος αὐτοῦ·
40[Παμφαίνονθ’] ὥστ’ ἀστέρ’ ἐπεσσύμενον πεδίοιο,
40ὅς ῥά τ’ ὀπώρης εἶσι.
40καὶ ἑξῆς. Λοιπὸν, πέλωρ πέλωρος· καὶ τὸ οὐδέτερον, πέλωρον· καὶ πελώριος. Τὸ ΡΙ, ι, ὡς ἕλωρ ἕλωρος ἑλώριος· τὰ γὰρ ἀπὸ τῶν εἰς ΩΡ, εἰ μὲν τρέπει τὸ ω, διὰ τῆς ΕΙ διφθόγγου γίνεται τὰ κτητικὰ, Νεστό‐ ρειος· εἰ δὲ φυλάττει, διὰ τοῦ ι.
45 Πενταέτηρον: Τὰ διὰ τοῦ ΗΡΟΣ ὑπὲρ δύο συλ‐ λαβὰς ὀξύτονα καὶ βαρύτονα, μὴ ἔχοντα ἀναφαινό‐ μενον τὸ ο, μήτε ῥῆμα ἀντιπαρακείμενον, διὰ τοῦ η γράφεται· Ἄβδηρος, τόπος· Ἄβληρος, κύριον· φά‐ ληρος, ἐξ οὗ τὸ τετραφάληρος· πενταέτηρος. Σεση‐

660

(50)

μείωται βαρυνόμενα δύο, Κάμιρος, Ἄϊρος. Ὀξύνε‐ ται καυστειρός· ὅπερ γίνεται κατὰ διάλεκτον Βοιω‐ τικὴν, ὡς τὸ τέθηκα τέθεικα. “Μὴ ἔχοντα ἀναφαι‐
νόμενον τὸ ο·” διὰ τὸ ὄνειρος· ὄνοιρος γὰρ λέγεται Αἰολικῶς. “Μὴ ἔχοντα δὲ ῥῆμα ἀντιπαρακείμενον·”
55διὰ τὸ μάγειρος. Ζήτει εἰς τὸ κάμειρος.
55 Πέος: Σημαίνει τὸ αἰδοῖον· οἶμαι ὅτι κατ’ ἔλ‐ λειψιν τοῦ ς, ὅτι σπᾷ καὶ ἐντείνεται· ἢ κατ’ ἔλλει‐ ψιν τοῦ λ, πλέος, παρὰ τὸ πλησιάζειν· ἢ παρὰ τὸ

661

πῶ, τὸ κτῶμαι, δι’ οὗ κτώμεθα τέκνα· ἢ φέος, οἷον φύος, δι’ οὗ φύομεν τέκνα. Ἐγὼ ἐπενόησα. Ὦρος. Πεπάλασθε: Κληρώσασθε, λάχετε· πάλος
5γὰρ, ὁ κλῆρος· παρὰ τὸ πάλλω ῥῆμα, τὸ κινῶ καὶ
5σείω, παλῶ παλάσσω· ἐπειδὴ, ἡνίκα ἂν βληθῶσιν οἱ κλῆροι, πάλλονται· οἷον, πάλλεν δὲ γερήνιος ἱππότα Νέστωρ· ἐκ δ’ ἔθορε κλῆρος κυνέης. Πεπαλαγμένον: Μεμολυσμένον καὶ κατεστυμ‐
10μένον· ἀπὸ τοῦ παλάσσω· ὅπερ ἀπὸ τοῦ πάλη, τοῦ
10ἀλεύρου, γίνεται. Πάλη δὲ εἴρηται τὸ λεπτὸν τοῦ ἀλεύρου, ὅπερ δύναται ἐπιπάσσεσθαι διὰ λεπτότητα. Παρὰ τὸν πάσσω μέλλοντα πάλη, ὡς δαμάσσω δαμάλη, ἀνθήσω ἀνθήλη· καὶ γὰρ ὁ εἰς ΣΩ μέλλων τὴν ΣΩ τρέπει εἰς ΛΗ· εἰ δὲ ἔχει διπλοῦν, προσέρ‐
15χεται, οἷον ζεύξω, ζεύγλη· τρώξω, τρώγλη. Οὕτως οὖν πάσσω, πάλη· καὶ κατὰ ἀναδιπλασιασμὸν, παπάλη· καὶ τροπῇ, παιπάλη· οἱ δὲ Ἀττικοὶ πα‐ σπάλη λέγουσι, πλεονασμῷ τοῦ ς. Πέπειρος: Εἰς τὸ ὄνειρος.
20Πέπερι: Παρὰ τὸ πέπτω πέσσω, τὸ εἰς πέψιν
20ἄγον τῇ θερμότητι τοῦ πνεύματος. Πεπαρμένον: Χρυσείοις ἥλοισι πεπαρμένον. Διαπεπερονημένον. Ἔστι δὲ πείρω, τὸ κεντῶ, περῶ, πέπαρκα, πέπαρμαι· ἡ μετοχὴ, πεπαρμένος.
25Πεπείθαται: Ἀπὸ τοῦ πείθω, πείσω, πέπεικα,
25πέπεισμαι, πέπεισται· καὶ Ἰακῶς, πεπείθαται. [Καὶ τὸ ἐπέπιθον,] πείθω· ὁ δεύτερος ἀόριστος, ἔπιθον· καὶ ἀναδιπλασιασμῷ Ἀττικῷ, ἐπέπιθον· ἐξ οὗ καὶ τὸ, Σπουδῇ παρπεπιθόντες.
30Καὶ τὸ ἀπαρέμφατον, πεπιθεῖν, πεπιθέσθαι· καὶ
30τὸ πεπίθοιμεν, ἀντὶ τοῦ πείσαιμεν· καὶ ΠΕΠΙ‐
30θοῦσα, μετοχὴ ἀορίστου δευτέρου καὶ μέλλοντος· εἰώθασι γὰρ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιά‐ ζειν οἱ ποιηταί. Τὸ δὲ πεπιθήσω γίνεται ἀπὸ τοῦ πιθῶ πιθήσω· καὶ κατὰ ἀναδιπλασιασμόν.
Πεπιλημένος: Συνεσφιγμένος· ἀπὸ μεταφορᾶς
35τοῦ πίλου· ὅπερ ἐν τῇ ἐργασίᾳ ὑπὸ τῶν τεχνιτῶν κατασφίγγεται. Πέπληγε: Πλήσσω ἔπλαγον, ἐπὶ τοῦ ψυχικοῦ
40πάθους· ἐπὶ δὲ τοῦ σωματικοῦ, διὰ τοῦ η. Ὁ δὲ ποιητὴς εἰπὼν κατεπλήγη διὰ τὸ μέτρον, ἵνα μὴ νομίσωμεν ἐπὶ τοῦ σωματικοῦ λέγεσθαι, εἶπε φίλον ἦτορ, ἤγουν τὴν ψυχήν. Πέπλος: Τὸ γυναικεῖον ἱμάτιον καὶ ποικίλον·
45οἱονεὶ περίπελός τις ὢν, ὁ περὶ τὸν φοροῦντα περι‐
45πελόμενος καὶ εἰλούμενος· καὶ πέπλος, κατὰ συγκο‐ πὴν τῆς ΡΙ συλλαβῆς καὶ τοῦ ε· ἢ παρὰ τὸ πρέπω, πρέπαλος· καὶ συγκοπῇ, πέπλος. Πεπνυμένος: Εἰς τὸ ἀπινύσσω. Πεποιήκαντι: Δωρικῶς. Οὗτοι γὰρ τρέπουσι

661

(50)

τὸ ς εἰς τ, ἐπεισόδῳ οὐ πλεονασμῷ τοῦ ν· τὸ γὰρ κοινὸν, πεποιήκασι. Πέπονες: Ω πέπον, ὦ Μενέλαε. Ὁτὲ μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ, ὁτὲ δὲ τὸν
55προσηνῆ, καὶ τότε λαμβάνεται ἐπὶ ἐπαίνου· καὶ ἐπὶ
55μὲν τοῦ ἐκλύτου, ἀπὸ μεταφορᾶς τῶν πεπαινομένων
55καρπῶν· οἳ, μετρίως μὲν πεπανθέντες, εὔχρηστοί εἰσι καὶ ἀπόδεκτοι· ὑπερπεπανθέντες δὲ, ἔκλυτοι καὶ σεσηπότες· διόπερ ἡ λέξις τὰ ἐναντία σημαίνει, ἀπὸ

662

τοῦ πεπείρου καὶ ἀσφαλοῦς, καὶ ἀπὸ τοῦ σεσαπη‐ μένου· ἢ τῶν πεπόνων, ἃ τῇ μὲν γεύσει ἐστὶν ἡδέα, τῇ δὲ θίξει καὶ τῇ ἁφῇ, μαλακὰ καὶ εὐένδοτα. Ὅταν δὲ σημαίνῃ τοὺς γενναίους, ἐκ τοῦ φόνος·
5φόνους δὲ ἔλεγον οἱ Δωριεῖς τοὺς ἐπονειδίστους, ἤγουν τοὺς ἄξια φόνου δεδρακότας· καὶ παρὰ Φρυ‐ γικῷ ἔθει καὶ ἀναδιπλασιασμῷ, πέφονες· καὶ τροπῇ, πέπονες. Συστέλλεται δὲ, ὡς κοινὸν τῷ γένει. Πέπονθα: Ἀπὸ τοῦ πονῶ, πονήσω, πεπόνηκα,
10πέπονα· καὶ πλεονασμῷ τοῦ θ, πέπονθα. Πέποσχε: Ἀπὸ τοῦ πάσχω, πάσξω, πέπασχα· τὸ τρίτον, πέπασχε· καὶ κατὰ τροπὴν τοῦ α, πέ‐ ποσχεν. Ἐν Ἁρπαγαῖς Ἐπιχάρμου, Ἁ δὲ Σικελία πέποσχε.
15Πέποσθε: Ἰλιάδος γʹ, ἀντὶ τοῦ πεπόνθατε· ὁ
15μὲν Ἡρωδιανὸς, ἀπὸ τοῦ πήθω, τὸ πανθάνω, ὁ μέλλων, πήσω· πέπηκα, πέπησμαι, πεπήσμεθα, πέπησθε· καὶ συστολῇ τοῦ η εἰς ο. Ἄλλοι δὲ, ἀπὸ τοῦ πεπό‐ νημαι, πεπονήμεθα, πεπόνησθε· καὶ συγκοπῇ τῆς ΝΗ, πέποσθε.
20Πεποτήαται: Ἀπὸ τοῦ πέτω γίνεται ποτῶ
20ποτήσω πεπότηκα πεπότημαι, πεπότηται. Ἰακῶς πεποτέαται· καὶ κατὰ Ἴωνας πεποτήαται κατὰ ἔκτασιν. Πέπρακα: Ἀπὸ τοῦ περῶ περάσω, πεπέρακα· καὶ κατὰ συγκοπὴν, πέπρακα. Ζήτει εἰς τὸ ἐμ‐
25πρήσω.
25Πεπρωμένον: Σημαίνει τὸ εἱμαρμένον καὶ
25ὡρισμένον, καὶ οἱονεὶ πεπερατωμένον· ἀφ’ οὗ γίνεται κατὰ συγκοπὴν πεπρωμένον, οἷον τύχην τὴν τὸ πέρας τοῦ βίου ὁρίζουσαν καὶ περατοῦσαν. Βάβριος· Ἅ σοι πέπρωται, ταῦτα τλῆθι γενναίως, καὶ μὴ σοφίζου· τῶν χρεῶν γὰρ οὐ φεύξῃ.
30καὶ Πρίαμος λέγει,
30 Ζεὺς μέν που τόγε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν Ἰλιάδος γʹ. Πέπταμαι: Ἐκ τοῦ ἵπτημι γίνεται ὁ παθητικὸς παρακείμενος, ἔπταμαι, ἔπτασαι, ἔπταται· καὶ
35πλεονασμῷ τοῦ π, πέπταμαι Αἰολικῶς· οἱ γὰρ Αἰο‐
35λεῖς εἰώθασι προστιθέναι σύμφωνον, ὥσπερ τὸ ἐπτε‐ ρύγωμαι, πεπτερύγωμαι· καὶ ἀπὸ τοῦ ἔπτωκα, πέ‐ πτωκα. Ἢ ἀπὸ τοῦ πτῶ, ὁ παρακείμενος, ἔπτωκα· καὶ πλεονασμῷ τοῦ π. Πέπτωκα: Ἀπὸ τοῦ πετῶ, πετήσω πεπέτηκα,
40καὶ κατὰ συγκοπὴν, πέπτηκα καὶ πέπτωκα, ὡς οἰχῶ, οἰχήσω, ᾤχηκα καὶ ᾤχωκα. Ἢ ἀπὸ τοῦ πετῶ, παράγωγον πετέω, ὡς χαλῶ χαλέω. Τοῦτο γίνεται κατὰ συγκοπὴν, πεπτῶ, πεπτήσω· ὁ παρακείμενος, πέπτηκα· καὶ τροπῇ. Ἢ ἀπὸ τοῦ πέδον γίνεται
45πεδῶ, πεδώσω, πεπέδωκα· καὶ κατὰ συγκοπὴν, πέ‐ πδωκα· καὶ ἐπειδὴ δασέα δασέων, καὶ ψιλὰ ψιλῶν, καὶ μέσα μέσων προηγοῦνται κατὰ σύλληψιν, οἷον πτῶσις, κτῆμα, ἐτράπη τὸ δ εἰς τ, καὶ γέγονε πέπτωκα.

662

(50)

Πεπτηῶτα: Ἀπολλώνιος,

662

(50)

Κύζικος ἐν κονίῃ τε καὶ αἵματι πεπτηῶτα· ἀντὶ τοῦ ἐκτεταμένον· σημαίνει δὲ καὶ τὸν πεπτω‐ κότα, ὡς τὸ, πετάλοις ὑποπεπτηῶτα. Ἢ ἀπὸ τοῦ πέτω, ἢ ἀπὸ τοῦ πτήσσω, πτήξω,
55ἔπτηχα, ἐπτηχώς· καὶ Ἰωνικῶς, πεπτηχώς· καὶ
55ἀποβολῇ, πεπτηώς.
55Πέπυσμαι: Ἀπὸ τοῦ πεύθω, πεύσω, πέπευκα·
55ὁ παθητικὸς, πέπευσμαι· ἆρον τὸ ε, πέπυσμαι. Εἰ δέ τις εἴποι, ὅτι ἀπὸ τοῦ πυνθάνω δύναται εἶναι, εἰπὲ ὅτι τὰ διὰ τοῦ ΑΝΩ ἄκλιτά εἰσιν. Ὥστε πέ‐

663

πυσμαι ἐνδείᾳ τοῦ ε, ὡς καὶ τὸ τέτυγμαι ἀπὸ τοῦ τεύχω.
Πεπρωμένον: Ἀπὸ τῆς μετοχῆς μετήχθη εἰς ἐπιρρηματικὴν σύνταξιν, ὥσπερ καὶ τὸ εἱμαρμένη· ἡ
5δὲ μετοχὴ, ἐκ τοῦ περατόω περατῶ περατώσω· καὶ
5ἔστι πεπερατωμένον· καὶ συγκοπῇ, πεπρωμένον. Σημαίνει δὲ τὸ προωρισμένον καὶ εἱμαρμένον. Ἔστι δὲ παρ’ Ἕλλησιν ἡ λεγομένη παρ’ ἡμῖν πρόνοια. Τὴν δὲ αὐτὴν εἱμαρμένην ἔλεγον καὶ ἀδράστειαν, διὰ τὸ μὴ ἀποδιδράσκειν ἅπαντα τὰ προορισθέντα.
10 Πέρας: Παρὰ τὸ τέλος, τέλας· καὶ τροπῇ τοῦ τ εἰς π καὶ τοῦ ἀμεταβόλου, πέρας· ἢ παρὰ τὸ τῆς ἔρας παῦσις εἶναι. Ἐκ τοῦ πέρας γίνεται ῥῆμα περῶ, καὶ σημαίνει τὸ τελειῶ. Ἢ ἐκ τοῦ περῶ περάσω· καὶ ἀποβολῇ τοῦ ω, πέρας.
15 Περάτη: Λέγεται ἡ ἀνατολὴ, ὡς τὸ, Ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δ’ ἀταρποί. Δύναται δὲ καὶ ἐπὶ δύσεως καὶ ἐπ’ ἄρκτου καὶ με‐ σημβρίας. Περάτη λέγεται καὶ τὸ τέλος. Περαιτέρω: Πλέον πάνυ. Ἀπὸ τοῦ πέρας
20περατέρω· πλεονασμῷ τοῦ ι, περαιτέρω. Ὅσοι τὸ ἐγγυτέρω καὶ ἐγγυτάτω καὶ τὰ ὅμοια σὺν τῷ ι βούλονται γράφεσθαι, ἀπὸ δοτικῆς λέγουσιν αὐτὰ εἶναι, ὁ ἐγγύτατος τοῦ ἐγγυτάτου τῷ ἐγγυτάτῳ· καὶ ὁ ἀνώτατος τοῦ ἀνωτάτου τῷ ἀνωτάτῳ· καὶ λέγει ὁ
25Ἐπαφρόδιτος, ὅτι τινὰ τῶν ἀρχαίων ἀντιγράφων σὺν τῷ ι εἶχον αὐτὰ γεγραμμένα. Κρεῖττον δέ ἐστι χωρὶς τοῦ ι ταῦτα γράφεσθαι. Λέγει δὲ ὁ τεχνικὸς, ὅτι εἴ τις τὸ ἔξω φησὶ σὺν τῷ ι γράφεσθαι, ἐπειδὴ οἱ Συρακούσιοι ἔξοι λέγουσιν, οὐκ ἐπιχειρεῖ καλῶς·
30ἰδοὺ γὰρ τὸ ἔνδον ἐνδοῖ λέγουσιν, ὡς παρὰ Θεοκρίτῳ,
30 Ἐνδοῖ Πραξινόα· καὶ ὅμως τὸ ἔνδον οὐ γράφεται διὰ τοῦ ο καὶ ι. Τί οὖν ἄτοπον καὶ τὸ ἔξω γράφεσθαι χωρὶς τοῦ ι, εἰ καὶ λέγουσιν οἱ Συρακούσιοι ἔξοι; Ζήτει εἰς τὸ ἔξω.
35Πέπταται: Πτῶ, πτῆμι· ὁ μέλλων, πτήσω· ὁ
35παρακείμενος, πέπτηκα· ὁ παθητικὸς, πέπταμαι,
35πέπταται.
35 Πέρδιξ: Παρὰ τὸ περισσῶς ᾄδειν· ἢ παρὰ τὸ πηδᾶν ἀπὸ τόπου εἰς τόπον. Ἢ πέρδιξ, ὁ περισσῶς διωκόμενος καὶ φεύγων· ἢ παρὰ τὸ πέδον, ὃ σημαίνει τὸ χαμαὶ, τὴν γῆν· χαμαιπετὲς γὰρ τὸ ζῷον, καὶ μὴ σφόδρα εἰς ὕψος αἰρόμενον, μηδὲ περιδινεῖσθαι
40ἐν ἀέρι δυνάμενον. Πέρθω: Τὸ πορθῶ, τὸ πολιορκῶ· γίνεται παρὰ τὸ περιθέω, τουτέστι περιτρέχω τὴν γῆν καὶ τὴν πό‐ λιν· ὁ παρακείμενος, πέπερκα· ὁ παθητικὸς, πέπερ‐ μαι, πέπερται· τὸ ἀπαρέμφατον, πεπέρθαι. Ἆρον
45τὸν διπλασιασμὸν, καὶ γίνεται πέρθαι. Περιδέρραιον: Περιτραχήλιος κόσμος· ἀπὸ τοῦ δέρρη Αἰολικῶς, ὃ σημαίνει τὸν τράχηλον. Ὁ δὲ Ὦρος ὁ Μιλήσιος διὰ τῆς ΑΙ διφθόγγου γράφει, καὶ δι’ ἑνὸς ρ· ᾧ μᾶλλον πειστέον.

663

(50)

Περιδώμεθα: Καὶ Ἀριστοφάνης, περιδοῦ νῦν ἐμοί· καὶ, Ἐμέθεν περιδώσομαι, ἀντὶ τοῦ, κατ’ ἐμαυτὸν συνθηκοποιήσομαι· εἴρηται
55ἀπὸ τοῦ δῶ, τὸ δεσμεύω.
55Περιδόξω: Ζήτει εἰς τὸ τέλος.
55Περίηρς: Ἐκ τοῦ περιήρης ἆρον τὸ η, περίηρς.
55Ταύτῃ ἐάν σοι προτεθῇ παρ’ Ἀλκμᾶνι, ὅτι, κλῖνον αὐτὸ, μὴ κλίνῃς· οὐ γὰρ ἀκολουθεῖ ἡ κατάληξις, εἰ γένοιτο περιήρους, πρὸς τὴν περιήρης εὐθεῖαν. Περὶ Παθῶν.

664

Περικαλλής: Ἐκ τοῦ κάλλος γίνεται. Ὄσσε πάρος περικαλλέ’ ἐόντε· Ἀδύνατον τὴν μετοχὴν ἀπὸ τοῦ ο ἄρχεσθαι· θέλει γὰρ ἀπὸ τοῦ ε ἄρχεσθαι,
5ἐκτὸς ἐόντας·
5καὶ,
5Ἐνθάδ’ ἐόντ’ ἐμάχοντο.
5Ὥστε κατ’ ἔκθλιψιν ἐστί. Ζητεῖται δὲ καὶ τοῦτο, τίνος ἐγένετο ἡ ἔκθλιψις, τοῦ α, ἢ τοῦ ε· περικαλ‐ λέα, ἢ περικαλλέε. Ὅμοιόν ἐστι καὶ τὸ, δύο φάρε’ ἐΰνητόν τε χιτῶνα. Καὶ ἔστιν εἰπεῖν, ὅτι σύνηθες τῷ ποιητῇ ἐκθλίβειν
10ἐπὶ τῶν δυϊκῶν τῶν ἀρσενικῶν τὸ ε· ἐπὶ δὲ τοῦ οὐ‐
10δετέρου, τὸ α.
10 Περικτίται: Σημαίνει τοὺς κτίστας. Ἔλλειψις οὖν τοῦ ς· ἡ δὲ χρῆσις, παρὰ Ἀπολλωνίῳ. Περικτιόνων: Παρὰ τὸ οἰκῶ γίνεται περιοικῶ· πλεονασμῷ τοῦ τ, καὶ ἐκβολῇ τοῦ ο· σημαίνει δὲ τοὺς περὶ κύκλῳ οἰκοῦντας.
15 Περίπατος: Ἡ περὶ σχέσιν κυκλοτερῆ δηλοῖ, ὡς τὸ, περιέχεσθαι, περικάμπτειν. Οὕτως ἔχει καὶ ὁ περίπατος· πάτος γὰρ τὸ πατούμενον· ἐξ οὗ τὸ κατὰ κυκλοτερίαν περίπατος λέγεται. Ἡ δὲ περὶ ἔστι καὶ ἀντὶ τῆς ὑπὲρ, ὡς τὸ,
20 περὶ μὲν βουλῇ Δαναῶν, περὶ δ’ ἐστὲ μάχεσθαι· ἀντὶ τοῦ ὑπέρεστε ἐν τῷ βουλεύειν, καὶ περίεστε ἐν τῇ μάχῃ, ὅπερ ἐστὶ τὸ ὑπερέχετε. Ἐπὶ δὲ τοῦ περισσοῦ, περὶ γάρ με φίλει καὶ κήδετο·
25καὶ,
25περίφρων Πηνελόπεια·
25ἡ περισσόφρων, περισσῶς φρονοῦσα, φρόνιμος.
25Ἐπὶ δὲ τοῦ ἡμῖν συνήθους,
25 Αἳ περιναιετάουσι. Περιπατοίην: Δεῖ γινώσκειν, ὅτι πολλάκις εὑ‐ ρίσκεται εἰς ΗΝ καθαρὸν εὐκτικὸν, μὴ οὔσης τῆς μετοχῆς εἰς ς ὀξύτονον διὰ τοῦ ΝΤ κλινομένης· τὸ γὰρ περιπατοίην ὁ Ἀπολλώνιος οὕτω σχηματίζει·
30ἔστι περιπατοῖμι, καὶ τὸ τρίτον, περιπατοῖ, καὶ Ἀττικῷ πλεονασμῷ τοῦ η, περιπατοίη, εἶτα προσ‐ θέσει τοῦ ς γίνεται τὸ δεύτερον, περιπατοίης, τὸ τρίτον, περιπατοίη. Περιπέζια: Τὰ παρὰ τὴν γῆν προσπελάζοντα.
35πέζα γὰρ οὐ μόνον ὁ ποὺς, παρὰ τὸ ἐν τῷ πέδῳ
35ἕζεσθαι, ἀλλὰ καὶ ἡ γῆ, παρὰ τὸ ἕζω. Περιπλομένων ἐνιαυτῶν: Ἀπὸ τοῦ πέλεσθαι, ὅ ἐστι γίνεσθαι· οἷον, περιπελομένων, τῶν διαγινο‐ μένων· καὶ κατὰ συγκοπήν. Καὶ περιτελλομένων, περιερχομένων.
40Περιρρηδής: Περιρραγεὶς, περιρρυείς. Οὕτως
40Ἀλέξανδρος ὁ Κοτιαεύς· Πῖος δὲ, περιφερὴς, περιρ‐ ρυής. Ὦρος. Περισθενής: Περιττῶς τῷ σθένει χρώμενος, καὶ οὐ δυνάμενος αὑτὸν κατέχειν. Ἐν οἵῳ τρόπῳ λέγεται τὸ περιώδυνος καὶ περιαλγής.
46 Περισκέπτωι: Περισκέπτῳ ἐνὶ χώρῳ. Τῷ ὑψηλῷ, ὅθεν ἐστὶ περισκέψασθαι διὰ τὸ ὕψος
καὶ ἀπιδεῖν· ἢ ὅθεν ἐστὶ τὸ πέριξ ἰδεῖν. Ἢ περί‐

664

(50)

σκεπτον, ὅ τις ἂν κατανοῶν θαυμάσειεν· οἷον,

664

(50)

ὄφρα γένωμαι

664

(50)

σοι (τι) περίσκεπτον παίγνιον Ἀρσινόη. Δίδυμος ἐν ὑπομνήματι ξʹ Ὀδυσσείας. Οὕτως εὗρον ἐγὼ εἰς τὸν Ὦρον. Περιστερά: Παρὰ τὸ πέτεσθαι στερρῶς· ἢ παρὰ τὸ περισσῶς ἐρᾶν· θερμόταται γὰρ κατὰ συν‐
55ουσίαν εἰσί· διὸ καὶ τῇ Ἀφροδίτῃ ἀνάκεινται· καὶ
55πολλάκις τίκτουσιν ἐν τῷ ἐνιαυτῷ, τῶν ἄλλων ὀρνέων μὴ ποιούντων τοῦτο. Τὸ δὲ περισσῶς παρὰ τὴν περὶ πρόθεσιν παρῆκται.

665

Περίστῳον: Σὺν τῷ ι γράφεται τῷ χαρακτῆρι τῶν διὰ τοῦ ΩΙΟΝ· καὶ ὅτι ἀπὸ τοῦ στοιὰ γίνεται, τοῦ σημαίνοντος τὸ στοὰ, περίστοιον, καὶ κατ’ ἔκ‐ τασιν τοῦ ο εἰς ω, περιστώϊον. Εὐλόγως δὲ προπαρο‐
5ξύνεται· τὸ δὲ προστῷον προπερισπᾶται· καὶ ὤφειλεν ἢ τὰ δύο προπερισπᾶσθαι, ἢ τὰ δύο προπαροξύνεσθαι, ἐπειδὴ ἀπὸ τοῦ στοιὰ ἀμφότερα γέγονεν· ἀλλ’ ἡ παράδοσις τὸ μὲν ἓν οἶδε προπαροξύτονον, τὸ δὲ ἕτε‐ ρον, προπερισπώμενον.
10Περισσός: Παρὰ τὴν περὶ [πρόθεσιν] καὶ τὸ
10σεύω, τὸ ὁρμῶ. Περιστοιχίζω: Ζήτει εἰς τὸ τέλος. Περιουσιασμός: Πλῆθος, ὕπαρξις φυσική. Περίστατοι: Περίβλεπτοι, ἐφ’ οἷς ἄν τις σταίη βουλόμενος θεάσασθαι.
15 Περίττωμα: Τὸ περὶ τὸ σῶμα καθάρσιον, (οἱονεὶ τὸ περισσόν· ἀπὸ τῶν τρεφόντων τὸ σῶμα·) καὶ εἰς οὐδὲν ἡμῖν ὠφέλιμον· ἢ ἀπὸ τοῦ περὶ τὸ σῶμα εἶναι, καὶ οὐκ ἐν τῷ σώματι μένειν. Περιφραδέως: Ἀντὶ τοῦ πάνυ ἐπιστημόνως καὶ
20ἐντέχνως· ἐμπειρίας γὰρ προσδεῖ τοῖς ὀπτῶσι διὰ τὸ συχνοτέρως ἐποπτεύειν. Παρὰ τὸ φράζω, φράδμων, φραδὴς, καὶ φραδέως ἐπίρρημα, τὸ μετὰ λόγου καὶ ἐπιστήμης τὶ ποιεῖν· Ὤπτησάν τε περιφραδέως.
25Περιωπή: Ὁ κάτοπτος τόπος· καὶ ἔστι παρὰ
25τὸ περιόπτω ῥῆμα, περιοπὴ, ὡς κλέπτω κλοπή· ἡ δὲ τοῦ ο μετάθεσις εἰς ω σεμνοτέραν ἐποίησε τὴν λέξιν. Σημαίνει ἀκρώρειαν, ὑψηλὸν τόπον. Περιώσιον: Ἰλιάδος δʹ, περισσῶς, παρὰ τὸ προσῆκον. Παρὰ τὸ ὅσιον γίνεται κατ’ ἔκτασιν τοῦ
30ο εἰς τὸ ω· καὶ ὑπερώσιον ὁμοίως. Περόνη: Παρὰ τὸ πείρειν, ὅ ἐστι κεντᾶν καὶ διαπερᾶν· [ἐκ τούτου] γίνεται ἐμπερονῶ. Πόρπη δὲ, ἡ φίβλα. Πέρπερος: Ὁ φλύαρος. Ἀπὸ τοῦ περιφέρω
35γίνεται περίφερος, καὶ συγκοπῇ, πέρφερος, καὶ τροπῇ
35τοῦ φ εἰς π, ὁ τοῖς λόγοις περιφερόμενος. Ἢ παρὰ τὸ πτερὸν, περίπτερος· καὶ ἐν συγκοπῇ, πέρπερος· ὅθεν καὶ περπερεύεται, ἀντὶ τοῦ ματαιοῦται, ἀτα‐ κτεῖ, κατεπαίρεται μετὰ βλακείας. Πέρραμος: Πρίαμος Αἰολικῶς. Πότε δύο ΡΡ,
40καὶ πότε ἕν; Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐὰν σύμφωνον ἐπιφέρηται ἓν, οἷον τρίτος, τέταρτος, οὐκέτι δύο ΡΡ· οὐ γὰρ ἠδύνατο δύο ΡΡ. Καί γε ἐὰν μὲν ᾖ καθαρὸν, δύο· ἐὰν δὲ σύμφωνον, ἕν· οἷον κοπρία κόπερρα, ὑπερθέσει· Πρίαμος, Πέρραμος. Περὶ Παθῶν.
45Περσεύς: Τὸν μὲν καὶ Περσῆα μετακλήϊσαν Ἀχαιοὶ, οὕνεκεν ἄστεα πέρθεν ἀπειρεσίων ἀνθρώπων.
Ὦρος. Περσεφόνη: Παρὰ τὸ φέρω καὶ τὸ φόνος, οἱονεὶ

665

(50)

φερσεφόνη τὶς οὖσα, πρὸς ἣν ἀποφέρονται οἱ πεφο‐

665

(50)

νευμένοι· κατὰ τροπήν.

665

(50)

Πέσκος: Σημαίνει κυρίως τὸ τοῦ προβάτου δέρμα. Παρὰ τὸ πείκω πέκω πέκος, καὶ πέσκος, κατὰ πλεονασμὸν τοῦ ς· ἢ παρὰ τὸ σκέπω σκέπος οὐδετέρως, καὶ μεταθέσει, πέσκος· τὸ γὰρ δέρμα τὸ σκεπάζον σημαίνει· ἢ οὗ τοῖς ἐρίοις ἐπὶ σκέπην
55χρώμεθα.
55 Πεσεῖν: Ἀπὸ τοῦ πέδου, ὅ ἐστι τῆς γῆς. Τὸ ῥῆμα πεσῶ, πόθεν; Παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν· κυρίως γὰρ πεσεῖν ἐστὶ, τὸ ἀπὸ ὕψους εἰς γῆν

666

κατενεχθῆναι· καὶ πεσόντος, μετοχὴ δευτέρου ἀορί‐ στου, ἀντὶ τοῦ ἀναιρεθέντος, φονευθέντος. Ἐκ δὲ τοῦ πεσῶ πεσήσω, γίνεται ὁ δεύτερος ἀόριστος, ἔπεσον· καὶ τὸ προστακτικὸν, πέσε πεσέτωσαν· σε‐
5σημείωται γὰρ ὁ ἔπεσον καὶ ἔχεσον δεύτερος ἀόρι‐ στος, ἔχοντες τὸ ς χαρακτηριστικόν. Ἐκ δὲ τοῦ ἔπεσον ἡ μετοχὴ, πεσὼν πεσόντος· ὅθεν τὸ εὐκτικὸν, πέσοιμι. Γίνεται δὲ ἐκ τοῦ πίπτω πέσω. Πέσσει: Κατασχεῖ, ἢ καταπραΰνει· καὶ ΠΕΣ‐
10σέμεν, ἀπὸ ἐνεστῶτος. Τὸ θέμα ἐστὶ πέσσω· ὅθεν
10τὸ καταπέψῃ, ἀντὶ τοῦ κατάσχῃ, καταδαπανήσῃ, ὅ ἐστι καταπραΰνῃ. Ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ γαστρὶ πλείονι χρόνῳ κατεχομένων σιτίων· καὶ γὰρ αὐτὰ, ἂν μὴ κρατηθῇ τὸν ὡρισμένον καιρὸν, ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέττεται.
15Διὰ τὴν πέψιν οὖν τὴν ἐν αὐτῇ γινομένην. Τὸ θέμα, πέττω· ὁ μέλλων, πέψω. Πεσσοί: Βόλια κυβιστῶν. Πέσσα ὁμωνύμως, ἥ τε γραμμὴ καὶ ὁ ψῆφος. Πέντε δὲ ἦσαν οἷς ἐχρῶντο·
20Καὶ πέσσα πεντάγραμμα·
20καὶ τάχα ἡ πεττεία οἱονεὶ πεντεία τὶς οὖσα. Εὗρε
20δὲ αὐτὴν Παλαμήδης· καὶ δηλοῖ τὸ ἐπίγραμμα τῶν λϛʹʹ πρὸς τοὺς τόπους οὓς ἔχει τὸ Παλαμήδειον ἀβά‐ κιον. Ἔστι πέτω, ὃ σημαίνει τὸ καταπίπτω· ὁ μέλλων, πέσω· ἐξ αὐτοῦ ὄνομα πεσσὸς, ὁ πίπτων ἐν τῷ βάλλεσθαι· καὶ τροπῇ, πεττός· καὶ πεττεύειν,
25τὸ μεταφέρειν· ἀπὸ τῶν πεττῶν, τουτέστι τῶν κύβων.
25Πεττεύειν δὲ καὶ τὸ ταβλίζειν· γίνεται δὲ ἀπὸ τοῦ πεττὸς, πεττεύω· δηλοῖ δὲ τὸ μετατιθέναι καὶ παί‐ ζειν. Ἐπὶ δὲ τῶν πέντε γραμμῶν τὰς ψήφους ἐτί‐ θουν· ὧν ἡ μέση γραμμὴ ἱερὰ ἐκαλεῖτο. Πέταλον: Σημαίνει τὸ φύλλον· παρὰ τὸ πέτω,
30πίπτω· πίπτουσι γὰρ ὡμοίωνται. Ἰλιάδος βʹ. Πέτασαν: Ἀπὸ τοῦ πετάζω πετάσω, ἐπέτασα, καὶ τὰ λοιπὰ δῆλα. Ἱστία λευκὰ πέτασσαν. Τοῦτο ἀπὸ τοῦ πέτω βαρυτόνου· πετῶ γὰρ οὐκ
35εἴρηται.
35Πεφωριῶσθαι: Τὸν ὀφθαλμὸν πεπαχύνθαι.
35 Πετεινόν: Οἱ μὲν διὰ διφθόγγου γράφουσιν, ἐκ τοῦ τὴν πτέρυγα τείνειν ἐτυμολογοῦντες· ὁ δὲ Ἡρωδιανὸς, ἐκ τοῦ πετῶ πετάσω, πτῶ πτήσω πτηνὸν καὶ πετηνόν· τὸ δὲ πετεηνὸν, ὡς ῥηματικὸν, διὰ τοῦ η· ἐκ τοῦ πετῶ πετήσω, πετηνόν· καὶ πλεονασμῷ τοῦ ε
40ποιητικῶς, πετεηνόν. Πάντοτε δὲ ὁ ποιητὴς διὰ τοῦ ε καὶ η προφέρει. Ἔστι δὲ καὶ τοῦτο γενικόν. Ἔχεις εἰς τὸ ὄρνις. Πετεῶο: Ἡ εὐθεῖα ὁ Πετέως τοῦ Πετέω· καὶ πλεονασμῷ τοῦ ο Ἀττικῶς.
45Πέτεσθαι: Ἐπὶ τῆς πτήσεως· παρὰ τὸ πέτω,
45τὸ πίπτω· παντὶ γὰρ τῷ τοῦ σώματος μέρει δοκεῖ πίπτειν τὰ πετόμενα ἐπὶ τοῦ ἀέρος. Ὁ παθητικὸς ἐνεστὼς, πέτομαι· ὅθεν καὶ πέτονται. Ἐκ τούτου γίνεται πέτος, καὶ σημαίνει τὸ ὕψος· ἐξ οὗ γίνεται πετῶ πετᾷς· καὶ τροπῇ, ποτῶ. Καὶ ἀπὸ μὲν τοῦ

666

(50)

πετῶ γίνεται προπετὴς καὶ χαμαιπετής· ἀπὸ δὲ τοῦ πέτω, ὁ δεύτερος ἀόριστος ἔπετον· οἷον, ἔπετον Κυπρογενῆας. Πέτρα: Παρὰ τὸ πέττεσθαι ῥαδίως, κατὰ ἀντί‐ φρασιν.
55Πεύθω: Σημαίνει τὸ ἀκούω· ἀπὸ τοῦ κεύθω· ὁ
55γὰρ ἐρωτῶν ἢ μανθάνων τὶ παρά τινος, ἀποκεκρυμμένου
55πράγματος γνῶσιν ἐρωτᾷ μαθεῖν. ἦ μάλα λυγρῆς πεύσεαι ἀγγελίης. Τὸ δὲ πεύθω σημαίνει καὶ τὸ ἐρωτῶ. Ζήτει εἰς τὸ πυθέσθαι.

667

Πευκαλίμας φρένας: Οἱονεὶ δριμείας καὶ σώφρονας. Ἀπὸ δὲ τῆς πεύκης ἡ μεταφορά· ἡ δὲ πεύκη εἶδός ἐστι δένδρου. Πευκεδανός: Καυστικὸς, θερμός· λέγει δὲ
5τοιοῦτον τὸν πόλεμον παρὰ τὴν πεύκην τὴν πρὸς καῦσιν ἐπιτηδείαν· σύνηθες δὲ Ὁμήρῳ τὸν πόλεμον πυρὶ παραβάλλειν, διὰ τὸ τῶν μαχομένων πυροῦσθαι τὸ περικάρδιον αἷμα. Ἢ ὁ πικρὸς, διὰ τὸ τὴν πεύκην εἶναι πικρὰν, ὡς ὁ ὀπὸς δηλοῖ.
10 Πέφνῃ: Ζήτει εἰς τὸ ἔπεφνον. Ἐκ τοῦ φῶ, τὸ φονεύω, παράγωγον φένω· καὶ ἑξῆς. Ἔστι καὶ τὸ παράγωγον τοῦ φῶ, τὸ φονεύω, φίζω, φίσω, πέ‐ φικα, πεφισμένος. Δύο σημαίνει, ἢ τὸ λεγόμενον, ἢ τὸ πεφονευμένον.
15Πέφαται: Ἐκ τοῦ φῶ, παράγωγον φημὶ, φήσω,
15πέφηκα, πέφαμαι, πέφασαι, πέφαται· καὶ τὸ πέ‐ φανται, πεφονευμένοι εἰσὶν, ἀναιροῦνται. Ἔστι καὶ ἐκ τοῦ πέφαγκα, πέφαμμαι. Πεφοβήατο: Εἰς τὸ βεβολήατο. Πεφήσεαι: Ἀντὶ τοῦ φονευθήσῃ· ἀπὸ τοῦ φῶ,
20τὸ φονεύω.
20 Πεφιδήσεται: Ἀντὶ τοῦ φείσεται, φεισθείη. Ἀπὸ τοῦ φείδω φιδῶ, ὡς πείθω πιθῶ.
Πεφαργμένος: Ἀντὶ τοῦ πεφραγμένος· καὶ ἐφάρξαντο, ἀντὶ τοῦ ἐφράξαντο· καὶ τὸ φαρκτὸν, φρακτόν· ὥστε ὑπέρθεσιν πέπονθε.
25 Πεφῳσμένος: Ἀντὶ τοῦ κεκαυμένος· ἀπὸ τοῦ φῴζω, ὡς χρῴζω· ἅπερ ἔχει τὸ ι. Πέφηνα: Φαίνω, φανῶ· ὁ παρακείμενος, πέ‐ φαγκα· ὁ μέσος, πέφηνα. Πεφυζότες: Ὥσπερ ἀπὸ τοῦ κίσσα γίνεται
30ῥῆμα κισσῶ, οὕτω καὶ ἀπὸ τοῦ φύζα, φυζῶ, φυζήσω, πεφύζηκα, πεφυζηκὼς, καὶ συγκοπῇ πεφυζώς· πεφυ‐ ζηκότες, καὶ συγκοπῇ πεφυζότες· οὐ δύναται γὰρ εἶναι μέσος παρακείμενος· οὐδέποτε γὰρ μέσος παρα‐ κείμενος διὰ δύο συμφώνων κατὰ σύλληψιν ἐκφέ‐
35ρεται, οὐδὲ διὰ δύο διπλῶν χαρακτηρίζεται. Πεῖνα: Παρὰ τὸ πένω, τὸ ἐνεργῶ· τὰ δὲ διὰ τοῦ ΙΝΑ Ἰταλικὰ, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ ι γράφεται, Φαυστῖνα, Μαρῖνα· πλὴν τοῦ πεῖνα.
40πεῖρα: Παρὰ τὸ πείθω, τὸ πιστεύω.
40 Πείκω καὶ πέκτω: Ἔστι τὸ κτενίζω· ὅθεν καὶ πεξαμένη. Ἢ παρὰ τὸ πέκω· καὶ πλεονασμῷ τοῦ ι γίνεται πείκειν· σημαίνει τὸ ξαίνειν. Πειραταί: Οἱ κατὰ θάλασσαν λῃσταὶ καὶ κα‐ ταποντισταί· παρὰ τὸ πείρειν, ὅ ἐστι διαπερᾶν·
45οἷον,
45 ἀλεγεινά τε κύματα πείρων. Ἢ παρὰ τὴν πεῖραν, ἣ δηλοῖ τὴν ἔφοδον καὶ ἐπέ‐ λευσιν. Τὸ δὲ πεινῶ, παρὰ τὸ πένω πένομαι· ᾧ παρέπεται πολλάκις τοῦτο. Πείρησαι: Ἀντὶ τοῦ ἀπόπειραν ποίησαι· παρὰ

667

(50)

τὸ πειράζω· ἢ παρὰ τὸ πειρῶ πειρᾷς ἐπείρασα· καὶ τὸ προστακτικὸν, πείρασαι· καὶ τροπῇ, πείρησαι. Πεῖραρ: Πέρας, τέλος. Τὸ μὲν πέρας τοῦ σχοινίου, Πεῖραρ ἐπαλλάξαντες ἐπ’ ἀμφοτέροισι τάνυσσαν·
55ἐπὶ δὲ τοῦ πέρατος,
55Πεῖραρ ὀϊζύος.
55Καὶ πείρατα, ἐπὶ μὲν τῶν δεσμῶν, ἐκ δ’ αὐτοῦ πείρατ’ ἀνήφθη· ἐπὶ δὲ τοῦ πέρατα, ἐς ἠλύσιον πεδίον καὶ πείρατα γαίης. Πειραιεύς: Πλεονασμῷ τοῦ ι, περαιεύς τις ὤν·

668

ἦν γὰρ ὅτε οὐ συνήπτετο τῇ γῇ, ἀλλ’ ἦν νῆσος. Γίνεται δὲ παρὰ τὸ περαιοῦσθαι· ἀπὸ τοῦ περῶ περαίω περαιεὺς, καὶ πλεονασμῷ τοῦ ι. Πειρήνη: Πηγή ἐστιν ἐν Κορίνθῳ, παρὰ τὸ
5πεῖρα· ἢ παρὰ τὸ πέρας ἄπειρος ἀπειρήνη, κατὰ ἀποβολὴν τοῦ α, οἱονεὶ ἡ πολλή. Ἢ ἀπὸ Πείρηνος τινὸς ὠνόμασται. Πειρατήριον: Ἀπὸ τοῦ πεῖρα, ὃ σημαίνει τὴν ἐμπειρίαν· τοῦτο δὲ γίνεται παρὰ τὸ πείθω, τὸ κα‐
10ταπείθω. Ἢ παρὰ τὸ περῶ, τὸ τελειῶ.
10 Πείθω: Σημαίνει τρία· τὸ ἐλπίζω, ἐξ οὗ καὶ πίστις· τὸ φιλονεικῶ, ἐξ οὗ καὶ πεῖσμα· σημαίνει διὰ τοῦ η καὶ τὸ πάσχω, ἐξ οὗ καὶ τὸ ἔπαθον δεύ‐ τερος ἀόριστος. Ἐκ δὲ τοῦ πείθω, τὸ ἐλπίζω, γίνεται ὁ μέσος παρακείμενος, πέποιθα.
15 Πειρίθους: Παρὰ τὸ περιθέειν περίθους, καὶ πλεονασμῷ τοῦ ι· ὁ γὰρ Ζεὺς, ὁμοιωθεὶς ἵππῳ, περιέτρεχε τὴν μητέρα αὐτοῦ Δίαν, καὶ οὕτως συνε‐ γένετο αὐτῇ, καὶ ἐκεῖθεν οὗτος ἐτέχθη. Ἡμάρτηται δὲ κατὰ δύο τρόπους, ὅτι πλεονασμὸν ἔχει τοῦ ι,
20μηδέποτε τῆς περὶ πλεοναζούσης· καὶ παρὰ τοῖς Δωριεῦσι διὰ τοῦ η γράφεται. Πείρινθος: Ἣ καὶ πείρινθα λέγεται· ση‐ μαίνει δὲ τὸ τετράγωνον τὸ ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθεται τὰ κομιζόμενα. Οὕτως Ἀπίων· ὁ δὲ
25Δίδυμος, τὸ ἐκ ῥιπῶν πεπλεγμένον πλινθίον, ῥίπενθα·
25καὶ καθ’ ὑπέρθεσιν, καὶ πλεονασμῷ τοῦ ι, πείρινθα. Ἢ παρὰ τὸ περιθέειν γίνεται πέρινθος, καὶ πλεο‐ νασμῷ τοῦ ι. Ἡ περὶ οὐ μόνον ἐν τῷ Πειρίθους, ἀλλὰ καὶ ἐν τῷ πείρινθος. Πείρων: Ἀντὶ τοῦ περῶν, Ἰλιάδος ψʹ. Πάμ‐
30φιλος περισπωμένως, λέγων τὴν πρόσθεσιν τοῦ ι μὴ ἐξαλλάσσειν τὸν τόνον· ὁ μέντοι Ἀρίσταρχος βα‐ ρυτόνως· φησὶ γοῦν, Πεῖρε κέλευθον. Εἰ γὰρ περιεσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα.
35Ἔστιν οὖν διττὸν τὸ ῥῆμα· καὶ τὸ μὲν σὺν τῷ ι
35βαρύνεται, πείρω· τὸ δὲ χωρὶς τοῦ ι περισπᾶται. Πειώλης: Σημαίνει τὸν πόρνον. Παρὰ τὸ πέος καὶ τὸ ὄλω γίνεται πεώλης· καὶ πλεονασμῷ τοῦ ι, πειώλης, τουτέστιν, ὁ διὰ τὸ πέος ἀπολλύμενος. Πεῖσμα: Εἴτε ἐπὶ τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου,
40εἴτε ἐπὶ τῶν ἀπογείων σχοινίων, διὰ διφθόγγου γρά‐ φεται. Παρὰ γὰρ τὸ πείθω πείσω γίνεται· τὰ γὰρ ἀπόγεια σχοινία πείθειν καὶ εἴκειν τὴν ναῦν ποιοῦσιν. Ἐκ τοῦ πείσω μέλλοντος γίνεται καὶ πεῖσα ἡ πειθώ. Τὸ δὲ πείσεται ἐπὶ τοῦ παθεῖν ἀπὸ τοῦ πήθω πήσω
45ἐστὶ, κατὰ τροπὴν τοῦ η εἰς ΕΙ δίφθογγον. Πεισίστρατος: Παρὰ τὸν πείσω μέλλοντα. Φησὶ δὲ Ὦρος, ὅτι ταῦτα τὰ δισύλλαβα ῥήματα συντιθέμενα κατ’ ἀρχὰς εἰς ε μεταβάλλει τὸ ω, φέρω, φερέοικος· ἢ εἰς ι, τέρπω, τερπικέραυνος· τὰ

668

(50)

δὲ ἔχοντα τὸ ο, ἀπὸ τῶν εἰς ΩΝ εἰσὶν ὀξυτόνων μετοχῶν, ἔφανον, φανὼν, Φανόδημος· φυγὼν, φυγό‐ πολις. Ἔνια δὲ τὸ ε ἔχει· δακὼν, δακέθυμος, δακεκάρδιος. Καὶ τὰ παρὰ μέλλοντος, ὡς ἐπὶ τὸ πλεῖστον διὰ τοῦ ι· φύσω, φυσίζωος· μέμψω, μεμ‐
55ψίμοιρος· σείσω, σεισίχθων. Ἔσθ’ ὅτε καὶ εἰς ο· βρίσω, βρισόμαχος. Εἰ δὲ τῷ ι παραλήγεται ὁ μέλλων, διὰ τοῦ ο συντίθεται, μιξόθηρος, μιξοβάρ‐

669

βαρος. Σεσημείωται τὸ δρυψόπαις, μὴ παραληγό‐ μενον τῷ ι, καὶ διὰ τοῦ ο γινόμενον· σημαίνει δὲ τὸν κατεσπαραγμένον παῖδα. Ἐπὶ δὲ τοῦ ἐνεστῶ‐ τος ἔκθλιψις γίνεται ἐν τῷ ῥήματι φωνήεντος·
5τέρπω, Τέρπανδρος· ἔχω, ἐχέγγυος· Φείδιππος,
5ἀλεξάνεμος, Πείσανδρος, πεισήνωρ. Ἐπὶ δὲ μετο‐ χῆς ὁμοίως ἔκθλιψις γίνεται· λιπὼν, λίπανδρος, λί‐ φαιμος. Ἀντίκειται τὸ ἡσιεπὴς, μὴ ἔκθλιψιν ποιῆσαν τοῦ φωνήεντος· σημαίνει δὲ τὸν εὔστοχον ἐν τῷ λέγειν, παρὰ τὸν ἥσω μέλλοντα.
10 Πῆι: Ἐπίρρημα ἐρωτήσεως, ἀντὶ τοῦ ποῦ· ἔστι καὶ ἀόριστον. Ὅτε δέ ἐστιν ἐρωτηματικὸν, περι‐ σπᾶται. Διαφέρει δὲ τοῦ ποῦ· ὅτι τὸ μὲν πῇ τὴν εἰς τόπον σχέσιν σημαίνει, ὡς Ὅμηρός φησιν, Πῇ ἔβη Ἀνδρομάχη;
15τὸ δὲ ποῦ, τὴν ἐν τόπῳ,
15ποῦ δεῦρο κιὼν λίπες Ἕκτορα;
15Ὅθεν οὐ δεῖ λέγειν, “ποῦ ἀπέρχῃ;” ἀλλὰ “πῇ;” Πηγή: Παρὰ τὸ πηδῶ ῥῆμα. Πηγεσιμάλλῳ: Σημαίνει τὸν εὐπαγῆ καὶ εὐ‐ τραφῆ, ὁ εὖ πεπηγμένους καὶ δασεῖς ἔχων τοὺς μαλλοὺς, παρὰ τὸν πήσσω μέλλοντα καὶ τὸ μαλλὸς,
20ἢ παρὰ τὸ πηγὸν, ὃ σημαίνει δύο· σημαίνει γὰρ τὸ
20μέλαν κατὰ διάλεκτον· ἐκ γοῦν τοῦ πηγὸς καὶ τοῦ
20μαλλὸς γίνεται πηγεσίμαλλος, πλεονασμῷ τῆς ΣΙ συλλαβῆς· καὶ σημαίνει τὸν μέλανας μαλλοὺς ἔχοντα. Πόθεν δῆλον; Ἐκ τοῦ εἰπεῖν τὸν ποιη‐ τὴν, Ὄστ’ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
25Ὁ γὰρ τοιοῦτος φοβερὸς φαίνεται ἐν πλήθει προ‐
25βάτων.
25 Πηγός: Σημαίνει δύο· τὸν εὐπαγῆ καὶ εὐ‐ τραφῆ, ὡς τὸ, Πηγοὺς, ἀθλοφόρους. Σημαίνει καὶ τὸ μέλαν, κατὰ διάλεκτον, ὡς τὸ, κύματι πηγῷ·
30ἢ τῷ ηὐξημένῳ.
30Πηός: Τὸ ΠΗ, η· ἢ ὅτι κατὰ διάλεκτον εὑρέθη
30παὸς, ἢ ἐκ τῆς παραγωγῆς αὐτῆς· ἔστι γὰρ πῶ, τὸ
30κτῶμαι· ὁ μέλλων, πάσω· ἐξ οὗ καὶ πάμων καὶ πο‐ λυπάμων. Γίνεται οὖν παός· καὶ τροπῇ, πηός. Ἢ παρὰ τὸ πάσασθαι (ὅ ἐστι γεύσασθαι ἐξ ἐπιπολῆς) τῆς συγγενείας, καὶ οἱονεὶ ἐπίκτητον ἔχειν καὶ μὴ ἐξ αἵματος αὐτῷ προσῳκειωμένην· πηὸς γὰρ κυρίως
35ὁ κατ’ ἐπιγαμίαν συγγενὴς, ὡς παρ’ Ὁμήρῳ, Πηούς τε φίλους τε. Διαφέρουσι δὲ ἀλλήλων· φίλοι μὲν λέγονται, οἱ μηδὲν τῷ γένει προσήκοντες· πηοὶ δὲ, οἱ κατ’ ἐπιγα‐ μίαν συγγενεῖς καὶ οἰκεῖοι.
40Πηδάλιον: Πῆδος ἔστιν εἶδος δένδρου· οἷον,
40 Μέγα δ’ ἔβραχε πήδινος ἄξων. Λέγεται οὖν πῆδος, ἡ πλάτη, διὰ τὸ ἐκ πήδου κατασκευάζεσθαι ξύλου. Πηλαμύς: Παρὰ τὸ ἐν τῷ πηλῷ μύειν. Πάληξ: Κυρίως σημαίνει τὴν ὕβριν. Ἔστι
45δὲ ἡ λέξις πεποιημένη, ὥσπερ καὶ τὸ παροινία.
45Εἴρηται δὲ ἀπὸ τῆς τῶν παλήκων ὕβρεως, πάληξ πάληκος παληκίζω, οἱονεὶ παληκισμός· καὶ ἐν ὑπερ‐ θέσει, πηλακισμὸς, καὶ προπηλακισμός. Ἄλλοι δὲ λέγουσιν, ὅτι οἱ ἀρχαῖοι, ὅτε ἤθελον ὑβρίσαι τινὰ καὶ ἐμπαῖξαι, πηλῷ ἔχριον τὸ πρόσωπον αὐτοῦ· ἀπὸ

669

(50)

τοῦ πηλὸς, πήλαξ πήλακος πηλακίζω. Πηλαγόνες: Οἱ γίγαντες. Καλλίμαχος, Πηλαγόνων ἐλατῆρα. Εἴρηνται παρὰ τὸ ἐκ πηλοῦ γεγενῆσθαι, τουτέστιν ἐκ γῆς.
55Πηλεύς: Παρὰ τὸ πάλλω, τὸ κινῶ, γίνεται πα‐
55λεύς· καὶ τροπῇ τοῦ α εἰς η, Πηλεύς. Τὸ πατρω‐ νυμικὸν, Πηλείδης· κατὰ διάλυσιν, Πηλεΐδης· τροπῇ τοῦ ε εἰς η, Πηληΐδης. Ἰστέον ὅτι τὰ εἰς ΕΥΣ, εἰ

670

μὲν καθαρὸν ἔχει τὸ ε, συναιρεῖται παρὰ τοῖς Ἀθη‐ ναίοις, Στειριεὺς Στειριέως, Στειριῶς. Ζήτει εἰς τὸ βασιλεύς. Εἰ δὲ μὴ καθαρὸν ἔχει τὸ ε, οὐ γίνεται κρᾶσις ἐπὶ τούτων, καὶ ἡ αἰτιατικὴ εἰς α μόνον κιρ‐
5νᾶται, καὶ οὐκ εἰς η· τῆς γὰρ κλητικῆς εἰς φωνῆεν ληγούσης, οὐ θέλει ἡ αἰτιατικὴ εἰς η καταλήγειν, οὔτε παρ’ ἡμῖν, οὔτε παρὰ τοῖς Ἀθηναίοις· παρὰ δὲ τοῖς Δωριεῦσιν εὑρίσκεται ἡ αἰτιατικὴ εἰς η, ὡς παρὰ τῷ ποιητῇ,
10ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί·
10ἀντὶ τοῦ, ἐπὶ τὸν Τυδέα. Διὰ ταύτην τὴν αἰτίαν οὐ γίνεται ἐπὶ τοῦ ἔχοντος σύμφωνον ἡ κρᾶσις· οὔτε ἐπὶ τῶν καθαρῶν γίνεται κρᾶσις κατὰ τὴν κοινὴν γενικὴν, ἀλλὰ αἰτιατικήν· οὔτε ἐπὶ τῶν εἰς ΥΣ, ἡδὺς ἡδέος· οὔτε ἐπὶ τῶν εἰς ΙΣ, ὄφις ὄφεως· ἐπειδὴ
15ἔμελλον αἱ αἰτιατικαὶ τούτων εἰς η καταλήγειν.
15 Δεῖ δὲ γινώσκειν, ὅτι τοῦ Πέρσης ἡ κλητικὴ τοῦ κυρίου ὀνόματος εἰς η ἐστὶ, πρὸς ἀντιδιαστολὴν τοῦ ἐθνικοῦ· τὰ γὰρ εἰς ΗΣ, ἰσοσυλλάβως κλινόμενα, καὶ ἑξῆς. Δεῖ προσθεῖναι, “χωρὶς τοῦ Αἰήτη παρὰ Ἀπολλωνίῳ·” καὶ ὦ Καλλιλαμπέτη, καὶ ὦ αἰνα‐
20ρέτη. Σημειοῦνται τὸ λάγνης λάγνου, ὦ λάγνα· Πυραίχμης πυραίχμου, ὦ πυραίχμα· καὶ Μενέχθης, ὦ μενέχθα. Πρόσκειται ἐν τῷ κανόνι, “ἐθνικὰ,” διὰ τὸ Σκύθα καὶ Καππαδόκα. Παράκειται ῥημα‐ τικὰ, διὰ τὸ ἀρτοπώλης ἀρτοπώλα. Ἢ εἰς ΠΗΣ
25ὦσι, διὰ τὸ κυνώπης κυνῶπα. Ταῦτα δὲ τὰ εἰς ΠΗΣ
25ποιητικὰ λέγονται εἶναι· διὸ καὶ κατὰ ποιητικὴν ἐξουσίαν εἰς α ἔχει τὴν κλητικήν. Χοιροβοσκὸς εἰς τὸν τέταρτον κανόνα τῶν ἀρσενικῶν. Ἐκ τοῦ Πηλείδης, διαλύσει καὶ τροπῇ καὶ πλεο‐ νασμῷ τοῦ α, διὰ τὴν κακοφωνίαν ἢ διὰ τὴν συνέμ‐
30πτωσιν, γίνεται Πηληϊάδης. Ἔχει δὲ τεχνολογίαν
τῶν πατρωνυμικῶν τὸ ἄλλο ἐτυμολογικὸν, ὧδε. Πήληξ: Ἡ περικεφαλαία ἀπὸ τοῦ πάλλεσθαι καὶ σείεσθαι τὰς περικεφαλαίας ἐν τῷ κλήρῳ, ὡς Ὅμηρος,
35Κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες.
35 Πηλός: Ἐκ τοῦ πάλλω ἢ παλάσσω, τὸ βρέχω καὶ μολύνω, γίνεται πηλὸς, ἡ βεβρεγμένη γῆ. Πη‐ λὸς λέγεται καὶ ὁ οἶνος, παρὰ τὸ πάλλειν καὶ σείειν ἡμῶν τὰς φρένας· οἱ γὰρ πίνοντες αὐτὸν, σείονται· ὅθεν καὶ κραιπάλη.
40Πηλυγίς:
40Πηλυγὶς ὀκριόεντος ἀναπνείουσα μυχοῖο,
40 συνεχὲς ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην· Ἡ ἐκ τοῦ κρύους πῆξις. Εἴρηται παρὰ τὸ πήσσω πηλὺς, ὡς πλήθω πληθύς· ἐξ οὗ πηλυγίς. Ἐκ γὰρ τῆς Ἀχερουσίας ἄκρας ἐπὶ τὴν γῆν ἐστὶ κοίλη νάπη, ἐν ᾗ ἐστι σπήλαιον τοῦ ᾅδου ὕλῃ καὶ πέτραις
45κατὰ τὸ στόμιον πεπυκνωμένον· ὅθεν ἀνάπνοια ψυ‐ χροτάτη ἀνιοῦσα, πήγνυσιν ἐκεῖ τὸ ὕδωρ, καὶ γίνεται πάχνη. Πῆμα: Σημαίνει τὴν βλάβην καὶ τὸ κακόν· παρὰ τὸ πήθω, τὸ πάσχω. Ἐξ οὗ πημαίνω· ὅθεν

670

(50)

πημήνειαν, τὸ βλάψειαν.

670

(50)

Πηνέλεως: Παρὰ τὸ πένω Πενέλαος, καὶ Πη‐ νέλεως Ἀττικῶς. Πήρα: Τὸ σακκοπάθνιον, ἤτοι σακκίον μικρόν·
φέρα τὶς οὖσα, ἡ πρὸς τὸ φέρειν τὶ εἰργασμένη· ἐκ‐ τάσει τοῦ ε καὶ τροπῇ τοῦ φ. Ἢ ἡ πρὸς τὸ τηρεῖν
55καὶ φυλάττειν τὰ παρ’ αὐτῆς κατεχόμενα εἰργα‐ σμένη, τήρα τὶς οὖσα· διὸ καὶ τὰ παρ’ αὐτὴν συγ‐ κείμενα διὰ τοῦ η γράφεται, ἄπηρος, κακόπηρος, μονόπηρος.

671

Πηρός: Ὁ τυφλός. Ἀπὸ τοῦ πήθω πήσω πηρὸς, ὁ ἐπὶ παντὸς μέρους πεπονθὼς, ἐξαιρέτως δὲ ἐπὶ τῆς ὄψεως. Πηρίν: Δικατάληκτόν ἐστι· σημαίνει δὲ τὸν
5ὄρχιν· ἀπὸ τοῦ σπείρω σπειρὶν καὶ πηρίν· παρὰ τὸ
5σπείρειν δι’ αὐτοῦ τέκνα. Πῆχυς: Ἐπὶ τῆς χειρός· ἀπὸ τοῦ πεπηγέναι ἄκρῳ τῷ βραχίονι. Πήχυιον προὔχοντα: Ἀπολλώνιος· οἱ μὲν, μικρὸν ἱμαντίδιον τὸ συνέχον τὴν κώπην πρὸς τὸν
10σκαλμὸν, ὅπερ Ἀττικοὶ πηχυαλέα καλοῦσιν· οἱ δὲ, τὸ ὄπισθεν μέρος τῆς κώπης, ὅπερ κατέχων ὁ ναύτης κωπηλατεῖ. Τὸ δὲ, Πήχυιον βόθρον ὀρύξας ἐν Ὀδυσσείᾳ, ἀντὶ τοῦ πηχυιαῖόν ἐστι.
15Πῖαρ: Παρὰ τὸ πῖον, ὃ σημαίνει τὸ λιπαρόν·
15ἀπὸ τοῦ πιεῖν δὲ, ὅ ἐστιν ὑγραίνεσθαι, γίνεται πῖον, ἐξ ἀναδόσεως τῶν σιτίων· παρὰ τὸ πίω, ὃ σημαίνει τὸ ποτίζω· ὁ μέλλων, πίσω. Καὶ πιαλέα, ἡ κάθυ‐ γρος, λιβάδα ἔχουσα· ἐκ τοῦ πίω ὁμοίως. Πίδαξ: Σταγὼν, πηγή· παρὰ τὸ πίω, ἀφ’ οὗ
20καὶ πιεῖν. Τινὲς δὲ παρὰ τὸ πηδᾶν, κατὰ μετάθεσιν τοῦ η εἰς τὸ ι Βοιωτικῶς, ὥσπερ ἥκω ἵκω· πηδᾶν γὰρ λέγεται καὶ ἐπὶ τοῦ ἁλλομένου ὕδατος κατὰ μετάθεσιν Αἰολικήν. Ἀπὸ τούτου γίνεται καὶ πι‐ δύω, καὶ Πιδύτης κύριον.
25Πιέζω καὶ ὑποπιάζω: Γίνεται παρὰ τὸ ἰπῶ, τὸ
25θλίβω, ἰπάζω· καὶ ὑπερθέσει, πιάζω· τοῦ γὰρ πιέζω τὸ πιάζω ἀναλογώτερόν ἐστι. Τρία γὰρ μόνα εἰσὶν εἰς ΖΩ δισύλλαβα τῷ ε παραληγόμενα, ῥέζω, ἕζω, χέζω· οὐδὲν δὲ ὑπερδισύλλαβον τῷ ε παραλήγεται. Κατὰ τροπὴν οὖν γίνεται πιέζω. Ἴωνες μὲν οὖν καὶ
30Ἀττικοὶ, πιέζω λέγουσιν· οἱ δὲ Δωριεῖς, πιάζω. Πιδηέσσης: Πηγὰς ἐχούσης, καθύγρου· πίδαξ γὰρ ἡ πηγή· ὅθεν καὶ πολυπίδακα, τὴν πολλὰς πηγὰς ἔχουσαν καὶ κάθυγρον Ἴδην λέγει· καὶ, Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης,
35Ἰλιάδος λʹ.
35 Πιερία: Ὄνομα τόπου, ἔνθα αἱ Μοῦσαι ἐγεννή‐ θησαν. Παρὰ τὸ Πίηρ γέγονεν· ἢ ἀπὸ τοῦ Πιεροῦ ἀδελφοῦ τῆς Μεθώνης· ἢ ἀπὸ Πιερίας νύμφης. Τὸ δὲ Πίηρ, παρὰ τὸ πίω ῥῆμα· ἢ παρὰ τὸ πῖον, ὃ σημαίνει τὸ λιπαρόν· ἔστι δὲ ὄνομα κύριον. Καὶ
40πίειρα, ἡ λιπαρὰ, παρὰ τὸ πῖον, Ἰλιάδος ςʹ.
Πῖθι πακτωλοῦ ῥοάς: Ἀντὶ τοῦ πίε, Ἴων ἐν Ὀμφάλῃ. Ἀπὸ τοῦ πίω γίνεται πίε, καὶ κατ’ ἔκτασιν τῆς ΘΙ συλλαβῆς, πίεθι, καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρὸν, πῖθι.
45 Πίθος: Παρὰ τὸ πίω, ἀφ’ οὗ ἐστι πιεῖν. Πιθάκνη: Τὸ μικρὸν πιθάριον. Πίθηκος: Παρὰ τὸν πιθήσω μέλλοντα· ὅπερ ἀπὸ τοῦ πιθῶ γέγονεν, ἐξ οὗ καὶ τὸ πιθέσθαι· πείθει γὰρ ἡμᾶς τὸ ζῷον, εἰδεχθὲς ὂν, προσέχειν αὐτῷ.

671

(50)

Πικρός: Παρὰ τὸ πεῦκος τὴν πικρίαν· σημαίνει ὀδυνηρὸν, χαλεπόν. Ἢ παρὰ τὸ πέκος, ὃ σημαίνει τὴν πεύκην, πλεονασμῷ τοῦ ρ καὶ τροπῇ πικρὸς, πικραίνω. Πιλᾶτος: Ἀπὸ τοῦ σπῖλος, ὃ σημαίνει τὸν
54ῥύπον, γίνεται σπιλάτος, καὶ κατὰ ἀφαίρεσιν τοῦ ς,
55πιλᾶτος. Τὸ ΛΑ, μακρὸν φύσει. Πῖλος: Τὸ ἐξ ἐρίων εἰργασμένον πρὸς τὸ κοι‐ μᾶσθαι ἐπιτήδειον· ὃ ἡμεῖς πιλωτὸν φαμέν. Ἰλιά‐ δος κʹ,

672

μέσῃ δ’ ἐνὶ πῖλος ἀρήρει. ἐν τῇ περικεφαλαίᾳ. Καὶ Ἡσίοδος, κεφαλῆφι δ’ ὕπερθεν πῖλον ἔχειν ἀσκητόν.
5Τὸ καμελαύκιον λέγει. Σημαίνει δὲ καὶ ὀρτάρια,
5παννία, ὡς παρὰ τῷ αὐτῷ,
5ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
5 ἅρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσας. Γίνεται παρὰ τὸ πιέζω πιέσω, οἱονεὶ πίελός τις ὢν, καὶ κατὰ κρᾶσιν πῖλος· ἐπεὶ συμπεπίληται. Ὁ δὲ Ἀπολλώνιος, παρὰ τὸ πιλνῶ ῥῆμα, ὃ σημαίνει τὸ προσπελάζω· καὶ γὰρ πιλνᾶται (φησὶ) καὶ συν‐
10άπτεται, ἵνα κατασκευασθῇ· οἱ δὲ, παρὰ τὸ πελάζω·
10ἐπεὶ συμπελάζεται ἀλλήλοις τὰ ἔρια. Ὥσπερ δὲ παρὰ τὸ φίλος γίνεται φιλῶ, οὕτω καὶ παρὰ τὸ πῖλος πιλῶ· καὶ ἔστι πρώτης συζυγίας· ὁ μέλλων, πιλήσω, καὶ οὐ πιλώσω, ὡς ἐν τῇ συνηθείᾳ φαμέν. Πίμπλαντο: Ἀπὸ τοῦ πέλω γίνεται καὶ κατὰ
15συγκοπὴν πλῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν [ἐπεν‐ θέσει] τοῦ μ, πιμπλῶ· παράγωγον, πίμπλημι· ση‐ μαίνει τὸ πληρῶ· καὶ τὰ λοιπὰ δῆλα. Ἀπὸ δὲ τοῦ πιμπλῶ, πιμπλάνω, καὶ πιμπλάνεται, σημαίνει τὸ πληροῦται, Ἰλιάδος ιʹ.
20Πιμελή: Παρὰ τὸ πῖον καὶ τὸ μέλος, πιομέλη
20τὶς οὖσα, ἡ πιαίνουσα τὰ μέλη· ἢ (πιμελὴς) ὁ πῖα μέλη ἔχων. Σημαίνει δὲ τὸ λῖπος· καὶ ἔστι θηλυκὸν, καὶ ὀξύνεται.
Πιμπρᾶσαι: Φυσῶσαι· Ἀπολλώνιος. Πίναξ: Ἡ σανίς·
25πίνακάς τε νεῶν.
25Καταχρηστικῶς δὲ καὶ τὸ σκεῦος λέγεται, ὡς τὸ,
25 κρειῶν πίνακας παρέθηκεν. Ἐνταῦθα γὰρ τὰ σκεύη λέγει· ἐπειδὴ πάλαι ἐπὶ σανίδων ἴσως τὰ κρέα ἐτίθεσαν ὀπτῶντες ἢ κατα‐ κόπτοντες. Οὕτως Ὦρος· ὁ δὲ Χοιροβοσκὸς εἰς τὸ ἀνεκφώνητον λέγει, Πίνακας φησὶν ἐν οἷς αἱ ἀνα‐
30γραφαὶ ἦσαν τῶν δραμάτων. Ὁ οὖν Καλλίμαχος
30[ὁ γραμματικὸς] ἐποίει πίνακας ἐν οἷς ἦσαν αἱ ἀνα‐ γραφαὶ παρὰ τῶν ἀρχαίων· οἷς ἐντυχὼν ὁ γραμμα‐ τικὸς, ἐποιήσατο τὰς ὑποθέσεις τῶν δραμάτων. Πινάκιον: Παρὰ τὸ τῇ πείνῃ ἄκος φέρειν. Λέγεται καὶ τὸ ψήφισμα καὶ ἡ γραφὴ, ὡς παρὰ τῷ
35Δημοσθένει,
35 Μικρὸν πινάκιον ταῦτα ἐπισχεῖν ἐδύνατο. Καὶ τὸ νῦν πινακίδιον τῶν κοινῶν γραμμάτων ση‐ μαίνει συμβόλον δικαστικὸν ἐν ᾧ ἐπεγέγραπτο τὸ πρᾶγμα τοῦ κρινομένου, καὶ ὁ δῆμος. Πιναρὸς καὶ πινάδης: Ὁ ῥυπαρός· παρὰ τὸ
40πῖνος, ὃ σημαίνει τὸν ῥύπον· τοῦτο παρὰ τὸ σπῖνος, ἀποβολῇ τοῦ ς· τοῦτο παρὰ τὸ σπῖλος, τροπῇ τοῦ λ εἰς ν. Πινοτήρης: Ὁ τὴν πίναν τηρῶν, ἤγουν τὸν λίθον. Παρὰ τὸ πίνα οὖν ὁ λίθος, καὶ τὸ τηρῶ. Τὸ
45ΠΙ, ι· διατί; Τὸ γὰρ πείνα τὸ ἐπὶ τῆς ἐνδείας,
45δίφθογγον.
45 Πινύσκω: Παρὰ τὸ πνέω πνύω· ὁ μέλλων, πνύσω· πλεονασμῷ τοῦ κ, πνύσκω· καὶ ἐπενθέσει τοῦ ι, ἢ ἀναδιπλασιασμῷ, πιπνύσκω· καὶ ἀποβολῇ τοῦ π καὶ ἐκτάσει τοῦ ι, πινύσκω, ὡς γιγνώσκω, γινώσκω. Ἄμεινον δὲ λέγειν πλεονασμὸν, ἤπερ δι‐

672

(50)

πλασιασμόν. Περὶ Παθῶν. Πινυτός: Ὁ σώφρων καὶ συνετός. Ἀπὸ τοῦ πνύω πνυτός· καὶ πλεονασμῷ τοῦ ι, πινυτός. Ἢ παρὰ τὸ πονῶ πονύω, πνυτὸς, καὶ πλεονασμῷ τοῦ ι, ὁ διεγηγερμένος. Ἐκ τούτου πινυτὴ, ἡ σωφροσύνη
55καὶ ἡ φρόνησις.
55 Πίνω: Ἀπὸ τοῦ πίω γίνεται κατ’ ἐπένθεσιν τοῦ ν. Καὶ ἰστέον, ὅτι τὸ πίνω μόνον ἐκτείνει τὸ ι, πίνοντά περ ἔμπης, Ἰλιάδος ξʹ· τὸ δὲ πίω ἐκτείνει καὶ συστέλλει· ἐκ‐

673

τείνει μὲν, ὡς τὸ, Πίομεν ἐκ βοτάνης, Ἰλιάδος νʹ· καὶ Ἀριστοφάνης ἐν Ἥρωσι, Πῶς πίομαι.
5Συστέλλει δὲ, ὡς τὸ,
5Οἵ κ’ ἐμὸν αἷμα πιόντες,
5καὶ,
5πίον τ’ ἀκέοντό τε δίψαν.
5Πίπτω: Ἀπὸ τοῦ πέτω πτῶ· διπλασιασμῷ,
5πίπτω· τὰ γὰρ πετόμενα τοῖς πίπτουσιν ἔοικε. Τὰ γὰρ εἰς ΠΤΩ λήγοντα ῥήματα διχρόνῳ παραληγό‐ μενα συστέλλει αὐτὸ, βάπτω, σκάπτω, τύπτω, ἴπτω, λίπτω· σεσημείωται τὸ πίπτω, φύσει μακρᾷ παραληγόμενον· ἀλλὰ καὶ ῥίπτω. Ἀπὸ δὲ τοῦ πέτω
10γίνεται πίπτω· τὸ γὰρ ε ἐν πλεονασμῷ συμφώνου γινόμενον τρέπεται εἰς ι. Ὥσπερ δὲ ἀπὸ τοῦ ὄπτω Αἰολικῶς ὄσσω, οὕτω καὶ πίπτω πίσσω. Πίσα: Ὄνομα πόλεως· οἱ μὲν, ἀπὸ Πίσου τινὸς ὠνομᾶσθαι. Ἢ ὅτι κάθυγρός ἐστιν ὁ τόπος, καὶ
15πολὺ ὕδωρ ἔχουσα. Πίση δὲ τὰ τοιαῦτα λέγουσιν οἱ παλαιοὶ, ὡς Ὅμηρος, καὶ πίσεα ποιήεντα, ἀντὶ τοῦ τοὺς καθύγρους τόπους. Καὶ παρὰ Ἀπολ‐ λωνίῳ,
20Πίσεά τε προλιπὼν καὶ ἐλεσπίδας.
20Διὰ τοῦ ι γράφεται· ἐπειδὴ παρὰ τὸ πίω πίσω, ὡς
20λύω λύσω. Ἐκ τούτου ῥηματικὸν ὄνομα πῖσος, καὶ πίσεα. Τὸν δὲ πίσω μέλλοντα ὁ τεχνικὸς μὴ εἰρῆ‐ σθαι φησὶ, καὶ ταῦτα εἰρημένου αὐτοῦ καὶ παρὰ Πινδάρῳ, οἷον, Πίσω γε Δίρκης ὕδωρ·
25καὶ παρὰ Εὐπόλιδι,
25Τῷ δ’ ἂν οἶνος εἴη πολὺς, πίσει·
25ἀλλὰ μήποτ’ ἔστιν εἰπεῖν, ὅτι μὴ εἰρῆσθαι εἶπεν ἐν
25πλάτει.
25 Πισός: Παρὰ τὸ πτίσαι, τὸ καθαίρειν, πτισὸς καὶ πισός. Πιστός: Παρὰ τὸ πείθω γίνεται. πίστρα σημαίνει τὴν ποτίστραν, καὶ γίνεται παρὰ τὸν πίσω μέλλοντα.
30Πίσυνος διΐ: Πεπιστευκὼς, τεθαρρηκὼς, πε‐
30ποιθώς. Παρὰ τὸ πιστὸς πιστόσυνος, ὡς δοῦλος δουλόσυνος· καὶ συγκοπῇ, πίσυνος. Πίσυρες: Ἀντὶ τοῦ τέσσαρες, κατὰ τὴν κοινω‐ νίαν τοῦ τ πρὸς τὸ π, καὶ τοῦ ε πρὸς τὸ ι, καὶ τοῦ α εἰς τὸ υ· οἷον, τέσσαρες καὶ πίσυρες.
36 Πιτνῶ: Σημαίνει τὸ διαρρήσσω. Ἀπὸ τοῦ πέτω πιτνῶ, ὡς ὀρέγω ὀριγνῶ· ὡς γὰρ λέγει περὶ παθῶν Ἡρωδιανὸς, οὐ δύναται εἶναι ἀπὸ τοῦ πίπτω κατὰ πλεονασμὸν τοῦ ν· ἐπειδὴ μετὰ δύο ἀντιστοίχων
40μόνον τὸ ρ τίθεται, οἷον ἐχθρός. Πίτυς: Παρὰ τὸ πίπτω πίπτυς καὶ πίτυς· Ὀλολυζέτω πίτυς ὅτι πέπτωκε κέδρος. Πιτύεια: Ἄκρον ἐστὶ περὶ τὴν Λάμψακον· καὶ Πιτύεια πρότερον ἡ Λάμψακος ἐκαλεῖτο, διὰ τὸ
45ἔχειν πίτυς πολλάς. Ἀπολλώνιος. Πίτυλος: Κτυπητὴς, φαντασιοκόπος. Παρὰ τὸ τύπτω τύπτιλος· καὶ ἀποβολῇ τοῦ τ, καὶ μεταθέσει τῆς ἐν ἀρχῇ συλλαβῆς, πίτυλος.
Πιφαύσκω: Ἐμφανίζω, ὅ ἐστι φανεροποιῶ,

673

(50)

λέγω. Ἐκ τοῦ φῶ, τὸ λέγω, παραγωγὸν, φάζω· ὁ μέλλων, φάσω· καὶ φάσκω· καὶ πλεονασμῷ τοῦ υ, φαύσκω· καὶ κατ’ ἀναδιπλασιασμὸν, πιφαύσκω. Ὁ δὲ Φιλόξενος, ἀπὸ τοῦ φῶ, παράγωγον φαύω· ὁ μέλ‐ λων, φαύσω· καὶ πλεονασμῷ τοῦ κ, καὶ ἀναδιπλα‐
55σιασμῷ, πιφαύσκω. Λέγεται καὶ πιφραύσκω, πλεο‐ νασμῷ τοῦ ρ. Πίφιξ: Εἶδος ὀρνέου· παρὰ τὸ πίω· χαίρει γὰρ τὸ ὄρνεον τοῦτο τοῖς ὕδασι.

674

Πίων: Σημαίνει τὸν λιπαρόν. Ἔστι πίω· ἐξ οὗ καὶ πιῶ· ὁ δεύτερος ἀόριστος, ἔπιον. Λοιπὸν ἐκ τοῦ πίω γίνεται ὄνομα πίων· ὁ γὰρ λιπαρὸς πιότητα ἔχει· καὶ ἐξ αὐτοῦ πιότης, διὰ τὸ ὑγραίνεσθαι τῇ
5ἀναδόσει τῶν σιτίων. Οἱ δὲ, παρὰ τὴν πόαν. Τὸ ΠΙ, μακρόν. Κανὼν ἐστὶν ὁ λέγων, ὅτι τὰ εἰς ΩΝ δισύλλαβα τῷ ι παραληγόμενα, μὴ ὄντα κύρια, ἐκ‐ τείνει αὐτό· οἷον, κίονος, πρίονος· οὕτως οὖν καὶ πίονος.
10Πλαγγών: Οὐκ ἀπὸ τοῦ πλάσσω· ἐγένετο γὰρ
10ἂν πλάδων, ὡς σπάσσω σπάδων· ἀλλὰ παρὰ τὸ
10πλάζω, πλαγών· καὶ πλεονασμῷ τοῦ γ, πλαγγών· τοῦτο γὰρ εἰς πλάνην γίνεται καὶ ἀπάτην τῶν κορῶν. Πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλκός: Ἀπε‐ κρούσθη δὲ ἀπὸ τοῦ σιδήρου. Παρὰ τὸ πλάζω πλά‐
15ζομαι πλάχθη· καὶ πλεονασμῷ τοῦ γ. Τὸ δὲ πλάζω,
15ἐκ τοῦ πλανῶ πλανάζω, καὶ κατὰ συγκοπήν· ἢ ἀπὸ τοῦ πελάζω πλάζω. Καὶ πλάζουσι, τὸ πλανῶσιν, Ἰλιάδος βʹ. Τὸ δὲ πλανῶ, ἐκ τοῦ πλάνη· τὸ δὲ πλάνη, ἐκ τοῦ ἅλη· ἢ διὰ τὸ πλαγιάζειν τὸν νοῦν. [Ζήτει καὶ τοῦτο ἐν τῷ πλαγγηδών.]
20 Πλάστιγξ: Ἡ μάστιξ· ἀπὸ τοῦ πλήσσειν, παρ’ Αἰσχύλῳ· πλάστιγξ δὲ, [ἡ τοῦ ζυγοῦ,] παρὰ τὸ πλατεῖα εἶναι. Πλαδαρόν: Χαῦνον, ὑγρόν· καὶ πλάδος, ἡ ὑγρασία ἡ ἐν τῷ στομάχῳ. Παρὰ τὸ πλάζω, τὸ
25πλανῶ, ἢ παρὰ τὸ περιπεπλᾶσθαι· καὶ παρὰ Ἀπολ‐
25λωνίῳ,
25 Πλαδόωσαν ἐπισχίζοντες ἄρουραν· ἀντὶ τοῦ δίϋγρον οὖσαν. Πλακοῦς: Πλάκας ἐκάλουν πάντα τὰ εἰς πλά‐ τος ἐκτεταμένα· ὅθεν πλακόεις, καὶ Ἀττικῇ συν‐ αιρέσει, πλακοῦς. Τὰ δὲ εἰς ΟΥΣ συνῃρημένα τῶν
30ἐντελῶν ἔχει τὴν κλίσιν. Καλῶς δὲ εἴρηται, τὰ
30συνῃρημένα, καὶ οὐχὶ τὰ πεπονθότα τῶν ἀπαθῶν ἰδοὺ γὰρ ἡ εἰκών· καὶ ἀποβολῇ τοῦ ν γίνεται εἰκὼ, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου· καὶ οὐ φυλάττει τὴν αὐτὴν κλίσιν· ἡ μὲν γὰρ κλίνεται εἰκόνος· ἡ δὲ, εἰκοῦς, ὡς Σαπφοῦς.
35Πλάτος: Παρὰ τὸ πλῶ, τὸ πληρῶ· ἢ παρὰ τὸ
35ἐπιπολὺ τετᾶσθαι· ἢ παρὰ τὸ πολὺς καὶ τὸ ἄτος, ὃ σημαίνει τὸ εὖρος. Πλαταγή: Κρόταλόν ἐστι χαλκοῦν. Ἀπολ‐ λώνιος, Χαλκείην πλαταγὴν ἐνὶ χερσὶ τινάσσων
40δούπει.
40Πλατάνιστος: Ὄνομα παρώνυμον· τὸ γὰρ πλα‐
40τάνιστος καὶ πρώτιστος τῇ μὲν φωνῇ εἰσιν ὑπερθε‐ τικὰ, τῷ δὲ σημαινομένῳ καὶ τῷ χαρακτῆρι ἀντὶ ἁπλῶν εἰσι, καὶ εἰσὶ παρώνυμα. Γίνεται δὲ ἐκ τοῦ πλάτους· Λέγεται γὰρ εἶναι αὐτὴν πλατύφυλλον. Εἰς τὸ χαριέστατος.
45 Πλαίσια: Τὰ ποιοῦντα πλίνθους· οἷον πλάσια, παρὰ τὸ πλάττεσθαι ἐν αὐτοῖς τὰς πλίνθους. Δηλοῖ δὲ καὶ τὴν τετραγωνοειδῆ τῶν στρατιωτῶν σύνταξιν, ὡς λέγει Ἡρωδιανός· καὶ γίνεται παρὰ τὸ πέλας πελάσιον, καὶ συγκοπῇ καὶ πλεονασμῷ

674

(50)

τοῦ ι, πλαίσιον.

674

(50)

Πλέας: Ἐκ τοῦ πλείων ἐκβολῇ τοῦ ι πλέων· ἡ εὐθεῖα τῶν πληθυντικῶν, πλέονες· ἆρον τὴν ΟΝ συλλαβὴν, καὶ γίνεται πλέες· ἡ αἰτιατικὴ ὁμοίως, πλέας. Πλευραί: Οἷον αἱ πλήρεις οὖσαι καὶ ἀμύχωτοι·
55ἢ πλεωραί τινες οὖσαι, αἱ φυλάττουσαι τὸν πνεύ‐
55μονα· ἢ πολύευραί τινες οὖσαι, ὡς πλατεῖαι. Καὶ πλευρὸν, παρὰ τὸ πέλειν εὐρὺ, ἤγουν πλατύ. Καὶ πλευρὰ, παρὰ τὸ πολὺς καὶ τὸ εὖρος, πολύευρά τινα

675

ὄντα, τουτέστι πλατέα. Τὰ γὰρ ἀρσενικὰ ἢ θη‐ λυκὰ, εἰς οὐδέτερον γένος μεταπλαττόμενα, τοῦ αὐτοῦ σημαινομένου ὄντα, τὸν αὐτὸν τόνον φυλάττει· οἱ δεσμοὶ, τὰ δεσμά.
5Πλεῖαι:
5Πλεῖαί τοι χαλκοῦ κλισίαι.
5ἀντὶ τοῦ πλήρεις, γέμουσαι. Ἀπὸ τοῦ πλείων, κατὰ μεταπλασμὸν, γίνεται πλεῖος, καὶ πλεῖα· τὸ πληθυντικὸν, πλεῖαι. Ἐκ τοῦ πλεῖος, καὶ τὸ, πλεῖοι μέλανος θανάτοιο· ἐκ δὲ τοῦ πολὺς, πολέος· ἐν συγκοπῇ, πλέος· καὶ
10μετὰ τοῦ ι, πλεῖος· καὶ τὸ συγκριτικὸν πλείων· καὶ
10τὸ οὐδέτερον, πλεῖον. Σημαίνει δὲ τὸ πλεῖστον. Ἢ παρὰ τὸ πολὺς πολεῖον· καὶ συγκοπῇ, πλεῖον. Πλειότερος: Οὕτω κατεσκεύασται. Ὅτι οὐ πάντα τὰ εἰς ΩΝ ὀνόματα ποιοῦσι συγκριτικὰ, ἀλλὰ μόνα τὰ παραληγόμενα θηλυκῷ καὶ οὐδετέρῳ γένει.
15Τῶν γέ τοι ὀξυτονουμένων οὐδὲν εἰς σύγκρισιν κλί‐ νεται· οὐδὲ γὰρ τοῖς γένεσι παρασχηματίζεται· οἷον, σωφρονέστατος, τλημονέστατος, ἀπὸ τοῦ σώ‐ φρων καὶ τοῦ τλήμων· οἷον, Ἀλλ’ εἶμι γὰρ ἤδη τλημονεστάτην ὁδόν·
20τὸ οὖν παρὰ Καλλιμάχῳ,
20ὄφρα σε πλειοτέρη,
20οὐ παρὰ τὸ πλεῖον πεποίηται· πλειονέστερον γὰρ ἂν ἐλέγετο· ἀλλὰ παρὰ τὸ πλεῖος, ἀφ’ οὗ καὶ Ὅμηρος, πλεῖοι μέλανος θανάτοιο· καὶ, πλεῖαί τοι οἴνου κλισίαι·
25πλεῖος οὖν καὶ πλειότερος. Ἡμάρτηται δὲ ὁμολο‐
25γουμένως τὸ,
25πολὺ χειρότερον
25παρὰ Ἡσιόδῳ. Καὶ γὰρ συγκριτικὸν ὂν τὸ χεῖρον
25συγκριτικὸν ἐποίησεν· ὅπερ ἀδύνατον. Καὶ εἰ ὅλως ὤφειλεν εἰπεῖν, χειρονέστερον ὤφειλεν. Τί οὖν Ἡσίοδος; Ἴσως παρὰ τὸ χεῖρος. Οὕτω Φιλό‐ ξενος ρη. Πλειάρειν: Τὸν γὰρ πλήρην οὗτος ἔφη πλειά‐
30ρειν· οἱ γὰρ Αἰολεῖς, τὸ η εἰς ΕΙ δίφθογγον μετα‐ βάλλουσι. Τὸ γὰρ πένης, πένεις λέγουσι. Περὶ Παθῶν. Πλέκω Παρὰ τὸ ἕλκω, τὸ σύρω, γίνεται λέκω· καὶ πλεονασμῷ τοῦ π, πλέκω.
35Πλειάς: Ὡς ἐκ πλειόνων ἀστέρων οὖσα.
35Πλειὰς, ἀπὸ τῆς Πληϊόνης, θυγατρὸς μὲν Ὠκεανοῦ, γυναικὸς δὲ Ἄτλαντος. Λέγει δὲ Πίνδαρος περὶ τοῦ καταστερισμοῦ αὐτῶν, ὅτι, τῆς Πληϊόνης πορευο‐ μένης μετὰ τῶν θυγατρῶν κατὰ τὴν Βοιωτίαν, συν‐ αντῆσαι αὐτῇ Ὠρίωνα· εἶτα ἐρασθεὶς, ὥρμησε πρὸς
40τὸ ἁρπάσαι· τὴν δὲ, φεύγουσαν μετὰ τῶν θυγα‐ τρῶν, Ὠρίων ἐδίωκε· γενέσθαι δὲ αὐτῶν τὸν δρόμον πέντε ἔτη ἀδιάλειπτον· τὸν δὲ Δία, διὰ τὴν κακο‐ πάθειαν αὐτῶν, οἱονεὶ μνήματα κατηστερίσθαι τὰς πλειάδας φευγούσας τὸν Ὠρίωνα, ὅς ἐστιν ἐνιαυτός.
45Σημαντικαὶ δὲ καὶ θέρους καὶ χειμῶνος αὗται. Ἢ παρὰ τὸ πλεῖον, ὃ σημαίνει τὸ πλῆρες, γίνεται· καὶ πλειὼν ἐξ αὐτῶν ὁ ἐνιαυτὸς, οἷον ὁ πλήρης χρόνος· ἢ ἀπὸ τοῦ πλείονας χρόνους περιέχειν ἐν ἑαυτῷ· ἢ παρὰ τὸ πολεῖν καὶ διέρχεσθαι κατὰ τοὶς τετα‐

675

(50)

γμένους χρόνους, καὶ ἐν τῷ αὐτῷ τόπῳ ἀναστρέ‐

675

(50)

φεσθαι, πολειών· καὶ συγκοπῇ, πλειών. Ἢ παρὰ τὸ πλειὰς γίνεται· καὶ γὰρ αἱ Πλειάδες, σημαντικαί εἰσι τοῦ ἐνιαυτοῦ· δύνουσαι μὲν γὰρ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ δηλοῦσιν· ἀνατέλλουσαι δὲ, τὸ τέλος. Ὀξύ‐ νεται δὲ τὸ πλειὼν, ἐπειδὴ δοκεῖ περιεκτικὸν εἶναι.
55 Πλεισθένης: Ἀπὸ τοῦ πλέον καὶ τοῦ σθένος, Πλεοσθένης· καὶ κατὰ κρᾶσιν Ἀττικὴν, Πλει‐ σθένης. Πλειστοδίκεια: Τὸ μὲν Πλειστοδίκεια, παρὰ

676

τὸ Πλειστοδίκη ἐστὶν, ὅπερ ἀπὸ τοῦ δίκη ἐστί· τὸ δὲ Πλειστοδόκεια, παρὰ τὸ Πλειστοδόκη, ὅπερ ἀπὸ τοῦ δέκομαι Ἰωνικοῦ ἐστὶ, τοῦ σημαίνοντος τὸ δέχομαι, ἀμφότερα διὰ διφθόγγου, τῷ λόγῳ τοῦ
5Πηνελόπεια.
5 Πλειστοῖο: Ἀπολλώνιος, Πολλὰ δὲ Κωρύκιαι νύμφαι Πλειστοῖο θύγατρες. Τινὲς ἀναγινώσκουσι προπερισπωμένως· ἐπειδὴ καὶ ὑπὸ τῶν ἐγχωρίων λέγεται Πλειστὸς ὀξυτόνως· ἔστι δὲ ποταμὸς ἐν Δελφοῖς. Ἡρωδιανὸς δὲ ἐν τῷ
10Καθόλου Πλεῖστος βαρύνει. Κωρύκιον δέ ἐστιν ἄντρον ἐν Παρνασῷ· ἀπὸ νύμφης Κωρυκίας καὶ Ἀπόλλωνος. Πλεῖστος: Δεῖ γινώσκειν, ὅτι τὰ εἰς ΣΤΟΣ ὑπερθετικὰ, δισύλλαβα ὄντα, φυλάττει τὴν δίφθογ‐
15γον· λῴων, λῷστος· ῥᾴων, ῥᾷστος· μείων, μεῖστος·
15πλείων, πλεῖστος. Εἰ δὲ εἴη ὑπὲρ δύο συλλαβὰς, ἀποβάλλει τὸ ε· ἀρείων, ἄριστος· χερείων, χέ‐ ριστος. Πλειστηριάσαντες: Τὸ πλείονος πωλῆσαι τι‐ μῆς οὗ τὶς ὠνήσατο.
20 Πλημμέλεια: Ἀπὸ τοῦ πλημμελές· τὸ δὲ πλημμελὲς, παρὰ τὸ πάλιν, ὃ σημαίνει τὸ ἐκ δευ‐ τέρου, καὶ τὸ μέλω, τὸ φροντίζω, γίνεται παλιμμελῶ· καὶ συγκοπῇ, πλημμελῶ· σημαίνει δὲ τὸ ἐκ δευ‐ τέρου τὰ αὐτὰ φροντίζειν τοῦ λέγειν ἢ ἐπαναλαμ‐
25βάνειν.
25 Πλημμυρίς: Ἡ πλημμύρα, τὰ δὲ ἀπὸ βαρυ‐ τόνου ῥήματος ὀξύνεται· βασιλεύω, βασιλίς· πλημ‐ μύρω, πλημμυρίς. Τοῦτο ἀπὸ τοῦ πλήθω, πλήσω,
27πλήμη, καὶ πλημμύρω. Ἔνιοι δὲ ἐπίρρημα οἴονται εἶναι, ὡς τὸ λικριφὶς καὶ ἀμοιβηδίς. Εἰ μέντοι
30ὄνομα ἐστὶν, εὔλογον βαρύνεσθαι αὐτὸ διὰ τὴν παρὰ Βακχυλίδῃ αἰτιατικήν· οἷον, Πλημμύριν πόντου φυγών. Τὰ μὲν γὰρ ὀξύτονα τῶν εἰς ΙΣ θηλυκῶν, μόνως πε‐ ριττοσύλλαβα κατὰ τὰς πλαγίους πτώσεις, ἀσπὶς,
35ἀσπίδος, ἀσπίδι, ἀσπίδα· τὰ δὲ βαρύτονα ἰσοσυλ‐
35λάβως ἔχει τῇ εὐθείᾳ τὴν αἰτιατικὴν, Θέτις, Θέτιδος, Θέτιδι, Θέτιν. Παρὰ δὲ τῷ ποιητῇ ἑκατέρως, Κύπριδα μὲν πρώτην. καὶ, ὁ δὲ Κύπριν ἐπῴχετο.
40Πλῆμναι: Δι’ ὧν ὁ ἄξων στρέφεται· παρὰ τὸ
40πληροῦσθαι ὑπὸ τοῦ ἄξονος· ἢ παρὰ τὸ πλήθω.
40 Πλήμνας: Τοὺς τροχοὺς, τὰς σύριγγας· ἃς ἔνιοι χοινικίδας καλοῦσιν, εἰς ἃς ὁ ἄξων ἐνστρέ‐ φεται. Πλήν: Τὸ χωριστικὸν ἐπίρρημα. Εἴρηται δὲ κατὰ ἀντίφρασιν ἀπὸ τοῦ πλῶ· τοῦτο δὲ, ἀπὸ τοῦ
45πέλω, τὸ πλησιάζω, κατὰ συγκοπὴν σημαίνει τὸ
45χωρίς· σημαίνει καὶ τὸ ὅμως. Ἔστι δὲ ἐπίρρημα τάξεως. Πλῆντο: Ἀπὸ τοῦ πέλω πλῶ· σημαίνει δύο· τὸ προσεπέλασαν, ὡς τὸ, καὶ ῥῖνές τε οὔδεϊ πλῆντ’ ἤπερ,

676

(50)

Ἰλιάδος ξʹ. Σημαίνει καὶ τὸ ἐπληροῦντο, ὡς τὸ,

676

(50)

Πλῆντο δ’ ἄρ’ αἴθουσαί τε καὶ ἕρκε’ ἀνδρῶν.

676

(50)

Πληθύνω: Ἐκ τοῦ πληθύω· τοῦτο παρὰ τὸ πληθὺς καὶ πλῆθος· τοῦτο παρὰ τὸ πλῶ πλήθω, ὡς νῶ νήθω. Πλήρης: Παρὰ τὸ πολὺ, πολυήρης· καὶ κατὰ συγκοπὴν, πλήρης. Ἢ ἔστι πλεῖος πλειήρης· καὶ
55κατὰ συγκοπὴν, πλήρης. Κλίνεται πλήρους· καὶ
55τριγενές ἐστι.
55 Πλησίον: Ἔστιν αἰτιατικὴ ὀνόματος, καὶ μετ‐ ήχθη εἰς ἐπίρρημα· καὶ ἔστι μονόπτωτον. Ζήτει εἰς τὸ ἀσπάσιος. Πλόος: Ἀπὸ τοῦ πλέω γίνεται πλόος καὶ

677

πλοῦς. Καὶ τί δήποτε τὸ γόος καὶ χλόος μὴ ἐποίησε γοῦς καὶ χλοῦς, εἴπερ τὸ πλόος γίνεται πλοῦς, καὶ τὸ νόος νοῦς; Λύσις. Ὡς τὰ ἀπαθῆ οὐκ εἰσὶ διηνεκῆ· ὅθεν οὐδεὶς ἐγκαλεῖ τοῖς ἀπαθέσιν·
5ἀλλὰ τοὐναντίον ὑπὲρ πεπονθότων ἀπολογοῦνται.
Πλύτης: Εἰς τὸ ὑφάντης. Πλόκαμοι: Αἱ μακραὶ τρίχες, αἱ ἐπιτήδειαι οὖσαι πρὸς τὸ πλέκεσθαι· παρὰ τὸ πλέκω· ὅθεν καὶ πλοχμὸς καὶ πλόκαμος.
10 Πλούσιος: Οἱονεὶ πολυούσιος, κατὰ συγκοπὴν ἐκ τοῦ πολὺς καὶ τὸ οὐσία, ὁ πολλὴν οὐσίαν ἔχων. Πλοῦτος: Παρὰ τὸ πολὺς, καὶ τὸ τῶ, τὸ λαμ‐ βάνω καὶ δέχομαι, πολύουτος· καὶ συγκοπῇ, πλοῦτος· καὶ Πλούτων λέγεται ὁ ᾅδης, ἀπὸ τοῦ τοὺς ἀποθα‐
15νόντας μηδενὸς δεῖσθαι, ὡς οἱ πλούσιοι· ἢ ὅτι ἐκ τῆς γῆς ὁ πλοῦτος εὑρίσκεται τοῖς ἀνθρώποις· ὅθεν καὶ Ἡσίοδος, Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο. Πλυνοί: Ἐν οἷς πλύνουσί τι τόποις· καὶ πλυ‐
20νέας, τοὺς πλύτας.
20 Πλῴζω: Ἔχει τὸ ι. Σημαίνει δὲ τὸ πλωΐζω. Ὥσπερ ἀπὸ τοῦ λέπω γίνεται λεπίζω, οὕτως καὶ ἀπὸ τοῦ πλώω πλωΐζω· καὶ κατὰ συναίρεσιν. Ἢ ὥσπερ ἀπὸ τοῦ λέγω λόγος, οὕτως ἀπὸ τοῦ πλέω γίνεται πλόος· ἐξ οὗ πλοΐζω, ὡς ἄνθρωπος ἀνθρωπίζω· καὶ
25κατὰ ἔκτασιν τοῦ ο εἰς τὸ ω, πλωΐζω· καὶ κατὰ συναίρεσιν, πλῴζω, ὡς χρωΐζω χρῴζω. Πλίνθος: Παρὰ τὸ πήλινον θέσιν εἶναι· καὶ πλινθεῖον, τὸ πλινθουργεῖον, ὅπου πλίνθοι γί‐ νονται.
30Πνευματέμφορον στόμα: Τὸ ὑπὸ πνεύματος
30πεπληρωμένον· παρὰ τὸ πνεῦμα πνεύματος καὶ τὸ
30ἔμφορος γίνεται. Τὸ δὲ πνεῦμα, παρὰ τὸ πνέω· καὶ πνεύμων, ἀναλογώτερον διὰ τοῦ ν· ταμίας γὰρ τοῦ πνεύματος, καὶ ἐν αὐτῷ τὸ πνεῦμα ἐστὶ πεπι‐ λημένον. Πνιγεύς: Παρὰ τοῖς κωμικοῖς ὁ φοῦρνος. Ἔστι
35δὲ καὶ τοῦ ὑδραυλικοῦ ὀργάνου μέρος τί· σημαίνει
35καὶ τὸν φιμόν. Καὶ γίνεται παρὰ τὸ πνίγω· ὁ δεύ‐ τερος ἀόριστος, ἔπνιγον, ἐξ αὐτοῦ. Πνίγος οὐδε‐ τέρως, καὶ σημαίνει τὸ καῦμα καὶ τὸ θέρος· καὶ παρώνυμον πνιγεὺς καὶ σημαίνει τὸν κρίβανον καὶ τὸν φιμὸν τῶν ὑποζυγίων· τοῦ μὲν προτέρου τὸν
40οὐρανὸν λέγοντος,
40Ὡς ἔστι πνιγεύς·
40τοῦ δὲ δευτέρου, Περίθες σεαυτῷ τὸν πνιγέα· ἀντὶ τοῦ τὸν φιμόν. Καὶ ἔστι τοῦ μὲν πνίγος τὸ ι μακρὸν, ὡς γίνεσθαι παρὰ τὸ τὴν πνοὴν ἄγχειν, πνίχος καὶ πνῖγος· τοῦ δὲ πνιγεὺς, βραχὺ, ἀπὸ δευ‐
45τέρου ἀορίστου γινόμενον.
45 Πνύξ: Παρὰ Ἀθηναίοις ἡ ἐκκλησία, παρὰ τὸ πεπυκνῶσθαι τῷ πλήθει τῶν ἐκκλινόντων ἐκεῖσε ἀν‐ θρώπων· κλίνεται πυκνός. Ἢ ὅτι πυκνά ἐστι περὶ αὐτὴν οἰκήματα. Ἡ γενικὴ, πνυκός· διὰ δὲ εὐ‐ φωνίαν, πυκνός.

677

(50)

Πόα: Ἡ βοτάνη· ἀπὸ τοῦ ποιὰ, κατὰ ἀποβολὴν

677

(50)

τοῦ ι. Ἢ ποιά ἐστιν ὁ ἐνιαυτός· ἐξ οὗ πόα, ἐπειδὴ κατ’ ἐνιαυτὸν πολλάκις αὔξεται καὶ ξηραίνεται.
Ποιά δὲ εἴρηται ὁ ἐνιαυτὸς, παρὰ τὴν ποιότητα, διὰ τὸ ἅπαξ καὶ μόνον ἐν τῷ ἐνιαυτῷ τὴν βοτάνην φύε‐ σθαι. Καλλίμαχος,
55Αἴγυπτος προπάροιθεν ἐπ’ ἐννέα κάρφετο ποιάς·
55σημαίνει δὲ καὶ τὴν βοτάνην, ὡς τὸ, νεοθηλέα ποιὴν, Ἰλιάδος ξʹ. Ποιὰ, ἡ πεποιημένη φωνή. Διατί ὀξύνεται; Ζήτει εἰς τὸ ῥοιά.

678

Ποδαβρός: Ὁ τὸν πόδα ἁβρός. Πόδες, διὰ τὸ παίειν τὸ ἔδαφος. Ποδάρκης: Σημαίνει τὸν ταχὺν περὶ τὸν δρό‐ μον, ὁ τοῖς ποσὶ τοῖς ἑαυτοῦ ἐπαρκεῖν δυνάμενος πρὸς
5τὸ ὑπεκφεύγειν ἢ διώκειν τοὺς πολεμίους. Ὅμηρος, ποδάρκης δῖος Ἀχιλλεύς. Ἔστι δὲ καὶ ὄνομα κύριον. Ὤφειλε δὲ εἶναι πο‐ δαρκὴς ὀξυτόνως, ὡς ἐπίθετον· ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀντῶ καὶ ἀρκῶ, καὶ αὐθάδης. Γίνεται δὲ
10ἡ κλητικὴ, πόδαρκες, ὡς αὔταρκες· καὶ τὸ οὐδέτερον ποδαρκὲς ὀξυτόνως, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλη‐ τικῇ τοῦ ἀρσενικοῦ. Ποδοκάκη: Ὁ ἐν τῷ ξύλῳ δεσμὸς τῶν ποδῶν· ἤτοι διὰ τὸ τοὺς πόδας κακοῦν.
15 Ποδοκάκη: Ξύλον ἐν ᾧ οἱ κακοῦργοι δεσμοῦνται, ποδοκατόχη τὶς οὖσα, ἐν ᾗ οἱ πόδες κατέχονται. Ποδαλείριος: Ὄνομα κύριον· οἱ μὲν λέγουσι παρὰ τὸ ἔχειν τὸν πόδα λείριον, ἤγουν ἁπαλόν· ἄτοπον δὲ ἥρωος πόδα λέγειν ἁπαλόν. Οἱ δὲ
20λέγουσι κατὰ στέρησιν ἀλείριος, καὶ ἐκεῖθεν ποδα‐ λείριος· οἷον, ὁ τοὺς πόδας μὴ ἔχων ἁπαλοὺς, ἀλλὰ σκληρούς. Κρεῖττον δὲ παρὰ τὸ ἔχειν τοὺς πόδας περὶ τὰ λείρια, ἤγουν περὶ τὰ ἄνθη· βοτανικὸν γὰρ ἰατρὸν τοῦτον ἡμῖν ὑποτίθησιν·
25Ἰατρὸς μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων,
25Ἰλιάδος λʹ. Ποδοσ[τράβη:] Πάγης εἶδος ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὰ θηρία. Ποδοστράβη: Τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν ξύλον· Ξενοφῶν δὲ τὴν ταῖς ἐλάφοις ἱστα‐
30μένην πάγην· παρὰ τὸ ποὺς καὶ τὸ στρέφω.
30Ποδορρώρη: Ἐπώνυμον Ἀταλάντης· παρὰ τὸ
30ποὺς καὶ τὸ ὀρούειν· οἷον, ἡ τοῖς ποσὶν ὁρμῶσα. Ποδεῶνες: Οἱ ἑκατέρωθεν τοῦ ἀσκοῦ πρού‐ χοντες. Πόθος: Παρὰ τὸ πήθω, τὸ πάσχω, γίνεται πόθος, κατὰ τροπὴν τοῦ η εἰς ο· ἢ ἀπὸ τοῦ πείθω, τὸ εἰς
35συγκατάθεσιν ἄγειν, ἐξ οὗ τὸ πέποιθα· ὁ γὰρ πόθος
35πείθει τὸν ποθοῦντα ποθεῖν ὃ ποθεῖ. Ἐκ τοῦ πόθος γίνεται καὶ ποθεινός· καὶ ποθὴ, Ἰλιάδος αʹ. Ἀρί‐ σταρχος ὀξύνει· ὥσπερ γὰρ χόλος τὸ πάθος, χολὴ δὲ ἀφ’ οὗ τὸ πάθος, οὕτως καὶ πόθος τὸ πάθος, ποθὴ δὲ ἡ ἐπιπόθησις καὶ ἐπιθυμία. Ἢ ὅτι τὰ εἰς ΟΣ
40δισύλλαβα τῷ ο παραληγόμενα, ποιοῦντα θηλυκὰ, ὀξύνουσιν αὐτά· οἷον, στρόφος, στροφή· νόμος, νομή· ῥόος, ῥοή. Ταῦτα δὲ Ἡρωδιανός· ὁ δὲ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὐτοῦ λέγει, ἀπὸ τοῦ πεύθω γέγονε
πευθὴ, καὶ ποθή.
45Ποῖ: Παρὰ Ἀργείοις ἀντὶ τοῦ ποτὶ, ἀφαιρέσει
45τοῦ τ, εἶτα συνόδῳ. Περὶ Παθῶ· Ποικίλος: Παρὰ τὸ πέλω, τὸ ὑπάρχω, γίνεται πεκίλος· καὶ τροπῇ τοῦ ε εἰς ο, καὶ πλεονασμῷ τοῦ ι, ποικίλος· ὁ ἐπιμελῶς κατεσκευασμένος, παρὰ τὸ πύκα, ὁ πολλὴν ἔχων πυκνότητα ποικιλίας.

678

(50)

Λέγεται καὶ ὁ πανοῦργος. Ποιμήν: Παρὰ τὸ ἐν τῇ πόᾳ μένειν· κλίνεται ποιμένος. Ἐξ αὐτοῦ γίνεται ποιμένη· καὶ συγκοπῇ,
55ποίμνη. Ἐκ τοῦ ποιμένος γίνεται ποιμένιον· καὶ συγκοπῇ, ποίμνιον· καὶ πλεονασμῷ τοῦ η, ποιμνήϊον. Ποινή: Ἡ ὑπὲρ φόνου ζημία καὶ ἀντέκτισις

679

καὶ τιμωρία, φονή τις οὖσα, πλεονασμῷ τοῦ ι· ὅθεν καὶ παρ’ Ὁμήρῳ ἄποινα· οἷον, Λυσόμενός τε θύγατρα, φέρων τ’ ἀπερείσι’ ἄποινα. Σημαίνει δὲ τὰ ὑπὲρ ἀπολυτρώσεως φόνου προσαγό‐
5μενα δῶρα.
5 Καὶ ἄποινον ᾠδὴν τῷ κυρίῳ ὁ θεόπτης ᾖ Μωϋσῆς ὑπὲρ τῶν Ἰσραηλιτῶν ῥυσθέντων τοῦ παρ’ Αἰγυπτίων φόνου, καὶ εἶπεν, Αἴσωμεν τῷ κυρίῳ. Ἰστέον ὅτι ἔστι τείνω διὰ τῆς ΕΙ διφθόγγου· ἐξ οὗ γίνεται τοινὴ καὶ ποινή·
10Εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος,
10καὶ ἑξῆς·
10 τίνειν οὐκ ἐθέλῃσι, μαχήσομαι εἵνεκα ποινῆς. Ἢ ἀπὸ τοῦ πόνος γίνεται πονὴ καὶ ποινή. Ἐκ δὲ τοῦ ποινὴ γίνεται ποιναῖος, καὶ ποιναίῳ, ἀντὶ τοῦ τιμωρητικῷ. Ποιπνύειν: Ἐνεργεῖν, διακονεῖν, οἱονεὶ τὸ μετὰ
15σπουδῆς καὶ πνεύματος ποιεῖν τί· τῷ γὰρ μετὰ
15σπουδῆς ἐνεργοῦντι ἕπεται τὸ πνευστιᾶν. Πνέειν
15οὖν καὶ πνύειν· καὶ ἐν συνθέσει μετὰ τοῦ ΠΟΙ ποι‐ πνύειν. Ἢ παρὰ τὸ πονῶ πονύω· καὶ πλεονασμῷ τοῦ π καὶ τοῦ ι, ποιπνύω. Πνεῦμα: Πνεῦμα ὁ θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύ‐
20ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν·
20πνεῦμα ὁ ἄγγελος, ὡς τὸ,
20 Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· σημαίνει καὶ τὴν ψυχὴν, ὡς τὸ, Ζήσεται τὸ πνεῦμα αὐτοῦ· σημαίνει καὶ τὸν ἄνεμον, ὡς τὸ, Πνεῦμα βίαιον·
25παρὰ τὸ παρέχειν ἡμῖν πνεῖν.
25Ποιῶ: Παρὰ τὸ ποιόν· ἢ παρὰ τὸ πονῶ, ἀπο‐
25βολῇ τοῦ ν, καὶ πλεονασμῷ τοῦ ι. Ἰστέον ὅτι οἱ
25Ἀθηναῖοι ἀποβάλλουσι τὸ ι, λέγοντες ποῶ. Καὶ ἀποροῦσι τινὲς, λέγοντες ὅτι εἰ ἄρα οἱ Ἀθηναῖοι ἐν τῷ κλαίω καὶ καίω ἀποβάλλοντες τὸ ι ἐκτείνουσι τὸ δίχρονον, διατὶ καὶ ὧδε ἀποβάλλοντες τὸ ι οὐκ ἐκτείνουσι τὸ ο εἰς τὸ ω. Καὶ ἔστιν εἰπεῖν, ὅτι οἱ
30Ἀθηναῖοι, ἀποβάλλοντες τὸ ι, τὸν αὐτὸν τόνον φυ‐ λάττουσιν ἐν τῷ κλάω κάω· τὸ δὲ ποιῶ καὶ μετὰ τὴν ἀποβολὴν τοῦ ι ἀναγκάζεται περισπᾶσθαι· εἰ δὲ ἐξετάθη τὸ ο εἰς τὸ ω, οὐκ ἠδύνατο περισπᾶσθαι· τὰ γὰρ διὰ τοῦ ΩΩ, μὴ ἔχοντα ὀνόματα προϋποκείμενα,
35βαρύνονται. “Μὴ ἔχοντα δὲ ὀνόματα” εἶπε, διὰ τὸ
35ἐρωῶ. Λέγουσι δέ τινες, ὅτι οὐ πάντως οἱ Ἀθηναῖοι ἀποβάλλοντες τὸ ι καὶ τὸν αὐτὸν τόνον φυλάττουσιν· ἰδοὺ γὰρ τὸ χροιὰ, γινόμενον παρ’ αὐτοῖς κατὰ ἀπο‐ βολὴν τοῦ ι χρόα, βαρύνεται. Ἔστι δὲ εἰπεῖν, ὅτι οὐκ ἐγένετο ἀπὸ τοῦ χροιὰ ὀξυτόνου, ἀλλ’ ἀπὸ τοῦ
40χροία βαρυτόνου. Καὶ γὰρ τὸ χροιὰ, χροία λέγε‐ ται βαρυτόνως. Ἢ ἀπὸ τοῦ χροῦς χροὸς γέγονεν ἡ χρόα Ἀττικῶς· καὶ ἐκεῖθεν ἡ χροιὰ ἐν ὀξείᾳ τάσει. Πόκος: Τὸ συνειλιγμένον ἔριον· παρὰ τὸ πείκω,
45τὸ ξαίνω, ὡς σπείρω, σπόρος. Ἐξ αὐτοῦ γίνεται
45καὶ πόκτος.
45 Πόλεμος: Παρὰ τὸ τὰς πόλεις μειοῦν· ἢ παρὰ τὸ πολλοὺς ἁμᾶν, ὅ ἐστι θερίζειν καὶ κόπτειν. Ἢ παρὰ τὸ πόλεις ὀλλύειν· ἢ παρὰ τὸ ὀλῶ, ὄλεμος καὶ πόλεμος. Καὶ πολέμιος· οὐδετέρως, τὸ πολέμιον· καὶ πλεονασμῷ τοῦ η, πολεμήϊα ἔργα.

679

(50)

Πολέμων: Ὁ Ἡρακλῆς, διὰ τὸ παλαῖσαι Ἀνταῖον. Φερεκύδης λέγει, Ὅτι μετὰ τὸ παλαῖσαι αὐτὸν Ἀνταῖον καὶ ἀποκτεῖναι, συνῆλθε τῇ γυναικὶ αὐτοῦ Ἰφινόῃ, καὶ ἐγέννησε Πολέμωνα. Ὦρος.
55Πολεμώνιος: Πόλις Πόντου· ἀπὸ Πολέμωνος
55βασιλέως, ὃς ἦν ἐπὶ Ἀντωνίου τοῦ ἐπ’ Αὐγούστου.
55 Πολεῖς: Ἀπὸ τοῦ πολὺς πολέος, ὡς ἡδὺς ἡδέος. Ἡ εὐθεῖα τῶν πληθυντικῶν, πολέες· καὶ κράσει, πολεῖς. Ἡ αἰτιατικὴ πολέας, ἀντὶ τοῦ πολλούς.

680

Πόλις: Σημαίνει δύο· τὰ κτίσματα, ὡς τὸ, Ἀλλ’ ἄγε δὴ τὸν δύστηνον ἄγ’ εἰς πόλιν. Σημαίνει καὶ τὸ πλῆθος καὶ τὸν λαὸν, ὡς τὸ, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
5θάρσυνος.
5Γίνεται ἐκ τοῦ πέλω, τὸ ἀναστρέφομαι· παρὰ τὸ πολεῖν ἐν αὐτῇ, ἐν ᾗ ἀναστρέφονται οἱ ἄνθρωποι κατὰ τὸ αὐτό. Ἢ παρὰ τὸ πολίζω, τὸ οἰκῶ· ἢ παρὰ τὸ ἐκ πολλῶν συνίστασθαι. Ἐκ δὲ τοῦ πόλις γίνεται πολίτης· καὶ πλεονασμῷ τοῦ η, πολιήτης.
10Πολίσσαμεν: Τὴν πόλιν ἐτειχίσαμεν, περιεβά‐
10λομεν, ἤγουν οἰκοδομήσαμεν, Ἰλιάδος ηʹ. Πολίειον: Πόλις ἐστὶν Ἰταλίας, πρότερον Σίρις καλουμένη· ἀπὸ Πόλιδος ἐμπόρου· ἢ ὅτι Ἀθηνᾶς Πολιάδος ἱερὸν ἐν αὐτῇ ἐστιν. Πολιά: Ἐπὶ τῆς τριχὸς, παρὰ τὸ λευκὴν εἶναι·
15τὸ γὰρ λευκὸν, πολιὸν λέγεται· ἢ παλαιὰ, καὶ
πολιά· ὡς γὰρ ἐπιτοπλεῖστον ἐν γήρᾳ γίνεται. Ὅθεν καὶ πολιῆς ἁλὸς, τῆς λευκῆς, διὰ τὸν ἀφρόν· ἢ τῆς παλαιᾶς. Πολιοκροτάφους τε γέροντας: Ἰλιάδος θʹ.
20πολιοὺς ἀπὸ μέρους ἢ συνεκδοχικῶς· ἢ τοὺς ἐντίμους
20καὶ λαμπροὺς ταῖς διανοίαις. Πολιοὶ λύκοι: Γράφεται καὶ πελειοὶ, πυρροὶ ἢ μέλανες· ὡς παρὰ τῷ ποιητῇ Ἰλιάδος κʹ. Ῥινὸν πολιοῖο λύκοιο. Ἢ ὑπότεφροι· ἢ τίμιοι· τίμιον γὰρ τὸ ζῷον· καὶ
25παρ’ Ἀθηναίοις ὁ ἀποκτείνας λύκον ἀγείρει αὐτῷ τὰ
25πρὸς ταφήν. Καὶ ἴσως ἐπειδὴ ἡ Λητὼ, ἔγκυος οὖσα, διὰ δώδεκα ἡμερῶν εἰσῆλθε μεταβαλοῦσα εἰς λύκον· διόπερ κατά τινα καιρὸν ὡρισμένον τίκτει παῖδα λύκαινα. Ἢ πολιοὺς λέγει τοὺς λευκούς· αἱ γὰρ τρί‐ χες αὐτῶν, τὸ μὲν, ἔχουσι πυρρόν· τὸ δὲ, λευκόν· τὸ δὲ
30μέλαν ἐν αὐταῖς· οἷον, τὸ μὲν κάτω πρὸς τῷ δέρματι, λευκόν· τὸ δὲ μέσον, μέλαν· τὸ δὲ ἄνω, πυρρὸν, καὶ τὸ ἀνάπαλιν. Εὑρίσκεται οὖν ἡ θρὶξ τρεῖς ἔχουσα χροιάς. Πολιοὺς οὖν, ἀπὸ τοῦ λευκοῦ μέρους τῶν τριχῶν, τοὺς λευκοὺς εἶπεν.
35Πολιόν τε σίδηρον: Ἔνιοι φασὶν, ὅτι πυρω‐
35θεὶς ὁ σίδηρος λαμπρότερος γίνεται, φύσει μέλας ὤν· καὶ ἄλλα δὲ πολλὰ ταυτὸ πάσχει. Ἄλλοι πολιὸν, ἀντὶ τοῦ ἔντιμον, διὰ τὰς χρείας· ἢ ὅτι λαμπρυνθεὶς καὶ ἀκονηθεὶς λευκὸς φαίνεται. Πόλιον: Σημαίνει βοτάνην, διὰ τὸ πολιὸν εἶναι,
40ἤγουν λευκὴν, ὡς παρὰ Νικάνδρῳ ἐν Ἀλεξιφαρ‐ μάκοις. Πολλοὶ: Ἡ εὐθεῖα ὁ πολλός· εἴδους τῶν ὑπο‐ πεπτωκότων τῷ ὀνόματι ἀορίστου, σχήματος ἁπλοῦ, εἴδους πρωτοτύπου. Ὀξύνεται. Τὰ εἰς ΛΟΣ λή‐
45γοντα δισύλλαβα τριγενῆ ἐπίθετα, ἑτέρῳ λ παραλη‐
45γόμενα, μὴ ἔχοντα τὸ ω, ὀξύνεται, κυλλὸς, ἰλλὸς, ψελλός. Σεσημείωται τὸ ἄλλος, ὡς ἐπιμεριζό‐ μενον· τὰ γὰρ ἐπιμεριζόμενα ἅπαντα βαρύνονται. Τὸ δυϊκὸν οὐκ ἔχει· τὰ δὲ δυϊκὰ τοῦ πολλὸς ἀπέλει‐ ψαν κατὰ σημασίαν. Γίνεται δὲ παρὰ τὸ πέλω, τὸ

680

(50)

μᾶλλον τῶν ἄλλων ὑπαρκτικόν. Τὸ θηλυκὸν πολλή· διαφέρει τοῦ πολὺς, ὅτι δι’ ἑνὸς λ. Πόλοι: Οἱ ἐν τῷ οὐρανῷ· ἔστι δὲ ἄστρων θέσις· παρὰ τὸ περὶ αὐτοὺς ἀναστρέφεσθαι τὸν κόσμον, ἤγουν τὸν οὐρανὸν, ἅτε πόλον καλούμενον.
55 Πολυάϊκος πολέμοιο: Πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος, ἀστάτου· ἀπὸ τοῦ ἀΐσσω, ἀΐξω, γίνεται πολυάϊξ. Πόλυβος: Συγκοπὴ, καὶ οὐχ ὑφαίρεσις· εἰ γὰρ

681

κατ’ ἔλλειψιν ἐγένετο τοῦ υ, ὤφειλεν εἶναι πολύβος, ὡς ὠκύπους ὠκύπος· προπαροξύνεται τοίνυν. Ἢ ἀπὸ τοῦ πολύβους, συγκοπῇ· ἢ ἀπὸ τοῦ πολύβιος. Περὶ Παθῶν.
5Πολυδίψιον ἄργος: Πολλὴν δίψαν ἐκφέρον·
5ἢ τὸ πολλοῖς ἔτεσι διψῆσαν· ἄνυδρον γὰρ οὖσαν τὴν Πελοπόννησον ἔνυδρον ἐποίησε Δαναὸς, ἐξελθὼν ἀπὸ τῆς Αἰγύπτου, καὶ οἰκήσας αὐτήν. Τῶν γὰρ θυγα‐ τέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι, μιᾶς αὐτῶν, τῆς Ἀμυμώνης, ἠράσθη Ποσειδῶν, καὶ ἔδειξεν αὐτῇ,
10τῇ τριαίνῃ πλήξας, τὰς ἐν Λέρνῃ πηγάς. Ἢ τὸ πολυπόθητον, μεταφορικῶς ἀπὸ τῶν διψώντων. Ἄλλοι δὲ πολυΐψιον, πολυβλαβές· καὶ πλεονασμῷ τοῦ δ. Ἰλιάδος δʹ. Πολυδεύκης Πολυδεύκους· τὰ εἰς ΗΣ ὀνόματα
15κύρια σύνθετα ἀπὸ ῥημάτων παρηγμένα, εἰς ΟΥΣ
15ἔχει τὴν γενικὴν, ὡς Ἀριστοφάνης Ἀριστοφάνους.
Ζήτει εἰς τὸ ἀδευκής. Πολλά: Σημαίνει δύο· ἐπίρρημα, ἀντὶ τοῦ πολ‐ λαχῶς, Πολλὰ δ’ ὅγ’ ἐν πόντῳ πάθεν ἄλγεα·
20ἐπὶ δὲ τοῦ ἡμῖν συνήθους, Πολλὰ δέ οἱ πρόβατ’ ἔσκεν.
20 Πόλτυν: Παρὰ τὸ πέλω, τὸ ἀναστρέφομαι, κατὰ ἀντίφρασιν· σημαίνει δὲ τὸ ξυλόκαστρον. Πολύειδος: Ἰλιάδος εʹ, ὁ δ’ Ἄβαντα μετῴχετο καὶ Πολύειδον· ἐν ἄλλοις δὲ διὰ τοῦ ι συνεσταλμένου, ὡς παρὰ
25Σοφοκλεῖ,
25 Ὁρῶ πρὸ χειρῶν Πολυΐδου τοῦ μάντεως· καὶ πάλιν ὁ αὐτὸς, Οὐκ ἔστιν εἰ μὴ Πολυΐδῳ τῷ κοιράνῳ. Χοιροβοσκός. Πολυθρύλητον: Πεφημισμένον, διαβεβοη‐
30μένον, ὀνομαστότατον.
30Πολύζυγος: Ὄνομα θηλυκὸν ἐκ τοῦ πολὺς καὶ
30τοῦ ζυγός. Κανών ἐστιν ὁ λέγων, Ὅσα τὸ πολὺ ἔχει ἐν τῇ συνθέσει κατὰ τὸ ἄρχον μέρος, ὀνόματος ἐπιφερομένου ἢ ῥήματος ἐν τέλει, προπαροξύνεται, πολύκαρπος, πολύϊδος· τὸ δὲ πολυφάγος, παρο‐ ξύνεται. Καὶ τὰ παρὰ τὸ φαγεῖν συντιθέμενα κατὰ
35τὸ τέλος, παροξύνονται, ποηφάγος, ὁ ποιμήν· παμ‐ φάγος, ὠμοφάγος. πολύκρημνος μὲν διὰ τοῦ η, ἡ πολλοὺς κρη‐ μνοὺς ἔχουσα· διὰ δὲ τοῦ ι, ἡ πολλὰς κριθὰς ἔχουσα, διὰ τὸ εὔκαρπον τοῦ τόπου.
40Πολυκάγκης: Πολύξηρος, ξηραντικός. Ἐκ τοῦ
40κῶ, τὸ καίω, γίνεται πολύκης· καὶ κατὰ ἀναδιπλα‐ σιασμὸν, πολυκάκης· καὶ πλεονασμῷ τοῦ γ, πολυ‐ κάγκης. Πολυκάγκεα δίψαν, Ἰλιάδος λʹ.
45Πολύκεστος: Πολυκέντητος, πολύραφος. ποι‐
45κίλος.
45Πολυκτόριον: Τόπος ἐν Ἰθάκῃ· ἀπὸ Πολύ‐
45κτορος, οὗ καὶ ὁ ποιητὴς μέμνηται. Πολυλήϊος: Πλούσιος, πολλὰ λήϊα ἔχων, ἢ πολλὰ θρέμματα· τὸ δὲ πολύλλιτος, ἐλλείψει τοῦ ς. Πολυπάμμων:

681

(50)

Πολυπάμμονος ἀνδρὸς,

681

(50)

ἀντὶ τοῦ πολυθρεμμάτου, πλουσίου. Πάω, πῶ· (ἔστι

681

(50)

τὸ κτῶμαι) ὁ μέλλων, πάσω· ῥηματικὸν ὄνομα, πάμ‐ μων καὶ πολυπάμμων. Καὶ πάσασθαι, τὸ κτή‐ σασθαι, κυρίως, θρέμματα· καταχρηστικῶς δὲ, πᾶν
ὁτιοῦν· καὶ πασάμενος πολλάκις Ξενοφῶν λέγει ἀντὶ τοῦ κτησάμενος· καὶ Θεόκριτος,
55 Πασάμενος ποτίτασσε· Συρακοσίοις ἐπιτάσσειν; ἀντὶ τοῦ κτησάμενος. Πολυφόρβην: Τὴν πολλοὺς τρέφουσαν γῆν· ὅθεν

682

καὶ ἱπποφόρβια καλεῖται τὰ τοὺς ἵππους τρέφοντα χωρία. πολυωπὸν τὸ δίκτυον, ἀπὸ τοῦ πολλὰς ὀπὰς ἔχειν. Τοιοῦτο καὶ τὸ περιωπὴ, ἔκτειναν τὸ ο εἰς ω.
5Πολυωρῶ:
5Πολυωρήσεις με.
5Ἔστιν ὡρῶ, τὸ φυλάσσω· καὶ μετὰ τοῦ πολὺ ἐπιρ‐ ρήματος γίνεται πολυωρῶ, πολυωρήσω, ἤγουν ἐπι‐ πολὺ φυλάξω. Πομπός: Ἄγγελος, σύνοδος· καὶ πομπὴ, ἡ ἀποστολή. Ἰλιάδος ζʹ. Λέγεται δὲ πομπὴ καὶ ἡ
10μετὰ σταυροῦ λιτὴ καὶ ἄφοδος καὶ δημοσίευσις.
10 Πομφόλυγες: Αἱ ἐκ τῶν ὄμβρων, ἢ ἄλλων καταφερομένων ὑδάτων, ἐπὶ ὕδασιν εὐδιάλυτοι κυρ‐ τώσεις, ἤγουν τὰ φυσήματα· ὅθεν καὶ ἐπὶ τῶν δια‐ κενῆς φυσιουμένων, ἢ ὅλως ἐπαιρομένων, λαμβάνεται ἡ λέξις. Παρὰ τὸ παμφλάζω ῥῆμα ἄλλο παρά‐
15γωγον, παμφαλύζω· ὁ μέλλων, παμφαλύξω· ῥημα‐ τικὸν ὄνομα, παμφάλυξ· καὶ τροπῇ τῶν δύο ΑΑ εἰς ΟΟ, πομφόλυξ. Πόνος: Παρὰ τὸ πένω, τὸ ἐνεργῶ καὶ κάμνω. Σημαίνει δὲ τὸ γυμνάσιον, ὡς παρὰ Ἱπποκράτει,
20 Ἄσκησις ὑγείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων. Σημαίνει καὶ τὴν ὀδύνην, ὡς παρὰ τῷ αὐτῷ, Δύο πόνων προκειμένων μὴ κατὰ τὸν αὐτὸν τόπον. Σημαίνει καὶ τὴν βλάβην, ὡς ὁ αὐτὸς πάλιν, Ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον.
25Ἐκ δὲ τοῦ πόνος γίνεται πονῶ πονήσω.
25 Πονηρεύω: Παρὰ τὸ πονηρὸς, πονηρεύω· καὶ εἰ μὲν κατὰ ψυχὴν, πονηρὸς, ὀξύνεται· εἰ δὲ κατὰ τὸ σῶμα, πόνηρος, βαρύνεται· ἐξ οὗ καὶ τὸ, Ἰὼβ ἔπαισεν ἕλκει πονήρῳ. Ζήτει εἰς τὰς Διαφοράς.
30Πονεύμενον: Ἐπιπονοῦντα, μαχόμενον. Ἐκ
30τοῦ πονέομαι πονεόμενος· καὶ κράσει Δωρικῇ, πο‐ νεύμενος. Πόντος: Σημαίνει τὴν θάλασσαν· ἀπὸ τοῦ πνέω· ἐν ᾗ αἱ πνοαὶ καὶ οἱ ἄνεμοι φέρονται. Ἢ ἀπὸ τοῦ πόνος πόντος, καθ’ ὃν πεπόνηται περὶ τὸν πλοῦν τὸ
35τῶν ἀνθρώπων γένος. Καὶ ἀπὸ τοῦ πνέω πνότος καὶ
35πόντος, ἐξ οὗ αἱ πνοαὶ γεννῶνται· Ὅμηρος. Αἶψα δὲ πόντον ἵκανον ἀήμεναι. Καὶ πόνων ἐπώνυμος ὁ πόντος. Ἢ παρὰ τὸ πίνω, ὁ πίνων τοὺς κινδυνεύοντας. Ἢ παρὰ τὸ πέποται, ἀπὸ τοῦ πῶμι.
40Πολύτροπον: Ὀδυσσείας αʹ. Οὐδαμοῦ τῆς
40Ἰλιάδος παλίμβολον τινὰ τῶν ἡρώων ὠνόμασε. Τάχα οὖν πολύτροπον φησὶ τὸν λόγιον, τὸν ἱκανῷ πηδαλίῳ τῇ γλώττῃ χρώμενον, ἐπὶ πολλὰ τρέποντα τὴν διά‐ νοιαν, συνετόν· ἢ πολλῶν ἔμπειρον τρόπων. Πομπεῖα: Τὰ εἰς τὰς πομπὰς κατασκευαζό‐
45μενα, οἷον θυμιατήρια καὶ φιάλαι· πομπὴ γὰρ, ἄφοδος ἐξ ἀποστολῆς δημοσία τις· καὶ πέμψαι, οὐ μόνον τὸ ἀποστεῖλαι, ἀλλὰ καὶ τὸ πομπεῦσαι. Ποππύσματα: Κολακεῖαι ἵπποις ἀδαμάστοις. Πόπανα: Πλακούντια ἀπὸ ἄρτου· παρὰ τὸ

682

(50)

πέπτω, τὸ χωνεύω· ἢ παρὰ τὸ κόπτω κόπανον, καὶ τροπῇ, πόπανον. Ποῖ κῆχος: Ζήτει καὶ τοῦτο, Ποῖ κῆχος; Εἰς τὸν οὐρανόν. καὶ Ἀριστοφάνης,
55Ποῖ κῆχος; Εὐθὺς Σικελίας.
55καὶ παρὰ Φερεκράτει,
55Ποῖ κῆχος;
55Καὶ εἰ μὲν παρεζευγμένον εὑρήσεις τὸ ποῖ τῷ κῆχος· Ἐρατοσθένης δὲ λαμβάνει ἐκ ταύτης τῆς συν‐ τάξεως, ποῦ ἐγγὺς, καὶ εἰς τίνα τόπον· ποῦ ἄγχος,

683

ποῦ κῆχος; Τὸ πῇ κῆχος· πῇ ἐγγύς· πῇ ἄγχος· ὅπερ ἐστὶν ἐν τῷ ἔναγχος κῆχος. Ἔλλειψις ἄρα τοῦ γ, κῆχος, ἄγχος· ἔχει αὐτὸ ἐν τῷ ἔναγχος. Ἡρωδιανὸς Περὶ Παθῶν.
5Πορεύω: Παρὰ τὸ πόρος· τὸ δὲ πόρος, παρὰ τὸ
5περῶ, τὸ τελειῶ. Σημαίνει δὲ τρία· τὸν περάσιμον τόπον τοῦ ποταμοῦ, ὡς τὸ, Ἀλλ’ ὅτε δὴ πόρον ἵξον. καὶ τὸν τραχὺν καὶ λιθώδη τόπον· καὶ διὰ τοῦ ω μεγάλου σημαίνει κύριον ὄνομα.
10Πόροι: Διέξοδοι, τρίβοι· ἀπὸ τοῦ πορεύεσθαί
10τι δι’ αὐτῶν· εἴληπται δὲ παρὰ τῇ κοινῇ συνηθείᾳ· πόρους λέγουσι καὶ τοὺς ποταμοὺς, ὅτι πορεύεται αὐτῶν τὸ ῥεῖθρον εἰς τὴν θάλασσαν· οἱ δὲ, τὸ δια‐ βατὸν μέρος τοῦ ποταμοῦ πόρον φασὶ λέγεσθαι, ἀπὸ τοῦ πορεύεσθαί τι δι’ αὐτοῦ.
15 Πορθμός: Ὥσπερ ἀπὸ τοῦ κείρω γίνεται κορ‐ μὸς, οὕτως καὶ ἀπὸ τοῦ πείρω, τοῦ σημαίνοντος τὸ περῶ, γίνεται πορμὸς, καὶ πλεονασμῷ τοῦ θ, πορθ‐ μὸς, ἡ μεταξὺ δύο ἠπείρων θάλασσα. Ζήτει εἰς τὸ ἰσθμός.
20Πόρκις πόρκιος: Οἱ μὲν, πόρκιον δίκτυον
20ἀπέδωκαν, οὐκ εὖ· ἔστι δὲ σχοινίου πλέγμα· οἱ δὲ, κύρτον· οὐδὲ οὗτοι ὑγιῶς· ὁ γὰρ Πλάτων ἕτερον φησὶν εἶναι τὸν πόρκον τοῦ κύρτου, ἐν Σοφιστῇ λέγων οὕτως, Κύρτους δὴ καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους, καὶ τὰ
25τοιαῦτα, οὐκ ἄλλο τι πλὴν ἕρκη δεῖ προσαγορεύειν.
25Καὶ Δίφιλος ἐν Σχεδίᾳ μνημονεύει τοῦ πόρκου, Θᾶττον πλέκειν κέλευε τῶν πόρκων πυκνοτέρους· καὶ Ἀντιφάνης Κιθαρῳδῷ, Εἰσδυόμενος εἰς πόρκον, ὅθεν ἔξω πάλιν οὐ ῥᾳδίως ἔξειμι τὴν αὐτὴν ὁδόν.
30Ἔλεγον δὲ τὸ πλέγμα πόρκον, διὰ τὸ περιλαμ‐
30βάνειν καὶ ἀμπέχειν τὸν εἰσδύνοντα ἰχθῦν· καὶ καθά‐
30παξ τὰ ἐν κύκλῳ πάντα καὶ περιφερῆ οὕτως ἔλεγον, ἀπὸ τοῦ οἱονεὶ περικεῖσθαι. Καὶ ὁ ποιητὴς δὲ πόρκην φησὶ τὸν περὶ τῷ δόρατι κρίκον, περὶ δὲ χρύσεος θέε πόρκης. Ἤγουν ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ
35δόρατος, Ἰλιάδος ζʹ· παρὰ τὸ περιέχειν. Οὕτως
35Ὦρος· ὁ δὲ Ὠρίων, ἀπὸ τοῦ πείρω. Πόρνη: Παρὰ τὸ πέρνω, τὸ πωλῶ· ὅθεν τὸ, περνὰς νήσων ἐπὶ τηλεδαπάων· ἀντὶ τοῦ πιπράσκων, οἱονεὶ πέρνη τὶς οὖσα, ἡ τὴν μίξιν πωλοῦσα. Ἐπὶ δὲ τοῦ ἀνδρὸς, παρὰ τὸ πεπω‐
40ρωμένον ἔχειν τὸν νοῦν, τουτέστιν ἐσκοτισμένον. Πόρπη: Ἐκ τοῦ περόνη. Πόρρω: Παρὰ τὴν πρὸς πρόθεσιν γίνεται πρόσω· καὶ κατὰ μετάθεσιν, πόρσω· καὶ τροπῇ τοῦ ς εἰς ρ, πόρρω, ὡς μυρσίνη, μυρρίνη.
45 Πορσύνω: Σημαίνει τὸ εὐτρεπίζω καὶ ἑτοιμάζω καὶ κοσμῶ. Ἀπὸ τοῦ πόρος πορῶ πορύνω· καὶ πλεο‐ νασμῷ τοῦ ς, πορσύνω· ὅθεν καὶ τὸ Ἰλιάδος γʹ, Κείνου πορσανέουσα λέχος·

683

(50)

ἀντὶ τοῦ ἑτοιμάζουσα, δωρουμένη. Ἢ παρὰ τὸ πόρος καὶ τὸ σαίνω, τὸ καλλωπίζω καὶ εὐτρεπίζω, γίνεται πορσαίνω· ὁ μέλλων, πορσανῶ· καὶ τὸ θη‐ λυκὸν, πορσανοῦσα, καὶ πορσανέουσα διαλύσει Ἰωνικῇ, ἢ πλεονασμῷ τοῦ ε. Ἢ ἐκ τοῦ ὄρω, τὸ
55διεγείρω, Αἰολικῶς ὄρσω· ὀρσαίνω κατὰ παρα‐
55γωγήν· καὶ πλεονασμῷ τοῦ π. Ἢ ἐκ τοῦ πόρω, τὸ παρέχω, ὁ μέλλων, πορῶ· καὶ Αἰολικῶς, πόρσω· καὶ ἐξ αὐτοῦ πορσαίνω. Θυγατέρ’ ἰφθίμην ἀδμῆτα πορσαίνεσκον, Ἀπολλώνιος.
60Πόρτα: Παρὰ τὸ τὸν πόρον τηρεῖν.

684

Πόρτις: Ἰλιάδος ρʹ. Πόρτις δέ ἐστιν, ἡ μικρὰ βοῦς, ἡ δάμαλις· παρὰ τὸ ἄρτι εἰς πορείαν καὶ νομὴν ἔρχεσθαι· οἷον πόρος πόρις· καὶ πλεονασμῷ τοῦ τ, πόρτις. Ἢ πορεία πόρις καὶ πόρτις, ἡ
5ἀρξαμένη νῦν τὴν κατὰ νομὴν πορείαν. Πορνεία: Εἴρηται πηρονεία, ἢ διὰ τὸ τὸν νοῦν πηροῦν, ἤγουν ἐκτυφλοῦν· ἢ διὰ τὸ πόρρωθεν νεύειν. Πορεῖον: Τὸ διδόμενον τοῖς πρεσβευταῖς περὶ τοῦ πορευθῆναι εἰς τὴν πρεσβείαν, ὥσπερ ἐφόδιον.
10 Πορφύρα: Ἀπὸ τοῦ πορφύρω ῥήματος, τοῦ ση‐ μαίνοντος τὸ βουλεύομαι, γίνεται πορφύρα· τοῦτο παρὰ τὸ περιφέρειν τὸν νοῦν ὧδε κἀκεῖσε. Ὀδυσ‐ σείας δʹ.
Πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι.
15Τὸ δὲ Ἰλιάδος ξʹ,
15Ὡς δ’ ὅτε πορφύρει πέλαγος·
15ἀντὶ τοῦ μελανίζει. Καὶ γὰρ πορφύρεον θάνα‐ τον λέγουσι τὸν μέλανα· καὶ κῦμα πορφύρεον, τὸ μέλαν. Ἔνιοι δὲ μετέφρασαν τὸ πορφύρει, ἀντὶ τοῦ κατὰ βάθος κινεῖται· ἔνθεν καὶ τὸ κατὰ βάθος μεριμνᾶν πορφυρεῖν λέγουσι.
20Πόσις: Δύο σημαίνει, τό τε πόμα καὶ τὸν
20ἄνδρα. Λέγεται ἀπὸ μεταφορᾶς τοῦ ὕδατος ὁ ἀνὴρ πόσις, παρὰ τὴν τοῦ ὕδατος φύσιν· ἐπειδὴ μιγνύμενον τῇ γῇ γεννητικὸν γίνεται τῶν φυτῶν καὶ σπερμάτων. Οὕτως καὶ ὁ ἀνὴρ, μιγνύμενος τῇ γυ‐ ναικὶ, αἴτιος γίνεται τῆς τῶν παίδων γενέσεως.
25 Ποσειδῶν: Γράφεται καὶ διὰ τοῦ ι, καὶ διὰ τῆς ΕΙ διφθόγγου· καὶ εἰ μὲν διὰ διφθόγγου γράφε‐ ται, ἔχει λόγον τοιοῦτον· ἀπὸ τοῦ πέδον καὶ τοῦ σείω γίνεται πεδοσείων· καὶ ἐν ὑπερβιβασμῷ, ποσειδῶν, παρὰ τὸ σείειν τὸ πέδον· ὁ αὐτὸς γὰρ καὶ ἐνοσίχθων.
30Εἰ δὲ διὰ τοῦ ι, παρὰ τὸ τοὺς πόδας δεῖν, ὅ ἐστι δεσμεύειν· σημαίνει γὰρ τὴν θάλασσαν· ἐκεῖσε γὰρ ἀφικόμενοι βαδίζειν οὐ δυνάμεθα. Ἢ παρὰ τὸ τὴν πόσιν δεσμεῖν· οὐδεὶς γὰρ ἐκ τοῦ τῆς θαλάσσης πίνει ὕδατος αὐθαιρέτως. Ἢ παρὰ τὸ τὴν πόσιν
35τὰ πάντ’ ἀπ’ αὐτῆς ἔχειν, κατὰ ἀντίφρασιν· οὐδεὶς γὰρ, ὡς εἴρηται, ἐκ τῶν θαλάσσης ἀπογεύεται ῥε‐ έθρων. Ἢ παρὰ τὸ τὴν πόσιν τῷ δάει, ἤγουν τῷ ἡλίῳ, ἀναπέμπειν· ἐκ γὰρ τῆς θαλάσσης ὁ ἥλιος ἀνιμᾶται τὴν ὑγρότητα. Ἐκ τούτου γίνεται καὶ
40Ποσειδάων. Ἢ παρὰ τὸ τῇ πόσει ἐνδεῖν γίνεται
40καὶ Ποσειδέης· καὶ ἐξ αὐτοῦ, Ποσειδέων· ὅθεν Πο‐ σειδῶν· καὶ τροπῇ Δωρικῇ τοῦ ε εἰς α, ὡς ἐπὶ ἄλλων πολλῶν, γίνεται Ποσειδάων· καὶ κλίνεται Ποσειδάωνος· καὶ ὡς παρώνυμον φυλάσσει τὸ ω. Οὐ κλίνεται δὲ διὰ τοῦ ΝΤ· ἐπειδὴ τὰ εἰς ΩΝ περι‐
45σπώμενα οὐδέποτε εἰσὶ παρασύνθετα, ἀλλὰ σύνθετα, Ξενοφῶν, Ἀγλαοφῶν· τὸ δὲ Ποσειδῶν παρασύν‐ θετόν ἐστιν· ἐκ γὰρ τοῦ Ποσειδέης γέγονε· καὶ ὡς διήλλαξε περὶ τὸ σχῆμα, διήλλαξε καὶ περὶ τὴν κλίσιν.

684

(50)

Καὶ ἄλλως· τὰ εἰς ΩΝ περισπώμενα οὐ παραλή‐ γεται φύσει μακρᾷ· οἷον, Κτησιφῶν, Δεξικρῶν· τὸ

684

(50)

δὲ Ποσειδῶν φύσει μακρᾷ παραλήγεται· εἰκότως οὖν σεσημείωται. Ὦ Πόσειδον. Ὁ κανών· τὰ εἰς ἀμετάβολα λήγοντα μακροκατάληκτα. Καὶ ὡς οὐκ ἔστι βαρύ‐ τονον. Ἀλλὰ πάντα τὰ περισπώμενα δυνάμει βα‐
55ρυνόμενα εἰσίν· οἷον Ποσειδέων Ποσειδῶν, Ξενοφάων
55Ξενοφῶν.
55 Πόσθη: Τὸ αἰδοῖον, πλεονασμῷ τοῦ ς, οἷον πόθη· δι’ ἧς τὰ τοῦ πόθου γίνεται. Ὦρος· ὁ δὲ Ἡρωδιανὸς πρόσθη γράφει. Περὶ Παθῶν.

685

Πόστος: Ὡς μυχὸς μύχατος, τρίτος τρίτατος, ἕβδομος ἑβδόματος, οὕτω πόσος πόσατος· καὶ κατὰ συγκοπὴν, πόστος. Περὶ Παθῶν. Ποταμός: Παρὰ τὸ πότος παρώνυμον· ποτὸς δὲ
5ὀξυνόμενον σημαίνει τὴν πόσιν, παροξυνόμενον δὲ σημαίνει τὸ συμπόσιον. Ἢ παρὰ τὸ ποτάζω, τὸ ῥέω· ἢ παρὰ τὸ πότιμον ὕδωρ ἔχειν. Ποταίνιον: Τὸ ξένιον, τὸ πρόσφατον· καὶ οἶμαι παρὰ τὸ νέον, ἵνα ᾖ ποτίνεον, τὸ νεαρόν· ἀπὸ τοῦ
10παρακολουθοῦντος νυνί. Πίνδαρος Ἀγησιδάμῳ. Ποτή: Ἡ πτῆσις. Ὡς ἔχω ὀχὴ, οὕτω πέτω ποτή. Ποτήριον: Παρὰ τὸ τὴν πόσιν τηρεῖν. Λέ‐ γεται ποτήριον καὶ τὸ ἐξ ἐρίων ἔνδυμα· ἐπεὶ ποτὲ
15ἔριον ἦν. Σημαίνει καὶ τὴν τιμωρίαν, ὡς τὸ,
15 Ὅτι ποτήριον ἐν χειρὶ κυρίου· καὶ, Ποτήριον σωτηρίου λήψομαι. καὶ τὸν θάνατον, ὡς τὸ, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον
20τοῦτο.
20Σημαίνει καὶ τὸ ἀγγεῖον ἐν ᾧ πίνομεν· οὐ παρὰ τὸ
20ποτὸς ἢ πότον· ἀλλ’ ἀπὸ τοῦ ποτὴς ποτῆτος, ποτὴρ,
20ὡς ποιητὴς ποιητὴρ (ὅθεν καὶ οἰνοποτὴρ) παρ’ ὃ κτητικὸν, ποτήριον. Ποτινίσσεται: Ἀντὶ τοῦ προσοδεύεται, προσ‐ έρχεται, ὅ ἐστιν ἀνάκειται. Ἀπὸ τοῦ εἶμι, τὸ πορεύομαι· ἢ ἀπὸ τοῦ νίω νίσω νίσεται, καὶ ποτι‐
25νίσσεται, πλεονασμῷ τοῦ ς. Τὸ δὲ ποτὶ τὴν πρὸς
25πρόθεσιν σημαίνει Δωρικῶς· ἡ γὰρ πρὸς κατ’ ἐπέκ‐ τασιν γίνεται προσὶ, ὡς ἐν ἐνί· (ἀναλόγως· παρέπε‐ ται γὰρ ταῖς προθέσεσι τὸ μέχρι τῆς δισυλλα‐ βίας αὐξάνεσθαι·) καὶ τροπῇ Δωρικῇ τοῦ ς εἰς τ, καὶ ἀποβολῇ τοῦ ρ, ποτὶ, ὥσπερ σὸς, τός.
30Πότμος: Μόρος, θάνατος. Παρὰ τὸ πέτω
30ποτῶ πότος· καὶ πλεονασμῷ τοῦ μ, πότμος. Ἢ παρὰ τὸ πίπτω κατὰ συγκοπὴν πτῶ, γίνεται ῥημα‐ τικὸν ὄνομα, πτός· καὶ πλεονασμῷ τοῦ μ, πτμός· καὶ διὰ τὴν ἀσυνταξίαν ἐπλεόνασε τὸ ο, καὶ γίνεται πότμος· ἡ ἐσχάτη σύμπτωσις τοῦ βίου· ἀπὸ τοῦ
35πεσεῖν. Ἢ ὁ ποιῶν πεσεῖν εἰς τὴν γῆν. Ἐπὶ δὲ τῆς τύχης, ἀπὸ τοῦ μεταπίπτειν, ἡ ὑπὸ τὴν πρώτην γένεσιν τοῦ βρέφους ἐπιμεριζομένη τύχη, παρὰ τὴν μετάπτωσιν καὶ μεταβολὴν τῶν πραγμάτων. Ὅθεν Μένανδρος φησὶ,
40Τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.
40 Ποτνιάδες θεαὶ: Αἱ μανιοποιοί. Εὐριπίδης Ὀρέστῃ, περὶ τῶν Ἐρινύων. Πότνιαι γὰρ χωρίον Βοιωτίας, ἔνθα φαγοῦσαι βοτάνην αἱ Γλαύκου ἵπποι τοῦ Βελλεροφόντου, καὶ μανεῖσαι, διεσπάσαντο τὸν ἴδιον δεσπότην. Ἀλλὰ καὶ Γλαῦκος ὁ Ἀνθηδόνιος
45ἁλιεὺς, ἑωρακὼς ἰχθῦν παρὰ ψάμμῳ βοτάνης γευσά‐ μενον καὶ ἀναζήσαντα, φαγὼν καὶ αὐτὸς, ἐμμανὴς γέγονε καὶ ἥλατο εἰς τὴν θάλασσαν. Ἢ ὅτι ἀθά‐ νατος μὲν, οὐκ ἀγήρως δὲ γεγονὼς, ἐπὶ τούτῳ ἑαυτὸν κατεπόντισεν.

685

(50)

Ποτνιᾶσθαι: Τὸ μετὰ λύπης τὸν θεὸν ἐπιβοᾶ‐

685

(50)

σθαι.

685

(50)

Πότνια: Σεβασμία, ἔντιμος. Παρὰ τὸ πέτω ποτῶ καὶ ποτνῶ· οἱ γὰρ σεβόμενοι προσπίπτουσιν·
ὅθεν ποτνιᾶσθαι, τὸ προσπίπτειν καὶ παρακαλεῖν· παρὰ τὸ πίπτειν τοῖς ποσί. Κυριώτερον δ’ ἄν τις φήσειεν ἐπὶ γυναικῶν· ὅταν γυνὴ κακόν τι πάσχῃ
55καὶ θήλειαν ἱκετεύῃ θεὸν, ὦ πότνια λέγει. Ποτνιᾶ‐ σθαι δὲ ὅταν εἴπῃ τὶς ἄνδρα, περιφανῶς ἁμαρτάνει. Οὕτως Βησαντῖνος ἐν τῷ περὶ Χρηστομαθείας. Ὦρος.

686

Πότνα: Ἀπὸ τοῦ πότνια. Πούς: Ἀπὸ τοῦ παύω παύσω, παὺς, καὶ ποὺς,
5εἰς ὃν ἀναπέπαυται τὸ ὅλον μέρος τοῦ σώματος· καὶ γὰρ ἐν τοῖς ποσὶν ἀναπαύεται καὶ καταλήγει τὸ σῶμα. Ἢ ὅτι εἰσὶ τινὰ εἰς ΟΣ ὀνόματα πρὸς διά‐ φορον σημαινόμενον διάφορον ἔχοντα καὶ τὸν τόνον· οἷον, φορὸς ἐστὶν ὁ φέρων· φόρος δὲ, ὁ φερόμενος·
10τρόχος, ὁ τόπος ἐν ᾧ τρέχουσι· τροχὸς δὲ, ὁ τρέχων· Τὰ γὰρ εἰς ΟΣ ὀνόματα δισύλλαβα ῥηματικὰ, ἡνίκα μὲν παθητικὰ ᾖ τῷ σημαινομένῳ, βαρύνεται· ἡνίκα δὲ ἐνεργητικὰ, ὀξύνεται. Ἐκ τοῦ περῶ οὖν γίνεται πόρος βαρύτονον, ὁ διαπερώμενος τόπος· πορὸς δὲ
15ὀξυτόνως, ὁ διαπερῶν· εἶτα ἀποβολῇ τοῦ ρ γίνεται ποὸς, καὶ κατὰ συναίρεσιν ποὺς, ἐν ὀξείᾳ τάσει· ἡ γὰρ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν συνέρχεται· οἷον ζωὸς, ζώς. Ἢ ἐκ τοῦ πόρος γίνεται κατὰ συγκοπὴν πρός· ἐκβολῇ τοῦ ρ, πός· καὶ, πλεονασμῷ τοῦ υ,
20πούς. Κλίνεται διὰ τοῦ ΔΟΣ· τὰ γὰρ ἀπὸ μελλόν‐ των δισυλλάβων κατὰ ἀποβολήν .... Πραΰς: Ἀπὸ τοῦ ῥᾶον, ὃ σημαίνει τὸ εὔκολον, γίνεται ῥαΰς· καὶ πλεονασμῷ τοῦ π, πραῢς, ὁ εὔκολος καὶ ἀγαθός.
25 Πρᾶος: Παρὰ τὸ πάντα ῥᾳδίως ποιεῖν. Πρανές: Τὸ κάταντες καὶ κατωφερὲς, οἷον προ‐ νενευκός· καὶ πρανίζει, τὸ καταφέρει. Πράμνειος οἶνος: Πραϋμένης, ὁ πραΰνων τὸ μένος καὶ στέλλων· οἱ δὲ, τὸν ἐπὶ τοῖς πρέμνοις
30φυταγωγούμενον φασίν· οἱ γὰρ τῶν Ἰταλῶν γεώ‐ μοροι βότρυν ἐπὶ ταῖς τῶν δενδρῶν χαίταις μεταρ‐ σίοις ἐλευθεριάζοντα κλήμασι τιθηνοῦνται. Ἢ ἀπὸ πραμνείας ἀμπέλου. Πρέμνον δὲ, τὸ ἀπογηρά‐ σκον τῶν στελέχων λέγεται, καὶ τὰ μεγάλα ξύλα·
35καὶ πρεμνίζειν. Οἱ δὲ, τὸν ἀκραιφνῆ καὶ μὴ μετεωριζόμενον πρὸς τὴν ἀηδεστέραν χρῆσιν, ἀλλὰ τῷ γήρᾳ συννεάζοντα καὶ συνανθοῦντα. Ἢ ἀπὸ τοῦ παραμένειν παραμένειον φασὶ λέγεσθαι καὶ πρά‐ μνειον. Ἢ τὸν μέλανα.
40Πραπίδεσσι: Φρεσὶ, διανοίαις. Ἱῶ, τὸ πέμπω·
40ἐν συνθέσει προϊῶ· συγκοπῇ, πρῶ, καὶ φρῶ. Ἐκ τούτου φραπὶς καὶ πραπὶς, ἀφ’ ἧς προΐενται τὰ βουλεύματα· ἡ εὐθεῖα τῶν πληθυντικῶν, πραπίδες· καὶ κατὰ ἐπέκτασιν τῆς ΣΙ συλλαβῆς, πραπίδεσσι. Πρᾶσις: Ἡ ἐπὶ τῆς πραγματείας, οἱονεὶ πέ‐
45ρασίς τις οὖσα, ἡ ἐξ ἑτέρου εἰς ἕτερον μεταβαίνειν ποιοῦσα τὰ πιπρασκόμενα· κατὰ συγκοπὴν τοῦ ε. Πρασιαί: Τετράγωνά τινα σχήματα ἐν τῇ γῇ, οἱονεὶ περασίαι τινὲς οὖσαι, παρὰ τὸ πεπερατῶσθαι· καὶ κατὰ συγκοπήν. Τὸ γεωργικὸν σχῆμα, πρασιά·

686

(50)

ἔστι δὲ καὶ ὄνομα πόλεως. Πραιτώριον: Εἴρηται παρὰ τὸ πράττω πραι‐ τώριον πλεονασμῷ τοῦ ι, ὅπου τὰ πραττόμενα ὡροῦν‐
ται, ὅ ἐστι φυλάττονται καὶ ἐξανύονται. Πρέπω: Παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ ἔπω, τὸ
55λέγω.

687

Πρευμενής: Ὁ ἄγαν εὐμενής· ἀπὸ τοῦ πραῢ μένος ἔχειν· ἢ ἀπὸ τοῦ πρᾶος καὶ εὐμενής. Λυκό‐ φρων. Πρέσβα θεά· Πρεσβυτάτη, ἐντιμοτάτη· ἀπὸ
5τοῦ πρέσβεια, κατὰ συγκοπὴν, οἱονεὶ ἡ πρεσβευτική.
5Ἀπὸ δὲ τοῦ πρέσβυς, πρέσβεια, ὡς θῆλυς θήλεια. Ἢ ἀπὸ τοῦ πρέσβειρα· Ἀπολλώνιος· πρέσβειρα Θέμις. Οἱ δὲ τὸ πρέσβειρα ἀπὸ τοῦ πρέσβεια. Πρεσβῆες: Ἀπὸ τοῦ πρεσβεύσω πρεσβεὺς, ὡς
10ἱππεύσω, ἱππεύς· πρεσβευτὴς, ἐκ τοῦ πρεσβεύω.
10 Πρεσβήϊον: Ἰλιάδος θʹ, τὸ ὑπὲρ τιμῆς διδό‐ μενον δῶρον. Πρέσβις: Ὁ ἐκπεμπόμενος πρὸς βασιλέα ἢ πόλιν ἐντιμότατος ὤν· ἀπὸ τῆς ἡλικίας τοῦ πρεσβύ‐ του· πρεσβύτης γὰρ ὁ γηραιὸς, παρὰ τὸ προβεβη‐
15κέναι τὴν ἥβην· ἢ παρὰ τὸ περισσῶς βεβιωκέναι.
15Ἀπὸ τοῦ πρέσβις πρέσβιος, πρέσβεες πρέσβεις. Καὶ πρέσβυς ὁ γηραιός· οἷον, πρέσβυς ἄττα γεραιέ· κλίνεται τὸ πρέσβυς πρέσβυος καὶ πρέσβεως Ἀτ‐ τικῶς. Καὶ ἔστι τρίτον μετὰ τῶν πήχεως καὶ
20πελέκεως σεσημειωμένων.
20Πρέσβεις: Γέροντες, βασιλεῖς, ἄρχοντες προ‐
20τιμώμενοι· καὶ οἱ νῦν πρεσβευταί. Πρηνής: Εἰς τοὔμπροσθεν, ἐπὶ στόματος, ἐπὶ προσώπου. Παρὰ τὸ πρόσω νενευκέναι, πρενὴς, καὶ κατ’ ἔκτασιν. Τὸ ΠΡΗ, η· διότι ἀνεφάνη τὸ α ἐν τῷ πρανής. Τὸ οὐδέτερον, πρηνές· καὶ ἀπὸ ὀνόματος
25μετήχθη εἰς ἐπιρρηματικὴν σύνταξιν· καὶ ἔστιν ἐπίρρημα τοπικὸν τὸ πρηνές. Πρηνῖξαι: Γνὺξ ἐστὶ κυρίως τὸ εἰς γόνυ πεσεῖν. Τινὲς δὲ αὐτό φασι ταὐτὸν τῷ πρηνίξαι· κακῶς· διαφέρει γάρ· οὐ δύναται γάρ τις ἅμα πρη‐
30νιχθῆναι καὶ ὀκλακέναι ἐπὶ τὰ γόνατα. Τὸ δὲ πρη‐
30νιχθῆναι, ἐπὶ τὸ πρόσωπον. Ὁ γὰρ Ἡρόδοτος τὸ τοιοῦτον ἐξέφηνε· μεταφορᾷ γὰρ χρησάμενος εἶπε τὴν πόλιν εἰς γόνυ πεσεῖν, τοῦτο δηλῶν, ὡς εἰς δου‐ λείαν αὐτὴν ἀπήγαγεν. Ὁ δὲ Εὐφορίων οὐκ ὀρθῶς λέγει περὶ τοῦ Διονύσου, ὅτι ταῖς γυναικείαις
35τάξεσιν ἐγκελευσάμενος ἐπρήνιξε τὴν τοῦ Εὐρυμέ‐ δοντος πόλιν, τουτέστι τὸ Ἄργος. Εὐρυμέδων δὲ ὁ Περσεὺς ἐκαλεῖτο. Πρηξῖνος: Παρὰ τὸν πράξω μέλλοντα γίνεται
Πρηξῖνος κατὰ ἔκτασιν.
40Πρήθω: Ἀπὸ τοῦ πρίω γίνεται κατὰ παρα‐
40γωγὴν πρίθω· καὶ καθ’ ὑπαλλαγὴν, πρέθω· ἐξ οὗ Ἡσίοδος, πάσας ἔπρεσε θεσπεσίας κεφαλάς· ἐξ οὗ γίνεται κατ’ ἔκτασιν τοῦ ε εἰς η. Σημαίνει
45δὲ τὸ ἐμπυρίζω, ὡς τὸ,
45πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα·
45σημαίνει καὶ τὸ φυσῶ, ὡς τὸ,
45Ἔπρησε δ’ ἄνεμος μέσον ἱστίον·
45καὶ,
45 Δάκρυον πρήσας, ἀντὶ τοῦ ἀναφυσήσας. Ὅθεν καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ τοὺς πεφυσημένους πεπρησμένους λέγο‐ μεν. Γίνεται παρὰ τὸ πιμπρῶ δευτέρας συζυγίας τῶν περισπωμένων, παράγωγον, πίμπρημι· ὁ μέλλων,

687

(50)

πρήσω· ὁ ἀόριστος, ἔπρησα. Σημαίνει δὲ τὸ πνεῦμα

687

(50)

τῆς φύσης. Ἔστι καὶ πρῶ, τὸ πιπράσκω, ἀπὸ τοῦ περῶ· ὅθεν τὸ πέπρακα· καὶ γὰρ τὸ πωλούμενον περᾷ ἀπὸ τοῦ πωλοῦντος πρὸς τὸν ἀγοράζοντα. Πρῶ οὖν, ὁ μέλλων, πρήσω· ἡ μετοχὴ, πρήσων· καὶ, διαπρήσουσα κελεύθους.
55Ἢ ἐκ τοῦ πρῶ, τὸ περῶ, γίνεται πρήθω, ὡς κνῶ κνήθω· καὶ ἐμπρήθω· ὁ παθητικὸς παρακείμενος, ἐμπέπρη‐ σμαι· ἐξ οὗ ἐμπρησμός.

688

Πρήσσω: Τοῦτο ἐνεστώς ἐστι, καὶ μέλλοντα οὐκ ἔχει, ὡς ἀπὸ μέλλοντος παραχθέν. Περῶ, περάσω· συγκοπῇ πράσω· καὶ τροπῇ μετὰ πλεονασμοῦ ἑτέρου ς, πρήσσω· ὁ παρατατικὸς, ἔπρησσον· καὶ,
5διέπρησσον πεδίοιο.
5Πρίαμος: Παρὰ τὸ πρίημι, τὸ ἀγοράζω, τὸ πα‐
5θητικὸν, πρίαμαι· ἐξ αὐτοῦ Πρίαμος· ἐπράθη γὰρ, ὡς ἡ ἱστορία δηλοῖ παρὰ Λυκόφρονι. Πρίε: Ἐνταῦθα ἀντὶ τοῦ λάβε ἐστὶ, Λευγαλέος δέ οἱ πρίεν χόλος, Ἀπολλώνιος.
10Πρίων: Παρὰ τὸ πρίζω· ὅπερ ἀπὸ τοῦ περῶ
10περίζω· ἢ πρῶ πρίζω, ὡς κτῶ κτίζω. Πρίεται: Ἰστέον ὅτι οἱ Ἀθηναῖοι οὐ λέγουσι πρίζεται, ἀλλὰ χωρὶς τοῦ ζ, πρίεται· καὶ παρὰ Μενάνδρῳ, ἔνδοθεν δὲ πρίεται.
15Ἔστι δὲ ἀπὸ τοῦ πρίζω. Εὕρηται δὲ καὶ ἐν
15συστολῇ.
15 Πρίαμος: Ἐκ τοῦ πρίω, τὸ πωλῶ, τῆς ὀνομα‐ σίας ταύτης ἔτυχε. Τὰ διὰ τοῦ ΑΜΟΣ ὀνόματα, εἰ μὲν ὦσι κύρια, βαρύνεται, ὡς Σίσαμος· εἰ δὲ μὴ, ὀξύνεται, ὡς φωριαμὸς, χηραμός. Πρίν: Ἐπίρρημα χρόνου δηλωτικόν. Ἐκ τοῦ
20πάρος παρὶν, καὶ συγκοπῇ πρίν. Πρόβατον: Πολλάκις κατὰ κοινοῦ ἐπὶ πάντων τῶν βοσκημάτων εἴρηται ἡ λέξις· παρὰ τὸ πρὸ τῆς ὀπισθίας βάσεως ἑτέραν βάσιν ἔχειν· ὅθεν καὶ πρό‐
βασις, ἐπὶ τῆς τῶν τετραπόδων κτήσεως.
25 [Πρόβατον:] Παρὰ τὸ πρὸ τῆς ὀπισθίας βά‐ σεως ἔμπροσθεν βάσιν ἔχειν. Ἢ πρόβατον, παρὰ τὸ προβαίνειν τῇ βοσκῇ· ἢ παρὰ τὸ πράως βαίνειν τοῦ ὄπισθεν ποδὸς τὸν ἔμπροσθεν πόδα. Προβατειά: Ἡ τῶν προβάτων νομὴ καὶ κτῆ‐
30σις.
30 Προβλῆτι: Τόπῳ προβεβλημένῳ καὶ προνενευ‐ κότι εἰς τὴν θάλασσαν· εἰς τὸ ἀβλῆτα. Ζήτει εἰς τὸ τέλος προβολὴ καὶ ἄλλα. Προηγορεών: Τόπος ἐστὶν ὅπου ἀγείρεται ἡ τροφή.
35Πρόδομος: Ἡ πρὸ τῆς οἰκίας στοὰ, ἣν καὶ
35αἴθουσαν καλεῖ Ὅμηρος. Ἔνιοι μὲν παστάδα· τινὲς δὲ προστάδα προσαγορεύουσιν, ἣν Ὅμηρος πρόδομον εἴρηκε. Πρόες: Εἰς τὸ ἕς. Προοῦ: Ἀπὸ τοῦ ἵημι, τὸ πέμπω, ὁ δεύτερος
40ἀόριστος, ἧν· ὁ μέσος, ἕμην· τὸ δεύτερον, ἕσο, ἕτο·
40ἀποβολῇ γίνεται ἕο, καὶ οὗ· καὶ συνθέσει, προοῦ, ἤγουν πρόπεμψον. Καὶ περισπᾶται· ἡνίκα γὰρ συντεθῇ μετὰ μονοσυλλάβου προθέσεως, περισπᾶται, οἷον προοῦ· ἡνίκα δὲ μετὰ δισυλλάβου, βαρύνεται, σύνθου ἀπόθου, κατάθου.
45Προηρόσια: Ὄνομα θυσίας ὑπὲρ τῶν καρπῶν
45γινομένης.
45 Προθέλυμνος: Πρόρριζος, ἢ πυκνός. Παρὰ τὸ τέλος τέλυμνος καὶ θέλυμνος. Θέλυμνα γὰρ λέγεται τὰ ἐπαλλήλως ἔχοντα τοὺς κλάδους δένδρα· διὰ τὸ θηλυμανεῖν, μεταφορικῶς. Ἰλιάδος νʹ. Φράξαντες δόρυ δουρὶ, σάκος σάκεϊ προθελύμνῳ.

688

(50)

Προθεσμία: Ἀπὸ τοῦ προθεῖναι τὴν ἡμέραν, ἐν ᾗ τόδε γενέσθαι χρὴ, οὐκ ἀπὸ τοῦ προθεσπίζειν· ἢ ἀπὸ τοῦ θεσμὸς, ὃ σημαίνει τὸν νόμον. Προΐηλε: Ἀπὸ τοῦ εἰλῶ εἶλε· ἐν ὑπερθέσει, ἴελε καὶ ἴηλε. Σημαίνει δὲ δύο· ἐπὶ μὲν τοῦ
55προσέφερε καὶ προεξέτεινε καὶ προέθηκε, Πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν, Ἰλιάδος λʹ· ἐπὶ δὲ τοῦ ἐξέπεμψε, Ζεὺς δ’ ἔριδα προΐαλλεν, Ἰλιάδος λʹ.

689

Προΐκτης: Προσαίτης· ἡ πρὸ, ἀντὶ τῆς παρά·
παρὰ τὸ προϊκνεῖσθαι. Τινὲς δὲ παρὰ τὸ ἵξεσθαι, δωρεάν τινα λαμβάνειν, ὡς Ἀρχίλοχος, Ἐμεῦ δ’ ἐκεῖνος οὐ καταπροΐξεται.
5Ζήτει εἰς τὴν κατά. Ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ
5ἴσσω, ὡς Ἀρχίλοχος, Προτείνω χεῖρα καὶ προΐσσομαι Προῖξ: Παρὰ τὸ προΐκω προΐξω, ἡ προδιδομένη εἰς τὸν τοῦ ἀνδρὸς οἶκον· καὶ, οὐ καταπροΐξει, ἀντὶ τοῦ οὐ προδώσει, οὐ καταφρονήσει. Ἢ παρὰ
10τὴν πρὸ πρόθεσιν καὶ τὸ οἶκος, προοὶξ, ἡ προϊκνου‐
10μένη εἰς τὸν οἶκον, κατὰ ἀποκοπὴν, ἢ κατὰ συναί‐ ρεσιν. Τὸ δὲ προῖκα, ἐπίρρημά ἐστι ποιότητος· Προῖκα χρηστὸς ἦν. Ὁ Θεολόγος, ἀντὶ τοῦ, δωρεὰν ἀγαθὸς ἦν. Προικόννησος: Ἐκ τοῦ προῖξ προικὸς καὶ τοῦ
15νῆσος, ἡ πάσαις ταῖς νήσοις προῖκα τῶν μαρμάρων
15μεταδοῦσα. Ἔστι δὲ ὄνομα νήσου. Ἢ προῖξ ἐστι ζῷον ὅμοιον ἐλάφῳ, ὁ λεγόμενος νεβρός. Διο‐
νύσιος δὲ ὁ Ἀθηναῖος ἐν ταῖς Κτίσεσιν οὕτως λέγει τὰς ἐλάφους πρόκας· ὅθεν καὶ ἡ προκόννησος· ἐν αὐτῇ γὰρ πλήθουσιν ἔλαφοι. Οἱ δὲ (Προχόννησον)
20ἀπὸ τῆς πρόχου φασὶν, ἣν ἔχουσα συνήντησε τοῖς
20Μιλησίοις ἡ παρθένος, ὅτε τὴν ἀποικίαν ἐστείλαντο. Οἱ δὲ τὴν Προχόνησον ἐτυμολογοῦσι, καθάπερ, πρότερον οὖσα νῆσος, ὕστερον προσεχώσθη. Ὑπό τινων δὲ ἡ Προκόννησος Ἀδελφόννησος κέκληται. Φιλήτας δέ φησι πρόκας λέγεσθαι τὰς πρῶτον
25τικτομένας ἐλάφους, οἷον πρωτοτόκους, ὡς παρὰ Ἀπολλωνίῳ. Προκρόσσας ἔρυον: Διὰ τὰς νῆας λέγει, Ἰλιάδος ξʹ, ἀντὶ τοῦ ἄλλας ἐπ’ ἄλλαις, ἐξισουμένας, οἷον μίαν κατὰ μίαν· προκάροσσοί τινες οὖσαι· παρὰ
30τὸ κάρα, αἱ κατὰ κεφαλὴν συντιθέμεναι, καὶ οἱονεὶ
30τὰς κεφαλὰς ἀλλήλαις ἐπιθεῖσαι· ἐπεὶ καὶ συνή‐ θως λέγομεν τῶν ὀθονίων κροσσούς τὰς κεφαλὰς καὶ ἀρχάς· καὶ τῶν τειχῶν αἱ κεφαλαὶ καὶ αἱ ἀρχαὶ
32κροσσοὶ λέγονται· οἷον, Κρόσσας μὲν πύργων ἔρυον. Προμολή: Ἔστιν ἡ προαυλία καὶ προέξοδος·
35ἀπὸ τοῦ προμολεῖν καὶ προαυλίζεσθαι παρὰ Ἀπολ‐ λωνίῳ. Καὶ πρόμαλοι, εἶδος ἀγρίας δρυός. Προμηθεύς: Κατὰ μεταβολὴν, προμηδεὺς, ὁ προορῶν τὰ μήδεα, τὰ βουλεύματα. Προμνηστῖνοι ἐσέλθετε, μὴ δ’ ἅμα πάντες:
40Ἀντὶ τοῦ παραδεχόμενοι ἀλλήλους καθ’ ἕνα. Ὡς ἀπὸ τοῦ ἀγαθὸς Ἀγαθῖνος, οὕτως καὶ ἀπὸ τοῦ μένω μενηστὸς μενηστῖνος· καὶ συγκοπῇ, καὶ μετὰ τῆς πρὸ προθέσεως, προμνηστῖνος.
43 Πρόμος: Δηλοῖ τὸν πρόμαχον· ἀπὸ τοῦ πρό‐ μαχος, κατὰ συγκοπήν. Βέλτιον δὲ παρὰ τὸ βῶ, τὸ
45βαίνω, πρόβος ὁ προβαίνων ἐν τῇ μάχῃ· καὶ κατὰ μετάθεσιν, πρόμος. Οἱ δὲ, παρὰ τὸ νῶ, τὸ πορεύομαι, πρόνος καὶ πρόμος. Προμῶτος: Ῥωμαϊκή ἐστιν ἡ φωνὴ, καὶ δηλοῖ ὁ προκόψας. Ὅθεν καὶ προμωτίωνες, αἱ προκοπαί.

689

(50)

Δηλοῖ δὲ καὶ ὁ πόρρω ὠθισθείς. Πρόνοια: Ἡ πρὸ ἀντὶ τῆς ὑπὲρ κεῖται, οἱονεὶ τὸ ὑπέρ τινων νοῆσαι. Πρόπαρ: Εἰς τὸ ῥά. Προπετής: Εἰς τὸ πετῶ.
55Προπάροιθεν: Ἐπίρρημα τοπικόν· ἐκ τῆς πρὸ
55προθέσεως, καὶ τοῦ πάροιθεν· τοῦτο ἐκ τοῦ πάρος
55πάροθεν, καὶ πλεονασμῷ τοῦ ι πάροιθεν. Τὸ δὲ πάρος, ἐκ τῆς πρὸς, ὡς τὸ, καὶ μικρόν τι πρὸς, ἀντὶ τοῦ ἔμπροσθεν. Σημαίνει δύο· τὸ ἔμπροσθεν, ἐπὶ τόπου, ὡς τὸ,

690

πάροιθ’ αὐτοῖο καθέζετο· καὶ ἐπὶ χρόνου, ὡς τὸ, Τὸν δ’ Ὀδυσεὺς προπάροιθεν ἰδὼν, Ἰλιάδος κʹ.
5Προπηλακισθέντα. Ἀδικηθέντα, ὑβρισθέντα,
5διασυρθέντα. Προπηλακισμὸς γὰρ λέγεται
5ὕβρις μετὰ προσαφῆς τοῦ σώματος· ἀπὸ τοῦ πάλλω, τὸ κινῶ· ἢ ἀπὸ τοῦ παλλακίς· ἢ παρὰ τὸ πηλός· ὃ καὶ βέλτιον· οἱ γὰρ Ἀττικοὶ τὸν ἐπί τινι ἁμαρτήματι ἁλόντα πηλῷ χρίοντες ἐδη‐ μοσίευον.
10Πρὸς τοῦ διός: Ἡ πρὸς πολλάκις λαμβά‐
10νεται καὶ ἀντὶ τῆς παρά· καὶ τὸ, πρὸς ἄλλης, τουτέστιν ὑπὸ δεσποίνῃ. Προσέληνοι: προυσελεῖν λέγουσι τὸ ὑβρί‐ ζειν· καὶ οἱ Ἀρκάδες ἴσως, ἐπειδὴ λοιδορητικοί εἰσιν, (πρόσελοι ἢ προσέληνοι.) Οὕτως ἐν ὑπομνήματι
15Προμηθέως δεσμώτου.
15Πρόσειλος οἰκία: Ἡ πρὸς τὴν ἕλην τετραμ‐
15μένη· ἕλη γὰρ, ἡ τοῦ ἡλίου αὐγή· ἐξ οὗ πρόσελος καὶ πρόσειλος. Προσήλυτος: Ἀπὸ τοῦ ἐλεύθω, ἤλευσμαι, ἤλευσται, ἤλυτος καὶ προσήλυτος, ὁ μέτοικος καὶ φυγάς.
20Προσήκατο: Σημαίνει τὸ προσελάβετο· ἀπὸ
20τοῦ προσίημι, μέσου ἀορίστου. Σημαίνει δὲ μετὰ
20τῆς πρὸ προθέσεως τὸ προδίδωμι· οἷον, Οὐ προΐημι τὴν ψυχήν μου. Προσῆκον: Τὸ πρέπον. Ἐκ τοῦ ἥκω, τὸ ἔρ‐ χομαι, μετὰ τῆς προθέσεως· ἡ γὰρ πρόθεσις τὸ πλησιάζον καὶ προσεγγίζον σημαίνει. Τὸ γὰρ
25πρέπον καὶ ἁρμόζον πλησιάζει· ὥσπερ τὸ ἀπαρέσκον
25πόρρω καθίσταται.
25 Πρόσθεμα καὶ προσθέματα: Ἐπὶ τῶν αἰδοίων· παρὰ τὸ ἀλλήλοις ἐν ταῖς συνουσίαις προστίθεσθαι. Ἢ διὰ τὸ ἐπὶ τὰ ἔμπροσθεν μέρη εἶναι. Προσχών: Ζήτει εἰς τὸ τέλος. Πρόσκλιντρον: Τὸ λεγόμενον προσκλιτόν· καὶ
30κλιντήρ, ὁ θρόνος ὁ ἔχων πρόσκλιντρον. Προσκυνῶ: Συζυγίας πρώτης· ἐκ τῆς πρὸς προθέσεως καὶ τοῦ κυνῶ· τοῦτο, παρὰ τὸ κύω, τὸ φιλῶ. Προσωιδίαι: Παρὰ τὸ προσιόντας ναοῖς ἢ βω‐
35μοῖς πρὸς αὐλὸν ᾄδειν· διὰ δὲ τῶν ὕμνων· ὅτι τοὺς
35ὕμνους πρὸς κιθάραν ἑστῶτες ᾄδουσιν. Οὕτω Δί‐ δυμος ἐν τῷ περὶ λυρικῶν ποιητῶν. Ἢ παρὰ τὸ πρὸς αὐτὰς ᾄδειν ἡμᾶς ταῖς φωναῖς· ἢ παρὰ τὸ πρὸς αὐτὰς ᾄδεσθαι τὰ ποιήματα· ᾠδὰς γὰρ οἱ παλαιοὶ τὰ ποιήματα ἐκάλουν· ἢ παρὰ τὸ προσ‐
40ᾴδειν καὶ ἁρμόζειν τῇ ὑποκειμένῃ λέξει. Ἐκ τῆς πρὸς προθέσεως καὶ τοῦ ᾠδή. Προσῴδιον: Λιτανεία μετὰ ὕμνων· παρὰ τὸ προσίεναι μετὰ τούτου τοῖς θεοῖς. Ἰστέον ὅτι τῶν μελῶν καὶ τῶν ὕμνων τὰ μὲν
45καλεῖται προσῴδια· τὰ δὲ, ὑπορχήματα· τὰ δὲ,
45στάσιμα. Καὶ προσῴδια μὲν, τὰ λεγόμενα
45ᾄσματα εἰσφερομένων εἰς τὸν βωμὸν τῶν ἱερείων· παρὰ τὸ προσιόντων εἰς τὸν βωμὸν τῶν θυμάτων ταῦτα λέγειν. Ὑπορχήματα δὲ, ἅτινα πάλιν ἔλεγον ὀρχούμενοι καὶ τρέχοντες κύκλῳ τοῦ βωμοῦ, καιομένων τῶν ἱερείων. Στάσιμα δὲ, ἃ ἑστῶτες

690

(50)

ὕστερον ἔλεγον, ἀναπαυόμενοι μετὰ τὸ κύκλῳ δραμεῖν τοῦ βωμοῦ. Ὅτε δὲ περιέτρεχον τὸν βωμὸν, ἀπῄ‐ εσαν πρότερον μὲν ἀπὸ τοῦ ἀριστεροῦ μέρους ἐπὶ τὸ δεξιὸν, κατὰ μίμησιν τοῦ ζωδιακοῦ κύκλου, ἐπεὶ καὶ αὐτὸς τὴν ἐναντίαν τῷ οὐρανῷ ποιεῖται κίνησιν, ἀπὸ
55δυσμῶν ἐπὶ ἀνατολὰς φερόμενος· ὕστερον δὲ πάλιν, ἀπὸ τοῦ δεξιοῦ ἐπὶ τὸ ἀριστερὸν ᾔεσαν, κατὰ μίμησιν τοῦ οὐρανοῦ· τελευταῖον δὲ, πάντα τὸν βωμὸν περι‐ έτρεχον.

691

Πρόσωπον: Ἐκ τοῦ ὢψ ὠπὸς, ὃ σημαίνει τὸν ὀφθαλμὸν, ὦπον, καὶ πρόσωπον, τὸ πρὸς τὸν ὦπα ὄν· ἢ ἀπὸ τοῦ πρόσω, (τουτέστιν ἔμπροσθεν,) ἀλλ’ οὐκ ἐκ πλαγίου τοὺς ὦπας ἔχειν· διὸ καὶ μόνοις ἀνθρώποις
5ἐπικατηγορεῖται. Πρόσφατον: Κυρίως ἐπὶ τοῦ νεωστὶ πεφονευ‐ μένου εἴρηται· οἷον, Νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος. Ἐκ τοῦ φῶ, τὸ φονεύω. Καὶ πρόσφατον κρέας,
10τὸ νεοσφαγές· καταχρηστικῶς δὲ ὁ πρὸς ὁτιοῦν
νεωστὶ ἐληλυθὼς πρᾶγμα. Πρότερος: Παρὰ τὴν ΠΡΟ πρόθεσιν. Προτέρω: Πορρωτέρω, εἰς τοὔμπροσθε. ἢ ἐνδο‐ τέρω· ἢ πρότερον. Γίνεται κατὰ συγκοπὴν ἀπὸ τοῦ
15πορρωτέρω. Καὶ προτέρωσε. Ἀπολλώνιος.
15Πρότονον: Σημαίνει τὸ σχοινίον.
15 Πρότμησις: Ὁ κατὰ τὸν ὀμφαλὸν καὶ τὴν λαγόνα τόπος· ἐπεὶ κατὰ τοῦτον τὸν τόπον προ‐ τέμνεται τὰ ζῷα καὶ προέρχεται. Κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζῴων· ἔνιοι δὲ κακῶς πρότμησιν τὴν ὀσφῦν ἀποδεδώκασι.
20Προυνείκους: Σημαίνει τοὺς ὑβριστὰς, καὶ
20τοὺς ἄνδρας τοὺς ἱσταμένους ἐν τῇ ἀγορᾷ καὶ φέ‐ ροντας τὰ ὤνια καὶ λαμβάνοντας ὑπὲρ τούτων μι‐ σθόν. Καὶ εἰ μὲν τοὺς ὑβριστὰς σημαίνει, γίνεται παρὰ τὴν ΠΡΟ πρόθεσιν καὶ τὸ νεῖκος, πρόνεικος, καὶ πλεονασμῷ τοῦ υ· εἰ δὲ τοὺς ἄλλους, παρὰ τὸ
25ἐνείκω Βοιώτιον, ὃ σημαίνει τὸ ἐνέγκω, γίνεται προέ‐ νεικος· καὶ κράσει τοῦ ο καὶ ε εἰς τὴν ΟΥ δίφθογγον, προύνεικος. Προὐριαίτερον: Προφανὲς καὶ φανερὸν, καὶ οἷον πρὸ τῶν ὀφθαλμῶν κείμενον, τὸ πρὸ τοῦ ἔργου
30αἱρετώτερον· ἐκ τῆς ΠΡΟ προθέσεως, καὶ τοῦ αἱρῶ,
30τὸ προαιροῦμαι.
30 Προὔργου: Τῶν ἀναγκαίων καὶ τῶν πρὸ τοῦ ἔργου· οἷον, τὸ μὲν ἔργον, αὐτὸς ὁ γάμος· τὰ δὲ πρὸ τοῦ ἔργου, τὰ εἰς τὸν γάμον ἀναγκαῖα. Οὔτως Ὦρος ὁ Μιλήσιος. Πρόφασις: Ἀπὸ τοῦ φημὶ, φήσω, πέφαμαι,
35πέφασαι· ἡ ἀπὸ τοῦ λόγου φάσις.
35 Πρόφρων: Προθύμως· παρὰ τὴν ΠΡΟ καὶ τὸ φρῶ. Πρόφρασσα: Ἐνόησαν τινὲς εἶναι θηλυκόν· οὐκ ἔστι δέ· Φιλόξενος γὰρ ἐν τῷ περὶ μονοσυλλάβων φησὶν ὅτι ἔστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ· ὡς
40παρὰ τὸ βήσω, βῆσσα, οὕτως ἀπὸ τοῦ φρῶ φρῆσσα
40καὶ φράσσα· καὶ ἐν συνθέσει, Ἰλιάδος κʹ, Σὺν σοὶ δῖα θεὰ, ὅτε οἱ πρόφρασσα παρέστης. Σημαίνει δὲ τὸ προδιανοηθεῖσα πρὶν ἐκεῖνον προσκα‐
λέσασθαι, αὐτεπάγγελτος, ἢ πρόθυμος. Προχέοντο: Προήρχοντο· μεταφορικὸς ὁ τρό‐
45πος· κυρίως γὰρ τὸ χέω ἐπὶ τῶν ὑδάτων λέγεται. Προφήτης: Φῶ, φήσω· ὁ παθητικὸς, πέφημαι, πέφηται, φήτης, καὶ προφήτης.

691

(50)

Πρόχνυ: Πρόχνυ καθεζομένη. Οἱονεὶ πρὸ γόνυ· καὶ κατὰ συγκοπὴν, πρόγνυ καὶ πρόχνυ· ἡ γὰρ πρὸ ἀντὶ τῆς ἐπὶ κεῖται· οἷον ἐπὶ γόνυ, ὅ ἐστι παντελῶς ὀκλάσαι, Ἰλιάδος ιʹ· ἐπὶ δὲ
55τοῦ παντελῶς,
55[Ὡς ὤφειλ’ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι]
55 πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν [ὑπὸ γούνατ’ ἔλυσε.] Πρῷζον: Σημαίνει τὸ προχθεσινόν. Ἔχει τὸ ι. Ὥσπερ ἀπὸ τοῦ χθὲς γίνεται χθιζὸν, οἷον, Χθιζά τε καὶ πρωϊζὰ,

692

τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πρωῒ γίνεται πρώϊζον· καὶ κατὰ συναίρεσιν, πρῷζον. Ἐκ δὲ τοῦ πρωῒ, πρωιζὸς καὶ πρωϊζά· καὶ πρόϊζον, τὸ ὑπόγυον. Πρωΐ: Ἐπίρρημα καιροῦ παραστατικόν· παρὰ
5τὴν πρὸ πρόθεσιν, κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω μετὰ τοῦ ι, γίνεται πρωΐ· ἐξ οὗ καὶ κατὰ παραγωγὴν, πρώϊος· τὸ θηλυκὸν, πρωΐα, ὡς ὀψὲ, ὄψιος, ὀψία. Ἡ αἰτιατικὴ, πρωΐαν, καὶ Ἰωνικῶς, πρωΐην· καὶ κατὰ συναίρεσιν, πρῴην· καὶ χωρεῖ εἰς ἐπιρρηματι‐
10κὴν σύνταξιν αὕτη ἡ αἰτιατικὴ, ὡς καὶ ἡ ἀκὴ, τῆς
10ἀκῆς, τῇ ἀκῇ, τὴν ἀκήν· καὶ ἐπίρρημα, Ἀκὴν ἐγένοντο σιωπῇ. Δεῖ οὖν γινώσκειν ὅτι τὸ πρῴην σὺν τῷ ι γράφεται, ὡς γινόμενον ἀπὸ τοῦ πρωΐ· ὅπερ οἱ μὲν ποιηταὶ βαρύνουσιν· οἷον,
15Πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσιν.
15οἱ δὲ κοινοὶ καὶ Ἀττικοὶ καὶ Ἀθηναῖοι ὀξύνουσιν.
15Ὀξύνεται δὲ εἰς τοὺς Ἐπιμερισμούς· τὰ εἰς ι λή‐ γοντα ἐπιρρήματα δισύλλαβα, καὶ ἑξῆς· ζήτει εἰς τὸ νόσφι· βαρύνεται, οἷον τὸ καὶ τό. Σεσημείωται τὸ πρωΐ. Πρωΐα: Παρὰ τὴν πρὸ πρόθεσιν χρόνον δηλοῦ‐
20σαν· ἢ ἀπὸ τοῦ προϊέναι ἡμᾶς, καθὸ ταύτης ἐπιφα‐
20νείσης προΐασιν οἱ ἄνθρωποι. Ἢ ἀπὸ τοῦ προϊκνεῖ‐ σθαι τῆς ἡμέρας τὸν καιρὸν τοῦτον. Ἢ ἀπὸ τοῦ πρώϊος· ἐξ οὗ τὸ οὐδέτερον, πρώϊον, ὡς παρὰ τῷ ποιητῇ, Ἰλιάδος οʹ. οἷον, Νευρὴν δ’ ἐξέρρηξε νεόστροφον ἣν ἐνέδησα
25πρώϊον·
25ἀντὶ τοῦ ἕωθεν, ὄρθρου· ἢ πρόσφατον, νεωστὶ
25ἐστραμμένην, καινήν.
25 Πρώιρα: Σὺν τῷ ι. Οἱ μὲν λέγουσι παρὰ τὸ προέχειν καὶ προορᾶν τοῦ σκάφους· ἢ παρὰ τὸ πρώ‐ την εἶναι. Ἢ παρὰ τὴν ὥραν, ὃ δηλοῖ τὸν καιρὸν, γίνεται πρώρα· ἐξ οὗ καὶ πρωρεύς· ἔργον γὰρ τῷ πρωρεῖ πρὸ ὥρας ὁρᾶν. Ἀλλ’ οὕτως εἰ εἶπεν, οὐκ
30ἔχει τὸ ι, ἀλλ’ ἡ παράδοσις ἔχει τὸ ι προσγεγραμ‐
30μένον, ἀπό τε τῆς ἐτυμολογίας ἀπὸ τοῦ προϊέναι, καὶ ἀπὸ τῆς διαστάσεως· ἐπειδὴ εὕρηται κατὰ διά‐ στασιν, ὡς παρὰ τῷ ποιητῇ, κυανοπρωΐρους· καὶ παρὰ Σιμωνίδῃ, κυανοπρώϊραν. Τὸ δὲ πρώϊρα, οἱ μὲν διὰ τοῦ ι λέγουσιν, ὡς ἀπὸ τοῦ πρῷρα, κατὰ
35διάστασιν τοῦ ι, πρώϊρα· ὁ δὲ Ἡρωδιανὸς, διὰ τῆς ΕΙ διφθόγγου γράφει, πρὸς τὸν χαρακτῆρα τῶν διὰ τοῦ ΕΙΡΑ. Ζήτει εἰς τὸ ἐθείρῃσι. Τὸ δὲ Ἴρα, ἡνίκα μὲν ἐπὶ τῆς πόλεως ἐστὶ, διὰ τοῦ ι γράφεται· (ἔστι γὰρ καὶ πόλις οὕτω λεγομένη·) τὸ δὲ ἐπὶ τῆς
40ἐκκλησίας διφορεῖται κατὰ παράδοσιν. Ἔστι περὶ
40τούτου καὶ εἰς τὸ εἴρην. Πρῶρα: Ἀφ’ οὗ ἐστι προορᾶν καὶ προβλέπειν τὰ ἔμπροσθεν. Πρωϊαίτερον: Θᾶττον, πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον.
45Πρωθῆβαι: Οἱ ἐν τῇ πρώτῃ ἡλικίᾳ ὄντες· παρὰ
45τὴν ἥβην καὶ τὸ πρῶτον.
45 Πρωκτός: Προακτός τις ἐστί· παρὰ τὸ δι’ αὐτοῦ προάγεσθαι τὰ περιττώματα. Πρῶνες: Οἱ ὑψηλοὶ τόποι. Παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὴν ἰὼν μετοχὴν γίνεται προϊὼν καὶ προών· καὶ κατὰ συναίρεσιν, πρών. Κλίνεται πρω‐

692

(50)

νός· ἡ εὐθεῖα τῶν πληθυντικῶν, πρῶνες· καὶ πλεο‐ νασμῷ τοῦ ο, Πρώονες ἄκροι. Προχοαί: Αἱ τῶν ποταμῶν διεξοδευτικαὶ ἀφέ‐ σεις εἰς τὴν θάλασσαν· καὶ ἡ ἐκ παντὸς ὕδατος
55ἐκροή.
55Πρῶτος: Παρὰ τὴν πρὸ πρόθεσιν γίνεται καθ’
55ὑπέρθεσιν πρότατος· ἀποβολῇ τοῦ τ καὶ κράσει, πρῶτος. Ποσαχῶς λαμβάνεται; Πενταχῶς· κατὰ χρόνον, ὅτι πρῶτοι εἰσὶν οἱ προφῆται τῶν ἀπο‐

693

στόλων· κατὰ φύσιν, ὥσπερ πρῶτον ἐστὶ τὸ ζῷον τοῦ ἀνθρώπου· κατὰ τάξιν, ὡς πρῶτα τὰ στοιχεῖα τῶν συλλαβῶν· κατὰ ἀξίαν, ὡς πρῶτοι οἱ ἄρχοντες τῶν ἀρχομένων· κατὰ αἴτιον, ὡς πρῶτος ὁ πατὴρ τοῦ
5υἱοῦ· αἴτιος γὰρ ὁ πατὴρ τοῦ υἱοῦ· πρῶτος γάρ
5ἐστι. Σημαίνει δὲ δύο· τὸν παρ’ ἡμῖν λεγόμενον, ὡς πρῶτος ἐστὶν ὁ Πέτρος τοῦ Παύλου· καὶ τὸ ἄκρον τοῦ ῥυμοῦ, ὡς τὸ, Ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ. Πρωτοπαγεῖς; Νεοτευχέες, πρώτως πεπηγότες,
10νεοκατασκεύαστοι, νεωστὶ κατεσκευασμένοι. Εἰς
10τὸ εὐλαβεῖς. Πρωτόλεια: Τὰ πρῶτα τῶν ληΐων, καὶ τῶν τοῦ πολέμου λαφύρων ἐξαίρετα καὶ πρώτιστα, ἅπερ εἰώ‐ θασιν οἱ ἄριστοι λαμβάνειν· οἷον ἡ Χρυσηῒς ἐδόθη τῷ Ἀγαμέμνονι, καὶ ἡ Βρισηῒς τῷ Ἀχιλλεῖ. Δη‐
15λοῖ δὲ τὰς ἀπαρχάς. Πρωτότοκος: Παῖς μὲν προπαροξύνεται, μήτηρ δὲ παροξύνεται. Πρῶτα: Πρῶτα δ’ ἐγὼν ἔπεσι πειρήσομαι.
20Ἀντὶ τοῦ πρότερον, ἢ πρώτως. Ἔστι δὲ ἐπίρρημα
20μεταχθὲν ἀπὸ οὐδετέρου.
20Πρώτιστος: Πρῶτος· καὶ τὸ συγκριτικὸν οὐκ
20ἔχει· τὸ δὲ ὑπερθετικὸν πρώτιστος χαρακτῆρι μόνῳ· ἐπειδὴ τὰ ὑπερθετικὰ τριγενῆ εἰσι· τὰ δὲ οὐδέτερα, οὐκ ἔχει. Ζήτει πλατάνιστος. Τινὰ μὲν γὰρ αὐτῶν εἰσὶ καὶ χαρακτῆρι καὶ σημαινομένῳ, ὥσπερ τὸ σοφώτατος. Διαφέρει δὲ, ὅτι τὰ μὲν ὑπερθετικὰ,
25ἀπηρτισμένην καὶ ἀκροτάτην ἔχοντα ἐπίτασιν, οὐκ ἐπιδέχεται ἐπιτατικὸν ἐπίρρημα· οὐ γὰρ λέγομεν ἄγαν ἢ λίαν τιμιώτατος· τὰ δὲ συγκριτικὰ ἅτε τελειοτάτην οὐκ ἔχοντα ἐπίτασιν, ἔστιν ὅτε δευτέραν ἐπιρρηματικὴν ἐπίτασιν προσδέχεται· οἷον ὡς παρ’
30Ὁμήρῳ,
30Πολλὸν παυρότεροι·
30καὶ,
30 Ῥηΐτεροι μᾶλλον ἔσεσθε. Πρυλέες: Ἰλιάδος μʹ. πεζοὶ ὁπλῖται. Ὡς δαμῶ δαμάζω δάμαλις, οὕτως περῶ περύω περύσω πέρυλις, καὶ συγκοπῇ, πρύλις. Καὶ πρύμνη, οὐκ ἐπὶ νηὸς μόνον, ἀλλὰ πᾶν τὸ τελευταῖον καὶ ὕστα‐
35τον, τὸ συνορίζον τινὶ πέρατι· παρὰ τὸ πέρας πέ‐ ρυμνον· καὶ συγκοπῇ, πρυμνὸν, καὶ πρύμνη. Ἐκ τοῦ πρυμνὸς γίνεται πρυμνὴ ἡ ἐσχάτη. Πρυμνήσια: Τὰ ἀπόγεια σχοινία, οἷς ἐκ τῆς πρύμνης δεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ.
40 Πρυμνωρείας: Τὰ κατώτατα καὶ ἔσχατα τῶν ὀρῶν καλεῖται. Πρυτανεῖα: Ἀριθμὸς ἡμερῶν τριάκοντα ἕξ· θηλυκῶς καὶ πρυτανεία. Τοῦτο ἀργύριόν τι. Πρυτανεῦσαι: Διοικῆσαι, προστατεῦσαι, φυ‐
45λάξαι, βασιλεῦσαι, ταμιεῦσαι· κυρίως γὰρ ἐπὶ τούτου τοῦ σημαινομένου τάττεται ἡ λέξις· πρύ‐ τανις γὰρ ὁ σιτοφύλαξ· οἷον πυρόταμίς τις ὤν· συγκοπῇ, πρύταμις· καὶ τροπῇ τοῦ μ εἰς ν.
53 Πρυτάνεις: Τὸ δέκατον μέρος τῆς βουλῆς τῶν πεντακοσίων, πεντήκοντα ἄνδρες ἀπὸ μιᾶς φυλῆς,
55οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττό‐ μενα πρυτάνεις ἐκαλοῦντο. Ἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλαις αἱ δέκα φυλαὶ κληρολαχοῦσαι

694

κατὰ ἐνιαυτόν. Καὶ πρυτανεῖον λέγεται παρὰ τὸ ἐκεῖ φυλάττεσθαι τὸν πυρὸν, ἤγουν τὸν σῖτον· οἱονεὶ πυροταμεῖον· καὶ πρυτανεῖον γράφεται δίφθογγον, διὰ δύο αἰτίας· ἢ ὅτι εὕρηται καὶ κατὰ διάστασιν
5πρυτανήϊον.
5 Πταίω: Παρὰ τὸ πέτω, συγκοπῇ, πτῶ· καὶ κατὰ παραγωγὴν, πταίω· ἀπὸ τοῦ πίπτειν πολλάκις τοὺς προσπταίοντας. Ἐκ δὲ τοῦ πτῶ γίνεται πτὴν καὶ πτανές. Πτέρνα: Παρὰ τὸ πετῶ πετέρνα· καὶ συγκοπῇ,
10πτέρνα· ἢ ἀπὸ τοῦ ἐπιπεπτωκέναι αὐτῇ ὅλον τὸ σῶμα·
10ἢ παρὰ τὸ τὴν ἔραν πατεῖν. Πτερόν: Παρὰ τὸ πέτω πετερὸν, ὡς θάλλω θαλερὸν, τήκω τηκερόν· καὶ συγκοπῇ, πτερόν. Ἢ παρὰ τὸ πτῶ, ὃ δηλοῖ τὸ πέτομαι· ἢ παρὰ τὸ πτερῶ, ἐξ οὗ τὸ ἀναπτερωθῆναι.
15 Πτερόεντα: Ἔπεα πτερόεντα· ἐπειδὴ νικήσασαι αἱ Μοῦσαι τὰς Σειρῆνας τοῖς πτεροῖς αὐτῶν ἐστέφθησαν. Πτέρυξ: Παρὰ τὸ πτερύσσω πτερύξω· τοῦτο
20παρὰ τὸ πετῶ πετήσω, πτῶ πτήσω, πτέρυξ. Ἢ
20παρὰ τὸ πτερὸν πτερύσσω. Ἢ ἀπὸ τοῦ πτερὺς, ὡς
20χλαμύς· τροπῇ, πτέρυξ. Διαφέρει πτέρυξ καὶ πτερύξ. Πτέρυξ λέγεται τὸ ὅλον μέρος· πτερὺξ δὲ, τὸ ἄκρον· ὡς τὸ, πτερύγος λάβεν, Ἰλιάδος βʹ. Ἢ ὅτι τὸ πτερὺξ ὀξυτόνως περιεκτικήν
25τινα ἔννοιαν σημαίνει, ἤγουν ὅλην, καὶ περιεκτικόν
25ἐστι πολλῶν πτερῶν· πτέρυξ δὲ, μερός τι τοῦ πτεροῦ παροξυτόνως. Ἢ πτέρυξ ἡ σὰρξ ἧς ἐκφύεται τὰ πτερά· πτερὺξ δὲ, τὸ πτερύγιον δι’ οὗ πέτονται. Πρυτανεῖα: Ὅτι τὸ ἱερὸν πῦρ ἐπὶ τούτων ἀπό‐ κειται· καὶ τοὺς ὅποι ποτὲ ἀποικίαν στέλλοντας
30αὐτόθεν αὔεσθαι τὸ ἀπὸ τῆς ἑστίας πῦρ, ὅπερ ἐστὶ ζωπυρεῖσθαι. Πτήσσω: Τὸ φοβοῦμαι. Παρὰ τὸ πέτω, πτῶ, πτήσω, καὶ πτήσσω· ὁ γὰρ φοβούμενος πίπτοντι ἔοικε.
35Πτῖλα: Τὰ ἅρμενα. Παρὰ τὸ τίλλω, τίλα καὶ
35πτῖλα.
35Πτίλος: Ὁ ἐκπεπτωκὼς τῶν ἴλλων, τουτέστι
35τῶν ὀφθαλμῶν· ἢ κατὰ πλεονασμὸν τοῦ ΠΙ, ἐπὶ τῶν ἀποτετιλμένων τὰ βλέφαρα. Πτισάνη: Ἡ λελεπισμένη κριθή· παρὰ τὸ πτίσσω, τὸ καθαίρω· καὶ ἐπτισμένον, τὸ κεκαθαρ‐ μένον.
40Πτολίεθρον: Ἐκ τοῦ πόλις κατὰ ποιητικὸν
40ἔθος γίνεται πτόλις καὶ πτολίεθρον. Διαφέρει δέ·
40ὅτι πόλις λέγεται καὶ χωρὶς τοῦ τ, τὸ δὲ πτολί‐
εθρον ἄνευ τοῦ τ οὐ λέγεται. Πτολίπορθος: Ἐκ τοῦ πορθῶ. Καὶ διατί μὴ πρὸ μιᾶς εἶχε τὸν τόνον, ὥσπερ καὶ τὸ καλλιγράφος ἐκ τοῦ γράφω; Ἐπειδὴ τὰ εἰς ΟΣ ὀνόματα ἀπὸ
45ῥημάτων δισυλλάβων συντιθέμενα προπαροξύνεται, οἷον συλῶ, ἱερόσυλος· μυκῶ, ἐρίμυκος. Οὕτω καὶ πτολίπορθος, ὁ τὰς πόλεις πορθῶν. Πτόρθος: Οὐχ εὗρον τὴν ἐτυμολογίαν· ὡς οἶμαι δὲ, παρὰ τὸ πέτω πτῶ γίνεται πτείρω· ἐξ οὗ ὁ δεύ‐

694

(50)

τερος ἀόριστος, ἔπταρον, ὡς φθείρω ἔφθαρον. Ἐκ δὲ τοῦ πτείρω, ῥηματικὸν ὄνομα πτόρος, ὡς φθείρω, φθόρος· καὶ πλεονασμῷ τοῦ θ, πτόρθος. Πτοῶ: Ἐκ τοῦ πετῶ ποτῶ, καὶ ὑπερθέσει, πτοῶ πτοήσω· ἔνθεν τὸ ἐπτοήθην ὥσπερ καταπέπτωκε.
55Τὸ δὲ πτοῶ λέγεται καὶ πτοιῶ· ἐξ οὗ τὸ διεπτοίησε· καὶ πτοία ἡ πτόησις. Πτοῖαι: Παράλογοι φόβοι, ἐκπλήξεις, κίνδυνοι·

695

οἱ δὲ, ταραχαί. Ἀπὸ τοῦ πτοῶ ῥήματος γίνεται πτόα καὶ πτοία. Πτωσκαζέμεν: Παρὰ τὸ πτῶ, ὃ σημαίνει τὸ φοβοῦμαι, καὶ τὸ σκάζω, τὸ ἐκκλίνω.
5 Πτωχεύειν: Ἀπὸ τοῦ πτώσσειν καὶ προσπί‐ πτειν τοὺς δεομένους· ἢ ἀπὸ τοῦ ἐκπεπτωκέναι τοῦ ἔχειν. Ὡσαύτως δὲ καὶ πτωχός. Ὁ δὲ Ὦρος ἐτυμολογεῖ τὸ πτωχὸς ἀπὸ τοῦ πτήσσειν περὶ τὴν ὀχὴν, τουτέστι τὴν τροφήν. Ἢ πτηχός τις ὤν·
10πτωχὸς γὰρ οὐχ ὑφίσταται ἀπειλήν.
10 Πτῦον: Παρὰ τὸ πτύω, τὸ ἀποπτῦον καὶ ἀπορ‐ ρίπτον τῶν καρπῶν τὰ ἄχυρα. Τὸ δὲ πτύω σημαίνει τὸ ἀπορρίπτειν καὶ ἐκβάλλειν· ἔνθεν καὶ τὸ ἀπο‐ πτύω. Ἀπὸ τοῦ πετῶ πετύω· καὶ συγκοπῇ, πτύω, τὸ δίκην ἀποπεταννύμενον καὶ ἀπορριπτόμενον.
15 Πτύσσω: Παρὰ τὸ πέτω πετύσσω· τὸ γὰρ πτύσσειν οὐδέν ἐστιν ἄλλο ἢ τὸ ἐπιπίπτειν ἕτερον ἑτέρῳ, ὡς τὸ, Ἔγχεα δ’ ἐπτύσσοντο, Ἰλιάδος νʹ, ἀντὶ τοῦ εἰς τὸ αὐτὸ συνήγετο καὶ ἐκάμ‐
20πτετο κραδαινόμενα.
20Πτώξ: Παρὰ τὸ πτῶ, παράγωγον πτώσσω· ὁ
20μέλλων, πτώξω· καὶ ἀποβολῇ τοῦ ω πτώξ. Ἢ ἀπὸ τοῦ πτήσσω, τὸ φοβοῦμαι, πτήξω πτήξ· καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρόν. Σημαίνει δὲ τὸν λαγωόν. Πτύχες: Σημαίνει τὰς τῶν ὀρῶν κατακλίσεις, ὡς τὸ,
25πολυπτύχου οὐλύμποιο.
25τοῦ πολλὰ ἀποκλίματα ἔχοντος. Λέγονται δὲ καὶ ἐπὶ τῆς ἀσπίδος πτύχες, τὰ διάφορα ἐπ’ ἀλλήλοις ἐλάσματα. Πύγελα: Πόλις περὶ τὴν Ἔφεσον οὐδετέρως λεγομένη τὰ Πύγελα. Ὠνόμασται παρὰ τὰς πυ‐
30γὰς, ἃς ἤλγησαν οἱ Ἀγαμέμνονος ἐρέται· κἀνταῦθα
30ἀπομείναντες τῆς συμφορᾶς ἐπώνυμον ἐποίησαν τὴν πόλιν. Πυγοστόλος: Ἡσίοδος· οἱ μὲν, τὴν μαυλί‐ στριαν· οἱ δὲ, αὐτὴν τὴν ἑταῖραν, τὴν περὶ τὴν πυγὴν
στολιζομένην, τουτέστιν κοσμοῦσαν ἐκεῖνα τὰ μέρη
35πανούργως τοῖς ἱματίοις· στέλλειν γάρ ἐστι τὸ
35κοσμεῖν. Ἄλλοι δὲ, τὴν κοσμοῦσαν τὰς χεῖρας· πυγούσιον γὰρ ὁ πῆχυς κεκαμμένων τῶν δακτύλων. Πυγμαίοισιν: Ἰλιάδος γʹ· ἤγουν ἴσοις γρόνθῳ· πυγμὴ γὰρ σημαίνει τὸν γρόνθον τῆς χειρός· παρὰ τὸ πτῶ πτύσσω, πτυγμὴ καὶ πυγμή· ἐξ οὗ γίνεται
40καὶ πτυχία, τὰ ἀσφαλιζόμενα. Πυγμὴ σημαίνει καὶ τὸν πῆχυν, ἐξ οὗ παρώνυμον πυγμαῖος. Ζήτει εἰς τὸ πύξ. Πυλαγόροι: Οἱ προεστῶτες Πυλαίας. Πυλαία δέ ἐστιν ἡ εἰς Θερμοπύλας γινομένη σύνοδος τῶν
45Ἀμφικτυόνων· ἢ οἱ πεμπόμενοι ἀπὸ τῶν πόλεων εἰς
45Ἀμφικτυονίαν ῥήτορες, ὥστε ἐκεῖ ἀγορεῦσαι. Ἐκα‐ λεῖτο δὲ πυλαγόρας, παρὰ τὸ ἐπὶ Πυλαίᾳ ἀγορεύειν. Πυλαία δέ ἐστι τὸ Ἀμφικτυονικὸν συνέδριον. Πύγαργος: Εἶδος ἀετοῦ· Λυκόφρων· δειλὸν ἢ ἅρπαγα. Σοφοκλῆς ἐπὶ τοῦ δειλοῦ, ἀπὸ τῆς λευκῆς

695

(50)

πυγῆς, ὥσπερ ἐναντίως μελάμπυγος ἐπὶ τοῦ ἰσχυροῦ, ἀπὸ τῆς μελαίνης πυγῆς. Πύξ: Πὺξ ἀγαθόν. Ἔστιν ἐπίρρημα ποιότητος. Γίνεται παρὰ τὸ
55πτύσσω πτύξω, τὸ ἀσφαλίζω, ἀποβολῇ τοῦ ω καὶ
55τοῦ τ, πύξ· παρὰ τὸ πτύσσειν τοὺς δακτύλους ἐν τῷ πλήττειν· κατακλείοντες γὰρ τοὺς δακτύλους ἐν τῇ πυγμομαχίᾳ ἐπάλαιον. Ἡσίοδος, οἷον δ’ ἐμάχοντο πύξ τε καὶ ἑλκηδήν.
60Ἔστι δὲ καὶ πυγμὴ εἶδος ἀγῶνος, παρὰ τὸ πτύσ‐

696

σειν· κλείοντες γὰρ τοὺς δακτύλους πλήσσομεν. Πυδαρίζειν: Ἐπὶ τοῦ ἅλλεσθαι, ἤτοι ποδαρί‐ ζειν, ὡς ὄνομα ὄνυμα Αἰολικῶς· ἢ πυγαρίζειν, παρὰ τὴν πυγήν. Δηλοῖ δὲ καὶ τὸ λακτίζειν. Ἀριστοφά‐
5νης Ἱππεῦσιν,
5 Ἀπεπυδάρισα μόθωνα παρὰ τοὺς πόδας. Οὕτως Εἰρηναῖος ἐν τῷ περὶ τῆς Ἀλεξανδρέων διαλέκτου. Πύελος: Κυρίως ὅπου τοὺς πυροὺς πλύνουσι, πυρέλους τινὰς ὄντας· ἐκβολῇ τοῦ ρ, πυέλους· πυοὺς
10δὲ λέγουσι καὶ δίχα τοῦ ρ τοὺς πυρούς. Εἰσὶ δὲ
10σκαφίδες ἐν αἷς λούονται· παρὰ τὸ πεπυθὸς (τουτ‐ έστι τὸ σεσηπὸς) ἑλεῖν. Οὕτω δὲ ἔλεγον τοὺς πλυ‐ νοὺς, ὡς Θέων ἐν ὑπομνήματι τῆς Ὀδυσσείας.
Πύθεσθαι: Τὸ σήπεσθαι· ἐκ τοῦ πύθω, τὸ σήπω. Πυθέσθαι: Τὸ ἀκοῦσαι καὶ μαθεῖν. Ἐκ τοῦ
15πεύθω, πεύσω· ὁ δεύτερος ἀόριστος, ἔπυθον· ἐπυ‐ θόμην, ἐπύθετο· καὶ τὸ ἀπαρέμφατον, πυθέσθαι. Πυνθάνεσθαι: Μανθάνειν, διδάσκειν, ἱστορεῖν, ἐρωτᾶν. Ἐκ δὲ τοῦ πεύθω γίνεται πύθω, τὸ μαν‐ θάνω καὶ ἀκούω· ἐξ οὗ καὶ τὸ πυνθάνω.
20 Πυθοίατο: Ἐκ τοῦ ἐπυθόμην, τὸ εὐκτικόν, πυθοίμην, πύθοιο, πύθοιτο, καὶ πυθοίατο. Ζήτει εἰς τὸ δευοίατο. Πύθεια καὶ πυθαῖος: Ὄνομα ἑορτῆς ἀγομένης τῷ Ἀπόλλωνι.
25Πυθώ: Πόλις Φωκίδος, ἧς οἰκήτορες, Δελφοί·
25ἀπὸ τοῦ σεσῆφθαι αὐτόθι τὸν δράκοντα, ὃν ἀνεῖλεν ὁ Ἀπόλλων. Ἢ παρὰ τὸ πεύθεσθαι καὶ ἀκούειν τῶν χρησμῶν· ἐκεῖ γὰρ ἦν τὸ μαντεῖον τοῦ Ἀπόλ‐ λωνος.
20Πυθών, Πύθων: Ὀξυνόμενον μὲν καὶ θηλυκὸν, ὁ τόπος·
30βαρυνόμενον δὲ καὶ ἀρσενικὸν, ὁ δράκων.
30 Πυθμήν: Φυτοθεμήν τις ἐστὶν, οἷον τοῦ φυτοῦ θέσις· φυθμὴν καὶ πυθμήν. Οὕτως Ὦρος. Ἢ παρὰ τὸ φύω φύσω φυθμήν· καὶ σημαίνει δὲ τὸν κοῖλον τόπον. Ὁ δὲ Θεόγνωτος, παρὰ τὸ κεύθω, τὸ κρύπτω, κευθὴν καὶ κυθήν· πλεονασμῷ τοῦ μ καὶ τροπῇ,
35πυθμὴν, βαθυπυθμὴν, ἀπυθμήν. Τὸ υ, ψιλόν. Πύκασε: Περιεκάλυψεν, ἐσκέπασεν. Ἀπὸ τοῦ πτύσσω πτυκάζω καὶ πυκάζω. Πυκνά: Τὰ συνεχῆ καὶ συνετά· ἡ γὰρ φρόνι‐ μος διάνοια πεπυκνωμένη ἐστὶν, ὥσπερ τοὐναντίον ἡ
40ἔξηχος ἠραιωμένη. Τὸ ἀρσενικὸν, ὁ πυκνός· τοῦτο ἐκ τοῦ πυκινός· ὅθεν καὶ πυκινὴν βουλὴν, τὴν πυκνὴν καὶ συνετὴν καὶ σώφρονα. Ἢ ἐκ τοῦ πτύσσω πτυκνὸς καὶ πυκνός· τὸ δὲ πυκινὸς, ἐκ τοῦ πύκα ἐπιρρήματος, ὃ σημαίνει τὸ ἐπιμελῶς ἔχειν.
45Τοῦτο ἐκ τοῦ πτύσσω, τὸ σφαλίζω, πτύκα καὶ πύκα. Τὸ δὲ πτύσσω ἐκ τοῦ πέτω. Τὸ γὰρ πτύσσειν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἐπιπίπτειν ἕτερον πρὸς τὸ ἕτερον. Πύλη: Ἐκ τοῦ πτύσσω, τὸ σφαλίζω· καὶ,

696

(50)

πυλάρταο αἵδου, τοῦ τὰς πύλας ἰσχυρῶς ἀρτῶντος,

696

(50)

ὅ ἐστι κατασκευάζοντος καὶ συναρμόζοντος. Καὶ πύλαιος τὸ κύριον ὄνομα, προπαροξυτόνως, πρὸς ἀντιδιαστολὴν τοῦ τόπου. Πύματος: Ἔλλειψις τοῦ θ· παρὰ τὸ πυθμὴν
ὄνομα· ἀπὸ μεταφορᾶς τῶν ἀγγείων· ὁ γὰρ πυθμὴν,
55ἔσχατος, εἰ καὶ τὴν ἀρχὴν ἔχει. Πύθματος οὖν· καὶ ἀποβολῇ τοῦ θ, πύματος. Σημαίνει δὲ τὸ ἔσχατον. Πυξίς: Τεῦχος ἰατρικόν· καὶ κυρίως ἡ ἐκ πύξου

697

γενομένη· καταχρηστικῶς δὲ, ἡ ἐξ ὁποιασδηποτοῦν ὕλης, καὶ χαλκοῦ καὶ μολύβδου. Πῦος: Τὸ σεσηπὸς αἷμα καὶ μεταβεβλημένον· παρὰ τὸ πύθω, τὸ σήπω· καὶ τὸ γάλα ὁμοίως.
5Οὕτως Ἀριστοφάνης, Πῦος ἡμῖν ἔνδον. Τὸ πεπηγὸς γάλα, διὰ τὸ καὶ αὐτὸ μεταβεβλῆσθαι. Καὶ ἔμπυον, τὸ γαλακτῶδες τῇ ὁμοιότητι ὑγρόν. Τὸ πρωτόγαλα, πῦος, ἐπὶ τοῦ παρεσπαρμένου ὑγροῦ
10ἐν τῷ σώματι. Ἔστι δὲ οὐδέτερον τὸ πῦος.
10 Πῦρ: Πυρός. Ἔστιν ἐπὶ τῆς εὐθείας μακρόν· ἐπὶ δὲ τῆς γενικῆς, βραχύ· πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου. Ἔστι γὰρ πυρός· τὸ ΠΥ, μακρόν· καὶ σημαίνει τὸν σῖτον. Τὸ δὲ πῦρ, φῦρ τι ἐστὶν, ὅτι φυσώμενον ἐξάπτεται. Ἢ παρὰ τὸ φύω,
15τὸ ἀναβλαστάνω, φῦρ. Τί γὰρ πυρὸς εὐφυέστερον, ἡνίκα ἐπιλάβηται ὕλης; Φύει γὰρ, λαβόμενον ὕλης. Ἐκ δὲ τοῦ πῦρ πυρὸς, πυράζω· ὁ μέλλων, πυράξω· ὄνομα ῥηματικὸν, πυρακτός· καὶ ῥῆμα, πυρακτῶ, ἐξ οὗ ἐπυράκτεον.
20Πυραί: Πυρκαϊαί· ἀπὸ τοῦ φύρω.
20 Πυργοβάρεις: Προμαχῶνες οἱ ὀχυρώτεροι τῶν πύργων. Πύραυνος: Ὁ χυτρόπους· παρὰ τὸ πῦρ ἐνιαύειν ἐν αὐτῷ. Πυρριχισταί: Οἱ τὴν ἐνόπλιον ὀρχούμενοι ὄρ‐
25χησιν.
25 Πύραμος: Ποταμὸς Κιλικίας. Ὠνόμασται δὲ οὕτω διὰ τὸ πολὺν πυρὸν περιποιεῖν τοῖς ἐν τῇ Κιλικίᾳ οἰκοῦσι. Πυραμίς: Ἡ ἐκ πυρῶν καὶ μέλιτος, ὥσπερ σησαμὶς, ἡ ἐκ σησάμων καὶ μέλιτος. Τινὲς δὲ
30ἀπὸ τοῦ συμβαίνοντος αὐτῇ σχήματος, πλατέος
30κάτωθεν ὄντος καὶ εἰς ὀξὺ λήγοντος, ὅ ἐστι τὸ φλογὶ ἀναφερομένῃ ἐοικός. Τοιοῦτος δὲ καὶ ὁ πύργος. Ἢ παρὰ τὸν πυρόν. Πυραμίδες δὲ πάλιν λέγονται ὡρεῖα βασιλικὰ σιτοδόχα, ἃ κατεσκεύασεν Ἰωσήφ. Πύργος: Παρὰ τὸ ὑπεράνω γῆς ἵστασθαι. Ση‐
35μαίνει δὲ ὁτὲ μὲν κυρίως τὸν πύργον, ὡς τὸ, Πύργῳ ἐφεστήκει γοόωσα· ὁτὲ δὲ τὸ τεῖχος, ὡς εἶδον Ἑλένην ἐπὶ πύργον ἰοῦσαν· καὶ τὴν τάξιν, ὡς τὸ,
40Εἰ δέκα πύργοι Ἀχαιῶν·
40καὶ ἐπίρρημα, πυργηδόν· καὶ μέρος τι τοῦ τείχους·
40Τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν,
40Ἰλιάδος μʹ. Ὄτε δὲ μεταφορικῶς, ἀσφαλείαν καὶ φυλακήν, Τοῖος γάρ σφιν πύργος ἀπώλετο·
λέγεται δὲ καὶ μέρος τὶ τῆς νεώς. Πυρήϊα:
45Πυρήϊα δινεύεσκον,
45Ἀπολλώνιος. Λέγεται τὰ ξύλα, ἃ τριβόμενα πῦρ
45ἐγγεννᾷ. Τινὲς δὲ τοὺς πυροβόλους λίθους.
45 Πυρνός: Σημαίνει τὸν ψωμόν. κοινοτέρως δὲ ἡ τροφή· ἀπὸ τοῦ πυροῦ, ὅ ἐστι τοῦ σίτου. Πυρός: Οἱ μὲν, παρὰ τὴν ἔκφυσιν, φυροὺς καὶ πυρούς· οἱ δὲ, σποροὺς σπυροὺς καὶ πυρούς. Ση‐ μαίνει καὶ κριθήν· κυρίως δὲ σῖτον.

697

(50)

Πυρόεις: Πυρόεις ἀπολάμπεται ἀστὴρ, Ἀπολλώνιος. ὅτι ὁ ἀστὴρ ὁ Ἄρης ὑπὸ μὲν Ἑλλήνων ἄρης λέγεται, ὑπὸ δὲ Αἰγυπτίων καὶ ἀστρονόμων πυρόεις,
55ὑπὸ δὲ Χαλδαίων, ἡρακλῆς. Περὶ Παθῶν.
55Πύστις: Μήπως παρὰ τὸ πέπυσμαι πύσις· καὶ
55πλεονασμῷ τοῦ τ. Οὐ δύναται δὲ πλεονασμὸς εἶναι, ἀλλὰ παραγωγή. Ἀπὸ τοῦ πυστὸς πύστις, ὡς ὑβριστὸς ὕβριστις. Πυτίζω: Παρὰ τὸ πτύω πτυτίζω παράγωγον·

698

καὶ ἀποβολῇ τοῦ τ. Τινὲς δὲ παρὰ τὸ φυσῶ φυ‐ σίζω· καὶ ἐναλλαγῇ τοῦ φ, πυτίζω. Πώγων: Ὡς μὲν Ἀπολλόδωρος, ὅτι πῆξιν ἡλι‐ κίας σημαίνει· ὡς δὲ ἄλλοι, ὅτι ἐπὶ τὸ εἰπεῖν ἄγει·
5ἱκανοὶ γὰρ ἤδη οἱ γενειῶντες πρὸς τὸ λέγειν. Παρὰ τὸ πήσσω οὖν, πήξω πέπηγα, πήγων, καὶ πώγων, ὁ πεπηγὼς καὶ ἑδραῖος τόπος. Πωγωνιήτης: Πώγων πώγωνος πωγωνίτης. Λέ‐ γουσι δέ τινες, ὅτι ἀπὸ τῶν εἰς ΩΝ ληγόντων οὐκ
10ἔχει γεγονέναι πωγωνία. Κράτης γοῦν ἐν Μετοί‐ κοις λειποπωγωνία ἔφη. Δύναται οὖν, ὥσπερ οἰκία οἰκιάτης, οὕτω πωγωνία πωγωνιάτης καὶ πωγω‐ νιήτης γενέσθαι. Πῶλοι: Οἱ νέοι ἵπποι, πόαλοί τινες ὄντες, (ὡς
15ἵππος ἵππαλος,) οἱ περὶ πόαν ἁλλόμενοι.
15 Πωλικὸν παράδειγμα: Ὥσπερ ὁ νεωστὶ πῶλος γεννηθεὶς ἐκ τῆς γεννησάσης αὐτὸν οὐδὲν χωρίζεται, οὕτω κἀγὼ ἐν ταῖς ἀρεταῖς τὸν πα‐ τέρα μου οὐκ ἐχωριζόμην. Πωλῶν: Παρὰ τὸ πολῶ, τὸ συναναστρέφομαι
20καὶ ἐπιφοιτῶ· ἐπειδὴ ὁ πωλούμενος καὶ ὁ πωλῶν περὶ τὸν αὐτὸν τόπον ἀναστρέφεται, ἵνα θεωρῆται ὑπὸ πάντων. Ἰστέον δὲ ὅτι τὸ πωλῶ διφορεῖται κατά τε γραφὴν καὶ σημαινόμενον· ἐπὶ μὲν γὰρ τοῦ πιπράσκω, διὰ τοῦ ω μεγάλου· ἐπὶ δὲ τοῦ κινοῦμαι
25ἢ περιπατῶ, διὰ τοῦ ο μικροῦ. Ἀμφότερα δὲ ἐν τῇ συνθέσει τὴν ἰδίαν φυλάττει γραφήν. Ὅθεν ἀρτοπώλης μὲν καὶ τὰ ὅμοια, διὰ τοῦ ω μεγά‐ λου· οἰωνοπόλος δὲ καὶ τὰ ὅμοια, διὰ τοῦ ο μικροῦ.
Σεσημείωται τὸ ἀπεμπολῶ καὶ πυρπωλῶ· τὸ μὲν,
30ἀπὸ τοῦ πωλῶ, τὸ πιπράσκω, διὰ τοῦ ο μικροῦ γρά‐ φεται· τὸ δὲ, ἀπὸ τοῦ πολῶ, τὸ συναναστρέφομαι, διὰ τοῦ ω μεγάλου. Τούτου δὲ τὴν ἐτυμολογίαν οὐχ εὗρον· ὡς οἶμαι δὲ, παρὰ τὸ πέλω ἐστὶ τὸ ὑπάρχω· οἱ γὰρ συναναστρεφόμενοι περὶ τὸν
35αὐτὸν ὑπάρχουσι τόπον. Καὶ, πωλέσκετο, Ἰλι‐
35άδος αʹ, τὸ συνανεστρέφετο, διῆγεν· ἐκ τοῦ πολῶ· ὁ μέλλων, πολέσω· πλεονασμῷ τοῦ κ, πολέσκω, ὡς ἀρῶ ἀρέσω ἀρέσκω· καὶ γίνεται ἀπὸ μέλλοντος ἐνεστὼς, πολέσκω· ὁ παθητικὸς, πολέσκομαι, ἐπο‐ λεσκόμην· καὶ τὸ τρίτον, κατ’ ἔκτασιν ποιητικὴν
40τοῦ ο εἰς ω, πωλέσκετο.
40 Πώ καὶ Πώμαλα: Τὰ τῷ ο παραληγόμενα ἐπιρ‐ ρήματα ἀποκοπῇ τοῦ ΘΕΝ καὶ ἐκτάσει τοῦ ο εἰς ω γίνεται παρὰ Δωριεῦσι· οἷον, αὐτόθεν, αὐτῶ· τουτό‐ θεν, τούτω. Οὕτως καὶ πόθεν, πώ· καὶ παρὰ Σώ‐ φρονι,
45Πώ τις ὄνον ὠνάσηται;
45ἀντὶ τοῦ πόθεν. Τὸ δὲ πώμαλα παρὰ Ἀττικοῖς ἐν παρολκῇ τοῦ μάλα γίνεται· καθάπερ, Ἦ μάλα δὴ τέθνηκε [Μενοιτίου ἄλκιμος υἱός·] καὶ, Ἦ μάλ’ ἐλαφρὸς ἀνήρ.

698

(50)

Τὸ δὲ πόθεν ἐπὶ τῆς οὐ ἀρνήσεως συνεχῶς λέγεται·

698

(50)

οἷον, ἔγραψας πόθεν; ἀντὶ τοῦ οὔ. Καὶ κατὰ τοι‐

698

(50)

αύτην σημασίαν τὸ πώμαλα παρὰ Ἀττικοῖς ση‐

698

(50)

μαίνει τὸ οὐδαμῶς. Καὶ τὸ πώποτε, ἀπὸ τοῦ ΠΩ ἐπιρρήματος. Ἔστι καὶ ῥῆμα προστακτικὸν παρὰ Αἰολεῦσιν· οἷον, Χαῖρε καὶ πῶ, ὅπερ λέγεται ἐν ἑτέρῳ,
55σύμπωθι,
55τρίτης συζυγίας ἐστὶν, ὡς μυρῶ, διδῶ. Πῶ, ὅταν
55γένηται πῶθι, ἐπαύξησις ἐστὶν, ὡς ζῆθι καὶ ζῶθι.
55 Πωλοδαμνεῖν: Παρὰ τὸ πῶλος καὶ τὸ δαμνῶ δαμνᾷς. Πωληταί: Ἀρχή τις Ἀθήνῃσιν, οἳ τὰ τῆς πόλεως πωλοῦσι καὶ φροντίζουσιν, ἀποδιδόντες τῇ πόλει.

699

Πυρρίχην: Σημαίνει τὴν σύντονον ὄρχησιν. Ἀπὸ Πύρρου ἢ Πυρρίχου· ἢ παρὰ τὸ διάπυρον τῶν
ὀρχουμένων. Πῶϋ: Κλίνεται πώεος, καὶ σημαίνει τὸ ποίμνιον·
5παρὰ τὴν πόαν ἣν νέμεται· ἢ παρὰ τὸ πῶ, τὸ κτῶμαι·
5ἢ παρὰ τὸ πῶ, τὸ πίνω· ὅτι ποτῷ ἥδεται καὶ εὐφραί‐ νεται· ἢ ὅτι τὰ κτήματα [πάμματα] ἔλεγον, ὡς πολυπάμμων. Πωρός: Ὅθεν τὸ ταλαίπωρος. Παρὰ τὸν πήσω μέλλοντα πηρὸς, καὶ πωρὸς, τροπῇ τοῦ η εἰς ω, ὡς
10ἀρήγω ἀρηγὸς καὶ ἀρωγός.
10 Πώϋγγες: Αἱ αἴθυιαι, αἱ κληθεῖσαι βοῦγγες. Παρὰ τὴν βοὴν καὶ τὴν ἰϋγήν. Παραπέτασμα: Τὸ προκάλυμμα, κυρίως τῶν πορνῶν, ὃ προβάλλονται διὰ τὸ μὴ ὁρᾶσθαι τοὺς εἰσιόντας.
15Πάραλος: Ἱερὰ τριήρης, ὥσπερ καὶ Σαλαμινία
15καὶ Ἀντιγονὶς καὶ Δημητριάς· ἀπὸ Παράλου τινὸς ἥρωος· πρὸς ὑπηρεσίαν τῶν ἀναγκαίων ἐπιτήδειος. Αὗται δὲ ἐπὶ στρατηγοὺς ἐπέμποντο, καὶ τοιαύτας τινὰς χρείας. Παραφυλακτωρευόμενοι: Οἱ κακουργοῦντες περὶ
20τὰς φυλακὰς, καὶ φρυκτοὺς ἀνατείνοντες ἐπὶ τῷ συμφέροντι τῶν πολεμίων. Προκαλεῖν: Προτρέπειν, δεῖσθαι, ἱκετεύειν. Πρόβολοι: Αἱ εἰς θάλασσαν ἐγκείμεναι πέτραι ὀξεῖαι· καὶ προβόλιον, εἶδος δόρατος. [Καὶ προ‐
25βλῆτας, τοὺς θεμελίους λίθους, παρὰ τὸ προβε‐
25βλῆσθαι.]
25 Πάρεδροι: Οἱ αἱρούμενοι τοῖς ἄρχουσιν οἷον βοηθοὶ, καὶ σύμβουλοι, καὶ φύλακες, Δημοσθένης,
Παρεδρεύοντος ἄρχοντος τῷ υἱεῖ. Ὠνόμασται δὲ οὕτω παρὰ τὸ τὸν ἄρχοντα ἱζόμενον καὶ συνεδρεύοντα συνδιοικεῖν τὰ τῆς ἀρχῆς.
30 Προβάλλεσθαι: Ἔθος ἦν Ἀθηναίοις τοὺς ἄρ‐ χοντας (εἴτις δοκοίη ἀδικεῖν) καὶ τοὺς συκοφάντας παράγειν εἰς τὴν ἐκκλησίαν τὸν βουλόμενον, καὶ ἀποφαίνειν ὡς ἠδίκησε, καὶ τοῦτο καλεῖται προβολὴ καὶ προβάλλεσθαι.
35Περιστοιχίζεται: Δημοσθένης ἐν δευτέρῳ Φι‐
35λιππικῶν. Ἔστι δὲ οἷον αἱρεῖ, λαμβάνει· ἀπὸ
35μεταφορᾶς τῶν κυνηγετῶν, οἵτινες στοίχους περι‐ βάλλουσι τοῖς ὄρεσι· στοῖχοι δέ εἰσιν αἱ λεγόμεναι στάλικες, ἀφ’ ὧν τὰ δίκτυα καθίεται. Ταύτας οὖν περιβάλλοντες αἱροῦσι τὰ θηρία. Περιδέξιος:
40Ὅπως ἀποφεύξῃ θεὸν περιδέξιον·
40ὁ καὶ τῇ ἀριστερᾷ ἐργαζόμενος. Καὶ περιδέξιον ἐστὶ πᾶν διλήμματον· ἑκατέρωθεν γὰρ ὃ βούλεται συνάγει. Καὶ παρὰ τῷ Θεολόγῳ. Περίδειπνον: Ἡ ἐπὶ τοῖς ἀποθανοῦσι γινο‐ μένη ἑστίασις.
45Περιγράψαι: Τὸ ἀποκτεῖναι· ἐπεὶ οἱ ἀποθα‐
45νόντες περιγράφονται. Πεζέταιρος: Δημοσθένης Φιλιππικῶν δευτέρῳ. Καὶ τῶν Μακεδόνων τοὺς πεζεταίρους μὲν καλουμένους, ὄντας δὲ ἀπολέκτους, ἐνέβαλεν εἰς τὴν Ἰλλυρίδα ἔχων. πεζεταίρους εἶναι φασὶν ἀπὸ ὁδοιπορικῶν ἔργων

699

(50)

ἑταίρους γεγονότας· οἱ δὲ, τοὺς περὶ τὸ σῶμα τοῦ Φιλίππου φρουρούς. Ἦσαν δὲ οὗτοι καὶ πρῶτοι καὶ ἰσχυροί· ἀπὸ μεταφορᾶς τῶν πεζῶν. Πέζαι γὰρ λέγονται αἱ ᾦαι τῶν ἱματίων· ἐπεὶ ἔξωθεν περὶ τὸ ἱμάτιον εἰσὶ κατεσκευασμέναι.
55 Προφερεῖς: Οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι. Προναΐα Ἀθηνᾶ: Ἀγάλματος ὄνομα· ἤτοι

700

διὰ τὸ πρὸ τοῦ ναοῦ ἐν Δελφοῖς ἑστάναι· ἢ ὅτι προενόησεν, ὅτι ἐστιν ἡ Λητώ. Πρόσαντες: Τὸ δύσκολον, τὸ προϊστάμενον τῇ γνώμῃ· ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς ὄρεσι προϊστα‐
5μένων καὶ ἐμποδιζόντων.
Προκώνια: Γένη θυμιαμάτων· οἱ δὲ, τὰς ἀφρύ‐ κτους κριθάς φασιν. Ἢ οἷον πυροκώνια, πυροὶ μέλιτι κεχρισμένοι, καὶ ἐν ἡλίῳ ὠπτημένοι. Προστρόπαιος: Δαίμων τις ἐπὶ τῶν ἐναγῶν.
10προστρόπαιον, ἄγος, μίασμα. Προστέτηκε: Προσκεκόλληται. Προσφυῶς: Οἰκείως, ἀκολούθως. Παρέγγραπτος: Πάντες δὲ οἱ πολῖται παρὰ Ἀθηναίοις ἐν γραμματείῳ ἐνεγράφοντο. Εἴ τις οὖν
15μὴ ὢν πολίτης ἐνεγράφη παρ’ ἀξίαν, ἐκαλεῖτο παρέγ‐ γραπτος. Προσχών: Τοῦτο ποτὲ μὲν δι’ ἑνὸς ς γράφεται, ποτὲ δὲ διὰ δύο. Διὰ δύο μὲν, ὅτε σημαίνει τὸ προσορμίσας· ὅτε δὲ σημαίνει τὸ ἰδὼν, δι’ ἑνός.
20Τοιοῦτόν ἐστι καὶ τὸ προστῆναι· ἐὰν γὰρ εἴπω,
20προσστῆναί μου τὴν τροφὴν ἐπὶ τοῦ στομάχου, διὰ δύο ΣΣ γράφεται· ὅτε δὲ σημαίνει τὸ προΐστασθαι, δι’ ἑνός.
23tρ.
24Ῥῶ: Τὸ στοιχεῖον, παρὰ τὸ ῥέω· ὑγρὰ γάρ ἐστι
25καὶ εὐμάλακτα καὶ ὡσεὶ ἔλαιον ῥεῖ ἐν τοῖς μέτροις τὰ ἀμετάβολα. Ῥάι: Σημαίνει τὸ εὐχερές. Τινὲς δὲ ἀπὸ τοῦ ῥέα σχηματίζουσιν αὐτό· οἷς καὶ ὁ τόνος ἀντίκειται καὶ ἡ παράδοσις, καὶ ἡ τῶν Αἰολέων διάλεκτος. Ὁ
30τόνος, ὅτι εἰ ἦν ἀπὸ τοῦ ῥέα, ὤφειλε περισπᾶσθαι· ἡ
30παράδοσις, ὅτι οὐκ ὤφειλεν ἔχειν τὸ ι· ἡ τῶν Αἰολέων δὲ διάλεκτος, ὅτι εἰ ἦν ἀπὸ τοῦ ῥέα, οὐκ ὤφειλον οἱ Αἰολεῖς προστιθέναι τὸ β, καὶ λέγειν βρά· τότε γὰρ προστιθέασι τὸ β τῷ ρ, ἡνίκ’ ἐπιφέρεται τὸ κ ἢ τὸ δ, ἢ τὸ τ ἢ τὸ ζ. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι τὸ
35ῥᾴδιον λέγεται βράδιον Αἰολικῶς, ὡς ἐπιφερομένου τοῦ δ. Ἐκ τούτου γίνεται κατὰ ἀποκοπὴν, καὶ εὐλόγως ἔχει τὸ ι. Οὐδὲν δὲ ξένον, εἰ δύο συλλα‐ βῶν γέγονεν ἀποκοπή· καὶ γὰρ πολλάκις καὶ δύο συλλαβῶν γίνεται ἀποκοπή· οἷον μακάριος, μάκαρ·
40προπάροιθεν, πρόπαρ. Οὕτως οὖν καὶ ῥᾴδιον, ῥᾴ.
40Τὸ δὲ ῥᾴδιον ἔχει τὸ ι προσγεγραμμένον· ἐπειδὴ εὑρίσκεται τὸ ι κατὰ διάστασιν ἐν τῷ ῥηΐδιον, ὃ σημαίνει τὸ εὔκολον καὶ εὐχερές· καὶ ὅτι ἀπὸ τοῦ ῥέα γίνεται ῥεΐδιον· καὶ τροπῇ τοῦ ε εἰς τὸ η, ῥηΐδιον. Ἢ ἀπὸ τοῦ ῥᾷος ῥᾴου· εἰσὶ γὰρ παρά‐
45γωγα καὶ διὰ τοῦ ΔΙΟΝ καὶ διὰ τοῦ ΙΔΙΟΝ. Ζήτει
45εἰς τὸ γραΐδιον. Ἀλλ’ εἰ ἦν ἀπὸ τοῦ ῥᾷος, οὐκ ὤφειλε τρέψαι τὸ α εἰς η ἐν τῷ ῥηΐδιον· τὰ γὰρ διὰ τοῦ ΔΙΟΝ ἀπὸ πρωτοτύπου φωνῆεν ἔχοντα τὸ α, οὐ τρέπεται, ὡς κεφάλαιον κεφαλάδιον· καὶ ἐλάδιον καὶ σπηλάδιον· καὶ οὐ λέγεται κεφαλήδιον καὶ

700

(50)

ἐλήδιον καὶ σπηλήδιον.

700

(50)

Ῥαιδιουργεῖν: Σημαίνει τὸ μετὰ πανουργίας τὶ διαπράττεσθαι. Τὰ δὲ παρὰ τὸ ῥᾴδιον ἔχουσι τὸ ἰῶτα προσγεγραμμένον· οἷον ῥᾴθυμος, ῥᾳστώνη. Ῥᾴθυμος: Ἐκ τοῦ ῥᾲ καὶ τοῦ θυμὸς, ὁ εὐκό‐ λως μεταστρεφόμενος, ἢ ὁ περὶ τὰ ἀπόντα τῆς
55ψυχῆς ἔχων· τὸ γὰρ ῥεῖα σημαίνει καὶ τὸ ἡδέως. Ῥαῖον: Παρὰ τὸ ῥέω· τὸ γὰρ εὐχερῶς γινόμε‐ νον ῥύσει ἔοικε. Τὰ δὲ εἰς ΩΝ συγκριτικὰ δισύλ‐

701

λαβα διφθόγγῳ παραλήγεται· οἷον πλείων, ῥᾴων· καὶ ῥᾷον ὁμοίως ἔχει τὸ ι, ὅτι εὑρίσκεται καὶ κατὰ διάστασιν ῥηΐστη. Ῥαιστώνη: Εὔρους περίστασις, ἡσυχία πάντο‐
5θεν. Παρὰ τὸ ῥᾷον, τὸ εὔκολον, ῥᾷστον· καὶ ἐκ
5τούτου ῥᾳστώνη, ἄδεια, ἀνάπαυσις, ἡδυπάθεια· ἢ εὐκολία, παρὰ τὸ ῥᾷστος. Ῥάμνος: Παρὰ τὸ ῥᾶον μένειν. Σημαίνει δὲ τὴν μεγάλην ἄκανθαν. Ῥαιβός: Ὁ διεστραμμένος, ὁ πλάγιος· ὃν κα‐
10λοῦσιν οἱ πολλοὶ σκελλόν. Παρὰ τὸ ῥᾷον βαίνειν, κατὰ ἀντίφρασιν· ἢ παρὰ τὸ ῥαίω, τὸ φθείρω, καὶ τὸ βαίνω, ὡς παρὰ Λυκόφρονι. Καὶ ῥαιβώσας, καὶ ῥαιβηδόν. Ῥαικός: Ἀπὸ τοῦ Γραικὸς, ἀποβολῇ τοῦ γ.
15Εἰς τὸ διαραῖσαι.
15 Ῥαιστήρ: Ἡ σφύρα, (παρὰ τὸ ῥαίω, τὸ φθείρω, ὁ μέλλων, ῥαίσω, ῥαιστήρ) ἡ φθείρουσα καὶ συντρί‐ βουσα τὰ ὑποκείμενα. Ῥέα: Ἐπὶ τῆς θεοῦ· Πλάτων μὲν, παρὰ τὸ ῥεῖν καὶ μὴ μένειν τὸν χρόνον· οἱ δὲ, ἐπειδὴ παρὰ
20τοῦ παιδὸς αὐτῆς Διὸς ὄμβροι καταρέουσι. Κρόνῳ δὲ λέγουσιν αὐτὴν συνεῖναι, καθόσον ἐξ ἀϊδίου χρόνου ἡ τοιαύτη ῥύσις γίνεται. Αἰγύπτιοι δέ φασιν αὐτὴν εἶναι ῥύσιν καὶ φορὰν τῶν γινομένων πραγμάτων. Χρύσιππος δὲ λέγει τὴν γῆν Ῥέαν κεκλῆσθαι, ἐπειδὴ
25ἀπ’ αὐτῆς ῥεῖ τὰ ὕδατα. Κρόνος δέ ἐστι τὸ εὐμη‐ χάνημα, αἴτιον κατάρχον μεθόδων. Ῥέα: Παρὰ τὴν ἐπὶ τάδε ῥεῦσιν. Τὴν αὐτὴν γὰρ φασὶ τῇ προνοίᾳ, ἄνωθεν ἐπὶ γῆν ἡκούσῃ. Ῥέθη: Σημαίνει τὰ μέλη·
30Ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη·
30διὰ τὸ ῥᾳδίως φαίνεσθαι τὰ ἤθη δι’ αὐτῶν. Οὕτως γὰρ ἐκ τῆς ποιᾶς αὐτῶν συστάσεως τὰ πάθη τῆς ψυχῆς θεωροῦμεν, χαιρούσης, λυπουμένης, ὀργιζο‐ μένης. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥέειν τὰ ἤθη τῆς ψυχῆς. Αἰολικῶς δὲ ῥόθος ἢ ῥεῦθος λέγεται τὸ
35πρόσωπον, ἢ προσώπου ἐρύθημα· μέλος, σπλάγ‐ χνον. Ῥέξας: Παρὰ τὸ ἔρδω, τὸ θύω, ὑπερβιβασμῷ,
ῥέδω· τροπῇ Δωρικῇ, ῥέζω· ὁ μέλλων, ῥέξω. Ση‐ μαίνει δὲ τρία· τὸ πράττω, ὡς τὸ,
40Μέγ’ ἐν Ἀργείοισιν ἔρεξε.
40τὸ θύω, ὡς τὸ,
40Ἄλλος ἄλλῳ ἔρεζε θεῶν·
40καὶ τὸ τῇ χειρὶ καταψῶ, ὡς τὸ, Χειρί τέ μιν κατέρεξεν. Ῥάβδος: Παρὰ τὸ ῥάσσω· ἢ παρὰ τὸ ῥαπίζω· ἢ παρὰ τὸ ῥάπτω, τὸ ῥαπίζω, ῥάπδος καὶ ῥάβδος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥᾷον βαίνειν ἐν τῇ ὁδῷ.
45Βαρύνεται· τὰ εἰς ΔΟΣ δισύλλαβα, εἴτε ἀρσενικὰ
45εἴτε θηλυκὰ, εἴτε κύρια εἴτε προσηγορικὰ, μετ’ ἐπιπλοκῆς συμφώνου, βαρύνεται, φροῦδος, πάρδος, σάρδος, Ἴνδος, ῥάβδος ὄνομα προσηγορικόν. Ῥαδάμανθυς: Ἢ ὅτι περὶ τὰ ῥόδα ἐμάνη τὰ ὑπὸ τοῦ ταύρου προϊέμενα, ἢ ὅτι ἐν Ῥόδῳ παρὰ ταῖς

701

(50)

Ἰλιάδεσιν ἐπαιδεύθη. Ῥαδαλὸν δονακῆα: Ἰλιάδος ςʹ. Οὕτω Ζη‐ νόδοτος· Ἀρίσταρχος δὲ ῥαδηλόν. Ῥαδαλὸν δὲ ἀκουστέον τὸ εὐκράδαντον καὶ εὐδιάσειστον διὰ τὸ ὕψος. Γράφεται δὲ καὶ
55παρὰ Ῥοδανόν·
55ἔστι δὲ ποταμός.
55 Ῥαθυμεῖν: Τὸ ἀργεῖν, ἢ καὶ τρυφᾶν, ἢ τὸ τοῖς ἀφροδισίοις σχολάζειν. Ῥαΐσαι: Τρισύλλαβον· οἱ Ἀττικοὶ τὸ ἐκ νόσου ἀναλαβεῖν.

702

Ῥάμνος: Ὃ καὶ ἄγνον φασὶ διὰ τὸ συγγενές· παρὰ τὸ στερέμνιον καὶ καρτερὸν πρὸς τὰς ἡδονάς· ὅθεν καὶ τὸν Ἠλίαν ἐκ προσώπου τῆς Ἱεζάβελ φεύγοντα ὑπὸ ῥάμνον ἐλθεῖν· ὅτι τῶν φευγόντων τὸν οἶστρον
5καὶ τὴν γυναικὸς ἡδονὴν καταγώγιόν ἐστι τὸ τῆς ἁγνείας ξύλον, ἀπὸ τοῦ ἀρχιπαρθένου Χριστοῦ πεφυ‐ τευμένον τοῖς τὴν ἁγνείαν ἀσπαζομένοις. Ῥαδανίζειν: Τὸ τινάσσεσθαι καὶ κινεῖσθαι, τὸ παρὰ ταῖς γυναιξὶ λεγόμενον, ὡς Ἡρακλέων ἐν ὑπο‐
10μνήματι ςʹ Ἰλιάδος. Ὦρος. Ῥάδικα: Ῥάβδον, βακτηρίαν· ἐπειδὴ τὰ βοτὰ ταύτῃ ἐλαύνεται. Ἢ βάτος, ἀπὸ τοῦ ἐπ’ αὐτῇ βαίνειν. Νίκανδρος ἐν Θηριακοῖς. Ῥαδινώτερον: Κοῦφον, ἐλαφρότερον· παρὰ τὸ
15δαμάζεσθαι ῥᾷον· ἢ ἐκ τοῦ ῥέω ῥεάδην· ἐξ οὗ ῥαδινός. Ῥαθάμιγγες: Σταγόνες, ῥανίδες. Γίνεται παρὰ τὸ θαμὰ θαμίζω, θάμιξ· κατὰ πλεονασμὸν τοῦ γ μετὰ τοῦ ῥέω, ῥεθάμιγξ· καὶ τροπῇ τοῦ ε εἰς α,
20ῥαθάμιγξ. Σημαίνει δὲ τὰς συνεχεῖς καὶ πυκνὰς
20καὶ ἀλλεπαλλήλους ῥανίδας, Ἰλιάδος λʹ. Ἢ ὁ ἀπὸ
τῶν ἵππων κονιορτός. Ῥάκος: Παρὰ τὸ ῥήσσω ῥήξω γίνεται ῥῆχος καὶ ῥάκος, καὶ ῥάκιον ὑποκοριστικῶς. Ῥάμνος: Εἶδος ἀκανθώδους φυτοῦ· παρὰ τὸ
25ῥᾷον τέμνεσθαι, κατὰ ἀντίφρασιν. Ἢ παρὰ τὸ
25ῥᾷον δονεῖσθαι, κατὰ τροπὴν τοῦ δ εἰς μ. Ἢ παρὰ τὸ ῥάπτω, (ὃ σημαίνει δύο, τό τε πλήττω, καὶ τὸ τὰ διεστῶτα συνάπτω,) ὁ παθητικὸς παρακείμενος, ἔρ‐ ραμμαι, τὸ πέπληγμαι· ἐξ αὐτοῦ ῥάμμος· καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, ῥάμνος, ἡ πλήσ‐
30σουσα.
30 Ῥαπίσαι: Τὸ πατάξαι τὴν γνάθον ἀπλήστῳ χειρί. Ῥαντίζω: Ἐκ τοῦ ῥαίνω ῥανῶ ῥανίζω· καὶ πλεονασμῷ τοῦ τ, ῥαντίζω. Ῥαπίδες: Κρηπῖδες· ἆρον τὸ κ, καὶ τρέψον τὸ
35η εἰς α. Ἢ ἀπὸ τοῦ ἀρπὶς ὀξυτόνου, μετὰ τοῦ ι,
35ὑπερθέσει καὶ συστολῇ χρονικῇ, ῥαπίς. Ῥάρος: Οἱ μὲν λέγουσιν ὄνομα τόπου· οἱ δὲ τὴν γαστέρα· ἐξ οὗ καὶ ῥαρίον λέγεται τὸ βρέφος. Οὕτως εὗρον τὸ λεξείδιον. Ῥά σφιν: Τὸ πλῆρες, ἄρα ΣΦΙΝ· πέπονθεν
40ἔκθλιψιν τοῦ α. Εὕρηται ἡ σφὶ ἀντωνυμία παρὰ τῷ ποιητῇ σὺν τῷ ν· Συρακούσιοι δὲ ψὶν λέγουσι· Λά‐ κωνες, φίν. Ῥάχις: Ὡς μὲν Ἀπολλόδωρος, ἀπὸ τοῦ ῥῆξις εἶναι, καὶ τὰ δεξιὰ μέρη διακρίνειν ἀπὸ τῶν εὐω‐
45νύμων· ὡς δέ τινες, τράχις, διὰ τὴν τραχύτητα τῶν συνεστηκότων αὐτῇ κονδύλων· διὰ τοῦτο δὲ καὶ ἀκαν‐ θοτάτας ἐκ τούτων ἀποφύσεις εἶναι. Ἔστι δὲ καὶ ἐπὶ πέτρας καὶ ἐπὶ σώματος· καὶ ἐπὶ μὲν σώματος εἴρηται παρὰ τὸ τραχὺ, ὡς Εὐριπίδης ἐν Ἑκάβῃ

702

(50)

ἄκανθαν εἶπε τὴν ῥάχιν· ἢ παρὰ τὸ ἐν αὐτῇ προσ‐ ράσσειν πάντα τὰ πλευρά· ἐπὶ δὲ τῆς πέτρας, παρὰ τὸ ὀξέα τινὰ ἔχειν καὶ τραχέα. Κυρίως δὲ πᾶς ὁ πετρώδης αἰγιαλὸς ῥαχίας καλεῖται. Καὶ γῆ δέ τις ἐν τοῖς μετάλλοις οὕτω καλουμένη. Παρὰ
55δὲ Σοφοκλεῖ ῥαχία λέγεται ἡ τοῦ ὄρους· παρ’ ἑτέ‐
55ροις δὲ, ὁ σύνδενδρος τόπος εἴρηται ῥαχία παρὰ τὸ ῥάχει ἐοικέναι· ἢ παρὰ τὸ ῥάσσω· οὗ ὁ δεύτερος ἀόριστος ἔρραγον.

703

Ῥάχος: Ἀρσενικῶς, ὁ σκόλοψ ὁ ἀκανθώδης· καὶ ἐπὶ τῆς ἀμπέλου, ἐπεὶ ἀποξύνεται ἐν τῷ ἀπο‐ τέμνεσθαι· καὶ ῥαγῶσαι, τὸ τέμνειν. Ῥεῖα διακρίνω: Λέγεται καὶ ῥέα· καὶ γίνεται
5παρὰ τὸ ῥέω, ῥέα· καὶ πλεονασμῷ τοῦ ι, ῥεῖα. Καὶ τί μετέχει; τὸ γὰρ εὐχερὲς ῥεύσει ἔοικεν. Ὡς παρὰ τὸ ἠρεμῶ ἠρέμα. Ῥεῖθρον: Παρὰ τὸ ῥέω, ῥέεθρον· καὶ κράσει, ῥεῖθρον. Σημαίνει δὲ δύο, τὸ ῥεῦμα, καὶ τὸν λιμένα,
10ἐν Ὀδυσσείᾳ.
10 Ῥειώνη: Τὴν Ἥραν φησὶν Εὐφορίων. Ῥείτης: Ἐκ τοῦ ῥέω, ῥεΐτης· καὶ κατὰ συναί‐ ρεσιν ῥείτης· ἐξ οὗ τὸ βαθυρρείτης καὶ ἐϋρρείτης. Ῥειτός: Ἢ ῥῖτος. Ῥειτοὶ δὲ ποταμοί εἰσι δύο διὰ φάραγγος ὑπὸ γῆν ῥέοντες ἐν τῷ Θριασίῳ
15πλησίον Ἐλευσῖνος. Λέγει Ὦρος διὰ διφθόγγου ῥειτὸς, καὶ ὀξύνεται· ὁ δὲ Ἡρωδιανὸς, διὰ τοῦ ι ῥῖτος, καὶ βαρύνεται, ὡς σῖτος. Ῥηγνύμενον: Προσρησσόμενον, φθειρόμενον τὸ κῦμα, ἀπὸ τοῦ ῥήσσω· τοῦτο παρὰ τὸ ῥῶ, τὸ φθείρω·
20καὶ ῥηγνύω ῥηγνύσω, ῥηγνύσκω.
20 Ῥηγμίν: Κυρίως ἐπὶ τοῦ προσρησσομένου τῇ γῇ ὕδατος, ὡς τὸ, ἁλὸς ῥηγμῖνα βαθεῖαν· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ αἰγιαλοῦ, βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης·
25παρὰ τὸ ἐκεῖ ῥήσσεσθαι καὶ οἱονεὶ κεκλᾶσθαι τὰ κύματα. Ῥήγιον: Πόλις πλησίον Σικελίας· ἐπειδὴ σει‐ σμοῦ γενομένου ἀπετελέσθη τὰ ἐκεῖ, ῥαγέντος τοῦ τόπου ἐκείνου.
30Ῥῆγος: Τὸ πορφυροῦν περιβόλαιον· ῥέξαι γὰρ
30τὸ βάψαι, καὶ οἷον μεταποιῆσαι. Ὅτι δὲ ῥαγεῖς
30ἔλεγον τοὺς βαφεῖς, καὶ ῥέγος τὸ βάμμα, σαφὲς
30Ἀνακρέων ποιεῖ, ἁλιπόρφυρον ῥέγος· καὶ παρὰ Ἰβύκῳ, Ποικίλα ῥέγματα. Ῥαψῳδοὶ καὶ ῥαψῳδοῦντες: Οἱ τὰ Ὁμήρου
35ἔπη ἀπαγγέλλοντες ἐν τοῖς θεάτροις. Ῥαψῳδῆσαι
35οὖν ἐστιν ἤτοι τὸ φλυαρῆσαι, ἢ ἁπλῶς λαλεῖν καὶ
35ἀπαγγέλλειν, χωρὶς ἔργου τινός. Ῥήτωρ: Πόθεν ὠνόμασται; Ἢ ἀπὸ τοῦ ῥύδην λέγειν· ἢ ἀπὸ τοῦ συνηγορεῖν τῷ νόμῳ· ῥήτρα γὰρ κατὰ Δωριεῖς ὁ νόμος. Ῥῆμα: Ἀπὸ τοῦ ῥῶ, τὸ λέγω· (ἔστι δὲ δευ‐
40τέρας συζυγίας·) ὁ μέλλων, ῥήσω· ἐξ οὗ ῥῆσις, καὶ ῥήτωρ, καὶ ῥητὴρ, Ἰλιάδος ιʹ, Μύθων τε ῥητῆρ’ ἔμεναι·
ἀντὶ τοῦ διδάσκαλον τῶν ἐσομένων λόγων. Ῥήτρη: Ἡ ἐπὶ τοῖς ῥητοῖς συνθήκη.
45Ῥήτρα: Συνθήκη, ὁμολογία. Ταραντῖνοι δὲ,
45νόμον καὶ οἷον ψήφισμα· οἱ δὲ, σύγγραμμα. Καὶ ῥητροφύλακας, τοὺς συγγραμματοφύλακας. Ῥήτωρ: Παρὰ τὸ ῥῶ, τὸ λέγω. Ῥήτωρ καὶ ὁ τῷ δήμῳ συμβουλεύων τὰ συμφέροντα, καὶ ὁ ἐπὶ οἰκείοις λήμμασι σύμβουλος.

703

(50)

Ῥηξήνορα: Τὸν ῥηγνύντα τῇ ἠνορέῃ, τουτέστι τῇ ἀνδρείᾳ, ἀνδρεῖον· ἢ τὸν ῥέξαι τὶ καὶ πρᾶξαι τῇ ἠνορέῃ δυνάμενον. Ῥιγεδανῆς Ἑλένης: Ἰλιάδος γʹ. Παρὰ τὸ ῥῖγος, ῥιγεδανὸς, ὡς μῆκος μηκεδανός.
55 Ῥίγησε: Ῥιγῶ· ὁ μέλλων, ῥιγήσω, συζυγίᾳ δευτέρᾳ, ἐπὶ τοῦ φοβοῦμαι, ὡς τὸ, Ῥίγησεν δ’ ὁ γέρων. ῥιγῶ δὲ ῥιγώσω, συζυγίᾳ τρίτῃ, ἐπὶ τοῦ ψύχους, ὡς τὸ,

704

οὐκ ἐφάμην ῥιγωσέμεν. ἀντὶ τοῦ οὐχ ὑπέλαβον ῥιγῶσαι. Ἀμφότερα δὲ ἐκ τοῦ ῥῖγος γίνεται· τοῦτο ἀπὸ τοῦ φρίσσω φρίγος καὶ ῥῖγος· ὅθεν τὸ ι μακρόν· ἡ γὰρ ἀποβολὴ τοῦ φ
5ἔκτασιν πεποίηται τοῦ ι. Σημαίνει δὲ τὸν φόβον. Ἐκ δὲ τοῦ ῥῖγος, ῥίγιον τὸ κτητικόν· σημαίνει δὲ τὸ φρικῶδες καὶ χαλεπόν· ὅθεν καὶ ῥίγιστα, Ἰλιάδος εʹ, τὰ φρικτὰ καὶ χαλεπά. Ὁμοίως δὲ καὶ ἐπὶ τῆς νόσου, τὸ μὲν ῥῖγος παροξύνεται· τὸ δὲ
10φρικτὸν ὀξύνεται.
10 Ῥίζα: Δι’ ἧς ῥέει τὸ ζῆν ἄνω τοῖς δένδροις· παρὰ τὸ ῥέειν δι’ αὐτῆς τὸ ζῆν· ἢ παρὰ τὸ ἵζω, τὸ κάθημαι, ἵζα καὶ ῥίζα, παρὰ τὸ προσιζάνειν ἐν τῇ γῇ· ἢ παρὰ τὸ ἔρα, ἡ γῆ, ἔριζά τις οὖσα, κατὰ ἀποβολὴν τοῦ ε.
15Ῥικνοῖσι:
15Ῥικνοῖσιν ἐπισκάζουσι πόδεσσιν·
15ἀντὶ τοῦ ἐφθαρμένοις. Καὶ, ἅψεα ῥικνά· μέλη τὰ ῥυτίδας ἔχοντα. Παρὰ τὸ τὸν ῥινὸν κατακεκνίσθαι, ἤγουν τὸ δέρμα φθείρεσθαι. Ῥίμφα: Σημαίνει τὸ ταχέως· παρὰ τὸ ῥίπτειν
20ἑαυτὸν διὰ τάχος. Ὡς παρὰ τὸ κρύπτω, κρύφα,
20οὕτω παρὰ τὸ ῥίπτω ῥίφα· καὶ πλεονασμῷ τοῦ μ, ῥίμφα. Ῥίν: Ὤφειλε διὰ διφθόγγου γράφεσθαι· ἀπὸ γὰρ τοῦ ῥέω γίνεται· ἐκ γὰρ τῆς ῥινὸς ῥέουσι καὶ κατέρχονται τὰ περιττώματα τῆς κεφαλῆς. Ἀλλ’
25ἡ παράδοσις διὰ τοῦ ι, ὡς δικατάληκτον.
25 Ῥινός: Ῥινὸς ὑπὲρ πυμάτης. Ὧδε ἐπὶ τοῦ μυκτῆρος δέρματος· ἐπὶ δὲ τῆς ἀσπίδος, Σὺν δ’ ἔβαλον ῥινούς. Σημαίνει βύρσας, ἀσπίδας. Ῥινὸς, τὸ δέρμα, ἀπὸ τοῦ
30ῥίνη, ὅπερ ἐστὶν εἶδος ἰχθύος· ἢ παρὰ τὸ ῥίον, ὃ ση‐
30μαίνει τὸ ἄκρον· καὶ γὰρ τὸ δέρμα ἄκρον ἐστὶ, καὶ οἱονεὶ ἐπιφάνεια τῆς σαρκός. Χοιροβοσκός· ὁ δὲ Ὦρος
λέγει, ῥινὸς λέγεται, ὅτι δι’ αὐτοῦ ῥέουσιν οἱ ἱδρῶτες. Ῥινοτόρος: Σημαίνει τὸν διακόπτοντα καὶ τι‐ τρώσκοντα τοὺς ῥινούς. Ῥινοὶ δὲ καλοῦνται αἱ
35ἀσπίδες. Ἡσίοδος ἐν Θεογονίᾳ,
35Ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτεν.
35Ἤγουν ἀφροσύνη τῷ θράσει συνεμίσγετο. Ῥίον: Τὸ ἀκρωτήριον· ἐπεὶ περιρρεῖται ὕδατι. Ἴσως δὲ καὶ ἐκ τοῦ ἀκρωτήριον γέγονε μείωσις, ἵν’ αἱ τρεῖς πρῶται συλλαβαὶ ὦσιν ἀφῃρημέναι. Ἢ ὅριόν ἐστιν· ἐξ οὗ ἐστιν ὁρᾶν· καὶ γὰρ σκοπὴ λέ‐
40γεται.
40 Ῥίπες: Σημαίνει τὰ κατεσκευασμένα πλέγματα ἐκ τῆς οἰσύας· ἢ ψίαθοι· ἴσως ἀπὸ τοῦ ῥίπτεσθαι ἐν παντί. Καὶ ῥίπεα, πλέγμά τι ἐστὶν ἐκ λυγῶν. Ῥιπή: Παρὰ τὸ ῥίπτω ῥιπὴ, ἡ ῥιπτομένη. Τί‐ θεται δὲ ἡ λέξις ἐπὶ βίας πνευμάτων. Ἔστι δὲ καὶ
45ὄνομα πόλεως, ὡς λέγει ὁ Χοιροβοσκὸς, παρὰ τῷ ποιητῇ, παρὰ τὸ ῥιπίζω· εὐρίπιστος γάρ ἐστιν ἡ πόλις. Σημαίνει δὲ καὶ φοράν. Ἀπὸ δὲ τοῦ ῥίπτω, ῥιπίζω· καὶ ἀπὸ τοῦ ῥίπτω, ῥιπτὴ καὶ ῥιπή. Ῥιπτάζων: Ῥίπτων. Παρὰ τὸ ῥίον τὸ ἀκρω‐

704

(50)

τήριον ῥίπτω ἐστὶ, τὸ πετάζω, βαρύτονον· ῥιπτῶ δὲ τὸ ἐξουθενῶ, περισπώμενον· ἐξ οὗ καὶ τὸ, Ἐξελεξάμην παραρριπτεῖσθαι. Τὸ δὲ ῥίπτασκον οὐκ ἔστιν Ἰωνικόν· οὐδὲ γὰρ τῷ ε παραλήγεται· καὶ τινὲς μὲν φασὶν ἀπὸ ἐνεστῶτος
55αὐτὸ εἶναι· παρῆκται γὰρ ἀπὸ τοῦ ῥιπτάζω ῥι‐
55πτάσκω, ὡς φάζω φάσκω· ἢ συγκοπῇ Ἰωνικῇ, ῥιπτάζεσκον, ῥίπτασκον· τὸ δὲ ῥίπτω παράγωγόν ἐστιν ἀπὸ τοῦ ῥέπω. Ῥοιά: Τὰ εἰς α λήγοντα θηλυκὰ, εἰ μὲν τῷ ο

705

παραλήγεται, παροξύνεται, οἷον χρόα, ῥόα, πόα· εἰ δὲ τῇ ΟΙ διφθόγγῳ, ὀξύνεται· οἷον, χροιὰ, ῥοιὰ, ποιά. Ῥοδωνία: Οἱ μὲν τὴν ῥοδέαν φασίν· οἱ δὲ, τὴν
5ῥοδοδάφνην· ἄλλοι δὲ εἶδος ἀμπέλου, τῆς ἐχούσης
5ξανθὴν σταφυλήν. Ῥόδος: Ἡ νῆσος· παρὰ τὸ πολὺν ῥοῦν αὐτόθι δονεῖσθαι πρὶν φανῆναι τὴν νῆσον. Ῥόδον: Παρὰ τὸ ὄζω, ὄδον, καὶ ῥόδον κατὰ ἀν‐ τίφρασιν, τὸ μὴ ὄζον, ἀλλ’ εὔοσμον ὄν.
10 Ῥόθος: Θόρυβος· καὶ ῥόθιον σημαίνει τὸ ὁρμητικόν. Ῥόθιον λέγεται καὶ τὸ κῦμα τὸ κατα‐ ταχύνον τῇ ῥοῇ· Καὶ ἁπλῶς τὸ κῦμα, καὶ ἡ σφοδρὰ τῶν κωπῶν κίνησις· καὶ ὁ ἐκ τούτων ἦχος, παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον.
15 Ῥοῖζος: Πεποιημένη φωνή· σημαίνει δὲ ῥύμην, ὁρμὴν, ἦχον. Ἀπὸ τοῦ τρίζω, γίνεται τρίζος·
πλεονασμῷ τοῦ ο, τροῖζος· ἀποβολῇ τοῦ τ, ῥοῖζος. Ἢ ἀπὸ τοῦ πῦρ πυρὸς πυρίζω· καὶ συγκοπῇ, πρίζω· πλεονασμῷ τοῦ ο, προίζω· καὶ ἐξ αὐτοῦ προῖζος·
20καὶ ἀποβολῇ τοῦ π, ῥοῖζος· ὅθεν καὶ ῥοιζηδόν· καὶ ῥοίζησεν Ἰλιάδος κʹ, ἀντὶ τοῦ ποιὸν ἦχον ἀπετέ‐ λεσε, τουτέστι συριγμόν. Πεποιημένη δὲ ἡ λέξις. Ῥόπαλον: Παρὰ τὸ εἰς ἕτερον μέρος ῥέπειν· ἢ παρὰ τὴν ῥοπὴν καὶ τὸ ἀλοιᾶν, τὸ τύπτειν.
25 Ῥομφαῖα: Παρὰ τὸ ῥέπω ῥοπὴ ῥοπαῖα καὶ ῥομφαῖα. Ῥοφῶ: Οἱ Ἀττικοὶ ῥόφω λέγουσι βαρυτόνως· οὐχ ὑγιῶς· ὁ γὰρ μέλλων, ῥοφήσω. Ἔστιν οὖν ῥοφῶ· οἱ δὲ Δωριεῖς, ῥυφῶ.
30Ῥοχθεῖ:
30Ῥοχθεῖ δὲ κῦμα.
30Πλεονασμῷ τοῦ χ, παρὰ τὸ ῥόθιον, ῥοθῶ ῥοθεῖ. Ἐν ἄλλοις δὲ σημαίνει τὸ πρὸς τὴν ξηρὰν ἀντικρούειν· ἴσως παρὰ τὸν ῥοῦν καὶ τὸν ἦχον, ῥοηχεῖ καὶ ῥοχθεῖ. Ἢ ἀπὸ τοῦ ῥέω ῥοχῶ, ὡς λέγω λοχῶ· καὶ πλεο‐ νασμῷ τοῦ θ, ῥοχθῶ, ὡς τὸ,
35ὑπὸ κύματι πέτραι
35ῥόχθεον.
35Ποιὰ φωνή ἐστι, Τὸ γὰρ ὕδωρ εἰς τὰ κοιλώματα τῶν πετρῶν εἰσιὸν δοκεῖ τινὰ ποιεῖν ἦχον, ῥὸχθ, ῥόχθ. Ῥῶ: Σημαίνει ἑπτά· τὸ λέγω· (ἐξ οὗ καὶ ῥῆσις καὶ ῥῆμα, ὁ λόγος· ἀπὸ τοῦ ἔρρηκα· ὁ παθητικὸς, ἔρρημαι,) τὸ ῥέω, ἐξ οὗ καὶ ῥεῖθρον· τὸ φθείρω, ἐξ οὗ
40καὶ ῥαῦς καὶ γραῦς, ἡ διεφθαρμένη· τὸ ὁρμῶ, ἐξ οὗ καὶ ῥώσασθαι, τὸ ὁρμῆσαι· τὸ σπεύδω, ἐξ οὗ καὶ ῥώσασθαι, τὸ σπουδάζειν· τὸ πράττω, ἐξ οὗ καὶ τὸ ῥέζω· τὸ ὑγιαίνω, ἐξ οὗ καὶ ῥώμη. Ῥωγὰς μεγάροιο: Παρὰ τὸ ῥήσσω ῥηγὰς καὶ
45ῥωγὰς, ὡς τὸ πτήσσειν, πτώσσειν· ῥωγάδες δὲ
45πέτραι εἰσί· καὶ τὴν ὀρσοθύραν ῥωγάδα καλοῦσιν, οἷον ἔκρηγμα οὖσαν καὶ διακοπὴν τοῦ τοίχου. Ζήτει εἰς τὸ ἀνὰ ῥωγάς. Καὶ ῥωγαλέον, τὸν διερρω‐ γότα καὶ ἐσχισμένον. Ῥώμη: Ἐπὶ μὲν τῆς ὑγείας, παρὰ τὸ ῥῶ· οὗ

705

(50)

ὁ παρακείμενος, ἔρρωμαι· ὁ μέλλων, ῥώσω· ῥημα‐

705

(50)

τικὸν ὄνομα, ῥώμη, ὡς γνώσω γνώμη. Ἐπὶ δὲ τῆς πόλεως, ἀπὸ Ῥώμου καὶ Ῥωμύλου τῶν Αἰνείου παίδων. Ὦρος. Ῥώξ: Ζῷον ἐστὶ μικρὸν, ῥαγὶ σταφυλῆς ὅμοιον· περιφερὲς γὰρ ἐστὶν, ὡς οἱ ἑωρακότες μοι
55εἶπον. Ὦρος. Παρὰ τὸ ῥήσσω ῥήξω ῥὴξ καὶ ῥὼξ
55ἔστι δὲ εἶδος σκορπίου.
55 Ῥῶπες: Ὕλη καὶ ὑλώδη φυτά. Καὶ ῥωπο‐ γράφους, τοὺς τὰ τοιαῦτα ὑπογράφοντας. Καὶ τὸν κοῦφον φόρτον ῥῶπον λέγουσιν. Ὄθεν καὶ ῥώπια,

706

τὰ οὐ στερέμνια· καὶ ῥωπήϊα, δρυμοὶ, φρύγανα, ἱμαντώδη φυτά. Ἀπὸ τοῦ ῥέπω ῥέψω· τροπῇ, ῥόψ· καὶ αὐξήσει, ῥὼψ, ὡς βλώψ· καὶ ῥῶπος, ὁ
παντοδαπὸς φόρτος.
5Ῥωχμός:
5Ῥωχμὸς ἔην γαίης,
5Ἰλιάδος ψʹ· τόπος ἐστὶ κεχαραγμένος ὑπὸ ὀμβρίου ὕδατος. Παρὰ τὸ ῥήσσω, ῥηγμός· καὶ μεταθέσει, ῥωχμός. Σημαίνει δὲ ῥῆξιν. Ῥυδόν: Ῥυδὸν ἀφνειοῖο.
10Ἄγαν πλουσίου· ἀπὸ τοῦ περιρρεῖν τὸν πλοῦτον.
10Ῥυηφενία: Σημαίνει ἡ λέξις τὸν πλοῦτον· καὶ
10ῥυηφενέων ἀνδρῶν, τῶν πλουσίων· παρὰ τὸ ῥυῆναι τὸν ἄφενον. Σύγκειται δὲ ἡ λέξις παρὰ τὸ ῥύδην καὶ ἄφενος, τουτέστι τὴν τοῦ πλουσίου ῥύσιν. Ῥυθμός: Τῇ τῆς κινήσεως τάξει ῥυθμὸς ὠνό‐ μασται· ῥύμῃ γὰρ ὅμοιον ὑποποιεῖ· ὁ δὲ Ὦρος, ἀπὸ
15τοῦ ῥύω ῥύσω· ῥηματικὸν ὄνομα, ῥυσμός· καὶ τροπῇ τοῦ ς εἰς θ. Ἢ ἐκ τοῦ ἐρύω, τὸ ἑλκύω, ἐρυσμός· καὶ ἀφαιρέσει τοῦ ε, καὶ τροπῇ, ῥυθμός· καὶ ῥυθμί‐ ζει, ἀντὶ τοῦ διατυποῖ, κανονίζει, εὐθύνει. Ῥυμβόνες: Εἰσὶν αἱ εἰλήσεις καὶ κινήσεις τῆς
20σπείρας, οἱονεὶ τὰς κοτυλώδεις καμπάς· Ῥύμβονας ἀζαλέῃσιν ἐπηρεφέας βολίδεσσιν. Ἀπολλώνιος. Ῥυμβός: Ῥύω ἔστι ῥῆμα· ἀφ’ οὗ ῥύσις καὶ ῥυτὸς καὶ ῥυσμός· εἶτ’ ἐλλείψει τοῦ ς, καὶ πλεο‐
25νασμῷ τοῦ β, ῥυμβός.
25 Ῥύμβωι: Ῥύμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται. Μυστικῷ σανιδίῳ, ὃ στρέφουσιν εἰς τὸν ἀέρα, καὶ ἦχον ἐμποιοῦσι. Ῥύμβος δὲ καὶ ῥόμβος διχῶς λέγεται. Ἔστι δὲ τροχίσκιον, ὃ τύπτοντες ἱμᾶσι
30καὶ στρέφοντες, ποιοῦσι περιδινεῖσθαι καὶ ψόφον
30ἀποτελεῖν. Ῥύμβον δὲ αὐτὸν Εὔπολις εἶπε. Κα‐ λεῖται δὲ καὶ βρυτήρ. Ῥύμη: Ῥέω ἔστι ῥῆμα· καὶ ῥύω ῥύσω ῥύμη· τὸ δὲ ῥύω παρὰ τὸ λύω, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον.
35Ῥυμός: Τὸ μεταξὺ κατὰ μῆκος ξύλον τοῦ
35ἅρματος, ἤγουν τὸ προσηρτημένον τῷ ζυγῷ ὀρθὸν
35ξύλον. Παρὰ τὸ ἐρύω ἐρύσω, ῥηματικὸν ὄνομα, ἐρυσμός· καὶ ἀποβολῇ τοῦ ε καὶ ς, ῥυμός. Ῥυσμός: Εἰκὼν, ἰδέα, σχῆμα· Διονύσιος ὁ πε‐ ριηγητὴς, Σχῆμα δέ τοι Ἀσίης ῥυσμὸς πέλει.
40Ῥύπος: Παρὰ τὸ χροῦς καὶ τὴν ὑπὼν μετοχὴν,
40ὁ ὑπὼν τῷ χροΐ. Ῥύσια: Ἐνεχυράσματα σωτηρίας.
Ῥύσι’ ἐλαυνόμενος, Ἰλιάδος λʹ, ἀντὶ τοῦ ἐνέχυρα, τὰ ἀντὶ τινῶν ἑλκό‐ μενα, ἅπερ ἀντὶ τῶν ἡρπασμένων ἁρπάζονται. Λέ‐
45γεται δὲ ῥύσια καὶ τὰ ὑπὲρ ὑγείας καὶ εὐτυχίας
45εὐχαριστήρια, παρὰ τὸ ῥύεσθαι, ὡς παρὰ Διονυσίῳ τῷ περιηγητῇ, Ῥύσια δ’ Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι. Ῥυσός: Παρὰ τὸν ἐρύσω μέλλοντα, ὁ συνελκυ‐ σμένος τὴν σάρκα καὶ ῥυτιδῶν.

706

(50)

Ῥυσαί: Αἱ ἀπογεγηρακυῖαι καὶ ῥυτίδας ἔχουσαι·

706

(50)

ῥυτίδες δὲ καλοῦνται αἱ ἐπὶ τοῦ μετώπου τοῦ δέρμα‐ τος συστροφαί. Παρὰ τὸ ἐρύω, ἐρυτὶς καὶ ῥυτὶς, ἡ συνελκυσμένη σάρξ. Ῥυστάζειν: Τὸ μετὰ βίας ἕλκειν· παρὰ τὸ ἐρύω ἢ ῥύω· καὶ πλεονασμῷ, ῥυστάζειν. Ἔστι δὲ
55τὸ μετὰ βίας καὶ ἀνάγκης ἕλκειν καὶ μίγνυσθαι γυναικί. Καὶ Λυκόφρων ῥυσταγμάτων λέγει. Ῥυτήρ: Ἑλκυστήρ. Ἀπὸ τοῦ ἐρύω ἐρυτήρ·

707

καὶ ἀποβολῇ τοῦ ε. Ἰλιάδος πʹ, ἐν δὲ ῥυτῆρσι τάνυσθεν, χαλινοῖς· παρὰ τὸ ἐρύειν, ὅ ἐστιν ἑλκύειν. Ῥυτοῖς: Μεγάλοις, ἑλκυστοῖς, ἢ κυλιστοῖς·
5ἀπὸ τοῦ ἐρύω. Καὶ, ῥυτοῖσι λάεσσι, τοῖς ἑλκυ‐
5στοῖς λίθοις διὰ τὸ μέγεθος. Ῥυτήρ: Ὁ ἱμάς· κυρίως καὶ τὰ ἡνία, παρὰ τὸ ῥύεσθαι τοὺς ἵππους καὶ τοὺς ἐποχουμένους, ὅπερ ἐστὶ σώζειν.
9tς.
10σίγμα τὸ στοιχεῖον, παρὰ τὸ σίζω, σίγα, καὶ ι σίγμα· ἀπὸ τῆς περὶ τὸν φθόγγον δυνάμεως. Τὸ ΣΙ, ι· τὰ γὰρ εἰς α λήγοντα ὀνόματα τῶν στοιχείων ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι, Ἄλφα, Βῆτα, Γάμμα, Δέλτα.
15Σαβάζιος: Ὁ Διόνυσος· διὰ τὸν γινόμενον περὶ
15αὐτὸν θειασμόν· τὸ γὰρ εὐάζειν οἱ βάρβαροι σαβά‐ ζειν λέγουσιν. Ὅθεν καὶ τῶν Ἑλλήνων τινὲς ἀκο‐ λουθοῦντες τὸν εὐασμὸν σαβασμὸν προσηγόρευσαν. Σάγαρις: Ποταμὸς Φρυγίας· ἀπὸ Σαγάριδος τοῦ υἱοῦ Μίδου.
20σαγγάριος ποταμὸς Φρυγίας· ὅτι Σάγγαν τινὰ ἀσεβήσαντα εἰς τὴν Ῥέαν μετέβαλεν εἰς τοῦτο τὸ
ὕδωρ, καὶ ἀπ’ αὐτοῦ τὸν ποταμὸν κληθῆναι. Σαθρός: Σημαίνει τὸν σεσημμένον. Ἐκ τοῦ
25σήπω, σήψω· ὁ δεύτερος ἀόριστος, ἔσαπον· καὶ ἐκεῖθεν σαπρὸς, κατὰ πλεονασμὸν τοῦ ρ· καὶ τροπῇ τοῦ π εἰς θ. Ἢ ἀπὸ τοῦ σταθῆναι σταθρὸς, καὶ σαθρὸς, κατὰ ἀντίφρασιν. Ἢ παρὰ τὸ σείεσθαι ῥᾳδίως· ἢ παρὰ τὸ σείεσθαι τὰ ἄρθρα· ἐτυμολο‐
30γεῖται δὲ παρὰ τὸ σεσημμένον ἔχειν τὸ ἄρθρον.
30 Σακέρδως: Ῥωμαϊστὶ ἱερεύς· σάκρα γὰρ παρ’ αὐτοῖς λέγεται τὰ ἱερά. Σακέρδως οὖν, ὁ τὰ ἱερὰ ἔρδων, ἐλλείψει τοῦ ρ. Λέγεται δὲ καὶ σέκω, τὸ σφάζω· δύναται καὶ παρ’ αὐτοῖς εἶναι ὁ σέβων ἐν τῷ ἔρδειν.
35Σακεσπάλος: Πολεμικός· ἀπὸ τοῦ πάλλειν τὸ
35σάκος καὶ κινεῖν τὴν ἀσπίδα. Σάκος δὲ ἡ ἀσπὶς, ἀπὸ Σάκων τῶν πρώτως εὑρόντων. Οἱ δὲ Σάκες ἔθνος εἰσὶ Θράκης. Ἢ παρὰ τὴν σάγην σάγος καὶ σάκος. Ἢ παρὰ τὸ σαύω σάκος, ὡς σώζω σῶκος. Σάκκος: Παρὰ τὸ σάσσω, τὸ φορτῶ. Τέσσαρα
40δὲ εἰσὶν εἰς ΚΟΣ ὀνόματα γραφόμενα διὰ δύο ΚΚ, σάκκος, λάκκος, μάκκος, κόκκος. Σαλαμίς: Πόλις· ἀπὸ Σαλαμῖνος τῆς Ἀσώπου θυγατρός· ὃς ἐλθὼν εἰς Σαλαμῖνα καὶ εὑρὼν Ὄφιν βασιλεύοντα, ἀνεῖλε, καὶ αὐτὸς ἐβασίλευσε.
45 Σαλάμβας: Σημαίνει τὰς θυρίδας τὰς ἀεὶ ἐν σάλῳ οὔσας· Λυκόφρων· ἢ παρὰ τὸ δι’ αὐτὰς εἰσ‐ βαίνειν τὸ φῶς, τὸ σέλας. Καὶ Σαλαμβὰς ἡ δαί‐ μων, παρὰ τὸ ἀεὶ περιφέρεσθαι καὶ ἐν σάλῳ εἶναι, καὶ ὅτι περιέρχεται θρηνοῦσα τὸν Ἄδωνιν. Καὶ

707

(50)

σαλαΐζειν Ἀνακρέων, ἐπὶ τοῦ θρηνεῖν· σαλεύει γὰρ καὶ ταράττει τὴν διάνοιαν ἡ τοιαύτη ὀδύνη τοῦ θρήνου. Σαλμυδησσός: Ποταμὸς Θρᾴκης· καὶ οἱ κατοι‐ κοῦντες Σαλμυδήσσιοι. Εἴρηται ἀπὸ τοῦ ἁλμυ‐
55δησσός τις ὢν, ὁ εἰς τὴν ἅλα ἄττων, ὅ ἐστιν εἰσιών.
55Οὕτως ἐγώ.
55 Σαλεύω: Ἀπὸ τοῦ σάλος· τοῦτο παρὰ τὸ ἃλς, ἁλός. Σαλακωνεία: Ἡ βλακεία. Σάλπιγξ: Παρὰ τὸ σαλπίζω· τοῦτο παρὰ τὸ

708

σέλας καὶ τὸ ὂψ ὀπὸς, ἡ φωνὴ, ὀπίζω, σελαπίζω· καὶ συγκοπῇ καὶ ὑπερβιβασμῷ, σαλπίζω. Σάλπιγξ Ἀθηνᾶ: Διὰ τὸ πρῶτον αὐτὴν εὑρεῖν σάλπιγγα, καὶ ἱδρύσασθαι σάλπιγγος Ἀθηνᾶς ἱερὸν
5ἐν Ἄργει.
5Σαμάρεια: Πόλις· εἴρηται ἀπὸ τοῦ σήματος
τοῦ Ἄρεως· ὅτι ἐν αὐτῇ Ἄρης Ἀσκαλάφῳ τῷ υἱῷ τύμβον ἔχωσεν, ἐν ᾧ καὶ ἐπέγραψε τοῦτο, Σῆμ’ Ἄρεως ἔτυμον βεβοημένον Ἑλλάδι φήμῃ οὕνεκ’ Ἄρης τέκνον ἔχωσε πόλιν.
10 Σαμοθρᾴκη: Ἀπὸ Σαμόθρᾳκος υἱοῦ Διός· ἢ ὅτι κεῖται ἡ νῆσος αὕτη καταντικρὺ τῆς Θρᾴκης. Φασὶ δὲ Σαμίους αὐτὴν οἰκῆσαι. Σανίς: Οἷον τανὶς, παρὰ τὸ τετάσθαι, τὸ ἐπί‐ μηκες ξύλον. Σανίδες δὲ, ἐν αἷς ἐγγράφονται οἱ
15ὀφείλοντες τὶ καὶ οἱ ἠδικηκότες τί. Σάπειρες: Ἔθνος· ἡ εὐθεῖα, Σάπειρ. Παρὰ δὲ τούτοις γενέσθαι καὶ ὁ σάπφειρος λίθος λέγεται. Σαπρός: Εἰς τὸ σαθρός. Ὁ παλαιὸς καὶ φθαρείς.
20Σαπφώ: Παρὰ τὸ σάφω, τὸ σαφηνίζω· ἢ παρὰ
20τὸ σάφω, τὸ ψηλαφῶ. Σάφω Σαφὼ, ὡς κλώθω Κλωθώ· καὶ πλεονασμῷ τοῦ π, Σαπφώ. Ἢ παρὰ τὸ σαφής. Σαργάνη: Σάσσω ἐστὶ ῥῆμα· καὶ σαγάνη· καὶ πλεονασμῷ τοῦ ρ, σαργάνη. Ἔστι δὲ πλέγμα τι
25ἀπὸ σχοινίου γινόμενον· εἰς ὑποδοχὴν ἰχθύων.
25 Σάρδις: Ὥσπερ παρὰ τὸ πόλιες καὶ ὄφιες γίνεται πόλις καὶ ὄφις κατὰ κρᾶσιν, οὕτως καὶ παρὰ τὸ Σάρδιες Σάρδις. Σάρδις: Καὶ οἱ πολῖται καὶ ἡ πόλις διὰ τοῦ ι. Τί οὖν; Οἱ πολῖται Σάρδις λέγονται; Οὐχί· ἀλλ’
30ὅτι ἀμφότερα διὰ τοῦ ι γράφονται· Σαρδιανοὶ γὰρ
30λέγονται οἱ πολῖται.
30 Σαρκάζω: Σημαίνει τὸ ψευδέσι λόγοις μέχρι τῶν σαρκῶν καθικνεῖσθαι. Ἐτυμώτερον δὲ λέγουσιν οἱ Αἰολεῖς σύρκα, παρὰ τὸ ἀποσύρεσθαι τὸ δέρμα ἀπ’ αὐτῆς· τὰς γὰρ σάρκας σύρκας οἱ Δωριεῖς λέγουσι· παρὰ τὸ σύρω σύρξω, σὺρξ καὶ σάρξ.
35 Σάρισσα: Εἶδος ἀκοντίου Ἑλληνικοῦ. Σάω: Σάω δ’ ἐρίηρας ἑταίρους· ἔστι ῥῆμα σέω, τὸ σώζω· τροπῇ γίνεται σάω· τὸ παθητικὸν, σάομαι, ἐσαόμην, ἐσάου· καὶ τροπῇ Δω‐
40ρικῇ τῆς ΟΥ εἰς ω, καὶ συναρχομένως, σάω. Σαπέρδας:
41 Σαπέρδας πέντε, καὶ τέσσαρας πέρκας· οὕτως παρὰ Λουκιανῷ. Σαπέρδαι, αἱ ἀφύαι καλάμοις διειρμέναι καὶ τεταριχευμέναι, ἢ τὰ ὕεια τεμάχη, ἃ ἱόνδην Παφλαγόνες καλοῦσιν. Αἱ πέρκαι δὲ,
45εἶδος ἰχθύος καὶ αὐτὸ τεταριχευμένον. Καὶ ἔοικεν
45ἀπὸ τούτου καὶ ὁ σαπέρδης τὰ ἀπὸ τῶν ἀφυῶν νῦν
45ταρίχη σημαίνειν. Οἱ δὲ ἀκριβέστεροι σαπέρδην φασὶ τέμαχος τεταριχευμένου ἰχθύος· τὸν γὰρ κορα‐ κῖνον ἰχθῦν σαπέρδην οἱ Ποντικοὶ φασί. Σαρπηδών: Ὄνομα κύριον. Παρὰ τὸ ἅρπη, ὃ

708

(50)

σημαίνει τὴν δρεπάνην. Σαρωνίς: Εὐφορίων φησίν· ἐπειδὴ Σάρων τὶς κυνηγὸς ἐπιδιώκων ἐκεῖθεν κατεκρημνίσθη εἰς θάλασ‐ σαν, διὰ τοῦτο Σαρωνικὸν ἐκλήθη τὸ πέλαγος. Διο‐ νύσιος ὁ περιηγητὴς,
55 τὴν μέν τε Σαρωνίδα κικλήσκουσι. Σαρούμενον: Κλυδωνιζόμενον· Λυκόφρων· ἀπὸ τοῦ σαίρω· τοῦτο παρὰ τὸ αἴρω, τὸ κουφίζω· πᾶς

709

γὰρ ὁ κλυδωνιζόμενος αἴρεται καὶ κουφίζεται. Ὁ μέλλων, σαρῶ· καὶ μετάγεται εἰς ἐνεστῶτα· καὶ γίνεται σαρῶ σαρώσω. Καὶ ἐπὶ τοῦ χανεῖν· σάρμα γὰρ τὸ χάσμα φασὶν, ἀφ’ οὗ καὶ ὁ γέλως σαρδώ‐
5νιος· καὶ σαρωνίδες, αἱ κοῖλαι δρύες. Σάτυρος: Παρὰ τὸ σάθη, τὸ αἰδοῖον, σάθηρος καὶ σάτυρος· κατωφερὲς γὰρ τὸ γένος τῶν σατύρων. Σαυρωτήρ: Ξυστὸν δόρυ· ἢ ὁ στύραξ, ὃ ἔνιοι καὶ οὐρίαχον καλοῦσιν, ὅπου ἐμπήσσεται τὸ σιδή‐
10ρειον τοῦ δόρατος παρὰ τὸ σταυροῦσθαι καὶ ὀρθοῦσθαι ἐπ’ αὐτὸ τὸ δόρυ, σταυρωτήρ τις ὤν. Οἱ δὲ αὐτὸ τοῦτο τὸ σιδήρειον στύρακα καλοῦσιν. Ἔστι δὲ καὶ εἶδος δένδρου στύραξ· οὗ καὶ ὁ καρπὸς ὁμωνύμως λέγεται στύραξ. Λέγεται δὲ σαυρωτὴρ καὶ ἡ τοῦ
15δόρατος ἀρχὴ, ἐφ’ ᾗ στηρίζεται.
15 Σαώτερος: Ἔστι ῥῆμα σῶ, τὸ ὑγιαίνω· παρά‐ γωγον, σάω· ἐξ οὗ ὄνομα σάος· ἐξ αὐτοῦ σαώτερος. Ἔστι δὲ ἀπὸ τοῦ σῶ ῥήματος καὶ σέω, ἐξ οὗ σόος. Σαίνω: Σημαίνει τὸ κολακεύω· καὶ σαίνουροι, οἱ τὰς οὐρὰς συνεχῶς κινοῦντες ἵπποι καὶ κύνες.
20 Σέλας: Ἡ λαμπρότης τοῦ πυρὸς, ἤγουν ἡ λαμ‐ πηδών. Παρὰ τὸ σάλος, σέλας, (ὡς βάλλω, βέλος,) τὸ ἀεικίνητον πῦρ· ἢ παρὰ τὸ σαλεύεσθαι πνοῇ, τὸ καιόμενον καὶ κεραύνιον πῦρ· οἱ δὲ, τὴν ἀστραπήν· οἱ δὲ, τὸ φῶς. Ἢ παρὰ τὸ σεύω, τὸ ὁρμῶ.
25 Σελήνη: παρὰ τὸ σέλας νέον ἔχειν· ἢ παρὰ τὸ σέλας ἀεὶ ἓν ἔχειν· ὅθεν καὶ ἔνος ὁ ἐνιαυτὸς, ὁ ἀεὶ νεάζων. Σέλινον: Ἐτυμολογεῖ Ὦρος, τὸ ἐξ ἕλους σευόμενον, ὡς Ὅμηρος φησὶν,
30ἑλεόθρεπτον σέλινον.
30Σέκρετον: Παρὰ τὸ σείειν τὰς κρίσεις.
30 Σελλοί: Ἰλιάδος πʹ. Ὅτι Ἔλλος καὶ Ἔλλοι τὸ ἐν Δωδώνῃ τῆς Ἠπείρου κατοικοῦν ἔθνος· καὶ γὰρ οὕτω τινὲς λέγουσι τὸ παρὰ τῷ ποιητῇ, ἀμφὶ δὲ Ἐλλοὶ σοὶ ναίουσιν.
35Εἴρηται δὲ αὐτὸ παρὰ τὸ ἕλος· ἐκ γὰρ τοῦ κατα‐
35κλυσμοῦ τῆς γῆς, ἔνθα ᾤκουν, ἑλώδους γενομένου,
35μετῴκησαν ἐν Δωδώνῃ. Καὶ οἱ μὲν Ἐλλοὺς αὐτοὺς ἐξεδέξαντο, ὡς Πίνδαρος· δεῖ δὲ ἀπὸ τοῦ ς ἄρχεσθαι τὴν λέξιν Σελλοὺς, ἀπὸ Σελλήεντος ποταμοῦ. Σελμών: Ὄνομα βάρβαρον. Ἀπὸ τοῦ ἕλκω, ὁ παρακείμενος εἷλκα, παθητικὸς εἷλμαι· ἐξ αὐτοῦ
40εἱλμός· ἀποβολῇ τοῦ ι, ἑλμὸς (καὶ ἑλμών)· καὶ πλεονασμῷ τοῦ ς, σελμών. Ἢ ἀπὸ τοῦ ἐλεύθω, ἐλμὼν καὶ σελμών. Σεμέλη: Παρὰ τὸ σέλας μέλειν, ἤγουν φρον‐ τίζειν· παρὰ τοῦ Διὸς γὰρ ᾐτήσατο μετὰ ἀστραπῶν
45καὶ βροντῶν συγγενέσθαι αὐτῇ· [οὗ γενομένου καὶ
45κεραυνωθείσης, ἐσείσθη τὰ μέλη· καὶ ἐντεῦθεν Σεμέλη.] Σεμίδαλις: Παρὰ τὸ σμῶ καὶ τὸ ἅλις, ἡ ἅλις σμωμένη, τουτέστι τὸ πάνυ σμῆμα, οἷον τὸ λεπτο‐ μερέστατον.

709

(50)

Σεμνός: Παρὰ τὸ σέβω σεβνὸς, καὶ σεμνὸς, ὁ

709

(50)

σεβασμοῦ ἄξιος, ὁ θαυμαστὸς καὶ ἄξιος ἐντροπῆς.

709

(50)

Καὶ τὰ ἄρρητα δὲ καὶ ἀνεξιχνίαστα σεμνὰ λέγεται. Καὶ παρὰ Λυκόφρονι, Σεμνῶς κασωρεύουσα, ἀντὶ τοῦ αἰσχρῶς. Σεύς: Σημαίνει τὸν σκώληκα. Οὐχ εὕρηται δὲ
55ἐν χρήσει ἡ εὐθεῖα, ἀλλ’ αἱ πλάγιοι, ὡς παρὰ Ἀρι‐
55στοφάνει,
55Ὑπὸ τῶν σέων κατακαμπτόμενος.
55Ὤφειλε δὲ περισπᾶσθαι, ὡς χῆνες χηνῶν· ἀλλὰ σεσημείωται καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐννέα. Ὥσπερ καὶ τὸ οὐδένες οὐδένων, καὶ τὸ φῷδες φῴδων. Χοιροβοσκός.

710

Σεύω: Ἀπὸ τοῦ σῶ, γίνεται σεύω· σημαίνει τὸ ὁρμῶ καὶ τὸ διώκω. Ὁ μέλλων, σεύσω· ὁ πρῶτος ἀόριστος, ἔσευσα· οἱ δὲ ἀόριστοι πρῶτοι ἢ τὸ ς ἔχουσιν, ἢ τὸ ξ, ἢ τὸ ψ, ἢ ἓν τῶν ἀμεταβόλων.
5Σεύσας οὖν ἐστιν ἡ μετοχὴ τοῦ πρώτου ἀορίστου, καὶ χεύσας, καὶ ἀλεύσας, ὡς ἱππεύσας· ἀλλὰ κατ’ ἔνδειαν τοῦ ς γίνεται σεύας καὶ χεύας καὶ ἀλεύας· καὶ τὸ σευάμενος καὶ ἀλευάμενος ἀπὸ τοῦ σευσά‐ μενος, καὶ ἀλευσάμενος.
10Σειληνός: Σειληνοὶ λέγονται οἱ γέροντες τῶν
10σατύρων· παρὰ τὸ σείεσθαι περὶ τὸν ληνόν. Ἢ παρὰ τὸ σεσηρέναι καὶ χαίνειν γίνεται σέρηνος· καὶ κατὰ πρόσθεσιν τοῦ ι, καὶ μεταθέσει τοῦ λ εἰς ρ,
σειληνός. Χοιροβοσκός. Σειληνὸς, ὁ γέρων· παρὰ τὸ εἴρω, τὸ λέγω, σειρηνὸς καὶ σειληνός. Σειληνοὶ
15δὲ, οἱ τὰς σταφυλὰς πατοῦντες, παρὰ τὸ σείεσθαι ἐν τῷ ληνῷ. Σιλληνὸς, διὰ δύο ΛΛ καὶ διὰ τοῦ ι. Σειρά: Παρὰ τὸ εἴρω, τὸ συμπλέκω, γίνεται εἰρά· καὶ πλεονασμῷ τοῦ ς, σειρά. Σημαίνει δὲ τὴν ἅλυσιν.
20Σειρήν: Παρὰ τὸ εἴρω, τὸ λέγω, εἰρήν· καὶ
20πλεονασμῷ τοῦ ς, σειρήν. Σειραίνω: Σημαίνει τὸ ξηραίνω, ὡς λέγει Ὦρος ὁ Μιλήσιος· παρὰ τὸν σείριον τὸν ἀστέρα. Σείριος δὲ ὁ κύων ἐστὶν ἀστήρ· καὶ εἴρηται παρὰ τὴν ζέσιν ζέριος· ἢ παρὰ τὸ ἐκκενοῦν ἡμᾶς ἱδρῶσι ῥεομένους·
25σειρεῖν γὰρ τὸ ἀποκενοῦν λέγεται. Ἢ παρὰ τὸ σεσηρέναι, σέριος καὶ σείριος· τοὺς γὰρ κύνας δια‐ χάσκειν τότε ποιεῖ. Ἢ παρὰ τὸ εἴρω, τὸ λέγω, εἴριος καὶ σείριος· λέγει γὰρ καὶ μηνύει ἡμῖν τὸν καιρὸν τοῦ θέρους. Ἔνιοι δὲ πάντα τὰ ἄστρα σείρια
30καλοῦσι, τείρια ὄντα καὶ σημεῖα τῶν πλεόντων.
30Ὁ δὲ Ἀντίμαχος σείρινα τὸν Δία ἔφη, διὰ τὸ ἄστρον. Σεισάχθεια: Σημαίνει τὸ ἀποσείεσθαι τὸ ἄχθος· [τὸ δὲ,] παρὰ τὸ σείω. Οὕτω Χοιροβοσκός. Πλούταρχος ἐν Σόλωνι,
35Ἡ σεισάχθεια χρεῶν ἦν ἀποκοπὴ παρὰ Ἀθηναίοις.
35Τινὲς δέ φασι τόκων μετριότητα εἶναι, καὶ μέτρων ἐπαύξησιν, καὶ τιμὴν τοῦ νομίσματος. Ἐγὼ ἀν‐ έγνων. Σείω: Ἐκ τοῦ σῶ, σέω καὶ σείω, ὡς πλέω πλείω, καὶ πνέω πνείω· ἐκ δὲ τοῦ σείω, γίνεται
40σεῖστρον.
40Σήθω: Καὶ ἐκ τοῦ σῶ, ὃ δηλοῖ τὸ σείω, ἕτερον
40παράγωγον ῥῆμα σήθω, τὸ κοσκινίζω· ὃ δηλοῖ τὴν αὐτὴν κίνησιν συνεχῆ τὴν ἐκ τῷ κοσκίνῳ. Ἡρόδοτος δὲ τοῦ σῶ, τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν σῶσιν, ἀντὶ τοῦ σήθουσιν. Οἱ δὲ Ἀττικοὶ, τὸ σῶ, τῶ λέγουσιν, ὡς σήμερον, τήμερον. Παρὰ δὲ τὸ τῶ
45σύνθετον καὶ πλεονασμῷ τοῦ τ, διάττω λέγουσιν Ἀττικοί. Σηγώρ: Ἐκ παραδόσεως διὰ τοῦ η· κατὰ δὲ τὴν ἐτυμολογίαν διὰ τοῦ ι· καὶ γὰρ ἑρμηνεύεται μικρὰ ἢ ταπεινή· ἤγουν παρὰ τὸ σιγᾶν· ὁ γὰρ

710

(50)

ταπεινὸς ὁ μὴ δυνάμενος καθ’ ἑαυτὸν σιγᾷ.

710

(50)

Σηλώμ: Ψαλμὸς οζʹ. Τὸ ΣΗ, η· τῶν ἐθνικῶν καὶ βαρβάρων αἱ προστακτικαὶ παραδόσεις εἰσὶ μᾶλλον, οὐχὶ δὲ παραθέσει ὑποπίπτουσι. Σηκός: Στηκός τις ἐστί· καὶ γὰρ σταθμός ἐστιν, ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ θρέμματα· ὅθεν
55καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκὸν λέγουσι τὸν ναὸν, παρὰ τὸ ἵστασθαι ἐν αὐτῷ τὸ ἄγαλμα. Καὶ ΣΗ‐ κοκόρος, παρὰ τὸ κορεῖν τὸν νεὼν, ὅ ἐστι καλλύνειν·

711

κορεῖν γὰρ τὸ σαίρειν καὶ καλλύνειν· ὅθεν καὶ μηλο‐
1κόρος. Ἐν Ἰλιάδος θʹ, Καὶ νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες· ἀντὶ τοῦ, εἰς σηκὸν κατεκλείσθησαν. Ἀπὸ τοῦ σηκὸς σηκῶ. Σημαίνει δὲ ποτὲ μὲν περίφραγμα,
5ποτὲ δὲ τὴν ἔπαυλιν καὶ τὴν καταγωγὴν τῶν προ‐ βάτων, καὶ τὴν πολύκαρπον ἐλαίαν. Σηλυμβρία: Ἀπὸ Σήλυος τοῦ Θρακὸς ὠνόμα‐ σται. Ὦρος. Σῆμα: Παρὰ τὸ σῶ, τὸ ὑγιαίνω. Σημαίνει δὲ
10καὶ τὸ γράμμα· Ἰλιάδος ζʹ,
10καὶ ᾔτεε σῆμα ἰδέσθαι·
10τὸ σημεῖον· ὡς τὸ, Σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές· καὶ τὸν τάφον, ὡς τὸ, Ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος. Σημάντορες: Ἡγεμόνες· παρὰ τὸ σημαίνω, τὸ
15προστάσσω, Ἰλιάδος αʹ,
15μὴ γὰρ ἔμοιγε
15 σήμαιν’· [οὐ γὰρ ἔγωγ’ ἔτι σοι πείσεσθαι ὀΐω] Σήμων: Παρὰ τὸ σῶ, τὸ σωρεύω. Σήπω: Παρὰ τὸ σὴς σητὸς, ὃ σημαίνει τὸν σκώληκα, σήτω καὶ σήπω· ὁ μέλλων, σήψω· ὁ ἀό‐ ριστος, ἔσηψα· ὁ δεύτερος, ἔσαπον, ἐσάπην.
20 Σηπιάς: Ἄκρα ἐν Μαγνησίᾳ· οὕτω λέγεται διὰ τὸ τὴν Θέτιν ἐνταῦθα εἰς σηπίαν μεταβληθῆναι ὑπὸ Πηλέως διωκομένην. Σής: Ὁ σκώληξ. Παρὰ τὸ σῶ, τὸ κινῶ, ὁ μέλλων, σήσω· καὶ ἀποβολῇ τοῦ ω, σής.
25 Σημαίας: Ἰταλοὶ τὰ σίγνα καὶ τὰ λεγόμενα βάνδα καλοῦσι τὰ ἐν ταῖς τάξεσιν ἐπίσημα· ἃ κοντοῖς ἤρτηνται, ἀετῶν ἢ λεόντων ἢ δρακόντων ὑφά‐ σμασι ποικίλοις καὶ παρασήμοις κατάστικτα, ἑκά‐ στην τῶν τάξεων παραδηλοῦντα.
30 Σηστός: Ἐπὶ μὲν τῆς πόλεως διὰ τοῦ η γρά‐ φεται· ἐπὶ δὲ τοῦ σειομένου, διὰ διφθόγγου. Σήραγξ: Ὁ βαθὺς καὶ κρημνώδης τόπος. Γί‐ νεται παρὰ τὸ ῥήσσω, τὸ διακόπτω, ῥήσαγξ· καὶ ὑπερβιβασμῷ, σήραγξ. Καὶ σήραγγες, αἱ ὑπὸ γῆν
35ὑπομήκεις ἐκρήξεις, οἱονεὶ φλέβες τινὲς οὖσαι τῆς γῆς· ἃς ὑποτρέχον τὸ ὕδωρ ζητεῖ διέξοδον. Ἐντεῦθεν σηραγγώδης τόπος εἴρηται ὁ κοῖλος καὶ δια‐ τετρημένος, ἀπὸ τοῦ σεσηρέναι καὶ διεστράφθαι. Σηταῖον: Χωρίον ἐστίν· ὠνόμασται δὲ ἀπὸ τῆς
40Σηταίας τῆς αἰχμαλώτιδος Τρωάδος, ἥτις ἔπεισε τὰς λοιπὰς συμφλέξαι τὰς ναῦς τῶν Ἑλλήνων· διόπερ γνόντες οἱ Ἕλληνες ἀνεσκολόπισαν αὐτήν. Σητάνειοι πυροί: Εἴρηται παρὰ τὸ σῆτες· σῆτες δὲ λέγουσιν οἱ Ἴωνες τὸ ἐπ’ ἔτος. Δωριεῖς
45δὲ σᾶτες σφόδρα σύνηθες ἔχοντες τὸ ὄνομα· Ἀτ‐ τικοὶ δὲ, μεταβαλόντες τὸ ς εἰς τ, ὡς σεῦτλον τεῦ‐ τλον, τῆτες λέγουσιν· ὅθεν Δωριεῖς μὲν σατίνους λέγουσιν· Ἀττικοὶ δὲ, τητίνους. Φαβωρῖνος δὲ περὶ παντοδαπῆς ὕλης, οὕτως· σητάνειος σῖτος·

711

(50)

δηλοῖ δὲ ἡ λέξις τὸν καθαρόν· καὶ σητανείους πυ‐ ροὺς, τοὺς ἐπετείους· Ὦρος. Σθένος: δύναμις· καὶ σθένω, τὸ δύναμαι. Οἶμαι παρὰ τὸ θέω, θένος καὶ σθένος· ὁ γὰρ ταχὺς καὶ δυνατὸς [θέει]. Ἢ παρὰ τὸ ἵστημι στήσω,
55στένος καὶ σθένος.
55Σιαγών: Ὅτι σείονται περιαγόμεναι· ἢ παρὰ
55τὸ σιγᾶν· αἷς ἐστι σιγᾶν, καὶ λέγειν ἀνοιγομέναις. Ὦρος. Ἢ παρὰ τὸ τὰ σιτία ἄγνυσθαι δι’ αὐτῶν. Τοῦτο ἐγὼ εὗρον. Σίαλος: Τὸ λεπτὸν καὶ οἷον ὀρὸς τῶν ἄλλων

712

ὑγρῶν ἀποσειόμενον ἅλις καὶ ἀθρόως. Διαφέρει πτυέλου· πτύελον, τὸ ἀποπτυόμενον κατὰ προαίρεσιν κατὰ τὴν τῶν χειλέων ἐπίπτυξιν· ὁ δὲ σίαλος αὐτο‐ μάτως ῥεῖ· καὶ σιαλίζει μὲν τὰ βρέφη, καὶ οἱ ὑπερ‐
5γηράσαντες, οὓς ἀναισθήτους λέγουσι· πτύειν δὲ, τοὺς κατὰ προαίρεσιν ἐκρίπτοντας αὐτό. Πιθανὸν δὲ κἀκ τοῦ παρακολουθοῦντος ἐν τῷ πτύειν ψόφου. Λέγεται δὲ σίαλος, καὶ ὁ εὐτραφὴς σῦς, παρὰ τὸ ἅλις σεσιτεῦσθαι· ἢ ὁ ἄρρην σῦς, παρὰ τὸ ἀφρὸν
10προΐεσθαι, ὃν λέγουσι σίαλον. Σίβδαι: Αἱ ῥοιαὶ, πλεονασμῷ τοῦ β. Σιγαλόεντα: Σημαίνει τὰ πεποικιλμένα· παρὰ γὰρ τὸ στίζω, στιγαλόεντα, καὶ σιγαλόεντα. Σίγειον: Ἀκρωτήριον Τροίας· παρὰ τὴν σιγὴν,
15κατὰ ἀντίφρασιν· πολύηχος γὰρ ὁ τόπος.
15 Σίγριον: Λιμὴν Τενέδου, ἡρῷον ἔχων σίγρου Ἀρτέμιδος. Οὕτως Ὦρος. Σιγύννους ἰθὺς ἀνασχόμενοι: Ἀπολλώνιος. Ἀλλαχοῦ μὲν ἀσπιδίσκια μικρὰ, πελτάρια λεγό‐ μενα· ἐνταῦθα δὲ δόρατα ὁλοσίδηρα. Ταῦτα δὲ
20ἐπεποίητο εἰς θήραν συῶν τὸ παλαιὸν, διὰ τὸ ἄγαν θερμὸν καὶ ἰσχυρὸν τοῦ ζῴου· ἔνθεν καὶ σίγυνος εἴρη‐ ται, συϊκαινός τις ὢν, ὁ τοὺς σῦς καίνων, οἱονεὶ κεν‐ τῶν. Καὶ οἱ Κύπριοι δὲ τὰ δόρατα σιγύνους φασί.
25Σιγῶ: Παρὰ τὸ σιγὴ, σιγῶ, ὡς παρὰ τὸ τιμὴ,
25τιμῶ· ἢ ἐκ τοῦ σίζω, τὸ ἠχῶ, κατὰ ἀντίφρασιν. Σίδηρος: Ἀπὸ τοῦ σίζω, τὸ ἦχον ἀποτελῶ. Τὸ ΔΗ, η· σίδαρος γὰρ Δωρικῶς λέγεται ἢ Αἰολικῶς. Τὸ δὲ σιδηρᾶ ἐστὶ κτητικὸν ἀπὸ τοῦ σιδηροῦς. Σίζω: Ὠνοματοπεποίηται. Ὀνοματοποιΐα δέ
30ἐστι φωνῆς μίμησις πρὸς τὴν ποιότητα τοῦ ὑποκει‐ μένου ἤχου, ὡς τὸ σῖζε. Ἐπεὶ γὰρ καιόμενος τοῦ Κύκλωπος ὀφθαλμὸς ποιὰν ἀπετέλει φωνὴν, κατὰ
μίμησιν φησὶν τὸ σῖζε. Ὁμοίως δὲ καὶ τὸ λίγξε βιὸς, μίμησις ἐστὶ τοῦ ἤχου, ὃν ἀφιεμένου τοῦ
35βέλους ποιεῖ ἡ νευρά. Τοῦ οὖν σίζω ἐνεστῶτος
35ἕτερον μὴ ζήτει χρόνον μήτε ἔγκλισιν, μηδὲ ὡς τὸ πρίζω κλίνῃς τὸ σίζω. Πάλιν τοῦ λίγξε ἀορίστου ὄντος, μὴ ζήτει θέμα μήτε ἄλλό τι. Πάλιν τὸ παφλάζοντα μὴ κλίνῃς παφλάσω πεπάφλακα, ὡς τὸ θαυμάζω· ἀφαιρήσεις γὰρ τὴν λέξιν τῆς ἐμφά‐
40σεως τῆς τοῦ ἤχου μιμήσεως. Τὸ γὰρ σίζω χαρα‐ κτῆρα ἔχει ἐνεστῶτος· καὶ τὸ λίγξε χαρακτῆρα ἔχει ἀορίστου· ὅθεν Νίκανδρος ἐν τῷ λέγειν ἐπιλλίζοντας ὀϊστοὺς, τοῦ λίγξε τὸ θέμα θελήσας εἰπεῖν ἔφθειρε τὴν τοῦ
45ἤχου μίμησιν. Οὐκ ἀπὸ θέματος οὖν ταῦτα, ἀλλ’
45ἀπὸ τῶν φωνῶν αὐτῶν ἡ ὀνοματοποιΐα πεποίηται. Οὕτω Ζηνόβιος. Σικελός: Ἀπὸ ἡγεμόνος Σικανοῦ. Οἱ αὐτοὶ δὲ καὶ Σικανοὶ εἴρηνται· ἐκαλεῖτο γὰρ πρότερον ἡ Σικελία, Σικανία.

712

(50)

Σίκινος: Νῆσος ἐστὶ πρὸς τῇ Εὐβοίᾳ, Οἰνοίη

712

(50)

τὸ πρότερον καλουμένη διὰ τὸ εἶναι ἀμπελόφυτον·

712

(50)

Μετωνομάσθη δὲ ἀπὸ υἱοῦ Θόαντος Σικίνου καὶ νύμφης Οἰνόης Ναΐδος. Ἀπολλώνιος, Καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθ’ ὕστερον αὐδηθεῖσαν. Σίκιννις: Σατυρικὴ ὄρχησις· ἐμμέλεια δὲ,
55τραγική· κόρδαξ δὲ, κωμικὴ, ὡς Ἀριστόξενος ἐν
55πρώτῳ περὶ Τραγικῆς Ὀρχήσεως. Εἴρηται σίκιννις, παρὰ τὸ σείεσθαι καὶ κινεῖσθαι. Ἢ ἀπὸ Σικανοῦ τοῦ Ἀθηναίων βασιλέως· οἱ δὲ, ἀπὸ τοῦ παιδα‐ γωγοῦ τῶν Θεμιστοκλέους παίδων Σικανοῦ.

713

Σίκιμα: Σίκιμά ἐστι τὸ ἐξαίρετον χωρίον τοῦ Ἰωσὴφ, παρὰ τοῦ Ἰακὼβ δεδομένον· τύπος τῆς διαθήκης τῆς μόνῳ δοκούσης τῷ Ἰσραὴλ δεδωρῆσθαι. Ἔστι δὲ ὄνομα τόπου. Γράφεται ἀπὸ παραδόσεως
5τὰ δύο ΙΙ εἰς τὸν νθʹ ψαλμόν. Εἰς τὸ Μέγα δὲ Ἐτυμολογικὸν ἔγκειται καὶ αὕτη ἡ προφητικὴ ῥῆσις γεγραμμένη. Σίλλοι: Ἐπισκώμματα, κατὰ τροπὴν τοῦ τ εἰς ς, τίλλοι τινές· τίλλειν δὲ, τὸ σκώπτειν, ὡς λέγει
10Ἀνακρέων,
10Τίλλει τοὺς κυάμους ἀσπιδιώτης.
10Οἷον σκώπτει καὶ χλευάζει. Δηλοῖ δὲ καὶ χλευα‐ στικὸν ποίημα· παρὰ τὸ διασείειν τοὺς ἴλλους καὶ διασύρειν τῷ σχήματι τῶν ὀφθαλμῶν· ἴλλοι γὰρ λέγονται οἱ ὀφθαλμοί· καὶ σιλλαίνειν, τὸ στραβί‐ ζειν· ὁ γὰρ σίλλος λοιδορίας καὶ διασυρμοὺς πεφει‐
15σμένως ἀνθρώπων ἔχει. Μέλος δ’ ἐστί.
15 Σιμός: Παρὰ τὸ σῖγμα σιγμὸς καὶ σιμός· καὶ γὰρ τοῦ σιμοῦ ἡ ῥὶς δοκεῖ τὸν τύπον τοῦ σῖγμα μιμεῖσθαι. Σιμωνίδης: Ἐπὶ μὲν τοῦ ἰαμβοποιοῦ διὰ τοῦ η γράφεται, καὶ ἴσως παρὰ τὸ σῆμα ἐστί· τὸ δὲ
20ἐπὶ τοῦ λυρικοῦ, διὰ τοῦ ι, καὶ ἴσως παρὰ τὸ σιμὸς
20ἐστί. Χοιροβοσκός.
20 Σίμβλα: Τὰ ἀγγεῖα τῶν μελισσῶν· παρὰ τὸ συμβεβλῆσθαι ἄλλο ἐπ’ ἄλλῳ, οἷον σιμβλήϊά τινα ὄντα. Ἡσίοδος, Ἐπηρεφέας κατὰ σίμβλους. Ἢ ὅτι σιμὰς ἐκάλουν οἱ ἀρχαῖοι τὰς μελίσσας· αἱ
25γὰρ μέλισσαι πρὸς σύγκρισιν τῶν σφηκῶν ἀμβλύ‐
25τερα ἔχουσι τὰ κέντρα· καὶ ἐκ τούτου σίμβλους τὰ κύθρα, οἱονεὶ σιμοβόλους. Σινάμωροι πολεμίζουσι θυρωροί: Ἐν δευ‐ τέρῳ Ἀνακρέων· μεμορημένοι φησὶ πρὸς τὸ σίνεσθαι· ἐξ οὗ ἠκούσμεθα τοὺς ἐξ ἅπαντος κακουργεῖν προαι‐
30ρουμένους. Οἱ μὲν Ἀττικοὶ λέγουσι σιναμωρεῖν
30τὸ λιχνεύειν· καὶ Φερεκράτης τὰ τοιαῦτα κλέμματα σιναμωρεύματα καλεῖ. Ὦρος. Σινά: Ὄνομα ὄρους· παρὰ τὸ ἲς ἰνός· ὅτι ἐκεῖ ἐδόθη ἡ τοῦ νόμου δύναμις. Σινδών: Ἀπὸ Σιδῶνος τῆς πόλεως. Οἱ γὰρ
35Σιδόνες ἐφεῦρον πρῶτοι κάμνειν σινδόνας. Σιδὼν δὲ σημαίνει δύο, τὴν πόλιν καὶ τὸν πολίτην· καὶ ἐπὶ μὲν τῆς πόλεως φυλάττει, ἐπὶ δὲ τοῦ πολίτου συστέλλεται. Σίνηπι: Τὸ ΝΗ, η· διότι ἀνεφάνη τὸ α ἐν τῷ
40σινάπιον. Τὸ ΠΙ, ι. Διατί; Τὰ εἰς ι λήγοντα
40οὐδέτερα διὰ τοῦ ι γράφεται. Παρὰ τὸ σίνεσθαι τοὺς ὦπας, ὡς ὁ ἰατρικὸς λόγος μαρτυρεῖ· βλάπτει γὰρ τοὺς ὀφθαλμούς· καὶ σίνος τὸ βλάβος. Σιντηΐδα Λῆμνον ἵκοντο: Ἀπολλώνιος· τὴν ὑπὸ πολιτῶν Σιντίων κατοικισθεῖσαν. Ἔθνος δὲ
45τυραννικὸν τοῦτο καὶ λῃστρικόν. Τινὲς δὲ καὶ Σιν‐ τίους τοὺς Λημνίους φασίν· οὗτοι γὰρ λαβόντες πλοῖα τοὺς παριόντας ἔσινον, ὅ ἐστιν ἔβλαπτον· ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτοι ἐπινενοηκέναι τὰ πρὸς τὸν πόλεμον ὅπλα· ἅπερ ὁμολογουμένως βλάπτει.

713

(50)

Σινιάσαι: Κοσκινῆσαι. Σινώπη: Πόλις ἐστίν· εἴρηται δὲ ἀπὸ Σινώπης τῆς Ἀσώπου θυγατρός· ἣν ἐκόμισε Ζεὺς ἀπὸ Ἀσυ‐ ρίας εἰς τὸν Πόντον, βουλόμενος αὐτὴν διαφθεῖραι, ὀμόσας δώσειν αὐτῇ ὃ βούλεται· ἡ δὲ τὴν παρθενίαν
55ᾐτήσατο. Ὁ δὲ Ἄνδρων φησὶν, μίαν τῶν Ἀμα‐ ζόνων φυγοῦσαν εἰς Πόντον παρὰ τὸν βασιλέα τοῦ τόπου, πίνουσάν τε πλεῖστον οἶνον, προσαγορευθῆναι

714

Σανάπην· μεταφράσει δὲ τοῦτο σημαίνει τὴν πολλὰ πίνουσαν. Σιπτοί: Πυκνοὶ καὶ στερροί. Ἀριστοφάνης.
Εἴρηται δὲ ἀπὸ τῶν καινῶν ἐσθήτων, αἵτινες πατη‐
5θεῖσαι ἀπὸ τῆς ἀραιότητος εἰς πυκνότητα συνά‐
5γονται.
5 Σίπαλος: Ὁ εἰδεχθὴς καὶ ἄμορφος· Ἀλλὰ σὺ μὲν σίπαλός τε καὶ ὀφθαλμοῖσιν ἔφηλος. Σίπυλον: Τὸ ὄρος, οὕτω κέκληται ἀπὸ Σιπύλου τοῦ Ἄργου παιδός. Σιπύη: Σημαίνει τὴν ἀρτοθήκην· οἱονεὶ σιτοβύη
10τὶς οὖσα· παρὰ τὸ ἐν αὐτῇ τὰ σιτία ἐμβάλλεσθαι. Σίρις: Πόλις Ἰταλίας, ἣ πρότερον ἐκαλεῖτο Σίρις, εἶτα Πολίειον. Σίρις δὲ ὠνόμασται ἀπὸ Σί‐ ριδος θυγατρὸς Μόργητος τοῦ Σικελίας βασιλέως, γυναικός τε Σκίνδου· ἢ ἀπὸ Σίριδος μιᾶς τῶν
15Νηρηΐδων· ἢ ἀπὸ τοῦ παραρρέοντος αὐτῇ ποταμοῦ. Σιροί: Τὸ ἐπιτήδειον ἀγγεῖον εἰς ἀπόθεσιν πυρῶν καὶ τῶν ἄλλων ὀσπρίων. Ἀμμώνιος δὲ ἱστορεῖ, ὡς οἱ Ἀττικοὶ ὀξύνοντες τὸ ὄνομα τὸ ι βραχύνουσι· καὶ ἡ τριβὴ τῆς ἀναγνώσεως ἐκτείνει αὐτὸ, εὑρίσκεται
20δὲ καὶ βραχὺ, ὡς Εὐριπίδης Φρίξῳ, Ἀνοῖξαι μὲν σιροὺς οὐκ ἠξίου. Εἴρηται δὲ οἱονεὶ σιτηρός τις ὤν· καὶ ἐν συγκοπῇ, σιρὸς, ὁ εἰς τὰ σιτία ὢν ἐπιτήδειος. Εἰσὶ δὲ καὶ ὀρύγματα τινὰ σιροί.
25Σισύρα: Αἴγειον στέγαστρον, τετριχωμένον δέρμα.
25Πολλάκις δὲ καὶ τὸ τραχὺ καὶ ἄγναπτον ἱμάτιον· ὡς Ἀριστοφάνης, Ἐν πέντε σισύραις [ἐγκεκορδυλημένος.] Σισύρνα: Ἔστι παχὺ περιβόλαιον, ἢ δερμά‐ τινον ἱμάτιον. Λυκόφρων,
30Σισυρνοδῦται καρκίνοι.
30Σίσυφος: Κύριον. Τὸ θεὸς οἱ Λάκωνες σιὸς
30λέγουσιν. Ἀπὸ οὖν τοῦ σιὸς καὶ τοῦ σοφὸς γίνε‐ ται σιόσοφος καὶ σίσυφος, οἱονεὶ (σοφὸς) καθάπερ θεός. Χοιροβοσκὸς καὶ Ὦρος. Ἢ ἀπὸ τῶν σιῶν (τουτέστι τῶν θεῶν) σοφός. Σῖτος: Λέγει ὁ τεχνικὸς, ὅτι ὥσπερ παρὰ τὸ
35ἐργάζομαι γίνεται ἐργαστὴς, καὶ ἀποβολῇ τοῦ ς
35ἐργάτης, βαρυνόμενον· καὶ ἀπὸ τοῦ δεσποστὴς δε‐ σπότης, οἰστὸς οἶτος· οὕτω καὶ παρὰ τὸ σέσεισται, σειστός· ἀποβολῇ τοῦ ς καὶ τοῦ ε, σῖτος. Λέγει
δὲ ὁ Ὦρος, ὅτι κρεῖττόν ἐστιν ἀπὸ τοῦ σίω τοῦ διὰ τοῦ ι γραφομένου γεγονέναι. Ἔστι γὰρ καὶ σίω
40διὰ τοῦ ι, ᾧ χρῆται Ἀνακρέων· οἷον,
40Θρηϊκίην σίοντα χαίτην.
40Ἢ ὅτι πολλά εἰσιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων. Ἢ τὰ διὰ τοῦ ΙΤΟΣ ἀποστρέφεται τὴν ΕΙ δίφθογγον. Τὸ ΣΙ μακρὸν κατὰ ποιητικὴν ἄδειαν. Βαρύνεται· τὰ εἰς ΤΟΣ δισύλλαβα μονογενῆ παραληγόμενα τῷ ι ἐκτεινομένῳ βαρύνεται, κρῖτος,
45μῖτος, Τρῖτος ὄνομα ποταμοῦ· ἐπὶ γὰρ τοῦ ἀριθμοῦ, βραχύνεται τὸ ι· οὕτω καὶ σῖτος. Τὸ λιτὸς, οὐ κατὰ τὴν γραφὴν, οὐδὲ κατὰ τὸν χρόνον, εἰ μὴ μόνον περὶ τὸν τόνον διήλλαξε· τὸ μέντοι λιτὸς, τριγενὲς ὂν, ὀξύνεται.

714

(50)

Σῖτα: Ἢ ἐκ τοῦ σῖτος μεταπεποίηται, ἢ ἀπὸ

714

(50)

τοῦ σιτία. Ἡρωδιανὸς Περὶ Παθῶν. Σιτώνης σιτώνου: Σημαίνει τὸν σῖτον ἀγορά‐ ζοντα καὶ ἀποτιθέμενον. Σιτοδεία: Σίτου ἔνδεια, σιτοένδεια καὶ σιτοδεία. Πάντες οὕτως. Ἢ ἀπὸ τοῦ σιτοδεὴς, σιτοδέεια·
55καὶ κατὰ ἀφαίρεσιν τοῦ ε. Σιφλός: Πλεονασμῷ τοῦ φ· καὶ κυρίως ὁ ἐσι‐ νωμένος τοὺς ὀφθαλμούς· καταχρηστικῶς δὲ, καὶ

715

ἐπὶ ἄλλου μέρους σώματος. Ἰλιάδος ξʹ. Θεὸς δέ ἑ σιφλώσειε. Ἐκλύσειε, μωμητὸν ποιήσειε· ἀπὸ τοῦ φλῶ, τὸ ὁρμὴν ἔχω. Ἄλλοι δὲ τὸν εἰδεχθῆ. Ἢ ἀπὸ τοῦ
5σιφλὸς σιφλῶ· ἵνα σημαίνῃ τὸ βλάψειε. Σίφων: Παρὰ τὸν ποιὸν ἦχον τὸν ἐν τῷ ἀποσπᾶν καὶ πίνειν· ἢ παρὰ τὸ σίζω. Σιφνεύς: Σημαίνει (ὡς οἶμαι) τὸν ἀσπάλακα. Λυκόφρων.
10Σιών:: Εἰ μὲν σημαίνει τὴν πόλιν, γράφεται
10διὰ τοῦ ι, κατὰ παράδοσιν· εἰ δὲ σημαίνει τὸ κύριον
10ὄνομα, γράφεται διὰ τοῦ η· ὡς τὸ, Τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων. Τὰ εἰς ν λήγοντα βαρβάρων ὀνόματα ὀξύνονται· οἷον Θεατὰν, Ἐρατὰν, Ἀτμὼν, Τελαμών. Οὕτω καὶ Σιών· χωρὶς τοῦ Μεγᾶν, Βαραββᾶν, Βαριωνᾶν,
15ταῦτα γὰρ περισπᾶται. Ἔστι δὲ ἄκλιτα.
15 Σιωπή: Ἐκ τοῦ σιγὴ καὶ τοῦ ὢψ ὠπὸς, ἢ τοῦ ὄπα, ὃ σημαίνει τὴν φωνὴν, γίνεται σιγηοπή· καὶ ἀποβολῇ τοῦ γ, καὶ κράσει τοῦ η καὶ τοῦ ο μικροῦ εἰς ω μέγα, γίνεται σιωπή· ἢ ἐκ τοῦ σιγῶ σιγωπή· καὶ ἐκβολῇ τοῦ γ. Τὸ δὲ σιωπῇ καὶ σιγῇ ἔστιν
20ἐπίρρημα μεσότητος. Καὶ ἔστι τὸ σιγῇ, μακρόν· τὸ δὲ σιωπῇ, βραχὺ, ὡς παρὰ τῷ ποιητῇ. Σκαλμός: Περὶ ὃν δεσμεύουσι τὰς κώπας πάσ‐ σαλον· ὑποσκαλμὶς δὲ, ἡ τοῦ σκαλμοῦ βάσις. Ἐκ τοῦ σκαίρω σκαρμὸς γίνεται τὸ ὑποκοριστικὸν
25σκαρμὶς, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετά‐
25βολον, σκαλμίς· ἐπὶ τοῦ πλοίου, παρὰ τὸ μὴ ἐᾶν τὴν ναῦν σκαίρειν, ἤγουν πηδᾶν. Σκάλοψ: Ὁ σπάλαξ λέγεται παρὰ Ἀττικοῖς. καὶ λέγει Νικοκλῆς σκάλοπας ὡς παρ’ Ἀριστοφά‐
νει, οἷον κεκαλυμμένους ἔχων τοὺς ὄπας.
30 Σκάμανδρος: Ποταμὸς Τροίας· ἀπὸ Σκαμάν‐ δρου υἱοῦ Τεύκρου, ὃς ἦν Κρὴς τὸ γένος. Ἢ ὅτι Ἡρακλῆς δίψει κατασχεθεὶς ηὔξατο τῷ Διΐ· ὁ δὲ δὲ ἀνέδωκεν αὐτῷ μικρὰν λιβάδα· ἣν θεασάμενος, καὶ σκάψας, δαψιλέστερον ἐποίησε φέρεσθαι. Παρὰ
35τὸ ἐσκάφθαι οὖν εἴρηται σκάμανδρος διὰ τὸ γεγο‐ νέναι καμάτου καὶ κόπου παραίτιον, ἢ διὰ τὸ ἐσκά‐ φθαι ὑπ’ ἀνδρὸς ἐκλήθη Σκάμανδρος, Ξάνθος δὲ, ἐπειδὴ ἐκεῖ λουσάμεναι αἱ θεαὶ ξανθὰς ἔσχον τὰς κόμας, ὁπότε Ἀλεξάνδρῳ ἧκον ἕνεκα κάλλους κριθη‐
40σόμεναι. Ὅμηρος,
40 Ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον. Σκάνδαλον: Παρὰ τὸ σκάζω, ὃ σημαίνει τὸ χωλαίνω. Λέγεται καὶ σκάνδαλον ἡ διαστροφή. Σκάνδαλον: Τὸ σκάζον περὶ τὴν ἀλήθειαν. Σκανδάληθρον: Τὸ πέταυρον τῶν παγίδων·
45ἀπὸ τοῦ σκαζόμενον συμπίπτειν καὶ κρατεῖν τὸ ἐμ‐ πεσὸν, ἔστι δὲ τὸ ἐν τῇ παγίδι καμπύλον ξύλον, ᾧ ἐρείδεται. Ἀρχίλοχος δὲ ῥόπτρον ἔφη· οἷον, Ῥόπτρῳ ἐρειδόμενον. Σκαλεύω: Εἰς τὸ σκῆψις.

715

(50)

Σκαμβή: Παρὰ τὸ σκαιῶς προβαίνειν. Ἢ

715

(50)

παρὰ τὸ σκάπτω, τὸ κατορύσσω· ὁ γὰρ διεστραμ‐ μένος πολλὰ κατορύσσει κατὰ τοῦ πλησίον. Σκαληνόν: Σκολιὸν, πολύγωνον· τοῦ γὰρ τρι‐ γώνου εἴδη τρία, ἰσόπλευρον, ἰσοσκελὲς, σκαληνόν. Σκαφεῖον: Ὁ καδίσκος ᾧ καταχέονται αἱ γυ‐
55ναῖκες. Ἐκαλεῖτο δὲ οὕτως, ἐπεὶ καὶ σκάφη εἶδός τι πλοίου, καὶ ὁμοιότροπός ἐστι τῷ πλοίῳ ὁ καδίσκος. Ἔστι δὲ καὶ κουρᾶς εἶδος, καὶ ἄμης γεωργικῆς.

716

Σκίρτης: Λόχος ἀνδρῶν ἑξακοσίων, οἳ αὐτοὶ καθ’ αὑτοὺς ἐστρατεύοντο, καὶ οὐχ ἅμα τοῖς ἄλλοις Λακεδαιμονίοις. Σκαρδαμύσσειν: Παρὰ τὸ μύω μύσσω παρά‐
5γωγον, καὶ παρὰ τὸ σκαίρειν, τὸ κινεῖν, παρὰ τὴν συνεχῆ κίνησιν τῶν βλεφάρων, ἃ δὴ τὸ μύειν παρέχει· τὸ δὲ σκαίρω, ἀποβολῇ τοῦ ς, καίρω· καὶ διπλασιασμῷ, καρκαίρω· ἔνθεν καὶ τὸ, Κάρκαιρε δὲ γαῖα [πόδεσσιν
10ὀρνυμένων ἄμυδις.]
10Οἷον ἐν κινήσει καὶ ταραχῇ ἡ γῆ ἐγένετο, διὰ τὸ
πλῆθος τῶν σειόντων αὐτὴν ποδῶν. Καὶ τὸ καρδα‐ μύσσειν ἀπὸ τοῦ σκαίρω ἀποβολῇ γέγονε, τὸ κινεῖν καὶ μύειν τὰ βλέφαρα· καὶ Βλέψον εἰς ἐμὲ ἀσκαρδαμυκτὶ,
15Ἀριστοφάνης ἐν Ἱππεῦσι· παρὰ τὸ σκῶ, σκαίρω,
15ὡς σπῶ σπαίρω.
15 Σκάφος: Παρὰ τὸ σκάπτω, τὸ κοιλαίνω, σκάψω, ἔσκαφα· ἐξ αὐτοῦ σκάφος, ἀπὸ μεταφορᾶς τῶν σκαπτομένων καὶ γινομένων βαθέων. Σκαιαὶ πύλαι: Αἱ τῆς Ἰλίου· ἢ ἀπὸ τοῦ Σκαιοῦ τοῦ κατασκευάσαντος αὐτάς· ἢ ὅτι ἐν τοῖς σκαιοῖς
20μέρεσι τῆς πόλεως κεῖνται, ἤγουν ἐν τοῖς ἀριστεροῖς· ἢ παρὰ τὸ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας, τὸν γὰρ δούρειον ἵππον κατ’ αὐτὰς ἐδέξαντο. Αὗται δὲ καὶ Δαρδάνιαι προσηγορεύοντο, δι’ ὧν ἐξῄεσαν εἰς τὸ πεδίον οἱ Τρῶες.
25Σκαιός: Ἐκ τοῦ σκάζω, τὸ χωλαίνω, ἢ τὸ οὐκ
25ὀρθῶς βαδίζω· ἐξ οὗ καὶ σκαμβὸς, ὁ μὴ ὀρθῶς βα‐ δίζων· καὶ σκαιὸς ἄνθρωπος, σκαμβός τις ὢν καὶ μὴ ὀρθὸς, σκαὸς καὶ σκαιός· καὶ σκαιὴ, ἡ ἀριστερὰ χείρ· σκαιῶς γὰρ ἔχει πρὸς τὰς πράξεις. Παρὰ τὸ σκάζειν οὖν περὶ τὰς πράξεις ἐνδέουσαν· ἢ ὅτι ἀσθε‐
30νεστέρα τῆς δεξιᾶς· ὁ δὲ ἀσθενὴς σκάζει. Σκέλος: Ἢ παρὰ τὴν σχίσιν· διέσχισται γὰρ ἀπ’ ἀλλήλων· ἢ παρὰ τὴν κέλευθον, δι’ ἧς βαδίζομεν· ἢ παρὰ τὸ ἐσκληκέναι καὶ σκληρότερα εἶναι τῶν ὕπερθεν. Ἢ κέλευθος, πλεονασμῷ τοῦ ς, σκέλευθος,
35καὶ συγκοπῇ, σκέλος· δι’ αὐτῶν γὰρ τὴν ὁδὸν τε‐ λοῦμεν. Ἢ παρὰ τὸ σχίζω, σχέλος, καὶ σκέλος· ἀπεσχισμένα γάρ εἰσιν ἀπ’ ἀλλήλων. Ἐκ δὲ τοῦ σκέλος γίνεται σκελίζω. Σκέλλω: Σημαίνει τὸ ξηραίνω· Ἰλιάδος ψʹ,
40 μὴ πρὶν μένος ἠελίοιο σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν· καὶ σκελετὸς, ὁ ἀπεξηραμμένος. Σκεῦος: Παρὰ τὸ σχῶ, τὸ κρατῶ καὶ φυλάττω, σχεῦος καὶ σκεῦος· ἢ παρὰ τὸ κεύθω, τὸ κρύπτω.
45Σκεπάζω: Ἐκ τοῦ σκέπω· τοῦτο παρὰ τὸ σχέθω,
45τὸ κωλύω, σχέπω· καὶ τροπῇ καὶ πλεονασμῷ τοῦ τ, σκέπτω. Ἢ παρὰ τὸ σκιὰ καὶ τὸ ἕπω. Σκείρων: Ὄνομα λῃστοῦ, πολλῆς φθορᾶς γεγο‐ νότος αἰτίου. Τὸ ΣΚΕΙ, δίφθογγον, κατὰ ἀναλογίαν· ἀπὸ τοῦ κείρω κείρων καὶ σκείρων· καὶ τὸ κουσείρων.

716

(50)

Σκηνῶ: Παρὰ τὸ σκηνή· τοῦτο παρὰ τὸ σχῶ, τὸ κρατῶ, σχηνὴ καὶ σκηνὴ, ἡ κρατοῦσα καὶ φυ‐ λάττουσα ἡμᾶς. Ἢ παρὰ τὸ ἵστημι. Σκηνὴν δὲ ἣν ἔχουσι: Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. Ἔοικε δὲ σκεῦός τι εἶναι, ὅπερ οἱ
55μὲν κόσμόν τινα γυναικεῖον εἶναι φασὶν, οἱ δὲ, σκιά‐ δειον. Ῥητορική. σκῆνος τὸ σῶμα, παρὰ τὸ σκήνωμα καὶ σκηνὴν
εἶναι τῆς ψυχῆς, οἷον οἰκητήριον.

717

Σκηπάνιον: Σκῆπτρον, ῥάβδος. Ἰλιάδος νʹ. Σκῆπτρον: Παρὰ τὸ σκήπτω, τὸ ἐπακουμβίζω· ἀπὸ τοῦ σκήπτεσθαι καὶ ἐπερείδεσθαι αὐτῷ, πλεο‐ νασμῷ τοῦ ρ. Ἔστι δὲ βασιλικὴ ῥάβδος.
5 Σκῆψις: Ἡ πρόφασις· ἀπὸ τοῦ σκήπτω, τὸ προφασίζομαι. Τοῦτο παρὰ τὸ σκέπτω· οἱ γὰρ προφασιζόμενοι σκέπτονται τὶ εἴπωσιν. Καὶ ἐπέ‐ σκηψε σημαίνει ἐνετείλατο, ἢ προεφασίσατο. Ἔστι καὶ δίκη τὶς οἷον ὑπωμοσία καὶ παραγραφή. Δη‐
10μοσθένης ἐν τῷ πρὸς Πανταίνετον, Ἀλλ’ ἐπὶ ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφότερ’ αὐ‐ τῶν ἐπιδείξω. Ἔστι δὲ καὶ ὄρχησίς τις ἡ σκῆψις. Σημαίνει καὶ ἀναβολὴν, ἢ φροντίδα. Ἔστι δὲ καὶ πόλις ἐν
15Τροίᾳ, ἧς μέμνηται Δημοσθένης ἐν τῷ κατὰ Ἀρι‐
15στοκράτους. Λέγεται δὲ σκῆψις, καὶ ἡ ἐκ μελέτης
15ψευδομαρτυρία· παρὰ τὸ σκέπτω σκέψις καὶ σκῆψις, ὁ σκεπτόμενός τι εἰπεῖν ψευδές. Ἔστι δὲ καὶ ἐπι‐ σκηψάμενον, καὶ τὸ ἐπιβαρήσαντα· καὶ ἐπισκή‐ ψασθαι, τὸ ἐπιβαρῆσαι καὶ ἐπισημειώσασθαι. Σκαλεύω: Ὡς τὸ,
20 Ἐφ’ ἡμᾶς αὐτοὺς ἐσκαλευκότες φαινόμεθα· σεσαλευκότες, ἐρευνήσαντες. Παρὰ τὸ σάλος, σα‐ λεύω. Σκέπτεσθαι: Σκέπτεσθαι μέν ἐστι τὸ βουλεύ‐ εσθαί τι· σκήπτεσθαι δὲ, τὸ προφασίζεσθαι μεθ’
25ὑποκρίσεως. Σκέπαρνον: Τὸ ἔριον, διὰ τὸ σκέπειν τὸν ἄρνα. Σκείρων: Ἄνεμος ἀπὸ τῶν Σκειρωνίδων πετρῶν καταπνέων.
30Σκειρά: Ἑορτὴ Ἀθήνησιν.
30σκειράφια, τὰ κυβεῖα· ἤτοι ἐπεὶ σκείραφός τις
30ἐστὶν ὄργανον κυβευτικόν· ἢ ἀπὸ Σκειράφου τινὸς
30κυβευτοῦ· ἢ ὅτι ἐν τῷ τῆς σκειράδος Ἀθηνᾶς ἱερῷ οἱ κυβευταὶ ἔπαιζον. Σκειρὰς Ἀθηνᾶ: Εἶδος ἀγάλματος Ἀθηνᾶς· ὀνομάζεται δὲ οὕτως ἀπὸ τόπου τινός. Σκιά: Παρὰ τὸ κίω, τὸ ἀκολουθῶ, κιά· καὶ
35πλεονασμῷ τοῦ ς, σκιὰ, ἡ συνακολουθοῦσα· καὶ
35σκιόεις, ὁ σκιὰν ἀποτελῶν. Σκιάς: Τὸ ᾠδεῖον τῶν Λακεδαιμονίων κατὰ τὴν ἀρχαίαν φωνὴν σκιὰς καλεῖται· οἶκος γὰρ ἐστὶ στρογγύλος. Τοὺς δὲ τοιούτους, διὰ τὸ τὴν ὀροφὴν ἔχειν μίμημα τῶν σκιαδείων, σκιάδας οἱ πάλαι
40προσηγόρευσαν. Ἐπεὶ δὲ μετωνόμασται σκιάδες, καὶ τὸ πολὺ πλῆθος τῶν Ἑλλήνων θολιὰς ἐκάλουν αὐτάς· καὶ τοὺς οἴκους τοὺς περιφερεῖς οἱ μὲν θόλους, οἱ δὲ θολιὰς προσαγορεύουσι. Σκιδνῶ: Ἐκ τοῦ σκεδῶ σκιδνῶ, ὡς πέτω πιτνῶ,
45κερῶ κιρνῶ· ἐξ οὗ παράγωγον, σκίδνημι· τὸ τρίτον τῶν πληθυντικῶν, σκιδνᾶσι· τὸ παθητικὸν, σκίδναμαι, ἐσκίδνατο, καὶ ἐσκίδναντο. Σκίπων: Παρὰ τὸ σκηρίπτω κατὰ ἀποβολὴν τοῦ τ καὶ τοῦ ρ καὶ συγκοπῇ τοῦ η, σκίπων·

717

(50)

σημαίνει δὲ τὴν βακτηρίαν. σκίμπους σκίμποδος, παρὰ τὸ σκηνὴ καὶ τὸ
ποὺς ποδὸς γίνεται, σκηνίπους τὶς ὢν, ᾧ σκηνοῦσι τὰ σώματα· καὶ συγκοπῇ, σκίμπους. Λέγεται δὲ τὸ μέρος τοῦ κραββάτου· μεταφορικῶς δὲ, ὅλος ὁ
55κράββατος. Λέγεται καὶ σκίμπος χωρὶς τοῦ υ, ὡς ἀελλόπος, σκηνόπους τὶς ὢν, ὁ σκηνῇ ὅμοιος. Σκιρωθῆναι: Φαμὲν ἐπὶ τοῦ ῥύπου τοῦ σφόδρα

718

ἐμμένοντος καὶ δυσεκπλύτου. Σώφρων ἐν τοῖς Γυναι‐ κείοις τροπικῶς, Πρὶν αὐτὰν τὰν νόσον εἰς τὸν μυελὸν σκιρωθῆναι. σκίρον δὲ τὸν ἀειδῆ ῥῦπον καὶ Κρατῖνος λέγει, καὶ
5Εὔπολις ἐπὶ τοῦ ἐν τῷ τυρῷ ῥύπου· ἀλλὰ καὶ Ξενο‐
5φῶν ἐν τῷ περὶ Ἱππικῆς οὕτω λέγει. Σκιρροφοριών: Ὄνομα μηνὸς παρὰ Ἀθηναίοις. Λέγεται δὲ παρὰ τὸ φέρειν σκίραν ἐν αὐτῷ τὸν Θησέα, ἤγουν γύψον· ὁ γὰρ Θησεὺς, ἀπερχόμενος μετὰ Μινωταύρου, τὴν Ἀθηνᾶν ποιήσας ἀπὸ γύψου,
10ἐβάσταζεν. Ἐπεὶ οὖν τῷ μηνὶ τούτῳ ἐποίησε, λέγεται σκιροφοριών. Σκίφος: Τὸ ξίφος, διαιρέσει τοῦ ξ εἰς ΚΣ, καὶ ὑπερθέσει. Σκιρτῶ: Παρὰ τὸ σκαίρειν, τὸ πηδᾶν, ἀφαιρέσει
15τοῦ α, καὶ πλεονασμῷ τοῦ τ, μετὰ περισπωμένου
15τοῦ τόνου.
15Σκληρός: Παρὰ τὸ σκλῶ μονοσύλλαβον, ὅ
15ἐστιν ἀπὸ τοῦ σκέλλω. Σκνιπός: Ὁ μικρολόγος, καὶ σκνιφός· παρὰ τοὺς σκνίπας καὶ τὴν τούτων σμικρότητα. Σκνὶψ δέ ἐστι κωνωποειδὲς πτηνόν. Ὦρος. Λέγει δὲ ὁ Χοιροβοσκὸς, ὅτι λέγεται καὶ σκνὶψ καὶ κνίψ· καὶ
20τὸ μὲν σκνὶψ κλίνεται καὶ διὰ τοῦ π, καὶ διὰ τοῦ φ, οἷον σκνιφὸς καὶ σκνιπός· τὸ δὲ κνὶψ διὰ τοῦ π μόνον κλίνεται. Ἔστι δὲ ζῷον εὐτελές· ὅθεν καὶ ἐπὶ τῶν μικροψύχων ἀνδρῶν εἴωθε λέγεσθαι, ὅτι σκνιφός ἐστι· μετάγεται γὰρ ἡ γενικὴ εἰς εὐθεῖαν.
25Σκόλοπες: Ὀξέα ξύλα, ἅπερ ἐπήγνυον τῷ
25τείχει· παρὰ τὸ κολάπτω, κολάψω, κόλαψ· ἢ παρὰ τὸ σχίζω σχόλαψ, καὶ σκόλοψ, τὸ διεσχισμένον καὶ ἀπωξυμμένον ξύλον. Σκολιός: Παρὰ τὸ σκάζω, τὸ χωλαίνω, ὁ μὴ εὐθεῖαν ὁδὸν πορευόμενος, ἀλλὰ διεστραμμένην· ἢ
30παρὰ τὸ σκαιός· ἢ παρὰ τὸ σκόλον, ὃ σημαίνει τὸ ἀπωξυμμένον ξύλον. Σκολιὸν πόρον λέγουσι τὸν ἀπὸ Βυζαντίου
πλοῦν ἕως τοῦ στομίου τοῦ Πόντου, ἔνθα εἰσὶν καὶ αἱ κυάνεαι πέτραι· ἢ διὰ τὸ σκαμβὸν εἶναι καὶ
35οὐκ ἴσον· ἔοικε δὲ τῷ ξ στοιχείῳ, καὶ θηρίῳ
35ἕρποντι.
35 Σκολιά: Τὰ συμποτικὰ ᾄσματα. Δίδυμος φησὶν διαφόρους ἐτυμολογίας ἐν [τῷ] τρίτῳ τῶν Συμ‐ ποσιακῶν. Ὦρος. Ἀπὸ τοῦ μεθύουσι καὶ σκολιῶς ἔχουσι τὰ αἰσθητήρια ᾄδεσθαι. Σκολύθριον: Πλάτων τίθησιν ἀντὶ τοῦ ὑφ’
40ἡμῶν λεγομένου ὑποποδίου, ὑπὸ ποιητῶν δὲ ὑπο‐ θρονίου. Πλάτων, Ὥσπερ οἱ τὰ σκολύθρια τῶν μελλόντων καθιζήσεσθαι ὑποσπῶντες χαίρουσι καὶ γελῶσιν, ἐπειδὰν ἴδωσιν ὕπτιον ἀνατετραμμένον.
45Τινὲς δὲ ἐπὶ τῶν μικρῶν διφριδίων ἐξεδέξαντο τὴν
45λέξιν. Σκοπός: Σημαίνει βʹ· τὸν κατάσκοπον, ὡς τὸ,

718

(50)

[Σοὶ δ’ ἐγὼ] οὐχ ἅλιος σκοπὸς ἔσσομαι, Ἰλιάδος κʹ· ἐπὶ δὲ τῆς ἁπλῶς παρατηρούσης, Δμωάων σκοπὸς ἐσσὶ κατὰ μέγαρ’ ἡμετεράων. Σκοπιά: Ὁ ὑψηλὸς τόπος, καὶ σκόπελος· ὁμοίως καὶ σκοπαὶ, ὑψηλοὶ τόποι· ἀμφότερα, ἀφ’
55ὧν ἐστι περισκοπῆσαι καὶ ἰδεῖν τὰ πόρρω καὶ κύκλῳ. Ἐκ δὲ τοῦ σκοπιὰ γίνεται καὶ σκοπιάζω· ση‐ μαίνει τὸ βλέπω. Σκρινιάριος: Τῆς δουκικῆς ὑπάρχων τάξεως,

719

Λατινικῇ φωνῇ, ὅ ἐστι νοτάριος Ἑλληνικῶς, ἢ χαρ‐ τοφύλαξ· σκρινίον γὰρ τὴν δρυφακτικὴν λάρνακα οἱ Ῥωμαῖοι καλοῦσι. Σκορακισμός: Οἱ παλαιοὶ παρὰ δύο λέξεις
5διεζευγμένας παράγωγα ποιοῦσι πολλάκις· Νέα πόλις, Νεαπολίτης· παρὰ ποταμὸν, παραποτάμιος· οὕτως καὶ τὸ σκορακίζειν· ἐς κόρακας, ἐσκορακίζειν· καὶ ἀποβολῇ τοῦ ε, σκορακίζειν. Οὕτως Ὦρος. Ἀλλὰ καὶ Ὠρίων καὶ Ἡρωδιανὸς περὶ Παθῶν.
10 Σκορδινᾶσθαι: Τὸ παρὰ φύσιν τὰ μέλη ἐκτεί‐ νειν μετὰ τοῦ χασμᾶσθαι διακλώμενον λέγεται· γίνεται δὲ περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνωσι τὰς χεῖρας, ὅπερ καὶ περὶ τοὺς ἄλλως πως βασανιζομένους καὶ διαστρε‐
15φομένους τὰ μέλη· οἷον σκορδινᾶσθαι, δινεῖσθαι ἀπὸ κόρου ὕπνου ἢ τροφῆς. Ἢ καρηδινᾶσθαι τὴν κεφα‐ λήν. Ὦρος. Σκορπίζω: Ἐκ τοῦ καρπὸς καρπίζω καὶ σκορ‐ πίζω. Ἐκ μεταφορᾶς εἴρηται ἡ λέξις, ἐπεὶ ὁ
20καρπὸς σκορπίζεται. σκορπίζω ἐκ τοῦ σκορπίος· σημαίνει δὲ τρία· τὸν χερσαῖον, καὶ γίνεται παρὰ τὸ σκορπίζειν τὸν ἰόν· καὶ τὸν θαλάσσιον, καὶ γίνεται ἐκ τοῦ πλήττειν καὶ τὸν ἰὸν ἐπιβάλλειν· ἢ παρὰ τὸ σκαιῶς ἕρπειν. Ση‐
25μαίνει καὶ τὸν ἀστέρα· καὶ λέγεται ἀπὸ τῆς πρὸς
25τὸν χερσαῖον ὁμοιότητος· ἐπειδὴ, ὅτε ἐναντίος ἐστὶν ὁ ἥλιος, τότε τὰ σπέρματα ἐπὶ τὴν γῆν σπείρομεν σκορπίζοντες· ἢ ἐπειδὴ ἐκ τοῦ κόλπου σκορπίζομεν τὰ σπέρματα. Σκότος: Ἀπὸ τοῦ σκιάζειν ὠνόμασται. Οἱ δέ
30φασιν ὅτι σκοπός ἐστιν, ὅτι δεῖ προσκοπεῖσθαι τὸν προσερχόμενον ἐν τῷ αὐτῷ. Οὕτως Ἡρακλείδης· ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ σχέθειν ἡμᾶς πολλάκις προϊ‐ έναι, ὅ ἐστιν ἐπισχεῖν. Ὦρος. Σκοτόμαινα: Νὺξ ἐστὶν ἐν ᾗ μαίνεται καὶ
35ἀκαταστατεῖ τὰ οὐράνια.
35 Σκῶλος: Εἶδός ἐστιν ἀκάνθης, ἣ πυρωθεῖσα εὐτονώτερος γίνεται. Ἰλιάδος νʹ,
40 Ὥστε σκῶλος πυρίκαυστος. Ὁ δὲ Ἀπίων ῥάβδος πεπυρακτωμένη. Ἔστι δὲ καὶ πόλις ἐν τῇ Βοιωτίᾳ. Ἔστι δὲ ἅπαξ τὸ ὄνομα. Λέγεται δὲ παρὰ τὸ σκέλλω, τὸ ξηραίνω, ὁ ὑπὸ πυρὸς ἐξηραμμένος.
45Σκώληξ: Παρὰ τὸ μὴ ἔχειν κῶλον, ἤγουν
45ὀστέον, κατὰ ἀντίφρασιν, πλεονασμῷ τοῦ ς· τὸ δὲ κῶλον, παρὰ τὸ κλῶ· τὸ δὲ κλῶ, παρὰ τὸ σκέλλω, τὸ ξηραίνω· καὶ γὰρ σκληρότερόν ἐστι καὶ ξηρότερον. Σκῶπες: Ἔστι τὶ ζῷον σκὼψ λεγόμενον· κό‐ βαλον δὲ καὶ μιμηλὸν τὸ ὄρνεον. Τινὲς δὲ κακό‐

719

(50)

φωνον αὐτὸ λέγουσι. Καὶ εἴρηται οὕτως παρὰ τὸ σκαιὰν ἔχειν ὄπα. Φασὶ δὲ ἀπὸ τοῦ ζῴου καὶ τὸ σκώπτειν εἰρῆσθαι, τουτέστι τὸ λοιδορεῖν. Σκύβαλον: Τὸ δι’ ἐντέρων ἐκδιδόμενον, κυσί‐ βαλόν τι ὄν.
55Σκυδμαίνειν: Τὸ σκυθρωπάζειν καὶ ὀργίζεσθαι·
55κυρίως ἐπὶ τῶν λεόντων καὶ λεαινῶν τῶν ἐπὶ τοῖς ἀφαιρουμένοις σκύμνοις ὀργιζομένων. Ἀπὸ οὖν τοῦ σκύμνος καὶ τοῦ μεναίνειν γίνεται τὸ σκυδμαίνειν·

720

ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον συστολῆς τοῦ σκύλους, ὅ ἐστι δέρμα, ὃ συμβαίνει ἐπὶ τῶν ὀργιζομένων.
Ἰλιάδος ωʹ. σκύνιον λέγεται ἡ ὀφρύς· καὶ ἐξ αὐτοῦ γίνεται
5σκυνίζω καὶ σκύζω.
5 Σκύζεσθαι: Σημαίνει τὸ ὀργίζεσθαι, παρὰ τοὺς Σκύθας· οἵτινες, ὀργιλώτατοι ὄντες, τὸ ἐπισκύνιον καθέλκουσι. Σκυθρωπάσαι: Πλεονασμός ἐστι τοῦ ρ· σκυ‐ θωπάσαι γὰρ ἐστὶν, παρὰ τὸ Σκυθικοὺς ἔχειν ὦπας.
10Ἢ σκυθρωπὸς παρὰ τὸ σκύζω, τὸ ὀργίζομαι, καὶ τὸ
10ὢψ ὠπὸς ὁ ὀφθαλμός. Ἢ παρὰ τὸ χύτρα καὶ τὸ ὢψ γίνεται χυθρωπός· καὶ πλεονασμῷ τοῦ ς, καὶ τροπῇ τοῦ χ εἰς κ, τουτέστιν ὁ ἀφανὲς πρόσωπον κεκτημένος. Σκῦλα: Σημαίνει τὰ ἀπὸ τοῦ πολέμου συναγό‐
15μενα λήϊα. Καὶ τὰ ἐκ τῶν πολεμίων λαμβανόμενα
15ἔτι ζώντων λάφυρα, τὰ δὲ τῶν τεθνεώτων σκῦλα. Γίνεται δὲ παρὰ τὸ συλῶ σῦλον καὶ σκῦλον, ὅθεν τὸ ΣΚΥ μακρόν. Σκύλλα: Παρὰ τὸ φωνὴν ἔχειν σκύλακος. Ὅμηρος,
20Τῆς δ’ ἦν φωνὴ μὲν ὅσον σκύλακος νεογιλλῆς.
20Ὠρίων.
20Σκύλος: Κυρίως ἐπὶ κυνὸς νεογνοῦ· ἀπὸ τοῦ
20ἐπισχεῖν ἐπὶ τὸ ὑλακτεῖν, σκύλαξ τὶς ὤν. Ὦρος. Σκύμνος: Τὸ τῶν λεόντων ἔκγονον· παρὰ τὸ σκύζω, τὸ ὀργίζομαι. Σκύμνος λέγεται ἐπὶ λέοντος· σκυμνὸς δὲ, ἐπὶ τῶν ἄλλων ζῴων. Σκύρος: Ἡ νῆσος· ἐπεὶ ἀργιλώδης ἐστι καὶ
25λευκόγεως. Σκύρος γὰρ ἡ λατύπη· Δίδυμος λέγει ἐν ὑπομνήματι ξʹ Ὀδυσσείας· Αἱ ἀργιλώδεις φαῦλαι εἰς καρπῶν ἀνέσεις, μηλόβοτοι δὲ,
27καθάπερ Σκύρος καὶ αἱ λεγόμεναι Ἀργινοῦσαι. Ὦρος. Σκύτος: Τὸ δέρμα· καὶ σκυτοδέψης. Παρὰ τὸ ξύω,
30ξύτος· εἶτα διαλύσει τοῦ στοιχείου, καὶ ὑπερθέσει, γίνεται σκύτος, τὸ ξυόμενον· οὐδὲν γὰρ οὕτως ξύεται. Ἢ παρὰ τὸ σχίζω, σχίτος, καὶ σκύτος, κατὰ ἐναλ‐ λαγὴν καὶ τροπήν· ἐσχισμένον γάρ ἐστιν ἅπαν· σκύτος δὲ λέγεται πᾶν τὸ μεταξὺ τῶν τενόντων τοῦ
35τραχήλου δέρμα, ὡς Πετρώνιός φησι. Τινὲς δέ φασι σκύτος λέγεσθαι τὸν νωτιαῖον μυελόν· οἱ δὲ, τὸν μεταξὺ τῶν ὀφρύων καὶ τοῦ μετώπου τόπον· οἱ δὲ, τὸ ἰνίον, ὅπερ ἐπισκύνιον καλοῦμεν. Ἄλλοι δὲ τὸ τῆς κεφαλῆς δέρμα· παρ’ ὃ καὶ σκύτος εἴρηται,
40τουτέστιν ἡ κεφαλή.
40 Σκυτίνας: Περιζώματα ἀπὸ λώρων· παρὰ τὸ σκύτος, ὅ ἐστι δέρμα. Σκυταλωτοὺς τροχούς: Ῥαβδωτούς. Ἡ σκυ‐ τάλη παρ’ Ἀττικοῖς βακτηρίαν σημαίνει. Καὶ ὄφεως δὲ ἐστί τι εἶδος οὕτως καλούμενον. Καὶ παρὰ
45Λακεδαιμονίοις ἐπὶ βακτηρίας τάττεται. Καὶ ΣΚΥ‐ ταλίδες, καμπῶν εἶδος· ὅ ἐστι ζῷόν τι. Παρὰ Ἀλεξανδρεῦσί τε εἶδος καρίδων, καὶ σκεῦός τι ἐν
τῇ νηΐ· καὶ σκυταλουμένη, ξύλῳ τυπτομένη. σκυ‐ τάλη δὲ, πίναξ, δέλτος. Ἔθος δὲ Λακεδαιμονίοις

720

(50)

χρῆσθαι σκυτάλῃ ἀντὶ τῶν γραμματείων. Σμαραγεῖ: Ψοφεῖ, κτυπεῖ· ἀπὸ τοῦ σμάραγος, σμαραγῶ· τοῦτο παρὰ τὸ σπαράσσω σπάραγος καὶ σμάραγος, ψόφος, ἦχος. Κυρίως γὰρ σμάραγος, ὁ ἀπὸ σπαραγμοῦ ἦχος. Ἔστι δὲ καὶ ἕτερον σμα‐
55ραγῶ, καὶ σημαίνει τὸ λάμπω· ἐξ οὗ καὶ σμάραγδος, ὁ λαμπρότατος λίθος. Παρὰ τὸ μαίρω, τὸ λάμπω, ὁ μέλλων, μαρῶ· κατὰ παραγωγὴν, μαράσσω· πλεο‐

721

νασμῷ τοῦ ς, σμαράσσω· καὶ ῥηματικὸν ὄνομα, σμάραγος καὶ σμάραγδος. Σμερδαλέος: Καταπληκτικὸς, φοβερός. Ἐκ τοῦ σμερδνὸν, σμερδαλέος, ἀποβολῇ τοῦ ν· καὶ
5σμερδνὸν, τὸ καταπληκτικὸν, ἀπὸ τοῦ μερίζειν τὴν ψυχὴν τῶν ὁρώντων τῷ φόβῳ, καὶ μὴ ἐᾶν αὐτὴν ἐν τῷ αὐτῷ μένειν. Παρὰ τὸ μερίζω μεριδνός· καὶ συγκοπῇ, καὶ πλεονασμῷ τοῦ ς. Σμῆνος: Τὸ μελισσόβοτον· ἢ τὸ σύστημα τῶν
10μελισσῶν· σημαίνει δὲ καὶ τὸ πλῆγμα· καὶ γίνεται ἀπὸ τοῦ σμῶ σμήσω, τὸ πλήσσω. Σμήριγγα: Τὴν τρίχα τῆς κεφαλῆς· ἀπὸ τῆς μήριγγος, ὅπερ σημαίνει τὴν κεφαλὴν, πλεονασμῷ τοῦ ς· Λυκόφρων· καὶ σμικρὸς, ἀπὸ τοῦ μικρὸς,
15πλεονασμῷ τοῦ ς. Σμινθεύς: Ἐπίθετον Ἀπόλλωνος. Οὕτω κα‐ λοῦσι Κρῆτες τοὺς μύας. [Ζήτει τὴν ἱστορίαν ἐν τῷ α τῆς Ἰλιάδος.] Σμυγερή: Ἅμα ἐπίπονος καὶ αἰσχρά. Ἡσίοδος.
20Σμύξαι: Καῦσαι. Ζήτει εἰς τὸ ὑποσμύχουσα.
20 Σμῶδιξ: Ἡ ὕφαιμος πληγή· παρὰ τὸ σμῶξαι· οὕτω δὲ λέγουσιν οἱ Ἴωνες τὸ πατάξαι. Ὁ δὲ Θεόγνωστος, ἀπὸ τοῦ σμῶ, τὸ πλήσσω, κατὰ παρα‐ γωγὴν, σμήγω· καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, σμώγω, σμώξω, καὶ σμῶδιξ. Ἢ ἐκ τοῦ σμῶ
25σμήσω· ἐξ οὗ καὶ σμῆνος, τὸ πλῆγμα. Ἢ παρὰ τὸ μώλωψ μώλωπος μωλωπίζω· ὁ μέλλων, μωλω‐ πίξω· ἐξ αὐτοῦ μῶλιξ· καὶ πλεονασμῷ τοῦ ς, καὶ τροπῇ τοῦ λ εἰς δ, σμῶδιξ. Σμώνη: Ἡ ἐκ τοῦ ἀνέμου πληγή. Ἀπὸ τοῦ
30σμῶ ῥήματος. Τὸ ΣΜΩ, μέγα, ὡς τὸ ζώνη. Δύο
30δέ εἰσιν εἰς ΓΩ δισύλλαβα τῷ ω παραληγόμενα βαρύτονα, τρώγω, καὶ σμώγω. Σμύρνα: Παρὰ τὸ μυρίζω μύρνα καὶ σμύρνα. Ἢ παρὰ τὸ μύρον, πλεονασμῷ τοῦ ν, καὶ προσθέσει
τοῦ ς. Τὸ δὲ ὄνομα τῆς νήσου, Σμύρνη.
35 Σοβαρός: Παρὰ τὸ σεσοβῆσθαι, ἢ παρὰ τὸ σεσεῖσθαι, σοαρὸς καὶ σοβαρὸς, πλεονασμῷ τοῦ β. Εἰς τὸ δυσσόος. Εἴρηται γὰρ περὶ σοβαροῦ, οἷον ὁ σοβῶν καὶ μετὰ σεμνότητος προϊών. Σόλος: Ὁ δίσκος· ἀπὸ τοῦ σῶ, τὸ σείω, τὸ
40ὁρμῶ καὶ κινῶ· τούτου δὲ τοῦ σῶ ὁ μέλλων, σώσω· καὶ ῥηματικὸν ὄνομα κατὰ συστολὴν τοῦ ω εἰς ο, σόλος. Ἢ παρὰ τὸ ὅλον σεύεσθαι. Σόλυμοι: Ἔθνος περὶ Κιλικίαν· ἀπὸ Σολύμου τοῦ Καλδήνης τῆς Πισίου καὶ Ἄρεως· οἱ νῦν
45Ἴσαυροι.
45 Σόλοι: Ἡ ἐν Κύπρῳ πόλις. Πλούταρχος ἐν Σόλωνι, ἀπὸ Σόλωνος τοῦ Ἀθηναίων νομοθέτου· διὸ καὶ τῷ Σόλωνι τιμὴν ἀποδιδοὺς Αἰπεῖαν τὴν πόλιν καλουμένην πρότερον ἀπ’ ἐκείνου Σόλους προσηγό‐ ρευσε.

721

(50)

Σόλοικοι: Οἱ βάρβαροι· ἀπὸ Σόλων[ος] τῶν

721

(50)

Κιλικίων.

721

(50)

Ἰστέον ὅτι διαφέρει τὸ βαρβαρίζειν τοῦ σολοικί‐ ζειν· καθὸ τὸ μὲν βαρβαρίζειν τὸ περὶ μίαν λέξιν ἐστὶν ἁμαρτάνειν· κατὰ τόνον μὲν, ὡς ὅταν τὸ ἄν‐ θρωπος ὀξυτόνως εἴπωμεν ἀνθρωπός· κατὰ γραφὴν, ὡς ὅταν τὸ Νεῖλος διὰ τοῦ ι γράψω· κατὰ κλίσιν, ὡς
55ὅταν τὸ Αἴας Αἴου κλίνω· κατὰ χρόνον, ὡς ὅταν τοῦ Αἴας τὸ α συστέλλω· κατὰ πνεῦμα, ὡς ὅταν τὴν ὑπὸ πρόθεσιν ψιλῶ. Σολοικίζειν δέ ἐστι, τὸ περὶ τὴν σύνταξιν καὶ τὴν φράσιν ἁμαρτάνειν, τουτέστιν,

722

ἑκάστης λέξεως καθ’ ἑαυτὴν κειμένης καλῶς ἐχούσης, ἐν δὲ τῇ συντάξει καὶ τῇ φράσει ἀτάκτως καὶ ἀνα‐ κολούθως παραλαμβανομένης, ὡς ἐπὶ τοῦ, ἐγὼ περι‐ πατῶν ὁ τοῖχος ἔπεσεν. Ἰδοὺ γὰρ ἐνταῦθα ἑκάστη
5λέξις καθ’ ἑαυτὴν οὖσα καλῶς ἔχει, ἐν δὲ τῇ συν‐ τάξει ἀτάκτως καὶ ἀνακολούθως παραλαμβάνεται. Ὅθεν καὶ σολοικισμὸς λέγεται, οἷον ὁ τοῦ σῴου λόγου αἰκισμὸς, ἤγουν ὕβρις τοῦ ὁλοκλήρου λόγου. Δεῖ δὲ γινώσκειν, ὅτι σολοικίζειν καὶ βαρβαρίζειν δεῖ
10λέγειν, καὶ σολοικιζόμενον καὶ βαρβαριζόμενον· σο‐ λοικισμὸς δὲ καὶ βαρβαρισμὸς οὐ δεῖ λέγειν. Χοι‐ ροβοσκός. Σορός: Ἡ τῶν λειψάνων· παρὰ τὸ σεσυρέναι τὰ σώματα ἐν αὐτῇ· ἢ παρὰ τὸ εἴρω, τὸ κωλύω, σορὸς,
15ἡ κωλυτική.
15Σοφός: Παρὰ τὸ σέβω, σοβὸς καὶ σοφός·
15σέβουσι γὰρ τὸν σοφὸν ἅπαντες. Σοφιστής: Κυρίως ὁ σοφιζόμενος· ὁ δὲ Ἀρι‐ στοτέλης σοφιστὰς λέγει τοὺς ἑπτὰ σοφούς. Ἐλέχθη δὲ καὶ ὁ ἐθελοφιλόσοφος σοφιστής· ὁ δὲ τῷ ὄντι, σοφός· ὅθεν ἐπεπόλαζε λέγειν, Φιλοσόφει,
20 Ὄφρ’ εὖ γινώσκῃς ἠμὲν θεὸν ἠδὲ σοφιστήν. Νῦν σοφιστὰς, τοὺς διατριβῶν προϊσταμένους. Οὕ‐ τως Ἀπολλώνιος ἐν ἐξηγήσει τῶν Ἡροδότου γλωσ‐ σῶν. Ὦρος· λέγεται καὶ ὁ ἐπηρεάζων ἑκὼν ἐν τοῖς λόγοις.
25Σοῦσα: Ἡ πόλις· ἀπὸ τῶν περιπεφυκότων
25κρίνων· σοῦσα γὰρ τὰ λείρια λέγεται. Ἢ ἀπὸ τοῦ ἱππάσιμον αὐτὴν εἶναι· σουσίαν γὰρ ὑπὸ Σύρων τὸν
ἵππον λέγεσθαι. Σούσινον μύρον: Τὸ κρίνινον Ἕλληνες προσα‐ γορεύουσι· τὰ γὰρ λείρια ὑπὸ τῶν Φοινίκων σοῦσα
30λέγεται· σοῦσον δὲ τὸ κρίνον ὑπὸ Φρυγῶν λέγεται.
30 Σπάδων: Σημαίνει τὸν εὐνοῦχον· παρὰ τὸ ἀπο‐ σπᾶσθαί τι μέρος αὐτοῦ. Σπάθη: Τὸ ὑφαντικὸν ἐργαλεῖον· παρὰ τὸ κατα‐ σπᾶν τὴν κρόκην. Σπάθαι: Αἱ τῶν πλευρῶν, ἀπὸ τοῦ σπᾶσθαι
35πρὸς ἐπικαμπίαν. Σπάργανον: Παρὰ τὸ σπαράσσω σπαράγανον· καὶ συγκοπῇ. Λέγονται δὲ αἱ πρῶται φασκίαι σπαργανώματα, ἔνθα δεσμοῦνται οἱ παῖδες ῥυθμι‐ ζόμενοι ἐπὶ τὸ ὀρθότερον.
40 Σπάνιον: Τὸ ὀλίγον· ἐκ τοῦ σπάνιος· τοῦτο ἀπὸ τοῦ σπανίζω, ὃ σημαίνει τὸ ἐλαττῶ καὶ φθείρω· τοῦτο παρὰ τὸ σπάνις ἡ λεῖψις· τοῦτο παρὰ τὸ σπῶ σπαίνω. σπαῖνις καὶ σπάνις. Ἢ παρὰ τὸ πένω· καὶ κατὰ παρασχηματισμὸν, πάνις· καὶ πλεονασμῷ
45τοῦ ς σπάνις.
45 Σπάρτα λέλυνται: Ἰλιάδος βʹ. Παρὰ τὸ σπείρω, τὸ εἰλίσσω, σπαρτίον· καὶ ὥσπερ μηρία μῆρα, οὕτως καὶ σπαρτία σπάρτα, κατὰ συγκοπὴν, ὡς ὑποκοριστικόν. Σπαρτιάτης: Ἀπὸ τοῦ Σπάρτη Σπαρτίτης· καὶ

722

(50)

πλεονασμῷ τοῦ α, Σπαρτιάτης. Ὅμοιόν ἐστι καὶ

722

(50)

τὸ Κροτωνιάτης. Ἡρωδιανὸς περὶ Παθῶν. Σπαίρω: Ἐξ οὗ τὸ ἀσπαίρω γίνεται· τὸ δὲ σπαίρω, ἐκ τοῦ σκαίρω. Διαφέρει δὲ κατὰ Ἀττικὴν συνήθειαν. Ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιξε·
55καὶ,
55ἤσπαιρ’ ὡς ὅτε τὶς βοῦς·
55καὶ διότι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα κίνησιν δηλοῖ, ὃ γίνεται ἐν ἰχθύσι καὶ ἐν τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοΐ· τὸ δὲ σκαίρειν ἔμ‐

723

μουσόν τινα ὀρχηστικήν τε καὶ εὔρυθμον κίνησιν δηλοῖ. Ὅθεν παράγονται σκάρος καὶ σπάρος ἰχθύες. Ὅθεν τὸ σκάρος εὔμουσόν τινα καὶ εὔρυθμον κίνησιν ἀποτελεῖ· ἐξ οὗ καὶ τὸ σκιρτᾶν παράγεται. ΣΠΑ‐
5ρίζειν ἐπὶ ἰχθύων λέγεται.
5 Σπένδω: Παρὰ τὸ σπείω σπένδω, παραγωγὴ καὶ οὐ πλεονασμὸς, ὡς κυλίω κυλίνδω, ἀμείρω ἀμέρδω. Σημαίνει δὲ τὸ μετὰ θυσιῶν φιλιοῦμαι καὶ καταλ‐ λάσσομαι καὶ θεῷ καὶ ἀνθρώποις. Σπέος: Τὸ σπήλαιον, τὸ ἀφώτιστον οἴκημα·
10παρὰ τὴν σβέσιν τοῦ φωτός· ὡς ἐπὶ τὸ πολὺ γὰρ φωτὸς ἐστέρηται· ὅθεν φησὶ, σπέος ἠεροειδές· παρὰ τὸ σβῶ σβέω, σβέος καὶ σπέος. Κλίνεται σπέεος· ἡ εὐθεῖα τῶν πληθυντικῶν, τὰ σπέεα· καὶ
15συγκοπῇ, σπέα.
15Σπέρμα: Παρὰ τὸ συνεσπαρμένην ἔχειν ἐν
15ἑαυτῷ τὴν δύναμιν τῆς τελειότητος· καὶ σπερμαί‐
νειν, τὸ παιδοποιεῖν. Ἡσίοδος. Σπέργυς: Παρὰ τὸ πρέσβυς, τροπῇ τοῦ β εἰς γ, πρέσγυς· καὶ ὑπερθέσει, σπέργυς. Περὶ Παθῶν. Σπεύδω: Παρὰ τὸ πέδον γίνεται πεύδω· καὶ
20προσθέσει τοῦ ς· ὁ γὰρ ἀγωνιζόμενος τὴν γῆν διε‐ γείρει. Ἢ παρὰ τὸ ἔω, τὸ περιπατῶ, γίνεται ἔδω, πεύδω, καὶ σπεύδω. Σπέρχω: Σημαίνει τὸ κατεπείγομαι, σπεύδω, καὶ συστρέφω· ἴσως ἀπὸ τοῦ συμπεριέχεσθαι. Συμ‐
25περιέχω οὖν· καὶ κατὰ συγκοπὴν, σπέρχω.
25 Σπέσθαι: Τὸ ἀκολουθῆσαι. Ἀπὸ τοῦ ἕπεται, τὸ ἀπαρέμφατον ἕπεσθαι· πλεονασμῷ τοῦ ς, ἕσπε‐ σθαι, καὶ σπέσθαι. Σπείους: Αὗται εἰσὶ μόναι παρὰ τῷ ποιητῇ εἰς ΟΥΣ λήγουσαι ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων· ἀεὶ γὰρ
30ἐντελῶς λέγεται τείχεος, σάκεος. Τὸ δὲ αἴτιον, ἡ
30εὐθεῖα, καθὸ σπέος καὶ δέος· εἰ προσέλαβεν ἡ γενικὴ ἕτερον ε, σπέεος. καὶ δέεος, κακόφωνον ἂν ἐγίνετο. ἔνθεν ἐποίησε δέους, σπέους· καὶ πλεονασμῷ τοῦ ι, δείους καὶ σπείους. Σπεῖρα: Τὰ ἱματία· παρὰ τὸ ἐνσπείρεσθαι καὶ
35συσφίγγεσθαι ἐν αὐτοῖς· καὶ σπείρημα, τὸ τοῦ ὄφεως εἴλιγμα. Γράφεται δὲ καὶ διὰ τοῦ ι· ὤφειλε δὲ διὰ διφθόγγου· ἀλλ’ ἡ παράδοσις ἔχει τὸ ι· καὶ ἴσως τῷ λόγῳ τῶν ῥηματικῶν. Εἰσὶ γάρ τινα ὀνό‐ ματα ἀπὸ ῥημάτων γινόμενα, ἃ διὰ τοῦ ι γράφεται,
40λείβω λιβάς. Οὕτως ἀπὸ τοῦ σπείρω σπίριον καὶ σπῖρα. Σπήεσσιν: Ἐκ τοῦ σπέος, ἡ δοτικὴ τῶν πλη‐ θυντικῶν, σπέεσι· καὶ ἐκτάσει, σπήεσσι· καὶ ἐν σπέσι, κατὰ συγκοπήν.
45Σπερμολόγος: Μικρὸν ὀρνιθάριον κολοιῶδες·
45ὠνόμασται δὲ ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν. Λέ‐
45γεται δὲ ἀπὸ τούτου καὶ ὁ εὐτελὴς καὶ εὐκαταφρόνη‐ τος ἄνθρωπος, καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν. Σπείρων: Ἀπὸ τοῦ σπῶ, τὸ κατασπῶ· σπωμένη γὰρ ἡ γῆ δέχεται τὰ σπέρματα. Παράγωγόν ἐστι τοῦ σπῶ· ἅμα γὰρ τῷ καταβληθῆναι τὴν σπορὰν

723

(50)

σπᾶται ὑπὸ τῆς γῆς τὸ χωρῆσαν εἰς αὐτήν. Οὕτω Φιλόξενος. Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν θηλειῶν, ὅτε δέχονται τὸ σπέρμα. Σπεῖσαι: Παρὰ τὸ πίσαι, ὅ ἐστι ποτίσαι τὴν γῆν τῷ οἴνῳ. Ὦρος.
55 Σπήλαιον: Παρὰ τὸ σπῶ, τὸ κατασπῶ, καὶ τὸ λάας, ὁ λίθος· σπήλαιον γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ λίθος κατεσπασμένος.

724

Σπήλυγγες: Τὰ βεβρωμένα τῶν πετρῶν· παρὰ τὸ σπᾶν.
Σπιλάδες: Αἱ ὕφαλοι πέτραι, οἷον ἀποσπάδες· ἢ ὅτι μελαίνεται τὸ κατ’ αὐτὰς μέρος. Ἢ σπη‐
5λυγγώδεις εἰσὶν αἱ κοῖλαι πέτραι, παρὰ τὸ σπέος.
5Οὕτως Ὠρίων· ὁ δὲ Ὦρος, ἀπὸ τοῦ λεπίζεσθαι ὑπὸ τῶν κυμάτων τῆς θαλάσσης, οἱονεὶ λεπίς τις οὖσα. Ἢ παρὰ τὸ σχίζεσθαι, ἢ ἀπὸ τοῦ σχάζεσθαι, ἢ ἀπὸ τοῦ συμπεπιλῆσθαι. Σπιθαμή: Εἰς τὸ παλαιστή.
10Σπινθῆρες: Βολίδες καὶ ἀκοντισμοὶ πυρός.
10Παρὰ τὸ σπεῖραι πεποίηται, τὸν τοῦ πυρὸς ἔχων λόγον, οἷον σπορεύς τις ὢν τοῦ θέροντος πυρός. Ἢ παρὰ τὸ μετὰ σπουδῆς ἴεσθαι ἢ θηρᾶσθαι· ἢ παρὰ τὸ ἐν τῇ σποδῷ θεωρεῖσθαι. Σπλάγχνα: Οἱονεὶ πέλαχνα, διὰ τὸ πλησίον
15ἀλλήλων ὑπάρχειν καὶ ἐφάπτεσθαι, καὶ διὰ τὸ σπᾶν τὴν τροφήν. Ὦρος. Σπλήν: Ἀπὸ τοῦ εἰς ἑαυτὸν ἐπισπᾶσθαι τὰ φαυλισθέντα τῶν ὑγρῶν. Σπόγγος: Εἰ μὲν διὰ τοῦ π, παρὰ τὸ σπᾶν τὰ
20ὑγρά· εἰ δὲ διὰ τοῦ φ, παρὰ τὸ σφίγγειν κατὰ τὰς ἐκθλίψεις. Ζήτει εἰς τὸ φῶς. Σποδός: Ἀπὸ τοῦ σβέδω σβέσω, σβοδὸς, καὶ σποδὸς, ἡ ἀμαυροῦσα τὴν φλόγα. Ἢ ἀπὸ τοῦ ποὺς ποδὸς, πλεονασμῷ τοῦ ς, τὸ ἐν ποσὶ κείμενον. Ἢ παρὰ
25τὸ σπένδω· παρὰ γὰρ τῷ πυρὶ ἔθυον οἱ Ἔλληνες. Σποράδες νῆσοι: Ἢ διὰ τὸ σποράδην κεῖσθαι, ἢ ἀπὸ τοῦ σπαρτὸν καὶ σπρατόν. Σπουδῆι: Ἐπίρρημα [μεσότητος, ἢ] ἀθροί‐ σεως. Τὸ ΔΗ, η· τὰ παρὰ δοτικὴν γινόμενα ἐπιρ‐
30ρήματα καὶ τὴν αὐτὴν γραφὴν φυλάσσει. Σπυρίς: Πλεονασμός ἐστι τοῦ ς. ἀπὸ τοῦ πυροὺς, πυρίς. Ἡρωδιανὸς λέγει, ὅτι τοὺς πυροὺς σπυροὺς λέγουσιν οἱ Συρακούσιοι· παρὰ τοὺς σπόρους. Σταγών: Παρὰ τὸ στῶ ῥῆμα· οὗ παράγωγον
35στάζω· οἷον, οὐ ῥύδην, ἀλλὰ στάσιν τῆς φορᾶς τοῦ ὑγροῦ λαβούσης. Στάδιον: Ἤτοι διὰ τὴν στάσιν· ἑστῶτες γὰρ ἐθεῶντο. Οἱ δέ φασι περιττὸν εἶναι τὸ ς· εἶναι γὰρ τάδιον, παρὰ τὴν ἐν τῷ δρόμῳ τάσιν.
40Σταδίη: Ἢ ἐν τῇ συστάδην μάχῃ· ἢ ἀπὸ τοῦ
40διαστήματος τοῦ ὁρισθέντος· ἢ ἀπὸ τοῦ στάντα τὸν Ἡρακλέα τοῦ δρόμου διαπνεῦσαι. Σταθερὸν ἦμαρ: Ἀπολλώνιος, τὸ μέσον τῆς ἡμέρας, τὸ μεσημβρινὸν, ὅτε ἵσταται ὁ ἥλιος· ἧττον γὰρ δοκεῖ τότε κινεῖσθαι. Οἱ δὲ, ἐπὶ τοῦ ἰσχυροῦ
45τιθέασι. Σταθμός: Λέγεται καὶ τὸ καὶ τὸ σταθμιζόμενον, καὶ ἡ παραστάς· σταθμὸς δὲ λέ‐ γεται καὶ ἡ μάνδρα τῶν προβάτων. Ἀμφότερα παρὰ τὴν στάσιν.

724

(50)

Σταθμῶ: Παρὰ τὸ στάθμη· τοῦτο παρὰ τὸ

724

(50)

ἵστασθαι.

724

(50)

Στακτή: Παρὰ τὸ στάζω στάξω, ἔσταγμαι,

724

(50)

ἔστακται, στακτή. Σταλαγμός: Στῶ ῥῆμα· οὗ παράγωγον, στάσσω· ὁ μέλλων, στάξω· ἐξ οὗ σταγμὸς, ὡς φράξω φρα‐ γμός· πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, σταλαγμός. Ἢ ἐκ τοῦ σταλάσσω· τοῦτο ἐκ τοῦ στάσσω, πλεο‐
55νασμῷ τῆς ΑΛ συλλαβῆς.
55 Σταμίνες: Τὰ καταστρώματα τῆς νηὸς, ἐφ’ ὧν ἱστάμεθα. Ἀρίσταρχος δὲ ὀρθὰ ξύλα, οἷον στή‐ μοσιν ἐοικότα. Ὦρος.

725

Στάμνος: Μέτρον τί. Στάν: Ἀπὸ τοῦ ἔσταν. Στάσιμον: Τὸ μέλος τοῦ χοροῦ· ὅταν γὰρ ὁ χορὸς μετὰ τὴν πάροδον διατίθηταί τι μένων ἀκί‐
5νητος πρὸς τὴν ὑπόθεσιν, ἂν εἰκότως στάσιμον λέγοιτο. [Στένεται: Καὶ] περιστένεται θυμούμενος πε‐ ριττῶς καὶ πέρα τοῦ δέοντος θυμοῦται καὶ ὀργί‐ ζεται.
10Στασιάζειν: Ὁ μὲν Ἡρωδιανὸς πλεονασμὸν
10λέγει εἶναι τοῦ α, ἀπὸ τοῦ στάσις στασίζω καὶ
10στασιάζω· ὁ δὲ Ὦρος λέγει, ὅτι τοὔνομα ἔλαβεν
10ἀπὸ τοῦ ἵστασθαι καὶ συστρέφεσθαι τινὰς περισσο‐ τέρως πρὸς ἀλλήλους. Στατήρ: Ἀπὸ τοῦ ἵστημι, στήσω· καὶ παρ’ ἡμῖν ἐπὶ τοῦ νομίσματος τίθεται· οἱ δὲ ἀρχαῖοι, ἐπὶ τοῦ δανείζειν. Ὀβολοστάτας γοῦν οἱ Ἀττικοὶ
15τοὺς ὀλίγα δανείζοντας ἔλεγον ὑπερβολικῶς· καὶ τὸ
15παρ’ Ὁμήρῳ τοιοῦτόν ἐστι,
15 Δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ χρεῖος, Ἰλιάδος νʹ· ἀντὶ τοῦ, δέδια μὴ ὃ χθὲς οἱ Ἕλληνες ἐδάνεισαν χρέος, σήμερον ἀπολάβωσι· τουτέστι, τὴν νίκην ἣν δεδώκασιν ἡμῖν χθὲς ἡττηθέντες ὑφ’ ἡμῶν,
20μὴ σήμερον ἡμᾶς νικήσωσι. Τὸ γὰρ ἀποστήσωνται,
20ἀντὶ τοῦ ἀπολάβωσιν. Ὁ οὖν πρὸς τὸ διδόναι καὶ λαμβάνειν ἐπιτήδειος στατὴρ ὠνόμασται· παρὰ τὸ ἵστασθαι. Ὁ δὲ Ὦρος, στατὴρ τὸ νόμισμα· ἀπὸ τοῦ ἵστημι, τοῦ δανείζεσθαι παριστῶντος, τὸ νόμισμα
ἂν ἐρρήθη, ὁ πρὸς δανεισμοὺς καὶ ἀποδόσεις ἐπινοη‐
25θεὶς τῷ βίῳ· ὅθεν καὶ στατῆρες, οἱ χρεῶσται· οἷον, Πολλοὶ στατῆρες, ἀποδοτῆρες οὐδ’ ἂν εἷς. Ἐπίχαρμος Προμαθεῖ. Σταυρός: Παρὰ τὸ στάσις καὶ τὸ εὖρος· οἷον, ὁ
30μῆκος ἔχων καὶ πλάτος. Παρὰ δὲ τῷ ποιητῇ
30σταυροὶ λέγονται τὰ ὀρθὰ καὶ ἀπωξυμμένα ξύλα,
30παρὰ τὴν στάσιν, ἅπερ ἔξωθεν περιτίθενται ταῖς αὐλαῖς πρὸς τὸ μὴ στενοχωρεῖσθαι τὰ ζῷα ἐν τοῖς συφεοῖς. Σταφυλή: Παρὰ τὸ σήπω σαπυλὴ καὶ στα‐ φυλή· πεπανθείσης γὰρ τῆς ἀμπέλου, τότε καὶ ἡ
35σταφυλὴ γίνεται σταπίς. Ζήτει εἰς τὸ τέλος.
35 Στέαρ: Παρὰ τὸ στάζω, ἢ ἵστημι στήσω· παρὰ τὸ στάσιν καὶ πῆξιν ἔχειν. Στεγάζω: Παρὰ τὸ στέγη· τοῦτο παρὰ τὸ στέγω, τὸ ὑπομένω. Στεγανός: Ὁ ἐστεγασμένος καὶ ἐσκεπασμένος·
40παρὰ τὴν στέγην. Λέγεται δὲ στεγανὸν καὶ τὸ στεγνότερον· καὶ στεγανόποδες ὄρνιθες, οἱ ἐν ὕδασι διατρίβοντες, καὶ τοὺς πόδας ἔχοντες στεγα‐ νοὺς, οἷς αἱ μεταξὺ τῶν δακτύλων εὐρυχωρίαι δέρ‐ ματι εἰλημμέναι εἰσί· καὶ στεγανώματα ἐν τοῖς
45τοίχοις οἱ ἔνδεσμοι. Τὸ δὲ στέγη, παρὰ τὴν σὺν
45πρόθεσιν, καὶ τὸ τέγγω, τὸ βρέχω, ἡ ὑπὸ τῶν βροχῶν συντεγγομένη, ἤγουν βρεχομένη. Στελγίσματα: Ἀποξύσματα· στελγίδες γὰρ αἱ ξύστραι αἱ τὰς παλγὰς τοῦ σώματος ἀποξύουσαι. Λυκόφρων.

725

(50)

Στελεός: Τὸ τοῦ πελέκεως ξύλον.
52 Στεναγμός: Παρὰ τὸ στενάζω· τοῦτο παρὰ τὸ στένω. Τὰ δὲ παθητικὰ οὐχ εὕρηνται ἐν χρήσει· ἐναντίως γὰρ ἔχει τὸ σημαινόμενον τῷ τῆς φωνῆς
55χαρακτῆρι.
55 Στέργω: Εἰ μὲν συντάττεται μετὰ δοτικῆς, σημαίνει τὸ ἀρκοῦμαι· εἰ δὲ μετὰ αἰτιατικῆς, ση‐ μαίνει τὸ ἀγαπῶ καὶ φιλῶ. Γίνεται παρὰ τὸ στέγω, ὃ

726

σημαίνει τὸ ὑπομένω· τοῦτο παρὰ τὸ στῶ ῥῆμα, ὃ
σημαίνει τὸ ἱστῶ καὶ ἑδραιῶ καὶ βεβαιῶ. Ἀπὸ τοῦ στῶ οὖν, στέγω· καὶ πλεονασμῷ τοῦ ρ, στέργω, ὡς φῶ, φέβω, φέρβω.
5Στέλεχος: Εἰ μὲν ὁ κορμὸς, ἤγουν ἡ ῥίζα, παρὰ
5τὸ τέλος ἔχειν, ἢ παρὰ τὸ στερεόν· εἰ δὲ οἱ ἄνω τῆς κορυφῆς κλάδοι, παρὰ τὸ εἰς τέλος ἔχεσθαι. Στέλλω: Τὸ εὐτρεπίζω καὶ κοσμῶ· ἀποστέλλω δὲ, ἡ πρόθεσις περισσόν τι δηλοῖ, ἤγουν ἐκπέμπω τοῦ προετοιμάσαι καὶ κοσμῆσαι καὶ διευθετῆσαι
10πάντα. Σημαίνει τὸ κοσμῶ, ἐξ οὗ καὶ στολή· τὸ κρύβω, ἐξ οὗ καὶ συστολή· τὸ ἐπιστέλλω, ἐξ οὗ καὶ ἐπιστολή· καὶ τὸ πλέω, [ἐξ οὗ καὶ στόλος.] Στέρνον: Ἀπὸ τῆς στερεότητος, ἢ παρὰ τὸ στερεὸν εἶναι, ἢ παρὰ τὸ στερρὸν εἶναι. Παρὰ τὸ
15στῶ στεῖς· τὸ ἐντελὲς, στέω· στερόν· καὶ πλεο‐
15νασμῷ τοῦ ν, στέρνον, τὸ στῆθος.
15 Στερρός: Βούλονται τινὲς ἀπὸ τοῦ στερεὸς εἶναι συγκοπῇ στερός· καὶ πλεονασμῷ ἑτέρου ρ, στερρός· ἐμοὶ δὲ δοκεῖ μᾶλλον τὸ στερεὸς ἀπὸ τοῦ στερρὸς εἶναι· τὰ γὰρ εἰς ΝΑΙ ἀπαρέμφατα ποιεῖ εἰς ΡΟΣ ὀνόματα ἰσοσύλλαβα· οἷον, μιῆναι, μιαρός· ῥυπῆναι,
20ῥυπαρός· διῆναι, διερός· σταθῆναι, σταθερός· οὕτω στῆναι, στερὸς, καὶ στερρός. Στέρφος: Ἔστιν ἔρεφος καὶ στέρφος· οἱ δὲ, παρὰ τὸ στέφειν (ὅ ἐστι σκέπειν) τὸ σῶμα, στέφος· καὶ πλεονασμῷ τοῦ ρ, στέρφος. Σημαίνει τὸ δέρμα,
25παρὰ τὴν στρυφνότητα καὶ πυκνότητα· ἢ παρὰ τὸ
25ἐρέφειν καὶ σκέπειν. Καὶ στερφόπεπλος ὁ Ἡρα‐ κλῆς, διὰ τὸ δέρμα τοῦ λέοντος, ᾧ ἐχρῆτο ἀντὶ περι‐ βολαίου. Λέγεται δὲ καὶ σκαπανεὺς, διότι ἔσκαψε τὰς κόπρους τῶν Αὐγείου βοῶν· βουγαιάδας δὲ, διὰ τὰς Γηρυόνος βοῦς. Λυκόφρων.
30Στεῦται: Διαβεβαιοῦται, ὑπισχνεῖται· παρὰ τὸ
30στῆθος, οἷον ἐν τοῖς στήθεσι διανοεῖται· ἐκεῖ γὰρ τὸ λογιστικὸν, καθ’ Ὅμηρον· οἷον, Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ. Ἢ ὡς παρὰ τὸ ἀθλῶ ἀθλεύω, οἰνοχοῶ οἰνοχοεύω, λωβῶ λωβεύω, οὕτω στῶ στεύω, στεύομαι, στεύεται,
35στεῦται, ἐπὶ τοῦ ὡρισμένον τι τῇ ψυχῇ καὶ στάσιμον λαβεῖν· καὶ ὑποθέμενός τι, περὶ οὗ διϊσχυρίζεται εἰπεῖν. Στεφανίτης: Ἀπὸ τοῦ στέφανος· τοῦτο παρὰ τὸ στέφω. Στεφανίτην δὲ λέγουσιν Ἀττικοὶ τὸν
40ἀγῶνα ἐφ’ ᾧ στέφεται ὁ νικῶν. Χοιροβοσκός.
40 Στεφάνη: Εἶδος περικεφαλαίας. Ἔστι καὶ κόσμος γυναικεῖος. Τίθεται δὲ καὶ ἐπὶ ὄρους, ἐπὶ τῆς κυκλοτεροῦς καταφορᾶς, Ἰλιάδος νʹ, Ὅντε κατὰ στεφάνης [ποταμὸς χειμάρροος ὤσει.] Ἰστέον δὲ, ὅτι οὐκ ἀπὸ τοῦ στεφανῶ, ὥσπερ ἀπὸ τοῦ
45λήθω τὸ λανθάνω, καὶ μήθω τὸ μανθάνω· τὸ γὰρ
σημαινόμενον, ὅμοιον· τὸ δὲ στέφω καὶ στεφανῶ, οὐχ ὅμοιον. Εἴ τις μὲν γὰρ στεφανοῖ, οὗτος πάντως καὶ στέφει· οὐκ εἴ τις δὲ στέφει, οὗτος πάντως καὶ στεφανοῖ. Στέμματα μὲν γάρ ἐστι πᾶν τὸ ἐν οἱῳ‐

726

(50)

δήποτε τρόπῳ περιτιθέμενον καὶ περὶ χεῖρα καὶ περὶ

726

(50)

τράχηλον· στέφανος δὲ μόνῃ τῇ κεφαλῇ περιτίθεται. Ὡς οὖν ἀπὸ τοῦ στέφος γίνεται στέφω, οὕτω καὶ ἀπὸ τοῦ στέφανος στεφανῶ. Στειλειά: Τὸ τρῆμα τοῦ πελέκεως, δι’ οὗ τὸ στελεὸν ἐνείρεται, ἣν τρήμην Ἀττικοὶ λέγουσι.
55Ἀριστοφάνης,
55Τρήμας ἔχει·
55καὶ τὸ τρύπημα δὲ, ὡς Εὔπολις,
55 Οὐδὲν κενὸν τρύπημ’ ἐν ταῖς οἰκίαις ἂν εὕρῃς· ἡ δὲ τρώγλη, Δώριον. Στεῖνος: Στεῖνος γὰρ ὅθι τρώσεσθαι ὀΐω·

727

προπερισπᾶται· οὐδέτερον γάρ· πᾶν δὲ εἰς ΟΣ οὐδέ‐ τερον ἐν ὀνόμασι βαρύνεται· καὶ μακρὸς ἀρσενικὸν ὑπάρχον, ὀξύνεται· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύ‐ νεται. Ἰστέον δὲ, ὅτι τὸ κατὰ τὴν γέφυραν στέ‐
5νωμα λέγεται στεῖνος. Τὸ δὲ τρώσεσθαι, ἀντὶ τοῦ ἐλαττωθήσεσθαι καὶ τραπήσεσθαι· τρώματα γὰρ τὰς τροπὰς οἱ Ἴωνες καλοῦσι. Καὶ, Οἶνός σε τρώει μελιηδής· οὕτως εὗρον ἐγώ.
10Στεῖρα: Ἐπὶ πλοίου εἴρηται· παρὰ τὸ στερρὰ
10εἶναι καὶ εὔτονος. Στέρρα, ἀποβολῇ τοῦ ρ καὶ
10πλεονασμῷ τοῦ ι, στεῖρα· ἀφ’ οὗ καὶ τὴν μὴ τετοκυῖαν γυναῖκα στεῖραν λέγουσι, διὰ τὸ στε‐ ρεωτέραν καὶ εὐτονωτέραν εἶναι τῆς τετοκυίας· ἢ ἀπὸ τοῦ στέρεσθαι στέρα καὶ στεῖρα, ἡ στερου‐ μένη τοῦ τίκτειν. Ἢ παρὰ τὸ στῶ στείω, (ὡς
15σῶ σείω, καὶ θῶ θείω,) στεῖρα, ἡ τοῦ κυῆσαι στάσιν
15ἔχουσα.
15 Στειριεύς: Παρὰ τὸ στερεόν γίνεται στεριεύς· καὶ πλεονασμῷ τοῦ ι. Στῆθος: Παρὰ τὸ ἵστημι, στήσω. Καὶ τί μετέχει; Τὸ ἱστάμενον, ὀρθόν. Ἀπὸ τοῦ ἑστάναι οὖν· διότι ἕστηκεν ἀσάλευτον· τὰ γὰρ ἄλλα μέρη
20τοῦ σώματος κλίνεται, τὸ δὲ στῆθος οὐ κλίνεται. Ὡς δὲ ἄλλοι, ὅτι ἐν αὐτῷ τὸ ἡγεμονικὸν ἕστηκεν· ἢ ὅτι δι’ αὐτοῦ τὰ σιτία διωθεῖται, σιτίωθος ὄν· καὶ συγκοπῇ, στῶθος· καὶ τροπῇ, στῆθος. Στηθύνιον: Ὑποκοριστικῶς ἐστὶ μέρος τὶ τοῦ
25στήθους.
25Στήλη: Παρὰ τὸ στῶ, στήσω· σημαίνει δὲ τὸν
25ἐν τῇ κεφαλῇ κείμενον τοῦ τεθνεῶτος λίθον· ἐξ οὗ καὶ στηλίτης, καὶ στηλιτεύω, τὸ θριαμβεύω, ὡς
πολίτης πολιτεύω. Παρὰ τὸ στῶ στήσω γίνεται καὶ στήμων. Τὸ δὲ στῶ σημαίνει ὑπομένω, Ἰλιά‐ δος λʹ.
30Ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
30 Στήωσιν: Εἰ μὲν χωρὶς τοῦ ι, ἀπὸ τοῦ στῶ στήω· τὸ πληθυντικὸν, στῶμεν, στῶσι· καὶ πλεο‐ νασμῷ τοῦ η, στήωσιν· εἰ δὲ μετὰ τοῦ ι, ἀπὸ τοῦ ἐὰν στῶ στῇς στῇ, καὶ πλεονασμῷ τοῦ η, στῄῃ· καὶ στῄην, στῄημεν στῄητε, στῄησι καὶ στῄωσιν· ὃ
35καὶ βέλτιον.
35 Στίβος: Σημαίνει τὴν ὁδόν· παρὰ τὸ στείβω, τὸ πατῶ· ἐξ οὗ καὶ θεοστιβής. Σημαίνει καὶ τὸ σω‐ ρηδὸν τίθημι· ἐξ οὗ καὶ στοιβὴ ἡ στοιβασία. Στιβάς: Παρὰ τὸ στοιβάζω. Στιβίζουσι:
40Ῥυθμῷ δὲ τὸ ψεῦδος στιβάζουσιν·
40ἀντὶ τοῦ δραπετεύουσι, διαφεύγουσι· καὶ στιβεύειν, τὸ ἰχνεύειν. Στιβαρόν: Ἐκ τοῦ στείβω, τὸ περιπατῶ. Καὶ τί μετέχει; Οἱονεὶ τὸ πεπιλημένον καὶ συνημμένον καὶ ἠσφαλισμένον, ἤγουν μὴ ἔχον ἔξοδον μηδὲ ὀπήν.
45Ἢ ἀπὸ τοῦ ἵστημι στιβαρὸν, τὸ ἰσχυρόν. Ἀπὸ
45τοῦ στείβω, ὁ δεύτερος ἀόριστος, ἔστιβον· ὁ παθη‐ τικὸς, ἐστίβην· καὶ τὸ ἀπαρέμφατον, στιβῆναι· καὶ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τοῖς εἰς ΝΑΙ ἀπα‐ ρεμφάτοις εἴωθεν ἀντιπαρακεῖσθαι ὀνόματα εἰς ΡΟΣ, οἷον μιάναι, μιαρός· οὕτω στιβῆναι, Δωρικῇ τροπῇ

727

(50)

στιβάναι· ἐξ οὗ τὸ στιβαρός.

727

(50)

Στήριγμα: Παρὰ τὸ στηρίζω· τοῦτο παρὰ τὸ ἵστημι στήσω· κατὰ παραγωγὴν, στηρίζω. Στιγματίας: Καλοῦσι τοὺς οἰκέτας τοὺς στιζο‐ μένους ὡς ἀχρησίμους. Στιγμή: Παρὰ τὸ στίζω, στιγή· καὶ πλεονασμῷ
55τοῦ μ. Ὡς δὲ φοιτῶ φοιτίζω, οὕτω στῶ στίζω, τὸ τὸν διακεχυμένον καὶ πεπλανημένον λόγον στῆσαι· ὁ δὲ Φιλόξενος στίζειν, τὸ τῆς ἐν τῇ ἀναγνώσει φορᾶς

728

στάσιν ποιεῖν. Στίζω, στίξω, στιγμή. Στίλβω: Τὸ λάμπω. Παρὰ τὸ στέλλω, στίλβω· ἐξ οὗ καὶ στιλπνὸς, ὡς τέρπω τερπνός. Ἢ παρὰ τὸ σέλας καὶ τὸ βῶ, τὸ βαίνω· ἢ παρὰ τὸ τῆλε, οἷον τὸ
5πόρρωθεν λάμπον καὶ διαυγάζον. Στιχάει: Παραγίνεται· ἀπὸ τοῦ στείχω, τὸ ἐν τάξει παραγίνομαι, γίνεται περισπώμενον δευτέρας συζυγίας, στιχῶ· ἐξ οὗ καὶ στὶξ, ἡ τάξις τῶν τεσ‐ σαράκοντα ἀνδρῶν. Ἐκ τοῦ στείχω στείξω· ἢ ἀπὸ
10τοῦ στίζω, στίξω, ἔστιχα, στιχῶ, καὶ στοῖχος καὶ στοιχεῖον. Στοά: Ἀπὸ τοῦ στοιά. Στοαὶ δὲ αἱ καμάραι·
ἢ τὸ λεγόμενον προσκλιτόν. Στολή: Ἀπὸ τοῦ στέλλω, ἀποβολῇ τοῦ ἑνὸς λ.
15Κυρίως ἀποστέλλειν ἐστὶ τὸ διὰ νεὼς ἐκπέμπειν·
15(ὅθεν καὶ στόλος, ὁ πολλῶν πλοίων ἀπόπλους·) κατα‐ χρηστικῶς δὲ καὶ τὸ δι’ ἑτέρου τινὸς ἐκπέμπειν ἐν αὐτῷ. Ὦρος. Παρὰ τὸ στέλλω οὖν, τὸ πλέω, γίνεται στόλος. Στόμα: Ἀπὸ τοῦ τέμνω, τέτομα, τόμα καὶ
20στόμα· ἢ παρὰ τὸ τὰ σιτία ἀμᾶν. Στόμα δὲ
20λέγεται ἢ ἐπειδὴ δι’ αὐτοῦ τέμνονται τὰ σιτία, ἢ ἐπειδὴ αὐτὸ μόνον τὸ μέρος τετμημένον ἐστὶ τῆς ὄψεως. Στόμαχος: Σημαίνει τὸν φάρυγγα, δι’ οὗ κατα‐ πίνομεν τὴν ὑγρὰν καὶ ξηρὰν τροφήν· παρὰ τὸ στόμα
25καὶ τὸ χέω· δι’ αὐτοῦ γὰρ ἡ τροφὴ πρὸς τὴν γαστέρα
25χεῖται· καὶ ἤτοι ὅτι τὰ ἀπὸ τοῦ στόματος εἰς αὐτὸν χεῖται, ἢ ὅτι στόμα ἐστὶ τῶν χεομένων. Η ἐκ τοῦ στόμα καὶ τοῦ μῆχος, ὃ σημαίνει τὴν μηχανήν· ἢ σιτομάχος, ὁ τοῖς σιτίοις μαχόμενος· θλίβουσι γὰρ αὐτόν· ἢ ὁ θλίβων ἔμπαλιν ταῦτα.
30Στόνος: Στεναγμὸς, λύπη· ἀπὸ τοῦ στένω· καὶ
30στονόεντα, τὰ τῶν πολλῶν στεναγμῶν αἴτια. Στόνυξ: Καλεῖται τὸ εἰς ὀξὺ λῆγον· Πετραίῳ στόνυχι τρίψε σφυρόν. Στορέσας: Καταστρώσας· οἶμαι ἀπὸ τοῦ στροφῶ,
35ὑπερθέσει καὶ ἀποβολῇ τοῦ φ, στορῶ· Ἐστόρεσε δὲ θεὸς μεγακήτεα πόντον· ἀπὸ τοῦ στορέω στορῶ στορέσω, τὸ γαληνιῶ. Στοχάζομαι: Ἐκ τοῦ στείχω, τὸ κατὰ τάξιν σκοπῶ καὶ βλέπω καὶ βαδίζω· στοχάζεσθαι γὰρ
40λέγεται, τὸ πρὸς εὐθεῖαν ὁδὸν τὸν λογισμὸν ἀπευ‐
40θύνειν.
40 Στρατός: Τὸ πλῆθος τῶν πολεμούντων. Παρὰ τὸ στρέφω, στρέψω, ἔστροφα, ἔστραμμαι, ἔστρα‐ πται, στραπτός· καὶ κατὰ ἀποβολὴν τοῦ π, στρατὸς, ὁ εὐπερίστρεπτος, ἢ ὁ συνεστραμμένος καὶ συνδεδε‐ μένος ὄχλος. Ἀλλὰ μὴν οἱ Αἰολεῖς στροφῶ λέγουσι
45τὸ ῥῆμα, καὶ στροτὸν λέγουσι τὸ συνεστραμμένον πλῆθος. Ἢ παρὰ τὸ στερρῶς ἵστασθαι, στρατός· ἢ παρὰ τὸ στερρῶς ἄττειν, ἤγουν ἐφάλλεσθαι. Ὀρβικίου, τῶν περὶ τὸ στράτευμα τάξεων. Ἰστέον δὲ, ὅτι τῶν περὶ τὸ στράτευμα τάξεων καὶ

728

(50)

ἡγεμονιῶν, ὁ μὲν πέντε ἀνδρῶν ἀριθμὸς καλεῖται

728

(50)

πεμπάς· ὁ δὲ ἄρχων, πεμπάδαρχος· ὁ δὲ τῶν δέκα, δεκὰς, καὶ δεκάδαρχος· ὁ δὲ τῶν πέντε καὶ εἴκοσι, λόχος, καὶ λοχαγός· ὁ τῶν πεντήκοντα, πεντη‐ κοστὺς, καὶ πεντηκόνταρχος· ὁ τῶν ἑκατὸν, τάξις, καὶ ταξίαρχος· ὁ τῶν πεντήκοντα καὶ διακοσίων,
55σύνταγμα, καὶ συνταγματάρχης· ὁ τῶν πεντακοσίων, πεντακοσιοστὺς, καὶ πεντακοσίαρχος· ὁ τῶν χιλίων, χιλιοστὺς, καὶ χιλίαρχος· ὁ τῶν δισχιλίων με‐

729

ραρχία καὶ τέλος, καὶ μεράρχης καὶ τελάρχης· ὁ τῶν τετρακισχιλίων, φάλαγξ, καὶ φαλαγγάρχης· ὁ τῶν μυρίων, μυριοστὺς, καὶ μυρίαρχος. Αἱ δύο διφαλαγγαρχίαι, τετραφαλαγγαρχία, ἀνδρῶν μυρίων
5ἑξακισχιλίων· καὶ ὁ ἄρχων, τετραφαλαγγάρχης. Τὸ μέντοι πεζικὸν ἅπαν στράτευμα, ὁμωνύμως τοῖς μερικοῖς τάγμασι, λέγεται φάλαγξ· καὶ ὁ ἡγούμενος, στρατηγός· τοῦ δὲ ἱππικοῦ, ἵππαρχος. Τὸ δὲ
συναμφότερον πεζοί τε καὶ ἱππεῖς, στρατιά. Τῆς
10δὲ στρατιᾶς τὸ μέτωπον λεγόμενον, ὃ καὶ πρῶτον ζυγὸν καλοῦσι, πρωτοστάται· καὶ ὁ ἡγούμενος, πρωτοστάτης· οἱ δὲ παρ’ ἑκάτερα ταττόμενοι κέ‐ ρατα, δεξιόν τε καὶ εὐώνυμον, οἱ αὐτοὶ καὶ παρα‐ στάται· ὁ δὲ ἀρχὸς, ὁμωνύμως· οἱ δὲ ὄπισθεν αὐτῶν
15ὡς ἐπὶ τὸ βάθος ταττόμενοι, ἐπιστάται· τὸ δὲ ἐπὶ
15τούτοις πρὸς τὸ βάθος ἔσχατον ζυγὸν, οὐρὰ καὶ οὐραγία, καὶ οὐραγός· ὁ αὐτὸς δὲ ὀπισθοφύλαξ· ἡ συνήθεια πεντηκοντοφύλακα αὐτὸν καλεῖ. Ὁ δέ γε τοῦ παντὸς στρατοῦ ἡγεμονεύων, βασιλεύς. Στρατεία: Τὸ ἀξίωμα καὶ ἡ ἐκστράτευσις·
20στρατιὰ δὲ κοινῶς τὸ πλῆθος τῶν πολλῶν, καὶ τῶν ἀγγέλων ὁμοίως. Στῖφος: Ὄχλος, ἄθροισμα, τὸ πλῆθος καὶ ἡ τάξις τῶν ἀνδρῶν. Ἐξ τοῦ στὶξ στιχὸς, μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ βαρύνεται, καὶ τρέπεται τὸ
25χ εἰς φ, καὶ προπερισπᾶται.
25 Στωϊκοί: Οἱ φιλόσοφοι, ἐκ τοῦ στοαί· ἐκεῖ γὰρ ἦν αὐτῶν τὸ διδασκαλεῖον. Ζήνων ὁ Κιτιεὺς διέτρι‐ βεν ἐν τῇ στοᾷ τῇ καλουμένῃ Ποικίλῃ· ὅθεν λαβεῖν τὴν αἵρεσιν καὶ τοὔνομα συνέβη, κατ’ ἐπαύξησιν τοῦ ο εἰς τὸ ω.
30Στωμύλος: Λάλος, πολύκομψος, πιθανολόγος,
30εὐτράπελος, ἔφεδρος τῶν λόγων, ἀπατεὼν, κόλαξ, πέρπερος· καὶ στωμύλεσθαι, τὸ περιτράνως λέγειν· καὶ στωμύλματα, τὰ περιλαλήματα. Στρατόπεδον: Στρατόπεδον ἐποιήσατε.
35Ἀντὶ τοῦ σκηνάς. Δύο γὰρ σημαίνει ἡ λέξις· καὶ
35τὸ στράτευμα καὶ τὸν τόπον τοῦ στρατεύματος.
35Στρατιάν: Συστέλλοντες τὴν δευτέραν συλλα‐
35βὴν οὐ μόνον τὸ στράτευμα λέγουσιν, ἀλλὰ καὶ αὐτὴν τὴν στράτευσιν. Οὕτως Ἀριστοφάνης. Στράτιος Ἄρης καὶ Στράτιος Ζεύς: Ἡ δευτέρα συλ‐ λαβὴ βραχεῖα· καὶ στρατεῖον, τὸ μέγα καὶ σοβαρόν.
40Στράττις: Ὥσπερ παρὰ τὸ Βάκχος γίνεται
40Βάκχις, Κρόνος Κρόνις, δῆμος Δῆμις καὶ Δάμις,
40οὕτως στρατὸς Στράτις· καὶ πλεονασμῷ τοῦ τ, Στράττις. Στραβός: Παρὰ τὸ στρέφω, τροπῇ τοῦ ε εἰς α, οἷον ὁ διεστραμμένος τοὺς ὀφθαλμούς. Στράγξ: Παρὰ τὸ στάζω στάξω στάξ· καὶ πλεο‐
45νασμῷ τοῦ γ καὶ τοῦ ρ, στράγξ· ἡ γὰρ ἐπισχεθεῖσα
45ῥύσις ἐστί· καὶ Μένανδρος, Ὕδατος στράγγα ἔχων. Στραγγαλίδες: Τὰ δύσλυτα ἅμματα. Στρεβλός: Παρὰ τὸ ἐστραμμένα τὰ βλέμματα ἔχειν· στρεβλὸν γὰρ τὸν στραβὸν λέγομεν. Παρὰ

729

(50)

δὲ τὸ στρέφω στρέψω γίνεται στρέβλη, ὡς στήσω,

729

(50)

στήλη.

729

(50)

Στρεύγεσθαι: Ἰλιάδος οʹ, οἷον στραγγίζεσθαι, τουτέστι κατ’ ὀλίγον κινεῖσθαι καὶ ἐκλείπειν. Στρευγομένη, στρεφομένη. Στρεψίμαλλος ἄνθρωπος: Ταλαίπωρος, κακο‐ παθής.
55Στρέψον: Προστακτικόν· ἐκ τοῦ στρέφω, ὁ
55μέλλων, στρέψω· ὁ παρακείμενος, ἔστροφα· ὁ παθη‐ τικὸς, ἔστραμμαι· καὶ ὤφειλεν εἶναι ἔστρεμμαι· ἀλλὰ τὰ εἰς ω λήγοντα ῥήματα, [ἔχοντα] τὸ ε καὶ

730

ρ μετ’ ἐπιπλοκῆς συμφώνου τῆς πρώτης συζυγίας τῶν βαρυτόνων, τρέπει τὸ ε εἰς ἄλφα ἐν τῷ παθη‐ τικῷ παρακειμένῳ. Ὁ πρῶτος ἀόριστος, ἐστρέφθην· καὶ ὤφειλεν εἶναι ἐστράφθην· ἀλλ’ ἀεὶ ὁ παθητικὸς
5ἀόριστος φυλάττει τὴν παραλήγουσαν τοῦ παθητικοῦ
παρακειμένου· πλὴν τῶν παρὰ τὸ αἱρῶ περισπωμένων, συνῄρημαι, συνῃρέθην, καὶ τὰ ὅμοια καὶ πλὴν τοῦ ἐπῄνημαι ἐπῃνέθην· καὶ τοῦ εὕρω εὕρημαι εὑρέθην· καὶ τοῦ ῥῶ ἔρρημαι ἐρρέθην· καὶ τοῦ μέμνημαι ἐμ‐
10νήσθην, προσλαμβάνοντος τὸ ς· καὶ τοῦ σέσωσμαι ἐσώθην, ἀποβάλλοντος τὸ ς· τὸ δὲ ἐρρώσθην, οὐκ ἀπὸ τοῦ ῥῶ, ἀλλ’ ἀπὸ τοῦ ῥώζω· καὶ χωρὶς τῶν ἐχόντων τὸ ρ καὶ ε μετ’ ἐπιπλοκῆς συμφώνου τῆς πρώτης συζυγίας τῶν βαρυτόνων· ταῦτα γὰρ ἐν μὲν
15τῷ παθητικῷ παρακειμένῳ τρέπει τὸ ε εἰς α, ἐν δὲ
15τῷ παθητικῷ ἀορίστῳ πάλιν ἐπαναλαμβάνει αὐτό· οἷον, στρέφω, ἔστραμμαι, ἐστρέφθην. Στρηνιᾶν: Παρὰ τὸ στερεῖν καὶ ἀποσπᾶν τὰς ἡνίας· ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων. Τινὲς δὲ παρὰ τὸ στρῆνος τὸ σκληρὸν,
20Στρηνὲς δὲ περιστυφελὴ γένετ’ ἀκτὴ,
20γίνεται τὸ στρηνιᾶν. Στρηνόν: Οἱ μὲν, τὸ ὀξὺ καὶ ἀνατεταμένον· Νικόστρατος δὲ, τὸ τραχὺ καὶ πρόσαντες τῇ ἀκοῇ φθέγμα. Στριφνόν: Σημαίνει τὸ σφιγκτὸν καὶ στερεόν.
25Παρὰ τὸ στρύφνω στρυφνὸς καὶ στριφνός· καὶ
25στρυφνὸς ἐκ τοῦ στύφω, πλεονασμῷ τοῦ ρ. Ση‐ μείωσαι δὲ, ὅτι τὸ υ μακρὸν ἔχει, τῶν ἄλλων τῶν εἰς ΝΟΣ μετ’ ἐπιπλοκῆς συμφώνου συνεσταλμένον αὐτὸ ἐχόντων, οἷον σκύμνος, κύκνος, καὶ τὰ ὅμοια. [Δύ‐ ναται δὲ καὶ τροπῇ εἶναι τοῦ υ εἰς τὸ ι, ὡς,
30Φιτρῶν καὶ λαῶν.
30Παρὰ γὰρ τὸ φύω.]
30 Στρουθός: Παρὰ τὸ μετὰ οἴστρου θέειν· ἢ παρὰ τὸ στερρῶς θέειν· ἐξ αὐτοῦ καὶ στρουθίον. Ὤφειλε βαρύνεσθαι· τὰ γὰρ εἰς ΘΟΣ δισύλλαβα μονογενῆ φύσει μακρᾷ παραληγόμενα βαρύνεται, Ξοῦθος, κύριον· μῦθος, κῶθος, Ζῆθος. Ἀλλὰ τὰ παρὰ τὸ
35θέω συντιθέμενα ἅπαντα ὀξύνεται· βοηθὸς, ἀγαθός. Οὕτως καὶ στρουθός. Στελγιδοποιός: Ὁ χαλκεύων καὶ ποιῶν τὰς στελγίδας, αἵ εἰσι ξύστραι. Στρόβιλος: Παρὰ τὸ στρέφω στρόφιλος καὶ
40στρόβιλος. Σημαίνει δὲ ἡ λέξις τοὺς κοχλίας, καὶ
40τοὺς θαλασσίους κήρυκας, καὶ εἶδος ὀρχήσεως καὶ ἀνέμων, καὶ τὸν τοῦ δένδρου καρπὸν, ἤγουν τῆς πίτυος. Συστρός: Ἀπὸ τοῦ στροβῶ· σημαίνει τὸ περι‐
ερχόμενος κύκλῳ.
45Στρόμβος: Ῥόμβος, ἀπὸ τοῦ περιστρέφεσθαι·
45καὶ στροβεῖ, ταράττει, κινεῖ. Στροφαῖος: Ὁ παρὰ ταῖς θύραις ἱδρυμένος Ἑρμῆς· παρὰ τὸν στροφέα τῆς θύρας. Στροφάδες: Νῆσοι εἰσὶν ἐν τῷ Ἰονίῳ πελάγει. Ἰόνιον δὲ πέλαγος, ὃ νῦν Ἀδρίας καλεῖται.

730

(50)

Στροφάλιγγι: Τῇ συστροφῇ, Ἰλιάδος πʹ. Παρὰ τὸ στρέφω στρόφος στρόφιγξ· πλεονασμῷ τοῦ γ, καὶ τῆς ΑΛ συλλαβῆς προσιούσης, στροφάλιγξ· γίνεται γὰρ εἰς ΙΞ ὄνομα ἀπὸ τῶν εἰς ΟΣ, ὡς φοῖνος φοῖνιξ, λᾶος λάϊξ· καὶ ῥῆμα στροφαλίζω· ὡς κα‐
55ναχὴ καναχίζω, ὀργὴ ὀργίζω, οὕτω στρέφω στροφὴ στροφίζω, προσθέσει τῆς ΑΛ. Στρόφιον: Τὸ στρογγύλον ζωνάριον. Ἀριστο‐ φάνης, Τὸ στρόφιον ἤδη λύομαι.

731

Στρόφος: Ὁ τῆς πήρας κρεμαστὴρ, παρὰ τὸ ἐστράφθαι· καὶ πᾶν τὸ στρεφόμενον ὁμοίως. Στρωμνή: Παρὰ τὸ στρῶ στρώσω ἢ παρὰ τὸ
5στορῶ στορέσω (ὃ σημαίνει τὸ γαληνιῶ) γίνεται στορεμνή· καὶ συγκοπῇ, στρωμνή· ἀπὸ δὲ τοῦ στορῶ γίνεται στορεννύω, καὶ συγκοπῇ στρωννύω. στρωτὴρ λέγεται μὲν ἐν τῇ συνηθείᾳ τὸ πλέγμα τὸ ἀπὸ τῶν παπύρων εἰς σκηνὰς καὶ καλύβας πε‐
10ποιημένον· οἱ δὲ ῥήτορες στρωτῆρας καλοῦσι τὰ
10μικρὰ δοκίδια, τὰ ἐπάνω τῶν δοροδόκων τιθέμενα· ἢ τὰ εἰς ὀροφὰς πεποιημένα. Ἄλλοι δὲ πλέγμα λέγουσι τὸν στρωτῆρα ἀπὸ ῥάβδων εἰς ὀρόφωσιν πεποιημένον. Στρωφᾶσθαι: Ἰλιάδος ιʹ, ἀναστρέφεσθαι, διά‐
15γειν. Ἀπὸ τοῦ στρέφω στρωφῶ.
15 Στυγνός: Ὡς παρὰ τὸ ἔτραγον τραγανὸς, ἔπι‐ θον πιθανὸς, οὕτως καὶ παρὰ τὸ στύζω στύξω ἔστυ‐ γον, στυγανός· καὶ συγκοπῇ, στυγνός. Οἱ δὲ παρὰ τὴν Στύγα φασὶν εἰρῆσθαι· οἱ γὰρ ἀρχαῖοι τὰ μὲν ἀηδῆ καὶ λυπηρὰ ἀπὸ τῶν ψυχρῶν ὠνόμαζον, τὰ δὲ
20ἡδέα καὶ τερπνὰ ἀπὸ τῶν θερμῶν. Τὸ οὖν στυγεῖν, ἀπὸ τῆς Στυγός· ἥπερ μυθεύεται ψυχρότατον ἔχειν ὕδωρ. Ὁμοίως καὶ ὁ στυγνὸς παρ’ αὐτὴν εἴρη‐ ται. Ὡσαύτως καὶ τὸ φόβου κρυόεντος, ἀπὸ τοῦ κρύους τοῦ ψυχροῦ. Ἀπὸ δὲ τῶν θερμῶν τὴν τέρψιν
25θαλπωρὴν ἔλεγον· καὶ τὸ τέρπεσθαι ἰαίνεσθαι.
25Οὕτως Φιλόξενος ἐν τῷ περὶ τῆς Ῥωμαίων διαλέκτου. Καὶ κατέστυξαν, ἐφόβησαν, ἢ ἐφοβήθησαν, ἀπὸ τοῦ στύζω ἢ στύγω· καὶ τὸ ἐστυγημένη, ἀπὸ τοῦ στυγῶ στυγήσω· ἐξ οὗ καὶ στυγητὸς, ὁ μισητός. Καὶ στυγερὴ, ἐκ τοῦ στυγῶ, ὃ σημαίνει τὸ φοβοῦ‐
30μαι καὶ τὸ μισῶ· τοῦτο ἐκ τῆς στυγός. Καὶ τί μετέχει; Μυθεύονται οἱ ἀρχαῖοι, ὅτι τὰ μὲν ἀηδῆ ἐκ τῶν ψυχρῶν καθέστηκε· τὰ δὲ ἡδέα, ἐκ τῶν θερμῶν. Στύξ: Ἡ Στὺξ μία ἐστὶ τῶν Ὠκεανοῦ θυγα‐ τέρων, ἣν ὁ Ζεὺς φρικωδέστατον ὅρκον τῶν θεῶν
35ἐποίησε, τιμήσας αὐτὴν, ὥς φησιν Ἡσίοδος ἐν
35Θεογονίᾳ. Ἔστι δὲ κρήνη ἐν ᾅδου. Στύλος: Ὡς ἀπὸ τοῦ ἄνω ἀνύω, οὕτω καὶ στῶ στύω στύσω στύλος, ὡς χῶ, χύω, χύσω, χυλός· τὰ γὰρ ῥηματικὰ ταῦτα ὀνόματα διαφόρως τονίζεται.
40 Στυμφαλίδας ὄρνιθας: Τὰς πλωάδας· ἐπεὶ Στύμφαλος πόλις Ἀρκαδίας· πλησίον δὲ αὐτῆς λίμνη, ἔνθα διέτριβον αἱ ὄρνιθες. Ἐξεδίωξε δὲ αὐτὰς ὁ Ἡρακλῆς πλαταγῇ, μὴ δυνάμενος αὐτὰς κατατοξεῦσαι διὰ τὸ πλῆθος.
45 Στύπος: Λυκόφρων, Πεύκης πρέμνον ἢ στύπος δρυός. Καλεῖται τὸ πρέμνον τῆς ἀμπέλου· ἀφ’ οὗ Ἀρχί‐ λοχος, Θυρέων ἀπεστύπαζον.

731

(50)

Πᾶν δὲ δένδρον σκληρὸν καὶ στερεὸν στύπος λέ‐

731

(50)

γεται. Ἢ τὸ ταπεινὸν, παρὰ τὸ στρέφεσθαι ἐν

731

(50)

συμφύτοις τόποις· σημαίνει δὲ στέλεχος, κλῶνα, κλάδον. Παρὰ τὸ τύπτω, τύπος, καὶ στύπος. Στυπεῖον: Τὸ τυπτόμενον λινάριον, κατὰ πλεο‐ νασμὸν τοῦ ς. Τυπεῖον γάρ· καὶ αὐτὸ παρὰ τὸ τύπτω.
57Στύπιονστίπυον, εἶδος λινοῦ.

732

Στύραξ: Τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασι. Καὶ Θουκυ‐ δίδης φησὶ Στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος εἰς τὸν
5μοχλόν.
5Ἢ ὁ σαυρωτὴρ καλούμενος, ἡ τοῦ δόρατος ἀρχὴ, ἐφ’ ᾗ στηρίζεται [τὸ δόρυ]. Στυρακίζειν: Κεντρίζειν· ἀπὸ τοῦ στύρα‐ κος. Στυφελός: Ἡσίοδος ἐν Θεογονίᾳ,
10 Στυφελοῦ διὰ χώρου. Ἀντὶ τοῦ σκληροῦ, τραχέος. Καὶ στυφελίζειν,
15τὸ σκληρῶς διατίθεσθαι· ἀπὸ τοῦ στροφαλίζω, ἀπο‐ βολῇ τοῦ ρ, καὶ τροπῇ. Κυρίως δὲ ἀπὸ πέτρας στυφλοῦ σφάλλεσθαι· καὶ στύφελον, τὸ σκληρόν. Ἢ στυφελίζειν, κινῆσαι, σεῖσαι· ἀπὸ τοῦ τοῖς στύφεσιν ἐλαύνειν, ὅ ἐστι στελέχεσι.
20Στύφλα νάσσονται κλίτη: Λέγονται δὲ τὰ
20τραχέα κλίματα. Λυκόφρων.
25 Συβήνη: Ἡ δερματίνη αὐλοθήκη, ἢ ἡ φαρέτρα. Συβριάζειν: Ἀπὸ τοῦ συβαρίζειν, ἐν ὑπερθέσει. Συβαρῖται γὰρ ἐπὶ τρυφῇ διεβέβληντο. Συβόσια: Τὰ τῶν συῶν νόμια. Σύγε: Ἔστι τοῦτο δεῖξαι ἀπὸ διαλέκτου ὅτι ἓν
30μέρος λόγου ἐστίν· ἐπειδὴ οἱ Δωριεῖς σύγα λέγου‐ σιν. Εἰ δὲ ἦσαν δύο μέρη λόγου, οὐκ ἂν οὕτως ἔλεγον· ἐπὶ γὰρ συνδέσμου οὐ τρέπουσι τὸ ε εἰς α· οὐδὲ γὰρ τοῦ μὲν συνδέσμου, ἢ τοῦ δὲ, τὸ ε τρέπου‐ σιν. Ἔστι δὲ εἰπεῖν, ὅτι κακῶς λέγουσι· καὶ γὰρ
35ἐπὶ συνδέσμου τρέπεται· οἷον, αἴκε,
35 Αἴκα μὴ θαλφθῇ λόγοις. Καὶ ἐπ’ αὐτοῦ δὲ τοῦ γε τρέπεται· οἷον, Τοῦτό γα τὸ τοῦ γόγγρου τέμαχος. Ἀλλὰ μᾶλλον κάλλιόν ἐστι δεῖξαι ἀπὸ τῆς Ἀτθίδος διαλέκτου ἓν μέρος λόγου. Τὸ σύγε ἐπέκτασιν ἔχει
40τὸ ΓΕ, ὡς τὸ ἔγωγε. Εἶχον καὶ ἄλλο, ἐγὼ δὲ
40ὡς ἀνωφελὲς τοῦτο κρίνας, κατέλιπον. Τὰ δὲ τῆς χρήσεως, ζήτει εἰς τὸ ἔγωγε καὶ ὅγε. Συγγραφεῖς: Ἄνδρες ᾑροῦντο, ἵνα συγγράψωσι τοὺς μεθέξοντας τῆς τῶν τετρακοσίων ἀρχῆς, καὶ τῆς τῶν τριάκοντα. Ἐκαλοῦντο δὲ οἱ αὐτοὶ καὶ
45καταλογεῖς. Εἰθισμένον ἦν παρ’ Ἀθηναίοις, ὁπότε δέοι πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσέφερε γνώμας εἰς τὸν δῆμον, ὡς Ἰσοκράτης φησί. Τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν νῦν ἔλεγον, καθὰ Θουκυδίδης ἐν τῇ ὀγδόῃ·

732

(50)

Ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ τὸν Πείσανδρον ἐλθόν‐ τες, εὐθὺ τῶν λοιπῶν εἴχοντο, καὶ ἑξῆς. Ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς τριάκοντα οἱ τότε αἱρεθέντες, ὥς φησιν Ἀνδροτίων καὶ Φιλόχορος· ὁ δὲ Θουκυδίδης τῶν δέκα ἐμνημό‐
55νευσε μόνων τῶν προβούλων.
55 Συγκρητίσαι: Συγκρητίσαι λέγουσιν οἱ Κρῆτες, ὅταν ἔξωθεν αὐτοῖς γένηται πόλεμος· ἐστασίαζον γὰρ ἀεί. Δοκοῦσι δὲ πρῶτον ὑπὸ Ῥωμαίων δουλω‐

733

θῆναι κατὰ τὸν Μιθριδατικὸν πόλεμον· εἷλεν δὲ τὴν νῆσον ὁ κληθεὶς Κρητικὸς διὰ τοῦτο.
15 Σύγκλητος: Τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ἔθους [καὶ] κατὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατε‐ πείξειεν ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκαλεῖτο σύγκλητος ἐκκλησία. Δημοσθένης [ἐν τῷ] κατὰ Αἰσχίνου.
19Συγκόψαι: Ἐπὶ τὸ πληγαῖς αἰκίσασθαι. Οὕτως
20Μεταγένης. Συγκομιδή: Ὡς ἐπὶ καρπῶν· Θουκυδίδης ἐν τρίτῃ, Καὶ ἐν συγκομιδῇ καρποῦ ἦσαν· καὶ Λυσίας ἐν τῷ πρὸς Ξενοφῶντα,
25Συγκομίσας δὲ δῶρα καὶ ἀποδόμενος τὸ ἀργύριον.
25 Συζυγία: Ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ ζυγός. Καλεῖται δὲ διὰ τὸ συνεζευγμένα ἔχειν ἑκάστην σύμφωνον ἀλλήλοις, δι’ ὧν ἑκάστη παράγεται. Συηνία καὶ ὑηνία: Ἀμαθία, σκαιότης, παρὰ
30Φερεκράτῃ· καὶ συηνεῖν Πλάτων, τὸ ἀμαθῶς ἀνα‐ στρέφεσθαι, καὶ συῶδές τι ποιεῖν. Συκῆ: Παρὰ τὸ σεύω, τὸ ὁρμῶ· ὁρμητικὴ γάρ ἐστι. Τὰ διὰ τοῦ ΑΙΑ παροξύτονα θηλυκὰ μὴ ἐπι‐ δεχόμενα συναίρεσιν, διὰ διφθόγγου γράφεται, ἐλαία,
35ἀλκαία, συκομοραία. “Μὴ ἐπιδεχόμενα συναίρεσιν,” διὰ τὸ συκέα συκῆ, ἀμυγδαλέα ἀμυγδαλῆ. Καὶ τὰ ἐπὶ δένδρων, διὰ τοῦ ε ψιλοῦ γράφεται. Συκοφαντία: Ἡ ψευδὴς κατηγορία· καὶ ΣΥΚΟ‐ φαντεῖν, τὸ ψευδῶς κατηγορεῖν. Κεκλῆσθαι δὲ
40τοῦτο φασὶ παρὰ τοῖς Ἀθηναίοις, πρῶτον ἐκεῖσε εὑρεθέντος τοῦ φυτοῦ τῆς συκῆς τῆς ἐφημέρου τροφῆς. Καλλίστων δὲ ὄντων τῶ· Ἀθήνῃσι σύκων, καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν αὐτὰ, ἔκλεπτον αὐτὰ τινὲς, καὶ ἐξῆγον ἔξω· τοὺς δὲ μηνύοντας καὶ
45φαίνοντας τοὺς ἐξάγοντας ἀπεδέχοντο μὲν, ἐξ ὦν δὲ ἔπραττον, συκοφάντας ὠνόμαζον. Συνέβη δὲ καὶ τοὺς ὁπωσοῦν κατηγοροῦντας τινὸς φιλαπεχθημόνως, οὕτω προσαγορεύεσθαι. Λαμβάνεται δὲ καὶ ἄλλως τὸ συκοφαντεῖν παρὰ Πλάτωνι καὶ Μενάνδρῳ, οἷον

733

(50)

κνίζειν ἐρωτικῶς. Καὶ Πλούταρχος ἐν Σόλωνι,

733

(50)

Οὐκ ἂν οὖν τις ἡγήσαιτο παντελῶς ἀπιθάνους τοὺς λέγοντας, ὅτι καὶ σύκων ἐξαγωγὴ τὸ παλαιὸν ἀπείρητο· καὶ τὸ φαίνειν ἐνδεικνύμενον τοὺς ἐξάγοντας, κληθῆναι συκο‐ φάντην. Συκοφάνται: Οἱ ἐπηρεάζοντες· καὶ φαίνειν γὰρ
55τὸ ἐγκαλεῖν· καὶ συκαστὰς, τοὺς φιλεγκλήμονας ἔλεγον· καὶ συκοβίους, καὶ συκώρους, καὶ συκώδεις, καὶ συκολόγους, καὶ φιλοσύκους.

734

Συλῶ: Τὸ ἀφαιρῶ καὶ αἰχμαλωτίζω. Σύλαι: Αἱ συλήσεις παρὰ Δημοσθένει ἐν τῷ περὶ στεφάνου· ἐν δὲ τοῖς ἑξῆς, ὥσπερ ἐπεξηγούμενος αὐτὸ, φησὶ,
5 Σεσυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φασηλιτῶν [ὥσπερ] δεδομένων συλῶν [Φασηλίταις κατὰ Ἀθηναίων.] Ἐπειδὰν γὰρ μὴ θέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τὶ ἄν τις ἔχοι ἄλλο ὄνομα θέσθαι τῷ τοιούτῳ, ἢ ὅτι ἀναιροῦνται τὰ ἀλ‐ λότρια;
14Συλλήβδην: Ὁμοῦ, συλλαβὼν ἀθρόως· ἀπὸ
15τοῦ λήβω λήψω, λήψομαι, λήβδην, καὶ συλ‐ λήβδην. Σύμβαμα: Ἀπὸ τοῦ βίβημι, τὸ πορεύομαι. Σύμβολα: Σημεῖα, τέρατα, μαντεύματα, οἰωνί‐ σματα· οἷον,
20Σημεῖον τὸ φθαρτὸν γενέσθαι τὸν ἄνθρωπον πρὸ θανάτου
20οἱ δερμάτινοι χιτῶνες·
20εἴρηται δὲ σύμβολον, ἐκ τοῦ συμβάλλειν καὶ ἐξ ὑπαντήσεως προσπίπτειν, ὁμοίως ὡς εἰ συμβολικά τις εἴποι. Σύμβολα: Τὰς συνθήκας ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττωσι τοῖς πολίταις, ὥστε διδόναι
25καὶ λαμβάνειν τὰ δίκαια πολλάκις, ἐν ἑβδόμῳ Φι‐
25λιππικῶν Δημοσθένης. Σύμβολον ὃ ἐλάμβανον οἱ δικασταὶ εἰς τὸ δικα‐ στήριον εἰσιόντες· εἶτα τοῦτο δόντες, τὸ δικαστικὸν ἐκομίζοντο.
32 Συμμορία: Ἀπὸ τοῦ μέρους, ἤγουν οἱ τῆς αὐτῆς μερίδος, σύνταγμα ἢ φρατρία· Δημοσθένης κατὰ Ἀφόβου. Οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημο‐
35σθένης φησὶν ἑξήκοντα ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερίδης, δεκαπέντε· ἐν γὰρ τῷ κατὰ Πασι‐ κλέους λέγει τὴν αἰτίαν, γράφων, Ἕως μὲν οἱ πλούσιοι, παρακρουόμενοι τὴν πόλιν, σὺν εʹ καὶ ἓξ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι·
40ἐπειδὴ δὲ ταῦτα κατεῖδε Δημοσθένης, νόμους ἔθηκε τοὺς τρια‐ κοσίους τριηραρχεῖν, καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι. Ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας, δεδήλωκεν Ὑπερίδης ἐν τῷ κατὰ Πολυ‐ εύκτου. Συμμορίται δέ εἰσιν οἱ τῆς αὐτῆς αὐτοῖς
45μετέχοντες συμμορίας, διῃρέθησαν δὲ πρῶτον Ἀθη‐ ναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὡς Φιλόχορος. Συμφορά: Παρὰ τὸ φορά. Φορὰν δὲ ἔλεγον

734

(50)

οἱ Ἕλληνες τὴν τύχην· συμφορὰ δέ ἐστιν, ἡ ἀπό τινος τύχης συμβεβηκυῖα. Συνάορος: Σημαίνει τὴν γαμετὴν, παρὰ τὸ
55συναρηρέναι. Ἢ συνόαρός τις ἐστὶ καὶ συνόμιλος, μεταθέσει τοῦ α. Σύνδικοι: Ἰσαῖος ἐν τῷ κατὰ Ἐλπαγόρου·

735

σύνδικοι ἦσαν πρὸς οὓς τὰ δημευόμενα ἀπεφέροντο. Καὶ Λυκοῦργος φησὶ περὶ τούτων. Μήποτ’ οὖν ἀρχή τις ἦν καθεσταμένη μετὰ τὴν ἐκ Πειραιῶς κάθοδον οἱ σύνδικοι.
5 Συνδυάσω: Συζευχθῶ, κοινωνήσω, συμπράξω. Λέγεται δὲ καὶ παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δυάζω. Συνεοχμῷ: Ἐν τῇ συναφῇ τοῦ ἰνίου, ἐν τῷ συνδέσμῳ, καθὸ συνδέδεται ὁ τράχηλος τῇ κεφαλῇ.
10Ἔχω ἐεχμὸς, ὡς ἔλδωρ ἐέλδωρ· εἶτα ἐοχμὸς, ὡς πλεγμὸς πλογμός. Συνεῖρα: Εἰς τὸ συνείρω. Συνηβολίᾳ: Ὑπαντήσει, συντυχίᾳ. Ὅμηρος, ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο.
17 Σύνες: Ἐκ τοῦ συνίημι τὸ συνιῶ καὶ γινώσκω, ὁ παρατατικὸς, συνίην· καὶ τὸ προστακτικὸν, ἓς, καὶ σύνες. Τὸ δὲ συνιῶ γίνεται κατὰ παραγωγὴν ἐκ
20τοῦ συνῶ, ἢ ἐκ τοῦ συνίω. Σύνθεο καὶ σύνθετο: Ἀμφότερα κατὰ πλεο‐ νασμὸν, ἀπὸ τοῦ σύνεο καὶ σύνετο. Σύνθημα: Συνθήκη, σύσσημον, λόγος ἐν πο‐
25λέμῳ ἐπὶ γνωρισμῷ τῶν οἰκείων διδόμενος. Συνήγορος: Προστάτης ὑπέρ τινων λέγων· ἐοίκασι γὰρ παρ’ Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι ἐπὶ τῷ συναγορεύειν, ὡς Ἀντιφῶν φησί. Συνήμονας: Ἤτοι παρὰ τὸ ἧσθαι, ἵν’ ᾖ συνέ‐
30δρους· ἢ παρὰ τὴν ἕσιν, ἵν’ ᾖ συναγωνιστάς· ὃ καὶ βέλτιον· συνήθεις, καὶ ἑταίρους, ὁμοήθεις. Συνημοσύνας: Ἰλιάδος χʹ, συνθήκας· παρὰ τὸν ἥσω μέλλοντα· τὸ εἰς αὐτὸ ἀφικνεῖσθαι τὰ τῆς διανοίας.
36 Συνίζησις: Ὅτι συνίζησι τὸ ἓν φωνῆεν καὶ συνάγεται καὶ καθέζεται κρυπτόμενον ἐπὶ τοῦ ἑτέρου φωνήεντος. Συνίστωρ: Εἰς τὸ ἴστωρ.
44Συνοίμιον ὕμνον ἄειδον: Ἀπολλώνιος· σύμ‐
45φωνον καὶ συνῳδόν· οἴμη γὰρ ἡ ᾠδή. Συνοχωκότε: Συμπεπτωκότε, συνηγμένω, Ἰλιά‐ δος βʹ. Ἔστι δὲ μετοχὴ πρώτης συζυγίας τῶν περισπωμένων. Ἐκ τοῦ συνέχω, σύνοχος· ῥῆμα συνοχῶ, συνοχήσω· ὁ παρακείμενος, συνώχηκα. Τὸ

735

(50)

ΝΩ, μέγα· τὸ δὲ ο εἰς ω, καὶ τὸ η τὸ μακρὸν εἰς μακρὸν, γίνεται συνώχωκα. Ἡ μετοχὴ, συνωχω‐ κὼς συνωχωκότος· καὶ συστολῇ Ἰωνικῇ ἢ ποιητικῇ γίνεται ἡ εὐθεῖα τῶν δυϊκῶν, συνοχωκότε. Συνώμεθα:
55Ἀλλ’ ἕπευ, ὄφρ’ ἐπὶ νηυσὶ συνώμεθα.
55Ἀντὶ τοῦ, συνθήκας ποιησώμεθα.

736

Σύνταξις: Δύο πραγμάτων ἕνωσις, καὶ τὸ λαμ‐ βάνειν καὶ ποιεῖν τὰ δέοντα· ἢ ἀντὶ τοῦ συντετα‐
5γμένη οἴκησις. Δημοσθένης Φιλιππικῶν, Καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα. Ἔλεγον δὲ ἑκάστους φόρους συντάξεις, ἐπειδὴ χα‐ λεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλ‐
10λιστράτου οὕτω καλέσαντος. Καὶ Ὑπερίδης,
10 Σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες. Συντελής: Χρήσιμος· ἢ ὅτε οἱ τριηραρχοῦντες νεὼς μιᾶς ἅμα ἐπεμελοῦντο, συντελεῖς ἐλέγοντο· ἢ οἱ συνδαπανῶντες καὶ συνεισφέροντες. Τὸ δὲ πρᾶγμα συντέλεια καλεῖται.
15 Συντιμηθῆναι: Οὕτω καλεῖται τὸ πολλῆς τιμῆς γενέσθαι τὰ ὤνια. Συντροχάσαι: Καταντῆσαι, πληρωθῆναι· ἀπὸ μεταφορᾶς τῶν τροχῶν. Συρβηνεύς: Ὁ ταραχώδης, ἀπὸ τῶν αὐλούντων
20μετὰ θορύβου. Ἢ πένης, διὰ τὸ τὰς αὐλοθήκας καὶ φαρέτρας κενάς. Καὶ συρβηνέων χορὸς, ὁ τεταραγμένος καὶ συώδης, ἀπὸ τοῦ τοῖς συσὶν ἐπιφω‐ νουμένου. Συρβάβυττα: Τὸν τάραχον· καὶ σύρβη, ὡς
25Ἀριστοφάνης ὁ γραμματικός.
25 Σύργαστρος: Ὑοφορβὸς, ἐργάτης. Συρακοῦς: Καὶ τὰς κλεινὰς Συρακοῦς. Ἀποβολῇ ἐκ τοῦ Συρακούσας. Σύριγξ: Σημαίνει τὴν ὀπὴν τῶν μουσικῶν αὐλῶν,
30καὶ τὸ πάθος, καὶ τὴν δορατοθήκην. Ἔστι δὲ κατὰ
30μίμησιν τοῦ γενομένου ἤχου. Οὕτως Ἡρακλείδης. Συρμαῖα: Τὸ καθαρτικὸν δι’ ἐμέτων καὶ κοιλίας· καὶ συρμαΐζειν, τὸ κενοῦσθαι· καὶ συρμαῖαν βλέ‐ πων, ἀντὶ τοῦ ναυτιῶν.
35 Συρφετός: Ἀγυρτώδης ὄχλος ἢ λόγος, ἢ ἡ ἐξ ἀνέμου συλλεγομένη κόπρος καὶ φρυγανώδης. Γί‐ νεται δὲ ὡς παρὰ τὸ πνίγω πνιγετὸς, οὕτω σύρω συρετός· καὶ πλεονασμῷ τοῦ φ. Ἡσίοδος δέ φησι σημαίνειν τὸ ἄχυρον, ὡς τὸ,
40Χόρτον δ’ ἐσκομίσαι καὶ συρφετόν.
40 Σῦς: Δύναται εἶναι παρὰ τὸ σύω, τὸ ὁρμῶ· ὁρ‐ μητικὸν γὰρ τὸ ζῷον· καὶ ἀποβολῇ τοῦ ς, ὗς· ση‐ μαίνει δὲ τὸν χοῖρον. Ἢ παρὰ τὸ ὕω ὕσω ὗς, ἀπὸ τοῦ ὕεσθαι, ὅ ἐστι βρέχεσθαι· (καὶ γὰρ ἐπὶ τοῖς ὕδασι τέρπεται·) καὶ πλεονασμῷ τοῦ ς, σῦς. Τὰ
45δὲ εἰς ΥΣ περισπώμενα κατὰ τὴν γενικὴν συστέλλει τὸ υ, σῦς συὸς, καὶ ὗς ὑός. Σύους: Τοὺς Ἱπποκράτους υἱοὺς ἔλεγον καὶ τοῦ Παναιτίου καὶ Μέμνονος, εἰς ὑηνίαν κωμωδοῦντες. Συσσίτιον: Εὐωχία, ἄριστον· καὶ συσσιτίαι,

736

(50)

τὰ δεῖπνα ἃ κοινῇ ποιοῦνται Λακεδαιμόνιοι. Καλεῖ‐ ται δὲ καὶ φιλίτια, ἐπεὶ καὶ φιλίας ἐστὶ συναγωγά. Συστῆσαι: Ἡ σὺν πρόθεσις, ἐπιφερομένου τοῦ ς ἑτέρῳ συμφώνῳ, ἀποβάλλει τὸ ν, ὡς τὸ συστρα‐ τιώτης. Εἴρηται ἀπὸ μεταφορᾶς τῶν ἵππων καὶ
55τῶν ἡμιόνων· ἐπεὶ μετὰ τῶν συνήθων ἵστανται καὶ εὐσταθοῦσιν ἐν ταῖς φάτναις. Σύφαρ: Οὐχ ἁπλῶς τὸ γῆρας, ἀλλ’ ὡς ἐπιγέν‐

737

νημα γήρως, καὶ τῆς ἐσχάτης ἡλικίας τὸ κατερρυσ‐ σωμένον, τουτέστι τὸ δέρμα· καὶ Σώφρων ἐν τοῖς Ἀνδρείοις δεδήλωκε Μίμοις εἰπὼν, Τί μὰν ξύσιλος; τί γάρ; σύφαρ ἀντ’ ἀνδρός.
5Ἐν τούτοις γὰρ τὸν ἀνακρινόμενον γέροντα ξύσιλον παίζων εἴρηκεν, ἀπὸ τοῦ κνᾶσθαι καὶ ξύειν τὸ δέρμα·
κἄπειτα ἀποκρινόμενον, σύφαρ ἀντ’ ἀνδρὸς, τουτέστι δέρμα ψιλὸν, ὡς τῶν ἄλλων ἤδη δεδαπανημένων. Τινὲς δὲ καὶ τὸ τοῦ ὄφεως γῆρας σύφαρ λέγουσι, τὸ
10ἀποσυρόμενον. Λυκόφρων δὲ, τὸ λίαν γεγηρακός. Σφαδάζειν: Ἀττικοὶ μὲν ἐπὶ τὸ χαλεπῶς φέρειν καὶ σχετλιάζειν λέγουσι· Ξενοφῶν ἐπὶ τὸ ἀλγεῖν· ἔνιοι δὲ τὸ σπαίρειν ἐκδέχονται· οἱ δὲ, τὸ χαλεπῶς φέροντα πηδᾶν· οἱ δὲ, ἁπλῶς τὸ δυσφορεῖν, ἢ πᾶν
15τὸ μετὰ βίας. Ἐν δὲ τῷ Ῥητορικῷ Λεξικῷ εὗρον τὸ σφαδάζειν σημαίνειν τὸ δυσθανατεῖν, ματαίως σπᾶσθαι, χαλεπαίνειν, μετ’ ὀργῆς στενάζειν, ὡς Εὐριπίδης καὶ Πλάτων, Διὰ παντὸς βίου σφαδᾷ.
20Γίνεται παρὰ τὸ σπῶ, σπεύδω, σπευδάζω· ἀποβολῇ
20τοῦ υ, καὶ τροπῇ τοῦ π εἰς φ καὶ τοῦ ε εἰς α, σφα‐ δάζω. Ἰστέον δὲ ὅτι τὸ σφαδᾴζειν καὶ ματᾴζειν καὶ βο‐ ρᾴζειν καὶ τερᾴζειν ἔχει τὸ ι προσγεγραμμένον· πρῶ‐ τον μὲν, ἀπὸ τοῦ ματαΐζειν καὶ σφαδαΐζειν καὶ τῶν
25ὁμοίων τοῦ α καὶ τοῦ ι συναιρουμένου· δεύτερον δὲ,
25ὥς φησιν ὁ τεχνικὸς, τὰ εἰς ΖΩ λήγοντα ῥήματα
25κοινολεκτούμενα οὐδέποτε ἔχει τὸ α ἐν τῇ παραλη‐ γούσῃ μακρὸν φύσει· σεσημείωται τὸ κράζω· οἷον γενειάζω, ἑτοιμάζω, ἁρπάζω. Ἰδοὺ γὰρ ταῦτα, μὴ ἔχοντα τὸ ι, οὐκ ἔχει τὸ α φύσει μακρὸν, ὡς δῆλον εἰς τὸν γενειάσω ἑτοιμάσω ἁρπάσω μέλλοντα· ἐνταῦθα
30γὰρ βραχὺ τὸ α. Εἰ ἄρα οὖν τὸ σφαδᾴζω καὶ ματᾴζω καὶ κερᾴζω φύσει μακρὸν ἔχει τὸ α, ὡς δῆλον ἐκ τῆς λοιπῆς κλίσεως τῆς μὴ ἐχούσης τὸ ζ, δῆλον ὅτι ἔχει ἐγκείμενον τὸ ι. Πρόσκειται, “κοινολεκτούμενα,” ἐπειδὴ τὸ πλήσσω πλάζω λέγουσιν οἱ Αἰολεῖς· καὶ
35ἔστι τὸ α φύσει μακρὸν, καὶ οὐκ ἔγκειται τὸ ι. Σφαδάζοντες: Σπώμενοι ἢ δυσφοροῦντες. Σφάζω: Παρὰ τὸ φῶ (σημαίνει τὸ ἀναιρῶ καὶ τὸ φονεύω) παράγωγον φάζω, ὡς βῶ βάζω· πλεο‐ νασμῷ τοῦ ς, σφάζω· ὁ μέλλων σφάξω· καὶ σφαγὰς,
40τὰς κατακλεῖδας. Σφαγεῖον: Τὸ ἀγγεῖον εἰς ὃ τὸ αἷμα τῶν σφα‐ ζομένων ἱερείων δέχονται.
46 Σφακελίζοντες: Διασπῶντες, πηδῶντες, ὑπο‐ τρέμοντες· σφαδάζειν γὰρ ἐστὶ τὸ σπᾶσθαι· καὶ τὸ σφακελίζειν δὲ ἐντεῦθεν, τὸ ἀλγεῖν μετὰ σπασμοῦ· καὶ σφακελισμὸς, παραπληξία, ἢ [ἡ] σῆψις τῶν

737

(50)

μυελῶν. Γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός. Λέγεται δὲ σφάκελος καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος· λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ παλμός. Σφάκελον δὲ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων· καὶ σφακελίσαι, κατασαπῆναι, ἀπονε‐
55κρωθῆναι.
55 Σφάραγον: Ὁ Ἀπίων τὸν φάρυγγα· ἀπὸ τοῦ περὶ αὐτὸν γινομένου ψόφου. Σφαραγεῦντο: Ἦχον προΐεντο· ὀνοματοπεποί‐

738

ηται ἡ λέξις· ἔνθεν καὶ ὁ βρόγχος, ᾧ τὴν φωνὴν ἀφιέμεθα, ἀσφάραγος καλεῖται· καὶ σφαραγίζω, τὸ ἠχῶ· ὡσαύτως δὲ ὀνοματοπεποίηται.
Σφαῖρα: Παρὰ τὸ σπαίρειν καὶ ἐν κινήσει εἶναι,
5μεταθέσει τοῦ π εἰς φ, ἢ τοῦ κ· τὸ γὰρ σπαίρειν, σκαίρειν ἐστί· καὶ τὸ πῶς, κῶς εἴρηται. Ὦρος. Σφαιρωτήρ: Σανδαλίου ζινίχιον, οἷον τὸ λωρίον
10τοῦ ὑποδήματος. Ἐν τῷ Ῥητορικῷ οὕτω. Σφέας: Τὸ σφέας, κατὰ πλεονασμόν ἐστι τοῦ ε, ἢ τὸ σφᾶς, κατὰ συναίρεσιν; Καὶ λέγομεν, ὅτι τὸ σφέας κατὰ πλεονασμὸν γίνεται τοῦ ε, διὰ τὸν κανόνα τὸν λέγοντα καθόλου, ἐν πληθυντικῷ ἀριθμῷ ἡ
15τοῦ τρίτου προσώπου ἀντωνυμία ἀρχομένη ἀπὸ τοῦ ΣΦ ἐνδεῖ συλλαβῆς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τοῦ πρώτου τε καὶ δευτέρου προσώπου· οἷον ἡμεῖς ὑμεῖς σφεῖς, ἡμῶν ὑμῶν σφῶν, ἡμῖν ὑμῖν σφῖν· οὕτως καὶ ἡμᾶς ὑμᾶς σφᾶς. Ὥστε τὸ σφέας
20κατὰ πλεονασμὸν ἐστὶ τοῦ ε, ἀπὸ τοῦ σφᾶς. Σφεδανόν: Ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. Ἑκατέροις δύναται προδίδοσθαι. Σημαίνει δὲ ἡ
25λέξις σφενδονηδόν· ἀπὸ τῆς σφενδόνης· οἷον ἐπεικτι‐ κὸν καὶ ἐπεστραμμένον, ἢ σύντονον· ἀφ’ οὗ καὶ σφὴν καὶ σφίγγω. Οἱ δὲ σφεδανὸν λέγουσι σπευστικῶς. Παρὰ τὸ σπεύδειν σπεδανὸς καὶ σφεδανὸς, Ἰλιά‐ δος λʹ.
31 Σφετεριζόμενος: Ἰδιοποιούμενος, ἀπὸ τοῦ σφέτερος. Σφέλας: Τὸ ὑποπόδιον· παρὰ τὸ φλᾶσθαι εἰς αὐτὸ τὰ γόνατα, ὅ ἐστι θλᾶσθαι καὶ κάμπτεσθαι ἐν
35τῷ καθῆσθαι.
35 Σφενδόνη: Τοῦ δακτυλίου ἡ περιφέρεια καὶ ἡ εἰς λίθων βολὰς καὶ πέμψεις ἐπιτηδεία. Γίνεται παρὰ τὸ σπένδω, τὸ ἀναιρῶ, (Ἐγὼ γὰρ ἤδη σπένδομαι) σπενδόνη καὶ σφενδόνη. Ἢ παρὰ τὸ σφάζω, ἢ
40παρὰ τὸ σπένδω.
40Σφῆκες: Καὶ τὰ μικρὰ καὶ εἰς ὀξὺ συνηγμένα
40ξύλα.
40 Σφηκώδεις: Οἱ κάτισχνοι τοῖς σώμασι· καὶ γὰρ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἔχουσι. Σφηκῶσαι: Τὸ δῆσαι. Οὕτω Φρύνιχος. Ὅθεν καὶ σφηνούμενος, στρεβλούμενος, βασανιζόμενος. Σφήττιοι: Δῆμος φυλῆς Ἀκαμαντίδος. Λέ‐
45γονται δὲ καὶ Σφηττοί. Κωμῳδοῦνται δὲ ὡς ὀξεῖς, ὥσπερ Ἀχαρνεῖς ἄγριοι· Ποτάμιοι δὲ, ὡς ῥᾳδίως δεχόμενοι τοὺς ἐγγράφους νόμους.
56 Σφίγξ: Παρὰ τὸ σφίγγω, διὰ τὸ ἐσφιγμένα καὶ δυσνόητα λέγειν ῥήματα.

739

Σφόνδυλος: Παρὰ τὸ ἐσφίχθαι πρὸς ἀλλήλους, μυελὸς αὖτε σφονδυλίων ἔκπαλθ’. Σφόδρα: Ἐπίρρημα ἐπιτάσεως. Ἐκ τοῦ σπῶ,
5τὸ κατασπῶ, σπόδρα, καὶ σφόδρα. Σφριγῶν: Νεάζων, αὔξων, σφύζων, βράζων, εὐ‐ σωματῶν, ἀκμάζων, ἀνθῶν. Καὶ σφριγῶσιν, ἀκμά‐ ζουσι, καὶ ὥσπερ διεσφηνωμένοι εἰσὶν ὑπὸ πυκνότητος καὶ ἀκμῆς· καὶ παρὰ Ἱπποκράτει σφριγανὸν τὸ
10ἀκμάζον λέγεται· δηλοῖ δὲ καὶ τὸ περιτέτανται, ἢ
10περιτείνονται· καὶ μάλιστα ἐπὶ θηλῆς, καὶ οἷον εὐ‐ σωματούσης· ἔνιοι, σφύζουσιν, ὑγιεῖς τυγχάνουσι.
20 Σφῶε: Ἀντωνυμία ἐστὶ τρίτου προσώπου, αἰτια‐ τικῆς πτώσεως μόνης. Καὶ διατί οὐκ ἔστιν ὀρθῆς καὶ αἰτιατικῆς; Διότι ἡ ὀρθὴ πτῶσις οὐδέποτε ἀνα‐ δίδωσι τὸν τόνον, οἷον νῶϊ, σφῶϊ· τοῦτο δὲ καὶ ὀξύ‐ νεται καὶ ἐγκλίνεται, καὶ ἀναδίδωσι τὸν τόνον· διὸ
25ἀπέλειψεν ἡ εὐθεῖα, καὶ ἔστι μόνης αἰτιατικῆς. Τὸ γὰρ πρῶτον πρόσωπον τῶν δυϊκῶν εὐθείας καὶ αἰτια‐ τικῆς πτώσεως ἐστὶν, οἷον νῶ· τὸ δεύτερον πρόσωπον, ὀρθῆς πτώσεως, οἷον σφῶϊ· τὸ τρίτον, αἰτιατικῆς πτώσεως καὶ μόνον, οἷον σφῶε.
30Τὸ δὲ σπόγγος, διὰ τοῦ π λέγεται, οὐ διὰ τοῦ φ·
30πᾶσα γὰρ λέξις δισύλλαβος ἀπὸ τοῦ ς ἀρχομένη ᾧ ὑποτέτακται συμφώνῳ, τῷ ο παραληγομένη, οὐδὲν τῶν δασέων ἀντιστοίχων ἔχει δευτερεῦον, ἀλλ’ ἕν τι τῶν ψιλῶν, οἷον σπόρος, σκότος, στόνος. Σφυρόν: Τὸ περὶ τὸν ἀστράγαλον, ἤγουν τὰ
35ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, παρὰ τὸ συνεσφίχθαι τὰ ἄρθρα τῇ συνθέσει καὶ τοῖς νεύροις. Σφύριον καὶ ἐπισφύριον: Κτητικόν· καὶ γίνε‐ ται ἐκ τοῦ σφυρόν. Τὰ δὲ γινόμενα διὰ τοῦ ι ὑπο‐ κοριστικὰ, εἰ μὲν ὦσι δακτυλικὰ, πρὸ μιᾶς ἔχει τὸν
40τόνον· εἰ δὲ τριβράχεα, προπαροξύνεται, καὶ διὰ τοῦ ι γράφεται. Σχαδόνες: Τὰ τῶν κηφήνων κηρία, καὶ ζῷον ἄπτερον ἄπουν. Σχαδίσαι: Τὸ θηλάσαι· καὶ ἀνίσχαδον, τὴν
45ἄτοκον καὶ ἀθήλαστον.
45Σχεδόν: Σημαίνει ἐγγὺς, πλησίον, πέλας· ἢ ἐκ
45χειρός. Γίνεται παρὰ τὸ σχέθω, τὸ κωλύω, σχεθὸν καὶ σχεδόν· ἐτυμολογεῖται δὲ παρὰ τὸ σχέσιν ἔχειν ἄλλον πρὸς ἄλλον. Σχεδίην: Σημαίνει τὸ ἐκ τοῦ σύνεγγυς, ὡς τὸ, Τύψον δὲ σχεδίην [μηδ’ ἅζεο θοῦρον Ἄρηα.]

739

(50)

Κυρίως δὲ σχεδία ἐστὶν ἡ πρὸς τάχος γινομένη. Σχέθε: Ἀπὸ τοῦ σχῶ γίνεται σχέθω, ὡς φλέγω φλεγέθω· ὁ παρατατικὸς, ἔσχεθον, ἔσχεθες, ἔσχεθε· καὶ κλίνεται ἄχρι τοῦ παρατατικοῦ κατὰ πᾶσαν ἔγκλισιν.

740

Σχὲς καὶ πρόσχες: Ῥῆμα προστακτικὸν, κατα‐ λήξεως τῶν εἰς ΜΙ. Τὸ ῥῆμα, ἴσχημι· καὶ γίνεται ἐκ τοῦ σχῶ· ὁ μέλλων, σχήσω· ὁ δεύτερος ἀόριστος, ἔσχην· ἡ μετοχὴ, σχεὶς σχέντος· καὶ τὸ προστα‐
10κτικὸν, σχὲς, ὁμοίως τῷ σύνες. Ὁ δὲ Ἀπολ‐ λώνιος ἀπὸ τοῦ σχῶ κανονίζει, μόνον αὐτὸ σημειού‐ μενος. Ὥσπερ τὸ σπὲς, ἀπὸ τοῦ σπῶ· καὶ τὸ φρὲς, ἀπὸ τοῦ φρῶ· οὕτω καὶ τοῦτο ἀπὸ τοῦ σχῶ.
Ἀλλὰ κακῶς. Οὐχ εὑρίσκεται ὁ τεχνικὸς σημει‐
15ούμενος ἐπὶ τῶν εἰς ω, εἰς ΕΣ προστακτικόν. [Χοι‐
15ροβοσκός. Εἰς τὸν εʹ ψαλμὸν, Σύνες τῆς κραυγῆς μου, πρόσχες τῇ φωνῇ [τῆς δεήσεώς μου.]] Ἀπὸ τοῦ σχῶ, ὁ μέλλων, σχήσω· ὁ δεύτερος ἀόρι‐ στος, ἔσχον, καὶ κατέσχον· καὶ ἡ μετοχὴ, σχών·
20καὶ ὥσπερ ἀπὸ τῆς φαγὼν μετοχῆς γίνεται τὸ
20προστακτικὸν φάγε, καὶ πιὼν πῖε, οὕτω καὶ ἀπὸ τοῦ
20σχὼν σχὲ καὶ κατάσχε· ἐν πλεονασμῷ δὲ τοῦ ς, σχὲς, καὶ κατάσχες. Τὸ δὲ σπὲς, ἀπὸ τοῦ σπῶ· (σημαίνει τὸ λέγω) ὁ μέλλων, σπήσω· ὁ δεύτερος ἀόριστος, ἔσπον· ἡ μετοχὴ, σπὼν καὶ ἐνισπών· καὶ τὸ προστακτικὸν, σπέ· καὶ πλεονασμῷ τοῦ ς, σπές.
25Οὕτω Ζηνόβιος. Πλεονάζει δὲ τὸ ς, διὰ τὴν μονο‐ συλλαβίαν. Σχέτλιος: Ὀδυνηρὸς, χαλεπὸς, ἀγνώμων, δυσ‐ τυχὴς, ἄδικος, ἄπορος, θλιβόμενος, τλήμων, ἐπα‐ χθής· ἢ ὁ τὸ σχετλιάζειν καὶ δυσφημεῖν καὶ λύπας
30τινὶ διδούς.
30Ζεύς με γὰρ σχέτλιος,
30Ἰλιάδος βʹ· καὶ πάλιν,
30 Σχέτλιος ἐσσὶ γεραιὲ, Ἰλιάδος κʹ, ἀντὶ τοῦ σχετλιασμοῦ ἄξιος. Γίνεται παρὰ τὸ σχέθω, τὸ κωλύω, καὶ τὸ λίαν, ὁ ἐπισχέσεως ἄξια ἔργα ποιῶν. Σχετλιάζει: Δυσχεραίνει, ἢ βλασφημεῖ.
35Σχηματιζόμενος: Προσποιούμενος, ἢ συντατ‐
35τόμενος.
35 Σχήσεσθαι: Ἰλιάδος ιʹ, ἀνθέξειν, ἀντιστῆναι. Παρὰ τὸ σχῶ, τὸ κρατῶ, γίνεται σχῆμι. Σχοινίον: Ἐκ τοῦ σχοῖνος· τοῦτο ἐκ τοῦ σχῶ, τὸ κρατῶ· καὶ σχοινοφόρος, ἐκ τοῦ σχοῖνος καὶ τοῦ φέρω· τὸ δὲ σχοῖνος μέτρον ἐστὶ γεωμετρικόν.
40Σημαίνει τρία, τὴν πόαν, ἢ νομὴν, ὡς τὸ, Ἀσωπὸν βαθύσχοινον· καὶ μέτρον Περσικὸν, ὃ παρὰ Πέρσαις παρασάγγης λέγεται, ἀπὸ μεταφορᾶς· καὶ ἡ κατευθυντηρία, καθὼς καὶ ὁ ψαλμῳδὸς φησὶ,
45Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας·
45ἐκ γοῦν τῆς σχοίνου τοῦ μετρικοῦ σπαρτίου, καὶ τὰ μετρούμενα τῶν χωρίων, σχοινίσματα λέγεται. Σχῖνον: Τὴν σκίλλαν, ἣν διαμασσῶνται οἱ καλ‐ λωπιζόμενοι ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· ἀφ’ οὗ καὶ τὸ σχινίζεσθαι.

740

(50)

Σχολή: Οὐχ ὁ τόπος ἐν ᾧ σχολάζουσι καὶ δια‐ τρίβουσι περὶ παιδείαν, οὐδὲ αὐτὴ ἡ ἐν λόγοις εὐ‐ μουσία καὶ διατριβὴ, ἀλλ’ ἣν οἱ πολλοὶ ἀκύρως
καλοῦσιν εὐκαιρίαν· τὸ δὲ εὐκαιρεῖν, βάρβαρον· ἀντὶ δὲ τούτου σχολὴν ἄγειν λέγουσιν Ἀττικοὶ καὶ σχο‐
55λάζειν. Ἡ δὲ εὐκαιρία, βάρβαρον μὲν οὐκ ἔστιν ὄνομα, τάττεται δὲ οὐκ ἐπὶ σχολῆς, ἀλλ’ ἐπὶ καιροῦ τινὸς εὐφυΐας καὶ ἀρετῆς. Καὶ ἀντὶ τοῦ οὐδαμῶς.

741

Ἀπὸ δὲ τοῦ σχολὴ, σχολαῖος· τὸ δὲ σχολὴ γίνεται παρὰ τὸ σχῶ. Ἔστι δὲ ἐπίρρημα, ἀντὶ τοῦ ἠρέμα. Καὶ σχολαῖον, ἀργὸν, διατριβὴν ποιούμενον· καὶ σχολαίτερον, ἠρεμαιότερον· ἀπὸ τοῦ σχολαιότερος,
5ὅπερ ἀπὸ τοῦ σχολαῖος. Ὁμοίως σχολαιότης.
5 Σχέδος: Παρὰ τὸ χέω χέδος καὶ σχέδος, οἱονεὶ τὸ διαχέον καλῶς καὶ διαμερίζον τὰς λέξεις καὶ τοὺς λόγους. Ἢ παρὰ τὸ σκεδάζω σκεδάσω σκέδος καὶ σχέδος· διασκεδαζόμεναι γὰρ αἱ λέξεις καὶ οἱονεὶ μεριζόμεναι εἰς λεπτὰ διὰ τοῦ λόγου εἰς γνῶσιν
10παραλαμβάνονται.
15 Σχόλιον: Εἴρηται διὰ τὸ κατὰ σχολὴν παρατί‐ θεσθαι πρὸς σαφεστέραν ἑρμηνείαν τῶν δυσνοήτων ῥημάτων. Σχίδαξ: Παρὰ τὸ σχίζω· σημαίνει δὲ τὸ ἐσχι‐ σμένον ξύλον.
20Σχολαστικός: (Ἀπὸ τοῦ σχῶ, τὸ κρατῶ, σχάζω
20καὶ σχολάζω) ὁ ἐν τῇ διακρατήσει διάγων.
20 Σκεδάζω: Παρὰ τὸ σχεδιάζω, τὸ ἐκ τοῦ παρα‐ χρῆμά τι ποιῶ, σχεδάζω καὶ σκεδάζω. Ἢ παρὰ τὸ σχίζω, τὸ διαχωρίζω, πλεονασμῷ τῆς ΔΑ συλλα‐ βῆς, σχιδάζω καὶ σκεδάζω· τὸ γὰρ σκεδαζόμενον εἰς πολλὰ διασχίζεται.
25 Σχολή: Ἀττικοί· οὐ μόνον δὲ τὸ μηδὲν δρᾶν, ἀλλὰ καὶ τὸ περί τι σχολάζειν. Σῴζω: Τὸ σώζω χωρὶς τοῦ ι λέγει ὁ Δίδυμος· ὥσπερ γὰρ ἀπὸ τοῦ ἕω, τὸ κάθημαι, γίνεται ἕζω, οὕτως ἀπὸ τοῦ σώω, τὸ ὑγιαίνω, γίνεται σώζω, πλεονασμῷ
30τοῦ ζ. Ἀλλ’ ἡ παράδοσις ἔχει τὸ ι. Τὸ δὲ σῴζω, ὅτε μὲν γίνεται ἀπὸ τοῦ σῶος, σωΐζω, ὡς λέπος λεπίζω, καὶ κατὰ συναίρεσιν, σῴζω, ἔχει τὸ ι· ἡνίκα δὲ ἀπὸ τοῦ σάος σαόζω καὶ κράσει σώζω, οὐκ ἔχει προσγεγραμμένον τὸ ι. Δεῖ δὲ γινώσκειν, ὅτι ἡνίκα
35ἀπὸ τῆς ΣΩ συλλαβῆς ἄρχεται ἐπιφερομένου τοῦ ζ, ἔχει προσγεγραμμένον τὸ ι, σῴζω σῴζομαι, ἔσῳζον· ἡνίκα δὲ μὴ οὕτως ἔχῃ, οὐ προσγράφεται, οἷον σαώζω, σώσω, σῶσον. Σωτηρία: Ὄνομα παρώνυμον ἀπὸ τοῦ σωτῆρος·
40τοῦτο ἀπὸ τοῦ σώζω, σώσω, σέσωκα, σέσωσμαι,
40σέσωσται, σωστὴρ, καὶ σωτήρ. Ἔστι δὲ καὶ ἄλλο σῶ, τὸ ὑγιαίνω· ἐξ οὗ ὁ παθητικὸς παρακείμενος, σέσωσμαι, σέσωσται· καὶ ἐξ αὐτοῦ σωτήρ. Τὸ δὲ σῷος ἔλεγεν ὁ Δίδυμος σὺν τῷ ι γράφεσθαι, ὡς ἀπὸ τοῦ ὁ σῶς τοῦ σῶ· τὰ γὰρ ἀπὸ τοῦ εἰς ΩΣ διὰ τοῦ
45ΩΟΣ σὺν τῷ ι, Μίνως, Μινῷος· ἥρως, ἡρῷος· οὕτως καὶ σῶς σῷος. Ὁ δὲ Ἡρωδιανὸς λαβόμενος αὐτοῦ λέγει, ὅτι τὸ σῶς ἀπὸ τοῦ σῶος πέπονθε. Πρὸς ὃν ἔστιν εἰπεῖν, τί οὖν; Ἀπὸ τοῦ πεπονθότος γίνεται παράγωγον; Γίνεται γὰρ ἀπὸ τοῦ πατρὸς καὶ μη‐

741

(50)

τρὸς πατρικὸς καὶ μητρικός. Λέγει δὲ πάλιν ὁ

741

(50)

τεχνικὸς, ὅτι οὐδέν ἐστιν εἰς ΩΣ μονοσύλλαβον περι‐ σπώμενον ἀρσενικὸν, εἰ μὴ τοῦτο· πρὸς ὃν ἔστιν εἰπεῖν, ὅτι σὺ ἐδίδαξας ἡμᾶς ἐν τῇ περὶ τοῦ ζῶς μονοσυλλάβου βίβλῳ, ὅτι ἔστι τὸ ζῶς, καὶ τὸ Κῶς, καὶ τὸ Γλῶς· εἰσὶ δὲ ὀνόματα ἡρώων. Δεῖ δὲ
55γινώσκειν, ὅτι τὸ σῶος ἄνευ τοῦ ι ἡ παράδοσις οἶδε·
55καὶ λέγει ὁ τεχνικὸς, ὅτι ἔστι σώω σώσω διὰ τοῦ ω μεγάλου, ὡς γνώω γνώσω· καὶ σόω διὰ τοῦ ο μικροῦ. Ταῦτα τρέπουσι τὸ τελευταῖον ω εἰς ΟΣ, καὶ γίνεται

742

ἐκ μὲν τοῦ σώω τὸ σῶος, ἐκ δὲ τοῦ σόω τὸ σόος. Σῷ μονοσύλλαβον, οἱ σῶοι, καὶ παρὰ Θουκυδίδῃ· ἡ δὲ συνήθεια γράφει, σῶος. Λέγει δὲ Ὦρος ὁ Μι‐ λήσιος ἔχειν τὸ ι προσγεγραμμένον· ἀπὸ γὰρ τοῦ οἱ
5σῶοι οἱ σῷ, ὥσπερ οἱ ζῶοι οἱ ζῷ.
5 Σώεσκον: Ἔσῳζον· ἢ ἀπὸ τοῦ ἔσῳον, ἢ ἀπὸ τοῦ σώζω. Τὸ δὲ σώω σημαίνει τὸ ὁρμῶ, ὡς τὸ, Σώεσθαι στροφάδην, παρὰ Ἀπολλωνίῳ. Σώχω: Τὸ τρίβω· παρὰ τὸ σῶ σώχω, ὡς σμῶ
10σμώχω· παρὰ τοῦτο δὲ καὶ τὸ ψώχω.
10 Σῶκος: Ἐπίθετον Ἑρμοῦ· ἤτοι ὁ ἰσχυρός· (σωκεῖν γὰρ τὸ ἰσχύειν· Σοφοκλῆς ἐν Ἠλέκτρᾳ, Οὐκέτι σωκῶ) ἢ σάοικος· ἢ ὁ ὠκέως σοούμενος· ἄγγελος γάρ. Ἢ σωσίοικος, ἢ ὁ σωστικὸς θεός. Παρὰ τὸ σώζω σῶκος,
15ὡς θάσσω θάκος. Ἔστι δὲ καὶ ὄνομα κύριον.
15 Σῶμα: Οἱονεὶ δῶμα ὂν τῆς ψυχῆς· ὅθεν καὶ σκήνωμα πᾶν τὸ τεθνηκός. Εἴρηται δὲ σῶμα, ὥς φησι Πλάτων, ὅτι σῆμα ἐστὶ, τουτέστι τάφος τῆς ψυχῆς· δίκην γὰρ τάφου ἐντέθαπται ἡ ψυχὴ τῷ σώματι. Ἢ σώαιμα, σῶον αἷμα. Ἐν τῷ αἷμα.
20 Σωρός: Ἐπὶ τῶν λίθων. Ἀπὸ τοῦ σωρὸς, σωρεύω, σωρεία· καὶ σωρεὸς, ἀπὸ τοῦ σωρεύω, ὡς φωλεύω φωλεός. Εἴρηται δὲ ἀπὸ τοῦ ἐν αὐτῷ σωρεύεσθαι τὰ σώματα· ἢ παρὰ τὸ ἔσω ὠρεῖν, ὅ ἐστι φυλάττειν· ὥστε τὸ σωρεὸς μὴ πεπλεονακέναι,
25ἀλλὰ μᾶλλον ἐνδεδεηκέναι τὸ σωρός· τὰ γὰρ εἰς ΡΟΣ λήγοντα δισύλλαβα, τῷ ω παραληγόμενα, μὴ ὄντα ἐπίθετα, βαρύνεται, Ὦρος, Δῶρος, Φλῶρος, Βῶρος· οὐδὲν ἔχομεν ὀξύτονον· σεσημείωται τὸ σωρός. Τὰ ὀξύτονα ἐπίθετα εἰσὶ, χλωρὸς, ψωρὸς, μωρός. Πῶς
30οὖν ὀξύνεται τὸ σωρός; Ἠλόγηται ὅταν δισυλλαβῇ· τὸ πρῶτον ἄρα σωρεὸς, ὡς ὀχεὸς, λοχεός. Σῶρος: Ἐν ᾧ τὸ σῶμα ῥεῖ, ἤγουν καταρρεῖ. Σωφροσύνη: Παρὰ τὸ σῴζειν τὸ φρονεῖν· ἢ παρὰ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου· ἢ διὰ τὸ σῶα
35φρονεῖν.
35 Σωφρονιστῆρες: Οἱ ἔσωθεν τῶν ἄλλων ὀδόντων διὰ τὸ φύεσθαι κατὰ τὴν τοῦ φρονεῖν ὥραν περὶ τὸ εἰκοστὸν ἔτος. Ὁ δὲ Ἀριστοτέλης καλεῖ αὐτοὺς κριτῆρας. Σωφρονισταί: Ἄρχοντές τινες χειροτονητοὶ δέκα
40τὸν ἀριθμὸν, ἑκάστης φυλῆς (εἷς)· ἐπεμελοῦντο δὲ
40τῆς τῶν ἐφήβων σωφροσύνης. Σάωσε: Τὸ ἐσάωσα συναιρεθὲν εἰς τὸ ἔσωσα, διατί μὴ περισπᾶται; Λύσις· ὅτι ὁ τύπος ἀντί‐ κειται· οἱ γὰρ ὑπὲρ δύο συλλαβὰς ἀόριστοι προ‐
παροξύνονται.
45Σταφυλή: Ὀξύνεται καὶ βαρύνεται, ὥς φησι
45Πτολεμαῖος· τὸ μὲν γὰρ βαρυνόμενον ὄνομα ἐπὶ τῆς καθιεμένης μολίβδου παρὰ τοῖς ἀρχιτέκτοσι τίθεται· τὸ δὲ ὀξυνόμενον, ἐπὶ τῆς ὀπώρας. Παρ‐ ῆχθαι δὲ λέγουσι τὴν ὀπώραν ἀπὸ Σταφύλου τινὸς, ὃς ἐγένετο υἱὸς τοῦ Διονύσου. Ἡρακλείδης δὲ

742

(50)

ἥμαρτε φησὶ λῆγον εἰς ὀξεῖαν· οὐδὲν γὰρ τῶν εἰς ΛΗ ληγόντων θηλυκῶν ὀνομάτων ἀμέτοχον γένους οὐδετέρου παρατελευτῶντος τοῦ υ, ὀξύνεται, κρωβύλη, φαισύλη, ἡδύλη, κορδύλη, κανδύλη. Οἱ οὖν ὀξύ‐ νοντες φασὶν, ὅτι ἀπὸ βαρυτόνου ἀρσενικοῦ γέγονε·
55τὰ γὰρ εἰς η θηλυκὰ ὀξύνεται, ἐὰν τὰ ἀρσενικὰ
55βαρύνηται· οἷον πόθος, ποθή· φόνος, φονή· νόμος, νομή· ὦνος, ὠνή· καὶ τοὔμπαλιν, Δαναὸς Δανάη. Καὶ πῶς τὸ κόγχος κόγχη, φίλος φίλη, μύλος

743

μύλη, καὶ ἄλλα μυρία· καὶ ἐπὶ τῶν ὀξυτόνων καλὸς καλὴ συμβαρύνεται καὶ ὀξύνεται τοῖς ἀρσενικοῖς; Καὶ τινὲς, βοηθεῖν τῇ συνηθείᾳ βουλόμενοι, φασὶν, ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται σημαινομένου,
5ὁμοτονεῖ· ὅσα δὲ διαλλάττει τῷ σημαινομένῳ, καὶ τῷ τόνῳ διαλλάττει. Τὸ μὲν οὖν ξένος ξένη, φίλος φίλη, καὶ τὰ ὅμοια, ἀπαράλλακτά εἰσι· τὸ δὲ χόλος χολὴ, τρόπος τροπὴ, πόθος ποθὴ, στρόφος στροφὴ, γόνος γονὴ, δόμος δομὴ, διαφέρουσιν. Εἰ οὖν τὸ
10στάφυλος ἀρσενικὸν διαφέρει τῷ σημαινομένῳ, ἡ
10σταφυλὴ τὸ θηλυκὸν ἐπὶ τῆς ὀπώρας ὀξύνεται, παρὰ τὸ στάζειν τὸν πηλόν. Σκηνή: Οἱ μὲν τὸ κωνωπίσαι· οἱ δὲ, δέρματα καὶ στρωτῆρας καὶ δοκοὺς, οἷς καταπήγνυται πᾶσα ἡ σκηνή· οἱ δὲ, εἶδος κόσμου γυναικείου, οἱ δὲ,
15σκεῦός τι οὕτω καλούμενον· οἱ δὲ, τὴν νῦν δελ‐
15φικὴν καλουμένην· καὶ σκηνευτὴς, ὁ σκηνήν τινα οἰκῶν. Στάδιον: Κατὰ τὸ ἀρχαῖον ἐκαλεῖτο αὐλός· ὅθεν δίαυλος, τὰ δύο στάδια, ἀπὸ τοῦ δύο αὐλῶνας ἔχειν· καὶ διαυλωνίζειν λέγουσι τοὺς ἀνέμους,
20ὅταν διά τινος ὁμαλοῦ καὶ στενοῦ διαπνέωσι. Κα‐
20λεῖται δὲ, ὅτι φασὶ Δαναὸν, ἐπὶ τοῖς γάμοις τῶν θυγατέρων ἀγῶνα ἐπιτελοῦντα, δεῖξαι τοῖς μνηστῆρσι τὸ τοῦ δρόμου τέρμα, ἐν ᾧ ἐπεφύκει σέλινα· ἐξ ὧν σπάσαι τὸν φθάσαντα, καὶ τοῦτο σύμβολον γενέσθαι τῆς νίκης, ὥσπερ νῦν τὰ βραβεῖα· ἀπὸ δὲ τοῦ
25σπάσαι κληθῆναι σπάδιον καὶ στάδιον. Ἢ ὅτι τετραποδιστὶ τὸ πάλαι περιπατοῦντες, μετὰ τὸ εὑρε‐ θῆναι τὸν Δημητριακὸν καρπὸν, ἀνέστησαν· καὶ εὐ‐ ρωστίας ἐπίδειξιν ποιούμενοι, δρόμον ἠγωνίζοντο Διὰ τὴν στάσιν οὖν, στάδιον. Εἰς τὰ σχόλια Πιν‐
30δάρου.
30 Σκηνή: Ἔστιν ἡ μέση θύρα τοῦ θεάτρου· περι‐ σκήνια δὲ, τὰ ἔνθεν καὶ ἔνθεν τῆς μέσης θύρας, χαλκᾶ κάγκελλα· καὶ ἵνα σαφέστερον εἴπω, [σκηνὴ ἡ] μετὰ τὴν σκηνὴν εὐθὺς, καὶ τὰ περισκήνια, ἡ ὀρχήστρα. Αὕτη δέ ἐστιν ὁ τόπος ὁ ἐκ σανίδων
35ἔχων τὸ ἔδαφος, ἐφ’ οὗ θεατρίζουσιν οἱ μῖμοι· εἶτα μετὰ τὴν ὀρχήστραν βωμὸς ἦν τοῦ Διονύσου, τετρά‐ γωνον οἰκοδόμημα κενὸν ἐπὶ τοῦ μέσου, ὃ καλεῖται θυμέλη, πρὸς τὸ θύειν· μετὰ τὴν θυμέλην ἡ κονίστρα,
τουτέστι τὸ κάτω ἔδαφος τοῦ θεάτρου.
43tτ.
44ταῦ τὸ στοιχεῖον, ὅτι ἐντεταμένας ἔχει τοῦ χαρα‐
45κτῆρος τοῦ στοιχείου τὰς ἐντυπώσεις· ἀπὸ γὰρ μακρᾶς τῆς ἄνω καὶ τοῦ ι τὸ γράμμα ἐστίν. Ἐν‐ τεῦθεν καὶ ταῶς, ὁ τεταμένα ἔχων τὰ πτερά. Τὸν δὲ Ἁλιροθίου πέλεκυν φησὶν μιμησάμενος, ἐνετυπώ‐ σατο τὸ γράμμα.

743

(50)

Τάγηνον: Τοῦτο Ἰώνων τινὲς τήγανον λέγουσι.

743

(50)

Ἡρωδιανὸς ἀπὸ τοῦ τήκω τήγανον, καὶ καθ’ ὑπέρ‐ θεσιν, οἷον, Ἐμοῦ δὲ ὥσπερ ἐπὶ ταγήνου ἔσιζεν ἡ καρδία, καὶ κατε‐ τήκοντο αἱ σάρκες, καὶ αὐτόματα ἐχώρει κατὰ τῶν γνάθων τὰ δάκρυα.
55Ταγηνίας: Πέμματα ἐστὶ τῶν ἀπὸ τηγάνων ἐκ
55στέατος ὑγροῦ καὶ τυροῦ καὶ μέλιτος καὶ ἀστα‐ φίδος. Τάγυρι: Τὸ βραχύτατον καὶ ἐλάχιστον, οἷον ψιλὰ λέγουσιν. Εὔπολις Αἰξὶ, Μαθόντι μηδὲ τάγυρι μουσικῆς.

744

Ταλαεργοί: Οἱ τλητικοὶ καὶ τλῆναι δυνάμενοι πρὸς πᾶν ἔργον. Ταλαίπωρος: Εἰς τὸ ἀταλαίπωρος. Τάλαντον:
5Χρύσεια πατὴρ ἐτίταινε τάλαντα.
5Σημαίνει δὲ τάλαντον τὸ ζυγὸν, παρὰ τὸ ταίνω ῥῆμα· ὅπερ γίνεται κατὰ ἀναδιπλασιασμὸν τιταίνω· καὶ ὡς φαίνω φαντὸς, οὕτως ταίνω ταντὸς, καὶ τὸ οὐδέτερον ταντόν· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, τάλαντον· καὶ συνθέσει, ἀτάλαντον, ἀντὶ τοῦ ὁμοιο‐
10τάλαντον. Ἢ παρὰ τὸ ταλαὸν, τὸ ὑπομονητικὸν τοῦ βάρους. Τάλαντον οὖν ἡ στάθμη· καὶ ΤΑΛΑΝ‐ τεύειν, τὸ σταθμίζειν καὶ ζυγοστατεῖν. Ἐν Τιμαίῳ, Τὴν δὲ γῆν ταλαντουμένην ἀνωμάλως, σείεσθαι μὲν ὑπ’ ἐκείνων· κινουμένην δὲ αὖ πάλιν ἐκεῖνα σείειν.
15Μεταφορικῶς, ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγεῖν τα‐ λαντᾶν λέγουσι· καὶ ὑπερταλαντᾶν, τὸ ὑπερ‐ βαρεῖν. Πολλὰ εὗρον σημαίνειν τὴν λέξιν· ἢ παρὰ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθ’ ὃ σημαι‐
20νόμενον Δημοσθένης φησὶ πεντήκοντα τάλαντα· ἢ
20σταθμοῦ τὶ ὄνομα, ὥσπερ Ἀριστοφάνης, Ἀλλ’ ἢ ταλάντῳ μουσικὴ κριθήσεται· καὶ τὸ Ὁμήρου, χρύσεια πατὴρ ἐτίταινε τάλαντα. Τρίτον σημαινόμενον, ἡ ῥοπή· τέταρτον, ἀριθμοῦ τὶ
25ὄνομα, ὡς καὶ πολυτάλαντος ὁ πλούσιος. Καὶ τὸ
25Ὁμήρου,
25Κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα.
25Καὶ διτάλαντον δὲ καὶ τριτάλαντον, καὶ ἡμιτάλαντον λέγεται, ἀρχαία δὲ ἡ χρῆσις καὶ ἡ τοῦ τρίτου ἡμι‐ ταλάντου, καὶ πέμπτον ἡμιτάλαντον. Ἔστι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον, δύο ἥμισυ τάλαντα· τὸ δὲ πέμπτον ἡμιτάλαντον, τέσσαρα ἥμισυ· καὶ τὸ
30ἕβδομον ἡμιτάλαντον, ἓξ ἥμισυ· καὶ ὅλως οὗτινος ἀριθμοῦ παρωνύμῳ μέρει ἐπονομάσει τὶς τὸ ἡμιτά‐ λαντον, τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει τοῖς ταλάντοις· οἷον, ἂν μὲν ηʹ, ἑπτά· ἂν δὲ θʹ, ὀκτώ· συναριθμουμένου δηλονότι καὶ τοῦ ἥμισυ. Φίλον δὲ
35τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμι‐ τάλαντα λέγειν, ὡς καὶ τρία ἡμίμναια, τὴν μίαν ἥμισυ μνᾶν. Καὶ ἄλλως· τὸ τάλαντον κατὰ τοὺς παλαιοὺς χρυσοῦς εἶχε τρεῖς· διὸ καὶ Φιλήμων ὁ κωμικὸς
40φησὶ,
40δύο εἰ λάβοι
40τάλαντα, χρυσοῦς ἓξ ἔχων, ἀποίσεται·
40εἰς τὸ Λεξικὸν τῆς Ἰλιάδος, Ἕπτ’ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. Τὰ νῦν ἑξακισχίλια λεγόμενα παρὰ Ἀθηναίοις. Διαφόρως δὲ νοεῖται· ἦν γὰρ καὶ βραχύ τι παρὰ τοῖς ἀρχαίοις. Καὶ ὁ ποιητὴς δὲ δῆλον ἡμῖν τοῦτο
45ποιεῖ, ἐν τῷ ἐπιταφίῳ Πατρόκλου λέγων,
45 τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα· εἰ γὰρ περὶ τοῦ ταλάντου τῶν Ἑλλήνων ἔστι, βραχύ τι τὸ τάλαντον τοῦ χρυσοῦ ἦν παρ’ αὐτοῖς, ὡς ὁ Δίφιλος ἐν ἀργύρῳ “βραχύ τι ἐστι τάλαντον” φησί. Τάλαντον δὲ, οὐ τάλαντα. Ταῦτα δέ ἐστι χρυσίου

744

(50)

τάλαντον.

744

(50)

Ταλαπείριος: Οἱ τραγικοὶ τὸν ταλαίπωρον λέγουσιν, ἢ ὁ τηλόθεν πεπειραμένος, οἱονεὶ ὁ πολλὴν πεῖραν ὑπομείνας, τουτέστι πολύπειρος· ἢ ὁ πολλὰ τετληκὼς, καὶ πολλῶν πεπειραμένος· Ἀντίμαχος· Πώρη ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος,
55ἀντὶ τοῦ πένθος· ἢ παρὰ τὸ τηλόθεν πεπερακέναι,
55ταλαπέριος· καὶ πλεονασμῷ τοῦ ι, ταλαπείριος. Τάλαρος: Καλαθίσκος, κόφινος· κυρίως δὲ ὁ εἰς τυρὸν ἐπιτήδειος. Εἴρηται δὲ ἀπὸ τοῦ τετάσθαι· ἢ

745

ἀπὸ τοῦ τηρὸς ταρός· καὶ πλεονασμῷ τῆς ΑΛ συλ‐ λαβῆς, τάλαρος, [ὁ εἰς τυρὸν ἐπιτήδειος.] Ἡσίοδος, Ἐς ταλάρους ἐφόρευν· καὶ Ὅμηρος,
5Πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπὸν,
5Ἰλιάδος ςʹ.
5 Τάλας: Σημαίνει τὸν ἄθλιον· παρὰ τὸ τάλλω, τὸ κακοπαθῶ, ἔνθεν Ἡσίοδος φησὶν, Ἐτρέφετ’ ἀτάλλων μέγα νήπιος·
ἀντὶ τοῦ μὴ κακοπαθῶν. Τάλλω οὖν, καὶ κατὰ συγκοπὴν, τλῶ· καὶ ταλῶ, ἔνθεν τὸ ταλάσσῃς, ἀντὶ
10τοῦ ὑπομείνῃς· καὶ ταλασίφρων, ὁ καρτερόφρων καὶ
10γενναῖος, παρὰ τὸ τλεῖν. Ταλαυρινὸν πολεμιστήν: Ὑπομονητικὸν ἐν μάχῃ. Παρὰ τὸ ταλαὸν καὶ ῥινὸν γίνεται σύν‐ θετον.

746

Ταλαῶο: Μετὰ τοῦ ι τινές· ἦν γὰρ (φασὶ)
11ταλαοῖο· οὐ κατεπείγει δέ· ἐκ γὰρ τῆς εἰς ΩΣ εὐθείας Ἀττικῶς κέκλιται, καὶ πλεονασμῷ τοῦ ο, ὡς Μίνωο, Ἀνδρογέωο. Ταλάσια: Τὰ ἔρια· ἀφ’ οὗ καὶ ταλασιουργοὶ,
15οἱ ἱστουργοί· τὸ ΣΙ, ι· τὰ διὰ τοῦ ΙΟΣ κύρια ὑπερ‐ τρισύλλαβα προπαροξύτονα διὰ τοῦ ι γράφεται·
20χωρὶς τῶν παρὰ τὸ κλέος καὶ τῶν ἀπὸ τῶν εἰς ΕΥΣ, οἷον Προκόπιος, Γεώργιος. Πρόσκειται, “ὑπερ‐ τρισύλλαβα·” διὰ τὸ Ἄρειος. “Παρὰ τὸ κλέος·” διὰ τὸ Ἡράκλειος. “Ἀπὸ τῶν εἰς ΕΥΣ·” διὰ τὸ Βασίλειος.
25 Ταμίας: Ὁ φύλαξ, κυρίως ὁ κελλάριος, παρὰ τὸ τέμνω, οἱονεὶ παρὰ τὸ ἀποτετμῆσθαι καὶ ἀποκε‐ χωρίσθαι καὶ ἀφωρίσθαι αὐτῷ τὴν τοῦ οἴκου ἐξουσίαν.

745

(12)

Ταμίας: Ὁ δεσπότης· παρὰ τὸ ἀποτετμῆσθαι αὐτῷ τὴν τοῦ οἴκου ἐξουσίαν· ἢ παρὰ τὸ τέμνειν
15αὐτὸν καὶ ἀπομερίζειν τοῖς ἄλλοις. Ζεὺς ταμίας πολέμοιο. Ταμίαι: Ἔφοροι, φύλακες, ταμιοῦχοι, διοικηταί. Ἀρχὴ γὰρ τὶς παρὰ Ἀθηναίοις ἦν οἱ ταμίαι, ιʹ τὸν ἀριθμόν. Παραλαμβάνουσι δὲ οὗτοι τό τε ἄγαλμα
20τῆς Ἀθηνᾶς καὶ τὰς νίκας καὶ τὸν ἄλλον κόσμον
20καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς, ὡς Ἀριστο‐ τέλης. Εἰσὶ δὲ καὶ ἄλλοι ταμίαι ἄρχοντες χειρο‐ τονητοὶ ἐπὶ τὰς ἱερὰς καὶ δημοσίας τριήρεις. Ὅτι δὲ καὶ τοῖς τριηράρχαις παρείποντο ταμίαι, δεδή‐ λωκεν Εὔπολις.
25Ταμύναι: Πόλις ἐν Εὐβοίᾳ.
25 Τάμον: Ἀόριστος δεύτερος· καὶ τάμητε, ὑπο‐ τακτικόν· καὶ ἡ μετοχὴ, ταμὼν, καὶ προταμὼν, ἀντὶ τοῦ ἤτοι ἀποκόψας, ἢ τὸ σκληρὸν τῆς τροφῆς προ‐ κατεργασάμενος. Τὸ ῥῆμα, τέμνω· τὸ δὲ τάμνω, Δωρικόν· ὁ μέσος παρακείμενος, τέτομα.
30 Ταμεσίχροα: Παρὰ τὸ ταμῶ ταμέσω ταμεσί‐ χρους· σημαίνει δὲ τὸν τέμνοντα τὸν χρῶτα, τὸν τμητικὸν τοῦ χρωτός. Τανύω: Ἀπὸ τοῦ τείνω. Τανύποδας: Ταχείας.
35Τανηλεγέος θανάτοιο: Παρὰ τὸ λέγω, τὸ
35κοιμῶμαι, ταναλεγὴς καὶ τανηλεγής· ἢ παρὰ τὸ τῆλε, τηλελεγὴς καὶ τανηλεγὴς, ὁ μακρὸν κοίμημα ἔχων, τουτέστιν αἰώνιον· ἢ ὁ μακρὰν ἀφροντιστίαν παρέχων. Ταναύποδας: Εἰς τὸ ναῦφι.
41 Τανύηκες: Τεταμένην ἔχον τὴν ἀκὴν, ἢ αἰχμὴν, τουτέστιν ἠκονημένον, ἐπὶ τοῦ ξίφους· τὸ δὲ τανυη‐ κέας ὄζους, τοὺς τεταμένους κλάδους· καὶ ἔστιν ἁπλῆ ἡ λέξις, τοὺς μέχρι πολλοῦ ἥκοντας καὶ παρα‐
45τεταμένους.
45 Τανύπεπλος: Ἐπιμήκη πέπλον ἔχουσα· ἐξ οὗ καὶ τὴν φοροῦσαν εὐμήκη εἶναι δηλοῖ. Γίνεται δὲ παρὰ τὸ τανύω, τανύσω, τανύπεπλος, ὡς γανύω Γανυμήδης· καὶ τανύπτερος, ἡ παρατεταμένα πτερὰ ἔχουσα.

745

(50)

Τανύφλοιον: Ἰλιάδος πʹ, τὴν μακρὸν φλοιὸν ἔχουσαν, εὔινον. Ταπεινός: Ἢ παρὰ τὸ θάπτω, ὁ δεύτερος ἀό‐ ριστος, ἔθαφον θαφεινός· καὶ τροπῇ, ταπεινός· ἢ ὥσπερ ἐκ τοῦ ὄρος γίνεται ὀρεινὸς, οὕτως ἀπὸ τοῦ
55ἔδαφος ἐδαφεινός· καὶ κατὰ ἀφαίρεσιν τοῦ ε, καὶ τροπῇ τῶν συμφώνων, ταπεινός. Ἢ παρὰ τὸ πέδον πεδεινός· καὶ κατὰ τροπὴν τοῦ δ εἰς τ, καὶ τοῦ ε εἰς τὸ α, πατεινός· καὶ καθ’ ὑπέρθεσιν. Ἢ παρὰ

746

τὸ δάπεδον δαπεδεινός· καὶ κατὰ συγκοπὴν καὶ τρο‐ πήν. Ἢ παρὰ τὸ πατῶ γίνεται πάτος, οἱονεὶ ὁ πατούμενος· καὶ ἐκεῖθεν πατεινὸς, καὶ ἐν ὑπερθέσει. Ἢ παρὰ τὸ τάπης τάπητος ταπητεινὸς, καὶ κατὰ
5συγκοπήν.
5 Τάπητες: Ἐπιβόλαια, ἢ στρώματα. Οὕτως Ἀριστοφάνης. Ἐτυμολογεῖ δὲ αὐτὸ Ὠρίων παρὰ τὸ θάλπω, θάλπης· καὶ μεταθέσει τοῦ θ εἰς τ, καὶ ἀποβολῇ τοῦ λ, τάπης. Ἢ δάπης καὶ τάπης. Ἢ παρὰ τὸ θάπτω, θάφης καὶ τάπης· ἢ παρὰ τὸ πατῶ,
10πάτης καὶ τάπης. Ταραντεινόν: Λεπτὸν καὶ διαφανὲς ἱμάτιον,
15οὐ πάντως πορφυροῦν, ὥς τινες ὑπέλαβον. Καὶ τα‐ ραντιναὶ βαφαί: Παρὰ Ἀχαιῷ· οἶμαι τὰ ἁλουργὰ, ἢ τὰ ἀπ’ ὀστρέου.
25 Τάρβος: Σημαίνει τὸν φόβον, τρισὶ παραγωγαῖς ὁ Ἡρωδιανὸς τοῦτο ὑπέβαλε. Πρῶτον, ἐκ τοῦ τα‐ ράσσω τάραβος· καὶ συγκοπῇ, τάρβος, παρὰ τὸ ταράσσειν τὴν ψυχήν. βʹ, ἐκ τοῦ τρέπω, ὁ βʹ ἀόρι‐ στος, ἔτραπον, τράπος καὶ τάρβος· οἱ γὰρ εὐλα‐
30βούμενοι φεύγουσι. Τρίτον, ἐκ τοῦ τείρω, τὸ κατα‐ πονῶ, ὁ βʹ ἀόριστος, ἔταρον, τάρος· καὶ πλεονασμῷ τοῦ β, τάρβος· καὶ ῥῆμα, ταρβῶ· τάρβησάν τε, ἀντὶ τοῦ ἐφοβήθησαν. Ταραχή: Ἐτυμολογεῖται μὲν παρὰ τὸ ῥᾷον
35χεῖσθαι· παράγεται δὲ παρὰ τὸ ταράσσω· τοῦτο
35παρὰ τὸ ῥῶ, τὸ φθείρω, ῥάσσω· μετὰ τοῦ στερητικοῦ α, ἀράσσω· καὶ πλεονασμῷ τοῦ τ, ταράσσω, ταράξω, τετάραχα. Τὸ ῥα, βραχύ. Διατί; Τὰ διὰ δύο
ΣΣ ἐκφερόμενα παράγωγα ῥήματα ὑπὲρ δύο συλλα‐ βὰς βαρύτονα, διχρόνῳ παραληγόμενα, συστέλλει
40αὐτὸ, οἷον ἀνάσσω, πατάσσω, ταράσσω. Τάμνε: Σημαίνει τέσσαρα· ἐπὶ μὲν τοῦ δια‐ τέμνειν, τάμνε νέους ὅρπηκας, ἵν’ ἅρματος ἄντυγες εἶεν· ἐπὶ δὲ τοῦ παρελαύνειν,
45τάμνον τ’ ἀμφὶ βοῶν ἀγέλην·
45ἐπὶ δὲ τοῦ θῦσαι,
45καὶ ἀπὸ στομάχους ἀρνῶν τάμεν,
45Ἰλιάδος χʹ. Ἐπὶ δὲ τοὺς δι’ ἐντόμων ὅρκους, ὄφρ’ ὅρκια τάμνῃ αὐτός. Τάριχος: Παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰσχναίνεσθαι· ἢ παρὰ τὸ γάρη ἔχειν, τροπῇ τοῦ γ εἰς τὸ τ· καὶ ταρι‐

746

(50)

χεύειν, τὸ τήκειν καὶ ξηραίνειν. Παρὰ τὸ γάρον,

746

(50)

γάριχος καὶ τάριχος. Σημαίνει δὲ τὸ πεπασμένον

746

(50)

λαρδίον.

746

(50)

Τάργανον: Τινὲς τῶν Ἰώνων τὸ ταρακτὸν κα‐ λοῦσι. Τάρπημεν: Ἐτέρφθημεν, ἐκορέσθημεν. Ἀπὸ τοῦ τέρπω ἔταρπον ἐτάρπην. Τάρπη:
54Καὶ αὐτῶν βέλος ἓν ἐς τὰς τάρπας ῥίπτειν.
55Κοφίνους μεγάλους· ἢ νεκροφορικὰ ἀγγεῖα· παρὰ τὸ αἴρειν τί. Αἴρω οὖν, ὁ μέλλων, ἀρῶ· ἐξ αὐτοῦ, ἄρη· καὶ πλεονασμῷ τοῦ π, ἄρπη καὶ τάρπη.

747

Ταρροὶ καὶ ταρσοί: Τάλαροι, καὶ τὰ πλατύ‐ σματα τῶν καρπῶν· αὐτὸ τὸ πτέρωμα· καὶ Θουκυ‐ δίδης οὕτως. Ῥητορική. Καὶ τάρρωμα, τὴν κωπη‐ λασίαν. Οὕτως Ἀριστοφάνης. Ῥητορική.
5 Ταρσοί: Τὰ ἀγγεῖα τῶν τυρῶν, καὶ τὰ ἔξω τῶν καρπῶν· καὶ ταρσοῖς, πτεροῖς ἄκροις. Ταρσός: Ἐκ μέρους ἢ τὸ πλάτος τοῦ ποδὸς, ἢ τὸ ἄκρον τῆς χειρός. Ῥητορική. Ἔστι δὲ καὶ ποιητική· οἷον,
10Νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδός·
10παρὰ τὸ τερσαίνεσθαι, ἤγουν ξηραίνεσθαι· ἄσαρκον γὰρ τὸ πρὸς τοὺς δακτύλους μέρος. Ὦρος. Σημαίνει τρία· τὸ ἀγγεῖον, ὡς τὸ, Ταρσοὶ μὲν τυρῶν βρίθον· καὶ τὸ ἄκρον τοῦ ποδὸς,
15Ταρσὸν δεξιτεροῖο ποδός·
15καὶ τὴν πόλιν.
15Τάρταρος: Ὁ κατώτερος τοῦ ᾅδου τόπος· οἱ δὲ
15τὸν περὶ τὰ νέφη τόπον οὕτως λέγουσιν. Ἄλλοι δὲ τὸν σκοτεινότατον τόπον, παρὰ τὸ ἐκτεταράχθαι καὶ συγκεχύσθαι τὰ ἐν αὐτῷ πάντα. Ταρτημόριον: Δίχαλκον· ὁ γὰρ χαλκοῦς ὄγ‐ δοον τοῦ ὀβολοῦ. Καὶ ταρτημόριον τινὰ καλοῦσιν,
20οἷον διχάλκου ἄξιον.
20 Ταρφειάς: Ἀρίσταρχος ὀξύνει, ὡς πυκνάς· ὁ δὲ Θρᾷξ Διονύσιος, ὁμοίως τῷ ταχείας, παρὰ τὸ ταρφὺς ἀρσενικῶς, οὗ πολλαὶ ἦσαν χρήσεις. Καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγινώσκει ὁ Θρᾷξ, ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου ἀνάγνωσις.
25 Τάρφεσι: Πυκνώμασι, δάσεσι· παρὰ τὸ τρέ‐ φεσθαι καὶ αὔξεσθαι· ἡ εὐθεῖα τῶν πληθυντικῶν, τάρφη. Συνεμπίπτει δὲ πόλις θηλυκοῦ ἑνικῇ, καὶ πληθυντικῇ οὐδετέρου· οἷον, σκέπη, τὸ σκέπος καὶ τὰ σκέπη· βλάβη, τὸ βλάβος καὶ τὰ βλάβη·
30στέγη, τὸ στέγος καὶ τὰ στέγη· δέρη, τὸ δέρος καὶ τὰ δέρη· οὕτως οὖν καὶ Τάρφη ἡ πόλις· παρά‐ κειται γὰρ ἐκεῖ Ταρφειὰ λίμνη. Τὸ οὐδέτερον, τάρ‐ φος· καὶ τὰ τάρφη. Ἡρωδιανὸς περὶ Παθῶν. Ταρχύσωσι: Θάψωσι, τὰ νενομισμένα τοῖς νε‐
35κροῖς πρὸς κηδείαν ἐπιτελέσωσι. Ἀπὸ τῆς ταραχῆς τῆς ἐν τοῖς νεκροῖς γινομένης ἐν τῷ θάπτειν αὐτοὺς εἴρηται τάρχεα καὶ ταρχύω. Ταῦρος: Ἢ παρὰ τὸ τείνω καὶ τὸ οὐρὰ, τανύ‐ ουρός τις ὤν· καὶ συγκοπῇ, ταῦρος· ἢ παρὰ τὸ γαίω,
40τὸ γαυριῶ, γαῦρος· καὶ τροπῇ, ταῦρος. Καὶ ὁ ὑπὸ τῶν ὀρχέων τόπος οὕτως ὠνόμασται, παρὰ τὴν ἀνάτασιν. Ταυρείην: Ταύρειον δέρμα. Ταῦροι: Τὸ Σκυθικὸν ἔθνος. Ὅτι τιμῶσιν Αἰ‐
45γύπτιοι τοὺς βοῦς καὶ τὸν Ἄπιν.
45 Ταῦρος: Ὄρος ἐπὶ χώρας κείμενον, ἐν ᾧ εἰσι βάλανοι πρὸς τροφὴν τῶν συῶν. Λοιπὸν ἐξ αὐτοῦ τοῦ ὄρους εἰσφορὰς ἔφερον, ἃς Ταυρικὰς προσόδους φασί. Ταυροφάγον: Τὸν Διόνυσον. Σοφοκλῆς ἐν

747

(50)

Τυροῖ· ὅτι τοῖς τὸν διθύραμβον νικήσασι βοῦς ἐδί‐

747

(50)

δοτο. Ἢ τὸν ὠμηστήν· ἀφ’ οὗ καὶ ἐπὶ τὸν Κρα‐ τῖνον μετήνεκται τοὔνομα. Ταυροπόλον: Τὴν Ἄρτεμιν, ὅτι ὡς ταῦρος περίεισι πάντα· ἢ ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπιπεμ‐ φθέντα Ἱππολύτῳ ταῦρον ἐξοίστρησεν ἐπὶ πᾶσαν
55γῆν· ἢ ὅτι ἡ Ἰφιγένεια φυγοῦσα ἀπὸ Σκυθίας ἐν
55Ἀττικῇ ἱδρυσαμένη τὸ ἄγαλμα ταυροπόλον Ἄρ‐ τεμιν προσηγόρευσεν, ἐπειδὴ ἐκ τῶν Ταύρων τοῦ ἔθνους ἦλθεν. Οἱ δὲ λέγουσιν, ὅτι τῶν Ἑλλήνων

748

βουλομένων ἀνελεῖν τὴν Ἰφιγένειαν ἐν Αὐλίδι, ἡ Ἄρτεμις ἀντέδωκεν ἔλαφον· κατὰ δὲ Φανόδημον, ἄρκτον· κατὰ δὲ Νίκανδρον, ταῦρον· διὸ καὶ τὴν θεὸν οὐ ταυροπόλον, ἀλλὰ ταυροφόνον ὠνόμασαν.
5Τὸ ταυτόν: Οὐ πλεονασμὸς, ἀλλ’ ἀναλογία.
Αἱ ἀντωνυμίαι εἰς ο περατοῦνται κατὰ τὸ γʹ πρόσ‐ ωπον κατὰ γένος οὐδέτερον, αὐτὸ, ἐκεῖνο, τοῦτο. Ἀθηναῖοι οὖν μετὰ τοῦ ἄρθρου φασὶ τὸ οὐδέτερον τῆς αὐτὸς, λέγοντες ταυτόν. Ἀναλόγως. Διδάξω τί
10ἐστι τὸ αἴτιον. Ἡ ἐκεῖνος καὶ ἡ οὗτος ἀντωνυμίαι στεροῦνται ἄρθρου. Ἵν’ οὖν διαστῇ γένος ἀρσενικὸν καὶ οὐδέτερον, εἰς τὸ ο περατοῦνται κατὰ τὸ οὐδέ‐ τερον ἐκεῖνο τοῦτο, ἵνα τὸ μὲν εἰς ο σημαίνῃ τὸ οὐδέτερον, τὸ δὲ εἰς ν, τὸ ἀρσενικὸν, ἐκεῖνον, τοῦτον.
15Ἡ δὲ αὐτὸς ἄρθρον λαμβάνει. Οὐκέτι ἄρα ὀφείλει
15ἔχειν τὸ οὐδέτερον εἰς ο ὁμοίως τῇ χωρὶς ἄρθρου· ἔχει γὰρ διὰ τοῦ ἄρθρου σημαίνειν τὸ γένος. Ἀθη‐ ναῖοι τοίνυν τὸ ἄρθρον προσνέμοντες καὶ τὸ ν δι‐ δοῦσι, Ταυτὸν θυμὸν φαγόντες.
20ταυτὸ γὰρ ὤφειλεν εἶναι. Ὅταν οὖν Ἀττικοὶ
20λέγωσιν ταυτὸν, τὸ ὀφειλόμενον ἀποδιδόασιν, οὐ
20πλεονάζουσιν. Οὐδὲ ἐνθάδε πλεονάζουσι, τοσοῦτον, τηλικοῦτον, τοιοῦτον· οὐ γὰρ ἔγκειται ἡ οὗτος ἀντω‐ νυμία. Περὶ Παθῶν. Τάφος: Παρὰ τὸ θήπω, τὸ ἐκπλήττομαι, ὁ δεύ‐ τερος ἀόριστος, ἔθαπον· καὶ ἐξ αὐτοῦ τάφος, ὅπου
25ἀποτίθεται τὰ λείψανα. Ἢ παρὰ τὸ θῶ· οὗ παρά‐
25γωγον, θάπτω· καὶ τροπῇ τοῦ θ εἰς τὸ τ καὶ τοῦ π εἰς τὸ φ· περιττὸν γὰρ τὸ τ ἐν τῷ ῥήματι. Ἐτυμολο‐ γεῖται δὲ οἱονεὶ φλάθαπός τις ὢν, παρὰ τὸ φλᾶν τοὺς τεθαμμένους· ἢ παρὰ τὸ ἐκεῖσε κεῖσθαι τὸν τεθνεῶτα. Σημαίνει δὲ τρία· τὴν ἔκπληξιν, ὡς τὸ,
30τάφος δ’ ἕλε πάντας Ἀχαιούς·
30καὶ τὸν δεῖπνον, ὡς τὸ, Ἤτοι τὸν κτείνας δαίνυ τάφον Ἀργείοισι· σημαίνει καὶ ὄνομα νήσου, ὡς τὸ, Ξεῖνος δ’ οὗτος [ἐμὸς] πατρώϊος ἐκ Τάφου ἐστί. Ταφός: Ἡ ἔκπληξις· Ὅμηρος,
35ταφὸς δέ μιν εἷλεν ἰδόντα.
35Ἔστι ῥῆμα θήπω, τὸ ταράττω· ῥηματικὸν ὄνομα, θάπος· καὶ τροπῇ κατὰ Ἴωνας τοῦ θ εἰς τὸ τ καὶ τοῦ π εἰς τὸ φ, ταφός. Ταφήϊον: Παρὰ τὸ τάφος, τάφιος· καὶ πλεο‐ νασμῷ, ταφήϊον.
40Τάφιοι ληιστῆρες: Τοὺς Ταφίους πρότερον
40Τηλεβόας φασὶ καλεῖσθαι· κληθῆναι δὲ αὐτοὺς Τα‐ φίους ἀπὸ Τάφου τινὸς βασιλέως· καὶ αὐτοὶ δὲ τὸ ἀνέκαθεν Φοίνικες τῶν μετὰ Κάδμου σταλέντων. Τάφρος: Σημαίνει τὸ περὶ τὸ τεῖχος ὄρυγμα· Ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον.
45Μετὰ τῆς ἀπὸ καὶ τοῦ αἴρω, τὸ κουφίζω, γίνεται ἀφαιρῶ· ἐξ αὐτοῦ ἄφαιρος· καὶ συγκοπῇ, ἄφρος· καὶ προσθέσει τοῦ τ, τάφρος· παρὰ τὸ ἀφαιρεῖσθαι ἐξ αὐτοῦ τὸ χῶμα. Ἢ παρὰ τὸ ἀποφέρεσθαί τι ἐν τῷ σκάπτεσθαι, ἄφερος καὶ ἄφρος καὶ τάφρος.

748

(50)

Ὁ δὲ Ἡρωδιανὸς φησὶ γίνεσθαι διάφορα ὀνόματα ἀπὸ ῥημάτων, ὡς παρὰ τὸ νέω, τὸ πορεύομαι, νεὸς
καὶ νόος· καὶ παρὰ τὸ θέω, θεὸς καὶ θοός. Ταφών: Ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς,
55Ἰλιάδος ιʹ, ἐκπλαγεὶς, ἢ θαμβηθεὶς, ἢ θαυμάσας.
55Ἔστι δὲ δεύτερος ἀόριστος· ἐκ τοῦ θήπω, ἔθαπον,
55καὶ ἔταφον Ἰωνικῶς, καὶ ταφών. Ἡ δὲ μεταφορὰ ἐκ τῶν τάφων· καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα διὰ τὸ μέλλον δεινόν.

749

Τάχος: Παρὰ τὸ θᾶσσον· ἢ παρὰ τὸ τάζω τάξω, τέταχα· ἐξ αὐτοῦ τὸ τάχος οὐδετέρως. Καὶ τάχιστα, ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ ταχέως. Γίνεται ἐκ τούτου ταχίων συγκριτικόν.
5 Ταών: Πόθεν; Παρὰ τὸ τείνειν τὴν οὐράν· τὸ γὰρ ζῷον ἐναβρυνόμενον τῷ ἑαυτοῦ κάλλει τοῖς ὁρῶσι τὴν οὐρὰν ἐξαπλοῦν ἀποδεικνύει. Τινὲς δὲ ἀπὸ τοῦ ταὸς βούλονται εἶναι κατ’ ἔκτασιν τοῦ ο εἰς τὸ ω, καὶ ἐναλλαγῇ τοῦ τόνου. Ἀλλ’ οὐκ ἔστιν· ἐπειδὴ τὸ
10ταὸς, ὥς φησιν Ἡρωδιανὸς, διὰ τοῦ ο μικροῦ, οὐκ ἔστι σύνηθες τοῖς Ἕλλησι. Καὶ λέγουσι τινὲς, ὅτι ὤφειλεν εἶναι τεὼς, ὡς λαὸς λεώς· πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι συνεσταλμένον ἔχει τὸ α· καὶ τούτου χάριν οὐκ ἐγένετο παρὰ Ἀττικοῖς τροπῇ τοῦ
15α εἰς ε, ὥσπερ τὸ Οἰνόμαος. Ἄξιον δὲ ζητῆσαι,
15διατί οὐ κλίνεται ταὼς ταῶτος, καὶ Τυφὼς Τυφῶτος, ὡς τὸ ἰδρὼς ἱδρῶτος. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐκεῖνα ὀξύνεται, ταῦτα δὲ περισπᾶται· καὶ ὅτι ταῦτα εἰς ν λήγει. Μηδεὶς δὲ οἰέσθω ταῦτα δικατάληκτα εἶναι· τὰ γὰρ δικατάληκτα τὴν αὐτὴν κλίσιν φυλάττει, ῥὶν
20καὶ ῥὶς ῥινός· ταῦτα δὲ οὐκ ἔχει τὴν αὐτὴν κλίσιν· Τυφῶν γὰρ τυφῶνος, καὶ ταῶν ταῶνος· καὶ τυφῶς τυφῶ, καὶ ταῶς ταῶ. Χοιροβοσκός. Ταίγε: Ἄρθρον εὐθείας τῶν πληθυντικῶν Δωρι‐ κῶς· λέγουσι γὰρ, ὅτι τὰ σύμφωνα, ἅπερ ἔχει ἡ
25εὐθεῖα τῶν δυϊκῶν, θέλει ἔχειν καὶ ἡ εὐθεῖα τῶν πλη‐ θυντικῶν, Λάχητε, Λάχητες. Ὁμοίως καὶ ἐπὶ ἄρ‐ θρων, τὼ ξύλω, τὰ ξύλα. Οὕτω καὶ τὰ Μούσα, ταὶ Μοῦσαι· καὶ τὰ, ταί. Τὸ δὲ ΓΕ, σύνδεσμος παρα‐ πληρωματικός. Τὸ δὲ τοί κεν ἄρθρον ἐστὶ προτα‐
30κτικὸν ἀντὶ ὑποτακτικοῦ· καὶ λέγουσι πῶς ἐστιν; Ἡ εὐθεῖα, ὅς· καὶ τὸ πληθυντικὸν οἳ ὤφειλεν· ἀλλ’ ἐπειδὴ οἱ Δωριεῖς τὴν ἀναλογίαν φυλάττουσι τῆς εὐθείας τῶν δυϊκῶν, πλεονάζουσι τὸ τ, καὶ ποιοῦσιν αὐτὸ τοί. Ὁμοίως καὶ τὸ, ὥ μοι,
35τώ μοι μία γείνατο.
35 Ταχύς: Παρὰ τὸ ὠκὺς, τροπῇ τοῦ ω εἰς α, ἀκύς· καὶ πλεονασμῷ τοῦ τ καὶ τροπῇ, ταχύς. Ταινίαι: Ἐπὶ μὲν ἀνθρώπων, πεζίτια, στέμ‐ ματα, στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων, τὰ κυμάτια. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ταίνω, ὃ κατὰ ἀναδι‐
40πλασιασμὸν γίνεται τιταίνω. Ἢ παρὰ τὸ τανύω· σημαίνει γάρ φασι τὸ στηθοδέσμιον, ἣν οἱ πολλοὶ ἀδοκίμως φασκίαν λέγουσι. Πλάτων ἐν Συμ‐ ποσίῳ. Καὶ πᾶν δὲ στενὸν ὕφασμα ἢ λινοῦ ἢ ἐρίου
ταινίας λέγουσι· καὶ τὸ ἀναδεῖν στεφάνοις, ΤΑΙΝΙ‐
45οῦσθαι· καὶ ταινίον Ἀττικῶς τὴν στηθοδέσμην,
45τουτέστι περιτραχήλιον κόσμον. Τέγη: Δωμάτιον, στέγη, οἰκία· καὶ τέγεοι, ὑπερῷοι ὑψηλοὶ, ἢ οἶκοι, στοαί. Τέγγω: Τὸ βρέχω. Πολιῇ δ’ ἐπὶ κύματος ἀγῇ

749

(50)

τέγγε πόδας.

749

(50)

Τεθναίης: Ἀντὶ τοῦ ἀποθάνοις, εὐκτικόν. Ἐκ τοῦ θνῶ γίνεται κατὰ ἀναδιπλασιασμὸν, τεθνῶ· ἐξ οὗ τέθνημι συζυγίας δευτέρας τῶν εἰς ΜΙ· ἡ μετοχὴ, τεθνὰς τεθνάντος· καὶ τὸ εὐκτικὸν, τεθναίην, τεθναίης· τὸ προστακτικὸν τοῦ ἐνεστῶτος, τέθναθι. Ὅτι δὲ
55ἐνεστώς ἐστι τὸ τέθναθι, δείκνυται ἐκ τοῦ εἶναι βραχὺ τὸ α· εἰ γὰρ ἦν δεύτερος ἀόριστος, ὤφειλεν εἶναι μακρόν· ἀεὶ γὰρ ὁ εἰς ΘΙ προστακτικὸς ἀόρι‐

750

στος μακρᾷ παραλήγεται. Ὁ παρατατικὸς, ἐτέ‐ θναμεν, ἐτέθνατε, ἐτέθνασαν. Τέθνημι, τὸ πληθυν‐ τικὸν, τέθναμεν· ἐξ οὗ τὸ ἀπαρέμφατον, τεθνάναι· τὸ δεύτερον, τέθνατε· τὸ τρίτον, τεθνᾶσιν. Εἰ δὲ μὴ
5βούλοιο οὕτως, ἄλλως μάθε. Τεθνήκασι· καὶ κατὰ
5ἀφαίρεσιν καὶ συστολὴν, τεθνάασι· καὶ κατὰ συνα‐ λοιφὴν, τεθνᾶσι. Τὸ δὲ τεθναίης τινὲς ἀπὸ τοῦ τεθναίημι λέγουσι. Τὸ δὲ τέθνηκα καὶ πέπτωκα, τῇ μὲν φωνῇ ἐνεργητικά εἰσι· τῷ δὲ σημαινομένῳ, παθητικά.
10 Τεθολωμένος: Καὶ ἐπὶ χαρᾶς. Φερεκράτης Μυρμηκανθρώποις, Γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον· καὶ ἐπὶ λύπης, Ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθ’ ἡ καρδία.
15Τεκμαίρω: Σημαίνει τὸ κατασκευάζω, ἀλλὰ
15καὶ τὸ σημειοῦμαι. Γίνεται δὲ ἀπὸ τοῦ τέκμωρ· τοῦτο ἀπὸ τοῦ τέκω τέκωρ, καὶ τέκμωρ, πλεονασμῷ τοῦ μ· σημαίνει δὲ τέλος, τεκμήριον. Τεκμηριοῦσθαι: Σκέπτεσθαι, φράζεσθαι. Τοῦτο ἀπὸ τοῦ τέκμωρ τέκμωρος, τεκμηριῶ.
20 Τέκος: Παρὰ τὸ τέκω τέκος, ὡς νέμω νέμος· καὶ παρὰ τὸ τέκω τέκανον, καὶ ἀποβολῇ τέκνον. Τεκτήνατο: Κατεσκευάσατο. Οἶμαι ἀπὸ τοῦ τέκτω τεκταίνω· ὁ μέλλων, τεκτανῶ· ὁ ἀόριστος, ἐτέκτηνα. Εἰς τὸ τέτυκτο.
25 Τελαμών: Ὁ ἀναφορεὺς τῆς ἀσπίδος, ὅ ἐστι πλατὺς ἱμὰς, ἀφ’ οὗ ἤρτηται ἡ ἀσπίς. Ἔστι δὲ καὶ ἕτερος τελαμὼν, ὁ ἀναφορεὺς τοῦ ξίφους. Εἴ‐ ρηται δὲ ἀπὸ τοῦ τείνεσθαι τὸν ἱμάντα· ἢ παρὰ τὸ ταλάσσω, ταλαμὼν, καὶ τροπῇ τελαμών. Τὰ δὲ
30εἰς ΜΩΝ ὀξύτονα, τῷ α παραληγόμενα, φυλάσσει τὸ ω ἐπὶ γενικῆς, τελαμῶνος, πλαταμῶνος. Καὶ Τελαμώνιος κτητικὸν, ὡς Καλαμώνιος. Σημαίνει δὲ τρία· τὸν τῆς ἀσπίδος ἀναφορέα, ὡς τὸ,
Ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσσι [βόειος·]
35σημαίνει δὲ καὶ τὸν δεσμὸν, ὡς τὸ,
35 Δησάμενος τελαμῶνι περὶ σφυρόν· σημαίνει δὲ καὶ κύριον ὄνομα. Τέλος: Παρὰ τὸ τίω, τὸ ἀνταποδίδωμι, καὶ τὸ ἕλω, τὸ ἑλκύω· ἢ παρὰ τὸ ἕω, τὸ πληρῶ, ἕλος καὶ τέλος, ἀρχὴ, πρᾶξις. Σημαίνει ἕξ· τὸ τάγμα, ὡς τὸ,
40Αἶψα δ’ ἐπὶ Θρηκῶν ἀνδρῶν τέλος ἷξον,
40Ἰλιάδος τʹ· τὸ πέρας, ἤγουν τὸ πλήρωμα, ὡς τὸ, Οἳ δή τοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ’ οὔπω· τὸ πρᾶγμα, ὡς τὸ, Οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι, Ὀδυσσείας ιʹ· τὴν ἑορτὴν, παρὰ Εὐριπίδῃ, ὡς τὸ,
45Σεμνὴν ἑορτὴν καὶ τέλος προσάξομεν.
45Τέλος καὶ τὸ διδόμενον τοῖς βασιλεῦσιν, ἤγουν τὸ δημόσιον· τέλος καὶ τὸ δαπάνημα, ὅθεν καὶ πολυ‐ τελὴς τράπεζα· καὶ πολυτελὲς, τὸ πολυδάπανον καὶ πολυανάλωτον. Τέλος καὶ τὸ πέρας καὶ ὁ γάμος· ὅθεν καὶ τὰ προτέλεια. Ἐκ δὲ τοῦ τέλος γίνεται

750

(50)

τέλειος· καὶ τελείω, ῥῆμα βαρύτονον· ἐξ οὗ τελεί‐ ομαι, ἐτελειόμην, ἐτελείετο. Γίνεται γὰρ παράγωγον διὰ τοῦ ΕΙΩ καὶ ἀπὸ ἐνεστῶτος καὶ ἀπὸ μέλλοντος, νικῶ, νικείω· τελῶ, τελείω· θῶ, θείω· σῶ, σείω· γελάσω, γελασείω. Ἀλλὰ τὰ ἀπὸ ἐνεστῶτος γινό‐
55μενα ἔχουσι καὶ παρατατικὸν [μόνον·] τὰ δὲ ἀπὸ
55μέλλοντος, ἐνεστῶτα μόνον· ὅθεν σεσημείωται τὸ ὤψεον, ἀπὸ τοῦ ὀψείω. Τὰ δὲ εἰς ω λήγοντα καθαρὰ τῇ ΕΙ διφθόγγῳ παραληγόμενα, βαρύνεται· εἰ δέ τι

751

περισπᾶται, τοῦτο ἀπὸ ὀνόματος γίνεται· τὸ γὰρ μειῶ καὶ τελειῶ, καὶ ἀρειῶ καὶ ἀχρειῶ, παρὰ τὸ μεῖος καὶ τέλειος, καὶ ἄρης καὶ ἀχρεῖος. Τελισκόμενος: Τελειούμενος, πληρούμενος,
5ἐνθουσιῶν.
5 Τελενικίσαι: Ἐν Σεριφίοις τὸ κενῶσαι. Ἀπὸ Τελενίκου τινὸς, ὡς τὸ εἰκὸς, πένητος παντελῶς· καὶ λέγεταί τις τελενίκιος ἠχὼ, ἐκ μεταφορᾶς ἀπὸ τῶν κενῶν ἀγγείων. Τελεσθῆναι: Τὸ ἀναλωθῆναι. Οὕτως Ἀντιφῶν.
10Τελεσιαζόμενα: Θυόμενα καὶ τελούμενα.
10 Τελεσφόρος: Τέλειος μάντις, ἐγγαστρίμυθος. Τελετή: Θυσία μυστηριώδης. Ὁ δὲ Ὦρος ὁ Θηβαῖος λέγει, ὅτι τελετὰς καλοῦσι τὰς ἐπὶ μείζους καὶ μετά τινος μυστικῆς παραδόσεως ἑορτὰς, τῶν εἰς αὐτὰς δαπανημάτων ἕνεκα· τελεῖν γὰρ φαμὲν τὸ
15δαπανᾶν· καὶ πολυτελεῖς, τοὺς πολλὰ ἐσθίοντας. Χρύσιππος δέ φησι, τοὺς περὶ τῶν θείων λόγους εἰκότως καλεῖσθαι τελετάς· χρῆναι γὰρ τούτους τελευταίους καὶ ἐπὶ πᾶσι διδάσκεσθαι, τῆς ψυχῆς ἐχούσης ἕρμα καὶ κεκρατημένης, καὶ πρὸς τοὺς
20ἀμυήτους σιωπᾶν δυναμένης· μέγα γὰρ εἶναι τὸ ἆθλον ὑπὲρ θεῶν ἀκοῦσαί τε ὀρθὰ, καὶ ἐγκρατεῖς γενέσθαι αὐτῶν.
Τέλμα: Τόπος πηλώδης ὕδωρ ἔχων· καὶ τέλ‐ ματα τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος· ἢ
25βάθρα. Ἰσαῖος δὲ εἶπε τὰ γεωργήσιμα χωρία· καὶ
25τελμῖνα καλεῖ τὸν ἐκ τελμάτων πηλόν. Τελμισσεῖς: Οἰκοῦσιν ἐν Καρίᾳ, ἀπέχοντες ἑξήκοντα στάδια Ἁλικαρνασοῦ, ὡς Πολέμων· Τελ‐ μισσὸς δὲ, πόλις ἐν Λυκίᾳ, ἀπὸ Τελμισσοῦ τοῦ Ἀπόλλωνος καὶ μιᾶς τῶν Ἀντήνορος θυγατρῶν.
30 Τέλσον ἀρούρης: Ἰλιάδος νʹ. Παρὰ τὸ τέλλω, Αἰολικὸς μέλλων, τέλσω, ὡς κέλλω κέλσω. Τελχίν: Οὐ μόνον ὁ ἰσχὺν ὑπὲρ ἄνθρωπον ἔχων μιαρὸς καὶ κακοῦργος, ἀλλὰ καὶ τοὺς νῦν Κρῆτας, καὶ τὴν Κρήτην Τελχινίαν λέγουσι. Τελχὶν καὶ
35ἡ εἰς θάνατον καταφορά· καὶ τελχινώδης δὲ, ὁ τρα‐ χηλιώδης· καὶ τελχιταίνει, ἀντερίζει, σκληροτρα‐ χηλεῖ. Λέγονται δὲ τελχῖνες οἱ φθονεροὶ καὶ πονηροὶ καὶ βάσκανοι δαίμονες· παρὰ τὸ θέλγω, τὸ ἀμαυρῶ καὶ σκοτίζω, θελγῖνες τινὲς ὄντες· ἢ παρὰ
40τὸ θέλγειν καὶ ἀπατᾶν τοὺς ἀνθρώπους. Τεμένη: Ναοὶ, ἱερά· ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία. Παρὰ τὸ τέμνω, τέμνος· καὶ πλεο‐ νασμῷ τοῦ ε, τέμενος, ὁ ἀποτετμημένος καὶ ἀποκε‐ χωρισμένος τόπος τῶν θεῶν.
45 Τέμπη: Τὰ μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν στενά· καθόλου δὲ καὶ ἐν πᾶσι τοῖς ὄρεσιν αἱ στενόταται διεκβολαὶ, ὡς Διονύσιος ὁ περιηγητὴς, πυμάτης παρὰ τέμπεα Κέρνης.

751

(50)

Λέγει δὲ τὰς καταδύσεις καὶ φωλεύσεις τῶν ὀρῶν,

751

(50)

καὶ τοὺς διύγρους τόπους. Τέμπη καὶ τὰ στενὰ τῶν ὀρέων. Λέγεται τέμπη καὶ τὰ σύνδενδρα πάντα καὶ τὰ μεταξὺ τῶν ὀρῶν στενώματα, οἱονεὶ τρέπη τινὰ ὄντα, τὰ μετατροπὰς καὶ κάμψεις ἔχοντα. Τενάγη: Διάβροχοι καὶ κάθυγροι τόποι, πη‐
55λώδη πελάγη· ἢ ἰλὺς ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ, καὶ βοτάνης ἐπιφαινομένης τῷ ὕδατι. Εἴ‐ ρηνται δὲ οἱ ὑποβρύχιοι τόποι. Παρὰ τὸ τέγγω, τὸ

752

βρέχω, γίνεται τέγγος· καὶ πλεονασμῷ τοῦ α, τένα‐ γος, τροπῇ τοῦ ἑνὸς γ εἰς ν. Ἢ τέγγω τέγανος· καὶ ὑπερθέσει, τέναγος, ὁ ὑπόβροχος τόπος. Τένης: Παρὰ τὸ τείνω, τὸ τανύω· ἢ παρὰ τὸ
5στένω, τὸ στενάζω, τένης. Τένθης: Γαστρίμαργος. Τένοντας: Τραχήλους, τὰ διατεταμένα νεῦρα· ὁ τράχηλος μὲν τένων λέγεται, ἀπὸ τῆς τάσεως· αὐτὰ δὲ τὰ νεῦρα, ἀπὸ τοῦ τείνω.
10 Τέο καὶ τεόν: Τὸ μὲν τέο ἀντὶ τοῦ τίνος κεῖται· τὸ δὲ τεὸν, ἀντὶ τοῦ σὸν, κατὰ τὸν Δωρικὸν
πλεονασμὸν τοῦ ε. Ἔστι δὲ τὶς τινός· καὶ ἐκβολῇ τοῦ ν Αἰολικῶς τίος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐ‐ θεῖαν, καὶ γίνεται τίος τίου· οἱ γὰρ Αἰολεῖς βαρυντικοί
15εἰσιν· ἢ ὅτι καὶ αἱ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν
15βαρύνονται, πολλάκις ἀμείβουσαι τοὺς τόνους. Ἐκ τῆς τίου γενικῆς κατὰ κρᾶσιν γίνεται τοῦ· καὶ δια‐ λύσει Ἰωνικῇ, τέο· καὶ κράσει, τεῦ. Τέρας: Τὸ σημεῖον· παρὰ τὸ εἴρω, τὸ λέγω, ὁ μέλλων, ἐρῶ, ἔρας καὶ τέρας· διὰ γὰρ τῶν σημείων
20καὶ τῶν τεράτων ἔλεγον οἱ μάντεις τὰ μέλλοντα. Διαφέρει δὲ σημείου· τέρας λέγεται τὸ παρὰ φύσιν γενόμενον πρᾶγμα· σημεῖον δὲ, τὸ παρὰ τὴν κοινὴν συνήθειαν γινόμενον. Τερατεία καὶ τερατολογία: Ἡ ψευδολογία·
25καὶ τερατολόγοι, οἱ θαυμαστὰ καὶ παράδοξα μυ‐ θεύοντες. Τερατοσκόπος: Τερατουργὸς, μάντις θαυμα‐ τοποιός. Τέρεινα: Ὥσπερ παρὰ τὸ μάκαρ μάκαρος καὶ
30τάλας τάλανος γίνεται μάκαιρα καὶ τάλαινα τὸ
30θηλυκὸν, οὕτως ἀπὸ τοῦ τέρην τέρενος γίνεται τὸ
30θηλυκὸν τέρενα· καὶ προσθέσει τοῦ ι, γίνεται τέρεινα. Λυκόφρων· καὶ Ἀπολλώνιος, τερείνης ἄνθεα γαίης· ἔστι δὲ καὶ πόλις· ὅθεν Ἡρακλείδης ὁ Τερειναῖος. Τὸ δὲ τέρην, γίνεται παρὰ τὸ τείρω, τὸ καταπονῶ·
35σημαίνει δὲ τὸν τρυφερὸν καὶ ἁπαλὸν, ἢ τὸν θερμὸν,
35ὡς τὸ,
35 τέρεν κατὰ δάκρυ χέουσα· παρὰ τὸ θέρω θέρεν καὶ τέρεν, τὸ ὥσπερ τεθερμα‐ σμένον καὶ διακεχυμένον. Καὶ τέρεν, τὸ ἁπαλόν· παρὰ τὸ διακεχύσθαι καὶ μὴ τραχὺ εἶναι. Τερετίζειν: Τοῖς μουσικοῖς κρουμάτιόν τι
40κατείθισται, τὸ λεγόμενον τάρεν· ἀφ’ οὗ τερετίζειν
40λέγεται τὸ ᾄδειν, κατὰ ἀλλοίωσιν τοῦ α εἰς ε· καὶ τερετίσματα, ᾠδαὶ ἀπατηλαὶ, ἢ ᾄσματα ἔκλυτα, ἀπὸ μεταφορᾶς τοῦ τέττιγος ἢ τῆς χελιδόνος. Τέρετρον: Τρυπάνιον. Ἔστι ῥῆμα τρῶ τρᾷς· ὅπέρ ἐστι κατὰ συγκοπὴν τοῦ τείρω· παρὰ δὲ τὸ
45τείρω, τέρτρον, ὡς φέρω φέρτρον. Δηλοῖ δὲ τὸ τρῶ, τὸ κόπτω. Ἔνθεν τὸ τρῶσαι, καὶ ἐκτρῶσαι, ὅ ἐστι διακόψαι τὸν τοκετόν. Τερθρεία: Γοητεία, περιπάθεια. Παρὰ τὸ τέρας τέρατος, τερατεύω, τερατεία· καὶ συγκοπῇ, τερτρεία·

752

(50)

καὶ τροπῇ, τερθρεία. Ἢ καλεῖται τέρθρον, σχοι‐

752

(50)

νίον τι τοῦ πλοίου λεπτὸν, οἷον τέρετρον· διατετρύ‐ πηται γὰρ κατὰ τῶν ἄκρων σινδόνων. Φασὶ δέ τινες τὰ ἄνω τρημάτια τοῦ ἐπὶ τῷ ἱστῷ ὀργάνου, ἀφ’ οὗ ἤρτηται τοῦ ἱστοῦ ἡ κεραία. Ἐκ τούτου γίνεται τερθρία, ἡ λεπτολογία· ἄλλοι δὲ τερθρίαν
55φασὶ τὴν φλυαρίαν τὴν ἐν τοῖς δύο μέρεσι καλου‐ μένην μάχην. Οἱ δὲ, ὅτι ἔθος ἦν τοὺς ἐφήβους, μετὰ τὸ γενέσθαι περιπόλους τῆς χώρας, στρατεύ‐ εσθαι μὲν, εἰ συμβαίη πόλεμος· μὴ μέντοι μετὰ

753

τῶν ἄλλων, ἀλλ’ ἰδίᾳ ἐν μέρεσι τοῖς ἀκινδύνοις τῆς μάχης· διὸ οὕτω καλοῦσι τὴν στρατείαν τὴν ἐν τοῖς μέρεσι. Σημαίνει καὶ ἀπάτην καὶ περιεργίαν. Οὕ‐ τως εἰς τὸ Ῥητορικόν. Ὁ δὲ Ὦρος ὁ Μιλήσιος
5λέγει ὅτι [εἶναι] περὶ [ἃ] ἄχρηστα τινὲς σπουδάζου‐ σιν, ἀντὶ τοῦ κενοσπουδία· παρὰ τὸ τερθρεύειν· καὶ τερθρευόμενος. Φερεκράτης Ἀγρίοις, τερθρία μέντοι πνοὴ διὰ τοῦ ι, ἡ ὀπισθία.
10Τερμιεύς: Ὁ Ζεύς· παρὰ τὸ πάντων ἀρχὴ καὶ
10τέρμα εἶναι.
10 Τερμινθὸς καὶ τέρμινθος: Ἐμφερὲς λίνῳ φυτόν· ἐξ οὗ πλέκεσθαι φασὶν Ἀθήναις ὁρμιὰς χρειώδεις εἰς τὰ πάντα, καὶ πρὸς ἀλεξιφάρμακα. Τερμιόεσσα: Ἀποτερματίζουσα· οἷον, μεγάλη καὶ τελεία.
15 Τέρπνιστος: Πᾶν ὄνομα εἰς ΩΝ λῆγον καθαρὸν συγκριτικὸν τοῦ ἰδίου πρωτοτύπου μιᾷ συλλαβῇ πλεονάζει· οἷον, ταχὺς, ταχίων· κακὸς, κακίων, κά‐ κιστος· βραδὺς, βραδίων· ἐλαχὺς, ἐλαχίων, ἐλάχι‐ στος· τερπνὸς, τερπνίων, τέρπνιστος· (Καλλίμαχος,
20 Τέρπνιστοι δὲ τοκεῦσι τόθ’ υἱέες) ὠκὺς, ὠκίων, ὤκιστος· γλυκὺς, γλυκίων, γλύκιστος· πρέσβυς, πρεσβίων, πρέσβιστος· (Πρέσβιστος δ’ ἀνδρῶν νυκτὸς ὀφθαλμὸς πρέπει, Αἰσχύλος) βραχὺς, βραχίων, βράχιστος· λαλίων,
25λάλιστος, λαλίστατος· ψευδίων, ψεύδιστος, ψευδί‐
25στατος· κλέπτης, κλέπτιστος, κλεπτίστατος. Οὕτως οὖν καὶ καλὸς, καλίων· καὶ πλεονασμῷ ἑτέρου λ, καλλίων, κάλλιστος. Ταῦτα δὲ πάντα τὰ διὰ τοῦ ι διφορεῖται κατὰ τὸν χρόνον· ἔχει γὰρ καὶ μακρὸν καὶ βραχὺ τὸ δίχρονον.
30Τέρπεσθαι: Μετάθεσίς ἐστι τοῦ ρ· παρὰ τὸ
30τρέπεσθαι καὶ μετάγεσθαι τὴν ψυχὴν ἀπὸ τῶν βιω‐ τικῶν φροντίδων· ἢ ἀπὸ τοῦ θεραπεύω, τὸ τέρπω. Τερπικέραυνος: Εἰ μὲν ἀπὸ τοῦ τέρπω, δηλοῖ τὸν τερπόμενον ἐν τοῖς κεραυνοῖς· εἰ δὲ ἀπὸ τοῦ τρέπω, παρὰ τὸ τρέπειν τοὺς ἐναντίους τῷ κεραυνῷ.
35 Τερπνός: Παρὰ τὸ τέρπω τερπός· καὶ πλεο‐ νασμῷ τοῦ ν. Ἐκ τοῦ τερπνὸς γίνεται τερπνότης. Ἢ παρὰ τὸ τέρπειν τὸν νοῦν. Τέρσεσθαι: Ξηραίνεσθαι, παρὰ τὸν θέρσω μέλ‐ λοντα Αἰολικῶς, καὶ τροπῇ τοῦ θ εἰς τ· καὶ ἐτέρ‐
40σετο, τὸ ἐξηραίνετο.
40 Τεταγών: Τείνας, ῥίψας. Τὸ θέμα, τάζω· (σημαίνει τὸ τείνω καὶ ἕλκω·) ὁ μέλλων, τάξω· ὁ μέσος παρακείμενος, τέταγα· ὁ δεύτερος ἀόριστος, ἔταγον· ἡ μετοχὴ, ταγών· καὶ κατὰ ἀναδιπλασια‐ σμὸν, τεταγών. Ἰλιάδος αʹ.
45 Τετάχαται καὶ τετεύχαται: Ἀπὸ τοῦ τεύχω τεύξω, τέτευχα, τέτευκται· καὶ Ἰακῶς, τετεύχαται. Τὸ δὲ ἀπὸ τοῦ τάσσω τάξω ὁμοίως Ἰακῶς. Τέταρτος: Παρὰ τὸ τέσσαρας ἀριθμοὺς ἔχειν. Τεταρτημόριον: Τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ,

753

(50)

τουτέστι χαλκοῖ δύο· ὁ γὰρ ὀβολὸς, ὀκτὼ χαλκοῦς ἔχει. Τριτημόριον δὲ τοὺς ἓξ χαλκοῦς εἴρηκε
Φιλήμων.
52 Τεταργανωμένη: Συμπεπλεγμένη, συνειλη‐ μένη· ἡ γὰρ παρ’ ἡμῖν σαργάνη παρὰ Ἀττικοῖς ταργάνη καλεῖται· καὶ τὸ συνειλεῖσθαι, τεταργα‐
55νῶσθαι. Λυκόφρων. Τέτλαθι: Τέτλαθι μῆτερ ἐμή· καρτέρησον, ὑπόμεινον. Ἐκ τοῦ τλῶ, τλῆμι· τὸ

754

πληθυντικὸν, τλάμεν· τὸ προστακτικὸν, τλάθι· καὶ κατὰ ἀναδιπλασιασμὸν, τέτλαθι. Τέτλαμεν: Τοῦτο δύναται εἶναι καὶ συγκοπῇ καὶ κινήσει. Βεβήκαμεν, βέβαμεν· τετλήκαμεν,
5τέτλαμεν. Ἀξιοῖ Φιλόξενος εἶναί τι καὶ τέτλημι ῥῆμα. Περὶ Παθῶν. Τετιημένε: Τεταλαιπωρημένε, τετιμωρημένε. Ἀπὸ τοῦ τίω, τὸ τιμωρῶ, γίνεται περισπώμενον τιῶ· καὶ σημαίνει τὸ λυπῶ· ὁ μέλλων, τιήσω, τετίηκα,
10τετίημαι.
10 Τέτορε: Ἡσίοδος, Ἡ δὲ γυνὴ τέτορ’ ἡβώοι· ἀντὶ τοῦ τέσσαρα. Οὐδεὶς δὲ ἀπαιτήσει τὸ ἑνικὸν τοῦ τέτορε. Τὸ τέτορε ἔστι δυϊκόν. Τετραβάμων: Τετράπους.
15 Τετραφάληρον: Τέσσαρας φαλοὺς ἔχουσαν. Τετραδισταί: Οἱ ἐπίπονον βίον ζῶντες. Τέτηκα: Μέσος παρακείμενος, καὶ διαθέσεως μέσης. Καὶ τί ἐστι μέση διάθεσις; Ἡ ποτὲ μὲν ἐνέργειαν, ποτὲ δὲ πάθος παριστῶσα. Καὶ τί παρ‐
20ιστᾷ; Ἐπειδὴ ὁ τῶν μέσων τύπος ἐπ’ ἀμφοτέρας
20φθάνει τὰς διαθέσεις, εἰς ὃν ἡ ἑρμηνεία, ὁ τῶν μέσων τύπος φθάνει καὶ ἐπὶ τοῦ ἐνεργητικοῦ χαρακτῆρος καὶ ἐπὶ τοῦ παθητικοῦ. Καὶ ἐπὶ τοῦ παθητικοῦ μὲν, διὰ τὸ ἠκροασάμην καὶ κατηρξάμην· παθητικοῦ γὰρ τύπου ταῦτα· ἐπὶ δὲ τοῦ ἐνεργητικοῦ, ὡς τὸ
25κέκοπα καὶ πέπνιγα. Ἄλλως· τὸ λέλογα καὶ
25πέφραδα ἐνεργητικὴν ἔχει σημασίαν· τὸ δὲ τέθηπα καὶ διέφθορα, παθητικήν· οἱ αὐτοὶ γὰρ σχηματισμοὶ καὶ ἐπὶ ἐνέργειαν λαμβάνονται καὶ ἐπὶ πάθους. Τετράφαται: Τρέπω, τέτροφα, τέτραμμαι, τέ‐ τραπται· τετράμμεθα, τέτραφθε· καὶ Ἰωνικῶς,
30τετράφαται.
32 Τέτρασι: Τὸ παροξύτονον, ἐντελὲς, οἷον τετράσιν. Ἢ ἐκ τοῦ τέσσαρσι, τέταρσι· ἀποβολῇ καὶ ὑπερ‐ θέσει, τέτρασι.
35Τετραχίζειν: Οἷον ἐπὶ τετάρτῳ μέρει τὶ ποιεῖν.
35Οὕτως Ἀριστοφάνης.
Τετραρχίαι: Τεττάρων μερῶν ὄντων τῆς Θεττα‐ λίας, ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο· ὄνομα δέ φασιν εἶναι ταῖς τετράσι, Θετταλιῶτιν, Φθιῶτιν Πελασγιῶτιν, Ἑστιαιῶτιν.
40 Τετρᾶχμον: Οὐ δύναται κατὰ συγκοπὴν γενέ‐ σθαι διὰ τὸν τόνον· εἰ γὰρ συγκοπὴ γίνοιτο, παρά‐ λογος ὁ τόνος. Τετράδραχμον· καὶ ἀποβολῇ τοῦ ΔΡ, τετράαχμον· καὶ συναλοιφῇ, τετρᾶχμον· καὶ περι‐ σπᾶται.
45Τετρήνας λύχνους: Λυκόφρων, διατρυπήσας.
45 Τετρήγει: Τετρήγει δ’ ἀγορή· ἐτετάρακτο. Ἀπὸ τοῦ ταράσσω ταράξω, τετάραχα, ἐτεταράχειν· ὁ μέσος ὑπερσυντέλικος, ἐτεταράγειν· τὸ τρίτον, ἐτεταράγει· καὶ κατὰ συγκοπὴν, ἐτε‐

754

(50)

τράγει, ἐτετρήγει· καὶ ἀποβολῇ τοῦ ε. Ἄλλοι δὲ

754

(50)

ἀπὸ τοῦ τρίζω· οὐ καλῶς. Καὶ ἀγορὴ τετρηχυῖα, ἡ τραχεῖα καὶ θορυβώδης, ἡ τετραχυμμένη ὑπὸ τοῦ θορύβου· ἀπὸ τοῦ ταράσσω, ἢ ἀπὸ τοῦ τραχύνω. Τετρυχωμένος: Ἐκ τοῦ τρυχῶ συζυγίας γʹ τῶν περισπωμένων· τοῦτο ἐκ τοῦ τρύχω βαρυτόνου·
55τοῦτο ἐκ τοῦ τρῶ, τὸ καταπονῶ· τρῶ, τρύω κατὰ
55παραγωγήν· καὶ πλεονασμῷ τοῦ χ. Τέτρωρον: Παρὰ τὸ ἀρηρέναι καὶ ἡρμόσθαι τοὺς ἵππους ἑαυτοῖς.

755

Τέττα: Προσφώνημα τιμητικὸν νεωτέρου φίλου πρὸς παλαιότερον· ἀπὸ τοῦ ἄττα· καὶ κατὰ ἀναδι‐ πλασιασμὸν, τέττα. Τέττιξ: Μουσικώτατον ζῷον. Παρὰ τὸ τερε‐
5τίζω (τὸ μουσικῶς φωνῶ) τερέτιξ· καὶ συγκοπῇ, τέττιξ. Ἢ παρὰ τὸ τάττω τάξω τάττιξ, ὁ τε‐ ταγμένον ἔχων καιρὸν ἐν τῷ ᾄδειν. Τετύφωμαι: Ἀντὶ τοῦ ἐμβεβρόντημαι, ἔξω τῶν φρενῶν γέγονα· ἤτοι ἀπὸ τῆς βροντῆς, ἢ ἀπὸ τῶν
10ἐπὶ τὸν Τυφῶνα καταφερομένων σκηπτῶν· ἢ ἀπὸ τῶν Τυφωνικῶν καλουμένων πνευμάτων, ἃ δὴ καὶ αὐτὰ ἐξίστησιν ἀθρόως καταρραγέντα· καὶ τετυφῶσθαι, τὸ μεμηνέναι· καὶ τὰ Τυφώνια γὰρ πνεύματα μανίαν ἐμποιεῖ ἐμπεσόντα.
15 Τετύκοντο: Παρεσκεύαζον. Ἀπὸ τοῦ τεύχω, ὁ δεύτερος ἀόριστος, ἔτυχον· ὁ μέσος, ἐτυχόμην, ἐτυχόμεθα, ἐτύχοντο, καὶ κατὰ ἀναδιπλασιασμὸν, τετύχοντο, καὶ τετύκοντο, κατὰ τροπὴν, ὥσπερ καὶ τὸ κεκάδοντο ἀπὸ τοῦ χάζω. Τὸ δὲ τεύχω δύο
20σημαίνει, τὸ κατασκευάζω καὶ τὸ ἐπιτυγχάνω· ὁ μέλλων, τεύξω· ὁ παρακείμενος, τέτευχα· ὁ παθη‐ τικὸς, τέτευγμαι, τέτευξαι, τέτευκται· καὶ ἀποβολῇ τοῦ ε, τέτυκται. Ἐκ δὲ τοῦ τέτυκται γίνεται
τυκτὸς, ὡς πέφυκται φυκτὸς, καὶ ἄφυκτος, ὃν οὐ
25δύναταί τις διαλαθεῖν. Καὶ ὁ Ἰωάννης,
25 Σειραῖς ἀφύκτοις ὃν διαρθροῖ δακτύλοις· ἐκ δὲ τοῦ τέτευκται γίνεται τευκτός· ὅθεν τεκταίνω· οὗ ὁ ἀόριστος πρῶτος, Ἰωνικῶς, ἐτέκτηνα· ὁ μέσος, ἐτεκτηνάμην, ἐτεκτήνατο. Καὶ Ὅμηρος Ἰλιάδος εʹ. Καὶ ὥσπερ ἀπὸ τοῦ πέφευγμαι γίνεται ποιητικῶς
30πέφυγμαι, οὕτω καὶ ἀπὸ τοῦ τέτευγμαι γίνεται τέτυγμαι, ἀπὸ τοῦ τεύχω βαρυτόνου· ὅθεν ὁ παθη‐ τικὸς ἀόριστος, ἐτύχθη, ἀντὶ τοῦ κατεσκευάσθη, ἐγένετο. Ἔστι καὶ περισπώμενον τευχῶ· ἐξ οὗ καὶ τὸ τετυχῆσθαι, Ὀδυσσείας εʹ.
35Τεῦ: Ὄνομα ἀόριστον γενικῆς, ἀντὶ τοῦ τινός.
35Λέγεται καὶ τεοῦ. Ζήτει εἰς τὸ τέο. Τεῦχος: Σημαίνει τρία, τὰ πολεμικὰ ὅπλα, καὶ τὰ τῆς νεὼς, καὶ ἀγγεῖόν τι. Τευτάζειν: Πραγματεύεσθαι, ἢ σκευωρεῖσθαι, ἢ στρατεύεσθαι καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ.
40Λυκόφρων. Οὕτω καὶ Δίδυμος, προσθεὶς ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ κατα‐ μεμψάμενος Λυκόφρονος φησὶν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν ἢ ἐνεργεῖν. Πλάτων Ξάνταις· Ἦν δὴ θόρυβος τευταζόντων·
45ἀντὶ τοῦ πραγματευομένων ἢ διατριβόντων. Καὶ ἐν Τιμαίῳ τετευτακότι, ἀντὶ τοῦ διατετριφότι. Γρά‐ φεται καὶ τετουτακότι. Τηλεκλείδης, Πάντες δὲ τευτάζουσιν οἱ διάκονοι· ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Σημαίνει

755

(50)

καὶ τὸ σπουδάζειν καὶ τὸ ἡσυχάζειν· καὶ τευτάζων,

755

(50)

τὸ αὐτὸ ἀεὶ λέγων, φλυαρῶν. Ῥητορική.

755

(50)

Τευμήσατο: Παρεσκευάσατο, ἐτεχνήσατο. Εἴ‐ ρηται δὲ ὅτι τὸν Τεύμησον τὸ ὄρος ὑπὸ τοῦ Διὸς κατασκευασθέντα εἰς ἀπόκρυψιν τῆς Εὐρώπης, ἀπὸ τούτου κληθῆναι Τεύμησον, ἀπὸ τοῦ κατεσκευάσθαι· καὶ τευμησία ἀλώπηξ, θηρίον.
55 Τέφρα: Παρὰ τὸ τύφω, τὸ καίω, ἡ κεκαυμένη σποδιά. Τέχνη: Παρὰ τὸ τεύχω, τὸ κατασκευάζω, γίνε‐ ται τευχάνη· καὶ συγκοπῇ, τέχνη.

756

Τεχθησόμενος: Ἐκ τοῦ τέκω, τέτεχα, τέ‐ τεγμαι. Τέως: Τοῦτο παραπλήσιόν ἐστι τῷ πρὸ τοῦ, ὃ δὴ καὶ πρὶν λέγεται. Ἔστι δ’ ὅτε καὶ ἀντὶ τοῦ
5ἕως τινὲς αὐτῷ ἐχρήσαντο· καὶ ἀντὶ τοῦ ἐν τοσούτῳ.
5Ἕως, τέως.
5Τείρεα: Τὰ ἄστρα. Παρὰ τὸ εἴρω, τὸ λέγω,
εἴρεα, καὶ τείρεα, πλεονασμῷ τοῦ τ· καὶ γὰρ τὰ ἄστρα σημαίνουσί τινα σημασίαν. Ἢ παρὰ τὸ τέρας, τὸ σημεῖον· σημαντικὸν γάρ ἐστι τῶν μελ‐ λόντων. Ἢ παρὰ τὸ τείρω, τὸ καταπονῶ· πολλοὶ
10γὰρ ἐκ τῶν ἀστέρων κατεπονήθησαν, καὶ γεγόνασιν
10ἀστρόβλητοι, ὥσπερ καὶ ἐμβρόντητοι. Καὶ Τειρε‐ σίας ὁ μάντις, παρὰ τὸ εἴρω, τὸ λέγω· ἢ παρὰ τὸ τείρεα· πολλάκις γὰρ οἱ μάντεις ἐκ τῶν ἀστέρων τὶ λέγουσιν. Ἢ παρὰ τὸ τείρεσθαι, οἱονεὶ ὁ κατα‐ πονούμενος ἐκ τῆς στερήσεως τῶν ὀφθαλμῶν· τυφλὸς
15γὰρ ἦν.
15 Τεῖχος: Παρὰ τὸ τεύχω, τὸ κατασκευάζω, τεῦ‐ χος καὶ τεῖχος. Ἢ ἀντίκειται τὸ τοῖχος. Ἐκ τοῦ τεῖχος γίνεται τειχόεις· καὶ πλεονασμῷ τοῦ ι, τειχιόεις. Τειχεσιπλῆτα: Τοῖς τείχεσι προσπελάζων, πορ‐
20θητά. Εἰ δὲ διὰ τοῦ β γράφεται, ὁ τὰ τείχη
20καταβάλλων.
20 Τῆ τοῦτον ἱμάντα: Ἰλιάδος ξʹ, ἀντὶ τοῦ δέξαι, λάβε. Ἔστι τάω τῶ, σημαίνει τὸ δέχομαι· τάεις τᾷς, τάει τᾷ· καὶ κράσει τοῦ α καὶ ε εἰς η Δωρι‐ κῶς, τῆς, καὶ τῆ. Τούτου ὁ παρατατικὸς ἔταον, ἔταες, ἔταε· καὶ τὸ προστακτικὸν, τάε· καὶ κράσει
25Δωρικῆ, τῆ·
25 Κύκλωψ, τῆ, πίε οἶνον. Τήβεννα: Ἱμάτιον ἢ χλαμὺς ἣν φοροῦσι τύ‐ ραννοι. Τήγανον: Παρὰ τὸ τήκω, τήκανον· καὶ μετα‐ θέσει τοῦ κ εἰς γ.
30Τῆιδε: Ἀντὶ τοῦ ἐκεῖσε· καὶ ἔστιν ἐπίρρημα
30τοπικὸν, ἀπὸ τοῦ τῇ, ἄρθρου. Τηθαλλαδούς: Γυναικοτρόφους, ὑπὸ τήθῃ τε‐ θραμμένους. Τήθεα: Εἰς τὸ τητᾶ. Τηθή: Ἐκ τοῦ τῆ, ἡ λέγουσα τῷ βρέφει λάβε,
35θήλασον. Ἐν δὲ τῷ Ῥητορικῷ εὗρον σημαίνειν τὴν λέξιν μάμμην, ἡ πατρὸς ἢ μητρὸς μήτηρ. τηθὺς τηθύος, ἡ γῆ, παρὰ τὸ τίτθη· τὸ γὰρ ὕδωρ πάντα τρέφει. Ἢ ὅτι κυρία ἐστὶ τῆς ὑγρᾶς οὐσίας, ἀφ’ ἧς πάντα τρέφεται.
40 Τῆλε: Ἐπίρρημα χρόνου δηλωτικόν· καὶ δηλοῖ τὸ πόρρω· καὶ γίνεται ἐκ τοῦ τηλόσε· σύγκοψον τὴν ΟΣ συλλαβήν. Ἐκ τούτου καὶ Τηλέμαχος, ἀπὸ τοῦ ἵστασθαι κατὰ τὴν ἱστορίαν. Τηλεδαπός: Οὐχ, ὥς τινες, ἔγκειται τὸ ἔδα‐
45φος, ὁ πόρρω ἔχων τὸ ἔδαφος καὶ τὴν πόλιν· ἀλλὰ παράγωγόν ἐστι, διὰ τὸ δάπος τῆλε, τηλεδαπὸς, ὁ μακρὰν ἀφεστηκὼς, ὡς ἡμέτερος ἡμεδαπὸς, καὶ ὑμεδαπός. Τηλεθάοντες: Παρὰ τὸ θάλλω, θάλλοντες.

756

(50)

Δύναται δὲ εἶναι καὶ παρὰ τὸ θαλέθω· καὶ μεταθέσει

756

(50)

τοῦ θ εἰς τ, θαλεθάοντες καὶ τηλεθάοντες· (οὐ γὰρ ἔγκειται τὸ τῆλε·) καὶ τηλεθόωσα, ἡ εὐθαλὴς καὶ μεγάλως θάλλουσα. Τήλεφος: Ὄνομα κύριον· ἐκλήθη δὲ διὰ τὸ θη‐
55λάσαι αὐτὸν ἔλαφον. Τηλία: Πῆγμα τετράγωνον, ἐφ’ οὗ ἤτοι τὰ ἄλευρα πιπράσκεται, ἢ ἀλεκτρυόνες συμβάλλονται.

757

Ῥητορική. Ὁ δὲ Ὦρος τηλίαν λέγει τὴν περιφέ‐ ρειαν τοῦ κοσκίνου· παρὰ τὸ σῶ, τὸ δηλοῦν τὸ σείω καὶ κινῶ, τὸ σήθω· ἀφ’ οὗ ὄνομα σηλία καὶ τηλία· τρέψαντες γὰρ οἱ Ἀττικοὶ τὸ ς εἰς τ, τὸ σῶ, τῶ
5λέγουσι· καὶ ἐν συνθέσει τῆς διὰ, διάττω, πλεο‐ νασμῷ τοῦ τ. Ἔστιν καὶ ἡ σανὶς τῶν κύβων τηλία, ἐφ’ ᾗ οἱ κυβεύοντες παίζουσι· καὶ ἀλφίτων πωλη‐ τήριον, πλατείας προσηλωμένας ἔχον κύκλῳ σανίδας, τοῦ μὴ ἐκπίπτειν τὰ ἄλφιτα.
10Τηλοῦ: Ἐπίρρημά ἐστι, καὶ σημαίνει τὸ πόρρω.
10Καὶ γίνεται παρὰ τὸ τέλος τελοῦ· καὶ τροπῇ τοῦ ε
12εἰς η, τηλοῦ· τὰ γὰρ ἐπὶ τέλους συντείνοντα μεγε‐ θύνεται. Ἐκ τούτου καὶ τὸ γεννῶ γεννήσω γεννη‐ τὸς γίνεται τηλυγέννητος· καὶ συγκοπῇ, τηλύγετος.
15Τηλόθι: Ἐπίρρημα τοπικόν· σημαίνει τὸ πόρρω·
15καὶ γίνεται παρὰ τὸ τηλοῦ τηλόθι, ὥσπερ παρὰ τὸ ὑψοῦ ὑψόθι, καὶ ἀγχοῦ ἀγχόθι. Τηλυγέτην: Καταχρηστικῶς ἀγαπητὴν, μονο‐ γενῆ· κυρίως γὰρ τηλύγετοι καλοῦνται οἱ τηλοῦ τῆς
20γονῆς ὄντες παῖδες, ὅ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας σπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπογέννησιν τῆς παιδοποιΐας γεννώμενα μᾶλλον ἀγαπᾶσθαι. Τἠμῇ: Ἔχει τὸ ι κατὰ τὴν λήγουσαν· κατὰ δὲ τὴν ἀρχὴν, οὔ· οἷον,
25Ἀμφὶ δέ τοι τἠμῇ κλισίῃ·
25ἔστι γὰρ τῇ ἐμῇ· καὶ ἐκθλίβεται τοῦ ἄρθρου τὸ ι, καὶ κιρνᾶται τὸ η καὶ ε εἰς ε· καὶ ἔστι χωρὶς τοῦ ι, ὡς τὸ, Δῖε Μενοιτιάδη τὠμῷ κεχαρισμένε θυμῷ· ἔστι γὰρ τῷ ἐμῷ· καὶ ἐκθλίβει τὸ ι τοῦ ΤΩΙ ἄρθρου,
30καὶ κιρνᾶται τὸ ω καὶ ε εἰς τὸ ω, καὶ γίνεται τὠμῷ,
30χωρὶς τοῦ ι.
30 Τῆμος: Σημαίνει τὸ τηνικαῦτα, καθ’ ἣν ὥραν, τότε. Τηνάλλως: Μάτην. Τήνελλα: Τοῦ ἐπαυλήματος μίμησις καὶ τοῦ κρούματος.
35Τῆς: Ἐπὶ μὲν τοῦ ἄρθρου,
35Τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος·
35ἐπὶ δὲ τῆς ἀντωνυμίας, ὡς τὸ,
35τῆς τήκετο καλὰ παρήϊα·
35ἀντὶ τοῦ ταύτης. Τήν: Ἐπὶ μὲν τοῦ ἄρθρου, τὴν δὲ γυναῖκα εὗρον· ὡς ἐπὶ δὲ τῆς ἀντωνυμίας,
40ὡς τὴν ἀμπέλαγος ἄνεμοι φέρον,
40ἀντὶ τοῦ ταύτην.
40Τὴν δ’ ἐγώ: Ἀντὶ τοῦ, ταύτην δ’ ἐγώ· καὶ
40ἔστιν ἄρθρον θηλυκὸν μεταπεσὸν εἰς ἀντωνυμιακὴν σημασίαν· τὰ γὰρ ἄρθρα, εἰ μὴ ἔχει ἐπαγόμενον ὄνομα, εἰς ἀντωνυμιακὴν μετάγονται σύνταξιν. Τόνδε: Ἓν μέρος λόγου· εἰ γὰρ ἦν δύο, ὤφει‐ λεν εἶναι τὸν ΔΕ.
45 Τηρεύς: Ὁ τηρῶν τὰ ἡδονὴν ἀγεῖραι δυνάμενα, καὶ ἀκρασίᾳ ἡδονῶν λελημμένος. Τηρῶ: Παρὰ τὸ θέω, θηρῶ· ὅπου γὰρ τρέχει τὶς, καὶ θεωρεῖ. Ἢ ἐκ τοῦ ὠρῶ, τὸ φυλάττω, πλεο‐ νασμῷ τοῦ τ, τωρῶ, διὰ τοῦ ω μεγάλου, ὡς πυλω‐

757

(50)

ρός· καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, τηρῶ. Ἢ ἐκ τοῦ ὁρῶ, τὸ βλέπω. Τητᾷ: Ἡσίοδος· σημαίνει τὸ ζητεῖς Ἐκ τοῦ τάω, τοῦ σημαίνοντος τὸ ζητῶ, γίνεται κατὰ ἀναδι‐ πλασιασμὸν τατάω τατῶ· καὶ κατ’ ἔκτασιν, τητῶ·
55ὁ παθητικὸς ἐνεστὼς τητάομαι· τὸ βʹ, τητάῃ, τητᾷ·
55τὸ τρίτον, τητᾶται, ὡς πειρῶμαι πειρᾷ πειρᾶται· καὶ Ὅμηρος τήθεα ἐκάλεσε τὰ ὄστρεα· τήτεα γάρ εἰσιν, ἃ ζητοῦντες καταδύουσιν. Ἰλιάδος πʹ.

758

Τηϋσίη: Ἡ ματαία· τροπῇ τοῦ δ εἰς τ, καὶ τοῦ ε εἰς η· δευσίη γάρ ἐστιν, ἡ ἔκλυτος, παρὰ τὸ δεύω· τὸ ὑγρὸν καὶ ἔκλυτον νοεῖται. Τιάρα: Κόσμος ἐπικεφάλαιος· ἣν οἱ βασιλεῖς
5μόνοι ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις, οἱ δὲ στρατηγοὶ, κεκλιμένην. Τὸ δ’ αὐτὸ φασὶν εἶναι καὶ κίδαριν. τιβὴν τιβῆνος, λέγεται ὁ τρίπους· τριβήν τις ὤν· ἀποβολῇ τοῦ ρ, παρὰ τὸ ἐπάνω τριῶν βάσεων κεῖσθαι.
10Τίη καὶ ὁτιή: Οὐκ ἔστι πλεονασμὸς, ἀλλὰ δύο
10μέρη λόγου εἰσί· τὸ τὶ, πυσματικόν· ὁ η, σύνδεσμος παραπληρωματικὸς, κατὰ παρολκὴν συνειλημμένος, ἶσος τῷ δή. Τίη δὲ σύ. Τιθασσεύω: Ἐκ τοῦ τιθῶ τιθάσσω (σημαίνει δὲ
15τὸ χειροήθη ποιῶ) κατὰ παραγωγὴν τιθασσεύω, τὸ
15καταπραΰνω καὶ τῇ χειρὶ ἐπιψῶ. Τιθαιβώσσοντος: Λυκόφρων, ἐπιμελείας ἀξι‐ οῦντος· κυρίως δὲ ἐπὶ τῶν μελισσῶν λέγεται, παρὰ τὸ τιθέναι τὴν βόσιν. Καὶ Ὅμηρος, τιθαιβώσσουσι μέλισσαι.
20Ὀδυσσείας νʹ.
20 Τιθήμενος: Ὁμοίως τῷ κιχήμενος καὶ ἀνή‐ μενος· ἤτοι ποιητικῶς ἔκτασις, ἢ διαλέκτῳ ἀναπέμ‐ πεται. Περὶ Παθῶν.
ἀμφ’ ὤμοισι τιθήμενον ἔντεα καλά. Τιθήνας: Τροφούς. Παρὰ τὸν τιτθὸν (ὃ ση‐
25μαίνει τὸν μαστὸν) γίνεται τιτθήνη· καὶ ἀποβολῇ
25τοῦ τ, τιθήνη. Ἢ παρὰ τὸν θήσω μέλλοντα (τὸ τρέφω) ῥηματικὸν ὄνομα, θήνη· καὶ διπλασιασμῷ, τιθήνη. Τιθωνός: Ἡ ἡμέρα· παρὰ τὸ τιθασὸς τὸ ση‐ μαῖνον τὸ ἥμερος. Σημαίνει καὶ τὸν γέροντα παρὰ
30Ἀριστοφάνει. Ἔστι καὶ ὄνομα κύριον παρ’ Ὁμήρῳ.
30 Τίλλω: Σημαίνει τὸ ξαίνω· γίνεται ἀπὸ μετα‐ φορᾶς τοῦ κριοῦ. Κτίλος γὰρ λέγεται. Ἢ ἐκ τοῦ τείνω, τὸ τανύω. Τιμαλφέστατον: Παρὰ Λυκόφρονι πρᾶγμα ἄγαν τίμιον· καὶ τιμαλφέστερον, τὸ τιμιώτερον
35καὶ λαμπρότερον, τὸ τιμὴν εὑρίσκον πλείστην· ὃ δὴ
35συμβέβηκε τῷ χρυσῷ· ἄλφειν γὰρ τὸ εὑρίσκειν· καὶ τιμαλφούμενος, ὁ τιμὴν εὑρίσκων. Τί μήν: Τί γάρ; Τί οὖν; Κατάφασιν δηλοῖ, ἀντὶ τοῦ πῶς γὰρ οὔ; Διατί γὰρ οὔ; Τιμή: Ἐκ τοῦ τίω τίσω. Τὸ δὲ τίω γράφεται
40διὰ τοῦ ι, ἐπειδὴ εὑρίσκεται καὶ ἐν συστολῇ, πέρι μέν σε τίω Δαναῶν· καὶ, Πᾶς τις (πλούσιον) ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν· ἐπὶ μὲν οὖν τῆς δόσεως καὶ τῆς ἡμῖν νοουμένης
45συνήθους, Ἰλιάδος ψʹ,
45Τιμῆς ἧς τέ μ’ ἔοικε τετιμῆσθαι·
45καὶ,
45Τιμὴ δ’ ἐκ Διός ἐστιν·
45ἐπὶ δὲ τῆς τιμωρίας,
45 Τιμὴν ἀρνύμενοι Μενελάῳ· γράφεται καὶ ποινήν. Ἐπὶ δὲ τοῦ προστίμου, Τιμὴν δ’ Ἀργείοις ἀποτινέμεν· ἐπὶ δὲ τῆς ὠνῆς, Τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος·

758

(50)

μήποτε δὲ καὶ τοῦτο ἐπὶ προστίμου λέγεται. Ὁ

758

(50)

δὲ Ἡρωδιανὸς καὶ τὴν βασιλείαν οὕτως φησὶν

758

(50)

εἰρῆσθαι,

758

(50)

Ἢ ἔτ’ ἔχει τιμὴν πολέσι μετὰ Μυρμιδόνεσσι. Τίμημα: Ἀντὶ τοῦ ἐνέχυρον, καὶ οἷον ἀποτί‐ μημα, ὡς Λυσίας. Τίθεται δὲ ἀντὶ τοῦ οἷον κεφά‐ λαιον, ὡς ἐν τῷ περὶ τῶν συμμοριῶν Δημοσθένης. Λέγεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσφερόμενον παρ’
55ἑκάστου τίμημα· ἐν δὲ τῷ κατὰ Μειδίου, ἐπὶ τῆς τιμωρίας εἴρηται. Ῥητορική.

759

Τιμήοροι: Ἥρωες καὶ ἔφοροι. Τιμήσεως: Ζημίας. Τιμητικὸν πινάκιον: Τὸ τοῖς δικάζουσι διδό‐ μενον, ἐν ᾧ γράφουσί τι χρήσιμον. Ἀριστοφάνης.
5Ῥητορική.
5Τίμιος: Παρὰ τὸ τιμή.
5 Τιμιουλκῶν: Ἕλκων τὴν τιμὴν, τουτέστι βαρυ‐ τιμῶν. Τιμωρός: Ἀπὸ τοῦ τιμὴ καὶ τὸ ὠρῶ, τὸ φυ‐ λάσσω. Τινάσσω: Ἀπὸ τοῦ ἲς ἰνὸς ἰνάσσω καὶ τινάσσω.
10Οὐκ ἀπὸ τοῦ τείνω· ἀλλ’ ἀπὸ τοῦ τιταίνω, ὁ μέλλων,
10τιτανῶ· Αἰολικῶς, τιτάνσω· ἀποβολῇ τοῦ τ καὶ
10ὑπερβιβασμῷ, τινάσσω. Τίνω: Σημαίνει τὸ ἀποδίδωμι. Ἀπὸ τοῦ τίω, κατὰ πλεονασμὸν τοῦ ν, ὡς πίω, πίνω· εὕρηται γὰρ συνεσταλμένον, ὡς τὸ, καὶ τίνει ταύτην δίκην,
15Εὐριπίδης. Ἔστιν οὖν τὸ τίω, καὶ μακρὸν καὶ
15βραχὺ παρὰ τῷ ποιητῇ. Τίνω δὲ, τὸ τι, ἰῶτα, πρὸς ἀντιδιαστολὴν τοῦ τείνω, τὸ τανύω. Ἐκ τοῦ τίνω γίνεται τιννύω καὶ τίννυμι· τὸ παθητικὸν, τίν‐ νυμαι· τὸ δυϊκὸν, τιννύμεθον, [καὶ τίννυσθον] ἀντὶ τοῦ τιμωρεῖσθον.
20Τίπτε: Ἀπὸ τοῦ τίποτε, κατὰ συγκοπήν· τὸ
20δὲ πότε, ἐπιζητητικὸν χρόνου ἐστί· τὸ δὲ, Τίπτε δεδάκρυσαι· οὐκ ἐπιζητεῖ τὸν χρόνον τοῦ δακρύειν, ἀλλὰ κατὰ παρολκὴν λαμβάνεται. Παρέλκον οὖν ἐστι. Τίς: Τὸ οὐδέτερον, τί· σημαίνει ἐρωτηματικόν.
25Δηλοῖ δὲ καὶ ἐπίρρημα ἐπιτατικὸν, ἀντὶ τοῦ λίαν,
25ὡς τὸ,
25 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Δηλοῖ δὲ καὶ θαυμαστικὸν ἐπίρρημα, ὡς ἐν τῷ, τί Ὦρος αἰτιᾶται· καὶ, τί καλὴ ἡ πλησίον·
30λέγουσιν ὅτι τὸ τίος κατὰ συγκοπὴν πρότερον· εἶτα
30κατὰ πάθος τὸ τὶς, δεύτερον· τὰ γὰρ πυσματικὰ
30πάντα εἰς ΟΣ λήγει. Διαφέρει δὲ τῶν λοιπῶν πευ‐ στικῶν, ἐπειδὴ τῆς οὐσίας ἐστὶ ζητητικά· οἷον, τίς ἐστι; καὶ λέγει, Σωκράτης. Τὰ δὲ ἀλλὰ πευ‐ στικὰ περὶ τὴν οὐσίαν ἐστί. Ζητεῖ ποῖος, ποιότης, λευκὸν ἢ μέλαν· πόσος, ποσότης, μικρὸν ἢ μέγαν·
35πόστος, τάξεως, πρῶτος, δεύτερος· τὸ ποδαπὸς, ἐθνι‐
35κόν. Οἱ μέντοι Αἰολεῖς φασὶ τιοῖσιν ὀφθαλμοῖσιν, ὡς παρὰ Σαπφοῖ. Κλίνεται πρὸς διάφορον σημαι‐ νόμενον. Ἡ δὲ κλητικὴ ἀπέλειψε. Σημαίνει δέκα· ἐρώτησιν, ὡς τὸ,
40Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
40καὶ ἀπόφασιν, ὡς τὸ,
40Τίς μάχεται; οὐδείς·
40καὶ,
40 Τὶς ἔγνω νοῦν κυρίου, ἢ τίς σύμβουλος; καὶ, Τίς ἐστιν ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; καὶ Ὅμηρος,
τὶς ἂν τάδε γηθήσειε;
45καὶ ἀόριστον, ὡς τὸ,
45Ἄνθρωπός τις·
45καὶ Ὅμηρος,
45Εἰ δέ τις ἐσσὶ βροτός·
45καὶ προσδιορισμὸν, ὡς τὸ,
45Εἰσὶ τινὲς τῶν ὧδε ἑστηκότων·
45καὶ ἀγανάκτησιν καὶ ἐπιτίμησιν, ὡς τὸ, Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ· καὶ, Τίς σε κατέστησεν ἄρχοντα· καὶ,

759

(50)

Τίς εἶ σὺ ὁ κρίνων ἀλλότριον οἰκέτην·

759

(50)

καὶ,

759

(50)

Τίς ἐστιν ὁ κρύπτων με βουλήν·

759

(50)

εἰ δέ τις ἐρωτηματικῶς ταῦτα λάβοι, ἄγνοιαν τοῦ

759

(50)

θείου κατηγορεῖ. Σημαίνει δὲ καὶ εὐτέλειαν, ὡς τὸ,

759

(50)

Τίς εἰμὶ ἐγὼ, κύριε, καὶ τίς ἐστιν ὁ οἶκος τοῦ πατρός μου· σημαίνει καὶ τὸ σπάνιον, ὡς τὸ, Τίς σοφὸς καὶ φυλάξει ταῦτα· καὶ, Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν·
55εἰ μὴ γὰρ πάντες, ἀλλ’ οὖν γε τινές. Σημαίνει καὶ
55θαυμασμὸν, ὡς τὸ,
55Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ·
55καὶ,
55 Τίς ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα αὐτοῦ ὑπακούει· σημαίνει καὶ τὸ ἐξ ἀμηχανίας εὔχεσθαι, ὡς τὸ, Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ.

760

Τισαμενός: Λέγεται ἐκ τοῦ τὸν πατέρα αὐτοῦ (λέγω δὴ τὸν Ὀρέστην) τιμωρεῖσθαι τὴν μητέρα αὐτοῦ, διὰ τὸν φόνον τοῦ πατρὸς Ἀγαμέμνονος.
6 Τίσανδρος: Παρὰ τὸν τίσω μέλλοντα· ἢ ἀπὸ τῆς τιμῆς γενικῆς τιμήσανδρος· καὶ συγκοπῇ. Τίσασθαι: Σημαίνει τὸ τιμωρήσασθαι· διαφέρει γὰρ τοῦ τίσειν, ἤγουν τοῦ τιμωρήσειν. Τιμωρεῖν
10μέν ἐστι τὸ ἐπαμύνειν καὶ βοηθεῖν· τιμωρήσασθαι δὲ, τὸ τὸν προηδικηκότα κολάζειν, ὡς ἀμύνειν καὶ ἀμύνασθαι. Τιμωρεῖ μὲν Πάτροκλον Ἀχιλλεύς· τιμωρεῖται δὲ Ἕκτορα. Τὸ θέμα ἔστι τίω· ση‐ μαίνει τὸ τιμωρῶ, τιμωρίαν ἐκτιννύω καὶ ἀποδίδωμι·
15ὅθεν καὶ τίσις, τιμωρία, ἀπόδοσις, ἀντέκτισις. Τὸ τίω σημαίνει καὶ τὸ τιμῶ. Τίσειαν: Ἀόριστος πρῶτος εὐκτικὸν Αἰολικὸν τρίτου προσώπου τῶν πληθυντικῶν· ἐκεῖνοι γὰρ τὸ τύψαιμι τύψεια λέγουσι· τὸ δεύτερον, τύψειας· τὸ
20τρίτον, τύψειε. Καὶ τῷ μὲν πρώτῳ χρῶνται οἱ
20Αἰολεῖς· τοῖς δὲ λοιποῖς προσώποις, ἡ κοινὴ συνή‐ θεια καὶ διάλεκτος. Ὡσαύτως καὶ τῷ τρίτῳ τῶν πληθυντικῶν. Ὁ κανών· τὰ εἰς ΜΙ εὐκτικὰ ἀορίστου ὄντα ἐνερ‐ γητικὰ οἱ Αἰολεῖς διὰ τοῦ ΕΙΑ προφέρουσι· τίσαιμι,
25τίσεια· ὑποστρέψαιμι, ὑποστρέψεια· ἀκούσαιμι,
25ἀκούσεια, τὰ δὲ τοιαῦτα εὐκτικὰ εὐχὴν δηλοῦσι πράγματος, ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ἵνα εἰς πέρας ἔλθῃ τοῦ γράψαι. Ὅθεν οὐ δεῖ λέγειν τινὶ ζήσειας, ἐπειδὴ εὑρίσκεται εὐχόμενος ἵνα εἰς πέρας ἔλθῃ τῆς ζωῆς, τουτέστιν
30ἵνα ἀποθάνῃ· λοιπὸν εὑρίσκεται κατευχόμενος αὐτοῦ. Τιτακίδαι: Δῆμός ἐστι τῆς Αἰαντίδος φυλῆς· μήποτε δὲ ἀπὸ Τιτακοῦ ὠνόμασται, οὗ μνημονεύει Ἡρόδοτος. Τὸ δὲ Τιταγίδαι καὶ Θυργοῦνδοι, φρα‐ τρίαι τινὲς καὶ γένη ἄδοξα· εἰς γὰρ εὐτέλειαν
35ἐκωμῳδοῦντο· οὐχὶ δὲ δῆμοι, ὥς τινες οἴονται. Τιτανίδα γῆν: Οἱ μὲν τὴν πᾶσαν, οἱ δὲ τὴν Ἀττικήν· ἀπὸ Τιτάνου ἑνὸς τῶν Τιτάνων· ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεούς. τιτᾶνες, οἱ καταχθόνιοι δαίμονες· ἢ ἀπὸ τοῦ
40τίνω, τὸ ἀνταποδίδωμι, τινὰν καὶ τιτὰν, οἱ οὕτως δια‐ πραττόμενοι ὥστε δοῦναι τιμωρίαν· ἢ παρὰ τὸ τι‐ ταίνω, οἱονεὶ οἱ τείνοντες τὰς χεῖρας εἰς τὸ κόψαι τὰ αἰδοῖα τοῦ πατρὸς Κρόνου, ἤγουν τοῦ Οὐρανοῦ. Τὸ δὲ τιταίνεται σημαίνει τὸ τείνεται καὶ ἕλκεται·
45παρὰ τὸ ταίνω, κατὰ ἀναδιπλασιασμόν· ἢ ἀπὸ τοῦ τανύω. Τιταρήσιον: Ὄνομα πόλεως· ἢ κύριον· Ἡσί‐ οδος ἐν Ἀσπίδι. Τιτιγόνιον: [Ζωΰφιον] ὅμοιον τέττιγι.

760

(50)

Τιτθοί: Οἱ μαστοὶ, ὅτι ἐπιστηθίδιοί τινες εἰσίν·

760

(50)

ἢ παρὰ τὸ ἐντίθεσθαι τοῖς στόμασι.

760

(50)

Τιτρώσκω: Τρώω, τρώσω, τρώσκω· καὶ κατὰ ἀναδιπλασιασμὸν, τιτρώσκω. Τιτώ: Οὕτω λέγεται ἡ ἡμέρα· παρὰ γὰρ τὸ τιτὰν τιτᾶνος γίνεται Τιτανίς· καὶ ἐκεῖθεν ὑποκορι‐ στικὸν Τιτὼ, ὡς Ὑψιπύλη, Ὑψώ· Εἰδοθέα, Εἰδώ.
55 Τίφος: Ἕλος καὶ κάθυγρος τόπος· ἀπὸ τοῦ τύ‐ φεσθαι, ὅ ἐστι πύθεσθαι, καὶ κρύπτεσθαι τοὺς ἐν ἑλώδεσιν ὄντας τόποις. Παρὰ Ἀπολλωνίῳ.

761

Τιτυσκόμενοι: Καταστοχαζόμενοι, βλέποντες. Εἰ μὲν σημαίνει τὸ βλέπω, γίνεται ἀπὸ τοῦ θεῶ θεάσω· κατὰ συγκοπὴν, θῶ· τροπῇ, τῶ· καὶ κατὰ παραγωγὴν, τύω· ὁ μέλλων, τύσω· πλεονασμῷ τοῦ
5κ, τύσκω· καὶ μετάγεται εἰς ἐνεστῶτα, καὶ γίνεται κατὰ ἀναδιπλασιασμὸν, τιτύσκω. Εἰ δὲ σημαίνει τὸ κατασκευάζω, γίνεται ἀπὸ τοῦ τεύχω· ὁ δεύτερος ἀόριστος, ἔτυχον· ἐξ αὐτοῦ κατὰ ἀναδιπλασιασμὸν, καὶ πλεονασμῷ τοῦ ς, τετύσκω, καὶ τιτύσκω. Ση‐
10μαίνει δὲ τρία· ἐπὶ μὲν τοῦ ἡτοιμάζετο, Ἰλιάδος νʹ, [Ὣς εἰπὼν, ὑπ’ ὄχεσφι] τιτύσκετο χαλκόποδ’ ἵππω· τὸ στοχασμῷ χρῆσθαι, Μηριόνης δ’ ἐν τοῖσι τιτύσκετο δουρὶ φαεινῷ· ἐπὶ δὲ τοῦ ψυχικῶς κατεστοχάζετο,
15τιτύσκετο δὲ φρεσὶν ᾗσιν
15ἤ τευ ἀκοντίσαι.
15 Τλῆτε φίλοι: Ὑπομείνατε καρτερῶς. Ἐκ τοῦ τρῶ γίνεται τλῶ.
16 Τληπόλεμος: Ἐκ τοῦ τλῶ τλήσω, τλησιπό‐ λεμος· καὶ συγκοπῇ. Τοίη: Ἀντὶ τοῦ τοιαύτη. Τίθεται καὶ ἀντα‐ ποδοτικῶς, καθ’ ὁμοίωσιν πρὸς τὰς παραβολάς·
20 Οἵη περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν· καὶ θαυμαστικῶς, Τοίην περ κεφαλὴν γαῖα κατέσχε· καὶ ἀναφορικῶς ἐπὶ τὸ προειρημένον καὶ προεγνω‐ σμένον,
25Ἀλλὰ καὶ ὣς τοίηπερ ἐοῦσα.
25Τοῖχος: Παρὰ τὸ τεύχω, τὸ κατασκευάζω,
25γίνεται τεῦχος καὶ τοῖχος. Τοιχορύκτης καὶ τοιχωρύχος: Κλέπτης, λῃ‐ στής. Τοὶ γὰρ ἐγὼν ἐρέω: Ἀντὶ τοῦ, ἐγὼ μὲν οὖν εἴπω. Οὐκ ἔστιν ἀντὶ τοῦ γάρ· οὐδέποτε γὰρ
30ἀρκτικόν ἐστιν· ἀλλὰ δή.
30Τό: Σημαίνει τοπικὴν σχέσιν· Ὅμηρος,
30τόδ’ ἱκάνω·
30καὶ ἔστιν αἰτιατικῆς πτώσεως. Τὸ δὲ δὲ ἰσοδυναμεῖ τῇ εἰς προθέσει, οἷον, εἰς τοῦτο τὸ χωρίον, ὅ ἐστι τόπον· ὡς, οὔλυμπόνδε, ἀντὶ τοῦ εἰς ὄλυμπον. Τὸ δέ μοι κρήηνον ἐέλδωρ: Ἀρίσταρχος δύο μέρη λόγου ταῦτα εἶναι λέγει· ὁ δὲ Ἡρωδιανὸς,
35ἕν· ὁ δὲ Ἀρίσταρχος ὀξύνει τὸν δὲ ὁμοίως τῷ τὸ, ἵν’ ᾖ δύο μέρη λόγου. Ἐπείσθη δὲ ἡ παράδοσις Ἀρι‐ στάρχῳ. Τοκάδα: Εὔβουλος .... Τὸ κηρύκειον, ἢ τὴν μάχαιραν: Λεγόμενόν τι.
40Τὸ κατακύλωμα: Τὸ πέρας, καὶ ἀνωτάτω τῶν
40καλῶν. Ῥητορική.
40 Τοκεύς: Ὡς παρὰ τὸ ἔχω, τὸ συνέχω καὶ σφίγγω, γίνεται ὀχεὺς, οὕτως καὶ παρὰ τὸ τέκω τοκεύς. Τολμῆσαι: Σημαίνει τὸ ὑπομεῖναι. Τολόται: Οἱ δημόσιοι ὑπηρέται. Τοὺς δ’ αὐ‐
45τοὺς καὶ Σκύθας ἔλεγον καὶ σπευσινίους· ἀπὸ τοῦ
45συντάξαντος αὐτούς. Ῥητορική. Ζήτει εἰς τὸ τοξόται. Τολύνιον: Τὸ καλούμενον Κρατίνειον μέτρον πολυσύνθετον, ἀπὸ τοῦ Μεγαρέως Τολύνου· ἔστι δὲ προγενέστερος Κρατίνου. Ῥητορική.

761

(50)

Τολύπευμα: Τὸ κατασκευαστὸν καὶ πεφιλοκα‐

761

(50)

λημένον ἔριον. Τολυπεύειν: Ἐξεργάζεσθαι· τολύπη γὰρ ἡ ἐργασία. Τολύπαις: Μηχαναῖς, ἐργασίαις· καὶ ΤΟΛΥ‐ πεύειν, μηχανᾶσθαι, ποιεῖν, ἀθροίζειν, ταλαιπωρεῖν·
55ἀπὸ μεταφορᾶς τῶν τὰ ἔρια ἐργαζομένων καὶ δεσμευ‐
55όντων αὐτά. Τοναίαν: Ἄλεξις Παλλακῇ. Ἡ γὰρ ἐπιπολὺ τῆς φωνῆς ἀπότασις καλεῖται τοναία.

762

Τονθορύζει: Ὑπόπτως λαλεῖ, ψιθυρίζει, ἠρέμα γογγύζει. Παρὰ τὸ θροῦς (ὃ σημαίνει τὸν τάραχον καὶ τὸν θόρυβον) γίνεται θρούζω· ἢ θρόος θροΰζω· καὶ ἐν ὑπερβιβασμῷ, θορύζω· καὶ κατὰ ἀναδιπλασιασμὸν,
5τονθορύζω. Τόξον: Παρὰ τὸ τάζω τάξω τάξον· καὶ τροπῇ,
τόξον.
7 Τοξοποιεῖν τὰς ὀφρῦς: Ἀντὶ τοῦ σκυθρω‐ πάζειν. Τοξόται: Τοξόται δὲ καὶ Σκύθαι καὶ σπουσίνιοι,
10οἱ δημόσιοι δοῦλοι Ἀθήνῃσιν· ἀπὸ Σπουσίνου τοῦ πρώτου καταστήσαντος αὐτοὺς ἐπὶ τὴν ὑπηρεσίαν. Τοπάζειν: Στοχάζεσθαι, ἐνθυμεῖσθαι, ὑπονοεῖν· καὶ παρὰ Σοφοκλεῖ ἐν Ἠριγόνῃ, ἃ δὲ
15δόξῃ τοπάζω, ταῦτ’ ἰδεῖν σαφῶς θέλω·
15ζήτει εἰς τὸ ὑπετόπαζε. Διὸ καὶ ὑποτοπεῖν, τὸ ὑπονοεῖν λέγεται. Καὶ καθυποτοπεῖσθαι, τὸ ὑπὸ τὸ χεῖρον ὑπονοεῖν. Τόπος: Παρὰ τὸ πατῶ πάτος καὶ τόπος· ἢ παρὰ τὸ τύπος, τροπῇ τοῦ υ εἰς ο· ἢ παρὰ τὸ τῶ, τὸ
20λαμβάνω καὶ δέχομαι. Ζήτει εἰς τὸ τόσος.
20 Τοπεῖον: Τὰ σχοινία λέγεται τοπεῖα. Στράτ‐ τις Μακεδόσι, Τὸν πέπλον δὲ τοῦτον ἕλκουσι δεσμεύοντες τοπείοις ἄνδρες. Τόρνος: Ξύλον στρογγύλον. Παρὰ τὸ τείρω,
25τορῶ· ἐκ τούτου τορνώσω, τὸ περιγράψω καὶ κατα‐
25σκευάσω, καὶ,
25 Τορνώσαντο δὲ σῆμα, θεμείλιά τε προβάλοντο, Ἰλιάδος ψʹ. Τορῶ: Εἰς τὸ ἀντιτορήσας. Τορός: Ἔντροχος, τομὸς, συνετός· ἔνιοι σαφὴς, ὡς παρὰ Σοφοκλεῖ,
30 Λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματ’, ἀλλ’ ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα· σημαίνει δὲ καὶ ἐργαλεῖον φρεωρυχικὸν, σκαφίον, παρὰ Φιλυλλίῳ.
35Τορύνη: Ὑπὸ τῶν Ἀττικῶν τὴν εὐεργέτιν ση‐
35μαίνει· ὅμως καὶ Πλάτων κατὰ ἰδιωτικὴν συνήθειαν προσωνόμασεν ἐν Ἱππίᾳ, Τί φησι προτέραν πρέπειν τορύνην τῷ ἔτνει καὶ τῇ χύτρᾳ. Τόσος: Ὄνομα ἀναφορικόν. Ποίου εἴδους τῶν ἀναφορικῶν; Ἀνταποδοτικοῦ. Διατί; Ἐπειδὴ τὰ
40ὑπὲρ μίαν συλλαβὴν ἐρωτηματικὰ, ἀποβάλλοντα τὸ καταρχὰς σύμφωνον, ἀναφορικὰ γίνεται· οἷον, τοῖος, οἷος· τόσος, ὅσος· καὶ πάλιν, προσλαμβάνοντα τὸ τ κατ’ ἀρχὰς, ἀνταποδοτικὰ γίνεται· οἷον, οἷος, τοῖος· ὅσος, τόσος· ἅτινα πάλιν ὀξυτονούμενα, ἀόριστα
45γίνεται· οἷον, πόσος, ποσός· τόσος, τοσὸς, τοσόνδέ τε λαόν. Τόπος: Παρὰ τὸ τύπος· ἕκαστος γὰρ τόπος ἰδίῳ τύπῳ κέχρηται. Ἢ παρὰ τὸ τάφος· πᾶς γὰρ τόπος εἰς ταφὴν ἐπιτήδειος.

762

(50)

Τοσαῦτα: Ὄνομα πτώσεως αἰτιατικῆς τῶν πλη‐

762

(50)

θυντικῶν· γίνεται δὲ κατὰ παραγωγὴν ἐκ τοῦ τόσα, παραλήγουσαν ἔχον τὴν αὐτήν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐπὶ ταύτης τῆς παραγωγῆς τῆς κατὰ γένη καὶ ἀριθμοὺς προϊούσης, ἡ πρὸ τέλους συλλαβὴ βούλεται ἔχειν τὸ υ μετὰ τοῦ ἐν τῇ ληγούσῃ φωνή‐
55εντος. Ἔστιν οὖν τῆμος· τὸ τημοῦτος παράγωγον ἕξει τοῦ υ τὸ ο προκείμενον. Ὁμοίως τὸ τηνίκα τηνικαῦτα· οὕτω καὶ ἔσθα ἔνθεν ἐντεῦθεν. Τὸ αὐτὸ

763

καὶ ἐπὶ τοῦ τόσος τοσοῦτος, τόσαι τοσαῦται, τόσα τοσαῦτα. Κατὰ γένη γὰρ καὶ ἀριθμοὺς αἱ παρα‐ γωγαὶ γίνονται· οἷον, τηλίκος, τηλικοῦτος· τηλίκα, τηλικαῦτα. Τὸ τοίη, τοιηύτη ὤφειλεν εἶναι· ἀλλ’
5ἐπειδὴ κανών ἐστιν ὁ λέγων, οὐκ ἔστιν ἐπινοῆσαι τὸ
5η καὶ τὸ υ ἐν μιᾷ συλλαβῇ καὶ τὰ ὅμοια, τούτου χάριν τρέπεται τὸ η εἰς α, καὶ γίνεται τοιαύτη. Τόφρα: Ἐπὶ τοσοῦτον· οἷον, Τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ’ ἂν Ἀχαιοί· ἔστι καὶ ἀποδοτικὸν ἐπίρρημα.
10Τοὐμόν: Ἰστέον ὅτι ἡνίκα γίνεται κρᾶσις ἐν
10ἁρμογῇ δύο λέξεων, τίθεται κορωνίς· οἷον τὸ ἐμὸν, τοὐμόν· τὰ ἐμὰ, τἀμά· προέστη, προὔστη· πρό‐ οπτον, προὖπτον· (σημαίνει δὲ τὸ φανερόν·) ἡνίκα δὲ μὴ γίνεται κρᾶσις ἐν ἁρμογῇ δύο λέξεων, οὐ τίθεται κορωνίς· οἷον νόος, νοῦς· Δημοσθένεος Δημοσθένους·
15Πρόσκειται, “ἐν ἁρμογῇ δύο λέξεων,” διὰ τὸ Ἡρα‐ κλέης Ἡρακλῆς· τοῦτο γὰρ ἐκ δύο λέξεων ὂν, ὅμως οὐκ ἔχει κορωνίδα, ἐπεὶ οὐκ ἐγένετο ἐν ἁρμογῇ δύο λέξεων ἡ κρᾶσις, ἀλλ’ ἐν τῷ μέσῳ τῆς δευτέρας λέξεως· ἡ γὰρ ἁρμογὴ τῶν δύο λέξεων μεταξὺ τοῦ α
20καὶ τοῦ κ ἐστί.
20 Τοὔμπαλιν: Ἐς τοὐπίσω· παρὰ τὸ ἔμπαλιν, κατὰ κρᾶσιν. Τοὐπίπεμπτον: Οἱ γὰρ μὴ καταλαβόντες τὸ πέμπτον μέρος τῶν ψήφων ἄτιμοι ἦσαν. Οὕτως Ἀριστοφάνης.
25Τουτάκι: Εἰς τὸ αὐτίκα.
25Τούδουνοι: Οἱ τοποτηρηταὶ παρὰ Τούρκοις.
25 Τραγάσιον: Ἐν τῇ Τροίᾳ· ἀπὸ Τραγάσου τοῦ πατρὸς Φιλονομίας τῆς ἐρασθείσης Τένου. Τραγικὴ σκηνή: Πῆγμα μετέωρον, ἐφ’ οὗ ἐν θεῶν (σκευῇ) τινὲς παριόντες ἔλεγον. Λέγεται δὲ καὶ ἡ τραγικὴ τέχνη σκηνή.
30 Τραγορίγανον ὄρειον: Ὅπερ (οἱ τράγοι) ἐσθίοντες πολλάκις γίνονται κατωφερεῖς· διὸ οὕτως εἴρηται. Νίκανδρος ἐν Ἀλεξιφαρμακοῖς· ἀγροτέρης τραγοριγάνου. Τράγος: Παρὰ τὸ τρώγω· πολυφάγον γὰρ τὸ
35ζῷον· ἢ παρὰ τὸ τραχὺ δέρμα ἔχειν.
35 Τρανός: Παρὰ τὸ στερρός. Μακρὸν τὸ α· τὰ εἰς ΝΟΣ ὀξύτονα δισύλλαβα, τῷ α παραληγόμενα, ἐκτείνουσιν αὐτὸ, τρανὸς, φανός. Τράπεζα: Κατὰ ἀποβολὴν τῆς τε συλλαβῆς, τετράπεζα, τέσσαρας πέζας ἔχουσα· αἱ γὰρ τῶν
40παλαιῶν τράπεζαι τετράγωνοι ἦσαν. Τραπεζίτης: Διὰ τοῦ ι· σημαίνει τὸν ἐν τῇ συνηθείᾳ λεγόμενον τραπεζίτην, ἀπὸ τοῦ τράπεζα· διὰ δὲ τῆς ΕΙ διφθόγγου, τὸν ἐν τῇ τραπέζῃ παρι‐ στάμενον, ὡς παρ’ Ὁμήρῳ,
45τραπεζῆες κύνες,
45ἀπὸ τοῦ τραπεζεύς ἐστι· τὸ δὲ παρ’ Ἰβύκῳ, διὰ τοῦ
45η λεγόμενον, τραπεζητᾶν κυνᾶν,
ἔστιν ὡς πλείων πλήων. Τραπεζοποιός: Ὁ τῶν περὶ τὸ συμπόσιον πάντων ἐπιμελούμενος, τραπεζῶν, σκευῶν, ἀκουσμά‐

763

(50)

των. Οὕτως Μένανδρος. Ῥητορική.

763

(50)

Τραπεζοφόρος: Ἱερωσύνης ὄνομά ἐστι· καὶ ὅτι

763

(50)

αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσα πάντα τὰ τῆς Ἀθηνᾶς ἱέρεια. Τραπέουσι: Δηλοῖ τὸ πατοῦσι· παρὰ τὸ τρέφω, τὸ πήσσω, ἐκ τοῦ θρέψαι. Τρακταΐζω: Τὸ λευκαίνω καὶ κατασκευάζω· ἐξ
55οὗ τὸ τράκτον, ὁ κηρὸς ὁ πεποιημένος λευκός.
55 Τράμιν: Οἱ μὲν, τὸ τρῆμα τῆς ἕδρας· οἱ δὲ, τὸ ἀπὸ τούτου μέχρι τῆς ἀρχῆς τοῦ βαλάνου χωρίον. Τραγωιδία: Ἔστι βίων τε καὶ λόγων ἡρωϊκῶν

764

μίμησις. Κέκληται δὲ τραγῳδία, ὅτι τράγος τῇ ᾠδῇ ἆθλον ἐτίθετο· ᾠδὴ γὰρ ἡ τραγῳδία. Ἢ ὅτι τρύγα ἆθλον ἐλάμβανον οἱ νικῶντες· τρύγα γὰρ ἐκά‐ λουν οἱ παλαιοὶ τὸν νέον οἶνον. Ἢ ὅτι τετράγωνον
5εἶχον οἱ χοροὶ σχῆμα· ἢ ὅτι τὰ πολλὰ οἱ χοροὶ ἐκ σατύρων συνίσταντο· οὓς ἐκάλουν τράγους, σκώ‐ πτοντες, ἢ διὰ τὴν τοῦ σώματος δασύτητα, ἢ διὰ τὴν περὶ τὰ ἀφροδίσια σπουδήν· τοιοῦτον γὰρ τὸ ζῷον. Ἢ ὅτι οἱ χορευταὶ τὰς κόμας ἀνέπλεκον,
10σχῆμα τράγων μιμούμενοι. Ἢ ἀπὸ τῆς τρυγὸς
10τρυγῳδία. Ἦν δὲ τὸ ὄνομα τοῦτο κοινὸν καὶ πρὸς τὴν κωμῳδίαν· ἐπεὶ οὔπω διεκέκριτο τὰ τῆς ποιήσεως ἑκατέρας· ἀλλ’ εἰς αὐτὴν ἓν ἦν τὸ ἆθλον, ἡ τρύξ· ὕστερον δὲ τὸ μὲν κοινὸν ὄνομα ἔσχεν ἡ τραγῳδία· ἡ δὲ κωμῳδία ὠνόμασται, ἐπειδὴ πρότερον κατὰ κώμας
15ἔλεγον αὐτὰ ἐν ταῖς ἑορταῖς τοῦ Διονύσου καὶ τῆς Δήμητρος· ἢ παρὰ τὸ κωμάζειν, ἡ ἐπὶ τῷ κώματι ᾠδή· ἐπειδὴ ἐπὶ τὸν καιρὸν τοῦ ὕπνου τὴν ἀρχὴν ἐφευρέθη· ἢ ἡ τῶν κωμητῶν ᾠδή· κῶμαι γὰρ λέ‐ γονται οἱ μείζονες ἀγροί. Βλαπτόμενοι γάρ τινες
20γεωργοὶ παρὰ τῶν ἐν Ἀθήνῃσι πολιτῶν, κατῄεσαν περὶ τὸν καιρὸν τοῦ ὕπνου· καὶ περιϊόντες τὰς ἀγυιὰς, ἔλεγον ἀνωνυμὶ τὰς βλάβας ἃς ἔπασχον ὑπ’ αὐτῶν· οἷον, ἐνταῦθα μένει τὶς τὰ καὶ τὰ ποιῶν· καὶ ἐκ τούτου ἀνοχὴ τῶν ἀδικιῶν ἐγίνετο.
25 Τρασιά: Παρὰ τὸ τέρσω, τὸ ξηραίνω, τερσιὰ καὶ ταρσιὰ, ὡς παρὰ Σιμωνίδῃ· καὶ καθ’ ὑπέρθεσιν, τρασιά. Τραῦμα: Παρὰ τὸ τρῶ, τὸ τιτρώσκω, τρῶμα καὶ τραῦμα· ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥέειν δι’
30αὐτοῦ τὸ αἷμα.
30Τραύξανα: Τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα
30τῶν ἵππων ἢ τῶν βοῶν, ἢ τῶν ἄλλων κτηνῶν λείψανα· σημαίνει δὲ καὶ τὰ ἀκανθώδη καὶ ξηρὰ ξύλα. Τραφερή: Ἡ ξηρὰ γῆ, ἡ πεπηγυῖα ὡς πρὸς τὴν θάλασσαν· θρέψαι γὰρ τὸ πῆξαι.
35 Τράφηξ τράφηκος, παρὰ Λυκόφρονι ἡ ὑπόπλακος βάσις. Λέγεται δὲ καὶ τὸ τῆς νεὼς χεῖλος, ἐφ’ οὗ οἱ σκαλμοὶ τίθενται· νῦν δὲ τὸ ξύλον ἔνθα τιθέασι τὸν ἄρτον. Τραχύς: Σημαίνει τὸν σκληρόν· ἀπὸ μεταφορᾶς
40τῆς ῥάχεως· αὕτη γὰρ ὀστώδης ἐστίν. Ἢ παρὰ
40τὸ τάραχος, ταραχὺς, καὶ τραχύς· ὁ γὰρ τραχὺς τάραχον ποιεῖ. Τράχηλος: Παρὰ τὴν τραχύτητα· ὀστῶδες γὰρ τὸ μέρος τοῦτο· ἢ παρὰ τὸ δι’ αὐτοῦ τρέχειν τὴν τροφὴν, οἷον τρόχαλος. Ἢ ὅτι τῆς ῥάχεως ὅλος
45ἐστὶ τράχηλος· ἢ παρὰ τὸ τραχὺς καὶ τὸ ἧλος, ὁ
45τραχεῖς ἥλους ἔχων. Ὅτε δέ φησιν Ὅμηρος, ἁπαλοῖο δι’ αὐχένος· κατ’ ἀντίφρασιν λέγει. Οὕτως Ὦρος· ἐν δὲ τῷ Ῥητορικῷ Λεξικῷ τράχηλον εὗρον σημαίνειν τῶν θαλασσίων πορφύρων. Οὕτω Ποσίδιππος.

764

(50)

Τρέφεσθαι: Πήγνυσθαι, συνίστασθαι. Περὶ

764

(50)

ψυχῆς,

764

(50)

Τότε δὴ τὰ ζῷα συντρέφεται· ἀντὶ τοῦ συνίσταται, πήγνυται. Τρέφοιν: Ὡς παρ’ Εὐριπίδῃ, Ἄφρων ἂν εἴην, εἰ τρέφοιν τὰ τῶν πέλας· γίνεται οὕτως· ἔστι τρέφοιμι, τρέφοις, τρέφοι·
55πλεονασμῷ τοῦ η Ἀττικῶς, τρεφοίη, τρεφοίης, τρεφοίην· καὶ συγκοπῇ τοῦ η. Τρήρων: Ἐπὶ τῆς περιστερᾶς, ἡ δειλή· παρὰ τὸ τρεῖν· εὐλαβὲς γὰρ τὸ ζῷον. Παρὰ τὸ τρέω, τὸ

765

φοβοῦμαι, τρέερος· κατὰ συγκοπὴν, τρῆρος· καὶ παρώνυμον, τρήρων, ὡς ἁβρὸς ἅβρων. Τρητὸν λέχος: Παρὰ τὸ τετρῆσθαι κατὰ τὰ ἐνήλατα, εἰς ἃ ἐμβάλλεται ἡ σπάρτος· ἢ παρὰ τὸ
5τετρῆσθαι τοὺς πόδας, εἰς οὓς ἐμβάλλεται τὰ ἐνή‐ λατα. Τρεῖς: Πᾶς ἀριθμὸς ἐντὸς τῶν χιλίων θέλει ἔχειν στοιχεῖον, εἴτε φωνῆεν, εἴτε σύμφωνον, ἐκ τῶν ἐντὸς τῆς δεκάδος· οἷον, τὸ εἷς καὶ τὸ ἓν, ἔχει τὸ ε
10ἐκ τῶν ἐντὸς τῆς δεκάδος· καὶ τὸ δύο, ἔχει τὸ δ· καὶ
10τὸ πεντήκοντα, ἔχει τὸ ε καὶ τὸ η καὶ τὸ α. Τὸ ὀκτὼ δοκεῖ ἀντικεῖσθαι· οὐ γὰρ ἔχει στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς ι· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι καὶ δυνάμει καὶ τοῦτο ἔχει ἐκ τῶν ἐντὸς τῆς δεκάδος· λέγουσι γὰρ οἱ φιλόσοφοι, ὅτι τὸ ὀκτὼ καὶ ὀγδοὰς λέγεται
15παρὰ τὸ ἄγειν δύο τετράδας, οἱονεὶ ἀγωδυὰς καὶ
15ὀγδοάς· τὸ δὲ α καὶ τὸ γ καὶ τὸ δ ἐκ τῶν ἐντὸς τῆς δεκάδος εἰσί. Κατὰ τοῦτο καὶ τὸ τρεῖς διὰ τῆς ΕΙ διφθόγγου γράφεται, ἵνα σχῇ τὸ ε· εἰ γὰρ ἐγράφετο διὰ τοῦ ι, οὐκ ἔμελλεν ἔχειν τὸ στοιχεῖον. Ἐν δὲ τῇ συνθέσει, ἤγουν ἐν τῷ τρισκαίδεκα, ἀποβάλλει τὸ
20ε· ἔχει γὰρ ἄλλα στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκά‐
20δος, οἷον τὸ α τοῦ καὶ συνδέσμου, καὶ τὸ δ καὶ τὸ ε τοῦ δέκα. Τριακοντούτης: Παροξυτονεῖται· κοινὸν δέ ἐστιν ἀμφοτέρων τῶν γενῶν· καὶ τὰ πληθυντικὰ, τριακοντούτεις, ὡς παρὰ Θουκυδίδῃ. Ἰστέον δὲ ὅτι
25τὰ παρὰ τὸ ἔτος παρ’ ἡμῖν ὀξύτονα οἱ Ἀθηναῖοι
25βαρύνουσιν· οὐ μόνον γὰρ περὶ τὸν τόνον πταίουσιν, ἀλλὰ καὶ περὶ τὴν κλίσιν· δωδεκαέτης γὰρ δωδε‐ καέτου κλίνουσιν, ὥσπερ οἰκέτης οἰκέτου· καὶ τὸ πλη‐ θυντικὸν δωδεκαέται, ὥσπερ οἰκέται, δωδεκαέτεις ὀφείλοντες κλίνειν. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ θηλυκοῦ,
30ὡς ἀπὸ τοῦ ἰσοσυλλάβου κλινόμενον ποιοῦσι, τρια‐ κονταέτις τριακονταέτιδος, ὡς κυνηγέτις κυνηγέτιδος· καὶ κατὰ κρᾶσιν, τριακοντούτιδος, ὡς παρὰ τῷ συγ‐ γραφεῖ, Τῶν τριακοντουτίδων σπονδῶν.
35Τριακοντέος: Ὥσπερ γίνεται ἐπὶ τῆς γενικῆς
35τῶν πληθυντικῶν γερόντων γεροντέων, οὕτω καὶ ἐπὶ
35τῆς γενικῆς τῶν ἑνικῶν, τριάκων τριάκοντος, τρια‐ κοντέος κατὰ πλεονασμόν. Περὶ Παθῶν. Τριάσσειν: Τὸ νικᾶν· ἀπὸ μεταφορᾶς τῶν πα‐ λαιστῶν, ἐν ταῖς τρισὶ πάλαις τὴν νίκην καρπου‐ μένων· καὶ ἀτρίακτος, ὁ ἀήττητος.
40 Τριαχθῆναι: Λέγουσιν οἱ παλαιστρικοὶ, ἀντὶ τοῦ τρὶς πεσεῖν, ἢ τὸ τρὶς τροχάσαντα νικηθῆναι στάδιον, δίαυλον, δολιχόν. Τριέτης: Ὁ μὲν χρόνος βαρύνεται· τὸ δὲ μετε‐ σχηκὸς τοῦ χρόνου ὀξύνεται· ὡς εἶναι τριέτης μὲν
45χρόνος, τριετὴς δὲ παῖς.
45 Τριβοῦνος: Ὁ χιλίαρχος. Τριταγωνιστής: Ὁ Αἰσχίνης, ὡς ἀδοκιμώτατος τῶν ὑποκριτῶν ἐν τῇ τρίτῃ τάξει καταριθμούμενος. Τρίβακος: Ἡ τριβὴ τρίβαξ παρώνυμον· ἡ γενικὴ εὐθεῖα γίνεται πολλάκις, ὡς φύλαξ φύλακος

765

(50)

καὶ ὁ φύλακος, ἱέραξ ἱερὸς, ῥὸς ῥόαξ.
55Τρίβαλλοι: Οἱ ἐν τοῖς βαλανείοις ἀναγώγως
57διατριβόμενοι· οἱ δὲ, τοὺς εἰκαίους καὶ τοὺς βίους κατατρίβοντας. Τρίβος: Παρὰ τὸ τρίβω, ἡ καταπεπατημένη

766

ὁδός· ἢ παρὰ τὸ τρῶ, τὸ καταπονῶ καὶ τὸ τρίβω. Τριβωνευόμενοι: Ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποι‐ οῦντες· ἢ ἀντὶ τοῦ τεχνάζοντες· (ἢ ἀντὶ τοῦ) τρίβωνες εἶναι πραγμάτων. Τρίβων γὰρ ὁ ἔμπειρος.
5 Καίτοι σοὶ τριβωνότερα τὰ τοιάδε καὶ ἀκριβέστερα. Τριβωνοφόρος: Ὁ φορῶν στολὴν ἔχουσαν ση‐ μεῖα ὡς γαμμάτια. Τρίβων γὰρ λέγεται παρὰ τὸ ἤδη τετρίφθαι ἐκ διαφόρων. Τρίγληνα: Οἷον τρίκορα· γλήνη γὰρ ἡ τῶν
10ὀφθαλμῶν κόρη· ἢ πολύγληνα, τὰ πολλῆς θέας ἄξια· παρὰ τὸ γλήνη, τρίγληνον. Ἢ τρίκορα, ὡς τριῶν ζωδίων ἐφ’ ἑκάτερον δεδημιουργημένων. τρίγωνος ἀρσενικῶς, μουσικὸν ὄργανον, ψαλτηρίῳ
τὴν ἐξάρτησιν ὁμοίαν ἔχον.
15 Τρίζω: Παρὰ τὸ τρῶ, τρίζω παράγωγον· δηλοῖ δὲ ὀδυνηράν τινα φωνὴν καὶ ἐπαλγῆ ἀφιέναι· ὅθεν καὶ τετριγῶτας, Ἰλιάδος βʹ. Τριήρεις: Πλοῖα πολεμικὰ, ἃ καλοῦνται λέ‐ βερνοι.
20Τριηράρχημα: Τὸ εἰς τὴν τριηραρχίαν ἀνά‐
20λωμα· ἐπιτριηράρχημα δὲ, τὸ ἀναλισκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον. Τρικαλίνδητος: Τρικυλίνδητος. Ῥητορική. Τρικέφαλος: Ὁ Ἑρμῆς λέγεται, ὥσπερ διδά‐ σκων τὰς ὁδοὺς καὶ ἔχων ὑπογραφὴν, ποῖ μὲν αὕτη
25φέρει ἡ ὁδὸς, ποῖ δὲ αὕτη· ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν. Ἔστι δὲ ὁ ἀναθεὶς τὸν τρικέ‐ φαλον Ἑρμῆν Προκλείδης. Τρίλλιστος νύξ: Πολυλιτάνευτος γάρ. Τρίμνων: Τριῶν μνῶν ἄξιον.
30 Τρικυμία: Ἡ σφοδροτάτη καὶ δεινοτάτη τῆς θαλάσσης ταραχή· παρὰ τὸ τρέω, τὸ φοβοῦμαι, καὶ τὸ κῦμα, ὁ ἐκ τῶν κυμάτων φόβος. Τριόττης: Περιτραχήλιος κόσμος· καὶ μήποτε παρὰ τοὺς ὄσσους, οἱονεὶ ὁ τρεῖς ἔχων ὄσσους, ἤγουν
35ὀφθαλμούς. Γράφεται δὲ διὰ τοῦ ω μεγάλου, ὥσπερ καὶ τὸ ἀμβλυώττειν, ἀπὸ τοῦ ὄσσος ὄν. Τριοβολιμαῖος: Τριῶν ὀβολῶν εὔωνος. Τριόπιον: Ἡ ἀπολήγουσα χώρα τῆς Κνίδου· ἀπὸ Τριόπα τοῦ πατρὸς Ἐρισίχθονος. Ὦρος.
40 Τριπαῖα: Ἡ ἐναντία πνοή. Οὕτω Σοφοκλῆς. Ῥητορική. Τριπτήρ τριπτῆρος: Πιθάκνη ἐκπέτανος, οἷα τὰ ἐπιλήνια. Πολλὰ σημαίνει τοὔνομα. Τριστάται: Οἱ παρὰ χεῖρα τοῦ βασιλέως, οἱ
45ἔχοντες λόγχας ἀνὰ τρεῖς κατὰ χεῖρα.
45 Διατί, ὥσπερ ἀπὸ τοῦ τρία τριάκοντα καὶ ἑξῆς, μὴ δύο δυήκοντα, ἀλλὰ εἴκοσι λέγεται; Ὅτι οὐκ ἔστι κυρίως ὁ δύο ἀριθμός· ἔνθεν καὶ ἐν τῷ πολυ‐ πλασιασμῷ διηλλάγη. Ἐὰν οἱ ἀριθμοὶ ἐκ τῶν ἀρσενικῶν συντίθενται

766

(50)

ὅρων, ὁ τρισκαιδέκατος, καὶ ὁ τεσσαρεσκαιδέκατος,

766

(50)

καὶ οὐκ ἀπὸ τῶν οὐδετέρων τριακαιδέκατος καὶ τεσ‐ σαρακαιδέκατος· διατί μὴ ἐγένετο καὶ ἀπὸ τοῦ εἷς εἱσδέκατος, ἀλλ’ ἀπὸ τοῦ οὐδετέρου ἑνδέκατος; Ἐπειδὴ οἱ ἀριθμοὶ συντιθέμενοι τὴν αὐτὴν ἀρχὴν θέλουσι φυλάσσειν ἐπὶ τοῦ ἀρσενικοῦ καὶ θηλυκοῦ· οἷον,
55τρισκαιδέκατος, τρισκαιδεκάτη· τὸ δὲ εἷς, οὐ λέγεται ἐπὶ θηλυκοῦ ὥσπερ οἱ τρεῖς καὶ αἱ τρεῖς, ἵνα ἦν εἱσ‐ δέκατος εἱσδεκάτη. Εὐλόγως οὖν ἀπὸ τοῦ ἓν γέγονεν,

767

ἵνα γένηται ἑνδέκατος καὶ ἑνδεκάτη· πολλάκις γὰρ τὸ οὐδέτερον ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ τίθεται, ὡς λέγομεν ἐπὶ ἀρσενικοῦ οὐδέτερον τὸ παιδίον, ἀλλὰ καὶ ἐπὶ θηλυκοῦ ὁμοίως. Εἰ δέ τις ἀπορεῖ λέγων,
5διατί μὴ γέγονε μία καὶ δεκάτη; λέγομεν ὁμοίως,
5ὅτι ἀδύνατόν ἐστιν εἰπεῖν ἐπὶ ἀρσενικοῦ μιακαίδεκα. Εἰ δέ τις ἀπορεῖ, διατί πάντων τῶν ἀριθμῶν συντι‐ θεμένων μετὰ τοῦ δέκα, πάντες τὸν καὶ σύνδεσμον λαμβάνοντες, οὐ γέγονεν εἱσκαιδέκατος, ὡς τρισκαι‐
δέκατος· λέγομεν, ἐπειδὴ οὐκ ἔστι κυρίως ἀριθμὸς,
10ἀλλ’ ἀρχὴ ἀριθμοῦ ὁ εἷς, ὁ δύο· καὶ ἐπειδὴ ἀμφι‐ βάλλεται εἴτε ἀριθμός ἐστιν εἴτε μή ἐστιν, οὐ λαμβάνει τὸν καί. Ἰστέον ὅτι τοῦ τρισκαιδέκατος ἡ σύνθεσις οὐκ ἐγένετο ἀπὸ τοῦ τρὶς ἐπιρρήματος, ἀλλ’ ἀπὸ τοῦ τρεῖς ὀνόματος· δηλοῖ γὰρ ἡ σημασία,
15ὅτι τὸ τρὶς ἐπίρρημα τὸ τρισσὸν δηλοῖ· οἷον, τρὶς γὰρ ἔγραψα, ἀντὶ τοῦ τρίτον ἔγραψα. Εἰ οὖν ἀπὸ τοῦ τρὶς ἐπιρρήματος συνετέθη, ἔμελλε δηλοῦν τὸ τρὶς δέκα, ὅπέρ ἐστι τριάκοντα· ἀλλὰ μὴν τοῦτο οὐ σημαίνει. Τρισκαίδεκα γὰρ ἐστὶ τὰ δέκα καὶ τρία.
20Ὁ μὲν Ἀπολλώνιος λέγει, ἀπὸ τοῦ δὶς καὶ τρὶς
20γίνεται δίμηνος καὶ τρίμηνος· ὁ δὲ Ἡρωδιανὸς, ἀπὸ τοῦ δύο καὶ τρία κατὰ συγκοπήν. Ζητεῖται οὖν, ποῖόν ἐστιν ἀναλογώτερον; καὶ λέγομεν τὸ ἐκ τοῦ ὀνόματος μᾶλλον. Ἰδοὺ κατ’ ἐντέλειαν τὰ παρὰ Ἀθη‐ ναίοις συντεθέντα, δοκεῖ ἡμῖν καὶ ταῦτα γίνεσθαι ἐξ
25ὀνόματος· οἷον, πεντέμηνος, ὀκτώμηνος· καὶ δῆλον ὅτι ἀπὸ τοῦ ἐπιρρήματος τοῦ πεντάκις καὶ ὀκτάκις γίνεται πεντακίμηνος (καὶ ὀκτακίμηνος) καὶ κατὰ συγκοπὴν τοῦ ΚΙ, πεντάμηνος καὶ ὀκτάμηνος. Καὶ λέγομεν πρὸς αὐτοὺς, ὅτι τοῦτο ἀληθές· ἀλλὰ πολλάκις οἱ
30ἀριθμοὶ ἐν ταῖς συνθέσεσι καὶ παραγωγαῖς τρέπουσι
30τὸ τέλος εἰς α· ὥσπερ γὰρ ἀπὸ τοῦ ὀκτὼ παράγω‐ γον ὀκτάκις, καὶ ἀπὸ τοῦ πέντε πεντάκις, οὕτω καὶ σύνθετον ὄνομα, πεντάμηνος καὶ ὀκτάμηνος. Δέ‐ δεικται οὖν τὰ προκείμενα διὰ τοῦ Ἀττικοῦ ὀνόματος τοῦ πεντέμηνος καὶ ὀκτώμηνος· ὥσπερ ἐκ τοῦ ὀνό‐
35ματος γέγονε συγκοπῇ καὶ τροπῇ δυόμηνος δύμηνος καὶ δίμηνος, τριάμηνος καὶ τρίμηνος. Τὸ δισχίλιοι καὶ τρισμύριοι, ὡς ἔχοντα τὸ ς, ἐν παραθέσει ἐστί. Τὸ δὲ δὶς καὶ τρὶς ἐν τῇ συνθέσει ἀποβάλλει τὸ ς. Σεσημείωται τὸ δισθανέες.
40 Τριτογένεια: Ἡ Ἀθηνᾶ· ἤτοι ὅτι ἐκ τῆς μή‐ τρας καὶ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθεν, ἢ ὅτι παρὰ τῷ Τρίτωνι ποταμῷ ἐγεννήθη· ἢ ὅτι τρίτη μετὰ τὴν Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγένετο. Ἢ ἐπειδὴ τριτώ ἐστιν· ὅπερ κατὰ Ἀθαμᾶνας σημαίνει τὴν κεφαλήν.
45Ἢ ἐπειδὴ τριταία γέγονεν, οἱονεὶ ἡ φαινομένη τρι‐ ταία· καὶ γὰρ τὴν αὐτὴν εἶναι τῇ σελήνῃ. Καὶ τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκάλουν· δοκεῖ δὲ γεγεννῆσθαι τότε ἡ Ἀθηνᾶ. Τινὲς δὲ λέγουσι παρὰ τὸ τρεῖν, τὸ φοβεῖν, ἡ φόβου ἐμποιητική· οἷς

767

(50)

ἀντίκειται καὶ ἡ γραφὴ, ὅτι ὤφειλε γράφεσθαι

767

(50)

διφθόγγῳ· καὶ ὁ σχηματισμὸς, ἐπειδὴ οὐ δύναται ἐκ τοῦ τρεῖν γεννᾶσθαι, ἐπειδὴ οὐ γεννᾶται ἐκ τοῦ φόβου. Ἢ παρὰ τὸ τρεῖν γεννᾶν· ἐπειδὴ (ὥς φησιν ὁ τεχνικὸς) τὰ τοιαῦτα εἰς πάθη ἀναλύονται, καὶ οὐκ εἰς ἐνέργειαν· οἷον, Λυκηγενὴς, ὁ ἐν Λυκίᾳ γε‐
55γεννημένος· Κυπρογενὴς, ὁ ἐν Κύπρῳ γεγεννημένος·
ἠριγενὴς, ὁ ἐν τῷ ἔαρι γεννηθείς. Οὕτως οὖν καὶ τριτογένεια, ἡ ἐκ τοῦ τρεῖν γεννωμένη, οὐ μὴν ἡ τὸ τρεῖν γεννῶσα. Χοιροβοσκός.

768

Τριτοπάτορες: Δήμων ἀνέμους εἶναι φησί· Φιλόχορος δὲ, τοὺς τριτοπάτρεις πάντων γεγονέναι πρώτους· τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, ὃν καὶ Ἀπόλλωνα, τότε καλεῖν γονεῖς· τοὺς δὲ ἐκ τούτων,
5τρίτους πατέρας. Φανόδημος δέ φησιν, ὅτι μόνοι Ἀθηναῖοι θύουσι καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων. Ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς τριτοπάτορας, Ἀμαλκείδην, Πρωτοκλέα, καὶ Πρωτοκρέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν
10ἀνέμων. Ὁ δὲ τὸ ἐξηγητικὸν ποιήσας, οὐρανοῦ καὶ
10γῆς φησιν αὐτοὺς εἶναι· ὀνόματα δὲ αὐτῶν Κόττον, Βριάρεων, καὶ Γύγην. Τριττύς: Τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διῄρηται εἰς τρία μέρη, τριττῦς, καὶ ἔθνη. καὶ φρα‐ τρίας· καὶ τριττυάρχης, ὁ ἄρχων τῆς τριττύος.
15 Τρισσή: Τὸ ἀρσενικὸν, τρισσός· ἐξ οὗ καὶ ῥῆμα τρισσῶ τρισσώσω. Τριττύαν: Θυσίαν. Καλλίμαχος μὲν, τὴν ἐκ κριοῦ καὶ ταύρου καὶ κάπρου· Ἴστρος δὲ, ἐκ βοῶν, αἰγῶν, ὑῶν ἀρσένων, πάντων τριετῶν.
20 Τρίτων: Ὄνομα ποταμοῦ· παρὰ τὸ τρεῖν, τὸ φοβεῖσθαι, ὁ φόβου ἐμποιητικός· ἢ παρὰ τὸ ῥεῖν· ἢ παρὰ τὸ ἐκ τριῶν γενέσθαι, τρίων· καὶ πλεονασμῷ τοῦ τ, τρίτων· καὶ γὰρ ἕκαστος ποταμὸς τριῶν τινῶν μετέχει, γῆς, ἀέρος, ὕδατος.
25 Τριχάϊκες: Οἱ συνεχῶς κινοῦντες ἐν τοῖς πολέ‐ μοις τὰς κατὰ λόφον τρίχας. Τοιοῦτο καὶ τὸ κορυ‐ θαίολος Ἕκτωρ. Ἡσίοδος δὲ διὰ τὸ τριχῇ αὐτοὺς οἰκῆσαι· οἷον, Πάντες δὲ τριχάϊκες καλέονται,
30οὕνεκα τρισσὴν γαῖαν ἑκὰς πάτρης ἐδάσαντο.
30Τρία γὰρ Ἑλληνικὰ ἔθνη τῇ Κρήτῃ ἐπῴκησαν, Πελασγοὶ, Ἀχαιοὶ, Δωριεῖς. Τρίχαπτον: Τὸ βαμβύκινον ὕφασμα, ἱμάτιον πολύτιμον. Τριχθά τε καὶ τετραχθὰ διατρυφέν: Εἰς τρία
35καὶ εἰς τέσσαρα. Ἔστιν ἐπίρρημα μεσότητος· παρ‐
35ήχθη ἐκ τοῦ τρίχα βαρυτόνου, ὃ σημαίνει τὸ τριχῶς.
30Τὰ εἰς ΧΑ ἐπιρρήματα, ἐπὶ ποσότητος λαμβανόμενα,
37βαρύνεται· εἰ δὲ εἴη ὑπὲρ δύο συλλαβὰς, προπαροξύ‐ νεται· οἷον, δίχα, διάνδιχα· τρίχα καὶ τέτραχα· καὶ πλεονασμῷ τοῦ θ, τετραχθὰ, ὀξυτόνως· τὰ εἰς ΧΑ λή‐
40γοντα ἐπιρρήματα, ἔχοντα τὸ χ πρὸ τοῦ θ, ὀξύνεται. Τρίχες: Παρὰ τὴν τραχύτητα, τράχες τινὲς οὖσαι· οἱ δὲ, ἀπὸ τοῦ τρίζειν ἐν τῇ κουρᾷ· οἱ δὲ, ἀπὸ τοῦ πλήθους· οἱ δὲ, ἀπὸ τοῦ τρύχεσθαι καὶ ἀφαιρεῖ‐ σθαι συνεχῶς.
45Τριχίδες: Θρίσσαι, διὰ τὸ λεπτὰ ἔχειν ὀστᾶ.
45 Τρίχινον: Παρὰ τὸ τρύχω, τὸ καταπονῶ. τὸ καταπονοῦν καὶ ἀλγῦνον τὸ σῶμα. Τριχολογεῖν: Τὸ τὰς τρίχας ἀναλέγεσθαι, καὶ
περὶ αὐτῶν φροντίζειν. Τριχόβρως: Θήριον, ὃ τοὺς τῶν περικεφαλαίων

768

(50)

λόφους διαβιβρώσκει. Τροπαῖα: Ἡ Ἥρα, διὰ τὸ τὰ τρόπαια (ὅ ἐστι τὰ νικητήρια) μὴ μόνον Διῒ ἀνατίθεσθαι, ἀλλὰ καὶ τῇ Ἥρᾳ· καὶ ὥσπερ ὁ Ζεὺς πανομφαῖος, οὕτω καὶ ἡ Ἥρα πανομφαῖα, ὡς δὲ καὶ γέειος γέεια.

769

Τρόπηλις: Ἡ τῶν σκορόδων δέσμη· ἀπὸ τοῦ εἰλεῖσθαι. Ἐν δὲ τοῖς Σκίροις τῇ ἑορτῇ ἤσθιον σκόροδα, ἕνεκα τοῦ ἀπέχεσθαι Ἀφροδισίων, ὡς μὴ μύρων πνέοιεν.
5Τροπῆς ἀποσκίασμα: Ἀντὶ τοῦ ἀλλοιώσεως
5καὶ μεταβολῆς ἴχνος, καὶ ὁμοίωμα φαντασίας. Ῥητορική. Τροπίας οἶνος: Ὁ τετραμμένος καὶ ἐξεστηκώς. Τροπίδια: Τὰ εἰς τρόπιν νεὼς εὐθετοῦντα ξύλα· μεταφορικῶς δὲ καὶ ἐπὶ καταβολῆς τινὸς καὶ ἀρχῆς
10πράγματος· καὶ ὁ τοπὸς, ἐφ’ οὗ τίθεται ἡ τρόπις.
10Οὕτω Πλάτων. Ῥητορική. Τροχισθεῖσα: Βασανισθεῖσα, ἀπὸ τοῦ τροχός· ὅπέρ ἐστιν ὄργανον βασανιστικὸν, διατεῖνον τὰ σώ‐ ματα τῶν βασανιζομένων. Τρόπαιον: Πᾶν κτητικὸν οὐδέτερον ἀπὸ θηλυκοῦ
15γεγονὸς, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν· οἷον,
15κεφαλὴ, κεφάλαιον· γυνὴ, γύναιον· ὅθεν καὶ ἀπὸ τοῦ τροπὴ, τρόπαιον. Οἱ δὲ παλαιοὶ Ἀττικοὶ προπερι‐ σπῶσιν. Εἴρηται δὲ ἀπὸ τοῦ τρέψαι καὶ διῶξαι τοὺς πολεμίους τὰ ἱστάμενα σύμβολα τῆς νίκης. Τροπωτῆρες: Οἱ ἱμάντες οἱ ἐν τοῖς πλοίοις, ἐν
20οἷς αἱ κῶπαι περὶ τοὺς σκαλμοὺς περιδέονται· τροπὸς δὲ, ὁ τροπωτὴρ, παρὰ τὸ τρέπειν τὰς κώπας. Τρόμος: Εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι, εἰδικοῦ· γίνεται παρὰ τὸ τρέμω· τοῦτο παρὰ τὸ θέρμω, τὸ θερμαίνω.
25 Τροφαλίς: Σημαίνει τὸν τυρόν. Παρὰ τὸ τρέφω, τὸ πήσσω, γίνεται τρεφὶς, ὡς λέπω λεπίς· καὶ πλεο‐ νασμῷ τῆς ΑΛ συλλαβῆς, καὶ τροπῇ, τροφαλίς. Τροφή: Παρὰ τὸ τρέφω, τὸ πηγνύω, ἡ πηγνύ‐ ουσα καὶ εὐσταθῆ ποιοῦσα τὰ σώματα. Λαμβά‐
30νεται καὶ ἐπὶ τῆς ἀγωγῆς καὶ παιδείας· καὶ τραφὲν, ἀντὶ τοῦ ἀχθὲν καὶ παιδευθέν· καὶ ἐπὶ τῆς πολιτείας Πλάτων, Τῶν περὶ τὴν τροφὴν καὶ γέννησιν· τροφὴν μὲν γὰρ βρῶμα καὶ πόμα λέγει· γέννησιν
35δὲ, τὰ ἀφροδίσια. Ἐν δὲ τρίτῳ Πολιτείας,
37 Καὶ ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένος· ἀντὶ τοῦ πεπαιδευμένος. Τρόφι κῦμα: Τὸ τεθραμμένον καὶ συνιστάμενον,
40ὅ ἐστιν εὐτραφὲς, Ἰλιάδος λʹ. Ἰστέον ὅτι εἰσὶ
40τινὰ οὐδέτερα μονογενῆ εἰς ι λήγοντα πεπονθότα,
40ἅπερ ἄκλιτά εἰσι, τὸ ἄλφι, καὶ τὸ ἔρι, καὶ τὸ κρῖ·
40καὶ τὸ τρόφι γέγονεν ἀπὸ τοῦ τρόφιμον· ἢ παρὰ τὸ εὔτροφις· τὸ οὐδέτερον, εὔτροφι, ὡς τὸ λιπόπατρις λιπόπατρι· καὶ κατὰ ἀφαίρεσιν, τρόφι. Διατί δὲ οὐκ ἔστι τρόφις, καὶ τὸ οὐδέτερον τρόφι; Ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ΙΣ ἁπλᾶ οὐκ ἔχει οὐδετέρου παρα‐
45σχηματισμόν.
45 Τροχός: Παρὰ τὸ τρέχω, τροχὸς, ὡς παρὰ τὸ δραμεῖν δρόμος· ἐπὶ μὲν τοῦ ἅρματος, Αὐτὸς δ’ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη· ἐπὶ δὲ τοῦ κεραμικοῦ ἐργαλείου, Ἰλιάδος ςʹ, ὡς ὅτε τις τροχὸν ἅρμενον ἐν παλάμῃσιν

769

(50)

ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσι· ζήτει εἰς τὸ πούς. τρόχος δὲ βαρυτόνως, ἐπὶ τοῦ δρόμου, Εὐριπίδης Μηδείᾳ, Ἀλλ’ οἱ δὲ παῖδες, ἐκ τρόχων πεπαυμένοι,
55 στίχουσιν· ἀντὶ τοῦ, γυμνασίων δρόμων· ἢ ἐκ τῶν κατατρεχο‐ μένων τόπων. Τρόχος γὰρ παροξυτόνως, κατὰ τὸ παθητικὸν, ὁ τρεχόμενος. Τροχαλός: Ἡσίοδος,
60 τροχαλὸν δὲ γέροντα τίθησιν· ἀντὶ τοῦ ἐπικαμπῆ· ἐκ μεταφορᾶς τοῦ τροχοῦ· ἢ ὀξὺν ἐν τῷ δρόμῳ· ἀναγκάζεται γὰρ ὁ γέρων ὑπὸ

770

ψύχους τρέχειν ὑπὸ θερμὸν οἶκον· ἢ κυρτὸν καὶ ἐπικλινῆ. Τρόχμαλος: Ἡ ἐκ λίθων στρογγύλων αἱμασιὰ, ἡ περιῳκοδομημένη τοῖς χωρίοις. Τρόχμαλα γὰρ
5κυρίως λέγονται οἱ μικροὶ λίθοι, οἱ κάχληκες, παρὰ Λυκόφρονι. Τροία: Τὰ διὰ τοῦ ΟΙΑ θηλυκὰ δισύλλαβα μακροκατάληκτα διὰ τῆς ΟΙ διφθόγγου γράφεται καὶ ἐπὶ βαρυτόνων καὶ ὀξυτόνων· οἷον, ποία, κοία·
10(σημαίνει τὴν σφαῖραν· ἡ χρῆσις παρὰ Ἀντιμάχῳ, Κοίας ἐκ χειρῶν εἰς σκόπελον μεταριπτάζουσι) ποιὰ, ῥοιὰ, χροιά. Τὰ δὲ ὑπὲρ δύο συλλαβὰς, ἅπαντα διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον, σικύα, κωδύα, ἱξύα, σηπύα, καρύα, ἀφύα. Ἔστιν οὖν τὸ
15Τροία ἡ πόλις, ὄνομα Βοιώτιον· Τρὼς Τρωὸς Τρωϊκὸς Τρώϊος, ὡς Ὀλύμπιος· Τρωΐα· Ἰωνικῶς, Τρωΐη· συστολῇ ποιητικῇ, Τρωΐη· καὶ συναιρέσει, Τροίη καὶ Τροία. Ἢ ἐκ τοῦ Τρωΐα Τροία, ὡς τὸ Ἀχε‐ λώϊος, Ἀχελοῖος λέγεται.
20Τρώς: Ὀξύνεται. Τὰ εἰς ΩΣ λήγοντα μονο‐
20σύλλαβα ἀρσενικὰ ὀξύνεται, εἰ μὴ ἐκ συναλοιφῆς
εἴη, ὡς σόος, σῶς· ἢ ἐκ μεταθέσεως· ἢ ὅτι οἱ Δω‐ ριεῖς καὶ οἱ Ἴωνες τὸ οἷς, ὣς λέγουσι. Σημαίνει δὲ δύο, κύριον ὄνομα, καὶ ἐθνικόν. Καὶ διαφέρει· ὅτι τὸ μὲν κύριον ὄνομα οὐδέποτε παρὰ τῷ ποιητῇ λαμβάνεται
25ἐν πληθυντικοῖς· τὸ δὲ ἐθνικὸν, πάντοτε ἐν πληθυντι‐ κοῖς. Κλίνεται Τρωός· ὁ κανών· τὰ εἰς ΩΣ ὀξύτονα μονοσύλλαβα, εἰ μὲν ἔχει σύμφωνον τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, διὰ καθαροῦ τοῦ ΟΣ κλί‐ νεται, δμὼς δμωὸς, θὼς θωός· εἰ δὲ μὴ, διὰ τοῦ ΤΟΣ,
30φὼς φωτὸς, [ὁ ἀνήρ·] πλὼς, πλωτὸς, ὁ ἰχθῦς· χρὼς χρωτὸς, τὸ σῶμα. Τρωιάς: Τὸ μὲν Τρωαὶ σημαίνει τὰς Τρωϊκὰς ἢ γυναῖκας ἢ ἵππους· τὸ δὲ δμῳαὶ, τὰς δούλας. Καὶ οὐκ ὤφειλεν ἔχειν τὸ ι· ὅτι ἔστι Τρὼς Τρωὸς, καὶ
35δμὼς δμωὸς χωρὶς τοῦ ι· καὶ μετάγεται ἡ γενικὴ
35εἰς εὐθεῖαν, καὶ γίνεται Τρωὸς καὶ δμωὸς, χωρὶς τοῦ ι. Λέγει δὲ ὁ τεχνικὸς, ὅτι ἔχει τὸ ι, ἐπειδὴ εὕρηται κατὰ διάστασιν Τρωϊάδας γυναῖκας καὶ ἵππους· καὶ Τρῳοὺς, ἀντὶ τοῦ Τρωϊκοὺς, ἢ ἄνδρας ἢ ἵππους· ἀποβολῇ τοῦ κ, Τρωΐους· καὶ συναιρέσει,
40Τρῴους.
40 Τρώγω: Παράγωγόν ἐστιν ἀπὸ τοῦ τρῶ, τὸ βλάπτω· σημαίνει τὸ κατεργάζεσθαι τὰ βαλλόμενα, καὶ μὴ ἐᾶν, ἅτινα ἂν τρώγῃ τὶς, ὑγιᾶ. Τρῶγες: Θηρία τὰ ἐν τοῖς ὀσπρίοις. Τρώγλη: Παρὰ τὸ τρώγω τρώξω γίνεται τρώ‐
45γλη, τὸ διαβεβρωμένον καὶ τετρυπημένον μέρος τοῦ τείχους. Τρῶ: Ἀπὸ τοῦ τείρω γίνεται κατὰ συγκοπὴν τὸ τρῶ τρᾷς· καὶ, Τρεῖτ’ ἄσπετον·

770

(50)

καὶ ὑποτρέσαι, τὸ ὑποχωρῆσαι.

770

(50)

Τρώκτης: Ἀποστερητὴς, ἀπατεὼν, ἐκ παντὸς

770

(50)

κερδαίνων. Ἀπὸ τοῦ τρῶ, τὸ βλάπτω, τρώγω· ὁ μέλλων, τρώξω· ῥηματικὸν, τρώκτης, ὁ ἐπὶ βλάβῃ τινὸς ἅμα ἐγκαταμίσγων· σφόδρα γὰρ ἅμα σεσηρὼς καὶ γελῶν. Ἐκ τοῦ τρώκτης γίνεται καὶ τρα‐ κταΐσαι τὸ κακουργῆσαι. Καὶ Ὅμηρος οὕτως τοὺς
55Φοίνικας φησὶ,
55 Φοίνιξ κλαῖεν ἀνὴρ ἀπατήλια εἰδὼς τρώκτης. Τρωπᾶσθαι: Ἰλιάδος πʹ, ἀντὶ τοῦ εἰς τοὐπίσω ἀναστρέφειν· ἀπὸ τοῦ τρέπεσθαι. Καὶ ΠΑΡΑΤΡΩ‐

771

πῶσιν, ἀντὶ τοῦ παρατρέπουσιν, πείθουσιν. Ἰλιάδος ιʹ. Ἀπὸ τοῦ τρέπω τρωπῶ, ὡς στρέφω στρωφῶ. Καὶ τροπέουσιν, ἐπιτροπέουσιν, ἐπιτρέπουσι. Τρύγη: Ὁ Δημητριακὸς καρπὸς, τὰ πεπονημένα
5καὶ ἐκτετριμμένα· ἀπὸ τοῦ τρύχω. Καὶ τρύγοιπος, ὁ ὑλιστὴρ, παρὰ τὸ ἰποῦσθαι τὴν τρύγα. Καὶ ῥῆμα, τρυγῶ· ὅθεν τὸ τρυγῷεν· καὶ ὡς τρυπῷ τῷ λόγῳ τῶν εὐκτικῶν, οὕτω τρυγάοιμι τρυγῷμι, τρυγάοις τρυγῷς, τρυγάοι τρυγῷ.
10Τρυγίας: Ἀπὸ τοῦ τρὺξ τρυγός· τοῦτο ἀπὸ τοῦ
10τρῶ, τὸ βλάπτω,
Οἶνός σε τρώει μελιηδής. Τρύζει: Ψιθυρίζει, γογγύζει, ἀσήμως λαλεῖ· παρ’ ὃ καὶ ἡ τρυγὼν, ἐπεὶ ἀσήμως φθέγγεται καὶ γογγυστικῶς. Ῥητορική. Ὥστε ἀπὸ τῆς τρυ‐
15γόνος ἡ μεταφορά.
15Τρυτάνη: Ἡ στάθμη. Παρὰ τὸ εἰς τρία
15ἑστάναι, τριτάνη. Ἔστι δὲ εἶδος ζυγοῦ. Τρυσίππειον: Ἔγκαυμα ἵππου γεγηρακότος ἐπὶ τῆς γνάθου, τροχῷ ὅμοιον. Οὕτως Εὔπολις. Ῥητορική. Τρυφάλεια: Περικεφαλαία, τροπῇ τοῦ ι εἰς υ, τριφάλειά τις οὖσα, ἡ τρεῖς φαλοὺς ἔχουσα. Ὦρος.
20Ἔστι καὶ Ῥητορική.
20 Τρυφή: Παρὰ τὸ θρύπτω, τὸ διακλῶ, θρυφὴ καὶ τρυφὴ, ἡ διακλῶσα καὶ ἀφανίζουσα ἡμῶν τὸ σῶμα. Ἰλιάδος γʹ. Διατρυφὲν, ἀντὶ τοῦ διακλασθέν. Παρὰ τὸ θρύπτω, τὸ εἰς μικρὰ διακόπτω, ὁ μέλλων, θρύψω· ὁ δεύτερος ἀόριστος, ἔτρυφον· τρυφεὶς, καὶ
25τρυφέν· καὶ τρύφος, ὃ σημαίνει τὸ κλάσμα, ὁμοίως ἀπὸ τοῦ θρύπτω μεταθέσει τῶν στοιχείων· θρύψαι γὰρ τὸ κλάσαι. Τρύχεται: Κακοπαθεῖται, καταπονεῖται, ταλαι‐ πωρεῖται, ἐκνενεύρισται. Ἔστι ῥῆμα τρῶ, δηλοῦν τὸ
30βλάπτειν καὶ κακοῦν· οὗ παράγωγον, τρώω καὶ τρύω·
30καὶ προσθέσει τοῦ χ, τρύχω. Τρύχνον: Τὴν πόαν λέγουσι θηλυκῶς· στρύχνον δὲ σὺν τῷ ς οὐδαμοῦ εὗρον. Τυδεύς: Παρὰ τὸ τυτθόν· μικρὸς γὰρ ἦν τῇ ἡλικίᾳ.
35Τυγχάνω: Ἀπὸ τοῦ τεύχω ἐστὶ παράγωγον, καὶ
35οὐ πλεονασμὸς, ὡς φεύγω, φυγγάνω· ἐρεύγω, ἐρυγ‐ γάνω. Τυκτὸν κακόν: Μεταποιούμενον κακόν. Εἰς τὸ τέτυγμαι. Τύμβος: Ὁ τάφος· παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸ
40νεκρὸν σῶμα, τουτέστι καίεσθαι. Καὶ τυμβοχοεῖ,
40θάπτει χωστῷ τάφῳ. Τυμβογέροντες: Πέμπτη ἡλικία γερόντων, ὡς καὶ Θεόφραστος· παραπλῆγες καὶ τῇ διανοία παρηλ‐ λαγμένοι. Τύμπανον: Ἐκ δερμάτων ἐστὶ γινόμενον καὶ
45κροῦον, ὃ κατεῖχον αἱ βάκχαι. Παρὰ τὸ τύπτω, τύπανον· καὶ πλεονασμῷ τοῦ μ. Ἢ τύμπανον ἐστὶ τὸ τοῦ δημίου ξύλον, ᾧ τοὺς παραδιδομένους διαχειρίζεται· καὶ τυμπανίζεται, ξύλῳ πλήσσεται, ἐκδέρεται, καὶ κρέμαται.

771

(50)

Τύνη: Εἰς τὸ ἐγών.

771

(50)

Τυντλάζειν: Εἰς πηλὸν ἐμβαίνειν, ἢ ἐπιρραί‐ νειν πηλῷ· τύντλος γὰρ ὁ πηλώδης τόπος, ἢ πηλὸς, καὶ τάραχος. Καὶ τυντλώδους, ἀντὶ τοῦ ὑλώδους. Ῥητορική. Ἢ τυντλάζειν, αὐτὸ καὶ αὐτὸ λέγειν. Τύραννος: Ἤτοι ἀπὸ τῶν Τυρσηνῶν· ὠμοὶ γὰρ
55οὗτοι· ἢ ἀπὸ Γύγου, ὅς ἐστιν ἀπὸ Τύρρας πόλεως Λυκιακῆς, τυραννήσαντος πρῶτον. Ἄλλοι δὲ ἀπὸ τοῦ τρύω, τὸ καταπονῶ, τρύανος· καὶ ὑπερβιβασμῷ

772

τοῦ ρ, τύραννος, κατὰ πλεονασμὸν τοῦ ν. Τύραννον δὲ οἱ ἀρχαῖοι καὶ ἐπὶ βασιλέως ἔτασσον· ἔσθ’ ὅτε δὲ καὶ τὸν τύραννον βασιλέα ἔλεγον. Τύρβη: Ἀπόλαυσις, ἢ θόρυβος, ἢ τάραξις.
5 Τυρός: Παρὰ τὸ τηρεῖν κατὰ τροπήν· γάλα γὰρ τηρούμενον ἐστὶν ὁ τυρός. Καὶ τυρεύων, τὸ κατασκευάζων· καὶ τυρεύεται καὶ τυρεῖται, ἀντὶ τοῦ συνίσταται καὶ συμπήγνυται· καὶ τυρευθέντα, ταραχθέντα.
10Τυρόκνηστις: Μαχαίριον καὶ σχῆμα ἀκό‐
10λαστον.
10 Καὶ ἡ πόλις ἀπὸ γυναικός τινος οὕτως ὠνόμασται, εἰς τυροὺς πρώτης συμπηξάσης τὸ γάλα. Τυτθόν: Ὀλίγον. Τιτθὸς λέγεται ὁ μαστός· καὶ ὑποτίτθια τὰ ὑπομάζια παιδία, τὰ βρέφη. Ὅθεν γίνεται τυτθὸν, τὸ ἐπ’ ὀλίγον· καὶ τυτθὴν
15λέγουσιν ὀλίγην, ἢ μικράν.
15 Τύπος: Παρὰ τὸ τύπτω γίνεται· ὥσπερ εἰς τὸ βουλλωτήριον τυπτόμενος ὁ μόλιβδος τύπον ποιεῖ καὶ εἰκόνα ἀποτελεῖ. Τυφλός: Σημαίνει τὸν ἐστερημένον τῶν ὀμμάτων· τυφλὸς γὰρ κυρίως, ὁ μετὰ τὸ γεννηθῆναι τυφλωθείς·
20παρὰ γὰρ τὸ ἀπολωλεκέναι τὸ φῶς γίνεται. Ἢ παρὰ τὸ τύπους τῶν ἴλλων ἔχειν, ἤγουν τῶν ὀφθαλ‐ μῶν· ἢ παρὰ τὸ τύπους τοῦ φωτὸς ἔχειν. Καὶ τυφλοπλαστεῖται, τυφλὸς πλάττεται. Τυφλῶν ὀνείρων: Ἤτοι τῶν ἀπατηλῶν. Καὶ
25ἴσως περιέπεσε τοῦτο· Δοιαὶ γὰρ πύλαι ψευστάων εἰσὶν ὀνείρων· ἢ ὅτι μύουσι προσδιαλέγονται. Τυφρηστός: Πόλις ἐστὶν ἐν τοῖς ἐσχάτοις τῆς Μαιναλίας· ἀπὸ Τυφρηστοῦ βασιλέως· ἢ τεφρηστός
30τις οὖσα, ἀπὸ τῆς Ἡρακλέος τέφρας.
30 Τυφών: Παρὰ τὸ τύφω, τὸ καίω· τυφὼν γὰρ ἐστὶν ἡ τοῦ ἀνέμου σφοδρὰ πνοή· ὃς καὶ εὐρυκλύ‐ δων καλεῖται· ἢ παρὰ τὸ τῦφος τυφὼν, οὐχ ἡ φλὸξ ἡ ἐκ τοῦ ἀέρος, ἀλλ’ ἡ ἐκ τῆς ἀναθυμιάσεως συ‐ στροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι, ὡς Πλάτων ἐν Φαίδρῳ.
35 Τυφῶνος: Πυρώδους δαίμονος. Τυφώς: Ὁ κατὰ θάλασσαν, ὑφ’ οὗ τὰ πλοῖα φθείρεται. Εἰσὶ δὲ τρία, τυφὼν, πρηστὴρ, κεραυ‐ νός. Ἰστέον ὅτι τὸ Ποσειδῶν διαιρούμενον, Ποσει‐ δάων Ποσειδάωνος, φυλάττει· τὸ δὲ Τυφὼν διαιρού‐
40μενον, συστέλλει, Τυφάων Τυφάονος. Καὶ ΤΥΦΑ‐ ονία, πέτρα ἐστὶν ὑψηλὴ ἐν τῷ Καυκάσῳ· Καύκασος δὲ, ὄρος Σκυθικὸν, καὶ ἕτερον Ἰνδικόν. Ὠνόμασται δὲ, διὰ τὸ ἐν αὐτῷ διωκόμενον τὸν Τυφῶνα ὑπὸ Διὸς πεπλῆχθαι τῷ κεραυνῷ. Πληγέντα δὲ αὐτὸν φασὶ
45καιόμενον ἀπελθεῖν ἐν τῇ Σιρβωνίδι λίμνῃ ἐν Αἰ‐ γύπτῳ, καὶ εἰς τὸ βάθος αὐτῆς ἐμπεσεῖν καὶ δῦναι, συνεχόμενον ὑπὸ τῆς ἐκκαύσεως· ἡ δὲ λίμνη θερμό‐ τητα τινὰ ἀναπέμπει, ὡς τοῦ Τυφῶνος καιομένου ἐν αὐτῇ.

772

(50)

Τυφωεύς: Ἡσίοδος αὐτὸν γῆς γενεαλογεῖ· Στη‐

772

(50)

σίχορος δὲ, Ἥρας μόνης, κατὰ μνησικακίαν Διὸς, τεκούσης αὐτόν. Οἱ δὲ Τυφωέα φασὶ σημαίνειν τῶν ταραχωδῶν πνευμάτων τὴν ἀνάδοσιν τὴν ἐκ τῆς γῆς. Τυφεδανός: Τετυφωμένος καὶ ἀσθενὴς, οἷον
55καπνός. Τύφω γὰρ τὸ καίω· καὶ τυφεδανὸς, ὁ ἡλι‐
55κίαν ἔχων τοῦ τύφεσθαι, τουτέστιν πρὸ τῶν ἀποθνη‐ σκόντων. Καὶ τυφογέρων, ὁ διὰ τὸ γῆρας τετυ‐ φωμένος καὶ ἐπικεκαυμένος· τὸ γὰρ ἐπικεκαυμένον βέβλαπται.

773

τύχων Τύχωνος, δαίμων ἐστὶ περὶ τὴν Ἀφρο‐ δίτην. Τυχηρότερον: Εὐτυχέστερον· ὅθεν καὶ ΤΥΧΗ‐ ρῶς λέγεται τὸ ἐπιτυχῶς· τύχην γὰρ ἁπλῶς τὴν
5ἀγαθὴν τύχην καλοῦσι.
5 Τυλιμός: Δερμάτινον βαλάντιον. Τωθάζει: Σκώπτει, χλευάζει, λοιδορεῖ, καυχᾶ‐ ται. Καὶ ἐτώθαζον, τὸ ἔσκωπτον καὶ διέσυρον. Τὸ ῥῆμα, τωθάζω· σημαίνει τὸ ἐμπαίζω καὶ ἀπατῶ. Ἀπὸ τοῦ θὼψ, ὃ σημαίνει τὸν κόλακα, γίνεται θω‐
10πάζω· καὶ τροπῇ τοῦ ψιλοῦ εἰς ψιλὸν, καὶ ὑπερβι‐ βασμῷ τοῦ θ, θωπάζω, τωθάζω. Ἢ παρὰ τὸ ὤθω ὠθάζω καὶ τωθάζω. Σημαίνει δὲ καὶ τὸ ἐσχόλαζον. Τὼς δέ ς’ ἀπεχθήρω: Ἔστι δὲ ἐπίρρημα μεσό‐ τητος· γίνεται ἀφαιρέσει ἐκ τοῦ οὕτως. Τὸ δὲ
15τουτέστι, σύνδεσμός ἐστι διασαφητικός. Ὁμοίως καὶ τὸ ἤγουν.
Τῶ: Σημαίνει τὸ ἐξ αὐτοῦ τοῦ τόπου. Πολλὰ εἰσὶν ἐπιρρήματα εἰς ΘΕΝ λήγοντα, ἅτινα ἀποβάλ‐ λουσι τὴν ΘΕΝ συλλαβὴν, καὶ ἐκτείνουσι τὸ ο· οἷον
20πόθεν, πῶ· αὐτόθεν, αὐτῶ· καὶ γέγονε τῶ. Τοῦτο
20δὲ ὁ μὲν Ἀπολλώνιος ὀξύνει, ὁ δὲ Ἡρωδιανὸς περι‐ σπᾷ, λέγων ὅτι οὕτως ἔχει ἡ παράδοσις. Γέγονε δὲ οὕτως. Πολλαὶ λέξεις ἐλλείπονται προθέσεων· οἷον, “τρέμω σε,” ἀντὶ τοῦ διά σε. [Ἡσίοδος,] πικρὰς ὠδῖνας ἔχουσαι·
25ἀντὶ τοῦ ἐπέχουσαι. Καὶ πάλιν, πολλαί εἰσι προ‐
25θέσεις ἐλλείπουσαι ῥήματος, ὡς τὸ, Ἀλλ’ ἄνα· καὶ, ἔνι τοι φρένες· ἔστιν οὖν διὰ τό· καὶ κατ’ ἔλλειψιν τῆς προθέσεως,
30τό· καὶ κατ’ ἔκτασιν, τῷ, ὡς ἐν Ἰλιάδος βʹ,
30Τῷ οὐκ ἂν βασιλῆας [ἀνὰ στόμ’ ἔχων ἀγορεύοις·]
30καὶ περισπᾶται κατὰ Ἡρωδιανόν. Τοῦτο δὲ τὸ τῶ
30σημαίνει πέντε, ὄνομα, ἄρθρον, ἀντωνυμίαν, σύνδεσμον αἰτιολογικὸν, καὶ ῥῆμα. Ὄνομα μὲν, οἷον, οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ Μήδεα ἐξειπών· ἀντὶ τοῦ τινί· ὅπερ γίνεται οὕτως· ἀπὸ τοῦ τὶς
35τινὸς, ἀποβολῇ τοῦ ν, γίνεται τίος· καὶ μετάγεται εἰς εὐθεῖαν, ὡς ὁ Καππάδοξ τοῦ Καππάδοκος, καὶ ὁ
35Καππάδοκος τοῦ Καππαδόκου· καὶ γίνεται τιὸς τιοῦ· καὶ Ἀττικῶς, τεὼς, ὡς ναὸς νεώς· ἡ γενικὴ, τεώ· ἡ δοτικὴ, τεῷ· καὶ κράσει, τῷ. Ἄρθρον δὲ, οἷον, τῷ Ἀσκληπιῷ·
40δυϊκῆς δὲ ὂν εὐθείας καὶ αἰτιατικῆς βαρύνεται εὐ‐
40θείας μὲν, ὡς τὸ,
40τώγ’ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν·
40ἀντὶ τοῦ οὗτοι. Αἰτιατικῆς δὲ, ὡς τὸ, Οὐδ’ ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεὺς, ἀντὶ τοῦ τούτους. Ἀντωνυμίαν δὲ, ὡς τὸ, Τῷ μὶν ἐεισάμενος προσέφη νεφεληγερέτα Ζεύς· ἀντὶ τοῦ τούτῳ ὁμοιωθείς. Καὶ πάλιν,
45Τῷ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια·
45σύνδεσμον δὲ αἰτιολογικὸν, ὡς τὸ,
45 Τῷ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ’ ἔχων ἀγορεύοις· καὶ πάλιν, Τῷ μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι· ἀντὶ τοῦ διότι· καὶ γίνεται ἀπὸ τοῦ διὸ, συναιρέσει, δῶ· καὶ τροπῇ τοῦ δ εἰς τ, τῶ. Ῥῆμα δὲ, οἷον,

773

(50)

Κύκλωψ, τῆ, πίε οἶνον·

773

(50)

ἀπὸ τοῦ (τῶ) θέματος. Καὶ ἀντὶ τοῦ οὕτως, ὡς τὸ,

773

(50)

Τῶ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος· σημαίνει καὶ τὸ ἐξ αὐτοῦ τοῦ τόπου, τῶ, οἷον αὐτόθι, ὡς καὶ ἐν τοῖς ἄνωθεν εἴρηται.
54tυ.
55 Υ τὸ στοιχεῖον· ὅτι αἱ ὑάδες τὸ πρόσωπον τοῦ ταύρου· ὃ ἐπιπλατυνόμενον ἀπὸ τοῦ μετώπου λεπτύ‐ νεται ἐξ ἀμφοτέρων ἀπὸ τῶν κάτω, ὥσπερ καὶ τὸ γράμμα.

774

Ὑάδες: Οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ἀστέρες· παρὰ τὸ ὕειν· ὑετοῦ γὰρ παρασκευαστικαί εἰσι δύ‐ νουσαι. Ἢ παρὰ τὸ τῷ υ στοιχείῳ ἀπεικάζεσθαι. Ὕαλος: Διὰ τοῦ α, οὐχ ὕελος· καὶ θηλυκῶς, ἡ
5ὕαλος· καὶ ὑάλινον, ἀντὶ τοῦ ὕαλον. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ὕειν, καθ’ ὁμοιότητα τῆς γινομένης συ‐ στάσεως καὶ πήξεως τοῦ ὕδατος, ὑάλῳ ὁμοίως. Ὑβός: Ὁ κυρτός· καὶ ὑβόν. Ἔστι κῦφον· καὶ ἀποβολῇ τοῦ κ, καὶ τροπῇ τοῦ φ εἰς β· ὅθεν καὶ
10ὕβωσις, ἡ λόρδωσις. Εἰσὶ δὲ πάθη λόρδωσις, ἢ λέδορσις· ἔστι δὲ τὸ ἔμπροσθεν. Ὕβωσις, τὸ κατὰ τὴν κεφαλὴν πρὸ τῆς ῥάχεως πάθος· κύρτωσις δὲ, τὸ μέσον τῆς ῥάχεως. Ὕβρις: Ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας
15αἰκία· αἰκία δὲ, πληγαὶ μόνον. Λυσίας ἐν τῷ περὶ
15αἰκίας πρὸς Ἰσοκράτην, Καίτοι τὶς οὐκ οἶδεν ὑμῶν, ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἐστὶ μόνον τιμῆσαι· τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν ὑμῖν θανάτῳ ζημιοῦν. Ῥητορική.
20Παρὰ τὸ ὑφαιρῶ ὕφρις· καὶ τροπῇ, ὕβρις· οἷον
20ὑπόβαρίς τις οὖσα. Ἢ παρὰ τὸ ὑβάλλω, τὸ ἐμπο‐
20δίζω, ὕβαλις· καὶ κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ λ εἰς ρ, ὕβρις. Ὕβριστις: Παρώνυμόν ἐστιν, ἀπὸ τοῦ ὑβρι‐ στής. Ὑβάδαι: Δῆμος τῆς Λεοντίδος.
25Ὑγεία Ἀθηνᾶ: Ἐπίθετόν ἐστιν Ἀθηνᾶς· κα‐
25λεῖται γὰρ καὶ νίκη [καὶ] ἱππία καὶ ἐργάνη.
25 Ὑγιής: Ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἷον ὑγριής· ὅθεν διερὸς, ὁ ζῶν· καὶ ἀλίβας, ὁ νεκρός. Οὕτως Ἡρωδιανός. Ἐγὼ δὲ οἶμαι παρὰ τὸ εὖ εἶναι τὸ σῶμα, ἢ παρὰ τὸ εὖ ἰαίνεσθαι, ἀντὶ τοῦ εὐφραί‐ νεσθαι.
30Ἰστέον ὅτι τὰ εἰς ΗΣ καθαρὸν ὀξύτονα τῷ ι παρα‐
30ληγόμενα δύο εἰσὶ, χαριὴς καὶ ὑγιής· ἐξ οὗ συγκρι‐ τικὸν, χαριέστερος καὶ ὑγιέστερος. Ὥσπερ δὲ παρὰ τὸ εὐσεβὴς εὐσέβεια, οὕτω καὶ παρὰ τὸ ὑγιὴς γίνεται ὑγίεια· καὶ κατὰ κράσιν, ὑγεία, ὥσπερ τὰ Ἀπολλωνίεια, τὰ Ἀπολλώνεια. Οἱ δὲ Ἀθηναῖοι
35ἐκτείνουσι τὸ α, καὶ καταβιβάζουσι τὸν τόνον, καὶ
35φυλάττουσι τὴν αὐτὴν γραφὴν, ὑγιεία, ὥσπερ τὸ ἱερεία. Ἰστέον δὲ ὅτι τὸ ὑγεία τρισύλλαβον οὕτως ἐν τῇ κωμῳδίᾳ, οὕτως ἐν τῇ τραγῳδίᾳ αὐτὸ εὕρηται· καὶ οἱ ῥήτορες δὲ τετρασυλλάβως προφέρουσι. Χοι‐ ροβοσκός.
40Ἰστέον δὲ ὅτι ὑγίειαν καλοῦσιν οἱ Ἀττικοὶ τὰ
40πεφυραμένα οἴνῳ καὶ ἐλαίῳ ἄλφιτα, καὶ πᾶν ὅ τι ἐξ ἱεροῦ φέρει, οἷον θαλλόν τινα ἢ ἄλειμμα. Ζήτει τὸ παρὰ Σώφρονι, “ὑγιώτερον κολοκύντας,” πῶς οὐ λέγει “ὑγιέστερον;” Ῥητέον οὖν, ὅτι ἑκοντὶ ἥμαρτε, τὸ ἄκακον τῆς γυναικείας ἑρμηνείας μιμού‐
45μενος· ὃν τρόπον κἀκεῖ ἐσολοίκισε, “τατώμενα τοῦ κιτῶνος,” ἀντὶ τοῦ, “ἐνέχυρα θείς.” “Ὁ τόκος νιν ἀλιφθερώκει.” Φιλόξενος. Ὑγρόν: Ὕδωρ τὶ ὂν, οἷον ἔνυδρον· ἢ παρὰ τὸ ὕω ὕσω ὑρός· καὶ πλεονασμῷ τοῦ γ, ὑγρός.

774

(50)

Ὑγρὸν ἔλαιον: Διὰ τὸ μὴ πήγνυσθαι καθὼς

774

(50)

τὸ ὕδωρ, ὅτι πολὺ ἔχει τὸ θερμόν. Ὕδωρ: Παρὰ τὸ ὕω, τὸ βρέχω, ὕωρ· καὶ πλεο‐ νασμῷ τοῦ δ. Καὶ ὕδωρ αὐτοπαγὲς, τὸ συνεστηκὸς ἐν τοῖς ἱεροῖς, ἢ τὸ αὐτομάτας πηγὰς ἔχον.
55 Ὑδρία: Κυρίως τὸ εἰς ὕδωρ εὔθετον ἀγγεῖον. Ὑδροφορία: Ἑορτὴ πένθιμος Ἀθήνῃσι ἐπὶ τοῖς ἐν τῷ κατακλυσμῷ ἀπολομένοις.

775

Ὑετός: Παρὰ τὸ ὕω, τὸ βρέχω, ὕτος· καὶ πλεο‐ νασμῷ τοῦ ε. Ὕης: Ἐπίθετον Διονύσου, ὡς Κλείδημος, ἐπειδὴ ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ καθ’ ὃν ὁ θεὸς ὕει
5χρόνον· ὁ δὲ Φερεκύδης τὴν Σεμέλην Ὕην λέγει·
5καὶ τὰς τοῦ Διονύσου τροφοὺς, Ὕαδας. Ἀριστοφάνης δὲ συγκαταλέγει ξενικοῖς θεοῖς τὸν Ὕην. Ῥητορική. Ἢ ὅτι ὕσεν ὁ θεὸς ἐπὶ τὴν γέννησιν αὐτοῦ. Ὑηνεῖς: Ὑϊκόν τι καὶ ὀζῶδες ποιεῖς· καὶ ὑηνία, σκαιότης καὶ ἀμαθία· καὶ ὑηνῶν, σκαιῶν
10καὶ ἀμαθῶν.
10 Ὕθλος: Ἡ φλυαρία, ἢ ἡ μωρία. Ἐκ τοῦ φλῶ, παράγωγον φλέω καὶ φλύω, ὡς ῥέω ῥύω· ὑπερ‐ θέσει, ὕφλος, καὶ ὕθλος. Ὑϊκόν: Ὑὸς ἴδιον, χοίρου ἔργον. Ξενοφῶν Ἀπομνημονεύμασι.
15 Υἱός: Παρὰ τὸ ὕω, τὸ βρέχω, ὁ τοῦ πατρὸς καὶ τῆς μητρὸς ὢν εὐφρασία. Υἱεὺς υἱέος, διὰ τοῦ ο· οὐ γίνεται δὲ παρὰ Ἀθηναίοις διὰ τοῦ ε καὶ ω, ἀλλὰ διὰ τοῦ ο, οἷον, Ὦ υἱεῖς Πριάμοιο,
20Ἰλιάδος εʹ. Γίνεται δὲ υἱὸς ἀπὸ τοῦ φύω, τὸ γεννῶ,
20φυὸς καὶ υἱός. Ἔστι καὶ ὕϊς, ὃ σημαίνει τὸν υἱόν· κλίνεται ὕϊος· καὶ κατὰ συναίρεσιν, υἷος· ἡ δοτικὴ,
23υἷϊ· ἡ αἰτιατικὴ, υἷα· ἡ εὐθεῖα τῶν πληθυντικῶν, υἷες· καὶ ἡ αἰτιατικὴ,
25υἷας Ἀχαιῶν·
25τοῦ ὕϊς ἡ εὐθεῖα οὐ συναιρεῖται· οὐδέποτε γὰρ μετὰ
25τὴν ΥΙ δίφθογγον ἐπάγεται σύμφωνον· ἡ δὲ γενικὴ
25μετάγεται εἰς εὐθεῖαν, καὶ γίνεται υἱὸς υἱοῦ, ὡς ἀπὸ τοῦ κῆρυξ κήρυκος καὶ κήρυκος κηρύκου. Υἱωνός: Υἱοῦ υἱὸς, ὅ ἐστιν ἔκγονος. Ὑώσεις: Αἱ υἱοθεσίαι· καὶ υἱώσατο, ἀντὶ τοῦ υἱὸν θετὸν ἐποίησε· καὶ υἱῶσαι. Ἡ χρῆσις παρὰ
30Αἰολεῦσιν.
30 Ὑϊκὸν δέρμα: Οὐχ εὕρηται ἐν χρήσει, εἰ μὴ παρὰ Ἀξιονίκῳ. Ἡμάρτηται δέ· οὐδέποτε γὰρ λέξις σημαίνουσα μέρος σώματος ἔχει εἰς ΚΟΝ κτη‐ τικὸν, ἀλλὰ διὰ καθαροῦ τοῦ ΟΝ· οὐ γὰρ λέγομεν χοιρικὸν κρέας, ἀλλὰ χοίρειον· οὐδὲ ἀνθρωπικὸς ποὺς,
35ἀλλ’ ἀνθρώπειος πούς· οὕτως οὐ δεῖ λέγειν ὑϊκὸν, ἀλλ’ ὕειον δέρμα. Ἀποροῦσι δὲ τινὲς λέγοντες, διατί Αἰάντειος υἱὸς λέγεται, Αἰάντειος δὲ ἀδελφὸς οὐ λέγεται. Καὶ ἔστιν εἰπεῖν, ὅτι τῶν κτητικῶν ἀντωνυμιῶν καὶ πρὸς
40μείζονας λαμβάνεται ἡ σχέσις, καὶ πρὸς ἶσον, καὶ
40πρὸς ἥττονα. Πρὸς μείζους μὲν, οἷον ὁ ἐμὸς δε‐ σπότης· πρὸς ἶσον δὲ, οἷον ὁ ἐμὸς ἀδελφός· πρὸς ἥττονα δὲ, οἷον ὁ ἐμὸς δοῦλος. Ἐπὶ δὲ τῶν κτητι‐ κῶν ὀνομάτων οὐδέν τι τοιοῦτον εὕρηται· ἀεὶ γὰρ πρὸς ἥττονα θέλει εἶναι ἡ σχέσις, καὶ οὔτε πρὸς
45μείζονα, οὔτε πρὸς ἶσον· οὐδεὶς γὰρ λέγει Ἀριστάρ‐
45χειος πατὴρ ἢ φίλος, Ἀριστάρχειος δὲ ἀγρὸς λέγεται. Τούτου χάριν Αἰάντειος μὲν υἱὸς λέγεται, ἐπειδὴ πρὸς ἥττονα ἐστὶν ἡ σχέσις· Αἰάντειος δὲ ἀδελφὸς οὐ λέγεται· πρὸς ἶσον γὰρ ἡ σχέσις. Ὑδροφόρος: Παροξυτόνως μὲν σημαίνει ἐνέρ‐

775

(50)

γειαν· προπαροξυτόνως δὲ, πάθος· τὸ μὲν γάρ ἐστιν

775

(50)

ὁ φέρων τὸ ὕδωρ· τὸ δὲ, τὸ ἀπὸ ὕδατος φερόμενον. Ἆρα καὶ ἐν πᾶσι τοῖς ἀπὸ ῥημάτων συντιθεμένοις ταυτὸν εἶναι εὑρίσκομεν; Φαμὲν ὅτι ἐπίπαν· ὅτι δὲ ἔνια μόρια παραβαίνοντα τὸν λόγον, ὡς αἱ προθέσεις καὶ τὸ ζὰ ἐπιτατικὸν, οἷον ἐπίσκοπος καὶ ζάχρυσος,
55ἐνέργειαν σημαίνει, οὐ πάθος, καὶ προπαροξύνεται· καὶ τὰ ὅμοια· ὥσπερ τὸ ναύβατος παροξυτόνως μὲν, παθητικός· προπαροξυτόνως δὲ, ἐνεργητικός· τὸ μὲν

776

γὰρ δηλοῖ τὸν ἐμβαίνοντα ἐπὶ τὴν ναῦν· τὸ δὲ, τὸν ὑπὸ τῆς νηὸς βαινόμενον. Ἆρα καὶ τὰ λοιπὰ τὸν αὐτὸν λόγον φυλάττει; Λέγομεν πάλιν ὡς ἐπίπαν· Ἰδοὺ γὰρ ἀτερπὴς μῦθος, ὁ μὴ τέρπων, ὀξύνεται
5ἐνεργητικός· καὶ ἀνηλεὴς, ὁ μὴ ἐλεῶν· καὶ φιλο‐ μειδὴς, ἡ φιλοῦσα τὸν γέλωτα· καὶ ἀνεμοσκεπὴς χλαῖνα, ἡ ἐκ τοῦ ἀνέμου σκέπουσα· καὶ δυσαὴς, ὁ δεινῶς πνέων. Τοὐναντίον δὲ τριήρης ναῦς, ἡ ὑπὸ τριῶν τάξεων ἐρεσσομένη· ἐν γὰρ τοῖς παροξυτόνοις
10ἐστὶ παθητικόν. Ὁμοίως καὶ ἁλιήρης, καὶ πα‐
10νώλης καὶ ἐξώλης, τὸ ἀπόλλυσθαι παθητικῶς ἐγκεί‐ μενον. Ὑδνῶ: Τὸ τρέφω· καὶ ὑδνεῖν, τὸ τρέφειν. Ὑδῶ: Τὸ ὑμνῶ καὶ λέγω· ἐξ οὗ ὕδειν, τὸ ὑμνεῖν καὶ λέγειν.
15Ὕδωρ: Τὸ υ διφορεῖται κατὰ τὸν χρόνον· ἀλλὰ
15τὸ μὲν συστελλόμενον, ἀνάλογον· τὸ δὲ ἐκτεινόμενον,
15ποιητικόν. Κλίνεται ὕδατος· σεσημείωται γὰρ, ὅτι ἔστιν ἑτερόκλιτον· ἡ γὰρ κλίσις αὐτοῦ ὡς ἀπὸ τῶν εἰς ΑΣ ἐστὶ τοῦ ὕδας ὕδατος, ὡς γῆρας γήρατος. Διατί; Πᾶν οὐδέτερον ὑπὲρ μίαν συλλαβὴν ἀπαθὲς, χωρὶς τῶν παρὰ τὸ ποὺς καὶ τῶν εἰς ΩΡ καταλήξεων,
20(διὰ τὸ τέκμωρ τέκμωρος) βραχείᾳ καταλήγειν θέλει. Ὑλακόμωροι: Ὑλακτικοὶ, οἱ περὶ τὸ ὑλακτεῖν πονούμενοι. Τινὲς δὲ τοὺς ὀξυφώνους, ὡς καὶ ἐγχε‐ σιμώρους, διὰ τὴν ὀξύτητα τῶν δοράτων· μόρον γὰρ
25λέγουσι Κύπριοι τὸ ὀξύ. Βέλτιον δὲ οἱ περὶ τὴν
25ὑλακὴν μεμορημένοι, διὰ τὸ ἐγρηγορέναι· ἢ τῇ ὑλακῇ ὠροῦντες, ὅ ἐστιν ὀξείᾳ χρώμενοι ὑλακῇ. Ὑλάστριαι καὶ ὑλαζόμενοι: Οἱ ξύλα συλλέ‐ γοντες· καὶ ὑληφόροι, οἱ ξυληφόροι· καὶ ὑλουργοὶ, οἱ ὑλοτόμοι.
30Ὕλις ὕλιος, μεταπλασμός ἐστιν, ἀπὸ τοῦ ὕλη
30τοῦ μακροῦ. Γίνεται παρὰ τὸ ὕεσθαι, ὅ ἐστι βρέ‐ χεσθαι· ἡ δι’ ὑγροῦ αὐξανομένη. Εἰς τὸ ἰλύς. Ὕλη: Σημαίνει δὲ τρία· τὰ ξύλα, ὡς τὸ, ὕλην τ’ ἀξέμεναι· καὶ τὸν σύνδενδρον τόπον, ὡς τὸ,
35 Ὡς δ’ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ· ἔστι καὶ ὄνομα πόλεως. Ὑλομανούντων: Μεμηνότων περὶ τὴν ὕλην, τῇ ὕλῃ χαιρόντων. Ὑλλήων: Γενικὴ πληθυντικῶν παρὰ Ἀπολλωνίῳ.
40ὑλλεῖς, ἔθνος Κελτικόν· ἀπὸ Ὕλλου βασιλέως
40αὐτῶν, υἱοῦ Μελίτης καὶ Ἡρακλέους. Ὑμέναιος: Γαμικὸς ὕμνος, παρὰ τὸ ὁμοῦ ναίειν· ὅτε οὖν συνοικίζεται ἀνὴρ γυναικί. Οἱ δὲ, παρὰ τὸ ὕμνος· ἀλλ’ οὐ πᾶς ὕμνος ὑμεναῖος καλεῖται. Καὶ ῥῆμα ὑμεναιῶ, πρώτης συζυγίας· ἀλλὰ καὶ ἐπὶ
45τρίτης συζυγίας εἴρηται. Καὶ ὑμεναιοῦν, τὸ ᾄδειν τὸν ὑμέναιον καὶ συνάπτειν γάμῳ. Ἢ ὑμέ‐ ναιος, ὁ ἐπιθαλάμιος ὕμνος· ἀπὸ τοῦ ὁμονοεῖν τοὺς νυμφίους ὁμόσε ναίοντας· τροπῇ Αἰολικῇ. Ἢ ἀπό τινος Ὑμεναίου, ὅν φασι γήμαντα δοξασθῆναι.

776

(50)

Ὑμενῶδες: Λεπτότατον καὶ οἷον εἰπεῖν ἀερῶ‐ δες. Ὁ δὲ ὑμὴν ὑφήν τις ἐστιν, ἀπὸ τοῦ ὡς ὕφασμα εἶναι λεπτὸν ὑμένα. Ὑμήν: Ὑμετέραν, ἀπὸ τοῦ ὑμῶν, τροπῇ τοῦ ω εἰς η· ἢ συγκοπὴ γίνεται τῶν τεσσάρων στοιχείων
55ἀπὸ τοῦ ὑμετέρα, καὶ γίνεται ὕμη, ὡς ἐν Ἰλιάδος ηʹ,
55ὡς τὸ ὑμέτερον, ὑμόν· ἢ ἀπὸ τοῦ ὑμῶν κατὰ τροπήν. Ὑμήττιον μέλι: Τὸ εὔχρηστον πρὸς ἰατρείαν. ὑμηττὸς γὰρ τόπος Ἀττικῆς, ἐν ᾧ λέγεται εὔχρη‐
στον μέλι γίνεσθαι.

777

Ὕμνος: Κατὰ συγκοπὴν, ὑπόμονός τις ὢν, καθὸ εἰς ὑπομονὴν καὶ μνήμην ἄγει τὰς τῶν ἐπαινουμένων πράξεις καὶ ἀρετάς. Κεχώρισται δὲ ἐγκωμίων καὶ προσῳδιῶν καὶ παιάνων, οὐχ ὡς κἀκείνων μὴ ὄντων
5ὕμνων· γράφεται δὲ (γὰρ) ὕμνος προσῳδίας (προσῳδιῶν) ὕμνος ἐγκωμίου, ὕμνος παιᾶνος, καὶ τὰ ὅμοια· [διαστέλλεται ὡς εἴδη ἀπὸ γένους· ἀλλ’ ὅτι τὰ ἄλλα ἀντιδιαστέλλον‐ ται] προσῴδια γὰρ, καθὰ κέκληται, προσιόντες ναοῖς ἢ βωμοῖς πρὸς αὐλὸν ᾖδον· τὸν δὲ ὕμνον, πρὸς κιθάραν.
10Οὕτως Δίδυμος ἐν τῷ περὶ Λυρικῶν Ποιητῶν. Ὑμνηπολείτω: Ἀντὶ τοῦ ὑμνείτω. Καὶ ὑμνούντων ψιλῶς, ἀντὶ τοῦ λεγόντων, Πλάτων Νόμων ἕκτῳ. Καὶ ὑμνεῖν, ὀδύρεσθαι, μέμφεσθαι, λοιδορεῖν, κατ’ εὐφημισμὸν, ὡς ἐν πρώτῳ Πολιτείας.
15 Ὕνις: Τὸ γεωργικὸν ἐργαλεῖον, ἀποβολῇ τοῦ δ, δύνις τὶς οὖσα· ἐπεὶ κατὰ τῆς γῆς δύνει. Ὑοσκύαμος: Ὃν οἱ πίνοντες μαίνονται. Καὶ ὑοσκυαμᾶν, τὸ μεμηνέναι καὶ παραπαίειν, ὡς Φερε‐ κράτης Κοριαννοῖ.
20 Ὑπαγωγεύς: Ἐργαλεῖον οἰκοδομικόν. Ὑπάγει: Ἐξαπατᾷ. Καὶ ὑπαγωγαὶ, αἱ ἀπάται. Καὶ ὑπαγωγὴ, ἡ ὑποχώρησις. Καὶ ὑπαγωγὰς, τὰς ἀναχωρήσεις. Διώξεις τε καὶ ὑπαγωγὰς,
25Θουκυδίδης φησί. Καὶ ὑπαγωγὴ δὲ λέγεται ἡ
25ταῖς ναυσὶ σκέπη καὶ προσόρμησις, οἷον ὕφορμός τις. Ὑπακτέον: Πορευτέον. Ἐκ τοῦ ἄγω, ἀκτέον καὶ ὑπακτέον.
31 Ὕπαρ: Ἐγρήγορσις, ὀπτασία ἀληθὴς, οὐκ ἐν ὀνείρῳ· ἀλήθεια, οὐκ ὄνειρος· οἷον,
32Ὕπαρ οὐκ ὄναρ φαινόμενον·
34ἔστι ῥῆμα ὦ, σημαῖνον τὸ ὑπάρχω· ἀφ’ οὗ ῥηματι‐
35κὸν, ὄνομα ΑΡ, ὡς θένω, θέναρ· καὶ μετὰ τῆς ὑπὸ προ‐
35θέσεως, [ὑπόναρ· καὶ ὑπερθέσει καὶ ἀποκοπῇ,] ὕπαρ. Ὑπαρκτά: Μόνιμα, ὑπάρχοντα· παρὰ τὸ ὑπάρχω. Ὑπάρχων: Προκατάρχων· καὶ τὸ ὑπάρχειν, οὐχ ἁπλῶς τὸ εἶναι σημαίνει, ἀλλὰ τὸ πάλαι εἶναι καὶ
40προϋπεῖναι.
40Ὑπασπισταί: Δορυφόροι· παρὰ τὴν ἀσπίδα.
40Ὑπάτη: Ἀνωτάτη· παρὰ τὸ ὕπατος, ὃ σημαίνει
τὸν ὑπερέχοντα καὶ ὑψηλόν. Παρὰ τὴν ὑπὸ πρό‐ θεσιν δηλοῦσαν τὸ ὑπεράνω, ὑπότατος· καὶ συγκοπῇ, ὕπατος. Ὕπαιθα λιάσθη: Ἰλιάδος οʹ, ἀντὶ τοῦ εἰς πλά‐
45γιον ἐξέκλινεν, ἢ εἰς τοὔμπροσθεν.
45 Ὑπαίθριον: Ὑπὸ τὸν ἀέρα· καὶ ὕπαιθρον, ὁμοίως. Ὑπεμνήμυκε: Πάντα δ’ ὑπεμνήμυκεν, Ἰλιάδος χʹ. Ἔστιν ἠμύω, τὸ ἐπικλίνω καὶ κατα‐

777

(50)

πίπτω· ὁ παρακείμενος, ἤμυκα· καὶ ὁ Ἀττικὸς

777

(50)

ὤφειλεν ἠμήμυκα εἶναι· ἀλλ’ ἐπειδὴ ὁ Ἀττικὸς

777

(50)

παρακείμενος ἀεὶ ἀπὸ βραχείας ἄρχεται, συνεστάλη τὸ η εἰς ε, καὶ ἐγένετο ἐμήμυκα· καὶ πλεονασμῷ τοῦ ν διὰ χρείαν ποιητικὴν, γίνεται ἐμνήμυκε καὶ ὑπεμνήμυκε. Ὑπεξαιρῆσαν: Ἀντὶ τοῦ ὑπεξελόν· ἀνελλή‐
55νιστόν ἐστι· τοῦ γὰρ ἀορίστου μὴ ὄντος, λέγω δὴ
55τοῦ ᾕρησα, οὐδὲ ἡ μετοχὴ αἱρήσας, οὐδὲ οὐδέτερον τὸ αἱρῆσαν. Καθόλου γὰρ τὰ διὰ τοῦ ΑΙΡΩ περι‐ σπᾶται· οἷον διαιρῶ· καὶ τῶν ὁμοίων ἐκλέλοιπεν ὁ αʹ ἀόριστος καὶ τὰ τούτου κινήματα.

778

Ὑπεξῃρήσθωσαν: Αἱρῶ, αἱρήσω, ᾕρηκα, ᾕρη‐ μαι, ᾑρήμην, ᾕρησο. Καὶ τὸ προστακτικὸν, ᾕρησο· τὸ πληθυντικὸν, ᾕρησθε ᾑρήσθωσαν· καὶ μετὰ τῆς ὑπὸ καὶ ἐξ, ὑπεξῃρήσθωσαν.
5 Ὑπελύσαο: Λύω, λύσω, ἔλυσα, ἐλυσάμην, ἐλύσω· καὶ κατὰ διάλυσιν Ἰωνικὴν, ἐλύσαο. Ὑπεὶρ ἅλα: Ὑπὲρ ἦν· καὶ πλεονασμῷ γίνεται ὑπεὶρ, ὡς τὸ, ὑπείρεχον Ἡφαίστοιο
10ὁμοίως ὑπείροχον, ὑπερέχοντα, προὔχοντα. Εἰς τὸ
10ὑπερβασία.
10 Ὑπέρα: Τὸ ἐξηρτημένον τοῦ κέρατος τοῦ ἱστοῦ σχοινίον, ᾧ ἀνίεται καὶ τείνεται τὸ σχοινίον· παρὰ τὸ ὑπεράνω εἶναι. Ὑπεραέϊ ἶσος ἀέλλῃ: Τῇ ἄγαν πνεούσῃ συ‐ στροφῇ τοῦ ἀνέμου. Παρὰ τὸ ἄω, τὸ πνέω, ὄνομα
15ὑπεραὴς ὑπεραέος· ἡ δοτικὴ, ὑπεραέϊ· ἡ αἰτιατικὴ,
15ὑπεραέα ὑπεραῆ. Ἰλιάδος λʹ. Ὑπερβασία: Παραβασία, ἀδικία, καὶ τὸ ὑπὲρ τὸ δίκαιον πράττειν. Γίνεται παρὰ τὸν βέβαμαι παρακείμενον, βέβασαι, βασία· καὶ ὑπερβασία,
κυρίως ἐπὶ τῶν ὑπερβαινόντων τοὺς ἰδίους ὅρους· τὸ
20αὐτὸ δὲ καὶ ἐπὶ τῆς ὑπερηφανίας· δοκοῦσι γὰρ οἱ ὑπερήφανοι ποιεῖν τι ὑπὲρ ἑαυτούς. Ὑπείρεχον: Ἔστι ῥῆμα ἔχω· ὁ παρατατικὸς, ἔχον, ποιητικῶς· μετὰ τῆς προθέσεως, ὑπέρεχον· καὶ πλεονασμῷ τοῦ ι, ὑπείρεχον. Ὤφειλε δὲ ἐν τῷ
25τέλει εἶναι ὁ πλεονασμὸς, ἵν’ ᾖ ὑπερίεχον· αἱ γὰρ προθέσεις κατὰ τὸ τέλος πλεονάζουσιν· οἷον, ἐν, ἐνί· πρὸς, προσί. Ἀλλ’ ἐπειδὴ παρέπεται ταῖς προθέ‐ σεσι τὸ μέχρι τῆς δισυλλαβίας αὔξεσθαι, τούτου χάριν οὐ πλεονάζει, ἵνα μὴ εὑρεθῇ τρισύλλαβος
30ἡ πρόθεσις. Διατί ἀναβιβάζει τὸν τόνον; Πᾶς παρῳχημένος χρόνος, τὸν προσγινόμενον αὐτῷ χρόνον ἀποβαλὼν, ἐν τῇ συνθέσει προπαροξύνεται· οἷον, εἶχον, κάτεχον. Ὑπέρβιον: Ὑπερβιῶς, οἷον ἄγαν βιαίως, ἢ
35ὑπερβαλλόντως τῇ βίᾳ, ὑπερήφανον.
35 Ὑπερβολήν: Τὴν ἀναβολὴν καὶ ὑπέρθεσιν· καὶ ἐν τῷ Περὶ Στεφάνου Δημοσθένης. Ὑπερδεᾶ δῆμον ἔχοντα: Ὑπερβαλλόντως ἐνδεᾶ, οἷον πάνυ ἐλάσσονα κατὰ δύναμιν· γίνεται δὲ ἀπὸ τοῦ ὑπερδεὴς ὑπερδεοῦς, ἡ αἰτιατικὴ, ὑπερ‐
40δεέα· καὶ συγκοπῇ, ὑπερδεᾶ. Ὑπερδέξιον χωρίον: Οἷον χαλεπώτατον· Ξε‐ νοφῶν. Ὑπέρδικον: Τὸν ἀκροδίκαιον, καὶ σφόδρα δίκαιον. Ὑπερήμεροι: Οἱ ἐν ταῖς καταδίκαις πρὸς
45ἔκτισιν ἡμέραν λαβόντες καὶ μὴ διαλυσάμενοι. Οἱ
45δίκην ὀφείλοντες ὁποιανοῦν, τοῖς ἑλοῦσι μὴ ἀποδι‐ δόντες ἐν ταῖς τακταῖς προθεσμίαις, ὑπερήμεροι ἐκαλοῦντο. Τὸ δὲ πρᾶγμα, ὑπερημερία. Ὑπέρθυμος: Μεγαλόψυχος, γενναῖος. Ὑπερηφανέω ὑπερηφανῶ, καὶ ὑπερηφανεύω· ἐκ

778

(50)

τοῦ ὑπερήφανος· τοῦτο ἐκ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ φῶ, τὸ φαίνω, ὑπέρφανός τις ὢν, ὁ ὑπεράνω πάντων φαινόμενος. Ὑπερίδης: Παρὰ τὴν ὑπὲρ πρόθεσιν γίνεται Ὕπερος καὶ Ὑπερίδης, ὡς Ὕλλος Ὑλλίδης.
55 Ὑπερηνορεόντων: Ἤτοι τῶν ὑπερεχόντων τῇ ἠνορέῃ, τουτέστιν ἀνδρείων, ἢ τῶν ὑπὲρ δύναμιν φρο‐ νούντων, ὑπερηφάνων.

779

Ὑπερίων: Ὁ ἥλιος· ἤτοι ὅτι Ὑπερίονός ἐστι καὶ Θείας παῖς, ὡς Ἡσίοδος· ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ· ἢ ὁ ὑπεράνω ἡμῶν ἰὼν, καὶ περιπολῶν τὸν κόσμον· διὰ τούτου γὰρ τὰ
5ὅλα συνέχεται.
5 Ὑπέρινος: Ὑπερκεκαθαρμένος. Ὑπέρινον: Τὸ σφόδρα λεπτόν· ἰνῶ ἐστι ῥῆμα τὸ ἐκκενῶ καὶ λεπτύνω καὶ ὀξύνω· ὅθεν καὶ ὑπέρινον ἄνδρα λέγομεν τὸν λεπτὸν καὶ κενόσαρκον. Ὑπερικταίνοντο:
10Πόδες δ’ ὑπερικταίνοντο
10Κράτης ἄγαν ἐπάλλοντο, ὑπερακταίνοντο· Λυσανίας ἐπὶ τοῦ τρέμειν φησὶ τετάχθαι. Ἢ δασύνεται, ὥστε εἶναι ὑπερικνοῦντο· ἢ ψιλοῦται· οἱ δὲ πόδες διϊκνοῦντο διὰ τὴν χαρὰν ὑπὲρ τὸ μέτρον τῆς δυνά‐ μεως.
15Ὑπερθετικόν: Εἰ ἐγένετο παρὰ τὴν σύγκρισιν
15καὶ ὑπέρθεσιν, ἐλέγετ’ ἂν συγκρισικὸν καὶ ὑπερθε‐ σικὸν, ὡς παρὰ τὸ φθίσις φθισικόν· παρὰ μέντοι τὸ σύγκριτος καὶ ὑπέρθετος ἦν συγκρίτης καὶ ὑπερ‐ θέτης· ἐξ ὧν συγκριτικὸν καὶ ὑπερθετικόν. Ὑπερκύδαντας: Ἄγαν ὑπερενδόξους.
20 Τὰ εἰς ΔΑΣ ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλάβως [κατὰ ἀποβολὴν τοῦ ς] κλίνεται, Ἀκάδας, Ἀκάδα· Ἰούδας, Ἰούδα· Τιμαχίδας, Τιμαχίδα· Λεωνίδας, Λεωνίδα· χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γίνοιτο· οἷον οἶδα, Οἴδας Οἴδαντος· μείδω, Μείδας
25Μείδαντος· φείδομαι, Ἀφείδας Ἀφείδαντος. Οὕτως καὶ τὸ ὑπερκύδαντας, ἀπὸ τοῦ ὑπερκυδαίνω, ὑπερκυδήεις ὑπερκυδήεντος καὶ ὑπερκύδαντος. Λέ‐ γουσι δέ τινες, ὅτι ἐν τοῖς Ἐπιμερισμοῖς Ἡρω‐ διανὸς λέγει, ὅτι μετοχή ἐστι· κυδαίνω, ἐκύδανα,
30κυδάναντος· καὶ κατὰ συγκοπὴν καὶ συνθέσει, ὑπερ‐
30κύδαντος. Ἐν δὲ τῷ Ὀνοματικῷ λέγει, ὅτι ὄνομά ἐστι· καὶ μᾶλλον ὄνομα δεῖ λέγειν ἤπερ μετοχήν· τὸ γὰρ Ὀνοματικὸν αὐτοῦ ὡμολόγηται εἶναι, οἱ δὲ Ἐπιμερισμοὶ οὐκ εἰσὶν αὐτοῦ πάντες, ἀλλ’ εἰσὶ καὶ ψευδεπίγραφοι.
35Ὑπέρμορα: Ἐπίρρημα μεσότητος, φύσει ἢ
35θέσει. Τὰ εἰς α λήγοντα οὐδέτερα, εἰ μὲν μετὰ ὀνόματος συντεθῇ, ὀνόματά εἰσιν· οἷον, καλὰ γράμ‐ ματα· εἰ δὲ μετὰ ῥήματος, ἐπιρρήματά εἰσιν· οἷον, καλὰ γράφει, ἀντὶ τοῦ καλῶς. Οὕτως καὶ ὑπέρμορα, ἀντὶ τοῦ ὑπὲρ τὸ προσῆκον, ὑπὲρ τὴν
40εἱμαρμένην. Καὶ ὃν τρόπον τὸ καλὸν καὶ τὰ καλὰ εἰσὶν ὀνόματα ἀλλὰ καὶ ἐπιρρήματα, οὕτως καὶ τοῦτο εἰς σύνταξιν ἐπιρρηματικὴν λαμβάνεται. Ἢ ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ὑπέρμορον κατὰ διάλυσιν ἀναγινώσκεσθαι, ὁμοίως τῷ,
45Ὑπὲρ μοῖραν δόμον ἄϊδος·
45ἢ οὐ κατὰ διάστασιν· ἀντὶ γὰρ τοῦ ὑπερμόρως εἴληπται· ἐκ γὰρ τοῦ μόρος γίνεται ὑπέρμορος· ἐξ αὐτοῦ τὸ οὐδέτερον· καὶ τὰ πληθυντικὰ, ὑπέρμορα. Ὕπερον: Παρὰ τὴν ὑπὲρ πρόθεσιν παρῆκται. Ὑπεροπλία: Ἡ ὑπερηφανία· γίνεται ἀπὸ τοῦ

779

(50)

ὑπερόπλιος· μεταφορικὴ δέ ἐστιν ἡ λέξις, ἀπὸ τῶν ὑπὲρ ἑαυτοὺς τὰ ὅπλα φερόντων. Καὶ ὑπέροπλον, τὸ ὑπερήφανον. Ἀπὸ τοῦ ὑπέροπλος γίνεται ὑπερό‐ πλειος, κτητικῷ τύπῳ· ἐξ οὗ τὸ θηλυκὸν ὑπεροπλεία,
διὰ διφθόγγου, (ἢ ἀπὸ τοῦ ὑπερόπλης· ὅθεν τὸ
55ὑπεροπληέστατος παρ’ Ἀπολλωνίῳ, ἀντὶ τοῦ ὑπερηφανότατος) ὡς Σοφοκλῆς, Σοφόκλειος. Καὶ τὸ, οὐκ ἄν τις μιν ἀνὴρ ὑπεροπλίσσαιτο· ἀντὶ τοῦ ὑπερηφάνως ἴδοι καὶ νεανικῶς ὑπερβαίη, ἀπὸ τῶν ὅπλων.

780

Ὑπέρτατος: Μεγαλώτατος, Ἰλιάδος μʹ· καὶ, ὑπέρτερον εὖχος, Ἰλιάδος λʹ, ὑψηλότερον, μεγα‐ λώτερον. Ὑπερφίαλος: Παρὰ τὸ φῶ, τὸ φαίνω, ὁ ὑπερ‐
5φαίνοντα τῶν ἄλλων ἑαυτὸν ἐπιχειρῶν δεῖξαι· εἰ δὲ
5παρὰ τὸ φῶ, τὸ λέγω, ὁ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν λέγων καὶ ἐπαγγελλόμενος· ὁποῖον λέγει Ὅμηρος Ὑψαγόρην: οἶμαι δὲ καὶ παρὰ τὸ πίω πίαλος, καὶ ὑπερφίαλος, ὁ ὑπέρσπονδος. Λαμβάνεται δὲ καὶ ἐπὶ ἐγκωμίου. Ἢ ὑπερήφανος καὶ ἄθεος, καὶ παρα‐
10βαίνων τοὺς διὰ φιαλῶν γινομένους ὅρκους. Ἢ ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ, ὡς τῆς φιάλης ἀμέτρου οὔσης· καὶ ὑπερφίαλον λέγεται τὸ πολὺ καὶ ἄμετρον. Ὑπερώα: Ὁ οὐρανίσκος· παρὰ τὸ ὑπ’ αὐτοῦ
15ὁρμᾶσθαι τὴν τροφήν· ἐρωὴ γὰρ ἡ ὁρμή. Ἢ μετε‐
15νήνεκται ἀπὸ τῶν ὑπερῴων οἰκοδομημάτων καὶ τῶν μετεωρισμένων ὑπὲρ τὴν ἔραν τὴν γῆν. Ἡ αὐτὴ δὲ ἐτυμολογία καὶ ἐπὶ τοῦ ὑπερώου. Ὑπερῶον γὰρ τὸ μετέωρον, τὸ ὑπὲρ τὴν ἔραν καὶ τὸ ἐπίπεδον, τὸ ὑπερ‐ άνω μόνον οἴκημα. Ἔχει δὲ καὶ τὸ ι προσγε‐
20γραμμένον. Καὶ ὑπερῷος οἶκος, κτητικόν. Ὑπερῷον: Ὑπερώϊόν τι ὂν, τὸ ὑπεράνω τοῦ κάτω ἰόν· ἢ παρὰ τὸ ἄνω ὁρᾶσθαι. Ὑπερώησαν δὲ οἱ ἵπποι: Ὑπεχώρησαν, ὑπερ‐ ώρμησαν.
25Ὑπετέθυπτο: Ὑπεκαίετο, καὶ κέκνιστο.
25 Ὑπεψηνισμένοι: Ἀκμαῖοι πρὸς τόκον· ἀπὸ τῶν σύκων τῶν διὰ τοὺς ψῆνας πεπείρων. Ὑπηνέμιοι: Ὑπὸ τὸν ἄνεμον. Καὶ ὑπηνέμια ὠιὰ, δίχα τοῦ ὀχευθῆναι γεννώμενα. Ὑπήνη: Αἱ ὑποκάτω τοῦ γενείου τρίχες· ἀπὸ
30τοῦ ὑπεῖναι καὶ ὑποκεῖσθαι τῷ γενείῳ. Ἢ ἀπὸ τοῦ ἴημι ἤσω ἤνη καὶ ὑπήνη· παρὰ τὴν ἕσιν τῶν τριχῶν. Οὐκ ἔδει δὲ ψιλοῦσθαι. Ὦρος. Ἐν δὲ τῷ Ῥητο‐ ρικῷ Λεξικῷ εὗρον σημαίνειν τὴν λέξιν, μύστακα, γένειον, πώγωνα· ἡ τοῦ ἄνω χείλους τρίχωσις.
35Ταῦτα εἰς τὸ Μέγα Ἐτυμολογικόν. Εἰς δὲ τὸ
35αἱμωδεῖν εἶχεν οὕτως· ὑπηνήτης, ἀκμαῖος, ἀρτιγενειῶν· ὑπήνη γὰρ λέγεται ἡ τοῦ ἄνω χείλους τρίχωσις, ὑπάνη τὶς οὖσα· παρὰ τὸ ἄνω ὑπεῖναι. Μύσταξ δὲ λέγεται ἡ ἀπὸ τῶν μυκτήρων τρίχωσις.
Ζήτει εἰς τὸ ἴουλος.
40 Ὑπηρέτης: Ἐκ τῆς ὑπὸ προθέσεως καὶ τοῦ ἐρέσσειν, τὸ κωπηλατεῖν, γίνεται ὑποερέτης· ἐκβολῇ τοῦ ο, καὶ τροπῇ τοῦ ε εἰς η, ὑπηρέτης· κυρίως γὰρ ὁ ναύτης. Καὶ ῥῆμα, ὑπηρετῶ. Ὑπηρέσιον: Ὁ διδόμενος μισθὸς τοῖς ὑπηρε‐
45τοῦσι, τοῖς στρατευομένοις, καὶ ἐρέσσουσι καὶ δου‐ λεύουσιν· ἀπὸ τοῦ ὑπηρετῶ. ὑπηρέσιον κυρίως, ἐφ’ οὗ καθίζουσιν οἱ ἐρέται· ἀπὸ τοῦ ἐρέσσω. Καὶ ὑπηρέσια κυρίως, ἐπὶ τῶν ὑπηρετῶν, ἐφ’ ὧν καθέζονται ἐρέττοντες ὑπηρέσιά

780

(50)

τινα ὄντα. Οὕτως Εἰρηναῖος ὁ Ἀττικιστής. Ὦρος.

780

(50)

Ἔστι δὲ καὶ ὄνομα πόλεως. Ὑπισχόμενος: Εἰς τὸ ὑποσχόμενος. Ὕπιος: Εἰς τὸ ἄμφιος· ὡς παρὰ τὴν ἀνὰ Ἄνιος. Ὕπνος: Παρὰ τὸ ὑπονοστεῖν, ἤγουν ὑποχωρεῖν·
55ἐν αὐτῷ γὰρ αἱ τοῦ ἀνθρώπου αἰσθήσεις ὑποχω‐
55ροῦσιν. Ἢ παρὰ τὴν ὑπὸ πρόθεσιν καὶ τὸ νοῦς νοὸς, ὑπόνοος· καὶ συγκοπῇ, ὕπνος· ἐν γὰρ τῷ ὕπνῳ αἱ φρένες καὶ ὁ νοῦς ὑποχωρεῖ. Ἢ παρὰ τὸ λύειν

781

τοὺς πόνους, λύπονός τις ὤν· καὶ συγκοπῇ καὶ ἀφαι‐ ρέσει τοῦ λ, ὕπνος. Σημαίνει τέσσαρα· τὸν θεὸν, ὡς τὸ, Ὕπνε ἄναξ πάντων·
5καὶ τὸν διὰ σιδήρου θάνατον, ὡς τὸ,
5Ὣς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον·
5καὶ τὸν κοινῶς λεγόμενον ὕπνον, ὡς τὸ, Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος· καὶ τὸ πάθος ἀνθρώπων, ὡς τὸ, Ὕπνῳ καὶ φιλότητι δαμείς· τουτέστι τῇ συνουσίᾳ.
10Ὑποβλήδην: Ὑποβαλὼν λόγον ὑποκρουστικῶς,
10ἔτι λέγοντός τινος, ὡς ἐπὶ τοῦ Ἀγαμέμνονος ὁ
10Ἀχιλλεὺς, ἐν Ἰλιάδος αʹ. Ἐκ τοῦ βλῶ βλήσω γίνεται βλήδην, καὶ ὑποβλήδην. Διαφέρει δὲ τοῦ παραβλήδην· παραβλήδην μὲν γάρ ἐστι, τὸ παρα‐ βαλεῖν τινὰ καὶ προσαγαγεῖν λόγον, ἐκείνου τὸν λόγον καὶ τὴν ὁμιλίαν πρότερον διελθόντος· ὡς τὸ,
15 Μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν. ὑποβλήδην δὲ, τὸ ὑποβαλεῖν λόγον, μηδέπω τοῦ διαλεγομένου τὴν ὁμιλίαν καὶ τὸν λόγον τελέσαντος. Καὶ δεῖ γινώσκειν, ὅτι τὸ παραβλήδην παρὰ μὲν Ἀπολλωνίῳ ἀντὶ τοῦ παραβάλλων καὶ παρηγορῶν
20τοῖς λόγοις ἐστί· παρὰ μέντοι Ὁμήρῳ, τὸ κατὰ
20ἀπάτην λέγειν, ὡς τὸ, Μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπε. παραβλήδην ἔστιν ἐπίρρημα ποιότητος. Ἐκ πόσων μερῶν τοῦ λόγου γίνεται τὰ εἰς ΔΗΝ ἐπιρρή‐ ματα; Ἐκ δύο, ὀνόματος καὶ ῥήματος. Καὶ ἀπὸ
25μὲν ὀνόματος, τῷ α παραλήγεται· οἷον λόγος, λογά‐
25δην· σπόρος, σποράδην· τρόχος, τροχάδην· ἀπὸ δὲ
ῥήματος, τῷ β, γράφω, γράβδην· λείβω, λείβδην· κρύπτω, κρύβδην· ἀπὸ δὲ τῶν εἰς ΞΩ μελλόντων, τῷ γ, μίξω, μίγδην· λίξω, λίγδην· ἀπὸ δὲ τῶν εἰς ΣΩ, τῷ η, ῥήσω, ῥήδην· (σημαίνει τὸ φανερῶς) τμῶ
30τμήσω, τμήδην. Ἀπὸ δὲ τῶν εἰς ΜΙ, ἀπὸ μὲν τῆς πρώτης συζυγίας, τῷ ε παραλήγεται, ἀνίημι, ἀνήσω, ἀνέδην· ἀπὸ δὲ τῆς δευτέρας, τῷ α παραλήγεται, βίβημι, βήσω, βάδην, [ἀντὶ τοῦ ἀργῶς, ὡς τὸ, Τοῦ δὲ [ἠρέμα] βάδην ἀπιόντος.]
35Ὑπόβολον: Ὑποκείμενον πρὸς δάνειον καὶ τόκον.
35 Ὑποβολιμαῖοι: Ὑποβαλλόμενοι καὶ εἰσποί‐ ητοι, ἤτοι ὡς ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλλουσιν αἱ γυναῖκες, ἀντὶ τοῦ νόθοι, ἀλλότριοι. Ὑποβρύχιον: Ὑπὸ τὸ ὕδωρ βυθισθὲν, παρὰ τὸ
40βρέχω. Ὑπόδρα: Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν,
40Ἰλιάδος αʹ, σημαίνει δεινὸν καὶ ὀργίλον ὑποβλεψά‐ μενος. Ὥσπερ ἀπὸ τοῦ ἠρεμῶ γίνεται ἠρέμα, καὶ σιγῶ σίγα, οὕτως ἐκ τοῦ ὁρῶ καὶ τῆς ὑπὸ προθέσεως, ὑπόρα· καὶ πλεονασμῷ, ὑπόδρα, τὸ ὑφορᾶσθαι. Ἢ ἐκ τοῦ δέρκω, τὸ βλέπω, γίνεται συγκοπῇ δρῶ, τὸ ὁρῶ·
45ὑποδρώμενος, ἀντὶ τοῦ ὑφορώμενος. Δρῶ οὖν, δρά· καὶ συνθέσει, ὑπόδρα, τὸ ὑποβλέπειν. Ὁ δὲ Ἡρω‐ διανὸς λέγει, ὅτι ἐκ τοῦ ὑποδρὰξ γίνεται ὀξυτόνου. Τὰ γὰρ εἰς ξ λήγοντα ἐπιρρήματα ὀξύνεται, εὐρὰξ, ἐναλλὰξ, ἀπρὶξ, πρίξ· χωρὶς εἰ μὴ παρὰ προθέσεως

781

(50)

γίνεται· διὰ τὸ πέριξ. Τὸ παρὲξ, ὅτε ὀξύνεται, οὐ φασὶν εἶναι ἐπίρρημα, ἀλλὰ βʹ προθέσεις. Σεση‐ μείωται τὸ ἅπαξ· καίτοι ὅπερ ὤφειλε δέξασθαι ἐν τῇ ἁπλότητι, ἐδέξατο ἐν τῇ συνθέσει, ἁπαξαπλῶς. Τὸ δὲ ὑποδρὰξ, ἀποβαλὸν τὸ σύμφωνον, ἀνεβίβασε
55τὸν τόνον, ὡς ἀνυστὴς, ἀνύτης· δεσποστὴς, δεσπότης.
55 Ὑπόγυιον: Παρὰ τὸ γυῖον, ὃ σημαίνει τὸ μέλος, οἷον τὸ ἐγγὺς τῶν μελῶν. Ἢ ἀπὸ τοῦ γυῖα, ὃ ση‐ μαίνει τὰς χεῖρας· διὰ γὰρ τῶν χειρῶν ἀποτελοῦνται

782

τὰ ἔργα. Ἢ παρὰ τὸ γύη, ὃ σημαίνει τὴν γῆν. Ὁ μὲν οὖν ἀγὼν ὑπόγυος, καὶ συνεστήκασι τῶν ῥητόρων οἱ δεινότατοι· σημαίνει τὸ παραυτίκα μέλλον γίνεσθαι.
5Ὑπογραμμός: Προγραμμός τις ὤν· ἡ γὰρ ὑπὸ
5ἀντὶ τῆς πρὸ, ὡς καὶ ἐν Βατράχοις Ἀριστοφάνης, Ὑμεῖς δὲ ταῖς Μούσαις τὶ μέλος ὑπᾴσατε· ἀντὶ τοῦ προᾴσατε. Ὑπογράφω: Καταβάλλομαι, σκιαγραφῶ, βε‐
βαιῶ.
10Ὑπόγραμμα: [Τὸ Ἁρματίου ὑπόμνημα,] ᾧ τοὺς
10ὀφθαλμοὺς ὑπογράφουσι· καὶ ὑπογεγραμμένη,
10ἐστιβισμένη, Ἀριστοφάνης. Ὑπογενειάζων: Λιτανεύων, ἀπὸ τοῦ γενείου ἁπτόμενος. Ὑπόδημα: Ἐκ τοῦ δέω δῶ δήσω (τὸ δεσμεύω) δῆμα καὶ ὑπόδημα.
15Ὑποδεξίη: Ἰλιάδος ιʹ, σημαίνει τὸ ὑποδέ‐
15χεσθαι. Ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία, οὕτως ὑπόδεκτος ὑποδεξία. Ἕνεκα μέτρου ἐξέτεινε τὸ ι. Ὑποδερὶς ὑποδερίδος, ὁρμίσκος, πλόκιον, γυναι‐ κεῖος κόσμος· οἷον δείραιον· καὶ ὑποδέραια, περι‐ τραχήλια.
20 Ὑποδιδάσκαλος: Ὁ τῷ χορῷ καταλέγων· δι‐ δάσκαλος γὰρ αὐτὸς ὁ ποιητής. Ὑποζυγιώδης ἄνθρωπος: Ὁ μὴ ἐκ τῆς ἑαυ‐ τοῦ προαιρέσεως καὶ προθυμίας τὶ πράττων, ἀλλ’ ἐκ τῆς ἑτέρων κελεύσεως, ὥσπερ καὶ τὰ ὑποζύγια.
25Εἴποις δ’ ἂν καὶ ὑποζυγιῶδες πρᾶγμα. Ἀριστο‐ φάνης. Ὑποθησόμεθα: Συμβουλευσόμεθα. Ἰλιάδος φʹ. [Καὶ ὑποτίθεται, συμβουλεύει.] Ὑποικουροῦν:
30Λεληθός τι μῖσος ὑποικουροῦν·
30ἀντὶ τοῦ ὑποστρεφόμενον καὶ ἐνδομυχοῦν.
30 Ὑποκαθεῖναι τὰς ὀφρῦς: Οἷον παύσασθαι χαλεπαίνοντα· τὸ γὰρ ἀνατείνειν τὰς ὀφρῦς ὀργῆς ἐστι σημεῖον. Ὑποκηρυξάμενος: Τὸ ὑπὸ τῷ κήρυκι τῷ δη‐ μοσίῳ στῆναι καὶ ποιῆσαί τι διὰ τοῦ κήρυκος
35φανερῶς.
35Ὑποκορίζεται: Κολακεύει, ὑποκρίνεται.
35 Ὑποκοριζόμενοι: Ξενοφῶν, ἀντὶ τοῦ διασύ‐ ροντες. Ὁ δὲ Δημοσθένης ἐχρήσατο τῇ λέξει ἐπὶ τοῦ εὐφημοῦντες, καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομά‐ ζοντες, ἐν τῷ περὶ Παραπρεσβείας. Ὑποκοριστικόν: Ἐλαττώσεως ῥῆμα. Καὶ
40ὑποκορισμὸς, μείωσις μεγέθους. Εἴρηται δὲ ἀπὸ
40τοῦ κόραις ἐοικέναι· αὗται γὰρ φιλοῦσιν ἐκλύτῳ φύσει κεχρημέναι εἰς κολακείας τρόπον πάντας μικροπρεπῶς προάγειν, εἰς νεότητος κομιδῇ ἔνδειξιν. Πολλὰ τοιαῦτα παίζεται ἐν κωμῳδίᾳ, μέχρι καὶ αὐτῶν τῶν ὀνομάτων, καὶ μάλιστα εἰ τύχοι ἑταιρῶν
45προφέρεσθαι ὀνόματα, ὡς ἡ Κλωνάριον, καὶ Μουσά‐ ριον, καὶ Λεόντιον, καὶ τὰ τοιαῦτα. Ὑποκριτής: Ἡ ὑπὸ ἀντὶ τῆς ἀπὸ κεῖται, οἷον ἀποκριτής· τὴν γὰρ ἀπόκρισιν οἱ παλαιοὶ ὑπόκρισιν κεκλήκασιν. Ἰλιάδος ηʹ.

782

(50)

ὥς τοι ὑποκρίνονται

782

(50)

ἀντὶ τοῦ ἀποκρίνονται ἐστίν. Ἢ χρόνον σημαίνει ἐν τῷ ἴσως τὸ μετὰ τὸν χρόνον ἀποκρίνεσθαι. Καὶ
ὑποκρίνεσθαι, τὸ ἀποκρίνεσθαι· καὶ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. Θουκυδίδης ἑβδόμῃ.
55Ὑπόκυκλα: Τινὲς ὑφ’ ἓν ἀναγινώσκουσιν, ὡς
55ὑπότροχα.
55ὑπὸ ἐφαρμόζεται τρισὶ πλαγίαις πτώσεσιν·
55ἐναντία δὲ ἐστὶ κατὰ σχέσιν τῇ ἐπὶ καὶ τῇ ὑπέρ. Ἔστι καὶ τῷ ἀναστρεφομένῳ ἐξαίρετόν τι πεπονθός· ὅτι ἅμα τῷ πλεονασμῷ τοῦ ι ἡ τροπὴ ἐγένετο τοῦ ο

783

εἰς α, ὑπὸ, ὑπαί· διὸ καὶ ἐτόλμησαν τινὲς φάναι, μὴ ἄρα Αἰολικὸς τῆς ὑπαὶ ὁ πλεονασμός· οὓς ἐλέγχει τὸ πνεῦμα. Ὑπολαβών: Ὑπονοήσας, ἢ ἀποκριθεὶς, ἢ ἀντ‐
5ειπὼν, ἀντικρούσας. Ἀπὸ τοῦ λήβω δὲ ἀμφό‐ τερα. Ὑπὸ μάλης: Τὸ μὲν ὄνομα κεῖται παρὰ τοῖς ῥήτορσι· ὅταν μὲν οὖν ἑνικῶς λέγεται, οὕτως αὐτὸ τάττουσι μετὰ τῆς προθέσεως· ὅταν δὲ πληθυντικῶς,
10οὐ μάλας λέγουσιν, ἀλλὰ μασχάλας. Ὑπομηλαφῆσαι: Ὑποψηλαφῆσαι. Ὑπονομεύοντες: Ἀντὶ τοῦ ὑπονόμους ὀρύτ‐ τοντες. Ὑπόνοια καὶ ὑπονοεῖν: Ἡ ὑπὸ πρόθεσις ἐν‐
15τελοῦς διανοίας ἔλλειψιν δηλοῖ. Ὑπονοεῖν οὖν, τὸ μὴ τελέως νοεῖν τὸ προκείμενον. Ὑπόξυλος: Ὁ κίβδηλος, ὡς ὑπόχαλκος. Οὕ‐ τως Ἀριστοφάνης. Ὑπόρρηνον: Ὕπαρνον· ῥῆνες γὰρ τὰ πρό‐
20βατα. Ὑποπτέρων ὀνείρων: Διονύσιος ὁ Σιδώνιος πρῶτος ταύτῃ τῇ ἐπιβολῇ ἐχρήσατο, ᾗπερ χρῶνται οἱ γραμματικοὶ, ὡς τύμβος τυμβίδιος, παῦρος παυ‐ ρίδιος, [σχίδος] σχίδιος· πτερὸν, πτερίδιον. Ἐχρῆν
25οὖν εἰπεῖν καὶ τῶν ὑποπτέρων ὀνείρων τῶν ὑποπτερι‐
25δίων, ὑπερθέσει τῶν ὑποπετεριδίων. Οὕτως Ἡρω‐ διανὸς ἐν τῷ περὶ Παθῶν.
26 Ὑποσακίζειν: Ὑπεξαίρειν, ἀναλογοῦν· καὶ ὑποσακίζειν τῆς ὁδοῦ φασὶν, ἤτοι τὸ προκόπτειν καὶ ἀναλογοῦν. Ῥητορική. Ὑποσιώπησις: Ἔστιν ὅταν μέλλῃ τὶς ἐπι‐
30φέρειν τραχύ τι καὶ λοιδορίας ἐχόμενον, μὴ βούλοιτο δὲ διὰ τὸ ἐπαχθὲς αὐτὸ λέγειν, ἀλλὰ δι’ αἰνιγμάτων σημαίνειν. Ὑποσμύχονται ὀπωπαί: Ὑποτύφονται. Ἔστι δὲ ὑποσμύχειν, τὸ ἠρέμα ὑπολάμπειν.
35Ὑποσμύχουσιν: Ἀπὸ τοῦ σμυχοῦ τοῦ σκο‐
35τεινοῦ τόπου καὶ ἀφεγγοῦς· ἢ τὸ τυφλώττειν καὶ μεμυκέναι. Ὑποσμύχουσα: Ἐνδιερεθίζουσα, ὑποκαίουσα, θλίβουσα, καταπονοῦσα. Ῥητορική. Ὑπόσπονδος: Ὑπὸ φιλίαν ὑποτεταγμένος·
40παρὰ τὸ σπένδω.
40 Ὑποστειλάμενος: Ὑποκρυψάμενος, φοβηθείς. Καὶ ὑπεστειλάμην, παρῃτησάμην, ὑπεκρυψάμην. Καὶ ὑποστέλλεται, ἀναδύεται, ὑποκρίνεται, φεύγει, δολιεύεται.
Ὑποσταίη: Ὑπόσχοιτο.
45 Ὑπόσχεο: Ἀντὶ τοῦ συγκατάθου· μέσος ἀόρι‐ στος δεύτερος παθητικὸς, ἀπὸ τοῦ σχοῦ· καὶ ὑπο‐ σχόμενος, τὸ ἐπαγγειλάμενος· καὶ ὑπισχόμενος,

783

(50)

διαβεβαιούμενος, ἐπαγγελλόμενος· ἀπὸ τοῦ ἴσχω. Ἰλιάδος ιʹ, ὑπισχόμενοι μέγα δῶρον. Ὑποστήτω μοι: Παραχωρησάτω, ὑπειξάτω. Ἰλιάδος ιʹ.
55Ὑπέσχετο: Ἔχω, ὁ μέλλων, ἕξω· ὁ παρατα‐
55τικὸς, εἶχον· καὶ ὁ δεύτερος ἀόριστος, ἵνα μὴ συνεμ‐
55πέσῃ τῷ παρατατικῷ, προσέλαβεν ἀντὶ τοῦ ι τὸ ς, καὶ ἐγένετο ἔσχον, ἐσχόμην ἔσχου ἔσχετο, καὶ ὑπέσχετο. Ὑποτεμνόμενος τὸν πλοῦν: Ἀντὶ τοῦ διὰ

784

τῶν συντομωτάτων πλέων, ἵνα καταλάβῃ τὸν διωκό‐ μενον. Οὕτως Ξενοφῶν. Ὑποτείνουσιν: Ὑποβάλλουσιν, ἢ προτείνονται. Ὑποτίτθιος: Εἰς τὸ τυτθός.
5 Ὑποτοπάζειν: Τὸ στοχάζεσθαι καὶ ἐνθυμεῖ‐ σθαι. Καὶ ὑπετόπαζεν, ἀντὶ τοῦ ὑπενόει· ἀπὸ τοῦ ὑποτυποῦσθαι ἐν τῷ νοΐ. Ἔστιν οὖν τύπος τυπῶ τυπάζω· καὶ τροπῇ, ὑποτοπάζω· καὶ ὑποτύ‐ πωσις, χαρακτὴρ λόγου.
10Ὑπότριμμα: Ἔκ τε φοινίκων καὶ μέλιτος καὶ
10ἄλλων τινῶν ἀρτυμάτων· ἀπὸ τῆς γινομένης ἐν αὐτοῖς τρίψεως. Ὑπότροπος: Ἐξ ὑποστροφῆς ἐπανεληλυθὼς, παλινόρμητος. Ὕπουλος ἄνθρωπος: Ἀπὸ μεταφορᾶς τῶν
15τραυμάτων ὑπονεμομένης οὐλῆς· οἷον ὁ μὴ προφανὴς
15πονηρός· ὑπόουλος γὰρ, ὁ ἐγγὺς τοῦ ὑγιανθῆναι μώλωψ. Ὕπουλος: Δόλιος, φαινόμενος δῆθεν εἰρηνικὸς, ὡς ἐπὶ τῶν ἑλκῶν τῶν ἐχόντων οὐλὰς ὑγιεῖς ἐπιπο‐ λαίως, ἔνδοθεν δὲ σηπεδόνας πυώδεις· ἐξ οὗ καὶ ἐπὶ
20τῶν προσποιουμένων μὲν εἶναι χρηστῶν ἀνθρώπων,
20ὄντων δὲ μοχθηρῶν, ἐλέχθη οὗτος ὁ λόγος. Ῥη‐ τορική. Ὕπουλα γόνατα, καὶ ὕπουλον πόδα, καὶ ὕπουλον χεῖρα καὶ σῶμα, τὸ φλεγμαῖνον διά τινας πληγὰς, καὶ ἐγγὺς τοῦ ἀφίστασθαι ὄν. Ῥη‐
25τορική.
25Ὑποφῆται: Ἱερεῖς, προφῆται, χρησμολόγοι.
25 Ὑπόφορος: Ὑπεύθυνος, ὑπὸ κίνσον, ὑπὸ τέλος. Ὑποφόνια: Τὰ ἐπὶ τῷ φόνῳ διδόμενα χρή‐ ματα τοῖς οἰκείοις τοῦ ἀναιρεθέντος, ἵνα μὴ ἐπεξί‐ ωσιν. Ὑποφύσεις: Παραφυάδες φαύλων λογισμῶν
30ἔξωθεν φυόμεναι.
30 Ὑποχυτῆρες: Τρυβλία, δι’ ὧν τὸ ἔλαιον εἰς λύχνους ἐπιχέουσι. Ὑποχόνδρια: Τὰ ἀκροσπάθια, τὰ ὑπὸ τὴν λαγόνα. Ὑπόψιος: Παρὰ τὸ ὕποπτος ὑπόπτιος· τροπῇ
35τοῦ τ εἰς ς, καὶ κράσει τοῦ π ς εἰς ψ, ὑπόψιος· ἵν’
35ᾖ ὑποπτεύεσθαι ὑπὸ τῶν λοιπῶν πάντων καὶ μισεῖ‐ σθαι ἄξιος. Ἡ δὲ διὰ τοῦ ε γραφή ἐστιν Ἀρι‐ στοφάνους. Ἢ φανερὸν ἐπὶ κακῷ. Ὕπτιος: Ἐπὶ νῶτον κείμενος. Παρὰ τὸ ὄπτω ὄπτιος καὶ ὕπτιος· τὰ γὰρ ὕπτια εὐθεώρητα.
40 Ὑπωμοσία: Τὸ ὑπερτίθεσθαι δίκην καὶ ἀναβάλ‐ λεσθαι προφάσει χρώμενον ἀποδημίᾳ ἢ νόσῳ ἤ τινι τῶν παραπλησίων μεθ’ ὅρκου οὕτως ἐλέγετο· καὶ τὸ
ποιεῖν τοῦτο, ὑπόμνυσθαι. Ῥητορική. Ὑπώρεια: Ἡ ὑπὸ τὸ ὄρος πεδιάς.
45 Ὑπώπια: Τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιώματα· ἢ τὰ ἐξ αὐτῶν ἐξιόντα πύα· ὦπες γὰρ οἱ ὀφθαλμοί. Σημαίνει δὲ καὶ τὴν ὄψιν, ὡς Ὅμηρος Ἰλιάδος μʹ, περὶ τοῦ Ἕκτορος. Ὑπωρόφιοι: Ὑπὸ τὴν αὐτὴν οἰκίαν περιειλημ‐

784

(50)

μένοι συγγενεῖς· καὶ ὑπώροφον, τὸ ὑπὸ τὴν στέγην· καὶ ὑπωρόφιον, τὸ ὑπόστεγον. Ὕρια: Ὄνομα πόλεως ἀπὸ Ὑριέως. Ὕρτακος: Ὠνόμασται ἀπὸ τοῦ ῥύτακος. Ὑσμίνη: Παρὰ τὸ ὑπομένω γίνεται ὑπομένη·
55συγκοπῇ καὶ πλεονασμῷ τοῦ ς, ὑσμίνη· δεῖ γὰρ ὑπομονῆς ἐν τῷ πολέμῳ. Ἢ παρὰ τὸ δυσμενής τις εἶναι. Ὕσπληξ: Φραγγέλιον, ἀφετηρία, βούκεντρον, ἢ

785

μύωψ ὁ πλήσσων τοὺς βοῦς. Ὕσπληξ οὖν λέγεται, παρὰ τὸ ἀπὸ τῶν τριχῶν τῶν ὑῶν (τουτέστι τῶν χοίρων) γίνεσθαι τὴν μάστιγα. Οἶμαι δὲ καὶ ἡ ἀφετηρία, ἐκ τοῦ ἐκεῖσε πλήττεσθαι τῇ μάστιγι
5τοὺς ἵππους. Οὕτως ἐγώ· Ὠρίων δὲ, παρὰ τὴν ὑπὸ πρόθεσιν, ὑπόπληξ· συγκοπῇ τῆς ΠΟ συλλαβῆς, καὶ πλεονασμῷ τοῦ ς, ὕσπληξ. Ὑσσάκους: Τοὺς πασσάλους λέγομεν. Ὑσσός: Ἐμβόλιον, ἀκόντιον· ἢ καὶ τὸ ἐξέχον
10τοῦ ὀμφαλοῦ τῆς ἀσπίδος σιδηροῦν κέντρον, ἤτοι πασσάλιον. Ὕστατος: Ἔσχατος· ἀπὸ τοῦ ὕστερος συγκρι‐ τικοῦ, τὸ ὑπερθετικὸν, ὕστατος. Ἐκ τῆς ὑπὸ προ‐ θέσεως, ὑπότερος, ὡς παρὰ τὴν πρὸ πρότερος· καὶ
15συγκοπῇ, ὕτερος· καὶ πλεονασμῷ τοῦ ς· προόντος
15γάρ τινος ἑτέρου λέγει τὶς ὕστερος. Ἢ ἐκ τοῦ
15ὑπότερος, συγκοπῇ, ὕπτερος· καὶ τροπῇ τοῦ π εἰς ς, ὕστερος. Τὸ δὲ ὕστατα ἔστιν εὐθείας οὐδετέρου τῶν πληθυντικῶν, καὶ μετενήνεκται εἰς ἐπιρρηματικὴν σύνταξιν, καὶ γίνεται ἐπίρρημα μεσότητος. Οὐ γίνεται δὲ ἐπίρρημα μεσότητος εἰ μή ἐστιν ἀπὸ
20ἀρσενικοῦ θηλυκοῦ καὶ οὐδετέρου· διὰ τοῦτο λέγονται
20μεσότητος ἐπιρρήματα. Ὑστέρα δεκάτη: Ἡ ἐξ εἰκάδος ἡμέρα καλεῖται ὑπὸ τῶν Ἀττικῶν· ἣν ἡμεῖς πρώτην καὶ εἰκοστὴν καλοῦμεν. Ὑστέρα: Ἐπὶ τῆς μήτρας· ἀπὸ τῆς θέσεως, ἢ
25ἀπὸ τοῦ μὴ εὐθὺς ἀλλ’ ὕστερον ἀποδιδόναι τὰς
25οἰκείας ἐνεργείας.
25 Ὕστριξ: Ὕστριχος, ἡ ἐκ τῶν τριχῶν τῶν ὑῶν μάστιξ. Ὕφα: Ὑφαίνω, ὕφασμα· ἢ ὑφάζω ὕφασμα ὑφασία, ὕφα. Ἡρωδιανὸς περὶ Παθῶν. Τὸ δὲ ὑφαίνω ἀπὸ τοῦ ὕφος· τοῦτο παρὰ τὴν ὑπὸ πρόθεσιν
30καὶ τὸ ὅς· ὅθεν καὶ ὑφὴ, ὁ ἱστός. Ἢ παρὰ τὸ εἷς
30γέγονεν αἴνω· καὶ μετὰ τῆς ὑπὸ προθέσεως ἐν συν‐
θέσει, ὑφαίνω· οἱ γὰρ ὑφαίνοντες τὰ διῃρημένα καὶ κεχωρισμένα εἰς ἓν ἄγειν μάλιστα σπεύδουσιν. Οὕτω Θεόγνωστος. Ὑφαίνειν ἤρχετο μύθους: Ἀντὶ τοῦ κατα‐
35σκευάζειν· καὶ ὕφαινεν, ἀντὶ τοῦ κατεσκεύαζεν.
35Ἔστι δὲ ἡ μεταφορὰ ἀπὸ ἀψύχων εἰς ἔμψυχα.
35Ζητεῖται, διατί ἀπὸ τοῦ πλύνω οὐ φασὶ πλύντης, καὶ κρίνω κριντὴς, ὡς ὑφάντης ἀπὸ τοῦ ὑφαίνω, καὶ ξαίνω ξάντης, καὶ μιαίνω μιάντης; Λύσις. Ὅτι τὰ μὲν ἐν τῷ παρακειμένῳ ἐφύλαξαν τὸ ν, ὕφαγκα, μεμίαγκα, ἔξαγκα· τὸ δὲ πλύνω καὶ κρίνω ἀπέ‐
40βαλον αὐτό· πέπλυκα γὰρ καὶ κέκρικα λέγομεν· ὅθεν καὶ τὰ ὀνόματα χωρὶς τοῦ ν γέγονεν. Ὕψιστος: Ὁ ἐν τῷ ὕψει ἐστώς. Ὕφαλοι: Ὑποθαλάσσιοι κεκρυμμέναι πέτραι. Ὅθεν καὶ ὕφαλος ἄνθρωπος λέγεται (ὡς ἐγᾦμαι)
45ὁ κεκρυμμένος καὶ πανοῦργος. Ῥητορική. Ὑφύφασται: Ἀπὸ τοῦ ὑφάζω, ὑφάσω, ὕφακα, ὕφασμαι, ὕφασται· καὶ ὁ Ἀττικὸς, ὑφύφασται. Ἢ ἀπὸ τοῦ ὑφαίνω, ὕφασμαι καὶ ὑφύφασμαι. Ζηνόδοτος.

785

(50)

Ὑφορῶμαι: Ἀντὶ τοῦ κρυπτῶς βλέπω.

785

(50)

Ὑψηχέες ἵπποι: Παρὰ τὸ εἰς ὕψος ἀναφέρειν τὸν ἦχον τῶν ποδῶν· ἢ μεγαλόφωνοι, ἢ ὑψαύχενες, Ἰλιάδος εʹ. Ὑψήγορος: Ἐκ τοῦ ὕψος καὶ τοῦ ἀγορῶ γίνεται ὑψάγορος, καὶ τροπῇ ὑψήγορος, ὁ τὰ ὑψηλὰ
55καὶ μεγάλα δημηγορῶν. Ὑψηλός: Ὑψηρός τις ὢν, ὁ εἰς ὕψος ᾐρμένος. Ὑψιπέτηλον: Ὑψηλόν. Ὕσσωπον: Ἐκ τοῦ ὕω ὕσω, καὶ τὸ ὢψ ὠπὸς τὸ πρόσωπον, πλεονασμῷ ἑτέρου ς, τὸ ἐπὶ τὴν ὦπα χεό‐

786

μενον. Ἔστι δὲ βοτάνη καθαρτικὴ, ὁμοία σαμψύχῳ. Ὑψιβρεμέτης: Ὁ ἐν ὕψει ἠχῶν, ὅ ἐστι βροντῶν. Ὑψίζυγος: Ὁ Ζεὺς, ἤτοι ὁ ἐν ὕψει ἔχων τὴν καθέδραν, καὶ πάντων ὢν κυβερνήτης· ἢ ὁ ἐν ὕψει
5ζυγοστατῶν καὶ ταλαντεύων τὰς μοίρας· ἢ ὁ ὑφ’ ἑαυτῷ ὑπεζευχὼς πάντα. Ὦρος. Ὑψιπέτης: Ἀρίσταρχος ἐβάρυνε, εὑρὼν τὸ, ὠκυπέτα [Ζεύς·] ὥσπερ καὶ ἀπὸ τοῦ παντοπώλης παντοπώλα. Τινὲς μὲν ἐτόλμησαν περισπᾶν τὸ
10ὑψιπετῆς, εὑρόντες τὸ ὑψιπετήεις, ὡς τιμήεις τιμῆς. Ἀλλ’ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικὴν, καὶ χρυσὸν τιμῆντα· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτον. Ὅθεν ἐπείσθημεν Ἀριστάρχῳ.
15Ὕψιστος: Παρὰ τὸ ὕψος ὑψίων ὕψιστος γίνεται·
15ἢ παρὰ τὸ ἐν ὕψει ἱζάνειν, ὅ ἐστι καθῆσθαι. Ὕψος: Παρὰ τὸ ὄπτω, τὸ βλέπω, ὄψος· καὶ τροπῇ ὕψος· ἀφ’ οὗ ἐστιν ὁρᾶν.
19tφ.
20 ΦΙ τὸ στοιχεῖον, ὅτι φαιὸν, τὸ μέλαν· μέλαν δέ ἐστι τὸ σκοτεινόν. Οὕτω καὶ τοῦτο παρὰ τὴν ἐκφώ‐
νησιν· κακόφωνον γάρ. Φάανθεν: Εἰς τὸ κόσμηθεν. Φάγομαι: Τὸ θέμα, φήγω, τὸ ἐσθίω· ὁ δεύτερος
25ἀόριστος, ἔφαγον· ὁ μέλλων βʹ, φαγῶ· (ὅθεν καὶ τὸ
25ἀποφαγεῖν) ὁ μέσος μέλλων βʹ φαγοῦμαι ὤφειλεν εἶναι· ἀλλὰ σεσημείωται τὸ φάγομαι, πίομαι, ἔδο‐ μαι· τὰ δὲ δεύτερα, φάγῃ, πίῃ, ἔδῃ. Φαεινός: Λαμπρός· ἀπὸ τοῦ φάος· ὅθεν καὶ φαείνω, τὸ λάμπω· καὶ φαεινὴ, ἡ λαμπρά. Ὅτε
30δὲ σημαίνει τὴν λεπτὴν, μάστιγα φαεινὴν, Ὅμηρος. Φαεσίμβροτος ἠώς: Ἡ φέρουσα φῶς τοῖς ἀνθρώποις.
35Φαέθων:
35Ἠέλιος φαέθων,
35Ἰλιάδος λʹ, λάμπων ἥλιος.
35Φαεσφόρους: Φωτοφόρους, φωτὸς παρεκτικὰς,
35γνώσεις φωτιζούσας.
35 Φάη: Οἱ ὀφθαλμοί· ὅτι ἐξ αὐτῶν φῶς προχεῖται· ἢ ὅτι φωτός εἰσι κριτικοὶ καὶ δεικτικοί. Φάθι: Φημὶ, φήσω, ἔφην, φὰς φάντος, φάθι. Φακή: Παρὰ τὸ αἰκίζειν τὰ φάη, ὡς ὁ ἰατρικὸς λόγος μαρτυρεῖ, φααική τις οὖσα· ἢ φακάκη, ἡ τὰ
40φάη κακοῦσα, φακὸς μὲν, ὁ ὠμός· φακὴ δὲ, ἡ ἑψηθεῖσα. Φάκελος: Φορτίον ξύλων. Φάλαγγες: Στίχες, τάξεις· οἱ δὲ, τὸ ἐκ πλει‐ όνων τάξεων ὁπλιτικὸν πλῆθος, οἷον πάλαγγές τινες
45οὖσαι, παρὰ τὸ πέλας καὶ ἐγγὺς ἀλλήλων εἶναι.
45Λέγεται δὲ καὶ τὰ τῶν δακτύλων ἄρθρα, καὶ νεὼς ὑπερείσματα. Ἔνιοι καὶ τὸ στρογγύλον ξύλον καὶ σύμμετρον, φαλάγγιον. Λέγεται δὲ καὶ τοῦ ζυγοῦ ὁ κανὼν φάλαγξ· καὶ ἐπὶ τῆς νεὼς ἡ διαβάθρα· καὶ ὁ ἀράχνης δὲ, ὃν ἔνιοι φαλάγγιον λέγουσι. Λέγεται

786

(50)

δὲ καὶ θηλυκῶς, ἡ φάλαγξ· Πλάτων Ἑλλάδι. Καὶ οἱ κόρακες δὲ παρὰ Ἀττικοῖς φαλάγγια. Ἢ ὅτι τὸ παλαιὸν ξύλοις ἐμάχοντο· φάλαγγας δὲ τὰ ξύλα ἐκάλουν οἱ ἀρχαῖοι. Καὶ φαλαγγηδὸν, τὸ κατὰ τάξιν, Ἰλιάδος βʹ. Φάλαγγες οὖν, αἱ μὲν
55τῶν νηῶν, παρὰ τὸ σπᾶν εἰς τὴν ἅλα· αἱ δὲ τάξεις, παρὰ τὸ πελάσαι ἄγχι. Φάλαικον: Ποίημα αὐτοσχέδιον, ἐπὶ τῷ φαλλῷ ᾀδόμενον. Φάλανθοι: Φαλακροί· ἄνθος γὰρ ἡ λευκὴ θρίξ.

787

Φαλακρός: Ὁ τὸ ἄκρον ἔχων φαλὸν, ὅ ἐστι
λευκόν· παρὰ τὸ φάος· φάλιον γὰρ τὸ λευκόν. Φαλά: Κόσμος τῆς περικεφαλαίας· παρὰ τὸ φάω φῶ φάσω, ὄνομα φαλὸς, καὶ φαλὰ, διὰ τὸ
5λαμπρότατον· καὶ κόρυθος φαλὸς, τὸ προμετωπί‐ διον ἀνάστημα τῆς περικεφαλαίας· εἰσὶ γάρ τινες ἧλοι λαμπροὶ, ἕνεκα κόσμου τῆς περικεφαλαίας· φαλὸν γὰρ τὸ λαμπρόν· ὅθεν καὶ φαλακρὸς, ὁ ἔχων φαλὸν τὸ κάρα· καὶ φάλαρα, τὰς προμετωπίδας,
10τοὺς ἀσπιδίσκους, τὴν κόσμησιν τὴν κατὰ τὸ μέτω‐ πον τῶν ἵππων· ἢ τὰ τῶν γνάθων σκεπάσματα. Ἀπὸ τοῦ φάος φαλὸς καὶ φάλαρος. Φαλός: Ἀσπιδίσκιόν τι μικρὸν καὶ λαμπρόν· παρὰ τὸ φάος, ἢ παρὰ τὸ φῶ ῥῆμα. Καὶ φάλαρα,
15τὰ κοσμήματα, διὰ τὴν λαμπρότητα· καὶ φαληριῶ ῥῆμα· ὅθεν Ὅμηρος ἐπὶ τὰ κύματα, Κύρτα φαληριόωντα· ἐν δὲ τῷ Ῥητορικῷ Λεξικῷ εὗρον σημαίνειν τὴν λέξιν τὸ φαλὸς, βῶλον ἢ λόφον, ἢ ὑπερέχουσαν πέτραν ἐν
20θαλάσσῃ.
20Φαληρεύς: Ὁ πολίτης.
20 Φάληροι: Δῆμος ἐστὶ τῆς Ἀντιοχίδος· ἀφ’ οὗ ὁ δημότης Φαληρεύς. Φάναι: Εἰ μὲν σημαίνει τὸ λέγειν, παροξύνεται, βραχέος ὄντος τοῦ α· καὶ ἔστιν ἐνεστὼς καὶ παρα‐ τατικὸς, ἀπὸ τοῦ φημί· εἰ δὲ σημαίνει τὸ φαίνειν,
25προπερισπᾶται, μακροῦ ὄντος τοῦ α· καὶ ἔστιν
25ἀόριστος πρῶτος, ἀπὸ τοῦ φαίνω. Φανήῃ: Ἀρίσταρχος καὶ οἱ ἀκριβεῖς γραμμα‐ τικοὶ ὑποτακτικὸν τοῦτο ἔχουσιν· ἔστι γὰρ ἡ μετοχὴ φανεὶς φανέντος· ἐὰν φανῇ· καὶ πλεονασμῷ τοῦ η, φανήῃ.
30φάνης Φάνητος·
30Τὸν δὴ καλέουσι Φάνητα,
30 .... ὅτι πρῶτος ἐν αἰθέρι φαντὸς ἔγεντο· Ὀρφεύς. Οὕτως Ὦρος. Φανοστράτη: Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνῃσιν ἑταιρῶν ταύτην φησὶν ἐπονομασθῆναι Φθειροπύλην· ἐπειδὴ ἐπὶ τῆς πύλης ἑστῶσα ἐφθει‐
35ρίζετο.
35Φάνιον: Τόπος εἰς ὃν τὰ καθάρματα ἐξέβαλλον.
35Ῥητορική. Φάο: Ἔπος φάο, μὴ δ’ ἐπικεῦθε· εἰς τὸ φᾶσθαι. Φαρέτρα: Ἡ βελοθήκη· εἴρηται παρὰ τὸ φέρειν
40καὶ κομίζειν τὰ τιτρώσκοντα. Ἡ γενικὴ τῶν πλη‐
40θυντικῶν, φαρετρῶν· Ἰωνικῇ διαλύσει, φαρετρέων·
40ὑπερθέσει καὶ διπλασιασμῷ γίνεται φαρετέρρων. Φάραγξ: Ἡ διεσχισμένη γῆ· ἐκ τοῦ ῥήσσω, τὸ ῥηγνύω· οὗ ὁ δεύτερος ἀόριστος, ἔρραγον. Ἐτυμο‐ λογεῖται δὲ παρὰ τὸ φαίνεσθαι ἐν αὐτῇ ῥῆγμα. Φάραγγες: Ἀπὸ τοῦ σπαράσσω, σπαράξω,
45σπάραξ· τροπῇ, καὶ ἀποβολῇ τοῦ ς, φάραξ· καὶ φάραγξ, κατὰ πλεονασμὸν τοῦ γ. Ἔστι δὲ τὸ ἀπόσπασμα τῆς γῆς. Φάρμακον: Παραμυθία, ὁμιλία· παρὰ τὸ φέρειν τὸ ἄκος, φέρακόν τι ὄν· ἐπὶ δὲ τοῦ κακοῦ, παρὰ τὸ

787

(50)

φέρειν τὸ ἄχος, τὸ σημαῖνον τὴν βλάβην. Καὶ

787

(50)

φαρμακοτρίβαι, οἱ βαφεῖς οἱ τὰ φάρμακα τρίβοντες ἢ πωλοῦντες. Ῥητορική. Φαρμακεία: Ἐκ τοῦ φαρμακεύω· τοῦτο ἐκ τοῦ φαρμακός. Φαρμάξας: Ἀποστήσας, γοητεύσας, ἰατρεύσας.
55Ῥητορική.
55 Φάρμακος: Ὄνομα κύριον. Λυσίας φησίν ... Ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φάρμακος, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας, ἁλοὺς, ὑπὸ τῶν περὶ τὸν

788

Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματα ἐστὶν, Ἴστρος ἱστορεῖ. Δημοσθένους δὲ ἐν τῷ κατ’ Ἀριστογείτονος λέ‐ γοντος,
5Οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φάρμακος.
5Δίδυμος περισπᾶν ἀξιοῖ τοὔνομα· ἀλλ’ ἡμεῖς οὐχ εὕρομεν οὕτως που τὴν χρῆσιν. Φαρμακῶντα δὲ Δημοσθένης κατὰ Στεφάνου ἔφη. Ἔστι δὲ φαρ‐ μακῶν, ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεό‐ φραστος.
10Φάρος: Ἱμάτιον, περιβόλαιον· ἀπὸ τοῦ φέρε‐
10σθαι, οἱονεὶ φέρός τι ὄν. Ἢ παρὰ τὸ τῇ ὑφῇ ἀρη‐
10ρέναι. Λέγεται δὲ καὶ ἐπὶ γυναικῶν. φάρος ἡ πρὸ τῆς Αἰγύπτου, παρὰ τὸ φῶ, τὸ φαίνω, φάρος, παρὰ τὸ φαίνεσθαι αὐτὴν πρὸ τῆς Αἰγύπτου. Ἔχει δὲ καὶ ἄλλον λόγον καὶ ἐπὶ τοῦ προφαινομένου τοῖς πλέουσι πύργου· ἤτοι παρὰ τὸ
15φῶς ἀνάπτειν τοῖς πλέουσιν· ἢ παρὰ τὸ φάω φάσω·
15οὗ ὁ παρατατικὸς, ἔφαον· οἷον, φάε δὲ χρυσόθρονος ἠώς. Ὁ δὲ Ὦρος λέγει, ὅτι τῇ Καρίᾳ προσπλεύσαντος Ἀλεξάνδρου, ἡ Ἑλένη παρεκάλει Φάρον τινὰ κυβερ‐ νήτην, Κᾶρα τῷ γένει, διασῶσαι αὐτὴν εἰς Λακεδαί‐
20μονα· καὶ τοῦτον, ἀναλαβόντα αὐτὴν, ἀπορριφῆναι
20εἰς Αἴγυπτον· ἔνθα, ὑπ’ ὄφεως πληγέντα, ἀποθανεῖν. Θάψασα δὲ αὐτὸν, ἀπ’ αὐτοῦ Φάρον ὠνόμασε. Φάρος οὖν, εἰ μὲν ἀρσενικῶς, σημαίνει τὸν τόπον· εἰ δὲ θηλυκῶς, τὴν πόλιν· εἰ δὲ οὐδετέρως, τὸ ἱμάτιον. Ἔστι δὲ ὁμώνυμον.
25Φαρῶ: Σημαίνει τὸ ἀροτριῶ· ἀπὸ τοῦ ἀρῶ,
25πλεονασμῷ τοῦ φ· παρ’ ὃ καὶ ἄφαρον, τὴν λιπαρὰν γῆν καὶ τὴν πολλάκις ἀροτριωθεῖσαν· Καλλίμαχος, ἄφαρον φαρόωσι· μέλει δέ φιν ὄμπνιον ἔργον. Τὸ Δήμητρος δηλονότι. Ἢ ἄφαρον, τὴν μηδὲν
φέρουσαν. Ζήτει εἰς τὸ ἀφάροτος.
30 Φάρυγξ: Παρὰ τὸ φέρω, δι’ ἧς φέρεται τὸ πνεῦμα. Φέρω φέρος καὶ φάρος· καὶ παρώνυμον, φάρυγξ. Ὡς Λυκόφρων, ἐτύμβευσεν φάρῳ. Ἀντὶ τοῦ φάρυγγι. Ὦρος δὲ λέγει, δι’ ἧς φέρεται
35ἡ ἰϋγὴ, ὅ ἐστιν ἡ φωνή. Ἰστέον ὅτι φάρυγξ φάρυ‐
35γος δι’ ἑνὸς γ κλίνεται· καὶ θηλυκῶς μᾶλλον εἴωθε λέγεσθαι, ὡς Ἀττικοὶ χρῶνται· ἀρσενικῶς γὰρ Δωριεῖς προφέρουσιν. Ὁμοίως δὲ καὶ λάρυγος Ἀτ‐ τικῶς. Φαρυγίνδην: Ὡς ἀριστίνδην, σκώπτοντες τὴν
40γαστριμαργίαν τῶν χορευτῶν Ἀττικοὶ λέγουσι.
40Ῥητορική.
40 Φάσγανον: Παρὰ τὸ σφάζω, σφάγανον· καὶ ὑπερθέσει φάσγανον· ἢ σπάγανόν τι ὂν, παρὰ τὴν σπάσιν· ἢ παρὰ τὸ φᾶσθαι, ὅ ἐστι φονεῦσαι. Φάτο: Φημὶ, τὸ λέγω· (σημαίνει γὰρ καὶ τὸ φονεύω·) ὁ μέλλων, φήσω· ὁ δεύτερος ἀόριστος, ἔφην·
45ὁ μέσος, ἐφάμην, ἔφασο, καὶ ἔφαο· ὅθεν καὶ Ἰωνι‐ κῶς τὸ προστακτικὸν, φάο· τὸ τρίτον, ἔφατο· καὶ τὸ ἀπαρέμφατον, φᾶσθαι. Ἢ ἐκ τοῦ φῶ, τὸ φαί‐ νομαι, παράγωγον, φημὶ φήσω, ἐφάμην, ἔφατο· συγκοπῇ, φάτο· οἷον,

788

(50)

Ὣς φάτο. Φάσις: Λέγεται μὲν καὶ [ἐπὶ] δημόσιον ἐγκλή‐ ματος, ὅτάν τις ἀποφαίνῃ [τι] τῶν δημοσίων ἔχοντά τινα μὴ πριάμενον· λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανι‐ κῶν οἴκων· ὅταν γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι
55τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βου‐
55λόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ. Ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν ἐμεμίσθωτο. Τοῦ μὲν οὖν προτέρου τὰ μαρτυρία ἔστιν εὑρεῖν παρά

789

τε Δεινάρχῳ καὶ Δημοσθένει· τῆς δὲ περὶ τῶν ὀρφα‐ νικῶν [οἴκων] φάσεως, παρὰ Λυσίᾳ. Φασίμη κύλιξ: Παρὰ τὴν φάσιν, τὴν ἔνδειξιν. Φασιανός: Συκοφάντης, παρὰ τὴν φάσιν· ἢ
5παρὰ τὸ φαίνω ῥῆμα.
5Φασιανοί: Ἀλεκτρυόνες καὶ ὄρνεις τινές.
5 Φασκώλιον: Ἱμάτιον φορεῖον· φάσκωλον δὲ, μαρσίπιον. [Φάσκωλον:] Πήρα τὶς οὕτως ἐκαλεῖτο, ὡς Ἰσαῖος καὶ Λυσίας εἰρήκασιν. Οὕτως ἔχει εἰς τὸ Μέγα.
10φασκώλιον, τὸ δερμάτινον βαλάντιον, οἱονεὶ
10Ἀσκώλιον, τῷ ἀσκῷ ἐοικός· φάσκωλον δὲ, τὸ μέγα,
10εἰς ὃ τὰ ἱμάτια ἐμβάλλεται·
10[Καὶ πρός γε] μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβριθέστατον
ποιῶν τὸ φασκώλιον. Οὕτως εἶχεν εἰς τὸ αἱμωδεῖν. Εὗρον ἐγώ. Τὸ δὲ φάσκωλος, ἱμάτιόν ἐστιν ὃ φορεῖται· φασκώλιον, ἄγγος δεκτικὸν βιβλίων καὶ ἱματίων καὶ ἀργυρίου·
15τάχα δὲ ἐστὶ καὶ τὸ ποτήριον.
15 Φάτνη: Παρὰ τὸ φαγεῖν φάγνη καὶ φάτνη. Δύναται δὲ καὶ παρὰ τὸ πατῶ, τὸ ἐσθίω, ὡς τὸ πάσασθαι, πάτνη καὶ φάτνη. Φατνωτόν: Τὸ σανιδωτόν. Φατνώματα: Σανιδώματα, στέγη διάγλυφα.
20Ῥητορική.
20 Φατρία: Σύνταγμα. Ὦρος· οἷον πατρία, ὅταν ἀφ’ ἑνὸς καὶ εὐγενοῦς ἀνδρὸς, ὡς πατρὸς, κατὰ δια‐ δοχὰς ἐπέκτασιν λάβῃ τὰ γένη, τό τε ἐπί τινα ἀνα‐ φέρεσθαι, ὡς Ἡρακλεῖδαι, καὶ Ἀχαιμενίδαι ἀπὸ Ἀχαιμένους παρὰ Πέρσαις.
25 Φαυλία: Ἡ κότινος, καὶ ἁπλῶς εἶδος ἐλαίας. Ῥητορική. Φαύλια μῆλα: Εἶδός τι μήλων. Φαυλίζει: Εὐτελίζει, χλευάζει. Φαῦλος: Παρὰ τὸ φῶ, τὸ φαίνω, παράγωγον,
30φαύω, τὸ λάμπω, γίνεται φαῦλος, ὁ φανερούμενος
30εἰς ἃ ἐργάζεται· ἢ ὁ ἐπὶ αἰσχροῖς πράγμασι διάδηλος καὶ φανερός. Ἢ παρὰ τὸ παύω παῦλος καὶ φαῦ‐ λος· τὸ γὰρ κακὸν ταχὺ παύεται· τὸ δὲ καλὸν, οὐδέποτε. Φαῦλον: Σημαίνει δέκα· τὸ ἁπλοῦν, Εὐριπίδης
35Λικυμνίω,
35Φαῦλον ἄκομψον τὰ μέγιστ’ ἀγαθόν·
35ἁπλοῦν καὶ ἀπονήρευτον λέγεται· ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ τοῦ κακοῦ καὶ τοῦ τυχόντος· Πλάτων περὶ Ψυχῆς, Φαῦλον πρᾶγμα, ἔφη, ζητεῖς· καὶ, φαῦλον πρᾶγμα ἔσται, τὸ τυχὸν πρᾶγμα.
40Καὶ ἐπὶ τοῦ ἁπλῶς πρὸς τῷ οὐ τὸ τυχόν. [Πλάτων,]
40 Πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς· τάττοιτο δ’ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ, ὅταν ἀντιδια‐ στέλληται πρὸς τὸ σπουδαῖον. Τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ μεγάλου· Σοφοκλῆς Αἰχμαλώτισιν,
45Εἰ μικρὸς ὢν, τὰ φαῦλα νικήσας ἔχω·
45καὶ ἐπὶ τοῦ ῥᾳδίου Πλάτων Πολιτειῶν πρώτῳ,
45 Καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν· καὶ τούτου δ’ ἔτι ἐγὼ φαυλότερον· τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου, ὡς Δημοσθένης· καὶ ἐπὶ τοῦ ταπεινοῦ καὶ πένητος καὶ ἀδόξου καὶ ἀνοήτου. Ῥητορική. Διαφέρει δὲ

789

(50)

φλαύρου. Φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ

789

(50)

κοῦφον κακόν· φαῦλον δὲ, τὸ μέγα. Φαυλίζω: Ἐνεμέσιζε δὲ καὶ ἀπεφαύλιζε τὰ λεγόμενα. Φαύστιγγες: Οἱ ἐκ τοῦ πυρὸς ἐν ταῖς κνήμαις
σπῖλοι. Οὕτως Ἀριστοφάνης.
55Φαιδρωπόν: Τὸ τερπνὸν καὶ χάριεν πρόσωπον.
55 Φαίδιμος: Ὁ λαμπρός· παρὰ τὸ φαίνω, φαί‐ νιμος καὶ φαίδιμος. Φαίνων: Δεικνύων· ἀπὸ τοῦ φαείνω, ἀποβολῇ

790

τοῦ ε, καὶ κατὰ συναίρεσιν, φαίνω, ὡς ἀείρω, αἴρω. Φαινόμενα, οὐ μέντοι ὄντα γέ που τῇ ἀληθείᾳ· Πλάτων.
5Φαιόν: Χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ,
5ἤγουν μύϊνον.
5 Φαινόλης: Χιτών· οἱ δὲ παλαιοὶ ἐφεστρίδα. Ὡς τὸ, Καὶ τὸν φαινόλην ἀποδύσασθαι· τουτέστι τὸ ἱμάτιον. Παρὰ τὸ φαίνεσθαι ὅλον. Ῥητορική.
10Φελόνης: Εἰλητὸν τομάριον, βέμβρανον· ἢ
10γλωσσόκομον, ἢ χιτώνιον. Ῥητορική.
10 Φελλός: Ὄρος ἐστὶν ἐν Ἰταλίᾳ, ἐν ᾧ γίνονται πεῦκαι ὑπερμεγέθεις· ἐκ δὲ τούτων τῶν δένδρων γίνεσθαι τοὺς φελλοὺς, οἷς κέχρηνται πρὸς κουφισμὸν τῶν σωμάτων. Φελλέα: Τὰ πετρώδη καὶ αἰγίβοτα χωρία, ὡς
15Ἰσαῖος.
15Φελλεύς: Σκλῆρος ποσῶς καὶ πετρώδης τόπος.
15Ῥητορική.
15 Φενακισθέντες: Χλευασθέντες, ἀπατηθέντες· ἀπὸ τοῦ φενακίζω· τοῦτο, παρὰ τὸ τὰς φρένας αἰκίζειν. Φενακίζειν οὖν, τὸ ἀπατᾶν· ὅπερ οἱ ἀρ‐ χαῖοι φηνακίζειν ἔλεγον. Πεποίηται δὲ τοὔνομα κατ’ ἐναλλαγὴν γράμματος, παρὰ τὴν πηνίκην, ἥτις
20ἐστὶ περίθετος κόμη, διαπατῶσα τοὺς πολλούς· ἢ παρὰ τὸ φενάκη· ἔστι δὲ κόσμος γυναικεῖος, ἡ λεγομένη οὐρά. Τὸ ΦΕ, ψιλόν. Ἢ παρὰ τὸ ΦΗ‐ λοῦν πεποίηται, ὅπέρ ἐστι τὸ ἀπατᾶν. Φέναξ: Χλευαστὴς, ἀπατεών.
25Φεννίς: Παιδιὰ διὰ σφαίρας γινομένη· ἔστι
25καὶ φενίνδα, ἀπὸ τοῦ φενακίνδα, κατὰ συγκοπήν. Ἀπὸ τῆς ἀφέσεως τῶν σφαιριζόντων· ἢ ἀπὸ τοῦ φενακίζειν ἐν τῷ ῥίπτειν, καὶ μὴ ῥίπτειν ἐκεῖσε, ἀλλ’ ἑτέρωσε· ἢ ἀπὸ Φενεστίου τοῦ ἐφευρόντος αὐτήν. Φεραυγής: Κατάλαμπρος, ὁ φέρων τὴν αὐγήν.
30[Φερέγγυσσος:] φερέγγυος, ἀξιόπιστος ἐγγυ‐
ητὴς, φέρων τὸ βέβαιον, ἀσφαλής. φέρειν λέγεται καὶ τὸ λαμβάνειν· καὶ μισθο‐ φόρος ἀπὸ τούτου. Φέρεκλος: Ἁρμόζον ὄνομα τέκτονι, οἷον φερέ‐
35κλωνός τις ὤν.
35 Φερέοικος γρ. καὶ φέροικος: Ὁ κοχλίας [καὶ ἡ χελώνη·] ἔνιοι δὲ ζῷον λευκὸν ὅμοιον γαλῇ, ὑπὸ δρυσὶ καὶ ἐλαίαις γινόμενον, βαλανηφάγον, οὕτω καλούμενον ὑπ’ Ἀρκάδων· οἱ δὲ, ζῷον σφηκὸς εὐμε‐ γέθους μέγιστον.
40Φερέσβιος: Ζωοποιός. Ῥητορική. Ὡς φερέ‐
40πονος, καὶ τὰ ὅμοια, οὕτω καὶ φερέβιος· καὶ πλεο‐ νασμῷ τοῦ ς. Περὶ Παθῶν. Φέρενα: Τοῦτο κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς λέγουσι τὴν φερνὴν φέρενα· ἴσως προφερέστερον, παρὰ τὸ φέρειν· προὶξ γάρ ἐστιν· ἦν γὰρ ἠλογη‐
45μένον τὸ φέρνη· τὰ γὰρ εἰς ΝΗ λήγοντα δισύλλαβα,
45ἔχοντα πρὸ τέλους τὸ ρ, βαρύνεται, οἷον τάρνη, πτέρνη· μόνον τὸ φερνὴ ὀξύνεται. Ἐὰν δὲ δώσῃ τὶς τὸν πλεονασμὸν Αἰολικὸν εἶναι, καὶ εἴπῃ φέρενα, καὶ μιμήσηται τὸ Ἑλένη, ἀπολέλυται τὸ ἠλογημένον. Περὶ Παθῶν. Εὐριπίδης Μηδείᾳ. Φερνὴν δὲ τὴν

790

(50)

προῖκα καὶ Αἰσχίνης καὶ Μένανδρος· ἀπὸ τοῦ ἐπι‐ φέρεσθαι αὐτήν. Φέρνιξ: Προίξ· ἀπὸ τοῦ φέρειν ὄνησιν. Φερσεφόνη: Παρὰ τὸν φέρσω μέλλοντα, ἡ φέρουσα πάντα καὶ φθείρουσα· ἡ αὐτὴ γάρ ἐστι τῇ
55γῇ.
55Φερέτρῳ: Τῇ τῶν νεκρῶν κλίνῃ· παρὰ τὸ
55φέρειν.
55 Κείμενον ἐν φέρτρῳ. Ἰλιάδος ςʹ. Φέριστον: Κράτιστον, ἐξοχώτατον· ἢ ἀγαθόν. Φέρτερον: Κρεῖττον, ἢ ταχύτερον. Ῥητορική.

791

Ἀπὸ τῶν ἀχθοφόρων. Καὶ ἀφαυρότερος, ὁ τοῦ φέρειν οἵουτε ἥττων κατὰ δύναμιν. Γίνεται δὲ τὰ συγκριτικὰ ἀπὸ ὀνόματος, ὡς τὸ ὀξὺς, ὀξύτερος· ἀπὸ ῥήματος, ὡς φέρω φέρτερος· ἀπὸ ἐπιρρήματος, ὡς
5πάλαι παλαίτερος.
5 Φευκτέος: Τὰ ἀπὸ τῶν εἰς ΟΣ ὀξυτόνων, διὰ τοῦ ΕΟΣ γινόμενα, διὰ τοῦ ε ψιλοῦ γράφεται, ψεκτὸς, ψεκτέος· φευκτὸς, φευκτέος. Φέψαλος: Σπινθὴρ ὁ ἀναφερόμενος ἐκ τῶν καιο‐
μένων ξύλων. Ῥητορική.
10 Φείδομαι: Παρὰ τὸ φεύγειν τὸ δοῦναι· ἢ παρὰ τὸ φεύγομαι, φεύδομαι· καὶ τροπῇ τοῦ υ εἰς ι, φεί‐ δομαι. Τοῦ δὲ Φιδὸς ὀνόματος γράφεται τὸ ΦΙ διὰ τοῦ ι· εἰ γὰρ ἐγράφετο διὰ διφθόγγου, φοῖδος ἂν ἐλέγετο τὸ ῥηματικὸν ὄνομα. Τοῦ Μεγάλου ἐστίν.
15 Φειδωλός: Φειδόμενος, κνιπός. Παρὰ τὸ φείδω φειδωλὸς, ὁ φεύγων τὸ διδόναι· καὶ φειδυλὸς, ὁμοίως· καὶ Φείδων ὄνομα κύριον μετοχικὸν, ὡς λάμπω Λάμπων, καὶ στίλβω Στίλβων. Φειδώ: Πρόνοια, φεισμονὴ, εὐσπλαγχνία. Ση‐
20μαίνει δὲ καὶ τὴν φροντίδα· οἷον, Οὐ γάρ τις φειδὼ νεκύων κατατεθνειώτων γίνεται. Ἰλιάδος ηʹ. Φηγός: Δρῦς, ἢ πεύκη. Παρὰ τὸ φώγεσθαι, ὅ ἐστι
25καίεσθαι. Τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες, τὰ ἔξω
25ἔκαιον πρὸς θέρμην. Ἢ παρὰ τὸ φαγεῖν ἐξ αὐτῆς τὰς βαλάνους τοὺς ἀνθρώπους. Καὶ φήγινος, δρύϊνος. Φηγαιεῦσι: Δῆμος τῆς Αἰαντίδος. Φηγοῦς: Δῆμος τῆς Ἐρεχθηΐδος. Φῆναι: Ἢ δεύτερος ἀόριστος ἐστὶν, ὡς τὸ
30στῆναι· ἢ πρῶτος ἀόριστος, ἔφανα, φᾶναι, καὶ φῆναι
30Ἰωνικῶς, ὡς μιᾶναι μιῆναι. Φήῃ: Εἰς τὸ ἁλῴη. Φηλώματα: Ἐξαπατήματα· φηλοῦν γὰρ τὸ ἀπατᾶν· καὶ φηλώσεις, τὸ ἀπατήσεις· ἔνθεν καὶ φήληξ τὸ ἠρέμα πεπανθὲν σῦκον· καὶ φήληκας δὲ
35φαμὲν, τὰ διαπατῶντα τὰς ὄψεις σῦκα, ὡς εἴη πέπειρα. Φήμη: Ὡς ἀπὸ τοῦ γνώσω γίνεται γνώμη, οὕτως φήσω φήμη, παρὰ τὸ φῶ· τοῦτο παρὰ τὸ φῶς· φῶς γὰρ τῶν πραγμάτων οἱ λόγοι. Γράφεται δὲ καὶ φῆμις διὰ τοῦ ι, ὡς ἐν Ἰλιάδος κʹ,
40Εἴ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο.
40Φῆσι: Κατ’ ἐπέκτασίν ἐστι τῆς ΣΙ συλλαβῆς,
40ἀπὸ τοῦ ἐὰν φῶ, ἐὰν φῇ. Εἰς τὸ παμφανόωντα. Ἰστέον ὅτι τὸ φημὶ, γινόμενον μὲν ἀπὸ τοῦ φῶ, οὐκ ἀναγκάζεται διπλασιάζεσθαι καὶ γενέσθαι φίφημι, ὡς τίθημι, ἐπειδὴ τὰ ἐγκλιτικὰ οὐ θέλει ὑπερβαίνειν τὴν δισυλλαβίαν.
45Φηρῇ: Οἷον,
45 ἐϋκτιμένῃ ἐνὶ Φηρῇ· τὸ Φηρῇ περισπᾶται κατὰ τὴν παράδοσιν· ἡ μέντοι ἀναλογία ἀξιοῖ βαρύνεσθαι· τὰ γὰρ εἰς ΡΑ δισύλ‐ λαβα μονογενῆ τῷ η παραληγόμενα βαρύνεται, Ἥρα. Φήις: Εἰς τὸ βῆ. Δεῖ γινώσκειν, ὅτι τὸ

791

(50)

ἢ φῂς τοῦτο κάκιστον

791

(50)

ἐνεστώς ἐστι δευτέρου προσώπου, καὶ σὺν τῷ ι γράφεται· καὶ ὅσον κατὰ ἀναλογίαν οὐκ ὤφει‐ λεν ἔχειν τὸ ι· τὰ γὰρ εἰς ΜΙ τροπῇ τῆς ΜΙ εἰς ς τὸ δεύτερον ποιοῦσιν. Εἰ οὖν τὸ φημὶ οὐκ ἔχει τὸ ι, (τὰ γὰρ εἰς ΜΙ οὐ θέλει διφθόγγῳ παρα‐
55λήγεσθαι, χωρὶς τοῦ εἰμὶ καὶ εἶμι,) δῆλον ὅτι οὐδὲ τὸ φῂς ὤφειλεν ἔχειν τὸ ι· ἀλλὰ κατὰ ἱστορίαν, ἤγουν κατὰ παράδοσιν, ἔχει τὸ ι προσγεγραμμένον.

792

Πότε γὰρ τῇ ἱστορίᾳ χρώμεθα; Ἡνίκα τὶ κατὰ παράδοσιν γράφεται, ὥσπερ τὸ σκείρω. Ἰστέον δὲ ὅτι ἡ ἱστορία διττή ἐστιν· ἔστι γὰρ ἡ χρῆσις, ἥτις καὶ ὡς ὕλη ὑπόκειται τῇ ὀρθογραφίᾳ· λέγεται δὲ
5ἱστορία καὶ ἡ μαρτυρία τῶν ἀρχαίων καὶ ἐνδόξων
5ἀνδρῶν· ἥτις καὶ ὄργανόν ἐστι τῆς ὀρθογραφίας. Διὰ τοῦτο καὶ ἔσχατον τέτακται ἡ ἱστορία, ἐπειδὴ οὐκ ἀεὶ κεχρήμεθα αὐτῇ, ἀλλ’ ὅτε οὐ δυνατόν ἐστι τὴν λέξιν διὰ τῶν ἄλλων κανόνων ὀρθῶσαι, ἀναλο‐ γίας, διαλέκτου, ἢ ἐτυμολογίας· τούτου χάριν τελευ‐
10ταία ἐτάγη. Τινὲς δὲ θέλουσι λέγειν παρὰ τὸ φῄς· ὅτι τὸν μὲν τόνον ἀπὸ τῶν εἰς ΜΙ ἔσχε· τὴν δὲ γραφὴν, ὡς ἀπὸ τῶν εἰς ω, ἀπὸ τοῦ φῶ· τὰ γὰρ εἰς ω θέλει ἔχειν ἐν δευτέρῳ καὶ τρίτῳ προσώπῳ δί‐ φθογγον μετὰ τοῦ ι. Ἄλλοι δὲ θέλουσιν αὐτὸ εἶναι
15Δωρικὸν, ὥσπερ τὸ ζῇς· οἷστισι καὶ ὁ τόνος ἀντί‐
15κειται, ὤφειλε γὰρ περισπᾶσθαι· καὶ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν· ὤφειλε γὰρ ἀποβολῇ τοῦ ς ποιεῖν τὸ γʹ. Φθάμενος: Φθάσας. Ἐκ τοῦ θέω, τὸ τρέχω, πλεονασμῷ τοῦ φ, φθέω, ἔστι φθῶ, σημαῖνον τὸ
20καταλαμβάνω· ὅθεν Ἰλιάδος λʹ,
20Φθῆσε τέλος θανάτοιο·
20οὗ παράγωγον, φθῆμι· ὁ παθητικὸς ἐνεστὼς, φθάμαι· ἡ μετοχὴ φθάμενος, Ὅς μ’ ἔβαλε φθάμενος, Ἰλιάδος εʹ. Οἱ δὲ φασὶν ἀπὸ τοῦ φθαζόμενος, κατὰ συγκοπήν· ὡς οἶμαι, οὐ καλῶς. Τὸ δὲ φθῶ γίνεται ἀπὸ
25τοῦ φθίω, τὸ φθείρω· οἱ γὰρ καταλαμβάνοντες φθείρουσι
25τὸν δρόμον καὶ ἐλαττοῦσι τοῦ καταλαμβανομένου. Φθάνει: Προήκει, προλαμβάνει· παρὰ τὸ φθείνω. Ἐκ δὲ τοῦ φθάζω φθάσω γίνεται τὸ ὑποφθὰς, ἀντὶ τοῦ προφθάσας, προλαβών. Φθαίη: Ἀπὸ τοῦ φθάς φθάντος, τὸ εὐκτικὸν,
30φθαίην, φθαίης· καὶ παραφθαίη, Ἰλιάδος κʹ, ἀντὶ τοῦ παραδράμοι, φθάσοι, παρέλθοι, προλάβοι. Ση‐ μαίνει καὶ τὸ φθείρειν. Τὸ δὲ φθὰς μετοχή ἐστιν, ἀπὸ τοῦ φθῆμι, ἔφθην. Φθέγμα: Ὁ μὲν Ὦρος δι’ ἑνὸς γ λέγει γρά‐
35φεσθαι· ὁ δὲ Ἡρωδιανὸς, διὰ δύο, φθέγγμα· καὶ ἴσως παρὰ τὸ φθέγγομαι· τὸ δὲ φθέγγεσθαι κατὰ πλεονασμὸν τοῦ θ γίνεται· παρὰ γὰρ τὸ φῶ, τὸ λάμπω, γίνεται φέγγος· καὶ φέγγω, φθέγγω· παρὰ τὸ εἰς φῶς ἄγειν τὰ τοῦ νοῦ.
40 Φθείρ: Παρὰ τὸ φθείρω, ἡ ἀπὸ φθορᾶς σωμα‐ τικῆς γινομένη. Λέγεται δὲ φθεὶρ καὶ ὁ τῆς πίτυος καρπὸς, τὰ λεγόμενα στροβίλια.
Φθειρῶν τ’ ὄρος ἀκριτόφυλον: Ὁ μὲν τεχνι‐ κὸς διὰ τοῦ ι γράφει, λέγων ὅτι παρὰ τὸ Φθεὶρ
45γέγονε, τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνος. Ἕτεροι δὲ διὰ διφθόγγου λέγουσι, παρὰ τὸ φθεὶρ, ὃ σημαίνει τὴν πίτυν· εἰσὶ γάρ τινες πίτυες φθεῖρας ποιοῦσαι. Τὸ ὄρος τὸ ἔχον φθεῖρας, τουτέστι πίτυας. Οἱ δὲ, παρὰ τὸ φθεὶρ λέγουσιν ὁ λῃστὴς, τουτέστιν ὁ

792

(50)

φθείρων· οἱονεὶ, τὸ ὄρος τῶν λῃστῶν. Οἱ δὲ, ὅτι φθεῖρες λέγονται οἱ θῆρες, παρὰ τὸ φθείρειν· τὸ ὄρος τῶν θηρῶν. Λυκόφρων. Φθισήνωρ: Σημαίνει τὸν φθείροντα τοὺς ἄνδρας. Ἔστι φθείω, διὰ τῆς ΕΙ διφθόγγου· ἔστι καὶ φθίω,
55διὰ τοῦ ι· ἔστι καὶ φθῖμι διὰ τοῦ ί. Ἀμφότερα δὲ
55σημαίνει τὸ φθείρω· ὅθεν τὸ, φθίσει τὲ τεὸν μένος, Ἰλιάδος ζʹ· εἴτε ἀπὸ τοῦ φθείω, εἴτε ἀπὸ τοῦ φθίω· ἐξ οὗ καὶ τὸ φθιᾶσθαι. Πλεονασμῷ τοῦ ν, γίνεται

793

φθίνω· ὅθεν φθινύθω, τὸ σημαίνει φθείρομαι· καὶ φθι‐ νόπωρον, παρὰ τὸ φθίνειν τὴν ὀπώραν ἐν τῷ αὐτῷ. Φθισίμβροτος: Ἡ διαφθείρουσα τὸν ἄνδρα· παρὰ τὸ φθίω φθίσω.
5 Φθόϊς φθοῖς: Ὄνομα πλακοῦντος· [οὗ τὴν κατασκευὴν οὕτω τὶς περιλαλεῖ· τυρὸν ἐκπιέσας, τρίβε· καὶ ἐμβαλὼν εἰς κόσκινον χάλκεον, διήθει· εἶτα ἐπίβαλον μέλι, καὶ σιλίγνεως ἡμίναν, ὅ ἐστιν ἥμισυ μέτρου· καὶ συμμάλαξον εἰς ἕν.]
10 Φθιῶται: Ἐκαλοῦντο οἱ τοῦ Ἀχιλλέως· ἀπὸ τῆς Φθίας χώρας, Φθιώτης· Φθίοι δὲ, οἱ τοῦ Πρω‐ τεσιλάου, ἀπ’ ἀνδρὸς Φθίου τοὔνομα. Φθόη: Τὴν νῦν φθίσιν λεγομένην οὕτως ἐκάλουν, ὡς Δημοσθένης. Ἢ ὄνομα πάθους ἐξ αἵματος
15ἀναγωγῆς.
15 Φθίσις: Ἡ σῆψις. Φθόνος: Πάθος λύπης ἐπὶ τῇ τῶν πέλας εὐ‐ πραγίᾳ. Ὦρος, παρὰ τὸ φθάνειν· οἱ δὲ, παρὰ τὸ φόνων παραίτιον εἶναι πολλάκις· εἴγε βάσκανος, παρὰ τὸ τοῖς φάεσι καίνειν. Ἐγὼ δὲ οἶμαι, παρὰ
20τὸ φόνος, φθόνος.
20 Φθορά: Παρὰ τὸ φθίσθαι ῥᾷον, ἤτοι σήπεσθαι εὐχερῶς. Φιάλη: Κατὰ μετάθεσιν τοῦ π εἰς φ, πιάλη τὶς οὖσα, παρὰ τὸ πίω, ἡ τὸ πιεῖν ἅλις παρέχουσα,
ὅ ἐστι δαψιλῶς.
25Φιαρός: Ὁ λαμπρός. Καλλίμαχος,
25φιαρὴ τῆμος ἀνέσχεν ἕως·
25παρὰ τὸ φάος, φαερός· τροπῇ τοῦ ε εἰς ι, καὶ
25ὑπερθέσει, φιαρός. Φιβάλεως: Γένος συκῆς. Λέγουσι δὲ οὕτως καὶ τὰς μυρρίνας. Ἀπολλοφάνης τὰ σῦκα, φιβάλεα· καὶ φιβαλέαι ἰσχάδες. Φιλακίζεται: Χαριεντίζεται.
30 Φιλαπεχθήμων: Φιλομίσητος, φίλεχθρος, φι‐ λόμισος. Φιλεῖ γάρ πως: Τέρπεται γάρ πως, ἢ ἔθος γάρ πως. Φίλεργος: Φιλόπονος.
35Φιλεριστῆσαι: Φιλονεικῆσαι.
35Φίλαι: Ἰλιάδος κʹ,
35νῦν αὖτέ με φίλαι Ἀθήνη·
35ἀντὶ τοῦ φιλοφρόνησον, καὶ φίλον ἥγησαι. βʹ
35προσώπου Ἰωνικῶς. Φιλαμένη δημήτερα: Ἀπὸ τοῦ φιλῶ, φι‐ λήσω· ὁ ἀόριστος πρῶτος κατὰ συγκοπὴν, ἔφιλα· ὁ μέσος, ἐφιλάμην· ἡ μετοχὴ, φιλάμενος· καὶ τὸ θηλυκόν. Ἢ ἀπὸ τοῦ φίλος, φίλλω· ὁ μέλλων,
40φιλῶ· ὁ ἀόριστος, ἔφιλα.
40 Φιλέεσκεν: Φιλῶ, φιλήσω· καὶ οἱ Δωριεῖς τρέπουσι τὸ η εἰς δύο ΕΕ, καὶ γίνεται φιλεέσω· καὶ πλεονασμῷ τοῦ κ, φιλεέσκω· ὁ παρατατικὸς, ἐφι‐ λέεσκον. Φίλιος ζεύς: Ὁ τὰ περὶ τῆς φιλίας ἐπι‐
45σκοπῶν.
45Φιλλεῖδαι: Γένος Ἀθήνῃσι.
45 Φιλῖνος: Τὰ διὰ τοῦ ΙΝΟΣ ὀνόματα, ἢ κύρια εἰσιν, ἢ ἐθνικὰ, οἷον Σκοπελῖνος, Ἀκραγαντῖνος, ὁ πολίτης· ἢ ἐπίθετα, ὡς τὸ, ῥιγῖνος, ὁ δεινός· ἢ προσηγορικὰ, ὡς ἐχῖνος, γελασῖνος· (γελασῖνοι δέ εἰσιν αἱ γινόμεναι κοιλότητες εἰς τὸ πρόσωπον ἐκ

793

(50)

τοῦ γελᾶν·) ἢ ὑποκοριστικὰ, οἷον φιλῖνος· (σημαίνει δὲ τὸν φίλον·) παλλακῖνος, ὁ ἀπὸ παλλακῆς. Ταῦτα δὲ, εἰ μὲν ἀπὸ ὀνόματος παραχθῶσιν, ἢ ἀπὸ εὐθείας, ἢ ἀπὸ γενικῆς παράγονται, φίλος, φιλῖνος· ἀγαθὸς, ἀγαθῖνος· εἰ δὲ ἀπὸ ῥήματος, ἢ ἀπὸ ἐνεστῶτος, ἢ
55ἀπὸ μέλλοντος· ἔχω ἐχῖνος· πράξω, πραξῖνος. Τὸ δὲ σεβεῖνος διὰ διφθόγγου γράφεται. Φιλήτης, φιλητής: Ὀξυνόμενον μὲν σημαίνει τὸν ἐρα‐

794

στήν· παροξυνόμενον δὲ, τὸν κλέπτην· παρὰ τὸ ὑφε‐ λέσθαι γίνεται ὑφειλέτης· καὶ κατὰ ἀφαίρεσιν τοῦ υ καὶ τοῦ ε, καὶ ἐκτάσει τοῦ ε εἰς η, γίνεται φι‐ λητής. Πολλὰ δὲ πάθη ἐνταῦθα γέγονε. Λέγει
5δὲ ὁ Τρύφων, ὅτι συνέπαθεν ἡ φωνὴ τῷ σημαινο‐ μένῳ, ὡς ἡμισυκύκλιον, ἡμικύκλιον· λείπω, λιμός· ὁ
γὰρ κλέπτης ἔνδειαν ποιεῖ· οὗ χάριν καὶ φωνῆς ἔν‐ δειαν ἀνεδέξατο. Κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι ὥσπερ παρὰ τὸ οἰκῶ γίνεται οἰκέτης, καὶ γαμῶ γαμέτης,
10οὕτω καὶ παρὰ τὸ φιλῶ φιλέτης· ἐν ἐκτάσει τοῦ ι,
10καὶ τροπῇ τοῦ ε εἰς η· παρὰ τὸ φιλεῖσθαι, κατ’ ἀντίφρασιν, ὁ μισούμενος. Φίλος: Ἀπὸ τοῦ γινομένου κατὰ τὸ φιλεῖν ἤχου· ἢ παρὰ τὸ πίνω· ἀπὸ γὰρ συμποσίων εἰώθασιν οἱ φίλοι γίνεσθαι. Τοῦτο δὲ, καὶ τὸ ἀνὴρ, καὶ
15ἀνεψιὸς, καὶ Ἀπόλλων, καὶ Ἄρης, παρὰ τῷ ποιητῇ καὶ ἐκτείνεται καὶ συστέλλεται. Ἐκ δὲ τοῦ φίλος, καὶ φιλόω φιλῶ, τὸ ἀγαπῶ, φιλώσω· ἐξ οὗ καὶ τὸ φιλωθείς. Φιλοθεάμονες: Φιλοθεωρηταί.
20Φιλοδεσποτεύομαι: Οὕτως Ἀναξίλας.
20 Φιλοστοργότερος: Ἀπὸ τοῦ φιλόστοργος. Οὐ γάρ ἐστι σύνθετον, ἀλλὰ παρασύνθετον. Εἰ γὰρ ἦν σύνθετον, ὤφειλεν εἶναι κοινὸν τῷ γένει, ὡς τὸ φιλό‐ τεκνος. Φιλοκομπῶν: Μεγαλορρήμων, ἑαυτὸν ὑψῶν.
25Φιλοκτέανος: Φιλοχρήματος, φιλοκτήμων.
25 Φιλοκτεανώτατος: Παρὰ τὸ φίλος καὶ τὸ κτέανον· τοῦτο παρὰ τὸ κτῶ κτάνον, ὡς τύπτω, τύ‐ πανον· καὶ πλεονασμῷ τοῦ ε, κτέανον.
30 Φιλομμειδής: Φιλόγελως· παρὰ τὸ μέδειν, τὸ βασιλεύειν, καὶ τὸ φιλεῖν, κατὰ πλεονασμὸν τοῦ ι· ἢ παρὰ τὸ μειδιῶ, τὸ γελῶ. Φιλοπότης: Ἰστέον ὅτι διαφέρει· φιλοπότης
35μὲν διὰ τοῦ ο μικροῦ, ὁ φιλῶν πότους καὶ συμ‐ πόσια· φιλοπώτης δὲ διὰ τοῦ ω μεγάλου, ὁ φιλῶν πολλὰ πίνειν· πῶμα γὰρ τὸν ποτὸν, καὶ οὐ πόμα. Οὕτως Ἡρωδιανὸς εἰς τὰ ζητούμενα τῶν μερῶν τοῦ λόγου.
40Φιλόπονος: Φιλεργὸς, ὁ περὶ τὸ πονεῖν πρό‐
40θυμος.
40 Φιλοσοφεῖν: Σπουδάζειν, ἢ πονεῖσθαι. Φιλότης: Σημαίνει δύο· τὴν συνουσίαν· ὡς τὸ, Φιλότητα τραπείομεν εὐνηθέντε· σημαίνει καὶ τὴν φιλίαν, ὡς τὸ, ἢ φιλότητα μετ’ ἀμφοτέροισι τίθησι.
45 Φιλοτησία: Φιλία, δεξίωσις διὰ τῆς φιάλης· ἡ κύλιξ, ἣν κατὰ φιλίαν προὔπινον τοῖς φίλοις, οὕτως ἐκαλεῖτο· καὶ φιλοτησίαν προπίνειν ἐστὶν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν μέρος τὸ λοιπὸν παράσχῃ φίλῳ, χαρισάμενος αὐτῷ

794

(50)

καὶ τὴν φιάλην. Φιλοτίμως: Μεγαλοδώρως, ὑπερμέτρως, ἐπι‐ μελῶς. Φιλοτιμεῖται: Ἐπιδαψιλεύεται, μεγαλοφρονεῖ, σπουδάζει, ἀγαπᾷ.
55Φιλοτιμίας: Δωρεάς· ἢ πλεονεξίας, ἢ κενο‐
55δοξίας.
55Φιλοφροσύνη: Φιλοφρόνησις, φιλία. Φιλοφρονέστατα: Φιλικώτερα. Φιλοφρονούμενα: Παραμυθούμενα.

795

Φίλυδρα: Φιλοῦσα τὸ ὕδωρ. Φιλυδρίας: Φιλῶν τὸ ὕδωρ. Φιμοί: Κυβευτικὰ ὄργανα. Φίλυρα: Φυτὸν ἔχον φλοιὸν βύβλῳ παπύρῳ
5ὅμοιον, ἐξ οὗ τοὺς στεφάνους πλέκουσι. Φίλτερον: Πᾶν συγκριτικὸν εἰς ΡΟΣ λῆγον ὑπερδισύλλαβον ἐστί· τὸ μέντοι φίλτερον, καίτοι ὑπὲρ δύο συλλαβὰς ὂν, διαφωνεῖ ὡς πρὸς τὰ συγκρι‐
τικά· οὐκ ἔχει γὰρ τοῦ πρωτοτύπου τὸ ο. Πεποί‐
10ηται οὖν παρὰ τὸ φίλος, φιλώτερος· (ἐξ οὗ τὸ θηλυκὸν, Γελλὼ παιδοφιλωτέρα) καὶ κατὰ συγκοπὴν, φίλτερος. Φιλτέας: Παρὰ τὸ φιλῶ, φιλτὸς ῥηματικὸν
15ὄνομα· οὗ παρώνυμον Φιλτέας, ὡς πρῶτος, Πρωτέας·
15ἄριστος, Ἀριστέας. Φιλτέας δέ ἐστιν, ὁ καὶ
15καλούμενος ἱστορικὸς, ὁ τὰ Νάξια συνθείς. Φίλτρον: Δύναται παρὰ τὸ φίλω βαρύτονον εἶναι· καὶ ἀπὸ τοῦ φιλῶ περισπωμένου, φίλητρον· καὶ συγκοπῇ, φίλτρον. Φιμοί: Κυβευτικὰ ὄργανα· φιμός ἐστιν ὁ κα‐
20λούμενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο. Γίνεται ἀπὸ τοῦ σφίγγω σφιγμὸς, καὶ φιγμός. Καὶ φιμοῖ, ἄγχει, ἐπιστομίζει. Φινεύς: Παρὰ τὸ ἶφι καὶ τὸν νοῦν γίνεται, οἱονεὶ ὁ ἰσχυρὸν νοῦν ἔχων.
25Φινεές: Παρὰ τὸ φόνος.
25Φίσκος: Δημόσιον ταμιεῖον.
25 Φιτρῶν: Κορμῶν, ξύλων. Παρὰ τὸ φυτὸν φυτρὸν, καὶ φιτρόν· ἀπὸ τοῦ φύεσθαι ἐξ αὐτοῦ τὰ φυτά. Φιτύω: Σημαίνει τὸ φυτεύω. Ἡσίοδος, φιτύσατο φαίδιμον υἱόν·
30γίνεται ἀπὸ τοῦ φυτεύω, ἀποβολῇ τοῦ ε καὶ τροπῇ
30τοῦ ἐν τῇ ἀρχῇ υ εἰς τὸ ι. Καὶ φιτύσαι, τὸ γεννῆσαι, ἐπὶ τοῦ πατρὸς τίθεται· ἐπὶ δὲ τῆς μητρὸς, οὐκέτι, ἀλλὰ γεννῆσαι. Καὶ φιτύοντος μὲν, τοῦ γεννῶντος· λέγεται δὲ καὶ τὸ γέννημα, φίτυ. Εὔπολις Αὐ‐ τολύκῳ,
35ἤγαγε καινὸν φίτυ.
35Φηρσί: Κατὰ μετάθεσιν τοῦ θ εἰς φ, ἀντὶ τοῦ
35θηρσὶ, ὡς τὸ θλᾶν, φλᾶν. Φλᾶν: Τύπτειν, ἢ μαλάττειν· καὶ τὸ ἀναμα‐ λάττειν, ἀναφλᾶν Ἀριστοφάνης. Φλαῦρον: Εἰς τὸ φαῦλον. Φλυεία: Δῆμος τῆς Κεκροπίδος. Ἐκ τούτου
40δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητής. Φλήναφος: Δύο σημαίνει· φλήναφος, ἡ φλυ‐ αρία· καὶ φλήναφος, ὁ φλύαρος. Φλεβάζοντες. Βρύοντες· ἀπὸ τοῦ φλέω ῥή‐
45ματος· ἢ ἀπὸ μεταφορᾶς τῶν φλεβῶν.
45 Φλέβες: Ἀπὸ τοῦ τὸν φλογωδέστατον χυμὸν παρέχειν, τουτέστι τὸν τοῦ αἵματος. Φλέβες οὖν,
παρὰ τὸ δι’ αὐτῶν βαίνειν τὸ φλογῶδες. Φλέγμα: Παρὰ τὸ φλέγω φλέξω, κατὰ ἀντί‐ φρασιν· ψυχρότατον γάρ ἐστι· καὶ τὸ πικρὸν

795

(50)

φλέγμα λέγεται, οἷον χολή· οὐδὲ γὰρ ἀποκριθεῖσα πήγνυται. Ἐν δὲ τῷ, φλέγμα κακὸν φορέουσα, Ἰλιάδος φʹ, πύρωσιν καὶ φλόγωσιν σημαίνει· ἡ μεταφορὰ ἀπὸ τῶν ἑλκῶν τῶν διὰ φλεγμονὴν κινδυ‐
55νευόντων ἐκρήσσειν.
55Φλεγραία: Ὄρος Θρᾴκης.
55 Φλεγύαι: Ἰλιάδος νʹ· ἔστιν ὄνομα ἔθνους, οἳ καὶ Γυρτώνιοι λέγονται. Φλεγύας: Ἔστιν ἀετὸς, ἀπὸ τοῦ φλέγειν καὶ

796

λαμπρὸς εἶναι. Οἱ δὲ, ὄρνεον παραπλήσιον γυπί. Ἡσίοδος Ἀσπίδι, Μορφνοῖο φλεγύαο· τουτέστι μέλανος ἀετοῦ.
5Φλεδὼν καὶ φλεδωνεία: Ἡ φλυαρία. Ἀπὸ
5τοῦ φλέω, ὃ καὶ φλύω λέγεται, γίνεται φλεδὼν,
5καὶ φλεδονεύω.
5 Φλεήσιον: Τὸ Φλιάσιον πεδίον. Φλήναφος: Μωρολόγος, φλύαρος· παρὰ τὸ φλέω, (ὅπερ ταυτόν ἐστι τῷ φλύω· ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα· οἷον ἀνάδοσιν καὶ ἀναπομπὴν ἐποίει τοῦ ὕδατος·)
10γίνεται ὄνομα φλενὸς, ὡς δέω, τὸ εὐλαβοῦμαι, δενὸς
10καὶ δεινός· καὶ μεταθέσει τοῦ ε, φληνός. Εὐρι‐ πίδης παράγωγον ῥῆμα ἀπὸ τούτου ποιήσας φησὶν ἐν Κρήσσαις, Πρὶν ἂν ἐκφλῆναί με καὶ μαθεῖν λόγον· τὸ δὲ φληνὸς ὄνομα, προσλαβὸν τὸ φῶ ῥῆμα δηλοῦν
15τὸ λέγω, ἀποδίδωσι ῥῆμα φληναφῶ, τὸ φλυαρίας
15λέγω· καὶ φλήναφος, ὁ φλυαρίας λέγων· καὶ φλη‐ νάφου πράγματα, λήρου, λοιδόρου, ὕθλου. Πολλάκις δὲ τὰ σύνθετα τρέπουσι τὸ ο εἰς α, ὡς κυνόμυια, κυνάμυια· ποδόνιπτρα, ποδάνιπτρα. Φλιά: Τὸ πλάγιον τῆς θύρας, αἱ παραστάδες,
20ἐν ᾧ ἵσταταί τις καὶ ἐπερείδεται. Ἐκ τοῦ θλίβω θλίψω θλιὰ καὶ φλιὰ, ὡς θηρσὶ, φηρσί· διὰ τὸ στενὸν τῆς ὁδοῦ. Φλιδόωσα: Διερρωγυῖα. Νίκανδρος ἐν Θη‐ ριακοῖς.
25Φλιοῦντα: Τὸν Φλιοῦντα παρὰ Ξενοφῶντι ἀρ‐
25σενικῶς, Ἀττικῶς.
25Φλίει: Μιμητικὸς ἦχος τῶν γαμψωνύχων.
25 Φλόξ: Παρὰ τὸ φλέγω, φλέξω, φλὲξ καὶ φλόξ. Φλογμός: Καῦμα ἐκ πυρακτώσεως. Φλόγεα: Λαμπρὰ, πυρώδη· παρὰ τὸ φλέγω. Φλόνος: Λοχμῶδες φυτὸν, ᾧ ἀντ’ ἐλλυχνίου ἐχρῶντο.
30Φλοιός: Τὸ καλούμενον λέπος· παρὰ τὸ φλοῦς,
30φλοὸς καὶ φλοιός· ἢ παρὰ τὸ φλῶ, τὸ ἀναπέμπω καὶ ἀναδίδωμι, φλεὸς, καὶ φλοιός.
Φλοῖσβος: Τάραχος. Ὠνοματοπεποίηται δὲ ἡ λέξις· παρὰ τὸ φλέω, τὸ ἀναβράζω, φλόβος καὶ φλοῖβος· καὶ πλεονασμῷ τοῦ ς, φλοῖσβος. Ἢ
35παρὰ τὸ φλογίζω φλογισμός· ἀποβολῇ τοῦ γ, φλο‐ ϊσμός· συναιρέσει, φλοῖσμος· καὶ τροπῇ, φλοῖσβος, κατὰ ἀντίφρασιν, ἡ μὴ φλέγουσα. Φλύαρος: Μωρολόγος· παρὰ τὸ φλύω· ὁ ὑπερ‐ ζέων τοῖς λόγοις, καὶ ἀναπέμπων ἀκρίτως τὰ ῥήματα·
40φλύειν γὰρ τὸ ἀναζεῖν· ἔνθεν ἡ ἐκ θερμότητος ἀνά‐
40ζεσις λέγεται φλυκτίς· (καὶ, ἀνὰ δ’ ἔφλυε, τὸ ἀνέζει) καὶ φλύκταιναι, αἱ συνιστάμεναι φύσαι ἐν τῷ ὕδατι τοῦ ὑετοῦ. Φλῶ: Τὸ γέμω καὶ εὐκαρπῶ. Καὶ φλεὺς ὁ Διόνυσος ἐν Χίῳ ὀνομάζεται, παρὰ τὸ εὐκαρ‐
45πεῖν.
45 Φνεί: Δεῖ γινώσκειν, ὅτι οὐδέποτε λέξις Ἑλλη‐ νικὴ ἄρχεται ἀπὸ τοῦ φ καὶ ν· τὸ γὰρ Φναίτης ὄνομα παρ’ Αἰγυπτίοις, βάρβαρον· τὸ δὲ φνεὶ, ἐπι‐ τετηδευμένον ἐστὶ παρὰ Ἀριστοφάνει, μίμημα φω‐ νῆς ὀρνέου. Λέγουσι δὲ τινὲς, ὅτι τὸ φνεὶ οὐκ

796

(50)

ἄρχεται ἀπὸ τοῦ φ ν· οὐκ ἔστι γὰρ φνεὶ ἡ λέξις, ἀλλὰ τοφνεὶ, τοῦ ΤΟ μὴ ὄντος ἄρθρου, ἀλλὰ μέρους τῆς λέξεως· καὶ δῆλον ἐκ τοῦ μὴ εὑρίσκεσθαι αὐτὸ χωρὶς τοῦ ΤΟ παρά τισι. Χοιροβοσκός. Φοῖβος Ἀπόλλων: Καθαρὸς, ἁγνός· ἢ μάντις,
55καὶ ἀμίαντος· φοιβόϊκός τις ὢν, ὁ φοιβησίοις χρώ‐
55μενος, ὅ ἐστι καθαροῖς. Ἢ φαόβιος, παρὰ τὸ φάος καὶ τὸ βίος, ὁ καθαρὸν βίον ἔχων. Ἢ ὁ λαμπρὸν βιὸν ἔχων, ἤγουν ἀργυρότοξος. Ἢ ἀπὸ Φοίβης μαμμωνυμικῶς, ὡς Ἡσίοδος.

797

Φοῖβαι: Κυρίως αἱ καθαραὶ καὶ λαμπραὶ τρίχες· παρὰ τὸ φοῖβος. Φοιβάζω: Σημαίνει τὸ λαμπρύνω· καὶ φοιβά‐ σασα, τὸ λαμπρύνασα· παρὰ τὸ φοῖβον, τὸ καθαρὸν
5καὶ λαμπρόν· καὶ φοιβᾶσθαι, τὸ λαμπρύνεσθαι. Ἢ φοῖβος, παρὰ τὰς φοίβας, τὰς κόμας. Ἢ παρὰ τὸ φοιβάναι, τὸ καθάραι, ὡς τὸ, Φοιβανάτω δέ τις ἀσάμινθον· ἢ παρὰ τὸ φοιβάζειν, ἤγουν μαντεύεσθαι· οἷον,
10Δαφνηφάγον φοίβαζεν ἐκ λαιμῶν ὄπα.
10 Φοιβᾷδαι: Ἔχει τὸ ι· ἀπὸ γὰρ τοῦ φοιβαΐδης ἐστί. Φοίνικες: Πρότερον οἱ Φοίνικες ᾤκουν πρὸς τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐντεῦθεν αὐτοῖς τοὔνομα· φοι‐ νικοὶ γὰρ τὴν χροιὰν, ἀπὸ τῶν παρακειμένων αὐτοῖς
15πετρῶν [ἐρυθρόχρων] οὐσῶν· διὸ καὶ ἐρυθρὰ λέγεται.
15Ἐντεῦθεν μεταστάντες, τῆς Συρίας τὰ παραθα‐ λάσσια κατασχόντες, ὁμοίως ἐκαλοῦντο Φοίνικες, οὐκέτι ἐπωνύμως, ἀλλὰ παρὰ τὸ φοινὸν, ἤγουν τὸ ἐρυθρὸν καὶ πυρρόν. Ὅμηρος,
πᾶσι δὲ παρήϊον αἵματι φοινόν·
20γίνεται καὶ παρώνυμον, ἐκ τοῦ φοινὸς Φοίνιξ τὸ
20ἐθνικόν· ἔνθεν καὶ,
20 τὸ μὲν ἄλλο τόσον φοίνιξ ἦν· σημαίνει δὲ καὶ μουσικὸν ὄργανον, διὰ τὸ ὑπὸ Φοί‐ νικος εὑρεθῆναι. Φοινίκη: Πόλις ἀπὸ Φοίνικος τινὸς τοὔνομα λαβοῦσα.
25Φοίνιξ: Παρὰ τὸ φόνος· φόνιοι γὰρ οἱ Φοί‐
25νικες, καὶ λῃστρικοὶ τὸν τρόπον. Δύναται δὲ καὶ
25ἐπὶ τοῦ φυτοῦ λαμβάνεσθαι, διὰ τὴν τῶν στελέχων ὀξύτητα· αἱμάσσουσι γὰρ καὶ φοινίσσουσι τοὺς ἁπτομένους αὐτῶν. Ἐντεῦθεν οἱ δίκαιοι εἰς τοῦτο παρεικάζονται, διὰ τὸ λόγοις ἐγκρατείας καὶ σωφρο‐ σύνης ὀξύνειν καὶ λεπτύνειν τὸν νοῦν· ἐκ δὲ τούτου,
30καθαίρειν.
30 Φοινικοῦν: Ἐρυθρὸν, πυρρόν· ἢ τὸ μέλαν. Γίνεται παρὰ τὸ φοινίσσω, τὸ βάπτω· ἢ παρὰ τὸ φοινόν· τοῦτο παρὰ τὸ φόνος· πλεονασμῷ τοῦ ι, καὶ καταβιβάσει τοῦ τόνου, φοινὸς, ἤγουν πυρρὸς, φό‐ νιος. Ἀπολλώνιος·
35φοινὰ δάκη
35ἀντὶ τοῦ φονικὰ θηρία.
35Φοινίξω: Αἱμάξω, βάψω, πυρρώσω· ἀπὸ τοῦ
35φόνου, ἢ τοῦ φοίνικος, ὅτι πυρρός. Φοινίττων: Βάπτων αἵματι. Φοινικήϊα γράμματα: Ἀπὸ Φοίνικος τοῦ Ἀγή‐ νορος τοῦ εὑρόντος αὐτά. Φοινικολόφου: Ξανθολόφου.
40 Φοινικικόν: Τὸ ψεῦδος· ἀπὸ τῶν κατὰ τὸν δράκοντα καὶ τοὺς σπαρτοὺς καὶ Κάδμον ψευδῶς λεγομένων. Φοιτητής: Ὁ μαθητὴς καὶ ὁ διδάσκαλος· ἐκ τοῦ φοιτῶ, φοιτήσω· σημαίνει τὸ ὁρμῶ· γίνεται
45παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ ἰτῶ, τὸ πορεύομαι, ῥηματικὸν ὄνομα, ἰτὸς, προϊτὸς, προϊτῶ· καὶ συναι‐ ρέσει προιτῶ· καὶ ἐκβολῇ τοῦ ρ, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, φοιτῶ· ἢ παρὰ τὸ ὁδὸς ὁδῶ· πλεο‐ νασμῷ τοῦ ι, οἰδῶ· τροπῇ τοῦ δ εἰς τ, οἰτῶ· καὶ

797

(50)

πλεονασμῷ τοῦ φ, φοιτῶ. Σημαίνει δὲ τὸ ὁρμῶ καὶ

797

(50)

παραγίνομαι· ὅθεν τὸ φοίτα. Φόβος: Παρὰ τὸ φέβω φόβος. Εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι γενικοῦ. Εἴδη δὲ αὐτοῦ ἕξ. Φοβερός: Ὁ φοβούμενος, παρὰ Θουκυδίδῃ.
55Φοβέστρατος Ἀθηνᾶ: Ἡ φυγὴν τοῖς πολε‐
55μίοις ἐμποιοῦσα. Φόβη: Ἡ θρίξ· παρὰ τὸ φοβεροὺς εἶναι τοὺς κομῶντας· οἱ γὰρ παλαιοὶ τῶν ἀνθρώπων οὕτω φο‐

798

βερὰν ἐνόμιζον εἶναι τὴν κόμην, ὥστε φόβην αὐτὴν προσηγόρευσαν. Φολκός: Στραβός· παρὰ τὸ τὰ φάη παρέλ‐ κεσθαι.
5Φολός καὶ φολίδες: Αἱ λεπίδες τοῦ ὄφεως.
5Ἐκ τοῦ λεπὶς, ὑπερθέσει, πολίς· καὶ μεταθέσει τοῦ
5φ, φολὶς, καταχρηστικῶς δὲ λέγεται καὶ τὰ μικρὰ πτερά· τούτοις γὰρ ἐοίκεσαν. Καὶ φολιδωτὸν,
λεπιδωτόν. Φόνος: Παρὰ τὸ φῶ, τὸ φονεύω, φένω· καὶ ἐξ αὐτοῦ φόνος· ἀπὸ τῆς φυσήσεως, καὶ τοῦ ἤχου τοῦ
10γινομένου ἐν τῇ χύσει τοῦ αἵματος.
10 Φονᾶν: Συζυγίας δευτέρας· σημαίνει τὸ ἀπο‐ κτεῖναι ἐπιθυμεῖν, ἑτοίμως ἔχειν πρὸς τὸ φονεύειν· ἀπὸ τοῦ φονὴ, ὃ σημαίνει τὸν τόπον ὅπου οἱ νεκροὶ κεῖνται. Φόνος ἔρρευσεν: Αἷμα ἔρρευσε.
15Φόξινος: Ἰχθῦς εὐθέως γεννώμενος ἔχων κύημα.
15Τίκτει δὲ ἐν ταῖς προλίμναις τῶν ποταμῶν, ὡς Ἀρι‐ στοτέλης. Φοξός: Ὁξυκέφαλος, ὁ διεστραμμένος τὰ φάη. Εἴρηται δὲ ἀπὸ τῶν κεραμεικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἢ τοῦ πυρὸς ἀπωξυμμένων·
20καθὰ φησὶ καὶ Σιμωνίδης, Αὕτη δὲ φοξίχειλος Ἀργείη κύλιξ· ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη (τουτέστι τὰ ὄμ‐ ματα) ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν· ἀμφο‐ τέρων τὸ πρότερον.
25 Φορβάδων: Νομάδων, βοσκομένων. Φορβαντεῖον: Ὑπερίδης ἐν τῷ κατὰ Πατρο‐ κλέους ὠνομάσθαι λέγει ἀπὸ Φόρβαντος βασιλεύ‐ σαντος Κουρήτων, καὶ ὑπ’ Ἐρεχθέως ἀναιρεθέντος. Φορά: Ἡ κατὰ ὅλου τόπου ἐναλλαγή· καὶ μά‐
30λιστα ἡ μὴ δυναμένη ἐφ’ ἑαυτῆς στῆναι ὅταν ἐθέλῃ.
30Ῥητορική. Καὶ φοράδην, τὸ ὁρμητικῶς φερό‐ μενος. Φορβειά: Περιστόμιον, καπίστριον· ἀπὸ τοῦ φέρειν βίᾳ. Φορβή: Ἡ τροφή· παρὰ τὸ βῶ, τὸ τρέφω,
35βορβὴ καὶ φορβή.
35Φορίνη: Ἀντιφῶν φησίν.
35ὅτι ἐπ’ ἀνθρωπείου δέρματος ἐλέγετο ἡ φορίνη. Φόρκυν: Παρὰ τὸ φέρειν καὶ ὁρμᾶν τὰς ὁλκάδας ἐν αὐτῷ, ἤγουν τὰς ναῦς ἐν τῷ λιμένι. Φόρκυς: Δαίμων θαλάσσιος· παρὰ τὸ φέρεσθαι ὠκέως. Τὸ δὲ φόρκυν, τρεῖς κλίσεις ἐπιδέχεται·
40σημαίνει δὲ βʹ, τὸν λιμένα, καὶ ὄνομα κύριον. Φόρμιγξ: Ἡ κιθάρα. Παρὰ τὸ προηγεῖσθαι
τῆς οἴμης, προοίμιγξ· πρῶτον γὰρ ἐκιθάριζεν ὁ Ἀπόλλων, εἶτα ἐπῆγον τὴν ᾠδὴν αἱ Μοῦσαι. Καὶ φορμίζων, τὸ κιθαρίζων.
46 Φόρτος: Παρὰ τὸ φέρω φέρτος καὶ φόρτος. Φόρτατον: Κακῶν δέ κε φόρτατον εἴη, Ἰλιάδος ρʹ, τῶν δὲ παρόντων κακῶν τοῦτο ἂν εἴη

798

(50)

ἄριστον· ἢ, ἐκ πολλῶν τῶν προγεγονότων κακῶν

798

(50)

τοῦτο ἄμεινον γένοιτο. Γράφεται δὲ καὶ φέρτατον κάλλιον. Φορμίσκοι: Καλαθίσκοι, πλεκτὰ ἀγγεῖα· ἀπὸ τοῦ φορμὸς, ὅ ἐστι προκάλυμμα, ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδες κομίζεσθαι· ἢ
55κόφινον σημαίνει. Παρὰ τὸ φέρω, φορμός. Ἡσίοδος,
55 Οἴσεις δ’ ἐν φορμῷ· κοφίνῳ. Φορμηδόν: Κοφινηδόν. Φορμός ἐστι πλέγμα τινὸς μεγάλου εἴδους, ἐν ᾧ ἐκοιμῶντο οἱ πένητες, ἢ

799

κατετίθεντο τὰ ὄσπρια· τάχα δὲ ἡ καλουμένη νῦν καλύβη, ἡ πλεκομένη ἀπὸ καλάμης. Ἐκ τούτου δὲ καὶ τὸ φορμηδόν. Φορύνετο: Ἐμολύνετο, ἐφυρᾶτο τῷ αἵματι· ἐξ
5οὗ τὸ αἱμοφορυκτά. Φραδέος νόου: Φρονίμου. Φορυτῶι: Τῷ ἀπὸ τῆς γῆς αἰρομένῳ ὑπὸ τῶν
10ἀνέμων χόρτῳ φρυγανώδει· ἀπὸ τοῦ φορύω· τοῦτο παρὰ τὸ φέρω ἢ φορῶ. Φραγγελῶ: Ἐκ τοῦ φραγγέλιον, ὃ σημαίνει σειρὰν ἐκ σχοίνου πεπλεγμένην, ἣ κέκληται μάστιξ. Γίνεται δὲ ἐκ τοῦ ἔθνους· Φράγγελλοι γὰρ ἔθνος
15Ἰταλίας.
15 Φράδμων: Ἐπιστήμων, συνετός. Φράζω: Παρὰ τὸ φρῶ, τὸ προϊῶ, ὡς βῶ βάζω· τῶν γὰρ νοηθέντων ἔκδοσιν καὶ δεῖξιν διὰ τοῦ φράζειν ποιούμεθα. Ἐκ τούτου τὸ ἐπιφρασαίατο, ἀντὶ τοῦ ἐπισκέψωνται, ἐπινοήσωσι, μάθωσιν. Ἐκ τοῦ
20φράζω, φράσω, ἔφρασα, ἐφρασάμην. Εἰς τὸ ΔΕΥ‐ οίατο. Ἢ παρὰ τὸ φῶ, τὸ λέγω, φάζω· καὶ πλεο‐ νασμῷ τοῦ ρ, φράζω· καὶ συμφράσατο, ἀόριστος παθητικὸς, ἀντὶ τοῦ συνεσκέψατο. Σημαίνει δὲ δύο· τὸ θεᾶσθαι καὶ βλέπειν, ὡς τὸ,
25τὸν δ’ ἐφράσατο προσιόντα·
25σημαίνει δὲ καὶ τὸ διανοεῖσθαι, ὡς τὸ, Φράζεο Τυδείδη καὶ χάζεο· παρὰ δὲ τῇ κοινῇ συνηθείᾳ σημαίνει τὸ λέγω· Ὁποῖόν σου τὸ φρόνημα, ὦ Εὐστράτιε, φράσον ἡμῖν. Φράτορες: Διδάσκαλοι, ἢ πατέρες, ἢ συγγενεῖς.
30Οἶμαι παρὰ τὸ φατρία· ἢ παρὰ τὸ φράζω. Φατρία
30ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς· φράτορες δὲ, οἱ τῆς αὐτῆς φατρίας μετέχοντες· καὶ φατριάζειν, τὸ τῆς αὐτῆς φατρίας μετέχειν· φατρίαρχος δέ ἐστιν, ὁ τῆς φατρίας ἄρχων. Φρατήρ: Παρὰ τὸ πατὴρ, πλεονασμῷ τοῦ ρ,
35καὶ τροπῇ τοῦ π εἰς φ. Φρεάριος: Δῆμος τῆς Λεοντίδος.
Φρέαρ: Παρὰ τὸ φλῶ, τὸ ἀναδίδωμι· ἢ παρὰ τὸ φέρω, συγκοπῇ φρῶ, φρέαρ, ὡς θείνω, θέναρ· ἐξ οὗ φέρεται τὸ ὕδωρ.
40 Φρενήρης: Φρόνιμος, ἢ παράφρων. Φρεωρύχος: Φρεατορύκτης. Φρήν: Παρὰ τὸ προϊῶ, τὸ προπέμπω, συγκοπῇ πρῶ, καὶ φρῶ· ἐξ οὗ φρὴν, ἀφ’ ἧς προΐεται τὰ βουλεύματα. Διατί σεσημείωται φρὴν φρενός;
45Οὐδὲν εἰς ΗΝ λῆγον ὄνομα μονοσύλλαβον μόνως ἐστὶ θηλυκόν· ἀλλ’ εἰ ἐπιδέχεται τὸ θηλυκὸν γένος, ἐν κοινότητι ἐπιδέχεται· οἷον ὁ χὴν, καὶ ἡ χήν· ὁ ῥὴν, καὶ ἡ ῥήν· (σημαίνει δὲ τὸ πρόβατον.) Τὸ δὲ φρὴν, διήλλαξε.

799

(50)

Φρήτρηφι: Ἔστι φατρία· πλεονασμῷ τοῦ ρ,

799

(50)

φρατρία· καὶ συγκοπῇ καὶ ἐκτάσει γίνεται φρήτρη. Δεῖ δὲ γινώσκειν, ὅτι ταῦτα ἔχει τὸ ι προσγε‐ γραμμένον. Τινὲς δὲ βούλονται γράφειν αὐτὰ χωρὶς τοῦ ι, λέγοντες ὅτι αἱ ἐπεκτεινόμεναι πτώσεις διὰ τῆς ΦΙ συλλαβῆς, εἰ μὲν ἔχουσιν ἓν φωνῆεν
55κατὰ τὴν λήγουσαν, φυλάττουσιν αὐτό· εἰ δὲ βʹ, ἀποβάλλουσι τὸ ἕν. Ἕτεροι δὲ συνηγοροῦσι τῇ παραδόσει· ἡ γὰρ παράδοσις τὰς τοιαύτας δοτικὰς σὺν τῷ ι οἶδε γράφειν. Λέγουσι γὰρ, ὅτι αἱ διὰ

800

τοῦ ΦΙ ἐπεκτάσεις, προσερχόμεναι ταῖς πτώσεσιν, εἰ μὲν φυλάσσουσι τὴν αὐτὴν φωνὴν, καὶ τὴν αὐτὴν γραφὴν φυλάσσουσιν· εἰ δὲ μὴ φυλάττουσι τὴν αὐτὴν φωνὴν, οὐδὲ τὴν αὐτὴν γραφὴν φυλάτ‐
5τουσι.
5 Δεῖ δὲ γινώσκειν, ὅτι αἱ διὰ τοῦ ΦΙ ἐπεκτάσεις κατὰ πᾶσαν πτῶσιν γίνονται, ἐν τῇ εὐθείᾳ, ἑτέρη· οἷον, ὁδὸς δ’ ἑτέρηφι παρελθεῖν κρείσσων·
10ἐν γενικῇ, χαλκοῦ· οἷον,
10πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλκός·
10ἐν δοτικῇ, βίῃ,
10βίῃφι·
10ἐν αἰτιατικῇ, δεξιὸν, οἷον,
10Ἐπὶ δεξιόφι παντὸς στρατοῦ·
10καὶ ἐν κλητικῇ, ὦ οὐρανία, λίγ’ αἴων καὶ οὐρανίαφι· αὗται δὲ αἱ διὰ τοῦ ΦΙ ἐπεκτάσεις τὸ αὐτὸ μέρος τοῦ λόγου φυλάττουσι, χωρὶς τοῦ νόσφι καὶ ἶφι· ταῦτα γὰρ μετῆλθον εἰς ἐπιρρηματικὴν σύνταξιν. Χοιρο‐
15βοσκός.
15Φρητός: Ἰστέον ὅτι τὰ ἀπὸ τρισυλλάβου
15γενικῆς συναίρεσιν πάσχοντα βαρύνονται, κέαρος, κῆρος· ἔαρος, ἦρος. Σεσημείωται τὸ φρητὸς ὀξυ‐ νόμενον, ἀπὸ τοῦ φρέατος κατὰ κρᾶσιν· ὤφειλε γὰρ βαρύνεσθαι· οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι ἐπὶ τού‐ του ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶσις, κἀκεῖθεν ἡ κλίσις·
20οὐδὲ γὰρ εὕρηται ἡ φρὴρ εὐθεῖα ἐν χρήσει. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ φρητὸς γενικὴ συνεξεδόθη κατὰ τὴν κρᾶσιν τῇ Κρητὸς καὶ σητὸς καὶ θητὸς γενικῆ. Χοιροβοσκὸς εἰς τὸ περὶ τοῦ τόνου τῆς γενικῆς. Φρίκη: Τρόμος, παλμός· ἀπὸ τοῦ φρίσσω.
25 Φρίξ: Ἡ ἄνωθεν καὶ ἐξεπιπολῆς τῶν κυμάτων κίνησις· ἢ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρὸς, ὅτε ἄνεμος ἄρχεται πνεῖν· ἀπὸ τοῦ φρίσσω φρίξω, ἀπο‐ βολῇ τοῦ ω. Καὶ ἐπιφρὶξ, ἡ ἐπανάστασις τῶν κυμάτων, ἢ τὸ ἐπιπολάζον τῷ κύματι ἀφρῶδες, ὅταν
30ἄνεμος ἐγερθῇ. Ἡ αἰτιατικὴ, τὴν φρίκα· καὶ ση‐ μαίνει τὴν ἐπιφάνειαν τοῦ κύματος. Φριξότριχα: Ὀρθοῦντα τὰς τρίχας. Φρίσσειν: Κυρίως τὸ ἐξορθοῦν τὰς τρίχας, οἷον θρίσσω, κατὰ τροπήν. Φρίσσει δέ τις φόβῳ, ἢ
35ψύχει, ἢ ὀργῇ. Ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησί. Φριμασσομένη: Χρεμετίζουσα, ἀγριουμένη, ἢ ἀτάκτως πηδῶσα. Καὶ φριμαγμὸς, ὁ χρεμετισμὸς παρὰ Λυκόφρονι. Καὶ,
40Φριμασσόμενοί τε τῷ ταράχῳ καὶ ἀποφυσῶντες·
40καὶ φρυασσόμενοι, φυσσῶντες. Παρὰ τὸ φρυάζω φρυάξω, φρυαγμός· πλεονασμῷ τοῦ μ, φρυμαγμός. Φρονεῖν: Σημαίνει καὶ τὸ νοεῖν, καὶ τὸ φρόνημα ἔχειν· καὶ φρονηματισθῆναι, Ὑπερίδης. Φρόνησις: Ἡ φέρουσα ὄνησιν, φερόνησίς τις
45οὖσα· καὶ συγκοπῇ, φρόνησις. Φρόνις: Ὅμηρος, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν· ὁ μὲν Ἡρωδιανὸς, παρὰ τὴν φρόνησιν, κατὰ συγκο‐ πήν· ὁ δὲ Ὦρος, ἐκ τῆς φρὼν φρονὸς γενικῆς

800

(50)

γίνεται φρόνις· καὶ ἡ αἰτιατικὴ, φρόνιν. Τὸ δὲ

800

(50)

φρὼν γίνεται ἐκ τοῦ φρῶ· ὅθεν ἄφρων καὶ σώφρων. Ἡ γενικὴ, φρονός· οὗ παράγωγον, φρόνιμος· καὶ τὸ φρονῶ ἐξ αὐτοῦ. Φροντίς: Ἐκ τοῦ φέρω φορτίς· ὑπερβιβασμῷ καὶ πλεονασμῷ τοῦ ν, φροντίς· δίκην γὰρ φόρτου
55ἔγκειται ἡ φροντὶς ἐν τῇ ψυχῇ. Εἰς τὸ ἀφρόν‐
55τιστον.
55 Φροντιστήριον: Διατριβὴ, ἢ μοναστήριον· ὅπερ Ἀττικοὶ σεμνεῖον καλοῦσι. Φροῦδοι: Παντελῶς ἀφανεῖς, ἔρημοι, οἷον ἀπε‐

801

ληλυθότες, ἔκδημοι. Ἐκ τοῦ ὁδὸς καὶ τῆς πρὸ προθέσεως, γίνεται πρόοδος· καὶ κατὰ συναλοιφὴν, προῦδος, καὶ φροῦδος, ὡς προοίμιον φροίμιον, οἱονεὶ ὁ προπορευόμενος καὶ γενόμενος ἀφανὴς, ἤγουν ὁ μὴ
5φαινόμενος, ὁ μακρὰν γενόμενος, καὶ οἷον εἰς τὸ ἔμπροσθεν τῆς ὁδοῦ, ἀντὶ τοῦ ἐκποδῶν. Καὶ φροῦδα, τὰ ἀφανῆ καὶ ἄφαντα. Φρουρός: Ὁ προορῶν· παρὰ τὸ προορᾶν· τὸ δὲ φρούριον, σημαίνει δὲ κάστρον, οὐκ ἀπὸ τοῦ φρουρός·
10φρουρεῖον γὰρ ἂν ἦν, ὡς ἰατρὸς ἰατρεῖον· [ἀλλ’ ἀπὸ τοῦ φρουρῶ.] Φρύαγμα: Ἡ τῶν ἵππων καὶ ἡμιόνων διὰ μυ‐
κτήρων ἠχὴ ἀγρίῳ φυσήματι ἐκπίπτουσα· λέγεται δὲ καὶ ἐπὶ τῆς γελάσεως. Ἀπὸ τοῦ φρυάσσω·
15τοῦτο παρὰ τὸ ὀφρῦς ὀφρυάσσω· κατὰ ἀποβολὴν τοῦ ο, φρυάσσω. Καὶ φρυαττόμενος, ἐπαιρό‐ μενος· καὶ φρυάττεσθαι, τὸ καταπλήττεσθαι. Μέ‐ νανδρος. Φρύγανα: Τὰ εἰς τὸ καίειν καὶ φρύγειν ἐπι‐
20τήδεια.
20Φρυγία: Κοινόν· Φρυγίη, Ἰωνικόν. Τὰ ἀπὸ
20τῶν εἰς ξ ἢ εἰς ρ ληγόντων διὰ τοῦ ΙΑ παραγόμενα θηλυκὰ, διὰ τοῦ ι γραφόμενα, παροξύνεται· πλὴν τοῦ ἀνθρακιά. Ἐκ τοῦ Φρὺξ Φρυγὸς ἐπὶ χώρας. Φρυκτωρεῖν: Κυρίως τὸ διὰ πυρὸς ἀνατεινό‐ μενον σημαίνειν. Ἐκ τοῦ πῦρ πυρὸς, καὶ τοῦ ὠρῶ,
25τὸ φυλάσσομαι, γίνεται πυρκτωρία· καὶ κατὰ ὑπέρ‐ θεσιν τοῦ ρ, καὶ τροπῇ τοῦ π εἰς φ, φρυκτωρία· ἔστι δὲ ἡ παρ’ ἡμῖν λεγομένη βίγλα· ἢ φανὸς, ἢ λαμπὰς, ἢ καῦσις· παραφυλακὴ νυκτερινὴ, ἡ διὰ τοῦ πυρὸς φυλακή.
30Φρυνέος: Δηλονότι φρῦνος· φρυνέος, πλεονασμῷ
30τοῦ ε· εἶδος βατράχου· παρὰ τὸ ἐμφερὴς εἶναι πρὸς τοὺς ἄλλους· ἢ ἀπὸ τοῦ φέρεσθαι ἀπὸ τῆς λιμνώ‐ δους φύσεως ἐπὶ τὸ χερσαῖον. Φρυνώνδας: Ὄνομα κύριον. Ἦν δὲ Ἀθηναῖος, περιβόητος ἐπὶ πονηρίᾳ, οὐδὲν ἧττον Εὐρυβάτου.
35Ἐκ τούτου τοὺς πονηροὺς Φρυνώνδας καλοῦσι. Φῦ: Ἔν τ’ ἄρά οἱ φῦ χειρί· ἀντὶ τοῦ προσεπέλασεν αὐτῷ καὶ προσήγγισε τῇ χειρί. Ἀπὸ τοῦ φύω φῦμι.
40Φύγαδ’ ἔτραπε μώνυχας ἵππους: Εἰς φυγὴν
40ἔτρεψε τοὺς ἵππους· ὡς ἅλαδε· καὶ ἤτοι τὴν φυγὴν
40φύγα εἶπεν, ὡς τὴν σκέπην σκέπα· καὶ ὡς τὸ οἶκόνδε οἴκαδε, οὕτω φυγήνδε φύγαδε. Φυζακινός: Ὁ εὐπτόητος διὰ δειλίαν· φύζα γὰρ ἡ μετὰ δέους φυγή· παρὰ τὸ φεύγω γίνεται φύζα· τοῦτο δὲ, καὶ τὸ λεπτακινὸς, παρώνυμα ὄντα,
45οὐκ ἀντίκειται τῷ κανόνι, ἐπειδὴ πεπόνθασιν. Ἀπὸ τοῦ φύζα καὶ τοῦ λεπτὸς γίνεται φυζεινὸς καὶ λεπτεινός· καὶ πλεονασμῷ τοῦ ΑΚ ἐγένετο φυζα‐ κινὸς καὶ λεπτακινὸς διὰ τοῦ ι, ὡς καὶ ἀπὸ τοῦ δίψα διψηρὸς καὶ διψακερὸς, ἅμα τῷ πλεονασμῷ συστολῆς

801

(50)

γινομένης.

801

(50)

Φυήν: Βλάστησιν, αὔξησιν ἡλικίας· παρὰ τὸ φύω. Φύκος: Τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. Οἱ δὲ φυκία φασὶ βοτάνην τὴν ἐν τῷ βυθῷ τῆς θαλάσσης γινομένην· παρὰ τὸ φύεσθαι· φυτὸν γὰρ
55ἐστὶ θαλάσσιον.
55 Φυκία: Θαλάσσια ζῷα, ἢ ὁ ἀφρός· παρὰ τὸ φύω. Λέγεται δὲ καὶ τὰ βρύα φυκία καὶ φυκίς. Φύκη: Ὧιτινι τὰς οἰκείας ὄψεις χρίουσι.

802

Φυλάκη: Πόλις Θεσσαλίας, βαρυτόνως, πρὸς ἀντιδιαστολὴν τοῦ δεσμοῦ. Φυλακοὺς λάθοι: Ἰλιάδος ωʹ. Ἀρίσταρχος ὀξύνει· τὰ γὰρ εἰς ΚΟΣ λήγοντα ὑπὲρ δύο συλλαβὰς,
5παραλήγοντα τῷ α, ἐπιθετικὰ ὄντα, ὀξύνονται, παρ‐ δακὸς, φαρμακός. Φυλακτῆρες: Ἀντὶ τοῦ φύλακες· ἀπὸ τοῦ φυλακτήρ. Φυλακτήριον: Τόπος ἔνθα οἱ φύλακες οἰ‐
10κοῦσι.
10Φυλάσσω: Παρὰ τὸ πύλη πυλάσσω καὶ φυ‐
10λάσσω· σημαίνει δὲ δύο· ἐπὶ μὲν τοῦ καθ’ ἡμᾶς συνήθους, Δῶμα φυλασσέμεναι· σημαίνει δὲ καὶ τὸ ἐπιτηρεῖν, ὡς τὸ, Καί σφιν ὀνείδεά τε προφέροις, νόστον τε φυλάσσοις.
15Φύλα: Ἔθνη, δι’ ἑνὸς λʹ, πρὸς ἀντιδιαστολὴν τοῦ
15φύλλου ἐπὶ τῶν δένδρων. Ὦρος ἐτυμολογεῖ, ἡ ἐκ
15πολλῶν ἄθροισις, ἀπὸ μεταφορᾶς τῶν φύλλων· Οἵη περ φύλλων γενεὴ, [τοιήδε καὶ ἀνδρῶν·] τὸ ΦΥ, μακρόν· ἐκ τοῦ φύω· ἢ τὰ διὰ τοῦ ΥΛΟΝ οὐδέτερα δισύλλαβα καθαρὰ μονογενῆ ἐκτείνουσι τὸ υ. Σεσημείωται τὸ ξύλον.
20Φύλαρχος: Ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ
20ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ. Φυλάσιοι: Οἱ ἐκ τοῦ δήμου τῆς Φυλῆς· Φυλὴ γὰρ, δῆμος τῆς Οἰνίδος. Ὁ δὲ Μένανδρος τόπον νομίζει εἶναι Φυλήν· ὁ δὲ Φιλόχορος φρούριον αὐτὸ φησὶν εἶναι.
25Φυλακή: Ἀπὸ τοῦ φυλάσσω· τοῦτο παρὰ τὸ
25φυλή· λέγουσι γὰρ, ὅτι τὰς φυλακὰς αἱ φυλαὶ εἶχον· ὅθεν λέγεται καὶ πρώτη φυλακὴ τῆς νυκτὸς, καὶ δευτέρα, καὶ τρίτη· κατὰ γὰρ τρεῖς ὥρας ἐφύ‐ λαττε μία φυλή· καὶ μετὰ ἄλλας τρεῖς ἄλλη· ὥστε ἡ φυλακὴ τῆς νυκτὸς τρεῖς ὥρας σημαίνει.
30φυλὴ δὲ σημαίνει τὸ γένος· κατὰ γενεὰς γὰρ ἐφύ‐ λασσον. Ἢ παρὰ τὸ πύλη· οἱ γὰρ φυλάσσοντες ἐν πύλῃ ἐφύλασσον. Φυλοκρινεῖ: Διακρίνει, καταδικάζει παρέργως Φύλοπις: Μάχη· τροπῇ τοῦ μ εἰς π· παρὰ τὸ
35ὁμοῦ τὰ φύλα εἶναι, φύλομίς τις οὖσα.
35 Φύλλον: Παρὰ τὸ φύω, τὸ ἀναβλαστάνω, φύ‐ αλλον καὶ φύλλον, ὡς πύω πύαλον καὶ πύλον. Διὰ δύο ΛΛ, πρὸς ἀντιδιαστολὴν τοῦ φύλου τοῦ σημαί‐ νοντος τὴν φυλήν. Φυλλιναίους ἀγῶνας: Ἐν οἷς μὴ τίθεται ἀρ‐
40γύριον, ἤ τι ἄλλο τοιοῦτον, ἀλλὰ στέφανος.
40 Φυλλίς: Παρὰ τὸ φύλλον. Περὶ Παθῶν, Φύλλον: Παρὰ τὸ φύω φύαλον, ὡς πύω πύαλον· συγκοπῇ, καὶ πλεονασμῷ τοῦ λ, φύλλον. Οὕτως εἰς τὸ Μέγα Ἐτυμολογικόν· τὸ δὲ παρ’ ἄνω εἰς τοὺς Ἐπιμερισμοὺς εὗρον.
45Φύξηλιν ἐόντα: Ἄνανδρον, φυγόν· παρὰ τὸ
45φεύγειν τὰς ἴλας. Καὶ φύξιν, τὴν φυγήν. Φύξ: Παρὰ τὸν φύξω μέλλοντα. Φύρει: Μολύνει· ἢ ἐκβρέχει· ἢ ἐκπλύνει.

802

(50)

Φύρδην: Συγκεχυμένως.
Φύραμα: Στέαρ, ζύμη, σταῖς. Φύσις: Παρὰ τὸ φύω φύσω, ἡ ἐν ἅπασι φύουσα καὶ κινουμένη. Φυσίζωος: Ἡ τὰ πρὸς τὸ ζῆν φύουσα γῆ.
55Φύσαι: Τὰ χαλκευτικὰ φυσήματα, οἱ ἀσκοί.
55 Φύσιγγες: Τὰ ἐν ταῖς κνήμαις ἐκκαύματα. Φύσκη: Τὸ παχὺ ἔντερον· ἢ ἡ γαστήρ. Ἀπὸ τοῦ πεφυσῆσθαι πληρουμένη λίπους, ἀλφίτων, καὶ αἱμάτων.

803

Φύστα: Τὰ ἀναπεφυρμένα μέλιτι ἄλφιτα. Φύστη: Ἡ ἐν ταῖς σκάφαις τριβομένη καὶ ἠρέμα ἀναδευομένη μάζα. Φυτάλιμος: Φυτόν· φύτιμος· καὶ πλεονασμῷ,
5φυτάλιμος, καὶ φυταλίμιος. Σοφοκλῆς, Προσῆλθε μητρὶ καὶ φυταλίμῳ πατρί· πολλάκις δὲ καὶ τροπῇ, φιτάλιμος. Φυταλίζει: Φυτεύει, πλησιάζει· παρὰ τὸ φυτόν· τοῦτο παρὰ τὸ φύω, τὸ φυτεύω.
10 Φυτοκόμος: Φυτουργὸς, καὶ ὁ σύνδενδρος τόπος· διὰ τὸ τοῖς φυτοῖς κομᾶν. Φυτόσκαφος: Ἡ τὰ φυτὰ ἐσκαμμένη γῆ· ἐνερ‐ γητικῶς δὲ φυτοσκάφος, ὁ τὰ φυτὰ περισκάπτων γεωργός.
15 Φυτεύω: Παρὰ τὸ φυτὸν φυτεύω· εἰ γὰρ παρὰ τὸ φύω, φυεύω, ἐπεισόδῳ τοῦ τ δηλονότι. Οὔκ ἔστι δέ· οὐδέποτε γὰρ ἀπὸ τῶν διὰ τοῦ ΥΩ γίνεται παρά‐ γωγον διὰ τοῦ ΕΥΩ. Κακὸν μέγα πᾶσι φυτεῦσαι,
20Ἰλιάδος οʹ, κατασκευάσαι, ἐμβαλεῖν.
20 Φυλακή: Σημαίνει τὸ σκοτεινὸν καὶ ἀφεγγὲς οἴκημα· ὡς τὸ, Ποία φυλακὴ οὐκ ἔχει· καὶ τὴν τετάρτην μοῖραν τῆς νυκτὸς, ὡς τὸ, Ἦσαν δὲ ποιμένες φυλάσσοντες φυλακὰς τῆς νυκτός·
25σημαίνει καὶ τὴν γνῶσιν καὶ θεωρίαν, ὡς τὸ,
25Ἐπὶ τῆς φυλακῆς μου στήσομαι·
25σημαίνει καὶ τὸ σῶμα, ὡς τὸ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου· σημαίνει καὶ αὐτὸ τὸ φυλάσσειν, ὡς τὸ, Ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον. Φύω: Παρὰ τὸ φῶ, τὸ προϊῶ. Σημαίνει δὲ τρία·
30τὸ ἀναβλαστάνω, ὡς τὸ,
30 Ὣς ἀνδρῶν γενεὴ ἠμὲν φύει, ἠδ’ ἀπολήγει· καὶ τὸ ὑπάρχω, ὡς τὸ, Θεὸς πεφυκώς· καὶ τὸ κρατῶ, ὡς τὸ, Ἐν τ’ ἄρά οἱ φῦ χειρί.
35Φωγνύναι: Τὸ φρύγειν·
35Ἀλλ’ ἰσχάδας μοι πρόελε τῶν πεφωγμένων.
35Φῴς φῳδὸς, ἔχει τὸ ι, καὶ ὀξύνεται, ὡς δᾴς
35δᾳδός. Εἴρηται παρὰ τὸ φῶς, ὅπερ ταυτόν ἐστι τῷ πυρί· καὶ σημαίνει τὰ ἐν τοῖς σκέλεσι γινόμενα ἐκκαύματα ἀπὸ τοῦ πυρός. Ἔχει δὲ τὸ ι· ἐπειδὴ λέγεται καὶ φωΐδες, ὡς εὗρον ἐν ταῖς λέξεσι τῶν ῥητόρων. Σημαίνει δὲ τὸ αὐτό. Λέγει δὲ ὁ Χοιρο‐
40βοσκὸς, ὅτι δισυλλάβως καὶ μόνον λέγεται κατὰ τὸ πληθυντικὸν, προσγραφομένου τῷ ω τοῦ ι. Ἐν δὲ τῇ γενικῇ ὤφειλε περισπᾶσθαι, φῷδες φῳδῶν, ὥσπερ χεῖρες χειρῶν· ἀλλὰ σεσημείωται καὶ τοῦτο μετὰ τῶν ἄλλων βαρυνόμενον. Ἀριστοφάνης Πλούτῳ,
45πλὴν φῴδων ἐκ βαλανείου.
45 Φῷ: Ἀντὶ τοῦ φωτὶ, σὺν τῷ ι· Εὐριπίδης Μελεάγρῳ, Τὸ μὲν γὰρ ἐν φῷ, τὸ δὲ κατὰ σκότος κακόν. Φῴζειν: Σὺν τῷ ι· σημαίνει τὸ καίεσθαι. Στράττις,

803

(50)

Ἀλλ’ εἰ μέλλεις ἀνδρείως

803

(50)

φῴζειν ὥσπερ μύστακα σαυτόν.

803

(50)

Βιθυνοὶ δὲ φώγειν λέγουσι.

803

(50)

Φωλεός: Ὁ σκοτεινὸς τόπος· παρὰ τὸ ἀπολω‐ λέναι τὸ φῶς ἐκεῖσε. Φωνή: Παρὰ τὸ φῶς καὶ τὸν νοῦν, ἡ τὰ ἐν τῷ νῷ φωτίζουσα· ἢ τὸ τοῦ νοὸς φῶς· παρὰ τὸ φάος εἶναι τοῦ νοός· διὰ γὰρ τῆς φωνῆς τὰ τῆς ψυχῆς
55ἐνθυμήματα γινώσκομεν· φαονή τις οὖσα, καὶ φωνή. Τὰ δὲ εἰς ΝΗ δισύλλαβα τῷ ω παραληγόμενα βαρύ‐ νεται· πλὴν τῶν ἀπὸ τέλους ῥηματικῶν.

804

Φῶ: Σημαίνει δʹ· φῶ, τὸ λέγω, ἐξ οὗ καὶ φωνή· φῶ, τὸ φαίνω, ἐξ οὗ καὶ φῶς· φῶ, τὸ φονεύω, ἐξ οὗ καὶ φόνος· φῶ, τὸ θάλπω, ἐξ οὗ καὶ φῶσαι, τὸ θάλψαι. Τὸ δὲ φῶ, τὸ λέγω, παρὰ τὸ φῶς· φῶς
5γὰρ τῶν πραγμάτων, οἱ λόγοι. Φώρ: Ὁ λῃστὴς, ὁ κλέπτης· παρὰ τὸ φέρω, φὲρ καὶ φὼρ, μεταθέσει τοῦ ε εἰς ω, ὁ τὰ ἀλλότρια φέρων· ὅθεν καὶ φώριον· καὶ φωραθεὶς, εὑρεθεὶς, γνωσθείς· καὶ φωρᾶν, ἐρευνᾶν, ἐκζητεῖν· καὶ φωρά‐
10σας, διερευνήσας, καταλαβὼν τὰ κλόπιμα. Φωριαμός: Ἡ κιβωτός· παρὰ τὰ φάρη, ἡ τῶν φάρων δεκτική· ἔστι δὲ ὄνομα ἀρσενικόν. Ἢ παρὰ τοὺς φῶρας· ἐπεὶ πρὸς φυλακὴν τούτων κατεσκεύ‐ ασται. Ἢ παρὰ τὸ τὰ φορούμενα ἔχειν. Εἰ μὲν
15οὖν παρὰ τοὺς φῶρας, οὐδὲν πέπονθεν· εἰ δὲ παρὰ τὰ φάρη τὰ ἐντιθέμενα αὐτῇ, πέπονθε, μεταβληθέντος τοῦ α εἰς ω, ὡς θάκος, θῶκος. Τὰ διὰ τοῦ ΑΜΟΣ τρι‐ σύλλαβα, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν φύσει μακρὰν, πάντα ὀξύνονται, χηραμὸς, οὐλαμός. Οὕτως
20οὖν καὶ φωραμός· καὶ πλεονασμῷ τοῦ ι, φωριαμός. Ἰλιάδος ωʹ. Ἡρωδιανὸς περὶ Ἀττικῶν προσῳδιῶν, τρίτη ἀπὸ τοῦ τέλους ἡ ὀξεῖα· οὐχ ὡς ἀνάλογον, ἀλλ’ ὡς Ἀττικόν. Ἡ μέντοι συνήθεια ὀξυνόμενον ἔχει.
Φώσσων: Σινδών· φωσσώνιον, λινοῦν τὶ, ἤτοι
25σινδόνιον· ἢ καὶ τὸ ἱστίον τῆς νεὼς πεφυσημένον,
25[ὡς] παρὰ Λυκόφρονι, [Ἄφλαστα καὶ φώσσωνας ὀργυιωμένους.] Ἢ προσώπου τὶ ἐκμαγεῖον. Λέγεται δὲ οὕτω καὶ ὃ παρὰ Ῥωμαίοις καλεῖται ὠράριον. Φῶς: Ἀρσενικῶς, ὁ ἄνθρωπος· παρὰ τὸ φῶ, τὸ
30λέγω· μόνος γὰρ ὁ ἄνθρωπος λογικὸν ζῷον· ἢ ὁ μόνος
30τὰ τῆς διανοίας φωτίζων τῷ λόγῳ. Καὶ ὁ Θεολόγος, φὼς γὰρ τὸν ἄνθρωπον ὀνομάζουσι διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν. φῶς δὲ οὐδετέρως, τὸ φωτίζον καὶ λάμπον· ὃ καὶ κατὰ πλεονασμὸν τοῦ ο λέγεται φόως. Γίνεται
35παρὰ τὸ φῶ, τὸ φαίνω καὶ λάμπω, φάος· καὶ καθ’ ὑπέρθεσιν φόας· καὶ κατὰ συναίρεσιν φῶς. Κλίνε‐ ται διὰ τοῦ ΤΟΣ· ἐπεὶ καὶ τὸ φόας φόατος κλίνεται· τὰ γὰρ συνῃρημένα τῶν ἐντελῶν φυλάσσει τὴν κλί‐ σιν. Οἱ δὲ λέγοντες “ἀπὸ τοῦ φάος γέγονε κατὰ
40κρᾶσιν” οὐκ ἀκριβῶς λέγουσι· τὸ γὰρ φάος εἰς ΟΥΣ ἔχει τὴν γενικήν.
42tχ.
43χῖ τὸ στοιχεῖον, ὅτι χεομένην ἔχει τὴν ἐκφώνη‐ σιν. Ἄλλοι δὲ ἔχι αὐτὸ εἶπον, ὅτι ἔχει ὀξεῖαν καὶ
45βαρεῖαν ἀλλήλας κατὰ μέσον σχιζούσας. Χαβρίας: Στρατηγὸς Ἀθηναίων. Ὡς φαίνω Φανίας, ἀμύνω Ἀμυνίας, οὕτω χαίρω Χαρίας· καὶ πλεονασμῷ τοῦ β, Χαβρίας. Χάλα: Εὐριπίδης·

804

(50)

Χάλα τοκεῦσιν εἰκότως θυμουμένοις.

804

(50)

Ὑποχώρει, καὶ ἐνδίδου· ἀπὸ μεταφορᾶς τῶν χαλω‐ μένων προτόνων πολλοῦ ὄντος ἀνέμου ἐν τῷ ἁρμένῳ τοῦ πλοίου. Χαλεπῶς: Δυσκόλως· ἀπὸ τοῦ χαλέπτω· οἷον, Χρυσὲ, κακῶν ἀρχηγὲ, βιοφθόρε, πάντα χαλέπτων.
55Ἐκ δὲ τοῦ χαλέπτω χαλεπταίνω γίνεται καὶ χαλε‐
55παίνω. Σημαίνει δύο· τὸν δεινὸν, ὡς τὸ, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός. Σημαίνει καὶ τὸ ἀδύνατον, ὡς ἐν Ὀδυσσείας κʹ, χαλεπὸν δέ κ’ ὀρύσσειν Ἄνδρα θνητόν.

805

Χάλαζα: Παρὰ τὸ χαλῶ, ἡ ἐκ τοῦ ἄνω πρὸς τὰ κάτω χαλωμένη. Χαλάστρη, καὶ Χαλάστρη, Χαλάστρα: Πόλις ἢ λίμνη τὶς ἐν Μακεδονίᾳ, ὅθεν ἔκαιον τὸ νίτρον· ἐξ ἧς τὸ Χαλα‐
5στραῖον νίτρον κέκληται. Χαλίφρων: Κυρίως ὁ ἐν μέθῃ ἀφραίνων· χάδις γὰρ ὁ ἄκρατος οἶνος, παρὰ τὸ χαλᾶν καὶ ἀνιέναι ἀραρυίας τὰς φρένας· ἢ ὁ εὐήθης, παρὰ τὸ κεχα‐ λᾶσθαι τὰς φρένας· καὶ τὰς βάκχας χαλιμάδας
10ἔλεγον, τὰς χαλωμένας πρὸς συνουσίαν· καὶ ΧΑΛΙ‐
μάζειν ἔλεγον, τὸ περὶ τὰς συνουσίας πείθεσθαι· καὶ καγχαλίζειν, ἀπὸ τοῦ χαλᾶν τὰς φρένας πρὸς τὸ πάθος, καὶ ἀπὸ τοῦ χάλις ὁ οἶνος. Χαλινός: Χανινός τις ὢν, παρὰ τὸ χαίνειν, ὅτι
15δι’ αὐτοῦ χαίνειν γίνεται· ἢ παρὰ τὸ ἲς ἰνὸς καὶ τὸ χαλῶ, τὸ πρὸς τὴν δύναμιν χαλώμενον. Τὰ εἰς ΝΟΣ ὀξύτονα μὴ ὄντα παρώνυμα, διὰ βραχέος τοῦ ι γρά‐ φεται, πυκινὸς, ἀληθινός· τὸ χαλινὸς δὲ διὰ τοῦ ι γραφόμενον, τῷ χρόνῳ διήλλαξε· μακρὸν γὰρ ἔχει τὸ ι.
20 Χαλκός: Κατὰ πρόσθεσιν τοῦ χ Δωρικῶς, ἀλκὸς καὶ χαλκὸς, ἐπεὶ πρὸς ἀλκὴν εὔθετός ἐστιν· ἢ παρὰ τὸ ἔχειν ἀλκήν· ἢ Χάλυβες ἔθνος εἰσὶ Σκυ‐ θικὸν, ἔνθα ὁ σίδηρος τίκτεται· ἐκ τοῦ χάλυψ χάλυ‐ βος γίνεται χαλβός· καὶ τροπῇ, χαλκός· ἐκεῖ γὰρ
25πρῶτον εὑρέθη ὁ σίδηρος, καὶ διὰ τοῦτο ἐκλήθη χαλ‐ κὸς ὁ σίδηρος, διότι πρότερον εὑρέθη παρὰ τοῖς ἀρχαίοις ὁ χαλκός· ὕστερον δὲ εὑρεθεὶς ὁ σίδηρος, ἐκάλεσαν αὐτὸν ὁμωνύμως τῷ χαλκῷ. Καὶ ὁ ποιητὴς, χάλκεον ἔγχος, οὐ τὸ ἐκ χαλκοῦ, ἀλλὰ τὸ ἐκ
30σιδήρου, τῇ παλαιᾷ συνηθείᾳ· ἐπειδὴ τὸ παλαιὸν χαλκῷ ἀντὶ σιδήρου τοῖς ξίφεσιν ἐχρῶντο καὶ τοῖς ἄλλοις ὅπλοις. Ἡσίοδος, Χαλκῷ δ’ εἰργάζοντο, μέλας δ’ οὐκ ἔσκε σίδηρος. Χαλκοτύπους: Τὰς ἐκ σιδήρου πληγάς.
35χαλκεὺς χαλκέως, καὶ ὁ χρυσοχόος· οἷον,
35 Ἦλθε δὲ χαλκεὺς ὅπλ’ ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης· ἀπὸ γὰρ τοῦ πρώτου φανέντος μετάλλου πάντας τοὺς δημιουργοὺς ἐκάλουν οὕτως οἱ παλαιοὶ, ὡς καὶ τὸν Ἥφαιστον Ὅμηρος,
40ὅν ποτε χαλκεὺς
40Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
40 Χαλκήρεϊ: Ἐκ τοῦ χαλκὸς καὶ τοῦ ἄρω, τὸ ἁρμόζω, ἡ τῷ χαλκῷ ἡρμοσμένη· ὡς χαλκοβάρεια, ἡ τῷ χαλκῷ βαρουμένη, ὅ ἐστιν ἰσχυρά. Χάλκεια: Ἑορτὴ ἀρχαία καὶ δημώδης πάλαι· ὕστερον δὲ ὑπὸ μόνων ἤγετο τῶν τεχνιτῶν, ὅτι ὁ
45Ἥφαιστος ἐν τῇ Ἀττικῇ [χαλκὸν] εἰργάσατο· ἔστι δὲ ἔνη καὶ νέα τοῦ πυανεψιῶνος· ἐν ᾗ καὶ ἱέρειαι μετὰ τῶν ἀρρηφόρων τὸν πέπλον διάζονται. Ἡρωδιανὸς δὲ λέγει, ὅτι ἡ πλείων χρῆσις προ‐ περισπᾷ.

805

(50)

Χαλκίς: Τὸ ὄρνεον, ὅτι ὑποχαλκίζει κατὰ τὴν

805

(50)

χροιὰν τῆς πτήσεως. Ἔστι δὲ καὶ πόλις Εὐβοίας ἢ Συρίας. Ὠνόμασται δὲ ἀπὸ τῶν Χαλκίδων τῶν μετὰ Ἀλεξάνδρου διαβάντων εἰς τὴν Ἀσίαν καὶ
κατασχόντων τὸ χωρίον καὶ μετονομασάντων. Χάλυψος: Ὄνομα ἐθνικόν· παρὰ τὸ χαλέπτω,
55τὸ βλάπτω, χαλέψω. Χαλκοχίτων: Τὰ εἰς ΩΝ λήγοντα, εἴτε μονο‐ σύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, ἐν τῇ συνθέσει

806

ἀναβιβάζουσι τὸν τόνον· χθὼν, αὐτόχθων· χιτὼν, ἀστροχίτων· (πόλῳ ἀστροχίτωνι) λειμὼν, εὐλείμων· αἰὼν, μακραίων. Χωρὶς εἰ μὴ
5τοπικὴν σχέσιν τινὰ σημαίνει, ὡς κοιτὼν, προκοιτών·
5θυρὼν, προθυρών.
5 Χαμάδις: Χαμαὶ εἰς γῆν, ἔστι δὲ ἐπίρρημα τοπικὸν ἐκ τοῦ χαμαί. Τὰ διὰ τοῦ ΑΔΙΣ τρισύλ‐ λαβα ἐπιρρήματα, τῷ α παραληγόμενα, διὰ τοῦ ι γράφεται καὶ βαρύνεται, φυγάδις, οἰκάδις. Σεση‐ μείωται τὸ ὁμαδὶς ὀξύτονον.
10Χαμᾶζε: Διατὶ προπερισπᾶται, τοῦ κανόνος
10λέγοντος, ὅτι τὰ εἰς ΖΕ λήγοντα ἐπιρρήματα τῷ α παραληγόμενα προπαροξύνεται, θύραζε, ἔραζε; Ὅτι ἐκεῖνα μὲν ἀπὸ ὀνομάτων γίνεται· οἷον, θύραζε, ἐκ τῆς θύρας· ἔραζε, ἐκ τῆς ἔρας· καὶ Ἀθήναζε, ἀπ’ Ἀθηνῶν· τοῦτο δὲ ἀπὸ ἐπιρρήματος ἐστίν· ἀπὸ γὰρ
15τοῦ χαμαὶ γέγονε· καὶ ὡς διήλλαξε πρὸς τὰ ἄλλα περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὸν τόνον· ἢ ὅτι ἐκεῖνα μὲν βραχὺ ἔχει τὸ α· τοῦτο δὲ, μακρόν. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΖΕ ἐπιρρήματα συνεσταλμένον ἔχει τὸ πρὸ τέλους α· οἷον, θύραζε,
20ἔραζε· πλὴν τοῦ χαμᾶζε.
20 Χαμαί: Ἢ παρὰ τὸ χῶ, ἢ παρὰ τὸ χθὼν, χθαμαὶ, καὶ χαμαὶ, κατὰ ἀποβολὴν τοῦ θ. Χαμαιπετής: Χαμαὶ ἐρριμμένος. Χαμαιεῦναι καὶ Χαμαιευνάδες: Χαμαὶ κοι‐ μώμενοι.
25Χαμαίζηλοι: Ταπεινοί· ἢ δίφροι κοιλώδεις.
25 Χαμεταιρίς: Πόρνη. Χαμαιτύπη: Πόρνη ἄδοξος· καὶ χαμαιτυπεῖον, τὸ πορνεῖον. Χαμεύνα: Ταπεινὴ, εὐτελὴς κλίνη καὶ στιβάς· καὶ χαμεύνια, κραββάτια ταπεινά.
30 Χανδόν: Ἀθρόον, ἀπλήστως, χωρητικῶς. Χαράσσω: Κατὰ πλεονασμὸν τοῦ χ, ἀπὸ τοῦ ἄρης ἀράσσω· ἢ ἐκ τοῦ χαίρω, τὸ τραχύνω, ὅπερ ἐκ
35τοῦ χῶ, τὸ χαράσσω, γίνεται. Χαίρω: Τὸ τραχύνω, ἢ χαλῶ· καὶ κάρχαρος κύων, ἐκ τούτου. Ὁμοίως δὲ καὶ τὰ σιδήρῳ τεμνό‐
μενα καὶ χαρασσόμενα, ὀξυνόμενα γίνεται· ὅθεν καὶ χάρακας καλοῦμεν τοὺς ὠξυμμένους καλάμους, ἢ
40τὰ ξύλα.
40 Χάραξ: Διαφέρει δὲ ὁ χάραξ καὶ ἡ χάραξ· τὸ μὲν γὰρ ἀρσενικῶς σημαίνει τὸ στρατόπεδον, ἢ τει‐ χισμά τι καὶ περίφραγμα καὶ χαράκωμα· θηλυκῶς δὲ, ὁ τῆς ἀμπέλου. Χάραξιν: Ὀξέσι ξύλοις, ἢ καλάμοις, ἢ ἀκαν‐
45θώδεσι φυτοῖς.
45 Χαράκωμα: Περίφραγμα, τεῖχος. Παρὰ τὸ χαρακῶ, χαρακώσω· τοῦτο παρὰ τὸ χάραξ ἀρσενικῶς. Χαραδροῦται: Ὀρύσσεται, κοιλαίνεται· χαρά‐ δραι γὰρ αἱ διαιρέσεις καὶ τὰ σχίσματα, καὶ χείμαρροι γῆς· παρὰ τὸ χαράσσω.

806

(50)

Χαρακτήρ: Ἡ σφραγὶς, ὁ τοῦ νομίσματος τύπος. Χάρις: Παρὰ τὸ χαίρω, χαρῶ, χάρις. Τὰ δὲ εἰς ΙΣ δισύλλαβα, ἔχοντα πρὸ τοῦ ΙΣ ἀμετάβολον, ἐὰν κλίνηται διὰ τοῦ δ, ὀξύνεται, οἷον τριγλίς· εἰ δὲ διὰ τοῦ τ, βαρύνεται· οἷον χάρις χάριτος. Σημαίνει
55τρία· τὴν θεὰν, ὡς τὸ, Χαρίτων μίαν ὁπλοτεράων· τὴν δωρεὰν, ὡς τὸ, ἐγὼ δὲ κέ τοι ἰδέω χάριν· καὶ τὴν εὐπρέπειαν, ὡς τὸ,
60Ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.

807

Χαρίεις, χαριέστερος: Πᾶν ὄνομα εἰς ΕΙΣ λῆγον τὸ παρακείμενον συγκριτικὸν ἔχει δύο συλλα‐ βὰς πλεονάζον τῆς εὐθείας· οἷον χαρίεις, χαριέστε‐ ρος· τιμήεις, τιμηέστερος· μορφήεις, μορφηέστερος·
5τολμήεις, τολμηέστερος καὶ τολμηέστατος· οὐ γὰρ παρὰ τὸ τόλμη ἐσχημάτισται· ἀκοινώνητα γὰρ συγκρίσει πάντα τὰ θηλυκά. Ἡμάρτηται δὲ παρ’ Ὁμήρῳ πλατάνιστος· ὑπερθετικὸν γάρ ἐστιν, ὡς κάκιστος, ἄριστος. Ἔνιοι μέντοιγε παροξύνουσι,
10λέγοντες εἶναι ὑποκοριστικὸν τὸ σχῆμα, καθὼς καλα‐ μίσκος καὶ πυργίσκος· ἀγνοοῦντες, ὅτι εἰ ἦν ὑποκο‐ ριστικὸν, ἔδει διὰ τοῦ κ ἐκφέρεσθαι. Τὸ δὲ ὀρέ‐ στερος, οὐκ ἀπὸ τοῦ ὄρους, ἀλλ’ ἀπὸ τοῦ ὀρήεις ὀρηέστερος, καὶ κατὰ συγκοπήν· ἀπὸ γὰρ τῶν εἰς
15ΟΣ οὐδετέρων οὐδέποτε γίνεται συγκριτικόν. Φιλό‐
15ξενος. Εἰς τὸ αἱματόεις.
15 Χάριεν: Τὴν τρίτην ἀπὸ τέλους ὀξύνει. Ἡρω‐ διανός. Χαριεντιζόμενοι: Εὐτραπελευόμενοι, σκώ‐ πτοντες. Καὶ Ἀριστοφάνης, Χαριεντίζεις καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.
20Χαρίζεσθαι: Κοινῶς μὲν, ὡς οἱ πολλοί· ἰδίως
20δὲ, καὶ ὡς ἐπὶ ἀφροδισίων· ἢ ἐπὶ τοῦ ἐν λόγῳ ὑπο‐
κατακλίνεσθαι. Χάρμα: Χαρὰ, ἡδονή. Χάρμη: Μάχη, κατ’ εὐφημισμόν· ἢ ἐφ’ ᾗ οὐδεὶς χαίρει.
25Χάρτης: Παρὰ τὸ χῶ, τὸ χωρῶ, (ἀφ’ οὗ καὶ τὸ
25χάζω,) γίνεται παράγωγον χαίρω, (οὐκ ἐπὶ τῆς χαρᾶς,) χάρτης, ὁ χωρητικὸς τῶν ἐγγραφομένων· ἢ παρὰ τὸ χόρτος. Χάρυβδις: Ἡ ἀναπινομένη θάλασσα περὶ τὰ Γάδειρα, καὶ πάλιν ῥαγδαιοτέρως ἐπαναστρέφουσα.
30Εἴρηται δὲ πᾶν τὸ εἰς χάος καὶ ὄλεθρον κατάγον,
30οἱονεὶ εἰς χάος βαῖνον.
30 Χάρων: Ὁ λέων, ἀπὸ τῆς χαροπότητος. Χαροπός: Περιχαρὴς, εὐόφθαλμος· ἐξ οὗ χαροπή. Χατίζεις: Σημαίνει τὸ χρῄζεις· παρὰ τὸ ἔχειν αἰτεῖν· ὁ γὰρ χρῄζων ἃ οὐκ ἔχει αἰτεῖ· ἢ ἐκ τοῦ αἰτῶ,
35τὸ ζητῶ, καὶ χρῄζω, ἀποβολῇ τοῦ ι, γίνεται ἀτῶ·
35πλεονασμῷ τοῦ χ, χατῶ· καὶ κατὰ παραγωγὴν, χατίζω. Ἢ ἐκ τοῦ ματῶ γίνεται ματίζω· καὶ τροπῇ. Χαυλιόδων: Κεχαλασμένους ἔχων τοὺς ὀδόντας ἐξέχοντας· ἢ κατὰ ἐναλλαγὴν τοῦ ρ εἰς τὸ λ,
40ὁ χαράσσων τοὺς ὀδόντας καὶ τραχύνων.
40 Χαῦνος: Παρὰ τὸ χαίνω χανὸς, ὡς φαίνω φανός· καὶ πλεονασμῷ τοῦ υ, χαῦνος, ὁ κεχηνὼς καὶ ἄπυκνος. Χαύωνας: Ἄρτους ἐλαίῳ ἀναφυραθέντας κριθί‐ νους, ἢ λάχανα ὀπτά.
45Χαῖον ἀργύρεον: Ἀπολλώνιος,
45 χαῖον παλάμῃ ἔνι πηχύνουσαι· χαῖον, οἱ μὲν, καμπύλην βακτηρίαν· οἱ δὲ, ῥάβδον· οἱ δὲ, λαγωβόλον. Χαίτας: Σημαίνει τὰς τρίχας. Παρὰ τὸ κρατῶ, κράτη· ἀποβολῇ τοῦ ρ, καὶ πλεονασμῷ τοῦ ι, καὶ

807

(50)

τροπῇ τοῦ κ εἰς χ, χαίτη.

807

(50)

Χαίρω: Παρὰ τὸ χῶ, τὸ διαχέω, παράγωγον χαίρω. Πῶς τοῦ χαίρω ἐν φωνῇ ἐνεργητικῇ πάθος δηλοῦντος τὸ ἐχάρην παθητικός ἐστι δεύτερος ἀόρι‐ στος; Λύσις. Τοῦ χαίρω ἐνεστῶτος ἐκλέλοιπεν ἡ φωνὴ ἡ παθητική· τοῦ δὲ ἐχάρην δευτέρου ἀορίστου,
55ἡ ἐνεργητική· ὁ γὰρ ἔχαρον δεύτερος ἀόριστος ἐνερ‐ γητικὸς οὐ λέγεται. Εἰκότως ὁ παθητικὸς, μὴ ἔχων τὶ τὸ ὀφεῖλον ἐλέγξαι τὴν παραλογίαν αὐτοῦ, ἔλαθε

808

τὴν παραλογίαν, καὶ ὑπεισῆλθεν εἰς χρείαν τοῦ ἐνερ‐ γητικοῦ. Χαίρειν: Οἰμώζειν, στενάζειν. Χαιρέτω ληρῶν: Ἐρυθριάτω φλυαρῶν.
5Χαίρειν φράσαντες: Ἀποταξάμενοι, κατα‐
5γνόντες.
5 Χαίρω σε ἐληλυθότα: Ὀρωπικοὶ οὕτω λέγουσι, καὶ Εὐριπίδης Σισύφῳ. Χαιρέκακος: Τὰ παρὰ βαρυτόνων συγκείμενα, εἰ μὲν ὁ ἐνεστὼς εἴη δισύλλαβος, ἀποβάλλει τὸ ι τοῦ τρίτου προσώπου· ὡς φερέοικος καὶ ἐχεκράτης,
10οὕτω καὶ χαίρω χαίρει χαριέκακος· εἰ δὲ εἴη ὑπερ‐
10δισύλλαβος, ἐκκόπτει μίαν συλλαβὴν, ὅπως ἀναλογῇ τοῖς δισυλλάβοις, γανύω γανύεις, γανυμήδης· τανύω τανύεις, τανύπεπλος· μιαίνω μιαίνεις, μιαιφόνος· ἰθαίνω ἰθαίνεις, ἰθαγενής. Χέδροπας: Ὄσπρια· χέδροψ γὰρ τὸ ὄσπριον·
15ἀπὸ τοῦ χερίδροψ κατὰ συγκοπήν. Χελιδών: Ἢ παρὰ τὸ τὰ χείλη δονεῖν, ἢ παρὰ τὸ τὰ χείλη οἰδαίνειν, ἢ παρὰ τὸ τοῖς χείλεσιν ᾄδειν. Χέλυς: Σημαίνει τὴν κιθάραν· διότι ἀπὸ δέρ‐ ματος χελώνης κατεσκεύαστο τῷ Ἑρμῇ· δέδωκε δὲ
20αὐτὴν τῷ Ἀπόλλωνι. Ἢ παρὰ τὸ χέω, τὸ λέγω. Χελύνη: Τὸ περὶ τὸ χεῖλος μέρος τοῦ προσ‐ ώπου, ὅπερ ἐπώνυμον τῆς ὑπερῴας χελύνης κατά‐ κομον, ὃν δὴ καὶ μύστακα προσηγόρευον οἱ Ῥω‐ μαῖοι· καὶ χελύνιον· καὶ χελυνίδης, ὁ τὴν χελύ‐
25νην μεγάλην ἔχων. Λέγεται δὲ καὶ ἡ χελώνη· δηλοῖ καὶ τὴν κιθάραν παρ’ Αἰολεῦσι. Χελύσσουσα: Διαπλέουσα, νηχομένη· καὶ γὰρ οἱ νηχόμενοι τοῖς χείλεσι τὸ ὕδωρ ὠθοῦσι· παρὰ Λυκόφρονι· κατὰ πλεονασμὸν δὲ τοῦ λ.
30 Χέρηες καὶ Χείρονες: Οἱ διὰ τῶν χειρῶν πορίζοντες τὸ ζῆν, ὡς καὶ οἱ χερνῆται. Χερνῆσι: Πενιχραῖς γυναιξὶ, καὶ ἀπὸ χειρῶν ζώσαις. Χερνῆτις γυνή: Ἰλιάδος μʹ, ἡ ταπεινή· παρὰ
35τὸ ἐκ τῶν ἰδίων αὐτῆς χειρῶν τρέφεσθαι. Χεράδες: Τὰ παραθαλάσσια σκύβαλα· παρὰ τὸ χεῖσθαι ῥᾳδίως. Χεράδες λέγονται καὶ οἱ σωροὶ τῶν λίθων τῶν μικρῶν. Φησὶ δὲ Δημήτριος ὁ Σκήψιος τὴν διάλεκτον Ἀπολλωνιατῶν εἶναι. Καὶ
40Σαπφὼ,
40Μὴ κίνει χεράδας.
40 Χέραδος: Ἰλιάδος φʹ, ὡς κίναδος· οὐδέτερον γάρ ἐστι· τὸ συναγόμενον ἐν τῇ ῥύσει τοῦ ποταμοῦ πλῆθος ἰλύος καὶ ὀστράκων καὶ λίθων. Καὶ Πίνδαρος τὴν δοτικὴν εἶπε, Χεράδει σποδέων·
45Ἀρίσταρχος δέ φησι χεράδας καλεῖσθαι τοὺς ποτα‐
45μοὺς, καὶ τοὺς ἐν αὐτοῖς λίθους. Χερμάδιον: Πλεονασμῷ τοῦ μ· παρὰ τὸ χεῖρα χειράδιον, τὸ πληροῦν τὴν χεῖρα· σημαίνει δὲ χειρο‐ πλήθη λίθον. Χερειότερος: Ἀπὸ τοῦ χερείων κατὰ μετα‐

808

(50)

πλασμὸν γίνεται χέρειος, ὥσπερ πλείων πλεῖος· ὅθεν τὸ θηλυκὸν, πλεία, ὡς ἐν Ἰλιάδος ιʹ, Πλεῖαι τε χαλκοῦ κλισίαι· γίνεται ἐκ τοῦ χεὶρ χερὸς, χωρὶς τοῦ ι εὕρηται ἡ γενική· κυρίως γὰρ χερείων, ὁ ταῖς χερσὶν ἥττων
55καὶ ἐλάττων.
55 Χέρηϊ: Χερείων, χερείονος· ἡ δοτικὴ, χερείονι· καὶ κατὰ συγκοπὴν, χέρειϊ· καὶ διὰ τὸ ἐπάλληλον τῶν δύο ΙΙ γίνεται τροπὴ τῆς ΕΙ διφθόγγου εἰς η, ὡς ἐν Ἰλιάδος αʹ,

809

ὅτε χώσεται ἀνδρὶ χέρηϊ· ἀντὶ τοῦ χείρονι, ἐλάσσονι. Ἔστι δὲ συγκρι‐ τικόν. Καὶ, εἷο χέρεια·
5ἑαυτοῦ χείρονα· ἐκ τοῦ χερείονα, κατὰ συγκοπήν.
5Χερνίψαντο: Μέσος ἀόριστος πρῶτος, ἀπὸ τοῦ
5χερνίπτω χερνίψω. Χέρσος: Ἡ γῆ, ἐξ ἧς ἐστι χερσὶ προσάπτε‐ σθαι. Τὸ δὲ Χέρσονδ’ ἐξαποβάντες ἔστιν ἐπίρρημα τοπικὸν, ἀντὶ τοῦ εἰς τὴν χέρσον,
10ὡς Ἴλιόνδε. Τὸ ΔΕ, οὐκ ἔστι μέρος λόγου, ἀλλὰ
10μόριον.
10 Χθών: Παρὰ τὸ διαχεῖσθαι καὶ χώννυσθαι δύ‐ νασθαι· ἢ παρὰ τὸ χῶ, τὸ χωρῶ· οὗ παράγωγον, χείω· ὅθεν, Οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται· κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΩΝ ὀξύτονα μονο‐
15σύλλαβα μόνως ἀρσενικὰ καὶ μὴ μόνως θηλυκὰ,
15φυλάττουσι τὸ ΩΝ, κλὼν κλωνὸς, πρὼν πρωνός· τὸ δὲ χθὼν, ἐπειδὴ μόνως ἐστὶ θηλυκοῦ γένους, τούτου χάριν ἔτρεψε τὸ ω εἰς τὸ ο ἐπὶ τῆς χθονὸς γενικῆς· ὅθεν καὶ χθόνιος. Χθιζά: Ἐπίρρημα ἀπὸ ὀνόματος γενόμενον εἰς
20ἐπίρρημα, ὡς ἐν τῷ ἐτεὸν καὶ δηρόν. Τὸ χθιζὸς
20διατί ὀξύνεται; Τὰ εἰς ΖΟΣ ἀπὸ ἐπιρρημάτων παρα‐ γόμενα, ἢ τριγενῆ ὄντα, ὀξύνεται, πρωϊζός. Καὶ πόθεν παρήχθη; Ἀπὸ τοῦ ἐχθές. Ἀναλογώτερον δέ ἐστι καὶ κυριώτερον καὶ πρῶτον τὸ ἐχθὲς τοῦ χθές. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶν ἐπίρρημα
25μονοσύλλαβον ἀπαθὲς κατ’ ἰδίαν ῥητὸν, μακροκατα‐ ληκτεῖ φύσει ἢ θέσει. “Κατ’ ἰδίαν ῥητὸν” εἶπε, διὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ α. Εἰ ἄρα οὖν τὸ χθὲς ἐπίρρημά ἐστι καὶ κατ’ ἰδίαν ῥητὸν, ὤφειλε μακροκαταληκτεῖν. Γίνεται ἐκ τοῦ ἐκθέω ἐκθεύσω,
30ἐχθὲς, ἡ ἐκθεύσασα ἡμέρα. Ἐτυμολογεῖται δὲ παρὰ
30τὸ ἐκτὸς ἡμᾶς γίνεσθαι ταύτης τῆς ἡμέρας. Χέω: Κυρίως ἐπὶ τοῦ ὕδατος λέγεται· ὁ δὲ ποιητὴς ἀντὶ τοῦ προήρχοντο εἶπεν, ὡς τὸ, προχέοντο φαλαγγηδόν· ἀπὸ μεταφορᾶς τῶν ποταμίων ῥευμάτων.
35Περὶ τοῦ χεύσω καὶ πνεύσω μέλλοντος εὗρον ἐγὼ
35ἐν τοῖς Εὐλογίου τοῦ σχολαστικοῦ δυσκλίτοις ῥή‐ μασι, μὴ εἶναι ἀπὸ τοῦ χέω καὶ πνέω κατὰ πλεονα‐ σμόν. Φησὶν γὰρ οὕτως· εἰδότες γὰρ, ὡς οὐδέποτε τὸ ε διὰ τοῦ υ μηκύνεται, μᾶλλον τὸ πνεύω καὶ χεύω ἐνεστῶτας παραδεχόμεθα· ὧν ἐστιν ὑπόμνησις
40παρὰ τῷ ποιητῇ· τὸ γὰρ ἔκηλος εὔκηλος, πλεονασμὸν ἔχει· ὅπερ πάθος, οὐκ αὔξησις. Χεῶ: Χέω χεύσω· ὁ δεύτερος ἀόριστος, ἔχεον· ὁ μέλλων δεύτερος, χεῶ. Τὰ εἰς ω καθαρὰ δισύλ‐ λαβα βαρύτονα τῷ ε παραληγόμενα, δύναται ἐπὶ
45δευτέρου καὶ τρίτου προσώπου συναίρεσιν δέξασθαι. Πλεονασμῷ τοῦ υ, κατὰ τὸν μέλλοντα, χεύσω· ὁ παθητικὸς ἀόριστος ἐκ τοῦ παθητικοῦ παρακειμένου, ἐχέθην ἐχέθης· ἐξῆλθε τὸ υ, διὰ τὴν κακοφανίαν. Ὁ ἐνεργητικὸς πρῶτος ἀόριστος, ἔχευα καὶ ἔχεα.

809

(50)

Χειά: Ἡ τῶν ὄφεων κατάδυσις. Ἰλιάδος ψʹ, καὶ ἀλλαχοῦ, χείσεται, ἀντὶ τοῦ χωρήσει· ζήτει εἰς τὸ χθών· ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρεῖσθαι· εἰς αὐτὸ γὰρ μηχανᾶται ὁ ὄφις χωρῆσαι τὸ σῶμα ὥσπερ εἰς ἔλυτρον. Λέγονται δὲ οἱ τοιοῦτοι τόποι
55εἰλυοὶ, καὶ τρόχμαλα, καὶ αἱμασιαί· παρὰ γὰρ τὸ χῶ, τὸ χωρῶ, γίνεται χεά· καὶ πλεονασμῷ τοῦ ι, χειά. Χεῖμα: Παρὰ τὸ χέω γίνεται.

810

Χειμών: Χειμαδίῳ τόπῳ, ἐφ’ οὗ ἄν τις δύναιτο χειμῶνος ἐγκαθορμίσασθαι. Ἀπὸ τοῦ χέω (οὗ ὁ μέλλων χεύσω) γίνεται χεῦμα, ὥσπερ πνέω πνεύσω, πνεῦμα· καὶ τροπῇ τοῦ υ εἰς ι, γίνεται χεῖμα· ἀφ’
5οὗ χειμών. Τὰ γὰρ εἰς ΜΑ οὐδέτερα εἰς ΜΩΝ παρα‐ γόμενα ὀνόματα κοινά εἰσι τῷ γένει, καὶ τρέπει τὸ ω ἐπὶ γενικῆς· οἷον, μνῆμα, ἀμνήμων ἀμνήμονος· σχῆμα, ἀσχήμων ἀσχήμονος· εἷμα, λευχείμων λευ‐ χείμονος. Τὸ δὲ χειμὼν, ὀξυνόμενον καὶ ἁπλοῦν καὶ
10περιεκτικὸν ὂν, διήλλαξε· ὁμοίως καὶ εἴ τι παρ’ αὐτὸ σύγκειται, βαρυχείμων βαρυχείμονος. Ἀπὸ τοῦ χέω χεϊμὼν καὶ χειμών· φυλάσσει τὸ ω ὡς περιεκτικόν· περιέχει γὰρ μῆνας καὶ ἑβδομάδας. Χειμάρρους: Ὁ χειμερινὸς ποταμός· παρὰ τὸ
15ἐν τῷ χειμῶνι ῥεῖν· καὶ γίνεται παρὰ τὸ χέειν ἅμα·
15ἀπὸ τοῦ ῥέειν καὶ τοῦ χειμὼν γίνεται χείμαρρος· καὶ πλεονασμῷ τοῦ ο, χειμάρροος· καὶ κατὰ συναί‐ ρεσιν, χειμάρρους· κλίνεται χειμάρρου. Χειμέριος: Ἀπὸ τοῦ χεῖμα γίνεται. Τὰ δὲ διὰ τοῦ ΙΟΣ καθαρὸν ἔχοντα τὸ ρ, καιροῦ ὑπόνοιαν ἔχοντα,
20διὰ τοῦ ι γράφεται, καίριος, ἀκαίριος, ὁ μὴ ἔχων καιρόν· ὥριος, ὁ τῆς ὥρας, ἀώριος· ἡμέριος. Χωρὶς εἰ μὴ ὦσιν ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων, διὰ τὸ θέρος θέρειος. Λοιπὸν οὖν ἐκ τοῦ χειμερινὸς γίνεται κατὰ συστολὴν τοῦ ν χειμέριος, ὥσπερ ἑσπερινὸς ἑσπέριος.
25 Χειραμός: Σημαίνει τὴν κατάδυσιν, παρὰ Λυ‐ κόφρονι. Οἶμαι δ’ ἀπὸ τοῦ χειὰ γέγονε. Χεῖραι: Αἱ ἐν τοῖς ποσὶ ῥαγάδες· καὶ χειρό‐ ποδες, οἱ οὕτως τοὺς πόδας κατερρωγότες, οἷον ῥαγό‐ ποδες.
30Χείριστα: Κάκιστα. Ἀπὸ τοῦ χείρων χεί‐
30ριστος ὑπερθετικόν. Χείρων δὲ κυρίως ὁ κατὰ χεῖρας ἥττων· αἷς ὁ ἄνθρωπος τῶν ἄλλων ζῴων δια‐ φέρει, τεχνᾶσθαι δυνάμενος. Καὶ χειρότερος. Χείρων: Ὁ Κένταυρος· ἀπὸ τῆς διὰ τῶν χειρῶν θεραπείας τῆς ἐν ταῖς χειρουργίαις καὶ ῥιζοτομίαις·
35ἰατρὸν γὰρ τοῦτον ἡμῖν ὑπογράφει Ὦρος. Ἐν ἄλλοις δὲ, ὅτι χεῖραι καλοῦνται αἱ ἐν τοῖς ποσὶ ῥαγάδες. Ἔνθεν καὶ Χείρων, διὰ τὸ ἐν χείροσι καὶ ὀρεινοτέροις τόποις διάγειν. Χειρόηθες: Ἥμερον, πρᾶον· ἢ διὰ τὰ χρειῶδες.
40 Χείρ: Παρὰ τὸ ἔχω, τὸ κρατῶ· ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥᾶον χεῖσθαι, ὅ ἐστι χωρεῖσθαι, ἢ διαχέειν. Χειροδίκαι: Οἱ τῇ τῶν χειρῶν δυνάμει πεποι‐ θότες, καὶ δι’ ἑαυτῶν ποιοῦντες τὴν ἐκδίκησιν καὶ τύπτοντες· τουτέστιν, ἐν τῇ ἰσχύϊ τὸ δίκαιον
45ἔχοντες. Χειρόκμητα: Ὑπὸ χειρῶν γεγλυμμένα, ἢ περιεξεσμένα. Χειρόμακτρον: Ὃ παρὰ Ῥωμαίοις καλεῖται μανδίλιον.

810

(50)

Χειρόμαντις: Ὁ διὰ τῶν ἐν ταῖς χερσὶ γραμ‐

810

(50)

μῶν μαντευόμενος.

810

(50)

Χειρόνιπτρον: Τὸ κατὰ χειρὸς ὕδωρ. Ἀρι‐ στοφάνης. Χειρονομεῖν: Κυρίως ἐστὶ νωμᾶν διὰ χειρῶν· ὅθεν χειρονομία. Χηναλώπηξ: Ἰστέον ὅτι τὰ εἰς ἀμετάβολον
55λήγοντα σύνθετα κατὰ τὴν ἀρχὴν οὐδέποτε ἀπὸ
55εὐθείας συντίθεται, ἀλλ’ ἢ ἀπὸ γενικῆς, ἢ ἀπὸ δοτικῆς, ὡς ἐπὶ τοῦ πυρίβλητος. Καὶ εἰ μὲν ἡ ἐπιφερομένη λέξις ἄρχεται ἀπὸ συμφώνου, ἀπο‐

811

βάλλει ἡ γενικὴ τὸ ς· οἷον, φρὴν φρενὸς, φρενο‐ βλαβής· χὴν χηνὸς, χηνοτρόφος. Ἐὰν δὲ ἀπὸ φωνήεντος ἄρχηται, ἀποβάλλεται καὶ τὸ ο καὶ τὸ ς, οἷον φρὴν φρενὸς, φρεναπάτης· χὴν χηνὸς, χηναλώ‐
5πηξ. Δεῖ προσθεῖναι, χωρὶς εἰ μὴ ἄρχεται ἀπὸ τοῦ η, ἢ ἀπὸ τοῦ ε· τότε γὰρ πολλάκις τὸ ς μόνον ἀπο‐ βάλλεται, οἷον χεὶρ χειρὸς χειροήθης, χειροεργὸς καὶ χειρουργός· λιμὴν λιμένος, λιμενοειδής. Δεῖ προσθεῖναι, καὶ χωρὶς τοῦ χειροάναξ. Τοῦτο δὲ
10γίνεται κατὰ κρᾶσιν χειρώναξ, ὡς Ἱππώναξ. Διὰ
10γὰρ τὴν κρᾶσιν ἠμαυρώθη τὸ παράλογον. Χεῖλος: Παρὰ τὸ χέειν λόγους. Χηλός: Ἡ κιβωτός. Παρὰ τὸ χῶ χήσω, χηλὸς, ἡ χωροῦσα ἕκαστον τῶν ἐντιθεμένων. Χηλή: Ὁ ὄνυξ. Ὦρος δὲ λέγει κυρίως τὴν
15χηλὴν ἐπὶ τῶν διωνύχων ζῴων, σχηλή τις οὖσα, παρὰ τὸ διεσχίσθαι, ὥσπερ ὁπλὴ ἐπὶ τῶν μονωνύχων. Χήν: Κοινόν ἐστι τῷ γένει· ἔστι δὲ καὶ εἰδικόν. Γίνεται παρὰ τὸ ἠχὴ, ὃ σημαίνει τὴν βοὴν, ἠχήν· καὶ ἀφαιρέσει τοῦ η χήν· κρακτικὸν γὰρ ἐστὶ καὶ
20φωνητικόν.
20 Χηνίσκος: Τὸ τῆς πρώρας μέρος, οὗ ἀπήρ‐ τηνται αἱ ἄγκυραι, ὃ καὶ τῆς τρόπιδος ἐστὶν ἀρχή. Εἰσὶ δ’ οἳ μᾶλλον τὸ τῆς πρύμνης ἔφασαν ἄκρον, πρὸς ὃ ἐπιζεύγνυνται αἱ ἐπωτίδες τῆς νεώς. Πλὴν ὁποτέρως ἔχει, χηνίσκος ἐλέγετο, ὅτι χηνὸς κεφαλὴν
25μορφοῦντες οἱ ναυπηγοὶ ἐτίθουν τῷ ἄκρῳ, τάχα τὸ πλοῖον εἰς χῆνα ἀπεικάζοντες· ἢ τοῦ εὐοιωνίστου χάριν, ὡς ἀβάπτιστος αὐτοῖς ἡ ναῦς διατελοίη, τρόπον χηνὸς ὑπερνέουσα τῶν κυμάτων. Χήρα: Παρὰ τὸ χῶ, τὸ χωρῶ, ὁ μέλλων, χήσω,
30χήρα, ἡ χωρητικὴ τῶν κακῶν τῆς λύπης. Ἐτυμο‐ λογεῖται δὲ παρὰ τὸ χαρά· καὶ ἀναδόσει τοῦ τόνου, καὶ τροπῇ τοῦ α εἰς η, χήρα, κατὰ ἀντίφρασιν, ἡ ἐστερημένη τῆς εὐφροσύνης καὶ τῆς χαρᾶς. Χῆραι: Ἔρημοι, καὶ ἀνδρὸς μονωθεῖσαι· ἀπὸ
35τοῦ χηρῶ χηρώσω, ὃ σημαίνει τὸ ἐρημῶ καὶ ἀφα‐ νίζω καὶ ἐκπορθῶ· ὅθεν καὶ χηρωτὴς, ὡς γυψώσω γυψωτής· καὶ πλεονασμῷ τοῦ ς, χηρωστής· ΧΗ‐ ρωσταὶ δὲ λέγονται οἱ μακρόθεν τοῦ γένους κληρο‐ νόμοι, οἷον οἱ ἐπίτροποι, οἱ τοῦ χήρου καὶ ἐρήμου συγ‐
40γενῶν οἴκου κληρονόμοι. Γίνεται δὲ ἐκ τοῦ χωρῶ, τὸ
40χωρίζω, χηρῶ χηρώσω· οἷον, χήρως’ ἀγυιάς· καὶ,
Χηρώσας δὲ γυναῖκα. Χήτει: Στερήσει, ἐνδείᾳ, σπάνει. Παρὰ τὸ χῶ
45ῥῆμα, ὃ σημαίνει τὸ ἐνδεοῦμαι, ὁ μέλλων, χήσω·
45ῥηματικὸν ὄνομα, χῆτις, ἡ ἔνδεια· καὶ χῆτος, οὐδέ‐
45τερον ὄνομα. Ἐκ τούτου καὶ ῥῆμα χητίζω καὶ χατίζω. Χιλός: Θηλυκῶς λέγεται· σημαίνει δὲ τὴν τροφήν· παρὰ τὸ ἔχειν τὸ σῶμα, τουτέστι κρατεῖν· ἢ παρὰ τὸ χεῖλος. Χεῖλος δὲ, ὁ χόρτος τῶν βοσκη‐

811

(50)

μάτων, παρὰ τὸ χεῖσθαι τῷ ἕλει.

811

(50)

Χίμαρος: Σημαίνει τὸν τράγον· ἐκ τοῦ χίμαιρα· πρὸς ἀντιδιαστολὴν τοῦ ἐν τῷ χειμῶνι ῥέοντος ποτα‐ μοῦ. Γίνεται παρὰ τὸ κίω, τὸ πορεύομαι, κίμαρος καὶ χίμαρος. Χίμαιρα: Ἡ ἐν χειμῶνι τεχθεῖσα, οἷον ἡ ἕνα
55χειμῶνα ἔχουσα.
55 Χίμετλα: Τὰ ἀποκαύματα τὰ γινόμενα ἐν τοῖς ποσὶν, ὃ συμβαίνει [ἀπὸ] χειμῶνος γίνεσθαι. Εἴ‐ ρηται παρὰ τὸ ἐν χειμῶνι τλεῖν.

812

Χῖος: Ὁ τῆς Χίου πολίτης. Ἀπὸ τοῦ Χίος Χίϊος, ὡς Σάμιος, Λέσβιος· καὶ κράσει, Χῖος, ὡς Δῖος. Χιράδες: Αἱ τῶν χειρῶν ῥαγάδες. Συνέπαθε
5δὲ ἡ φωνὴ τῷ σημαινομένῳ. Ἐπειδὴ γὰρ τὸ χιρὰς
5ἔνδειαν τινὰ σημαίνει, (τὰς γὰρ τῶν χειρῶν ῥαγάδας δηλοῖ· ἡ δὲ ῥαγὰς τοῦ ὁλοκλήρου ἔνδειαν ἔχει· τὸ γὰρ ἔχον ῥαγάδας οὐκ ἔστιν ὁλόκληρον·) τούτου χάριν διὰ τοῦ ι γράφεται. Χιτών: Τὸ ἁπλοῦν καὶ λινοῦν περιβόλαιον· ἐτυ‐
10μολογεῖται δὲ παρὰ τὸ κεχύσθαι ἡμῶν τοῖς σώμασι, χυτών· καὶ τροπῇ τοῦ υ εἰς ι, χιτών. Σημαίνει δὲ δύο· ἐπὶ μὲν τοῦ συνήθως ἡμῖν λεγομένου, ἱμάτιον· οἷον, μαλακὸν δ’ ἔνδυνε χιτῶνα·
15καὶ τὸν θώρακα· ὅθεν καὶ χαλκοχίτωνες, οἱ χαλκο‐
15θώρακες. Διαφέρει δὲ πέπλου· ἐπὶ μὲν γὰρ ἀνδρῶν λέγεται χιτών· ἐπὶ δὲ γυναικῶν, πέπλος. Τὰ δὲ εἰς ΩΝ ἰαμβικὰ, πρὸ τέλους ἔχοντα τὸ ι, φυλάττει τὸ ω ἐπὶ βαρυτόνων καὶ ὀξυτόνων. Χιών: Παρὰ τὸ χέω χεών· καὶ τροπῇ, χιὼν, ὡς
20τέρπω, τερπών. Κλίνεται χιόνος, διὰ τοῦ ο μικροῦ. Χλαῖνα: Παρὰ τὸ χλιαίνειν, ὅ ἐστι θερμαίνειν, χλίαινα καὶ χλαῖνα. Λέγεται μὲν χλαῖνα, τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον· χλανὶς δὲ, τὸ λεπτότατον καὶ μαλακὸν καὶ τρυφερόν· χλαμὺς δὲ τὸ περιφερὲς
25καὶ κυκλοειδὲς, τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον σαγο‐ μάντιον, ὅπερ φοροῦσιν οἱ κηροφόροι. Ὁμοίως παρὰ τὸ χλιαίνω χλιαμὺς καὶ χλαμύς. Χλιαρός: Παρὰ τὸ χλιαίνω· τὸ δὲ λιαρὸς, οὐκ ἀπὸ τοῦ χλιαρὸς, ὥς τινες, ἀλλὰ παρὰ τὸ λίω, τὸ
30προθυμοῦμαι. Χλιδῇ: Ἀγλαϊσμῷ, τρυφῇ· καὶ ῥῆμα χλίδω, βαρύτονον· καὶ χλιδῶ, περισπώμενον. Ἐξουσιαστικῇ χλιδῇ ἥκιστα ἔχαιρες. καὶ χλιδανὸν, τὸ τρυφερόν· παρὰ τὸ χαλῶ καὶ τὸ
35δέω, τὸ πρέπω, χαλιδὴ καὶ χλιδὴ, ἡ ὑποχαλῶσα τοῦ πρέποντος. Λέγεται δὲ χλιδὴ, ἡ ἔκλυσις καὶ μα‐ λακία· ἀπὸ τοῦ ἐχλιάνθαι καὶ ἐκλελύσθαι ἀσθενείᾳ τοῦ θερμοῦ. Χλευασμός: Ἐκ τοῦ χλευάζω· τοῦτο ἐκ τοῦ
40χλεύη, ὃ σημαίνει τὴν ἀπάτην, χειλεύη τὶς οὖσα,
40παρὰ τὸ ἠρέμα ἀνοίγειν τὰ χείλη· ἢ παρὰ τὴν χλόην· δυσωπητικὰ γὰρ τὰ σκώμματα, καὶ χροιᾶς μεταβλητικά. Ἢ παρὰ τὸ κλέπτω, κλεύη καὶ χλεύη· ὁ γὰρ χλευάζων τινὰ ὑποκλέπτει αὐτόν. Ἢ παρὰ τὸ χέω χεύη.
45Χλόη: Παρὰ τὸ φλέω, τὸ ἀναπέμπω, φλόη καὶ
45χλόη, ἡ ἐκ τῆς γῆς ἀναπεμπομένη καὶ αὐξάνουσα· ὅθεν καὶ χλοῦναι οἱ σύαγροι, οἱ ἐν ταῖς χλόαις εὐναζόμενοι καὶ διατρίβοντες. Κλίνεται χλούνων, ὡς ἀπὸ τοῦ χλόευνοι χλοεύνων. Τὸ δὲ χρῇσται χρῄστων, πρὸς ἀντιδιαστολὴν τοῦ οἱ χρηστοὶ τῶν

812

(50)

χρηστῶν, ἐπὶ τῶν καλῶν. Χρῇσται δέ εἰσιν οἱ

812

(50)

δανείζοντες καὶ οἱ δανειζόμενοι. Τὸ δὲ ἐτήσιαι ἐτη‐ σίων συνεξέδραμε τῷ ἐτήσιοι ἐτησίων. Χοῖρος: Παρὰ τὸ χοῦν ἐρευνᾶν, χόϊρος· καὶ συναιρέσει, χοῖρος. Ἢ παρὰ τὸ τοῦ χείρονος ἐρᾶν. Χλῆδος: Ὁ κλῆρος τῶν ἀποκαθαρμάτων, ὁ ἔχων
55ἰλύν τινα καὶ βοτανώδη καὶ φρυγανώδη. Ἢ σωρὸς λίθων. Χλωρός: Παρὰ τὸ χαλῶ καὶ τὸ ὥρα, ὃ σημαίνει τὴν μορφὴν, χαλάωρος, καὶ χλωρὸς, ὁ κεχαλα‐

813

σμένην ἔχων τὴν ὥραν· ἐξ οὗ καὶ χλωρότης. Ἢ ἐκ τοῦ χολὴ, ὑπερθέσει, χλόη· ἐκ τούτου χλοηρὸς καὶ χλοερός· ἢ χολερὸς, κατὰ κρᾶσιν χλωρός. Ἐκ τούτου ὠχρόν.
5Χλωρὸν δέος: Χλωροποιόν. Σημαίνει δὲ καὶ
5τὸ νέον.
5 Χλωρηῒς ἀηδών: Ἀπὸ τοῦ χρώματος· ἢ διότι ἐν ἔαρι φαίνεται ὅτε πάντα χλωρά· οἱ δὲ, τὴν χλωροῖς ἡδομένην. Ἀληθὲς δὲ τὸ πρῶτον· τοιαύτην γὰρ τὴν πτέρωσιν ἔχει. Καὶ Σιμωνίδης, Εὖτ’ ἀηδόνες πολυκώτιλοι χλωραύχενες εἰαριναί.
10 Χνοῦς: Πλεονασμῷ τοῦ ν, παρὰ τὸ χοῦς· τοῦτο παρὰ τὸ χόος· τοῦτο παρὰ τὸ χέω. Ἀπολλώνιος, νέον χνοάοντα παρειάς. Χόανος: Φύσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσσων.
15 Χοή: Ἐκ τοῦ χέω· χοαὶ χοῶν, τὰ ἐπιχεόμενα· οἱ γὰρ ἀρχαῖοι ἅπερ εἶχον κάλλιστα καὶ τιμιώτατα ἔρραινον εἰς τοὺς νεκροὺς, τιμῶντες αὐτούς. Χολάδες: Τὰ ἔντερα· κατὰ μετάθεσιν τοῦ κ εἰς χ· κοιλάδες γάρ εἰσι, παρὰ τὴν κοιλότητα.
20Ἀφ’ οὗ καὶ κόλος καὶ κοῖλος, ὁ ἔρημος καὶ κενὸς τόπος. Ἢ παρὰ τὴν χύσιν. Ὅμηρος, ἐκ δ’ ἄρα πᾶσαι
χῦντο χαμαὶ χολάδες· ἢ διὰ τὸ κατὰ φύσιν δέχεσθαι τὸ χολῶδες ἀπὸ τοῦ
25ἥπατος, ἐπειδὴ εἰς αὐτὰ συρρεῖ ἡ ξανθὴ χολὴ, τοῦτο
25μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν. Ἤμελλε γὰρ, ψυχρὰ ὄντα τῇ κράσει, ἀργὰ μένειν, καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη.
30Χόλικες: Αἱ τῶν βοῶν κοιλίαι.
30 Χόλος: Παρὰ τὸ χέω· συγχεῖται γὰρ ἡ ψυχὴ ἐν τῷ ὀργίζεσθαι. Τὸ ΧΟ, μικρόν. Ἐκ τοῦ χέω· ὁ γὰρ χόλος διαχεῖται· ἡ πρώτη γὰρ ἔκκαυσις τῆς καρδίας καὶ διάχυσις τῆς χολῆς πρὸς ὀργὴν χόλος λέγεται. Ἔστι δὲ εἴδους τῶν ὑποπεπτωκότων τῷ
35ὀνόματι εἰδικοῦ· τὸ γενικὸν, θυμός. Χολᾶτε: Ἐκ τοῦ χολὴ γίνεται χολῶ χολᾷς, συζυγίας δευτέρας· ὅθεν τὸ πληθυντικὸν, Ἐμοὶ χολᾶτε ὅτι .... ἐκ δὲ τοῦ χόλος γίνεται χολῶ χολώσω, συζυγίας
40τρίτης· ὅθεν χολωθεὶς, τὸ ὀργισθείς· καὶ, χολωτοῖς
40ἐπέεσσιν, ὀργιστικοῖς. Χορδή: Σημαίνει τὸ ἔντερον· παρὰ τὸ χωρῶ καὶ τὸ ἔδω, τὸ ἐσθίω, παρὰ τὸ δι’ αὐτῶν χωρεῖν τὴν ἐδω‐ δήν. Ὅθεν καὶ τὸ δεκάχορδον ὄργανον. Χορηγός: Παρὰ τὸ χεὶρ χερὸς καὶ τὸ ἄγω
45γίνεται χερηγός· καὶ τροπῇ τοῦ ε εἰς ο, χορηγὸς, ὁ διὰ χειρὸς ἄγων. Χορός: Οἶμαι παρὰ τὸ χαίρειν· ἢ ἐκ τοῦ χῶρος· ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. Ἢ χαίρω χαρὸς καὶ χορός. Ἢ παρὰ τὸ χεὶρ χερὸς, χορός.

813

(50)

Χοροίτυπος: Ὁ χορευτὴς, ἤτοι τύπους ἐν τῷ

813

(50)

χορεύειν τῶν ποδῶν ποιῶν, ἢ τύπτων τὸ ἔδαφος. Καὶ Ὅμηρος, Πέπληγον δὲ χορὸν θεῖον ποσίν· τὸ δὲ χῶρος παρὰ τὸ χῶ, τὸ χωρῶ· σημαίνει δὲ τὸν τόπον.
55Χόρτος: Παρὰ τὸ ἐν τῇ χέρσῳ γίνεσθαι· ἢ
55παρὰ τὸ κείρω κόρτος, καὶ χόρτος.
55 Χόρτος αὐλῆς: Ὁ τῆς αὐλῆς ὅρος· χόρτῳ γὰρ τὸ πρῶτον ἀντὶ τειχίων ἐχρῶντο· ἄχρι δὲ τοῦ νῦν ἐν Λυκίᾳ ἀπὸ τοῦ χόρτου παραβάλλουσιν αὐλὰς τοῖς ἐν ἀγροῖς οἰκήμασιν. Ὅμηρος Ἰλιάδος ωʹ.

814

Χορτάσαι: Παρὰ τὸν χόρτον τὸν παραβαλλό‐ μενον τοῖς ὑποζυγίοις· καὶ ὅτι πρὸ τῆς εὑρέσεως τῶν ἡμέρων τροφῶν τούτῳ ἐκέχρηντο. Παρὰ τὸ κόρος. Χρῶ: Σημαίνει πέντε· τὸ ξέω, ἐξ οὗ χραύω
5χραύσω, Ἰλιάδος εʹ, χραύσῃ, ἀντὶ τοῦ ἀμύξῃ ἐπ’ ὀλίγον τὸν χρῶτα, ἐπιξύσῃ, ἤτοι προσεγγίσῃ· ἀπὸ τοῦ χρωτὸς, χρῶ, οἷον προσψαύσῃ καὶ προσξέσῃ· τὸ μαντεύομαι, ὡς τὸ, Τοιαῦθ’ ὁ Φοῖβος χρῇ·
10τὸ κτῶμαι, ἐξ οὗ καὶ χρήματα· τὸ ἐφορμῶ, ὡς τὸ,
10τίς τοι κακὸν ἔχραε δαίμων·
10τὸ παρέχω, ἐξ οὗ καὶ τὸ κιχρῶ, κατὰ ἀναδιπλα‐ σιασμόν· καὶ χρηστὸς, ὁ ἀγαθὸς, ὁ πᾶσιν ἑαυτὸν παρέχων. Χραισμῶ: Καὶ βαρύνεται καὶ περισπᾶται. Γί‐ νεται ἀπὸ τοῦ χρήσιμος, χρησιμῶ· συστολῇ τοῦ η
15εἰς α, καὶ μεταθέσει τοῦ ς, χραισμῶ· ὁ δεύτερος
15ἀόριστος, ἔχραισμον. Ἔστι δὲ συζυγίας πρώτης, καὶ σημαίνει τὸ βοηθῶ καὶ φυλάσσω. Ἢ ἐκ τοῦ χαρίζω χαρισμῶ· καὶ ἐν ὑπερθέσει καὶ συναιρέσει, χραισμῶ, ἔχραισμον, ὡς ἀπὸ τοῦ ἁμαρτῶ περισπω‐ μένου, δεύτερος ἀόριστος ἥμαρτον.
20 Χρέος: Ἀπὸ τοῦ χῶ, ὃ σημαίνει τὸ ἐνδεοῦ‐ μαι, γίνεται χέω· ἐξ οὗ γίνεται χρέος, κατὰ πλεο‐ νασμὸν τοῦ ρ. Οὕτως εἰς τὸ αἱμ· εἰς τὸ Μέγα δὲ γράφεται, ὅτι οὐκ ἀπὸ τοῦ χρῶ, ἀλλ’ ἀπὸ τοῦ χρέω χρέομαι. Ὁ δὲ Χοιροβοσκὸς εἰς τοὺς αὐτοῦ Κανόνας
25τῶν οὐδετέρων λέγει περὶ τοῦ χρέους, ὅτι διὰ μὲν τοῦ ο γράφεται, κλίνεται δὲ ἐν τοῖς ἑνικοῖς καὶ πλη‐ θυντικοῖς καὶ δυϊκοῖς· ἐν δὲ τῇ εὐθείᾳ τῶν πληθυν‐ τικῶν εἰς α λήγει, οἷον χρέεα· καὶ συγκοπῇ, χρέα. Ὅταν δὲ γένηται διὰ τοῦ ε καὶ ω Ἀττικῶς χρέως,
30τὴν αὐτὴν ἔχει ὀρθὴν, γενικὴν, αἰτιατικὴν, καὶ κλη‐
30τικὴν, μόνην δὲ τὴν δοτικὴν διαλλάττουσαν· καὶ ἔστι δίπτωτον· εὐθεῖαν γὰρ καὶ δοτικὴν ἔχει μόνον, οἷον τὸ χρέως, τοῦ χρέως, τῷ χρέει, τὸ χρέως, ὦ χρέως· δυϊκὰ δὲ καὶ πληθυντικὰ οὐκ ἔχει. Χρειώ: Σημαίνει τὴν χρείαν. Ὥσπερ ἀπὸ τοῦ
35σπέος γίνεται Σπεὼ καὶ Σπειὼ, κλέος Κλεὼ καὶ Κλειὼ, οὕτω χρέος χρεὼ καὶ χρειώ· ἡ δοτικὴ, Χρειοῖ ἀναγκαίῃ· ὡς Κλειοῖ· ἤγουν διὰ χρείαν ἐπιφέρουσαν καὶ ἐπείγουσαν. Ἀπὸ δὲ τοῦ χρέω γίνεται χρέα, καὶ
40χρεία πλεονασμῷ τοῦ ι, ὡς χρέος καὶ χρεῖος.
40 Χρείω: Τὸ χρησμοδοτῶ, διὰ διφθόγγου· παρὰ γὰρ τὸ χρέος χρέω· καὶ πλεονασμῷ τοῦ ι, χρείω· τοῖς γὰρ χρείαν ἔχουσι χρησμῳδεῖ ὁ θεός. Χρίω δὲ, τὸ ἀλείφω, διὰ τοῦ ι· [ἐξ οὗ καὶ Χριστός·] ἀπὸ τοῦ χρίμπτω· ἢ πρὸς ἀντιδιαστολὴν ἀλλήλων.
45 Χρέμιζον: Ἡσίοδος ἐν Ἀσπίδι, Ὀξεῖα χρέμισαν· ἀπὸ τοῦ χρεμέτιζον. Τὸ δὲ χρεμέθεσκον, ἀπὸ τοῦ χρέμω, χρεμέθω. Χρή: Ἀπὸ τοῦ χρῶ δευτέρας συζυγίας γίνεται

814

(50)

χρῆμι· οὗ ὁ μέλλων, χρήσω· εἰς τὸ ἀπόχρη. Τὸ

814

(50)

δὲ χρὴ, ὀξυτόνως, σημαίνει ἐπίρρημα, τὸ δεῖ· ὡς τὸ,
Χρὴ μὲν σφωΐτερόν [γε θεὰ ἔπος εἰρύσασθαι·] περισπωμένως δὲ, σημαίνει ῥῆμα, Ἀττικῶς· ἀπὸ τοῦ χρῶ, χρᾷς, χρᾷ· Ἰωνικῶς καὶ Ἀττικῶς, χρῇ· ἐξ οὗ οἶμαι καὶ τὸ χρῆν. Ὀξύνεται δὲ τὸ χρή· ὅτι
55πᾶσα λέξις δισύλλαβος ἐν ῥήμασιν, εἰ μὲν ἀπὸ τῆς ἀρχῆς ἀποκοπῇ, τὴν καταλιμπανομένην συλλαβὴν περισπᾷ· εἰ δὲ ἀπὸ τέλους, ὀξύνει. Τὸ χρὴ καὶ δεῖ λέγουσιν εἶναι ἐπιρρήματα· πλέον δὲ λέγεται εἶναι ῥήματα.

815

Χρῆμα: Κυρίως τὸ διὰ χειρὸς ἔργον, οἷον χέρημα· ἢ παρὰ τὸ χρήσω, ὃ σημαίνει τὸ κτῶμαι· ἐξ οὗ ἐχρησάμην, τὸ ἔλαβον, ἐκτησάμην. Χρήιζω: Ἡνίκα σημαίνει τὸ δέομαι, ἔχει τὸ ι
5προσγεγραμμένον· ἀπὸ γὰρ τοῦ χρέος γίνεται χρεΐζω, καὶ τροπῇ τοῦ ε εἰς η, χρηΐζω· χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος· καὶ κατὰ συναίρεσιν, χρῄζω· εἰς τὸ κλήζω. Ὅτε δὲ σημαίνει τὸ χρησμῳδῶ, ἄνευ τοῦ ι γράφεται,
10καίπερ τῆς ἐτυμολογίας ἀπαιτούσης γράφεσθαι σὺν
10τῷ ι· παρὰ γὰρ τὴν χρείαν ἐστί· τοῖς γὰρ χρείαν ἔχουσι τἀληθῆ μαθεῖν χρησμῳδεῖ ὁ θεός· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ σημαίνοντος τὸ δέομαι οὐκ ἔχει τὸ ι. Χρηστήρ: Ἔστιν ὁ παρέχων χρησμούς· καὶ
15γίνεται παρὰ τὸ χρείω. Οὕτως ὁ Χοιροβοσκός·
15οἶμαι δ’ ἐγὼ, παρὰ τὸ χρήζω, ὅπερ σημαίνει τὸ αὐτὸ, γίνεται χρηστήρ. Χρῆσις: Παρὰ τὸ χρήω χρήσω. Διαφέρει δὲ παραδόσεως· χρῆσις μὲν γὰρ λέγεται, ἡ τῶν ἀρ‐ χαίων ποιητῶν μαρτυρία· παράδοσις δὲ, ἡ τῶν γραμ‐
20ματικῶν· οἷον, τὰ μὲν Ὁμήρου καλεῖτο χρῆσις·
20τὰ δὲ Ἀριστάρχου τοῦ γραμματικοῦ καλεῖται παρά‐ δοσις. Χρῄστης: Καὶ ὁ δανείσας καὶ ὁ δανεισάμενος. Χρίσμα: Παρὰ τὸ χρίω χρίσω χρίσις καὶ
25χρίσμα· σημαίνει τὸ ἄλειμμα. Ἰστέον δὲ ὅτι ὥσπερ λέγεται κροῦμα καὶ κροῦσμα, οὕτω λέγεται χρίμα καὶ χρίσμα. Χρίμπτω: Σημαίνει τὸ περιβάλλω, καὶ προσ‐ πελάζω. Ἀπὸ τῆς χειρὸς χειρίπτω· πλεονασμῷ
30τοῦ μ, χειρίμπτω· καὶ συγκοπῇ· κυρίως γὰρ τὸ
30ταῖς χερσὶ συναντᾶν καὶ περιβάλλειν καὶ προσεγγί‐ ζειν. Ἢ ἀπὸ τοῦ χρωτὸς, τὸ τοῦ χρωτὸς ἐγγίζειν· χρῶ, χρίμπτω. Χρόα χροῦν, εἴρηται εἰς τὸ βόα βοῦν. Καὶ διὰ χροός. Γίνεται παρὰ τὸ χρῶ, ὃ σημαίνει τὸ
35βάπτω· ἐξ οὗ καὶ χρῶμα. Ἡ εὐθεῖα, χροῦς· ὅθεν τὸ,
35 Χροὸς ἄμμεναι ἀνδρομέοιο· ὃ καὶ μεταβολῇ τῆς ΟΥ, χρῶς, ὡς βοῦς βῶς παρὰ Δωριεῦσι. Χρόμαδος: Ἰλιάδος ψʹ, τὸν ἐν τοῖς γένυσιν ὑπὸ [τῶν] πληγῶν γινόμενον ψόφον ὀνοματοποιήσας χρό‐
40μαδον εἶπεν [ὁ ποιητής·] ἢ παρόσον θυμικῶς ἀλλήλοις ἐπιφερόμενοι τρίζουσι τοὺς ὀδόντας· διόπερ φοίνικας ἀναλαμβάνουσιν, ἵνα τούτοις ἐπερειδόμενοι λυμαί‐ νονται τοὺς ὀδόντας. Χρόμις:
45Μυσῶν δὲ Χρόμις ἦρχεν·
45τὸ δὲ Χρόμιος πλεονασμῷ ἐγένετο τοῦ ο. Ἢ ἡ Χρόμιος
45γενικὴ μετετέθη εἰς εὐθεῖαν, καὶ γέγονεν ὁ Χρόμιος. Χρόνος: Παρὰ τὸ ῥέω, ῥόνος καὶ χρόνος· ἢ παρὰ τὸ χρῶ, τὸ τελειῶ. Χρωσθῆναι: Μολυνθῆναι· ἀπὸ τοῦ χρώζω· ὅπερ ἀπὸ τοῦ χρῶ, τὸ βάπτω, γίνεται· κυρίως γὰρ χρω‐

815

(50)

σθῆναι τὸ ἀπὸ αἵματος μολυνθῆναι. Χρώζω: Σημαίνει τὸ πλησιάζω. Χρὼς χρωτὸς χρωτίζω, ὡς φῶς φωτὸς φωτίζω· ἀποβολῇ τοῦ τ, χρωΐζω· καὶ συναιρέσει, χρῴζω. Χρυσίτις: Σημαίνει τὸν λίθον ἔνθα ἀκονῶσι τὸ
55χρυσίον.
55 Χρυσόρραπις: Χρυσῆν ῥάβδον ἔχων ὁ Ἑρμῆς. Χρυσόπολις: Ἀγαμέμνονος καὶ Χρυσηΐδος παῖδας γεγονέναι φασὶ Χρύσην καὶ Ἰφιγένειαν· ὧν

816

ἀπὸ μὲν τοῦ Χρύσου ὠνομάσθη Χρυσόπολις ἐν τῇ Προποντίδι· Ἰφιγένειαν δὲ γενέσθαι ἱέρειαν Ἀρτέμιδος. Χρύσης: Πόθεν Χρύσης; Παρὰ τὸ χρυσός· τὸ δὲ χρυσὸς, παρὰ τὸ ῥύω ῥυσός· καὶ πλεονασμῷ τοῦ
5χ, χρυσός. Καὶ τί μετέχει τοῦ ῥύω; Ὁ γὰρ χρυσὸς διδόμενος ῥύεται τὸν ἄνθρωπον ἐκ τοῦ θανάτου. Χυτή: Οὐ πᾶσα γῆ, ἀλλ’ ἡ τοῖς νεκροῖς ἐπι‐ χεομένη. Χύτλα: Κυρίως εἰσὶ τὰ μεθ’ ὕδατος ἔλαια,
10καταχρηστικῶς δὲ καὶ τὰ ἐναγίσματα· οἷον,
10 Χύτλά τέ οἱ χεύαντο, καὶ ἥγνισαν ἔντομα μῆλα. Χυτλῶσαι: Οὐχ ἁπλῶς τὸ ἀλεῖψαι· ἀλλὰ τὸ ἐπὶ λουτρῷ ἀλείψασθαι χυτλώσασθαι ἔλεγον· καὶ χύτλον, τὸ μεθ’ ὕδατος ἔλαιον. Χυτῷ λιμένι: Παρὰ Ἀπολλωνίῳ Χυτὸς
15λιμὴν Κυζίκου. Χυτὸς δὲ καλεῖται ὁ περικλεισθεὶς, καὶ λίθοις οἰκοδομηθεὶς, καὶ μὴ αὐτοφυὴς ὤν. Κα‐ λεῖται δὲ οὕτω καὶ ὁ ἰλὺν ἔχων καὶ ἄσιν, ἤγουν ἀκαθαρσίαν. Χυτρόπους:
20Ἀπὸ [τῶν] χυτροπόδων,
20Ἡσίοδος· τῶν ἐσχαρῶν τῶν μαγείρων. Περιφραστι‐
20κῶς χύτραν εἶπε.
20 Χωλός: Ἐκ τοῦ κῶλον, τὸ ὀστοῦν, ὁ τὸ ὀστοῦν βεβλαμμένος· τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, καὶ μετα‐ βολῇ τοῦ τόνου, χωλός· Χῶλος δὲ, ὄνομα ῥήτορος κύριον, ὡς Πῶλος κύριον. Εἰς τὸ ἄλλο· εἰς δὲ τὸ Μέγα Ἐτυμολογικὸν, τροπῇ τοῦ κ εἰς χ, καὶ τοῦ ο
25εἰς ω· κόλος γάρ ἐστιν ὁ μὴ τέλειος. Ὅμηρος,
25 κόλον δόρυ· καὶ κόλους κριοὺς, τοὺς ἀποβεβληκότας τὰ κέ‐
ρατα. Χωλὸς οὖν ὁ μὴ τέλειος. Χῶνες: Ἔθνος Ἰταλίας. Τὸν Ἡρακλέα φασὶ κατὰ τὴν Αἰγυπτίων διάλεκτον Χῶνα λέγεσθαι·
30παραγενέσθαι δὲ εἰς Ἰταλίαν, καὶ ἀπ’ αὐτοῦ Χῶνας
30ὀνομασθῆναι τὸ ἔθνος. Χῶρος: Εἰς τὸ χορός. Χᾡ ξυμπόται, χᾡ ξυγγενεῖς: Ἀντὶ τοῦ καὶ οἱ συμπόται, καὶ οἱ συγγενεῖς. Σὺν τῷ ι· οὕτω γὰρ
35λέγουσι, τὸ μὲν ι τοῦ συνδέσμου ἐκθλίβοντες καὶ ποιοῦντες κρᾶσιν τοῦ α ο εἰς τὸ ω· καὶ προσγρά‐ φουσι τὸ ι τῆς διφθόγγου, τρέποντες καὶ τὸ κ ἀναγκαίως εἰς τὸ χ· οἷον, χᾡ τυμπανισμοί.
40Οὕτως εὗρον εἰς τὴν ὀρθογραφίαν Ὤρου τοῦ Μι‐
40λησίου.
40 Χώω: Σημαίνει τὸ λυπῶ καὶ ὀργίζομαι· ὅπερ γέγονεν ἀπὸ τοῦ χέω χῶ, παρὰ τὸ διαχεῖσθαι τὴν χολήν. Χῶ οὖν, χώσω· ἡ μετοχὴ παθητικὴ, χοόμενος χούμενος· καὶ Δωρικῶς, χώμενος, ὡς Μοῦσα Μῶσα· καὶ πλεονασμῷ τοῦ ο, χωόμενος.
45Ἢ παρὰ τὸ χολῶ χολώσω χολούμενος· ἐκβολῇ τοῦ λ, χοούμενος· καὶ τροπῇ τῆς ΟΥ διφθόγγου εἰς ω, χοώμενος· καὶ ἐν ὑπερθέσει βαρυτόνως χωόμενος, ὡς ὄρω ὀρῶ ὄρωρεν, ὤρορεν. Χρῆμα: Πρᾶγμα, ἢ κτῆμα· καὶ χρηματισά‐

816

(50)

μενοι, διαπραξάμενοι· καὶ χρηματίζεσθαι, τὸ χρήματα πράττεσθαι. Χίλιοι: ὅτι τεσσάρων ὄντων τῆς ὀρθογραφίας κανόνων, ἡ μὲν ἀναλογία τῷ τεχνικῷ ἔστι κανόνων ἀπόδοσις· ἡ δὲ διάλεκτος, γλώσσης ἰδίωμα, ὡς ἐπὶ
55τοῦ μείλιχος· μέλλιχος γράφεσθαι γάρ φασιν οἱ Αἰολεῖς· ἱστορία δέ ἐστιν ἡ τῶν παλαιῶν χρῆσις, ἡ καὶ παράδοσις· (ἰστέον δὲ ὅτι πολλάκις [ἡ] ἱστορία

817

ἐναντιοῦται διαλέκτῳ· τοῦ γὰρ χίλιοι ἀπαιτοῦντος τὴν ΕΙ δίφθογγον, χέλλιοι γάρ φασιν οἱ Αἰολεῖς, ἡ ἱστορία ἐναντιουμένη, διὰ μόνου τοῦ ι γράφει, οὕτω γὰρ ἡ παράδοσις ἔχει·) ἐτυμολογία δέ ἐστιν ἐπι‐
5σημασία λέξεων, ἐπιτοπλεῖστον τὸ πάθος ἔχουσα.
7tψ.
8ψῖ τὸ στοιχεῖον, ὅτι συριγμὸν ἔχει αὐτοῦ ἡ ἐκφώνησις· καὶ ὅτι ὁ συριγμὸς οὐκ ἔστι τὶ, ἢ μόνον
10ΨΙ. Ἄλλοι δὲ, ὅτι ἑνὸς ψαύει χρόνου, διπλοῦν ὄν. Ψακάς: Ὄνομα αὐλητρίδος· οὕτως δὲ ἐκαλεῖτο, ἐπειδὴ ἀπὸ πότων θᾶττον ἀπέτρεχε, πρὸς ὀλίγον παραμένουσα. Ψακὰς γὰρ ἡ ῥανίς· καὶ ψακάζει, ῥαίνει.
15Ψαλάξεις: Παρὰ Λυκόφρονι, κρούσεις, ψηλα‐
15φήσεις, καὶ ἄνευ σίτου κιθαρίσεις. Ψάλλειν: Ἐπὶ τῶν χορδῶν τῆς λύρας· παρὰ
τὸ ψῶ, τὸ προσεγγίζω· οὗ παράγωγον ψαύω, ὁμοίως· τῇ γὰρ κιθάρᾳ προσεγγίζοντες ἔψαλλον· παρὰ τὸ διὰ δακτύλων ἐπιψαύειν αὐτῶν.
20 Ψαλμός: Ὄνομα ἁπλοῦν προσηγορικόν· λέγεται γὰρ καὶ ᾠδή. Παρὰ τὸ ψάλλω, ψαλῶ, ἔψαλκα, ἔψαλμαι, ψαλμὸς, ὡς τίλλω, τιλῶ, τέτιλκα, τέ‐ τιλμαι, τιλμός. Καὶ ὤφειλεν εἶναι ἐψαλμός· ἀλλὰ τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνό‐
25ματα συνάρχεσθαι θέλει τοῖς ἰδίοις ἐνεστῶσι, καὶ φυλάττειν τὸ χαρακτηριστικὸν σύμφωνον ἐξ ὧν καὶ ἐγένετο. Ὀξύνεται· τὰ εἰς ΜΟΣ προσηγορικὰ, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς λ καταλή‐ γουσαν, ὀξύνεται, οἷον ὀφθαλμὸς ἰνδαλμός. Σεση‐
30μείωται τὸ ὄλμος βαρύτονον, ὃ σημαίνει τὴν ἴγδην·
30ἔστι δὲ καὶ λίθος περιφερὴς, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινά· καὶ ποτηρίου εἶδος, καὶ μέρος τῶν αὐλῶν. Εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι συνωνύμου. Λέγεται γὰρ ὁ ψαλμὸς, ὕμνος, καὶ ᾠδὴ, καὶ αἶνος.
35Ψαλμωιδός: Ἐκ τοῦ ἀείδω γίνεται ψαλμοαοι‐
35δός· καὶ συγκοπῇ καὶ κράσει, ψαλμῳδός. Ψαλτήριον: Παρὰ τὸ τὰ ψαλλόμενα τηρεῖν. Τὸ ΤΗ, η· παρὰ τὸ οὐρῶ, τὸ φυλάττω, πλεονασμῷ τοῦ τ, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρόν. Ψάμαθος: Ἡ παραθαλάττιος ἄμμος. Παρὰ
40τὸ ψαύεσθαι ὑπὸ τῆς θαλάσσης, ψάμμος· καὶ ἀπο‐ βολῇ, ἄμμος. Ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ἄμμος λέγει ψάμμος. ψᾶρες ψαρῶν. Δύο μόνα εἰσὶν εἰς ΑΡ ὀνόματα, Ψὰρ καὶ Κάρ· ἅπερ προσθέσει τοῦ ΟΣ κλίνεται.
45Ἔστι δὲ καὶ ψαρὸς ἡ εὐθεῖα.
45 Ψαυκροπόδης: Ἐπίθετον τοῦ Ἀρίονος ἵππου· εἴρηται διὰ τὴν ταχύτητα καὶ κουφότητα· παρὰ τὸ ψαύειν ἄκροις ποσὶ τῆς γῆς κατὰ δρόμον. Ψαφαρός: Αὐχμηρὸς καὶ κακόχρους, παρὰ Νι‐ κάνδρῳ ἐν Θηριακοῖς· καὶ ψαφαρὴ ὁμοίως, λεπτὴ

817

(50)

καὶ αὐχμηρά.

817

(50)

Ψαθαρόν: Ἁπαλόν. Ψεδνός: Ἀραιὸς, μαδαρός· σημαίνει δὲ τὸν φαλακρὸν καὶ ψιλὸν τὴν τρίχα· Ἰλιάδος βʹ, ψεδνὴ δ’ ἐπενήνοθε λάχνη· καὶ ψηνὸς, ὁ φαλακρὸς παρὰ Σιμωνίδῃ.
55Ἔστι ψῶ· σημαίνει δὲ ἀπό τινος μείζονος οὐσίας
55εἰς ἐλάχιστον καὶ μικρὸν μέρος καθιστῶ· οὗ ὁ μέλλων, ψήσω· ῥηματικὸν ὄνομα, ψηνός· καὶ ὁ πλεο‐ νασμὸς τοῦ συμφώνου τὴν φύσει μακρὰν μετα‐

818

βάλλει εἰς θέσει, ὡς πένης πενιχρὸς, καὶ μῆκος
μακρός. Ψεδνὸς οὖν παρὰ τὸ ἐψῆσθαι· ἢ παρὰ τὸ ψῶ, τὸ λεπτύνω, ἐξ οὗ καὶ ψέω, ψεδινὸς καὶ ψεδνός· ἐκ
5τούτου τοῦ ψῶ, καὶ ψωμὸς, μέρος τι τοῦ ἄρτου·
5ὁ γὰρ ἄρτος ὁλόκληρός ἐστι. Ψῶ καὶ ψίω, τὸ λε‐ πτύνω· καὶ ψιάω· ἐξ οὗ καὶ ψιάς. Διαφέρει δέ· σημαίνει γὰρ τὸ παράγωγον ῥῆμα ἐλάττονά τινα οὐσίαν οὑτινοσοῦν ὑποκειμένου· τοιοῦτον γὰρ ἐστὶ καὶ τὸ ψαύω καὶ τὸ ψάλλω καὶ ψίω· τό τε γὰρ
10ψάλλειν τὸ ἥττονα τῷ πλήκτρῳ παίειν σημαίνει·
10καὶ τὸ ψαύειν, ἧττον τοῦ καθάπτεσθαι. Ὁμοίως καὶ τὸ ψήχειν. Οὕτως οὖν καὶ τὸ ψίειν, οὗ προ‐ κατάρχει τὸ ψῶ· ἀφ’ οὗ ὁ ψωμὸς, τὸ ἔλαττον παρὰ τὸν ἄρτον, παρ’ Ὁμήρῳ. Ψεῦδος: Παρὰ τὸ ψεύδω ἢ φεύγω, φεῦγος καὶ
15ψεῦδος, ὃ πάντες φεύγομεν. Ἢ παρὰ τὸ φείδω
15φεῖδος· καὶ τροπῇ, ψεῦδος. Ἢ παρὰ τὸ εἴδω, τὸ βλέπω, κατὰ ἀντίφρασιν. ψευδής ψευδοῦς ὀξύνεται, διότι κλίνεται διὰ τοῦ ΟΥΣ· τὰ γὰρ εἰς ΔΗΣ δισύλλαβα μὴ κλινόμενα εἰς ΟΥΣ βαρύνεται· οἷον, μένδης, γράδης, ᾅδης.
20 Ψηλαφῶ: Ἡ μεταφορὰ τῆς λέξεως ἀπὸ τῶν μήλων· καὶ δῆλον τὸ σημαινόμενον· μῆλα γὰρ τὰ πρόβατα. Μηλαφῶ οὖν, τὸ τῶν μήλων ἐφάπτομαι· καὶ τροπῇ τοῦ μ εἰς ψ. Ἢ παρὰ τὸ ψῶ, τὸ προσ‐ εγγίζω, καὶ τὸ ἁφῶ, τὸ ψηλαφῶ, ψηαφῶ· καὶ πλεο‐
25νασμῷ τοῦ λ, ψηλαφῶ. Ψηνός: Εἰς τὸ ψεδνός. Ψηφῖδες: Αἱ μικραὶ λιθάδες καὶ λεπταὶ, Ἰλιά‐ δος φʹ. Ἐκ τοῦ ψῆφος. Τοῦτο παρὰ τὸ ψῶ, τὸ προσεγγίζω. Ἔστι δὲ κρίσις, ἀπόφασις, διαλαλιὰ,
30λόγος.
30Ψῆνες: Αἱ μικραὶ μυῖαι· ἐξ οὗ καὶ προεψη‐
30νισμένος. Καὶ ψῆνας λέγουσι τὸ σπέρμα τῶν φοινίκων. Ψήγματα: Μικρὰ κομμάτια. Ψῆγμα: Τὸ κατὰ μικρὸν στάζον· ἐξ οὗ καὶ λῴδιον.
35Ψεφενὸς καὶ ψεφηνὸς ἀνὴρ, σκοτεινὸς, οὐκ
35ἐπιφανής· ψέφος γὰρ τὸ σκότος· φησὶ Πίνδαρος
35Ἀριστοκλεῖ.
35 Ψιλός: Ὁ ἀδύνατος· παρὰ τὸ ψῶ· ὅθεν καὶ καταψῶ· οὗ πᾶν ἀπέψισται καὶ ἀφῄρηται. Ἢ παρὰ τὸ ψίω, τὸ ἅπτομαι, ψιλὸς, ψιλή· εὐχερῶς γὰρ ἅπτεταί τις τοῦ ψιλοῦ. Καὶ ψιλὴν ἄροσιν, τὴν ἄδενδρον χώραν, τὴν πρὸς τὸ σπείρεσθαι καὶ ἀροῦ‐
40σθαι ἐπιτηδείαν.
40 Ψαίρειν: Τὸ ἀσθενῶς τὶ ποιεῖν. Ψαιστά: Πόπανα, πλατύματα τινὰ στρογγύλα στέατος εἰς θυσίαν γινόμενα.
Ψήχειν: Καταμάσσειν, τρίβειν, ξύειν. Ψώχοντες: Θρύπτοντες, λεπτύνοντες.
45 Ψιάδες: Ψεκάδες, δρόσοι· πασιάδες τινὲς οὖσαι, παρὰ τὴν παῦσιν. Ὁ δὲ Ἡρωδιανὸς, ψεκάδες καὶ ψιάδες, ἀποβολῇ καὶ μεταθέσει· ὁ δὲ Φιλόξενος, ἔστι ψῶ ῥῆμα· παράγωγον, ψίω, τὸ λεπτύνω καὶ ἐλαττῶ· ἀφ’ οὗ ψιὰς, ἡ κατὰ λεπτὸν τοῦ ὕδατος

818

(50)

ἔκδοσις. Ὡς λάμπω λαμπὰς, ἴλλω ἰλλὰς, οὕτω ψίω ψιὰς, ἡ κατ’ ὀλίγον κατερχομένη δρόσος. Οἱ δὲ, παρὰ τὸ ψίσω, τὸ ποτίσω. ψίθυρ ψίθυρος, παρὰ τὸ ψύθος. Λέγεται καὶ ψίθυρος ψιθύρου. Καὶ ψιθυρίζω, τὸ τῇ φωνῇ λεπτο‐
55λογῶ· παρὰ τὸ ψίω καὶ τὸ θύρα, ὃ σημαίνει περι‐
55φραστικῶς τὰ χείλη. Ἐκ τούτου καὶ ψιθυρισμὸς, ἡ λεπτὴ φωνή. Τινὲς δὲ τὸ ψιθυρίζειν ὠνοματο‐ πεποιῆσθαι φασὶν, ὡς τὸ κρίκε καὶ σίζεν, ἀπὸ

819

τοῦ τελουμένου ἤχου ὑποφυσῶντος τοῦ ἀνέμου· οἷον, Ἡδύ τι τὸ ψιθύρισμα τῶν δένδρων ἠκούετο· ὅθεν κυρίως ἐπὶ τῶν ψευδομένων τὸ ψιθυρίζειν λαμβάνουσιν, ἐγκειμένου τοῦ ψύθους. Καλλί‐
5μαχος,
5 Σκύλλα γυνὴ κατακάσα, καὶ οὐ ψύθος οὔνομ’ ἔχουσα. Ψίξ: Παρὰ τὸ ψίχω, τὸ ἐμβρωματίζω. Ψολόεντα κεραυνόν: Τὸν ἅμα τῷ ψαῦσαι ὀλλύντα, τὸν ὀξέως φερόμενον.
10 Ψύδραξ: Οἱ Ἴωνες ψύδρακας λέγουσι τὰς ποι‐ κίλας· ὅθεν καὶ ἡμεῖς ψύδρακας καλοῦμεν τὰ ἐπὶ τοῦ σώματος ἐξανθήματα. Ψύθος: Τὸ ψεῦδος· ἐκβολῇ τοῦ ε, ψῦδος· καὶ τροπῇ τοῦ δ εἰς θ, ψύθος.
15 Ψύη: Παρὰ τὸ ψαύω, ἡ ἐπιψαύουσα σὰρξ καὶ ἐξ ἐπιπολῆς οὖσα τοῖς ὀστέοις· ἢ παρὰ τὸ ξύω ξύη κατὰ ἀντίφρασιν, ἣν εὐχερῶς κνῆσαι οὐ δυνάμεθα.
Ἢ παρὰ τὸ ὀπίσω, κράσει τοῦ ΠΣ, γίνεται ὀψύη ἐξ αὐτοῦ· καὶ ἀποβολῇ τοῦ ο, ψύη, ἡ ὀπίσω
20ἄγουσα.
22 Ψυχαγώγιον: Ὅπου τὸ ὕδωρ ἀνιμηθὲν ταμιεύεται πρὸς τὴν ἔνδειαν τῶν χωρίων· ἢ αἱ θυρίδες τῶν μετάλλων αἱ πρὸς τὸ ἀναψύχειν γινόμεναι. Ἢ
25ὄνομα τόπου, ἐφ’ οὗ οἱ μάντεις ἀπὸ ψυχῶν μαντευό‐ μενοι ἀναφέρουσι τὰς ψυχὰς τῶν νεκρῶν. Ψυχάζειν: Τὸ ἀναψυχὴν λαμβάνειν ἐκ πνεύ‐ ματος. Ψύχω: Σημαίνει δύο· τὸ ζωοποιῶ, ἐξ οὗ καὶ
30ψυχή· καὶ τὸ φυσῶ, ἐξ οὗ Ἰλιάδος υʹ,
30Ἦκα μάλα ψύξασα·
30ἀντὶ τοῦ φυσήσασα. Ψυχή: Παρὰ τὸ ψύχος, ὃ ἔστι πνεῦμα. Ὅ‐ μηρος, Ψύχεος ἱμείρων· ἀντὶ τοῦ πνεύματος, ἐπὶ τῷ Ἐλπήνορι· πνεῦμα δὲ
35καὶ ἡ ψυχή. Ἢ παρὰ τὸ ψύχω, τὸ ζωογονῶ, φυ‐
35σιοχή τις οὖσα, ἡ τὴν φύσιν συνέχουσα. Ἔστι δὲ ὄνομα προσηγορικόν· καὶ σημαίνει δύο· τὴν ψυχὴν, ὡς τὸ, ψυχὴ δ’ ἐκ ῥεθέων· σημαίνει καὶ τὸ αἷμα,
40ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλὴν [Ἔσσυτ’.]
40Ψυχρός: Παρὰ τὸ ψύχος ψυχηρός· καὶ συγκοπῇ,
40ψυχρός. Ψῶα καὶ Ψῶζα: Ἀμφότερα τὴν δυσωδίαν ση‐ μαίνει. Ἅρπυιαι ἄτλητον ἐπὶ ψῶαν πνείεσκον. Ψωλή: Παρὰ τὸ ἐμφυσᾶσθαι κατὰ τὴν ὄρεξιν
45τῶν ἀφροδισίων, ὅτι καὶ φύσει φυσώδης ἐστί.
45 Ψωμός: Παρὰ τὸ ψήχεσθαι ὑπὸ τῶν ὀδόντων καὶ τριβέσθαι· καὶ τὰ ψαιστὰ, ὁμοίως. Ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ ψῶ, τὸ λεπτύνω· δηλοῖ γὰρ αὐτοῦ τοῦ εὐτελοῦς τὸ ἐλάχιστον. Καὶ ψώρα ὁμοίως, παρὰ τὸ ψῶ· οὗ παράγωγον, ψαύω· ἐπειδὴ

819

(50)

οἱ τῷ πάθει ἐνεχόμενοι τούτῳ πολλὴν ἔχουσιν ὁρμὴν πρὸς τὸ ψᾶν τε καὶ κνήθειν τὰ πεπονθότα τοῦ σώ‐ ματος μέρη. Τὸ δὲ ψῶ σημαίνει τέσσαρα· ψῶ γὰρ, τὸ ἅπτομαι, ἐξ οὗ καὶ ψώρα, παρὰ τὸ ἅπτεσθαι καὶ κνήθειν τὰ
55πεπονθότα μέρη τοῦ σώματος· ψῶ, τὸ λεπτύνω καὶ
55σμικρύνω, ἐξ οὗ καὶ ψιλὸς στρατιώτης, ὁ ἄοπλος καὶ γυμνός· τὸ κόπτω, ἐξ οὗ καὶ ψωμὸς, ὁ εἰς μικρὰ κεκομμένος· ψῶ, τὸ καίω, ἐξ οὗ καὶ ψωλὸς, ὁ κεκαυ‐
μένος δαλός.

820

(5t)

ω.
6 Ὤια: Σημαίνει τὴν ἀνάκλασιν τοῦ κρασπέδου τοῦ ἱματίου· σὺν τῷ ι γράφεται· ἔστιν ὄϊς ὄϊος, τὸ πρόβατον· καὶ συναιρέσει, οἶς οἰός· τὸ θηλυκὸν, οἴα· καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω, ᾤα· καὶ γὰρ οἱ
10ἀρχαῖοι προβάτων δέρματα ἔβαλλον ἐν τοῖς κρασπέ‐ δοις τῶν ἱματίων. Ἢ ἀπὸ τοῦ οἶς, τὸ κτητικὸν, οἴειος· τὸ θηλυκὸν, οἰεία· καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν τοῦ ο εἰς ω, ᾤα. Τὸ δὲ οἶς, παρὰ τὸ οἴω, τὸ κομίζω.
15Ὦιγον: Σὺν τῷ ι· πρῶτον μὲν, ὅτι ἀπὸ τοῦ
15οἴγω ἐγένετο κατὰ τροπὴν τοῦ ο εἰς ω, ὥσπερ οἴχο‐ μαι, ᾠχόμην· οἰκῶ, ᾤκουν· ὁ γὰρ παρατατικὸς πάν‐ τοτε μεγεθύνεται κατὰ τὴν ἀρχὴν, ἢ χρονικῶς, ἢ συλλαβικῶς. Δεύτερον δὲ, ὅτι οἱ παρῳχημένοι κατὰ τὴν ἀρχὴν ἢ ἶσα φωνήεντα θέλουσιν ἔχειν, ὡς
20αὐλῶ ηὔλουν, αἰσχύνομαι ᾐσχυνόμην· ἢ πλείονα, ὡς ἔχω, εἶχον· οὐδέποτε δὲ ἐλάττονα. Εἰ ἄρα οὖν τὸ οἴγω δύο φωνήεντα ἔχει κατὰ τὴν ἀρχὴν, τούτου χάριν καὶ τὸ ᾦγον τὸ ι ἔχει, ἵνα σχῇ κατὰ τὴν ἀρχὴν τὰ ἶσα φωνήεντα τῷ ἐνεστῶτι. Εἰς τὸ
25κάθημαι. Ἄξιον δὲ ζητῆσαι, διατί πάντοτε μεγε‐
25θύνεται ὁ παρατατικός; Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ ὁ παρατατικὸς πλέων ἐστὶ κατὰ τὴν σημασίαν τοῦ ἐνεστῶτος, (ὁ γὰρ ἐνεστὼς ἀκαριαῖος ἐστὶ, καὶ ἅμα τῷ λέγεσθαι ἔχει καὶ τὸ εἶναι, ὁ δὲ παρατατικὸς παρατεταμένην ἔχει τὴν σημασίαν,) τούτου χάριν ὡς
30πλεονεκτῶν κατὰ τὴν σημασίαν τὸν ἐνεστῶτα, πλεο‐ νεκτεῖ καὶ κατὰ τὴν ἀρχήν. Ὠΐγνυντο πύλαι: Ἰλιάδος θʹ, ἀντὶ τοῦ ἀνεῴ‐ γνυντο. Ἀπὸ τοῦ οἴγω οἴγνω οἰγνύω· καὶ, Τῇσι θύρας ὤϊξε Θεανὼ [καλλιπάρηος,]
35Ἰλιάδος ζʹ. Ἀπὸ τοῦ οἴγω, οἴξω, ᾤξα· καὶ κατὰ διάστασιν, ὤϊξα. Δύναται δὲ κατὰ τὸ ἀρχαῖον ἐπὶ τοῦ μεγάλου τάττεσθαι τὸ ω. Ὤγυγος: Ἀρχαῖος βασιλεὺς Θηβαίων· ἀφ’ οὗ καὶ ὠγύγιαι πύλαι ἐν Θήβαις· καὶ πᾶν τὸ ἀρχαῖον
40ὠγύγιον φασὶ, διὰ τὸ πολὺ αὐτὸν γενέσθαι ἀρχαιό‐
40τατον. Διονύσιος, ὠγυγίη τε Θάσας Δημήτερος ἀκτή· ἐξ ἀρχῆς γὰρ τὴν Δήμητραν μεγάλως ἐτίμων. Ὧδε: Σημαίνει δύο παρὰ τῷ ποιητῇ· τὸ οὕτως, ὡς τὸ,
45Ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
45σημαίνει καὶ τὸ νῦν, ὡς τὸ,
45 Εἴ κέ τί ς’ ἀφραίνοντα κιχείω ὥς νύ περ ὧδε· σημαίνει καὶ τόπον παρὰ τοῖς ἄλλοις, τὸ ἐνταῦθα· σημαίνει καὶ τὸ ὅπως· καὶ μάλιστα Ὅμηρος τοῦτο οἶδεν· οὐδέποτε δὲ παρὰ τῷ ποιητῇ τοπικὸν εὑρί‐ σκεται, ἀλλὰ πάντοτε ἀντὶ τοῦ οὕτως ἐπίρρημα

820

(50)

μεσότητος. Οὐδὲν δὲ εἰς ΔΕ λῆγον τοπικὸν ἔχει

820

(50)

πρὸ τοῦ τέλους τὸ ω, πλὴν τοῦ ὧδε· οὐδὲν δὲ εἰς ΔΕ λῆγον δισύλλαβον τοπικόν ἐστιν. Ὃν δὲ τρόπον τὸ ὃς ἐκταθὲν ἐγένετο ὡς, καὶ τὸ οὗτος οὕτως, οὕτω καὶ τὸ ὅδε, ὧδε. Γίνεται δὲ ἡ χρῆσις παρὰ Ἀττικοῖς ὡδὶ, ἀντὶ τοῦ οὕτως· καὶ ἔστιν ἐπίρρημα μεσότητος,
55διὰ τοῦ ι γραφόμενον. Ὠιδή: Παρὰ τὸ εἴδω, τὸ γινώσκω, μετὰ τοῦ ἐπιτατικοῦ α, ἀείδω, τὸ πάνυ γινώσκω· ἐξ αὐτοῦ

821

ὄνομα ἀοιδή· καὶ κράσει τοῦ ΑΟ εἰς ω μέγα, ᾠδή.
Ὠδύσατο: Ὠργίσθη. Ὀδύζεσθαι ἐστὶ τὸ ὀργίζεσθαι, παρὰ τὴν ὀδύνην. Ἢ ἔστι παρὰ τὸ ἔδω· οἱ γὰρ χολούμενοι, πρότερον ὀδυνώμενοι, ἑαυτοὺς
5κατεσθίουσιν.
5 Ὠδίς: Παρὰ τὸ ὠθῶ, ὠθίς τις οὖσα, δι’ ἧς ὠθεῖται τὸ βρέφος· ἢ ἀπὸ τοῦ ὀδύνη, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω, καὶ τροπῇ τοῦ υ εἰς τὸ ι. Ὠδίς: Ἡ ἐκ τοῦ τοκετοῦ ὀδύνη. Ὤδινε ση‐ μαίνει καὶ τὸ ἐπεθύμει.
10 Ὠή: Ἔστιν ὦ κλητικὸν ἐπίρρημα· καὶ πλεο‐ νασμῷ τοῦ η γίνεται ὠὴ, ὥσπερ τὸ τὶ, τίη· οἷον, Τίη δὲ σύ. Ὦκα: Ἐπίρρημα μεσότητος. Γίνεται ἀπὸ τοῦ ἀκὺς, τὸ οὐδέτερον, ἀκὺ, ἀκέα, ἆκα· καὶ τροπῇ τοῦ α
15εἰς ω, γίνεται ὦκα· καὶ δηλοῖ τὸ ταχέως. Τὰ δὲ
15ἀπὸ πληθυντικῶν οὐδετέρων μεταγόμενα εἰς ἐπιρρη‐ ματικὴν σύνταξιν ἅπαντα βαρύνονται· ταχέα, τάχα· σαφέα, σάφα· ὠκέα, καὶ συγκοπῇ ὦκα· χωρὶς τοῦ θαμά. Ὠκεανός: Παρὰ τὸ ὠκέως ἀνύττειν ὁ οὐρανὸς
20νενόμισται· ἢ παρὰ τὸ ὠκέως νάειν· ἢ παρὰ τὸ ὠκὺς
20καὶ τὸ ἀνύω, ὁ ταχέως φέρων. Ὠκύς: Σημαίνει τὸν ταχύν· παρὰ τὴν ἀκὴν, ἥτις δηλοῖ τὴν ὀξύτητα, γίνεται ἀκύς· καὶ τροπῇ, ὠκὺς, ὡς τέκμαρ τέκμωρ· ἢ παρὰ τὸ ὦκα· ἢ παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ. Τὸ πρῶτον, Ὦρος· τὸ δεύ‐
25τερον, ἄλλος.
25 Ὠκυάλου: Ἐπὶ νηός. Ἡ ἁλὸς γενικὴ, ἐπὶ μὲν κυρίων συντιθεμένη, ψιλὸν ἀποφέρει τὸ πνεῦμα· οἷον Εὐρύαλος· ἐπὶ δὲ ἐπιθέτου, τὸ ἴδιον τηρεῖ πνεῦμα· ἐν ἀμφιάλῳ Ἰθάκῃ·
30ὕφαλος, πάραλος. Εἰ οὖν καὶ τοῦτο ἐπίθετον ὂν,
30ὤφειλε δασύνεσθαι, εἴπερ ἦν σύνθετον· νῦν δὲ παρα‐ γωγὴν ἔλαβε, τῆς ἁλὸς κατὰ παρολκὴν κειμένης· διὸ ἐψίλωσαν τὸ α, παραγωγὴν ἐκδεξάμενοι, καὶ οὐ σύνθεσιν.
35 Ὦλκα: Τὴν αὔλακα· παρὰ τὸ ἕλκω ἕλξω ἓλξ καὶ ὄλξ· καὶ ἐκτάσει, ὤλξ. Ὠλέναι: Αἱ χεῖρες, αἱ παλάμαι· ἀπὸ τοῦ δι’ αὐτῶν ὀλοῦσθαι τὰς πράξεις, τουτέστι πληροῦσθαι. Ὤλλοι: Ἀντὶ τοῦ οἱ ἄλλοι. Αἱ τοιαῦται δὲ
40συναλοιφαὶ τῆς δευτέρας εἰσὶν Ἰάδος, ᾗ Ὅμηρος οὐκ ἐχρήσατο· διόπερ Ζηνοδότῳ μέμφονται εἰπόντι δεῖν ἀναγινώσκειν, ὧλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες. Ὠλίγγην: Ἀκαριαῖον, ἐλάχιστον. Τάττουσι
45δὲ Ἀθηναῖοι καὶ ἐπὶ τοῦ νυστάξαι· καὶ τὰς ἐπὶ τῶν
45βλεφάρων οἷον ῥυτίδας, ὠλλίγγας· τὴν δὲ ὠλλίγγην δηλοῦν καὶ πνοὴν καὶ σκιὰν, καὶ ἀκαρὲς πνεῦμα. Τὸ δὲ ὠλίγγιον, ὀλίγον σημαίνει. Ὠμογέρων: Ὁ μὴ εἰς τέλειον καιρὸν γεγηρα‐ κὼς, ἤγουν ὁ παρ’ ἡλικίαν γεγηρακὼς, διὰ λύπην, ἢ

821

(50)

συμφοράν· οὗ ἡ κεφαλὴ οὐκ ἐπολιώθη. Ὤδησα: Ἐφορτισάμην. Ὁμήρους: Τὰ ἐνέχυρα. Ὡμήρησεν: Ὡμήρησε δέ μοι παρ’ ἑταίρων ἄγγελος ὠκὺς,
55Ὀδυσσείας π’, ἀντὶ τοῦ συνέτυχεν· ἀπὸ μεταφορᾶς
55τῶν ὁμοῦ ἐρεσσόντων. Πῖος δὲ ἐν ὑπομνήματι τῆς πʹ, ἀντὶ τοῦ συνήντησεν. Πίνδαρος δὲ ἐν Ὕμνοις, Ἐρίφων μεθομήρεον· οἷον, ὁμοῦ καὶ μετ’ αὐτῶν πορευόμενον. Ἢ ὅτι

822

ἀντὶ τοῦ συναντιλαβοῦ καὶ συμβαλοῦ· ἐξ οὗ ὅμηροι, οἱ ἐπὶ καταλλαγῇ στελλόμενοι δι’ εἰρήνην καὶ ὁμό‐ νοιαν. Οἱ δέ φασι τοὺς ἀρχαίους ὁμηρεῖν λέγειν τὸ συνακολουθεῖν. Τοὺς οὖν ἐπὶ ἀκολουθίᾳ τῶν ὡμο‐
5λογημένων ὄντας ὁμήρους λέγουσιν.
5 Ὠμηστής: Ἀπὸ τοῦ ἔδω, ἔσω, ἦκα, ἦσμαι, ἦσται, ῥηματικὸν ὄνομα ἔστης, ὡς ψεύδω ψεύστης· καὶ τροπῇ τοῦ ε εἰς η μετὰ τοῦ ὠμὰ, ὠμηστής· καὶ ἀλλαχοῦ, Ὠμοφάγοι θῶες·
10καὶ γὰρ τὸ αὐτό ἐστιν ὠμηστὴς καὶ ὠμοφάγος. Τὸ
10δὲ ὠμηστὴς τάσσεται καὶ ἐπὶ ἀλόγων καὶ λογικῶν·
10Ὅμηρος,
10 Ὠμηστὴς καὶ ἄπιστος ἀνήρ· καὶ ἐπὶ ἀλόγων, ἀλλ’ οἰωνοὶ Ὠμησταὶ ἐρύουσιν. Ὠμοργές: Σκληρόν· καὶ ὠμοργὸς, σκληρὸς,
15χαλεπός.
15Ὠμόν: Τὸ μὴ μεταβολὴν εἰληφὸς εἰς πέψιν·
15ὡς καὶ τὴν ἔξω τροφὴν, ὠμὴν λέγουσιν, οὔτε ἠψη‐
15μένην, οὔτε ὠπτημένην. Ἢ, ὡς Φιλόξενος, ὠμὸν τὸ ἐν ταυτότητι μένον καὶ ὑπάρχον, καὶ μὴ μεταβληθέν· παρὰ τὸ ὦ, τὸ ὑπάρχω. Ὠμήλυσις: Τὸ κρίθινον ἄλευρον, καὶ τὸ ἐξ αὐτοῦ κατάπλασμα, ὅτι οὐ φρυγόμενον ἀλήθεται.
20 Ὦμος: Παρὰ τὸ ὦ, τὸ ὑπάρχω, ὁ ὑπομένων τὰ βάρη ἰσχυρῶς καὶ τὰ φορτία. Ἔστι δὲ τὸ μέρος τοῦ σώματος· ἐξ οὗ καὶ ὠμὸς, ὁ ἀπηνὴς καὶ σκληρὸς, οἱονεὶ ὁ μένων ἐν ᾧ ὑπῆρχε, καὶ μὴ μεταβαλλόμενος. Ἢ παρὰ τὸν οἴσω μέλλοντα, (ὁ γὰρ ἐνεστὼς οὐκ
25εἴρηται,) γίνεται οἶμος καὶ ὦμος, ἐφ’ οὗ φέρομεν τὰ φορτία, τροπῇ τῆς ΟΙ διφθόγγου εἰς ω· ὡς ἐκ τοῦ ἐναντίου ἀγκώνη ἔδει λέγεσθαι ἀγκοίνη. Βαρύνεται. Τὰ εἰς ΟΣ λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα
ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ι, βαρύνεται, ὦρος,
30ὦχρος. Πρόσκειται “μονογενῆ,” διὰ τὸ ὠμός. “Ἀπὸ τοῦ ω ἀρχόμενα,” διὰ τὸ ζωμὸς καὶ τὰ ὅμοια. “Μὴ προσκειμένου τοῦ ι,” διὰ τὸ ᾠδὸς ὁ τραγῳδός. Ὠμοκυδιᾷ: Ἐπὶ τῇ τῶν ὤμων εὐεξίᾳ μέγα
35φρονεῖ.
35Ὤμοι: Ἔστιν ἀναφώνημα λύπης δηλωτικόν.
35Ἐκ τοῦ οἴμοι, κατὰ ἔκτασιν τοῦ ο εἰς ω, ὤμοι·
35εἴρηται γὰρ καὶ οἴμοι δι’ ἑνὸς μ. Εἰ δὲ γράφεται χωρὶς τοῦ ι, γίνεται ἀπὸ τοῦ ω, ὤμοι. Τὸ δὲ ὦ, σχετλιαστικόν ἐστιν ἐπίρρημα· ὅπερ καὶ εἰς α συστέλλεται, ὡς τὸ, Ἆ δειλὲ, ἀντὶ τοῦ ὦ ἄθλιε. Τοίνυν ἀπὸ τοῦ ὢ κατ’ ἐπέκτασιν.
40Ὠιόν: Δεῖ γινώσκειν, ὅτι τὸ ᾠὸν τὸ ι ἔχει·
40πρῶτον μὲν, ὅτι εὕρηται τὸ ι κατὰ διάστασιν παρὰ τῇ Σαπφοῖ, Φασὶ δή ποτε Λήδαν ὑακίνθινον πεπυκαδμένον εὑρεῖν ὤϊον. Δεύτερον δὲ, διὰ τὸν χαρακτῆρα· τὰ γὰρ διὰ τοῦ ΩΟΝ μονογενῆ .... Εἰς τὸ ζῷον. Πρόσκειται,
45“μονογενῆ,” διὰ τὸ ὁ σῶος, ὁ ζῶος, τὸ ζῶον. Τὸ δὲ
45ᾠὸν ὀξύνεται, ὅτι ἀπὸ φωνήεντος ἄρχεται· τὰ δὲ λοιπὰ, ἀπὸ συμφώνου· καὶ ὡς διήλλαξε κατὰ τὴν ἀρχὴν, παρήλλαξε καὶ κατὰ τὸν τόνον. Ἐτυμολο‐ γεῖται δὲ παρὰ τὸ οἶον· μόνον γὰρ τίκτεται. Νίκαν‐ δρος ἐν Θηριακοῖς,

822

(50)

κτίλα τ’ ὤεα βρύκων·

822

(50)

τὰ τῶν ἡμέρων ὀρνίθων ὠὰ κτίλα καλεῖ.

822

(50)

Ὧιπερ: Σὺν τῷ ι· σημαίνει δὲ τὸ καθάπερ. Ἔστι γὰρ ὡσείπερ· καὶ κατὰ ἀποβολὴν τοῦ ς, ὡείπερ· καὶ κιρνᾶται τὸ ω καὶ ε, καὶ γίνεται ὡΐπερ· καὶ συναιρέσει, ᾧπερ. Ὠιπόλος: Ἀπὸ τοῦ ὁ αἰπόλος γίνεται κατὰ
55κρᾶσιν τοῦ ο καὶ α εἰς τὸ ω, καὶ συναιρέσει πάλιν
55τοῦ ο καὶ ι εἰς τὴν ΩΙ δίφθογγον, ᾠπόλος, ἀντὶ τοῦ ὁ αἰπόλος· τὸ δὲ ᾠπόλοι, ἀπὸ τοῦ οἱ αἰπόλοι, κατὰ ἀποβολὴν τοῦ ι τοῦ οἱ ἄρθρου, καὶ κράσει καὶ συναι‐ ρέσει. Ζήτει εἰς τὸ οὐμός.

823

Ὤπυιεν: Ὡμίλει ἐν συνουσίᾳ· ἀπὸ τῆς ὀπὸς, ἢ παρὰ τὸ ἕπεσθαι ἀνδρί. Ἢ παρὰ τὸ ὁμοῦ ἰέναι, ὤμυιεν, καὶ τροπῇ τοῦ μ εἰς π. Ζήτει εἰς τὸ
ἀλύω.
5Ὦπες: Οἷον ὀπαί τινες οὖσαι τῆς ψυχῆς, δι’
5ὧν τὸ κατάστημα τῆς ψυχῆς θεωρεῖται· ὅθεν καὶ ὑπώπια. Ἢ ὅτι ὀπῇ καὶ τρήματι ἐοίκασιν. Ὥρα: Σημαίνει τὴν μορφὴν καὶ τὸ κάλλος· ἐξ ἧς καὶ ὡραῖος· σημαίνει καὶ τὴν φροντίδα, καὶ τὸ τέταρτον τοῦ ἐνιαυτοῦ, καὶ τὸ δωδέκατον τῆς ἡμέρας.
10Γίνεται παρὰ τὸ ὡρῶ, τὸ φυλάττω· κατὰ γὰρ ὥραν ἐφύλαττον οἱ ἀρχαῖοι ἐν ταῖς νυξίν. Ἢ ἀπὸ τοῦ διορίζειν τὰ διαστήματα τῆς ἡμέρας· παρὰ τὸ ὁρίζω ὅρα καὶ ὥρα. Ὥρα ἡ τροπὴ, παρὰ τὸ ὡρεῖν, ἡ φυλάττουσα συντεταγμένως τὸν ἴδιον καιρόν. Καὶ
15Ὧραι αἱ πυλωροὶ τοῦ οὐρανοῦ θεαί· παρὰ τὸ ὡρεῖν καὶ φυλάττειν. Τὰ δὲ εἰς ἄλφα λήγοντα θηλυκὰ διχῶς συντί‐ θενται· ἢ γὰρ φυλάττει τὸ α, ὡς τὸ σκιὰ, σκια‐ γραφῶ· ἢ τρέπει αὐτὸ εἰς ο, ὡς τὸ, ὥρα ὡρολογεῖον,
20ὄπωρα ὀπωροφυλάκιον. Ὅτε δὲ παραλήγεται τῷ ε,
20τρέπει αὐτὸ εἰς ω, ὡς τὸ γέα γεωμέτρης.
20 Τὰ δὲ εἰς ΡΑ λήγοντα θηλυκὰ δισύλλαβα, εἰ μὲν διφθόγγῳ παραλήγεται, συστέλλει τὸ ἄλφα, πεῖρα, στεῖρα, σφαῖρα· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται, ἐκτείνει αὐτὸ, οἷον, χώρα, ψώρα, χήρα, πήρα. Οὕτως οὖν καὶ ὥρα.
25Ὦ πόποι: Ποίου μέρους λόγου ἐστίν; Ἐπιρ‐
25ρήματος. Καὶ πῶς τίθενται δύο τόνοι; Εἰ γὰρ ἦν ἓν μέρος λόγου, ὤφειλεν ἔχειν ἕνα τόνον. Εἰσὶ δὲ δύο ἐπιρρήματα· καὶ ἔστιν ἀντὶ τοῦ παπαί. Καὶ ἔστιν ἐκ παραλλήλου ἓν μέρος λόγου, καὶ λέγεται, ὅτι συνεξηκολούθησε τῇ ὀνοματικῇ πτώσει τῇ, “ὦ
30φίλοι.” Ὤφειλε δὲ ὀξύνεσθαι, ὡς γινόμενον ἐκ
30τοῦ παπαί· ἀλλὰ συνεξηκολούθησε τῇ ὀνοματικῇ πτώσει· οἱ γὰρ Σκύθαι, ἀγάλματα τινὰ ἔχοντες ὑπόγαια τῶν θεῶν, πόπους αὐτὰ καλοῦσιν. Ὡρακίζω: Παρὰ τὸ αἰκίζεσθαι τὴν ὥραν, τουτ‐ έστι τὴν μορφὴν, ἀντὶ τοῦ ὠχριᾶν· καὶ ὡρακιῶ, τὸ
35αὐτό· σημαίνει δὲ καὶ τὸ λειποψυχεῖν καὶ ἐκλύ‐ εσθαι. Ὤρεσσιν: Ἀντὶ τοῦ ταῖς γυναιξὶν, Ἰλιάδος ιʹ· ἀπὸ τοῦ ὁμοῦ ἀρηρέναι καὶ συνηρμόσθαι ἀνδρί· ἔνθεν καὶ ξυνωρὶς, παρὰ τὸ ξυνηρμόσθαι. Ἔστιν ἡ εὐθεῖα,
40ὄαρος· τὸ πληθυντικὸν, ὄαροι· καὶ κατὰ μετα‐
40πλασμὸν, ὄαρες· καὶ κατὰ συναίρεσιν, ὦρες. Ὁ δὲ Ὦρος λέγει, ὅτι παρὰ τὸ ὁμοῦ ἀρηρέναι γίνεται ὄαρ· καὶ ὑπερθέσει, ἄορ· καὶ συναλοιφῇ, ὦρ. Ὠρείθυια: Παρὰ τὴν ὄρει δοτικὴν καὶ τὸ θύω, τὸ ὁρμῶ, γίνεται ὠρείθυια, κατ’ ἔκτασιν τοῦ ο
45εἰς ω.
45Ὠρείτης: Ὁ πολίτης· παρὰ τὸ ὠρεὺς ὠρέως
45γίνεται· καὶ τὸ κύριον ὄνομα ἔστι διὰ διφθόγγου, ὡς παρὰ Ἀπολλωνίῳ, Ὠρείτης δ’ Ἀμύκοιο· τινὰ δὲ τῶν ἀντιγράφων Ὠρείδης ἔχει. Χοιρο‐
βοσκός.

823

(50)

Ὧρος: Ὁ ἐνιαυτός· παρὰ τὰς ὥρας, τὰς τροπὰς,

823

(50)

ἃς περιέχει· ἢ παρὰ τὸ ὀξὺ καὶ κοῦφον καὶ μετέωρον

823

(50)

εἴρηται· ἐπεὶ καὶ μετέωρος εἴρηται ὁ κοῦφος· καὶ ὡρογραφίαι, αἱ κατ’ ἐνιαυτὸν ἀναγραφαὶ γινόμεναι τῶν ἐν ταῖς πόλεσιν. Ὡρολογεῖον: λέγειν ἐστὶ τὸ μετρεῖν. Ὀδυσ‐ σείας δʹ,
55Ἔνθ’ ἡμέας πρώτους λέγε κήτεσι·
55ἀντὶ τοῦ συνηρίθμει. Ὡρολογεῖον οὖν, ᾧ τὰς
55ὥρας μετροῦμεν.
55 Ὤριστος: Ἰλιάδος λʹ· ἄριστος, Βοιωτικῶς τρα‐ πέντος τοῦ α εἰς ω. Ὠρίων: Κατὰ τροπὴν τῆς ΟΥ εἰς ω· ἀπὸ τοῦ οὐρίων. Ἔστιν ἀπὸ ἱστορίας· ἀπὸ τοῦ οὐρῆσαι

824

τοὺς θεοὺς ἐν τῇ βύρσῃ καὶ γενέσθαι αὐτόν. Ἔστι καὶ ἄστρον οὕτω καλούμενον. Ὠρύω: Σημαίνει τὸ κλαίω· παρὰ τὸ ἄω ἢ αὔω, τὸ φωνῶ, γίνεται ἀωρύω, καὶ κράσει τοῦ α καὶ ω
5εἰς ω. Ἢ γίνεται αὐορύω· καὶ κράσει τοῦ α ο εἰς
5ω, ὠρύω. Ἢ παρὰ τὸ θόρυβος θορυβῶ· κατὰ ἀπο‐ βολὴν τοῦ β, θορύω· καὶ ἐκτάσει τοῦ ο εἰς ω, καὶ ἐκβολῇ τοῦ θ, ὠρύω. Εἰς τοὺς Ἐπιμερισμοὺς δὲ εἰς τὸ ὠρυόμενος εὗρον, ὅτι πρωτότυπόν ἐστι. Ὥρμαινεν: Ἐκ τοῦ ὁρμῶ, ὁρμαίνω· ὁ παρα‐
10τατικὸς, ὥρμαινον. Ὅμηρος,
10 Ἕως ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν. Ὤρχμενος: Ἄρχω ἀρχόμενος· καὶ κατὰ συ‐ γκοπὴν καὶ τροπῇ, ὤρχμενος. Ὡς: Ἐπίρρημα θαυμαστικὸν, ἀντὶ τοῦ λίαν· ἢ ἐπίρρημα βεβαιώσεως. Σημαίνει δὲ δύο καὶ τριά‐
15κοντα· παραβολὴν, Ὡς δὲ λέων ἐν βουσὶ θορών· ἀνταπόδοσιν,
Ὡς αὖτις καθ’ ὅμιλον ἔδυ· ὑπερβολὴν,
20Ὡς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός·
20ὁμοίωσιν,
20Ὡς ὅδ’ Ὀδυσσῆος μεγαλήτορος υἷϊ ἔοικεν·
20καὶ ἀντὶ τοῦ ὅμως,
20 Ἀλλ’ οὐδ’ ὣς ἑτάρους ἐρρύσατο [ἱέμενός περ·] ἀναφορὰν, Ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· θαυμασμὸν, Ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ·
25τὸ οὕτως,
25Ὡς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ·
25τὸν ἵνα σύνδεσμον,
25 Ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃς· τὸ ὅπως, Ὡς σπείσῃς Διῒ πατρὶ [καὶ ἄλλοις ἀθανάτοισι·] τὸ ὅτι, Ἔγνως ὡς θεὸς εἰμί·
30τὸ ἐπεὶ,
30Ὡς ἴδε χῶρον ἔρημον, [ὅθ’ ἕστασαν ὠκέες ἵπποι·]
30τὸ εἴθε εὐκτικὸν,
30Ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι·
30καὶ ἀντὶ τοῦ διὸ,
30 Ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος [οὐκ ἐθέλοιμι λείπεσθαι·] τὸν εἰ συναπτικὸν σύνδεσμον, Ὡς ὑμεῖς παρ’ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε· τὸ ὁμοίως,
35[ὁππότ’ ἐκείνων
35μνήσομαι,] ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
35τὸ ὅπως,
35Ἤρξατο δ’ ὡς πρῶτον Κίκονας δάμας’·
35ἐπὶ πρόθεσιν,
35 Ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον· τὸ τοσοῦτον, Νῆα θοὴν ἐπὶ πόντον ἐλαυνέμεν, ὡς δὲ γυναικί· τὸ ὅσον, Καὶ κρέας ὡς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
40τὸν γὰρ,
40Ὡς ἤτοι ποταμῷ γε δαμήμεναι αἴσιμον ἦεν·
40τὸ εὐθέως,
40Ὡς ἴδεν, ὥς μιν μᾶλλον ἔδυ χόλος·
40τὸ ὡσαύτως,
40 Ὡς δ’ αὖ νῦν μοι ἀγάασθε θεοὶ [βροτὸν ἄνδρα παρεῖναι·] βεβαίωσιν,
Ὡς χαρίσοιτ’ ἄνθρωπος ἀνθρώποισι· τὸ ἀλλὰ, Ὡς τοῦτ’ ἀληθὲς Ἀττικόν·
45τὸ ἕως,
45Ὡς ὁ μὲν ἔνθα πολὺν βίοτον·
45τὸ οὕτως,
45Ὥς ποτ’ ἔην νῦν αὖτε·
45τὸ οὐκέτι,
45 Ὡς οὐκ ἔστι χάρις μετόπισθεν εὐεργέων· διηγηματικὸν κεφάλαιον, Ὡς ἦλθ’ ὡς Αἴγισθος ἐμήσατο· καὶ ἐπὶ τοῦ λίαν, Ὧς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε.

824

(50)

Ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι·

824

(50)

περισπᾶται· σημαίνει γὰρ τὸ ὅμως· περισπᾶται δὲ

824

(50)

καὶ ὅτε σημαίνει τὸ οὕτως,

824

(50)

Χρὴ μὲν σφωΐτερον·

824

(50)

καὶ ἑξῆς,

824

(50)

ὧς γὰρ ἄμεινον·

824

(50)

ὥσπερ εἶεν. Ὥς κεν: Ὅπως ἄν· τὸ Ὡς, ἀντὶ τοῦ ὅπως· τὸ κεν, ἀντὶ τοῦ ἄν. Ὡσεί: Ἐπίρρημα παρέλκον, ἤτοι ἐπακολουθοῦν· προσέλαβε γὰρ τὸ παραβολῆς ὡς, καὶ τὸν εἰ συνα‐
55πτικὸν σύνδεσμον· οἱ δὲ ἐπὶ παραβολῆς λέγουσιν
55εἶναι.
55 Ὠσχοί: Τὰ κλήματα σὺν αὐτοῖς τοῖς βότρυσι· καὶ ὠσχοφόροι, οἱ ταῦτα τῇ Σκιράδι Ἀθηνᾷ προσ‐ φέροντες ἐν γυναικείαις στολαῖς. Καὶ ὠσχοφόριον,

825

τόπος Ἀθήνῃσιν, ἔνθα καὶ τὸ ἱερὸν τῆς Ἀρτέμιδος· καὶ ὠσχοφόρια, ὄνομα ἑορτῆς· ἀπὸ τῆς ὤσχης τῆς κληματίδος. Ὠστίζοντο: Ὤθουν, συνέθλιβον· ἐκ τοῦ ὤθω,
5ὁ μέλλων, ὤσω· πλεονασμῷ τοῦ τ μετὰ περισπω‐
5μένης, ὠστῶ. Ἐκ τούτου, ὠστίζω· καὶ τὸ παθητι‐ κὸν, ὠστίζομαι. Ὦτα: Ἀπολλόδωρος μὲν, ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν· οἱ δὲ, δι’ ὧν ὠθεῖται ἡ φωνή. Οἱ δὲ φασὶ, κατὰ μετάθεσιν τοῦ π εἰς τ, ὄπα τινὰ ὄντα, παρὰ τὸ
10ὀπὰς ἔχειν. Ἢ παρὰ τὸ δέχεσθαι τὴν ὄπα, ὅ ἐστι
10τὴν φωνήν. Οὕτως Ἡρακλείδης. Ὠτᾶν: Ἀντὶ τοῦ ὧ προσφιλέστατε, ὦ ἑταῖρε. Ἔστιν ἔτης, ὃ σημαίνει τὸν συνήθη καὶ φίλον· ἐξ οὗ γίνεται παρώνυμον ἐτᾶν, ὡς Ἑρμῆς, Ἑρμᾶν, μέγιστος, μεγιστᾶν· καὶ μετὰ τοῦ ὦ κλητικοῦ ἐπιρ‐
15ρήματος, ὦ ἐτᾶν· καὶ κατὰ συναλοιφὴν, ὦτᾶν. Ἢ παρὰ τὸ ἔτης, ὃ σημαίνει τὸν ἀληθῆ φίλον, γίνεται ἐτὴν ἐτᾶν, ὡς ἔθος ἐθήν. Ἢ ὥσπερ παρὰ τὸ δὴ γίνεται δῆτα, οὕτως καὶ παρὰ τὸ ὦ, ὦτα, πλεονασμῷ τοῦ ν, καὶ μεταβολῇ τοῦ τόνου. Περισπᾶται δὲ,
20ὀφεῖλον ὀξύνεσθαι. Δύο μέρη λόγου εἰσί· καὶ κατὰ
20πλάνην ἀντὶ τῆς ἐπὶ τέλους ὀξείας περισπωμένην ἔσχεν. Ἐγένετο δὲ οὕτως· ἔτης, ἔτου, ἐτᾶν· καὶ ὦ ἐτᾶν· καὶ κατὰ κρᾶσιν, ὦτᾶν. Λέγεται καὶ ἐπὶ εἰρωνείας, ὦ σύ. Ὧιτε χερνῆτις γυνή: Ἀντὶ τοῦ καθάπερ.
25Ἔχει δὲ τὸ ι· ἔστι γὰρ ὡσεί τε· ἀποβολῇ τοῦ ς,
25καὶ κράσει τοῦ ω καὶ ε, ᾧτε.
25 Ὧιτε ζεὺς κῦδος ἔδωκεν: Ἀντὶ τοῦ ᾧτινι. Δύο γὰρ μέρη λόγου εἰσί· τὸ ᾧ, ἀντὶ τοῦ ᾧτινι· καὶ τὸ ΤΕ παρέλκει. Ὠτειλή: Παρὰ τὸν οὐτήσω μέλλοντα, οὐτηλὴ, καὶ ὠτειλὴ, τροπῇ τῆς ΟΥ εἰς ω, καὶ τοῦ η εἰς τὴν
30ΕΙ δίφθογγον Βοιωτικῶς.

826

Ὡυτὸς ἀνήρ: Ἔστιν ὁ αὐτός· κατὰ κρᾶσιν τοῦ ΑΟ εἰς ω μέγα γίνεται ὠυτός. Ὦχρος: Ἐκ τοῦ χρόα, ὃ σημαίνει τὴν ἐπιφά‐ νειαν τοῦ σώματος· διὰ γὰρ τῆς ἐπιφανείας γίνεται
5ἡ ὠχρίασις. Λοιπὸν ἐκ τοῦ χρόα γίνεται ἄχροος· καὶ ὑπερβιβασμῷ ἄοχρος καὶ κατὰ συναίρεσιν ὦχρος. Διαφέρει τοῦ ὠχρός. Προπερισπώμενον μὲν, λέγεται αὐτὴ ἡ ὠχρίασις· ὡς τὸ, ὦχρός τέ μιν εἷλε παρειὰς,
10Ἰλιάδος γʹ. Ὀξυτονούμενον δὲ, ἐπὶ τοῦ μετέχοντος
10τῆς ὠχριάσεως· οἷον, ὠχρὸς ἄνθρωπος, ὁ μετεσχηκὼς τῆς ὠχρότητος. Ὦρτο: Ἔστιν ὄρω· ὁ μέλλων, ὄρσω· ὁ παθη‐ τικὸς ἐνεστὼς, ὄρομαι· ὁ παρατατικὸς, ὠρόμην ὤρου ὤρετο· καὶ συγκοπῇ, ὦρτο. Ἢ ὄρω, ὀρῶ, ὦρκα,
15ὦρμαι, ὤρμην ὦρσο ὦρτο, καὶ ἐνῶρτο. Ὤψ: Παρὰ τὸ ὄπτω, τὸ βλέπω· ὁ μέλλων, ὄψω· ἀποβολῇ τοῦ ω, ὄψ· καὶ αὐξήσει, ὤψ. Σημαίνει δὲ τρία· δύο διὰ τοῦ ω μεγάλου, τὸ πρόσωπον, καὶ τὸν ὀφθαλμόν· σημαίνει καὶ κύριον ὄνομα, ὡς ἐν
20Ὀδυσσείᾳ,
20Ὦπος θυγάτηρ.
20Σημαίνει δὲ καὶ διὰ τοῦ ο μικροῦ τὴν φωνήν.
20 Ὦτος: Ζῷον ὅμοιον νυκτικόρακι. Ἔνιοι δὲ αὐτὸ καὶ νυκτικόρακα καλοῦσιν. Ἔστι δὲ καὶ παλαιόν· εἰλήφει δὲ τοὔνομα, διὰ τὸ περὶ τὰ ὦτα πτέρυγας ἔχειν. Δοκεῖ δὲ καὶ εὔηθες εἶναι, καὶ εὐεξαπάτητον. Γράφει γοῦν περὶ αὐτοῦ Ἀριστοτέλης,
25 Ὁ δὲ ὦτος, ὅμοιος γλαυκὶ, καὶ περὶ τὰ ὦτα πτερύγια ἔχει. Ὠτιαφόροι: Οἱ τὰς ὠτίδας φέροντες ἐργάται· ὠτὶς γὰρ εἶδος ὀρνέου. Ὠτιοφόροι δὲ, οἱ τὰ ὦτα συντεθλασμένοι, οἷον, ὠτοκατάξιδες. Ἦσαν δὲ οὗτοι
30ἀπὸ παλαίστρας.