TLG 4098 004 :: ETYMOLOGICUM GUDIANUM :: Additamenta in Etymologicum Gudianum ETYMOLOGICUM GUDIANUM Lexicogr. Additamenta in Etymologicum Gudianum Citation: Page — (line) | ||
585 | Τριακονταέτης, ἐπὶ μὲν τοῦ καιροῦ καὶ τοῦ χρόνου, βαρύνεται. ἐπὶ δὲ τοῦ μετέχοντος τοῦ χρόνου, ὀξύνε‐ ται. πενταετὲς παιδίον λέγομεν, καὶ πενταετὴς ἄν‐ θρωπος. | |
5 | Τριπλοῦς, ἀπὸ συναιρέσεώς ἐστι, ἀπὸ τοῦ διπλόος καὶ τριπλόος, ἀπὸ τοῦ δὶς παρήχθη καὶ τοῦ τρὶς ἐπιῤῥή‐ ματος, τὸ δὲ διπλοῦς καὶ τριπλοῦς οὐκ εἰσι σύνθεται, ἀλλ’ ἁπλᾶ. ζήτει. Τρισκαίδεκα, ἰστέον ὅτι τὸ δισχίλιοι καὶ δισμύριοι, | |
---|---|---|
10 | ὡς ἔχοντα τὸ ς, ἐν παραθέσει ἔστι· τὸ γὰρ δὶς καὶ τρὶς ἐν τῇ συνθέσει, ἀποβάλλουσι τὸ ς, οἷον, δίμη‐ νος, δίπηχυς, τρίπηχυς. σεσημείωται τὸ δισθένεες, κρὶ τρίσφυλος, παρὰ Νικάνδρῳ· ἔστι δὲ εἶδος βοτάνης, καὶ τρισόζυος παρ’ Αἰσχύλῳ· καὶ πῶς τὸ τρισκαίδεκα | |
15 | ἐν συνθέσει ἐστι καὶ οὐκ ἀποβάλλει τὸ ς; ὅτι οὐκ ἐγένετο ἀπὸ τρὶς τοῦ ἐπιῤῥήματος ἡ σύνθεσις, ἀλλὰ ἀπὸ τοῦ τρεῖς ὀνόματος, ὡς δηλοῖ ἡ σημασία. καὶ γὰρ τὸ τρὶς ἐπίῤῥημα, τὸ τρισσὸν δηλοῖ, οἷον, τρὶς ἔγρα‐ ψα, ἀντὶ τοῦ ἐκ τρίτου· εἰ οὖν τὸ τρισκαίδεκα ἀπὸ | |
20 | τοῦ τρὶς ἐπιῤῥήματος συνεθέτη, ἔμελλε δηλοῦν τὸ τρί‐ τας δεκάδας, ὅπερ ἔστι τριάκοντα, ἀλλὰ τοῦτο, τὸ δέκα καὶ τρία σημαίνει. Τριστάσας, τοὺς παρὰ χεῖρα τοῦ βασιλέως, οἷον τοὺς ἔχοντας τὰς λόγχας ἀνὰ τρεῖς κατὰ χεῖρα. | |
25 | Τρίτον ἡμίδραγμον, τὰς δύο ἥμισυ δραγμὰς ὀνομάζου‐ σιν οἱ παλαιοί. Ὑπομασχάλης, τὸ ὄνομα κεῖται παρὰ τοῖς ῥήτορσιν. ὅταν μὲν ἑνικῶς λέγωσιν, οὕτως αὐτὸ πάντες τάσσουσι μετὰ τῆς προθέσεως· ὅταν δὲ πληθυντικῶς οὐ μεγά‐ | |
30 | λας λέγουσιν, ἀλλὰ μασχάλας. Ὑπόβολον, ὑποκείμενον πρὸς δάνειον καὶ τόκον, Φε‐ ρεκράτης εἶπεν, οὐχ ὁρᾶς τὴν οἰκίαν τὴν πολυτίωνος κειμένην ὑπόβολον; Φύτλη, ὡς ζεύγω ζεύγλη, τρώξω τρώγλη, οὕτω φύω, | |
35 | φύσω, φύτλη. Φυτόσκαφος, καὶ φυτοσκάφος διαφέρει. προπαροξυ‐ τόνως, ἡ ὑπὸ τὰ φυτὰ ἐσκαμμένη γῆ, παροξυτόνως δὲ, ὁ τὰ φυτὰ περισκέπτων γεωργός. Ὑποβολιμαῖος, ὑποβαλλόμενοι, καὶ οἱ ποιηταὶ, ἤτοι | |
40 | ὡς ἐπὶ τῶν χαμαιῤῥίφων παιδίων, ἅπερ ἑαυταῖς ὑπο‐ βάλλουσιν αἱ γυναῖκες. Πρωτότοκος, καὶ πρωτοτόκος· τὰ εἰς ος σύνθετα εἰς ἐνεργείαν καὶ εἰς πάθος ἀναλυόμενα δύο τόνους ἐπιδέ‐ χονται· καὶ εἰ μὲν εἰς ἐνέργειαν διαλύονται, παροξύ‐ | |
45 | νονται· εἰ δὲ εἰς πάθος προπαροξύνονται· οἷον, λιθο‐ βόλος καὶ λιθόβολος, καρατομένος καὶ καρατόμενος, ὑδροφόρος καὶ ὑδρόφορος· καὶ λιθοβόλος μέν ἐστιν, ὁ λίθους βάλλων, λιθόβολος δὲ ὁ βαλλόμενος λίθοις· τὸ οὖν πρωτοτόκος, ἡνίκα μὲν παροξύνεται, εἰς ἐνέργειαν | |
585(50) | ἀναλύεται, καὶ σημαίνει τὴν ἐν πρώτοις τεκοῦσαν, καί | |
ἐστι μόνου θηλυκοῦ γένους. ἡνίκα δὲ προπαροξύνεται, | 585 | |
586 | εἰς πάθος ἀναλύεται, καὶ σημαίνει τὸ πρῶτον τεχθὲν παιδίον, καί ἔστι δύο γενῶν κοινὸν, καὶ γὰρ ὁ πρω‐ τότοκος καὶ ἡ πρωτότοκος, τίκτεται γὰρ καὶ ἀνὴρ καὶ γυνή. τὸ δὲ παροξύτονον, ἐνέργειαν δηλοῦν, μόνον | |
5 | ἔστι θηλυκὸν, κωλύει γὰρ τὸ σημαινόμενον ἀρσενικὸν αὐτὸ εἶναι, οὐ γὰρ τίκτει ἀνήρ. καὶ πάλιν πολύτοκος καὶ πολυτόκος. πολυτόκος μὲν σημαίνει τὸν πολλὰ γεννῶντα, πολύτοκος δὲ ὁ πρὸ πολλῶν γεννώμενος. Παραστάται, ὑπ’ ἑνικῶν καλοῦνται αἱ γόνιμοι φλέ‐ | |
10 | βες, καὶ τῇ γεννήσει παρεστῶτες. Νεπὼς, παρὰ τὸ πῶμι πώσω, ὃ σημαίνει τὸ πίνω, ἀποβολῇ τοῦ ω, καὶ μετὰ τῆς νε στερήσεως, Νέπως· ἄνυδρον γὰρ τὸ ὄρος ἐκεῖνο. Θρησκεία, παρὰ τὴν τῶν Θρᾳκῶν ἐπιμέλειαν τὴν | |
15 | πρὸς τὸ θεῖον, καὶ τὴν Ὀρφέως ἱερουργίαν· οὗτοι γὰρ ἐξεῦρον τὴν περὶ τὸ θεῖον εὔνοιαν· ἢ παρὰ τὸ τοὺς θεοὺς ἀρέσκεσθαι, ὅ ἐστιν ἐξευμενίζεσθαι. Ἤγαγον, δευτέρου ἀορίστου, ἀπὸ τοῦ ἄγω, ὁ β ἀόρι‐ στος ἄγον, καὶ κατ’ ἀναδιπλασιασμὸν ἄγαγον καὶ ἤγα‐ | |
20 | γον. ζήτει. Κρόνος, ὅτι τὸν κρόνον, φασὶν, ἐκ τοῦ κρᾶν καὶ κιρ‐ νᾶν ἕκαστα τῶν γενεθλιωμάτων, καὶ μίξαντα τὸ θηλὺ τῷ ἄῤῥενι. Χρύσιππος δὲ φησὶν, ὅτι καθύγρων ὄντων τῶν ὅλων καὶ ὄμβρων καταφερομένων πολλῶν· | |
25 | τὴν ἔκκρισιν τούτων, κρίνον ὠνομάσθαι. τὰ δὲ περὶ τὴν ἐκτομὴν, ἔνιοι οὔτως ἀναλύουσι· ὅτι τῆς οὐρανοῦ καὶ γῆς μίξεως γινομένης, ἐζωογονεῖτο πολλὰ, εἶτα τοῦ Κρόνου, ἤτοι τοῦ χρόνου ἕκαστα διακρίναντος, καὶ τῶν γεννηθέντων ἐκ τῆς πρὸς ἄλληλα μίξεως ζωογο‐ | |
30 | νοῦντα, ἐκτεμεῖσθαι τὸν οὐρανὸν εἴρηται. ἄλλοι δέ φασιν, αὐτὸν Κρόνον εἰρῆσθαι, ὅτι πρῶτος τῶν θεῶν εἰς κρίσιν ἐπέβαλε. νομίζεται δὲ παῖς οὐρανοῦ καὶ γῆς, ὅτι ἐκ τῆς ἐπιτολῆς τῶν ὑπὸ γῆς καὶ ὑπὲρ γῆν ἄστρων ὁ χρόνος γίνεται· διὰ γὰρ τούτων καὶ ἡμερο‐ | |
35 | νύκτιον, καὶ μῆνα, καὶ καιρὸν διορίζομεν. καταπί‐ νειν δὲ λέγεται τὰ τέκνα, ὅτι ὅσα διὰ χρόνου γίνεται, τῷ χρόνῳ πάλιν συνδιαφθείρεται. οὕτως ἔγω Φώτιος ὁ πατριάρχης. Ὑφελτρεύουσι, σημαίνει δὲ τὸ καλλύνουσι. Λυκό‐ | |
40 | φρων. Ὀφιακῶν, ὁ παρὰ τὸ φύσει γέγονε φύσικος, μάντις, μαντικὸς, οὕτω καὶ ὄφις, ὀφικὸς, καὶ πλεονασμῷ, τοῦ α, ὀφιακὸς, συνεξέδραμε γὰρ τῷ θηριακός. Πρασίαι, τετραγῶνα τινὰ σχήματα ἐν τῇ γῆ, ἂ ποι‐ | |
45 | οῦσι σχολὴν οἱ κηπωροὶ, οἱονεὶ περασίαι τινὲς οὖσαι, παρὰ τὸ περατοῦσθαι, κατὰ συγκοπὴν πρασίαι. Πρεσβήϊον, πρεσβειῶν ἄριστον, λέγει δὲ τὸ ὑπὲρ τι‐ μῆς διδόμενον δῶρον. Πραιτώριον, παρὰ τὸ πράττω πρατώριον, ὅπου τὰ | |
586(50) | πραττόμενα ὡροῦνται, ὅ ἐστι φυλάσσονται, καὶ ἐξανύ‐ | |
ονται. εἶτα πλεονασμῷ τοῦ ἰῶτα. | 586 | |
587 | Σωρὸς, ὀξυτόνως· τὰ εἰς ρος λήγοντα δισύλλαβα, τῷ ω, παραληγόμενα, μὴ ὄντα ἐπιθετικὰ βαρυτονεῖται. ὦρος, δῶρος, χῶρος, φλῶρος, βῶρος· σεσημείωται τὸ σωρὸς ὀξυνόμενον· τὰ δὲ ὀξύτονα ἐπιθετικά εἰσιν, | |
5 | οἷον χλωρὸς, ψωρὸς, μωρός. Σορὸς, ἡ τῶν λειψάνων, παρὰ τὸ σεσηρέναι τὰ σώ‐ ματα ἐν αὐτῇ. ἢ παρὰ τὸ εἴργω τὸ κωλύω, σορὸς ἡ κωλυτική. Σῴζω, ὥσπερ παρὰ τὸ ἕω, τοῦ σημαίνοντος τὸ καθέ‐ | |
10 | ζομαι, γίνεται ἕζω, οὕτω καὶ ἀπὸ τοῦ σῶον, ὃ ση‐ μαίνει τὸ ὑγιὲς, γίνεται σῴζω· καὶ οὐκ ἔδει ἔχειν τὸ ἰῶτα. ἡ μέντοι παράδοσις ἔχει τὸ ἰῶτα, ἔφοσον ἔχει τὸ ζ· καί ἐστιν εἰπεῖν, ὅτι, ὥσπερ ἀπὸ τοῦ ἄνθρω‐ πος γίνεται ἀνθρωπίζω, καὶ λέπος λεπίζω, οὕτω καὶ | |
15 | ἀπὸ τοῦ σῶος γίνεται σωΐζω, καὶ κατὰ συναίρεσιν σῴζω. Στράγξ, στάζω, στάξω, στὰξ, καὶ πλεονασμῷ τοῦ ρ καὶ γ, στρὰγξ, ἡ ἐπισχεθεῖσα ῥύσις. Τοῦ νεήλυδος, ὁ κανών· τὰ εἰς υς σύνθετα, εἰ μὲν | |
20 | ἀπὸ ἁπλῶν εἰς υς ληγόντων συντίθενται, τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, οἷον, βραχὺς, τρίβραχυς, τριβράχεος, ὀφρὺς ὀφρύος, λευκόφρυς, λευκόφρυος. εἰ δὲ ἀπὸ ῥημάτων εἰσὶ συντιθέμενα, διὰ τοῦ δος κλίνεται, οἷον, ἔπηλυς ἐπήλυδος, νέηλυς νεήλυδος, | |
25 | ταῦτα γὰρ οὐκ ἀπὸ ἁπλῶν εἰς υς ληγόντων συντίθεν‐ ται, ἀλλ’ ἀπὸ τοῦ ἐλεύθω ῥήματος. Κρὰς, πόθεν γίνεται; παρὰ τὸ κρῶ τὸ τελειῶ. πῶς κλίνεται; τῆς κρατός· τὰ εἰς ας, ὀξύτονα μονοσύλ‐ | |
λαβα κύριά εἰσι, καὶ διὰ τοῦ ντ, κλίνεται· οἷον ζὰς | 587 | |
588 | ζαντὸς, πρὰς πραντός. τὸ δὲ κρὰς προσηγορικὸν, ὡς διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίσιν. Ἰστέον, ὅτι ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυκῶν ὀνομάτων, | |
5 | ἡνίκα λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς ες, προσ‐ θέσει τῆς σι συλλαβῆς ποιεῖ τὴν δοτικὴν τῶν πλη‐ θυντικῶν παρὰ τοῖς Ἴωσι καὶ ποιηταῖς. οἷον, Αἴαντες Αἰάντεσσι, γυναῖκες γυναίκεσσιν· ἐπὶ δὲ οὐδετέρων, ἐπειδὴ ου λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς ες, | |
10 | ἀπὸ τῆς γενικῆς γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν, κατὰ τροπὴν τοῦ ο εἰς ε, οἷον, στόματος στομάτεσσι, δέπαος, δεπάεσσι. Αἱ εἰς φωνῆεν λήγουσαι προθέσεις, ἐὰν συντεθῶσι μετ’ ἑτέρας συλλαβῆς, τῆς ἀπὸ τοῦ ρ, ἀρχομένης, πλεονά‐ | |
15 | ζουσι καὶ ἕτερον ρ, οἷον, ἐπίῤῥημα, ἀνάῤῥησις· ὅσα δὲ μέρη λόγου καθ’ ἑαυτὰ σημαίνει, ταῦτα καὶ ἀπὸ τοῦ ρ, ἀρχόμενα, καὶ λέξεσι συντιθέμενα οὐ πλεονά‐ ζει καὶ ἕτερον ρ· οἷον, χρυσορήμων, χρυσόρειθος· ὅσα οὐ σημαίνει, ἀλλὰ συσσημαίνει, ταῦτα συντιθέμενα | |
20 | πλεονάζουσι καὶ ἕτερον ρ, οἷον σύῤῥοια. Τῆς γυναικὸς, ὁ κανών· τὰ εἰς ξ λήγοντα μονοσύλ‐ λαβα, ἢ δισύλλαβα, ἔχοντα πρὸ τοῦ ξ δίφθογγον, ἀπὸ συμφώνου ἀρχόμενα, διὰ τοῦ κ, κλίνεται· οἷον, γραὶξ γραικὸς, γλαὺξ γλαυκός· σεσημείωται τὸ αἲξ | |
25 | αἰγὸς διὰ τοῦ γ, κλινόμενον, ἐπειδὴ ἀπὸ φωνήεντος ἤρξατο. Τέλος πέφυκε ναὶ ἀληθῶς ῥημάτων, Μηνὸς Φευρουα‐ | |
ρίου ΙΗ, ἡμέρᾳ δ, τῆς ἰνδικτίωνος ϛ· ἔτους ͵ϛωα | 588 |