TLG 4098 002 :: ETYMOLOGICUM GUDIANUM :: Etymologicum Gudianum (ζείδωρος—ὦμαι)
ETYMOLOGICUM GUDIANUM Lexicogr. (A.D. 11) Etymologicum Gudianum (ζείδωρος—ὦμαι) Source: Sturz, F.W. (ed.), Etymologicum Graecae linguae Gudianum et alia grammaticorum scripta e codicibus manuscriptis nunc primum edita. Leipzig: Weigel, 1818 (repr. Hildesheim: Olms, 1973): 229–584. Citation: Alphabetic entry — page — (line)
|
|
zeta 229 (32) | Ζείδωρος, παρὰ τὸ ζῆ ζηόδωρος, καὶ κατὰ συγκοπὴν
τοῦ ο ζήδωρος, τροπῇ Βοιωτικῇ τοῦ η εἰς ει δίφθογ‐
γον, ὥσπερ οὐτῶ οὐτήσω, ὠτειλὴ, ζείδωρος, ἡ τὰ | |
35 | πρὸ τὸ ζῆν δωρούμενα τουτ’ἔστιν ἡ γῆ. ἢ παρὰ τὸ
ζέειν, ζεέδωρος καὶ κατὰ κράσιν τῶν δύο εε εἰς τὴν
ει δίφθογγον ζείδωρος.
Ζείδωρον, παρὰ τὸ ζῆν δωρεῖσθαι. αὑτὴ ἔστιν ἡ τὸ
θερμότατον αἷμα ἐν τῷ σώματι ἐμποιοῦσα. |
---|
40 | Ζεῖρα, σημαίνει τὴν ζώνην καὶ χιτῶνα καὶ χλαμίδα.
διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ δεῖν,
ὅ ἐστι τὸ δέσμειν, καὶ μεταθέσει τοῦ δ εἰς ζ ζεῖρα.
Ζείφων, εἰς τὸ ζέφυρος.
Ζεύγλη, παρὰ τὸ ζεύγω, ζεύξω, ζεύγλη. |
---|
45 | Ζεύγλη, τὸ τοῦ τραχήλου μέρος, ἣ τὸ ἄκρον τοῦ ζυ‐
γοῦ, καθ’ οὗ ὁ ζυγός. Ὅμηρος· ζεύγλης ἐξερείπουσα,
παρὰ τὸν ζυγὸν οὐδεὶς ἵκανε. παρὰ τὸ ζεύγω ζεύγλη,
ὡς ἀΐξω ἀΐγλη, μετὰ τῆς συναιρέσεως.
Ζεῦγος, παρὰ τὸ ζεύγω, ὁμοίως ὁ μέλλων ζεύξω, καὶ |
---|
zeta 229 (50) | ζεῦγος, ὡς παρὰ τὸ τεῦχος.
Ζευγίσιον, τῷ χαρακτῆρι τῶν διὰ τοῦ ισιον, οἷον,
ἀφροδίσιον, ἀρτεμίσιον, προβλίσιον, οὕτως οὖν καὶ
ζευγνίσιον. ἰστέον δὲ, ὅτι τέσσαρες τάξεις ἦσαν παρὰ
Ἀθηναίοις. ἦσαν γὰρ πεντακοσιοὶ μεδιμνοὶ, οἵτινες |
55 | πεντακοσιοὶ μεδιμνοὶ ἐλέγοντο, ἐκ τοῦ διακονῶν μέτρου
τελεῖν. ἦσαν καὶ οἱ θῆτες, οἵτινες μὴ εὐποροῦντες τε‐
λέσαι τὶ, ἐθήτευον, ἢ καὶ ὡς μίσθιοι ὑπῆρχον.
Ζεὺς, Διὸς, ὁ κανών· δύο κανόνες εἰσὶ, οἱ μαχόμενοι |
---|
ἀλλήλοις. ὁ μὲν εἷς λέγει, ὅτι πᾶν ὄνομα μονοσύλλα‐ | |
zeta 230 | βον ὀξύτονον, μακρῷ κατάληκτον, εἰς ς λῆγον, διὰ
καθαροῦ τοῦ ος κλινόμενον, τὸν χρόνον τῆς εὐθείας
θέλει φυλάττειν ἐν τῇ γενικῇ. οἷον, δμὼς δμώος.
θὼς θώος. καὶ ὤφειλεν εἶναι Ζεὺς Ζέος· ὁ δὲ ἕτε‐ |
5 | ρος λέγει, ὅτι τὰ εἰς ευς διὰ τοῦ εος κλίνεται, καὶ
ὤφειλεν εἶναι Ζέος. τῶν οὖν δύο κανόνων μαχομένων,
εἰσῆχθεν ἡ τῶν Βοιωτῶν διάλεκτος, καὶ ἐγένετο Ζεὺς
Διὸς· Ζεὺς ποτὲ βαρύνεται καὶ ποτὲ ὀξύνεται. βαρύ‐
νεται μὲν, ὡς Ζεὺς δ’ Ἔριδα προΐαλλεν. ὀξύνεται δὲ, |
---|
10 | Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε. βαρύνεται δὲ,
ἐπειδὴ αἱ ὀξυνομέναι λέξεις, αἱ διὰ τὴν συνέπειαν τρέ‐
πουσι τὴν ὀξεῖαν εἰς βαρείαν, ἐπιφερομένου τοῦ ἐγκλι‐
τικοῦ μορίου, τὴν ἰδίαν τάσιν φυλάττουσι. σημαίνει
δὲ δύο· ὄνομα κύριον βασιλέως Ἀσσυριῶν καὶ τὸν |
---|
15 | ἀστέρα.
Ζεύς, ἐκλήθη, ὅτι ἔζησεν, ἐν τῇ Κρήτῃ οὗ ὁ Κρόνος
κατεπόθη, τὸ πρότερον Δίας καλούμενος, παρὰ τὸ δια‐
μένειν τὸν χρόνον. βελτίον δὲ γάρ ἐστι λέγειν ὅτι
ζωῆς παρεκτικός. οἱ δὲ ὅτι τὸ σῶμα αὐτοῦ ἐσπαργά‐ |
---|
20 | νωσαν. ὅτι δεύειν καὶ βρυχάζειν αἴτιός ἐστιν. καὶ
γὰρ πῶς ὁ θεὸς τριώνυμος ἔστι καὶ ἕκαστον αὐτοῦ
τῶν ὀνομάτων, οὐκ ἔχει τὰς πτώσεις, ἀλλ’ ὁ Ζεὺς
ἔχει τὴν ὀρθὴν μόνον καὶ τὴν κλητικὴν, Ζεῦ ἄνα.
πληροῦνται δὲ καὶ αἱ ἄλλαι ἀκατανωνόμαστοι· αἱ γὰρ |
---|
25 | Διὸς καὶ Διῒ καὶ Δῖα, οὐκ ἔχουσι τὴν ὀνομαστικὴν,
ἀλλ’ ἀεὶ ἡ ὀνομαστικὴ Δῖα, ὅθεν ὁ Πλάτων, Ζεὺς εἶναι
φησὶ, δι’ οὗ ζῶμεν. Ζῆνος δὲ καὶ Ζῆνι καὶ Ζῆνα
ἀπ’ ὀρθῆς τοῦ Ζῆν. οἱ δὲ φυσικοὶ δῖνα ἀπ’ ὀρθῆς
πτώσεως. λέγεται δὲ αὐτὸν τὸν αἰθέρα εἶναι δῖα. ὅτι |
---|
30 | ἔμπειρός ἐστι καὶ ζέει, ἀλλ’ αἰθὴρ τίκτει σε κόρας,
Ζεὺς ὡς ἀνθρώποισιν ὀνομάζεται.
Ζέφυρος, ὁ καὶ λὶψ, ὅτι ἀπὸ ζείφου πνεῖ· ζεῖφον δὲ
τὴν δῦσιν οἱ ἀρχαῖοι ἔλεγον.
Ζέφυρος, ὅτι ἐκ τῶν ζοφωτάτων τῆς δύσεος πνεῖ. |
---|
35 | Ζέφυρος, παρὰ τὸ ζωοφόρος εἶναι. τρέφει γὰρ τοὺς
καρπούς. ἢ παρὰ τὸ ζωὴ καὶ τὸ φέρω, ὁ τὸν ζῆν
πᾶσι παρέχων, καὶ τὶ μετέχει τοῦ ζῆν, τῷ γὰρ θέ‐
ρει πνέοντι αὐτῷ οἱ καρποὶ αὔξονται.
Ζηκχὸς, ζῆ ἐκ χοὸς, πόνους τιθέμενος εἰς γαῖαν, ἔν‐ |
---|
40 | θεν τρυφᾷν εἴθισται ἔκπαλαι τῶν χρόνων. φιλεῖ γὰρ
ὄντως ἰδίοις μόχθοις τρέφεσθαι, ἤπερ εἰσάγειν ἑαυτὸ
ἐξ ἀλλοτρίων μόχθων.
Ζῆθι, ῥῆμα προστακτικὸν, κατ’ ἔκτασιν ἐστιν ἡ θι
συλλαβή. ἔστι γὰρ ἄω τὸ πνέω, καὶ μετὰ τοῦ ζα |
---|
45 | ζάω ζῶ, καὶ κατὰ κράσιν Δωρικὴν τοῦ α εἰς η ζῆ. τὸ
τρίτον τοῦ παρατατικοῦ ἔζαε, ἔζᾳ, καὶ τὸ προστακτικὸν
ζῆ. ὡς τάω, τῶ, τῆς, τῆ. τῆ πρὸς οἶνον Κύκλωψ.
ἀντὶ τοῦ δέξαι, καὶ προσθέσει τῆς ζη συλλαβῆς γίνε‐
ται ζῆθι. ἢ ἀπὸ τοῦ ζάω τὸ καθεύδω, οὗ ὁ μέλλων |
---|
zeta 230 (50) | ζάσω, ἀντὶ τοῦ καθευδήσω, ζάω ζῶ, ἐξ οὗ καὶ τὸ
προστακτικὸν ζῇ καὶ ἐπεκτάσει ζῆθι.
Ζῆ, τρίτου προσώπου, ζῶ, ζαεῖς ζᾶς, ζάει ζᾷ, καὶ
κράσει Δωρικῇ τοῦ α εἰς η ζῇ.
Ζῆθος, ὁ ἥρως, Ἀμφίων τε Ζῆθός τε, παρὰ τὸν |
55 | ζήσω μέλλοντα ζῆθος, ὡς ἐρίσω ἔριθος. ἢ ὅτι ἡ μή‐
τηρ αὐτοῦ ἔζησεν εὐμαρῶς τεκεῖν αὐτόν.
Ζῆθος, Εὐριπίδης σαφῶς ἐτυμολογεῖ ἐν Ἀντιόπῃ. ζη‐
τῆσαι γὰρ τόκοισιν εὐμάρειαν ἡ τεκοῦσα γυνή. |
---|
Ζῆλος, ἀπὸ τοῦ ζέω γίνεται ζέλος, καὶ τροπῇ τοῦ ε | |
zeta 231 | εἰς η ζῆλος, ὁ ἐκ τῆς ζέσεως τοῦ θυμοῦ γενόμενος.
ἢ ἀπὸ τοῦ ζάλη, ζάλος καὶ τροπῇ ζῆλος, ὁ γὰρ ζῆλος
ζάλην βάλλει εἰς τὸν ἄνθρωπον.
Ζῆλος, παρὰ τὸ ζέειν ὅλος, ζέελος, καὶ κράσει τῶν |
5 | δύο εε εἰς η ζῆλος. τοῦτο παρὰ τὸ ζέω ζέηλος καὶ
ζῆλος.
Ζῆλος καὶ ζηλοτυπία διαφέρει. ζῆλος μὲν γάρ ἐστι μί‐
μησις τοῦ καλοῦ, οἷον, ζῆλον τὸν κατηγητὴν ὁ παῖς.
ζηλοῖ δέ τε γείτονα γείτων, ἐπὶ καλοῦ. ζηλοτυποῖ δὲ |
---|
10 | ἡ δεῖνα τὸν δεῖνα. ζηλοτυπία γάρ ἐστι τὸ ἐν μίσει
ὑπάρχον.
Ζῆλος φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν ἡ δι’ ἐπι‐
θυμίας γινομένη μίμησις, δοκοῦντι τινὸς καλοῦ. φθό‐
νος δὲ βασκανία τις ἡ τοῖς ἄλλοις μὲν οὖσα ἀγαθὴ, |
---|
15 | ἡμῖν δὲ οὐ. καὶ εἰς τὸ χαμαίζηλος.
Ζηλῶσαι τοῦ ἐρίσαι διαφέρει. ζηλοῦν γάρ ἐστι τὸ σὺν
ἐπιθυμίᾳ μιμεῖσθαι. ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλο‐
νείκειν ἐπὶ τινὶ πράγματι.
Ζῆλος, ζῆλος δ’ ἀνθρώποισιν ὀϊζυροῖσιν ἅπασι, παρὰ |
---|
20 | τὸ ζεῖν, ὁ φλεγμαίνειν καὶ ἐγκαίεσθαι τὴν ψυχὴν
ποιῶν, ἢ ὁ ζητῶν πρός τι εἶναι καλὸν ζῆν.
Ζημία, ἡ τὰ πρὸς ζῆν μειοῦσα, τὸ ζη ἦθα. τὰ γὰρ
ἀεὶ παρ’ ἡμῖν μὲν διὰ τῆς ει διφθόγγου γράφεται,
παρὰ δὲ τοῖς Δωριεῦσι εἰς η. οἷον, πεινάεις πεινᾶς· |
---|
25 | καὶ Δωρικῶς πεινῆς καὶ διψῆς. οὕτω γὰρ ζάεις ζᾶς,
ὤφειλεν εἶναι ζῆς· ἀλλ’ ἐπεκράτησαν τοῦτο παρ’ ἡμῖν
λέγεσθαι ζῆν.
Ζηνὸς, ὁ Δίας, καὶ Ζῆνα τὸν Δία, καὶ Ζῆνι τῷ Διΐ.
Ζέω καὶ ζῆν, τὸ ῥῆμα κατὰ μίμησιν τοῦ κατὰ τὴν |
---|
30 | θερμασίαν τῶν ὑδάτων ἤχου· ἢ ἀπὸ τοῦ ζα καὶ τοῦ
ἄω, ζάω καὶ ζέω.
Ζημία, ἡ τοῦ κέρδους καὶ ὠφελείας μείωσις, ἡ τῶν
ὄντων πρὸς τὸ ζῆν μείωσις. τούτους μεγίστην ζημίαν
ὀφλισκάνειν Εὐριπίδης. παρὰ τὴν ζέσιν τὴν γινομένην |
---|
35 | ὑπὸ τοῦ θυμοῦ ἐν τῷ ἐκτείνειν τὰ ἐπαγόμενα, ἢ δη‐
μία τὶς οὖσα, ἡ πολιτική. ἡ τὴν ζωὴν μειοῦσα, τουτ’‐
ἔστι τὴν περιουσίαν. καὶ γὰρ ὁ ποιητὴς ζημίαν τὴν
περιουσίαν λέγει. ἡ δὲ κατὰ ζωὴν φαγέειν μενοηκέα
πόλλα. |
---|
40 | Ζήτης, ὁ υἱὸς Βοῤῥᾶ. Ἀπολλόδωρος ὁ Ῥόδιος ἐν τοῖς
Ἀργοναυτικοῖς. παρὰ τὸ ζα καὶ τὸ πνέω, ὁ μεγάλως
πνέων. ἤτοι παρὰ τὸ σφοδρὸν τοῦ βορέου καὶ μεγα‐
λοπνοῦν. υἱὸς γὰρ τοῦ Βοῤῥᾶ. ὁ αὐτὸς καὶ αἰθρηγε‐
νέτης, ὁ βορέας ὁ αἴθρου καὶ ψύχους αἴτιος. |
---|
45 | Ζητοῦ, μὲν παρὰ τοῦ δίμηνος, καὶ τρίμηνος πόθεν
ἄρα ἔστι; ἐκ τοῦ ὀνόματος τοῦ δύο καὶ τρία, ἢ ἐκ τοῦ
ἐπιῤῥήματος. καὶ λέγει ὁ Ἡρωδιανὸς κατὰ τροπὴν
τοῦ υ, ὡς Ἀφροδύτη Ἀφροδίτη καὶ προσθήκῃ τοῦ α
τριάμηνος, καὶ κατὰ συγκοπὴν τρίμηνος. καὶ ποῖον |
---|
zeta 231 (50) | ἔστιν ἄρα ἀναλογώτερον, τὸ ἐκ τοῦ ὀνόματος γινόμε‐
νον, ἢ τὸ ἐξ ἐπιῤῥήματος; καὶ λέγομεν, ὅτι μᾶλλον
τὰ ἀπὸ τοῦ ὀνόματος. ἰδοὺ κατ’ ἐντελʹ... τὰ παρὰ
Ἀθηναίοις συντιθέντα δεικνύουσιν ἡμῖν· καὶ ταῦτα γί‐
νεσθαι ἐκ τοῦ ὀνόματος, οἱόνπερ ὀκτάμηνος. ἴσως δέ |
55 | τις ἁρπάσαις λέγων, ἰδοὺ λέγομεν καὶ πεντάμηνος καὶ
ὀκτάμηνος, καὶ δῆλον, ὅτι ἀπὸ τοῦ ἐπιῤῥήματος τοῦ
πεντάκις καὶ ὀκτάκις γίνεται τὰ προκείμενα πεντακί‐
μηνος καὶ ὀκτακίμηνος, καὶ κατὰ συγκοπὴν τῆς κι συλ‐ |
---|
λαβῆς πεντάμηνος καὶ ὀκτάμηνος. καὶ λέγομεν πρὸς | |
zeta 232 | αὐτοὺς, ὅτι τοῦτο ἀληθές. ἀλλὰ πολλάκις οἱ ἄρι‐
θμοι ἐν ταῖς συνθέσεσι καὶ παραγωγαῖς τρέπουσι τὸ
τέλος εἰς α. ὥσπερ γὰρ ἀπὸ τοῦ ὄκτω γίνεται κατὰ
παραγωγὴν ὀκτάκις, καὶ ἀπὸ τοῦ πέντε πεντάκις, |
5 | οὕτω καὶ σύνθετον ὄνομα πεντάμηνος καὶ ὀκτάμη‐
νος. δέδεικται οὖν τὰ προκείμενα διὰ τῶν αἰτιατι‐
κῶν ὀνομάτων τοῦ πεντάμηνος καὶ ὀκτάμηνος μᾶλλον
ἐκ τοῦ ὀνόματος γίνεσθαι τὸ δίμηνος καὶ τρίμηνος,
καὶ ἐκ τρίμηνος τετράμηνος, ὅτι τετράμηνός ἐστιν καὶ |
---|
10 | ὁ θερισμός. οὐκ ἐξ ἐπιῤῥήματος οὖν, ὡς τινὲς φασί.
Ζῆθα, ἀπὸ τοῦ Ζητοῦ τοῦ Βορέου εἰρῆσθαι φασὶν, οὗ‐
περ μέμνηται Ἀπολλώνιος.
Ζήτημα, παρὰ τοῖς ῥήτορσι καλεῖται τὸ ἤδη ὁμολογη‐
θὲν συνίστασθαι πρόβλημα τοῦτο· οὐκ ἀξιοῦται δὲ |
---|
15 | τῆς τοῦ ζητήματος προσηγορίας. καὶ ἔστι μὲν ζήτημα
τοῦτο καὶ πρόβλημα πάντως, οὐκ ἔστι δὲ πρόβλημα
τοῦτο πάντως καὶ ζήθημα.
Ζήτρειον, διὰ τῆς ει διφθόγγου κατὰ τὴν παραλήγου‐
σαν. σημαίνει τὸ τῶν δούλων δεσμωτήριον, ἤγουν τὸν |
---|
20 | μύλωνα. ἐκεῖ γὰρ ἐδεσμεύοντο οἱ δοῦλοι. γίνεται δὲ
παρὰ τὸ δεῖν, ὃ σημαίνει τὸ δεσμεύειν, καὶ τὸ τρεῖν,
ὃ σημαίνει τὸ φοβεῖσθαι, δείτριον, μετατιθέντος τοῦ
δ εἰς ζ καὶ τῆς ει διφθόγγου εἰς η, ὡς τὸ πλείων
πλήων, καὶ μείων μήων. ἢ παρὰ τὸ ζα καὶ τὸ τρεῖν |
---|
25 | ζάτρειον καὶ ζήτρειον, τροπῇ τοῦ α εἰς η. ἐξ οὗ καὶ
ζάπλουτος.
Ζιζάνιον, τὸ ἄνευ σπορᾶς παραφυόμενον τῷ σίτῳ καὶ
γίνεται παρὰ τὸ ἵζω καὶ σιτώζω καὶ σίνω τὸ βλά‐
πτω, σισάμιον καὶ ζιζάνιον, τὸ ἐπικαθήμενον ζιζά‐ |
---|
30 | νιον, τὸ βλάπτον τὸν σῖτον.
Ζόφος, ὁ σκοτασμός, παρὰ τὸ νέφος νόφος καὶ μετὰ
τοῦ ζα ζάνοφος καὶ κατὰ συγκοπὴν ζόφος. διάτι βα‐
ρύνεται; τὰ εἰς φος δισύλλαβα προσηγορικὰ βαρύτονα,
εἰ μὴ ἔχουσι τὸ ι πρὸ τέλους συνεσταλμένον, οἷον, |
---|
35 | τάφος κέπφος, ἔστι δὲ εἶδος ὀρνέου, λαῖφος, βρέφος,
γόμφος, ζόφος.
Ζυγομαχεῖν, οἱ μὲν ἀπὸ τῶν πολούντων σταθμῶ,
καὶ διαφερομένων πρὸς τοὺς ὠνουμένους. οἱ δὲ ἀπὸ
τῶν ὑποζυγίων, οἷον, βοῶν ἢ ἵππων, ἢ τινῶν τοιούτων |
---|
40 | μὴ συμφώνως συνεργαζομένων, ὡς Ἡσίοδος. ζυγὸς ση‐
μαίνει τῶν βοῶν τὸ ξύλον. οὐκ ἂν τώγ’ ἐρίσαντες ἐν
αὔλακι. ὁ δὲ Ἡρώδοτος, ἀπὸ τῶν ἐν τοῖς πλοίοις ζυ‐
γῶν δύνασθαι φησὶν εἶναι τὴν λέξιν, ὅτε περὶ τὰς
καθέδρας διαφέρονται ἐρέσσοντες οἱ ἐρέται. ἐν ἄλλῳ |
---|
45 | Ἡσίοδος, βόε δ’ ἐνναετῆρε ἄρσενε κεκτῆσθαι, τῶν γὰρ
σθένος οὐκ ἀλαπαδνὸν· οὐκ ἂν τώγ’ ἐρίσαντες ἐν ἀύ‐
λακι καμμὲν ἄροτρον ἀξείαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι
λίποιεν.
Ζύμη, τὸ μικρὸν φύραμα, παρὰ τὸ ζωῆς οἶμον εἶναι, |
---|
zeta 232 (50) | ἢ παρὰ τὸ ζέω ζύμη, ὡς λύω λύμη. καὶ ζυμήτης ὁ
ἀρτοποιός.
Ζυμήτης, ὁ ἀρτοποιὸς, Ξενοφῶν, ἄρτοι ζυμῆται με‐
γάλοι, παρὰ τὸ ζῶ ζέω καὶ ζύω, ὡς ξέω ξύω, χέω
χύω, ζύμη καὶ ζύμωμα καὶ ζυμήτης ἄρτος, ἐκ τοῦ |
55 | ζέσαντος σταιτὸς γεγονώς.
Ζύμη, τὸ σταὶς, τὸ συμπεφθὲν εἰς ὄπτησιν, παρὰ τὸ
ζέω ζύμη, ὡς λύω λύμη, ὡς σύω σύμη, δύω δύμη, τὸ
ζεὸν σταίς. |
---|
Ζύγονος, ὁ πῆχυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κάλα‐ | |
zeta 233 | μοι. οὕτω δὲ λέγονται οἱ πάσσαλοι, οἷς ἐξάπτονται
καὶ αἱ χορδαὶ, παρὰ τὸ κεκολλῆσθαι.
Ζυγὸς, καὶ ζυγὸν ἐπὶ τῶν ἁμαξῶν καὶ ἁρμάτων καὶ
πλοίων. καὶ τὸ λεγόμενον ὑπὸ τινῶν τῶν ποιητῶν τά‐ |
5 | λαντον, ἢ τριτάνη. παρὰ τὸ δύο ἄγειν δύαγον καὶ ζυ‐
γὸν κατὰ Δωριεῖς. ἰστέον ὅτι τὸ ζ οἱ Δωριεῖς εἰς ς
καὶ δ, διαλύουσιν, οἷον, ζυγὸς, σδυγὸς, θερίζω θε‐
ρίσδω.
Ζυγὸς, ἐτυμότερον Αἰολικῶς δυγὸν, ὅτι δύο ἄγει ἡ πλα‐ |
---|
10 | στυγης ὅταν τὰ στάθμα σημαίνωμεν. καὶ ζυγὸς ὁ
δύο ἄγων. ζυγὸν τὸ σταθμιστικόν. σημαίνει καὶ τὴν
καθέδραν τοῦ πλοίου, καὶ τὸ ἅρμα, καὶ τὸ ἄστρον. ἡ
μὲν συνήθεια ἀρσενικὸν ἐπιφαίνεται, Ἀττικοὶ δὲ ἥδον‐
ται τῷ οὐδετέρῳ γένει. καὶ ὁ ποιητὴς τὸν ζυγὸν λέγει. |
---|
15 | λέγεται ζυγὸς καὶ ὁ τῆς κιθάρας πῆχυς, εἰς ὃν ἔγκειν‐
ται οἱ κόλαβοι, ἤγουν οἱ πάσσαλοι, ὧν ἐξάπτονται αἱ
χορδαί· παρὰ τὸ κεκολλῆσθαι.
Ζεῦγος, ἐκ τοῦ ζυγὸς, τὸ δὲ ζυγὸς, παρὰ τὸ δύο ἄγειν
δυαγὸς, καὶ τροπῇ τοῦ δ εἰς ζ ζυαγὸς καὶ κράσει |
---|
20 | τοῦ υα εἰς ευ δίφθογγον ζεῦγος.
Ζῶ, ζῆς, ζῆ, ἀπὸ τοῦ ζάω, κατ’ ἀποβολὴν τοῦ α, τὸ
δὲ ζῆς, ζῆ ἀπὸ τοῦ ζάει, κατὰ κράσιν Δωρικὴν τοῦ α
καὶ ε εἰς η τραπέντος, ζῆς, ζῆ. ὅθεν καὶ ὁ παρατατι‐
κὸς ἔζαον ἔζων, ἔζαες ἔζης, ἔζαε ἔζη. καὶ λοιπὸν |
---|
25 | τὸ προστακτικὸν ζῆ.
Ζωάγρια, ἄποινα, τὰ ὑπὲρ τοῦ ζῆν διδόμενα. συντάσ‐
σεται μετὰ δοτικῆς.
Ζωγράφος, διὰ τὸ τὰ ζῶα μιμούμενος γράφειν καὶ
εἰς τὸ ἱστοριογράφος. |
---|
30 | Ζώδιον, ὅτι ζῶντος εἶδος φέρει.
Ζωὴ, ὥσπερ παρὰ τὸ ῥέω ῥοὴ, καὶ χέω χοὴ, οὕτω καὶ
ἀπὸ τοῦ ζέω ζωὴ τροπῇ τοῦ ο εἰς ω. τὰ γοῦν παρὰ
τὸ ζῶ συγκείμενα, τὴν αὐτὴν φυλάσσει γραφὴν, οἷον,
ζωηφόρος, ζωοτόκος. |
---|
35 | Ζωννύω, τὸ τῇ ζώνῃ δεσμῶ, ἢ ὁπλίζω τὸ περιεζωσμένον | |
---|
zeta 234 | ἐκ τοῦ ζώου· βαρύνεται. εἰ γὰρ ἦν ἀπὸ τοῦ ζῶ ζήσω,
οὐκ ὤφειλε προσλαμβάνειν τὸ ς. τὸ δὲ ζῶ ἐπὶ τῆς
ζωῆς, ὁ μέλλων ζήσω. ἔχει δὲ τὸ ζωννύω παρὰ τὸ
ζῶ συγγένειάν τινα, ἐπεὶ τὸ ζῆν αὐτῷ θερμασία, ὥσ‐ |
5 | περ καὶ κατὰ περίφρασιν, ἀλίβας λέγεται ὁ νεκρὸς,
ὁ μὴ ἔχων λιβάδα, μήτε θερμότητα, ἀπὸ μεταφορᾶς
τοῦ ζῆν, καὶ τὸ ζωννύω, ἐπειδὴ κατ’ ἐκεῖνον τὸν τό‐
πον ζωννύμεθα, ἐν ᾧ ἔστι τὸ τοῦ σώματος θερμόν,
ἤγουν ἡ καρδία. καὶ εἰς τὸ κεραννύς. |
---|
10 | Ζώνη, τὸ τοῦ σώματος μέρος. εἴρηται παρὰ τὸ ζῶ, ἐν
ᾧ μάλιστα ἔστι τὸ τοῦ ζῆν δεκτικὸν καὶ τὸ ζωτικὸν,
καὶ τὸ περὶ αὐτὸν ὕφασμα.
Ζώνη, ὁμωνύμως ὡς καὶ θώραξ, τὸ μέρος τοῦ σώμα‐
τος, καὶ τὸ περιτιθέμενον ὅπλον. |
---|
15 | Ζωὴ, ἡ πρὸς τὸ ζῆν παρασκευὴ καὶ κτῆσις, ἢ ἡ πρὸς
τὰ τὸ ζῆν φύουσα χορηγία.
Ζῶον, τὸ γενικὸν ὄνομα, παρὰ τὸ ζῶ, τὸ τοῦ ζῆν δε‐
κτικὸν, τὸ ζῶον ἔχον ἢ ζέσιν ἔχον καὶ θερμότητα,
πρὸς ἀντιδιαστολὴν τῶν μὴ ζώων. ὅθεν καὶ ζεστὸν |
---|
20 | ἄνθρωπον φαμὲν τὸν εὐκίνητον καὶ θερμόν.
Ζῶον, ἀπὸ τοῦ ζῶ ῥήματος γέγονε ζῶον, διὰ τὸ ἐκ
ζωῆς ὄν.
Ζώοιν καὶ ζώοις εἰς τὸ ποιήσειας.
Ζωπυρεῖν, κυρίως τὸ τοὺς ἄνθρακας φυσᾷν, ὡς τὸ, |
---|
25 | τρισκατάρατε, ἀναζωπύρει τοὺς ἄνθρακας, Μένανδρος ἐν
Ἀῤῥηφόρῳ.
Ζωπυρῆσαι, ἀναθάλψαι.
Ζωστὴρ ζώνης διαφέρει. ζωστὴρ μὲν γάρ ἐστι κυρίως
ὁ ἀνδρεῖος, ζώνη δὲ ἡ γυναικεία. ζώνη δὲ σημαίνει |
---|
30 | δύο, τὸν περὶ τὸν γαστέρα τόπον, καὶ τὴν λεγομένην
θωρακείαν ζώνην.
Ζωστὴρ, σημαίνει τρία, τὸ ἐπάνωθεν τοῦ θώρακος.
λύσε γὰρ ζωστῆρα παναίολον. ζῶμα δὲ αὐτὸς ὁ θώραξ.
λέγεται δὲ καὶ ζῶμα τὸ περίζωμα. |
---|
35t | Τέλος τοῦ Ζ στοιχείου. | |
---|
eta 233 (post35t) | ΑΡΧΗ ΤΟΥ Η ΣΤΟΙΧΕΙΟΥ. |
36 | Ἤ, σύνδεσμος βεβαιωτικὸς, ἢ αἰτιολογικὸς, ἀντὶ τοῦ
καθὸ παραλαμβανόμενον. καὶ εἰς τὸ ὀψετέλεστον.
Ἦ, ἐπίῤῥημα ὁρκικὸν, ὅπερ καὶ διὰ διφθόγγου γρά‐
φεται. εἰ μὴν εὐλογῶν εὐλογήσω σε. |
---|
40 | Ἦ, ψιλούμενον καὶ περισπώμενον δηλοῖ σύνδεσμον παρα‐
πληρωματικὸν, ἶσον τοῦ δὴ, ἐπεὶ ἦ πολὺ φέρτερος
ἐσσί. ἔστι δὲ ἐπίῤῥημα βεβαιώσεως, ἀντὶ τοῦ οὕτως,
ὡς τὸ, ἦ μάλα τέθνηκεν Μενοιτίου ἄλκιμος υἱός. καὶ
ἀντὶ ἀποῤῥηματικοῦ τοῦ ἄρα. ἦ οὐχ Ἑλένης ἑνέκ’ ἠϋ‐ |
---|
45 | κόμοιο. καὶ ῥῆμα ἶσον τοῦ ἔφη. ἦ, καὶ κυανεῇσιν
ἐπ’ ὀφρῦσι νεῦσε Κρονίων.
Ἤ, ψιλούμενος σύνδεσμος καὶ ὀξυνόμενος σημαίνει τρία,
ἢ διαζευκτικὸς, ἢ ὑποδιαζευκτικὸς, ἢ διασαφητικός.
καὶ διαζευκτικὸς μέν ἐστιν ὁ διάφορα πράγματα τιθεὶς, |
---|
eta 233 (50) | καὶ μηδὲν ἕτερον ἐν τῆ αἰτήσει διαιρῶν. οἷον, δός μοι
χρυσὸν, ἢ ἄργυρον, ἢ λίθους τιμίους. διασαφητικὸς δέ
ἐστιν, ὅταν δύο προτεθέντων, τὸ ἓν αἱρεῖται, οἷον,
κρείσσων ἐν γῇ πένεσθαι, ἢ πλουτοῦντα πλεῖν. καὶ
θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πῖθον. ῥανὶς φρε‐ |
55 | νῶν μοι μᾶλλον ἢ βυθὸς τύχης. πόσα σημαίνει τὸ ἡ;
ἣ ἀντὶ τοῦ ἥτις, ἢ ἀντωνυμία καὶ ἀντὶ τοῦ ἔστι.
πόσα σημαίνει ὁ ἢ σύνδεσμος; ἢ ἀντὶ τοῦ ἢ τόδε, ἢ |
---|
ἀντὶ τοῦ καὶ, ἢ ἀντὶ τοῦ ἀλλὰ, ᾖ ἀντὶ τοῦ ὑπάρχῃ, | |
eta 234 (36) | ᾗ ἀντὶ τοῦ καθά. ἦ ἀντὶ τοῦ ἆρα· ἢ ἀντὶ τοῦ εἴπερ.
ἦ ἀντὶ τοῦ ἔφη.
Ἦ, πολεμήτης ἦν αὐτοῖς, ἀντὶ τοῦ ὅπου τοπικὸν ἐπίῤ‐
ῥημα. τὸ γὰρ ἧχι, κατ’ ἔκτασιν τῆς χι συλλαβῆς. |
40 | Ἦα, ἦσθεν.
Ἠβαιὸς, ὁ μικρὸς, ἠβαιὸν ὄνομα οὐδέτερον, τὸ ἀρσε‐
νικὸν ἠβαιὸς, τὸ η ἦθα διάτι; ἐκ τοῦ ἥβη ἡ ἀκμὴ,
ἠβαὸς, καὶ πλεονασμῷ τοῦ ι ἠβαιὸς, ὁ ἐπ’ ὀλίγον χρό‐
νον ἀκμάζων, καὶ μαραινόμενος πάλιν. καὶ εἰ ἐκ τοῦ |
---|
45 | ἥβη γίνεται, ὤφειλε λοιπὸν δασύνεσθαι. οὐκ ἔστι δὲ
οὕτως. ἀλλὰ ἀπὸ τοῦ βῆναι γίνεται βαὸς καὶ πλεο‐
νασμῷ τοῦ ι βαιὸς, ὁ ἐπ’ ὀλίγον χρόνον βεβηκὼς, καὶ
πλεονασμῷ τοῦ η ἠβαιὸς, ὡς μύει ἠμύει, βαιὸν ἠβαιόν.
καὶ ἄλλως· ἐκ τοῦ γράφεσθαι διφθόγγῳ, πλεονασμὸν |
---|
eta 234 (50) | εἶναι τοῦ η. λέγει γὰρ ὁ κανὼν, τὰ διὰ τοῦ αιος
ὀξύτονα δισύλλαβα τριγενῆ, διὰ τῆς αι διφθόγγου γρά‐
φεται, οἷον, σκαιὸς, φαιὸς, λαιὸς, οὕτω καὶ βαιὸς,
πλὴν τοῦ θεὸς, δῆλον ὅτι πλεονασμός ἐστι τοῦ ἦθα.
Ἠβαιὸς, παρὰ τὴν ἥβην, ἐπεὶ καὶ αὐτὴ ἀρξαμένη τα‐ |
55 | χέως παύεται. καὶ εἰς τὸ ἠθεῖος.
Ἥβη, ἡ θεὸς, μετὰ δέ σφισι πότνια Ἥβη. καὶ ἡ
νεότης, καὶ γ’ ἔχει ἥβης ἄνθος, καὶ ἀνδρότητα καὶ |
---|
ἥβην, ἤδη τὶς οὖσα, ἤδει γὰρ ἡμᾶς, ὡς ἄνθος οὖσα, | |
eta 235 | καὶ μεταπτώσει τοῦ δ εἰς β Βοιωτικῶς. ἢ παρὰ τὸ
ἅπτω ἁφὴ καὶ ἥβη, κατὰ τροπὴν τοῦ α καὶ τοῦ φ.
πηρώδεις γὰρ οἱ ἡβῶντες, ἢ ἁφή τις οὖσα, τότε γὰρ
ἁπτόμεθα καὶ ἔργου καὶ γυναικός. ἢ παρὰ τὸ ἠβαιὸν, |
5 | ἡ ἐπ’ ὀλίγον χρόνον οὖσα, ἀπὸ τοῦ βεβηκέναι ἅβη
καὶ ἥβη.
Ἥβη, ἡ ἡλικία καὶ ἡ νεότης, καὶ ἡ ἀκμὴ Ἡσιόδος, καὶ
ἡ τῆς γνώσεως ἀκμὴ, καὶ ὄνομα θεᾶς, καὶ τὸ τοῦ ἀν‐
θρώπου μόριον. ἐκ τοῦ βῶ βῆ, καὶ πλεονασμῷ τοῦ η |
---|
10 | ἥβη. βῶ δὲ σημαίνει τὸ πορεύομαι.
Ἠβηδὸν, ἀθροὸν, ὅ ἐστι καθ’ ἡλικίαν, ἢ κατὰ νεότη‐
τα, ἥβη γὰρ ἡ νεότης. τὸ δὲ ἥβη παρὰ τὸ βῶ
τὸ βαίνω, ἡβῶ καὶ ἐξ αὐτοῦ ἥβη. συντάσσεται δο‐
τικῇ. |
---|
15 | Ἠγαθέη, θαυμαστὴ, ἐν Πύλῳ ἠγαθέῃ. παρὰ τὸ ἀγῶ
περισπώμενον, ἀγάζω, ἀγαστὸς, καὶ ἀγαθὸς καὶ ἀγά‐
θεος καὶ κατὰ τροπὴν ἠγάθεος, τὸ θηλυκὸν ἠγαθέη.
ἢ παρὰ τὸ ἄγαν καὶ τὸ θεὸς, τὸ γὰρ ἄγαν ἀποβάλλει
τὸ ν ἐν ταῖς συνθέσεσιν, Ἀγανίπη, Ἀγαμίδης, ἀγά‐ |
---|
20 | στροφος, Ἀγαμέμνων καὶ ἠγάθεος, ὡς ἀνεμόεις ἠνε‐
μόεις.
Ἠγάθεον, ἢ θαυμαστὸν, παρὰ τὸ ἄγαμαι ἀγάθεον καὶ
ἠγάθεον. ἢ παρὰ τὸ ἄγαν καὶ τὴν θέαν, ὁ ἀξιοθέα‐
τος. |
---|
25 | Ἠγάσατο, ἐθαύμασεν, ἐξεπλάγη, παρὰ τὸ ἄγαν ἀγά‐
ζω, ὡς λίαν λιάζω ἢ ἀγαίω, ὡς ῥῶ ῥαίω, κνῶ κναίω.
ἀγέομαι οὖν ἠγάσμην, ἠγασάμην, ἠγάσσατο πλεονασμῷ
τοῦ ς. διὰ τὸ μέτρον, ὡς ἀκῶ, ἠκεσάμην, ἠκέσσατο.
δηλονότι τοῦ ι ἀποστάντος. |
---|
30 | Ἡγεμόνεσσι, ἡγέμοσιν, ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυ‐
κῶν ὀνομάτων, ἡνίκα λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν
εἰς ες, προσθέσει τῆς σι συλλαβῆς ποιεῖ τὴν δοτικὴν
τῶν πληθυντικῶν, παρὰ τοῖς Ἴωσι καὶ τοῖς ποιηταῖς,
οἷον, Αἴαντες Αἰάντεσσι, γυναῖκες γυναίκεσσι. ἐπὶ δὲ |
---|
35 | τῶν οὐδετέρων, ἐπειδὴ οὐ λήγει ἡ εὐθεῖα τῶν πληθυν‐
τικῶν εἰς ες, ἀπὸ τῶν γενικῶν τῶν ἑνικῶν γίνεται ἡ
δοτικὴ τῶν πληθυντικῶν, κατὰ τροπὴν τοῦ ο εἰς ε,
οἷον, στόματος, στομάτεσσι, δεπάος δεπάεσσι.
Ἡγεμονικὸς, ἐκ τοῦ ἡγεμὼν, ἡγεμόνος. τοῦτο ἐκ τοῦ |
---|
40 | ἄγω.
Ἡγεμὼν, ἄρχων, ταξίαρχος, παρὰ τὸ ἄγω, ἡγῶ,
ἡγήσω, ἡγήμων καὶ ἡγεμών. κλίνεται δὲ ἡγεμόνος, συ‐
στέλλεται ὡς ῥηματικὸν, ἡγεμὼν ἡγεμόνος, κηδεμὼν
κηδεμόνος ὁ φροντιστὴς. τὸ γε ψιλὸν διάτι; τὰ διὰ |
---|
45 | τοῦ ἐμῶν ὀξύτονα διὰ τοῦ ε ψιλοῦ γράφεται. οἷον,
κηδεμὼν, ἡγεμὼν, ἀκρέμων. καὶ εἰς τὸ βασιλεύς.
Ἠγερέθοντο, πόθεν γίνεται, ἀπὸ τοῦ ἐγέρθω, ὁ μέλ‐
λων ἐγέρσω, γίνεται ὁ παθητικὸς ἐνεστὼς ἐγέρθομαι,
ὁ παρατατικὸς ἠγερθόμην. τὸ τρίτον τῶν πληθυντι‐ |
---|
eta 235 (50) | κῶν ἠγέρθοντο, καὶ προσθέσει τοῦ ε ἠγερέθοντο.
Ἤγερθεν, ἐγείρω, ἐγερῶ, ἤγερκα, ἤγερμαι, ἠγέρθην,
ἠγέρθησαν τὸ τρίτον τῶν πληθυντικῶν καὶ ποιητικῶς
ἤγερθεν.
Ἡγηλάζω, τὸ ἄγω καὶ ὁδηγῶ, Ὅμηρος. καὶ σὺ κα‐ |
55 | κὸν μόρον ἡγηλάζεις. παρὰ τὸ ἄγω ἀγάγω καὶ ἀγηλά‐
ζω καὶ ἡγηλάζω.
Ἡγήσατο, ὁδηγὸς ἐγένετο. ὁμώνυμος ἡ λέξις. ὅτε γὰρ
δηλοῖ τὸ προηγῆσθαι ὁδοῦ, δοτικῇ συντάσσεται. ὅτε δὲ
τὸ ἄρχειν γενικῇ. |
---|
60 | Ἥγισμαι, εἰς τὸ ἀγιστεῖα.
Ἡγῶμαι, Δωρικῶς ἀντὶ τοῦ ἀγοῦμαι.
Ἠγκιστρωμένοι, ἠγρευομένοι, παρὰ τὸ ἀγκιστρῶ, |
---|
τοῦτο παρὰ τὸ ἄγχω, ἄγχιστρον καὶ ἄγκιστρον, τὸ | |
eta 236 | ἄγχον τοὺς ἰχθύας, ἢ παρὰ τὸ ἄγω τὸ φέρω. σημαί‐
νει δὲ τὸ ἐζωγρημένον.
Ἦγμαι, εἰς τὸ δυσκάθεκτον, καὶ παρεκτικός.
Ἠγορόωντο, εἰς τὸ ὤου. |
5 | Ἤγουν, εἰς τὸ τουτ’ἔστιν. γίνεται παρὰ τὸ ἢ σύν‐
δεσμον.
Ἥδε δὲ οἱ, αὕτη δὲ αὐτῷ, καὶ περισπᾶται. ἔστι δὲ
ἓν μέρος λόγου, ἐπειδὴ δείκνυται ἐκ τοῦ ἀρσενικοῦ,
ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περί. |
---|
10 | Ἤδη, ὃ σημαίνει τὸ πρῶ. δηλοῦσιν οἱ Δωριεῖς, διὰ τοῦ
α λέγουσιν ἄδη.
Ἤιδη, παρὰ τὸ εἴδω τὸ γινώσκω, ὁ παρακείμενος εἶδα,
ἄτρεπτος γὰρ ἡ ει δίφθογγος. εἶτα ἐκτάσει Ἀττικῇ τῆς
ει διφθόγγου εἰς η, ἦδα, καὶ ὁ ὑπερσυντελικὸς ἤδειν, |
---|
15 | καὶ τροπῇ Δωρικῇ τῆς ει διφθόγγου εἰς η γίνεται ἤδην,
ἤδης, ἤδη, ὡς πλείων πλήων.
Ἤιδει, ἠπίστατο. εἴδω τὸ γινώσκω καὶ ἐπίσταμαι, τὸ
ει δίφθογγος. ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα,
ὁ μέσος εἶδα, ὁ ὑπερσυντελικὸς ᾔδειν. καὶ οἱ Ἀττικοὶ |
---|
20 | τὸ ε τῶν παρωχημένων εἰς η τρέπουσι, καὶ μένει τὸ ι
προσγεγραμμένον. τὸ γὰρ ἐβουλόμην ἠβουλόμην λέ‐
γουσι. τὸ δὲ ἔθελον ἤθελον. οὕτως καὶ τὴν ει δί‐
φθογγον ἔστρεψαν εἰς η. καὶ μένει τὸ ι προσγεγραμ‐
μένον. κᾀγὼ οὐκ ᾔδειν αὐτόν. οἱ δὲ Ἴωνες διαλύουσι |
---|
25 | τὴν ει δίφθογγον, τὴν ἐν τῷ τέλει, ἐν μὲν τῷ πρώ‐
τῳ προσώπῳ εἰς ε καὶ α. ᾔδεα μὲν γὰρ ὅτι πρόφρων,
καὶ ὅτι τρέπεται εἰς ε καὶ α, οἷον, ἐτετύφειν ἐτετύ‐
φεα, τοῦ ν ἀποβληθέντος. ἐπειδὴ τὸ α ἀποβλητικόν
ἐστι τοῦ ν. οἷον, Ξέρξην Ξέρξεα, Πολυδεύκην, Πο‐ |
---|
30 | λυδεύκεα, καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, ἢν ἔα, ἧκε
ζωσαμένη νοὸς ἔα. τὸ δὲ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως
ἔχουσι τὸ ν, καὶ οὔκ ἐστι κατὰ πάθος, ὥσπερ καὶ
ταῦτα. ἐν δὲ τῷ τρίτῳ προσώπῳ διαλύουσι τὴν ει
δίφθογγον, εἰς δύο εε, οἷον, ἐτετύφειν, ἐτετύφεα, |
---|
35 | ἀρχόμενοι δὲ πάλιν οἱ Ἀθηναῖοι, κιρνῶσιν αὐτὸ εἰς η,
οἷον, ᾔδη, ὃς ᾔδη τά τε ὄντα.
Ἤιδη, ἐκ τοῦ εἴδω τὸ γινώσκω, ὁ μέλλων εἴσω, ὁ πα‐
ρακείμενος εἶκα, ὁ μέσος εἶδα καὶ οἶδα Αἰολικῶς, ὁ
ὑπερσυντελικὸς εἴδειν, εἴδεις, εἴδει, κατὰ διάλυσιν ἐΐδει, |
---|
40 | τροπῇ τοῦ ε εἰς η, ᾔδει. ποιητικῶς γράφεται καὶ τὸ
δεύτερον διὰ τοῦ η. κατὰ δὲ ἡμᾶς τὸ πρῶτον καὶ δί‐
φθογγος καὶ η. τὸ δὲ δεύτερον καθόλου διὰ τῆς ει
διφθόγγου.
Ἤδη, καὶ πρὸ τούτου, ἐπίῤῥημα χρόνου δηλωτικὸν, συν‐ |
---|
45 | τάσσεται μετὰ τριῶν χρόνων. τὸ γὰρ ἤδη, ἀντὶ τοῦ
τῷ νῦν, συντάσσεται δὲ μετὰ ἐνεστῶτος, παρεληλυθό‐
τος καὶ μέλλοντος. σημαίνει δὲ τὸ ἤδη, ἀντὶ τοῦ
τότε, ἐπειδὴ τὰ ἐπιῤῥήματα, μὴ διορίζοντα χρόνον,
κοινὴν δὲ τάξιν ποιοῦντα, ἐπὶ παντὸς χρόνου παρα‐ |
---|
eta 236 (50) | λαμβάνονται. οἷον, νῦν φρονῶ, νῦν ἐφρόνησα, νῦν
φρονήσω. ἤδη γράφω, ἤδη ἔγραψα, ἤδη γράψω.
Ἦιδον, σημαίνει τὸ ἔψαλλον. καὶ εἰς τὸ ᾄδω.
Ἠδολέσχησα, τὸ θέμα ἀδολεσχῶ, γίνεται δὲ παρὰ
τὸ ᾄδειν, ὃ σημαίνει τὸ δαψιλῶς, καὶ τὸ λέσχη ὃ ση‐ |
55 | μαίνει τὴν πολυλογίαν. πόσα σημαίνει; τέσσαρα. τὸ
φιλοσοφῶ, ὡς τὸ ἠδολέσχησα ἐν τοῖς δικαιώμασί σου.
τὸ φλυαρῶ, ὡς τὸ, τὶ ἀδολέσχεις ἄνθρωπε; τὸ πολυ‐
λογῶ, ὡς τὸ ἠδολέσχησα καὶ ὠλιγοψύχησα. καὶ τὸ
παίζω, ὡς τὸ, ἐξῆλθον Ἰακὼβ ἀδολεσχῆσαι εἰς τὸ |
---|
60 | πεδίον. καὶ εἰς τὸ ἀδόλεσχος.
Ἡδίων, καὶ ἡδεῖα, ἀπὸ τοῦ ἡδύς.
Ἡδοναὶ, ἐπιθυμίαι, παρὰ τὸ ἥδεσθαι ἢ ἡδονὴ τινὲς |
---|
ἡδονοῦσι, ὡς εἶναι ἄρθρον τὸ η, αὐτὸ δὲ εἶναι δονοῦσαν | |
eta 237 | καὶ κλονοῦσαν ἡμᾶς. οἱ δὲ ἡδονὴν μετὰ τοῦ η, ὅθεν
ἡ ἡδονὴ ἄλλον ἄρθρον.
Ἡδρασμένος, κατὰ τροπὴν τοῦ ε εἰς η, ἀπὸ τοῦ
ἑδράζω ἑδραμένος. |
5 | Ἡδὺ, τὸ γλυκὺ, ἐπίῤῥημα, ἀπὸ ὀνόματος μετήχθη εἰς
ἐπιῤῥηματικὴν σύνταξιν. ὥσπερ ἡδὺ εὐφραντικὸς τὸ
ἀχρεῖον δ’ ἐγέλασε.
Ἡδὺς, καὶ ἡδύ τι τὸ ψιθύρισμα, οὕτω Θεόκριτος.
Ἡδὺς, παρὰ Πλάτωνι, ὁ εὐήθης καὶ ἔμφρων. |
---|
10 | Ἡδὺς, εἰς τὸ εἶδον καὶ λελυμασμένος.
Ἡδύοσμον, διὰ τὸ ἡδὺ τῆς ὀσμῆς.
Ἥδω, εἰς τὸ ἄδειν, καὶ ἀδολεσχία, καὶ ἀήσυλος, καὶ
ἀμειδὴς, καὶ ἥνδανε, καὶ ἥσυχος, καὶ μήδεια, καὶ τέλος.
Ἡδονὰ, ἱμάτια τὰ Θρακικά. |
---|
15 | Ἠὲ καὶ ἤδων, εἰς τὸ κλαγγήδων.
Ἠὲ, διὰ παντὸς, οὐδέποτε γὰρ εὑρίσκεται σύνδεσμος εἰς
τὴν αι δίφθογγον λήγων, πλὴν τοῦ καί. καὶ εἰς τὸ
οὐκ ἦν.
Ἡδὺ, τὸ γλυκὺ, οἷον, τὸ ἡδὺ τῆς ψαλμῳδίας. καὶ ἡδύ |
---|
20 | τὸ ἔχον γῆν καλήν.
Ἤεια, εἰς τὸ ἠύς.
Ἤεις, εἰς τὸ εἷς.
Ἠέλιος, περιφραστικῶς ὁ ἥλιος, κατὰ πλεονασμὸν τοῦ
ε ποιητικῶς. |
---|
25 | Ἠέλιος, παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν λαμπηδόνα,
ἕλιος, καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος, ὅπερ ἔστι παρὰ
τὸ ἔπω τὸ λέγω, ἐξ αὐτοῦ ἐπύω, καὶ τροπῇ τοῦ ε εἰς
η ἠπύω τὸ φωνῶ, ἠπύτα κήρυξ. ἢ παρὰ τὸ δῆλος, ὁ
φανερὸς, δήλιος, ἀποβολῇ τοῦ δ ἥλιος, ὡς διώκω διωκὴ |
---|
30 | καὶ ἰωκὴ, καὶ δαίω τὸ μερίζω καὶ δαίσω, καὶ αἶσα, καὶ
δαίμονα αἵμονα θήρης. ἢ παρὰ τὸ ἅλς, ἁλὸς, ἅλιος
καὶ ἥλιος, ἀνιμᾶσθαι γάρ φησὶν οἱ φυσικοὶ τὸν ἥλιον
τῆς θαλάσσης τὸ ὕδωρ. καὶ γὰρ Ποσειδῶν παρὰ τὴν
πόσιν ἀναπίειν τῷ δάει, τουτ’ἔστι τῷ ἡλίῳ. |
---|
35 | Ἧεν, ἀορίστου δευτέρου, προσώπου τρίτου τῶν ἑνικῶν,
τὸ θέμα ἔω τὸ ὑπάρχω, ὁ μέσος παρακείμενος ἦα, καὶ
ὁ β ἀόριστος ἦον, καὶ τὸ τρίτον ἦε, καὶ ἐπενθέσει τοῦ
ν ἦεν, καὶ ἐν συναιρέσει τοῦ η καὶ ε εἰς αὐτὸ τὸ η
γίνεται ᾖν, καὶ μετάγει τὸ ν τῆς ἐπενθέσεως. |
---|
40 | Ἠέριαι, ἔστιν ἀὴρ ἀέρος, καὶ ἐξ αὐτοῦ ἀέριος καὶ
ἀέρια τὸ θηλυκὸν καὶ κατὰ Ἰωνικὴν τροπὴν τοῦ α εἰς
η ἠέρια. καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἠέριαι.
Ἠερέθονται, ἀποκρέμονται, ἠερεθίζονται, ἐκ τοῦ
ἀείρω ὃ σημαίνει τὸ ἐπαίρω, καὶ ἐξ αὐτοῦ γίνεται ἀερέ‐ |
---|
45 | θω, καὶ τροπῇ τοῦ α εἰς η ἠερέθω, καὶ διάτι οὐκ
ἔστιν ἀεράθω; ἔστι καὶ εἰς τὸ ἐγειρέθω.
Ἠέρι, εἰ μὲν ἀρσενικῶς, σημαίνει τὸν περικεχυμένον
ἡμῖν ἀέρα, οὐ τὸν ἔκτοθεν ἀέρα. γίνεται οὖν παρὰ τὸ
ἄω τὸ πνέω. ἡ τότ’ ἐν Ἴδῃ μακρότατα πεφυκυῖα δι’ |
---|
eta 237 (50) | ἠέρος αἰθέρ’ ἵκανον. θηλυκῶς δὲ τὴν ἀορασίαν, ἀὴρ
δὲ βάθος ἦν.
Ἠερία, ἡ ἀορασία, ἔστιν ἀὴρ ἀέρος, καὶ ἐξ αὐτοῦ γί‐
νεται ἀέριος. καὶ τὸ θηλυκὸν ἠερία κατὰ Ἰωνικὴν διά‐
λεκτον. ἡ εὐθεῖα τῶν πληθυντικῶν ἠερίαι. |
55 | Ἠέρι, ἀέρι, ἠερίαι, ὄνομα γένους θηλυκοῦ, ἡ εὐθεῖα
ἠερία παροξυτόνως. τὸ η ἦτα. ἐκ τοῦ ἀὴρ ἀέρος,
ἀέριος. τὸ ρι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ηρ ὑπὲρ
μίαν συλλαβὴν, διὰ τοῦ ιος γινόμενα, διὰ τοῦ ι γρά‐
φεται. οἷον. συντακτὴρ, συντακτῆρος, συντακτήριος, |
---|
60 | ἀστὴρ, ἀστέρος, ἀστέριος, αἰθὴρ, αἰθέρος, αἰθέριος,
ὀλετὴρ, ὀλετῆρος, ὀλετήριος, οὕτω καὶ ἀὴρ, ἀέρος,
ἀέριος, καὶ τροπῇ τοῦ α εἰς η ἠέριος. πρόσκειται ὑπὲρ |
---|
μίαν συλλαβὴν, διὰ τὸ θὴρ, θηρὸς, θήριος. λοιπὸν γί‐ | |
eta 238 | νεται ἠέριος, καὶ τὸ θηλυκὸν ἠερία, παροξυτόνως, ἡ
εὐθεῖα τῶν πληθυντικῶν ἠερίαι.
Ἤεσαν, εἶμι τὸ πορεύομαι, ὁ μέλλων εἴσω ὁ παρακεί‐
μενος εἶκα, ὁ μέσος εἶα, καὶ οἱ Ἀττικοὶ τῶν παρωχη‐ |
5 | μένων εἰς η τρέπουσι. καὶ ὁ ὑπερσυντελικὸς ᾔειν, καὶ
μένει τὸ ι προσγεγραμμένον. τὸ τρίτον τῶν πληθυν‐
τικῶν ᾔεισαν, καὶ ἐκβολῇ τοῦ ι ᾔεσαν.
Ἠεροφοίτης, ἀρσενικὸν ὁ ἐν τῇ ἀέρει φοιτῶν. παρὰ
τὸ δι’ ἀέρος φοιτᾷν καὶ σκότους. καὶ τὸ θηλυκὸν ἠερο‐ |
---|
10 | φοῖτις, ἡ ἀπροοράτως φοιτῶσα καὶ ἀπερχομένη, ὡς
τιμωρὸς τῶν ἀδικημάτων. ἔστι δὲ καταχθονία δαί‐
μων ἠεριννύς. οἷον, ἡ διερευνῶσα ἐν ταῖς πράξεσιν ἔργα.
Ἤθας, ὁ συνήθης καὶ συνεργὸς καὶ ἠθολόγος.
Ἠθεῖος, ἀδελφὸς, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ |
---|
15 | τὸ θεὸς γέγονε θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ
ι εἰς τὴν ει δίφθογγον θεῖος, καὶ κατὰ πλεονασμὸν
τοῦ η ἠθεῖος. ἢ ἀπὸ τοῦ ἦθος γέγονεν ἠθεῖος. σημαί‐
νει δὲ φρόνησιν νεωτέρου πρὸς παλαιότερον. καὶ τινὲς
μὲν λέγουσιν, ὅτι πρὸς ἀδελφὸν μόνον λέγεται. ὥσπερ |
---|
20 | δηΐφοβος λέγεται πρὸς ἑκάτερον ἠθεῖος, μάλα δή σε
βιάζεται ὠκὺς Ἀχιλλεύς. οὐ καλῶς δὲ λέγουσι. εὑρί‐
σκεται γὰρ καὶ μὴ πρὸς ἀδελφὸν λεγόμενον, ὥσπερ ὁ
εὐμαῖος λόγος περὶ τοῦ Ὀδυσσέος. ἀλλά μιν ἠθείῳ
καλέω καὶ νόσφιν ἔοντα. ἰστέον δὲ, ὅτι ὁ Ἀντίμαχος |
---|
25 | ἐχρήσατο ταύτῃ τῇ λέξει, μὴ ποιήσας τινὰ λέγοντα
αὐτὴν, ἀλλ’ αὐτὸς ἐξ ἑαυτοῦ λεγόμενος ἐχρήσατο, λέ‐
γων, αὐτίκα δ’ ἠθείοισιν ἀναπτύσσων φάτο μῦθον.
σημαίνει δὲ ἐνταῦθα τοῖς οἰκείοις φίλοις. ταῦτα δὲ λέ‐
γων παρὰ τὸν ἄνδρά σου. |
---|
30 | Ἠθεῖε, προσφώνησις φιλοφρονητικὴ νεωτέρου ἀδελφοῦ
πρὸς πρεσβύτερον κατὰ τιμήν. ἢ παρὰ τὸ θεῖος δεῖ
αὐτὸν κανονίζειν, καὶ κατὰ πλεονασμὸν τοῦ η αὐτὸ γε‐
γονέναι ἠθεῖος, πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσι,
ὡς τὸ μύω ἠμύω, πεδανὸς ἠπεδανός. ἢ παρὰ τὸ ἔθος |
---|
35 | ἔθειος, ὡς τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος, ὀνεί‐
δειος, καὶ τροπῇ τοῦ ε εἰς η, καὶ καταβιβασμῷ τοῦ
τόνου ἠθεῖος. ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος
αὐτὸ κανονίζειν, ἤπερ ἐκ τοῦ ἔθος. ἐκ γὰρ τοῦ θεῖος
καὶ ὁ αὐτὴ τάσις σώζεται, καὶ ὀλίγα πάθη δίδοται. |
---|
40 | ἐκ δὲ τοῦ ἔθος, καὶ ἀλλότριος ὁ τόνος, καὶ πολλὰ τὰ
πάθη δίδοται.
Ἤθεος, ὁ ἄπειρος γάμου, ἢ νεώτερος ἐτῶν ιδ.
Ἦθος, σημαίνει τὸν τρόπον. γίνεται παρὰ τὸ ἔθος,
κατ’ ἔκτασιν τοῦ ε εἰς η. ἢ ἀπὸ τοῦ ἵημι ἥσω. ἥσω |
---|
45 | γὰρ ἐγὼ ἀφ’ οὗ καὶ αἱ κατὰ μέρος ἐκπέμπονται πράξεις.
Ἠθικὰ, διότι εἰς ἤθη λέγεται ἀνθρώπου τουτ’ἔστιν οὐ
θελικὰ κατορθώματα.
Ἤϊε ἐπορεύετο, ἐκ τοῦ εἶμι τὸ πορεύομαι, ὁ μέσος πα‐
ρακείμενος εἴα, τὸ τρίτον εἶε, καὶ ἐν διαλύσει ἔϊε, καὶ |
---|
eta 238 (50) | τροπῇ τοῦ ε εἰς η ἤϊε. δύναται εἶναι καὶ παρατατι‐
κός· καὶ εἰς τὸ, ὁ δ’ ἤϊε.
Ἠϊόνα καὶ ᾐόνα, αἰγιαλὸν ἢ ὄχθην. οὕτω γὰρ καλεῖ‐
ται ὁ παραθαλάσσιος καὶ ὁδεύσιμος τόπος. παρὰ τὸ
ἰέναι. |
55 | Ἠϊὼν, ὁ αἰγιαλὸς· ἤτοι ὅτι ἀκούομεν ἐκεῖ τῶν κυμά‐
των, ἀπὸ τοῦ. ἰέναι ἀρασσομένων, οἷον, ἀϊόνα ἀντὶ
τοῦ ᾐόνα Δωρικῶς, παρὰ τὴν ἀπόρευτον θάλασσαν,
μέχρι γὰρ αὐτοῦ ἴησιν ἡ θάλασσα. τάχα δὲ ἀπὸ τοῦ
ἀονᾷν λέγουσιν ἐπὶ τοῦ καταντλεῖν, ἀήονα εἰκότως. |
---|
60 | μέμνηται δὲ τοῦ ἀονᾷν καὶ Ἱπποκράτης καὶ εἰς τὸ αἱ‐
ματόεσσα.
Ἤϊα, πολλοὺς θεοὺς γουνούμενος. καὶ τὰ ἄλευρα. ἐν |
---|
δὲ καὶ ἤϊα κωρύκῳ. | |
eta 239 | Ἥλλετο, ἅλλωμι τὸ πηδῶ, τὸ παθητικὸν ἅλλομαι, καὶ
ὁ παρατατικὸς ἡλλόμην, ἥλλου ἥλλετο.
Ἧκες, σημαίνει τὸ ἦλθες, τὸ θέμα ἥκω, ὁ μέλλων
ἥξω, ὁ παρατατικὸς ἧκον, ἧκες ἧκε. |
5 | Ἥκιστα, σημαίνει τὸ οὐδαμῶς, Ἡρώδοτος / Ἡρόδοτυς λέγει, ἐκ
τοῦ ἧκα μάλα ψύξας γίνεται ἥκιστα κατὰ πλεονασμὸν
τοῦ ς. οὐχ ἥκιστα δὲ ἀντὶ τοῦ λίαν καὶ πάνυ.
Ἡκέστας, ἀκεντρήστους, ἀδαμάστους, παρὰ τὸ κέντω
κένσω, κεστὸς, ἄκεστος καὶ ἤκεστος, ἠκεστὴ καὶ ἠκέ‐ |
---|
10 | στας τοὺς ἀκενήτους.
Ἠκηδίασε, παρὰ τὸ ἀκηδιῶ. τοῦτο παρὰ τὸ ἀκηδιάζω.
καὶ ἀκηδιῶ.
Ἥκιστα, λέγει Ἡρώδοτος / Ἡρόδοτος ὅτι παραλόγως δασύνεται
Ἀττικῶς. ἐκ τοῦ ἥσσω τὸ ἥττω, ἐκεῖνο γὰρ δασύνε‐ |
---|
15 | ται, ἥσσω ἥσιστα καὶ ἥκιστα. ὁ δὲ Ἡρώδοτος / Ἡρόδοτος καθὼς
εἶπε, ὅτι παραλόγως δασύνεται. γίνεται δὲ ἐκ τοῦ
ἠρέμα. ἧκα μάλα ψύξασα, ἐκ τοῦ ἧκα ἥκιστα. καὶ
μετὰ τῆς οὐ ἀρνήσεως οὐχ ἥκιστα, ἀντὶ τοῦ μάλιστα, |
---|
20 | δείκνυται γὰρ ἐκ τῆς συναλοιφῆς.
Ἠκρωτηριασμένος, ἐκ τοῦ ἄκρον καὶ τοῦ τηρῶ τὸ
ἀποβάλλω καὶ τέμνω. οἱ τὰ ἄκρα τῶν μερῶν ἀπο‐
βάλλοντες.
Ἠκούτισαν, τὸ θέμα ἀκουτίζω, τὸ ἀκούειν ποιῶ ἄλ‐ |
---|
25 | λον τινὰ, κυρίως. πόθεν γίνεται; παρὰ τὸ ἀκουστός·
τοῦτο παρὰ τὸ ἀκούω.
Ἠκαιρεῖσθε, κωλύεσθε. καιρὸν οὐκ ἔχετε.
Ἠκονημένα, παρὰ τὸ ἀκονῶ, ἔστι δευτέρας συζυγίας
τῶν περισπωμένων, τοῦτο παρὰ τὸ ἀκόνη, ἔστι δὲ λί‐ |
---|
30 | θος, δι’ οὗ ὀξύνεται ὁ σίδηρος. τοῦτο παρὰ τὸ κονῶ
καὶ φθείρω καὶ λεπτύνω. τὸ φθείρω σημαίνει τὸ λε‐
πτύνω τὸν σίδηρον.
Ἠλακάτη, τὸ τῶν γυναικῶν ἐργαλεῖον, εἰς ὅπερ εἱλίσ‐
σουσι τὸ ἔριον. παρὰ τὸ ἑλίσσειν, ἢ ἀπὸ τῆς εἱλή‐ |
---|
35 | σεως τοῦ ἐρίου, ἢ καὶ ἀπ’ αὐτοῦ τοῦ σκεύους. στέφε‐
ται γὰρ Ὅμηρος ἐπὶ μὲν τῶν ἐρίων ἠλακατοστρόφως
ἁλιπόρφυρα θαῦμα ἰδέσθαι. ἐπὶ δὲ τοῦ σκεύους, ἠλα‐
κάτη τετάνυστο ὀϊδνεφὲς εἶδος ἔχουσα. ἡ δὲ Ἄρτεμις
χρυσηλάκατος οὐκ ἀπὸ τούτου, ἀλλ’ ἀπὸ τῶν βελῶν |
---|
40 | καθ’ ὁμοίωσιν ὄντων ἠλακάτῃ. ἢ ὅτι ἔστιν ἠλάκατον
τῆς θεοῦ τὸ βέλος.
Ἠλακάτη, ἐκτάσει τοῦ ε εἰς η, εἱλῶ γὰρ εἵλας καὶ
ἠλάκα.
Ἠλλάξαντο, ἐκ τοῦ ἀλλάσσω. τοῦτο παρὰ τὸ ἄλσος. |
---|
45 | Ἠλασκάζω, παρὰ τὸ ἀλῶ ἀλασκάζω καὶ ἠλασκάζω.
σημαίνει δὲ τὸ διατρίβω καὶ πλανῶμαι.
Ἠλάσκουσι, πλανῶνται. παρὰ τὸ εἱλῶ ἑλάσκω καὶ
ἠλάσκω, οἵτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσι.
ἤγουν τὸ ἐπὶ τοῦ αὐτοῦ τόπου εἱλῆσθαι. |
---|
eta 239 (50) | Ἤλεγχον, εἰς τὸ εἰμί.
Ἠλέκτωρ, ὁ ἥλιος, ὅτι ἄληκτός ἐστι καὶ ἀκάμας· ἔνιοι
δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου.
Ἠλέκτωρ καὶ ἀλέκτωρ, τὸ ζῶον. ἐτυμολογεῖται δὲ
παρὰ τὸ λέκτρον καὶ τὸ ἐπιτατικὸν α, πολυόχευτον, τὸ |
55 | α τὸ πολὺ σημαῖνον. οἱ δὲ ὅτι ἐκ τῶν λέκτρων ἡμᾶς
ἐγείρων ἔστι. καὶ εἰς τὸ ἥλιος.
Ἠλέκτωρ, ὁ ἥλιος, ἐπιθετικὸν, ὅτι ἀλέκτρους ἡμᾶς
ποιεῖ ἀνισταμένους ἐκ τῆς κοίτης. ἢ ὅτι λαμπρός ἐστιν, |
---|
παρὰ τὸ ἤλεκτρον. | |
eta 240 | Ἤλεκτρον, τὸ βερωνικόν. Ὅμηρος μετὰ δ’ ἠλέκτροισιν
ἔερτο. εἴρηται δὲ διαχύμενον καὶ ὑγρὸν ὂν, ὁ περὶ τὰς
τοῦ ἡλίου δυσμὰς πήγνυται, ἄλεκτρόν τι ὄν, ὅτε ἐπὶ
λέκτρον ἡ ἠὼς ὁρμᾷ πήγνυται. ἢ παρὰ τὸ ἑλίσσω ἔλε‐ |
5 | κτρον καὶ ἤλεκτρον. κόσμω γὰρ εἰς περιδέρρεα καὶ
ὅρμους ἐχρῶντο περιελίσσοντες. ἢ παρὰ τὸ ἑλεῖν
τὰ ἐκτὸς, ἢ παρὰ τοῦ Ἠλισίου κυρίου ὀνόματος ὠνο‐
μάσθη.
Ἤλεκτρον, ἀλλότυπον χρυσίον μεμαλαγμένον ὑέλῳ |
---|
10 | καὶ λιθίῳ.
Ἥλλετο, ἅλλωμι τὸ πηδῶ, τὸ παθητικὸν ἄλλομαι, καὶ
ὁ παρατατικὸς ἡλλόμην, ἥλλου, ἥλλετο.
Ἠλεὸς, παρὰ τοῖς παλαιοῖς ὁ μάταιος, ἐντεῦθεν τὸ
ἠλίθιον ὄνομα. παρὰ τοῖς πολιτικοῖς εἴρηται. σημαί‐ |
---|
15 | νει δὲ τὸν ἠλίθιον ὄνομα τὸν ἀνόητον καὶ ἀναίσθη‐
τον.
Ἠλεὸς καὶ ἠλεὴς, ὁ ἄφρων. καὶ εἰς τὸ ἄλλω.
Ἠλεὸς, ὁ θερμὸς καὶ προπετὴς, παρὰ τὴν ἀλέαν.
Ἤλευθα, καὶ εἰς τὸ εἰλήλουθας. |
---|
20 | Ἤλθοσαν, παρὰ τὸ ἐλεύθω, ὁ μέλλων ἐλεύσω, ὁ ἀόρι‐
στος ἤλευσα, ὁ δεύτερος ἀόριστος ἤλυθον καὶ ἐν συγ‐
κοπῇ ἦλθον· καὶ πῶς γίνεται ἤλθοσαν; οἱ γὰρ Βοιῶτοι
ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποι‐
οῦσιν ἔνδειαν, ἐκοσμήθημεν, ἐκόσμησαν· καὶ Ὅμηρος, |
---|
25 | αὐτὰρ ἐπεὶ κόσμηθεν.
Ἡλιακὸν, διὰ τὸ ἐν τῷ ἡλίῳ κεῖσθαι.
Ἠλίας, ἠλίου, ὥσπερ κοχλίας κοχλίου. τὰ δὲ ἠλιοῦ
ἀπὸ εὐθείας ἀκλίτου, οἷον, ἠλιοῦ ὡς περισπωμένως.
Ἠλίβατος, ὑψηλὴ πέτρα. ἀπὸ τοῦ ἐκεῖ πρῶτον ἐπι‐ |
---|
30 | βαίνειν τὸν ἥλιον. τινὲς δὲ ἀντὶ τοῦ β τὸ φ γράφου‐
σιν, ἠλίφατος. ἀπὸ τοῦ φωτίζειν τῆς ἀχλύος τὰ
ὑψηλά. ἀλιόβατον δὲ Ἡλιόδωρος, ἀφ’ οὗ ἔστιν ἀλυ‐
τεῖν βαίνοντας, ἢ διὰ τὸ ὕψος, ἢ διὰ τὴν τραχύ‐
τητα. |
---|
35 | Ἠλεῖος, διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα, ἀπὸ
τοῦ ἥλις, ἥλιος, ἡλίδειος, ἢ ἀποβολῇ τοῦ δ ἠλίειος,
καὶ κράσει τοῦ ι καὶ ει διφθόγγου, εἰς τὴν ει δίφθογ‐
γον γίνεται ἠλεῖος. ὁ κανὼν, τὰ ἀπὸ εἰς ις διὰ τοῦ
ειος γινόμενα παράγωγα, πρὸ μιᾶς ἔχοντα τὸν τό‐ |
---|
40 | νον, διὰ τῆς ει διφθόγγου γράφεται. οἷον, δηρὶς δη‐
ρεῖος.
Ἤλιθα, πολλὰ πάνυ, ἄγαν πολὺ, ἀπὸ τοῦ ἄλις γέγο‐
νεν, ὅ ἐστι δαψιλῶς, ἠλίθιον δὲ τὸν ἀλιταίνοντα, ὅ
ἐστιν ἁμαρτάνοντα. |
---|
45 | Ἠλίθιος, ὁ μάταιος, παρὰ τὴν ἅλα, ταύτης γὰρ τὸ
ὕδωρ ἀχώριστον, οἷον, ἀλάθιος.
Ἠλίθιος σημαίνει τὸν ἀνόητον, γίνεται παρὰ τὸ
ἄλιος ἀλίϊος, πλεονασμῷ τοῦ θ ἀλίθιος, καὶ ἠλίθιος,
ὁ πάντα χύδην ποιῶν. |
---|
eta 240 (50) | Ἤλιθα, πολλὰ, παρὰ τὸ ἅλις ὅ ἐστι δαψιλῶς ἢ
ἀθρόως. ἠλίθιον δὲ τὸν ἀλιταίνοντα, ὅ ἐστιν ἁμαρτά‐
νοντα, παρὰ τὸ ἅλις, ἅλιθα καὶ ἥλιθα, ὡς ἄπειρος
ἤπειρος. καὶ ἀντὶ τοῦ ματαίως τάττεται, ἐπέχραον
ἤλιθα χερσὶν, ἀντὶ τοῦ ματαίως. |
55 | Ἠλίσκοντο, ἐκ τοῦ ἀλίσκω τὸ κρατῶ.
Ἡλικιῶτις, θηλυκὸν ἡ ἡλικία. ἡλικιώτης ὁ τέλειος
τῇ ἡλικίᾳ.
Ἠλισγημένα, ἐκ τοῦ ἀλισγῶ, ἀλισγήσω, σημαίνει δὲ |
---|
τὰ μαγειρευμένα. | |
eta 241 | Ἤλιθα, ἐπίῤῥημα ἀθροίσεως, σημαίνει δὲ καὶ τὸ
ἀθρόως.
Ἥλιος, διὰ τὸ ἴειν λίαν, ἤτοι πορεύεσθαι. οἱ γὰρ πα‐
λαιοὶ διὰ τὸ περιέρχεσθαι θεὸν αὐτὸν ἐκάλουν. ἤγουν |
5 | ὁ τρέχων.
Ἥλιος, ἅλιος, παρὰ τὸ ἁλίζειν εἰς ταυτὸν τὰ μετέχον‐
τα αὐτοῦ πάντα ἅλιος. ἢ παρὰ τὸ περὶ τὴν γῆν ἀεὶ
ἡλεῖν ἰών. ἢ, ὅτι ποικίλλει ἰὼν τὰ γινόμενα ἐκ τῆς
γῆς. ἢ ὅτι ἀολλῆσαι ποιεῖ πάντα τὰ ἐσκεδασμένως |
---|
10 | καὶ διαφόρως αὐτοῦ ἀπολαύοντα, ὅπερ ἔστι συνηθροι‐
σμένα, ἡνωμένα, ἥλιος, ἅλιος, ἀόλιος.
Ἥλιος, παρὰ τὸ ἐν ἁλὶ διατρίβειν, οἷον, ἅλιος, ἢ παρὰ
τὸ σέλας, ὃ σημαίνει τὴν λαμπεδόνα, σέλιος καὶ ἀπο‐
βολῇ τοῦ ς καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος. ἢ παρὰ τὸ |
---|
15 | τὴν ἅλα ἀνιμᾶσθαι ἥλιος, ἢ ἀπὸ τοῦ ἀολλίζεσθαι
ἡμᾶς ἐν ταῖς ἡμέραις· καὶ Ἀθήναις ἡλιαία δικαστήριόν
ἐστιν ἐκ τῆς συναγωγῆς τῶν ἀνθρώπων. οἱ δὲ ἀπὸ
τοῦ ἁλιαίειν, ὅ ἐστι θερμαίνειν καὶ διαχεῖν. τινὲς δὲ
ἀπὸ τῆς γινομένης προσπνεύσεως ἐκ τοῦ στόματος ἡμῶν. |
---|
20 | πρὸς τοὺς δακτύλους, ὃ λέγεται αὔειν καὶ ἄζειν, κατὰ
μίμησιν τῆς φωνῆς τῆς θάλψεως τοῦ στόματος ἡμῶν
Ἐμπεδοκλῆς δὲ, ἀλλ’ ὁ μὲν ἀλεῖσθαι μέγαν οὔρανον
ἀμφιπολεύει. λέγεται δὲ καὶ ἠλέκτωρ, ὅτι ἄλεκτός
ἐστι καὶ ἀκάμας. ἄλλοι δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ |
---|
25 | ἠλέκτρου. οἱ δὲ ὅτι ἐκ τῶν λεκτρῶν ἡμᾶς ἐγείρει.
ἦμος δ’ ἐριγένεια φάνη ῥοδοδάκτυλος ἠώς. τὸ δὲ ζῶον
ἀλέκτωρ ἐτυμολογεῖται παρὰ τὸ λέκτρον καὶ τὸ α τὸ
ἐπιτατικὸν, πολυόχευτον γὰρ τὸ α τὸ πολὺ σημαί‐
νοντα· ἀλλ’ ἡ ἑτοιμότης σφαιρική ἐστι. |
---|
30 | Ἥλιος, ἡ ἕως λίαν, διὰ τὸ ἴεσθαι τὸ ἕως, ἤγουν φέ‐
ρειν τὸ φῶς. ἕως γὰρ ἡ ἀνατολή. ἢ διὰ τὸ ἐξ αὐτοῦ
ἴεσθαι τὸ ἕως, ἤγουν τὸ φῶς.
Ἥλιος, ἢ διὰ τὸ εἱλῆσθαι τῷ δρόμῳ, ἢ διὰ τὸ ἴεσθαι
εἴρηται. διάτι δασύνεται; τὸ η πρὸ τοῦ λ ψιλοῦται, |
---|
35 | πλὴν τοῦ ἥλιος. τὸ λι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος
ὀνόματα, τῇ λι ἢ τῇ ρι συλλαβῇ παραληγόμενα, μὴ
σημαίνοντα μέρος σωματικὸν εἴτε μετουσιαστικὸν, μήτε
κτητικὰ ὑπάρχοντα, διὰ τοῦ ι γράφεται. ἅλιος, ἥλιος,
πύλιος, δόλιος. σημαίνει δὲ δύο ὀνόματα κύρια, βασι‐ |
---|
40 | λέα Φρυγῶν καὶ τὸν Φαεινῆ.
Ἥλιος, καὶ ὑπὸ τῶν ποιητῶν ἠέλιος, παρὰ τὴν ἅλαν
ἅλιος καὶ ἥλιος. ἔστι γὰρ κατὰ Ζήνωνα τὸν Στωϊκὸν
ἄναμμαν τὸν ἐκ τοῦ θαλάσσης. ἢ παρὰ τὸ ἅλις, ἅλιος
καὶ ἥλιος, ἐπεὶ πρὸς πάντα ἱκανῶς καὶ ἁρμοδίως ἔχει. |
---|
45 | ἢ παρὰ τὸ ἄλεος, ἵν’ ᾖ τὸ ἀληθὲς καὶ συνηθροισμένον
πῦρ. λέγει γὰρ καὶ Ἐμπεδοκλῆς, ἀλλ’ ὁ μὲν ἁλισθεὶς
μέσον οὔρανον ἀμφιπολεύει.
Ἡλικὸν, μέγα πηλίκον.
Ἡλισμένους, μεμολυσμένους. |
---|
eta 241 (50) | Ἥλιξ, ἡ ἡλικιῶτις τέλειος.
Ἡλισσία, ἐδειλίου.
Ἡλέμνια, ὁ φάρμακος.
Ἠλυσίων πεδίων ἐκόμων τὰ λήϊα, παρὰ τὸ ἄλυτα τη‐
ρεῖν τὰ σώματα. ἢ ἠλύσιον τὸ καθαρὸν ἀπὸ ἁμαρτίας. |
55 | ἢ ἀπὸ Ἠλυσίου τινός.
Ἠλυσίων, ἡ μακάρων νῆσος. εἴρηται δὲ ἐν νήσῳ τὸ
ἀλύσιον, ὅπου διαλύονται αἱ ψυχαὶ τῶν σωμάτων. ἢ |
---|
ἀλύσιον, ὅθεν οὐκ ἀναλύει τις. ἢ ἀπολύουσι κολάσεως. | |
eta 242 | λέγεται δὲ Ἠλύσιον καὶ ἱερὸν πεδίον Ῥόδων. οἱ δὲ περὶ
Αἴγυπτον ἢ Λέσβον.
Ἠλύσιον πεδίον, ἐπλάσατο τοῦτο ὁ Ὅμηρος. μήποτε
ἀθανατοποιόν ἐστι, ἐπεὶ οὐ διαλύει τὰ σώματα. ἐγὼ |
5 | δὲ ὑπονοῶ, ὅτι οὐκ εἶδεν Ὅμηρος, ἀθανατοποιὸν, ἀλλὰ
ἡδεῖαν παρέχον ζωήν. οὐ γὰρ λέγει ὁ Πρωτεὺς τῷ
Μενελάῳ, ὅτι οὐχ ἥμαρταί σοι ἀποθανεῖν ἐν τῷ κα‐
θόλου. ἀλλ’ ὅτι ἐν Ἄργει οὐ πέπρωται ἀποθανεῖν σε.
ὁ δὲ τοῦτο λέγων, οὐ λέγει ὅτι ἀθάνατος εἴη, ἀλλ’ |
---|
10 | ὅτι ἐν ἑτέρῳ τόπῳ. σοὶ δ’ οὐ θέσφατόν ἐστι διοτρεφὲς
ὦ Μενέλαε, Ἄργει ἐν ἱπποβότῳ θάνατον καὶ πότμον
ἐπισπεῖν, ἀλλὰ ς’ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς ὅπου
ἀποθάνῃ. οὔτε γὰρ τὸν Ῥαδάμανθυν ἀθάνατόν τις ἡμῖν |
---|
15 | παρέδωκεν, οὔτε τὸν τούτου ἀδελφὸν Μίνωα.
Ἠλύσιον πεδίον, τὸ τῶν ἡρώων ἐνδιαίτημα, κεκλημέ‐
νον ἀπὸ Ἠλυσίου τοῦ Ἐλευθῆρος εὐσεβεστάτου γινομέ‐
νου, ἢ παρὰ τὰ ἄλυτα μένειν ἐν αὐτῷ τὰ σώματα, ὁ
δὲ τόπος ἐν ταῖς καλουμέναις μακάρων νήσοις. |
---|
20 | Ἤλως, εἰς τὸ ἄλλως.
Ἠλίφατος, εἰς τὸ ἠλίβατος.
Ἠλλοιώμενος, παρὰ τὸ ἀλλοιῶ, τοῦτο παρὰ τὸ ἄλ‐
λος καὶ τὸ οἷος γίνεται ἀλλοῖος, καὶ ἐξ αὐτοῦ ἀλλοιῶ,
ἀλλοιώσω, ἀλλοίωσις, σημαίνει δὲ τὴν ἐναλλαγήν. |
---|
25 | Ἦλος, παρὰ τὸ ἵημι, ἥσω, ἧλος, ὁ διαπεμπόμενος.
Ἦλος, ἐκ τοῦ ἄλλω. ἢ παρὰ τὸ ἡλεῖσθαι καὶ περο‐
νᾶσθαι.
Ἧλτο, εἰς τὸ ἇλτο.
Ἦλις, πόλις ἐν Ἀρκαδίᾳ τῆς Πελοπονήσου. |
---|
30 | Ἠλιτόμηνος, ὁ Διόνυσος. σημαίνει δὲ τὸ ἑπταμη‐
νιαῖον γεννηθὲν παιδίον. Καλλίμαχος. τὴν οὐκ ἔπλη‐
σε μητὴρ φέρουσα οὓς ὤδινε μῆνας. Ὅμηρος, ἐκ δ’
ἄγαγε προφόως δὲ καὶ ἠλιτόμηνον ἔοντα. παρὰ τὸ
ἄλιτος ἀλιτόμηνος, ὡς παρὰ τὸ ποιητὴς ποιητοῦ, διδά‐ |
---|
35 | σκαλος διδασκάλου. σημαίνει δὲ τὴν τῶν κακῶν λῦσιν·
Ἠμαθίων, Ἠοῦς υἱὸς, Μέμνονος ἀδελφὸς, μήπω τ’ οὖν
ὑποκοριστικῶς ἀπὸ τῆς ἡμέρας, ἡμερίων, ἠματίων καὶ
ἠμαθίων.
Ἧμαι, εἰς τὸ καθίσαι. |
---|
40 | Ἦμα καὶ ἦμαρ ψιλοῦται. τὰ γὰρ εἰς ος δισύλλαβα,
εἰ μὲν ἀπὸ φύσει μακρᾶς ἄρχονται, ψιλοῦται, αἶσχος,
εὖρος, εὖχος, οὕτως οὖν καὶ τὸ ἦμος καὶ ἦμαρ καὶ
ἦμα.
Ἦμαρ, εἰς τὸ ἡμέρα, καὶ αὐτῆμαρ καὶ ἥματα. |
---|
45 | Ἤμαρτον, ἀπέτυχον ἀγαθῶν.
Ἡμάρτησαν, τὸ τρίτον τῶν πληθυντικῶν ἥμαρτον. καὶ
οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύ‐
τονον, εἰς σαν ποιοῦσι τὸ πληθυντικόν.
Ἤμβροτες, βροτῷ ἀπέτυχες. |
---|
eta 242 (50) | Ἡμέρα, παρὰ τὸ ἵημι τὸ πέμπω, ἡ ἐκπέμπουσα ἡμᾶς
πρὸς πάντα, καὶ δασύνεται, ἦμαρ δὲ ψιλοῦται, ἐπειδὴ
τὰ ἀπὸ δασέος σχηματιζόμενα ψιλοῦνται, οἷον, ἦθος,
ἦμαρ, ἦμος. ἢ οὕτω, τὰ εἰς ος λήγοντα δισύλλαβα.
εἴρηται εἰς τὸ ἦμα. |
55 | Ἡμέρα, διὰ τοῦ η, ἀμέρα ἡμέρα, ὡς ἔλεκτρον ἤλεκτρον,
τριβόμενον γὰρ ἁρπάζει τὰ πελάζοντα φρύγανα, ἢ
παρὰ τὸν ἥλιον, ὃς ἠλέκτωρ ὀνομάζεται τὸ τοῦ ἡλίου.
Φασὶ γὰρ αὐτὸ δάκρυον εἶναι τῶν ἡλιάδων ὅπερ ἐπὶ |
---|
τῷ Φαέθοντος οἴκτῳ στάζουσι. ἢ ὅτι ἡλιαυγής ἐστιν ἡ | |
eta 243 | ἡμέρα. ἢ οὕτως καλουμένη παρὰ τὸ ἡμέρα ποιεῖν τὰ
ζῶα. Δωριεῖς γὰρ ἀμέρα φησίν.
Ἡμέρα καὶ ἠώς διαφέρει. ἡμέρα μὲν γάρ ἐστιν ἡ ὑπὸ
ἡλίου φαῦσις. ἠὼς δὲ ἡ μετὰ τὸν ἥλιον. |
5 | Ἠμεδαπὸς, ἴδιος, ἐγχώριος, ἀπὸ τῆς ἡμετέρας χώρας.
δάπεδον γὰρ τὸ ἔδαφος. οὕτω καὶ ἠμεδαπὸς ὁ ἀπὸ
ἡμέτερας χώρας, δευτέρου προσώπου.
Ἡμερινὸς, πυρετὸς ὁ καθ’ ἡμέραν, ἐξ οὗ καὶ ἀφη‐
μερινός. |
---|
10 | Ἡμερὶς, ἡ ἀναδενδρὰς, ὅτι ἄγει τὶς αὐτὸ ὅπη ἑλκύσει
ἥμερον οὖσαν καὶ οὐκ ἀντισπῶσαν. μηδέπω δὲ τῆς το‐
μῆς εὑρεθείσης αὐταῖς ἥρπαζον αἱ ἄμπελοι, ἀγρίους
καρποὺς φέρουσαι, ὡς δὲ εὑρέθη καὶ θήραντο. ἥμερον
καὶ τὸν καρπὸν καὶ τὴν ὄψιν ἔσχον. |
---|
15 | Ἤμην, ὑπῆρχον, ἐκ τοῦ ἔω τὸ ὑπάρχω. τὸ παθητι‐
κὸν ἔομαι μονῇ τῇ φώνῃ, τῇ δὲ σημασίᾳ ἀπέλειψε.
ὁ παρατατικὸς ἠόμην καὶ συγκοπῇ ἤμην.
Ἡμεῖς, διὰ τῆς ει διφθόγγου. ἄμες γὰρ λέγουσιν οἱ
Δωριεῖς, καὶ ἄμμες οἱ Αἰολεῖς. καὶ ἡμεῖς τὸ πρῶτον |
---|
20 | αὐτῶν εἰς η τρέπομεν.
Ἤμην, οὕτως δὴ ἀληθῶς, τὸ η σύνδεσμος βεβαιωτικὸς,
τὸ μὴν σύνδεσμος παραπληρωματικός. τὶ διαφέρει ὁ
ἐναντιωματικὸς τοῦ παραπληρωματικοῦ; ὅτι ὁ μὲν παρα‐
πληρωματικὸς ἐπιφέρεται σύμφωνον καὶ φωνῆεν, ὁ δὲ |
---|
25 | ἐναντιωματικὸς οὐδέποτε ἐπιφέρεται φωνῆεν.
Ἠμὶ, ῥῆμα χρόνου ἀορίστου δευτέρου, συζυγίας δευτέρας
τῶν εἰς μι. γίνεται δὲ ἐκ τοῦ φημί. ὁ μέλλων ἤσω,
ὁ β ἀόριστος ἦν.
Ἡμῖν, πρωτότυπος ἀντωνυμία. αἱ ἀντωνυμίαι ἡνίκα |
---|
30 | ὁρισμὸν δηλοῦσι, μένουσιν ἐν τῷ αὐτῷ τόνῳ· ἡμῖν μὲν
τόδ’ ἔφηνε, καὶ ἡμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. ὅτε δὲ
ἀπόλυτον ἔχουσι τὸ σημαινόμενον ἐγκλίνονται, ἠδ’ ἡμῖν
δοκέει τόδε λωΐτερον, σὺν δ’ ἡμῖν ταράξει, ὅφρ’ ἡμῖν
ἑκάεργος. |
---|
35 | Ἡμῖν, διὰ τοῦ ι, ἄμμες γὰρ λέγουσιν οἱ Αἰολεῖς βαρύ‐
νοντες καὶ συστέλλοντες τὸ ι. καὶ ἦμιν λέγουσιν Ἴωνες
προπερισπῶντες. καὶ ἄμμιν λέγουσιν οἱ Δωριεῖς, κατὰ
τροπὴν τοῦ α εἰς η. ὡς ἅλιος ἥλιος, καὶ κάπος
κῆπος. |
---|
40 | Ἦμιν, ἥτις αὐτὸν ἢ ἡμῖν. τὸ δὲ ἡμῖν πρὸ μιᾶς τὸν
τόνον καὶ ἐγκλίνονται. ἡ γὰρ ἔγκλισις ἢ τῇ προηγου‐
μένῃ συλλαβῇ, ὅταν ἔστιν ἡ λέξις ἢ μονοσύλλαβος ἢ
δισύλλαβος βραχυκαταληκτὸς, οἷον, εἰμὶ καὶ ἔστιν ἄν‐
θρωπος. ἄνθρωπος ἔστι φημὶ πεζὸς δ’ ἔνδεκά φημι, |
---|
45 | μονοσύλλαβος δὲ ὡς τὸ, ἤκουσέ μου, ὅταν δὲ ἡ λέξις
σπονδειακὴ, τότε τῇ προηγουμένῃ συλλαβῇ ἀναδίδωσι
τὸν τόνον. ἐλάλησεν ἡμῖν, ἤκουσεν ἡμῶν, ἔτυψεν
ἡμᾶς. ἐγκλινόμεναι δὲ λέξεις εὑρίσκονται ἐν μὲν ὀνό‐
ματι τὸ τὶς, οὐ τὸ ἐρωτηματικὸν, ἀλλὰ τὸ ἀνταποδο‐ |
---|
eta 243 (50) | τικὸν, οἷον, ἄνθρωπός τις, καὶ τοῦτο πᾶσαι πτώσεις
καὶ τὰ ὅλα γένη. ἐν δὲ ῥήμασι τὰ ὀξυνόμενα, οἷον,
τὸ φημὶ, ἐσὶ, ἐστὶ, ἐσμὲν, ἐστὲ, εἰσὶ, φαμὲν, φατὲ,
φασίν. ἐν δὲ ἀντωνυμίᾳ τοῦ πρώτου προσώπου τοῦ
πρωτοτύπου, ἀποβάλλοντες τὸ κατ’ ἀρχὴν φωνῆεν ἤγουν |
55 | τὸ ε καὶ τοῦ δευτέρου καὶ τρίτου. ἐν δὲ ἐπιῤῥήμασι τὰ
τῶν πυσματικῶν ἀποδοτικὰ, οἷον, πῶς ἦλθες, ἦλθες
πῶς, πόθι ἥκεις, αἴκεν πόθι, ποῦ ἀπέρχη, ἐὰν ποῦ,
πότε, εἴποτε. ἐν δὲ συνδέσμοις, ὁ τε καὶ ὁ κεν |
---|
συμπλεκτικὸς, καὶ ὁ ῥα καὶ ὁ νυ, καὶ ὁ που, καὶ | |
eta 244 | ὁ τοι, καὶ ὁ θην, καὶ ὁ αρ, καὶ ὁ περ, καὶ ὁ
πω παραπληρωματικός. γίνεται δὲ καὶ ἔγκλισις οὕτως,
ἐὰν μὲν προηγουμένη συλλαβὴ ὀξύτονος ἢ περισπώμενος,
ὀξύτονος καὶ ὁ περισπώμενος τόνος φυλάττεται, μόνου |
5 | τοῦ ἐγκλιτικοῦ μορίου μὴ ἐπιδεχομένου, θεός μου, βα‐
σιλεύς μου, Κοσμᾶς ἐστι, Θωμᾶς ἐστι, καλός ἐστι.
εἰ δέ ἐστιν ἡ λέξις προπαροξύτονος, τότε ἐπιπίπτουσι
δύο τόνοι εἰς τὴν λέξιν, εἷς μὲν ὁ κύριος τόνος, ἕτερος
δὲ ὁ τῆς ἐγκλίσεως. τὸ πλεῖστον δὲ διάστασις τοῦ |
---|
10 | τόνου εὑρίσκεται, οἷον, Γρηγόριός ἐστι, ἄνθρωπός
ἐστι. εἰ δὲ ἡ λέξις πρὸ μιᾶς ἔχουσα τὸν τόνον, οἷον
πυῤῥιχαϊκὴ, οὐκ ἐγείρει τὸν τόνον, ἀλλὰ φυλάττε‐
ται ἰδίως ὁ τῆς προηγουμένης λέξεως, καὶ ἰδίως ὁ
τοῦ ἐγκλιτικοῦ μορίου, οἷον, τόνος ἐστὶ, κόπος φημὶ, |
---|
15 | ὅτε ἐστὶ δισύλλαβον τὸ ἐγκλιτικὸν μόριον. εἰ δὲ μονο‐
σύλλαβον, μόνος φυλάττεται ὁ κύριος τόνος, οἷον, ὁ
τόπος μου. εἰ δέ ἐστι τροχαϊκὴ, εἰ μὲν περισπᾶται ἡ
λέξις φυλάττεται ἡ περισπωμένη ἐν τῷ ἰδίῳ τόπῳ, καὶ
ἐγείρει ἐν τῇ ἐπαγομένῃ συλλαβῇ ὀξεῖαν, οἷον, κῆπος |
---|
20 | μοὺ, δῆμος μοὺ, εἰ δὲ προπαροξύτονον, γίνονται δύο
ὀξεῖαι, ἄνδρά μοι ἔννεπε, δόξα μου γένεσθαί τε. εἰ
δὲ σπονδειακὴ ᾖ, ἢ ἰαμβικὴ ἡ λέξις, οὐκ ἐγκλίνει
ἐν τοῖς δισυλλάβοις, οἷον, ἥρως ἐστὶ, Σόλων εἰμὶ,
ἐν δὲ τοῖς μονοσυλλάβοις φυλάττεται μόνως ὁ κύ‐ |
---|
25 | ριος τόνος, οἷον, λέων μοι ἐλάλησε, φύλλοις τε κατά‐
κομος.
Ἥμισυ, παρὰ τὸ ἅμα ἶσον τῷ ἄλλῳ.
Ἥμισυς, παρὰ τὸ ἅμα καὶ τὸ ἶσος ἁμάϊσος, καὶ ἐν
συγκοπῇ ἅμισος, καὶ τροπῇ τοῦ α εἰς η ἥμισος καὶ |
---|
30 | ἥμισυς κατὰ τροπὴν τοῦ ι εἰς υ. ἥμισυς γὰρ ἐτυμολο‐
γεῖται δὲ παρὰ τὸ μετέχειν τοῦ ἴσου.
Ἤμονες, οἱ ἀκοντισταὶ καὶ ῥήτορες καὶ ὀρχισταὶ, τὸ
θέμα ἠμῶ, παρὰ τὸν ἠμήσω μέλλοντα. οὕτως Ἡρω‐
διανὸς ἐν τῷ καθόλου. |
---|
35 | Ἡμιθνῆτες, παραπλῆγες καὶ γυμνῆτες, ἐκ τοῦ ἥμισυ
καὶ τοῦ θνήσκω καὶ ἡμίθνητος καὶ ἡμιθανής.
Ἡμίονος, ἐκ τοῦ ἥμισυ καὶ τοῦ ὄνος. τὸ ἥμισυ παρὰ
τὸ ἅμα ἶσον εἶναι, τὸ δὲ ὄνος παρὰ τὸ ὀνῶ τὸ
ὠφελῶ. |
---|
40 | Ἠμυνάμην αὐτοὺς, ἀντὶ τοῦ ἐτιμωρησάμην αὐτούς·
γίνεται παρὰ τὸ ἀμύνω. πάλιν σημαίνει ἀμύνω τρία,
τὸ βοηθῶ καὶ Ὅμηρος· Αἰνεία νῦν σε μάλα χρὴ
γαμβρῷ ἀμυνέμεν. καὶ τὸ ἀπείργω καὶ ἀποσοβῶ, ὡς
τὸ ἀεὶ παραβέβλωκε, καὶ αὐτῷ κῆρ ἀμύνει, καὶ τὸ |
---|
45 | τιμωρῶ, ὡς τὸ ἐν Ὀδυσσείᾳ φησὶν Ὅμηρος· ἀμυναί‐
μην Σκύλλην τε πετραίην.
Ἦμος, ὁ πηνικός. ὅτε ἡνίκα ἐπίῤῥημα χρόνου δηλω‐
τικόν.
Ἡμερόκοιτος, ὁ ληστὴς, ὁ ἐν τῇ ἡμέρᾳ κοιμώμε‐ |
---|
eta 244 (50) | νος.
Ἠθμὸς, ἐργαλεῖον διατετρυπημένον πολλαῖς τρύπαις,
δι’ οὗ τὰ ὑγρὰ εἰώθασι διακρίνειν τῶν παχυτέρων.
Ἡμεροδρόμοι, οἱ ταῖς βασιλικαῖς διατάξεσι ταχύ‐
τατα διακονοῦντες μανδάτορες. |
55 | Ἡμισφαίριον, ἡμικύκλυον.
Ἡμιόλιον, τὸ ἥμισυ τοῦ ὅλου.
Ἠμείραξ, ὁ παῖς.
Ἡμιφάριον, ἥμισυ ἱμάτιον. |
---|
Ἡμοιρηκὼς, ἀποτυχὼν καὶ μὴ μετέχων. | |
eta 245 | Ἦν καὶ ἔην ῥῆμα ἀορίστου δευτέρου. ἔστιν ἔω τὸ ὑπάρ‐
χω, ὁ μέλλων ἔσω, ἦον ὁ παρατατικὸς, ἦες ἦε, καὶ
κράσει ἦν. καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς ἔην, καὶ
ἔστι τρίτου προσώπου τῶν ἑνικῶν, καὶ πλεονασμῷ τοῦ |
5 | ι εἴην, τρίτου προσώπου. ὡς δ’ ὅταν ἀΐξει νοὸς ἀνέ‐
ρος ὥστ’ ἐπὶ πολὺ γαῖαν εἰληλούθεις, φρεσὶ πευ‐
καλίμησι νοήσει. ἔνθ’ εἴη ἢ ἔνθα μενοινήσει ἔτεα
πολλά.
Ἦν, πόθεν γίνεται; ἀπὸ τοῦ ἔω, ἔεις, ἔει. ἔστι καὶ εἰς |
---|
10 | τὸν παρατατικὸν ἦον, ἦες, ἦε, καὶ τροπῇ τοῦ η καὶ
τοῦ ε, εἰς ἐκεῖνο αὐτὸ τὸ η γέγονεν ἦν. ἐπειδὴ τὸ
λῆγον τὸ ἔλαττον ἀναλίσκει. καὶ ἄλλως. ἔστι ῥῆμα
ἔω, καὶ ὁ παρατατικὸς ἦον, ἦες, ἦε, καὶ ἐπειδὴ τὸ ε
ἐφελκυστικόν ἐστι τοῦ ν, ὡς ἀνώτερον εἴρηται, γίνεται |
---|
15 | ἦεν, τοῦ κατὰ τὴν κράσιν τοῦ η, καὶ ε εἰς η ὥσπερ
τῇ ἐμῇ τἠμῇ, ἀποτελεῖται τὸ ἦν.
Ἥνδανεν, ἤρεσκεν, δασύνεται, παρὰ τὸ ἥδω τὸ ἀρέσκω,
ἡδάνω καὶ ἁνδάνω, ὡς πήθω πανθάνω, μήθω μαν‐
θάνω, λήβω λαμβάνω, καὶ ἐγένετο ἡ φύσει μακρὰ |
---|
20 | θέσει.
Ἥνδανον, ἤρεσκον, παρὰ τὸ ἥδω, ἡδάνω καὶ ἁν‐
δάνω.
Ἠνίσω, παρὰ τὸν ἥσω μέλλοντα, ἢ παρὰ τὸ ἑνῶ δα‐
συνόμενον. ἑνοῦται γὰρ δι’ αὐτῶν τὰ ὑποζύγια. τινὲς |
---|
25 | δὲ καὶ ἐκ τοῦ ἑνίεσθαι, καθ’ ὑπέρθεσιν τοῦ πνεύ‐
ματος.
Ἤνεγκεν, ἤγαγεν, ἐκ τοῦ ἐνέκω, ἐνέξω, ἤνεκα ὁ
ἀόριστος, καὶ πλεονασμῷ τοῦ ν, καὶ τροπῇ πάλιν τοῦ ν
εἰς γ ἤνεγκα. μὴ ἔχοντα χαρακτηριστικὸν σύμφωνον |
---|
30 | τοῦ μέλλοντος, καὶ ἴσως κατ’ ἀντιπάθειαν τοῦ ἔπεσον
καὶ ἔχεσον, ἐχόντων τὸ ς χαρακτηριστικὸν τοῦ ἀορί‐
στου.
Ἠνεσχέθην, πόθεν λέγομεν ἐκ συνηθείας; φαμὲν
ἀπὸ τοῦ σχῶ, σχήσω, ἔσχηκα, ἔσχημαι, ἐσχέθην. |
---|
35 | εἶτα προσῆλθεν ἡ ἀνὰ πρόθεσις καὶ ἐγένετο· καὶ
ἐκτάσει κατὰ Ἀθηναίους ἠνεσχέθην· καὶ οὐδὲν ξέ‐
νον εἶ.
Ἠνήνατο, εἰς τὸ ἀπηνήνατο.
Ἡνία, εἰς τὸ ἐξήνιον, καὶ ἤνιον καὶ πειθήνιος. |
---|
40 | Ἡνία, τὰ λῶρα, οἱ χαλινοὶ, παρὰ τὸ ἑνεῖσθαι, ἐπὶ
ἑνώσει τῶν ὑποζυγίων. καὶ εἰς τὸ ἀπηνὴς καὶ ἀφη‐
νιῶ.
Ἡνίκα, ἐπίῤῥημα ἀναφορικὸν, καὶ εἰς τὸ πηνίκα.
Ἠνιξάμην, αἰνιγματωδῶς εἶπον. ἐκ τοῦ αἰνίσσω, αἰ‐ |
---|
45 | νίξω, ἤνιξα καὶ ἠνιξάμην.
Ἡνίον, τὸ λωρίον, ὁ χαλινὸς, γίνεται ἐκ τοῦ ἀνύω,
ἄνυον καὶ τροπῇ ἥνιον. διὰ γὰρ τῶν λώρων τῶν ἵπ‐
πων ἀνύομεν τὰς ὁδούς.
Ἡνιόχος, ὁ ἐπιβάτης τοῦ ἅρματος ἢ τοῦ ἵππου, καὶ |
---|
eta 245 (50) | ὁ δεσπότης, παρὰ τὸ ἥνια ἔχειν, ἤγουν τὰ λῶρα κρα‐
τεῖν.
Ἠνίπαπεν, ἤβρισεν παρακείμενος. ἔστι γὰρ ὁ ἐνερ‐
γητικὸς ἐνίπτω, τὸ ἐπιπλήσσω, τοῦτο ἐκ τοῦ ἐνέπω,
ἐκ τούτου οὖν γίνεται ἐνίπω, τὸ γὰρ ε ἡνίκα πλεονά‐ |
55 | σει σύμφωνον, τρέπεται εἰς ι. ὁ μέλλων ἐνίψω, ὁ
παρακείμενος ἤνιφα, ὁ μέσος ἤνιπα καὶ ἐπεκτάσει τῆς
πα συλλαβῆς ἠνίπαπα καὶ ἔχει τὸ π. εἰ δὲ διὰ
δύο συμφώνων εἴη ὁ ἐνεργητικὸς, δι’ οὗ τὸ ῥημα‐ |
---|
τικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος | |
eta 246 | παρακείμενος, ἐνιπὴ, μάλα πῶς μὲν κατὰ θυμὸν
ἐνιπή.
Ἡνίοχος, κυρίως ὁ ἔχων τὰς ἡνίας, εἴρηται δὲ καὶ
ἐπὶ τοῦ ἐπιβάτου ὡς ἐπὶ τοῦ Ἕκτορος. |
5 | Ἠνίαλος, ὁ ἐνιαυτὸς, παρὰ τὸ ἔνος ἦνις.
Ἦνις, ὁ ἐνιαυσιαῖος, Ὅμηρος, ἦνις ἐκ θείας ἱερεύσεμεν,
καὶ βοῦν ἦνιν εὐρυμέτωπον, παρὰ τὸν ἔνον τὸν ἐνι‐
αυτὸν, ἔνθεν τεταώνυμον δαμάσσουσι παῖδες, παρὰ τὸ
ἔνος, ἔνις καὶ ἦνις, ὁ ἕνα κύκλον ἔχων, ἦνις, ἤνιος, |
---|
10 | καὶ τὸ πληθυντικὸν ἤνιες, καὶ ἐν συναλοιφῇ ἦνις, ὡς
πόλιες πόλις, ἤνιες ἦνις. ἔνιοι τὸ ἦνις ἐπὶ ἡλικίας
βοὸς τάσσουσιν, ὡς τὸ μόσχος, καὶ ἡ πόρτις καὶ ἡ δά‐
μαλις. καὶ γὰρ ὁ ποιητὴς ἐπὶ βοῶν μόνον τάττει τὴν
λέξιν. ἢ κατ’ ἔλλειψεν τοῦ α στερητικοῦ, ἵν’ ᾖ αὔ‐ |
---|
15 | ηνις, ἡ μηδέπω ζευχθεῖσα καὶ ἡνία δεξαμένη.
Ἦνις, ὁ ἐνιαυτὸς, παρὰ τὸ ἔνος, ἦνις. ἔνος οὖν ἐστιν
ὁ ἐνιαυτὸς, παρώνυμον ἐνὶς, καὶ τροπῇ τοῦ ε εἰς η
ἦνις.
Ἠνορέην, εἰς τὸ ῥηξήνορα. |
---|
20 | Ἥξουσιν, ἐκ τοῦ ἥκω τὸ ἔρχομαι, καὶ ὁ μέλλων ἥξω,
τὸ τρίτον τῶν πληθυντικῶν ἥξουσιν.
Ἤνυχος, εἰς τὸ μυχός.
Ἤοιαι, ἔστι κατὰ λόγος Ἡσιόδου ἠοίην ὁμοίως ὀρθρίαν,
ἢ τὴν πρὸς ἀνατολὴν, ἢ τὸν ἀπὸ πρωΐας μέχρι ἕκτης |
---|
25 | ὥρας χρόνον.
Ἤντεον, ὑπήντων.
Ἤνυστρον, τὸ μέρος τῆς κοιλίας, ὅθεν διανύει ἡ τρο‐
φὴ, ἤγουν διέρχεται.
Ἤνυστρον, τὸ παχύτερον μέρος τῆς κοιλίας τοῦ βοός. |
---|
30 | Ἠξίου, παρεκάλου.
Ἧξεν, ὥρμησεν.
Ἥξει, ἐλεύσει.
Ἠξίωσε ναῖεν, ἄξιον ἡγήσατο τοῦ οἰκεῖν.
Ἠοῦς, τῆς ἡμέρας, Ἀττικῶς. |
---|
35 | Ἠνώχλησε δοτικῇ συντάσσεται, αὐξάνει δὲ ἔσωθεν
καὶ ἔξωθεν. τὸ ἐνοχλῶ παρὰ τὸ ὀχλῶ, τοῦτο παρὰ
τὸ ὄχλος, τοῦτο παρὰ τὸ ἀχλὺς, ἄχλος καὶ τροπῇ
τοῦ α εἰς ο, ὄχλος.
Ἧπαρ, παρὰ τὸ ἥδω, ἧδαρ καὶ ἧπαρ, δι’ αὐτοῦ γὰρ |
---|
40 | εὐφραινόμεθα. ἢ παρὰ τὸ ἄρδειν τὸ σῶμα τῷ σώματι·
ἢ παρὰ τὸ ἠσθικὸν καὶ ὀρεκτικὸν ἡδονῆς εἶναι. ὁ δὲ
Χρύσιππος παρὰ τὸ ἡδὺ φησὶν εἶναι, πεπηγὸς γὰρ
αἷμα, τὸ δὲ αἷμα φυσικῶς γλυκύ.
Ἠπεδανὸς, ὁ ἀσθενὴς, παρὰ τὸ ἀπεδανὸς, ὁ ἐκ τοῦ |
---|
45 | πέδου μὴ ἀνιστάμενος ὡς ἀδύνατον.
Ἠπεδανὸς, ὁ ἀσθενὴς, ἢ ἄτεχνος, οἱονεὶ ἀπεδανὸς,
ὁ μὴ δυνάμενος δι’ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πέδῳ,
ὅ ἐστιν ἐν τῷ ἐδάφῳ στῆναι. ἔμπεδος γὰρ λέγεται, ὁ
ἐν τῷ πέδῳ δι’ ἰσχὺν ἑστὼς βεβαίως. |
---|
eta 246 (50) | Ἠπειγμένος, ἐπείγω τὸ σπουδάζω, καὶ κατεπείγω,
ἤπειγα, ὁ παθητικὸς παρακείμενος ἤπειγμαι, ἡ με‐
τοχὴ ἠπειγμένος. τὸ γὰρ ἐπείγω γίνεται οὕτως, οἴγω
τὸ ἀνοίγω, καὶ τροπῇ τοῦ ο εἰς ε εἴγω καὶ ἐπείγω.
Ἤπειρος, διὰ τῆς ει διφθόγγου, ἄπερος γὰρ οἱ Αἰο‐ |
55 | λεῖς λέγουσι καὶ ἄπηρος, τρέποντες τὴν ει δίφθογγον
εἰς η. καὶ ἐκ τῆς ἐτυμολογίας φαίη, ἠπειρωτῶν ἐκ
τοῦ ἤπειρος, οἱ κατοικοῦντες τὴν ἤπειρον, ἤτοι τὴν
γῆν. φαίνεται διὰ τῆς ει διφθόγγου γραφόμενον, |
---|
ἤπειρος γὰρ λέγεται ἡ γῆ, οἱονεὶ ἄπερός τις οὖσα, | |
eta 247 | τουτ’ἔστιν ἡ ἀπλήρωτος, καὶ μὴ ἔχουσα πέρας ὡς δη‐
λοῖ Εὐριπίδης λέγων· ἰστέον ὅτι κυρίως ἤπειρος λέγε‐
ται ἡ γῆ πᾶσα. εἰσὶ δὲ τινὲς τόποι, οἵτινες καλοῦν‐
ται Ἤπειροι, ὥσπερ καὶ ἡ γῆ, ἐξ ἐναντίου τῆς Ἰθά‐ |
5 | κης. ἀλλ’ οἱ Δωριεῖς ἄπηρος λέγουσιν ἀπέραντος. καὶ
Εὐριπίδης φησὶν, ἤπειρον ἐς ἄπειρον ἐξεπλεύσαμεν.
ἤπειρος γὰρ λέγεται ἡ ξηρὰ γῆ. τριχῶς δὲ τὸ τῆς
Ἠπείρου ὄνομα. Ἤπειρος κυρίως ἡ πᾶσα γῆ, πρὸς ἀν‐
τιδιαστολὴν τῆς θαλάσσης· Ἤπειρος καὶ ἡ Ἀσία, πρὸς |
---|
10 | ἀντιδιαστολὴν τῆς Εὐρώπης. Ἤπειρος καὶ ἡ Θεσπρω‐
τίς.
Ἧιπερ δὴ, ὥσπερ δὴ, ὅπου ἂν, καθ’ ὃν τρόπον.
Ἧιπερ, καθάπερ.
Ἠπεροπευτὴς, ὁ ἀπατέων. ἐκ τοῦ ἥμερος καὶ τοῦ |
---|
15 | ὂψ, ὃ σημαίνει τὴν φωνὴν, ὁ ἥμερος ὀπῇ χρώμενος.
ἢ ὥσπερ παρὰ τὸ ἔχω ὀχεὺς, καὶ ἔπω τὸ λέγω,
ὀπεὺς καὶ πλεονασμῷ τοῦ περ συνδέσμου περοπεὺς,
καὶ μετὰ τοῦ στερητικοῦ α, τοῦ σημαίνοντος τὸ κακὸν,
ἀπεροπεὺς καὶ τροπῇ τοῦ α εἰς η καὶ προσθέσει τοῦ |
---|
20 | της ἠπεροπευτής.
Ἤπειρος, σύνθετόν ἐστι, παρὰ τὸ α στερητικὸν καὶ
τὸ πέρας ἄπερος, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄπειρος,
καὶ κατὰ τροπὴν τοῦ α εἰς η ἤπειρος. καὶ γράφεται
ἤπειρος, ἄπερος γὰρ οἱ Αἰολεῖς λέγουσιν, οἱονεὶ ἄπε‐ |
---|
25 | ρός τις οὖσα.
Ἠπιώτατος, ὁ ἐν λόγοις πραότατος. ἔπω οὖν τὸ λέγω,
ἔπιος καὶ τροπῇ τοῦ ε εἰς η, ἤπιος καὶ τὸ ὑπερθετι‐
κὸν ἠπιώτατος.
Ἠπεροπεύειν, παρὰ τὸ ἡμέρως ὀπῇ χρᾶσθαι. |
---|
30 | Ἧπται, εἰς τὸ ἐφῆπται.
Ἠπύω, τὸ κηρύσσω, ὅπερ γέγονεν ἀπὸ τοῦ ἔπω τὸ
λέγω, ἐπύω καὶ ἠπύω.
Ἧρα, ὄνομα κύριον θεᾶς, ἐκ τοῦ ἀὴρ, ἀέρος, ἀέρα, καὶ
κράσει τοῦ αε εἰς η ἧρα, ὡς Πηλέα Πηλῆ. ἡ αὐτὴ |
---|
35 | γάρ ἐστι καὶ ἀήρ. ἢ παρὰ τὸ αὐτὴν ἀὴρ εἶναι, τὴν
αὐτὴν γὰρ λέγουσιν ἀέρα.
Ἧρα, ὅτι ἡ Ῥέα αὐτὴν ἐκάλεσεν ἀναγραμματιζομένη
ἀήρ· καὶ Ἐμπεδοκλῆς, Ζεὺς γὰρ γῆς εἴρηται φερέ‐
σβιος. |
---|
40 | Ἠπίαλος, ὁ ῥιγοπύρετος. σημαίνει δὲ καὶ δαίμονα τοῖς
κοιμωμένοις ἐπερχόμενον.
Ἦπου, ὄντως δὴ καὶ ἀληθῶς.
Ἡπατικοὺς, τοὺς τὸ ἧπαρ πάσχοντας.
Ἧιπερ οὖν, ὥσπερ οὖν. |
---|
45 | Ἠπόρει, ἠμηχάνει.
Ἡ περίοδος, ἡ συναγωγὴ ἡ ἐπάνω.
Ἧρα, εἴρηται ὁ ἀὴρ, μεταθέντος τοῦ α πρὸ τοῦ η.
Ἡρακλῆς, παρὰ τὸ ὀνομάζεσθαι αὐτὸν πρῶτον Ἀλκεί‐
δην, Ἡρακλῆς δὲ ἐκλήθη, παρ’ ὅσον ἀπὸ τῆς Ἥρας |
---|
eta 247 (50) | ἐδέξατο, ᾗ ἀφηρέθη τὸ κλέος.
Ἡρακλῆς, τινὲς παρὰ τὴν Ἧραν, ὅ ἐστιν ἐπικουρίας
χάριν, ὅτι ἐπίκουρον καὶ κλέος τῷ βίῳ ἔσχε. τινὲς
μὲν γὰρ αὐτὸν Ἀλκαῖον ἐκάλουν, ὁμώνυμον τῷ πάπ‐
πῳ. οἱ δὲ, ἐπεὶ ἄλκιμος ἦν, κυριολογίᾳ χρώμενοι. |
55 | πάλιν δὲ τινὲς, ὅτι διὰ τὴν Ἥραν κλέος ἔσχεν· οἱ δὲ
τὸν ἀέρα, οἱονεὶ ἀέριον κλέος ἐσχηκὼς, τουτ’ἔστι μέγα
καὶ περιβόητον.
Ἡρακλείδης, πρότερον Ἀλκείδης ἐλέγετο ἀπὸ Ἀλκαίου. |
---|
ὕστερον δὲ ἡ Πυθία αὐτὸν Ἡρακλέα ὠνόμασε, παρ’ | |
eta 248 | ὅσον ἐξ Ἥρας ἔμελλεν ἔχειν κλέος. Ἀστυαγὴς δὲ φη‐
σὶν, ὁ δι’ Ἥραν ἀκλεὴς γενόμενος, διὰ τὸ μὴ βασι‐
λεῦσαι, ἀλλὰ θητεύειν τῷ Εὐρυσθεῖ. καὶ ἡ σύνθεσις
τοῦ ὀνόματος τοῦτο ἀπαιτεῖ. τὰ γὰρ παρὰ τὴν Ἥραν |
5 | ὀνόματα εἰς ος σύνθετα διὰ τοῦ ο λέγεται, Ἡρόδοτος,
Ἡροδικός. ἔστιν οὖν Ἡρακλῆς, ὁ δι’ Ἥραν ἀκλεὴς γε‐
νόμενος. ἢ ὅτι ἕνα τῶν γιγάντων ἐπερχόμενον ὅρους
φονεύσας ὠνομάσθη Ἡρακλῆς, παρὰ τὸ ἀλκεῖν ἡραλ‐
κῆς καὶ ἡρακλῆς. |
---|
10 | Ἡράκλειος, καὶ τὸ κύριον καὶ τὸ κτητικὸν ἐκ
τοῦ Ἡρακλῆς, Ἡραῖον τὸ Ἡράκλειον καὶ πάντα
τὰ παρώνυμα προπαροξύνεται. ἐκύλλαιον, νεί‐
λαιον, εὔναιον, ἀθήναιον τὸ τέμενος κύρκαιον, οὔ‐
ραιον, ἕρμαιον, τρόπαιον, ἔλαιον, νύμφαιον, περιβό‐ |
---|
15 | λαιον.
Ἤρω. ἐκ τοῦ ἀρῶ τὸ εὔχομαι, ὁ παθητικὸς παρακείμε‐
νος ἠραόμην, ἠρώμην ἤρω.
Ἤρω, τὸ ἀρῶ δύο σημαίνει, τὸ εὔχομαι καὶ τὸ καταρῶ
παρ’ Ὁμήρῳ. |
---|
20 | Ἠράσθην, εἰς τὸ ἐράσθην.
Ἠροφοιτὴς, αἱ ὀροφοιτίδες ὄρνις. ἐκ τοῦ ἀὴρ καὶ τοῦ
φοιτῶ τὸ παραγίνομαι.
Ἠρέμα, εἰς τὸ ἀτρέμας.
Ἠρεμία, ἡ ἡσυχία, ἀπὸ τοῦ ἤρεμος ἠρεμία, ὡς ἔρη‐ |
---|
25 | μος ἐρημία, ἀτρεμία τις οὖσα καὶ ἡσυχία, κατὰ στέ‐
ρησιν τοῦ τρέμειν, οἱονεὶ ἀκινησία.
Ἠρεθίσατο, ἐπελέξατο, ἐκ τοῦ ἐρεθίζω, τοῦτο παρὰ
τὸ ἐρέθω, τοῦτο παρὰ τὸ αἱρῶ τὸ προκρίνω, αἱρετὸς
γάρ ἐστιν ὁ ἐκλελεγμένος καὶ πρόκριτος. |
---|
30 | Ἠρείριστο, ἀπὸ τοῦ ἐρείδω, ἐρείσω, ἐρείρικα,
ἐρείρισμαι, ἠρείριστο Ἀττικῶς. ἠρώμην δὲ ἀπὸ τοῦ
ἐρτῶ.
Ἦρψεν, ἐστέγασεν, ἐσκέπασεν, ἀπὸ τοῦ ἔρψω τὸ στε‐
γάζω, τοῦτο παρὰ τὸ ὄροφος, οἱ γὰρ ἀρχαῖοι ὀρόφῳ |
---|
35 | τὰς οἰκίας ἐστέγαζον.
Ἠρηρώμην, ἐκ τοῦ ἔρημος. τοῦτο παρὰ τὸ ἔραν μό‐
νην ἔχειν.
Ἤρημαι, εἰς τὸ ἠρημένη.
Ἠρημένη, ἀπὸ τοῦ αἰρῶ, ὃ σημαίνει τὸ καταβάλλω, |
---|
40 | ὁ παρακείμενος ἤρηκα, ἤρημαι, ἡ μετοχὴ ὁ ἠρημένος,
τὸ θηλυκὸν ἡ ἠρημένη.
Ἦρι, ἕωθεν, ἐπὶ τοῦ ὄρθρου, ἀπὸ τοῦ αἴρεσθαι ἡμᾶς
ἀπὸ κοίτης περὶ τοῦτον τὸν καιρόν.
Ἠρήσαντο, ηὔξαντο. |
---|
45 | Ἠρίω, παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω.
Ἠρινὸς, ἐαρινὸς, παρὰ τὸ ἔαρ ἔαρος, καὶ κατὰ κράσιν
ἦρος, καὶ ἠρινός. τὸ ρι ἰῶτα διάτι; τὰ εἰς νος ἐπὶ
καιροῦ λαμβανόμενα, διὰ τοῦ ι γράφεται, οἷον, μετο‐
πωρινὸς ἐκ τοῦ ὀπώρα, θερινὸς καὶ τὰ ὅμοια. |
---|
eta 248 (50) | Ἠροφοῖτις, ἐκ τοῦ ἀὴρ καὶ τὸ φοιτῶ τὸ παραγί‐
νομαι.
Ἠρίον, ὁ τάφος, παρὰ τὴν ἔραν τὴν γῆν, τροπῇ τοῦ
ε εἰς η, ὄρους δὲ καὶ τοὺς λουτῆρας ἔλεγον οἱ παλαιοί.
Ἤρισμαι, εἰς τὸ ἀμφήριστον. |
55 | Ἠριτὰ, ὅ ἐστιν ἐρεστά, καὶ εἰς τὸ εἴκοσιν ἠριτά.
Ἠρυκέναι τὸ ὕδωρ, ἐκ τοῦ ἀρύω τὸ ἀντλῶ.
Ἥρωες, Πλάτων ἔρωες διὰ τὸ ἠρᾶσθαι θεὸν θνητὸς,
ἐξ ὧν ἐγεννήθησαν οἱ ἥρωες. Ἀριστόνικος, ὅτι γηγε‐ |
---|
νεῖς ἦσαν, οἱ πρώτην περὶ τὴν ἔραν, οἷον, ἔρωες. τι‐ | |
eta 249 | νὲς δὲ ὅτι ἡ Πανδώρα ἐκ πηλοῦ ἐγένετο, ἧς Πανδώρας
καὶ Ἐπιμηθεὼς οἱ ἄνθρωποι.
Ἥρωες ἐκλήθησαν ἀπὸ τῆς ἔρας, ἢ ἀπὸ τῆς ἀρετῆς,
ἢ ἀπὸ τοῦ ἀέρος, ὡς φησὶν Ἡσίοδος, ἀέρα ἐσσάμενοι, |
5 | ἢ ἀπὸ τῆς ἐράσεως, τουτ’ἔστι τῆς μίξεως τῶν θεῶν,
ἢ ἀπὸ τοῦ ἔρω τὸ κουφίζω, ἢ παρὰ τὸ ἀρῶ ὃ σημαί‐
νει τὸ ἁρμόζω.
Ἦρος, ἐκ τοῦ εἶαρ κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η.
Ἥρωες. ἡμίθεοι, δυνατοὶ, οἱ γιγάντες, οἱ πάλαι πρω‐ |
---|
10 | τογενεῖς ἄνθρωποι. ἢ ἀπὸ τῆς ἐρωτήσεως, διαλεκτι‐
κοὶ γὰρ διὰ τὸ ἠρᾶσθαι θνητῶν, ἐξ ὧν ἐγεννήθησαν
ἥρωες. Ἀριστόνικος, ὅτι γηγενεῖς ἦσαν οἱ πρῶτοι περὶ
τὴν ἔραν. τινὲς δὲ ὅτι ἡ Πανδώρα ἐκ πηλοῦ ἐγένετο,
ἧς Πανδώρας καὶ Ἐπιμηθεὼς οἱ ἄνθρωποι. |
---|
15 | Ἠριγένεια, διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα.
καὶ γὰρ διὰ τοῦ εια.
Ἦσθα, ἐκ τοῦ εἰμὶ τὸ ὑπάρχω. ἦς καὶ ἦσθα διαφέρει.
ὁ μὲν γὰρ παρωχημένον χρόνον δηλοῖ, ὡς δηΐφοβος
εἰ μέν μοι τὸ πάρα πολυφίλτατος ἦσθα γνωστῶν, ὁ δὲ |
---|
20 | ἦς τὸν μέλλοντα.
Ἦσε ἀορίστου πρώτου, τρίτου προσώπου. τὸ θέμα ἄδω,
ὁ μέλλων ἄσω, ὁ ἀόριστος ἦσα, τὸ τρίτον ἦσε. σημαί‐
νει δὲ τὸ ἔψαλλεν.
Ἥσθην, ἐχάρην, ἡδύνθην, ἡδέως ἔχω, ἀπὸ τοῦ ἥδω |
---|
25 | ῥήματος, ὁ παθητικὸς παρακείμενος ἧσμαι, ὁ ἀόρι‐
στος ἥσθην.
Ἧσθα, παρὰ τὸ εἰμὶ τὸ ὑπάρχω, ὁ παρατατικὸς εἲν
διὰ διφθόγγου, καὶ οἱ Ἀττικοὶ τῶν παρωχημένων εἰς η
τρέπουσι, καὶ γίνεται διὰ τοῦ η τὸ δεύτερον ἦς, καὶ |
---|
30 | ἐπεκτάσει τῆς θα συλλαβῆς ἦσθα.
Ἠσθῆσθαι, νοεῖσθαι, αἰσθάνεσθαι, ἀπὸ τοῦ αἰσθῶ,
ὃ δηλοῖ τὸ αἰσθάνομαι, ὁ μέλλων αἰσθήσω, ὁ παρα‐
κείμενος ἤσθηκα, ὁ μέσος ἦσθα, ὁ β ἀόριστος ἦσθον,
ὁ μέσος πρῶτος ἀόριστος παθητικὸς ἠσθόμην ἤσθου |
---|
35 | ἤσθετο, καὶ τὸ ἀπαρέμφατον ἠσθῆσθαι.
Ἠρτημένος ἐλαίῳ καὶ ἅλατι.
Ἧισιν ἐν τῷ ἑαυτῷ, εἰς τὸ σῇσιν.
Ἧσις, ἡ τέρψις.
Ἧς, ἡ μετοχὴ, ἄρθρον θηλυκὸν, τὸ ἦς μετοχικὸν ὄνο‐ |
---|
40 | μα παρὰ τὸ μετέχω.
Ἧισιν, αὐταῖς, καὶ τροπῇ τοῦ α εἰς η, ὡς παλάμαις
παλάμῃσιν. καὶ ἔστιν ὁ κανὼν, αἱ τοιαῦται δοτικαὶ,
εἴτε ἐπεκτεταμέναι, εἴτε ἀνεπέκτατοι. τρέπουσι τὸ α
εἰς η, παρὰ τοῖς Ἴωσι καὶ τοῖς ποιηταῖς, οἷον, παλά‐ |
---|
45 | μαις παλάμῃσι, ἐν παλάμῃς φορέουσι, θοαῖς θοῇσι.
σεσημείωται δύο, τὸ λιμαῖσι καὶ ἀχθαῖς, μὴ τρέψαν‐
τα τὸ α εἰς η. ταῦτα δὲ ἐκτείνονται διὰ τοῦ ι. καὶ
εἴτε θεαῖς ἀγάασθε παρ’ ἄνδρασιν εὑρεθῆναι.
Ἡσίοδος, Αἰωλικῶς, ὁ τὴν αἰσίαν ὁδὸν πορευόμενος. |
---|
eta 249 (50) | ἔργα καὶ ἡμέρας ἔγραψε πρὸς τὴν τοῦ βίου ἐργασίαν
καὶ νομοθεσίαν. ἢ ὅτι αἰσίως ἐβάδισε. συνέτυχε γὰρ
ταῖς Μούσαις, καὶ οὐχ ὡς θαμυρες διετέτη. ὅθεν καὶ
ποιητὴς ἄριστος.
Ἥσκειν, ἐπιμελῶς ἐργάζεσθαι, τὸ ῥῆμα ἀσκῶ, σημαί‐ |
55 | νει δὲ τὸ μετὰ πολλοῦ πόνου καὶ κόπου ἐργάζεσθαι,
ἐκ τοῦ ἀσκὸς ἀσκῶ, ὁ παρατατικὸς ἤσκεον ἤσκουν,
ἤσκεε, ἤσκει, καὶ τὸ ν ἐφελκύστικόν ἐστιν ἐν τοῖς
τρίτοις προσώποις, ἔτυπτεν, ἔλεγεν, οὕτως ἤσκεεν, |
---|
καὶ κατὰ συναίρεσιν ἤσκειν. | |
eta 250 | Ἡττῶ, παρὰ τὸ ἡσσῶ, τοῦτο παρὰ τὸ ἥσσω, τοῦτο
παρὰ τὸ ἡδὺς, ἡδύτερος, ἡδίων, ἥσσων, ἀπὸ γὰρ τῶν
ἡδίων ἡσσόμεθα, ὁ γὰρ πορεύων διὰ τὴν ἡδύτητα τοῦ
πάθους νικᾶται ὑπὸ τοῦ διαβόλου. |
5 | Ἡσμένος, ἔστιν ἥδω τὸ εὐφραίνομαι, ὁ μέλλων ἥσω, ὁ
παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ἡ μετοχὴ ὁ
ἡσμένος.
Ἧσο, καθέζου, διάτριβε, προστακτικὸν, ἐκ τοῦ ἵημι
χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. ἡ παρὰ ἀντὶ τῆς |
---|
10 | πρὸς, ἡ παρὰ δηλοῖ τὸ πλησίον καὶ τὸ ἐγγύς.
Ἡ συκάμινος, τῆς συκαμίνου τὸ δένδρον. τὸ συκάμι‐
νον τοῦ συκαμίνου δὲ ὁ καρπὸς, ἔστι πρωτότυπον.
Ἦτορ, Φιλόξενος ἐν τῇ περὶ τῆς ἰάδος διαλέξει οὕτως
ἐτυμολογεῖ τὸ ἦτορ. ἆτορ ἐστὶ, φησὶ, τὸ ὂν ἄτρεπτον. |
---|
15 | παρὰ γὰρ τὸν τείρω ἐνεστῶτα, μέλλοντα γίνεσθαι
τερῶ, ὡς κείρω κερῶ. τοῦ δὲ ω σιγηθέντος ῥηματικὸν
ὄνομα γίνεται τὲρ καὶ τὸρ μονοσύλλαβον. καὶ ὥσπερ
τὸ φέρω φὲρ καὶ φὸρ, ἐπεκτάσει τοῦ ο εἰς ω φὼρ ὁ
λῃστὴς, ὁ τὰ ἀλλότρια φέρων. τὲρ οὖν καὶ τὸρ, καὶ |
---|
20 | μετὰ τοῦ στερητικοῦ α ἄτορ καὶ ἦτορ ὡς το. κυρίως
ἐπὶ τῆς ἀφόβου ψυχῆς. καταχρηστικῶς δὲ ἐπὶ πάσης
ψυχῆς.
Ἠσκημένος, μεμελετηκὼς, πεπαιδευμένως.
Ἠσήθησαν, ἡττήθησαν. |
---|
25 | Ἠσκήσασα, μαθοῦσα.
Ἡστὸν, ἡδύ.
Ἥσσων, ἥττων, χείρων.
Ἠσχάτησεν, ἠστέρησεν.
Ἡσυχάζειν καὶ σιγᾷν διαφέρει. ἡσυχάζειν μὲν γὰρ |
---|
30 | τὸ ἠρεμεῖν καὶ ἀτρεμεῖν δι’ ὅλου τοῦ σώματος, σιγᾷν
δὲ τὸ μηδὲν λαλεῖν.
Ἥσυχος, ὁ πραὸς, παρὰ τὸ ἥδω τὸ εὐφραίνομαι, ὁ
μέλλων ἥσω, ἥσυχος ὁ μόναχος, ἥδονται γὰρ μεγά‐
λως τῇ ἡσυχίᾳ οἱ ἀσκηταί. |
---|
35 | Ἤσω. ἀφήσω, ἀκοντήσω. καὶ εἰς τὸ ἀήσυλα, καὶ προοῦ,
καὶ προσήκατο.
Ἤσχαλλον, ἐλυπούμην, ἠνιώμην, ἀπὸ τοῦ ἀσχάλλω.
Ἡταιρηκὼς ἐπὶ πόρνης, ἡταιρηκὼς ἐπὶ ἑταίρου.
Ἤτοι, ἀπὸ τοῦ η διαζευκτικοῦ συνδέσμου, καὶ τοῦ τοι |
---|
40 | παραπληρωματικοῦ. καὶ εἰς τὸ καί.
Ἢ τοιόσδε ἐὼν, ὁ ἢ σύνδεσμος διαζευκτικὸς μέν ἐστι.
παρελήφθη παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ συναπτικοῦ, οἷον,
ἔστι καὶ ἄλλῳ, ἐπεὶ οὐ πολύμυθος ἔην, οὐ δ’ ἁμαρ‐
τοεπὴς, ἢ καὶ γένει ὕστερος ἔην. ἀντὶ τοῦ ἐὰν καὶ |
---|
45 | τῷ γένει. οὕτω καὶ τὸ, ἣ τοιόσδε ἐὼν, ἀντὶ τοῦ ἐὰν
τοιοῦτος ὑπάρχω.
Ἤτις, καὶ Ἤτειος, τὸ Ἤτις ὄνομα πόλεως, τὸ δὲ Ἤτειος
σημαίνει τὸν πολίτην. μάντις μάντιος ὁ Ἀπόλλων, ὁ
ἐφορῶν τὰς μαντείας. πρόσκειται, πρὸ μιᾶς ἔχοντα |
---|
eta 250 (50) | τὸν τόνον, ἐπειδὴ ἀπὸ τοῦ μάντις γέγονε Μάντιος, ὄνο‐
μα κύριον διὰ τοῦ ι.
Ἠτίμασε, δευτέρας συζυγίας τῶν περισπωμένων, ἀτι‐
μῶ, ἀτιμᾶς, ἀτιμᾶ. ἔστι δὲ καὶ τρίτον ἀτιμοῦται.
ἀτιμοῦται γὰρ ὁ ἀπὸ νόμου καταδικαζόμενος, ἀτιμᾶ‐ |
55 | ται δὲ ἁπλῶς, ὁ ὑβριζόμενος ἐπί τινι πράγματι.
Ἦτορ, ἡ ψυχὴ, θυμός. Ἴωνες δὲ ἆτορ φασί.
Ἦτορ, ἡ ψυχὴ, παρὰ τὸ ἀήτης, ὁ σημαίνει τὸν ἄνε‐
μον, ἀήτορ, καὶ κατ’ ἀφαίρεσιν τοῦ α ἦτορ. πνεῦμα |
---|
γὰρ λέγεται ὁ θεὸς καὶ ἡ ψυχὴ, ὡς ἐν τοῖς θείοις | |
eta 251 | εὐαγγελίοις. πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας
αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. τουτ’
ἔστιν, ἀσώματον τὸ θεῖον, καὶ τὴν τοιαύτην θέλει καὶ
τὴν θυσίαν αὐτοῦ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέ‐ |
5 | ρεσθαι. τουτ’ἔστι διὰ τῆς ψυχῆς, καὶ τῆς τοῦ νοῦ
καθαρότητος.
Ἦτρον, σημαίνει τὸ ὑπὸ τῶν ὀφθαλμῶν μέρος, καὶ
τὸ ὑπογάστριον ἔντερον, ὅπερ Νίκανδρος ἐπὶ τῆς ἐντε‐
ριώνης τίθησιν, ὅ ἐστι τι ὕφασμα. παρὰ τὸ συναφᾶ‐ |
---|
10 | σθαι οὖν τὴν σάρκα τῷ λίπει ἄτρον, καὶ ἦτρον, καὶ
ἤτριον.
Ἧττον, τὸ ὀλίγον, τὸ ο μικρόν. ἔστι τὸ τῶ λαμβάνω,
οὗ τὸ δεύτερον τᾶς, τὸ τρίτον τᾶ, καὶ ἐξ αὐτοῦ τόν·
καὶ μετὰ τοῦ στερητικοῦ α ἆττον κατὰ πλεονασμὸν |
---|
15 | τοῦ τ. ὁ οὐδεὶς θέλει λαβεῖν, καὶ τροπῇ τοῦ α εἰς η
γίνεται ἧττον.
Ἤτω ἡ δόξα κυρίου εἰς τοὺς αἰῶνας. πόθεν γίνεται;
ἐκ τοῦ εἰμὶ τὸ ὑπάρχω, ὁ παρατατικὸς ἦν, ἡ μετοχὴ
εἲς ἔντος, καὶ τὸ προστακτικὸν ἔθι, τὸ τρίτον ἔτω, |
---|
20 | ὡς τιθέτω, καὶ τροπῇ τοῦ ε εἰς η ἤτω. οὐκ ἐτράπη
δὲ εἰς ι. ἵνα μὴ συνεμπέσῃ τὸ ἤτω ὃ σημαίνει τὸ πο‐
ρευέτω.
Ἦτα, τὸ δὲ ἦτα, ὅτι καὶ ἰῶτα καὶ τὸ τ ἔχει ὁ χα‐
ρακτὴρ τοῦ στοιχείου. ἡνίκα γὰρ τὸ Η πλάγιον τεθῇ Η, |
---|
25 | εὕροις μακρὰν καὶ ἀπ’ αὐτῆς τὸ ι, ὅπερ σημαίνει
τὸ τ. ἄλφα δὲ εὕροι, ἢ ἀπὸ τῆς πρώτης γραμμῆς
τοῦ η βαρεῖα, καὶ τῆς ἐν τῷ μέσῳ μακρᾶς, ὥστε ἀπὸ
τούτου τοῦ τύπου τὸ η ὠνόμασται.
Ηὖδα, εἶπεν, ἔλεγεν, δευτέρας συζυγίας τῶν περισπω‐ |
---|
30 | μένων, χρόνου παρατατικοῦ, ἀπὸ τοῦ αὐδῶ, αὐδᾶς,
τοῦτο παρὰ τὸ αὐδὴ, τοῦτο παρὰ τὸ αὔω τὸ φωνῶ, ἢ
παρὰ τὸ ἄω τὸ πνέω.
Ηὐμοίρησεν, ἔλαβεν, ἐπέτυχε, τὸ θέμα εὐμοιρῶ, τοῦ‐
το παρὰ τὸ εὐ μόριον, καὶ τὸ μοῖρα. τὸ δὲ μοῖρα |
---|
35 | παρὰ τὸ μείρω τὸ μερίζω.
Ηὖρα, τὸ θέμα αὐρῶ τὸ ἀπολαύω, πρώτης συζυγίας τῶν
περισπωμένων, ὁ μέλλων αὐρήσω, ὁ ἀόριστος ηὔρησα,
καὶ ἐν συγκοπῇ ηὖρα. |
---|
40 | Ηὐλίσθην, ἐκ τοῦ αὐλίζω, τοῦτο ἐκ τοῦ αὐλὴ, τοῦτο
ἐκ τοῦ αὔω τὸ λάμπω.
Ἠὺς, σημαίνει δύο τὸν γενναῖον καὶ ἰσχυρὸν, καὶ ἀγα‐
θόν· καὶ ὁ μὲν γενναῖος γίνεται παρὰ τὸ ἔω τὸ ὑπάρ‐
χω. ὁ δὲ ἀγαθὸς ἐκ τοῦ ἡδὺς καὶ ἀποβολῇ τοῦ δ ἠῢς, |
---|
45 | καὶ τὸ θηλυκὸν ἤεια, καὶ Ὅμηρος, νῦν τις ἐνηείης
Πατροκλῆος. καὶ τὸ οὐδέτερον ἠῢ καὶ ἐξ αὐτοῦ
ἐπίῤῥημα ἀντὶ τοῦ καθό. ἠΰτε ἔθνεα εἰσί.
Ἧτε, καθάπερ, ὃν τρόπον παραβολικὸν τὸ σχῆμα, ἐκ
τοῦ ὦς· καὶ πῶς γίνεται. κανὼν γάρ ἐστιν ὁ λέγων, |
---|
eta 251 (50) | τὰ εἰς ως λήγοντα ἐπιῤῥήματα, συνυπάρχοντα τινὰ εἰς
η λήγοντα καὶ ὁμοτονούμενα αὐτοῖς, οἷον, πάντως
πάντη, ἄλλως ἄλλη, οὐδαμῶς οὐδαμῆ, διχῶς διχῆ,
ὀξυνομένου ἄρα τοῦ ὢς ἀντίκειται τὸ η ὡς ἐν τῷ ηὖτε
ξείνων θέμις ἔστι, τοῦτο ἐν πλεονασμῷ τοῦ υ, ηὖτε |
55 | ἀναγκαίως τοῦ η ψιλωθέντος, τὸ γὰρ υ πλεόναζον ψι‐
λοῖ τὰ πρὸ ἑαυτοῦ. πῶς δεῖ ἀναγινώσκειν ηὔτε ἢ
ἠΰτε; ἐν διαστάσει δεῖ ἀναγινώσκεσθαι, ἐπειδὴ κανών
ἐστιν ὁ λέγων, ὅτι οὐκ ἔστι ἐπινοῆσαι τὸ η καὶ τὸ |
---|
υ ἐν μιᾷ συλλαβῇ χωρὶς εἰ μὴ ἐν κλίσει ῥήματος, | |
eta 252 | ὡς τὸ αὐδῶ ηὔδων, αὐχῶ ηὔχων, ἀναγκαίως οὖν ἡ
διάστασις τοῦ ἠΰτε. ὁμοίως τοῦ ἐνηῢς καὶ τῶν λοι‐
πῶν.
Ἠφάνισεν, ἐπόρθησεν, ἀφανὲς ἐποίησεν. |
5 | Ηὔφρανε, τὸ θέμα εὐφραίνω. καὶ παρὰ μὲν τῇ κοινῇ
διαλέκτῳ οὐ τρέπεται, παρὰ δὲ τοῖς Ἀττικοῖς τρέπε‐
ται. τὸ δὲ εὐφραίνω ἔστι φρῶ τὸ προϊῶ, ἐξ οὗ καὶ
φρὴν, καὶ ἐξ αὐτοῦ φραίνω, καὶ μετὰ τοῦ εὖ μορίου
εὐφραίνω τὸ καλῶς προϊῶ. |
---|
10 | Ἥφαιστος, κυρίως ὁ Ἥφαιστος θεὸς, παρὰ τὸ ἅφαι‐
στος. τὸ δὲ ἅφαιστος παρὰ τὸ ἅπτω ἐστι. τοῦ γὰρ
πυρὸς οὐδεὶς δύναται ἅψασθαι. ἢ ἀπὸ τῆς τοῦ πυ‐
ρὸς ἐξάψεως. Πλάτων δὲ ἀπὸ τῆς τοῦ φάους ἱστο‐
ρίας. |
---|
15 | Ἥφαιστος, Αἰολικῶς ἅφαιστος ὢν, οἱονεὶ ἄψαυστος
τουτ’ἔστι τὸ φῶς, ἢ τὸ πῦρ. τοῦ γὰρ πυρὸς ἅψασθαι
οὐκ ἔνι.
Ἤφυσε, διέκοψε, ἀπήντλησεν, ἐξέβαλεν.
Ἠφίθη, ἔσθη, συνεχωρίσθη. |
---|
20 | Ἠχῇ, τὸ ἠχῆ ἐπίῤῥημα μεσότητος, ὅμοιόν ἐστι τῷ σι‐
ωπῇ, τριπλῇ, καὶ τετραπλῇ, καὶ κλαγγῇ, ἐνοπῇ. τὰ
γὰρ παρὰ τὴν δοτικὴν γινόμενα ἐπιῤῥήματα ἔχουσι τὸ ι
προσγεγραμμένον.
Ἧχι, ἀντὶ τοῦ ὅπου, ἐκ τοῦ ἧ ἧχι, καὶ δασύνεται καὶ |
---|
25 | περισπᾶται. ἔστιν ἧ ἐπίῤῥημα, καὶ κατ’ ἐπέκτασιν
τῆς χι συλλαβῆς ᾗχι, ἔχει δὲ καὶ τὸ ι προσγεγραμ‐
μένον. διάτι; τὰ εἰς η λήγοντα ἐπιῤῥήματα ἔχουσι τὸ
ι προσγεγραμμένον, οἷον, ἄλλῃ, τριπλῇ, κομιδῇ. σεση‐
μείωται ενη. δὴ, μὴ, δηλαδὴ, ἤδη. διάτι βαρύνε‐ |
---|
30 | ται; ἔστιν εἰς τὸ ὀψιτέλεστον.
Ἠχήεις, ὁ ἦχον ἀποτελῶν, διὰ τῆς ει διφθόγγου.
ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ τοῦ ἠχήεντος γενικῇ οὐδε‐
τέρου.
Ἦχος, παρὰ τὸ χέω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α |
---|
35 | ἀχέω ἆχος καὶ ἦχος. ἢ παρὰ τὸ ἄχος, ὃ σημαίνει
τὸν θόρυβον, τροπῇ τοῦ α εἰς η ἦχος. καὶ εἰς τὸ
πυρῶδες.
Ἤχθετο, ἐλυπεῖτο, ἐβαρεῖτο.
Ἠωρῆσθαι, ἠρτῆσθαι; κρεμᾶσθαι, ἀπὸ τοῦ αἰωρῶ, ὁ |
---|
40 | μέλλων αἰωρήσω, ὁ παρακείμενος ἠώρηκα, ὁ παθητικὸς
ἠώρημαι, τὸ ἀπαρέμφατον ἠωρῆσθαι. τοῦτο παρὰ τὸ
ἀὴρ ἀηρῶ, καὶ τροπῇ τοῦ α εἰς ε, καὶ τοῦ η εἰς ω
ἐωρῶ καὶ ἀπεορῶ. συντάσσεται μετὰ αἰτιατικῆς.
Ἠὼς, ἀπὸ ὥρας ὄρθρου, ἕως ὥρας ἕκτης. |
---|
45 | Ἠὼς, διάφορα σημαίνει· τήν τε γὰρ σωματοειδῆ θεὸν,
διὰ τὸ φᾷναι τὸν ποιητὴν Ἠὼς δ’ ἐκ λεχέων. καὶ τὸν
ὄρθρον φρωνύμως κληθέντα, ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς
ἀπὸ τῆς κοίτης, καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα,
ὅταν φησὶν, Ἡὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ |
---|
eta 252 (50) | αἶαν· καὶ τὸ ἀπὸ πρωΐας μέχρις ὥρας ἕκτης διάστημα.
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξατο ἱερὸν ἦμαρ. καὶ τὴν
ὅλην ἡμέραν καθὸ σημαίνει ἡμέραν νοεῖσθαι, ὁ ἀπὸ
ἀνατολῆς ἡλίου δρόμος μέχρι δύσεως. ὁπότε τὴν ὑφ’
ἡμᾶς διεξιὼν ἡμισφαίριον, οἷον, οἱ ῥ’ ἐξ Ἀσκανίης ἐρι‐ |
55 | βώλακος ἦλθον ἀμοιβοὶ, ἠοῖ τῇ προτέρῃ, τότε δὲ,
Ζεὺς ὦρσε μάχεσθαι· ἤματι τῷ προτέρῳ, ὅτε μαί‐
νετο φαίδιμος Ἕκτωρ. καὶ τὸ νῦν ἀμφότερον, ἡμέ‐
ραν τε καὶ νύκτα, καθὸ σημαίνει καὶ παρὰ μαθημα‐ |
---|
τικοῖς νοεῖται· ἠὼς δέ μοι ἐστι ἥδε δυωδεκάτη, ὅτ’ ἐς | |
eta 253 | Ἴλιον εἰλήλουθα. καὶ τὴν ἡλίου πάροδον καὶ τὸν τό‐
πον ὅθεν ἀνατέλλει ὁ ἥλιος, κατὰ Ἀρίσταρχον, ὦ φί‐
λοι οὐ γὰρ πω ἴδμεν ὅπη ζόφος, νῦν γὰρ καθά φη‐
σιν ὁ κράτης τῶν τεσσάρων μερῶν τοῦ κόσμου μέμνη‐ |
5 | ται μερῶν ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως,
ἄπερ ἀλλήλοις ἐξ ἀντιθέτου ἀντίκειται. ὁ μὲν ἄρκτος
τῇ μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει.
Ἠὼς, ὀρθρινὸς, καὶ ἕως ἡ ἀνατολὴ Ἀττικῶς. παρὰ τὸ |
---|
8 | ἀξιοῦσθαι κατὰ τὴν αὐτὴν ὥραν ἀπὸ τῆς κοίτης. ἢ |
---|
eta 254 | Αἰολικῶς αὔως, παρὰ τὸ αὔειν πάντα τὰ ζῶα μετὰ
τὴν ὥραν ἤγουν Φωνήν.
Ἠὼς, τὸ πρωϊνὸν φῶς τῆς ἡμέρας. ἤτοι ὅτι ἕως ταύ‐
της ἡ νὺξ, ἢ ἀπὸ τοῦ ἐξιέναι τοὺς ἀνθρώπους πρὸς |
5 | τὰ οἰκεῖα ἔργα αὐτῶν, ὅσα φαινόλης ἐσκέδασεν ἄνθρω‐
πος. ἑώλα γὰρ λέγεται τὰ εἰς τὴν ἐπερχομένην ἠὼ
λειπόμενα. καὶ εἰς τὴν ἡμέραν. καὶ οὐρανόθι. |
---|
8t | Τέλος τοῦ Η στοιχείου. | |
---|
theta 253 (9t) | ΑΡΧΗ ΤΟΥ Θ ΣΤΟΙΧΕΙΟΥ. |
10 | Θαιρὸς, σημαίνει τὸν στρόφυγγα, παρὰ τὸ δι’ αὐτοῦ ἐν
ἄλλῳ θέειν καὶ στρέφεσθαι τὰς θύρας.
Θαιροὶ, οἱ στροφεῖς τῆς θύρας, παρὰ τὸ δι’ αὐτῶν θέειν
τὰς θύρας. ἢ θεροὶ δι’ ὧν θέει καὶ τρέχει ἡ θύρα.
Θαλάμας καὶ θαλαμὰς διαφέρει· ἐὰν μὲν ὀξύνηται, |
---|
15 | δηλοῖ τὸ τῶν Διοσκόρων ἱερόν. ἐὰν δὲ βαρύνηται, τὰς
καταδύσεις καὶ μηνύσεις.
Θάλαμος, ὁ κοιτὼν, ὁ οἶκος· παρὰ τὸ θάλπω, ἐξ οὗ
καὶ θαλαμηπόλος, ἡ περὶ τὸν οἶκον ἤγουν τὸν θάλα‐
μον ἀναστρεφομένη. |
---|
20 | Θάλαμος, ἐν ᾧ τρεφόμεναι θάλλουσιν αἱ γύναικες.
Θάκος, ὁ θρονὸς, παρὰ τὸ θάσσω καὶ θῶ.
Θαιμὰν, ἡ ἀνατολὴ· τὸ θαι διφθόγγῳ.
Θάλαμος, σημαίνει δύο· καὶ εἰ μὲν σημαίνει ἐν ᾧ
εἰσέρχονται ἥτε νύμφη, καὶ ὁ νύμφιος, γίνεται παρὰ |
---|
25 | τὸ θάλλω. δεῖ γὰρ ἐν αὐτῇ θάλλοντα εἰσιέναι τὰ σώ‐
ματα, τουτ’ἔστιν ἀκμάζοντα.
Θάλαμος, οἱονεὶ θάλαιμός τις ὢν, παρὰ τὸ θάλπειν.
διότι δεῖ θάλλοντα τὰ σώματα ἔχοντας εἰς αὐτοὺς εἰσ‐
ιέναι, καὶ ἀπεσβεβηκότα. καὶ Ἡσίοδος. ὡραῖος δὲ |
---|
30 | γυναῖκα μὴ ἀπεσβεβηκέναι. ἀντὶ τοῦ μὴ γεγηρακέ‐
ναι.
Θάλλεια, ἀπὸ τοῦ θάλλω θάλλος, ἡ θάλλειν ἡμᾶς
ἐμποιοῦσα. διὰ τῆς ει διφθόγγου. τὸ δὲ ἐπὶ τῆς εὐ‐
φροσύνης διὰ τοῦ ι. ἐξ οὗ καὶ Ὅμηρος. ὅς μοι τηλύ‐ |
---|
35 | γετος τρέφεται, θαλίῃ ἔνι πολλῇ.
Θαβὼρ, καὶ Ἑρμὼν, ὀνόματα ὀρέων.
Θαλαμηπόλος, κοιτωνῆτις, ἡ περὶ τὸν οἶκον ἀναστρε‐
φομένη θεράπαινα.
Θάλασσα, ἡ θοῶς ἀλλασσομένη καὶ σαλευομένη. |
---|
40 | Θάλασσα, παρὰ τὸ εἰληφέναι τὴν ὀνομασίαν ἐκ τοῦ
θῶ, τοῦ σημαίνοντος τὸ τρέχω, καὶ τοῦ λα τὸ ἁλ‐
μυρὸν ἤγουν τὸ ἅλας· ἐκ τοῦ ἄσσα τοῦ τινάσσεσθαι,
τουτ’ἔστι θεὸν ἅλα τινασσόμενον. συναφθέντων οὖν τὸ
κατὰ ἰδίωμα λέξεων αὐτῆς ἐκλήθη θάλασσα. |
---|
45 | Θάλασσα, παρὰ τὸ σάλον σάλασσα καὶ θάλασσα.
παρὰ τὸ ἆσσον εἶναι θανάτου, τοὺς πλέοντας ἐν αὐτῇ·
ἐγγύς.
Θάλασσα, θάλαττα λέγουσιν Ἀττικοί. θεὰ ταραττο‐
μένη. |
---|
theta 253 (50) | Θαλερὸς, νέος, παρὰ τὸ ἐν ἀκμῇ εἶναι τοῦ θάλλειν.
ἢ παρὰ τὸ θάλλω τὸ αὔξω, τοῦτο παρὰ τὸ θῶ τὸ
τρέφω, ἀπὸ μεταφορᾶς τῆς ἀνθρώπων ζωῆς ἤγουν φύ‐
σεως· ὁ γὰρ θηλῶν καὶ μαστοῦ μετέχων ἄνεισιν εἰς |
αὔξησιν. | |
theta 254 (10) | Θάλλω, βλαστάνω, παρὰ τὸ θέειν ἄλλως. ἢ παρὰ τὸ
θῶ τὸ τρέφω, ἐξ αὐτοῦ παράγωγον θάλλω. καί ἐστιν
ἀπὸ τῆς τῶν ἀνθρώπων φύσεως μεταφορά.
Θαμᾶ, τὸ συνεχὲς καὶ πυκνόν. παρὰ τὸ ἅμα καὶ εἰς
τὸ θαμειαί. |
15 | Θαμᾶ, παρὰ τὸ ἅμα πλεονασμῷ τοῦ θ. ἅμα γὰρ τὸ
πυκνῶς γινόμενον, εἰς ἕνα καιρὸν γίνεται.
Θαμαψαλῶπες, οἱ ἡμίφλεκτοι ἄνθρακες. θάμψαι
γὰρ τὸ καῦσαι.
Θάμβος, σημαίνει τὴν ἔκπληξιν· ποίου εἴδους τῶν ὑπο‐ |
---|
20 | πεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ. γίνεται θάμβος πα‐
ρὰ τὸ θάπω, καὶ πλεονασμῷ τοῦ β, καὶ τροπῇ τοῦ π
εἰς μ, διὰ τὴν ἀσυνταξίαν. τὸ δὲ θάπος παρὰ τὸ
θήπω τὸ ἐκπλήττομαι.
Θαμειαὶ, παρὰ τὸ θαμᾶ ἐπίῤῥημα γίνεται θαμὸς, θα‐ |
---|
25 | μειὸς καὶ θαμειὰ, τὸ θαμᾶ ἐκ τοῦ ἅμα. σεσημείωται
κατὰ τὸν τόνον. οὕτως Ὠρίων. ὁ δὲ Χάραξ μᾶλλον
τὸ ἅμα ἐκ τοῦ θαμᾶ παράγει, ἀποβολῇ τοῦ θ. καὶ
βαρύνεται. τὸ δὲ θαμᾶ ἐκ τοῦ θαμὸς, θαμὴ, θα‐
μεῖν, καὶ θαμᾶ ἐπίῤῥημα. γράφεται δὲ διὰ τῆς ει |
---|
30 | διφθόγγου, σημαίνει δὲ τὸν συνεχῆ θαμεῖος, καὶ τὸ
θηλυκὸν θαμεῖα, τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ εια γι‐
νόμενα, ἡνίκα προπαροξύνεται. καὶ εἰς τὸ γελοῖος.
Θαμίζειν, ἀντὶ τοῦ ὁμιλεῖν, καὶ θαμίζει, πυκνῶς
ἔρχεται ἐνδελεχεία ἀπὸ τοῦ θαμᾶ ἐπιῤῥήματος. τοῦ‐ |
---|
35 | το παρὰ τὸ ἅμα, πλεονασμῷ τοῦ θ θαμᾷ καὶ ἐξ αὐ‐
τοῦ θαμίζω.
Θάμνος, ἡ ῥίζα τῶν δένδρων· ὅτι καὶ αὐτῆ ἔγκειται τῇ
γῇ ἀπὸ τῆς θέσεως. τὸ δὲ θαμίσαι ἀπὸ αὐτῆς τὸ κα‐
τωρύξιμον. ὁ δὲ Ὅμηρος καὶ τὴν πολυπληθίαν τῶν |
---|
40 | φύλλων δυναμένην δέξασθαι λέγειν, ἀπὸ τούτου ἔφη,
ἐκβὰς ἐν θάμνοισι κατέδραθον.
Θάνατος, παρὰ τὸ τάνατος, τείνει γὰρ τὸ σῶμα τῇ
ψύξει. ἢ διὰ τὸ θανάσιμον, ἢ ταναρός τις ἐστιν, ὡς
ἐπὶ πάντας διατείνων. ἢ θείνωτος, διὰ τὸ τίθεσθαι |
---|
45 | κατὰ νῶτα τὸν ἀποθνήσκοντα.
Θάνατος, τάνατός τις ἐστι. θάνατος θέσις τοῦ νοητοῦ,
ὡς ἂν εἴπῃ τὶς διάζευξις τῆς ψυχῆς. ὅθεν καὶ μνημʹ.
Θανατῶ, ὅτε μέν ἐστιν ἁπλοῦν, ἔστι τρίτης συζυγίας
τῶν περισπωμένων, οἷον, θανατῶ, θανατοῖς. ὅτε δέ |
---|
theta 254 (50) | ἐστιν σύνθετον δευτέρας συζυγίας τῶν περισπωμένων,
δυσθανατῶ, δυσθανατᾷς· ὥσπερ καὶ τὸ δοκῶ ἁπλοῦν
μὲν πρώτης συζυγίας τῶν περισπωμένων, σύνθετον δὲ
δευτέρας συζυγίας τῶν περισπωμένων, οἷον, προσδοκῶ |
προσδοκᾷς. ὅτε δὲ τὸ θανατῶ δευτέρας συζυγίας ἔστι, | |
theta 255 | σημαίνει τὸ ἀποθανῶ. ἀποθανεῖν μὴ προβάλλεσθαι
μάχην. ὅτε δὲ τρίτης συζυγίας ἔστι, σημαίνει τὸ φο‐
νεύω
Θανατοῦν καὶ θανατᾷν διαφέρει. θανατοῦν μέν ἐστι |
5 | τὸ ἄλλον φονεύειν. θανατᾷν δὲ τὸ ἐφίεσθαι θανεῖν
αὐτὸν ἐκεῖνον.
Θάπτω, ὥσπερ παρὰ τὸ βῶ γίνεται βάπτω, οὕτω καὶ
παρὰ τὸ θῶ γίνεται θάπτω.
Θάπτειν, παρὰ τὸ θῶ ῥῆμα καὶ τιθῶ, ὡς βῶ βάπτω |
---|
10 | καὶ θῶ θάπτω. ἀΐδιον γὰρ ἔχουσιν ἀπόθεσιν οἱ θα‐
πτόμενοι.
Θάτερον, οὐ παρὰ τὸ ἕτερον, θοὔτερον γὰρ ἦν ὡς γί‐
νεται ἔλαιον τοὔλαιον. ἀλλὰ τὸ ἕτερον παρὰ Δω‐
ριεῦσιν ἐγένετο ἅτερον, θάτερον. τὸ δὲ ἅτερον δασύ‐ |
---|
15 | νεται. διὸ καὶ οὐ λέγουσι θάτερον ἐπὶ ἀρσενικοῦ ὀνό‐
ματος, οὐ γὰρ λέγουσι τὸ θάτερος, ἀλλὰ τὸ ἅτερος,
ἐπεὶ τὸ τ ἄτρεπτον ὡς τὸ ἀγαθὸν, τἀγαθόν. τὸ δὲ
ἅτερον δασύνεται καὶ ἐκεῖθεν θάτερον.
Θαρσῆσαι, θαῤῥῆναι, ἀπὸ τοῦ θαρσῶ, τὸ δὲ θαρσῶ |
---|
20 | ἐκ τοῦ θάρσος· ἔστι δὲ ψυχικὸν τὸ πάθος. τὸ δὲ
θάρσος ἐκ τοῦ θάῤῥος. ἡνίκα εὑρεθῆ τὸ ρ μετὰ τοῦ
ς, οἱ Ἀττικοὶ διὰ τῶν δύο ρρ προσφέρουσιν. οἷον, τὸ
θάρσος θάῤῥος λέγουσι, καὶ τὸ κόρσην κόῤῥην, καὶ
τὴν μυρσίνην μυῤῥίνην. |
---|
25 | Θάρσος, ἀνδρεία, παρὰ τὸ θέρω τὸ θερμαίνω, θέρος.
ὁ μέλλων θέρσω.
Θάρσος καὶ θράσος διαφέρει, ὡς ἀρετὴ κακίας. τὸ
μὲν ἐπὶ ἀρετῆς τάσσεται, τὸ δὲ ἐπὶ κακίας, ὅθεν οἱ
παλαιοὶ ὡρίσαντο οὕτως. θάρσος ἐστὶ ψυχῆς παράστη‐ |
---|
30 | μα μετὰ λογισμοῦ. θράσος δὲ ἡ ἀλογιστία, ὅθεν Εὐ‐
ριπίδης ἁμαρτάνει λέγων, οὐ θράσος τὸ δ’ ἔστιν οὐ δὲ
τόλμη κακῶς φίλους δράσαντας ἐναντίως βλέπειν.
Θεῖναι, ἐπὶ τοῦ θεῖναι καὶ προσθεῖναι.
Θαλπωρὴ, διάχυσις, χαρὰ, θάλψις. |
---|
35 | Θαλύσιαι, αἱ τῶν καρπῶν ἀπαρχαί.
Θαλπτοπορεῖ, πλέει διὰ θαλάσσης.
Θαλερὸν, ἀκμαῖον.
Θαλὴ, ἡ εὐθηνία.
Θαλία, ὄνομα Μούσης. |
---|
40 | Θαμά, συνεχῶς, πυκνῶς, διηνεκῶς.
Θαϊτὴ, θαυμαστή.
Θαμίζει, πυκνάζει, συνεχῶς ἄγει.
Θαῤῥαλέως, ἀνδρείως, εὐθαρσῶς.
Θαῦμα ἔστι τὸ ὑπὲρ φύσιν ὑπὸ θεοῦ τελούμενον. |
---|
45 | Θάσσουσαι, σπεύδουσαι.
Θάσσων, ἀπὸ τοῦ ταχὺς παρήχθη. καὶ ἐγένετο ὁ
πρωτότυπος τῶν συγκριτικῶν ταχύτερος, ὁ δεύτερος
ταχίων, καὶ ὁ τρίτος τάσσων, καὶ τροπῇ τοῦ τ εἰς θ
θάσσων. |
---|
theta 255 (50) | Θάσια, τὰ ἀμύγδαλα, ἀπὸ τοῦ θάσσων καρπεύειν·
πρώϊμα γὰρ ὑπὲρ τὰ λοιπὰ δένδρα. θάσσον οὖν κατ’
ἀποβολὴν τοῦ ς.
Θάσια, τὰ ἀμύγδαλα, διὰ τὸ πρὸ πάντων θάλλειν καὶ
ἀνθεῖν. |
55 | Θάσσω, ταχεῖ, παρὰ τὸ ταχὺς, θάσσων, καὶ θάσσο‐
νας ἱρήκων ἔμεναι καλλίτριχας ἵππους.
Θᾶττον, ἐκ τοῦ ταχὺς, ταχύτερον, ταχεῖον, τάσσον,
καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ θᾶσσον. καὶ θεματι‐ |
---|
κὸν θᾶττον καὶ περισπᾶται. | |
theta 256 | Θάτερος, σημαίνει τὸν ἕτερον, καὶ γίνεται παρὰ
τὸ ἕτερος. οἱ γὰρ Βοιωτοὶ τὸν ἕτερον ἅτερον λέγουσι.
Θαυμάζειν, ἀπὸ τοῦ γινομένου κατὰ τὴν θέαν θάμ‐
βους. |
5 | Θαυμάζω, γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ κα‐
ταγινώσκω, οἷον, θαυμάζω τῶν ταύτην ἐχόντων γνώ‐
μην. αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον, θαυμάζω τοὺς
οὕτω φρονοῦντας.
Θαυματουργία, ἐκ τοῦ θαυματουργῶ. τοῦτο παρὰ |
---|
10 | τὸ θαῦμα καὶ τὸ ἔργον, θαυματοεργὸς καὶ ἐν συναιρέ‐
σει θαυματουργὸς, ὀξυτόνως. τὰ παρὰ τὸ ἔργον συν‐
τιθέμενα, εἰ μὲν ἀπὸ πτωτικῶν συνετέθησαν ὀξύνον‐
ται· οἷον, δημιουργὸς, τελεσιουργὸς, θαυματουργός.
πλὴν τοῦ Λυκοῦργος, πανοῦργος, κακοῦργος. εἰ δὲ |
---|
15 | ἀπὸ ἀπτώτων, προπαροξύνονται, οἷον, ἑκάεργος. σεση‐
μείωται τὸ συνεργός.
Θέα, ἡ θεωρία, παρὰ τὸ θεῶ καὶ τὸ παθητικὸν θεῶ‐
μαι, βαρύνεται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ θεὰ, ἐπὶ
τῆς θεοῦ καὶ θόλος τὸ οἰκοδόμημα, θολὸς δὲ τὸ μέλαν |
---|
20 | τῆς σηπίας.
Θεὰ, ἡ Μοῦσα. τὰ εἰς α λήγοντα θηλυκὰ ἔχοντα ἐπὶ
τέλους τὸν τόνον, προσθέσει τοῦ ς κλίνεται, θεὰ
θεᾶς, δεξιὰ δεξιᾶς.
Θεαρχικωτάτη, ἔστι θεὸς καὶ ἄρχων, ἐκ τούτου γί‐ |
---|
25 | νεται θέαρχος, καὶ κτητικὸν θεαρχικὸς, καὶ τὸ ὑπερ‐
θετικὸν θεαρχικώτατος καὶ θεαρχικωτάτη.
Θεάμονας, θεατὰς, θεωρούς.
Θαῦμα, παρὰ τὸ θαυμάζω θαύμασμα καὶ κατ’ ἔνδειαν
τοῦ ς καὶ κατ’ ἀποκοπὴν θαῦμα. οἱ δὲ παρὰ τὸ θέ‐ |
---|
30 | ωμι θέαμα καὶ κράσει θάμα καὶ θαῦμα. οὕτως
Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς.
Θεατὴς, καὶ εἰς τὸ θεωρός.
Θεομαχία θεομαχίας διαφέρει. θεομαχία ἔστιν ἡ
πρὸς θεὸν γινομένη μάχη. θεομαχίας δὲ ἡ αὐτῶν |
---|
35 | τῶν θεῶν πρὸς ἀλλήλους μάχη.
Θειλόπεδον, διὰ τῆς ει διφθόγγου. περισσὸν τὸ θ.
εἱλόπεδον γὰρ παρὰ τὴν ἡλίου αὐγήν· εἰώθασι δὲ καὶ
τὴν ἕλην σὺν τῷ ι λέγειν εἵλην. τὴν μὲν γὰρ τῶν σύκων
ψύξιν πρασίαν λέγουσι. πρασίης ψευδόμενον φύλακα. |
---|
40 | Θειλόπεδον σημαίνει τὸν τόπον, ἔνθα τίθενται αἱ
σταφυλαὶ ξηραντησόμεναι, ὡς φησὶν Ἀλεξίων. ἢ ὅπου
ἀποπλύνεται ἡ σταφυλή. παρὰ τὸ ἕλη, ὃ σημαίνει
τὴν θερμασίαν, γέγονεν εἵλη κατὰ πλεονασμὸν τοῦ ι,
καὶ τὸ πέδον τὸ σημαῖνον τὸ χαμαὶ, εἱλόπεδον καὶ |
---|
45 | πλεονασμῷ τοῦ θ θειλόπεδον.
Θεῖν, εἰς τὸ διαλλάττειν καὶ μεθύω.
Θείνω, τὸ τύπτω, ἀφ’ οὗ τὸ θεναρὸν τὸ κοῖλον τῆς
χειρός. καὶ εἰς τὸ παρθένος.
Θείνω, τὸ τύπτω διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ |
---|
theta 256 (50) | τὸ ε ἐν τῷ μέλλοντι, καὶ ἐν τῷ θενὰρ ὀνόματι.
θενὰρ δὲ λέγεται τὸ κατώτερον μέρος, εἰς ὅ ἐστι τύψαι.
Θεῖος, παρὰ τὸ θεὸς θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ
ε καὶ ι εἰς τὴν ει δίφθογγον θεῖος.
Θεῖον, τὸ ἐπιθυόμενον εἰς κάθαρσιν, καὶ ἀβλαβεῖς |
55 | ποιοῦν. ἔνθεν τὸ πάσσε δ’ ἁλὸς θείοιο. καὶ θεείου
καιομένοιο φησὶν ἐπὶ τοῦ κεραυνοῦ. διὰ τοῦτο καὶ ἀπό‐
ζει τὸ οὐράνιον πῦρ τὸ τοῦ κεραυνοῦ. θεῖα δὲ τὰ
οὐράνια. ὁ δὲ Εὐδαίμων ἐν τῇ ὀρθογραφίᾳ λέγει κτη‐ |
---|
τικὸν, ἐπὶ τοῦ θεὸς θέειος, ἐκβαλὼν δὲ τὸ δεύτερον ε, | |
theta 257 | ἐποίησε τὸ θεῖος. καὶ ὁ πατράδελφος οὕτω σεπτικὸς
ὢν, ὅτι καὶ οἱ γονεῖς θέειοι ἡμῶν εἰσί.
Θείαν, παρὰ τὸ θεωρεῖν τὰ παρόντα ἢ τρέχειν.
Θεία, ἡ θαυμαστὴ, καὶ ἀδελφὴ πατρὸς ἢ μητρός. καὶ |
5 | ἡ ἀκτὶς τοῦ ἡλίου. ὃ παρὰ τὴν θέαν εἴρηται. τὸ θει
δίφθογγος καὶ τὸ α μακρόν.
Θεῖοι, οἱ θαυμαστοὶ, καὶ ἀδελφοὶ τοῦ πατρός. παρὰ
τὸ θεῖον, ὃ σημαίνει τὸ μέγα. καὶ θεῖον τὸ ἐπὶ τοῦ
θεοῦ, καὶ θείου καὶ θαυμαστοῦ, καὶ τιαφίου. λέγεται |
---|
10 | γὰρ τὸ τιάφιον θεῖον ἄπειρον.
Θεία, διὰ τῆς ει διφθόγγου. σημαίνει δὲ καὶ τὴν ἀκ‐
τῖνα τοῦ ἡλίου καὶ τῆς σελήνης.
Θειάζω, τὸ θαυμάζω, καὶ ἐκθειάζω τὸ θαυμάζω, δι‐
φθόγγῳ. θίασος δὲ ὁ χορὸς καὶ θιασώτης ὁ χορευτὴς, |
---|
15 | ἰῶτα.
Θεκὲλ, ἡ κριθὴ, μοδʹ ιε, ὃ καλεῖται ἔπαρμα.
Θέλγειν, κυρίως μέν ἐστιν, εἰς ὃ θέλει τὶς ἄγειν τινά.
ὅθεν καὶ θελκτήρια πολλαχῶς τὰ ἄσματα· ἀπὸ τῶν
ᾠδῶν, ἃ τοὺς ἀκούοντας θέλγει, καὶ εἰς τέρψιν ἄγει |
---|
20 | τῶν ᾠδῶν. διὸ καὶ ἡ Πηνελόπη τὰς ᾤδας θελγητήρια
ὑπέφηνε· πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶ‐
δας. καὶ ἡ Κίρκη Ὀδυσσεῖ μὴ φαρμαχθέντι λέγει.
θαῦμα μ’ ἔχει, ὡς οὔτι πιὼν τάδε φάρμακ’ ἐθέλχθης.
Ἐνομίδης ἐτυμολογεῖ ὁ τὰ θεῖα γράψας, παρὸ φησὶ |
---|
25 | καὶ τοὺς τελχῖνας, ὥστε θελγῖνες φησὶ, ἐνόντα τοῖς
ὕδασι τῆς φύσεως, καὶ αὔα ἐποίουν ἕως φυτῶν βασκαί‐
νοντες.
Θέλγειν, τὸ ἀπατᾷν.
Θέλυμνος, εἰς τὸ προθέλυμνος. |
---|
30 | Θέλγοντι, τῷ εὐφραίνοντι, ἢ τῷ ἀπατῶντι, παρ’
Ὁμήρῳ καὶ τῷ σκοτίζοντι, οἷον, αὐτὰρ Ἀχαίων θέλγε
νόον. καὶ, αὐτὰρ Ἀχαίων ὄμματα θέλγε. συντάσσε‐
ται μετὰ αἰτιατικῆς. καὶ εἰς τὸ τελχῖνες.
Θέλγειν, μεταβολὴν ποιεῖσθαι τῆς ψυχῆς· εἰς τὸ |
---|
35 | θέλγειν ἄγειν.
Θέλημα, καὶ θελητικὸν καὶ θελητὸν οὐ ταυτόν ἐστι.
θέλημα μὲν γάρ ἐστιν οὐσίας νοερᾶς νοερὰ ὄρεξις, θε‐
λητικὸν δέ ἐστι αὐτὸ τὸ θέλησιν ἔχον, θελητὸν δὲ τὸ
ἀγαπώμενόν ἐστι. |
---|
40 | Θέλημα, εἴρηται παρὰ τὸ θέειν λίαν ἅμα τὴν φύσιν.
παρὰ τὸ αὐτὴν λήγειν, ἢ τοῦ θελητοῦ λῆμμα, ἤγουν
κράτημα.
Θέλημος, θελήσω μέλλων, ὡς ἀπὸ περισπωμένου τοῦ
θελῶ, θελήσω, θέλησμος, ὡς μελῶ μελήσω μέλησμος. |
---|
45 | καὶ ἀποβολῇ τοῦ ς θέλημος. Ἡσίοδος, οἱ δ’ ἐθέλημοι
ἥσυχοι ἔργα νέμοντο.
Θελκτήρια, εἰς τὸ θερίκλειον.
Θέλημα, παρὰ τὸ θέειν λίαν. ἢ τοῦ θελητοῦ λῆμμα,
ἤγουν κράτημα. |
---|
theta 257 (50) | Θέλω, λέγεται καὶ ἐθέλω. ποίας διαθέσεως; οὐδετέρας.
τὸ γὰρ ἐθέλω καὶ ζῶ καὶ πλουτῶ καὶ ὑπάρχω οὐδετέ‐
ρας ἔστι διαθέσεως· διότι οὔτε ἐνέργειαν οὔτε πάθος
δηλοῖ.
Θεμέλιον, παρὰ τὸ δέμω τὸ οἰκοδομῶ, δεμέλιον καὶ |
55 | θεμέλιον. ἐκ δὲ τοῦ θεμέλιον γίνεται θεμελιῶ. τὸ δὲ
θεμελιῶ ἀπὸ τοῦ δέμω τὸ οἰκοδομῶ, δεμελιῶ καὶ τρο‐
πῇ τοῦ δ εἰς θ θεμελιῶ. |
---|
Θεμείλια, Ἰωνικὴ ἡ διάλεκτος, καὶ θεμέλια κοινῶς. | |
theta 258 | Θέμεναι, θεῖναι, ποιῆσαι, ὁ κανών· ἐπὶ τῶν εἰς ναι
ἀπαρεμφάτων, εἰώθασιν οἱ Δωριεῖς ἐπεντιθέναι τὴν
με συλλαβήν· καὶ εἰ μὲν εὕρωσι δύο φωνήεντα, τὸ ἓν
ἀποβάλλουσιν. οἷον, θεῖναι θέμεναι, δοῦναι δόμεναι. |
5 | εἰ δὲ ἓν φυλάττουσιν, οἷον, γνῶναι γνώμεναι.
Θέμις, τὸ δίκαιον καὶ πρέπον· ἐκ τοῦ θεμὸς, ὃ ση‐
μαίνει τὸν νόμον, γίνεται θέσμις, καὶ ἀποβολῇ τοῦ ς
θέμις.
Θεμιστὶς, ἡ δίκη, καὶ κλίνεται θεμίστιος, θέμιστι. |
---|
10 | θέμιστιν.
Θεμιστὰς, δίκας, νόμους, καὶ κριτάς. παρὰ τὸ τίθησι
θεμὸς, καὶ μετὰ τοῦ ς θεσμὸς καὶ θεσμίς. καὶ θέμις
κατ’ ἀποβολὴν τοῦ πρωτοτύπου θέμιδος καὶ θέμιτα.
καὶ θεμιστὰς κατὰ πλεονασμόν. |
---|
15 | Θέναρ, τὸ κοῖλον τῆς χειρὸς, διὰ τὸ σθένειν, δι’ αὐτοῦ
γὰρ πάντα γίνονται. ἢ παρὰ τὸ σθένειν αὐτὸν ἐν γυ‐
μνασίοις. καὶ εἰς τὸ θείνω, καὶ ὑπάρχω.
Θεόγραφος, παρὰ τὸ θεὸς καὶ τὸ γράφω γίνεται θεο‐
γράφος, ὁ ὑπὸ θεοῦ γραφεὶς, θεόγραφος δὲ ὁ τὸν |
---|
20 | θεὸν γράφων.
Θεοείκελος, παρὰ τὸ θεὸς καὶ τὸ εἴκελος, ὃ δηλοῖ τὸ
ὅμοιον, ὁ θεοῖς ὅμοιος. τὸ δὲ εἴκελος ἐκ τοῦ εἴκω
τὸ ὁμοιῶ, ὡς παρὰ τὸ πρέπω πρέπελος.
Θεόδμητον, παρὰ τὸ θεὸς καὶ τὸ δομῶ, ὃ σημαίνει |
---|
25 | τὸ κτίζω, θεοδόμητον, καὶ κατὰ συγκοπὴν θεόδμητον,
καὶ κατ’ ἀναβίβασιν τοῦ τόνου. σημαίνει τὸ θεόκτι‐
στον.
Θεόκελος, εἰς τὸ ὕστατος.
Θεοκλυτοῦσιν, ὡς θεοὺς ἐπικαλοῦνται, παρὰ τὸ θεὸς |
---|
30 | καὶ τὸ κλύω, ὃ σημαίνει τὸ καλῶ.
Θεομαχία, εἰς τὸ θεημαχία.
Θεόπιν, θέσπιν, ἐκ τοῦ θεὸς καὶ τοῦ ὂψ ὀπός. καὶ
εἰς τὸ νοσφιζοίμεθα.
Θεοπρεπέων, ὁ ἐκ θεοῦ μαντευόμενος. μετοχὴ συζυ‐ |
---|
35 | γίας πρώτης τῶν περισπωμένων, ὥσπερ καὶ τὸ κοιρα‐
νέων, ἐκ τοῦ θεοπρεπεύω θεοπρεπῶ· ἔστι δὲ παρασύν‐
θετον ἐκ τοῦ θεοπρόπος· τοῦτο δὲ σύνθετον ἐκ τοῦ
θεὸς καὶ τοῦ πρέπω τὸ προλέγω, ὁ τὰ ἐκ θεοῦ
προλέγων. ὅτι τὰ εἰς πις ῥήματα δισύλλαβα φύσει |
---|
40 | μακρᾷ παραληγόμενα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχονται,
βαρύνονται. οἷον, τράμπις, ἔστι δὲ βαρβαρικὴ ναῦς,
κάλπις κάλπιδος, θέσπις θέσπιδος, εἰ δὲ ἀπὸ φω‐
νήεντος ἄρχονται, ὀξύνονται, ἐλπὶς ἐλπίδος, ἐμπὶς, ὁ
κώνωψ, ἐμπίδος, ἀσπὶς ἀσπίδος, καὶ εἴ τι ὅμοιον. |
---|
45 | Θεοῖο, γενικὴ κατὰ Θεσσαλούς. γέγονε δὲ παρὰ τὸ
θέω τὸ τρέχω, ἢ παρὰ τὸ αἴθω τὸ καίω. ἢ παρὰ τὸ
θῶ τὸ ταχὺ ἀκούω. θοὸς ὁ τοῖς κράζουσι ταχύς.
Θεοπρόπιον, τὸ ἐκ θεοῦ μάντευμα, παρὰ τὸ ἔπω
ἔπιον τὸ λόγιον, ὡς λέγω λόγιον, καὶ μετὰ τῆς πρὸ |
---|
theta 258 (50) | προθέσεως προέπιον, καὶ συγκοπῇ πρόπιον, καὶ μετὰ
τοῦ θεὸς θεοπρόπιον. οὗτοι γὰρ ὡς πάντα ἐπιστάμενοι
λέγουσι τοῖς ἀνθρώποις ἠγνοημένα, οἱονεὶ θεοπρόπιον,
τὸ ἐκ θεοῦ λεγόμενον.
Θεοουδὴς, ὁ θεοῖς ὅμοιος. ἢ θεοαδὴς ὁ θεοῖς ἀρέσκων. |
55 | ἢ θεοῦ ἔχων αὐδὴν, ὅ ἐστι προσηνὴς, καὶ μειλίχιος
θεοῦ ὡς τρεπόμεθα αὐδήν. ἢ θεοὺς δεδοικώς.
Θεοὺς, ὁ Ἀπολλόδωρος ἀπὸ τοῦ θεῖν. τινὲς δὲ ἀπὸ τῆς |
---|
θερμότητος. ὁ δὲ Ἀπολλόδωρος καὶ ἀπὸ τοῦ εἶναι τοῦ | |
theta 259 | θεάσασθαι τὴν ἀκτῖνα τοῦ ἡλίου καὶ τῆς σελήνης. οἱ
δὲ ἀπὸ τῆς θερμότητος λέγουσιν, ἀπὸ τοῦ θεοῦ ἄρ‐
χοντα τὸν θάνατον, ψυχρὸν ὄντα κατ’ ἀντίφρασιν,
ὡς καὶ θερμοῦ θεῖν τὸ ἱερὸν Αἰγυπτίων, ψυχροποιὸν |
5 | γάρ ἐστι.
Θεὸς, διὰ τοῦ θέειν ἤγουν τρέχειν καὶ προφθάνειν τὰ
πάντα· ἢ διὰ τὸ αἴθειν ἤγουν φλογίζειν. ἢ διὰ τὸ
θεωρεῖν τὰ πάντα. ὅθεν καὶ οἱ τοῖς ὀφθαλμοῖς τῆς
καρδίας θεωροῦντες αὐτὸν θεοὶ ἐκλήθησαν. ὡς τὸ ἐγὼ |
---|
10 | εἶπα, θεοὶ ἐστέ.
Θεουδεὶς, οὐκ ἔστιν ὡς τινὲς θεοαδὴς, παρὰ τὸ ἄδειν
καὶ ἀρέσκειν τῷ θεῷ. ἔστιν οὖν θεεδὴς ὁ τὰ ἔδη
τουτ’ἔστι τὰ ἐδάφη τῶν θεῶν σέβων. θεὸς γὰρ λέγε‐
ται, παρὰ τὸ θέειν τὰ πάντα, ἤτοι τεθεᾶσθαι. |
---|
15 | Θέσφατον, εἰς τὸ νοσφιζοίμεθα.
Θεουργία, θεοῦ ἔργον.
Θεράπων, παρὰ τὸ θείνω τὸ τύπτω γίνεται θενά‐
πων, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον θε‐
ράπων· ἢ θεραπεύω, θεράπων, θεράπεια, ἢ παρὰ τὸ |
---|
20 | θεραπεύειν τὸν κρείττονα.
Θερείβοτον, τόπος, πεδίον, τὸ ἔχον δόσιν ἐν τῷ θέ‐
ρει. γράφεται δὲ διὰ διφθόγγου. παρὰ γὰρ τὴν θέρει
δοτικὴν, καὶ τὸ βοτὸν, τὸ σημαῖνον τὴν βοσκὴν γέγονε
θερείβοτον. σημαίνει δὲ τὸν τόπον τῶν χόρτων τὸν |
---|
25 | ἔχοντα βοσκήν· ἤγουν ἐν θέρει.
Θέρεια, ὁ καιρὸς τοῦ θέρους διὰ τῆς ει διφθόγγου.
πρῶτον μὲν τῷ λόγῳ τῶν διὰ τοῦ ειος προπαροξύνε‐
ται. δεύτερον, ὡς παρὰ τὸ θάλλω θάλεια, οὕτω
καὶ παρὰ τὸ θέρω, τὸ σημαῖνον τὸ θερίζω, θέ‐ |
---|
30 | ρεια.
Θερμὸς, τινὲς θρέμιον, ὅτι τῶν ἄλλων ὀσπρίων θρεπτι‐
κώτερόν ἐστι. τινὲς δὲ κατ’ ἀντίφρασιν, μόνος γὰρ
οὐκ ἐσθίεται θερμὸς, ἀλλὰ ψυχριζόμενος· ἢ ὅτι θερ‐
μοῦται πρότερον. |
---|
35 | Θερὸς, παρὰ τὸ θέρειν, ὅ ἐστι θερμαίνειν, τὸ δὲ
θέρω, παρὰ τὸ θέω πλεονασμῷ τοῦ ρ. τὸ γὰρ ταχὺ
καὶ θερμὸν λέγομεν. ὥσπερ παρὰ τὸ φθείω φθείρω,
θέω θέρω.
Θερσίτης, κύριον. γίνεται δὲ ἐκ τοῦ θέρσω μέλλοντος, |
---|
40 | Αἰολικῶς θέῤῥω, ὁ θερματικὸς ἐν τῷ λέγειν. τὸ σι
ἰῶτα διάτι; τὰ διὰ τοῦ ιτης παρώνυμα. καὶ παρώνυ‐
μόν ἐστι. καί ἐστι θέρσος, ὥσπερ βάθος βένθος, πά‐
θος πένθος, οὕτω καὶ θάρσος θέρσος, τροπῇ τοῦ α
εἰς ε. τὸ σι μακρὸν, καὶ ἅπαντα τὰ διὰ τοῦ ιτης |
---|
45 | μακρά εἰσι.
Θερσίτης, παρὰ τὸ θέρω τὸ θερμαίνω. θερμὸς γὰρ
καὶ προπετὴς ἦν. ἢ ἀπὸ τοῦ θέρσος Αἰολικῶς γέγονε
Θερσίτης.
Θέσκελον, θαυμαστόν. τὸ θες ἀπὸ τοῦ τιθῶ γέγονε |
---|
theta 259 (50) | τίθημι.
Θέσθαι καὶ ὑποθέσθαι διαφέρει. θέσθαι μὲν γάρ ἐστι
τὸ λαβεῖν ὑποθήκην· ὑποθέσθαι δὲ τὸ δοῦναι ὑπο‐
θήκην.
Θερῶ, τὸ καίω, παρὰ τὸ θέω, τὸ γὰρ ταχὺ καὶ θερ‐ |
55 | μόν. φαμὲν δὲ θερῶ περισπωμένως.
Θέρω, τὸ θερμαίνω. θέρων ὄντως ὁ θερμαίνων ἥλιος.
ἐξ οὗ θέρος. καὶ εἰς τὸ ἀθέριξ, καὶ εἰς τὸ ἐθρόησε,
καὶ θάρσος, καὶ θερμὸς, καὶ θέρος, καὶ θρῆνος, καὶ |
---|
θηρός. | |
theta 260 | Θεοείκελος, καὶ ἐν συγκοπῇ θεόκελος. καὶ ὤσπερ
θεόφαντος θέσφατος, οὕτω καὶ θεόκελος θέσκελος.
καὶ εἰς τὸ ὕστατος.
Θὲς, ἀπὸ τοῦ τιθῶ γέγονε τίθημι. ἀνατεθῆναι καὶ |
5 | ἀνατετείμενος, προστιτὼν, προστιτείς. ζήτει.
Θεσμὸς, ὁ νόμος, ἀπὸ τῆς θέσεως. ἕκαστος γὰρ νομο‐
θέτης, ὡς ἐβούλετο, ἐτίθει τοὺς νόμους. καὶ εἰς τὸ
θέμις καὶ πρόθεσμα.
Θεσπεσία, ἡ θεία, ἐκ τοῦ θεσπίς. πῶς θέλει λέγε‐ |
---|
10 | σθαι θέσπις ἢ θεσπὶς, ὡς ἐλπὶς, ἐμπὶς; παροξύνεται.
κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ις. καὶ ἔγραψα
εἰς τὸ θεοπρόπιον.
Θεσπέσιος, θεῖος, θαυμαστὸς, οἷον, θεοπρέπιος, ὁ
ἀκολουθῶν καὶ ἕπων θεοῖς. |
---|
15 | Θεσπίζω, σημαίνει τὸ ὁρίζω καὶ νομοθετῶ. ἀφ’ οὗ
καὶ θέσπισμα τὸ θεῖον δόγμα.
Θέσπιν, θείαν φωνήν· θηλυκὸν, ἐκ τοῦ θεὸς καὶ τοῦ
ὂψ, ἡ φωνὴ, γίνεται θεόσπις, καὶ κατὰ συγκοπὴν
θέσπις, τῆς θέσπιδος. ὁ κανὼν, τὰ εἰς ις θηλυκὰ, |
---|
20 | διὰ τοῦ π ἐκφερόμενα, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ
τοῦ δὸς κλίνεται.
Θεσσαλονίκη, παρὰ τὸ θὲς ἄλλος τὴν νίκην.
Θέσφατος, ὁ ἐκ θεοῦ πεφημισμένος. καὶ εἰς τὸ ἀθέ‐
σφατος, καὶ νοσφιζοίμεθα. |
---|
25 | Θέτι, τὸ τι ἰῶτα διάτι; ὥσπερ ἀπὸ τοῦ μῆτις μήτιδος,
κατ’ ἀποβολὴν τοῦ δ μήτιος, ἡ δοτικὴ μήτιϊ καὶ κρά‐
σει τῶν δύο ιι εἰς ἓν μακρὸν μήτι. οἷον, μήτι δ’ ἡνίο‐
χος περιγίνεται ἡνιόχοιο. οὕτω καὶ ἀπὸ τοῦ Θέτις
Θέτιδος, κατ’ ἀποβολὴν τοῦ δ Θέτιος, οἷον, Θέτιος δ’ |
---|
30 | ἐξαίσιον ἀρὴν, καὶ ἐκεῖθεν Θέτιϊ καὶ κράσει τῶν δύο
ιι εἰς ἓν Θέτι. ὡς παρὰ τῷ ποιητῇ· πάντα Θέτι
καλλιπλοκάμῳ ζωάγρια τίνειν.
Θετταλικὸς, ὄνομα ἐκ τοῦ Θετταλοῦ. τοῦτο δέ ἐστι
πόλις Θεσσαλίας, καὶ Θεσσαλός. |
---|
35 | Θέω, τὸ θάλλω καὶ ἀνθῶ, ἐξ οὗ καὶ τὸ τηλεθόωντες
καὶ θαλέθοντες. καὶ εἰς τὸ ἐνήνοθε, καὶ διάττειν,
καὶ εὐθὲς, καὶ θόρυβος, καὶ νηγάτεον, καὶ ὀρθῶς,
καὶ πτολίπορθος, καὶ θοῦ. |
---|
40 | Θεωρία, παρὰ τὸ θεῖα ὁρᾷν.
Θεωρὸς, παρὰ τὸ θεὸς καὶ τὸ ὁρῶ. ἢ παρὰ τὸ θεῖον
ὁρᾷν. τὰ παρὰ τὸ ὁρῶ συντιθέμενα ὀνόματα, διὰ τοῦ
ω γράφεται.
Θεωρὸς καὶ θεατὴς διαφέρει. ὁ μὲν γὰρ εἰς θεοὺς |
---|
45 | πεμπόμενος ἤγουν φροντίζων, καὶ θεωρὸς λέγεται. ὁ
δὲ ἀγώνων καὶ θεάτρων θεατής. δι’ ὁ ἁμαρτάνουσιν
οἱ λέγοντες, θεωρῆναι με δεῖ τὸν ἀγῶνα ἐπεὶ δέον εἰ‐
πεῖν θεάσασθαι.
Θεωρικὸς καὶ θεωτικὸς διαφέρει. θεωρικὸς μὲν γάρ |
---|
theta 260 (50) | ἐστιν, ὁ περὶ θέατρά τινα καὶ δημώδη ἀσχολούμενος.
θεωτικὸς, ὁ δι’ ὑπερβολὴν φρονήσεως καλῶς δυνάμενος
θεωρῆσαι λογικὰ θεωρήματα.
Θέσις, ἡ εὐθεῖα ἡ θέσις, τῆς θέσιος καὶ θέσεως, αἱ
θέσεες καὶ θέσεις. οἱ δὲ ἀπὸ τῆς θέσιος γενικῆς γέ‐ |
55 | γονε. Ἰωνικῶς γέγονε καὶ διὰ τοῦ ι. ἐγράφη ἂν οἷον
θέσιες, καὶ κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν θέσις. καὶ
γὰρ τὸ ι, εἰ μὲν ἐπιφέρηται τὸ ε, τὸ ι μόνον ἐπι‐
κρατεῖ, καὶ εἰς αὐτὸ γίνεται ἡ κράσις. οἷον, ἱερὸν |
---|
ἱρὸν, ἱερεὺς ἱρεὺς, ἱέραξ ἵραξ. εἰ δὲ ἐπιφέρηται τὸ ε | |
theta 261 | ἐν διφθόγγῳ, ἡ δίφθογγος ἐπικρατεῖ, οἷον, ὑγίεια
ὑγεῖα, Ἀπολλωνίεια, Ἀπολλώνεια.
Θεαζόντων, μαινομένων.
Θεηγόροι, θεολόγοι, οἱ ἐκ θεοῦ λαμπόμενοι. |
5 | Θεήλατος, ὁ ὑπὸ θεοῦ πεμφθείς.
Θῖναι, οἱ σωροὶ τοῦ ψάμμου, καὶ ὁ ἀδελφὸς τοῦ
πατρός. καὶ ἡ ἀκτὶς τοῦ ἡλίου.
Θέμεθλα, ῥίζαι, θεμέλια.
Θημωνία, ω μέγα καὶ ἰῶτα. παρὰ τὸ θήμωνα γὰρ |
---|
10 | ἦν, καὶ παρὰ τὸ θεῖναι.
Θηλαμὼν, ἡ τροφός. παρὰ τὸ θηλάσω ῥῆμα.
Θηλὴ, ὁ μαστὸς, ὁ γαλουχῶν.
Θηεῦντο, σημαίνει τὸ ἐθεώρουν. ἔστιν οὖν θεῶ, θεάσω,
τὸ παθητικὸν θεάομαι θεῶμαι, ὁ παρατατικὸς ἐθεαό‐ |
---|
15 | μην ἐθεώμην, τὸ τρίτον τῶν πληθυντικῶν ἐθεάοντο
ἐθεῶντο. καὶ οἱ Δωριεῖς τρέπουσι τὸ ω εἰς τὴν οὐ
δίφθογγον, καὶ γίνεται ἐθεοῦντο, καὶ συστολῇ τῆς ἀρ‐
χούσης, καὶ τροπῇ τοῦ ε εἰς η, θηεῦντο.
Θνησιμαῖος, ὁ νεκρὸς, ἐκ τοῦ θνήσιμος. τὸ μαι δι‐ |
---|
20 | φθόγγῳ διάτι; τὰ διὰ τοῦ αιος καθαρὰ ἀπὸ πρωτο‐
τύπων τῶν εἰς ος γινόμενα, διὰ τῆς αι διφθόγγου
γράφεται. λῖνος λιναῖος, δρόμος δρομαῖος.
Θήλεια, παρὰ τὸ θάλλειν καὶ γεννᾷν, ὅθεν καὶ ἔμ‐
βρυον τὸ τικτόμενον, διὰ τὸ βρύειν, καὶ ὕπομβρος δὲ |
---|
25 | νῦν θήλεια καλεῖται παρὰ Σοφοκλεῖ, διὰ τὸ θάλλειν
ἐν αὐτῷ τοὺς καρπούς.
Θῆλυς καὶ θήλεια. ἔστι ῥῆμα θῶ καὶ δηλοῖ τὸ τρέ‐
φω, ὁ μέλλων θήσω, παρ’ οὗ θηλὴ ὄνομα ῥηματικὸν,
καὶ τροπῇ τοῦ η εἰς υ θῆλυς, οὗ γένος θηλυκὸν θή‐ |
---|
30 | λεια. οὕτω Φιλόξενος. θηλὴ ὡς κάρη, κάρης καὶ κά‐
ρις. εἴρηται δὲ καὶ κάρη, φησὶν ὁ Καλλίμαχος.
Θηκάρη, θήκη ἄρεως. ἄρης γὰρ ὁ πόλεμος λέγεται,
ἢ ὁ σίδηρος.
Θηλαμὼν, ἡ τροφὸς, παρὰ τὸ θῶ ὃ δηλοῖ τὸ τρέφω, |
---|
35 | οὗ ὁ μέλλων θήσω. ἢ παρὰ τὸ θεάσω.
Θηλὴ, ἀπὸ τοῦ θηλῆς. τινὲς δὲ ἀπὸ τοῦ ἐντίθεσθαι,
διὸ καὶ τιθὸς καὶ τιθήνη, ἀπὸ τοῦ τῶν τιτθίων.
Θῆλυς, ἡ θήλεια, παρὰ τὸ θῶ τὸ τρέφω, θήσω, καὶ
θηλώ, καὶ θῆλυς. |
---|
40 | Θηλύμαστος, ὁ γαλουχῶν.
Θηριωδία, ἡ πικρία, ἐκ τοῦ θηριώδης, ἐξ οὗ καὶ ἐκ‐
θηριεῖ.
Θημωνία, ἡ σωρὸς, τὸ θη ἦθα, ἐκ τοῦ τίθημι θήσω
γίνεται θημώνη, καὶ ἐξ αὐτοῦ θημωνία. τὸ μω μέγα |
---|
45 | διάτι; τὰ εἰς ων περιεκτικά. καὶ τὰ ἑξῆς.
Θήπει, ψεύδεται, ἐκ τοῦ θωπεύω.
Θήπω, τὸ ἐκπλήττομαι, ἀφ’ οὗ καὶ τάφος. καὶ ταφὼν
δ’ ἀνόρουσεν Ἀχιλλεὺς, καὶ τὸ, τεθηπότες ἠΰτε
νεβροὶ, ἀντὶ τοῦ ἐκπλαγέντες. καὶ εἰς τὸ θάμ‐ |
---|
theta 261 (50) | βος.
Θηρία, ἡ πόλις καὶ ἡ ἄγρα, ἤτοι τὸ κυνήγιον.
Θηρεύω καὶ θηρῶ τὸ συλλαμβάνω, καὶ κρατῶ καὶ
κυνηγῶ. ἐξ αὐτοῦ θηρεύουσιν ἐπὶ ψυχῆς. καὶ θηρῶ,
θηρᾷς, θηρᾷ, καὶ ἐξ αὐτοῦ τὸ θήρωμαι δόξαν. καὶ |
55 | θηρῶνται, ὅ ἐστι ζητοῦνται.
Θηρίκλειον, σημαίνει τὸ θηρικλέους ποτήριον, ὡς φη‐
σὶν Εὔμυλος· ὅθεν καὶ θελκτήρια πολλαχῶς τὰ ἄσμα‐
τα, ἀπὸ τῶν ᾠδῶν, ἁ τοὺς ἀκούοντας θέλγει καὶ ἄγει |
---|
εἰς τέρψιν. | |
theta 262 | Θηρίκλειον, εἶδος ποτηρίου, ἀπὸ τοῦ ποιήσαντος αὐτὸ
θηρικλέους, ὡς φησὶν Εὔβουλος, ὁ τῆς μέσης κακίας
ποιητής.
Θήας, ἔστι ῥῆμα θῶ δηλοῦν τὸ τρέφω, ὁ μέλλων θήσω, |
5 | θήσεις, θήσει.
Θηλὴ, παρὰ τὸν θήσω μέλλοντα, ὃ δηλοῖ τὸ θηλάζω.
Θηρίον, παρὰ τὸ θήρ. τοῦτο παρὰ τὸ φθείρω, φθε‐
ρῶ, φθεὶρ καὶ θήρ. παροξύνεται. τὸ ρι ἰῶτα διάτι;
τὰ διὰ τοῦ ιον οὐδέτερα, μονογενῆ διὰ τοῦ ι γράφε‐ |
---|
10 | ται. ζήτει εἰς τὸ κανόνας.
Θηρίον, διὰ τὸ θέειν ῥᾷον ἤγουν τρέχειν· ἢ διὰ τὸ
θηρεύειν τὴν θήραν, τὴν κυνηγέτην ἐπιστήμην, παρὰ
τὸ θὴρ θηρὸς· τοῦτο παρὰ τὸ θήρω, ἀποβολῇ τοῦ ω.
ἢ διὰ τὸ θεωρεῖν. |
---|
15 | Θηρὸς, ἡ εὐθεῖα ὁ θὴρ, τοῦ θηρός. γέγονε παρὰ τὸ
θέρω τὸ θερμαίνω. κυρίως δὲ λέγεται θὴρ ὁ λέων, ὁ
θερμὸς, ἐπειδὴ καὶ πάντα τὰ θηρία θερμά εἰσι.
Θήγη, ἡ ἀκόνη, καὶ θήγω τὸ ἀκονῶ. ἔλλειψις τοῦ ὁ
παρὰ τὸ θοῦν, θοήγω καὶ θήγω. |
---|
20 | Θὴς, παρὰ τὸ τῶ τὸ ζητῶ, ὁ ἐπὶ μισθῷ δουλεύων.
Θὴς καὶ λάτρις καὶ ἄτμενος διαφέρει. θὴς μὲν γὰρ ὁ
ἐπὶ μισθῷ δουλεύων. λάτρις δὲ, ὁ κατὰ πολεμικὴν
περίστασιν ἁλοῦς, καὶ εἰς δουλείαν ἀχθείς. ἀμφίπο‐
λον δὲ κοινὸν ἄῤῥενος καὶ θηλείας ὄνομα δούλου. ἄτμε‐ |
---|
25 | νος δὲ, οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ τεταγμένος
ἐλεύθερος. καὶ εἰς τὸ ἄϊξε καὶ σέσηπε.
Θησαυρὸς, ἐκ τοῦ τίθημι θήσω θησαυρὸς, ταμεῖον,
κελλάριον, φυλακτήρ.
Θήσειν, ἀφορίζειν, ποιήσειν. |
---|
30 | Θήσειν σημαίνει δύο, τὸ ποιεῖν καὶ τὸ θηλάζειν.
Θῆτες, οἱ μίσθιοι, παρὰ τὸ τηγᾶν, ὅ ἐστι σπανίζεσθαι
τροφῆς, καὶ διὰ τοῦτο δουλεύειν ἐλευθέρους ὄντας,
οἱονεὶ οἱ ποιητοὶ δοῦλοι. ἢ παρὰ τὸ τῶ τὸ ζητῶ, ὁ
ἐπὶ μισθῷ δουλεύων. |
---|
35 | Θῆτες, παρὰ τὸ τητᾶσθαι, οἷον, τῆτες, θῆτες.
Θητικὸν, θεραπευτικὸν, ὑποχείριον, ἐργαστικὸν τῶν
δεόντων, μισθαρικόν. σημαίνει δὲ τὸ ἔσχατον τίμημα
παρ’ Ἀθηναίοις, εἰς δεῖν τοῦ πολιτεύματος διηρημένου
τέλη. γέγονε δὲ ἀπὸ τοῦ θὴς, θητὸς, θητικὸς. κτη‐ |
---|
40 | τικοῦ τύπου. τὸ δὲ θὴς παρὰ τὸ τῶ ὃ σημαίνει τὸ λαμ‐
βάνω, ὅπερ μετὰ τῆς τη στερήσεως γίνεται τητῶ τὸ
οὐ λαμβάνω. θῆτες οὖν καὶ οἱ μισθῷ διὰ πενίαν ἐρ‐
γαζόμενοι, παρὰ τὸ τητᾶσθαι ὅ ἐστι στερεῖσθαι, ὡς
τῆτες καὶ θῆτες, κατὰ τροπὴν τοῦ τ εἰς θ. |
---|
45 | Θῆτα, εἴρηται, ὅτι τὴν τοῦ παντὸς θέσιν μιμεῖται. ἡ
δὲ τοῦ παντὸς θέσις οὐρανός ἐστι, ὃς τό, τε κυκλοτε‐
ρὲς ἔχων, κατὰ τὸν διὰ μέσου ἄξωνα. τῇ κατὰ τὴν
μέσην οὔσῃ μακρᾷ. χαρακτηρισθὲν οὖν οὕτως· εἰκό‐
τως καὶ ἐοικυῖαν ἔλαβεν ὀνομασίαν. |
---|
theta 262 (50) | Θησεῖον, διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα. τὰ
γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τὸ ειον παρακείμενα, διὰ
τῆς ει διφθόγγου γράφεται. οἷον, κουρεὺς κουρεῖον,
βαφεὺς βαφεῖον, βαλανεὺς βαλανεῖον. οὕτως οὖν καὶ
Θησεὺς Θησεῖον. ταῦτα δὲ προπερισπῶνται πλὴν τοῦ |
55 | Θήσειον Φύσειον, ἔστι δὲ ὄνομα πόλεως, ἀπὸ Φέσεως
κτίσαντος. τὸ δὲ Θήσειόν ἐστι ναὸς τοῦ Θήσεως, ἐν
ᾧ οἱ δοῦλοι προσέφευγον.
Θηλυμανεῖς, γυναιμανεῖς, πόρνοι. |
---|
Θήγειν, ἅπτεσθαι, ἐγγίζειν. | |
theta 263 | Θῆβις, τὸ κιβώτιον πλεκτικὸν ὡς φοινικώδη.
Θήρατρον, παγίς, ἄγκιστρον.
Θηγήτορα, ἀγρευτήν.
Θηροῦντα, ἐπιτηροῦντα. |
5 | Θοίνη, ἡ εὐωχία, ὡς παρὰ τὸ ἀγκὼν, ἀγκόνη καὶ ἀγ‐
κοίνη.
Θὶς, ἐπὶ τοῦ σωροῦ δύναται· παρὰ τὸ θῶ, ἀφ’ οὗ θεῖ‐
ναι καὶ ἐπιθεῖναι. θὶς διὰ τοῦ ἰῶτα, τὰ γὰρ εἰς ις
δικατάληκτα διὰ τοῦ ἰῶτα γράφεται. οἷον, δελφὶς, |
---|
10 | θαλαμὶς, τελχίς. οὕτως οὖν καὶ θὶς, διότι καὶ θίν.
ἰστέον δὲ ὅτι τὸ θὶς σημαίνει τὸν αἰγιαλόν. οἷον, θῖ‐
νος ἐφ’ ἁλός. σημαίνει δὲ καὶ τὸν σωρὸν, πολὺς δ’
ἀμφ’ ὀστεόφιν θὶς, ἀντὶ τοῦ σωρός. παρὰ τὸ εἰς
ὕψος ἀναθέειν· ἡ θὶς, θηλυκὸν, ὁ αἰγιαλός. |
---|
15 | Θίασος, ἀπὸ τοῦ θὶν ὅ ἐστι θεύειν. τοῦτο παρὰ τὸ
ἐνθουσίαν, ὅθεν θιασώτας λέγουσι. τοὺς περὶ Διόνυσον.
ὤφειλε δὲ διὰ διφθόγγου γράφεσθαι. ἐτυμολογεῖται
γὰρ παρὰ τὸ τὰ θεῖα ᾄδειν. ἀλλ’ ἡ παράδοσις, παρ‐
έλαβεν αὐτὸ γράφεσθαι διὰ τοῦ ι. θίασος δὲ λέγεται |
---|
20 | χορὸς, ἐξ οὗ καὶ θιασώτης ὁ χορευτής. τὸ θι καὶ
τὸ σω μέγα ἀπὸ παραδόσεως.
Θιασώτας, τοὺς τὰ θεῖα ᾄδοντας. ἐκ τοῦ ἄσω. θει‐
άζω τὸ θαυμάζω, δίφθογγος ἐκ τοῦ θείνω.
Θιασώτης, ἐκ τοῦ θειάζω, πολλὰ γὰρ ὀνόματά εἰσι. |
---|
25 | Θὶς, θινὸς, ὁ αἰγιαλὸς, ἀπὸ τοῦ τίθεσθαι, καὶ ἀκτὴ
λέγεται ἀπὸ τοῦ κατάγεσθαι τὰ κύματα ἐν αὐτῇ.
Θῖνα, τὸν εὔδιον καὶ ἥσυχον αἰγιαλὸν, παρὰ τὸ θείνω
τὸ τύπτω, εἰς ὃν ἐγκρούουσι τὰ κύματα. σημαίνει καὶ
τὸ φονεύω καὶ θλίβω, παρὰ τὸ θλῶ θλίβω. ἢ |
---|
30 | παρὰ τὸ θλύβω καὶ ἐξ αὐτοῦ θλίβω, τροπῇ τοῦ υ
εἰς ι. τὸ δὲ θλίβω σημαίνει δύο· τὸ συντρίβω τὴν
ψυχὴν καὶ τὸ πατῶ τὴν σταφυλήν.
Θνήσκω, παρὰ τὸ θνῶ, θνήσω, θνήσκω, τρῶ, τρώσω,
τρώσκω καὶ τιτρώσκω, καὶ βρῶ, βρώσω, βρώσκω καὶ |
---|
35 | βιβρώσκω. δηλοῦσιν οἱ Δωριεῖς θνάσκω λέγοντες.
Θνητὸς, παρὰ τὸν θνήσω μέλλοντα, θνητὸς ὁ θανὼν
καὶ θνησιμαῖος, παρὰ τὸ ἐν τῷ διαστέλλεσθαι ἀθανά‐
του. ἢ παρὰ τὸ θανῶ, θανήσω, θανητὸς καὶ θνητός.
Θνῶ, εἰς τὸ θνήσκω καὶ τεθναίη. |
---|
40 | Θοὴ, ἡ ὀξεῖα καὶ ταχεῖα, παρὰ τὸ θέω. τὸ θε ψιλὸν
διάτι; τὰ διὰ τοῦ εω ῥήματα δισύλλαβα, συναιρού‐
μενα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ
ε ψιλοῦ γράφεται, οἷον, ζέω, πλέω, θέω.
Θοίνη, ἡ εὐωχία, παρὰ τὸ θῶ τὸ τρέφω, οὗ ὁ μέλ‐ |
---|
45 | λων θήσω, ὄνομα ῥηματικὸν θώνη, καὶ τροπῇ τοῦ ω
εἰς τὴν οι δίφθογγον θοίνη. καὶ εἰς τὸ θωρῆξαι.
Θοίνη, θῆναι σημαίνει τὸ φαγεῖν, γίνεται δὲ ἐκ τοῦ
θοίνη ἡ εὐωχία. τὸ δὲ θοίνη παρὰ τὸ θῶ, τὸ ἀπο‐
λαύω, ὁ μέλλων θώσω, θώνη, καὶ οἱ Δωριεῖς τὸ ω εἰς |
---|
theta 263 (50) | τὴν οι δίφθογγον τρέπουσι. τὸ γὰρ χελώνη χελοίνη
λέγουσιν· οὕτω καὶ τὸ θώνη θοίνη, καὶ ἐξ αὐτοῦ
θοινῶ τὸ εὐωχοῦμαι. ἐς δ’ αὐτοὺς προτέρω ἄγε, θοινη‐
θῆναι.
Θοὴν νύκτα, ταχέως δοκοῦσαν παρεῖναι, διὰ τὸ ἡδέως |
55 | ἡμᾶς ἐν αὐτῇ ἀναπαύεσθαι.
Θορὸς, ἡ ἔκχυσις τοῦ σπέρματος, παρὰ τὸ μετὰ ὁρμῆς
πέμπεσθαι.
Θορούσης, πηδώσης καρδίας. |
---|
Θορὸς, ὁ σπόρος ὁ ἀνθρώπινος, ὁ ἀπὸ τοῦ θορεῖν, ὁ | |
theta 264 | μετὰ ὁρμῆς πεμπόμενος. θῶρος δὲ ἡ τροφὴ καὶ ἡ
μέθη, παρώνυμον θώραξ, ὡς λίθος λίθαξ. θώραξ
οὖν ὁ δεκτικὸς τόπος τῆς τροφῆς εἴρηται.
Θόρυβος, παρὰ τὸ θέω τὸ τρέχω γέγονε θέρυβος, |
5 | καὶ τροπῇ τοῦ ε εἰς ο θόρυβος.
Θορῶ, τὸ πηδῶ, ἐξ οὗ καὶ θρίξ. εἰς τὸ δόρυ καὶ
ἐθρόησε, καὶ ἔχθιστος καὶ ἐχθρὸς, καὶ θρόνος καὶ
τρανός.
Θοὰς, ταχείας, ὁρμάς. |
---|
10 | Θοὴ, ἡ θυσία.
Θολοῦσα, σκοτοῦσα.
Θοιμάτιον, τὸ ἱμάτιον.
Θολῶδες, τεταραγμένον, σκοτεινόν.
Θουκυδίδης, ὁ Ἀθηναῖος συγγραφεύς. |
---|
15 | Θοῦρον, πηδητικὸν, ταχὺ, πολεμικώτερον.
Θόλος, κυκλοτερὲς οἴκημα, ἀπὸ τοῦ περιθεῖν, εἰς ὃ
τὰ καθ’ ἑκάστην ἡμέραν εἰς χρῆσιν πίπτοντα ἀπετί‐
θεντο.
Θούριος, ὁ πηδητικὸς, παρὰ τὸ ἐνθουσιᾷν. |
---|
20 | Θοῦρις, ἡ ἀσπὶς, ἀπὸ τῶν περιεχομένων, τὸ περι‐
έχον.
Θρᾲξ, εἰς τὸ αἴξ.
Θοῦρος, ὁ πολεμικὸς, παρὰ τὸ θόος ὁ ῥούων ἤγουν ὁρ‐
μῶν, καὶ εἰς τὸ θωρῆξαι. |
---|
25 | Θρῆσκος, ὁ ἑτερόδοξος, αἱρετικός.
Θρῆνυν, ἀρσενικῶς, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, τῶ κεν
ἐπισχοίης. οὐ γάρ ἐστιν οὐδέτερον εἰς υν λῆγον.
εἴρηται δὲ θράνον, ὅ ἐστι μικρὸν ὑποπόδιον.
Θρῆνυς, ἡ τῶν ἐρετῶν ἤγουν κωπηλατῶν σανὶς, ἀφ’ |
---|
30 | ἧς καὶ θανίται λέγονται, παρὰ τὸ ἐπ’ αὐτὴν ἵζειν.
Θραῦσις, ὀργὴ, πληγή. εἴρηται δὲ ἀπὸ τοῦ κατακό‐
πτοντος καὶ λεπτύνοντος ἡ θραῦσις.
Θρασκίας, ὅτι ἀπὸ τῆς Θράκης πνεῖ.
Θράσιον, διὰ τοῦ ἰῶτα. ἔστι δὲ πεδίον. ἢ γὰρ παρὰ |
---|
35 | τὸ θρία γέγονεν, ἐκεῖ γὰρ ἔῤῥιπτεν ἡ Ἀθηνᾶ τοὺς
μαντικοὺς ψήφους, αἵτινες θρίαι λέγονται. ἢ ἀπὸ
Θριασίου τινὸς, οὕτω λεγομένου, ἐκλήθη θριάσιον.
Θρία, σημαίνει τὰ τῆς συκῆς φύλλα. παρὰ γὰρ τὸ
τρία γέγονε, καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ. καὶ γὰρ |
---|
40 | τὸ φύλλον τῆς συκῆς τριμερές ἐστιν. ἢ παρὰ τὸ εἰς
τρία ἐσχίσθαι. καὶ εἰς τὸ θρίαμβος καὶ θρίδαξ.
Θρασὺς, τολμηρὸς, ἰσχυρὸς, παρὰ τὸ θέρω θέρσω,
θρασὺς, ὡς θερμὸς, τὸν γὰρ ταχὺν θερμὸν λέγομεν.
Θρῆνος, ὁ ὀδυρμὸς, θρήανος φησὶ κατὰ διαίρεσιν. ὁ |
---|
45 | ἐπὶ θάνατον αἶνος· ἢ παρὰ τὸ θραύειν τὸν νοῦν.
ἢ παρὰ τὸ θέρειν ἤγουν θερμαίνειν τὸν νοῦν, καὶ
εἰς τὸ ἐπικήδειον.
Θρὴς, εἰς τὸ ἀθροίζω καὶ ἐπιθρύλλω.
Θρησκεία, θεαρεσκία τις οὖσα, ἀπὸ τοῦ θρησκεύω· |
---|
theta 264 (50) | η δίφθογγος καὶ τὸ α μακρόν.
Θρησκεύειν, παρὰ τοὺς Θρᾴκας, σὺν ἐπιμελείᾳ σέ‐
βειν τὸ θεῖον.
Θρῆνυς, πάλιν ἡ τῶν ἐρετῶν σανὶς, ὅ ἐστιν ὑποπό‐
διον· καὶ ἐν τῷ μέσῳ τοῦ πλοίου σανὶς, κατὰ τοῖχον |
55 | εἰς τοῖχον.
Θριγκίον καὶ θρυσιμὸς, ὁ περίβολος τῆς οἰκίας,
καὶ τὸ ἐπικόσμημα τοῦ τοίχου, τὸ περίτρεχον κύκλῳ,
παρὰ τὸ θρίξαι. |
---|
Θρίδαξ, διὰ τὸ θείνεσθαι καὶ ἵεσθαι. | |
theta 265 | Θρίαμβος, ἔν τισι πόλεσιν, ὅταν ἤνθουν αἱ συκαὶ
παῖδες περιελόντες σῦκα σὺν αὐτοῖς τοῖς θρίοις ἔπαι‐
ζον, προσφερόμενα ἰαμβεῖα, τετράμετρα, καὶ ἔτι νῦν
φασὶ ἐν δήμῳ τοῦτο γίνεσθαι. λέγεται δὲ θριάμβος |
5 | καὶ ὁ Διόνυσος, ἐπειδὴ ἐποίησε στέφανον ἀπὸ συκῆς,
καὶ ὄντως ἐθριάμβευσεν, οἷον, ἐπὶ μέσης διέβη. καὶ
ἐκ τούτου γίνεται, ὅτι ἐπὶ τῶν θηρῶν τουτ’ἔστι τῶν
λεόντων βέβηκεν, οἷον, θηρίαμβος. τῷ γὰρ ἅρματι
αὐτοῦ λέοντας ὑποζευγνύειν φασίν· ἐτυμολογεῖται δὲ |
---|
10 | παρὰ τὸ ἐν αἰθρίᾳ βάζεσθαι. γίνεται ἐκ τοῦ τρία
θρία, κατὰ τροπὴν τοῦ τ εἰς θ. καὶ σημαίνει τὰ
φύλλα τῆς συκῆς. καὶ ἐκ τοῦτον γίνεται θριάμβος,
καὶ θριαμβεύω. ἢ ὅτι καὶ συκῆς ἐστιν εὑρετής.
Θρίαμβος, ἔστι ῥίαμβος, καὶ πλεονασμῷ τοῦ τ τρίαμ‐ |
---|
15 | βος καὶ τροπῇ τοῦ τ εἰς θ θρίαμβος.
Θριγκοὶ, ἐπι τοξικῆς τῶν οἰκίων τὰ ἀνώτερα. μετα‐
φορικῶς ἀπὸ ἡμῶν, ὅτι τὰ ἀνώτερα τῶν σωμάτων ἡμῶν
θριξὶ περιπείρανται.
Θρίδαξ, τὸ μαϊούλιον, ὅτι ἀπὸ τριῶν φύλλων σύγκειται. |
---|
20 | τρίφυλλος γὰρ καὶ κατ’ ἀρχὰς ὡς καὶ θρίδαξ. καὶ τὰ
φύλλα τῆς συκῆς θρία λέγουσιν οἱ Ἀττικοὶ, τὰ εἰς
τρία διηρημένα. τινὲς δὲ ὅτι τρίζει δακνομένη. ἢ ὅτι
τῷ θέρει γίνεται, οἱονεὶ θερειδακίνη τὶς οὖσα, κατὰ
συγκοπήν. ἢ διὰ τὸ τείνεσθαι ἐν τῇ δρακῇ τῆς χει‐ |
---|
25 | ρὸς, ἤγουν φυλλίζεσθαι.
Θρίδαξ, τὸ θρι ἰῶτα διάτι; τὰ εἰς αξ ἀποστρέφονται
τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουσαν, οἷον,
Φαίαξ, κλίμαξ, κόραξ, οὕτως οὖν καὶ θρίδαξ. πλὴν
τοῦ εἴαξ, μείραξ καὶ λείμαξ. |
---|
30 | Θρήσκω, τὸ θρησκεύω, καὶ θρίσκω θρίξω τὸ τὰς τρί‐
χας κόπτω. καὶ ἀπεθρίξατο. τὸ δὲ θρὶξ γέγονεν
ἀπὸ τοῦ θερίζω Δωρικῶς θέριξ, καὶ ἐν συγκοπῇ
θρίξ. ἢ ἀπὸ τοῦ τρέχω τρέξω, καὶ κατὰ συγκοπὴν
τρὶξ, καὶ τροπῇ τοῦ τ εἰς θ. τὰ γοῦν παρ’ αὐτὸ συγ‐ |
---|
35 | κείμενα διὰ τοῦ ι γράφεται, οἷον θρίναξ, θρίδαξ,
θρίξ. οὕτω Καλλίμαχος.
Θρινακία, σημαίνει τὴν Σικελίαν, παρὰ τὸ ἐκ τριῶν
σύγκεισθαι ἄκρων, λέγεται δὲ Θρινακία τρινακρία τις
οὖσα. καὶ γὰρ τρία ἀκρωτήρια ἔχει ἡ Σικελία, Λιλύ‐ |
---|
40 | βαιον, Πάχυνον, Πέλωρον, ἢ ὅτι Τρίνακος πρῶτος βα‐
σιλεὺς Σικελίας.
Θρίνακες, τὰ τριαινώδη ξύλα τῶν γεωργῶν, οἷς λικμῶ‐
σι τὸν σῖτον.
Θρίναξ, τὸ τριαινοειδὲς ἐργαλεῖον ἐργαστικὸν, παρὰ τὸ |
---|
45 | τρία γὰρ τρίναξ καὶ θρίναξ, κατὰ μετάθεσιν τοῦ ψι‐
λοῦ εἰς δασὺ, καὶ γράφεται διὰ τοῦ ἰῶτα.
Θρὶξ, ἡ τρίχα, οἱονεὶ θέριξ, ὅτι θερίζεται καὶ τέμνε‐
ται. ἢ ἀπὸ τοῦ θορεῖν ὅ ἐστι πηδᾷν· καὶ εἰς τὸ τρί‐
χα καὶ μαλλίον. θρὶξ ἐπὶ ἀνθρώπων, μαλλίον δὲ ἐπὶ |
---|
theta 265 (50) | κτηνῶν.
Θριπὲς, εἰς τὸ ἴψ.
Θρόνος, ἡ καθέδρα, παρὰ τὸ θροσμὸς, ὃ σημαίνει τὸν
ὑψηλὸν τόπον, ὁ ἐφ’ ὑψηλοῦ ποιεῖν ἡμᾶς. ἣ παρὰ
τὸ θορῶ τὸ πηδῶ θόρος ἡ ἐπηρμένη καθέδρα. ἢ παρὰ |
55 | τὸ θῶ γίνεται θὸς καὶ θρόνος κατὰ πλεονασμὸν
τοῦ ρ.
Θροὸς, εἰς τὸ ἀθροίζω, καὶ ἐπιθρυλλοῦντες καὶ τον‐
θορίζω. |
---|
Θρυλλὶς, παρὰ τὸ θρυαλλὶς, λέγεται δὲ ὁ σπινθὴρ ὁ | |
theta 266 | τῆς προσμίξεως, καὶ γίνεται παρὰ τὸ θέρω τὸ θερ‐
μαίνω, καὶ τὸ ἅλλω τὸ πηδῶ.
Θρυλλοῦντες, θορυβοῦντες, ἀπὸ τοῦ θροῦς καὶ τοῦ
ἕλω, ὃ σημαίνει τὸ ἐλαύνω, οἱονεὶ θροῦν ἕλοντες τουτ’‐ |
5 | ἔστι θόρυβον ἐγείροντες.
Θρίαι, αἱ μαντικαὶ ψῆφοι τρίαινες οὖσαι. τρεῖς γάρ
εἰσι τὸν ἀριθμὸν, νύμφαι δὲ εὗρον ταύτας ἐπὶ τιμῇ
θεοῦ. καὶ τὸ μαντεύεσθαι ἐπιτιμοῦν.
Θρύπτω, τὸ κλάνω, θρύψαι γὰρ τὸ κλάσαι, καὶ Ὅμη‐ |
---|
10 | ρος, διατρυφὲν ἔκπεσε χειρὸς· καὶ εἰς τὸ θρύψαι
καὶ τετρυλλούμενον καὶ τρυφή.
Θρώσκω, τὸ πηδῶ, παρὰ τὸ θορῶ θορίσκω καὶ θρώ‐
σκω. ἐξ οὗ καὶ τὸ θρώσκων, τινὲς δὲ κατὰ κῦμα ἔλε‐
γον αὐτό. |
---|
15 | Θυῖα, ὁ λάκκος, ἐν ᾧ τὰ θυμιάματα. καταχρηστικῶς
δὲ αἱ λοιπαὶ θυσίαι.
Θυγάτηρ, παρὰ τὸ θύειν κατὰ γαστέρα. τάχιον γὰρ
τῶν ἀῤῥένων ἐν γαστρὶ κινεῖται.
Θυγάτηρ, ἀπὸ τοῦ θεῖν. ἐκτρέχει γὰρ τὸ θῆλυ τὴν |
---|
20 | ἡλικίαν ῥᾳδίως. ὅθεν παρθένος, παρὰ τὸ παραθέειν
τὰς τῶν ἀῤῥένων ἡλικίας γυνὴ δὲ γινομένη ταχὺ μα‐
ραίνεται πάλιν ὡς οὖν ταχέως αὔξει, ταχέως ἀναλύει
τὴν ὥραν.
Θύεσθαι τοῦ σφάττεσθαι διαφέρει, ὅτι τὸ μὲν θύεσθαι |
---|
25 | διὰ σπλάγχνων θύεσθαι φασίν. τὸ δὲ σφάττεσθαι
τὸ φονεύεσθαι καθ’ ἥντινα αἰτίαν. καὶ τὸ μὲν ἐπ’
ἀλόγου, τὸ δὲ ἐπ’ ἀνθρώπου τάσσεται.
Θυηλαὶ, θυσίαι, ἀπαρχαί. Φιλόχορος γῆς παῖδας εἶ‐
ναι θυηλὰς, ἃς πρώτας θῦσαι τοῖς θεοῖς. |
---|
30 | Θυοσκόοι, οἱ ἀπὸ τῶν θυομένων διὰ τοῦ πυρὸς μαν‐
τευόμενοι. ἱερεῖς δὲ τοὺς, ἀπὸ τῶν ἱερῶν σπλάγχνων
μαντευομένους.
Θυηλὰς, κυρίως μὲν τοὺς θύλακας λέγουσι, εἰς οὓς τὰ
θυμιάματα ἐμβάλλεται. τὸ τῶν θεῶν ἕνεκα ἄλιγμον |
---|
35 | ἡνωμένον. καταχρηστικῶς δὲ λέγεται καὶ πᾶσα θυσία.
Θύελλα, λαίλαψ, ἄνεμος εἱλούμενος, παρὰ τὸ θύω τὸ
ὁρμῶ.
Θύελλα, παρὰ τὸ θύω τὸ ὁρμῶ, ἀφ’ οὗ παράγωγον
θύνω, ὡς πληθύω πληθύνω, ἀντὶ τοῦ ᾧδε προελ‐ |
---|
40 | θόντος τοῦ εὖ μορίου, ὡς παρὰ τὸ ἄω, τὸ πνέω,
ἄελλα.
Θῦκος, κυρίως εἰς ὃν ἐμβάλλομεν τὰ θυμιάματα.
Θύμελαι, τράπεζαι, ὀρχήσεις· Αἰσχύλος τοὺς βωμοὺς
λέγει, ἀπὸ τοῦ θέσθαι ἢ ἀπὸ τοῦ τίθεσθαι. |
---|
45 | Θυμίαμα, ἀπὸ τῆς στύφεως τοῦ καπνοῦ, ἀφ’ οὗ καὶ
θῦμα. τὸ δὲ αὐτὸ καὶ σμυχεῖν ἐλέγετο, ὡς ὁ ποιητὴς,
κατά τε σμύξαι πυρὶ νῆας. στυφελίξαι γὰρ τὸ
καπνιζόμενον ξύλον· τινὲς δὲ θυμίαμα, θυμοῦ ἴαμα.
Θυμιατήριον, διὰ τὸ τὰ θυμιάματα τηρεῖν. |
---|
theta 266 (50) | Θυμιῶ, ἐκ τοῦ θῦον, ὅπερ ἔστιν εἶδος πόας μυρεψικῆς,
θυμίαμα εἴρηται, παρὰ τὸ τὸν θυμὸν ἰᾶσθαι, οἷον,
θυμοῦ ΐαμα. θυμίαμα δὲ ἐκ τοῦ θυμιῶ, τοῦτο ἐκ
τοῦ θῦμα, διὰ γὰρ τῶν καιομένων ὀσφραινόμεθα· καὶ
γὰρ οἱ παλαιοὶ ἔκαιον ἐπὶ ψυχῇ θυμιάματα. |
55 | Θύννος, παρὰ τὸ θύω, τὸ ὁρμῶ, θύννος.
Θυμὸς, παρὰ τὸ θύειν αἷμα, οἷον, θύεμος. ποίου εἴ‐
δους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰ μὲν σημαίνει
τὴν ψυχὴν γενικοῦ. εἰ δὲ σημαίνει τὴν ὀργὴν εἰδικοῦ. |
---|
τὶ διαφέρει μῆνις, ὀργὴ, χόλος, κότος, καὶ θυμὸς, | |
theta 267 | διαφέρει. μῆνις μὲν γάρ ἐστιν ἡ ἐπίμονος ὀργὴ, ἀπὸ
τοῦ μένειν. ὀργὴ δὲ ἡ ἐπ’ ὀλίγον χρόνον, παρὰ τὸ ὀρ‐
γᾷν. χόλος δὲ οἱονεὶ κίνησις χολῆς. ἀπὸ τοῦ κεῖσθαι
κότος δὲ ἡ πολυχρόνιος μνησικακία. θυμὸς δὲ ζέσις |
5 | τοῦ περικαρδίου αἵματος, ἀπὸ τοῦ θύειν, τουτ’ἔστι
μανικῶς ὁρμᾷν. καὶ εἰς τὸ ἀποθυμία.
Θυμὸς, παρὰ τὸ θύω τὸ ὁρμῶ, ἡ τοῦ αἵματος κίνησις
καὶ ζέσις. ἢ παρὰ τὸ θύεμός τις ὢν, παρὰ τὸ θύω
καὶ τὸ αἷμα. τὸ δὲ αἷμα παρὰ τὸ αἴθω τὸ καίω. |
---|
10 | Θυρὶς, ἀέρα θέει.
Θυοσκόος, ὁ μάντις, παρὰ τὸ ἀπὸ τῶν θυομένων
κόειν, ὅ ἐστι νοεῖν τὸ μέλλον.
Θύρα, παρὰ τὸ θύω τὸ ὁρμῶ, δι’ ἧς ὁρμῶμεν ἅπαν‐
τες. |
---|
15 | Θύρα καὶ θύρις, δι’ ὧν τὸ θεωρεῖν εἰσέρχεται, ἐκ γὰρ
τοῦ φωτὸς τὸ θεωρῆσαι, αἱ δὲ πετασθεῖσαι τεῦξαν φαὸς.
ἔνιοι δὲ τὰς θύρας σαλάμας καλοῦσιν, ἀπὸ τοῦ σέλας
βάλλειν ἀνοιγομένας, ἢ δι’ ὧν τὸ σέλας βαίνει. ἄλλο
δέ ἐστι τὸ θεωρεῖν καὶ ἄλλο τὸ βλέπειν. θεωρεῖν γάρ |
---|
20 | ἐστι τὸ τὰς θυσίας φυλάττειν, ἐκ τοῦ θεωρεῖν αὐτὰς,
ὅθεν καὶ θεωροὶ οἱ διὰ τοῦτο ἀποστελλόμενοι, βλέπειν
δὲ λέγειν. λέγεται δὲ καὶ ἡ τράπεζα ὑπό τινων, ἀπὸ
τοῦ τὰ ἱερὰ ἐν αὐτῇ τιθέναι.
Θυριβόλιον, ἡ ἔπαυλις, θυριβόλιόν τι ὄν. |
---|
25 | Θυραῖος, ὁ φύλαξ τῆς θύρας, ἀπὸ τοῦ κλέπτειν καὶ
καλύπτειν τὸν ἐπιφερόμενον.
Θύραθεν, ἔξωθεν.
Θυρεὸς, ὁ θύρας τάξιν ἐπέχων. ἄλλοι δὲ φασὶ τὸ
ὅπλον. Ῥωμαῖοι δὲ τὸ σκουτάριον. |
---|
30 | Θυραῖος, ὁ ξένος.
Θύτης, ἱερουργὸς, ἐκ τοῦ θύω, τὸ ἱερουργῶ, ἐξ οὗ καὶ
θυσία.
Θυμοφθόρα, τὰ τὴν ψυχὴν φθείροντα.
Θυμοχεύων, θυμὸν ἀχεύων, τὴν ψυχὴν λυπούμενον. |
---|
35 | Θυτήριον, τὸ θυσιαστήριον.
Θυμαρέα, τῇ ψυχῇ ἀρέσκουσα.
Θύσθλα, αἱ λαμπάδες, παρὰ τὸ θύω, θύσω, θύσθλα.
Θυσία, εἰς τὸ θῦμα, διὰ τὸ θυσιάζειν τὸν ἐν αὐτῷ
προσφερόμενον ἄρτον. ἢ διὰ τὸ τὰς θυσίας τηρεῖν. |
---|
40 | Θύρσος, ῥάβδος καὶ κύριον ὄνομα.
Θύω, τὸ ὁρμῶ, ἐξ οὗ καὶ θύρα, δι’ ἧς ὁρμῶμεν, ἀφ’
οὗ καὶ θυγάτηρ, παρὰ τὸ τάχιον κινεῖσθαι ἐν τῇ γα‐
στρί. |
---|
Θώμιγξ, σχοινίον, σπάρτη, καννάμενος. | |
theta 268 | Θῶκος, τοῦτο οἱ Ἀττικοὶ θάκον λέγουσιν. ἔστι δὲ κα‐
θέδρα.
Θῶες, οἱ λυκοπάνθηρες, ταχεῖς γάρ εἰσι, καίπερ βρα‐
χυσκελεῖς ὄντες. |
5 | Θωὴ, ἡ ζημία, ἣν κατατίθενται οἱ ζημιούμενοι. καὶ εἰς
τὸ ἀθῶος.
Θωμᾶς ἀπὸ τοῦ θαῦμα θαυμᾶς καὶ Θωμᾶς.
Θωπεία, ἡ κολακεία, καὶ θῶπες οἱ μετὰ ψεύδους τινὶ
προσιόντες ἐπὶ κολακείᾳ· γέγονε δὲ ἀπὸ τοῦ θωπεύω. |
---|
10 | τοῦτο παρὰ τὸ θὼψ, ὅπερ ἐστι θηρίον ἀπατηλόν·
τοῦτο δὲ παρὰ τὸ θῶ τὸ εὐωχοῦμαι, τὸ δὲ θωπεύω
συντάσσεται αἰτιατικῇ.
Θὼψ, θωπὸς ὁ κόλαξ.
Θώραξ, ἀπὸ τοῦ θέειν αὐτὸν ὀξέως, ἤγουν κυλίεσθαι. |
---|
15 | Θώραξ, σημαίνει τέσσαρα, τὸ λωρίκιον καὶ παχὺ ἱμά‐
τιον τοῦ πολέμου, τὸν πῦργον, τὸ στῆθος τοῦ ἀνθρώ‐
που, καὶ ὅλον τὸ σῶμα, καὶ τὸν λαιμόν.
Θώραξ, τὸ στῆθος, παρὰ τὸ φύλαξ εἶναι τῆς θορού‐
σης καὶ πηδώσης καρδίας. |
---|
20 | Θώραξ, ὁ τὸ θεῖον ὡρῶν ἤγουν φυλάσσων. τὸ διανοητι‐
κὸν ὅ ἐστιν ἐν ἡμῖν τὸ θεῖον.
Θωρῆξαι, καθοπλίσαι, ἐκ τοῦ θώραξ. τὰ εἰς αξ ἀρ‐
σενικὰ, φύσει μακρᾷ παραληγόμενα, ἐκτείνουσι τὸ α
οἷον, Φαίαξ οἶαξ. τὸ δὲ θώραξ, παρὰ τὸ θῶ, θώσω, |
---|
25 | θῶρος. καὶ ὥσπερ παρὰ τὸ λίθος λίθαξ, οὕτω καὶ
παρὰ τὸ θῶρος θώραξ, τὸ πολεμικὸν ἱμάτιον. ἔστι
δὲ καὶ ἕτερον θῶ, καὶ σημαίνει τὸ εὐωχοῦμαι. ἐξ οὗ
καὶ θώνη καὶ θοίνη ἡ εὐωχία. ἐκ τοῦ θώραξ θω‐
ρήξω, θώρηξ καὶ διαφέρει. λέγεται γὰρ καὶ ἐπὶ τῆς |
---|
30 | καθοπλίσεως, καὶ ἐπὶ τῆς οἴνου ἀκροποσίας.
Θώραξ ἐτυμολογεῖται ἐκ τοῦ ὧρος, ὃ σημαίνει τὸν
φύλακα, ὥραξ καὶ θῶραξ, ὁ φύλαξ τῆς ὡρούσης, ὅ
ἐστι καρδίας. ἢ παρὰ τὸ θῶ, τὸ ἐν εὐωχίᾳ εἰμὶ, ὁ
μέλλων θώσω, θῶρος καὶ θώραξ. ἐπὶ δὲ τοῦ χιτῶ‐ |
---|
35 | νος ἀπὸ μεταφορᾶς. τοῦτο ἀπὸ τοῦ περιεχομένου τὸ
περιεχόμενον. τίς ἐστιν ὁ τρόπος; μετωνυμία. τὸ θω‐
ρήσσω ἐκ τοῦ θοῦρος, ὁ εἰς πόλεμον ὁρμητικός. ἤγουν
ἀπὸ τοῦ θέειν ῥᾷον.
Θὼψ, θηρίον, ἐξ ὑαίνης καὶ λύκου γινόμενον. |
---|
40 | Θωμὸς καὶ σωρεὸς ὁ σωρός.
Θῶμαι, ἐπίθωμαι, ἀνεβίβασε τὸν τόνον. πᾶν ῥῆμα
εἰς μαι λῆγον δισύλλαβον ἀναβιβάζει τὸν τόνον·
δῶμαι ἀπόδωμαι, ἀπόσχωμαι ἐπὶ πολέμου. |
---|
44t | Τέλος τοῦ Θ στοιχείου. | |
---|
iota 267 (post 44t) | ΑΡΧΗ ΤΟΥ Ι ΣΤΟΙΧΕΙΟΥ. |
45 | Ἰὰ, εἰς τὸ ἴσχω. ἰὰ, εἰς τὸ ἀμφιαχυῖαν, καὶ ἄνεος.
Ἰαίνειν, εἰς τὸ ἴαχον, καὶ κερδαλεόφρον καὶ λιγόφθογ‐
γος καὶ ὑγιής.
Ἰακεὶμ, τοῦτο κατὰ τὴν γραφὴν ὅμοιον τῷ ἰωακείμ.
Ἰακὼς, ἔστι ῥῆμα ἰάω, ἰῶ, τὸ ὑγιαίνω, ὁ μέλλων |
---|
iota 267 (50) | ἰάσω, ὁ παρακείμενος ἴακα, ἡ μετοχὴ ὁ ἰακὼς, τουτ’‐
ἔστιν ὑγιάνας. εἰακὼς δὲ ῥῆμα ἐάω, τὸ συγχωρῶ,
ἐάσω, εἴακα, ἡ μετοχὴ ὁ εἰακὼς, τουτ’ἔστι συγχωρή‐
σας. ἠακὼς δὲ ὁ θρηνήσας, ἐκ τοῦ αἰάζω τὸ θρηνῶ, |
ὁ μέλλων αἰάσω, ἤακα, ἡ μετοχὴ ὁ ἠακώς. | |
iota 268 (45) | Ἰάλεμος, ὁ ἄνανδρος, καὶ ὁ θρῆνος ἐπὶ τοῖς ὀλωλόσι,
ἴαν φέρων, ἤγουν φωνήν.
Ἴβυκος, ἔστιν ὄνομα κύριον, καὶ γράφεται διὰ τοῦ ι.
ὑπάγεται δὲ τῷ κανόνι τοῦ Πτολεμαίου. ἰστέον δὲ ὅτι
παρὰ τὸ ἴβυξ ἴβυκος, ὅπερ ἔστιν εἶδος ὀρνέου κρακτι‐ |
iota 268 (50) | κοῦ. ὅθεν γέγονε τὸ ἴβυκος, ἔνθεν ἐγένετο τὸ ἰβυκινί‐
σαι, ὅπερ κατὰ φθορὰν λέγεται βουκινίσαι.
Ἶβις, εἶδος ὀρνέου ὀφιομάχου. διὰ τοῦ ι γράφεται, τῷ
λόγῳ τοῦ Πτολεμαίου. τῷ εἰρηκέναι ἐν τῷ βοθυνία. |
Ἴαχος, ὁ Διόνυσος, ἀπὸ τῆς ἐν τοῖς πότοις ἰσχῆς. | |
iota 269 | Ἰὰς, ἡ Ἀσία ἀπὸ Ἴωνος τοῦ Ἀπόλλωνος, οὐ τοῦ
Ξούθου.
Ἰάλεμος, σημαίνει τὸν θρῆνον. ὅτε μὲν ἐπὶ ἡλίου λέ‐
γεται δασύνεται, ἀπὸ τῆς ἀφέσεως τῶν βελῶν, ὡς ῥα |
5 | σὺ ἤϊε Φοῖβε. ἐπὶ δὲ τοῦ θρήνου ψιλοῦται. γεγόνασι
δὲ ἀμφότεροι οὕτως. ἔστιν ἵημι τὸ πέμπω, ἐκ τούτου
γίνεται ἴημος, τροπῇ τοῦ η εἰς ε ἴεμος, καὶ πλεο‐
νασμῷ τῆς αλ συλλαβῆς ἰάλεμος. καὶ ἰηλεμῆσαι ἐπὶ
τοῦ θρηνῆσαι. οὕτως Ἡρωδιανός. ἐν ἄλλοις δὲ εὗρον |
---|
10 | ἐγὼ τὸ ἰάλεμος ἐπὶ τοῦ θρήνου λεγόμενον, παρὰ τὸ
ἐπὶ τοῖς ὀλωλόσιν ἰανὸν φέρειν.
Ἴανον, ἐναλίζειν, παρὰ τὴν ἄλυσιν τῶν ὀφθαλμῶν
ἤγουν τῶν κορῶν.
Ἰάμβη, τινὲς ὅτι Ἰάμβη Ἠχοῦς καὶ Πανὸς θυγάτηρ. |
---|
15 | τὴν Δήμητραν δὲ λυπουμένην, παίζουσα καὶ ἀχρηστο‐
λογοῦσα, ἐποίησε γελάσαι.
Ἰαννουάριος, μὴν ἐξ Ἰανοῦ τινὸς δαίμονος οὕτως
ὀνομασθείς. ἢ αἰωνιάριος, ὁ αὐτὸς γὰρ ἄρχει τοῦ ἐνι‐
αυτοῦ, αἰὼν γὰρ ἐνιαυτὸς. ζήτει ἱστορίαν περὶ ἰαν‐ |
---|
20 | νουαρίου.
Ἰάπτω, τὸ βλάπτω, ἐκ τοῦ ἰὸς, ὃ σημαίνει τὸ βέλος.
Ἰαπετὸς, ἡ τῶν στοιχείων κίνησις.
Ἰαπετὸς, ὄνομα κύριον θεοῦ, ἢ γίγαντος, παρὰ τὸ
ἴεσθαι καὶ πέτεσθαι. ἤγουν παρὰ τὸ ἴπτω τὸ βλάπτω, |
---|
25 | ἰπετὸς, καὶ πλεονασμῷ τοῦ α Ἰαπετός. ἔστι δὲ καὶ
πότιμον.
Ἰάπτω, εἰς τὸ προΐαψεν.
Ἰᾶς, εἰς τὸ ἰῆτο. |
---|
30 | Ἰάσις, διὰ τοῦ ἰάσθαι τὸ σῶμα.
Ἰάσος, ὄνομα ποταμοῦ, παρὰ τὸν ἰάσω μέλλοντα· ἐξ
οὗ τὸ ἰάσομαι.
Ἰατρικὴ, ἰαττική τις οὖσα, πλεονασμῷ τοῦ ρ, ὡς
κεντῶ κέντρον, κατὰ πλεονασμὸν τοῦ ρ. |
---|
35 | Ἰατρὸς, ὅτι τὴν ἴασιν τήρει.
Ἰαύω, εἰς τὸ ἐνιαυτός.
Ἰαχὸν, θάλπον, ἢ σαπρόν. καὶ εἰ μὲν σημαίνει θάλ‐
πον, γίνεται παρὰ τὸ ἰαίνω τὸ εὐφραίνω· εἰ δὲ τὸ
σαπρὸν, παρὰ τὸ ἵημι τὸ πέμπω, οἷον τὸ ἀπόπεμπον. |
---|
40 | Ἰὰ, τὰ βέλη.
Ἴα, ἄνθη, κρίνα.
Ἴαμβος, στίχος ποδῶν ἕξ.
Ἰάνθη, ἐχάρη, ηὐφράνθη.
Ἰάπυξ, ἄνεμος ἐλαφρός. |
---|
45 | Ἰαύει, κοιμᾶται, ἤγουν ἀπόθανεν.
Ἰάχεν, ἤχησεν, ἐβόησεν.
Ἰάχω, ἐκ τοῦ ἰαχὴ, τοῦτο παρὰ τὸ ἰά, ὃ σημαίνει τὴν
φωνήν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἐπὶ πᾶσι τὴν ἰαχὴν
ἰέναι. ἐκ τοῦ ἰαχὴ γίνεται μετὰ τοῦ ἐπιτατικοῦ α ἄϊ‐ |
---|
iota 269 (50) | χος, καὶ πλεονασμῷ τοῦ υ αὔϊχος. καὶ ὁ ποιητὴς,
ἄβροχοι, αὔιχοι.
Ἴαψεν, ἔπεμψεν, ἀορίστου πρώτου. τὸ θέμα ἰάπτω.
καὶ τὰ λοιπὰ δῆλα. τὸ δὲ ῥῆμα ποιητικὸν, ὁ ἐνεστὼς
γὰρ μόνος εὑρίσκεται, ὁ γὰρ ἀόριστος ἀπὸ τοῦ ἵπτω |
55 | γίνεται, τοῦ σημαίνοντος τὸ βλάπτω καὶ κατὰ πλεο‐
νασμὸν τοῦ α ἰαπτός. ὡς καὶ ἐν ἑτέρῳ λέγει ὁ ποι‐
ητὴς, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν. τὸ δὲ ἴψαο ἐκ
τοῦ ἴπτω ἴψω. ὁ μέσος ἀόριστος παθητικὸς, ἰψάμην,
ἴψαο, Ἰωνικῶς μόνος λεχθέν. τὸ δὲ ἴπτω παρὰ τὸ |
---|
60 | ἰὸς, ὃ σημαίνει τὸ βέλος. τὸ δὲ βέλος παρὰ τὸ ἵημι |
---|
τὸ πέμπω. | |
iota 270 | Ἰάπτω, πᾶν ῥῆμα εἰς πτω λῆγον βαρύνεται, εἰ μὴ
προκατάρχοι ὀνόματι, ἢ διαστολὴ γένηται σημαινομένου
διὰ τοῦ ὀπτῶ πρὸς ἀντιδιαστολὴν τοῦ ὄπτω. ἢ προκα‐
ταρχὴν ὀνόματος διὰ τοῦ ἄβλεπτος ἀβλεπτῶ, καὶ ἄπε‐ |
5 | τος ἀπετῶ, φιλαλείπτης φιλαλειπτῶ.
Ἰγνύες, τὰ σκέλη. αἱ κόξαι, τὰ ὀπίσθια τῶν γονά‐
των. παρὰ τὸ ἰκνύσθαι ποιεῖν.
Ἰγνύϊ, ἀπὸ τοῦ κάμψιν ἰκνύσθαι τῶν γονάτων.
Ἰδαῖος, ὄνομα κύριον, ἀπὸ τῆς Ἴδης, καὶ ὁ δάκτυλος. |
---|
10 | τὸ δαι διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η
θηλυκῶν διὰ τοῦ αιος γινόμενα, διὰ τῆς αι διφθόγγου
γράφεται. δίκη δίκαιος, οὕτως οὖν Ἴδη ὃ σημαίνει τὸ
ὄρος Ἰδαῖος, οἱονεὶ ὁ προειδὼς καὶ προγινώσκων τὰ
προκεκηρυγμένα. |
---|
15 | Ἱδαλιμοῦ, ἱδρωτικοῦ, ἱδροῦν ποιοῦντος. ἢ τοὺς δι’ αὐ‐
τοὺς καὶ καθαρούς. Ἡσίοδος, καύματος ἰδαλιμοῦ. ἐν
γὰρ τῷ χειμῶνι ἡ δύναμις τοῦ ἡλίου ἀσθενεστέρα
ἐστί. γίνεται παρὰ τὸ ἰδίω τὸ ἰδρῶ, ἴδιον, ὡς ἐνόησα.
ἴδιμος καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἰδάλιμος. |
---|
20 | Ὠρίων· οὐδέτερον ἰδάλιμον, τὸ ταῖς ψύαις ἱδρῶτα
ποιοῦν.
Ἴδη, ὄρος ἐν Τροίᾳ, ἀπὸ γὰρ τοῦ ὕψους ἔστιν ἰδεῖν
αὐτό.
Ἴβερος, ἥμερος, νεότης, χαύνη, ῥάθυμος, ἀναπαυ‐ |
---|
25 | τικὴ ἀργὴ, δειλαινομένη ἐπὶ πάντα πόλεμον, ἐξερχο‐
μένῃ ἐκ τῆς γῆς αὐτοῦ ἐπὶ συμμαχίαν, αἰχμάλωτος
ἕτοιμος, πολυψευδόκαυχος, καταθαύμαστος ταῖς γυναιξὶ,
ἀνθρώποις διαλεκτικὸς, μαλακόζωστος, γυναικοήθεις, |
---|
30 | ἀστατόγνωμος.
Ἰδέειν, ἀπαρέμφατον, ἀορίστου δευτέρου καὶ μέλλοντος.
οἱ Ἴωνες ἐπὶ τῶν εἰς ειν ἀπαρεμφάτων, πλεονασμῷ
τοῦ ε, διὰ τοῦ εειν προσφέρουσι, θανεῖν, θα‐
νέειν. |
---|
35 | Ἴδη, ὄρος ὑψηλότατον Τροίας. παρὰ τὸ ἰδεῖν ἀπ’ αὐ‐
τῆς τὰ μήκοθεν. καὶ εἰς τὸ Ἰδαῖος.
Ἴδηαι, ἴδῃς ἢ μάθῃς, ὑπερσυντελικὸς παθητικὸς μέσος
ἀορίστου δευτέρου. ὁ κανὼν, οἱ Ἴωνες ἀποβάλλοντες
τὸ τ τοῦ τρίτου προσώπου, δεύτερον ποιοῦσιν· οἷον, |
---|
40 | κέλεαί με Διῒ φίλε· οὕτως ἴδηται, ἴδηαι.
Ἴδηθεν, ἐπίῤῥημα τοπικόν. τὰ εἰς θεν ἐπιῤῥήματα
τῆς ἐκ τόπου εἰσίν. ἐνταῦθα δὲ οὐδὲν πλέον σημαίνει
τὸ ὄνομα, ὁ τῆς Ἴδης βασιλεύς· ἔνιοι γὰρ. ὁ ποιητὴς
τῶν ἐκ τόπου ἐπιῤῥημάτων, ἀντὶ γενικῆς τάσσει πτώ‐ |
---|
45 | σεως.
Ἴδε παρὰ τὸ εἴδω τὸ βλέπω, ὁ παρατατικὸς εἶδον, τὸ προσ‐
τακτικὸν ἴδε. τοῦτο τὸ εἴδω ἐπὶ τῶν ὁριστικῶν ἐνεργητι‐
κῶν μόνον διφθογγογραφεῖται, ἐπὶ δὲ τῶν λοιπῶν διὰ
τοῦ ἰῶτα. τὸ εἴδω σημαίνει ζ. πέντε διὰ διφθόγγου καὶ |
---|
iota 270 (50) | δύο διὰ τοῦ η. εἴδω τὸ ὁμοιῶ, εἴδω τὸ βλέπω, εἴδω
τὸ φαίνομαι, εἴδω τὸ γινώσκω, ἐξ οὗ καὶ ὁ μέσος πα‐
ρακείμενος οἶδα. ἔστι δὲ καὶ ἕτερον εἰδῶ. καὶ εἴδω τὸ
ὁρμῶ. τὰ δὲ διὰ τοῦ η εἰσὶ ταῦτα, ἥδω τὸ ἀρέσκω,
καὶ ἥδω τὸ εὐφραίνομαι. |
55 | Ἰδέα, διὰ τοῦ ι γράφεται συνεσταλμένον. ἴδιον κτῆμα,
ἴδιον οἶκον διὰ τοῦ ι γράφεται, χωρὶς τοῦ εἶδος καὶ
εἰδικὸν διὰ τῆς ει διφθόγγου. εἰδικὸν ἡνίκα μὲν τὸ
εἶδος σημαίνει, οἷον, γενικὸν εἰδικὸν διφθογγογρα‐
φεῖται. ἡνίκα δὲ τὸν ἴδιον οἶκον, διὰ τοῦ ι γρά‐ |
---|
60 | φεται. |
---|
Ἰδίειν, εἰς τὸ ἔνδιος, καὶ ἐρωδιός. | |
iota 271 | Ἴδιμος, εἰς τὸ ἰδάλιμος.
Ἰδιαίτατα, εἴρηται διάφορα. διὰ τὸ μὴ ἐπινοίᾳ μήδε
ἐνεργείᾳ δύνασθαι συστῆναι τὰ ἀντικείμενα, ἐν ἑνὶ
ὑποκειμένῳ κατὰ τ’αὐτό. τὸ γὰρ λογικὸν οὐκ ἐπι‐ |
5 | νοεῖται ἄλογον. ἢ τὸ ἄλογον λογικόν.
Ἰδὲ, καὶ, σύνδεσμος, ἰδὲ κλέος ἐσθλόν.
Ἴδμεν, ἀπὸ τοῦ εἴδω τὸ γινώσκω, παράγωγον εἰς μι
ἴσημι τὸ γινώσκω, τὸ Αἰολικὸν ἴσεμεν, ἴσμεν κατὰ συγ‐
κοπὴν καὶ συστολὴν, καὶ τροπῇ τοῦ ς εἰς δ, ἴδμεν. |
---|
10 | Ἴδμεν, ἔστιν εἴδω τὸ γινώσκω, τούτου ὁ μέσος παρα‐
κείμενος οἶδα, τὸ πρῶτον τῶν πληθυντικῶν οἴδαμεν,
καὶ ἐν συγκοπῇ οἴδμεν, καὶ ἀποβολῇ τοῦ ο ἴδμεν,
ἀντὶ τοῦ ἐπιστάμεθα.
Ἰδιῶ, τὸ κοπιῶ. |
---|
15 | Ἴγδη, ἡ θυῖα, ἔνθα μίσγομεν τὰ ἀρτύσματα, παρὰ
τὸ μίσγειν τὰ θύη, διὰ τοῦτο ἀπέβαλε τὸ μ, ὡς τὸ
μία ΐα, ἔστι δὲ εἶδος ὀρχήσεως, ἴδισμα, ἐν ᾗ ἐλύγι‐
ζον τὴν ὀσφῦν ἐμφερῶς τῷ δοίδυκι.
Ἱδρῶ, ἴδικος πλεονασμῷ. |
---|
20 | Ἴδμων, ἀπὸ τοῦ εἰδῶ εἰδήσω καὶ εἰδήμων· καὶ εἴδω
ῥῆμα βαρύτονον, ἐξ οὗ τὸ εἴσω· ἴδμων κατὰ συγκοπήν.
Ἰδομενεὺς, διὰ τοῦ ι, παρὰ γὰρ τὸ ἴδω καὶ τὸ μένος
ἔστιν, οἱονεὶ ὁ ἔχων δύναμιν, ὥσπερ ἴδη. ἱδροτρόπως,
ἰδίως. |
---|
25 | Ἰδνῶ, τὸ ἐπιστρέφομαι. ὁ τὸ ἰνίον δονηθείς· καὶ τὸ
ἐπικαμφθῆναι, ἀφ’ οὗ τὸ ἰδνωθεὶς, ἀντὶ τοῦ ἐπιστρα‐
φεὶς, παρὰ τὸ ἵζω. δασύνεται τὸ ἵζω. καὶ γίνεται
ἰδνῶ τραπέντος τοῦ ζ εἰς δ Δωρικῶς, καὶ πλεονασμῷ
τοῦ ν ἀλωπάζω ἀλωπαδνῶ· τὸ δὲ ἰδνῶ ψιλοῦται. |
---|
30 | Ἰδοὺ, ἐπίῤῥημα δεικτικόν.
Ἱδρυμένος, παρὰ τὸ ἱδρύω, ἱδρύσω, ἱδρυμένος. τοῦτο
παρὰ τὸ ἕζω, ἕδω, πλεονασμῷ τοῦ ρ, ἕδρω, καὶ ἵδρω,
καὶ ἱδρύω.
Ἰδιώτης, ὁ ἀγνώριστος καὶ πτωχός. |
---|
35 | Ἰδιῶτις, πτωχή.
Ἰδουμαῖα, ἐκ τοῦ Ἰδουμαῖος. τὸ μαι διφθόγγῳ διάτι;
τὰ διὰ τοῦ αιος ὀνόματα ἐθνικὰ ὑπὲρ δύο συλλαβὰς
περισπώμενα διὰ τῆς αι διφθόγγου. οἷον, Ἰδουμαῖος,
Σαδδουκαῖος, Ἰουδαῖος. Ἰδουμαῖος δὲ ἐκλήθη, ὅτι ἀπό‐ |
---|
40 | γονος τοῦ Ἠσαῦ. ἐκ τούτου ἐκλήθησαν οἱ Ἰδουμαῖοι.
ἴδουμα γὰρ λέγεται εἶδος φακῆς ξανθῆς, ἧς λέγεται
ἐπιθυμήσας φαγεῖν, ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ ὁ
Ἠσαῦ. καὶ εἰς τὸ Ἰούδας· καὶ ἐκ τούτου ἐκλήθησαν
Ἰδουμαῖοι. |
---|
45 | Ἴδρις, ἔμπειρος, παρὰ τὸ εἴδω, εἴδις καὶ ἴδρις.
Ἴδρυας, σοφοὺς, ἐπιστήμονας, ἐμπείρους, ἀπὸ τοῦ
εἴδω τοῦ σημαίνοντος τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, καὶ
ἐξ αὐτοῦ εἴδις, καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ
τοῦ ε ἴδρυς. ἡ αἰτιατικὴ τῶν πληθυντικῶν ἴδρυας. καὶ |
---|
iota 271 (50) | εἰς τὸ ἵδρυσεν.
Ἱδρύνω, ἴδρις, σοφὸς, ἀπὸ τοῦ εἴδω, ὃ σημαίνει τὸ
ἐπίσταμαι, ὁ μέλλων εἴσω, καὶ ἐξ αὐτοῦ εἴδις. τὸ δὲ
ἱδρύνω ἐκ τοῦ ἱδρύω ἱδρύσω, τοῦτο παρὰ τὸ ἵζω, ὃ
σημαίνει τὸ καθέζομαι, ἱζύω καὶ τροπῇ τοῦ ζ εἰς δ |
55 | ἱδύνω, καὶ πλεονασμῷ τοῦ ρ ἱδρύνω. πέφυκε γὰρ
πλεονάζειν τὸ ν ἐν τοῖς ῥήμασιν.
Ἵδρυσεν, ἐκ τοῦ ἱδρύω, τοῦτο ἐκ τοῦ ἵζω τοῦ σημαί‐
νοντος τὸ καθέζομαι, κατὰ τροπὴν Αἰολικὴν τοῦ ζ εἰς |
---|
δ, ὣσπερ ζυγὸς, δυγός. γίνεται δὲ ἴδω, καὶ κατὰ | |
iota 272 | παραγωγὴν ἰδύω, καὶ πλεονασμῷ τοῦ ρ ἱδρύω, καὶ κα‐
θιδρύω, δασύνεται. τὸ ι πρὸ τοῦ δ ψιλοῦται, χωρὶς
εἰ μὴ ὑποτάσσοντο τὸ ρ μετὰ φυσικῆς μακρᾶς. Ἰδου‐
μαῖος, Ἴδη, ἰδιώτης. δασύνεται δὲ ἱδρὼς, ἱδρύω. |
5 | ποῖον δέ ἐστι τὸ φύσει μακρόν; τὸ δρω· ὡς καὶ δρυά‐
τοι θ ἵδρυθεν, ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε
λαούς. τὸ δὲ ἴδρις ψιλοῦται, διότι οὐχ ὑποτάσσεται
τὸ μετὰ φυσικῆς μακρᾶς, γέρων μέν εἰμι, καὶ πολλῶν
κακῶν ἴδρις. |
---|
10 | Ἱδρὼς, ἱδαρὸς, ὑγρὸς γὰρ γίνεταί τις.
Ἱδρωχόος, ὁ χέων ἱδρῶτα.
Ἴει, Ταλθύβιον, προΐει, ῥῆμα παρατατικόν. τὸ ἰέω
ἰῶ περισπώμενον, ἴεον ἴουν, ἰέεις ἴεις, ἴεε ἴει, τὸ
προστακτικὸν καὶ μετὰ τῆς πρὸ προθέσεως προΐει, |
---|
15 | ἀντὶ τοῦ προέπεμψεν.
Ἴεις, εἰς τὸ ἀνίεις, καὶ εἷς. ἴεμαι εἰς τὸ προσ‐
ήκατο.
Ἰέναι, ἵημι, ὁ παρατατικὸς ἴην, ἡ μετοχὴ ἰεὶς ἰέν‐
τος, καὶ τὸ ἀπαρέμφατον ἰέναι. |
---|
20 | Ἰεμένων, πορευομένων, πεμπομένων, ἵημι, ἵεμαι, ἱέμε‐
νος, ἱεμένων. τὸ δὲ ἵημι ἐπὶ τὸ πέμπω δασύνεται,
ἐπὶ δὲ τοῦ πορεύομαι ψιλοῦται.
Ἴεμος, εἰς τὸ ἰάλεμος.
Ἰέναι, ἐκ τοῦ ἴημι τὸ πορεύομαι· τρία γάρ εἰσιν. ἵημι |
---|
25 | τὸ πέμπω ὅπερ δασύνεται, ἴημι τὸ πορεύομαι, ἐκ τοῦ
ἔω τὸ πορεύομαι, ὅπερ καὶ ψιλοῦται. καὶ ἴημι τὸ
ἐφίεμαι, ἐξ οὗ καὶ ἵμερος ἡ ἐπιθυμία. λοιπὸν ἐκ τοῦ
ἴημι τὸ πληθυντικὸν ἴεμεν, καὶ τὸ ἀπαρέμφατον
ἰέναι, ὡς τίθεμεν τιθέναι. ἢ οὕτως ἔστιν. ἴημι, ὁ |
---|
30 | παρατατικὸς ἴην, ἡ μετοχὴ ἰεὶς ἰέντος, καὶ τὸ ἀπαρέμ‐
φατον ἰέναι. καὶ εἰς τὸ ἄνεως καὶ ἀνία.
Ἱέντο, προθυμοῦντο, ἵημι τὸ παθητικὸν ἵεμαι, ὁ πα‐
ρατατικὸς ἱέμην, τὸ τρίτον τῶν πληθυντικῶν ἱέντο.
Ἱέντο, εἰς τὸ ἀνίεις. |
---|
35 | Ἱέραξ, παρὰ τὸ ἵεσθαι ἤγουν φέρεσθαι ἐν τῶ ἀέρι ῥᾳ‐
δίως. ἢ ἀπὸ τῆς καθ’ ὁμοίωσιν φωνῆς.
Ἱερεὺς, ὁ τὸ ἱερεῖον θύων ἤτοι προσφέρων. ἐκ τούτου
οὖν ἐκλήθη ἱερεὺς, παρὰ τὸ ἵημι τὸ πέμπω, ὁ τὰς
θυσίας ἀναπέμπων τῷ θεῷ· ἢ παρὰ τὸ ἱερεύω τὸ θύω, |
---|
40 | ἢ παρὰ τὸ ἱερός.
Ἱερεὺς, ἐκ τοῦ ἱερεῖον καλεῖσθαι τὸ πρόβατον. ἐρίον
γὰρ λέγεται τὸ μαλλίον, καὶ ἔριθος ἡ γερδία.
Ἱερὴν, τὴν μεγάλην, τὸ ἱερὸν δύο σημαίνει. τὸ ἱερὸν
καὶ τὸ μέγα. |
---|
45 | Ἱερεῖον τὸ πρόβατον εἴρηται, διὰ τὸ ἵεσθαι ἤγουν
φέρειν τὸ ἔριον. λοιπὸν ἱερεὺς ἐκλήθη, διὰ τὸ ἱερὸν
εἶναι. ἢ ὁ τὸ ἱερὸν εὔων ἤγουν προσφέρων.
Ἱερὸν ἦμαρ, παρὰ τὸ θύειν ἐν τούτῳ τῷ καιρῷ,
ἤγουν ἐν τῇ μεσημβρίᾳ καὶ πρὸ μεσσημέρας ἕως |
---|
iota 272 (50) | πρωΐας. ἐπὶ τούτῳ γὰρ τῷ καιρῷ ἔθυον τοῖς Ὀλυμ‐
πίοις θεοῖς, ἀπὸ δὲ μεσημβρίας τοῖς Χθονίοις.
Ἱερὸν ἰχθῦν, τινὲς παρὰ τὸ διαίνω. διερὸς καὶ
διερὸν, τὸ ἀεὶ ἐν ὕδατι βρεχόμενον, οἷον· ἔνθ’ ἤτοι
μὲν ἐγὼ διερῷ ποδὶ· οἱ δὲ παρὰ τὸ δίω τὸ διώκω |
55 | διερὸς καὶ ἱερὸς, ὁ ταχὺς καὶ διωκτικός. καὶ εἰς τὸ
ἰχθῦς.
Ἱέρεια, διὰ τῆς ει διφθόγγου. τὰ γὰρ ἀπὸ τῶν εἰς
ος διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ διὰ τῆς |
---|
ει διφθόγγου γράφεται. ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι | |
iota 273 | τοῦ ἱέρεια ἐκτείνουσι τὸ α, καὶ καταβιβάζουσι τὸν τό‐
νον καὶ φυλάσσουσιν.
Ἱερὸν, παρὰ τὸ ἐῶ καὶ τὸ ἀφίω, ὁ ἀνειμένος τόπος
εἰς τιμὴν θεοῦ. |
5 | Ἱεροφάντωρ, διότι τὰ θεῖα λέγει καὶ διδάσκει, καὶ
ἱεροτελεστὴς ὁμοίως.
Ἱεροφάντης, παρὰ τὸ τὰ ἱερὰ ἐκφωνεῖν. μᾶλλον
δὲ ἐκφαίνειν καὶ λέγειν. οὗτος δέ ἐστιν ἱερουργὸς τῶν
θείων μυστηρίων. |
---|
10 | Ἱερὸν ὀστοῦν, κυρίως τὰ κατὰ τὴν ὀσφῦν τῶν ἱε‐
ρείων ὀστέα δ. ταῦτα ἐπετίθεσαν ταῖς θυσίαις. οἱ
δὲ, ὅτι, φασὶν, ἡ ὀσφῦς πρώτη φύεται τῶν ζώων,
ἤγουν τῶν ἱερείων, ὅθεν τὰ ἐκτέρωθεν τῆς τρόπιος,
ἀμφιμάτρια λέγεται, ἀπὸ τῆς μήτρας. τινὲς δὲ τὸ μέγα |
---|
15 | ὀστοῦν. ἢ παρὰ τὸ ἱερὸν τὸ μέγα, ὡς ἱερὸς ἰχθῦς.
Ἱερὸν ὀστέον, τὸ ἄκρον τῆς ὀσφύος ἢ ὅτι μέγα ἐστὶ
πάθος γὰρ ἀναιρετικόν. ἢ ὅτι ἱερουργεῖται τοῖς θεοῖς.
Μένανδρος· οἱ δὲ τὴ ὀσφῦν ἄκραν θύσαντες.
Ἱερὸς, ἅγιος, τίμιος, ἀμόλυντος, θαυμαστὸς, μέγας, |
---|
20 | καθαρὸς, κατὰ κράσιν ἱρὸς, ἡνίκα προτερεύει τὸ ι τοῦ
ε εἰς ι γίνεται ἡ κράσις, οἷον, ἱέραξ ἵραξ, ὡς τὸ
ἵρηξ ὠκυπέτης. ἡνίκα δὲ τὸ ε τοῦ ι, ἡ δίφθογγος
ἐπικρατεῖ, οἷον, ὑγίεια ὑγεία.
Ἱερουργὸς, ὁ τοῦ ἱερέως τὸ ἐπιτήδευμα ἔχων. ἢ παρὰ |
---|
25 | τὸ τὰ θεῖα ἐπιτελεῖν.
Ἵζευ καὶ ἵζεο, καθέζου. χρόνου ἐνεστῶτος καὶ παρα‐
τατικοῦ προστακτικοῦ. ἔστι δὲ τὸ κοινὸν ἵζου, καὶ
Ἰωνικῇ διαλύσει ἵζεο, καὶ Δωρικῶς κράσει τοῦ εο εἰς
ευ δίφθογγον, ὡς ἐξ ἐρεβέος ἐξ ἐρεβεὺς καὶ Ἰδομε‐ |
---|
30 | νέος Ἰδομενεὺς, καὶ ἐκ τοῦ ἵζεο ἵζευ. λοιπὸν οὖν ἐστι
τὸ ῥῆμα ἵζω, καὶ ἐπὶ ἐνεστῶτος ἔστι φύσει μακρὸν
τὸ ι, ἐπὶ δὲ τοῦ παρατατικοῦ θέσει. δασύνεται. ἐκ
τῆς συναλοιφῆς καθίζω.
Ἵζομαι, εἰς τὸ ῥώμη. |
---|
35 | Ἵζω, τὸ κάθημαι. Ὅμηρος, Νέστορα δ’ αὐτόθι ἔφι‐
ζεν.
Ἱζῶ, εἰς τὸ ἔφιζον, καὶ ἰδνῶ, καὶ ἵδρυσε, καὶ ὄζον,
καὶ ῥίζα.
Ἰκμὰς, ἐκ τοῦ ἥκω τὸ παραγίνομαι. ἢ παρὰ τὸ ἱκνύ‐ |
---|
40 | σθαι αὐτήν.
Ἵημι, τὸ πέμπω, καὶ τὸ ἀφίεμαι, ἀπὸ διπλασιασμοῦ
ἔχει τὴν ἄρχουσαν, οἷον, ὦ, ἰῶ, ἵημι, δῶ διδῶ, δί‐
δωμι. Ὅμηρος, ἵετο γὰρ βαλέειν.
Ἰήϊε, ἰατρὲ, ἐὰν δὲ δασύνεται τοξότα. |
---|
45 | Ἰῇ, τῇ μίᾳ, καὶ εἰς τὸ ἰός.
Ἵημι, σημαίνει δύο, τὸ πέμπω ἐξ οὗ καὶ ἀφίεμεν· γέ‐
γονεν δὲ παρὰ τὸ ἱέω ἱῶ, ἵημι, καὶ τὸ πληθυντικὸν
ἵεμεν καὶ ἀφίεμεν, καὶ τὸ ἀπαρέμφατον εἷναι καὶ
ἀφεῖναι, ἐξ οὗ τὸ προστακτικὸν πρόες καὶ ἄφες. καὶ |
---|
iota 273 (50) | τὸ ἐπιθυμῶ, ἐξ οὗ καὶ τὸ, ἵετο γὰρ βαλέειν, ἀντὶ
τοῦ ἐφίετο, καὶ ἵμερος ἡ ἐπιθυμία. καὶ ἄλλως. ἵημι
τὸ πέμπω ὅπερ δασύνεται, καὶ ἴημι τὸ πορεύομαι,
ὅπερ ψιλοῦται.
Ἱησοῦς, τὸ τοῦ Χριστοῦ ὄνομα, παρὰ τὸ ἰέναι εἰς τὸ |
55 | σώζειν.
Ἰῆτο, ἰιᾶτο, ἔστι τὸ θέμα ἰῶ, τὸ δεύτερον ἰᾶς, τὸ
τρίτον ἰᾶ. οὗ ὁ μέλλων ἰάσω, ὁ παθητικὸς ἐνεστὼς
ἰῶμαι, ὁ παρατατικὸς ἰώμην, τὸ δεύτερον ἴω, τὸ τρί‐ |
---|
τον ἰᾶτο, καὶ τροπῇ τοῦ α εἰς η ἰῆτο. γράφεται δὲ | |
iota 274 | διὰ τοῦ ἰῶτα, ἐπειδὴ πρὸ τοῦ ω πάντοσε τὸ ι εὑρίσκε‐
ται, πλὴν τοῦ δηῶ, τοῦ σημαίνοντος τὸ κόπτω ἢ
καίω.
Ἰθαγενεῖς, οἱ γνήσιοι παῖδες καὶ μὴ ἐκ παλλακίδος. |
5 | καὶ οἱ γνήσιοι πολίται, οἷον, αὐθιγενεῖς τινες ὄντες,
οἱ αὐτόθι γεγεννημένοι.
Ἰθαγενὴς, ἰθὺ καὶ ἀδιάστροφον τὸ γένος ἔχων.
Ἴθι, ἐξ οὗ καὶ τὸ, ἀλλ’ ἴθι μὴ μ’ ἐρέθιζε. ἀπὸ τοῦ
εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι, ἴμεν τὸ πληθυντι‐ |
---|
10 | κὸν, καὶ τὸ προστακτικὸν ἴθι, τροπῇ τῆς μεν εἰς θι·
καὶ σημαίνει τὸ ὑπάρχω, τὸ πληθυντικὸν ἔμεν, καὶ
πλεονασμῷ τοῦ ς ἔσμεν. ἀπὸ γὰρ τοῦ ἔσμεν τὸ προσ‐
τακτικὸν ἔθι. καὶ τὸ ε, ἡνίκα πλεονάσει σύμφωνον,
τρέπεται εἰς ι καὶ γίνεται ἴθι, ὃ σημαίνει τὸ ὑπάρχω. |
---|
15 | Ἴθι, πόθεν γίνεται; ἀπὸ τοῦ εἶμι εἶ, ἔστιν· ὁ δεύ‐
τερος ἀόριστος ἦν, ἐκτάσει τῆς ει διφθόγγου εἰς η
Ἀττικῶς. ἡ μετοχὴ εἲς, τὸ προστακτικὸν ἔθι, καὶ
συστολῇ τοῦ ε εἰς ι Ἰωνικῶς ἴθι, ὡς μέμνω μίμνω,
καὶ γένω γίγνω. |
---|
20 | Ἴθματα, τὰ βήματα, ἀπὸ τοῦ δι’ αὐτῶν ἰέναι.
Ἴθι, προστακτικὸν, καὶ ἔστιν ἐνεστὼς καὶ παρατατι‐
κὸς, ὡς ἵσταμεν, ἵσταθε· καὶ εἰς τὸ βάσκ’ ἴθι, καὶ ἴτε.
Ἰθύνω, διὰ τοῦ ι, παρὰ γὰρ τὸ ἰθὺς γέγονεν.
Ἴθμα, βῆμα, παρὰ γὰρ τὸ ἴημι τὸ πορεύομαι, ἴμα |
---|
25 | ἴθμα, ὡς τίθημι, θέμα.
Ἰκτῖνος, εἶδος πετεινοῦ, ὃ λέγουσι λούπιν, ὃς ἐτυμο‐
λογεῖται ἀπὸ τοῦ ἑαυτὸν ἐκτείνειν πανταχοῦ.
Ἴκαρος, διὰ τοῦ ἰῶτα, παρὰ τὸ ἵκεσθαι πρὸς τὸν
ἀέρα. |
---|
30 | Ἱκάνω, τὸ καταλαμβάνω. τὸ κα μακρὸν, πλὴν τοῦ
ἱκάνω, κιχάνω. καὶ ταῦτα διάτι; ἐπειδὴ δύο ἀποδεί‐
ξεις εἰσὶ περὶ τούτου. ἡ ἐπὶ τῆς ἀρχούσης φύσει μα‐
κρὰ οὖσα, εἰσῆλθεν ἐν τῇ παραληγούσῃ. ὁ δὲ ἄλλος
κανὼν, οὐδέποτε παρατατικὸς ἀόριστος δεύτερος σημα‐ |
---|
35 | σίαν ἐπιδέχεται, ἤγουν ἀνεδέξατο, πλὴν τοῦ ἱκάνω, κι‐
χάνω. εὕρηται καὶ ἐκ τῆς συναλοιφῆς δασύ. ἐκίχανε
γὰρ τουτ’ἔστι κατέλαβε. καὶ οὐ λέγομεν ὅτι κατελάμ‐
βανε δασύ. τὸ ι πρὸ τοῦ κ δασύνεται, ὡς ἵκω, ἱκέ‐
της, ἱκάνω. ἡ μὲν δὴ πρὸ τὸ τεῖχος ἐπειγομένη ἀφι‐ |
---|
40 | κάνη.
Ἱκανὼς, ἀρκετῶς, δυνατῶς.
Ἱκανότης, ἡ δύναμις καὶ ἰσχύς.
Ἰκαρίοιο, ὄνομα Ἰκάριος, τὸ ρι ἰῶτα, ὥσπερ τὸ Αἰτω‐
λὸς κάπριος. |
---|
45 | Ἵκελος τὸ ἵκελος / εἵκελος διφορεῖται. γίνεται ἐκ τοῦ εἴκω τὸ
ὁμοιῶ, ἔστι δὲ πρός τι, καὶ συντάσσεται μετὰ δοτικῆς.
τὸ γὰρ ἶσος, καὶ ὅμοιος, καὶ εἴκελος μετὰ δοτικῆς συν‐
τάσσεται, οἷον, ἶσος τῷ Πριάμῳ, ὅμοιος αὐτῷ, ἵκελος |
---|
iota 274 (50) | Διΐ. τὸ κε ψιλὸν διάτι; ὡς τὸ ἄμπελος.
Ἱκέσθαι, παραγενέσθαι, ἀπαρέμφατον ἐνεστῶτος πα‐
θητικοῦ, παρὰ τὸ ἵκω ἱκέσθαι παραγενέσθαι. ἢ μέ‐
σου ἀορίστου β. παρὰ δὲ τοῖς ἰαμβολόγοις διὰ τοῦ ι.
παρὰ δὲ τοῖς πεζολόγοις διὰ τοῦ η. γίνεται δὲ τὸ ἥκω |
55 | ἐκ τοῦ ἵημι, ἥσω, ἧκα καὶ ἥκω, ἐξ οὗ καὶ δασύνεται.
βαρύνεται δὲ ὅτι συνεξηκολούθησε τὸ δέρεσθαι καὶ φέ‐
ρεσθαι. λέγει δὲ ὁ κανών· πᾶν εἰς σθαι λῆγον ὁμό‐
τονον ἀπαρέμφατον. σεσημείωται τὸ αἴρεσθαι παρὰ |
---|
τῷ ποιητῇ. προπαροξύνεται μέσου ἀορίστου ὂν, ἀλλ’ | |
iota 275 | ἐθέλω σὲ φέριστε, περὶ ξείνοιο αἴρεσθαι τοῦτο ἐπὶ
μὲν τοῖς ἐνεργητικοῖς γράφεται διὰ τοῦ η, ἀπὸ γὰρ
τοῦ εἶμι τὸ πορεύομαι γέγονεν ὁ μέλλων ἥσω, ὁ παρα‐
κείμενος ἧκα. καὶ ἀπὸ τοῦ παρακειμένου κατὰ Συρα‐ |
5 | κουσίους γίνεται ῥῆμα ἥκω, ὡς πεποίηκα πεποιήκω.
καὶ ὅτε μὲν σημαίνει τὸ παραγίνομαι καὶ ἔρχομαι,
γράφεται διὰ τοῦ η, ὅτε δὲ σημαίνει τὸ κατέλαβον,
γράφεται διὰ τοῦ ι. κνίσση δ’ οὔρανον ἵκεν.
Ἵκεσθαι καὶ ἀφίκεσθαι διαφέρει. ἵκεσθαι μὲν γάρ |
---|
10 | ἐστι τὸ ἐλθεῖν· ἀφίκεσθαι δὲ τὸ ἀπανελθεῖν.
Ἱκετῶ, ἐκ τοῦ ἱκέτης. τοῦτο παρὰ τὸ ἥκω τὸ παρα‐
γίνομαι, ὅπερ μὲν τῶν ἐνεργητικῶν διὰ τοῦ η γράφε‐
ται, ἐπὶ δὲ τῶν παθητικῶν διὰ τοῦ ι. ἢ ἐκ τοῦ εἴκω
τὸ ὑποτάσσομαι, ἢ παρὰ τὸ ἵκω τὸ ἱκετεύω, ἐξ οὗ |
---|
15 | καὶ Ὅμηρος, μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών.
Ἱκετεύω, ἐκ τοῦ ἱκέτης· τοῦτο παρὰ τὸ ἥκω τὸ παρα‐
γίνομαι, τὸ παθητικὸν ἵκομαι, τὸ τρίτον ἵκεται, ἱκέ‐
της καὶ ἱκετεύω.
Ἰκόνιον, ὄνομα πόλεως, παρὰ τὸ ἐκεῖσε ἀφικόμενον |
---|
20 | Περσέα, καὶ νικῆσαι τοὺς Λυκάονας, καὶ στήσας στή‐
λην, ἐκάλεσεν αὐτὸν Ἰκόνιον· ἐκ τοῦ ἰδίου ἀπεικονί‐
σματος κτίσαι αὐτήν.
Ἱκρία, τὰ σανιδώματα, παρὰ τὸ δι’ αὐτῶν κινεῖσθαι
καὶ διαβαίνειν. |
---|
25 | Ἱκρίον, τὸ ὀρθὸν ξύλον.
Ἵκω, τὸ δέομαι, ἐξ οὗ καὶ ἱκέτης, κλίνεται δὲ ὁ ἱκέ‐
της, τοῦ ἱκέτου. ὁ κανὼν, τὰ εἰς τῆς ῥηματικὰ εἰς
ου ἔχει τὴν γενικήν. τὸ κε ψιλὸν διάτι; τὰ διὰ τοῦ |
---|
30 | ετης ὀνόματα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλα‐
βὰς, ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον, μη‐
τιέτης, ἱκέτης, νεφεληγερέτης, ἐπίθετον τοῦ Διὸς,
χωρὶς τῶν παρὰ τὸ χαίτη καὶ τὸ αἰτῶ γινομένων,
ὡς ἔχει τὸ προσαίτης, ὁ προσαιτῶν, καὶ εὐχαίτης, ὁ |
---|
35 | καλὴν χαίτην ἔχων ἵππος, καὶ εἴ τι ἐξ αὐτοῦ γίνεται
ἤγουν σύγκειται. διάτι βαρύνεται; τὰ εἰς της λήγον‐
τα ἀρσενικὰ βαρύτονα βραχεῖ παραληγομένῳ, καὶ
ἁπλᾶ ὄντα, οἷον, γενέτης, δεσπότης, ἱκέτης. σεση‐
μείωται τὸ εὑρετής. |
---|
40 | Ἴκτις, ὃ σημαίνει τὴν λούπην, ἀπὸ τοῦ ἐκτεταμένας
ἔχειν τὰς πτέρυγας· οὗ καὶ τὸ αἰδοῖον ἤτοι τὸ κρυπτὸν
ὀστέϊνον.
Ἴκτινος, διὰ τοῦ ι γράφεται, σημαίνει δὲ τὴν λεγομέ‐
νην λουπάδα, τὰ γὰρ διὰ τοῦ ινος προπαροξύτονα, μὴ |
---|
45 | ὄντα ἀπὸ ἁπλοῦ, ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ
υ γράφεται, οἷον, φήγινος, δρύϊνος, ξύλινος, κάμι‐
νος, οὕτως οὖν καὶ ἴκτινος. πρόσκειται μὴ ὄντα ἀπὸ
ἁπλοῦ.
Ἴκτερος, τὸ ὄνομα, τὸ δὲ ῥῆμα ἰκτεριῶ, γίνεται δὲ ὁ |
---|
iota 275 (50) | ἴκτερος, ἀπὸ ξανθῆς χολῆς, πλεονάσασα γὰρ πυρω‐
θεῖσα, εἰς τὴν ἐπιφάνειαν ἐξωθεῖται καὶ ἀναχέεται.
κἀντεῦθεν τῷ ἰκτεριῶντι ἡ ὠχρίασις. ἴτερον δὲ λέ‐
γουσιν εἶναι νόσον ὠχροειδῆ, ἀπὸ θυμοῦ γενομένην,
ὥστε τοὺς ὀφθαλμοὺς τῶν κεκρατημένων ὠχροὺς ἢ |
55 | μελανοὺς ποιεῖν, ὡς τῶν ἰκτίνων ἀφ’ οὗ τὴν κλῆσιν
ἔχει.
Ἴκωμαι, ἀντὶ τοῦ ἱκετεύσω, ἐνεστῶτος παθητικοῦ ὑπο‐ |
---|
τακτικοῦ. | |
iota 276 | Ἱκρύον, σταυρὸς, φοῦρκα, ξύλον, ἐν ᾧ οἱ κακοῦργοι
κρέμανται.
Ἶκες, ζωΰφια τὰ ἐσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμ‐
πελῶν. |
5 | Ἱλάδιον, κατὰ ἵλας καὶ συστροφὰς, καὶ κατὰ συστρο‐
φὴν καὶ κατὰ σύστημα.
Ἵλαος καὶ ἵλεως, εὐμενὴς, πραὸς, γίνεται δὲ παρὰ τὸ
ἱλαρὸς, οἱ γὰρ Αἰολεῖς ἵλαος λέγουσι, καὶ οὐχὶ ἔλλαος
παρὰ τὴν ἱλαρίαν. |
---|
10 | Ἱλαρὸς, θερμὸς, ἡδὺς, παρὰ τὸ ἵλαος ὃ σημαίνει τὸν
εὐμενῆ.
Ἰλλάδες, σχοινία ἐξ ἱμάντων, ἀπὸ τοῦ εἱλῆσθαι.
πολλὰ γὰρ εἰσὶν ὀνόματα.
Ἰλίων σημαίνει τὴν σύγγαβρον. διὰ τοῦ ἰῶτα γράφε‐ |
---|
15 | ται καὶ κατὰ τὴν ἀρχὴν, καὶ κατὰ τὴν παραλήγου‐
σαν, τῷ λόγῳ τοῦ Ἀμφίων, κατὰ δὲ τὴν ἀρχὴν τῷ
λόγῳ τοῦ Πτολεμαῖος· ἔστι δὲ παρὰ τὸν ἴλιον, τὸ ση‐
μαῖνον τὸ δῶρον. καὶ γὰρ οἱ σύγγαμβροι μετέχουσι
τῶν δώρων τοῦ νυμφίου. |
---|
20 | Ἵλη, ἡ τάξις, παρὰ τὸ εἱλῶ τὸ συστρέφω· πολλὰ γὰρ
εἰσὶν ὀνόματα.
Ἴλις, Ἴλιδος, ὄνομα πόλεως.
Ἰλεὸς, ὁ φωλεὸς, καὶ γράφεται διὰ τοῦ ι, τὰ διὰ τοῦ
εἱλῶ παράγωγα. |
---|
25 | Ἱλασμὸς, διαλλαγὴ, εὐμένεια. ἔστιν ἱλῶ, ἱλᾷς, ἱλᾷ.
ὁ μέλλων ἱλάσω, ὁ παρακείμενος ἵλακα, ὁ παθητικὸς
ἵλαμαι, καὶ ἐξ αὐτοῦ ἱλασμός. ἐκ τοῦ ἱλῶ γράφεται
ἵλαος, καὶ τροπῇ τοῦ α εἰς ε ἵλεως τὸ Ἀττικὸν. τὸ
ἵλεως παρὰ τῇ κοινῇ διαλέκτῳ δασύνεται. καὶ εἰς τὸ |
---|
30 | ἐξίλασμαι.
Ἰλαδὸν, διὰ τοῦ ι. παρὰ γὰρ τὸ ἴλη, τὸ σημαῖνον τὴν
ἄθροισιν γέγονεν, ὅπερ δέδεικται διὰ τοῦ ἰῶτα.
Ἱλασσάμενος, ἐξιλεωσάμενος, μετοχὴ παθητικὴ συ‐
ζυγίας δευτέρας τῶν περισπωμένων. τὸ θέμα, ἱλῶ, ἱλᾶς |
---|
35 | ἱλᾶ. ὁ μέλλων ἱλάσω, ἐκ τούτου ἱλάσθητι καὶ ἱλα‐
σμὸς, καὶ ἐκ τούτου ἱλασσόμενοι, πλεονασμῷ τοῦ ς,
διὰ τὸ μέτρον. ἐκ τοῦ ἱλῶ ἵλημι, ἐξ οὗ καὶ τὸ ἱλά‐
σθητι, καὶ γράφεται διὰ τοῦ ἰῶτα.
Ἱλάσσω, τὸ ἱκετεύω, ἐξ οὗ καὶ, τὶς δ’ αὐτὸν ἱλάσ‐ |
---|
40 | σεται.
Ἰλεὺς, ὁ Αἴαντος πατήρ. ἐτυμολογεῖται ὑφ’ Ἡσιόδου
τὸ, Ἰλέα τόν ρ’ ἐφίλησεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
καὶ οἱ τοῦτ’ ὀνόμῃν’ ὄνομ’ ἔμμεναι, οὕνεκα νύμφην
εὑράμενος ἵλεων, ὄχθῃ ἐρατεινῇ φιλότητι, ἤματι |
---|
45 | τῷ ὅτι τεῖχος ἐϋδμήτοιο πόληος ὑψηλοῦ ποίησε Ποσει‐
δάων καὶ Ἀπόλλων. ταῦτα παρατίθεται ἐν δέλτα
Σιμωνίδης.
Ἰλεὸς, ἡ κατάδυσις, παρὰ τὸ ἀπολωλέναι ἐκεῖ τὸ
φῶς. |
---|
iota 276 (50) | Ἵλεως, ὁ εὐπαράκλητος, ἀπὸ τοῦ ἔλεος κατὰ τροπὴν
τοῦ ε εἰς ι, καὶ τοῦ ο εἰς ω. ἐκ δὲ τοῦ ἵλεως γίνε‐
ται ἱλεῶ, ἱλεώσω, καὶ ἐξειλεωσάμην, ἐκ δὲ τοῦ ἱλεῶ
γίνεται κατὰ συγκοπὴν ἱλῶ, ἱλᾶς, ἐξ οὗ καὶ τὸ ἵλαθι,
καὶ ἱλασάμεθα, καὶ ἱλασσάμενοι. ἐκ δὲ τοῦ ἱλῶ, ἱλά‐ |
55 | σω, ἱλάσκω, ὥσπερ φῶ φάσκω, βῶ βάσκω.
Ἰλιγγιᾷ, ἀτονεῖ, σκοτοῦται, συστρέφεται, παρὰ τὸ
ἰλιγγιῶ, τοῦτο παρὰ τὸ ἴλιγξ ἴλιγγος, τοῦτο παρὰ τὸ |
---|
εἱλίσσω εἱλίξω, ἐξ οὗ καὶ ἕλιξ τὸ τῆς ἀμπέλου περί‐ | |
iota 277 | φραγμα. ὤφειλε γὰρ τὸ ἰλιγγιῶ διὰ τῆς ει διφθόγγου
γράφεσθαι, ἀλλὰ διὰ τὸ μέτρον γράφεται διὰ τοῦ ἰῶτα.
Ἴλιγξ, κυρίως συστροφὴ ὕδατος.
Ἴλιοι, παρὰ τὸ Ἶλος ὄνομα κύριον, τὸ ι μακρόν. τὸ ι |
5 | ἐπιφερομένου συμφώνου ἑνὸς ἁπλοῦ, ᾧ ὑποτάσσηται
τὸ ι, ἢ τὸ υ φιλεῖ ἐκτείνεσθαι· χωρὶς τῶν ἀπὸ κλί‐
σεως· ἐγράφη εἰς τὸ δίχρονον.
Ἶλλος, ὁ ὀφθαλμὸς καὶ νόσος, καὶ Ἶλος ὄνομα κύριον,
ἀφ’ οὗ καὶ Ἴλος πόλις ὠνόμασται. |
---|
10 | Ἴλλω, τὸ δεσμεύω, ἐξ οὗ καὶ ἰλλὰς ὁ δεσμός.
Ἰλλάσσω, τὸ δεσμεύω, ὡς τὸ, τὶς δ’ ἀστῶν ἰλάσσεις.
Ἴλλοι, οἱ ὀφθαλμοὶ, κυρίως δὲ αἱ κόραι τῶν ὀφθαλ‐
μῶν ἀπὸ τῆς εἱλήσεως, καὶ παρὰ τὸ εἰλῆσθαι τὰς κό‐
ρας τῶν ὀμμάτων. |
---|
15 | Ἰλὺς, ὁ ῥύπος, παρὰ τὸ ὕω, τὸ βρέχω, ὕλη, καὶ ἐν
ὑπερβιβασμῷ ἰλὺς ἰλύος, καὶ ἴλις ἴλιος, καὶ ἴλεως.
ὤφειλε γράφεσθαι διὰ τοῦ η. ἀλλὰ κανών ἐστιν ὁ
λέγων, τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλα‐
βὴν, ἔχοντα ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ι ἢ τὸ υ, διὰ |
---|
20 | τοῦ ι ἔχει τὴν πρώτην. κλίνεται δὲ τριχῶς, ὕλη
ὕλης, καὶ ἰλὺς ἰλύος, καὶ ἴλις ἴλιος καὶ ἴλεως, καθὼς
εἴρηκα ἄνω.
Ἱλάσκεσθαι, τὸ θέμα ἱλῶ, δευτέρας συζυγίας τῶν
περισπωμένων, τὸ σημαῖνον τὸ ἐξιλεοῦμαι, καὶ ἐξευ‐ |
---|
25 | μενίζω, ὁ μέλλων ἱλάσω καὶ πλεονασμῷ τοῦ κ ἱλάσκω,
καὶ μετῆλθεν εἰς ἐνεστῶτα. καὶ ἱλάσκοντο τὸ παθη‐
τικὸν, καὶ τὸ ἀπαρέμφατον ἱλάσκεσθαι.
Ἰλὺς, παρὰ τὸ ἴζω τὸ καθέζομαι, ἢ παρὰ τὸ ἱλῶ τὸ
συστρέφω γίνεται ἰλύς· σημαίνει δὲ τὸν ῥύπον, ὅθεν καὶ |
---|
30 | ἰλύδοδας λέγουσιν τοὺς ὄφεις, παρὰ τὸ ἰλὺν ἐν τοῖς
ποσὶν αἴρειν. ἢ παρὰ τὸ ὕλη ἰλύς. τὸ δὲ ὕλη παρὰ
τὸ ὕω τὸ βρέχω, ἐκεῖθεν γὰρ ἔχει καὶ τὸ υ μακρόν.
καὶ εἰς τὸ ὕλη.
Ἰλυσπῶντο, εἷρπον, ἐκυλίοντο. ἰλυσπᾶσθαι δέ ἐστι |
---|
35 | τὸ παραπλησίως τοῖς σκώληξι, καὶ τοῖς ὄφεσιν ἰέναι,
οἱονεὶ ἐν τῇ ἰλύϊ σπᾶσθαι, τουτ’ἔστιν ἐν τῇ γῇ κυ‐
λίεσθαι.
Ἰλλούστριος, ἔνδοξος, εὐγενὴς, ἔντιμος.
Ἰλὺς, πηὸς βορβορώδης, ῥύπος. |
---|
40 | Ἰλυσπώμενος, ἕρπων, εἴρηται δὲ παρὰ τὸ ἐν τῇ ἰλύϊ
κατασπᾶσθαι.
Ἰλὺς, παρὰ τὸ ἰλύσσω, ἀποβολῇ τοῦ ω.
Ἱμὰς, ὁ λῶρος, μάστιξ, παρὰ τὸ ἐνίεσθαι ὅ ἐστιν
ἐνδύεσθαι, ὡς ἀπὸ τοῦ ἐνίημι. δασύνεται· τὸ ι συν‐ |
---|
45 | εσταλμένον ἐπιφερομένου ἑνὸς λ ἢ ἑνὸς μ δασύνεται,
οἷον, ἵλαος, ἱλαρός.
Ἰμαῖος, εἴτε ἐπιμέλιος ὠδὴ, ἢ ὄνομα κύριον· τὸ μέν‐
τοι ἱμῶ μακρὸν ἔχον τὸ ι, ψιλοῦται. σημαίνει δὲ τὸ
ἀντλῶ, ὅθεν τὸ ἀνομῶ, καὶ ἰμονία τὸ ἀντλητήριον. |
---|
iota 277 (50) | διάτι σεσημείωται τὸ ἱμὰς καὶ ἀνδριὰς; τὰ εἰς ας ὀνό‐
ματα ὑπὲρ μίαν συλλαβὴν μακρὸν ἔχοντα τὸ α, ἢ
βαρύνεται, ἢ περισπᾶται. οἷον, βοναλλᾶς, ἔστι δὲ
εἶδος πλακοῦντος, ἐξ οὗ καὶ βαλλαντοπῶλαι, καὶ πε‐
λεκᾶς. τὸ δὲ ἱμὰς καὶ ἀνδριὰς, ὡς διαλλάξαντα κατὰ |
55 | τὸν χρόνον ἤγουν τοῦ ἀρκὰς, διήλλαξαν καὶ κατὰ τὴν
κλίσιν. ἐπὶ μέντοι γενικῆς ἱμάντος. οἱ μέντοι Ἀττικοὶ
τῷ χρόνῳ τῆς εὐθείας ἀκολουθοῦντες περισπῶσι τὰς
γενικὰς, ἡ δὲ κοινὴ συνήθεια οὐ παρέλαβε τοῦτο, διὰ
τὸν κανόνα, πάντα τὰ διὰ τοῦ ντ κλινόμενα. καὶ |
---|
60 | ἐπάνω θέσει μακρᾶς περισπωμένη οὐ τίθεται. | |
---|
iota 278 | Ἱμάτιον, παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, ἑμάτιον καὶ ἱμά‐
τιον, ἐξ οὗ γίνεται ἱματίζω, ἱματίσω, ἱματισμὸς, ἐκ
τούτου καὶ ἱματίδιον, ἀπὸ τοῦ ὀνάριον ὀψαρίδιον.
Ἱμείρω, σημαίνει τὸ ἐπιθυμῶ, ἀπὸ τοῦ ἵμερος, τοῦτο |
5 | παρὰ τὸ ἵημι, ὃ σημαίνει τὸ προθυμοῦμαι, ἵετο γὰρ
βασιλεύειν. ὁ γὰρ ποθῶν ἴεται τὸ ποθούμενον. ἢ ἀπὸ
τοῦ ἳ, τρίτου προσώπου ἀντωνυμίας, οἷον, ἐγὼ, σὺ,
ἵ. ἀπὸ οὖν τοῦ ἳ καὶ τοῦ μέρος γίνεται ἵμερος, οἷον,
ἐκείνου μέρος τὸ ἐπιθυμούμενον· καὶ εἰς τὸ ἱμερτόν. |
---|
10 | Ἴμεν, πορευόμεθα, εἶμι τὸ πορεύομαι, τὸ πληθυντικὸν
ἴμεν, τὸ ἀπαρέμφατον ἶναι, διὰ τοῦ ι, ἵνα φυλάξῃ
τὴν παραλήγουσαν τοῦ πρωτοτύπου, ἤτοι τοῦ πρώτου
προσώπου τῶν πληθυντικῶν, τοῦ ἰδίου ὁριστικοῦ τοῦ
ἴμεν. Ἀττικῶς οὖν ἴμεναι, Ἰωνικῶς ἴμεν, ὡς καὶ τὸ |
---|
15 | ἔμμεναι ἔμεν. ἕρκος ἔμεν πολέμοιο. καὶ εἰς τὸ ἀπρό‐
σιτον, καὶ εἶναι, καὶ εἶσι, καὶ ἰθμός.
Ἵμερος, ὁ πόθος, Δωρικῶς. τὰ γὰρ ἄνθη λέγεται
ἵμερα, ἐπεὶ ἐν τῷ ἀέρι φύονται, ὅτε καὶ τὰ ἐρωτικὰ
θερμότερά εἰσι. τούτου χάριν καὶ ὁ Ἀλημαῖος ζεφύρου |
---|
20 | καὶ ἴριδος τὸν ἔρωτα φασίν. ἵμερος δὲ ἀπὸ τοῦ ἴεσθαι
καὶ ποθεῖν. Λύκιοι δὲ ἐαρινοὺς θεοὺς, Ἀφροδίτην καὶ
Ἔρωτα καὶ τὰς ἄλλας Νύμφας καλοῦσι.
Ἵμερος, παρὰ τὸ ἵκεσθαι, τὸ σημαῖνον τὸ προθυ‐
μεῖσθαι, καὶ γὰρ ὁ ἐπιθυμῶν προθυμεῖται. ὅπερ διὰ |
---|
25 | τοῦ ι γράφεται, καὶ ὡς ἀπὸ τοῦ ἵημι, ὅπερ, ὡς δει‐
χθήσεται, διὰ τοῦ ἰῶτα γράφεται, ἐξ οὗ γίνεται καὶ
τὸ ἱμείρω τὸ ἐπιθυμῶ διὰ τοῦ ι. κατὰ τὴν ἄρχουσαν
γραφόμενον. ἰστέον δὲ ὅτι λέγει ὁ Τρύφων, ὅτι ἡμάρ‐
τηται τὸ ἵμερος καὶ ἵλαος καὶ ἱμονία, ὅτι μακρὸν ἔχον‐ |
---|
30 | τα τὸ ι δασύνεσθαι. καὶ γὰρ πᾶν ὄνομα ἀπὸ μακρᾶς
ἀρχόμενον ψιλοῦσθαι θέλει· Ἴνω, Ἰαπετὸς, ἰχώρ·
πλὴν τούτων· ταῦτα γὰρ δασύνεται. οὐ καλῶς δὲ λέ‐
γει. καὶ γὰρ τὸ ἱμάτιον ἐκτείνει τὸ ι, καὶ ὅμως δα‐
σύνεται. |
---|
35 | Ἱμερτὸν, τὸ ἐπιθυμητὸν, παρὰ τὸ ἱμείρω ἱμερῶ, ἵμερ‐
κα, ἵμερμαι, ἱμερτὸς καὶ ἱμερτὸν τὸ οὐδέτερον. τὸ δὲ
ἱμείρω παρὰ τὸ ἵμερος, τοῦτο παρὰ τὸ ἴημι τὸ πο‐
ρεύομαι, τὸ γὰρ ἵμερον παντὶ πορεύεται.
Ἱμῶ, τὸ ἀντλῶ καὶ ἀναπέμπω, ἐκ τοῦ ἱμὰς ἱμάντος, |
---|
40 | ὃ συστέλλει τὸ ι. ὡς παρὰ τῷ ποιητῇ, ῥῆξεν ἱμάντα
βοὸς ἰφικταμένοιο. καὶ τὸ ἀνιμῶμαι δὲ διὰ τοῦ ι γρά‐
φεται. παρὰ γὰρ τὸ ἱμὰς ἱμάντος γέγονεν ἱμᾶς, καὶ
ἀνιμῶ τὸ ἀνασπῶ.
Ἱμονία, ἐκ τοῦ ἱμὰς, ὃ σημαίνει τὸν λῶρον. σημαίνει |
---|
45 | δὲ σχοινίον ἀντλήματος. ἢ ἱμονία τὸ δέρμα εἰς ο ἀν‐
τλοῦμεν τὸ ὕδωρ, ἀπὸ γὰρ τοῦ ἱμὰς ἱμάντος, ἐξ οὗ
καὶ τὸ ἀνιμῶμαι διὰ τοῦ ι γράφεται.
Ἲν, εἰς τὸ ἀκτίς.
Ἶνα, σημαίνει δ. τὴν δύναμιν ἶν’ ἀπόλεθρον ἔχοντες. |
---|
iota 278 (50) | τὸ ὅπως ἵνα γνωῶσι καὶ οἵδε. τὸ νεῦρον, ἵνα τάμῃς
πᾶσαν διὰ πρό. σημαίνει δὲ καὶ τὸ ὅπου, ἵνα γάρ
σφιν ἐπέφραδον ἠγερέεσθαι. ἔστι δὲ καὶ ἐπίῤῥημα το‐
πικόν· καὶ εἰς τὸ κινῶ.
Ἴνα κρατοῦντος, γίνεται ἐκ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν |
55 | τῶν νευρῶν δύναμιν. καὶ οὐχ ὡς τινὲς νομίζουσι σύν‐
δεσμον, ἔνθεν καὶ ψιλοῦται, ὁ γὰρ ἵνα σύνδεσμος δα‐
σύνεται.
Ἲν, διὰ τοῦ ι, ἐπειδὴ δικατάληκτόν ἐστιν, ἲς γὰρ καὶ ἲν,
οἷον ῥὶν καὶ ῥὶς, Σαλαμὶν Σαλαμὶς, Ἐλευσὶν Ἐλευ‐ |
---|
60 | σὶς, ἀκτὶν ἀκτὶς, οὕτως οὖν ἲν ἲς. ἰστέον ὅτι τὸ ἲς, | |
---|
iota 279 | οὐ τὴν δύναμιν σημαίνει μόνον, ὡς παρὰ τῷ ποιητῇ,
ἱερὴ ἲς Τηλεμάχοιο, ἀλλὰ καὶ ὄνομα ποταμοῦ, ὡς
φησὶν Ἡρόδοτος, καὶ Θύλαξ ὁ ἱστορικός.
Ἰνὼ, διὰ τοῦ ι. παρὰ τὸ ἲς ἰνός. ἢ παρὰ τὸ δύνειν |
5 | γέγονε δύνω κατ’ καὶ ἀποβολὴν τοῦ δ ὔνω, καὶ τροπῇ
τοῦ υ εἰς ι Ἰνὼ, ὥσπερ δύφρος δίφρος· καὶ γὰρ εἰς
θάλασσαν ἔδυσεν ἡ Ἰνώ.
Ἰνίον, διὰ τοῦ ι γράφεται. ἰστέον δὲ, ὥσπερ ἀπὸ τοῦ
σφὴξ, σφηκὸς γίνεται σφήκιον, σημαίνει δὲ τὴν μι‐ |
---|
10 | κρὰν σφῆκα, οὕτω παρὰ τὸ ἲς ἰνὸς ἰνίον, σημαίνει δὲ
τὸ πλατὺ νεῦρον.
Ἴναχος, ὄνομα ποταμοῦ, παρὰ τὸ ἲς ἰνὸς καὶ τὸ
χέεσθαι γίνεται, οἱονεὶ ὁ μετὰ δυνάμεως φερόμενος
καὶ χεόμενος. |
---|
15 | Ἴνδαλμα, ὁμοίωμα, ἐκ τοῦ ἰνδάλλω ὅπερ ἐκ τοῦ εἴδω
τὸ ὁμοιῶ, καὶ κατὰ παραγωγὴν ἰνδάλλω. γράφεται διὰ
τοῦ ἰῶτα· διάτι; ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι ἐν
τοῖς παραγώγοις εἰώθασι πολλάκις τὴν φύσει μακρὰν
εἰς θέσιν μεταβαλεῖν, ὡς πένης πενιχρὸς, λήβω λαμ‐ |
---|
20 | βάνω, ἥδω ἁνδάνω, δήκω δαγκάνω, οὕτω καὶ εἴδω ἰν‐
δάλλω τὸ ὁμοιῶ, ἐξ οὗ καὶ ἴνδαλμα.
Ἴνες, τὰ νεῦρα, παρὰ τὸ ἔω τὸ ὑπάρχω, ὄνομα ἲς, ὡς
θέω θὶς, καὶ ῥήσω ῥηγμὶς, αἱ δὲ ἶνες παρὰ τὸ εἶναι
καὶ συνεστάναι παρέχουσαι τῷ σώματι δύναμιν. |
---|
25 | Ἴνις, σημαίνει τὸν νεὸν υἱόν. ἢ παρὰ τὸ ἲς ἰνὸς γέγονε,
δύναμις γὰρ τῶν πατέρων οἱ υἱοὶ, ἢ παρὰ τὸ ἰαίνειν
γέγονε, τὰ γὰρ τέκνα τοὺς πατέρας εὐφραίνουσιν· ἢ
παρὰ τὸ ἰνοῦν τὸ σημαῖνον τὸ θηλάζειν, καὶ γὰρ τοῖς
πατράσι τὸ θηλάζειν παρέπεται. |
---|
30 | Ἰνίον, τὸ πλατὺ νεῦρον, ἀπὸ τοῦ διήκειν ἀπὸ τῆς τοῦ
ἐγκεφάλου βάσεως τὰ πλατέα νεῦρα, ἃ δὴ τὴν ἰσχὺν
ἡμῖν ἔχειν δοκεῖ.
Ἰνωπὸς, ὄνομα ποταμοῦ, παρὰ τὸ ἲς ἰνὸς, καὶ τὸ ὂψ
ὀπὸς, ὃ σημαίνει τὴν φωνὴν, τροπῇ τοῦ ο εἰς ω. |
---|
35 | Ἴξαλος, πηδητικὸς, παρὰ τὸν ἵξω μέλλοντα.
Ἰξὺς, ἡ ὀσφῦς, οἱονεὶ ἄξις τὶς οὖσα, ἣν οὐχ οἷον τε
ξύσαι τῇ χειρὶ, ἣν ἀλλαχῶς λέγουσιν ἄκνηστιν, με‐
γάνωτον τὸν τόπον λέγων.
Ἰξίων, ὄνομα κύριον· ὥσπερ γὰρ ἀπὸ τοῦ ἄγω ἄξω |
---|
40 | ἄξιος, οὕτω καὶ ἀπὸ τοῦ ἵκω ἵξω γίνεται ἴξιος· καὶ
ὥσπερ ἀπὸ τοῦ ἔχις ἔχιος γίνεται ἐχίων, οὕτω καὶ
ἀπὸ τοῦ ἴξις ἴξιος γίνεται Ἰξίων.
Ἰξὸς, παρὰ τὸ ἄξος εἶναι, κατέχει γὰρ τὰ ὄρνεα. ἢ
παρὰ τὸ ἄγειν τὰ ὄρνεα εἰς ἑαυτὸν, ἢ παρὰ τὸ ἵκω, |
---|
45 | ἵξω, ἰξός.
Ἰοδόκος, ἡ ἰοῦς δεχομένη, τουτ’ἔστι τὰ βέλη.
Ἰόμοροι, τοξόται, πολέμιοι, παρὰ τὸ μόραν, ὃ ση‐
μαίνει τὴν εἱμαρμένην, ἢ παρὰ τὸ ἐν τοῖς ἰοῖς μεμο‐
ραμένοι, ὡς τό· τρίγληνα μορόεντα. καὶ εἰς τὸ ῥόεντα. |
---|
iota 279 (50) | Ἴονθος, ἡ ἔκφυσις τῶν τριχῶν. ἡ δὲ ὀνομασία ἀπὸ
τοῦ ἄνω ἰέναι τὴν τρίχα, ὡς ἄνθος βλάσθησαν.
Ἰνδικτικὸν, καλεῖται Ῥωμαϊστὶ θέσπισμα ἢ μήνυμα.
μηνύει γὰρ ἡ ἀρχὴ τοῦ μηνὸς τὴν τοῦ χρόνου περί‐
οδον, ἢ τοῦ μηνός. |
55 | Ἴνδικτος, ἡ κατὰ δέκα πέντε ἐνιαυτῶν ἀρχομένη.
Ἰξίον, ἡ βοτάνη, ἤτοι ὁ κίσσος, παρὰ τὸ ἐξικνεῖσθαι.
Ἰξὸς, παρὰ τὸ ἄξειν τὰ ὄρνεα, ἢ ἐκ τοῦ ἵκω, ἵξω,
ἰξὸς, ὁ φθάνων μέχρι τῶν ὀρνέων.
Ἱόντα, πορευόμενον, ἐρχόμενον, μετοχὴ ἀορίστου δευ‐ |
---|
60 | τέρου. σεσημείωται τρία βαρυνόμενα ἐπὶ τοῦ ἐνεστῶ‐
τος, καὶ ὀξυνόμενα ἐπὶ τῆς μετοχῆς. ἕκων ἑκὼν, ἕω
ἑὼν, καὶ ἴω ἰών. καί ἐστι κανὼν ὁ λέγων, πᾶσα με‐ |
---|
τοχὴ τὸν ἴδιον τόνον φυλάττει τοῦ ἰδίου ὁριστικοῦ, | |
iota 280 | πλὴν τοῦ ἕκω ἑκὼν, ἕω ἑὼν, ἴω ἰών. καὶ οἱ μὲν λέ‐
γουσιν αὐτὸ β ἀόριστον, οἱ δὲ ἐνεστῶτα καὶ παρατα‐
τικόν.
Ἰὸν, παραγενόμενον. ὅρᾳ δὲ μὴ τὸν τοῦ ὄφεως ὧδε |
5 | ἐπιλάβῃς ἰόν· ἀλλὰ τὸ ἐν τῷ κανόνι τῆς πεντηκοστῆς
εἰρημένον αὐτοδεσπότως ἰὸν, τουτ’ἔστι τὸ ἅγιον πνεῦμα,
ἵνα ᾖ μετοχή.
Ἰόπη, δι’ ἑνὸς π καὶ διὰ τοῦ ι. ἔστι δὲ πόλις Πα‐
λαιστίνης· συστέλλεται δὲ τὸ ι. εἴρηται δὲ Αἰθιόπη |
---|
10 | τις οὖσα, κατεῖχον γὰρ αὐτὴν Αἰθίοπες.
Ἰορδάνης, ποταμός ἐστιν, ἐκ δύο πηγῶν συνάπτει.
λέγεται ἡ μία Ἰὸρ, ἡ δὲ ἑτέρα Δάνης, εἶτα Ἰορδὰν
συνετέθη γὰρ, καὶ κατὰ συνήθειαν ἐγένετο Ἰορδάνης.
Ἰορδάνης, Ἰορδάνου, παρὰ τὸ Ἰὸρ καὶ τὸ Δάνης, ὄνο‐ |
---|
15 | μα ποταμῶν, δύο γάρ εἰσι ποταμοὶ ἐνταῦθα μεμι‐
γμένοι.
Ἴος, ὁ μόνος, πλεονασμῷ τοῦ ο οἶος, ἔνθα καὶ παρατα‐
τικός. οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς. τὸ ι ἰῶτα
διάτι; τὰ διὰ τοῦ ιος δισύλλαβα διαφόρως τονούμενα |
---|
20 | διὰ τοῦ ι γράφεται, οἷον, βίος βιὸς, χίος, θρίος,
μνίος ὁ ἁπαλὸς παρὰ Εὐφορίωνι.
Ἰὸν, ῥόδον ἢ ἄνθος.
Ἰὸς, σημαίνει τὸ βέλος, παρὰ τὸ ἵημι τὸ πέμπω, τὸ
πρὸς βλάβην ἐκπεμπόμενον· ἢ παρὰ τὸ ἰὸν τοῦ ὄφεως· |
---|
25 | καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα
τιτρωσκόμενός τις εὐθέως ἀναιρεθῇ. ἢ παρὰ τὸ ἰέναι
γέγονε, καὶ γὰρ τοὺς τιτρωσκομένους ποιεῖ πορεύεσθαι
εἰς τὸν ᾅδην. τὸ δὲ ἰέναι διὰ τοῦτο, ἐπειδὴ παρὰ τὸ
ἵημι, καὶ γὰρ λίαν πορεύεται τὸ βέλος, τὸ δὲ ἰέναι |
---|
30 | παρὰ τὸ ἵημι ἔστιν.
Ἰοχέαιρα, παρὰ τὸ χαίρειν ἐπὶ τὸν ἰόν. ἢ παρὰ τὸ
τῇ ἰῷ χαίρειν.
Ἰὸς, τὸ φάρμακον, οἱ γὰρ ἀρχαῖοι ἐπὶ τοῖς ἰοῖς αὐτῶν
φάρμακα ἔβαλλον. γίνεται δὲ παρὰ τὸ ἵημι, τὸ πέμ‐ |
---|
35 | πω, ἰὸς, τὸ πεμπόμενον βέλος.
Ἰὸς, παρὰ τὸ βλαπτικὸν εἶναι, ὥσπερ γὰρ ἰὸς τοῦ σι‐
δήρου, οὕτω καὶ οὗτος τοῦ σώματος. γέγονε δὲ παρὰ
τὸ ἵημι τὸ πέμπω. ἢ παρὰ τὸν ἰὸν, δηλοῦντα τὸ φάρ‐
μακον τοῦ ὄφεως. καὶ γὰρ ἔχριον αὐτὰ ἀπὸ τοῦ ἰοῦ |
---|
40 | τοῦ ὄφεως.
Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν. Ἰουδαῖοι γάρ εἰσιν
οἱ ἐξ ἀρχῆς φυσικοί. Ἰδουμαῖοι δὲ, τὸ μὲν ἀρχῆθεν
οὐκ Ἰουδαῖοι, ἀλλὰ Φοίνικες καὶ Σύροι. κρατηθέντες
δὲ ὑπ’ αὐτῶν καὶ ἀναγκασθέντες περιτέμνεσθαι καὶ |
---|
45 | συντελεῖν εἰς τὸ ἔθνος, καὶ τὰ αὐτὰ νόμιμα ἡγεῖσθαι,
ἐκλήθησαν Ἰδουμαῖοι. ἢ ἐξ Ἰούδα τετάρτου παιδὸς
Ἰσραὴλ ἐκλήθησαν. οὗτοι δὲ ἐκ γένους εἰσὶν Ἀβραὰμ,
Ἰδουμαῖοι δὲ, ἐκ τοῦ Ἠσαῦ ἀδελφοῦ Ἰακὼβ, παιδὸς
Ἰσαὰκ, υἱοῦ Ἀβραὰμ, ἀπόγονοι πεφυκότες ἐξ Ἐδώμ. |
---|
iota 280 (50) | Ἰούδας, ἀπὸ τοῦ οὔδας, ὃ σημαίνει τὸ ἔδαφος, καὶ
πλεονασμῷ τοῦ ι Ἰούδας· ἢ ἀπὸ Ἰούδα φιλάρχου. Ἰού‐
δας Ἰούδα, ὁ κανὼν, τὰ εἰς δας λήγοντα ὀνόματα
ἀρσενικὰ, ὑπὲρ δύο συλλαβὰς, ἀποβολῇ τοῦ ς, ποιεῖ
τὴν γενικὴν, οἷον, Ἰούδας Ἰούδα, πλακίδας πλακίδα, |
55 | γεννάδας γεννάδα.
Ἰούλιος, ὁ πέπειρος, δὴ τότε μὴ λιπέσθαι τὶ τῶν καρ‐
πῶν τῶν γηΐνων, ἀπὸ Ἰούλου τοῦ Αἰνείου τῆς Ἀφροδίτης.
Ἰούνιος, ὁ νεάζων, ἢ νεὸς, ἢ ἀπὸ τοῦ χωρισμοῦ τῶν
τε νέων καὶ μειζόνων, μαΐορες γὰρ οἱ μείζονες λέγον‐ |
---|
60 | ται κατὰ Ῥωμαίους· ἰουνίορες δὲ οἱ νέοι. καὶ ἐκ τού‐
του λέγεται ἰούνιος, ἵνα ἐν τῷ πολέμῳ, οἱ μὲν μείζο‐
νες ταῖς βούλαις, οἱ δὲ νέοι τοῖς ὅπλοις τὴν ἑαυτῶν |
---|
διαφυλάττουσι διακράτησιν. | |
iota 281 | Ἴουλοι, παρὰ τὸ αἰολῶς κινεῖσθαι, ἢ παρὰ τὸ ἴουλον
τὸ ζῶον, ἢ παρὰ τὸ ἵεσθαι λίαν ἤγουν φέρεσθαι ἰού‐
λους τὰς κατὰ τῶν γενύων πρώτας τρίχας ἰούλους λέ‐
γομεν, διὰ τὸ τοὺς ἤδη καὶ ἀπάρτι τούτους ἔχοντας, |
5 | ἄρχεσθαι ἰέναι ἐπὶ τὸν ἴουλον.
Ἰοχέαιρα, ἡ τοξότις, παρὰ τὸ χέειν τοὺς ἰοὺς, τοξό‐
τις γάρ ἐστι οἱονεὶ ἐν τοῖς ἰοῖς χαίρουσα. ἢ ἡ τὸν
ἰὸν χέουσα.
Ἴπος, ἡ παγὶς τῶν μυιῶν καὶ τὸ πραιτώριον. διὰ τοῦ ι |
---|
10 | γράφεται, ἀπὸ γὰρ τοῦ ἴπτω γέγονε τὸ σημαῖνον τὸ
βλάπτω. καὶ γὰρ τοῦτο τὸ εἶδος φθαρτικόν ἐστι τῶν
μυιῶν. τὸ δὲ ἴπτω διὰ τοῦ ἰῶτα. ἐπειδὴ τὰ εἰς πτω
λήγοντα ῥήματα ἀποστρέφονται τὴν ει δίφθογγον.
ἰστέον δὲ ὅτι ἀπὸ τοῦ ἴπτω γέγονε τὸ ἰψάμην, |
---|
15 | ἴψω, ἴψατο, ἐξ οὗ καὶ τὸ, μέγα δ’ ἴψατο λαὸν
Ἀχαιῶν. ἢ παρὰ τὸ ἴπτω τὸ φθείρω, ἴπος. φθαρτι‐
κὸν δέ ἐστιν ἐργαλεῖον, ἐξ οὗ καὶ τὸ ἰάπτω. καὶ εἰς
τὸ ἱππόβοτον.
Ἱππόβοτος, ἱππότροφος. διάτι ἀναβίβασε τὸν τόνον; |
---|
20 | γίνεται ἐκ τοῦ βῶ βώσω βωτὸς καὶ ἱππόβωτος. τὰ εἰς
ος ὀξύτονα δισύλλαβα ἐν τῇ συνθέσει προπαροξύνεται.
οἷον φατὸς ἀρηΐφατος, αἳ ῥά τε φῶτας ἀρηϊφάτους
κατέδουσι. βατὸς ἄβατος, ἔνθα μάλιστ’ ἄβατός ἐστι
πόλις. χωρὶς εἰ μὴ παρασύνθετα ὦσι· οἷον μετρῶ με‐ |
---|
25 | τρήσω μετρητὸς, διαμετρητῷ ἐνὶ χώρῳ· τὸ δὲ ἵππος
παρὰ τὸ ἴεσθαι τοῖς ποσί. γράφεται δὲ διὰ δύο ππ,
πρὸς ἀντιδιαστολὴν τοῦ ἴπος, ὃ σημαίνει τὴν τῶν μυιῶν
παγίδα. δασύνεται. τὸ ἰῶτα πρὸ τῶν δύο συμφώνων
τῶν αὐτῶν ψιλοῦται, οἷον, ἴλλος ὁ ὀφθαλμὸς, ἰλλὰς |
---|
30 | σημαίνει δὲ τὸν δεσμόν. σεσημείωται τὸ ἵππος ἐκ τῆς
συναλοιφῆς, ἐπέβης’ ἐφ’ ἵππους.
Ἱπποσύνη, φρόνησις.
Ἱπποδάμοιο, ἵππους δαμάζοντας. διάτι προπαροξύνε‐
ται; αἱ διὰ τοῦ οιο Θετταλικαὶ γενικαὶ, εἰ μὲν ἀπὸ |
---|
35 | περισπωμένων γενικῶν ὦσι, προπερισπῶνται, οἷον, κα‐
λοῦ καλοῖο, εἰ δὲ ἀπὸ βαρυτόνων προπαροξύνεται.
οἷον, Ἀλέξανδρος, Ἀλεξάνδροιο, ἄχραντος, ἀχράν‐
τοιο.
Ἱπποκορυσταὶ, ὄνομα σύνθετον ἐκ τοῦ ἵππος καὶ τοῦ |
---|
40 | κορυστής· τὸ δὲ κορυστὴς ἐκ τοῦ κορύσσω· τοῦτο ἀπὸ
τοῦ κορυθή. ἔστι δὲ ἐπικαμπὲς ῥόπαλον. γίνεται οὖν
μετὰ τοῦ ἵππος ἱπποκορυστής. καὶ διάτι οὐκ ἀναβί‐
βασε τὸν τόνον; ἐπειδὴ τὰ εἰς της ὑπὲρ μίαν συλλα‐
βὴν ἐν τῇ συνθέσει τοῦ ἁπλοῦ φυλάττουσι τὸν τόνον. |
---|
45 | οἷον, λῃστὴς ἀρχιλῃστὴς, μισοδανειστὴς, ἐρανιστὴς, ἀρ‐
χιερανιστής. χωρὶς τοῦ κριτὴς καὶ ἀληθὴς, καὶ δι‐
καιοκρίτης, φιλαλήθης, ὁ κανὼν, τὰ εἰς της ἀρσενικὰ
μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ.
Ἵππος, παρὰ τὸ ἴεσθαι ἢ πέτεσθαι τοῖς ποσί. |
---|
iota 281 (50) | Ἱππότα, ἱππικὸς, ἡ εὐθεῖα ἱππότης· κατὰ μεταπλα‐
σμὸν ἱππότα.
Ἵππουριν, ἐκ τοῦ ἵππος καὶ τοῦ οὖρα, ἐξ ἱππείας
οὐρᾶς. ἡ εὐθεῖα ἵππουρις. διάτι προπαροξύνεται; τὰ
εἰς ρις λήγοντα ὑπὲρ δύο συλλαβὰς, διφθόγγῳ τῇ διὰ |
55 | τοῦ υ ψιλοῦ παραληγομένῃ, ἅπαντα ὀξύνονται. οἷον,
μολυρὶς, σημαίνει δὲ τὴν σιτοφαγὸν ἀκρίδα, κινοσουρὶς.
σεσημείωται τρία τὸ λάμπαρις σημαίνει δὲ τὴν ἀλώπε‐
κα καὶ τὸ τοίμουρις, σημαίνει δὲ ὄνομα πόλεως, (καὶ
ἵππουρις), κλίνεται δὲ ἱππούριδος. |
---|
60 | Ἵππουρις, ἐξ ἱππείων τριχῶν ἔχουσα τὸν λόφον, | |
---|
iota 282 | ἤγουν τὸ προνεῦον τῆς περικεφαλαίας· ἀνάστημα κό‐
σμου ἕνεκα.
Ἰπῶ, σημαίνει τὸ θλίβω, γέγονε δὲ παρὰ τὸ ἴπος.
Ἴρις, τὸ τόξον ἢ τῶν θεῶν ἄγγελος, ἢ ἡ τὸν θεὸν ἀγ‐ |
5 | γέλλουσα· ἢ ἀπὸ τοῦ εἴρειν ὃ σημαίνει τὸ λέγειν καὶ
προλέγειν. ἢ παρὰ τὸ ῥεῖν καὶ κινεῖν τὸν ὄμβρον.
Ἴρις, σημαίνει τὸν ἄγγελον· καὶ τὸ τόξον τὸ ἐν τῷ ἀέρι
γινόμενον, καὶ ποταμὸν ὡς παρὰ Ἀπολλωνίῳ. καὶ γρά‐
φεται διὰ τοῦ ι. ἐπειδὴ τὰ εἰς ρις θηλυκὰ ῥηματικὰ |
---|
10 | δισύλλαβα, ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι. οἷον
χαίρω χάρις, εἴρω ἴρις. ὁμοίως καὶ ἔρις ἔριδος. ἔρις
δὲ κυρίως ἡ μάχη, ἡ διὰ λόγων γινομένη λέγεται.
Ἱρὴ, ἱερὰ, μεγάλη, τίμια.
Ἱρὸς, σημαίνει τὸν ἱερὸν, ἀπὸ τοῦ εἴρω τὸ λέγω. ἢ παρὰ |
---|
15 | τὸ ἱερὸν ἱρὸς, κατὰ κράσιν τοῦ ι καὶ ε εἰς ι μακρόν.
Ἲς, σημαίνει τὸ νεῦρον. γίνεται παρὰ τὸ ἔω τὸ ὑπάρ‐
χω, ὁ μέλλων ἔσω. ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἲς,
ὡς θήσω θὶς, καὶ ῥήσω ῥηγμίς· καὶ εἰς τὸ ἀΐδι, καὶ
βία, καὶ ἐκτινάξας, καὶ ἶφι, καὶ κινῶ καὶ μαστί‐ |
---|
20 | ζειν, καὶ σινά.
Ἴσαν, σημαίνει τὸ ἐπορεύοντο. ἔστι δὲ εἶμι τὸ πορεύ‐
ομαι· καὶ γίνεται ἐκ τοῦ εἶμι βαρύτονον, καὶ τὸ μὲν
πληθυντικὸν διὰ τοῦ ι γράφεται, ὡς ἀπὸ τοῦ ἴω διὰ
τοῦ ἰῶτα. καὶ ὁ παρατατικὸς ἦν, τὸ πληθυντικὸν ἴμεν |
---|
25 | διὰ τοῦ ἰῶτα. ἀλλ’ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι,
καὶ ἡ παραλήγουσα συστέλλεται διὰ τὴν προς. τὸ τρί‐
τον ἴσαν.
Ἴσθι, σημαίνει τὸ γίνωσκε, παρὰ τὸ ἴσημι τὸ γινώσκω,
ὁ μέλλων ἴσω, τὸ πληθυντικὸν τοῦ ἐνεστῶτος ἴσαμεν, |
---|
30 | καὶ ἐν συγκοπῇ ἴσμεν, τὸ δεύτερον ἴσατε καὶ ἐν συγ‐
κοπῇ ἴσθε, τὸ τρίτον ἴσασι.
Ἴσθι, σημαίνει τὸ γίνωσκε, παρὰ τὸ ἴσημι τὸ γινώσκω,
τὸ προστακτικὸν ἴσθαι, καὶ ἐν συγκοπῇ ἴσθι, τὸ τρί‐
τον ἴσατω καὶ συγκοπῇ ἴστω. ἴστω νῦν τόδε γαῖα. |
---|
35 | Ἴσθι, σημαίνει τὸ ἴσω τὸ γινώσκω, παρὰ τὸ ἴσημι, ὁ
μέλλων ἴσω. τὸ πληθυντικὸν ἴσαμεν, ἡ μετοχὴ ἴσας,
ἴσαντος, καὶ τὸ προστακτικὸν ἴσαθι, καὶ κατὰ συγκο‐
πὴν ἴσθι.
Ἴσθμια, ἑορτὴ Ἑλλήνων. λέγονται δὲ καὶ τὰ περι‐ |
---|
40 | τραχήλια, καὶ τὰ στενὰ τοῦ τραχήλου, παρὰ τὸ εἰσ‐
ιέναι δι’ αὐτῶν τὴν βρῶσιν.
Ἴσθμια, σημαίνει τρία, τὴν ἑορτὴν, τὰ περὶ τὸν τρά‐
χηλον κόσμια, καὶ αὐτὸν τὸν τράχηλον.
Ἴσθμιον, ὁ περιτραχήλιος κόσμος, ὡς τῷ ἰσθμῷ περι‐ |
---|
45 | τιθέμενος, παρὰ τὸ ἰσθμῶ, ἴσθμιον. ἰσθμὸς δὲ ὁ τρά‐
χηλος παρὰ τὸ εἰσιέναι δι’ αὐτοῦ τὰ ποτὰ καὶ τὰ βρώ‐
ματα, ὅθεν καὶ παρίσθμια.
Ἰσθμὸς καὶ πορθμὸς διαφέρει, ἰσθμὸς μὲν γάρ ἐστι
γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχόμενος. |
---|
iota 282 (50) | πορθμὸς δὲ στενὸς θαλάσσης πόρος ἑκατέρωθεν ὑπὸ
γῆς περιεχόμενος.
Ἰσημοιρία, ἐκ τοῦ ἶσος καὶ τοῦ μοῖρα.
Ἶσις, παρὰ τὸ ἶσον, ἡ αὐτὴ γάρ ἐστι τῇ γῇ, ἤ ἐστι
σφαιροειδής. |
55 | Ἰσοπάλη, ἶσα ἐν κλήρῳ, πάλος δὲ ὁ κλῆρος.
Ἰσοσθενὲς, ἐκ τοῦ ἶσος καὶ τοῦ σθένος γίνεται ἰσο‐
σθενές. τοῦτο ἐκ τοῦ ἰσοσθενὴς ἀρσενικοῦ.
Ἶσις, ὄνομα δαίμονος, διὰ τοῦ ι γράφεται. τιμᾶται οὖν
παρὰ τοῖς Αἰγυπτίοις. οἱ μὲν λέγουσιν, ὅτι αὕτη ἔστι |
---|
60 | τῇ γῇ, ἐπειδὴ παρὰ τὸ ἶσον ἔστι· καὶ ἡ γῆ σφαιροει‐ | |
---|
iota 283 | δὴς γάρ ἐστιν. ἕτεροι δὲ λέγουσιν, ὅτι αὔτη ἐστιν ἡ
Ἰώ· καὶ διὰ τοῦτο διὰ τοῦ ι γράφεται, ἐπειδὴ παρὰ
τὸ ἴεσθαί ἐστι· πολλὰ γὰρ ἐπλανήθη ἡ Ἰὼ, μετα‐
βληθεῖσα εἰς βοῦν. |
5 | Ἰσίδωρος, παρὰ τὸ ἶσος καὶ τὸ δῶρον, τὸ τῆς Ἴσιδος
δῶρον.
Ἶσος, διὰ τοῦ ι. εὑρίσκεται συνεσταλμένη ἡ ἄρχουσα.
καὶ ἔστιν εἰπεῖν ὅτι παρὰ τῷ ποιητῇ ἀεὶ ἐκτείνεται·
οἷον, ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ, καὶ πάλιν, |
---|
10 | ἶσος Ἄρηϊ. παρὰ δὲ τοῖς ἄλλοις ἐποποιοῖς εὑρίσκεται
συνεσταλμένον τὸ ι, ὡς παρὰ Καλλιμάχῳ. ἤλασε
Κιμμερίῳ ψαμάθῳ ἶσον. παρὰ δὲ τραγικοῖς ἐν συστο‐
λῇ τοῦ ι, οἷον, παρὰ κρηπίδος, πολεμίοισιν ἀρτήθεις.
ἰστέον δὲ ὅτι παρὰ τοῖς κωμικοῖς σπανίως εὑρίσκεται |
---|
15 | ἐκτεινόμενον τὸ ἰῶτα.
Ἶσος, γέγονε παρὰ τὸ εἴδω τὸ ὁμοιῶ, ὁ μέλλων εἴσω,
ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα, συστολῇ τοῦ ε, ἶσος.
Ἰσόῤῥοπον, πόθεν ποιεῖς; παρὰ τὸ ἶσον καὶ τὸ ῥέπω
τὸ ὁρμῶ, γίνεται ἰσόρεπον, καὶ τροπῇ τοῦ ε εἰς ο ἰσόῤ‐ |
---|
20 | ῥοπον.
Ἰσοβαρὲς, ἀκλινές. γίνεται παρὰ τὸ ῥέπω.
ἶσος, ὁ ὅμοιος, τὸ ι κατὰ μὲν τὸν ποιητὴν μακρόν.
κατὰ δὲ τοὺς πεζολόγους βραχυκατάληκτον· κατὰ ἰαμ‐
βικοὺς ἐπαμφοτερίζει. ἴσως δὲ ὁ ποιητὴς Δωρικῶς ἐκ‐ |
---|
25 | τείνει τὰ δίχρονα, ὡς τὸ ὕδωρ καὶ ἰλύς. κεῖσθαι ὑπ’
ἰλύος· καὶ Ἀρες Ἄρες.
Ἰσόψυχος, ἐκ τοῦ ἲς καὶ τοῦ ψυχή.
Ἰσραὴλ, ἔστιν ἲς ἰνὸς, καὶ σημαίνει τὴν δύναμιν, καὶ
ὁρῶ τὸ βλέπω, καὶ ἢλ λέγεται παρ’ Ἑβραίοις ὁ θεός. |
---|
30 | Ἰσραὴλ δὲ ὁ μετὰ δυνάμεως βλέπων τὸν θεόν. Ἰσραὴλ
δὲ ὁρῶν τὸν θεὸν, ἢ ἀνὴρ ὁρῶν θεόν.
Ἶσος, παρὰ τὸ ἴημι τὸ πορεύομαι, ὁ μέλλων ἴσω καὶ
ἐξ αὐτοῦ ἶσος, ὁ τοὺς λοιποὺς ἀκολουθῶν. ἢ ἶσος διὰ
τοῦ ἰῶτα, ὤφειλε διὰ διφθόγγου, παρὰ γὰρ τὸ εἴδω, |
---|
35 | τὸ σημαῖνον τὸ ὁμοιῶ, ὁ ὅμοιος ἑτέρῳ τινὶ· πολλὰ γάρ
εἰσιν ὀνόματα.
Ἴστε, ἐπίστασθε, γινώσκετε, οἴδατε, ἐκ τοῦ ἴσατε
καὶ κατὰ συγκοπὴν ἴστε.
Ἵστη, ἔστι ῥῆμα ἵστημι, καὶ ὁ παρατατικὸς ἵστην, |
---|
40 | ἵστης, ἵστη. καὶ ὤφειλε δὲ τὸ προστακτικὸν ἵσταθι,
ὡς ἐκ τῆς μετοχῆς του πρώτου προσώπου τῶν πληθυν‐
τικῶν, ἀλλ’ οἱ Αἰολεῖς μιμοῦνται τὰ εἰς ω, καὶ ποι‐
οῦσιν ἐξ αὐτοῦ ἢ ἐκ τοῦ παρωχημένου, ἢ ἀπὸ τοῦ
ἱστῶ, τὸ προστακτικὸν ἵστα καὶ ἵστη, ἱστὰς καὶ ἵστη‐ |
---|
45 | σι τρίτου προσώπου.
Ἰστέον δὲ, γνωστέον, τοῦτο εἰς ἀρχὴν λόγου λέγεται.
Ἱστία, τὰ ἅρμενα, παρὰ τὸ ἵζω ῥῆμα, οὗ ὁ μέλλων
ἵσω· καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἱστὸς, καὶ ἱστία,
καὶ ἱστίον. |
---|
iota 283 (50) | Ἱστὸς, τὸ κατάρτιον τῆς νεὼς, καὶ ἱστὸς τὸ ἱστάριον.
Ἱστοριογράφος, συγγραφεὺς καὶ ζωγράφος διαφέρει.
καὶ ἀμφότεροι πεζῷ χρῶνται λόγῳ. ἱστοριογράφος
μὲν γάρ ἐστι, ὁ τὰ πρὸ αὐτοῦ συγγραφόμενος, ὡς
Ἡρόδοτος. συγγραφεὺς δὲ, ὁ τὰ ἀφ’ ἑαυτοῦ, ὡς Θου‐ |
55 | κυδίδης. ζωγράφος δὲ ὁ ζώων εἰκόνας γράφων.
Ἰσχάδες, παρὰ τὸ ἴσχω τὸ ξηραίνω ἰσχνῶ, ἰσχνάδες
καὶ ἰσχάδες.
Ἰσχανόων, σημαίνει τὸ ἐπιθυμῶ, καὶ γράφεται διὰ
τοῦ ι. ὥσπερ ἀπὸ τοῦ φῶ φαίνω καὶ παμφαίνω, |
---|
60 | οὕτω καὶ ἀπὸ τοῦ ἴσχω ἰσχάνω· καὶ ἰσχανόων. | |
---|
iota 284 | Ἰσχάνω σημαίνει τὸ ἐπιθυμῶ. καὶ γὰρ τὸ ε πολλά‐
κις ἐν τοῖς ῥήμασιν, ἐπιφερομένων δύο συμφώνων τρέ‐
πεται εἰς ἰῶτα. ὡς τὸ τέκω τίκτω, οὕτω καὶ ἔχω
ἴσχω. καὶ ὥσπερ ἀπὸ τοῦ φῶ γίνεται φαίνω καὶ |
5 | παμφαίνω, καὶ ἐκεῖθεν ὁ μέλλων παμφανῶ, οὕτω καὶ
ἀπὸ τοῦ ἴσχω γίνεται ἰσχάνω καὶ ἐκεῖθεν ὁ μέλλων
ἰσχανῶ. ἀποβληθέντος τοῦ ς καὶ ἐκταθέντος τοῦ ἰῶτα
ἰσχάνω. καὶ ὥσπερ ἀπὸ τοῦ εἴρω, ὁ μέλλων γίνεται
ἐρῶ, καὶ μετάγεται εἰς ἐνεστῶτα, ἐξ οὗ καὶ ἐρῶ ὁ |
---|
10 | ἐνεστὼς, καὶ εἴρηκα παρακείμενος, τὸν αὐτὸν τρόπον
καὶ ἰσχανῶ ὁ μέλλων, ἅμα τῇ ἀποβολῇ τοῦ ς μετά‐
γεται εἰς ἐνεστῶτα.
Ἰσχίον, τὸ ὄπισθεν μέρος τὸ ὑπὸ τὴν ὀσφὺν ὀστέον,
εἰς ὃ ἐγκεῖται τὸ ἱερὸν ὀστοῦν· τὸ κοῖλον ὅπου ἡ κο‐ |
---|
15 | τύλη στρέφεται· ἢ τὸ ὑπὲρ ἄνω τῶν μηρῶν κοιλὸν
ὀστοῦν· εἰς ὃ ἐμμένει τὸ ἄκρον τοῦ μηροῦ, ὅπερ καὶ
γλοῦτος καλεῖται, καὶ κοτύλη, παρὰ τὸ τὴν κοιλότητα·
κοτύλαι δὲ αἱ τῆς ἰσχίας κοιλότητες εἰς ἃς αἱ κεφα‐
λαὶ τῶν μηρῶν ἁρμόζονται. |
---|
20 | Ἰσχὺς, παρὰ τὸ ἔχω, τὸ κρατῶ, πλεονασμῷ τοῦ ς
ἔσχω· ἢ παρὰ τὸ ἰσχύω, ἰσχύσω, ἰσχύς.
Ἰσχὰς, ἀπὸ τῆς ἰσχύος· ἐπειδὴ μετὰ τὸ τὴν κρεωδο‐
σίαν δοθῆναι τοῖς Ἀθηναίοις, ἐχρῶντο ταῖς ἰσχάσι.
Ἰσχὰς, ἔστι τὸ κατισχώμενον σῦκον. ἔστι δὲ καὶ βα‐ |
---|
25 | ρεῖα τροφή. ἢ ὅτι ἕως τούτου προβαίνει ὁ καρπός.
πρῶτον γάρ ἐστιν ὄλυνθος, εἶτα φῆλιξ, εἶτα σῦκον,
καὶ λοιπὸν ἔσχατον ἰσχάς. ἡ ἴσχειν ποιοῦσα τὴν αὔ‐
ξησιν, φθινόπωρον γάρ ἐστιν.
Ἰσχνὸν, θαλπεινὸν, ἢ σαπρόν. καὶ εἰ μὲν σημαίνει |
---|
30 | τὸ θαλπεινὸν γίνεται παρὰ τὸ ἰαίνω τὸ εὐφραίνομαι.
εἴδε τὸ σαπρὸν παρὰ τὸ ἵημι τὸ πέμπω.
Ἰσχνὸς, παρὰ τὸ ἴσχειν, ὅ ἐστι συνέχειν τὸν πόδα·
καὶ παρὰ τὸ ἀνέχεσθαι τῆς γῆς.
Ἰσουργὸν, ἶσα ἐργαζόμενον. |
---|
35 | Ἰσοστάσιον, ἶσον τῶν βαθμῶν.
Ἰσχυρίζεται, ἐνίσταται, φιλονεικὼς διαβεβαιοῦται.
Ἰσχνομυθίας, λεπτολογίας.
Ἰσχυρὸς, ὁ ἴσχειν καὶ ἀντέχειν δυνάμενος. τὸ σχυ
ψιλὸν διάτι; τὰ διὰ τοῦ υρος ὀνόματα ἀρσενικὰ, |
---|
40 | ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ γράφεται.
Ἴσχω, εἰς τὸ αἴσχιστος, καὶ ἰσχνὸς, καὶ ἰχὼρ, καὶ
μίμνω.
Ἴσχω πόθεν γίνεται; ἐκ τοῦ ἔχω. καὶ διάτι οὐκ ἐτρά‐
πη εἰς τὴν ει δίφθογγον, ἀλλ’ εἰς ἰῶτα; ἐπειδὴ τὸ ε, |
---|
45 | ἡνίκα πλεονάσει σύμφωνον, τρέπεται εἰς ἰῶτα. οἷον,
ἔχω ἴσχω, μένω μίμνω, πέκω πίκνω.
Ἰσχὺς, παρὰ τὸ ἴσχω, τὸ σημαῖνον τὸ ἀντέχω καὶ δύ‐
ναμαι. ἢ παρὰ τὸ ἰσχύω τὸ κρατῶ, ἐξ οὗ καὶ διϊσχυ‐
ρίζω, τὸ διὰ λόγου κρατῶ καὶ πείθω. |
---|
iota 284 (50) | Ἰσχνότης, ὀλιγοσαρκία, φθίνει τὸ σῶμα ὀλιγαρκεῖ.
Ἰταλοὶ καὶ Ἰταλιῶται διαφέρουσιν. Ἰταλοὶ μὲν γάρ
εἰσιν, οἱ ἐξ ἀρχῆς τὴν χώραν οἰκήσαντες· Ἰταλιῶται
δὲ, ὅσοι τῶν Ἑλλήνων ὤκησαν μετ’ αὐτῶν. τὸ αὐτὸ
ἐπὶ τῶν Σικελῶν καὶ Σικελιώτων. |
55 | Ἰτέα, φυτὸν, διὰ τοῦ ι παρὰ τὸ ἰέναι. καὶ γὰρ τα‐
χέως αὔξεται, τὸ δὲ ἰέναι διὰ τοῦ ι, ἐπειδὴ παρὰ τὸ
ἵημί ἐστιν, ὅπερ δέδεικται διὰ τοῦ ἰῶτα.
Ἰτέον, πορευτέον. ἔστι δὲ ἐπίῤῥημα ποιότητος· ἐκ τοῦ
εἶμι ῥήματος, ὁ β ἀόριστος ἦν, ἡ μετοχὴ εἲς ἔντος, |
---|
60 | καὶ τὸ προστακτικὸν ἔθι, καὶ τροπῇ τοῦ ε εἰς ι ἴθι, | |
---|
iota 285 | καὶ ἐξ αὐτοῦ ἰθέον, καὶ τροπῇ τοῦ θ εἰς τ ἰτέον.
συντάσσεται μετὰ δοτικῆς καὶ αἰτιατικῆς πτώσεως.
Ἴτριον, ἀπὸ τοῦ ἰέναι, ἐπεὶ γὰρ ἕλκεται.
Ἰτέος, παρὰ τὸ ἰτὴς, ὃ σημαίνει τὸν πορευτὸν, ὁρμη‐ |
5 | τικὸν γὰρ τὸ φυτόν.
Ἴτυς, ἡ περιφέρεια τοῦ ἅρματος, τοῦ τρόχου ἡ ἀψίς.
Ἰταβύριον, ὄρος ὑψηλόν.
Ἴτων, ὄνομα κύριον, διὰ τοῦ ι γράφεται.
Ἴτης, σημαίνει τὸν πλούσιον, καὶ τὸν πένητα. |
---|
10 | Ἴυγγι, φωνῇ, βοῇ, καὶ ἰΰζει τὴν βοὴν καὶ κραυγὴν
ποιεῖ. λέγεται δὲ καὶ ΐυγξ σύριγξ μονοκάλαμος καὶ
ὄρνεον ἐπαγωγὸν φίλτρων, καλούμενον σεισοπύγης.
σημαίνει δὲ καὶ ᾠδήν· καὶ ἰϋγμὸς φωνὴ καὶ συριγμός.
καὶ Ὅμηρος· οἱ δ’ ̓ϊύζοντες ἕποντο, τουτ’ἔστι συρίζον‐ |
---|
15 | τες· ἔστι δὲ πεποιημένη ἡ λέξις.
Ἴφθιμος, ὁ ἰσχυρός. ὁ μὲν Ἡρωδιανὸς σύνθετον αὐτὸ
λέγει. οἱ δὲ λοιποὶ διϊσχυρίζονται λέγειν ἁπλοῦν αὐτὸ
εἶναι, ὥσπερ παρὰ τὸ πρωῒ πρώϊμος, καὶ ἀΐθιμος ἄν‐
θιμος, ὄψε ὄψιμος, οὕτω καὶ παρὰ τὸ ἴφι ἴφιμος, |
---|
20 | καὶ πλεονασμῷ τοῦ θ ἴφθιμος. τὸ ι πρὸ τῶν δύο
συμφώνων κατ’ ἀρχὴν συστέλλεται. χωρὶς εἰ μὴ ἐν
κλίσει ῥήματος, διὰ τὸ ἰδνώθεις, ἴδρις, ἱστάς. πρόσ‐
κειται εἰ μὴ ἐν κλίσει ῥήματος διὰ τὸ ἱππεύω, καὶ
ἵστημι, ἵστην. τὰ δὲ παρὰ τὸ ἴφι εἴτε παρηγμένα, |
---|
25 | εἴτε συντεθειμένα ἅπαντα ἐκτείνονται. οἷον ἰφιγενὴς,
ἰφιγένειον, Ἰφικλῆς Ἴφικλον.
Ἴφθιμος, διὰ τοῦ ἰῶτα. ὥσπερ ἀπὸ τοῦ ἄνθος ἄνθι‐
μος, καὶ κύδος κύδιμος, οὕτω καὶ ἀπὸ τοῦ ἶφος ἴφι‐
μος καὶ πλεονασμῷ τοῦ θ ἴφθιμος, καὶ ὁ χρόνος ὑπερ‐ |
---|
30 | εβιβάσθη. καὶ ἡ μὲν ἄρχουσα θέσει μακρά ἐστι, ἡ
δὲ παραλήγουσα φύσει. τινὲς δὲ λέγουσιν, ὅτι σύνθε‐
τός ἐστιν, παρὰ τὸ ἴφι καὶ τοῦ θυμὸς, ἰφίθυμος καὶ
κατὰ συγκοπὴν ἴφθιμος. εἰ γὰρ ἦν σύνθετον, ὤφει‐
λεν εἶναι κοινὸν τῷ γένει, χωρὶς εἰ μὴ μηδὲν πλέον ση‐ |
---|
35 | μαίνει τοῦ ἁπλοῦ. οἷον ὁ πάνσοφος καὶ ἡ πάνσοφος,
ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος, ὁ ἄοικος καὶ ἡ ἄοικος.
πρόσκειται εἰ μὴ μηδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ, διὰ
τὸ ἐναντίος ἐναντία, ἐναλίγκιος, ἐναλίγκια, καὶ ἐναν‐
τίβιος ἐναντίβια, ταῦτα γὰρ οὐκ εἰσὶ κοινὰ τῷ γένει. |
---|
40 | ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, οὐ πλέον σημαίνουσι τοῦ
ἁπλοῦ. τὸ γὰρ ἐναντίος ἐναντία καὶ ἐναλίγκιος ἐνα‐
λίγκια, καὶ ἀντίβιος ἀντίβια, τὸ αὐτὸ σημαίνουσι.
Ἰφιγένεια, ἀπὸ τοῦ ἴφι καὶ τοῦ γένος· ἐκ γὰρ ἡρώων
κατάγεται. |
---|
45 | Ἰφιγένεια, Εὐφορίων αὐτὴν ἐτυμολογεῖ, ἀγνοῶν αὐτὴν
Ἀγαμέμνονος, ὡς οἴεται δὲ αὐτὴν Ἑλένης καὶ Θη‐
σέως ὑποβλῆθιν δοθῆναι Κλυταιμνήστραν οὕνεκα δ’
ἡμῖν ἶφι βιασαμένη Ἑλένη ὑπεγείνατο Θήσει· ἐξ
Ἑλένης καὶ Θησέως. |
---|
iota 285 (50) | Ἴφικλος, ὁ ἥρως, ἰφίκολός τις ὢν, ἱστορεῖται γὰρ τα‐
χύτατος. καὶ οἱ παῖδες αὐτοῦ Πρωτεσίλαος καὶ Πο‐
δάρκης.
Ἴφια, μῆλα· τὰ ἀσθενῆ πρόβατα.
Ἰφίκλης, ὄνομα κύριον, διὰ τοῦ ι γράφεται, παρὰ τὸ |
55 | ἴφι γάρ ἐστι. πάντα δὲ τὰ παρὰ τὸ ἶφι διὰ τοῦ ι
γράφεται. οἷον ἰφικράτης, ἔστι δὲ εἶδος ὑποδήματος,
Ἰφιάνασσα, Ἰφιμέδουσα, Ἰφιγένεια, Ἰφίκλης. ἡ τῷ
λόγῳ τῶν Βιθυνίων.
Ἰσχανᾷν, οἷον ἰσχανόων φιλότητος. σημαίνει δὲ τὸ |
---|
60 | ἐπιθυμῶν. παρὰ τὸ λίαν ἔχεσθαι γέγονεν ἰσχαλῶ, | |
---|
iota 286 | καὶ τροπῇ ἰσχανῶ. ἢ τὸ ε ἡνίκα πλεονάσει σύμφωνον.
καὶ ὥσπερ παρὰ τὸ φῶ γίνεται φαίνω καὶ παμφαίνω,
καὶ ἐκεῖθεν ὁ μέλλων παμφανῶ, οὕτω καὶ παρὰ τὸ
ἴσχω ἰσχάνω, καὶ ὁ μέλλων ἰσχανῶ. καὶ ὥσπερ τὸ |
5 | γινώσκω ἅμα τῇ ἀποβολῇ τοῦ ν ἐξετάθη τὸ δίχρονον,
καὶ μετῆλθεν ἡ θέσει μακρὰ εἰς φύσει μακρὰν, οὕτω
ἀπὸ τοῦ ἰσχανῶ μέλλοντος γίνεται ἰσχανῶ, ἀποβλη‐
θέντος τοῦ ς καὶ ἐκταθέντος τοῦ ι. καὶ μετάγεται ὁ
μέλλων εἰς ἐνεστῶτα, καὶ γίνεται ἰσχανῶ ἐνεστὼς, |
---|
10 | ὡς παρὰ τὸ εἴρω, ἐρῶ γίνεται ἐν τῷ μέλλοντι, ἐξ οὗ
ὁ εἴρηκα παρακείμενος.
Ἶφι, σημαίνει τὸ ἰσχυρῶς. ὥσπερ ἀπὸ τοῦ νόστος γί‐
νεται νοστόφι, καὶ κατὰ συγκοπὴν νόσφι, οὕτω καὶ
ἀπὸ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται ἰνό‐ |
---|
15 | φι, καὶ κατὰ συγκοπὴν ἶφι. ἐπὶ δὲ τοῦ ἶφι κατ’ ἀν‐
τίφρασίν ἐστι· σημαίνει τὰ ἀσθενῆ καὶ τὰ ἰσχυρά.
τὸ δὲ ἲς παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἔσω, ῥηματικὸν ὄνο‐
μα ἲς, οἱονεὶ ἡ ὑπάρχουσα ἐν τινί. τὸ δὲ ἔω σημαί‐
νει ζ. ἔω τὸ ὑπάρχω, ἐξ οὗ καὶ ἐῢς ὁ ἀγαθὸς, ὁ |
---|
20 | γὰρ ἀγαθὸς βέβαιος· ἔω τὸ περιπατῶ, ἐξ οὗ καὶ ὁδός·
ἕω τὸ καθέζομαι, ἐξ οὗ τὸ ἥσω, παρ’ αὐτὸν ἰοῦσα·
ἕω τὸ ἐνδύομαι, ἐξ οὗ καὶ τὸ, ἐπιείμενε· ἔω τὸ τε‐
λειῶ, ἐξ οὗ καὶ τό, ἐξ ἔρον ἔντο· ἔω τὸ εὐφραίνο‐
μαι, ἐξ οὗ καὶ ἥδω τὸ εὐφραίνομαι, ἔω τὸ κορεννύω· |
---|
25 | ἐξ οὗ καὶ τὸ, ἐπεί χ’ ἑῶμεν πολέμοιο.
Ἰχθὺς, παρὰ τὸ ἰθύειν πλεονασμῷ τοῦ χ. ἢ διὰ τὸ
ἴεσθαι ἀπὸ τῆς χλόης, ἤγουν φέρεσθαι ἀπὸ τοῦ βά‐
θους.
Ἰχθὺς ἱερὸς, ὁ ἐν τῷ ὑγρῷ θυόμενος. |
---|
30 | Ἰχὼρ, ἔλκος, σημαίνει τὸ σεσηπὸς αἷμα, παρὰ τὸ
ἴσχω, τὸ σημαῖνον τὸ λεπτύνω, γίνεται παράγωγον
ῥῆμα ἰσχανῶ, καὶ ἐξ αὐτοῦ ἰσχὼρ, τὸ λεπτύνον
τὸ σῶμα ἐν τῷ καταστάζειν· καὶ ἀποβολῇ τοῦ ς
ἰχώρ. |
---|
35 | Ἰχὼρ, ὑγρασία τὶς διεφθαρμένη σαρκός. γέγονε δὲ τὸ
ἰχὼρ οὕτως, ἔχω, ἴσχω καὶ ἰχὼρ, κατ’ ἐκβολὴν τοῦ
ς, φύσει μακρὸν γινόμενον, τῆς θέσει μακρᾶς ἀναχω‐
ρησάσης. ἰχὼρ δὲ τὸ σεσηπὸς αἷμα, παρὰ γὰρ τὸ ἴσχω
ἔστιν οἱονεὶ τὸ ἐσχευμένον. |
---|
40 | Ἴσχανον, καὶ ἰσχάνω, ἐπεθύμουν, παρὰ τὸ ἔχεσθαι
λίαν, οἱονεὶ χαλᾷν τὴν γῆν.
Ἰσχάνει, ἐπιθυμεῖ, μετῆκται ἀπὸ τῶν θηρίων καὶ
μετὰ τὸ κεχηνέναι ἰεμένων.
Ἴχνος, ὁδὸς, πόρος, βῆμα, ποῦς. |
---|
45 | Ἴχνος, παρὰ τὸ ἴσχειν, ὅ ἐστι συνέχειν ὅλον τὸν πόδα·
ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς. οὕτως Ὠρίων.
Ἰχνίον, ἴχνος, πάτημα· παρὰ τὸ ἵξω, ἷκμαι, ἰχνίον,
ὡς παίζω παιγνίον· τὰ γὰρ ἀπὸ μακρᾶς ἀρχόμενα,
ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικὰ, οἷον, τυρὸς |
---|
iota 286 (50) | τυρίον, ἕρκος ἑρκίον, τεῖχος τειχίον· τὰ δὲ ἀπὸ βρα‐
χείας οὐκ ἔτι· φάκος φάκιον, λάγος λάγιον, ῥάκος
ῥάκιον, νάκος νάκιον, οὕτως ἴχνος ἰχνίον.
Ἰχῶ, ἀπὸ ἰχῶ χειρὸς, ὂν ὡς βραχὺ τὰ δὲ ἴχνια
ὡς σύμφωνα ὑγρῷ συνεζεύγμενα ποιεῖ τὰ πρὸ αὐτοῦ, |
55 | ὀμόργνυ ἔστι. ἡ εὐθεῖα ἰχὼρ, ἡ γενικὴ ἰχῶρος, ἡ
αἰτιατικὴ ἰχῶρα καὶ κατ’ ἀποκοπὴν ἰχῶ, ὡς Ποσειδῶνα
Ποσειδῶ.
Ἰεντῶος, ὄνομα πόλεως, παρὰ τὸ ἐντὸς ἔχειν τὸν
ἰόν. |
---|
60 | Ἰωγὴ, ἡ σκέπη βορέου, ὑπιογὴ, ἀπὸ τοῦ ἰέναι. τὸ γὰρ | |
---|
iota 287 | σκέπον ἐπὶ πᾶν ὃ σκέπει ἴεται, καὶ ὑπιωγαὶ δὲ, αἱ
ὑπαγωγαὶ καὶ σκέπαι.
Ἲψ, σημαίνει τὸν σκώληκα, καὶ γίνεται παρὰ τὸ ἴπτω,
ὃ σημαίνει τὸ βλάπτω. ἶπες δέ εἰσιν οἱ σκώληκες, οἱ |
5 | ἐσθίοντες τὰ κρέατα· σῆτες δὲ οἱ ἐσθίοντες τὰ ἱμά‐
τια· θρίπες δὲ οἱ ἐσθίοντες τὰ ξύλα· ἴκες δὲ οἱ
ἐσθίοντες τὰς ἀμπέλους. κλίνονται οὕτως· ἲψ ἰπὸς
καὶ ἴπες, θρίψ θριπὸς καὶ θρίπες, ἲξ ἰκὸς καὶ ἴκες,
σὴψ σηπὸς καὶ σῆπες. |
---|
10 | Ἰωὴ, ἡ φωνὴ, παρὰ τὸ ἴω ἰωὴ, ἡ διϊκνουμένη εἰς τὰς
ἀκοὰς, οὕτως Ἡρωδιανὸς, παρὰ τὸ ἰέναι καὶ περιήχη‐
σίν τινα ποιεῖν.
Ἰώμενος, παρὰ τὸ ἰῶ δευτέρας συζυγίας τῶν περισπω‐
μένων. |
---|
15 | Ἰὼν, πορευόμενος, ἀορίστου δευτέρου μετοχῆς. τὸ θέμα
ἴω, ὁ δεύτερος ἀόριστος ἴον, ἡ μετοχὴ ἰών. ἢ ἔστιν
ἔω τὸ πορεύομαι, καὶ πλεονασμῷ τοῦ ι εἴω ὡσαύτως
τὸ πορεύομαι, ὁ μέλλων εἴσω, ὁ β ἀόριστος ἴον, ἡ
μετοχὴ ἰών. τοῦτο δὲ ἕνεκεν ἴων βαρυτόνου πέμ‐ |
---|
20 | πων.
Ἰωή σημαίνει τὴν πνοήν. παρὰ τὸ ἴημι ἰὴ, καὶ πλεο‐
νασμῷ τοῦ ω ἰωὴ, καὶ ἡ φωνὴ, παρὰ τὸ ἴω γίνεται
ἰωὴ, ἡ διϊκνουμένη εἰς ἀκοήν.
Ἰωκὴ, ἡ δίωξις, παρὰ τὸ διώκω διωκὴ καὶ ἀποβολῇ τοῦ |
---|
25 | δ ἰωκή. οὕτως Ὠρίων. σημαίνει δὲ καὶ τὴν δίωξιν καὶ
ἀπειλήν.
Ἰῶτα, ἰστέον ὅτι τὸ ἰῶτα καὶ ἰάσων τινὲς ἐν συλ‐
λήψει λέγουσιν εἶναι. ἔστι δὲ ἀνατρέψαι αὐτοὺς,
ἐπειδὴ τὰ ὑποταττόμενα τινὶ συλλήψει, ἐὰν ἀντιπρο‐ |
---|
30 | ηγήσωνται, ἐν διαστάσει θέλουσι προηγεῖσθαι, οἷον,
πρῶτος ἕρπω, κλέος, ἕλκω. εἰ ἆρα οὖν τὸ ἰῶτα ὑπο‐
τέτακται τὸ ω κατὰ σύλληψιν. οἷον, τῷ κοχλίᾳ τῷ
καλῷ, δηλονότι ἀντιπροηγησάμενον αὐτῷ ἐν τῷ ἰῶτα,
καὶ ἰάρδανος καὶ ἰὰς, κατὰ διάστασιν αὐτοῦ, ἀντιπρο‐ |
---|
35 | ηγήσαντο. δεῖ δὲ γινώσκειν, ὅτι τὸ ι καὶ τὸ υ τότε
δὲ περιστίζειν, ἡνίκα προηγεῖσθαι αὐτῶν φωνῆεν προ‐
τακτικὸν, καὶ κατὰ διάστασιν, οἷον, ἀΰω, πάϊς, Δη‐
μοσθένεϊ, ὁ ϊωάννης. τοῦτο δὲ γίνεται, ἵνα μὴ νομι‐
σθῇ εἶναι δίφθογγος. ὅτε δὲ οὐ προηγεῖται προτακτι‐ |
---|
40 | κὸν φωνῆεν, οὐ δεῖ περιστίζειν αὐτὸ, οἷον, ἰαχὴ, ὕλη.
τὸ ι παράγωγόν ἐστι, μονόγραμμα γάρ ἐστιν, ἀλλὰ
κατὰ παραγωγὴν ἰῶτα γράφεται.
Ἰστοδόκη, τὴν ὑποδεχομένην, τὸν ἰστὸν θήκην.
Ἴωνες, τινὲς τοὺς τὴν Ἀσίαν οἰκοῦντες, ἀπὸ Ἴωνος τοῦ |
---|
45 | Ἀπόλλωνος ὀνομασμένοι. καὶ Ἴωνες οἱ Ἀττικοὶ, ἤτοι
Ἀθηναῖοι, ἀπὸ Ἴωνος τοῦ Ξούθου.
Ἰωάννης, ἰὼν ἄνωθεν, ἢ χάρις θεοῦ, ἢ ὑπήκοος κυ‐
ρίῳ.
Ἰωνᾶς, τὸ ω διάτι; πᾶν ὄνομα, Ἑλληνικόν τε καὶ βάρ‐ |
---|
iota 287 (50) | βαρον ἀπὸ τῆς ιω συλλαβῆς ἀρχόμενον, τὴν πρώτην
συλλαβὴν διὰ τοῦ ι ἔχει, τὴν δὲ μετὰ ταύτης διὰ
τοῦ ω. πλὴν τοῦ Ἰορδάνης καὶ Ἰόππη, καὶ Ἰοκάστη,
καὶ Ἰόλαος. τοῦ Ἰωνᾶ ὁ κανὼν, τὰ εἰς ας περισπώ‐
μενα, ἀποβολῇ τοῦ ς κλίνεται. |
55 | Ἰσχανόωσι, σημαίνει τὸ κατέχουσι καὶ κωλύουσι· τὸν
δ’ οὔτ’ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν· ἀπὸ
τοῦ ἔχω τὸ κρατῶ πλεονασμῷ τοῦ ς ἔσχω. τὸ γὰρ ε
πλεόναζον τὰ ἀμφότερα τρέπεται εἰς ἰῶτα· καὶ παρ‐
άγωγον ἰσχάνω. |
---|
60 | Ἰσχία ὅτι ἴσχει τοὺς καθημένους. σημαίνει τὸ ὑπὸ τὸ | |
---|
iota 288 | ὀστέον εἰς ὃ ἔγκειται τὸ ἱερὸν, ὅπερ καὶ γλοῦτος
καλεῖται, καὶ κοτύλη, παρὰ τὴν κοιλότητα.
Ἵσταο, ὥσπερ παρὰ τὸ ἐφάμην ἐφάσο, γίνεται ἔφαο,
καὶ κατ’ ἔνδειαν τοῦ ς, οἷον ἐπίφαο, καὶ μάρναο |
5 | ἀντὶ τοῦ μάρνασο καὶ ἔσσυο ἀντὶ τοῦ ἔσσυτο, οὕτω καὶ
ἵσταο, ἵστασο· περὶ παθῶν.
Ἵστη, ποικίλον ἔστιν. οἱ μὲν λέγουσιν, ὅτι ὅταν ἀπο‐
κοπὴ γίνεται τῶν εἰς θι προστακτικῶν, ἐπαύξησις ἀκο‐
λουθεῖ, ἵσταθι καὶ ἀποβολῇ ἵστα, καὶ ἐκτάσει ἵστη. |
---|
10 | μέγεθος δ’ ὃς ἵστη. τὸ δὲ μείζονα δεῖ κρατῆρα Μενοι‐
τίου υἱὲ καθίστα, ἀντὶ τοῦ εὐτρέπιζεν. ἐὰν μὲν βρα‐
χὺ ἀποκοπή ἐστιν· ἐὰν δὲ κατ’ ἔκτασιν, ἀπὸ τοῦ ἱστῶ
ἱστᾶς, ὡς βοῶ βοᾶς· οὕτω Φίλων καὶ Τρύφων. λέγο‐
μεν δὲ ἡμεῖς, ὅτι οὐ μόνον ἐπὶ τῶν εἰς ω ῥημάτων, |
---|
15 | ἀλλὰ καὶ ἐπὶ τῶν εἰς μι, τὰ τρίτα πρόσωπα τῶν πα‐
ρατατικῶν δεύτερα πρόσωπα τῶν προστακτικῶν γίνεται,
οἷον, νόει, φίλει, βόα. οὕτως οὖν καὶ οἱ Ἀττικοὶ,
ἐὰν μὴ χρήσωνται τῇ θι καταλήξει, χρῶνται τοῖς τρί‐
τοις προσώποις τῶν παρατατικῶν ἐν προστακτικοῖς. |
---|
20 | οἷον ἐτίθην, ἐτίθης, ἐτίθη, τίθη. ἐπίμπλην, ἐπίμ‐
πλης, ἐπίμπλη, πίμπλη· καὶ τοὺς κοφίνους ἅπαντας
ἐπίμπλη πτερῶν. οὕτως ἵστη· ἵστη δὲ μέγα κῦμα
ποτιῤῥοόν. ὅτι τὰ τοιαῦτα καὶ Δωρικά εἰσιν. οἱ γὰρ
Δωριεῖς λέγουσι πίμπλη καὶ κόα· καὶ γὰρ τὸ ὅρα, ὅρη |
---|
25 | λέγουσιν. οὕτω πίμπλα πίμπλη. Ἡρωδιανὸς περὶ παθῶν.
Ἱμονία σημαίνει τὸ δέρμα, εἰς ὃ ἀντλοῦσι τὸ ὕδωρ·
παρὰ τὸ ἱμὰς, ἱμάντος γέγονε. τὸ δὲ ἱμὰς διὰ τοῦ ι
γράφεται, ἐπειδὴ συστέλλεται τὸ ἰῶτα, ὡς παρὰ τῷ
ποιητῇ καὶ τὸ ἀνιμῶμαι διὰ τοῦ ι γράφεται, παρὰ τὸ |
---|
30 | ἱμὰς γὰρ ἱμάντος γέγονεν, οἷον, ἱμὰς, ἱμῶ, ἀνιμῶ.
οἱ γὰρ ἀρχαῖοι, διὰ τὸ μὴ κλᾶσθαι ταχὺ τὰ ἀγγεῖα,
ἐκ δερμάτων αὐτὰ, ἤγουν ἀσκοῦ κατεσκεύαζον. ἱμῶ
οὖν καὶ ἀνιμῶ τὸ ἄνω ἀναλέγομαι· καὶ πάλιν· ἱμάντα
θοῶς ἀπέλυσε κορώνῃ, ἱμάντα λέγει τὸ ἐπιζύγωμα τῆς |
---|
35 | θύρας, ὅπερ ἔστι σανίδιον ἄνωθεν ἐφηλουμεταῖς θύ‐
ραις· Ἀθηναῖοι τοῦτο καλοῦσιν ἐπιζύγωμα. κορώνη δὲ
τὸ λεγόμενον ἐν τῇ συνηθείᾳ κοράκιον.
Ἰερὸν ἰχθὺν, τινὲς δὲ παρὰ τὸ διαίνω διαιρὸς, καὶ
ἱερὸν, τὸν ἀεὶ ἐν ὕδασι βρεχόμενον, κατὰ ἀποβολὴν, |
---|
40 | οἷον, ἐνθ’ ἤτοι μὲν ἐγὼ διερῷ ποδί. οἱ δὲ παρὰ τὸ
δίω τὸ διώκω διερὸς καὶ ἱερός, ὁ ταχὺς, διωκτικὸς γὰρ·
οὕτως Ἡρωδιανὸς περὶ παθῶν. ὁ δὲ Ὠρίων, ἱερὸν
ἰχθὺν τὸν μέγαν, ὥσπερ καὶ ἱερὸν ὀστοῦν· τὸ δὲ
μέγα ἱερὸν ἔλεγον οἱ παλαιοί. |
---|
45 | Ἱερὸν τέλος, τὸ μέγα τάγμα λέγουσιν οἱ γλωσσογρά‐
φοι, ὡς ἱερὸν ἰχθὺν τὸν μέγαν. ἱερὸν μὲν οὖν τέλος
τὸ θεῖον τάγμα, ἱερὸν δὲ ἰχθὺν τὸν ἀνετὸν, ὡς ἱερὸν
βοῦν, ἀπὸ τοῦ ἵεσθαι.
Ἰκτὴρ, ἐκ τοῦ ἰῶ, ἴημι, ἰκτὴρ, ὁ ἰώμενος. |
---|
iota 288 (50) | Ἰθύνω, παρὰ τὸ ἰθύς. ἰθύνω σημαίνει τὸ ὁδηγῶ,
αὐτὴ δ’ αὖτ’ ἴθυνε.
Ἰθὺς, ἀντὶ τοῦ ἐπ’ εὐθείας ὥρμησαν. ἀπὸ τοῦ ἰθὺς
ἰθύω.
Ἰθείας, ἐπ’ εὐθείας, ὀρθῶς· ἀπὸ τοῦ ἰθὺς ἰθεῖα. |
55 | Ἰθὺς, παρὰ τὸ ἰέναι γέγονεν ἰθύς. γράφεται διὰ τοῦ ι
τῷ λόγῳ τοῦ Βιθυνία· καὶ γὰρ ἔχει τὸ υ ἐπιφερό‐
μενον. σημαίνει δὲ τὸ ἐπ’ εὐθείας.
Ἱκάνω, τὸ ἱκετεύω, ἡμεῖς δ’ ἱκάνομεν τὰ σὰ γούνατα.
σημαίνει καὶ τὸ παραγίνομαι καὶ καταλαμβάνω· ἢ μέ‐ |
---|
60 | γα πένθος Ἀχαιΐδα. | |
---|
iota 289 | Ἴκαρος, παρὰ τὸ ἵκεσθαι πρὸς τὸν ἀγῶνα.
Ἱματίδιον, ὥσπερ ἀπὸ τοῦ ὀψάριον γίνεται ὀψαρίδιον,
οὕτω καὶ ἀπὸ τοῦ ἱμάτιον γίνεται ἱματίδιον, διὰ τοῦ
ἰῶτα. |
5 | Ἰλίων, σημαίνει τὸν σύγγαμβρον, παρὰ τὸ ἴλιον, ὃ ση‐
μαίνει τὸ δῶρον, γέγονε· καὶ γὰρ οἱ σύγγαμβροι με‐
τέχουσι τῶν δώρων τοῦ νυμφίου. γράφεται δὲ καὶ διὰ
τοῦ ι, καὶ κατὰ τὴν ἄρχουσαν, καὶ κατὰ τὴν παραλή‐
γουσαν· καὶ κατὰ μὲν τὴν ἄρχουσαν τῷ λόγῳ τοῦ Βι‐ |
---|
10 | θυνία, καὶ γὰρ ἔχει τὸ ι, καὶ κατὰ τὴν δευτέραν
συλλαβήν· κατὰ δὲ τὴν παραλήγουσαν τῷ λόγῳ τοῦ
Ἀμφίων.
Ἰλλάδες, σχοινία, ἀπὸ τοῦ εἱλῆσθαι, ἐξ ἱμάντα ἰλ‐
λασία οὐκ ἐθέλοντα. |
---|
15 | Ἰνδάλλω, ὥσπερ γὰρ ἀπὸ τοῦ ἄγω γίνεται ἀγάλλω,
ἴω τὸ πέμπω ἰάλλω, οὕτω καὶ παρὰ τὸ εἴδω τὸ ὁμοιῶ
γίνεται εἰδάλλω· ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ ν
ἰνδάλλω, ἐξ οὗ καὶ ἴνδαλμα. |
---|
Ἲς, τὸ δὲ ἲς, διὰ τοῦ ἰῶτα, ὃ σημαίνει τὴν δύναμιν, | |
iota 290 | ὡς δικατάληκτον. τὸ δὲ ἲς οὐ σημαίνει μόνον τὴν δύ‐
ναμιν, ἀλλ’ ἔστι καὶ ὄνομα ποταμοῦ, ὡς φησὶν Ἡρό‐
δοτος, καὶ Γύλαξ ὁ ἱστορικός.
Ἰνίον, ὥσπερ παρὰ τὸ σφὴξ σφηκὸς γίνεται σφηκίον, |
5 | σημαίνει δὲ τὸν μικρὸν σφῆκα, οὕτω καὶ παρὰ τὸ ἲς
ἰνὸς γίνεται ἰνίον. σημαίνει τὸ νεῦρον, τὸ ὂν ὀπίσω
τοῦ τραχήλου· τὰ γὰρ ἡνία διὰ τοῦ η γράφεται, παρὰ
τὸ ἀνύω γίνεται γὰρ ἀνίον καὶ ἠνίον. διὰ γὰρ τῶν
λώρων τῶν ἵππων ἀνύομεν τὴν ὁδὸν· τὸ δὲ ἶς γέγονε |
---|
10 | παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἲς, ὡς ῥήσσω ῥηγμίς. καὶ
γὰρ ἶνες τὸ εἶναι καὶ συστᾶναι παρέχουσι τῷ σώματι·
ἢ παρὰ τὸ ἰέναι ἡμῖν.
Ἴουλος, τὸ πολύπουν ζῶον, ἀπὸ τοῦ ἰέναι, καὶ τῆς
λειότητος τῆς πορείας. ἢ παρὰ τὸ οὐλῶς καὶ κυκνῶς |
---|
15 | εἱλῆσθαι. ὅθεν ἀπὸ μεταφορᾶς καὶ αἱ πολύκοποι νῆες,
ἰουλόπεζοι ἀπ’ αὐτοῦ κέκληνται, ὡς παρὰ Λυκό‐
φρονι. ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις. |
---|
19t | Τέλος τοῦ Ι στοιχείου. | |
---|
kappa 289 (post 19t) | ΑΡΧΗ ΤΟΥ Κ ΣΤΟΙΧΕΙΟΥ. |
20 | Κάβειροι, ὀνόματα θεῶν· καὶ τὰ ὀνόματα αὐτῶν
τρία τὸν ἀριθμόν· Ἀξιέρος, Ἀξιόκερσα, Ἀξιόκερσος.
Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ. Ἀξιόκερσα ἡ Περ‐
σεφόνη. Ἀξιόκερσος μὲν οὖν δὲ ὁ Ἅιδης. Κάβειροι
δὲ δοκοῦσιν προσηγορεῦσθαι ἀπὸ Καβείρων ὀρέων Φρυ‐ |
---|
25 | γίας, ἐπεὶ ἐντεῦθεν μετηνέχθησαν. οἱ δὲ δύο εἶναι
τοὺς Καβείρους. πρεσβύτερον μὲν Δία, νεώτερον δὲ
Διόνυσον.
Καμβάλλης, κάμβαλος λέγεται ὁ καταβάλλων, οἷον,
ἀπ’ ἄλλης κάμπης ἐσθίων. |
---|
30 | Κάβιροι, ὁ Ἀλεξίων διὰ τοῦ ι, ὡσαύτως δὲ Φιλόξε‐
νος. καὶ Ἡρωδιανὸς λέγει, τὴν παραδʹ δίφθογγον
ἔχειν. καὶ ἴσως συνέδρασε τὸ μάγειρος, αἴγειρος, πέ‐
πειρος, ὄνειρος. Κάβιροι δέ εἰσι δαίμονες περὶ τὴν
Ῥέαν οἰκήσαντες τὴν Σαμοθράκην, ὧντινων οἱ μεμυ‐ |
---|
35 | ημένοι τὰ μυστήρια ἐν καιρῷ ἀνάγκης εἰσακούονται.
ὡς δηλοῖ Ἀριστοφάνης ἐν εἰρήνῃ λέγων· ἀλλ’ εἴ τις
ὑμῶν ἐν Σαμοθράκῃ τυγχάνει μεμυημένος, νῦν εὔξαιο
καλλον ᾖ.
Κάγκανα, τὰ ξηρὰ ξύλα, καὶ εἰς καῦσιν ἐπιτήδεια, |
---|
40 | οἱονεὶ κατακαλά τινα ὄντα· παρὰ τὸ καίνειν τὸ κό‐
πτειν, συγκοπῇ καὶ πλεονασμῷ τοῦ γ κάγκανα. ἢ ὥσπερ
ἀπὸ τοῦ τέκω γίνεται τέκανον, καὶ κατὰ συγκοπὴν
τέκνον, οὕτω καὶ παρὰ τὸ καίω ῥῆμα, γίνεται κάνον,
καὶ κατ’ ἀναδιπλασιασμὸν, καὶ πλεονασμῷ τοῦ γ κάγ‐ |
---|
45 | κανον. οἷον, ἔνθεν ἔπειθεν, οἱ μὲν ξύλα τῆ δε λε‐
χαίην.
Καγχαλᾷν, χαίρειν· ὡς παρὰ τὸ χῶ γίνεται κατὰ
παραγωγὴν χαίρω, οὕτω καὶ παρὰ τὸ χῶ χλῶ καὶ
καὶ καγχαλῶ, διὰ τὸ ἐν χαλάσμασι εἶναι τὴν ψυχὴν |
---|
kappa 289 (50) | χαίρουσαν· ἔστι δὲ ὅτε καὶ τὸ ἐν τῇ λύπῃ συστέλλε‐
σθαι σημαίνει τὴν λέξιν.
Κάδος, σκεῦος τὶ, παρὰ τὸ χαδῶ τὸ δηλοῦν τὸ χωρῶ,
ὁ μέλλων χαδήσω, ἀφ’ οὗ τὸ καχεδήσω κατὰ ἀναρίον·
ὁ χάδος καὶ κάδος, καὶ τὸ χωρητικὸν ἀγγεῖον· κάδος |
55 | μέτρον, ἡμικάδιον ἡμίμετρον. | |
---|
kappa 290 (20) | Κάδης, σημαίνει τὸν ἁγιασμὸν παρὰ τῷ Δαβίδ. καὶ
σύσσεικεν κύριος τὴν ἔρημον κάδης. κάδης ἑρμηνεύεται
ἡ ἁγία παρὰ τῷ ἁγίῳ βασιλεῖ· Κάδης ὄνομα τόπου.
Κάδμος λέγεται ὁ Ἑρμῆς παρὰ τοῖς Τυρσινίοις. διὰ
τοῦ ι γράφεται. |
25 | Κάζω, εἰς τὸ κάσσια καὶ Κάστορα, καὶ κόσμος, καὶ
σκαῖος.
Καθεὶς, ἐκ τοῦ ἵημι τὸ πέμπω, ὁ β ἀόριστος ἦν· ἡ με‐
τοχὴ εἲς ἔντος, καὶ μετὰ τῆς κατὰ προθέσεως καθείς.
Καθεῖλες, ἐκ τοῦ εἴλω καὶ τῆς κατὰ προθέσεως κα‐ |
---|
30 | ταεῖλες καὶ καθεῖλες.
Κάθεκτον, εἰς τὸ δυσκάθεκτον.
Καθέζει με, ἐπὶ μὲν τοῦ ἐνεστῶτος ψιλοῦται· ἐπὶ
δὲ τοῦ μέλλοντος δασύνεται.
Καθήλωσον, κράτησον, ἔστιν ἵημι τὸ πέμπω, ὁ μέλ‐ |
---|
35 | λων ἥσω ἧλος, ἡλῶ, ἡλώσω, καὶ μετὰ τῆς κατὰ προ‐
θέσεως καθηλῶ, καθηλώσω.
Καθ’ ἡμέραν, δύο μέρη λόγου εἰσὶν ἐν μίᾳ λέξει.
Καθεὶς, χαλασθεὶς, σημαίνει καὶ καθ’ ἕνα ἕκαστον
ἐὰν περισπᾶται. |
---|
40 | Κάθῃ, ἰστέον ὅτι τὸ κάθῃ καὶ τὸ μέμνῃ καὶ τὸ δύνῃ
παράλογά εἰσι. τὸ μὲν γὰρ κάθη καὶ τὸ δύνη ἐνεστῶ‐
τος παθητικοῦ εἰσι, τῶν εἰς μι. ὁ δὲ ἐνεστὼς παθη‐
τικὸς τῶν εἰς μι, τροπῇ τοῦ τ τοῦ τρίτου προσώπου
εἰς ς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον, τίθεται, |
---|
45 | τίθεσαι, ἵσταται, ἵστασαι. οὕτως οὖν καὶ ἀπὸ τοῦ
κάθημαι κάθησαι, καὶ ἀπὸ τοῦ δύναμαι δύσασαι.
παράλογον ἄρα τὸ κάθη καὶ τὸ δύνη. τὸ δὲ μέμνη
παθητικός ἐστι παρακείμενος· πᾶς δὲ παθητικὸς πα‐
ρακείμενος τροπῇ τοῦ τ τοῦ τρίτου προσώπου εἰς ς |
---|
kappa 290 (50) | ποιεῖ τὸ δεύτερον. οἷον, πεποίηται πεποίησαι, νε‐
νόηται νενόησαι· οὕτως οὖν καὶ μέμνηται μέμνησαι·
παράλογον ἄρα καὶ τὸ μέμνη. ἔστι δὲ εἰπεῖν περὶ
αὐτῶν οὕτως· ἔστι μέμνημαι, τὸ δεύτερον μέμνη‐
σαι, καὶ κατὰ ἀποβολὴν τοῦ ς Ἰωνικῶς γίνεται μέ‐ |
55 | μνηαι, καὶ κατὰ συστολὴν μέμνεαι καὶ κατὰ κράσιν | |
---|
kappa 291 | τῶν φωνηέντων μέμνῃ· καί ἐστι τὸ ι ἀνεκφώνητον,
διὰ τὸ μέγεθος τοῦ η καὶ πάλιν· ἔστι δύναμαι. δύ‐
νασαι, δύναται, καὶ κατὰ συστολὴν δύνεαι, καὶ κατὰ
κράσιν δύνῃ. καὶ πάλιν τὸ κάθημαι, ἀπὸ τοῦ ἕω, ὃ |
5 | σημαίνει τὸ κάθημαι, γίνεται παράγωγον τῶν εἰς μι,
ἕημι, ὁ παθητικὸς ἐνεστὼς ἔεμαι, καὶ κατὰ κράσιν
τῶν δύο εε εἰς η ἦμαι, καὶ ἐν συνθέσει κάθημαι, τὸ
δεύτερον κάθησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ς κάθηαι,
καὶ κατὰ συστολὴν κάθεαι, καὶ κατὰ κράσιν τοῦ ε |
---|
10 | καὶ α εἰς η κάθῃ· οὕτως ὁ Χοιροβοσκός.
Καθῆσθε, ἀπὸ τοῦ ἕω, τοῦ σημαίνοντος τὸ καθέζομαι,
τὸ παραγωγὸν ἕημι, ἕης, ἕησι, τὸ δυϊκὸν ἕετον, τὸ πα‐
θητικὸν ἕεμαι, καὶ κράσει ἧμαι, ὁ παρατατικὸς ἥμην,
τὸ πληθυντικὸν ἥμεθα, τὸ δεύτερον ἧσθε καὶ κα‐ |
---|
15 | θῆσθε.
Καθῆσθαι, ῥῆμα ἐγκλίσεως ἀπαρεμφάτου. σημαίνει
δὲ τὸ καθέζεσθαι. τὸ θέμα ἕημι τὸ καθέζομαι, ὁ
μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι,
ἧσαι, ἧσται, καὶ τὸ ἀπαρέμφατον ἧσθαι. καὶ μετὰ |
---|
20 | τῆς κατὰ προθέσεως καθῆσθαι. διάτι προπερισπᾶται;
πᾶν εἰς θαι λῆγον ἀπαρέμφατον.
Κάθοδος, εἰς τὸ ἐπάνοδος.
Καθειργνὺς, ἀπὸ τοῦ εἴργω, τὸ κωλύω, εἰργνύω,
καὶ εἰργνὺς, καὶ καθειργνύς. |
---|
25 | Καθηγήτης, διδάσκαλος, ἡγούμενος.
Καθειργμένον, κατελθόντα, φθάσαντα.
Καθαπτόμενος, ὀνειδίζων, ἐπιπλήττων.
Καθοδοῖς, ἀγωγαῖς, περιόδοις.
Καθοσιωμένος, ἐγγεγραμμένος, ἐγκείμενος. |
---|
30 | Καθίδρυσεν, ἔστησεν, ἐστήριξε.
Καθίστησι, καθιστᾶ, χειροτονεῖ, προχειρίζεται.
Καὶ, σύνδεσμος συμπλεκτικὸς, ἰσοδυναμῶν τῷ τε· δια‐
φέρει δὲ αὐτοῦ κατὰ τάξιν, ὁ μὲν γὰρ τὰ ὄπισθεν
συμπλέκει, ὁ δὲ τὰ ἐπιφερόμενα, οἷον, ἀρκεσίλαός |
---|
35 | τε καὶ λέων. πᾶς σύνδεσμος συμπλεκτικὸς ὀξύνεται,
πλὴν τοῦ ἤτοι, οὗτος δὲ βαρύνεται, ἐπειδὴ σύνθετόν
ἐστιν, συντίθεται γὰρ ἐκ τοῦ ἢ διαζευτικοῦ, καὶ τοῦ
τοι παραπληρωματικοῦ.
Καὶ, σύνδεσμος συμπλεκτικὸς, συνδεῖ γὰρ τὰ ὀνόματα· |
---|
40 | πατέρα, υἱὸν καὶ ἅγιον πνεῦμα· τὸ κοινὸν τῆς ἐνερ‐
γείας παρίστησι.
Καθ’ ἡμῶν, δεῖ γινώσκειν, ὅτι δασέος φωνήεντος ἐπι‐
φερομένου τρέπεται τὸ ψιλὸν σύμφωνον εἰς ἀντίστοι‐
χον τοῦ δασὺ, οἷον, κατὰ ἡμῶν, καθ’ ἡμῶν, ἐπὶ ἡμᾶς, |
---|
45 | ἐφ’ ἡμᾶς. ψιλουμένου δὲ φωνήεντος ἐπιφερομένου οὐ
τρέπεται τὸ δασὺ σύμφωνον εἰς ψιλὸν, οἷον, ἀμφὶ
ἀγαθὸν, ἀμφ’ ἀγαθόν· τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ
δασέα ἐπικρατέστερά εἰσι, καὶ ἰσχυρότερα τῶν ψιλῶν.
Καθῆστο, ἕω, ὁ μέλλων ἕσω, ὁ παρακείμενος ἧκα, ὁ |
---|
kappa 291 (50) | παθητικὸς ἧσμαι, ὁ ὑπερσυντελικὸς ἥσμην, ἧσο, ἧστο,
καὶ ἐν συνθέσει καθῆστο. ἢ ἀπὸ τοῦ ἕημι, ὁ μέλλων
ἥσω. οὐκ ἀνεδόθη ὁ τόνος· ἐπειδὴ κανών ἐστιν ὁ λέ‐
γων· ὅτι πᾶς παρωχημένος ὁριστικὸς ἀπὸ φωνήεντος
ἀρχόμενος, καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυ‐ |
55 | λάττει καὶ ἐν τῇ συνθέσει, χωρὶς τοῦ οἶδα, σύνοιδα
Αἰολικῶς, καὶ τοῦ εἶξα ὑπόειξα, καὶ τοῦ εἶκον ὑπόεικον·
ἔστωσαν δὲ κανονίσματα ταῦτα· εἶχον κατεῖχον, εὗ‐
ρον ἐφεῦρον, ᾦγε ἀνῷγε. πρόσκειται πᾶς παρωχημέ‐
νος ὁριστικὸς, διὰ τὸ εἰπὲ ἔξειπε. εὗρε ἔφευρε, ταῦτα |
---|
60 | γὰρ ἀνεβίβασαν τὸν τόνον, ὅτι οὐκ εἰσὶν ὁριστικὰ ἀλλὰ | |
---|
kappa 292 | προστακτικά· οὕτως οὖν καὶ τὸ ἦς ὁριστικὸν ὂν οὐκ
ἀνεβίβασε τὸν τόνον ἐν τῇ συνθέσει. οἷον ἐν τῷ κα‐
θῆστο. πρόσκειται ἀπὸ φωνήεντος ἀρχόμενος, διὰ τὸ
κεῖτο κατέκειτο, χεῦε κατέχευεν ὁμίχλην. ταῦτα |
5 | γὰρ ἀνεβίβασε τὸν τόνον, ἀλλ’ οὐκ ἔρχεται ἀπὸ φω‐
νήεντος, ἀλλ’ ἀπὸ συμφώνου. πρόσκειται ἀπὸ φύσει
μακρᾶς, διὰ τὸ ἵζε ἔφιζε, οἷον, Νέστωρ δ’ αὐτὸς ἔφιζε·
τοῦτο δὲ τὸ ἵζε κοινῶς μὲν φύσει μακρὸν ἔχει τὸ ι,
ἐξ οὗ τὸ ἐφῖζε προπερισπᾶται. Ἀττικῶς δὲ καὶ ποι‐ |
---|
10 | ητικῶς συστέλλουσιν αὐτό· τουτ’ἔστι θέσει μακρὸν αὐτὸ
ἔχουσιν· ἐξ οὗ τὸ ἔφιζε προπαροξύτονον.
Καινεὺς, ὁ ἥρως διὰ τὸ καινὸν τοῦ γένους.
Καινὸς, ὁ νέος· οἶμαι ὅτι κραινός τις ὢν, κατ’ ἔλλει‐
ψιν τοῦ ρ καινὸς, οἱονεὶ ὁ ἤδη ἐπιθελεσθείς. |
---|
15 | Καίριον, τὸ ἐπικίνδυνον· οἶμαι ἀπὸ τοῦ Κὴρ, ὂ ση‐
μαίνει τὴν θανατηφόρον Μοῖραν, γίνεται καρὸς καὶ
καίριον, ἤγουν τὸ θανάσιμον καὶ ἐπικίνδυνον.
Καιρὸς, κάρη λέγεται ἡ ὥρα, ὅθεν καὶ ἀκαριαῖος· ἐκ
τοῦ κάρη καρὸς καὶ καιρός. |
---|
20 | Καιροσέων, οἱ μὲν τῶν κροσσοτῶν, οἱ δὲ ἀπὸ τῶν κε‐
ρωμάτων, οὕτω δὲ καλεῖται καιρὸς καὶ κερωμα, ἡ πε‐
ριπλοκὴ τοῦ στήμονος, ἡ διαπλεκομένη ὑπὲρ τοῦ μὴ
συγχεῖσθαι αὐτόν. καὶ τὰς ἐρίθους Καλλίμαχος εἶπε,
καὶ τὸ δειλίων ὕφασμα ὑδάτινον. |
---|
25 | Καί σφεας, ἰστέον, ὅτι τὸ καί σφιν οὐκ ἔστιν ἀπὸ
τοῦ σφίσιν βαρυτόνου, ἀλλ’ ἀπὸ τοῦ σφὶν ἐγένετο καί
σφιν. καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος,
καὶ γέγονε καί σφισι. καὶ πάλιν τὸ καί σφεας, οὐκ
ἔστιν ἀπὸ τοῦ σφέας βαρυτόνου, ἀλλ’ ἀπὸ τοῦ σφᾶς |
---|
30 | γέγονε καί σφας, καὶ μετὰ τὴν ἔγκλισιν παρηκολού‐
θησε πάθος καί σφεας· καὶ πάλιν, τὸ, ἐπεὶ οὐ ἕθεν
ἔστι χερείων, οὐκ ἔστιν ἀπὸ τοῦ ἕθεν, ἀλλ’ ἀπὸ τοῦ
οὗ, τρίτου προσώπου, τοῦ σημαίνοντος τοῦ αὐτοῦ, γέ‐
γονεν, οὖεν, τουτ’ἔστιν οὐδαμῶς, καὶ μετὰ τὴν ἔγκλι‐ |
---|
35 | σιν παρηκολούθησε πάθος, καὶ γέγονεν οὐ ἕθεν.
Καικίας, ἄνεμος, ὅτι κυνὸς δίκην ὑλάκτων πνεῖ· ἀπὸ
τῆς μέσης ἀνατολης.
Καινίζω, παρὰ τὸ καινὸν, τὸ νεωστὶ κατεσκευασμέ‐
νον. |
---|
40 | Καινοτομία, ἔστι πράγμα, παρὰ τοὺς τῆς φύσεως
ὄρους καὶ νόμους παρηλλαγμένον.
Καινίσας, παρὰ τὸ καινίζω καινίσω, τοῦτο παρὰ τὸ
καινός· τοῦτο παρὰ τὸ καίνειν, ὃ σημαίνει τὸ και‐
νουργεῖν· τὸ δὲ καινὸν γέγονεν οὕτως, παρὰ τὸ ἀεὶ |
---|
45 | ὢν, καὶ ἀποβολῇ τοῦ ε καὶ συναιρέσει τοῦ α ι εἰς τὴν
αι δίφθογγον αἰὼν, καὶ πλεονασμῷ τῶν συμφώνων
καινὸν, καὶ καινίσας. καὶ εἰς τὸ καινούμενος.
Καίριον, εὔστοχον, μέτριον, εὔκαιρον, σημαίνει δὲ καὶ
ἐπικίνδυνον. καὶ Ὅμηρος οὐκ ἐν καιρῷ ὀξὺ πάγη βέ‐ |
---|
kappa 292 (50) | λος, ἀντὶ τοῦ ἐν ἐπικινδύνῳ· παρὰ τὴν Κῆρα, ὃ ση‐
μαίνει τὴν θανατηφόραν Μοῖραν· σημαίνει δὲ τὸ ἐπι‐
τήδειον τῷ καιρῷ. καίριον μὲν οὐδὲν, ὅτι οὖν λέγω,
ἀντὶ τοῦ οὐδὲν ἐπιτήδειον τῷ καιρῷ. τὸ ρι ἰῶτα διά‐
τι; τὰ ἀπὸ τῶν εἰς ος ὀξυτόνων διὰ τοῦ ιον γινό‐ |
55 | μενα οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται, οἷον,
βωμὸς, βώμιος· καὶ ἐπιβώμιον αἷμα ξαινομένου ταῖς
μάστιξι. καιρὸς καίριος καὶ καίριον· σημαίνει δὲ τὸ
μέγα καὶ ἐπωφελὲς πρᾶγμα.
Κάκη, τὴν κάκην, ἐπὶ τῆς κακίας τάττει, περὶ τοῦ μετὰ |
---|
60 | κακίας τὸ ζῆν περιποιοῦμεν· διὰ τὸ ῥίπτειν τὰ ὅπλα. | |
---|
kappa 293 | Κακάβη, σκεῦος πρὸς ἕψησιν ἐπιτήδειον, παρὰ τὸ
κάπτω ῥῆμα τὸ δηλοῦν τὸ κοιλαίνω, ἀφ’ οὗ ῥηματι‐
κὸν ὄνομα κάβη, καὶ κατ’ ἀναδιπλασιασμὸν τοῦ κ κα‐
κάβη· ἀναλογώτερον δὲ θέλουσι λέγειν ἡ κάκαβος θη‐ |
5 | λυκῶς. τὸ γὰρ ἀρσενικὸν πάντως ἀδόκιμον, οὕτως
Ὠρίων.
Κακκείοντες, εἴρηται εἰς τὸ κώδιον, καὶ εἰς τὸ κι‐
χάνω.
Κάκιθος σημαίνει τὸν κακιζόμενον, παρὰ τὸ κακίζω |
---|
10 | κάκιτος, καὶ ἐκεῖθεν κάκιθος, ὁ καθεζόμενος. καὶ
γράφεται διὰ τοῦ ἰῶτα.
Κακὸς, ἐπὶ τοῦ δειλοῦ· παρὰ τὸ χάζω χάζομαι γίνε‐
ται χακὸς καὶ κακὸς, ὁ ὑποχωρῶν καὶ φεύγων. ἐπὶ
δὲ τοῦ ἄλλου καταχρηστικῶς, ἐκεῖ γὰρ πάντες ὑποχω‐ |
---|
15 | ροῦσι.
Κάκτανε, ἡ κατὰ συγκοπτομένη, ἐὰν ἐπάγηται τὰ δύο
σύμφωνα παντελῶς ἀποβάλλεται τὸ τ κατάκτανε
κάκτανε, κατάσχεθε κάσχεθε, εἰ μέντοι τῶν δύο
συμφώνων τὸ ἕτερον ἀμετάβολον εἴη πάλιν τὸ τ τη‐ |
---|
20 | ρεῖται τῷ ἰδίῳ ἔθει τρεπόμενον, οἷον, καταδραθέτην
καδδραθέτην, κατὰ τ’ ἥματα καττἥματα· κασσἥματα
δὲ λέγεται παρὰ Αἰολεῦσι.
Κακόχαρτος, ἀμφίβολον. ἤτοι γὰρ ἡ ἐπὶ κακοῖς χαί‐
ρουσα· ἢ ἐφ’ ᾗ οἱ κακοὶ χαίρουσι. Ἡσίοδος ἐν ἔργοις |
---|
25 | καὶ ἡμέραις ὦ Πέρση σὺ δὲ ταῦτα τεῷ ἐνικάττεο
θυμῷ, μηδέ ς’ ἔρις κακόχαρτος ἀπ’ ἔργου θυμὸν ἐρύ‐
κοι, νείκε’ ἐπιπτεύοντ’ ἀγορῆς ἐπακουὸν ἔοντα. σχό‐
λιον· κακὴ φιλονεικία μή σε κωλύση ἀπὸ ἔργου, εἰς
τὸ περιβλέπεσθαι φιλονεικίας καὶ ἀκράσεις ῥητόρων· |
---|
30 | καί φησι παρακατίων, ὅτι ὁ μὴ ἔχων πλοῦτον φησὶ ἐν
τῷ οἴκῳ αὐτοῦ, ὀφείλει ποτὲ μὲν ἐργάζεσθαι, ποτὲ
δὲ ἀκροᾷσθαι. κάμνε φησὶ καὶ τότε φιλονείκει, τοῦτο
εἶπεν, ἵνα κατὰ μέρος ἐπάρει αὐτῷ τὸ φιλονεικεῖν,
ἐπὶ τὸ ἐργάζεσθαι. |
---|
35 | Καλαμάριον, ὅτι κάλαμον αἴρει.
Καλαῦροψ, καλαύροπα, βουκολικὴ ῥάβδος, μακροτέρα
οὖσα τῇ κεφαλῇ, ἀπὸ τοῦ καταῤῥέπειν.
Καλάμη, τὸ γῆρας, τὸ λείψανον ὥσπερ τοῦ σώματος
κατὰ μεταφορὰν· καὶ γὰρ τὸν εὐγενῆ πυρὸν ἐκ τῆς |
---|
40 | ὑπολειφθείσης καλάμης δυνάμεθα νοῆσαι. ἔστι δὲ κα‐
λάμη ἡ ὑποστάθμη ὑπολειπομένου σίτου.
Κακόσχημος, ὁ χρόνος διατιθέμενος ἐπὶ τὸ χεῖρον.
ἢ σκώπτων, ἢ σινόμενος.
Καιριώτερον, σημαίνει τὸ ἀναγκαιότερον, ἐκ τοῦ καί‐ |
---|
45 | ριος, τοῦτο ἐκ τοῦ Κὴρ, ὃ σημαίνει τὴν θανατηφόρον
Μοῖραν, κλίνεται κηρὸς καὶ συστολῇ καρός. τίω δέ
μιν ἐν καρὸς αἴσῃ· κατὰ παραγωγὴν κάριος, καὶ
πλεονασμῷ του ι καίριος, ὁ ἐπικινδυνότατος.
Καιρὸς χρόνου διαφέρει, καιρὸς μὲν γάρ ἐστι μέτρον |
---|
kappa 293 (50) | χρόνου, οἷον· μεμετρημένων ἡμέρων σύστημα. χρό‐
νος δὲ πολλοῦ καιροῦ περιοχὴ καὶ σύλληψις.
Καιρὸς, παρὰ τὸ καρὸς, ἐξ οὗ καὶ ἀκαριαῖος· ἐκ τού‐
του καρὸς καιρὸς κατὰ πλεονασμὸν τοῦ ἰῶτα.
Καί τις ἀνὴρ σκέτρις· ἡ τῆς χειρὸς ἢ τοῦ ποδὸς |
55 | ἀσκέτρας φαμεν.
Καισάρειος, ὁ ἀπὸ Καισαρείας· τὸ δὲ κύριον ι καί
ἐστιν ἐκ τοῦ Καίσαρ. |
---|
Καινὸς, πρὸς διάφορον σημαινόμενον, διάφορον καὶ | |
kappa 294 | γραφήν· ἐπὶ μὲν γὰρ τοῦ νέου διὰ τῆς αι διφθόγγου.
ἐπὶ δὲ τοῦ κούφου καὶ τοῦ ματαίου ψιλὸν τὸ κε.
Καίω, ὁ μέλλων καύσω, ἔκαυσα, ἐκλείψει τοῦ ς καὶ
ἀποβολῇ τοῦ υ καὶ τροπῇ τοῦ α εἰς η, ἔκηα. ἢ παρὰ |
5 | τὸ καίω ὁ μέσος παρακείμενος κέκηα, καὶ ἀποβολῇ
τοῦ πρώτου κ ἔκηα.
Καινοτάφια, τινά εἰσιν εἱλισσόμενα ὡς ἐν τύπῳ νε‐
κροῦ.
Κακοσσόμενος, ἐκ τοῦ ὄπτω τὸ βλέπω, Αἰολικῶς |
---|
10 | ὄσσω, ὥσπερ βλέπω καὶ λέσω καὶ λεύσω, πλεονασμῷ
τοῦ υ. ἐκεῖνοι γὰρ τρέπουσι τὰ δύο ττ σύμφωνα εἰς
δύο σς.
Κακὸς, παρὰ τὸ χάζω τὸ ὑποχωρῶ, τὸν γὰρ κακὸν
τρέπεσθαι χρή. σημαίνει δὲ τρία, τὸν δειλὸν, τὸν εὐ‐ |
---|
15 | τελῇ, καὶ τὸν πονηρόν.
Κακία, παρὰ τὸ κακὸς, ὡς σοφὸς σοφία· ἢ παρὰ τὸ
κεκρατηκέναι.
Κακώσαντες, θλίψαντες, ταπεινώσαντες.
Κακοδαίμων, ὁ θεῷ ἐπαχθεὶς, καὶ τὴν ψυχὴν ἔχων |
---|
20 | ἐμπαθῆ.
Κακοῤῥοθῶν, λοιδορῶν, ὑβρίζων.
Καλινδοῦμαι, κυλίω, καὶ τροπῇ τοῦ υ εἰς α, Αἰολι‐
κῶς, καλίω. οἱ γὰρ Αἰολεῖς τὸ υ εἰς α, τρέπουσιν,
τὰς σάρκας σύρκας λέγουσιν, ἐπεὶ οὖν τρέπουσι τὸ α |
---|
25 | εἰς υ, δῆλον ἔστι καὶ τὸ υ εἰς α τρέπουσι, οὕτως γὰρ
καλίω καὶ πλεονασμῷ τῶν συμφώνων καλινδῶ. καὶ εἰς
τὸ καλινδοῦτο.
Κάλλη, τὰ πορφυρὰ ἱμάτια. Εὔπολις, βάπτε τὰ κάλ‐
λη, καὶ κέραμος. |
---|
30 | Κάλαμος, καὶ καλάμη, ἀπὸ τοῦ καλάμου αὐτοῦ τοῦ
ξύλου· αὐτὸ δὲ ἀπὸ τῆς καύσεως.
Κάλαμος, διὰ τὸ καλῶς ἁμᾷσθαι.
Κάλαθος, εἰς ὃν τὰ κάλλη ἀποτίθενται. κυρίως κάλλη
τὰ βεβαμμένα ἔρια. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ |
---|
35 | δεκτικοῦ τῶν ὀπώρων καὶ σταφυλῶν· ἢ γάλαθος, εἰς ὃν
τὸ γάλα ἐπετίθουν τυρεύοντες, γάλαθος καὶ κάλαθος.
Καλήζω, κατὰ διάλεκτον, οἱ Αἰολεῖς τὰ τῆς πρώτης
συζυγίας διὰ τοῦ η προσφέρουσιν. οἷον, ἀδικαίω, οἱ
Ἴωνες ἀδικήω. οἷον, ὄψαθ’ ἀδικίη, ποθέω ποθήω· |
---|
40 | οἷον, καὶ ποθήω καὶ μάομαι. οὕτω οὖν καὶ παρὰ μὲν
Ἴωσι καλέω, παρὰ δ’ Αἰολεῦσι καλήω, παρὰ δὲ Κυ‐
πρίοις καλήζω, τουτ’ἔστι τὸ λέγω. τοῦτο δὲ ἡγοῦνται
κατὰ συγκοπὴν γεγονέναι κλήζω. οὐκ ἐστι δέ· εὑρί‐
σκομεν γὰρ αὐτὸ σὺν τῷ ἰῶτα. ἀλλ’ ἀπὸ τοῦ κλέος |
---|
45 | κλεΐζω καὶ κληΐζω καὶ κλῄζω, ὡς χρέος χρεΐζω
χρηΐζω καὶ χρῄζω. τὸ δὲ κλήδων οὐκ ἔχει τὸ ἰῶτα,
ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κληΐζω, ἀλλ’ ἀπὸ τοῦ κλῶ,
τοῦ σημαίνοντος τὸ καλῶ, γέγονε κλήσω καὶ κλήδων·
οὕτως Ἡρωδιανὸς περὶ παθῶν. |
---|
kappa 294 (50) | Καλαύροψ καλαύροπα, ἡ βουκολικὴ ῥάβδος, παρὰ τὸ
ῥέπειν τὸ καλὸν εἰς τὸ ἓν μέρος, ἐν ᾧ ἐστι τὸ πά‐
θος. καὶ ἡ καλουμένη κονδύλα, καὶ κορύνη, ἡ κατὰ
τὸ κάρα νεύουσα. καὶ ῥόπαλον δὲ παρὰ τὸ ῥέπειν εἰς
τὸ ἒν μέρος· ἔνθ’ αὐτῷ δαρειδ’ μὲν ἐΰστιππον θέτο |
55 | φάρος, λεπτὰ λέοντα ῥὰ οἱ τ’ίσε ξεινήϊον, ὤπασε λη‐
μνιάδων, ὁ δ’ ἂρ ἔμνην δίστυχα χωπὴν αὐτῆς περόνησι
καλαύροπα τετρήχειαν, κάββαλε, τὴν φορέεσκεν ὀρι‐
τρεφεὸς ἐσκοτείνοιο, αὐτίκα δ’ ἐγγύθι χῶρον ἐαδότα |
---|
παραστήνας, ἐρεμνὴν δίπτυχα λώπην πορφύραν ἢ με‐ | |
kappa 295 | λάνην χλαμύδα· κοτίνοιο δὲ τὴν ἀγριελαῖαν· ἐαδότα
ἄρεστόν ἐστιν ὅτ’ ἄργος.
Καλία, κυρίως ἡ ἐκ κάλων ὅ ἐστι ξύλων κατασκευαζο‐
μένη οἰκία, μήπω εὑρεθέντων λίθων εἰς ἐργασίαν. |
5 | καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν διὰ λίθων οἰκιῶν Ἡσίο‐
δος, μήδ’ ἀναβάλλεσθαι ἐς τ’ αὔριον, ἐς τ’ ἔννηφιν,
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλίην.
Καλλιέρημα τὸ μὲν ῥῆμα καλλιερῶ, τὸ δὲ ὄνομα καλλι‐
έρημα. καλλιέρημα δέ ἐστιν ἕκαστον ὃ τῷ θεῷ προσάγωσι |
---|
10 | φίλον θυμάτων· καὶ Χριστιανοὶ μὲν τότε καλλιεροῦσιν,
ὅταν ἑαυτοὺς τῷ θεῷ προσάγωσι πνεῦμα καὶ καρδίαν
συντετριμμένην· Ἕλληνες δὲ τότε καλλιερεῖν νομίζου‐
σιν, ὅταν δαίμονι φίλον τὸ θῦμα τῶν φαινομένων ἀπα‐
τηλῶν ὀφθείη σημείων. |
---|
15 | Κάλλος ὡραιότητος διαφέρει. ζήτει αὐτὸν εἰς τὸν ψαλ‐
μὸν τὸν λέγοντα, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει
σου.
Κάλλος, παρὰ τὸ κάζω τὸ κοσμῶ, ἢ παρὰ τὸ θάλλω
κάλλος, διὰ τὸ πρὸς αὐτὸ καλεῖν. |
---|
20 | Καλύβη, ἡ καλύπτουσα καὶ σκέπουσα τὸν ἔνοικον. ση‐
μαίνει δὲ τὴν ξύλινον καὶ χόρτινον οἰκίαν· γίνεται δὲ
ἀπὸ τῶν κάλων τῶν ξύλων.
Καλόπους ὁ ξύλινος ποῦς· κάλον τὸ ξύλον.
Κάλως, τὸ σχοινίον, πόθεν γίνεται; παρὰ τὸ χαλῶ |
---|
25 | χάλως καὶ κάλως.
Καλαμᾶται, ῥηγολογεῖ, ἐπανατρυγᾶ, ἢ τὰ ἀπόρισμα
συλλέγει.
Κάλυξ, τὸ κεκαλυμμένον ῥόδον.
Καλωπάρηος, παρὰ τὸ καλὰς παρείας ἔχειν, γίνεται |
---|
30 | καλωπάρηος, ὁ καλὰς παρείας ἔχων. τὸ λω μέγα
διάτι; τὰ παρὰ τὸ κάλλος συγκείμενα ὀνόματα ἅπαντα
διὰ τοῦ ω γράφεται, οἷον, καλλωπισμός· καλωπάρηος,
τὸ ρη ἦτα διάτι; ὤφειλεν εἶναι διὰ τῆς ει διφθόγ‐
γου, ἀλλὰ ποιητικῶς ἐγένετο τροπῇ τοῦ ει εἰς η. |
---|
35 | Καλλιπάρηος, ἡ καλὰς παρειὰς ἔχουσα, ἐκ τοῦ κάλ‐
λος καὶ τοῦ παρεία. τοῦτο παρὰ τὸ ἐπαίρω, τὸ ἀνε‐
σταλμένον μέρος τοῦ σώματος. τὰ δὲ παρὰ τοῦ κάλλος
ἐν συνθέσει γινόμενα διὰ τοῦ ἰῶτα γράφεται· τὸ ρη
ἦτα διάτι; οἱ Αἰολεῖς τὴν ει δίφθογγον εἰς η τρέπου‐ |
---|
40 | σιν, οἱ δὲ Δωριεῖς τὸ ε εἰς ἦτα.
Κάμηλος, ὅτι χάμαι καθημένη αἴρει τὸ φόρτιον, χά‐
μηλος καὶ κάμηλος. ἐτυμολογεῖται δὲ παρὰ τὸ κάμ‐
πτειν τοὺς μηρούς· ἢ παρὰ τὸ κάμνειν μᾶλλον.
Κάμηλος, χαλάμηλος, ὅτι χαμαὶ καθήμενος γομοῦται |
---|
45 | καὶ αἴρει τὸ φορτίον. τινὲς κάμειν μῆρος, ἀπὸ τοῦ
κάμτειν τοὺς μήρους, κάμηλος κατὰ συγγένειαν πρὸ
τοῦ ρ πρὸ τοῦ λ κάμηρός τις ἐστιν, ἀπὸ τοὺς μή‐
ρους κάμπτειν, ἐν τῷ καθέζεσθαι, οὕτως Ἡράκλειτος.
Κάμνειν, ἐπὶ τοῦ πονεῖν καὶ ἐργάζεσθαι. καὶ ἐπὶ τοῦ |
---|
kappa 295 (50) | πονεῖν καὶ ἐπὶ τῶν ἀποθανόντων· προσλαβὼν καὶ τὴν
ἀπὸ πρόθεσιν σημαίνει τὸ ἀπείπειν καὶ ἀπαγορεῦσαι
καὶ ἀπογνῶναι, οἷον, ἀπέκαμον νουθετῶν, ἀποκάμνω
παραινῶν· καὶ εἰς τὸ ἀκμῆτες.
Κάμοντας, ἀποθανόντας, ἢ κατασκευάσαντας, μετοχὴ |
55 | δευτέρου ἀορίστου. κάμω, ὁ μέλλων καμῶ, ὁ μέσος
παρακείμενος κέκαμα. πρὸ δὲ τοῦ α τὸ σύμφωνον ἔχει
τοῦ ἐνεστῶτος. τὸ κάμειν τριχῶς λαμβάνεται, ἐπὶ
τῶν ἀποθανόντων, ἐπὶ τῶν κοπτομένων, καὶ ἐπὶ τῶν |
---|
πολεμίων. | |
kappa 296 | Καλλάτις, πόλις ἔστι κτισθεῖσα ὑπὸ Ἡρακλειωτῶν.
ὠνομάσθη δὲ ἀπὸ τῆς παρακειμένης αὐτῇ λίμνης· οὕ‐
τως Ὦρος.
Κάλλη, τὰ ἄνθη, ἢ τὰ πορφυρὰ ἱμάτια ἢ τὰ βάπτα |
5 | ἔρια, ἐξ οὗ καὶ κέραμος καλλάϊνος.
Καλλιγύναικα εἰς Ἕλλαδα, ἀντὶ τοῦ καλὰς γυναῖ‐
κας ἔχουσαν. ἀπὸ τῆς καλλιγύναιξ συνθέτου εὐθείας,
ὅθεν ἀποβολῇ τοῦ ξ, τὸ ἁπλοῦν λέγεται ὦ γυναῖ ἐπὶ
κλητικῆς, ὥσπερ τὸ ἄναξ, ὦ ἄνα· Ζεῦ, ἄνα, Δωδω‐ |
---|
10 | ναῖε.
Κάλλιμος, παρὰ τὸ κάλλος κάλλιμος· ἥ δε διὰ τοῦ
ιμος παραγωγὴ ἐκ τριῶν γενῶν γίνεται, οἷον, σπόρος
σπόριμος, ἀγωγὴ ἀγώγιμος, κῦδος κύδιμος, οὕτω κάλ‐
λος κάλλιμος γίνεται· καὶ ἀπὸ ῥήματος προσδοκῶ προσ‐ |
---|
15 | δόκιμος.
Καλλιπάρηος, ἡ καλὰς παρειὰς ἔχουσα, παρὰ τὸ
κάλλος καὶ τὸ παρεῖα γίνεται καλλιπάρηος, κατὰ τρο‐
πὴν Βοιωτικὴν τῆς ει διφθόγγου εἰς η. τὸ δὲ παρειὰ
διὰ τῆς ει διφθόγγου γράφεται. τὰ γὰρ διὰ τοῦ εια |
---|
20 | τρισύλλαβα ὀξύτονα, διὰ τῆς ει διφθόγγου γράφεται.
οἷον, φορβειὰ, παρειὰ πλὴν τοῦ καλιὰ καὶ ἱμονιά.
Καλοκᾳγαθία, ἀπὸ συνθέτου τάξεως ὄνομα γίνεται,
οἷον, θεοῖς ἐχθρὸς, θεοεχθρία, οὕτω καλὸς καὶ ἀγα‐
θὸς καλοκαγαθία. |
---|
25 | Κάλπιν, οἷον, τίκτε δέ μιν νύμφη λειμωνιὰς, οὐ δὲ ᾗ
ὕβρις ἥνδανεν, ἀλλὰ θέλημος ἐφ’ ὕδατι πατρὸς ἐῆο
μητέρι συναίεσκεν ἐπακτὶ πώεα φεβωκίον ου λέγε‐
σθαι Ἀχιλέως δρόμους· ἄλπη καὶ κάλπις. κάλπη
μὲν οὖν λέγεται, ἡ ὑδρία παρθενική. Κάλπις δὲ πό‐ |
---|
30 | λις Βιθυνίας.
Κάλυμνος, ὁ ἐν Αἰγύπτῳ σῖτος, ἀντὶ τοῦ καλύμνιος.
ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν μετήνεγκε τὸ σπέρμα,
νήσους περὶ Καλυδρὰς, ἃς Ἀπολλόδωρος φησὶ λέγεσθαι
Καλύδρας, ὡς καλύβας. |
---|
35 | Καλυψὼ, ἡ μὴ ἁπλὴ, καλύπτουσα δέ τι διανοούμενον.
διὸ καὶ Ὅμηρος. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ δο‐
λόεσσα Καλυψώ.
Κάλχας, παρὰ τὸ κάλχη. κάλχη δέ ἐστι βοτάνη, ἀφ’
ἧς πορφύρα βάπτεται. Κάλχας δέ ἐστιν ὁ τὰ βάθη |
---|
40 | τῶν μαντείων ἐρευνῶν· ἢ ὁ τοῖς βασιλεῦσιν τὰ ἐκ
θεοῦ φανερῶν.
Καλχηδὸν, περὶ τὸν ποταμὸν πόλιν κτίζουσι, καὶ ὁμω‐
νύμως αὐτῷ τὴν πόλιν ὠνόμασαν. οὕτως Ὦρος ὁ
μαίων. |
---|
45 | Καλῴδιον, σημαίνει τὸ σχοινίον, καὶ διὰ τοῦ ι γρά‐
φεται. καὶ ὤφειλεν εἶναι καλίνδιον, ἐπειδὴ ἡ τελευ‐
ταῖα συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμ‐
φώνου ἄρχεται, οἷον, κάλος κάλου. τότε γὰρ διὰ
τοῦ ιδιον γίνεται ἡ παραγωγὴ, οἷον, γνώμη, γνώμης, |
---|
kappa 296 (50) | γνωμίδιον, ψυχὴ, ψυχῆς, ψυχίδιον. ἀλλὰ συνεξηκο‐
λούθησε τὸ λαγῴδιον, στῴδιον, κῴδιον. σημαίνει δὲ
τὸ στῴδιον τὴν στοάν.
Καλλωπίζω, ἀπὸ τοῦ κάλλος καὶ τοῦ ὢψ, ὁ σημαί‐
νει τὸ πρόσωπον. |
55 | Κάμαξ, ἀρσενικῶς μὲν σημαίνει ὄρυγμα, ἡ τοὺς πασ‐
σάλους τοὺς ἐν τῷ τάφρῳ πεπηγμένους πρὸς τὴν τῶν
πολεμίων ἐρωήν· θηλυκῶς δὲ τὰς ῥάβδους, ἢ δόνακας
παραπεπηγότας ταῖς ἀμπέλοις· ὡς παρ’ Ἡσιώδῳ· |
---|
σειόμενος φύλλοισι καὶ ἀργυρέοισι κάμαξι. παρὰ τὸ | |
kappa 297 | κάμνειν ἐν τῷ βαστάζειν τὴν ἄμπελον, οἱονεὶ κάμναξ
τις οὖσα. κατ’ ἀποβολὴν τοῦ ν.
Καμελαύκιον, ῥηθήσεται εἰς τὸ κασανία.
Κάμινος, παρὰ τὸ τὴν ὑποκειμένην ὕλην καίειν. ἢ |
5 | παρὰ τὸ ὑπὸ μνήμην εἶναι.
Κάμμορος, οἱονεὶ κακόμορος, καὶ κατὰ συγκοπὴν κάμ‐
μορος.
Καμπανοὶ, ὅτι Καμπὸν ἔκτισαν πρὸς τὴν Κάμην τόπον
οὕτω λεγόμενον, ὅθεν καὶ Καμπανοὶ ἐκλήθησαν· οὕ‐ |
---|
10 | τως Ὦρος.
Κάμπτω, ἐκ τοῦ γόνυ γονάπτω κατὰ παραγωγὴν, καὶ
ἐν συγκοπῇ γνάπτω, καὶ τροπῇ τοῦ γ εἰς κ, καὶ ἐν
ὑπερβιβασμῷ κάμπτω.
Καμπὴ· καμπὴ μὲν οὖν ἡ καμπτομένη καὶ κεκαμμένη. |
---|
15 | καὶ καμπασμένων φαμὲν τόπων, ὡς κλάσιν πεπονθότων
χωρίων. λέγεται καὶ ζωδάριον κάμπη ἡ κάμπτουσα
παρὰ τὸ ἑαυτὴν κάμπτειν ἐν τῷ ἕρπεσθαι. τὰ γὰρ
ζωδάρια τὰ μὲν τελευταῖα μέρη ὑποτείνει· τὰ δὲ πρὸς
τῷ τραχήλῳ κάμπτει, καὶ εἴθ’ οὕτω ἐπισύρει τὰ ὀπί‐ |
---|
20 | σθια, κάμπτουσα ἑαυτήν.
Κανδῆλα, ὅτι καιομένη δηλοῖ πάντα.
Κάνδυλος, βρῶμα διὰ γάλακτος καὶ μέλιτος κατασκευ‐
αζόμενον, καὶ ἀβυτάκην θροικὸν βρῶμα.
Κανθὸς, ἐπὶ τοῦ ὀφθαλμοῦ, οἱονεὶ κνηθός τις ὢν, ἀπὸ |
---|
25 | τοῦ κνήθεσθαι συνεχῶς δακνομένους ὑπὸ τοῦ παρεισ‐
ρέοντος ὑγροῦ. ἢ κανθὸς ἀπὸ τῆς κνησμονῆς τῆς περὶ
αὐτὸν γινομένης.
Κάναστρα, ἀκρωτήρια τῆς Παλαιστίνης.
Κάνδυς, Περσικὸν ἱμάτιον. |
---|
30 | Καμψάκης, ὕδατος στάμνιόν ἐστι, δώδεκα ξέστων τῷ
μέτρῳ. τὸ δὲ τῷ ἠλίᾳ ἑτοιμασθὲν τεσσάρων ξέστων.
Κανίσκιον, κάνεον καὶ κάνειον κατὰ πλεονασμὸν τοῦ
ἰῶτα, καὶ ποταίνιον τὸ ξένιον.
Κανθήλιος, ὁ ὄνος, παρὰ τὸ ἑλεῖν τὰς ἀκάνθας. |
---|
35 | Κανὼν διάφορα σημαίνει. τὸν εἱρμὸν, τὸν ῥυθμὸν,
τὸν ἔντεχνον λόγον, καὶ ἔμμετρον, καὶ τὴν τεκτονι‐
κὴν στάθμην, καὶ τὸν τρόπον, καὶ τὸ διδόμενον τέλος,
καὶ διάταξιν τῶν ψαλλομένων, καὶ σύστημα τῶν ἱερέων
καὶ μοναχῶν, καὶ τὴν ἔκθεσιν τῶν ἐκκλησιαστικῶν |
---|
40 | κεφαλαίων.
Κανόνας, ῥάβδους, ἃς ἐκρότουν τὰς ἀσπίδας· τοῦτο
γὰρ ἐχρῶντο τοῖς πόρπαξι, οὓς ὄχανα ἐκάλουν. ὕστε‐
ρον γὰρ ὑπενοήθησαν ὑπὸ Καρῶν. ὡς καὶ Ἀνακρέων,
καριοεργέος ὀχώνοιο. |
---|
45 | Κανοῦν, κυρίως τὴν μάχαιραν, οἱονεὶ τὸ καίνειν ἔχων
κείμενον, ὅ ἐστι κόπτειν, ἀπὸ τῶν γινομένων ἐν ταῖς
θυσίαις σφαγῶν. σημαίνει δὲ καὶ κανίσκιον, παρὰ τὸ
χαίνειν χανοῦν καὶ κανοῦν, ἀπὸ τοῦ κεχηνέναι.
Κάνωβος, ἱστορεῖται ὁ Κάνωβος δίσκῳ ἀνηρῆσθαι, ὑπὸ |
---|
kappa 297 (50) | Μενελάου ἐν Αἰγύπτῳ ἐν ὑπομνήματι ἀλέσχης Ἡρα‐
κλεῖδος. Νίκανδρος δὲ ἐν θηριακοῖς φησὶν, ὅτι ὑπὸ
μοῤῥοϊδὸς ἐπλήγη. οἷον, ἦμος ἀποψύχοντα κυβερνη‐
τῆρα Κάνωβος θώνιος ἐν ψαμάθοις ἀθροίσατο· οὕτως
Ὦρος. |
55 | Κάπη, ἡ φάτνη, παρὰ τὸ κάπτειν, ὅ ἐστιν ἐσθίειν,
γέγονε κάπτη καὶ κάπη, ἢ παρὰ τὸ κάπος κάπη. κά‐
πος δέ ἐστι τὸ πνεῦμα ἐν τῷ, ἀπὸ δὲ ψυχὴν ἐκάπη‐
σεν· ἢ καὶ ὑπὸ τῶν ἀσθμάτων τῶν ἵππων κατα‐ |
---|
πνεόμενον· ἢ παρὰ τὸ ἐκάφθαι κοιλάνθαι. | |
kappa 298 | Κάπηλος, ὁ μετάβολος καὶ οἰνοπώλης, παρὰ τὸ χέειν
τὸν πηλὸν, ἤγουν τὸν οἶνον, τινὲς οἴονται ἓν ἄνθ’
ἑνὸς εἶναι, οἷον, ἐκ τοῦ παρὰ Σοφοκλεῖ, πολὺς δὲ
πηλὸς ἐκ πίθων τυρβάζεται, ὁ μὲν οὖν Σοφοκλῆς |
5 | εὐεπίφορος εἰς τὸν πηλόν. ὁ μέντοι οἶνος οὐκ ἔστι
πηλός· πόθεν δὲ ἐν τῷ καπήλῳ ὁ οἶνος ἔγκειται; καὶ
γὰρ ἕτερόν ἐστιν οἰνοπῶλος, καὶ ἕτερον κάπηλος. κα‐
θόλου γὰρ τοὺς πωλοῦντας τὶ καπήλους ἔλεγον· ὁ δὲ
Αἰσχύλος τὰ δόλια πάντα καλεῖ κάπηλα· κάπηλα |
---|
10 | προσφέρονται τεχνήματα.
Κάπηλος, ὁ οἰνοπώλης, τὸ πη ἦτα. πηλὸν γὰρ τὸν
οἶνον λέγουσι, τὸν πάλλοντα καὶ βλάπτοντα τὰς φρέ‐
νας. ἄλλως τε, τὰ διὰ τοῦ ελος προπαροξύτονα τῷ
η παραλήγεται, οἷον, κάμηλος, ἀσύφηλος, νούφηλος |
---|
15 | καὶ νούσηλος, κίβδηλος καὶ βέβηλος ὁ ῥερυπωμένος.
Κάππα, καπυός ἐστιν εὕρεμα, καπάτιον γὰρ τὸ ἔχον
τὴν ὄπα, ἤγουν τὴν φωνήν· τὰ γὰρ ψιλὰ ἀπὸ τῆς
κατωτάτης τῆς γλώσσης ἔχει τὴν προσφορὰν τῆς φω‐
νῆς, ὅθεν καὶ κῆπος καὶ χῆπος τὶς ὢν, ὁ ἔχων τὴν |
---|
20 | πησμονὴν διὰ τοῦ ὕδατος τοῖς φυτοῖς.
Κάππεσε, πᾶσι δὲ παρὰ ποσὶ κάππεσε θυμὸς, τὰς
ψυχὰς φησὶν, ἐταπεινώθησαν ἅπαντες, λειποψυχή‐
σαντες, τὴν σωτηρίαν παρὰ τοῖς ψυχοῖς εἶχον.
Κάππαρις, ὅτι καλὴ καὶ πολλὴ καὶ μεγάλη ἐν κάμ‐ |
---|
25 | ποις φύεται. οὐχ οὕτως γὰρ ἐν κρημνῷ· εἴη ἂν οὖν
κάμπαρις, παρὰ τοὺς κάμπους, καὶ μεταβολῇ τοῦ μ
εἰς π, κάππαρις, οὕτως Ὦρος.
Καππαδόκαι φαῦλοι ἀεί· ζῶνες δὲ τυχόντες φαυλό‐
τεροι· κέρδους ἕνεκα ἔτι φαυλότατοι. ἣν δ’ ἄρα δὶς |
---|
30 | καὶ τρὶς δράξοντα μεγάλως ἀπηνεῖς δὴ ῥα τό τις· ὅρα
φαῦλοι ἐπὶ φαυλόπους.
Κάπετος, ἡ τάφος, παρὰ τὸ σκάπτω, σκάπετος καὶ
κάπετος, παρὰ τὸ ἐσκάφθαι.
Καπνίζω, παρὰ τὸ καπνὸς, τοῦτο παρὰ τὸ καίω καὶ |
---|
35 | τὸ πνοὴ, κυρίως γὰρ καπνὸς λέγεται ἡ ἐκ τῆς καύ‐
σεως πνοή. καὶ ἐξ αὐτοῦ ῥῆμα τὸ καπνίζω.
Καπνὸς, παρὰ τὸ κάπτω, τοῦτο παρὰ τὸ κάμνω τὸ
ἐκπνέω. ἢ παρὰ τὸ κάπος, ὃ σημαίνει τὸ πνεῦμα.
κάπος καὶ καπνός· καὶ εἰς τὸ λυγκῶδες. |
---|
40 | Κάρα, τὴν κεφαλὴν, ἀπὸ τοῦ κέρας κέρα καὶ κάρα,
ἀπὸ τοῦ τετριχᾶσθαι κάρα εἴρηται· κέρας γὰρ ἡ θρίξ.
τὸ δὲ κάρα λεῖπαρ ἀλεῖφα ἀποκοπὴν πεπονθυῖαν
ἀπὸ τοῦ κάρανον λιπαρὸν ἀλείφαρον. ἄλλοι δὲ ἀπὸ
ἄκρα, καὶ καθ’ ὑπερβιβασμὸν κάρα, ἡ ἀποτερμάτωσις |
---|
45 | τοῦ ἀνθρώπου.
Κάραβος, τὸ θαλάσσιον ζῶον, παρὰ τὸ τῇ κάρᾳ βαί‐
νειν, τῆς κεφαλῆς προεχούσης· ἢ καὶ τὴν ναῦν ὡσαύ‐
τως· κάρα γὰρ ἡ τροπίς.
Κάραβος, διὰ τὸ ἀκεραίως βαίνειν. ἢ ὁ τὴν κεφαλὴν |
---|
kappa 298 (50) | κινῶν, αἱ γὰρ χηλαὶ καὶ τῇ κεφαλῇ καὶ τὰ λοιπὰ πο‐
δάρια ἐνήρεισται.
Καραδοκεῖν, τὸ τοῦ πράγματος κεφάλαιον ἐπιτηρεῖν
ὅπη χωρήση. παρὰ τὸ κάρα καὶ τὸ δοκῶ τὸ ἐπιτηρῶ.
συντάσσεται μετὰ αἰτιατικῆς. |
55 | Καραδοκία, ἐπιτήρησις, προσδοκία, ἐλπὶς, ἐκδοχὴ,
ὑπόληψις.
Καράμβις, ἀκρωτήριον Παφλαγωνίας, παρὰ τὸ κάρα
καὶ τὸ βαίνειν· τὸ γὰρ ἄκρον αὐτῆς, ἔξω εἰς τὸ πέ‐ |
---|
λαγος βέβηκεν. οἷον, ἰθὺ διαγραφθέντα· μέση δέ τοι | |
kappa 299 | ἔστι Καράμβις γραμμῆς ἐκτὸς ἐοῦσα, καὶ ἐς βορέην
ὁρόωσα. Διονύσιος ὁ περιηγητής.
Καρβάνοι, βάρβαροι, οἱ ἔχοντες Καρὸς βοήν. Λυ‐
κόφρων, Κάρβανον ὄχλον. ἐν δὲ γυναικὶ ταῖς πέ‐ |
5 | πλοις.
Κάρδοπος, λίθος, ἢ μάκτρα. Νίκανδρος ἐν θηριακοῖς,
σπέρματος ὃν κυμβοῖο περιφεροῦς ὀξυβάφου· ἐπεὶ καὶ
κοῦφον ἔστι.
Καρδομύττειν, τὸ συνεχῶς βλέφαρα κινεῖν· καὶ εἰς |
---|
10 | τὸ ἐπίμυσιν ἄγειν· ἰδίως οἱ Ἀττικοὶ λέγουσιν. εἴρηται
δὲ ἀπὸ τοῦ καρδάμου, ὃ ἐάν τις προσενέγκηται. συνε‐
χῶς τὰ βλέφαρα μύει. ἢ παρὰ τὸ τὰς κόρας μύειν.
Καρδία, ἐκ τοῦ κραδαίνεσθαι διὰ παντὸς, ὅ ἐστι σεί‐
εσθαι. |
---|
15 | Καρδία, παρὰ τὸ κράτος αὐτὴν ἔχειν. ἔστι δὲ ἡγεμο‐
νική.
Κάρδαμον, παρότι τὴν καρδίαν μειοῖ· πινόμενον καὶ
βλάπτει.
Κάρη, κεφαλὴ, ὄνομα οὐδέτερον, αἰτιατικοῦ τῶν πλη‐ |
---|
20 | θυντικῶν, ἐκ τοῦ κάρηνα, οὗ ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ
κάρηνον, καὶ ἡ γενικὴ τῶν πληθυντικῶν τῶν καρήνων·
ὡς τὸ, βῆναι δὲ κατ’ Οὐλύμποιο καρήνων. σημαίνει
δὲ ἀκρωτήριον, ὅ ἐστι τῶν κεφαλῶν· ὅτι δὲ πεπονθός,
ἐστι κάρη, καὶ οὐχ ὑγιὲς δηλοῖ. τὰ εἰς η λήγοντα οὐ‐ |
---|
25 | δέποτε πτώσεως ἑνικῆς εἰσι, ἀλλ’ ἢ δυικῆς ἢ πληθυν‐
τικῆς· ὡς τὰ τείχη, βέλη, σκέλη, τοῦτο δὲ τὸ κάρη,
οὔτε εὐθείας ἔστιν ἑνικῆς, οὔτε πληθυντικῆς· κατὰ
συγκοπήν ἐστι τὸ κάρη, ἀπὸ τοῦ κάρηνα.
Καρήνων, κλίνεται τὸ κάρηνον τοῦ καρήνου· γίνεται |
---|
30 | παρὰ τὸ κάρη, κάρανον καὶ κάρηνον, τροπῇ τοῦ α
εἰς η.
Κάρηνα, ἀκρωτήρια, ἀκρόπολα, ἐξοχὰς, ἐξ οὗ βασί‐
λεια. ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα, ἀπὸ
τοῦ κάρα. κάρην οὐδέτερον· τὰ μὲν ὑπὲρ δύο συλλαβὰς |
---|
35 | ἅπαντα, διὰ τοῦ τος κλίνεται· οἷον, ὄνειαρ ὀνείατος,
σημαίνει τὸ ὠφελοῦν καὶ τὸ βρῶμα, ἀλείφαρ ἀλεί‐
φατος, σημαίνει τὸ ἄλειμμα, οὕτως καὶ κάρηαρ καρήα‐
τος, καὶ κατὰ συγκοπὴν κάρητος, καὶ οὐδέτερον κάρ‐
κιον. τῶν δὲ δισυλλάβων τὰ μὲν φύσει μακρὰ διὰ τοῦ |
---|
40 | τος κλίνεται, οἷον, ἧπαρ ἥπατος, ἦμαρ ἤματος, εἶδαρ
εἴδατος, σημαίνει δὲ τὸ βρῶμα, οὖθαρ οὔθατος, ση‐
μαίνει δὲ τὸν μαστόν. τὰ δὲ βραχείᾳ ἢ θέσει μακρᾷ
παραληγόμενα διὰ τοῦ ρος κλίνεται, οἷον, θέναρ θέ‐
ναρος, σημαίνει δὲ τὸ κοῖλον τῆς χειρὸς, παρὰ τὸ |
---|
45 | σθένειν ἤγουν τύπτειν, ὕπαρ ὕπαρος, σημαίνει τὸ
ἀληθινὸν ἐνύπνιον τὴν λεγομένην ὀπτασίαν. ἔαρ ἔαρος
καὶ κατὰ κράσιν ἦρος, κέαρ κέαρος καὶ κῆρος, ἄλκαρ
ἄλκαρος, σημαίνει δὲ τὴν βοήθειαν. σεσημείωται τὸ
φρέαρ φρέατος, καὶ στέαρ στέατος, ὅτι βραχείᾳ παρα‐ |
---|
kappa 299 (50) | ληγόμενα διὰ τοῦ τος ἐκλίθη. ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι
φρεῖαρ καὶ στεῖαρ ἦν, καὶ ὡς ἔχοντα φύσει μακρὰν
τὴν παραλήγουσαν, τούτου χάριν ἐκλίθη διὰ τοῦ τος.
οἷον, φρείατος, στείατος· ἐξ οὗ, καὶ φρείατα μακρὰ
νάουσιν· καὶ ἀποβολῇ τοῦ ι φρέατος καὶ στέατος. |
55 | λέγει δὲ ὁ Ἡρωδιανὸς ἐν μονοβίβλῳ, ὅτι τὰ εἰς αρ
οὐδέτερα παραληγόμενα τῷ ω ἄκλιτά εἰσι, μῶμαρ ση‐
μαίνει τὸν μῶμον, μῶμον σημαίνει τὸν μέγαν· νῶκαρ
σημαίνει τὴν στέρησιν τῆς ψυχῆς· οὕτως ὁ Χοιρο‐ |
---|
βοσκός. | |
kappa 300 | Καρὶς, ὡς παρὰ τῷ Κρατίνῳ, ἔχον πρόσωπον κάριδος
μασθλητίνης, ἀντὶ τοῦ δερματίνης· λέγεται δὲ καρὶς,
παρὰ τὸ σκαίρω σκαρίς· ἢ παρὰ τὸ κάρα καρίς. καὶ
γὰρ ὅλη ἡ καρὶς σχεδὸν κεφαλή ἐστι. τινὲς δὲ λέγου‐ |
5 | σιν, ὅτι τὸ καρὶς σύνθετόν ἐστι, παρὰ τὸ κάρα καὶ
τὸ ἲς ἰνὸς, οἱονεὶ ἡ ἔχουσα ἐν τῇ κεφαλῇ ἴνας, οἷς
τισι καὶ ὁ τόνος καὶ ἡ κλίσις ἀντίκειται. ὁ τόνος μὲν,
ὅτι εἰ ἦν σύνθετον ἀπὸ τοῦ ἲς ἰνὸς, ἤμελλε βαρύνε‐
σθαι· πᾶν γὰρ ὄνομα μονοσύλλαβον ἐν τῇ συνθέσει |
---|
10 | βαρύνεται. οἷον, χθὼν αὐτόχθων, Θρὰξ, Σαμώθραξ,
χωρὶς τοῦ πτῶξ πολυπτὼξ, ὡς παρὰ Καλλιμάχῳ·
πολυπτῶκες τὲ Μέλαιναι. Μέλαιναι δέ εἰσι τόπος τῶν
Ἀττικῶν. ὥστε οὔκ ἐστι σύνθετον· ἡ δὲ κλίσις, ἐπειδὴ
τὸ μὲν καρὶς διὰ τοῦ δος κλίνεται, τὸ δὲ ἲς διὰ τοῦ |
---|
15 | νος. εἰ δὲ ἦν ἀπ’ αὐτοῦ εἶχεν ἂν κλίνεσθαι διὰ τοῦ
νος· τὰ γὰρ εἰς ις σύνθετα τὴν τοῦ ἁπλοῦ φυλάττουσι
κλίσιν. οἷον, ἀκτὶς ἀκτίνος, εὐάκτιν εὐάκτινος, γλω‐
χὶν γλωχῖνος, τριγλώχιν τριγλώχινος.
Καρκίνος, ζῶον θαλάσσιον· καρκίνος ἐλθὼν ἐκ βυθοῦ |
---|
20 | θαλαττίου. ὁ λεγόμενος πάγουρος, καράκινός τις ὢν,
ὁ κινῶν ἐπὶ συχνῷ τὴν κάραν. διὰ τί προπαροξύνεται;
τὰ γὰρ διὰ τοῦ αντινος προπερισπᾶται· οἷον· Κων‐
σταντῖνος, Ταραντῖνος· πλὴν τοῦ Φαυστίνος καὶ καρ‐
κίνος. καρκίνος δὲ λέγεται καὶ ζῴδιον ἐν τῷ οὐρα‐ |
---|
25 | νῷ, καὶ νόσος οὕτω καλουμένη, καὶ μέλος ἀνθρώ‐
που.
Καρκίνος, παρὰ τὸ κάρα κινεῖν πυκνῶς, ἢ καράκινός
τις ὢν, οἷον κάραβος, ἀπὸ τοῦ τὸ κινούμενον αὐτοῦ
κάρα εἶναι. |
---|
30 | Κάρος, σημαίνει τὴν θανατηφόρον Μοῖραν, ἀπὸ τοῦ
Κὴρ Κηρὸς, συστολῇ τοῦ η κάρος. διάτι τοῦ κὴρ τὸ
η εἰς α ἐτράπη, καὶ οὐκ εἰς ε, ὥσπερ φρὴν, φρενός;
ὅτι οὐκ ἔστι τὸ κάρος κατὰ ἀνάλογον κλίσιν, ἀλλὰ
συστολὴ ποιητική· καὶ τούτου χάριν οὐκ ἐφύλαξε τὴν |
---|
35 | ἀκολουθείαν τοῦ φρὴν φρενός.
Καῤῥόον, κατὰ τὸ ῥεῦμα.
Καρπαλίμως, ἀντὶ τοῦ ταχέως, ὡς παρὰ τὸ γονὸς
γίνεται γόνιμος, καὶ πόμπος πόμπιμος, οὕτω καὶ παρὰ
τὸ κάπτω τὸ πνέω, ἐξ οὗ καὶ τὸ καπύω, οἷον, ἀπὸ |
---|
40 | δὲ ψυχὴν ἐκάπυσσε, γίνεται κάπος, καὶ πλεονασμῷ
τοῦ ν καπνός. εἶτα κατὰ πρόθεσιν τοῦ ρ πάλιν γίνε‐
ται κάρπνος καὶ κάρπνιμος, ἀποβολῇ τοῦ ν, καὶ προσ‐
θέσει τῆς αλ συλλαβῆς καρπάλιμος, καὶ τὸ ἐπίῤῥημα
καρπαλίμως. |
---|
45 | Καρπὸς, ἀπὸ τοῦ κεκάρφθαι, ὅ ἐστιν ἐξηράνθαι ἔνθα
τῆς χειρὸς ξηρὸς ὢν ὁ τόπος καὶ ἄσαρκος. καρπὸς δὲ
λέγουσι κάρφος τὶς ὤν· καρπὸς παρὰ τὸ κατάξηρον,
οἷον, κάρφος.
Καρπὸς, παρὰ τὸ φυῆναι αὐτὸν ἐκ τῆς κάρας, καὶ |
---|
kappa 300 (50) | τοῦ ὀποῦ τοῦ δένδρου. τὸ γὰρ ἄκρον τοῦ σώματος ἡ
κεφαλή. καὶ ἡ τοῦ δένδρου κεφαλὴ τὸ ἄκρον ἐστι καρ‐
πὸς τὸ καίριον παντὸς πράγματος, ἢ ὁ τοῦ καιροῦ
παντὸς ἴδιος καρπός.
Καρπὸς, σημαίνει δύο· τὸν πρὸς ἄμετρον ἠτοιμασμένον |
55 | ἄσταχυν, καὶ γίνεται παρὰ τὸ κεκάρφθαι, ὃ σημαίνει
τὸ ἐξηράνθαι, καὶ ὁ ποτὶ καρπῷ βριθομένη. σημαίνει
δὲ καὶ τὸν τῆς χειρὸς καρπὸν, ὡς ἡ χρῆσις μαρτυρεῖ·
Ὀδυσεὺς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρποῦ· πλὴν καὶ |
---|
τοῦτο ὡς οἶμαι, παρὰ τὸ κάρφος ὃ σημαίνει τὸ ξηρόν· | |
kappa 301 | κατάξηρον γὰρ τῶν λοιπῶν μερῶν ἐστιν ὁ καρπὸς τῆς
χειρός.
Κάρταμον, κλωβεῖον, ξύλινον, ἢ σπυρίδιον πλεκτόν.
Καρτερῶ, ἀπὸ τοῦ κράτος καρτερῶ. τοῦτο παρὰ τὸ |
5 | κρῶ τὸ τελειῶ.
Κάρρων, οἷον, ναὶ κάρρων βώς· τρίτος τύπος ἐστι τῶν
συγκριτικῶν. ὡς παρὰ τὸ βαθὺς, γίνεται βαθύτερος
βαθίων, ὁ τρίτος τύπος βάσσων, ἔνθεν παρ’ Ἐπι‐
χάρμῳ, βάσσων τὸ χωρίον· ἐλαχὺς ἐλαχίων, ἐλάχι‐ |
---|
10 | στος, ἐλάσσων, ταχύτερος ταχίων, τάχιστος, ὁ τρί‐
τος τάσσων καὶ θάσσων, βραχὺς βραχύτερος, βρα‐
χίων, βράσσων, ὅπερ συνεμπίπτει ἀπὸ τοῦ βραδὺς, διὰ
τὸ ἀμαυρῶσαι τὸ σύμφωνον, γλυκὺς, γλυκύτερος, γλυ‐
κίων, γλύκιστος, ὁ τρίτος τύπος γλύσσων. κέχρηται |
---|
15 | δὲ Ξενοφάνης τῷ ὀνόματι, οἷον, γλύσσωνα σῦκα. καὶ
πάλιν παχὺς, παχύτερος, παχίων, πάχιστος, ὁ τρί‐
τος τύπος πάσσων· μείζονα τῶν εἰς ἰδέειν, καὶ πάσ‐
σονα ἀντὶ τοῦ μείζονα καὶ παχύτερον. καὶ πάλιν,
μακρότερος, οἷον, μῆκος, μηκίων, μήκιστος, ὁ τρίτος |
---|
20 | τύπος μάσσων, οἷον, ἥσειν, ἢ τοσσοῦτον, ὀΐομαι, ἢ
ἔτι μᾶσσον, ἀντὶ τοῦ μακρότερον· οὕτως οὖν καὶ
κρατὺς, κρατύτερος, κρατίων, κράτιστος, ὁ τρίτος τύ‐
πος κράσσων, ὑπερθέσει κάρσων καὶ κάῤῥων, ὡς ἡ
μυρσίνη, μυῤῥίνη. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ πα‐ |
---|
25 | θῶν.
Καρυκεύουσα, ἡδύνουσα, γλυκαίνουσα. καρύκη γὰρ
βρῶμα Λύδιον, ἐκ πολλῶν ἡδυσμάτων συνεστηκός. ἔστι
δὲ εἶδος ὑποτρίμματος, ἐκ πολλῶν ἀρτυμάτων συντιθέ‐
μενον· καρυκεύειν δὲ τὸ πράττειν. |
---|
30 | Κάρφη, παρὰ τὸ ἐξηράνθαι, καὶ καρπὸς, καὶ κατάξηρος
στάχυς, καὶ τῆς χειρὸς ὁ καρπὸς, ὀστώδης ὢν καὶ
ἄσαρκος. καὶ τὸ καρπῶσαι τὸ κατακαῦσαι τὰ ἐναντι‐
ζόμενα.
Κάρτος, νῖκος, ἰσχὺς, κράτος. |
---|
35 | Κάρτα, παρὰ τὸ κρατὺς κρατέα, ὡς ταχὺς ταχέα·
καὶ κατὰ συγκοπὴν καὶ μετάθεσιν κάρτα.
Καρύκη, ἕψημά τι δι’ αἵματος καὶ ἀρτυμάτων παν‐
τοίων. ὁ δὲ Δίδυμος Λύδιον βρῶμα φησὶν εἰς πολυτε‐
λοῦς σκευασίας συγκείμενον· ἐγὼ δὲ οἶμαι καρύκην αὐ‐ |
---|
40 | τὴν λέγεσθαι, ἐπειδὴ μέλαν ἔστι. φησὶ γὰρ ἐν τῷ
κωμικῷ λέγεσθαι οὕτω, καρύκειον καρυοβαφεύς. καὶ
κάρυος ῥοῦς ὁ μέλανος ῥόος, οὔκουν ἐκ τούτου οἶμαι
λέγειν καρύκην. Ὦρος.
Καρχαρόδους, τὰ ζῶα, τοὺς κεχαραγμένους ἔχοντας |
---|
45 | τοὺς ὀδόντας· τουτ’ἔστι στρογγύλους καὶ ὀξεῖς, καὶ
ἐναλλάσσοντας ἑαυτῶν, ὡς λύκος, λέων, πάρδαλις·
εἴρηται παρὰ τὸ χαράσσω, ῥῆμα, ὅπερ ἐν συνθέσει
μετὰ τοῦ ὀδοὺς γίνεται χαρόδους καὶ κατ’ ἀναδιπλα‐
σιασμὸν χαρχαρόδους καὶ καρχαρόδους. ἀμφόδοντα δὲ |
---|
kappa 301 (50) | λέγονται ζῶα, ὅσα οὐκ ἐνηλλαγμένους ἔχουσι τοὺς
ὀδόντας, στρογγύλους καὶ ὀξεῖς, ἀλλὰ παχεῖς καὶ
πλατεῖς, ὡς ἔστιν ἄνθρωπος, ἵππος καὶ τὰ ὅμοια.
χαυλιόδοντα δὲ ὅσα ἔξωθεν ἔχει τοὺς ὀδόντας ὑπερφε‐
ρεῖς, ὡς ἔστι σὺς, ἐλέφας, ἀπάλαξ. |
55 | Κασσαβὰς, εἴρηται ἡ πόρνη, παρὰ τὸ καλὸν καὶ σο‐
βεῖν.
Κασίγνητος, καὶ αὐτοκασίγνητος, ποίου σχήματος;
συνθέτου. σύνθετον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων |
---|
λέξεων συγκείμενον. τοῦ γὰρ παρασυνθέτου κατὰ τὸ | |
kappa 302 | τέλος γίνεται κίνησις· οἷον, Φίλιππος, φιλιππίζω· τὸ
δὲ κατ’ ἀρχὴν γινόμενον, μένει ὡσαύτως σύνθετον.
γίνεται δὲ τὸ κασίγνητος, ἐκ τοῦ κάσου, ὁ σημαίνει
τὸν ἀδελφὸν καὶ τοῦ γνητὸς, τοῦτο ἐκ τοῦ γέννα, κα‐ |
5 | σίγνητος· Ἡσίοδος, μὴ δὲ κασιγνήθῳ ἶσον ποιεῖσθαι
ἑταῖρον, εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν
ἔρξῃς, μηδὲ ψεύδεσθαι γλώσσης χάριν, εἰ δέ κεν
ἄρχῃ ἤ τε ἔπος εἰπὼν ἀποθύμιον, ἠὲ καὶ ἕρξας, δὶς
τόσα τίννυσθαι μεμνημένος, εἰ δέ κεν αὖθις ἡγεῖται |
---|
10 | φιλότητα, δίκην δ’ ἐθέλῃσι παρασχεῖν, δέξασθαι, δει‐
λός τοι ἀνὴρ φίλον ἀλλοτ’ ἐς ἄλλον ποιῆσαι, σὲ δὲ
μή τι νόος κατελεγχέτω εἶδος, μηδὲ πολύξεινον μήδ’
ἄξεινον καλέεσθαι, μηδὲ κακῶν ἕταρον, μήδ’ ἐσθλῶν
νειητῆρα. σχεδὸν τοῦ ἀδελφοῦ μου μὴ προτίμᾳ τὸν |
---|
15 | φίλον σου. ἐὰν δὲ καὶ ποιήσῃς φίλον, μὴ σὺ πρῶτον
αὐτὸν ἀτιμάσῃς. μηδὲ καταψεύσῃς αὐτόν. ἐὰν δὲ αὐτὸς
ἀρχὴν ποιήσῃ τοῦ ἀτιμάσαι σε, διπλάσιον αὐτῷ κακὸν
ἀπόδος, μεμνημένος ὧν εἰς σὲ διεπράξατο. ἐὰν δὲ
πάλιν βουληθῇ διαλλαγῆναι καὶ φιλιωθῆναι σοι, καὶ |
---|
20 | προσπέσῃ σοι, δέξαι αὐτόν. ἄθλιος γὰρ ἐκεῖνος, ὅστις
ἀπὸ τούτου εἰς τοῦτον μεταβαίνει φίλον. σὺ δὲ ὑπερ‐
έχων καλὴν ἰδέαν, μὴ ἔσο μωρὸς, ἵνα μὴ ἡ μωρία
σου, ἀτιμάσῃ τὴν ἰδέαν σου· μηδὲ πολύξεινον, εὐκα‐
ταφρόνητον γὰρ τοὺς πολλοὺς ξενίζειν, τὸ δὲ ἄξεινον |
---|
25 | φιλιῶδες. μὴ δὲ κακοὺς εἴπῃς τοὺς ἀγαθούς· εἴρηται
κασίγνητος παρὰ τὸ κάσις ὁ ἀδελφὸς καὶ τὸ γνὴς γνη‐
τὸς, ὃ σημαίνει τὸν γνήσιον· καὶ ὀγνῆται οἱ ῥόδιοι.
Κάσις, ἀνηλικιώτης ἀδελφός.
Κασσίτηρος, ὁ τὴν κόσμησιν τηρῶν· ἢ ὁ κοσμῶν καὶ |
---|
30 | λαμπρύνων.
Κασία, εἶδος μυρεψικοῦ. γέγονε δὲ παρὰ τὸ κάζω τὸ
κοσμῶ, οὗ ὁ μέλλων κάσω, καὶ ἐξ αὐτοῦ πλεονασμῷ
τοῦ ι, κασία, ἡ κοσμοῦσα διὰ τῆς εὐοσμίας τὰς αἰ‐
σθήσεις. |
---|
35 | Κάσσα, ἡ πόρνη, ἡ κατωφέρης· παρὰ τὸ καίω καύσω,
κάσσα. Λυκόφρων, λείποντος κάσσης ἐκβαλὼν πε‐
λειάδος.
Καστρέσιον, πεκούλιον ἰδιόκτητον, ἐξ οὗ καὶ κά‐
στρον. |
---|
40 | Κάστορα θ’ ἱππόδαμον, πόσα σημαίνει; δύο· ὄνο‐
μα κύριον, καὶ τὸ ζῶον· καὶ γίνεται παρὰ τὸ κάζω τὸ
κοσμῶ. τὸ δὲ ζῶον παρὰ τὸ γαστὴρ γάστωρ καὶ κά‐
στωρ, ὑπογάστριον γὰρ τὸ ζῶον, καὶ σχεδὸν ὅλον
κοιλία. |
---|
45 | Κασσωρὶς, ἡ πόρνη, ἡ κατωφέρης· κασσαβὰς λέγεται
ἡ πόρνη, παρὰ τὸ καλεῖν καὶ σοβεῖν· ἐξ αὐτοῦ γίνεται
κατὰ παρασχηματισμὸν κασωρίς. Λυκόφρων· ὅταν
κόρη κασωρὶς εἰς ἐπείσιον χλεύην ὑλακτήσασα κηκάσῃ
γάμους νυμφεῖα πρὸς κηλοστὰ βαρβάρων τελεῖν. ἐπεί‐ |
---|
kappa 302 (50) | σιον σημαίνει δὲ τὸ γυναικεῖον καὶ ἀνδρεῖον αἰδοῖον·
κηλοστὰ δὲ τὰ ἀκόλαστα. τὸ ἑξῆς. ὅταν ἡ τοῦ Νη‐
λέως θυγάτηρ τύπτουσα εἰς τὸ αἰδοῖον χλευάσῃ τὰ
νυμφεῖα, πρὸς τὰ τῶν βαρβάρων κηλοστὰ, τουτ’ἔστιν
εἰς τὴν παρὰ τὴν κάρβασιν κοινοὺς τόπους, ἐν οἷς αἱ |
55 | ἑταιρίδες διατρίβουσι· κηλοστὰ γὰρ ἐκαλοῦντο.
Κατὰ βόστρυχος, κοσμῶν τοῖς βοστρύχοις· τὸ γὰρ
κατὰ πλήθους ἐμφαντικόν ἐστιν.
Καταράκτης, ἐκ τοῦ ῥάσσω τὸ φθείρω, ἐράκτης καὶ |
---|
καταράκτης. | |
kappa 303 | Καταπέψῃ, ἐκ τοῦ πέπτω τὸ δαπανῶ καὶ μαγειρεύω·
ἀορίστου πρώτου ὑπερσυντελικοῦ παθητικοῦ, δευτέρου
προσώπου· ἐὰν πέψωμαι, ἐὰν πέψῃ, ἀπεψίαν πέπον‐
θεν ἐξ ἀπληστίας. |
5 | Κατάπληξις, εἰς τὸ ἐκπάγλως, καὶ φόβος.
Καταρδεῖν, εἰς τὸ δραθεῖν.
Καταρτίζω, ἁρμόζω· ἐκ τοῦ ἀρτῶ ἀρτίζω.
Κᾴτα, ἀπὸ τοῦ καὶ συνδέσμου, καὶ τοῦ εἶτα ἐπιῤῥήμα‐
τος γίνεται, καὶ ἀποβολῇ τῶν δύο ιι κάετα, καὶ κρά‐ |
---|
10 | σει κᾴτα.
Κατάγαγε, κατάβαλε· ἔστι κατάγω, ὁ β ἀόριστος
κατῆγον, καὶ διὰ τὸ μὴ εἶναι τὴν παραλήγουσαν φύσει
μακράν.
Καταιγὶς, ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ αἲξ αἰγὸς, |
---|
15 | καταιγίς. τὸ δὲ αἲξ παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ.
Καταίρειν, ἀντὶ τοῦ ἀναχωρεῖν καὶ ἀποπλεῖν, ἀπὸ
τοῦ συμβαίνοντος. συμβαίνει γὰρ ἀποπλεούσης τῆς
νέως, ἀπαίρειν τὰ ἱστία. τὸ δὲ καταίρειν συντάσσεται
μετὰ πτώσεως γενικῆς. |
---|
20 | Καταποντωθῆναι, κινδυνεῦσαι. κλυδώνισμα ὁ κίν‐
δυνος.
Καταιγὶς, ἡ μεγάλη πνοὴ, συντίθεται ἐκ τῆς κατὰ
προθέσεως, καὶ τοῦ αἰγὶς ὄνομα, ὃ σημαίνει τὸν ἄνε‐
μον. ἢ ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι |
---|
25 | τὸν Δῖα. λέγουσι γὰρ αὐτὸν τῶν ἀνέμων δεσπότην εἶ‐
ναι οἱ Ἕλληνες, ὃς καλεῖται αἰγιοῦχος· ἢ ἀπὸ μετα‐
φορᾶς τοῦ ζώου. ὁ γὰρ Ζεὺς αἲξ αἰγὸς σκεπαστήριον
ἀνεδύετο· καὶ εἰς τὸ αἰγιοῦχος.
Κατάλληλον, ὄνομα, παρὰ τὸ ἀλλήλοις ἐοικέναι. |
---|
30 | Κατὰ κόῤῥης· κατὰ κόῤῥης λέγεται τὸ τὴν σιαγόνα
πλῆξαι· ὁ δὲ Ἐρατοσθένης ἅπασαν τὴν τῆς κεφαλῆς
πλήγην· κόρσην γὰρ τὴν κεφαλὴν λέγουσι. μεταβε‐
βλῆσθαι δὲ τὸ ς εἰς ρ Ἀττικῶς, ὡς ἐπὶ τῆς μυῤῥίνης
καὶ ταῤῥοῦς, ἔστι γὰρ μυρσίνη καὶ ταρσός. |
---|
35 | Κατακύστιν, κατὰ τὴν φύσιν, ὅπερ ἐστιν οὐροδόχον
ὄργανον.
Κατάκρας, ἀντὶ τοῦ κατὰ κράτος, ἀπὸ τοῦ ἀκὴ, ὃ
σημαίνει τὴν ὀξύτητα, ἄκα, καὶ πλεονασμῷ τοῦ ρ
ἄκρα. |
---|
40 | Κατάντημα, ἀπάντημα καὶ τέλος ὁδοῦ· ἐκ τοῦ καταν‐
τάω καταντήσω.
Καταργῶ, σημαίνει τὸ ἀποπαύω. ὡς τὸ κατηργήθη ὁ
νόμος, ἀντὶ τοῦ ἀπεπαύθη, ἐκ τῆς κατὰ προθέσεως
καὶ τοῦ ἀργῶ· τοῦτο δὲ ἐκ τοῦ ἀργὸς ὃ σημαίνει τὸν |
---|
45 | ἄπρακτον, ὅπερ ἀπὸ τοῦ ἄεργος, κατὰ συγκοπήν.
Κατατρύχων, μετοχή. τὸ ῥῆμα τοῦτο ἐστι βαρύτο‐
νον καὶ περισπώμενον· τὸ δὲ περισπώμενόν ἐστι τρί‐
της συζυγίας τῶν περισπωμένων, τρυχῶ, ἐξ οὗ γίνεται
μετοχὴ παθητικὴ τετρυχώμενος. φέρεται τὸ αὐτὸ καὶ |
---|
kappa 303 (50) | βαρύτονον, οἷον, τρύχω τρύχας, καὶ διὰ τὴν εὐρυ‐
θμίαν ἐνταῦθα τῆς συνθήκης βαρυτόνως ἀναγνωστέον
τὸ ῥῆμα. καὶ ἀπὸ μὲν τοῦ τρυχοῖς τρυχοῖ, τετρυχώ‐
μενος, ἡ παθητικὴ μετοχή· ἀπὸ δὲ τοῦ τρύχω βα‐
ρυτόνου τρυχώμενον ἡ μετοχή· τέτρυμμαι γάρ ἐστι, |
55 | ὅπερ ἐκεῖ τὸ τετρύχωμαι.
Καταθύμιος, κατὰ ψυχὴν, κατὰ νοῦν.
Καταΐγδην, ἀπὸ τοῦ καταΐσσω, ἡ εἰς τὸ ἔμπροσθεν
ὁρμῶσα καὶ ἀΐσσουσα. οἷον, ἡ δ’ ἄφαρ ὥστε κύλινδρος
ἐπέτρεχε κύματι λάβρῳ, προπροκαταΐγδην κοίλης ἁλός· |
---|
60 | ἐν δ’ ἄρα μέσσαις. | |
---|
kappa 304 | Κατακᾶσα, ἡ κατωφερὴς καὶ πόρνη, Καλλίμαχος·
σκύλα γυνὴ κατακᾶσα καὶ οὐ ψύθος οὔνομ’ ἔχουσα.
εἴρηται ἢ παρὰ τὸ καταχέεσθαι ἐπὶ παντί· ἢ ἡ τοῦ
καυθῆναι ἀξία διὰ τὴν ἀσέλγειαν. |
5 | Κατάκλεις, κλεὶς καὶ κατάκλεις, ἀπὸ τοῦ ἐγκεκλεῖ‐
σθαι μέχρι αὐτῆς τὰ ἐντός. καὶ αἱ μὲν τοῦ σώματος
ἐπικλείδες εἴρηνται, διὰ τὸ ἐπικαμπεῖς εἶναι, καὶ ἐοι‐
κέναι ταῖς τῶν θυρῶν κλείσι. καὶ ὅτι μέχρι αὐτῆς
τὰ ἐντὸς ἐγκλείονται, παρὰ τὸ κλείς. κατακλείδες ἐπὶ |
---|
10 | τῶν ἐρεσσόντων, ὅτι ἐπ’ αὐταῖς ἑζόμενοι τὸ σῶμα ἔκλων.
Καταδημοβοιῆσαι, κατακαλῶσαι.
Κατακλῶσθαι, αἱ ἐπικλώσεις τῶν Μοιρῶν, παρὰ τὸ
κλώθω· τοῦτο δὲ παρὰ τὸ κάτω καθέλκειν τοὺς τῶν
νημάτων ὁλκούς· κλώθουσι γὰρ καὶ νήθουσιν· ὅθεν |
---|
15 | καὶ κλῶσις παρὰ τὸν κλώσω μέλλοντα εἴρηται.
Καταίτυξ, εἶδος περικεφαλαίας μὴ ἐχούσης λόφον κα‐
τωφεροῦς ἀλλὰ κοίλης οὔσης, κάτω νευούσης, παρὰ
τὸ κάτω τετύχθαι, ὡς πρὸς τὴν ἀλώπιδα τὴν ἀνάστα‐
σιν ἔχουσα. |
---|
20 | Καταφυγὴ, προσφυγὴ, ἐκ τοῦ φεύγω φυγὴ καὶ κα‐
ταφυγή.
Κάτεισι, παρὰ τὸ κάτω καὶ τὸ εἶμι, τὸ πορεύομαι,
γίνεται κάτειμι, τὸ δεύτερον κάτεις, τὸ τρίτον κάτει‐
σιν, ἤγουν κάτωθεν ἦλθεν. |
---|
25 | Καταδίκασεν ὁ διαιτητὴς, κατεδικάσθη ὁ καταδι‐
καστὴς, κατεδικάσατο ὁ ἀντίδικος.
Κατασκηνώσεις, τρίτης συζυγίας τῶν περισπωμένων.
γίνεται δὲ παρὰ τὸ σκηνῶ, τοῦτο παρὰ τὸ σκῆνος, τοῦ‐
το παρὰ τὸ σκήνη. τοῦτο παρὰ τὸ σχῶ σχήσω, σχῆ‐ |
---|
30 | νος καὶ σκῆνος. καὶ ἐξ αὐτοῦ σκήνη· ὡς ῥῶ ῥήσω
Ῥῆσος. ἔστι δὲ τοῦτο τὸ ὄνομα κύριον βασιλικόν.
Κατακυριεῦσαι, ἐκ τοῦ κατακυριεύω· τοῦτο ἐκ τοῦ
κύριος. διαφέρει δὲ κύριος δεσπότου. κύριος μὲν λέγε‐
ται, ὁ ἐπὶ μητρὸς καὶ παίδων πατήρ· δεσπότης δὲ ὁ |
---|
35 | ἐπὶ ἀργυρωνητῶν.
Καταρχὰς, ἀρχὴ σημαίνει τρία· πρῶτα μὲν τὴν
προάναρχον ἀρχήν· καὶ τὴν χρονικὴν ἀρχὴν, τὴν ἐπὶ
τοῖς πράγμασι ἡμῶν ἐπιβαλλομένην, καὶ τὴν βασίλειαν
ταύτην· καὶ τὴν εἰς τοὺς ἀρχομένους καθόλου ἐπι‐ |
---|
40 | στασίαν.
Καταβήσεται, ἐκ τοῦ βίβημι βήσω, βήσομαι βήσῃ
βήσεται, καὶ καταβήσεται· τοῦτο παρὰ τὸ βῶ τ
βαίνω.
Κάττα, παρὰ τὸ ἄττω τὸ πηδῶ γίνεται ἄττα· καὶ |
---|
45 | προσθέσει τοῦ κ κάττα.
Κατακάθετον, ἀπὸ βάθους εἰς ὕψος διάστημα.
Κατακερματίζει, καταμερίζει.
Καταφιλοσοφῶν, διὰ σιγῆς νικῶν.
Καταδυόσαντες, πολεμήσαντες, πρεδεύσαντες. |
---|
kappa 304 (50) | Κατάπληξις, ἔστι φόβος ἐκ μεγάλης φαντασίας.
Καταγλωττίζει, περιεργῶς καταφιλεῖ.
Κατακρῆθεν, παρὰ τὸ καρὴ ὀξυνόμενον γίνεται κα‐
ρῆθεν· καὶ κατὰ συγκοπὴν κρῆθεν. τοῦτο καὶ Ἡσιόδος
ἐξεδέξατο εἰπών· τῆς καὶ ἀπὸ κρῆθεν, βλεφάρων |
55 | Κατὰ μῆρ’ ἐκάη· Πτολεμαῖος ἐν τελευταίῳ παρα‐
λαμβάνει μῆρε, ἵνα Ἰωνικῶς ἐκάη, μεταπλασμὸν γὰρ
λέγει ἐκ τοῦ μῆρα μῆρε, ὡς τὸ ὄσσα ὄσσε, καὶ ὄψ
ὀψέ· οὐκ ἔχυρον δὲ τοῦτο, ἀλλὰ μᾶλλον ἀποκοπὴν
φαμὲν τοῦ μῆρα, ἅπερ εἰσι τὰ ἁγιαζόμενα τοῖς θεοῖς |
---|
60 | τὸ δὲ μῆρα ἀπὸ τοῦ μηρία κατὰ συγκοπήν. | |
---|
kappa 305 | Κατεμύξατο, κατημάτωσε, κατέξυσεν· εἰς τὸ ἀμύσ‐
σω ἡ ἐτυμολογία.
Καταπροΐξασθαι, ἀπὸ τοῦ προικὸς, ἢν διαιροῦντες
οἱ Ἴωνες πρόϊκα λέγουσιν· ὥσπερ οὖν ἡ προίξ δωρεὰν |
5 | δίδοται· οὕτω φασὶν, οὐ δωρεὰν ἐμοῦ καταγνώσεταί
τις, ἀλλ’ ἀποδώσει μισθὸν ὧν ἔπραξα. καὶ ἐπαίτης,
καὶ ὁ προῖκα αἰτῶν προΐκτης λέγεται. οὕτως εὗρον ἐν
ὑπομνήματι ἐπῳδῶν Ἀρχιλόχου.
Κατάσχεσιν, ἀπὸ τοῦ σχῶ, σχέσις καὶ κατάσχε‐ |
---|
10 | σις.
Καταχήνη, ἡ χάσμησις, παρὰ τὸ χαίνω ῥῆμα γίνε‐
ται χήνη καὶ καταχήνη.
Καταψήχειν, τὸ ἠρέμα κολακεύειν καὶ κρατεῖν. εἴρη‐
ται ἀπὸ τοῦ καταψῶ καταψήσω, καὶ ἀνεδόθη εἰς ἓν |
---|
15 | καταψήχω. τὸ δὲ καταψῶ σύνθετον ἀπὸ τοῦ ψῶ
καταψῶ, καὶ τοῦ ψαύω. καὶ ἐκ τούτου τὸ ψήχω.
καὶ τὸ ἠμφιεσμένον ἐν αὐτῷ.
Καταθρῆσαι, ῥᾷον κατιδεῖν, εὐχερῶς.
Κατακερτομοῦντες, καταφλυαροῦντες, λοιδοροῦντες, |
---|
20 | σκώπτοντες.
Καῦμα, οἱονεὶ τὸ κεκαυμένον ἄημα.
Κατέκταθον, ἀπὸ τοῦ κτείνω, κτενῶ, ἀόριστος παθη‐
τικὸς ἐκτάνθην, ὡς φαίνω ἐφάνθην. τὸ πρῶτον τῶν
πληθυντικῶν ἐκτάνθημεν ἐκτάνθητε, ἐκτάνθησαν ἔκταν‐ |
---|
25 | θεν, ὡς ἐφάνθημεν, ἐφάνθησαν, ἔφανθεν. ἢ ἔστιν
ἕτερον θέμα κτῶ, ὁππότε κεν τοῦτον κτέομεν· ἀπὸ
τούτου γίνεται παράγωγον τῶν εἰς μι, κτῆμι, ὁ β
ἀόριστος ἔκτην, ὅπερ γίνεται ἔκταν, οἷον, τὸν σὸν
κατέκταν παῖδα. καὶ πάλιν· ὅτε δῖον Ἐρευθαλίωνα |
---|
30 | κατέκταν. τὸ δεύτερον ἔκτας, τὸ τρίτον ἔκτα, οἷον,
Ζεὺς ὃς κατέκτα. ἡ μετοχὴ κτὰς ἄνδρα κατακτὰς, ὁ
μέσος ἀόριστος ἐκτάμην, ὡς ἔφην ἐφάμην, τὸ τρίτον
ἔκτατο καὶ ἀπέκτατο. δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖ‐
ρος, ὁ β ἀόριστος ἐκτάθην, ὡς ἐφάθην, τὸ πρῶτον |
---|
35 | τῶν πληθυντικῶν ἐκτάθημεν, ὡς ἐφάθημεν, τὸ τρί‐
τον ἐκτάθησαν ὡς ἐφάθησαν, καὶ ἔκταθεν· ἕταροι
δὲ κατεκτάθη.
Κατ’ ἐμαυτὸν, ἰστέον, ὅτι ἡ εὐθεῖα τούτων ἡ ἐμαυ‐
τὸς εἶχεν εἶναι, ὡς ἐγαυτὸς καὶ ἐμαυτὸς μὲν ὅτι |
---|
40 | πᾶσα σύνθετος ἀντωνυμία θέλει εἶναι, καὶ ὁμοιόπτω‐
τος, καὶ ὁμοιοπρόσωπος, καὶ ἰσάριθμος, οἷον, τὸ ἐμαυ‐
τοῦ ἐστιν ἀπὸ τοῦ ἐμοῦ αὐτοῦ· τὸ δὲ ἐμαυτοῦ καὶ
ἰσάριθμόν ἐστι καὶ ὁμοιόπτωτον, καὶ ὁμοιοπρόσωπον.
ἀμφότερα γὰρ τό, τε ἐμοῦ καὶ αὐτοῦ ἑνικά ἐστι, καὶ |
---|
45 | τρίτου προσώπου καὶ πτώσεως γενικῆς. ἐὰν οὖν γένη‐
ται ἡ εὐθεῖα τούτων ἐμαυτὸς, ἔμελλεν ἂν εἶναι ὁμοι‐
όπτωτος, ὅπερ ἐστιν ἀδύνατον ἐπὶ συνθέτου ἀντωνυ‐
μίας· τὸ γὰρ αὐτός ἐστιν ἡ εὐθεῖα, τὸ δὲ ἐμὲ οὐκ
ἔστιν ἡ εὐθεῖα· ἀπὸ γὰρ τοῦ ἐμὸς οὐκ ἠδύνατο γενέ‐ |
---|
kappa 305 (50) | σθαι, ἐπειδὴ οὐδέποτε κτητικὴ ἀντωνυμία ποιεῖ σύνθε‐
τον ἀντωνυμίαν. ἀπὸ γὰρ τῶν πρωτοτύπων ἀντωνυ‐
μίων γίνονται αἱ σύνθετοι ἀντωνυμίαι, οἷον ἐμοῦ, αὐ‐
τοῦ ἐμαυτοῦ, ἐμοὶ αὐτῷ ἐμαυτῷ, ἐμὲ αὐτὸν ἐμαυτόν.
ἐμαυτὸν δὲ οὐκ ἠδύνατο εἶναι· ἐπειδὴ αἱ σύνθετοι ἀν‐ |
55 | τωνυμίαι πρότερον ἐν τῇ ἁπλότητι τὰς δύο συνθέσεις
ἀναδέχονται, τήν τε αὐτοπαθῆ καὶ τὴν ἀλλοπαθῇ
καὶ οὕτω συντίθεται· οἷον, ἐμοῦ ἤκουσας, καὶ αὐτοῦ
ἤκουσα. διὰ τοῦτο γὰρ ἐπενοήθησαν αἱ σύνθετοι ἀν‐
τωνυμίαι, ἵνα καὶ διάκρισιν ποιήσωσι τοῦ ἀλλοπαθοῦς, |
---|
60 | καὶ σχῶσι τὸ αὐτοπαθὸν μόνον, αἱ δὲ ἁλπαὶ τὸ ἀλλο‐ | |
---|
kappa 306 | παθές. τὸ οὖν ἐγὼ αὐτὸς, ἐπειδὴ ἐν τῇ ἁπλότητι οὐκ
ἐπιδέχεται τὰς δύο συντάξεις, τήν τε αὐτοπαθῆ καὶ
ἀλλοπαθῆ, εἰκότως οὐ δύναται ποιῆσαι σύνθετον ἀντω‐
νυμίαν. ὅτι γὰρ ἡ ἐγὼ αὐτὸς τὴν ἀλλοπαθῆ μόνην |
5 | ἔχει, καὶ οὐχὶ τὴν αὐτοπαθῆ, δῆλον ἐντεῦθεν· λε‐
γόντων γὰρ ἡμῶν ἐγὼ αὐτὸς ἤκουσα, λέγοντός τινος
ἄρα Σωκράτους, ἄρα Ἀλκιβιάδου· ὥστε οὖν ἀλλοπαθής
ἐστιν, αὐτοπαθὴς δὲ οὐ δύναται εἶναι ἡ ἐγὼ αὐτὸς,
ἐπειδὴ οὐδέποτε εὐθεῖα εἰς εὐθεῖαν δρᾷ, ἤγουν, ἐνερ‐ |
---|
10 | γεῖ. οὐδεὶς γὰρ λέγει Σωκράτης Πλάτων ἤκουσεν,
ἀλλὰ Σωκράτης Πλάτωνος ἤκουσεν. ἐπεὶ οὖν ἐν τῷ
ἐγὼ αὐτὸς εὐθεῖαι εἰσι δύο ἡ ἐγὼ καὶ αὐτὸς, τούτου
χάριν οὐ δύνανται εἶναι αὐτοπαθεῖς. τοιαῦτα ἔχομεν
εἰπεῖν, καὶ περὶ τοῦ μὴ δύνασθαι συστῆναι τὸ ἐγὼ |
---|
15 | αὐτὸς, εὐθεῖαι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν· οὕτω
ζήτει.
Καταραψωδεῖ, καταφλυαρεῖ.
Κατάφασις, λόγος ἀποφαντικός.
Καταγορεύει, κακολογεῖ, καταλαλεῖ. |
---|
20 | Καΰστριος, τὸ στρι, ἰῶτα διάτι; ὡς κάπριος· ἔστι
δὲ ἐκ Καΰστρου. Κάϋστρος δέ ἐστιν υἱὸς Πενθεσι‐
λείας τῆς ἀμαζόνης, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δαρ‐
κετὼ, καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν, ἥτις καὶ τὰ
Βαβυλώνια τείχη κατεσκεύασε. λοιπὸν δὲ Καΰστριος |
---|
25 | καὶ γράφεται διὰ τοῦ ἰῶτα, ἢ ὅτι τὰ εἰς ος, διὰ τοῦ
ιος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα.
Κατοίκισις καὶ κατοίκησις διαφέρει. κατοίκισις μὲν
διὰ τοῦ ἰῶτα ἔστιν ἡ ὑφ’ ἑτέρων γινομένη ἵδρυσις,
παρὰ τὸ οἰκίζω. κατοίκησις δὲ διὰ τοῦ η ὅταν αὐτοὶ |
---|
30 | ὑφ’ ἑαυτῶν οἰκήσωσι πόλιν τινὰ καταλαβόντες.
Κατοικεσία, ἐκ τοῦ κατοικῶ, κατοικήσω, κατοικησία,
καὶ τροπῇ τοῦ η εἰς ε κατοικεσία.
Κατεπόθησαν, τὸ θέμα πῶμι, πώσω, πέπωκα, πέ‐
πωμαι, ὁ ἀόριστος ἐπόθην, τὸ πληθυντικὸν ἐπόθησαν, |
---|
35 | καὶ μετὰ τῆς κατὰ προθέσεως κατεπόθησαν. καὶ εἰς
τὸ πῶμι.
Καυχήσονται, παρὰ τὸ καυχῶ καυχήσω, τοῦτο παρὰ
τὸ καῦχος. τοῦτο παρὰ τὸ εὖχος, τοῦτο παρὰ τὸ
εὔχω τὸ καυχῶμαι. ἢ παρὰ τὸ αὐχήν. |
---|
40 | Καχεξία, ἡ ἀρχὴ τῶν λοιμικῶν νόσων. γίνεται ἐκ
τοῦ καχέκτης.
Καχέσπερος, ἐκ τοῦ καχεσπέρου. τοῦτο ἐκ τοῦ
κακὸς καὶ τοῦ ἕσπερα, ὃ σημαίνει τὸ σκότος, γίνε‐
ται κακέσπερος· καὶ ἐπεὶ ψιλὰ ψιλῶν προηγοῦνται, |
---|
45 | ἐτράπη τὸ κ εἰς χ, καὶ συγκοπῇ τοῦ ο καχέσπερος,
σημαίνει δὲ τὴν κακίστην καὶ σκοτεινὴν νύκτα τῆς
ἁμαρτίας.
Κατεκήλησε, κατεπράϋνε, κατέθελξε ἢ κατεμάρανε·
καὶ κηληθμὸς λέγεται ἡ διὰ τῆς ἀκοῆς ἡδονὴ καὶ |
---|
kappa 306 (50) | θέρψις. εἴρηται παρὰ τὸ χαλήθυμός τις ὢν, καὶ συγ‐
κοπῇ χαλαθμὸς, καὶ τροπῇ κηληθμός. τὸ δὲ κηλῶ
παρὰ τὸ χαλῶ, ἢ παρὰ τὸ χῶ, ὁ μέλλων χήσω· καὶ ἐξ
αὐτοῦ χηλῶ καὶ κηλῶ· οἱ γὰρ παραγενόμενοι διακεχυ‐
μένοι καὶ ἐφηπλωμένοι γίνονται. |
55 | Κατέλευσαν, ἀντὶ τοῦ ἔχωσαν λίθοις, τὸ θέμα κα‐
ταλεύω, τὸ κατά τινας λάας βάλλω ἤγουν λίθους.
ὁ ἀόριστος κατέλευσα, καὶ τὸ τρίτον τῶν πληθυν‐
τικῶν κατέλευσαν. γίνεται ἐκ τῆς κατὰ προθέσεως,
καὶ τοῦ λάας, ὃ σημαίνει τὸν λίθον. |
---|
60 | Κατήριπτο, ἔστι τὸ θέμα ῥίπτω ὃ σημαίνει τὸ πίπτω· | |
---|
kappa 307 | ἤριπε δ’ ὡς ὅτε τις δῦς. σημαίνει δὲ τὸ καταβάλ‐
λω· ῥεῖ ὄχθας καπέτοιο βαθείης ποσὶ καὶ χερσὶν
ἐρίπτων, ἀντὶ τοῦ καταρίπτων καὶ καταβάλλων. οὐ
γίνεται παθητικὸν ἐρίπτομαι ἀντὶ τοῦ καταβάλλομαι, |
5 | καὶ ἤριμμαι παθητικὸς παρακείμενος· καὶ ἠρίμμην
ὑπερσυντελικὸς ἤριπτο· κατὰ Ἀττικὸν διπλασιασμὸν
ἐρήριπτο, καὶ κατὰ συστολὴν ἐρέριπτο.
Κατηρτίσω, ἐκ τῆς κατὰ προθέσεως, καὶ τὸ ἄρτιον,
ὃ σημαίνει τὸ ὑγιές. |
---|
10 | Κατεπανουργεύσαντος, ἐκ τοῦ πανουργεύω· τοῦτο
παρὰ τὸ πανοῦργος, τοῦτο παρὰ τὸ εἰς πᾶν ἐνεργῆσαι
καὶ πράξαι. πόσα σημαίνει πανοῦργος; δύο· τὸν φρό‐
νιμον καὶ νοήμονα ἐπὶ καλοῖς· σημαίνει δὲ καὶ τὸν
κακοποιεῖν δυνάμενον, διὰ τῆς αὐτοῦ σοφίας καὶ κα‐ |
---|
15 | κίας.
Κατέστυξαν, ἐφόβησαν, ἐφοβήθησαν, ἀπὸ τοῦ στύ‐
γω ἢ στυγῶ ἐξ οὗ καὶ στυγνὸς, παρὰ τὸ στύγω ἢ
τὴν στῦγα. οἱ γὰρ ἀρχαῖοι τὰ μὲν ἀειδὴ καὶ λυπηρὰ
ἀπὸ τῶν ψυχῶν ὠνόμαζον, τὰ δὲ ἡδέα καὶ τερπνὰ |
---|
20 | ἀπὸ τῶν θερμῶν. τὸ δὲ στύγειν ἀπὸ τοῦ στυγὸς,
ἥπερ μυθεύεται ψυχρότατον παρέχειν ὕδωρ. ὁμοίως ὁ
στυγνὸς παρ’ αὐτὸν εἴρηται· τὴν δὲ θέρψιν θαλπωρεῖν,
καὶ τὸ τέρπεσθαι ἰαίνεσθαι· καὶ φόβου κρυόεντος,
ἀπὸ τοῦ κρύους τοῦ ψυχροῦ. |
---|
25 | Κατέχευε, κατεξέχεε, καταχεθῆναι ἐποίησι.
Κατενώπα, ὡς κατὰ δῶμα, ἀπὸ εὐθείας τῆς ὢψ,
ἥτις ἔχει τὴν αἰτιατικὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ
πλείους κατενῶπα, οἷς καὶ δεῖ πείθεσθαι, ἵνα ᾖ ἀπὸ
τοῦ ἐνώπια, καὶ ἐν συγκοπῇ ἐνῶπα. καὶ τῷ Ἀριστάρ‐ |
---|
30 | χῳ τοῦτο ἐστιν ἐνώπη ἡ πρόσοψις. παρ’ ἣν ἡ αἰτια‐
τικὴ ἐνώπην. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε με‐
ταπλάσας, οὕτως οὖν καὶ τὴν ἐνώπην ἐνῶπα.
Κατέρεξε, κατέψηξε, κατεπράϋνε.
Κατηγορεῖν, λέγεται κοινῶς, τὸ κατά τινος ἀγορεύειν, |
---|
35 | οἷον, ὡς τὸ γένος λέγομεν κατηγορεῖσθαι τῶν εἰδῶν·
κατηγορεῖν δὲ λέγομεν καὶ τοὺς περί τινων ἀδικεῖν λέ‐
γοντας. Ὦρος καὶ ζήτει.
Κατηλυσίη, οἷον, κατηλυσίη ζεφύροιο, σημαίνει δὲ
τὴν κάθοδον καὶ τὴν ἐπέλευσιν, ἐλευσίη τις οὖσα, καὶ |
---|
40 | ἐλυσίη καὶ ἠλυσίη, καὶ μετὰ τῆς κατὰ προθέσεως γέ‐
γονε κατηλυσίη.
Κατήρεε, κατελάμβανε, παρὰ τὸ ἐρῶ περισπώμε‐
νον, ὃ σημαίνει τὸ καταλαμβάνω· μηδέ σε λήθη αἱ‐
ρείτω. |
---|
45 | Κατηφὴς, ὁ ὑπὸ αἰσχύνης κάτω νεύων τοὺς ὀφθαλμοὺς,
ἤγουν αἰσχυνόμενος. παρὰ τὸ φῶ τὸ φαίνω, γέγονε
παράγωγον φάω καὶ φαὸς, καὶ ἐν συνθέσει μετὰ τῆς
κατὰ προθέσεως καταφαής· καὶ τροπῇ τοῦ α εἰς η
καὶ ἐν συγκοπῇ κατήφης, ὁ ἔχων κάτω τὰ φάη, ἤγουν |
---|
kappa 307 (50) | τοὺς ὀφθαλμούς· ἐξ οὗ καὶ τὸ θηλυκὸν ἡ κατή‐
φεια.
Κατηφόνες, αἰσχύνης μεστοὶ, ἀπὸ τοῦ κατηφής·
θηλυκὴν γὰρ προσηγορίαν ὀνειδίσαι αὐτοὺς ἠθέλησεν.
Κατηγορία, ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἀγορεύω |
55 | καταγορία καὶ κατηγορία. σημαίνει δὲ τὸ λέγειν περί
τινος, κατά τινος.
Κατεπόντισε, παρὰ τὸ ποντίζω, τοῦτο παρὰ τὸ πόν‐
τος, τοῦτο παρὰ τὸ πῶμι, πώσω, πέπωκα, πέπομαι
πέποσαι πέποται. ἢ παρὰ τὸ πίνω, ὁ πίνων τοὺς |
---|
60 | κινδυνεύοντας. | |
---|
kappa 308 | Κατεῤῥαγμέναι, ἐκ τοῦ ῥήσσω, ῥήξω, ἔῤῥαχα, ἔῤ‐
ῥαγμαι καὶ κατεῤῥαγμένος.
Κατήφεια, ἀπὸ τοὺ τὰ φάη κάτω βάλλειν τὸν ὀνειδι‐
ζόμενον ἢ λυπούμενον. |
5 | Κατ’ ἰσχίον, τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον, εἰς ὃ ἔγκειται
τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται, καὶ κο‐
τύλη, παρὰ τὴν κοιλότητα.
Κατωῤῥωδηκότες, πεφοβημένοι, ἀπὸ τοῦ ὀῤῥωδῶ.
τοῦτο παρὰ τὸ ῥῶ, οὗ παράγωγον ῥώζω, καὶ μεταθέ‐ |
---|
10 | σει τοῦ ζ εἰς δ ῥωδῶ, ὡς μύζω μυδῶ, ἐρίζω ἐριδῶ,
ἔνθεν τὸ ἐριδίσασθαι Ἀχαίους· καὶ μετὰ τοῦ στερητι‐
κοῦ α ἀῤῥωδῶ, καὶ μεταθέσει τοῦ α εἰς ο ὀῤῥωδῶ,
τὸ μὴ ἐῤῥῶσθαι τὴν ψυχὴν ἀπὸ τοῦ φόβου· συντάσ‐
σεται μετὰ αἰτιατικῆς. |
---|
15 | Κατωμάδιος, παρὰ τὸ ὦμος ὠμάδιος καὶ κατωμάδιος,
ἀπὸ τοῦ κατωμαδόν· ὡς ἀφαδὸν ἐκτάδιος.
Κατηχήθησαν, ἐδιδάχθησαν, ἔμαθον.
Κατοιμόζοντες, κατασκεύζοντες.
Κατουλὰς, καλεῖται ἡ σκοτεινὴ νὺξ, διὰ τὸ οὐλοὸν αὐ‐ |
---|
20 | τὴν εἶναι, οἷον, νὺξ ἐφόβει τήν περ τε κατουλάδα
κικλήσκουσι.
Κατωμαδὸν, κατὰ τοὺς ὤμους τῶν ἵππων, κατωμαδὸν
ἤλασε τοὺς ἵππους.
Κατόπιν, ἀντὶ τοῦ μετὰ τοῦτο, ἀλλ’ ἢ κατόπιν ἑορτῆς |
---|
25 | ἥκομεν.
Καύκοντες ἔλικας βόας, ἀποκοπῇ καὶ συγκοπῇ, καύ‐
κωνες, καυκώνων πτολίεθρον, καὶ κατὰ συγκοπὴν κώ‐
κων· Ἡρωδιανὸς περὶ παθῶν.
Καυλὸς, τὸ ἄκρον τοῦ δόρατος, ὃ εἰς τὸ ὀξὺ τίθεται. |
---|
30 | γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ κ. αὐλῷ γὰρ ἔοικε·
πᾶν γὰρ ἐπίμηκες αὐλὸς λέγεται.
Καΰστριος, ποταμὸς ἀπὸ Καϋστρίου τινος λέγεται.
Καῦρος ὁ κοῦφος ταῖς φρεσὶν, οἱονεὶ αὐρός τις ὢν,
πλεονασμῷ τοῦ κ καῦρος, τὸν γὰρ κατὰ νοῦν ἐλα‐ |
---|
35 | φρὸν καῦρον ἐπονομάζουσι. βέλτιον δὲ διὰ τοῦ γ
γαῦρον λέγεται, ἵν’ ᾖ ὁ σφοδρὸς καὶ ὑπερήφανος· παρὰ
τὸ ἀπὸ γῆς αἴρεσθαι.
Καυσία, εἴρηται μὲν καμαλαύκιον παρὰ τὸ ἐλαύνειν τὸ
καῦμα, καὶ γὰρ καυσία ἔοικε διὰ τὸ πρὸς τὸ καῦμα |
---|
40 | εἶναι ἐπιτήδειον· ἔστι γάρ τι κάλυμμα κεφαλῆς. τοῦ‐
το Ἀντίπατρος Θεσσαλονικεὺς ἐν ἐπιγράμμασι. καυσίη
ἡ τὸ πάροιθε Μακεδόσιν εὔκολον ὅπλον, καὶ σκεπὰς
ἐν νιφετῷ καὶ κορὺς ἐν πολέμῳ. Ὦρος.
Καχλάζω, οἷον, κοῖλαι δὲ πήλυγγες ὑπὸ σπιλίδας τρη‐ |
---|
45 | χείας λευκοῦ καχλάζοντος ἄνευθεν καύματος. ἄχνη ὁ
λευκὸς ἀφρὸς τοῦ κύματος καχλάζοντος οἱονεὶ ταρασσο‐
μένου πρὸς ταῖς σπιλάσι ταῖς τραχείαις καὶ ταῖς κοί‐
λαις ἐμβράσεσιν ἀνέπνεε. πεποίηται δὲ τὸ καχλάζω.
ὁ γὰρ ἦχος τοῦ κύματος ἐν τοῖς κοιλώμασι τῶν πέτρων |
---|
kappa 308 (50) | γινόμενος δοκεῖ μιμεῖσθαι, τὸ κάχλα κάχλα.
Κάψα, παρὰ τὸ κάπτω ῥῆμα, τὸ δηλοῦν τὸ χωρῶ, γέ‐
γονεν, ἡ χωρητικὴ οὖσα τῶν ἐντιθεμένων ἐν αὐτῇ,
ὥσπερ ἀπὸ τοῦ δόξω δόξα, καὶ ἄξω ἄξα. οὕτω Φίλων
ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. λέγομεν δὲ ὅτι δύνα‐ |
55 | ται καὶ παρὰ τὸ κάμπτω κάμψω εἶναι· ἐπειδὴ ἐκ καυ‐
μάτων ξύλων αὐτὴν συνεστήσαντο.
Κέαρ, ἡ ψυχὴ, παρὰ τὸ κεκρᾶσθαι ἐκ ψυχροῦ καὶ
θερμοῦ ἐπίσης ἔχοντος. κὴρ δὲ ἀπὸ τοῦ δίκην κηροῦ
ἀπομάττεσθαι τὰ μαθήματα. |
---|
60 | Κέαρ, τὸ κὴρ, ὅτι ἔγκειται ἡμῖν· μένος δὲ ὅτι μένει. | |
---|
kappa 309 | Κέαται, ὅτι οὐ μόνον ἐπὶ παρακειμένου καὶ ὑπερσυντε‐
λικοῦ σύνταξιν παθητικὴν ποιοῦσιν οἱ Ἴωνες τρίτον τῶν
παθητικῶν, ἀλλὰ καὶ ἐπὶ ἐνεστῶτος, οἷον, κεῖμαι,
κεῖσαι, καὶ κέαται ψυχὰς ὀλέσαντας· καὶ ἦται ἔαται, |
5 | οἷον, δὴ νῦν ἔαται σιγῇ. καὶ κέαται ψυχὴν ὀελθρʹ....
Κεγχρίνης, εἶδος ὀφέως, ὡς Νίκανδρος, οἷον, θήεις
κεγχρίνεω δολιχὸν τέρας ὂν τε λέοντα. οὕτω δὲ ὠνο‐
μάσθη διὰ τὸ φαίνεσθαι αὐτὸν τὸν καιρὸν τοῦ κέγχρου·
ἢ διὰ τὸ ποικίλον εἶναι, καὶ κατεστίχθαι. ὥσπερ γὰρ |
---|
10 | κέγχρους τινὰς ἐπὶ τὰ νῶτα ἔχει.
Κέδρος, τὸ ἄκαρπον δένδρον· ἐτυμολογεῖται δὲ παρὰ τὸ
χέειν ἱδρῶτα.
Κέδρος, ὅτι καιόμενος ἱδροῖ· ἢ παρὰ τὸ καίεσθαι ῥα‐
δίως. σεσημείωται διὰ τοῦ ε ψιλοῦ γραφόμενον, ἢ |
---|
15 | παρὰ τὸ ἔδος ὃ σημαίνει τὸ ἔδαφος, καὶ πλεονασμῷ
τοῦ ρ ἔδρος, καὶ προσθήκῃ τοῦ κ κέδρος· ἐτυμολογεῖ‐
ται δὲ παρὰ τὸ ἑδραίως ἵστασθαι.
Κεδνὸς, συνετὸς, σώφρων, καλὸς, τίμιος, κηδεμονι‐
κώτατος. ἔστι ῥῆμα κοῶ τὸ σημαῖνον τὸ νοῶ· ὁ μέλ‐ |
---|
20 | λων νοήσω, καὶ ῥηματικὸν ὄνομα κόεδρος, ὡς τέρπω
τερπνὸς, καὶ κατὰ συγκοπὴν κεδνὸς, ἢ ὁ κηδανός τις
ὤν· οὗ ἄν τις κήδοιτο.
Κεῖθεν, ἐκ τοῦ ἐκεῖνος καὶ ἐκείνοθεν, καὶ κατὰ συγ‐
κοπὴν ἐκεῖθεν καὶ κεῖθεν. ἢ ἐκ τοῦ κεῖνος κεινόθεν, |
---|
25 | ὡς Λέσβος λεσβόθεν, ἄβυδος ἀβυδόθεν, καὶ κατὰ
συγκοπὴν κεῖθεν. οὐδὲν εἰς θεν λῆγον ἐπίῤῥημα τῇ
ει διφθόγγῳ παραλήγεται, χωρὶς τούτου δηλονότι συγ‐
κοπῇ· τὸ γὰρ ἐντελὲς αὐτῷ ἐπίσταται ἀρκῖος.
Κεῖ, ἐκεῖθι· τὸ κεῖ διφθόγγῳ διάτι; τὰ εἰς θι λήγον‐ |
---|
30 | τα ἐπιῤῥήματα τὴν παραλήγουσαν θέλει φυλάττειν τῶν
εἰς θεν ἐπιῤῥημάτων ἀντὶ τοῦ ἐκεῖσε, ἐπὶ τόπου. γί‐
νεται οὖν ἐκ τοῦ ἐκεῖθεν.
Κειρία, παρὰ τὸ κείρεσθαι εἰς λεπτὰ, ἢ παρὰ τὸ
κέρα· ἐκ τριχῶν γὰρ ἐγίνοντο. |
---|
35 | Κειρίον, σημαίνει τὸ σχοινίον· καὶ γίνεται παρὰ τὸ εἴρω
τὸ συμπλέκω, οἱονεὶ τὸ δεσμεῦον τὴν κλίνην, κειρίον
ἢ κειρεῖον ἢ παρὰ τὸ κείρεσθαι εἰς λεπτὰ ἤγουν κό‐
πτεσθαι. ἢ παρὰ τὸ κέρα, ὃ σημαίνει τὴν τρίχα κε‐
ρεία καὶ πλεονασμῷ τοῦ ι κειρεία· ἐκ γὰρ τῶν τριχῶν |
---|
40 | ἐγεγόνησαν.
Κείμενα, ἰστέον, ὅτι κεῖμαι καὶ ἦμαι ἐλέγχονται,
μήτε ἀπὸ τῶν εἰς ω εἶναι, μήτε ἀπὸ τῶν εἰς μι.
καὶ ἀπὸ τῶν εἰς ω, ὅτι ἀπὸ τῶν εἰς ω ἢ τῷ ο παρα‐
λήγεται, οἷον, τύπτομαι, λέγομαι, ἢ τὸ ω, οἷον, |
---|
45 | βοῶμαι, νικῶμαι, ἢ τῇ ου διφθόγγῳ, οἷον, χρυσοῦ‐
μαι, νοοῦμαι. ἄρα οὐκ ἔστιν ἀπὸ τῶν εἰς ω. ἀπὸ δὲ
τῶν εἰς μι, ἢ τῷ ε παραλήγεται, ἐν τῷ παθητικῷ
ἐνεστῶτι, οἷον, τίθεμαι. ἢ τῷ α συνεσταλμένῳ, οἷον,
ἵσταμαι, ἢ τῷ ο, οἷον, δίδομαι, ἢ διχρόνῳ συνεσταλ‐ |
---|
kappa 309 (50) | μένῳ, οἷον, ζεύγνυμαι. ἄρα οὐκ ἔστιν ἀπὸ τῶν εἰς
μι· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἐλέγχονται ταῦτα εἶναι ἀπὸ
τῶν εἰς μι, ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ ἧσαι,
κεῖσαι, πᾶς γὰρ ἐνεστὼς εἰς μι λῆγον, εἰς αι ἔχων
τὸ δεύτερον πρόσωπον ἀπὸ τῶν εἰς μι ἔστι. ἔστι δὲ |
55 | σχηματίσαι αὐτὰ οὕτως. ἔστιν ἔω καὶ κέω βαρυτόνως,
καὶ περισπωμένως γίνεται ἑῶ καὶ κεῶ· καὶ κατὰ πα‐
ραγωγὴν τῶν εἰς μι, γίνεται ἔημι καὶ κέημι, καὶ ὁ
παθητικὸς ἐνεστὼς ἔεμαι καὶ κέεμαι· καὶ κατὰ κράσιν
πῇ μὲν τῶν δύο εε εἰς η ἦμαι πῇ δὲ εἰς τὴν ει |
---|
60 | δίφθογγον κεῖμαι. καὶ διάτι, ἐπὶ μὲν τοῦ κεῖμαι τὰ | |
---|
kappa 310 | δύο εε εἰς τὴν ει δίφθογγον ἐκράθη, ἐπὶ δὲ τοῦ ἦμαι
εἰς ἦτα; ἐπειδὴ τὸ μὲν ἀπὸ φωνήεντος ἄρχεται, τὸ
δὲ ἀπὸ συμφώνου· τούτου χάριν καὶ ἡ κράσις γέγονε
πῇ μὲν εἰς ἦτα, πῇ δὲ διὰ διφθόγγου. |
5 | Κειμήλια, ἀπόθετα χρήματα, ὡς παρὰ τὸν θήσω
μέλλοντα γίνεται θεμέλιον, οὕτω καὶ παρὰ τὸν κείσω
μέλλοντα γίνεται κειμήλιον· ἢ παρὰ τὸ κεῖσθαι τὰ
μήλια, δι’ ὧν τινὰ ἐκμειλισσόμεθα.
Κειμήλιον, δῶρον καὶ χρῆμα ἀπόθετον, ἢ σκεῦος. τὸ |
---|
10 | κει δίφθογγος, παρὰ τὸν κείσω μέλλοντα γίνεται κει‐
μήλιον· τὸ δὲ μη ἐκ τοῦ κεῖμαι τοῦ α εἰς η τραπέντος.
Κεῖνος, οὔκ ἐστιν ἐνταῦθα σχηματισμός· θεματικὸν
γάρ ἐστι. ἔστι γὰρ εἰπεῖν, ὅτι τὸ ε φωνήεσσι πέφυκε
πλεονάζειν· οἷον, ἥνδανεν ἑήνδανεν, ὥρων ἑώρων, |
---|
15 | ἧκεν ἑήκεν, εἴκοσιν ἐείκοσιν, ἀφαιρεῖσθαι δὲ ὅτε
μετὰ συμφώνου ὑπάρχει, οἷον, ἔβη βῆ, ἔφη φῆ, ἔστη
στῆ, ἐμοῦ μοῦ, οὔτως ἐκεῖνος κεῖνος ἀφαίρεσις ἄρα.
καὶ πάλιν, οὐδέποτε μονοπρόσωποι ἀντωνυμίαι ἀπα‐
θεῖς οὖσαι ἀπὸ συμφώνου ἄρχονται, ἀλλ’ ἀπὸ φωνήεν‐ |
---|
20 | τος, οἷον, αὐτὸς, οὗτος, ὅδε, μήποτε ἄρα ἐκεῖνος,
καὶ κατὰ ἀφαίρεσιν κεῖνος. πρόσθεσις δὲ λέγεται
τοῦ ε. ἐπειδὴ αἱ πρωτότυποι ἀντωνυμίαι ἀπαθεῖς
οὖσαι, οὐ θέλουσιν ὑπερβαίνειν τὴν δισυλλαβίαν, οἷον,
ἐγὼ, ἐμοῦ, αὐτὸς, οὗτος. πρόσκειται ἀπαθεῖς, διὰ |
---|
25 | τὰς ἐπεκτεταμένας αὐτοσὶ, οὑτοσὶ, ἐκεινοσὶ, ὅθεν τὸ
ἐκεῖνος ὑπερβαίνει τὴν δισυλλαβίαν, μήποτε τὸ κεῖνος
ἔστι κυριώτερον, ὥσπερ πρὸς μὲν τὴν ποσότητα τῶν
συλλαβῶν κεῖνος, πρὸς δὲ τὸ ἀπὸ φωνήεντος ἄρχε‐
σθαι ἐκεῖνος, ὅθεν διφθόγγῳ γράφεται, ἐπειδὴ οἱ Δω‐ |
---|
30 | ριεῖς κῆνος λέγουσι διὰ τοῦ ἦτα· ὡς πλεῖον πλῆον,
μεῖον μῆον.
Κεῖνος, εἰς τὸ ξεῖνος.
Κεῖνός θ’ ὡς, ὁ μὲν Ἡρωδιανὸς ἀναγινώσκει, εἰς τὸ
κει περισπωμένην, εἰς τὸ νος ὀξεῖαν, καὶ εἰς τὸ ὡς |
---|
35 | βαρεῖαν. ὁ δὲ Ἀρίσταρχος, κεῖνος τοσς’ ἀγόρευε. ζη‐
τοῦσι δέ τινες, ποῖον ἐστιν ἀναλογώτερον τὸ ἐκεῖνος
ἢ τὸ κεῖνος; ἔστι δὲ εἰπεῖν, κατά τι μέν ἐστιν ἀνα‐
λογώτερον τὸ ἐκεῖνος, κατά τι δὲ τὸ κεῖνος, καθ’ ὃν
μὲν λέγεται, ὅτι οὐδέποτε πρωτότυπος. διὰ τὸ νωΐ‐ |
---|
40 | τερος, σφωΐτερος, παράγωγοι γὰρ αὗται αἱ ἀντωνυμίαι,
ἀπαθεῖς εἴπομεν διὰ τὸ οὑτοσὶ, ἐκεινοσί. καθὸ δὲ αἱ
μονοπρόσωποι ἀντωνυμίαι ἐκ φωνήεντος θέλουσιν ἄρχε‐
σθαι, οἷον, οὗτος, αὐτὸς, καὶ ἀναλογώτερόν ἐστι τὸ
ἐκεῖνος, ἵνα ἀπὸ φωνήεντος ἄρξηται. |
---|
45 | Κεῖος, σημαίνει δὲ τὸν πολίτην τῆς Κέω· γέγονε Κέϊος,
καὶ κατὰ συναίρεσιν Κεῖος.
Κεκτῆσθαι, ἀπὸ τοῦ κτάω, κτῶ, κτήσω κτῆσθαι καὶ
κεκτῆσθαι.
Κεκαλλωπισμένα, ἐκ τοῦ καλλωπίζω· τοῦτο ἐκ |
---|
kappa 310 (50) | τοῦ κάλλος καὶ τοῦ ὀπίζω.
Κεκάδοντο, ἐφρόντιζον, ἐλυποῦντο πόθεν γίνεται;
ἀπὸ τοῦ χάζω, χάσω, κέχαδα, ὁ β ἀόριστος ἔχαδον,
ὡς φράζω, φράσω, πέφραδα, ἔφραδον· καὶ τροπῇ
τοῦ δασέος εἰς ψιλὸν ἔκαδον· καὶ ὁ παθητικὸς ἐκαδό‐ |
55 | μην, ἐκαδόμεθα ἐκάδοντο, καὶ προσελεύσει τοῦ κ κε‐
κάδοντο.
Κεκάμω, κοπιάσω. ἔστι κάμω, ὁ β ἀόριστος ἔκαμον,
ἐὰν κάμω, καὶ ἀναδιπλασιασμῷ κεκάμω, ὡς λάχωσι
λελάχωσι. |
---|
60 | Κεκάρφθαι, εἰς τὸ καρπός. | |
---|
kappa 311 | Κεκληγὼς, κεκραγὼς, βοῶν· μετοχὴ συζυγίας δ
τῶν βαρυτόνων, ἐκ τοῦ κράζω. τὸ κρα μακρὸν φύσει.
τὰ γὰρ διὰ τοῦ αζω ῥήματα δισύλλαβα συστέλλουσι
τὸ α, οἷον, βάζω, φράζω, σφάζω, λάχω λαχάζω, |
5 | πλὴν τοῦ κράζω, χωρὶς τῶν ἐχόντων τὸ α πρὸ τοῦ ι,
οἷον, μαστάζω, τὸ μάταια βουλεύομαι, σφαδάζω, τὸ
ἀδημονῶ, τεράζω τὸ τέρατα ποιῶ, βοράζω τὸ ἐσθίω.
τὶ διαφέρει τὸ ὑπωπιάζω τοῦ ὑποπιάζω; οὐδέν· τὸ
μὲν γὰρ ὑποπιάζω ἐστὶ κοινὸν, τὸ δὲ ὑπωπιάζω Δωρι‐ |
---|
10 | κόν· οἱ γὰρ Δωριεῖς τὸ ε εἰς α τρέπουσι, τὸ Ἄρτεμις
Ἄρταμις λέγουσιν. οὕτω καὶ τοῦτο. ἔστι δὲ καὶ πρω‐
τότυπον τὸ ὑποπιέζω τὸ δὲ ὑπωπιάζω παράγωγον,
ἐκ γὰρ τοῦ ὑποπιέζω γίνεται κατὰ τροπὴν Δωρικὴν τοῦ
ε εἰς α, ὡς ἔφαμεν, ὡς τρέχω τράχω. τὸ δὲ κράζω |
---|
15 | ἐκ τοῦ κρῶ· τοῦτο ἐκ τοῦ καλῶ κλῶ. κλῶ γὰρ γίνε‐
ται κατὰ παραγωγὴν ῥῆμα κρώζω καὶ κράζω. καὶ
κρώζω ἐπὶ μὲν ὀρνέων, ἐπ’ ἀνθρώπων δὲ κράζω· ὁ πα‐
ρακείμενος κέκραγα. καὶ γὰρ οἱ Ἴωνες τρέπουσι τὸ α
εἰς η, καὶ τὸ ρ εἰς λ, καὶ γίνεται κέκληγα, ἡ μετοχὴ |
---|
20 | κεκληγώς.
Κεκλήση, οἱ μὲν λέγουσιν, ὅτι τὸ κε ἔστι σύνδεσμος
παραπληρωματικὸς, οἱ δὲ ῥῆμα. καὶ εἰ μέν ἐστι ῥῆμα
μέλλοντος μέσου ἐστὶ, κεκλήσομαι, κεκλήσῃ ἄκοιτις.
Κεκρύφει, ἔκρυψεν. ἔστι ῥῆμα κρύβω, κρύψω, ὁ |
---|
25 | παρακείμενος κέκρυφα, ὁ ὑπερσυντελικὸς ἐκεκρύφειν,
ἐκεκρύφει, καὶ συστολῇ τῆς ἀρχούσης κεκρύφει.
Κεκυφῶσθαι κέκαμφαι.
Κεκραιπαληκὼς, ἐμφαμμένος, ἢ εὐφραινόμενος.
Κεκομψευμένος, σεμνὸς ἢ εὐκαλλώπιστος. |
---|
30 | Κεδάζω, σχεδάζω, σκορπίζω, ἀπὸ τοῦ σχέω σχεδάζω
καὶ σκεδάζω.
Κείρειν, ἀπὸ τοῦ αἴρειν καὶ ἀποκόπτειν τὸ κέρας, ἤγουν
τὴν τριχά. οὕτως ἐγώ.
Κεκαδήσει, ἀπὸ τοῦ χάζω, ὃ σημαίνει τὸ ὑποχωρῶ, |
---|
35 | ὁ β ἀόριστος ἔχαδον, ὁ μέσος β ἀόριστος παθητικὸς
ἐχαδόμην, ἐχάδοντο, καὶ κατὰ τροπὴν ἐκάδοντο, κατὰ
ποιητικὸν ἀναδιπλασιασμὸν κεκάδοντο· ἀπὸ δὲ τοῦ
χάζω γίνεται χαδῶ, χαδήσω, τὸ τρίτον χαδήσει,
καὶ τροπῇ καδήσει, καὶ κατ’ ἀναδιπλασιασμὸν κεκα‐ |
---|
40 | δήσει.
Κεκαδησόμεθα, λυπησόμεθα, φροντιοῦμεν. οἶμαι
ἀπὸ τοῦ ἄχος, ἀχῶ, ἀχάζω, ἀχαδῶ, καὶ ἀποβολῇ
χαδῶ, χαδήσω, χαδήσομαι καὶ καδήσομαι, καὶ κατ’
ἀναδιπλασιασμὸν κεκαδήσομαι· καὶ τὸ πρῶτον τῶν |
---|
45 | πληθυντικῶν κεκαδησόμεθα.
Κεκαδὼν, στερήσας, χωρήσας, παρὰ τὸ χάζω, ἔχαδον,
ἡ μετοχὴ χαδὼν, καὶ κατ’ ἀναδιπλασιασμὸν χεχαδὼν
καὶ κεκαδών· θυμοῦ καὶ ψυχῆς κεκαδών.
Κεκάμω, ἐπεὶ κεκάμω πολεμίζων. ἐὰν γράψω ἐπεὶ |
---|
kappa 311 (50) | κε κάμω, ὁ κε ἔστι σύνδεσμος παραπληρωματικὸς, εἰ
δὲ ἐπὴν κεκάμω, ἀναδιπλασιασμὸν ἡ κε συλλαβὴ, καὶ
ἔστιν ἔκε.
Κεκασμένη, κεκασμημένη, ἀπὸ τοῦ κάζω τὸ κοσμῶ.
Κεκαφότα, ἐκπεπνευκότα, κάφος γὰρ τὸ πνεῦμα, |
55 | παρὰ τὸ κάπω, καφῶ οὖν καφήσω, ἔνθεν καὶ κῆπος,
ὁ περιπνεόμενος τόπος.
Κεκαυμένην, ἰστέον, ὅτι τὸ παρ’ Αἰσχύλῳ ἐν Χοηφό‐
ροις λεγόμενον, οἷον τροφόν δ’ Ὀρέστου τήν δ’ ὁρῶ κε‐
καυμένην, ἀντὶ τοῦ κεκλαυκυῖαν κεῖται. ἀλλ’ εἴπομεν |
---|
60 | ὅτι τὰ τοιαῦτα ποιητικά εἰσι. | |
---|
kappa 312 | Κεκλασμένων, οἷον, κεκλαμένων φύλλων· εἰ μὲν οὔ‐
τως ἀντὶ τοῦ κεκλασμένων· εἰσὶ δέ τινες εἰρηκότες
κεκλιμένων, ὥστε πρὸς ἀντίθεσιν εἶναι· πρός τι ἔν‐
δειαν τοῦ ς. περὶ παθῶν. |
5 | Κέκλεικα, ὁ μέντοι κέκλεικα ὄφειλεν ἐν τῷ κέκλεισμαι
προσλαμβάνεσθαι τὸ ς. περὶ τούτου ἱστορεῖ Γεώργιος
ὁ Χοιροβοσκός.
Κέκληκα, ἐκ τοῦ καλῶ κεκάληκα, καὶ κατὰ συγκοπὴν
κέκληκα, ἐξ οὗ καὶ κεκληγὼς τροπῇ τοῦ κ εἰς γ. |
---|
10 | σημαίνει δὲ κεκραγὼς, βοῶν.
Κεκλήγοντες, ὡς ἀρήγοντες, οὐ γὰρ τὸ κεκληγότες
ἐπλεόνασε τὸ ν. οὐ δὲ παρὰ τὸ ὀξέα κεκληγὼς
ἐκλήθη, ἀλλὰ παρὰ τὸ κέκληγα γίνεται κεκληγῶ ἐνε‐
στὼς, ὡς παρὰ τὸ πέπληγα πεπληγῶ, ἔνθεν τὸ ἐπέ‐ |
---|
15 | πληγον πόδες ἵππων, ἡ μετοχὴ τοῦ κεκληγῶ γίνε‐
ται κεκληγὼς, ὅθεν καὶ τὸ κεκλήγοντες.
Κεκραιπαληκὼς, μετοχή. τὸ θέμα κραιπαλῶ, β
συζυγίας τῶν περισπωμένων· γίνεται ἐκ τοῦ κραιπάλη,
ὃ σημαίνει τὴν μέθην, τοῦτο παρὰ τὸ καρὰ καὶ τὸ |
---|
20 | πάλλω τὸ κινῶ. καὶ ἐν ὑπερβιβασμῷ καὶ συγκοπῇ
κραιπάλη· τὶ διαφέρει κραιπάλη καὶ μέθη; διαφέρει.
μέθη λέγεται ἡ αὐθημερινὴ οἴνησις· κραιπάλη δὲ ἡ
χθεσινὴ μέθη.
Κεκλιμένος, κεκαλυμμένος, κεκρυμμένος. ἔστι κλείω, |
---|
25 | ὁ παρακείμενος κέκλεικα, ὁ παθητικὸς κέκλειμαι, παρ’
Ἕλλησι λέγεται χωρὶς τοῦ ς ἐλλείψει τοῦ ε κέκλι‐
μαι· οὐ γὰρ τὸ κλίνω, ἀλλὰ τὸ περικεκλιμένος· οἷον,
στήλῃ κεκλιμένος, ἀντὶ τοῦ ὑπὸ στήλης περιεχόμενος·
ἔνθεν καὶ τὸ ἐκέκλιτο λίμνη· ἔλλειψις ἄρα τοῦ ε. |
---|
30 | ὥσπερ καὶ ἀπὸ τοῦ κλείσω κλὶς, δικλεὶς καὶ δικλίς·
οἷον, κεῖσε δὲ ὄντε λέχος, καὶ δικλίδας ἀμφοτέρωθεν·
ἢ ἀπὸ τοῦ δικληϊς δικλὶς, δικλήϊδες δικλίδες· οὐκ
ἀναγκαῖον δὲ τοῦ Ἡρωδιανοῦ.
Κεκλήατο, ὅσοι κεκλήατο βουλὴν, ἀντὶ τοῦ ὅσοι κε‐ |
---|
35 | κλημένοι ἦσαν εἰς τὸ συμβούλιον.
Κέκλυθι, ἰστέον ὅτι τὸ κέκλυθι καὶ κέκραχθι ὡς οἱ
πλεῖστοι καὶ ἡ χρῆσις μαρτυρεῖ παρακειμένου ἐστι,
τοῦ γὰρ παρακειμένου τὰ προστακτικὰ πότε μὲν εἰς ε
λήγει, οἷον, τέτυφε, πότε δὲ εἰς θι, οἷον, τέτυφθι, |
---|
40 | οὔτως οὖν καὶ κέκλυθι· οὕτως εὗρον.
Κέκλυτε, ἐστι τῶν εἰς μι προστακτικὸν, χρόνου ἐνε‐
στῶτος, ἀπὸ τοῦ κλύω, κλῦμι, κλῦθι, τὸ δεύτερον τῶν
πληθυντικῶν κλῦτε, καὶ κατ’ ἀναδιπλασιασμὸν κέκλυτε·
ἀλλ’ ἴσως τὶς ἐρεῖ, ὅτι ταῦτα συστέλλουσι, τὸ δὲ κλῦ‐ |
---|
45 | θι μακρὸν ἔχει τὸ υ· ἴστω ὅτι πολλὰ παρατίθησιν
ἡμῖν ὁ Ἀπολλώνιος μακροκατάληκτα, ὡς τὸ δῶθι, οἷον,
δῶθι δέ μιν κλέος ἐσθλὸν ἀπὸ τοῦ δίδωμι· οὐδὲν ἄτο‐
πον εἰ καὶ τὸ κλῦθι μακρὸν ἔχει τὸ υ.
Κεκορυθμένος, καθοπλισμένος, ἀπὸ τοῦ κόρυθος κο‐ |
---|
kappa 312 (50) | ρυθῶ, κεκορυθημένος, κεκορυθμένος.
Κεκορυθμένα, ἐστομωμένα, ἐνοπλισμένα, ἠκονημένα,
ἀπὸ τοῦ κορύσσω τὸ καθοπλίζω, οἷον, τῷ σιδήρῳ ηὐ‐
τρεπισμένα ἢ ἠκονημένα τῷ σιδήρῳ, ἀπὸ τοῦ τὴν κο‐
ρυφὴν θίγειν ἤγουν ἀκονᾷν εἰς ὀξύτητα. |
55 | Κεκορυθμένα, μετοχὴ χρόνου παρακειμένου· τὸ θέ‐
μα κορύθω, συζυγίας τρίτης τῶν βαρυτόνων· καὶ γί‐
νεται ἐκ τοῦ κόρυς κόρυθος κορύθω· τὸ δὲ κόρυς
παρὰ τὸ κάρη κάρυς καὶ κόρυς· κορύθω, ὁ μέλλων
κορύσω, ὁ παρακείμενος κεκόρυκα, καὶ ὁ παθητικὸς κεκό‐ |
---|
60 | ρυσμαι, ἡ μετοχὴ κεκορυσμένος· καὶ οἱ Ἀττικοὶ τρέ‐ | |
---|
kappa 313 | πουσι τὸ ς εἰς θ· τὸ γὰρ κλαυσμὸς κλαυθμὸς λέ‐
γουσι, καὶ τὸ ἀρισμὸς ἀριθμός.
Κέκλω, εἰ παρὰ τὸ κέλω λάβοιμεν πλεονασμῷ τοῦ κ.
εἰ δὲ παρὰ τὸ καλῶ κλῶ, οὐ πλεονασμῷ ἀλλὰ ἀναδι‐ |
5 | πλασιασμῷ. ἔστι γὰρ κλῶ καὶ κατ’ ἀναδιπλασιασμὸν
κεκλῶ· οὐ γὰρ μόνον γίνονται οἱ ἀναδιπλασιασμοὶ διὰ
τοῦ ι, ἀλλὰ καὶ διὰ τοῦ ε· μένω μίμνω καὶ φένω
φνῶ πέφνω· οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν.
Κέκμηκα. ἀπὸ τοῦ καμῶ καμήσω, κεκάμηκα. καὶ συγκο‐ |
---|
10 | πῇ κέκμηκα, ἡ μετοχὴ ὁ κεκμηκώς· τὸ μη ἦτα διάτι;
ἡ πρώτη συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος
θέλει ἔχειν ἢ τὸ ε ἢ τὸ η· νοήσω, τελέσω, κυβερνή‐
σω, καμῶ καμήσω· καὶ ἐξ αὐτοῦ κεκμηκώς.
Κέκονα, παρὰ Σοφοκλεῖ, ἀπὸ τοῦ κτείνω, ὁ μέσος |
---|
15 | παρακείμενος ἔκτονα, πλεονασμῷ τοῦ κ καὶ ἐκβολῇ
τοῦ τ κέκονα.
Κέκρινα, ἰστέον ὅτι λέγει ὁ κανὼν, ὅτε δι’ ἀμεταβό‐
λου ὁ μέλλων, ὁ παρακείμενος δι’ αὐτοῦ τοῦ ἀμεταβό‐
λου καὶ τοῦ κ. κείρω κερῶ κέκαρκα, πλὴν τῶν ἡμαρ‐ |
---|
20 | τημένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων· εἰσὶ δὲ ταῦτα
τέμω τεμῶ, νέμω νεμῶ, δέμω δεμῶ, βρέμω βρεμῶ·
τούτοις συνεξηκολούθησε καὶ τὸ μένω μενῶ· δεῖ δὲ
γινώσκειν ὅτι σεσημείωται καὶ ταῦτα, κρίνω κρινῶ
κέκρικα, πλύνω πλυνῶ πέπλυκα, κλίνω κλινῶ κέκλινα, |
---|
25 | καὶ τείνω τενῶ τέτακα· ταῦτα γὰρ ἀπέβαλον τελείως
κατὰ τὸν παρακείμενον· κεκέρδαγα καὶ κεκέρδακα.
ζήτει εἰς τὸ ῥηματικὸν τοῦ Χοιροβοσκοῦ.
Κέκτημαι, εἴρηται εἰς τὸ μέμνηκα· λέγει γὰρ Ἡρωδια‐
νὸς ἐν τῷ περὶ παθῶν, ὅτι κατὰ πλεονασμόν ἐστι τοῦ |
---|
30 | κ, Αἰολικῶς, τὸ γὰρ κοινόν ἐστι ἔκτημαι τὸ ἔκτησθαι·
τὰ γὰρ ἀπὸ τοῦ κτ ἀναδιπλασιάζουσι· ὃν τρόπον οὐ δὲ
ἀπὸ τοῦ πτ, ὁμοίως καὶ τὸ πέπταμαι, ἀπὸ τοῦ ἕπτα‐
μαι πλεονασμῷ τοῦ π ἔστι.
Κελαδεινὸς, ὁ θόρυβος· παρὰ τὸ κέλαδος κελα‐ |
---|
35 | δεινός.
Κέλεαί με, κελεύεις με· ἔστι ῥῆμα κελεύω, καὶ κατὰ
συγκοπὴν τῆς ευ κέλω, τὸ παθητικὸν κέλομαι κέλη
κέλεται, καὶ κέλεαι Ἰωνικῶς· ἐκεῖνοι γὰρ ἔθος ἔχουσι
τῷ τρίτῳ προσώπῳ ἀποβάλλειν τὸ τ, καὶ ποιεῖν αὐτὸ |
---|
40 | δεύτερον, οἷον, τύπτομαι τύπτεαι, οὕτως κέλομαι κέ‐
λεται κέλεαι.
Κελαινεφὲς, μέλαν, ποίου σχήματος; συνθέτου· πό‐
θεν συνετίθη; ἐκ τοῦ μελαίνω καὶ τοῦ νέφος, ὁ τὰ
νέφη μελαίνων· καὶ κατὰ συγκοπὴν, ὡς τανύω τανύ‐ |
---|
45 | πεπλος, γίνεται κελαινεφὴς, συγκοπῇ τῆς νω συλλα‐
βῆς, καὶ τροπῇ τοῦ μ εἰς κ· κανὼν γάρ ἐστιν ὁ λέ‐
γων· καθόλου τὰ δισύλλαβα βαρύτονα συντιθέμενα,
ἐκκόπτει μίαν συλλαβὴν, ὅπως ἀναλογῇ τοῖς δισυλλά‐
βοις, χωρὶς τοῦ ἀλέξω ῥήματος, οὐ γὰρ φύσει βαρύ‐ |
---|
kappa 313 (50) | νεται, ὁ μέλλων γὰρ αὐτοῦ ἀλεξήσω, ὅθεν γίνεται
ἀλεξιφάρμακον, καὶ οὐκ ἀποβάλλει συλλαβὴν, οἷον,
γανύω, γανύεις, γανύει, Γανυμήδης, ἐκκόπτεται μίαν
συλλαβὴν, ὑφαίνει ὑφαιμενὴς· καὶ οὐ λέγεται ὑφαι‐
νομένης. |
55 | Κελλάριον, κεκρυμένον.
Κελεὸς, ὄρνεον ταχύτατον· ἀφ’ οὗ τὸ κέλλειν, τα‐
χέως βαδίζειν· καὶ τὸν ἱστόποδα κελεὸν λέγουσιν
ἀστεϊζόμενοι.
Κέλλω, σημαίνει δύο, τὸ προστάσσω καὶ τὸ βαδίζω, ἐξ |
---|
60 | οὗ καὶ τὸ κέλλης, καὶ ἐπακτροκέλλης, ἔστι δὲ εἶδος | |
---|
kappa 314 | πλοίου λῃστρικοῦ, ὅ ἐστι γαλαῖα· καὶ εἰς τὸ λύμη καὶ
νωχελὴς, καὶ ὁμοκλήσασκε.
Κέλυφος, τὸ λέπος τοῦ ὠοῦ.
Κελύφη, τὰ καλύμματα, ἀπὸ τοῦ καλύπτειν, ὅθεν |
5 | καὶ κάλυξ, ἡ καλύπτουσα τὰ ῥόδα.
Κέλευθος, ἡ διὰ θαλάσσης ὁδός· παρὰ τὸ ἐλεύθω
ἔλευθος, καὶ κέλευθος, κατὰ πλεονασμὸν τοῦ κ.
Κέλευθα, ἱστέον ὅτι τὰ ὑγρὰ κέλευθα κατὰ μεταπλα‐
σμὸν γένους ἐστὶ, ἀντὶ γὰρ θηλυκοῦ τὸ οὐδέτερον εἶπε· |
---|
10 | γίνεται γὰρ μεταβολὴ γένους εἰς ἕτερον γένος· ὡς ἀπὸ
τοῦ ὁ τράχηλος τὸ τράχηλον· ἔνθεν παρὰ Καλλιμάχῳ
πληκτικῶς τὰ τράχηλα γυμνάζειν, καὶ λύχνους λύ‐
χνα, δίφρους δίφρα, καὶ δακτύλους δάκτυλα, καὶ ὁ
τάρταρος καὶ ἡ τάρταρος παρὰ Πινδάρῳ· καὶ οὐδέτε‐ |
---|
15 | ρον τὸ τάρταρον· οἷον, τάρταρά τις ἠρόεντα· οὕτως
εὗρον τῷ Χοιροβοσκῷ.
Κεμὰς, ἡ ἐκ νεύρου μεταβάλλουσα ἔλαφος, κοιμάς τις
οὖσα, ἢ νεογνὸν ἢ δορκάδα.
Κεμὰς, ὁ κοιμώμενος ἔλαφος ἐν σπήλῳ, καὶ μήπω δυ‐ |
---|
20 | νάμενος ἐξιέναι, διὰ σμικρότητα.
Κενεμβατεῖ, εἰς κενὰ ἐπιβαίνει, ἢ ἐπιχειρεῖ.
Κέλωρ, σημαίνει τὴν φωνὴν, παρὰ τὸ καλεῖν κάλωρ
καὶ κέλωρ, ὡς Ἄρταμις Ἄρτεμις.
Κενὸς, οἱ μὲν, ὅτι παρὰ τὸ καίω κανὸς καὶ κενὸς, ὁ |
---|
25 | κεκαυμένος καὶ σποδὸς ὤν· ἢ ὅτι τὰ κεκαυμένα κοῦφα
καὶ ἐλαφρὰ γίνονται· ἢ παρὰ τὸ σκηνῶ σκῆνος καὶ
σκενὸς καὶ κενὸς, ἐν ᾧ ἐστι τὶς σκηνώσασθαι καὶ
βάλλειν· ἢ παρὰ τὸ κινῶ κινὸς καὶ κενὸς, τὰ γὰρ
κοῦφα καὶ κενὰ εὐκίνητα, καὶ εὐβάστακτα· ἢ παρὰ |
---|
30 | τὸ γῶ τὸ χωρῶ γενὸς καὶ κενὸς, ὁ χωρῆσαι δυνάμε‐
νός τι, διὰ τὸ μηδὲν ἔχειν· ἢ ξένος ὁ κατεξεσμένος
καὶ κενός.
Κενεῶνος, τὸ κοῦφον· ἐκ τοῦ κενὸς πλεονασμῷ τοῦ ε
κενεός· καὶ ποίου εἴδους; πλεονασμῷ ἐπεκτάσει· καί |
---|
35 | τι ἐστιν ἐπέκτασις; συλλαβῆς πλεονασμὸς κατὰ τὸ μέ‐
σον τὸν αὐτὸν τόνον φυλάττουσα, οἷον, ἀδελφὸς ἀδελ‐
φεός.
Κένται, ἔστι δὲ διάλεκτος; ὡς γὰρ τὸ παρ’ ἡμῖν φίλ‐
τατος φίντατος, καὶ τὸ δέλτα δέντα, ὁ ὑπερσυντελι‐ |
---|
40 | κὸς κέλται κένται· περὶ παθῶν.
Κεντηνάριον, λίτραι ρ· κέντουμ γὰρ Ῥωμαῖοι τὰ ρ
φασίν.
Κένταυρος, ἀφ’ οὗ τὸ τῶν Κενταύρων γένος ὁ πρῶ‐
τος ὠνομάσθη ἀπὸ Ἰξίονός τινος· ὁ γὰρ Ἰξίων ἐρα‐ |
---|
45 | σθεὶς τῆς Ἥρας, ἀπόπειραν ποιησάμενος ὁ Ζεὺς, εἰ
ἄρα τολμήσει τοῦτο ποιῆσαι, ποιήσας ἑαυτὸν νεφέλην
ὁμοίαν τῆς Ἥρας παρέκλινεν ὀφθῆναι αὐτῷ· ὁ δὲ νο‐
μίσας εἶναι τὴν Ἥραν συνεγένετο αὐτῇ, καὶ ἔσχεν
υἱὸν ὀνόματι Κένταυρον, παρὰ τὸ τὸν πατέρα αὐτοῦ |
---|
kappa 314 (50) | Ἰξίονα κεντᾷν τῇ αὔρᾳ· τουτ’ἔστι τῇ νεφέλῃ.
Κένταυρος, παρὰ τὸ κέντω καὶ τὸ αὖρα, ὅ ἐστι πνοὴ
τοῦ ἀνέμου· φασὶ γὰρ τὸν Ἰξίονα τῆς Ἥρας ὁμοιωθεί‐
σης νεφέλῃ, ὅταν συνεγένετο αὐτῇ· ἐξ ἧς ἐτέχθησαν
οἱ Κένταυροι· παρὰ τὸ κεντεῖν τὴν αὖραν ἤγουν τὴν |
55 | φωνήν.
Κέντριον, τὸ βούκεντρον· κέντει τὸν πῶλον, κεντρί‐
σας τὸν πῶλον.
Κέντρον, παρὰ τὸ κέντω ῥῆμα βαρύτονον, καὶ πλεο‐
νασμῷ τοῦ ρ. |
---|
60 | Κεντρότυπτον, ὁ μαστιγίας, ἀπὸ τοῦ τύπτειν. | |
---|
kappa 315 | Κενὸν, τὸ μάταιον καὶ κοῦφον, ἀφ’ οὗ καὶ τὸ κενῶ
κενώσω.
Κενούμενος, κατερχόμενος, μετοχὴ, ἐκ τοῦ κενῶ,
τοῦτο ἐκ τοῦ κενὸς ὃ σημαίνει τὸν μάταιον, τοῦτο |
5 | παρὰ τὸ χέω χενὸς καὶ κενὸς, ὁ διεφθαρμένος· ση‐
μαίνει δὲ καὶ ἄλλο· καινὸν τὸ νεωστὶ κατεσκευασμέ‐
νον, καὶ γίνεται παρὰ τὸ φαίνω φαινὸν καὶ καινὸν·
ἤγουν τὸ διαφανὲς ἢ λαμπρόν.
Κεντυρίωνες, μανδάτωρες. |
---|
10 | Κεντηρίων, ἑκατόνταρχος.
Κεραβὰς, ὁ τὰ ἀκρωτήρια τῶν ὀρέων, τουτ’ἔστι τὰς
κορυφὰς βαίνων, οἱονεὶ ὀρειβάτης· κέρατα γὰρ λέ‐
γουσι πάντα τὰ ἄκρα, ὡς φησὶ Πίνδαρος, οἷον, ὑψικέ‐
ρατα πέτραν, ἀντὶ τοῦ ὑψηλὰ ἀκρωτήρια. |
---|
15 | Κέραμος, Ἀπολλόδωρος φησὶ παρὰ τὴν κεκαυμένην
ἔραν ἤγουν γῆν· ἔρα ἔραμος καὶ πλεονασμῷ τοῦ κ κέ‐
ραμος· οἱ δὲ παρὰ τὸ κεκάφθαι τῇ ἔρᾳ.
Κέραμος, τὸ δεσμωτήριον παρὰ τοῖς γλωσσογράφοις·
παρὰ Κυπρίοις τὸ ἀγγεῖον· παρὰ δὲ Ἀριστάρχῳ ὁ |
---|
20 | πίθος.
Κεράμειον, ἀγγεῖον ὀστράκινον, ἢ ὁ πίθος.
Κεράμβηλος, οἷον, κάμφηλος, κραδήφηλος, κραδη‐
φηλοῦσα, καὶ παραλογιζομένη ἀνθρώπους· κραδὴ δὲ
οὐ μόνον συκῆς ὁ κλάδος, ἀλλὰ πᾶν ἀκρόδρυον· παρὰ |
---|
25 | τὸ κραδαίνεσθαι.
Κεραΐζειν, διαφθείρειν, ἀφανίζειν· ἡ μεταφορὰ ἀπὸ
τῶν κέρασι χρωμένων ζώων, παρὰ τὸ κέρατος.
Κεραϊστὴς, τόπος Μηλίτων ἀπὸ τούτων, ὅτι κέρατα
τοῦ ἄῤῥενος τραγήλου ἀμελγομένου ὑπ’ αὐτοῦ πῆξαι |
---|
30 | ἐκεῖ, ὡς Καλλίμαχος ἐν ἰάμβοις.
Κέραιρε, κίρνᾳ, ἀπὸ τοῦ κερῶ κεραίρω, ὡς μένω με‐
ναίνω· ἢ κέραιρε, κερῶ κεραίνω.
Κεραννὺς, μετοχὴ, ἀντὶ τοῦ κεράας· ἔστι κέρας, καὶ
ἐξ αὐτοῦ κερῶ κεράτω, καὶ ἐκ τοῦ κερῶ κερύω καὶ |
---|
35 | κεραννύω, καὶ παράγωγον εἰς μι κεράννυμι, καὶ ἡ
μετοχὴ κεραννὺς διὰ τῶν δύο νν· τὰ ἀπὸ τῶν εἰς ω
περισπωμένων, διὰ τοῦ νυω γινόμενα, διὰ τοῦ νν
γράφεται, οἷον, πετῶ πεταννύω, χῶ χωννύω, σβῶ
σβεννύω, ῥῶ ῥωννύω καὶ ζῶ ζωννύω. |
---|
40 | Κέρας, ἡ θρὶξ, διὰ τὸ τοῖς κέρασιν ἐκφύεσθαι· οἱ δὲ
φασὶν, ὅτι ἡ ἐκ τοῦ βάθους εἰς ἡμᾶς ὑπὸ τῆς θερ‐
μασίας ἀναφερομένη.
Κέρας, παρὰ τὸ κάρα, ἐπεὶ ἐκ τῆς κεφαλῆς ἐστι, καὶ
τὸ κεραΐζειν ἐκ τῶν ζώων, ἃ τοῖς κέρασι μάχεται· |
---|
45 | καὶ ὁ κέραυνος φθαρτικὸς ὤν· καὶ τὸ κέρμα κατακε‐
κομμένον εἰς πολλά· καὶ κειρεία, στενὰ ὄντα πλέ‐
γματα, οἷον, ἐφθινηκυῖαι· τὸ δὲ κεραΐζειν δύναται
παρὰ τὸ κῆρα τὸν θάνατον τὸν φθείροντα καὶ θανα‐
τοῦντα. |
---|
kappa 315 (50) | Κέρας, σημαίνει διάφορα· τὴν τρίχα παρὰ τὸ τοῖς κέ‐
ρασιν ὁμοίως ἐμφύεσθαι, καὶ γίνεται παρὰ τὸ κείρω
τὸ κόπτω· σημαίνει δὲ καὶ τὴν δόξαν, καὶ γίνεται
παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας καὶ κέρας· τὴν γὰρ
δόξαν πάντες ἐπιθυμοῦσιν· καὶ εἰς τὸ κάρα, καὶ κει‐ |
55 | ρεία καὶ κρατήρ.
Κεράσαι, τὸ ἐπιχέειν οἶνον ἀπὸ παλαίου ἔθους· πάλαι
γὰρ ἐχρῶντο κέρατι ἀντὶ τοῦ προχόου.
Κεράσιον, διὰ τὸ εἶναι κηῤῥὸν ἤγουν πυῤῥόν· ἢ διὰ |
---|
60 | τὸ ἐν τῷ ἰδίῳ καιρῷ σαίνειν ἢ σείνεσθαι.
Κέρατα, διὰ τὸ εἰς τὴν κάραν τείνεσθαι.
Κεράσαι, τὸ παλαιὸν ἐν κέρατι ἔπινον, ὅθεν καὶ ἡμεῖς |
---|
τὸ αὐτὸ ποιοῦμεν. | |
kappa 316 | Κεραὸν, κεφαλὴν μεγάλην ἔχοντα· ἐκ τοῦ κέρας κέ‐
ρατος γίνεται κεραὸς ὀξύτονον· καὶ ἐπειδὴ ἐκ τῆς κέ‐
ρατος γενικῆς γέγονε, καὶ ὤφειλε προπαροξύνεσθαι·
ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος λή‐ |
5 | γοντα καθαρὰ τρισύλλαβα τῷ α μόνῳ παραληγόμενα
ὀξύνεται, οἷον, Δαναὸς, ἀλαὸς, ἐξ οὗ καὶ ἀλαοσκο‐
πία, ἀγλαὸς, γεγραμμένος, ταναὸς ὁ μακρὸς, τούτοις
συνεξηκολούθησε καὶ τὸ κεραός.
Κερατινὴ, παρὰ τὸ κέρας κέρατος κερατινή. |
---|
10 | Κεραυνὸς, ἡ μεταφορὰ ἀπὸ τῶν ζώων τῶν τοῖς κέρασι
χρωμένων καὶ διαφθειρόντων. παρὰ τὸ κεραΐζειν καὶ
τὸ αὔειν ὅ ἐστι καίειν.
Κεραυνὸς, βροντὴ ἢ χάλαζα, παρὰ τὸ καίειν τὴν
ἔραν, ἤγουν τὴν γῆν. |
---|
15 | Κερδαλεόφρον, πανοῦργε τὸ φρόνημα. ἢ παρὰ τὸ
εἰς τὰ κέρδη τὸν νοῦν ἔχων· τουτ’ἔστιν ὁ κερδαίνειν
φρονῶν· παρὰ τὴν φρένα καὶ τὸ κερδαλέων· τουτ’‐
ἔστιν ὁ κερδαίνειν φρονῶν· ἢ διὰ λόγων τὴν ψυχὴν
ἀπατῶν. |
---|
20 | Κερδαίνειν, παρὰ τὸ κέρδος· ἣ παρὰ τὸ κέαρ ἰαί‐
νειν, ὅ ἐστιν εὐφραίνειν.
Κερδαλέης, συνετῆς, ὠφελίμου, ἢ πανούργου· παρὰ
τὸ κερδὼ, ἥ ἐστιν ἀλώπηξ· ἔστι δὲ πανουργότατον
ζῶον. |
---|
25 | Κέρβερος, παρὰ τὸ κάρβαρος, ἢ παρὰ τὸ τὴν κάραν
βαρεῖν· τρικέφαλος γὰρ ἦν κύων ἐν ᾅδου, ὡς μυ‐
θεύεται κύωνος κέρβερος.
Κέρδος, παρὰ τὸ κέαρ ἡδύνειν, ὅ ἐστιν εὐφραί‐
νειν. |
---|
30 | Κερδὼ, ἡ ἀλώπηξ, ὑποκοριστικῶς, ὡς παρ’ Αἰσχύλῳ·
ὡς εἰδῶ καὶ ὑψῶ, ἀντὶ τοῦ εἰδοθεὴ καὶ ὑψιπυλὴ, καὶ
τὸ κερδὼ ἀντὶ τοῦ κερδαλέα, ἡ ἀπατητική· ἢ ὡς
παρὰ τὸ εἰδῶ καὶ ὑψῶ οὕτω καὶ παρὰ τὸ κέρδος κερ‐
δὼ, ἡ κερδαλέα καὶ πανοῦργος. |
---|
35 | Κερκὶς, κρέκω γὰρ προκατάρχει ῥῆμα, οἷον, γλυκεῖα
μᾶτερ· καὶ οὔτι δύναμαι κρέκειν τὸν ἱστόν· κρέκω
κρεκὶς, καὶ καθ’ ὑπερβιβασμὸν κερκὶς· παρὰ τὸ κρέ‐
κειν ὅ ἐστιν ἠχεῖν· περὶ παθῶν.
Κέρκυρ, πρὸς τοῦτο Κέρκυρ οὐκ εἴρηται, οὐ πρόσκειται |
---|
40 | ἡμῖν, εἰ ἄρα γενέσθαι, ἀλλά τι εἰρήκασιν Ἕλληνες,
Ἀλκμὰν φησὶ, καὶ Κέρκυρος ἡγεῖται ἀπὸ εὐθείας τῆς
Κέρκυρ· ἀλλ’ οὐκ εἴρηται, οὐκ ἄρα ἔρεται τῆς ἀπο‐
κοπῆς, ἀλλὰ κλίσεώς ἐστι μᾶλλον, οὐ μεταπλασμός·
εἴπερ εὐθεῖα Κέρκυρ, ὁ μὴ εἴρηται, ὥσπερ οὐ ψίθυρ, |
---|
45 | μάρτυρ, ἀλλὰ μὴν οὐδὲ Ἴλλυρ· ἀλλὰ τὸ Ἴλλυρας με‐
ταπέπλασται κατὰ τὴν αὐτὴν πτῶσιν, ὥστε ταῦτα με‐
ταπλασμὸς· τοὺς Ἰλλυρίους καὶ Κερκυραίους· οὐ γὰρ
εἴρηται οὔτε ἡ εὐθεῖα, οὔτε ἡ γενικὴ ἢ δοτική· ἀλλὰ
κατὰ τὴν αὐτὴν πτῶσιν εἴρηται μεταπέπλασται· εἴρη‐ |
---|
kappa 316 (50) | ται δὲ ψίθυρ καὶ μάρτυρ, ἀφ’ ὧν ἡ κλίσις· οὕτω
Ἡρωδιανός.
Κερκόπων, δολίων, πανούργων, ὑπερηφάνων· ἢ γένος
πιθήκων, οἷον, καθάπερ τῇ κέρκῳ ἡ ἀλώπηξ τοὺς θη‐
ρευτικοὺς κύνας ἀπατῶσα τῇδε κᾀκεῖσε περιτρεπομένη, |
55 | ἐφαμίλλως καὶ οὗτοι τοὺς ἁπλουτέρους φενακίζουσι τῇ
κέρκῳ τῶν λόγων· ὡσαύτως καὶ κερκογνώμονες.
Κέρκος, ἡ οὐρὰ, παρὰ τὸ κέρκειν, ὅ ἐστι ἦχον ποιεῖν
τελεῖν. |
---|
60 | Κερκὶς, εἶδος φυτοῦ, ἐξ οὗ καὶ κερκίδιον, τὸ τῶν γυ‐
ναικῶν ἐργαλεῖον.
Κερκὶς, τὸ κερκίδιον, παρὰ τὸ κρέκω, τὸ πλήττω |
---|
κρεκὶς, καὶ ὑπερβιβασμῷ κερκίς· καὶ τοῦ λέοντος ἡ | |
kappa 317 | οὐρὰ κέρκος λέγεται, πλεκτικὸς γάρ ἐστιν· ἐκ τοῦ
κρέκω γίνεται κέρκος καὶ κερκίς.
Κέρδος, παρὰ τὸ χεὶρ χερὸς χέρδος καὶ κέρδος· κυ‐
ρίως δὲ τὸ διὰ τῶν χειρῶν διδόμενον ἐπ’ ὠφελείᾳ· |
5 | ἐτυμολογεῖται δὲ παρὰ τὸ κέαρον καὶ τὸ ἅδω τὸ ἀρέ‐
σκω. τὸ τὴν ψυχὴν εὐφραῖνον· ἢ παρὰ τὸ κέαρ καὶ
τὸ ἡδύ.
Κερῶ, ὅτι ἐν τοῖς κέρασιν οἱ παλαιοὶ ἔπινον, πρὸ τοῦ
εὑρεθῆναι αὐτοὶ, τὴν τῶν ποτῶν χρείαν. |
---|
10 | Κερόεις, παρὰ τὸ κέρατος γέγονε κατὰ συγκοπὴν τοῦ
ατ κερόεις ἐξ οὗ τὸ θηλυκὸν κερατόεσσα, καὶ συγ‐
κοπῇ κερόεσσα καὶ κράσει κεροῦσα· οἷον, νόμος δέ τι
κεροῦσα· περὶ παθῶν.
Κεραμὶς, διὰ τοῦ ι. τὰ γὰρ εἰς ις θηλυκὰ ὀξύτονα |
---|
15 | ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα, ἀποστρέφονται
τὴν ει δίφθογγον· οἷον, ἀσπὶς, ῥανὶς, βολὶς, κρηπὶς,
ψηφὶς. κνημίς· οὕτως οὖν καὶ κεραμίς· πρόσκειται
κοινολεκτούμενα, ἐπειδὴ τὸ εὐσεβεῖς καὶ αἰολεῖς διὰ
τῆς ει διφθόγγου γράφουσιν. |
---|
20 | Κέρτομος, ὁ σκώπτης· τινὲς δὲ, ὁ τὸ κέαρ τέμνων τῶν
ἀκουόντων, διὰ τὸ παραλογιστικὸν τῶν λόγων, ὡσεὶ
ψυχητομός.
Κερτομέων, ἐρεθίζων, χλευάζων, καὶ κερτομίοις ἐρε‐
θιστικοῖς, παροξυντικοῖς, χλευαστικοῖς, ἀπατηλοῖς. |
---|
25 | Κερτομῶ, σχῆμα παρασύνθετον, ἐκ τοῦ κέρτομος,
τοῦτο ἐκ τοῦ κέαρ τέμνειν, οἱονεὶ ὁ χλευαστής· καὶ
εἰς τὸ ἐπεκερτόμουν.
Κεστὸς, ὁ διαπεποικιλμένος, καὶ διακεκερτημένος ζωστήρ·
παρὰ τὸ κάζω τὸ κοσμῶ γίνεται ῥηματικὸν ὄνομα κα‐ |
---|
30 | στὸς καὶ κεστὸς ὁ κεκοσμημένος· ἢ παρὰ τὸ κεντῶ
ῥῆμα βαρύτονον, ἔνθα καὶ κέντορες ἵππων· ὁ μέλλων
κένσω Αἰολικῶς, κένσαι ὁμοκλήσας, γίνεται ῥηματικὸν
ὄνομα κενστὸς καὶ κεστὸς, ἐξ οὗ καὶ πολύκεστον ἱμὰς
ὁ πολυκέντητος γίνεται. ἐκ τοῦ πολυκέντητον εἶναι ταῖς |
---|
35 | ῥαφαῖς.
Κεστὸς, παρὰ τὸ κάζω καστὸς καὶ κεκοσμημένος ταῖς
δια... καὶ κατὰ μετάθεσιν τοῦ α εἰς ε κεστός.
Κευθμὸς, ἐκ τοῦ κεύθω κευσμὸς καὶ Αἰολικῶς κευθμὸς,
ὡς κλαύσω κλαυσμὸς καὶ κλαυθμὸς, καὶ μηνισμὸς μη‐ |
---|
40 | νιθμός· ἐκ δὲ τοῦ κευθμὸς γίνεται κευθμὼν· γαίης
ἐν κευθμῶνι κακῷ, δ’ ἐπέρτετος ἔργων.
Κευθμὼν, ὁ ἀφεγγὴς τόπος καὶ κρύφιος, παρὰ τὸ
κεύθω τὸ κρύπτω, κευθμὼν διάτι ὀξύνεται; τὰ εἰς
μων δισύλλαβα ἐπὶ καιροῦ λαμβανόμενα ἢ τοπικὰ, |
---|
45 | ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ ν ἐκτεταμέ‐
νον, ὀξύνεται· λειμὼν, χειμὼν, κευθμών.
Κεφαλὴ, παρὰ τὸ κάρφος καὶ φαλὴ, καὶ κεφαλὴ ὁ
κατάξηρος τόπος καὶ ὀστώδης, ἢ κατὰ Ἀπολλόδωρον
καλύφη τις οὖσα, παρὰ τὸ καλύπτειν καὶ σκέπειν τὸν |
---|
kappa 317 (50) | ἐγκέφαλον· τινὲς δὲ, παρὰ τὸ ἐκεῖσε κεῖσθαι τὰ φαὴ,
κεφαή τις οὖσα, καὶ κεφαλή· οἱ δὲ παρὰ τὸ κάπω
τὸ πνέω, καπαλὴ καὶ κεφαλὴ, οἱονεὶ ἡ διαπνέουσα,
ὅθεν καὶ κῆπος ὁ διαπνεόμενος τόπος· διὸ καὶ ἐν ταῖς
οἰκίαις τὸν ἀνατεμνόμενον τόπον πρὸς ἀνάπαυσιν λέ‐ |
55 | γομεν κῆπον, παρὰ τὸ κάπω τὸ πνέω· ἀπὸ δὲ ψυχὴν
ἐκάπυσσε, τουτ’ἔστιν ἀπέπνευσε.
Κεφαλὴ, παρὰ τὸ κύειν αὐτὴν τὰ ὠφέλιμα· ἤγουν τὸ
ἐν αὐτῇ ἔχειν τὰ ὠφελοῦντα τὸν ἄνθρωπον αἰσθη‐
τήρια. |
---|
60 | Κεφαλέων, ἄκρων, ὁ κανών· οἱ μὲν Δωριεῖς διὰ τοῦ | |
---|
kappa 318 | αων προσφέρουσιν, οἱ δὲ Αἰολεῖς διὰ τοῦ εων· ὁ δὲ
Ζηνόδοτος γράφει τὸ λαι δίφθογγον, ὡς κτητικὸν
αὐτὸ λαμβάνων· κακῶς δὲ· κανὼν γάρ ἐστιν ὁ λέ‐
γων, τὸ κτητικὸν ἐπὶ τῶν σωματικῶν μερῶν λαμβα‐ |
5 | νόμενον κατατεθνηκότος θέλει παραλαμβάνεσθαι, οἷον,
βοεία κεφαλὴ, ἡ τοῦ τεθνηκότος βοὸς κεφαλή· ἀν‐
θρώπειος ποὺς ὁ τοῦ τελευτηκότος, οὐ γὰρ ἐπὶ ζώντων
εἴπῃ τις ἄν· διὸ καὶ μέμφονται Ζηνόδοτον, ἐπειδὴ τὸ
ἀρνῶν ἐκ κεφαλῆς ἀνεγίνωσκε κτητικόν· κτητικῇ |
---|
10 | γὰρ φωνῇ ἐχρήσατο ἐπὶ ζώντων τῶν ἀρνῶν· οὐκ ἔπα‐
θε δὲ πλεονασμὸν, ἀλλὰ διαίρεσιν.
Κεχανδότα, χάζω, χάσω, κέχαδα, κεχαδὼς, κεχα‐
δότος, κεχαδότα, καὶ πλεονασμῷ τοῦ ν κεχανδότα· ὁ
ἀόριστος ἔχαδον, ἔχαδες, ἔχαδε. |
---|
15 | Κεχαρηότα, ἐμῶ κεχαρηότα θυμῷ, οὔτε ἀπὸ τοῦ
χαίρω γέγονε, ἐπειδὴ ὁ παρακείμενος κέχαρκά ἐστιν,
οὔτε ἀπὸ τοῦ χαιρῶ· ἀλλ’ ἀπὸ τοῦ χαίρω γίνεται
χαρῶ, ὡς φαίνω φανῶ, οὗ ὁ παρακείμενος κεχάρηκα,
ἡ μετοχὴ κεχαρηκότα, καὶ κατ’ ἀφαίρεσιν Ἰωνικὴν |
---|
20 | τοῦ κ κεχαρηότα.
Κεχαροίατο, δευτέρου μέλλοντος παθητικοῦ εὐκτικοῦ,
τρίτου τῶν πληθυντικῶν· οἱ γὰρ Ἴωνες πᾶν ῥῆμα εὐ‐
κτικὸν τρίτου προσώπου τῶν πληθυντικῶν, κατὰ μετά‐
θεσιν τοῦ ν εἰς α προσφέρονται· οἷον, μνήσαιντο μνη‐ |
---|
25 | σαίατο, πύθοιτο πυθοίατο, λέγοιτο λεγοίατο· ἔστιν
οὖν ἐκ τοῦ χαίρω ῥήματος, ὁ β ἀόριστος ἔχαρον, ἐχά‐
ρην, ἐχαροίμην, μετὰ ἀναδιπλασιασμὸν κεχαροίμην· τὸ
δὲ χαίρω ἐκ τοῦ γῶ τὸ χωρῶ.
Κεχολώσεται, ἀπὸ τοῦ χολῶ χολώσω, κεχόλωκα, |
---|
30 | κεχόλωμαι, κεχόλωσαι· καὶ ὁ μετ’ ὀλίγων μέλλων κε‐
χολώσεται· διαφέρει ὁ μέλλων τοῦ μετ’ ὀλίγου μέλ‐
λοντος· ὅτι ὁ μὲν μέλλων ἀόριστός ἐστι, ὁ δὲ μετ’
ὀλίγων μέλλων ὡρισμένος.
Κήδεσθαι, τὸ λυπεῖσθαι, ἀλλὰ καὶ τὸ φροντίζειν· |
---|
35 | εἴρηται εἰς τὸ κήδω.
Κήδω, τὸ φροντίζω, παρὰ τὸ ἕδω τὸ ἐσθίω, κατεσθί‐
ουσι γὰρ τρόπον τινὰ ἑαυτοὺς οἱ μεριμνῶντες· ὅθεν
καὶ μελεδώνη ἡ φροντὶς, παρὰ τὸ τὰ μέλη ἕδειν· λοι‐
πὸν ἕδω τροπῇ τοῦ ε εἰς η καὶ πλεονασμῷ τοῦ κ |
---|
40 | κήδω· καὶ κήδω τὸ λυπῶ· σημαίνει δὲ καὶ τὸ θάπτω·
καὶ γίνεται παρὰ τὸ χῶ τὸ χωννύω, οὗ ὁ μέλλων
χήσω· καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ
τροπῇ τοῦ χ εἰς κ καὶ τοῦ ς εἰς δ κήδω, ἐξ οὗ καὶ
κηδεύω κήδεια. |
---|
45 | Κηδεμὼν, φροντιστὴς, προνοητὴς, ὥσπερ παρὰ τὸ
ἄγω ἡγεμὼν, οὕτω καὶ παρὰ τὸ κήδω κηδεμών· τὸ δὲ
ψιλὸν διάτι; τὰ διὰ τοῦ εμων ὀνόματα ὀξύτονα διὰ
τοῦ ε γράφεται, καὶ διὰ τοῦ ος κλίνεται, καὶ τρέ‐
πουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς· καὶ εἰς τὸ ἡγε‐ |
---|
kappa 318 (50) | μών· καὶ ἄλλως· τὰ εἰς μων ὀξύτονα ἑνὶ φωνήεντι
παραλήγεται, οἷον, ἡγεμὼν καὶ κηδεμών.
Κήδετο, ὁ Ἀρίσταρχος ἀντὶ τοῦ ἠνιᾷτο· καί ἐστι
μετὰ τῆς περί· δηλοῖ δὲ καὶ τὸ ἐφρόντιζε· κήδετο οἰ‐
κείων, οὓς κτήσατο δῖος Ὀδυσσεὺς, καὶ τὴν κατ’ ἐπι‐ |
55 | γαμίαν συγγένειαν.
Κηδεστὴς, ὁ κατ’ ἐπιγαμβρίαν συγγενής· τουτ’ἔστιν
ὅ τε πατὴρ τῆς γεγαμένης, καὶ αὐτὸς ὁ γαμῶν· παρὰ
τὸ κήδω τὸ φροντίζω γίνεται ῥηματικὸν ὄνομα κῆδος·
κῆδος δὲ εἴρηται ἡ κατ’ ἐπιγαμίαν συγγένεια· ἐπεὶ ἐκ |
---|
60 | προνοίας καὶ κηδεμονίας συνίσταται· παρὰ τὸ κήδω οὖν | |
---|
kappa 319 | γίνεται κηδεστὴς· ἢ παρὰ τὸ κήδω τὸ φροντίζω κηδε‐
στής· ἐκ προνοίας γὰρ φροντίδος οἱ ἀμφότεροι συνίσταν‐
ται· τὸ δὲ Κηδέστης τὸ κύριον ὄνομα βαρύνεται, ὡς
θυὸς Θυέστης· τὸ δὲ κηδεστὴς ὀξύνεται ὡς προσηγορικόν. |
5 | Κήδεστοι, οἰκειότατοι, φροντιστικώτατοι, παρὰ τὸ κή‐
δω· τὸ δὲ κήδω παρὰ τὸ ἥδω τὸ εὐφραίνομαι.
Κήδεα, κακὰ, λύπας, πένθη, διὰ τὸ ἀνιᾷσθαι, καὶ
οἱονεὶ καίεσθαι ἐπ’ αὐτοῖς.
Κηκὰς, ἡ κακολόγος· κηκὰ γὰρ ἡ λοιδωρία, ἐξ οὗ καὶ |
---|
10 | κηκασμὸς ἡ λοιδωρία· γίνεται δὲ ἐκ τοῦ κακὸς, καὶ
τοῦ κακῶς ἀφίει, ἀντὶ τοῦ μεθ’ ὕβρεως· οἱ δὲ κη‐
κὰς τὴν μελανίαν, ὅθεν Ῥωμαῖοι τὸν τυφλὸν κηκὸν
λέγουσι.
Κηκὰς, ἀλώπηξ, κακόποιος, χλευαστικός· Καλλίμα‐ |
---|
15 | χος, κηκάδος ἐν γλώσσῃ.
Κηκὶς, σημαίνει τὰ κηκίδια διὰ τοῦ ι, τῷ λόγῳ τοῦ
κεραμίς.
Κῆλον, τὸ ξύλινον βέλος, παρὰ τὸ κάλον τὸ δηλοῦν τὸ
ξύλον· κατὰ δὲ γλωσσογράφους βέλη θεῖα, τουτ’ἔστιν |
---|
20 | ἀστραπὰς καὶ βροντάς· ὤχετο κῆλα θεοῖο· παρὰ τὸν
κήσω μέλλοντα, τὸν δηλοῦντα τὸ καύσω· ὅθεν καὶ
πυρὶ κηλεῷ τουτ’ἔστι καυστικῷ γέγονε, πλεονασμῷ
τοῦ ε· παρὰ τὸν αὐτὸν δὲ κήσω μέλλοντα τὸ αὔα
πάλαι περὶ κῆλα. |
---|
25 | Κηλόνιον, ὁ ξύλινος ἀντλητὴρ, τὸ παρ’ ἡμῖν λεγόμε‐
νον γεράνιον, παρὰ τὸ κάλον τὸ δηλοῦν τὸ ξύλον,
ὅθεν καὶ καλυπόδιον, ὁ ξύλινος ποὺς, καὶ μετὰ τοῦ
νεύειν γίνεται καλόνειον καὶ κηλόνειον, τὸ ἀνανεῦον
καὶ κατανεῦον ξύλον. |
---|
30 | Κηλώνιον, ἐκ τοῦ καίω, ὁ κεκαυμένος ὑπὸ οἴστρου·
κηλόνειον δὲ γεράνιον, ἀπὸ τοῦ χαλῶ καὶ τοῦ νεύω.
Κήλων, ὁ θερμὸς εἰς συνουσίαν, παρὰ τὸν κήσω μέλ‐
λοντα ὃ δηλοῖ τὸ καύσω.
Κῆλα, δῆλα τινὰ ὄντα φανερὰ, παρὰ τὸ καίω· κυρίως |
---|
35 | γὰρ τὸν κεραυνὸν σημαίνει καὶ τὸν πρηστῆρα· ἡ λέ‐
ξις ἢ παρὰ τὸν ἥσω μέλλοντα, τουτ’ἔστιν ἀφήσω καὶ
πέμψω, ἀπὸ τοῦ ἵημι τὸ πέμπω, ἧλον καὶ κῆλον· καὶ
εἰς τὸ δηλήσεται.
Κηλεὺς, παρὰ τὸ κηλεῖν καὶ τέρπειν· κηληθμῷ δ’ |
---|
40 | ἔσχοντο κατὰ μέγαρα σκιόεντα· κήλησις γάρ ἐστιν ἡ
δι’ ᾠδῆς ἡδονὴ· οἷον, χαλάσιός τις οὖσα.
Κήλη, τὸ παθητικὸν τοῦ ὀρχέως· δηλοῦσιν οἱ Ἴωνες
λέγοντες κάλη.
Κηλὶς, τὸ μόλυσμα, ὁ ῥύπος, ὡς τὸ, κηλίδα ἔχω· |
---|
45 | ἔνθεν ἐπὶ τῆς ἐσθῆτος τῆς ἐχούσης σημεῖον, καὶ μο‐
λύνων αὐτὴν· κῆλα δὲ τὰ σημεῖα οἷον δῆλα, τροπῇ
τοῦ δ εἰς κ. καὶ ἐφ’ ὕβρεως λέγεται· οὗτος κηλί‐
δας ἔχει, οἷον, μολυσμένους, οὐ καθαρός ἐστι.
Κηληθμὸς, θέλξις, τέρψις, χαρήθυμός τις ὤν· συγ‐ |
---|
kappa 319 (50) | κοπῇ καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν, καὶ τοῦ α εἰς
η, κήλησις γάρ ἐστιν ἡ δι’ ᾠδῆς ἡδονή· καὶ εἰς τὸ κα‐
τεκήλησε.
Κῆπος, ὁ ἀποτεκτημένος τόπος πρὸς ἀνάπαυσιν, καὶ
καταπνεόμενος· παρὰ τὸ κάπω τὸ πνέω, κάπος καὶ |
55 | κῆπος.
Κῆπος καὶ κηπίον ἀπὸ τοῦ καπύσαι, ὅ ἐστι πνεῦσαι.
ὁ καταπνεόμενος τόπος, ἀπὸ τοῦ κάπος ὃ σημαίνει τὸ
πνεῦμα· Ὅμηρος ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε, τουτ’‐
ἔστιν ἀπέπνευσε· γίνεται δὲ παρὰ τὸ σκάπτω καὶ σκά‐ |
---|
60 | πος καὶ σκῆπος, ἀφαιρέσει καὶ ἐκτάσει. ἢ διὰ τὸ | |
---|
kappa 320 | κεῖσθαι καὶ πίνειν· ἢ πάλιν χῆπος, διὰ τὸ χήνεσθαι
τὸ πότιμον.
Κῆρ, περισπωμένως μὲν τὴν ψυχὴν παρὰ τὸ κέαρ· ἢ
παρὰ τὸ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα. ὀξυ‐ |
5 | τόνως δὲ τὴν θανατηφόρον Μοῖραν ἤτοι κακῆναι ἐπι‐
φέρουσαν· καὶ ἐν ᾅδου ποταμοὶ Πυριφλεγέθων καὶ
Ἀχέρων· καὶ εἰς τὸ καιριώτερον, καὶ μάκαρ καὶ νε‐
κροῦ.
Κὴρ, ὁ θάνατος, ἐκ τοῦ ἔκηα γίνεται· τοὺς γὰρ ἀπο‐ |
---|
10 | θανόντας ἔκαιον οἱ παλαιοί.
Κηρός, ὅτι καιόμενος ῥεῖ· ἢ παρὰ τὸ καίω, καύσω,
ἔκαυσα, ἀποβολῇ τοῦ υ καὶ ς ἔκαα, καὶ ἐξ αὐτοῦ
καρὸς καὶ κηρὸς ὁ καιόμενος· ἐτυμολογεῖται δὲ παρὰ
τὸ καίεσθαι ῥᾳδίως. |
---|
15 | Κηρύκειον, εἰσί τινα ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων
γινόμενα, διὰ τοῦ ειον, ἅτινα διὰ δίφθογγον γράφε‐
ται· οἷον, κύκλωψ κυκλώπειον, σημαίνει δὲ τὸ τοῦ
κύκλωπος· φοῖνυξ. φοινύκειον, σημαίνει δὲ τὸ τοῦ
φοίνυκος· οὕτως οὖν καὶ κῆρυξ κηρύκειον· ἰστέον ὅτι |
---|
20 | ἐστι καὶ κηρύκιον διὰ τοῦ ἰῶτα, ὅπερ ἐπὶ μόνης τῆς
ῥάβδου τοῦ Ἑρμοῦ λέγεται· ἔστι καὶ κηρύκειον ὅπερ
προσηγορικόν ἐστι, καὶ σημαίνει πᾶσαν ῥάβδον κήρυ‐
κος· ἔστι δὲ καὶ κηρύκειον ὅπερ κτητικόν ἐστι, καὶ
σημαίνει τὸ τοῦ κήρυκος, ὡς παρὰ Σοφοκλεῖ, γράμμα |
---|
25 | κηρύκειον· ἔστι δὲ καὶ κηρύκειον ὄνομα λόφου τῆς
Ἐφέσου, ἐν ᾧ ἀνῆλθεν Ἡρακλῆς κατὰ βούλησιν τῶν
θεῶν, καὶ ἐκήρυξε τὴν γέννησιν τῆς Ἀρτέμιδος· ἔστι
δὲ καὶ κηρύκειον, ὃ καὶ πληθυντικῶς λέγεται τὰ κη‐
ρύκεια, καὶ σημαίνει τὸν μισθὸν τὸν διδόμενον ἐν τῇ |
---|
30 | κηρύξει, ὅπερ λέγεται ἐν τῇ συνηθείᾳ μήνυτρα· ἔστι
δὲ καὶ κηρύκειον, καὶ σημαίνει τὴν κήρυξιν.
Κήρυκος ὄνομα, τὸ ρυ μακρὸν, καὶ πέρδικος· ἡ γὰρ
ὀφειλομένη ἐν τῇ εὐθείᾳ μακρὰ, μετῆλθεν ἐν τῇ γε‐
νικῇ· ὤφειλε δὲ καὶ ἡ εὐθεῖα ἔχειν μακρὸν τὸ υ· |
---|
35 | ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε τὸ υ
ἢ τὸ ι πρὸ τοῦ ξ εὑρίσκεται φύσει μακρὸν, χωρὶς εἰ
μὴ μόνου ἑνὸς στοιχείου συνεστάλη, ὡς τὸ κήρυκι
ἠπυτίδῃ· τὸ δὲ κῆρυξ γίνεται ἐκ τοῦ γῆρυς, ὃ σημαί‐
νει τὴν φωνὴν, τοῦτο παρὰ τὸ γέρας· γῆρυς ἐπὶ τῶν |
---|
40 | ἐντίμων λέγεται, κυρίως ὁ προφητῶν ψαλμωδὸς, καὶ
εἰς τὸ διακηρυκεύεται.
Κῆρυξ, ὡς παρὰ τὸ πτέρω γίνεται πτερῶ, καὶ πτερύσ‐
σω, οὕτω παρὰ τὸ ἐρῶ, ὁ δηλοῖ τὸ λέγω, ἐρύσσω, καὶ
ἠρύσσω, καὶ πλεονασμῷ τοῦ κ κηρύσσω, ὁ μέλλων κη‐ |
---|
45 | ρύξω, ἀποβολῇ τοῦ ω κῆρυξ.
Κῆρυξ, ὁ μεγαλόφωνος, γῆρυξ τις ὢν καὶ τροπῇ κῆ‐
ρυξ, ὁ τῇ κινήσει ῥᾷον, εὐχερὲς, ῥᾷον, ὀξύς.
Κηρύσσω, σημαίνει τὸ καταγγέλλω, τὸ ἁγιάζω, τὸ
εἰς φιλίαν ἄγω, τὸ ἀγνοῶ. |
---|
kappa 320 (50) | Κημὸς, εἶδος χαλινοῦ, παρὰ τὸ κάμπτω, τῆς θέσεως
μακρᾶς τραπείσης εἰς φύσει μακρὰν, οὗ ὁ μέλλων
κάμψω, ὁ παρακείμενος παθητικὸς κέκαμμαι, καὶ ἐξ
αὐτοῦ καμὸς καὶ τροπῇ τοῦ α εἰς η κημός· ὁ τοὺ
σκληροὺς αὐχένας κάμπτων τῶν ἵππων· τὸ κούρκουμον |
55 | ἢ φιμός.
Κητωοὺς, ἐκ τοῦ γῶ τὸ χωρῶ, ὁ μέλλων γήσω· καὶ
κητῶ.
Κήτη, παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, τὸ παθητικὸν κέεμαι
κεῖμαι, καὶ ἐξ αὐτοῦ κοίτη. |
---|
60 | Κηφὰς, ἐκ τοῦ κάφος ὃ σημαίνει τὸ πνεῦμα. | |
---|
kappa 321 | Κηώεις, ἐπὶ τοῦ θαλάμου, ἐκ τοῦ κῶ τὸ κοιμῶμαι,
κηώεις, οἱονεὶ ὁ πρὸς τὸ κοιμᾶσθαι εὐτρεπισμένος καὶ
ἐργασμένος οἶκος· οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλ‐
λάβων ῥημάτων· καὶ ὁ ποιητής· ὄρσο κέων, ὦ ξεῖνε, |
5 | ἀντὶ τοῦ, κοιμήθητι διεγερθείς.
Κιβωτὸς, ὤφειλε διὰ τῆς ει διφθόγγου, ἐπειδὴ παρὰ
τὸ κεῖσθαι ἐκεῖ τὴν βρῶσιν εἴρηται. ἀλλ’ ἡ παράδοσις
τὸ ἰῶτα ἔχει· καὶ λέγει ὁ Ὦρος, ὅτι ἴσως παρὰ τὸ
κίβος γέγονεν, ὃ σημαίνει τὴν τροφὴν, καὶ διὰ τοῦ ι |
---|
10 | γράφεται τῷ λόγῳ τοῦ θλίβω.
Κίβδηλον, τὸ ὑπόχαλκον παρὰ τὸ χι στοιχεῖον χίβδη‐
λον καὶ κίβδηλον.
Κίβδηλος, ὁ ῥυπαρὸς παρὰ τὸ κινεῖν τὸ δῆλον ἤγουν
φανερόν· τὸ κι ἰῶτα ἐκ τοῦ κινῶ· καὶ ἐκεῖνο πόθεν; |
---|
15 | τὰ διὰ τοῦ ινω ῥήματα, διὰ τοῦ ἰῶτα γράφεται,
οἷον, κρίνω κλίνω, πλὴν τοῦ στείνω, κτείνω· τὸ δη
ἦτα διάτι; ἐκ τοῦ δῆλος. οἱ Ἀθηναῖοι τῷ πρὸς τοὺς
Χίους μίσει φερόμενοι, ἐν τοῖς ἀδοκίμοις ἑαυτῶν νο‐
μίσμασιν ἐχαράττετον τὸ τοῦ χι στοιχείου τύπον, καὶ |
---|
20 | ἀπέῤῥιπτον, καὶ χίβδηλα ταῦτα ἐκάλουν.
Κιβώριον, τὸ κὶβ σημαίνει κιβωτὸς, τὸ δὲ ὤριον φω‐
τισμὸς, ἢ .........
Κιβωτὸς καὶ κίστη ........ μὲν ... ἡ ξυ‐
λίνη, ...... καλεῖται, κίστη δὲ ἡ ....... |
---|
25 | Κιγκλὶς, παρὰ τὴν Ἀττικὴν κιγκλίδα, ἡ ἔστιν εἶδος
θύρας ....... ταῖς φυλακαῖς καὶ τοῖς δικαστηρίοις·
τινὲς δὲ ἀπὸ τοῦ κίγκλου τοῦ ὀρνέου· οὕτως δὲ λέγεται
ἡ σεισοπύγη. καὶ Μένανδρος ἐν ὑμίδῃ, κιγκλισμὸς
φησὶν, ἀντὶ τοῦ τάραχος. |
---|
30 | Κίδαριν, ἐκ τριχῶν ὕφασμα καὶ μελαύκιον· ἢ περί‐
θεμα κεφαλῆς βασιλικῆς· ἀνὴρ παρὰ Πέρσαις τὴν κί‐
δαριν ἀνεδήσατο.
Κίδαρις, περίθεμα κεφαλῆς εὐκόσμιον καλὸν καμα‐
λαύκιον. |
---|
35 | Κιδνοὶ, σώφρονες.
Κιδνᾶται, σκεδάννυται, σκορπίζεται.
Κῖε, κίω, τὸ πορεύομαι, ὅπερ ἀπὸ τοῦ ἴω τὸ πορεύομαι
πλεονασμῷ τοῦ κ. |
---|
40 | Κίθαρις, ἀπὸ τοῦ κινεῖν τὸν ἔρωτα.
Κιθάρα, παρὰ τὸ κινεῖν τοὺς θαιρούς· ἤγουν τοὺς
στρόφιγγας.
Κίθαρις καὶ κιθάρα διαφέρει. κίθαρις μὲν γάρ ἐστιν
ἡ λύρα· καὶ τοὺς χρωμένους αὐτῇ κιθαριστὰς λέγομεν· |
---|
45 | οὓς ἡμεῖς λυδωροὺς φαμέν· κιθάρα δὲ ᾗ χρῶνται οἱ
κιθαρωδοί.
Κιθαρωδὸς, παρὰ τὸ κινεῖν εἰς ἔρωτα τοὺς ἀκούον‐
τας· ἢ παρὰ τὸ κινεῖσθαι τοὺς θαιροὺς ἤγουν τοὺς
στρόφιγγας. |
---|
kappa 321 (50) | Κίθαρος, καθ’ ὁμοιότητα τῶν ὀστῶν πρὸς τὰς χορδὰς,
ὁ δὲ Δοῦρος ἀπὸ τοῦ Κιθαιρῶνος φησιν· ὅτι Ἀμφίων
ἐκεῖ ἐμουσικεύετο.
Κικύω, σημαίνει τὸ ἰσχύω, καὶ γέγονε παρὰ τὸ κίκυς·
ἔχει δὲ καὶ τοῦτο τὸ υ κατὰ τὴν δισυλλαβίαν. |
55 | Κίκυς, ἡ δύναμις, Ἀπολλόδωρος ἴκμας· ἀλλ’ οὐ γὰρ
ἐηνεῖς ἔμποδος, οὐ δὲ τακτικοῖς, ἀπὸ τοῦ ἀνακικύειν·
πολύς δ’ ἀνεκίκυεν ἱδρώς· καὶ Αἰσχύλος ἐν Σισύφῳ· |
---|
καὶ θανόντων εἰσὶν οὐκ ἐνεστιγμάσει, τὰ σοὶ δ’ οὐκ | |
kappa 322 | ἔνεστι κίκις, οὐδ’ αἱμόῤῥυτοι φλέβες, θανόντων φησὶν
ἀψύχοις· καὶ παρὰ Πινδάρῳ· ἔστι δέ τοι χέκων ἀκύει
καπνός· ὁ δὲ Ὅμηρος κατὰ τ’οὐναντίον τὸν ἀσθενῆ
ἀκίκυν λέγει· νῦν δὲ μ’ ἐὼν ὀλίγος τὲ καὶ οὐτιδανὸς |
5 | καὶ ἄκικυς· ὁ δὲ Ἀλκαῖος, ὁμοίως Ὁμήρῳ τὸν
ἰσχυρὸν κίκυν καλεῖ, καὶ τὸ κικίδιον τὸν ἐκθλιβόμενον
ἐκ τοῦ Κρότωνος λίπασμα. καὶ εἰς τὸ νεκύς.
Κικλήσκω, ἀπὸ τοῦ κλῶ τοῦ σημαίνοντος τὸ καλῶ,
γίνεται κλήσκω, καὶ κατ’ ἀναδιπλασιασμὸν κικλήσκω, |
---|
10 | ὡς τρώσκω τιτρώσκω· σημαίνει δὲ τὸ καλῶ.
Κίναιδος, ὁ κενὸς αἰδοῦς, ὡς Διόνυσος· Ὦρος, ἢ
ἀσελγής.
Κίναιδος, ὁ ἀσελγὴς, ὁ κινῶν τὴν ἡδονὴν, ὁ πόρνος·
τὸ ναι δίφθογγος· ὁ κινῶν ἑαυτῷ αἰδῶ καὶ αἰσχύ‐ |
---|
15 | νην· εἴρηται δὲ παρὰ τὸ κινεῖσθαι τὴν αἰδῶ· ἢ παρὰ
τὸ κινεῖν τὰ αἰδοῖα.
Κίνδυνος, ἰστέον, ὅτι τὰ εἰς υν λήγοντα προσθέσει
τοῦ ος ποιεῖ τὴν γενικὴν, οἷον, Γόρτυν Γόρτυνος, ἔστι
δὲ ὄνομα πόλεως, μόσυν μόσυνος, σημαίνει δὲ τὸν ξύ‐ |
---|
20 | λινον πύργον, Φόρκυν Φόρκυνος· εἰ γὰρ Φόρκυν αἰτια‐
τικὴ, οἷον, Φόρκυν δ’ ἱπποθόοντι, ἀπὸ τοῦ Φόρκυς
Φόρκυνος, ὡς βότρυς βότρυος τὸν βότρυν, καὶ τὸν
Φόρκυν· κίνδυνος· αὑτὴ δὲ ἡ κίνδυνος γενικὴ μετάγεται
εἰς εὐθείαν, καὶ γίνεται ὁ κίνδυνος τοῦ κινδύνου, ὥσπερ |
---|
25 | ὁ ψὰρ τοῦ ψαρὸς, καὶ ὁ ψάρος τοῦ ψάρου· ἡ κοινὸς
γενικὴ οὐκ ἔστιν ἀπὸ τῆς κυν εὐθείας, ἀλλ’ ἀπὸ τοῦ
κύων κύονος καὶ συγκοπῇ κύνος.
Κίνδυνος, παρὰ τὸ κινῶ καὶ τὸ ὀδύνη γίνεται κυνοδύνη,
ἐκ τοῦ κινεῖν τὰς ὀδύνας, ἐν συγκοπῇ κίνδυνος· καὶ |
---|
30 | εἰς τὸ ἀκίνδυνον.
Κίνησις, ἀπὸ τοῦ κινῶ κινήσω κίνησις καὶ κινησίας,
ὥσπερ καὶ παρὰ τὸν σώσω μέλλοντα γίνεται σωσίας.
γράφεται δὲ διὰ τοῦ ἰῶτα· τῷ λόγῳ τοῦ ἀμείψιας.
Κίνησις περιφορᾶς διήλλακται· κίνησις μὲν γάρ ἐστι |
---|
35 | κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις· περιφορὰ δὲ
ἡ περὶ τὸν αὐτὸν τόπον διαστροφή.
Κινῶ, παρὰ τὸ ἲς ἰνὸς, ὅπερ ἲν λέγεται, δικατά‐
ληκτον γάρ ἐστι τὸ ὄνομα, καὶ δηλοῖ τὴν δύναμιν·
τούτου ἡ γενικὴ ἰνὸς, ἀφ’ οὗ ῥῆμα ἰῶ, καὶ πλεο‐ |
---|
40 | νασμῷ τοῦ κ κινῶ.
Κινῶ, διὰ τοῦ ἰῶτα, πρῶτον μὲν παρὰ τὸ κινεῖν ἐστι·
δεύτερον δὲ ὅτι κινέω λέγουσιν οἱ Λάκωνες· εἰ δὲ
ἐγράφετο διὰ τῆς ει διφθόγγου κινείω ἔμελλον λέ‐
γειν, καὶ ..... περισπώμενα, ἡνίκα μεν... |
---|
45 | λη..... ἰῶτα γράφεται παρὰ τοῖς Λάκωσι, οἷον
.... μνείω, ἡνίκα δὲ φωνήεντι παραλήγεται διὰ τοῦ
ε, οἷον, δονῶ δονέω· εἰ οὖν τὸ κινῶ κινέω λέγουσιν
οἱ Λάκωνες.
Κινήσιας διὰ τοῦ ἰῶτα, ὥσπερ παρὰ τὸν σώζω σώσω |
---|
kappa 322 (50) | μέλλοντα γίνεται σώσιας οὕτω, καὶ ἀπὸ τοῦ κινήσω
κινήσιας γέγονε τὸ πορεύομαι· ἐκ τῆς κινήσεως γὰρ ὁ
ἰσχυρὸς φαίνεται· ἔχει γὰρ καὶ αὐτὸ ἐκ τε τῆς δι
συλλαβῆς τὸ ἰῶτα.
Κιννάμωμον, παρὰ τὸ κίειν ἀνεὺ μώμου· πολυχρό‐ |
55 | νιον γὰρ τὸ ἄρωμα.
Κινύμενος, κινούμενος ἐπὶ πρᾶξιν ὁρμῶν, ἀπὸ τοῦ
κινῶ κινύω κίνυμι. |
---|
Κιννάμωμον, Ἡρόδοτος ἐν τῷ τρίτῳ οὕτως λέγει· ὄρ‐ | |
kappa 323 | νιθας λέγουσι ταῦτα τὰ κάρφεα φέρειν, ἃ ἡμεῖς παρὰ
Φοινίκων μαθόντες, λέγομεν κιννάμωμον.
Κίρκη, ἡ κινοῦσα τὰ φάρμακα, ἢ παρὰ τὴν κερκίδα. ἡ
δὲ κερκὶς ἀπὸ τοῦ κρέκω ἀπὸ τοῦ γινομένου ψόφου |
5 | κατὰ μίμησιν. τὰς δὲ πεπαλλώδεις γυναῖκας ἀπ’ ἐκεί‐
νης κίρκας καλοῦμεν, ἐπεὶ φαρμακὶς ἦν ἐκείνῃ.
Κίρκος, κρίκος κίρκος, καὶ τὸ κρικώσω κιρκώσω, Ἀτ‐
τικοὶ δὲ λέγουσιν· οἱ δ’ ἄλλοι εἴξαντες ὑπέτρεσαν ἠΰτε
κίρκους ὠκυπέτας ἀγεληδὸν ὑποτρεμέουσι πελεῖαι· ἔστι |
---|
10 | δὲ εἶδος ἱέρακος.
Κίσηρις· κίσηλις ἦν, καὶ κατὰ μεταβολὴν τοῦ λ εἰς ρ
κίσηρις· ἢ παρὰ τὸ κὶς καὶ τὸ λὶς, ὁ ὑποκιὸς λίς·
λίθος γάρ ἐστιν ἐκβεβρωμένος.
Κισσύβιον, τὸ ἀγροικικὸν ποτήριον· ἴσως ἀπὸ τοῦ |
---|
15 | κισσοῦ, ἐξ οὗ κατεσκευάζοντο τὰ ποτήρια· κοινοτέ‐
ρως δὲ καὶ ἐπὶ πάντων ξυλίνων ποτηρίων ἡ λέξις τί‐
θεται, παρὰ τὸ κεχῦσθαι εἰς αὐτὸ τὸν οἶνον, οἷον,
χύω, χύσω, χυσίβιον καὶ κισσύβιον· Ἡσίοδος ὀλίγῳ
δήσεται κισσύμη, ἢ σίτλα γάλακτος. |
---|
20 | Κισσῶ, παρὰ τὴν κίσσαν κισσῶ. κίσσα δέ ἐστιν ὄρνεον
λιχνότατον καὶ πρὸς τὰς συνουσίας καὶ ἡδονὰς κατω‐
φερέστατον· ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν, καὶ μετὰ
σφοδρότητος σεύεσθαι πρὸς τὸ συνουσιάζειν· σημαίνει
δὲ καὶ κισσῶ τὸ μεθ’ ἡδονὰς τὰς γυναῖκας συλλαμβά‐ |
---|
25 | νειν· ἐκ τούτου καὶ κίττα.
Κιχῶ, τὸ καταλαμβάνω καὶ εὑρίσκω, ἀπὸ τοῦ κιχῶ
κιχείω, ὡς τελῶ τελείω, ὀψῶ ὀψείω· ἀπὸ δὲ τοῦ
κιχῶ γίνεται κιχανόω, ἥδω ἁνδάνω· τὸ χει διφθόγ‐
γῳ διάτι; τὰ διὰ τοῦ ειω ῥήματα, παρ’ ἐνεστώτων ἢ |
---|
30 | μελλόντων παρηγμένα, διὰ τῆς ει διφθόγγου γράφον‐
ται, ὄψω ὀψείω, κιχῶ κιχείω, παρὰ τὸ κίω τὸ
περιπατῶ, πλεονασμῷ τοῦ χ κίχω, καὶ περισπώμενον
κιχῶ. ὡς βρώσω βρωσείω, οὕτω κιχῶ κιχεῖω.
Κιχηλὰς, κιχλὰς, πλεονασμῷ τοῦ η, κιχηλὰς, οἷον, |
---|
35 | κρεατ’ ὀρνίθων κεχηλῶν.
Κίων, διὰ τοῦ ι, ὁ λίθος, ἀπὸ τοῦ κίειν καὶ ἀνιέναι εἰς
ὕψος· ἢ παρὰ τὴν ἰὼν μετοχὴν γίνεται ἴων καὶ κίων·
ἰστέον ὅτι τοῦτο οἱ μὲν Ἀττικοὶ ἀρσενικῶς λέγουσιν·
οἱ δὲ Ἴωνες θηλυκῶς. |
---|
40 | Κίλιξ, ὄνομα κύριον βασιλέως, ἀφ’ οὗ Κιλικία κέ‐
κληται.
Κινύρα, κιθάρα, ἐκ τοῦ κινύρω τὸ σημαῖνον τὸ θρηνῶ
καὶ ἄδω· καὶ κύριον ὄνομα.
Κίρις, διὰ τοῦ ἰῶτα· τὰ διὰ τοῦ ἰρις ὀνόματα, ἀπὸ |
---|
45 | ὀνομάτων ἐχόντων τὴν ει δίφθογγον ἀποστρέφονται
τὴν διὰ τῆς ει διφθόγγου γραφὴν, οἷον, Ἴρις, Βούσιρις,
σίρις, ξίρις, ἔστι δὲ ἀρωματικὸν φυτὸν, καλάσιρις, ση‐
μαίνει δὲ λινοῦν χιτῶνα· οὕτως οὖν καὶ κίρις· πρόσ‐
κειται ἀπὸ ὀνομάτων ἔχοντα τὴν ει δίφθογγον, διὰ |
---|
kappa 323 (50) | τὸ χεῖρις, σημαίνει δὲ τὸ χείρομα, μανίκην, τοῦτο
γὰρ ἀπὸ τοῦ χεὶρ ἔχει τὴν ει δίφθογγον· ἰστέον δὲ
ὅτι κίρις ἔστιν εἶδος ἱέρακος· ἐστι δὲ ὁ βηριλος,
ἢ ὁ ἄῤῥην τῶν ἀλκύων. λέγεται παρὰ τοῖς Κυπρίοις
κίρις ὁ Ἄδωνις, παρὰ δὲ τοῖς Λάκωσιν ὁ λύχνος. |
55 | Κίβησις, οἷον, ἡ κίβησις τῶν Ἰσραηλιτῶν καὶ ἡ κιβω‐
τὸς τὸ σακκοπάθνιον· παρὰ τὸ κεῖσθαι τὴν βρῶσιν.
Κῖς, εἰς τὸ τίς.
Κῖς, κιὸς, σκωληκίον τὶ καταβρωτικὸν, ἐκ τοῦ κίω τὸ
πορεύομαι. |
---|
60 | Κίσσηρις, κισσήρεος διὰ καθαροῦ τοῦ ος, γέγονε | |
---|
kappa 324 | δὲ παρὰ τὸ κινεῖσθαι, καὶ τὸ σαίρειν, ἤγουν φιλο‐
καλεῖν.
Κισσύβιον, ποτήριον, ἢ παρὰ τὸ χεῖσθαι· ἢ ὅτι ἀπὸ
κίσσου ὄν. |
5 | Κίστις κίστεος, ἡ ἐδεσματοθήκη· τὸ τ ἀντὶ τοῦ θ,
κίσθες γὰρ καὶ εἰς τὸ κοῖτις· εἴρηται δὲ παρὰ τὸ ἐγ‐
κεῖσθαι τὶ ἐν αὐτῷ.
Κίτρον, ἴσως διὰ τὸ κέντρον τοῦ ἰδίου δένδρου.
Κιχάνω, καταλαμβάνω, τὸ κι ἰῶτα, ἀπὸ τοῦ κίχω |
---|
10 | βαρυτόνου. τοῦτο παρὰ τὸ κίω τὸ πορεύομαι καὶ περι‐
σπωμένως κιχῶ, καὶ κιχάνω κατὰ παραγωγήν· τὸ δὲ
κι γράφεται διὰ τοῦ ἰῶτα, πρὸς ἀντιδιαστολὴν τοῦ
κείω τὸ κοιμῶμαι· ἡ μετοχὴ κείων κείοντος, καὶ ἡ
εὐθεῖα τῶν πληθυντικῶν κείοντες, καὶ μετὰ τῆς κατὰ |
---|
15 | προθέσεως κατακείοντες, καὶ συγκοπῇ κακκείοντες.
Κίχειν, τὸ ἐπιπολὺ καταλαμβάνειν, τρέχειν.
Κιχρῶ, παρὰ τὸ χρῶ, τὸ ἀρέσκω, γίνεται κατ’ ἀνα‐
διπλασιασμὸν χιχρῶ καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δύο
δασέων γίνεται κιχρῶ, τὸ παρέχω· ἐξ οὗ καὶ τὸ, μα‐ |
---|
20 | κάριος ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν.
Κίων, ἐκ τοῦ κίω ἔκιον, καὶ κιὼν μετοχὴ ἀορίστου β.
τὸ δὲ κίω σημαίνει τρία. κίω τὸ πορεύομαι, ἐξ οὗ καὶ
τὸ κιχῶ, κιχάνω, κίχημι καὶ κτίλος ὁ κρίος ὁ προ‐
ηγούμενος· κείω τὸ κοιμῶμαι, διὰ διφθόγγου, ἐξ οὗ |
---|
25 | καὶ τὸ, κακκείοντες ἔβαν· καὶ κήω τὸ καίω διὰ τοῦ
ἦτα.
Κλαίω, κλῶ τὸ κλάνω γίνεται κατὰ παραγωγὴν κλαίω·
κλᾶται γὰρ ἡ τῶν ἀνθρώπων φωνή, ἐκ τοῦ κλαίειν,
καὶ ἡ ψυχὴ τοῦτο πάσχουσα· ἢ παρὰ τὸ κλῶ τὸ |
---|
30 | καλῶ γίνεται κλαίω· ἐπικαλοῦνται γὰρ τοὺς ἀποθα‐
νόντας οἱ κλαίοντες, οἷον· ὠμωξέν τ’ ἄρ’ ἔπειτα, φί‐
λον τ’ ὀνόμῃνεν ἑταῖρον.
Κλέα, δόξας· ἰστέον ὅτι τὰ κλέα καὶ χρέα ἀπὸ τοῦ
κλέεα καὶ χρέεα γέγονε κατὰ συγκοπήν· εἰς τὸν πρῶ‐ |
---|
35 | τον κανόνα τοῦ Χοιροβοσκοῦ.
Κλάζω, καὶ κλαγγηδὸν, μετὰ κραυγῆς· κλαγγηδὸν δὲ
πέτονται, ἀπὸ τοῦ κλάζω καὶ ὁ μέλλων κλάγξω·
ὤφειλε δὲ ἔχειν τὸ γ ὁ ἐνεστώς· ἀλλ’ ἐπειδὴ οὐδέ‐
ποτε ἐν μίᾳ λέξει εὑρίσκεται τὸ ν πρὸ τοῦ ζ, τούτου |
---|
40 | χάριν ἀποβάλλει τὸ ν. ἐπὶ δὲ τοῦ μέλλοντος ἐπανα‐
λαμβάνει· πρόσκειται ἐν μίᾳ λέξει, διὰ τὸ ἐνζεῦξαι,
τοῦτο γὰρ οὐκ ἔστι μίᾳ λέξει, ἀλλὰ δύο· τοιοῦτον
ἐστι καὶ τὸ πλάγχθη, ἀπὸ τοῦ πλάζω γινόμενον.
Κλαγγηδὸν, μετὰ κραυγῆς, ἐπίῤῥημα ποιότητος, γί‐ |
---|
45 | νεται ἐκ τοῦ κλάγγη, τοῦτο ἐκ τοῦ κλάζω, ὁ μέλλων
κλάγξω· ἔκλαγξε, ἤχησεν, ἐκτύπησε· μιμεῖται δὲ
τὴν τοῦ χαλκοῦ βοήν· ἢ ἀπὸ τοῦ κλάζω, τροπῇ καὶ
πλεονασμῷ τοῦ γ, ὡς τὸ ἐρίδουπος ἐρίγδουπος. καὶ
ὤφειλεν ὁ ἐνεστὼς ἔχειν τὸ ν. ἀλλὰ κανών ἐστιν ὁ |
---|
kappa 324 (50) | λέγων, ὅτι οὐδέποτε τὸ ν πρὸ τοῦ ζ, ἐν μίᾳ λέξει εὑ‐
ρίσκεται. πρόσκειται ἐν μίᾳ λέξει, διὰ τὸ ἐνζεῦξαι·
τοῦτο γὰρ οὐκ ἔστι μίᾳ λέξει ἀλλὰ δύο· ὅμοιόν ἐστι
καὶ τὸ πλάγχθη, ἀπὸ τοῦ πλάζω γενόμενον, καὶ μὴ
ἔχον τὸ ν ἐστὶ γὰρ πλανῶ, καὶ ἐξ αὐτοῦ πλανάζω, |
55 | καὶ ἐν συγκοπῇ πλάζω, καὶ ἔχει τὸ ν ἀλλὰ διὰ τὸν
κάνονα τοῦτον ἀποβάλλει τὸ ν· γίνεται οὖν πλάζω χω‐
ρὶς τοῦ ν. καὶ ὁ μέλλον πλάγξω καὶ ἔχει οὗτος τὸ γ.
ὁ ἐνεστὼς δὲ διὰ τὸν εἰρημένον κανόνα οὐκ ἔχει τὸ ν.
λοιπὸν ἐκ τοῦ κλάζω γίνεται ὄνομα ῥηματικὸν κλαγγὴ |
---|
60 | καὶ ἐπίῤῥημα κλαγγηδόν· τὸ γη ἦτα διάτι; τὰ εἰς δον | |
---|
kappa 325 | λήγοντα ἐπιῤῥήματα ἁπλᾶ, ὑπὲρ δύο συλλαβὰς, τῷ η
θέλει παραλήγεσθαι, οἷον, καναχηδὸν, κρουνηδὸν,
ἀγεληδὸν, ῥοιζηδόν· σεσημείωται τὸ βοτρυδὸν τῷ υ
παραληγόμενον. πρόσκειται ἁπλᾶ, διὰ τὸ αὐτοσχεδὸν, |
5 | καὶ διακριδόν· ταῦτα γὰρ σύνθετά εἰσι. πρόσκειται
ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ ῥυδόν· τοῦτο γὰρ δισύλλα‐
βόν ἐστι, καὶ ἡ χρῆσις, ἐγὼ ῥυδὸν ἀφνειοῖο· τὸ δον
μικρὸν διάτι; τὰ εἰς ον ἐπιῤῥήματα διὰ τοῦ ο γράφε‐
ται· πλὴν τοῦ χρεὼν, ἐμποδὼν, ἐκδεξιὼν, ἐξ ἀριστέ‐ |
---|
10 | ρων, ἐξευωνύμων καὶ τελευτών.
Κλαγγῇ, καὶ ἐνοπῇ αὔτακτοι φωναί· τὸ ἐνοπὴ γὰρ
ὄπισθεν εἴρηται· τὸ δὲ κλαγγὴ ἐκ τοῦ κλάζω, κλαγὴ
καὶ κλαγγή· πεποίηται ἡ φωνὴ ἀπὸ τοῦ τῶν βελῶν
προσκρούσεως· κλαγγὴ δὲ ἡ βοὴ τῶν γεράνων, ἀπὸ |
---|
15 | τῆς τοῦ ἤχου ἰδιότητος· οἱ σοφώτατοι τὰ τοιουτότροπα
τῶν ὀνομάτων σχηματίζουσι.
Κλάδος, παρὰ τὸ λίαν καλὸν εἶδος ἔχειν· μᾶλλον δὲ
κλῶνας διὰ τὸ κινεῖσθαι.
Κλαυθμὸς, χαλήθυμός τις ὤν· καὶ εἰς τὸ κατεκή‐ |
---|
20 | λησε· γίνεται δὲ παρὰ τὸ κλαίω κλαύσω, κλαυ‐
θμός.
Κλάδος, διὰ τὸ εἶναι κλέος τοῦ εἴδους αὐτοῦ, τουτ’‐
ἔστι τοῦ πρωτοτύπου· πρῶτον γὰρ δένδρον εἴθ’ οὕτω
κλάδος· δένδρον γὰρ χωρὶς κλάδων κάλανος λέγεται. |
---|
25 | Κλεῖν, ἀντὶ τοῦ, κλεὶς κλειδὸς, κλεῖδα, καὶ συγκοπῇ
τῆς δα συλλαβῆς, κλεῖ· ἀλλ’ ἐπειδὴ πᾶσα αἰτια‐
τικὴ μονοσύλλαβος ἑνικὴ, ἀρσενικοῦ ἢ θηλυκοῦ, αὐτὴ
καθ’ ἑαυτὴν οὖσα εἰς ν θέλει λήγειν, τούτου χάριν
προσέλαβε τὸ ν, καὶ γέγονε κλεῖν, οἷον, μῦν, σῦν, |
---|
30 | δρῦν.
Κλεισθένει, παρὰ τὸ κλέος καὶ τὸ σθένος γέγονε
Κλεοσθένης, καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ει
δίφθογγον Κλεισθένης, ὡς τὸ δέον δεῖν, πλέον
πλεῖν. |
---|
35 | Κλειτὴ, μία τῶν Ἀμαζόνων, ἥτις ἐλθοῦσα εἰς Ἰταλίαν,
ᾤκησε, καὶ πόλιν ἔκτισεν, ἣν ὑπ’ αὐτῆς Κλείτην ὠνό‐
μασε· καὶ ἐβασίλευσε τοῦ τόπου· καὶ ἀπ’ αὐτῆς αἱ
δεχόμεναι τὴν βασιλείαν Κλειταὶ ὠνομάσθησαν, οὕ‐
τως Ὦρος. ὁ δὲ Ἀπολλώνιος καὶ στίχον ἐπιφέρει, |
---|
40 | οἷον, Κλειτὴ ἐϋπλόκαμος, τὴν μὲν νεὸν ἔξεστι πα‐
τρός· εὗρον δὲ ἄχος ἐν αὐτῷ, ὅτι Κυζικοῦ γα‐
μετὴ ἦν Μέροπος θυγατὴρ, Περκώτις, τὸ γένος μάν‐
τεως· διχῶς δὲ ὁ τόνος· οἱ δὲ πλείους ὀξυτονοῦσι·
σημαίνει δὲ καὶ τὴν ἔνδοξον, παρὰ τὸ κλειτός. |
---|
45 | Κλειτοφῶν, παρὰ τὸ κλείω, τὸ δοξάζω, κλειτὸς καὶ
ἐξ αὐτοῦ Κλειτοφῶν.
Κλείωμεν, ὀνομάσωμεν· τὴν διερὴν κλείωμεν.
Κλεῖθρον, ἐκ τοῦ κλείω τὸ ἀσφαλίζω καὶ κλειτὸς ἡ
ἐξέχουσα, ὃ σημαίνει τὴν περιστροφὴν τοῦ ὄρους. |
---|
kappa 325 (50) | Κλείω, διὰ τῆς ει διφθόγγου γράφεται, ὅτι ἀντιπα‐
ράκειται αὐτῷ τὸ κλοίος· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπα‐
ρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον, οἷον, σπείρω σπο‐
ρὰ, φθείρω φθορὰ, οὕτως οὖν καὶ κλείω κλοίος.
ἰστέον δὲ ὅτι οἱ Ἴωνες τὸ κλήω διὰ τοῦ η γράφουσι |
55 | καὶ διὰ τοῦ ἰῶτα· ἐξ οὗ καὶ τὸ κλήϊθρα. τοῦτο δὲ
διὰ τῆς ει διφθόγγου γράφεται.
Κλεὶς, κατακλεὶς, ἀπὸ τοῦ ἐγκεκλεῖσθαι μεχρὶς αὐτῆς
τὰ ἐντός.
Κλείω, σημαίνει τὸ δοξάζω καὶ τὸ ἀσφαλίζω· ἔστι |
---|
60 | δὲ καὶ ἕτερον κλύω τὸ δοξάζω καὶ ἀκούω διὰ τοῦ υ | |
---|
kappa 326 | ψιλοῦ καὶ κλυτός· καὶ εἰς τὸ κλειτὸς καὶ ἀγακλειτὸς,
ἔδδεισε καὶ κεκλημένος καὶ κλέος.
Κλέος, Πίνδαρος, οὐκ οἶδα ὅπου, φησὶ κλέος· κελέος
κατὰ συγκοπὴν κλέος· κλεὸς, ὀξῦναί σε δεῖ. |
5 | Κλέος καὶ δύσκλεια, παρὰ τὸ δὺς μόριον καὶ τὸ κλέος.
τὸ δὲ κλέος παρὰ τὸ κλείω ἐνεστῶτα, τὸ δοξάζω·
Ὅμηρος· ἐγώ δ’ ἄν σε κλείω κατ’ ἀπείρονα γαῖαν.
ἀντὶ τοῦ, ἄν μοι δῶς τι· παραφημῆσαι σε ἔχω εἰς
πᾶσαν τὴν γῆν· ἢ παρὰ τὸ καλῶ ὁ μέλλων καλέσω· |
---|
10 | λοιπὸν ἐκ τοῦ καλέω γίνεται καλέος καὶ συγκοπῇ κλέος,
ὅπερ ἅπαντες προσκαλούμεθα· καὶ βαρύνεται. τὸ ος
μικρὸν διάτι; τὰ διὰ τοῦ ος οὐδέτερα διὰ τοῦ ο μι‐
κροῦ γράφεται.
Κλέπτης, παρὰ τὸ χαλέπτω, τὸ ὀργίζομαι χαλέπτης, |
---|
15 | ἀποβολῇ τοῦ α καὶ τροπῇ τοῦ χ εἰς κ κλέπτης· καί
τι μετέχει τὸ ὀργίζομαι; ὀργίζεσθαι γὰρ ποιεῖ τοὺς
ἀπολύοντάς τι· ἢ παρὰ τὸ καλύπτειν ἃ ἀφαιρεῖ‐
ται.
Κλεοφόντης, τὰ εἰς ης παρ’ οὐδετέρων συντεθείμενα, |
---|
20 | πάντως εἰς ους ἔχει τὴν γενικήν· παρ’ οὐδετέρων συν‐
τεθείμενα εἴρηται, ἵνα κατὰ τὸ τέλος ἔχωσι τὸ οὐδέ‐
τερον, καὶ μὴ κατὰ τὴν ἀρχήν· τὸ γὰρ Κλεοφόντης
κλεοφόντου παρ’ οὐδετέρου ἐστι σύνθετον, ἀλλ’ ὅμως
οὐκ ἔχει εἰς ους τὴν γενικὴν, ὅτι οὐ κατὰ τὸ τέλος. |
---|
25 | ἀλλὰ κατὰ τὴν ἀρχὴν ἔχει τὸ οὐδέτερον· παρὰ τὸ
κλέος γὰρ καὶ τὸ φόντης, ὃ σημαίνει τὸν φονεύ‐
σαντα.
Κλεύας, ἰστέον ὅτι τὸ κλέας καὶ τὸ κέας οὐ κλίνεται
νιὰ τοῦ ντ ὡς τὸ Αἴας αἴαντος, ἐπειδὴ οὐκ ἔχουσι τὸ |
---|
30 | α φύσει μακρόν· κλεύης γὰρ καὶ κέης, καὶ τροπῇ Δω‐
ρικῇ κλεύας καὶ κέας καὶ ἐφύλαξε τὴν ἰσοσύλλαβον κλί‐
σιν· δηλοῦσι δὲ τὰ παρώνυμα, κλευάδης καὶ κεάδης
ὄντα· ζήτει εἰς τὸν πρῶτον κανόνα τοῦ Χοιροβο‐
σκοῦ. |
---|
35 | Κλεψύδρα, ὄργανον ἀστρονομικὸν, ἐν ᾧ μετροῦνται αἱ
ὧραι.
Κλεοβουλίνη, τὸ λι ἰῶτα, τῷ χαρακτηριστικῷ τῶν
διὰ τοῦ ινη. Κλεοβούλη δέ ἐστι θυγάτηρ τοῦ Κλεο‐
βούλου, τοῦ σοφοῦ τοῦ Λυδίου, οὗ π..στι.. τὸ |
---|
40 | μέτρον ἄριστον.
Κλείσιον, τόπος ἔνθα ἵστανται τὰ ζεύγη· ὁ μὲν
τεχνικὸς διὰ τῆς ει διφθόγγου γράφεται· οἱ δὲ Ἴωνες
διὰ τοῦ ἰῶτα· καὶ γάρ ἐστι κλίνω τὸ σημαῖνον τὸ πε‐
ριέχω. |
---|
45 | Κληδὼν, θεῖα φήμη, παρὰ τὸ κλέος, ὃ σημαίνει τὴν
φήμην· Ὅμηρος, ἡμεῖς δὲ κλέος οἷον ἀκούεμεν· ἢ
ἀπὸ τοῦ καλῶ κλῶ, κληδὼν ἐξ οὗ καὶ κλῆσις.
Κλῇθρα, ἀπὸ τοῦ κλεὶς γέγονε κλῆθρα· ἢ ἀπὸ τοῦ
κλείω κλείσω· τὸ κλείω δὲ οἱ Ἴωνες διὰ τοῦ ἦθα καὶ |
---|
kappa 326 (50) | ἰῶτα γράφεται, ἐξ οὗ τὰ κλῇθρα διὰ τοῦ η καὶ ι
γράφεται.
Κλήδην, καλοῦντες, κηρύσσοντες, ἀπὸ τοῦ καλῶ,
κλήδην.
Κληῒς, ὥσπερ ἀπὸ τοῦ τρώσω γίνεται τρὼς, καὶ ἀπὸ |
55 | τοῦ θήσω θὴς, οὕτω καὶ ἀπὸ τοῦ κλείσω κλείς· εὕ‐
ρηται κατὰ διάστασιν τοῦ ι, καὶ ἔκτασιν τοῦ ε εἰς η
κληΐς. ἔστι δὲ τὸ κληῒς μονῆρες· τὰ γὰρ εἰς η θη‐
λυκὰ, ἔχοντα καθαρὸν τὸ ἰῶτα, συστέλλουσιν αὐτὸ,
οἷον, Χρυσηῒς, Βρισηΐς· τὸ δὲ κληῒς μόνον ἐκτείνει τὸ |
---|
60 | ι καθαρὸν ὄν· οἷον, οἴξασα κληΐδι θύρας ἱεροῖο δό‐ | |
---|
kappa 327 | μοιο· ὅτε δὲ σύμφωνον ἔχει πρὸ αὐτοῦ, ἐκτείνουσιν·
οἷον, ῥιπὶς σφραγὶς, βαρβὶς, ἀκτὶς, πολίς· πολυ‐
κλήει ἀνεβίβασε τὸν τόνον· ὁ κανὼν, τὰ εἰς ις θη‐
λυκὰ, εἰ μὲν βαρύτονα ἐν τῇ συνθέσει προπαροξύνε‐ |
5 | ται. οἷον, πόλις ἀκρόπολις, μῆτις πολύμητις· εἰ δὲ
ὀξύτονα, εἰ μὲν τοῦ αὐτοῦ γένους ᾦσι, καὶ τὸν αὐτὸν
τόνον φυλάττουσιν, οἷον, αἰγὶς καταιγὶς, νυχὶς, παν‐
νυχὶς, οἰκὶς περιοικίς· ὁρᾷς ὦ γύναι τὸν κύριον τῆς
περιοικίδος ἡμῶν· εἰ δὲ ἀρσενικοῦ γένους εἰσιν, εἰ μὲν |
---|
10 | ἐκτείνωσι τὸ δίχρονον ἐν τῇ συνθέσει παροξύνεται·
οἷον ἀκτὶς, καὶ ὁ χρυσάκτις ἥλιος· κνημὶς εὐκνήμις,
κληῒς πολικλήϊς· εἰ δὲ βραχὺ αὐτὸ ἔχουσι προπαροξύ‐
νονται· οἷον, πατρὶς εὔπατρις λιπόπατρις· ἀσπὶς ῥί‐
ψασπις καὶ σημαίνει τὸν δειλὸν στρατιώτην παρὰ τὸ |
---|
15 | ῥίπτειν τὴν ἀσπίδα καὶ φεύγειν. κρεῖττον ἐστιν ἐν πο‐
λέμῳ ῥίψασπιν ἀπελεχθῆναι τινὰ, ἢ τὸ μέγα ὅπλον
τῆς νηστείας ἀποβαλεῖν· τοῦτο δὲ τὸ κλεὶς ἐν τῇ συν‐
θέσει καὶ βαρύνεται καὶ φυλάσσει τὴν ει δίφθογγον,
οἷον κατάκλεις, Περίκλεις, τὸ γὰρ δίκλεις οὐκ ἔστι |
---|
20 | παρὰ τὸ κλεὶς, ἐπειδὴ εἶχεν ἂν βαρύνεσθαι, καὶ διὰ
τῆς ει διφθόγγου γράφεσθαι, ἀλλ’ ἀπὸ τοῦ δὶς καὶ
τοῦ κληῒς γέγονε δικληῒς καὶ κατὰ συγκοπὴν τοῦ η,
καὶ συστολῇ τοῦ ι δικλίς· ὅμοιον δέ ἐστι καὶ τὸ κιγ‐
κλὶς, οὕτω δὲ λέγεται ἡ καγκελλωτὴ θύρα, σημαίνει |
---|
25 | δὲ τὴν κατακλεῖδα παρὰ τὸ κατακλεῖσθαι ὑπ’ αὐτῆς
τόν τε αὐχένα καὶ τὸν ὦμον, ὅθεν καὶ Δημοσθένης
φησὶ τὴν κλεῖν κατεαγότα.
Κληΐδες, αἱ τῶν ἐρεσσόντων καθέδραι· καὶ φεύγειν σὺν
νηυσὶ πολυκληΐσι κελεύσω· παρὰ τὴν κλάσιν τῶν γο‐ |
---|
30 | νάτων· ὅθεν καὶ τὸ μετοκλάζειν, παρὰ τὸ ἐγκλᾷν
καὶ κάμπτειν τὰ γόνατα.
Κλῆρος, παρὰ τὸ κλῶ μονοσύλλαβον, ὅπερ γέγονεν
ἀπὸ τοῦ καλῶ κλῶ. ὁ μέλλων κλήσω, ῥηματικὸν ὄνο‐
μα κλῆρος, ὁ καλῶν ἐφ’ ἑαυτὸν τὸν λαχόντα· ὁ δὲ |
---|
35 | Ἡρωδιανὸς παρὰ τὸ κάλον τὸ ξύλον γέγονε κλῆρος,
ἐπειδὴ ἐν ξύλοις ἐχάρασσον τὰ ὀνόματα αὐτῶν. Ὅμη‐
ρος, ὅς μιν ἐπιγράψας κυνέην· ἀντὶ τοῦ ἐπιξέσας τῷ
ξύλῳ.
Κλῆρος, κυρίως ἡ γῆ, ὑπὲρ ἧς κλῆρος ἐγένετο· οἱ γὰρ |
---|
40 | πρῶτοι διαμερισάμενοι τὴν γῆν, εἰς διατροφὴν τὰς με‐
ρίδας ἔλαβον· νῦν δὲ πᾶσα ἡ οὐσία· ἐπίκληρος δὲ ὁ
κληρονόμος· ὁμοίως λέγεται κλῆρος, τὸ σύστημα τῶν
πρεσβυτέρων καὶ διακόνων, καὶ παντὸς ἱερατικοῦ τάγ‐
ματος. |
---|
45 | Κλῆρος, ἡ κληρονομία.
Κλῆρος, μέτρον γῆς, ὅθεν καὶ κληροῦχοι οἱ τοὺς κλή‐
ρους ἤτοι τὰ μέτρα κατέχοντες γῆς.
Κληρονομία, παρὰ τὸ κλῆρος καὶ τὸ νόμος, ἐξαπο‐
λείποντος καὶ τελείου. κληρονόμος ὁ τὸν κλῆρον νεμό‐ |
---|
kappa 327 (50) | μενος.
Κλήσκω, τὸ καλῶ.
Κλητὴ, ἡ ἐξέχουσα, ἐκ τοῦ κλῶ τὸ καλῶ.
Κλῆτος, προπερισπωμένως, τὸ τῆς στραθίας ἄθροισμα
καὶ τὸ πλῆθος. σημαίνει δὲ τρία· διὰ μὲν τῆς ἦτα |
55 | τὴν συνέλευσιν καὶ τὴν συνάθροισιν, καὶ γίνεται παρὰ
τὸ κλῶ τὸ καλῶ· ὡς τὸ, σήμερον τὸ κλῆτος τῶν
θείων πατέρων· καὶ διὰ τοῦ ι μέρος τῆς οἰκίας, τὸ
καλούμενον πρόσκλιτον· ὡς ἐν τοῖς κλίτεσι τῆς οἰκίας |
---|
60 | σου· καὶ τὸ εὐώνυμον μέρος, ὡς τὸ, πεσεῖται ἐκ τοῦ | |
---|
kappa 328 | κλίτους σου. ἔστι δὲ καὶ κλειτὸς ὁ ἔνδοξος διὰ διφθόγ‐
γου· ὅπερ καὶ ὀξύνεται.
Κλῆμα, παρὰ τὸ κλῶ τὸ κλάνω καὶ συντρίβω, εὔθραυ‐
στον γὰρ τὸ κλῆμα, ὁ μέλλων κλάσω, κέκλακα, κέ‐ |
5 | κλαμαι, καὶ ἐξ αὐτοῦ κλάμα καὶ κλῆμα.
Κληδωνισμὸς ἐστι τὸ παρατηρεῖσθαι λόγους τινὰς,
καὶ φθαρμοὺς καὶ τρισμοὺς ξύλων καὶ παλμοὺς με‐
λῶν. |
---|
10 | Κληδωνίζεται, ἀπὸ ἀκοῆς τὰς μαντείας δέχεται.
Κλίνη, παρὰ τὸ κλίνω, τοῦτο παρὰ τὸ κλῶ· κλάσιν
γὰρ λαμβάνουσι τὰ κλινόμενα, στερισκόμενα τῆς ὀρ‐
θότητος, καὶ εἰς τὸ κλίνω.
Κλισμοῖσι, θρόνοις, ἔχουσιν ἀνακλίσεις, παρὰ τὸ |
---|
15 | κλίνω.
Κλιτὺς, ὁ μὲν Ἀπίων, τὸ κατωφερὲς τῶν ὑδάτων·
ἄμεινον δὲ τὰ ἀποκλίσματα καὶ ἐξέχοντα τῶν ὀρέων.
παρὰ τὸ κεκλίσθαι· ἢ παρὰ τὸ κλετὸς ὃ σημαίνει τὸ
αὐτὸ γέγονε κλετὺς, καὶ πλεονασμῷ τοῦ ι κλειτύς. |
---|
20 | Κλιτοριάζειν, Κλιτόριόν ἐστι ὄνομα πόλεως, οὔσης
ἐν τῇ Ἀρκαδίᾳ, παρὰ τὸ κλύω γέγονε Κλυτόριον καὶ
Κλιτόριον, ὡς δύφρος δίφρος· σημαίνει δὲ καὶ τὸ αἰ‐
δοῖον τὴς γυναικὸς· ὅθεν καὶ κλιτοριάζειν λέγεται τὸ
συχνῶς ἅπτεσθαι τοῦ αἰδοίου τῆς γυναικός· κλητώριον |
---|
25 | δὲ ἡ βασιλικὴ τράπεζα ἀπὸ τοῦ καλεῖν· χρὴ δὲ γινώ‐
σκειν, ὅτι πηγή ἐστιν ἐν τῇ πόλει ταύτῃ, ἧς τινος ὁ
γευόμενος, ἀποστρέφεται τὸν οἶνον.
Κλίσιον, τόπος ἔνθα ἵστανται τὰ ζεύγη· ὁ μὲν τεχ‐
νικὸς διὰ διφθόγγου γράφει, ὁ δὲ Ὦρος διὰ τοῦ ἰῶτα, |
---|
30 | λέγων, παρὰ κρίνῳ ἔστι τὸ σημαῖνον τὸ περιέχω καὶ
ἐκεῖθεν κλίσις ἡ περιέχουσα· καὶ ἐκεῖθεν κλίσιον ὑπο‐
κοριστικόν· τοῦτο παρὰ μὲν Ὁμήρῳ συστέλλει τὸ ἰῶτα,
καὶ προπαροξύνεται, οἷον, περὶ δὲ κλίσιον θέε πάντη·
τὰ γὰρ διὰ τοῦ ιον παρώνυμα τριβραχέα προπαροξύ‐ |
---|
35 | νοντα, οἷον, στόμα στόμιον, θρόνος θρόνιον, οὕτως
οὖν καὶ κλίσιον· παρὰ δὲ Ἀττικοῖς ἐκτείνει τὸ ἰῶτα
καὶ παροξύνεται· τὰ γὰρ διὰ τοῦ ιον παρώνυμα δακτυ‐
λικὰ, πρὸ μιᾶς τὸν τόνον ἔχουσιν, ὡς τὸ ὠτίον, κλεὶς
κλειδὸς κλειδίον. |
---|
40 | Κλίβανος καὶ κρίβανος ἕν· κλίβανος ὁ φοῦρνος, ἔνθα
ὀπτῶσι τοὺς ἄρτους, παρὰ τὸ κρι ἐπιτατικὸν τὸ ση‐
μαῖνον τὴν κρίθην, καὶ τὸ βαῦνον, ὃ σημαίνει, τὴν
κάμινον, γέγονε κρίβαυνος, καὶ τροπῇ τοῦ ἀμεταβόλου
εἰς ἀμετάβολον, καὶ ἀποβολῇ τοῦ υ γέγονε κλίβανος· |
---|
45 | καὶ εἰς τὸ κρίβανος.
Κλῖμα, τὸ μέρος, ἡ γωνία, ὁ τόπος, ἐκ τοῦ κλίνω.
Κλίμαξ, ἡ σκάλα, διὰ τὸ καλεῖν εἰς μῆκος· ἢ ἀπὸ
τοῦ κλίνω γίνεται κλίναξ καὶ κλίμαξ.
Κλισία, ἡ σκηνὴ, παρὰ τὸ κλίνεσθαι ἡμᾶς ἐν αὐτῇ κε‐ |
---|
kappa 328 (50) | κοπωμένους· κέκλισαι κλίσις καὶ κλισία· ὡς κόνις κο‐
νία, θέσις θεσία καὶ συνθεσία.
Κλισμὸς, ἀπὸ τοῦ κλίνω κλινῶ κέκλικα κέκλισμαι
κλισμὸς, σημαίνει δὲ τὴν καθέδραν.
Κλίνη, τῷ λόγῳ τῶν διὰ τοῦ ινη, καὶ ὅτι παρὰ τὸ |
55 | κλίνω γέγονε· τὸ δὲ κλίνω διὰ τοῦ ἰῶτα.
Κλονίος, ὄνομα κύριον παροξύτονον· τὰ γὰρ εἰς ος
λήγοντα βραχέα ἐπὶ κυρίων ταττόμενα παροξύνονται·
οἷον, Σχεδίος, Χρομίος, Δολίος, Ὀδίος· ἀντιπίπτει δὲ
τὸ ἄλιος κατὰ παράδοσιν καὶ τὸ ἄνιος καὶ τὸ Κρόνιος |
---|
60 | καὶ τὸ ξένιος. | |
---|
kappa 329 | Κλόνος, ὁ τάραχος, παρὰ τὸ κλάνω κλάνος καὶ κλό‐
νος· τὸ δὲ κλάνω ἐκ τοῦ κλῶ.
Κλοιὸς, παρὰ τὸ κλείω· περικλείει γὰρ περιτιθέμενος.
Κλοιὸς καὶ κλωὸς, ἐκ τοῦ κλείω τὸ ἀσφαλίζω, ἡ |
5 | ἅλυσις, ὁ ζυγὸς τῶν βοῶν, ὁ περιαυχένιος δεσμὸς·
καὶ τὸ χρυσοῦν περιτραχήλιον· ἤτοι τὸ περιτιθέμενον
ἐν τῷ τραχήλῳ κόσμιον.
Κλοιὸς σημαίνει τὰ σίδηρα, ἃ φοροῦσιν οἱ καταδι‐
κοί· παρὰ τὸ κλείω κλοιὸς, κλείει γὰρ περιτιθέμενος· |
---|
10 | εἶθα τὸ κλοιὸς γίνεται κατ’ ἔκτασιν κλωιὸς μετὰ τοῦ
ἰῶτα.
Κλῦθι, ἀπὸ τοῦ κλύω κλῦμι, τὸ προστακτικὸν κλῦθι.
Κλυτὸς, ὁ ἔνδοξος, παρὰ τὸ κλύω τὸ δοξάζω, γίνεται
κλυτὸς καὶ κλυτὰ, ἔνδοξα, λαμπρά. |
---|
15 | Κλυταιμνήστρα, παρὰ τὸ κλυτὸς καὶ τὸ μήδω, τὸ
φροντίζω γίνεται κλυτομνήστρα, ἡ ἔνδοξα φροντίζουσα,
καὶ τροπῇ τοῦ ο εἰς α καὶ πλεονασμῷ τοῦ ι Κλυται‐
μνήστρα.
Κλύω, τὸ ἀκούω· κέκλυτέ μευ πάντες τε θεοί· παρὰ |
---|
20 | τὸ καλῶ κλῶ, ὃ σημαίνει τὸ φωνῶ, γίνεται κατὰ πα‐
ραγωγὴν κλύω· ὅς κε θεοῖς ἐπιπείθηται μαλά τ’ ἔκλυον
αὐτοῦ, ἀντὶ τοῦ πλέον ὑπακούουσιν αὐτοῦ.
Κλῦθι μευ, ἐπάκουσόν μου, ἐκ τοῦ κλῦμι ἐνεστῶτος
καὶ παρατατικοῦ· τῶν εἰς μι γὰρ ἡ τετάρτη συζυγία |
---|
25 | τὸν ἐνεστῶτα καὶ παρατατικὸν ἔχει ἐπὶ πάσης ἐγκλί‐
σεως· καί ἐστι Λαμψάκηνον τὸ κλῦθι.
Κλυτὲ, ἀκούσατε, ῥῆμα ἀορίστου πρώτου, ἐξ οὗ ἔχει
μακρὸν τὸ υ· ὁ γὰρ ἐνέστως βαρύτονος· σημαίνει δὲ
δύο· τὸ δοξάζω καὶ τὸ ἀκούω· καὶ τὸ μὲν δοξάζω γί‐ |
---|
30 | νεται ἐκ τοῦ κλέος κλύω, ὡς ἀπὸ τοῦ ῥέω ῥύω, χέω
χύω, ξέω ξύω, οὕτω καὶ κλέω κλύω· τὸ δὲ ἀκούω
ἀπὸ τοῦ καλῶ κλῶ κλύω κλῦμι, ἔκλυν κλὺς κλῦθι,
καὶ κατ’ ἀναδιπλασιασμὸν κέκλυθι· τὸ κλυ βραχύ·
ἰστέον ὅτι τὰ παροξύτονα τοῦ ἐνεστῶτος βραχεῖ θέ‐ |
---|
35 | λουσι παραλήγεσθαι.
Κλύδων, ἐκ τοῦ κλύζω.
Κλύμενος, ὁ ᾅδης, ὁ ἀλιτανατος, ἀπὸ τοῦ μηδενὸς
κλύειν.
Κλύζω, τὸ βυθίζω, ἐξ οὗ καὶ τὸ, ἴδμεν τὸ πρῶτον |
---|
40 | τὴν πανώλεθρον κλῦσιν· καὶ τὸ νῦν δὲ κλύσαντα.
Κλωστὴρ, παρὰ τὸν κλώσω μέλλοντα κλωστὴρ, ὡς
παρὰ τὸ λάμψω λαμπτήρ.
Κλὼψ, ὁ κλέπτης καὶ ὁ ληστής· παρὰ τὸν κλέψω μέλ‐
λοντα γίνεται κατ’ ἀποβολὴν τοῦ ω κλὲψ καὶ κλὸψ |
---|
45 | κατ’ ἔκτασιν κλὼψ, ὡς βλέψω βλὲψ καὶ βλὼψ ὁ
στραβός.
Κλῶ, σημαίνει ἓξ, τὸ καλῶ ἐξ οὗ καὶ κλῆρος· τὸ ἐπαι‐
νῶ ἐξ οὗ καὶ κλύω τὸ ἐπαινῶ· τὸ κλάνω ἐξ οὗ καὶ
τὸ κλαίω, παρὰ τὸ κεκλᾶσθαι τὴν φωνὴν ἐν τῷ |
---|
kappa 329 (50) | κλαίειν· τὸ φωνῶ καὶ τὸ ἀκούω, ἐξ οὗ καὶ κατὰ πα‐
ραγωγὴν κλύω κλῶ· τὸ ἐμποδίζω, ἐξ οὗ καὶ κλᾷν τὸ
ἐμποδίζειν· καὶ κλῶ τὸ φονεύω, ἤτοι τὰ ποντίζω·
καὶ εἰς τὸ εὐκλόνητον, καὶ ἐπίκλημα, καὶ κλαίω καὶ
κλῆμα. |
55 | Κλωπείαν, ἐκ τοῦ κλὼψ κλωπὸς, ὃ σημαίνει τὸν
κλέπτην.
Κλώθω, παρὰ τὸ συγκλωσθεῖσθαι καὶ ξυνείρεσθαι τὰ
πάντα, καὶ μίαν αὐτῷ τεταμένην εἶναι δόξαν· καὶ εἰς |
---|
τὸ αἷμα. | |
kappa 330 | Κμέλεθρα, δεῖ γινώσκειν, ὅτι τὸ κ πρὸ τοῦ μ οὐδέ‐
ποτε εὑρίσκεται ἐν ἀρχῇ λέξεως· τοῦ γὰρ πολύκμητος
οὐχ εὕρηται ἐν χρήσει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμη‐
τός· καὶ πάλιν τὸ κέκμηκα οὐκ ἔστιν ἀπὸ τοῦ κμῶ, |
5 | ἀλλ’ ἀπὸ τοῦ καμῶ, καμήσω, κεκάμηκα καὶ κατὰ συγ‐
κοπὴν κέκμηκα. σημαίνει δὲ τὸ κεκοπίακα· λέγει δὲ ὁ
Ἡρωδιανὸς, τὸν Πάμφιλον ἀναγαγεῖν ἐν ταῖς γλώσ‐
σαις τὰ κμέλεθρα, σημαίνει δὲ τὰς δοκούς· τὸ δὲ πο‐
λύκμητος σημαίνει ὁ μετὰ πολλοῦ κάματος γενόμενος. |
---|
10 | Κναφεὺς, παρὰ τὸ κάμπτω, ὅπερ ἐστιν ἀπὸ τοῦ κνῶ
τὸ ξύω· ξύουσι γὰρ τὴν τῶν ἀκνάπτων ἱματίων κρο‐
κίδα· οὕτως Φίλος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων·
ἐὰν δὲ διὰ τοῦ γ γναφεὺς, παρὰ τὸ κάμπτω γάμπτω
καὶ γνάμπτω, γναφεύς. |
---|
15 | Κάμψω, εἰς τὸ κνάφος. κνάφος, ἀπὸ τοῦ κνῶ γίνεται κνά‐
φος, ὡς παρὰ τὸ σχῶ χάπτω· καὶ ῥηματικὸν ὄνομα κνά‐
φος· σημαίνει δὲ τὸ ἀκανθῶδες φυτὸν, ᾧ τὰ ἄθικτα
τῶν ἱματίων ἐπισύροντες κατεργάζονται· Ἀλκαῖος, μὴ
μέγαν περικνάφον παραστίχειν ἕνα κύκλον. |
---|
20 | Κνέφας σημαίνει τὸ σκότος, παρὰ τὸ κενὸν ὄφασι,
κένεφας καὶ ἐν συγκοπῇ κνέφας, ἢ παρὰ τὸ νη στε‐
ρητικὸν καὶ τὸ φάος γίνεται νήφας καὶ κατὰ συστο‐
λὴν καὶ πλεονασμῷ τοῦ κ κνέφας· εἴρηται δὲ καὶ κνέ‐
φας, ὡς οὔδας οὐδός. |
---|
25 | Κνήμη, ἀπὸ τοῦ κινῶ κινήμη, καὶ κατὰ συγκοπὴν κνή‐
μη, οἱονεὶ τὰ κινήσεως αἴτια· ἰστέον ὅτι ἔμπροσθεν
λέγεται ἀντικνήμιον· τὸ δὲ ὄπισθεν γαστροκνήμιον· κυ‐
ρίως δὲ κνήμαι λέγονται καὶ τὰ διαιροῦντα ξύλα τὴν
χοινικίδα τοῦ τροχοῦ· σημαίνει δὲ καὶ τὰς ἐξοχὰς καὶ |
---|
30 | προβάσεις, καὶ καθύγρους τόπους τῶν ὀρῶν.
Κνῆ τυρὸν, εἰς τὸ κνυζώσω, ἐξ οὗ καὶ τὸ κνῆστις,
σημαίνει δὲ μάχαιραν, ἀπὸ τοῦ κνῶ κνῆστις, ἐπὶ δ’
αἴγειον κνῆ τυρὸν, κνήστι χαλκείῳ.
Κνίσσα, ἡ ἀναθυμίασις τοῦ κάπνου, παρὰ τὸ κνίζω ὁ |
---|
35 | μέλλων κνίσω, καὶ κνίσω· τὸ δὲ κνῶ σημαίνει τὸ ξύω·
κνισμὸς γὰρ λέγεται κατὰ τῆς ὀσφρήσεως· ἔστι δὲ τὸ
λίπος, καὶ ὁ ἐπίπλους.
Κλυζῶσαι σημαίνει τὸ διαφθεῖραι καὶ κακῶσαι, οἷον,
κνυζώσω δέ τοι ὄσσε περικαλλέ’ ἐόντε· ἔστι ῥῆμα |
---|
40 | κνυζῶ πρώτης καὶ τρίτης συζυγίας τῶν περισπωμένων,
ὁ μέλλων κνυζήσω, ἐξ οὗ καὶ τὸ κνυζηθμὸς, ὡς μυ‐
κηθμός· κνυζηθμῷ δ’ ἑτέρωσε διὰ σταθμοῖο φόβη‐
θεν. καὶ πάλιν Σοφοκλῆς· φρίζω, κυνηδὸν ἐξέπρα‐
ξαν κνυζόμενόν ἐστι· καὶ τρίτης κνυζώσω δέ τοι ὄσσε· |
---|
45 | καί τινες μὲν λέγουσιν ἀπὸ μεταφορᾶς τῶν κυνῶν·
κυνὸς γὰρ κυνῶ καὶ κνυζῶ, ὅπερ ἔστιν ἀπρεπές· οἱ
δὲ παρὰ τὴν κνύζαν, οἷον, χαμαιζηλοῖο κνύζοιο γίνε‐
ται κονυζῶ, ὡς ῥίζα ῥιζῶ, ὅπερ ἀπίθανον· ἄμεινον
οὖν Φιλοξένῳ συγκατατίθεσθαι, ὅτι ἀπὸ τοῦ κνῶ γίνε‐ |
---|
kappa 330 (50) | ται παράγωγον κναίω, τὸ σημαῖνον τὸ διαφθείρω, ὡς
Ἀριστοφάνης ἱππεῦσιν, ἐπὶ ταύτης κατακείεσθέ τε
αὐτῷ τὸ μετὰ τυρὸν· παραιτητέον δὲ τοὺς γράφοντας
κατακνησθείην περί τε Ἀριστοφάνους ἀναγνώσεως·
ἀλλὰ ῥίμφα δέδοικα μὴ τὰ πράγματα ἡμῶν διακνήσει· |
55 | παρὰ γὰρ τὸ κνῶ μονοσύλλαβον γέγονε κνῆμος· ἄλλ’
ἐστι στρογγύλιόν τι συγκνωμωθέντες· παρὰ οὖν τὸ κνῶ
κνίζω, ὡς στῶ στίζω, πρῶ πρίζω, ἐξ οὗ καὶ τὸ κνίζα,
ἡ τῇ φύσει προΐζουσα· ἀπὸ δὲ τοῦ κνίζω γίνεται κνύζω, |
---|
ἐξ οὗ καὶ τὸ κνίζα· τοῦτο δὲ ὡς λέγει Ἡρωδιανὸς ἐν | |
kappa 331 | τῷ καθολʹ εἰ μὲν ἐπὶ φυτοῦ κατὰ συγκοπήν ἐστιν. οἷον,
χαμαιζήλοιο κονύζης, ἀλλ’ ἀπὸ τοῦ κνύω, ἀφ’ οὗ καὶ
κνυὸς ἡ φθορὰ, οἷον, κατὰ κνυὸς ἔχευε.
Κνώδαλα, κυρίως μὲν τὰ τῆς θαλάσσης ζῶα· τοῦτο |
5 | δὲ ὡς λέγει Ἡρωδιανὸς, διὰ τὸ ἐνάλιον κινεῖσθαι, κι‐
νάδαλά τινα ὄντα· καταχρηστικῶς δὲ ἐπὶ πάντων
τῶν θηρίων ἡ λέξις τίθεται, κυνώδαλά τινα ὄντα,
διὰ τὸ ὑπὸ τῶν κυνῶν ἁλίσκεσθαι· Ἡσίοδος ἐν θεογο‐
νίᾳ, κνώδαλα ὄσαις ἤπειρος, πολλὰ τρέφει θάλασσα. |
---|
10 | Κνώδαλον, κυρίως τὸ θαλάσσιον κῆτος· Ὅμηρος δὲ
θηρίον κυνόδαλον τὸ ὑπὸ κυνὸς ἁλισκόμενον· κατα‐
χρηστικῶς δὲ καὶ τὰ χερσαῖα ζῶα· ἐτυμολογεῖται δὲ
παρὰ τὸ κνώσσω τὸ κοιμῶμαι· ἢ παρὰ τὸ εἶναι κενὰ
ὄσσα, τουτ’ἔστιν ὄμματα· σημαίνει δὲ ζῶον θαλάσσιον |
---|
15 | μικρὸν καὶ εὐτελές.
Κνῶ, διάφορα σημαίνει· κνῶ τὸ φθείρω, ἐξ οὗ καὶ
κνύζω· κνῶ τὸ κνήθω, ἐξ οὗ καὶ κνήσις, καὶ κνή‐
μη· κνῶ τὸ κάμπτω, ἐξ οὗ καὶ ἀκμὴ ἡ μὴ κάμ‐
νουσα, κατὰ στέρησιν τοῦ α· καὶ ἄκμων, ὁ μὴ κά‐ |
---|
20 | μνων· κνῶ τὸ κοιμῶμαι ἐξ οὗ καὶ κνώσσειν τὸ κοιμᾷ‐
σθαι· γέγονε δὲ παρὰ τὸ ὄσσω τὸ βλέπω καὶ τὸ κενόν.
Κναίω, εἰς τὸ ἀποκναιόμενος καὶ κνυζηθμός.
Κνήμη, παρὰ τὸ κινῶ κινήμη καὶ κνήμη, παρὰ τὸ ἐν
κινήσει ὑπάρχειν· ἔστι δὲ τὸ ὑπὸ τὸ γόνυ μέρος τοῦ |
---|
25 | σκέλους· ἥτις καὶ κνημὶς καὶ κνήμη λέγεται· τὸ δὲ
καμπυλὸν τοῦ σκέλους ἰγνύς.
Κνήμη, τὰ δύο ἦτα, κνηΐμη τις, ἀποβολῇ τοῦ ι κνήμη·
εἴρηται δὲ κνήμη, παρὰ τὸ κνήθεσθαι.
Κνημίδες, καὶ μετὰ τοῦ εὖ εὐκνήμιδες· ἡ εὐθεῖα εὐ‐ |
---|
30 | κνῆμις, τὸ μις μακρόν· τὰ εἰς ις θηλυκὰ, ὅτε ἐκ‐
τείνει τὸ ἰῶτα, καὶ μακρύνει, καὶ περιστίζεται τὸ υ,
τότε δεῖ περιστίζειν τὸ ι καὶ υ, ἡνίκα εὑρεθῆ πρὸ αὐ‐
τοῦ προστακτικὸν φωνῆεν κατὰ διάστασιν· γίνεται ἐκ
τοῦ κνήμη κνημὶς, τὸ ὄπισθεν τοῦ σκέλους λέγεται |
---|
35 | ἰγνύη· μυῶν δὲ τὸ σαρκῶδες καὶ νευρῶδες· κνημίδες
δέ εἰσι, τὰ ἐν ταῖς κνήμαις φορούμενα φυλακτήρια
τῶν στρατιωτῶν· καὶ εἰς τὸ εὐκνημίς.
Κνησμὸς καὶ κνισμὸς, ἐκ τοῦ κνηθή.
Κνῆστις, σκεῦος, ἐν ᾧ ἐπιξύουσι τὸν τυρὸν, ἢ ἀρτό‐ |
---|
40 | κοπος μάχη· ἐκ τοῦ κνῶ τὸ κόπτω.
Κνίσσα, τοῦ λίπους καὶ τῆς ἀναθυμιάσεως τουτ’ἔστι κα‐
πνοῦ· γίνεται δὲ παρὰ τὸ κνίζω κνίσω, ὃ σημαίνει τὸ λε‐
πτύνω, λεπτότατον γάρ ἐστιν ὁ ἐπίπλους, τουτ’ἔστι τὸ
λεγόμενον κνισσάριον· ἢ ἀπὸ τοῦ κνιμὸς κνίσα· τοιοῦτον |
---|
45 | ἐστι καὶ τὸ συκάμινα κνίζοντα, τουτ’ἔστι τῷ ὄνυχι δια‐
καθαίροντα· καὶ ἐν τῷ νόμῳ, ἀποκνιεῖ ὁ ἱερεὺς τὸ
ὁλοκαύτωμα· καὶ εἰς τὸ λιγανῶδες.
Κνίσσα, σημαίνει δ· αὐτὸ τὸ λίπος, καὶ τὸν ἐπίπλουν,
καὶ τὸ κρέας, καὶ τὴν ἀναθυμίασιν. |
---|
kappa 331 (50) | Κνυζηθμὸς, ὁ τῶν κυνῶν κλαυθμός· ἢ κλαυθμοῦ
ἄσημος φωνὴ, ἀπὸ τοῦ κνύζεσθαι· ἴσως ἀπὸ τῶν κυ‐
νῶν, καὶ ἡ κνύζα κατὰ συγκοπὴν, κονύζα γάρ ἐστιν
εἶδος φυτοῦ, καὶ κνυζοῦν τὸ ἀχρειοῦν. καὶ Ὅμηρος·
κνυζώσω δέ τοι ὄσσε, παρὰ τὸ κνῶ κνύω καὶ κνυζῶ |
55 | παράγωγον τὸ διαφθείρω· εἴρηται δὲ κνυζοῦν καὶ τὸ
ξύειν παρὰ Δωριεῦσι· καὶ παρ’ Ὁμήρῳ, ἐπεὶ δὲ
αἴγειον κνῆ τυρὸν, ὥστε κνύω δηλοῖ τὸ ξύω· Σώ‐
φρων· κνύζομαι δὲ οὐδὲν ἰσχύων· ἃ δὲ ξῦσμα ἐκ
ποδῶν εἰς κεφαλὴν ἱππάζετο, ἀντὶ τοῦ νήθω, παρὰ |
---|
60 | δὲ τὸ κνῶ κναίω τὸ διαφθείρω, καὶ παράγωγον κνύζω, |
---|
ὡς στῶ στίζω, φυτῶ φυτίζω, οὕτω κνῶ κνίζω, καὶ | |
kappa 332 | ὄνομα κνίζα· καὶ ἐξ αὐτοῦ κνιζῶ ὡς ῥίζα ῥιζῶ· τὸ
δὲ κνιζοῦν ἐπὶ τοῦ διαφθείρειν.
Κόβαλος, ὁ λῃστὴς, ἀπὸ τῆς κοπίδος κοπίβαλός τις
ὤν· ἢ ὅτι κακότεχνος ἡμῖν κόβαλός ἐστιν· ὅθεν καὶ |
5 | κοβαλεύειν καταχρηστικῶς εἴρηται τὸ μεταφέρειν ἀλ‐
λότρια κατ’ ὀλίγον· Ὦρος δὲ κόβαλα λέγει τὰ κατε‐
στομυλημένα, καὶ κοβάλους τοὺς λάλους· ἀπὸ τοῦ
κόψαι πεποιημένης τῆς λέξεως.
Κόβαλος, πανοῦργος, οἱονεὶ κοπίβαλός τις ὢν, καὶ |
---|
10 | κοβαλία, καὶ κοβαλεύω.
Κόθορνος, γυναικεῖον ὑπόδημα, τετράγωνον· ὑπὸ τοὺς
κοθόρνους, τὸ σχῆμα ἁρμόζον ἀμφοτέροις τοῖς ποσί.
Κόθουρος, σημαίνει τὸν κόνδουρον, παρὰ τὸ κεύθειν
τὴν οὐράν. |
---|
15 | Κοιλία, ἀπὸ τοῦ κοῖλον εἶναι· ἢ ἀπὸ τοῦ λεαίνειν τὴν
τροφὴν, καὶ χολοῦν, χοιλία καὶ κοιλία.
Κοιλὰς, τὸ βαθὺ τῆς γῆς, διὰ τὸ κοῖλον λίαν· καὶ εἰς
τὸ φάραγξ.
Κοίλῃσι, βαθείαις, Ἰωνικὴ ἐπέκτασις, παρὰ τὸ κῶ τὸ |
---|
20 | κεῖμαι, τὰς γὰρ εἰς αις δοτικὰς εἰς ῃσι ποιοῦσιν οἱ
Ἴωνες· γράφεται δὲ τὸ κοι διφθόγγῳ, ἐπειδὴ εὕρη‐
ται κατὰ διάλυσιν κοΐλον.
Κοιλία, διὰ τὸ κύειν τὰ λεῖα· ἢ διὰ τὴν τροφὴν λίαν
κύειν· ἢ παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθὺ καὶ |
---|
25 | περιφερὲς. τὸ δὲ κοῖλον, παρὰ τὸ κεῖσθαι ὅλον· τὸ
κοι διφθόγγῳ διάτι; ἀπὸ τοῦ κόϊλον κοῖλον, ἐξ οὗ καὶ
κοιλία. κοιλία χηλία τις οὖσα, διὰ τὸ μένειν τὴν τροφήν.
Κοιμῶμαι, ἀπὸ τοῦ κῶ, τοῦ σημαίνοντος τὸ ὑπνῶ, γί‐
νεται κείω, ὡς τὸ θῶ θείω, σῶ σείω· ὁ παθητικὸς |
---|
30 | ἐνεστὼς κείομαι καὶ ἐν συγκοπῇ κεῖμαι· ἀφ’ οὗ ὄνομα
ῥηματικὸν κοίμη, ἐξ οὗ ῥῆμα δευτέρας συζυγίας τῶν
περισπωμένων κοιμῶ κοιμᾶς· τὰ γὰρ ἀπὸ τῶν εἰς η
θηλυκῶν γινόμενα ῥήματα δευτέρας συζυγίας εἰσιν, ὡς
ἐπὶ τὸ πλεῖστον· ὁ δὲ Ὦρος κείω κοιμὸς, καὶ λείπω |
---|
35 | λοιμὸς καὶ ῥῆμα κοιμῶ.
Κοινὸς, οἶμαι ὅτι παρὰ τὸ κείω τὸ κεῖμαι, καὶ
καὶ κοινὸς, ὁ πᾶσι προκείμενος, ἢ γινόμενος· καὶ κοι‐
νὸς, ὁ εὐκόλως γινόμενος πᾶσι· ἢ κοιμὸς ὁ συγκοιμώ‐
μενός τινι· ἢ παρὰ τὸ γῶ τὸ δέχομαι γίνεται γοινὸς |
---|
40 | καὶ κοινὸς, ὁ δεκτικὸς καὶ εὐπρόσδεκτος· λέγεται Κοι‐
νὸς βασιλεὺς Μακεδονίας· Μαρσύας ἱστορεῖ, ὅτι Κνώ‐
πις τὸ γένος Κόλχος εἰς Μακεδονίαν ἐλθὼν, διέτριβε
παρὰ Καράνῳ· υἱοῦ δὲ γενομένου τῷ Καράνῳ καὶ βου‐
ληθέντι τὸν παῖδα ἀπὸ τοῦ ἰδίου πατρὸς ὀνομάζειν |
---|
45 | Καράρονα ἀνθίστατο ἡ μητήρ· καὶ αὑτὴ ἀπὸ τοῦ ἰδίου
πατρὸς τὸν παῖδα ὀνομασθῆναι βουλομένη· Κνώπις δὲ
ἐρωτηθεὶς εἶπε, μήδ’ ἑτέρου ὀνομάζεσθαι αὐτὸν, διό‐
περ Κοινὸς ἐκλήθη· ἔνιοι δ ἁμαρτάνοντες Καινὸν αὐ‐
τὸν καλοῦσι. |
---|
kappa 332 (50) | Κοινὸς, σημαίνει δύο, τὸν μεμολυσμένον· ὡς τὸ, αἷμα
Χριστοῦ κοινὸν ἡγησάμενος, ὅπερ ἀπὸ τοῦ φοινὸς, καὶ
τροπῇ τοῦ δασέος εἰς ψιλὸν κοινός· τοῦτο δὲ ἐκ τοῦ
φόνος φοινός· κυρίως λέγεται, τὸ ἀφ’ αἵματος μεμο‐
λυσμένον· καὶ κοινὸς ὃ κεκοινωμένος καὶ ἀναμεμιγμέ‐ |
55 | νος πολλοῖς.
Κοινωνὸς, ὁ τινὶ ἀνακείμενος· ἐκεῖνο δὲ παρὰ τὸ
κεῖμαι· τὸ νω μέγα διάτι; τὰ μέσον δύο ἀμεταβόλων.
Κοινωνία, διὰ τὸ ἑνίζεσθαι ἀλλήλοις, ἤγουν ἑνοῦ εἷ‐
ναι· ἢ διότι εἰς κοινὸν ἰαίνουσι τὰ μέρη. |
---|
60 | Κοῖος, ὁ πατὴρ τῆς Λητοῦς· παρὰ τὸ κοεῖν, ὅ ἐστι |
---|
νοεῖν, καὶ συνιέναι ὅ ἐστι συνετός. | |
kappa 333 | Κοίρανος, ὁ ἡγεμῶν καὶ ἀρχηγὸς· ὥσπερ παρὰ τὸ
ἀθρεῖν τὸ βλέπειν λέγεται, ὀθρὺς τὸ ὄρος, κατὰ τρο‐
πὴν τοῦ α εἰς ο· ἀφ’ οὗ ἔστι τὰ μακρόθεν ἐνέστοτα·
καὶ παρὰ τὴν ἀρχὴν ὁραχαμος καὶ ὄρχαμος, οὕτω καὶ |
5 | παρὰ τὸ καιρὸς γέγονε κοίρανος, μεταθέσει τοῦ α εἰς
ο, οἱονεὶ καίρανός τις ὢν, ὁ ἐν καιρῷ ἄρχων.
Κοιρανέων, διατάσσων ἐπερχόμενος, καὶ τὸ τοῦ κοι‐
ράνου ἔργον ἀποτελῶν.
Κοίτη, ἀπὸ τοῦ κέω, κῶ τὸ κεῖμαι, ὁ παθητικὸς ἐνε‐ |
---|
10 | στὼς τῶν εἰς μι κεῖμαι, κεῖται, καὶ ἐξ αὐτοῦ κοίτη,
ἐν ᾗ ἐστι κεῖσθαι κοιμωμένους· ὁ δὲ Θεόγνωστος,
παρὰ τὸ κῶ, ὃ σημαίνει τὸ ὑπνῶ, γίνεται κείω, ὡς
θῶ θείω· παρὰ τὸ κείομαι κεῖται, καὶ ἐξ αὐτοῦ ὄνο‐
μα ῥηματικὸν κοίτη. |
---|
15 | Κοῖτις, Ἀττικῶς, ἡ μικρὰ κύστη, τὴν γὰρ κύστην κοί‐
την λέγουσιν· ἔστι δὲ ἐν αἷς κοιταζόμεναι αἱ γυναῖκες
ἀπετίθεντο τὰ χρυσία.
Κοκκότιον, ὁ δῆμος Ἑλληνιστὶ, κυρίως ἁπάσης γῆς
οἰκουμένης. |
---|
20 | Κοκίας, ὁ προγονός· ἔστι δὲ ἰακὴ ἡ λέξις· σημαίνει
δὲ τὴν ἤδη κεκυημένην.
Κόκκυξ, ὄρνεον ἐαρινὸν, παραπλήσιον ἱέρακι· ἢ ὄρνεον
δειλότατον, ὡς Ἀνακρέων φησὶ, ἐγὼ δ’ αὐτῆς φεύγω
ὥς τε κόκκυξ. |
---|
25 | Κόλαξ, οἱονεὶ ὁ τεταπεινωμένως θεραπεύων τινά· παρὰ
τὸ κόλον παράγωγον κόλαξ· κόλον δὲ τὸ ταπεινὸν καὶ
μὴ ὁλόκληρον· τινὲς δὲ φασὶ παρὰ τὸ κολλᾷσθαι, κό‐
λαξ τις ὢν, ἐξ οὗ καὶ δύσκολος ὁ δυσχερῶς τινι
κολλώμενος· σημαίνει δὲ τὸ κόλαξ τὸν παράσιτον |
---|
30 | καὶ παραμένοντά τινι· οἷον, κόλακος γὰρ φησὶ
καὶ μνημονικὸν πρὸς κακίαν, καὶ τῶν ἀγαθῶν εὐεπί‐
ληστον.
Κολαφίζω καὶ κόλαφος, παρὰ τὸ κόλον ἀφεῖσθαι
κατὰ τοῦ τυπτομένου μέρους· ἤγουν ἀσθενὲς καὶ τα‐ |
---|
35 | πεινὸν πρὸς τὰ λοιπὰ μέρη, κόλος γὰρ τὸ ταπεινὸν,
καὶ μὴ ὁλόκληρον· ὁ δὲ Ἀπίων ἀπὸ τοῦ κολάψαι·
τὸ δὲ ὄνομα Ἑλληνικὸν παρ’ Ἐπιχάρμῳ, ὡς ταχεῖ
κόλαφος περιπατεῖ δεινός· οὕτω Σωρανός· ἢ ἀπὸ
τοῦ κονδύλους ἀφεῖσθαι ἐν ἐκείνῳ τῷ μέρει· κόνδυλος, |
---|
40 | κόλαφος, ἡ διδομένη διὰ τῶν μέσων δακτύλων πληγή·
ἄλλοι δὲ παρὰ τὸ κωλύειν τὸ φῶς.
Κολεὸς, ἡ ξιφοθήκη, παρὰ τὸ κεκοιλάνθαι· ἢ παρὰ
τὸ κῆλα τὰ τόξα.
Κολεὸς, χωρεὸς, τὸ χωροῦν τὸ ξίφος, ἤγουν ἡ ξιφο‐ |
---|
45 | θήκη.
Κολάζω, παρὰ τὸ κολαφίζω, καὶ κατὰ συγκοπὴν κο‐
λάζω.
Κόλον, τὸ μὴ τέλειον, ἀλλὰ κολοβόν.
Κόλος, ἐπί τινος ἐντέρου, παρὰ τὴν κοιλότησα. |
---|
kappa 333 (50) | Κολωσσὸς, σημαίνει καὶ τὸ εἴδωλον· κυρίως δὲ κο‐
λόσσοι λέγονται οἱ ὑπερμεγέθεις ἀνδριάντες, παρὰ τὸ
κολούειν, ὅ ἐστιν ἐλαττοῦν τὰ ὄσσε, τουτ’ἔστι τοὺς
ὀφθαλμοὺς διὰ τὸ μέγεθος, ὡς μὴ ἐφικνουμένων τῶν
ὀφθαλμῶν ὁρᾷν. |
55 | Κολοσυρτὸς, κοινοῦ τε καὶ ἀργαλέου κολοσυρτοῦ· ἡ
ἐκ φρυγάνων κόνις· διαφέρει δὲ κόνις κολοσυρτοῦ· κο‐
λοσυρτὸς γὰρ ὁ ἐκ φρυγάνων συρφετὸς, ἀπὸ τοῦ κόλα
σύρειν, τουτ’ἔστι τὰ φρύγανα· σημαίνει δὲ καὶ ταρα‐
χὴν καὶ θόρυβον, ἀνδρῶν ἠδὲ κυνῶν κολοσυρτόν. |
---|
60 | Κόλλαβοι, τὰ τῶν ὑῶν καὶ βοῶν σκληρὰ δέρματα | |
---|
kappa 334 | περὶ τὸν τράχηλον, ἐξ οὗ καὶ τοὺς νῦν λεγομένους
κολλάβουν ἐποίουν· ἔλεγον δὲ καὶ τὸ νωτιαῖον δέρμα
διὰ τὴν κόλλαν ἐξ αὐτοῦ γίνεσθαι, ὅθεν Ἀριστοφάνης
τὴν σκληρότητα Αἰσχύλου ἐνδεικνύμενος φησὶν, οἶμαι |
5 | γὰρ αὐτὸν κόλλοπι ἐοικέναι.
Κολλούρια, τὰ κολοβὰς ἔχοντα τὰς οὐράς· τοῦτο δὲ
καὶ ἐπὶ ἄρτων. δύναται καὶ ἐπὶ τῶν φαρμάκων ἰατρι‐
κῶν λέγεσθαι.
Κόλλοψ, ὁ ἐκ τῶν αὐχενίων δερμάτων γινόμενος πασ‐ |
---|
10 | σαλίσκος, ᾧ δεσμεύουσι τὴν νεῦραν· καλλοπὰς δὲ τὰ
μέρη ἐκεῖνα καλοῦσιν, ἐπειδὴ ἐξ αὐτῶν ἑψόμενα ἐγί‐
νετο ἡ κόλλα· οὔτως εὗρον ἐν ὑπομνήματι Ἀνδρονίκου,
εἰς τὸ δος.
Κολυμβᾶν, ἐτυμώτερον οἱ Δωριεῖς λέγουσι κολυφᾶν, |
---|
15 | ἀπὸ τοῦ κόλους, ὅ ἐστι κολοβοὺς φαίνεσθαι τοὺς ἐν
ὕδατι καὶ μὴ ὁλοτελεῖς.
Κολοιὸς, παρὰ τὸ κλῶ ῥῆμα τὸ φωνῶ καὶ γίνεται
κλὸς, καὶ πλεονασμῷ τοῦ ο καὶ ι κολοιός· κρακτικὸν
γὰρ τὸ ζῶον· ἀπὸ δὲ τοῦ κλῶ ῥήματος γίνεται κλύω |
---|
20 | κλύκος, καὶ καθ’ ὑπερβιβασμὸν καὶ μετάθεσιν τοῦ λ
κύκνος· ἢ παρὰ τὸ κύκλος· τὸ κυκλοτερὲς ἔχον τὸν
τράχηλον.
Κολώνη, εὔκοσμος καὶ δή μιν ἐπὶ κριόεντι Κολωνῷ
φαίνετο δ’ ἱερὸν στόμα, οἱ δὲ Κολῶναι. τὸ μὲν |
---|
25 | Κολωνὸς ὀξυτόνως, τὸ δὲ Κολώνη βαρυτόνως· σημαί‐
νει δὲ ἄμφω τὰ ἀκρωτήρια.
Κλὼς, ὡς σὼς σωός, καὶ πλεονασμῷ τοῦ ο κολωός· ἢ πα‐
ρὰ τὸ κολοιὸς, ὃ δηλοῖ τὸ ὄρνεον γέγονε κολωϊὸς ἐκτά‐
σει τοῦ ο εἰς ω, ὅθεν καὶ κολωῶ ῥῆμα· κραυγαστικὸν |
---|
30 | γὰρ τὸ ὄρνεον.
Κόλιξ, τὸ γαρδούβιον.
Κολλῶ, παρὰ τὸ κόλλα, τὸ ἐν δόρυ κεκλασμένον.
Κόλλαβος, δέρμα τὶ, ὃ ἐκ τῶν αὐχενίων δερμάτων
ἐστι, ἐξ ὧν αἱ τεκτονικαὶ κόλλαι γίνονται. |
---|
35 | Κολλύριον, ὅτι μάλα κωλύει τὸ ῥεῦμα.
Κολλυρίδας, ἐκ τοῦ κολλᾶσθαι ῥᾳδίως.
Κολονοὶ καὶ κολοσσοὶ, οἱ βοῦνοι.
Κολοσσὸς, ἀνδριὰς χαλκοῦς, ὅντινα διὰ τὸ μέγεθος
ἐκάλεσαν κολοσσὸν οἱ Ῥοδιοί. |
---|
40 | Κολοσυρτὸς, κονιορτὸς ἢ θόρυβος· Νεοπτόλεμος φησὶ,
μεγάλως αἰρομένης τῆς κόνεως καὶ εἰς ἀέρα ἱκνουμέ‐
νης, τὸ γὰρ κοῖλον κυρτώσεως καὶ ὑπεροχῆς μετέχει·
βέλτιον δὲ, ὁ ὑπὸ τὸν κόλον συρόμενος κονιορτός.
Κολωὸν, παρὰ τὸ κολοιὸς, ὁ δὲ Φιλόπονος, παρὰ τὸ |
---|
45 | κλῶ κλάζω· ἀπὸ τοῦ κλῶ κατὰ παραγωγήν· οὐδὲ
προσγράφεται τὸ ἰῶτα· ἢ κολῳὸν θόρυβον, ἡ μετα‐
φορὰ ἀπὸ τοῦ κολοιοῦ, ὅ ἐστι θορυβῶδες καὶ κραυγα‐
στικὸν ὄρνεον καὶ ἄτακτον.
Κόλων, τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτήριον· λαμβάνεται |
---|
kappa 334 (50) | δὲ καὶ ἐπὶ κακῶν· καὶ ἐπὶ μεγάλων καὶ κακῶν.
Κόλλυβος, εἶδος νόσου.
Κολοβὸν φαίνεται, τουτ’ἔστι καὶ τελείωτον.
Κολάπτει, γλύφει ἢ κλύνθει πρὸς τῷ γόνατι.
Κολοφῶνα, τὸ πέρας τοῦ πράγματος· ἢ τὸ τῶν ἄκρων |
55 | τέλος.
Κόλπος, παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθὺ, κοῖλ‐
πος, καὶ ἀφαιρέσει τοῦ ι κόλπος· ἔστι δὲ κλῶ κλάσω,
ἐξ αὐτοῦ γίνεται κλὸς, καὶ κατ’ ἀναδιπλασιασμὸν κό‐
κλος, καὶ καθ’ ὑπέρθεσιν τοῦ λ, καὶ τροπῇ τοῦ κ εἰς |
---|
60 | π, κόλπος. | |
---|
kappa 335 | Κολυμβῶ, παρὰ τὸ κόλυμβος· τοῦτο παρὰ τὸ κολο‐
βοῦς ἡμᾶς φαίνεσθαι.
Κολωνὸς, ὄρος, βουνὸς, λόφος, ἀνάστημα· πᾶν οὖν
ἀνάστημα γῆς κολωνὸς λέγεται· σημαίνει δὲ καὶ σκό‐ |
5 | πελον Ἀθηνᾶς· οἱ δὲ δύο Κολωνοὶ ἵππιος καὶ γὰρ ἀγο‐
ραῖος, ἀφ’ οὗ τοὺς μισθαρνοῦντας ἀνέφερον μισθαρνεῖ‐
σθαι· καὶ κολωνικὸν καὶ ἄλλο χωρίον ἐκαλεῖτο Κολω‐
νὸς ἱππότης.
Κοιαίστωρ, βασανιστὴς, Ῥωμαϊκὸν ἀξίωμα καὶ κλί‐ |
---|
10 | νεται κοιαίστωρος, ὁ συζητητὴς καὶ ἐρευνητὴς ἐπὶ χρή‐
μασι· κοιαίστωρ δὲ κατ’ ἐπέκτασιν καὶ συλλαβῆς προσ‐
θήκην ἐπ’ ἐγκλίμασιν οἱονεὶ ὁ τιμωρὸς, καὶ τῶν αἰωτι‐
μῶν μεγαλημάτων ἐρευνητὴς σεμνότητος.
Κοδράτης, νοῦμμος, ἄγει γράμματα ἓξ περὶ σύκλου· |
---|
15 | καλεῖται καὶ ὁ κοδράτης σύκλος· ὁ δὲ σύκλος τέταρτον μὲν
τῆς οὐγκίας, ἤγουν νόμισμα ἓν, ἥμισυ δὲ στατῆρος δύο
δραχμὰς ἔχων· ὄγδοον καὶ τῆς ὀγκίας ἡ δραγμή· ἐκα‐
λεῖτο δὲ καὶ ὀλκὴ ἡ δραγμὴ τοῦ αὐτοῦ βαθμοῦ· φημὶ
δὲ καὶ τοῦ σίκλου τὴν τρίχα τοῦ Ἀβεσαλὼμ σταθμίζον‐ |
---|
20 | τος κατὰ καιρὸν ὅταν ἐκορεύετο, ὀλκῆς ἐχούσης ρκ
καὶ πέντε σίκλους, ὅ ἐστιν οὐγκίας λα, γράμματα ἐξ
τῷ σίκλῳ τῷ βασιλικῷ· καὶ γίνεται λίτραι δύο γράμ‐
ματα τρία· ὁ δὲ σίκλος ἐστὶ ὀβολῶν τεσσαρῶν, οὐγ‐
κίων ιβ, ὃ ἔστιν οὐγκίων λβ, καὶ σίκλου ἑνὸς, γι‐ |
---|
25 | νομένων λίτρων δύο.
Κομμαγήνη, πόλις, Κόμανα, θυϊλὸς μεθερμηνεύεται
σύσκα κατὰ τὴν Καπαόνων φωνήν· ἔνθεν ἡ Κομμα‐
γήνη καὶ ἡ κόμη, ὅτι συσκιάζει τὴν κεφαλήν· Ὦρος.
Κομείτην, ἐπιμελείᾳ ἠξίουν, ἀντὶ τοῦ ἐκόμμουν· ἀπὸ |
---|
30 | δὲ τοῦ κομῶ κομεῖς.
Κομᾷν τοῦ γαυριᾷν διαφέρει· κομᾷν ἐπὶ πλούτου· γαυ‐
ριᾷν ἐπὶ νεότητος.
Κόμη, παρὰ τὸ κόσμον εἶναι τοῦ σώματος. οἱ δὲ παρὰ
τὸ κομᾷν· καὶ κυρίως ἐπὶ τῆς κεφαλῆς, παρὰ τὸ ἐπι‐ |
---|
35 | μελείας ἀξιοῦσθαι· ἀλλὰ τὰ εἰς μη ὀνόματα δισύλ‐
λαβα τῷ ο παραληγόμενα ὀξύνεσθαι θέλουσιν, οἷον,
νομὴ, δρομὴ, καταδρομή· πλὴν τοῦ κόμη.
Κόμη, ἡ θρὶξ, παρὰ τὸ κομᾷν, ἤγουν θάλλειν τὴν
τρίχα. |
---|
40 | Κόμανα, παρὰ τὸ κόμη, θηλυκὸν κομάνη καὶ τὸ οὐδέ‐
τερον κόμανον καὶ τὰ κόμανα· λέγεται γὰρ τὸν Ὀρέ‐
στην τὸν υἱὸν τοῦ Ἀγαμέμνονος, φεύγοντα μετὰ τῆς
ἀδελφῆς αὐτοῦ ἐκεῖσε τὴν κόμην ἀποκείρασθαι.
Κομίζω, τὸ κοσμίζω· ἐκ τοῦ κόσμος κοσμίζω, καὶ |
---|
45 | ἀποβολῇ τοῦ ς κομίζω.
Κομιδῇ, ἐπιῤῥηματικῶς, λίαν, πάνυ σημαίνει· ἔστι δὲ
ὀνομαστικῶς ἡ συλλογὴ, ἡ λῆψις, ἢ ἐπιμέλεια.
Κομιδὴ, συναγωγὴ, ἐπιμέλεια· σημαίνει δὲ καὶ τε‐
λείως· εἴρηται ἀπὸ τῆς τῶν καρπῶν συγκομιδῆς· ἥτις |
---|
kappa 335 (50) | γίνεται τελειωθέντων τῶν καρπῶν· ἀπὸ οὖν τοῦ κο‐
μιδὴ ὀνόματος, γίνεται τὸ κομιδῂ ἐπίῤῥημα· σημαί‐
νει δὲ καὶ τὸ πάνυ, οἷον, κομιδῇ νέος, ἀντὶ πάνυ νέος.
Κομμώτρια, ἐμπέκτρια, ἡ κοσμοῦσα καὶ ψιλοῦσα τὰς
γυναῖκας κούρισσα. |
55 | Κομμωτικὴ, ἐκ τοῦ κόμπου, ὃ σημαίνει τὸν κομπού‐
μενον, γυναικεῖα κόσμησις.
Κομόωντας, μεγαλοφρονοῦντας, μετοχὴ, τὸ θέμα κο‐
μῶ συζυγίας πρώτης καὶ δευτέρας· καί τι σημαίνει ὅτε
ἐστι πρώτης; καί τι σημαίνει, ὅτε ἔστι δευτέρας; καὶ |
---|
60 | πόσα σημαίνει; ὅτε ἐστι πρώτης, σημαίνει τὸ θερα‐ | |
---|
kappa 336 | πεύω καὶ ἐπιμελοῦμαι, τοῦτο μὲν θεράποντε κομεί‐
την ἐξ οὗ καὶ κατὰ παραγωγὴν κομίζειν καὶ κομί‐
σαι τέ με· ὅτε δέ ἐστι δευτέρας, σημαίνει τὸ εὐφραί‐
νομαι καὶ ἀγάλλομαι, καὶ τὰς τρίχας τρέφω· τὸ δὲ |
5 | κομαστὴς οὔκ ἐστιν ἐκ τούτου, ἀλλ’ ἐκ τοῦ κομάζω·
τὸ δὲ κομῶ ἐκ τοῦ κόσμος· καὶ γὰρ κόσμον ὁ δημιουρ‐
γὸς ἐνέθηκε τῷ ἀνθρώπῳ τὰς τρίχας· ἐκ δὲ τοῦ κομῶ
καὶ τοῦ ἵππος γίνεται τὸ ἱπποκόμος· καὶ γηρωκόμος·
διάτι βαρύνεται; ἐπειδὴ τὰ ἀπὸ ῥημάτων συντιθέμενα |
---|
10 | ὀνόματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον, ἱπποκόμον·
πηλίκα· τοῦτο γὰρ ἀπὸ τοῦ κόμη συνεθέτη τοῦ ὀνό‐
ματος, καὶ οὐκ ἀπὸ τοῦ ῥήματος.
Κομεῖν, τὸ σῶμα ὡραΐζειν, ἐπειδὴ καὶ κομμωτρία λέ‐
γουσι τὴν κοσμοῦσαν καὶ ἀμπλέκουσαν, καὶ τὸ κομμῆ‐ |
---|
15 | σαι καὶ ἐπιμελείας ἀξιῶσαι.
Κομμὸς, παρὰ τὸ κόπτω κομμὸς, κόψω γὰρ ὁ μέλλων
ὡς καὶ παρὰ τὸ γράψω γραμμὸς καὶ ὑπογραμμός.
Κόμπος, ὀδόντων ἦχος· ἢ ἀλαζονείας· παρὰ τὸ κενὴν
ὄπα ἔχειν· ἤγουν φωνήν. |
---|
20 | Κομψὸς, εἴρηται μὲν ἡ λέξις ἐπὶ τοῦ πανούργου, καὶ
ἐπὶ τοῦ μετρίου καὶ ἐπιεικοῦς· ἀμφότερα οὖν παρὰ τὸ
κάμπτω ῥῆμα· ἀλλ’ ἐπὶ μὲν τοῦ πανούργου, παρὰ τὸ
εὐκάμπυλον καὶ διεστραμμένον τῇ διανοίᾳ· ἐπὶ δὲ τοῦ
ἐπιεικοῦς, παρὰ τὸ εὐκαμπῆ αὐτὸν εἶναι, οἷον, εὐ‐ |
---|
25 | πειθῆ καὶ προσηνῇ· οὕτως Εἰρηναῖος ὁ Ἀττικός.
Κομπάζω καυχῶμαι, μεγαλοφρονῶ, ἀλαζονεύομαι.
Κομῶ, τὸ γαυριῶ· ὡς ἐν τῷ, ἐκόμᾳ δὲ πολλοῖς χρή‐
μασιν· ἀντὶ τοῦ ἐγαυρίᾳ· καὶ κομῶ τὸ καλλοπίζω, ἐξ
οὗ καὶ ἀνακομῶ τὸ ἀναφύω τρίχας· κομίζω δὲ τὸ |
---|
30 | φέρω.
Κομψὸν ἐπίδειν, εἴρηται ἐπὶ τοῦ κεκαλλωπισμένου
γυναίου· ἢ καὶ ἐντίμου μειρακίου· ἐπὶ τοῦ ὑπερηφά‐
νου, ἐπὶ τοῦ ῥαδίου καὶ ὑγιοῦς, καὶ ἐπὶ τοῦ ἀστείου
καὶ χαρίεντος· εἴρηται δὲ ἀπὸ τοῦ κόμπου. |
---|
35 | Κόμη, ἡ θρίξ· τὸ κο μικρὸν παρὰ τὸ κομῶ τὸ ἐπιμε‐
λοῦμαι, ἐξ οὗ καὶ κομητὴς ἀστήρ.
Κομενταρήσιοι, οἱ νῦν χαρτουλλάριοι, οἱ ταῖς ἐγκλη‐
ματικαῖς ὑπηρετοῦντες δίκαις.
Κόναβος, κονάβησαν, ἤχησαν, παρὰ τὸ κόναβος κο‐ |
---|
40 | ναβῶ· τοῦτο παρὰ τὸ τὴν βοὴν ἀκούων.
Κοναβῶ, ἠχῶ, παρὰ τὸ κόναβος· τοῦτο δὲ παρὰ τὸ
δονῶ δόναβος καὶ κόναβος· τοῦτο παρὰ τὸ κόνις· κυ‐
ρίως γὰρ λέγεται κόναβος, ἡ ἐν τῇ γῇ βοὴ, ὥσπερ
καὶ ἄραβος ἐκ τοῦ ἔρα καὶ τοῦ βοὴ γίνεται ἔραβος καὶ |
---|
45 | ἄραβος, λοιπὸν οὖν λέγουσί τινες, ὅτι ἐκ τοῦ κόνις
καὶ τοῦ βοὴ γίνεται κόνιβος καὶ τροπῇ τοῦ ι εἰς α
κόναβος· οὐκ ἔστι δέ· οὐδέποτε γὰρ τρέπεται τὸ ι εἰς
α, ἀλλ’ ἔστι μᾶλλον ἐκ τοῦ κονία καὶ βοὴ, τὸ αὐτὸ
σημαίνοντος τοῦ κόνις· ἐξ αὐτοῦ κατὰ παραγωγὴν κο‐ |
---|
kappa 336 (50) | νίαβος, καὶ συγκοπῇ τοῦ ι κόναβος, ἐξ οὗ καὶ κονα‐
βίζω.
Κόνδυλοι, παρὰ τὴν κάμψιν τῶν δακτύλων, οἱονεὶ
κάνδυλοι ὄντες, περὶ αὐτοὺς γὰρ ἡ κάμψις τῶν δακ‐
τύλων ἐγένετο· ὁ κένδυλός τις ὢν, ὁ εἰς τὰ κενὰ δυό‐ |
55 | μενος τῶν ῥαπιζομένων· κενὰ δὲ σαρκῶν τὰ μέρη.
Κόνις καὶ μάχη, παρὰ τὸ κονῶ κόνις, κόνιος καὶ κο‐
νία, ὡς Κύπρος, Κύπριος, Κυπρία.
Κονίῃσι, παρὰ τὸ κονῶ κονία, ὡς ταινία· ἡ διὰ τῆς
σι ἐπέκτασις εἰ μὲν ἔχει δύο σς, ἑνὶ φωνήεντι |
---|
60 | παραλήγεται· οἷον, θήρεσσι, κύνεσσιν· εἰ δὲ δύο | |
---|
kappa 337 | φωνήεντα ἑνὶ ς, ἀνθρώποισιν, Ἀχαιοῖσιν, ἐλάτῃσιν
καὶ κονίῃσιν· ὁ κανὼν ἔστηκεν, εἰ μὴ μέτρον βιά‐
σαιτο· σεσημείωται δύο λιμαῖσι τε καὶ ἀκτίσι.
Κονιορτὸς, παρὰ τὸ ὄῤῥω, ὃ σημαίνει τὸ διεγείρω, ὁ |
5 | μέλλων ὄρσω Αἰολικῶς, ῥηματικὸν ὄνομα ὀρτὸς, ὡς
κείρω κορμός· καὶ ἐν συνθέσει μετὰ τοῦ κόνις κονιορ‐
τὸς, ὁ τὴν κόνιν ὀρούων καὶ ὁρμῶν.
Κόνις, παρὰ τὸ καίνω τὸ κόπτω καὶ διφθείρω, ἡ εἰς
μικρὰ κεκομμένη γῆ· δηλοῖ γὰρ τὴν εἰς λεπτομερῆ οὐ‐ |
---|
10 | σίαν χωρήσασαν γῆν, ἀπὸ μεταφορᾶς τῶν ξυσμάτων·
ἢ παρὰ τὸ κνῶ κνίς· καὶ ἐπειδὴ οὐκ ἐδύνατο μονοσύλ‐
λαβον ὄνομα βραχυκαταλήγειν πλεονάζει τὸ ο, καὶ γί‐
νεται κόνις.
Κονίζω, τὸ ἀγονίζομαι, καὶ παρασκευάζομαι πρὸς τὸν |
---|
15 | πόλεμον, ἀπὸ τοῦ κόνις, οἱ γὰρ ἀρχαῖοι, ὅτε ἔμελλον
ἀγωνίζεσθαι εἰς τὰς χεῖρας αὐτῶν πτύοντες κόνιν προσ‐
ελάμβανον, διὰ τὸ ἰσχυρῶς κρατεῖν.
Κονίσσαλος, ὁ κονιορτὸς, οἱονεὶ ἡ σαλευομένη κόνις·
ἢ παρὰ τὸν κονίσω μέλλοντα γίνεται κονίσαλος ὁ κο‐ |
---|
20 | νιορτὸς, ὡς παρὰ τὸ ἵζω ἵζαλος· σημαίνει δὲ τὸ κονί‐
σαλος καὶ κονιορτὸν καὶ αἰδοῖον.
Κονίη, ὁ κονιορτὸς, τὸ νι ἰῶτα. ὥσπερ καὶ τὸ κάρ‐
δος γίνεται ἐκ τοῦ καίνω τὸ διαφθείρω, ἐξ οὗ καὶ
μετὰ τὸ φαοὺς φάσφανος, ὁ τοῖς φαέσι καίνων ἤγουν |
---|
25 | διαφθείρων, καὶ συγκοπῇ κνῶ ῥῆμα εἰς μι κνῆμι, ὁ
παρατατικὸς ἔκνην, τὸ τρίτον ἔκνη καὶ κνῆ, ἐπειδ’ αἴ‐
γειον κνῆ τυρόν· ἐκ τοῦ κνῶ οὖν γίνεται κνὶς, καὶ
πλεονασμῷ τοῦ ο κόνις, ἡ εἰς μικρὸν κεκομμένη καὶ τε‐
τμημένη γῆ. |
---|
30 | Κονοειδὲς, σφαιροειδὲς, τὸ πλατέως εἰς ὀξὺ λῆγον
ἐχόμενον· ὡς στρόβιτʹ.
Κόνειον, διὰ τῆς ει διφθόγγου· πρῶτον ὅτι εἰσὶ προ‐
παροξύτονα διὰ τοῦ ειον τρισύλλαβα, ἅτινα διὰ τῆς
ει διφθόγγου γράφεται, οἷον, γένειον, βρένθειον, |
---|
35 | ἔστι δὲ εἶδος πολυτελοῦς μύρου, οὕτω καὶ κόνειον·
δεύτερον δὲ, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ κονιάζομεν.
Κονσιστόριον, βασιλικὸν σέκρετον.
Κονδεῖτος, παρὰ τὸ κινεῖν τὴν δεῖσαν.
Κοντὸς, παρὰ τὸ κεντῶ, κεντὸς καὶ κοντὸς, ὡς τρέφω |
---|
40 | τροφός.
Κοντὸς, τὸ κοντάριον· παρὰ τὸ εἰς κόνιν τιθέναι, ἤτοι
εἰς γῆν.
Κοντουβερνάριος, ἢ κουντουβέρνης.
Κόπερα, Αἰολικῇ διαλέκτῳ κοπρία, κόπερα· ὡς Πρία‐ |
---|
45 | μος πέραμος, ἀλλότριος ἀλλότερος.
Κόπρος, οἱονεὶ κόπος τις οὖσα· βαρεῖ γὰρ τὸ περισσὸν
ἐγκείμενον, καὶ κόπρος· ἢ κόπρος χόπορός τις οὖσα,
ἀπὸ τοῦ χεῖσθαι διὰ τοῦ πόρου, κατὰ συγκοπὴν καὶ
τροπῇ τοῦ χ εἰς κ κόπρος· κόπρος κυρίως εἴρηται ἀπὸ |
---|
kappa 337 (50) | τῶν κοπτόντων καὶ τὸ κομπάσαι.
Κόπρεια, παρὰ τὸ τὸν κόπον ἡμῶν ἐκεῖσε ῥεῖν· πᾶς
γὰρ μόχθος ἀνθρώπου ἐκ τοῦ στόματος αὐτοῦ.
Κόπανον, ἐκ τοῦ κόπτω.
Κόπις, τὸ ξίφος. |
55 | Κόπις, ὁ ῥήτωρ· κοπεὶς δὲ ὁ φλύαρος καὶ λοίδορος.
Κόπις, σύντομος, ὀξὺς τῷ λόγῳ, ἢ λάλος, ὅθεν καὶ ὁ
δημοκόπος καὶ κόβαλος, καὶ κατεστωμυλημένος, κόβα‐
λοι λέγονται· καὶ τὰς τῶν λόγων τέχνας κοπίδας ἐκά‐ |
---|
λουν· μὴ τὸν Πυθαγόραν εὕρομεν ὄντων ἀληθινῶν κο‐ | |
kappa 338 | πίδων· Εὐριπίδης πρὶν ὁ ποικιλόφρων κόπις ἡδυλόγος
δημοχαριστής.
Κόρη, ἐπὶ τοῦ ὀφθαλμοῦ οἱονεὶ χορή τις οὖσα, ἀπὸ
τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ ὁρατικὸν πνεῦμα. κόρη δὲ ἡ |
5 | πάρθενος ἡ ὑγροφυὴς καὶ τρυφερὰ ἀπὸ τοῦ κορεῖν τὸ
καλλωπίζειν, ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται· ἢ ἡ
καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν· κορεῖν γὰρ
τὸ καθαίρειν· ἔνθεν καὶ νεοκόρος· ἢ παρὰ τὸ κείρω,
ἡ κειρομένη ἔτι νεάζουσα. |
---|
10 | Κορθύεται, κορυφοῦται, αὔξεται, ἀπὸ τοῦ κορύσσω,
ἢ ἀπὸ τοῦ κόρυθος· ἔνιοι δὲ ἀπὸ τοῦ σωρεύεσθαι ἤκου‐
σαν· κόρθυς γὰρ ἡ σωρός.
Κορυθάλη, ἡ πρὸ τῶν θυρῶν δάφνη τιθεμένη, ὅτι
οἱ κλάδοι οὓς κοροὺς καλοῦσι, θάλλουσι, ὡς ὁ Χρύ‐ |
---|
15 | σιππος, ἀλλὰ δάδας ἡμμένας μὴ δότω τις· ἔνθεν καὶ
κοροὺς πλεκτοὺς ἀκραπνεῖς, μυῤῥίνας· οἱ γὰρ ποιηταὶ
ἀνάπαλιν τοὺς κλάδους καὶ ὄζους καὶ ὄρπηκας λέγουσι·
τινὲς δὲ ὅτι ἡβησάντων τῶν νέων καὶ θυγατέρων δά‐
φνας προετίθουν ἐφηρίοις καὶ γάμοις. |
---|
20 | Κορύβαντες, δαίμονες, οἵτινες ἐπάχθησαν φυλάττειν
τὸν Δῖα· παρὰ τὸ κρύβειν τὸν Δία, Κορύβαντες,
κατὰ πλεονασμὸν τοῦ ο· ἢ οἱ τὴν κόρην καταβάντες
ἀναγαγεῖν καὶ μὴ ὑποστρέφειν· Κορύβαντες, ὡς μυ‐
θεύεται, ὅτι κατέπινεν ὁ Κρόνος τὰ ἀπὸ τῆς Ῥέας |
---|
25 | τέκνα· οὕτω Δίδυμος ἐν ὑπομνήματι Μενάνδρου.
Κόρση, ἡ κεφαλὴ, ὡς μὲν Ἀπολλώνιος δίδωσιν ἀπὸ τοῦ
κορυφοῦσθαι· οἱ δὲ φασὶ παρὰ τὸ κείρεσθαι, ὅθεν
κορσωτὴρ λέγεται, ὁ τὰς τρίχας κουρεύων, οἷον, ὡς
δ’ ἐνὶ κορσωτῆρος ἀπότριχα καλλύνεις, καὶ κόρσαι αἱ |
---|
30 | τρίχες· Αἰσχύλος λευκὰς δὲ κόρσας τῇδε παντέλλειν
νόσον.
Κορεσθῆναι, ὅτι κουροτρόφον τὴν γῆν καλοῦσιν, καὶ
τὸν ἐκ ταύτης καρπὸν τὴν κόρην, ὅθεν καὶ τὸ πλη‐
ρωθῆναι τροφῆς κορεσθῆναι λέγουσιν· ἀπὸ τῆς κόρης, |
---|
35 | ἢν παρὰ Πλούτωνι κατὰ τὴν γῆν οὖσαν, καὶ ἐκείνου
νομιζομένην γυναῖκα, ὅμως κόρην λέγουσι, διὰ τὴν
τοῦ καρποῦ κατ’ ἐνιαυτὸν γινομένην γέννησιν. Φώ‐
τιος.
Κόρταφος, τὸ ἐντελέστερον παρέλαβε· εἰ μὴ ἄρα |
---|
40 | πρὸς τὴν συνήθειαν παρὰ τὴν κόρσην εἶναι κόρταφος
καὶ ἐν ὑπερβιβασμῷ κρόταφος· ἢ ὅτι τοῖς κόρσοις ἁφή
ἐστι, παρὰ τὸ κόρση καὶ κρόσση, ἔστι κρόσας· κρόσας
μὲν πυργόν· καὶ κρόσος οὕτως ἐτυμολογεῖται ἀπὸ τοῦ
τέλους· φησὶ γὰρ ἡ κεφαλὴ τὸ τελευταῖον ὁ κρόσος |
---|
45 | καλεῖται.
Κορυθάϊξ, ἀπὸ τοῦ ἀΐσσω ἀΐξω, καὶ τοῦ κόρυθος γί‐
νεται κορυθάϊξ· τὰ δὲ εἰς ξ λήγοντα ἀποστρέφονται
τὴν ει δίφθογγον, οἷον, πέρδιξ, τέττιξ.
Κορυθαίολος, ἔστιν αἰόλλω τὸ δηλοῦν τὸ κινοῦν καὶ |
---|
kappa 338 (50) | συνεχῶς στρέφειν· οἷον, ὣς δ’ ὅτε γαστέρ’ ἀνὴρ ἐμ‐
πλείην κνίσσης αἰόλλει· καὶ αἰόλαι ἐλαι, ὅπερ ἀπὸ
τοῦ ἀέλλης γίνεται· ἢ ἀπὸ τοῦ ἄειν καὶ τοῦ εἰλεῖν,
ἀφ’ οὗ ῥηματικὸν ὄνομα αἴολος, καὶ ἐν συνθέσει μετὰ
τοῦ κόρυθος κορυθαίολος, ὡς πάλλω πάλος καὶ σα‐ |
55 | κέσπαλος· κορυθαίολος οὖν, ὁ τὴν κόρυθα εὐκίνητον
ἔχων, ἢ ποικίλην· ἐξ οὗ καὶ πολεμικήν.
Κόρυθος φάλον, τὸ πρὸ μετωπίδα ἀνάστημα τῆς πε‐
ρικεφαλαίας· φάλον γὰρ τὸ λαμπρόν· ὅθεν καὶ φα‐ |
---|
λακρὸς, ὁ ἔχων φαλὸν τὸ κάρα. | |
kappa 339 | Κορύνη, ῥόπαλον, παρὰ τὸ κάρη, ὅπερ ἀπὸ τοῦ κά‐
ρηνον γέγονε, κατ’ ἀποκοπὴν καρήνη· καὶ τροπῇ τοῦ
α εἰς ο κορύνη, τὸ παχεῖαν κεφαλὴν ἔχον ξύλον· ἢ
κατὰ τὸ κάλον νεύουσα καρήνη καὶ κορύνη καὶ κορυ‐ |
5 | νήτης.
Κόρυς, ἡ περικεφαλαία, παρὰ τὸ κάρη κάρυς καὶ κό‐
ρυς· ἢ παρὰ τὸ κόρση γέγονε κόρυς· κόρση δὲ ἡ κε‐
φαλή· καὶ τὸ κορσοῦσθαι ἐπὶ τοῦ κείρειν ἔλεγον οἱ
Ἴωνες, καὶ κουρσωτῆρα τὸν κουρέα. |
---|
10 | Κορυφὴ, τὸ μέσον τῆς κεφαλῆς, ὅτι τῆς κάρας ἔστιν
ὀροφή· τινὲς δὲ ἀπὸ τοῦ κεκρύφθαι αὐτὴν ὑπὸ τῶν
τρίχων, κρύφή τις οὖσα· καὶ πλεονασμῷ τοῦ ο, κο‐
ρυφή· ὁ δὲ Φιλόξενος ἐν τῷ περὶ διαλέκτων λέγει, ὅτι
παρὰ τὸ κάρη γέγονε καρύπτω καὶ κρύπτω, μετα‐ |
---|
15 | θέσει τοῦ α εἰς ο· ὡς παρὰ Θεοκρίτῳ· τὸν Λιβυ‐
κὸν κνάκωνα φυλάσσεο, μή τυ κορύψῃ· ἐκ τοῦ οὖν
κορύπτω γέγονεν ὄνομα ῥηματικὸν κορυφή· ἰστέον δὲ
ὅτι τὸ αὐτό ἐστι τὸ κορύσσω καὶ κορύπτω, ὅθεν
Ὅμηρος εἰπὼν, πόντῳ καὶ τὰ πρῶτα κορύσσεται, ἐπή‐ |
---|
20 | γαγε τὸ κυρτὸν ἐὸν κορυφοῦται, εἰς τὸ αὐτὸ κατα‐
στρέφοντος τοῦ ῥήματος· σημαίνει δὲ τὸ κορύσσω καὶ
τὸ καθοπλίζω καὶ κατασκευάζω.
Κορώνη, κορωνὶς, ἐπὶ τὸ αὐτὸ, οἷον, αἱ καμπυλοπρύ‐
μναι, σὺν νηυσὶ κορώνισι, παρὰ τὸ ἄνω ἐξηρημέναι εἶ‐ |
---|
25 | ναι, διὰ τὸ εἰς ὕψος ἀνέχειν· καὶ κορώνη τὸ ὄρνεον,
παρὰ τὸ καῦρον ὃ σημαίνει τὸ κακὸν· Ἀνακρέων κό‐
ρωνα βαίνων φησί· τίθεται δὲ ἡ λέξις ἐπὶ τοῦ ὀρ‐
νέου, καὶ ἐπὶ τοῦ ἐπικαμποῦς τόξου, καὶ τοῦ θύρας
κρίκου. |
---|
30 | Κορωνὸς, ὁ γαῦρος καὶ ὑψαυχενῶν· παρὰ τὸ κάρη
κατὰ μετάθεσιν τοῦ α εἰς ο· ἀρχίλαος· βοῦς δὲ ἡμῖν
ἐργάτης ἐν οἰκίῃ κορωνὸς ἔργον ἴδρις.
Κοράλλιον, διὰ τοῦ ι, καὶ ἴσως τὸ ἅλιον ἔγκειται,
ἀπὸ τῆς θαλάσσης ταῖς κόραις κόσμιος, ἡ κοινὴ διὰ |
---|
35 | τοῦ ο, Ἀττικῶς δὲ διὰ τοῦ ἰῶτα.
Κόραξ, ὅτι κόρος ἐστὶ τῇ χροιᾷ· κόρον δὲ τὸ μαῦρον
εἴρηται, ἢ διὰ τὸ τῆς κοινῆς ῥέξαι· ἢ διὰ τὸ κόρας
ξύειν πάντος ὀρνέου καὶ ἐσθίειν· ἢ διὰ τὸ πολλὰ
ἐσθίειν. |
---|
40 | Κοράλλιον, λίθος παραθαλάσσιος ἐρυθρός.
Κορεῖν, κοσμεῖν βίβλους ἢ σαίρειν.
Κορεσθῆναι, φαγεῖν ὅσον χωρεῖ.
Κόρη, παρὰ τὸ κόρον ἐμποιεῖν τῆ ἰδέᾳ· σημαίνει τὴν
παρθένον, παρὰ τὸ κορῶ τὸ ἐπιμελοῦμαι· ἐξ οὗ καὶ |
---|
45 | νεωκόρος· ὁ τοῦ λαοῦ ἐπιμελούμενος. Σελευκός.
Κόρη, κώλυσις τοῦ ῥεῖν ἤτοι πρὸ τοῦ τόκου, ἤγουν πρὸ
τῶν αἱμάτων· κόρη δὲ ἡ τοῦ ὀφθαλμοῦ, ὡς ἐκ τοῦ
κολλοῦ χέειν τὸ δάκρυον· λέγεται ἐκ τούτου κολλού‐
ριον τὸ κωλύον τὸ ῥέειν. |
---|
kappa 339 (50) | Κοριάξιος, διὰ τὸ τὴν κόρην ἔχειν ὀξεῖαν· ἢ τὴν κε‐
φαλήν.
Κοροπλάστης, ὁ τὰ ζῴδια πλάσσων· οὐ γὰρ μόνον
κούρους, ἢ ὁμοίως κόρας πλάσσει, ἀλλὰ πᾶν ζῶον.
Κόρος, σίτος· ὁ κόρος εἴληπται ἐκ τῆς Ἑβραϊκῆς δια‐ |
55 | λέκτου, ὃς καλεῖται χώρ· εἰσὶ δὲ μόδιοι λ· χὼρ δὲ
λέγεται ἀπὸ τῆς τοῦ βουνοῦ ὑποθέσεως· χωρία γὰρ
καλεῖται τὰ βουνία· λέγονται βουνοὶ βασανισθέντες
οἱ λ, μόδιοι, φοντʹ. ποιοῦσι καμήλου.
Κορύβαντες, οἱ τὴν κόρην καταβάντες ἀναγαγεῖν καὶ |
---|
60 | μὴ ὑποστρέφειν. | |
---|
kappa 340 | Κορυθαίολος, ἐκ τοῦ κόρυς κόρυθος, καὶ τοῦ αἰόλ‐
λω· εἰ γὰρ ἦν ἀπὸ τοῦ αἰολος ὀνόματος, ὤφειλε προ‐
παροξύνεσθαι· κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς ος
ὑπὲρ δύο συλλαβὰς, πρὸ μιᾶς τὸν τόνον ἔχοντα. ἐν |
5 | τῇ συνθέσει προπαροξύνεται· χωρὶς εἰ μὴ σύνθετον
εἴη ἕνεκα ἐνεργείας παροξυνόμενον· οἷον, πλησίος πα‐
ραπλήσιος, αἰόλος παναιόλος· τὸ γὰρ κορυθαιόλος οὐκ
ἔχει τὸ ἐγκείμενον τὸ αἰόλον, ἀλλὰ τὸ αἰόλλω ῥῆμα,
τὸ δηλοῦν τὸ κινῶ· γίνεται δὲ ἐκ τοῦ ἀέλλα, ἀέλλω καὶ |
---|
10 | πλεονασμῷ τοῦ ι, αἰόλλω, ἐξ οὗ καὶ αἴλουρος, παρὰ
τὸ αἰόλλειν τὴν οὐρὰν, ὅ ἐστι κινεῖν.
Κόρυβος, εὐηθὴς, μωρός τις μετρῶν τὰ κύματα.
Κορύνη, βάκλον, ῥόπαλον· καὶ εἰς τὸ ἱπποκορυστής.
Κορυφαιότατος, μείζων, ἐξωχότατος, ἐνδοξότα‐ |
---|
15 | τος.
Κοῤῥίνιον, μικρὸν κοράσιον.
Κορώνη, παρὰ τὸ κρώζω κρώνη, καὶ πλεονασμῷ τοῦ ο
κορώνη.
Κορωνίσι, κεφαλαῖς, ὑποκοριστικὸν ἐκ τοῦ κορώνη κο‐ |
---|
20 | ρωνίς, τοῦτο ἐκ τοῦ κάρα, δι’ ἧς ὑψοῦ ἀνέχη· καὶ
κορώνη ἐκ τοῦ γαῦρον, ἐξ οὗ καὶ κορωνὸς ὁ γαῦρος.
Κόρυζα, μυξῶν πλέον κατάῤῥους.
Κόρος καὶ κόρη, ἀπὸ τῆς θεραπείας, τὸ γὰρ κορεῖν
τοιοῦτον· οἷον, δῶμα κορύσατε, τουτ’ἔστι καλύμματα· |
---|
25 | καὶ μυλωκόρον τὸ καθάριτον τὸν μύλωνα· οἱ δὲ οἰόμε‐
νοι τὸ σαρῶσαι σημαίνεσθαι διὰ τὸ κορίσαι ἀγνοοῦσι·
νεωκόρος γέ τοι οὐκ ἔστιν ὁ σαρῶν τὸν νέω· ἀλλ’ ὁ
ἐπιμελούμενος αὐτοῦ· αἵτε ἡλικίαι τῶν νέων πολλῆς
ἐπιμελείας χρήζουσι· καὶ ἡ ἐν τοῖς ὀφθαλμοῖς κόρα, ἧς |
---|
30 | καὶ αὐτὴ ἡ φύσις πεφρόντικε, σάρκινά τε ἑαυτῇ πε‐
ριθεῖσα βλέφαρα, καὶ ταῦτα ὀχυρώσασα θριξὶ, ταῖς
λεγομέναις βλεφάρισι.
Κορώνη, κόραξ, τὸ ἄκρον τοῦ τόξου, εἰς ὃ ἡ νεῦρα
τίθεται, καὶ ὁ κρίκος τῆς θύρας καὶ τὸ ζῶον, καὶ |
---|
35 | ὄρνεον ἄλλο θαλάσσιον, ὃ καλεῖται αἰθρία, λάρος καὶ
εἶδος στεφάνου.
Κόσμος, παρὰ τὸ κοσμῶ, ὁ πάντα ἐν αὐτῷ ἔχων κε‐
κοσμημένα καὶ διατεταγμένα· ἢ παρὰ τὸ κάζω κάσω
κέκασμαι, κασμὸς ῥηματικὸν ὄνομα καὶ μεταθέσει τοῦ |
---|
40 | α εἰς ο καὶ ἐναλλαγῇ τοῦ τόνου, κόσμος, οὕτω Φι‐
λόξενος.
Κοσμηθὲν, ἀπὸ ποίου θέματος; ἀπὸ τοῦ κοσμῶ κο‐
σμήσω κεκόσμηκα. κεκόσμημαι, ἐκοσμήθην. τὸ τρίτον
τῶν πληθυντικῶν ἐκοσμήθησαν· εἶτα ἀφαιρέσει τοῦ |
---|
45 | ε κοσμήθησαν· συγκοπῇ λοιπὸν γίνεται κοσμήθησαν
κοσμηθέν.
Κοσμήτορας, ἡγεμόνας, διὰ τὸ κοσμεῖν τὸν λαὸν,
τουτ’ἔστι καθοπλίζειν.
Κόσυμβος, ἀναδεσμὸς κροσσώτ.. χίτων. |
---|
kappa 340 (50) | Κοσμιωτάτη, εὐγενεστάτη, εὐκαλλώπιστος.
Κοτταβίζω, συνεπίνομέν τε καὶ συνεκοτταβίζομεν·
καὶ τῶν κοτταβιῶν τὰ πολλὰ ἡμέτερα ἦν.
Κότος, ἡ ὀργὴ, παρὰ τὸ κέω κῶ τὸ κεῖμαι, κέημι,
ὁ παθητικὸς κέεμαι κεῖμαι, τὸ τρίτον κεῖται, ῥημα‐ |
55 | τικὸν ὄνομα κότος, ἡ ἐναπομένουσα ὀργὴ κότος λέ‐
γεται.
Κοτέοντες, ὀργιζόμενοι, μετοχή· τὸ ῥῆμα κοτῶ, ἐκ
τοῦ κότος· τὸ κο μικρὸν διάτι; τὰ ἔχοντα τὸ ε
ἐγκείμενον. ποίου εἴδους τῶν ὑποπεπτωκότων, εἰδι‐ |
---|
60 | κοῦ· τὸ γενικὸν θυμός. γίνεται δὲ τὸ κότος, παρὰ | |
---|
kappa 341 | τὸ κῶ τὸ κοιμῶμαι· κέω κοὸς καὶ κότος, ἡ κοιμω‐
μένη καὶ ἡσυχάζουσα ἐν τῇ ψυχῇ μῆνις.
Κότος, θυμὸς, ἐπιτηρῶν καιρὸν εἰς τιμωρίαν· εἴρηται
δὲ οὕτω παρὰ τὸ ἐνεκεῖσθαι. καί τι διαφέρουσιν ἀλλή‐ |
5 | λων ὀργὴ μῆνις, χόλος, κότος καὶ θυμὸς; διαφέρει
δὲ ὀργὴ μὲν γὰρ ἡ ἐπ’ ὀλίγον χρόνον, ἀπὸ τοῦ ὀρ‐
γᾷν· μῆνις δὲ ἡ μόνιμος ὀργὴ, ἀπὸ τοῦ μένειν· χό‐
λος δὲ ἡ κίνησις τοῦ χόλου, καὶ ἐπ’ ὀλίγον χρόνον γε‐
νόμενον· κότος δὲ ἡ πολυχρόνιος μνησικακία, ἀπὸ τοῦ |
---|
10 | οἰκεῖσθαι· θυμὸς δὲ ξέσις τοῦ περικαρδίου αἵματος
θερμοῦ, πρὸς ἀντιληπῆσαι ὁρῶσα, παρὰ τὸ θύειν, ὅ
ἐστι μανικῶς ὁρμᾷν.
Κοτζὸς, ὁ κεκομμένους τοὺς πόδας ἔχων, οἱονεὶ κό‐
τος. |
---|
15 | Κοτύλη, ὅπου ἐγκλίνεται ἡ κεφαλὴ τοῦ μηροῦς, περὶ
τὴν κοιλότητα, τὴν ἐν αὐτῇ τῇ κοτύλῃ γινομένην· λέ‐
γεται καὶ κοτύλη τὸ κοῖλον τῆς χειρός· ὅθεν καὶ κο‐
τυλήρυτον, τουτ’ἔστι τοσοῦτον τῷ πλήθει, ὥστε καὶ
κοτύλην ἀρύεσθαι, παρὰ τὸ ἀρύω ἀρύσω, ἄρυτον καὶ |
---|
20 | ἐν συνθέσει κοτυλήρυτον, ὥστε ψιλωτέον τὸ ρ· λέ‐
γουσι κοτύλην καὶ εἶδος ποτηρίου καὶ εἶδος μέτρου· κυ‐
ρίως δὲ τὸ ὁπωσοῦν μέτρον κοτύλην ἔλεγον οἱ ἀρχαῖοι·
παρὰ τὴν κοιλότητα.
Κοτύλη, κυρίως μέτρον, ἢ γλοῦτος, ἀπὸ τῆς κοιλό‐ |
---|
25 | τητος.
Κοτύλη, ἥμισυ ξεστίου ἐστιν, ὅθεν οἱ πτωχοῦντες οἶ‐
νον ἔλαιον κοτυλισταὶ καλοῦνται· καλεῖται δὲ κοτύ‐
λη, ἀπὸ τοῦ ξέστην εἰς δύο κόπτεσθαι.
Κότινος, ὁ στέφανος ὁ Ὀλυμπιακὸς, ὅτι πάλαι ἐφυλ‐ |
---|
30 | λοβόλουν τοὺς νικῶντας ἀπὸ τῶν παρακειμένων φύλ‐
λων, ἐπιῤῥίπτοντες ἃ δίστρωμνα αὐτοῖς πρὸς τὴν εὐνὴν
ἔπιπτον· ὅθεν καὶ κότινον φησὶ καλεῖσθαι τὸν στέφα‐
νον τὸν Ὀλυμπιακόν· ἀπὸ τῆς κοίτης ἀρξαμένου στέ‐
φανον εἶναι τοῖς νενικηκόσι· σημαίνει καὶ ἀγριελαίαν. |
---|
35 | Κουρὰ, κείρω, κέκαρμαι, κορὰ καὶ κουρά.
Κουρίζω, τὸ κεάζω καὶ ἀκμάζω· ἢ τὰ τῶν νεοτέρων
φρονῶ· ἐξ οὗ καὶ κουρὸς ὁ νεώτερος.
Κοῦρβα, διὰ τὸ εἰς κόραν βαίνειν.
Κούρη, παρὰ τὸ ὠρῶ ῥῆμα, ὃ σημαίνει τὸ φυλάττω, |
---|
40 | γίνεται ὄνομα οὔρη καὶ κούρη· φυλακτικὴ γάρ· ἢ
παρὰ τὸ κείρω τὸ κουρεύω, κόρη καὶ Ἰωνικῶς κούρη,
κατὰ πλεονασμὸν τοῦ υ, ἡ κειρομένη ἔτι, ἦν νεά‐
ζουσα.
Κουροσύνα, κοῦρος λέγεται παρὰ τοῖς Ἀθηναίοις ἡλι‐ |
---|
45 | κία τις ἐν ᾗ ποιοῦντες τραπέζας ἔταττον ἑαυτοὺς μετὰ
τῶν νεωτέρων· λέγεται δὲ καὶ ὁ ξυρίζων αὐτοῦ τὸ γέ‐
νειον.
Κούρους, εἰς τὸ γέρων.
Κουράτωρ, φύλαξ, ἐκ τοῦ κοῦρα· κουράτωρ δέ ἐστιν |
---|
kappa 341 (50) | ὁ ἐπόπτης καὶ διοικητὴς τῶν τοῦ πουπίλλου πραγμά‐
των.
Κουλεὸς, ἡ ξιφοθήκη· τὸ λε ψιλὸν διάτι; τὰ διὰ
τοῦ εος ὀξύτονα μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται,
οἷον, ἐλεὸς, σημαίνει δὲ τὸν ἐλεεινὸν· ἡ δ’ ἐλεεινὸν |
55 | γναμπτῇσι πεπαρμένη ἀφ’ ὀνύχεσσι· γίνεται ἐκ τοῦ
κοῖλον κοιλεὸς, καὶ τροπῇ τοῦ ι εἰς υ κουλεός· τὸ
κοῖλον καὶ βαθύτατον.
Κοῦσπος, ζητρεῖον.
Κουριδίης, παρθενικῆς γυναικὸς, ὥσπερ ἐκ τοῦ μοί‐ |
---|
60 | χου μοιχιδίη, οὕτω καὶ παρὰ τὸ κοῦρος κουριδίη. | |
---|
kappa 342 | Κουρῆτες, οἱ μὲν ἀπὸ ὄρους τοπικοῦ, οἱ τὴν Πλευρῶνα
πόλιν τῆς Αἰτωλίας κατοικοῦντες· οἱ δὲ ἀπὸ τῆς κου‐
ρᾶς, παρὰ τὸ μὴ κείρεσθαι. Κουρῆτες δὲ οἱ ἀκρανά‐
νες, οἱ τὸν Διὰ τρέψαντες· κατ’ ἐπέκτασιν Κουρῆτες, |
5 | προπερισπωμένως· ἐπὶ τοῦ ἔθνους· ἐπὶ δὲ τοῦ νέου
προπαροξυτόνως.
Κόφινος, παρὰ τὸ κόπον ἐπιέναι τοῖς βαστάζουσιν· ᾒ
παρὰ τὸ κοῦφον, ὃ σημαίνει τὸ βαθύ.
Κοχλιάριον, τὸ κοχλίον αἶρον· ἢ ὅτι τὰ κοχλάζοντα |
---|
10 | αἴρει.
Κοχλίδιον, τὸ ὄστρεον, ὡς ἀπὸ τοῦ γονία γονίδιον,
καὶ ἀπὸ τοῦ κοιλία κοιλίδιον.
Κοχλιάριον, μέτρον ἐστιν ὑγροῦν, καὶ αὐτὸ παρ’
Ἑβραίοις ἐκφωνούμενον· τοῦτο τὸ μέτρον ἐστιν ἐν ταῖς |
---|
15 | χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονογράφων,
δηλούμενον ὡς ἕκαστος τῶν τότε βασιλέων φιλοτιμίαν
τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν ἐχαρίζοντο· ὃς
ἑρμηνεύεται συνημμένον ἢ συνεστραμμένον· ἔχει δὲ ξέ‐
στας δύο. |
---|
20 | Κουστωδία, στρατιωτικὸν στίφος, ὃ βάνδον καλοῦσι
Ῥωμαῖοι.
Κοσσὸς καὶ κόσσιον, τὸ κρεμώμενον, ἢ τυχὴ καὶ ἀλυ‐
σείδιον.
Κόχλος, παρὰ τὸ χαλῶ, καὶ συγκοπῇ χλῶ χλὸς, καὶ |
---|
25 | κατ’ ἀναδιπλασιασμὸν χόχλος, καὶ διὰ τὴν ἐπαλλη‐
λίαν τῶν δασέων κόχλος, τὸ κατ’ εἴλησιν χαλώμενον
ἑκάστῳ· ὅθεν καὶ Θουκυδίδης ἐν τῷ τετάρτῳ διὰ τοῦ
α λέγει κόχλακας· ὡς παρὰ τὸ ἱερὸς γίνεται ἱέραξ
καὶ νεὸς νέαξ, ὡς παρὰ Καλλιμάχῳ καὶ τῶν νεήκων |
---|
30 | εὐθὺς οἱ τομώτατοι· καὶ μῦρμος μύρμαξ, οἷον, αὐτί‐
κα μύρμων πλεονᾶ ἢ διὰ τὸ κόχλος κόχλαξ.
Κραδάων, κινῶν, ἐξ οὗ καὶ τὸ κραδαίνω τὸ σημαῖνον
τὸ κινῶ· οἶμαι δὲ ἀμφότερα γεγενῆσθαι ἀπὸ τοῦ
κάρα καραίνω, κραδαίνων καὶ κραδάων. |
---|
35 | Κράδη, ἡ συκῆ, διὰ τὸ συνεχῶς κραδαίνεσθαι. Ὦρος
τῷ Θηριππίδῃ· ἔστι πατὴρ κύμηνον καὶ μόνον οὐτ’
ἀρηχεύων τοὺς θαλλοὺς τῶν κραδῶν.
Κράβατος, κρεμνᾷν τὰς βάσεις· καὶ τὸ μὲν κρα
κραδαίνεσθαι ἤγουν σαλεύεσθαι σημαίνει, τὸ δὲ βα, |
---|
40 | τὴν βάσιν.
Κραδοφάγος, συκοφάγος.
Κράμβη, κοράμβη, ἡ ἀμβλύνουσα τὰς κόρας· βέλ‐
τιον δὲ ἡ τῷ κόρῳ ἀντιβαίνουσα· ὅθεν καὶ πρώτη
ἐν τοῖς συμποσίοις δίδοται, καὶ παρὰ ἀμπέλῳ οὐ |
---|
45 | φύεται.
Κράζω, παρὰ τὸ κρῶ, τοῦτο παρὰ τὸ καλῶ, καὶ κρῶ
καὶ κατὰ παραγωγὴν κράζω καὶ κρώζω· διαφέρει δὲ
τὸ κράζω τοῦ κρώζω· τὸ μὲν κράζω ἐπὶ ἀνθρώπου,
τὸ δὲ κρώζω ἐπὶ ὀρνέου. |
---|
kappa 342 (50) | Κραδία, ἀντὶ τοῦ καρδία, παρὰ τὸ ἀεὶ κραδαίνεσθαι
καὶ πάλλεσθαι τὸ τῆς καρδίας σπλάγχνον.
Κραίνω, καὶ ἐπικραίαινον, τὸ κραι διφθόγγω, διότι
ἀνεφάνη τὸ α ἐν τῷ κρανῶ μέλλοντι, ὁ ἀόριστος ἔκρα‐
να καὶ Ἰωνικῶς ἔκρηνα, τὸ προστακτικὸν κρῆνον, καὶ |
55 | πλεονασμῷ τοῦ ἦτα κρήηνον.
Κραναῆς, τραχείας, ὀρείου κάρηνα ἐχούσης. Ὦρος
παρὰ τὸ κραναὸν, τοῦτο παρὰ τὸ κρανίων, ὅπερ ἐστι
παχὺ καὶ ὀστῶδες.
Κραίνω, τὸ ἄρχω, ἐξ οὗ καὶ κρανίον, καὶ κέρατα, |
---|
60 | παρὰ τὸ ἄρχειν τοῦ σώματος ὅλου. | |
---|
kappa 343 | Κρανίον, ἡ κεφαλὴ, καὶ γράφεται διὰ τοῦ ἰῶτα. κρα‐
νεῖον δὲ ὁ τόπος διφθόγγῳ.
Κρανίον, ἐν ᾧ κρέμεται ὁ νοῦς.
Κράθις, ὁ ἐν Κροτώνῃ ποταμὸς, ὅτι κιρνᾷ τὰ χρώ‐ |
5 | ματα τῶν ἐξ αὐτοῦ πινόντων.
Κρανέεσθαι, τελειωθήσεσθαι, τελείως λείψεσθαι,
ἀπὸ τοῦ κρανίω, κράνω.
Κράτεια, παρὰ τὸ κρανῶ κράτεια, ἀνθῶ ἄνθεια.
Κρατευτάων, τῶν βασέων, ὅ ἐστι τῶν λίθων, ἐφ’ |
---|
10 | ὧν οἱ ὀβελίσκοι τίθενται, ὀπτομένων τῶν κρεῶν, οἱ δὲ
τῶν λαβῶν τῶν ὀβελίσκων εἶπον κακῶς.
Κράτα, τὴν κεφαλὴν, ἀπὸ τοῦ κράτος ἐνταῦθα τοῦ
ἡγεμονικοῦ τυγχάνοντος· ἢ παρὰ τὸ κραίνειν καὶ βα‐
σιλεύειν τοῦ λοιποῦ σώματος, ὅθεν καὶ κρανίον καὶ |
---|
15 | κέρατα, τὰ ἐκ τοῦ κρανίου φυόμενα· οὕτως Ὦρος. ὁ
δὲ Χοιροβοσκὸς παρὰ τὸ ὁ κρὰς τοῦ κρατὸς τῷ κράτι
τὸν κράτα.
Κραταιώθητε, παρὰ τὸ κραταιῶ, τοῦτο παρὰ τὸ
κραταιὸς, τοῦτο παρὰ τὸ κραίνω τὸ τελείω, οἱ γὰρ |
---|
20 | κραταιοὶ κυρίως τοῖς ἑαυτῶν πράγμασι τὰ μέλη τιθέασι.
Κρατερὸς, ἐκ τοῦ κρατός· τὰ δὲ εἰς τερος τρισύλ‐
λαβα παράγωγα προπαροξύνονται· οἷον, κύντερος πρό‐
τερος, σφέτερος· τοῦτο δὲ ὀξύτονον, διότι οὐκ ἐγένετο
ἡ παραγωγὴ αὐτοῦ διὰ τοῦ τερος, ἀλλὰ διὰ τοῦ |
---|
25 | ερος, τὸ γὰρ τ τοῦ πρωτοτύπου ἐστι· ὅμοιόν ἐστι καὶ
τὸ βλαβερὸς ἐκ τοῦ βλάβη. τὸ τε ψιλὸν διάτι; τὰ
διὰ τοῦ τερος ὑπὲρ δύο συλλαβὰς ὀξύτονα τριγενῆ
διὰ τοῦ ε γράφεται, γοερὸς, φοβερὸς, ἱερός· κρατε‐
ρός· διάτι ὀξύνεται τὸ καρτερὸς; διότι τὰ μὲν ἄλλα |
---|
30 | ἀπὸ τῆς παραγωγῆς ἔσχον τὸ τ, τὸ μὲν πρότερος κατὰ
παραγωγὴν ἐκ τῆς προ προθέσεως, τὸ σφέτερος ἐκ
τῆς σφῶν γενικῆς τῶν πληθυντικῶν, τὸ κύντερος ἐκ
τοῦ κυνὸς, κυνότερος καὶ συγκοπῇ κύντερος· τὸ δὲ
κρατερὸς ἐκ τοῦ πρωτοτύπου, ἐκ τοῦ κράτος, ἐξ αὐ‐ |
---|
35 | τοῦ κρατερός· ἢ ἐκ τοῦ κρατερῶ, καὶ ὑπερθέσει τοῦ
α, καρτερῶ, τοῦτο ἐκ τοῦ κρῶ τὸ τελειῶ.
Κράτιστος, κρατύτερος, κρατύων, καὶ τὸ ὑπερθετι‐
κὸν κράτιστος· τὸ δὲ κράτος παρὰ τὸ κάρα· τοῦτο
καρὰ τὸ ἄκρον· τοῦτο παρὰ τὸ ἥκω τὸ ἔρχομαι· κρά‐ |
---|
40 | τος ἡ ἐξουσία, ἐκ τοῦ κρατεῖν· κράτησον τοῦ πιάσον
διαφέρει.
Κρατὸς, ἡ εὐθεῖα κρὰς κρατός· ὁ κανών· τὰ εἰς ας
ὀξύτονα μονοσύλλαβα κύριά εἰσι, καὶ διὰ τοῦ ντ κλί‐
νεται· οἷον, ζὰς ζαντὸς, στὰς σταντὸς, πρὰς πραν‐ |
---|
45 | τός· τὸ δὲ κρὰς προσηγορικόν ἐστι, διὸ καὶ ὡς διήλ‐
λαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίσιν.
Κραταίπεδον, λίαν ὀρθόστρωτον ἔδαφος· ἢ ψηφολό‐
γητον τὸ ἀντίτυπον.
Κρατῆρες, ἀπὸ τοῦ γινομένου ἐλέγοντο, κράμα γὰρ |
---|
kappa 343 (50) | ἐγίνετο· οἱ μὲν ἀρ’ οἶνον ἔμισγον.
Κρατὺς, ἀπὸ τοῦ κράτος κρατὺς, ὡς πλάτος πλατύς.
Κρατῶ, παρὰ τὸ κράτος· τοῦτο παρὰ τὸ κάρα κάρα‐
τος καὶ κράτος· ὁ γὰρ κρατῶν καὶ ἄρχων ἐκεῖνος ἔστι
κεφαλή. |
55 | Κράσπεδον, τὸ κρεμάμενον ἤτοι κεχαλασμένον εἰς πέ‐
δον· γίνεται παρὰ τὸ ἄκρον καὶ τὸ πέδον τὴν γῆν·
ἀκρόπεδον, καὶ ἀφαιρέσει τοῦ α, καὶ τροπῇ τοῦ ο
εἰς α, καὶ πλεονασμῷ τοῦ ς κράσπεδον, οἷον τὸ,
ἔξω ὂν ἐν ἀκροτάτῳ τόπῳ, καὶ τῇ γῇ πλησιάζον. |
---|
60 | Κραιπνὸς, ὁ ταχὺς, καὶ τὸ συγκριτικὸν κραιπνότερος, |
---|
παρὰ τὸ κάπω τὸ πνέω, ὅθεν καὶ κάπος τὸ πνεῦμα, | |
kappa 344 | καὶ καπνὸς τὸ ἐκ ξύλων καυθέντων ἀναπεμπόμενον
πνεῦμα· τοῦτο καὶ πλεονασμῷ τοῦ ρ γίνεται καρπὸς,
καὶ καθ’ ὑπερβιβασμὸν καὶ πλεονασμῷ τοῦ ἰῶτα κραι‐
πνός. Φιλόδωρος. |
5 | Κρέας, παρὰ τὸ κέαρ ὃ σημαίνει τὴν ψυχὴν, καθ’
ὑπέρθεσιν· πᾶν γὰρ κρέας ἔμψυχόν ἐστι, εἴγε πᾶν
ἔμψυχον κρέας ἔχει· ἢ παρὰ τὸ κερῶ τὸ συγκεκρα‐
σμένον ἐκ τεσσάρων στοιχείων· τινὲς δὲ παρὰ τὸ κρα‐
τύνειν καὶ ἰσχυροποιεῖν τὸ σῶμα ἡμῶν· ἢ παρὰ τὸ |
---|
10 | κείρω τὸ κόπτω.
Κρεῖον, παρὰ τὸ κρέας γέγονε κρέον καὶ κρεῖον διὰ τῆς
ει διφθόγγου· λέγει ὁ Ὦρος ἐν τῇ Ἰλιακῇ προσῳδʹ,
ὅτι τὸ κρεῖον ὅμοιόν ἐστι τῷ θεῖον· ἰστέον δὲ ὅτι ἡ
μὲν κοινὴ δόξα ἔχει, ὅτι τὸ κρεῖον κρεοδόχον ἀγγεῖον |
---|
15 | σημαίνει· ὁ δὲ Εὐφορίων τὸ κρέας λέγει αὐτὸ εἶναι,
ὡς καὶ Ὅμηρος· αὐτὰρ ὅγε κρεῖον μέγα κάββαλεν·
ὁ δὲ Ἡρωδιανὸς τὴν ἐκ τῶν ὠμῶν κρεάτων πεπληρωμένην
τράπεζαν· ὁ δὲ Πτολέμαχος τὸν ἀπὸ στέατος πλακοῦντα.
Κρείουσα, σημαίνει τὸ βασιλεύουσα, παρὰ τὸ κρατῶ |
---|
20 | κρατείω, ὡς κιχῶ κιχείω, καὶ ὀλῶ ὀλείω, καὶ ἡ με‐
τοχὴ κρατείων καὶ τὸ θηλυκὸν κρατείουσα, καὶ συγ‐
κοπῇ κρείουσα.
Κρείσσων, ὡς ἀπὸ τοῦ ταχὺς γίνεται ταχίων, καὶ ὁ
τρίτος τύπος θάσσων, οὕτω καὶ ἀπὸ τοῦ κρατὺς γί‐ |
---|
25 | νεται κρατίων καὶ ὁ τρίτος τύπος κράσσων καὶ τροπῇ
τοῦ α εἰς ε κρέσσων, καὶ πλεονασμῷ τοῦ ι κρείσσων·
οὐδέποτε πρὸ τῶν δύο σς δίφθογγος εὑρίσκεται, οἷον,
φρίσσω, ἑλίσσω ἀΐσσω, πλὴν τοῦ κρείσσων καὶ τοῦ
ῥήματος τοῦ ἐξ αὐτοῦ γινομένου· καὶ χωρὶς τοῦ λεύσ‐ |
---|
30 | σω, σημαίνει δὲ τὸ θεωρῶ, καὶ τοῦ γλαύσσω, σημαί‐
νει δὲ τὸ φωτίζω· ταῦτα διὰ δύο σς ἐκφέρονται ἐπειδὴ
τετάρτης συζυγίας εἰσι τῶν βαρυτόνων· ἡ δὲ τετάρτη
συζυγία τῶν βαρυτόνων διὰ τοῦ ζ ἢ δύο σς ἐκφέρεται.
Κρειῶν, σημαίνει τῶν κρεάτων· παρὰ τῶν κρεάτων |
---|
35 | γέγονε καὶ ἀποβολῇ τοῦ τ κρεάων, καὶ κατὰ κράσιν
κρεῶν καὶ πλεονασμῷ τοῦ ἰῶτα κρειῶν· οὐκ ἔστι δὲ
μετοχὴ ἀλλ’ ὄνομα, ὡς Ὦρος.
Κρεκυδειλος, κροκόδειλος, κατὰ ἐναλλαγὴν τῶν στοι‐
χείων. |
---|
40 | Κρεμόω, ἀπὸ τοῦ κρεμῶ κρεμᾶς, γίνεται ποιητικῶς,
πλεονασμῷ τοῦ ο, κρεμόω, ὡς παρὰ τὸ γελῶ γελόω,
καὶ ὁρῶ ὁρόω· ἐνεστὼς δέ ἐστι καὶ οὐ μέλλων· ἐὰν γὰρ
τὸ κρεμῶ καὶ ἀγορῶ δῶμεν μέλλοντας εἶναι, ἀπὸ τοῦ
κρεμάζω καὶ ἀγοράζω εὑρίσκεται ἐλάττονας συλλαβὰς |
---|
45 | ἔχοντα τοῦ ἐνεστῶτος, ὅπερ ἐστι ἀδύνατον· ἀλλ’ ἔστιν
εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀγοράζω καὶ κρεμάζω γίνεται ὁ
μέλλων ἀγοράσω καὶ κρεμάσω, ἀποβολῇ τοῦ ς ἀγοράω
καὶ κρεμάω, καὶ κατὰ συγκοπὴν ἀγορῶ καὶ κρεμῶ· με‐
τάγεται εἰς ἐνεστῶτα. ταῦτα δὲ μέχρι τοῦ παρατατικοῦ |
---|
kappa 344 (50) | κλίνονται· ὁ γὰρ κρεμάσω μέλλων οὐκ ἔστιν ἀπὸ τοῦ κρε‐
μῶ, ἐπειδὴ κρεμήσω ὤφειλεν εἶναι ὁ μέλλων, ὥσπερ
βριμῶ βριμᾶς βριμήσω· ἀλλὰ τὸ κρεμάσω καὶ ἀγοράσω
οὐκ ἐκ τοῦ ἀγορῶ, ἀλλ’ ἐκ τοῦ ἀγοράζω· ἐπειδὴ
ὤφειλεν εἶναι τὸ α μακρὸν, ἀλλ’ ἔστι βραχὺ, μή‐ |
55 | ποτε οὖν καὶ τὸ ἀμφιῶ ἢ ἐνεστώς ἐστιν, ἢ μεταβέ‐
βηκεν εἰς ἐνεστῶτα, χωρὶς εἰ μή τις εἴπῃ, ὅτι τὰ τῷ
ἰῶτα παραληγόμενα τῶν περισπωμένων δευτέρας συζυ‐
γίας ἔστι καὶ οὐ τῆς πρώτης· οἷον, ἀνιῶ, κοπιῶ·
πῶς οὖν τὸ ἀμφιῶ πρώτης, ζήτει. |
---|
60 | Κρεμάννυσι, ὁ κρεμῶν, κρεμᾶται ὁ κρεμώμενος. |
---|
Κρεμάθρα, εἰς τὸ ἀγαθός. | |
kappa 345 | Κρεμῶ, ἔστιν ἔρα ἡ γῆ, καὶ ἐξ αὐτοῦ γίνεται ἔραμος
καὶ κέραμος καὶ κεραμῶ, καὶ συγκοπῇ κερμῶ, καὶ
ἐν ὑπερβιβασμῷ κρεμῶ, ἐκ μεταφορᾶς τῶν κεράμων·
ἐκ δὲ τοῦ κέραμος κατὰ συγκοπὴν κράμος. |
5 | Κρείσσων, ὁ μέγας, παρὰ τὸ κράτος γέγονε κρατὺς
κρατίων καὶ κράσσων καὶ τροπῇ τοῦ α εἰς ι, καὶ πλεο‐
νασμῷ τοῦ ι, κρείσσων.
Κρείσσων καὶ κρείττων, δίφθογγος καὶ ω μέγα·
παρὰ τὸ γένος· εἰ μὲν ἀρσενικὸν ὁ κρείσσων, καὶ ἡ |
---|
10 | κρείσσων ω· εἰ δὲ οὐδέτερον τὸ κρεῖσσον ο μικρόν.
Κρείων, ὁ βασιλεὺς, ἀπὸ μετοχῆς μετήχθη εἰς ὄνομα.
ἔστι γὰρ κρατῶ καὶ σημαίνει τὸ ἄρχομαι, καὶ ἐξ αὐτοῦ
παράγωγον κρατείω· τὸ τει διφθόγγῳ διάτι; τὰ διὰ τοῦ
ειω παρ’ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα, διὰ τῆς |
---|
15 | ει διφθόγγου γράφεται· οἷον, ὀψείω, βρωσείω, θείω·
τούτου ἡ μετοχὴ κρατείων καὶ συγκοπῇ κρείων· ἀπὸ
μετοχῆς μετήχθη εἰς ὄνομα, καὶ γράφεται διὰ δι‐
φθόγγου.
Κρείων, ὁ βασιλεὺς, παρὰ τὸ κρατῶ κρατείω· ἐκ τοῦ |
---|
20 | κρατείων γίνεται κατὰ συγκοπὴν κρείων· πάλιν ζητοῦ‐
μεν, τὸ κρείων πόθεν διφθογγογραφεῖται; καὶ λέγο‐
μεν, ὅτι πρῶτον δεῖ γινώσκειν, ὅτι μετοχή ἐστι, ἀπὸ
τοῦ κρατῶ κρατείω, ὡς γαμῶ γαμείω· τούτου ἡ μετο‐
χὴ κρατείων, καὶ συγκοπῇ τοῦ α καὶ τ κρατείων. |
---|
25 | Κρήγυον, τὸ ἀληθὲς καὶ τὸ ἡδὺ τῆς ψυχῆς, τὸ ἀγα‐
θὸν· παρὰ τὸ κῆρ ἡ ψυχὴ, καὶ τὸ ἡδὺ γέγονε κηρή‐
δυον, καὶ κατὰ συγκοπὴν κρήδυον, καὶ τροπῇ τοῦ δ
εἰς γ κρήγυον· τὸ τὴν ψυχὴν ἡδύνον, ἢ τ’αυτό ἐστι τὸ
θυμῆρες. |
---|
30 | Κρήδεσμον, τὸ κεφαλοδέσμιον, παρὰ τὸ καρὴ, ὃ
σημαίνει τὴν κεφαλὴν, καὶ τὸ δέω τὸ δεσμεύω καρή‐
δεμνον, τὸ δεσμεῦον τὴν κεφαλήν· κρήδεσμον λέγουσι
τὸ κατεσκευασμένον καὶ πεποιημένον εἰς κεφαλήν· ση‐
μαίνει δὲ καὶ τὰ ὑπὲρ ἄνω τῶν τείχων, οἷον, τὰ πε‐ |
---|
35 | ριβλήματα· Ἡσιόδος ἐν ἀσπίδι· ὃς Θήβης κρήδεμνον
ἔχει, ῥύεταί τε πόληα.
Κρήηνον, ἐπιτέλεσον, ἐκ τοῦ κραίνω παρὰ τὸ τὴν κά‐
ραν ἤτοι κεφαλὴν ἐπιθεῖναι τῷ πράγματι· ἔστι δὲ τὸ
θέμα καραίνω, ἀπὸ τοῦ κάρα καὶ συγκοπῇ κραίνω, |
---|
40 | κρανῶ, ἔκρηνα· κραιαίνω, κραιανῶ, ἐκραίηνα, καὶ
τροπῇ τοῦ α εἰς ἦτα καὶ ἀποβολῇ τοῦ ι ἐκρήηνα, καὶ
τὸ προστακτικὸν κρήηνον.
Κρημνὸς, παρὰ τὸ κρεμῶ, καὶ τροπῇ τοῦ ε εἰς η
κρημὸς, καὶ προσθέσει τοῦ ν κρημνός· καὶ εἰς τὸ |
---|
45 | κρεμῶ· ἢ παρὰ τὸ κάρα καὶ τὸ νεύω καρανὸς καὶ
κρημνός· ὁ ἐπὶ κάραν νεύων.
Κρήμνη, ὡς παρ’ Εὐριπίδῃ· κρήμνη σεαυτὴν ἐκ μέσης·
ὡς ἀπὸ τοῦ ἱστῶ ἵστημι, ἵστην, ἵστης ἵστη, τὸ προσ‐
τακτικὸν ἵστη, οὕτως ἀπὸ τοῦ κρημνῶ κρήμνημι, |
---|
kappa 345 (50) | κρήμνην, κρήμνης, κρήμνη, καὶ τὸ προστακτικὸν
κρήμνη.
Κρημνοβάτης, νευροβάτης.
Κρήνη, ἔστι ῥῆμα μονοσύλλαβον κρῶ, ἀπὸ τοῦ κερῶ,
ὃ δηλοῖ τὸ ἐπιχέω· ὡς παρὰ τὸ εἴρω, τὸ λέγω, εἰρήνη, |
55 | οὕτω κρῶ κρήνη· καὶ νεοκράτη σπονδάς· Αἰσχύλος
τὰς νεωστὶ ἐκχυθείσας. καὶ Ὅμηρος· κέρασσε νέ‐
κταρ ἐρυθρόν· ἐπέχεεν, οὐ γὰρ ὕδατι κιρνᾶται τὸ
νέκταρ.
Κρήνη, παρὰ τὸ ῥέω ῥένη, καὶ τροπῇ τοῦ ε εἰς η, καὶ |
---|
60 | πλεονασμῷ τοῦ κ κρήνη· ἢ ἀπὸ τοῦ κάραν καὶ κορυ‐ | |
---|
kappa 346 | φὴν εἶναι τοῦ ῥεύματος, καὶ κόρη νάματος· καὶ γὰρ
αἱ κρῆναι θυγατέρες τῶν ποταμῶν εἰσι.
Κρηπὶς, ἡ βάθρα, καὶ ἡ ἀρχὴ καὶ βαθμὸς καὶ βάσις
ποδὸς, ὄχθη καὶ θεμέλιον. |
5 | Κρηπὶς, σημαίνει τὸ ὑπόδημα, παρὰ τὸ ἕρπω ἑρπὶς
καὶ κρηπὶς, δι’ ἧς ἐστιν ἕρπειν, ὅ ἐστι βαδίζειν· ἢ
παρὰ τὸ ἕρπω, τὸ σύρω, ἑρπὶς, καὶ ἐν ὑπερβιβασμῷ
τοῦ ρ ῥεπὶς, καὶ πλεονασμῷ τοῦ κ κρεπὶς, καὶ τροπῇ
τοῦ ε εἰς η κρηπίς· οὕτως Ἡρωδιανός. |
---|
10 | Κρησφύγετα, φρούρια καὶ φυγαί τινες ὄντα, ἐν οἷς
ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνωα φεύγοντες· τὸ οὖν
κρησφύγετον ἔλεγον τὸ χρήσιμον τοῖς φεύγουσιν εἰς
ἀσφάλειαν.
Κρητὴρ, ἐκ τοῦ κρατὴρ, καὶ τροπῇ Ἰωνικῇ τοῦ α εἰς |
---|
15 | η· ὡς πράγμα πρῆγμα· τὸ κρα μακρὸν ἐκ τοῦ κρῶ
κράσω· καὶ εἰ μὲν καθαρεύει ὁ ἐνεστὼς, ἢ τὸ ρ πα‐
ραλήγει· ὅπερ ἀπὸ τοῦ κερῶ κέρας, οἱ γὰρ παλαιοὶ
κέρατι ἐχρῶντο ἀντὶ τοῦ προχοδʹ...
Κρῆτες, παρὰ τὸ ἐπὶ κρέασι βιοτεύειν, κυνηγετικοὶ |
---|
20 | γάρ· ὁ δὲ Ἀπολλώνιος παρὰ τὸ εὖ κεκρᾶσθαι τὸν
περὶ τὴν νῆσον ἀέρα.
Κρῖ, σημαίνει τὴν κριθήν· ἀπὸ τοῦ κριθὴ γίνεται κατὰ
ἀποκοπὴν τῆς θη συλλαβῆς· ἀπὸ τοῦ κρίμον, ὃ ση‐
μαίνει τὸ παχὺ τῆς ἀλεύρου· καὶ κατὰ ἀποκοπὴν κρί. |
---|
25 | ζήτει πλατύτερον εἰς τὸν Χοιροβοσκόν.
Κρίβανος, σημαίνει τὴν κάμινον, ἔνθα ὄπτουν τοὺς
ἄρτους· παρὰ τὸ κρῖ, τὸ σημαῖνον τὴν κριθὴν, καὶ τὸ
βαῦνος, τὸ σημαῖνον τὴν κάμινον· οἱ μέντοι Δωριεῖς
κλίβανον λέγουσι καὶ κρίβανον. |
---|
30 | Κρίβανος, παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος, ἐν ᾧ αὔουσι
καὶ φρύγουσιν ἢ κριθὴν ἢ κρίμνον· οἱ μέν τοι Δωριεῖς
κλίβανον λέγουσι.
Κρίθη, παρὰ τὸ κριθῆναι τῶν δρυῶν· ὀπτοὺς γὰρ βα‐
λάνους ἔτρωγον οἱ ἀρχαῖοι· καὶ πάλιν ἤρξαντο ἀπὸ |
---|
35 | κριθοῦ ὕστερον ἄρτον ἐσθίειν· ἢ διὰ τὸ κρίνεσθαι καὶ
διαχωρίζεσθαι αὐτὴν ἐκ τῶν ἀχύρων ἀπὸ τοῦ ἀνέ‐
μου.
Κριθὴ διὰ τοῦ ἰῶτα· τὰ γὰρ εἰς θη οὐ θέλουσι πα‐
ραλήγεσθαι τῇ ει διφθόγγῳ, ὡς μέθη, ποθὴ, πάθη· |
---|
40 | ποθὴ σημαίνει δὲ τὸ αἰδοῖον, τιτθὴ, σημαίνει δὲ τὴν
παρέχουσαν τὸ γάλα, τοῖς ἀρτιγένεσι παισί· τιθὴ,
σημαίνει δὲ τὴν μάμμην· οὕτως οὖν καὶ κριθή· πάντα
δὲ τὰ παρ’ αὐτοῦ διὰ τοῦ ἰῶτα γράφεται.
Κρῖος, ἔστι δὲ ὄνομα Τιτᾶνος, παρὰ τὸ κεκρίσθαι· |
---|
45 | γράφεται δὲ διὰ τοῦ ἰῶτα· προπερισπᾶται δὲ πρὸς ἀν‐
τιδιαστολὴν τοῦ κριός· ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον
ὀξύνει, ὁμοίως τῷ προσηγορικῷ. ἄλλως τε, διὰ τοῦ ι
γράφεται τὸ Κρῖος, τὰ γὰρ δισύλλαβα ἀρσενικὰ, ἀπο‐
στρέφει τὴν διὰ τῆς ει διφθόγγου γραφὴν· οἷον, |
---|
kappa 346 (50) | βίος, Χῖος, ὁ ἀπὸ τῆς Χίου, δῖος ὁ ἔνδοξος, Θρίος
ὄνομα τόπου, Κίος κύριον, Τῖος κύριον, ἴος ὁ μόνος,
ἰὸς τοῦ ὄφεως καὶ τὸ βέλος, Πῖος κύριον, κριός· οὕτως
οὖν καὶ Κρῖος· πρόσκειται ἀρσενικὰ, διὰ τοῦ νειὸς ἡ
ἄρουρα, τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται, |
55 | ἀλλ’ οὐκ ἔστιν ἀρσενικὸν ἀλλὰ θηλυκόν· καὶ σεση‐
μείωται διὰ τῆς ει διφθόγγου γραφόμενον ὡσαύτως
καὶ τὸ θεῖος, Κεῖος ὁ πολίτης τῆς κέω, πλεῖος,
μεῖος, λεῖος, ῥεῖος διὰ τῆς ει διφθόγγου γράφεται·
ῥεῖον δὲ λέγουσιν οἱ Κύπριοι τὸν ἀσθενῆ, παρὰ τὸ |
---|
60 | ῥέα, τὸ σημαῖνον τὸ εὐχερές· χρεῖος παρὰ τὴν χρείαν. | |
---|
kappa 347 | τὸ Δελφειὸς, τὸ σημαῖνον τὸν Διόνυσον, διφορεῖται καὶ
διὰ τοῦ ἰῶτα καὶ διὰ διφθόγγου γράφεται.
Κριὸς, διὰ τοῦ ἰῶτα· παρὰ γὰρ τὸ κεκρίσθαι ἔστι,
κατὰ τὰς τρίχας· διαφέρουσι δὲ αἱ τρίχες τοῦ κριοῦ |
5 | τῶν ἄλλων ζώων· ὥσπερ λέγεται κρείων ὁ βασιλεὺς,
οὕτω καὶ κριὸς ὁ ἐξέχων τῆς ποίμνης· διὰ τοῦ ι δὲ
γράφεται, τῷ κανόνι τῷ προειρημένῳ ἐκ τοῦ κρῖος·
ἰστέον ὅτι τὸ κριὸς πολλὰ σημαίνει· ἔστιν ὁ προηγού‐
μενος τῆς ποίμνης· καὶ ὄργανον πολιορκητικὸν, καὶ |
---|
10 | μέρος πλοίου, καὶ εἶδος ἐρεβίνθου, ὁ ἐρέβινθος δὲ λέ‐
γεται ἀρσενικῶς, οἱ δὲ Ἀθηναῖοι τὰς τραχείας κόγχυ
καλοῦσι, τὴν γραφὴν διὰ τῆς ει διφθόγγου ποιούμε‐
νοι· καὶ ὁ ἀστήρ· τινὲς δὲ λέγουσιν, ὅτι τὸ κριὸς ἀπὸ
κέρας γέγονε κέριος, καὶ κατὰ συγκοπὴν κριός· οὐ |
---|
15 | καλῶς δὲ, εἰ γὰρ ἦν ἀπὸ τοῦ κέρας κεραιὸς ὤφειλεν
εἶναι, ὥσπερ κνέφας κνεφαιὸς, καὶ Ἰούδας Ἰουδαῖος.
Κριὸς· ὁ τῷ κέρατι ἱέμενος· ὡς ὁ κρύπτων ἤλαυνεν
ὀπίσω. καὶ ἐν ταῖς οἰνικαῖς ἀποστάσεσι κριὸς λέγεται
τὸ πρῶτον κεράμιον, ᾧ τὰ λοιπὰ ἐνήρεισται· κριὸς δὲ |
---|
20 | λέγεται καὶ τὸ ἄστρον, ἢ τὸ ζῴδιον.
Κρίκε, ἰστέον ὅτι τὸ, κρίκε δὲ ζυγὸν μιμητικῶς εἰρη‐
μένων. ἀφ’ οὗ τινὲς οὐ προσεσχηκότες τῇ μιμήσει τῆς
φωνῆς ἠπόρησαν· ὡς Ἡρωδιανὸς φησὶ, πῶς ἀπὸ θέ‐
ματος τοῦ κρίζω ὢν, ὁ β ἀόριστος οὔτε διὰ τοῦ δ, |
---|
25 | ὡς φράζω, ἔφραδον ἀλλὰ διὰ τοῦ κ· ὅτι δέ ἐστι τὸ
κρίζω τὸ θέμα δῆλον ἐκ τῶν κινημάτων· ὁ γὰρ ποι‐
ητὴς φησὶ, ὡς αἱ κεκριγυῖαι, καὶ ῥηματικὸν ὄνομα
κριγὴ, ὡς παρ’ Ἱππώνακτι, οἷον, κριγὴ δὲ νεκρῶν ἄγ‐
γελός τε καὶ κῆρυξ· σχηματίζει δὲ τὸ κρίζω ὁ Ἡρω‐ |
---|
30 | διανὸς οὕτως· ἔστι μονοσύλλαβον ῥῆμα κρῶ, ἀφ’ οὗ τὸ
κράζω καὶ ἕτερον ῥῆμα κρώζω· ἀπὸ δὲ τοῦ κράζω γίνεται
κρίζω, ὡς στάζω στίζω, σεβάζω σεβίζω· τοῦτο δὲ
τὸ κρίζω ἡμαρτημένον ἀόριστον παραλαμβάνει· τὸ δὲ
κρίκε δὲ ζυγὸν ἡμεῖς οὐ φαμὲν αὐτὸν ἡμαρτῆσθαι, |
---|
35 | ἀλλὰ πεποιῆσθαι· οὕτω Ζηνοδότος. σημαίνει δὲ ἐψό‐
φησεν, ἤχησεν, ποῖον ἀτελὲς ἦχον.
Κρίμνα, σημαίνει δὲ τὸ κλάσμα.
Κρίμα, τὸ ἐκριθὲν, ἤγουν ἐκλελεχθέν.
Κρίμισος, ὄνομα τόπου, παρὰ τὸ κρίνειν τὰ μίση· |
---|
40 | Κριμισὸς δὲ κιφησὸς πόλις.
Κρίνειν τοῦ διακρίνειν διαφέρει. κρίνειν μὲν γάρ ἐστι
τὸ κυρίως δοκιμάζειν, διακρίνειν τὸ πνεῦμα πράγματα
διαχωρίζειν, καὶ διϊστᾶναι· καὶ εἰς τὸ κριτής.
Κρίνον, τὸ ἄνθος, παρὰ τὸ κρῖ, τὸ σημαῖνον τὸ λευ‐ |
---|
45 | κόν· ἢ παρὰ τὸ ἐν κάναις ὑδάτων γίνεσθαι.
Κρίνον, ἀπὸ τοῦ διακρίνειν· διὸ καὶ τὰ τοῦ διακρίνειν
λέγεται· κρίνον εὐμάραντον ὑπαρχὸν καὶ ταχὺ ἀπο‐
πιπτὸν· διὸ καὶ λέγεται· κρίνον καὶ ἡ κολόκυνθα· ἐκ
γὰρ τοῦ κρίνειν λέγεται ἡ κολόκυνθα ἀλλ’ ἀποπίπτει. |
---|
kappa 347 (50) | διὸ τοὺς πτωχοὺς καὶ νεκροὺς κρίνα. αὕτη δὲ ἡ κολό‐
κυνθα Μηδικόν ἐστιν ὄνομα.
Κρίνω, διὰ τοῦ ι, κρινῶ γὰρ ὁ μέλλων· εἰ δὲ διὰ δι‐
φθόγγου γράφεται, κρενῶ ἂν εἶχεν εἶναι ὡς κείρω
κερῶ· ἄλλως δὲ ἐπικρίνω λέγουσιν οἱ Αἰολεῖς. |
55 | Κριτὴς, ὁ τῆς διαφορᾶς χωριστικὸς κρίναι γὰρ τὸ
διαχωρίσαι καὶ διακρίναι· ἔνθεν καὶ ἀκριτόμυθος,
ὁ ἄκριτα λέγων, καὶ ἀδιαχώριστα· καὶ μὴ διακρίναι
δυνάμενος τὰ λεγόμενα, οἷον, Θέρσιτ’ ἀκριτόμυθε.
Κριτὴς, ὁ δικάζων, κρίνων· ἐκ τοῦ κρὶς κριτὸς γέγονε, |
---|
60 | καὶ ἐξ αὐτοῦ κρίσις. |
---|
Κριτὴς, ὁ τοὺς ἐμπελεγμένους ἀλλήλοις διαχωρίζων· | |
kappa 348 | καὶ αἱ γυναῖκες κρίνας ἐπὶ τῶν τρίχων λέγουσι ἤγουν
πλοκῶν· καὶ τὸ διαχωρίζειν, Ὅμηρος κρίν’ ἄνδρας,
ἀντὶ τοῦ διαχώρισον.
Κροαίνω, τὸ κτυπῶ, καὶ ἠχῶ καὶ κρούω, ἐκ τοῦ |
5 | κρούω, καὶ ἐξ αὐτοῦ παράγωγον ῥῆμα κρουαίνω, καὶ
ἐκβολῇ τοῦ υ κροαίνω.
Κροαίνειν, φησὶν Ἀριστοφάνης τὸ τοῖς ποσὶ κροτεῖν
καὶ σκιρτᾶν· παρὰ τὸ κροτῶ κροταίνω, ἀποβολῇ τοῦ
τ κροαίνω· ἢ παρὰ τὸ κρούω κρουαίνω· καὶ κρουνός. |
---|
10 | Κροκόδειλος, παρὰ τὸ δειλὸς καὶ τὸ κρόκος γέγονε
κροκόδειλος, καὶ γὰρ ὁ χερσαῖος κροκόδειλος φοβεῖται
τὸν κρόκον· ὅθεν οἱ μελιτουργοὶ ἐπειδὴ ἀνέρχεται καὶ
ἐσθίει τὸ μέλι, ἐπιτιθέασιν ἔξωθεν κρόκον, ὅνπερ
ὁρῶν φεύγει· ὁ δὲ θαλάττιος παρὰ τὸ δειλαίνεσθαι |
---|
15 | τὰς κρόκας ὃ σημαίνει τοὺς αἰγιαλοὺς, οἱονεὶ ὁ περὶ
τὴν γῆν δειλός· ὁ δὲ κροκόδειλος ζωυφίον ἐστι μικρόν·
καὶ ἡ χρῆσις παρὰ Ἱππώνακτι.
Κρόκος, παρὰ τὸ ἐν κρύει ἔχειν τὴν αὔξησιν, οἱονεὶ
κρυόκιός τις ὢν, ὃ ἐν τῷ κρύει κίων καὶ αὐξάνων· |
---|
20 | οὕτως εὗρον ἐν ὑπομνήματι Ἰλιάδος Ἀριστονίκου.
Κρόκαλα, ᾗχι πολυκροκάλοιο παρ’ ἀνδήροισι Νεμείης·
κρόκαλα λέγεται αἱ ψῆφοι τῶν ποταμῶν, ἀπὸ τοῦ
κροτεῖν καὶ ψοφεῖν· Νεμέα πότε ἐν Ἄργει παρ’ ἀνδή‐
ροις, τοῖς τοῦ ποταμοῦ ἀναχωρήμασι. |
---|
25 | Κρόμυον, παρὰ τὸ τὰς κόρας μύειν τῶν ἐσθιόντων·
αὐτὸ δριμὺ γάρ· οὔτως Ἡρακλείδης.
Κρόκη, παρὰ τὸν κρούσω μέλλοντα, ἀποβολῇ τοῦ υ
γέγονεν· ᾗ τὸ κρούεσθαι δι’ ὅλου παρηκολούθησε.
Κρόκος, κρυόκιός τις ὢν, ὅτι κύειν καὶ ἀναβλαστάνειν |
---|
30 | ἐν τῷ ὕδατι συμβέβηκε καὶ τὸ ἐν τῷ κρύειν πηγνύμε‐
νον ὕδωρ κρύσταλλος· ὁ δὲ λίθος καθ’ ὁμοιότητα.
Κροκύφαντος, ὅτι διὰ κρόκου ὑφαίνεται· οἱ δὲ Ἀτ‐
τικοὶ κεκρύφαλον αὐτὸν καλοῦσιν, ὅτι κρύπτει τὸν φα‐
λὸν, ὅ ἐστιν ἐξοχὴ τῆς κεφαλῆς. |
---|
35 | Κρονίδης, παρὰ τὸ Κρόνος Κρονίδης. τὰ ἀπὸ τῶν εἰς
ος διὰ τοῦ ιδης γινόμενα, διὰ τοῦ ι γράφεται, οἷον
Κρόνος Κρονίδης, Ὅμηρος Ὁμηρίδης, Πρίαμος Πριαμί‐
δης, χωρὶς τοῦ Κύθνος Κυθνείδης· ἔστι δὲ ὄνομα κύριον.
Κρονίων, Κρονίωνος, Κρόνου υἱὸς, ποίου εἴδους τῶν |
---|
40 | παραγώγων; πατρωνυμικοῦ· καὶ κλίνεται Κρονίωνος·
τὰ εἰς ων πατρωνυμικὰ φυλάσσουσι τὸ ω ἐπὶ γενικῆς·
ἡ δοτικὴ Κρονίωνι· ὁμοίως καὶ τῷ Κρονίδης διὰ τοῦ ι
γράφεται, ὡς εἴρηται· καὶ συνεσταλμένη ἡ νι συλλα‐
βὴ, ὡς παρὰ τῷ ποιητῇ· ὃς ῥὰ παρὰ Κρονίωνι· τὸ |
---|
45 | γὰρ Ζηνὸς καὶ Κρονίωνος ὑπερβιβασμὸν ἐδέξατο τοῦ
χρόνου, καὶ τὴν μὲν προπαραλήγουσαν ἐξέτεινε, τὴν
δὲ παραλήγουσαν συνέστειλεν· ἄλλως τε τὸ Κρονίων,
διὰ τοῦ ἰῶτα, ὡς Αἰακὸς, Αἰακίδης· πλὴν τοῦ Κυθνὸς
Κυθνείδης· τὰ εἰς ος εἰ μὲν καθαρεύουσι, διὰ τοῦ |
---|
kappa 348 (50) | αδης ποιοῦσι πατρωνυμικὸν, οἷον, Θυέστιος Θυεστιά‐
δης, Τελαμώνιος Τελαμωνιάδης· εἰ δὲ μὴ καθαρεύουσι
διὰ τοῦ ιδης, Πρίαμος Πριαμίδης.
Κρόσας, οἱ μὲν φασὶ κεφαλίδας τοῦ τείχους σημαίνειν·
ἄλλοι δὲ τοὺς προμαχῶνας, Ἀρίσταρχος δὲ κλίμακας |
55 | τινας ἢ ὄργανα τινὰ πρὸς τειχομαχίαν ἐπιτήδεια· οἱ
δὲ καὶ τὰς προκόσας κλημακηδόνα, ἄλλοι δὲ τὰ ἀπο‐
κριδώματα· καὶ γὰρ κροσσοὺς τὰ ἄκρα τῶν ἱματίων
λεγόμενα, ὃ καὶ βέλτιον, οἱονεὶ κόρσους τινὰς ὄντας,
παρὰ τὴν κόρσην τὴν κεφαλήν· ἡ μεταφορὰ ἀπὸ τῶν |
---|
60 | πλοκάμων· κατὰ μετάθεσιν τοῦ ρ κρόσας, οὕτω Φι‐ |
---|
λόξενος, ἐν τῷ περὶ ἰάδος διαλέκτῳ· τὸ δὲ τῆς κλί‐ | |
kappa 349 | μακος ὄνομα οὐ γινώσκει Ὅμηρος, οὐδέπω γὰρ ἦν τὰ
πολεμικὰ ὄργανα· καὶ ταῦτα μὲν ὁ Ὠρίων· ἐγὼ δὲ
εὗρον σχόλιον παρακείμενον ὑπόνοιαν παρέχων μοι,
ἵνα σημαίνῃ καὶ τὰς κλίμακας, καὶ τὰ ἐξέχοντα τοῖς |
5 | τείχεσιν· ἔχει δὲ οὕτως· ὅτι εἰ μὲν διαστέλλοιμεν
εἰς τὸν μὲν σύνδεσμον, γένοιτο ἂν, κρόσσας μὲν πύρ‐
γων ἔρυον, οἷον, ἐπὶ τοὺς πύργους τὰς κλίμακας εἷλκον·
εἰ δὲ συνάπτοιμεν κρόσσας πύργων ἔρυον τὰς ἐξοχὰς
φησὶ. περὶ ὧν ἐν τοῖς περὶ ναυστάθμου διαλέγεται· |
---|
10 | στήλας δὲ προβλήτας, ἀντὶ τοῦ τοὺς προκαταβεβλημέ‐
νους θεμελίους.
Κρόταφοι, κυρίως μὲν ἡ λέξις ἐπὶ τῶν ζώων τῶν κε‐
ρατοφόρων, διὰ τὸ ἐξ αὐτῶν τῶν μερῶν φύεσθαι τὰ
κέρατα, οἱονεὶ κερατοφόροι τινὲς ὄντες, ἢ ὅτι κρούουσι |
---|
15 | τὴν ἁφὴν παλλόμενοι, οἷον κρούταφοι· ὡς δὲ Ἀπολ‐
λόδωρος, ὅτι συγκεκρότηνται ἀμφοτέρωθεν· ὁ δὲ
Ἀπίων, ὅτι τοῦ κρόσσου ἅπτονται, τουτ’ἔστι τῆς κε‐
φαλῆς. οὕτως Ὦρος.
Κρότων, ὁ φθεὶρ, ἀπὸ τοῦ κρατεῖν οὓς ἂν ἐκφύει· ὁ |
---|
20 | δὲ Ὦρος βοτάνην λέγει διὰ τὸ ἐξ αὐτῆς τὸ σπέρμα
διατριβόμενον, τοῖς δακτύλοις ὁμοίως τῷ ζώῳ. διὰ
τοῦτο κροτὼν ἐκλήθη· ἔστι δὲ καὶ ὄνομα πόλεως παρ’
αὐτῷ, ἀπὸ τοῦ Κρότωνος, ὅστις ὑφήρπασε κλαίουσαν
κρέθην. |
---|
25 | Κρόταφος, καλεῖται οὕτως ἐπειδὴ ὁ κρουόμενος εἰς
αὐτοὺς τάφον ἔχει· ὡς τὸ τάφος δ’ ἕλε πάντας
Ἀχαιούς.
Κρόταφος, παρότι ἐστι τάφος τοῦ ὀφθαλμοῦ.
Κροτήσατε, ἐκ τοῦ κροτῶ· τοῦτο παρὰ τὸ κρούω. |
---|
30 | Κροσσὸς καὶ κρόσσιον τὸ κρεμώμενον εἰ τύχη καὶ ἀλυ‐
σείδιον· παρὰ τὸ ἄκρον καὶ τὸ σείω· τὸ ἐν τῷ ἄκρῳ
κρεμάμενον.
Κροσσωτὸς, παρὰ τὸ κροσσὸς γίνεται κροσσῶ, κροσ‐
σώσω, κροσσωτός· ἢ παρὰ τὸ ἄκρον γίνεται ἀκρῶ, |
---|
35 | ἀκρώσω, καὶ ἐκτάσει ἀκρόσσωτον, καὶ ἀποβολῇ τοῦ
α κροσσωτὸν, τὸ ἐν τῷ ἄκρῳ κρεμάμενον· ἢ ἀπὸ τοῦ
κρεμῶ καὶ τοῦ σείω γίνεται κρεμώσιον καὶ κροσσωτόν.
Κρουνῶν, ῥευμάτων, ἔστι ῥῆμα κρῶ μονοσύλλαβον,
ὅπερ γίνεται ἀπὸ τοῦ κερῶ κρῶ· ἐκ τούτου γίνεται |
---|
40 | κρονὸς καὶ κρουνός.
Κρουνοὶ, κυρίως αἱ ἀρχαὶ τῶν ῥευμάτων, ἢ αἱ φλέβες.
Κρούω, ἔστι ῥῆμα κρῶ, παράγωγον κρόω, καὶ πλεο‐
νασμῷ τοῦ υ κρούω, ὡς ὄρω, ὀρόω καὶ ὀρούω· κυρίως δὲ
τὸ κρούειν, ἐπὶ τῶν κερατηφόρων εἴρηται· κορούειν γὰρ |
---|
45 | τὸ τοῖς κέρασι παίειν, καὶ κατὰ συγκοπὴν κρούειν·
οὕτω Φιλόξενος.
Κρυεροῦ, φοβεροῦ, καὶ κρυόεντος, φρικτοῦ φοβεροῦ,
συμβαίνει γὰρ τοὺς φοβουμένους συγκρούειν τοὺς ὀδόντας.
Κρυμὸς, παρὰ τὸ κρύπτω κρυμμὸς, καὶ ἀποβολῇ τοῦ |
---|
kappa 349 (50) | μ κρυμός· κρυμὸς δὲ ὀνομάζεται αὐτὸ τὸ πάγος, ᾧ
ἐπικρυπτόμεθα· χειμερίου γὰρ καιροῦ τὸ πάγος.
Κρύος, ῥίγος, ψύχος, παρὰ τὸ τὴν γινομένην κροῦσιν
τῶν ὀδόντων, ἐν τῷ ψύχει, κροῦος καὶ κρύος.
Κρύσταλλος, παρὰ τὸ κρύω καὶ σταλάσσω γίνεται |
55 | κρύσταλλος· τὸ δὲ κρύος παρὰ τὸ κρατῶ κρατύω, καὶ
συγκοπῇ κρόω, καὶ ἐξ αὐτοῦ κρύος.
Κρώπος, ἱδρύα, ἤτοι ἄγγος, εἰς τὸ ἐπιχέειν ὕδωρ,
παρὰ τὸ κρῶ τὸ ἐπιχέω· τοῦτο γέγονε παρὰ τὸ κερῶ |
---|
καὶ κατὰ συγκοπήν· οἷον, κέρασσε δὲ νέκταρ, ἀντὶ | |
kappa 350 | τοῦ ἐπέχεεν, οὐ γὰρ ὕδατι κιρνᾶται τὸ νέκταρ, καὶ
παρ’ Αἰσχύλῳ νεωκράται σπονδαὶ λέγονται· τουτ’ἔστιν
αἱ νεωστὶ ἐκχυθεῖσαι.
Κρῶ, σημαίνει τέσσαρα· τὸ ἐπιχέω, οὗ ὁ μέλλων κρώ‐ |
5 | σω, ἐξ οὗ καὶ κρῶπος, ὃ σημαίνει τὴν ὑδρίαν· κρῶ
τὸ φωνῶ ἐξ οὗ καὶ κρώζω τὸ κράζω καὶ κεραρύζω,
οὗ ὁ μέλλων κρώσω· ἐν Ἡσιόδῳ μή τοι κρώζῃ λακέ‐
ρυζα κορώνη. κρῶ τὸ τελειῶ, ἐξ οὗ καὶ κρήηνον.
Κρώζειν, ὡς κόραξ, ἢ ὡς κορώνη κράζειν. |
---|
10 | Κταμῶ, τὸ ἀναιρῶ, καὶ φονεύω· τὸν δὲ κτάμενον πα‐
ρόχου.
Κτάμενος, ἐκ τοῦ κτῶ τὸ φονεύω καὶ ἀναιρῶ γίνεται
κτῆμι, κτήσω, ἔκτηκα, ἔκτημαι, ἐκτάθην, ἐκτάμην,
κτάμενος ἡ μετοχή· τὶ δὲ ἐστὶ τὸ εἰς χειρὸς ἀναι‐ |
---|
15 | ρεθέν; ἐπειδὴ θέλων ὁ ποιητὴς δεῖξαι τὸν ἰσχυρὸν τοῦ
δέρματος· τῶν γὰρ θνησιμαίων τὰ δέρματα, ἀσθενέ‐
στερά εἰσιν, ὡς προδιαφθαρέντων· τούτου χάριν
εἶπε, τὰ ἰσχυρῶς ἀναιρεθέντα.
Κτεὶς, σημαίνει τρία· τὸ μόριον ἤγουν τὸ αἰδοῖον· οἷον |
---|
20 | οὐδ’ οἷσιν ἐπὶ κτενὸς ἔσχον αἱ θεῖραι, παρὰ τὸ ἐκτεί‐
νεσθαι ἐν ταῖς συνουσίαις. τὸ κτένιον τῆς κεφαλῆς,
παρὰ τὸ ἐκτείνειν τὰς τρίχας ἢ τὰς χεῖρας· ἢ κτεί‐
νειν τοὺς φθεῖρας· τὸ θαλάσσιον ζῶον, παρὰ τὸ ἐκ
τείνεσθαι καὶ ἁπλοῦσθαι. |
---|
25 | Κτήνη, κυρίως μὲν τὰ θυόμενα, ὅσα νόμος σφάζει καὶ
κτείνει· καταχρηστικῶς ἐπὶ τῶν τε θυσίμων καὶ μὴ
οὕτως. τὸ κτη η διάτι; τὰ διὰ τοῦ ηνος οὐδέτερα,
διὰ τοῦ η γράφεται· οἷον, σμῆνος, θρῆνος, κτῆ‐
νος. |
---|
30 | Κτῆσιν, τὴν περιουσίαν· κτῆσιν ἐμὴν δμῶας τε καὶ
ὑψερεφὲς δῶμα.
Κτῆσις κτίσεως διαφέρει. κτῆσις μὲν γὰρ κυρίως ἔστιν,
αὐτὰ τὰ εἴδη, ἃ κτώμεθα κινητά τε καὶ ἀκίνητα·
κτίσις δὲ ἡ δημιουργὸς οὐρανοῦ καὶ γῆς. |
---|
35 | Κτεατίζω, εἰς τὸ φιλοκτεανώτατος.
Κτίλος, ὁ προηγούμενος τῶν προβάτων κριὸς, οἱονεὶ
κῖλός τις ὢν, πλεονασμῷ τοῦ τ κτῖλος, παρὰ τὸ κίειν
ὅ ἐστι πορεύεσθαι· οἱ δὲ νεώτεροι τάσσουσιν τὴν λέξιν
ἐπὶ τοῦ εἰθισμένου καὶ γεγονότος ἡμερίου ζώου· ἢ |
---|
40 | ἀπὸ τοῦ ἵκω ἰκτὸς, ὡς τάσσω τακτὸς, πλέκω πλεκτός·
καὶ ὥσπερ παρὰ τὸ πένθος γίνεται πένθιλος, ναυτί‐
λος, οὕτως οὖν καὶ ἰκτὸς ἰκτίλος· καὶ ἀφαιρέσει τοῦ
ι, κτῖλος· τὸ μὲν πρῶτον Ὠρίων, τοῦτο δὲ Ἡρωδια‐
νὸς περὶ παθῶν. |
---|
45 | Κτίλος, ὁ πρᾶος καὶ χειροήθης κριὸς καὶ ἀφηγούμενος
τῆς ποίμνης· εἴρηται κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ
θρέμματα, οἱονεὶ ἄκτιλός τις ὤν· ἢ κῖλος τις ὢν,
παρὰ τὸ κίειν τῶν λοιπῶν ἤγουν προπορεύεσθαι· τὸ
κτι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιλος ἀρσενικὰ βαρύτονα |
---|
kappa 350 (50) | μὴ ἀπὸ ὀνομάτων ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ
ι γράφεται· σεσημείωται τὸ Νεῖλος, τοῦτο γὰρ διὰ
τῆς ει διφθόγγου γράφεται, ἐκ τῆς ἐτυμολογίας παρὰ
τὸ νέαν ἰλὺν ἔχειν, καὶ διὰ τὸ ἔχειν νέαν ἰλὺν, ἐπει‐
δὴ ἐναντίως φέρεται ὡς πρὸς τοὺς λοιποὺς ποταμούς· |
55 | οἱ μὲν γὰρ λοιποὶ τῷ χείμωνι πλημμυροῦσι, τῷ δὲ
θέρει ἀνεκτότερον πρόεισι τὸν ῥοῦν· οὗτος δὲ τ’ου‐
ναντίον τῷ μὲν χειμῶνι ἀνεκτότερον ῥεῖ, τῷ δὲ θέρει
πλημμυρεῖ καὶ ἐξερχόμενον ποτίζει πᾶσαν τὴν γῆν ἐκεί‐ |
---|
νην. καὶ εἰς τὸ ἐκτῖλαι. | |
kappa 351 | Κτίσις κτίσματος διαφέρει· κτίσις μὲν γὰρ κυρίως κα‐
λεῖται ἡ σύστασις τοῦ παντός· κτίσμα δὲ τὸ ὑφ’ ἑκά‐
στου ἀνδρὸς δυνάμενον οἰκονομεῖσθαι· οἷον, πόλις, οἶ‐
κος· καὶ εἰς τὸ κτῆσις. |
5 | Κτύπος, παρὰ τὸ τύπτω τύπος, καὶ πλεονασμῷ τοῦ
κ κτύπος· τὰ γὰρ τυπτόμενα ψοφεῖ.
Κύαμος, φάβα μέγα· παρὰ τὸ κύειν αἷμα. Ὅμηρος,
ἶσον τοι κυάμοις τε φαγεῖν.
Κυβερνήτης, ἀναλόγως οἱ Αἰολεῖς κυμερνήτην λέγου‐ |
---|
10 | σιν, παρὰ τὸ ἐρευνᾷν τὰ κύματα, καὶ πρὸς αὐτὰ ἰθύ‐
νειν τὴν ναῦν· ἡμεῖς δὲ τροπῇ τοῦ μ εἰς β κυβερνήτην
φαμέν.
Κυβερνήτης, ἐκ τοῦ κυβερνῶ, τοῦτο ἐκ τοῦ κύβερνος·
τὸ δὲ κύβερνος παρὰ τὸ τὰ κύματα ἐρευνᾷν, κυμέρε‐ |
---|
15 | μνός τις ὢν, ὁ τῶν κυμάτων ἐρευνήτης.
Κυβιστητὴρ, ὁ ὀρχιστὴς, παρὰ τὸ κρύπτω κρύψω γί‐
νεται κῦβος, ὅθεν καὶ κῦφος καὶ ἀμφικύπελλον, καὶ
ἐξ αὐτοῦ κυβιστὴς καὶ κυβιστητὴρ· τὰ γὰρ ἐπικύψαντα
κυλισθῆναι, κυβιστῆναι ἔλεγον· Λυκόφρων ἄφλα‐ |
---|
20 | στα καὶ κόρυμβα καὶ κλῄδων, θρόνους πυκνοὶ κυβι‐
στητῆρες ἐξ ἑδωλίων· ἄφλαστα καλεῖ τὸ ἄκρον τῆς
νεὼς, κατ’ εὐφημισμὸν, οἷον, τὸ εὔθλαστον, καὶ κό‐
ρυμβα δὲ τὸ αὐτὸ δηλοῖ· καί ἐστιν ἐκ παραλλήλου τὸ
αὐτό· διαφέρουσι δὲ, ὅτι τὰ μὲν ἄφλαστα τὰ πρυμνή‐ |
---|
25 | σια, τὰ δὲ κόρυμβα πρωῤῥήσια.
Κυβήβη, κυρίως τὸ ἐπὶ τῆς κεφαλῆς κύπτον· Ὅμηρος·
κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους·
ἐπειδὴ οἱ μανιώδεις τὴν κεφαλὴν πάθους γινομένου
τοιοῦτοι γίνονται· ὅθεν καὶ τὴν μητέρα τῶν θεῶν Κυ‐ |
---|
30 | βήβην λέγουσιν· αἰτία γὰρ ἐνθουσιασμοῦ τοῖς μύσταις
γίνεται· ἔστι δὲ καὶ ἐν Φρυγίᾳ ἱερὸν μητέρος θεῶν.
Κυβιστᾷν, τὸ ἐπὶ κεφαλῆς πηδᾶν· κύβην γὰρ ἔλεγον
τὴν κεφαλήν.
Κύβος, ὁ κύκλωθεν βάσιν ἔχων· ὁ δὲ Ἀπολλόδωρος |
---|
35 | ἀπὸ τῆς κουφότητος· τὰ γὰρ ἐπὶ τῶν κεφαλῶν κύψαν‐
τα κυλισθῆναι κυβιστῆναι ἔλεγον. Ὅμηρος, κυβιστῆρι
ἐοικώς.
Κυδιάνειρα, ἐνδόξους ἄνδρας ἔχουσα· ἢ ἐνδόξους τοὺς
ἄνδρας ποιοῦσα. |
---|
40 | Κῦδος, παρὰ τὸ κύειν δέος· ἢ παρὰ τὸ κύειν ἡδονὴν,
κύηδος καὶ κατὰ κρᾶσιν κῦδος· ἢ παρὰ τὸ κύω τὸ
φιλῶ κύσω, καὶ τροπῇ τοῦ ς εἰς δ κῦδος· τὴν γὰρ
δόξαν πάντες φιλοῦμεν· καὶ τὸ ὑπερθετικὸν κύδιστος,
κῦδος, κυδότερος, κυδότατος, κύδιστος. |
---|
45 | Κυδιόων, γαυριῶν, ἐπαιρόμενος ἀπὸ τοῦ κῦδος, κυδίων.
Κύδοιμος, ταραχὴ, θόρυβος, ἢ πόλεμος, ἀπὸ τοῦ
κύειν τὸ δέος· ἢ ἀπὸ τοῦ κύειν δεῖμα.
Κύειν τοῦ τίκτειν διαφέρει, κύειν μὲν γάρ ἐστι τὸ
ἔγκυον εἶναι· τίκτειν δὲ τὸ ἀπαλλάττεσθαι τοῦ κύειν. |
---|
kappa 351 (50) | Κύαθος, πῇ μὲν εἰς ἁπλοῦν ποτήριον δέ ἐστι ξεστῶν ἕξ·
εἰς τριπλοῦν ὅ ἐστι ξεστῶν τριῶν· ἀντλητήριον δὲ ἐστὶν
ἀπὸ τοῦ κεραμίου ἀντλοῦν, διὰ μακρᾶς λαβῆς.
Κύαθος, ἔχει ὀγκίαν μίαν· ὁ δὲ τοῦ ἐλαίου ὀγκίαν
αϛ, ὁ δὲ τοῦ οἴνου ὀγκίαν α· ὁ δὲ τοῦ μέλιτος |
55 | ὀγκίας δύο ἥμισυ· λέγονται δὲ αὐτοὶ κύαθοι, καὶ μα‐
δεκὼβ, μαμαρὼθ δὲ τοῦ διϋλιστῆρας.
Κυθέρεια, ἡ Ἀφροδίτη, ἡ κεύθουσα τοὺς ἔρωτας, ἢ
ἀπὸ τοῦ τόπου, διότι προσέκυρσε Κυθήρας· ἢ ἀπὸ τοῦ |
---|
χέειν τοὺς ἔρωτας· ἡ δὲ κοινὴ ἔννοια, ἧς ἔθει ἀπο‐ | |
kappa 352 | κεκρύφθαι τὸ ὄνομα ἀκούει. ἐπεὶ μυστηριώδης ἡ γέ‐
νεσις αὐτῆς· τινὲς δὲ καὶ τὴν Κύθηραν ἀπ’ αὐτῆς,
ὅτι γεννηθεῖσα ἐκεῖ ἐκρύφθη· τὴν δὲ Κυθέρειαν νοοῦσι
τινὲς ὡς κρυψίποθον ἔνων· διὸ καὶ σκοτίας Ἀφροδίτης |
5 | ἱερὸν εἶναι ἐν Φαιστῷ· ἐν δὲ καύδῳ καὶ καλιψοῦν
ἔστιν Ἀφροδίτης ἱερόν· Παφίην δὲ ἀπὸ τοῦ περὶ τοὺς
ἔρωτας πάθους, οὐκ ἀπὸ τόπου ὡς Χρύσιππος· ἐγὼ
δὲ τὴν Παφίην παρ’ ἐπαφίην θέλω εἶναι· καὶ τὸν
παρ’ Ἀντιμάχω τινὲς κυθώνυμον Οἰδιποῦν, οὐχ ὡς ἡ |
---|
10 | κοινὴ ἔννοια, οὗ ἔδει ἀποκεκρύφθαι τὸ ὄνομα, διὰ τὰ
κακὰ, ἀλλ’ οὐ κέχυται τὸ ὄνομα ἀκούουσι· κυθογένης
μὲν γὰρ ὁ Διόνυσος, ἐπεὶ μυστηριώδης ἡ γένεσις αὐτοῦ·
καὶ τὴν Ἀφροδίτην κρύπτουσαν τὸν γεννώμενον κυόμενον
ἀπὸ τοῦ γεννηθῆναι. |
---|
15 | Κύθειρα, ἡ Ἀφροδίτη, παρὰ τὸ χέειν τοὺς ἔρωτας·
ἢ παρὰ τὸ χύδειν θέρει, καὶ φλέγειν τῷ πάθει·
ἢ παρὰ τὸ κεύθειν, καὶ κρυφίαν τινὰ οὖσαν τὴν
μίξιν.
Κύθηρα, πόλις μακρὰ Κύπρου· εἴρηται δὲ Κύθηρα ἀπὸ |
---|
20 | τοῦ κεύθειν καὶ κρύπτειν τὸ αἰσχρόν· ἢ ἀπὸ τοῦ κύειν.
Κύθρα καὶ χύθρα, τὸ τζοκκάλιον, ἢ παρὰ τὸ κύτος,
ἢ παρὰ τὸ κεύθω.
Κύθρα, ἀπὸ τοῦ κῦτος, κῦθος, κύθρα.
Κυαιστινάριοι, οἱ δήμιοι, οἱ θυρωροί. |
---|
25 | Κυκεὼν, ἡ πόσις, ἀπὸ τοῦ κεχῦσθαι χυχεών τις ὢν,
πόμα κατασκευασθὲν, παυστικὸν δίψους.
Κυκεὼν, κυκεῶνος, τὸ ἐξ οἴνου καὶ μέλιτος, καὶ ἀλι‐
φίτων καὶ ὕδατος, καὶ πυροῦ ἀναμεμιγμένον.
Κύκλα, σημαίνει τοὺς τρόχους· ἔστι ῥῆμα κλῶ, ἐξ οὗ |
---|
30 | καὶ μονοσύλλαβον ὄνομα κλός· καὶ ἐπειδὴ οὐδὲν εἰς ος
ὄνομα λήγει μονοσύλλαβον διπλασιασμὸν ἀναδεξάμενον
ἐγένετο κύκλος. ὡς παρὰ τὸ θῶ τὸ θηλάζω θὸς, καὶ
ἐπειδὴ οὐκ ἠδύνατο διπλασιασθῆναι ἐγένετο τηθός·
ἢ κύκλος λέγεται ὁ εὐκύλιστος· τὸ δὲ κύκλα ἐγένετο |
---|
35 | κατὰ μεταπλασμόν· ὁ δὲ τοιοῦτος μεταπλασμὸς φυ‐
λακτικός ἐστι τῶν αὐτῶν τόνων, κύκλα κύκλους, θάρ‐
σους θάρσα, ἐρετμοὺς ἐρετμά· οὕτως Ἡρωδιανὸς ἐν β,
αὐτοῦ ἐπιμερισμοῖς.
Κύκλω, ἐκ τοῦ κυκλῶ· κυκλόθεν δὲ μικρὸν, παρὰ τὸ |
---|
40 | κύκλος γέγονε.
Κυκλοτερὲς, εὔκυκλον, ἐπειδὴ ἔτεινε τὸ τόξον, ὡς
κυκλοτερὲς γενέσθαι.
Κύκλωπες, ὡς Ἡσίοδος· Κύκλωπες δ’ ὄνομ’ ἦσαν
ἐπώνυμον, οὕνεκ’ ἄρ’ αὐτοῖς κυκλοτερὴς ὀφθαλμὸς ἕεις |
---|
45 | ἐνέκειτο μετώπῳ· Κυκλόωπες καὶ κατὰ συγκοπὴν
Κύκλωπες· ἐν τῇ φωνῇ εἴρηται τῶν Κυκλώπων· Κύ‐
κλωπες οὖν κατὰ συγκοπὴν Κυκλάωπες, οὗ χάριν αὐ‐
τοὺς ἔφησαν Φαίακας, οἱ πρὶν μὲν ποτ’ ἔναιον ἐν εὐ‐
ρυχόρῳ ὑπερείῃ, ἀγχοῦ, Κυκλώπων ἀνδρῶν ὑπερηνο‐ |
---|
kappa 352 (50) | ρεόντων, οἱ σφεας σινέσκοντο βίῃφί τε φέρτεροι·
ἀλλ’ οὐδ’ ἦσαν πάντες μονόφθαλμοι· οὐ γὰρ ἀνέστησεν
Ὅμηρος τὸ τεράτευμα. ἀλλ’ οὐδ’ ὁ Πολύφημος μονό‐
φθαλμος ὢν, παρὰ τὸ τόπον ἔχει τὴν θέσιν τοῦ
ὀφθαλμοῦ, εἰ κατεκλάσθησαν μέγαν ἴδοντες ὀφθαλ‐ |
55 | μὸν, οὐκ ἐνεκρώθησαν ἐπὶ τῇ μόρφῃ· ἔδει γὰρ Ὅμη‐
ρος εἴποντος ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάν‐
των φθόγγον τε βαρὺν. αὐτόν τε πέλωρον, προσεπι‐
ζεῦξαι τοιοῦτόν τοι μοῦνον τ’ ὀφθαλμῶν ἓν ἔοντα με‐ |
---|
τώπῳ. | |
kappa 353 | Κυκλώπειόν ἐστιν ὄρος ἐν Λιβύῃ· γέγονε δὲ ἀπὸ τοῦ
Κύκλωπος.
Κυκνίτης, σημαίνει τὸν τοῦ κύκνου, ἀπὸ τοῦ κύκνος
κυκνίτης· τὸ κύκνος εἰς τὸ κολοιός. |
5 | Κύκνος, ὄνομα εἰδικόν· ἔστι γὰρ ὄρνις καὶ πετεινόν· ὁ
γὰρ ποιητὴς πάντοτε τὰ γενικὰ προτάσσει τῶν εἰδικῶν·
γίνεται δὲ παρὰ τὸ κλῶ τὸ φωνῶ, ἐξ οὗ καὶ κλωὸς
καὶ πλεονασμῷ τοῦ ο κολωός· λοιπὸν ἐκ τοῦ κλῶ
τὸ φωνῶ γίνεται παράγωγον κλύω· ἐξ αὐτοῦ ὄνομα |
---|
10 | ῥηματικὸν κύκλος καὶ ἐν ὑπερβιβασμῷ καὶ μεταθέ‐
σει τοῦ λ εἰς ν κύκνος· κρακτικὸν γὰρ τὸ ζῶον. ἢ
παρὰ τὸ κύκλος.
Κύλιξ, ποτήριον, ἢ φυάλη, κύκλιξ τις ὢν, παρὰ τὸ
κυκλοείδης εἶναι· ἢ παρὰ τὸ χύω, χύλιξ καὶ κύλιξ. |
---|
15 | Κυλίχνες, λεκανίδες καὶ τριβλία ἢ φυάλαι ἐλέγοντο,
καὶ κυλίκνη τροπῇ τοῦ χ εἰς κ. καὶ κυλικνίδες παρὰ
Ῥωμαίοις αἱ πυξίδες, οἱ δὲ οἱ λιβανωτοὶ, ἄλλοι ἀγγεῖα
κεράμια.
Κυλίω, παρὰ τὸ ἀλῶ τὸ πλανῶ ἀλύω, καλίω καὶ κυ‐ |
---|
20 | λίω· ἢ κινῶ, κινύω καὶ κυλίω.
Κυλλὸς, ὁ ἓν μέρος ἔχων παραλελυμένον.
Κυλλαρὶς, ἵππος Κάστορος, παρὰ τὸ κέλλειν, ὅ ἐστι
ταχύς. Στησίχορος ἐν τοῖς ἐπιπελίοις ἄθλοις, τὸν
μὲν Ἑρμῆν δεδωκέναι φησὶ τοῖς Διοσκόροις φλόγεον καὶ |
---|
25 | ἅρπαγον, ὠκέα τέκνα ποδάργης, Ἥραν δ’ ἐλιόμενος,
παρὰ σιδήρῳ, τῶν ἐπισώτρων ὅ ἐστι τῶν κανθῶν.
Κύμβαλα, παρὰ τὸ κύφον, κύφαλά τινα ὄντα.
Κύμβαλον, παρὰ τὸ κύπελον κύπαλον καὶ κύμβαλον·
συγγένειαν γὰρ τὸ π πρὸς τὸ β· ἢ παρὰ τὸ πεποι‐ |
---|
30 | ημένην φωνὴν βάλλειν· κύμβαλον γὰρ ἐκ πεποιημένης
φωνῆς εἴληπται· αἱ πεποιημέναι φωναὶ αὗται, κῦμα,
κάρκεροι, κρύκαι καὶ τὸ τριχθά.
Κῦμα, ἀπὸ τοῦ κύημα, ὥσπερ καὶ οἶμα λέγεται, ἀντὶ
τοῦ οἴδημα· ἢ κῦμα τὸ κυρτούμενον ἅμα· ἢ παρὰ τὸ |
---|
35 | κυκῶ τὸ ταράσσω κύκημα καὶ ἐν συναιρέσει κῦμα· ἢ
παρὰ τὸ κύω τὸ ὀγκοῦμαι· ἔστι δὲ μακρὸν τὸ κυ· τὰ
εἰς μα δισύλλαβα, διχρόνῳ παραληγόμενα, συστέλλει
αὐτό· οἷον πλύμα, χύμα, θῦμα· σεσημείωται τὸ κῦμα·
τὸ γὰρ λύμα ποιητικῶς ἐκτείνεται· τὸ δὲ θῦμα ἱστορεῖ |
---|
40 | Ἀριστοκλῆς ἐν τῷ περὶ διαλέκτων ἐκτεινόμενον. εἴρη‐
ται δὲ κῦμα παρὰ τὸ κυκῶ, δευτέρας συζυγίας τῶν
περισπωμένων· καί ἐστιν ἡ χρῆσις, δεινὸν δ’ ἀμφ’
Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα.
Κύματι κωφῷ τῷ δίχα ἀνέμου ἐπαιρομένῳ, τῷ ἀψό‐ |
---|
45 | φῳ· ἄνευ γὰρ ἀνέμου τὸ κῦμα ἠρεμεῖ· κῦμα δὲ παρὰ
τὸ κύω τὸ κυόμενον.
Κύμινον, τὰ διὰ τοῦ ινον προπαροξύτονα ἀποστρέφον‐
ται τὴν ει δίφθογγον, χωρὶς εἰ μὴ ᾦσιν ἀπὸ ἁπλοῦ
ἔχοντος τὴν ει δίφθογγον, οἷον, ἀνθρώπινον, λίθινον, |
---|
kappa 353 (50) | ξύλινον, οὕτως οὖν καὶ κύμινον· χωρὶς εἰ μὴ ὦσιν
ἀπὸ ἁπλοῦ, διὰ τὸ ξεῖνος ξένος, ἄξεινος.
Κύμινδις, ὄρνεον, οἱονεὶ κρύμινδις· κρύπτει γὰρ ἑαυ‐
τοῦ τὴν κεφαλὴν εἰς τὰς σήραγγας τῶν δένδρων κατα‐
δύνουσαν. ἢ διὰ τὴν τῆς φωνῆς ὁμοιότητα ταύτης ἔτυχε |
55 | τῆς ὀνομασίας.
Κυνεός περ ἐὼν καί περ αὐθάδης καὶ ἀναιδὴς ὑπάρ‐
χων.
Κυνοραϊστίων, τῶν κροτώνων· ῥέουσι γὰρ τοὺς κύνας |
---|
πίνοντες τὸ αἷμα αὐτῶν. | |
kappa 354 | Κύντερον, παρὰ τὴν κυνὸς γενικὴν κυνότερον καὶ συγ‐
κοπῇ κύντερον, οἱονεὶ χαλεπότερον· ὡς μέλανον με‐
λανότερον καὶ μελάντερον.
Κῦνας, παρὰ τὸ κύω τὸ φιλῶ, ἱλαρὸν γὰρ τὸ ζῶον |
5 | παρὰ τοὺς οἰκείους.
Κυνέη, εἶδος περικεφαλαίας· κυνέη Ἰωνικῶς, καὶ κοι‐
νῶς κυνέα. ὁ κανών· τὰ εἰς ος ἀρσενικὰ ποιοῦντα κατ’
ἰδίαν θηλυκά· τὰ εἰς ος ἤγουν κύνεος· τὸ ὁλόκληρον
κύνειος. |
---|
10 | Κύνεσσι, δοτικῇ τῶν πληθυντικῶν· οἱ γὰρ Αἰολεῖς,
ἀπὸ τῶν εἰς ες εὐθείων τῶν πληθυντικῶν, προσθέσει
τῆς σι συλλαβῆς ποιοῦσι τὴν δοτικήν· ἔστιν ἡ εὐθεῖα
κύων, ἡ γενικὴ ὤφειλεν εἶναι κύονος· ἀλλὰ δύο κανό‐
νες εἰσὶν, οἱ μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, ὅτι |
---|
15 | τὰ εἰς ων βαρύτονα διχρόνῳ παραληγόμενα συνεσταλ‐
μένον φυλάττουσι τὸ ω ἐπὶ γενικῆς· οἷον, Ἀμφιτρύο‐
νος, Ἰξίονος· ἕτερος δὲ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ
εἰς ων, κοινὰ τῷ γένει, τρέπουσι τὸ ω ἐπὶ γενικῆς.
σώφρονος, γείτονος, πλὴν τοῦ ἥρων ἥρωνος, αἴθων |
---|
20 | αἴθωνος, ταῦτα γὰρ φύσει· οὕτως οὖν καὶ κύονος·
τῶν οὖν δύο κανόνων μαχομένων, ἐγένετο συγκοπὴ,
καὶ ἐκλίθη κυνός· ἡ μέντοι κλητικὴ εὕρηται κῦον διὰ
τοῦ ο, ὡς ἀπὸ τῆς κύονος γενικῆς.
Κύων, γίνεται παρὰ τὸ ὠκὺς, τὸ γὰρ ζῶον ταχύ ἐστι, |
---|
25 | καὶ ἐν ὑπερβιβασμῷ τοῦ ω κύων· ἢ παρὰ τὸ κύω τὸ
φιλῶ· ἢ παρὰ τὸ κύω· τὸ δὲ κύω σημαίνει τρία· τὸ
φιλῶ, τὸ προσκυνῶ καὶ τὸ τίκτω.
Κυνηγεῖν τοῦ ἰχθυᾶσθαι διαφέρει· κυνηγεῖν μὲν τὸ
διὰ κυνῶν θήραν λαμβάνειν, ἰχθυᾶσθαι δὲ τὸ ἰχθύας |
---|
30 | λαμβάνειν· ὁ οὖν εἰπὼν, ἰχθύας ἐκυνήγησα, ἀκυρο‐
λογεῖ.
Κυνηγεσία καὶ κυνηγία· τὸ νη ἦτα διατί; τὰ ἀλλὰ
τὸ ἰῶτα· οὕτως ἡ παράδοσις.
Κυνικὸς φιλόσοφος, ἀπὸ μεταφορᾶς τῶν κυνῶν, ὅτι |
---|
35 | ἀναιδέστατος.
Κυνίζω, παρὰ τὸ κίω τὸ κινῶ, κνίζω καὶ κυνίζω· τὸ
δὲ κίω παρὰ τὸ ἴω τὸ πορεύομαι.
Κυνικοὶ φιλόσοφοι, ἀπὸ μεταφορᾶς τῶν κυνῶν, ὅτι
ἀναιδέστατοι ὑπῆρχον, ὥσπερ καὶ ὁ κύων· οὗτοι γὰρ |
---|
40 | ὅτε ἤλεγχόν τινα δημοσίως, καὶ οὐ κατ’ ἰδίαν ἤλεγ‐
χον· καὶ ὅτε ἤσθιον, ἢ ἄλλό τι ἔπραττον, ἀνα‐
φανδὸν αὐτὸ ἐποίουν, ὡς οἱ κυνές· ἢ ὅτι κοινῶς διελέ‐
γοντο.
Κυνῶπα, ἀναίσχυντον, ἀναιδῆ πρόσωπον ἔχων ὡς κυνός. |
---|
45 | ὡς ἀπὸ τοῦ κύων κυνὸς καὶ τοῦ ὢψ ὀπὸς, κυνώπης,
γλαυκώπης καὶ βοώπης· ἡ γενικὴ εἰς ου, ἡ κλητικὴ
εἰς α.
Κύπελλον, ἔκπομα· ποτήριον, παρὰ τὸ κῦφον κύφε‐
λον καὶ κύπελλον· ἢ χύπελλον ἔνθα ὁ πηλὸς ἤτοι ὁ |
---|
kappa 354 (50) | οἶνος χεῖται.
Κύπρις, ἡ Ἀφροδίτη, ἡ τὸ κύειν παρέχουσα· ἢ ὅτι ἐν
Κύπρῳ τιμᾶται.
Κύπελλον, τὸ ποτήριον, ἀπὸ τοῦ κῦφον, ὃ σημαίνει
τὸ βαθὺ καὶ τὰ νέφη· κύφελα ἀπὸ τοῦ κεύθειν τὴν |
55 | ἕλην, ἤγουν τὸν ἥλιον καὶ τὴν σελήνην.
Κύουσαν, ἐσφραγισμένην, ὄνομα μετοχικὸν ἐκ τοῦ κύω
ῥήματος, τοῦ σημαίνοντος τὸ ὀγκοῦμαι· ἐκ τοῦ κύων
ἀρσενικοῦ τὸ κύουσα· κλίνονται δὲ ἀμφότερα ὁ κύων τοῦ |
---|
κύοντος, ἡ κύουσα τῆς κυούσης, τῇ κυούσῃ τὴν κύουσαν. | |
kappa 355 | Κύπειρος, εἶδος βοτάνης, ἐπειδὴ κύπαιρον λέγουσιν οἱ
Δωριεῖς.
Κύπελλον, ποτήριον, ὅτι κῦφον ἐστὶ καὶ περιφερές·
τὸ δὲ αὐτὸ ἀμφικύπελλον· καὶ κυριώτερόν ἐστι τὸ δὲ |
5 | αὐτὸ ἀμφικύπελλον τὸ περιφερὲς μόνον· τινὲς δὲ ὅτι τὰ
χείλη ἐπικέκαμπται εἰς ἓν μέρος· τὰ δὲ μὴ τοιαῦτα
ἔχειλα λέγουσι· καὶ εἰς τὸ ἀμφικύπελλον.
Κύπρις, τὸ ἐπίθετον Ἀφροδίτης, καὶ οὐχ ὥς τινες
συμπλανηθέντες τῷ Ἡσιόδῳ ἔδοξαν, ὅτι Κύπρις λέγε‐ |
---|
10 | ται, διότι γεννᾶται ἐν Κύπρῳ ὥσπερ καὶ τὴν φιλο‐
μειδῆ ὅτι μηδέων ἐξεφαάνθη· Ὅμηρος δὲ οὐκ εἶπε τὴν
τὰ μειδιάματα φιλοῦσαν, οἷον, ἱλαρὸν, διὰ τὴν ἐγκει‐
μένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνουσίας· ὥσπερ οὖν τὸ
πῦρ ἥφαιστον λέγει, ὁμωνύμως τῷ εὕροντι, οὕτω καὶ |
---|
15 | τὴν ἀφροδίτην ποτὲ, τὴν ἀνδρὸς πρὸς γυναῖκα συνου‐
σίαν, ἡνίκ’ ἂν περὶ μνηστήρων λέγει· καὶ ἐκλελαθόντ’
ἀφροδίτης, ἣν ἄρ’ ὑπὸ μνηστῆρσιν ἔχον, μίσγοντο δὲ
λάθρα. τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινό‐
μενον, ἀπὸ τῆς περὶ αὐτὴν δυνάμεως, Ὁμήρῳ παρεί‐ |
---|
20 | ληπται· ἔστιν οὖν κατὰ συγκοπὴν εἰρημένη Κύπρις, ἡ
τὸ κύειν πορίσκουσα· ἴδιον γὰρ τῆς Ἀφροδίτης τοῦτο·
οὐ γὰρ ἄλλως γυναῖκες κυΐσκουσι, χωρὶς τῆς ἀφροδι‐
σιακῆς συνουσίας.
Κύπρος, παρὰ τὸ κυοφόρον καὶ λιπαρὰν γῆν ἔχειν. |
---|
25 | Κύπρος, ἡ νῆσος καὶ χαλκοὺς· καὶ κύπρος μέτρον παρὰ
ποντικοῖς ξηροῦ γενήματα μοδίων δύο, ὃ λέγεται εἶναι
παρ’ αὐτοῖς χοινίκων πέντε· ὁ δὲ χοῖνιξ παρ’ αὐτοῖς
ἔστι ξέστων πέντε, ὥστε εἶναι τὸν κύπρον ξεστῶν κ·
ὁ δὲ μίγαρ παρ’ αὐτοῖς μόδιον ξεστῶν κδ. |
---|
30 | Κύπτω, παρὰ τὸ γυῖον, ὃ σημαίνει τὸ μέλος τοῦ σώ‐
ματος, γίνεται γύπτω καὶ κύπτω· οἱ γὰρ γυμνοὶ ὄν‐
τες, κύπτοντες τὰ ἑαυτῶν αἰσχυντικὰ μόρια συγκα‐
λύπτουσι· ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ γυῖα κάμπτειν,
ἤγουν τὰ μέλη. |
---|
35 | Κυρβασία, τὸ τὴν κεφαλὴν καλύπτον· Θεοδώριτος
ἐν ἐνίοις ἐπιγράμμασι τὰς περικεφαλαίας κυρβασίας
λέγει.
Κῦρβες, αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι, ἤτοι ἀπὸ
τῆς κατασκευῆς· εἰσὶ γὰρ κυρβασταὶ ἢ κύρβιες· ἐπει‐ |
---|
40 | δὴ τὰ τῶν θεῶν ἀποκρυπτόμενα δεῖ εἰδέναι· Ἀσκλη‐
πιάδης δὲ ἐν τοῖς τῶν ἀξόνων ἐξηγητικοῖς, ἀπὸ κύρ‐
βεως τοῦ τὰς οὐσίας ὁρίσαντος, ὡς φησὶ Φανίης ὁ
Ἐφέσιος, ἀπὸ τοῦ ταῦτα κυρωθῆναι τοῖς γράμμασιν·
Ἐρατοσθένης δὲ τριγώνους φησὶν αὐτὰς εἶναι οὐ τετρα‐ |
---|
45 | γώνους· Ἀριστοφάνης δὲ φησὶν, ὁμοίας εἶναι τοῖς ἄξο‐
σι, πλὴν ὅτι οἱ μὲν ἄξονες νόμους, αἱ δὲ κύρβεις
οὐσίας ἔχουσιν· ἀμφοτέρων δὲ τετραγώνων τὸ κατα‐
σκεύασμα· οἷον, πλινθίον τὸ μέγα ἀνδρόμηκες, ἡρμο‐
σμένα ἔχοντα τετράγωνα ξύλα, τὰς πλευρὰς πλατείας |
---|
kappa 355 (50) | ἔχοντα καὶ γραμμάτων πλήρεις, ἑκατέρωθεν δὲ κνώδα‐
κας, ὥστε κινεῖσθαι καὶ περιφέρεσθαι ὑπὸ τῶν ἀναγι‐
νωσκόντων.
Κύρω, σημαίνει τὸ ἐπισυγχάνω, ὁ μέλλων κυρῶ, καὶ
Αἰολικῶς κύρσω, ὥσπερ ὀρῶ ὄρσω· διὰ τοῦτο παραλῆ‐ |
55 | γον τὸ ς, ἐπειδὴ βαρύτονά εἰσι, καὶ διότι κανών ἐστιν
ὁ λέγων, πᾶς μέλλων ἐνεργητικὸς μὴ ἔχων τὸ ς ἢ δυ‐
νάμει ἢ ἐνεργείᾳ, περισπᾶσθαι θέλει, ὥσπερ πάλλω
παλῶ, ὅτε δὲ ἔχει τὸ ς, βαρύνεται. οἷον, τύπτω
τύψω, λέξω, δυνάμει γὰρ ἔχουσι τὸ ς, δύναται γὰρ |
---|
60 | διαιρεθῆναι τὸ ψ εἰς π ς, καὶ τὸ ξ εἰς κ καὶ ς. | |
---|
kappa 356 | Κυρία, ἡ ἐξουσία· ἡ ἡμέρα δὲ καὶ ἡ δεσπότις, καὶ ἡ
ὥρα, ἡ προσηγορία διὰ τοῦ ἰῶτα.
Κύριος καὶ δεσπότης διαφέρει· κύριος μὲν γὰρ ἐστὶν ὁ
ἀνὴρ τῆς γυναικὸς, καὶ υἱῶν ὁ πατὴρ· δεσπότης δὲ ὁ |
5 | ἀργυνονήτων καὶ ἄλλων τινῶν.
Κυριότης, παρὰ τὸ κῦρος, ἤγουν τὴν ἐξουσίαν.
Κύριος, παρὰ τὸ κῦρος. ὃ σημαίνει τὴν ἐξουσίαν· τὸ
δὲ κῦρος παρὰ τὸ κύρω βαρύτονον, τὸ ἐπιτυγχάνω.
Κῦρμα, εὕρεμα, ἐγκύρημα, ἔνταλμα, ἐντύχημα. |
---|
10 | Κυρτὸν, σημαίνει καὶ τὸν παρ’ ἡμῖν λεγόμενον κυρ‐
τὸν καὶ τὸ μετέωρον, καὶ ὑψηλὸν· τὸ μὲν ἀπὸ τοῦ
κύπτω· τὸ δὲ ἀπὸ τοῦ κύειν εἰς ὕψος, ἤτοι ἐπαί‐
ρεσθαι.
Κυρτὸς, παρὰ τὸ κύπτω κυπτὸς καὶ πλεονασμῷ τοῦ ρ |
---|
15 | καὶ ἀποβολῇ τοῦ συμφώνου κυρτός· διαφέρει δὲ κυρτὸς
καὶ κύρτος· κύρτος μὲν γὰρ βαρυτόνως εἶδος δικτύου
ὡς σπυρίδιον· κυρτὸς δὲ ὀξυτόνως ἐπίθετον.
Κύστις, παρὰ τὸ κεύθειν ἐφήβιον ὑπογάστριον, καὶ
διὰ τὸ τοῦ ἀνθρώπου φυλάττειν τὰ ὑγρά· ἢ παρὰ τὸ |
---|
20 | μόριον κύειν τὸ οὖρος· σημαίνει δὲ τὸ οὐροδόχον ἀγ‐
γεῖον.
Κύφελα, τὰ νέφη, τὰ κούφως ἐλαυνόμενα, οἷον, κρύ‐
φελα, τὰ ἀποκρύπτοντα τὴν σελήνην· ἐτμήγη δὲ κύ‐
φελα· Καλλίμαχος. εἰς τὸ κύπελλον. |
---|
25 | Κυψέλη, πλεκτὸν ἀγγεῖον· λέγεται καὶ τοῦ ὠτίου κοῖ‐
λον διὰ τὸ κῦφον τε καὶ κοχλοειδὲς, καὶ τοῖς ἀγγείοις
ἐοικέναι· ἐξ οὗ καὶ κυψελὴς ἡ ῥύπωσις τοῦ ὠτίου.
Κύω, σημαίνει τρία, τὸ φιλῶ ὡς παρ’ Ὁμήρῳ, αὐτὰρ
φιλὸν υἱὸν ἐπέκυσε· τὸ γεννῶ, οὗ ὁ μέλλων κυήσω, |
---|
30 | ἐξ οὗ καὶ κύη· καὶ λέγεται κύω τὸ προσκυνῶ καὶ
προσχαίρομαι· ἐξ οὗ καὶ κύων, προσχαρὲς γὰρ τὸ
ζῶον πρὸς τοὺς δεσπότας· κυνῶ δὲ τὰ τῶν κυνῶν
φρονῶ.
Κύειν, διὰ τὸ κύειν καὶ κράζειν· ἢ διὰ τὸ συχνῶς |
---|
35 | κύειν καὶ γεννᾶν, ἢ παρὰ τὸ φιλῶ· φιλητικὸν γὰρ τὸ
ζῶον πρὸς τοὺς ἑαυτοῦ δεσπότας.
Κύων, σημαίνει πέντε. τὸ ζῶον, καὶ γίνεται παρὰ τὸ
κύω τὸ φιλῶ· καὶ Ὅμηρος, ὡς δὲ κύων ἀμαλῇσι περὶ
σκυλάκεσσι βόωσα· καὶ τὸν ἀναιδῆ, ἐξελάαν ἐν‐ |
---|
40 | θένδε κύνας κηρεσσιφορήτους, ὃ καὶ ἐπὶ τῶν τετορ‐
νευμένων, ὡς τὸ χρύσειοι δ’ ἑκάτερθε καὶ ἀργύρεοι
κύνες ἦσαν· καὶ τὸ ἄστρον· ὡς τὸ, ὡς ὅτε κύων ὠρί‐
ωνος· καὶ τὸ θαλάσσιον ζῶον· λέγονται καὶ οἱ φιλό‐
σοφοι, Κυνικοί. |
---|
45 | Κύων, κυνὸς, ὁ κανὼν, δύο κανόνες εἰσὶν οἱ μαχόμενοι
ἀλλήλοις. ὁ μὲν εἷς λέγει, ὅτι τὰ εἰς ων καθαρὰ
βαρύτονα διχρόνῳ παραληγόμενα φυλάττουσι τὸ ω ἐπὶ
τῆς γενικῆς· οἷον, Ἠετίων Ἠετίωνος, Ἀμφιτρύων
Ἀμφιτρύωνος· ὁ δὲ ἕτερος λέγει, ὅτι τὰ κοινὰ τῷ |
---|
kappa 356 (50) | γένει διὰ τοῦ ο μικροῦ· τῶν οὖν δύο μαχομένων, τοῦ
μὲν ἑνὸς ἀπαιτοῦντος φυλάττειν τὸ ω, ἐπὶ γενικῆς,
τοῦ δὲ ἑτέρου τὸ ο μικρὸν, συνεκόπη τὸ ἀμφιβαλλόμενον,
καὶ ἐκλίθη κύνος· λέγεται καὶ ὁ κύων τὸ κάτω τῆς
πάρθης, συμπεφυκὸς τῷ δέρματι, παρὰ τὸ κεῖσθαι καὶ |
55 | ἀναδέδοσθαι.
Κώας, εἰς τὸ κῴδιον, οἷον, κῶας ἄγειν κριοῖο με‐
μαῶτας.
Κῴδιον, στῴδιον, καλῴδιον· δεῖ γινώσκειν, ὅτι τὸ
στῴδιον καὶ κῴδιον εὐλόγως ἔχουσι τὸ ἰῶτα· τὸ δὲ λα‐ |
---|
60 | γῴδιον παραλόγως· ἔστι γὰρ στοιὰ στοιᾶς· ἐπειδὴ ἡ | |
---|
kappa 357 | τελευταῖα συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ
φωνήεντος ἄρχεται, τούτου χάριν διὰ τοῦ διον ἐγέ‐
νετο ἡ παραγωγὴ, καὶ ἐγένετο στοΐδιον, ὡς γραφεῖον
γραφείδιον, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω στῴδιον καὶ |
5 | ἔχει τὸ ἰῶτα· τὸ δὲ κῴδιον σημαίνει τὸ τοῦ προβάτου
δέρμα, παρὰ τὸ ἐπ’ αὐτῷ κοιμᾶσθαι· ἢ παρὰ τὸ κῶ,
τὸ σημαῖνον τὸ κοιμῶμαι, ἀφ’ οὗ καὶ κείω καὶ κῶμα
ὁ ὕπνος, ὡς Ἡσίοδος, κακὸν δ’ ἐπὶ κῶμα καλύπτει·
καὶ κῶς ῥηματικὸν ὄνομα. τοῦτο δὲ τὸ κῶς γίνεται καὶ |
---|
10 | κωὰς κατὰ πλεονασμὸν, ὥσπερ ὧς ὠτὸς, ὤας, οἱ γὰρ
Ἀττικοὶ οὖς φασὶ, οἱ δὲ ποιηταὶ ὤας· καὶ ἐπειδὴ τοῦ
κώας κώαντος ἡ τελευταῖα συλλαβὴ τοῦ πρωτοτύπου
τῆς γενικῆς ἀπὸ φωνήεντος ἄρχεται, γίνεται διὰ τοῦ
ιδιον ἡ παραγωγὴ, κωατίδιον καὶ συγκοπῇ τοῦ α τ |
---|
15 | κωΐδιον καὶ συναιρέσει κῴδιον. τὸ δὲ λαγῴδιον οὐκ
ὤφειλεν ἔχειν τὸ ἰῶτα, εἶτε ἀπὸ τοῦ λαγωὸς λαγωοῦ
γέγονε, καὶ ὤφειλεν εἶναι χωρὶς τοῦ ι. ἐπειδὴ ἡ τε‐
λευταῖα συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φω‐
νήεντος ἄρχεται καὶ διὰ τοῦ ιδιον γέγονεν ἡ παραγω‐ |
---|
20 | γή· ἀλλ’ ἔστιν εἰπεῖν ἀπὸ τοῦ λαγωὸς λαγωοῦ γέγονε
λαγῴδιον, καὶ ἔχει τὸ ι, κατὰ συνεκδρομὴν τοῦ κῴ‐
διον καὶ στῴδιον· συνεξέδραμε τούτοις καὶ τὸ καλῴδιον,
ἔχει καὶ τὸ ι προσγεγραμμένον, σημαίνει δὲ τὸ σχοι‐
νίον. |
---|
25 | Κωδία, ἡ τῆς μήκωνος κεφαλή.
Κωδίκελλος, ἐκ τοῦ κῴδιον τὸ δέρμα, γίνεται κωδί‐
κελλος.
Κώεα, κῴδια, ἅ ἐστι προβάτων δέρματα, καὶ εἴρηται
παρὰ τὸ ἐγκεῖν, ὅ ἐστιν ἐγκοιμᾶσθαι. |
---|
30 | Κώθων, νῦν ὑβρίζοντες τὴν λέξιν ἔλεγον· Διόδωρος δὲ
λέγει, ὅτι διὰ μέθην οὕτως ἐκλήθη· κώθων γὰρ εἶδος
ποτηρίου.
Κωκύματα, πένθη στεναγμῶν, παρὰ τὸ κωκυτὸς κω‐
κύω κώκυμα. |
---|
35 | Κωκυτὸς, θρῆνος μετὰ κραυγῆς, ὀδυρμὸς, κοπετός.
Κῶλοψ, σημαίνει τὸ ἀστράγαλον.
Κῶλα, κυρίως ἐπὶ τῶν μελοποιῶν, μεταφορικῶς δὲ καὶ
ἐπὶ τῶν πεζολόγων, κώλοις μὴ χρωμένων.
Κωλιάδες, ἐκ τοῦ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν· |
---|
40 | φασὶ γὰρ ἀνθρώπου τινὸς αἰχμαλωτισθέντος παρακα‐
λεσσαμένου τὴν Ἀφροδίτην, ἀντιμισθίαν ἔστησεν εἴ‐
δωλον ἐκ στέατος.
Κῶλος, ὁ ἀπηρτισμένην ἔννοιαν ἔχων στίχος.
Κωλύω, τὸ κρατῶ, ἡ μεταφορὰ ἐκ τοῦ χωλός· κωλὸς |
---|
45 | ὁ κεκρατημένος τοῖς ποσί· καὶ εἰς τὸ χωλός.
Κῶμα, ὕπνος λιθώδης κατὰ μεταφοράν· γίνεται δὲ
ἀπὸ τοῦ κοιμῶ κοιμήσω, καὶ ἐξ αὐτοῦ κοίμημα, καὶ
κατὰ συγκοπὴν κοῖμα καὶ τροπῇ τῆς οι διφθόγγου εἰς
ω, κῶμα· τὸ δὲ κοιμῶ συντάσσεται αἰτιατικῇ. |
---|
kappa 357 (50) | Κωμάζειν, τὸ ποιῶς ὀρχεῖσθαι· ἐξ οὗ καὶ κῶμα εἶδος
ὀρχήσεως, οἱ δὲ μέλους, παρὰ τὸ κῶ τὸ κοιμῶμαι·
ἐμφαίνει γὰρ τὸν ἀπὸ τοῦ δείπνου καὶ τῆς μέθης, ἐπὶ
τοῦ κοιμηθῆναι βαδίζειν· ἔστιν οὖν κῶμος ὁ καιρὸς,
ὁ ἀπὸ τῶν δείπνων πρὸς ὕπνον καλῶν. |
55 | Κωμάζειν, κυρίως τὸ ἐπικοιμᾶσθαι καὶ βαδίζειν· ἔστιν
οὖν κῶμος ὁ καιρός· τὸ δὲ κῶμος ἐκ τοῦ κωμάζω, τὸ
ἐπὶ τοῦ κοιμᾶσθαι βαδίζειν· τὸ δὲ κῶμος παρὰ τὸ κῶ
τὸ κοιμῶμαι, ἐξ οὗ καὶ κώμη τὸ χωρίον, ἢ κοιμητή‐
ριον, καὶ ἀνάπαυσις τῶν ζώων. κόμη δὲ τῆς κεφαλῆς |
---|
60 | ἐκ τοῦ κείρω τὸ κόπτω. | |
---|
kappa 358 | Κώμη, εἰς ἣν ἐκοιμῶντο ἀπὸ τῶν ἔργων ἀνύοντες. ἢ
χώμη ἀνάλωμά τι, κατὰ κλίσιν τοῦ ἐδάφους.
Κῶμα, ἡ μέθη, ἐκ τοῦ κωμάζω· κῶμος δὲ ὁ μεθυστι‐
κὸς αὐλὸς, ἐγχρονίζων τοῖς οἴκοις καὶ κυμβάλοις, καὶ |
5 | θέλγων τοὺς δαιτυμόνας.
Κωμῳδὸς, ἐκ τοῦ κώμη καὶ τοῦ ᾄδω γίνεται κωμῳδὸς,
ὁ ἐν ταῖς κώμαις ᾄδων· σημαίνει δὲ τὸν ἀντικαταλλασ‐
σόμενον.
Κῶμος, μὴ κώμοις καὶ μέθαις, παρὰ τὸ κῶ τὸ κοι‐ |
---|
10 | μῶμαι· ἐμφαίνει γὰρ, ἀπὸ τοῦ δείπνου καὶ μέθης κοι‐
μᾶσθαι· σημαίνει δὲ τὸ πρὸς τὰς ἐρωμένας, κωμά‐
ζειν τοὺς ἐρῶντας, ἢ ἐπὶ τοῦ συγκοιμᾶσθαι βαδί‐
ζειν.
Κωμῳδία, κῶ τὸ κοιμῶμαι· ἐκ τούτου γίνεται κώμη. |
---|
15 | τὸ χωρίον, εἰς ὃ κοιμῶνται πολλοί· καὶ ἐκ τούτου γί‐
νεται κωμῳδία.
Κωμῳδία τραγῳδίας διαφέρει· κωμῳδία γὰρ ἔστι βιω‐
τικῶν πραγμάτων διήγησις· τραγῳδία δὲ ἡρωικῶν πα‐
θῶν. |
---|
20 | Κώνωψ, παρὰ τὸ κῶλον, ὃ σημαίνει τὸ στρόγγυλον·
καὶ γὰρ ἡ κώνωψ στρογγυλοτάτη πάντων μυῶν.
Κωνίσαι, κυρίως, τὸ τὸν κέραμον πισσῶσαι, κωνᾶν
τὸ στρέφειν, καὶ τοὺς βόκωνκας κώνους λέγουσι· καὶ
Ἀριστοφάνης δὲ ἐντ’ ἀνίσαι, τὸ περιενεικεῖν κωνίσαι |
---|
25 | λέγει.
Κώνειον, τὸ θανάσιμον φάρμακον.
Κῷος, σὺν τῷ ἰῶτα γράφεται, ἐπειδὴ εὕρηται κατὰ
διάστασιν. Καλλίμαχος, τῷ ἴκελον τὸ γράμμα τὸ
κώϊον· ἢ ὅτι τὰ εἰς ος κτητικὰ, τῷ ἰῶτα θέλουσι |
---|
30 | παραλήγεσθαι, ἢ τῷ α, χωρὶς τοῦ θηλυκὸς, Λιβυ‐
κὸς, ἁλυκός. καὶ ἁλυκὸς μὲν ὁ τῆς θαλάσσης, θηλυ‐
κὸς δὲ ὁ τοῦ θήλεος, Λιβυκὸς δὲ ὁ τῆς Λιβύης·
ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, Ξενοφών‐
τειος, Ἡρωδότειος, Ἀριστάρχειος, Θηβαϊκὸς, Ῥωμαϊ‐ |
---|
35 | κὸς, πατρῷος, Μινῷος, ἡρῷος, οὕτω καὶ Κῷος.
Κώπη, ἡ λαβὴ τοῦ ξίφους, ᾗ κόπτειν δυνάμεθα, παρὰ
τὸ κόπτω κοπὴ καὶ ἀναβιβασμῷ καὶ τροπῇ κώπη· καὶ
ἡ τῶν ἐρετῶν κώπη λέγεται παρὰ τὸ κόπτειν τὸ ὕδωρ·
ὑμεῖς μὲν κὥπῃσιν ἁλὸς ῥηγμίνα βαθεῖαν τύπτετε |
---|
40 | κληΐδεσσι.
Κωπίες, ἐκ τοῦ κώπη, ὃ σημαίνει τὴν λαβὴν, ὁ ἐκ
τοῦ, τῶ τὸ λαμβάνω τώπη, καὶ κατὰ τροπὴν τοῦ τ
εἰς κ, κώπη· ἐκ τοῦ κόπτω κώπη ἀποβολῇ τοῦ τ.
Κῶς, ἡ νῆσος, ἣν φασὶν ἀπὸ τοῦ κῶ ὀνομάζεσθαι, ὅτι |
---|
45 | ἦν θυγάτηρ Μέροπος καὶ Ἐχεμείας.
Κώτιλλος, ὄρνεον, οὕτω καλούμενον· ἀφ’ οὗ καὶ οἱ
πολλὰ λαλοῦντες, κώτιλλοι καλοῦνται.
Κωτίλλων, ὁ πανοῦργα κολακεύων καὶ λέγων· ἀπό τι‐
νος ὀρνέου καλουμένου· ἀφ’ οὗ καὶ οἱ πολλὰ λαλοῦν‐ |
---|
kappa 358 (50) | τες καὶ κολακεύοντες κώτιλλοι λέγονται.
Κωφὸς, παρὰ τὸ κεκόφθαι τὴν ὄπα, ἢ κεκοπός τις
ὢν, ὁ μήτε φθεγγόμενος μήτε ἀκούων· ἁρμόζει δὲ τὸ
σύμφωνον τῆς λέξεως, ὡς πρὸς ἄμφω· οἷον, καὶ κω‐
φοῦ συνημμένων, καὶ οὐ λαλέοντα ἀκούων. διαφέρει δὲ |
55 | ὅτι τὸ κωφὸς ὁ παντελὴς κενοπὸς, οὐ λαλέοντα δὲ τὸν
δυνάμενον λαλεῖν, οὐ λαλοῦντα δέ.
Κωφὸς, ὁ ἐν αὐτῷ τὴν ὄπα ἔχων, κυρίως δὲ, ὁ μὴ
λαλῶν· λέγεται καὶ ἐπὶ μὴ ἀκούοντος· κωφὸς δὲ ὁ
μὴ κοῶν, τουτ’ἔστιν ὁ ἀγνοῶν τὸ φῶς, ὃ ἔστιν ὁ φω‐ |
---|
60 | νὴν ἀγνοῶν. | |
---|
kappa 359 | Κωπὸς καὶ ἐνεὸς διαφέρει· κωφὸς μὲν γάρ ἐστιν, ὁ
τὴν ἀκοὴν βεβλαμμένην ἔχων· ἐνεὸς δὲ ὁ λαλεῖν τι
ἔχων.
Κωφὸς, παρὰ τὸ κεκομμένην ἔχειν τὸ οὖς· εἰ γὰρ |
5 | καὶ τὸ οὖς ἔχει, καὶ τὴν ἀκοὴν οὐκ ἔχει. |
---|
Κωφὸν, ἀνεπαίσθητον, μεταφορικῶς τὸ ῥοῖζον μὴ | |
kappa 360 | ποιοῦν· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδα‐
νοῖο. ἐπὶ τοῦ κύματος· ὡς δ’ ὅτε πορφύρῃ πέλαγος
βίᾳ κύματι κώφῳ, τῷ μηδέπω καχλάζοντι, ἀρχο‐
μένῳ δὲ μεγαλύνεσθαι. ἀψόφως. |
5 | Κωχεύουσι, ὀχοῦσι, μετεωρίζουσι. |
---|
6t | Τέλος τοῦ Κ στοιχείου. | |
---|
lambda 359 (post 6t) | ΑΡΧΗ ΤΟΥ Λ ΣΤΟΙΧΕΙΟΥ. |
7 | Λάας, σημαίνει δύο, τὸ κύριον ὄνομα καὶ τὸ προσηγο‐
ρικὸν, τουτ’ἔστι τὸν λίθον· καὶ κατὰ πόσους τρόπους
διαφέρει τὸ κύριον τοῦ προσηγορικοῦ; κατὰ δύο· κατὰ |
---|
10 | χρόνον καὶ κατὰ κλίσιν. πῶς; ὅτι τὸ μὲν κύριον μα‐
κρὸν ἔχει τὸ α, τὸ δὲ προσηγορικὸν βραχύ· καὶ ὅτι
τὸ μὲν κύριον ἰσοσυλλαβῶς κλίνεται, ἀποβολῇ γὰρ τοῦ
ς ποιεῖ τὴν γενικὴν, οἷον, ὁ Λάας τοῦ Λάα, τὸ δὲ
προσηγορικὸν περιττοσυλλαβῶς, οἷον, λάας λάαος, καὶ |
---|
15 | ἐπεὶ τὸ κύριον, μακροκατάληκτον, ὄτως δισύλλαβόν
ἐστι, καὶ πάντα τὰ τοῦ κανόνος φυλάττονται· ὥσπερ
καὶ τὸ Αἴας, διά τί οὐκ ἐκλίθη διὰ τοῦ ντ· ἐπειδὴ
κανὼν ἔστιν ὁ λέγων, ὅτι τὰ συνηρημένα τῶν ἐντελῶν
φυλάττει τὴν κλίσιν· καὶ γὰρ ἀπὸ τοῦ λάας γίνεται |
---|
20 | τοῦ προσηγορικοῦ· καὶ γὰρ ἐκεῖνος λιθογλύφος ἦν, διὰ
τοῦτο ἀπὸ μεταφορᾶς τοῦ προσηγορικοῦ γίνεται λάαος
καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, ὥσπερ Καππά‐
δοξ, Καππάδοκος, ὁ Καππαδόκης τοῦ Καππαδόκου·
τὸ δὲ Καππάδοξ κατὰ πλεονασμόν· καὶ ὁ θεόλογος |
---|
25 | φησὶ, τοὺς ἐμοὺς Καππαδόκους. ἐκ γοῦν τῆς τοῦ λάας
γενικῆς, γίνεται εὐθεῖα ἕτερα λάαος καὶ κλίνεται
λαάου καὶ κράσει τοῦ αο εἰς α μακρὸν, ὡς Μενέ‐
λαος, Μενέλας, περέλαος, περέλας, οὕτω καὶ λάας
λάαος λάου· καὶ ἐπεὶ τὴν κλίσιν τοῦ ἐντελοῦς ἐφύ‐ |
---|
30 | λαξε, διάτι μὴ τὴν κατάληξιν αὐτοῦ; ἐπειδὴ τὸ ὄνο‐
μα Δωρικόν ἐστιν· οἱ δὲ Δωριεῖς εἰς ου περατοῦσι τὴν
γενικὴν τοῦ παπία καὶ τοῦ Ἑρμεία· καὶ εἰς τὸ κατέ‐
λευσαν καὶ Λαρτιάδα καὶ λευκός.
Λαβεῖν καὶ δέξασθαι διαφέρει· λαβεῖν μὲν γάρ ἐστι |
---|
35 | τὸ ἀνελέσθαι ἀπὸ τοῦ μηδὲν διδόντος· δέξασθαι δὲ τὸ
παρά τινος προστινόμενον δέξασθαι· καὶ ἐσχηματίσθαι
παρὰ τὴν δεξιὰν τῇ αὐτῇ δεξιᾷ.
Λαβή, σημαίνει τέσσαρα· τὴν ἐπίληψιν καὶ ἐπαφὴν, ἢ
ἐπικράτησιν καὶ αἰκίαν τοῦ πολέμου, τὴν ἀφορμὴν καὶ |
---|
40 | τὴν μέμψιν, ἔνθεν καὶ λάβετο τὶς τινὸς, καὶ τὴν τοῦ
ξίφους λαβήν.
Λάβραξ, παρὰ τὸ λα ἐπιτατικὸν μόριον, καὶ τὸ βορὰ
λάβορος καὶ συγκοπῇ λάβρος καὶ λάβραξ παρωνύμως,
ὡς λίθος λίθαξ· οὔτως Ἱππιανός. |
---|
45 | Λάβρος, ὁ ἀδδηφάγος, ἐκ τοῦ βορὰ, ὃ σημαίνει τὴν
τροφήν· ἔστι δὲ ἀπὸ τοῦ βορέας, ὃ σημαίνει τὸν ἄνεμον.
Λαβύρινθος, ἔστι σπήλαιον ἀντρῶδες περὶ τὴν κά‐
θοδον, δυσχερὲς δὲ καὶ περὶ τὴν ἄνοδον, ἐν ᾧ λέγεται
ὁ μινώταυρος ἐμβληθῆναι. ἐπεὶ οὖν δυσχερὲς τὸ ἐκβῆ‐ |
---|
lambda 359 (50) | ναι τοὺς λαβυρίνθους, λαμβάνεται ἐπὶ ἀφύκτων λόγων,
ὧν οὐδεὶς δύναται ἐκφυγεῖν, λαγύρινθός τις οὖσα,
παρὰ τὸ λίαν γυρεύεσθαι τὴν αὐτῆς εἴσοδον, διὰ τὴν
σκοτεινὴν καὶ τὴν κοχλοειδῆ αὐτῆς ὁδὸν, τροπῇ τοῦ
γ εἰς β. |
55 | Λαβώριον, εἶδος ἐκπώματος, σκέπασμα. | |
---|
lambda 360 (7) | Λάγυνος, ὁ πάνυ δεκτικός.
Λάγνεια, λαγυνεία τὶς οὖσα, παρὰ τὸ λα καὶ τὸ
γυνὴ, λάγυνος, παρωνύμως γίνεται, λαγνὸς κατὰ συγ‐ |
10 | κοπὴν, ἀφ’ οὗ λαγνεία.
Λάγειον, ἔστιν ἱπποδρομὸς Ἀλεξάνδρου λαγοῦ τινός.
Λαγωὸς κοινῶς, λαγὼς Ἀττικῶς ἀπὸ τοῦ λάειν λαὸς
καὶ λαγωός.
Λαγωὸς, παρὰ τὸ λα ἐπιτατικὸν μόριον, καὶ τὸ ὦς |
---|
15 | ὠτὸς, ὁ μεγάλα ὦτα ἔχων· Ἀπολλόδωρος, ὅτι λάγα‐
ρόν ἐστι.
Λάγανον, ὡς λάγαρον· ἐκκεκένωται γὰρ αὐτοῦ τὸ πα‐
χὸς εἰς πλάτος, καὶ λίαν ἀσθενεστέρως γέγονε.
Λάγανα, πλακουντάρια, ὡς παπυρωδʹ ἐκ σεμιδάλεως. |
---|
20 | Λαερτιάδης, γίνεται παρὰ τὸ Λαέρτιος ὄνομα κύριον,
ὥσπερ Βούσιρις λέγεται παρὰ τὸ βοῦς αἴρειν, ἀνδρεῖος
γὰρ ἦν, ὥστε καὶ δύνασθαι αὐτὸν μόνον δύο ζευγνύειν
βοῦς, οὕτως καὶ Λαέρτιος λέγεται παρὰ τὸ δύνασθαι
λάας ἀερτάζειν, ἤγουν κουφίζειν λίθους· ἐκ τοῦ Λαέρ‐ |
---|
25 | τιος Λαερτιάδης, τὸ πατρωνυμικὸν, οἷον, Νηλήϊος Νη‐
ληϊάδης, Θυέστιος Θυεστιάδης· εἰ δὲ μὴ καθαρεύουσι
διὰ τοῦ ιδης Πρίαμος Πριαμίδης, Κρόνος Κρονίδης·
ἰστέον ὅτι οὐ ποιοῦμεν ἀπὸ προσηγορικοῦ πατρωνυμικὸν,
τὰ γὰρ προσηγορικὰ κοινά εἰσι, καὶ κατὰ πολλῶν λέ‐ |
---|
30 | ξεων· εἰ οὖν ἄνθρωπος ἀνθρωπίδης εἴπομεν, ἐδηλώσα‐
μεν, τινὰ ἐκ πολλῶν γεγενῆσθαι, ὅπερ ἄτοπόν ἐστι·
μόνον δὲ λέγει γεγενῆσθαι τὸν περὶ πολλῶν, ὅθεν
καὶ αὐτὴν εἴληφε τὴν ὀνομασίαν.
Λάζος, λάχνος λυσσώδης· ἡ γνώμη παρατρέπει τ’ ἀλη‐ |
---|
35 | θῆ αὐτοῦ· καθάπερ ἡ αὐτὴ τυγχάνει γαῖα, λόγῳ
δοκῶν ἀπαντᾶν τὴν ἀλήθειαν φαίη οὐ πιστῶς, ἄναν‐
δρος ὢν, φαῦλα κέκτηται· προσφύγιον ἔχων τὴν πάν‐
ταλσον καὶ κατάγνοφον καὶ ζοφερὰν ὑγρὰν γαῖαν αὐ‐
τοῦ ἐν τῇ σήψει πυροῦνται αἱ θήλειαι αὐτῶν, μεταλ‐ |
---|
40 | λάσσουσαι τὰς ἑαυτῶν ἔσθητας γυπτικὰ ἐκφέρουσι γεν‐
νήματα καὶ παμμάλογα, ὡς πολύσπορα· εἴρηται δὲ
λάζος τὸ ὄνομα, καὶ ὄζων κατὰ τὴν ζοφερὰν καὶ
γυψώδη γῆν αὐτοῦ.
Λάθρα, παρὰ τὸ λήθω, τὸ λανθάνω, ὁ β ἀόριστος |
---|
45 | ἔλαθον καὶ ἐξ αὐτοῦ λάθρα· ἔστι δὲ ἐπίῤῥημα ποιότη‐
τος ἀντὶ τοῦ λαθραίως· ὁ γὰρ λάθρα ποιῶν τὲ ὑπο‐
λανθάνειν πολλοὺς εἴωθε.
Λαῖλαψ, παρὰ τὸ λάπτω, ὁ μέλλων λάψω, λὰψ,
καὶ κατ’ ἀναδιπλασιασμὸν λάλαψ, καὶ πρόσθεσιν τοῦ |
---|
lambda 360 (50) | ι λαῖλαψ· δηλοῖ δὲ τὴν σφοδρὰν καὶ ἐπιτεταμένην λα‐
βρότητα τοῦ πνεύματος.
Λαίθαργος, ὁ λαθραίως δάκνων κύων.
Λαιμὸς εἴρηται ὅτι πλεονάζειν ποιεῖ τὴν ἔνδειαν τῆς
τροφῆς, ὥσπερ καὶ ὁ λοιμὸς πλεονάζειν ποιεῖ τὴν ἔν‐ |
55 | δειαν τῶν ζώων. | |
---|
lambda 361 | Λαιὸν, ἀριστερὸν, καὶ λαιὰ χεὶρ ἡ ἀριστερὰ· παρὰ τὸ
λιλᾶσθαι καὶ κεχωρίσθαι τῶν πράξεων· ἀριστερὰ δὲ
καὶ εὐώνυμος, κατ’ ἀντίφρασιν, ἢ κατ’ εὐφημισμόν.
Λαιὰ, παρὰ τὸ ἐν λαιᾷ βαστάζειν· ἢ ἐκ τοῦ σταλάζω |
5 | τὸ λαμβάνω.
Λαιστρυγὼν, ὁ ἀδδηφάγος, παρὰ τὸ λίαν στύγειν,
ἤγουν μισεῖσθαι, ὁ ἀπάνθρωπος, κατὰ πλεονασμὸν τοῦ
ρ, ὅπερ καὶ θηλυκῶς λέγεται.
Λαῖμα, τὸ κῦμα, παρὰ τὸ λίαν τέμνειν καὶ κοροφοῦ‐ |
---|
10 | σθαι.
Λαίφος, τὸ ἄρμενον παρὰ τὸ λίαν φαίνεσθαι, λαῖφος,
λειούφεσις βέλτιον λινοϋφὲς τὸ ἅρμενον.
Λακεδαίμων, παρὰ τὸ λαχεδαίμων, διὰ τὸ ἐκεῖ τοὺς
δαίμονας λαχεῖν· τοῦ Λακεδαίμονος ὁ κανών· τὰ δὲ |
---|
15 | κοινὰ τῷ γένει διὰ τοῦ ο μικροῦ· ὁ Λακεδαίμων γὰρ
ἀνὴρ ἀπὸ τῆς πόλεως, καὶ ἡ Λακεδαίμων πόλις καὶ ἡ
κλητικὴ ὦ Λακεδαῖμον· ὁ τόνος; τὰ εἰς ων σύνθετα,
ὅταν εἰς ον εἴη ἡ κλητικὴ ἀναβιβάζουσι τὸν τόνον·
σεσημείωται ὦ Λακεδαῖμον καὶ ὦ παλαῖμον· παλαίμων |
---|
20 | δὲ λέγεται ὁ ἔμπειρος τῆς παλαιστικῆς, ἐκ τοῦ πάλη,
ὃ σημαίνει τὴν παλαίστραν καὶ τοῦ αἴμων ὃ σημαίνει
τὸν ἔμπειρον· τὸ δὲ Λακεδαίμων ἐκ τοῦ λαχεδαίμων
τις οὖσα· ἐν αὐτῇ γὰρ οἱ θεοὶ πρῶτον ἔλαχον καὶ
ἐκληρώσαντο τὰς πόλεις. |
---|
25 | Λακέρυζα, παρὰ τὸ λίαν κρώζειν, ἤγουν μεγάλως.
Λάκκος, παρὰ τὸ λακῶ λακήσω, ὃ σημαίνει τὸ διαχω‐
ρίζω, καὶ πατάσσω, οὗ ὁ δεύτερος ἀόριστος ἔλακον,
καὶ ἐξ αὐτοῦ λάκκος, ἢ παρὰ τὸ λίαν κάτω.
Λάκων, Σπαρτιάτης ἄντικρυ τῶν Ἀθηνῶν. |
---|
30 | Λακὶς, λάκισμα, σχίσμα ἱματίου.
Λαλῶ, λῶ, ἐν διπλασιασμῷ λαλῶ· παράγωγον τοῦ λῶ
λάσκω. Εὐριπίδης· τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους
φίλους· τὸ δὲ λῶ δηλοῖ τὸ θέλω, ὃ δὲ θέλει τις καὶ
φθέγγεται· προϋπάρχει δὲ τοῦ λόγου ψυχὴ καὶ θέ‐ |
---|
35 | σις, οὕτω Φιλόξενος.
Λαλίστατος, ὁ κατὰ λόγον σοφός· λέγεται δὲ καὶ ὁ
εὔγλωττος καὶ ὁ εὔφωνος.
Λάμια, θηρίον, ἀπὸ τοῦ ἔχειν μέγαν λαιμόν.
Λαμυρία, ἡ σαλία. |
---|
40 | Λάμαζα, οἱονεὶ λαβάτιον, παρὰ τὸ λείως βαίνειν ἐν
τοῖς μέτροις, καὶ ἀσθενὲς εἶναι πρὸς τὸ μὴ κύειν τὰς
συλλαβάς.
Λαμπετόωντι, λάμποντι, ὡς ἀπὸ τοῦ ἔχω ἐχέτης,
βάλλω βαλλέτης, καὶ ἑκατηβελέτης, οὕτω λάμπω λαμ‐ |
---|
45 | πέτης· καὶ ἐκ τοῦ λαμπετῶ πλεονασμῷ τοῦ ο λαμπετόω,
καὶ ἡ μετοχὴ ὁ λαμπετόων· ἔστι δὲ δευτέρας συζυγίας
τῶν περισπωμένων· οἱ ποιηταὶ δὲ ἐπὶ τῆς δευτέρας συ‐
ζυγίας τῶν περισπωμένων ἔθος ἔχουσι πλεονάζειν τὸ ο,
οἷον, βοόωντα ἐφεύροι, καὶ ὁρόων ἐπὶ οἴνοπα πόν‐ |
---|
lambda 361 (50) | τον.
Λάμπουρις, εἰς τὸ ἵππουρις.
Λάμορον, τὸ πολὺ καὶ ἀθροῦν καὶ λαμορεῖν τὴν θά‐
λασσαν, οἷον πολλήν.
Λάμπω, παρὰ τὸ σέλας ὃ σημαίνει τὸ φῶς καὶ τὸ |
55 | πέμπω γίνεται σελάμπω καὶ κατ’ ἀφαίρεσιν τῆς σε
συλλαβῆς λάμπω.
Λαμπρείμων, τὰ παρὰ τὸ εἷμα, ὃ δηλοῖ τὸ ἱμάτιον,
ἐν συνθέσει γινόμενα, διὰ τῆς ει διφθόγγου γράφεται· |
---|
οἷον, λευχείμων, λαμπρείμων. | |
lambda 362 | Λάμψακος, ὅτι τοῖς Λαμψακήνοις χρησμὸς ἐδότη,
ὅπου ἂν αὐτοῖς λάμψῃ, ἐκεῖ πόλιν κτίσαι. ἀστραπῆς
οὖν γινομένης εἶδον τὸν τόπον, καὶ ἔκτισαν τὴν πόλιν,
Λάμψακον αὐτὴν προσαγορεύοντες· καὶ οὕτω τοὺς πο‐ |
5 | λεμοῦντας αὐτοὺς βαρβάρους λοχοποιήσαντες, διὰ τῆς
ἀστραπῆς ἴδοντες κατέκοψαν.
Λάμυρον, εὔλαλον, εὐτράπελον καταπληκτικόν.
Λὰξ, παρὰ τὸ λήγω ῥῆμα, λήξω, λὴξ καὶ λὰξ ὁ τῷ
λήγοντι μέρει τοῦ ποδὸς, τουτ’ἔστι τῷ ἀκρῷ πλήττει, |
---|
10 | ὁ λέγεται λάκταια.
Λέξις, ἡ οἰκοδόμησις αἱμασίας λέξαντες, ἀλλ’ ᾧ ἔμ‐
μεναι ἕρκος· οἱ δὲ Ἀττικοὶ λίθους ἐκλέγοντες ἀνῳ‐
κοδόμουν.
Λαξευτήριον, ἔστι ξέω, καὶ πλεονασμῷ τοῦ υ ξεύω |
---|
15 | καὶ μετὰ τοῦ λα ἐπιτατικοῦ μορίου, λαξεύω τὸ πάνυ
ξέω, καὶ ἐξ αὐτοῦ λαξευτήριον.
Λαοδίκεια, πόλις Ἀσίας, ἀπὸ Λαοδίκης θυγατρὸς Σε‐
λεύκου, κτισθεῖσα ὑπ’ αὐτοῦ.
Λαοδίκη, ἐκ τοῦ λαὸς καὶ τοῦ δίκη· ἰστέον δὲ ὅτι τὰ |
---|
20 | εἰς ος ὀκταχῶς συντίθεται· ἐγράφη.
Λαοὶ, ὁ μὲν Ἡσίοδος, τοῦ ῥά ποτε Κρονίδης Ζεὺς ἄφθι‐
τα μήδεα εἴδως κεκτοὺς ἐκ γαίης λαὸς Δευκαλίωνος· τινὲς
λαοὶ οἱ ἱλαροί. ἐπειδὴ καὶ ἄνθρωπος κατὰ μίαν ἐτυμο‐
λογίαν, ὁ διορθωμένην ἔχων τὴν ὄπα· διὸ καὶ αὔδης |
---|
25 | ἔντε ἦν ὑπὲρ ἄρθρων, σχεδὸν εἰ μὴ αὐδηέντων·
φέρεται δὲ ἱστορία, ἡ Μῆτις, δυστοκούσης τῆς Ῥέας,
αὕτη μὲν ἔτεκε τέκνον, ὁ ἐκάλεσαν Λάαν· τῇ δὲ Ῥέᾳ
τεκούσῃ τὸν Δία, αὕτη κατηλλάξατο τὸν Λάαν αὐτῆς
τὸν παῖδα ἵνα ὁ Κρόνος ἀντὶ τοῦ Διὸς τὸν Λάαν κα‐ |
---|
30 | ταπίῃ· Ζεὺς οὖν ἡβήσας, εἰς τίμην τοῦ ἀντ’ αὐτοῦ
καταποθέντος, λαοὺς ὠνόμασε τοὺς ἀνθρώπους· οἱ δὲ
ὅτι Δευκαλίων λίθους ῥίπτων ἀνθρώπους ἐποίει· τινὲς
δὲ ὅτι κατακλυσμοῦ ὄντος ἔφυγον οἱ ἄνθρωποι εἰς τὰ
ὄρη. καὶ μετὰ τ’αὐτοῦ αἰφνιδίως ἐπέστησαν τῇ γῇ, |
---|
35 | εὐδίας γινομένης, ὡς ἐκπλαγῆναι καὶ ἀπὸ λίθων νομι‐
σθῆναι εἶναι.
Λαομεδοντιάδης, πατρωνυμικόν· τὸ τι ἰῶτα διάτι;
πᾶσα γενικὴ εἰς ος, διὰ τοῦ ιδης ποιεῖ τὸ πατρωνυ‐
μικὸν· ἔστι Λαομέδοντος ἡ γενικὴ, καὶ τὸ πατρωνυ‐ |
---|
40 | μικὸν Λαομεδοντίδης· καὶ ὥσπερ Τελαμὼν Τελαμῶνος
Τελαμωνίδης, καὶ πλεονασμῷ τοῦ α Τελαμωνιάδης,
οὕτω καὶ Λαομεδοντιάδης· ἡ κλητικὴ ὦ Λαομέδον.
Λάπαθον, ἀπὸ τοῦ λαπάθειν· ἔστι γὰρ τὸ λάχανον
εὔθετον εἰς γαστέρα, ἁπαλύνει γὰρ· οἱ δὲ Ἀττικοὶ |
---|
45 | λάπαθα λέγουσι τὰ ὀρύγματα τῶν θηρίων· τάχα ὅτι
λανθάνει θεωροῦντας, οἵτινες μὴ ἰδόντες ἔρχονται εἰ‐
δόντες εἰς τὸ παθεῖν τι.
Λαπίνη, ἡ ἅμαξα, ἢ ἅρμα σκεπαστόν.
Λαπαρὰ, παρὰ τὸ λελάφθαι, ὅ ἐστι κεκενῶσθαι τὸν |
---|
lambda 362 (50) | τόπον, πρὸς σύγκρισιν τῶν πλευρῶν, ὅθεν καὶ λά‐
φυρα ἀπὸ τῆς κενώσεως· καὶ Ὅμηρος· δώδεκα δησὶ
νήσιον δὲ πόλεις ἀλαπάξαντες, λάμποντες γλώσσῃ‐
σιν· οἱονεὶ κενοῦνται καὶ ἐξαρτοῦνται.
Λαπάρα, ὁ κενὸς ὀστέων τόπος τῆς πλευρᾶς· λαπάξαι |
55 | γὰρ τὸ κενῶσαι, παρὰ τὸ λάπαθον τὴν βοτάνην, κε‐
νωτικὴν οὖσαν γαστρός.
Λάρδος, παρὰ τὸ λαρίνον τὸ λιπαρόν.
Λάρναξ, παρὰ τὸ λίαν ἐγγίζεσθαι τὸν ἐπεντιθέμε‐ |
---|
νον. | |
lambda 363 | Λάρναξ, κυρίως ἡ διὰ λάων ὁ ἐστι λίθων κατασκευ‐
ασθεῖσα θήκη· καταχρηστικῶς δὲ καὶ αἱ λοιπαὶ λάρ‐
νακες.
Λάρης, ὁ ὄρνις, ὥστε κατὰ δίνους κόπους ἁλὸς ἀτρυγέ‐ |
5 | τοιο ἰχθὺς ἀγρώσσων κυκίνα πτερὰ δεύεται ἅλμῃ.
Λάρυγξ φάρυγγος διαφέρει· λάρυγξ μὲν γάρ ἐστι δι’ οὗ
λαλοῦμεν· φάρυγξ δὲ δι’ οὗ ἐσθίομεν· ἐπειδὴ δύο
πόροι εἰσὶ τοῦ λαιμοῦ.
Λασίῃσι, δάσεσι στήθεσιν· ἐκ τοῦ λα, ἐπιτατικοῦ μο‐ |
---|
10 | ρίου, καὶ τοῦ σεύω τὸ ὁρμῶ· ὀρθῶς γὰρ ὁρμῶνται,
τὰ δι’ αὐτοῦ νοήματα· νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέ‐
ρους τῆς ψυχῆς φησὶν ἀφ’ ὧν λέγεται στήθεσιν, ὑπὸ
γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστι τὸ πυρῶδες
καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. |
---|
15 | Λάσκω, τὸ λαλῶ. Εὐριπίδης, τοιαῦτα λάσκεις τοῖς
ἀναγκαίοις φίλοις.
Λάτις, εἶδος ἰσχύος, ἔστι δὲ μακρὸν τὸ τις.
Λατῖνος, Ῥωμαῖα ἡ λέξις· λατὺς γὰρ πλατὺς κέ‐
κληται. |
---|
20 | Λάτρις, θεράπαινις, δουλὴ, προσαίτις.
Λατρεύειν, παρὰ τὸ λατρεύω, τοῦτο παρὰ τὸ λάτρον,
ὃ σημαίνει τὸ ἔμμονον· τοῦτο παρὰ τὸ λα ἐπιτατικὸν
καὶ τοῦ τρῶ τὸ καρτερῶ.
Λάτρον, ὁ μισθὸς, ἐκ τοῦ τηρῶ, τοῦ σημαίνοντος τὸ |
---|
25 | βλέπω, καὶ τοῦ λα ἐπιτατικοῦ γίνεται λατήριον καὶ
συγκοπῇ λάτρον· πρὸς ὃ βλέπει ὃ μισθωτός.
Λαυκανία, ἡ φάρυγξ, ἡ ἀρτηρία, δι’ ἧς τὸ πνεῦμα
ἔρχεται, ἀπὸ τοῦ λευκὴν εἶναι αὐτοῦ τὴν φύσιν.
Λαυκανίη, ὁ λαιμὸς, ἀπὸ τῆς ἀπολαύσεως· λευκανί‐ |
---|
30 | της ἡ φάρυγξ λέγεται, ἀρτηρία ἀπὸ τοῦ τὴν λευκήν.
Λαῦρα, ἡ πλατεῖα· οἷον, οὐ δῶες λαῦρον· παρὰ τὸ
λίαν ἔχειν αὖραν· ἢ παρὰ τὸ δι’ αὐτῆς τὸν λαὸν
ῥεῖν.
Λάφυρα, τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανό‐ |
---|
35 | μενα· τὰ δὲ τεθνεώτων αὐτῶν σκύλα λέγεται.
Λαφύξας, διασπαράξας, ἀφειδῶς θοινισάμενος ἢ κα‐
ταπίων.
Λάχανον, παρὰ τὸ λαχαίνω τὸ σκάπτω.
Λάχανον, παρὰ τὸ λεία χέειν· ἢ λίαν χεύειν ἤγουν |
---|
40 | ἐξανοῖκον τοῖς φύλλος.
Λαχεῖν καὶ κληρώσασθαι διαφέρει· λαγχάνει μὲν γὰρ
εἷς ἀποτυγχάνων· κληρῶνται δὲ πάντες.
Λάχεια, σημαίνει τὸν ἐσκαμμένην γῆν, καὶ γίνεται
παρὰ τὸ λάχω λάχεια, ὡς κρατῶ κράτεια. |
---|
45 | Λάχνη, ἡ τρίχωσις, ἐτυμολογεῖται δὲ ἐκ τοῦ λα ἐπι‐
τατικοῦ μορίου καὶ τοῦ ἔχω τὸ κρατῶ· γίνεται λαέχνη
καὶ κατὰ κράσιν λάχνη· οὐδὲν εὐληπτότερον τῶν
τριχῶν.
Λεανῶ, ἀπὸ τοῦ λεαίνω· τοῦτο παρὰ τὸ λεῖος. |
---|
lambda 363 (50) | Λεαίνω, ὁμαλὸν ποιήσω, ἐκ τοῦ λεῖος· τοῦτο ἐκ τοῦ
λαίω τοῦτο παρὰ τὸ λῶ τὸ θέλω, καὶ ἐξ αὐτοῦ λαῦος,
καὶ τροπῇ τοῦ α εἰς ε, καὶ τοῦ υ εἰς ι, λεῖος, καὶ
ῥῆμα ἐξ αὐτοῦ λειαίνω καὶ λεαίνω· τὰ γὰρ λεῖα καὶ
ὁμαλὰ θέλομεν, ὥσπερ τὰ κρημνώδη ἐκφεύγομεν· |
55 | καὶ εἰς τὸ λέντιον.
Λέβης, ἐκ τοῦ λείβω τὸ σπένδω.
Λεβηρὶς, τὸ γῆρας τοῦ ὄφεως, ὃ ἀποδύεται.
Λεβηρὶς, ἡ φολὶς, καὶ ἡ λεβηθρὶς τὸ αὐτὸ σημαίνει·
ἔστι δὲ δέρμα τοῦ ὄφεως, ἤτοι αἱ λεπίδες τοῦ δέρ‐ |
---|
60 | ματος. | |
---|
lambda 364 | Λέβητα, τὸ χέρνιβον, ἀπὸ τοῦ τὰς λιβάδας τῶν χει‐
ρῶν ὑποδέχεσθαι.
Λεβηδὼν, τόπος ἐν ᾧ ἐθυσίαζον οἱ κατὰ τὴν λιβανη‐
σίαν Ἀραβίται. |
5 | Λέγω σημαίνει ἕπτα· λέγω τὸ ἐπιτυγχάνω, τίμην δέ
μιν λελόχα· λέγω τὸ φροντίζω, οὐκ ἀλέγω ὡσεὶ
γυνὴ βάλεν ἢ πάϊς ἄφρων· λέγω τὸ ὁρίζω, ἐξ οὗ καὶ
λόγος ὁ ὁρισμός· λέγω τὸ λαλῶ, ἐξ οὗ καὶ λόγος·
λέγω τὸ μετρῶ ἐξ οὗ καὶ τὸ ὡρολόγιον· λέγω τὸ κοι‐ |
---|
10 | μῶμαι ἐξ οὗ καὶ λόχος, ἡ κοίτη καὶ λέκτρον· λέγω
τὸ συνάγω, ἀφ’ οὗ καὶ σύλλογος· καὶ εἰς τὸ ἀλεγίζω,
λόγος καὶ παλίλλογα.
Λεγάτον, ἐστι δωρέα ἐν διαθήκῃ, καταληφθεῖσα.
Λάρισσα, ἔστι πόλις· διὰ δὲ τοῦ ι γράφεται· τὰ γὰρ |
---|
15 | διὰ τοῦ ισσα μὴ ὄντα ἀπὸ ῥημάτων ἐχόντων τὴν ει
δίφθογγον, ἀποστρέφονται αὐτήν· οἷον, σάρισσα, ἔστι
δὲ εἶδος ἀκοντίου μικροῦ· Πίσσα δὲ πόλις Ἰλίαδος,
οὕτω καὶ Λάρισσα.
Λεγεὼν, ἑξακοσίων ἀνδρῶν τάξις πεζῶν. |
---|
20 | Λεγάτον πεκούλιον, ἐκ τοῦ λεγάραι ἤγουν δεσμεῦσαι·
διὰ γὰρ τοῦτο ἱκανὰ δουλεύει ὁ ληψόμενος.
Λεηλατεύειν, λῃστεύειν, ἁρπάζειν.
Λειρόφθαλμος, εἰ μὲν σημαίνει τὸν προσηνῆ, διὰ
τῆς ει διφθόγγου γράφεται, παρὰ τὸ λείριον ὃ σημαί‐ |
---|
25 | νει τὸ ἄνθος· εἰ δὲ τὸν ἀναιδῆ διὰ τοῦ ἰῶτα· παρὰ
τὸ λιρὸς γάρ ἐστι· τοῦτο δὲ παρὰ τὸ λίαν ὁρᾶν· λέγει
δὲ Ὦρος, ὅτι οὐ τῶν ἀνθῶν δεῖ λέγειν, ἀλλὰ τῶν
ἀνθέων, διὰ τὴν συνέμπτωσιν τῶν ἀνθ’ ὧν ὀνόματος,
ὅπερ ἐκ τῆς ἀντὶ προθέσεως καὶ τοῦ ὧν ὑποτακτικοῦ |
---|
30 | ἄρθρου γίνεται.
Λειχανὸς, ὁ δάκτυλος, ἐκ τοῦ λείχω ῥήματος.
Λειπόνεως, ἐκ τοῦ λείπω καὶ τοῦ νεὼς, ὁ καταλει‐
φθεὶς τῆς νεώς.
Λειβὴ καὶ λειβαὶ, ἀντὶ τοῦ σπονδαί· εἴρηται δὲ παρὰ |
---|
35 | τὸ λείβειν καὶ σπένδειν καὶ στάζειν.
Λείαν, ἐκ τοῦ λεαίνω τὸ ὁμαλίζω.
Λείριον, τὸ ἄνθος καὶ λειρίων τῶν ἀνθῶν.
Λεῖκνον, τὸ πτυάριον, διφορεῖται κατὰ τὴν γραφὴν,
καὶ γράφεται διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ ἰῶτα· |
---|
40 | οἱ μὲν γὰρ διὰ τῆς ει δίφθογγον γράφοντες, σχημα‐
τίζουσι τρόπον τοιοῦτον, ἐκ τοῦ λέχος· ἐκ τούτου γί‐
νεται λέχω, λέχνος καὶ πλεονασμῷ τοῦ ἰῶτα λεῖχνος·
καὶ γὰρ οἱ ἀρχαῖοι αὐτοῖς ἐν πτυαρίοις ἐποίουν τοὺς οἰ‐
κοίους υἱοὺς καθεύδειν, διὰ τὸ πολύγονον· οἱ δὲ γρά‐ |
---|
45 | φοντες διὰ τοῦ ἰῶτα· ἔστι λικμᾷν ἐκ τούτου γίνεται
λίκμον κατὰ μεταβολὴν τοῦ μ εἰς ν λίκνον· τὸ δὲ
λικμᾶν διὰ τοῦ ι γράφεται· ἔστι δὲ παρὰ τὸ λίαν κα‐
μεῖν.
Λείβδην, εἰς τὸ παραβλήδην. |
---|
lambda 364 (50) | Λειμὼν, ὁ παράδεισος, διὰ τῆς ει διφθόγγου γράφε‐
ται παρὰ τὸ λείβω τὸ καταστάζω, λειβὼν καὶ λει‐
μὼν· ἔστι δὲ περιεκτικὸν, ὡς καὶ τὸ χειμών.
Λειμὼν, ὅπου τὰ λεῖα κατανέμεται, τουτ’ἔστι τὰ πρό‐
βατα. |
55 | Λειόβουλος, εἶδος ἰχθύος, παρὰ τὸ λεῖον.
Λείριον, τὸ ἄνθος, παρὰ τὸ λεῖον, ὃ σημαίνει τὸ
ὁμαλὸν λείϊον καὶ πλεονασμῷ τοῦ ρ, λείριον· ὡς
ἔγχος ἔγχεος, ἔγχεϊ, ἐγχειΐδιον, καὶ πλεονασμῷ τοῦ
ρ ἐγχειρίδιον· ἐξ οὗ καὶ ποδαλείριος, ὁ ποδῶν ἰα‐ |
---|
60 | τρός. | |
---|
lambda 365 | Λειτουργεῖν, ἀπὸ τοῦ ἔργον καὶ τοῦ λήϊτον, ἤγουν
τὸ δημόσιον, γέγονε ληϊτουργεῖν, καὶ κατὰ συστολὴν
τοῦ η εἰς ε, λεϊτουργεῖν, καὶ κατὰ συναίρεσιν λειτουρ‐
γεῖν. |
5 | Λειτουργεῖν, διὰ τῆς ει διφθόγγου σημαίνει τὸ ὑπη‐
ρετεῖν· ἔστιν ἐπὶ τοῦ ληϊτῶ λεγόμενος· λήϊτον δὲ τὸ
δημόσιον.
Λειτουργὸς, ὁ τοῖς διοικηταῖς ἄρχουσιν ὑπουργῶν καὶ
διακονῶν· τὸ γὰρ πρυτανεῖον, ἤγουν τὸ δημόσιον λήϊ‐ |
---|
10 | τον ἐκαλεῖτο.
Ληϊτῶ, τὸ λειτουργῶ.
Λείχω τὸ κατεσθίω, ὡς τὸ, χοῦν τῆς γῆς ἔλειξε τὸ
πῦρ· τῷ λει διφθόγγῳ διάτι; ἀντιπαράκειται γὰρ
αὐτῷ τὸ τραπεζόλοιχος. |
---|
15 | Λείψανον, παρὰ τὸ λείβω λείψω γέγονε καὶ γὰρ
ἔσπενδον ἐπὶ τῶν τεθνεώτων· ἢ παρὰ τὸ λείπω λείψω
γέγονε, λείψανα γάρ εἰσι τὰ ἐγκαταλείμματα.
Λείψανον, τὸ σῶμα, ἐκ τοῦ λείπω τὸ καταλιμπάνω.
Λειψύδριον, ὄρος. |
---|
20 | Λειψυδρία, ἐκ τοῦ λείπω τὸ καταλιμπάνω.
Λειποταξία, ἐκ τοῦ λείπω καὶ τοῦ τάξις, ὁ φεύγων
ἐκ τῆς τάξεως.
Λεκτίκιον, παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην·
κιβώριον ἐκ ξύλων, ὃ ἔχουσιν αἱ παρθένοι πρὸς τὸ |
---|
25 | καλύπτεσθαι αὑτάς.
Λεκάνη, ἧς τὸ χάσμα λεῖον ἔστι· πεπλάτηται γὰρ,
λειοχάνη τις οὖσα.
Λεκτὸν, ἀκρωτήριον τῆς Ἴδης, κεκλημένον ἀπὸ τοῦ ἐν
αὐτῷ κατακλιθῆναι Δία καὶ Ἥραν· τρία δέ εἰσι τὰ |
---|
30 | τῆς Ἴδης ἀκρωτήρια· Λεκτὸν, Γάργαρον καὶ Φαλάκρη.
Λάχανον, κοινῶς, ἀπὸ τοῦ λαχαίνεσθαι ὅ ἐστι σκά‐
πτεσθαι· ἤτοι ὁ μὲν κατέχων κεφαλὴν, φυτὸν ἀμ‐
φελάχαινε· καὶ τὸ νῆσον ἐπὶ τελʹ ὁ παρακεκλιμέ‐
νος, οἷον, εὔγειος, παρὰ τὸ λαχαίνεσθαι, δυνατὴν |
---|
35 | εἶναι· ἐλέγχεται γὰρ ἀπὸ τῆς ἐπαγωγῆς παρακλι‐
μένος τετάνυστο· κώμανα δὲ τὰ λάχανα, ὅτι δασέα
ἐστιν, ἀπὸ τῆς λάχνης.
Λέκτρα, εἰς τὸ ἠλέκτωρ.
Λελάθη, εἰς τὸ ἀπεμπάλων· Λελαχὼς εἰς τὸ ἀπεμ‐ |
---|
40 | πάλων.
Λέληκα, οὐκ ἀπὸ τοῦ λέγω, ἀλλ’ ἀπὸ τοῦ λαλῶ λα‐
λήσω, λελάληκα, συγκοπῇ τῆς λα συλλαβῆς.
Λέληκται, εἰς τὸ ἄληκτος.
Λεληθότως, λανθανόντως, κρυφίως. |
---|
45 | Λελιπαρημένον, ἔστι λιπαρῶ τὸ παρακαλῶ, ὁ μέλ‐
λων λιπαρήσω, λελιπάρηκα, λελιπάρημαι, λελιπάρησαι,
παρὰ τὸ λίαν παρεῖναι· τὸ δὲ λιπαρῶ παρὰ τὸ λι‐
παρός.
Λέλοχα, ἔστι ῥῆμα λήχω τὸ λαγχάνω, ἢ ἐπιτυγχά‐ |
---|
lambda 365 (50) | νω, οὗ ὁ μέλλων λήξω, ὁ ἐνεργητικὸς παρακείμενος,
λέληχα καὶ πλεονασμῷ τοῦ ν λέληγχα καὶ τροπῇ τοῦ
η εἰς ο λέλογχα· καὶ εἰς τὸ πέπονθα.
Λελογχῶς, λαγχάνων, ἢ ἐπιτύχων.
Λελουμένη, ἔστι λύω, πλεονασμῷ τοῦ ο λούω, ὁ |
55 | παθητικὸς παρακείμενος λέλουμαι, ἡ μετοχὴ ὁ λελου‐
μένος.
Λελωβημένος, ἐκ τοῦ λαὸς καὶ τοῦ βοὴ γίνεται
λαοβή.
Λελυμασμένος, βεβλαμμένος, ἐκ τοῦ λυμαίνω τὸ |
---|
60 | φθείρω, ὁ παρακείμενος λελύμαγκα· ὁ παθητικὸς λε‐ | |
---|
lambda 366 | λύμαμμαι καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ς λελυμασμέ‐
νος· ὥσπερ ἡδύνω ἥδυγκα ἥδυμμαι καὶ ἥδυσμαι, ἐξ
οὗ καὶ ἥδυσμα· ἔστι δὲ καὶ λυμάζω, εἶτα λυμάσω,
λελύμακα, λελύμασμαι. |
5 | Λέμβος, πλοῖον μικρὸν τὸ ἐφόλκιον· καὶ λεμβάρχαι οἱ
ἐν ἐφολκίῳ, πλέοντες· γίνεται παρὰ τὸ λίαν βαίνειν,
ὅ ἐστι πορεύεσθαι· διὰ τὴν σμικρότητα καὶ λαῖφος καὶ
λαιφίς.
Λέντιον, παρὰ τὸ λειαίνω τὸ καθαίρω, ὁ μέλλων |
---|
10 | λειανῶ· ὁ παρακείμενος παθητικὸς λελείαμαι λελεία‐
σαι, λελείαται, τὸ τρίτον τῶν πληθυντικῶν λελείαν‐
ται· λειάντιον καὶ συγκοπῇ λέντιον.
Λέντιον, σάβανον τὸ τι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιον
οὐδέτερα μονογενῇ, διὰ τοῦ ι γράφεται καὶ προπαροξύ‐ |
---|
15 | νεται, οἷον, βαλάντιον, εὐαγγέλιον, λέντιον.
Λεαίνω, ἐκ τοῦ λειαίνω, πόσα σημαίνει; δύο· τὸ
ἀποσπογγίζω καὶ ἐκμάσσω.
Λεοντοκόμος, ὁ τῶν λεώντων ἐπιμελούμενος, ἐκ τοῦ
κομῶ τὸ ἐπιμελοῦμαι καὶ τὸ λέων. |
---|
20 | Λέπρα, σημαίνει τὸν ἐλεφαντιασμὸν, παρὰ τὸ λέπος
ὃ σημαίνει τὸ δέρμα· εἰς γὰρ τὴν ἐπιφάνειαν τοῦ δέρ‐
ματος γίνεται ὁ ἐλεφαντιασμός· ἐκ τοῦ οὖν λέπος γί‐
νεται λέπηρα καὶ ἐν συγκοπῇ λέπρα· ἢ παρὰ τὸ ῥαίω
τὸ φθείρω ἡ διεφθαρμένη σάρξ. |
---|
25 | Λεπρὸς, λευκὸς παρὰ φύσιν, παρὰ τὸ λέπω λεπηρὸς
καὶ λεπρός· ἢ παρὰ τὸ λέπω καὶ τὸ ῥαίω, ἡ διεῤῥη‐
κυῖα σάρξ.
Λεπτύνω, παρὰ τὸ λεπτός.
Λέσχη σημαίνει τὴν φλυαρίαν παρὰ τὸ λέγω, λέξω, |
---|
30 | λέλεχα, καὶ ἐξ αὐτοῦ κατὰ πλεονασμὸν τοῦ ς λέσχη.
Λέσχη, παρὰ τοῖς Βοιωτοῖς τὰ κοινὰ δειπνητήρια. τι‐
νὲς δὲ τὰ καταφύγια, καὶ τοὺς ἐλεεινοὺς τόπους λέ‐
σχας καλοῦσι· συμβαίνει γὰρ τοὺς ἐν ταῖς οἰκίαις ταύ‐
ταις καθεζομένους χάριν θέρμης, λόγους συναίρειν· |
---|
35 | γίνεται οὖν ἡ λέσχη παρὰ τὸ λέγω· εἴρηται.
Λέσχη, δημόσιον οἴκημα, οἱονεὶ λέσχην, παρὰ τὸ ἐν
αὐτῷ, τοὺς μὴ ἔχοντας οἰκήματα λέχη ποιεῖσθαι· ἢ
παρὰ τὸ λεχαίνειν ἐν αὐτῷ, ὅ ἐστιν ὁμιλεῖν.
Λεπτὸν, ὅ ἐστι στάθμιον, γόμορ ἤγουν ὀγκίας τὸ τέ‐ |
---|
40 | ταρτον· περὶ οὗ ὁ κύριος λέγει, οὐχὶ δύο στρουθία
ἀσσαρίου πωλεῖται· ἄσσαρ δὲ Ἑβραϊστὶ ἐλαττωμένον
καλεῖται.
Λεξείδιον, παρὰ γὰρ τῆς λέξεως Ἰωνικῶς γέγονε
πλεονασμῷ τοῦ ι. |
---|
45 | Λευκὸς, παρὰ τὸ λεύσσω τὸ βλέπω, ὁ εὐσύνοπτος καὶ
εὐειδὴς καὶ λαμπρὸς, ἐξ οὗ καὶ λευκὸν λέγεται χρῶ‐
μα διακριτικὸν ὄψεως· τὸ μὲν γὰρ λευκὸν διακρίνει
καὶ διαχέει τὴν ὄψιν· τὸ μέλαν δὲ χρῶμα διακριτικὸν
ὄψεως. |
---|
lambda 366 (50) | Λευκὸν, παρὰ τὸ τηρεῖσθαι τὸ εὖ ἤγουν τὸ καλὸν,
τουτ’ἔστι τὸ φῶς αὐτό.
Λευκώλενος, παρὰ τὸ λευκὸς καὶ τὸ ὠλένη, ὃ ση‐
μαίνει τὸν βραχίονα· τοῦτο δὲ παρὰ τὸ δι’ αὐτῶν
ὁλοῦσθαι τὰς πράξεις, τουτ’ἔστι πληροῦσθαι· ὠλένη |
55 | δὲ λέγεται τὰ ἄκρα τῶν βραχιόνων· τὸ δὲ λευκὸν
παρὰ τὸ λεύσσω τὸ βλέπω, ὡς ἐκ τοῦ ἐναντίου τὸ
μέλαν μὴ βλεπόμενον· συγκριτικὸν δὲ ἐστὶ τὸ οἱονεὶ
συνάγον. τὸ γὰρ μέλαν συνάγει τὴν ὅρασιν· τὸ δὲ
μέλας παρὰ τὸ λάω τὸ βλέπω, καὶ τὴν μὴ ἀπαγό‐ |
---|
60 | ρευσιν. | |
---|
lambda 367 | Λεύκωμα, λευκὸν ὄμμα.
Λεύσσεται, ἐκ τοῦ βλέπω τροπῇ τοῦ β καὶ τοῦ π
εἰς δύο σς λέσσω, καὶ πλεονασμῷ τοῦ υ λεύσσω, κατὰ
τοὺς Αἰολεῖς, τὸ παθητικὸν λεύσσομαι, λεύσσεται τρί‐ |
5 | τον πρόσωπον.
Λεύσσετε, ὁρᾶτε· Ἀρίσταρχος ἓν ς γράφει, ἄλλοι
δὲ διὰ δύο λέγουσιν, ὡς ἀπὸ τοῦ μέλλοντος, λέ‐
γουσι δὲ αὐτὸ ἀπὸ τοῦ λεύσσω τοῦ σημαίνοντος τὸ
βλέπω· ὥσπερ ἀπὸ τούτου μέλλοντος, καὶ τὸ ἄξετε δὲ |
---|
10 | Πριάμοιο βίην· καὶ τὸ, οἴσετε δ’ ἄρνα λευκόν·
καὶ καταβήσεο δίφρου. γέγονε δὲ τὸ λεύσσω οὕτως·
ἔστι ῥῆμα βλέπω, ὅπερ καὶ κατὰ Αἰολεῖς γίνεται
βλέσσω, ὡς ὄπτω ὄσσω, ὅθεν καὶ κακοσσώμενον· κατ’
ἀποβολὴν τοῦ β, καὶ πλεονασμῷ τοῦ υ λεύσσω· λεύσ‐ |
---|
15 | σω σε τλῆμον· ἔστι δὲ καὶ ἐνεστῶτος, καὶ εἰς τὸ
βλέπω, ὅθεν καὶ τὸ ἀβλέπω, καὶ κατέλευσαν, καὶ
λευκὸν καὶ λευκύνων.
Λευχάραι, αἱ σχολαὶ, ἀπὸ τοῦ λέξαι τὶ, ἐκεῖ γὰρ
ὡμιλοῦν· ὡς οὐδ’ ἤθελε παίζειν χαλκηΐδιον ἄδομον |
---|
20 | ἔλθη.
Λευρὸν, τὸ ὁμαλὸν καὶ λελιθολογημένον· λεύειν γὰρ τὸ
λιθάζειν.
Λευαλέος, ὁ πανοῦργος, καὶ φαῦλος, παρὰ τὸ λεύειν
καὶ τὸ ἔργον, λεωργὸς καὶ λεορτὴς διὰ τοῦ ο καὶ |
---|
25 | λευογαλέος κατὰ συναλοιφὴν, καὶ δι’ εὐφωνίαν λευγα‐
λέος.
Λευχειμονείτω, ἔστι δὲ λευκὸς καὶ ἕω τὸ ἐνδύομαι,
οὗ ὁ παρατατικὸς εἷον, ὁ παρακείμενος παθητικὸς εἷ‐
μαι καὶ ἐξ αὐτοῦ εἷμα ἐξ οὗ καὶ ἱμάτιον· καὶ ἐκ τοῦ |
---|
30 | λευκὸς καὶ τοῦ εἷμα λευκείμων, ὁ λευκὰ ἱματία ἔχων.
καὶ ἐκ τούτου λευχειμονῶ, ὁ παρατατικὸς ἐλευχειμό‐
νουν καὶ τὸ προστακτικὸν λευχειμόνει, λευχειμο‐
νείτω.
Λέχος, παρὰ τὸ λέχω, τὸ κοιμῶμαι, ἐξ οὗ καὶ ἄλο‐ |
---|
35 | χος ἡ ὁμόκοιτος· σημαίνει δὲ λέγω τὸ φθέγγομαι καὶ
τὸ μετρῶ ἐξ οὗ καὶ ὡρολόγιον.
Λέχος καὶ εὐνὴ διαφέρει· λέχος μὲν γάρ ἐστιν ἡ κοίτη·
εὐνὴ δὲ ἡ ἐπ’ αὐταῖς στρωμνή. Ὅμηρος, ἔνθα οἱ ἐκ‐
θεῖσαι πυκνὸν λέχος, ἐμβάλετ’ εὐνὴν, δέμνια καὶ |
---|
40 | χλαίνας.
Λέων, ἔστι δὲ λάω, ὃ σημαίνει τὸ θεωρῶ, ἐξ οὗ καὶ
τὸ ἀλαὸς τὸ σημαῖνον τὸν τυφλὸν, οἱονεὶ ὁ ἐστερημένος
τοῦ λάειν· ἀπὸ οὖν τοῦ λάω γέγονε λέων, ὀξυδερκὲς
δὲ τὸ θηρίον φασὶ γὰρ ὅτι οὐδέποτε καθεύδει ὁ |
---|
45 | λέων· τοῦτο δὲ ἀπίθανον, οὐκ ἐνδέχεται γάρ τινα ἀεὶ
ἐγρηγορέναι, ἀλλ’ ἴσως ὥσπερ ἡ δορκὰς, ἀνεῳγμένους
ἔχει ἐν τῷ καθεύδειν τοὺς ὀφθαλμοὺς, τὸν αὐτὸν τρο‐
πὸν καὶ ὁ λέων ἐν τῷ καθεύδειν ἀνεῳγμένους ἔχει
τοὺς ὦπας· λοιπὸν, ὑπόνοιαν ὁ λέων ἔχει μὴ κα‐ |
---|
lambda 367 (50) | θεύδειν, ἀνεῳγμένους δὲ ἔχει τοὺς ὀφθαλμοὺς, ἐπειδὴ
τῶν ὀφθαλμῶν μεγάλων ὄντων τὸ δέρμα τὸ ἐπικείμε‐
νον τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστι καὶ οὐ δύναται
σκεπάσαι αὐτούς.
Λευχείμων, ὁ λευκοφόρος, ἐκ τοῦ λευκὸς καὶ τοῦ |
55 | εἷμα· τὸ ἐντὸς τοῦ ς γραφόμενον, οὐδετέρως γὰρ ἐκ‐
φωνεῖται· ὁ δὲ ἱμὰς ἀρσενικῶς, διὰ τὸ ς ἐκκαλού‐
μενος· δεῖται τῆς τοῦ ς προσθήκης· σημαίνει δὲ τὸν |
---|
λῶρον. | |
lambda 368 | Λεωφόρος, ἡ πλατεῖα ὁδὸς, ἡ τὸν λαὸν φέρουσα· γί‐
νεται δὲ παρὰ τὸ λαὸς, λεὼς, Ἀττικῶς, καὶ τοῦ φέρω
λεωφόρος ὡς καὶ νεωκόρος, ὁ τὸν ναὸν ἐπιμελούμε‐
νος, ἐκ τοῦ ναὸς νεὼς, καὶ τοῦ κορῶ τὸ ἐπιμελοῦ‐ |
5 | μαι.
Λέα, ὁ ἐν τοῖς ἱστοῖς λίθος, ὅτι λίθοις ἐξήρτουν.
Λείβω, εἰς τὸ ἀπειλημμένη καὶ εἱμαρμένη.
Λήγδην, εἰς τὸ συλλήβδην.
Λήθω, λήσω, ὡς παύω παύσω. |
---|
10 | Λήθαργος, λήθαργός τις ὢν, ὁ λήθης ἄλγος
ἔχων.
Ληνὶς, σημαίνει τὴν βάκχην, παρὰ τὸ ληνόν· διὰ τοῦ
ἰῶτα γράφεται· τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ διὰ
τοῦ ι γράφεται. |
---|
15 | Ληΐδα, μερίδα, καὶ λήϊος σιτοφόρος γῆ, ἢ πεδίον.
Λήϊον, σημαίνει τὸ σιτοφόρον χωρίον, παρὰ τὸ λίαν
ἰέναι.
Λήϊστροι, οἱ ἐκ πραίδας καὶ λῃστείας, ἀπὸ τοῦ
ληΐζω· ἀνδρὸς δὲ ψυχὴ οὔτε ληϊστὴ, οὔθ’ ἑλετὴ, οὔτε |
---|
20 | εὐκλείας λαμβανομένη, φησὶν, οὔτε πάλιν λήπτη,
ἐπὰν ἅπαξ φθάσῃ παρελθεῖν τὸ περιβόλαιον τῶν
ὀδόντων· διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ φυσικὸν
πνεῦμα.
Ληϊστὴς τινὲς ὅτι καταλεύσεως καὶ λίθων ἄξια |
---|
25 | πράττει.
Λήμη, τὸ συνιστάμενον ἐν τῷ ὀφθαλμῷ λευκὸν, ὑγρόν·
παρὰ τὸ λάω τὸ βλέπω καὶ τὸ μή.
Λήμη ἡ περὶ τοὺς κάνθους τῶν ὀφθαλμῶν πεπηγυῖα
σύστασις· γέγονε δὲ παρὰ τὸ λάω, ὃ σημαίνει τὸ |
---|
30 | βλέπω καὶ τὸ μὴ στερητικὸν καὶ τὴν μὴ ἀπαγόρευσιν,
ἐν τῷ τέλει τιθεμένης ὁμοίως τῷ χελώνη, ὅπερ γέ‐
γονε παρὰ τὸ κέλω ῥῆμα, ὃ σημαίνει τὸ τρέχω καὶ τὸ
νη στερητικὸν μόριον· τὸ οὖν λήμη, ἢ παρὰ τὸ λάω
καὶ τὴν μὴ στέρησιν· ἢ παρὰ τὸ λίαν μᾶν ὃ ἔστι ζη‐ |
---|
35 | τεῖν· οἱ γὰρ λημῶντες τοῦ φωτὸς στερούμενοι λίαν
ζητοῦσι· ἢ παρὰ τὸ λήθω τὸ λανθάνω, λήθη καὶ
λήμη οἱ γὰρ τζιμβλοι οὐ βλέπουσι.
Λήδη καὶ λήδαον ἱμάτιον, τὸ πεπαλαιωμένον· ἐκ τοῦ
λήθω, τὸ λανθάνω. |
---|
40 | Ληκύθιον, τὸ ἐλαιοδόχον ἀγγεῖον, ἐκ τοῦ ἔλαιον καὶ
τοῦ κεύθω τὸ κρύπτω.
Λῆμα καὶ λῆμμα διαφέρει· λῆμα μὲν τὸ δι’ ἑνὸς μ τὸ
παράστημα τῆς τύχης ἢ ἀνδρεία· λῆμμα δὲ τὸ λαμ‐
βανόμενον κέρδος διὰ δύο μμ. |
---|
45 | Λῆμνος, εἰ μὲν σημαίνει τὴν πόλιν γράφεται διὰ τοῦ
η καὶ κλίνεται Λήμνου· καὶ γίνεται παρὰ τὸ λα ἐπι‐
τατικὸν μόριον καὶ τὸ ὕπνος, λάϋπνος καὶ συγκοπῇ καὶ
τροπῇ τοῦ α εἰς η καὶ πλεονασμῷ τοῦ μ λῆμνος· εἰ
δὲ σημαίνει τὴν λίμνην γράφεται διὰ τοῦ ἰῶτα· καὶ |
---|
lambda 368 (50) | γίνεται παρὰ τὸ λίαν μένειν ἐν αὐτῇ τὸ ὕδωρ· κλί‐
νεται δὲ λίμνη λίμνης.
Ληνὸς, παρὰ τὸ λεαίνεσθαι πατουμένης τῆς σταφυλῆς
ἐν αὐτῷ.
Ληναίων, ὄνομα μηνὸς κατὰ Βοιωτοὺς, κατὰ δὲ Ἴωνας |
55 | ληλαίων, ὃ ἔστιν ἰαννουάριος· ληναίων δὲ εἴρηται, διὰ
τὸ τοὺς οἴνους ἐν αὐτῷ εἰσκομίζειν· οὗτος δὲ ὁ μὴν
ἀρχὴ χειμῶνος ἐστί· οἱ δὲ ληναιῶνα φάσκουσιν αὐτὸν |
---|
καλεῖσθαι, διὰ τὸ λήναια, ὃ ἔστιν ἔρια. | |
lambda 369 | Λῆρος, ἡ φλυαρία, ἐκ τοῦ λόγος καὶ τοῦ ῥέω· καὶ εἰς
τὸ λέσχη. λιρὸς δὲ ὁ ἀναιδὴς, παρὰ τὸ λίαν ὁρᾶν·
οἱ γὰρ λίχνοι λίαν ὁρῶσι τὰ κάλλιστα τῶν βρωμάτων·
τὸ λι ἰῶτα διάτι; ἐκ τοῦ λίαν· τὰ γὰρ εἰς αν λή‐ |
5 | γοντα ἐπιῤῥήματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παρα‐
λήγεσθαι· οἷον πέραν, ἄγαν, λίαν.
Λῃστρικῶς, οἷον, οὐδένι συγχωρῶν· διὰ τὸ αὐλῆς
ὑπερβαίνοντι ληστρικῶς τε καὶ ἐπιβούλως, τεχνικῶς
κατὰ τὴν ληστείαν. |
---|
10 | Ληστικὸν μὲν τὸ σύστημα ἄνευ τοῦ ρ, ληστρικὸν δὲ τὸ
ὄργανον, οἷον, ξίφος, δόρυ, μετὰ τοῦ ρ.
Λῃστὴς παρὰ τὸ λήϊα καὶ σιτοπορούμενα σίτια ἐκκό‐
πτειν καὶ ἁρπάζειν.
Λητὼ, ἐκ τοῦ λήθω τὸ λανθάνω, ὁ μὲν Πλάτων φησὶ, |
---|
15 | πράεια γὰρ καὶ πάντας ἑλοῦσα· τὸ δὲ ἥμερον καὶ
πράον ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλεμμε‐
λημένων ἐμφαίνεται, ὁ δὲ Ἀρίσταρχος παρὰ τὸ λῶ τὸ
θέλω, ἐπειδὴ ὃ ἐάν τις θέλῃ, παρ’ αὐτῆς λαμβάνει·
τὸ δὲ λῶ σημαίνει τρία, λῶ τὸ θέλω, ἐξ οὗ καὶ Λητὼ, |
---|
20 | λῶ τὸ ἐπιθυμῶ ἐξ οὗ καὶ λιλῶ, λῶ τὸ βλέπω, ὅπερ
ἀπὸ τοῦ λάω γέγονε καὶ λελιημένος.
Λητὼ, ἡ νὺξ, παρὰ τὸ λήθω τὸ λανθάνω, ἢ παρὰ τὸ
λήθην καὶ ἀμνημοσύνην ποιεῖν· ἢ παρὰ τὸ λεληθότως
ταύτην διέρχεσθαι· Ἀπολλόδωρος δὲ ἐλεητὼ, ἐλεήμων |
---|
25 | γὰρ καὶ πραεῖα ἡ θεός.
Λιάμαθοι οἱ αἰπόλοι, παρὰ τὸ λίαν εἶναι ἀμαθεῖς.
Λιβάδην, διὰ τὸ λίαν βαδέον εἶναι, ἤγουν εὐδιάβατον·
καὶ εἰς τὸ ἀλίβας καὶ ζωννύω.
Λίαν, ἐπίῤῥημα, ἀντὶ τοῦ πάνυ· καὶ εἰς τὸ λῆρος. |
---|
30 | Λίβανος καὶ λιβανωτὸς διαφέρει. Λίβανος μὲν γὰρ τὸ
ὄρος, λιβανωτὸς δὲ τὸ ἀπὸ τοῦ δένδρου δάκρυον.
Λίβανος, παρὰ τὸ λείβω τὸ σπένδω, τὸ εἰς εὐχὰς
καὶ σπονδὰς ἐπιτήδειον, παρὰ τὸ ἐκεῖ νεύειν τὸν λίβαν·
ἢ παρὰ τὸ λίαν βαίνειν, ὑψηλὸν γὰρ τὸ ὄρος· ἔστι δὲ |
---|
35 | καὶ δένδρον.
Λιβρὸς, ὁ σκοτεινὸς, παρὰ τὸ λίαν ἔρεβος.
Λιβρὴν, τὴ λίαν ἐρεβέννην· ἢ λιβηρὴν, παρὰ τὴν λι‐
βάδα, διὸ καὶ ἐπίθετόν ἐστι τῆς νυκτὸς, διὰ τὸ ἔνδρο‐
σον αὐτῆς. |
---|
40 | Λιβύη, ἡ χώρα, ὡς ἐλλειπὴς ὑετῶν Λιβύη ὠνομάσθη
ὑφ’ Ἕλλησιν ἄγνωστα.
Λίβανος, τινὲς ὅτι λειβόμενος καὶ σπενδόμενος ἀνωφε‐
ρὴς ἔστι, καὶ ὃν οἱ Ἰουδαῖοι σέβονται· δοκοῦσι γὰρ αὐ‐
τὸν ὅλον εἶναι πνεῦμα καὶ θεόν. |
---|
45 | Λιγνὸς, ὁ λεπτὸς, παρὰ τὸ λύγος λυγνὸς καὶ λι‐
γνός.
Λιγνοῶδες, τὸ ἀσβολῶδες τὸ καπνῶδες· λιγνὺς γὰρ
λέγεται ὁ ἀπὸ καιομένων ἐλαιώδων ἀγγείων γινόμενος
καρπός· καὶ Ὅμηρος, λιγνῦν αἰθαλόεσσαν· διαφέρει |
---|
lambda 369 (50) | γὰρ παρ’ Ὁμήρῳ καπνὸς καὶ κνίσσα καὶ λιγνὺς καὶ
αἰθάλη· λιχνὺς γὰρ ὁ ἀπὸ ἐλαιοδόχων ἀγγείων ἐλαίου
καὶ κηροῦ γινόμενος καπνός· καπνὸς δὲ ὁ ἀπὸ ξύλων·
κνίσσα δὲ ὁ ἀπὸ κρέων καιομένων καπνός.
Λιγὺς, καλὸς, ὀξὺς, γλυκὺς, παρὰ τὸ λέγω λέγις καὶ |
55 | λιγύς· ἢ παρὰ τὸ λίαν ἡδύς· τὸ λι ἰῶτα διάτι; τὰ
ἀμφιβαλλόμενα.
Λιγύφθογγος, σύνθετον ἐκ τοῦ λιγὺς καὶ τοῦ φθόγ‐
γος· τὸ γυς ψιλὸν διάτι; τὰ εἰς υς, εἴτε ἀρσενικὰ εἴτε
θηλυκὰ, διὰ τοῦ υ γράφεται· τὰ ἀμφιβαλλόμενα κατὰ |
---|
60 | τὴν πρώτην συλλάβην· τὸ θηλυκὸν λίγεια· ᾤδη γάρ
ἐστι λίγεια. κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς α θη‐
λυκὰ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν γινόμενα, εἰ μὲν βα‐ |
---|
ρύνεται τὰ εἰς υς ἀρσενικὰ παροξύνεται τὰ θηλυκὰ, | |
lambda 370 | οἷον, πρέσβυς πρεσβεία· εἰ δὲ ὀξύνεται τὰ ἀρσενικὰ
προπερισπῶνται τὰ θηλυκὰ, οἷον, ταχεῖα ἐκ τοῦ τα‐
χύς· σεσημείωται τὸ λαχὺς, λάχεια, σημαίνει δὲ τὴν
μακρὰν, καὶ λιγὺς λίγεια· περὶ δὲ τοῦ λίγεια ἐστιν |
5 | εἰπεῖν, ὅτι παράκειται αὐτῷ τῷ λιγῶ, τὸ ὑμνῶ, ἐξ
οὗ καὶ λιγαίνω γίνεται, παρὰ τὸ λίαν ἰαίνειν, ἤγουν
εὐφραίνειν· καὶ διάτι βαρύνεται τὸ λίγεια; ὅτι ἔχει
ῥῆμα παρακείμενον· τὰ γὰρ ἀπὸ ἐνεστώτων παρηγμένα
διὰ τοῦ εια θηλυκὰ προπαροξύνεται· οἷον, μήδω μή‐ |
---|
10 | δεια, θέρω θέρεια, οὕτω καὶ λιγῶ λίγεια· καὶ ἔστι
ῥῆμα λιγῶ· ναὶ εὐεπίησαν μελέσσεσιν ἐφ’ ὕμνια ταῦτα
λιγαίνει· τοίνυν ἀποδέδεικται εἶναι βαρύτονον· διάτι
δὲ προπαροξύνεται τὸ λίγεια καὶ τὸ λάχεια; ἐπειδὴ τὰ
εἰς υς ὑπὲρ δύο συλλαβὰς, συστέλλει τὸ υ, οἷον, λεύ‐ |
---|
15 | κοφρυς ἥμισυς, ἀτράφαξυς ἔστι δὲ εἶδος βοτάνης χρυ‐
σολαχάνου· οὕτως οὖν ἔλαχυς ὤφειλεν εἶναι· ἀλλ’
ἐπειδὴ τὰ εἰς υς ἔχοντα οὐδέτερον παρασχηματισμὸν
παραληγόμενα τῷ α, οἷον, βραδὺς βραδεία, τραχὺς
τράχεια, πραῢς πράεια, τούτου χάριν καὶ τὸ ἔλαχυς |
---|
20 | ὀξύνεται· τὴν οὖν κεχρεωστημένην προπαροξύτονον θη‐
λυκαῖς ἀνεδέξατο· εἰ δὲ τὰ εἰς υς ἀρσενικὰ προπα‐
ροξύνεται τὰ θηλυκὰ ὡσαύτως προπαροξύνεται· οἷον,
ἥμισυς, ἡμίσεια.
Λίθος, λίαν θέσις, ἢ παρὰ τὸ λίαν θέειν κατ’ ἀντί‐ |
---|
25 | φρασιν ὁ μὴ λίαν θέων, ἀλλ’ ἑδραῖος ὤν· τὸ λι ἰῶτα
διάτι; τὰ διὰ τοῦ θος ὀνόματα, διὰ τοῦ η γράφεται,
πλὴν τοῦ λίθος καὶ πίθος.
Λίθος οὐ λέγεται ἀρσενικῶς, ἀλλὰ θηλυκῶς ἡ λί‐
θος. |
---|
30 | Λίκνον καὶ πτύον διφορεῖται κατὰ τὴν γραφήν· ὡς ἐκ
τοῦ λέχος λέχνος, λέχνον καὶ λέκανον καὶ προσθέσει
τοῦ ι λεῖχνον· ἢ παρὰ τὸ λικμᾶν, λίκμον καὶ κατὰ
μετάθεσιν τοῦ μ εἰς ν λίκνον· τινὲς δὲ λεῖπον λέγου‐
σι, καταλείπει γὰρ τὰ χρήσιμα, καὶ ἄχυρα ἀπο‐ |
---|
35 | βάλλει.
Λιλαίω, ἐκ τοῦ λιλῶ· καὶ ὥσπερ ἐκ τοῦ κερῶ γίνε‐
ται κεραίω, περῶ περαίω, οὕτω καὶ λιλῶ λιλαίω·
κατὰ παραγωγὴν τὸ λιλῶ ἐκ τοῦ λῶ τὸ θέλω, κατ’
ἀναδιπλασιασμόν· τὸ λαι διφθόγγῳ διάτι; τὰ εἰς α |
---|
40 | λήγοντα ῥήματα, μὴ ἐπιδεχόμενα συναίρεσιν ἐπὶ δευ‐
τέρου καὶ τρίτου προσώπου, διὰ τῆς αι διφθόγγου γρά‐
φεται· οἷον, παίω καὶ τὰ ὅμοια· σημαίνει δὲ τὸ ἐπι‐
θυμῶ.
Λιμνώρεια, ἐκ τοῦ ὄρος καὶ τοῦ λίμνη. |
---|
45 | Λιμβὸς, παρὰ τὸ λίαν καὶ τὴν βάσιν, ἤγουν τὴν τρο‐
φήν· ὡς σφόδρα περὶ ταύτην ἔχων.
Λιμὴν, διὰ τὸ λίαν μένειν ἀχειμάστως ἐν αὐτῷ τὰ
πλοῖα.
Λιμὴν, παρὰ τὸ λεῖον αὐτὸν διαμένειν ἤγουν πραῢν, |
---|
lambda 370 (50) | καὶ μὴ πρὸς ἀτάκτους φορὰς ῥευμάτων καὶ κυμάτων,
τὰ πολλὰ ἀντεγείρεσθαι.
Λίμνη, ἡ συναγωγὴ τῶν ὑδάτων· εἴτε παρὰ τὸ λείβειν,
εἴτε παρὰ τὸ λίαν μένειν ἐν αὐτῷ τὰ πλοῖα, ὃ καὶ
μᾶλλον στάσιμον τὸ ὕδωρ τῶν λίμνων. |
55 | Λιμητανέων, τὰ ἐν ταῖς ἐσχάταις φρούρια· λίμητα
Ῥωμαῖοι καλοῦσι τὰς κλησούρας.
Λιμὸς, ὤφειλε διὰ τῆς ει διφθόγγου γράφεσθαι, ὅτι
λείψις ἐστὶ τῶν ἐπιτηδείων· ἀλλ’ ἀπὸ τοῦ λιμπάνω
γέγονε διὰ τοῦ ἰῶτα. |
---|
60 | Λοιμὸς, διὰ τὸ φθείρειν, παρὰ τὸ λείπω, λέλοιπα
λοιπὸς καὶ λοιμός.
Λιμὸς λοιμοῦ διαφέρει· λιμὸς γὰρ ἐστὶν ἔνδεια τῶν |
---|
ἀναγκαίων, λοιμὸς δὲ πάθος θανάσιμον λοιμοῦ παρακο‐ | |
lambda 371 | λοθοῦντος· καὶ Δωριεῖς μὲν ἡ λιμὸς, Ἀθηναῖοι δὲ ὁ
λιμός· ἔδει δὲ διὰ τῆς οι διφθόγγου, ἀπὸ γὰρ τοῦ
λείπω ἐστὶ· καὶ ἐπειδὴ ἔνδειαν σημαίνει τῶν ἀναγκαίων,
τούτου χάριν ἔνδειαν φωνῆς ἀνεδέξατο. ὥσπερ καὶ χι‐ |
5 | ράδες αἱ τῶν χειρῶν ῥαγάδες· τὸ γὰρ ἔχον ῥαγάδας,
οὐκ ἔστιν ὁλόκληρον, εἰ καὶ ἀπὸ τοῦ χεῖρ ἐγένετο·
ὅμως κατὰ τοῦτο διὰ τοῦ ἰῶτα γράφεται.
Λῖνος, τὸ λινάριον.
Λιπανάτω, ἐκ τοῦ λιπαίνω λιπανῶ ὁ μέλλων, καὶ |
---|
10 | ὁ β ἀόριστος ἐλίπανον, τὸ προστακτικὸν λίπανε, τοῦ
δευτέρου ἀορίστου τὸ τρίτον λιπανάτω.
Λινουφὲς, τὸ ἅρμενον.
Λιπαρῇσιν, ἀπὸ τοῦ λιπαίνω γίνεται λιπαρός· τὰ γὰρ
εἰς ναι ἀπαρέμφατα ποιοῦσιν εἰς ρος ὀνόματα ἰσο‐ |
---|
15 | σύλλαβα τοῖς ῥήμασι, καὶ ἢ τῷ α παραλήγει ἢ τῷ ε.
μιάναι μιαρὸς, χλιάναι χλιαρὸς, θλιβῆναι θλιβερὸς,
στυγῆναι στυγερὸς, μυσάναι μυσαρὸς, τακῆναι τακερὸς,
λιπάναι λιπαρός.
Λιρὸς σημαίνει τὸν ἀναιδῆ, παρὰ τὸ λίαν ὁρᾷν· οἱ |
---|
20 | γὰρ ἀναιδεῖς λίαν ὁρῶσιν τὰ κάλλιστα τῶν βρωμάτων.
Λίτρα, διὰ τοῦ ἰῶτα· εὕρηται γὰρ ἐν συστολῇ παρὰ
τοῖς Δωριεῦσι. λίτρα δέ ἐστι νόμισμα παρὰ Σικελιώ‐
ταις, ὅπερ ἰσοδυναμεῖ τῷ ὀβολῷ.
Λιπαρεῖν, σημαίνει τὸ παρακαλεῖν, παρὰ τὸ λίαν πα‐ |
---|
25 | ρεῖναι καὶ προσεγκεῖσθαι.
Λιποτακτεῖν, τὴν τάξιν καταλιμπάνειν· κυρίως δὲ
ἐπὶ στρατιώτων φυγοπολέμων.
Λιπερνήταις, Ἀριστόξενος λιπερνήτας φησὶ τοὺς
ἁλιεῖς καὶ θαλασσίους, ἀπὸ τοῦ τῆς ἁλὸς διαπιπρά‐ |
---|
30 | σκειν καὶ ζῇν· τινὲς δὲ λιπερνήται οἱ λιπαίνοντες τὸ
βλάστημα τοῦ ἄνθους τοῦ πλούθου. λέγεται δὲ καὶ
ἀλιπερνῆτες.
Λῖπος, παρὰ τὸ λίαν καὶ τὸ πῖον, ὃ σημαίνει τὸ λι‐
παρόν· τὸ λίον πῖον καὶ εὐδιάλυτον· τὸ λι ἰῶτα. συν‐ |
---|
35 | εσταλμένη γάρ ἐστιν ἡ λι συλλαβή.
Λίσσομαι, παρὰ τὸ λίαν ἵζω· τὸ θέμα λίσσω, ὁ μέλ‐
λων λίσω· ἢ παρὰ τὸ λιτῶ τὸ παρακαλῶ· ἢ ὡς φησί
τινες, ἀπὸ μέλλοντος παρήχθη εἰς ἐνεστῶτα, καὶ ἐγέ‐
νετο λίσω, καὶ πλεονασμῷ τοῦ ἑτέρου ς λίσσω, λίσ‐ |
---|
40 | σομαι.
Λὶς, ὁ λέων, παρὰ τὸ λίαν ἐπίῤῥημα, ὁ λίαν βλέπων,
διὰ τοῦ ἰῶτα, ἐπειδὴ τὰ εἰς ις κοινολεκτούμενα ἀπο‐
στρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφὴν, οἷον
πάρις, θέτις, ὄφις, κὶς, σημαίνει δὲ τὸν σκώληκα, |
---|
45 | ῥὶς, θὶς, οὕτω καὶ λίς· χωρὶς τοῦ κλεὶς καὶ ἀντήρεις·
εἰ δέ που εὑρεθῆ διὰ τοῦ νος, διὰ τῆς ει διφθόγγου
γράφεται, διότι ἔχει ἀναφαινόμενον ἐν τῇ γενικῇ, οἷον
εἷς ἑνὸς, κτεὶς κτενὸς, οὐδεὶς οὐδενὸς, χαρίεις χαρί‐
εντος. |
---|
lambda 371 (50) | Λισγάριον, σκαφείδιον, καὶ σκαφεῖον.
Λιτανεύω, παρὰ τὸ λιτὴ, τοῦτο παρὰ τὸ λίσσω τὸ
ἱκετεύω, τοῦτο παρὰ τὸ λίαν καὶ τὸ ἵζω τὸ καθέ‐
ζομαι.
Λιτὸν, σημαίνει τὸν εὐτελῆ καὶ τὸν ἀποίκιλον χιτῶνα, |
55 | καὶ τὸν πένητα.
Λίταργος, ὁ ταχὺς, παρὰ τὸ λίαν ἀργὸν εἶναι,
ἤγουν ταχύν.
Λιχμώμενος, παρὰ τὸ λείχω τὸ ἀποσπογγίζω, ἀπὸ
τοῦ λικμάω λικμῶ, δευτέρας συζυγίας τῶν περισπω‐ |
---|
60 | μένων, ἀπὸ τοῦ λείχω πλεονασμῷ τοῦ μ λικμῶ· τὸ
λι ἰῶτα διάτι; ἐπειδὴ ἅπαντα ἀκολουθοῦσι τὰ παρά‐
γωγα τοῖς πρωτοτύποις. |
---|
Λιχνευσάμενοι, λαιμαργήσαντες. | |
lambda 372 | Λίχνοι, οἱ πολυπράγμονες, καὶ ὀψοφάγοι, ἢ λαίμαρ‐
γοι, παρὰ τὸ λίαν χαίνειν.
Λὶψ, σημαίνει τὸν ἄνεμον καὶ ἥτταν, ὅτι λείβει, ἤγουν
στάζει, καὶ βρέχει, ἢ παρὰ τὸ λείπω λείψω, λείβω |
5 | λείψω.
Λίσφοι, τὰ ἰσχία, οἱ Ἀττικοὶ, παρὰ τὸ λείπειν αὐτὰ
σαρκῶν· δύναται δὲ καὶ λεσφοὶ λεῖοι εἶναι μετὰ τὴν
ὀσφύν.
Λοβὸς, ἐκ τοῦ λείβω τὸ στάζω· λοβοὶ λέγονται τὰ |
---|
10 | κατώτερα μέρη τῶν ὤτων· καὶ Ὅμηρος εὐτρήτοισι λο‐
βοῖσι. λέγεται δὲ καὶ ἀγγεῖον ἐρεβίνθου καὶ κυάμου.
παρὰ τοῖς θητικοῖς λέγεται τὰ κατώτερα μέρη τοῦ
ἥπατος.
Λοβὸς, οὗ ἐστι λαβέσθαι, οἷον, ἐπὶ μὲν ἀνθρώπου |
---|
15 | τὸ ἄκρον τοῦ ὦτος κατ’ ἐξοχὴν, ὁ μὴ ὀστώδης τόπος·
ἔστι δὲ ἀλεκτρυόνων λείαφος, οἱονεὶ ἔλιος κατὰ τὴν
ἀφήν.
Λογγῶνες, ἐν Συρακούσαις λιμένες εἰσι διττοί· λογγῶ‐
νες δὲ καλοῦνται, οἱ ἐπὶ τῶν λιμένων τρητοὶ λίθοι, |
---|
20 | οὓς τρυποῦσιν, ἵν’ ἐξαρτῶσιν ἐξ αὐταῖς τὰ σχοινία τῶν
νεῶν· τοὺς δὲ τοιούτους λίθους καὶ λογγάσια ἔλε‐
γον.
Λογεῖον, σημαίνει δὲ εἶδος κρατῆρος, καὶ τὸν τόπον τοῦ
θεάτρου. ὥσπερ γὰρ ἀπὸ τοῦ αἰδῶ αἰδοῖον, κείρα κει‐ |
---|
25 | ρεῖον, σκάφη σκαφεῖον, γραφὴ γραφεῖον, οὕτω καὶ
ἀπὸ τοῦ λέγω λεγεῖον· διὰ διφθόγγου· καὶ γὰρ τὰ
ἀπὸ τῶν εἰς ω ῥημάτων διὰ τοῦ ειον παραγόμενα,
καὶ προπερισπᾶται, καὶ διὰ τῆς ει διφθόγγου γράφε‐
ται. αἰδῶ αἰδοῖον· ἀγγεῖον ἐκ τοῦ ἄγω, οὕτως οὖν |
---|
30 | καὶ λέγω λογεῖον.
Λογικὸς εἰς τὸ ἐμπειρικός.
Λογὰς, ἡ ἐκλογὴ, καὶ λογία ὁμοίως· σημαίνει δὲ καὶ
συλλογὰς καὶ καρποφορίας.
Λόγος βαρύνεται. τὰ γὰρ εἰς ος δισύλλαβα δίβραχα, |
---|
35 | ἀπὸ ῥήματος γινόμενα, βαρύνεται, οἷον, ψόγος, μό‐
γος ὃ σημαίνει τὴν κακοπάθειαν, ἐξ οὗ καὶ τὸ μογεῖν
τὸ κακοπαθεῖν λέγεται· καὶ ἤτοι ὅμοιον.
Λόγος ποιήσεως διαφέρει· λόγος μὲν γάρ ἐστιν ἡ δίχα
μέτρου σύνταξις· ποίησις δὲ ἡ ἔμμετρος σύνθεσις· ἡ |
---|
40 | μέτρῳ κοσμημένη, ὡς ὁ Ὅμηρος.
Λόγος, παρὰ τὸ λέγω λόγος· σημαίνει ἕπτα· λόγος ὁ ἐν‐
διάθετος λογισμὸς, καθὸ λογικοὶ καὶ διανοητικοὶ ἐσμὲν·
λόγος λέγεται καὶ ἡ φροντὶς, ὣς ὅταν λέγωμεν, οὐκ
ἐστι λόγου ἄξιος· οὐ ποιοῦμεν αὐτοῦ λόγον· λόγος λέ‐ |
---|
45 | γεται καὶ ὁ ἀπολογαρισμὸς, ὡς ὁ ἡγεμὼν πρὸς τοὺς
ἑαυτοὺς ἐπιτρόπους λόγον ἔχει· λόγος λέγεται καὶ ἡ
ἀπολογία· ὡς τὸ ἔδωκε περὶ τούτου λόγον· λόγος λέ‐
γεται καὶ ὁ καθόλου περιέχων ἐν ἑαυτῷ πᾶσαν λέξιν.
σημαίνει δὲ καὶ πᾶν μέρος λόγου, ἤτοι, ὄνομα, ῥῆμα |
---|
lambda 372 (50) | καὶ τὰ λοιπά· λόγος λέγεται καὶ ὁ ὦρος, ὡς ὅταν
λέγωμεν, ἄποδος τὸν τοῦ ζώου λόγον, οἷον, οὐσία,
ἔμψυχος, αἰσθητική· λόγος λέγεται καὶ ἡ αὐτοτελὴς
τῶν λέξεων παράθεσις, τουτ’ἔστιν ὁ κατὰ σύνταξιν
λόγος. |
55 | Λογογράφος λογοποίου διαφέρει· λογογράφος μέν
ἐστιν, ὁ τοὺς διακονικοὺς λόγους γράφων· λογοποιὸς δὲ
ὁ λόγους τινὰς καὶ μύθους συντιθείς.
Λογγούβαρδος, παρὰ τὸ λόγγου κατὰ Ῥωμαίους καὶ
σημαίνει τὸ μακρὺ, καὶ τὸ βάρβα, τὸ γένειον· ἐξ οὗ |
---|
60 | καὶ βαρβάτος, ἐκ τούτου γίνεται Λογγούβαρδος, ὁ μα‐
κρὺ ἔχων γένειον.
Λοιγὸς, ὁ ὄλεθρος, παρὰ τὸ λείπω λοιπὸς καὶ λοιγός· |
---|
λεῖψιν γὰρ τῶν ἀνθρώπων ἐργάζεται. | |
lambda 373 | Λιτὸς, ὁ πένης καὶ δημότης· ἢ ὁ ἐκ λιτανείας ζῶν·
ἢ ὁ ἐπὶ γῆς τιμώμενος, λιτὴ γὰρ ἡ γῆ.
Λοίδορος, παρὰ τὸ λόγος καὶ τὸ δόρυ γίνεται λοίδορος,
ὡς ὁ δόρατα λόγους πέμπων· λοίδορος διὰ τῆς οι δι‐ |
5 | φθόγγου, οὐχ ὡς τινὲς ἐπλανήθησαν, παρὰ τὸ δῶρον
λύειν τῆς ἀγάπης· λογοορῶν τις ὢν, τουτ’ἔστιν ὁ τοὺς
λόγους ταράσσων· πλεονασμῷ τοῦ ι.
Λοιδορία ὕβρεως διαφέρει, ἡ μὲν γὰρ λοιδωρία γλώσ‐
σης ἔστι μόνον ἀτιμία· ἡ δὲ ὕβρις καὶ τὴν διὰ τῶν |
---|
10 | ἔργων ἐπαισχυνομένην τῶν ὑβριζομένων ἐπίνοιαν ἔχειν.
Λόπος, τὸ λεπτὸν τοῦ κρομμύου.
Λουκᾶς, Ῥωμαῖον τὸ ὄνομα, οὐχὶ δὲ Ἑλληνικόν· ἄλ‐
λοι δὲ λέγουσιν, ὅτι ἀπὸ τοῦ λευκὸς γέγονε, Λευκᾶς καὶ
Λουκᾶς. |
---|
15 | Λουτρὸν, ἔστι λύω, τὸ σημαῖνον τὸ καθαίρω, οὗ ὁ
μέλλων λύσω, ὁ παρακείμενος λέλυκα, ὁ παθητικὸς
λέλυμαι, καὶ ἐξ αὐτοῦ λῦμα τὸ καθάρσιον, ὡς Ὅμη‐
ρος· οἱ δ’ ἀπελυμαίνοντο· καὶ ἐκ τοῦ λῦμα γίνεται
λυμαίνω τὸ καθαίρω· ἐκ δὲ τοῦ λύω κατὰ πλεονασμὸν |
---|
20 | τοῦ ο λούω, ὁ μέλλων λούσω, ὁ παρακείμενος λέλουκα,
ὁ παθητικὸς, λέλουμαι τὸ τρίτον λέλουται, καὶ ἐξ αὐ‐
τοῦ λουτὸν καὶ πλεονασμῷ τοῦ ρ λουτρὸν, τὸ λῦον
τὴν τρῶσιν.
Λουτρὸν βαλάνειον καὶ λοετρόν. |
---|
25 | Λουτρὰ, τὰ εἰς λύσιν ἄγοντα τῆς ἀκαθαρσίας· καὶ γὰρ
λῦμα καλεῖται ὁ ῥῦπος· λύματα πάντα καθῇραν.
Λόφος, ὁ ὑψηλὸς τοῦ ὄρους τόπος· παρὰ τὸ λέπω τὸ
λεπτύνω· ἔνθεν καὶ λόπος, τὸ τοῦ κρομμύου λεπτόν·
καὶ λόφος τὸ τῆς περικεφαλαίας. |
---|
30 | Λόφος σημαίνει τρία· τὸν τράχηλον, ἐξ οὗ καὶ τὸ
ἐλόφησαν, ἀπὸ μεταφορᾶς τῶν βοῶν τῶν ἀναπαυομέ‐
νων ἐν τῷ λόφῳ, ἡνίκα ἀνεθῶσι τοῦ ζυγοῦ· γίνεται δὲ
ἀπὸ τοῦ λέπω τὸ λεπίζω λόπος καὶ λόφος, ἀπὸ μετα‐
φορᾶς τῶν βοῶν, τοῦτο γὰρ τὸ μέρος πρῶτον πάντων |
---|
35 | ἀπέρχεται, λεπίζειν καὶ ἐκδείρειν τὰ ζῶα. σημαίνει
δὲ καὶ τὸ ἐπανάστημα τῆς περικεφαλαίας· σημαίνει δὲ
καὶ τὸ ὄρος.
Λοχᾷν, τουτ’ἔστιν ἐνεδρεύειν.
Λοχαγὸς, ἡγούμενος, ὁ τοῦ λόχου ἄρχων, ἤγουν τῆς |
---|
40 | τάξεως.
Λοχευομένων, ἐκ τοῦ λοχεύω τὸ γεννῶ, τοῦτο παρὰ
τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην.
Λόχμη, θάμνος, ὕλη, σύνδενδρος τόπος, παρὰ τὸ λο‐
χᾷν ἐν αὐτῷ, τουτ’ἔστιν ἐνεδρεύειν· ἔστι οὖν λοχῶ, |
---|
45 | λόχη, καὶ πλεονασμῷ τοῦ μ λόχμη· συντάσσεται αἰ‐
τιατικῇ.
Λόχος, ἡ ἔνεδρα, παρὰ τὸ λέγω τὸ ἐπιλέγομαι, ἐξ οὗ
καὶ ἐπίλεκτος· ὅτι τοιοῦτοι ἐπίλεκτοι ἐπελέγοντο εἰς
τὰς ἐνέδρας. |
---|
lambda 373 (50) | Λοχῶ, τὸ ἐνεδρεύω, ἐξ οὗ καὶ λόχος ἡ ἔνεδρα· καὶ
λόχμος ὁ σύμφυτος τόπος· καὶ λοχία διὰ τοῦ ἰῶτα·
καὶ λοχῶ τὸ τίκτω, ἐξ οὗ καὶ λόχος ὁ τόπος, καὶ λο‐
χεία, διὰ τῆς ει διφθόγγου.
Λοξίας, λόξην τὴν ἡῶ, ἤγουν τὴν φωνὴν ἔχων. |
55 | Λυμαντικὸν, λοιμικὴ δὲ νόσος, καὶ λυμικὸν, καὶ εἰς
τὸ ἐλυμῄνατο.
Λύμη, ἡ φθορὰ, ἐκ τοῦ λύω λύσω, ἐξ οὗ καὶ γράφε‐
ται διὰ τοῦ υ ψιλοῦ· βαρύνεται· τὰ εἰς μη καθαρὰ
δισύλλαβα, φύσει μακρᾷ παραληγόμενα ὀξύνονται καὶ |
---|
60 | βαρύνονται, οἷον, μνήμη· καὶ τὰ ἔχοντα πρὸ τοῦ ν | |
---|
lambda 374 | τὸ η, εἰ καὶ ὑπὲρ δύο συλλαβὰς ᾦσι, διὰ τὸ νοσήνη,
φιλήνη· καὶ καθόλου ὁποῖα ὑπάρχει φύσει μακρὰ,
οἷον, μυκήμη, λύμη. σεσημείωται τὸ τιμὴ ὀξυνόμε‐
νον, ὡς προσηγορικόν· καὶ εἰς τὸ ἐλυμῄνατο καὶ λελυ‐ |
5 | μασμένος.
Λόχος, ἡ ἔνεδρα· ἤτοι ἀπὸ τοῦ τοὺς ἐπιλέκτους εἰς
τοῦτον ἐνθετεῖν, ἢ ἀπὸ τοῦ λέξασθαι, ὃ πολλὰ ση‐
μαίνει· καὶ ἀριθμηθῆναι, καὶ καθευδῆσαι καὶ ἐπιλέ‐
κτους εἶναι· ὡς ἓν καὶ τὸ διαλέξασθαι, ὅτι οἱ τοιοῦτοι |
---|
10 | ἐπίλεκτοι διεκρίνοντο εἰς τὰς ἐνέδρας· εἰ γὰρ νῦν παρὰ
νηῦσι λεγώμεθα πάντες ἄριστοι εἰς λόχον, ἢ ὡς λέ‐
χεις ἔχειν ἀνακρινομένους, ἵνα ἀθεώρητοι ὦσι. ὡς
ἄρα φωνήσαντε, πάρεξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην.
Λύγος, τὸ σκότος, οὐδέτερον· ἀπὸ τοῦ λύειν τὴν αὐ‐ |
---|
15 | γήν· καὶ τὸ κατακρύπτεσθαι ὑπολυγίζεσθαι λέγεται.
Λυγίσμασι, συγκλάσματι, περικάμψεσι.
Λυκόφως, τινὲς λυκόφως τὸ σκοτεινόν· λυγαῖον, γὰρ
τὸ σκοτεινὸν, οἷον, διαλυόμενον φαὸς, ἢ αὐγὴ διαλυ‐
θεῖσα. τινὲς δὲ ἀπὸ τῶν ἀλόγων ζώων τῶν λύκων· |
---|
20 | ὀξυδερκὲς γὰρ τὸ ζῶον· διὸ καὶ ἑρμῇ αὐτὸ ἀναπτύσου‐
σιν· ἀλλὰ καὶ ὁ ὑρὸς αὐτοῦ αὐτόλυκος, καὶ λυκεὺς
ἔβλεπε· τὸ δὲ ἐν τῇ πυγμῇ λυγίζειν παρὰ τὸ φυτόν·
μαλακὸν γὰρ καὶ εὐκαμπές, καὶ εὔτονον.
Λύμη, φθορὰ, λυμέων φθορεὺς, ὄλεθρος. |
---|
25 | Λυγμὸς, ὁ θρῆνος, καὶ λυγμὴ ἡ κραυγή.
Λύθρος, ἡ ἀκαθαρσία· κυρίως δὲ τὸ μετὰ κόνεως
αἷμα· παρὰ τὸ λύματα καὶ καθάρματα δεῖσθαι.
Λυκάων, Λυκάωνος, ὄνομα κύριον, υἱὸς Πινδάρου· ὁ
κανών· τὰ εἰς ων βαρύτονα διχρόνῳ ἐκτεταμένῳ πα‐ |
---|
30 | ραληγόμενα.
Λύκος, παρὰ τὸ λίαν κακός· ἢ λύειν κακῶς τὴν ποί‐
μνην ἢ φαγεῖν πολλά.
Λύη, ἡ στάσις, παρὰ τὸ λυθῆναι τὴν ὁμόνοιαν· ἔνθεν
καὶ ἀστασίαστος ὄχλος καὶ δῆμος καλεῖται τὸ σκο‐ |
---|
35 | τεινόν.
Λυγίζειν τοῦ θρύπτεσθαι διαφέρει· λυγίζειν μὲν γάρ
ἐστι τὸ τεχνικῶς ὀρχεῖσθαι καὶ θρύπτεσθαι· εἶτα τοῖς
μέλεσι καὶ τῇ φωνῇ κατακλώμενος ἀκκίζεσθαι. θρύ‐
πτεσθαι δέ ἐστι, τὸ ἄνευ φωνῆς καὶ τέχνης ἀκκίζε‐ |
---|
40 | σθαί τε καὶ κατακλᾶσθαι τοῖς τοῦ σώματος μέλεσιν·
εἴρηται δὲ τὸ λυγίζειν ἀπὸ τοῦ λύγου· λύγος δέ ἐστι
παροξυτόνως, τὸ ἱμαντῶδες φυτὸν, ὁ γοῦν λυγίζων
στρέφεται ὡς καὶ τὸ φυτὸν, καὶ ἀκκιζόμενός τε καὶ
θρυπτόμενος· εὔδηλον δὲ ὡς ὀξυτονούμενον τὸ λυγὸς |
---|
45 | ὄνομα, σημαίνει ποιητικῶς τὸν ὄλεθρον· τὸ δὲ ἐν τῇ
πυγμῇ λυγίζειν παρὰ τὸ φυτὸν, μαλακὸν γὰρ καὶ εὐ‐
καμπὲς καὶ εὔτονον.
Λυκάβας, ὁ ἐνιαυτός· εἴρηται δὲ ἀπὸ τοῦ λυγέως βαί‐
νειν, ὅ ἔστι σκοτεινῶς· ἀοράτως γὰρ καὶ λελυθότως ὁ |
---|
lambda 374 (50) | χρόνος διέρχεται.
Λύματα, καθάρματα, αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνα
ἐκῥύσεις.
Λύπη, παρὰ τὸ λύειν τοῖς δάκρυσι τοὺς ὦπας, ἤγουν
τοὺς ὀφθαλμούς. |
55 | Λύπη λῦσις τις οὖσα ψυχῆς· καί τι μετέχει ἐκ τοῦ
λύω; λῦσις γὰρ τῆς ψυχῆς τὸ πάθος, λυπηρὸν γάρ·
καὶ εἰς τὸ ἄχος.
Λύπη παρὰ τὸ λύω λύη, καὶ πλεονασμῷ τοῦ π λύπη.
Λύκειον ἔστι δὲ πόλις Θετταλίας, ἔνθα λύκος ἐπιὼν |
---|
60 | ἐπὶ τοῖς τοῦ Πήλεως βουσὶν ἀπελιθώτη· γράφεται δὲ | |
---|
lambda 375 | διὰ τῆς ει διφθόγγου, οἷον, Λαύρειον, ἐστι δὲ τό‐
πος τῆς Ἀττικῆς, ποιῶν μέταλλον· λάγειον, οὕτω δὲ
λέγεται τὸ ἱπποδρόμιον Ἀλεξάνδρου, ἀπὸ λαγοῦ τι‐
νός. Χλούνειον καὶ αὐτὸ τόπος ἐν Αἰτωλίᾳ, ἔνθα ὁ |
5 | Χλούνης διέτριβεν· οὕτω καὶ Λύκειον.
Λύρα, παρὰ τὸ λύω, λύσω, λύρα· ἐδόθη γὰρ τῷ Ἀπόλ‐
λωνι παρ’ Ἑρμοῦ, ὑπὲρ ὧν ἔβλεψε τὰς βοῦς αὐτοῦ
λύτρα τις οὖσα, ἢ παρὰ τὸ λύειν τὴν ἀράν· ἐκ τού‐
του λυρικὴ ἡ αὐτὴ, καὶ κιννύρα. |
---|
10 | Λυσιτελὴς, σημαίνει τὸ εὔκολον ὄντα, καὶ μὴ στραγ‐
γαλιώδη, καὶ γίνεται παρὰ τὸ λύω λύσω καὶ τὸ τέλος.
Λύχνος, παρὰ τὸ λύειν τὸ νύχος τουτ’ἔστι τὸ σκότος.
Λυχνίον λυχνοὺ διαφέρει· λυχνιὸν μὲν γάρ ἐστιν ἡ
λυχνία· λύχνος δὲ ὁ φανὸς, καὶ λυχνοῦργος ὁ λυπη‐ |
---|
15 | ρός.
Λύτρα ὁ μισθός· ἢ τὰ παρεχόμενα ὑπὲρ ἐλευθερίας,
ἐπὶ τὸ λυτρώσασθαι ἀπὸ βαρβάρων, ἢ ἑτέρας κακῆς
δουλείας.
Λύσσα, ἡ μανία, ὀργὴ, χόλος καὶ μῆνις· εἴρηται δὲ |
---|
20 | παρὰ τὸ λύειν τὸν νοῦν.
Λύτρωσις, παρὰ τὸ λυτρῶ· τοῦτο παρὰ τὸ λύω τὸ
ἀγοράζω.
Λωβὸς ὁ κελεφὸς, ἐκ τοῦ λαὸς καὶ τοῦ βοὴ γίνεται
λαοβὴ καὶ λωβὴ καὶ λωβός. |
---|
25 | Λωβήσαιο, παρὰ τὸ λωβῶ, πρώτης συζυγίας τῶν πε‐
ρισπωμένων, μέσου ἀορίστου πρώτου παθητικοῦ εὐκτι‐
κοῦ· τοῦτο παρὰ τὸ λωβὴ, τοῦτο παρὰ τὸ λῶ τὸ
θέλω, κατ’ ἀντίφρασιν, ὃν οὐδεὶς θέλει· τοῦτο ἀπὸ
μεταφορᾶς τῶν ἠκρωτηριασμένων· ἐπειδὴ οἱ παλαιοὶ |
---|
30 | τοὺς ἔν τισιν ἀτοπήμασιν ἀλῶντας ἐνυβρίζοντες τὰ
ἄκρα τῶν ὤτων ἀπέτεμνον· ὡς καὶ ὁ ποιητὴς πρὸς τὸν
ἶρον· καὶ ταῦτα ὁ Ὠρίων· ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι
ἐκ τοῦ λαβή ἐστιν, ὃ σημαίνει τὸ ξίφος· ἐξ αὐτοῦ
γὰρ λάβη, καὶ τὸ α τρέπει εἰς ω· ὡς ἐμάθομεν, φά‐ |
---|
35 | ρος φαριαμὸς καὶ φωριαμὸς, καὶ γίνεται λώβη καὶ βα‐
ρύνεται, ἐπειδὴ τὰ εἰς βη λήγοντα δισύλλαβα φύσει
μακρᾷ παραλήγεται, ὑπεσταλμένης τῆς οι διφθόγγου,
βαρύνεται· βήβη, ἥβη, στίβη, σημαίνει δὲ τὸν ὀρθρι‐
νὸν παγετόν· λώβη· τὸ δὲ λαβὴ ὀξύτονον· ἐπειδὴ τὰ |
---|
40 | εἰς βη λήγοντα κυρίως βαρύνεσθαι θέλουσιν· εἰ μέν‐
τοι ῥηματικὰ ὑπάρχει ἢ προσηγορικὰ ὀξύνεσθαι θέλου‐
σιν· τοῦ μὲν προτέρου παραδείγματος φοίβη, βλάβη,
Βοίβη κύριον ὄνομα βαρύνεται· τὸ μέντοι λαβὴ καὶ |
---|
στιλβὴ καὶ λοιβὴ ὀξύνεται, ῥηματικὰ ὑπάρχοντα καὶ | |
lambda 376 | προσηγορικά. σεσημείωται τὸ λώβη καὶ βλάβη· λώβη
δὲ τὸ λω μέγα· κανὼν γὰρ ἔστιν ὁ λέγων· τὰ εἰς
βη λήγοντα δισύλλαβα βαρύτονα φύσει μακρᾷ θέλουσι
παραλήγεσθαι, οἷον ἥβη, θήβη, στίβη· μὴ μ’ ἄμυδις |
5 | στίβη τὲ κακὴ καὶ θῆλυς ἐέρση.
Λώβη, ἡ βλάβη, κυρίως ἐπὶ τῶν ἠκρωτηριασμένων·
ἀπέτεμνον γὰρ τοὺς λόβους καὶ τὰ ἄκρα τῶν ῥινῶν·
καὶ λώβη ἡ ὕβρις, οἷον, λωβοὴ ἐπὶ κακῷ περιβόητος
πᾶσιν. |
---|
10 | Λώϊον κρεῖσσον, βέλτιον, γίνεται παρὰ τὸ λῶ τὸ θέλω,
ὃ γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον τοῦτο καὶ θέλει· καὶ
τὸ συγκριτικὸν λῴων, ὡς πλείων, ῥᾴων· καὶ ὄνομα
λώϊον.
Λωπίζω, τὸ ἐκδύω, ἐξ οὗ καὶ λωποδύτης ὁ κλέπτης, |
---|
15 | ὁ τοῦ νεκροῦ τὸ ἱμάτιον ἀφελόμενος.
Λωπὸς, τὸ ἱμάτιον τοῦ νεκροῦ, ἀναλογεῖ γὰρ τῇ λω‐
πίᾳ, τῷ δέρματι.
Λῷστοι, βέλτιστοι, ἠγαπημένοι, πεποθημένοι· ἔστι
δὲ ὄνομα ὑπερθετικὸν ἀπὸ τοῦ λῶος τὸ ὑπερθετικὸν |
---|
20 | λῷστος· τοῦτο παρὰ τὸ λῶ τὸ θέλω· τὸ γὰρ καλὸν
πάντες θέλουσι.
Λωφήσω, τὸ καταπαύσω· λόφος δὲ τὸ ἐπανάστημα.
Λωποδύτης, παρὰ τὸ ἀποδύειν τὸ λῶπος, ὃ ἔστι τὸ
ἱμάτιον τοῦ νεκροῦ κατὰ Ἀθήνας. |
---|
25 | Λωφῆσαι, ἔστι δὲ ἡ λέξις μεταφορικὴ, ἀπὸ τῶν βοῶν
τῶν ὑπὸ λόφον ἀναπαυομένων ἡνίκα ἀνεθῶσι τοῦ ζυ‐
γοῦ· ἐκ τούτου οὖν γίνεται λωφῶ ῥῆμα, κατ’ ἐπαύξη‐
σιν τοῦ ο εἰς ω· ἰστέον δὲ ὅτι τὸ λωφεῖν λέγεται πρώ‐
της συζυγίας τῶν περισπωμένων· μετελώφιον γὰρ φη‐ |
---|
30 | σὶν Ἀπολλώνιος ὁ ποιητὴς ἀντὶ τοῦ μετελώφουν, καὶ
μετὰ τὸν πόνον ἀνεπαύοντο, ὅθεν δῆλον ὅτι πρώτης
συζυγίας τῶν περισπωμένων ἔστι.
Λωφήσαντες, ἀναπαυσάμενοι, ἠρεμήσαντες.
Λωφήσασα, παυσαμένη, λήξασα· κυρίως δὲ λωφῆσαι |
---|
35 | τὸ ἀποπαύσασθαι περὶ τὸν λόφον, ἀπὸ τῶν ὑποζυ‐
γίων, τῶν ἀπὸ τῶν ἔργων ἀπολυομένων καὶ ὑπὸ λόφων
παυσαμένων. συντάσσεται μετὰ αἰτιατικῆς.
Λωφήσω, τὸ καταπαύσω· λόφος δὲ τὸ ἐπανάστημα μι‐
κρὸν, ἐκ τοῦ λεύω τὸ βλέπω. |
---|
40 | Λύσσα, ἡ μανία· παρὰ τὴν λύσιν τῶν κατὰ τὴν
ψυχὴν λογισμῶν καὶ τοῦ πάλαι τῶν φρενῶν καταστή‐
ματος· ἢ παρὰ τὸ ἀφέτους εἶναι τοὺς κατεχομένους
ὑπ’ αὐτῆς. |
---|
44t | Τέλος τοῦ Λ στοιχείου. | |
---|
mu 375 (post 44t) | ΑΡΧΗ ΤΟΥ Μ ΣΤΟΙΧΕΙΟΥ. |
45 | Μαγγανεῖα, στρεβλότης· ἢ μαγγανεία, ἐκ τοῦ μαγ‐
γανεύω τοῦτο παρὰ τὸ μάγγανον, τοῦτο παρὰ τὸ ἄγω,
ἄγγανον καὶ μάγγανον.
Μάγειρος, διὰ τὸ τὰ μάγματα ἀγείρειν· μάγμα γὰρ
ἡ ἄρτυσις, ἀγείρειν δὲ τὸ ποιεῖν, |
---|
mu 375 (50) | Μάγειρος, ὡς ὄνειρος, πέπειρος, αἴγειρος· καὶ φασὶ
γενέσθαι παρὰ τὸ μάσσειν. Ἀλεξίων δὲ φησὶ, ἢ ὅτι
μαγεία τίς ἐστιν ἡ ἄρτυσις τῶν ἐψημάτων· ἢ ἐπειδὴ
εἰς μίαν αὐτὰ συγκόπτει· ῥηματικὸς γὰρ ὁ χαρακτὴρ |
καὶ ἁρμόζει τῷ μάσσω ῥήματι· Φιλόξενος δὲ λέγει, | |
mu 376 (45) | ὅτι παρ’ Αἰολεῦσιν ἡ γραφὴ διὰ τοῦ ἰῶτα ἔστι, μά‐
γιρος.
Μαγίρες, παρὰ τὸ τοῖς Ἄραψι μαγὶς τὸ σκουτάριον·
καὶ λέγονται δὲ μαγίδες μάζαι, τουτ’ἔστιν ἄρτοι, ἃς
καταφέρουσιν οἱ εἰς τροφονίου κατιόντες. |
mu 376 (50) | Μαγὶς, ἡ τραπέζα, ἔνθα τὰ μεμαγνευμένα.
Μαγκίπες, Ῥωμαϊστὶ οἱ τεχνίται τοῦ ἄρτου.
Μαγεία, ἡ κατασκευὴ τῶν ὁμοιωμάτων, καὶ ἡ ἄρτυσις |
τῶν ἐψημάτων. | |
mu 377 | Μαγὰς, σανὶς τετράγωνος, ὑπόκροφος, δεχομένη ἐφ’
ἑαυτοῦ τὰς νευρὰς καὶ ἐκτελοῦσα τὸν φθόγγον.
Μάγος, παρὰ τὸ μάσσω τὸ μαλάσσω, ὁ διὰ τῶν μα‐
λακτικῶν αὐτοῦ, καὶ μαγικῶν ἐμπλάστων τὰ μέλλοντα |
5 | προλέγων· ἢ παρὰ τὸ ἄγος, ὃ σημαίνει τὸν ῥυπαρὸν,
ἄγος καὶ μάγος, ὁ μισητὸς καὶ ῥυπαρὸς παρὰ ἀνθρώ‐
ποις· τὸ δὲ μάγος σημαίνει δύο τὸν μάγον καὶ μα‐
λακτικὸν, καὶ τὸν τὰ μάγεια ἐργαζόμενον.
Μάζα, εἰς τὸ ἀμαζὼν, καὶ μαγίδες, καὶ μείζων. |
---|
10 | Μακεδὼν λέγουσι τοὺς καθαροὺς, μαρμαρὼθ τοὺς διυ‐
λιστρᾶς εἰτουνιθμούς.
Μάζας, ψώμια, ἀπὸ τοῦ μάσσω τὸ μαλάσσω, τροπῇ
τῶν δύο σς εἰς ζ, λέγεται δὲ μάζα φύραμα γινόμενον,
πινόμενον δὲ ποτὲ μὲν ἐξ ὕδατος ποτὲ δὲ καὶ ὀξυκρά‐ |
---|
15 | του, καὶ ὀξυμέλιτος, ἢ ὑδρομέλιτος· ἔστι γὰρ τρό‐
φιμον.
Μαῖα, μαιῶτις, μαιώτιδος.
Μαθεῖν, μήθω ἔστι ῥῆμα ἀφ’ οὗ ἔμαθον δευτέρου
ἀορίστου, τροπῇ δὲ γέγονε τοῦ δ εἰς θ, μήδω, μήθω. |
---|
20 | Μαθὼν, παρὰ τοῦ διδαχθῆναι παρὰ τινός.
Μαιμάσσει, ἀφύζει, προθυμεῖται, κοιματοῦται·
παρὰ τὸ αἷμα αἱμάσσω, καὶ πλεονασμῷ τοῦ μ μαι‐
μάσσω· ἢ παρὰ τὸ μῶ τὸ ζητῶ. μαιμάσσειν μαλάσ‐
σειν· ὡς οἶμαι καὶ τήκειν, καὶ δαπανᾷν, καὶ μαραίνειν, |
---|
25 | καὶ καταναλίσκειν.
Μαινόλης, μαινόμενος, ἢ μανιοπὸς, παρὰ τὸ μαίνω
καὶ τὸ ὅλος γίνεται μαινόλης, ὥσπερ καὶ τὸ ἐξώλης
καὶ πανώφης· σεσημείωται τὸ μαινόλης διὰ τοῦ ο μι‐
κροῦ. |
---|
30 | Μαίνω, τὸ ὀργίζομαι, καὶ εἰς τὸ μηνιεῖ.
Μαίος, Φιλόξενος δὲ λέγει, ὅτι παρ’ Αἰολεῦσι ἡ γραφὴ
διὰ τοῦ ἰῶτα· ἔστι δὲ μαίος ἐπεξουσιαστὴς, ὡς ἐκ τοῦ
μαγέστατος, ἀπὸ Μαίας τῆς Ἄτλαντος τοῦ Ἑρμοῦ ὀνο‐
μασθείς· μάϊον κατὰ διάλυσιν τοῦ ἰῶτα. |
---|
35 | Μαινὰς, βάκχη, ὀρχουμένη, καὶ μαινὰς ἡ παράφορος
καὶ μαινὰς ἡ πόρνη.
Μαιρὰ, ὑπό τινων ὁ ἥλιος, ἀπὸ τοῦ μαραίνεσθαι ὑπ’
αὐτοῦ πάντα· λέγεται δὲ ὁ κατάστερος ὁ κατεστιγμέ‐
νος κύων μαίρας· καλλίον δὲ ἀπὸ τοῦ μαρμαίρειν ἤγουν |
---|
40 | λάμπειν.
Μακὰρ, πόσας εὐθείας ἔχει; τρία· μάκαρς, μάκαρος,
μακάριος· ὅπερ ἀπὸ τοῦ κὰρ ὃ σημαίνει τὴν θανατη‐
φόρον Μοίραν γέγονε, καὶ ἐξ αὐτοῦ μάκαρς· ἀπὸ τῆς
δευτέρας συλλαβῆς ἡ κλητικὴ, μακάριος ἐμῇ κηρὶ, |
---|
45 | τουτ’ἔστι φθορᾷ ὑποκείμενος, οἱ δὲ πλεονασμῷ τοῦ μ
ἀκάριος καὶ μακάριος, ὁ πάντοτε ἐν ἀγαθοῖς ὤν.
Μάγοι, ἔθνος· ἢ ἐλαφρῶς ἐπάδοντες τοὺς ἀλγοῦντας
ἰῶνται, ὡς καὶ οἱ Φρύγες αὐλοῦντες τοῦς ἀλγοῦντας
τόπους ἰῶνται τῶν πασχόντων ἡδὺ προσπνέοντες. |
---|
mu 377 (50) | Μάγιστρος, ὀφφικίων ὄνομα, οὐδὲν ἧττον ἡγούμενος
τῶν αὐλικῶν κατὰ λόγων, διὰ σημασίας.
Μάκαρες οἱ μὴ πεπτωκότες ὑπὸ κῆρα.
Μάκαρται, οἱ ἀποθανόντες· οἱ ἤδη τὸ μῆκος ἐπιλαμ‐
βανόμενοι, μήκιστοι, ὅθεν καὶ μακαιρίων / μακηρίων ἡ τύμβος, ὁ |
55 | ἐς μακρόν.
Μακκοᾶ, ἀνοηταίνει, μωραίνει, παρὰ τὸ μὴ καὶ τὸ
κοῶ τὸ νοῶ μηκοῶ· καὶ κατὰ τὸν κανόνα τὸν λέγοντα,
ὅτι ἐπείσοδος συμφώνων τροπὴν ποιεῖ, ὡς ἥδω ἁν‐ |
---|
δάνω, ἐπεισῆλθε τὸ ν καὶ ἐτράπη τὸ η εἰς α. | |
mu 378 | Μακρὰν, ἐπίῤῥημα τοπικὸν μεσότητος· γίνεται δὲ παρὰ
τὸ μακρὸς, τοῦτο παρὰ τὸ μῆκος μακερὸς καὶ ἐν συγ‐
κοπῇ μακρός.
Μάκρα, ὄνομα ἐκ τοῦ μακρός· τοῦτο ἐκ τοῦ μῆκος· καὶ |
5 | ὥσπερ παρὰ τὸ κύδος γέγονε κυδρὸς καὶ κυδρὴ, οὕτω
καὶ ἐκ τοῦ μῆκος γίνεται μηκερὸς καὶ ἐν συγκοπῇ μη‐
κρὸς καὶ μακρός· ἡνίκα γὰρ ἐπλεονάσσε τὸ σύμφωνον
ἐτράπη τὸ μακρὸν εἰς βραχύ· τὸ δὲ μακρὰ βιβῶντα·
ἔστιν ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ μεγάλως, ὡς τὸ |
---|
10 | ταχέα τάχα, ὠκέα ὦκα, οὕτω καὶ τὸ μακρέα μακρά·
ὁ δὲ κανών, ὡς ἀρτίβιος· μακρὸν ἐτυμολογεῖται, παρὰ
τὸ μέχρις ἄκρου διήκειν, τουτ’ἔστιν ἀρχῆς· ἢ παρὰ
τὸ μῆκος μηκερὸς, καὶ ἐν συγκοπῇ μηκρὸς καὶ μα‐
κρός. |
---|
15 | Μακρύνης, παρὰ τὸ μακρύνω, τοῦτο παρὰ τὸ μακρὸς
τὸ δὲ μακρὸς παρὰ τὸ μακκοῶ, τοῦτο παρὰ τὸ μὴ
κοεῖν, ὅ ἐστι ἀκούειν ἢ νοεῖν, μῆκος μήκους, καὶ
κατὰ τροπὴν μακρός.
Μακρόθυμος, παρὰ τὸ μακρὰν ἔχειν τὸν θυμόν. |
---|
20 | Μάκτρα, παρὰ τὸ μάττειν ἐν αὐτῇ τὴν μάζαν· μάζα
δὲ ὁ ἄρτος.
Μακελλάριος, ὁ σφάζων τὰ ζῶα· μάκελ γὰρ καὶ
μακέλλης Ῥωμαϊστὶ ἔστιν ὁ σφαγεύς.
Μακκαβαῖος, κατὰ Πέρσας κάρανος τουτ’ἔστι δεσπό‐ |
---|
25 | της. τῇ δὲ Σύρων διαλέκτῳ ἀνδρεῖος, πολεμιστὴς, δυ‐
νατώτατος.
Μαῖα, ἰατρικὴ ταῖς ἐν τῷ τίκτειν γυναιξὶ κινδυνευούσαις
βοηθοῦσα.
Μαιμόωσα, οἱ μὲν μαμόωσα καὶ πλεονασμῷ τοῦ ἰῶτα |
---|
30 | μαιμόωσα, ἡ ἐνθουσιῶσα καὶ ὀξέως ὁρμῶσα· ἡ τοῦ αἵ‐
ματος γευστικῶς ἔχουσα.
Μαῖα, μαίω ῥῆμα τὸ ζητῶ, καὶ ῥηματικὸν ὄνομα Μαῖα·
ἡ κατὰ γαστρὸς παιδία ζητοῦσα.
Μάλαθρον, παρὰ τὸ μάλα ἀθρεῖν, ἤγουν λίαν |
---|
35 | βλέπειν· ἢ ὅτι μάλα θρεῖ, ἤτοι ὠφελεῖ τὴν ὅρα‐
σιν.
Μαλακὸς, ὁ μάλα ἤγουν καυκός.
Μανία, μανὸν ἔλεγον τὸ ἀραιὸν, ὡς καὶ Αἰσχύλος, ἐμ‐
μανοῖς στύλοις ἐπίπλοις τουτ’ἔστιν ἀραιοῖς. |
---|
40 | Μανίαν, τὴν ἀραίωσιν, καὶ χαυνότητα τῶν φρενῶν·
ἀραιὸν γὰρ τὸ ἀσθενὲς, κατὰ τ’οὐναντίον οὖν ἀγχίνους
καλεῖται, παρὰ συνεχεῖς καὶ πυκνὰς ἔχειν τὰς φρέ‐
νας, καὶ πίνυτος καὶ πυκινὸς, καὶ αὐτὴ ἡ συνέχησίς
ἐστι σύγκλεισις, καὶ οἷον ἕνωσις φρενῶν. |
---|
45 | Μαλάχη, διὰ τὸ μάλα χέειν τὸν θυμόν.
Μαλακὸς, παρὰ τὸ μαλάσσω μαλακός, ὥσπερ παρὰ
τὸ λεύσσω λευκός.
Μάλεια, ὄνομα ὄρους, διὰ τῆς ει διφθόγγου γράφεται·
εὕρηται καὶ χωρὶς τοῦ ι Μαλέα, ὡς καὶ παρ’ Εὐρι‐ |
---|
mu 378 (50) | πίδῃ· ἰστέον δὲ ὅτι ἡνίκα μὲν διὰ τῆς ει διφθόγγου
γράφεται προπαροξύνεται, Μάλεια· ἡνίκα δὲ διὰ τοῦ ε
μόνου παροξύνεται Μαλέα.
Μάνδρα παρὰ τὸ ἄντρον, ἄντρα καὶ μάνδρα, τὸ δὲ
ἄντρον, ἐκ τῆς ἀνὰ προθέσεως, καὶ τοῦ τρῶ τὸ |
55 | τρυπῶ.
Μαλλὸς, ἐπὶ τῶν πλαγίων τῶν τριχῶν τῆς κεφαλῆς·
εἴρηται δὲ ἀπὸ ἐμφείας τῶν τοῦ προβάτου μαλλῶν·
μαλλὸς δὲ ἀπὸ τοῦ μῆλον τὸ πρόβατον, μαλὸς καὶ |
---|
πλεονασμῷ τοῦ λ, μαλλός. | |
mu 379 | Μαλακισθέντες, ἀντὶ τοῦ σχυνωθέντες, τὸ θέμα
μαλακίζω, γίνεται ἐκ τοῦ μαλακὸς, τοῦτο ἐκ τοῦ μα‐
λάσσω.
Μαλακὸν, ἁπαλόν· μαλάκιον, εἶδος ἰχθῦος. |
5 | Μᾶλλον, λίαν, πάνυ, πλέον. ἐκ τῆς μη ἀπαγορεύσεως
καὶ τοῦ ἄλλον γίνεται μήαλλον καὶ μᾶλλον· τὸ μα
μακρὸν διάτι; πᾶν δίχρονον, ἔχον διπλασιασμὸν ἀμε‐
ταβόλου συστέλλεται, οἷον, ἀμνὸς, φαλκόνιλλα, ψύλλα,
σεσημείωται· τὸ μᾶλλον παρὰ Ἀττικοῖς ἐκτεινόμενον. |
---|
10 | Μαλθακὸς, τρυφερὸς, εὐμάλακτος, ἐκλελυμένος.
Μαμμωνᾶς, τὸ κέρδος, ὁ χρυσὸς καὶ ὁ πλοῦτος.
Μαμερτῖνοι, Μάμερτος ἐν Ἰταλίᾳ ὁ Ἄρης, ὅθεν καὶ
οἱ ἐν Σικελίᾳ οἰκήσαντες στρατιῶται μαμερτιανοὶ ὠνο‐
μάσθησαν, οἱ ἶσα ἐργαζόμενοι Ἄρει. |
---|
15 | Μανδήλιον, μανειήλιον καὶ μανδήλιον τὸ ἀποσπόγ‐
γιζον τὰς μάνους ἤγουν τὰς χεῖρας.
Μάννα, σημαίνει τοῦτο· οὐ γὰρ σημαίνει τὴν τροφὴν
κυρίως· ἐγείροντο γὰρ τῷ πρωῒ, καὶ εὕρισκον ὅσον ἤρ‐
κει αὐτοὺς φαγεῖν, μὰν λέγοντες· καὶ λοιπὸν ἐλθόντες |
---|
20 | οἱ Ἕλληνες προσέθηκαν τὸ να· καὶ σημαίνει τὶ τοῦ‐
το· εἶχον γὰρ τοῦτο, ὅτε ἤθελον ἀπελθεῖν εἰς τινὰ
τόπον, καὶ ἀπὸ δισχιλίων πηχῶν ἐποίουν τὴν σκή‐
νην.
Μάννα, βάρβαρον, γέγονεν ἀπὸ τοῦ μαίω τὸ ζητῶ, |
---|
25 | ὄνομα θηλυκὸν, ἡ μάννα, τῆς μάννας, ἣν πάντες
ἐπιζητοῦσι· καὶ ἐκ τούτου τὸ βάρβαρον ὠνόμασται·
καὶ τὸ οὐδέτερον τὸ μάννα.
Μαντίνεια, διὰ τῆς ει διφθόγγου· ἔστι δὲ ὄνομα πό‐
λεως· γίνεται δὲ παρὰ τὸ μαντίνες, Μαντίνεια. |
---|
30 | Μάντις, μάντεως καὶ μαντίπολις.
Μαντεία, ὁ χρῆσμος οἰονὸς καὶ ὑποφήτης ὁ μάν‐
τις.
Μανδραγόρα, εἶδος βοτάνης φονικῆς.
Μαπία, σπογγίστρια παρὰ τὸ μάσσω τὸ μαλάσσω. |
---|
35 | Μαρίλη, σημαίνει τὴν κόνιν τὴν γινομένην ἐκ τοῦ κα‐
τασβέννυσθαι τοὺς κάρβωνας· τὰ γὰρ διὰ τοῦ ιλη
μονογενῆ μὴ ὄντα ἀπὸ κράσεως, καὶ μὴ ἔχοντα ἀπὸ
πλεονασμοῦ τὸ ι, ἀποστρέφονται τὴν ει δίφθογγον·
οἷον, σμίλη τὸ σμιλίον, ἴλη ἡ ἄθροισις, σπατίλη τὸ |
---|
40 | ἀπόξυσμα τῶν δερμάτων· μὴ ὄντα ἀπὸ κράσεως, ὅτι
ἀπὸ τοῦ ἐνδεία τὴν ἕλην γίνεται διέλη, καὶ κράσει
δείλη· μὴ ὄντα ἀπὸ τῶν ἐχόντων τὸ ἰῶτα, ὅτι ἀπὸ
τοῦ ἕλη τοῦ σημαίνοντος τὴν θερμασίαν γίνεται εἵλη
πλεονασμῷ τοῦ ι· πρόσκειται μονογενῆ, διὰ τὸ δειλὸς |
---|
45 | δειλή· χωρὶς τοῦ ὠφειλὴ καὶ ἀπειλή.
Μαραίνω, παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν πόλεμον
ἀραίνω, καὶ πλεονασμῷ τοῦ μ μαραίνω· καὶ εἰς τὸ
μαρνάμενος.
Μάργος, ὁ μαινόμενος, οὗ μή ἐστιν ἀρωγή· ἢ παρὰ |
---|
mu 379 (50) | τὸ ἐστερῆσθαι τὶ ἐργάζεσθαι ἀγαθὸν, παρὰ τὸ μὴ καὶ
τὸ ἔργον· καὶ εἰς τὸ ἐτύχθη.
Μαρμαρέην, ἡ εὐθεῖα μαρμαρέη· ὁ κανών· τὰ εἰς
ος ἀρσενικὰ ποιοῦντα κατ’ ἰδίαν θηλυκά· ἐκ τοῦ μαρ‐
μάρεος, τοῦτο ἐκ τοῦ μαρμάρειος, ἀποβολῇ τοῦ ἰῶτα· |
55 | ἐπὶ γὰρ τῶν διὰ τοῦ ειος κτητικῶν, οἱ Ἴωνες ἀπο‐
βάλλοντες τὸ ἰῶτα, τὴν ει δίφθογγον διὰ τοῦ εος
προσφέρουσιν· οἷον, φλόγειος, φλόγεος· ἐς δ’ ὄχεα
φλόγεα, τὸ ρει διφθόγγῳ· τὰ διὰ τοῦ ειος κτητικὰ, |
---|
σημαίνοντα μέρος σωματικὸν ἢ μετουσιαστικὸν, διὰ τῆς | |
mu 380 | ει διφθόγγου γράφεται. σιδήρειος, χρύσειος, οὕτω
καὶ μαρμάρειος γίνεται ἐκ τοῦ μάρμαρον· σημαίνει δὲ
τὸ λευκόν· τοῦτο ἐκ τοῦ μαρμαίρω τὸ λάμπω· μέλ‐
λοντα οὐκ ἔχει. |
5 | Μαυλὶς ἡ μάχαιρα· καὶ ἴσως εἴρηται παρὰ τὸ μαῦρον,
ὃ ἔστι τὸ ἀμαυρὸν τῇ λαμπήδωνι· ὅτι δὲ ἄνευ τοῦ α
λέγεται σαφῶς παρ’ Ἡσιόδῳ· ῥεία τέ μιν μαυροῦσι
θεοί· Δημήτριος δὲ παρὰ τὸ ὁμοῦ αὐλίζεσθαι τοῖς
φοροῦσιν ὁμαλις· ἀποπεσόντος οὖν τοῦ ο, ἔμεινε μαυ‐ |
---|
10 | λίς.
Μάραθρον, Ῥωμαῖοι λέγουσιν αὐτὸ φαινούκλουμ, παρ’
ὅτι φαῖνον ποιεῖ τὸν ὄκλον, ἤγουν τὸν ὀφθαλμὸν,
Ἕλληνες δὲ διὰ τὸ μαραίνειν καὶ ξηρᾶν ποιεῖν τὴν
σάρκα· ἢ ψωρίαν ἐσθιόμενον ποιεῖν. |
---|
15 | Μάραθρον κατ’ ἀποβολὴν τοῦ ρ· μάραθρον γάρ ἐστι
παρὰ τὸ μαραίνειν εὐθέως τὸ ἄνθος.
Μάταιος, παρὰ τὸ μάτος· ὅπερ εἴρηται παρὰ τὴν ἄτην
μάτιος, ὡς φίλος, φίλιος καὶ φίλαιος, οὕτω μάτιος, ἀφ’
οὗ μάτια καὶ μάταιος, ὡς παρὰ τὸ θάλασσα θαλάσ‐ |
---|
20 | σιος θαλασσαῖος. Καλλίμαχος, πολυθαλασσίων μαν‐
δότρʹ.. ἐπιδών· ὡς παρὰ τὴν ὥραν, ὥριος καὶ ὡραῖος.
Μάρμαρον, διὰ τὴν μαρμαρυγὴν, ἤγουν τὴν λάμψιν·
ἢ διὰ τὸ μέρος αἴρεσθαι· ἢ διὰ τὸ μαρμαραίνειν ἤγουν
στίλβειν. |
---|
25 | Μαρνᾶται, μάχεται ἐν πολέμῳ, παρὰ τὸ μαραίνεσθαι
καὶ φθείρεσθαι.
Μάρψαι, κυρίως μάρψαι ἔστι τὸ ταῖς χερσὶ συλλαμ‐
βάνειν· μάρη γὰρ ἔλεγον τὰς χεῖρας· ἔνθεν τὸ εὐχε‐
ρὲς εὐμαρές· οὕτως εὗρον ἐν ὑπομνήματι. |
---|
30 | Μαρναμένοιϊν, ἀπὸ τοῦ μαρνῶ μάρνημι, μαρνάμενος,
μαρναμένοιν καὶ πλεονασμῷ τοῦ ἰῶτα μαρναμένοιϊν·
τὸ δὲ μαρνῶ ἀπὸ τοῦ ἀρνός· οἱ παλαιοὶ γὰρ τὰς
πραγματείας μετ’ ἀρνῶν ἐποιοῦντο, ὅθεν καὶ τὸ ἀρνῶ
ἀρνοῦμαι. |
---|
35 | Μάρπτω, ὃ δηλοῖ τὸ καταλαμβάνω· καὶ εἰς τὸ ἁμαρ‐
τάνω καὶ μάρτυροι.
Μαρσίππιον, ὁ ἐν αὐτῷ πάντα μάρπτων καὶ συνέχων·
ἔστι δὲ ζύγιον.
Μάρτιος, παρὰ τὸ ἄρην ἄρτιος καὶ μάρτιος, κατὰ |
---|
40 | πλεονασμὸν τοῦ μ· τῶ γὰρ μηνὶ τούτῳ ἑορτὴν ἦγον
τῷ Ἄρεϊ· ἐφετὴν γὰρ λέγουσιν Ἑλλήνων παῖδες· τοῦ‐
τον τῆς τῶν ὅπλων γυμνασίας, καὶ πρὸς τιμὴν τούτου
ἔθυον τράγον, καὶ ἐχρίοντο ἐκ τοῦ αἵματος αὐτοῦ,
ὅθεν καὶ τὸ γυμνάσιον μέχρι τῶν δεῦρο κεκράτηται |
---|
45 | παρ’ Ἕλλησι· καὶ τὸ τῶν κυάμων ἄλευρον κατὰ μί‐
μησιν χρίονται ἀντὶ τοῦ αἵματος.
Μάρτυροι, δύο γενικὰς ἐπιδέχεται, ὡς τὸ ψίθυρις
ψίθυρος ψιθύρου, οὕτω μάρτυς μάρτυος, καὶ πλεο‐
νασμῷ τοῦ ρ μάρτυρος· τὸ δὲ μάρτυς γίνεται παρὰ τὸ |
---|
mu 380 (50) | μάρπτω, τὸ καταλαμβάνω μάρπτυς καὶ μάρτυς ἀπο‐
βολῇ τοῦ π· ὁ ἐκ τοῦ κατειληφέναι δυνάμενος περὶ
αὐτοῦ εἰπεῖν· ἢ παρὰ τὸ μαρμαίρω τὸ λάμπω, ὁ λαμ‐
πρύνων καὶ εἰς φῶς ἄγων τὸ ζητούμενον· κλίνεται δὲ
μάρτυς μάρτυος, καὶ κατὰ πλεονασμὸν τοῦ ρ μάρτυρος· |
55 | καὶ μάρτυρος μαρτύρου.
Μάρτυς ἐλέγχου διαφέρει· μάρτυς γὰρ ἐπ’ ἀγαθοῦ
λαμβάνεται· ἔλεγχος δὲ ἐπὶ φαύλου.
Μασσῶμαι, παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείω καὶ κινῶ, |
---|
ἀφ’ οὗ καὶ τὸ σήθω· καὶ προσλαβὼν τὴν μα συλλα‐ | |
mu 381 | βὴν ἐποίησε τὸ μασῶ καὶ μασῶμαι, τὸ εἰς λεπτὰ τὴν
τροφὴν κερματίζειν καὶ κατακόπτειν.
Μασθὸς, παρὰ τὸ μῶ τὸ ζητῶ, καὶ τὸ θῶ τὸ θηλά‐
ζω, κατ’ ἀντίφρασιν, ὁ μὴ πρὸς τὸ θηλάζεσθαι ζη‐ |
5 | τούμενος.
Μάστιγξ, ἐκ τοῦ μαστίζω, τοῦτο παρὰ τὸ μάσσω τὸ
μαλάσσω, ἢ παρὰ τὸ ἱμάσσω τὸ πλήσσω.
Μαστίζω, ἀπὸ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν,
γίνεται ἱνὰς καὶ ἱμὰς, ἡ γενικὴ ἱμάντος, καὶ ἐξ αὐτοῦ |
---|
10 | γίνεται ἱμαστίζω· καὶ κατ’ ἀποβολὴν τοῦ ι μαστίζω·
τὸ μετὰ δυνάμεως πλήσσω.
Μάστιγξ, παρὰ τὸ ἱμάσσω, σημαίνει δὲ τὸ πλήττω·
τοῦτο παρὰ τὸ ἱμὰς ὁ λῶρος.
Μάρσιππος, σάκκος, θυλάκιον, βαλαντίον. |
---|
15 | Μαστροπὸς, ὃ ἔστι μαυλιστής· μαστροπὸς ἥξει τοὺς
ἐραστὰς καὶ ἐρωμένους.
Μαστροπὸς, παρὰ τὸ μάττεσθαι τοῖς τρόποις.
Μαστροπὸς, μα, τὸ σημαῖνον τὴν μητέρα καὶ τὸν
τρόπον, οἱονεὶ ἡ δοκοῦσα ἔχειν μητέρος τρόπον· σημαί‐ |
---|
20 | νει δὲ τὴν μαυλίστριαν· σὺν αὐτῷ δὲ τετάχθω καὶ τὸ
προαγωγόν.
Μαστὸς καὶ μαζὸς διαφέρει, μαστὸς μὲν γὰρ ἐστὶν ὁ
γυναικεῖος· κυρίως δὲ, διὰ τὸ εἶναι μεστὸς γάλακτος·
μαζὸς δὲ ὁ ἀνδρεῖος, ὡς καὶ ὁ ποιητὴς δηλοῖ· νεύρην |
---|
25 | μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον· τινὲς δὲ ἀδιαφό‐
ρως χρῶνται ταῖς λέξεσι.
Μαστὸς ὁ γυναικεῖος, παρὰ τὸ μεστὸς εἶναι γάλακτος·
ἢ ἀπὸ τοῦ μαστεύεσθαι ὑπὸ τῶν παίδων· ἢ παρὰ τὸ
μαστεύεσθαι, ὃ ἔστι ζητεῖσθαι ὑπὸ τοῦ βρέφους. |
---|
30 | Μαστὸς ὁ ἀνδρῶος, παρὰ τὸ μὴ ἐσθίεσθαι.
Μαστοὶ, κυρίως ἐπὶ τῶν γυναικείων, οἷον, μασητοὶ, οὗ‐
τοι γὰρ ἀλλήλοις τροφὴ, ἀπὸ τοῦ τὴν μαστάκα, τουτ’‐
ἔστι τὴν τροφὴν τῶν γεννωμένων παρέχειν, ἀφ’ ἧς
καὶ τὸ μάσημα· ἢ ἀπὸ τοῦ προσμάττεσθαι καὶ προ‐ |
---|
35 | φύεσθαι τούτοις πρῶτον τὰ βρέφη, οἷον παστοὶ, ἀπὸ
τοῦ πάσσεσθαι, ἢ παστοὶ τινὲς ὄντες, ἀπὸ τοῦ πᾶν
αὐτοὺς τὰ βρέφη· ὁ δὲ Σωρανὸς φησὶ ὑπὸ τῶν θηλα‐
ζομένων ἐπισπᾶσθαι· ἢ παρὰ τὸ μῶ τὸ ζητῶ, παρά‐
γωγον μάζω καὶ μαστὸς, ὃν ἐπιζητοῦσι οἱ παῖδες· δύ‐ |
---|
40 | ναται δὲ καὶ παρὰ τὸ αὐτὸ μάζω μάζα, ἡ ζητουμένη
τροφὴ, ὡς σχίζω σχίζα.
Μασχάλη παρὰ τὸ εἰς μαστὸν χαλᾶσθαι· ἢ παρὰ τὸ
σχῶ σχήσω, σχήλη, ὡς στήσω στήλη, καὶ μεταθέσει
τοῦ α εἰς η σχάλη, καὶ πλεονασμῷ τῆς μα συλλαβῆς |
---|
45 | μασχάλη, ἡ λίαν κατέχουσα, ἅτινα ἂν σχῆ· ἢ ἀπὸ
τοῦ χαλᾶσθαι εἰς μασθόν· ἢ εἰς ἣν χαλᾶσθαι ὁ μῦς·
ἢ ἀπὸ τῆς ἀλέας, τὴν διὰ τὴν κάμπην τοῦ σώματος·
οὕτω Σωρανός· ὁ δὲ Ἡρακλῆς ἀπὸ τοῦ μαστεύειν τὶ ὑπ’
αὐτὴν ἐπειδὴ οἱ ὑφαινούμενοί τι ὑπ’ αὐτοῦ κρύπτεσθαι. |
---|
mu 381 (50) | Μαχλὰς, ἡ πόρνη, καὶ μαχλὸς ὁ κατωφελὴς, παρὰ
τὸ χαλῶ, μαχαλὸς καὶ μαχλός.
Μασσαλία, Φωκαεῖς καταλιπόντες τὴν Ἰωνίαν διὰ τὴν
τῶν Περσῶν ἔφοδον, παρεγένοντο εἰς Γαλατίαν· καὶ
ἰδόντες ἁλιέα, ἐπ’ αὐτὸν ἴεσαν, ἑαυτοῖς παρακελευόμε‐ |
55 | νοι Μεσσαλιεῖς· οὗτος δὲ συλληφθεὶς, ἔδειξεν αὐτοῖς
οἰκήσιμον τόπον· ὅθεν καὶ Μεσσαλίαν ὠνόμασαν, ἐν
ᾗ καὶ ἔλαβον τὸν ἁλιέα.
Ματῶ, εἰς τὸ αὐτομάτως, καὶ χατίζεις.
Μάχαιρα, διὰ τὸ μάχεσθαι ῥᾷον· ἢ διὰ τὸ μάχεσθαι |
---|
60 | πᾶσι φύσεσι, καὶ τόνον ἐμποιεῖν βίᾳ· ἢ παρὰ τὸ | |
---|
mu 382 | μάχῃ χαίρειν· ἢ ὅτι αἷμα χέει· ἢ παρὰ τὸ τοῖς αἵ‐
μασι χαίρειν· ἢ παρὰ τὸ εἰς μάχην αἴρεσθαι καὶ λαμ‐
βάνεσθαι· ἢ διὰ τὸ χέειν αὖθις τὸ αἷμα.
Μάχη, παρὰ τὸ ἄχος ἄχη καὶ μάχη πλεονασμῷ τοῦ |
5 | μ· ὡς ἄλευρον μάλευρον, καὶ χεὶρ χειρὸς χειράδιον
καὶ χερμάδιον.
Μαχήσομαι, μαχῶ μαχήσω· τὸ μαχῶ ἐκ τοῦ μάχω
βαρυτόνου εἴρηται· τὸ δὲ παθητικὸν μάχομαι· ὁ γὰρ
χαρακτὴρ παθητικὸς ἐστὶ, τὸ δὲ σημαινόμενον ἐνέρ‐ |
---|
10 | γειαν δηλοῖ· κανὼν γὰρ ἔστιν ὁ λέγων, ὅτι τὰ εἰς χω
λήγοντα βαρύτονα, τῷ α καθαρῷ παραληγόμενα σπά‐
νιά εἰσι, τὸ ἄχομαι καὶ τὸ μάχομαι, καὶ ταῦτα μὲν
ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡς βαρύτονα· ἀπὸ δὲ
τοῦ παρατατικοῦ ὡς περισπώμενα ποιοῦνται τὴν κλίσιν· |
---|
15 | Ἡρωδιανός.
Μὰψ, ἀντὶ τοῦ ματαίως ἐπίῤῥημα.
Μεγάλη, παρὰ τὸ μὴ καὶ τὸ γῆ μηγὴ, καὶ τροπῇ τοῦ
πρώτου η εἰς ε καὶ τοῦ δευτέρου εἰς α μέγα· καὶ τὸ
σέλας ἀπὸ τοῦ μέγας· τοῦτο δὲ εἴρηται ἀπὸ μετα‐ |
---|
20 | φορᾶς τοῦ ὑψηλοῦ καὶ ἐπηρμένου τόπου· ἢ παρὰ τὸ
μὴ εἰς γῆν εἶναι.
Μέγαρον, οὐδέτερον, τὸ τῆς Δήμητρος ἱερόν· μέγαρον
δὲ ἔστιν ὁ οἶκος· μέλαθρον δὲ ἡ ὀροφὴ ἀπὸ τοῦ με‐
λαίνεσθαι ὑπὸ τοῦ καπνοῦ, ὡς Ὅμηρος· αὐτὴ δ’ αἰθα‐ |
---|
25 | λόεντος ἀνὰ μεγάροιο μέλαθρον· οὐ γὰρ ἂν εἴποι
τις οἴκου οἶκος· καὶ εἰς τὸ ἑστία.
Μέγας, τὸ ἐπίθετον συστέλλει τὸ α, διότι τὰ εἰς ς λή‐
γοντα μετὰ διχρόνου, καὶ τὰ ἑξῆς· καὶ σεσημείωται
τὸ μέγας. βαρύνεται τὸ κύριον ὄνομα, ὅπερ ἰσοσυλλά‐ |
---|
30 | βως κλίνεται, ὁ Μέγας τοῦ Μέγα, ἐξ οὗ καὶ τὸ παρώνυ‐
μον Μεγάδης. καὶ ὁ ποιητὴς καὶ Πέριμον Μεγάδην·
ἤγουν τοῦ μεγάλου τὸν υἱόν· καὶ διαφέρει τὸ κύριον
τοῦ προσηγορικοῦ· ὅτι τὸ μὲν κύριον ἰσοσυλλάβως κλί‐
νεται καὶ ἐκτείνεται τὸ α· τὸ δὲ προσηγορικὸν περιτ‐ |
---|
35 | τοσυλλάβως καὶ συστέλλει τὸ α καὶ εἰς τὸ βασιλεὺς
καὶ μείζων.
Μεγαλεῖον, ἐν τοῦ μεγάλως· ἔστι δὲ μετουσιαστι‐
κόν.
Μέγας, ἀπὸ μεταφορᾶς τοῦ ὑψηλοῦ τόπου· ἢ παρὰ τὸ |
---|
40 | εἰς γῆν μὴ εἶναι.
Μέγας, παρὰ τὸ μὴ καὶ τὸ γῆ μήγας, καὶ τροπῇ τοῦ η
εἰς ε μέγας.
Μέγας καὶ πολὺς διαφέρει· μέγας μὲν ἐπὶ πηλικότητος
τάσσεται, πολὺς δὲ ἐπὶ ποσότητος· ὁμοίως καὶ τὸ μι‐ |
---|
45 | κρὸν τοῦ ὀλίγου, τὸ μὲν μικρὸν ἐπὶ πηλικότητος, τὸ δὲ
ὀλίγον ἐπὶ ποσότητος· ὅθεν ὁ λέγων, μικρὸν ὕδωρ ἀντὶ
τοῦ ὀλίγον ἀκυρολογεῖ.
Μέγεθος, παρὰ τὸ μέγα μέγαθος, καὶ τροπῇ τοῦ α εἰς
ε μέγεθος. |
---|
mu 382 (50) | Μεγαλόφρων, μεγαλόψυχος.
Μεγαλώνυμον, μεγαλόδοξον, περίδοξον.
Μεγαλοψυχία, ἔστιν ἀρετὴ ψυχῆς καθ’ ἣν δύναται
φέρειν τὴν εὐτυχίαν καὶ τὴν ἀτυχίαν, τιμὴν καὶ ἀτι‐
μίαν· μικροψυχία δὲ ἐστὶ μακρὰ ψυχῆς καθ’ ἣν ἀδύ‐ |
55 | νατόν ἐστι φέρειν εὐτυχίαν.
Μεδέων, μετοχὴ, ὡς φιλέων, κανὼν γάρ ἐστιν ὁ λέ‐
γων· τὰ εἰς δω λήγοντα ῥήματα δισύλλαβα, μὴ ἔχον‐
τα τὴν πρὸ τέλους συλλαβὴν εἰς ε στοιχεῖον παραλή‐
γουσαν, περισπᾶσθαι θέλει· οἷον, πηδῶ πηδήσω, |
---|
60 | σκεδῶ σκεδάσω· οὕτως ἔστι τὸ ἐδῶ καὶ μεδῶ· ταῦτα | |
---|
mu 383 | δὲ βαρύνονται καὶ περισπῶνται· ἀναλογώτερον οὖν ἐστι
περισπώμενον. μεδεῶν, ὡς νοέων καὶ φιλέων· πολλαὶ
δὲ εἰσὶ καὶ τοῦ ἐδῶ κινήσεις· ἔδεσμα καὶ ὁδηγός.
Μέδιμνον, μοδʹ ε, ὡς εἶναι μοδʹ δ· μέτρον δὲ ξέστων |
5 | κβ· ἄλλο δὲ ϛ.
Μεγαλύνω, παρὰ τὸ μεγάλως· τοῦτο παρὰ τὸ μὴ εἰς
γῆν εἶναι, ὡς πρὸς σύγκρισιν τῶν μικρῶν, τῶν οὐ
πολὺ τῆς γῆς ἀφεστώτων.
Μέδων σημαίνει τὸν βασιλέα, ἡ εὐθεῖα ὁ μέδων· γέ‐ |
---|
10 | γονε δὲ ἀπὸ μετοχῆς ὄνομα μετοχικόν· τὸ θέμα μέδω·
τοῦτο παρὰ τὸ ἕζω τὸ καθέζομαι, γίνεται ἔδω καὶ
μέδω, καὶ μέδων, ὁ ἑδραίως καθεζόμενος· καὶ εἰς τὸ
μήδω.
Μέζεα, τὰ αἰδοῖα, ὅτι μέσεά ἐστι τῆς οὐρᾶς· οὐρᾶς δ’ |
---|
15 | ὑπὸ μεζ’ ἔθεντο· Σικελοὶ δὲ καὶ Ταραντῖνοι μέσα
αὐτὰ καλοῦσι.
Μεθέμεν, ἔστιν ἀπαρέμφατον Ἰωνικὸν ἢ Δωρικὸν ἐνερ‐
γητικοῦ καὶ παρατατικοῦ, πρώτης τῶν περισπωμένων·
οἷον, μεθῶ μεθήσω· Ὅμηρος μεθέμεν, καταλιπεῖν, |
---|
20 | ἀπὸ τοῦ ἔναι καὶ πλεονασμῷ τῆς με ἔμεναι, καὶ συγ‐
κοπῇ τῆς αι διφθόγγου ἔμεν καὶ μετὰ τῆς προθέσεως
μεθέμεν ἐκ τοῦ ἵημι τὸ πέμπω, τὸ ἀπαρέμφατον
ἔναι.
Μεθέμεν, ἀφεῖναι συγχωρῆσαι· ἵημι τὸ πέμπω καὶ |
---|
25 | μετὰ τῆς μετὰ μεθίημι, ὁ μέλλων μεθήσω, ὁ παρα‐
τατικὸς μεθίην, τὸ πληθυντικὸν μεθίεμεν καὶ τὸ ἀπα‐
ρέμφατον μεθιέμεναι καὶ κατὰ συγκοπὴν μεθέμεν,
ἤγουν ἀποπέμψαι τὴν ὀργήν.
Μέθες, ἄφες, βάλε, ἀπὸ τοῦ ἵημι· ὁ δεύτερος ἀόρι‐ |
---|
30 | στος ἧν ἡ μετοχὴ εἳς ἕντος καὶ τὸ προστακτικὸν ἕς·
καὶ μετὰ τῆς μετὰ προθέσεως μέθες· σεσημείωται γὰρ
τὸ θὲς, δὸς, ἕς.
Μεθήμων, ὁ ἀμελὴς, ὄνομα· τὸ θη ἦτα· ὥσπερ γὰρ
ἀπὸ τοῦ νοήσω νοήμων· οὕτως ἀπὸ τοῦ μεθῶ μεθήσω, |
---|
35 | μεθήμων.
Μεθίω, τὸ ἀμελῶ, τὸ θι μακρόν· τὰ εἰς ω καθαρὰ
βαρύτονα, ὑπὲρ δύο συλλαβὰς, τῷ ι παραληγόμενα
ἐκτείνεται· τὰ διὰ τοῦ ι ῥήματα ὑπὲρ δύο συλλαβὰς
κλινόμενα εἰς μέλλοντα, διὰ τοῦ ι γράφεται· καὶ γί‐ |
---|
40 | νεται ἐκ τοῦ μέθηες ὃ σημαίνει τὸν οἶνον.
Μεῖς, ὁ μὴν, Δωρικῶς. δεῖ γινώσκειν, ὅτι ἡ εὐθεῖα
τριχῶς λέγεται· μεῖς Δωρικῶς, καὶ μὴς Ἀττικῶς, καὶ
μὴν κοινῶς.
Μεθοδεία, ἡ τοῦ χρόνου ἔρευνα καὶ ἡ τέχνη. |
---|
45 | Μέθυσο, παρὰ τὸ μέθηες, ὃ σημαίνει τὸν οἶνον· καὶ
Ὅμηρος, καὶ μέθυ, χίλια μέτρα· τοῦτο παρὰ τὸ
μέθη· τοῦτο παρὰ τὸ μεθίω, τὸ ἀμελῶ· ἐτυμολογεῖται
δὲ παρὰ τὸ ἐμὲ θύειν.
Μεθύμναιος, ὁ Διόνυσος, ὅτι μεθ’ ὕμνων ἦλθε· |
---|
mu 383 (50) | τάχα δὲ ὅτι καὶ παρὰ τὴν μέθην εἴρηται καὶ
μεεθυδώτης / μεεθηδότης.
Μεγαλεῖον, τὸ λει διφθόγγῳ διάτι; τὰ διὰ τοῦ ειον
μετουσιαστικὰ μὴ σημαίνοντα μέρος σώματος, διὰ τῆς
ει διφθόγγου· καὶ προπερισπᾶται. οἷον, ἑτερεῖος, |
55 | πρυτανεῖος, γυναικεῖος, μεγαλεῖος.
Μέγας, ποίου εἴδους τῶν ὑποπεπτωκότων; τῷ ὀνόματι·
πρὸς τὶ ἔχων; πρὸς γὰρ τὸ μικρὸν ἔχει.
Μείζων, παρήχθη ἀπὸ τοῦ μέγας· καὶ ἐγένετο πρῶ‐ |
---|
60 | τος τύπος τῶν συγκριτικῶν μεγάτερος, ὁ δεύτερος μεί‐ | |
---|
mu 384 | ζων, ὁ τρίτος μέσσων· καὶ οἱ μὲν Αἰολεῖς τὸν ἵππον
ἴσσον, καὶ τὸ βλέπω βλέσσω, ὑφαιροῦνται τὸ β καὶ
πλεονασμῷ τοῦ υ ποιοῦσι λεύσσω· καὶ παρὰ τοὺς Βοι‐
ωτοὺς μείζων, ὡς εἴρηται· ἡ δὲ τῶν Ταραντίνων· διά‐ |
5 | λεκτος, τὰ δύο σς εἰς ξ τρέπει ὡς καὶ ἡ τῶν Βοιω‐
τῶν.
Μειλίχιος, παρὰ τὸ μέλι μέλιχιος· καὶ πλεονασμῷ
τοῦ ι μειλίχιος.
Μειλίγματα, σημαίνει τὰ πραϋντικὰ, ὥσπερ ἀπὸ τοῦ |
---|
10 | μειλίσσω μείλιγμα.
Μειλίσσω, τὸ καταπραΰνω διὰ τῆς ει διφθόγγου·
παρὰ τὸ μέλι ἢ τὸ μέλος γέγονε μελίσσω.
Μέλισσα, παρὰ τὸ ἐν τοῖς μήλοις ἱζάνειν· μῆλα δὲ
λέγει Ὅμηρος τὰ πρόβατα. |
---|
15 | Μεῖον, μικρὸν, παρὰ τὸ μέρος γέγονε μερίων καὶ κατὰ
συγκοπὴν τοῦ ρ μεΐων, καὶ κατὰ κράσιν μείων, καὶ
τὸ οὐδέτερον μεῖον· καὶ εἰς τὸ Βενιαμὶν, καὶ μειδιῶ,
καὶ μὴν καὶ μήρυγμα, καὶ μικρόν.
Μειονεκτεῖσθαι, τουτ’ἔστι τοῖς μικροῖς ἡττᾶσθαι. |
---|
20 | μεῖον γὰρ σημαίνει τὸ μικρόν, οἷον, ἐπὶ μικρὸν ἔχε‐
σθαι, τουτ’ἔστι κρατεῖσθαι.
Μεῖστος σημαίνει τὸν ἕνα· διὰ τῆς ει διφθόγγου
γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ων συγκριτικῶν εἰς
τος γινόμενα, εἰ μὲν ἀπὸ τῶν ὑπὲρ δύο συλλαβὰς |
---|
25 | παραχθῶσι, διὰ τοῦ ι μόνου παράγονται, οἷον, χε‐
ρείων, χέριστος, εἰ δὲ ἀπὸ τῶν δισυλλάβων, φυλάτ‐
τουσι τὴν ει δίφθογγον· οἷον, πλείων πλεῖστος· λῴων
λῷστος, σημαίνει δὲ τὸν συμφέροντα. οὕτω καὶ μείων
μεῖστος· ἰστέον ὅτι τὰ εἰς ων καθαρὰ δισύλλαβα τέσ‐ |
---|
30 | σαρά εἰσι· καὶ τὰ μὲν δύω διφθόγγῳ παραλήγονται,
καὶ ἐκφωνοῦσι τὸ ἰῶτα, πλείων, μείων· τὰ δὲ ἕτερα
διφθόγγῳ παραλήγονται, καὶ ἀνεκφώνητον ἔχουσι τὸ ι·
οἷον, λῴων, ῥᾴων.
Μειράκιον, παρὰ τὸ εἴρω τὸ λέγω εἰράκιον· καὶ |
---|
35 | πλεονασμῷ τοῦ μ μειράκιον.
Μειράκιον καὶ μείραξ διαφέρει· μείραξ μὲν ἐπὶ θη‐
λείας, μειράκιον δὲ ἐπὶ ἄῤῥενος· καὶ εἰς τὸ γέρων.
Μείρεται, εἰ μὲν σημαίνει τὸ μερίζεται, γίνεται ἀπὸ
τοῦ μέρος, μερῶ, μέρομαι, καὶ πλεονασμῷ τοῦ ι μείρο‐ |
---|
40 | μαι· εἰ δὲ σημαίνει τὸ ἐπιθυμῶ, γίνεται ἀπὸ τοῦ ἵμε‐
ρος, ἱμέρω καὶ πλεονασμῷ τοῦ ι ἱμείρω καὶ ἱμείρομαι,
τὸ τρίτον ἱμείρεται καὶ ἀποβολῆ τοῦ ι μείρεται.
Μειράκισκος καὶ μειράκιον εἴρηται ἀπὸ τοῦ μεῖον
καὶ ἧττον εἴρειν καὶ λέγειν τῶν ἀνδρῶν τὸν νέον. |
---|
45 | Μεὶς, σημαίνει τὸν μῆνα καὶ γράφεται διὰ τῆς ει
διφθόγγου· ἐπειδὴ οἱ Δωριεῖς διὰ τῆς η γράφουσιν
αὐτό· ἔθος δὲ ἔχουσι τὴν ει δίφθογγον εἰς η, τρέ‐
πειν, οἷον πλείων πλήων, μείων μήων. ἰστέον, ὅτι
τὸ μεὶς μὴν ὑπῆρχε καὶ ἔτρεψε τὸ η εἰς τὴν ει δί‐ |
---|
mu 384 (50) | φθογγον· καὶ ἐπειδὴ τὰ εἰς ν λήγοντα, ἀρσενικὰ ἢ
θηλυκὰ, οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ν δίφθογγον, οἷον
Σωλὴν, Πλάτων, ἔτρεψε τὸ ν εἰς ς· καὶ ἐγένετο
μείς· πρόσκειται ἀρσενικὰ ἢ θηλυκὰ, διὰ τὰ οὐδέτερα,
οἷον τὸ διπλοῦν, τὸ χρυσοῦν· λέγει δὲ ὁ Διονύσιος, |
55 | ὅτι μὴν ἦν, καὶ ἔτρεψε τὸ ν εἰς ς· καὶ ἐγένετο μής·
καὶ ἐπειδὴ οἱ ἀρχαῖοι ἠγνόουν τὰ μακρὰ στοιχεῖα, ἐτί‐
θεσαν ἀντὶ τοῦ η τὸ ε, καὶ ἀντὶ τοῦ ω τὸ ο οὕτω·
καὶ ἐνταῦθα ἀντὶ τοῦ ι ἔθηκαν τὸ ε· καὶ εἶπον μές·
εἶτα τὸ λοιπὸν μετὰ τὸ φανῆναι τὰ μακρὰ νομίσαντες, |
---|
60 | ὅτι ἀντὶ τοῦ ει κεῖται τὸ ε, προσέθηκαν τὸ ι, καὶ | |
---|
mu 385 | ἐγένετο μεὶς διὰ τῆς ει διφθόγγου· ὁ δὲ ἕβδομος
εἱστήκει μείς· λέγει δὲ τὸ μεὶς ὁ Ὦρος, καὶ ὁ Ἀρκά‐
δης καὶ ὁ Εὐδαίμων ἄκλιτον εἶναι· ἡ γενικὴ ὡς κτεὶς
κτενός. |
5 | Μέλαθρον, κυρίως λέγεται τὸ μέσον τῆς στέγης ξύλον
τὸ ὑπερτον καλούμενον ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ
καπνοῦ· ὅταν οὖν εἴπῃ Ὅμηρος, αὐτὴ δ’ αἰθαλόεντος
ἀναΐξασα μελάθρου ἕζετο, τοῦτο φησὶ δηλοῦν· τινὲς δὲ
ἁπλῶς τὸν ὄροφον ἢ τὸν οἶκον. |
---|
10 | Μέλισσα, οἱονεὶ μέλιζα, ἡ πᾶσιν ἐφιζάνουσα τοῖς καρ‐
ποῖς· μῆλα γὰρ κατὰ πάντα εἴρηται οἱ καρποὶ τῶν
βοτάνων, ὅθεν καὶ πολύμηλος γῆ.
Μέλαινα τὰ διὰ τοῦ αινα θηλυκὰ προπαροξύτονα
ὑπὲρ δύο συλλαβὰς, διὰ τῆς αι διφθόγγου γράφεται, |
---|
15 | οἷον, μύραινα, δράκαινα, λέαινα, οὕτω καὶ μέλαινα·
καὶ γίνεται ἐκ τοῦ μέλας μέλανος· ὁ κανὼν, τὰ εἰς
ας ὀνόματα περιττοσυλλάβως κλινόμενα, διὰ τοῦ ντ
κλίνεται, μέλας μέλαντος, ἐξ οὗ καὶ τὸ, μελάντερον
ἠΰτε πίσσα· τάλας τάλαντος· ἐπεκράτησε δὲ ἡ συν‐ |
---|
20 | ήθεια, διὰ μόνου τοῦ ν αὐτὰ κλίνεσθαι· πρόσκειται
περιττοσυλλάβως διὰ τὸ μέγας μέγα, λάας λάα.
Μέλαν παρὰ τὸ μὴ καὶ τὸ λάειν, τὸ μὴ βλέπειν,
ὅθεν ἀλαὸς ὁ τυφλὸς, καὶ· ὁ μὲν λάε νεβρὸν ἀπάγ‐
χων. |
---|
25 | Μελδόμενος, παρὰ τὸ τὰ μέλη ἔδειν, ὃν ἔστιν ἐσθίειν,
ἢ τήκειν, οἷον, μελέδειν καὶ μέλδειν κατὰ συγκοπήν·
ἔστι δὲ μελδόμενος ὁ τηκόμενος.
Μελέαγρος, κύριον, παρὰ τὸ μέλλειν αὐτῷ τὴν ἄγραν.
Μελεδῶναι, αἱ τὰ μέλη ἔδουσαι φροντίδες· ὅθεν |
---|
30 | Ἡσίοδος γυιοκόρους αὐτὰς καλεῖ, τὰς ἕως κόρου τὰ
γυῖα ἀναλυούσας, καὶ οἱ Αἰολεῖς σταλαγμὸν τὴν ὀδύ‐
νην λέγουσιν· ἀποστάζουσι γὰρ καὶ ῥέουσιν· Ὅμηρος,
τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· καὶ εἰς τὸ
κήδω. |
---|
35 | Μελέεσι, ποιητικῶς τοῖς μέλεσιν, ὁ κανὼν εἴρηται εἰς
τὸ ἡγεμόνεσσι. τὶ διαφέρει μέλος καὶ μέρος; διαφέρει·
ὥσπερ γὰρ τὰ μέλη μέρη τοῦ σώματός εἰσι, καὶ τὰ
μέν εἰσι βραχέα τὰ δὲ μακρὰ, καὶ τὰ μὲν εἰς ἐνέρ‐
γειν, ὡς ἐπὶ τῶν χειρῶν, τὰ δὲ ἐπὶ τὸ περιπαθεῖν, |
---|
40 | ὡς ἐπὶ τῶν ποδῶν· οὕτω καὶ τὰ μέλη τὰ μέν εἰσιν
ὀξύτονα, τὰ δὲ βαρύτονα, καὶ οὕτως ἀποτελοῦσι τὴν
ἐν ἁρμονίᾳ μελῳδίαν· ἔστι δὲ μέρος εἴδους τῶν ὑπο‐
πεπτωκότων τῷ ὀνόματι συνωνυμίας· συνώνυμον δέ ἐστι,
τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν· τὸ δὲ μέλος |
---|
45 | παρὰ τὸ μέρος· τὰ γὰρ μέλη μέρη εἰσὶ τοῦ σώματος·
μεταφορικῶς δὲ ἡ ἐναρμόνιος μελῳδία.
Μέλαιον, τὸ μάταιον, παρὰ τὸ λῶ τὸ θέλω, καὶ Ἰω‐
νικῶς λέω, ὃ μὴ λέομεν, τουτ’ἔστιν ὃ μὴ θέλομεν,
οὐδεὶς γὰρ θέλει τὸ μάταιον. |
---|
mu 385 (50) | Μελέτη, ἡ φροντὶς, διὰ τὸ τὰ μέλλοντα μεριμνᾷν,
παρὰ τὸ μέλλειν.
Μέλη, τὰ μέρη συνωνύμως, κατὰ μείζονα καὶ ὁλοσχε‐
ρέστεραν νοούμενα περιγραφὴν· ἢ ἀπὸ τῶν κατὰ τὴν
μουσικὴν μελῶν ἁρμονίαν, ὡσὰν εἴπης μέρη. |
55 | Μέλισσα, παρὰ τὸ ἐν τοῖς μήλοις ἱζάνειν· μῆλα δέ
εἰσι τὰ ἄνθη· Ὅμηρος· αὐτῇ σοι ῥίζοισι καὶ αὐτοῖς
ἄθεσι μήλων. καί τι μετέχει τοῦ ἄνθους; καὶ γὰρ ἡ
μέλισσα τῶν ἀνθέων τὰ χρησιμώτατα συλλέγουσα ποιεῖ |
---|
τὸ μέλι. | |
mu 386 | Μελισσάων, μελίσσων· ὁ κανών· οἱ Αἰολεῖς τὰς
εἰς ων γενικὰς, τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομέ‐
νας, διὰ τοῦ αων προσφέρουσιν, οἷον, μοῦσαι μουσάων,
πύλαι πυλάων, ἀδιναὶ ἀδινάων, μέλισσαι μελισσάων· |
5 | οἱ δὲ Δωριεῖς διὰ τοῦ εων, πύλαι πυλέων. Ὅμηρος,
πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ.
Μελίφρων, παρὰ τὸ μέλισσα, τοῦτο ἐκ τοῦ μῆλον,
ὃ σημαίνει τὸν πάντα καρπὸν, μήλιζά τις οὖσα, ἡ
τοῖς καρποῖς ἐφιζάνουσα· ἡ γὰρ μέλισσα, τῶν ἀνθέων |
---|
10 | τὰ χρησιμώτατα συλλέγουσα ποιεῖ τὸ μέλι· τὰ μὲν
καλὰ ἐκλέγεται, τὰ δὲ φαῦλα ἀποῤῥίπτει· λέγεται δὲ
καταχρηστικῶς ὁ γλυκὺς ἄνθρωπος οἱονεὶ, ὁ γλυκαίνων
τὰς φρένας· ὅμως καὶ κρίθης μελίφρονος εἴρηκε.
Μέλος, κατὰ σύγκρισιν τοῦ ἔπους, τὸ μεμελισμένον ἢ |
---|
15 | ἀπὸ τῆς τοῦ μέλιτος γλυκύτητος. Μόρσιλος δὲ τὰς ἐν
Λέσβῳ γενομένας παρθένους Μούσας ἐπὶ τὰ πένθη φοι‐
τᾷν καὶ θρηνεῖν, ὅθεν ἐπεκράθησε τὰ ἀδόμενα μέλεα
κληθῆναι· οἱ δὲ ἀπὸ τοῦ μελιγόρου Πινδάρου μελισσο‐
τευκηρίων, ὃ ἔστι τὸ μέλος τὸ ἑκάστῳ μεμελημένον· |
---|
20 | καὶ γὰρ μετὰ φροντίδος σκευάζεται.
Μελῳδία, παρὰ τὸ μέλος, ἐξ οὗ καὶ μελῳδός· γρά‐
φεται δὲ διὰ τοῦ ω μεγάλου· τὰ γὰρ παρὰ τὴν ᾤδην
γινόμενα ἅπαντα διὰ τοῦ ω γράφεται· οἷον, ὑμνῳδὸς,
τραγῳδὸς, ψαλμῳδὸς, χωρὶς τῶν παρὰ ὁδόν· ταῦτα |
---|
25 | γὰρ διὰ τοῦ ο γράφεται.
Μέλος καὶ ὠδὴ, ἀπὸ μεταφορᾶς τῶν μελῶν τοῦ σώμα‐
τος· καὶ εἰς τὸ μελέεσσι καὶ μέλπω.
Μέλπηθρα, παίγνια παρὰ τὸ μέλπω τὸ παίζω· δηΐω
μέλπεσθαι ἄρηϊ. |
---|
30 | Μέλπω, παρὰ τὸ μέλος, ὃ σημαίνει τὴν ᾠδὴν, γίνεται
μέλω, καὶ πλεονασμῷ τοῦ π μέλπω· ἐξ οὗ καὶ
μολπή.
Μελχισεθὲκ, τὸ χι ἰῶτα διάτι; ἀπὸ παραδόσεως τὸ
μελ λέγεται βασιλεὺς, τὸ σεθὲκ λέγεται δικαιοσύνη· |
---|
35 | λέγεται δὲ οὖν μελχισεδὲκ βασιλεὺς δικαιοσύνης· καὶ
μελχισαλὴμ βασιλεὺς εἰρήνης· καὶ ἀνάγεται εἰς τὸν
Χριστὸν ἡ τοιαύτη παραγωγὴ παρ’ Ἑβραίοις.
Μέλλω σημαίνει τέσσαρα· τὸ ὠφείλω, ὡς τὸ, ᾧ μέλ‐
λεις εὔχεσθαι· τὸ φροντίζω, ὡς τὸ, καὶ σὲ χρὴ ταῦ‐ |
---|
40 | τα πάντα μέλλειν νύκτας τε καὶ ἦμαρ· καὶ τὸ βρα‐
δύνω, ὡς τὸ, τὶ μέλλεις; τὶ ἀναδύη; καὶ τὸ φαίνω
ὡς τὸ οὕτω που Διῒ μέλλει ὑπερμένεϊ φίλον εἶναι·
καὶ τὸ πρέπω· καὶ ἀπέκειτο ὡς τὸ ἔμελλον ἆρα.
Μέλλω, διὰ δύο λλ, ἐπειδὴ οὐδέποτε βαρυτόνως ἐνε‐ |
---|
45 | στὼς δι’ ἑνὸς λ ἐκφέρεται· καὶ διὰ τοῦτο τὰ φθά‐
σαντα γενέσθαι βαρύτονα καὶ τὰ ὅμοια ἄχρι τοῦ πα‐
ρατατικοῦ κλίνεται ὡς βαρύτονα, ἀπὸ δὲ τοῦ παρατα‐
τικοῦ ὡς περισπώμενα. καὶ εἰς τὸ πλημμέλεια, καὶ
σεμέλεια καὶ μελῳδός. |
---|
mu 386 (50) | Μέλεα, τὰ ἄθλια καὶ μάταια, μέλεος γὰρ ὁ ἄθλιος,
μάταιος καὶ ταλαίπωρος καὶ δυστυχής.
Μελῳδὸς, παρὰ τὸ μέλος καὶ τὸ ᾠδή· τὸ δὲ μέλος
σημαίνει δύο· τὸν ψαλμὸν καὶ γίνεται παρὰ τὸ μέλλω
τὸ φροντίζω· ἢ παρὰ τὸ ἔλω τὸ ἐλαύνω, ἔλος καὶ |
55 | μέλος. σημαίνει καὶ τὸ μέρος τοῦ σώματος, καὶ γίνε‐
ται παρὰ τὸ μείρω τὸ μερίζω.
Μεμαῶτα, προθυμούμενον· χρόνου παρακειμένου με‐
τοχῆς· ἔστιν ἀπὸ τοῦ μῶ τοῦ σημαίνοντος τὸ προθυ‐ |
---|
μοῦμαι, δευτέρας συζυγίας τῶν περισπωμένων· ὁ μέλ‐ | |
mu 387 | λων μήσω, ὁ παρακείμενος μέμηκα, ἡ μετοχὴ ὁ μεμη‐
κὼς, καὶ τροπῇ τοῦ η εἰς α καὶ ἀποβολῇ τοῦ κ,
μεμαώς.
Μέμω, τὸ προθυμοῦμαι, ἐξ οὗ καὶ ὄνομα ῥηματικὸν μα‐ |
5 | τὸς, καὶ μετὰ τοῦ αὐτὸς γίνεται αὐτόματος, ὁ αὐτό‐
κλητος· ὁ μέλλων μεμῶ, ὁ παρακείμενος μέμακα, ἡ
μετοχὴ ὁ μεμακὼς, καὶ ἀποβολῇ τοῦ κ μεμαώς· καὶ
κλίνεται μεμαῶτος μεμῶτος κατὰ συναίρεσιν· τὸ πλη‐
θυντικὸν μεμῶτες, καὶ πλεονασμῷ τοῦ α ποιητικῶς με‐ |
---|
10 | μαῶτες· καὶ φυλάττει τὸ α· τὸ θηλυκὸν ἡ μεμῶσα·
ζήτει τὸν κάνονα εἰς τὸ ἑστῶσα.
Μεμυελωμένα, παρὰ τὸ μυαλῶ, τοῦτο παρὰ τὸ μύω
τὸ ἀσφαλίζω, γίνεται μυελὸς ὁ ἠσφαλισμένος ὑπὸ τοῦ
ὀστέου· λέγεται δὲ καὶ μυαλὸς, ἐκ τούτου μυαλῶ |
---|
15 | μυαλώσω· καὶ τὰ λοιπὰ δηλωτικά.
Μεμυκέναι, κρύψαι, κολλῆσαι ἢ καμμῦσθαι· σημαίνει
δὲ κυρίως καὶ ἠχῆσαι, ἀπὸ τοῦ μυκῶ, ὁ μέλλων μυ‐
κήσω, μεμύκηκα ὁ μέσος μέμυκα, τὸ τρίτον μέμυκεν·
Ἡσίοδος, μέμυκε δὲ γαῖα καὶ ὕλη, ἀντὶ τοῦ ἤχησε· |
---|
20 | καὶ τὸ ἀπαρέμφατον μεμυκέναι.
Μέμφεαι, ἐπὶ τῶν τριῶν προσώπων τῶν πληθυντικῶν
οἱ Ἴωνες ἀποβάλλουσι τὸ τ τοῦ τρίτου προσώπου, καὶ
δεύτερον ποιοῦσιν· ἐνέργειαν δὲ οὐκ ἔχει· γίνεται ἐκ
τοῦ μέμφη μέμφω, τὸ παθητικὸν μέμφομαι μέμφεται, |
---|
25 | ἐκβολῇ τοῦ τ μέμφεαι.
Μεσίτης, ὁ μεταξὺ δύο ὤν· καὶ σημαίνει τὸν μεσά‐
ζοντα. διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ος
διὰ τοῦ ιτης γινόμενα διὰ τοῦ ι γράφεται, οἷον, τό‐
πος τοπίτης, στῦλος στυλίτης, λόχος λοχίτης, μῦ‐ |
---|
30 | θος μυθίτης· οὕτω καὶ μέσος μεσίτης.
Μεμψίμοιρος, φιλεγκλήμων, μεμφόμενος.
Μέμνησο, μνημόνευσον, μιμνήσκου.
Μεμισθαρνικὸς, ὁ μισθῷ κάμνων· ἢ διὰ μισθὸν
ψεῦδος ποιῶν. |
---|
35 | Μενδήσιος, μένδος ἐλέγετο παρ’ Αἰγυπτίοις ὁ τράγος,
ἐκ τοῦ μένδος, μένδητος, μενδήτιος καὶ μενδήσιος· ἢ ὅτι
τοπικόν ἐστι, ὡς θαλάσσιος, οὐράνιος.
Μέλας, εἰς τὸ λάας.
Μένος, εἰς τὸ δυσμένης, καὶ εὐμένης καὶ ζαμένης. |
---|
40 | Μέντοιγε, ἐκ τοῦ μὲν, καὶ τοῦ τοὶ, καὶ τοῦ γέ· ἔστι
δὲ ἐπίῤῥημα μεσότητος.
Μενοῦνγε, τρεῖς εἰσὶ σύνδεσμοι σημαίνει δὲ βεβαι‐
ότητα καὶ ἀληθές.
Μενοῦν, διὰ τοῦτο, τοιγαροῦν. |
---|
45 | Μενοινᾶ, ἔστι γὰρ πολέμοιο μενοινᾶ· καὶ μενοινῶ, με‐
νοινᾶς. σημαίνει δὲ τὸ προθυμῶ.
Μένος, ἡ δύναμις.
Μερμέριζε, φρόντιζε, βουλεύου. παρὰ τὸ μερίζω,
τοῦτο παρὰ τὸ μέρος· τοῦτο παρὰ τὸ μείρω, μερῶ, με‐ |
---|
mu 387 (50) | ρίζω καὶ μερμερίζω, καὶ τροπῇ τοῦ ε εἰς η, μερμη‐
ρίζω, ἀπὸ τοῦ, ἐπὶ τάδε καὶ τάδε μερίζεται τὴν
ψυχὴν τοῦ μεριμνῶντος· ὅθεν καὶ μερμήρας τὰς φρον‐
τίδας ἔνιοι λέγουσιν.
Μέρμις, μέρμιθος, τὸ σχοινίον· καὶ εἰς τὸ ὄρνι‐ |
55 | θος.
Μεριμνῶ, παρὰ τὸ μέριμνα, τοῦτο παρὰ τὸ μερίζω
μερίσω, μεμέρικα, μεμέρισμαι, μέριμνα. ἐτυμολογεῖται
δὲ παρὰ τὸ μερίζειν τὸν νοῦν.
Μερὶς, παρὰ τὸ μερίζω, τοῦτο παρὰ τὸ μείρω τὸ με‐ |
---|
60 | ρίζω· ἢ παρὰ τὸ μέλος μελίζω καὶ μερίζω. | |
---|
mu 388 | Μέροψ, ὁ ἄνθρωπος, συνώνυμον· γίνεται παρὰ τὸ μεί‐
ρω τὸ μερίζω, ὁ μεμερισμένην ἔχων τὴν ἔναρθρον
ὄπα, ἤγουν τὴν φωνὴν, ὥσπερ σύγκρισιν τῶν ἄλλων
ζώων· ἐπειδὴ ἐὰν λαλῇ ὁ ἄνθρωπος μερίζεται εἰς |
5 | συλλαβάς.
Μέροπες, οἱ μορητικοὶ καὶ κακοπαθεῖς· οἱ δὲ μεμορη‐
μένοι τὸ λόγιον. οἱ δὲ μεμορῆτες τὸν λόγον· ἑκάστῳ
γὰρ ὀνόματι φωνῇ παράκειται. οὐ γὰρ πάντων ἢ ἐν
ὁμοθρόως, οὐ δι’ ἄγυρις· ἄλλοι δὲ τοὺς ὑπὸ ὄρον |
---|
10 | πεπτωκότας, οἷς κατὰ τ’οὐναντίον μάκαρες, οἱ μὴ
κῆρα ἔχοντες, οἱ ἀθάνατοι.
Μέσος, παρὰ τὸ μερίζω μερίσω, μέρισος καὶ κατὰ συγ‐
κοπὴν μέσος· ἐτυμολογεῖται παρὰ τὸ τὰ μέρη ἶσα
ἔχειν. |
---|
15 | Μεσημβρία, παρὰ τὸ μέση καὶ τὸ ἡμέρα μεσημερία,
καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ β, μεσημβρία.
Μεσίας, ὁ Χριστὸς, παρὰ τὸ μέσος.
Μεσούσης, ἔστιν ἶσον, καὶ τροπῇ τοῦ ι εἰς ε, καὶ
πλεονασμῷ τοῦ μ, μέσος, καὶ ἐκ τούτου μεσῶ, μεσώσω, |
---|
20 | τρίτης συζυγίας τῶν περισπωμένων· καὶ ἡ μετοχὴ ὁ
μεσῶν τοῦ μεσοῦντος, καὶ τὸ θηλυκὸν ἡ μεσοῦσα, τῆς
μεσούσης· καὶ ἀπὸ τοῦ μεσάζω μεσάζουσα καὶ κατὰ
συγκοπὴν μεσοῦσα.
Μεστὸς καὶ μεστὸν τὸ πλῆρες, παρὰ τὸ ἔω τὸ πληρῶ, |
---|
25 | ἐξ αὐτοῦ ἐστὸς, καὶ πλεονασμῷ τοῦ μ, μεστός.
Μετὰ δαῖτα, δύο μέρη λόγου· μετὰ πρόθεσις, δαῖτα
ὄνομα· ἡ εὐθεῖα ἡ δαῖς.
Μεταβαλεῖν καὶ μεταμορφοῦσθαι, καὶ ἀλλοιοῦσθαι
καὶ ἑτεροιοῦσθαι διαφέρει. μεταβαλεῖν μὲν γάρ ἐστι |
---|
30 | πάθος κοινόν· καὶ καιρῶν γίνεται μεταβολὴ καὶ πρά‐
ξεων, καὶ ἀφροδισίων. Εὐριπίδης· μεταβολὴ πάντων
γλυκύ· μεταμόρφωσις δὲ μεταχαρακτηρισμὸς, καὶ μετα‐
τύπωσις σώματος εἰς ἕτερον χαρακτῆρα· ἀλλοίωσις δὲ
οὐ μόνον μετασχηματισμὸς χαρακτῆρος, ὡς Ὅμηρος, |
---|
35 | ἀλλοῖος μοι ζῆν ἐφάνη ἠὲ πάροιθεν· ἀλλὰ τῆς προτέ‐
ρας ὑπολήψεως ποίησις ἕτερα· ἑτεροίωσις δὲ ὅταν ἀφ’
ἑτέρου σώματος εἰς ἕτερον μεταβάλλεται· οἷον, Νιόβη
εἰς λίθον.
Μεταλλῶ, σημαίνει τὸ ζητῶ, καὶ πολυπραγμονῶ, δευ‐ |
---|
40 | τέρας συζυγίας τῶν περισπωμένων· καὶ σημαίνει τὸ
πολύπονον· γίνεται ἐκ τοῦ μέταλλον, ὃ σημαίνει τὸν
τόπον, ἐν ᾧ ὁ χρυσὸς τίκτεται· ἢ ἡ χρυσίτης γῆ· καί
τι μετέχει τὸ μέταλλον, πρὸς τὸ μεταλλῶ· ἐπειδὴ ταῦ‐
τα εὐρένης οὐ τῆς τυχούσης, ἀλλὰ καὶ τῆς ἀναγκαίας |
---|
45 | δέονται.
Μεταμέλεια, σχῆμα παρασύνθετον, ἐκ τοῦ μεταλῶ‐
μαι καὶ μετανόω, καὶ μεταγινώσκω.
Μετάφρενον, τὸ μεταξὺ τῶν ἐξοχῶν τοῦ νώτου· καὶ
τοῦ μέρους μέσον. |
---|
mu 388 (50) | Μετάξιν, διὰ τὸ μεταξὺ ζώου καὶ δένδρου· ἔστι δὲ
σπέρμα καὶ οὐ σπέρμα, ζῶον, ἑρπετὸν, πτερωτὸν καὶ
σπερματικόν.
Μεταίχμιον, ὁ μεταξὺ δύο στρατιώτων τόπος.
Μεταλλᾶν, ἀντὶ τοῦ ζητεῖν ἐν αὐτῷ τι. τὸ γὰρ ζη‐ |
55 | τεῖν μεταλλᾶν ἔλεγον.
Μεταξὺ, ἀπὸ τοῦ μεσάζω· ἔθος ἔχουσιν οἱ Δωριεῖς
τρέπειν τὸ ς εἰς τ, καὶ γίνεται μετάξω καὶ μεταξύ·
καί ἐστιν ἐπίῤῥημα.
Μετάρσιος, ὁ ὑψηλός· ἔστιν αἴρω ὁ μέλλων ἀρῶ, |
---|
60 | Αἰολικῶς ἄρσω, καὶ ἐξ αὐτοῦ ἄρσιος ὄνομα, καὶ μετὰ | |
---|
mu 389 | τῆς μετὰ προθέσεως μετάρσιος, ὁ λίαν ὑψούμενος·
ἡ γὰρ μετὰ ἐπίτασιν σημαίνει ἀρτίως.
Μετάφρενα, οἱ μεταξὺ τῶν νώτων τόποι μετὰ τὰς
φρένας ἐγγύς· τὰ ὀπίσθια τῆς κεφαλῆς· ἐν τῇ κε‐ |
5 | φαλῇ γὰρ αἱ φρένες.
Μετανασταταὶ, μέτοικοι φυγάδες.
Μεταμφίκεσθαι, μετενδύεσθαι ἑσθῆτα.
Μεταπεσεῖν, τὸ ἀπὸ δόξης εἰς ἀτιμίαν ἐλθεῖν.
Μετάβολοι, μεταπράται, πραγματευταί. |
---|
10 | Μέτοικος ξένος.
Μετεστείλατο, μετεπέμψατο, μετεκαλέσατο.
Μεταχρονοῦντες, μετασχηματίζοντες.
Μετέπειτα, μετὰ ταῦτα.
Μετριάζει, ταπεινοφρονεῖ, μέτρια φρονεῖ. |
---|
15 | Μετριοπαθεῖν, συγγινώσκειν.
Μεταπλασμὸς ἔστιν, ὅταν τραπῇ ἡ τελευταῖα συλ‐
λαβὴ τῆς λέξεως εἰς ἄλλην συλλαβὴν, οἷον, διχόμηνι,
πολυπόταγι.
Μετέωρος, ὁ ὑψηλὸς, παρὰ τὸ αἴρω τὸ κουφίζω, καὶ |
---|
20 | ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἄειρος· καὶ ἐν ὑπερβιβασμῷ
ἔοιρος, καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω ἔωρος, καὶ
μετὰ τῆς μετὰ προθέσεως μετέωρος· ἐξ οὗ καὶ ἐωρί‐
ζω καὶ μετεωρισμός.
Μετρῆσαι, εἰς τὸ ἀριθμῆσαι. |
---|
25 | Μέτριον, τὸ ταπεινὸν καὶ ἐπιεικὲς, παρὰ τὸ μετρῶ,
τὸ ὑπερταπεινούμενον· τοῦτο παρὰ τὸ μέτρον τοῦτο
παρὰ τὸ μείρω τὸ μερίζω. ὥσπερ παρὰ τὸ δείρω δέ‐
τρον, οὕτω παρὰ τὸ μείρω μέτρον· σημαίνει δὲ δύο, τὸ
ταπεινὸν, καὶ τὸ ὑποκοριστικὸν τοῦ μέτρου. |
---|
30 | Μέτρον, τινὲς τὸ κοῖλον, παρὰ τὸ μέσον εἶναι, τὰ δ’
ἄλλα ἀπ’ αὐτοῦ· τὸ δὲ μετροῦν, μέθορος ποιοῦν ἐτυ‐
μολογεῖται.
Μετώπηδον τὰς φάλαγγας, μετώπηδον στήσαντες,
ἀντὶ τοῦ ἔμπροσθεν τῶν ὠπῶν. |
---|
35 | Μέτωπον, ἔστιν ἐνταῦθα πρόθεσις ἀντὶ προθέσεως,
τουτ’ἔστιν ὑπέρωπον, τὸ ὕπερ τοὺς ὦπας μέρος ὂν,
μέτωπον, παρὰ τὸ ἄνω τῶν ὠπῶν ἵστασθαι.
Μέχρι, ἐπίῤῥημα χρόνου δηλωτικόν· ἢ ἐπίῤῥημα καιροῦ
παραστατικόν· τὸ χρι ἰῶτα διάτι; τὰ πεφυκότα ἐπιῤ‐ |
---|
40 | ῥήματα, κᾂν τε μετὰ τοῦ ς, κᾄν τε ἄνευ τοῦ ς διὰ
τοῦ ι γράφεται, οἷον, πολλάκις, ὀλιγάκις, μέχρις,
ἄχρις καὶ ἄχρι· πλὴν τοῦ χρὴ, ὅπερ καὶ παρ’ ἡμῖν
λέγεται· παρὰ πολλοῖς δὲ ἀπόχρης.
Μέχρι, τῆς δεῦρο ἕως τῆς σήμερον· μέχρι τῆς δεῦρο, |
---|
45 | ἕως ὧδε, ἕως νῦν.
Μετοχὴ ὀνόματος διαφέρει· καθὸ ἐν μὲν τοῖς ὀνόμασί
τινα ἐστὶ μονογενῆ τινὰ δὲ κοινὰ, τινὰ δὲ τριγενῆ, ἡ
μέντοι μετοχὴ τὴν τριγένειαν ἠσπάσατο· τύπτων γὰρ
τύπτουσα καὶ τύπτον· πλὴν τοῦ ἐκτρώσασα· ταύτης |
---|
mu 389 (50) | γὰρ τῆς μετοχῆς ἡ φωνὴ ἐπὶ τοῦ ἄῤῥενος οὐ συνίστα‐
ται· τὸ δὲ ῥῆμα ἐκτρῶ, ἐκτρᾶς, ἐκτρώσασα. μὴ παρα‐
δῶς ὑποτακτικὸν ἐκ τοῦ δίδωμι, δώσω, ὁ β ἀόριστος
ἔδων καὶ τὸ ὑποτακτικὸν ἐὰν δῶ, ἐὰν δῶς· καὶ πα‐
ραδῶς. |
55 | Μὴ, τὸ μὲν ἀπαγορευτικὸν ἐπίῤῥημα, μετὰ πόσων ἐγκλί‐
σεων συντάσσεται; μετὰ τριῶν. μετὰ προστακτικοῦ
ὡς Ὅμηρος, μὴ ψεύδε’ ἐπιστάμενος σάφα εἰπεῖν·
καὶ ὁ Δαβίδ, μή με καταποντισάτω καταιγὶς ὕδατος.
καὶ μετὰ ποίων προσώπων συντάσσεται ἐν τοῖς προσ‐ |
---|
60 | τακτικοῖς; ἐν μὲν τοῖς προστακτικοῖς μετὰ δευτέρου καὶ | |
---|
mu 390 | τρίτου προσώπου συντάσσεται, εἰς ἐνεστῶτα· οἷον, μή
δ’ ἔα νῆας ἅλαδ’ ἑλκέμεν· καὶ μή μοι οἶνον ἄειρε·
μετὰ δὲ τρίτου προσώπου, ὡς ὁ Παῦλος, ὁ ἐσθίων
τὸν μὴ ἐσθίοντα μὴ κρινέτω· καὶ ὁ μὴ ἐσθίων τὸν |
5 | ἐσθίοντα μὴ ἐξουθενείτω· ἐπὶ δὲ τοῦ πρώτου τοῦ μέλ‐
λοντος, ἀορίστου ἐνεργητικοῦ παθητικοῦ, μετὰ τρίτου
προσώπου μόνον συντάσσεται, οὐ γὰρ λέγεται μὴ τύ‐
ψον, ἢ μὴ τύψαι, ἢ μὴ τυποῦ· καὶ μετὰ εὐκτικοῦ,
ὡς ἐν τῷ· εἰ μὴ ἐγὼ τάδε τόξα φαείνῳ ἐν πυρὶ θείην· |
---|
10 | καὶ μετὰ ὑποτακτικοῦ, ὡς τὸ μὴ δήπω ὑπ’ ὀχέσφι
λυώμεθα μώνυχας ἵππους· καὶ ἀλλαχοῦ· μή μιν ἐγὼ
μὲν ἵκωμαι ἴων· ὁ δὲ μ’οὐκ ἐλεήσει, οὐδέ τι μ’ αἰδέ‐
σεται· εἰ δὲ τῇ ὁριστικῇ ἐγκλίσει συντάσσεται, οὐ
μετὰ τῆς ἰδίας δυνάμεως τάσσεται, ἀλλὰ ἀντὶ τῆς οὐ |
---|
15 | ἀποφάσεως, ὡς ἐν τῷ, μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων
ἐνοσίχθων ποιμαίνει, Τρῶας τε καὶ Ἕκτορα τοῖσι δ’
ἀρήγει· ἀντὶ τοῦ οὐ διὰ τὴν ἐμὴν βούλησιν· καὶ ὡς
ἐν τῷ μὴ ὄφελες λίσσεσθαι, ἀντὶ τοῦ οὐκ ὤφελες·
ἀπαρεμφάτῳ δὲ εἰ συντάσσεται ἡ μὴ ἀπαγόρευσις, οὐ |
---|
20 | ξένον, διότι παντὸς ῥήματος ἀρχὴ τὸ ἀπαρέμφατον·
κρεῖττον δὲ εἰπεῖν, ὅτι ἡνίκα μετὰ ἀπαρεμφάτου συν‐
τάσσεται ἡ μὴ ἀπαγόρευσις, ἀντὶ προστακτικῆς ἐγκλί‐
σεως πρόσκειται· ὡς τὸ, μήτ’ αὐτὸν κτείνειν, μήτε
μναᾶσθαι ἄκοιτιν· ἀντὶ τοῦ μὴ κτεινέτω τὸν Ἀγα‐ |
---|
25 | μέμνονα ὁ Αἴγισθος, καὶ μὴ ἔστω μνηστὴρ τῆς γυναι‐
κὸς αὐτοῦ. καὶ Ὅμηρος. μὴ μὲν ἐγὼ Βρισηΐδι χεῖρ’
ἐπενεῖκαι. συνεχῶς γὰρ ὁ ποιητὴς τὰ ἀπαρέμφατα
ἀντὶ τῶν προστακτικῶν κέχρηται, ὡς ἐν τῷ, πειρᾷν δ’
ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαίους, ἀντὶ τοῦ ἀπόπει‐ |
---|
30 | ραν ποιησάτω. καὶ, πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν
ὡς ἐπιτέλλω, ἀντὶ τοῦ ἀγόρευσον. τὸ μὴ ἦτα διάτι;
πᾶν ἐπίῤῥημα μονοσύλλαβον μακροκατάληκτον ὀξύνε‐
σθαι θέλει καὶ διὰ τοῦ η γράφεται. οἷον, μὴ, νὴ, δή·
εἰς τὸ μὴ τι προσγράφεις οὐδέν; διὰ τὸ τὰ εἰς η λή‐ |
---|
35 | γοντα ἐπιῤῥήματα ἔχουσι καὶ τὸ ι προσγεγραμμένον,
οἷον, ἄλῃ, πάντῃ, πλὴν τοῦ μὴ καὶ νὴ, καὶ δηλαδή·
τὸ μὴ σημαίνει δύο, ἀπαγόρευσιν, καὶ δισταγμόν· ἀπα‐
γόρευσιν, οἷον, μὴ φάγῃς, μὴ πίῃς· δισταγμὸν δὲ, μὴ
ἀπέθανεν ὁ δεῖνα. |
---|
40 | Μηδαμινὸς, ἄτιμος, εὐτελής· εἰς τὸ οὐτιδανοῖσι.
Μήδεα, τὰ βουλεύματα, ἡ εὐθεῖα μῆδος.
Μήδεα, τὰ αἰδοῖα, παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆς γε‐
νέσεως· καὶ μέζεα, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς ζ·
ἢ μέδεα καὶ κατὰ τροπὴν τοῦ ε εἰς η μήδεα τὰ μό‐ |
---|
45 | ρια· ἦτοι μέδεα ὧν δεῖν κρατεῖν· ἢ τὰ ἔχοντα τὸ
μήδειν, ὅ ἐστι τὸ κρατεῖν, ἐπειδὴ τῆς ἀρσενότητος αἰ‐
τία· ἢ καὶ μετὰ τοῦ τοῦ σώματος οὐρὴν δ’ ὑπὸ μέζε’
ἔθεντο· ὡς καὶ Ἀρχίλοχος, ἴνας δὲ μελέων ἀπέ‐
θρισε. |
---|
mu 390 (50) | Μηδία, κέκληται, ἀπὸ τοῦ μιαροῦ μαθήματος τῆς
μηδούσης ἧς ἐδίδαξε τούς τε ἀνθρώπους ὁ Περ‐
σεύς.
Μήδω, τὸ μὴ ἦτα· καὶ ὅτι μέδων ἐστὶ, καὶ ἐκτάσει
τοῦ ε εἰς η. καὶ μέδων ὁ βασιλεὺς, μεδῶ, ἐξ οὗ καὶ |
55 | μεδέων· ἢ καὶ τὰ διὰ τοῦ ηδω ῥήματα δισύλλαβα
βαρύτονα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον, δεί‐
δω, ἐρείδω, πλὴν τοῦ μήδω· ἥδω τὸ εὐφραίνομαι· καὶ
κλυταιμνῆσαι, καὶ Προμήθευς.
Μήθ’ ἑνὸς, τρία μέρη λόγου· τὸ μὴ ἀπαγορεύσεως, τό |
---|
60 | τε σύνδεσμος, καὶ τὸ ἑνὸς ὄνομα, ἀπὸ τοῦ εἷς ἑνὸς, | |
---|
mu 391 | οἷον, μήτε ἑνός, καὶ κατὰ συγκοπὴν μήθ’ ἑνὸς, τροπῇ
τοῦ τ εἰς θ.
Μήλιον, τὸ δῶρον, ὅθεν καὶ κειμήλιον.
Μῆκος, παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ γῆ, ἦγος καὶ |
5 | μῆγος, καὶ ἐξ αὐτοῦ μῆκος, τὸ πολὺν γῆν ἔχον· ἣ
παρὰ τὸ ἥκω, τὸ ἔρχομαι, ἧκος καὶ μῆκος· τὸ τοῖς
ἐν αὐτῷ ἐρχομένοις κόπους παρέχειν.
Μῆλα, εἰς τὸ μέλισσα.
Μηκάδας, ἤτοι μηκωμένας ἀπὸ τῆς φωνῆς· μήκη γὰρ |
---|
10 | λέγεται ἡ τῶν αἰγῶν φωνή· ἢ ἀπὸ τοῦ ἐπὶ τὰ μήκη
κίειν, ὁ ἔστι πορεύεσθαι.
Μήκωνος, μάκων, μήκων· ἔστι δὲ ἡ παπαρίνα, ἡ δὲ
ταύτης κεφαλὴ κώδεια, καὶ κωδία λέγεται.
Μῆλα, τὰ πρόβατα, ἀπὸ τοῦ μεμαλλῶσθαι. ὁ δὲ καρ‐ |
---|
15 | πὸς κατ’ ἐξοχὴν, πᾶς γὰρ οὕτως ἐλέγετο· πολλὰ δ’
ὅγε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ, αὐτῇσιν
ῥίζῃσι, καὶ αὐτοῖς ἄνθεσι μήλων· ἀντεστραμμένως
δὲ εἴρηται· ἔδει γὰρ εἰπεῖν ἀνθέων μήλοις.
Μῆλον, ὀπώρα, παρὰ τὸ μηλωθρῶ, ὃ σημαίνει τὸ |
---|
20 | βάπτω· ὥριμον γὰρ ῥούσιόν ἐστι.
Μῆλον, τὸ πρόβατον, ὅθεν καὶ μηλωτή· δηλοῦσιν οἱ
Δωριεῖς διὰ τοῦ α.
Μήλη ἰατρικὴ, δι’ ἧς ψηλαφᾶται τὰ πονούμενα· μη‐
λοῦν γὰρ τὸ ψηλαφᾶν λέγεται· καὶ μήλωα θεαταὶ, |
---|
25 | πορφύρα βάμματα.
Μηλωτὴ, γίνεται παρὰ τὸ μῆλον, ὃ σημαίνει τὸ πρό‐
βατον· τοῦτο παρὰ τὴν ἐπιμέλειαν ἥντινα εἰς αὐτὰ
ποιούμεθα· ἢ παρὰ τὸ μαλλόν· τὸ λω μέγα διάτι;
τὰ διὰ τοῦ ωτη.... |
---|
30 | Μηλωτὴ, δέρμα, δορὰ προβάτου· μῆλα γὰρ παρὰ τῶν
Ἰώνων τὰ πρόβατα λέγονται.
Μὴν γὰρ παρὰ τὸ μήνη, ὃ σημαίνει τὴν σελήνην, δι’
αὐτῆς γὰρ τελειοῦται ὁ μήν. ἢ παρὰ τὸ μεῖον τὸ μι‐
κρὸν, γίνεται μείην καὶ κατὰ συγκοπὴν μὴν, ἡ εἰς ἄκρον |
---|
35 | ἐλάττωσις, καὶ ἀποτερμάτωσις τῆς σελήνης. καὶ εἰς
τὸ ἤμην.
Μήνη, ἡ σελήνη, ἀπὸ τοῦ μὴ μένειν ἐν ταὐτῷ, ἀλλὰ
ποτὲ μὲν μειοῦσθαι ποτὲ δὲ αὐξάνεσθαι, ὡς ἐκλεί‐
πειν· ἢ παρὰ τὸ ἐλαττοῦσθαι. ἐξ οὗ καὶ σκοτομήνη· |
---|
40 | καὶ εἰς τὸ μήν.
Μῆνιξ, ὁ μυελὸς τῆς κεφαλῆς.
Μήνιγγες, παρὰ τὸ μένειν ἐν αὐταῖς τὸν ἐγκέφαλον.
Μηνιεῖ, ἀπὸ τοῦ μαίνω τὸ ὀργίζομαι, ὁ μέλλων μανῶ,
ὁ ἀόριστος ἔμανον καὶ ἔμηνα· καὶ ἐκ τούτου μῆνις· καὶ |
---|
45 | ἐκ τοῦ μῆνις μηνίω, μηνίσω, ὁ β μέλλων μηνιῶ, τὸ
τρίτον μηνιεῖ.
Μῆνις, ἔστι παρὰ τὴν ἐμμένουσαν ὀργὴν μένις καὶ κατ’
ἐπέκτασιν τοῦ ε εἰς η μῆνις· ἐστι δὲ καὶ παρὰ τὴν
μανίαν· καὶ εἰς τὸ θυμός. |
---|
mu 391 (50) | Μῆνις, μάνις τίς ἐστι· παρὰ τὴν ὀργὴν καὶ τὴν μα‐
νίαν· ἐοίκασι γὰρ μαινομένοις οἱ ὀργιζόμενοι· ἢ παρὰ
τὸ ἐμμένειν τῷ μηνιῶντι καὶ ὀργιζομένῳ· διαφέρει δὲ
μῆνις χόλου καὶ ὀργῆς.
Μῆνιν, παρὰ τὸ μηνίω, μηνίσω μῆνις· ἢ παρὰ τὸ μένω |
55 | ἡ ἐπίμονος ὀργή· καθάπερ μὲν ἐπὶ συκῆς πρῶτον μὲν
ἔστιν ὄλυνθος, εἶτα φῆλιξ, εἶτα σῦκον, εἶτα ἴσχας,
οὕτως ὀργὴ, θυμὸς, χόλος, κότος καὶ μῆνις· ὁ μὲν
οὖν ποιητὴς ὡς συνωνύμοις ὀνόμασι συγκεχυμένως αὐτὰ
λέγει. |
---|
60 | Μήνισκος, ὁ περιτραχήλιος κόσμος, ἡ μανιάκις· παρὰ | |
---|
mu 392 | τὸ κυκλοειδῆ εἶναι καὶ περιτίθεσθαι, ἡ μεταφορὰ
ἀπὸ τῆς μήνης, ἤγουν τῆς σελήνης· κυκλοειδὴς γὰρ
ἐστί.
Μήνυμα, παρὰ τὸ μηνύω, τοῦτο παρὰ τὸ ἀνύω, ὃ |
5 | σημαίνει τὸ διέρχομαι, ἄνυμα καὶ πλεονασμῷ τοῦ μ,
ἐν πολλαῖς γὰρ λέξεσι πλεονάζει τὸ μ, καὶ τοῦ α εἰς
η τρεπομένου, μήνυμα.
Μῆνις, παρὰ τὸ μένω, τὸ ἐπιμένω, ἡ ἐναπομένουσα
ὀργή· κλίνεται δὲ μῆνις μήνιδος κοινῶς, μῆνις μήνιος |
---|
10 | αἰολικῶς.
Μήτι, διὰ τοῦ ι. ὡς ἀπὸ τοῦ νεάνις, κατὰ κράσιν γί‐
νεται νῆνις, καὶ ἐκεῖθεν νήνιος, νήνιϊ, καὶ κατὰ κρά‐
σιν τῶν δύο ιι εἰς ι μακρὸν ἓν, νήνι, ποικίλους ἀμ‐
βάλω, οὕτω καὶ ἀπὸ τοῦ μήτις μήτιϊ καὶ κράσει τῶν |
---|
15 | δύο ιι εἰς ἓν ι μακρὸν μήτι.
Μήρινθος, ἡ σπαρτὸς, παρὰ τὸ μείρεσθαι καὶ καταῤ‐
ῥεῖν ἐν τῷ κλῶσθαι αὐτὴν, ἤτοι νήθεσθαι.
Μήρα, μήρια, κατὰ μῆρ’ ἐκάη, τὸ ὁλόκληρον γὰρ ἔστι
τὰ μήρα· καὶ ὤφειλεν εἶναι κατὰ μηρὰ ὀξυτόνως· |
---|
20 | κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ ἀρσενικῶν ἢ
θηλυκῶν εἰς οὐδέτερα γινόμενα, μεταπλασιασμὸν τοῦ
αὐτοῦ σημαινομένου, ὁμότονα καθεστήκασιν, οἷον,
ἐρετμὴ ἐρετμὴν, πυρετὰ πυρὰ, χίλι’ ἄρης ἐν πεδίῳ
πυρὰ καίετο, αἱ οἰκεῖαι, τὰ οἰκεῖα, καὶ αἱ οἰκεῖαι |
---|
25 | καὶ τὰ οἰκεῖα ποιήσονται, ὁδῷ ἐπὶ παιπαλοέσσῃ,
αἱ δὲ πλευραὶ τὰ πλευρὰ. καὶ ὤφειλεν εἶναι καὶ
τοῦτο ὀξύτονον, οὐκ ἔστι δὲ· ἔδειξε γὰρ ὁ τόνος τὸ
πάθος· ἔστι γὰρ τὸ μηρίον καὶ τὰ μηρία τὸ πληθυντι‐
κὸν, καὶ κατὰ συγκοπὴν τὰ μῆρα· διαφέρει τὸ ἀρ‐ |
---|
30 | σενικὸν τοῦ οὐδετέρου. ὅτι τὸ ἀρσενικὸν μὲν ὁ ποι‐
ητὴς τίθησι καὶ ἐπὶ τῶν ἁγιαζομένων, ἤγουν θυομέ‐
νων, καὶ ἐπὶ τῶν ἀνθρωπείων· ὡς μήρους ἐξέταμον,
ἐπὶ τῶν ἀνθρωπείων, ὡς τοιοίτοι, μὲν μιάνθην αἵ‐
ματι μηροί· τὸ δὲ οὐδέτερον ἐπὶ τῶν ἁγιαζομένων |
---|
35 | μόνον· ὡς τὸ αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη· γίνεται
παρὰ τὸ μείρω τὸ μερίζω, ἀπ’ αὐτοῦ γὰρ τοῦτο με‐
ρίζεται τὸ σῶμα, μέχρι γὰρ αὐτοῦ ἕν ἐστι, ἀπ’
αὐτοῦ δὲ μερίζεται.
Μηρία, γέγονε παρὰ τὸ μηρὸς, τοῦτο παρὰ τὸ μερίζω, |
---|
40 | μερὸς καὶ μηρὸς, καὶ τὸ ὑποκοριστικὸν μηρίον.
Μηρὸς, παρὰ τὸ μερὸς, τροπῇ τοῦ ἀμεταβόλου εἰς
ἀμετάβολον, καὶ ἐκτάσει τοῦ ε εἰς η· τὸ μη ἦτα·
τὰ διὰ τοῦ ηρος ὀξύτονα ἅπαντα διὰ τοῦ η γράφεται·
πλὴν τοῦ καυστειρός. |
---|
45 | Μηρὸς, παρὰ τὸ μερίζω, ἔνθα μεμέρισθαι τὸ σῶμα
καὶ τροπῇ τοῦ ε εἰς η· οὕτως Ἡρωδιανὸς ἐν τοῖς ἐπι‐
μερισμοῖς.
Μηριόνης, ὁ διὰ τῶν μηρῶν τὴν ὄνησιν αὐτῷ ἐμ‐
ποιῶν· ταχὺς γὰρ ἦν καὶ μόλος, ἀπὸ τοῦ μο‐ |
---|
mu 392 (50) | λίσκειν.
Μηρυκισμὸς, ἐκ τοῦ μηρυκίζω, τοῦτο ἐκ τοῦ μηρύκω,
μηρύκειν γὰρ λέγεται τὸ ἐκ βάθους ἀρύεσθαι τὴν τρο‐
φὴν καὶ εἰς μικρὰ κόπτειν· τοῦτο παρὰ τὸ μηρίω τὸ
ἀναλέγομαι, τοῦτο παρὰ τὸ μερὸς· μερυχʹ.. τὸ εἰς |
55 | μικρὰ κοπτόμενον.
Μήρυγμα, ἀπὸ τοῦ τῆς ὑποστατικωτέρας ὑπάρξεως εἰς
μεῖον καὶ ἔλαττον ἕλκεσθαι, οἱ δὲ μόρημα, ἐπεὶ διὰ
πόνου ἐργάζεται· μορεῖν γὰρ τὸ πονεῖν, ὅθεν καὶ μόρ‐
τοι οἱ ἄνθρωποι. |
---|
60 | Μήστορα, τὸ κύριον διὰ τοῦ ο, Μήστορα τ’ ἀντίθεον· | |
---|
mu 393 | τὸ δὲ σημαῖνον τὸν ἔμπειρον τῆς μάχης διὰ τοῦ ω,
μήστωρας ἀΰτης.
Μηρύνθιον, μητράγριον.
Μήτειρα, σημαίνει δὲ τὴν μητέρα· διὰ τῆς ει δι‐ |
5 | φθόγγου γράφεται· τὰ γὰρ διὰ τοῦ ειρα θηλυκὰ,
διὰ τῆς ει διφθόγγου γράφεται· τὸ κάειρα καὶ ἄειρα
καὶ ἀμφίβολʹ.
Μήτηρ, παρὰ τὸ μὴ τηρεῖσθαι· αἱ γὰρ γυναῖκες πρὶν
γένονται μητέρες φυλάττονται πρὸς τὸ μὴ λυμανθῆναι |
---|
10 | τὴν αὐτῶν παρθενίαν· ἡνίκα δὲ γένωνται μητέρες οὐ
τηροῦνται.
Μητραλοίας καὶ μητρολῶας, ὁ τὴν μητέρα τύπτων.
Μητηρ, τινὲς ἀπὸ τοῦ μαστεύσθαι· τινὲς, ὅτι μέθηκε
τὸ βρέφος ἐν τῇ κυήσει· τινὲς ἀπὸ τῆς μήτρας· αὑτὴ |
---|
15 | δὲ ἡ μήτρα μήστειρα καλεῖται, καὶ ἔρα ἀπὸ τοῦ ὑγραί‐
νεσθαι ἀπὸ τοῦ θοροῦ· καθὸ καὶ οἱ ὠσιαγενεῖς, φύ‐
σεως ἐργαστήριον αὐτὴν εἶπον.
Μίλαξ, διὰ τοῦ ι, τὰ εἰς αξ λήγοντα, οὐ θέλουσι
τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον, Φαῖαξ, αὖλαξ, |
---|
20 | θώραξ, κλίμαξ, θρίδαξ, πλὴν τοῦ λεῖαξ ὃ σημαίνει
τὸν λειμῶνα, καὶ τὸ μείραξ· ἰστέον δὲ ὅτι τὸ μίλαξ
εἶδος βοτάνης ἔστιν, ἥτις λέγεται καὶ ἡ μίλος· ἐξ οὗ
καὶ μίλιον χρῶμα διὰ τοῦ ι γράφεται.
Μητίετα Ζεὺς, τὸ μῆτις γέγονεν ἐκ τοῦ μήδω, τὸ |
---|
25 | σημαῖνον τὸ βουλεύομαι, ὅθεν καὶ μέδοντες οἱ βασι‐
λεῖς λέγονται, οὓς εὐβουλίας δεῖ, ὅθεν καὶ βουληφό‐
ροι λέγονται· οὗ ὁ μέλλων μήσω ῥῆμα, καὶ ὄνομα
μῆσις, καὶ μεταθέσει τοῦ ς εἰς τ μῆτις, καὶ ἐν συν‐
θέσει ἀγκυλομήτις· ἀπὸ δὲ τοῦ μήδω ἐγένετο τὸ μῆδος |
---|
30 | ὄνομα, ὅθεν καὶ μήδεα πυκνά· καὶ ἀπὸ τούτου ἐγέ‐
νετο μητιόεις, ὄνομα ἀρσενικὸν, οὐδέτερον μητιόεν μη‐
τιόεντος· ἰστέον ὅτι ταῦτα κατὰ ποιητικὴν ἄδειαν λέ‐
γονται, ὡς ἱππότα Νέστωρ καὶ μητίετα Ζεὺς, καὶ
αὐτὰρ ὦ Θύεστα καὶ τὰ τούτοις ὅμοια· ταῦτα γὰρ καὶ |
---|
35 | μηνόπτωτά εἰσι, καὶ μετὰ ποιητικῷ μεταπλασιασμῷ
λέγουσιν εἶναι αὐτὰ, διὸ καὶ ἄκλιτα ἔμειναν· καὶ ἄλ‐
λως· παρὰ τὸ μήδω τὸ βουλεύομαι γίνεται μητίτης καὶ
κατὰ πλεονασμὸν τοῦ ε. καὶ συστολῇ τοῦ ι, γίνεται
μητιέτης· ἔστι Βοιωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος τῶν |
---|
40 | ὀνομάτων μετασχηματισμός· παρ’ ἡμῖν οὔδε ἀρσενικὸν
ὄνομα ἐπ’ εὐθείας εἰς α λήγει.
Μιαιφόνος, οἷον βιαιφόνος, καὶ τροπῇ τοῦ β εἰς μ.
ἢ ἰαιφόνος ὁ ἰαινόμενος τοῦ φόνου, τουτ’ἔστιν εὐφραι‐
νόμενος. |
---|
45 | Μήτηρ, παρὰ τὸν μῶ μήσω μέλλοντα, ὃ ἔστι φρον‐
τίσω· τὸ μη ἦτα, ἐκ τοῦ ματῶ μάτηρ καὶ μήτηρ, ὡς
μάτης καὶ μήτης ὁ τῶν ἀδήλων ζητητικός.
Μητίετα, ἔστιν ἡ εὐθεῖα μητιέτης, παρὰ τὸ μῆτις
τοῦτο παρὰ τὸ μήδω· ἐκ τοῦ μῆτις γίνεται μητίτης |
---|
mu 393 (50) | καὶ πλεονασμῷ τοῦ ε μητιέτης, ἡ αἰτιατικὴ τὸν μη‐
τιέτην, καὶ κατὰ μεταπλασμὸν μητίετα· διάτι προπα‐
ροξύνεται; αἱ γινόμεναι κατὰ μεταπλασμὸν εἰς α αἰ‐
τιατικαὶ, μὴ προηγουμένης γενικῆς ἢ δοτικῆς, διὰ τὸ
ἱππότης, ἱππότου, ἱππότα, προμετεπλάσθη γὰρ· |
55 | πρόσκειται τὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ λιτοῦ
λίτα καὶ λίτα πετάσας· τὸν μητιέτην γάρ· καὶ ἡ κλη‐
τικὴ ὦ μητίετα ὤφειλε βαρύνεσθαι· ἀλλὰ κανὼν
ἔστιν ὁ λέγων, ὅτι τὰ εἰς ης ἰσοσύλλαβα, εἰ τὸ τ
ἔχει, ποιοῦσιν εἰς α τὴν κλητικὴν, καὶ ὤφειλεν εἶναι |
---|
60 | μητιέτα ἀπὸ τῆς μητιέτης εὐθείας· ἀλλ’ ἐπειδὴ ἕτερος | |
---|
mu 394 | κανὼν ἔστιν ὁ λέγων, ὅτι πᾶσα πτῶσις συνεμπίπτουσα
ἑτέρᾳ πτώσει, κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ
τὸν αὐτὸν τόνον ἐπιδέχεται· τούτου χάριν ἡ κλητικὴ
τὸν αὐτὸν τόνον ἐφύλαξε τῆς αἰτιατικῆς· καὶ ἡ εὐ‐ |
5 | θεῖα πάλιν τῇ αἰτιατικῇ ὡμοφώνησεν.
Μήτρα, παρὰ τὸ μήτηρ, μητέρος, μητέρα καὶ κατὰ
συγκοπὴν μήτρα· σημαίνει δύο· τὴν μήτραν καὶ γρά‐
φεται διὰ τοῦ ἦτα· καὶ τὴν ζώνην καὶ γράφεται διὰ
τοῦ ι. καὶ Ὅμηρος, μίτρα θ’ ἣν ἐφόρει. |
---|
10 | Μήτρα, ὡς ἀπὸ τοῦ πατὴρ πάτρα, οὕτω καὶ ἀπὸ τοῦ
μήτηρ μήτρα, ὑπερβιβασμῷ τοῦ ρ, τὸ δὲ μήτηρ, παρὰ τὸ
μῶ τὸ ζητῶ· ἡ μαστεύουσα τὰ πρὸς τροφὴν τοῖς κυη‐
θεῖσι· ἢ ὅτι φυσικῶς αὐτὰ τὰ γεννηθέντα μαστεύει
καὶ ζητεῖ· ῥήτρα καὶ φήτρα, ἡ μήτρα τῆς γυναικός. |
---|
15 | Μῆχος, ἔστιν ὄνομα οὐδέτερον· τὸ μη ἦτα, λέγουσί
τινες, ὅτι ἐκ τοῦ μηχανὴ γίνεται· κατὰ παρασχημα‐
τισμόν.
Μιλιαρήσιον, τὸ καὶ χρυσοῦν καὶ ἥμισυ τοῦ ἀργύρου·
ἄγει οὐγκίας δέκα· καὶ εἰς τὸ ἄργυρος. |
---|
20 | Μιλιαρήσιον ἓν, δηνάρια δύο, στρατιωτικὸν δῶρον·
μιλιν γὰρ ἡ στρατεία.
Μίνως, διὰ τοῦ ἰῶτα· τινὲς γράφουσιν αὐτὸ διὰ τῆς
ει διφθόγγου, παρὰ τὸ μένειν λέγοντες μένως καὶ πλεο‐
νασμῷ τοῦ ι μείνως· ἡ δὲ παράδοσις διὰ τοῦ ι αὐτὸ γρά‐ |
---|
25 | φει· ἐπειδὴ εὕρηται καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ· ἢ
ὅτι παρὰ τὸ μίμνω γέγονε μίμνως καὶ Μίνως· καίπερ
διὰ τοῦ ι γράφεται· ἢ παρὰ τὸ ἲς, τὸ σημαῖνον τὴν
δύναμιν, γέγονεν ἴνως, καὶ πλεονασμῷ τοῦ μ Μίνως,
ὡς ἴα καὶ μία· ἐκ τοῦ Μίνως γίνεται Μινώταυρος ὄνο‐ |
---|
30 | μα κύριον.
Μία, ὄνομα θηλυκὸν, γίνεται παρὰ τὸ ἴα μία· ζήτει
τὰ λοιπὰ εἰς τὸ εἷς.
Μιγέντα ἐκ τοῦ μίγω· τὸ μι ἰῶτα διάτι; τὰ διὰ τοῦ
ηγω ῥήματα, εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς, |
---|
35 | εἴτε ὀξύτονα, εἴτε προπερισπώμενα διὰ τοῦ η γράφε‐
ται, οἷον, τμήγω τὸ διαχωρίζω, θήγω τὸ ἀκονῶ, ἀρή‐
γω τὸ βοηθῶ, περισπώμενα δὲ, ξυληγῶ, στρατηγῶ,
ὁδηγῶ· πλὴν τοῦ πνίγω, μίγω, λέγεται καὶ μίσγω καὶ
θίγω τὸ προσεγγίζω καὶ τὸ σιγῶ· σεσημείωται καὶ τὸ |
---|
40 | ἐπείγω, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται.
Μικρὸς, παρὰ τὸ μεῖον, ὃ σημαίνει τὸ ἔλαττον· τοῦτο
γὰρ κατὰ διάλυσιν τοῦ ι καὶ ἔκτασιν τοῦ ε εἰς η, μήϊ‐
γον καὶ ἐκεῖθεν μήϊκρον καὶ μικρὸν κατὰ συγκοπήν·
τὸν μικρὸν δὲ ἄνθρωπον εἰώθασι νάνον καλεῖν. |
---|
45 | Μικρὸς, διὰ τοῦ ι γράφεται κανόνι τοιούτῳ· τὰ εἰς
ρος καθαρὰ δισύλλαβα εἴτε κύρια εἴτε μὴ κύρια,
ἀποστρέφει τὴν διὰ τῆς ει διφθόγγου γραφήν.
Μιμαλῶνες, γυναῖκες, παρὰ τὸ μιμεῖσθαι ἄνδρας·
ἤτοι διὰ Μακεδονικὴν ἱστορίαν ἥτις κεῖται ἐν τοῖς Καλ‐ |
---|
mu 394 (50) | λιμάχου· καὶ εἰς τὸ Ἄπολλον.
Μιμηλὸν, ζῶον, ὅμοιον ἐξ ὁμοιοῦντα, παρὰ τὸ μιμεῖ‐
σθαι, ὃ καὶ μιμηλὸς, ἄνθρωπος ὁ μίμης· τὸ μι ι
διάτι; ἐκ τοῦ μῖμος μιμῶ καὶ μιμηλῶ τὸ μιμοῦμαι
ὁμοιάζω· ἐξ οὗ καὶ μίμος, ὁ μιμούμενος· καὶ εἰς τὸ |
55 | ὅμοιος.
Μὶν, ἀντωνυμία δοτικὴ, τρίτου προσώπου πρωτοτύπου,
ἐγὼ σὺ, ἲ, τοῦτο γὰρ τὸ ἲ, ὡς τρίτον βραχυνόμενον
πρόσωπον ἐφελκύσατο τὸ ν, ἔτυψε ἔτυψεν, καὶ πλεο‐
νασμῷ τοῦ μ μίν· ὡς ἴα μία, χεράδιον χερμάδιον· τὸ |
---|
60 | δὲ μὶν τρία σημαίνει γένη, αὐτὸν, αὐτὴν, αὐτό. | |
---|
mu 395 | Μίνθη, ἥν τινες ἡδύοσμον καλοῦσι· ἔτι δὲ καλάμινθος,
ἄγριον ἡδύοσμον, ὅπερ λυπουμένη ἡ Δημήτηρ ἰδοῦσα,
ἰδοῦσα, ἐμίσησε καὶ ἄκαρπον ἐποίησεν, Ὀρφεὺς, τὸ
πρὶν ἐὸν μέγα δένδρον ἐπὶ χθονὶ, καὶ φέρε καρπόν· |
5 | μήποτ’ οὖν ἡμεῖς μίνθον κατ’ ἀντίφρασιν τὴν δυσωδίαν
καλοῦμεν.
Μίξις, ὥσπερ ἀπὸ τοῦ σώσω, σωσίας, καὶ λέξω λε‐
ξίας, οὕτω καὶ μίξω μιξίας, καὶ μίξις.
Μίξις, διὰ τοῦ ἰῶτα· ὥσπερ παρὰ τὸν πράξω μέλλον‐ |
---|
10 | τα γίνεται πράξις, οὕτω καὶ παρὰ τὸ μίξω μίξις· τὸ
δὲ μίσγω διὰ τοῦ ἰῶτα, ἐπειδὴ μέμισγά ἐστιν ὁ μέσος
παρακείμενος· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου,
μεῖγα εἶχεν εἶναι· ἐὰν γὰρ εὑρεθῇ ἐν δισυλλάβῳ μέλ‐
λοντι τὸ ε ἢ μόνον, ἢ μετὰ τοῦ ι, τότε εἰς ο αὐτὸ |
---|
15 | τρέπει, ὁ μέσος παρακείμενος. οἷον, πείσω πέποιθα,
λείψω λέλοιπα, λέγω λέλογα.
Μισγάγκεια, σημαίνει κοῖλον τόπον, ὡς ὃν καταφε‐
ρόμενα τὰ ὕδατα τῶν ὀρῶν μίσγονται· γράφεται δὲ
διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ διὰ τοῦ εια προπα‐ |
---|
20 | ροξυτόνων, οὕτως οὖν καὶ ἄγκος μίσγαγκος, μισγάγ‐
κεια· σημαίνει δὲ τὸ ἄγκος τὸν ἐξέχοντα τόπον, ἐξ
οὗ καὶ τὸ ἀγκών.
Μισητὴ καὶ μισήτη διαφέρει· ἐὰν μὲν γὰρ ὀξυτονήσω‐
μεν, σημαίνει τὴν ἀξίαν μία, καθὼς καὶ ἐν τῇ συν‐ |
---|
25 | ηθείᾳ. εἰ δὲ βαρυτονήσωμεν τὴν κατωφερῆ πρὸς συν‐
ουσίαν.
Μισθαρνία, παρὰ τὸ μισθὸς καὶ τὸ ἀρνῶ, τὸ ἀντικα‐
ταλλάσσομαι, ἐξ οὗ καὶ κατὰ παραγωγὴν ἀρνύω καὶ
ἄρνυμαι καὶ ἀρνύμενος· τὸ δὲ ἀρνῶ παρὰ τὸ ἀρνός· |
---|
30 | οἱ γὰρ ἀρχαῖοι τὰς ἀμοιβὰς διὰ τῶν ἀρνῶν ἐποιοῦντο·
τὸ δὲ ἀρνός· παρὰ τὸ ἄρην, ὃ σημαίνει τὸ πρόβατον
ῥῆν κατὰ συγκοπὴν, καὶ μεταθέσει ἀρνός· τὸ δὲ ἀρὴν
παρὰ τὸ ἄρα, ὃ σημαίνει τὴν εὐχὴν, τὰς γὰρ εὐχὰς
οἱ ἀρχαῖοι διὰ τῶν ἀρνῶν ἐποιοῦντο. |
---|
35 | Μισθὸς, οἱονεὶ πιστὸς, ὁ πείθων τινὰ ὑπηρετεῖν· ἢ
παρὰ τὸ μῖσος ὠθεῖν· ἢ παρὰ τὸ πείθω· ἢ παρὰ τὸ
μῶ τὸ ζητῶ καὶ τὸ θὴς, ὃ σημαίνει τὸν δοῦλον, πρὸς
ὃν ἀναβλέπει ὁ δουλεύων.
Μίστυλλον, παρατατικὸς τρίτου προσώπου τῶν πλη‐ |
---|
40 | θυντικῶν τῶν εἰς ω· τὸ θέμα μιστύλλω, σημαίνει τὸ
εἰς μικρὰ κατακόπτω· γέγονε δὲ παρὰ τὸ μεῖον τὸ
μικρὸν, μιτύλλω καὶ πλεονασμῷ τοῦ ς μιστύλλω, ἐμί‐
στυλλον, καὶ Ἰωνικῶς μίστυλλον.
Μνημόσυνον, ἀπὸ τοῦ μνῶ μνήσω ὄνομα ῥηματικὸν |
---|
45 | μνήμων, μνήμονος, μνημοσύνη· τὸ οὐδέτερον μνημό‐
συνον.
Μνεῖα, ἔστι μένω μενία καὶ ἐν ὑπερθέσει τοῦ ε μνέϊα,
καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι, εἰς τὴν ει δίφθογ‐
γον μνεῖα· μνεῖα δέ ἔστιν ἔν τινι οὖσα, οἱονεὶ ἐγκει‐ |
---|
mu 395 (50) | μένη.
Μνήμη, μενήμη, ἀπὸ τοῦ μένειν ἐν ἡμῖν αὐτήν·
Ἀλκμὰν δὲ φασὶ δόρκον αὐτὴν καλεῖ· βλέπομεν γὰρ
τῇ διανοίᾳ τὰ ἀρχαῖα.
Μνήμη καὶ μνεῖα διαφέρει, μνήμη μὲν γὰρ ἔστιν ἡ τῷ |
55 | μνημονικῷ ἀεὶ συνοῦσα καὶ συνοικοῦσα, μνεῖα δὲ προ‐
γεγονότος τινὸς ὑπόμνησις· ὅπου γὰρ μνεῖα ἐκεῖ καὶ
μνήμη· ὅπου δὲ μνήμη οὐ πάντως καὶ μνεῖα· ἔστι
γοῦν μνήμη γενικὴ τύπωσις, μνεῖα λόγος κατὰ ἀνα‐ |
---|
νέωσιν λεγόμενος. | |
mu 396 | Μνήσαντο, μνήμην ἐποιοῦντο τοῦ πολέμου καὶ τῆς
χάρμης· χάρμη δὲ ἡ μάχη, ἤτοι κατὰ ἐναντιότητα,
ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσι.
Μνήματα, οἱ τάφοι. |
5 | Μνηστεύου σαυτὸν, μνηστεύεσθαι δὲ ἑτέρῳ.
Μνὰ, τινὲς μὲν τρία νομίσματα ταῦτα φασὶ εἶναι· ἔνιοι
δὲ ἐτυμολογοῦντες μίαν τινὰ αὐτὴν εἶναι· κατὰ μίαν
οὖν μνά.
Μνὰ ἔχει οὐγκίας κ. ἄλλοι δὲ ἑξακοσίας. |
---|
10 | Μνάσις, κατὰ μέδιμνον· οἶμαι δὲ ἐκ Ῥωμαϊκῆς γλώσσης
παρήχθησαν· τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν
αὐτῇ τῇ γλώσσῃ· μνάσις τοίνυν παρὰ Κυπρίοις μετρεῖ‐
ται, καὶ παρ’ ἄλλοις ἔθνεσιν· εἰσὶ δὲ καὶ μόδιοι σίτου
ι, ἢ κριθῆς· ἔστι δὲ παρὰ Κυπρίοις μόδον· μέδιμνος |
---|
15 | δὲ παρ’ αὐτοῖς τοῖς Κυπρίοις διάφορος· τὸν γὰρ μέδι‐
μνον Σαλαμίνιοι ἢ Κωνστάντινοι κε μοδίων ἔχουσι·
Πάφιοι δὲ καὶ Σικελοὶ τέταρτον ἥμισυ μοδʹ αὐτὸν με‐
τροῦσι· καὶ εἰς τὸ σάτον.
Μόδιος, παρ’ Ἑβραίοις μώβηλ λέγεται, ὃ ἔστι κβ ξέ‐ |
---|
20 | στων· Ἕλληνες δὲ τὸ αὐτὸ ἑρμηνεύοντες μόδιον· φασὶ
καὶ Αἰγύπτιοι καὶ Σύροι καὶ Ἄραβες· καὶ εἰς τὸ
σάτον.
Μνήστωρ, ἐκ τοῦ μένειν στερρῶς.
Μνηστὴρ μνηστὴς διαφέρει· καὶ κλίνεται μνηστὴρ |
---|
25 | μνηστῆρος, μνηστὴ δὲ ἡ γυνὴ καὶ κλίνεται μνηστὴς·
ἰστέον ὅτι, ὁ λαμβάνων γυναῖκα πρῶτον λέγεται μνη‐
στὴρ, εἶτα νυμφίος, εἶτα ἀνήρ· ἡ δὲ γυνὴ πρῶτον
παρθένος, εἶτα μνηστὴ, εἶτα νύμφη, εἶτα γυνὴ, κᾂν
τὸ κυοφορούμενον βαστάζει· ἐὰν γὰρ οὖν προ‐ |
---|
30 | έλθῃ μήτηρ οὐ λέγεται· τὸ δὲ γεννώμενον πρῶτον μὲν
λέγεται σπέρμα, ἔπειτα ἔμβρυον καὶ ὅταν γεννήθη
υἱός.
Μνῶ, εἰς τὸ μνύω μνῶ, τὸ ἐπιμνήσκω· καὶ μνῶ τὸ
σφίγγω. |
---|
35 | Μόγος, κάματος, παρὰ τὸ μέγα, ἐν γὰρ τοῖς μεγά‐
λοις πράγμασι κοπιῶμεν· καὶ εἰς τὸ λόγος καὶ
μόχθος.
Μοθωνία, ἀλαζωνεία τις τοῦ σώματος κινητική· ὅθεν
καὶ μόθος καὶ μόθων ὁ ταρακτικός· Ὅμηρος, οἶδα δ’ |
---|
40 | ἐπαΐξαι μόθων ἵππων ὠκειάων.
Μοῖραν, ἀντὶ τοῦ μεμερίσθαι καὶ κατανεμεῖσθαι τινὰ
ἡμῶν ἑκάστῳ· καὶ εἰς τὸ ηὐμοίρησε.
Μοιρηγενὴς, γίνεται ἐκ τοῦ μοῖρα, ὃ σημαίνει τὴν
εὐτύχησιν· καὶ Ἰωνικῶς μοίρη· καὶ τὸ μοιραγενὴς, |
---|
45 | οἱονεὶ ἐπὶ εὐτυχίας γεγενημένη.
Μοιχὸς, σημαίνει δύο· τὸν ἐνδότατον τόπον, καὶ γρά‐
φεται διὰ τοῦ υ ψιλοῦ· γίνεται δὲ παρὰ τὸ νὺξ νυχὸς
κατὰ τροπὴν τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον μυχὸς,
ὁ ἐνδότατος καὶ σκοτεινὸς τόπος, παρὰ τὸ μεμυκέναι, |
---|
mu 396 (50) | ἠνυχός τις ὢν, οἱονεὶ σκοτεινός· ἢ ἐκ τοῦ μύω τὸ
καμμύω, οὗ τὰ ἐνδότερα φωτὸς ἐστέρηνται· μοῖχος δὲ
ὁ πόρνος, τὸ μοι διφθόγγῳ, καὶ γίνεται παρὰ τὴν
μὴ ἀπαγόρευσιν, καὶ τὸ οἴχω τὸ πορεύομαι· ὁ μέσος
παρακείμενος οἶκα, καὶ ἐξ αὐτοῦ μετὰ τῆς μὴ ἀπαγο‐ |
55 | ρεύσεως μηοικὸς καὶ κατὰ συγκοπὴν μοικὸς, καὶ τροπῇ
τοῦ ψιλοῦ εἰς δασὺν μοιχὸς, ὁ τὰ μὴ ἐοικότα πράτ‐
των· ἢ παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ οἴχω τὸ
πορεύομαι· ἐπιτηρεῖ γὰρ μὴ οἴχεται ὁ ἀνὴρ τῆς γυναι‐ |
---|
κός· ἢ παρὰ τὸ μίασμα ἔχεσθαι. | |
mu 397 | Μοῖρα, ἡ μεμερισμένη ἑκάστῳ καὶ δίαις καὶ δάϊς καὶ
δαίμονα, ἀφώρισται γὰρ καὶ δαίμων.
Μοιχὸς, ἀπὸ τοῦ εἰς μυχοὺς καταβαίνειν· ὁ δ’ εὐκή‐
λας μυχῷ Ἄργεος ἵππος· ὅτι οὐχ ὡς τινὲς μαίοιχος |
5 | ὁ μαιόμενος καὶ ζητῶν, πότε ἀπῆλθεν ὁ ἀνὴρ, ὡς ὁ
ποιητής· δεῦρο, φίλη, λέκτρον δὲ τραπείομεν εὐνη‐
θέντε, οὐ γὰρ ἔθ’ Ἥφαιστος καταδήμιος, ἀλλά που
ἤδη οἴχεται εἰς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους
οἱ δὲ ὁ ἐν τῷ μυχῷ ὀχεύων, ὡς Διόνυσος φησὶν. |
---|
10 | Μολόχη, διὰ τὸ μάλα χέειν τὸν χυμόν.
Μολπὴ, εἰς τὸ μέλπω.
Μόλυσμα, ἔστι μολύνω, μολυνῶ, μεμόλυκα, μεμόλυμ‐
μαι, τροπῇ τοῦ μ εἰς ς μεμόλυσμαι· ἐξ αὐτοῦ μολυ‐
σμὸς καὶ τὸ μόλυσμα. |
---|
15 | Μολῶ, τὸ παραγίνομαι· ἢ παρὰ τὸ μέλω τὸ φροντίζω
γίνεται μολῶ· ἢ παρὰ τὸ πονῶ πολῶ, τροπῇ τοῦ ἀμε‐
ταβόλου εἰς ἀμετάβολον, καὶ τροπῇ τοῦ π εἰς μ
μολῶ· εἰς ὃν γάρ τις τόπον οἰκεῖ, ἐκεῖ καὶ μολεῖ.
Μονὰς, λέγεται παρὰ τὸ μένειν ἐφ’ ὃν ἂν γένηται |
---|
20 | ἀριθμόν.
Μόλιβδος / μόλυβδος, παρὰ τὸ μολεῖν εἰς βάθος· μετὰ τούτου
γὰρ βολίζειν λέγεται τὸ πέλαγος.
Μολοβρὸς, ὁ ἀλήτης, ὁ ἐπαίτης, ὁ γαστρίμαργος, ὁ
μολίσκων ἐπὶ τὴν βοράν· ὁ ἀκόρεστος τροφῆς· παρὰ |
---|
25 | τὸ τάχιστα πληροῦσθαι τὴν ἐπιθυμίαν.
Μονονουχὶ, ἐπίῤῥημα συγκριτικόν· σημαίνει δὲ τὸ
σχεδόν, ἢ τὸ ἐγγὺς καὶ ἔστι τοπικόν.
Μοναχός ἐστιν ὁ μόνῳ τῷ θεῷ εὐχόμενος ἐν πάντι |
---|
30 | καιρῷ καὶ τόπῳ καὶ πράγματι. μοναχός ἐστιν ἔμψυ‐
χος νεκρός, καὶ σιωπῶν τῷ βίῳ.
Μονιὸς, σημαίνει τὴν ἄρκτον· γέγονε δὲ ἀπὸ τοῦ μό‐
νος μονιὸς, ἡ γὰρ ἄρκτος οὐ προσκολλᾶται ἑτέρῳ τινί·
καταχρηστικῶς δὲ σημαίνει τὸν δαίμονα. |
---|
35 | Μονοκερώτων, ἐκ τοῦ μόνος καὶ τοῦ κείρω, τὸ κό‐
πτω, γίνεται κέρας καὶ κλίνεται· κέρατος καὶ τὸ Ἰω‐
νικὸν κέραος καὶ Ἀττικῶς κέρως· καὶ μετάγεται ἡ
γενικὴ εἰς εὐθείαν καὶ κλίνεται κέρωτος· ἡ γενικὴ
τῶν πληθυντικῶν τῶν μονοκερώτων. |
---|
40 | Μονογενὴς, ὁ μόνος γεννώμενος· ἢ διὰ τὸ μόνος τῷ
γένει ὤν.
Μόνος καὶ μοναχὸς διαφέρει· μοναχὸς μὲν εἴρηται,
παρὰ τὸ μόνος τῷ θεῷ εὔχεσθαι· ἢ παρὰ τὸ μόνος
ἄχη ἔχειν, μόνος δὲ ἁπλῶς ὁ μεμονωμένος. |
---|
45 | Μόνος, παρὰ τὸ μὴ μετὰ ἑτέρου εἶναι· ἐτυμολογεῖται
δὲ παρὰ τὸ μένω, μένος καὶ μόνος.
Μορμολυκεῖον, τὸ ἐκφοβοῦν, παρὰ τὸ μορμώ. ἔστι
δὲ ὄνομα γυναικός· μεταφορικῶς οὖν ἐκ ταύτης τὰ
πρὸς κατάπληξιν ἐκτυπωθέντα προσωπεῖα, ἐκάλεσαν |
---|
mu 397 (50) | μορμολυκεῖα.
Μορφὴ, ἰδέα, παρὰ τὸ μείρω τὸ μερίζω, γίνεται μορὴ
καὶ πλεονασμῷ τοῦ φ μορφή· ἢ παρὰ τὸ μαρμαίρω
τὸ λάμπω· τὸ μορ μικρόν· τὰ ἔχοντα τὸ ε, ἐγκεί‐
μενον ἐν τοῖς ῥήμασι· τὶ διαφέρει μορφὴ καὶ σχῆμα; |
55 | διαφέρει, μορφὴ μὲν λέγεται ἐπὶ τῶν ἐμψύχων,
σχῆμα δὲ ἐπὶ τῶν ἀψύχων· καὶ σχῆμα ἔστιν ἡ πάν‐
τος ὄγκου ἀποπεράτωσις· ἡ γὰρ μορφὴ πάντα μερίζει.
Μόρος, παρὰ τὸ μείρω τὸ μερίζω, ὁ μεμερισμένος |
---|
ἑκάστῳ, ὡς σπείρω σπόρος· σημαίνει δὲ τέσσαρα· | |
mu 398 | τὸν θανάτον τὴν κακοπάθειαν, καὶ τὸν κόπον καὶ τὴν
μωρίαν.
Μόσχος, σημαίνει τρία· τὸ μοσχάριον, καὶ τὸν ἀρω‐
ματικὸν μόσχον· σημαίνει καὶ τὸ ἱμαντῶδες φυτόν· |
5 | καὶ εἰ μὲν σημαίνει τὸ μοσχάριον, γίνεται παρὰ τὸ
τῇ μήτρι κράζειν, μῶ μᾶ· ἢ παρὰ τὴν μητέρα ὀσμᾶ‐
σθαι· εἰ δὲ σημαίνει τὸν ἀρωματικὸν μόσχον, παρὰ
τὸ μέσον χεῖσθαι· εἰ δὲ τὸ ἱμαντῶδες φυτόν .....
Μόσχος, παρὰ τὸ μῶ, τὸ σημαῖνον τὸ ζητῶ, ὁ τοῖς |
---|
10 | πᾶσι ζητούμενος· ἢ ἀπὸ τοῦ ὄζω γίνεται ὄσχος, καὶ
πλεονασμῷ τοῦ μ μόσχος· ἢ κατὰ στέρησιν τῆς δυσῳ‐
δίας ἀπὸ τοῦ ὄζω ὄσχος καὶ μόσχος· δύο γὰρ σημαίνει
τὸ ὄζω.
Μοχλὸς, μὴ ὀχλὸς τίς ἐστι, ὁ μὴ ἐὼν ὀχλεῖσθαι τὴν |
---|
15 | θύραν, ὡς καὶ Ὅμηρος, ἀπ’ οὔδεος ὀχλίσσειαν,
καὶ ὄχλος ἀπὸ τοῦ κινεῖσθαι ἄκοντας ἀπ’ ἀλλήλων.
Μοῦσα, γνῶσις, παίδευσις, θεωρία, ᾠδὴ, μορφὴ
καὶ ὄνομα κύριον· ἄμουσον, ἀπαίδευτον· καὶ ἀμουσία.
Μουσικὰ, τερπνὰ, τὰ δι’ αὐλῶν καὶ κιννύρας· καὶ τὰ |
---|
20 | τούτοις ὅμοια.
Μόριον, τὸ ἐπὶ τοῦ αἰδοίου, κατ’ ἐξοχὴν δὲ τῶν ἄλλων
μορίων ἐπειδὴ γενέσεώς ἐστιν ὄργανον.
Μορία, ἡ ἐλαῖα· οἱ μὲν πᾶσαν ἐλαῖαν οὕτω καλοῦσιν·
οἱ δὲ τὰς ἱερὰς τῇ θεῷ· ἐκλήθη δὲ μορία, ὅτι δημο‐ |
---|
25 | σίαν μοῖραν ἐκ τῶν παρθένων ἐλάμβανον· ζηντʹ δὲ ὁ
μινθάδιος, ὅτι τὸ βρύον τῶν ἐλαιῶν ἐκαλεῖτο μό‐
ριον· ἔνθα αἱ ἀνθοῦσαι ἐλαῖαι μόραι· τινὲς δὲ φασὶ,
διὰ τὸν ταλλιρόθου μῦθον, ὃν ἑαυτὸν ἀνεῖλε πελέκει, |
---|
30 | βιασάμενον αὐτοῦ τὴν θυγατέρα ἀναλκίππην, εἰς τὸ
ἐλαίας μόρια ἐκλήθη.
Μοτάριον, ἔστι βῶ, βίβημι, βέβαμαι, βέβασαι, βέ‐
βαται καὶ ἐξ αὐτοῦ βατὸς, καὶ τροπῇ τοῦ β εἰς μ καὶ
τοῦ α εἰς ο, μοτὸς μοτοῦ· καὶ μοτῶ ῥῆμα μοτώσω, |
---|
35 | τρίτης συζυγίας τῶν περισπωμένων· καὶ ἐξ αὐτοῦ μο‐
τάριον.
Μοτὸν, τὸ εἰς ἀναπλήρωσιν σαρκὸς τιθέμενον· ἔνθεν
καὶ ὁμολυτός· οἷον, ὁ πεπληρωμένος σαρκός.
Μότωσις, παρὰ τὸ βῶ, βήσω, βέβηκα, βέβημαι, βέ‐ |
---|
40 | βαται βατὸς καὶ τροπῇ τοῦ β εἰς μ, ματὸς καὶ ἐξ
αὐτοῦ περισπώμενον ῥῆμα ματῶ, μάτωσις καὶ ματά‐
ριον.
Μοχθηρία, λέγεται ἡ κακία, ἀπὸ τοῦ μοχθηρὸν, ὃ
σημαίνει τὸ κακόν· τοῦτο ἐκ τοῦ μόχθος, τοῦτο ἐκ |
---|
45 | τοῦ μόγτος, ὃ σημαίνει τὸν κόπον, τροπῇ τοῦ γ εἰς
χ μόχθος.
Μυῖα, πόθεν; ἐκ τοῦ μύων· σημαίνει δὲ τὸ σαρκῶδες
τῶν ὀπισθίων μέρος, τὸ συνεσφιγμένον ὑπὸ τῶν νεύ‐
ρων· καὶ γίνεται παρὰ τὸ μύω, τὸ συσφίγγω, μύων, |
---|
mu 398 (50) | ἔνθα πάχιστος μύων ἀνθρώπου πέλεται, ὁ συνεσφιγμέ‐
νος τόπος· καὶ ἐξ αὐτοῦ γίνεται μυΐα, ἡ σαρκώδης οὖσα
καὶ παχεία. καὶ ὥσπερ ἀπὸ τοῦ ἀλύω, πλεονασμῷ
τοῦ ι γίνεται ἀλυΐω σὺν τῷ ι, οἷον, ἡ δ’ ἀλύους’ ἀπε‐
βήσατο, οὕτω καὶ τὸ μύω πλεονασμῷ τοῦ ι, καὶ ἡ |
55 | γενικὴ μυάων Αἰολικῶς.
Μύδρος, ὁ πεπυρακτωμένος σίδηρος· παρὰ τὸ μύρε‐
σθαι καὶ διαῤῥεῖν.
Μυδῶντα, σημαίνει τὸν ὄζοντα· ἔστι γὰρ μυδῶ καὶ γί‐ |
---|
νεται παρὰ τὸ μύειν τοὺς μυκτῆρας, ἤγουν τοὺς μυκτῆ‐ | |
mu 399 | ρας κλείειν· καὶ ἔστι δευτέρας συζυγίας τῶν περισπω‐
μένων, μυδᾶς γὰρ λέγομεν, καὶ ἡ μετοχὴ μυδάων
μυδῶν.
Μυεῖται, παρὰ τὸ μύω τὸ μανθάνω τὰ ἀπόκρυφα, |
5 | μύω τὸ καμμύω.
Μυελὸς, παρὰ τὸ ἐν τῷ μυχῷ εἰλῆσθαι, μυχελός τις
ὤν· καὶ εἰς τὸ μεμυαλλός.
Μυελὸς, ὅτι μεμυκόσι τοῖς ὀστέοις ἐγγενᾶται.
Μυθήσασθαι, ἐκ τοῦ μυθῶ, μυθήσω, ἐμύθησα ἐμυθη‐ |
---|
10 | σάμην, μυθήσασθαι τὸ ἀπαρέμφατον.
Μῦθος σημαίνει δύο· τὸν σκοτεινὸν λόγον, παρὰ τὸ μύω,
τὸ καμμύω. καὶ τὸν ἁπλοῦν λόγον, καὶ γίνεται παρὰ τὸ
μυῶ μυήσω, τὸ διδάσκω, μύηθος καὶ μῦθος· τὸ μυ
ψιλὸν διάτι; τὰ διὰ τοῦ υθος δισύλλαβα, διὰ τοῦ υ |
---|
15 | ψιλοῦ γράφεται. οἷον, μῦθος, ζῦθος· τὸ μὲν βυθὸς
τὸν τόνον ἤμειψε, τὴν δὲ γραφὴν ἐφύλαξε· βαρύνε‐
ται· τὰ εἰς ος λήγοντα καθαρὰ μονογενῆ δισύλλαβα,
παραληγόμενα φύσει μακρὰ βαρύνεται, οἷον, μῦθος,
κῶθος, ζῦθος· πρόσκειται μονογενῆ, διὰ τὸ στρουθός· |
---|
20 | καὶ εἰς τὸ μυστήριον.
Μῦθος, λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν.
Μύθλος, ἀπὸ τοῦ περὶ αὐτὸ μεμυκέναι τὸ ὀστέον.
Μυκτηρίζω, παρὰ τὸ μυκτήρ· τοῦτο παρὰ τὸ μύω
μύσω· ἢ παρὰ τὸ ἐκμυζῶ, τὸ πιέζω, ἀφ’ οὗ καὶ τὸ, |
---|
25 | αἷμ’ ἐκμυζήσας.
Μυκτὴρ, ἀπὸ τοῦ μεμυκέναι τὴν ὑγρὰν στάσιν.
Μυκώμεναι, βοῶσαι.
Μυκηθμὸς, ἡ τῶν βοῶν φωνή. |
---|
30 | Μυλωθρὸς, πλεονασμῷ τοῦ ρ, οἱονεὶ ὁ τὴν μύλην
ὠθῶν, μυλωθός τις ὤν.
Μύλος, διὰ τὸ μυλίζειν λίαν, ἤγουν κόπτειν· ἢ παρὰ
τὸ μυελὸς, κατὰ συγκοπὴν μύλος, παρὰ τὸ μυελὸν
ποιεῖν, τὰ εἰς αὐτὸν βαλλόμενα· καὶ τὸ θηλυκὸν |
---|
35 | μύλη· τοῦτο παρὰ τὸ μεῖον ὃ σημαίνει τὸ ἔλαττον·
ἢ παρὰ τὸ εἱλῶ τὸ συστρέφω· ἢ παρὰ τὸ μειοῦν.
Μύλαι, τινὲς τῶν ὀδόντων, διὰ τὸ ὑπ’ αὐτῶν λεαίνε‐
σθαι, ἤτοι τρίβεσθαι τὴν τροφήν.
Μύζα, παρὰ τὸ ἀπὸ τῶν μυκτήρων ἐξέρχεσθαι. |
---|
40 | Μύρια, τινὲς τὰ μὴ ὡρισμένα, οἱ δὲ τὰ πολλὰ, οἱ δὲ
τὰς δέκα χιλιάδας· ἀπὸ τοῦ μεμυκέναι τοὺς δακτύλους
ἐν τῇ ψήφῳ.
Μύρια, τὸ μυ ψιλὸν· οὐδὲν στοιχείου ὄνομα εἰς δίφθογ‐
γον λήγει· ἢ οὕτως· ὁ τεσσαρακοστὸς ἀριθμὸς ἐφ’ |
---|
45 | ἑαυτὸν πολυπλασιαζόμενος γίνεται χίλια ἑξακόσια. εἶτα
τὰ χίλια ἑξακόσια ἐφ’ ἑαυτὰ ἐξαπλασιαζόμενα γίνεται
ἐννάκις χίλια ἑξακόσια· εἶτα ἀπὸ τοῦ υ στοιχείου τὰ
τετρακόσια προστεθέντα, γίνεται μύρια· δέκα χι‐
λιάδες. |
---|
mu 399 (50) | Μύρεσθαι, τὸ κλαίειν, παρὰ τὸ μύρειν, καὶ ῥεῖν τὰ
δάκρυα.
Μυρίας, τὸ μυ ψιλόν· τὰ γὰρ ἀριθμητικὰ ἀπὸ στοι‐
χείου ὄνομα ἀρχόμενα τὴν αὐτὴν τοῦ στοιχείου ἔχει
γραφὴν, οἷον χ χιλίας, ει εἴκοσι, μυ μύριος· οὐ μό‐ |
55 | νος δὲ, ἀλλὰ καὶ τετρακοσιοστὸς ἀριθμὸς συγγένειαν
ἔχει πρὸς τὸν τεσσαρακοστὸν ἄριθμον· ὁ γὰρ τεσσα‐
ρακοστὸς ἀριθμὸς ἐφ’ ἑαυτὸν πολυπλασιαζόμενος, ποιεῖ
τὸν χιλιοστὸν ἑξακοσιοστόν· ὅστις πάλιν ἐξαπλασιαζό‐
μενος ποιεῖ τὸν θχ· πρὸς ἀναπλήρωσιν τοῦ υ, ὅπερ |
---|
60 | ἐπιτεθὲν τῷ χαρακτῆρι τοῦ μ, ἀποτελεῖ στοιχεῖον ἐκ‐ | |
---|
mu 400 | φωνεῖσθαι τοῦ μ. ὅτι δὲ συγγένειαν ἔχει πρόδηλον·
ὁ γὰρ δ τὸν θχ, ἐννακισχιλίας ἑξὰς, ὅστις ἐνδεῖ
πρὸς ἀναπλήρωσιν τοῦ μυρίου τὸν λ, οὗ τινὸς ἔστιν
ἀριθμὸς γεννητικὸς τοῦ δεκάτου ἀριθμοῦ ἐστι· φαμὲν |
5 | γὰρ α, β, γ, δ, καὶ γίνεται δέκα.
Μῦρτα, ὁ καρπὸς τῆς μυρσίνης.
Μῦρον, τινὲς ἀπὸ τῆς Μύῤῥας οὕτως ὠνομασμένης γυ‐
ναικὸς, ἡ ἀπεδενδρώθη· ἢ μῦρον ἀπὸ τοῦ ἐμπιέζε‐
σθαι τὰ ἀρώματα καὶ ἀποστάζειν ἐκεῖνα. Ὅμηρος, |
---|
10 | ποταμῶν ἁλὶ μυριέντων εἰς θάλασσαν.
Μῦς, διὰ τὸ τοὺς μύσους ἐρᾷν, ἤγουν τὰς ἀκαθαρ‐
σίας.
Μύσταξ, ἀπὸ τοῦ τὰς μυστῆρας στάζειν ἐν αὐτῇ· ᾒ
ἀπὸ τοῦ μεστοῦσθαι. |
---|
15 | Μύσταξ, αἱ τοῦ ἄνω χείλους τρίχες, ἀπὸ τοῦ μυκτῆ‐
ρος· ἢ μέσταξ ἀπὸ τοῦ μεστοῦσθαι τῶν τρίχων· ἤτοι
μεστοὺς εἶναι.
Μύκηθες, οἱ σπινθῆρες, ἀπὸ τῶν μυζῶν τοῦ λύ‐
χνου. |
---|
20 | Μύστης, ἀρσενικὸν, ὁ τῶν μυστηρίων εἰσηγητὴς, μύ‐
στις δὲ θηλυκὸν, ἡ τῶν μυστηρίων κοινωνός.
Μώλωψ, Δημήτριος ὁ ποιητὴς, ἐν τῷ παρὰ τὸ δια‐
λέκτου μώλωψ ἐτυμολογεῖται, οἷον, ἀπὸ βόος λέπους
ὅ ἐστι δέρματος, οὗ οἱ ἱμάντες σκευάζονται· μήποτε |
---|
25 | οὖν καὶ ὁ ἕλλος, ὁ νεβρὸς, καὶ οἱ ἔλλοπες οἱ ἰχθύες,
οὐκ ἀπὸ τοῦ τὴν ὄπα μὴ ἔχειν ἀλλ’ ἀπὸ τοῦ τοὺς μὲν
ἐλλιπεῖς εἶναι τοὺς ἐν λόποις· λέπις μὲν γὰρ καὶ λέ‐
πος καὶ λόπος τὸ περικείμενον τῇ σαρκὶ καλεῖται· λῶ‐
πος μὲν οὖν λέγεται τὸ ἱματίον κατὰ μεταφοράν· |
---|
30 | λόπος δὲ καὶ λέπυρον καὶ λέπις, κυρίως καὶ τὴν φο‐
λίδα, ἀπὸ τοῦ φολεύειν ἐν αὐτῇ.
Μυσαττόμενος, βδελλυττόμενος.
Μύστης καὶ μυσταγωγός διαφέρει· μυσταγωγὸς ὁ μύων
καὶ τελῶν· μύστης δὲ ὁ μύων καὶ τελούμενος. |
---|
35 | Μῦνδος, ὁ μὴ οὐδῶν· Σοφοκλῆς μύνδος ὁ μὴ αὐδῶν·
ὅθεν καὶ ἔλλοψ, ἀπὸ τοῦ ἐλλειπῆ τὴν ὄπα ἔχειν·
τὸ δὲ μυ, ὅτι μυγμόν τινα ἔχει, ἡ τούτου ἐκφώνησις.
Μυκτηρίζω, παρὰ τὸ μυκτὴρ, τοῦτο παρὰ τὸ μύω
μύσω, ἢ παρὰ τὸ ἐκμύζω τὸ ἐκπιέζω, ἀφ’ οὗ καὶ τὸ |
---|
40 | αἷμ’ ἐκμυζήσας.
Μυριοπλάσιον, ἐκ τοῦ μύριος καὶ τοῦ πλάσσω γίνε‐
ται μυριοπλάσιον.
Μυστήρια, μυθήρια, μῦθος γὰρ ὁ λόγος· βελτίον οὖν,
ἃ δεῖ μύσαντες τηρεῖν ἔνδον. |
---|
45 | Μυστήριον, κατὰ τὸ μύειν κατ’ αἴσθησιν νοῦ· καὶ τὸ
τηρεῖν τὸ νοούμενον· κατὰ δὲ Ὦρον, ἡ διετης γνῶσις
τῶν πάνυ πολλῶν ἀγνοουμένων.
Μυττωτόν, τρίμμα ἐξ ἀρτυμάτων πολλῶν συντιθέμε‐
νον· οἱ δὲ Ἀττικοὶ ἀρτυμάτιον μετὰ σκορόδων ὑπό‐ |
---|
mu 400 (50) | τριμμα γενόμενον λέγουσιν· ἔνιοι δὲ πλακοῦντα διὰ λα‐
χάνων συντιθέντες· βέλτιον δὲ τὸ διὰ σκορόδων σύν‐
τριμμα, ὡς εἶναι παρὰ τὸ μυσάττεσθαι τὴν δυσωδίαν·
μυσσωτὸν καὶ μυττωτόν.
Μυχὸς, ἀπὸ τοῦ μεμυκέσθαι· ἢ διὰ τὸ ἐπεσκοτεῖσθαι |
55 | τὴν νύκτα· εἰς τὸ μοιχός.
Μῦ, ὅτι μεμιγμένον τινὰ ἔχει ἡ τούτου ἐκφώνησις.
Μυωπιζόμενος, ἄκροις τοῖς ὀφθαλμοῖς προβλέπων.
Μύωψ, ὁ κνύων πυκνῶς τοὺς ὀφθαλμούς.
Μῶ, εἰς τὸ μεμάσσει, καὶ μάννα, καὶ μαστὸς, καὶ |
---|
60 | μέλω, καὶ μήτηρ, καὶ μισθὸς, καὶ μόσχος. | |
---|
mu 401 | Μῶλον, ἄργιον, τινὲς χρονισμὸν, ἀπὸ τοῦ μόλις δύ‐
νασθαι ἐκφυγεῖν, ἢ ἀπὸ τοῦ μόλις κινεῖσθαι αὐτὸν,
καὶ οἱ ναυτικοὶ οἰκείως μῶλον, ἀντὶ τοῦ μόλις ἐξέρχον‐
ται, ἀλλ’ οὐ μόγις· τὸ μὲν γὰρ ἀπὸ τοῦ μόγου ἐτυ‐ |
5 | μολογεῖται· οἱ δὲ μῶλον, ἢ ἀπὸ τοῦ μόλις κινεῖσθαι
αὐτὸν κατὰ τὴν θάλασσαν, καὶ τοὺς ἐν πολέμῳ
ὁμοίως.
Μῶλυ, ἀντὶ σπάθιον.
Μῶλος, ἡ πολυχρόνιος μάχη· κυρίως παρὰ τὸ μὴ |
---|
10 | λύεσθαι ταχέως· ἢ παρὰ τὸ ὁμοῦ ὀλλύειν· ἢ παρὰ
τὸ μολεῖν τὸ σῶμα. ἐκ δὲ τοῦ ὀλλύω τὸ ὀλοθρεύω γί‐
νεται· καὶ εἰς τὸ ἀμβλὺς καὶ μόλις.
Μώλωψ στίγματος διαφέρει· μώλωψ μὲν ἡ ἐκ πολέμου
γινομένη πλήγη· στίγμα δὲ ἡ ἀπὸ δαρμοῦ πλῆξις καὶ |
---|
15 | σημείωσις.
Μώλωψ, τραῦμα· ἔστιν ὄλλω τὸ συστρέφω καὶ φθείρω,
ὁ μέλλων ὀλῶ, ὁ παρακείμενος ὦλκα, ὁ παθητικὸς
ὦλμαι, καὶ ἐξ αὐτοῦ ὦλμος, καὶ ὑπερθέσει τοῦ μ
μῶλος ἡ συστροφὴ, οἷον, μῶλον ἄρηος· καὶ ἐξ αὐτοῦ |
---|
20 | μώλωψ· ἤγουν ἡ πλήγη, ἡ ἐκ πολέμου γενομένη· καὶ
ἄλλως ζήτει εἰς τὸ ἔρωτα.
Μῶμος, παρὰ τὸ μῶ, οὗ ὁ μέλλων μώσω, δηλοῖ δὲ τὸ
ζητῶ τὸ μῶμαι· μῶμος οὖν ὁ ἀεὶ ζητητικὸς, καὶ μη‐
δὲν τῶν ἄλλων ἱκανὸν εἶναι νομίζων, ἀλλ’ ἐνδεῖν τοῦ |
---|
25 | κρείττονος· ἀεὶ πᾶν ὅτι οὖν λέγεται διασύρων.
Μῶλυ, ἐκ τοῦ μῶ τὸ ζητῶ μῶλυ, βοτάνης εἶδος, παρὰ
τὸ μωλύειν, ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα· φασὶ δὲ
αὐτὸ ἑλκόμενον τῆς ῥίζης τῷ τέλει θάνατον ἐπιφέρειν |
---|
30 | τῷ ἀποσπῶντι. | |
---|
mu 402 | Μωκῶ, τὸ κατατρώγω καὶ διαμωκῶ τὸ καταγελῶ· καὶ
συντάσσεται μετὰ γενικῆς.
Μωμητὰ, ψεκτὰ, κατεγνωσμένα.
Μῶμαρ, ὁ σαλός. |
5 | Μῶν ἔστι ἀντὶ τοῦ ἆρα· ἔστιν ἀπορηματικὸς σύνδεσμος.
συνετέθη δὲ, ἀπὸ τῆς μὴ ἀπαγορεύσεως, καὶ τοῦ οὖν
συνδέσμου, καὶ ἐγένετο μὴ οὖν, καὶ ἀποβολῇ τοῦ η
μοῦν καὶ τροπῇ Δωρικῇ τοῦ ου εἰς ω γέγονε μῶν· καὶ
περισπᾶται. |
---|
10 | Μώνυχες, μωνόνυχες.
Μωρὸς, παρὰ τὸ μὴ στερητικὸν καὶ τὸ ὥρα, οἱονεὶ ὁ
μὴ ἐπιτηρῶν τὴν ὥραν· ἢ διὰ τὸ μὴ ὁρᾷν τὸ συμ‐
φέρον.
Μωρὸς, ὁ ἄνους. |
---|
15 | Μωρὸν, τινὲς εὐφήμως μωρὸν, ἐπεὶ ἀμελέστατοι εἴσθων·
οἱ δὲ ἐν τῇ συνθέσει, μωρὸς ὁ βραδὺς τὸν νοῦν· ἐπεὶ
ἐν Κορίνθῳ ἦν τις παράφρων μωρὸς καλούμενος, ἀφ’
οὗ οἱ Κορίνθιοι τοὺς ἀήθεις, ὡς ἐκεῖνον μωροὺς κα‐
λοῦσι. |
---|
20 | Μωρὸς, πόθεν ἐτυμολογεῖται; μὴ ὡρός τις ὢν, ὁ μὴ
βουλόμενος φροντίζειν περὶ τοῦ συνοίσοντος· ὥρα γὰρ
ἡ φροντίς.
Μωϋσῆς, παρὰ τὸ μῶϋ, ὃ σημαίνει τὸ ὕδωρ Αἰγυπτιστὶ,
καὶ τὸ σῆς, ὃ σημαίνει τὸ λαμβάνω, καὶ κατ’ Αἰγυ‐ |
---|
25 | πτίους, ὁ ἐκ τοῦ ὕδατος ληφθείς.
Μῶς καὶ μῶϋ τὸ ὕδωρ, ἐξ οὗ καὶ Μωϋσῆς.
Μωσῆς, πόσας κλίσεις ἐπιδέχεται; τέσσαρας· Μωσῆς
μωσέως, Μωσῆς μωσῆ, Μωϋσῆς μωϋσέος καὶ Μωσεὺς
μωσέως, ὡς Πηλεὺς πηλέως. |
---|
30t | Τέλος τοῦ Μ στοιχείου. | |
---|
nu 401 (post 30t) | ΑΡΧΗ ΤΟΥ Ν ΣΤΟΙΧΕΙΟΥ. |
31 | Ναίειν, εἰς τὸ ὄρνεα.
Ναὶ μὰ τόδε σκῆπτρον, πλεονασμῷ τοῦ μὰ, ἤτοι ἀπο‐
μοτικὸν μόριον, κατὰ Ἀττικὸν ἔθος ἐστί· ἤρκει γὰρ
εἰπεῖν, καὶ τοῦτο τὸ σκῆπτρον· λέγεται καὶ ἀντὶ τοῦ |
---|
35 | ὅμως, οἷον, ναὶ μὲν ἀκηδεστὸν γαίῃ ἐνὶ τὸν δὲ λιπόν‐
τες. ἢ ἀντὶ τοῦ ἐγκαλῶν· λυπούμενος τὴν αι δίφθογ‐
γον ἀπουρῶν.
Ναὶ, ἐπίῤῥημα συγκαταθέσεως· ἀπὸ τοῦ νοῦς, νοὸς, νοῒ
καὶ τροπῇ τοῦ ο εἰς α καὶ ἐν συναιρέσει ναί· διότι καὶ |
---|
40 | ὀξύνεται.
Ναζαρὲτ, κάθαρσις· καὶ Ναζαραῖος ὁ καθαριστής.
Ναζιραῖος, ὁ καθαρὸς καὶ ἅγιος.
Ναὸς, παρὰ τὸ ἐν αὐτῷ ναίειν, ὅ ἐστιν οἰκεῖν, ἢ νάειν
ὃ ἔστι ῥέειν, σημαίνει δὲ τὸ θυσιαστήριον· καὶ Ἀττι‐ |
---|
45 | κῶς νέως· ναὸς δὲ βωμοῦ διαφέρει.
Ναιεταώση, ἀπὸ τοῦ ναῖον, ναιέτης, ναιετῶ, ὡς κυ‐
νηγῶ, κυνηγέτης, κυνηγετῶ, ναιέτης ναιετῶ ναιετᾶς,
καὶ διαλύσει ναιετάω· ἔδει μὲν ναιεταούση, ὡς βοαού‐
ση, ἀλλ’ ἔστιν ὅμοιον τοῦ ἱδρῶσαι. |
---|
nu 401 (50) | Ναίουσι, καὶ ναίοιτε, εὐκτικὸν χρόνου ἐνεστῶτος καὶ
παρατατικοῦ, δευτέρου προσώπου, τὸ ῥῆμα ναίω. τὸ
ναι διφθόγγῳ, διότι ἀνεφάνη τὸ α ἐν τῷ ναός· ἐπεὶ
μὲν οὖν τὸ οἰκῶ διαφέρει· ἐπὶ δὲ τοῦ πορεύομαι νέω,
διὰ τοῦ ε, πρὸς ἀντιδιαστολὴν ἐκείνου. |
55 | Ναίων, παρὰ τὸ ναίω, τὸ οἰκῶ· νέω διὰ τοῦ ε, ση‐
μαίνει δύο, τὸ πορεύομαι· νῦν δ’ ἐπεὶ οὐ νέομαί γε
φίλην ἐς πατρίδα. καὶ νέω τὸ κολυμβῶ, αὐτὰρ ὁ |
---|
χερσὶ νέων ἐπεμαίνετο νόστου· καὶ διὰ τῆς αι διφθόγ‐ | |
nu 402 (31) | γου ἓν, τὸ οἰκῶ, ἐνθάδε ναίε, Κίρκη ἐϋπλόκαμος δει‐
νὴ θεὸς αὐδήεσσα.
Νᾶμα, παρὰ τὸ νῶ, τὸ νέω, ὁ μέλλων νάσω, νᾶμα
ὡς δρᾶμα. |
35 | Νᾶμα, τὸ ὕδωρ, διὰ τὸ νομὰς ἔχειν ἅμα εἰκός· ἢ ἐκ
τοῦ νάουσα, ὡς προνάουσα καὶ προχέουσα.
Νάνος, παρὰ τὸ ἄνω, ὃ δηλοῖ τὸ αὐξάνω, ἄνος, καὶ
μετὰ τοῦ νη στερητικοῦ νάνος, ὁ μικρὸς οὐ πίθη‐
κος. |
---|
40 | Νάεσσι, δέρμασι προβάτων.
Νάπη, ὁ σύνδενδρος τόπος, ὁ δΐυγρος· καὶ τὸ οὐδέτερον
νάπος, ἔδαφος· καὶ νάπῃ δοτική.
Νάπαι, ὑψώματα, ἀλλ’ ἀπὸ τῆς ψάμμου· αὗται δὲ
καὶ θῖνες λέγονται ἄμμου. |
---|
45 | Νάπαι, δρυμοῦ φάλαγγες, κοιλάδες, παρὰ τὸ πίω
ῥῆμα, μετὰ τοῦ στερητικοῦ α ἄπη, καὶ μετὰ τοῦ νη
στερητικοῦ νηάπη καὶ συγκοπῇ νάπη, οἱονεὶ ἄγαν πί‐
νουσα· αἱ γὰρ δύο στερήσεις ποιοῦσι μίαν ἐπίτασιν.
Ναῦλον, οὐδέτερον, ἐκ τοῦ ναῦς καὶ τοῦ αὐλῶ τοῦ |
---|
nu 402 (50) | σημαίνοντος τὸ κατοικῶ, νέαυλόν τι ὄν· καὶ ναῦλον τὸ
μίσθωμα τοῦ πλοίου, ἢ ὁ μισθὸς τοῦ πλοῦ.
Ναύκληρος, σκαφηφόρος.
Νάπυ, τὸ σίνηπι, κατὰ στέρησιν τοῦ ἠπίου, διὰ τὴν δρι‐
μύτητα. |
55 | Ναζιραῖος, ἡγιασμένος, καθαρὸς, μόσχος, ἄθυξ,
ἅγιος, ἐξ οὗ καὶ ναζιραῖον σχῆμα, τὸ ἀγγελικόν.
Ναύχολος, λιμὴν ἐν ᾧ αἱ ναῦς καμῶνται· ὅθεν καὶ |
---|
εὐναὶ αἱ ἄγκυραι. | |
nu 403 | Ναστὸς, ὁ πεπληρωμένος ἄρτος ἀπὸ τοῦ ναέσεσθαι
ἀρτύμασί τισιν ἢ τραγήμασιν.
Νάρθηξ, παρὰ τὸ νέρθεν τοῦ ἄμβωνος εἶναι· ἔστι καὶ
σκεῦος ἰατρικόν. |
5 | Ναῦς, παρὰ τὸ νέω, τὸ κολυμβῶ· ἢ διὰ τὸ ἐν τοῖς
νάμασιν ἴεσθαι, ἤγουν φέρεσθαι· ναῦς καὶ γραῦς, ὁ
κανών· δύο μόνα εἰσὶν εἰς αυς θηλικὰ, ναῦς καὶ γραῦς·
κέκλινται δὲ ἀμφότερα, διὰ καθαροῦ τοῦ ος, νηὸς, γραός.
Ναύτης, ὁ ἄγων τὴν ναῦν· ἢ διὰ τὸ τὰ νάματα τέμνειν· |
---|
10 | ἢ διὰ τὸ τὰ νάματα τείνειν· ἤγουν ἐλαύνειν.
Ναῦφιν ἀμυνόμενοι, ἀντὶ τοῦ ἐκ τῶν νεῶν ἀποσοβοῦντες.
Νάφθα παρὰ τὸ ἀνάπτω, ἀνάψω, ἀνῆμμαι, ἀνῆψαι,
ἀνῆπται, νάπτα καὶ νάφθα· παρασκευαστικὸν γὰρ
πρὸς τὸ ἐξάψαι. |
---|
15 | Ναυτιλλόμενοι, οἱ πλέοντες ναῦται.
Ναῦθα, θεῖον, πίσσα ὑδατωδής.
Νεανικῶς, ἐκ τοῦ νεανίας· καὶ τὸ κτητικὸν νεανικὸς,
καὶ τὸ ἐπίῤῥημα νεανικῶς· τὸ δὲ νεανίας παρὰ τὸ
νέον νέανος· τοῦτο δὲ παρὰ τὸ νέος· τοῦτο δὲ παρὰ |
---|
20 | τὸ ἔω τὸ περιπαθῶ, ἢ παρὰ τὸ νέω τὸ πορεύομαι· οἱ
γὰρ νέοι εὐχερῶς ὁδεύουσι.
Ναυκρατίτης, τῷ λόγῳ τοῦ μεμφίτης.
Νείατον σημαίνει τὸ ἔσχατον· διὰ τῆς ει διφθόγγου
γράφεται· ὥσπερ παρὰ τὸ μέσω γίνεται μέσατον οὕτω |
---|
25 | καὶ παρὰ τὸ νέω γίνεται νέατον καὶ πλεονασμῷ τοῦ ι
νείατον.
Νέηαι, ὑποτακτικὸν χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ,
δευτέρου προσώπου Ἰωνικῶς· οἱ γὰρ Ἴωνες ὁμοίως τοῖς
ὁριστικοῖς καὶ τὰ ὑποτακτικὰ ποιοῦσι· ἔστι νέω τὸ |
---|
30 | πορεύομαι καὶ τὸ ὑποτακτικὸν ἐὰν νέω, καὶ τὸ πα‐
θητικὸν ἐὰν νέωμαι, τὸ τρίτον ἐὰν νέηται, καὶ τὸ
Ἰωνικὸν ἐὰν νέηαι· συστέλλουσι τὸ τ οἱ Ἴωνες, οἷον,
ὄληαι, νέηαι.
Νεαρὸν, ὄνομα, γίνεται παρὰ τὸ νέον καὶ τὸ ἀρύω, |
---|
35 | τὸ νεωστὶ ἀρυθὲν ὕδωρ· μεταφορικῶς δὲ λέγεται ἐπὶ
τῶν παίδων τῶν νεωστὶ γεννηθέντων· λέγεται δὲ πρόσ‐
φατον, τὸ νεωστὶ ἐσφαγμένον κρέας.
Νεαρὸν καὶ πρόσφατον καὶ νεαλὲς διαφέρει· νεαρὸν
μὲν γάρ ἐστι τὸ νεωστὶ ὕδωρ κομισθέν· πρόσφατον δὲ |
---|
40 | κρέας, πεποίηται γὰρ παρὰ τὸ φάσαι, ὅ ἐστι φονεῦ‐
σαι, ὅθεν καὶ τὸ φάσγανον· νεαλὲς δὲ τὸ νεωστὶ
ἑαλωκὸς, οἷον, ἰχθύς. δύναται δὲ καὶ τὸ ἀλσὶ νεωστὶ
πεπασμένον.
Νεβρὸς, σημαίνει τὸ τῆς ἐλάφου γέννημα· παρὰ τὸ |
---|
45 | νεωστὶ πρὸς βορὰν ἰέναι· ἢ παρὰ τὸ νη στερητικὸν
καὶ τὸ βορά· ὃ σημαίνει τὴν τροφήν· τὸ ἐστερημένον
τῆς βορᾶς.
Νεβρὸς, παρὰ τὸ νέον βόρον, ἡ ἄρτι ἐπὶ τὴν πόαν
ἰών. |
---|
nu 403 (50) | Νεβὲλ, οἴνου μέτρον, ξεστῶν ρν, ὅμοιον ὑγροῦ τρία
σάτα.
Νεάζω, τὸ ἀκμάζω, τὸ τὴν γὴν ἀροτριῶν, σημαίνει
ὁμοίως τὸ νεάζω, παρὰ τὸ νέω τὸ πληρῶ· καὶ γὰρ
νεαζομένη ἡ γῆ, ἤτοι πληρωθεῖσα τοῦ ἐργάσαι σπεί‐ |
55 | ρεται.
Νέηλυς, νεήλυδος, ὁ κανών· τὰ εἰς υς σύνθετα, εἰ
μὲν ἀπὸ τῶν εἰς υς ληγόντων εἰσὶ συντιθείμενα, τὴν
τῶν ἁπλῶν φυλάττουσιν κλίσιν, οἷον, βραχὺς βρα‐
χέος, τρίβραχυς τριβράχεος, πῆχυς πήχεος, δεκάπη‐ |
---|
60 | χυς δεκαπήχεος, θῆλυς θήλεος, ἴχθυς ἰχθύος, κάλ‐ | |
---|
nu 404 | λιχθυς καλλίχθυος, ὀφρὺς ὀφρύος, λευκόφρυς λευκό‐
φρυος· εἰ μὲν ἀπὸ ῥημάτων εἰσὶ συντεθείμενα διὰ τοῦ
δος κλίνονται, νέηλυς, νεήλυδος· ἔπηλυς ἐπήλυδος·
ταῦτα γὰρ οὐκ ἀπὸ ἁπλῶν εἰσὶ λήγοντα καὶ εἰσὶ συν‐ |
5 | τεθειμένα, ἀλλ’ ἀπὸ ῥήματος τοῦ ἐλεύθω.
Νείαιρα, σημαίνει τὸ ἔσχατον μέρος τῆς γαστρὸς.
παρὰ τὸ νέω τὸ σημαῖνον τὸ πορεύομαι, γέγονε νέαιρα
καὶ πλεονασμῷ τοῦ ι νείαιρα· καὶ γὰρ εἰς αὐτὴν πο‐
ρεύονται τὰ ἐσθιόμενα. |
---|
10 | Νεικεέσκει, ῥῆμα τρίτου προσώπου· νεικείω, τὸ κει
διφθόγγῳ. τὰ διὰ τοῦ ειω παρ’ ἐνεστώτων ἢ μελλόν‐
των παρηγμένα. ἐκ τοῦ νεικῶ τὸ παραπλήσσω· ὅτε δὲ
ἔστιν ἐπὶ τῆς νικῆς, δευτέρας συζυγίας ἐστὶ τῶν πε‐
ρισπωμένων· ὅτε δὲ τὸ φιλονεικῶ, πρώτης· καὶ ἔστιν |
---|
15 | ὁ μέλλων νεικέσω· Ὅμηρος, ὡς νείκεσεν ὁ γέρων·
ὁμοίως δὲ ἐπὶ τῆς νίκης, νικήσω· ὁ παρατατικὸς ἐνεί‐
κεον, ἐνείκεες, ἐνείκεε· καὶ νείκεε συνάρχεται, καὶ
νεικείεσκεν.
Νεικῶ, τὸ λοιδορῶ, διὰ τῆς ει διφθόγγου γράφεται |
---|
20 | ὅτι παρὰ τὸ νεῖκος· γίνεται παρὰ τὸ νέοις ἐοικέναι·
ἡ γὰρ φιλονεικία τοῖς νέοις ἁρμόζει· ὥσπερ γὰρ παρὰ
τὸ νὲ στερητικὸν καὶ τὸ κέαρ, τὸ σημαῖνον τὴν ψυχὴν,
γίνεται νεκρὸς, ὁ ἐστερημένος τῆς ψυχῆς· οὕτω καὶ
παρὰ τὸ νὲ καὶ τὸ εἴκειν, τὸ ὑποχωρεῖν γίνεται φιλο‐ |
---|
25 | νεικία· ἡ γὰρ φιλονεικία τοῦ ὑποχωρεῖν ἐστέρηται· εἰ
γὰρ ὑποχωρήσουσιν, οὐκ ἔτι γὰρ ἡ φιλονεικία.
Νεῖλος, παρὰ τὸ νέος γέγονε νεϊλος καὶ κατὰ συναί‐
ρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, Νεῖλος· καὶ
γὰρ κατ’ ἔτος νέος φαίνεται πλημμυρῶν καὶ φωτίζων |
---|
30 | πᾶσαν Αἰγύπτου γῆν.
Νεῖλος, ὄνομα ποταμοῦ, παρὰ τὸ νέω τὸ πορεύομαι,
νέλος καὶ κατὰ πλεονασμὸν τοῦ ι νέϊλος· καὶ γίνεται
παρὰ τὸ νέαν ἰλὺν ἔχειν, νέϊλος καὶ ἐν συναιρέσει
Νεῖλος· ἢ παρὰ τὸ περιέχειν τὰς τοῦ χρόνου ἡμέρας |
---|
35 | ἐν ψήφῳ· τοῦ δὲ Νείλου εἰσιν οὖν α πηλουσιακὸν,
β τανικὸν, γ μενδήσιον, δ φαμητικὸν, ε σεβενητι‐
κὸν, ϛ μολυντικὸν, ζ κανωβικὸν, τὸ νῦν ἡράκλειον
καλούμενον.
Νεῖλος, παρὰ τὸ νέοις παρῆλθε, νέϊλός τις ὢν, ὁ ἀεὶ |
---|
40 | νέαν ἰλὺν ἄγων, ἐν τῇ ἀναβάσει· ὅτι κατ’ ἔτος νέος
φαίνεται.
Νειὸς σημαίνει τὴν ἀναεωμένην γῆν· παρὰ τὸ νέω γέ‐
γονε νεὸς καὶ πλεονασμῷ τοῦ ι νειός.
Νείφω καὶ σημαίνει τὸ βρέχω· ἔστι γὰρ νέφος ἐξ |
---|
45 | οὗ γίνεται νόφος καὶ πλεονασμῷ τοῦ γ γνόφος· καὶ
ἐκ τούτου οὖν τοῦ νέφους γίνεται νέφω, καὶ ἐν πλεο‐
νασμῷ τοῦ ι νείφω.
Νείφω, νέφος γὰρ ἦν, ἐν ᾧ φαινόμενον παρακείμενος
παρ’ Ἀριστοφάνη καὶ τὸ νεφέλη διδάσκει. Ἀπολλώνιος |
---|
nu 404 (50) | δὲ ὁ τοῦ Ἀρχιβίου καὶ τὸ νείφειν κατὰ τροπὴν ἔλεγε
γεγενῆσθαι· κυρίως γὰρ φησὶ νείφειν εἴρηται τὴν τοῦ
ὕδατος προσφορὰν καὶ νιφάλια θεῖν, καὶ τρέχειν εἴ‐
ρηται, ὅταν ὕδωρ ἐσπένδουσι· οἱ μέντοι ἐκπέπτωκεν
ἀπ’ αὐτοῦ τρέχειν καὶ τὸ νιφάς |
55 | Νεκάδες Ὅμηρος εἴωθε λέγειν τὰς τῶν νεκρῶν τάξεις,
παρὰ τὸ τοὺς νέκυας νεκύαδας τινας οὔσας· οἱ δὲ
νεώτεροι τῶν ποταμῶν τάξεις οὕτω καλοῦσι· παρὰ
τὸ νεῖκος, αἱ εἰς πόλεμον ἡτοιμασμέναι ἢ ἀχώριστοι·
τὸ γὰρ νὲ στερητικόν ἐστι καὶ καδεῖν χωρίσαι· καὶ |
---|
60 | Ὅμηρος· οὐκέτι νῶϊ ὀλλυμένων Δαναῶν κεκαδησό‐ | |
---|
nu 405 | μεθ’. παρὰ μὲν τοῖς κυκλικοῖς αἱ ψυχαὶ νεκάδες
λέγονται· ἦ τέ κε δηρὸν αὐτοῦ πήματ’ ἔπασχον ἐν αἰ‐
νῇσιν νεκάδεσσιν.
Νέκυς, ὁ νεκρὸς, καὶ πληθυντικῶς νεκύων· εἴρηται δὲ |
5 | παρὰ τὸ νεκρὸς ὁ μὴ ἔχων κέαρ ἤγουν ψυχήν.
Νεκρὸς, σύνθετον παρὰ τὸ νὴ στερητικὸν καὶ τὸ κὴρ,
ὃ δηλοῖ τὴν ψυχὴν, γέγονε νήκηρ, ὁ ἐστερημένος τῆς
ψυχῆς, καὶ συγκοπῇ τοῦ η εἰς ε νεκρός· καὶ ὥσπερ
κότος κότυς οὕτω καὶ νεκρὸς νέκρυς, καὶ ἀποβολῇ τοῦ |
---|
10 | ρ νέκυς· καὶ εἰς τὸ νίκος.
Νεκύω, νεκρῶ, εἴρηται δὲ παρὰ τὸ νηκηρὸς, ὁ μὴ ἔχων
κέαρ, ὅ ἐστι ψυχήν.
Νέκταρ, τὸ πόμα, παρὰ τὸ νεάζειν γεγενημένον.
Νεκταρέου, ἐκ τοῦ νέκταρ, νέκταρον, νέκταρος τὸ |
---|
15 | κτητικὸν νεκτάρεος· τὸ δὲ νέκταρ παρὰ τὸ κτῶ τὸ φο‐
νεύω καὶ ἀναιρῶ, μετὰ τοῦ νε στερητικοῦ τὸ μὴ κτει‐
νόμενον, ἀλλὰ τοῖς ἀθανατοῖς διδόμενον.
Νέκυς, παρὰ τὸ μὴ ἔχειν κίκυν ἤγουν δύναμιν· ἢ παρὰ
τὸ κίκυς ὃ δηλοῖ τὴν ἰσχὺν, καὶ τὸ νε στερητικὸν |
---|
20 | νέκικυς, καὶ ἐν συγκοπῇ νέκυς, ὃ ἐστερημένος τῆς
ἰσχύος.
Νεμεσηθέντες ἑνὶ θυμῷ· διάτι ἀναπέμπει τὸν τόνον;
ὅτι ἐὰν ἡ προκειμένη λέξις τοῦ ἐγκλιτικοῦ μορίου προ‐
παροξύνεται, τὴν ἐν τῷ τέλει αὐτῆς βαρεῖαν εἰς |
---|
25 | ὀξεῖαν ἐγείρει· ἤκουσέ μου, ἐδωκέ μοι. τὸ δὲ νεμεσῶ,
ἐκ τοῦ νεμῶ περισπωμένου· ἐξ αὐτοῦ νεμεσῶ δευτέρας
τῶν περισπωμένων καὶ νεμεσηθέντες ἑνὶ θυμῷ, μὴν
νεμέσω· τοῦτο ἐκ τοῦ νεμεσης, τουτ’ἔστιν ἀορίστου
πρώτου παθητικοῦ· καὶ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόν‐ |
---|
30 | των τὴν μετοχήν· ὥσπερ καὶ τὸ κόσμηθεν.
Νεμέα, ἐκ τοῦ τρέμω, σημαῖα, ἀμαλθαῖα, προνομαῖα,
πλὴν τοῦ αὐγανέα.
Νεόσμηκτον, ἐκ τοῦ σμήχω τὸ καθαίρω· δηλοῖ δὲ τὸ
ἔσοπτρον τὸ νεωστὶ κεκαθαρισμένον· κάτοπτρον τὸ κα‐ |
---|
35 | θαρθέν.
Νέκταρ, παρὰ τὸ κτῶ, τὸ σημαῖνον τὸ κτείνω γίνεται
κτὰρ, καὶ μετὰ τῆς νε στερήσεως νέκταρ τὸ θεῖον
πόμα, ὅπερ τοῖς κτεινομένοις καὶ θνητοῖς οὐ δίδοται.
Νέκταρ, τὸ συνέχον τοὺς πίνοντας αὐτὸ ἐν νεότητι, |
---|
40 | οἷον, νεοέκταρ· διόπερ ἡ Ἥβη αὐτὸ κιρνᾶ. οἱ δὲ
παρὰ τὸ στερεῖσθαι τοῦ κτᾶσθαι καὶ φονεύεσθαι τοὺς
πίνοντας· ἀφ’ οὗ τὸ ἀθάνατον δηλοῦσθαι, τὸ μὴ τοῖς
κτεινομένοις διδόμενον.
Νέμω σημαίνει τέσσαρα· νέμω τὸ βόσκω, ἐξ οὗ καὶ |
---|
45 | νόμος ὁ βοσκός· νέμω τὸ πορεύομαι, ἐξ οὗ καὶ νέμε‐
ται τὸ ἐπιπορεύεται· νέμω τὸ μερίζω, ἐξ οὗ καὶ
κρεανόμος· νέμω τὸ μέμφομαι, ἐξ οὗ καὶ νέμεσις ἡ
μέμψις.
Νέποδες, οἱ διὰ τοῦ νήχεσθαι τὴν πορείαν ποιούμενοι· |
---|
nu 405 (50) | ἢ ἄποδες.
Νέποδες, οἱ ἰχθυές· παρὰ τὸ νε στερητικὸν, οἱ ποδῶν
ἐστερημένοι.
Νεὸς, ἡ ἀροσίμηγκην· παρὰ τὸ νέω· ἀνανεοῦται γὰρ ἡ
γῆ ἀρουμένη. |
55 | Νεὸς, ἀπὸ τοῦ νέεσθαι καὶ ἔρχεσθαι εἰς αὔξησιν· ἢ
παρὰ τὸ ὁρμᾶσθαι· ὁρμὴ γὰρ ἡ ἡλικία ἀνάπλεως.
Νεοκρὰς, ὁ νεωστὶ κεκραμένος· εἰς τὸ προβλητί.
Νεομηνία, παρὰ τὸ νεὸς καὶ τὸ μὴν μηνός.
Νεὸς, ἀπὸ τοῦ νέεσθαι, ὃ ἔστι πορεύεσθαι· ἢ ἀπὸ τοῦ |
---|
60 | νεωστὶ βεβηκέναι αὐτόν. | |
---|
nu 406 | Νεολαία, ὁ νεὸς λαὸς, ἐκ τοῦ νέω καὶ τοῦ λαός.
νεολαία ὁ ἐν τῷ ναῷ ἑστὼς λαός.
Νεόλεκτος, νεοστράτευτος.
Νεογνὸν, τὸ νεωστὶ γεγενημένον· ἐκ τοῦ γονή, νεό‐ |
5 | γονον καὶ ἐν συγκοπῇ νεογνόν.
Νεόφυτον, ἐκ τοῦ νεὸς καὶ τὸ φυτόν· τὸ φυ ψιλόν;
πᾶσα λέξις ἀπὸ τῆς φυ συλλαβῆς ἀρχομένη διὰ τοῦ
υ γράφεται, πλὴν τοῦ φοιτῶ τὸ παραγίνομαι· πόθεν
γίνεται; παρὰ τὸ εἶμι τὸ πορεύομαι· τὸ παθητικὸν |
---|
10 | ἔμαι, εἶμαι, ἴσαι, ἴται, ἰτὸς καὶ προϊτὸς, καὶ ἐξ αὐ‐
τοῦ προϊτῶ καὶ τροπῇ τοῦ π εἰς φ, καὶ ἐκβολῇ τοῦ ρ
φοιτῶ.
Νεόφθιτον, νεωστὶ τελευτῆσαν, νεωστὶ φθαρέν.
Νεοσσὸς, παρὰ τὸ νεός τις ἔσσεται· ἢ παρὰ τὸ νεά‐ |
---|
15 | ζω· ἢ παρὰ τὸ νεωστὶ σέβεσθαι.
Νεουργὸς, παρὰ τὸ νεὸς καὶ τὸ ἔργον, νεοεργός· καὶ
κατὰ κράσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, νεουρ‐
γός.
Νεωχμοῦντι, κατακοσμουμένῳ· καὶ νεώχμωσιν τὴν |
---|
20 | νεοκίνησιν· καὶ νεοχμὸς, ἄπονος, ἄκοπος, νεωστὶ
εἰργασμένος· συντάσσεται μετὰ γενικῆς· καὶ εἰς τὸ
ἐνεώχμωσε.
Νερὸν, διὰ τὸ νεωστὶ ἀεὶ ῥέειν.
Νέστορεν, ὄνομα θηλυκὸν, δοτική· νεστόρεος, ἐπὶ |
---|
25 | τῶν διὰ τοῦ ειος κτητικῶν οἱ Ἴωνες ἀποβολὴν ποιοῦσι
τῆς ει διφθόγγου, καὶ διὰ τοῦ εος προσφέρουσιν τὰ
κτητικά· ἔστι τὰ εἰς ος κτητικὰ εἰς τὸ πατρῶος· τὸ
ἀπὸ τοῦ χάλκεος, χρύσεος, νεστόρεος· νεστόρειος,
διὰ τῆς ει διφθόγγου· τὰ διὰ τοῦ ειος ὀνόματα ση‐ |
---|
30 | μαίνοντα μέρος σωματικὸν, ἢ μετουσιαστικὰ ἢ κτητικὰ
ὑπάρχοντα, διὰ τῆς ει διφθόγγου γράφεται· μέρος
σώματος, ἀνθρώπειος πούς. μετουσιαστικὸν ἀργύρειος,
χρύσειος, κτητικὸν ἄντειος.
Νεῦρον, παρὰ τὸ νεῖσθαι δι’ ὅλου τοῦ σώματος. |
---|
35 | Νευστάζει, εἰς τὸ νυστάζει.
Νευστάζων, παρὰ τὸ νεύειν καὶ ὑπείκειν εἰς τοῦτο·
ἢ διὰ τὴν ἐπειγομένην ἐκ τοῦ ὕπνου καταφοράν.
Νεοσοικὸν, τὸ καραβοστάσην.
Νεφέλη, διάτι τὰ νάματα ἀφελεῖν ἐκ τῆς θαλάσσης, |
---|
40 | ἢ ταῦτα φέρειν, ἢ ὑφελὼν, ἢ παρὰ τὸ νίφω τὸ χιο‐
νίζω· τὸ φε ψιλὸν διάτι; τὰ διὰ τοῦ ιλη θηλυκά·
εἰς τὸ κανὼν, καὶ εἰς τὸ γνόφος.
Νέφος, παρὰ τὸ νε στερητικὸν, ὃ ἔστι κενὸν φάους,
οἱονεὶ νεόφαον, τὸ ἐστερημένον τοῦ φωτός· σημαίνει |
---|
45 | καὶ τὸ πλῆθος.
Νεφεληγερέταο, τοῦ τὰς νεφέλας ἀθροίζοντος.
Νεφθαλεὶμ, ὄνομα πόλεως, ἄκλιτον· γέγονε δὲ ἀπὸ
τοῦ θάλλω τὸ αὐξάνω καὶ τοῦ εὖ μορίου, εὐθαλὴς
καὶ ἐκ τούτου εὐθαλεὶμ, καὶ πλεονασμῷ τοῦ φ καὶ |
---|
nu 406 (50) | ἀποβολῇ τοῦ υ καὶ πλεονασμῷ τοῦ ν, Νεφθαλείμ· ση‐
μαίνει δὲ ἀντίληψιν.
Νεφρὸς, παρὰ τὸ νείφεσθαι, ὅ ἐστι βρέχεσθαι τῷ
οὐρῷ· ἢ διὰ τὸ ἐν νώτῳ φέρεσθαι.
Νεωκόρος, ἐκ τοῦ νεὼς καὶ τοῦ κορῶ, τὸ καθαίρω |
55 | καὶ ἐπιμελοῦμαι· καὶ σηκοκόρον λέγει Ὅμηρος τὸν τοῦ
σηκοῦ ἐπιμελούμενον.
Νεωκόρος, παρὰ τὸ κορῶ, τὸ καθαρίζω, ἢ διὰ τὸ ἀκη‐
ρεῖν καὶ σαίρειν, καὶ κοσμεῖν τὸν νέον· καὶ εἰς τὸ
κόρος. |
---|
60 | Νεώρεον, τόπος, ἐν ᾧ αἱ νῆες φυλάσσονται. | |
---|
nu 407 | Νηγάτεον, τὸν νεωστὶ γεγονότα, λεπτῶ· παρὰ τὸ τεί‐
νομαι· γάτος καὶ νεήγατος· ὑπερθέσει τοῦ ε νηγά‐
τεος.
Νεώτερος, ὁ νεὸς τῇ ὁράσει, ἢ νεὸς ἔρως· καὶ εἰς |
5 | τὸ νεός.
Νηγάτεον, ὥσπερ παρὰ τὸ τείνω γέγονε τάτος, οὕτω
καὶ παρὰ τὸ γείνω γέγονε γάτος, καὶ τοῦ νεὸς, νεό‐
γατος καὶ τροπῇ τοῦ ο εἰς η, ὡς θεοτόκος, θεητόκος
καὶ πλεονασμῷ τοῦ ε νηγάτεος· ἢ παρὰ τὸ θέω τὸ |
---|
10 | θαυμάζω, θηεῦντο μέγα ἔργον, καὶ τὸ νήθω τὸ
κλώθω, γίνεται νηγάτεον, τὸ ἄγαν νενησμένον.
Νήδυμος, ὄνομα ἐκ τοῦ ἡδύς· οὐ γὰρ τὸ ν λέξεως δα‐
συνομένης συντίθεται· ἀλλ’ ἔστι ἐκ τοῦ νηδὺς, ὃ ση‐
μαίνει τὴν βαθείαν· ὧδε γὰρ τὸν βαθὺν ὕπνον ἐπι‐ |
---|
15 | φέρει γὰρ ὕπνος, οὐ γάρ ἐστιν ἡδύς· τὸ νηδὺς παρὰ
τὸ νῶ τὸ σωρεύω· καὶ πόθεν δῆλον, δὸς χρῆσιν· νηή‐
σας εὐνῆας ἐπὴν ἅλα δέ περ ἐρύσω· τὴν βαθείαν γὰρ
σημαίνει τὸ νηδὺς, παρὰ τὸ σεσωρεῦσθαι ἐν αὐτῇ τὰ
βρώματα· τὸ δυ βραχύ· τὰ εἰς μος λήγοντα ὀνόμα‐ |
---|
20 | τα, ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα, μὴ ὄντα σύν‐
θετα, τῷ υ παραληγόμενα, συστέλλει τὸ υ, οἷον, ἔρυ‐
βος, ἔλυμος, δίδυμος, ἔσυμος· τὸ γὰρ πρόθυμον σύν‐
θετον· ὁ δὲ Ἀππίων ἐτυμολογεῖται, φησὶν, ἄδυμος
ὢν, οὐκ ἔστιν ἀποδύσασθαι διὰ τὸ βάθος· φασὶ δέ τι‐ |
---|
25 | νες κατὰ μεταφορικὴν, ὅτι τὸν βαθὺν σημαίνει, τὸν
ἀπὸ τῆς νηδύος, ἥ ἐστι κοιλία. βαθύτατον δὲ ἔστιν ἐν
ἡμῖν τοῦτο τὸ μέρος.
Νηδὺς, ἡ γαστὴρ, παρὰ τὸ νάειν· ἢ παρὰ τὸ νῶ τὸ
σωρεύω· ἢ ἀπὸ τοῦ νάω τὸ ῥέω, διὰ τὸ ἐν αὐτῷ σε‐ |
---|
30 | σωρεῦσθαι τὸ ἔμβρυον.
Νηδὺς, ἡ γαστὴρ, ἀπὸ τοῦ διανενῆσθαι τὰ τῆς τρο‐
φῆς, ὃ ἔστιν σεσωρεῦσθαι καὶ πεπληρῶσθαι· ἢ ὅτι
ἐπάρδευσις τοῦ σώματος τῆς τροφῆς· ἀπὸ γὰρ τούτου
γίνεται· νάειν γὰρ τὸ ῥεῖν. |
---|
35 | Νῆες τῶν πλοίων διαφέρουσι· αἱ μὲν νῆες στρογγύλαι
φορτιζόμεναι. τὸ δὲ πλοῖον στρατιωτικόν.
Νήϊον, τὸ νηϊ ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς αυς διὰ
τοῦ ιος παραγόμενα, διὰ τοῦ ι γράφεται· οἷον, ναῦς,
ναὸς, νάϊος καὶ τροπῇ νήϊος, καὶ νήϊον ξύλον τὸ |
---|
40 | πρὸς ναῦν ἐπιτήδειον· ὁμοίως καὶ τὸ γραῦς, γραὸς
γράϊος καὶ γρήϊος καὶ γρηΐδιον εἶδος ἔχουσα· ἔστι καὶ
ὄνομα ὄρους πλήσιον Ἰθάκης, ὡς καὶ Ὅμηρος ἡμεῖς
δ’ ἐξ Ἰθάκης, ὑπὸ Νηΐου, τουτ’ἔστιν ὑπὸ Νηΐῳ ὄρει
κειμένης· οὕτω καὶ Θήβη ὑποπλακίη, ἡ ὑπὸ Πλακίῳ |
---|
45 | ὄρει.
Νήϊσα καὶ νηΐσα, παρὰ τὸ διαφέρειν τῇ σημασίᾳ, καὶ
ὁ τόνος ἤλλαται.
Νηῒς, εἴδω ἔστι ῥῆμα, ὁ μέλλων εἴσω καὶ εἴσομαι, καὶ
ἀποβολῇ τοῦ ο καὶ τοῦ ε, καὶ μετὰ τῆς νη στερή‐ |
---|
nu 407 (50) | σεως, νηΐς.
Νηκτὰ, τὰ ἔνυδρα, παρὰ τὸ νήχεσθαι ὅ ἐστι κολυμ‐
βᾷν.
Νηλέϊ χαλκῷ, ἡ εὐθεῖα νηλὶς, γίνεται ἐκ τοῦ ἐλεῶ
ἐλεήσω, καὶ μετὰ τοῦ νη στερητικοῦ καὶ κατὰ συγκο‐ |
55 | πὴν νηλὶς, ὁ ἐστερημένος τοῦ ἐλέους· ἔστι δὲ καὶ νη‐
λεὴς, δύο γὰρ εὐθεῖαι, ἐξ οὗ καὶ ἡ κλητικὴ, ὦ νή‐
λεες οὐκ ἄρα.
Νήλεες ἦμαρ, σκληρὴ ἡμέρα.
Νήλυπος, ὁ ἀνυπόδητος. |
---|
60 | Νημερτὲς, τροπῇ τοῦ α εἰς η, καὶ κατὰ στέρησιν τοῦ | |
---|
nu 408 | ἁμαρτεῖν ἐγένετο νημαρτὴς, καὶ τροπῇ τοῦ α εἰς ε,
νημερτής. καὶ τὸ οὐδέτερον νημερτές.
Νηΐτης, πόθεν γίνεται; παρὰ τὸ ναῦς ναός. ὁ κανὼν.
δύο μόνα εἰσὶν εἰς αυς θηλυκὰ περισπώμενα, ναῦς καὶ |
5 | γραῦς. κέκλινται δὲ ἀμφότερα διὰ τοῦ ος. ἡ δὲ νηῒς
εἶδος πλοίου, καὶ ἐξ αὐτοῦ νηΐτης. καὶ τὸ μὲν νηῒς
σημαίνει τὴν νεάνιν.
Νημερτὲς, ἐπίῤῥημα, ἀπὸ τοῦ νημερτὴς ὀνόματος καὶ
τὸ οὐδέτερον νημερτές· τοῦτο παρὰ τὸ ἁμαρτῶ τὸ ἀπο‐ |
---|
10 | τυγχάνω, καὶ μετὰ τοῦ στερητικοῦ νη νημερτὴς, οἱονεὶ
ὁ μὴ ἀποτυγχάνων τοῦ σκόπου τῶν λόγων. τουτ’ἔστι
ψευδόμενος.
Νηπενθὲς, ἀπένθητον μέγα, ἢ μεγαλοπενθὲς, προσ‐
φάτως πενθούμενον, ὡς τοῦ νη κατὰ στέρησιν καὶ ἐπί‐ |
---|
15 | τασιν δηλοῦντος.
Νηπίαχος, παρὰ τὸ νη στερητικὸν, καὶ τὸ ἰάχω·
τοῦτο ἐκ τοῦ ἴα ἡ ἐκπεμπομένη βοή· γίνεται δὲ τοῦτο
παρὰ τὸ τὴν ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· λοιπὸν ἐκ τοῦ ἴα
γίνεται ῥῆμα ἰάχω. |
---|
20 | Νηνεμία, ἐπὶ ἀνέμων εὐδίᾳ, ἐπὶ ἀέρος γαλήνῃ ἐπὶ
θαλάσσης.
Νηρίτης, σημαίνει τὸν κόγχον, ἤγουν κοχλίαν θαλάσ‐
σης, διὰ τοῦ ι γράφεται· καί τινες μὲν λέγουσιν, ὅτι
παρὰ τὸ νηρεὺς ἔστιν· οὐ καλῶς δὲ· ὅτι εἰ ἦν ἀπὸ |
---|
25 | τοῦ Νηρεὺς, διὰ τῆς ει διφθόγγου εἶχε γράφεσθαι, ὡς
ἀταρνεὺς ἀταρνείτης· ὁ δὲ τεχνικὸς λέγει, ἀπὸ τοῦ
Νηρηΐς ἐστι καὶ οὐδὲ οὕτως / οὗτος καλῶς εἶπεν. εἰ γὰρ ἀπὸ
τοῦ Νηρηῒς, νηρηΐτης εἶχεν εἶναι διὰ τῆς ει διφθόγ‐
γου, ὥσπερ ἀπὸ τοῦ ὄρους ὀρέϊτος καὶ ἐν συναιρέσει |
---|
30 | ὄρειτος, οὕτω καὶ ἀπὸ τοῦ νηρηῒς νηρηϊτὴς, καὶ ἐν
συναιρέσει νηρείτης· ἔστιν οὖν εἰτεῖν ὅτι ἀπὸ τοῦ νῶ
τὸ κολυμβῶ, γίνεται ὁ μέλλων νήσω, καὶ ἐκ τούτου
νηρὸς· οὕτως δὲ λέγεται ὁ ἰχθὺς, ἐκ τοῦ νήχεσθαι,
ἔνθεν ἐστὶ τὸ γυρεύεσθαι, ὁ νηχόμενος θεὸς. ἀπὸ |
---|
35 | τοῦ νηρὸς νηρίτης, διὰ τοῦ ἰῶτα· τὰ γὰρ ἀπὸ τῶν εἰς
ος, διὰ τοῦ ιτης γινόμενα, διὰ τοῦ ι γράφεται· οἷον,
τόπος τοπίτης.
Νηρείδας, καὶ Νηρηΐδας, κατὰ συγκοπὴν τοῦ ι, τὰς
Νύμφας. |
---|
40 | Νήστης, οὕτως εἴρηται παρὰ Σιμωνίδῃ· παρὰ τὸ ἔδω·
καὶ ὡς παρὰ τὸ ψεύδω, οὗ παθητικὸν ψεύδομαι, ψεύ‐
στης, οὕτω καὶ παρὰ τὸ ἔδω τὸ ἐσθίω, οὗ ὁ μέλλων
ἔσω, ἐστὴς καὶ μετὰ τοῦ νε στερητικοῦ νεέστης, οὗ
παρώνυμον νήστης· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς. |
---|
45 | Νηστεία, ἀσιτία, ἔνδεια. τὸ νη η διάτι; τὰ παρὰ τὸ
νη στερητικὸν, καὶ τὸ σεύω ῥῆμα, ὃ σημαίνει τὸ ὁρμῶ,
διὰ τοῦ ἦτα γράφεται.
Νήπιος, παρὰ τὸ στέρησιν ἔχειν τοῦ εἰπεῖν· ἢ νεὸς
πάνυ· ἢ πλεονάζει τὸ ν· ἢ ἤπια νοῶν· ἢ παρὰ τὸ νὴ |
---|
nu 408 (50) | στερητικὸν, κατὰ στέρησιν τοῦ εἰπεῖν καὶ λαλεῖν· ἢ
νηέπιος, ὁ λέγειν μὴ δυνάμενος· οὕτω Φιλόξενος· ἢ
παρὰ τὸ ἤπιος ὁ πρᾴος, ἢ νεὸς ἤπιος· ἢ νέον λι‐
παρόν.
Νηποινὴ, χωρὶς ποινῆς, ἀτιμωρητί· καὶ νηποινὸν τὸ |
55 | ἀτιμώρητον ἀπὸ τοῦ νη στερητικοῦ, καὶ τοῦ ποινὴ, ὃ
σημαίνει τὴν τιμωρίαν καὶ τὴν ἐκδίκησιν.
Νήσαντες, σωρεύσαντες· νῶ γὰρ τὸ σωρεύω, οὗ ὁ
μέλλων νήσω ἐξ οὗ καὶ νῆσος καὶ νησσάριον καὶ ναῦς
ἡ πᾶν μέρος ἐν τῇ θαλάσσῃ ἔχουσα, ὡς τὰ νηχώμενα |
---|
60 | σώματα. νῶ τὸ ῥέω, οὗ ὁ μέλλων νάσω, ἐξ οὗ καὶ | |
---|
nu 409 | ναρὸν τὸ ὑγρὸν, ὡς φησὶ Σοφοκλῆς, Τρωϊλῳ, πρὸς
ναρὰ δὲ κρηναῖα χωροῦμεν ποτά· καὶ νῶ τὸ σωρεύω,
οὗ ὁ μέλλων νήσω, ἐξ οὗ καὶ νῆμα.
Νῆσος, παρὰ τὸ νῶ, οὗ ὁ μέλλων νήσω τὸ νήχομαι· |
5 | πᾶν γὰρ μέρος ἔχει ἐν τῇ θαλάσσῃ, ὥσπερ ἀεὶ τῶν
σωμάτων τὰ νηχόμενα· ἢ τῶν ναμάτων ἕως, ἤγουν
τῶν ὑδάτων τῆς θαλάσσης.
Νησσάριον, παρότι νήχεται, καὶ ἐν τῷ ἀέρι αἴ‐
ρεται. |
---|
10 | Νῆστις, ἔντερον οὕτω καλούμενον, οἱονεὶ νήσιτος, παρὰ
τὸ κενὸν εἶναι σιτίων· καὶ ὁ νήστης ἄνθρωπος, παρὰ
τὸ αὐτό· καὶ τὸ νηστεύειν παρὰ τὸ στερεῖσθαι σιτίων·
τὸ γὰρ στερητικὸν μόριον ἔγκειται.
Νῆστις, ὁ ἄγευστος καὶ νῆστις ἔντερον· παρὰ τὸ |
---|
15 | ἐσθίω, οὗ ὁ μέλλων ἔσω, ἐστὶς καὶ μετὰ τοῦ νη νη‐
στὶς, ὁ ἐστερημένος τῶν σιτίων· οὕτω καὶ ἡ παράδο‐
σις· καὶ ἀνῆστις ὁ γεγευμένος· καὶ τὸ πληθυντικὸν
ὁμοίως· οὕτω καὶ γὰρ ἡ νῆστις.
Νηυσὶ, πλοίοις· τρεῖς εὐθείας ἔχει, ναῦς καὶ νηῦς καὶ |
---|
20 | νεῦς· καὶ γίνεται παρὰ τὸ νέω τὸ κολυμβῶ· καὶ
Ὅμηρος, αὐτὰρ ὁ χερσὶ νέων ἐπεμαίετο νόστου· ἡ δο‐
τικὴ νηῒ, ἐξ αὐτοῦ ὄνομα νηΐστης, ἐπαινῶ τὸν νηΐτην
νόμον· ναῦς, ναὸς, ὁ κανὼν, δύο μόνα εἰσιν εἰς αυς
θηλυκὰ μονοσύλλαβα περισπώμενα, ναῦς καὶ γραῦς· |
---|
25 | κέκλινται δὲ ἀμφότερα διὰ τοῦ ος.
Νήφω, τὸ μεθύω, διὰ τοῦ η γράφεται, ὡς φησὶν Ἀπολ‐
λώνιος, κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς ἦτα, ὡς ἀπὸ
τοῦ νείφω τὸ βρέχω, τοὺς γὰρ λειποψυχοῦντας πολ‐
λάκις, ὕδατος ῥανίσι νείφειν ποιοῦμεν. |
---|
30 | Νήφω, τὸ εὔχομαι, παρὰ τὸ νείφω, ἀπὸ τῆς τοῦ ὕδα‐
τος ἐπιφορᾶς, οἱ γὰρ τοῦτο κεχρημένοι εἰσὶν ἐγρήγοροι
καὶ νηφάλιοι· ἔνθεν καὶ νήφειν τὸ φρονεῖν· οὕτως ἡ
παράδοσις.
Νήχω, νῶ καὶ νέω, ὅ ἐστι κολυμβῶ· ὡς ὁ Ἀριστοφά‐ |
---|
35 | νης ἵππευσιν, ἔνεον ἐν ταῖς ἐμβάσεσι· ἐκτάσει τοῦ ε
εἰς η, νήχω, οὕτω Φιλόξενος.
Νίκη, παρὰ τὸ ἑνὶ δοτικὴν, καὶ ἵκω τὸ σημαῖνον τὸ πα‐
ραγίνομαι, γέγονε ἑνιΐκη, καὶ κατὰ κράσιν τῶν δύο ιι,
εἰς ἰῶτα μακρὸν ἑνίκη· καὶ νίκη ἀποβολῇ τοῦ ε. |
---|
40 | Νίκη, παρὰ τὴν ἑνὶ δοτικὴν καὶ τὸ εἴκω, ἡ ἑνὶ ὑπο‐
χωροῦσα· καὶ Ὅμηρος, ἑτεραλκέα νίκην· τουτ’ἔστιν
ἑτεροκλινῆ.
Νησὶς, τῷ λόγῳ τοῦ ἀκτίς. σημαίνει δὲ τὴν μικρὰν
νῆσον· ἰστέον, ὅτι τὸ νῆσος διὰ τοῦ η γράφεται, καὶ |
---|
45 | ἑνὸς ς κατὰ παράδοσιν· ἀπὸ τοῦ νησὶς νησσάριον δὲ
διὰ τοῦ ἦτα, ὅθεν ἐστὶ κατὰ παράδοσιν.
Νησίδιον, διὰ τοῦ ι, ἀπὸ γὰρ τοῦ νῆσος νήσου, γέγονε
νησίον, καὶ ἐκεῖθεν νησίδιον· οὕτω καὶ ἀπὸ τοῦ ὀψά‐
ριον ὀψαρίδιον, καὶ βιβλίον βιβλίδιον. |
---|
nu 409 (50) | Νηρεὺς, παρὰ μὲν τῷ ποιητῇ διὰ τοῦ ι γράφεται· ἐπὶ
δὲ τοῦ θαλαττίου καὶ τοῦ τεχνικοῦ διὰ τοῦ ἦτα γρά‐
φεται.
Νῖσος, ὄνομα κύριον· καὶ Νίσα ἔστιν ὄνομα πόλεως.
Νήφω, νέφος γὰρ ὁ κενὸς φαοὺς, ὃ παρ’ Ἀριστοφάνῃ |
55 | καὶ τὸ νεφέλη διδάσκει. Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχι‐
βίου τὸ νήφω κατὰ τροπὴν ἔλεγεν γεγεννῆσθαι· κυρίως
γὰρ, φησὶν, νήφειν εἴρηται, κατὰ τὴν τοῦ ὕδατος
προφορὰν καὶ νηφαλέωσιν, ἢ καὶ ἐκπέπτωκεν ἀπ’ αὐ‐
τοῦ καὶ τὸ νειφᾶς· τὸ δὲ νιφετὸς διὰ τοῦ ἰῶτα· καὶ |
---|
60 | οὐ θαῦμα· ὥσπερ γὰρ ἀπὸ τοῦ λείβω λίβας καὶ ἀπὸ | |
---|
nu 410 | τοῦ πείθω πιθανότης, καὶ ἀπὸ τοῦ ἀλείφω συναλιφὴ,
οὕτω καὶ ἀπὸ τοῦ νείφω νιφετός.
Νικήτας, νικήτα· ὁ κανών· τὰ εἰς ας ὀνόματα, ἀπὸ
φύσει μακρᾶς ἀρχόμενα, ἀποβολῇ τοῦ ς κλίνονται· |
5 | οἷον, νικήτας νικήτα.
Νίσομαι, τὸ πορεύομαι· ὤφειλε δὲ διὰ τῆς ει διφθόγ‐
γου· ἀνεφάνη γὰρ ἐν τῷ νέομαι· ἀλλ’ ἡ παράδοσις
τὸ ι ἔχει θεματικὸν, νίω ὁ μέλλων νίσω· τὸ νι μα‐
κρόν. |
---|
10 | Νοερὸν, τὸ τὰ ἀόρατα νοήματα τηροῦν.
Νόσος, παρὰ τὸ ἐστερεῖσθαι τοῦ σώου.
Νομὴ, ἐκ τοῦ νέμω νομὴ καὶ σημαίνει τὴν τροφήν· γί‐
νεται παρὰ τὸ νέμω τὸ βόσκω νομὴ, ὀξύνεται· τὰ εἰς
η λήγοντα ἰαμβικὰ παραληγόμενα τῷ α ὀξύνεται, ὅπο‐ |
---|
15 | τε προϋπάρχει διὰ τοῦ ι, κατὰ τὴν παραλήγουσαν,
οἷον, ἀνατολὴ, ἀνατομή· τὸ μέντοι εὐρυνόμη, καὶ ἀμ‐
φινόμη βαρύνεται.
Νόμισμα, παρὰ τὸ νομίζω, νομίσω, νόμισμα· ἢ διὰ
τὸ νομιζόμενον μηδὲν εἶναι· καὶ διὰ τὸ νομίζεσθαι τὸ |
---|
20 | μηδὲν ὄν.
Νομίσματα, λέγεται ρκε.
Νόμος, σημαίνει ἕξ· νόμος ὁ γραπτὸς ὃν ἔχομεν· νό‐
μος καὶ τὸ νόμισμα· νόμος ὁ τὴν γῆν μερίζων· Αἰγυ‐
πτικὸς νόμος ἡ χώρα· καὶ νόμος ἡ συνήθεια· νόμος |
---|
25 | αἱ τάξεις· νόμος δὲ ἡ νομὴ τῆς βοσκῆς· γέγονε δὲ
ἀμφότερον, παρὰ τὸ νέμω τὸ μερίζω, ὡς λέγω λόγος.
Νόθος, ὁ μὴ γνήσιος υἱὸς, ἀλλ’ ἐκ παλλακίδος ὤν·
αἱ γὰρ παιδοποιΐαι παρὰ τῷ ποιητῇ λέγονται τετρα‐
χῶς· γνήσιος, νόθος, σκότιος, παρθένιος. γνήσιος |
---|
30 | μὲν καλεῖται, ὁ ἐκ νομίμων γάμων· νόθος δὲ ἐκ παλ‐
λακίδος· καὶ φησὶ, νόθον καὶ γνήσιον ἄμφω εἰν ἑνὶ
δίφρῳ ἔοντας· σκότιον δὲ ἐγείνατο μήτηρ· παρθένιος
δὲ ὁ ἐκ τῆς παρθένας ἔτι νομιζομένης γεννώμενος· ὡς
τὸ, παρθένιος τὸν ἔτικτε χόρῳ καλὴ Πολυμήλη. |
---|
35 | Νόσος, διὰ τὸ νοσεῖν τὸ σῶμα· ἢ παρὰ τὸ νω στερητι‐
κὸν, καὶ τὸ σῶος, ὁ ἐστερημένος τοῦ σώου, ἤγουν τῆς
ὑγείας.
Νοσσία, παρὰ τὸ νεοσσὸς, ὁ νεωστὶ σευόμενος, καὶ
ἐξορμῶν τῆς γαστρὸς, τοῦτο δὲ παρὰ τὸ νε στερη‐ |
---|
40 | τικὸν, καὶ τὸ σεύω τὸ ὁρμῶ· νοσσία δὲ ἡ καλία.
Νόστος, παρὰ μὲν τῇ συνηθείᾳ ὁ γλυκασμὸς λέγεται
νόστος, μεταφορικῶς δὲ, καὶ ἡ εἰς τὸν οἶκον ἀνακομιδὴ,
ἀπὸ τῶν ἐδεσμάτων, ὡς φησὶν Ὅμηρος, οὐδὲν γλυ‐
κίον ἑῆς πατρίδος· γέγονε δὲ παρὰ τὸ νέω τὸ πορεύο‐ |
---|
45 | μαι, νέσω, νόστος καὶ νοστῶ νοστήσω. τὸ δὲ νέω ση‐
μαίνει πέντε· τρία διὰ τοῦ ε ψιλοῦ, τὰ μὲν δύο βα‐
ρύτονα, καὶ τὸ ἓν περισπώμενον· τὰ δὲ ἕτερα δύο διὰ
τῆς αι διφθόγγου· καὶ εἰς τὸ νοσφισμός.
Νόσφι, χωρὶς κατ’ ἰδίαν· ἐπίῤῥημα χωριστικὸν, ἐκ τοῦ |
---|
nu 410 (50) | νόστος, νόστου, ἐπεκτάσει τῆς φι συλλαβῆς, γίνεται
νόστουφι, καὶ ἐν συγκοπῇ νόσφι· καὶ ἴφι.
Νοσφιζοίμεθα, παρὰ τὸ νοσφίζω· τοῦτο ἐκ τοῦ νω
στερητικοῦ καὶ τοῦ ἕπω τὸ ἀκολουθῶ, καὶ ἐξ αὐτοῦ
νόεπι· καὶ ὥσπερ ἀπὸ τοῦ θεόφατον, κατ’ ἀποβολὴν |
55 | τοῦ ο καὶ πλεονασμῷ τοῦ ς γίνεται θέσφατον, καὶ
θεόπιν θέσπιν κατεβρόντισεν ὁ βλέπων ὄπα, οὕτως ἐκ
τοῦ νοέπων, νοέπι ἀποβολῇ τοῦ ε, καὶ πλεονασμῷ
τοῦ ς νόσφι, τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ὁ μὴ ἀκολου‐
θῶν, ἀλλὰ πόῤῥωθεν, καὶ χωρὶς ὑπάρχων· καὶ ἄλ‐ |
---|
60 | λως· νόσφι γίνεται ἐκ τοῦ νόστος νόστου, νοστόφι | |
---|
nu 411 | καὶ κατὰ συγκοπὴν νόσφι. καὶ διάτι, γενόμενον ἀπὸ
τῆς τοῦ νόστου γενικῆς οὐκ ἐγένετο νοστοῦφι, ἀλλ’
ἀπέβαλε τὸ υ; καὶ λέγομεν ὅτι αἱ πτώσεις αἱ ἐπεκτει‐
νόμεναι, διὰ τῆς φι συλλαβῆς, εἰ μὲν ἔχοιεν ἓν |
5 | φωνῆεν κατὰ τὴν λήγουσαν, φυλάττουσιν αὐτὸ, οἷον,
οὐράνιος οὐρανίαφι, ἑτέρη ἑτέρηφι· εἰ δὲ ἔχουσι δύο
φωνήεντα κατὰ τὴν λήγουσαν, τὸ τελευταῖον φωνῆεν ἀπο‐
βάλλουσι, νόστος, νόστου, νοστόφι καὶ συγκοπῇ νόσφι.
ἰστέον ὅτι τῆς φι συλλαβῆς παραγωγὴ ἐν πάσῃ πτώ‐ |
---|
10 | σει γίνεται, ἀπὸ εὐθείας μὲν, ὡς ἑτέρη ἑτέρηφι· ὁδὸς δ’
ἑτέρηφι παρέλθη· ἀπὸ γενικῆς, οἷον, χαλκοῦς χαλκοῦ
χαλκόφι, πλάγχθη δ’ ἀπὸ χαλκόφι, χαλκός· ἀπὸ
δοτικῆς, βίῃ, βίῃφι· Ἕκτορ ἴφι βίῃφι ἀντὶ τοῦ ἐν
βίᾳ· φρήτρη φρήτρηφιν ἀρήγῃ· ἀπὸ αἰτιατικῆς, οἷον, |
---|
15 | δεξιὸν δεξιόφιν, ὡς τὸ, εἴτ’ ἐπὶ δεξιόφιν ἀντὶ τοῦ,
ἐπὶ τὸ δεξιὸν πάντος στρατοῦ· ἀπὸ κλητικῆς, οἷον, οὐρα‐
νίαφι φίλη γα’ εἴσομαι· αὗται δὲ αἱ τῆς φι συλλα‐
βῆς ἐπεκτάσεις, τὸ αὐτὸ μέρος τοῦ λόγου φυλάττουσι,
χωρὶς τοῦ νόσφι καὶ ἶφι· ταῦτα γὰρ ἐπῆλθον εἰς |
---|
20 | ἐπιῤῥηματικὴν σύνταξιν· βαρύνεται τὸ νόσφι· κανὼν
γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ι λήγοντα ἐπιῤῥήματα,
συνεσταλμένον ἔχοντα τὸ ἰῶτα βαρύνεσθαι θέλουσιν·
οἷον, νόσφι, αὖθι, ἶφι, νέχι, ᾗχι· ὅθεν καὶ τὸ πρώϊ
ἀναλογώτερόν ἐστι παρὰ τῷ ποιητῇ βαρύνεσθαι, οἷον, |
---|
25 | πρωῒ δ’ ὑπ’ ἠοῖοι· τὸ δὲ νόσφι σημαίνει τὸ χωρὶς,
ἀποβολῇ τοῦ ς, διὰ τὸν κανόνα, καὶ βαρύνεται.
πρόσκειται ἔχοντα τὰ ι συνεσταλμένον διὰ τὸ δευρὶ,
νυνὶ, καὶ κοῒ, ἔστι δὲ μίμημα φωνῆς χοίρων. Ἀριστο‐
φάνης ἐχρήσατο τῇ λέξει· τὸ ἄρι καὶ ἔρι ἐπιτατικὰ |
---|
30 | μόρια, συνεσταλμένον ἔχοντα τὸ ἰῶτα καὶ μὴ βαρυνό‐
μενα οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐδέποτε ταῦτα εὑρί‐
σκεται αὐτὰ καθ’ ἑαυτὰ, ἀλλ’ ἀεὶ ἐν συνθέσει, ὡς
τὸ ἐριβρεμέτης, καὶ ἀριδείκετος· τὸ δὲ οὐχὶ ὤφειλε
βαρύνεσθαι· ἀλλ’ ἐπειδὴ ἐκ τῆς οὐ ἀρνήσεως γέγονε, |
---|
35 | κατ’ ἐπέκτασιν τῆς χι συλλαβῆς, τὸ δὲ οὐ παραλόγως
ὠξύνθη, ὤφειλε γὰρ περισπᾶσθαι, ἐπειδὴ πᾶσα δί‐
φθογγος τελικὴ εἰς ου λήγουσα, καὶ τὰ ἑξῆς·
ἐπειδὴ οὖν παραλόγως ὠξύνθη πρὸ τῆς ἐπεκτάσεως,
τούτου χάριν καὶ μετὰ τὴν ἐπέκτασιν παραλόγως |
---|
40 | ὠξύνθη.
Νοῦσον, παρὰ τὸ σόον ὅπερ διὰ τοῦ ο γράφεται, καὶ
τὸ νο στερητικὸν μόριον, καὶ πλεονασμῷ τοῦ υ νοῦσος,
ὡς Ὄλυμπος Οὔλυμπος.
Νοῦς, παρὰ τὸ νέεσθαι πάντοτε, κινούμενος καὶ ἐπὶ |
---|
45 | πάντων προϊών· ὃ, τι γὰρ ὁρμητικώτερον νοῦ; Ὅμη‐
ρος, οὐδ’ ὅταν ἀΐξη νόος ἄνερος· καὶ ὡσεὶ πτερὸν ἠὲ
νόημα.
Νουνεχόντως, ἀπὸ τοῦ νοῦν καὶ ἔχων, σύνθετον
νουνεχόντως· πολλάκις γὰρ ἀπὸ δύο διεστώτων τοῦ |
---|
nu 411 (50) | λόγου μερῶν γίνεται ἑνότης, οἷον, Ἄρειος πάγος,
Ἀρεοπαγίτης, ἡ νεὰ πόλις, οἱ Νεαπολίται, ταυτὸ
ταυτότης, οὕτω νοῦν ἔχων, νουνεχόντως.
Νοσφισμὸς, χωρισμὸς, παρὰ τὸ νοσφίζω· τοῦτο
παρὰ τὸ νόσφι, ὃ σημαίνει τὸ χωρὶς, τοῦτο παρὰ τὸ |
55 | νόστος νοστόφι καὶ ἐν συγκοπῇ νόσφι. τὸ νόστος, ἔστι
στῶ, καὶ μετὰ τοῦ νο στερητικοῦ νοστόφι, καὶ νόσφι
καὶ νόστος, τὸ μὴ ἵστασθαι εἰς ἀλλότριον τόπον, ἀλλ’
ἐν τοῖς οἰκείοις ἀπέρχεσθαι. |
---|
Νοτάριος, ὅτι νοῦν τηρεῖ· ἢ ὁ τὸν νοῦν τηρῶν· ἡ ὁ | |
nu 412 | τὰ νοήματα· Ῥωμαϊκὴ δὲ ἡ λέξις, διὰ τὸ νότα τὰ
γράμματα λέγειν.
Νότος, διότι νόθους ποιεῖ τοὺς καρπούς.
Νότος, τάχα διὰ τὸ νοτίζειν· ἢ τὴν νοτιαῖαν αἴρειν. |
5 | Νότος, ὄντός τις ὢν κατ’ ἀποβολὴν τοῦ ο. οὕτως εὗρον
ἐν ὑπομνήματι Ἰλιάδος· ὀνῶ δὲ τὸ βλάπτω.
Νότος, ὁ ἄνεμος, παρὰ τὸ ὀνῶ τὸ βλάπτω, ὁ μέλλων
ὀνήσω, ἐξ αὐτοῦ ὄνοτος καὶ κατ’ ἀφαίρεσιν τοῦ ο νό‐
τος· οἱονεὶ ὁ βλαπτικὸς τῶν καρπῶν καὶ τῶν σωμάτων. |
---|
10 | Νοῦς, παρὰ τὸ νέεσθαι καὶ ὁρμᾷν· τὶ γὰρ κινητικώτε‐
ρον τοῦ νοός.
Νουθέτημα, συμβούλημα.
Νουνέχης, σοφὸς, συνετός.
Νυκτίβιος, ὁ ἐν νυκτὶ καὶ ὡς ἡμέρᾳ διάγων. |
---|
15 | Νυμφαγωγὸς, τὰ παρὰ τὸ ἄγω συντιθέμενα διὰ τοῦ
ἰῶτα γράφεται, νυμφαγῳγὸς, μυσταγῳγός.
Νυκτικόραξ, παρὰ τὸ νυκτὶ καὶ τὸ κόραξ· τοῦτο πα‐
ρὰ τὸ κορὸν ὃ σημαίνει τὸ μέλαν· ἢ παρὰ τὸ κάραν
μεγάλην ἔχειν. |
---|
20 | Νοῦμμον, μιλιαρήσιον, Νουμμάς τις βασιλεὺς Ῥω‐
μαίων ἐποίησε καὶ πρὸς τὸ ὄνομα αὐτοῦ ἐκλήθη.
Νύμη, ἐξανύμφευτος· ἐκ τούτου παράγωγον νυμφεύω
καὶ ὄνομα ῥηματικὸν νυμφευτός· τὸ δὲ νύμφη παρὰ
τὸ νῦν φαινομένη νέα· ἢ παρὰ τὸ νέαν φαίνεσθαι· ἢ |
---|
25 | παρὰ τὸ νεὸν φῶς ἔχειν· ἤγουν νεωστὶ φαίνεσθαι.
Νυμφίος, παρὰ τὸ νῦν ἠμφιᾶσθαι καλῶς· ἢ νῦν φι‐
λῶν νύμφην· τὸ φι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος ὀνό‐
ματα, κατὰ τὸν τόνον διφορούμενα, διὰ τοῦ ι γράφε‐
ται· τὸ δὲ νυ, ὅτι νυγμόν τινα ἔχει ἡ τούτου ἐκφώ‐ |
---|
30 | νησις.
Νῦν καὶ νυνὶ διαφέρει· τὸ μὲν γὰρ νῦν καθολικὸν
ἐπίῤῥημά ἐστι· τάσσεται δὲ ἐπὶ τῶν τριῶν χρόνων,
ἐνεστῶτος καὶ παρωχημένου καὶ μέλλοντος· οἷον, νῦν
ὁ ἀγών ἐστι· νῦν ὁ ἀγὼν διῆλθε, νῦν ὁ ἀγὼν ἔσται. |
---|
35 | τὸ δὲ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος.
Νῦν, δηλοῖ χρόνους τρεῖς, ἐνεστῶτα· νῦν γὰρ γένος
ἐστι σιδήρεον· παρεληλυθότα· νῦν ὤλετο πᾶσα περι‐
χθών· μέλλοντα, νῦν δὲ Αἰνείαο βίη πᾶσι Τρώεσσιν
ἀνάξει. |
---|
40 | Νυνὶ, ἐπίῤῥημα χρόνου δηλωτικὸν, κατ’ ἐπέκτασιν τοῦ
ι, ἀπὸ γὰρ τοῦ νῦν γίνεται· ἡ διὰ τοῦ ἰῶτα ἐπέκτασις
δίφθογγον οὐκ ἔχει, ὡδὶ, νυνὶ, δευρί.
Νὺξ, παρὰ τὸ νύσσω· νυσσόμεθα γὰρ προσκόπτοντες
τῷ σκότει· ἢ παρὰ τὸ νύσσω τὸ κάμπτω, ἡ νύσσουσα |
---|
45 | ἡμᾶς πρὸς ὕπνον· καὶ κλίνεται νυκτός· ὁ κανών· πᾶν
ὄνομα ἔχον ἐπὶ τῆς εὐθείας τὸ σύμφωνον τοῦ παρακει‐
μένου, θέλει ἔχειν καὶ ἐπὶ τῆς γενικῆς πότε μὲν τὸ
σύμφωνον τοῦ παρακειμένου, πότε δὲ τοῦ μέλλοντος·
νὺξ σημαίνει τρία, τὴν σωματοειδῆ θεόν· εἰ μὴ νὺξ |
---|
nu 412 (50) | ἔλθοι· καὶ ἐπὶ τὸ τῆς συνηθείας ἡμῖν νοούμενον, νυ‐
κτὸς, νὺξ ἤδη τελέθη· καὶ ἐπὶ τῆς βαθείας καὶ σκο‐
τεινῆς καὶ γνοφωδοὺς· τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ
νὺξ ἐκάλυψε.
Νυὸς, νύμφη, ἡ τοῦ υἱοῦ γυνή· παρὰ τὸ νεὸς, τροπῇ |
55 | τοῦ ε εἰς υ νυός· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς.
Νύσσα, ὁδὸς καμπτὴ, ὁ καμπτὴρ, παρὰ τὸ ἐκεῖ νύσσε‐
σθαι τοὺς ἵππους.
Νυστάζει, οἱονεὶ νευστάζει, παρὰ τὸ ἐπινεύειν, διὰ |
---|
τὴν ἐπιγινομένην ἐκ τοῦ ὕπνου καταφοράν. | |
nu 413 | Νωθὴς, ἡ εὐθεῖα, ὁ νωθὴς, τοῦ νωθοῦ, τῶ νωθεῖ,
τὸν νωθὴν, ὦ νωθής· πληθυντικὰ, οἱ νωθεῖς, τῶν νω‐
θῶν, τοῖς νωθέσι, τοὺς νωθεῖς, ὦ νωθεῖς· οὕτω κλί‐
νεται καὶ ὁ νωδής. |
5 | Νῶε, κύριον ὄνομα, παρὰ τὸ νῶ τὸ κολυμβῶ.
Νωδὴς, ὁ μὴ ἔχων ὀδόντας.
Νωθὴς, ὁ βραδὺς, παρὰ τὸ μὴ θέειν αὐτόν.
Νωθρὸς, παρὰ τὸ νῶθος νωθερὸς καὶ νωθρὸς, ὃ ἐστε‐
ρημένος τοῦ θορεῖν, ἤγουν ὀξέως κινεῖσθαι. |
---|
10 | Νῶροψ, ὁ μὴ ἐῶν εἰς ἑαυτὸν ἀφορὰν τὴν ὄψιν· διὰ τὸ
ἄγαν λαμπρόν· ἀμαυροῖ γὰρ τὴν ὄψιν τὰ πάνυ λυπηρά.
Νωθροκάρδιος, βραδὺς κατὰ τὸν λογισμόν.
Νωΐτερος, ἀπὸ τῆς νῶϊ δυϊκῆς ἀντωνυμίας, καὶ σημαί‐
νει τὸν ἡμέτερον· οὕτω καὶ σφωΐτερος, ἀπὸ τῆς σφῶϊ |
---|
15 | δυϊκῆς ἀντωνυμίας, καὶ δευτέρου προσώπου καὶ σημαί‐
νει τὸν ὑμέτερον· ὡς σφέτερος ἀπὸ τοῦ σφεῖς τρίτου
προσώπου, καὶ σημαίνει τὸν ἀλλότριον.
Νώροπι χαλκῷ, τῷ λαμπρῷ σιδήρῳ.
Νωλεμέως, συνεχῶς, παρὰ τὸ νω στερητικὸν μό‐ |
---|
20 | ριον, καὶ τὸ λείπω τὸ καταλιμπάνω, γέγονε νὠλεπέως
καὶ τροπῇ τοῦ π εἰς μ νωλεμέως, οἱονεὶ τὸ μὴ λειπό‐
μενον, ἀλλ’ ἀδιαλείπτως ὂν.
Νωμῶ, εἰς τὸ πωλῶ. |
---|
Νώσκω εἰς τὸ γινώσκω. | |
nu 414 | Νῶτα, ὄνομα οὐδέτερον εὐθείας τῶν πληθυντικῶν· τὸ
ἀρσενικὸν ὁ νῶτος· τὸ νω μέγα πρὸς ἀντιδιαστολὴν
τοῦ νότου, τοῦ σημαίνοντος τὸν ἄνεμον· τὰ νῶτα· καὶ
ἡ εὐθεῖα τῶν δυϊκῶν οὐκ ἔχει, πλὴν μόνων τῶν πλη‐ |
5 | θυντικῶν τὰ κέλευθα, οὕτω καὶ τὰ νῶτα.
Νῶτος, ὁ ῥαχὺς, ἐξ οὗ καὶ νωτὴρ, ὁ τὰ βαρὴ βαστά‐
ζων.
Νῶτα, τὰ μετάφρενα, ἐκ τοῦ οἴω τὸ κομίζω.
Νῶτος, σημαίνει τὴν ψυχήν· παρὰ τὸ νωτίζεσθαι αὑ‐ |
---|
10 | τὸν ἱδρῶτι· ἀντὶ δὲ τοῦ ο εἰς ω· ἢ παρὰ τὸ νῶος τὶς
ὃ σημαίνει τὴν ὑγρότητα κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω·
ἢ παρὰ τὸ ὦ ῥῆμα, ὃ σημαίνει τὸ ὑπάρχω, ὦτος καὶ
νῶτος.
Νωχελὴς, ὁ δυσκίνητος καὶ ἀργὸς, νωκελής τις ὤν· |
---|
15 | ὁ μὴ κέλλων· κέλλειν δὲ ἐστὶ τὸ ταχέως τρέχειν,
ἀφ’ οὗ κέλης, ὁ μονώνυξ ἵππος καὶ δρομικός.
Νῶτος, ἐπειδὴ τῶν ἄλλων νωτίζεται μᾶλλον, καὶ εἰς
τοῦτον ὁ ἱδρὼς καταῤῥεῖ· ὡς τροπὴν εἶναι τοῦ ο εἰς ω.
Ὅμηρος, κατὰ δὲ νότιος ῥέεν ἱδρὼς, ἀντὶ τοῦ κατὰ |
---|
20 | νώθου ἐφέρετο ὁ ἱδρώς.
Νῶτα θαλάσσης, τὰ ἐπὶ φῶς τῆς θαλάσσης.
Νωτιαῖος, μυελός. Νωτιαῖον δέρμα. Νωτιαῖα ἡ
θρίξ. |
---|
24t | Τέλος τοῦ Ν στοιχείου. | |
---|
xi 413 (post 24t) | ΑΡΧΗ ΤΟΥ Ξ ΣΤΟΙΧΕΙΟΥ. |
25 | Ξανθὸς, ἐκ τοῦ ξαίνω, ξαντὸς ξανθός. διὰ τούτου
γὰρ, φησὶν, αἰνίττεται, τὸ θερμὸν καὶ ὀργίλον τοῦ
ἥρωος· οἱ γὰρ ξανθόχολοι, τοιοῦτοι· ἢ παρὰ τὸ
ἄνθος, πλεονασμῷ τοῦ ξ καὶ καταβιβασμῷ τοῦ
τόνου. |
---|
30 | Ξαντικὸς, ὁ μὴν, διὰ τοῦ ι δεῖ γράφειν, καὶ πάντας
μῆνας Μακεδόνων· οὐδεὶς γὰρ αὐτῶν τὴν ει δίφθογγον
γράφει.
Ξανθὸς, ποταμὸς Τροίας, παρὰ τὸ ξανθὰς τρίχας
ποιεῖν τῶν λουομένων ἐκεῖσε. |
---|
35 | Ξανθὸς, ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι;
εἰδικοῦ· τὸ γενικὸν πῶς ἐστι; χολή· διαιρεῖται εἰς
δύο, εἰς ἀτμῶδες καὶ ὠχρόν· γίνεται ἐκ τοῦ ξαίνω
ξαντός· ἐγράφη.
Ξανθὴν, πυῤῥοειδῆ. |
---|
40 | Ξανθίζεσθαι, κοσμεῖσθαι τὰς τρίχας.
Ξεινοδόκος, ἐκ τοῦ ξένος καὶ τοῦ δέχομαι, οὗ τινος ὁ
μὲν χαρακτὴρ παθητικὸς, τὸ δὲ σημαινόμενον ἐνεργη‐
τικόν.
Ξεῖνος, ὥσπερ ἀπὸ τοῦ κενὸς κεινὸς κατὰ πλεονασμὸν |
---|
45 | τοῦ ἰῶτα, καὶ ἀπὸ τοῦ ξένος ξεῖνος. οὐδέποτε γὰρ οἱ
Αἰολεῖς τὸ ι ἀπὸ πλεονασμοῦ ἀποβάλλουσι· καὶ διπλα‐
σιάζουσι τὸ σύμφωνον, οἷον, τὸ κενὸς γὰρ κεινὸς κατὰ
πλεονασμὸν τοῦ ι καὶ οὐ λέγουσι κεννός· ἀλλ’ ἀπὸ τοῦ
ξένος γέγονε ξέννος· καὶ γὰρ πολλάκις ἐπὶ βραχείας |
---|
xi 413 (50) | συλλαβῆς ποιοῦνται τοῦ συμφώνου διπλασιασμόν· Ἔνη
καὶ Ἔννη, ἔστι δὲ ὄνομα πόλεως, ὡς θεράπων, θεῤ‐
ῥάπων, καὶ ξένος ξέννος.
Ξενοδόχος, καὶ Ἰωνικῶς τροπῇ τοῦ ψιλοῦ εἰς δασύ· |
ὡς τό· εἰ ἐτεὸν Κάλχας μαντεύεται, ἠὲ καὶ οὐχί. | |
xi 414 (25) | πλεονασμῷ τοῦ ι ξεινοδόχος, ὁ τοὺς ξένους φιλο‐
φρονῶν.
Ξεῖνος καὶ ξεινοῦσθαι ποιητικῶς, Αἰολικῶς δὲ ξέν‐
νος.
Ξενηκούσθησαν, ἔστι ξένος, ὃ σημαίνει τὸν θαυμα‐ |
30 | στὸν, καὶ τὸ ἀκούω, καὶ ἐκ τούτου κατὰ σύνθεσιν γέ‐
γονε ξενακούω, ξενηκούσω, ξενήκουκα, ξενήκουσμαι,
ὁ ἀόριστος παθητικὸς ξενηκούσθην, καὶ τὸ τρίτον τῶν
πληθυντικῶν ξενηκούσθησαν.
Ξενοδόκος, ὁ μὲν Ὅμηρος τὸν τοὺς ξένους ὑποδεχόμε‐ |
---|
35 | νον, συνηθὼς ἡμῖν. Σιμωνίδης δὲ καὶ Πίνδαρος καὶ ἄλ‐
λοι τινὲς τὸν μάρτυρα ἐξεδέξαντο. Σιμωνίδης, ξεινο‐
δόκησε Τελάμων, ἀντὶ τοῦ ἐμαρτύρησε· καὶ Πίνδαρος·
ξεινοδοκῶν δ’ ἄριστος χρυσὸς ἐν αἰθέρι λάμπων, ἀντὶ
τοῦ μαρτυρῶν. |
---|
40 | Ξέστης Ῥωμαϊκὸν ἔστι τὸ ὄνομα· τὸν γὰρ παρ’ ἡμῖν
ἓξ ἀριθμὸν αὐτοὶ σὲξ· καὶ μέτρου τινὸς παρ’ αὐτοῖς
τὸ ἕκτον, σέκτον, διὰ δὲ εὐφωνίαν, τὸ σέξστης ἔλεγον
ξέστης, μεταθέσει τοῦ ξ, οὕτω Φιλόξενος ἐν τῷ περὶ
Ῥωμαίων διαλέξεως. |
---|
45 | Ξένος, παρὰ τὸ ἔξω ἰέναι, ἢ παρὰ τὸ ἐκτὸς τῆς ἑνό‐
τητος· ἢ παρὰ τὸ ξέω, ὁ ἐξεσμένος καὶ ἀποκεχωρισμέ‐
νος· λέγεται δὲ καὶ ξένος, ὁ ὑποδεχόμενος τὸν ξένον·
καὶ ὁ ἀπὸ τῶν ἀλλοδαποὺς ἥκων· καὶ πεποίηται τὸ
ὄνομα παρὰ τὴν σκήνην, τουτ’ἔστιν ὁ παρέχων σκέπην, |
---|
xi 414 (50) | ἵν’ ᾖ κένος καὶ ξένος, ὃν ἄγει τις εἰς ἑαυτὸν
καὶ ὑποδέχεται, ἢ παρὰ τὸ ἵξω, ἵξενος καὶ ξένος ἡ
ὄρασις.
Ξενία, δύο σημαίνει, τὴν κατοικίαν, καὶ τὴν μακρὰν |
ὁδόν. | |
xi 415 | Ξένος, σημαίνει τρία, τὸν φίλον, καὶ ἐν τῇ κοινῇ
συνηθείᾳ λεγόμενον· τάσσεται καὶ ἐπὶ θαύματος ὡς
τὸ ξένον καὶ παράδοξον.
Ξένος, παρὰ τὸ ἔξω εἶναι· ἢ παρὰ τὸ ἐξεωμένον εἶναι |
5 | ἀπὸ τῶν ἰδίων· τὸ ξε ψιλὸν διάτι; τὰ διὰ τοῦ ενος
ὀνόματα βαρύτονα εἴτε ὀξύτονα, διὰ τοῦ ε γράφεται,
οἷον, ξένος, σθένος ἡ δύναμις, ἔνος ὁ ἐνιαυτὸς,
κενὸς ὁ μάταιος, πλὴν τοῦ αἶνος ὃ σημαίνει τὸν
ἔπαινον. |
---|
10 | Ξενοφῶν, ὁ ἐν τοῖς ξένοις νήφων, τουτ’ἔστιν εὐχόμε‐
νος· ἢ ὁ ἐν τοῖς ξένοις τόποις φονευόμενος.
Ξεστίον, διὰ τὸ ἀπεξεσμένον τοῦ εἴδους· ἢ διὰ τὸ
ἀκριβὲς τοῦ μέτρου.
Ξηρὰ, ἐκ τοῦ ξηρὸς, τοῦτο παρὰ τὸ σκληρός, καὶ ἀπο‐ |
---|
15 | βολῇ τοῦ λ, καὶ κράσει τοῦ κς εἰς ξ, ξηρὸς καὶ ξηρὰ
θηλυκόν.
Ξηρὸν, παρὰ τὸ ξέω, ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν
ξύλων· τροπῇ τοῦ ε εἰς η, οὕτω Φιλόξενος ἐν τῷ περὶ
μονοσυλλάβων ῥημάτων. |
---|
20 | Ξηρὸς, ἐκ τοῦ σκληρὸς, ἀποβολῇ τοῦ λ γίνεται σκηρὸς,
καὶ κατὰ συναίρεσιν τοῦ κς εἰς ξ ξηρός· τὸ γὰρ ξ ἐκ
τοῦ κ καὶ ς σύγκειται. τὸ ξη ἦτα· τὰ διὰ τοῦ ηρος
ὀξύτονα ὀνόματα ἅπαντα διὰ τοῦ η γράφεται, οἷον,
σκληρὸς, ξηρὸς, μηρὸς, πλὴν τοῦ καυστειρῆς ἀντιβο‐ |
---|
25 | λῆσαι.
Ξίφος, παρὰ τὸ ξέειν· ἢ παρὰ τὸ ὀξύνεσθαι πρὸς φο‐
νόν· ἢ παρὰ τὸ ξύω ξύσω, ξύφος καὶ ξίφος· τὸ ξι
ἰῶτα· τὰ εἰς φος ὀνόματα οὐ θέλουσι τῇ ει διφθόγ‐
γῳ παραλήγεσθαι· οἷον, ἔριφος, στέριφος καὶ ξίφος |
---|
30 | καὶ εἴ τι ὅμοιον· καὶ ἄλλως, τὸ ξι ἰῶτα διάτι; τὰ εἰς
φος ὀνόματα οὐδέτερα διὰ τοῦ ι γράφεται· οἶον, ξί‐
φος, ἀρσενικὸν στέριφος, ἔριφος.
Ξηνὸς καὶ ἐπίξηνος, ὁ κορμὸς διὰ τοῦ ἦτα· ἐν ᾧ τὰ
κρέα ξαίνονται· λόγος· τὸ ξι δὲ ὅτι ἐν τῷ γράφε‐ |
---|
35 | σθαι, πλεῖον τῶν ἄλλων ξαίεσθαι τὸν χαρακτῆρα
αὐτοῦ, ἔχει μακρὰν γραφήν· ἄλλοι δὲ ὅτι ἡ τούτου
ἐκφώνησις, ὡσεὶ ξύσματός ἐστιν ἦχος, ἀπὸ σιδήρου
γινόμενος.
Ξηραίνω, ἐκ τοῦ ξηρὸς, τοῦτο παρὰ τὸ σκληραίνω, |
---|
40 | τοῦτο παρὰ τὸ σκληρὸς, ἀποβολῇ τοῦ λ, καὶ κράσει τοῦ
κς εἰς ξ, ξηρός.
Ξίρις, διὰ τοῦ ἰῶτα. ἔστι δὲ εἶδος ἀρωματικοῦ φυτοῦ·
ἰστέον δὲ ὅτι τινὲς μὲν τῶν λεξιγράφων, διὰ τοῦ ι γρά‐
φουσιν αὐτὸ, τινὲς δὲ διὰ τῆς ει διφθόγγου, λέγεται |
---|
45 | δὲ ξίρις, ἐξ οὗ καὶ τὰ ξιρία· ὁ μέντοι Ὦρος ἐν τῇ
οἰκείᾳ ὀρθογραφίᾳ διὰ τῆς ει διφθόγγου γράφει, ἐν
δὲ τῷ ὑπομνήματι τῆς ὀρθογραφίας τῶν ἡρώων ἐπι‐
κρονʹ τὴν διὰ τοῦ ι γράφει. γράφεται δὲ διὰ τοῦ ἰῶτα,
ἐπειδὴ τὰ εἰς ρος βαρύτονα οὐ παραλήγεται τῇ ει |
---|
xi 415 (50) | διφθόγγῳ, οἷον, ἔρις, δῆρις, ἴρις, Σίρις ὄνομα πό‐
λεως Φοινίκης· κίρις ἔστι δὲ εἶδος ὀρνέου, Τίρις,
Βούσιρις, Ὄσιρις, οὕτω καὶ ξίρις· πρόσκειται βαρύτο‐
να, διὰ τὸ χειρὶς χειρίδος, σημαίνει δὲ τὸ χειρομά‐
νοικον. |
55 | Ξόανον, παρὰ τὸ ξέω ξέανον καὶ ξόανον.
Ξόανον, καὶ βρέτας καὶ εἴδωλον διαφέρει· ξόανον μὲν
γάρ ἐστι τὸ ἐξεσμένον εἴδωλον, λίθινον ἢ ἐλεφάντινον |
---|
ἢ ξύλινον· βρέτας δὲ τῷ βρότῳ ὅμοιον, ἤτοι χαλκοῦν, | |
xi 416 | ἢ ἐξ ἐμφεροῦς ὕλης πεποιημένον· ἄγαλμα δὲ τὸ παρὰ
μηρὸν, ἢ ἐκ τινὸς ἑτέρου λίθου κατεσκευασμένον.
Ξύλον, ὅτι ξῦλος ὀλεῖ.
Ξύλον, παρὰ τὸν ξύσω μέλλοντα, διὰ τὸ ξύεσθαι αὐτό· |
5 | η διὰ τὸ ξύνεσθαι καὶ λεμνᾶσθαι, τουτ’ἔστι λεπίζε‐
σθαι· ἢ διὰ τὸ ξηρὰν ὕλην ἔχειν.
Ξυναυλιζόμενοι, συναθροιζόμενοι, ἢ συνεσθίοντες
παρὰ τὸ ἅλας ἐκ τοῦ ἅλς ἁλὸς ἁλίζω καὶ συναυλίζω·
συναθροιζόμενοι δὲ παρὰ τὸ ἁλίζω, ἁλίσω γὰρ τὸ |
---|
10 | συνάγω καὶ συναθροίζω τροπῇ τοῦ ς εἰς ξ.
Ξυνάρασθαι, συναρμόσασθαι, συγκαταθέσθαι, ἀπὸ
τοῦ ἄρω, ὃ σημαίνει τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ
μέσος ἠράμην, καὶ τὸ ἀπαρέμφατον ἄρασθαι καὶ
ξυνάρασθαι. |
---|
15 | Ξυνεδέσαντο, συνδεδεμένοι ἦσαν· ἀπὸ τοῦ δέω, ὂ ση‐
μαίνει τὸ δεσμεύω, ὁ παθητικὸς ὑπερσυντελικὸς ἐδεδέ‐
μην καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐδέδεντο καὶ τὸ
Ἰωνικὸν ἐδεδέσατο, τροπῇ τοῦ ς εἰς ξ· ξυνεδεδέατο·
συντάσσεται μετὰ αἰτιατικῆς. |
---|
20 | Ξυνέηκε, ῥῆμα, καὶ οἱ Ἀττικοὶ τὸ ς πῇ μὲν εἰς τ
τρέπουσι, πῇ δὲ εἰς ξ· τὸ γὰρ σὺν ξὺν λέγουσι, τὸ
δὲ σοὶ τοί· ὁμοῖος δὲ καὶ τὴν σὺν πρόθεσιν ξὺν λέ‐
γουσι· τὴν γὰρ συμφορὰν ξυμφορὰν, καὶ τὸ σύμπαν
ξύμπαν· ἔστι δὲ ἀόριστος πρῶτος· ἵημι τὸ γινώσκω καὶ |
---|
25 | αἰσθάνομαι, ἥσω, ἧκα, καὶ τὸ τρίτον ἧκε, καὶ πλεο‐
νασμῷ τοῦ ε, ἔηκε, καὶ μετὰ τῆς ξὺν προθέσεως ξυν‐
έηκε.
Ξύτρα, χλανίς.
Ξυστίδια, περιβόλαια. |
---|
30 | Ξυνήϊα, κοινὰ πράγματα.
Ξύνιον, ἐπείθοντο, ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ σκοπὸν
βαλλόντων, ξυνΐειν γὰρ, τὸ ἐπὶ τὸ αὐτὸ, τῇ τοῦ συμ‐
βουλεύοντος φέρεσθαι γνώμῃ.
Ξύλον, παρὰ τὸν ξύσω μέλλοντα· οὐδεμία γὰρ ὕλη |
---|
35 | πρὸς τὸ ξύειν ἐπιτηδειοτέρα· ἔνθεν καὶ ξηρόν· πᾶν
γὰρ τὸ ξυόμενον ξηρὸν γίνεται.
Ξυμβαίνων, συμβαίνων.
Ξυνεῤῥώγη, συνεῤῥάγη, διελύθη, ἀπὸ τοῦ ῥήσσω ὁ
μέσος παρακείμενος ἔῤῥηγα, καὶ ὁ ὑπερσυντελικὸς ἐῤ‐ |
---|
40 | ῥήγειν, καὶ τροπῇ τοῦ η εἰς ω, ἐῤῥώγειν καὶ συνερρώ‐
γειν, κατὰ τροπὴν τοῦ ς εἰς ξ, ξυνεῤῥώγειν.
Ξυνθήματος, συνθήματος· ἔστι δὲ σημεῖον, ἢ πρόσ‐
φθεγμα διδόμενον ἐπὶ γνωρισμῷ τῶν οἰκείων ἐν πολέ‐
μῳ· ἢ ἑτέρᾳ τινὶ ἐπιβουλῇ. |
---|
45 | Ξύνθακος, συγκάθεδρος.
Ξυνήϊα, ἐκ τοῦ κέω, κέεμαι, κεῖμαι, ἡ μετοχὴ κειμέ‐
νος· ἀπὸ τῆς σὺν προθέσεως παρὰ Ἀττικοῖς λέγεται
ξὺν, γίνεται ὄνομα ξυνός. ἐκ τούτου ξύνειος, καὶ τὸ
οὐδέτερον ξύνειον, ὥσπερ κοινὸν κοινεῖον, καὶ διαιρέ‐ |
---|
xi 416 (50) | σει Ἰωνικῇ ξυνέϊον καὶ τροπῇ τοῦ ε εἰ η ξυνήϊον· καὶ
ἡ εὐθεῖα τῶν πληθυντικῶν ξυνήϊα.
Ξυνίστωρ, συμπράκτωρ, σύμβουλος, συγγνώστης· παρὰ
τὸ εἴδω ῥῆμα τὸ σημαῖνον τὸ γινώσκω, ὁ μέλλων εἴσω·
ἐκ τούτου ἵστωρ καὶ συνίστωρ. |
55 | Ξυνωρίδα, ζυγήν· κυρίως δὲ ἐπὶ τῶν ἡμιόνων· ὀρεὺς
γὰρ ὁ ἡμίονος.
Ξυνὸς, κοινός, οἶμαι ὥσπερ τὶς συνὸς, ἢ συνὼν τινί· |
---|
παρὰ τὴν ξὺν πρόθεσιν. | |
xi 417 | Ξυνωρὶς, σημαίνει τὴν δυάδα, καὶ τὴν ἀδελφότητα·
γίνεται ἐκ τοῦ ξύνωρος, ὁ μετά τινος συναρμοζόμενος·
τοῦτο ἐκ τῆς ξὺν Ἀττικῆς προθέσεως, καὶ τοῦ ἄρω τὸ
ἁρμόζω· ἐκ τούτου οὖν ξυάορος, τὸ θηλυκὸν ἡ ξυν‐ |
5 | άορος, καὶ ξυναορὶς, καὶ κράσει τοῦ α ο εἰς ω, ξυν‐ |
---|
ωρίς. | |
xi 418 | Ξυνωρὶς, ἐπὶ δυσί· ζεῦγος ἐπὶ πλειόνων· οὕτω τὰ τέ‐
θριππα ζεύγη λέγουσι.
Ξυρὸν, παρὰ τὸ ξύειν ῥᾷον.
Ξυρὸν, παρὰ τὸ ξέω γίνεται ξυρόν. |
6t | Τέλος τοῦ Ξ στοιχείου. | |
---|
omicron 417 (post 6t) | ἈΡΧΗ ΤΟΥ Ο ΣΤΟΙΧΕΙΟΥ. |
7 | Ὅ, ἄρθρον, ὑποτακτικὸν, μεταχθὲν εἰς ἀντωνυμίαν
ἀναφορικὴν ὅ· ἔθος γὰρ τῷ ποιητῇ τὰ ὑποτακτικὰ
τῶν ἄρθρων εἰς ἀντωνυμίαν μετάγειν, ὅτε οὐκ ἔχει |
---|
10 | ὑποκείμενον εἰς ὃ συνταχθῇ· τὸ δὲ ἕνεκά σφιν, ἀντὶ
τούτου χάριν· τῷ δ’ ἐπετοξάζοντο, ἀντὶ τοῦ ἐτοξά‐
ζοντο. τὸν δ’ ἀπαμειβόμενος, ἀντὶ τοῦ, πρὸς τοῦτον
δε. σημαίνει τὸ ὁ ἓξ, ἄρθρον προτακτικὸν καὶ ὑπο‐
τακτικὸν, καὶ ἀντωνυμίαν τρίτου προσώπου ἀναφορικοῦ, |
---|
15 | ὁ γὰρ βασιλῆϊ, ἀντὶ τούτου, ὁ μὲν οὔτι τόσον τελέ‐
θει κακὸν, ἔνδοθι μίμνον, τουτ’ἔστι, νῦν δὲ τοῦτο
μὲν ὑπάρχει κακόν· ἀντὶ τοῦ ὅτι· λεύσσετε γὰρ τόγε
πάντες ὅ μοι γέρας· ἀντὶ τοῦ διὸ, τοίου γάρ κε πα‐
τρὸς ὃ καὶ πεπνυμένα βάζεις· καὶ εἰς τὸ ἀλλότι. |
---|
20 | Ὁ, ὅτι κατὰ περίκλασιν φωνῆς ἐκφωνεῖται τὸ ὄνομα
τοῦ στοιχείου, ἡ δὲ ἐκφώνησις ἐμφερής ἐστι τῷ χα‐
ρακτῆρι.
Ὄαροι, αἱ γαμεταὶ, παρὰ τὸ ὁμοῦ ἀρηρέναι, ὁμόαροι.
Ὀβελίσκος, παρὰ τὸ ὀφέλλειν, καὶ εἰς μῆκος αὔ‐ |
---|
25 | ξεσθαι.
Ὀβελὸς, τὸ ο πλεονασμός ἐστι· ἔστι γὰρ ῥῆμα βάλ‐
λω, καὶ ἀπὸ τοῦ βάλλω ῥήματος, τρία γένη γεννῶν‐
ται· καὶ ἐκ τοῦ ἐκβάλλω γίνεται βολὴ καὶ βουλὴ θη‐
λυκόν· καὶ βάλλω βελὸς ὀξύτονον, καὶ πλεονασμῷ |
---|
30 | τοῦ ο. τὸ βε ψιλόν.
Ὀβελὸς, παρὰ τὸ βελεῖ ἐοικέναι.
Ὀβελὸς ὀβολοῦ διαφέρει· ὀβελὸς μὲν γάρ ἐστιν εἰς ὃν
διαπείρονται τὰ κρέα, μέλλοντα ὀπτάσθαι· ὀβολὸς δὲ
μέρος δραχμῆς. |
---|
35 | Ὀβολὸς, ὁ ἐξ ἀργυρίου ἄγει γράμματα τρία, ὁμοίως
καὶ ὁ ἀπὸ σιδήρου· καὶ ἄλλως, ὀβολὸς καὶ αὐτὸς ἐν
ἀργυρίοις ἐτύπωτο· ὄγδοον δὲ ἦν καὶ τοῦτο τῆς
οὐγκίας, οὐκ ἐξ ἀργυρίου, ἀλλ’ ἀπὸ σιδήρου πεποιημέ‐
νος, ὀβολὸς δὲ οὗτος ἦν· ἦν δὲ καὶ ἕτερος ὀβολὸς |
---|
40 | ἐξ ἀργυρίου πεποιημένος, τυπτόμενος ὢν, ὃ ἦν λεπτό‐
τατον, ὀγδοηκοστὸν δέ ἐστι τῆς οὐγκίας· λέγεται γὰρ
ἐν τῷ Λεβιτικῷ τόδε δίδραχμον εἴκοσιν ὀβολοί· ὅτι δὲ
τέταρτόν ἐστι τῆς οὐγκίας· τὸ δὲ τέταρτον ἐνδείξαμεν.
Ὄβριμος, ὁ ἰσχυρός· τὸ βρι ἰῶτα διάτι; τὰ διὰ τοῦ |
---|
45 | ιμος παράγωγα, ὑπὲρ δύο συλλαβὰς, μὴ ὄντα παρὰ
τὸ σχῆμα καὶ σῆμα καὶ φήμη συγκείμενα, διὰ τοῦ ι
γράφεται. γίνεται ἐκ τοῦ βρι ἐπιῤῥήματος, σημαίνει δὲ
τὸ μεγαλῶς καὶ ἰσχυρῶς, βρίμος, καὶ πλεονασμῷ τοῦ ο
ὄβριμος· ἐκ δὲ τοῦ βριμῶ ῥήματος, καὶ μετὰ τῆς ἐν |
---|
omicron 417 (50) | προθέσεως ἐμβριμῶ, σημαίνει τὸ ἐπιτυμῶ.
Ὄβρυζος, παρὰ τὸ ἁβρὸν, ὃ σημαίνει τὸ τρυφερόν·
καὶ εἰς τὸ βάον.
Ὀβριμοεργὸς, μεγαλοεργὸς, μεγαλοπράγμων. |
Ὅγε, οὗτος, τὸ ὁ ἀντωνυμία, τὸ γὲ σύνδεσμος. | |
omicron 418 (7) | Ὅγε καὶ, ὅδε σύνδεσμοι, μετὰ τοῦ πρώτου τῆς πρωτο‐
τύπου ἀντωνυμίας· ὁ μὲν γε ἐν συνθέσει ἐστὶ, ἔγω‐
γε, σύγε, ὁ δὲ δε ἐν παραθέσει, ἐγώδε, σύδε, |
10 | μετὰ τοῦ τρίτου ἀνάπαλιν. ὁ μὲν γε ἐν παραθέσει,
ὅ γε· ὁ δὲ δε ἐν συνθέσει, ὅδε, ἥδε, τόδε.
Ὀγδοὰς, ἀπὸ τοῦ ἄγειν δύο τετραδὰς, ἡ ἀγοδυάς τις
οὖσα· πολλὰς γὰρ ἄγει δυάδας.
Ὅγε, δύο μέρη λόγου εἰσὶν, ἢ ἕν; δύο· ὁ ἄρθρον, γε |
---|
15 | σύνδεσμος. ἐν συνθέσει ἐστὶν ἢ ἐν παραθέσει; παράλ‐
ληλος σύνταξίς ἐστι λέξεως, ἑκάστης τὸν ἰδίον τόνον
φυλαττούσης· τὰ ἐπεκτεινόμενα διὰ τῆς δε, διὰ τῆς
γε οὐκ ἐπεκτείνονται, τοῖος τοῖόσδε, τόσος τοσόσδε,
τοσόσγε οὐ λέγεται. καὶ τὰ ἐπεκτεινόμενα διὰ τῆς γε, |
---|
20 | διὰ τῆς δε οὐκ ἐπεκτείνονται, οἷον, ἐγὼ ἔγωγε, ἐμοὶ
ἔμοιγε.
Ὁ δεῖνα, αἱ ὑπὲρ μίαν συλλαβὴν μονοπρόσωποι ἀντω‐
νυμίαι θέλουσιν ἔχειν δίφθογγον, αὐτὸς, ἐκεῖνος, οὗ‐
τος, μόνον τὸ ὅδε οὐκ ἔχει· τούτου χάριν τὸ ὁ δεῖνα |
---|
25 | ἔχει τὴν ει δίφθογγον· πρόσκειται ὑπὲρ μίαν συλλα‐
βὴν, διὰ τὸ μὶν, καὶ σφίν· μονοπρόσωποι δὲ λέγονται
αὕται, ἐπειδὴ οὐκ ἔχουσι πρῶτον καὶ δεύτερον πρόσ‐
ωπον, κατὰ τὴν ἀκολουθίαν· τὸ γὰρ ἐγὼ, σὺ, οὐκ εἰσὶ
τούτων ἀλλὰ τοῦ ἴ. |
---|
30 | Ὁ δεῖνα, διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ τὸ νεὰ
πόλις δύο ὀνόματά εἰσι, καθ’ ἓν ὑποκειμένου· τινὲς δὲ
λέγουσιν, ὅτι μία λέξις ἐστὶν, καὶ οὐ δύο, οἵ τινες
κακῶς λέγουσιν· εἰ γὰρ ἦν μία λέξις, οὐκ ὤφειλε
κατὰ πτῶσιν ἐναλλάττεσθαι ἡ ἄρχουσα, οἷον, ὁ δεῖνα |
---|
35 | τοῦ δείνατος, τῷ δείνατι· τῆς γὰρ μίας λέξεως ἐν τῇ
κλίσει φυλάττεται ἡ ἄρχουσα, φιλάνθρωπος φιλαν‐
θρώπου, φιλανθρώπῳ· τοῦτο δὲ διὰ τῆς ει διφθόγ‐
γου γράφεται, ἐχούσης οὕτω τῆς παραδόσεως, καὶ ἴσως
πλανηθείσης, ἐκ τοῦ, τινὰς λέγειν, ὅτι μία λέξις |
---|
40 | ἐστὶν· οἱ γὰρ λέγοντες, ὅτι μία λέξις ἔστιν, λέγουσιν,
ὅτι παρὰ τὴν ὅδε ἀντωνυμίαν γέγονε ὁ δέϊνα, καὶ ἐν
συναιρέσει ὁ δεῖνα· ἄλλως τε δὲ, διὰ τῆς ει διφθόγ‐
γου γράφεται, ὅτι αἱ ὑπὲρ μίαν συλλαβὴν μονοπρόσ‐
ωποι ἀντωνυμίαι, θέλουσιν ἔχειν δίφθογγον· οἷον, |
---|
45 | ἐκεῖνος, οὗτος, αὐτὸς, χωρὶς τοῦ ὅδε· τούτου χάριν
καὶ τὸ ὁ δεῖνα διὰ τῆς ει διφθόγγου γράφεται.
Ὁ δεῖνα, ἀντωνυμία, τοῦ δεινοῦ, τὸν δεῖνα· λέγεται
καὶ ὁ δεῖν τοῦ δεῖνος, τὸν δεῖνα.
Ὀγκάνος, ὁ ἐπικαμπὴς σίδηρος, ἐκ τοῦ κάμπτω, ἐξ οὗ |
---|
omicron 418 (50) | λέγεται καὶ ὀγκινάριον καὶ διόγκινον καὶ τριόγκινον.
Ὄγκιον δὲ τὸ ἀγγεῖον, ἐν ᾧ τὰ σίδηρα ἐκβάλλουσι.
ὄγκοι γὰρ αἱ γωνίαι τῶν βελῶν, ἐξ οὗ καὶ ὀγκία τὸ
μέτρον, καὶ ὄγκος ἡ ὑπερηφανία, καὶ τὸ μέγεθον του |
πόσου. | |
omicron 419 | Ὀδαισμὸς, ὀδόντων τρισμός.
Ὅδε καὶ ὁδὶ διαφέρει· ὅδε μὲν γάρ ἐστιν ἀναφορικῶς,
ὁδὶ δὲ δεικτικῶς, καὶ μόνον κατ’ ἐπέκτασιν.
Ὀγδοὰς λέγεται οἱονεὶ ὀγδοδυὰς παρὰ τὸ δύο ἄγειν, δι‐ |
5 | χοτομουμένη γὰρ, καὶ τὰ ταύτης μέρη εἰς μονάδας
καταντʹ. διαιρεῖται γὰρ εἰς τέσσαρα καὶ τέσσαρα· καὶ
τὰ τέσσαρα εἰς δύο, καὶ τὸ δύο εἰς μία, καὶ μία· εἰ δέ
τις εἴπῃ ὅτι τούτῳ τῷ λόγῳ, καὶ ἡ τετρὰς ὤφειλεν ὀγ‐
δοὰς λέγεσθαι, διότι καὶ αὑτὴ, διχοτομουμένη ἔρχεται |
---|
10 | ἄχρι τῆς μονάδος, διαιρεῖται γὰρ εἰς δύο, καὶ τὰ δύο
εἰς μία καὶ μία, λέγομεν, ὅτι αἱ ἐτυμολογίαι οὐκ ἀντι‐
στρέφουσιν. ἰδοὺ γὰρ λέγεται σῖτος παρὰ τὸ σείεσθαι,
καὶ οὐ μόνον ὁ σῖτος σείεται, ἀλλὰ καὶ κριθὴ καὶ
ἄλλοι καρποὶ, καὶ οὐ παρὰ τούτου λέγεται ἡ κριθὴ, |
---|
15 | ἢ ἄλλοι καρποὶ σῖτος.
Ὁδίτης, ὁ πολίτης, ἀμφότερον διὰ τοῦ ι, τῷ λόγῳ
τοῦ λογχίτης.
Ὀδωδός, ὄδω καὶ ὄδωδα.
Ὁδός, παρὰ τὸ ἕω τὸ εἰσπέμπω, ἕω, ὁδός, ὡς σβέω |
---|
20 | σβοδὸς, καὶ μεταθέσει τοῦ β εἰς π σποδὸς, ἐκ δὲ
τοῦ ἕω ἡ ὁδὸς δασύνεται.
Ὀδυνᾶται, παρὰ τὸ ἐσθίειν καὶ ἔδειν τὴν ψυχὴν, κατὰ
τὸ σὴν ἔδεαι κραδίην.
Ὁδός σημαίνει τὸν βίον, τὴν ἔνεδραν, τὴν κοινῶς νοου‐ |
---|
25 | μένην ὁδὸν, καὶ μέτρον ὁδοῦ.
Ὁδοπόρος καὶ ὁδοιπόρος, ὁδοιπορεῖν, ἐκ τοῦ ὁδὸς καὶ
τοῦ περῶ, γίνεται ὁδοπορία, καὶ πλεονασμῷ τοῦ ι
ὁδοιπορία.
Ὀθνεῖον, ὑπέρθεσις στοιχείων· ὡς ἄριστος ἀριστεῖον, |
---|
30 | κόταμος κοτταμεῖον, νόθος νοθεῖον, καὶ μεταθέσει
τοῦ ν, ὀθνεῖον, τὸν νόθον.
Ὄζος, παρὰ τὸ ἅζω, ἅζειν καὶ ὄζειν, τὸ ἐγκαθήμενον
τῷ περιπεπαρμένῳ ξύλῳ.
Ὀδύνη ὀδῖνος διαφέρει. ὀδύνη μὲν γὰρ ἐπὶ τοῦ ἐλα‐ |
---|
35 | φρότερον πονεῖν λέγεται, καὶ κλίνεται ὀδύνη ὀδύνης·
ἡ δὲ ὠδὶς ἐπὶ τοῦ δριμυτέρως καὶ βαρέως πονεῖν τὰς
τικτούσας εἴρηται, καὶ κλίνεται ὠδὶς ὠδῖνος.
Ὀδύνη, παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ἡ τὴν ψυχὴν καὶ τὸ
σῶμα ἔδουσα, ἤγουν ἐσθίουσα. |
---|
40 | Ὀδῶ, σημαίνει τέσσαρα· ὁδῶ τὸ ὄζω καὶ πνέω, καὶ
ὠδία ἡ ὀσμὴ, καὶ μετὰ τοῦ δὺς μορίου, δυσωδία. ὀδῶ
τὸ μερίζω, ἐξ οὗ καὶ ὠδία καὶ εὐωδία ἡ καλὴ ὀσμή.
ὁδῶ τὸ ἁδω ἐξ οὗ καὶ ὠδία ἢ ὠδὴ, καὶ εὐωδία ἡ καλὴ
ὠδὴ, κατ’ ἐπαύξησιν τοῦ ο βραχέος εἰς ω. ὁδῶ τὸ |
---|
45 | πορεύομαι, ἐξ οὗ καὶ ὁδία ἡ ὁδὸς, καὶ εὐοδία ἡ καλὴ
ὁδὸς, διὰ τοῦ ο μικροῦ.
Ὀδύσσεια, διὰ τῆς ει διφθόγγου, πρῶτον μὲν ὅτι τὰ
διὰ τοῦ εια προπαροξύτονα· πόθεν Ὀδυσσεὺς; παρὰ
τὸ ἐν τῇ ὁδῷ ὕσαι τὸν Δία. |
---|
omicron 419 (50) | Ὀδυσσῆα, Ὀδυσσεὺς δὲ εἴρηται ἀπὸ τῆς ἱστορίας.
Ἀντίκλειαν γὰρ φησὶ τὴν Ὀδυσσέως μητέρα, ἐγκύμο‐
νον οὖσαν, ὁδεύουσαν τὸ ἥριστον ὄρος τῆς Ἰθάκης,
ὕσαντος πολὺ τοῦ Δίος, ὑπὸ ἀγωνίας τε καὶ φόβου
καταπεσοῦσαν, ἀποτεκεῖν τὸν Ὀδυσσέα, καὶ διὰ τού‐ |
55 | του αὐτὸς ταύτης τῆς ὀνομασίας ἔτυχεν· ἐπειδὴ κατὰ
τὴν ὁδὸν ὕσεν ὁ Ζεύς.
Ὀδυσσῆος, παρὰ τὸ ὀδύσασθαι, ὅ ἐστι τὸ ὀργίζεσθαι.
Ὀδῶδα, πόθεν; ἔστι ῥῆμα ὀδῶ, ὁ μέλλων ὀδώσω, ὁ
παρακείμενος ὄδωκα, ὁ μέσος ὦδα, καὶ Ἀττικῶς ὀδώ‐ |
---|
60 | δα, ἐξ οὗ καὶ ὠδυσσηπὼς τὸ ω. | |
---|
omicron 420 | Ὄζος, ὁ κλάδος, ἐκ τοῦ ἵζω τὸ καθέζομαι, οἱονεὶ τὸ
ἐγκαθήμενον καὶ ἐμπεπαρμένον τῷ ξύλῳ λέγεται δὲ
καὶ μεταφορικῶς, ἐπὶ τῆς γενεᾶς· ἢ εἰς ὃν κάθηνται
οἱ νεοσσοὶ, ἐκ τοῦ νεωστὶ σέβεσθαι. |
5 | Ὄζω, καὶ περισπώμενον ὀζῶ, ὀζέσω, ὤζεσα, καὶ προσ‐
ώζεσεν, ὥσπερ πιέζω πιεζῶ.
Ὅθεν ψιλούμενον, ἐπίῤῥημα εὐχῆς σημαντικὸν, πρὸς
ἀντιδιαστολὴν τοῦ ὅθεν δασυνομένου, τοπικοῦ ἐπιῤῥή‐
ματος· ἐκ γὰρ τοῦ ἔθεν τοῦ γραφομένου διὰ τοῦ ε, |
---|
10 | ὅπερ καὶ πλεονασμῷ τοῦ ι, γίνεται εἴθε, γέγονε τοῦ‐
το, οἷον ἔθεν, ὄθεν, ὥς τισι δοκεῖ.
Ὅθι, ὥσπερ ἀπὸ τοῦ ὑψόθεν ὑψόθι, οὕτω καὶ ἀπὸ
τοῦ ὅθεν ὅθι· διαφέρειν τὸ ὅθεν τοῦ ὅθι· ὅτι τὸ μὲν
ὅθι ἐπίῤῥημά ἐστι τοπικὸν, καὶ δηλοῖ τὴν εἰς τόπον |
---|
15 | σχέσιν· τὸ δὲ ὅθεν τὴν ἐκ τόπου.
Ὀθνεῖαν, σημαίνει τὴν ξένην καὶ θαυμαστήν· γέγονε
δὲ παρὰ τὸ νόθος νοθεῖος, καὶ κατ’ ὑπερβίβασιν
ὀθνεῖος. καὶ τὸ θηλυκὸν ὀθνεῖα· ἢ παρὰ τὸ νόθος,
νοθεύω, νοθεῖος, καὶ μεταθέσει τοῦ ν ὀθνεῖος. |
---|
20 | Ὀθόνη, τὸ θο μικρὸν διάτι; γίνεται ἐκ τοῦ ὄθω, τὸ
ἐπιστροφὴν ποιοῦμαι, οἱονεὶ τὸ μαλακὸν, καὶ εὐένδοτον,
καὶ ἐπίστροφον.
Ὀθόνη, ἔστι θέω τὸ ἐλαύνω, τοῦτο καθ’ ὑπερβιβασμὸν
ἔθω τὸ καίω, καὶ ἐξ αὐτοῦ τοῦ ἐλαύνω ὀθόνη. οὐ λέ‐ |
---|
25 | γεται δὲ τὸ λευκὸν μόνον ὀθόνη, ἀλλὰ πᾶν λεπτὸν
ὕφασμα, ὅθεν εὐχερῶς ὑπὸ ἀνέμου ἐλαύνεται.
Ὀθόνη, παρὰ τὸ ὄθω, δηλοῦν τὴν κίνησιν, ὅθεν τὸ,
οὐδ’ ὄθομαι κοτέοντος· ἀντὶ τοῦ οὐ κινοῦμαι, οὐκ ἐπι‐
στρέφομαι· καὶ τὸ ψεδνὴ δ’ ἐπενήνοθε λάχνη· γίνεται |
---|
30 | δὲ ἀπὸ τοῦ ἐνόθω, ἤνοθα, ἐνήνοθεν, ἀντὶ τοῦ ἐνέ‐
κειτο. ὀθόνη οὖν ἡ εὐκίνητος, διὰ τὴν λεπτότητα.
δύναται δὲ ὀθόνη τὸ λεπτὸν καὶ διαφανὲς ἱμάτιον, καθ’
ἀποβολὴν τοῦ μ, παρὰ τὸ ὄθμα, τὸ ὄμμα, ὀθμόνη
καὶ ὀθόνη. |
---|
35 | Οἱονεὶ, ἐκ τοῦ οἷον ἐπιῤῥήματος εἰκασμοῦ, καὶ τοῦ
εἰ συνδέσμου.
Οἳ ἄρθρον, πόσα σημαίνει; τέσσαρα. ἄρθρον προτακτι‐
κὸν ἀρσενικὸν πληθυντικόν· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ κα‐
θήμενοι ἠγορόωντο· καὶ τὸ ὑποτακτικὸν, ἀγχοῦ Κυκλώ‐ |
---|
40 | πων, οἳ σφέας σινέσκοντο· καὶ ἀντὶ τῆς οὗτοι ἀν‐
τωνυμίας, ὡς τὸ, οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσ‐
σοντο· καὶ ἄρθρον ἀντωνυμικὸν καὶ συζυγοῦν τῇ ἐμῇ
σοι, ἥτις ἐγκλιθεῖσα σημαίνει ἀντωνυμίαν, ἀντὶ τοῦ
αὐτῷ· ἥδε δὲ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· |
---|
45 | ὀρθοτονούμενον σημαίνει ἑαυτῷ, ἢ ὀλίγον οἷ παῖδα ἐοι‐
κότα γείνατο Τυδεύς.
Οἷ αὐτῷ, ὥσπερ λέγεται σφεῖς αὐτοὶ καὶ σφῶν αὐτῶν.
καὶ σφίσιν αὐτοῖς, καὶ σφὰς αὐτοὺς, οὕτω καὶ ἐπὶ τῷ
ἑνικῇ, οἷ αὐτῷ. |
---|
omicron 420 (50) | Οἷο κασιγνήτοιο, τοῦ ἰδίου ἀδελφοῦ.
Οἷο κασιγνήτοιο, ἡ εὐθεῖα ὃς, οὗ, καὶ Ἰωνικῶς οἷο. ὁ
κανὼν, οἱ Ἴωνες καὶ οἱ Θετταλοὶ τὰς εἰς ου γενικὰς,
τὰς ἀπὸ τῶν εἰς ος εὐθείων γινομένας, διὰ τοῦ οιο
προσφέρουσι. |
55 | Ὁ οἱ, δύο μέρη λόγου, ὁ ἄρθρον, καὶ οἱ ἀντωνυμία.
Οἴγω, ἀνοίγω· καὶ εἰς τὸ ὑπειγμένος.
Οἰδήσεις, φλεγμοναὶ φυσήσεις.
Οἰδαίνει, ὀγκοῦται, φλεγμένει. |
---|
60 | Οἶδα, ἔστι ῥῆμα εἴδω βαρύτονον καὶ περισπώμενον, ὃ | |
---|
omicron 421 | δηλοῖ τὸ ἐπίσταμαι· τοῦ εἴδω ὁ παρακείμενος εἶδα·
τροπῇ τοῦ ε εἰς οἶδα κατὰ Αἰολεῖς.
Οἶαξ, ὁ κανὼν δι’ οὗ τὸ πηδάλιον φέρεται· ἐκ τοῦ οἴω
τὸ κομίζω. |
5 | Οἰδαίνειν, θυμοῦσθαι, ἐπαίρεσθαι, φυσᾶσθαι, ἀπὸ
τοῦ οἰδαίνω, τοῦτο παρὰ τὸ φῶ, ὃ σημαίνει τὸ προϊῶ, γί‐
νεται φοιτῶ, ἐκ τούτου δὲ φοιταίνω, καὶ ἀποβολῇ τοῦ
φ καὶ τροπῇ τοῦ τ εἰς δ, οἰδαίνω, συντάσσεται μετὰ
δοτικῆς. |
---|
10 | Οἶδμα. τὸ κῦμα, ἐκ τοῦ οἰδῶ τὸ ἐξογκοῦμαι, οἰδήσω,
οἴδημα, καὶ συγκοπῇ οἶδμα.
Ὀϊζυρὸς, μοχθηρὸς, ἐπίπονος, ταχύς· τὸ ζυ μακρόν·
ἐπειδὴ τὰ εἰς ρος ὀξύτονα ὑπὲρ δύο συλλαβὰς, ὅτε
ἔχουσι τὴν τρίτην ἀπὸ τέλους μακρὰν φύσει ἢ θέσει, |
---|
15 | πάντοτε ἔχουσι καὶ τὴν πρὸ τέλους μακρὰν, οἷον
ὀκνηρὸς, ὀϊζυρὸς, ἰσχυρός· γίνεται παρὰ τὸ ὀϊζὺς,
τοῦτο παρὰ τὸ οἲ σχετλιαστικὸν ἐπίῤῥημα, ὅπερ πλεο‐
νασμῷ τῆς μοι συλλαβῆς, οἴμοι, καὶ οἰμόζω, κατὰ πα‐
ραγωγὴν οἴζω, καὶ ἐξ αὐτοῦ οἰζύω κατὰ παραγωγὴν, ὡς |
---|
20 | πλήθω πληθύω, καὶ διαλύσει τῆς οι διφθόγγου, ὀϊζύω
καὶ ὀϊζυρός.
Οἰκῆες καὶ οἰκεῖοι διαφέρουσι, οἰκεῖοι μὲν γὰρ, οἱ κατ’
ἐπιγαμίαν προσήκοντες· οἰκῆες καὶ ἅπαντες, οἱ ἐν τῇ
οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ. εἴτε οἰκέται, εἴτε ἐλεύ‐ |
---|
25 | θεροι· καὶ Ὅμηρος· ὄφρ’ ἴδωμεν, οἰκῆας, ἄλοχόν τε
φίλον καὶ νήπιον υἱόν.
Οἴμη, ἡ ᾠδὴ, παρὰ τὸ ἐν τοῖς οἴμοις, τουτ’ἔστιν ταῖς
ὁδοῖς ἅδεσθαι.
Οἰκτίρμων καὶ οἰκτιρμὸς διὰ τοῦ ι, ἐὰν γὰρ ἀπὸ τοῦ |
---|
30 | μρ ἀπαντᾷ, καὶ φωνῆεν βραχὺ, ὡς τὸ οἰκτιρμὸς, διὰ
τοῦ ι γράφεται, ἐὰν γὰρ φωνῆεν μακρὸν ἀπαντᾷ,
ὡς τὸ οἰκτείρησον, τὸ κτει δίφθογγος, ἐκ τοῦ
οἰκτείρω δὲ γίνεται οἰκτιρμός, τὸ δὲ οἰκτίρμων ἐκ τοῦ
οἶκτος. |
---|
35 | Οἰμώζειν, παρὰ τὸ οἴμοι, ὁμοίως πέπονθα οἰμώζειν
παρὰ τὸ οἴμοι, ὡς παρὰ τὸ αἰαὶ αἰάζω.
Οἴκαδε τοῦ οἴκοι διαφέρει· οἴκαδε τὸ εἰς τὴν οἰκείαν
οἰκίαν πορεύεσθαι. οἴκοι δὲ τὸ εἰς ἑτέρου τινός.
Οἴκαδε, ἐπίῤῥημα τοπικόν· καὶ διατί ἐστι προτέρα ἡ |
---|
40 | ἐν τόπῳ τὴν εἰς τόπον; ἐπειδὴ εἰ μὴ ἐν τόπῳ ᾖς, εἰς
τόπον οὐ δύνασαι ἀπέλθειν.
Οἴκαδε τοῦ εἰς οἶκον διαφέρει· τὸ μὲν γὰρ εἰς τὴν
οἰκείαν οἰκίαν βαδίζειν, οἴκαδε φαμὲν τὸ δὲ εἰς ἕτερον
εἰς οἶκον· καὶ εἰς τὸ ἀγορεῖν. |
---|
45 | Οἰκεῖοι καὶ οἰκιακοὶ διαφέρουσι. οἰκεῖοι μὲν γὰρ οἱ
κατ’ ἐπιγαμίαν προσήκοντες· οἰκιακοὶ δὲ πάντες ἐν τῇ
αὐτῇ οἰκίᾳ ὄντες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι.
Οἰκονομία ἐστι πρᾶγμα μὴ ὀφεῖλον γενέσθαι· γίνε‐
ται δὲ διὰ συγκατάβασιν καὶ ὠφέλειαν τινῶν. |
---|
omicron 421 (50) | Οἰκονομία, ἑκούσιος μεγέθους συγκατάβασις, πρὸς
σωτηρίαν τινῶν τελουμένη.
Οἰκέται, εἰς τὸ δοῦλοι.
Οἰκόπεδον, παρὰ τὸ οἶκος καὶ τὸ πέδον· τοῦτο παρὰ
τὸ ἕζω τὸ καθέζομαι, ἔδον καὶ πέδον. |
55 | Οἶκος, διὰ τὸ ὑπὸ τινῶν κοσμεῖσθαι· ἢ διὰ τὸ τὴν
ὕλην κεῖσθαι· ἢ διότι οἰκεῖται· ἢ παρὰ τὸ εἴκω τὸ
ὑποχωρῶ, εἰς ὃν ὑποχωροῦμεν.
Οἰκοδομῶ, ἐκ τοῦ οἶκος καὶ τοῦ δέμῳ, τὸ οἰκοδομῶ.
Οἶκτος, σημαίνει τὸν θρῆνον· ἔστιν οἴχω τὸ πορεύομαι, |
---|
60 | καὶ ἡ μετοχὴ οἰχόμενος καὶ κατοιχόμενοι, οἱ κάτω | |
---|
omicron 422 | πορευόμενοι, ἤγουν νεκροὶ, τούτου ὁ παρακείμενος
ὦχα, ὁ παθητικὸς ὦγμαι, ὦκται· ἐξ αὐτοῦ οἶκτος,
ὁ ἀπαθάνων· οἶκτος δὲ βαρυτόνως, ὁ ἐπὶ θανάτῳ
θρῆνος. |
5 | Οἶκτος καὶ οἰκτιρμὸς διαφέρει· οἶκτος μὲν ὁ κτιζό‐
μενος· οἰκτιρμὸς δὲ ὁ λόγος τοῦ οἰκτείροντος.
Οἰκτρῶς, ἐλεεινῶς, ἀθλίως.
Οἰκέτιν, θεραπαινίδα, δούλην.
Οἶμος, ἡ ὁδὸς, παρὰ τὸ οἰμῆσαι, ὅ ἐστιν ὁρμῆσαι. |
---|
10 | Οἶμος οἴμης διαφέρει· οἶμος μὲν γὰρ ἀρσενικῶς ἡ ὁδός·
οἴμη δὲ ἡ ᾠδὴ θηλυκῶς, ἐξ οὗ καὶ παροιμία, διὰ τὸ
περὶ τὴν ὁδὸν λαλεῖσθαι.
Οἶμος, ὅρμημα, παρὰ τὸ ἐν τοῖς οἴμοις, τουτ’ἔστιν ἐν
ταῖς ὁδοῖς ἅδεσθαι. ἐξ οὗ καὶ παροιμία. καὶ εἰς τὸ |
---|
15 | ἑτοιμασία.
Οἰμώζω, στενάζω, ἐκ τοῦ ὤμοι σχετλιαστικοῦ ἐπιῤῥή‐
ματος, ἐξ οὗ καὶ ὤζω· ἐκ τοῦ οὖν τοῦ ὤμοι ἐπιῤῥή‐
ματος γίνεται καθ’ ὑπερβίβασιν οἰμώζω, ὁ παρατατι‐
κὸς ὤμωζον, καὶ ὤμωξα, διφορεῖται· τὸ μω μέγα· |
---|
20 | εἰς τὸ ἁρμόζω.
Οἰμωγὴν, ἡσύχιον, θρῆνον, στεναγμόν.
Οἰμωσταὶ, θρῆνοι, ἡσύχιοι, μᾶλλον παρὰ τὸ οἴμοι, ὅ
ἐστι θρηνῶδες ἐπίφθεγμα.
Οἶνος, παρὰ τὸ ὀνῶ τὸ ὀφελῶ· ἔπειτα δὲ καὐτὸς ὀνήσεται |
---|
25 | αἳ κε πίησθα· ἢ παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβα‐
τον· οἱ παλαιοὶ γὰρ ἐγαλακτοτρόφουν, πρὸ τοῦ εὑρεθῆ‐
ναι τὸν οἶνον, καὶ τὸν διονυσιακὸν καρπόν.
Οἶνος, παρὰ τὸ οἰῆσαι ἡμᾶς πίνοντας· Ἀριστοφάνης·
οἶνον ἐτόλμησαν εἰς ἐπίνοιαν λοιδορεῖν· καὶ ἄλλως, |
---|
30 | παρὰ τὸ οἶος οἶνος, ὁ οἰήσεως ἡμᾶς πληρῶν· ἢ παρὰ
τὸ ὀνῶ τὸ ὀφελῶ ὄνος καὶ οἶνος.
Οἶνος, παρότι πινόμενος οἴει τὸν νοῦν, τουτ’ἔστι φυ‐
σιεῖ καὶ ἀμβλυοπεῖ, καὶ ἐν ἡμέρᾳ ὡς ἐν νυκτὶ διάγειν
ποιεῖ. |
---|
35 | Οἰνοχοὸς, πιγκέρνης· ὁ τὸν οἶνον ἐγχέων· καὶ οἰνο‐
χοὴ τὸ κύαθον.
Οἰκονομῶ, παρὰ τὸ οἰκονόμος· διαφέρει οἰκονόμος καὶ
φείδωλος· οἰκονόμος μὲν γάρ ἐστιν, ὁ φρονήσει καὶ ἀγ‐
χοινίᾳ ποιούμενος τὴν ἔξοδον τῶν διαφερόντων αὐτοῦ |
---|
40 | χρημάτων. φείδωλος δὲ ὁ πολλὰ μὲν εἰσδεχόμενος δι‐
δόναι, ὀλίγα δὲ πάσχων.
Οἶος, ὁ μόνος· ἔστιν εἷς ἑνός· ἐκ τοῦ εἷς γίνεται εἷος,
καὶ τροπῇ τοῦ ε εἰς ο γίνεται οἶος, καὶ ψιλοῦται· ἡ
γὰρ οι δίφθογγος, ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι |
---|
45 | ψιλοῦται· εἰ μὴ τὸ μ ἐπάγοιτο· σημαίνει δὲ τὸ μόνος.
οἷος δὲ τὸ ἀναφορικὸν δασύνεται· τὰ γὰρ εὑρισκόμενα
κατ’ ἀποβολὴν ψιλοῦται· ἢ γεννῶντα ψιλὸν ἐν τῇ
ἀρχῇ δασύνεται· οἷον, ποῖος, οἷος, τόσος ὅσος, πη‐
νίκα ἡνίκα· καὶ εἶ καὶ ὀρφανός. |
---|
omicron 422 (50) | Οἰμωγαὶ, θρῆνοι, ἥσυχοι μᾶλλον, παρὰ τὸ οἴμοι, ὅ
ἐστι θρηνῶδες ἐπίφθεγμα.
Οἷος καὶ ὀΐς· καὶ εἰς τὸ οἶνος, καὶ ὦαν καὶ ὀΐων
Οἱ ἀντωνυμία ὀρθοτονεῖται ἢ ἐγκλίνεται· ὀρθοτονεῖται.
καί τι διαφέρει τὰ ἄρθρα τὰ προτακτικὰ τῶν ὑπο‐ |
55 | τακτικῶν; τὸ γὰρ οἱ ἄρθρον ἦν, ἀλλ’ ἔστιν ἀντωνυ‐
μία· τὰ γὰρ ἄρθρα μὴ ἐπαγόμενα ὀνόματα, πρὸς ἃ
ὑποτάσσωσι μετάγονται εἰς ἀντωνυμίαν· διαφέρει δὲ
ὅτι τὸ μὲν προτάσσεται καὶ δασύνεται μόνον· τὸ δὲ
ὑποτάσσεται καὶ δασύνεται καὶ ὀξύνεται. |
---|
60 | Οἴσετε, ῥῆμα προστακτικὸν πληθυντικὸν, ἐνεστῶτος | |
---|
omicron 423 | καὶ παρατατικοῦ· ἔστι γὰρ οἴσω μέλλων, καὶ μετάγε‐
ται ὁ μέλλων εἰς ἐνεστῶτα· ὥσπερ ἔστι καὶ τὸ ἄγω
ἄξω· ἄξετε Πριάμοιο βίην· οὔτως ἔστι καὶ τὸν οἴσω
μέλλοντα τοῦ ἐνεστῶτος, οὐκ ἔχει, καὶ μετάγεται ὁ |
5 | μέλλων εἰς ἐνεστῶτα καὶ γίνεται οἴσω· τοῦτο μεταγό‐
μενον μέλλοντα οὐκ ἔχει· τὰ γὰρ ἀπὸ μελλόντων με‐
ταγόμενα εἰς ἐνεστῶτα, ἄχρι τοῦ παρατατικοῦ κλίνονται.
τοῦτο τὸ προστακτικόν.
Οἴχη, ἐπίῤῥημα σχετλιαστικὸν, καὶ ἀποδεκτικόν. |
---|
10 | Οἶτος, ὁ θάνατος, παρὰ τὸ οι καὶ τὸ μοι στεναγμοῦ
ἐπίῤῥημα, παρ’ οἷς μὲν καὶ τὸν μόχθον δηλοῖ· παρέ‐
πεται γὰρ τοῖς μοχθοῦσι, τὸ οι λέγων.
Οἶσθα, εἰδῶ ῥῆμα ἔστι περισπώμενον, οὗ ὁ μέλλων
εἰδήσω· Ὅμηρος· μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύ‐ |
---|
15 | θους εἰδήσειν. τὸ εἰδῶ παράγωγον εἴδημι, ὡς τιθῶ
τίθημι, δεύτερον οὖν πρόσωπον εἴδης, ἐπεκτάσει εἴ‐
δησθα, καὶ τροπῇ τοῦ ε εἰς ο, κατὰ Αἰολεῖς οἴδη‐
σθα, καὶ συγκοπῇ οἶσθα· καὶ ἀπὸ μὲν τοῦ εἰδήσω
μέλλοντος εἰδήμων· ἀπὸ δὲ τοῦ εἴσω εἴδω, ἀποβολῇ |
---|
20 | τοῦ ε.
Ὀϊστὸς καὶ βέλος καὶ ἴος καὶ βιὸς διαφέρει· εἴρηται
δὲ τόξον, ὅταν τείνηται ἐν τῇ νευρᾷ, παρὰ τὸ τάζω
τὸ τανύω, τάζον καὶ τόξον· οἰστὸς δὲ ὅταν φέρηται
καὶ βαστάζηται τὸ τόξον· ἐκ τοῦ οἴω τὸ κομίζω, καὶ |
---|
25 | φέρω, καὶ διαλύσει ὀϊστός. βέλος δὲ τὸ συστάδην καὶ
οὐ μακρόθεν, ἀλλ’ ἐγγύθεν βαλλόμενον, καὶ οἷον κρα‐
τούμενον τοῦ βέλους ἐν τῇ χειρί. ἴος δὲ παρὰ τὸ ἵημι
τὸ πέμπω, ὅταν μακρὰν ποῦ πέμπηται ἀπὸ τῆς νευ‐
ρᾶς· βιὸς δὲ ἀπ’ αὐτῆς τῆς βίας, ἤτοι συντονίας καὶ |
---|
30 | στάσεως εἴρηται· ἢ ὅτι οἱ ἀρχαῖοι δι’ αὐτοῦ τὰ πρὸς
τὸν βίον εἶχον, ἤγουν τὰ πρὸς ζωὴν ἐκέκτηντο, θη‐
ρῶντες ἢ κυνηγοῦντες.
Ὀΐομαι, διὰ τοῦ ἰῶτα. ὥσπερ γὰρ ἀπὸ τοῦ ὀΐομαι γί‐
νεται οἴομαι κατὰ συναίρεσιν, τὸν αὐτὸν τρόπον καὶ |
---|
35 | ἀπὸ τοῦ οἴομαι γίνεται κατὰ διάλυσιν τοῦ οι ὀΐομαι.
Οἶστρος, ὁ λεγόμενος μύωψ· ἔστι δὲ ζῶον ὑπόχαλκον
τὴν μορφὴν, ὅπερ ἐὰν εἰσέλθῃ εἰς τὰ ὦτα τῶν βοῶν,
ἐξοιστρεῖν ἀναγκάζει τοὺς βοάς· καὶ Καλλίμαχος·
βοῦς σόον ὅντε μύωπα βοῶν καλέουσιν ἀμορβή· |
---|
40 | Οἴχομαι, παρὰ τὸ ἔχω, τὸ ἐλαύνω, οἴχω· ἢ παρὰ τὸ
εἴκω οἰκῶ, ἐξ οὗ καὶ οἰκουμένη, οἰκοῦμαι, καὶ τροπῇ
τοῦ κ εἰς χ, καὶ ἀποβολῇ τοῦ υ οἴχομαι.
Οἴχεται, περιπατεῖ, τρέχει, καὶ οἰχήσω.
Οἴχω, τὸ πορεύομαι, καὶ οἰχῶ τὸ περισσεύομαι. |
---|
45 | Οἴω, εἰς τὸ ἀνύποιστος καὶ ἑλκύω, καὶ αἶα.
Οἴων, ὁ μὲν ποιητὴς ἀεὶ καὶ ἐν διαστάσει χρῆται μο‐
λοΐεσθαι, καὶ αἶγες· ὁμοίως δὲ καὶ ἐπ’ εὐθείας ἑνικῶν·
τοῖσι δ’ ὀῒς λάσιος. Ἀρίσταρχος καὶ Πτολεμαῖος ὁ
Ἀσκαλωνίτης, ὁ μὲν ἐν διαστάσει, ὁ δὲ ἐν συλλήψει· |
---|
omicron 423 (50) | ἀναλογωτέρως δὲ ἐν διαστάσει· καθότι πολλά εἰσιν ὀνό‐
ματα, ἐπ’ εὐθείας εἰς ις λήγοντα δισύλλαβα· οὐδὲν
εἰς υς, πλὴν τοῦ ὗς, ὃ σημαίνει τὸν χοῖρον.
Οἰοπόλοισι, ἢ ἐρήμοις, ἐν οἷς ἐστι μόνον πολεῖσθαι,
ὅ ἐστιν ἀνατρέφεσθαι· ἢ ἱμέροις, ἐν οἷς ἄν τις πορεύ‐ |
55 | οιτο δισσήμερον· ἢ ἐν οἷς οἴες ἀνατρέφονται, οἷον
ὅπου νέμονται τὰ πρόβατα.
Ὄϊς, ἰστέον δὲ ὅτι τὸ ὄϊς ἡ εὐθεῖα τῶν πληθυντικῶν
διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ ὄϊες γέγονε, κράσει |
---|
τοῦ ι καὶ ε εἰς ἰῶτα μακρόν. | |
omicron 424 | Οἰονοπόλοι, εἰς τὸ ὀνειροπόλοι.
Οἰωνοῖσι, σαρκοφάγοις ὀρνέοις· τὸ νοι διφθόγγῳ· αἱ
εἰς σι πληθυντικαὶ δοτικαὶ, ἐπεκτάσει Ἰωνικῇ γίνον‐
ται· οἰωνὸς, ὥσπερ παρὰ τὸ κοινῶ, κοινώσω, κοινω‐ |
5 | νὸς, οὕτω καὶ ἀπὸ τοῦ οἰῶ, τὸ μονῶ, ὁ μέλλων οἰώσω,
καὶ ἐξ αὐτοῦ οἰωνὸς, μόνον γὰρ τὸ ζῶον αὐλίζεται.
ὁ παρακείμενος οἴωκα, ὁ παθητικὸς οἴωμαι, ὁ ἀόρι‐
στος οἰώθην, τὸ ἐμονώθην· τὸ οι δίφθογγος, παρὰ
τὸ οἶος, ὃ σημαίνει τὸν μόνον· καὶ εἰς τὸ γελοῖος. |
---|
10 | Οἴοις, δοτικὴ τῶν πληθυντικῶν, παρὰ τὸ οἶος, ὃ δηλοῖ
τὸ μόνον· τὸ δὲ οἶος ἐκ τοῦ μία, ἀποβολῇ τοῦ μ, ἴα,
ΐος, πλεονασμῷ τοῦ οι οἶος· ἐξ οὗ ἐπίῤῥημα χρονικὸν
δηλωτικὸν οἶος.
Ὀκλάσαι, παρὰ τὸ κλάσαι, κατὰ πλεονασμὸν τοῦ ο, |
---|
15 | ὅ ἐστι κλάσαι, διὰ τὸ ὥσπερ κλάσειν ὑπομένειν τὰ
γόνατα.
Ὀκλαδιᾶν καὶ ὀκλάζειν, παρὰ τὸ ἐγκλᾶν καὶ κάμ‐
πτειν τὰ γόνατα ἐν τῷ καθέζεσθαι· ὅθεν καὶ κλὰξ
ἐπίῤῥημα. |
---|
20 | Οἴουλος, τὸ γένειον, ὅταν ἐκφύειν ἄρχηται, ἡ πρώτη
βλάστησις τῶν τριχῶν.
Οἰωνὸς, ὄρνις, γὺψ, ὅτι καὶ χωρὶς μίξεως πέφυκε
πολλάκις τίκτειν ἐξ ἀνέμου· οὕτω φασὶ κυρίως ἐπὶ
τῶν γύπων οἰωνούς, οὕτω γὰρ κατὰ φύσιν ποιοῦσιν τὸ |
---|
25 | ἐξ ἀνέμου τίκτειν· λέγεται δὲ καὶ οἰωνὸς ὄρνις μαν‐
τευτικὸς, δι’ ὧν ἔλεγον τὰ συμβησόμενα, βλέποντες ἁ
ἐποίουν σημεῖα· εἴρηται οἰωνιστικὴ, παρὰ τὴν τῶν ἀν‐
θρώπων οἴησιν ἤγουν νόμισιν.
Ὄκνος, ἔστι κινῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἄκινος, |
---|
30 | καὶ κατὰ συγκοπὴν ἄκνος, καὶ τροπῇ τοῦ α εἰς ο ὄκνος,
ὁ μὴ κινεῖσθαι ἡμᾶς ποιῶν· ἢ παρὰ τὸ καίνω τὸ κό‐
πτω· ὁ γὰρ κόπος κόπτει τὴν δύναμιν· καὶ εἰς τὸ
φόβος.
Ὄκνος, ὁ ποιῶν ἀκινήτους· τροπῇ τοῦ α εἰς ο. |
---|
35 | Ὀκρυόεις, οὐδέπου ὀκρυόεντος ἀνέπνεον, ἀντὶ φόβιος,
ἤτοι παρὰ τὸ ἄκρον, ἀκρυόεις καὶ ὀκρυόεις, ὁ ἀκρότατος
καὶ ἄκρατος φόβος· ὁ κρύους καὶ φόβου ποιητικός·
καὶ πλεονασμῷ τοῦ ο.
Ὀκέλλει, προσορμᾶται, ἐκρίπτεται· εἴρηται ἐπὶ τῶν |
---|
40 | νηῶν.
Ὁλοκαύτωσις, παρὰ ὁλοκαυτῶ· ἐτυμολογεῖται δὲ
παρὰ τὸ ὅλον καίεσθαι τὸ ἱερεῖον.
Ὀκρίβαντες, ἐφ’ ὧν ἄκρων ἔστασιν, οἱ ὑποκριταί·
ἀκρίβαντές τινες ὄντες· ὁ δὲ ἀκρίβας παρὰ τὸ ἄκρον |
---|
45 | διὰ τοῦ ἰῶτα συνετέθη, ὡς καὶ παρὰ τὸ ἄργον ἀργι‐
κέραυνος.
Ὀκτὼ, γράφεται διὰ τοῦ ω· ἐπειδὴ οὐδέποτε λέξις Ἑλ‐
ληνικὴ ἁπλῆ ὀξύτονος εἰς ο λήγει, πλὴν τῆς ὑπὸ προ‐
θέσεως. |
---|
omicron 424 (50) | Ὀλβιόδαιμον, ὁ τόνος· καὶ τὰ εἰς ων σύνθετα,
τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, χωρὶς τοῦ Λακε‐
δαῖμον, καὶ παλαῖμον· σημαίνει δὲ τὸν ἔμπειρον τῆς
παλαιστικῆς· γίνεται δὲ ἐκ τοῦ πάλειν καὶ τοῦ αἵμων,
ὃ σημαίνει τὸν ἔμπειρον· ἡ εὐθεῖα ὁ Λακεδαίμων, |
55 | ὁμοίως καὶ ὀλβιοδαίμων· ἡ γενικὴ ὀλβιοδαίμονος· τὰ
σύνθετα τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν· τὸ ἁπλοῦν
δαίμονος· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο μικροῦ, ὁ
δαίμων γὰρ καὶ ἡ δαίμων· τὶ διαφέρει πλούσιος, εὔπο‐ |
---|
ρος, ἀφνειὸς, ὄλβιος, εὐδαίμων, εὐτυχὴς, μακαρίου; | |
omicron 425 | διαφέρει· πλούσιος μὲν γάρ ἐστιν, ὁ πολλὴν οὐσίαν
ἔχων· εὔπορος ὁ εἰς τὰς ἐπιβαλλούσας χρείας ὑπάρ‐
χων ἀνενδεής· ἀφνειὸς ὁ ἀπὸ ἐνιαυτοῦ τὴν τροφὴν
συλλέγων ἔνος γὰρ ὁ ἐνιαυτός· ὄλβιος δὲ ὁ τέλειαν |
5 | τὴν εὐδαιμονίαν ἔχων, οἷον, ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν
ἡδέως καὶ ἀλύπως. σημαίνει δὲ ὄλβιος τὸν εὐδαίμονα
καὶ πλούσιον· καὶ εἰς τὸ πλούσιος. μακάριος δὲ, ὁ
πάντοτε ἐν ἀγαθοῖς ὤν.
Οὖλον, τὸ ὑγιὲς, οὖλε τε καὶ μέγα χαῖρε, ἀντὶ τοῦ |
---|
10 | ὑγίανε.
Ὄλβιος εὐδαίμονος διαφέρει· εὐδαίμων γάρ ἐστιν ὁ
πλούσιος καὶ εὐτυχής· πταίων δὲ κατά τινας καιροὺς
περὶ τὴν τύχην· καὶ εἰς τὸ πλούσιος.
Ὄλβιος, ὁλόβιός τις ὢν, ὁ ὅλον βίον ἔχων, τουτ’ἔστιν |
---|
15 | ὁλόκληρον. καὶ εἰς τὸ πανόλβιος.
Ὀλετῆρες, φονεῖς, ἀφανισταί.
Ὅλη, παρὰ τὸ ὅλος· τοῦτο παρὰ τὸ ὁλῶ τὸ πληρῶ·
διάτι δασύνεται; τὸ ο πρὸ τοῦ λ ψιλοῦται πλὴν τοῦ
ὅλος. τοῦτο δὲ δείκνυται ἐκ τῆς συναλοιφῆς δασυνόμε‐ |
---|
20 | νον ἐφ’ ὅλην τὴν οἰκουμένην.
Ὄλεθρος, ὁ θάνατος, παρὰ τὸ ὀλῶ τὸ συστρέφω,
ὀλέσω, ὤλεκα, ὤλεσμαι, καὶ ἐξ αὐτοῦ ὄλεθρος· καὶ
γράφεται ἐν μὲν τῇ ἁπλότητι διὰ τοῦ ο, ἐν δὲ τῇ
συνθέσει διὰ τοῦ ω. οἷον, πανώλεθρος. ἐτυμολογεῖται |
---|
25 | δὲ παρὰ τὸ ὅλους θραύειν.
Ὀλέκοντο, ἐκ τοῦ ὀλῶ ὀλέσκω, κατ’ ἔνδειαν τοῦ ς
ὀλέκω ῥῆμα· καὶ τὸ παθητικὸν ὀλέκομαι, ὀλέκοντο
ἀπόλλοντο· παρατατικὸς Ἰωνικῶς ἄρχεται ἀπὸ τοῦ ο,
καὶ γίνεται ἄκλιτον· τὰ δὲ τοιαῦτα μέλλοντα οὐκ ἔχου‐ |
---|
30 | σιν, ἐπειδὴ ἀπὸ μελλόντων μετήχθησαν· οἷον, ὄρσεο
Λαωμέδων· ἄξετε Πριάμοιο βίην· γέγονε δὲ ὥσπερ ἀπὸ
τοῦ ἀρέσω, πλεονασμῷ τοῦ κ ἀρέσκω, καὶ ἀπὸ τοῦ
μεθύω, μεθύσω, μεθύσκω, οὕτω καὶ ἀπὸ τοῦ ὀλῶ ὀλέ‐
σω ὀλέσκω, καὶ κατ’ ἔνδειαν τοῦ ς ὀλέκω· διὸ καὶ οὐ |
---|
35 | κλίνεται.
Ὀλίγον καὶ μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὀλίγον
ἐπ’ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται·
Ὅμηρος· δίφρον ἀεικέλιον παραθεὶς, ὀλίγην τε τρά‐
πεζαν. |
---|
40 | Ὀλιγωρία, παρὰ τὸ ὀλίγον καὶ τὸ ὥρα, ὃ σημαίνει
τὴν φροντίδα, ἡ συντελοῦσα πρὸς τὸ ζῆν· τὸ δὲ ὀλί‐
γον καὶ ἀντὶ τοῦ οὐδαμῶς εἴρηται· Ὅμηρος· ἦ ὀλίγον
οἱ παῖδα ἐοίκοτα γείνατο Τυδεὺς, ἀντὶ τοῦ οὐδαμῶς·
καὶ εἰς τὸ ὥρα. |
---|
45 | Ὀλίσθημα, ἐκ τοῦ ὀλισθῶ· τοῦτο δὲ ἐκ τοῦ ὄλισθος·
τοῦτο παρὰ τὸ ὀλοθεῖν, ἤγουν μὴ τρέχειν.
Ὄλισθος, σημαίνει τὸν συμποδισμόν· γίνεται παρὰ τὸ
ὅλως ἴεσθαι, ὅ ἐστι πορεύεσθαι· ἢ παρὰ τὸ ὅλως
θέειν κατ’ ἀντίφρασιν. |
---|
omicron 425 (50) | Ὄλμος, ἐν ᾧ τύπτουσι τὰς κριθὰς, καὶ τὸ τῶν μυρε‐
ψῶν, ἐν ᾧ καταλεαίνουσι τὰ παχύτερα τῶν παχυτέ‐
ρων· ὕπερον δὲ λέγεται τὸ κόπανον.
Ὄλμος, στόμβος, ἢ ἴδυς, παρὰ τὸ λύω λύομος, καὶ ἐκ‐
βολῇ τοῦ υ λόμος, καὶ καθ’ ὑπερβιβασμὸν τοῦ ο ὄλμος· |
55 | ἢ παρὰ τὸ ἄλλω τὸ πηδῶ.
Ὄλμος ὄρμου διαφέρει· ὄρμος μὲν γάρ ἐστι λιμήν·
ὄλμος δὲ μυρεψικόν τι σκεῦος εἰς ὃ κόπτονται τὰ εἴ‐
δα τὰ μυρεψικά· τὸ ἰγδίον λεγόμενον παρ’ Ἰταλοῖς.
Ὄλκος, παρὰ τὸ ἕλκω, ἕλκος, ὄλκος· ἢ παρὰ τὸ ἔχω |
---|
60 | ὄχος· σημαίνει δὲ πολλά. τὸ πλῆθος, τὴν ἔκτασιν | |
---|
omicron 426 | τοῦ πλοίου, τὸν ναύσταθμον, τὸν ἁρμὸν, τὸν ἀγωγὸν
τοῦ ὕδατος καὶ τὴν στάθμην ἢ τὸν ζυγὸν καὶ τὸ μέ‐
τρον, καὶ τὸ μῆκος τοῦ ὄφεως, καὶ τὴν δύναμιν.
Ὀλκάδες, πλοῖα. |
5 | Ὀλκὴ, ἄγει γράμματα τέσσαρα.
Ὀλιγοστὸς, ἐκ τοῦ ὀλίγος ὀλιγοστός· ἐπὶ πηλικότη‐
τος τάσσεται.
Ὄλμος δὲ ἐκλήθη διὰ τὸ ὀλλύειν καὶ φθείρειν τὰ ἐμ‐
βαλλόμενα· ὕπερον δὲ τὸ κόπανον. |
---|
10 | Ὁλοκαυτώματα, ἐκ τοῦ καίω καὶ τοῦ ὅλος γίνεται
ὁλοκαυτῶ ῥῆμα, καὶ ἐξ αὐτοῦ ὁλοκαύτωμα· τὸ δὲ ὁλο‐
καύτωμα πάλιν ἐκ τοῦ ὁλοκαυτῶ, τοῦτο παρὰ τὸ ὅλος
καὶ τὸ καίω, ἢ παρὰ τὸ ὀλῶ τὸ φθείρω, καὶ τὸ
καίω. |
---|
15 | Ὅλος τοῦ πᾶς διαφέρει· ὅλος ἐφ’ ἑνὸς τάσσεται, οἷον,
ὅλος κατατέτρωται ὁ ἄνθρωπος· πᾶς δὲ ἐπὶ πλειόνων·
οἷον ὁ πᾶς ἄνθρωπος κατατέτρωται.
Ὀλοφυρόμενος, κυρίως τὸ μετὰ τιλμοῦ τῶν τριχῶν
κλαίειν. Καλλίμαχος ὀλόψατο χαίτας· ἀντὶ τοῦ |
---|
20 | ἔτιλλε.
Ὄμβρος, παρὰ τὸ βάρος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α
ἄβαρος ὁ πάνυ βαρὺς, καὶ τροπῇ τοῦ α εἰς ο ὄβαρος,
καὶ ἐκβολῇ τοῦ α, καὶ πλεονασμῷ τοῦ μ ὄμβρος·
ἐτυμολογεῖται παρὰ τὸ ὁμοῦ ῥεῖν. |
---|
25 | Ὄλυμπος ὁ οὔρανος, θεοῦ οἰκητήριον, οἱονεὶ ὁλολαμ‐
πής τις ὢν, καὶ σελήνης καὶ ἄστρων.
Ὁμῆλιξ, ὁ ἴσην ἡλικίαν ἔχων· γίνεται δὲ ἐκ τοῦ
ὁμοῦ, καὶ τοῦ ἧλιξ· τοῦτο ἐκ τοῦ πάλλω τὸ κινῶ
πάλιξ· καὶ ἀποβολῇ τοῦ π καὶ τροπῇ τοῦ α εἰς η |
---|
30 | ἧλιξ.
Ὀλυμπία καὶ Ὀλυμπιὰς διαφέρει. Ὀλυμπία χωρίον
ἐστὶ τῆς Ἰλιακῆς μοίρας, ἐν ᾧ τὰ Ὀλύμπια ἐτελοῦντο·
Ὀλυμπιὰς δὲ σημαίνει τὴν πανήγυριν· ἐκ τοῦ χωρίου
τῆς Ὀλυμπίας τοίνυν, ἐν ᾧ χώρῳ οἱ ἀθληταὶ ἠγωνί‐ |
---|
35 | ζοντο, ὀλυμπιὰς ὠνομάσθη ἡ πανήγυρις, ἡ τῆς Ὀλυμ‐
πίας ἑορτή.
Ὀλοφώϊος θὴρ, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω.
Ὀλύρα, ἡ κριθή· καὶ ὀλυρίτης ἄρτος ὁ τῆς κριθῆς.
Ὀλύρα, εἶδος κριθώδους καρποῦ, ζειά· ἡ γὰρ κριθὴ |
---|
40 | ἑξάστιχος, ὁ σῖτος τετράστιχος· ἡ δὲ ὀλύρα δύστιχος
καὶ ὄψιμος.
Ὅλος, παρὰ τὸ ἕω τὸ πληρῶ ἕλος καὶ ὅλος· καὶ εἰς
τὸ χήρα.
Ὀλοῦσθαι, εἰς τὸ λευκώλενος, καὶ ὠλέναι. |
---|
45 | Ὀλοὴ, ἡ ὀλεθρία, καὶ ὀλοῆς.
Ὀλοώτερος, ἐκ τοῦ ὀλοὸς γίνεται· ἔστι συγκριτικὸν
καὶ ἀντὶ τοῦ ἁπλοῦ λαμβάνεται· τὸ γὰρ δικαιότατος
καὶ ὀλοώτερος παρὰ τῷ ποιητῇ, ἀντὶ τοῦ ἁπλοῦ λαμ‐
βάνεται. |
---|
omicron 426 (50) | Ὀλυμπία, σημαίνει δύο, τὸν οὔρανον καὶ τὸ ὄρος,
παρὰ τὸ ὁλόλαμπος εἶναι τοῖς ἄστροις· ἢ παρὰ τὸ ὀλ‐
λύειν τοὺς ὦπας. καὶ ἡ μὲν πρώτη ἐτυμολογία μόνον
ἐπὶ τοῦ οὐρανοῦ ἁρμόζει· ἡ δὲ δεύτερα καὶ τῷ ὄρει,
ὡς τῷ ἀγχινεφεῖ, καὶ οὐρανομήκει ὄντι. |
55 | Ὀλῶ, εἰς τὸ οὐλομένην.
Ὁμαδὸς, θορυβὸς, κραυγὴ, παρὰ τὸ ὁμοῦ αὐδᾷν.
Ὅμαιμος, ὁ ἀδελφὸς ὁμόαιμος.
Ὄλωλα, ἀπωλέσθην, πόθεν; ἔστι ῥῆμα ὀλῶ, ὅ ἐστι
ἀπολύω, οὗ ὁ μέλλων ὀλέσω, ὁ παρακείμενος ὤλεκα, |
---|
60 | ὁ μέσος ὦλα, ὁ ἀττικὸς ὄλωλα. | |
---|
omicron 427 | Ὁμαιχμία, συμμαχία, παρὰ τὸ αἰχμὴ καὶ τὸ ὁμοῦ,
γίνεται ὁμοαιχμία, καὶ συγκοπῇ ὁμαιχμία. σημαίνει δὲ
τὴν εἰρήνην· συμβαίνει γὰρ εἰρηνευόντων τινῶν ὁμοῦ
τὰς αἰχμὰς ἔχειν. |
5 | Ὁμαρτῶ, παρὰ τὸ ὁμοῦ ἐπίῤῥημα, καὶ τὸ ἄρω ῥῆμα
βαρύτονον, οἱονεὶ ὁμοῦ ἁρμόττω· καὶ εἰς τὸ παρο‐
μαρτοῦντες.
Ὀμβροβλυτεῖς, ἔστιν ὄμβρος καὶ βλύω, καὶ ἐξ αὐτοῦ
ὀμβροβλυτῶ, ὀμβροβλυτεῖς· τὸ δὲ βλύω παρὰ τὸ |
---|
10 | βρύω, ἐξ οὗ γίνεται βρῦα τὰ τῆς θαλάσσης· τοῦτο
παρὰ τὸ ῥέω· τοῦτο παρὰ τὸ ὕω τὸ βρέχω· ἐκ τοῦ
βλύω γίνεται βλύζω.
Ὀμβρήματα, ἐκ τοῦ ὀμβρῶ, ὀμβρήσω· τὸ δὲ ὀμβρῶ
παρὰ τὸ ὄμβρος· ἢ παρὰ τὸ βάρος, καθ’ ὑπερβιβα‐ |
---|
15 | σμὸν ἄβρος, τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ μ
ὄμβρος, ὁ βαρέως φερόμενος· ἢ παρὰ τὸ ὁμοῦ καὶ τὸ
ῥόος, ὅμορος καὶ ὄμβρος, ἐπειδὴ τὸ ο οὐ δύναται εἶναι
πρὸ τοῦ ρ, εἴτε κατὰ διάστασιν, πλεονασμῷ τοῦ μ·
καὶ γίνεται ὄμβρος. |
---|
20 | Ὁμηγερεὲς, ἐπίῤῥημα ἀθροίσεως, ὁμοῦ συνηγμένοι·
γέγονε παρὰ τὸ ὁμοῦ, καὶ τὸ ἀγείρω τὸ συναθροίζω,
ὁμοάγειρος, ὁμοαγείρεος, ὁμηγερεώς.
Ὁμοέστιος, ὁμόοικος· ἑστία γὰρ ἡ οἰκία.
Ὁμηρία, ἡ ἀντιπροσώψις, καὶ ἡ φελία καὶ ἡ λέξις. |
---|
25 | Ὁμηγύρις, σύνοδος, συνάθροισμα, συνελεύσις πλήθους.
Ὁμηλικία, ὁμῆλιξ ὁμήλικος, σημαίνει δὲ τὴν ἴσην
ἡλικίαν ἔχοντα· γίνεται ἐκ τοῦ ὁμοῦ καὶ τοῦ ἧλιξ·
τοῦτο ἐκ τοῦ πάλλω τὸ κινῶ πάλιξ, καὶ ἀποβολῇ τοῦ
πι καὶ τροπῇ ἧλιξ. |
---|
30 | Ὅμηροι, παρὰ τὸ ἄρω τὸ ἁρμόζω, οἱ ἐπὶ εἰρήνης καὶ
ὁμονοίας διδόμενοι παῖδες ἐνέχυρα· τὸ μη ἦτα διάτι;
παρὰ τὸ ἄρω τὸ ἁρμόζω.
Ὁμιλεῖν, ἐπὶ τοῦ πολεμεῖν, παρὰ τὸ ὁμοῦ καὶ τὴν
εἵλησιν τῶν νεφῶν· τὸ μι ἰῶτα. τὰ παρὰ τὸ εἱλῶ μὴ |
---|
35 | κατὰ τὸ ἄρχον μέρος λόγου συντιθέμενα, διὰ τοῦ ι
γράφεται· οἷον, ὅμιλος, ὁμίχλη· πρόσκειται, μὴ
κατὰ τὸ ἄρχον μέρος λόγου συντιθέμενα διὰ τὸ εἱλί‐
πους ὁ ὄφις· ἰστέον δὲ ὅτι τὸ ὁμιλία ὄνομα τριχῆ
λαμβάνεται· ἐπὶ τοῦ συνεῖναι καὶ συμπολιτεύεσθαι, καὶ |
---|
40 | διαλέγεσθαι κατὰ τὴν φωνὴν, καὶ τρίτον ἐπὶ τοῦ πο‐
λεμεῖν· χρῆσις δὲ τοῦ μὲν πρώτου· τὸ πιστὸν ὑμῶν·
ὦ Λακεδαιμόνιοι, τῆς καθ’ ἡμᾶς αὐτοὺς πολίτας τε καὶ
ὁμιλίας· οὕτω γὰρ φησὶ Θουκυδίδης, τῇ δημηγορίᾳ τῶν
Κορινθίων, πολιορκουμένης τῆς πολιδαιας, ὑπὸ Ἀθη‐ |
---|
45 | ναίων· τοῦ δὲ δευτέρου, τοῦ καθ’ ἑκάστου μὲν τῇ
ὁμιλίᾳ καλεῖν Ἕλληνος μᾶλλον· τοῦ δὲ τρίτου, τὸ
πρὸς Ἕκτορα παρὰ τῷ Ὁμήρῳ εἰρημένον· ἡμεῖς δ’ ἔν‐
θαδε ὄντες ὁμιλέομεν Δαναοῖσιν, ἀντὶ τοῦ πολεμοῦμεν
αὐτούς. |
---|
omicron 427 (50) | Ὁ μὲν καὶ ὁ δὲ, σύνδεσμοι, ἀρσενικοῦ ὀνόματος, ἔναρ‐
θρος· ἡ μὲν καὶ ἡ δὲ, θηλυκοῦ ὀνόματος, ἔναρθρον
ὁμοίως.
Ὅμιλος, ἡ ἄθροισις, τὸ πλῆθος, παρὰ τὸ ὁμοῦ εἱλεῖ‐
σθαι· λέγεται δὲ καὶ ὁ θόρυβος, ἀπὸ τῆς παρακολου‐ |
55 | θησάσης ἐν ὄχλῳ ὁμιλίας.
Ὁμιχῶ, σημαίνει τὸ οὐρῶ· διὰ τοῦ ι γράφεται· τὰ
γὰρ εἰς χω οὐ παραλήγεται τῇ ει, πλὴν τοῦ στείχω.
Ὁμίχλη, παρὰ τὸ μὴ ἔχειν τὴν εἵλησιν τῶν νεφῶν·
ἢ παρὰ τὸ τοῖς ὄμμασιν παρέχειν ἀχλύν. δασύνεται· |
---|
60 | τὸ ο γὰρ πρὸ τοῦ ἑνὸς μ δασύνεται· καὶ πῶς παρὰ |
---|
τῷ ποιητῇ λέγεται, ἠΰτ’ ὀμίχλη· εἰ γὰρ ἐδασύνθη, | |
omicron 428 | τραπεῖν εἶχε τὸ ψιλὸν εἰς δασύ· ἐροῦμεν οὖν ὅτι
κατὰ διάλεκτον Ἰωνικήν· οἱ γὰρ Ἴωνες τοῖς δάσεσι
ἀντὶ ψιλῶν χρῶνται· τὸ ἀφικόμεθα γὰρ ἀπικόμεθα,
καὶ τὸ οὐχὶ οὐκὶ, οὕτω καὶ τὸ ἠϋθ’ ὀμίχλη. ἠΰτ’ ὀμίχλη. |
5 | Ὁμοίωμα εἰδώλου διαφέρει· τὸ μὲν ὁμοίωμά τινός
ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα· τὸ δὲ εἴδωλον οὐδεμίαν
ὑπόστασιν ἔχει.
Ὁμόδουλος συνδούλου διαφέρει· ὁμόδουλοι γάρ εἰσιν,
οἱ μετασχόντες ὁμοίας τύχης δουλικῆς· σύνδουλοι δὲ |
---|
10 | οἱ ἀλλήλοις δουλεύοντες.
Ὁμὴν, κατὰ τὸ ὄνομα τῆς σελήνης λέγεται· μήνη γὰρ
αὕτη ἑρμηνεύεται τῇ Ἕλλαδι φωνῇ, διὰ τὸ μὴ μένειν
ἐν ταὐτῷ.
Ὀμφῶες, δύο ὦτα ἔχοντες. |
---|
15 | Ὀμφαλός, κυρίως ἐπὶ τοῦ ἡμετέρου σώματος τὸ μέ‐
σον· καὶ εἴρηται παρὰ τὸ ὀμπνεῖν, ὅ ἐστιν ἀναμπνεῖν,
παρ’ ὃ καὶ ὄμπνος ὁ δημητριακὸς καρπός· τὸ δὲ βρέ‐
φος κατὰ γαστρὸς ὂν διὰ τοῦ ὀμφάλου ἀναπνεῖ καὶ
τρέφεται· μεταφορικῶς καὶ ἐπὶ τοῦ ζυγοῦ καὶ ἐπὶ τῆς |
---|
20 | ἀσπίδος, καὶ ἐπὶ τῶν ἄλλων τὸ μέσον. ἄλλως· ὀμφα‐
λὸς, οἱ μὲν παρὰ τὸ φάλλῳ ἐοικέναι, ὅ ἐστι μηρίον·
ἐκκρεμὴς γάρ ἐστιν ἐν ἀρχῇ, πρὸ τῆς ἀποτομῆς· οἱ δὲ
ἀπὸ τοῦ περὶ αὐτὸν εἱλεῖσθαι τὸ γεννώμενον· οἱ δὲ
ἀπὸ τῆς ἐμβρύων ἐμφύσεως· οἱ δὲ οἷον ὀπλαλὸν καὶ |
---|
25 | ὀμπαλὸν, δι’ οὗ τοῖς ὁμμορίοις ἡ ὀμπνὴ ἐπιχορηγεῖται,
τουτ’ἔστιν ἡ τροφή· διὸ καὶ τὴν Δήμητραν τὸν τρόφον
οὖσαν, κυρίως Ὀμπνεῖαν Αἰολεῖς ὀνομάζουσι· κατα‐
χρηστικῶς δὲ καὶ ἐπὶ τῆς ἀσπίδος, καὶ ἐπὶ τῶν ἄλ‐
λων τὸ μέσον, ἀπὸ μεταφορᾶς τοῦ ἡμετέρου σώματος. |
---|
30 | Ὁμοκλήσασκε, γίνεται παρὰ τὸ ὁμοκλὴ, ὃ σημαίνει
τὴν ἀπειλήν. παρὰ τὸ κέλλω, τὸ προστάσσω, καὶ τὸ
ὁμοῦ, γίνεται ὁμοκέλλη καὶ συγκοπῇ ὁμοκλή· ἢ ἀπὸ
τοῦ καλῶ καὶ ῥῆμα ὁμοκλῶ, ὁ μέλλων ὁμοκλήσω, ὁ
ἀόριστος ὡμόκλησα, καὶ τὸ τρίτον ὡμόκλησεν καὶ ὡμο‐ |
---|
35 | κλήσασκεν· ἔλθωμεν δὲ καὶ διαλάβωμεν περὶ αὐτῶν·
ἰστέον, ὅτι ταῦτα Ἰωνικὰ, καὶ γίνεται διὰ τοῦ σκ.
τὸ τρίτον πρόσωπον ἀπὸ μὲν βαρυτόνων ὄντα, ἔχουσι
φωνῆεν πρὸ τοῦ σκ, τὸ ε, οἷον, τύπτεσκε, λάβεσκε,
λέγεσκε, ὑπεσταλμένου τοῦ πρώτου ἀορίστου, περὶ οὗ |
---|
40 | μετ’ ὀλίγον εἴρηται· καὶ τὰ τῆς πρώτης συζυγίας τῶν
περισπωμένων καὶ τὰ τῆς πρώτης τῶν εἰς μι ὁμοίως
τὸ ε ἔχουσι πρὸ τοῦ σκ. οἷον, μυκῶ, μυκᾶς, ἔμυκον,
μύκεσκε· τὰ δὲ τῆς δευτέρας συζυγίας τῶν εἰς μι καὶ
ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ β ἀορίστῳ, διὰ τοῦ α |
---|
45 | ἐκφέρεται, πτώσει τοῦ σκ. οἷον, ἵστημι, ἵστην, στά‐
σκεν· τὰ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων
καὶ τῶν εἰς μι, διὰ τοῦ ο ἐκφέρεται πρὸ τοῦ σκ,
οἷον, ἐχρύσουν, ἐχρύσοσκεν· τὰ δὲ τῆς τετάρτης συ‐
ζυγίας τῶν εἰς μι, συστέλλει τὸ δίχρονον μόνον πρὸ |
---|
omicron 428 (50) | τοῦ σκ· οἷον ζεύγνυμι, ἐζεύγνυν, ἐζεύγνυς, ἐζεύγνυ,
ζεύγνυσκεν· ἔδυν ἔδυς ἔδυ, δύσκεν· ὁ δὲ ἀόριστος πρῶ‐
τος ἐπὶ τῶν βαρυτόνων καὶ ἐπὶ τῶν περισπωμένων
καὶ ἐπὶ τῶν εἰς μι, τὸ α ἔχουσι πρὸ τοῦ σκ, οἷον,
πλάσκε, γράψασκε· τὸ γὰρ κεχρεωστημένον α τοῦ |
55 | τρίτου προσώπου ἀνεδέξατο ἐνταῦθα· τὸ γὰρ τρίτον
πρόσωπον τοῦ ἀορίστου πρώτου, ὡς ἐν τοῖς προλαβοῦ‐
σιν εἰρήκαμεν διὰ τοῦ α· καὶ ὤφειλεν, ἔτυψα, ἔτυψας,
ἔτυψεν ἐκεῖνος, κατ’ ἀποβολὴν τοῦ ς· ἀλλ’ ἐπειδὴ
ὡς εἴρηται, οὐκ ἠδύναντο τὰ τρίτα πρόσωπα ὁμοφωνεῖν |
---|
60 | κατὰ τὸν αὐτὸν ἀριθμὸν, καὶ κατὰ τὴν αὐτὴν διά‐ |
---|
λεξιν, καὶ τροπῇ παρηκολούθησε τὸ α εἰς ε, καὶ | |
omicron 429 | γέγονεν ἔτυψεν ἐκεῖνος. ἐνταῦθα δὲ ἐπειδὴ προσερχο‐
μένου τοῦ σκ, οὐκ ἔστι ὁμοφωνία τοῦ τρίτου προσ‐
ώπου πρὸς τὸ πρῶτον πρόσωπον, προσῆλθε τὸ κεχρε‐
ωστημένον α, οἷον, τύψασκε, ποιήσασκε· ταῦτα δὲ |
5 | οἱ Ἴωνες· οἱ δὲ ποιηταὶ κατὰ μίμησιν τῶν Ἰώνων πολ‐
λάκις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόσωπον ποι‐
οῦσιν· οἷον, τύπτεσκον, χαίρεσκον, τύπτεσκε, χαί‐
ρεσκε· λέγει δὲ καὶ ὁ Ἄμβρων, ὅτι τὰ προσλαμβά‐
νοντα ταῦτα κατὰ τὸ τέλος, ἀποβάλλουσι κατὰ τὴν |
---|
10 | ἄρχουσαν, καὶ γὰρ τὸ ἔτυπτε ποιοῦσιν οἱ Ἴωνες τύ‐
πτεσκεν, ἀποβάλλοντες ἐκ τῆς ἀρχούσης συλλαβῆς, καὶ
προστιθέντες κατὰ τὸ τέλος· διὰ τοῦτο τὸ ἔτυπτεν ἐν
τῷ τύπτεσκεν ἀποβάλλει τὸ ε τῆς ἀρχούσης. ἐπειδὴ
τὰ ποιητικὰ Ἰωνικὰ, ταῖς ἰδίαις μετοχαῖς θέλουσι |
---|
15 | συνάρχεσθαι, οἷον, ἔτυπτε, τύπτε δ’ ἐπιστροφάδην,
πρὸς τὴν τύπτων μετοχήν· ἥψατο· ἅψατο δ’ ἡμιόνου
ταλαεργοῦ, πρὸς τὴν ἅψας μετοχήν· ἤκουσα, ἤκου‐
σαν· διάτι δὲ εἶπον ταῖς ἰδίαις μετοχαῖς, καὶ οὐ τοῖς
ἰδίοις ἐνεστῶσι; διὰ τὸ εἴπεσκεν· τοῦτο γὰρ τῇ εἴπων |
---|
20 | μετοχῇ συνάρχεται, οὐ μὴν τῷ ἐνεστῶτι· ἔπω γάρ
ἐστιν ὁ ἐνεστὼς, ἐξ οὗ καὶ τὸ ἐννέπω, ταῦτα μὲν ἐν
τούτοις.
Ὀμόργνω, εἰς τὸ ἀπομόρξατο.
Ὁμόζυγος, γαμετὴ, σύμβιος. |
---|
25 | Ὁμοφροσύνη, ὁμόνοια.
Ὁμοφάλα, στρογγύλον.
Ὀμπνία, ἡ Δημήτηρ, παρὰ τὸ ὁμοῦ πνέω. Λυκό‐
φρων καὶ κτῆσιν ἄλλην, ὀμπνίαν κειμηλίων. |
---|
30 | Ὄμφαξ, οἷον, ὠμόφαξ, ἡ ὠμὴ εἰς τὸ φαγεῖν.
Ὁμόσφυρος, ὁ ἀδελφὸς, διὰ τὸ περὶ τὰ αὐτὰ τὰ
σφυρὰ τῆς μητέρος πεσεῖν γεννηθέντα.
Ὀμφὴν, φωνὴν, κληδόνα, φήμην θεῖαν, ἢ ὀνείρου
φάντασμα. |
---|
35 | Ὁμώνυμόν ἐστιν, ὅταν δύο πράγματα μόνον ὀνόματι
κινουσιν, ὡς ἐπὶ εἰκόνος καὶ τοῦ Παύλου· τὰ γὰρ
ἀμφότερα λέγεις ἄνθρωπον, ἀλλὰ μόνῳ τῷ ὀνόματι
κοινωνοῦσι· τῷ δὲ πράγματι διαφέρουσιν.
Ὁμοσπόνδους, φίλους. |
---|
40 | Ὁμόροφοι, ὁμόσκηνοι, σύσκηνοι.
Ὁμολόγως, συμφώνως.
Ὀνείατα, βρώματα, τὰ ὄνησιν παρέχοντα.
Ὄνειδος, παρὰ τὸ ὀνῶ, τὸ μέμφομαι, καὶ τὸ εἶδος·
τὸ κατὰ τὸ εἶδος μεμπτόν· τινὲς δὲ παρὰ τὸ ὀνήσα‐ |
---|
45 | σθαι· ἴσως δὲ πᾶν τὸ ὂν πλημμελὲς τότε φαίνεται,
ὡς ἔγκειται τὸ εἴδεται, ὅ ἐστι φαίνεται.
Ὄνειρος καὶ ὄναρ, παρὰ τὸ ὀνῶ τὸ ὠφελῶ καὶ τὸ
εἴρω τὸ λέγω· πολλοὺς μὲν ὠφελοῦσι, πολλοὺς δὲ
βλάπτουσι· τὸ νει διφθόγγῳ· τὰ διὰ τοῦ ειρος ῥη‐ |
---|
omicron 429 (50) | ματικὰ δίφθογγον ἔχει.
Ὀνῶ, σημαίνει τέσσαρα. ὀνῶ τὸ ὠφελῶ, ἐξ οὗ καὶ
ὄνησις ἡ ὠφέλεια· ἔπειτα δὲ κ’αὐτὸς ὀνήσεται· καὶ
τὸ μέμφομαι, ἐξ οὗ καὶ ὁ μέλλων ὀνόσω, ὡς τὸ ἔνθα‐
κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετέλθων· σημαίνει |
55 | δὲ καὶ τὸ βλάπτω· σημαίνει καὶ τὸ ἀγοράζω, ὡς τὸ
ὠνοσάμην δούλην· καὶ ὀνῶ τὸ ἀπολαύω.
Ὄνειρος, ἤτοι παρὰ τὴν ὄνησιν, οἷον, παρὰ τὸ ὀνῶ
τὸ ὠφελοῦμαι, ὄνειρος, ὡς παρὰ τὸ πέπω πέπειρος·
ἢ παρὰ τὸ ὀνείρειν καὶ λέγειν, ἢ κατὰ μετάθεσιν τοῦ |
---|
60 | ο, νόειρός τις ὤν. | |
---|
omicron 430 | Ὀνείρωξις, ἡ διὰ τῶν ὀνείρων φαντασία· ἢ ὄψις ἡ
ἐν τοῖς ἐνυπνίοις· ὀνειρώττω γὰρ τὸ ῥῆμα, ἀντὶ τοῦ
δι’ ὀνείρων βλέπω· τὸ δὲ ὀνειροπολεῖν ἐγρηγορήτως ἐπὶ
ἐνύπνιον· τὸ γὰρ τοῖς πολλοῖς ἀπὸ τοῦ φαντάζεσθαι |
5 | σημαινομένου, τοῦτο παρὰ τοῖς πεπαιδευμένοις τὸ ὀνει‐
ροπολεῖν δηλοῖ· φαντάζεσθαι δὲ κυρίως ἐστι τὸ φαί‐
νεσθαι.
Ὀνειρώττειν, ὀνειρῶ, ὁ μέλλων ὀνειρώσω, τὸ δι’ ὀνεί‐
ρων βλέπω· διὰ τῆς ει διφθόγγου· πᾶν γὰρ (παρὰ) |
---|
10 | τὸ ὄνειρος γέγονεν.
Ὀνειροπόλος, ὥσπερ γὰρ οἰωνοπόλος λέγεται, ὁ μάν‐
της, ὁ περὶ τοὺς οἰωνοὺς ἀναστρεφόμενος, καὶ αἰγοπό‐
λος, ὁ περὶ τὰς αἶγας, καὶ συγκοπῇ αἰπόλος καὶ θυη‐
πόλος, ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος, οὕτω καὶ |
---|
15 | ὁ περὶ τοὺς ὀνείρους πολῶν. καὶ ἀναστρεφόμενος ὀνει‐
ροπόλος.
Ὄνυξ, παρὰ τὸ νύσσειν, πλεονασμῷ τοῦ ο, οἷον,
ἄνυξ, ὁ ἀνοίγων τὴν σάρκα ἐν τῷ φύεσθαι, ἤγουν
προκύπτων. |
---|
20 | Ὄντως, ἀληθῶς, κατὰ ἀλήθειαν· ἡ τοῦ ὄντος ἀκρι‐
βὴς κατανόησις. τὸ πρῶτον ἐπίῤῥημα, τὸ δεύτερον με‐
τοχή.
Ὀνομήνω, ῥῆμα ὑποτακτικὸν, ἐκ τοῦ ὀνομαίνω· ὥσπερ
παρὰ τὸ πῆμα γίνεται πημαίνω, καὶ κάρα καραίνω, |
---|
25 | καὶ ἐν συγκοπῇ κραίνω, οὕτω καὶ παρὰ τὸ ὄνομα γίνε‐
ται ὀνομαίνω.
Ὄνος, τὸ ζῶον, διὰ τοῦ οὐ νοεῖν· ἢ ὤνιον εἶναι· ἢ
παρὰ τὴν ὄνησιν τὴν ἐξ αὐτοῦ γινομένην ἐν τοῖς ἔρ‐
γοις. |
---|
30 | Ὄνος, παρότι ὀνητὸν, ἤτοι ὠφέλιμον ἐν τῷ βαστάζειν·
ἢ διὰ τὸ νωθρὸν ὑπάρχειν.
Ὀνῶ, εἰς τὸ ἀπώνασθα, καὶ οἶνος, καὶ ὄνειρος, καὶ
ὀνοτάζων ἐκφαυλίζων.
Ὄνομα, ἀπὸ τοῦ νέμω τὸ μερίζω γίνεται ῥηματικὸν, |
---|
35 | ὄνομα, οἷον νόμα, καὶ πλεονασμῷ τοῦ ο ὄνομα.
Ὄναγρος, παρὰ τὸ ὄνος καὶ τὸ ἄγρος· τὸ δὲ ὄνος παρὰ
τὸ ὀνῶ τὸ ὠφελῶ· πόσα σημαίνει ὄνος; δύο· τὸ ζῶον,
ὡς τὸ, ὡς δ’ ὁτ’ ὄνος παρ’ ἄρουραν ἰὼν· καὶ τὴν τι‐
μὴν τοῦ ἀγοραζομένου· ὡς τὸ, υἱὸς δὲ Πριάμοιο Λυ‐ |
---|
40 | κάονος ὦνον ἔδωκε· καὶ γράφεται διὰ τοῦ ω.
Ὀξεῖα, διὰ τῆς ει διφθόγγου, ὅτι τὰ ἀπὸ τῶν εἰς υς
διὰ τοῦ εια γινόμενα θηλυκὰ, διὰ τῆς ει διφθόγγου
γράφεται, οἷον ὀξὺς ὀξεῖα, δεύτερον δὲ ὅτι ἀνεφάνη
τὸ ε χωρὶς τοῦ ι, λεγομένου αὐτοῦ· τρίτον, ὅτι ὀξεῖα |
---|
45 | λέγουσιν οἱ Δωριεῖς διὰ τοῦ ἦτα· ἔθος δὲ ἔχουσι τὸ
ἦτα εἰς ει τρέπειν.
Ὀξυδέρκεια, ἐκ τοῦ ὀξὺς καὶ τοῦ δέρκω τὸ βλέπω·
ὀξυδορκία δὲ ἐκ τοῦ ὀξυδορκῶ.
Ὄξος, παρὰ τὸ ὀξύνειν τὰς αἰσθήσεις ἐν τῷ γεύεσθαι· |
---|
omicron 430 (50) | σημαίνει δὲ καὶ ὄνομα ποταμοῦ, καὶ γράφεται διὰ
τοῦ ω.
Ὀξέως, σφοδρῶς, ταχέως.
Ὀξύῤῥοπον, ταχέως ῥέποντα, ὀξύτερον βλέποντα.
Ὀξυεσπέστερον, ὀξύτερον βλέποντα. |
55 | Ὀξύω, ἐκ τοῦ ὀξὺς, τοῦτο δὲ, ὡς παρὰ τὸ χέω χοὸς
χοῢς, καὶ πλέω πλατὸς πλατὺς, οὕτω ξέω ξοὸς ξοῢς,
καὶ ἐν ὑπερβιβασμῷ ὀξύς· τὸ ἀντιδιαστελλόμενον τῷ
ἀμβλεῖ.
Ὅου, οὗτινος, ἄρθρον ὑποτακτικὸν τὸ ὃ, τὸ δὲ οὐ λέγεται |
---|
60 | πλεονασμός. λέγει δὲ Ἡρωδιανὸς, ὅτι ὁ πλεονασμὸς | |
---|
omicron 431 | τὸν οἰκεῖον τόνον φυλάττει, οἷον, ἥνδανεν, ἑήνδανεν,
ὥρακα ἑώρακα, εἰ δὲ οὖν καὶ τὸ ὁ κατὰ πλεονασμὸν
ἐγένετο, ὤφειλεν εἶναι ὀοῦ περισπωμένως· οὐκ ἔστι δὲ
πλεονασμὸς ἀλλὰ διαίρεσις· καί τι διαφέρει διαίρεσις |
5 | πλεονασμοῦ; διαφέρει, ὅτι ὁ μὲν πλεονασμὸς τὸν αὐτὸν
τόνον φυλάττει, οἷον, εἴκοσιν, ἐείκοσιν· ἡ δὲ διαίρεσις
διαλλάττει τὸν τόνον, οἷον ἧς ὃ σημαίνει τὴν ἰδίαν,
γίνεται ἕης· ἕης τὸ πρίν γ’ ἐράασθε. ἀγορῶντο ἠγο‐
ρόωντο· οὕτως οὖν οὗ ὅου· τὸ πνεῦμα εἰς ὁ δασὺ |
---|
10 | λέγει ὁ Ἡρωδιανὸς, ὅτι τὰ πλεονάζοντα φωνήεντι ἐν
λέξεσιν ἀπὸ φωνήεντος δασυνωμένου ἀρχομέναις, μετα‐
ληπτικὰ γίνονται τοῦ δασέος πνεύματος, οἷον, ἥνδανεν
ἑήνδανεν, ὥρακα ἑώρακα· οὕτω καὶ οὗ ὅου.
Ὀπάζειν, κατόπιν διώκειν, ἢ τὸ περιποιεῖν, ἢ τὸ κα‐ |
---|
15 | ταφέρεσθαι, ἢ τὸ ἐπιλέγεσθαι.
Ὀπιπτεύω, διὰ τοῦ ἰῶτα· παρὰ τὸ ὄπτω, τὸ θεωρῶ,
γίνεται ὀπτεύω καὶ ὀπιπτεύω· καὶ λοιπὸν εὐλόγως διὰ
τοῦ ι γράφεται, ἐπειδὴ ἀπὸ πλεονασμοῦ ἐστιν· οὐ‐
δέποτε διὰ τῆς ει διφθόγγου διπλασιασμὸς γίνεται· |
---|
20 | οἷον, θῶ τιθῶ, πλῶ πιπλῶ.
Ὄπα, γένους θηλυκοῦ, ἐκ τοῦ ἔπω τὸ λέγων, ὁ μέλλων
ἔψω, ἀποβολῇ τοῦ ω, ἒψ, καὶ τροπῇ τοῦ ε εἰς ο ὄψ.
τὸ ο διάτι; τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμα‐
σιν, ἔχουσι τὸ ο, ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν· |
---|
25 | ἔστι δὲ πτώσεως αἰτιατικῆς· ἡ εὐθεῖα ὂψ, καὶ κλί‐
νεται τῆς ὀπός· καὶ Ὅμηρος, ἀκούουσαι ὄπα ἀρνῶν·
τὸ δὲ ὂψ σημαίνει τρία· τὸν ὀφθαλμὸν, καὶ κύριον
ὄνομα, καὶ τὴν φωνὴν, καὶ γράφεται διὰ τοῦ ω· καὶ
σημαίνει τὸν ὀφθαλμὸν, καὶ διὰ τοῦ ο τὴν φωνήν· |
---|
30 | ζήτει ἐν τοῖς ἐπιμερισμοῖς.
Ὁ πᾶς, καὶ θηλυκὸν ἡ πᾶσα· διάτι ἐστὶ φύσει μακρὰ ἡ
παραλήγουσα; αἱ διὰ τοῦ ντ κλινόμεναι ἀρσενικαὶ γενι‐
καὶ, εἰ μὲν ἐπὶ μετοχῶν ὑπάρχουσι, φύσει μακρὰν ποιοῦ‐
σι τὴν παραλήγουσαν ἐπὶ τῶν θηλυκῶν, οἷον, τύπτων |
---|
35 | τύπτοντος τύπτουσα, τυφθεὶς τυφθέντος τυφθεῖσα· εἰ
δὲ ἐπὶ ὀνομάτων ἀρσενικῶν, θέσει· οἷον, χαρίεντος
χαρίεσσα, καιρόεντος καιρόεσσα· ἔνθεν καὶ τὸ καιρο‐
σέων δ’ ὀθονέων, καθ’ ὑπερβιβασμόν· καὶ τὸ οὐδέτε‐
ρον τὸ πᾶν· καὶ ὤφειλε βραχύνεσθαι· ἀλλ’ ἐπειδὴ |
---|
40 | ἑτέρῳ λόγῳ ὑπέπεσε τῷ λέγοντι, ὅτι πᾶν οὐδέτερον
ἀρσενικῷ παρεσχηματισμένον μὴ ἐπὶ τέλους τονούμενον,
τὸν ἐκείνου τόνου ἔχει, καὶ κατὰ τὴν λήγουσαν συστέλ‐
λει, οἷον εὐσεβὴς τὸ εὐσεβὲς, ὁ χρυσοῦς καὶ τὸ χρυ‐
σοῦν· σεσημείωται τοῦτο μόνον τοῦ ἀρσενικοῦ περισπω‐ |
---|
45 | μένου ὄντος· διὰ τοῦτο ἠναγκάσθη τὸ πᾶν μακροκατά‐
ληκτον, ἵνα ὁμοτονήσει τῷ ἀρσενικῷ.
Ὀπὴ, κυρίως τόπος τετρημένος, ἀφ’ οὗ τις δύναται
ὀπίσασθαι· οὕτως Ἀριστόνικος ἐν τοῖς σημείοις.
Ὀπηνίκος, ἔστιν ἔνος ὁ ἐνιαυτὸς· ἐκ τούτου γίνεται |
---|
omicron 431 (50) | ἐνίκα καὶ τροπῇ τοῦ ε εἰς η ἡνίκα καὶ πηνίκα· ἄλλως
τε καὶ τὰ ἀναφορικὰ φυλάττουσι τὸ ἦτα· ἠλίκος, πη‐
λίκος, κατὰ πλεονασμὸν τοῦ ο.
Ὀπισθότονος, παρὰ τὸ τὰ ὀπίσθια τείνειν.
Ὀπίσω, ἐπίῤῥημα τοπικὸν, παρὰ τὸ ὀπίζω τὸ ἐπιστρέ‐ |
55 | φομαι· ἔστι δὲ καὶ ἐπίῤῥημα τοπικόν· καὶ ποίας σχέ‐
σεως τῶν τοπικῶν; τῶν ἐν τόπῳ· καὶ πόσαι σχέσεις
τῶν τοπικῶν; ἓξ, ἄνω, κάτω, ἔμπροσθεν, ὄπισθεν,
δεξιὰ ἀριστερά· γίνεται οὖν τὸ ὀπίσω ἐκ τοῦ ὀπίζω |
---|
τὸ ἀκολουθῶ, καὶ τὸ κατόπιν διώκω· τὸ δὲ ὀπίζω ἐκ | |
omicron 432 | τοῦ ὄπις, ὃ σημαίνει τὴν ἐπιστροφήν· θεῶν ὄπιν οὐκ
ἀλέγων· τὸ σω μέγα· τὰ εἰς ω λήγοντα ἐπιῤῥήματα
διὰ τοῦ ω γράφεται, πλὴν τοῦ δεῦρο καὶ ἄπο.
Ὁπλὰς, ἡ εὐθεῖα ἡ ὁπλὴ, παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, |
5 | γίνεται ὁπλή.
Ὁπλοτέρων, ἀντὶ τοῦ νεωτέρων· ποίου εἴδους τῶν
παραγώγων; συγκριτικοῦ· τῇ δὲ φωνῇ ἀντὶ τοῦ ἁπλοῦ
παραλαμβάνεται· καὶ γίνεται παρὰ τὸ ὅπλον, ὁ μᾶλλον
ὅπλα φέρειν δυνάμενος, ὡς καὶ τὸν γέροντα. |
---|
10 | Ὁπλὴ, ὁ κυκλοειδὴς ποὺς τῶν κτηνῶν, οἷον, βοῶν, προ‐
βάτων καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικρὰς ὄνυχας,
ἐν τοῖς τῶν ὀπισθίων ποδῶν.
Ὀπὸς, σημαίνει τὴν ποτίαν τὴν λεγομένην τάπησον, τὸ
τῆς συκῆς γάλα· τὸ τῶν δένδρων δάκρυον, τὸ σκαμῶ‐ |
---|
15 | νιν, τὸ κνίκον.
Ὄπιθεν, ἄνευ τοῦ ς, δεῖ λέγειν μετὰ τοῦ ς ὄπισθεν·
ἔστι γὰρ τὸ πλῆρες ὀπίσοθεν· ἐγκεῖσθαι δεῖ οὖν τὸ ς.
Ὅμηρος δὲ ἀνάγκῃ τοῦ μέτρου ἔφη, ὄπιθεν σάκος βάλε·
λεκτέον μόνως ὄπισθεν. |
---|
20 | Ὀπωροφυλάκιον, ἐκ τοῦ ὀπώρα καὶ τοῦ φυλακή· τὸ
δὲ φυλακὴ παρὰ τὸ φυλή· τοῦτο παρὰ τὸ φυλάσσω·
τοῦτο παρὰ τὸ πυλή· τοῦτο παρὰ τὸ πτύσσω, τὸ
ἀσφαλίζω. τὸ κι ἰῶτα διάτι; τὰ παρὰ τὸ φυλακὴ
συντιθέμενα διὰ τοῦ ι γράφεται· οἷον χαρτοφυλά‐ |
---|
25 | κιον, ὀπωροφυλάκιον.
Ὀπτανεῖον, σημαίνει τὸ μαγειρεῖον, διὰ τῆς ει δι‐
φθόγγου· παρὰ Ἀττικοῖς ὀπτάνιον.
Ὁπότερος, τὸ ἐρωτηματικὸν πότερος· καὶ τὸ ἀναφορι‐
κὸν πλεονασμῷ τοῦ ο, ὁπότερος· δασύνεται· τὰ ἀπὸ |
---|
30 | τοῦ ο ἀρχόμενα, τὸ δὲ π, ποιητικῶς πλεονάζει· σχῆ‐
μα σύνθετον, ἐκ τοῦ ὁποῖος καὶ τοῦ ἕτερος, ὁποιέτε‐
ρος, καὶ ὁποιότερος, καὶ ὁπότερος, ὁ ἕτερος τῶν δύο·
πλεονάζει δὲ τοῦ π, ὥσπερ καὶ τὸ ὅπῃ ὅππῃ· ὦ φί‐
λοι, οὐ γάρ τ’ ἴδμεν ὅπη ζόφος· καὶ ὁποῖος ὁπποῖος. |
---|
35 | καὶ ὁπποίης δ’ ἐπὶ νηὸς ἀφίκεο.
Ὄπωπα, εἶδον, ἐθεασάμην, πόθεν; ἔστι ῥῆμα ὄπτω,
ὅ ἐστι βλέπω, ὁ μέλλων ὄψω, ὁ παρακείμενος ὦφα,
ὁ μέσος ὦπα, καὶ Ἀττικῶς ὄπωπα.
Ὀπώρα, παρὰ τὸ τῇ ὥρᾳ ἕπεσθαι ἤγουν ἐπακαλου‐ |
---|
40 | θεῖν.
Ὀπωρινὸς, διὰ τοῦ ἰῶτα. τὰ γὰρ εἰς νος ὀξύτονα ἐπὶ
καιροῦ λαμβανόμενα διὰ τοῦ ι γράφεται.
Ὀπωπὴ, κατὰ Ὅμηρον ὁ ὀφθαλμός.
Ὅπως ἀντὶ τοῦ πῶς· τὸ ο κατὰ πλεονασμόν. |
---|
45 | Ὀργάδα, γῆν, παρὰ τὸ ἀργήτις εἶναι, καὶ ἀνέργαστος·
ἢ διὰ τὰ ἐν αὐτῇ φυτὰ πρὸς αὔξησιν ὀργάνων· τάχα
δὲ βέλτιον παρὰ τὸ τῆς κατεργασίας εἰρῆσθαι, ὡς
φύγω φυγὰς, ἔθω ἐθὰς, ἔργω ἐργάς· ἔλεγον γὰρ |
---|
omicron 432 (50) | καὶ χωρὶς τοῦ ἰῶτα, τὸ εἴργειν. κω⏓ μανὸς δὲ
ὀργάδα λέγεσθαι, τὴν μεγαλάγγειον καὶ ἔνυδρον γῆν·
καὶ γὰρ ὀργάσαι ἐστὶ τὸ πηλοποιῆσαι, καὶ ὑγρῷ ξηρὸν
μίξαι· Σοφοκλῆς· θέλοιμι πηλὸν ὀργάσασθαι· καὶ
Ἀριστοφάνης ὄρνισιν ἀποδὺς ὀργάδα· ἔστι δὲ γῆ |
55 | ἐν Μεγάροις οὕτω καλουμένη ὀργάς.
Ὀρέστης, ὁ ἐν ὄρεσι τὴν δίαιταν ἔχων.
Ὀρεοκόμος, ὁ τὰς ἡμιόνους τρέφων.
Ὁρᾷν τοῦ ὑπερορᾷν διαφέρει· ὁρᾷν μὲν γάρ ἐστι τὸ |
---|
θεωρεῖν· ὑπερορᾷν δὲ τὸ καταφρονεῖν. | |
omicron 433 | Ὄργανον, παρὰ τὸ ὀρέγω, τὸ ἐπιθυμῶ, γίνεται ὀρέ‐
γανον, καὶ κατὰ συγκοπὴν ὄργανον· καὶ γὰρ ἐκείνου
αὐλοῦντος, πολλοὶ εἰς ἐπιθυμίαν κινοῦνται· ἢ παρὰ
τὸ ἄρω τὸ ἁρμόζω, ἐξ οὗ καὶ ἅρμα, γίνεται ἀργάγα‐ |
5 | νον καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ α εἰς ο ὄργα‐
νον, τὸ ἐν ποικιλίᾳ συνηρμοσμένον.
Ὀργὴ, παρὰ τὸ ὀρέγεσθαι τὸν ὀργιζόμενον καὶ ἀμύνα‐
σθαι τὸν ἐχθρόν· καὶ εἰς τὸ θυμός· ἢ παρὰ τὸ ῥέζω
τὸ πράττω· ἢ παρὰ τὸ εἴργω τὸ κωλύω. |
---|
10 | Ὄργια, σημαίνει τὰ μυστήρια, παρὰ τὸ ὀρέγειν τὸ
ἐπιθυμεῖν· δύο γὰρ σημαίνει, τό, τε ἐκτείνω τὰς χεῖ‐
ρας, καὶ τὸ ἐπιθυμῶ· ὀρέγω ὀργύια καὶ ὄργια· τοῖς
γὰρ ἐπιθυμοῦσι μυστήρια οἱ θεοὶ μυοῦνται.
Ὀργυία, παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰ γυῖα, ἤγουν |
---|
15 | τὰς χεῖρας.
Ὀργῶντας, ἐπιτεταμένους, ἐπιθυμοῦντας, ἀπὸ τοῦ
ὀργῶ, ὃ σημαίνει τὸ ἀκμάζω· τοῦτο ἀπὸ τοῦ ὀρέγω τὸ
ἐπιθυμῶ, καὶ συγκοπῇ ὀργῶ· συντάσσεται μετὰ γε‐
νικῆς. |
---|
20 | Ὀρέγω βρωτὸν, συντάσσεται δοτικῇ· τὸ δὲ ἐπιθυμῶ
γενικῇ.
Ὀροφώσας, ἐκ τοῦ ὄρος καὶ τοῦ φῶ τὸ φαίνω.
Ὀρείτης, ὁ ἀπὸ τοῦ ὄρους· ἐκ τοῦ ὄρις ὄρεως, ὅτι
ἀπὸ πρωτοτύπου ἔχει τὸ ε, καὶ ὀρείτης ὄνομα. |
---|
25 | Ὅρασις, ἀπὸ τοῦ ὅρισίς τις εἶναι, καὶ τοῦ ὄρου τῶν
σωμάτων καταλαμβάνειν· τουτ’ἔστι τὰ πέρατα.
Ὀρεκτὸν, παρὰ τὸ ὀρέγω τὸ ἐπιθυμῶ, ὁ μέλλων
ὀρέξω, ὁ παρακείμενος ὤρεχα, ὁ παθητικὸς ὤρεγμαι,
τὸ τρίτον ὤρεκται, καὶ ἐξ αὐτοῦ ὀρεκτὸς, ἤγουν ἐπι‐ |
---|
30 | θυμητικὸς, ἢ χαριστικὸς, καὶ τὸ οὐδέτερον ὀρεκτόν·
τὸ δὲ ὀρέγω γράφεται διὰ τοῦ ο μικροῦ· πλὴν τοῦ
ὠρύομαι, ὤθω τὸ πρώθω, καὶ ὠνῶ τὸ ἀγοράζω, καὶ
ὠφελῶ.
Ὄρευσιν, ἡμιόνοις, παρὰ τὸ ἐν ὄρεσι πλεῖον τῶν ἄλ‐ |
---|
35 | λων ζώων δυνάσθαι ἐργάζεσθαι· ἢ παρὰ τὸ οὐρώδη
γόνον ἔχειν, ὅθεν ἐν ταῖς συνουσίαις οὐ συλλαμβάνου‐
σιν, οὐδὲ τεκνογονοῦσιν.
Ὀρθογοὴ, ἡ χελιδὼν, ἡ ὑπὸ τὸν ὄρθρον γεννῶσα· καὶ
οὐκ ὀρθοβοὴν ὡς τινές. |
---|
40 | Ὄρη, φυσικῶς ὑψώματα, ἐκ θεοῦ κατεσκευασμένα, διὰ
λίθων πεπυκνωμένα.
Ὀρθὸς, ἔστιν ὄῤῥω τὸ διεγείρω καὶ θέω τὸ βλέπω,
γίνεται ὄροθος, καὶ κατὰ συγκοπὴν ὀρθὸς, ὁ διεγειρό‐
μενος καὶ πρὸς τὰ ἄνω βλέπων. |
---|
45 | Ὄρθρος, παρὰ τὸ ὀρῶ τὸ διεγείρομαι, ἐξ οὗ καὶ Αἰο‐
λικῶς ὄρσω, ὄνομα ὀρτὸς, καὶ μεταθέσει τοῦ τ εἰς θ
ὄρθος· καὶ ἄλλως, ὀρῶ, ὄρσω, ὄνομα ὀρτὸς καὶ ὀρθὸς,
μεταθέσει τοῦ τ εἰς θ.
Ὄρθρος καὶ πρωῒ διαφέρει· ὄρθρος μὲν γὰρ ἡ πρὸς |
---|
omicron 433 (50) | ἀνατολὴν ὥρα, καθ’ ἣν ἐξ ὕπνου ἀναστάντες ὄρθριοι
γενώμεθα· πρωῒ ἡ μετὰ τὴν ἀνατολὴν ἐπίλαμψις.
Ὀρίγανον, ὤφειλε διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ
τούτου δοτικῇ καὶ τὸ γάνος, τὸ σημαῖνον τὴν χαρὰν
γέγονε· τὸ γὰρ ὀρίγανον τῷ ὄρει χαίρει. ἢ παρὰ τὸ |
55 | ὁρᾶν καὶ τὸ γάνω, τὸ σημαῖνον τὸ λαμπρύνω γέγονεν,
οἱονεὶ ὁ λαμπρύνων τὴν ὅρασιν· ὁρᾶν γὰρ καλῶς ποιεῖ
τὴν ὅρασιν τὸ ὀρίγανον· ἀλλὰ κατὰ Θεοδώρητον ἀπὸ
τοῦ ῥιγῶ γέγονεν. |
---|
Ὀρίγανον, παρὰ τὸ ῥιγῶ ῥίγανον, καὶ πλεονασμῷ τοῦ | |
omicron 434 | ο ὀρίγανον, οἱονεὶ τὸ ψύχον τινὰ κατ’ ἀντίφρασιν·
θερμαίνει γὰρ τοῦτο· διὰ τοῦ ἰῶτα γράφεται· τριγενές
ἐστιν, ἀρσενικὸν, θηλυκὸν καὶ οὐδέτερον· ἢ παρὰ
τὸ ἐν τοῖς ὄρεσι χαίρειν. |
5 | Ὀρίνω, διεγείρω· τὸ ρι ἰῶτα· τὰ διὰ τοῦ ινω ῥήματα
ὑπὲρ δύο συλλαβὰς μὴ ἔχοντα ἀναφαινόμενον τὸ ε, ἐν
τῷ μέλλοντι διὰ τοῦ ι γράφεται. ἢ ὅτι εὕρηται κλινόμε‐
νον ἄχρι τοῦ μέλλοντος· τὰ γὰρ διὰ τοῦ εινω ῥήμα‐
τα ὑπὲρ δύο συλλαβὰς, διὰ τῆς ει διφθόγγου γράφε‐ |
---|
10 | ται, καὶ ἄχρι τοῦ παρατατικοῦ κλίνεται· τοῦτο δὲ εὐ‐
ρέθη διὰ τοῦ ἰῶτα γραφόμενον ὀρίνω καὶ ὀδίνω, τούτου
χάριν καὶ ἐπὶ μέλλοντος κλίνεται· τὸ δὲ ὀρίνω, ἐκ τοῦ
ὄῤῥω τὸ διεγείρω, ὄρνω καὶ ὀρνύω· καὶ τρέπεται τὸ υ
εἰς ι, ὡς κυνῶ κινῶ· κανὼν γάρ ἐστι ὁ λέγων, ὅτι τὰ |
---|
15 | εἰς ω λήγοντα ῥήματα, εἴτε βαρύτονα εἴτε περισπώ‐
μενα, διὰ τοῦ υ βραχυνομένου ἐπεκτείνεται παρὰ τοῖς
Ἴωσιν· οἷον, κινῶ κινύω, παρὰ τὸ κίω κυνῶ, φορῶ
φορύω, ἐξ οὗ καὶ κατὰ παρένθεσιν Δωρικὴν τοῦ ν γί‐
νεται φορύνω. |
---|
20 | Ὁρισμὸς, πόθεν γίνεται; ἐκ μεταφορᾶς τῶν ἐν τοῖς
γηδίοις ὁροθεσίων· καὶ γὰρ οἱ ἀρχαῖοι ἑκατέραν ἀμε‐
τρίαν ἐκφεύγοντες, τήν τε πλεονεξίαν, ἐφεῦρον τὰ ὁρο‐
θέσια, ἵνα διὰ τούτων, τῶν μὲν ἰδίων ἀπολαύσωσι,
τῶν δὲ ἀλλοτρίων ἀπέχωνται. μάλιστα τοῦτο κατὰ |
---|
25 | τὴν Αἴγυπτον ἀναγκαῖον ἐγένετο· πάλαι γὰρ τοῦ Νεί‐
λου ἀνιόντος, καὶ τὰς ἀρούρας συγχέοντος, μετὰ τὴν
ἀπόβασιν αὐτοῦ, πόλεμοι ἐγένοντο καὶ φόνοι, περὶ τὴν
διανομὴν τῆς γῆς· ἐπενόησαν οὖν ὀροθέσιά τινα, πρὸς
δήλωσιν τῶν τόπων, καὶ ἐπαύσαντο τοῦ πολεμεῖν· διὸ |
---|
30 | καὶ πρὸς τοῦτο ἐπινοηθὲν μέτρον ἃ καινὰ καλεῖται παρ’
αὐταῖς παρὰ τὴν στέρησιν τοῦ φόνου· κραίνειν γὰρ τὸ
φονεύειν.
Ὅρκια, τὸ κι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ος, διὰ τοῦ
ιος, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα δασύνεται· |
---|
35 | ὁ Ἡρωδιανὸς, ἐκ τοῦ ὄρος, ἐξ αὐτοῦ ὅρκος, οἱ γὰρ
ὀμνύοντες, ὁρίζονται καὶ ὀμνύουσιν. ἢ παρὰ τὸ ἁρκῶ τὸ
βοηθῶ, ὥσπερ γὰρ βοηθήματι αὐτοῦ ἐχρῶντο οἱ ἀδι‐
κούμενοι· ἢ παρὰ τὸ εἴργω τὸ κωλύω, ἐπισχετικὸν γάρ
ἐστι, τῶν παραβῆναι βουλομένων· προπαροξύνεται· τὰ |
---|
40 | διὰ τοῦ ιον τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ
ι δύο σύμφωνα, ἢ κατὰ σύλληψιν, ἢ κατὰ διάστασιν
προπαροξύνεσθαι θέλουσι. ὅποτε δὲ πρὸ τοῦ ἰῶτα οὐκ
ἔστιν ἀμετάβολον παροξύνεται, οἷον, ἱστίον, κυμβίον,
ἰσχίον, ἑρκίον· τὸ μέντοι ὅρκιον προπαροξύνεται κτη‐ |
---|
45 | τικῷ τύπῳ ἐχόμενον· ἐπεὶ δὲ αὐτόσημόν ἐστι τὸ ὅρκῳ,
παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φαμέν· ὡς τὸ αἰτώ‐
λιος, κάπριος, αἰζήϊος· εἶπεν, ὁπότε πρὸ τοῦ ἰῶτα
οὐκ ἔστιν ἀμετάβολον, διὰ τοῦ ἴκριον καὶ ἴχνιον.
Ὅρμος, σημαίνει δύο, τὸν λιμένα καὶ τὸ ἀσφάλισμα. |
---|
omicron 434 (50) | Ὁρμὸν, περιτραχήλιον κόσμον, διαφέρει δὲ ἰθμοῦ· ὁ
μὲν γὰρ προσέρχεται τῷ τραχήλῳ· ὁ δὲ ὁρμὸς κεχά‐
λασται· ἰθμὸς δὲ ὁ τράχηλος, ἀπὸ τοῦ εἰσιέναι δι’ αὐ‐
τοῦ τὴν τροφήν· ἔνθεν καὶ παρίθμια· σημαίνει δὲ ὁ
ὅρμος τὸ λιμένα καὶ τὸ κοσμιδʹ... |
55 | Ὅρκις, παρὰ τὸ εἵργω τὸ κωλύω ὁργὸς καὶ ὁρκὸς,
ἐπισχετικὸν γὰρ τῶν παραβαινόντων· ἢ παρὰ τὸ ἀρ‐
κεῖν καὶ βοηθεῖν, ὡς γὰρ βοηθήματι αὐτῷ χρῶνται οἱ
ἀδικούμενοι, ἄρκος καὶ ὅρκος· ἢ παρὰ τὸ ὅρος πλεο‐ |
---|
νασμῷ τοῦ κ ὅρκος. | |
omicron 435 | Ὅρκιος, διὰ τὸ ο λῆγον εἰς ρ, ἐπιφερωμένου συμφώ‐
νου μὴ τοῦ μ ψιλοῦται· οἷον, ὀργὴ, ὀρχιστὴς, ὀρσί‐
λοχος· σεσημείωται δύο, τὸ ὅρσια καὶ ὅρκος· ἐπίορκος
δὲ διάτι ἀναβιβάζει τὸν τόνον; τὰ εἰς ος ὑπὲρ μίαν |
5 | συλλαβὴν πρὸ μίας τὸν τόνον ἔχοντα, ἐν τῆ συνθέσει
προπαροξύνεται· χωρὶς εἰ μὴ σύνθετα ὑπάρχουσιν ἕνε‐
κα ἐνεργείας παροξύνεται· οἷον, ποικίλος παμποίκιλος,
ὅρκος, ἐπίορκος.
Ὅρκος, παρὰ τὸ εἵργειν καὶ κωλύειν τὸ παραβαίνειν, |
---|
10 | τροπῇ τοῦ γ εἰς κ· ἢ παρὰ τὸ ὅρος εἶναι καὶ ἀσφά‐
λεια· τὸ δὲ κ πλεονάζει· ἢ παρὰ τὸ κωλύειν ἡμᾶς
παραβαίνειν τὴν ἀληθείαν· διάτι βαρύνεται; τὰ εἰς
κος λήγοντα δισύλλαβα προσηγορικὰ μὴ παρασχηματι‐
ζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχει τὴν πρὸ τέλους |
---|
15 | συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, μὴ τὸ λ βαρύ‐
νεται· οἷον, λάκκος, σάκκος, ὅρκος καὶ εἴ τι ὅμοιον.
Ὅρκιον, σκῆπτρον, καθ’ ὃ ὤμνυον, βασιλικὴ ῥάβδος.
Ὅρμος, παρὰ τὸ εἴρω τὸ συμπλέκω ἢ φυλάσσω· ἐξ οὗ
καὶ εἱρμὸς γίνεται ὅρμος, ὁ λιμὴν, καὶ γὰρ κυκλοει‐ |
---|
20 | δής ἐστι. διάτι δασύνεται; πᾶν φωνῆεν πρὸ τοῦ ρ ἐπι‐
φερομένου τοῦ μ, δασύνεται· πλὴν τοῦ ἄρμενον καὶ
ἀρμένιος.
Ὅρμος, ὁ λιμὴν, παρὰ τὸ ὁρμᾶν, καὶ ἵστασθαι ἐν
αὐτῷ τὰς ναῦς. |
---|
25 | Ὁρμίσκος, εἶδος κόσμου· περιδέρη· περιδέρη δὲ ἔστι
περὶ τὸν τράχηλον κόσμος, παρὰ τὸ ἐμπλέκεσθαι περὶ
τὸν τράχηλον, ὁ μανιάκις.
Ὅρμινος, ὄσπριον.
Ὁρμῶ, ἔρχομαι· εἰ μὲν ἔστι πρώτης συζυγίας τῶν πε‐ |
---|
30 | ρισπωμένων, γίνεται ἀπὸ τοῦ ὅρμος· σημαίνει δὲ δύο·
τὸν τοῦ λιμένος ὅρμον καὶ κόσμον περιτραχήλιον, ὡς
Ἡσίοδος, ὅρμους χρυσοὺς θέσαν· διαφέρει τὸ ὁρμεῖς
καὶ ὁρμᾶς· τὸ μὲν ὁρμεῖς ἐπὶ τοῦ πλοίου λέγεται·
οἷον, ὁρμεῖ τὸ πλοῖον· τὸ δὲ ὁρμᾶς τὸ ἁπλῶς ἐπερ‐ |
---|
35 | χόμενον.
Ὄρνεον, παρὰ τὸ νέειν, ἤγουν διώκειν· ἢ διὰ τὸ εἰς
ὄρην νέειν, ἤγουν οἰκεῖν.
Ὁρμώμενος, προθυμούμενος. λέγεται δὲ καὶ ὁ ἀναλο‐
γούμενος. |
---|
40 | Ὀρνιθευτὴς καὶ ὀρνιθοσκόπος διαφέρει· ὀρνιθευτὴς
μὲν ὁ θηρεύων ὀρνίθας· ὀρνιθοσκόπος δὲ, ὁ μάντις ὁ
οἰωνοσκόπος.
Ὄρνις, παρὰ τὸ ὄρω τὸ διεγείρω, οὐδὲν γὰρ ἄλλο ὁρ‐
μητικώτερον τούτου τοῦ ζώου· κλίνεται δὲ ὄρνις ὄρνι‐ |
---|
45 | θος· ὁ κανών· τὰ εἰς ις λήγοντα ἔχοντα πρὸ τοῦ
ἰῶτα δύο ἀμετάβολα διὰ τοῦ θος κλίνεται, οἷον, δέλ‐
λις δέλλιθος, ἔστι δὲ εἶδος ζώου ὁμοῖον μελίσσῃ, μέρ‐
μις μέρμιθος, σημαίνει δὲ τὸ σχοινίον· ἕλμις ἕλμιθος,
οὕτω καὶ ὄρνις ὄρνιθος· πλὴν τοῦ Τράλλις τράλλεος, |
---|
omicron 435 (50) | ἔστι δὲ ὄνομα πόλεως, τοῦτο γὰρ διὰ καθαροῦ τοῦ ος
κλίνεται.
Ὄρνιθος, παρὰ τὸ ὀρούειν καὶ ὀρνίσθαι τὶ γὰρ ὁρμη‐
τικώτερον τῶν πετωμένων· ἢ παρὰ τὸ ὅρω τὸ ὁρμῶ,
ὄρις καὶ ὄρνις. |
55 | Ὀρνύω καὶ ὄρνυμι· ἐκ τοῦ ὄρω, τὸ διεγείρω, ὀρύω καὶ
πλεονασμῷ τοῦ ν ὀρύνω καὶ ἐν ὑπερβιβασμῷ ὀρνύω,
ὄρνυμι καὶ ὄρνυτος. καὶ εἰς τὸ ὀρίνω.
Ὀρὴ, διὰ τὸ δι’ αὐτῶν ὁρᾷν πάντα τὰ ὄντα.
Ὄρος, τὸ βουνίον, παρὰ τὸ αἴρω τὸ ἐπαίρω· οἱονεὶ ἡ |
---|
60 | ἐπηρμένη καὶ ἀνατεταμένη γῆ· ἢ παρὰ τὸ ὁρῶ, τὸ | |
---|
omicron 436 | βλέπω γίνεται ὄρος ὁ εὔοπτος τόπος, ἢ ἀφ’ οὗ ἐστὶ
καθ’ εὐθεῖαν ὁρᾷν.
Ὄρος βουνοῦ διαφέρει· ὄρος μὲν ὁ πετρωδὴς καὶ ὑλωδὴς
τόπος. βουνὸς δὲ ὁ καθαρὸς τόπος ἐκ χώματος ὑψη‐ |
5 | λοῦ.
Ὄρη, ὑδατωδὴς καὶ διεφθαρμένη ὑποστάθμησις τοῦ γά‐
λακτος· ἢ τὸ ἄπηκτον γάλα· ὀρὸς γὰρ λέγεται, ἡ τοῦ
γάλακτος ὑδατωδὴς ὑπόστασις.
Ὄρουσεν, ὥρμησεν· ἔστι ῥῆμα ὀρούω τὸ ὁρμῶ· ὄρω τὸ |
---|
10 | διεγείρω· καὶ ὥσπερ ἀπὸ τοῦ πλήθω πληθύω, οὕτω
καὶ ἀπὸ τοῦ ὄρω ὀρύω. καὶ πέφηνε τὸ ν πλεονάζειν
ἐν τοῖς ῥήμασι, καὶ γίνεται ὀρύνω καὶ πλεονασμῷ τοῦ
τ ὀτρύνω· ἔστιν οὖν ὀρύω, καὶ πλεονασμῷ τοῦ ο Βοιω‐
τικῶς ὀρούω· οἱ γὰρ Βοιωτοὶ τότε πλεονάζουσι τὸ υ |
---|
15 | στοιχεῖον μετὰ τοῦ ο, ἡνίκα τὸ υ οὐχ ὑποτάσσεται
φωνήεντι· οἷον, κύνες κοῦνες, καὶ τὸ κῦμα κοῦμα·
οὕθω καὶ τὸ εἰλήλυθα καὶ εἰλήλουθα, τὸ πληθυντικὸν
εἰληλούθαμεν, καὶ ἐν συγκοπῇ εἰλήλουθμεν· ἡνίκα δὲ
οὐχ ὑποτάσσεται τὸ φωνῆεν, οὐ πλεονάζει τὸ ο, |
---|
20 | εὐχὴ, αὐλή.
Ὄρπηξ, ὁ κλάδος, παρὰ τὸ ἕρπειν καὶ αὔξειν.
Ὀῤῥωδῶ, φοβοῦμαι, δέδοικα· παρὰ τὸ ῥῶ ῥώζω ῥωδῶ,
ὡς χῶ χάζω χαδῶ· καὶ ἀπὸ τοῦ ἀῤῥωδῶ ὀῤῥωδῶ,
παρὰ τὸ μὴ ἐῤῥῶσθαι τὴν ψυχήν· καὶ εἰς τὸ ἀῤῥω‐ |
---|
25 | δεῖν καὶ κατωῤῥωδηκότες.
Ὄρσεο, διεγείρου, ῥῆμα προστακτικὸν ἐνεστῶτος καὶ
παρατατικοῦ· ὁ κανών· οἱ Ἴωνες τὴν ου δίφθογγον
εἰς ε καὶ ο λύουσιν, ὡς ἐν τῷ ἐμοῦ ἐμέο, ὄρσου ὄρσεο,
τὸ ῥῆμα ὄρσω, καὶ μετάγεται εἰς ἐνεστῶτα· καὶ κλί‐ |
---|
30 | νεται ἄχρι τοῦ παρατατικοῦ.
Ὄρσεο πόθεν; φαμὲν ὅτι ἀπὸ τοῦ ὄρω. καὶ Αἰολικῶς
ὄρσω, ὡς κέρω κέρσω, καὶ μετῆλθεν ὁ μέλλων εἰς ἐν‐
εστῶτα, καὶ ἐγένετο ὄρσω ὁ ἐνεστὼς, τὸ παθητικὸν ὄρ‐
σομαι καὶ ὁ παρατατικὸς ὠρσόμην, τὸ τρίτον ὤρσεο |
---|
35 | ὡς ἐτυπτόμην ἐτύπτετο, οὕτως ὠρσόμην ὤρσεο, πρὸ
τῆς συσταλείσης τῆς ἀρχούσης· ὥσπερ ἐτύπτετο, τὸ
δεύτερον ὄρσου· καὶ τὸ προστακτικὸν ὄρσου καὶ Ἰωνι‐
κῶς ὄρσεο.
Ὀρταλίζεις, ἔστι ὄρω ῥῆμα βαρύτονον, ἔνθεν τὸ, |
---|
40 | ὅτε τ’ ὤρετο μητίετα Ζεὺς· ὄνομα ῥηματικὸν ὀρτός·
τὸ δὲ ὀρτὸς ποιεῖ ῥῆμα ὀρτίζω, καὶ προσελθόντος τοῦ
αλι, ἐποίησεν ὀρταλίζω, δηλοῖ δὲ τὸ ἀναῤῥίπτειν τὰ
νήπια τῶν παιδίων, οἷον, ὀρούειν ποιεῖν ἐχρῶντο·
χρῶντο δὲ καὶ ἐπὶ τοῦ ἄλλην ἥντιναοῦν ποιεῖσθαι κί‐ |
---|
45 | νησιν· τὸ δὲ ἀμορτάλιζες παρὰ Ἀριστοφάνῃ οἷον
ἐκουφίσθης.
Ὀρτάλιχος, παρὰ τὸ γλύχεσθαι καὶ τὸ ὀρούειν καὶ
πέτεσθαι, ὀρτάλιχος, ὅ ἐστιν ὁ ὁρμητικὸς· παράγωγον
ὄρταλις καὶ Αἰολικῶς ὀρτάλιχος. |
---|
omicron 436 (50) | Ὀρσοθύρη, θυρὶς, δι’ ἧς εἰς ὑπερῷον ὑπάρχει ἀνά‐
βασις· παρὰ τὸ ὄρω ὃ σημαίνει τὸ διεγείρω, ὁ μέλ‐
λων Αἰολικῶς ὄρσω, καὶ τὸ θύρα, ἐξ αὐτοῦ ὀρσοθύρη.
Ὀρχείδιον, μέρος σώματος.
Ὄρχατος, ἡ ἐπιευθεῖα φυτεία· παρὰ τὸ δι’ αὐτῆς |
55 | ἡμᾶς ἔρχεσθαι.
Ὀρχὸς, ὅπου ἐντίθεται τὸ φυτὸν, ὄρυχός τις ὤν.
Ὀρτυγομήτρα, παρὰ τὸ ὄρτυξ ὄρτυγος· τὸ δὲ ὄρτυξ,
παρὰ τὸ ὄρω τὸ διεγείρομαι.
Ὀρυγμαδὸς, ὁ ἐκ τοῦ πλήθους γινόμενος ἄσημος |
---|
60 | ἦχος. | |
---|
omicron 437 | Ὀρφανὸς, ὁ ῥιφθεὶς ἀπό τινος, ἢ ἀπὸ πατρὸς ἢ ἀπὸ
μητρὸς· ἢ παρὰ τὸ οἶος, ὃ σημαίνει τὸν μόνον καὶ
τοῦ φαίνω, γίνεται οἰοφανὸς καὶ ὀρφανὸς, ὁ μόνος
φαινόμενος, καὶ γονεῖς μὴ ἔχων· ἢ παρὰ τὸ ὄροφος, |
5 | ὀροφανὸς καὶ συγκοπῇ ὀρφανός· ἢ παρὰ τὸ ὀρφνὸν ὃ
σημαίνει τὸ σκοτεινόν· ἢ παρὰ τὸ ἁρπάζω, ἁρπανὸς
καὶ ὀρφανὸς, οὗ τινος οἱ γονεῖς ἡρπάγησαν.
Ὀρφνὴ, νὺξ, σκοτία, παρὰ τὸ ἐρέφω τὸ σκέπω, ὀρο‐
φὴ ἡ σκέπουσα τὸ φῶς. |
---|
10 | Ὀρφὸς, διὰ τὸ ὁρώμενος φεύγειν, ἢ ῥᾷον φεύγει· ἢ
τὸ μὲν ρ ἔχει διὰ τὸ ὁρᾶσθαι, τὸ δὲ φ, διὰ τὸ φεύ‐
γειν.
Ὄρχις, ἀπὸ τῆς κατὰ τὴν μίξιν ὀρέξεως.
Ὄρχος, τὸ μεταξὺ τῶν ἀμπέλων· ἢ ὅπου τίθεται τὸ |
---|
15 | φυτὸν παρὰ τὸ διέρχεσθαι δι’ αὐτῶν· ἢ τὸ μεταξὺ
τῶν φυτῶν ἐπὶ κήπου.
Ὀρχήσασθαι, παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰς ἑαυ‐
τοῦ χεῖρας· ἢ παρὰ τὸ τοὺς ὀρχοὺς ἐν οἷς ἐχόρευον·
καὶ ὁ χόρος ὀρχός τις ἔστι· κατὰ μετάθεσιν τοῦ στοι‐ |
---|
20 | χείου.
Ὄρχεις, παρὰ τὸ πρὸς ἀφροδίσια παρέχειν ὄρεξιν· ἢ
παρὰ τὸ ὀρούειν τὸ μόριον· ἢ οἷον ἔρχυς, εἰς οὓς ἔρ‐
χεται ἡ γονή.
Ὁρῶ, παρὰ τὸ χέω τὸ χωρῶ, καὶ κατ’ ἀποβολὴν τοῦ |
---|
25 | χ ὁρῶ· καί τι μετέχει; χεόμενον γὰρ τὸ ὀπτικὸν
πνεῦμα τὴν ὅρασιν ἀποτελεῖ· δασύνεται· ἀναχωρήσαν‐
τος οὖν τοῦ χ, ἔμεινεν ἡ ἀναλογοῦσα τοῦ χ δασεῖα·
ἢ ὅτι τὸ ο πρὸ τοῦ ρ ψιλοῦται, ὀρέγω Ὀρέστης, πλὴν
τοῦ ὁρῶ, ὁρᾶς καὶ ὅρος ἀρσενικὸν, καὶ ὁρίζω. |
---|
30 | Ὁρῶ, ὁ παρατατικὸς ὥραον ὥραν, ὥραες ὥρας, ὥραε
ὥρα· καὶ τὸ προστακτικὸν ὅραε ὅρα, ἐξ οὗ καὶ κόρη
ἡ τοῦ ὀφθαλμοῦ.
Ὄρωρα, ἦλθον ἢ εἶδον, πόθεν; ἔστι ῥῆμα ὁρῶ, ὁ μέλ‐
λων ὁρήσω, ὁ παρακείμενος ἐνεργητικὸς ὥρηκα, ὁ μέ‐ |
---|
35 | σος ὧρα· εἴπομεν γὰρ ὡς τὰ περισπώμενα ῥήματα
εἰς τὸν μέσον παρακείμενον μίαν ἐνδέουσι τοῦ ἐνεργη‐
τικοῦ· ἔστιν οὖν ἀπὸ τοῦ ὁρῶ ῥήματος ὥρα καὶ Ἀττι‐
κῶς ὄρωρα.
Ὃς, ὅστις· ὁ ποιητὴς ποίῳ χρᾶται, τῷ προστακτικῷ ἢ |
---|
40 | τῷ ὑποτακτικῷ; πάντοτε τῷ προστακτικῷ, χωρὶς εἰ
μὴ διὰ τὸ μέτρον πολλάκις τῷ ὑποτακτικῷ· ἐξ οὗ καὶ
τὸ ὅσφιν ἐῢ φρονέων.
Ὃς, οὐκ ἐπορεύθη· τὸ ὃς ἄρθρον ὑποτακτικόν· τὰ δὲ
ἄρθρα μὴ ἐπαγομένου ὀνόματος ᾧ συνταγῶσι, μετάγον‐ |
---|
45 | ται εἰς ἀντωνυμικὴν σημασίαν ὁ δὲ ποιητὴς καταχρη‐
στικῶς ἦν ὅ δε δωρεὰν ἀγαθὸς ὑπάρχει. καὶ εἰς τὸ
ὅστις.
Ὅσιος, ἁγνὸς, ὁ τὰ θεμιτὰ πρὸς θεὸν πράσσων· τὸ
ὅσιον λέγουσί τινες ἐπίτασίς ἐστι τοῦ δικαίου· κρεῖττον |
---|
omicron 437 (50) | δὲ εἰπεῖν, ὅτι διαφέρει ὅσιον δικαίου· καὶ γὰρ δίκαιος
μὲν λέγεται ὁ τὴν ἰσότητα τοῖς ὁμοειδέσι φυλάττων·
ὅσιος δὲ ὁ περὶ τὰ θεῖα ἐσπουδακώς.
Ὅσιός ἐστιν, ὁ ἑαυτὸν διὰ πίστεως καθωσιώσας θεῷ.
Ὁσία, ἀνακειμένη θεῷ, καθαρά. |
55 | Ὁσημέραι, πάντοτε, καθ’ ἡμέραν, ὅσαι ἡμέραι.
Ὄσπριον, καθ’ ὑπέρθεσιν τοῦ ο, παρὰ τὸ σπείρω σπε‐
ρῶ, σπόρεν τι ὂν, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ο ὄσπριον,
ὄσπριον δὲ οὐχ εὕρηται.
Ὄσσε, οὐδέτερον, εὐθείας τῶν δυϊκῶν· σημαίνει δὲ τοὺς |
---|
60 | ὀφθαλμοὺς δυϊκῶς· κλίνεται τὸ ὄσσος τοῦ ὄσσεος καὶ | |
---|
omicron 438 | ὅσσους· ἡ εὐθεῖα τῶν δυϊκῶν ὄσσεε, ἀφαιρέσει τοῦ
ἑνὸς ὄσσε· γέγονε δὲ παρὰ τὸ ὄπτω, τὸ βλέπω,
Αἰολικῶς ὄσσω, ὡς κόπτω κόσσω καὶ πέττω πέσσω·
κλίνεται δὲ ἀρσενικῶς, ὁ ὄσσος ὥσπερ ὁ κότος. |
5 | Ὄσσε, οἱ ὀφθαλμοὶ, παρὰ τὴν ἔσον καὶ βουλὴν τῆς
ὄψεως.
Ὄσσω, τὸ μαντεύομαι, ἐκ τοῦ ὄπτω, παρὰ τὸ εἶναι
κενὰ ὄσσα, τουτ’ἔστι τὰ ὄμματα· πόθεν τὸ ὀσσόμενος;
ἀπὸ τοῦ ὄπτω· καὶ οἱ Αἰολεῖς τὰ εἰς πτω ῥήματα εἰς |
---|
10 | δύο σς τρέπουσι, γέγονε δὲ ὄσσω, τὸ παθητικὸν ὄσσο‐
μαι, καὶ ἡ μετοχὴ ὀσσόμενος.
Ὀσπήτιον, παρὰ τὸ ὀπὰς ἐκποιεῖν.
Ὄστρεον, μυάκιον θαλάσσιον—
Ὀστέον, παρὰ τὸ τῆς στάσεως αἴτιον εἶναι· τὸ δὲ ο |
---|
15 | πλεονάζει· ἢ παρὰ τὸ στῶ, στέος, στέον, τὸ αἴτιον
τῆς στάσεως καὶ τοῦ σώματος.
Ὅστις, ὄνομα ἀναφορικόν. συνετέθη δὲ, ἐκ τοῦ ὃς ἄρ‐
θρου ὑποτακτικοῦ, καὶ τοῦ τις ὀνόματος ἀορίστου· τὸ
γὰρ ἐρωτηματικὸν βούλεται τὸν αὐτὸν τόνον φυλάσσειν· |
---|
20 | ἢ οὐδέτερον ἔγκλιται· ποίου εἴδους τῶν ὑποπεπτωκότων
τῷ ὀνόματι; ἀναφορικοῦ.
Ὄστερον, ὅστρειον ἐν πλεονασμῷ τοῦ ἰῶτα· τὸ ὀστοῦν
τοῦ ῥείθρου.
Ὄστρακον, παρὰ τὸ στερεὰν ἀκὴν ἔχειν ἤγουν ὀξύτητα. |
---|
25 | Ὀσφὺς λέγεται τὸ τρίτον μέρος τῆς ῥάχεως· ἡ γὰρ
ῥάχις τρεῖς ἐπωνυμίας ἔχει· ἡ πρώτη καλεῖται αὐχὴν,
ἡ δὲ δεύτερα ἰξὶν, ἡ δὲ τρίτη ὀσφύς· οἱονεὶ ὀστοφυὴς,
ὀστωδὴς γὰρ τόπος ἐστί· γίνεται παρὰ τὸ ἶσος καὶ τὸ
φύω, ἰσοφύς τις οὖσα· ἢ ὀστοφυὴς ὅτι ὀστώδης, κατὰ |
---|
30 | συναίρεσιν.
Ὀσφὺς, ἡ ζώνη, κατὰ δὲ Πλάτωνα ὀσφὺς λέγεται ἡ
ψύα, παρὰ τὸ φύειν τὰ παιδία, ἀπὸ τῆς κατιούσης
ἐκεῖθεν γονῆς.
Ὄσφρησις, ἐκ τοῦ ὀσφρῶ ὀσφρήσω, ἐξ οὗ καὶ |
---|
35 | ὀσφαδόν.
Ὅταν, δύο μέρη λόγου εἰσὶ, ἐκ τοῦ ὅτε καὶ τοῦ ἂν.
καὶ τὸ ὅτε ἐπίῤῥημα ἀναφορικὸν, τὸ ἂν σύνδεσμος
παραπληρωματικός.
Ὅτι τοῦ διότι διαφέρει· τὸ μὲν γὰρ διότι αἰτίαν δηλοῖ· |
---|
40 | τὸ δὲ ὅτι, ὅτε μὲν αἰτίαν, ὅτε δὲ βεβαίωσιν· τὸ δὲ
διότι αἰτίαν μόνον· αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σε‐
λήνη, πάντες ἴωμεν· διότι δὲ οὐκέτι.
Ὅστις ἐπίορκον· ἀόριστον ὄνομα, πόθεν συνετέθη;
ἐκ τοῦ ὃς ἀρθροῦ προτακτικοῦ, καὶ τοῦ τις· σημαίνει |
---|
45 | δὲ ὅστις· ἀεὶ γὰρ ὁ ποιητὴς τὰ προστακτικὰ ἄρθρα
ἀντὶ ὑποτακτικῶν χρᾶται, χωρὶς εἰ μὴ μέτρον κω‐
λύσῃ· Σίσυφος Αἰολίδης, ὃς κέρδιστος γένετ’ ἀν‐
δρῶν, καὶ αἰδοῖος, νεμεσητὸς, ὅ με προέηκε πύθε‐
σθαι. πότε δὲ διὰ τὸ μέτρον προσλαμβάνει τὸ ς, |
---|
omicron 438 (50) | ὃς κακὰ πολλ’ ἔδεσκεν.
Ὀτραλέως, ὀξέως, ἐνεργῶς· ἔστι ῥῆμα τρῶ τὸ φο‐
βοῦμαι· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν τρεὺς. μετὰ τοῦ
στερητικοῦ α ἀτρεὺς ὁ ἄφοβος, καὶ τροπῇ ὀτρεῦς καὶ
Ἰωνικῶς ὀτρῆος, ἡ γενικὴ τῶν πληθυντικῶν ὀτρέων, |
55 | καὶ τὸ ἐπίῤῥημα ὀτρέως· ἢ ὥσπερ παρὰ τὸ κάρπιμος
πλεονάζει ἡ αλ συλλαβὴ, καὶ γίνεται καρπάλιμος οὕτω
καὶ ᾧδε.
Ὀτρηρὸς, ὁ γενναῖος καὶ ἄφοβος, παρὰ τὸ τρέω τὸ
φοβοῦμαι. τρέω τρετὸς καὶ τρηρὸς, ὁ φοβούμενος, μετὰ |
---|
60 | τοῦ στερητικοῦ α. | |
---|
omicron 439 | Ὀτρυγιᾶς, ἔστι τρῶ, ἐκ τούτου γίνεται τρύω, καὶ ἐξ
αὐτοῦ τρύγω, καὶ ὁ μέλλων τρύξω, ὁ παρακείμενος
τέτρυγα, καὶ ἐξ αὐτοῦ τρύγη, ἐκ τοῦ τρυγῶ τρυγᾶς
καὶ τὸ τρυγῶ καὶ εἰς τὸ τρυγίας. |
5 | Οὐδαμῶς, ἐπίῤῥημα μεσότητος· γίνεται παρὰ τὸ οὐδα‐
μὸς ὄνομα, παρ’ ὁ καὶ τὸ οὐδαμόθεν ἐγένετο· ἐκ τοῦ
οὖν οὐδαμὸς ἀρσενικοῦ μετήχθη εἰς ἐπίῤῥημα, καὶ γί‐
νεται οὐδαμῶς διὰ τοῦ ω· τὸ δὲ οὐδαμὴ ἀπὸ θηλυκοῦ,
ὡς ἄλλος ἄλλη, ἐκεῖνος ἐκείνῃ, ὅθεν ἔχει τὸ ἰῶτα· |
---|
10 | ἀπὸ δὲ δοτικῆς τὰ τοιαῦτα ἐπιῤῥήματά ἐστι, καὶ δηλοῖ
ἀπὸ τοῦ ταύτῃ ἐπιέναι· καὶ οὐχὶ αὐτῇ λέγομεν.
Οὐδὲν, διὰ τοῦ δ καὶ οὐθὲν πὰ τοῦ θ διαφέρει. οὐ‐
δὲν μὲν γὰρ λέγεται τὸ ἐν τῷ καθόλου, ὅταν λέγομεν,
οὐδὲν ἐν κόσμῳ καινόν· τὸ δὲ διὰ τοῦ θ λεγόμενον, |
---|
15 | ἀνείληπται ἐκ τοῦ οὔτε καὶ τοῦ ἓν, οἷον, οὔτε ἓν
οὔτε δύο.
Οὐθὲν / οὐδὲν, ὄνομα οὐδέτερον, τὸ ἀρσενικὸν οὐδεὶς, σχήμα‐
τος συνθέτου· καὶ πόθεν συνετέθη; ἐκ τῆς οὐ ἀρνή‐ |
---|
20 | σεως καὶ τοῦ εἷς γίνεται οὐεὶς καὶ πλεονασμῷ τοῦ δ
οὐδεὶς, οὐδενός· ὁ κανών· τὰ εἰς εις μονοσύλλαβα
ἀρσενικὰ διὰ τοῦ νος κλίνεται, οἷον κτεὶς κτενὸς, δεὶς
δενός· κτεὶς δὲ σημαίνει τὸ κτένιον· λοιπὸν καὶ ἐν τῇ
συνθέσει τὸν αὐτὸν κανόνα φυλάττουσι, καὶ ἐκ τοῦ τε |
---|
25 | καὶ τοῦ θεν οὔτε ἓν, οὐθέν. καὶ τροπῇ τοῦ θ εἰς δ,
οὐδέν· ἀκινδυνότερόν ἐστι διὰ τοῦ θ.
Οὐδὲν, ἐκ τῆς οὐ ἀρνήσεως, καὶ τῆς ἕθεν ἀντωνυ‐
μίας οὐέθεν· ἰστέον ὅτι τὸ οὐέθεν χωρὶς τοῦ κ εὑρέ‐
θη, διὰ τοῦ ὅτι ἐγκλίνεται· τὰ δὲ ἐγκλινόμενα οὐδέ‐ |
---|
30 | ποτε προσλαμβάνουσιν· ἐμοῦ, ἤκουσέ μου· ἄλλως δὲ,
αἰτία μέν ἐστιν ἡ ἄρνησις τοῦ πλεονασμοῦ, ἀλλ’ οὐ
δύναται λήγειν εἰς κ, οὐδέποτε γὰρ λέξις Ἑλληνικὴ
εἰς ἄφωνον λήγει· δεῖ οὖν αὐτὸ ἐπιφέρειν τῇ ἑτέρᾳ
λέξει· εἰ οὖν ἔλαβεν αὐτὸ ἐν τῷ ἕθεν ἔμελλε φυ‐ |
---|
35 | λάττειν ἐν πλεονασμῷ καὶ οὐκέτι ἐνεγκλίνετο.
Οὐδενόσωρα, οὐδεμίας φροντίδος ἀξία· ἀπὸ τοῦ ὥρα·
ὥρα γὰρ ἡ φροντίς.
Οὐ, ἐπίῤῥημα ἀρνήσεως.
Οὐδὲν, διὰ τοῦ δ, καὶ οὐθὲν διὰ τοῦ θ, διαφέρει ὡς |
---|
40 | ἔφαμεν· οὐδὲν ἐν κόσμῳ καινόν, πᾶσα γὰρ καινοῦ φύ‐
σις βαστάζεται. οὐθὲν ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοι‐
χον, σημαίνει τὴν τοῦ ἑνὸς ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας
ἀρχῆς, οὔθ’ ἓν, οὔτε δύο· τὸ δὲ διὰ τοῦ δ ἀπαρτίζει,
διὸ καὶ Ὅμηρός φασιν· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει |
---|
45 | ἀνθρώποιο.
Οὐ θήν μιν, οὐδαμῶς δὴ αὐτόν· πόσοι τόνοι; δύο·
διάτι; ἡνίκα εὑρεθῶσιν ἐγκλιτικὰ ἐφεξῆς ἀλλήλων κεί‐
μενα, πολλαὶ ἔσονται καὶ παράλληλοι ὀξεῖαι· ἦ ῥά νύ
μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. |
---|
omicron 439 (50) | Οὐκ ἀπόχρη, οὐκ ἀρκεῖ.
Οὐκ ἐφίενται, οὐκ ἐπιθυμοῦσιν.
Οὐκ ἄμοιρος, οὐκ ἀμέτοχος, οὐκ ἐκτός.
Οὐκ ἐφάτην, οὐκ εἶπον, δυϊκῶς.
Οὐκ ἐπιλήσομαι, οὐκ ἐπιλάθομαι. |
55 | Οὐκ ἦν, οὐκ ὑπῆρχον, ἐκ τοῦ ἔω τὸ ὑπάρχω, ὁ παρα‐
τατικὸς ἦον, ἦες, ἦε· καὶ κατὰ κράσιν τοῦ ε εἰς η
μακρὸν, καὶ πλεονασμῷ τοῦ ν ἦν.
Οὐκὶ, οὐχὶ, ἐπίῤῥημα ἀρνήσεως· καὶ οἱ Ἴωνες ἀντὶ
τῶν δασέων τοῖς ψιλοῖς χρῶνται· τὸ γὰρ ἀφικόμεθα, |
---|
60 | ἀπικόμεθα ἐκεῖνοι, καὶ τὸ εἴληφα, ἀπείληφα, ἐκεῖνοι | |
---|
omicron 440 | ἀπείληπα λέγουσιν· οὕτω καὶ τὸ οὐχὶ, ἐκεῖνοι οὐκὶ
λέγουσιν.
Οὔκουν, ἐπίῤῥημα ἀρνήσεως ἀντὶ τοῦ οὐδαμῶς.
Οὔκουν καὶ οὐκοῦν διαφέρει· οὔκουν μὲν ἀποφαντικῶς |
5 | ἀντὶ τοῦ οὐδαμῶς· περισπώμενον δὲ συλλογιστικὸς σύν‐
δεσμος καὶ σημαίνει ἀπόφασιν.
Οὐλὴ παρὰ τὸ οὔλετε, ἀντὶ τοῦ ὑγίανε, καὶ μέγα
χαῖρε, θεοὶ δὲ τε ὄλβια δοῖεν. |
---|
10 | Οὖλαι καὶ οὐλοχῦται, παρὰ τὸ ὅλον, ὡς πρὸς τὰς
ἀλημεσμένας κριθάς.
Οὐλαμὸν, τάξιν στρατιωτικὴν ἢ ἄθροισμα, παρὰ τὸ
θορυβεῖν καὶ λαβεῖν, κατ’ ἀντίφρασιν, οὐλαμὸς ὁ
πολλὰ λαλῶν· καὶ οὐκάλαμος καὶ σιωπητικός. |
---|
15 | Οὐλὴ, τὸ ὑγιασθὲν τραῦμα καὶ φαινόμενον· ἄλλοι δὲ
ἐπιπόναιον ἕλκος.
Οὐλὴ καὶ ὠτειλὴ διαφέρει· οὐλὴ μὲν γάρ ἐστιν, ἡ ἐκ
παλαιοῦ τραύματος ὑγιασμένη πλήγη· ὠτειλὴ δὲ τὸ
πρόσφατον τραῦμα· καὶ Ὅμηρος δὲ τετήρηκε τὴν δια‐ |
---|
20 | φορὰν εἴπων· οὐλὴν δ’ αὐτὴν ἔρεεν αἷμα κελαινεφὲς
ἐξ ὠτειλῆς.
Οὐλομένην, ὀλεθρίαν, ὄνομα μετοχικὸν, ἀπὸ τοῦ
παθητικοῦ τοῦ οὐλομένου· ἡ αἰτιατικὴ οὐλομένην· γί‐
νεται ἀπὸ τοῦ ὀλῶ, ὀλέσω, ὀλουμένην καὶ ἐν ὑπερβι‐ |
---|
25 | βασμῷ οὐλομένην· οὐκ ἀπὸ τοῦ οὔλω, καθώς τινες
φασὶν· οὐδὲν γὰρ διὰ τὸ ουλω βαρύτονον, πλὴν τοῦ
βούλω· ἢ παρὰ τὸ ὄλω τὸ ἀπολλύω, κατὰ πλεονασμὸν
τοῦ υ· εἶπε δὲ ἀντὶ τοῦ ἐπιθετικοῦ ὀνόματος τὸ οὐλο‐
μένην· ὡς γὰρ τ’οὐναντίον ἐπὶ τῆς ψάμμου κυανέην, |
---|
30 | ὃ καὶ χωρὶς τοῦ ἰῶτα γράφονται, σημαίνει γὰρ ψάμ‐
μον κυανίζουσαν· γέγονε δὲ ἀπὸ μετοχικοῦ ὀνόματος,
ὥσπερ καὶ τὸ ἠγμένοι καὶ τὸ ἐρώμενον, ὑπὸ δίωνος
ἀπολύτως δὲ λεγόμενα λαμβάνει ὀνόματα σύνθετα· καὶ
ἄλλως. ἔστιν ὄλλω τὸ ἀπόλλω· τοῦτο γὰρ ὀλῶ ὀλεῖς, |
---|
35 | ὀλεῖ, πρώτης συζυγίας τῶν περισπωμένων· ἢ παρὰ τὸ
ἐλῶ τὸ φονεύω, ὀλῶ, ὡς πέλω τὸ ὑπάρχω, πολῶ,
μένω μονῶ, πέτω ποτῶ, ὀλῶ οὗ ὁ μέλλων ὀλέσω καὶ
ἡ μετοχὴ παθητικὴ τὸ θηλικὸν ὀλουμένη· καὶ ἔστιν
ἡ μετοχὴ ἀντὶ ὀνόματος, καὶ τ’οὐναντίον εὑρεῖν |
---|
40 | ἀντὶ μετοχῆς, οἷον ψάμμῳ κυανέῃ, ἀντὶ τοῦ κυανί‐
ζουσα.
Οὐλομένην, παρὰ τὸ ὄλλω τὸ φθείρω, ὀλέσω, ὤλεσα,
ὁ β ἀόριστος ὦλον, ὁ παθητικὸς ὤλην, ὁ μέσος ὠλό‐
μην, ἡ μετοχὴ ὀλούμενος καὶ ὑπερθέσει τοῦ διχρόνου |
---|
45 | οὐλομένην.
Οὖλος, σημαίνει τὸν ὑγιῆ καὶ ὁλόκληρον, καὶ τὴν κρι‐
θὴν καὶ τὴν τρίχα· καὶ οὐλὴ ὀξυτόνως, τὸ ὑγιασθὲν
τραῦμα καὶ φαινόμενον· καὶ οὖλον ἡ συνέχουσα τοὺς
ὀδόντας σὰρξ· καὶ οὖλον τὸ ἁπαλόν. |
---|
omicron 440 (50) | Οὐλοχύτας, τὰς πεφρυγμένας κριθὰς καὶ ἐπιχομένας,
ἐκ τοῦ οὔλη βαρυτόνου, ὃ σημαίνει τὴν κριθήν· τοῦτο
ἐκ τοῦ οὖλος, σημαίνει δὲ τὸν ὁλόκληρον, ὥσπερ ἄρτον
οὖλον ἑλὼν· καὶ ἐξ αὐτοῦ οὔλη· πρὸ τοῦ εὑρεθῆναι
γὰρ τὸν δημητριακὸν καρπὸν, τὸν σῖτον, ὁλοκλήρους |
55 | τὰς κριθὰς ἤσθιον· γίνεται δὲ οὖλος, ἐκ τοῦ ὅλος
πλεονασμῷ τοῦ υ, ὅλος γὰρ ὁ ὁλόκληρος. καὶ οὔλη
βαρύτονον ἐπὶ τῆς κριθῆς· οὐλὴ δὲ ὀξύτονον τὸ ὑγια‐
σθὲν τραῦμα καὶ φαινόμενον· καὶ λοιπὸν ἐκ τοῦ ὀλῶ
καὶ τοῦ χύω γίνεται ὀλοχύτης· τὸ λο μικρὸν, ὥς ἐστι |
---|
60 | κανὼν ἐν τῷ βουληφόρος. | |
---|
omicron 441 | Οὐ μέν πως, τὸ μὲν ὀξύτονον, ἐπειδὴ αἱ ὀξυνόμεναι
λέξεις αἱ διὰ τὴν συνέπειαν, τρέπουσι τὴν ὀξεῖαν εἰς
βαρεῖαν· ἐπιφερομένου ἐγκλιτικοῦ μορίου τὴν ἰδίαν φυ‐
λάττουσι τάσιν· Ζεὺς δ’ ἐπεὶ οὖν· Ζεύς με μέγα Κρο‐ |
5 | νίδης· καὶ οὐ μέν πως πάντες βασιλῆες, τὴν γὰρ βα‐
ρεῖαν πάλιν εἰς ὀξεῖαν μετήνεγκε.
Οὐ μὴ ἀναστήσωσι· πολλάκις εἰρήκαμεν, ἡ οὐ ἄρνησις
μετὰ τῆς μὴ εὑρισκομένης, ὑποτάσσει. ὡς τὸ οὐ μή
μου νίψης τοὺς ποδὰς, καὶ οὐ μὴ ἀναστήσωσι. |
---|
10 | Οὕνεκα, σύνδεσμος αἰτιολογικὸς, ποίου σχήματος;
ἁπλοῦ· ἔχει δὲ ἔννοιαν συνθέτου, ἀντὶ τοῦ οὗ τινος
εἵνεκα· ἀλλὰ κανών ἐστιν ὁ λέγων, τὰ ἐν ἀνταποδό‐
σει παραλαμβανόμενα ἁπλᾶ καθεστήκασι, οἷον, τέως
ἕως, τόσος ὅσος· τὸ οὖν οὕνεκα ἐν ἀνταποδόσει τούτου |
---|
15 | παραλαμβανόμενον λέγομεν τοὔνεκα, τούτου χάριν ἐν
ἁπλότητι καθεστήκασι· τὸ δὲ τοὔνεκά ἐστι σύνδεσμος
ἀνταποδοτικός.
Οὐνογούνδουρος, ὄνομα, κούντουρος· κουντουρίζω δὲ
ὅλως ἡλιγάλιθος, κάκοσμος, δυσθέωρος, πολύορκος, |
---|
20 | βουλευτοτόλμηρος, σύντομος, τρεπτὸς, μιαρώτατος, αἰ‐
σχρότατος, ἕτοιμος εἰς ἔφοδον.
Οὔπω, ἐπίῤῥημα ἀρνήσεως, συνετέθη ἐκ τῆς οὐ ἀρνή‐
σεως καὶ τοῦ πω παραπληρωματικοῦ συνδέσμου. διάτι
ὀξύνεται; μακρὰ πρὸ μακρᾶς οὐ περισπᾶται· οὔπω, |
---|
25 | ποίου μέρους λόγου ἐστὶν; συνδέσμου· συντάσσεται δὲ
τῇ οὐ ἀποφάσει, καὶ τῇ μὴ ἀπαγορεύσει, οἷον ἔφα‐
γον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δείπνειν τοῦτο
αὐτὸ ἀποφαίνεται· οὐ δειπνῶ, ἀπόφασιν ποιεῖται τε‐
λείαν· τὸ δὲ μήπω περιπατεῖν τῶν προσκαίρων ἀπα‐ |
---|
30 | γόρευσιν, οὐ πράγματος δηλοῖ· ὑπισχνεῖται δὲ μέλλων
ἕπεσθαι· σεσημείωται παρέλκων ἐνταῦθα κείμενον·
σὺ δ’ οὔπω πάντες μάκαρες θεοὶ λελάθοντο.
Οὐρανόθι, ἐκ τοῦ οὐρανοῦ· ἔστιν ἐπίῤῥημα τοπικὸν,
τὸ νο μικρόν· κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς θι |
---|
35 | ἐπιῤῥήματα, τὴν παραλήγουσαν θέλουσι φυλάττειν τῶν
εἰς θεν ἐπιῤῥημάτων· οἷον Ἰλιόθεν, Ἰλιόθι, ἀβυ‐
δόθεν, ἀβυδόθι· κανὼν ἐστὶν ὁ λέγων· τὰ εἰς θεν
ἐπιῤῥήματα παράγωγα τὴν τῶν πρωτοτύπων φυλάττουσι
γραφήν· οἷον, ἔστιν ἠὼς, καὶ σημαίνει τὴν ἡμέ‐ |
---|
40 | ραν, καὶ γράφεται διὰ τοῦ ω, καὶ κατὰ παρα‐
γωγὴν γίνεται ἠῶθεν, καὶ φυλάττει ἡ παραγω‐
γὴ τὴν τοῦ πρωτοτύπου· καὶ Ὅμηρος· ἠῶθεν δ’
Ἰδαῖος ἴτω κοίλας. πάλιν ἔστιν ἕως, καὶ κατὰ πα‐
ραγωγὴν γίνεται ἑῶθεν καὶ γὰρ τὸ ω ἐκ τοῦ πρωτο‐ |
---|
45 | τύπου· καὶ πάλιν, ἔστιν Ἴλιος, καὶ γράφεται τὸ ο
μικρὸν, καὶ κατὰ παραγωγὴν Ἰλιόθεν, καὶ φυλάττει
τὴν τοῦ πρωτοτύπου γραφήν· οὕτω καὶ οὐρανὸς, οὐρα‐
νόθεν καὶ ἐξ αὐτοῦ οὐρανόθι· διάτι προπαροξύνεται;
τὰ εἰς θεν ἐπιῤῥήματα, τῷ ο παραληγόμενα, πρὸ |
---|
omicron 441 (50) | μιᾶς συλλαβῆς τὸν τόνον ἔχουσιν· οἷον κυκλόθεν, ἀβυ‐
δόθεν, οὐρανόθεν, Ἰλιόθεν· χωρὶς τῶν ἐπιμεριζομέ‐
νων, οἷον ἑκάστοθεν, ἑκάτοθεν, ἔνδοθεν· τούτοις συν‐
εξηκολούθησε καὶ τὸ προπάροιθεν, κατὰ πλεονασμὸν
τοῦ ι γενόμενον. |
55 | Οὐρανὸς, ὁρᾶται νοερῶς· ἢ παρὰ τὸ ὁρῶ τὸ φυλάσσω·
ἢ οὐρανὸς τουτ’ἔστιν ὅρασις νοῦ· ἢ διὰ τὸ ὁρᾶσθαι
ἄνω, ἡ ὅρασις ἄνω κειμένη· ἢ παρὰ τὸ ὁρῶ τὸ βλέ‐
πω, ὁ πᾶσιν ὁρώμενος ἤτοι φαινόμενος, ὁρανὸς καὶ |
---|
ἐν πλεονασμῷ τοῦ υ οὐρανός· καὶ ὤφειλε δασύνεσθαι, | |
omicron 442 | ἐπεὶ ἀπὸ τοῦ ὁρῶ γίνεται· ἀλλὰ κανών ἐστιν ὁ λέγων,
ὅτι τὸ υ πλεόναζον ψιλοῦται τὰ πρὸ ἑαυτοῦ φωνήεντα,
οἷον ὄρος, οὖρος ἕκηλος, εὔκηλος, ἕαδε εὔαδε.
Οὐρανὸς, παρὰ τὸ ἄνω φέρειν τὸν νοῦν· ἢ παρὰ τὸ |
5 | ἄνω ὁρᾶσθαι τὸν νοῦν.
Οὐρῆας, ἡμιόνους, παρὰ τὸ ὄρος ὀρεὺς, ἡνίοχος
ἡνιοχεύς· λέγεται γὰρ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργά‐
ζεσθαι, κατὰ πλεονασμὸν τοῦ υ οὐρεὺς καὶ ἡ γενικὴ
οὐρέος καὶ Ἰωνικῶς οὐρῆος· καὶ ἡ αἰτιατικὴ τῶν πλη‐ |
---|
10 | θυντικῶν οὐρῆας, παρὰ τὸ οὐρώδη σπόρον ἔχειν, ἣν
καὶ Ἀριστοτέλης ἱστορεῖ τεκεῖν.
Οὐριοδρομήσαντες, εὐφόρου ἀνέμου πλεύσαντες· οὖ‐
ρος γὰρ ὁ εὔφορος ἄνεμος, καὶ ἡ διὰ θαλάσσης ὁδός·
λέγεται δὲ οὖρος καὶ ὁ φύλαξ καὶ εὐθυντήρ. |
---|
15 | Οὖρος, ὁ ἄνεμος, παρὰ τὸ ὁρούειν, καὶ ὁρμῆς αἴτιον
εἶναι· οὖρος δὲ ὁ φύλαξ, παρὰ τὸ οὐρῶ τὸ φυλάσσω,
ὁ ἐπὶ τῶν ὀρείων τετάγμενος καὶ προορῶν· λέγεται δὲ
φρουρὸς οἷον πρόορός τις ὢν, καὶ συναιρέσει προυρὸς
καὶ φρουρός. |
---|
20 | Οὖρος, τὸ τοῦ ἀνθρώπου, καὶ οὖρος τὸ ὅρος τῆς γῆς,
ἀμφότερα δὲ οὐδέτερα.
Οὐροὺς, τὰ νεώρια, ἤγουν οἱ ὀλκοὶ, παρὰ τὺ ὀρούω
ὀρούσω καὶ κατ’ ἀποβολὴν τοῦ ω ὀροὺς, καὶ πλεονασμῷ
τοῦ υ οὐρούς· δι’ αὐτῶν γὰρ ἐγείρονται καὶ καθέλκον‐ |
---|
25 | ται αἱ νῆες εἰς τὴν θάλασσαν· καὶ Ὅμηρος· οὐροὺς
ἐξεκάθαιρον νηῶν.
Οὖς, διάτι οὐ κλίνεται; οὐδέποτε ὄνομα οὐδέτερον εἰς
ους λῆγον πλὴν τοῦ οὖς· τοῦτο δὲ ὡς μονῆρες ὂν,
καὶ μὴ ἔχον τι μιμήσασθαι, ἔμεινεν ἄκλιτον. |
---|
30 | Οὐρανιῶνες, φυλάττει ὥσπερ ὄνομα καὶ ἔστιν εὐ‐
θείας τῶν πληθυντικῶν.
Οὐκ ᾔδειν· εἴδω ὁ μέλλων εἴσω, ὁ παρακείμενος οἶδα,
ὁ ὑπερσυντελικὸς ᾔδειν καὶ διαιρέσει τῆς οι εἰς ἦτα
ᾔδειν. |
---|
35 | Οὖσα, ὑπάρχουσα, παρὰ τὸ οἴσω τὸ κομίζω, οἶσον
οὐδετέρως, καὶ τροπῇ τοῦ ι εἰς υ οὖσον, ἐν ᾧ κο‐
μίζεται ἡ ναῦς· οἱ δ’ οὖσα γρώνης εὐγάληνα χερμά‐
δος.
Οὐσία, ὡς οὖσα κάλλιστος, τοῦ τυχόντος ὕπαρξις· ἢ |
---|
40 | ὡς ἀδιάπτωτος μένουσα· ἢ παρὰ τὸ ὦ μονοσύλλαβον
ῥῆμα, τὸ σημαῖνον τὸ ὑπάρχω, οὗ ἡ μετοχὴ ὢν ὄν‐
τος, καὶ τὸ θηλυκὸν οὖσα, καὶ πλεονασμῷ τοῦ ἰῶτα
οὐσία, ἡ οὖσα ἀεὶ καὶ ὑπάρχουσα, ὥσπερ παρὰ τὸ
γέρων γέροντος, γερουσία ἡ ἐντιμοτής, καὶ γερούσιος ὁ |
---|
45 | ἔντιμος· τὸ σι ἰῶτα διάτι; τὰ διὰ τοῦ ια παροξύτονα
θηλυκὰ, διὰ τοῦ ἰῶτα γράφεται· οἷον μετουσία, γερου‐
σία, παῤῥησία, παρουσία, ἀφθαρσία.
Οὖσον, τὸ σχοινίον, τὸ ἐξ οἴας πλακέν. τινὲς οὖσα
ἐκάλεσαν, τὰ τὴν ναῦν οὐκ ἐῶντα σείεσθαι. |
---|
omicron 442 (50) | Οὐχ ἥκιστα, λίαν, πάνυ, ἢ μάλιστα.
Οὐτιδανοῖσιν, ἀσθενέσιν, οὐδένος λόγου ἀξίοις· δύο
εἰσὶν εἰς ος σύνθετα, οὐτιδανὸς οὐτιδανὴ, καὶ μηδαμινὸς,
μηδαμινή· καὶ τὸ μὲν οὐτιδανὸς γέγονε παρὰ τὸ οὖτις
οὔτιδος, συγκειμένου τοῦ ὃς καὶ τοῦ τίς· τὸ δὲ μηδαμι‐ |
55 | νὸς γέγονεν ἀπὸ τοῦ μηδαμοῦ, ὅπερ σύγκειται ἀπὸ τῆς
μη ἀπαγορεύσεως, καὶ τοῦ δαμὸς, τῷ ἰσοδυναμοῦντι
τῷ τίς· ἐξ οὗ καὶ τὸ ἐπίῤῥημα μηδαμῶς· διότι ἀπολο‐
γούμεθα ὑπὲρ αὐτοῦ, ὅτι παρασύνθετά εἰσι τὸ μηδα‐ |
---|
μινὸς καὶ οὐτιδανός· καὶ διὰ τοῦτο καὶ τῷ θηλυκῷ | |
omicron 443 | ἐνήλλαξε καὶ γέγονεν εἰς δύο· τὰ κοινὰ τῷ γένει σύν‐
θετά εἰσι.
Οὔτις, οὐδεὶς, τὸ οὐ ἐπίῤῥημα ἀρνήσεως, τὸ τὶς ὄνο‐
μα. τὸ δὲ Οὖτις ἐπὶ τοῦ Ὀδυσσέως ἀντὶ ὀνόματος κυ‐ |
5 | ρίου παραλαμβάνεται, καὶ ἔστιν ἓν μέρος λόγου, καὶ
προπερισπᾶται.
Οὗτος, ἀντωνυμία μονοπρόσωπος· τέσσαρες γὰρ εἰσὶ
μονοπρόσωποι ἀντωνυμίαι. οὗτος, αὐτὸς, ἐκεῖνος καὶ ὅδε·
καὶ ὁ δεῖνα κατὰ παραγωγήν· τὸ δὲ δεικτικὸν οὑτοσί· |
---|
10 | τὸ γὰρ οὑτοσὶ, ἐκεινοσὶ καὶ ὧδε γίνεται κατ’ ἐπέκτασιν
τοῦ ἰῶτα πρὸς ἐμφανισμὸν πλείονος δείξεως· ἡ δὲ αὐ‐
τὸς στερηθεῖσα τῆς δείξεως, ἐστερήθη καὶ τῆς διὰ
τοῦ ἰῶτα ἐπεκτάσεως· οὕτω καὶ ἡ κλητικὴ ὦ οὗτος
Ἀττικῶς· ὁμοίως καὶ τὸ ἐκεῖνος· ἡ δὲ αὐτὸς κλητικὴν |
---|
15 | οὐκ ἔχει· ἡ δὲ οὗτοι καὶ ἐκεῖνοι ἀντιδεκτικοί εἰσιν, ἡ δὲ
αὐτὸς ἀναφορὰν δηλοῖ· ἐναντία δέ ἐστιν ἡ δεῖξις τῆς
ἀναφορᾶς.
Οὗτος καὶ οὑτοσὶ διαφέρει, τὸ μὲν γὰρ σὺν τῷ ἰῶτα
δεικτικὸν μόνον· τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν· |
---|
20 | ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦτον καὶ ἐπὶ τουτονί.
Οὕτω, ἐπίῤῥημα μεσότητος· τοῦτο οὐκ ἔστιν ἀπὸ τῆς
γενικῆς· σεσημείωται γὰρ τοῦτο ἀπ’ εὐθείας γίνεσθαι·
εἰ γὰρ ἀπὸ τῆς γενικῆς, ὤφειλεν εἶναι τούτως, ἐκ τοῦ
εἰπεῖν τὸν τεχνικόν· τὸ δὲ ὥς ὀξύνεται, ἐπειδὴ ἀπὸ |
---|
25 | τοῦ ὃς γέγονε· καὶ τὰ ὅμοια· καὶ ὅτε ἐπιφέρεται σύμ‐
φωνον ἐξέρχεται τὸ ς, καὶ ὅτε φωνῆεν φυλάττει. οὐ‐
δέποτε δὲ ἐπιφερομένου φωνήεντος ἐκβέβληται τὸ ς.
ποῖον ἐστιν ἀναλογώτερον, τὸ οὕτως ἢ τὸ οὕτω; καὶ
λέγομεν τὸ οὕτως· ἐπειδὴ τὰ ἀπὸ τριγενῶν ὀνομάτων |
---|
30 | γινόμενα μεσότητος ἐπιῤῥήματα, εἰς ως λήγειν ὠφεί‐
λουσιν, οἷον καλὸς καλὴ καλὸν, καλῶς, ὅταν δὲ μὴ
τριγενὲς ᾖ εἰς ω λήγουσιν, οἷον κύκλος κύκλῳ, πρὸς
πρόσω· εἴδομεν οὖν εἰ τοῦτο τριγενὲς, οὗτος οὗτοι αὗ‐
ται, ταῦτα οὕτως ἄρα τὸ ἀνάλογον· τὸ δὲ οὕτω κατ’ |
---|
35 | ἔλλειψεν τοῦ ς κατὰ δεύτερον λόγον· ὅτι τὰ εἰς ω
λήγοντα ἐπιῤῥήματα οὐδέποτε φύσει μακρᾷ παραλήγε‐
ται, οἷον ἄνω κάτω πρόσω, ἔξω, ἄφνω, πλὴν τοῦ εἴσω·
οὕτως ἄρα τὸ οὕτω κατὰ πάθος.
Οὐτῶ, τὸ ἐγγύθεν τῷ δόρατι βάλλω. |
---|
40 | Οὐχ ἥττους, οὐκ ἐλάττονας.
Οὐχ ἁπλῶς, οὐχ ὡς ἔτυχεν, οὐκ ἀκόρως.
Οὐχ ὅπως, οὐχ ἵνα, οὐδαμῶς.
Ὀφείλω, τὸ χρεωστῶ, ἐπὶ ἐνεστῶτος διὰ δίφθογγον·
ὁ μέλλων ὀφελῶ, ὁ β ἀόριστος ὤφελον καὶ ὁ πρῶτος |
---|
45 | ὤφειλα· ἐκ τούτου δὲ κατὰ συγκοπὴν ὀφλῶ ὀφλήσω,
ὤφληκα, ὤφλημαι, ὄφλημα.
Ὀφείλημα χρεοὺς διαφέρει· ὀφείλημα ἔστι δημόσιον
χρεὸς θεῷ ὀφειλόμενον ἢ βασιλεῖ· χρεὸς δὲ τὸ
ὀφειλόμενον ἰδιωτικῷ· ἢ τὸ ἰδιωτικὸν δάνειον. |
---|
omicron 443 (50) | Ὄφλημα καὶ χρεὸς διαφέρει· ὄφλημα μὲν γὰρ καὶ
ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δήμῳ ὀφειλόμενον·
χρεὸς δὲ τὸ ἰδιωτικὸν δάνειον.
Ὀφείλημα, παρὰ τὸ ὀφέλλειν, ὅ ἐστιν αὔξεσθαι,
τὸ δάνειον τὸ αὐξανόμενον τόκῳ· ὀφέλλω σημαίνει τὸ |
55 | αὐξάνω.
Ὀφειλὴ, διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸ ὀφει‐
λόμενον. παρὰ γὰρ τὸ ὀφείλω γέγονε.
Ὄφελος, ποίᾳ ἐγκλίσει συντάσσεται; καὶ λέγω ὅτι
ἀπαρεμφάτῳ· κανὼν γὰρ ἐστὶν ὁ λέγων, ὅτι τὸ ὄφε‐ |
---|
60 | λος ἄπτωτόν ἐστι· σημαίνει δὲ δύο· ἔστιν εὐχῆς ση‐
μαντικὸν, καὶ ῥῆμα· οὐ κλίνεται δὲ· ἐπειδὴ δύο κα‐ |
---|
νόνες εἰσὶν οἱ μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, | |
omicron 444 | ὅτι τὰ διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς οὐκ εἰσὶν οὐ‐
δέτερα ὁ δὲ ἕτερος λέγει τὰ διὰ τοῦ ελος οὐδέτερα
δισύλλαβά εἰσιν, οἷον σκέλος, βέλος, μέλος, τέλος·
τοῦτο δὲ ὡς ὑπερβᾶν τὴν δισυλλαβίαν, καὶ μὴ ἔχον |
5 | τι μιμήσασθαι, ἔμεινεν ἄκλιτον.
Ὀφθαλμὸς, ὅρασις θολουμένη, τομῶς ἤγουν χαλε‐
πῶς· ἢ παρὰ τὸ ὦφθαι λίαν καὶ τόμως· ἢ διὰ τὸ
ὁρᾷν φῶς.
Ὄφις, παρὰ τὸ ὄπτω, ὀπτικὸν γὰρ τὸ ζῶον· ἢ παρὰ |
---|
10 | τὸ ἰὸς καὶ ἐν ὑπερθέσει ὄϊς καὶ πλεονασμῷ τοῦ φ
ὄφις· ὁ γὰρ ὄφις ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς·
ἢ ὡς ἂν εἴπῃς ὁ φήσας, ἤγουν τῇ γυναικὶ λαλήσας·
ἐλάλησε γὰρ τῇ εὔᾳ.
Ὀφλεῖν καὶ ὀφείλειν διαφέρει· ὀφλεῖ μὲν γάρ τις ἐπὶ |
---|
15 | τῇ καταδίκῃ· ὀφείλει δὲ τὶς, ὡς καὶ ἡμεῖς φαμὲν ἐκ‐
δεχόμενοι.
Ὀφιόδηκτος, ἐν τοῦ ὄφις καὶ τοῦ δήκω τὸ δάκνω.
Ὀφλῶ, χρεωστῶ, παρὰ τὸ ὀφείλω συγκόπτεται.
Ὀφρυάζοντο, ὀφρυάζειν λέγεται τὸ ταῖς ὄφρυσι |
---|
20 | νεύειν, ἀπὸ τοῦ ὀφρυάζω· τοῦτο παρὰ τὸ ὀφρύς·
δηλοῖ δὲ τὴν προσβολὴν ὅτου δήποτε τόπου καὶ τῶν
ὀρέων καὶ ἡμῶν τῶν ὀψέων· συντάσσεται μετὰ δο‐
τικῆς.
Ὀφρῦες λέγονται, ἤτοι ὠπόρυες, παρὰ τὸ φρουρεῖν |
---|
25 | τὰς ὦπας, ἀπό τε τῶν ὄμβρων καὶ τῶν ὕπερθεν ἱδρώ‐
των, ὡς μὴ ἐπ’ αὐτοὺς φέρεσθαι· ἢ παρὰ τὸ φέρω
καὶ κατὰ συγκοπὴν φρῶ· ὅθεν καὶ τὸ εἰσφρῶ· ὅπερ
γέγονεν ἀπὸ τοῦ πρωΐω, φρῶ, φρῦς καὶ ὀφρῦς· δηλοῖ
δὲ καὶ τὴν προβολὴν ὅτου δήποτε τόπου καὶ τῶν ὀρέων |
---|
30 | ἡμῶν τῶν ὀψέων· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ὀρύς· τοῦ
φ πλεονάσαντος· οἱ δὲ παρὰ τὸ ὄπτω ὀφῦς καὶ πλεο‐
νασμῷ τοῦ ρ ὀφρῦς.
Ὀφρῦς, παρὰ τὸ τοὺς ὦπας ῥύεσθαι ἤγουν φυλάττειν·
ἢ παρὰ τὸ φέρω φορῦς καὶ ὀφρῦς· ψιλοῦται· πᾶν |
---|
35 | φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ἀφρὸς,
ὀφρῦς, ὄφρα· ἢ παρὰ τὸ ὀρούω τὸ φυλάττω, καὶ τὸ
ὢψ ὠπὸς. καὶ τὸ ὄροφος, ὀπωρόφοι τινὲς ὄντες, ὄροφοι
γὰρ τῶν ὠπῶν· οἱδὲ φασὶ παρὰ τὸ ὄπτω τὸ βλέπω,
ὀπρῦς καὶ ὀφρῦς· τὸ ο μικρόν· τὸ ο εἴτε κατ’ ἀρχὴν |
---|
40 | λέξεως, εἴτε κατὰ τὸ μέσον, ἔχον μεθ’ ἑαυτοῦ δύο
σύμφωνα ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, διὰ τοῦ ο μι‐
κροῦ γράφεται.
Ὀφώλια, εἰς τὸ ἀποφώλια.
Ὄχα, ἐπίῤῥημα μεσότητος, ὄχα καὶ ἐξόχα· σημαίνει |
---|
45 | τὸ ἔξοχον καὶ ἔνδοξον· γέγονε δὲ παρὰ τὸ ἔχω ἔξοχος,
καὶ τὸ οὐδέτερον ἔξοχον καὶ ἐξόχα καὶ ἀφαιρέσει τῆς
ἐξ προθέσεως ὄχα· ἔστι δὲ ἐπίῤῥημα ὀνομαστικόν.
Ὄχ’ ἄριστε, πάνυ ἔνδοξε· παρὰ τὸ ἔχεσθαι. |
---|
omicron 444 (50) | Ὄχανον, ὁ δεσμὸς καὶ ὁ λῶρος, ἐξ οὗ καὶ ἀποκρέμα‐
ται ἡ ἀσπίς· γίνεται δὲ παρὰ τὸ ἔχω, ὃ σημαίνει
τὸ κρατῶ καὶ ἐξ αὐτοῦ ῥηματικὸν ἔχανον καὶ ὄχα‐
νον.
Ὀχέων, ἐξοχέων, ἁρμάτων· ἔστι γὰρ τὸ ὄχος, καὶ |
55 | σημαίνει τὸ ἅρμα, καὶ γίνεται ἐκ τοῦ ἔχω τοῦ σημαί‐
νοντος τὸ ἐλαύνω, καὶ ἐξ αὐτοῦ ῥῆμα ὀχῶ, ὁ μέλ‐
λων ὀχήσω, ὄνομα ῥηματικὸν ὄχημα· σημαίνει δὲ τὸ
ἅρμα.
Ὀχεὺς, εἰς τὸ τοκεύς· ἤτοι ὁ συνέχων καὶ σφίγγων |
---|
60 | τὴν περικεφαλαῖαν.
Ὀχεῖα, μίξις, συνουσία. |
---|
Ὀχῆας, ὀχεύς. κατὰ τροπὴν τοῦ ε εἰς ἦτα. | |
omicron 445 | Ὀχθήσας, ἀγανακτήσας, παρὰ τὸ ἄχω βαρύτονον
ἀχθῶ, ἀχθήσω, ἀχθήσας καὶ ὀχθήσας.
Ὄχθος, τοῦ ποταμοῦ τὸ τεῖχος, ἢ τῆς θαλάσσης·
παρὰ τὸ ἔχω ὄχος ὁ ἔξοχος καὶ ὄχθη. |
5 | Ὄχλος, παρὰ τὸ εἵλλω τὸ συστρέφω, εἵλος καὶ ὄχλος·
ἢ παρὰ τὴν ὄχλησιν· ἢ παρὰ τὸ ἀχλὺς ἄχλος καὶ
ὄχλος, κατὰ τροπὴν τοῦ α εἰς ο. καὶ εἰς τὸ πλῆ‐
θος.
Ὀχλάζει, κινεῖ, ἔνθεν καὶ ὁ μόχλος, ὁ μὴ ἐῶν κι‐ |
---|
10 | νεῖσθαι τὰς θύρας.
Ὀχμάζω, κρατῶ, ἐκ τοῦ ἔχω τὸ κατέχω παράγωγον
ἐχάζω, ὡς κύπτω κυπτάζω, ἔνθα ἐπενθέσει τοῦ μ,
ἐχμάζω καὶ τροπῇ τοῦ βραχέος εἰς βραχὺ ὀχμάζω·
ὡς ἀλκὴν Ἀλκμάν. |
---|
15 | Ὄχνη, εἶδος δένδρου, καστάνου, κοστομήνου μήλου
ἀππιδʹ.....
Ὀχμάσας, σημαίνει τὸ κρατήσας καὶ κόψας· ἔστιν
ἔχω τὸ κρατῷ ὁ μέλλων ἕξω, ὁ παθητικὸς παρακεί‐
μενος ἦγμαι, ἐξ αὐτοῦ ὄνομα ἐχμὰς ἐχμάδος, καὶ τρο‐ |
---|
20 | πῇ τοῦ ε εἰς ο ὀχμάδος, καὶ ἐκ τούτου γίνεται ὀχμά‐
ζω, ὁ μέλλων ὀχμάσω, ὁ ἀόριστος ὤχμασα· ἡ με‐
τοχὴ ὀχμάσας.
Ὀχμὸν, παρὰ τὸ ἔχεσθαι ἄλλο ἄλλου φυτοῦ.
Ὀχυρὸς, παρὰ τὸ ἔχω ἐχυρὸς, καὶ τροπῇ τοῦ ε εἰς ο |
---|
25 | ὀχυρός.
Ὄχθοι, αἱ τραχεῖαι καὶ δύσβατοι πέτραι.
Ὄχθοι καὶ ὄχθαι διαφέρει. ὄχθαι μέν εἰσι χειλῆ πο‐
ταμῶν, ὄχθοι δὲ γῆς ἐπαρμάματα.
Ὄχνη, ἡ ἀχνὰς, οἷον ἀχοὴ, διὰ τὸ μὴ ποτίζεσθαι, |
---|
30 | ξηρᾷ γὰρ ἥδεται γῇ ἡ ὀπώρα αὕτη· καὶ ἀπίος, ἡ ἥκι‐
στα πινοῦσα.
Ὀψάριον, παρὰ τὸ ὄψον αἴρεσθαι ἐκ τῆς θαλάσσης,
ἢ ὄψον τοῦ ῥείθρου, ἤγουν βρῶσις ὕδατος· ἢ ὅτι
ψαῦον αἴρεται, ἤτοι ἐγγίζον τῷ δελέατι. |
---|
35 | Ὀψὲ, βραδέως, παρὰ τὸ τὴν ὥραν ἐπιτήδειαν εἶναι
πρὸς ἑσπέραν.
Ὀψὲ καὶ ἐσπέρα διαφέρει· ἑσπέρα μὲν ἡ μετὰ τὴν δύ‐
σιν τοῦ ἡλίου κατάστασις· ὀψὲ δὲ τὸ μετὰ πολὺ τῆς
δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον· καὶ ὀψαρό‐ |
---|
40 | της ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν· καὶ
εἰς τὸ ὀψιτέλεστος.
Ὀψείω, διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸ ἐπιθυ‐
μίαν ἔχον θεωρῆσαι. |
---|
Ὄψις, παρὰ τὸ ὄπτω, ὄψω, ὄψις. | |
omicron 446 | Ὀψία, ἀψία ἦν, παρὰ τὸ ἂψ ἰέναι ἀπὸ τῶν ἔργων·
καὶ τὸ ἐναντίον κατάστημα πρωΐα δὲ λέγεται, παρὰ
τὸ προϊέναι ἐπὶ τὰ ἔργα· Σαπφὼ, φέσπερε πάντα
φέρω ὅσα φαινότερα ἐσκέδας’ ἡώς. |
5 | Ὀψιτέλεστον, ὄνομα οὐδέτερον, ἐκ τοῦ ὀψὲ καὶ τοῦ
τελεστὸν· τὸ δὲ ὀψὲ ἐκ τοῦ ἂψ, ὃ σημαίνει τὸ εἰς
τ’οὐπίσω ἐπαναστρέψαι, ἤγουν πρὸς τὸν οἶκον· ἢ τὸ
πάλιν, ἀμφότερα δὲ ἐκ τοῦ ἂψ, ὥσπερ πρωΐα λέγε‐
ται, παρὰ τὸ εἰς τὸν οἶκον προϊέναι· οὕτω καὶ ὀψὲ |
---|
10 | τὸ βραδὺ γίνεται ἐκ τοῦ ἂψ, ὁ εἰς τ’οὐπίσω ἐπανα‐
στρέφων, ἤγουν πρὸς τὸν οἶκον. τὸ δὲ ὀψὲ ὃ σημαίνει
τὸν τῆς ἑσπέρας καιρὸν, ἀλλὰ τὸ βραδὺ τοῦ χρόνου
ἤγουν τοῦ ὄρθρου· λοιπὸν ἐκ τοῦ ἂψ ὃ σημαίνει τὸ
πάλιν, τροπῇ τοῦ α εἰς ο γίνεται ὀψὲ καὶ ἐξ αὐτοῦ |
---|
15 | γίνεται κατὰ πλασμὸν ὄψι βαρύτονον· ἐπειδὴ κανών
ἐστιν ὁ λέγων, τὰ εἰς ἰῶτα λήγοντα ἐπιῤῥήματα συν‐
εσταλμένον ἔχοντα τὸ ι, βαρύνεσθαι θέλουσιν, οἷον,
ὄφι αὖθι, νόσφι, κεῖθι, μέχρι, ἄχρι, ἄρτι· ὅθεν
τὸ χωρὶς ἀποβάλλων τὸ ς, διὰ τὸν κανόνα τοῦτον βα‐ |
---|
20 | ρύνεται, χῶρι γὰρ λέγεται, οὕτως οὖν καὶ ὄψι· πρόσ‐
κειται συνεσταλμένον ἔχοντα τὸ ἰῶτα, διὰ τὸ δευρὶ
καὶ νυνὶ, ταῦτα γὰρ μακρὸν ἔχει τὸ ἰῶτα, ὁ δὲ κανὼν
περὶ τοῦ βραχέος ἐστὶ. σεσημείωται τὸ οὐχί· τοῦτο
δὲ ὅτι παραλόγως ἐστὶν, ὥσπερ γὰρ ἀπὸ τοῦ ᾗ, ὃ |
---|
25 | σημαίνει τὸ ὅπου, ἐπεκτάσει τῆς χι συλλαβῆς γίνεται
ᾗχι βαρυτόνως· οὕτω καὶ περὶ τὴν οὐ ἄρνησιν, ἐπε‐
κτάσει τῆς χι συλλαβῆς, ὤφειλεν εἶναι οὐχὶ βαρυτό‐
νως· ἀλλ’ ἐπειδὴ παραλόγως ὠξύνθῃ τὸ οὒ, εἰκότως
καὶ μετὰ τῆς χι ἐπεκτάσεως ἡ αὐτὴ παραλογία ἐφυ‐ |
---|
30 | λάχθη· λοιπὸν ἐκ τοῦ ὄψι καὶ τοῦ τέλος γίνεται ὀψι‐
τέλεστος· καὶ ἀναβιβάζει τὸν τόνον· τὰ γὰρ εἰς ος
ὀξύτονα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, χωρὶς
εἰ μὴ διὰ σημασίαν τινὰ κωλύθη· διὰ τὸ λοιγὸς βρο‐
τολοιγός· ἔστι γὰρ ὁ φθείρων τοὺς ἄνδρας. |
---|
35 | Ὄψον, σημαίνει τὸ προσφάγιον, ἐκ τοῦ ὀπτῶ γίνεται
ὄπτον καὶ τροπῇ τοῦ τ εἰς ς, καὶ κράσει τοῦ πς εἰς
ψ ὄψον· τὸ δὲ ὀπτῶ παρὰ τὸ ὄπτω τὸ βλέπω, δεῖ
γὰρ βλέπειν συνεχῶς πρὸς τὸ μὴ καίεσθαι τὰ ὀπτό‐
μενα. |
---|
40 | Ὀψώνιον, διὰ τὸ ὄψιν ἤγουν βρῶμα ὠνεῖσθαι.
Ὄψον, κυρίως λέγεται πᾶν τὸ τῷ πυρὶ κατασκευασμέ‐
νον, παρὰ τὸ ἐψόν τι ὄν· ἢ παρὰ τὸ ὀπτῆσαι ὠνο‐
μασμένον. |
---|
44t | Τέλος τοῦ Ο στοιχείου. | |
---|
pi 445 (post 44t) | ΑΡΧΗ ΤΟΥ Π ΣΤΟΙΧΕΙΟΥ. |
45 | Παγγενῆ, ἐπίῤῥημα μεσότητος· ἐξεβλήθη ἐξ αἰτιατι‐
κῆς πτώσεως εἰς ἐπίῤῥημα· ὁ παγγενὴς, τοῦ παγγέ‐
νεος, καὶ παγγενοῦς, τῷ παγγένεϊ καὶ παγγενεῖ τὸν
παγγενέα καὶ παγγενῆ, παρὰ τὸ πᾶν καὶ τὸ γένος,
ὅλον τὸν Ἀδὰμ πεπτωκότα. |
---|
pi 445 (50) | Παγεωθεῖσα. ἑδραιωθεῖσα, βεβαιωθεῖσα, πιστωθεῖσα,
ἀπὸ τοῦ παγιῶ, τοῦτο παρὰ τὸ πάγος, τοῦτο παρὰ τὸ
πτήσσω, ὁ δεύτερος ἀόριστος ἔπαγον, καὶ ἐξ αὐτοῦ
πάγιος, ὁ πεπηγμένος. |
Πάγνως, εἰς τὸ ἐκπάγνως / ἐκπαγνῶς. | |
pi 446 (45) | Πάγος, κρυὸς, πεπηγὸς, παρὰ τὸ πεπῆχθαι εἰς
ὕψος.
Παγὶς, ἐκ τοῦ πήσσω, πηγὶς καὶ παγίς.
Πάγουρος, παρὰ τὸ ἐν πάγοις ὀρούειν, ὅ ἐστι φυλάτ‐
τειν καὶ διατρίβειν. |
pi 446 (50) | Παίανες, παρὰ τὸ παύσω παύων καὶ κατὰ τροπὴν τοῦ
υ εἰς ι. καὶ οὕτω ὁ Δίδυμος.
Παιπάνεια, ἡ κενοδοξία. |
Παιδνὸς, παρὰ τὸ παίζω· παιδνὸς διφθόγγῳ. | |
pi 447 | Πάγχυ, παρὰ τὸ πάνυ, καὶ πλεονασμῷ τοῦ χ καὶ τρο‐
πῇ τοῦ ν εἰς γ, διὰ τὴν σύνταξιν.
Πάγουροι, παρὰ τὸ οὐρεῖν, ὅ ἐστι φυλάττειν, ἐν τοῖς
πάγοις· πάγοι δέ εἰσι κρημνωδεῖς τόποι. |
5 | Παῖς καὶ ἀντίπαις διαφέρει, παῖς ὁ ἐν τῇ παιδικῇ ἡλι‐
κίᾳ· ἀντίπαις δὲ ὁ ἐκβεβληκὼς τοῦ παιδὸς τὴν ἡλι‐
κίαν· καὶ ἤδη πρόσηβος, βούπαις δὲ ὁ μέγας παῖς.
Παίδευσις καὶ παιδεία διαφέρει. παιδεία μὲν γάρ ἐστι
δύναμις θεραπευτικὴ ψυχῆς· παίδευσις δὲ παιδείας |
---|
10 | καὶ ἀρετῆς παράδοσις· καὶ ἐκ παιδὸς ἀρετὴ ἐπ’ ἀρετῆς
ὁδηγηθεῖσα.
Παιδεία, διὰ τῆς ει διφθόγγου, ὥσπερ παρὰ τὸ μοι‐
χεύω μοιχεία, οὕτω καὶ παρὰ τὸ παιδεύω παιδεία·
ἰστέον, ὅτι τὸ παιδεία πολλὰ σημαίνει· σημαίνει γὰρ |
---|
15 | τὴν παίδευσιν, καὶ τὴν παιδικὴν ἡλικίαν, καὶ τὴν ἀνα‐
στροφὴν, καὶ τὴν μίξιν· τὸ γὰρ σημαῖνον παίγνιον διὰ
τοῦ ι γράφεται, καὶ παρ’ ἡμῖν ὀξύνεται, οἷον παιδιὰ,
παρὰ τοῖς Ἀθηναίοις βαρύνεται, οἷον, παιδία.
Παῖδα, θηλυκῶς κλίνεται, ἡ παῖς. |
---|
20 | Παιδίον καὶ παιδάριον, καὶ παιδίσκος καὶ παῖς διαφέ‐
ρει· παιδίον μὲν γάρ ἐστι τὸ τρεφόμενον ὑπὸ τιθήν.
παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμε‐
νον· παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ ὤν· παῖς δὲ
ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. |
---|
25 | Παιδίον, διὰ τὸ παιδείας δέεσθαι· καὶ εἰς τὸ γέρων.
Παίσατε, πλήξατε, τύψατε, Ἀττικῶς χορεύσατε, ἢ
παίξατε.
Παιδίον, ὅτι τοῦ πατρός ἐστιν ἴδιον.
Παῖδα, παρὰ τὸ πάϊς παῖς παιδὸς, παιδίζω καὶ παίζω· |
---|
30 | τὸ παι διφθόγγῳ διάτι; ἐκ τοῦ παίζω, ἐξ οὗ καὶ
παιδίον· ἢ παρὰ τὸ παίω τὸ τύπτω· τοῖς γὰρ παισὶν
ἁρμόζει δαρμός· ἢ παρὰ τὸ παίζειν, παρεπόμενον γάρ
ἐστι τοῖς παισί.
Παιδίσκη, καὶ παῖς, παρὰ Ἀττικοῖς θεράπαινα· δια‐ |
---|
35 | φέρει δὲ, παιδίσκη μὲν γάρ ἐστιν ἡ ἐλευθερὰ, παῖς δὲ
ἡ δούλη.
Παιδίσκης, δούλης, παρὰ τὸ παῖς παιδὸς· τοῦτο παρὰ
τὸ πάϊς.
Παῖς, ὁ ἐπιτήδειος εἰς τὸ παίεσθαι· καὶ παιδίσκη ἀπὸ |
---|
40 | τούτου, ἡ τὴν αὐτὴν ἡλικίαν ἔχουσα.
Παίζω, παρὰ τὸ παῖς παιδὸς γίνεται παιδίζω, καὶ
συγκοπῇ παίζω· τοῖς γὰρ παισὶν εἴωθεν ἀεὶ τὸ παί‐
ζειν.
Παιπάλη, ἄλευρον κριθῆς, εἰς τὸ παληνομένης. |
---|
45 | Παλαιὸς, ὁ ἀρχαῖος· πάλεος δὲ ὁ ἄφρων· τίθεται καὶ
ἐπὶ τοῦ σκώπτοντος.
Παῖς, παρὰ τὸ βαιὸς βαῖς καὶ παῖς· τρία δέ εἰσι σεση‐
μειώμενα, παῖς, δαῖς, σταῖς, ἅτινα κλίσιν μὲν ἀνε‐ |
---|
pi 447 (50) | δέξαντο, κανόνι δὲ οὐχ ὑπέπεσον, ἀρσενικὸν ὁ παῖς,
θηλυκὸν ἡ δαῖς, σημαίνει δὲ τὴν εὐωχίαν· οὐδέτερον
τὸ σταῖς, σημαίνει δὲ τὸ ἄλευρον, καὶ εἰς τὸ γέρων
καὶ παιδίσκος.
Παίων, εἴτε ὁ μετρικὸς ποὺς, εἴτε τὸ ἔθνος· οὕτως ἡ |
55 | παράδοσις. ἐντεῦθεν παρήχθη καὶ τὸ ἐν τῇ κοινῇ λε‐
γόμενον, παρὰ τὸ παίδων.
Παίονες καὶ Κάρες, ἀγκυλότοξοι.
Παιωνίσαντες, ἀλαλάξαντες, εὐφημήσαντες τὸν παί‐ |
---|
60 | ονα ἐπικαλεσάμενον· ἦν δὲ ἔθνος, καὶ ἐπὶ ἔργου ἀρ‐
χόμενον, καὶ ἐπὶ τῇ νίκῃ τοῦτο λέγεται.
Πάκτα, παρὰ τὸ τὰ πάντα κτᾶσθαι. |
---|
Πάλαι, ἐπίῤῥημα χρόνου δηλωτικόν· ποτὲ ἀρχηθῆ, | |
pi 448 | ὅπερ καὶ βαρύνεται· καὶ ἐν τῇ συνθέσει ἀναβιβάζει
τὸν τόνον, οἶον πρόπαλαι.
Πάθος, παρὰ τὸ πήθω τὸ πανθάνω, ὁ δεύτερος ἀόρι‐
στος ἔπαθον καὶ ἐξ αὐτοῦ πάθος. |
5 | Παλαίμων, εἰς τὸ Λακεδαίμων.
Παλαιὸς, ἐκ τοῦ πάλαι εἶναι· ἢ διὰ τὸ παλαίων
ἤγουν ἐκ χρόνων πολλῶν εἶναι.
Παλαιστὰς, ἀντὶ τοῦ μετρητάς· γίνεται δὲ ἐκ τοῦ
πάλλω τὸ κινῶ, ὁ μέλλων παλῶ, ὁ παρακείμενος πέ‐ |
---|
10 | παλκα, ὁ παθητικὸς πέπαλμαι καὶ ἐξ αὐτοῦ πάλμη,
δι’ ἧς ἡ χεὶρ κινεῖται, καὶ ἐκ τούτου γίνεται παλαμη·
καὶ ἐξ αὐτοῦ πεπάλακα ὁ παρακείμενος, ὁ παθητικὸς
πεπάλαμαι, τὸ τρίτον πεπάλασται, καὶ ἐξ αὐτοῦ πα‐
λαιστὸς, καὶ τὸ θηλυκὸν παλαιστή· σημαίνει δὲ τὴν |
---|
15 | τῶν δακτύλων ὀρδινιαῖαν σύνθεσιν, πελαστή τις οὖσα,
ὅτι πέλας συνάγει τὰ ὀστᾶ, τουτ’ἔστι πλησίον τοὺς
δακτύλους, παλαστὴ καὶ πλεονασμῷ τοῦ ι παλαιστή·
συνάγομεν γὰρ ποιοῦντες αὐτὴν τοῖς δακτύλοις· ἡ αὐτὴ
καὶ δογμή. |
---|
20 | Παλαιστίνη, ἡ χώρα τοῦ Φιλιστιεὶμ, διὰ τοῦ ἰῶτα
γράφεται· ἰστέον ὅτι ἀπὸ τοῦ Παλαιστίνη λέγεται ὁ
πολίτης Παλαιστίνος, ὡς Ἀκραγαντῖνος.
Παλαιστὴ, παρὰ τὸ πελάζειν τὰ ὀστᾶ· ἔστι δὲ τε‐
τραδάκτυλον μέτρον. |
---|
25 | Παλαμάων, πολεμικῶν, αὐτοχείρων· ἡ εὐθεῖα παλά‐
μη παρὰ τὸ πάλλω τὸ κινῶ· ἐτυμολογεῖται παρὰ τὸ
πολλοὺς ἀμᾷν, ἐξ οὗ καὶ παλαμαῖος καὶ πλεονασμῷ,
τοῦ ν παλαμναῖος· σημαίνει δὲ δύο, ὁ τοὺς αὐτοχει‐
ριφονεύσαντας τιμωρούμενος καὶ ὁ ἐπὶ τινὶ βιάσματι |
---|
30 | κατεχόμενος.
Παλάμη, παρὰ τὸ παλαιὸν ἤγουν μέτρον τῆς χειρὸς
εἶναι.
Παλάμαι, παρὰ τὸ πάλλειν· ἢ παρὰ τὸ πάλλω τὸ
κινῶ. |
---|
35 | Παλάμῃφιν, προσγεγραμμένον τὸ ἰῶτα ἐκ παραδό‐
σεως· ἔχει δὲ καὶ κανόνα· αἱ διὰ τῆς φι συλλαβῆς
γινόμεναι ἐπεκτάσεις, προσερχόμεναι ταῖς πτώσεσιν,
εἰ μὲν φυλάττουσιν τὴν αὐτὴν φωνὴν, καὶ τὴν αὐτὴν
γραφὴν φυλάττουσι· φρήτρῃ φρήτρῃφιν· εἰ δὲ οὐ φυ‐ |
---|
40 | λάττει τὴν αὐτὴν φωνὴν οὔδε τὴν αὐτὴν γραφὴν φυ‐
λάττουσι· οἷον χαλκὸς, χαλκοῦ χάλκοφιν· χωρὶς τοῦ
νόσφι καὶ ἴχι· ποίου μέρους λόγου ἔστιν; ὀνόματος·
αἱ διὰ τῆς φι συλλαβῆς γινόμεναι ἐπεκτάσεις, τὸ
αὐτὸ μέρος τοῦ λόγου φυλάττουσι, χωρὶς τοῦ νόσφι |
---|
45 | καὶ ἴφι· ταῦτα γὰρ ἀπὸ ὀνόματος μετήχθη, εἰς ἐπιῤ‐
ῥηματικὴν σύνταξιν.
Παλαιστὴ, θηλυκῶς, ὅτι συνάγονται οἱ τέσσαρες δά‐
κτυλοι, οἷον πελαστή τις οὖσα, ὅτι πέλας συνήγαγε
τὰ ὀστᾶ, οἷον τοὺς δακτύλους ἡ αὐτὴ καὶ δογμὴ λέγε‐ |
---|
pi 448 (50) | ται, ὅτι πλατείᾳ τῇ χειρὶ μετροῦμεν· ποιεῖ δὲ ἀπὸ
τοῦ μεγάλου δακτύλου πρὸς τὸν λίχανον ἄκρον δακτύ‐
λους δέκα καὶ δογμὴ τὸ πλάγιον, ὡς λέγει Σωρανός·
ἡ δὲ σπιθαμὴ ἔχει δογμᾶς τρεῖς, οἷον παλαιστὰς, δα‐
κτύλους δὲ δώδεκα, ἀπὸ τοῦ μικροῦ δακτύλου διϊστα‐ |
55 | μένων τῶν δακτύλων ἕως τῆς ἀντίχειρος λέγεται σπι‐
θαμὴ, παρὰ τὸ ἀποσπασμὸν ποιεῖν· ὡς γράφει δὲ
καὶ Χρύσιππος, διὰ τὸ σπᾶσθαι τὴν ὅλην χεῖρα,
ποιεῖ σπιθαμὴν, δακτύλους δὲ δώδεκα, τὸ δὲ ἀπὸ τῆς
ὁλοκεράνου πρὸς μὴν τὸ τοῦ μέσου δακτύλου, πήχεως |
---|
60 | μέτρον, πρὸς δὲ τοῦ μικροῦ, μετακονδύλιον, ὅ ἐστι
κατὰ τὸ μέσον κονδύλιον· τῶν γὰρ δακτύλων ὁ μὲν
πρῶτος κόνδυλος λέγεται προκόνδυλος καὶ ῥιζοδάκτυ‐ |
---|
λος· ὁ δὲ μετὰ τοῦτον μεσοκόνδυλος· ἀπὸ οὖν τοῦ | |
pi 449 | ὁλοκεραύνου πρὸς τοῦ μικροῦ μετακονδύλιον πυγὼν, ἐξ
ὧν ὁ πῆχυς σπιθαμαὶ μὲν δύο, δογμαὶ δὲ ἕξ, δάκτυλοι
δὲ κδ· πυγὼν δὲ ἶσα ἀπὸ τῆς πυγμῆς, ἐπεὶ μὴ ὥσπερ
ὁ πῆχυς προτεταγμένους μετρεῖται δακτύλους, οὕτω καὶ |
5 | ἡ πυγὼν ἐπισυνεστρωμένους, ὥστε ἔλαττον εἶναι τοῦτο
τὸ μέτρον τοῦ πήχεος· ἴσως δὲ τὸ μέχρι πῆχυς ἐκ πο‐
δός· τῷ δὲ ὀνόματι κέχρηται Ὅμηρος, βόθρον, ὅσον
πυγούσιον, ἔνθα καὶ ἔνθα· ἐκταθείσων δὲ τῶν δύο
χειρῶν ἀπ’ ἀλλήλων εἰς τὰ πλάγια, ὀργυῖα λέγεται, |
---|
10 | οἷον, ὀρεγυῖα, διὰ τὸ ὀρέγειν ὅ ἐστιν ἐκτείνειν τὰ γυῖα
τουτ’ἔστι τὰς χεῖρας· ἔχει δὲ ἡ ὀργυία, σὺν πλάσει τοῦ
στήθους πήχεις τέσσαρας· τηλικαῦτα δὲ κατὰ μέγεθος
αἱ χεῖρες οὖσαι, κάτω ἐκταθεῖσαι οὐκ ἐφικνοῦνται
τῶν γονάτων, ἀλλ’ ἀποθέουσι σπιθαμʹ.. διὸ καὶ μα‐ |
---|
15 | κρόχειρα δόξαντα κεκλῆσθαι· εἴτε Δαρεῖος ἦν ὁ Ὑδα‐
σποὺ, εἴτε ὁ Ξέρξης, εἴτε Ὤχος, εἴτε Ἀρταξέρξης,
μὴ διὰ τὸ ἐφάπτεσθαι τῶν γονάτων. οὕτως ὠνομᾶσθαι
διὰ τὸ μήκιστον ἐκτείνειν τὴν δύναμιν τῆς βασιλείας·
οὕτω Σωρανός. |
---|
20 | Παλαμναῖος, παρὰ τὸ πολλοὺς ἀμᾷν· ἢ παλαίειν
μετὰ μένους. καὶ Ζεὺς δὲ παλαμναῖος λέγεται ἐν Χαλ‐
κίδι· καὶ ἀσπὶς δέ τις τῶν θηρίων παλαμαῖος καλεῖται,
ὁ διὰ χειρὸς καταγωνιζόμενος τὴν μάχην· παρὰ τὸ
παλαμᾷν. |
---|
25 | Πανόρμοι, σκέπην ἔχοντες παντὸς ἀνέμου· ἢ εἰς οὓς
ὁρμίζονται πάντες.
Παλινοστήσας, ἐκ τοῦ πάλιν καὶ τοῦ νόστος, νο‐
στήσω· πάλιν ἀπὸ τοῦ εὐθέως μεταστροφὴν δηλοῖ.
Παλίῤῥοια, ἡ ῥοή. |
---|
30 | Παλιῤῥόθιον, τὸ εἰς τοὐπίσω φερόμενον κῦμα.
Παλάσσετο, ἐβρέχετο, ἐμολύνετο· πηλὸς γὰρ ἡ βε‐
βρεγμένη γῆ.
Παλάτιον, παλαιόν τι ὄν.
Παλήνη, τὸ ἄλευρον, παρὰ τὴν παιπάλην, ὅ ἐστι τὸ |
---|
35 | λεπτὸν ἄλευρον.
Παλυνομένης, βρεχομένης, ἢ λευκαινομένης, παρὰ
τὴν παλήνην. Ἀττικῶς δὲ παιπάλην λέγουσι τὸ λε‐
πτὸν ἄλευρον, παρὰ τὸ ἀποπάλλεσθαι ἐκ τοῦ ἀλεύρου,
ὅ ἐστιν ἀποῤῥίπτεσθαι. |
---|
40 | Παλιγγενεσία, ἐκ τοῦ πάλιν καὶ τοῦ γεννῶ, γεννή‐
σω, γεννησία, ἀντὶ τοῦ ἀναγέννησις· τὸ δὲ πάλιν ση‐
μαίνει τρία.
Παλίλλογα, παρὰ τὸ λέγω ῥῆμα, ὃ σημαίνει τὸ συλ‐
λέγω· καὶ τὸ πάλιν, τὸ δηλοῦν τὸ ἐκ δευτέρου· πλεο‐ |
---|
45 | νασμῷ τοῦ λ.
Πάλιν, σημαίνει τρία, τὸ ἐκ δευτέρου, ὡς τὸ, οὐ θήν
μιν πάλιν θυμὸς ἀνήσει· καὶ τὸ ἐξ ἐναντίου· οὐ δὲ
πάλιν ἀρέσει· καὶ εἰς τοὐπίσω· χειρὶ πάλιν ἐρύσας,
καὶ ὄσσε πάλιν κλίνασα. καὶ εἰς τὸ αὖθις, καὶ πλήμη. |
---|
pi 449 (50) | Πάλιν τοῦ αὖθις διαφέρει, ὅτι τὸ μὲν πάλιν τὸ εἰς
τοὐπίσω σημαίνει, τὸ δὲ αὖθις τὸ ἐξ ὑστέρου, ἐπίῤῥη‐
μα σημαντικόν. καί τι διαφέρει τὸ αὖθις τοῦ αὖθι;
τὸ μὲν γὰρ αὖθις σημαίνει τὸ πάλιν, ἢ τὸ μετὰ ταῦ‐
τα· τὸ δὲ αὖθι τὸ αὐτόθι. |
55 | Παλίνορσος, ἐκ τοῦ πάλιν τοῦ σημαίνοντος τὸ εἰς
τοὐπίσω, καὶ τοῦ ὀρῶ μέλλοντος· ἔστι γὰρ ὀρῶ ὁ μέλ‐
λων ὄρσω Αἰολικῶς· ἐξ αὐτοῦ γίνεται παλίνορσος, ὁ
ὀπισθόρμητος. |
---|
Παλίωξις, παλινδίωξίς τίς ἐστι· παλίωξις δὲ λέγεται, | |
pi 450 | ὅταν οἱ διωκόμενοι εἰς τοὐπίσω στραφέντες τοὺς πρωὴν
διώκοντας ἐλαύνουσι· πάλιν γὰρ τὸ ὀπίσω σημαίνει,
καὶ ἴωξις καὶ πλεονασμῷ τοῦ δ, δίωξις· τὸ δὲ δίωξις
παρὰ τὸ διώκω τοῦτο παρὰ τὸ ὥθω· συντάσσεται πτώ‐ |
5 | σει αἰτιατικῇ.
Παλλὰς, καὶ κλίνεται Παλλάδος, ὄνομα θεᾶς τῆς
Ἀθηνᾶς, παρὰ τὸ πάλλω, τὸ κινῶ, ἢ ἀπὸ τοῦ παλ‐
θῆναι αὐτὴν ἀπὸ τῆς κεφαλῆς τοῦ Διός· ἢ ὅτι Πάλ‐
λαντα, ἑνὰ τῶν Γιγάντων ἀπέκτεινεν· ἢ διὰ τὸ παλ‐ |
---|
10 | λωμένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ.
Παλλὰς, ἀπὸ τοῦ παλλικωδέα ἡλικίαν ἔχειν· ἢ ἀπὸ
τοῦ πάλλειν κατὰ τὸν μυστικωδέα λόγον· ἀναβιβα‐
σθέντος γὰρ τοῦ Διονύσου ὑπὸ Ἑρμοῦ εἰς οὐρανὸν, φα‐
σὶν, Ἥραν ἀπεχθῶς ἔχουσαν ἐπιπέμψαι αὐτῷ τοὺς |
---|
15 | Τιτάνας εἰς τὸ διαφθείραι αὐτὸν, καὶ τούτους ἐπιχει‐
ρήσαντας, διασπάσαι αὐτὸν, πάλλουσα τὸ δόρυ ἀπή‐
λασε.
Παλλακῖνος, παρὰ τῷ Σώφρονι τὸ ὄνομα δηλοῖ δὲ
τὸν πάλλικα ἢ τὸν τῆς παλλακῆς υἱόν. |
---|
20 | Πάμπαν, ἔστι πᾶν, καὶ κατ’ ἀναδιπλασιασμὸν πάμπαν·
τὸ δὲ μ, διὰ σύνταξιν· οὕτως Ἡρωδιανός.
Παμπήδην, ἐπίῤῥημα, ὥσπερ τὸ χύδην, μάτην· σημαί‐
νει δὲ παντελῶς.
Πανοῦργος, ὁ πάντα ἐν πονηρίᾳ ἐργαζόμενος· λέγεται |
---|
25 | δὲ καὶ ὁ πάνυ φρόνιμος· καὶ ὁ κακοποιεῖν δυνάμενος,
διὰ τῆς αὐτοῦ σοφίας καὶ κακίας.
Πανσθενεστὰ, ἰσχυροτάτη.
Πανοικί συλω, τῷ οἴκῳ.
Πανδίων, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὴν ἰὼν με‐ |
---|
30 | τοχὴν καὶ τὸ πᾶν γέγονε πανίων· καὶ κατ’ ἐπένθεσιν
τοῦ δ, Πανδίων.
Πανήγυρις, τὰ σύνθετα ὁμοίως τοῖς ἁπλοῖς κλίνεται·
τὸ ἁπλοῦν ἄγυρις· τὸ γυ ψιλὸν, ὥσπερ ὄνομα ὄνυμα,
οὕτως ἀγορὰ ἄγυρις, καὶ Αἰολικῶς ἄγορες· τὸ νη ἦτα· |
---|
35 | ἐκ τοῦ πᾶν καὶ τοῦ ἄγυρις πανάγυρις καὶ πανήγυρις·
ἢ παρὰ τὴν ἄγυριν, ὅ ἐστι συνάθροισιν, εἰς ἣν πάν‐
τες ἀγείρονται.
Παννυχὶς, παννύχιον, ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ
παννυχίως· ὄνομα ὂν μετήχθη εἰς ἐπίῤῥημα· συντάσ‐ |
---|
40 | σεται δὲ ὥσπερ τὸ ἥδιστα καὶ τὸ ἥκιστα, καὶ τὰ
ὅμοια· γίνεται δὲ ἐκ τοῦ νὺξ νυχὸς, νύχιος καὶ παννύ‐
χιος· τὸ χι ἰῶτα· τὰ ἀπὸ μονοσυλλάβων ὀξυτόνων
διὰ τοῦ ιος ὀνόματα, διὰ τοῦ ι γράφεται, μὴν μηνὸς
μήνιος. |
---|
45 | Πανόλβιος, παρὰ τὸ πᾶν καὶ τὸ ὄλβος, ὃ σημαίνει
τὸν πλοῦτον πανόλβιος, ἤγουν πανυπλούσιος· ἢ παρὰ
τὸ οὖλος, ὃ σημαίνει τὸν ὑγιῆ, οὐλόβιος, μετὰ τοῦ
βιὸς· καὶ ἀποβολῇ τοῦ υ, καὶ κατὰ συγκοπὴν ὄλβιος·
φαμὲν γὰρ οὖλαι τε καὶ μέγα χαῖρε, ἀντὶ τοῦ ὑγιάναι· |
---|
pi 450 (50) | ὄλβιος οὖν ἐστιν, ὁ ἐν μηδένι ἐνδεής· τὸ δὲ ὄλβιος γέ‐
γονε, παρὰ τὸ ὅλον, ὃ σημαίνει τὸ ὁλόκληρον καὶ
πλούσιον.
Πανσιδίῃ, παντὶ τῷ πλήθει, παρὰ τὸ ὁμοῦ τάσσε‐
σθαι, καὶ σεβεσθαι, ἤγουν ὁρμᾶν καὶ ἐπακολου‐ |
55 | θεῖν· ἐξ οὗ καὶ παλίσσυτος· καὶ εἰς τὸ ἔσσυται.
Πάντας, ἐκ τοῦ πᾶς, σημαίνει δύο, τό, τε προσηγο‐
ρικὸν, τό, τε, ἐπίθετον· προσηγορικὸν δὲ τὸ δηλοῦν
τὸν πατέρα, οὗ κατ’ ἀναδιπλασιασμὸν πᾶς πᾶς· τοῦτο οἱ |
---|
μὲν Ῥωμαῖοι βαρυτόνως λέγουσιν, ἡμεῖς δὲ περισπωμένως | |
pi 451 | τοῦτο κλίνεται ὁ πᾶς τοῦ πᾶ, τὸ ἐπίθετον ὁ πᾶς,
τοῦ πάντος.
Πάντοτε, ἐπίῤῥημα χρόνου δηλωτικὸν, ἐκ τοῦ πᾶν καὶ
τοῦ τότε. |
5 | Πανδῶρα, ἡ γῆ, ὅτι τὰ πρὸς τὸ ζῆν δωρεῖται· ἔστιν
ὄνομα κύριον παρ’ Ἡσιόδῳ· ἢ ὅτι πάντων δωρεὰς
ἔλαβε· ἢ ὅτι δῶρα πάντων θεῶν.
Πάντοσε, πανταχοῦ· διάτι προπαροξύνεται; τὰ εἰς ε
λήγοντα ἐπιῤῥήματα, τὴν εἰς τόπον σχέσιν δηλοῦντα |
---|
10 | ὁμότονα καθεστήκασι τοῖς εἰς θεν λήγουσιν ἐπιῤῥήμα‐
σιν· οἷον, ἑκασταχόθεν, ἑκασταχόσε, πάντοθεν πάν‐
τοσε· τὸ το μικρὸν διάτι; τὰ εἰς θεν λήγοντα ἐπιῤ‐
ῥήματα παραλήγοντα φωνήεντι, ᾧ καὶ τὸ τέλος τῆς
γενικῆς τοῦ ὀνόματος· εἰ δὲ ἀπὸ ῥήματος εἴῃ, τὸ αὐτὸ |
---|
15 | παραλήγεται, δεῖ οὖν τὸ λῆγον τοῦ πρωτοτύπου· εἰ δὲ
διὰ διφθόγγου εἴῃ, καθὼς πρόσκειται, ὑποπίπτει τὸ
ἐπὶ τοῦ τέλους φωνῆεν· ἀρχῆς ἀρχῆθεν, θύρας θύ‐
ραθεν, οὐρανοῦ οὐρανόθεν.
Παπαὶ, ἐπίῤῥημα σχετλιαστικὸν, ἀπὸ τοῦ πήθω τὸ |
---|
20 | πανθάνω, ὁ β ἀόριστος ἔπαθον· παπαὶ τὸ πάθος τῆς
λύπης· πάντα τὰ εἰς αι λήγοντα ἐπιῤῥήματα, ἐπὶ
τέλους ἔχοντα τὸν τόνον περισπῶνται, πλὴν τοῦ βαβαὶ,
καὶ τοῦ ναί· τὸ δὲ ἰοὺ ἀναφώνημα λύπης.
Πάπας, παρὰ Ἀττικοῖς λέγεται ὁ πατήρ. |
---|
25 | Πάππα φίλ’, εἴρηκεν Ὅμηρος· οὕτω δὲ ἐλέγετο παρὰ
Συρακουσίοις ὁ πατήρ· πᾶς λέγεται, καὶ κατ’ ἀναδι‐
πλασιασμὸν πάπας, καὶ πλεονασμῷ τοῦ π, πάππα
φίλε.
Παπταίνειν σημαίνει τὸ βλέπειν, καὶ περισκοπεῖν τῇδε |
---|
30 | κᾀκεῖσε, παρὰ τὸ πανταχοῦ τὰ φαὴ μεταννύειν.
Παπταίνων, περιβλεπόμενος παρατηρῶν· παρὰ τὸ τὰ
φαὴ μεταννύειν, γίνεται φαπταίνων καὶ παπταίνων.
Παραβλήδην, παραβλητικῶς, παραβοτικῶς· ἔστιν
ἐπίῤῥημα ποιότητος· καὶ ἐκ πόσων μερῶν τοῦ λόγου |
---|
35 | παράγονται τὰ εἰς δην ἐπιῤῥήματα; ἐκ δύο· ἐξ ὀνό‐
ματος καὶ ῥήματος· καὶ εἰ μὲν ἀπὸ ὀνομάτων παρά‐
γονται τὰ εἰς δην ἐπιῤῥήματα, τῷ α παραλήγονται·
οἷον λόγος λογάδην, σπόρος σποράδην, τρόχος τροχάδην·
εἰ δὲ ἀπὸ ῥήματος γίνεται, τῷ β παραλήγεται· οἷον |
---|
40 | γράφω γράβδην, λείβω λείβδην, ὡς τὸ ἄκρον ἐπὶ
λείβδην· κρύπτω κρύβδην· εἰ δὲ ἀπὸ τῶν εἰς ω μελ‐
λόντων τῷ γ παραλήγεται, οἷον μίξω μίγδην, λήξω
λήγδην· εἰ δὲ ἀπὸ τῶν περισπωμένων, τῷ ἦτα παρα‐
λήγεται, οἷον ῥῶ ῥήσω, ῥήδην· σημαίνει δὲ τὸ φανε‐ |
---|
45 | ρῶς· τμῶ τμήσω τμήδην· εἰ δὲ ἀπὸ τῶν εἰς μι, εἰ
μὲν ἀπὸ τῆς πρώτης συζυγίας, τῷ ε παραλήγεται,
οἷον ἀνίημι ἀνήσω ἀνέδην· σημαίνει δὲ τὸ διαλελυμένον·
εἰ δὲ ἀπὸ τῆς δευτέρας, τῷ α παραλήγεται, οἷον βῆμι
βήσω βάδην· τοῦ δὲ βάδην ἀπιόντος. |
---|
pi 451 (50) | Παραβολὴ, πραγμάτων ὁμοίωσις· ἢ μέλλει οὐ δύναται
γενέσθαι ἐπὶ πράγματος ἐπὶ πράγματος· παράδειγμα
δὲ παραγεγονότος πράγματος.
Παραβολὴ παραδείγματος διαφέρει· ἡ μὲν γὰρ παρα‐
βολὴ ἀπὸ ἀλόγων ἢ καὶ ἀψύχων λαμβάνεται· ἀπὸ |
55 | μὲν ἀλόγων, οἷον ὥσπέρ τις ὀξύτατος ἵππος· ἀπὸ δὲ
ἀψύχων, ὥσπέρ τις οἰκία μεγίστη· τὸ δὲ παράδειγμα
ἀπὸ ἐμψύχων, ὥσπερ ἀνήρ τις· ἀπὸ δὲ γεγονότος
πράγματος, ὥσπερ τὸ συμβέβηκος πολέμου.
Παραβολή ἐστι λόγος παραβάλλων τὰ νοητὰ τοῖς |
---|
60 | αἰσθητοῖς, καὶ παριστῶν, ἐκ τῶν ἐγκοσμίων καὶ ὁρα‐ | |
---|
pi 452 | τῶν, τὰ ὑπερκόσμια καὶ ἀόρατα. παράδειγμα δὲ λόγος
ἀπὸ τοῦ καθ’ ἕκαστα ἄγων ἐπὶ τοῦ καθόλου· ἢ δεῖξις
πιστουμένη, τὸ μερικὸν διὰ μερικοῦ καὶ ὁμοίου.
Παράδεισσος, διὰ δύο σς, ἐκ τῆς παρὰ προθέσεως, |
5 | καὶ τοῦ δεῖσσα ἡ ὑγρασία. τὰ διὰ τοῦ εισσα θηλυκὰ
διὰ τῆς ει διφθόγγου γράφεται· πλὴν τοῦ μαρπίσσα,
Τέκμησσα, βήσσα, ἡ βάσιμος καὶ βήσσα ἡ τροφός·
ταῦτα γὰρ διὰ τοῦ ἦτα γράφεται.
Παράδεισος, πρώτη δρόσος, ἡ διάδροσις· ἢ παρὰ |
---|
10 | τὴν ὑγρασίαν, δείσσα γὰρ ἡ ὑγρασία· παράδεισος γὰρ
κυρίως λέγεται τόπος ἔνυδρος καὶ ἔνδενδρος, ἐν ᾧ πε‐
ριπατεῖ ἡ βασιλέως κατάλυσις.
Παρὰ θῖνα, παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης, ὃς
οὕτω κέκληται, ἀπὸ τοῦ θείνεσθαι, ὅ ἐστι τύπτεσθαι |
---|
15 | τῇ προσρήξει τῶν κυμάτων.
Παρὰ θῖνα, ἢ παρὰ τὸ ἔξω δηλοῖ, ὧσπερ καὶ παραπλεῖν
τὸ ἔξω πλεῖν· αἰγιαλὸς μὲν οὖν κοινῷ εἴρηται ὀνόματι,
καί ἐστι παρὰ τὴν αἶαν ἐγγὺς ἁλὸς ἔχειν· ἔχει δὲ δια‐
φορᾶς τρεῖς ἀκτῖνα καὶ θῖνα καὶ ῥηγμῖνα· ἀκτῖνα μὲν |
---|
20 | οὖν εἴρηται ὁ πετρώδης αἰγιαλὸς παρὰ τὸ ἄγνυσθαι καὶ
κλᾶσθαι ἐκεῖ τὰ κύματα.
Παραὶ, πλεονασμῷ τοῦ ἰῶτα, ποιητικῶς· παραὶ ποσὶ
καὶ κάππεσε θυμός.
Παραίνεσις, συμβουλή. |
---|
25 | Παραπλήσιον, λέξις συνθέτη, ἐκ τῆς παρὰ προθέ‐
σεως καὶ τοῦ πλησίον γίνεται παραπλήσιος καὶ παρα‐
πλήσιον· καὶ σημαίνει τὸ ἐμφερὲς καὶ ὅμοιον, ὁ ἐγγὺς
τοῦ ὁμοίου καὶ ἴσου.
Παραβάται, οἱ ἐπὶ τῶν δίφρων ἢ ἁρμάτων ἑστῶτες. |
---|
30 | Παρασάγγης, τὰ λ στάδια παρὰ Πέρσαις· παρὰ Αἰ‐
γυπτίοις δὲ ξ. παρὰ Σοφοκλεῖ ἐν Ἀνδρομάχῳ ἐπὶ τοῦ
ἀγγέλου λέλεκται· καὶ εἰς τὸ σχοινοφόρος.
Παράσημα, ἀδόκιμα, τὰ κίβδηλα τῶν νομισμάτων λέ‐
γεται. |
---|
35 | Παρατατικὸς, ὁ παρεκτείνων χρόνος· τείνω τανῶ ὁ
παρακείμενος τέτακα, καὶ ἐξ αὐτοῦ τατικὸς καὶ παρα‐
τατικός.
Παραχρῆμα, ἐπίῤῥημα χρόνου δηλωτικόν.
Πόρδαλις, ὁ ἄρσην, ἡ πάρδαλις ἡ θήλεια, ὁ μὲν ἀπὸ |
---|
40 | τοῦ προάλλεσθαι, ἡ δὲ ἀπὸ τοῦ προάλλεσθαι.
Πάρδαλις, παρὰ τὸ ὀξέως τρέχειν· ἢ διὰ τὸ εἶναι
ποικίλη.
Παρδαλέην, παρδάλεος, δορᾶς ὄνομα· ἡ εὐθεῖα παρ‐
δαλέη, ὥσπερ ἡ λεοντέη· καὶ τὸ ἀρσενικὸν πάρδαλις· |
---|
45 | τὸ λε ψιλὸν διάτι; ἐπειδὴ οἱ Ἴωνες, τὰ δι’ αὐτοῦ εἰς
ης μετουσιαστικὰ, ἀποβάλλοντες τὸ ι τῆς ει διφθόγ‐
γου, διὰ τοῦ εος προσφέρουσιν, Ἑκτόρειος Ἑκτόρεος,
παρδάλειος, παρδάλεος· καὶ πότε λέγουσι πάρδαλις
καὶ πότε πόρδαλις· παραφυλακτέον ὅτι ἐπὶ μὲν τοῦ |
---|
pi 452 (50) | ζώου, διὰ τοῦ ο δεῖ προσφέρειν· ἐπὶ δὲ τοῦ δέρματος
διὰ τοῦ α. καὶ γίνεται πόρδαλις τὸ ζῶον, παρὰ τὸ
προάλλεσθαι καὶ ἀτάκτως κινεῖσθαι, πρόαλις καὶ
πλεονασμῷ τοῦ δ καὶ ἐν ὑπερβιβασμῷ πόρδαλις· καὶ τὸ
δέρμα λέγεται παρδάλειος καὶ Ἰωνικῶς παρδάλεος καὶ |
55 | τὸ Ἰωνικὸν θηλυκὸν παρδαλέη παρδαλῆ, περισπωμένως,
ὡς λεοντέη λεοντῆ.
Πάρει, ἦλθες· εἰμὶ τὸ ὑπάρχω, τὸ δεύτερον εἶς, ἀπο‐
βολῇ τοῦ ς εἶ. ἔστι δὲ δεύτερον πρόσωπον, σημαίνει
δὲ τὸ ὑπάρχω, καὶ μετὰ τῆς παρὰ προθέσεως πάρει. |
---|
60 | καὶ πάρειμι πάρεστι, καὶ πάρειμι πάρειτε. | |
---|
pi 453 | Παρέγραπτος, παρὰ τὴν παρὰ πρόθεσιν καὶ τὸ γρά‐
φω γίνεται, παρέγραφος καὶ ἐν παρέγγραφος· λέγεται
δὲ καὶ παραγραπτὸς ὁ παρὰ τὸ προσῆκον γεγραφὼς τῷ
λεξιαρχικῷ γραμματείῳ, ἤγουν ὁ νόθος. |
5 | Παραθήνη, τὸ ἐπὶ παραφυλακῇ τινι δεδομένον.
Παραιτεῖται, ἀποβάλλεται.
Παράκλητον, ἐκ τοῦ παρακαλῶ γίνεται παράκλητον,
τὸ παρακεκλημένον.
Παρεμβολὴ, ὄνομα σύνθετον, παρὰ τὴν παρὰ πρό‐ |
---|
10 | θεσιν, καὶ τὸ ἐμβολὴ, ὃ σημαίνει τὴν εἴσοδον καὶ ὁρ‐
μήν· σημαίνει δὲ τὸ στρατόπεδον.
Παρειὰ, ἡ σιαγὼν, ὄνομα οὐδέτερον, ἡ εὐθεῖα τῶν
πληθυντικῶν, ἡ γὰρ τῶν ἑνικῶν οὐκ ἔχει· ὅτι τὰ ἀρ‐
σενικὰ ἢ θηλυκά· οὕτως αἱ παρειαὶ τὰ παρειά· τὸ |
---|
15 | ρει διφθόγγῳ κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς παρὰ
λέγουσιν, διὰ τοῦ ἦτα, ἐξ οὗ καὶ τὸ παρήϊον· τὴν
γὰρ ει δίφθογγον εἰς η τρέπουσι, τὸ γὰρ πλείων διὰ
τῆς ει διφθόγγου, πλήων δὲ διὰ τοῦ η λέγουσι· πα‐
ριὰς δὲ εἶδος ὄφεως, ἔχων τὰς παρειὰς ἐπηρμένας. |
---|
20 | Παρειαὶ, παραιαὶ, λέξις, οἱ Αἰολεῖς τρέψαντες τὸ ι
εἰς υ, καὶ τὸ ε εἰς α.
Παρεκτικὸν, ὄνομα οὐδέτερον· τὸ ἀρσενικὸν ὁ πα‐
ρεκτικὸς, τοῦτο παρὰ τὸ παρέχω, παρέξω, ὁ παρα‐
κείμενος παρῆχα, ὁ παθητικὸς παρῆγμαι, παρῆκται, καὶ |
---|
25 | ἐξ αὐτοῦ παρεκτὸς, τὸ κτητικὸν παρεκτικόν.
Πάρεσο, ἐλθὲ, παραγενοῦ· ἔστιν εἶμι τὸ πορεύομαι,
ὁ παθητικὸς ἐνεστὼς ἔμαι, ὁ παρατατικὸς ἤμην, ἦσο·
τὸ προστακτικὸν ἔσω, καὶ μετὰ τῆς παρὰ προθέσεως
πάρεσο. |
---|
30 | Πάρεστε, παρίστασθε, ἐκ τοῦ ἔμι, ὅπερ οὐκ ἔστιν ἐν
χρήσει, ἀλλὰ εἰμὶ, τὸ πληθυντικὸν ἔμεν, καὶ πλεο‐
νασμῷ τοῦ ς ἐσμὲν, τὸ δεύτερόν ἐστε, καὶ μετὰ τῆς
παρὰ προθέσεως πάρεστε· καὶ ἀναβιβάζει τὸν τόνον
διάτι; πᾶν γὰρ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀνα‐ |
---|
35 | βιβάζει τὸν τόνον· καὶ εἰ μὲν δισύλλαβον εἴη τὸ
ἁπλοῦν τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν ἐν τῇ συν‐
θέσει, οἷον ἐστὲ πάρεστε, φημὶ ἀπόφημι καὶ σύμφημι,
εἰμὶ σύνειμι. εἰ δὲ μονοσύλλαβον πρὸ τέλους, οἷον
σχοῦ ἀπόσχου· θοῦ ἀπόθου, δοῦ ἀπόδου, χρὴ |
---|
40 | ἀπόχρη.
Πάρεξ, παρὰ τὴν παρὰ πρόθεσιν, καὶ τὴν ἐξ, πάρεξ
ὁδοῦ ἐν νεκύεσσιν, ἀντὶ τοῦ ἐκτός· πάρεξ ἅλα φύκος
ἔχευαν ἀντὶ τοῦ παρὰ μόνον.
Πάρεξ, τὸ χωριστικὸν ἐπίῤῥημα· εἴρηται παρὰ τὴν ἐξ |
---|
45 | πρόθεσιν, ἥτις δηλοῖ τὸ ἐκτός· καὶ τὸ μὲν ὀξύνεται,
τὸ δὲ βαρύνεται, πρὸς διάφορον σημαινόμενον· καὶ τὸ
μὲν βαρυνόμενον χῶραν σημαίνει, καὶ συντάσσεται γε‐
νικῇ· τὸ δὲ ὀξυνόμενον, ἰσοδυναμεῖ τῇ παρὰ, ἢ τῇ
ἐξ· ἥτις σημαίνει τὴν ἔξω σχέσιν. |
---|
pi 453 (50) | Παρέχειν καὶ παρέχεσθαι διαφέρει· παρέχει μέν τις
ἐσθῆτας, παρέχεται δὲ προθυμία καὶ εὔνοια· ὅπερ ἐπὶ
τῆς τῆς ψυχῆς διαθέσεως παραλαμβάνεται.
Παρῆκον, ἀντὶ τοῦ ἐπλήρωσαν, ἐκ τοῦ παρεῖμι, πα‐
ρήσω, παρῆκα. |
55 | Παρίθμια, τὰ περὶ τὸν φάρυγγα, παρὰ τὸ ἰθμόν·
ἰθμὸς δέ ἐστι, τόπος στενός, δι’ οὗ ἐστιν εἰσιέναι τὰ
ἐσθιόμενα καὶ πινόμενα.
Παρήορος, παρηωρημένος τὸ σῶμα, τουτ’ἔστι παρεκλε‐
λυμένος ἐν ἄλλῳ· νῦν δὲ ἀντὶ τοῦ μέγας, καὶ εἰς μῆ‐ |
---|
60 | κος ἐκτεταμένος.
Παρηρημένην, ἐκβεβλημένην, ἀποκεχωρισμένην, καὶ
οἱονεὶ καθηρημένην, ἀπὸ τοῦ αἰρῶ, ὃ σημαίνει τὸ κατα‐ |
---|
βάλλω, ὁ παρακείμενος ἤρηκα, ὁ παθητικὸς ἤρημαι, | |
pi 454 | ἡ μετοχὴ, ὁ ἡρημένος, τὸ θηλυκὸν ἡρημένη, ἡ αἰτια‐
τικὴ ἡρημένην, καὶ μετὰ τῆς μετὰ προθέσεως μετηρη‐
μένην.
Παρθενία, ὅτι παρὰ θεοῦ ἐδόθη. φησὶ γὰρ, ἔλαβε |
5 | Κάϊν ἑαυτῷ γυναῖκα· τουτ’ἔστιν οὐκ ἐκ τοῦ θεοῦ.
Παρθένος, σύνθετον, παρὰ τὴν παρὰ πρόθεσιν, καὶ
τὸ θήνη, ὃ σημαίνει τὸν μαζὸν· οἱονεὶ ἐγγὺς οὖσα
τοῦ μαζοῦ, τουτ’ἔστιν σχεδὸν ὑπομάζιος· παρὰ τὸ
θέειν καὶ παρατρέχειν τῇ μητρί· τουτ’ἔστιν ἥτις ἐστὶ |
---|
10 | μικρὸς καὶ νήπιος.
Παρθενία σωφροσύνης διαφέρει, καὶ παρθένου σώ‐
φρων· καθὸ ἡ μὲν παρθένος σώφρων ἐστὶ πάντως· ἡ
δὲ σώφρων οὐ πάντως παρθένος.
Παρθένος, παρὰ τὸ παραθέειν ῥᾳδίως αὐτὴν τὴν |
---|
15 | ἀκμήν· ἢ παρὰ τὸ παρεῖναι αὐτῇ τὸ θένεσθαι καὶ γα‐
μεῖσθαι.
Παρθένος, παρὰ τὸ παραθέειν τὴν παιδικὴν ἡλικίαν·
ἢ παρὰ τὸ θείνω τὸ φονεύω, θένος, καὶ μετὰ τῆς
παρὰ προθέσεως παράθενος, καὶ ἐν συγκοπῇ παρθένος, |
---|
20 | ἡ τὸ πῦρ τῆς πυρώσεως θανατοῦσα. ἢ παρὰ τὸν θήσω
μέλλοντα, τὸν δηλοῦντα τὸ θηλάσω, γυναῖκα με θή‐
σατο μαζῶ, ῥηματικὸν ὄνομα θήνη, καὶ ἐν συγκοπῇ
καὶ τροπῇ παρθένος· ἡ περὶ ταύτην τὴν ἡλικίαν γεν‐
νηθεῖσα, καθ’ ἣν ὥραν ἔχει ἐκτρίψαι τὸ καὶ κεκτῆ‐ |
---|
25 | σθαι μαζοὺς οὓς ἡ φύσις ἔταξε· τὰς γοῦν μικρὰς
παῖδας οὐ προσαγορεύομαι παρθένους, ἀλλὰ τὰς ἤδη
ἐπὶ τὸ γυναῖκας εἶναι, οὔσας· οἱ δὲ φασὶ, ἡ παρ’
οὐδενὸς οὐδὲν λαβοῦσα εἰς ἔδνον· σημαίνει δὲ δύο· τὴν
παρθενίαν γυναῖκα, καὶ τὸ ζῴδιον· καὶ εἰς τὸ γυνή. |
---|
30 | Παρθενοπίπα, ἐκ τοῦ παρθένος καὶ τοῦ πιπῶ, ὃ
σημαίνει τὸ ἀπατῶ, γράφεται δὲ διὰ τοῦ ἰῶτα, οἷον,
παιδοπίπης, γυναικοπίπης, πυριπίπης, οὕτως οὖν καὶ
παρθενοπίπης διὰ τοῦ ἰῶτα· σημαίνει δὲ τὸν παραβλε‐
πόμενον τὰς παρθένους. |
---|
35 | Πάρις, Πάριδος, ὁ υἱὸς Ἑκάβης ἐκλήθη Ἀλέξανδρος,
ὁ καὶ Πάρις. παρὰ τὸ πῦρ καὶ τὴν Ἴδην. ἐν ὁράματι
γὰρ ἡ Ἑκάβη ἐνόμισε δάλον τίκτειν, ὅστις κατέφλεγε
τὴν πόλιν, καὶ τὴν ἐν τῇ Ἴδη ὕλην· καὶ τούτου χάριν
τεχθέντα ἐν τῇ Ἴδῃ ἀπέῤῥιψεν. |
---|
40 | Παροιμία, ἐκ τῆς παρὰ προθέσεως, καὶ τοῦ οἶμος, ὃ
σημαίνει τὴν ὁδὸν, γίνεται παραοιμία καὶ παροιμία.
κέκληται δὲ παροιμία, τὸ παραδικὸν διήγημα· διὰ τὸ
περὶ τὴν ὁδὸν λαλεῖσθαι· καὶ εἰς τὸ αἶνος.
Παροιμία μὲν κυρίως ἀπόκρυφος λόγος· κατα‐ |
---|
45 | χρηστικῶς δὲ πᾶν παραδικὸν διήγημα· οἶμος γὰρ ἡ
ὁδός. καὶ ἄλλως, παροιμία λόγος ὠφέλιμος, ἤτοι βιω‐
φέλης, παρὰ τὴν ὁδὸν λεγόμενος.
Παραμαρτοῦντες, παρακολουθοῦντες, ἢ συντυχόντες,
ἀπὸ τοῦ ὁμαρτῶ, καὶ ὁμαρτήσαντες, οἱονεὶ ὁμοῦ ἁρμο‐ |
---|
pi 454 (50) | σάμενοι.
Παρὸς, ἐκ τῆς πρὸς προθέσεως· καὶ μικρὸν τὸ πρὸς,
ἀντὶ τοῦ ἔμπροσθεν ἤγουν πρότερον.
Πᾶσι μέλλους, ἐπίθετον τοῦ Ἄργους· ἀπὸ τοῦ ἐν
ἐπιμελείᾳ εἶναι, διὰ τὸ κλεός. |
55 | Πάσσε, τὸ ἐποίκιλλε. καὶ πόθεν δῆλον ὅτι σημαίνει τὸ
ἐποίκιλλεν· ἐπειδὴ κατὰ ποικιλλίαν παραπετάσματα
παστοὶ καλέονται.
Πάσσαλος, ξύλον ἐπίμηκες, ἐμπηγνύμενον τῇ γῇ, πρὸς |
---|
60 | τὸ κρατεῖν τὴν τένδραν· ἢ πρὸς τὸ κρεμᾷν τι.
Παρώνυμον, παρὰ τὴν παρὰ πρόθεσιν, καὶ τὸ ὄνομα,
γίνεται παραώνυμον καὶ παρώνυμον· οἱονεὶ ἐκ τοῦ |
---|
συμβεβηκότος καλούμενον ὄνομα. | |
pi 455 | Παστὸς, παρὰ τὸ πάσσω τὸ ποικίλλω.
Πάσχω, μέλλοντα οὐκ ἔχει· τὰ εἰς χω λήγοντα ῥή‐
ματα μέλλοντας οὐκ ἔχουσιν, οἷον ἐρέχθω, ἄχθω,
πάσχω, καὶ τὸ βαρυνόμενον. |
5 | Πάσχειν καὶ συμπάσχειν διαφέρει, καὶ ὁ πάσχων τοῦ
συμπάσχοντος. ὁ μὲν γὰρ πάσχων ἀλγεῖ, ὁ δὲ συμ‐
πάσχων λυπεῖται μὲν ἐπὶ τῷ τοῦ συμπάσχοντος πάθει·
ὁ μέντοι συμπάσχων ἀλγεῖ καθάπερ ὁ πάσχων, οἷον
πυρέττει τις τῶν φίλων σφόδρα συμπάσχομεν τούτῳ |
---|
10 | πυρέττοντι· οὐ μέντοι καὶ πυρέττομεν.
Πατάσσω, παρὰ τὸ πτῶ τὸ φοβοῦμαι πτήσσω, ὁ μέλ‐
λων, καὶ συστολῇ τοῦ η εἰς α, πτάσω, καὶ ἐν πλεο‐
νασμῷ τοῦ ἑτέρου ς, πτάσσω, πατάζω· ἢ παρὰ τὸ
ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν. |
---|
15 | Πατραλοίας, ὁ τὸν πατέρα ἀτιμάζων, τουτ’ἔστι τύ‐
πτων· ἀλλοίειν γὰρ τὸ συντρίβειν. ὡσαύτως δὲ καὶ
μητραλοίας, ὁ τὴν μητέρα ἀτιμάζων.
Πατὴρ καὶ πάππος λέγεται, παρὰ τὸν ἦχον τὸν γινό‐
μενον ἐν τῷ καταφιλεῖν τὰ παιδία, ἢ ἀπὸ τῆς τῶν |
---|
20 | παίδων τῶν μικρῶν προσφωνήσεως.
Πατὴρ, ἐπὶ μὲν τοῦ θεοῦ, ὁ τὰ πάντα τηρῶν καὶ κα‐
ταχρηστικῶς, ἐπὶ δὲ ἀνθρώπου κυρίως, ὁ τοὺς ἰδίους
παῖδας τηρῶν.
Πατὴρ, ἀπὸ τοῦ σπείρω, ὁ παθητικὸς παρακείμενος |
---|
25 | ἔσπαρμαι· τὸ τρίτον ἔσπαρται, καὶ ἐξ αὐτοῦ σπατὴρ
καὶ πατὴρ ἀποβολῇ τοῦ ς. ἢ παρὰ τὸ παίειν ἐν τῇ
συνουσίᾳ· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζώων.
Πατρακούστης πατρακόστου, ὄνομα μετοχικὸν, τὸ
θέμα ἀκούω, ὁ μέλλων ἀκούσω, ὁ παρακείμενος ἤκου‐ |
---|
30 | κα, ὁ παθητικὸς παρακείμενος ἤκουσμαι, τὸ τρίτον
ἤκουσται, ἠκούστης, καὶ μετὰ τοῦ πατὴρ πατέρος
καὶ κατὰ συγκοπὴν πατρὸς πατρακούστης, ὁ τοῦ πα‐
τρὸς ἀκούσας.
Πατρίκιοι, οἱονεὶ πατὴρ τοῦ κοινοῦ. |
---|
35 | Πατρῶα, καὶ πατρικοὶ καὶ πάτρια διαφέρει· πατρῶα
μὲν γὰρ τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα· πατρικοὶ
δὲ οἱ φίλοι καὶ ξένοι· πάτρια δὲ τὰ τῆς πατρίδος
ἔθη.
Πατρῶος, ἔστι πατὴρ πατέρος πατρός· καὶ τὸ κτητι‐ |
---|
40 | κὸν πατρώϊος, καὶ κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω πα‐
τρῶος· ἔχει δὲ καὶ τὸ ἰῶτα. τὰ γὰρ κτητικὰ τῷ ἰῶτα
θέλουσι παραλήγεσθαι, ἢ ἐκφωνουμένῳ, ὡς τὸ θέϊον
καὶ θεῖον καὶ τὸ ἅγιον· ἢ ἀνεκφωνήτῳ, ὡς τὸ πα‐
τρῷος μητρῷος. |
---|
45 | Πατρώϊον, ὄνομα κτητικὸν, πόθεν παράγεται; τὰ εἰς
κος κτητικὰ ἀπὸ τῶν γενικῶν τῶν ὀνομάτων, πλὴν
τριῶν, ἁλυκὸς, Λιβυκὸς, ἁλμυρὸς, ἐξ οὗ καὶ τὰ ἁλ‐
μυρὰ νάματα τῆς θαλάσσης· τὶ διαφέρει πατρωὸς καὶ
πατρῶος; πατρωὸς λέγεται, ὁ παρὰ τὴν συνήθειαν λε‐ |
---|
pi 455 (50) | γόμενος πάτριος· πατρῷος δὲ τὸ κτητικόν· πατρῷος δοῦ‐
λος, πατρῷον κτῆμα· καὶ διαλύσει πατρώϊον.
Πατρωνυμικὸν, εἰς τὸ Ἀτρείδης.
Παῦρα, εὐαρίθμητα, ὀλίγα, τὸ ἀρσενικὸν παῦρος, καὶ
σημαίνει τὸ ὀλίγον, παρὰ τὸ παύω παύσω παῦρος, ὁ |
55 | μέχρι πολλοῦ διήκων, ἀλλὰ ταχέως παύων· τὸ γὰρ
ὀλίγον ταχέως παύεται τὸ συγκριτικὸν παυρότερος,
καὶ εἰς τὸ ἀφαυρά.
Παυσωλὴ, ἡ κατάπαυσις.
Παῦλα, ἀνάπαυσις, ἔνδοσις. |
---|
60 | Πειρίθους, διὰ ἱστορίας τοῦτο μάνθανε. ὁ Ζεὺς ὁμοι‐ | |
---|
pi 456 | ωθεὶς ἵππῳ, περιέτρεχε τὴν μητέρα αὐτοῦ, καὶ οὕτω
συνεγένετο αὐτῇ καὶ ἐκεῖθεν οὗτος ἐτέχθη· παρὰ οὖν
τὸ παραθέειν γέγονε περίθους καὶ πλεονασμῷ τοῦ ι
Πειρίθους. ἄλλως τε καὶ οἱ Δωριεῖς παρὰ τὸ Πηρί‐ |
5 | θους λέγουσι διὰ τοῦ ἦτα. ἔθος δὲ ἔχουσι τὴν ει
δίφθογγον εἰς η τρέπειν, ὡς πολλάκις εἴρηται· ἰστέον
δὲ ὅτι κατὰ δεύτερον τρόπον Πειρίθους ἡμάρτηται·
πρῶτον μὲν ὅτι ἀπὸ πλεονασμοῦ ἔχει τὸ ἰῶτα· οὐδέ‐
ποτε δὲ περὶ πρόθεσις πλεονάζει. δεύτερον δὲ διὰ |
---|
10 | τοῦ ἦτα παρὰ τοῖς Δωριεῦσιν· οὐδέποτε δὲ οἱ Δωριεῖς
τρέπουσι τὴν ει δίφθογγον εἰς η, ἀλλ’ ἔχουσιν ἀπὸ
πλεονασμοῦ τοῦ ἰῶτα· οἷον ξένος, ξεῖνος, οὖ λέγουσι
δὲ διὰ τοῦ ἦτα· εἰ οὖν τὸ Πειρίθους ἀπὸ πλεονασμοῦ
ἔχει τὸ ἰῶτα. δῆλον ὅτι παραλόγως παρὰ τοῖς Δωριεῦ‐ |
---|
15 | σιν διὰ τοῦ ἦτα γράφεται.
Παφλάζω, ἀναβλάζω, ἐκ τοῦ φλῶ, κατὰ παραγω‐
γὴν φλάζω, καὶ κατ’ ἀναδιπλασιασμὸν παφλάζω, τὸ
θηλυκὸν ἡ μετοχὴ παφλάζουσα, ἐκβράζουσα πυρὶ καὶ
καχλάζουσα· τὶ διαφέρει παφλάζω καὶ καχλάζω; πα‐ |
---|
20 | φλάζω μὲν ἐπὶ πυρὸς, καχλάζω δὲ ἐπὶ κακοῦ.
Πάχνη, παρὰ τὸ πήσσω τὸ πηγνύω· τὰ δὲ παρὰ τὸ
πήσσω ἅπαντα, διὰ τοῦ ἦτα γράφεται.
Πάχνη, παρὰ τὴν πῆξιν, πάγη τις οὖσα· ἔστι δὲ
ἄνεμος ψυχρὸς, παγώδης. |
---|
25 | Πείκειν, σημαίνει τὸ ξαίνειν· διὰ τῆς ει διφθόγγου·
πρῶτον ὅτι τὸ πείκειν σημαίνει τὸ κτενίζειν, ἐξ οὗ
καὶ παρὰ τῷ ποιητῇ, πεξαμένη χειρὶ πλοκαμοὺς
ἔπλεξε φαεινοὺς, γέγονε πέκειν, καὶ πλεονασμῷ τοῦ
ἰῶτα πείκειν· δεύτερον δὲ διὰ τῆς ει διφθόγγου γρά‐ |
---|
30 | φεται, ὅτι ἀντιπαράκειται αὐτῷ τὸ πόκος, τὰ δὲ ἔχον‐
τα τὸ ε ἀντιπαρακείμενον ἔχουσι τὸ ο ἐγκείμενον· οἷον
λείβω λοιβή· πείκω πόκος.
Παχὺς, ἐκ τοῦ πάχης· τοῦτο ἐκ τοῦ πήσσω τὸ πη‐
γνύω. |
---|
35 | Πέδη, ἡ δέσμη, παρὰ τὸ πεδῶ, τὸ δεσμῶ, πεδήσω· τοῦ‐
το παρὰ τὸ ποὺς ποδὸς. γίνεται ποδῶ, καὶ τροπῇ τοῦ ο
εἰς ε πεδῶ πεδήσω· πεδῆσαι γὰρ κυρίως τὸ τοὺς πόδας
δεσμῆσαι.
Πέδη, παρὰ τὸ πιέζειν τοὺς πόδας. |
---|
40 | Πέδιλα, ποδάειλά τινα ὄντα, παρὰ τὸ ἐν τοῖς ποσὶν
εἱλεῖσθαι· καὶ ἔδει διὰ διφθόγγου γράφεσθαι· ἀλλὰ
οὐ πάντως τὰ ῥηματικὰ τῶν ὀνομάτων, φυλάσσει τὴν
γραφὴν τοῦ ῥήματος· ἰδοὺ γὰρ παρὰ εἴρω ἴρις, νείφω
νιφᾶς, λείβω λιβᾶς. |
---|
45 | Πέδιλα, τὰ ὑποδήματα, οἱονεὶ ποδόειλα· τὰ περὶ
τοὺς πόδας εἱλούμενα.
Πεδίον, τὸ δι ἰῶτα, ἐκ τοῦ πέδον, καὶ τρέπεται τὸ
βραχὺ εἰς βραχὺ καὶ γίνεται πεδίον· τὸ πε ψιλὸν
διάτι; ἐκ τοῦ πέδον, ὃ σημαίνει τῆν γῆν. |
---|
pi 456 (50) | Πέδον καὶ πεδίον διαφέρει· πέδον τάσσεται ἐπὶ οἰκή‐
ματος· πεδίον δὲ ἐπὶ ἀναπεπταμένου καὶ μακροῦ ἐπι‐
μήκους τόπου· διάτι οὐ προπαροξύνεται ὡς ὑποκοριστι‐
κὸν; τὰ γὰρ διὰ τοῦ ιον ὑποκοριστικὰ τριβράχεα
προπαροξύνεται· τοῦτο δὲ οὐκ ἔστιν ὑποκοριστικόν. |
55 | ὑποκοριστικὸν γάρ ἐστι τὸ μείωσιν τοῦ πρωτοτύπου
ἀσυγκρίτως δηλοῦν διαφέρει δὲ πέδιον καὶ πεδίον·
πέδιον λέγεται προπαροξυτόνως τὸ ὑποκοριστικὸν τῆς
πέδης, ὁ μικρὸς δεσμός· πεδίον λέγεται ἡ γῆ· τὸ δὲ
πεδίον μεῖζον ἐστὶν ἐν σημαινομένῳ τοῦ πέδου. |
---|
60 | Πεδινὸς, τόπος ὁμαλὸς ἐκ τοῦ πέδου. | |
---|
pi 457 | Πεζὴ, ἡ πεζεύουσα, πέζη δὲ τὸ ἱμάτιον· αὐτικ’ ἀνα‐
σχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας.
Πέζα, ὁ ποὺς παρὰ τὸ πέζω, πέζεσθαι· καὶ εἰς τὸ
περιπέζια. |
5 | Πειθήνιος, ὁ πειθόμενος τοῖς ἠνίοις.
Πείθοντο καὶ πειθοίατο· εἰς τὸ φρασαίατο.
Πείθω, τὸ καταπείθω, ὁ μέλλων πείσω, ἐξ οὗ καὶ
ἀμετάπιστος, καὶ ἀπιθῶ καὶ ἔπιθον.
Πείθω, τὸ ἐλπίζω, ἐξ οὗ καὶ πίστις, ἀμφότερον διὰ |
---|
10 | τῆς ει διφθόγγου· πήθω τὸ πανθάνω, ἐξ οὗ καὶ πή‐
σεσθαι· πιθῶ δὲ τὸ παραπεῖσαι· ἐξ οὗ καὶ τὸ ἀπε‐
γράψατο πιθήσας· καὶ εἰς τὸ πήθω.
Πεῖνα, παρὰ τὸ πένω τὸ ἐνεργῶ· τὸ πει διφθόγγῳ
διάτι; τὰ διὰ τοῦ ινα θηλυκὰ, διὰ τοῦ ι γράφεται, |
---|
15 | πλὴν τοῦ πεῖνα.
Πειρατὴς, παρὰ τὸ πείρειν, ἀλεγεινά τε κύματα πεί‐
ρων· ἢ παρὰ τὴν πεῖραν, ὃ δηλοῖ τὴν ἔφοδον.
Πείνη καὶ πεῖνα ἐπὶ ἄρτου ὁ λιμὸς, ἀπὸ γὰρ τοῦ
πεῖνα πείνη λέγουσιν οἱ Ἴωνες. |
---|
20 | Πείρα πήρας διαφέρει· πείρα μέν ἐστιν ἡ ἐπιστήμη
καὶ ἐμπειρία· πῆρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον καὶ
δερμάτιον ἀρτοφόρον, ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ
ποιμένες.
Πειραιεὺς, διὰ διφθόγγου, ὄνομα κύριον καὶ Ἀττικῶς |
---|
25 | ὁ λιμήν· ἐκ τοῦ περῶ περαίω, περαιεὺς, καὶ πλεο‐
νασμῷ τοῦ ἰῶτα Πειραιεύς· ἢ ἐκ τοῦ πείρα Πειραεὺς
καὶ Πειραιεύς· πυραιεὺς ὁ μετὰ πύρος ἁλιεύων, διὰ
τοῦ υ ψιλοῦ.
Πειρασμὸς, παρὰ τὸ πειράζω, ὃ σημαίνει τὸ κατα‐ |
---|
30 | λαμβάνω καὶ πολεμῶ.
Πειρήνη, ἐστι πηγὴ ἐν Κορίνθῳ, καὶ γράφεται διὰ δι‐
φθόγγου· παρὰ γὰρ τὸ πέρας γέγονεν ἄπερος, καὶ
πλεονασμῷ τοῦ ι ἄπειρος, καὶ ἐκεῖθεν ἀπειρήνη, οἱο‐
νεὶ πολλὴ, καὶ κατ’ ἀποβολὴν τοῦ α, πειρήνη· ἢ |
---|
35 | ἀπὸ Πειρῆνος τινὸς ὠνομάσθη· ὅπερ ἀπὸ τοῦ πέρας
γέγονε περὴν, καὶ πλεονασμῷ τοῦ ἰῶτα Πειρήν· ἢ ὅτι
παρὰ τὸ πείρα γέγονε Πειρήνη· τὸ δὲ πείρα δέδεικται
διὰ διφθόγγου.
Πειρατήριον, ἀπὸ τοῦ πείρα ὃ σημαίνει τὴν ἐμπει‐ |
---|
40 | ρίαν· τοῦτο παρὰ τὸ πείθω· ἢ παρὰ τὸ περῶ τὸ τε‐
λειῶ.
Πεῖσμα, τὸ σχοινίον, παρὰ τὸ πείθω· ἔστι τὸ πρυμνή‐
σιον, ᾧ πείθεται ἡ ναῦς καὶ ἵσταται, ἃ καὶ ὑπείκειν
τὴν ναῦν ποιοῦσι. |
---|
45 | Πείρω, ῥῆμα βαρύτονον, καὶ σημαίνει διάφορα. ἔστι
γὰρ πείρω τὸ σουβλίζω καὶ κεντῶ, ἐξ οὗ καὶ πεῖρος
καὶ πεῖρα καὶ πειρία· πείρω τὸ τελειῶ, ἐξ οὗ καὶ πέ‐
ρας τὸ τέλος· πείρω τὸ περῶ ἐξ οὗ καὶ πόρος καὶ πέ‐
ραμα· πειρῶ δὲ περισπωμένως σημαίνει τὸ νικῶ· |
---|
pi 457 (50) | πειρῶ τὸ δοκιμάζω, ἐξ οὗ καὶ πείρα ἡ δοκιμή· πειρῶ
τὸ μεθοδεύω, ἐξ οὗ καὶ πείρα ἡ τέχνη, πειρῶ τὸ γι‐
νώσκω, ἐξ οὗ καὶ πείρα ἡ γνῶσις· πειρῶ τὸ πειράζω,
ἐξ οὗ καὶ πειρατὴς, ὁ ἐν θαλάσσῃ λῃστὴς, καὶ πει‐
ρασμός· πειρῶ τὸ διαφθείρω, ἐξ οὗ καὶ πείρα ἡ |
55 | φθορά· πειρῶ τὸ σπουδάζω, ἐξ οὗ καὶ πείρα ἡ σπουδή·
πειρῶ τὸ βούλομαι, ἐξ οὗ καὶ πείρα ἡ βουλή· καὶ
πηρῶ τὸ ἐκτυφλῶ.
Πεζὸς, ὁ ἐκ ποδὸς μαχόμενος, πέζα γὰρ ὁ ποὺς, διὸ
καὶ ἀργυρόπεζα. |
---|
60 | Πείρασαι καὶ πείρησαι, παρὰ τὸ πειράζω, ἢ παρὰ | |
---|
pi 458 | τὸ πειρῶ πειρᾶς, ἐπείρασα, καὶ τὸ προστακτικὸν πεί‐
ρασαι, καὶ τροπῇ τοῦ α εἰς η πείρησαι.
Πείρινθον, σημαίνει τὸ τετράγωνόν τι τιθέμενον ἐπά‐
νω τῆς ἁμάξας· παρὰ τὸ παραθέειν γέγονε πέρινθος, |
5 | καὶ πλεονασμῷ τοῦ ἰῶτα πείρινθος· καὶ σκεπτέον, ὅτι οὐ
μόνον ἐπὶ τοῦ πειρίνθου, ἡ περὶ πρόθεσις ἐπλεόνασε
τὸ ἰῶτα, ἐπεὶ καὶ ἐπὶ τοῦ πειρίθους.
Πειρῶ, τὸ ἀπόπειραν ποιοῦμαι· πείρω τὸ σουβλίζω,
καὶ διαπερῶ τὸ κεντῶ καὶ τιτρώσκω· ἐξ οὗ καὶ πε‐ |
---|
10 | ριέπιον.
Πελαργὸς, παρὰ τὸ πέλη ἀργός.
Πέλας, ποιμενικὰς σταφίδας, ἀμολγοὺς γάλακτος, ἢ
φυάλαι· πέλας σημαίνει δύο, τὰ ἀγγεῖα καὶ τὸ πλη‐
σίον· σημαίνει δὲ καὶ ξύλινα ἀγγεῖα, παρὰ τὸ πεπε‐ |
---|
15 | λεκῆσθαι.
Πελάζειν, πλησιάζειν.
Πελαστὴς καὶ πενετὴς διαφέρει· πελαστὴς μέν ἐστι
πρόσφιγξ, καὶ εἰς τὸ ἀπειλῶ, πενετὴς δὲ παρὰ Θεσ‐
σαλοῖς, ὁ πραθεὶς ἄλλοις· ἢ κατὰ πόλεμον δωρη‐ |
---|
20 | θείς.
Πέλεια, πελιάδες.
Πέλεια καὶ κίρκος εἰσὶ γένη ἱεράκων, ὡς φησὶ Καλ‐
λίμαχος ἐν τοῖς περὶ ὀρνέων. πέλειαν δὲ ἄλλοι φασὶ
περιστερᾶς εἶδος, οἷον φάσσαν· ἐτυμολογεῖται παρὰ τὸ |
---|
25 | πέλαν ὃ σημαίνει τὸ μέλας· πέλειαι περιστεραὶ λέγον‐
ται καὶ μαντεῖαι.
Πελίωμα, τὸ μελανὸν χρῶμα.
Πελεκᾶν, παρὰ τὸ πέλειν ὠκύς· τοῦτο παρὰ τὸ πέλω
τὸ ὑπάρχω καὶ τὸ ὠκὺς, γίνεται πελωκὺς, καὶ ἐκ τού‐ |
---|
30 | του πέλεκυς, καὶ ἐξ αὐτοῦ πελεκῶ πελεκᾶν, ὡς
Ἀλκμᾶν Ἀλκμᾶνος· κλίνεται πελεκὰς πελεκάντος, ὡς
ἀνδριὰς ἀνδριάντος.
Πέλαγος, τὸ μὴ πέλας τῆς γῆς ὄν.
Πέλαγος, παρὰ τὸ πέλω τὸ ὑπάρχω, καὶ τὸ ἄγος, τὸ |
---|
35 | σημαῖνον τὴν ἔκπληξιν· τὸ ἔχον ἔκπληξιν, καὶ τὸ ἄπει‐
ρον βάθος τοῦ ὕδατος.
Πελέκει, ἡ εὐθεῖα πέλεκυς· καὶ γίνεται παρὰ τὸ πέ‐
λειν ὠκύς.
Πέλωρα, ὄνομα οὐδέτερον, τὸ ἀρσενικὸν ὁ πέλωρ, τὸ |
---|
40 | σημαῖνον τὸ ἐξαίσιον καὶ φοβερόν. καὶ γίνεται παρὰ
τὸ πέλω τὸ ὑπάρχω, καὶ τὸ ὥρα ἡ φροντίς· καὶ ἐτυ‐
μολογεῖται διὰ τὸ μέγεθος οὕτως· παράγεται δὲ παρὰ
τὸ προσπελάζειν τῷ Ὠρίωνι, ὡς λέγει ὁ ποιητὴς ἐν
τῷ Χ, ὅτε οἶδεν ὁ Πρίαμος τὸν Ἀχιλέα, ὥστ’ ἀστέρ’ |
---|
45 | ἐπεσσύμενον πεδίοιο, ὃς ῥά τ’ ὀπώρης εἶσιν· ἀρίζηλοι
δὲ οἱ αὐγαὶ φαίνονται πολλοῖσι μετ’ ἄστρασι νυκτὸς
ἀμολγῷ, ὄντε κύν’ Ὠρίωνος ἐπίκλησιν· λοιπὸν πέ‐
λωρ πέλωρος, καὶ τὸ οὐδέτερον πέλωρον.
Πελώριος, ὁ μέγας· τὸ ρι ἰῶτα· τὰ ἀπὸ τῶν εἰς ωρ, |
---|
pi 458 (50) | εἰ μὲν τρέπει τὸ ω, διὰ τῆς ει διφθόγγου γράφεται·
τὰ διὰ τοῦ ειος κτητικὰ Νέστωρ, Νέστορος Νεστό‐
ρειος, Νέστορ εἰ παρὰ νηῒ· εἰ δὲ φυλάσσει τὸ ω διὰ
τοῦ ἰῶτα, πέλωρ πέλωρος πελώριος· ἕλωρ ἕλωρος ἑλώ‐
ριος. |
55 | Πελωρὶς, παρὰ τὸ πέλωρον, μεῖζον γάρ ἐστι τῆς χεί‐
μης καὶ τῶν ἄλλων ὁμοίων ὁ στρέφων· οὕτως Ἡρωδια‐
νὸς ἐν τῷ συμποσίῳ.
Πέμματα, πλακούντια.
Πέμπελος, ἡ γραῦς, παρὰ τὸ εἶναι πλήσιον θανά‐ |
---|
60 | του· ἢ παρὰ τὸ πέμπεσθαι εἰς Ἅδην. | |
---|
pi 459 | Πεντηκοστὸς, τὸ τη, ἦτα διάτι; ἐκ τοῦ πεντήκοντα·
τὰ εἰς κοντα λήγοντα ἀριθμητικὰ, ἢ τῷ α παραλή‐
γεται, οἷον τριάκοντα, ἢ τῷ ἦτα οἷον πεντήκοντα.
Πένης πένητος· ἡ δὲ εὐθεῖα ἐστὶν ἀπὸ τοῦ πονῶ πό‐ |
5 | νης καὶ πένης τοῦ ο εἰς ε τραπέντος, κατὰ Δωρικὴν
διάλεκτον.
Πένης, ὁ διὰ τὸ πονεῖν καὶ ἐργάζεσθαι ποριζόμενος τὸν
βίον· ἢ ὁ πονῶν καὶ ἐνεργῶν διὰ τὴν ζωὴν, ἢ διὰ τὸν
πόνον τὸν πρόσσοντα τὴν γονήν. |
---|
10 | Πένης καὶ πτωχὸς διαφέρει· πένης μὲν γὰρ ὁ ἀπὸ
τοῦ πονεῖν καὶ ἐργάζεσθαι ποριζόμενος τὸν βίον·
πτωχὸς δὲ ὁ ἐπαίτης, ἢ ὁ ἐκ πλούτου πεσὼν, ἢ τοῦ
ἔχειν ἐκπεπτωκός· ἢ ἀπὸ τοῦ πτώσσειν.
Πένης καὶ πτωχὸς διαφέρει· πένης μὲν γὰρ ὁ διὰ |
---|
15 | τῶν χειρῶν πονῶν καὶ πορίζων τὴν τροφήν· πένεσθαι
γὰρ τὸ ἐνεργεῖν, ὡς Ὅμηρος, οἱ μὲν πενέονται· πτω‐
χὸς δὲ ὁ δι’ ἐνδείαν τροφῶν προσαιτῶν, ὡς Ὅμηρος·
ἀλλ’ ἐπειδὴ οὖν ἔργα κακ’ ἔμαθες, οὐκ ἐθελήσεις
ἔργων ἐπισχέσθαι, ἀλλὰ τὴν σὴν κατὰ δῆμον βούλει |
---|
20 | ἀτίζων βόσκειν γαστέρα ἄναλτον.
Πένθερος, πένθος καὶ ἔρως, ἢ δι’ ἔρωτα πένθερος
εὑρών· ἢ ὅτι τὸ πένθος αἴρων· ἢ ὅτι τὸν παῖδα
ἐρῶν.
Πένθος, παρὰ τὸ βένθος· ἀπὸ βάθους γὰρ τῆς ψυχῆς |
---|
25 | ἐξέρχεται.
Πέντε, παρὰ τὸ ἓν καὶ πάντα αὐτὸν εἶναι. λέγεται δὲ
καὶ ἡ δίκη παρὰ τοῖς Πυθαγορίοις, καὶ τὸ κρέμις μέσον
τῆς μονάδος, καὶ ἐφ’ ἑκατέρων μερῶν τῶν δυάδων.
Πεντήκοντα, ἐκ τοῦ πέντε. |
---|
30 | Πεντὰς, οἱονεὶ ἓν καὶ πᾶς· ὁ γὰρ πέντε ἀριθμὸς, ἀπὸ
τῆς μονάδος σύγκειται καὶ τῆς τετράδος· ἡ δὲ τετρὰς
πᾶς λέγεται· ἢ ἐπειδὴ τὰ στοιχεῖα ἐξ ὧν πάντα τὰ
σώματα σύγκεινται· ἢ ἐπειδὴ ὁ τέταρτος ἀριθμὸς μετὰ
τῶν προς συντιθεμένων τοῦ τρίτου δευτέρου, πρώτου, |
---|
35 | τὴν δεκάδα ἀποτελεῖ· ὁ δὲ δέκατος ἀριθμὸς πάντα
ἐστὶ δεκτικὸς, διὸ καὶ δεκὰς λέγεται, οἱονεὶ δεκάς τις
ὤν.
Πεπάλακτο, συνετέτραυστο· παρὰ τὸ παλάσσω τὸ
βρέχω τὸν νοῦν. |
---|
40 | Πέπειρος, ὁ ὡριμός.
Πεπήσμεθα, εἰς τὸ πέποσθε.
Πεπίθοιμεν, ἐπείσθημεν, εὐκτικὸν δευτέρου ἀορίστου,
τὸ θέμα πείθω, ὁ ἀόριστος β ἔπαθον, καὶ Ἀττικῷ
ἀναδιπλασιασμῷ ἐπέπιθον, ἐξ οὗ καὶ τὸ, σπουδῇ παρ‐ |
---|
45 | πεπιθόντες· καὶ τὸ ἀπαρέμφατον· ῥηϊδίως πεπιθεῖν
μεγάλας φρένας Αἰακίδαο.
Πεπιλημένος, συνεσφιγμένος· ἀπὸ μεταφορᾶς τοῦ
πίλου, ὅπερ ἐν τῇ ἐργασίᾳ ἀπὸ τῶν τεχνίτων κατα‐ |
---|
pi 459 (50) | σφίγγεται.
Πειόλης, ὁ πόρνος διὰ διφθόγγου, τὸν διὰ τὸ πεὸς
ἀπολλύμενον· παρὰ γὰρ τὸ πεὸς καὶ τὸ ὀλῶ γέγονε
πεόλης καὶ πλεονασμῷ τοῦ ἰῶτα πειόλης.
Πείκω καὶ πέκω τὸ ξαίνω καὶ διαλύω· ἐκ τοῦ οὖν |
55 | πείκω κατὰ διάλυσιν πεΐκω καὶ πέκω, ἐξ οὗ καὶ πι‐
κραίνω, καὶ πικρία, καὶ πικρόν· πικρία δὲ εἴρηται, παρὰ
τὸ πείκειν ἤγουν διαλύειν, καὶ διαχεῖν τὴν καρδίαν,
ἀπὸ τοῦ ἐνήδονον εἶναι εἰς ἀνήδονον. σημαίνει δὲ ἡ
πικρία καὶ τὴν ἔριν καὶ φιλονεικίαν, ἐξ οὗ καὶ τὸ |
---|
60 | παρεπίκρανον· σημαίνει πικρία καὶ τὴν θηριωδίαν. | |
---|
pi 460 | Πελειὰς, ἡ περιστερὰ, ἀπὸ τοῦ εἶναι αὐτὴν λευκὴν,
καὶ κατ’ ἀντίφρασιν λέγεται μελανὸν τὸ πελιδνόν.
Πελματίσατε, ἤγουν ξέσατε τὰ ὑποκάτω τῶν ποδῶν
αὐτοῦ· ἔστι πέλμα, καὶ σημαίνει τὸ ὑποκάτω τῶν πο‐ |
5 | δῶν μέρος, ἐκ τούτου πελματίζω, ὁ μέλλων πελμα‐
τίσω.
Πεπληγὼς, πλήξας· πλήσσω, πλήξω ἔληξα, ὁ β
ἀόριστος ἔπλαγον· ἐπὶ τοῦ ψυχικοῦ πάθους διὰ τοῦ α,
ἐπὶ δὲ τοῦ σωματικοῦ διὰ τοῦ ἦτα· ὁ δὲ ποιητὴς εἰ‐ |
---|
10 | πὼν, κατεπλήγη, ἵνα μὴ νομίσωμεν, ὅτι ἐπὶ τοῦ σω‐
ματικοῦ λέγει, εἶπε φίλον ἦτορ· ἤγουν τὴν ψυχὴν,
διὰ τὸ μέτρον.
Πέπλος, καὶ μετὰ τοῦ τανύω, τανύπεπλος· πέπλος
γίνεται ἐκ τοῦ πρέπω ῥήματος, πρέπαλος, καὶ ἀπο‐ |
---|
15 | βολῇ τοῦ ρ, πέπαλος, καὶ συγκοπῇ πέπλος· διαφέρει
πέπλος καὶ χιτών· χιτὼν λέγεται τὸ ἁπλοῦν καὶ λι‐
νοῦν περιβόλαιον· πέπλος δὲ τὸ ποικίλον καὶ γυναί‐
κιον ἱμάτιον, παρὰ τὸ πέπελον, ὥσπερ εἰς τὸν φο‐
ροῦντα περιπελόμενον· καὶ εἰς τὸ χιτών. |
---|
20 | Πέπονες, μαλακοὶ, εὔκολοι, ἀσθενεῖς, ἔκλυτοι, ἀπὸ
μεταφορᾶς τῶν πεπόνων, ἢ πεπείρων καρπῶν καὶ σε‐
σημμένων, ἃ τῇ μὲν γεύσει ἐστὶν ἡδέα, καὶ τῇ ἁφῇ
μαλακὰ καὶ εὐένδοτα· καὶ σημαίνει δύο, τοὺς γεν‐
ναίους καὶ τοὺς γέροντας· καὶ ὅταν σημαίνει τοὺς γεν‐ |
---|
25 | ναίους, γίνεται ἐκ τοῦ φόνος· φόνους γὰρ ἔλεγον οἱ
Δωριεῖς τοὺς ἐπονειδίστους, ἤγουν τοὺς ἄξια φόνου δε‐
δρακότας· καὶ παρὰ Φρυγικῷ ἔθει καὶ κατ’ ἀναδιπλα‐
σιασμὸν πέφονες, καὶ τροπῇ πέπονες· συστέλλει δὲ τὰ
κοινὰ τῷ γένει· τοὺς δὲ γέροντας ὡς ἐκλύτους, ἡ με‐ |
---|
30 | ταφορὰ ἀπὸ τῶν πεπόνων.
Πέπονθα, ζητεῖται, ποῖος ἄρα ὁ ἐνεστὼς; καὶ λέγο‐
μεν, ὅτι ἀπὸ τοῦ πεινῶ ῥήματος κατὰ ἀναλογίαν πέ‐
πονα ὁ μέσος παρακείμενος, καὶ πλεονασμῷ τοῦ θ πέ‐
πονθα· εἰ δέ τις εἴπῃ, διάτι μὴ ἄλλο σύμφωνον |
---|
35 | ἐπλεόνασε, οἷον γ, ἢ κ, ἢ ἀλλό τι; εἴπομεν, ὡς φί‐
λον τῷ μέσῳ παρακειμένῳ συνάπτεσθαι τὸ θ, ὣς τὸ
πέπονθα καὶ τὰ ὅμοια· κανονίζεται δὲ οὕτω, πονῶ
πονήσω, πεπόνηκα, ὁ μέσος παρακείμενος πέπονα,
ἐνδεῖ γὰρ μίαν συλλαβὴν ἀπὸ τῶν περισπωμένων, οἷον |
---|
40 | βεβόηκα, βέβοα, καὶ ἐπενθέσει τοῦ θ πρὸ τοῦ α πέ‐
πονθα. ἢ πένω τὸ ἐνεργῶ, ἐξ οὗ καὶ πένης, ὁ μέλ‐
λων πενῶ, ὁ μέσος παρακείμενος πέπονκα, καὶ τροπῇ
τοῦ κ εἰς θ πέπονθα· ἢ παρὰ τὸ πήθω τὸ πάσχω,
ὁ μέσος παρακείμενος πέπηθα, καὶ τροπῇ τοῦ η εἰς ο, |
---|
45 | καὶ πλεονασμῷ τοῦ ν, πέπονθα.
Πέποσθε, ὁ μὲν Ἡρωδιανὸς λέγει, ὅτι ἀπὸ τοῦ πήθω
τὸ πανθάνω, ὁ μέλλων πήσω, ὁ παρακείμενος πέ‐
πηκα, ὁ παθητικὸς πέπησμαι, πέπησαι, πέπησθαι,
τὸ πληθυντικὸν πεπήσμεθα, πέπησθε καὶ τροπῇ τοῦ |
---|
pi 460 (50) | ἦτα εἰς ο· ἢ ἀπὸ τοῦ πονῶ πονήσω, πεπόνηκα, πε‐
πόνημαι, πεπόνησθε, καὶ συγκοπῇ τῆς νη συλλαβῆς,
πέποσθε, ἀντὶ τοῦ πεπόνθατε.
Πεποτήαται, πετῶνται, παρὰ τὸ ποτῶ ποτήσω πε‐
πότηκα, πεπότημαι· καὶ τὸ Ἰωνικὸν πεποτήαται. |
55 | Πέπρακα, ἀπὸ τοῦ περῶ περάσω, πεπάρακα, καὶ συγ‐
κοπῇ πέπρακα.
Πεπρωμένην εἱμαρμένην, διὰ τὸ περατῶσθαι πάντα,
καὶ μηδὲν ἐν τοῖς οὖσιν ἄπειρον εἶναι· ἢ πεπερασμέ‐
νην καὶ συντετελεσμένην διοίκησιν· ἢ περὰ τοῦ βίου |
---|
60 | ἐπιζητοῦσα. | |
---|
pi 461 | Πεπρωμένον, ἀπὸ μετοχῆς μετήχθη εἰς ἐπιῤῥηματικὴν
σύνταξιν, ὥσπερ καὶ τὸ εἱμαρμένον· ἡ δὲ μετοχὴ πε‐
περατωμένον γίνεται παρὰ τὸ περατώσω· τοῦτο ἐκ τοῦ
πέρας, πέρατος· τὶ δὲ σημαίνει τὸ πεπρωμένον; τὸ |
5 | προωρισμένον καὶ εἱμαρμένον· εἱμαρμένη δέ ἐστι παρ’
Ἕλλησιν ἡ λεγομένη παρ’ ἡμῖν πρόνοια· τὴν δὲ αὐτὴν
εἱμαρμένην ἔλεγον καὶ ἀδράστειαν, διὰ τὸ μὴ ἀποδι‐
δράσκειν ἅπαντα τὰ προωρισθέντα.
Πελίωμα, τὸ μελανὸν χρῶμα, καὶ γὰρ πέλην λέγομεν |
---|
10 | βοῦν, τὸ τοιοῦτον χρῶμα ἔχοντα· καὶ Πέλλη πόλις
Μακεδονίας, ὅτι βοῦς αὐτὴν εὗρε· πέλλη τὸ χρῶμα,
καὶ ὁ πελίας ἄνθρωπος.
Πεποιθὼς, τὰ γὰρ ἀπὸ τῶν εἰς ος συνθέτων, διὰ τοῦ
ια παραγόμενα, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ |
---|
15 | ἰῶτα γράφεται, οἷον, ἄτεχνος ἀτεχνία, ῥάθυμος ῥαθυ‐
μία, ὑπερήφανος ὑπερηφανία, εὔκαιρος εὐκαιρία· πρόσ‐
κειται πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ εὔερος
εὐέρεια, σημαίνει δὲ τὴν καλὸν ἔριον ἔχουσαν, καὶ
βοηθὸς βοήθεια, καὶ τοῦτο γὰρ σύνθετον, παρὰ τὸ |
---|
20 | βοὴ καὶ τὸ θοὸς, οἱονεὶ ὁ κατὰ τὴν βοὴν ταχύς· ἡ
γὰρ βοήθεια τοῖς βοῶσι ταχὺς θέλει γνωρίζεσθαι· καὶ
ἐκ τούτου βοήθεια.
Περίπαθος, ἡ περὶ σχέσιν κυκλοτερῆ δηλοῖ· ὥστε
περιέχεσθαι κάμπτειν, οὕτω καὶ περίπατος· πάτος |
---|
25 | γὰρ τὸ πατούμενον· ἐξ οὗ καὶ τὸ κατὰ κυκλοτέρειαν
περίπατος λέγεται.
Πέρδιξ, παρότι περισσῶς ᾄδει· ἐν τῷ γὰρ ἀπόλλειν
τὰ ἴδια τέκνα ᾄδει· καὶ ταῦτα συνάγει· Ῥωμαϊστὶ γὰρ
πέρδειν τὸ ἀπόλλειν λέγεται, καὶ τὸ ἄδειν τὸ δίκειν, |
---|
30 | λέγειν.
Πεπτωκὼς, μετοχή· ἔστι πετῶ, πετεῖς πετεῖ, πε‐
τήσω, πεπέτηκα, καὶ κατὰ συγκοπὴν πέπτηκα, καὶ
τροπῇ τοῦ η εἰς ω πέπτωκα. ἢ παρὰ τὸ πεδῶ πεδήσω
πεπέδηκα, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τ, καὶ τοῦ η εἰς |
---|
35 | ω, πέπτωκα· ὁ γὰρ πίπτων εἰς γῆν πεδεῖται.
Πεπανοινικὼς, ἀτάκτως ὑβρίσας.
Πεπύσμεθα, ἀκηκόαμεν.
Πέπομφα, ἔπεμψα.
Πέρα, πλέον, ὑπερβολικῶς, ὅτε παροξύνεται· περᾶ δὲ |
---|
40 | ὅτε διαβαίνει, περισπᾶται.
Περαίνω, παρὰ τὸ περαίω, καὶ πλεονασμῷ τοῦ ν, πε‐
ραίνω· ἐξ οὗ καὶ νέον περαίνεις· καὶ εἰς τὸ πταίω.
Περάνας, πληρώσας, τὸ θέμα περαίνω περανῶ, ἐπέ‐
ρανα, καὶ ἡ μετοχὴ περάνας· τὸ δὲ περαίνω παρὰ τὸ |
---|
45 | πέρας· τοῦτο παρὰ τὸ πείρω, ἐξ οὗ καὶ πόρος.
Πέρθαι, πορθῆναι, ἀπὸ τοῦ πέρθω πέρσω, ὡς νήθω
νήσω, ἔπειτα πέπερκα, πέπερμαι, ὡς νένησμαι, καὶ
τὸ ἀπαρέμφατον πεπέρθαι, καὶ ἀποβολῇ τοῦ διπλα‐
σιασμοῦ πέρθαι, ὡς βέβλητο, βλήτο δὲ μηρῶ· εἰ δέ |
---|
pi 461 (50) | τις εἴπῃ, διάτι μὴ καὶ τὸ ς, ἔχῃ ὡς τὸ νένησθαι;
λέγομεν ὅτι πρῶτον μὲν διὰ τὴν κακοφωνίαν τὸ ς ἀπέ‐
βαλεν· ἄλλως τε καὶ ἐνομίσθη εἶναι τῆς πέμπτης συ‐
ζυγίας, ὡς ἔχων τὸ ρ, αὑτὴ γὰρ οὐ προσλαμβάνει
τὸ ς, ἐν βαρυτόνοις, κέκαρμαι τέτιλμαι, κέκαρ‐ |
55 | ται τέτιλται· νῦν δέ με χαλεπῷ θανάτῳ ἡ μαντο
δάμνει.
Περάτη, τὸ πλησίον τοῦ ὠκεανοῦ.
Περιεκτικὸν, γενικὸν, πάντα περιλαμβάνον ἢ κα‐
τέχον. |
---|
60 | Περινοστεῖ, περιοδεύει, περιέρχεται. | |
---|
pi 462 | Περίοπον, μέγα, ὑψηλόν.
Περιαυτίζεται, περὶ αὐτοῦ μέγα φρονεῖ, ἢ ἐν τῇ
αὐτοῦ λέξει διατρίβειν.
Περιεπτυσμένον, περιεξεσμένον, περικεκαθαρμένον. |
5 | Περιφρὺς, περιπλακείς.
Περιέπων, περιφυλάττων.
Περιφορὰ, κίνησις, μεταβολή.
Περιορισθῆναι, περιληφθῆναι, ἐξορισθῆναι.
Περιόπη, ἀκρωρία, τόπος ὑψηλός. |
---|
10 | Περιτευξόμεθα, περιτύχομεν.
Περισκέλη, φημινὰ, βρακία.
Περκάζει, πεπαίνει, μελαίνεται.
Πέρισυ, ἐπὶ τοῦ παρελθόντος.
Περιπέτεια, προπέπεια, σύμπτωμα, σύμβασις. |
---|
15 | Περιαγνύμενος, περιτριβόμενος, περικλώμενος, ἀπὸ
τοῦ ἄγνυμι ὅπερ ἔσχε τὴν γένεσιν, ἀπὸ τοῦ ἄγω, ὃ
σημαίνει τὸ κλάνω· πλεονασμῷ τοῦ ν ἀγνῶ, ἐκ τούτου
οὖν ἀγνύω, καὶ κατὰ παραγωγὴν ἄγνυμι.
Περιδέξιον, ἀντὶ τοῦ πολλὰ δεξιὸν καὶ ἄριστον. |
---|
20 | Περιούσιος, ἢ ἀπὸ τοῦ περισσῶς εἴρηται, ἢ ἀπὸ τοῦ
πλεονάζειν ταῖς ἀρεταῖς, καὶ περιουσίαν ἔχειν πλεο‐
νεκτημάτων, καὶ πλῆθος ἀγαθῶν ἔργων.
Περιδείλην ὥραν, παρὰ τὸ ἐνδεῖ, κατὰ τὴν εἵλην,
ὃ σημαίνει τὴν θερμασίαν. |
---|
25 | Περιπέζια, τὰ πρὸς τὴν γῆν προσπελάζοντα· πέζα
γὰρ οὐ μόνον ὁ ποὺς, ἀλλὰ καὶ ἡ γῆ, παρὰ τὸ ἕζω,
τοῦτο παρὰ τὸ ἕω, ὃ σημαίνει τὸ καθέζομαι· τὸ γὰρ
ἔδω οὐ μόνον τὸ ἐσθίω σημαίνει, ἀλλὰ καὶ τὸ καθέ‐
ζομαι. |
---|
30 | Περιπολεῖν, περιέχεσθαι, κυκλεύειν.
Περισκεπὼς, ἄνωθεν σκέπων.
Περισσὼς, παρὰ τὴν περὶ πρόθεσιν, καὶ τὸ σεύω τὸ
ὁρμῶ.
Περιστερὰ, ἢ διὰ τὸ πέτεσθαι στεῤῥῶς, ἢ διὰ τὸ |
---|
35 | πέτεσθαι ῥᾷον· ἢ διὰ τὸ περιστατικὸν τοῦ ἐρᾶσθαι·
ἢ αἴρεσθαι τὰ νοοσία ἑαυτῆς.
Περιεχέθη, τὸ θέμα χεύω, χεύσω, ὁ παθητικὸς
ἀόριστος ἐχέθην· ἐξῆλθε δὲ τὸ υ, διὰ τὴν κακοφω‐
νίαν· ἔστι δὲ ὁ ἐνεργητικὸς ἀόριστος ἔχευα καὶ ἔχεα, |
---|
40 | ὅθεν καὶ ἐπιχέατε.
Περιοχὴ, περιπέτεια, καὶ ὑπόθεσις, ἢ συνοχὴ, ἢ
θλίψις.
Περίψημα, καταπάτημα, ὑπὸ τὰ ἴχνη τῶν ποδῶν.
Περιφερὲς, στρογγύλον. |
---|
45 | Περίπατος, διακίνητον, ἢ αὐτὸ τὸ βάδισμα.
Περίπυστον, ἐξάκουστον, διαβόητον.
Περισκητεύσαντες, παρατάξαντες.
Περίβλεπτος, ἔξοχος, μέγιστος.
Περιουσιασμὸς, ἐκ τοῦ περιουσιάζω, τοῦτο ἐκ τοῦ |
---|
pi 462 (50) | περιουσία, τοῦτο παρὰ τὸ ἶσος, ἰσία, τοῦ ἰῶτα τρα‐
πέντος συνηθὼς εἰς υ, καὶ πλεονασμῷ τοῦ ο.
Περκνὸν, μέλαν, ἔνθεν περκάζειν λέγεται, ἡ μελαι‐
νομένη συλλʹ.
Πέρπερος, ὁ φλυαρὸς, ἀπὸ τοῦ περιφέρω γίνεται |
55 | περίφερος, καὶ τροπῇ τοῦ φ εἰς π, πέρπερος, ἢ ὁ
τοῖς λόγοις περιφερόμενος, ἀπὸ τοῦ τοῖς λόγοις περι‐
φέρεσθαι.
Περσεφόνη, κύριον ὄνομα, παρὰ τὸ τοὺς ἀποθνήσκον‐
τας πρὸς αὐτὴν φέρεσθαι, ἤτοι τοὺς φονευθέντας· |
---|
60 | καὶ ἄλλως· περσεὺς καλεῖται ὁ ἥλιος, καὶ ἐξ αὐτοῦ | |
---|
pi 463 | περσεφόνεια, ἡ ἀνάδοσις τοῦ σίτου, ἡ ἀπὸ τοῦ ἡλίου
γινομένη.
Περισσῶς, ἐπίῤῥημα μεσότητος, ἐκ τῆς περὶ προθέ‐
σεως, καὶ τοῦ σεύω τὸ ὁρμῶ. |
5 | Περγάμου, ἄκρης τῆς ἀκροπόλεως τῆς Ἰλίου, ἡ ἐκα‐
λεῖτο Πέργαμος.
Πέκος, τὸ δέρμα, κατὰ περισσότητα τοῦ ς, παρὰ
γὰρ τὸ πείκω πεῖκος· ἔστι καὶ πέκος.
Πεστωρ, σημαίνει τὸν συρφετὸν. ἤγουν τὸν ἐσφαλμέ‐ |
---|
10 | νον· ἔστι πέτω καὶ σημαίνει τὸ πίπτω.
Πέρσης, ἐθνικὸν, στέρησις, ἐστηρήθη γὰρ τῆς Φοι‐
νικʹ.. μητέρος τῇ ἑαυτοῦ κινήσει· ἐτέχθη ἐκ τῆς
παρὰ φύσιν φύσεως· στερήσεως γὰρ τοῦ ἐρωμένου
Λὼτ, τῷ πλήθει τοῦ οἴνου, ἐπιβούλῃ τῶν θυγατέρων |
---|
15 | αὐτοῦ, πρὸς αὐτὸν συγγινομένων, ἐγένετο Πέρσης,
στέρησις.
Περσία, χώρα ὠνόμασται, ἀπὸ Πέρσεως βασιλεύσαν‐
τος ἐν αὐτῇ.
Πεσσόντων, σημαίνει δὲ τῶν ἀναιρεθέντων καὶ φο‐ |
---|
20 | νευθέντων· μετοχὴ ἀορίστου δευτέρου, τὸ ῥῆμα πεύω·
γίνεται δὲ παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν· κυρίως
γὰρ τὸ πεσεῖν ἐστι τὸ ἀπὸ ὕψους εἰς γῆν κατενεχθῆ‐
ναι.
Πεσσέμεν, σημαίνει τὸ χωνεῦσαι· ἐξ αὐτοῦ τὸ κατα‐ |
---|
25 | πέψει, ἀντὶ τοῦ χωνεύσει, κατάσχει, καταδαπανήσει,
τουτ’ἔστιν ἐγκρατὴς γίνεται τῆς ὁρμῆς· ἔστι δὲ ἀπα‐
ρέμφατον τὸ πεσσέμεν ἐνεργητικόν· οἱ Δωριεῖς τὰ εἰς
ειν ἀπαρέμφατα, διὰ τοῦ εμεν προσφέρουσι· ἔστι
ῥῆμα πέσσω· ὁ κανὼν, οἱ Αἰολεῖς βαρύτονοι ὄντες τὸ |
---|
30 | πτ εἰς δύο σς μετατιθέασι, τὸ γὰρ νίπτω νίσσω λέ‐
γουσιν, καὶ τὸ ὄπτω ὄσσω· οὕτω καὶ τοῦτο εἴρηται
μεταφορικῶς ἀπὸ τοῦ ἐν γαστρὶ πλείονα χρόνον κατε‐
χομένων σιτίων· καὶ γὰρ αὐτοῦ ἂν μὴ κρατηθῆ τὸν
ὡρισμένον καιρὸν ἀσθενούσης τῆς καθεκτικῆς δυνά‐ |
---|
35 | μεως, οὐ πέτεται. εἰσὶ δὲ τοῦ θρεπτικοῦ δυναμεῖς
τέσσαρες, ἑλκυτικὴ, καθεκτικὴ, ἀλλοιωτικὴ καὶ κρι‐
τική· ἑλκυτική ἐστιν, ὅτε ἐπιθυμεῖ τις τοῦ φαγεῖν·
καθεκτικὴ ἡ κατέχουσα τὴν τροφὴν, καὶ μὴ ἑαυτὴν
ἐῶσα ἐκριθῆναι· ἀλλοιωτικὴ ἡ ἀλλοιοῦσα τὴν τροφὴν |
---|
40 | εἰς τοὺς χυμούς· ἀποκριτικὴ ἡ τὸ περίπτωμα διὰ τοῦ
ἀφεδρῶνος ἐκρίνουσα καὶ ἐκβάλλουσα.
Πετάλοις, τοῖς φύλλοις, παρὰ τὸ πέτω τὸ πίπτω,
πίπτουσι γάρ.
Πέταυρον, παγὶς, ἢ βάρος. |
---|
45 | Πετεηνῶν, ὄνομα γενικῆς τῶν πληθυντικῶν· τὸ πε‐
τεηνὸν γάρ ἐστιν ἡ εὐθεῖα, ἐκ τοῦ πετῶ πετήσω,
πετηνὸς καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς, ἐξ οὗ ἔχει
τὸ ἦτα· πάντοτε δὲ ὁ ποιητὴς διὰ τοῦ ε καὶ η προσ‐
φέρει· ἔστι γὰρ καὶ τοῦτο γενικόν. |
---|
pi 463 (50) | Πετεινὸν, παρότι πετᾶται τεινόμενον.
Πέτονται, τὸ θέμα πέτω, ὁ παθητικὸς ἐνεστὼς πέ‐
τομαι, τὸ τρίτον τῶν πληθυντικῶν πέτονται. ἐκ τού‐
του γίνεται πετʹ καὶ σημαίνει τὸ ὕψος· ἐκ τούτου
πετῶ πετᾶς, καὶ τροπῇ τοῦ ε εἰς ο ποτῶ, ὁ παθητι‐ |
55 | κὸς ἐνεστὼς πότωμαι, καὶ ὁ παρατατικὸς ἐποτώμην,
καὶ τὸ τρίτον ἐποτᾶτο, καὶ ἀμφεποτᾶτο ὀδυρομένη φίλα
τέκνα.
Πέτρα, διὰ τὸ πέτεσθαι ῥᾳδίως, κατ’ ἀντίφρασιν.
Πεττεύειν, μεταφέρειν, ἀπὸ τῶν πέττων, τουτ’ἔστι |
---|
60 | τῶν κύκλων· πεττεύειν δὲ καὶ ταυλίζειν· γίνεται ἀπὸ | |
---|
pi 464 | τοῦ πέττος, πεττεύω καὶ πέττεια. τὸ δὲ πέττος ἀπὸ
τοῦ πέττω, ὃ σημαίνει τὸ καταπίπτω, ὁ μέλλων πέσ‐
σω, πεσσὸς, καὶ τροπῇ πέττος· καὶ συντάσσεται μετὰ
πτώσεως γενικῆς καὶ αἰτιατικῆς. |
5 | Πευκαλίμη, ἡ φρόνησις· πευκαλίμῃσι.
Πεύσομαι, ἐπερωτήσω, μάθω.
Πεύθω, τὸ ἀκούω, εἰς τὸ ἔκπυστα.
Πευκαλίμας φρένας, τὰς συνετὰς, παρὰ τὰς πεύκας.
παρὰ τὸ δριμείας αὐτὰς εἶναι, καὶ συνετὰς, οἱονεὶ δρι‐ |
---|
10 | μεῖαι καὶ σώφρονες.
Πέφαμμαι, δύο μμ· πᾶσα συλλαβὴ εἰς ν λήγουσα,
ἐὰν συντεθῇ μεθ’ ἑτέρας συλλαβῆς· πέφακα πέφαμμαι,
ὁ ἐνεστὼς φαίνω, ὃ σημαίνει τὸ φονεύω, καὶ φανερο‐
ποιῶ, καὶ τροπῇ Ἰωνικῇ ἔφηνα. |
---|
15 | Πέφνη καὶ καταπέφνη. ῥῆμα ἔστιν ἀορίστου δευτέρου,
τὸ ῥῆμα φένω, γίνεται ἐκ τοῦ φῶ, τὸ φονεύω, φένω,
ἐξ οὗ καὶ φόνος, ὁ μέλλων φενῶ, ὁ β ἀόριστος ἔφε‐
νον, καὶ μετὰ τῆς ἐπὶ προθέσεως καὶ συγκοπῇ ἔπε‐
φνον, καὶ ἡ μετοχὴ ὁ πέφνων, βαρύνεται· αἱ εἰς ων |
---|
20 | λήγουσαι μετοχαὶ, ἔχουσαι πρὸ τοῦ ἀμεταβόλου σύμ‐
φωνον, κατ’ ἐπιπλοκὴν, οὐδέποτε ὀξύνονται, οἷον, κά‐
μνων, δάκνων, τέμνων· τούτοις συνεξηκολούθησε
τὸ πέφνων καὶ συνεβαρύνθη· χερείονά περ κατα‐
πέφνων. |
---|
25 | Πεφυγμένος, εἰς τὸ ἐτύχθη.
Πεφυκὼς, ἐκ τοῦ φῦμι τὸ ὑπάρχω· φύω παράγωγον,
ὁ μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ
πεφυκὼς, τὸ θηλυκὸν πεφυκυῖα.
Πεφηνὸς, τὸ δὴ λεγόμενον· παρακείμενος μετοχῆς τῶν |
---|
30 | εἰς μι.
Πεφόραται, τιθέαται, κατείληπται· φοράσαι γὰρ τὸ
θεάσασθαι.
Πεφοινιγμένην, ἠπατωμένην, πεπηρωμένην, ἐκ τοῦ
φόνος· ἢ ἐκ τοῦ φοινικὸς ἤγουν πυῤῥός. |
---|
35 | Πεφαινακισμὸς, ἐξηπατισμός.
Πεφρικὼς, φρίττων, πεφοβημένος.
Πεφυραμένος, ὁ μεμιγμένος.
Πεφραγμένην, τὰ εἰς τὴν χεῖραν λεπτυνόμενα νέου |
---|
40 | σίτου ἢ κριθῆς.
Πῆ, ἐπίῤῥημα πευστικὸν ἀντὶ τοῦ ποῦ, ἢ πότε· οἷον, μῆ
μὲν σύνδεσμος αἰτιολογικὸς, πῇ δὲ σύνδεσμος ἐναν‐
τιωματικός· οἱ γὰρ Δωριεῖς, διὰ τοῦ α, ἀντὶ τοῦ ποῦ
ἢ πότε. |
---|
45 | Πῆ, ἐπίῤῥημα ἐρωτήσεως, ἀντὶ τοῦ ποῦ· καί ἐστιν
ἀόριστον· ὅτε δὲ ἐρωτήσεως περισπᾶται· τὶ διαφέρει
τὸ πῇ τοῦ ποῦ καὶ ποί; διαφέρει· ὅτι τὸ μὲν πῇ, τὴν
εἰς τόπον σχέσιν σημαίνει· ὡς Ὅμηρος· πῇ ἔβη Ἀν‐
δρομάχη· τὸ δὲ τοῦ τὴν ἐν τόπῳ· ποῦ νῦν δεῦρο |
---|
pi 464 (50) | κίων λίπες Ἕκτορα, ὅθεν οὐ δεῖν λέγειν ποῦ ἀπέρ‐
χῃ, ἀλλὰ πῇ, προσγραφομένου τοῦ ἰῶτα· καὶ εἰς τὸ
ποῖς.
Πῇ, ποῖ, πῇ εἰς τινὰ τόπον· πῇ δὴ τόνδε μολοβρὸν
ἄγεις· ἔστι δὲ Ἰωνικὸν· τὸ δὲ ποι Ἀττικὸν βαρυ‐ |
55 | τονηθέν· τὸ δὲ πῆ ἀόριστον γίνεται· νῦν δ’ οὔτ’ ἄρ πη
θέσθαι ἐπίσταμαι, ἀντὶ τοῦ, εἰς οὐδένα τόπον ἐπί‐
σταμαι θέσθαι τὰ δῶρα.
Πήγανον, τὸ πη ἦτα· εἴρηται δὲ παρὰ τὸ πήσσω,
οἱονεὶ ἡ πήσσουσα τὴν γονήν· ἢ παρὰ τὸ παύειν γονὸν |
---|
60 | παῦγνον καὶ πήγανον. | |
---|
pi 465 | Πηγεσιμάλλῳ, ἡ εὐθεῖα πηγεσιμάλλος· σημαίνει δὲ
τὸν μελενὰς μαλλοὺς ἔχοντα· ὁ γὰρ τοιοῦτος φοβερὸς
φαίνεται ἐν πλήθει λευκῶν προβάτων, ἐκ τοῦ πηγὸς
καὶ τοῦ μαλλὸς γίνεται πηγόμαλλος τῆς τετάρτης συ‐ |
5 | ζυγίας, καὶ τροπῇ τοῦ βραχέος ἤγουν τοῦ ο εἰς ε,
πηγεσίμαλλος, ἐκ τοῦ εἰρηκέναι τὸν ποιητὴν, ὅς τ’ οἰῶν
μέγα πῶϋ διέρχεται ἀργεννάων.
Πηγὴ, ἐκ τοῦ πηδῶ γίνεται πηδὴ, καὶ κατὰ μετάθεσιν
τοῦ δ εἰς γ· ἢ τόπου γέννησις. |
---|
10 | Πηγὴ, τὰ δύο ηη· Δωριεῖς γὰρ παγὰς λέγουσι· καὶ
ἡμεῖς τὰ τῶν Δωριέων αα εἰς ἦτα τρέπομεν.
Πηδάλια, οἱ κύβερνοι τοῦ πλοίου, ἐκ τοῦ πηδῶ· πη‐
δῶν μῦ ἐν πηδαλίῳ, οὐ γὰρ ἔχουσι πηδάλια ἀλλὰ κώ‐
πας, παρὰ τὸ πλεῖν τὴν θάλασσαν· πηδὸς γὰρ εἶδος |
---|
15 | ξύλου, τὸ πλάτος τῆς κώπης.
Πηδάλιον καὶ πλήεργον διαφέρει, πηδάλιον ἡ λέγε‐
ται, πλήεργον δὲ σχεδιὰς, τὸ αὐτὸ δὲ καὶ πλήθριον.
Πῆκτις, τὸ τῆς κιθάρας ξῦλον.
Πηληϊάδεω, ὁ κανὼν· οἱ Ἴωνες καὶ οἱ ποιηταὶ, τὰς |
---|
20 | εἰς ος ληγούσας γενικὰς, τὰς ἀπὸ τῶν εἰς ης εὐθείων
γινομένας, διὰ τοῦ εω προσφέρουσιν, ἐπὶ γενικῆς, οἷον,
Ξέρξης, Ξέρξου Ξέρξεω, Ἀτρείδης Ἀτρείδου Ἀτρεί‐
δεω, ἐναντίως τοῖς Βοιωτικοῖς καὶ Αἰολεῦσι· ἐκεῖνοι γὰρ
διὰ τοῦ αο ποιοῦσι, τοῦ α ἐκτεινομένου· πᾶσα γὰρ |
---|
25 | γενικὰ ὀνόματα εἰς φωνῆεν λήγοντα καὶ περιττοσυλ‐
λαβοῦσα τῆς ἰδίας εὐθείας, ἢ ἐκτείνει τὴν παραλήγου‐
σαν, καὶ συστέλλει τὴν λήγουσαν, οἷον καλὸς καλοῦ κα‐
λοῖο, σοφὸς σοφοῦ σοφοῖο· ἢ ἐκτείνει τὴν λήγουσαν καὶ
συστέλλει τὴν παραλήγουσαν, οἷον, Ἀτρείδεω, Πρια‐ |
---|
30 | μίδεω, Πηληϊάδεω.
Πηληϊάδεω, ὄνομα πτώσεως γενικῆς· δεῖ γινώσκειν
ὅτι ἔστι Πηλεὺς τὸ πρωτότυπον καὶ τὸ πατρωνυμικὸν αὐ‐
τοῦ Πηλείδης καὶ κατὰ διάλυσιν Πηλεΐδης, καὶ τροπῇ
τοῦ ε εἰς ἦτα καὶ πλεονασμῷ τοῦ α, διὰ τὴν κακοφω‐ |
---|
35 | νίαν, ἢ διὰ τὴν συνέμπτωσιν Πηληϊάδης, ἡ γενικὴ
Πηληϊάδου κοινῶς, Δωρικῶς δὲ Πηληϊάδαο καὶ Ἰωνικῶς,
καθὼς χρῶνται, Πηληϊάδεω· ἰστέον ὅτι τὰ εἰς δης
πατρωνυμικὰ, ἢ τῷ ι παραλήγεται μόνῳ, ἢ ἓν, ἢ
τῷ α· εἰ μὲν οὖν ἀπὸ τῆς γενικῆς γίνεται ἡ πατρωνυ‐ |
---|
40 | μία, τῷ ἰῶτα μόνῳ παραλήγεται, ἐν βραχεῖ ὁποίας ἂν
εἴῃ καταλήξεως· χωρὶς τῶν ἀπὸ τῶν εἰς ευς καὶ ἀπὸ
τῶν εἰς ης, οἷον Ἀγαμέμνονος Ἀγαμεμνονίδης, Βίαν‐
τος Βιαντίδης· τὸ γὰρ Βιαντίδης πλεονασμῷ τοῦ α·
καὶ παρὰ τὴν Δευκαλίωνος γενικὴν, καὶ Ἀνθεμίωνος |
---|
45 | ὤφειλεν εἶναι Δευκαλιωνίδης καὶ Ἀνθεμιωνίδης, ἀλλὰ
συγκοπὴν πέπονθεν ἐν τῷ Δευκαλίδης καὶ Ἀνθεμίδης·
καὶ τὸ Χαλκοδοντιάδης καὶ Τελαμωνιάδης πλεονασμὸν
ἔχουσι τοῦ α· ὁμοίως δὲ ἀπὸ τῶν εἰς ου γενικῶν, διὰ
τοῦ ειδης γίνεται ἡ παραγωγὴ, οἷον Ἡρακλῆς Ἡρα‐ |
---|
pi 465 (50) | κλεΐδης καὶ Ἡρακλείδης· καὶ ἀπὸ τῶν εἰς ευς εὐ‐
θέων διὰ τοῦ ειδης γίνεται· οἷον Πηλεΐδης Πηλείδης,
ἐν τούτοις γὰρ συναίρεσις γίνεται εἰς τὴν ει δίφθογ‐
γον, ἐπείπερ ἀνεφάνη τὸ α ἐν τῇ γενικῇ τῶν πρωτο‐
τύπων· εἰ δὲ ἀπὸ τῶν εἰς ος εὐθείων ἔστιν εἰ μὲν |
55 | καθαρῶν ὄντων, διὰ τοῦ α, ἐκφέρονται, οἷον ἥλιος
ἡλιάδης, Θυέστιος Θυεστιάδης· τὸ Πάνθηος Πανθοΐδης
ἡμάρτηται· εἰ δὲ μὴ καθαρεύουσι, διὰ τοῦ ἰῶτα, οἷον
Ὕλλος Ὑλλίδης, κέδρος κεδρίδης· εἰ δὲ ἀπὸ τῶν εἰς ας |
---|
ἢ εἰς ης, ὧν ἡ γενικὴ εἰς ου, διὰ τοῦ αδης ποιεῖ | |
pi 466 | τὸ πατρωνυμικὸν, βορέας βορέου βορεάδης, ἱππότης
ἱππότου ἱπποτάδης· τὰ εἰς δης πατρωνυμικὰ εἰς τὴν
ου δίφθογγον ἔχουσι τὴν γενικήν· ἐκ τοῦ Πηλείδης
πατρωνυμικοῦ πλεονασμῷ τοῦ α Πηλειάδης, καὶ οἱ |
5 | Ἴωνες χαίρουσι τῇ διαλύσει· καὶ διαλύεται ἡ ει δί‐
φθογγος καὶ γίνεται Πηλεϊάδης καὶ τροπῇ τοῦ ε εἰς η
Πηληϊάδης, Πηληϊάδου· τὰς εἰς ου γενικὰς, τὰς ἀπὸ
τῶν εἰς ης εὐθείων γινομένας, οἱ Ἴωνες διὰ τοῦ αο
καὶ διὰ τοῦ εω προσφέρουσιν καὶ ἢ ἐκτείνουσι τὴν λή‐ |
---|
10 | γουσαν καὶ συστέλλουσι τὴν παραλήγουσαν· ἢ ἐκτείνουσι
τὴν παραλήγουσαν, καὶ συστέλλουσι τὴν λήγουσαν.
Πήληξ, ἡ περικεφαλαία, ἀπὸ τοῦ πάλλειν καὶ κινεῖν
τὸν φοροῦντα, ἐκ τοῦ φάλος γίνεται.
Πηλὸς, ὁ οἶνος, παρὰ τὸ πάλλειν, ὅ ἐστι πηδᾷν καὶ |
---|
15 | ταράσσειν τοὺς πίνοντας.
Πηλὸς, ὁ οἶνος, παρὰ τὸ πάλλω τὸ σείω, οἱ γὰρ πί‐
νοντες αὐτὸν σείονται, ὅθεν καὶ κραιπάλη ἡ μέθη.
Πηλὸς, παρὰ τὸ παλάσσω τὸ μολύνω, ἡ βεβρηγμένη
γῆ· καὶ Ὅμηρος παλάσσετο δ’ αἵματι θώρηξ. |
---|
20 | Πηλὸς, ὁ βόρβορος, οἱ μὲν διὰ τοῦ ἰῶτα γράφουσιν·
παρὰ γὰρ τὸν πιέσω μέλλοντα πιελὸν αὐτὸν εἰρήκασι
καὶ πιλὸν, ἐπεὶ συμπεπίασται· Ἀπολλώνιος δὲ παρὰ
τὸ πιλνῶ ῥῆμα, ἐπεὶ πιλνᾶται, φησὶ, καὶ συνάπτεται,
ἡνίκα κατασκευάζεται· οἱ δὲ παρὰ τὸ πέλας καὶ πε‐ |
---|
25 | λάζω ἐτυμολογοῦσιν, ἐπὶ πελάζεται ἀλλήλοις τὰ ἔρια,
οἷς μάχεται ἡ ὀρθογραφία καὶ ἡ χρῆσις· καὶ τὸ ῥῆμα
πηλῶ.
Πηλούσιον, ὄρος, παρὰ τὸ πήλεα.
Πῆμα, βλαβὸς, πένθος, παρὰ τὸ πήθω, τὸ πανθάνω, |
---|
30 | γίνεται πῆμα καὶ ἐξ αὐτοῦ πημαίνω καὶ δεῖγμα δει‐
γμαίνω· ἐκ τοῦ πήθω γίνεται πηλός.
Πήματα, παρὰ τὸ πήθω τὸ πάσχω· τὸ δὲ πείθω ση‐
μαίνει τρία· πείθω τὸ καταπείθω, τὸ πει διφθόγγῳ·
πήθω τὸ πάσχω, ἐξ οὗ καὶ ὁ β ἀόριστος ἔπαθον· |
---|
35 | πίθω δὲ διὰ τοῦ ἰῶτα ἐξ οὗ καὶ πίθηξ.
Πήματα, ἁμαρτήματα, βλάβαι, κακώσεις.
Πηνακίζω, τὸ πάνυ αἰκίζω.
Πηνίκα, ἐπίῤῥημα ἐρωτήσεως πότε; ἡ ἐν πρόθεσις
προσλαμβάνει τὸ ἰῶτα· καὶ γίνεται ῥῆμα ἐξ αὐτοῦ ἔνι |
---|
40 | ἀντὶ τοῦ ἦν, καὶ οὐκ ἔνι, ἀντὶ τοῦ οὐκ ἔστι· καὶ ἐκ
τοῦ ἔνι γίνεται ἑνίκα καὶ ἡνίκα καὶ πηνίκα.
Πηνελόπη, κύριον.
Πηὸς, ὁ συγγενὴς· τὸ πη ἦτα, ἢ ὅτι κατὰ διάλεκτον
εὑρέθη παὸς, ἢ ἐκ τῆς παραγωγῆς αὐτοῦ· ἔστι γὰρ |
---|
45 | πῶ ῥῆμα σημαῖνον τὸ κτῶμαι, οὗ ὁ μέλλων πάσω, ἐξ
οὗ καὶ πάμων καὶ πολυπάμων γίνεται οὖν παὸς καὶ
τροπῇ τοῦ α εἰς η πηός· διαφέρει δὲ πηὸς φίλου·
φίλοι μὲν λέγονται οἱ μηδὲν τῷ γένει προσήκοντες·
πηοὶ δὲ οἱ κατ’ ἐπιγαμίαν συγγενεῖς. |
---|
pi 466 (50) | Πηκτὶς, πάνδουρος, ἢ ὄργανον μουσικόν.
Πηγὸς, εὐτραφὴς καὶ ἰσχυρός.
Πήρα, ἤτοι φέρα τὶς οὖσα, παρὰ τὸ φέρειν ἢ παρὰ τὸ
παρηρτῆσθαι, ἢ τροπῇ τοῦ τ εἰς π, οἶον τίσυρες, πί‐
συρες, οἷον τήρα τὶς οὖσα, παρὰ τὸ τηρεῖν, ἡ ἐν τῷ |
55 | τηρεῖν εἰργασμένη.
Πήρα, σημαίνει τὸ σακκοπάθνιον, ἐκ τοῦ πήθω, οὗ ὁ
μέλλων πήσω, ὁ μέσος παρακείμενος πέπηθα, καὶ κατ’
ἀφαίρεσιν τῆς πε συλλαβῆς καὶ τροπῇ τοῦ θ εἰς ρ, |
---|
πήρα· ταύτην γὰρ οἱ πάσχοντες ὑπὸ τῆς ἐνδείας | |
pi 467 | βαστάζουσι· γράφεται δὲ διὰ τοῦ ἦτα, διότι ἀνεφάνη
τὸ α· καὶ εἰς τὸ πείρα.
Πήσσω, δηλοῖ τὸ πηγνύω, ὁ β ἀόριστος ὁ παθητικὸς
ἐπάγην· καὶ εἰς τὸ αἴτνη καὶ παχὺς καὶ εἰς τὸ πέ‐ |
5 | ποσθε.
Πῆχυς, παρὰ τὸ πεπηγέναι ἄκρῳ τῷ βραχίονι· καὶ ἐξ
αὐτοῦ πηχυαῖος.
Πιαίνω, παρὰ τὸ πίον, ὃ σημαίνει τὸ λιπαρόν· ἐξ οὗ
καὶ τὸ πιανάτω προστακτικόν. |
---|
10 | Πιαλέα, κάθυγρος, λιμάδα ἔχουσα, παρὰ τὸν πιάλαι,
τοῦτο παρὰ τὸ πίω ῥῆμα, ὃ σημαίνει τὸ ποτίζω.
Πίδαξ, ἡ μικρὰ πηγὴ, ἐκ τοῦ πίειν, ὡς ὁ κώνωψ.
Πιερία, ὄνομα τόπου, ὅπου ἐγεννήθησαν αἱ Μοῦσαι.
Πῖθος, παρὰ τὸ πίω, ἐξ οὗ καὶ ἔστι πιεῖν. |
---|
15 | Πίθι, ἐκ τοῦ πίω, ὁ β ἀόριστος ἔπιον, ἡ μετοχὴ ὁ
πίων τοῦ πιόντος, καὶ τὸ προστακτικὸν πίεθι καὶ
κατὰ συγκοπὴν πίθι.
Πίθηκος, παρὰ τὸν πιθήσω μέλλοντα, ἀπὸ τοῦ πιθῶ
περισπωμένου· πείθει γὰρ ἡμᾶς τὸ ζῶον, εἰδεχθὲς ὂν, |
---|
20 | προσέχειν αὐτῷ· οὕτω Φιλόξενος ἐν τῷ περὶ περισπω‐
μένων ῥημάτων.
Πίηρ, ἐθνικὸς Μακεδόνιος.
Πιλάτος, ἐκ τοῦ σπίλος, ὃ σημαίνει τὸν ῥύπον, σπι‐
λάτος καὶ Πιλάτος· τὸ λα μακρὸν φύσει· τὸ πι ἰῶτα |
---|
25 | διάτι; Τρώϊλος.
Πίλος, καὶ πίλον τὸ κέντουκλον, παρὰ τὸν πίσω μέλ‐
λοντα, ἐπειδὴ καὶ συμπεπίαται καὶ εἰς τὸ πεπλημένοι·
γράφεται δὲ διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τὸ πιέζω
πιέσω γέγονε πίελος, καὶ κράσει τοῦ ι καὶ ε εἰς ι μα‐ |
---|
30 | κρὸν πίλος, ὡς ἱερὸς ἱρός.
Πίμπραται, καίεται, ἐμπυρίζεται.
Πιμπλάντος, ἐκ τοῦ πιμπλῶ, πίμπλημι παρά‐
γωγον.
Πιμπλῶ, ἔστι πλῶ, καὶ σημαίνει τὸ πληρῶ καὶ μετὰ |
---|
35 | ἀναδιπλασιασμὸν πιμπλῶ, ὅταν δὲ γένηται σύμφωνον,
ἀποβολῇ τοῦ μ, οἷον ἐμπιπλῶ.
Πινάκιον, πεῖναν κινεῖν, ἢ πείνης ἄκος, ἤγουν θε‐
ραπεία· ἢ διὰ τὸ πείνῃ ψαύειν, ἤγουν ὑπουργεῖν.
Πῖνα, ὁ λίθος, διὰ τοῦ ι δὲ γράφεται τῷ λόγῳ τῶν |
---|
40 | διὰ τοῦ ινα.
Πινητὸς, ὁ φρόνιμος, παρὰ τὸ πονῶ πονύω, πονυτὸς
καὶ τροπῇ τοῦ ο εἰς ι, πινητὸς, ὁ διεγηγερμένος.
Πίδαξ, ὁ κώνωψ, παρὰ τὸ πίειν, τινὲς δὲ παρὰ τὸ
πηδᾶν, κατὰ μεταβολὴν τοῦ η εἰς ι Βοιωτικῶς. |
---|
45 | Πῖον, τὸ λιπαρὸν, ὄνομα οὐδέτερον· ἔστι πίω ἐξ οὗ καὶ
πίνω, ὁ β ἀόριστος ἔπιον· καὶ λοιπὸν ἐκ τοῦ πίω γί‐
νεται πίων τοῦ πίονος καὶ ἡ πίων καὶ τὸ πίον, ὁ γὰρ
λιπαρὸς πιότητα πάλιν ἔχει· ἐξ αὐτοῦ δὲ γίνεται
πιόλης καὶ πιαίνω, καὶ πῖον τὸ οὐδέτερον, καὶ εἰς τὸ |
---|
pi 467 (50) | λῖπος.
Πίπτω, διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τὸ πτῶ γίνεται
πίπτω κατ’ ἀναδιπλασιασμὸν, ὡς χρῶ κιχρῶ, στῶ
ἱστῶ, δῶ διδῶ, πλῶ πιπλῶ, τρώσκω, τιτρώσκω· ἢ
ἀπὸ τοῦ πίσσω Αἰολικῶς γίνεται πίπτω· τὸ γὰρ πτ |
55 | εἰς δύο σς τρέπουσι.
Πίσα, ὁ βοτανώδης τόπος, καὶ ὁ δίυγρος· σημαίνει δὲ
ὄνομα πόλεως· διὰ τοῦ ι γράφεται, παρὰ τὸν πίω
πίσω μέλλοντα γέγονε Πίσα, οἱονεὶ ἡ ἔχουσα πολὺ
ὕδωρ. |
---|
60 | Πίμπλαντο, πλέω, πλῶ, πιμπλῶ, πίμπλημι, δευ‐ | |
---|
pi 468 | τέρας συζυγίας τῶν εἰς μι, ὁ παρατατικός· καὶ τὸ τρί‐
τον τῶν πληθυντικῶν πίμπλαντο.
Πίσυνος, πεπιστευκὼς τεθαῤῥηκὼς, πεποιθώς· παρὰ
τὸ πιστὸς πιστόσυνος, ὡς δοῦλος δουλόσυνος οὕτω πι‐ |
5 | στὸς πιστόσυνος, καὶ κατὰ συγκοπὴν πίσυνος.
Πίστις, πίστιος κοινῶς καὶ πίστεος Ἰωνικῶς καὶ πί‐
στεως Ἀττικῶς, ἐκ τοῦ πείθω· ἔστι δὲ γνώμη βέ‐
βαια.
Πίτυρον, ἔστι πτίσσω, καὶ σημαίνει τὸ κοπανίζω καὶ |
---|
10 | ἐκ τούτου γίνεται πίσυρον καὶ τροπῇ τοῦ ς εἰς τ πίτυ‐
ρον, τὸ κοπανισμένον τῆς κριθῆς· τοῦτο γὰρ τὸ πτίσ‐
σω διὰ τοῦ ἰῶτα γράφεται, καὶ πτισσάνη τὸ κόπανον·
πτήσσω δὲ τὸ φοβοῦμαι διὰ τοῦ ἦτα· ἐξ οὗ καὶ πτὼξ
ὁ λαγῳός. |
---|
15 | Πιτύνη, κύκλος ὁ τὸν τυρὸν πηγνύων.
Πιτυάνη, ἀσκὸς μικρός.
Πιέτω, πίω, ἐν χρήσει οὐχ εὕρηται ῥῆμα· ἔστι δὲ
ὁ δεύτερος ἀόριστος ἔπιον, καὶ τὸ προστακτικὸν πίε
πιέτω. |
---|
20 | Πίειρα, ἡ γῆ, ἡ λιπαρά· κατὰ μὲν τὴν ἄρχουσαν διὰ
τοῦ ἰῶτα γράφεται, παρὰ γὰρ τὸ πῖον γέγονε· κατὰ
δὲ τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου.
Πικρὸς, ὁ χολωδὴς, ἐκ τοῦ πικραίνω, παρὰ τὸ πέκος,
ὃ σημαίνει τὴν πεύκην καὶ πλεονασμῷ τοῦ ρ πεκρός· |
---|
25 | καὶ τὸ ε ἡνίκα πλεωνάσῃ σύμφωνον, τρέπεται εἰς
ἰῶτα· οἷον ἔχω ἴσχω, πέκος πικρὸς καὶ σημαίνει τὸν
ὑπέρχολον.
Πικρία, χολὴ, παρὰ τὸ πικρός· ἡ μεταφορὰ δὲ
ἔστιν ἀπὸ τῆς πεύκης. |
---|
30 | Πίφιγξ, εἶδος ὀρνέου· γράφεται δὲ διὰ τοῦ ἰῶτα, κατὰ
μὲν τὴν λήγουσαν τῷ λόγῳ τοῦ πέρδιξ· κατὰ δὲ τὴν
ἄρχουσαν, ὅτι παρὰ τὸ πίω γέγονε· χαίρει γὰρ τοῦτο
τὸ ὄρνεον, ἐν τοῖς ὕδασι.
Πίων, ὁ λιπαρὸς, ἐκ τοῦ πίω· τὸ πι μακρὸν διάτι; |
---|
35 | κανὼν ἔστιν ὁ λέγων, τὰ εἰς ων δισύλλαβα τῷ ι πα‐
ραληγόμενα μὴ ὄντα κύρια, ἐκτείνει αὐτὸ, οἷον, κίων
πρίων οὕτως οὖν καὶ πίων· οἱ δὲ παρὰ τὴν πόαν.
Πλάζουσι, πλανοῦσι, τὸ πλάζω ἐκ τοῦ πλανῶ, τοῦτο
ἐκ τοῦ πλάνη· τὸ πλάνη ἐκ τοῦ ἄλη· τοῦτο ἐκ τοῦ |
---|
40 | λῶ τὸ θέλω καὶ μετὰ τοῦ στερητικοῦ α, ἀλῶ, ὁ γὰρ
πλανώμενος, οὐχ ὅπη θέλων πορεύεται.
Πλαδαρὸν, χαῦνον, ὑγρόν.
Πλάκες, διὰ τὸ πλατέως, ἤγουν πλαγίως κεῖσθαι.
Πλάνη, παρὰ τὸ πελάζω ὅπερ κατὰ συγκοπὴν πλάγω, |
---|
45 | οἱ γὰρ πελαζόμενοι πρόδηλον ὅτι ἐπλανήθησαν· ἢ παρὰ
τὸ πλαγιάζειν τὸν νοῦν· ἢ ἐκ τοῦ ἀλῶ τὸ πλάνω,
ἄλη καὶ πλάνη· δύο σημαίνει τὸ πλανῶ, τὸ ἀπατῶ
καὶ τὸ γυρεύω.
Πλατυσμὸς, παρὰ τὸ πλατύνω, τοῦτο παρὰ τὸ πλα‐ |
---|
pi 468 (50) | τύς· τοῦτο παρὰ τὸ πολύς· καὶ τὸ ἄτη, ὃ σημαίνει
τὸ εὗρος.
Πλανῆτιν, ἐκ τοῦ πλανῆτις ἀρσενικοῦ· τοῦτο ἐκ τοῦ
πελάζω.
Πλάστιγξ, ἡ ζύγη, παρὰ τὸ πλατεῖα εἶναι. |
55 | Πλάστης, παρὰ τὸ πλάσσω, τὸ ταῖς χερσὶ κατασκευ‐
άζω, πλάσω πέπλασμαι, πέπλασται, πλάστης καὶ ση‐
μαίνει τὸν δημιουργόν.
Πλαστουργὸς, παρὰ τὸ πλάσσω, πλάσω, πέπλακα,
πέπλασμαι, πέπλασται, πλάστης, καὶ τὸ ἔργον, πλα‐ |
---|
60 | στοεργός καὶ ἐν συναιρέσει πλαστουργός· ὀξύνεται· τὰ | |
---|
pi 469 | παρὰ τὸ ἔργον συντιθέμενα, εἰ μὲν μετὰ πτωτικοῦ
συντέθη, ὀξύνεται, οἷον πλαστουργὸς, ξυλουργός· εἰ δὲ
μετὰ ἀπτώτων προπερισπᾶται, οἷον πανοῦργος, πλὴν
τοῦ ἐκάεργος· σεσημείωται τὸ συνεργὸς ὀξυνόμενον. |
5 | Πλατάνιστον, εἰς τὸ πρὸς ῥὰ πλατάνιστον καὶ πρώ‐
τιστον.
Πλέας, ὄνομα πλέον καὶ πλέας, ὥσπερ ἐστὶ χερείων
ἡ αἰτιατικὴ τὸν χερείονα καὶ ἐν συγκοπῇ χέρεια καὶ
τὸ οὐδέτερον τὸ χερεῖον, καὶ χερείονα καὶ συγκοπῇ |
---|
10 | χέρεια· χέρεια δὲ χειρονίδος, οὕτως ἔστι πλείων, Ἀτ‐
τικῶς ἐκβολῇ τοῦ ἰῶτα πλέων καὶ τὸ πληθυντικὸν
πλείονες καὶ πλέες, ἡ αἰτιατικὴ πλέονας καὶ ἐν συγ‐
κοπῇ πλέας.
Πλείων, ἐνιαυτὸς, διὰ τῆς ει διφθόγγου, παρὰ γὰρ |
---|
15 | τὸ πλεῖον γέγονε, τὸ σημαῖνον τὸ πλῆρες, οἱονεὶ ὁ
πλήρης χρόνων· ὅπερ πλείονος δέδεικται διὰ τῆς ει
διφθόγγου γράφεται· ὀξύνεται δὲ ἐπειδὴ δοκεῖ περι‐
εκτικὸν εἶναι· πλείων γὰρ ὁ ἐνιαυτὸς παρὰ τὸ περι‐
έχειν πλήρεις χρόνους· τὰ εἰς ων περιεκτικὰ ὀξύνε‐ |
---|
20 | σθαι θέλουσιν· ἄλλως τε, διὰ τῆς ει διφθόγγου γρά‐
φεται, ἐπειδὴ παρὰ τὸ Πλείας γέγονε· καὶ γὰρ αἱ
Πλειάδες σημαντικαὶ εἰσὶ τοῦ ἐνιαυτοῦ δύνουσαι μὲν
γὰρ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ δηλοῦσιν, ἀνατέλλουσαι
δὲ τὸ τέλος· τὸ δὲ Πλείας διὰ τῆς ει διφθόγγου γρά‐ |
---|
25 | φεται ἐπειδὴ εἴρηται διὰ τῆς ει διφθόγγου κατὰ διά‐
στασιν, καὶ ἐκτάσει τοῦ ε εἰς η Πληΐας.
Πλειαὶ, ἐκ τοῦ πλείων, καὶ κατὰ μεταπλασμὸν γίνεται
πλεῖος καὶ πλεῖα, τὸ πληθυντικὸν πλεῖαι· πλειαί τοι
χαλκοῦ κλισίαι. |
---|
30 | Πλεῖν, διὰ τῆς ει διφθόγγου· ἔστι ῥῆμα πλέω πλῶ,
πλέεις πλεῖς, πλέει πλεῖ καὶ τὸ ἀπαρέμφατον πλέειν
πλεῖν, ὡς ῥέειν ῥεῖν καὶ νέειν νεῖν.
Πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖν δια‐
φέρει· πλεῖν μὲν γὰρ ἐστὶ τὸ κατ’ εὐθὺ πλέειν, ἀπο‐ |
---|
35 | πλεῖν δὲ τὸ ἐκ τόπου τινὸς ἀπαίρειν, παραπλεῖν δὲ τὸ
τόπον τινὰ πλῶ διέρχεσθαι· περιπλεῖν δὲ τὸ ἐπὶ σκά‐
φους ἀναστρέφεσθαι ἐπὶ τὸν αὐτὸν τόπον.
Πλεῖον, παρὰ τὸ πολὺς πόλεος καὶ ἐν συγκοπῇ πλέος,
καὶ μετὰ τοῦ ἰῶτα πλεῖος, καὶ ὁ πλείων καὶ τὸ |
---|
40 | πλεῖον συγκριτικόν.
Πλευρὸν, παρὰ τὸ πέλειν εὐρὺ, ἤγουν πλατύ· λέγε‐
ται θηλυκῶς ἡ πλευρὰ, παρὰ τὸ πεπληρῶσθαι πνεύ‐
ματος καὶ πλευμῶδες.
Πλείων, ὁ ἐνιαυτὸς, ἀπὸ τοῦ τὰ πάντα πεπληρῶσθαι· |
---|
45 | ἢ ἀπὸ τῶν Πληϊάδων, ἐξ αὐτῶν γὰρ οἱ στοχασμοὶ,
τοῦ πότε δεῖ καὶ σπεῖραι καὶ θερίσαι.
Πλεῖστος, ἐκ τοῦ πλείων πλεῖστος τὸ συγκριτικὸν, ἐξ
οὗ λέγεται τὰ εἰς ων συγκριτικὰ μεταβάντα εἰς ὑπερ‐
θετικά· τὸ δὲ πλειόνων, ἐκ τοῦ πολύς· ὁ πρῶτος |
---|
pi 469 (50) | τύπος τῶν συγκριτικῶν πολύτερος, ὁ δεύτερος πολείων,
καὶ συγκοπῇ πλείων.
Πλευρὰ, ὄνομα οὐδέτερον, εὐθεῖα τῶν πληθυντικῶν·
τὰ γὰρ ἀρσενικὰ ἢ θηλυκὰ, εἰς οὐδέτερον γένος μετα‐
πλαττόμενα τοῦ αὐτοῦ σημαινομένου ὄντα, τὸν αὐτὸν |
55 | τόνον φυλάττει, οἷον δεσμοὶ τὰ δεσμὰ, αἱ πλευραὶ τὰ
πλευρά· γίνεται δὲ παρὰ τὸ πολύευρά τινα ὄντα,
τουτ’ἔστι πλατέα· τοῦτο παρὰ τὸ πολὺς καὶ τὸ εὖρος,
ὃ σημαίνει τὸ πλάτος, εὐρὰ καὶ πλευρά.
Πλέκω, ἐκ τοῦ πέλκω, τοῦτο παρὰ τὸ ἕλκω· καὶ |
---|
60 | γὰρ ἐν τῷ πλέκειν σύρομεν, καὶ ἐν ὑπερβιβασμῷ
πλέκω.
Πλεονεξία, ἐκ τοῦ πλέον καὶ τοῦ ἔχω ἕξω. |
---|
Πλεονάκις, ἐκ τοῦ πλεονάζω· τὸ κις ἰῶτα διάτι; | |
pi 470 | τὰ εἰς κις ἐπιῤῥήματα διὰ τοῦ ι γράφεται, οἷον,
ἑξάκις, ἑπτάκις, ὀλιγάκις, πολλάκις, πλεονάκις.
Πληγὴ, διὰ τὸ ἐν πηλῷ γίνεσθαι, ἤγουν ἐν τῷ σώματι·
πηλὸς γὰρ τὸ σῶμα. |
5 | Πλῆθος, καὶ ὄχλος διαφέρει· ὄχλος μὲν ἐστὶ κυρίως ἡ
ὄχλησις, πλῆθος δὲ σύστημα τινῶν· καὶ ἄλλως ὄχλος
μὲν τὸ πολὺ καὶ ἀναρίθμητον πλῆθος· πλῆθος δὲ τὸ
εὐαρίθμητον καὶ μεμετρημένον.
Πλύνω, τὸ καθαίρω, παρὰ τὸ ἐν τοῖς πλυνοῖς καθαί‐ |
---|
10 | ρειν τὰ ἱμάτια· πλυνοὶ δέ εἰσι δοχεῖα τοῦ πλύματος,
διὰ τοῦ υ· ἐκ τοῦ πλένω πλύνω, τοῦ ε τραπέντος
εἰς υ· τὸ δὲ πλένω ἐκ τοῦ πλέω ἀποβολῇ τοῦ ν· τὸ
πλύνω σημαίνει τέσσαρα· τὰ ἀποσμίχω καὶ ἀπονίπτω,
καὶ τὸ λοιδορῶ καὶ ὑβρίζω. |
---|
15 | Πλόκαμοι, ἀπὸ τοῦ φυσικῶς πλέκεσθαι, οἱ εἰς πλο‐
κὴν ἐπιτήδειοι.
Πλημμελῶ, ἐκ τοῦ πάλιν καὶ τοῦ μέλλω τὸ βραδύνω,
πάλιν μελῶ καὶ συγκοπῇ πλημμελῶ.
Πλημμέλεια, ἡ ἁμαρτία, παρὰ τὸ πλημμελής· τοῦ‐ |
---|
20 | το παρὰ τὸ πλημμελῶ, τὸ ἐκ δευτέρου τὰ αὐτὰ φρον‐
τίζειν τοῦ λέγειν ἢ ἐπαναλαμβάνειν.
Πλῆμναι, αἱ σχοινικίδες, αἱ περιέχουσαι τὸν ἄξονα,
παρὰ τὸ πληροῦσθαι αὐτὰς ὑπὸ τοῦ ἄξονος.
Πλῆμναι, αἱ συρίγγες, αἱ τροχοὶ, ἃς ἔνιοι σχοινικί‐ |
---|
25 | δας καλοῦσι, εἰς ἃς ὁ ἄξων ἐνστρέφεται· παρὰ τὸ πλη‐
ροῦσθαι ὑπ’ αὐτοῦ· ἢ παρὰ τὸ πλήθω.
Πλὴν, ἐπίῤῥημα χωριστικὸν, κατ’ ἀντίφρασιν ἀπὸ τοῦ
πλῶ τὸ πλησιάζω· καὶ ὅμως ἔστι καὶ ἐπίῤῥημα τά‐
ξεως, καὶ σημαίνει τὸ χωρίς. |
---|
30 | Πλήρης, παρὰ τὸ πλῶ τὸ πληρῶ, τοῦτο παρὰ τὸ πλή‐
θω· καὶ κλίνεται ὁ πλήρης τοῦ πλήρεος καὶ πλήρους
καὶ τὸ θηλυκὸν ἡ πλήρης, καὶ τὸ οὐδέτερον τὸ πλῆ‐
ρες· ἢ ἐκ τοῦ πλείων πλειήρης καὶ πλήρης.
Πλήρης, ὅτε ἔχει εὐθεῖαν τῶν ἑνικῶν ἔμπροσθεν, διὰ |
---|
35 | τοῦ ἦτα γράφεται, οἷον πλήρης ἡ γῆ ἀγαθῶν· ὅτε δὲ
εὐθεῖαν τῶν πληθυντικῶν, διὰ τῆς ει διφθόγγου, οἷον
πλήρεις αἱ ἅλωνες σίτου· καὶ τὸ οὐδέτερον τὸ πλῆρες·
ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ πλήρεα καὶ πλήρη.
Πληροφορία, ἀπαλλαγὴ, ἀμφιβολία. |
---|
40 | Πληροφαὴς, πληροσέληνος ἡμέρα.
Πληρῶ, τὸ γεμίζω, τοῦτο ἐκ τοῦ πλῶ τὸ πληρῶ· ὥσ‐
περ ἀπὸ τοῦ φρὴν φρενὸς γίνεται φρενήρης, καὶ ἀπὸ
τοῦ ξίφος ξιφήρης, οὕτω καὶ ἀπὸ τοῦ πόλος πολήρης,
καὶ κατὰ συγκοπὴν πλήρης. |
---|
45 | Πλησίον, ὄνομα μετήχθη εἰς ἐπίῤῥημα· καὶ ἔστι μο‐
νόπτωτον, καὶ γίνεται ἐκ τοῦ πλητὸς πλητίος καὶ
τροπῇ τοῦ τ εἰς ς, πλησίος, ἡ αἰτιατικὴ τὸν πλη‐
σίον.
Πλησμονὴ, ἐκ τοῦ πλήθω. |
---|
pi 470 (50) | Πλήσσω, τὸ τύπτω, ἀπὸ μεταφορᾶς τῶν πληγῶν.
Πλίνθος, παρὰ τὸ πήλινον θέσιν ἔχειν.
Πλήσσοντος, διέβαινον· πλήσσειν γὰρ ἐστὶ μεταφέρειν
σκέλος πρὸς σκέλος καὶ Ἱπποκράτης πλῆγμα τὸ μεταξὺ
τῶν μηρῶν. |
55 | Πλούσιος, παρὰ τὸ πολὺ καὶ τὸ οὐσία, πολυούσιός τις
ὢν, καὶ ἐν συγκοπῇ πλούσιος· διαφέρει δὲ πλούσιος,
εὔπορος, ἀφνειὸς, ὄλβιος καὶ εὐτυχής· πλούσιος μὲν ὁ
πολλὴν οὐσίαν ἔχων· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλ‐
λούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀφ’ ἑνὸς ἐνιαυ‐ |
---|
60 | τοῦ τὴν τροφὴν συλλέγων, ὄλβιος ὁ τελέως τὴν
εὐδαιμονίαν ἔχων· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύ‐
πως. |
---|
Πλοῖον, ὡς ἐκ πολλῶν σανίδων ὄν· καὶ εἰς τὸ νῆες. | |
pi 471 | Πλόκαμος, ὁ πλεκόμενος βόστρυχος σειροπλόκως.
Πλῶ, εἰς τὸ πιμπλῶ, καὶ πίπτω, καὶ πλὴν, καὶ πλήρης.
Πλωτῆρες, ναῦται, ναυτιλλόμενοι.
Πνεῖν τοῦ ἀποπνεῖν διαφέρει· πνεῖν μὲν γάρ ἐστι |
5 | τὸ ζῇν τε καὶ πνέειν, ἀποπνεῖν δὲ τὸ ἀποθνήσκειν.
Πνεῦμα, παρὰ τὸν πνεύσω μέλλοντα, ἢ παρὰ τὸ πᾶν
νεῦμα· σημαίνει δὲ τέσσαρα· πνεῦμα ὁ θεὸς, καὶ
τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι δεῖ προσκυνεῖν·
πνεῦμα ὁ ἄγγελος· ὡς τὸ, ὁ ποιῶν τοὺς ἀγγέλους αὐ‐ |
---|
10 | τοῦ πνεύματα· ἡ ψυχή· ὡς τὸ ζήσεται τὸ πνεῦμα
αὐτῶν· καὶ ὁ ἄνεμος, ὡς τὸ πνεῦμα βίαιον.
Πλινθίον, τὸ τεταχημένον· ἢ πηλὸς ὠπτημένος.
Πνευματέμφορον, τὸ ὑπὸ τοῦ πνεύματος πεπληρω‐
μένον· γίνεται παρὰ τὸ πνεῦμα καὶ τὸ ἐμφορῶ ὁ ση‐ |
---|
15 | μαίνει τὸ πληρῶ.
Πνεύμων, ἀναλόγως διὰ τοῦ πνεύματος· ταμιὰς γὰρ
τοῦ πνεύματος.
Πνιγέα, ἔστι χρῆσις, παρὰ τὸν πνιγέα εἰσάγεσθαι·
παρὰ τοῖς κωμικοῖς ὁ φοῦρνος πνιγεὺς λέγεται· ἔστι |
---|
20 | δὲ καὶ ὑδραυλικοῦ ὀργάνου μέρος τι· σημαίνει καὶ τὸν
φιμόν· γίνεται δὲ παρὰ τὸ πνίγω.
Πόα, εἰς τὸ ποικίλος.
Ποδάγρα, διὰ τὴν πολλὴν ἀγριότητα.
Ποδαλείριος, οἱ μὲν παρὰ τὸν πόδα, καὶ τὸ ἀλείριος, |
---|
25 | τουτ’ἔστι τοὺς πόδας κληροὺς ἔχειν· οἱ δὲ παρὰ τοῖς
ποσὶ λείρια ἐπιτιθέναι, ἅ ἐστιν ἄνθη· καὶ εἰς τὸ
δαΐφρων.
Ποδαλείριος, κύριον, διὰ τῆς ει διφθόγγου γράφε‐
ται· παρὰ γὰρ τὸ λείριον γέγονεν, ὅπερ δέδεικται. |
---|
30 | διαφόρως δὲ τοῦτο σχηματίζουσιν· οἱ μὲν γὰρ λέγουσιν
ὅτι Ποδαλείριος λέγεται, ὁ ἔχων τὸν πόδα λείριον
ἦγον ἁπαλὸν, ἄτοπον δέ ἐστιν ἥρωος πόδα λέγειν
ἁπαλόν· ἕτεροι δὲ λέγουσιν, ὅτι παρὰ τὸ λείριον τὸ
ἁπαλὸν γέγονεν ἀλείριον, τῆς α στερήσεως προσελ‐ |
---|
35 | θούσης, καὶ ἐκεῖθεν τὸ Ποδαλείριος, παρὰ τὸ ἔχειν
τὸν πόδα παρὰ τὰ λείρια, ἤγουν παρὰ τὰ ἄνθη, βο‐
τανικὸν γὰρ καὶ ἰατρικὸν τοῦτο.
Ποδάρκης, ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, διὰ τὸ
ὀξὺ τοῦ δρόμου· ὤφειλε δὲ εἶναι ποδάρκης ὀξυτόνως, |
---|
40 | ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀντῶ καὶ
ἀρκῶ καὶ αὐθάδης· γίνεται δὲ ἡ κλητικὴ ποδάρκες,
ὡς αὐτάρκες· καὶ τὸ οὐδέτερον ποδαρκὲς ὀξυτόνως,
τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ.
Πολυέτος, πολύετός τις ὤν· ἐκ τοῦ πολὺς καὶ τοῦ |
---|
45 | ἔτος, ὁ ἐκ πολλῶν ἐτῶν συναγόμενος.
Πνίγω, διὰ τοῦ ἰῶτα, ἐπειδὴ πέπνιγά ἐστιν ὁ μέσος
παρακείμενος· εἰ δὲ ἐγράφετο διὰ τῆς οι διφθόγγου,
πέπνοιγα ἂν ἦν, καὶ γὰρ ἡνίκα εὑρεθῇ τὸ ε· ἐν δι‐
συλλάβῳ μέλλοντι, ἢ μόνον ἢ μετὰ τοῦ ἰῶτα, εἰς ο |
---|
pi 471 (50) | τρέπεται ἐν τῷ μέσῳ.
Πλῆμαι καὶ πλῆμναι διαφέρουσι· πλῆμαι αἱ πλημμυρί‐
δες τῶν ποταμῶν· πλῆμναι δὲ αἱ τῶν τριχῶν σύ‐
ριγγες.
Ποιότης, ἀπὸ τοῦ ποιεῖν τι περὶ τὴν αἴσθησιν. |
55 | Ποδάρκης, ὁ ἐπαρκεῖν δυνάμενος δι’ ὀξύτητα τῶν πο‐
δῶν, διώκων καὶ ἀποφεύγων τοὺς πολεμίους.
Ποθεινὸς, διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τοῦ ἀπει‐
νὸς, ἢ ὅτι οἱ Αἰολεῖς ποθενὸς λέγουσι.
Πόδας, παρὰ τὸ παύσω μέλλοντα γίνεται παῦς, καὶ |
---|
60 | τροπῇ τοῦ α εἰς ο ποῦς· ἐκεῖ γὰρ παύεται τὸ σῶμα,
τῇ καταλήξει· ἢ ἀπὸ τοῦ πορὸς ὀξυτόνως, τοῦ σημαί‐
νοντος τὸν ἐνεργοῦντα, ἐκθλίψει τοῦ ρ καὶ κράσει |
---|
ποῦς. | |
pi 472 | Πόδες, διὰ τὸ βαδίζειν περὶ τὰς πλατείας· ἢ διὰ τὸ
παίειν τὸ ἔδαφος, καὶ παίειν τὴν ὁδόν.
Ποδοστράκη, ἐκ τοῦ ποδὸς καὶ τοῦ ὀστράκη εἴρηται.
Ποδοκάκη, ποδῶν κάκωσις, ὁ λεγόμενος κοῦσπος· ἔστι |
5 | δὲ ξύλον, ἐν ᾧ οἱ κακοῦργοι δεσμεύονται, οἷον ποδο‐
κατοχή τις οὖσα, ἐν ᾗ πόδες κατέχονται.
Ποδοστράβη, τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν
ποδῶν ξύλον, στενοφῶν τὴν τοῖς ἐλάφοις ἱσταμένην
παγήν· παρὰ τὸ ποῦς καὶ τὸ στρέφω. |
---|
10 | Πόθεν, ἐκ τοῦ ποῦ, κατ’ ἐπέκτασιν ποῦθεν καὶ
πόθεν.
Πόθος, παρὰ τὸ πήθω τὸ πάσχω, ὁ β ἀόριστος ἔπα‐
θον, καὶ ἐξ αὐτοῦ πόθος, ὁ γὰρ ποθῶν τινὰ προαι‐
ρεῖταί τι παθεῖν ὑπὲρ αὐτοῦ· ἢ παρὰ τὸ πάνυ θεῖν |
---|
15 | ἤγουν τρέχειν, ὁ γὰρ ποθῶν τινὰ πρὸς αὐτὸν καὶ συν‐
τρέχει.
Ποῖα, ὁ ἐνιαυτὸς, Καλλίμαχος. Αἴγυπτος προπάροιθεν
ἐπ’ ἐννέα κάρφετο ποίας· εἴρηται παρὰ τὴν ποιότητα,
διὰ τὸ ἅπαξ καὶ μόνον ἐν τῷ ἐνιαυτῷ τὴν βοτάνην |
---|
20 | φύεσθαι.
Ποιεῖν τοῦ περιποιεῖν διαφέρει· ποιεῖν μὲν γάρ ἐστι τὸ
κατασκευάζειν τί· περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κο‐
σμεῖν.
Ποιήσειας, τὰ εἰς μι εὐκτικὰ ἀόριστα ὄντα, οἱ Αἰο‐ |
---|
25 | λεῖς διὰ τοῦ ειας προσφέρουσιν, οἷον τύψαιμι τύ‐
ψειας, γράψαιμι γράψειας· ζήσαιμι ζήσειας δὲ οὐ
λέγουσι, διότι τῇ εὐκτικῆ εὐχὴν δηλοῦσι πράγματος,
ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχε‐
ται ὅπως εἰς τέλος ἔλθῃ τοῦ γράψαι· ὁμοίως καὶ τὰ |
---|
30 | λοιπὰ πληρωθῆναι, ὅπερ οὐ δεῖ λέγειν ζήσειας· ὁ γὰρ
τοῦτο λέγων εὔχεται, ἵνα ἔλθῃ εἰς τέλος τῆς ζωῆς·
καὶ λοιπὸν εὑρίσκεται καταρώμενος ἑαυτῷ· δεῖ δὲ λέ‐
γειν ζώοιν, ζώοις, ζώοι.
Ποίησις ποιήματος διαφέρει, ὡς διήγησις διηγήματος |
---|
35 | διαφέρει· καὶ ποίησις μὲν ἔστιν ἡ πολλὰ πράγματα ἐν
ἑαυτῷ περιέχουσα, ποίημα δὲ διήγημα ἓν μόνον πρόσ‐
ωπον ἔχον, ὡς τὸ παρὰ Φυλλίδι.
Ποιητὴς δημιουργοῦ διαφέρει· ποιητὴς μὲν γάρ ἐστιν ὁ
ἐξ ὑποκειμένης ὕλης τὶ ποιῶν· δημιουργὸς δ, ὁ ἐκ μὴ |
---|
40 | ὄντων παραγαγών.
Ποικίλον, ἐκ τοῦ πέλω τὸ ὑπάρχω, γίνεται πεκίλος,
καὶ τροπῇ τοῦ ε εἰς ο καὶ πλεονασμῷ τοῦ ι ποικίλος.
Ποιμὴν, ὁ ἐπὶ πόαν τὰ θρέμματα νέμων, ποαμὴν καὶ
ποιμήν· διαφέρει δὲ ποιμὴν βοσκοῦ. |
---|
45 | Ποκὰς, παρὰ τὸ πείκω ἡ ἐξαμμένη ἔρια.
Ποιναίῳ, τιμωρητικῷ· ἀπὸ τοῦ ποινὴ γέγονε ποιναῖος,
ὡς ἀπὸ τοῦ Ῥώμη Ῥωμαῖος· τὸ δὲ ποινὴ ἀπὸ τοῦ πό‐
νος πονὴ καὶ ποινή· τὸ δὲ πόνος σημαίνει τρία τὸ
γυμνάσιον, ὡς παρὰ Ἱπποκράτει, ἄσκησις ὑγιείης, ἀκο‐ |
---|
pi 472 (50) | ρίη τροφῆς, ἀοκνίη, πόνον ἀντὶ τοῦ γυμνάσιον· σημαί‐
νει δὲ καὶ τὴν ὀδυνὴν, ὡς παρὰ τῷ αὐτῷ πάλιν· ἐν
ᾧ νοσήματι ὕπνος πόνον ποιέει θανάσιμον, ἀντὶ τοῦ
βλάβην· καὶ τὸ ποίημα καὶ διήγημα.
Ποινὴ, ἀντέκτησις, ἡ ἀπὸ φόνου τιμωρία· γίνεται οὖν |
55 | ἐκ τοῦ φάνος φονὴ, ὡς ὁ ποιητὴς ἐν ἀργαλέῃσι φο‐
νῇσι· καὶ πλεονασμῷ τοῦ ἰῶτα καὶ τροπῇ τοῦ δασέος
εἰς ψιλὸν ποινή· ἐξ οὗ καὶ μετὰ τοῦ στερητικοῦ α
ἄποινον· ὡς τὸ, ἄποινον ὁ θεόπτης· σημαίνει δὲ τὸ
ὑπὲρ τῆς ἀπολυτρώσεως τοῦ φόνου προσαγόμενον δῶ‐ |
---|
60 | ρον· καθ’ ὃν Μωϋσῆς ἦσεν ᾠδὴν τῷ θεῷ· ἄσωμεν τῷ
κυρίῳ· καὶ εἰς τὸ ἄποινον, καὶ νηπηνή.
Ποιπνύειν, τὸ μετὰ σπουδῆς τι ποιεῖν· σύγκειται |
---|
οὖν τὸ ποιπνύειν παρὰ τὸ ποιεῖν καὶ τὸ πνεῦσαι, ἀπὸ | |
pi 473 | τοῦ πονῶ πονύω, καὶ ἐν συγκοπῇ πνύω καὶ ποι‐
πνύω.
Ποῖς, καὶ ποῖ, καὶ πῆ, καὶ τοῦ, καὶ πῶ, καὶ τούτου
διαφέρει· τὸ μὲν γὰρ ποῖς καὶ πῇ τὴν εἰς τόπον ση‐ |
5 | μασίαν δηλοῖ, τὸ δὲ ποῖ καὶ ποῦ τὴν ἐν τόπῳ, τὸ δὲ
πῶ καὶ τούτου, τὴν ἐκ τόπου.
Πολιορκία, ἡ πρὸ τῶν τειχῶν τῆς πόλεως πόρθωσις
καὶ χαράκωσις, ἐκ τοῦ πόλις τοῦ σημαίνοντος τὸν
ὄχλον, καὶ τοῦ ἕρκος ὃ σημαίνει τὸ τεῖχος πολιερκία |
---|
10 | καὶ πολιορκία.
Ποῖος καὶ πόσος διαφέρει· ὅτι ὁ μὲν ποῖος ἐπὶ ποιότη‐
τος τάσσεται· τὸ δὲ πόσος ἐπὶ ποσότητος.
Πολίχνη, πολίχνης, ἡ μικρὰ πόλις.
Πόκος, παρὰ τὸ πέκω τὸ ξαίνω, καὶ σημαίνει τὸ πο‐ |
---|
15 | κάριον· καὶ γὰρ ὁ πόκος ἐκ τοῦ προβάτου κείρεται·
ἔστι δὲ τὸ κεκομμένον ἔριον.
Πολεῖν, οἰκεῖν, παρὰ τὸ ἀναστρέφεσθαι εἰς αὐτὸν τοὺς
πωλοῦντας καὶ ἀγοράζοντας.
Πολεμησείω, πολεμικῶς (ἔχω) ἀπὸ τοῦ πολεμῶ πο‐ |
---|
20 | λεμήσω καὶ κατὰ παραγωγὴν πολεμησείω, ὡς βρώσω
βρωσείω καὶ ἡ μετοχὴ ὁ πολεμησείων πολεμησείοντος,
τὸ πληθυντικὸν πολεμησείοντες· κλίνεται δὲ μέχρι τοῦ
παρατατικοῦ· τὰ γὰρ ἀπὸ ἐνεστώτων ἢ μελλόντων παρ‐
ηγμένα ἄχρι τοῦ παρατατικοῦ κλίνονται. |
---|
25 | Πολεμικὸν σάκος, ἀπὸ τοῦ πάλλειν τὸ σάκος, ἤγουν
κινεῖν τὴν ἀσπίδα· εἴρηται δὲ σάκος ἐπειδὴ πρῶτον
παρὰ σάκεσιν εὑρέθη· σάκες δέ εἰσιν, οἱ τῆς Θράκης.
Πολεμικὸς καὶ αἰχμητὴς διαφέρει· πολεμικὸς μὲν
γὰρ ἔστιν ὁ ἔμπειρος τοῦ πολέμου· αἰχμητὴς δὲ ὁ ἐμ‐ |
---|
30 | πείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος.
Πόλεμος, παρὰ πολλοὺς ἀμᾷν ἤγουν κόπτειν· ἢ παρὰ
τὸ τὰς πόλεις μειοῦν ἤγουν ἐλαττοῦν· οἱονεὶ πολύαι‐
μός τις ὤν· ἢ παρὰ τὸ πολλοὺς κόπτειν, καὶ ἀπολ‐
λύειν. |
---|
35 | Πολιοφάγος, ὁ πολιὰς τρώγων.
Πόλις, παρὰ τὸ πολῶ τὸ ἀναστρέφομαι· ἢ παρὰ τὸ
πολίζω τὸ οἰκῶ· ἢ παρὰ τὸ ἐκ πολλῶν συνίστασθαι.
Πόλις καὶ ἄστυ διαφέρει· πόλις μὲν λέγεται τὸ οἰκο‐
δόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως. πόλις λέ‐ |
---|
40 | γεται τὸ πολίτευμα, ἄστυ δὲ τὸ τεῖχος.
Πόλις καὶ ἄστυ διαφέρει· πόλις μὲν ὁ τόπος καὶ οἱ
κατοικοῦντες, ἤγουν τῶν συναμφοτέρων· ἄστυ δὲ μό‐
νον ὁ τόπος. Ὅμηρος· φράζεο νῦν ὅπως πόλιν καὶ
ἄστυ σαώσης. |
---|
45 | Πολιὰ, ἡ λευκὴ θρὶξ, παρὰ τὸ παλαιοῦσθαι παλαιὰ
καὶ πολιά.
Πόλις πατρίδος διαφέρει· καθὸ ἡ μὲν πατρὶς πόλιν
περιέχει· ἡ πόλις δὲ πατρίδα οὐκέτι.
Πολιοῦχος, ὁ τῆς πόλεως ἄρχων. |
---|
pi 473 (50) | Πολίτης, καὶ πατριώτης διαφέρει· πολίτης μὲν ὁ τῆς
αὐτῆς πόλεως μετέχων· πατριώτης δὲ, ὁ μὴ κατὰ νό‐
μον ἑαυτῷ ὤν.
Πολήων, τῶν πόλεων, ἡ πόλις τῆς πόλιος, ποικίλλε‐
ται δὲ ἡ γενικὴ τῶν πληθυντικῶν, τῶν πόλεων κοινῶς, |
55 | τῶν πολίων διὰ τοῦ ἰῶτα Ἰωνικῶς, τῶν πολήων διὰ
τοῦ ἦτα Ἀττικῶς.
Πολλάκις, ἐκ τοῦ πολλὸς πολλοῦ πολλάκις, ἐπίῤῥημα
ὥσπερ ὀλιγάκις.
Πολλὸς, καὶ πολὺς διαφέρει· ὅτι τὸ μὲν πολὺς δι’ ἕνος |
---|
60 | λ ἐκ τοῦ πέλω τὸ δὲ πολλὸς διὰ δύο λλ, πρὸς ἀντι‐ | |
---|
pi 474 | διαστολήν· ἀμφότερον δὲ γίνεται ἐκ τοῦ πέλω τὸ ἀνα‐
στρέφομαι· ὡσαύτως καὶ τὸ πολλιστός.
Πολλοῦ γε δεῖ, πολλὰ χρὴ, οὐδαμῶς πάνυ κατὰ
πολύ. |
5 | Πολιτεία, κατὰ μὲν τὴν παραλήγουσαν διὰ τῆς ει
διφθόγγου γράφεται· ὡς γὰρ ἀπὸ τοῦ μοιχεύω μοι‐
χεία, οὕτως ἀπὸ τοῦ πολιτεύω πολιτεία· κατὰ δὲ τὴν
παραλήγουσαν διὰ τοῦ ἰῶτα· ἀπὸ γὰρ τοῦ πολίτης γέ‐
γονε πολιτεία. |
---|
10 | Πολιοῦχος, ὁ σώζων τὴν πόλιν, ἢ τοὺς ἄρχον‐
τας.
Πόλος, ὁ οὐρανὸς, ἀπὸ τοῦ ἔλω τὸ ἔρχομαι, ὅλος καὶ
πλεονασμῷ τοῦ π, πόλος.
Πόλος, ὁ οὐρανὸς, παρὰ τὸ ἀναστρέφεσθαι τὸν κόσμον |
---|
15 | περὶ αὐτόν· ἢ ἐκ τοῦ πέλω τὸ ὑπάρχω.
Πολυβοτείρη, πολλοὺς τρεφούση, ἡ εὐθεῖα πολιβό‐
τειρα· τὸ τει διφθόγγῳ διάτι; τὰ εἰς ρα θηλυκὰ βα‐
ρύτονα, ἐὰν ἔχωσι τὸ ἰῶτα· γίνεται ἀπὸ τοῦ πολυβό‐
τειρον· τοῦτο παρὰ τὸ πόλυς καὶ τὸ βοτὴρ, τοῦτο |
---|
20 | παρὰ τὸν βήσω μέλλοντα, οὗ ὁ ἐνεστὼς βῶ· βοτὴρ
σημαίνει τὸν βόσκοντα, ἐξ οὗ καὶ μηλοβοτῆρες, οἱ τὰ
πρόβατα βόσκοντες.
Πολυθρύλλητος, διαβεβοημένος, ὀνομαστός.
Πολύϊδος, οὕτω καὶ Ἀπολλώνιος· καὶ ἔστι φασὶ, πο‐ |
---|
25 | λυΐδμων μάντις ὤν· οὕτω καὶ τὸ δράμα ἐπιγράφεται
παρὰ Ἀριστοφάνῃ· μαρτυρεῖ δὲ καὶ Φιλόξενος καὶ Σο‐
φοκλῆς, δῶ μάντεσι συνεστίων, ὅ ῥα πρόχειρον· καὶ
πολυΐδου τοῦ μάντεως· καὶ πάλιν οὔκ ἔστιν εἰ μὴ πο‐
λυΐδην τῷ τυράννῳ. |
---|
30 | Πολυπάμμονος, πολυπλασίου, πάμματα γὰρ καλοῦν‐
ται παρὰ τοῖς Δωριεῦσι τὰ κτήματα, καὶ πάσασθαι
τὸ κτήσασθαι, ἐκτεινομένου τοῦ α.
Πολυκάθεδρος, ζυγὸς, ἣν αὐτʹ καθέδρα.
Πολύζυγος, ἐκ τοῦ πολὺς καὶ τοῦ ζυγός· [τὸ δὲ ζυγὸς |
---|
35 | σημαίνει τέσσαρα, τὸ ἅρμα τῶν ἵππων, ὡς τὸ ἱπ‐
πείου δὲ ζυγοῦ θεὰ ἥψατο· καὶ τὸ τῆς κιθάρας πῆ‐
χυν, εἰς ὃν οἱ κάλαμοι ἐμπεπληγμένοι εἰσίν· ὡς τὸ,
ἐπὶ δ’ ἀργύρεον ζυγὸν ἦεν· καὶ τὰς τῶν ἐρεσσόντων
καθέδρας, ὡς τὸ νῆϊ πολύζυγος·] διάτι προπαροξύνεται; |
---|
40 | ὅσα τὸ πολὺ ἔχει ἐν τῇ συνθέσει, κατὰ τὸ ἄρχον
μέρος, ὀνόματος ἐπιφερομένου ἢ ῥήματος ἐν τέλει προ‐
παροξύνεται· οἷον πολύκαρπος, πολύμηλος, πολύϊδος,
πολύβουλος, πολύολβος· σεσημείωται τὸ πολυφάγος,
ποηφάγος, ὠμοφάγος, παμφάγος, σαρκοφάγος. |
---|
45 | Πολύμητις, πολύβουλος· ἔστι μῆτις καὶ ἐν συνθέσει
πολύμητις ἀναβιβάζει τὸν τόνον, καὶ κλίνεται πολυ‐
μήτιδος καὶ τὸ Ἰωνικὸν πολυμήτιος, διὰ καθαροῦ τοῦ
ος, οἷον Πάριδος, Πάριος, Θέτιδος, Θέτιος ἐξαίσιον
ἄρην. |
---|
pi 474 (50) | Πολυμήχανος, ἐκ τοῦ μηχανὴ, τοῦτο παρὰ τὸ μήδω
τὸ βουλεύομαι, ὁ μέλλων μήσω, μηχανὴ καὶ μετὰ τοῦ
πολὺ γίνεται πολυμήχανος.
Πολὺς, ἓν λ· καὶ διὰ τοῦ εος κλίνεται· ὁ πολὺς τοῦ
πολέος, ὡς ὀξὺς τοῦ ὀξέος, ἡ δὲ δοτικὴ τῷ πολεῖ, ὡς |
55 | τὸ ὀξεῖ· ἡ αἰτιατικὴ τὸν πολὺν, τὸ πληθυντικὸν οἱ πο‐
λεῖς, τῶν πολέων, τοῖς πολέσι, τοὺς πολεῖς· ἡ δὲ
πολλοῦ γενικὴ οὐκ ἔστιν ἀπὸ τῆς εὐθείας τοῦ πολὺς,
ἀλλ’ ἀπὸ τοῦ πολλὸς πολλοῦ, ὡς σκυλλὸς σκυλλοῦ,
ὥσπερ καὶ ἡ μεγάλου γενικὴ οὐκ ἀπὸ τῆς μέγας εὐ‐ |
---|
60 | θείας, ἀλλ’ ἀπὸ τοῦ μεγάλος· ὁ μεγάλος, τοῦ μεγάλου | |
---|
pi 475 | καὶ τὸ οὐδέτερον τὸ μέγαλον καὶ τὸ μέγα· καὶ εἰς
τὸ πολλά.
Πολυπίδακα, πολλὰς πηγὰς ἔχουσα.
Πολυκοιρανία, πολυαρχία. |
5 | Πολύχουν, πολύφορον.
Πολύστονος, πολυστένακτος, παρὰ τὸ πολὺς καὶ τὸ
στόνος, ὃ σημαίνει τὸν στεναγμὸν· τοῦτο δὲ παρὰ τὸ
στείνω τὸ στενάζω· τὸ στο μικρὸν διάτι; τὰ ἔχοντα
τὸ ε. |
---|
10 | Πολυωρήσεις με, φυλάξεις με· ἔστιν ὡρῶ τὸ φυ‐
λάσσω, καὶ ἐξ αὐτοῦ καὶ τοῦ πολὺ γίνεται πολυωρῶ
πολυωρήσω, ἤγουν ἐπὶ πολὺ φυλάξω.
Πολῶ, τὸ οἰκῶ καὶ ἀναστρέφομαι, ἐξ οὗ καὶ πολίτης
ὁ κατοικὸς, καὶ εἰς τὸ πυρπολούμενος. |
---|
15 | Πόμα, καὶ πῶμα διχῶς λέγεται· τὸ ἁπλοῦν διὰ τοῦ ο
μικροῦ· ἐν τῇ συνθέσει διὰ τοῦ ω μέγα.
Πομφόλυγες, αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλων καταφερο‐
μένων ὑδάτων κυρτώσεις, ἤγουν φυσήματα· ὅθεν καὶ
ἐπὶ τῶν διὰ κενῆς φυσιουμένων, ἢ ἄλλως ἐπαιρομένων |
---|
20 | λαμβάνεται ἡ λέξις.
Πομπὴ καὶ πομπειὰ διαφέρει· πομπὴ μὲν γὰρ ἔστιν,
ἣν τοῖς θεοῖς πέμπουσι· πομπειὰ δὲ ἡ λοιδωρία.
Πομάριον, παράδεισος, Ῥωμαῖα ἡ λέξις· ποῦμα γὰρ
λέγουσι τὴν ὀπώραν. |
---|
25 | Πονέσω τοῦ πονήσω διαφέρει· ὁ μὲν γὰρ πονέσω ἐπὶ
σώματος, τὸ δὲ πονήσω ἐπὶ ψυχῆς.
Πονηρὸς, ἐκ τοῦ πονῶ πονήσω πονηρὸς· πόνηρος κυ‐
ρίως ὁ μώλωπας ἔχων, ὡς ἐκ τοῦ πονεῖν.
Πόνηρος, ὁ κατὰ ψυχὴν φαῦλος· πονηρὸς δὲ ὁ ἐπί‐ |
---|
30 | πονος καὶ ὑπομονητικός· ἐξ οὗ ἔστι καὶ πονήρῳ
ἕλκει.
Πονηρὸς, παρὰ τὸ πονεῖν κατὰ τὸν νοῦν· ἀπὸ δὲ τοῦ
σώματος ἡ μεταφορά.
Πονηρία, διὰ τὸ τὸν πόνον εἰσαγαγεῖν καὶ μόχθον |
---|
35 | αὐτῷ τῷ κεκτημένῳ· διὸ καὶ ἡ σοφία λέγει· ἐὰν κα‐
κὸς γένῃ, μόνος ἀντλήσεις τὰ κακά.
Πόντος, παρὰ τὸ πένω τὸ ἐνεργῶ καὶ κάμνω ἀφ’ οὗ
καὶ πόνος καὶ πόντος, καθὸ πεπόνηται τὸ τῶν ἀνθρώ‐
πων γένος περὶ τὸν ἁπλοῦν· πόνω οὖν ἐπώνυμον ὁ |
---|
40 | πόντος· ἢ παρὰ τὸ πνέω πνότος καὶ μεταθέσει πόν‐
τος, ἐξ οὗ αἱ πνοαί. Ὅμηρος αἶψα δὲ πόντον ἵκανον
ἀήμεναι.
Πόντος, ἡ θάλασσα, ἀπὸ τοῦ πνέω, ἐν ἧ αἱ πνοαὶ
καὶ ἄνεμοι φέρονται· ἐκ τούτου καὶ πόντιον θηρίον τὸ |
---|
45 | θαλάσσιον.
Ποππύσματα, ποῖα λέξις ἔστι; σημαίνει τὸν ἠθικὸν
λόγον· ὡς ὅταν ἔστιν ἵππος ἄγριος καὶ θέλομεν αὐτὸν
ἡμερῶσαι· τοῦτον τὸν λόγον λέγωμεν.
Πορδὴ, παρὰ τὸ πόῤῥω διέρχεσθαι, ἢ παρὰ τοῦ πέρα |
---|
pi 475 (50) | τοῦ δέοντος εἶναι· ἢ διὰ τὸ περᾷν ἤγουν πηδᾶν.
Ποιεῖν τοῦ πράττειν καὶ θεωρεῖν διαφέρει· ποιεῖν
λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, τεκτονικῆς καὶ
τῶν τοιούτων· πράττειν δὲ ἐφ’ ᾧ οὐ διαμένει τὸ
τέλος, ἤγουν τὸ ἀποτέλεσμα, ὡς ἐπὶ τῆς αὐλιστικῆς, |
55 | ὀρχιστικῆς· θεωρεῖν δὲ ἐπὶ τοῦ ἀστρονομεῖν, γεωμε‐
τρεῖν, νοεῖν καὶ τῶν τοιούτων.
Πορθμὸς, στενὴ θάλασσα, ὑπὸ γῆς περιεχομένη·
ἰθμὸς δὲ στενὴ γῆ ὑπὸ θαλάσσης περιεχομένη.
Πόρνη, παρὰ τὸ πόῤῥω ἐκ τῆς εὐνῆς ποιεῖσθαι· ἢ |
---|
60 | παρὰ τὸ πεπωρωμένον τὸν νοῦν ἔχειν.
Πορνεία, ἀπὸ τοῦ πορεύεσθαι, αὐτὸ δὲ τὸ πορεύεσθαι,
ἀπὸ τοῦ εἰς πέραν ἔρχεσθαι· ἢ παρὰ τὸ πόῤῥω |
---|
νεύειν. | |
pi 476 | Πορθμεῖον καὶ πορθμίον διαφέρει· πορθμεῖον δὲ διὰ
τῆς ει διφθόγγου λέγεται τὸ πλοῖον· πορθμίον δὲ διὰ
τοῦ ἰῶτα, τὸ ναῦλον· τὸ μι ἰῶτα διάτι; τὰ διὰ τοῦ
ων δακτυλικὰ τρισύλλαβα διὰ τοῦ ι γράφεται· οἷον, |
5 | σκαμνίον, βιβλίον, πορθμίον.
Πορίζω, παρέχω, ἐκ τοῦ πόρος πορίζω· τοῦτο παρὰ
τὸ περῶ τὸ διαβαίνω.
Πορίζω, ποιῶ, ἐκ τοῦ πόρος, ὃ σημαίνει τὴν ὁδόν·
τοῦτο δὲ παρὰ τὸ περῶ· διαφέρει πόρος καὶ πορός· |
---|
10 | πόρος μὲν λέγεται ὁ ἀδιάβατος τόπος, πορὸς δὲ ὁ πε‐
ράτης· ἐξ αὐτοῦ ῥῆμα πορίζω, διὰ τοῦ ἰῶτα.
Πόρκις, ὁ δακτύλιος, ὁ συνέχων τὴν ἐπιδορατίδα πρὸς
τὸ ξύλον.
Πόρνος, διὰ τὸ πονηρὸν ἔργον ποιεῖν· ἢ παρὰ τὸ πῶ‐ |
---|
15 | ρος καὶ τὸν νοῦν πώρονος καὶ πόρνος κατὰ συγκοπὴν,
ὃ ἔχων πόρωσιν τοῦ νοῦ· ἢ παρὰ τὸ πεπωρωμένον
ἔχειν τὸν νοῦν, τουτ’ἔστιν ἐσκοτισμένον· ἢ παρὰ τὸ
πόῤῥω νοὸς εἶναι.
Πόρπη, φίβλα, περόνη, παρὰ τὸ πείρω τὸ ἐκβάλλω, |
---|
20 | πόρη καὶ πόρπη, πλεονασμῷ τοῦ π.
Πόῤῥω, ἔξω, μακρὰν, ἀπὸ τῆς πρὸς προθέσεως, πρό‐
σω καὶ ἐν ὑπερβιβασμῷ πόρσω, τὸ ἀκολουθῶ, καὶ
τροπῇ τοῦ ς εἰς ρ, πόῤῥω.
Πορσανεύουσα, μετοχὴ, τὸ θέμα πορσαίνω, ὁ μέλ‐ |
---|
25 | λον πορσανῶ, ἡ μετοχὴ πορσανὼν, πορσανοῦσα, καὶ
Ἰωνικῇ διαλύσει πορσανέουσα, ὡς τὸ πλυνέουσα· τὸ
πορσαίνω ἐκ τοῦ ὄῤῥω τὸ διεγείρω, ὁ μέλλων ὀρῶ
Αἰολικῶς ὄρσω. καὶ κατὰ παραγωγὴν ὀρσαίνω, καὶ
πλεονασμῷ τοῦ π πορσαίνω· ἢ ἐκ τοῦ πόῤῥω τὸ πα‐ |
---|
30 | ρέχω, ὁ μέλλων πορῶ καὶ Αἰολικῶς πόρσω, καὶ ἐξ
αὐτοῦ πορσαίνω, οἱονεὶ ἑτοιμάζουσα δωρουμένη.
Πόρος, ἡ διάβασις.
Πορσύνω, παρασκευάζω, εὐτρεπίζω, ἑτοιμάζω, διε‐
γείρω, ἢ παρέχω. |
---|
35 | Πόρτις, καὶ πόρτακις, ἡ δάμαλις· παρὰ τὸ ἄρτι εἰς
πορείαν καὶ νομὴν ἰέναι.
Πόρτακι, μόσχῳ, νεογνῷ βοῒ, οἱονεὶ πόροιο, παρὰ τὸ
νεωστὶ πορεύεσθαι καὶ βαίνειν.
Πόρωσις, ἀπολίθωσις, σκότωσις. |
---|
40 | Ποσειδάων, ὁ Ποσειδῶν, κλίνεται Ποσειδάωνος, ὡς
παρώνυμον φυλάσσει τὸ ω, ὡς περισπώμενον μὴ συν‐
εξακολούθησε τοῖς περισπωμένοις ὡς παρώνυμον· σεση‐
μείωται γὰρ τὸ Ποσειδῶν καὶ περισπᾶται· διάτι ἐση‐
μειώθη; ἐροῦμεν· ὅτι τὰ εἰς ων περισπώμενα, οὐδέ‐ |
---|
45 | ποτε εἰσὶ παρώνυμα· ἐπειδὴ δὲ εὑρέθη τοῦτο παρώ‐
νυμον, τούτου χάριν σεσημείωται· ἔστι γὰρ ὄνομα
Ποσειδέης καὶ ἐξ αὐτοῦ Ποσειδέων, καὶ τροπῇ Δωρικῇ
τοῦ ε εἰς α, ὡς ἐπὶ ἄλλων πολλῶν, γίνεται Ποσειδάων
Ποσειδάωνος, καὶ ὡς παρώνυμον φυλάσσει τὸ ω, ὡς |
---|
pi 476 (50) | Θέων καὶ Ἱέρων· ἐτυμολογεῖται οὖν Ποσειδῶν, παρὰ
τὸ τῇ πόσει ἐνδεῖν· οὐδεὶς γὰρ γεύεται θαλαττίου ὕδα‐
τος· ἢ παρὰ τὸ τοὺς πόδας δεῖν· ἐκεῖσε γὰρ ἀφικό‐
μενοι, βαδίζειν οὐ δυνάμεθα· ἢ παρὰ τὸ πέδον σεύειν,
ὁ αὐτὸς γὰρ ἐστὶ καὶ Ἐνοσίχθων· ἢ παρὰ τὸ πόσιν |
55 | τῷ δάει, τουτ’ἔστι τῷ ἡλίῳ ἀναπέμπειν· φασὶ γὰρ τὸν
ἥλιον, ἐκ τῆς θαλάσσης ἀνιμᾶσθαι τὴν ὑγρότητα.
Ποσειδὼν, ἰστέον, ὅτι τὸ Ποσειδῶν παρ’ ἡμῖν καὶ
Ἀθηναίοις διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τοῖς
Ἴωσι δὲ διὰ τοῦ ι μακροῦ· καὶ παρὰ τοῖς Αἰολεῦσι καὶ |
---|
60 | Δωριεῦσι ἔστι διὰ τοῦ ι γραφόμενον· ἀλλ’ οἱ μὲν Αἰο‐
λεῖς βαρύνουσι, τρέποντες τὸ ς εἰς τ, καὶ τὴν τελευ‐
ταίαν εἰς αν, οἷον, Ποτιδάν· καὶ ἡ διὰ τῆς ει δι‐ |
---|
φθόγγου γραφὴ, καὶ ἡ διὰ τοῦ ι γραφὴ, ἔχει λόγον· | |
pi 477 | εἰ μὲν διὰ τῆς ει διφθόγγου γράφεται, γίνεται παρὰ
τὸ πέδον σείειν· ἀπὸ οὖν τοῦ πέδον σείειν, γέγονε πε‐
δοσείων καὶ ἐν ὑπερβιβασμῷ Ποσειδέων καὶ Ποσειδῶν·
ἡ δὲ διὰ τοῦ ι γραφὴ ἔχει λόγον, ὅτι Ποσιδῶν λέγε‐ |
5 | ται παρὰ τὸ τοὺς πόδας δεῖν, ἤγουν δεσμεῖν· ἐν θα‐
λάσσῃ γὰρ ἀφικόμενοι βαδίζειν οὐ δυνάμεθα.
Ποσαχῶς, πλειστάκις.
Πόσις, ὁ ἀνὴρ, παρὰ τὸ τὴν πόσιν τοῦ ὕδατος· ἐπειδὴ
τὸ ὕδωρ καὶ αὐτὸ μιγνύμενον τῇ γῇ γεννητικὸν γίνε‐ |
---|
10 | ται· ὁμοίως καὶ ὁ ἀνὴρ τῇ γυναικὶ μιγνύμενος, γενέ‐
σεως αἴτιος γίνεται.
Πόσις, δύο σημαίνει, τὸ τε πόμα καὶ τὸν ἄνδρα· λέ‐
γεται δὲ ἀπὸ μεταφορᾶς τοῦ ὕδατος ὁ ἀνὴρ πόσις, καὶ
κλίνεται πόσιος. |
---|
15 | Ποστιμόριον, τῶν δύο δρακῶν τῆς χειρὸς τὸ μέτρον.
Πόσθη, τὸ αἰδοῖον, παρὰ τὸ προκεῖσθαι καὶ προτε‐
θεῖσθαι.
Ποταμηδὸν, δικὴν ποταμοῦ.
Ποταμὸς, παρὰ τὸ ποτιμὸν ὕδωρ ἔχειν· ἢ παρὰ τὸ |
---|
20 | ποτάζω ποτάσω ποταμὸς, οὕτως Ἡρωδιανός.
Ποταμὸς, ὁ ἔχων ποτὸν καὶ ἄμμον· ἢ διὰ τὸ ποτά‐
ριον· ἢ παρὰ τὸ ποτιμὸν ὕδωρ ἔχειν· ἢ ὁ ἔχων ποτι‐
μὸν ἐνεργείαν· ὅτε μὲν ἔστιν ἐπὶ χρόνου, τότε δὲ ἐπὶ
ὥρας. |
---|
25 | Ποτήριον, διότι τὸ πόμα τηρεῖ.
Ποτήριον, παρὰ τὸ τὴν πόσιν τηρεῖν· σημαίνει δὲ
τέσσαρα· τὴν τιμωρίαν, ὡς τὸ ποτήριον ἐν χειρὶ κυ‐
ρίου· καὶ ὡς τὸ ποτήριον σωτηρίον λήψομαι· καὶ τὸν
θάνατον· ὡς τὸ, πάτερ εἰ δυνατὸν ἀπελθέτω τὸ ποτή‐ |
---|
30 | ριον τοῦτο ἀπ’ ἐμοῦ· καὶ τὸ ἀγγεῖον, ἐν ᾧ πίνομεν.
Ποτιδέγμεναι, μετοχή· τὸ τι ἰῶτα διάτι; ἔστι γὰρ
πρὸς καὶ Δωρικῶς τρέπεται τὸ ς εἰς τ· καὶ ἐπεὶ οὐδέ‐
ποτε λέξις Ἑλληνικὴ εἰς ψιλὸν σύμφωνον καταλήγε‐
ται, τὸ τ καταλῆγον προσλαμβάνει τὸ ι· καὶ ἀποβολῇ |
---|
35 | τοῦ ρ γίνεται ποτὶ καὶ ἔστι δεδέγμεναι· συντιθέμεναι
γὰρ αἱ προθέσεις τὸν τόνον ἀναπέμπουσιν. ἄλλως·
ἔστι πρὸ, ἐξ αὐτοῦ κατ’ ἐπέκτασιν τῆς σι συλλαβῆς
προσί· ἀναλόγως ἢ παραλόγως; ἀναλόγως· ἐπειδὴ παρ‐
έπεται ταῖς προθέσεσι, τὸ μέχρι τῆς δι συλλαβῆς |
---|
40 | ἵστασθαι, καὶ τροπῇ δωρικῇ τοῦ ς εἰς τ· ὡς περσὸς
περτὸς, οὕτω καὶ προσὶ, προτὶ, καὶ ποτὶ κατ’ ἀπο‐
βολὴν τοῦ ρ.
Ποτίζω, παρὰ τὸ πῶ, πῶμι, πέπωκα, πέπωμαι, καὶ
ἐξ αὐτοῦ ῥῆμα παράγωγον ποτίζω. |
---|
45 | Πότμος, παρὰ τὸ πετῶ ποτῶ γίνεται πότος καὶ πλεο‐
νασμῷ τοῦ μ πότμος· σημαίνει, δὲ δύο, τὸν θάνατον καὶ
τὴν ἐσχάτην σύμπτωσιν τοῦ βίου, ἀπὸ τοῦ πεσεῖν καὶ
ἐπὶ τῆς ψυχῆς τὸ μεταπίπτειν· ἢ ὑπὸ τὴν γένεσιν
τοῦ βρέφους ἐπιμεριζομένη τύχη· γίνεται δὲ παρὰ τὸ |
---|
pi 477 (50) | πτῶ, ὅπερ ἔστι κατὰ συγκοπὴν τοῦ πίπτω.
Ποτνιᾶται, κυριώτερον ἄν τις φήσειεν ἐπὶ γυναικῶν,
ὅταν γυνὴ κακὸν τὶ πάσχῃ καὶ θέλει ἱκετεύειν θέον,
ὦ πότνια λέγουσα· ποτνιᾷσθαι δὲ ὅταν εἴπῃ τις ἄν‐
δρα, προφανῶς ἁμαρτάνει· ποτνιᾶσθαι δὲ ἐστὶ ἐλεει‐ |
55 | νολογεῖσθαι, καὶ μετὰ δακρύων τὶ λέγειν καὶ ὀδυρμῶν·
πότνια δὲ ἡ σεμνὴ, ἄλλο γὰρ τὸ ῥῆμα σημαίνει, καὶ
ἄλλο τὸ ὄνομα.
Ποτνιῶ, σημαίνει τὸ δυσφορῶ καὶ μετὰ λύπης ἱκετεύω
τὸν θεὸν, παρὰ τὸ ποτῶ, ἐξ οὗ καὶ τὸ μήτηρ δ’ |
---|
60 | ἀμφιποτᾶτο, κατὰ παραγωγὴν ποτιῶ, καὶ πλεονασμῷ
τοῦ ν ποτνιῶ.
Πότος, τὸ συμπόσιον, παρὰ τὸ πῶ τὸ πίνω· διαφέρει |
---|
δὲ πότος καὶ ποτός· πότος βαρυτόνως λέγεται ὁ ἄριστος· | |
pi 478 | καὶ ἐποίησεν Ἰακὼβ πότον μέγα τοῖς υἱοῖς αὐτοῦ· πο‐
τὸς δὲ ὀξυτόνως τὸ πινόμενον πόμα.
Ποὺς, παρὰ τὸ πεπῦσθαι ἀπὸ τοῦ ὅλου σώματος, παρὰ
τὸ παίω ῥῆμα, ὁ μέλλων παίσω, καὶ τροπῇ τοῦ ι εἰς |
5 | υ παύσω, καὶ ἐξ αὐτοῦ ποῦς, τὸ κατώτερον μέρος τοῦ
σώματος.
Ποὺς, παρὰ τὸ πόρος, ὁ διαπερώμενος τόπος· τὰ εἰς
ος ὀνόματα δισύλλαβα ῥηματικὰ, ἡνίκα μὲν παθητικὸν
ἔστι τὸ σημαινόμενον βαρύνεται· ἡνίκα δὲ ἐνεργητικὸν, |
---|
10 | ὀξύνεται· ἐκ τοῦ πόρος γίνεται κατὰ συγκοπὴν πρὸς,
ἐκβολῇ τοῦ ρ πὸς, καὶ ἐπειδὴ οὐδέποτε ὀνόματα μο‐
νοσύλλαβον βραχυκαταλήγειν θέλει, πλὴν τοῦ τὶς,
πλεονάζει τὸ υ καὶ γίνεται πούς· καὶ λοιπὸν ἐκ τοῦ
περῶ πορὸς ὀξύτονον, τὸν ἐνεργοῦντα, ἐν τῇ συνθέσει |
---|
15 | ἀναβιβάζει τὸν τόνον· ὠκύπους.
Πραιτώριον, παρὰ τὸ πράττω, πρατώριον, ὅπου τὰ
πραττόμενα ὠροῦνται, ἤγουν φυλάσσονται, καὶ ἐξανύ‐
ονται· πλεονασμῷ τοῦ ἰῶτα.
Πραῖδα, ἐκ τῆς παρὰ προθέσεως, καὶ τοῦ αἴθω τὸ |
---|
20 | καίω.
Πρανὲς, καταντὲς, κατωφερὲς καὶ πρανίζει τὸ κατα‐
φέρει, πρανὲς οὖν τὸ προνενευκός· καὶ εἰς τὸ πρή‐
νης.
Πρασία, ἡ τετράγωνος καὶ πεφυτευμένη γῆ, ἐν ᾗ φυ‐ |
---|
25 | τεύονται κρόμμυα· Πρασία καὶ πόλις Πελοποννήσου.
Πράσις, παρὰ τὸ πέρασις εἶναι, πέρασίς τις οὖσα·
μεταβαίνει ἐξ ἑτέρου εἰς ἕτερον τὸ πιπρασκόμενον.
Πράσον, παρὰ τὸ πρίσκειν, ἢ παρὰ τὸ σαίνειν αὐτὸ
ἐν τῷ σπείρειν, καὶ φυτεύειν· ἢ παρὰ τὸ ποιρέσσειν |
---|
30 | ποιεῖν.
Πρᾷος, παρὰ τὸ ῥᾷον, ὁ σημαίνει τὸ εὔκολον· ἔχει
δὲ τὸ ἰῶτα· τὰ εἰς ον καθαρὰ δισύλλαβα, διφθόγγῳ
παραληγόμενα τέσσαρά εἰσι· καὶ τὰ μὲν δύο ἐκφωνοῦσι
τὸ ἰῶτα, οἷον πλεῖον δεῖον, τὰ δὲ δύο οὐχὶ, οἷον ῥᾷον |
---|
35 | πρᾷον.
Πραίκων, κήρυξ.
Πραγμάτιον, τῶν πραγμάτων ἢ τοῖς πρά‐
γμασι.
Πρέμνον, τὸ ὑπὸ τῶν γηρασκόντων στελέχων. |
---|
40 | Πρέμνα, τὰ ἰσχυρὰ στελέχη, καὶ οἱ βλαστοὶ οἱ γεγη‐
ρακότες.
Πρεσβεύεσθαι καὶ πρεσβεύειν διαφέρει· πρεσβεύειν
μὲν τὸ πέμπειν πρέσβεις· πρεσβεύεσθαι δὲ τὸ πέμ‐
πεσθαι πρεσβευτάς. |
---|
45 | Πρέσβυς, ὁ γέρων παρὰ τὸ προβεβηκέναι τὴν ἥβην,
διὰ τοῦ υ ψιλοῦ· καὶ πρέσβις ὁ παρακλήτωρ, ὁ πεμ‐
πόμενος πρὸς τὸν βασιλέα διὰ τοῦ ἰῶτα· ἀπὸ τοῦ
πρεσβεύειν καὶ μεσιτεύειν.
Πρεσβευτὴς, ὁ ἱκετεύων καὶ παρακαλῶν, ἱκέτης· ἀπὸ |
---|
pi 478 (50) | τοῦ πρεσβεύειν· ἐκ τούτου καὶ πρέσβις.
Πρέσβειρα, διὰ τῆς ει διφθόγγου, σημαίνει τὴν γε‐
γηρακυῖαν· τῷ τῶν διὰ τοῦ εια.
Πρέσβυς, παρὰ τὸ προβεβηκέναι τὴν ἥβην· καὶ πρεσ‐
βεὺς παρὰ τὸ πρεσβεύω πρεσβεὺς, ὡς ἱππεύσω ἱπ‐ |
55 | πεύς· καὶ ὡς βασιλῆες καὶ πρεσβῆες ἔσαν· παρὰ δὲ
τὸ πρεσβεύω πρεσβευτής.
Πρηγορέων, ὁ λαιμὸς, ἐκ τοῦ προάγω.
Πρήθω, τὸ καίω, ἐξ οὗ καὶ ἐμπρησμός.
Πρησμῶ, τὸ φυσῶ καὶ πληρῶ ἐξ οὗ καὶ ἔπρησα |
---|
60 | ἀσμόν.
Πρίθω, τὸ σχίζω, ἐξ ου καὶ πρίων.
Πρήθω, σημαίνει τὸ φυσῶ· ἔστι καὶ ἕτερον τὸ ἐμπυ‐ |
---|
ρίζω. | |
pi 479 | Πρήθω, πρῶ πρήσω, ὁ ἀόριστος ἔπρησα, τὸ δεύ‐
τερον ἔπρησας· ἔστι καὶ πρῶ τὸ πιπράσκω· εἴρηται
περῶ περάσω πεπέρακα καὶ συγκοπῇ πέπρακα, τὸ
πρη ἦτα διάτι; τὰ διὰ τοῦ η ῥήματα μὴ ἐν κινήσεσιν |
5 | εὑρισκόμενα γεννῶντα τὸ ο, διὰ τοῦ η γράφεται, ἐπὶ
βαρυτόνων καὶ περισπωμένων· ἔστιν οὖν πρῶ τὸ περῶ,
πρήθω, ὁ παθητικὸς παρακείμενος ἐμπέπρησμαι καὶ
ἐξ αὐτοῦ ἐμπρησμός.
Πρηκτῆρος, πρακτικὸς, ἀπαιτητής· ῥῆξαι πράξαι, ἐκ |
---|
10 | τοῦ πράσσω, ἐξ οὗ καὶ ἔπρηξας.
Πρηνὲς, ἐπίῤῥημα τοπικὸν, ἀπὸ ὀνόματος μετήχθη εἰς
ἐπιῤῥηματικὴν σύνταξιν, ἔστι γὰρ πρηνής· τὸ πρη
ἦτα, διότι ἀνεφάνη τὸ α ἐν τῷ πρανὲς, ὁ σημαίνει τὸ
κατωφερές· λοιπὸν ἔστι πρηνὴς, καὶ τὸ οὐδέτερον πρη‐ |
---|
15 | νὲς, παρὰ τὸ προνενευκέναι, ἢ ἀπὸ τοῦ πρόσω νενευ‐
κέναι.
Πρηνὴς, παρὰ τὸ προνενευκέναι, τουτ’ἔστι πεσεῖν ἐπὶ
πρόσωπον.
Πρίαμος, ὄνομα κύριον· ἐκ τοῦ πρίημι τὸ ἀγοράζω, |
---|
20 | πρίαμαι, Πρίαμος· ἐπράθη γὰρ καὶ διὰ τοῦτο καὶ
ταύτης τῆς ἐπωνυμίας ἔτυχεν, ὡς ἱστορεῖ Λυκόφρων·
ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολῶν· διάτι προπα‐
ροξύνεται; τὰ διὰ τοῦ αμος ὀνόματα, εἰ μὲν ὦσι
κύρια, βαρύνονται, οἷον Πρίαμος, Σίσαμος· εἰ δὲ μὴ |
---|
25 | οὕτως ἔχη, ὀξύνονται, οἷον φωριαμὸς, χηραμός.
Πρῖνος, εἶδος δένδρου, διὰ τοῦ ἰῶτα, τῷ λόγῳ τοῦ
ἀκραγαντῖνος· ἰστέον δὲ ὅτι εὕρηται καὶ ὁ πρῖνος ἀρσε‐
νικὸν, καὶ ἡ πρῖνος θηλυκόν· γίνεται δὲ παρὰ τὸ πριο‐
νῶ τὰ ἔχοντα τὸ φυλλόν. |
---|
30 | Πριβάτα, τὰ τῇ βασιλείᾳ ἰδιαζόντως διαφέροντα·
ἄλλα δὲ ἔστι τὰ δημόσια, ὅσα τελʹ ὑπὸ τὸν κόμητα
τῶν λαργιτιόνων ταῖς δημοσίαις ὑπουργοῦντα χρείαις·
λαργιτίονες δὲ εἰσὶ δύο, τὰ σάκρα καὶ τὰ πριβάτα·
δύο γὰρ εἰσὶ βασιλικοὶ θησαυροί· οἱ ἰδιάζοντες τῆς βα‐ |
---|
35 | σιλείας, οἷον ὁ τῶν λαργιτιόνων, καὶ ὁ δημόσιος ὁ τοῦ
φίσκου.
Πρίημι, εἰς τὸ ἀπριάτην.
Πρὶν, χρόνου δηλωτικὸν ἐπίῤῥημα· γίνεται ἐκ τοῦ πά‐
ρος πάριν καὶ συγκοπῇ πρὶν· τὸ πάρος ἐκ τοῦ πρὸς μι‐ |
---|
40 | κρόν· τὸ πρὸς; ἀντὶ τοῦ ἔμπροσθεν.
Πρίων, παρὰ τὸ πρίζω, ἰστέον ὅτι τὸ πρίζω ἀρσε‐
νικῶς λέγεται καὶ παροξύνεται, καὶ διὰ τοῦ ἰῶτα γρά‐
φεται, τῷ λόγῳ τοῦ Ἀμφίων.
Προπέτεια, ἡ ἀχαλίνωτος γλῶσσα. |
---|
45 | Προαίρεσις, ἐκ τοῦ αἱρῶ τὸ βούλομαι, καὶ προαιροῦ‐
μαι, ἐξ οὗ καὶ προαίρεσις.
Πρόβατα, πάντα τὰ τετράποδα ἐκάλουν οἱ παλαιοὶ
πρόβατα διὰ τοῦ πρὸ τῶν ὀπισθίων βάσεων ἑτέρας ἐμ‐
προσθίους ἔχειν, καθὸ καὶ Ἡσίοδος φησὶ, χαλεπὸς |
---|
pi 479 (50) | προβάτοις, χαλεπὸς δ’ ἀνθρώποις.
Πρόβατα, λέγεται τὰ τετράποδα πάντα, διὰ τὸ προ‐
βαίνειν νεμόμενα, ἢ διὰ τὸ πρὸ πάντων βατεύεσθαι
αὐτά.
Πρόβατον, παρότι παντ’ ἔστιν αἱρετόν· καὶ βοτὸν ἤγουν |
55 | ἐπιθυμητικόν· ἢ διότι προβατεύει τῷ καιρῷ πρὸ τῶν
τετραπόδων· ἢ παρὰ τὸ πρᾴως βαίνειν τὸν ἔμπροσθεν
πόδα τοῦ ὀπισθίου· πᾶν γὰρ τετράποδον πρόβατον
ἐκάλουν.
Πρόβλημα, παρὰ τὸ βλῆμι· ἢ παρὰ τὸ βλῶ βλήσω |
---|
60 | βλῆμα καὶ πρόβλημα. | |
---|
pi 480 | Πρόβλημα προτάσεως διαφέρει· πρόβλημα λέγεται ἡ
ἑκατέρωθεν ἀμφισβητουμένη ζήτησις· πρότασις δὲ ἡ
ἐρώτησις· ὡσαύτως καὶ παραβολὴ καὶ παράδειγμα δια‐
φέρει, ὅτι ἡ μὲν παραβολὴ ἀπὸ ἀψυχῶν λαμβάνεται· |
5 | τὸ δὲ παράδειγμα ἀπὸ ἐμψυχῶν ἢ γεγονότων.
Προβλῆτι, ὄνομα ἀρσενικὸν, πτώσεως δοτικῆς, ἡ εὐ‐
θεῖα προβλὴς προβλῆτος, προβλῆτι· ὁ κανὼν, τὰ
εἰς ς λήγοντα ὀξύτονα σύνθετα ἀπὸ τοῦ παθητικοῦ
παρακειμένου, διὰ καθαροῦ τοῦ τος κλίνεται, εἴτε |
---|
10 | εἰς ας ὦσιν, εἴτε εἰς ης, εἴτε εἰς ως, οἷον κέκρα‐
ται χαλκοκρὰς, χαλκοκράτος, νεοκρὰς νεοκράτος·
χαλκοκρὰς δὲ ἐστὶν ὁ χαλκῷ κεκραμένος· βέβληται,
ἀβλὴς ἀβλῆτος, τέτρωται ἀτρὼς ἀτρῶτος. πέπτωκα,
ἀπτὼς ἀπτῶτος, ὁ μὴ πέσων· ἔγνωται ἀγνὼς ἀγνῶτος, |
---|
15 | ὁ ἀμαθής· τέθνηκα ἡμιθνὴς, ἡμιθνῆτος· ταῦτα δὲ
φησὶ, τὸ πέπτωκα καὶ τέθνηκα τῇ μὲν φωνῇ ἐνεργη‐
τικά εἰσι, τῷ δὲ σημαινομένῳ παθητικά.
Προβλῆτας, τοὺς θεμελίους λίθους, παρὰ τὸ προβε‐
βλῆσθαι. |
---|
20 | Προβάλλομαι, τιθῶ, προβάλλομαι ἐρωτῶ.
Προβάδην, κινούμενον.
Προβιβάσαντες, προάξαντες.
Πρόδηλον, τὸ πάνυ φανερόν.
Προαστεῖον, τὸ ἔξω τοῦ ἄστεως / ἄστεος. |
---|
25 | Προβόλιον / προβόλειον, τὸ κυνηγητικὸν δόρυ.
Προὲς, πρόπεμψον, ἀορίστου δευτέρου προστακτικοῦ·
ἀπὸ τοῦ ἵημι ὁ β ἀόριστος ἦν, καὶ τὸ προστακτικὸν
ἒς, καὶ ἐν συνθέσει πρόες· ὅθεν καὶ τὸ σύνες, ἄφες,
ἄνες, ποικιλλομένης τῆς προθέσεως. |
---|
30 | Πρόσχωμεν, πᾶς ὁριστικὸς ἢ ὑποτακτικὸς μονοσύλλα‐
βος εἰς ω λήγων, ἔχων τὴν μετοχὴν εἰς ς ὀξύτονον,
τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει· οἷον,
βῶ ἀναβῶ, θῶ καταθῶ, δῶ ἀναδῶ· εἰ δὲ μὴ εἰς ς
ὀξύτονον ἔχει τὴν μετοχὴν ἀναβιβάζει τὸν τόνον, οἷον |
---|
35 | σχῶ κατάσχω, καὶ ἐξ οὗ τὸ πληθυντικὸν κατάσχω‐
μεν καὶ πρόσχωμεν.
Προοίμιον, πρόλογος, ἀρχὴ λόγου, τὸ λεγόμενον πρὸ
τῆς οἴμης· οἴμη ἔστιν ἡ ᾠδή.
Προειλόμην, προέκρινα, ἐπλεξάμην. |
---|
40 | Προθέλυμνος, πρόριζος, παρὰ τὸ τέλος τέλαμνος
καὶ θέλυμνος.
Προθεσμία, ἐκ τοῦ θεσμὸς, ὃ σημαίνει τὸν νόμον·
τοῦτο ἐκ τοῦ τίθημι, τίθεμαι, θεμὸς καὶ θεσμὸς ὁ νό‐
μος· ἢ ἀπὸ τοῦ προτεθῆναι τὴν ἡμέραν, ἐν ᾗ τόδε |
---|
45 | γενέσθαι χρή· οὐκ ἀπὸ τοῦ θεσπίζειν, ἐὰν ἡμῖν προ‐
τιθῶμεν προθεσμίαν τινά· εἰ δ’ ὁ θεὸς ὁ προτιθεὶς,
καὶ ἀπὸ τοῦ προθεσπίζειν εἴρηται τὸ ὄνομα, προθεσπί‐
ζοντος τοῦ θεοῦ καὶ προνομοθετοῦντος περὶ τῆς ἡμέ‐
ρας ἐν ᾗ τυχὸν τόνδε δεῖ τῆς ζωῆς ταύτης ὑπεξελ‐ |
---|
pi 480 (50) | θεῖν, ἢ τόνδε καταλυθῆναι τὸν ὑλικὸν σύμπαντα
κόσμον· καὶ θεσπίζειν μὲν ἐπὶ θεοῦ κυρίως· καταχρη‐
στικῶς δὲ καὶ ἐπὶ βασιλέως.
Προΐαψεν, ἐκ τοῦ ϊάπτω τὸ πέμπω.
Προσήκατο, προέδωκεν, εἴασεν. |
55 | Προῖκα χρηστὸς ἦν, ἤγουν δωρεὰν ἀγαθὸς ὑπῆρχε·
τὸ δὲ προῖκα ἐπίῤῥημα ποιότητος.
Προικόνησος, ὄνομα νήσου, ἡ λεγομένη πρόκος, ἐν
ᾗ τὰ μάρμαρα τὰ πλείω εἰσί· γίνεται δὲ ἐκ τοῦ προὶξ
προικὸς καὶ τὸ νῆσος· ἡ πάσαις ταῖς νήσοις προῖκα |
---|
60 | μαρμάρων διδοῦσα. | |
---|
pi 481 | Προῖξ, παρὰ τὸ προϊκνεῖσθαι τῆς γάμου· προῖξ ἐκ τοῦ
πρόϊξ.
Προικίζω, γαμίζω καὶ φερνίζω.
Προμαχίζειν, τὸ σχῆμα ἐστὶ πτώσεως δοτικῆς ἀντὶ |
5 | γενικῆς, ὣς τὸ ἄρχευ Ἀργείοισιν, ἀντὶ τοῦ ἄρχον
τῶν Ἑλλήνων, οὕτω καὶ τοῦτο, Τρώων προεμάχει·
τὸ δὲ προμαχίζω, ἐκ τοῦ πρόμαχος· τοῦτο ἐκ τῆς πρὸ
προθέσεως καὶ τοῦ μάχη, πρόμαχος, προμαχίζω· καὶ
τὸ πρόμαχος γίνεται κατὰ συγκοπὴν πρόχος. |
---|
10 | Προμήθεια, ἡ πρόνοια, ἐκ τοῦ προμηθής· τοῦτο ἐκ
τοῦ μήδω, τροπῇ τοῦ δ εἰς θ, μῆθος καὶ προμηθής·
ὀξύνεται καὶ κλίνεται τοῦ προμηθοῦς· ὁ κανὼν, ὡς τὸ
ἀσεβοῦς· καὶ τὸ θηλυκὸν προμήθεια· τὰ γὰρ παρὰ
τὸ μαθεῖν ἅπαντα διφοροῦνται, πλὴν τοῦ ἀμαθία· τὸ |
---|
15 | δὲ προμηθὴς ἐκ τοῦ μήθω τὸ μανθάνω, μήθεια καὶ
προμήθεια· τὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γινόμενα
θηλυκὰ διὰ τοῦ εια, ἀπολύτως μὲν ληγόμενα προπαρ‐
οξύνονται· ἐπὶ οὐσίας τιθέμενα παροξύνονται.
Πρὸ μοίρας, καὶ πρὸ ὥρας διαφέρει· πρὸ μοίρας μὲν |
---|
20 | τὸ βιαιὼς ἀποθανεῖν, πρὸ ὥρας δὲ τὸ νέον ἀποθανεῖν.
Πρόμαχος, ὁ ἀντίδικος, παρὰ τὸ βῶ, πρόβατος ὁ προ‐
βαίνων· ἢ παρὰ τὸ πρόμαχος.
Πρόνοια, ἡ θρικὴ ἐπιμέλεια· διότι πρὸς τὸ συμφέρον
καὶ χρήσιμον οἰκονομεῖν ἕκαστα· ἢ πρόνοια λέγεται τὸ |
---|
25 | ἀγαθὸν, ὡς πρὸ τοῦ νοῦ ὄν.
Πρόνοια, σημαίνει τέσσαρα· τὴν φροντίδα, καὶ τὴν
κηδεμονικὴν τοῦ παντὸς δόσιν· τὴν προαίρεσιν καὶ τὴν
πρόγνωσιν.
Πρόξενος, καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει· πρό‐ |
---|
30 | ξενος μὲν γὰρ πόλεως· ὁ δ’ αὐτὸς καὶ ἰδιόξενος· οὐκ
ὀρθῶς οὖν Εὐριπίδης· πρόξενος διαφέρει τοῦ ἰδιόξενος·
κακῶς τίς ἐστι προξένους σοι χρωμενʹ.. δορύξενος δὲ, ὁ
κατὰ πόλεμον γινόμενος φίλος· ἀλοὺς γὰρ εἰ ξενίων
τυχὼν ἀφέθη παρὰ τοῦ πολεμίου λίτρας λαβόντα, |
---|
35 | μνὰ δὲ ἦν ἡ τεταγμένη· κομίσας δὲ καὶ φυλάξας τὴν
πίστιν ἐγένετο ξένος, καὶ δορύξενος ἐκαλεῖτο.
Προοῦ, πρόπεμψον· ἔστιν ἵημι τὸ πέμπω, ὁ μέλλων
ἥσω ὁ δεύτερος ἀόριστος ἧν, ὁ παρακείμενος ἧκα· ὁ
παθητικὸς ἔμαι, ὁ μέσος ἀόριστος ἔμην, τὸ τρίτον ἔτο, |
---|
40 | καὶ τὸ δεύτερον αὐτοῦ πρόσωπον γίνεται κατ’ ἀποβο‐
λὴν τοῦ τ, ἕο καὶ οὗ, καὶ ἐν συνθέσει προοῦ· κατὰ
τροπὴν τοῦ τ εἰς ς ἔσο· ἡνίκα γὰρ συντεθῆ μετὰ μο‐
νοσυλλάβου προθέσεως περισπᾶται, οἷον προοῦ, ἤγουν
πρόπεμψον· ἡνίκα δὲ μετὰ δισυλλάβου βαρύνεται, οἷον, |
---|
45 | σύνθου, ἀπόθου.
Προπάροιθεν, ἔμπροσθεν, ἐπίῤῥημα δέ ἐστι τοπικὸν,
ἐκ τῆς πρὸ προθέσεως, καὶ τοῦ πάροιθεν· τοῦτο ἐκ
τοῦ πάρος πάροθεν, καὶ πλεονασμῷ τοῦ ἰῶτα πάροι‐
θεν· καὶ κατ’ ἀναδιπλασιασμὸν προπάροιθεν· διάτι |
---|
pi 481 (50) | προπαροξύνεται; ἔστιν εἰς τὸ οὐρανόθι.
Προπετὴς, ὁ ἄγαν ἐκπίπτων τοῦ δέοντος, ἔμφρασιν
δηλοῖ ἡ πρὸ πρόθεσις.
Πρόσωπον, τουτ’ἔστιν ἀπὸ τοῦ πρόσω ἔμπροσθεν, ἀλλ’
οὐκ ἐκ πλαγίου τοὺς ὦπας ἔχειν· διὸ καὶ μόνοις ἀν‐ |
55 | θρώποις ἐπικατηγορεῖται.
Προπηλακισθέντες, ἀδικηθέντες, ὑβρισθέντες, δια‐
συρέντες· προπηλακισμὸς γὰρ λέγεται ἡ ὕβρις, κατὰ
προσαφῆς τοῦ σώματος, ἀπὸ τοῦ πηλακίζω· τοῦτο δὲ
παρὰ τὸ πάλλω τὸ κινῶ· ἢ παρὰ τὸ παλλάκις, ἢ |
---|
60 | παρὰ τὸ πηλὸς ὃ καὶ βέλτιον· οἱ γὰρ Ἀττικοὶ τὸν ἐπί
τινι ἁλόντα πηλῷ χρίοντες ἐδημοσίευον.
Πρότερος, καὶ πρῶτος διαφέρει· ὁ μὲν γὰρ πρῶτος |
---|
ἐπὶ δύοιν τάσσεται, ὡς Ὅμηρος ἐπὶ τοῦ Πτολεμαίου | |
pi 482 | καὶ Σαρπηδόνος· καὶ τοῦ Πτολαίμου πρότερον· τὸ δὲ
πρῶτος ἐπὶ πολλῶν, ὡς Ὅμηρος ἐπὶ τῶν ἔννεα ἀριστό‐
νων, τὸ πολὺ μὲν πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγα‐
μέμνων. |
5 | Προσδοκάσθω, προστακτικόν· τὸ θέμα προσδοκῶ,
δευτέρας συζυγίας τῶν περισπωμένων.
Πρόσχες, ἐκ τοῦ σχῶ τὸ κρατῶ, παράγωγον ῥῆμα εἰς
μι σχῆμι, σχήσω, ὁ δεύτερος ἀόριστος ἔσχην, ἡ μετ‐
οχὴ σχεὶς σχέντος, καὶ τὸ προστακτικὸν σχὲς καὶ |
---|
10 | πρόσχες.
Πρὸς, ἡ πρὸς πολλάκις ἀντὶ τῆς παρὰ παραλαμβάνε‐
ται· καὶ εἰς τὸ πρὸς ῥὰ καὶ προσῆκον, καὶ πρόσφιν.
Προσευχὴ, ἔντευξις καὶ δέησις διαφέρει· προσευχὴ
περὶ τῶν συμφερόντων· ἔντευξις κατὰ τῶν πλημμελη‐ |
---|
15 | σάντων· δέησις δὲ εἰς ἐκδίκησιν, καὶ εἰς τὴν εὐχήν.
Προσέχειν, εἰς τὸ ἀπροσεξία.
Προσήκατο, σημαίνει τὸ προσελάβετο· ἔστιν ἵημι, καὶ
μετὰ τῆς πρὸς προθέσεως προσίημι, οἷον προσίεμαι,
τουτ’ἔστι προσλαμβάνω σε· μετὰ δὲ τῆς πρὸ προθέ‐ |
---|
20 | σεως σημαίνει τὸ προδιδῶ· καὶ λοιπὸν ἐκ τούτου ἐνε‐
στὼς προσίημι, ὁ μέλλων προσήσω, καὶ ὁ πρῶτος
ἀόριστος προσῆκα, ὁ μέσος προσηκάμην προσήκατο·
μετὰ δὲ τῆς πρὸ προθέσεως σημαίνει τὸ προδιδῶ, οἷον,
οὐ προΐημι τὴν ψυχήν μου· τουτ’ἔστιν οὐ προδιδῶ. |
---|
25 | Προσδοκῶσι, δευτέρας συζυγίας τῶν περισπωμένων·
διαφέρει δοκῶ καὶ προσδοκῶ, ὅτι τὸ μὲν δοκῶ πρώτης
συζυγίας τῶν περισπωμένων ἐστί· ἔστι δὲ τὸ προσδοκῶ
δευτέρας.
Προσῆκον, τὸ πρέπον, ἐκ τοῦ ἥκω τὸ ἔρχομαι, καὶ |
---|
30 | μετὰ τῆς πρὸς προθέσεως προσῆκον· ἡ γὰρ πρὸς πρό‐
θεσις τὸ πλησιάζον καὶ προσεγγίζον σημαίνει· τὸ γὰρ
πρέπον, καὶ ἁρμόζον πλησιάζει, ὡς τὸ ἀπαρέσκον,
πόῤῥω καθίσταται.
Προσνέμει, προσκυροῖ. |
---|
35 | Προσήγορα, φίλα, προσηνῆ.
Προσήλυτος, ἐκ τοῦ ἐλεύθω, ἐλεύσω, ἤλευκα, ἤλευ‐
σμαι, ἤλευσαι, ἤλευσται, ἠλυτὸς καὶ προσήλυτος, ὁ
μέτοικος καὶ φυγάς.
Προσηνὴς, ἐκ τοῦ ἡνίον, ὃ σημαίνει τὸ χαλινοτήριον· |
---|
40 | σημαίνει δὲ τὸν πρᾷον· παρὰ τὸ αἶνος αἰνὴς καὶ προσ‐
ηνὴς, ὁ ἐγγὺς ὢν τοῦ αἰνεῖσθαι· καὶ εἰς τὸ ἀπηνής.
Προσίεμαι, εἰς τὸ προσήκατο.
Προσκορίας, προτιμήσεως, προκαθεδρίας.
Προσκόπτω, τὸ προσκρούω, ἐξ οὗ καὶ πρόσκομμα τὸ |
---|
45 | πταῖσμα, ὡς τὸ προσκόπτεις τῇ σαρκὶ κυρίως ἐστὶ κα‐
ταχρηστικῶς, ἐπειδὴ ἡ πρὸς ἐπὶ τῶν ἐμψυχῶν τάσ‐
σεται, ἡ δὲ εἰς ἐπὶ τῶν ἀψυχῶν· καὶ ὤφειλεν εἰπεῖν,
εἰς ῥα πλατάνιστον, ἀλλ’ ἔταξεν αὐτὴν καταχρηστι‐
κῶς· τὸ πλατάνιστος ὄνομα παρώνυμον· τὸ γὰρ πλα‐ |
---|
pi 482 (50) | τάνιστος καὶ πρώτιστος τῇ μὲν φωνῇ εἰσιν ὑπερθετικὰ,
τῷ δὲ σημαινομένῳ καὶ χαρακτῆρι ἀντὶ ἁπλῶν εἰσί·
καὶ ἐστι παρώνυμον ἐκ τοῦ πλάτος· λέγουσι γὰρ αὐ‐
τὴν πλατόφυλλον εἶναι.
Πρόσφατος, ἡ πρὸς τὸ ἀρτὶ σημαίνει· καὶ γέγονεν |
55 | ἀπὸ τοῦ σφάζω σφατὸς καὶ πρόσφατος, ὁ ἀρτίως σφα‐
γεὶς, καὶ τὸ οὐδέτερον πρόσφατον· ἢ ἀπὸ τοῦ φένω τὸ
φονεύω· ἢ παρὰ τὸ φαίνω τὸ δεικνύω, ὁ πρὸ μικροῦ
φανεὶς καὶ δειχθείς· ἢ παρὰ τὸ φήγω ἔφαγον, πρόσ‐
φατον τὸ ἔμπροσθεν τρωγόμενον· καὶ εἰς τὸ νεαροί. |
---|
60 | Προσφυῶς, ἐπίῤῥημα ἐκ τῆς πρὸς προθέσεως καὶ τοῦ
φῦς, ὃ σημαίνει τὸ πλέκειν καὶ φιλεῖν, γίνεται προσ‐
φυῶς ἤγουν προσφιλῶς. |
---|
Πρόσφυγξ πρόσφυγος, ὁ ἱκέτης. | |
pi 483 | Προσφάγιον, τὸ προσφάτως ἐσθιόμενον.
Προτέρημα, ἡ προτίμησις.
Προσπτύσσομαι, εἰ μὲν σημαίνει τὸ προσκαλοῦμαι,
μετὰ δοτικῆς συντάσσεται· εἰ δὲ ἀσπάζομαι, αἰτια‐ |
5 | τικῇ.
Προτέλεια, εὐχὴ, ἐκ τῆς πρὸ προθέσεως καὶ τοῦ τέ‐
λους, ὃ σημαίνει τὴν ἑορτὴν, ἢ πρὸ τῆς τελειώσεως·
αὕτη δὲ ἐστιν ἡ περὶ νοσούντων καὶ ἀποδημούντων προσ‐
φερομένη παρ’ ἡμῖν θυσία ἐκ καρπῶν. |
---|
10 | Προτέρω, ἐκ τοῦ ποῤῥοτέρω κατὰ συγκοπήν.
Προτέρα καὶ προτεραῖα διαφέρει· προτέρα μὲν ἐπὶ
τάξεως· προτεραῖα δὲ ἐπὶ μονῆς ἡμέρας.
Προτόνοισι, οὐδέτερον πληθυντικῶν, τὰ πρότονα, τοῖς
προτόνοις καὶ προτόνοισι· καὶ προτόνια. |
---|
15 | Πρότμησις, ἡ πρώτη τομὴ τοῦ ὀμφαλοῦ, παρὰ τὸ
πρῶτον τῶν ἄλλων τέμνεσθαι.
Προυργιαίτερον, τὸ πρὸ τοῦ ἔργουν αἱρετώτερον.
Πρόφρων, πρὸς τὰ θεῖα φρόνιμος. |
---|
20 | Προφήτεια, τὸ φη, ἦτα διάτι; ἐκ τοῦ φῶ φήσω·
τοῦ τει διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν διὰ τοῦ ευω
ῥημάτων.
Πρόφθασον, ἐκ τοῦ προφθάζω· τοῦτο ἐκ τῆς πρὸ
προθέσεως καὶ τοῦ φθῶ τὸ φθάζω· τοῦτο ἐκ τοῦ |
---|
25 | θέω τὸ τρέχω, καὶ κατὰ συναίρεσιν θῶ, καὶ πλεο‐
νασμῷ τοῦ φ, φθῶ.
Προφήτης, παρὰ τὸ φῶ τὸ λέγω· τοῦ προφήτης ὁ
κανών· τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου, καὶ τὰ
εἰς της ῥηματικὰ, εἰς ου ἔχει τὴν γενικήν· καὶ εἰς |
---|
30 | τὸ βασιλικόν.
Προφητικὸν, ἰστέον ὅτι ἡ νὺξ εἰς τέσσαρας διαιρεῖται
φυλακὰς, ἑκάστη τρεῖς ὥρας ἔχουσα.
Προχοῷ, ἀγγείῳ προχευτικῷ, τινὲς ἀπὸ τοῦ χέειν τὸ
ὕδωρ, τὸ καθ’ ἡμᾶς λεγόμενον ξέστον. |
---|
35 | Πρόφρων, ἔστι καὶ ὄνομα ὁ πρόφρων τριγενές· ἔστι δὲ
καὶ ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ προθυμώς.
Πρόχνυ, ἐπὶ γονάτων, παρὰ τὸ ἐπὶ γόνυ, πρόθεσις
ἀντὶ προθέσεως.
Πρύμνη, πᾶν τὸ τελευταῖον, τὸ συνορίζον τινὶ, περίμνον |
---|
40 | τι ὄν· παρὰ τὸ πέρας.
Πρύμναντες, πάντες ἐκρούοντο· πρύμναν ἀνακρούε‐
σθαι κυρίως ἔστι τὸ κατ’ ὀλίγον ὑπαναχωρεῖν, μὴ
στρέψαντες τὸ πλοῖον· ὁ γὰρ ὄντως ἀναχώρων, ἐπὶ
τὴν πρύμναν κωπηλατεῖ· τοῦτο δὲ ποιοῦσιν, ἵνα μὴ |
---|
45 | δόξωσι φεύγειν φανερῶς, κατ’ ὀλίγον ὑπαπρόντες·
ἢ ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις δόντες τιτρώσκον‐
ται.
Προὔνεικος, ὁ ὑβριστὴς, ἐκ τοῦ νεῖκος γενόμενος· ἢ
προὔνικος ὁ εὐκίνητος καὶ δρομεύς· καὶ ὁ νικηφόρος. |
---|
pi 483 (50) | Προὔνεικος, καὶ προυνείκους σημαίνει τοὺς ὑβριστὰς
καὶ τοὺς ἄνδρας, τοὺς ἱσταμένους ἐν τῇ ἀγορᾷ καὶ φέ‐
ροντας τὰ ὤνια καὶ λαμβάνοντας ὑπὲρ τούτου μισθόν·
ἐφ’ ἑκατέρων δὲ τῶν σημαινομένων τούτων, διφθόγγῳ
γράφεται· καὶ εἰ μὲν τοὺς ὑβριστὰς σημαίνει, διὰ τῆς |
55 | ει διφθόγγου γράφεται, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθε‐
σιν καὶ τὸ νεῖκος γέγονε πρόνεικος, καὶ πλεονασμῷ
τοῦ υ προύνεικος· εἰ δὲ τοὺς ἄλλους σημαίνει, διὰ τῆς
ει διφθόγγου, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ
ἐνειάκως βοιώτιον γέγονε, καὶ κράσει τοῦ ο καὶ ε εἰς |
---|
60 | τὴν ου δίφθογγον, προύνεικος, ὥσπερ τὸ ἐμὸν, τοὐ‐ | |
---|
pi 484 | μόν· τὸ δὲ ἐνείκως ἐμάθομεν τοῦ ε στοιχείου διὰ τῆς
ει διφθόγγου.
Πρυμνώρεια, τὸ τελευταῖον τοῦ ὄρους.
Πρύμνη, τὸ ἔσχατον τῆς νῆος, παρὰ τὸ πέρας εἶναι, |
5 | οἷον, περιμνόν τι ὄν· περύμνητις οὖσα καὶ πρύμνη·
ἢ παρὰ τὸ εἰς πέρας μένειν.
Πρυτανεῖον, τὸ κελλάριον· πρυτανεῖα τὰ καταβαλλό‐
μενα.
Πρυτανεῦσαι, διοικῆσαι, προστατεῦσαι, φυλάξαι, |
---|
10 | βασιλεῦσαι, ταμιεῦσαι· κυρίως γὰρ ἐπὶ τούτου τοῦ
σημαινομένου τάσσεται ἡ λέξις· πρύτανις γὰρ λέγεται
ὁ σιτοφύλαξ, οἱονεὶ πυροταμίστης ὢν, καὶ συγκοπῇ
πρύταμις, καὶ τροπῇ τοῦ μ εἰς ν, πρύτανις καὶ πρυ‐
τάνιος. |
---|
15 | Πρῶ, σημαίνει τέσσαρα· τὸ προϊῶ, τὸ πράττω, τὸ πέ‐
πραγμαι καὶ τὸ ἐμπυρίζω.
Πρωῒ, ἐπίῤῥημα καιροῦ παραστατικόν· γίνεται δὲ παρὰ
τὴν πρὸ πρόθεσιν, κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω. καὶ
τὸ ῖ· ἐξ οὗ καὶ κατὰ παραγωγὴν πρώϊος, τὸ θηλυκὸν |
---|
20 | πρωΐα, ὥσπερ ὀψὲ ὄψιος ὀψία· καὶ ἡ αἰτιατικὴ
πρωΐαν καὶ Ἰωνικῶς πρωΐην καὶ κατὰ συναίρεσιν τοῦ
ω καὶ ι εἰς ω πρῴην· τὸ ι ἰῶτα διάτι; τὰ καθαρειεύ‐
οντα ἐπιῤῥήματα, ἤγουν χωρὶς συμφώνου ὄντα, διὰ
τῆς ει διφθόγγου γράφονται, οἷον, ἀθεεὶ, αὐτοβοεὶ, |
---|
25 | ἀεὶ, χωρὶς τοῦ πρωῒ· διάτι; ὀξύνεται; τὰ εἰς ἰῶτα
λήγοντα ἐπιῤῥήματα δισύλλαβα συνεσταλμένα, ἔχοντα
τὸ ἰῶτα βαρύνεται, οἷον, ὄφι, νόσφι, ἄθι, μέχρι,
ἄγχι· σεσημείωται τὸ πρωΐ.
Πρωτόλεια, τὰ πρῶτα τῆς λείας, ἤτοι τῆς πραίδας· |
---|
30 | καὶ πρωτόλειον, ἡ ἀπαρχή· τοῦτο δὲ ἐξ ἀπολείποντος
καὶ τελείου.
Πρώονες, οἱ προβεβλημένοι καὶ προνενευκότες τῶν
ὀρῶν, καὶ ὑψηλοὶ τόποι, παρὰ τὸ ἐξέχειν.
Πρωΐα, ἀπὸ τοῦ προϊέναι ἡμᾶς· ἢ ἀπὸ τοῦ πρωῒ κι‐ |
---|
35 | νεῖσθαι τὴν ἡμέραν, τὸν καιρὸν τοῦτον.
Πρωΐας, παρὰ τὴν πρὸ πρόθεσιν χρόνον δηλοῦσαν,
παρὰ τὸ προϊέναι, καθὸ ταύτης εὐεπιφανείσης προϊοῦ‐
σιν οἱ ἄνθρωποι.
Πρὼν, πρωνὸς, τὸ ἤδη πρωϊνόν· πρὼν ἡ μετοχὴ ὀξύνε‐ |
---|
40 | ται, κατὰ πλεονασμὸν τοῦ ο, πρώονες.
Πρωτεῖον, παρὰ τὸ πρωτεύω.
Πρωθήβων, ἐκ τοῦ πρῶτος καὶ τοῦ ἥβη.
Πρωΐα, ἡ πρῴην κατάστασις.
Πρῶρα, δισύλλαβον, παρὰ τὸ προορῶ, ἀφ’ οὗ ἐστι |
---|
45 | προορᾷν καὶ βλέπειν τὰ ἔμπροσθεν· ἢ παρὰ τὸ προ‐
έχειν τοῦ σκάφους· ἢ παρὰ τὸ πρώτην ἰέναι· ἢ παρὰ
τὸ προορῶ γίνεται προόρα, καὶ κράσει τῶν δύο οο εἰς
ω, πρῶρα.
Πρῶτα, ἐπίῤῥημα χρόνου δηλωτικόν, μετάχθεν ἀπὸ |
---|
pi 484 (50) | τοῦ οὐδετέρου· ἰστέον, ὅτι τὰ ἀπὸ οὐδετέρων μεταγόμενα
ἐπιῤῥήματα τὸν αὐτὸν τόνον φυλάττειν θέλουσιν, ὡς τὸ
σάφα, παρὰ τὸ σαφέα, συγκοπῇ τοῦ ε, καὶ τὸ ὦκα
ἀπὸ τοῦ ὠκέα, σημαίνει κατὰ τὸν τόνον τὸ σφόδρα,
οὗ τὸ ὄνομα ὀξύνεται, καὶ τὸ ἐπίῤῥημα βαρύνεται. |
55 | Πρωτότοκος, ἐκ τοῦ πρῶτος καὶ τοῦ τόκος· διαφέρει
δὲ πρωτότοκος καὶ πρωτοτόκος· πρωτότοκος μὲν ὁ πρῶ‐
τος γεννηθεὶς, πρωτοτόκος δὲ ἡ πρώτη γεννήσασα.
Πρωτίστῳ, ὄνομα οὐδέτερον· ὑπερθετικόν ἐστιν, ἢ χα‐
ρακτηριστικὸν, ἢ σημαινόμενον· τινὰ γὰρ αὐτῶν εἰσι |
---|
60 | καὶ χαρακτηριστικὰ καὶ σημαινόμενα, τινὰ δὲ οὐχί· | |
---|
pi 485 | ἀλλὰ χαρακτηριστικὰ μὲν, σημαινόμενα δὲ οὐχί· τό,
τε πρώτιστος καὶ πλατάνιστος ἀντὶ τοῦ πρῶτος καὶ
πλάτανος, ἀντὶ ἁπλῶν εἰσι· πρῶτος τὸ συγκριτικὸν
οὐκ ἔχει, τὸ ὑπερθετικὸν χαρακτῆρι μόνον, καὶ ἡ αἰ‐ |
5 | τία ἔστιν αὕτη· ἐπειδὴ τὰ ὑπερθετικὰ τριγενῆ εἰσι·
καί τι διαφέρει τὰ ὑπερθετικὰ τῶν συγκριτικῶν; δια‐
φέρει, ὅτι τὰ μὲν ὑπερθετικὰ τὴν ἀπηρτισμένην καὶ
ἀκροτάτην ἐπίτασιν ἔχοντα, οὐκ ἐπιδέχονται ἐπιτατικὰ
ἐπιῤῥήματα, οἷον, τὸ μᾶλλον ἢ ἧττον, ἢ ἄγαν, ἢ λίαν, |
---|
10 | ἢ πάνυ, ἢ μάλιστα.
Πταίω, ἐκ τοῦ πτῶ τὸ πίπτω, κατὰ παραγωγὴν πταίω,
ὥσπερ ἐκ τοῦ περῶ, τὸ τελειῶ, περαίω, καὶ πλεονασμῷ
τοῦ ν περαίνω, ἐξ οὗ καὶ τὸ νέον περαίνει, καὶ ἀπὸ
τοῦ βῶ βαίω, καὶ γῶ γαίω, τὸ γαυριῶ, κύδεϊ γαίων. |
---|
15 | Πτέρνα, παρὰ τὸ ἐκπεπτωκέναι αὐτῇ ὅλον τὸ σῶμα·
ἢ παρὰ τὸ πατεῖν τὴν ἔραν· ἢ παρὰ τὸ πατῶ πα‐
τέρνα, καὶ πτέρνα.
Πτέρυξ, παρὰ τὸ πτερύσσω, πτερύξω, πτέρυξ· τὸ δὲ
πτερύσσω παρὰ τὸ πετῶ πετήσω, τοῦτο δὲ παρὰ τὸ |
---|
20 | πτῶ πτήσω· τί διαφέρει πτέρυξ καὶ πτερὺξ; πτέρυξ
λέγεται τὸ ὅλον μέρος τοῦ σώματος, πτερὺξ δὲ τὸ
ἄκρον· τὴν δ’ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφια‐
χυῖαν.
Πτερόεντα, οὐδέτερον, τὸ ἀρσενικὸν πτερόεις καὶ πτε‐ |
---|
25 | ρόεν καὶ πτερόεντα· τὸ δὲ πτερόεις τὸ ρο μακρόν.
Πτερωτὸν, παρὰ τὸ πτερῶ πτερώσω, πτερωτόν· τοῦτο
παρὰ τὸ πετῶ πέτομαι.
Πτερὺξ, ἡ σὰρξ, ἧ ἐκφύονται τὰ πτέρα· πτέρυξ δὲ
τὰ πτερύγια δι’ ὧν πέτονται· καὶ κλίνεται πτέρυγος, |
---|
30 | καὶ παροξύνεται, καὶ γίνεται ἐκ τοῦ πτερύσσω, τοῦτο
ἐκ τοῦ πετερὸν καὶ πτερὸν, τοῦτο δὲ παρὰ τὸ ἐρύκειν
τὸ πίπτειν· διάτι λέγεται ὧδε πτερὺξ ὀξυτόνως; ὅτι
διαφορὰν ἔχει· πτερὺξ γὰρ ὀξυνομένη, περιεκτικήν
τινα ἔννοιαν σημαίνει, ἤγουν ὅλην· βαρυνομένη δὲ μέ‐ |
---|
35 | ρος τοῦ πτεροῦ τι.
Πτήσσω, σημαίνει τρία· τὸ φοβοῦμαι διὰ τοῦ ἦτα, ἐξ
οὗ καὶ κατεπτήσσετο φόβῳ· τὸ τύπτω διὰ τοῦ ἰῶτα,
ἐξ οὗ καὶ τὸ πτισσόμεναι κριθαὶ, καὶ πτισσάνη
τὸ πίτυρον· καὶ πτύσσω τὸ ἀσφαλίζω, διὰ τοῦ υ |
---|
40 | ψιλοῦ.
Πτίλα, τὰ μικρὰ πτερὰ, παρὰ τὸ τίλλω.
Πτισσόμενος, ἐκ τοῦ πτίσσω, τὸ τύπτω, ἐξ οὗ καὶ
πτιεάνιον.
Πτισσάνη, ἡ λελεπτισμένη κριθὴ, παρὰ τὸ πτίσσω |
---|
45 | τὸ καθαίρω, καὶ ἐπτισμένον τὸ κεκαθαρμένον.
Πτύον, παρὰ τὸ πτύω, τὸ ἀπόπτυον καὶ ἀπόῤῥιπτον
τῶν καρπῶν, τὰ ἄχυρα.
Πτηνὸν, τὸ ὄρνεον, ἐκ τοῦ πτῶ, τὸ φοβοῦμαι, ὁ μέλ‐
λων πτήσω, καὶ ἐξ αὐτοῦ πτηνόν. |
---|
pi 485 (50) | Πτίλα, τὰ ἅρμενα, παρὰ τὸ τίλλω τίλλα, καὶ πλεο‐
νασμῷ τοῦ π πτίλα.
Πτοῖαι, δειλίαι, καὶ πτώσεις, παράλογοι φόβοι, ἢ
ἔκπληξις· ἄλλοι κίνδυνον, οἱ δὲ ταραχήν· ἀπὸ τοῦ
πτῶ ῥήματος γίνεται πτόα, καὶ πλεονασμῷ τοῦ ἰῶτα |
55 | πτοία.
Πτολίεθρον, ἐκ τοῦ πτόλις κατὰ ποιητικὸν ἔθος γί‐
νεται πτολίεθρον· καὶ διαφέρει, ὅτι πόλις καὶ χωρὶς
τοῦ τ, τὸ δὲ πτολίεθρον ἄνευ τοῦ τ οὐ λέγεται· γρά‐
φεται δὲ διὰ τοῦ ε· τὰ εἰς ρον οὐδέτερα μετ’ ἐπι‐ |
---|
60 | πλοκῆς συμφώνον, ὑπὲρ δύο συλλαβὰς ὄντα, ἑνὶ φω‐ | |
---|
pi 486 | νήεντι παραλήγεται, οἷον, πέλεθρον, φέρετρον, καὶ
τὰ φέλτρα, βέρεθρον, θέρετρον, θύρετρον· πρόσκει‐
ται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ ῥεῖθρον καὶ κλεῖθρον,
ταῦτα γὰρ δισύλλαβά εἰσι· παρὰ τὸ θύρα γὰρ θύρε‐ |
5 | τρον, ἐκ τοῦ θύω ἐστὶ, δι’ ἧς ὁρμῶμεν.
Πτολίπορθος, πόλις πορθοῦσα, πολεμικὴ, γίνεται ἐκ
τοῦ πέρθω, παρὰ τὸ περιθέειν τουτ’ἔστι περιτρέχειν
τὴν γῆν καὶ τὴν πόλιν· καὶ διάτι τὸ καλλιγράφος ἐκ
τοῦ γράφω ῥήματος συντεθὲν πρὸ μιᾶς ἔχει τὸν τό‐ |
---|
10 | νον; ἐπειδὴ τὰ εἰς ος ὀνόματα ἀπὸ ῥημάτων δισυλλά‐
βων, τῶν ἀπὸ μακρᾶς ἀρχομένων, συντιθέμενα προ‐
παροξύνεται· οἷον, συλῶ ἱερόσυλος, μυκῶ ἐρίμυκος,
οὕτω καὶ πορθῶ πτολίπορθος.
Πτύσμα, πτύσις ἤτοι ῥίψις τοῦ ἐσμοῦ, τουτ’ἔστι τῶν |
---|
15 | ὑγρῶν.
Πτοηθήσονται, ἐκ τοῦ πτόω· τοῦτο ἐκ τοῦ πετῶ,
ποτῶ, καὶ ὑπερθέσει τοῦ τ πτόω πτοήσω· τὸ πτο
μικρόν· ἐκ τοῦ πτόω, τὸ φοβοῦμαι καὶ καταπίπτω.
Πτύσσω, εἰς τὸ πικυνὸν καὶ πυκνὰ καὶ πτύξ. |
---|
20 | Πτωσκαζέμεν, εὐλαβεῖσθαι, ἢ καταπτήσσειν, παρὰ
τὸ πτῶ τὸ σημαῖνον τὸ φοβοῦμαι, καὶ τὸ σκάζω, ὃ
σημαίνει τὸ ἐκκλίνω, ἐξ οὗ καὶ σκαιὸς.
Πτωχὸς, παρὰ τὸ πτήσσω, πτηχός τις ὤν· πτωχὸς
γὰρ οὐχ ὑφίσταται ἀπειλήν· ἢ παρὰ τὸ πτώσσω, πτώξω, |
---|
25 | πέπτωχα, καὶ ἐξ αὐτοῦ πτωχός· τοῦτο γὰρ παρὰ τὸ
πτήσσω· ἢ διὰ τὸ πτῶμα πλούτου ἔχειν· καὶ εἰς τὸ
πένης.
Πυγμαῖος, παρὰ τὸ πυγμὴ, ὃ σημαίνει τὴν πῆχυν,
γίνεται πυγημαῖος, καὶ συγκοπῇ πυγμαῖος· ἢ ἐκ τοῦ |
---|
30 | πυγμὴ, ὅ ἐστιν εἶδος ἀγῶνος, παρὰ τὸ πτύσσω, πτύξω,
πτυγμὴ καὶ ἀποβολῇ τοῦ τ πυγμή· σημαίνει γὰρ ὅτι
κλείνοντες τοὺς δακτύλους πλήσσομεν· σημαίνει δὲ καὶ
τὸν γρόνθον· λοιπὸν ἐκ τοῦ πυγμὴ, γίνεται ὄνομα
παρώνυμον πυγμαῖος· τὸ μαι διφθόγγῳ διάτι; τὰ ἀπὸ |
---|
35 | τῶν εἰς α καὶ εἰς η θηλυκῶν.
Πυγμὴ, σημαίνει τὸν γρόνθον τῆς χειρός· γέγονε δὲ
παρὰ τὸ πτυγμὴ πυγμὴ, ἐξ οὗ καὶ πτυχία, τὰ ἀσφα‐
λιζόμενα, ἡ γενικὴ τῶν πληθυντικῶν πτυχῶν· ἐκ δὲ
τοῦ πυγμὴ γίνεται πυγμαῖος· ἀνδράσι πυγμαίοισιν, |
---|
40 | ἤγουν ἴσοις γνόνθρον.
Πυέλους, σκαφίδας, ἐν αἷς λούονται, παρὰ τὸ πεπυθὸς,
ἤγουν τὸ σεσηπὸς ἑλεῖν· κυρίως δὲ ὅπου τοὺς πυροὺς
πλύνουσιν, οἱονεὶ πυρέλους τινὰς ὄντας, ἐκβολῇ τοῦ
ρ, πυέλους· οὕτως εὗρον ἐν ὑπομνήματι τῆς Ὀδυσ‐ |
---|
45 | σείας.
Πυθέσθαι, αἰσθέσθαι, ἐρωτᾷν, μαθεῖν, ὁ ἐνεστὼς
πεύθω, πεύσω, ἐπυθόμην, πυθέσθαι ἀπαρέμφατον·
πᾶν εἰς σθαι λῆγον ἀπαρέμφατον, ὁμοτονεῖ τῷ ἰδίῳ
ὁριστικῷ, πλὴν τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ |
---|
pi 486 (50) | μέσου ἀορίστου δευτέρου· σεσημείωται τὸ ἔρεσθαι, ὁ β
ἀόριστος ὂν, ἀλλ’ ἐθέλω σὲ φέριστε περὶ ξείνοιο
ἔρεσθαι· διαφέρει πύθεσθαι καὶ πυθέσθαι· πύθεσθαι
μὲν σημαίνει τὸ σήπεσθαι· πυθέσθαι δὲ τὸ ἀκοῦσαι
καὶ μαθεῖν. |
55 | Πυγοστόλος, πυγοστόλον, οἱ μὲν τὴν μαστροπὸν λε‐
γομένην, ἤγουν τὴν προαγωγόν· οἱ δὲ αὐτὴν τὴν γυ‐
ναῖκα τὴν ἑταιρίδα, τὴν περὶ τὴν πυγὴν στολιζομένην,
τουτ’ἔστι κοσμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς
ἱματίοις· στέλλειν γὰρ τὸ κοσμεῖν. |
---|
60 | Πτῶξ, πτωκὸς, ἡ ἔλαφος, παρὰ τὸ πτήσσεσθαι. | |
---|
pi 487 | Πτῶξ, ἐπίθετον τοῦ λαγώου, παρὰ τὸ πτήσσειν καὶ
δειλιᾷν, δειλὸν γὰρ τὸ ζῶον, ἢ παρὰ τὸ πτώσσω.
Πύθω, σημαίνει δύο, τὸ σήπω καὶ τὸ ἐρωτῶ καὶ
ἀκούω. |
5 | Πυκινὴν, πυκνὴν, συνετὴν, ἀσφαλῆ· τὸ κι ἰῶτα
διάτι; τὰ εἰς νος ὀνόματα, ἀπὸ ἐπιῤῥημάτων γινόμε‐
να, διὰ τοῦ ἰῶτα γράφεται· οἷον, ἄληθες ἀληθινὸς,
πέδον πεδινὸς, πύκα πυκινὸς, ταχὰ ταχινός· τὸ πυ
βραχὺ παρὰ τὸ πετύω πετύσω, καὶ συγκοπῇ πτύσσω· |
---|
10 | ἄλλο γὰρ οὐ σημαίνει τὸ πτύσω, εἰ μὴ τὸ ἐπιπίπτειν
ἕτερον πρὸς ἕτερον· τὸ κι βραχὺ διάτι; τὰ εἰς νος
ὀξύτονα, μὴ ὄντα παρώνυμα, διὰ τοῦ ἰῶτα βρα‐
χέος ἐκφέρονται, οἷον, ἀδινὸς, πεδινὸς, πυκινὸς,
ταχινὸς, ἀληθινός· σεσημείωται τὸ χαλινός· τὸ μὲν |
---|
15 | χαλινὸς ἐπειδὴ εὕρηται οὐδέτερον, λέγεται γὰρ τὰ χα‐
λινά· καὶ λοιπὸν ὡς διήλλαξε κατὰ τὰ ἄλλα, διήλ‐
λαξε καὶ κατὰ τὸν χρόνον.
Πυκνὰ, ὄνομα οὐδέτερον πληθυντικόν· σημαίνει δὲ τὰ
συνεχῆ καὶ συνετά· ἡ γὰρ φρόνιμος διάνοια πεπυκνω‐ |
---|
20 | μένη ἐστίν· ὥσπερ τουναντίον ἡ ἔξοχος ἡραιωμένη·
τὸ ἀρσενικὸν ὁ πυκνός· τοῦτο ἐκ τοῦ πυκινός· τοῦτο
ἐκ τοῦ πύκα ἐπιῤῥήματος· τὸ δὲ πύκα παρὰ τὸ πτύσ‐
σω τὸ ἀσφαλίζω πτύκα, καὶ ἀποβολῇ τοῦ τ, πύκα·
πύκα θωρηκτάων· τὸ δὲ πτύσσω παρὰ τὸ πέτω πετύσω, |
---|
25 | καὶ πτύσσω· τὸ γὰρ πτύσσειν οὐδὲν ἄλλο ἔστιν, ἢ τὸ
ἐπιπίπτειν ἕτερον πρὸς ἕτερον.
Πύλη, ἐκ τοῦ πυλάσσω· πᾶν γὰρ τηρούμενον ἐν πύλαις
τηρεῖται· ἡ γενικὴ τῶν πληθυντικῶν πυλῶν· καὶ μετὰ
τῆς ἐκ προθέσεως ἐκ πυλῶν. |
---|
30 | Πύματον, ἔσχατον, παρὰ τὸ πυθμὴν· καὶ αὐτὸ γὰρ
ἐν τῷ ἐσχάτῳ μέρει τοῦ ἀγγείου ἔστι· καὶ εἰς τὸ
ἔσχατον.
Πὺξ, ἐπίῤῥημα ποιότητος, γίνεται ἐκ τοῦ πτύσσω τὸ
ἀσφαλίζω, ὁ μέλλων πτύξω καὶ πτὺξ, καὶ ἀποβολῇ |
---|
35 | τοῦ τ καὶ τοῦ ω, πύξ· κατακλείοντες γὰρ τοὺς δακτύ‐
λους ἐν τῇ πυγομαχίᾳ ἐπάλαιον· πὺξ δ’ αὖτε κλυτο‐
μήδεα δῖον· λέγεται γὰρ ὁ γρόνθος· ἐξ οὗ καὶ πυξίον
τὸ δίπτυχον, ὃ σημαίνει τὴν δέλτον· πυξίδες αἱ δέλτοι·
καὶ αἱ ὅπλαι τῶν κτηνῶν. |
---|
40 | Πτὺξ, ἡ ἐξοχὴ, πτυχὸς τὸ ἀσφάλισμα, πτύξιν δίπλω‐
σιν, πτύχας τὰ ἐλάσματα τῆς ἀσπίδος.
Πύματα, ἐλλείψει τοῦ θ, παρὰ τὸ πυθμὴν, ὄνομα,
ἀπὸ μεταφορᾶς τῶν ἀγγείων, ὁ γὰρ πυθμὴν ἔσχατος,
εἰ καὶ τὴν ἀρχὴν ἔχει· πυθμὴν οὖν πύθματα, καὶ |
---|
45 | ἀποβολῇ τοῦ θ πύματα.
Πυκτεῖον, τὸ τῶν πύκτων· πυκτίον δὲ τὸ πινακίδιον·
ὁμοίως καὶ πυκτὶς ἡ βίβλος πᾶσα.
Πῦρ, φῦρ τί ἔστιν, ὅτι φυσώμενον ἐξάπτεται· ἢ παρὰ
τὸ φύω, φῦρ· τί γὰρ ἐμφυέστερον πυρὸς, φύει λαβό‐ |
---|
pi 487 (50) | μενον ὕλης.
Πυτίνη, τῷ λόγῳ τοῦ αἰητίνη· πυτίνη δὲ σημαίνει τὸ
λεγόμενον φλασκίον.
Πῦον, τὸ ἕλκος, τὸ ἔμπυον· τὸ σεσηπὸς αἷμα τῶν
ὀστέων, παρὰ τὸ πύθεσθαι ὅ ἐστι σήπεσθαι. Ὅμη‐ |
55 | ρος· σέο δ’ ὀστέα πύσει ἄρουρα· πῦον οὖν τὸ σεση‐
πὸς αἷμα, τὸ βεβλημένον, καὶ τὸ γάλα ὁμοίως, οὕτως
Ἀριστοφάνης, πῦος ἡμῖν ἔνδον, τὸ πεπηγὸς γάλα· διὰ
τὸ καὶ αὐτὸ βεβλημένον καὶ ἔμπυον τὸ γαλακτῶδες τῇ
ὁμοιότητι ὑγρόν. |
---|
60 | Πυραὶ, πυρκαϊαὶ, τὸ γὰρ παλαιὸν, τὰ σώματα τῶν | |
---|
pi 488 | θνησκόντων πρότερον ἔκαιον, διὰ τὸ ἀπέριττα γενέ‐
σθαι, καὶ εἴθ’ οὕτω τὴν τέφραν σὺν τοῖς ὀστέοις ὑπὸ
γῆν ἔθαπτον.
Πυραμὶς, σχῆμα οἰκοδομῆς γεωμετρικὸν, παρὰ τὸ συμ‐ |
5 | βαῖνον αὐτῇ σχῆμα, πλατέως κάτωθεν καὶ ὀξυλῆγον,
ὅ ἔστιν οἶκος φλογὶ ἀναφερομένη.
Πυρὰ, παρὰ τὸ πῦρ, τοῦτο παρὰ τὸ φύρω ἢ φύω.
Πυραυνος, ὁ χυτρόπους, τὸ λεγόμενον φωκὶν, παρὰ
τὸ πῦρ ἐνιαύειν ἐν ἑαυτῷ. |
---|
10 | Πυρετὸς, πῦρ ἐντὸς, ἐκ τοῦ ῥέω· κυρίως δὲ πυρε‐
τὸς, ὡς ἡμεῖς λέγομεν ἡ τοῦ θέρους ἔκκαυσις.
Πυργοβαρεσί σου, ἐκ τοῦ πῦργος καὶ τοῦ βάρος, ὃ
σημαίνει τὸ φορτίον γίνεται πυργόβαρις πυργοβάρεως,
τὸ Ἀττικὸν ἡ τὰ φορτία βαστάζουσα· ἔστι δὲ κά‐ |
---|
15 | βαρος.
Πῦργος, παρὰ τὸ ὑπὲρ ἄνω γῆς ἵστασθαι· ἢ διὰ τὸ
ὑπὲρ γῆν ἐπάνω ἕπεσθαι.
Πῦργος, σημαίνει δύο, τὸ τεῖχος τῆς πόλεως καὶ τὴν
στρατιωτικὴν τάξιν. |
---|
20 | Πυργουμένη, σημαίνει τὸ πύργου ποιουμένη· εἴρηται
δὲ παρὰ τὸ πῦργος καὶ τὸ μένω τὸ ἐπιμένω.
Πυρπολούμενος, ἐμπυριζόμενος, παρὰ τὸ πέλειν ἐν
τῷ πυρί· ἢ ἐκ τοῦ πῦρ πυρὸς, καὶ τοῦ πολῶ τὸ ἀνα‐
στρέφομαι· τὸ δὲ πολῶ παρὰ τὸ πέλω, ἐξ οὗ καὶ πό‐ |
---|
25 | λος ὁ οὐρανός· τὸ δὲ πῦρ παρὰ τὸ φύω· τὸ φύω ση‐
μαίνει τρία, τὸ ὑπάρχω ἐξ οὗ καὶ τὸ θεὸς πεφυκώς·
καὶ τὸ ἀναβλαστάνω, ἐξ οὗ καὶ τὸ, ὃς ἀνδρῶν γενεῇ·
καὶ τὸ τῇ χειρὶ καταθῶ, ἔνθ’ ἄρα ὑφῆ χειρί.
Πυραμὶς, ἡ ἐκ πυρῶν, ὡς σησαμὶς, ἡ ἐκ σησάμων καὶ |
---|
30 | μέλιτος· τινὲς δὲ ἀπὸ τοῦ συμβαίνοντος αὐτῇ σχήμα‐
τος, ποιεῖν πλάτος κάτωθεν, καὶ εἰς ὀξὺ λήγοντας,
ὅ ἐστιν ἐοικὸς φλογὶ ἀναφερόμενον· τοιοῦτο δέ ἐστι,
καὶ ὁ πύραμος, καὶ ὁ πῦργος· οὕτως Ἡρακλείδης.
Πυρσεύει, λαμπαδουχεῖ, διὰ πυρὸς σημαίνει πυρίον, |
---|
35 | θυμιαθήριον πυροφόρον, λαμπροφόρον.
Πυρπολουμένη, ἐμπυριζομένη, πυρπολῶ γὰρ τὸ
καίω.
Πυῤῥίχην, τὴν σύντονον ὄρχησιν, ἀπὸ πύῤῥου ἢ πυῤ‐
ῥίχου· ἢ παρὰ τὸ διάπτεσθαι τῶν ὀρχουμένων. |
---|
40 | Πυρῶδες, ἦχος· ἔστι πῦρ πυρὸς, ἐξ οὗ καὶ πυρώδης,
καὶ τὸ οὐδέτερον πυρῶδες· καὶ ἔστιν ὁ ἦχος ἀρσενικὸν,
καὶ τὸ ἦχος οὐδέτερον.
Πυρσὸς, φῶς· πυρσὸς δὲ ἔστι τὸ ἐκ φρυγανώδους ὕλης
ἀναπτώμενον πῦρ· καὶ πυρὸς ὁ σῖτος. |
---|
45 | Πυράκτων, σφοδρῶς καίων.
Πυθεία, πανήγυρις, ἑορτὴ Ἑλληνική.
Πίστις, εἰς τὸ ἐρώτησις.
Πώγων, παρὰ τὸ εἰπεῖν ἄγειν· ἔστι γὰρ ἔπω τὸ λέγω,
καὶ ἄγω τὸ φέρω, καὶ ἐκ τούτων γίνεται ἐπώγων, καὶ |
---|
pi 488 (50) | ἀποβολῇ τοῦ ε πώγων· ὁ ἐπὶ τοῦ εἰπεῖν ἄγων.
Πώγων, παρὰ τὸ ἐν τῷ εἰπεῖν ἄγεσθαι· ἢ παρὰ τὸ
πήσσω τὸ πηγνύω πήγων καὶ πώγων, ὁ ἐν τῷ εἰπεῖν
ἑδραῖος καὶ ἀμετακίνητος ὤν.
Πωλοδαμνεῖν, παρὰ τὸ πῶλος, καὶ τὸ δαμνῶ, δαμνᾶς· |
55 | τοῦτο παρὰ τὸ ἐν τῇ πόᾳ ἅλλεσθαι.
Πῶλος, ὁ ὄνος, διὰ τὸ τῇ πόᾳ πελάζειν· καὶ εἰς τὸ
πόλος.
Πῶλοι, οἱ νέοι ἵπποι καὶ ὄνοι, πόαλοί τινες ὄντες,
παράγωγον ὡς ἵππος ἵππαλος, οἱ περὶ τὴν πόαν ἁλλό‐ |
---|
60 | μενοι. | |
---|
pi 489 | Πωλία, τὰ στρουθία.
Πωλῶ, τὸ πω μέγα· ἐξ οὗ καὶ πωλήτης ὁ πράτης·
καταχρηστικῶς δὲ γράφεται τὸ πωλεῖν διὰ τοῦ ω, ἐκ
τοῦ πώλου· διότι τὰ ἀπὸ βαρυτόνων ποιητικῷ ἔθει |
5 | μεταγόμενα εἰς περισπώμενα, διὰ τοῦ ω γράφεται,
οἷον νέμω, νωμῶ, νώμησαι κινῆ βὼν ἐξαλέαν βύρσαν
ξηράν· στρέφω στρωφῶ· Ἕκτωρ δ’ ἀμφιπεριστρώ‐
φα· οὕτω καὶ πέλω πωλῶ, πλὴν τοῦ πέτω ποτῶ,
μήτηρ δ’ ἀμφεποτᾶτο· καὶ εἰς τὸ ἀλλαντοπώλων. |
---|
10 | Πωλοδάμνης, ὁ τοὺς πώλους γυμνάζων, παιδευτὴς
ἵππων.
Πῶμι, ὁ μέλλων πώσω, πέπωκα, πέπομαι, ἐπόθην,
κατεπόθη, οἱονεὶ ἐβυδίσθην.
Πώποτε, οἱ μὲν ἀπὸ τοῦ πούποθεν, καὶ τροπῇ τῆς |
---|
15 | θεν συλλαβῆς εἰς τε, πώποτε ἐπεκτάσει τοῦ ο εἰς
ω, ἢ τῆς ου εἰς ω· οἱ γὰρ Δωριεῖς τὴν ου εἰς ω
τρέπουσιν· οἱ δὲ ἀπὸ συνδέσμου.
Πῶϋ, τὸ ποίμνιον, παρὰ τὴν πόαν, ᾗ νέμεται· ἢ ὅτι |
---|
ποτῷ ἥδεται. | |
pi 490 | Πωρὸς, ὁ τυφλός· Πῶρος δὲ ὄνομα κύριον.
Πῶρος, πενθὸς σκληροῦν καὶ λίθος, πωρὸς δὲ ὁ
τυφλός.
Πωσαπλῶς, ἐπίῤῥημα μεσότητος. |
5 | Πῶρος, κύριον μέγα· πόρος δὲ ἡ διάβασις μικρόν.
Πῶϋ, τὸ ποίμνιον, παρὰ τὸ πῶ τὸ κτῶμαι, τὰ γὰρ
κτήματα ἀπὸ τῶν θρεμμάτων λέγεται· ἢ παρὰ τὴν
πόαν ἣν νέμεται· ἢ ὅτι ποτῷ ἥδεται καὶ εὐφραί‐
νεται. |
---|
10 | Πῶ, τὸ πίνω· ὁ δὲ φιλόξενος πῶ, φησὶν, ἔστι τὸ κτῶ‐
μαι, καὶ πάσασθαι τὸ κτήσασθαι κυρίως θρέμματα,
καταχρηστικῶς δὲ πᾶν ὁτιοῦν, Τρῶες δ’ ὥστ’ ὀΐες
πολυπάμμονος ἀνδρὸς, ἀντὶ τοῦ πολλὰ θρέμματα
ἔχοντος· καὶ πασάμενος ἀντὶ τοῦ κτησάμενος. Θεόκρι‐ |
---|
15 | τος πασάμενος ποτιτάσε, Συρακοσίοις ἐπιτάσσεις,
ἀντὶ τοῦ κτησάμενος· πάω γὰρ τὸ κτῶμαι, καὶ πάσω·
ὄνομα ῥηματικὸν πάμμων καὶ πολυπάμμων.
Πώρωσις, ἡ τύφλωσις. |
---|
19t | Τέλος τοῦ Π στοιχείου. | |
---|
rho 489 (post 19t) | ΑΡΧΗ ΤΟΥ Ρ ΣΤΟΙΧΕΙΟΥ. |
20 | Ῥάας, ῥεῦμα.
Ῥᾷβδος, παρὰ τὸ ῥάω τὸ φθείρω, ἐκβολῇ τοῦ ι
ῥᾶβδος, προσγραφομένου τοῦ ἰῶτα.
Ῥᾷβδος, παρὰ τὸ ῥᾷον εἰς ὁδόν· ἢ παρὰ τὸ ῥᾷον β
δίζειν· καὶ οὐδέτερον ῥαβδίον· διαφέρει ῥᾷβδος καὶ βα‐ |
---|
25 | κτηρία· ῥᾷβδος μέν ἐστιν ἡ ποιμαντική· βακτηρία ἡ
τοῦ γέροντος ἀνάπαυσις.
Ῥαβὸς, ὁ πλάγιος, παρὰ τὸ ῥᾷον βαίνειν, κατ’ ἀντί‐
φρασιν.
Ῥάγα, ῥόγα. |
---|
30 | Ῥαγδαῖος, σφοδρός.
Ῥάδαμνος, κλαδὸς, βλαστὸς, παραφυάδιον, ἢ ἄνθος
δένδρου.
Ῥαδινὸν, κοῦφον, ἐλαφρὸν, παρὰ τὸ δαμάζεσθαι ῥᾷον.
Ῥᾴδιον, τὸ ἰῶτα προσγεγραμμένον εὑρέθη· κατὰ διά‐ |
---|
35 | στασιν ῥηΐδιον.
Ῥᾳδίως, εὐχερῶς, εὐκόλως.
Ῥᾳδιουργὸς, πλαστογράφος, πανοῦργος.
Ῥαθάμιγγες, ῥανίδες, σταγόνες, καὶ ὁ ἀπὸ τῶν ἵπ‐
πων κονιορτός. |
---|
40 | Ῥᾴθυμος, ἐκ τοῦ ῥᾲ καὶ τοῦ θυμὸς, ὁ εὐκόλως μετα‐
στρεφόμενος· ἢ παρὰ τὸ ῥᾴδιος, καὶ ἀποβολῇ τοῦ δ,
ῥᾴϊος, καὶ συγκοπῇ ῥᾷος, καὶ μὲν τὸ ι προσγεγραμμέ‐
νον· καὶ μετὰ τοῦ θυμὸς τοῦ σημαίνοντος τὴν ψυχὴν
ῥᾴθυμος. |
---|
45 | Ῥάθυμος, ὁ μετὰ εὐχερείας ἐπιπίπτων τῇ ῥαθυμίᾳ,
καὶ ἀγανάκτων ἐκ τοῦ κόσμου τῆς περιστάσεως· κυ‐
ρίως δὲ ῥᾳθυμία, ἡ ἀμέλεια καὶ ὀλιγοψυχία.
Ῥαίνω, ῥαντίζω· τὸ ραι δίφθογγος, καὶ τὸ νω μέγα·
τὰ εἰς νω λήγοντα ῥήματα δισύλλαβα βαρύτονα, τῇ αι |
---|
rho 489 (50) | διφθόγγῳ παραλήγεται· σαίνω, χαίνω, καίνω, φαίνω,
μαίνω, ξαίνω, δραίνω τὸ ἰσχύω, πλὴν τοῦ σθένω τὸ
δύναμαι, μένω τὸ ἐπιμένω, καὶ γένω.
Ῥαιστὴρ, ἡ σφύρα, ἡ σιδηρὰ, παρὰ τὸ ῥάσσαι καὶ
συντρίψαι, ῥαϊστὴρ καὶ ῥαιστήρ. |
55 | Ῥάκιον, βαρύτονον, ὡς ὑποκοριστικὸν· καὶ γίνεται ἐκ | |
---|
rho 490 (20) | τοῦ ῥάκος· τοῦτο ἐκ τοῦ ῥῶ ῥήσω, ῥήξω, καὶ ῥάκος,
τὸ διεῤῥαγὸς ἱμάτιον.
Ῥάμνος, εἶδος φυτοῦ ἀκανθώδους, γίνεται παρὰ τὸ
ῥάπτω, ὃ σημαίνει δύο· τό, τε πλήττω, καὶ τὸ τὰ
διεστῶτα συνάπτω· ἐκ τοῦ οὖν ῥάπτω τὸ πλήττω, ὁ |
25 | παθητικὸς παρακείμενος ἔῤῥαμμαι, τὸ πεπλῆγμαι, καὶ
ῥάμμος, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ῥά‐
μνος, ἡ πλήσσουσα.
Ῥαβεννήσιος, τῇ στολῇ συνᾴδει Βενετικῷ οὐ συμπο‐
λίτευται δὲ αὐτῷ τῇ ἀχρήστῳ γνώμῃ, καὶ τῇ οἰκήσει· |
---|
30 | ἐπεὶ πολιτεύεται ἀχρηστὼς, φιλαδελφίαν ἔχων ὡς συμ‐
πάροικος τῆς παλαίας Ῥώμης.
Ῥάμφος, ῥάγχος καὶ πρόσωπον διαφέρει· πρόσωπον μὲν
ἐπὶ ἀνθρώπων, ῥάγχος ἐπὶ τετραπόδων, ῥάμφος δὲ
ἐπὶ πτηνῶν. |
---|
35 | Ῥανθίζω, ἐκ τοῦ ῥαίνω, ῥανῶ, ῥανίζω, καὶ πλεονα‐
σμῷ τοῦ τ, ῥαντίζω, τὸ δὲ ῥαντίζω τοῦ πλύνω δια‐
φέρει.
Ῥᾷον, σημαίνει τὸ εὐχερές· καὶ γέγονεν ἀπὸ τοῦ ῥᾳδίως
κατὰ συγκοπήν· καὶ οἱ Αἰολεῖς ἀποβάλλουσι τὸ ἰῶτα |
---|
40 | πολλάκις· τὸ δὲ ῥᾷον ἔχει τὸ ἰῶτα προσγεγραμμένον·
ἐπειδὴ τὰ εἰς ον καθαρὰ δισύλλαβα, διφθόγγῳ θέλουσι
παραλήγεσθαι· τέσσαρα δέ εἰσι ταῦτα, καὶ τὰ μὲν δύο
ἐκφωνοῦσι τὸ ἰῶτα, τὸ μεῖον, πλεῖον· τὰ δὲ δύο ἀνεκ‐
φώνητον αὐτὸ ἔχουσιν, οἷον, ῥᾷον, λῷον. |
---|
45 | Ῥᾷον, σημαίνει τὸ εὔκολον, παρὰ τὸ ῥέω· καί τι μετ‐
έχει ἐκ τοῦ ῥέω; τὸ γὰρ εὐχερῶς γινόμενον ῥεύσει
ἔοικε· καὶ εἰς τὸ πραῢς.
Ῥανὶς, ἐκ τοῦ ῥαίνω.
Ῥᾳστώνη, ῥᾳθυμία, τρυφὴ, τέρψις, εὐκολία, ἀργία, |
---|
rho 490 (50) | ἀνάπαυσις, περίστασις, ἡσυχία πάντοθεν· παρὰ τὸ
ῥᾷον, ὃ σημαίνει τὸ εὔκολον· ῥαστώνη ἡ ἡδυπάθεια,
καὶ ἡ εὐκολία.
Ῥᾴστα, εὐχερῆ, εὔκολα.
Ῥάφανον, εἰς τὸ ῥέφανον. |
55 | Ῥάφις, ῥαφίδος, παρὰ τὸ ῥάπτω. | |
---|
rho 491 | Ῥαχίας, κυρίως μὲν πᾶς πετρώδης αἰγιαλὸς ῥαχίας
καλεῖται· καὶ γῆ δέ τις ἐν τοῖς μετάλλοις οὕτω καλου‐
μένη· παρὰ δὲ Σοφοκλεῖ ῥαχία λέγεται ἡ τοῦ ὄρους·
παρ’ ἑτέροις δὲ ὁ σύνδενδρος τόπος λέγεται. |
5 | Ῥάχις, παρὰ τὸ διαχωρίζειν τὰς ψιὰς ἀπ’ ἀλλήλων,
τὸ νωτίδες μέρος, ἢ ὀσφὺς, ἢ ἄκανθοι τοῦ νώτου,
παρὰ τὸ ἐν αὐτῇ τῆ ῥάχει προσράσσειν πάντα τὰ
πλευρά.
Ῥάψαι, παρὰ τὸ σκευάσαι, συνθεῖναι. |
---|
10 | Ῥαψῳδία, λόγων συναφὴ, φλυαρία.
Ῥέα, κατ’ ἐναλλαγὴν ἔρα, ὄνομα θεᾶς.
Ῥέζω, σημαίνει τρία, τὸ πράττω, ὡς τὸ, νῦν δὲ τόδε
μεγ’ ἄριστον ἐν Ἀργείοισιν ἔρεξε· τὸ θύω, ἄλλος
δ’ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων· καὶ τὸ τῇ χειρὶ |
---|
15 | καταψῶ· χειρὶ τέ μιν κατέρεξε· καὶ εἰς τὸ ἔργον.
Ῥέξας, παρὰ τὸ ἕρδω τὸ θύω, ἐν ὑπερβιβασμῷ ῥέδω,
καὶ τροπῇ τοῦ δ εἰς ζ, ῥέζω.
Ῥέθη, τὰ πρόσωπα, διὰ τὸ φαίνεσθαι τὰ ἤθη δι’ αὐτῶν.
Ῥέθη, σημαίνει τὰ μέλη· ψυχὴ δ’ ἐκ ῥεθέων, διὰ τὸ |
---|
20 | φαίνεσθαι τὰ ἤθη δι’ αὐτῶν· καὶ γὰρ ἐκ τῆς ποίας
αὐτῶν συστάσεως τὰ πάθη τῆς ψυχῆς θεωροῦμεν,
χαιρούσης, ἢ λυπουμένης, ἢ ὀργιζομένης· ἐτυμολογεῖ‐
ται δὲ παρὰ τὸ ῥέειν τὰ ἤθη τῆς ψυχῆς· Αἰολεῖς δὲ
ῥέθος λέγουσί τι πρόσωπον· ῥέεθρα ῥεῖθρα. |
---|
25 | Ῥεῖα, δὲ ῥᾳδίως· ἐκ τοῦ ῥέω, ῥέα ἢ ῥεῖα, πλεονασμῷ τοῦ
ἰῶτα· ῥεῖα μὲν βριάει, παρὰ τὸ ῥέω· τὸ γὰρ εὐχερῶς
γινόμενον ῥεύσει ὑπόκειται, ὡς παρὰ τὸ ἠρεμῶ, ἠρέμα·
καὶ εἰς τὸ εἶεν.
Ῥεῖθρον, τὸ ῥέον ὕδωρ, παρὰ τὸ ῥέω γέγονε ῥέεθρον |
---|
30 | καὶ κατὰ κράσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον
ῥεῖθρον, διὰ τὸ ῥέειν· ἰστέον ὅτι τὰ εἰς ον λήγοντα
ῥηματικὰ οὐδέτερα, ἔχοντα τὸ ρ ἐν τῇ τελευταία συλ‐
λαβῇ, ἰσοσυλλαβεῖ τῷ ῥήματι.
Ῥεῖθρον, καὶ ῥεῦμα διαφέρει· ῥεῖθρον μὲν γάρ ἐστιν |
---|
35 | ὁ τόπος δι’ οὗ φέρεται τὸ ῥεῦμα· ῥεῦμα δὲ αὐτὸ τὸ
ὕδωρ.
Ῥεῖν, τὸ ῥέειν, ὡς τὸ πνέειν, πνεῖν.
Ῥέξας, πράξας, παρὰ τὸ ἕρδω τὸ θύω, καὶ ἐν ὑπερ‐
βιβασμῷ ῥέδω, τροπῇ τοῦ δ εἰς ζ, Δωρικῶς ῥέζω, |
---|
40 | ἔρεξα ἡ μετοχὴ ὁ ῥέξας· καὶ εἰς τὸ ῥῆγος.
Ῥεόντων, παρερχομένων.
Ῥεῦμα, τοῦ ῥέοντος τὸ νεῦμα· καὶ εἰς τὸ ῥεῖθρον.
Ῥέφανον, καὶ ῥάφανον διαφέρει· παρὰ τοῖς Ἴωσι καὶ
Ἀττικοῖς ῥέφανον μὲν γάρ ἐστιν, ὃ καὶ ἡμεῖς φαμὲν, |
---|
45 | ῥάφανον δὲ τὴν κράμβην.
Ῥέχθεν, πράχθεν.
Ῥέψας, στεγάσας, κλίνας.
Ῥήγιον, ἀπὸ τῆς ῥήξεως, ῥαγείσης τότε τῆς χθονός.
Ῥῆγμα, σχίσμα, τάσις ἀνέμου ἢ τραύματος. |
---|
rho 491 (50) | Ῥηγμὶν, ὁ αἰγιαλὸς διὰ τοῦ ἰῶτα, τῷ λόγῳ τῶν δικα‐
ταλήκτων· ῥὶν ὁμοίως διὰ τοῦ ἰῶτα.
Ῥῆγος, τὸ πορφυροῦν ἱμάτιον, ἢ περιβόλαιον, ῥῆξαι
γὰρ τὸ βάψαι, καὶ οἱονεὶ μεταποιῆσαι, ὅτι ῥαγεῖς
ἐλέγοντο οἱ βαφεῖς, καὶ ῥῆγος τὸ βάμμα σαφὲς Ἀνα‐ |
55 | κρέων ποιεῖ, ἁλιπόρφυρον ῥῆγος.
Ῥήδην, εἰς τὸ διαῤῥήδην καὶ παραβλήδην.
Ῥηΐτερος, εὐχερέστερος, εὐκολώτερος.
Ῥηξήνορα, τὸν ῥηγνῦντα τὴν ἠνορέην, τουτ’ἔστι τὴν
ἀνδρείαν· ἢ τὸν ῥέξαί τι καὶ πράξαι τῇ ἠνορέῃ δυνά‐ |
---|
60 | μενον. | |
---|
rho 492 | Ῥήξω, καὶ ῥήσω· εἰς τὸ ἀριστίνδην, καὶ εἰς τὸ διαῤῥή‐
δην καὶ παραβλήδην.
Ῥηϊδίως, ῥᾳδίως, εὐκόλως.
Ῥητορικὴ, διὰ τὸ ῥεῖν τὸν λόγον ἀφθόνως. |
5 | Ῥήτρα, συνθήκη, ὁμολογία· Ταραντίνοις δὲ νόμος, οἷον
ψήφισμα, οἱ δὲ σύγγραμμα· καὶ ῥητροφύλακας τοὺς
συγγραμματοφύλακας, παρὰ τὸ ῥῶ ὃ σημαίνει τὸ
λέγω.
Ῥηξίφλοια, ἐκ τοῦ ῥήσσω τὸ ῥηγνύω γίνεται ῥήξω. |
---|
10 | Ῥῆμα, παρὰ τὸν ῥήσω μέλλοντα.
Ῥίγος, διὰ τοῦ ἰῶτα, ἐκ τοῦ φρίσσω φρίγος, καὶ ἀπο‐
βολῇ τοῦ φ, ῥίγος.
Ῥήγια, βάπτα ἱμάτια καὶ περιβόλαια· ῥῆξαι γὰρ ἔλε‐
γον οἱ ἀρχαῖοι τὸ βάψαι. |
---|
15 | Ῥῆγος, τὸ πορφυροῦν περιβόλαιον, ῥῆξαι γὰρ τὸ βά‐
ψαι, καὶ οἱονεὶ μεταποιῆσαι· ὅτι δὲ ῥαγεῖς ἔλεγον τοὺς
βαφεῖς, καὶ ῥῆγος τὸ βάμμα, σαφὲς Ἀνακρέων ποιεῖ,
ἁλιπόρφυρον ῥῆγος· ἄλλοι δὲ ῥῆγος τὸ βαπτὸν μαλλίον
ἔλεγον. |
---|
20 | Ῥητῶν, ὡρισμένων, φανερῶν λέξεων.
Ῥινὴ, ὀξυτόνως λέγεται, τὸ ἐν τῆ συνηθείᾳ ῥινίον.
Ῥησείδιον, τὸ σει δίφθογγος· καὶ εἰ μὲν ἀπὸ τῆς
ῥήσεως γενικῆς, γράφεται διὰ διφθόγγου, ὡς λέξεως
λεξείδιον· εἰ δὲ ἀπὸ τοῦ ῥήσιος διὰ τοῦ ἰῶτα, ὡς λέξιος |
---|
25 | λεξίδιον.
Ῥιγῶ, ὁ μέλλων ῥιγήσω· τὸ γη ἦτα διάτι; καὶ τὰ δί‐
χρονα παραληγόμενα διὰ τοῦ ἦτα ἔχει τὸν μέλλοντα·
ὁ μέσος παρακείμενος ἔῤῥιγα· ἐνδεῖ τοῦ ἐνεργητικοῦ
παρακειμένου διάτι; ὅτε γὰρ ὁ δεύτερος ἀόριστος ἐνδεῖ |
---|
30 | τοῦ πρώτου συλλʹ... τότε καὶ ὁ μέσος παρακείμενος
ἐνδεῖ τοῦ ἐνεργητικοῦ· ἔστιν οὖν ὁ δεύτερος ἀόριστος
ἔῤῥιγον· δὸς χρῆσιν· χρῆσις τοῦ ἔῤῥιγα, ὅτι ἐγὼ ἔῤ‐
ῥιγον μάχης, τὸ ὑποτακτικὸν ἐὰν ἐῤῥιγῶ, ἐῤῥιγῆς,
ἐῤῥιγῆ, καὶ κατ’ ἐπέκτασιν ἐῤῥίγησιν· ὡς τὸ, δώοι |
---|
35 | πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι· Τρῶες δ’ ἐῤῥί‐
γησαν.
Ῥιγῶ, σημαίνει δύο· τὸ ῥιγῶ ἐκ τοῦ ῥίγος, ὃ σημαίνει
τὸν φόβον, τὸ ρι μακρόν· τὰ γὰρ θεματικὰ, ἡνίκα
ἀποβάλλουσι σύμφωνον, εἰς φύσει μακρὸν ἀποβαίνου‐ |
---|
40 | σιν, οἷον γιγνώσκω, γινώσκω· καὶ ἕτερόν ἐστι ῥῆμα
ῥιγῶ ἐπὶ τοῦ ψύχους, καί ἐστι τρίτης συζυγίας τῶν
περισπωμένων, οὗ ὁ μέλλων ῥιγώσω· καὶ ὁ ποιητὴς,
ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης· ἀντὶ τοῦ οὐχ
ὑπέλαβον· ὅμως ῥιγῶσαι· ἀμφότερον ἐκ τοῦ ῥίγος. |
---|
45 | Ῥίζα, δι’ ἧς ῥέει τὸ ζῆν ἄνω τοῖς δένδροις· ἢ διὰ τὸ
ῥᾷον ζῇν· ἢ παρὰ τὸ ἕζω τὸ καθέζομαι, ἵζα καὶ
ῥίζα· τὸ ζα βραχὺ διάτι; τὰ εἰς α λήγοντα θηλυκὰ,
παραληγόμενα ἑνὶ τῶν διπλῶν, ἢ διὰ δύο σς ἐκφερό‐
μενα, συστέλλει τὸ α. |
---|
rho 492 (50) | Ῥίζα, παρὰ τὸ εἶναι αὐτὴν ἐν τῇ γῇ καὶ ζῇν· ῥίζην
γὰρ ὁ Ὅμηρος τὴν ὑποκάτω γῆς λέγει· ἐξερχομένης
γὰρ αὐτῆς ἐκ γῆς ἀποθνήσκει, ἤγουν ξηραίνεται.
Ῥίνας, ἡ εὐθεῖα ῥὶν, διὰ τὸ ῥέεσθαι δι’ αὐτῆς τὰ
ὑγρὰ, παρὰ τὸ ῥεῖν ἄνωθεν· ἤγουν τὰ τῆς κεφαλῆς |
55 | ὑγρά.
Ῥίμφα, σημαίνει τὸ ταχέως, παρὰ τὸ ῥίπτειν ἑαυτὸν
διὰ τάχους· ὡς παρὰ τὸ κρύπτω κρύπτα, καὶ πλεο‐
νασμῷ τοῦ μ, ῥίμφα.
Ῥῖνος, σημαίνει τὸ δέρμα, καὶ γράφεται διὰ τοῦ ἰῶτα, |
---|
60 | καὶ γίνεται παρὰ τὸ ῥίνῃ, ὅπερ δέδεικται διὰ τοῦ ἰῶτα | |
---|
rho 493 | γραφόμενον· ἢ παρὰ τὸ ῥίον, τὸ σημαῖνον τὸ ἄκρον,
γέγονε· καὶ γὰρ τὸ δέρμα ἄκρον ἐστὶ καὶ ἐπιφάνεια
τῆς σαρκός.
Ῥιπὴ, ἄνεμος, βλεφάρων ὁρμή. |
5 | Ῥιπὶς, ἐκ τοῦ ῥίπτω, ἔῤῥιπτον, παράγωγον.
Ῥίον, τὸ ἄκρον τοῦ ὄρους· ἢ ὄρους ἀκρωτήριον, ἀπὸ
τοῦ περιῤῥεῖσθαι τοῖς ὄμβροις· καὶ ἀπὸ τοῦ ῥαΐζειν
καὶ λήγειν ὀξύ.
Ῥίπτασκον, οὐκ ἔστιν Ἰωνικὸν, οὐ γὰρ τῷ ε παρα‐ |
---|
10 | λήγεται· καὶ τινὲς μὲν φασὶν ἀπὸ ἐνεστῶτος αὐτὸ
εἶναι· παρῆκται γὰρ ἀπὸ τοῦ ῥιπτάζω ῥιπτάσκω, ὡς
παρὰ τὸ φάζω φάσκω· καὶ συγκοπῇ Ἰωνικῇ ῥιπτά‐
ζεσκον ῥίπτασκον· ἢ ὁ ἐν πολέμῳ ῥίψας τὰ ὅπλα.
Ῥίπτω, τὸ πετάζω βαρυτόνως, ῥιπτῶ δὲ τὸ ἐξουτενῶ |
---|
15 | περισπωμένως· ἐξ οὗ καὶ τὸ ἐξελεξάμην παρεῤῥιπτεῖ‐
σθαι.
Ῥὶς, καὶ ῥύγχος διαφέρει· ῥὶς ἐπὶ ἀνθρώπου, ῥύγχος δὲ
ἐπὶ ἀλόγου ζώου.
Ῥὶς, καὶ μυκτὴρ διαφέρει· ῥὶς μὲν ἡ ἀπὸ μέσου φρύγου |
---|
20 | καταγωγὴ μέχρι τοῦ χείλους, μυκτῆρες δὲ, αἱ τῶν ῥι‐
νῶν καταῤῥύσεις, δι’ ὧν τὸ ὑγρὸν ἐξέρχεται.
Ῥιπὴ, ἔστι κατὰ μὲν τὸν νόμον ἡ ὥρα, κατὰ δὲ ἀστρο‐
νόμους τοῦ ὀφθαλμοῦ τὸ κάμμισμα· ξ οὖν ῥιπαὶ ποι‐
οῦσι μίαν στιγμὴν, καὶ ἓξ στιγμαὶ λεπτὸν ἓν, καὶ |
---|
25 | πέντε λεπτὰ ὥραν μίαν· ὥστε οὖν τὸ χιλιοστὸν
ὀκτακοσιοστὸν τῆς ὥρας ἐστὶ στιγμή.
Ῥίψασπις, δειλὸς ἐν πολέμῳ, ὁ τὰ ὅπλα ῥίπτων καὶ
φεύγων· καὶ εἰς τὸ κληΐς.
Ῥιψοκίνδυνος, παράβολος, τολμηρὸς, ἐπὶ κίνδυνος· |
---|
30 | ῥίπτων καὶ φεύγων· καὶ εἰς τὸ κληΐς.
Ῥοάων, ῥοῶν· γενικὴ τῶν πληθυντικῶν, ἡ εὐθεῖα ἡ
ῥοὴ, αἱ ῥοαὶ, τῶν ῥοῶν· οἱ Αἰολεῖς τὰς εἰς ων ληγού‐
σας γενικὰς, τὰς ἀπὸ τῶν εἰς αι εὐθείων γινομένας,
διὰ τοῦ αων προσφέρουσι· μοῦσαι, μουσάων· οἱ δὲ |
---|
35 | δωριεῖς διὰ τοῦ εων, πύλαι πυλέων, ὡς εἰπὼν, πυ‐
λέων ἐξέσσυτο.
Ῥοαῖς, τοῖς ῥέουσιν ὕδατι ῥεύματα· καὶ ῥοῖα τὸ δένδρον
βαρυτόνως.
Ῥοδοδάκτυλος, ῥοδόχρους, ῥουσιοδάκτυλος. |
---|
40 | Ῥοδίεντα, πυῤῥά.
Ῥοδωνία, τόπος ἐν ᾧ εἰσι ῥοδά.
Ῥοδὸν, τὸ ἄνθος, παρὰ τὸ ζώοδον, καὶ ῥοδὸν, τὸ τὴν
ζωὴν δωρούμενον, διὰ τῆς εὐωδίας· καὶ ῥοδὸν κατ’ ἀν‐
τίφρασιν, τὸ μὴ ὄζον ἀλλ’ εὔοσμον ὄν. |
---|
45 | Ῥοῖα, σὺν τῷ ἰῶτα τὸ δένδρον· ῥόα δὲ χωρὶς τοῦ ἰῶτα
ὁ καρπός.
Ῥοῖζος, ἐπὶ ἀνέμου κτυποῦντος, βρόμος δὲ ἐπὶ πυρὸς
καίοντος καὶ κτυποῦντος.
Ῥομφαῖα, τὸ ξίφος, παρὰ τὸ ῥομφῶ ὃ σημαίνει τὸ |
---|
rho 493 (50) | κτυπῶ· ἢ παρὰ τὸ ῥέπω ῥοπὸν, ῥοπαία καὶ ῥομ‐
φαία.
Ῥόπαλον, ξύλον, βάκλον, βακτηρία, ἀπὸ τοῦ ῥαπί‐
ζειν, ἢ ἀπὸ τοῦ συντρίβειν, ἢ ἀπὸ τοῦ τῇ ῥοπῆ, ὅ
ἔστι τῇ φορᾷ, ἀλοᾷν καὶ συντρίβειν. |
55 | Ῥόπτον, ῥόπαλον, παγὶς, ἢ τιμωρία.
Ῥόθιον, σημαίνει τὸ ὁρμητικόν· τὸ ρο μικρὸν ἀπὸ πα‐
ραδόσεως.
Ῥόθος, τὸ ῥόθον, οἱ μὲν ἤκουσαν τὸν ψόφον, ὅθεν |
---|
60 | καὶ ῥόθιος καλεῖται τὸ κτυποῦν κῦμα καὶ ῥεῦμα·
πλούταρχος δὲ Βοιωτὸς ὢν, τὰς ὀρεινὰς ὁδοὺς τὰς στε‐ |
---|
νὰς καὶ δυσαντεῖς ῥόθους ὀνομάζεσθαι φησί. | |
rho 494 | Ῥοιζηδὸν, παρὰ τὸ ῥοῖζος· ῥοῖζος δὲ λέγεται ὁ τοῦ
πυρὸς κτύπος· γίνεται ἀπὸ τοῦ πῦρ πυρὸς πυρίζω καὶ
ῥοίζω· ἢ παρὰ τὸ τρύζω τρύζος καὶ ῥοῖζος· τὸ δον
μικρὸν διάτι; τὰ εἰς ον ἐπιῤῥήματα διὰ τοῦ ο γράφε‐ |
5 | ται, πλὴν τοῦ χρεὼν, ἐμποδὼν ἐκδεξιών.
Ῥύβδην, ὁμοῦ, ἢ μετ’ ἠχοῦ σφοδροῦ· καὶ ῥυβδῶ τὸ
ἠχῶ.
Ῥύεται, σκέπει, φυλάττει, σώζει.
Ῥυηφένεια, σημαίνει ἡ λέξις τὸν πλοῦτον, παρὰ τὸ |
---|
10 | ῥύω καὶ ἄφενος· τουτ’ἔστι τοῦ πλοίου ῥύσις, ῥυηφόνεια
δὲ παρὰ τὸ ῥύω καὶ τὸ φένω τὸ φονεύω.
Ῥύεο, ῥῦσαι, ἐκ τοῦ ῥύω, ὁ παθητικὸς ῥύομαι, ὁ πα‐
ρατατικὸς ἐρυόμην, τὸ δεύτερον ἐρύου καὶ τὸ προστα‐
κτικὸν ῥύου, καὶ Ἰωνικῶς ῥύεο· εἰώθασι γὰρ οἱ Ἴωνες |
---|
15 | τὰ εἰς ου προστακτικὰ εἰς εο διαιρεῖν, οἷον ποιοῦ
ποίεο, ἄρχου ἄρχεο, οὕτως οὖν καὶ ῥύου ῥύεο.
Ῥύεσθαι, καὶ ἐῤῥύεσθαι διαφέρει· ῥύεσθαι μὲν τὸ ἐκ
θανάτου ἕλκειν· ἐῤῥύεσθαι δὲ τὸ φυλάσσειν.
Ῥυθμὸς, ἀκολωθʹ.. τάξις, τύπος· ἐκ τοῦ ἐρύω, τὸ |
---|
20 | ἑλκύω, ἐρυσμὸς, καὶ κατ’ ἀφαίρεσιν τοῦ ε, ῥυσμὸς, καὶ
τροπῇ τοῦ ς εἰς θ, ῥυθμός· ἢ παρὰ τὸ ὀρούω τὸ
ὁρμῶ, γίνεται οὐρμὸς, καὶ ἀποβολῇ τοῦ ο, καὶ πλεο‐
νασμῷ τοῦ θ, ῥυθμός.
Ῥύτειον, ἰστέον, ὅτι δύο ἀκρώρειαί εἰσι τῆς Τροίας· |
---|
25 | καὶ ἡ μὲν πρώτη, ῥύτειον λέγεται, ἡ δὲ ἕτερα, τὸ
σίγειον· εἶχε δὲ τὸ μὲν Σίγειον ὁ Ἀχιλεὺς, τὸ δὲ Ῥύ‐
τειον Ἄϊας, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται·
τὰ γὰρ διὰ τοῦ ειον τρισύλλαβα, ἅπαντα διὰ τῆς ει
διφθόγγου γράφεται. |
---|
30 | Ῥῦπος, παρὰ τὸ λύω λῦσος καὶ ῥῦπος, τροπῇ τοῦ
ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ τοῦ συμφώνου εἰς
σύμφωνον.
Ῥυπτικὸν, σημαίνει τὸ καθαρτικὸν, τὸ θέμα ῥύπτω,
ἐξ οὗ καὶ ῥύπος· ὁ μέλλων ῥύψω, ὁ παρακείμενος |
---|
35 | ἔῤῥυφα, ὁ παθητικὸς ἔῤῥυμμαι, τὸ τρίτον ἔῤῥυπται·
ῥύπτης ἢ καθαρὸς, καὶ τὸ κτητικὸν ῥυπτικόν.
Ῥῦσαι με, εἰς τὸ σῶσον με
Ῥύμη, ἡ ὁρμὴ, ἔκβολον λαῦρα. |
---|
40 | Ῥύμματα, τρίμματα, σίγματα.
Ῥυσία, λύτρα, ἐνέχυρα.
Ῥυσίον, τὸ ἕνεκεν ἐνεχύρου κατεχόμενον.
Ῥυτήματα, τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων σπι‐
λώματα. |
---|
45 | Ῥυτῆρες, χαλινοὶ, ἥνιαι, ἱμάντες.
Ῥύω, παρὰ τὸ λύω, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετά‐
βολον· καὶ εἰς τὸ ἐρυμνώσας.
Ῥῶ, εἰς τὸ ἀριστίνδην, καὶ ἄριστος καὶ ἄῤῥωστος, καὶ
διαῤῥήδην καὶ εἰρήσασθαι, καὶ ῥήτρα καὶ σῆραξ ὀλογʹ |
---|
rho 494 (50) | τοῦ ρ.
Ῥωγαλαῖον, ἰσχυρὸν, ἀνδρεῖον.
Ῥώμη, ἡ ὑγεία, παρὰ τὸ ῥῶ τὸ ὑγιαίνω, ὁ μέλλων
ῥώσω, ὁ παρακείμενος ἔῤῥωκα, ὁ παθητικὸς ἔῤῥωμαι,
καὶ ἐξ αὐτοῦ ῥώμη ἡ ὑγεία· σημαίνει δὲ καὶ τὴν πό‐ |
55 | λιν· καὶ εἰς τὸ ἀνδρεία.
Ῥώμαις, ἰσχύσι, δυνάμεσι.
Ῥῶπος, μίγματα, χρώματα, ὅσα ζωγράφοις καὶ γρα‐
φεῦσι καὶ μυρεψοῖς χρησιμεύει, ὅθεν καὶ ῥώπαλον·
τινὲς δὲ καὶ τῶν παντοδαπῶν φόρτων ῥώπαλον. |
---|
60 | Ῥῶσις, ἡ ὑγεία, ἔστι ἐκ τοῦ ἀῤῥωστία, κατὰ στέρησιν
ὑγείας· καὶ ἡ δύναμις καὶ τὸ ῥωμαλέον. |
---|
Ῥώθων, ἐκ τοῦ ῥοὺς ῥοὸς, καὶ τοῦ ὤθω. | |
rho 495 | Ῥωννύω, τὸ δύναμιν παρέχω· ὁ μέλλων οὐκ ἔχει·
ποιεῖ δὲ τὸ παράγωγον εἰς μι, καὶ ἄχρι τοῦ παρα‐
τατικοῦ κλίνεται, ἐξ οὗ καὶ ἐπιρωννύω.
Ῥωϊκὸν, λέγεται τὸ ἱππικόν. |
5 | Ῥωμαῖος, ὡραῖος, κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀν‐
θρώπων· ἐξεχύθη γὰρ χάρις ἐν χείλεσιν αὐτοῦ· διὰ |
---|
τοῦτο εὐλόγησεν αὐτὸν εἰς τὸν αἰῶνα· περιζώννυται | |
rho 496 | τὴν ῥομφαῖαν αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ, ὡς δύνατος
τῇ ὡραιότητι, καὶ τῷ κάλλει αὐτοῦ· ἐντενεῖται καὶ
κατευοδοῦται, καὶ βασιλεύει ἐκ θεοῦ.
Ῥωγχάζειν, παρὰ τὸ ῥοχεῖν παρῆρται· ἢ παρὰ τὸ |
5 | ῥέγχω.
Ῥωφεῖν, ὕδωρ. |
---|
7t | Τέλος τοῦ Ρ στοιχείου. | |
---|
sigma 495 (post 7t) | ΑΡΧΗ ΤΟΥ Σ ΣΤΟΙΧΕΙΟΥ. |
8 | Σαβὲλ.
Σαγήνη, ἀπὸ τοῦ ἔσω ἄγειν γίνεται ἐσαγήνη, καὶ ἀπο‐ |
---|
10 | βολῇ τοῦ ε, σαγήνη· γράφεται γὰρ διὰ τοῦ ἦτα.
Σαγήνη, περιβόλαιον, στάγμα, σκέπασμα.
Σαγάριος, ποταμὸς Φρυγίας καὶ Λυδίας.
Σαγηνεύει, περιλαμβάνει.
Σαθρὸς, χαῦνος, ἀσθενὴς, κεκλασμένος, παρὰ τὸ |
---|
15 | σταθῆναι, σαθὸς καὶ σαθρὸς, κατ’ ἀντίφρασιν· ἢ
παρὰ τὸ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρ‐
θρα· καὶ εἰς τὸ σαπρόν.
Σαθρὸς, παρὰ τὸ σεσημένα ἔχειν τὰ ἄρθρα.
Σαβανδιὸς, ἐπώνυμον Διονύσου. |
---|
20 | Σαβιθὰ, τοῦτο συριακὸν ἐστὶν ὄνομα, ὃ ἑρμηνεύεται
λινιαῖον ἄντλημα, παρὰ τὸ ἀσκαλωνίτῃ· ἔστι δὲ ξε‐
στῶν κβ· καὶ τὶ ἀρέστισι, καὶ παρ’ ἄλλοις ιη· τὸ δὲ
ἕν δ.
Σαίρειν, εἰς τὸ σάκορος. |
---|
25 | Σαίνει, κολακεύει.
Σακελλάριος, συριστὶ ἐπιδέχεσθαι· σάκελλα γὰρ τὸ
δέχεσθαι εἴρηται.
Σάκκος, ἀπὸ τοῦ σάσσω, ὃ σημαίνει τὸ στρωννύω, γί‐
νεται ὁ μέλλων σάξω, καὶ τοῦ παθητικοῦ παρακειμέ‐ |
---|
30 | νου σέσακται τὸ τρίτον, καὶ ἐξ αὐτοῦ σάκτος καὶ τοῦ
τ εἰς κ, σάκκος.
Σάκος, ἡ ἀσπὶς τῶν ὅπλων, ἀπὸ μεταφορᾶς τοῦ σά‐
κεσι· Σάκες γὰρ ἔθνος Θράκης, οἱ ταύτην ἐφεῦρον·
καὶ εἰς τὸ πολεμικὸν ἱλη̄μʹ. |
---|
35 | Σάλος, παρὰ τὸ ἅλς, ἁλὸς καὶ σάλος.
Σάλπιγξ, σαλπίζω, τοῦτο παρὰ τὸ ἔπω τὸ λέγω, ὁ
μέλλων ἔψω, ἀποβολῇ τοῦ ω ἒψ, καὶ τροπῇ τοῦ ε εἰς
ο, ὂψ ὀπὸς, ὀπίζω, καὶ μετὰ τοῦ σέλας, ὃ σημαίνει τὴν
λαμπηδόνα γίνεται σελαπίζω, καὶ ἐν συγκοπῇ καὶ ὑπερ‐ |
---|
40 | βιβασμῷ σαλπίζω.
Σάκρον, τὸ τῷ δημοσίῳ ἀφιερωθὲν, εἴτε ἐν πόλει,
εἴτε ἐν ἀγρῷ.
Σαλὴμ, εἰς τὸ Ἱερουσαλήμ.
Σανὶς, παρὰ τὸ τείνω, τὸ τανύω, τανὶς καὶ σανὶς, τὸ |
---|
45 | ἐπίμηκες ξύλον.
Σαλαμίνη, ὅτε εὐθεῖα ἐστὶ, διὰ τοῦ ἦτα· ἐπὶ δὲ τῶν
λοιπῶν πτώσεων τὰ δύο ἰῶτα.
Σαλαμῖνος γὰρ δικατάληκτον ἐν σαλαμίνῃ· φησὶ δὲ
σαλαμίς· Σαλαμὶς δὲ ἦν πρὸ τῆς Ἀττικῆς, ὅθεν |
---|
sigma 495 (50) | ἦν Αἴας ὁ Τελαμώνιος· Σαλαμὶν Σαλαμῖνος ὄνομα
νήσου.
Σάλπιγξ, παρὰ τὸ σαλπίζω· τοῦτο παρὰ τὸ σέλας
καὶ τὸ ὀπίζω· οἱ γὰρ ἀρχαῖοι μήπω σάλπιγξι χρώμε‐ |
νοι, πολεμίων περιστοιχησάντων ἄφνω τὴν πόλιν αὐ‐ | |
sigma 496 (8) | τῶν, διὰ φλογὸς καὶ καπνοῦ τοὺς ἐπικούρους ἐκά‐
λουν. |
10 | Σάνδυξ, χρῶμα κόκκινον.
Σάξαι, καὶ σάπτειν, τὸ στρῶσαι καὶ στρωννύειν.
Σαμβύκη, εἶδος ὀργάνου.
Σάκος, εἰς τὸ δόρυ, ἀπὸ Σάκων τῶν πρῶτον εὑρόντων·
ἢ ἀσπὶς τὸ ὅπλον. |
---|
15 | Σαπρὸν, δυσῶδες, σηπτικόν· ἔστι σήπω, σήψω, ὁ β
ἀόριστος ἔσαπον, καὶ ἐκεῖθεν σαπρὸν, κατὰ πλεονα‐
σμὸν τοῦ ρ καὶ πάλιν τροπῇ τοῦ π εἰς θ, σαθρὸν γί‐
νεται.
Σαράβαρα, ἐσθὴς Περσική· ἔνιοι δὲ λέγουσι βρακία· |
---|
20 | ἄλλοι δὲ περὶ τὰ σκέλη ἐνδύματα.
Σάρδις, ἡ πόλις, ὥσπερ γὰρ παρὰ τὸ πόλιες καὶ ὄφιες
γίνεται πόλις καὶ ὄφις, κατὰ κράσιν τοῦ ι καὶ ε, εἰς
ἰῶτα, οὕτω καὶ παρὰ τὸ σάρδιες γίνεται σάρδις κατὰ
κράσιν τοῦ ι καὶ ε· δηλονότι μακρόν. |
---|
25 | Σάρδις, ἡ πόλις καὶ οἱ πολίται, καὶ λέγουσί τινες· τὶ
οὖν καὶ οἱ πολίται Σάρδις λέγονται καὶ ἡ πόλις, καὶ μὲν
Σαρδανοὶ λέγονται καὶ καλέονται, πῶς οὖν φησὶ καὶ οἱ
πολῖται καὶ ἡ πόλις, ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ εἶπε,
σάρδις λέγονται οἱ πολῖται καὶ ἡ πόλις· ἀλλότι διὰ |
---|
30 | τοῦ ἰῶτα ἐστὶν ἡ γραφή.
Σάρωσις, ἡ φιλοκάλησις.
Σαρωνὶς, ἡ δρὺς, διὰ τὸ σεσειρέναι· ἢ σωρωνὶς διὰ τὸ
ἐξ αὐτῶν σωροὺς γίνεσθαι.
Σάτον μόδιον κουλοματʹ.. ὡς εἶναι ξέστων κβ, ὑγροῦ |
---|
35 | δὲ ξέστων ν· καὶ ἄλλως· σάτον καλεῖται ἐξ αὐτῆς τῆς
ἑβραΐδος διαλέκτου μεταφρασθὲν, θηλυκῶς μὲν ἐκφω‐
νούμενον, ἐν δὲ τῇ Ἑλλάδι οὐδετέρως· τὸ γὰρ σάτον
οὐχ ἡ σάτος· τὸ σάτον δὲ μόδιόν ἐστι κουλουματʹ.. ὡς
εἶναι μόδιον, καὶ διὰ τοῦτο ὀβολʹ.. τὸ σετρʹ..· ἔστι τοῦ |
---|
40 | μοδίου τὸ ὑπέργυμα· κέκληται δὲ σάτον, κατὰ τὴν
αὐτὴν διάλεκτον ἐκφωνούμενον· ἐν δὲ τῇ Ἑλληνίδι
σύρως· τὸ γὰρ σάτον μόδιόν ἐστι βουλλατʹ...
Σαρδόνιος γέλως, καθ’ ὑπόκρισιν, ἀπὸ τοῦ σεσυρέ‐
ναι τοὺς ὀδόντας. |
---|
45 | Σάρδιον, βοτάνη δηλητρʹ ἥτις ἅπαν τὸ σῶμα τοῦ φα‐
γόντος αὐτὴν, σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων
συσταλέντων, γυμνοῦσθαι τοὺς ὀδόντας, καὶ γέλωτος
φαντασίαν παρέχειν τοῖς ὁρῶσι· ἔστι δὲ καὶ λίθος.
Σάρισσα, εἶδος ἀκοντίου Ἑλληνικοῦ. |
---|
sigma 496 (50) | Σαρδάζων, μετὰ πικρίας καὶ θυμοῦ γελῶν.
Σάτυρος δαίμονος ὄνομα χορευτικοῦ.
Σαρακηνὸς, σαπρὸς, κενὸς, διὰ παντὸς γὰρ τῇ σα‐
πρίᾳ νέος εὑρίσκεται, οὐ τελευτʹ.. γὰρ αὐτοῦ ἡ πονηρία, |
σαπρῆς γὰρ μήτρος τῆς δούλης γέγονε· σαπρὸς ἧν τῷ | |
sigma 497 | πάλαι δικαίῳ γνωρία, τὴν δούλην καὶ τεχθῆναι παρ’
αὐτῆς· ἐξ ἐπιτροπῆς γὰρ τῆς Σάῤῥας πρὸς τὸν Ἀβραὰμ
τοῦ γενέσθαι μετὰ δούλης καὶ κύησιν βρέφους ἐτέχθη
ὁ Ἰσμαήλ· ὁ ἀεὶ σαπρὸς τῇ ἀμεταβλήτῳ πονηρίᾳ ἄκο‐ |
5 | σμον καθιστῶν τὸν κοσμόν· ἡ δὲ Σάῤῥα ἐξ ἐπαγγελίας
τριάδος συνέλαβε, καὶ εὐλογήθη καὶ αὐτή· καὶ τὸ ἐξ
αὐτῆς τεχθὲν, πρὸ τῆς κυήσεως αὐτῆς ἐν τῇ ἐπαγγε‐
λίᾳ τῆς συλλήψεως αὐτοῦ.
Σαυρωτὴρ, ξυστὸν δόρυ, ἢ ὁ στύραξ, ὃν ἔνιοι οὐρία‐ |
---|
10 | χον καὶ σαυρωτῆρα καλοῦσι, ὅπου ἐμπήσσεται τὸ σίδη‐
ρον τοῦ δόρατος, παρὰ τὸ σταυροῦσθαι καὶ ὀρθοῦσθαι
ἅπαν, σταυρωτήρ τις ὤν· οἱ δὲ αὐτὸ τοῦτο τὸ σιδή‐
ρειον στύρακα καλοῦσιν· ἔστι δὲ εἶδος δένδρου ὁ στύ‐
ραξ, οὗ ὁ καρπὸς ὁμωνύμως λέγεται στύραξ· λέγεται |
---|
15 | δὲ σαυρωτὴρ καὶ ἡ τοῦ δόρατος ἀρχὴ, ἐφ’ ἧς στηρί‐
ζεται.
Σάφα, σαφῶς, ἐπίῤῥημα μεσότητος, διάτι βαρύνεται;
ὅσα ἐν ὁμοφωνίᾳ καθέστηκε, πληθυντικοῖς βαρυτόνων
ὀνομάτων, ταῦτα βαρύνεται καὶ μετάγονται εἰς ἐπιῤῥη‐ |
---|
20 | ματικὴν σύνταξιν, καὶ βαρύνεται, οἷον ταχεὼς τάχα,
σαφέα, ὠκέα, ὦκα πλὴν τοῦ θαμέα θαμὰ· καὶ εἰς
πρῶτα.
Σαφῶς, ἐκ τοῦ σαφὴς, τοῦτο ἐκ τοῦ σαφῶ τὸ ἑρμη‐
νεύω, τοῦτο ἐκ τοῦ σοφὸς, τοῦτο ἐκ τοῦ σέβω σοβὸς |
---|
25 | καὶ σοφός· τὸν γὰρ σοφὸν πάντες σεβόμεθα.
Σαφηνιεῖ, ἑρμηνεύει, διατρανεῖ.
Σαώτερος, παρὰ τὸ σάος, σαώτερος τὸ συγκριτικόν.
Σαώτερος, ὁ σῶος καὶ ὑγιής· ἔστι ῥῆμα σῶ τὸ ὑγιαί‐
νω, καὶ παράγωγον σάω, ἐξ οὗ ὄνομα σάος, ἐξ αὐτοῦ |
---|
30 | σαώτερος· τὸ δὲ σῶος εἴρηται, παρὰ τὸ σεύειν τὸ ὁρ‐
μᾷν, καὶ κινεῖσθαι.
Σέβας, τιμὴ, προσκύνησις.
Σεβαστὸς, προσκυνητὸς, σεπτός.
Σεδὲκ, εἰς τὸ Μελχισεδέκ. |
---|
35 | Σειλινὸς, ὁ γέρων, παρὰ τὸ εἴρω, ὃ σημαίνει τὸ λέγω
σειρηνὸς, καὶ κατὰ μετάθεσιν τοῦ ρ εἰς, λ καὶ τοῦ η
εἰς ι, σειλινός· ἢ παρὰ τὸ σείεσθαι λίαν· σειληνὸς ὁ
διόνυσος, παρὰ τὸ σείεσθαι ἐν τῷ ληνῷ· σιληνὸς δὲ ὁ
μωρὸς, ἐκ τοῦ σιλαίνειν τὸ μωραίνειν, καὶ φλυαρεῖν. |
---|
40 | Σειλινὸς, σειλινοὶ λέγονται οἱ γέροντες τῶν σατύρων·
γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ
σείεσθαι αὐτοὺς, περὶ τὸν ληνόν· ἢ παρὰ τὸ σεσυρέ‐
ναι καὶ χαίρειν γέγονε σέριος καὶ προσθέσει τοῦ ἰῶτα,
καὶ τροπῇ τοῦ ρ εἰς λ· σειλινός. |
---|
45 | Σειρὰ, ἡ πλοκὴ, διὰ τῆς ει διφθόγγου, τοῦτο παρὰ
τὸ εἴρω τὸ συμπλέκω, γέγονεν εἰρὰ, καὶ πλεονασμῷ
τοῦ ς, σειρά· οἱ δὲ Δωριεῖς διὰ τοῦ ἦτα γράφουσιν αὐτὸ,
σηρὰ, καὶ ἐκ τούτου γνωρίζεται, ὅτι δίφθογγον ἔχει,
τρέποντες ἐκεῖνοι πάντοτε τὴν ει δίφθογγον εἰς ἦτα. |
---|
sigma 497 (50) | Σείριος, ὁ ἥλιος, οἱονεὶ τείριος, κατὰ τροπὴν τοῦ τ εἰς ς,
ἐπειδὴ τείρει καὶ καταπονεῖ ἡμᾶς τῷ καύματι· καὶ ὅτι
ἀποσείει ἡμᾶς καὶ κενοῖ ἐκ τοῦ ἱδρῶτος, οἱονεὶ σείριος
ὁ ἐκζέων ἡμᾶς καὶ θερμαίνων ταῖς ἀκτίσιν· ἢ ὁ σείων
καὶ ἐκπέμπων τὰς ἀκτίνας· ἢ ἐπειδὴ σειρικοῦν λέγεται |
55 | τὸ ἐρυθρὸν χρῶμα· ἡ δὲ χροιὰ τοῦ ἡλίου ἀνατέλλον‐
τος τοιαύτη ἐστί· Σείριος καλεῖται οἱονεὶ εἴριος, ὁ εἴ‐
ρων καὶ προλέγων τοῖς γεωργοῖς ἰδιότητα.
Σειρὴν, παρὰ τὸ εἴρω τὸ λέγω γέγονεν εἰρὴν καὶ |
---|
πλεονασμῷ τοῦ ς, σειρήν. | |
sigma 498 | Σειρομάστης, ἐκ τοῦ σεῖρα καὶ τοῦ μαστίζω· ἔστι
δὲ σκεῦος λογχοειδὲς, ἔχον ὀγκίνα τινὰ συνηγμένον
αὐτῷ, ᾧ χρῶνται μάλιστα τελῶναι, εἰς τὸ ἐρευνᾶν δι·
αὐτοῦ τὰς πήρας τῶν φορτίων τῶν ἐμπόρων, τοῦ γνῶ‐ |
5 | ναι τινά ἐστι τὰ ἐναποκείμενα τοῖς φορτίοις· ἔνθεν
γὰρ καὶ σειρομάστης ὠνόμασται, ἐκ τοῦ τὰ φορτία ὡς
εἴρηται τῶν ἐμπόρων μαστίζειν δι’ αὐτοῦ, τουτ’ἔστιν
ἐρευνᾷν.
Σείω, παρὰ τὸ σέω γέγονε, σείω γὰρ προσθέσει τοῦ |
---|
10 | ἰῶτα· καὶ εἰς τὸ σισσειὸν καὶ τιμή.
Σέβας, ἐκ τοῦ σέβω.
Σεισάχθεια, χρέων ἀποκοπή· οἱ Ἀθηναίων παῖδες
δανεισάμενοι ποτὲ παρὰ τῶν πλουσίων, καὶ ἀποροῦν‐
τες ἠναγκάσθησαν μισθοῖς αὐτοὶ διαπελάζειν καὶ ἀγω‐ |
---|
15 | νίαν.
Σέλας, φῶς, λαμπηδὼν, λαμπρότερον τὸ φῶς τῆς σε‐
λήνης, παρὰ τὸ σαλεύεσθαι τῇ πνοῇ.
Σέλας, παρὰ τὸ σεύω τὸ ὁρμῶ καὶ σέλη ἡ λαμπεδὼν,
παρὰ τὸ σεύεσθαι ἐξ αὐτῆς τὴν ἕλην καὶ ὁρμᾷν, ἢ |
---|
20 | παρὰ τὸ ἕλη ἡ λαμπηδὼν ἕλας καὶ σέλας· καὶ εἰς τὸ
ἥλιος, καὶ λάμπω, καὶ σάλπιγξ, καὶ σεμελή.
Σελήνη ἡ Ἄρτεμις, σέλας νέον, εἴρηται παρὰ τὸ σέ‐
λας ἀένναον ἔχειν, ὅθεν καὶ ἐνιαυτὸς, ὁ ἔνος ὁ ἀεὶ
νεάζων, οὕτως Ἡρακλείδης. |
---|
25 | Σελήνη, παρὰ τὸ ἐν νυκτὶ φαίνειν, σέλας γὰρ οἱ πα‐
λαιοὶ τὸ φῶς ἐκάλουν· ἔστι δὲ καὶ ὄνομα βασιλίσσης
σκυθῶν.
Σέλινον, διὰ τὸ ἐν ἕλει σεύεσθαι ἤγουν ὁρμᾷν, ἕλι‐
νον καὶ σέλινον. |
---|
30 | Σελευκὶς, εἶδος ὀρνέου.
Σελμὼν, ὄνομα βάρβαρον, ἀπὸ τοῦ ἕλκω τὸ ἑλκύω,
ὁ παρακείμενος εἷλκα, ὁ παθητικὸς εἷλμαι καὶ ἐξ αὐ‐
τοῦ εἷλμος καὶ ἀποβολῇ τοῦ ἰῶτα ἑλμὸς, ἑλμών· ἢ
ἀπὸ τοῦ ἐλεύθω ἐλμὼν καὶ σελμών. |
---|
35 | Σεκοῦνδος, κύριον· σημαίνει δὲ καὶ τὸν δεύτερον.
Σεμέλη, κύριον, παρὰ τὸ σέλας μέλειν, ἤγουν φρον‐
τίζειν· σέλας γὰρ τὴν ἀστραπήν· παρὰ τοῦ Δίος ᾐτή‐
σατο μετὰ ἀστραπῆς καὶ βροντῶν συγγενέσθαι αὐτῇ.
Σεμέλη, θεὸς, θεμελὶς, θεμελιῶτις οὖσα. θέμελις ἡ |
---|
40 | γῆ προσαγορεύεται· διὰ τὸ ἐν αὐτῇ πάντα καταθεμε‐
λιοῦσθαι· καὶ κατ’ ἐναλλαγὴν τοῦ θ εἰς ς, Σεμέλη.
Σεμίδαλις, ἐκ τοῦ σέλας ὃ σημαίνει τὸ λευκὸν, σε‐
λίδαμίς τις οὖσα, ἡ λευκὴ ἄλευρος.
Σεμνὸς, ἔντιμος, ἔνδοξος. |
---|
45 | Σεμνῶς, ἐπίῤῥημα ἀπὸ τοῦ σεμνὸς, ὅπερ γέγονεν ἀπὸ
τοῦ σέβω, σεβνὸς, καὶ τροπῇ τοῦ β εἰς μ σεμνός· ση‐
μαίνει δὲ τὸν θαυμαστὸν καὶ ἄξιον ἐν τροποῖς· καὶ
τὰ ἄῤῥητα καὶ τὰ ἀνεξέταστα σεμνὰ λέγεται· καὶ
παρὰ Λυκόφρωνι δὲ, σεμνῶς κασσωρεύουσα κοιλανεῖ |
---|
sigma 498 (50) | δόμους· καὶ εἰς τὸ ἄσεμνος καὶ γυμνός.
Σενάτωρ, ἀξίωμά τι ἐν Ῥώμῃ μέγιστον.
Σέσηπεν, ἐκ τοῦ σήπω, ἢ ἔσαπον· ἢ παρὰ τὸ σὴς
σητὸς, ὅ ἐστιν εἶδος σκώληκος· καὶ κλίνεται σητός,
ὁ κανὼν· τὰ εἰς ης ὀνόματα μονοσύλλαβα, εἰ μὲν |
55 | ὀξύνεται, διὰ τοῦ τος κλίνεται· Κρὴς Κρητὸς, Κρῆτες
κρητῶν· ἀμφὶ δέ μιν Κρητῶν ἀγοί. θὴς θητὸς, βλὴς
βλητὸς, βλῆτα καὶ ἀβλῆτα πτερόεντα· εἰ δὲ περισπῶν‐
ται ἀποβολῇ τοῦ ς, κλίνεται· οἷον δρῆς δρῆ· ἀπὸ γοῦν |
---|
τοῦ σὴς σητὸς, σήσω καὶ σήπω. | |
sigma 499 | Σηδὼρ, ὄνομα τόπου, ἐκ παραδόσεως διὰ τοῦ ἦτα,
κατὰ δὲ τὴν ἐτυμολογίαν διὰ τοῦ ἰῶτα· καὶ γὰρ ἑρμη‐
νεύεται μικρὰ ἢ ταπεινή· καὶ γίνεται παρὰ τὸ σιγῶ,
ὁ γὰρ ταπεινὸν, ὁ μὴ δυνάμενος καθ’ ἑαυτὸν σῖγος. |
5 | Σῆμα, σημεῖον· καὶ εἰς τὸ σῶμα.
Σημεῖον, τὸ ἀγνοούμενον πρᾶγμα σημαίνει.
Σημεῖον, τέρατος διαφέρει· ὅτι τὰ μὲν παρωχηκότα
σημεῖα πιστοῦσθαι δεῖ, τὰ μέλλοντα τεκμηρίοις· καὶ
εἰς τὸ τέρας. |
---|
10 | Σημεῖον, τὸ σῶον μὴ ἦν, ἀλλ’ ὑπόμνημα, σύσσημον
ὂν τοῦ τιθέντος.
Σῆμα, σημαίνει τρία· τὸ σημεῖον, καὶ τὸν τάφον, καὶ
τὴν σφραγίδα.
Σηπεδὼν, ἡ σῆψις, τὸ σέσηπος πρᾶγμα· καὶ νόσος |
---|
15 | οὕτω καλουμένη.
Σηκὸς, ὁ ἐνδότατος τόπος τοῦ ἱεροῦ· ναὸς καὶ οἶκος·
σημαίνει δὲ καὶ τὸν τάφον.
Σηκὸς, οἱονεὶ στηκὸς τίς ἐστιν, πρὸς ὃν στήκουσιν εὐω‐
χούμενοι, παρὰ τὸ ἵστημι, στήκω, στηκὸς καὶ σταθ‐ |
---|
20 | μός· παρὰ αὐτοῦ γάρ ἐστι τὸ ἑστάναι.
Σηλικὰς, Ῥωμαῖα ἡ λέξις, σημαίνει δὲ πέτρας μαρ‐
μαρώδεις.
Σήμαντρα, σφραγίδες.
Σημαντικὴ, δηλωτική. |
---|
25 | Σημάντορας, ἐπιτάκτορας.
Σήμερον, ἐπίῤῥημα καιροῦ παραστατικὸν, οἷον σήμε‐
ρον, αὔριον, γίνεται δὲ ἐκ τοῦ ἡμέρα ἥμερον καὶ
σήμερον· ἢ ὅτι οἱ Δωριεῖς σάμερον λέγουσι· τὰ δὲ
ἔχοντα ἀναφαινόμενον τὸ α, διὰ τοῦ η γράφεται, οἷον |
---|
30 | μηχανὰ, ἅλιος, σᾶμα· τὸ ρον μικρὸν διάτι; τὰ εἰς
ον ἐπιῤῥήματα· τὸ με ψιλὸν διάτι; κατὰ παράδοσιν·
κατὰ ποῖον κάνονα τῆς ὀρθογραφίας; κατὰ ἱστορίαν·
καὶ πόσοι κανόνες; τέσσαρες· ἀναλογία, ἐτυμολογία,
διάλεκτος, ἱστορία· τί ἔστιν ἀναλογία; ἡνίκα κατορ‐ |
---|
35 | θῶμεν γραφὴν, ἢ ὅταν κανόνα ἀποδῶμεν· διάτι βα‐
ρύνεται; ἐπειδὴ τὰ εἰς ον λήγοντα ἐπιῤῥήματα, πα‐
ραληγόμενα τῷ ι, ἢ τῷ ε, βαρύνεται· οἷον αὔριον, σή‐
μερον, χωρὶς τοῦ αὐθημερὸν, καὶ ἐξὸν, ὑπεσταλμέ‐
νων τῶν ὀνομάτων· τὸ αὐθημερὸν παρώνυμον· τὸ ἐξὸν |
---|
40 | μετοχή.
Σῆρες, ὄνομα ἔθνους, ὅθεν ὁλοσηρικὸν ἔρχεται μετα‐
ξωτόν.
Σῆρες, ζῶα, νῆθον τὰ μετάξην.
Σήραγγες, αἱ ὑπὸ γῆν ὑπομήκεις ἐκρήξεις, οἱονεὶ |
---|
45 | φλέβες τινὲς οὖσαι τῆς γῆς, ἃς ὑποτρέχον τὸ ὕδωρ,
ζητεῖ διέξοδον· ἐντεῦθεν σηραγγῶδες τόπος εἴρηται, ὁ
διατετρημένος ἀπὸ τοῦ σεσηρέναι καὶ διαστρέφεσθαι.
Σήραγξ, χάσμα, κοιλὰς ὕφαλος πετρʹ..... ῥῆγμα
ἔχουσα. |
---|
sigma 499 (50) | Σήραγξ, ὁ βαθὺς καὶ κρημνώδης τόπος· γίνεται δὲ
παρὰ τὸ διαρήσσω τὸ διακόπτω ῥήσαγξ, καὶ ἐν ὑπερ‐
βιβασμῷ σήραγξ· τοῦτο δὲ ἐκ τοῦ ῥῶ τὸ φθείρω.
Σὴς, ὁ σκώληξ, παρὰ τὸ σῶ τὸ κινῶ, ὁ μέλλων σήσω,
ἀποβολῇ τοῦ ω, σὴς, σητὸς ὁ κανὼν εἴρηται· διαφέρει |
55 | δὲ θρὶψ, σὴς, ἲψ· θρὶψ μέν ἐστι σκώληξ ἐσθίων τὸ
ξύλον, σὴς δὲ τὸ ἱμάτιον, ἲψ ὁ τὰ κέρατα καὶ τὰς
ἀμπέλους βλάπτων.
Σησάμενος, ἐκ τοῦ σήθω, τὸ κοσκινίζω, ἐξ οὗ καὶ
σῆσις ἡ κοσκίνησις καὶ σητάνιος ἄρτος ὁ καθαρός. |
---|
60 | Σῇσι, ταῖς σαῖς· διάτι ἐπεκτείνεται διὰ τοῦ ἰῶτα; | |
---|
sigma 500 | πᾶσα δοτικὴ πληθυντικῶν πρὸ τοῦ ι ἔχει τὸ ς, ἢ δυ‐
νάμει, ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν λέβητι λέβησι· δυνάμει
δὲ κόρακι κόραξι, Πέλοπι Πέλοψι· ὅθεν τὸ Ἀθρεί‐
δαις, καὶ καλοῖς καὶ σαφοῖς, μὴ ἔχοντα πρὸ τοῦ ι |
5 | τὸ ς, ἢ δυνάμει ἢ ἐνεργείᾳ, διὰ τοῦτο ἐπεκτάνθεν
διὰ τοῦ ἰῶτα· ἔτρεψαν δὲ τὸ α εἰς ἦτα, αἱ τοιαῦται δο‐
τικαὶ, ἵνα εὑρεθῇ τὸ ς πρὸ τοῦ ἰῶτα, εἴτε ἐπεκτετα‐
μέναι εἰσὶν, εἴτε ἀνεπεκτατοί.
Σιαγόνες, παρὰ τὸ σείεσθαι αὐτὰς ἄγαν ἄνω καὶ |
---|
10 | κάτω, ἢ ὅτι σείονται περιαγόμεναι, καὶ συνάγονται αἵ
εἰσιν ὑποκάτω τοῦ γενείου· οἱ δὲ παρὰ τὸ σιγὼν σια‐
γὼν, ἀπὸ τοῦ τὰ σιτία ἄγνυσθαι δι’ αὐτῶν.
Σιγῶ, διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τὸ σιγή ἐστιν, ὡς
τιμὴ τιμῶ· καὶ ἄλλως τὸ σι ἰῶτα διάτι; τὰ εἰς γη |
---|
15 | οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον πηγὴ,
καυγή.
Σίγειον, ἀκρωτήριον τῆς Τροίας· γράφεται δὲ διὰ τῆς
ει διφθόγγου κατὰ τὴν παραλήγουσαν, τῷ λόγῳ τοῦ
ῥότειον· κατὰ δὲ τὴν ἄρχουσαν διὰ τοῦ ἰῶτα, ἐπειδὴ |
---|
20 | παρὰ τῇ σιγῇ παρῆκται, κατ’ ἀντίφρασιν· πολύηχος
γάρ ἐστιν ὁ τόπος, ὑπὸ τῶν κυμάτων.
Σιγῇ, ἐπίῤῥημα μεσότητος, προσγράφεται τὸ ἰῶτα· τὰ
γὰρ παρὰ τὴν δοτικὴν γινόμενα ἐπιῤῥήματα, ἔχουσι τὸ
ἰῶτα προσγεγραμμένον. |
---|
25 | Σίδηρος, ἀπὸ τοῦ ῥᾳδίως τὸν ἰὸν ἐφέλκεσθαι· ἄμεινον
δὲ εἰς ἰῶν χρῆσιν ἐπιτήδειον ὂν, ὅπερ ἐστὶ βελῶν·
σίδαρος δὲ λέγουσιν οἱ Δωριεῖς.
Σίδαι, λέγονται αἱ ῥοαὶ, ἐξ οὗ καὶ σίδειος καρπός.
Σικελὸς, Σικελιώτου διαφέρει· Σικελοὶ μέν εἰσιν οἱ ἐν |
---|
30 | τῇ Σικελίᾳ οἰκοῦντες βάρβαροι· Σικελιῶται δὲ οἱ ἀπ’
Ἑλλήνων πόλεως μετοικήσαντες.
Σίκημα, ὄνομα τόπου· γράφεται δὲ ἀπὸ παραδόσεως
τὰ δύο ιι.
Σίκερα, εἶδος πόματος σκευαστοῦ. |
---|
35 | Σικάριαι, μάχαιραι λῃστρικαί.
Σίκινον, εἶδος ὀρχήσεως, παρὰ τὸ σείεσθαι καὶ κινεῖ‐
σθαι.
Σίκλος, εὗρον τὸν σίκλον τὸν ἅγιον ἐν τοῖς ἀριθμοῖς·
οὕτω φησὶ, λυτρώση τὸν πρωτότοκόν σου πέντε σίκλων, |
---|
40 | κατὰ τὸν σίκλον τὸν ἅγιον· καὶ εἰς τὸ κοδράτης· τὸ
σίκλον ἐστὶ τὸ τέταρτον τῆς οὐγκίας.
Σίμβλα, παρὰ τὸ τὰ σίτα βάλλειν.
Σίμβλοι, τὰ ἀγγεῖα ἐν οἷς βάλλουσι τὰ κηρία αἱ μέ‐
λισσαι, οἷον, σίμελοι ὄντες, σιμαὶ γὰρ αἱ μέλισσαι· |
---|
45 | καὶ εἰς τὸ Αἰσχύλος.
Σίμβλας, τὰς τῶν μελισσῶν θήκας.
Σιμὸς, ὁ πατζὸς καὶ μικρόμυττος· καὶ πᾶν κολακὸν σιμὸν
λέγεται καὶ διὰ τοῦ ἰῶτα γράφεται. |
---|
sigma 500 (50) | Σινὰ, ὄνομα ὄρους, ἀπὸ τοῦ ἲς, ὃ σημαίνει τὴν γνῶ‐
σιν, ἵνα, ὅτι ἐκεῖ εἶδεν ὁ Μωσῆς τὸν θεόν· ἢ ἀπὸ
τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, ἴνα καὶ πλεο‐
νασμῷ τοῦ ς, Σινὰ, ὅτι ἐκεῖ ἦν ἡ τοῦ νόμου δύναμις.
Σίνηπι, παρὰ τὸ σίνειν τοὺς ὦπας, ἤγουν βλάπτειν |
55 | τοὺς ὀφθαλμοὺς, τὸ βλάπτον τοὺς ὀφθαλμούς.
Σίντιες, οἱ λίμνιοι σκώληκες, ἀπὸ τοῦ σίνεσθαι ἢ
βλάπτεσθαι.
Σίνω, εἰς τὸ ἐρυσίβη, καὶ ζιζάνιον.
Σισύρα, ἡ γοῦνα, αἴγειον στέγαστρον· τετυχωμένον |
---|
60 | τουτ’ἔστιν ἄκος, ὅ ἐστι δέρμα· πολλάκις δὲ καὶ τὸ | |
---|
sigma 501 | τραχὺ καὶ ἄγναπτον ἱμάτιον, ὡς καὶ Ἀριστοφάνης,
ἐν πέντε σεσύραις.
Σισύρα, καὶ σίσυρμα διαφέρει· σισύρα μὲν γάρ ἐστι
τὸ ἐξ αἰγείων δερμάτων τετριχώμενον στέγαστρον· σί‐ |
5 | συρμα δὲ τὸ ἐκ τῶν κιρκυδίων κώδιον, ῥαπτόμενον ἀπεγ‐
χώνιον.
Σίτλα, σκύφος, κρατὴρ, κισσύβιον.
Σίσυφος, εἴρηται οἱονεὶ σιόσυφος, ὁ ἔχων ἐκ τῶν σίων
τουτ’ἔστι τῶν θεῶν τὴν σοφίαν· σισύφους τοὺς θεοὺς |
---|
10 | λέγουσιν οἱ Λάκωνες, ὁ οὖν ὑπὸ τῶν σίων τουτ’ἔστι
τῶν θεῶν σοφὸς, σιόσοφος εἴρηται, καὶ κατ’ ἀποβολὴν
τοῦ ο, καὶ μεταθέσει τοῦ ἄλλου ο εἰς υ, Σίσυφος.
Σίγμα, σιμάτιον τὸ ὂν, ὑπόσιμον, τὰ γὰρ σίγματα δὴ
ὑπόσιγμα· ἢ παρὰ τὸ σιγμὸν τινὰ ποιεῖν τῇ φωνῇ, |
---|
15 | καὶ ὅτι πυρωθεὶς ὁ σίδηρος, ἐπαν’ εἰς ὕδωρ βληθεὶς
ἀπήχησιν ὁμοίαν τῆ ἐκφωνήσει τοῦ γράμματος δηλοῖ·
ὁ δὲ τοῦ στοιχείου φθόγγος τοιοῦτόν ἐστι· λέγουσι γὰρ
κατ’ εἰκόνα τῆς σελήνης· σιγματοειδὴς γὰρ ἡ σελήνη.
Σιτοδεία, σημαίνει τὴν λίμον, παρὰ τὸ σίτος καὶ τὸ |
---|
20 | ἔνδεια, ὃ σημαίνει τὴν λεῖψιν, σιτοένδεια καὶ σιτο‐
δεία, ἡ τοῦ σίτου ἔνδεια, κατὰ συγκοπὴν σιτοδεία.
Σῖτος, εἶδος τῶν παραγώγων ῥηματικῶν, παρὰ γὰρ τὸ
σείω γίνεται σειστὸς καὶ σῖτος, ἡ γὰρ ἀποβολὴ τοῦ ς
ἀναπέμπει τὸν τόνον· τὸ σι ἰῶτα διάτι; τὰ διὰ τοῦ |
---|
25 | ιω ῥήματα, μὴ παρ’ ἐνεστώτων· τὸ σι μακρὸν διάτι;
κατὰ ποιητικὴν ἄδειαν· σῖτος διάτι βαρύνεται; ἐπειδὴ
τὰ εἰς τος δισύλλαβα μονογενῆ, παραληγόμενα τῷ
ἰῶτα ἐκτεταμένῳ βαρύνεται, οἷον κρῖτος, μῖτος, τρῖτος·
οὕτως οὖν καὶ σῖτος· τὸ μέντοι λιτὸς τριγενὲς ὂν ὀξύ‐ |
---|
30 | νεται.
Σιτώνης, ὁ ἀγοράζων τὸν σῖτον, κλίνεται σιτώνου· ὁ
κανὼν· τὰ διὰ τοῦ ωνης ὀνόματα καὶ ωλης μονογενῆ
εἰς ου ἔχουσι τὴν γενικὴν πανώλης, σιτώνης· μονο‐
γενῆ εἶπε, διὰ τὰ ἔχοντα οὐδέτερον παρασχημα‐ |
---|
35 | τισμόν.
Σιρὸς, ὁ λάκκος, ἐκ τοῦ σύρω, κατὰ τροπὴν τοῦ υ
εἰς ι, ὡς ἀφροδύτη, Ἀφροδίτη.
Σιρὸς, τὸ ἐπιτήδειον ἀγγεῖον εἰς ἀπόθεσιν τυρῶν καὶ
ἀλλῶν ὀσπρίων· καὶ ὁ λάκκος. |
---|
40 | Σκαρδαμύττειν, πυκνὰ τοὺς ὀφθαλμοὺς κλείειν καὶ
ἀνοίγειν· ἢ παρὰ τὸ σκαίρειν τὸ κινεῖν, τὴν συνεχῇ
κίνησιν τῶν βλεφάρων· ἢ παρὰ τὸ μύω τὸ καμμύω.
Σιφλώσειεν, ἡ λέξις νεωτέρων καὶ οἱ μὲν κακώσειεν,
οἱ δὲ μωμητὸν ποιήσειεν, οἱ δὲ γέλωτα ποιήσειεν· |
---|
45 | φλῶ γὰρ ἔστι τὸ ὁρμῶ, ὅθεν καὶ οἰνόφλυξ· οἱ δὲ πα‐
λαιοὶ τὸν εἰφλεχθῆ.
Σίφων, διὰ τοῦ ἰῶτα· παρὰ γὰρ τὸ σίζω, τὸ ἦχον
ἀποτελῶ, γέγονε σίζων καὶ σίφων, τροπῇ τοῦ ζ εἰς φ·
τὸ δὲ σίζω διὰ τοῦ ἰῶτα γράφεται· τῷ λόγῳ τῶν διὰ |
---|
sigma 501 (50) | τοῦ ιζω.
Σιὼν, τὸ ὄνομα τῆς πόλεως διὰ τοῦ ἰῶτα· Σηὼν δὲ τὸ
ὄνομα τοῦ βασιλέως διὰ τοῦ ἦτα.
Σιωπῶ, ἐκ τοῦ ὂψ, ὃ σημαίνει τὴν φωνὴν καὶ τοῦ
σιγῶ· τὸ δὲ σιγῶ παρὰ τὸ σίζω τὸ κτυπῶ κατ’ ἀν‐ |
55 | τίφρασιν· καὶ τὸ ω διάτι; τὰ παρὰ τὸ ωχη καὶ ωπη
γινόμενα ὀνόματα ἅπαντα διὰ τοῦ ω γράφεται.
Σιωπὴ, ἀκὴν ἐγένετο σιωπή· καί ἐστιν ἐπίῤῥημα μεσό‐
τητος· σιωπὴ τὸ ω διάτι; τὰ ἀπὸ ἐνεστώτων καὶ μελ‐
λόντων γινόμενα. |
---|
60 | Σιωπῶ, τὸ ω μέγα ἐκ τοῦ σιωπή· τοῦτο ἐκ τοῦ σιγῶ | |
---|
sigma 502 | σιγωπὴ, καὶ ἐκβολῇ τοῦ γ γίνεται σιωπὴ· καί ἐστιν
ὁ κανὼν τοῦ ω μεγάλου, ὥσπερ τὸ θαλπωρὴ καὶ τὰ
ὅμοια· τὸ δὲ σιωπὴ γίνεται παρὰ τὸ σιγῶ καὶ τὸ ὄπα,
ὃ σημαίνει τὴν φωνήν· καί ἐστι τοῦ σιγὴ τὸ σι μα‐ |
5 | κρὸν, ὡς παρὰ τῷ ποιητῇ· βῆ δὲ καλυψομένη ἐανῷ
ἀργῆτι φαεινῷ σιγῇ· τὸ δὲ σιωπὴ καὶ τὸ σιωπῶ ῥῆμα,
οὐκ ἀπὸ τοῦ σιγῇ καὶ τοῦ ὄπα, γράφεται τὸ ο μικρὸν·
ἀλλ’ ἀπὸ τοῦ σιγῶ ἐφυλάχθη τὸ ω· οὕτως ἡ παρά‐
δοσις. |
---|
10 | Σκαιὸς, ὁ ἐπαχθής· τὸ σκαι διφθόγγῳ διάτι; τὰ
διὰ τοῦ αιος ὀνόματα δισύλλαβα τριγενῆ διὰ τῆς αι
διφθόγγου γράφεται, οἷον φαιὸς, λαιὸς, σκαιὸς, πλὴν
τοῦ θεός· γίνεται ἐκ τοῦ σκάζω τὸ χωλαίνω· ἢ σκά‐
ζω τὸ μὴ ὀρθῶς βαδίζω, ἐξ οὗ καὶ σκάμβος, ὁ μὴ |
---|
15 | ὀρθῶς βαδίζων, σκαὸς καὶ σκαιός· σκαιῶς γὰρ ἔχει ἡ
ἀριστέρα χεὶρ πρὸς τὰς πράξεις· κατὰ δὲ τρεῖς τρό‐
πους λέγεται σκαιόν· σκαιαὶ πύλαι αἱ τοῦ Ἰλίου· αὗται
δὲ σκανδάνιοι προσαγορεύονται, δι’ ὧν ἐξίεσαν οἱ
τρῶες· σκαιαὶ δὲ εἴρηνται, ἣ ἀπὸ σκαιοῦ τοῦ δημιουρ‐ |
---|
20 | γήσαντος αὐτὰς, ἤγουν κατασκευάσαντος· ἢ ὅτι ἐν τοῖς
σκαιοῖς, ἤγουν τοῖς ἀριστεροῖς μέρεσι κεῖνται, σκαιὰ
γὰρ τὰ ἀριστέρα ὡς καὶ ὁ ποιητὴς ἐδήλωσεν, εἰπών·
εἴτ’ ἐπὶ δέξι’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε, εἴτ’ ἐπ’ ἀρι‐
στερὰ τοίγε ποτὶ ζόφον ἠερόεντα· ἢ παρὰ τὸ σκαιῶς |
---|
25 | βεβουλεῦσθαι τοὺς Τρῶας· τὸν γὰρ δούριον ἵππον κατ’
αὐτὰς ἐδέξαντο τὰς πύλας.
Σκαιὸς, ὁ ἀμαθὴς, παρὰ τὸ σκάζειν τῇ μαθήσει πρὸς
τὸν διδάσκαλον.
Σκρινιάριοι, οἱ χαρτοφύλακες τῶν βασιλέων· σκρι‐ |
---|
30 | νίαι γὰρ αἱ ἄρκραι· σκρινίον γὰρ δρυφαντικὸν λάρνακα
καλοῦσι Ῥωμαῖοι.
Σκαίρω, χορεύω, ὀρχοῦμαι, ὅτι ἀνεφάνη τὸ α ἐν τῷ
μέλλοντι σκαρῶ· τοῦτο ἐκ τοῦ σπέρω, τοῦτο ἐκ τοῦ
σπῶ· καὶ εἰς τὸ κάρις. |
---|
35 | Σκαλμοῖσι, τοῖς σκαρθμοῖς· ἀπὸ τοῦ σκαίρω γίνεται
σκαρμὸς καὶ πλεονασμῷ τοῦ θ σκαρθμός· ἐκ δὲ τοῦ
σκαρμὸς γίνεται τὸ ὑποκοριστικὸν σκαρμὶς καὶ τροπῇ
τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον σκαλμίς.
Σκαμάνδριος πηγή· τὸ δρι ἰῶτα, ὡς κάπριος· |
---|
40 | ἐκ τοῦ Σκάμανδρος, ὃν Ξάντον καλοῦσι· δίψῃ γὰρ ποτὲ
κατασχεθεὶς ὁ Ἡρακλῆς ηὔξατο τῷ Διῒ πατρὶ, δεῖξαι
αὐτῷ μικρὰν λιβάδα· ὁ δὲ μὴ θέλων αὐτὸν κατατρέ‐
χεσθαι, ῥίψας κεραυνὸν, ἀνέδωκε μικρὰν λιβάδα, ἣν
θεασάμενος ὁ Ἡρακλῆς, καὶ σκάψας εἰς τὸ πλου‐ |
---|
45 | σιώτερον ἐποίησεν ἐκφέρεσθαι· καὶ διὰ τοῦτο Σκάμαν‐
δρος ἐκλήθη, διὰ τὸ κάματος καὶ κόπου παραίτιον·
ἤγουν διὰ τὸ ἐσκάφθαι ὑπὸ ἀνδρός· Ξάνθος δὲ ἐπειδὴ
ἐκεῖ λουσάμεναι αἱ θεαὶ, ξανθὰς ἔσχον τὰς πόλεις,
ὅποτε πρὸς Ἀλέξανδρον ἧκον, ἕνεκα κάλλους κριθη‐ |
---|
sigma 502 (50) | σόμεναι.
Σκαμβὴ, ἡ διεστραμμένη, παρὰ τὸ σκαιῶς βαί‐
νειν· ἢ παρὰ τὸ σκάπτω τὸ κατορύσσω, σκαμβὴ, ὁ
γὰρ διεστραμμένος πολλὰ κατορύσσει κατὰ τοῦ πλη‐
σίον. |
55 | Σκαμβὸς, ἄνθρωπος στρεβλὸς, διεστραμμένος, ὁ μὴ
ὀρθῶς βαδίζων.
Σκάνδαλον, παρὰ τὸ σκάζω τὸ χωλαίνω· λέγεται δὲ
καὶ σκάνδαλον ἡ διαστρόφη. |
---|
60 | Σκάνδαλον, παρὰ τὸ σκάζειν τὴν ἀλήθειαν. | |
---|
sigma 503 | Σκάρος, ὁ ἰχθὺς, παρὰ τὸ σκίζεσθαι ῥᾳδίως· ἢ διὰ τὸ
σκαρίζειν τῷ δρόμω.
Σκάφος, παρὰ τὸ σκάπτω, σκάψω, ἔσκαφα, καὶ ἐξ
αὐτοῦ σκάφος, ἀπὸ μεταφορᾶς τῶν σκαπτομένων καὶ |
5 | γενομένων βαθέων.
Σκαφίδιον, τὸ πλοῖον, ἰῶτα, ὅτι σκάπτειν ἐκάλουν
τὸ πλεῖν· ἢ διὰ τὴν κοιλότητα· σκαφείδιον δὲ διὰ δι‐
φθόγγου ἐκ τοῦ σκαφεὺς σκαφέως, σκαφείδιον· σημαί‐
νει δὲ τὸ λιγγάριον· σκαφείδιον δὲ τὸ γεωργικὸν ἐργα‐ |
---|
10 | λεῖον· καὶ γὰρ σκαφεὺς ὁ ἐργάτης.
Σκελίζω, τοῦτο παρὰ τὸ σκέλος, τοῦτο παρὰ τὸ κέ‐
λευθος, ὃ σημαίνει τὴν ὁδὸν, πλεονασμῷ τοῦ ς, σκέ‐
λευθος, καὶ ἐν συγκοπῇ σκέλος· δι’ αὐτοῦ γὰρ τὴν
ὁδὸν τελειοῦμεν, ὅ ἐστι βαδίζομεν· ἢ παρὰ τὸ σχίζω |
---|
15 | σχέλος καὶ σκέλος· ἀπεσχισμένα γάρ εἰσιν ἀπ’ ἀλλή‐
λων τὰ σκέλη, ἐξ οὗ καὶ κατασκελίζω.
Σκεδάζω, ἐκ τοῦ σχεδιάζω· τοῦτο ἐκ τοῦ παραχρῆμά
τι ποιῶ· ἢ παρὰ τὸ σχίζω τὸ χωρίζω, πλεονασμῷ
τῆς δα συλλαβῆς σχεδάζω καὶ σκεδάζω· τὸ γὰρ σκε‐ |
---|
20 | δαζόμενον εἰς πολλὰ διαιρεῖται.
Σκεπαστὴς, ἐκ τοῦ σκεπάζω· τοῦτο παρὰ τὸ σκέπω,
τοῦτο παρὰ τὸ σκέπτω, τοῦτο παρὰ τὸ σκέσθω τὸ
κωλύω.
Σκέλω, σημαίνει τὸ ξηραίνω· μὴ πρὶν μένος ἠελίοιο |
---|
25 | σκήλη· καὶ σκέλετ’ ἀποξηραμμένος· καὶ εἰς τὸ σκλη‐
ρός.
Σκέπω, παρὰ τὸ σχέθω τὸ κωλύω καὶ τροπῇ τοῦ χ
εἰς κ, καὶ τοῦ θ, εἰς π, σκέπω.
Σκευωρία, κατασκευὴ, ἐπιβουλή. |
---|
30 | Σκηνὴ, διὰ τοῦ ἦτα, διάφορα σημαίνει· κάστρον, παρεμ‐
βολὴν, καὶ τὴν ἀπὸ ξύλων καὶ περιβολαίων οἰκίαν, τὸ
θεάτρον, τὴν ὑπόκρισιν, ἤγουν τὸ πλάσμα, τὴν ὀρχη‐
στρίαν, καὶ τὸ σῶμα τοῦ ἀνθρώπου· σκινὴ δὲ διὰ τοῦ
ἰῶτα, ἡ κλίνη· καὶ εἰς τὸ προσκήνιον· καὶ οἱ Δωριεῖς |
---|
35 | σκανὴ λέγουσι.
Σκῆνος, οἰκητήριον, σῶμα, παρὰ τὸ σκηνὴν εἶναι τῆς
ψυχῆς καὶ οἰκητήριον.
Σκήπτεσθαι, καὶ σκέπτεσθαι, τινὲς μὲν ταὐτὸ ἐνόμι‐
σαν εἶναι, ἀλλὰ διαφέρουσιν αἱ λέξεις· σκήπτεσθαι |
---|
40 | μὲν γάρ ἐστι τὸ προφασίζεσθαι· σκέπτεσθαι δὲ τὸ
συμβουλεύεσθαί τι.
Σκῆψις, πρόφασις, ἀναβολὴ, ἀπὸ τοῦ σκέψασθαι τὸν
προφασιζόμενον.
Σκῆπτρον, ἔστιν ἡ βακτηρία, παρὰ τὸ σκηρίπτεσθαι |
---|
45 | καὶ ἐπερείδεσθαι ἐν αὐτῇ.
Σκηπτοῦχοι, σκηπτροφόροι βασιλεῖς· τὰ παρὰ τὸ
ἔχω συντιθέμενα, εἰ μὲν διφθόγγῳ παραλήγεται, πρὸ
μιᾶς ἔχει τὸν τόνον, λαμπαδοῦχος, ὀφιοῦχος· εἰ δὲ
ἑνὶ φωνήεντι παραλήγεται προπαροξύνεται· ἔνοχος, |
---|
sigma 503 (50) | πάροχος, μέτοχος.
Σκῆπτρον, γίνεται ἐκ τοῦ σκήπτω, τὸ ἐπικουμβίζω,
καὶ σημαίνει δύο, τὸ ἐπικουμβίζω καὶ προφασίζομαι,
ἐξ οὗ καὶ σκῆψις ἡ πρόφασις.
Σκίμποδος, μικρὸν κλινάριον. |
55 | Σκῆψις, ἡ ἐκ μελέτης ψευδομαρτυρία, παρὰ τὸ σκήπτω
τὸ προφασίζομαι· καὶ εἰς τὸ ἐπέσκηψε.
Σκιὰ, παρὰ τὸ κίω τὸ πορεύομαι, κιὰ, καὶ πλεονασμῷ
τοῦ ς σκιά· ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ κίω τὸ πο‐
ρεύομαι, ἡ συμπορευομένη καὶ μὴ ἐῶσα ἡμᾶς. |
---|
60 | Σκίμπους, παρὰ τὸ σκινὴ καὶ τὸ ποὺς ποδὸς σκινό‐
πους, καὶ κατὰ συγκοπὴν σκίμπους· ἔστι δὲ μέρος τὶ
τοῦ κραββάτου. μεταφορικῶς δὲ λέγεται ὅλος ὁ κράβ‐ |
---|
βατος σκίπους, χωρὶς τοῦ μ, ὡς ἀρτίπους. | |
sigma 504 | Σκιδράμενος, σκορπιζόμενος.
Σκνίπος, καὶ σκνιφὸς, ὁ μικρολόγος, παρὰ τοὺς σκνί‐
πας, διὰ τὴν τούτων σμικρότητα.
Σκνίπες, εἶδος μικροῦ κώνωπος πετομένου· ἔστιν ἡ εὐ‐ |
5 | θεῖα σκνὶψ, σκνίπος, σκνίπες· καὶ ἐκ τούτου γίνεται
σκνιπὸς, ὁ μήδε μικρόν τι θέλων ἀπολέσθαι· τὸ
σκνι ἰῶτα διάτι; οὐδέποτε δίφθογγος εἰς διπλοῦν λή‐
γει· οἷον, σκνὶψ, θρὶψ, πλὴν τοῦ προίξ· καὶ εἰς τὸ
στίξ. |
---|
10 | Σκληραγωγία, ἄσκησις στενοτάτη, θλίψις· παρὰ τὸ
στενῶς καὶ σκληρῶς ἄγεσθαι.
Σκολία, παρὰ τὸ σκολιὸς, ἢ παρὰ τὸ σκάζω τὸ χω‐
λαίνω, ὁ περὶ τὴν συνείδησιν χωλαίνων, ὁ μῆ εὐθεῖαν
ὁδὸν πορευόμενος, ἀλλὰ διεστραμμένην· ἢ παρὰ τὸ |
---|
15 | σκαιόν· ἢ παρὰ τὸ σκόλοπα, ὃ σημαίνει τὸ ἀπεξυσμέ‐
νον ξύλον.
Σκόλοψ, ξύλον ὀξύ· καὶ εἰς τὸ ἀνασκολοπισθῆναι.
Σκόλοψ, παρὰ τὸ κολάπτω κόλαψ· ἢ παρὰ τὸ σχίζω
σχόλοψ καὶ σκόλοψ, τὸ ἐξυσμένον καὶ ἐσχισμένον ξύ‐ |
---|
20 | λον, ἢ ἄκανθα.
Σκόπελος, ἀπὸ τοῦ σκοπῶ, ἀφ’ οὗ ἔστι τὰ κύκλῳ
περισκοπεῖν· σημαίνει δὲ τὸ ἀκρωτήριον.
Σκοπιαὶ, ὑψηλοὶ τόποι.
Σκορπίζω, ἐκ τοῦ σκορπιὸς, τοῦτο παρὰ τὸ ἱόν· ση‐ |
---|
25 | μαίνει δὲ τὸ ἄστρον ἀπὸ τῆς ὁμοιότητος, ὁ πανταχοῦ
σκορπίζων· ὁ σκορπιὸς δὲ σημαίνει τρία, τὸν χερσαῖον,
καὶ γίνεται παρὰ τὸ σκορπίζειν τὸν ἰόν· τὸ ἄστρον, καὶ
οὗτος ἀπὸ τῆς ὁμοιότητος τοῦ χερσαίου δείκνυται· ἐπει‐
δὴ ὁ ἥλιος ἐν αὐτῷ ἐστιν, τότε τὰ σπέρματα ἐπὶ τῆς |
---|
30 | γῆς σκορπίζομεν· σημαίνει δὲ καὶ τὸν θαλάσσιον, καὶ
γίνεται παρὰ τὸ πλήττειν καὶ τὸν ἰὸν ἐπιβάλλειν· ἢ
παρὰ τὸ σκαιῶς ἕρπειν· τὸ δὲ σκορπίζω γίνεται παρὰ
τὸ σκαρπὸν σκαρπίζω, καὶ τροπῇ τοῦ α εἰς ο, καὶ
πλεονασμῷ τοῦ ς, σκορπίζω. |
---|
35 | Σκορπιὸς, διὰ τὸ σκοπεῖν τὴν οὐρὰν, ἢ παίειν ἤγουν
κρούειν.
Σκόροδα, παρὰ τὸ τὰς κόρας οἰδαίνειν.
Σκοπὸς, ἡ ἔννοια, καὶ ὁ νοῦς, παρὰ τὸ σκέπτεσθαι·
σημαίνει δὲ τέσσαρα, τὸν σκοπὸν, τὸν νοῦν, τὸν κατά‐ |
---|
40 | σκοπον ἄνθρωπον, καὶ τὸ σημεῖον καὶ τὸν τόπον, ᾧ
πάντες στοιχοῦσι καὶ ἀκολουθοῦσι· σκοπὸς γὰρ ὁ ὑψη‐
λὸς καὶ δύσβατος τόπος· ἐξ οὗ καὶ σκοπία.
Σκορακισμὸς, ὕβρις, ἐξουδένωσις.
Σκότος, παρὰ τὸ ἐντὸς φωτὸς εἶναι, σκιά. |
---|
45 | Σκότος ἔστιν ἀὴρ, ἐστερημένος φωτός.
Σκοτόμαινα, νὺξ, ἐν ᾗ μαίνεται, καὶ ἀκαταστατεῖ τὰ
οὐράνια.
Σκοτόμαινα, σκότος, σελήνη, μήνη γὰρ ἡ σε‐
λήνη. |
---|
sigma 504 (50) | Σκοτομήνη, παρὰ τὸ σκότος καὶ τὸ μήνη ἡ σελήνη·
τὸ δὲ σκότος παρὰ τὸ σχέθω τὸ κωλύω· καὶ τὸ μήνη
παρὰ τὸ μειοῦσθαι καὶ ἐλλείπειν· ἢ παρὰ τὸ μὴν
μηνός· τοῦτο παρὰ τὸ μένω τὸ ἐπιμένω.
Σκιάδιον, τὸ καμηλαύκιον. |
55 | Σκιρτῶ, παρὰ τὸ σκαίρω τὸ πηδῶ.
Σκότος, παρὰ τὸ σχέθω τὸ κωλύω, κωλυτικὸν γὰρ τοῦ
φωτός· καὶ εἰς τὸ αὐγή.
Σκυθία χώρα, ὅτι ἐν Σκυθίᾳ, καὶ εἰς τὸ ἀρκτῶα
μέρη οὐδ’ ὅλως κεραυνὸς ἐκπίπτει· φυλάττεται δὲ |
---|
60 | ἀπήμαντος ἀπὸ κεραυνοῦ, ἐν μὲν φυτοῖς δάφνη καὶ
συκῆ, καὶ γὰρ ἡλίῳ ταῦτα· ἐν δὲ πετεινοῖς ἀετὸς, Διὸς
γὰρ εἶναι νενόμισται· ἐν δὲ ὑγροῖς φώκη, ἡ φώκη δὲ |
---|
ὡς ἀπήμαντος ἐπιβουλὴ, μάρτυς ἡ πεῖρα παραδέδωκε· | |
sigma 505 | τῶν γὰρ νηῶν τὰ ἱστία, ἐν οἷς οἱ βασιλεῖς πλέουσι,
φωκείοις εἴθισται διφθεροῦσθαι δέρμασι.
Σκουτάριον, σκοῦτον καλοῦσι οἱ Ῥωμαῖοι τὸ ἰσχυρὸν
ἅμα καὶ ἰσχνόν· ἀβαρὶς μέν ἐστιν ὡς ἰσχνή· καρτε‐ |
5 | ρωτατʹ δὲ καὶ ταῖς πληγαῖς οὐκ ἐνδιδοῦσα, ὡς ἰσχυρά.
Σκύβαλον, τὸ δι’ ἐντέρων ἐκδιδόμενον ἢ κόπρος, οἷον
κυσίβαλόν τι ὂν, ἢ κευθίβαλον· κυσίβαλον τὸ τοῖς κυσὶ
βαλλόμενον καὶ διδόμενον.
Σκύβαλα, τὰ τῆς καλάμης γόνατα. |
---|
10 | Σκυδμαίνειν, τὸ σκυθρωπάζειν καὶ ὀργίζεσθαι· κυ‐
ρίως ἐπὶ λεόντων καὶ λεαίνων, τῶν ἐπὶ τοῖς ἀφαιρου‐
μένοις σκύμνοις ὀργιζομένων· ἀπὸ οὖν τοῦ σκύμνος καὶ
τοῦ μαίνειν γίνεται σκυδμαίνειν· ἢ ἀπὸ τῆς περὶ τὸ
πρόσωπον συστολῆς τοῦ σκυνίου, τῆς ὀφρυὸς τοῦ ὀφθαλ‐ |
---|
15 | μοῦ, ὅ ἐστι δέρμα, ὃ σημαίνει ἐπὶ τῶν ὀργιζομέ‐
νων.
Σκυθρωπὸς, στυγνὸς, ἔνθεν καὶ σκυθωπάσαι καὶ
πλεονασμῷ τοῦ ρ, σκυθρωπάσαι, παρὰ τοῖς Σκύθοις,
οἵτινες ὀργιλώτατοι ὄντες, τὸ ἐπισκύνιον, ὅ ἐστι δέρμα |
---|
20 | τοῦ προσώπου καθέλκουσι, τουτ’ἔστι συστέλλουσι.
Σκυθίζειν, σπαράττειν, ἐκ τοῦ Σκύθης, ὁ σπαρακτι‐
κὸς καὶ ὀργίλος· οἱ γὰρ Σκύθαι ἀνδραποδισταὶ ὄντες
καὶ λησταὶ ἠνδραπόδιζον καὶ ἠχμαλώτιζον.
Σκυθρωπὸς, παρὰ τὸ χύτρα καὶ τὸ ὢψ, ὃ σημαίνει |
---|
25 | τὸν ὀφθαλμὸν, γίνεται χυτρωπὸς, καὶ πλεονασμῷ τοῦ
ς, καὶ τροπῇ τοῦ χ εἰς κ, σκυτρωπὸς, ὁ ἀφανὲς πρόσ‐
ωπον ἔχων· ἢ παρὰ τὸ σκύζω τὸ ὀργίζομαι· ἢ παρὰ
τὸ Σκυθικοὺς ὦπας ἔχειν.
Σκῦλον, καὶ σῦλον σημαίνει τὸ ἀπὸ πολέμου συναγό‐ |
---|
30 | μενον λήϊον· παρὰ τὸ συλῶ σύλον καὶ σκῦλον· τὸ σκυ
μακρόν.
Σκύμνος, παρὰ τὸ σκύζω τὸ ὀργίζομαι· τὸ δὲ σκύζω
πόθεν· σκύνιον λέγεται ἡ ὀφρὺς, καὶ ἐξ αὐτοῦ σκυνί‐
ζω καὶ σκύζω. |
---|
35 | Σκύμνος, καὶ σκυμνὸς διαφέρει· σκύμνος λέγεται τὸ
τοῦ λέοντος γέννημα, σκυμνὸς δὲ τῶν ἄλλων ζώων.
Σκυταλωτοὺς, τροχούς, ῥαβδωτούς· παρὰ τοῖς Ἀττι‐
κοῖς ἡ σκυτάλη βακτηρίαν σημαίνει· καὶ ὄφεως δὲ τὸ
εἶδος οὕτω καλούμενον· καὶ παρὰ Λακεδαίμονας ἐπὶ |
---|
40 | βακτηρίας τάσσεται· καὶ σκυταλίδες καμπῶν εἶδος, ὅ
ἐστι ζῶον τι· παρὰ τοῖς Ἀλεξανδρεῦσι καὶ εἶδος καρεί‐
δων, καὶ σκεῦος τι ἐν τῇ νηΐ· καὶ σκυταλουμένη ξύλῳ
τυπτομένη.
Σκῶλος, παρὰ τὸ σκέλλω, τὸ ξηραίνω, σκῶλος λέγε‐ |
---|
45 | ται ὁ ὑπόπυρος ἐξηραμένος, καὶ σκωλετὸς ὁ ἀπεξηρα‐
μένος.
Σκύλαξ, ἐκ τοῦ σκύλω τὸ ὀργίζομαι.
Σκῦτος, δὲ λέγεται, τὸ μεταξὺ τῶν τενόντων τοῦ τρα‐
χήλου δέρμα· ὡς Πετρώνιος φησί· τινές φασι σκῦτα |
---|
sigma 505 (50) | λέγεσθαι τὸν νωτιαῖον μυελὸν, οἱ δὲ τὸ ἴνιον, οἱ δὲ
τὸ μεταξὺ τῶν ὀφρύων καὶ τοῦ μετώπου τόπον, ὅπερ
ἐπισκύνιον καλοῦμεν· ἄλλοι δὲ τὸ τῆς κεφαλῆς δέρμα,
παρὸ καὶ σκῦτος εἴρηται, τουτ’ἔστιν ἡ κεφαλή.
Σκοτόμαινα, ἡ νύξ. |
55 | Σκῶμμα, γελοίου, εὐτραπελισμοῦ καὶ γεφυρισμοῦ δια‐
φέρει· σκῶμμα γάρ ἐστι, τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας
λεγόμενον, οἱονεὶ εἰς σκέμμα, γελοῖον δὲ τὸ ἐπὶ διαχύσει
τῶν ἀκροωμένων, χωρίς τινος ὕβρεως· εὐτραπελισμὸς
δὲ τὸ μετὰ σεμνότητα χαριεντῶς λεγόμενον, εἴρηται |
---|
60 | γὰρ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον, γεφυρισμὸς δὲ | |
---|
sigma 506 | ἀπὸ ταῖς Ἀθήνησιν, ἐπιγράφειν τινὰ ἐπὶ τῶν γεφύ‐
ρων μετὰ διασυρμούς τινων περιέχοντʹ...
Σκώληξ, παρὰ τὸ κῶλον ὃ σημαίνει τὸ ὀστοῦν, ὁ ἔχων
ὀστοῦν κατ’ ἀντίφρασιν, ὁ μὴ ἔχων ὀστοῦν. |
5 | Σμαραγῶ, ἐκ τοῦ σμάραγος ὃ σημαίνει τὸν ψόφον
καὶ ἦχον· γίνεται δὲ ἀπὸ τοῦ σπαράσσω σπάρα‐
γος, καὶ τροπῇ τοῦ π εἰς μ σμάραγος· κυρίως δὲ
λέγεται σμάραγος, ὁ ἀπὸ σπαραγμοῦ ἦχος· λοιπὸν
ἐκ τοῦ σμάραγος γίνεται σμαραγῶ καὶ περισπᾶται· |
---|
10 | κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς γω λήγοντα ῥή‐
ματα, τῷ α παραληγόμενα περισπᾶται, χωρὶς εἰ μὴ
παρὰ προθέσεως συντεθῶσιν, οἷον σφαραγῶ σφαρα‐
γεῦντο δὲ οἱ πυρὶ· πλαταγῶ, χερσί τε συμπλατά‐
γησεν· ἀγῶ τὸ θαυμάζω, τὸ θηλυκὸν ἄγη, ἄγη μ’ |
---|
15 | ἔχει ὄρχαμε λαῶν· οὔτως οὖν καὶ σμαραγῶ, σμαραγεῖ
δέ τε λειμὼν, ἀντὶ τοῦ ψοφεῖ καὶ κτυπεῖ. πρόσκειται
χωρὶς εἰ μὴ ἀπὸ προθέσεως συντεθῶσι, διὰ τὸ συνάγω
καὶ προσάγω· ἔστι δὲ καὶ ἕτερον σμαραγῶ καὶ σημαί‐
νει τὸ λάμπω, ἐξ οὗ καὶ σμάραγδος ὁ λαμπρότατος |
---|
20 | λίθος· τοῦτο παρὰ τὸ μαίρω τὸ λάμπω, ὁ μέλλων
μαρῶ, καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν μαράσσω, καὶ
πλεονασμῷ τοῦ ς, σμαράσσω, καὶ ὄνομα ῥηματικὸν
σμάραγδος ὁ λαμπρότατος, καὶ τὸ ῥῆμα σμαραγῶ τὸ
λάμπω· γίνεται δὲ καὶ ἄλλο ῥῆμα ἐκ τοῦ μέλλοντος· |
---|
25 | ἔστι γὰρ ῥῆμα μαρῶ, καὶ κατὰ παραγωγὴν μαρύσσω,
καὶ κατ’ ἀναδιπλασιασμὸν μαρμαρύσσω, καὶ ῥηματικὸν
ὄνομα μαρμαρυγή· καὶ Ὅμηρος, μαρμαρυγὰς θηῆτο
ποδών· σημαίνει δὲ καὶ ἄλλο ῥῆμα, ἀμαρύσσω καὶ
ἀμάρυγμα. |
---|
30 | Σμερδαλέος, γίνεται παρὰ τὸ σμέρδη· τοῦτο ἐκ τοῦ μερί‐
ζω, μεριδνὸς καὶ κατὰ συγκοπὴν σμερδνός, καὶ ἐξ αὐτοῦ
σμερδναλέος, καὶ ἀποβολῇ τοῦ ν, σμερδαλέος, μερίζε‐
ται γὰρ ἡ ψυχὴ τῶν ὁρώντων τῷ φόβῳ, καὶ οὐκ ἐᾷ ἐν
τῷ αὐτῷ μένειν· δηλοῖ δὲ καὶ τὸ καταπληκτικόν· διάτι |
---|
35 | προπαροξύνεται; τὰ διὰ τοῦ αλεος ὑπὲρ τρεῖς συλλα‐
βὰς πρὸ μιᾶς ἔχουσι τὸν τόνον· οἷον, ὀργαλέος, γηρα‐
λέος, σμερδαλέος, πλὴν τούτων, κονισσάλεος, δαιδά‐
λεος, ἀτασθάλεος, αἰθάλεος.
Σμῶδιξ, σπορὰ, παράγωγον τοῦ σπῶ, ἅμα γὰρ τὸ κα‐ |
---|
40 | τακληθῆναι τὴν σπορὰν δείξει τὸ πλῆγμα, ἐκ τοῦ
σμῶ τοῦ σημαίνοντος τὸ πλήσσω, ἐξ οὗ καὶ σμήχω
κατὰ παραγωγὴν τοῦ μακροῦ εἰς μακρὸν, σμώγω,
σμώξω, καὶ σμῶδιξ· ἢ ἐκ τοῦ σμῶ σμήσω, σμῶδιξ
ὄνομα ῥηματικόν· ἔστι δὲ τὸ διξ βραχὺ, ἐπειδὴ οὐδέ‐ |
---|
45 | ποτε τὸ ι καὶ υ, πρὸ τοῦ ξ, εὑρίσκονται φύσει μα‐
κρὰ, εἰ μὴ λόγῳ ἀρχούσης παράγονται, ὡς τὸ ἱξεύω
ἵξευον.
Σμῆνος, τὸ πλῆθος, καὶ τὸ σύστημα τῶν μελίσσων, ἐκ
τοῦ σμῶ τὸ πορεύω. |
---|
sigma 506 (50) | Σμῆνος, παρὰ τὸ σμῶ, ὃ σημαίνει τὸ συνάγω, ὁ μέλ‐
λων νήσω, καὶ πλεονασμῷ τοῦ ἦτα, νηήσω, ἐξ οὗ καὶ τὸ
νηήσας· ἐκ δὲ τοῦ νήσας γίνεται νῆσος καὶ πλεονασμῷ
τοῦ ς, καὶ τροπῇ τοῦ ν εἰς μ, σμῆνος.
Σμήχω, παρὰ τὸν σμήσω μέλλοντα, σημαίνει δὲ τὸ |
55 | καθαίρω, ἐξ οὗ καὶ τὸν ῥύπον ὁ σμήχων τῶν ἀν‐
θρώπων.
Σμίνθιον, τόπος τῆς Τρωάδος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος.
Σμινθεὺς, ἐπίθετον Ἀπόλλωνος· οὕτω καλοῦσι
κρῆται τοὺς μύας, κλίνεται Σμίνθιος καὶ Σμινθεύς. |
---|
60 | Σμινθοὶ, σπαρτὰ ἢ λεπτὰ σχοινία. | |
---|
sigma 507 | Σμιλὴ, σημαίνει τὸ σμιλίον καὶ ὀξύνεται καὶ διὰ τοῦ
ἰῶτα γράφεται· τὰ γὰρ εἰς λη μονογενῆ οὐ θέλουσι
τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον σμιλὴ μαρίλη,
σημαίνει τὴν κόνιν, ἴλη ἡ τάξις, σπατίλη, σημαίνει |
5 | δὲ τῶν δερμάτων τὰ ξύσματα, ὕλη, πάλη, πύλη,
στύλη, ἀγέλη καὶ τὰ ὅμοια· χωρὶς τοῦ δείλη, εἱλὴ,
ὀφειλὴ, ὠτειλὴ, ἀπειλή· πρόσκειται μονογενῆ διὰ τὸ
δειλὸς δειλή.
Σμύρνα, παρὰ τὸ μύρα, καὶ πλεονασμῷ τοῦ ν καὶ |
---|
10 | προσθέσει τοῦ ς, σμύρνα, ἢ παρὰ τὸ μυρίζειν, μύρ‐
να καὶ σμύρνα· τὸ δὲ ὄνομα τῆς πόλεως ἡ Σμύρνη
λέγεται.
Σμῶδιξ, ὑφ’ αἵματος μώλωψ, παρὰ τὸ σμῶξαι, ὅ
ἐστι παρατάξαι· οὕτω γὰρ λέγεται τὸ πατάξαι. |
---|
15 | Σπύτος, εἰ μὲν διὰ τοῦ π, διὰ τὸ σπᾶν τὰ ὑγρὰ
εἰ δὲ διὰ τοῦ φ, παρὰ τὸ σφίγγειν κατὰ τὰς ἐκθλίψεις·
οὕτως Ἡρωδιανός.
Σοβαρὸς, ὁ ὑπερηφάνως ἐπαινόμενος πλούσιος· τοὺς
γὰρ σοβαρίτας ἔδοξεν ἐξ ἀρχῆς ὑπερέχειν πλούτῳ καὶ |
---|
20 | τρυφῇ, ἐκ τοῦ σοβαρίτης.
Σοβαρὸς, ἔστι σέβω τὸ τιμῶ, ἐξ αὐτοῦ σέβαρος καὶ
σοβαρὸς, ὁ ὑπὲρ τιμὴν ἑαυτὸν κρατῶν.
Σοῖο καὶ σεῖο διαφέρει, κατὰ τοὺς ἀκριβῶς γινώσκον‐
τας· σοῖο γάρ ἐστι σύναρθρος ἀντωνυμία ἀντὶ τοῦ σοῦ· |
---|
25 | σεῖο ἀσύναρθρον ἀντὶ τοῦ σύ.
Σολοικισμὸς, ὁ τοῦ σώου λόγου αἰκισμὸς εἴρηται· ἢ
παρὰ τὴν τοῦ Σόλωνος ἐξιστορίαν καὶ τὴν Κιλίκων
ὁμιλίαν.
Σολοικίζειν, οὐ μόνον κατὰ λέξιν καὶ φωνὴν ἰδιω‐ |
---|
30 | τεύειν, ἀλλὰ καὶ ἐπὶ φορεσμάτων, ὅταν τις χωρι‐
κῶς ἐκδύεται ἢ ἀτάκτως ἐσθίει, ἢ ἀκοσμῶς περι‐
πατεῖ.
Σολομῶν, σελομῶν λέγεται ἡ εἰρήτη, καὶ ἐκ τῆς τού‐
του τροπῆς τοῦ ε εἰς ο σολομῶν· σολομῶν δὲ κλίνεται |
---|
35 | σολόμωνος, ὁ κανὼν, τὰ εἰς μων βαρύτονα κύρια φυ‐
λάσσει τὸ ω, Σίμωνος, Τίμωνος.
Σόλος, δίσκος, παρὰ τὸ σῶ τὸ ὁρμῶ καὶ κινῶ.
Σόλων, ὄνομά τινος Ἕλληνος σοφιστοῦ, ἀπὸ τοῦ σιά‐
λος· πάνυ γὰρ σοφὸς ἦν ἐν τῷ λέγειν. |
---|
40 | Σορὸς, κιβωτὸς, λάρναξ, ἐν ᾧ τὸ σῶμα ῥεῖ, ἤγουν κα‐
ταῤῥεῖ· ἢ παρὰ τὸ ἔσω ῥεῖν τὰ τῶν νεκρῶν σώματα·
καὶ εἰς τὸ ἀκτὶς καὶ σωρός.
Σόφισμά ἐστι λόγος σοφιστικὸς, καὶ λόγος δολερὸς,
ἢ συλλογισμὸς αἱρετικός. |
---|
45 | Σοφία, παρὰ τὸ σοφός· τοῦτο παρὰ τὸ σέβω, ἢ ἡ τὸ
φῶς σώζουσα τῆς οἰκείας φύσεως· ἢ διὰ τὸ σῶα φῆν,
ἤγουν λαλεῖν.
Σοφὸς, συνετοῦ διαφέρει, καθὸ ὁ μὲν σοφὸς καὶ συν‐
ετὸς πάντως, ὁ δὲ συνετὸς οὐ πάντως σοφός. |
---|
sigma 507 (50) | Σοφὸς, παρὰ τὸ σῶα φάσκειν· καὶ εἰς τὸ βασιλεὺς
καὶ γνῶσις.
Σοφίζω, ἐκ τοῦ σοφὸς τοῦτο ἐκ τοῦ σέβω· τὸν γὰρ
σοφὸν πάντες σεβόμεθα.
Σπλάγχνα, ὅτι σπληνίου τόπον ἐπίκειται ἡμῶν τῇ |
55 | σαρκὶ ἤγουν τῇ γαστρί· καθάπερ γὰρ καὶ τὸ σπληνίον
ἰώμενον ἱλαρίας τῆς ψυχῆς, παρέχει τὸ πάθος· ἐπι‐
τεθὲν δὲ λύπην.
Σπαίρω, τὸ ἀσπαίρω· τὸ ἀσπαίρω ἐκ τοῦ σπαίρω,
τοῦτο ἐκ τοῦ σπάῤῥω· καὶ κατὰ πόσους τρόπους δια‐ |
---|
60 | φέρει τὸ σκαίρω τοῦ σπαίρω; λέγεται μετὰ τοῦ α | |
---|
sigma 508 | κατὰ Ἀττικὴν συνήθειαν ὡς τὸ, ἤ ῥα οἱ ἀσπαίρου‐
σα καὶ οὐρίαχον· καὶ ὁ δ’ ἑσπόμενος περὶ δουρὶ
ἤσπαιρ’· διότι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμου‐
σόν τινα κίνησιν δηλοῦσιν· ὅθεν παράγονται σκάρος καὶ |
5 | σπάρος ἰχθυόθεν· τὸ σκάρος εὔμουσόν τινα καὶ εὔ‐
ρυθμον ἀποτελεῖ κίνησιν, ἐξ οὗ καὶ τὸ σκιρτᾷν παρά‐
γεται.
Σπῶ, σημαίνει ἕπτα· σπῶ τὸ σπείρω, σπῶ τὸ κα‐
τασπῶ, σπῶ τὸ σπεύδω, σπῶ τὸ διαχωρίζω, σπῶ τὸ |
---|
10 | ἐκτείνω, σπῶ τὸ στάζω καὶ ἀσπάζομαι.
Σπάδων, ὁ εὐνοῦχος, παρὰ τὸ ἀποσπᾶσθαι τὸ μέρος
ἐξ αὐτοῦ, οὕτως Ἡρακλείδης.
Σπάνιον, τὸ ὀλίγον, ἐκ τοῦ σπάνις, τοῦτο ἐκ τοῦ σπα‐
νίζω ὃ σημαίνει τὸ ἐλαττῶ καὶ φθείρω· τὸ δὲ σπάνις |
---|
15 | παρὰ τὸ σπῶ, σπένω καὶ σπάνις· ἢ παρὰ τὸ πένω,
καὶ κατὰ παρασχηματισμὸν, πάνις, καὶ πλεονασμῷ
τοῦ ς σπάνις.
Σπάργανον, παρὰ τὸ σπαράσσω, σπαράγανον καὶ
σπάργανον κατὰ συγκοπήν. |
---|
20 | Σπάρτον, σπαρτίον, ἐκ τοῦ σπείρω τὸ ἑλίσσω ἐξ οὗ
καὶ σπείραμα τὸ τοῦ ὄφεως εἱλίγμα· ἐκ τοῦ σπαρτίον
γέγονε σπάρτον· καὶ ὥσπερ μυρία μῦρα, οὕτω καὶ
σπαρτία σπάρτα· συνεκόπη δὲ ὡς ὑποκοριστικόν.
Σπείρω, τὸ εἱλίσσω ἐξ οὗ καὶ σπείραμα τὸ τοῦ ὄφεως |
---|
25 | εἵλιγμα καὶ ἐκ τούτου σπατίον καὶ σπαρτίον ἀπὸ τοῦ
ἐνσπείρεσθαι καὶ ἐγκεῖσθαι ἐν τοῖς μέλεσι.
Σπείρας νῦν οἱ μεγάλοι καλοὶ, παρὰ τὸ συνσπείρε‐
σθαι καὶ κεῖσθαι· ἢ σπεῖραι δι’ ὧν ἕλκονται αἱ
νῆες. |
---|
30 | Σπέρμα, παρὰ τὸ ἐν τῇ σπορίμῃ γῇ πεσεῖν· ἢ καὶ γε‐
γονέναι παρὰ τὴν γῆν.
Σπάθη, τὸ ἐκφαντικὸν ἐργαλεῖον, ἀπὸ τοῦ κατασπᾶν
τὴν κρόκην.
Σπεῖρος, τὸ ἱμάτιον, ἀπὸ τοῦ ἐνσπείρεσθαι καὶ συ‐ |
---|
35 | στρέφεσθαι ἐν αὐτῷ, καὶ ἐγκεῖσθαι τοῖς μέλεσι· ση‐
μειωτέον ὅτι σπείρα σημαίνει δύο, τὸν ὁλκὸν τὸν δρά‐
κοντα, τὸν ἐπισυρόμενον τῆς γαστρός ἐν τῇ γῇ· καὶ
σύνταγμα στρατιωτικὸν ἀνδρῶν τριακοσίων· ἡ οὖν σπεῖρα
καὶ ὁ χιλίαρχος ὡς ποῦ φησὶν, οὐχὶ πάντας εἶχεν ὁ |
---|
40 | χιλίαρχος τοῦ οἰκείου τάγματος, ἀλλὰ τοὺς τὸ τ μό‐
νους, ἤκουν γὰρ οὗτοι· καὶ σπεῖρα τὸ ταχὺ σχοινίον
τοῦ πλοίου· γράφεται δὲ διὰ διφθόγγου.
Σπείρω, σπερῶ, ὅσα γεννῶσι τὸ ε, τὴν τοῦ ε ἔχουσι
γραφὴν, κατὰ τὸ ἐνεργητικόν. |
---|
45 | Σπατίλη, τὸ ἀπόξυσμα τῶν δερμάτων.
Σπένδακος, ξύλον, σπινθὴρ καὶ σπέρμα.
Σπέος, τὸ σπήλαιον, ἀφώτιστόν τι οἴκημα, παρὰ τὸ
σβῶ σβέσω, σβέος καὶ τροπῇ τοῦ β εἰς π, σπέος,
ὁ ἐπὶ πολὺ τοῦ φωτὸς ἐστέρηται· καὶ σπέος, οἱονεὶ ὁ |
---|
sigma 508 (50) | κατεσβεσμένος καὶ τετρυπημένος λίθος, παρὰ τὴν σβέ‐
σιν τοῦ φωτός.
Σπεύδω, ἔστι σπείζω τὸ ἀκολουθῶ καὶ τροπῇ τοῦ ι
εἰς υ, σπεύζω, καὶ τροπῇ τοῦ ζ εἰς δ σπεύδω· παρὰ
τὸ σπένδω τὸ θύω, παρὰ γὰρ τῷ πυρὶ ἔθυον. |
55 | Σπερμολόγος, ὁ τὰ σπέρματα συστέλλων, ἀτελής.
Σπέζω, σπληνίον, εἰς τὸ ἀσπὶς, καὶ σπιθαμὴ, καὶ
ὑπερασπιστής.
Σπιλάδες, αἱ διεσχισμέναι καὶ κεκοιλωμέναι πέτραι
ὑπὸ τῆς τῶν κυμάτων πλήξεως. |
---|
60 | Σπιλάδες, αἱ παράλιαι πέτραι, παρὰ ἐσπιλῶσθαι, | |
---|
sigma 509 | ἢ παρὰ ταῖς κατὰ θάλασσαν περιειλημμέναις ἐν ὀλίγῳ
ὕδατι· ἢ σπιλάδες αἱ ὕφαλοι πέτραι· ἢ παρὰ τὸ σπῖ‐
λος ὃ σημαίνει τὸν ῥύπον.
Σπιθαμὴ, παρὰ τὸ σπίζω τὸ ἐκτείνω· τινὲς δὲ διὰ |
5 | τοῦ ἦτα γράφουσιν αὐτὸ, ἐτυμολογοῦντες ἐκ τοῦ σπῶ
τὸ κατασπῶ.
Σπὴν, οἷον σπὴν, ἀπὸ τοῦ ἑαυτῷ ἐπισπᾶσθαι τὰ φαυ‐
λισθέντα τῶν ὑγρῶν.
Σπλάγχνον, εἰς τὸ εὔσπλαγχνον· σπλάγχνον σημαίνει |
---|
10 | τὸ ἐντόσθιον μέρος, τὸ ἔντερον, τὸ στῆθος.
Σπόγγος, διὰ τὸ σπουδῇ γομοῦσθαι· ἢ διὰ τὸ ἐπισπᾶ‐
σθαι τὸ ὑγρόν.
Σποδὸς, παρὰ τὸ σβέω, σβέσω, σβεδός· ἢ παρὰ τὸ
ποὺς ποδὸς, καὶ πλεονασμῷ τοῦ ς, σποδός, τὸ ἐν τοῖς |
---|
15 | ποσὶ κείμενον· ἢ παρὰ τὸ σπένδω τὸ θύω, παρὰ γὰρ
τῷ πυρὶ ἔθυον.
Σπουδὴ, παρὰ τὸ σπένδω, τὸ διὰ θυσιῶν φιλιοῦμαι·
καὶ καταλλάσσομαι, καὶ θεῷ καὶ ἀνθρώποις.
Σπονδεῖος, παρὰ τὸ σπένδω σπονδή· καὶ ἐξ αὐτοῦ |
---|
20 | σπονδεῖος.
Σπορὰ, παράγωγον τοῦ σπῶ, ὅτι σπῶν ῥεῖ, ἤγουν ἐκ‐
ῥεῖ, ἅμα γὰρ τῷ βληθῆναι τὴν σπορὰν, σπᾶται ἀπὸ
τῆς γῆς, οὐ χωρεῖται εἰς αὐτὴν, οὕτω Φιλόξενος· ὁ
αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν θηλείων, ὅτι δέχονται τὸ |
---|
25 | σπέρμα.
Σπουδῇ, ἐπίῤῥημα μεσότητος, ἢ ἀθροίσεως· τὸ δη ἦτα
διάτι; τὰ παρὰ δοτικῇ γινόμενα ἐπιῤῥήματα, καὶ τὴν
αὐτὴν γραφὴν φυλάσσουσιν, οἷον σιωπή· ἄκην ἐγένον‐
το σιωπῇ. |
---|
30 | Σπονδὰς, συνθήκας ὅρκους.
Στάδιος, καὶ στάδιον μέτρον ὁδοῦ, παρὰ τὸ ἵστασθαι
τὸν ὁδεύοντα.
Σταθμὸς, παρὰ τὴν στάσιν τὴν ἐν αὐτῷ τῶν ζώων.
Σταγὼν, παρὰ τὸ στάγω στάξω, ὁ μέσος παρακείμενος |
---|
35 | ἔσταγα, καὶ ἐξ αὐτοῦ σταγών.
Σταθμὴ, ἡ τρυτάνη, ἢ κανόνη· εἴρηται δὲ σταθμὴ
ἀπὸ τοῦ σταθμᾶσθαι καὶ στοχάζεσθαι· σημαίνει δὲ τὸ
σπάρτον, ᾧ ὁ οἰκοδόμος ἰσάζει δόμον, ἢ τέκτων ξύλον·
μύρινθος δὲ ἐπὶ πᾶν σπαρτίον· τὸ οὐδέτερον στάθμιον· |
---|
40 | καὶ σταθμὴ τὰ ἐκβαλλόμενα ταῖς πλάστιγξι τοῦ ζυ‐
γοῦ· μέτρα δὲ οἷς ἔλαιον μετρεῖται, καὶ οἶνος καὶ τὰ
τοιαῦτα.
Σταθμῶ, παρὰ τὸ σταθμὴ, τοῦτο παρὰ τὸ ἵστασθαι.
Στακτὴ, παρὰ τὸ στάζω, στάξω, ἔσταχα, ἔσταγμαι, |
---|
45 | ἔστακται, στακτή.
Σταυρὸς, παρὰ τὴν στάσιν καὶ τὸ εὖρος, ὃ σημαίνει
τὸ πλατός· οἱονεὶ τὸ μῆκος καὶ πλατὸς ἔχων· παρὰ
δὲ τῷ ποιητῇ σταυροὶ λέγονται τὰ ἀπεξυσμένα ξύλα,
οὕσπερ σκώλοπας καλεῖ· σταυροῖσιν πυκινοῖσι. |
---|
sigma 509 (50) | Σταφυλή, παρὰ τὸ σήπω σαπυλὴ καὶ σταφυλὴ, πε‐
πανθείσης γὰρ τῆς ἀμπέλου τότε καὶ ἡ σταφυλὴ γίνε‐
ται σταπὶς καὶ ἀσταπὶς καὶ ἀσταφίς.
Σταφυλὴ, καὶ σταφύλη διαφέρει· τὸ μὲν ὀξύτονον ἐπὶ
τῆς ὀπώρας· τὸ δὲ βαρύτονον ἐπὶ τῆς καθιεμένης μο‐ |
55 | λυβίδος, παρὰ τοῖς ἀρχιτέκτοσι τεθεμένοις.
Στέφυλον, κόκκος σταφυλίου, ἢ φύλλον ἀμπέλου.
Στέαρ, ἐκ τοῦ ἵστημι στήσω, στέαρ, ἢ παρὰ τὸ στά‐
ζω, ἢ παρὰ τὸ στάσιν καὶ πῆξιν ἔχειν· τὸ στε ψι‐
λόν· τὰ εἰς αρ οὐδέτερα· σημαίνει δὲ λίπασμα. |
---|
60 | Στεγανὸς, ὁ ἐστεγασμένος καὶ ἐσκεπασμένος, παρὰ | |
---|
sigma 510 | τὴν στέγην· λέγεται δὲ καὶ στεγανὸν τὸ στεγνότερον,
καὶ στεγανόποδες ὄρνιθες οἱ ἐν ὕδατι διατρίβοντες, καὶ
τοὺς ποδὰς ἔχοντες στεγνοὺς, οἷς αἱ μεταξὺ τῶν δα‐
κτύλων εὐρυχωρίαι δέρματί εἰσιν εἰλημμέναι· καὶ στε‐ |
5 | γανώματα, οἱ ἐν τοῖς τοίχοις ἐνδεσμοί.
Σταχὺς, παρὰ τὸ ἵστασθαι, καὶ ἔχειν ἐν ἑαυτῷ τὸν
σῖτον ἢ τὴν κριθήν.
Σταθμίζω, καὶ ἐστάθμισα, σημαίνει τὸ ἐζυγοστάτησα,
διὰ τοῦ ἰῶτα· ἐστάθμησα δὲ τὸ ἐμέτρησα καὶ ἠρίθμη‐ |
---|
10 | σα, ἦτα.
Στέγη, διὰ τὸ στάζειν ἐπὶ τῆς γῆς τὸ ὕδωρ· ἢ διὰ τὸ
βαστάζειν.
Στεγάζω, παρὰ τὸ στέγη· τοῦτο παρὰ τὸ στεγῶ τὸ
ὑπομένω. |
---|
15 | Στεῖνος, τὸ σῶμα, διάτι βαρύνεται; ἐὰν ἀρσενικὸν
βαρύτονον εἰς οὐδέτερον γένος πίπτει, ὁμότονόν ἐστιν,
οἷον, ὁ σκότος, τὸ σκότος, ὁ ἔλεγχος, τὸ ἔλεγχος, εἰ
μέντοι ὀξύνεται τὰ ἀρσενικὰ, οὐκέτι βούλεται ὁμοτο‐
νεῖν, ἀλλὰ φεύγουσι τὴν ὀξεῖαν, ὁ στενὸς τὸ στεῖνος, |
---|
20 | ὁ μακρὸς τὸ μάκρος.
Στείχω, τὸ πορεύομαι, ἐξ οὗ καὶ στίχος ἡ τάξις διὰ
τοῦ ἰῶτα, καὶ στοῖχος ἡ πρᾶξις.
Στείνω, εἰς τὸ πολύστονος.
Στείρα, σημαίνει τὴν μὴ τίκτουσαν· καὶ τὸν ἱστὸν τοῦ |
---|
25 | πλοίου, διὰ τῆς ει διφθόγγου· ἐπὶ μὲν τῆς τρόπεως
ἀπὸ τοῦ στερεὸν γέγονε στέρα, καὶ πλεονασμῷ τοῦ ι
στεῖρα· ἐπὶ δὲ τῆς τικτούσης ἀπὸ τοῦ στερεῖσθαι γέ‐
γονε στέρα καὶ στεῖρα, οἱονεὶ ἡ ἐστερημένη τοῦ τί‐
κτειν. |
---|
30 | Στείρα, ἡ ἄτεκνος καὶ ἄγονος γυνὴ, παρὰ τὸ στερεὰ
εἶναι τῶν ἄλλων γυναικῶν· ἢ παρὰ τὸ στῶ, στεία,
καὶ πλεονασμῷ τοῦ ρ στείρα, ἡ τοῦ κυῆσαι στάσιν
ἔχουσα.
Στείρα, παρὰ τὸ τείρω τὸ καταπονῶ, ἢ κατ’ ἀντίφρα‐ |
---|
35 | σιν, ἡ μὴ τειρομένη τῶν ἄλλων, ἀλλ’ ἀκμάζουσα.
Στεινωπὸς, ὁ στενὸς τόπος, διὰ τῆς ει διφθόγγου,
παρὰ τὸ στένος γέγονε στεινός.
Στειριεύς, ὁ στεῖρος.
Σπερμολόγος, ὅτι μὲν τὸ κυρίως πτηνόν ἐστι, κο‐ |
---|
40 | λοιῶδες ζῶον τὸ ὄνομα λαβὼν παρὰ τὸ τὰ καταβαλ‐
λόμενα σπέρματα ἐκλέγειν, δῆλον, παρὸ καὶ οἱ σπεί‐
ροντες ἐπαμῶνται τὴν γῆν τοῖς σπέρμασι· ἐκ μεταφο‐
ρᾶς δὲ ἔλεγον τοὺς παρὰ τὰς ἀγορὰς καὶ τοὺς λιμένας
διατρίβοντας· ἢ τὰ ὁπωσοῦν ἐκ τῶν σάκκων πίπτοντα |
---|
45 | ὄσπρια, κάρια καὶ ἰσχάδας ἐκλέγοντες· περὶ δὲ τοῦ ὀρ‐
νέου ὁ Ἀριστοτέλης ἔφησε, καὶ οἱ μιώδιοι ἐν δευτʹ..
λέγουσι τὸν σπερμολόγον κολούρης.
Στεροπὴν, ἀστραπὴν, παρὰ τὸ στερεῖσθαι τοῦ βλέ‐
πειν. |
---|
sigma 510 (50) | Στέρεμνον, τὸ πυκνὸν καὶ στερεὸν καὶ ἰσχυρότατον.
Στέλεχος, εἰ μὲν ὁ κορμὸς ἤγουν ἡ ῥίζα, παρὰ τὸ
στέλεχος ἔχειν, ἢ παρὰ τὸ στερεόν· εἰ δὲ οἱ ἄνω τῆς
κορυφῆς κλάδοι, παρὰ τὸ εἰς τέλος ἔχειν, τουτ’ἔχειν
ἔχεσθαι. |
55 | Στέλλω, εἰς τὸ ἀγγείλας, σημαίνει τέσσαρα, τὸ ἐπι‐
στέλλω ἐξ οὗ καὶ ἐπιστολὴ, τὸ πλέω, ἐξ οὗ καὶ στό‐
λος, τὸ κοσμῶ, ἐξ οὗ καὶ στολὴ, καὶ τὸ κρύβω ἐξ οὗ
καὶ συστόλη.
Στέργω, εἰ μὲν συντάσσεται δοτικῇ, σημαίνει τὸ ἀρ‐ |
---|
60 | κοῦμαι, εἰ δὲ αἰτιατικῇ, τὸ ἀγαπῶ, οἷον, στέργειν μὲν | |
---|
sigma 511 | ἡμᾶς· γίνεται δὲ παρὰ τὸ στῶ, τὸ σημαῖνον τὸ ἱστῶ,
κατὰ παραγωγὴν στέχω καὶ πλεονασμῷ τοῦ ρ, στέργω,
ὁ γὰρ ἀγαπῶν τινα, διΐσταται εἰς αὐτόν.
Στέργων, ἀγαπῶν, φιλῶν, ἀπὸ τοῦ στέργω· τοῦτο |
5 | παρὰ τὸ στέγω, τὸ ὑπομένω· τοῦτο παρὰ τὸ στῶ
ῥῆμα, τὸ σημαῖνον τὸ ἱστῶ καὶ ἑδραιῶ καὶ βεβαιῶ·
καὶ εἰς τὸ ἔστεργον.
Στερέωμα, παρὰ τὸ εἶναι κατ’ ὑπερβολὴν ἰσχυρόν·
ἐπὶ γὰρ τῶν κατ’ ἰσχὺν ὑπερβαλλόντων τέταται· καὶ |
---|
10 | γὰρ τὸ κραταιὸν καὶ ἀνένδοτον στερέωμα εἴρηται.
Στερέωμα, εἴρηται παρὰ τὸ στερεῶ, τοῦτο παρὰ τὸ
ἵστημι, στήσω, ὁ β ἀόριστος ἔστην, καὶ τὸ ἀπαρέμ‐
φατον στῆναι· τὰ εἰς ναι λήγοντα ἀπαρέμφατα ποιοῦ‐
σιν εἰς ρος ὄνομα ἰσοσύλλαβον· οἷον, δῖναι διερὸς, |
---|
15 | μιῇναι μιαρὸς, σταθῆναι σταθηρός· οὕτω καὶ ἀπὸ τοῦ
στῆναι, στερός.
Στέρνον, παρὰ τὸ στῶ, στείω· τὸ ἐντελὲς στέον,
στερόν· καὶ πλεονασμῷ τοῦ ν, στέρνον.
Στῆθος, ἐκ τοῦ στῶ στήσω, καὶ ἐξ αὐτοῦ γίνεται |
---|
20 | στῆθος, τὸ ἱστάμενον ἀσάλευτον καὶ μὴ κλινόμενον,
ἐπειδὴ ὅλα τὰ μέρη τοῦ σώματος κλίνεται, τὸ δὲ στῆ‐
θος οὐ κλίνεται· ἢ παρὰ τὴν στεῤῥότητα· ἢ παρὰ τὸ
στερεὸν εἶναι στέρνον.
Στέρνοις, στήθεσι, διότι ἕστηκεν ἀσάλευτον. |
---|
25 | Στεφάνη, εἶδος περικεφαλαίας.
Στέφανος βραβείου διαφέρει· στέφανος γυναικεῖος
κόσμος, ἐπὶ τῆς κεφαλῆς, βραβεῖον δὲ ἐπινίκιος
ἀμοιβή.
Στῆθος, ἀπὸ τοῦ ἑστάναι· ἢ παρὰ τὸ σιτίον καὶ τὸ |
---|
30 | ὤθω τὸ πρώθω, σιτιώθιόν τι ὂν, παρὰ τὸ τὰ σιτία
δι’ αὐτοῦ ὠθεῖσθαι, κατὰ συγκοπὴν στῶθος, καὶ τρο‐
πῇ τοῦ μακροῦ εἰς μακρὸν στῆθος· ἢ παρὰ τὸ ἵστημι,
στήσω, τὸ ὀρθῶς ἱστάμενον καὶ μὴ ἐπικεκραμμένον·
τὸ στη, ἦτα διάτι; τὸ διὰ τοῦ ηθος δισύλλαβα μονο‐ |
---|
35 | γενῆ διὰ τοῦ η, γράφεται, οἷον, πλῆθος στῆθος, πλὴν
τοῦ λίθος καὶ πίθος.
Στηθίνιον δὲ μέρος τι τοῦ στήθους· καὶ ἐκ τοῦ στή‐
θους ὑποκοριστικὸν στηθίνιον.
Στηλιτεύσας, δημοσιεύσας, παραδειγματίσας, ὡς ἐπι‐ |
---|
40 | στήλων τῶν δημοσίᾳ προτιθεμένων.
Στήριγμα, ἐκ τοῦ στηρίζω, τοῦτο παρὰ τὸ στὴρ,
τοῦτο παρὰ τὸ στῶ, ἵστημι, στήσω καὶ στήξω.
Στηλιτεύω, τὸ θριαμβεύω, ἐκ τούτου γίνεται στηλί‐
της, τοῦτο παρὰ τὸ στήλη, ὃ σημαίνει τὸν λίθον, τὸν |
---|
45 | ἐν τῇ κεφαλῇ κείμενον τοῦ τεθνεῶτος, ὡς ἐκ τοῦ πο‐
λίτης πολιτεύω.
Στήλας, ὀρθοὺς λίθους, παρὰ τὸ ἵστασθαι.
Στήμων, παρὰ τὸν στήσω μέλλοντα· σημαίνει δὲ τοῦ |
---|
sigma 511 (50) | ἱστοῦ τὸ στημόνιον.
Σταθῆναι, στῆναι διαφέρει· τὸ μὲν γὰρ στῆναι κατὰ
προαίρεσιν ἰδίαν γίνεται· τὸ δὲ σταθῆναι ἐκ τῆς ἄλλου
προαιρέσεως. οἷον, ἔστη ὁ ἄνθρωπος δι’ αὐτοῦ· ὁ ἀν‐
δριὰς ἐστάθη ὑφ’ ἕτερον. ἢ ὁ νοσῶν. |
55 | Στιβαρὸν, γίνεται ἐκ τοῦ στείβω τὸ περιπατῶ· καί
τι μετέχει τὸ στιβαρὸν, πρὸς τὸ στείβω, οἱονεὶ τὸ
πεπιλημένον καὶ συνημμένον, καὶ ἠσφαλισμένον, ἤγουν
τὸ μὴ ἔχον ἔξοχον, μηδὲ ὀπήν· τὸ στι ἰῶτα διάτι;
πολλὰ γὰρ εἰσιν ὀνόματα ἐκ τοῦ στείβω, ὁ β ἀόριστος |
---|
60 | ἔστιβον, ἐστίβην, καὶ τὸ ἀπαρέμφατον στιβῆναι, ἐπει‐
δὴ κανών ἐστιν ὁ λέγων, τοῖς εἰς ναι λήγουσιν ἀπα‐
ρεμφάτοις εἰώθασιν ἀντιπαρακεῖσθαι ὀνόματα εἰς ρος, |
---|
οἷον, μιάναι μιαρὸς, λιπάναι λιπαρὸς, οὕτως οὖν στι‐ | |
sigma 512 | βῆναι, καὶ Δωρικῶς τρέπεται τὸ ἦτα εἰς α, στιβᾶναι,
καὶ ἐξ αὐτοῦ στιβαρός.
Στιβίζουσι, ῥυθμῷ δὲ στυβίζουσι τὸ ψεῦδος, δραπε‐
τεύουσι, διαφεύγουσι, καὶ στείβειν ἐπὶ τοῦ πατεῖν, καὶ |
5 | στιβεύειν τὸ ἰχνεύειν.
Στιβασία, ἡ χαμαίστρωτος εὐνὴ, καὶ οἱ τῶν δένδρων
ἀκρέμονες στιβάδες, καὶ ἡ τράπεζα· καὶ ἡ ἀπὸ ῥάβ‐
δων στρῶσις.
Στίγμα, πληγὴ, δαρμὸς, παρὰ τὸ στίζω τὸ κεντῶ· ση‐ |
---|
10 | μαίνει δὲ δύο, τὴν πληγὴν καὶ τὴν στιγμὴν τῶν γρα‐
φῶν.
Στίλβω, παρὰ τὸ σέλας καὶ τὸ βῶ τὸ βαίνω· ἢ παρὰ
τὸ τῆλε, ὃ σημαίνει τὴν μακρὰν, τὸ πόῤῥωθεν λάμπω
καὶ αὐγάζω. |
---|
15 | Στὶξ, ἡ τάξις, τὸ στι ἰῶτα, οὐδέποτε δίφθογγος εἰς
διπλοῦν λήγει, λὶψ, θρὶψ, κνὶψ, πλὴν τοῦ προίξ·
τὶ διαφέρει σκνὶψ καὶ κνὶψ; οὐδὲν διαφέρει, ἢ μόνον
κατὰ κλίσιν· τὸ μέντοι σκνὶψ κλίνεται σκνιπὸς καὶ
σκνιφὸς, τὸ δὲ κνὶψ κνιπὸς μόνον· ἀπὸ μεταφορᾶς |
---|
20 | τοῦ ζώου· μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, λέγεται δὲ
καὶ ὁ μικρὸς ἄνθρωπος κνιπός· τὸ δὲ στὶξ γίνεται
παρὰ τὸ στείχω, τὸ στι ἰῶτα· τὰ ἔχοντα τὸ ε ἐγκεί‐
μενον ἐν τοῖς ῥήμασι· τὸ στείχω σημαίνει τὸ ἐν τάξει
πορεύομαι. ἡ γενικῆ στῖχος· καὶ Ὅμηρος, τῆς δὲ ἰῆς |
---|
25 | στῖχος ἦρχε.
Στρόβιλος, ἡ πόλις καὶ Στρόβηλος ἡ νῆσος.
Στίφος, ὁ ὄχλος, ἄθροισμα, τὸ πλῆθος, καὶ ἡ στρα‐
τιωτικὴ τάξις τῶν ἀνδρῶν· εἰσὶ δὲ ἄνδρες ἐνενήκοντα
ἕξ· γίνεται δὲ παρὰ τὸ στὶξ, στῖχος, ὃ σημαίνει τὴν |
---|
30 | τάξιν, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν καὶ βαρύ‐
νεται, αἱ γὰρ γενικαὶ βαρυνόμεναι· καὶ γίνεται στίχος
καὶ στίφος, κατὰ τροπὴν τοῦ χ εἰς φ, καὶ προπε‐
ρισπᾶται· τὸ στι ἰῶτα, τὰ εἰς φος δισύλλαβα οὐ
θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον, δέλφος |
---|
35 | λέμφος, σημαίνει δὲ τὸν μυξώδη, κοῦφος, ῥοῦφος,
λαῖφος, οὕτως οὖν καὶ στῖφος, σημαίνει δὲ τὴν
τάξιν.
Στροβίλιον, ὁ καρπός.
Στρόβηλος, ὁ ἄνεμος, ἐκ τοῦ στρέφω καὶ τοῦ ἡλῶ, |
---|
40 | καὶ γράφεται διὰ τοῦ ἦτα.
Στιχῶ, καὶ ἐστιχόωντο, ἔστι δευτέρας συζυγίας τῶν
περισπωμένων, τὸ θέμα στιχάω στιχῶ, στιχάεις στιχᾶς,
στιχάει στιχᾶ· οἱ μὲν ἐν πρωτῇσι καὶ ὑστατίησι βόεσ‐
σιν, αἰὲν ὁμοστιχάει· γίνεται ἐκ τοῦ στὶξ, στῖχος, ὃ |
---|
45 | σημαίνει τὴν τάξιν, στιχῶ ῥῆμα· τὸ στι ἰῶτα ἐκ τοῦ
στὶξ, τὸ δὲ στὶξ ἐκ τοῦ στείχω, στείξω, στίξ.
Στοαὶ, αἱ καμάραι, καὶ ἐξ αὐτοῦ Στωϊκοὶ οἱ φιλόσο‐
φοι· ἐκεῖ γὰρ ἦν αὐτῶν τὸ διδασκαλεῖον.
Στοὰ, πόρτικος, καμάρα, τὸ στο μικρὸν, τὸ λεγόμε‐ |
---|
sigma 512 (50) | νον πρόσκλητον, στωικὸς δὲ μέγα.
Στοιχεῖα, ὅτι συστοιχοῦσιν ἀλλήλοις· καὶ εἰς τὸ
γράμμα.
Στόμα, παρὰ τὸ τέμνω, τέτομα, τόμα καὶ στόμα·
ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ σιτία τέμνειν· τὸ στο |
55 | μικρὸν διάτι; πᾶσα λέξις, ἀπὸ τῆς στο συλλαβῆς ἀρ‐
χομένη, διὰ τοῦ ο γράφεται, πλὴν τοῦ στωμῦλος, καὶ
στωμυλία, καὶ στωϊκός.
Στόμαχος, σημαίνει τὸν φάρυγγα· ἐτυμολογεῖται δὲ,
ἢ ὅτι σιτομάχος τις ὢν, ὁ τοῖς σιτίοις μαχόμενος· ἢ |
---|
60 | ὅτι στόμα ἐστὶ τῶν χεομένων· ἢ ἐκ τοῦ στόμου καὶ
τοῦ μῆχος, ὃ σημαίνει τὴν μηχάνην· ἢ παρὰ τὸ στόμα
καὶ τὸ χέω· δι’ αὐτοῦ γὰρ ἥ τε ὑγρὰ καὶ ξηρὰ τροφὴ, |
---|
πρὸς τὴν γαστέρα χεῖται. | |
sigma 513 | Στοχάζομαι, ἐκ τοῦ στείχω, τὸ κατὰ σύνταξιν σκοπῶ
καὶ βλέπω, καὶ βαδίζω· στοχάζειν γὰρ λέγεται, τὸ
πρὸς εὐθεῖαν ὁδὸν τοὺς λόγους ἀπευθύνειν.
Στοιχείωσις, ἡ πρώτη μάθησις, καὶ δοτικῇ στοιχῶ |
5 | τὸ συμφωνῶ, αἰτιατικῇ δὲ στοιχίζω τὸ περικυκλῶ καὶ
ὁδηγία καὶ ἡ διατύπωσις.
Στοιχείωσις, ἀκριβεστάτη ἐπιτομή.
Στραγγαλία, παρὰ τὸ στραγγαλιῶ· ἔστι στρὰγξ,
στραγγὸς, ἐκ τούτου γίνεται στραγγαλίζω, καὶ ἐξ αὐ‐ |
---|
10 | τοῦ στραγγαλιῶ, στραγγαλιᾶς, ἡ στραγγαλία.
Στρατεία, τὸ ἀξίωμα, ἐκ τοῦ στρατεύομαι στρατεία·
στρατία δὲ τὸ στράτευμα, ἤτοι τὸ πλῆθος τὸ πολεμι‐
κὸν, ἐκ τοῦ στρατὸς στρατία.
Στρατόπεδον, στρατεύματος καὶ στρατοῦ διαφέρει· |
---|
15 | στρατόπεδον μὲν γάρ ἐστιν ὁ τόπος, ἐν ᾧ ὁ στρατὸς
ἵσταται, τὸ δὲ στράτευμα ὁ στρατὸς, τὸ πλῆθος τὸ
στρατευόμενον.
Στρατὸς, γίνεται παρὰ τὸ στεῤῥῶς ἄττειν, ἤγουν
ἐσφάλλεσθαι, ἢ παρὰ τὸ στρέφω, ἔστραμμαι, στρα‐ |
---|
20 | πτὸς, ὡς γέγραπται γραπτὸς, καὶ στρατὸς ὁ εὐπερί‐
τρεπτος, ἢ παρὰ τὸ στεῤῥῶς ἵστασθαι, στρατὸς ὁ
συνεστραμμένος καὶ συνδεδεμένος ὄχλος.
Στρατηγὸς, ἄρχων· τὰ παρὰ τὸ ἄγος συντιθέμενα
ἅπαντα διὰ τοῦ η γράφεται, ὁδηγὸς, αἰληγὸς, οἰνη‐ |
---|
25 | γὸς, ἀρχηγὸς, κυνηγός.
Στρεβλὸς, παρὰ τὸ ἐστραμμένα τὰ βλέμματα ἔχειν·
ἢ παρὰ τὸ διαστρέφω τὸ συστρέφω.
Στρηνιᾶν, παρὰ τὸ στερεῖν, καὶ ἀποσπᾶν τὰς ἡνίας,
ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων, μάλιστα τῶν ὑπο‐ |
---|
30 | ζυγίων.
Στρουθίον, παρὰ τὸ στρουθὸς, διὰ τὸ στεῤῥῶς θέειν
ἤγουν τρέχειν, ἢ καὶ διὰ τὸ τρέχειν τὸν ἀέρα.
Στρουθὸς, ὀξύνεται· βαρύνεσθαι ὤφειλε· τὰ γὰρ εἰς
θος δισύλλαβα μονογενῆ, φύσει μακρᾶ παραλήγεται· |
---|
35 | οἷον Ξοῦθος ὄνομα κύριον, μῦθος, κῶθος, ζῆθος· τοῦτο
δὲ ὀξύνεται ἐκ τῆς ἐτυμολογίας, παρὰ τὸ μετὰ οἴστρου
θέειν· τὰ δὲ παρὰ τὸ θέω γινόμενα ἅπαντα, ὀξύνον‐
ται· οἷον, ἀγαθὸς, βοηθός· τούτοις δὲ συνεξηκολούθη‐
σε καὶ τὸ στρουθός. |
---|
40 | Στρουθὸς, παρὰ τὸ στεῤῥῶς θέειν, κατ’ ἀντίφρασιν,
τὸ μὴ στεῤῥῶς θέειν, ἀλλ’ ἀργῶς· καὶ παρὰ τὸ στερεῖ‐
σθαι τοῦ θέειν· ἐκ δὲ τοῦ στρουθὸς γίνεται στρουθίον·
τὸ τι ἰῶτα· ὁ κανὼν, τὰ ἀπὸ τῶν εἰς ος ὀνομάτων
διὰ τοῦ ιον γινόμενα οὐδέτερα, μακρῶ παραλήγεται, |
---|
45 | καὶ διὰ τοῦ ἰῶτα γράφεται, οἷον, σταυρὸς σταυρίον,
στρουθὸς στρουθίον.
Στρουμεντάριος, χαρτοφύλαξ.
Στρόφος, εἴρηται ἀρσενικῶς· ἀπὸ τοῦ στρέφεσθαι
στρόφος. |
---|
sigma 513 (50) | Στυγνὸς, μισητὸς, στύζω, στύξω, ἀποβολῇ τοῦ ω
στύξ· ἢ παρὰ τὸ στυγῶ στυγήσω, ἐξ οὗ καὶ στυγητὸς
ὁ μισητὸς, καὶ στυγνὸς ἐξ αὐτοῦ· καὶ ἔστιν ἀπὸ μετα‐
φορᾶς τῆς στυγὸς, ἥτις ἔστιν ἐν ἅδου κρήνη.
Στυγερὴν, ἐκ τοῦ στυγῶ, τοῦ σημαίνοντος τὸ φοβοῦ‐ |
55 | μαι καὶ τὸ μισῶ, τοῦτο ἐκ τοῦ Στυγὸς, ἥτις ψυχρό‐
τατον ὕδωρ ἔχει. καί τι μετέχει τὸ στυγῶ πρὸς τὸ
στυγός; μυθεύονται οἱ ἀρχαῖοι, ὅτι τὰ μὲν ἀηδῆ καὶ
λυπηρὰ ἐκ τῶν ψυχρῶν καθέστηκε, τὰ ἡδέα καὶ τερ‐ |
---|
πνὰ ἐκ τῶν θερμῶν· Στυγὸς ὕδωρ, ἐπειδὴ ἡ Στὺξ κατὰ | |
sigma 514 | Ἡσίοδόν ἐστιν ἱερὰ πηγὴ, θυγάτηρ Ὠκεανοῦ· ἢ ὥς
τινες φασὶν, ὅτι ὁμώνυμος ταύτη ἐστὶν ἡ πηγὴ ἐν
ἅδου, ὅρκον φρικτὸν αὐτὸν οἱ θεοὶ πεποίηνται, βου‐
λήσει Διός. |
5 | Στύλος, στήκει ὅλος.
Στυπεῖον, τὸ τῆς ἐλαίας ὀστοῦν, παρὰ τὸ τύπτω τυ‐
πεῖον καὶ στυπεῖον· λέγεται δὲ καὶ στύπιον· ἢ παρὰ
τὸ τύπος τυπεῖον καὶ στυπεῖον.
Στωμύλος, λάλος, πέρπερος, καὶ στωμύλλεσθαι τὸ |
---|
10 | τρανῶς λέγειν, καὶ στωμύγματα, τὰ περιλαλήματα.
Συγγράμματα, συντάγματος διαφέρει· σύγγραμμα μέν
ἐστιν ὁ δίχα μέτρου λόγος προσαγορευόμενος πεζὸς,
σύνταγμα δὲ πολεμικὸν τὸ σύστημα, ἀφ’ οὗ καὶ συν‐
ταγματάρχης ὁ τοῦ συστήματος αὐτῶν ἄρχων. |
---|
15 | Συγγραφεὺς, ἱστοριογράφος.
Συκάμινον, εἶδος ὀπώρας, οὐδετέρως μὲν ὁ καρπὸς,
ἀρσενικῶς δὲ τὸ δένδρον.
Συκάμινον, διὰ τὸ συγκάμνεσθαι τὸν σκώληκα λέ‐
γεται· δίχα γὰρ τοῦ σκώληκος οὐδέν ἐστι. |
---|
20 | Συκῆ, συκέα, συγχέουσά τις οὖσα, καὶ τραχέα· σῦκον
δὲ ὁ καρπός.
Συκοφαντεῖν, τὸ ψευδῶς τινος κατηγορεῖν· κεκλῆ‐
σθαι δὲ τοῦτο φασὶ, παρὰ Ἀθηναίοις, πρῶτον γὰρ
ἐκεῖσε εὑρεθέντος φυτοῦ συκῆς τῆς ἐφημέρου τροφῆς· |
---|
25 | καλλίστων δὲ ὄντων, τῶν παρ’ Ἀθήνῃσι σύκων, καὶ
διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα ἔκλεπτον αὐτά
τινες, καὶ ἐξῆγον ἔξω· τοὺς δὲ μηνύοντας καὶ φαίνον‐
τας τοὺς ἐξάγοντας ἀπεδέχοντο μὲν· ἐξ ὧν δὲ ἔπρατ‐
τον, συκοφάντας ὠνόμασαν. |
---|
30 | Συκοφαντία, λέγεται ἡ ψευδοκατηγορία.
Συκοφάντης, συκοφάντου, ὁ κανών· τὰ εἰς ης ὀνό‐
ματα, μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ, ἢ κράτος,
οὐδέτερον μὴ ἔχοντα, εἰς ου ἔχει τὴν γενικήν.
Συβώτης, ὁ χοιροβοσκὸς, ὁ τοὺς σύας βόσκων, κατ’ |
---|
35 | ἐπαύξησιν τοῦ ο εἰς ω, συβώτιον· διαφέρει δὲ συβώ‐
της βουκόλου, ἱπποφόρβου, οἷον, αἰγοπόλου, ὀνο‐
πόλου.
Συλλήβδην, ἐκ τοῦ λήβω, λήψω, συλλήβδην τὸ ὁμοῦ·
παρὰ τὸ λήβω λήψω, καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα λήβδην, |
---|
40 | ὥσπερ λείχω λίγδην, ἄκρον ἐπιλίγδην, ὡς καὶ Ὅμηρος,
οὕτω παρὰ τὸ λήβω λήβδην καὶ συλλήβδην· ὁ παθη‐
τικὸς λήψομαι· λήβδην ἐπίῤῥημα μεσότητος καὶ συλ‐
λήβδην.
Σύμβασις, ἡ φιλία, παρὰ τὸ συνθέσθαι καὶ συνελ‐ |
---|
45 | θεῖν.
Συναινῶ, ἐκ τῆς σὺν προθέσεως, καὶ τοῦ αἰνῶ τὸ
λέγω, ὁ σημαίνει τὸ συλλαλῶ, καὶ συμβουλεύω.
Συμβαλλομάχος, μάχιμος πρὸς φιλονεικίαν.
Σύμβολον, τὸ σημεῖον καὶ τὸ συμπόσιον. |
---|
sigma 514 (50) | Σύμβολον, διὰ τὸ συμβάλλεσθαι αἰσθητόν τι ἀντὶ τοῦ
νοητοῦ, οἷον ἄρτος καὶ οἶνος.
Συμβουλὴ, παραινέσεως διαφέρει· συμβουλὴ μὲν γάρ
ἐστιν εἰσήγησις ἀντιλογίαν ἐπιδεχομένη, διὰ τὸ ἄδη‐
λον τοῦ ἐκβησομένου· καὶ γὰρ ἐάν τις συμβου‐ |
55 | λεύσῃ πόλεμον ἀμφίβολον εἰσφέρει, διὸ καὶ ἔχει τὸν
ἐνιστάμενον· παραίνεσις δέ ἐστι συμβουλὴ ἀντίῤῥησιν
οὐκ ἐπιδεχομένη, διὰ τὸ ἐξ αὐτῆς λεγόμενον πάντως
ὁμολογεῖσθαι ἀγαθὸν, ὡς οἷον τις παραινέσει σωφρο‐ |
---|
νεῖν, ὥσπερ ἐστὶν ὁμολογούμενον ἀγαθὸν, οὐδεὶς γὰρ | |
sigma 515 | τῶν νῦν ἐχόντων ἐναντιοῦται τῇ παραινέσει, ταῦτα
λέγων, ὡς ἀγαθὸν τὸ σοφόν.
Συμβιβῶ, ἐκ τοῦ βῶ τὸ βαίνω, καὶ κατ’ ἀναδιπλα‐
σιασμὸν βιβῶ, καὶ μετὰ τῆς σὺν προθέσεως συμβιβῶ. |
5 | Σύνθεσις συντάξεως διαφέρει· σύνθεσις μὲν γάρ
ἐστι λόγος ἔμμετρος· σύνταξις δὲ λόγος πεζός.
Συμμαχεῖν, καὶ ἐπιμαχεῖν διαφέρει· συμμαχεῖν μὲν
γάρ ἐστι τὸ σὺν αὐτοῖς εἶναι· ἐπιμαχεῖν δὲ, εἴτε τοῖς
αὐτοῖς, εἴτε αὐτοὶ ἑτέροις ἐπιστρατεύοιεν. |
---|
10 | Συμμορία, πλῆθος ἢ φρατριὰ, ἀπὸ τοῦ μέρους, ἤγουν
οἱ τῆς αὐτῆς μεριδός.
Συμφορὰ, παρὰ τὸ φορά· φορὰν γὰρ λέγουσιν Ἕλλη‐
νες τὴν τυχήν· συμφορὰ οὖν ἐστιν ἡ ἀπό τινος τύχης
συμβεβηκυῖα. |
---|
15 | Συναμησάμενος, σωρεύσας, συνάξας, ἢ θερίσας,
καὶ ἀμησάμενος τέμοντες, συναγαγόντες, ἢ ἐπαντλη‐
σάμενοι, ἀπὸ τοῦ ἀμῶ ἀμήσω, τοῦτο παρὰ τὸ ἅμα,
καὶ τὸ ἔω τὸ πορεύομαι.
Συνασμένιζε, συνευφραίνου· ἔστι δὲ ἥδω τὸ εὐφραί‐ |
---|
20 | νομαι, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητι‐
κὸν ἦσμαι, ἠσμένος, καὶ τροπῇ τοῦ η εἰς α, καὶ ἐν
ἐπιθέσει τῆς νος, ἄσμενος, καὶ ἐξ αὐτοῦ ἀσμε‐
νίζω.
Συνδυάζω, παρὰ τὸ δύω δυάζω· διαφέρει δυάζω καὶ |
---|
25 | συνδυάζω· τὸ διὰ ψιλοῦ γραφόμενον σημαίνει τὸ μεθ’
ἑτέρου διαλέγομαι, καὶ προσομιλῶ· τὸ δὲ ἐνδοιάζω διὰ
τῆς οι διφθόγγου γράφεται, τὸ διχοστατῶ, διχο‐
γνωμῶ.
Συνεδρία, παρὰ τὸ σύνεδρος γίνεται συνεδρία, ἐξ οὗ |
---|
30 | καὶ συνέδριον καὶ συνεδριάζω· τοῦτο παρὰ τὴν σὺν
πρόθεσιν καὶ τοῦ ἕδρον· τοῦτο παρὰ τὸ ἕζω τὸ καθέ‐
ζομαι.
Συναινῶν, συμφερόμενος, ἀκολουθῶν.
Συνέτισον, ἐκ τοῦ συνετίζω. |
---|
35 | Συνάορος, ἡ γαμετὴ, παρὰ τὸ συναρηρέναι, ἣ συνάο‐
ρός τίς ἐστι, καὶ συνόμιλος.
Συνέξει, ἀπὸ τοῦ συνέχω, ὁ μέλλων συνέξω, καὶ τὸ
τρίτον συνέξει, σημαίνει δὲ τὸ συγκρατήσει.
Συνετῶς, ἐκ τοῦ συνιεῖν· ῥῆμα συνιῶ, συνιεῖς, συνιεῖ, |
---|
40 | καὶ τὸ ἀπαρέμφατον συνιεῖν.
Συνήγορος, παρὰ τὸ ἀγορεύω, πάντως διὰ τοῦ ἦτα
γράφεται, οὕτως οὖν καὶ παρήγορος καὶ ἀλλήγορος.
Συνῆκα, ἐκ τοῦ συνίημι, ὁ μέλλων συνήσω, ὁ ἀόριστος
συνῆκα καὶ ὤφειλεν εἶναι σύνηκα· ἀλλὰ πᾶς παρω‐ |
---|
45 | χημένος ἐνεργητικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ
φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ
συνθέσει, οἷον ἧκα συνῆκα· πλὴν τοῦ οἷδα σύνοιδα·
τοῦτο γὰρ ἀπὸ φωνήεντος καὶ ἀπὸ φύσει μακρᾶς ἀρξά‐
μενον, ἐν τῇ συνθέσει ἀναπέμπει τὸν τόνον. |
---|
sigma 515 (50) | Συνηρεφὴς, ἐκ τοῦ ἐρέφω τὸ στεγάζω, ἐξ οὗ καὶ
ὀροφὴ, ὁ κατάσκοπος τόπος.
Συνημμένον, μετοχή· τὸ θέμα συνάπτω, ὁ μέλλων
συνάψω, ὁ παρακείμενος σύνηφα, ὁ παθητικὸς σύνημ‐
μαι, ἡ μετοχὴ ὁ συνημμένος, καὶ τὸ οὐδέτερον συνημ‐ |
55 | μένον.
Σύνθεο, προστακτικὸν μέσου ἀορίστου δευτέρου, ἐκ τοῦ
θοῦ προστακτικὸν ἔθου, καὶ διαλύσει τῆς ου διφθόγ‐
γου ἔθεο, καὶ τὸ προστακτικὸν θέο καὶ σύνθεο.
Σύνθετον, τὸ ἐξ ἑτεροειδῶν πραγμάτων συγκείμενον. |
---|
60 | Συντέθηκα, παρὰ τὸ ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ | |
---|
sigma 516 | τίθημι, θήσω γίνεται συντεθῶ, καὶ μετὰ τοῦ στερητι‐
κοῦ α ἀσυντεθῶ, ἀσυντεθήσω.
Συνήθης, καὶ σύνηθος, συνειθισμένος δὲ· ἔστι δὲ συνΐημι.
Συνιεῖς, τὸ θέμα συνιῶ, ὁ μέλλων συνήσω, ὁ β ἀόρι‐ |
5 | στος σύνιον, καὶ ὁ β μέλλων συνιῶ· καὶ τὸ δεύτερον
συνιεῖς.
Συνομόται, συμφατριασταὶ παρὰ τὸν ὅρκον.
Σύνεργος, καὶ συνεργὸς διαφέρει· συνεργὸς μὲν ὀξυ‐
τόνως ὁ περὶ τὸ ἔργον συμπονῶν· σύνεργος δὲ ὁ ὁμό‐ |
---|
10 | τεχνος καὶ σύντεχνος.
Συνουσίαν, τὴν ἐν λόγῳ, ἀφροδισίαν δὲ τὴν μίξιν.
Συνοχεὺς, ὁ συνέχων τὸν κόσμον· ἢ ὁ τὸν οἶκον ἐπι‐
κρατῶν, φύλαξ, δεσπότης.
Συνοχωκότες, συμπεπακότες, μετοχὴ πρώτης συζυ‐ |
---|
15 | γίας τῶν περισπωμένων· καὶ τὸ πρῶτον ο μικρὸν,
ποιητικῶς· ἔστι γὰρ συνόχωκα, καί ἐστι παρασύνθε‐
τον· τὸ σύνθετον σύνοχος, τοῦτο ἐκ τοῦ συνέχω·
συνεχέω, συνεχῶ ῥῆμα, ὁ μέλλων συνοχήσω, ὁ παρα‐
κείμενος συνώχηκα· τὸ νω μέγα διάτι; τὸ δὲ ο εἰς ω, |
---|
20 | καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν γίνεται συνώχωκα,
καὶ ἡ μετοχὴ συνωχωκὼς, καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν
συνωχωκότε, καὶ συστολῇ ποιητικῇ τοῦ πρώτου ω εἰς
ο, ὡς εἴρηται συνοχωκότες.
Συνομορία, παρὰ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν. |
---|
25 | Σύνταξις, εἰς τὸ ἅπτω καὶ σύγγραμμα καὶ σύνθετον.
Συνώνυμον, παρὰ τὴν σὺν πρόθεσιν καὶ τὸ ὄνομα, γί‐
νεται συνώνυμον· ἔστι δὲ ὄνομα τὸ ἐν διαφόροις πράγ‐
μασι τὸ αὐτὸ δηλοῦν· οἷον, ξίφος, μάχαιρα.
Συνωρὶς, τὸ συνεζευγμένον τῶν ἵππων ὄχημα. |
---|
30 | Σύριγξ, σημαίνει τὴν ὀπὴν τῶν μουσικῶν αὐλῶν, καὶ
τὸ πάθος, καὶ τὴν δορατοθήκην· ἐκ δ’ ἄρα σύριγγος.
Σύρος, σύλος, σύρων συριεῖ· ὅ, τε μὲν τῷ ἤθει τοῦ
συλῆσαι, πρὸς πάντα ἀπεργάζεται· ὅ, τε δὲ τῇ κνι‐
πείᾳ οὐδὲν δωρεῖται, ἀλλ’ εἰς ἑαυτὸν σύρει πάντα, |
---|
35 | ὅπου πώποτε συλῶν, συλεῖ ἐκ μνημείων, εἰ μὴ τά‐
χιστον εὕρῃ τῷ εἰθισμένῳ κλέμματι.
Συοφορβία, ἀγέλαι χοίρων.
Σῦς, ὁ χοῖρος, παρὰ τὸ ὕω τὸ βρέχω, φιλεῖ γὰρ τὸ
ζῶον ἐν βορβόρῳ κυλίεσθαι. |
---|
40 | Συρία, κέκληται ἀπὸ Σύρου τινὸς ὀνόματος Κύρου, βα‐
σιλεύσαντος Συρίας.
Συρία, παρὰ τὸ τοῦ σύρεσθαι ἀπὸ τοῦ κατακλυσμοῦ·
ὡς ἐκ τοῦ ἐναντίου Ἀσσυρία, παρὰ τὸ μὴ σύρεσθαι,
καὶ πλεονασμῷ τοῦ ς· εἰσὶ δὲ οἱ Πέρσαι, ἐκεῖσε |
---|
45 | δὲ οὐκ ἔστι θάλασσα.
Συῤῥείσης, συῤῥευσάσης.
Συρφετοὺς, φρυγανώδεις, κοπρώδεις λόγους.
Σύριγγες, πανδούρια ἐκ καλάμων.
Σύστρεμμα, στασιαστῶν πλῆθος. |
---|
sigma 516 (50) | Σύφιος, τόπος, ἐν ᾧ οἱ συφες τρέφονται.
Συχνὰ, συνεχῆ, πυκνά.
Σφαδάζοντες, μετοχή ἐστι, ἀπὸ τοῦ σφαδάζω, ὃ
σημαίνει τὸ βράζω, ὅπερ Ἀττικοὶ ἐπὶ τοῦ χαλεπῶς
λέγουσι φέρειν, καὶ σχετλιάζειν. Ξενοφῶν ἐπὶ τοῦ ἀλ‐ |
55 | γεῖν· ἔνιοι δὲ τὸ σπέρειν ἐκδέχονται, οἱ δὲ τὸ χαλε‐
πῶς φέροντι πηδᾶν, οἱ δὲ ἁπλῶς τὸ δυσφορεῖν· γίνεται
δὲ παρὰ τὸ σπῶ σπεύδω, καὶ ἐκ τούτου σπευδάζω·
ἀποβολῇ τοῦ υ καὶ τροπῇ τοῦ ε εἰς α καὶ τοῦ π εἰς φ,
σφαδάζω· καὶ εἰς τὸ κεκληγώς. |
---|
60 | Σφάλλω, εἰς τὸ ἀσφάλεια. | |
---|
sigma 517 | Σφαῖρα, παρὰ τὸ αἶρα, οἱονεὶ εἰς ὕψος πετωμένη.
Σφαιρωτὴρ, τὸ λεγόμενον χωρίον· σφαιρωτὴρ δὲ λέ‐
γεται, ἐπειδὴ τὸ δέρμα πολλάκις κυκλοτερὲς ἀπεργα‐
ζόμενος ὁ τεχνίτης τούτου τέμνει. |
5 | Σφακελλίζοντες, διασπῶντες, πηδῶντες.
Σφάκελλος, σφιγμὸς καὶ παλμὸς, καὶ ἡ τοῦ μυελοῦ
σῆψις σφακελίσκος λέγεται.
Σφαλερὰ, ἐπικίνδυνος.
Σφέας, ἑαυτούς· ἄρα τὸ σφέας κατὰ πλεονασμόν ἐστι |
---|
10 | τοῦ ε, ἢ τὸ σφᾶς κατὰ συναίρεσιν; καὶ λέγομεν, ὅτι
τὸ σφέας κατὰ πλεονασμὸν γίνεται τοῦ ε, διὰ τὸν κα‐
νόνα τὸν λέγοντα, καθόλου ἐν τοῖς πληθυντικοῖς ἀριθ‐
μοῖς ἡ τοῦ τρίτου προσώπου ἀντωνυμία ἀρχομένη ἀπὸ
τοῦ σφ, ἐν δισυλλάβου κατὰ τὸ δεύτερον καὶ τρί‐ |
---|
15 | τον πρόσωπον τοῦ πρώτου καὶ δευτέρου προσώπου, οἷον
ἡμεῖς, ὑμεῖς, σφεῖς, ἡμῶν ὑμῶν σφῶν, ἡμῖν ὑμῖν
σφίν· οὕτω καὶ ἡμᾶς ὑμᾶς σφάς· ὥστε κατὰ πλεονασμόν
ἐστι τοῦ ε, ἐπὶ τοῦ σφέας, ἀπὸ τοῦ σφὰς γεγονότος.
Σφέλας, τὸ ὑποπόδιον, παρὰ τὸ σφλάσθαι εἰς αὐτὸ |
---|
20 | τὰ γόνατα, ὅ ἐστι θλᾶσθαι καὶ κάμπτεσθαι ἐν τῷ
καθέζεσθαι.
Σφέτερος, οἰκεῖος, ἴδιος ἢ ἀλλότριος.
Σφενδόνη, παρὰ τὸ σπένδω τὸ ἀναιρῶ καὶ θυσιάζω,
ἐγὼ γὰρ ἤδη σπένδομαι, σπενδόνη καὶ σφενδόνη· ἢ |
---|
25 | παρὰ τὸ σφάζω, ἢ παρὰ τὸ σπένδω.
Σφηνοπώγων, ὁ σπάνος, ἐκ τοῦ σφήσω, κατὰ τρο‐
πὴν τοῦ π εἰς φ.
Σφετεριζόμενος, ἰδιοποιούμενος τὸ ἀλλότριον, ἐκ τοῦ
σφέτερος σφετερίζω· τὸ δὲ σφέτερος ἐκ τοῦ σφῶν γε‐ |
---|
30 | νικῆς τοῦ πρωτοτύπου, καὶ ἐκ τούτου σφετερίζω.
Σφήκωμα, παρὰ τὸ σφηκῶ σφηκώσω· τοῦτο παρὰ τὸ
σφῶ σφήσω, σημαίνει δὲ τὸ κρατῶ, οὗ ὁ παρακείμε‐
νος ἔσφηκα, ἔσφημαι, καὶ κατὰ πλεονασμὸν τοῦ κ
σφήκω, κατὰ συστολὴν τῆς ἀρχούσης. |
---|
35 | Σφηνοῦται, σφάττεται, στρεβλοῦται.
Σφήγγα, ὑψὶς, κρικελλʹ.
Σφόδρα, ἐπίῤῥημα ἐπιτάσεως, ἀπὸ τοῦ σχῶ τὸ κρατῶ,
καὶ τοῦ δρῶ τὸ ποιῶ, σχόδρα καὶ σφόδρα· σημαίνει
δὲ τὸ πολύ· ἢ ἀπὸ τὸ σπῶ τὸ κατασπῶ, σπόδρα καὶ |
---|
40 | σφόδρα· καὶ εἰς τὸ πρῶτα.
Σφόδρος, ὄνομα ἀρσενικὸν, ἐξ οὗ παρήχθη καὶ τὸ
σφοδρῶς ἐπίῤῥημα.
Σφραγίζω, ἐκ τοῦ σφραγὶς, τοῦτο δὲ ἐκ τοῦ ἀσφαλὶς
καὶ κατ’ ἀφαίρεσιν σφαλὶς, καὶ μεταθέσει τοῦ λ εἰς ρ, |
---|
45 | καὶ πλεονασμῷ τοῦ γ, σφραγίς· τὸ δὲ ἀσφαλὴς ἐκ τοῦ
σφάλλω, σφαλὴς καὶ ἀσφαλὴς, μετὰ τοῦ στερητικοῦ α,
ὁ μὴ ἐσφαλμένος.
Σφραγίζω, ἐκ τοῦ σφραγὶς, τοῦτο δὲ ἐκ τοῦ σφαλής.
Σφριγοῦσιν, ἀκμάζουσι, καὶ ὥσπερ διεσφινωμένοι εἰ‐ |
---|
sigma 517 (50) | σὶν ὑπὸ πικρότητος καὶ ἀκμῆς· καὶ παρ’ Ἱπποκράτει
δὲ τὸ σφριγᾷν τὸ ἀκμάζειν λέγεται· δηλοῖ δὲ καὶ τὸ
περιπέτανται, ἢ περιτείνονται· καὶ μάλιστα ἐπισφα‐
λὴς, καὶ οἷον εὐσωματοῦσιν· ἔνιοι τὸ σφρίζουσιν,
ὑγιεῖς τυγχάνουσι. |
55 | Σφαραγεῦντο, ἦχον προΐοντο, ὀνοματοπεποίηται ἡ
λέξις· ἔνθα καὶ ὁ βρόχος ὁ τὴν φωνὴν ἀσφάραγος
καλεῖται.
Σφρυγμὸς, παρὰ τὸ σφύζω, τὸ σημαῖνον τὸ ἅλλομαι.
Σφυρηλατῶ, καὶ ῥινηλατῶ, φυρήλατος, σφυρ’ ἐληλα‐ |
---|
60 | μένος, χωνευτής. | |
---|
sigma 518 | Σφυρὸν, τὸ ἐπάνω τῶν ἀστραγάλων ἐν κύκλῳ πέλμα·
παρὰ τὸ συνεσφίχθαι τὰ ἄρθρα, τῇ συνηθʹ.. καὶ
τοῖς νευροῖς.
Σφυρὰ, τὰ ἀπολήγοντα μέρη πρὸς τὰ ἀστράγαλα καὶ |
5 | ἐκ πλαγίων ἐξέχονται τῆς κνήμης καὶ τῆς περόνης·
εἴρηται δὲ μεταφορικῶς, ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν.
Σφύριον, καὶ ἐπισφύριον κτητικὸν, καὶ γίνεται ἐκ τοῦ
σφυρὸν σφύριον, καὶ ὁ ποιητὴς, ἀμφὶ δέ μιν σφυρὰ
τύπτε· διάτι προπαροξύνεται; τὰ διὰ τοῦ ιον ὑποκο‐ |
---|
10 | ριστικὰ, εἰ μὲν ὦσι δικατάληκτα, πρὸ μιᾶς ἔχουσι τὸν
τόνον· εἰ δὲ τριβραχέα προπαροξύνονται, οἷον, θρόνιον,
τόπιον, οὕτω καὶ σφύριον· τὸ ρι ἰῶτα διάτι; τὰ διὰ
τοῦ ιον οὐδέτερα τριβραχέα καὶ προπαροξύνεται, καὶ
διὰ τοῦ ἰῶτα γράφεται. |
---|
15 | Σφῶε, αὐτοὺς, ἤγουν τοὺς δύο· ἀντωνυμία δυϊκὴ τρίτου
προσώπου πτώσεως αἰτιατικῆς μόνης· διάτι οὐκ ἔστιν
ὀρθὴ καὶ αἰτιατικὴ, ἀλλὰ μόνη αἰτιατικὴ; διότι ὀρθὴ
πτῶσις οὐδέποτε ἀναδίδωσι τὸν τόνον· οἷον, νῶϊ, σφῶϊ·
τοῦτο δὲ ὀξύνεται καὶ ἀναδίδωσι τὸν τόνον, διὸ ἀπέλει‐ |
---|
20 | ψεν ἡ εὐθεῖα, καί ἐστι μόνης αἰτιατικῆς.
Σχέδιον, τὸ ἐξ ἑτοίμου καὶ πρόχειρον γινόμενον.
Σχέδιος, ἐκ τοῦ σχεδὸν ἐπιῤῥήματος· καὶ γράφεται
διὰ τοῦ ι· ὡς τὸ μινυνθάδιος· τὰ γὰρ διὰ τοῦ ιος
προπαροξύτονα, παρ’ ἐπιῤῥημάτων γινόμενα, διὰ τοῦ |
---|
25 | ἰῶτα γράφεται, σχεδὸν, σχέδιος, σχεδιάζω.
Σχεδὸν, παρὰ τὸ σχέθω, τὸ κωλύω, σχεθὸν καὶ σχε‐
δόν· σημαίνει δὲ τὸ ἐγγύς· ἐτυμολογεῖται δὲ παρὰ τὸ
σχέσιν ἔχων ἄλλη πρὸς ἄλλον.
Σχεδία, εἶδος πλοίου, τῆς αὐτοσχεδίου πλησθείσης· |
---|
30 | σχεδία γὰρ οὐκ ἔχει πηδάλιον.
Σχέσει, φιλίᾳ, ἐγγύτητι, παρὰ τὸ σχεῖν ἐκεῖθεν καὶ
προσχεῖν· παρὰ τὸ ἐγγὺς εἶναι.
Σχετλιαστικὸν, ἀπὸ τοῦ σχῶ τὸ κρατῶ· καὶ τὸ τλῶ
τὸ ὑπομένω. |
---|
35 | Σχέτλιος, ἀγνώμων, ἄδικος· παρὰ τὸ σχέθω τὸ κω‐
λύω, καὶ τὸ λίαν· ὁ ἐπισχέσεως ἄξια ἔργα ποιῶν.
Σχετικὸν, τὸ πρός τινα σχέσιν ἔχον καὶ ἐγγύτητα·
τὰ δὲ σχετικὰ τῶν πρός τι λέγεται.
Σχέσις, μετουσία, συνάφεια· σχέσιν δὲ λέγομεν τὴν |
---|
40 | πρὸς τόδε διάθεσιν καὶ συνήθειαν· σχέσις δὲ καὶ ἡ ἐκ
τόπου, καὶ ἡ εἰς τόπον, καὶ ἡ ἐν τόπῳ· ἰστέον, ὅτι σχέ‐
σεις ἀνθρώπων εἰσὶν ἕξ· τοῦ πρώτου, πρὸς τοὺς τρεῖς·
ὡς εἶναι τρεῖς τέως σχέσεις· τοῦ δευτέρου πρὸς τοὺς
δύο, ὡς εἶναι πέντε τοὺς τρεῖς πρὸς τὸν ἕνα· καὶ συμ‐ |
---|
45 | βαίνει τῶν δ, ἓξ εἶναι τὰς σχέσεις, τῶν δὲ ε, ἀν‐
θρώπων εἶναι τὰς σχέσεις.
Σχῆμα, παρὰ τὸν σχήσω μέλλοντα· καὶ εἰς τὸ μορφή.
Σχοίατο, ὡς τὸ δευοίατο.
Σχοῖτο, ἀπόσχοιτο, διάτι ἀνεβίβασε τὸν τόνον; τὰ |
---|
sigma 518 (50) | τοῦ δευτέρου μέσου ἀορίστου δισύλλαβα ὑπάρχοντα,
κατὰ τὸ δεύτερον πρόσωπον διὰ τοῦ οιο ἐκφερόμενα,
οἷς ἀκολουθοῦσι καὶ τὰ τρίτα πρόσωπα, ἀναδίδωσι τὸν
τόνον, οἷον θοῖτο ἀπόθοιτο, σχοῖτο ἀπόσχοιτο· καὶ
τὰ ἀνακόλουθα ἐσχηματισμένα, τότε πρόοιτο καὶ |
55 | κάθοιτο· καὶ εἰς τὸ δευοίατο.
Σχοῖνος, ὄνομα, παρὰ τὸ σχῶ, τὸ κρατῶ, καὶ ἐκ
τούτου σχόνος καὶ πλεονασμῷ τοῦ ἰῶτα σχοῖνος, καὶ ἐκ
τούτου ὄνομα σχοινίον, σημαίνει δὲ τὸ βοῦλλον.
Σχοίνισμα, ὁ κλῆρος, καὶ μέτρον ἰδοὺ παλαιὸν, παρὰ |
---|
60 | τὸ σχοινίω, καὶ μετρεῖται τὴν γῆν. | |
---|
sigma 519 | Σχοῖνος, μέτρον γεωργικὸν, ἑξήκοντα σταδίων.
Σχοινοφόρος, ἐκ τοῦ σχοῖνος καὶ τοῦ φέρω· τὸ δὲ
σχοῖνος, παρὰ τὸ σχῶ σχήσω· σημαίνει δὲ τρία, τὴν
πόαν· Ἄσωπον δ’ ἵκοντο βαθύσχοινον· καὶ μέτρον |
5 | γεωμετρικὸν Περσικὸν, ὃ καὶ παρὰ Πέρσαις παρασάγ‐
γης καλούμενος· λέγεται δὲ ἀπὸ μεταφορᾶς καὶ ἡ
κατευθυντηρία, καθὼς καὶ ὁ ψαλμῳδὸς φησὶ, τὴν τρί‐
βον μου, καὶ τὴν σχοῖνον μου, σὺ ἐξιχνίασας· τὸ σχοι
διφθόγγῳ διάτι; τὰ διὰ τοῦ οινος δισύλλαβα διὰ |
---|
10 | τοῦ υ ψιλοῦ γράφεται, οἷον, φρύνος, θρῆνος, πλὴν
τοῦ σχοῖνος.
Σχολάζω, παρὰ τὸ σχῶ τὸ κρατῶ, σχάζω, καὶ ἐξ
αὐτοῦ γίνεται σχαλάζω, καὶ τροπῇ τοῦ α εἰς ο, σχο‐
λάζω, τὸ ἐν τῇ διακρατήσει διάγω· ἐκ τούτου δὲ γί‐ |
---|
15 | νεται σχολὴ καὶ σχολαστικός.
Σχολαιότερον, κρεμαιότερον, ἀπὸ τοῦ σχολὴ σχο‐
λαῖος, ῥώμη ῥωμαῖος, ἀπὸ δὲ τοῦ σχολαῖος σχο‐
λαιότερος· τὸ δὲ σχολὴ παρὰ τὸ σχῶ, συντάσσεται
μετὰ αἰτιατικῆς· ἔστι δὲ ἐπίῤῥημα, ἀντὶ τοῦ ἠρέμα. |
---|
20 | Σχολαστικὸς, διὰ τὸ σχολάζειν τοῖς ἀστικοῖς, ἢ τῷ
δικαίῳ.
Σχολὴ, οὐχ ὁ τόπος, ἐν ᾧ σχολάζονται παρὰ παίδευ‐
σιν, οὐδ’ αὑτὴ ἡ ἐν λόγοις εὐμουσία καὶ διατριβή·
ἀλλ’ ἣν οἱ πολλοὶ καλοῦσιν εὐκαίρειαν· βάρβαρον· καὶ |
---|
25 | γὰρ ἀντὶ τοῦ σχολεῖν λέγομεν εὐκαιρεῖν· σχόλη ἡ
ἀργία.
Σχολεῖον, διὰ τὸ σχολάζειν τῇ διδαχῇ.
Σχόλιον, διὰ τὸ κατὰ σχολὴν παρατίθεσθαι πρὸς σα‐
φεστέραν ἑρμήνειαν τῶν δυσνοήτων ὀνομάτων ἢ ῥημά‐ |
---|
30 | των ἐπὶ τοῖς λογίοις.
Σωφρόνως, δικαίως.
Σχόμενος, καὶ ἀνασχόμενος, τὸ θέμα σχῶ· μέσου
παρακείμενον οὐκ ἔχει· τὰ γὰρ μονοσύλλαβα ῥήματα,
μέσου παρακείμενον οὐκ ἔχουσι. |
---|
35 | Σωκράτης, ἀπὸ τοῦ σώω, ὃ σημαίνει τὸ ὑγιαίνω, καὶ
τὸ κρατῶ.
Σῶμα, παρὰ τὸ σῆμα, ὃ σημαίνει τὸν τάφον, τάφος
γάρ ἐστι τὸ σῶμα τῆς ψυχῆς, τροπῇ τοῦ η εἰς ω,
οἱονεὶ σῆμα καὶ τάφος τῆς ψυχῆς. Ἀρίσταρχος δὲ ση‐ |
---|
40 | μειοῦται τοῦτο τῇ διπλῇ, ὅτι σῶμα οὐδέποτε λέγει ὧδε |
---|
ἐπὶ ζώντων, ἀλλ’ ἐπὶ νεκρῶν· σῶμα δ’ οἴκαδ’ ἐμὸν δό‐ | |
sigma 520 | μεναι πάλιν. καὶ ὡς λέων ἐχάρη ἐπὶ σώματι κύρσας·
τὸ δὲ τοῦ ζῶντος δέμας, δεῖται γυναικὶ, παρὰ τὸ συν‐
δεδέσθαι αὐτό· ὅθεν καὶ σκήνωμα.
Σῶμα, διὰ τὸ σῶον αἷμα καὶ ἅμα· ἢ παρὰ τὸ σῆμα, |
5 | ὃ σημαίνει τὸν τάφον, κατὰ τὸν Πλάτωνα, τάφος
γάρ ἐστι τὸ σῶμα τῆς ψυχῆς· δικὴν γὰρ τάφου ἐν‐
θάπτεται ἡ ψυχὴ τῷ σώματι· τροπῇ τοῦ μακροῦ εἰς
μακρὸν γίνεται σῶμα· δέμας λέγεται ἐπὶ ἐμψύχων,
σῶμα δὲ ἐπὶ ἀψύχων· ὁ δὲ ποιητὴς εἰπὼν, ὥστε λέων |
---|
10 | ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας, τὸ δὲ ἐναντίον εἴ‐
ρηκε, καὶ εἶπε τὸ σῶμα ἐπὶ ἐμψύχων, φασὶ γὰρ τὸν
λέοντα νεκροῦ σώματος μὴ ἅπτεσθαι· τὸ δὲ μεγάλῳ
ἐπὶ σώματι κύρσας, ἐστὶν ὁ τρόπος ἀντίπτωσις, ἀντὶ
τοῦ μεγάλου σώματος ἐπιτυχών· καὶ εἰς τὸ δέμας. |
---|
15 | Σῶμα, οἱονεὶ δόμα τῆς ψυχῆς, ὅθεν καὶ σκήνωμα.
Σῶμα, διὰ τὸ σῶον ἅμα σὺν αἵματι ὄν· σῶον αἷμα·
ἐν τῷ ἅμα εἶναι τὰ μέρη.
Σωρὸς, ἀπὸ τοῦ ἐν αὐτῇ σωρεύεσθαι τὰ σώματα· ἢ
παρὰ τὸ ἔσω ὠρεῖν, ὅ ἐστι φυλάττειν, σωρεύω, σω‐ |
---|
20 | ρὸς, ὡς φωλεύω φωλεὸς, σορὸς ἡ τῶν λειψάνων, ἢ
παρὰ τὸ σεσηρέναι τὰ σώματα ἐν αὐτῇ· ἢ παρὰ τὸ
εἴρω τὸ κωλύω· σορὸς ἡ κωλυτική.
Σωρεία, ἐκ τοῦ σῶ καὶ τοῦ ὠρῶ, τὸ φυλάσσω.
Σῶσον με, τοῦ ῥῦσαι με διαφέρει· σῶσον νόσων καὶ |
---|
25 | πειρασμῶν· ῥῦσαι αἰχμαλωσίων καὶ τῶν δαιμόνων.
Σωκὸς, βροχὸς ἰσχυρός.
Σωρηδῶν / σωρηδὸν, ἀναριθμήτων ἐπὶ τὸ αὐτό.
Σωρὸς, ἐπὶ τῶν λίθων καὶ σίτων, καὶ λοιπῶν τῶν |
---|
30 | συναγομένων· τὸ σω μέγα, ἐπὶ δὲ τοῦ τάφου τὸ σο
μικρὸν, πρὸς ἀντιδιαστολὴν τοῦ ἐπὶ τῶν λίθων, καὶ
ἐκεῖνο διὰ τούτου· καὶ εἰς τὸ ἀκτίς.
Σωτηρία, διὰ τὸ σῶον τηρηθῆναι.
Σωφροσύνη, διὰ τὸ σῶα φρονεῖν· ἢ παρὰ τὸ σῶμα |
---|
35 | φρουρεῖν ἀπὸ ῥύπου· καὶ εἰς τὸ παρθενίαν.
Σώφρων, ὁ ἀπαθής· πορνὸς δὲ ὁ ἡδονῆς ἁλισκόμενος,
τοῖς δὲ λογισμοῖς ὑπεραγωνιζόμενος.
Σῶ, σημαίνει ἕξ· σῶ τὸ κινῶ, σῶ τὸ ἕλκω, σῶ τὸ
ὑγιαίνω· σῶ τὸ σείω· σῶ τὸ σεύω, σεύονται· σῶ |
---|
40 | σῶος. |
---|
41t | Τέλος τοῦ Σ στοιχείου. | |
---|
tau 519 (post 41t) | ΑΡΧΗ ΤΟΥ Τ ΣΤΟΙΧΕΙΟΥ. |
42 | Τᾶ, εἰς τὸ ἧττον.
Τάζω, εἰς τὸ ὀϊστοί.
Ταίγε, ἄρθρον, ἡ εὐθεῖα τῶν πληθυντικῶν Δωρικῶς· |
---|
45 | καὶ λέγομεν ὅτι τὰ σύμφωνα ἅπερ ἔχει ἡ εὐθεῖα τῶν
δυϊκῶν, θέλει ἔχειν καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν,
οἷον, Αἴαντε ἔχει τὸ ντ, καὶ Αἴαντες, λάχητε, λά‐
χητες· ὁμοίως καὶ ἐπὶ τῶν ἄρθρων, τὼ ξύλω τὰ
ξύλα, οὕτω καὶ τὰ Μούσα ταὶ Μοῦσαι, καὶ τὰ ταί· τὸ |
---|
tau 519 (50) | γε σύνδεσμος παραπληρωματικός.
Τάγανον, τήγανον.
Τακεὶς, ἐκ τοῦ τήκω, ὁ β ἀόριστος ἔτακον, ὁ παθη‐
τικὸς ἐτάκην, ἡ μετοχὴ ὁ τακείς.
Ταβερνεῖα, καπηλεῖα. |
55 | Ταινίον, Ἀττικῶς τὴν στηθοδέσμην, τουτ’ἔστι περιτρα‐ | |
---|
tau 520 (42) | χήλιον δέσμιον, κόσκιον· παρὰ τὸ ταίνω ῥῆμα, ὅπερ
διπλασιαζόμενον γίνεται τιταίνω.
Ταινία, διάδημα κεφαλῆς ἱερέων· τὸ ῥῆμα ταινιῶ ται‐ |
45 | νιοῖς.
Ταλαίμοχθος, ταλαίπωρος ὁ ἐπίπονος εἴρηται, ὡς
διογενιανὸς, παρὰ τὸ τάλας καὶ τὴν ὥραν ταλάωρος
καὶ ταλαίπωρος.
Ταλαίπωρος, ἐκ τοῦ τάλας καὶ τοῦ τάλας καὶ τοῦ |
---|
tau 520 (50) | πῶρος, ὁ λίθος, γίνεται ταλάπωρος καὶ ταλαίπωρος,
ὁ κακοπαθῶν περὶ τὴν ἐργασίαν τῶν πώρων.
Τάλαντον, τὸ ὑπερβάλλον, πᾶν σταθμιζόμενον μέ‐
τρον, κατὰ δὲ τὸν λιτρισμὸν ρκε λιτρῶν ὑπάρχει· τοῦ
δὲ ταλάντου τὸ ἑκατοστὸν εἰκοστὸν ε, λίτρα μία· ἡ δὲ |
55 | μία λίτρα ιβ ὀγκιῶν ὑπῆρχε· ἡ δὲ ὀγκία εἶχε | |
---|
tau 521 | στατῆρας δύο· ὁ δὲ στατὴρ ἥμισυ μέν ἐστιν ὀγκίας,
ἔχει δὲ δύο δίδαγμα· τάλαντον σημαίνει τέσσαρα· τὸ
ζύγιον, τὸν σταθμὸν, τὸ βάρος, καὶ τὸ χάρισμα.
Τάλαντον, τὸν ζυγὸν παρὰ τὸ ταίνω ῥῆμα, ὅπερ |
5 | κατὰ διπλασιασμὸν τιταίνω· καὶ ὡς φαίνω φαντὸς καὶ
ἄφαντος, χραίνω χραντὸς, οὕτω καὶ ταίνω ταντὸς, καὶ
οὐδέτερον ταντὸν, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς τά‐
λαντον, καὶ συνθέσει ἀτάλαντον, ἀντὶ τοῦ ὁμοτά‐
λαντον. |
---|
10 | Τάλας, τάλαντος, ὁ κανών· τὰ εἰς ας ὀνόματα πε‐
ριττοσυλλάβως κλινόμενα, τριγενῆ διὰ τοῦ ντ κλίνε‐
ται· οἷον, μέλας μέλαντος, οὔτως οὖν καὶ τάλας τά‐
λαντος· ἡ δὲ συνήθεια ἐκράτησε, διὰ τοῦ ν μόνου ἐκ‐
φέρεσθαι· πρόσκειται περιττοσυλλάβως, διὰ τὸ μέγας |
---|
15 | μέγα, λάας λάα· τὸ θηλυκὸν τάλαινα· τὰ διὰ τοῦ
αινα ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται· θηλυκὸν
διὰ τῆς αι διφθόγγου γράφεται· οἷον μέλαινα, θερά‐
παινα, θέαινα, λέαινα.
Ταλαπείριος, διὰ τῆς ει διφθόγγου γράφεται· ὁ τα‐ |
---|
20 | λαίπωρος· ἢ παρὰ τὸ τηλόθεν πεπειρακέναι ἐστὶ τα‐
λάπερος, καὶ πλεονασμῷ τοῦ ι ταλάπειρος· ἢ παρὰ τὸ
κλῆναι καὶ τὴν πείραν γέγονε ταλαπείριος, οἱονεὶ ὁ
πολλὴν πείραν ὑπομείνας, τουτ’ἔστι πολύπειρος ὤν.
Ταλθύβιος, ὄνομα κύριον, κήρυξ Ἑλλήνων· τὸ βι |
---|
25 | ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος κύρια ὑπὲρ τρεῖς συλλα‐
βὰς προπαροξύνονται, καὶ διὰ τοῦ ἰῶτα γράφονται,
χωρὶς τῶν παρὰ τὸ κλεὸς, καὶ τῶν ἀπὸ τῶν εἰς ευς,
οἷον Προκόπιος, Γεώργιος· πρόσκειται ὑπὲρ τρεῖς συλλα‐
βὰς, διὰ τὸ Ἄρειος· παρὰ τὸ κλεὸς, διὰ τὸ Ἡράκλειος, |
---|
30 | ἀπὸ τῶν εἰς ευς διὰ τὸ βασίλειος.
Τάλας, παρὰ τὸ τάλλω τὸ κακοπαθῶ, καὶ ἀτάλλων,
ὁ μὴ κακοπαθῶν· τὸ δὲ τάλλω κατὰ συγκοπὴν γίνεται,
τλῶ, μονοσύλλαβον.
Τάμεν, ἔκοψεν, ἀόριστος δεύτερος, τὸ ῥῆμα τέμνω, τὸ |
---|
35 | δὲ τάμνω Δωριεῖς· ὄφρ’ ὁ γέρων ἵπποιο παρῃορίας ἀπέ‐
ταμνε· ὁ μέσος παρακείμενος τέτομα· διάτι μὴ τὸ
μ; εἰ δὲ διὰ δύο ἀμεταβόλων, διὰ τοῦ προτέρου.
Ταμεῖον, παρὰ τὸ ταμιεύω, τοῦτο παρὰ τὸ ταμίας,
τοῦτο παρὰ τὸ τέμνω· ταμεῖον διὰ τῆς ει διφθόγ‐ |
---|
40 | γου ἡ παρὰ τέλευτος συλλαβή· ἡ δὲ δευτέρα διὰ τοῦ
ἰῶτα· ἐπεὶ καὶ ταμίας, καὶ ἀργυροταμίας.
Ταμίας, ὁ φύλαξ, ὁ δεσπότης, κυρίως δὲ ὁ κελλάριος,
παρὰ τὸ τέμνω, οἱονεὶ τὸ ἀποτεμνεῖσθαι, καὶ ἀποκε‐
χωρίσθαι, καὶ ἀφωρίσθαι αὐτῷ τὴν τοῦ οἰκείου ἐξου‐ |
---|
45 | σίαν.
Ταμόντες, ποιήσαντες.
Τάνεως, ὄνομα βαρύτονον· γίνεται δὲ παρὰ τὸ τείνω,
τὸ τανύω, τέτακα, καὶ ἐξ αὐτοῦ τάνεως· ἄκλιτόν ἐστι·
σημαίνει δὲ ὄνομα τόπου, ἐκ τοῦ τεταμένον παρ’ |
---|
tau 521 (50) | Ἑβραίοις· καὶ πόθεν γίνεται Τάνεως; οὐκ ἔχει. διά‐
τι; διότι ἐθνικόν ἐστι.
Ταξιάρχης, ἡγεμὼν, στρατοπεδάρχης.
Τάξις, διάφορα σημαίνει· τὴν ἀκολουθʹ.. τὸν ὁρισμὸν,
τῶν ἐποφειλομένων χρημάτων καταβολὴν, τὸ στρατιω‐ |
55 | τικὸν σύνταγμα, ἐξ οὗ καὶ ταξιῶται καὶ ταξί‐
διον.
Τάπης, παρὰ τὸ θάλπω θάλπης, καὶ ἀποβολῇ τοῦ λ,
καὶ μεταθέσει τοῦ θ εἰς τ, τάπης· σημαίνει δὲ τὸ
ἐπεύχιον, ἤγουν ταπῆτον. |
---|
60 | Τάπητες, καὶ ἀμφιτάπητες διαφέρει· τάπητες μὲν οὖν | |
---|
tau 522 | εἰσιν, οἱ ἐκ τοῦ ἑτέρου μέρους μᾶλλον ἔχοντες· ἀμφι‐
τάπητες δὲ οἱ ἐξ ἀμφοτέρων τῶν μερῶν.
Τὰ ὡραῖα, ἔστιν ὥρα, ὃ σημαίνει τὸν ἐνιαυτόν· καὶ
ἐκ τούτου γίνεται τὸ ὡραῖον, τοῦ ὡραίου, οἷον κατα‐ |
5 | διδοῦν κατὰ τὸν καιρὸν τοῦ ἐνιαυτοῦ καρπόν.
Ταράσσω, παρὰ τὸ ἀράσσω, καὶ κατὰ πλεονασμὸν τοῦ
τ, ταράσσω· καὶ ἐκ τούτου ταραχή.
Ταπεινὸς, διὰ τῆς ει διφθόγγου· γίνεται ὡς παρὰ
τὸ ὄρος ὀρεινοὸς, οὕτω παρὰ τὸ ἔδαφος γίνεται ἐδα‐ |
---|
10 | φεινὸς, καὶ κατ’ ἀφαίρεσιν τοῦ ε, δαφεινὸς, καὶ κατὰ
τροπὴν τοῦ δ εἰς τ, καὶ τοῦ φ εἰς π, ταπεινός· ἢ
παρὰ τὸ πέδον γέγονε πεδεινὸς καὶ ἐν ὑπερβιβασμῷ
τοῦ ε εἰς α παδεινὸς, καὶ τροπῇ τοῦ δ εἰς π, ταπεινός·
ἢ παρὰ τὸ πατῶ γέγονε πάτος, οἱονεὶ ὁ πατούμενος |
---|
15 | τόπος, καὶ ἐκεῖθεν ταπεινὸς, οἱονεὶ ὁ ὑποστρωμένος·
ἢ παρὰ τὸ τάπης τάπητος γέγονε ταπειτανὸς καὶ κατὰ
συγκοπὴν ταπεινός· ἢ παρὰ τὸ τάφης ταφεινὸς καὶ
ταπεινός· τὸ πει διφθόγγῳ· τὰ μέντοι εἰς νος ὀξύ‐
τονα, διὰ τῆς ει διφθόγγου γίνεται, εἰ μὴ καιρὸν ση‐ |
---|
20 | μαίνουσι.
Τὰρ, σύνδεσμος, ἰσοδύναμος τοῦ ἄρα καὶ δή.
Τάραντος, τάραχος ἐντός· ἢ ἐκ τοῦ τείνω τὸ κατα‐
πονῶ, ἢ βλάπτω, ἡ καταπεπονημένη, ἢ βλαβεῖσα.
Ταραχὴ, διὰ τὸ ῥᾷον χεῖσθαι τὸν νοῦν· καὶ εἰς τὸ |
---|
25 | ἐταραʹ..
Ταραχώδους, ἡ εὐθεῖα ταραχώδης· ἢ παρὰ τὸ τάρα‐
χος, τοῦτο παρὰ τὸ τραχὺς, ῥαχία καὶ τραχία· καὶ
γὰρ ὀστωδὴς ἡ ῥάχις· τὸ χω μέγα διάτι; τὰ διὰ τοῦ
ωδης. |
---|
30 | Ταριχευτὸς, ἐκ τοῦ ταριχεύω, τοῦτο ἐκ τοῦ τάρι‐
χος· τὸ ρι ἰῶτα διάτι; τὰ εἰς χος, οὐ θέλουσι δι‐
φθόγγῳ παραλήγεσθαι· σωτήριχος, ἰάμβιχος, τάρι‐
χος, δόλιχος τὸ ὄσπριον, δολιχὸν τὰ μακρόν· τάρι‐
χος σημαίνει δὲ τὸ πεπασμένον λαρδίον· γίνεται δὲ |
---|
35 | παρὰ τὸ γάρον γάριχος καὶ τάριχος.
Ταφὼν, ἐκπλαγεὶς, θαυμάσας, ἐκ τῶν τάφων ἡ με‐
ταφορὰ· καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττό‐
μεθα τὸ μέλλον δεινόν· θαφὼν δὲ Ἰωνικῶς λέγεται,
κατὰ τροπὴν τοῦ θ εἰς τ, αὐτοὶ γὰρ τὰ δασέα εἰς |
---|
40 | ψιλὰ τρέπουσιν, οἷον θαφὼν ταφὼν, νῦν ἐκ τοῦ
θήπω ἐνεργητικοῦ· καὶ τὸ ψιλὸν εἰς δασύ, ὡς τὸ ἐπι‐
ορκῆσαι ἐφιορκῆσαί φασιν· οἱ αὐτοὶ δὲ καὶ τὸ Ἄθα‐
μας κατ’ ἀφαίρεσιν τοῦ α, καὶ διπλασιασμῷ τοῦ μ,
καὶ τροπῇ τοῦ θ εἰς τ, Τάμμας λέγουσι, Τάμμεο |
---|
45 | θυγατρός. Καλλίμαχος ἐν β αἰτιῶν.
Τάρβος, φόβος, τρίσι παραγωγαῖς ὁ Ἡρωδιανὸς τοῦτο
ὑπέλαβε· πρῶτον ἐκ τοῦ ταράσσω τάραβος καὶ συγ‐
κοπῇ τάρβος· δεύτερον δὲ ὅτι ἐκ τοῦ τρέπω, ὁ β
ἀόριστος ἔταρπον, τάρπος, καὶ τροπῇ τοῦ π εἰς β, |
---|
tau 522 (50) | τάρβος, οἱ γὰρ εὐλαβούμενοι φεύγουσι· τρίτον ἔστι
τείρω τὸ καταπονῶ, ὁ β ἀόριστος ἔταρον, τάρος καὶ
πλεονασμῷ τοῦ β τάρβος· καὶ ῥῆμα ταρβῶ· ταρβή‐
σαντε.
Τάρταρα, τὰ διήκοντα μέχρι τῶν ἐσχάτων τῆς γῆς. |
55 | Τάριχος, οὔτως ἡ χρῆσις. Ἀλεξίων δὲ φησὶν, ὅτι
ἀπὸ τοῦ ἐν τῇ ταριχεσίᾳ ἰχνεύεσθαι· γελοίως· ἡ
γὰρ ταρίχεια ἀπὸ τοῦ τάριχος γέγονε· ἥσθω οὖν ὥς
τινες παρὰ τὸ σηρεῖσθαι καὶ ἴσχνεσθαι· καὶ γὰρ
ἰσχὰς λέγεται τὸ ἐπεσχισμένον σύκον· καὶ ἰσχαθὲν ἡ |
---|
60 | τάριχος. | |
---|
tau 523 | Ταρπὴ, καὶ αὐτὸ βέλος ἓν εἰς τὰς τάρπας λέγειν ῥί‐
πτειν· κοφίνους μεγάλους, ἢ νεκροφορικὰ ἀγγεῖα,
παρὰ τὸ αἴρειν τι· αἴρω οὖν ὁ μέλλων ἀρῶ, ἐξ αὐτοῦ
ἄρη, καὶ πλεονασμῷ τοῦ π, ἄρπη καὶ τάρπη. |
5 | Ταρσὸς, στῆθος ποδός.
Ταρσὸς, πόλις Κιλικίας, ἣν φασὶν, ὁ Περσεὺς ἐκ τοῦ
ἵππου καθελθὼν, καὶ πήξας τὸν ταρσὸν τοῦ ποδὸς ἐν
τῇ γῇ ὠκοδόμησε, καὶ ἐκάλεσεν αὐτὴν, ἐκ τοῦ ἰδίου
ποδός. |
---|
10 | Ταρσὸς, καλαθίσκος, ὁ ἐν τοῖς τυροκομοῦσιν ἐκτυπού‐
μενος τυρὸς, καὶ τάλαρος, καὶ ψυγὸς, καὶ ψυκτὴρ, διότι
ἐν αὐτῷ τὸ γάλα ψύγεται· ταρσὸς δὲ παρὰ τὸ τέρσαι,
τουτ’ἔστι ξηράναι.
Ταῦ, ὅτι τεταμένους ἔχει τοῦ στοιχείου τοὺς χαρακτῆ‐ |
---|
15 | ρας καὶ τὰς ἐκτυπώσεις, ἀπὸ γὰρ τῆς ἄνω μακρᾶς,
καὶ τοῦ ἰῶτα τὸ γράμμα ἐστί· ἔνθεν καὶ ταὼς, ὁ τε‐
ταμένα ἔχων τὰ πτέρα· τὸν δὲ τοῦ ἁλιροθίου πέλε‐
κυν, φησὶ, μιμησάμενος, ἐνετυπώσατο τὸ γράμμα.
Τεθηπότα, ἐκ τοῦ θήπω ὁ μέσος παρακείμενος τέθη‐ |
---|
20 | πα, καὶ ἡ μετοχὴ τεθηπὼς, καὶ Αἰολικῶς τεθηπότα.
Τάφος, μνημεῖον, ὅπου ἀποτίθενται τὰ λείψανα,
παρὰ τὸ θῶ τιθῶ, παράγωγον θάπτω, ῥηματικὸν
ὄνομα θάπτος, τροπῇ τοῦ θ εἰς τ, καὶ τοῦ π εἰς φ,
καὶ ἀποβολῇ τοῦ τ· περιττὸν γάρ ἐστι τὸ τ, ἐν τῷ |
---|
25 | ῥήματι· οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥη‐
μάτων.
Ταυτότητα, ἀπαραλλάκτου καὶ φυσικῆς κοινωνίας.
Ταῦρος, παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῦρος, καὶ
τροπῇ τοῦ γ εἰς τ, ταῦρος· ἢ παρὰ τὸ τανύω καὶ τὸ |
---|
30 | οὐρὰ, τανύουρός τίς ἐστι, καὶ κατὰ συγκοπὴν ταῦρος.
σημαίνει δὲ τρία· τὸ ζῶον, καὶ τὸν ὑπὸ τῶν ὀρχέων τό‐
πον, καὶ τὸ ἄστρον.
Τάφος, πόθεν παρήχθη; ἀπὸ τοῦ θάπτω, καὶ κατὰ
Ἰωνικὴν σύνταξιν, καὶ μεταθέσει τοῦ θ τοῦ δασέος |
---|
35 | εἰς ψιλὸν τ, καὶ τοῦ π τοῦ ψιλοῦ εἰς δασὺ φ, τάφος,
τόπος ἀφώτιστος.
Τάφρος, ὄρυγμα, ὁ τράφος, παρὰ τὸ αἴρω τὸ κου‐
φίζω, καὶ μετὰ τῆς ἀπὸ προθέσεως ἀφαιρῶ, ἐξ αὐ‐
τοῦ ἄφαιρος, καὶ συγκοπῇ ἄφρος, καὶ κατὰ προσθή‐ |
---|
40 | κην τοῦ τ, τάφρος· παρὰ τὸ ἀφαιρεῖσθαι ἐξ αὐτῆς τὸ
χῶμα.
Τάχα, ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ ταχέως, καὶ τά‐
χιστα, ὁμοίως· βαρύνεται διὰ τὸν κανόνα τὸν λεχθέν‐
τα εἰς τὸ μῆρα· οὕτω καὶ τὸ τάχιστα· τὸ χις ἰῶτα, |
---|
45 | τὰ εἰς ων συγκριτικὰ, μεταβάντα εἰς ὑπερθετικὰ·
καὶ τὰ ἑξῆς.
Τετναίη, ἀντὶ τοῦ ἀποθάνοι, εὐκτικόν· ἔστι τὸ ῥῆμα
τέθνημι, δευτέρας συζυγίας τῶν εἰς μι, ἐξ οὗ καὶ τὸ
προστακτικὸν τοῦ ἐνεστῶτος, τέθναθι· ὅτι δέ ἐστιν ἐνε‐ |
---|
tau 523 (50) | στὼς τὸ τέθναθι, δείκνυται ἐκ τοῦ βραχὺ εἶναι τὸ α·
εἰ γὰρ ἦν δεύτερος ἀόριστος, ὤφειλεν εἶναι μακρόν·
ἀεὶ γὰρ ὁ εἰς θι προστακτικὸς ἀόριστος, μακρᾷ παρα‐
λήγεται· λοιπὸν τέθνημι, ἡ μετοχὴ τεθνὰς τεθνάν‐
τος, καὶ τὸ εὐκτικὸν τεθναίην, τὸ δεύτερον τεθναίης, |
55 | καὶ τὸ τρίτον τεθναίη· ὦ προῖτ’ ἐκ τεθνῶ, τοῦτο ἐκ
τοῦ θνῶ, καὶ κατ’ ἀναδιπλασιασμὸν τεθνῶ.
Τέθριπποι, τετράιπποι, καὶ κατὰ συγκοπὴν τέθριπ‐
ποι.
Τεθρυμμένον, σημαίνει τὸ κατακεκομμένον, ἐκ τοῦ |
---|
60 | θρύπτω, θρύψω. | |
---|
tau 524 | Τάφος, σημαίνει τὸ γινόμενον, πῶς δεῖ πένειν ἐπὶ τῇ
τῶν ἀρχόμενον τιμῇ· σὺ δέ κεν τάφου ἀντιβολήσαις,
καὶ ὁ ἐπ’ αὐτοῖς ἀγὼν Πατρόκλης τάφου μνημήϊον αὐ‐
τοῦ ταφιά· οὐδέποτε αὐτῶν τοῦ καθ’ ἡμᾶς σήματος |
5 | ἐκτίθησιν, ἀλλὰ τύμβον αὐτοῦ καὶ σῆμα τίθησι· καὶ
ἐκπλήξεως τὴν λέξιν· τάφος δ’ ἕλε πάντας Ἀχαιούς·
καὶ πόλιν ἢ νῆσον· ξεῖνος δ’ οὗτος ἐμὸς πατρώϊος ἐκ
τάφου ἐστί· καὶ σημεῖον τι ἐν θυτικῷ.
Τίσις, ἡ ποινὴ ἀπὸ τοῦ τίω· τίσις δὲ ἡ τιμὴ, ἀπὸ τοῦ |
---|
10 | τίω.
Τειχεσίπλητα, ὁ πάντοτε τοῖς τείχεσιν προσπελά‐
ζων, πορθητά· ἐὰν δὲ διὰ τοῦ β γράφεται, ὁ τὰ τεί‐
χη καταβάλλων.
Τεῖχος, παρὰ τὸ τεύχω, τὸ κατασκευάζω, γίνεται τεῦ‐ |
---|
15 | χος, καὶ τεῖχος, κατὰ τροπὴν τοῦ υ εἰς ι· ἄλλως τε
διὰ τῆς οι διφθόγγου γράφεται, ἐπειδὴ ἀντιπαράκει‐
ται αὐτῷ τὸ τεῖχος· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακεί‐
μενον ἔχουσι τὸ ε ἐγκείμενον, οἷον, λείβω λοιβὴ, πεί‐
θω πέποιθα, λείπω λέλοιπα, σπείρω σπορὰ, φθείρω |
---|
20 | φθορά· οὕτως οὖν καὶ τεῖχος τοῖχος.
Τέκνον, ὅτι ὑπὸ τῶν γονέων ἐτέχθη, τέκον, τέκανον,
καὶ ἀποβολῇ τοῦ α τέκνον· τέκνον, παρὰ τὸ τέκω τέ‐
κος ὡς νέμω νόμος. οὕτω καὶ τέκνον.
Τεκμηριοῦσθαι, σκέπτεσθαι, φράζεσθαι, ἀπὸ τοῦ τε‐ |
---|
25 | κμηριῶ, τοῦτο παρὰ τὸ τέκμωρ τέκμωρος, τεκμωριῶ,
καὶ τροπῇ τοῦ ω εἰς η τεκμηριῶ· τὸ δὲ τέκμωρ παρὰ
τὸ τέκω, τέκωρ καὶ τέκμωρ· σημαίνει δὲ δύο, τὸ τέ‐
κνον, καὶ τὸ τέλος· συντάσσεται μετὰ αἰτιατικῆς· καὶ
εἰς τὸ σημεῖον. |
---|
30 | Τείρω, σημαίνει δύο· τείρω τὸ καταπονῶ, καὶ τείρω
τὸ κόπτω. ἐξ οὗ καὶ ἀτειρὴς, καὶ ἀτέραμνος καὶ ἔτει‐
ρεν.
Τείρεα, ἄστρα, παρὰ τὸ τείρειν τὸ καταπονεῖν.
Τέλος, σημαίνει ἕξ· τὸ πέρας καὶ τὸ τέλος τὸ διδόμε‐ |
---|
35 | νον τῷ βασιλεῖ, καὶ τὸ δαπάνημα, ὅθεν καὶ πολυτε‐
λὲς, τὸ πολὺ ἀνάλωτον, καὶ τὴν ἀρχὴν ἤγουν τὸ ἄρ‐
χειν, οἱ ἐν τέλει ἥγουν ἐν ἀρχαῖς, καὶ οἱ ἐν ἀξιώ‐
ματι· καὶ τὸ τάγμα, καὶ τὴν ἑορτήν.
Τελαμὼν, ὁ ἀναφορεὺς τοῦ ξίφους, παρὰ τὸ ταλάσσω |
---|
40 | ταλαμὼν, καὶ τροπῇ τοῦ α εἰς ε τελαμών· καὶ ὁ ἀνα‐
φορεὺς τῆς ἀσπίδος, ὅ ἐστι πλατὺς ἱμᾶς, ἀφ’ οὗ ἤρτη‐
ται ἡ ἀσπὶς, ἀπὸ τοῦ τείνεσθαι τὸν ἱμάντα.
Τελεῖ, καθ’ ἡμᾶς ῥῆμα, ἐκ τοῦ τέλος τελῶ· τὸ τέλος
παρὰ τὸ ἔω τὸ πληρῶ, ἔλος καὶ τέλος· ἢ παρὰ τὸ |
---|
45 | τίω τὸ ἀνταποδίδωμι, καὶ τὸ ἕλω τὸ λαμβάνω τίελος
καὶ τέλος· τὸ τέλος σημαίνει τρία· τὸ τάγμα· αἶψα
δ’ ἐπὶ Θρῃκῶν τέλος ἴξον ἰόντες· σημαίνει καὶ τὸ πλή‐
ρωμα, οὐδ’ οὗτοι ὅσον ἔχον τέλος· σημαίνει δὲ καὶ τὸ
πρᾶγμα, οὐ γὰρ ἐγὼ φημὶ χαριέστερον τέλος. |
---|
tau 524 (50) | Τελετὴ, ἡ θυσία, παρὰ τὸ τέλειν καὶ μυεῖν, ἤγουν
τελεῖσθαι καὶ μυεῖσθαι.
Τειρεσίας, ὄνομα κύριον μάντεως· γράφεται διὰ δι‐
φθόγγου· ἢ γὰρ παρὰ τὸ εἴρω γέγονεν εἰρεσίας καὶ
πλεονασμῷ τοῦ τ, Τειρεσίας· ἢ παρὰ τὸ τείρεα ὃ ση‐ |
55 | μαίνει τὰ ἄστρα, πολλάκις γὰρ οἱ μάντεις ἐκ τῶν
ἄστρων τὶ λέγουσιν· ἢ παρὰ τὸ τείρεσθαι, τὸ καταπο‐
νεῖσθαι, οἱονεὶ, ὁ καταπονούμενος, ἐκ τῆς στερήσεως
τῶν ὀφθαλμῶν· τυφλὸς γὰρ ἦν.
Τελείω, βαρύνεται, ἐξ οὗ καὶ ἐτελείετο βουλή· τὰ γὰρ |
---|
60 | τοιαῦτα παράγωγα, ἄχρι τοῦ παρατατικοῦ κλίνονται, | |
---|
tau 525 | κατὰ πᾶσαν ἔγκλισιν, καὶ διὰ τῆς ει διφθόγγου γρά‐
φονται, οἷον, κιχῶ κιχείω, θῶ θείω, σῶ σείω, τελῶ
τελείω· ἰστέον δὲ ὅτι ἀπὸ τοῦ ἐνεστῶτος γίνεται, καὶ
ἀπὸ τοῦ μέλλοντος· καὶ τὰ ἀπὸ ἐνεστῶτος ἔχουσι καὶ |
5 | παρατατικοὺς, τὰ δὲ ἀπὸ μελλόντων ἐνεστῶτας μό‐
νους· ἔνθεν σεσημείωται τὸ ὄψεον ἀπὸ τοῦ ὀψείω· τὰ
εἰς ω λήγοντα καθαρὰ παραληγόμενα τῇ ει διφθόγγῳ
βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο παρ’ ὀνόμα‐
τος γέγονε, σείω, βρωσείω, τελείω· τὸ μέντοι μειῶ |
---|
10 | παρὰ τὸ μεῖος, καὶ τελειῶ, παρὰ τὸ τέλειος· καὶ τὸ
ἀρείω, σημαίνει δύω, τὸ ἀπειλῶ παρὰ τὸ Ἄρης, καὶ τὸ
ἀχρειῶ, παρὰ τὸ ἀχρεῖος.
Τέλματα, τὰ πηλώδη τελευταῖα τοῦ ὕδατος.
Τελεσιουργεῖ, τελειοῖ τὸ ἔργον, εἰς πέρας ἄγει. |
---|
15 | Τελχὶν, καὶ τρηχὶν, ἀμφότερα διὰ τοῦ ι, τῷ λόγῳ
τοῦ ἀκτίς.
Τελχῖνος, οὐ μόνον ὁ ἰσχὺν ὑπὲρ ἄνθρωπον ἔχων, μι‐
αρὸς καὶ κακοῦργος, ἀλλὰ καὶ τοὺς νῦν Κρῆτας καὶ |
---|
20 | τὴν Κρήτην Τελχινίαν φασί· λέγονται δὲ τελχῖνες καὶ
οἱ πονηροὶ καὶ βάσκανοι δαίμονες· λέγεται δὲ τελχὶν
καὶ ἡ εἰς θάνατον μεταφορὰ, καὶ τελχὶν δὲ λέγεται ὁ
τραχηλιώδης· γέγονε δὲ παρὰ τὸ θέλγω τὸ ἐνεργῶ,
ἤγουν τὸ ἀμαυρῶ καὶ σκοτίζω, οἱονεὶ θελγίνες τινὲς |
---|
25 | ὄντες.
Τελήεις, τὰ εἰς εις ὀνόματα, ἃ πλεονάζει τῆς πρω‐
τοτύπου συλλαβῆς βαρύνεται, καὶ ἢ τῷ η παραλήγεται
ἢ τῷ ο· σπανίως δὲ τῷ ω. ὅτι ἐν ἐκτάσει, οἷον, κη‐
τώεις, ἐρώεις, κιώεις, τῷ δὲ ο, οἷον αἱματόεις, τερ‐ |
---|
30 | μιόεις, σκιόεις· καὶ Ὅμηρος οὔρεά τε σκιόεντα· τῷ
ἦτα δὲ, οἷον φθογγήεις, τιμήεις, ἀμφιγυήεις, θυήεις·
θῦον γὰρ σημαίνει τὸ μυρεψικὸν ἄνθος.
Τελώνης, παρὰ τὸ τέλος, ὃ σημαίνει τὸ διδόμενον τῷ
βασιλεῖ, καὶ τοῦ ὠνῶ τὸ ἀγοράζω, ὁ τὰ δημόσια ὠνού‐ |
---|
35 | μενος· ἢ παρὰ τὸ τέλος, ὃ σημαίνει τὴν ἀρχὴν, ἤτοι
τὸ ἄρχειν καὶ τὸ ὠνὴ ὃ σημαίνει τὴν ἀγοράν· ὁ τὴν
ἀρχὴν τοῦ δημοσίου ὠνούμενος.
Τελώνης, ὁ φορολόγος· τὸ λω μέγα διάτι; τὰ μέσον
δύο ἀμεταβόλων, ἢ δύο συμφώνων τῶν αὐτῶν, ἢ μέσον |
---|
40 | ψιλοῦ καὶ ἀμεταβόλου, διὰ τοῦ ω γράφεται.
Τελεσφόρος, τέλειος, ἢ μάντις, ἢ γαστρίμυθος.
Τέμενος, ἐκ τοῦ τέμνω, τέμνος, καὶ ἐπενθέσει τοῦ ε
τέμενος, ὁ ἀποτετμημένος καὶ ἀποκεχωρισμένος τόπος
τῶν θεῶν. |
---|
45 | Τέμπη, τὰ μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν
Ὄλυμπον· καὶ τὰ στέρνα· καθ’ ὅλου δὲ αἱ ἐν πᾶσι
τοῖς ὄρεσι στενόταται διεκβολαὶ, καὶ τὰ στέρνα τῶν
ὀρέων· λέγεται δὲ καὶ τύμβη, καὶ τὰ σύνδενδρα πάν‐
τα, καὶ τὰ μεταξὺ τῶν ὀρέων στενώματα ῥύτα, οἱονεὶ |
---|
tau 525 (50) | τέμπη τινὰ, τὰ μετὰ τὰς τροπὰς, καὶ κάμψεις
ἔχοντα.
Τένθης, ὁ ὀξυπείνης καὶ γαστρίμαργος· οἱ γὰρ Ἀττι‐
κοὶ τένθην καλοῦσι τὸν γαστρίμαργον· κατὰ ἐναλλα‐
γὴν οὖν εἴρηται τοῦ θ εἰς δ. |
55 | Τερπικέραυνον, ἐκ τοῦ τέρπω καὶ τοῦ κεραυνός· τὸ
πι ἰῶτα διάτι; τὰ ἀπὸ βαρυτόνων μελλόντων ἢ ἐνε‐
στώτων σύνθετα, σύμφωνα ἐπιφερομένου, εἴτε ἔχου‐
σιν ἐν συνηθʹ.. ἢ τὸ ε, ἢ τὸ ο, οἷον τέρπω τερπικέ‐
ραυνος, φέρω φερέοικος, μένω Μενέλαος· |
---|
60 | Τεναγοὶ, οἱ ὑποκάθυγροι βροχοὶ τόποι, παρὰ τὸ τέγγω, | |
---|
tau 526 | τὸ βρέχω, γίνεται τέγγος, καὶ πλεονασμῷ τοῦ α τέ‐
ναγος, τροπῇ τοῦ ἑνὸς γ εἰς ν.
Τέο, τίνος χάριν; ἔστι τὶς τινὸς, καὶ Αἰολικῶς ἐκβολῇ
τοῦ ν τίος, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν· κα‐ |
5 | νὼν γάρ ἐστιν ὁ λέγων, ὅτι αἱ γενικαὶ μεταγόμεναι
εἰς εὐθεῖαν πολλάκις ἀμείβουσι τοὺς τόνους, καὶ γίνε‐
ται τίος, καὶ ἡ γενικὴ τίου, καὶ κράσει τοῦ, καὶ δια‐
λύσει Ἰωνικῇ τέο, καὶ Δωρικῶς τεῦο· ἡ δοτικὴ τίῳ
καὶ κράσει τῷ, ἀντὶ τοῦ τινί· οὔτε σοὶ οὔτε τῷ ἄλλο |
---|
10 | λοιπόν ἐστι τῷ, καὶ ἐν τοῖς πύσμασι τοῖς κατὰ ἀνα‐
φορὰν γενομένοις πέφυκε προσέρχεσθαι κατ’ ἀρχὴν,
μήριον, ὁποῖος, ὁπόσος, πόσος, ὁπόσος γίνεται ὅτῳ
ἐφότῳ.
Τεὸν, τὴν σὴν, ἀντωνυμία, δευτέρου προσώπου, ἐμὸν, |
---|
15 | σὸν, πλεονασμῷ τοῦ ε, σεὸν καὶ τροπῇ τοῦ ς εἰς τ,
τεόν.
Τένοντα, παρὰ τὴν τῶν νεύρων τάσιν· τένοντα δὲ,
πάντα τὰ διατεταμένα νεῦρα καλεῖ Ὅμηρος.
Τέρας, θαῦμα παρὰ φύσιν, παρὰ τὸ εἴρω τὸ λέγω, |
---|
20 | ὁ μέλλων ἐρῶ, ἔρας καὶ τέρας· λέγεται δὲ τὸ σημεῖον·
οἱ γὰρ μάντεις διὰ σημείων καὶ τεράτων τὰ μέλλοντα
ἔλεγον· διαφέρει τέρας σημείου· τέρας λέγεται τὸ
παρὰ φύσιν γινόμενον πρᾶγμα· σημεῖον τὸ κατὰ τὴν
κοινὴν συνήθειαν γινόμενον τέρας. |
---|
25 | Τερατείας, ψευδολόγος.
Τερατοσκόπος, μάντις.
Τέρενα, τὰ ἁπαλὰ, κατὰ κοινωνίαν τοῦ τ πρὸς τὸ θ,
θέρενα, τὰ γὰρ ἁπαλὰ εὐθέρμαντα· τὰ δὲ σκληρὰ
ἀτέραμνα. |
---|
30 | Τερθρεία, γοητεία, περιπάθεια, παρὰ τὸ τέρας τέ‐
ρατος τερατεία, καὶ κατὰ συγκοπὴν τοῦ α, καὶ πλεο‐
νασμῷ τοῦ ρ, τερτρεία, καὶ τροπῇ τοῦ τ εἰς θ, τερ‐
θρεία.
Τερπικέραυνος, ὁ τοῖς κεραυνοῖς τερπόμενος. |
---|
35 | Τερπνὸς, παρὰ τὸ τέρπω τερπὸς, καὶ πλεονασμῷ τοῦ
ν, τερπνός· ἐτυμολογεῖται δὲ, παρὰ τὸ τέρπειν τὸν
νοῦν.
Τερπικέραυνος, ἐκ τοῦ τέρπω τερπικέραυνος· τὸ πι
ἰῶτα διάτι; τὰ ἀπὸ βαρυτόνων μελλόντων, ἢ ἐνεστώ‐ |
---|
40 | των συντιθέμενα, συμφώνου ἐπιφερομένου, ἢ τὸ ἰῶτα
ἔχουσιν ἐν τῇ συνθέσει, ἢ τὸ ε, ἢ τὸ ο, οἷον τέρπω
τερπικέραυνος, φέρω φερέοικος, μένω μενέλαος, ἄρχω
ἀρχέλαος καὶ ἀρχέκακος, κτήσω κτήσιππος, στήσω
στησίχορος, τέρψω τερψίμβροτος, δείσω δεισιδαίμων, |
---|
45 | φύσω φυσίζωος.
Τέτηκα, ἐκ τοῦ τέτηγμαι, παρακείμενος μέσος, καὶ
διαθέσεως μέσης· καὶ τί ἐστι μέση διάθεσις; ἡ ποτὲ
ἐνέργειαν πότε δὲ πάθος παριστῶσα· καὶ τὶ παριστᾷ;
ἐπειδὴ ὁ τῶν μέσων τύπος ἐπ’ ἀμφοτέρας φθάνει τὰς |
---|
tau 526 (50) | διαθέσεις, εἰς οὓς ἡ ἑρμηνεία, ὁ τῶν μέσων τύπος
φθάνει καὶ ἐπὶ τῶν ἐνεργητικῶν χαρακτήρων, καὶ ἐπὶ
τῶν παθητικῶν· καὶ ἐπὶ τῶν παθητικῶν μὲν διὰ τὸ
ἠκροασάμην καὶ κατηρξάμην, παθητικοῦ γὰρ τύπου
ταῦτα· ἐπὶ τῶν ἐνεργητικῶν ὡς πέπνιγα καὶ κέκοπα· |
55 | καὶ ἄλλως, λέλογα καὶ πέφραδα, ἐνεργητικὴν ἔχει ση‐
μασίαν· τὸ δὲ τέθεικα καὶ διέφθειρα παθητικήν· οἱ
γὰρ αὐτοὶ σχηματισμοὶ καὶ ἐπὶ ἐνεργητικῶν λαμβάνον‐
ται, καὶ ἐπὶ παθητικῶν.
Τετρὰς, παρὰ τὸ ἑδρὰς, διότι παρέχει ἐν ἑαυτῷ τὰ |
---|
60 | τρία. | |
---|
tau 527 | Τέττιξ, παρὰ τὸ τερετίζω, τὸ μουσικῶς φονῶ, τέττιξ
γὰρ τὸ μουσικώτατον ζῶον, ὅτι οἱ ἄρσενες τῶν τεττί‐
γων ᾄδουσι.
Τετραπλὴ, ἀριθμοῦ δηλοτέρω ἕπεται. |
5 | Τετρὰς, οἱονεὶ ἕδράς τις οὖσα, τὰ γὰρ τετράγωνα
σχήματα ἑδραῖα εἰσὶν, ἀλλὰ καὶ πάντα τὰ σώματα ἐκ
τετρακτυὸς τῶν στοιχείων συνίστανται καὶ ἵδρυνται·
ἰστέον δὲ ὅτι τὸ τετράγωνον σχῆμα ἀποτελεῖ ἡ τετράς·
τὸ δὲ τετράγωνον σχῆμα καὶ τὰ ἀπ’ αὐτοῦ, οἷον ὁ κύ‐ |
---|
10 | βος, διὰ τὸ κατὰ πολλὰ μέρη τῆς γῆς ἅπτεσθαι,
δυσμόχλευτά εἰσι, καὶ δυσμετακίνητα· ὁ γὰρ τετρά‐
γωνος λίθος, ὡς κατὰ πολλὰ μέρη τῆς γῆς ἁπτόμενος,
δυσχερῶς κινεῖται· ὁ δὲ κύλινδρος, ἢ ὁ κίων ἐὰν
κληθῇ εἰς πλευρὰν, καὶ ἡ σφαῖρα, ἐπειδὴ οὐκ ἐφά‐ |
---|
15 | πτονται τῆς γῆς, κατὰ πολλὰ μέρῃ εὐσεβῶς κινοῦν‐
ται. ὁ μὲν γὰρ κύλινδρος, τοῦ ἐπὶ πέδου ἐφάπτεται κατὰ
γραμμήν· ἡ δὲ σφαῖρα καθ’ ἓν σημεῖον· διὰ τὸ ἑδραῖον
οὖν καὶ μόνιμον, ἐκλήθη τετρὰς, οἱονεὶ ἑδράς τις ὤν.
Τέτλαθι, ἔστι προστακτικὸν τῶν εἰς μι, ἐνεστὼς καὶ |
---|
20 | παρατατικὸς, ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπω‐
μένων· τὸ θέμα τλῆμι, τὸ πρῶτον πρόσωπον τῶν
πληθυντικῶν τλάμεν, καὶ τὸ προστακτικὸν τλάθι καὶ
κατ’ ἀναδιπλασιασμὸν τέθλαθι· ἔστι δὲ καὶ ἀόριστος
μετοχικὸς τλὰς τλάντος· τλάθι, καὶ κατ’ ἀναδιπλα‐ |
---|
25 | σιασμὸν τέτλαθι.
Τετράφαται, τετραμμένοι ἦσαν, καὶ ἀντέβλεπον εἰς
τὸ πεδίον· τρέφω, τέτραφα, τέτραμμαι, τροπῇ τοῦ μ
εἰς τ τέτραπται, τὸ δεύτερον τῶν πληθυντικῶν τέτρα‐
φθε, καὶ τὸ Ἰωνικὸν τετράφαται. |
---|
30 | Τετρήχει, ἐτραχύνετο, παρὰ τὸ ταράσσω, ταράξω,
τετάραχα, ὁ ὑπερσυντελικὸς ἐτεταράχειν· καὶ τροπῇ τοῦ
α εἰς η ἐτετρήχειν, ἐτετρήχεις ἐτετρήχει· καὶ ἐκ
βολῇ τοῦ ε τετρήχει.
Τετρυχωμένος, δεδαπανημένος ἐν κακοῖς· μετοχὴ |
---|
35 | ἐκ τοῦ τρύχω, τρυχῶ περισπωμένως, συζυγίας τρίτης
τῶν περισπωμένων· τὸ τρύχω, ἐκ τοῦ τρῶ, τὸ κατα‐
πονῶ, τρύω, καὶ κατὰ παραγωγὴν, καὶ πλεονασμῷ τοῦ
χ τρύχω.
Τετύκοντο, παρὰ τὸ τεύχω τὸ κατασκευάζω, ὁ β |
---|
40 | ἀόριστος ἔτυχον, ἐτυχόμην καὶ τὸ τρίτον ἐτύχοντο καὶ
κατ’ ἀναδιπλασιασμὸν τετύχοντο, καὶ τροπῇ τοῦ δα‐
σέος εἰς ψιλὸν τετύκοντο, Ἰωνικῶς.
Τετυρωμένον, παρὰ τὸ τυρῶ τυρώσω, τετύρωκα, τε‐
τύρωμαι, τετυρωμένον· τοῦτο παρὰ τὸ τυρός. |
---|
45 | Τεύχεα, ὅπλα, παρὰ τὸ τεύχεσθαι, ὅ ἐστι κατα‐
σκευάζεσθαι.
Τεῦτλον, λάχανον, παρὰ τὸ σεύω τὸ ὁρμῶ, ὁρμητικὸν
γὰρ ἐπὶ τὰ ἄνω.
Τέχνη, ἐπιτηδεύματος διαφέρει· τέχνη ἔστιν ἡ ἄνευ |
---|
tau 527 (50) | λόγου μὴ δυναμένη εἶναι. οἷον γραμματικὴ, ῥητορική·
ἐπιτήδευμα δὲ τὸ τοῦ λόγου χηρεῦον, οἷον, τεκτονικὴ,
χαλκευτική· τεχνιτεύω, τεχνίτης, τέχνισσα, ἐπεὶ καὶ
τεχνικὸν ἔργον ἐν τῇ τέχνῃ.
Τεχθησόμενος, ἐκ τοῦ τέκω, τέξω, τέταχα. |
55 | Τεχνίτης, βαναυσοῦ διαφέρει· τεχνίτης ἔστιν ὁ λο‐
γικῆς τινος τέχνης ἔμπειρος καθεστώς· βάναυσος δὲ ὁ
χωρὶς τινὸς λόγου τὶ ἐπιτηδεύων· καὶ εἰς τὸ ἀτεχνῶς
καὶ ἐπιστήμης.
Τεφρώσας, ἐμπρήσας, σποδάσας. |
---|
60 | Τέως, τηνικαῦτα. | |
---|
tau 528 | Τῇ, κατ’ ἐκεῖνο μέρος.
Τῇ, λάβε, Δωρικῶς, νῦν τοῦτον τὸν ἵμαντα· πόθεν γί‐
νεται τὸ τῇ; παρὰ τὸ τάω, τὸ δεύτερον τᾶς, ὥσπερ
ζῶ ζᾶς, καὶ βοῶ βοᾶς, καὶ ὁ παρατατικὸς ἔταον ἔτων, |
5 | τὸ δεύτερον ἔταες ἔτας, καὶ Δωρικῶς ἔτας, τὸ τρίτον
ἔταε ἔτα, καὶ τὸ προστακτικὸν τάε τᾶ, καὶ Δωρικῶς
τῇ.
Τήγανον, τάκηνον καὶ τηγάνιον, παρὰ τὸ τήκω τήκα‐
νον καὶ τήγανον, κατὰ μετάθεσιν τοῦ κ εἰς γ. |
---|
10 | Τῇ, ὃ σημαίνει τὸ λάβε, πόθεν γίνεται; ἔστι ῥῆμα τῶ
δευτέρας συζυγίας τῶν περισπωμένων, ἐκ τούτου παρά‐
γωγον τῆμι, ὁ παρατατικὸς ἔτην, ἔτης, ἔτη, καὶ τὸ
προστακτικὸν τῇ.
Τῇ, δὲ ἀντὶ τοῦ ἐκεῖσε, καὶ ἐνταῦθα, καὶ ἔστιν ἐπίῤ‐ |
---|
15 | ῥημα τοπικὸν, ἀπὸ τοῦ τῇ ἄρθρου τῆς δοτικῆς.
Τηλεδαπῶν, τῶν πόῤῥωθεν τῆς ἠπείρου, ἢ ξένων.
Τηλαυγὴ, παρὰ τὸ τῆλε, ὃ σημαίνει τὸ πόῤῥω, καὶ τὸ
αὐγή· τοῦτο παρὰ τὸ αὔω τὸ λάμπω.
Τηλικοῦτος, καὶ τοσοῦτος διαφέρει· ὅτι ὁ τηλικοῦτος |
---|
20 | ἐπὶ πηλικότητος τάσσεται, τὸ δὲ τοσοῦτος, ἐπὶ ποσό‐
τητος.
Τηλάγημα, ἀρχὴ λέπρας, ἐν τῇ τοῦ σώματος ἐπιφα‐
νείᾳ.
Τηλούμενον, φιλοκαλούμενον. |
---|
25 | Τηθὺς, τὸ ὕδωρ, παρὰ τὸ τιθή· τὸ γὰρ ὕδωρ πάντα
τρέφει· ἢ ὅτι κύριόν ἐστι τῆς ὑγρᾶς οὐσίας, ἀφ’ ἧς
πάντα τρέφεται.
Τηλόθι, παρὰ τὸ τέλος τελοῦ, καὶ ἐκτάσει τοῦ ε εἰς
ἦτα, τηλοῦ· καὶ τηλόθι τὸ μακρὰν, καὶ τηλός. |
---|
30 | Τηλόθι, ἐπίῤῥημα τοπικὸν ἀπὸ τοῦ τηλοῦ, τοῦτο παρὰ
τὸ τέλος, ὡς ὑψοῦ ὑψόθι, ἀγχοῦ ἀγχόθι.
Τηλυγέτιν, ἐκ τοῦ τηλοῦ, ὃ σημαίνει τὸ πόῤῥω, καὶ
τοῦ γεννῶ γεννήσω, τηλυγεννητὸς καὶ συγκοπῇ τηλυ‐
γέτιν, νεὰν, μονογενῆ. |
---|
35 | Τηρῶ, παρὰ τὸ ὠρῶ τὸ φυλάσσω· καὶ γράφεται διὰ
τοῦ ω, ὡς τὸ πυλωρὸς, θυρωρὸς, κατὰ πλεονασμὸν
τοῦ τ, τωρῶ, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν τηρῶ·
καὶ εἰς τὸ λατήρ.
Τηλυγέτιν, ἀγαπητὴν, μονογενῆ, καταχρηστικῶς δὲ |
---|
40 | εἶπεν ὁ ποιητής· κυρίως γὰρ τηλυγέται καλοῦνται, οἱ
τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὅ ἐστιν οἱ ἐκ γεροντικῆς
ἡλικίας ἐπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς
παιδοποΐας γενόμενα, μᾶλλον ἀγαπᾶσθαι.
Τημελῶ, τὸ ἐπιμελοῦμαι, παρὰ τὸ τῇ, ὃ σημαίνει τὸ |
---|
45 | λαμβάνε καὶ τὸ μέλω τὸ φροντίζω καὶ τὸ προνοοῦμαι·
ἐξ οὗ καὶ τημελοῦχος.
Τιβὴν, ὁ τρίπους, ὁ τρεῖς βάσεις ἔχων.
Τιθηνὸς, καὶ τιθήνη, παρὰ τὸ τιθῶ τίθημι, ὄνομα
ῥηματικὸν θήνη, καὶ ἐν πλεονασμῷ τοῦ τι, τιθήνη, |
---|
tau 528 (50) | τὸ ὕδωρ, παρὰ τὴν τιθήν· τὸ γᾶρ ὕδωρ πάντα
τρέφει.
Τήθη, καὶ τιτθὶς διαφέρει· τήθη μὲν ἡ τοῦ παιδὸς
τροφὸς, ἔνιοι δὲ μαίας καὶ μάμμας καλοῦσι· τιτθὶς δὲ
ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφὴ, ἣν ἔνιοι θείαν |
55 | καλοῦσι.
Τλήμων, ὁ κακοπαθὴς ὢν, παρὰ τὸ τλῶ, τὸ κακο‐
παθῶ.
Τιάφιον, ὅτι ἐξάπτει τὸ πῦρ.
Τίγρης, τίγρητος, διὰ τοῦ ἦτα λέγεται καὶ κλίνεται· |
---|
60 | καὶ σημαίνει τὸν ποταμόν· τίγρις διὰ τοῦ ι, τὸ ζῶον· | |
---|
tau 529 | καὶ ὅτε μὲν διὰ τοῦ δ κλίνεται διὰ τοῦ ἰῶτα γράφε‐
ται· ὅτε δὲ διὰ τοῦ τ κλίνεται, διὰ τοῦ ἦτα γρά‐
φεται.
Τιθασσεύω, ἡμερῶ, ἐκ τοῦ τιθῶ, τιθάσω, σημαίνει |
5 | δὲ τὸ χειροηθʹ.. ποιῶ καὶ κατὰ παραγωγὴν τιθασ‐
σεύω τὸ καταπραΰνω, καὶ τῆ χειρὶ ἐπιψῶ.
Τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει· τιτθὴ μὲν ἀπὸ
τοῦ τισθὴ ἡ τροφὸς, ἢ μαία, ἐτυμολογεῖται δὲ ἀναβι‐
βάζουσα, ἡ εἰς βάσιν ἡλικίας τὸ τρεφόμενον ἄγουσα· |
---|
10 | τροφοὶ δὲ καὶ τιθηνοὶ, αἱ τοὺς ἄλλους πόνους ἀναδε‐
χόμεναι, λέγω δὲ περιφέρειν, προπέζειν, ἀποπλύνειν
καὶ λούειν.
Τικτώμενον, τέκω, καὶ τὸ ε, ἡνίκα πλεονάζει σύμ‐
φωνον τρέπεται εἰς ἰῶτα, μένω μίμνω, τέκω τίκτω. |
---|
15 | Τὶ, ὄνομα οὐδέτερον ἐρωτηματικὸν, καὶ ἐπίῤῥημα ἐπιτά‐
σεως ἀντὶ τοῦ λίαν· σημαίνει καὶ αἰτίαν.
Τιμαλφὲς, ὄνομα σύνθετον, ἐκ τοῦ τιμὴ καὶ τὸ ἀλ‐
φὸν ὃ σημαίνει τὸ λευκόν.
Τιμιουλκῶ, τὴν τιμὴν ἕλκω, τουτ’ἔστι βαρυτιμῶ. |
---|
20 | Τιμὴ, διὰ τοῦ ἰῶτα γράφεται, παρὰ τὸ τίω· ἔστιν ὅτε
εὕρηται καὶ ἐν συστολῇ, οἷον περὶ μέν σε τίω Δαναῶν
ταχυπώλων· καὶ ἄλλως ἐπειδὴ τὰ εἰς μη οὐ θέλουσι
τῇ ει διφθόγγῳ παραλήγεσθαι, ἰθίμη, αἰχίμη, σπι‐
θαμή. |
---|
25 | Τίθησι, καὶ τίθενται διαφέρει· τίθησι μὲν γὰρ τὸν
νόμον ὁ νομοθέτης· τίθενται δὲ τὸν νόμον οἱ δικάζον‐
τες καὶ τιμωρούμενοι.
Τιμαλφέστατον πράγμα, ἄγαν τίμιον, ἢ λαμπρό‐
τατον καὶ τιμιώτατον. ἀλφεῖν γὰρ ἐστὶ τὸ εὑρίσκειν, |
---|
30 | ὥστε γενέσθαι τὸ τιμαλφέστατον, παρὰ τὸ τιμὴν
πλείστην εὑρίσκειν, ὃ δὴ συμβέβηκε τῷ χρυσῷ· τιμαλ‐
φούμενον τὸ τιμὴν εὑρίσκον.
Τιμὴν, τὸ τι ἰῶτα διάτι; ἐκ τοῦ τίω. καὶ ἐκεῖνο διά‐
τι; κανών ἐστιν ὁ λέγων, τὰ διὰ τοῦ ιω ῥήματα δι‐ |
---|
35 | σύλλαβα, μὴ παρ’ ἐνεστώτων ἢ μελλόντων γινόμενα,
μὴ δὲ ἀπὸ πλεονασμοῦ ἔχοντα, μήδε ἀντιπαρακείμε‐
νον ἔχοντα τὸ ο, διὰ τοῦ ι γράφεται, οἷον δίω τὸ
σημαῖνον τὸ διώκω, μέγα πεινάοντα δίεσθαι. λίω τὸ
σημαῖνον τὸ προθυμοῦμαι, ἐξ οὗ λιαρόν· ἔστι δὲ καὶ |
---|
40 | περισπώμενον λιῶ, λιήσω, λελίηκα, λελίημαι, λελιημέ‐
νος· καὶ οὐκ ἔστιν ἀπὸ τοῦ χλιαρὸν κατ’ ἀφαίρεσιν,
ὡς λέγουσί τινες· ψίω τὸ λεπτύνω καὶ ψιάω διαφέρει
καὶ ψιάς· σημαίνει δὲ τὸ παράγωγον ῥῆμα ἐλάττονά
τινα οὐσίαν, οὗ τινος οὖν ὑποκειμένου· τοιοῦτον γάρ |
---|
45 | ἐστι καὶ τὸ ψαύω καὶ τὸ ψάλλω τὸ ψείω· τὸ γὰρ
ψαύειν τὸ ἥττονα τῷ πλήκτρῳ παίειν σημαίνει καὶ τὸ
ψαύειν ἧττον τοῦ καθάπτεσθαι· ὁμοίως καὶ τὸ ψί‐
χειν· οὕτως οὖν καὶ τὸ ψίειν, οὗ προκατάρχει τὸ
ψῶ, ἀφ’ οὗ ὁ ψωμὸς, τὸ ἔλαττον παρὰ τὸν ἄρτον· |
---|
tau 529 (50) | καὶ Ὅμηρος δηλοῖ, ψιάδας κατέχευεν ἔραζε· κτίω ἐξ
οὗ καὶ ἐϋκτίμενον πτολίεθρον· πίω ἐξ οὗ καὶ πιομένης
ἐκ βοτάνης, ὁ μέλλων πίσω, καὶ πίσος καὶ πίσεα
ποιήεντα, σημαίνει δὲ τὰ ὕδατα. ψιὰς δὲ λέγουσι
τὰς κατ’ ὀλίγον κατερχομένας δρόσους. ἴω μετὰ τοῦ |
55 | στερητικοῦ α, καὶ πλεονασμῷ τοῦ ν, ἀνίω ταύτην δ’
οὔτ’ ἔπεϊ προτιβάλλεται, οὔτ’ ἔτι ἔργῳ, ἀλλ’ ἀνίεις·
σημαίνει δὲ τὸ ἀναπείθης· τίω βαρύτονον μὲν σημαίνει
δύο, τὸ τιμωρῶ καὶ τὸ τιμῶ· περισπωμενῶς δὲ τὸ |
---|
λυπῶ, οὗ ὁ μέλλων τιήσω, τετίηκα, τετίημαι, τε‐ | |
tau 530 | τιημένος καὶ τετιημένον φίλον ἦτορ· πρόσκειται δισύλ‐
λαβα, διὰ τὸ ἀχρειῶ καὶ σημειῶ· τὸ κλείω κατ’ ἄλ‐
λον κανόνα γράφεται διὰ τῆς ει διφθόγγου· πρόσκειται,
μὴ παρ’ ἐνεστώτων ἢ μελλόντων διὰ τὸ θῶ θείω καὶ |
5 | βρώσω βρωσείω, ὄψω ὀψείω, ὄφρ’ ἂν ἐγὼ βείω· τὸ
δὲ βιῶ εἰ μέν ἐστι περισπώμενον δευτέρας συζυγίας,
βιᾶς καὶ γίνεται ἐκ τοῦ βία· καὶ Ὅμηρος ὡσεὶ ἐβίαο
τὸ μοῦνον ἐόντα· καὶ ἐβιήσατο παῖδας· τὸ δὲ βιῶ βιοῖς
βιοῖ, ἔστι τρίτης συζυγίας τῶν περισπωμένων, ὁ μέλ‐ |
---|
10 | λων βιώσω. γίνεται ἐκ τοῦ βίος καὶ εἰς μι ῥῆμα βίωμι
καὶ ἡ μετοχὴ βιοὺς καὶ τὸ ἀπαρέμφατον βιῶναι·
πρόσκειται μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ἰῶτα, διὰ
τὸ σείω· τοῦτο γὰρ ἀπὸ πλεονασμοῦ ἔχει τὸ ἰῶτα·
ἔστι γὰρ ῥῆμα σέω τὸ σώζω καὶ τροπῇ τοῦ ε εἰς α |
---|
15 | γίνεται σάω ὁ παθητικὸς σάομαι, ὃ ὑπερσυνθελικὸς
παθητικὸς ἐσαόμην, τὸ δεύτερον ἐσάου, καὶ τροπῇ
δωρικῇ τῆς ου διφθόγγου εἰς ω· ὡς βοῶ βῶ καὶ συν‐
αρχόμενον γίνεται σάω· καὶ ἡ χρῆσις σάω δ’ ἐρίηρας·
εἶπε μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο, διὰ τὸ κλείω, |
---|
20 | τὸ τιμῶ. κλοιός.
Τιμωρῆσαι, καὶ τιμωρήσασθαι διαφέρει, τιμωρῆσαι
μὲν γὰρ ἔστι τὸ ἐκδικῆσαι· τιμωρήσασθαι δὲ τὸ κολά‐
σαι· καὶ εἰς τὸ τίσασθαι.
Τινάσσω, ἐκ τοῦ τιταίνω, τὸ ἕλκω, τιτανῶ, Αἰολι‐ |
---|
25 | κῶς τιτάνσω, καὶ ἐν ὑπερβιβασμῷ τινάσσω.
Τίνω, τὸ ἀνταποδίδωμι, ἐκ τοῦ τίω κατὰ πλεονασμὸν
τοῦ ν. τὸ τι καὶ μακρύνεται καὶ βραχύνεται, παρὰ
τῷ ποιητῇ. τὸ τι ἰῶτα πρὸς ἀντιδιαστολὴν τοῦ τείνω
τὸ τανύω καὶ ἐκτείνω. |
---|
30 | Τιτᾶν, διὰ τοῦ ἰῶτα γράφεται· παρὰ τὸ τίνω, ὃ ση‐
μαίνει τὸ ἀνταποδίδωμι, γέγονε τινὰν καὶ τιτᾶν· καὶ
τιτᾶνες οἱ οὕτω διαπραττόμενοι, ὥστε δοῦναι τιμω‐
ρίαν· ἢ παρὰ τὸ τιταίνω γίνεται τιτᾶν, οἱονεὶ οἱ τι‐
ταίνοντες χεῖρα, καὶ κόπτοντες τὰ αἰδοῖα τοῦ πατρός· |
---|
35 | καὶ διάτι διὰ τοῦ ἰῶτα γράφεται; ἐπειδὴ τὰ εἰς αν
φεύγονται τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον Ἀλ‐
κμὰν, Παιὰν, Ἑρμὰν, Ποτιδὰν ὁ Ποσειδῶν· οὕτως οὖν
καὶ τιτᾶν· τὸ δὲ Ἀργειὰν διὰ τῆς ει διφθόγγου, ἔστι
δὲ ὄρος τῆς Μεσσήνης, ἀπὸ τοῦ ἀργεῖος ἔχει τὴν ει |
---|
40 | δίφθογγον.
Τίμων, παρώνυμον τοῦ τιμή.
Τίτλος, καὶ τιτλάριον, γραφή τις ἤγουν διαστολὴ, ἐκ
τοῦ διαστέλλειν καὶ διαχωρίζειν.
Τιμωρεῖσθαι, καὶ τιμωρεῖν διαφέρει· τιμωρεῖσθαι |
---|
45 | μὲν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν
τοῖς ἀδικουμένοις.
Τινάσσω, ἐκ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν
ἰνάσσω καὶ τινάσσω. |
---|
tau 530 (50) | Τὶς, τὸ τὶς ἰῶτα. ὅτε μέν ἐστιν ἐρωτηματικὸν τὸν οἰ‐
κεῖον τόνον φυλάσσει, ὅτε δὲ ἀόριστον ἀναβιβάζει
τὸν τόνον, ὡς τὸ ὄφρά τις· καὶ θηλυκὸν ἡ τὶς· τὶς
ὄνομα ἐρωτηματικὸν κλίνεται τινός· ὁ κάνων τὰ εἰς ις
μονοσύλλαβα, προσθέσει τοῦ ος κλίνονται, οἷον κὶς |
55 | κιὸς, δηλοῖ δὲ τὸν σκώληκα, λὶς λιὸς, δηλοῖ δὲ τὸν
λέοντα· ὤφειλε καὶ τὸ τὶς τιός κλίνεσθαι· ἀλλὰ καὶ
τὸ κὶς καὶ τὸ λὶς μακρὸν ἔχουσι τὸ ἰῶτα, τὸ δὲ τὶς
βραχὺ, καὶ ὡς ἐνήλλαξε κατὰ τὸν χρόνον, διήλλαξε |
---|
καὶ κατὰ τὴν κλίσιν. | |
tau 531 | Τὶς, τὸ τὶς σημαίνει τρία, τό, τε ὄνομα ἀρσενικὸν καὶ
θηλυκὸν καὶ κλίνεται ὁ τὶς τοῦ τινός· τὶς τίνος τὸ
ἐρωτηματικὸν καὶ σπάνιον· καὶ τὶς τὸ ἄπειρον ἀντὶ
τοῦ οὐδείς. |
5 | Τίσασθαι, σημαίνει τὸ τιμωρήσασθαι· καὶ τὶ διαφέρει;
τιμωρεῖν μέν ἐστι τὸ ἐπαμύνειν καὶ βοηθεῖν· τιμωρή‐
σασθαι δὲ τὸν προηδικηκότα κολάζειν· τιμωρεῖ μὲν
πάτροκλον Ἀχιλλεῦς, τιμωρεῖται δὲ Ἕκτωρ. ἔστιν οὖν
τὸ ῥῆμα τίω, καὶ περισπώμενον τιῶ, καὶ σημαίνει τὸ |
---|
10 | λυπῶ· τὸ τι, ἰῶτα.
Τίσειαν, ἀόριστος πρῶτος τῶν εὐκτικῶν, Αἰολικὸν τρί‐
τον πρόσωπον τῶν πληθυντικῶν· ἐκεῖνοι γὰρ τὸ τύ‐
ψαιμι τύψεια λέγουσι· τὸ δεύτερον τύψειας, καὶ τὸ
τρίτον τύψειε· καὶ τῷ μὲν πρώτῳ προσώπῳ χρῶνται |
---|
15 | οἱ Αἰολεῖς, τοῖς δὲ λοιποῖς ἡ κοινὴ διάλεκτος· ἔστι τὸ
θέμα τίω τὸ τιμωρῶ, τίσω, ἔτισα, ὁ ἀόριστος, καὶ τὸ
εὐκτικὸν τίσειαν.
Τίσανδρος, διὰ τοῦ ἰῶτα, παρὰ τὸν τίσω μέλλοντα·
ἢ ὅτι παρὰ τὴν τῆς τιμῆς γενικὴν γέγονε τιμήσαντος |
---|
20 | καὶ κατὰ συγκοπὴν Τίσανδρος.
Τιτθοὶ, οἱ μαστοὶ, παρὰ τὸ ἐντίθεσθαι τοῖς στόμασι.
Τριτρᾶται, τρυπᾶται, διανοίγεται.
Τιτῶ, σημαίνει τὴν ἡμέραν καὶ γράφεται διὰ τοῦ ἰῶτα,
παρὰ γὰρ τὸ Τιτᾶν γίνεται Τιτᾶνος, τιτανίω καὶ Τι‐ |
---|
25 | τανὶς καὶ ἐκεῖθεν ὑποκοριστικὸν τιτῶ, ὥσπερ ὑψιπύλη
ὑψῶ, εἰδοθεὰ, εἰθῶ· τιτάνος ι ἀμφότερον· Ἰταλι‐
κώτερον γάρ ἐστιν ἐν οἷς καὶ περὶ τοῦ Αἰλιανὸς διέ‐
λαβε.
Τλήμων, ὁ κακοπαθὴς, παρὰ γὰρ τὸν τλήσω μέλ‐ |
---|
30 | λοντα.
Τλήσομαι, τὸ ῥῆμα τλῶ, τλᾶς, ὁ μέλλων τλήσω· ἐκ
δὲ τοῦ τλῶ τὸ καρτερῶ γίνεται τλᾶς καὶ μετὰ τοῦ
στερητικοῦ α ἄτλας, ὁ ἀκάρτερος καὶ ἐν ὑπερβι‐
βασμῷ τάλας, οἱονεὶ ὁ ἀκαρτέρητος καὶ μὴ δυνάμενος |
---|
35 | ἰσχύσαι.
Τμηθεὶς, ἐκ τοῦ τμῶ, ὅπερ ἀπὸ τοῦ τέμνω· ὁ β
ἀόριστος ἔταμον, ὁ β μέλλων ταμῶ καὶ συγκοπῇ τμῶ.
Τληπαθεῖν, ταλαιπωρεῖν, ὑπομένειν.
Τλῆτε, τλῆμι, καὶ ἡ μετοχὴ τλὰς τλάντος καὶ τὸ |
---|
40 | προστακτικὸν τλάθι καὶ κατὰ διάλυσιν τλῆθι, τλήτω,
τλῆτε τὸ δεύτερον.
Τὸ σημαίνει τοπικὴν σχέσιν. Ὅμηρος τὸ δ’ ἱκανῶ, καί
ἐστιν αἰτιατικῆς πτώσεως, ὡς καὶ τὸ δὲ ἰσοδυναμεῖ τῇ
εἰς προθέσει, οἷον εἰς τοῦτο τὸ χωρίον, ὅ ἐστι τόπον· |
---|
45 | ὡς Οὔλυμπόνδε ἀντὶ τοῦ εἰς τὸν Ὄλυμπον.
Τὸ δέ μοι, τοῦτο δέ μοι. Ἀρίσταρχος δύο μέρη λόγου
εἰσὶ, φησίν· ὁ δὲ Ἡρωδιανὸς ἕν· ὁ δὲ Ἀρίσταρχος
ὀξυτονεῖ τὸ δὲ ὁμοίως, ἵνα ᾖ δύο μέρη λόγου· ἐπείσθη
δὲ ἡ παράδοσις Ἀριστάρχῳ. |
---|
tau 531 (50) | Τοῖος, ἄρθρον ἐστὶ προστακτικὸν ἀντὶ τοῦ ὑποτακτι‐
κοῦ· ἔστιν ἡ εὐθεῖα ὃς καὶ τὸ πληθυντικὸν ὤφειλεν
εἶναι οἳ, ἀλλ’ ἐπειδὴ οἱ Δωριεῖς φυλάσσουσι τὴν ἀνα‐
λογίαν τῆς εὐθείας τῶν δυϊκῶν, ἀποβάλλουσι τὸ κατ’
ἀρχὴν σύμφωνον καὶ ἀναφορικὸν γίνεται· οἷον ποῖος οἷος, |
55 | ἅτινα προσλαμβάνοντα τὸ τ κατ’ ἀρχὴν ἀνταποδοτικαὶ
γίνονται, οἷον, οἷος τοῖος, ὅσος τόσος, ἅτινα πάλιν
ὀξυνόμενα ἀόριστα γίνονται, οἷον πόσος ποσὸς, τόσος
τοσὸς, τοσὸν δέ τε λαόν.
Ταῖν χεροῖν, τῶν χειρῶν, εἰσὶ δὲ ταῖν χεροῖν, ταῖς |
---|
60 | χερσί. | |
---|
tau 532 | Τοκεὺς, ὁ πατὴρ, ὡς παρὰ τὸ ἔχω τὸ συνέχω καὶ
σφίγγω γίνεται ὀχεὺς, ὁ συνέχων καὶ σφίγγων τὴν
περικεφαλαίαν, οὕτω καὶ παρὰ τὸ τέκω τοκεύς.
Τόμοι, ἄρθρον ὑποτακτικὸν ἀντὶ τοῦ προτακτικοῦ· οἱ |
5 | γὰρ Αἰολεῖς τοῖς προτακτικοῖς ἀντὶ ὑποτακτικῶν χρῶν‐
ται· τὸ γὰρ οἴμοι τοίμοι, καὶ τὸ ἐμοὶ τόμοι, ἀντὶ τοῦ
οὕτινας.
Τολύπη, ἄμπελος ἀγριά· ἢ ἀγραγγουρέα, βοτάνη ἀναι‐
ρετικὴ, ὁ μανδραγοράς. |
---|
10 | Τοξότης, ὁ τὸν τόξον τείνων· καὶ τοξότης τὸ ἄστρον.
Τονθορύζω, λαλῶ· ὡς δὲ ἡ χρῆσις γυναικῶν τινῶν
γραΐδων ὑποκωθωνιζομένων σημαίνει δὲ βοοώντων.
Τόμοι, ἀντὶ τοῦ οἴμοι, εἰς τὸ τῶμοι.
Τόνδε, ἓν μέρος λόγου ἐστίν· εἰ γὰρ ἦν δύο, ὤφειλε |
---|
15 | τον δέ.
Τονθορύζω, παρὰ τὸ θροὸς, ὃ σημαίνει τὸν ταραχὸν
καὶ θόρυβον, καὶ κατὰ πλεονασμὸν τενθερύζω καὶ
τονθορύζω· σημαίνει δὲ τὸ ψιθυρίζω.
Τοπάζειν, στοχάζεσθαι, ἐνθυμεῖσθαι, ὑπονοεῖν, καὶ |
---|
20 | ἐτόπαζον ὁμοίως διὸ καὶ τοπεῖν καὶ ὑποτοπεῖν τὸ ὑπο‐
νοεῖν λέγεται. καὶ εἰς τὸ ὑπετόπαζεν.
Τόπος, παρὰ τὸ τύπος, τροπῇ τοῦ υ εἰς ο· ἕκαστος
γὰρ τόπος ἰδίῳ τύπῳ κέχρηται· ἢ παρὰ τὸ ποτῶ τὸ
λαμβάνω καὶ δέχομαι. |
---|
25 | Τόπος, παρὰ τὸ πατῶ, πατήσω, πάτος καὶ καθ’ ὑπερ‐
βιβασμὸν καὶ διαλέκτῳ Αἰολίδι τόπος· ἢ παρὰ τὸ
τάφος τάπος καὶ τόπος, πᾶς γὰρ τόπος εἰς ταφὴν
ἐπιτήδειος· πόσα σημαίνει; δύο, τὸν περιγραφόμενον
τόπον, καὶ τὸ ἐπιχείρημα. |
---|
30 | Τοποτηρητὴς, ὁ τόπον τηρῶν.
Τορὸν καὶ τορὸς, ἔντροχος καὶ τομὸς καὶ συνετὸς,
ἔνιοι σαφὴς, ὡς παρὰ τῷ Σοφοκλεῖ· λέξω τορόν σοι,
πᾶν ὅπερ χρήζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματα
ἀλλ’ ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον, πρὸς φίλους οἴγειν |
---|
35 | στόμα· σημαίνει δὲ καὶ ἐργαλεῖον φρεωρυχικὸν καὶ
σκαφεῖον παραφυλλʹ..
Τορὸν, μεγαλόφωνον, ὀξύνεται τορὸς ἰσχυρῶς.
Τορύνη, τὸ κοχλιάριον, Ἀριστοφάνης δὲ τὸ χυτρό‐
πουν. |
---|
40 | Τοσαῦτα, ὄνομα πτώσεως αἰτιατικῆς τῶν πληθυντικῶν,
τῶν οὐδετέρων· ἡ αὐτή ἐστιν ὀρθὴ καὶ αἰτιατικὴ, ἡ
εὐθεῖα τῶν ἑνικῶν οὐκ ἔχει. καὶ πόθεν γίνεται; ἐκ
τοῦ τόσα κατὰ παραγωγὴν τοσαῦτα, παραλήγουσαν
ἔχον τὴν αὐτήν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡ |
---|
45 | πρὸ τέλους συλλαβὴ, ἐπὶ ταύτης τῆς παραγωγῆς, τῆς
κατὰ γένη καὶ ἀριθμοὺς προσιούσης, βούλεται τοῦ
ἔχειν προκειμένου φωνήεντα, ὁποῖον ὁρᾶται ἐν τῇ λη‐
γούσῃ συλλαβῇ· τὸ τημοῦ τὸ παράγωγον ἕξει πρὸ τοῦ
υ τὸ ο μικρὸν προκείμενον· ὁμοίως τὸ τηνικαῦτα εἰς α |
---|
tau 532 (50) | λῆγον, ἕξει τὸ α προηγούμενον τοῦ υ, οὕτω καὶ τὸ
ἔνθα ἔνθεν, ἐντεῦθεν· τὸ αὐτὸ καὶ ἐπὶ ὀνομάτων,
οἷον, τόσος τοσοῦτος, τόσον τοσοῦτον, τόσα τοσαῦ‐
τα· κατὰ γένη δὲ καὶ ἀριθμοὺς αἱ παραγωγαὶ γίνον‐
ται, οἷον τηλίκος τηλικοῦτος, τηλίκα τηλικαῦτα· τὸ |
55 | τοίη τοιηύτη ὤφειλε, ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέ‐
γων, οὐκ ἔστιν ἐπινοστῆσαι τὸ η καὶ τὸ υ, ἐν μιᾷ συλ‐
λαβῇ καὶ τὰ ὅμοια, τούτου χάριν τρέπουσι τὸ ἦτα
εἰς α.
Τόσον, ὄνομα ἀναφορικόν· ποίου εἴδους τῶν ἀναφορι‐ |
---|
60 | κῶν; ἀνταποδοτικοῦ· διάτι; ἐπειδὴ τὰ ὑπὲρ μίαν | |
---|
tau 533 | συλλαβὴν ἀναφορικὰ, ἀποβάλλοντα τὸ κατ’ ἀρχὴν σύμ‐
φωνον ἀναφορικὸν γίνεται· οἷον τοῖος οἷος, τόσος
ὅσος, ἅτινα πάλιν ὀξυνόμενα ἀόριστα γίνονται, τόσος
τοσὸς, πόσος ποσός. |
5 | Τόσον, ἐπὶ τοσοῦτον ὑποκάτωθεν τοῦ ᾅδου· ἔνερθ’
ἀΐδεω· ὡς τὰ οὐράνια τρία διαστήματα ἔχει, ἀέρα
μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων,
οὕτω καὶ ἀπὸ γῆς εἰς ᾅδου καὶ ἀπὸ τοῦ ᾅδου εἰς
τάρταρον. |
---|
10 | Τὸ αὖτε, ἐπίῤῥημα χρόνου δηλωτικὸν, οἷον ἔστι καὶ
τότε· τότε πορευθεὶς εἷς τῶν δώδεκα, σημαίνει τὸ
μετὰ ταῦτα· καὶ τὸ αὖτε ἀντὶ τοῦ πάλιν.
Τούδουναι, οἱ τοποτῆραι παρὰ τούρκοις.
Τουτ’ἔστι, σύνδεσμος διασαφητικὸς, ἀντὶ τοῦ τὸ ὑπάρ‐ |
---|
15 | χει, ὁμοίως καὶ τὸ ἤγουν.
Τόφρα, ἀπὸ τοῦ τὸν ἄρθρου, καὶ τοῦ φρῶ τοῦ σημαί‐
νοντος τὸ λέγω, γίνεται τόφρα, τὸν ἀρτίως φραζόμε‐
νον· ἢ ἀπὸ τοῦ ὄφρα αἰτιολογικοῦ συνδέσμου, πλεο‐
νασμῷ τοῦ τ· ἀπὸ τοῦ φέρω φόρα, καὶ ἐν ὑπερβι‐ |
---|
20 | βασμῷ ὄφρα· ὅθεν λέγεται καὶ ἐν τῇ συνθέσει τὤρᾳ
ἀντὶ τοῦ τῇ ὥρᾳ.
Τούνεκα, καὶ οὕνεκα διαφέρει· τὸ μὲν γὰρ τοὔνεκα
ἐπὶ τούτου ἕνεκα, τὸ δὲ οὕνεκα· ὅτι ἁμαρτάνει οὖν
καλλίμαχος εἰπὼν, τοὔνεκεν αἴγεος ἔκεν· ὅτι τε δέον |
---|
25 | εἰπεῖν οὕνεκα· καὶ ἀντὶ τοῦ κᾂν κεν εἶπε.
Τράγος, παρὰ τὸ τρώγω, πολυφάγον γὰρ τὸ ζῶον· ἢ
παρὰ τὸ τραχὺ δέρμα ἔχειν.
Τραγῳδία, παρὰ τὸ τράγος καὶ τὸ ᾠδὴ, θηλυκὸν γὰρ
τραγῳδία· ὁ δὲ τράγος ἀπὸ τοῦ τραχὺς, τὸ δὲ τρα‐ |
---|
30 | χὺς ἀπὸ τοῦ ῥήσσω ῥήξω, ῥηχὺς καὶ τραχὺς. καὶ εἰς
τὸ κωμῳδία.
Τοῦρκος, ὃ καὶ χάζαρος δέρων κοσμὸν, χαὸς ὄρος,
λαὸς ἀντιστήκουσιν, ὄρος τοῖς ἀντιπίπτουσι, πο‐
λύλαλος, ἰσχυρόφωνος, πολύκτηνος, πολυμέταρσος, |
---|
35 | ἁμαρτόζωος, πολυμίαρος, δυνατομέγεθος, ἀπειλῇ ἀμετα‐
βλήτῳ, ἀνθιστάμενος, ἐγγυόμενος, ἀφανίζων τὸν κο‐
σμὸν τῷ ὁρισμένῳ χρόνῳ.
Τοὖργον, τὸ ἔργον, κατὰ συναίρεσιν τῶν φωνηέντων.
Τοὔμπαλιν, τὸ ἐναντίον, ἀνάπαλιν, ἐκ τοῦ ἐναν‐ |
---|
40 | τίου.
Τοῦ καταλογʹ.. τοῦ συλλογʹ.., τῆς ἀπογραφῆς.
Τραπεζίτης, διὰ τοῦ ἰῶτα γράφεται, τῷ λόγῳ τοῦ
ἀσκαλωνίτης· τὸ δὲ τραπεζείτης κύων, ὁ ἐπιτραπέζιος
διὰ τῆς ει διφθόγγου γράφεται· ἔστι δὲ παρὰ τὸ |
---|
45 | τραπεζεύς.
Τρακταΐσαι, κακουργῆσαι, ἴσως παρὰ τὸ τρώκτης,
τοῦτο παρὰ τὸ τρῶ, σημαίνει δὲ τὸ βλάπτω, οὗ πα‐
ράγωγον τρώγω, ὁ μέλλων τρώξω, ὄνομα ῥηματικὸν
τρώκτης· ἐπὶ βλάβῃ τινὰς ἐγκατασμίγων. |
---|
tau 533 (50) | Τράπεζα, διότι ὑπὸ τεσσάρων πεζῶν ἵσταται, πέζα
γὰρ ὁ ποὺς, τὸ δὲ τρα διὰ τὸ τρώγειν· τράπεζα διὰ
τὸ τέσσαρας πέζας ἔχειν, ἤγουν πόδας.
Τράπεζα, κατὰ ἀποβολὴν τῆς τε συλλαβῆς· ἔστι γὰρ
τράπεζα ἡ τέσσαρας πέζας ἔχουσα, αἱ γὰρ τῶν πα‐ |
55 | λαιῶν τράπεζαι τετράγωνοι ἦσαν.
Τράχηλος, παρὰ τὴν τῶν ὀστρέων τραχύτητα, ὀστῶ‐
δες γὰρ τὸ μέρος· ἢ παρὰ τὸ δι’ αὐτοῦ τρέχειν τὴν
τροφὴν, τρόχαλος καὶ τράχηλος. ἢ τράχηλος παρὰ
τὸ εἶναι αὐτὸν ἐξ ὀστέων τραχηλέων, καὶ οὐ σκλη‐ |
---|
60 | ρῶν. | |
---|
tau 534 | Τραφερὰ, ἡ πεπηγυῖα γῆ, ὡς πρὸς τὴν θάλασσαν·
θρέψαι γὰρ τὸ πῆξαι, Ὅμηρος, ἥμισυ μὲν θρέψαι
λεύκοιο γάλακτος.
Τραυματίας, παρὰ τὸ τρῶ τρώσω, ἢ παρὰ τὸ θραύω |
5 | θραύσω θραυματίας, καὶ τραυματίας. τὸ τι ἰῶτα.
Τραῦμα, παρὰ τὸ τρῶ τὸ τιτρώσκω, τρῶμα καὶ τραῦ‐
μα· ἐτυμολογεῖται δὲ, διὰ τὸ ῥέειν δι’ αὐτοῦ τὸ αἷμα.
Τρανὸς, μεγάλη, παρὰ τὸ στεῤῥός· μακρὸν τὸ α· τὰ
εἰς νος ὀξύτονα δισύλλαβα τῷ α παραληγόμενα. |
---|
10 | Τρανὸς, παρὰ τὸ θορῶ τὸ πηδῶ, γίνεται θρανὸς, καὶ
τροπῇ τοῦ θ εἰς τ, τρανός· ἢ παρὰ τὸ τλῶ τὸ καρ‐
τερῶ τλανὸς καὶ τρανὸς, τροπῇ τοῦ ἀμεταβόλου εἰς
ἀμετάβολον.
Τραπεζίτης, ὁ καταλλάκτης, διὰ τὸ τὴν τροπὴν ζη‐ |
---|
15 | τεῖν ἀεὶ καὶ οὐ τὸ ὀρθόν· διφορεῖται δὲ κατὰ τὴν γρα‐
φήν· ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου, διὰ
τοῦ ἰῶτα γράφεται ἀπὸ τοῦ τράπεζα· ἐπὶ δὲ τοῦ πα‐
ρισταμένου ἐν τῇ τραπέζῃ, διὰ τῆς ει διφθόγγου,
ἀπὸ τοῦ τραπεζεὺς, οἷον, τραπεζείτης κύων. |
---|
20 | Τραυλὸς, κωφοῦ διαφέρει, ὁ μὲν τραυλὸς καὶ κωφὸς
πάντως, ὁ δὲ κωφὸς οὐ τραυλὸς ἐξ ἀναγκῆς γεγονώς.
Τράφεν, ἐτράφησαν, ὁ β ἀόριστος τῶν πληθυντικῶν,
τρίτου προσώπου τῶν παρὰ Δωριεῦσι, καὶ Ἰωνικῶς
ὥσπερ τὸ κόσμηθεν. |
---|
25 | Τραφήσεται, κανὼν, τρέφω, ὁ μέλλων θρέψω, ὁ
ἀόριστος ἔθρεψα, ὁ β ἀόριστος ἔτραφον, ὁ παθητι‐
κὸς ἐτράφην, ἐτράφης, ἐτράφη, καὶ ὁ μέλλων πρῶτος
τραφήσομαι, τραφήση, τραφήσεται, ὁ β ἀόριστος
ἔτραφον· καὶ ὤφειλεν εἶναι ἔτρεφον· ἀλλὰ κάμτου |
---|
30 | τυχʹ.. τὸ ε σὺν ἀμεταβόλου, εἰς α αὐτὸ τρέπει ὁ β
ἀόριστος.
Τραχὺς, ἀπὸ μεταφορᾶς τῆς ῥάχεος, ὀστώδης ἐστί·
καὶ εἰς τὸ τραγῳδία.
Τραχεία, ἀπὸ τοῦ τραχύς. |
---|
35 | Τρεῖν, εἰς τὸ ζήτρειον.
Τρέω, τρένειν, παρὰ τὸ τρῶ τὸ φοβοῦμαι, εἰς τὸ τρή‐
ρων καὶ τρικυμία· ἢ παρὰ τὸ τρῶ τὸ καταπονῶ.
Τρήρων, ἐπὶ τῆς περιστερᾶς ἡ δειλὴ, ἡ θήλεια πε‐
ριστερὰ, παρὰ τὸ τρέω τὸ φοβοῦμαι, τρέερος ὄνομα |
---|
40 | ῥηματικὸν καὶ τρήρων, κατὰ κράσιν τῶν δύο εε.
Τρητῶ, τὸ τρυπῶ, καὶ τρητὸν τὸ τετρυπημένον, ἐκ
τοῦ τρῶ τρήσω.
Τριάκοντα, εἰς τὸ τρὶς καὶ δέκα, ὁμοίως καὶ τεσσα‐
ράκοντα, καὶ πεντήκοντα, καὶ ἑξῆς. |
---|
45 | Τρίαμβος, εἰς τὸ θριάμβος.
Τριὰς, πόθεν; παρὰ τὸ ἀτελῆ αὐτὴν εἶναι.
Τρία μέτρα, σεμιδʹ.. ἕκαστον μέτρον γομὸν εἶχε, τὸ
δὲ γομὸν δέκατόν ἐστι τοῦ μεγάλου μέτρου τῆς ἀρτά‐
βης, τουτ’ἔστι ξέστων ες, ἃ τοῖς ἀγγέλοις Ἀβραὰμ |
---|
tau 534 (50) | τὴν Σάῤῥαν ἑτοιμάζειν προσέταξεν, ἐξ ὧν μέτρων
τριῶν, ἐγκρυφίον γενέσθαι ἄρτον, ἐνετείλατο.
Τριὰς, τρίτος, παρὰ τὸ ἀτήρης εἶναι, τουτ’ἔστιν ἀκα‐
ταπόνητος. οὕτω λέγεται, διὰ τὸ μὴ αὐτὴν εἰς ἴσα
διαιρεῖσθαι· εἰς ἓν γὰρ καὶ δύο διαιρεῖται. οὐ γὰρ εἰς |
55 | ἓν διαιρεῖν ελ αὐτὴν δύνατον.
Τρία κανὰ χονδριτῶν· τὰ κανὰ κανισκελλʹ.. καλεῖ‐
ται· ἔνθεν εἰώθασι τότε ἐν τοῖς κανοῖς ἀποτίθεσθαι
τοὺς χονδρίτας· χονδρίτης δέ ἐστιν εἶδος σίτου, εἰς δύο |
---|
60 | τεμνόμενος. | |
---|
tau 535 | Τρίβος, ἡ ὁδὸς, ἐκ τοῦ τρίβω.
Τριβώνιον, τοῦ ῥάκους διαφέρει· ὅτι τριβώνιον μέν
ἐστι τὸ ἀποβεβληκὸς τοῦ κροκιδʹ.. τῆς βαφῆς ἱματʹ..
παρὰ τὸ τετρίφθαι· ῥάκος δὲ τὸ διεῤῥογὸς, παρὰ τὸ |
5 | διαιρεῖσθαι, ὡς Ὅμηρος, ἠῶθεν ῥάκεα δνοπαλίξεις.
Τρίβων, τρίβωνος, ὁ κανὼν, τὰ εἰς ων ἰαμβικὰ,
ἔχοντα ἐν τῇ παραληγούσῃ τὸ ἰῶτα, φυλάσσει τὸ ω
καὶ ἐπὶ γενικῆς· κιτὼν κιτῶνος γυναικεῖον ἱμάτιον, χι‐
τὼν χιτῶνος, τρίβων τρίβωνος· ἔστι δὲ διδασκαλικὴ |
---|
10 | στολή.
Τριβώνιον, ἕκαστο πάλλιον, καὶ τετριμμένον πάλ‐
λιον, ἀπὸ γὰρ τῆς τριβῆς, καὶ τοῦ τετρίφθαι εἴρηται·
τριβώνιον σημαίνει καὶ τὸ διδασκαλικὸν ἱμάτιον· καὶ
εἰς τὸ χαλκοχίτων. |
---|
15 | Τριγλώχινον, τρεῖς ἀκίδας ἔχον, τριγώνιον.
Τριγχὸς, τειχίον, περίφραγμα.
Τριττοὶ, θεουδεῖς, τρεῖς θεοειδεῖς.
Τριήραρχος, ὁ τῶν πολεμικῶν πλοίων ἄρχων.
Τριήρης, πολεμικὴ ναῦς. |
---|
20 | Τρισμὸς, γογγυσμός.
Τρίκλινος, ὡς ἂν εἴπῃ τις τρίκλινον εἰς ὕψος, καὶ
εἰς μῆκος, καὶ εἰς πλάτος.
Τρικυμία, ἡ σφοδροτάτη, καὶ δεινοτάτη τῆς θαλάσ‐
σης ταραχή· γίνεται ἐκ τοῦ τρὶς, ὃ σημαίνει τὸ πολὺ |
---|
25 | καὶ τὸ κῦμα· τὸ τρι ἰῶτα, τὸ γὰρ τρι συντιθέμε‐
νον, μετὰ τινὸς ἑτέρας λέξεως, ἀποβάλλει τὸ ε, ἐν
τῇ συνθέσει· οἷον, τρισόλβιος, τρισμέγιστος, τριήμερος.
Τριπλῇ, ἐπίῤῥημα ἀριθμοῦ δηλωτικόν.
Τρισσὴ, τὸ θηλυκὸν, τὸ δὲ ἀρσενικὸν, ὁ τρισσὸς, ἐξ |
---|
30 | οὗ καὶ τὸ τρισσῶ ῥῆμα, ὁ μέλλων τρισσώσω, καὶ ὁ
ἀόριστος ἐτρίσσωσα.
Τριτογένεια, ἡ Ἀθηνᾶ, ἀπὸ τοῦ ποταμοῦ, ὅπου γεν‐
νηθεῖσα ἀπελούσατο· ἢ παρὰ τὸ τρεῖν, ἡ φόβον ποι‐
οῦσα, ἡ φοβερὰ καὶ καταπληκτικωτάτη. |
---|
35 | Τρίχες, παρὰ τὸ τριχῶς αὐτὰς φύεσθαι· ἄλλη γὰρ ἡ
θρὶξ τῆς γεννήσεως, καὶ ἄλλη τῆς ἥβης, καὶ ἄλλη
τῆς πολιᾶς· ἢ παρὰ τὸ θερίζω, θερίσω, θέριξ καὶ ἐν
συγκοπῇ θρὶξ, κλίνεται θρὶξ, θριχὸς καὶ τριχός.
Τριχθὰ, ἐπίῤῥημα μεσότητος· παρήχθη δὲ ἐκ τοῦ τρίχα, |
---|
40 | ὃ σημαίνει τὸ τριχῶς λαμβανόμενον· ὁ κανὼν, τὰ εἰς
χα λήγοντα ἐπιῤῥήματα, ἐπὶ μεσότητος λαμβανόμενα,
βαρύνεσθαι θέλουσιν· εἰ δὲ εἴῃ ὑπὲρ δύο συλλαβὰς, πα‐
ροξύνεσθαι θέλουσιν, οἷον, δίχα, τρίχα, διάνδιχα καὶ
τέτραχα, καὶ πλεονασμῷ τοῦ θ, τετραχθὰ ὀξυτόνως· |
---|
45 | τὰ εἰς χα λήγοντα ἐπιῤῥήματα ἔχοντα τὸ θ, πρὸ τοῦ
χ, ὀξύνεσθαι θέλουσι.
Τροῖα, τὸ τροι διφθόγγῳ· τὰ διὰ τοῦ οια, δισύλ‐
λαβα μακροκατάληκτα, διὰ τῆς οι διφθόγγου γρά‐
φεται, καὶ βαρύνεται καὶ ὀξύνεται, οἷον, ποία, ὡς |
---|
tau 535 (50) | παρὰ τῷ ποιητῇ, ποίη δὲ παρείη· κοία σημαίνει
τὴν σφαῖραν, χρῆσις παρὰ Ἀντιμάχῳ, κοίας ἐκ χει‐
ρῶν εἰς σκόπελον μεταριπτάζουσι· Τροῖαν πόλιν· ἐπὶ
δὲ ὀξυτόνων, ποιὰ, ῥοιά· τὰ δὲ ὑπὲρ δύο συλλαβὰς
ἅπαντα διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον, σικυΐα, κω‐ |
55 | δυΐα, ὀξυΐα, ἀφυΐα.
Τρωΐην, κτητικόν· ἔστι Τρὼς, Τρωὸς, Τρωϊκὸς, καὶ
ἀποβολῇ τοῦ κ, Τρώϊος, τοῦ τόνου ἀναδιδομένου, καὶ
Ὀλυμπικὸς, Ὀλύμπιος, Τρώϊος Τρωΐα, Ἰωνικῶς,
τρωΐη, καὶ συστολῇ ποιητικῇ τοῦ ω εἰς ο, διὰ τὸ μέ‐ |
---|
60 | τρον, καὶ ἐν συναιρέσει, Τροίη καὶ Τροία· καὶ ἄλλως. |
---|
τρωΐην, κτητικὸν, ἔστι γὰρ Τροία, καὶ κατὰ διάλυσιν | |
tau 536 | τροΐα, καὶ ἐκεῖθεν Τροΐην, καὶ κατὰ τροπὴν τοῦ ο
εἰς ω, Τρωΐην, ἤγουν τὴν Τροίαν.
Τροπολόγιον, διὰ τὸ τρέπειν τοὺς λόγους, οἷον, ὁ
τοῦ φωτὸς χορηγὸς, ἥρμοζε γὰρ ὁ χορηγὸς τοῦ φωτός. |
5 | Τρόπος, ἦθος, γένος, ὑπόθεσις, πρόφασις, ἔργον,
λόγος, νίκη καὶ ὁμοίωσις· τρέπω τρέπος καὶ τρόπος.
Τρόπις, τὸ κατώτατον μέρος τῆς νηὸς, περὶ ὃ σχίζε‐
ται τὸ κῦμα.
Τρόμος ἐκ τοῦ τρέμω, τὸ δὲ τρέμω ἐκ τοῦ τρέω, ὃ |
---|
10 | σημαίνει τὸ φοβοῦμαι, καὶ δειλιῶ καὶ φεύγω.
Τροφὴ, παρὰ τὸ τρέφω θρέψω· θρέψαι τὸ πῆξαι,
ἡ πηγνύουσα τὰ σώματα, καὶ εὐσταθῆ ποιοῦσα.
Τροφαλὶς, ἐπὶ τυροῦ, παρὰ τὸ τρέφω τὸ πήσσω,
ἥμισυ μὲν θρέψαι λευκοῖο γάλακτος· καὶ ὡς λέπω |
---|
15 | λεπὶς, κρέκω κρεκὶς καὶ κερκὶς, κατὰ μετάθεσιν τοῦ
ρ, ἔλπω ἐλπὶς, οὕτω τρέφω τρεφὶς καὶ πάλιν μετα‐
θέσει τοῦ αλ, τρεφαλὶς, τροπῇ τοῦ ε εἰς ο τροφαλίς·
ὡς παρὰ τὸ λέγω λόγος, φέρω φόρος, τρέφω τρόφος.
Τροφὸς, ἡ τιτθής. |
---|
20 | Τρυφὴ, παρὰ τὸ θρύπτω, τὸ διακλῶ, θρυπτὴ καὶ
τρυφὴ, ἡ διακλῶσα, καὶ ἀφανίζουσα ἡμῶν τὸ σῶμα.
καὶ Ὅμηρος· τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκ‐
πεσε χειρός.
Τρυγίας, ἔστι τρῶ καὶ ἐκ τούτου γίνεται τρύω, καὶ |
---|
25 | ἐκ τούτου τρύγω, οὗ ὁ μέλλων τρύξω, ὁ παρακείμε‐
νος τέτρυγα, καὶ ἐξ αὐτοῦ τρυγή· ἢ ἐκ τοῦ τρυγῶ
τρυγᾶς, τρυγίας τρυγίου, καὶ τὸ θηλυκὸν τρυγία, ἡ
ἐκ τοῦ τρύγους ὕλη· ἐκ δὲ τοῦ τρυγῶ τρυγητὸς, καὶ
τὸ τρύγος τρύγη· τρυγὴ καὶ ἡ ἀμόργη. |
---|
30 | Τρυγὼν, διὰ τὸ γένος, ἢ τὴν γονὴν τηρεῖν.
Τρόπαιον, ἡ νίκη.
Τροπὸς, ὁ τροπωτὴρ τῆς κώπης, παρὰ τὸ τρέπειν
ὄπου δεῖ τὴν κώπην, τρέπω τροπός, ὡς πέμπω πομπός.
Τρυφαλείη, φαλοὺς ἐχούση τρεῖς· φαλοὶ δέ εἰσιν, οἱ |
---|
35 | κατὰ μέτωπον τῆς περικεφαλαίας χρύσεοι ἧλοι, ἢ
ἀστέρισκοι.
Τρυβλίον, τὴν μὲν πλάσιν ὀξυβάφιον, ἤγουν πάροψις.
χωρεῖ δὲ ξέστου τὸ ἥμισυ.
Τρύζεται, πολυλογεῖται, γογγύζεται, ἀπὸ τῆς τρυγό‐ |
---|
40 | νος ἡ μεταφορά.
Τρυγὼν, τηριγών τις οὖσα, ὅτι τηρεῖ τὸ οἰκεῖον γένος,
μὴ διγαμοῦσα ποτέ· ἢ διὰ τὸ τρία ὠὰ γεννᾶν τὸν χρό‐
νον. ἢ διὰ τὸ τηρεῖν τὴν γονήν.
Τρυφάλεια, κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι οἱ δύο καὶ |
---|
45 | τρεῖς μὴ μετὰ δεκάτου ἀριθμοῦ συντιθέμενοι εἰς τὰ
ἐπιῤῥήματα τοῦ δὶς καὶ τρὶς μεταλαμβάνονται· οἷον,
διπρόσωπος, ὁ δύο πρόσωπα ἔχων, καὶ τρίπους ὁ τρεῖς
πόδας ἔχων· οὕτως οὖν καὶ τρυφάλεια, ἡ τρεῖς φαλοὺς
ἔχουσα λαμπρούς· τριφάλεια οὖν, καὶ κατὰ τροπὴν |
---|
tau 536 (50) | τοῦ ἰῶτα εἰς υ, τρυφάλεια· φαλὸν γὰρ τὸ λαμπρόν·
καὶ εἰς τὸ ἀσύφαλον.
Τρύχινος, παρὰ τὸ τρῶ, τὸ καταπονῶ, κατὰ παρα‐
γωγὴν τρύω, καὶ πλεονασμῷ τοῦ χ, ὄνομα τρύχος, καὶ
ἐξ αὐτοῦ τρύχιος, καὶ τρύχινον ἱμάτιον· καὶ εἰς τὸ τρύχα. |
55 | Τρώγλη, ἡ τρύπα, παρὰ τὸ τρώγω τρώξω, τρώγλη
τὸ διαβεβρωμένον μέρος τοῦ τείχους καὶ τετρημένον.
Τρώξιμον, διὰ τὸ τρώγεσθαι ἐξ ὀσμῆς, ἔστιν εἶδος
λαχάνου ποταμʹ..
Τρὼς, διάτι ὀξύνεται; τὰ εἰς ως λήγοντα μονοσύλλαβα |
---|
60 | ἀρσενικὰ ὀξύνεται, εἰ μὴ ἐκ συναλοιφῆς εἴη, ἢ ἐκ |
---|
μεταθέσεως· ἐκ συναλοιφῆς μὲν, ὡς σῶος σῶς, ἐκ | |
tau 537 | μεταθέσεως δὲ ὅτι Δωριεῖς καὶ Ἴωνες τὸ οις ως λέ‐
γουσι· κλίνεται Τρώος, ὁ κανὼν, τὰ εἰς ως ὀξύ‐
τονα μονοσύλλαβα, εἰ μὲν ἔχουσι σύμφωνον τῆς τρί‐
της συζυγίας τῶν βαρυτόνων, διὰ καθαροῦ τοῦ ος, κλί‐ |
5 | νεται, οἷον, θῶς θωὸς, τὸ θηρίον, δμὼς, δμωὸς, ὁ
δοῦλος, εἰ δὲ μὴ, διὰ τοῦ τ. φῶς φωτὸς, ὁ ἀνὴρ,
πλῶς πλωτὸς, ὁ ἰχθὺς, χρὼς χρωτὸς, ὃ σημαίνει τὸ
σῶμα.
Τρὼς, ὄνομα σημαίνει δύο, ὄνομα κύριον καὶ τὸ ἐθνι‐ |
---|
10 | κόν· καὶ τὸ μὲν κύριον· Τρωῒ δ’ αὖ τρεῖς παῖδες ἀμύ‐
μονες παρεξεγένοντο. τὸ δὲ ἐθνικὸν Τρῶες καὶ Λύ‐
κιοι. καὶ τὶ διαφέρει τὸ κύριον τοῦ προσηγορικοῦ; δια‐
φέρει, ὅτι τὸ μὲν κύριον ὄνομα, οὐδέποτε παρὰ τῷ
ποιητῇ ἐν πληθυντικῇ φωνῇ παραλαμβάνεται, ἀλλὰ |
---|
15 | μᾶλλον ἑνικῇ, οἷον, Τρωῒ παρ’ εὐρύοπα Ζεύς· πάλιν
δὲ ἐκ τοῦ ἐναντίου, τὸ ἐθνικὸν πάντοτε ἐν πληθυν‐
τικῇ φωνῇ παραλαμβάνεται, καὶ οὐχ ἑνικῶς, οἷον,
τρῶες ὑπέρθυμοι· καὶ εἰς τὸ αἴξ.
Τρωσὶ, διάτι ὀξύνεται; πᾶσα δοτικὴ πληθυντικὴ εἰς |
---|
20 | ἰῶτα λήγουσα δισύλλαβος, ἐπὶ ὀνομάτων ὀξύνεσθαι
θέλει, πλὴν τοῦ ἐν πᾶσι καὶ τοῦ ἐν σπέσσι γλαφυ‐
ροῖσι, ὅπερ ἀπὸ σπέεσσι γίνεται κατ’ ἀποκοπήν· τὸ
γὰρ τισὶ καὶ τίσι, πρὸς διάφορον σημασίαν ἔχει καὶ
τὸν τόνον· πευστικὸν γὰρ ὂν καὶ βαρύνεται· ἐπὶ δὲ |
---|
25 | μετοχῆς ὀξύνεσθαι θέλουσι.
Τύραννος, ἤτοι ἀπὸ Τυῤῥήνων, ὠμοὶ γὰρ οὗτοι· ἢ
ἀπὸ Γύγου, ὅς ἐστιν ἀπὸ Τύῤῥας πόλεως Λυκιακῆς
τυραννίσαντος ἐν αὐτῇ, πρῶτον· οὕτως εὗρον ἐν ὑπο‐
μνήματι Ἀρχίλου. |
---|
30 | Τρῶ, σημαίνει πέντε· τρῶ τὸ τρήσω, τρῶ τὸ βλάπτω,
τρῶ τὸ φοβοῦμαι, τρῶ τὸ καταπονῶ, καὶ τρῶ τὸ κα‐
τακόπτω.
Τύμβος, μνημεῖον, παρὰ τὸ τίθεσθαι, ἢ τύφεσθαι
ἐκεῖ τὸ νεκρὸν σῶμα, ὅ ἐστι καίεσθαι. |
---|
35 | Τύφος, παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸν νέκυν.
Τύμπανον, παρὰ τὸ τύπτω, τέτυμμαι, τύπτανον, καὶ
κατὰ συγκοπὴν τοῦ τ, καὶ πλεονασμῷ τοῦ μ, τύμπα‐
νον· ὡς παρὰ τὸ τήκω τήκανον, καὶ τήγανον, τὸ τῆ‐
κον τοὺς ἰχθυάς· οὕτω καὶ τυμπανίστρα. σημαίνει |
---|
40 | δὲ δύο, τὸ δέρμα καὶ τὸ σῶμα τὸ ἀνθρώπινον· ὡς τὸ,
οὗτοι ἐτυμπανίσθησαν.
Τύπος, παρὰ τὸ τύπτω γέγονε τύπος ὥσπερ εἰς τὸ
βουλλωτήριον τυπτόμενος ὁ μόλυβδος εἰκόνα ἀποτε‐
λεῖ, οὕτω καὶ ὁ τύπος, εἰκόνισμα ἀποτελεῖ. |
---|
45 | Τουτ’ἔστιν, ὑπάρχει, σύνδεσμος διασαφητικὸς, ὡς ὁ
ἤγουν.
Τυραννὶς, βασιλείας διαφέρει, καὶ τύραννος βασιλέως·
βασιλεῖα μὲν γάρ ἐστι κατὰ νόμους ἄρχουσα ἐξουσία |
---|
τίς· τυραννὶς δὲ ἡ ἄλογος ἐξουσία, αὐτωνομίᾳ χρω‐ | |
tau 538 | μένη· βασιλεύς ἐστιν ὁ κατὰ νόμους δικαίους ἄρχων·
τύραννος δὲ, ὁ μήτε δικαίως ἄρχων, μήτε νομίμως,
ἀλλὰ καὶ τοὺς νόμους ἐκπατῶν.
Τύραννος, ἀπὸ τυράννου τινὸς, πρώτου κακῶς διακει‐ |
5 | μένου, ἀπὸ Τύρου τῆς πόλεως· σημαίνει δὲ δύο, τὸν
βασιλέα καὶ τὸν ἄνθρωπον τύραννον.
Τύρος, πόλις ὠνόμασται, ἀπὸ τοῦ Τυρὼ ὀνόματος γυ‐
ναικὸς τοῦ Ἀγήνορος βασιλεύσαντος ἐν αὐτῇ.
Τύφρηστος, πόλις ἐν τοῖς ἐσχάτοις, ὑπὸ Τυφρήστου |
---|
10 | βασιλέως.
Τυφλὸς, σημαίνει τὸν ἐστερημένον τῶν ὀμμάτων· τυ‐
φλὸς δὲ κυρίως ὁ ἐκγεννητὴς, ἤγουν μετὰ τὸ γεννη‐
θῆναι αὐτὸν τυφλωθείς· παρὰ τὸ ἀπολωλεκέναι τὸ
φῶς· ἢ παρὰ τὸ τοὺς τύπους τῶν ἴλλων ἔχειν, τῶν |
---|
15 | ὀφθαλμῶν, ἢ παρὰ τὸ τοὺς τύπους τοῦ φῶτος ἔχειν.
Τυφλὸς, πηρὸς, ἀνάπηρος διαφέρει· τυφλὸς ὁ ἐκγεννη‐
τής· πηρὸς δὲ ὁ μετὰ τὸ γεννηθῆναι αὐτὸν τυφλω‐
θεὶς, ἀνάπηρος ὁ ἐν νοσήματι τυφλωθείς.
Τύφρηστος, πόλις ἐν ταῖς ἐσχάτοις τῆς Μαιναλίας, |
---|
20 | ἀπὸ τοῦ Τυφρήστου βασιλέως τοῦ σπαιλίου· ἢ τυφρη‐
στός τις οὖσα ἀπὸ τοῦ Ἡρακλέως τόφρας.
Τύφος, ἡ περιφανεία, ἀλαζονεία καὶ κενοδοξία.
Τύψον, παῖσον, δάμασον.
Τύχην, τὸ χρεὼν εἰρῆσθαι, τὸ ἐπιβάλλον καὶ καθῆ‐ |
---|
25 | κον κατὰ τὴν εἱμαρμένην· σημαίνει καὶ τιμήν· τύχην
τῶν μέσων ὀνομάτων· μέσα δὲ ὅσα ἐπὶ καλοῦ καὶ κα‐
κοῦ· τύχη δὲ εἰς τάξεις. διαιρεῖται τρεῖς, ἐλευθέρων,
ἀπελευθέρων καὶ δούλων, καὶ εἰς ἀξιώματα τρία, βα‐
σιλέων, ἀρχόντων καὶ στρατιωτῶν. |
---|
30 | Τῷ, τινὶ, ἀπὸ τοῦ τὶς ὀνόματος ἀορίστου γίνεται, ἡ
γενικὴ τινὸς καὶ ἐκβολῇ τοῦ ν, τιὸς καὶ μετάγεται
ἡ γενικὴ εἰς εὐθεῖαν, ὡς ὁ Καππάδοξ, τοῦ Καππά‐
δοκος, ὁ Καππαδόκης, τοῦ Καππαδόκου, οὕτω τὶς τινὸς,
τιὸς, τιοῦ καὶ Ἀττικῶς τέως, ὡς ναὸς νεὼς, οὕτω |
---|
35 | τέως ἡ γενικὴ τέω καὶ κράσει τῷ, Ὅμηρος οὔτε σοι
οὔτε τῷ ἄλλω, ἀντὶ τοῦ ἄλλῳ τινί· καὶ εἰς τὸ ἧτ‐
τον καὶ τέο.
Τωθάζω, σημαίνει τὸ ἐμπαίζω, καὶ ἀπατῶ ἐκ τοῦ
θὼψ, ὃ σημαίνει τὸν σκώληκα γίνεται θωπάζω, καὶ |
---|
40 | ἐν ὑπερβιβασμῷ τοῦ ψιλοῦ, καὶ μεταθέσει τοῦ θ εἰς
τ, γίνεται τωθάζω.
Τῶμοι, ἄρθρον ὑποτακτικὸν, ἀντὶ τοῦ προτακτικοῦ·
παροξύνεται, οἱ γὰρ Αἰολεῖς τὰ προστακτικὰ ἀντὶ ὑπο‐
τακτικῶν χρῶνται. |
---|
45 | Τῶτοι, οἱ ποιηταὶ ἀντὶ τοῦ τότε.
Τῶμοι, τούτῳ.
Τὼς, δέος, ἀπεχθὲς, ἐπίῤῥημα μεσότητος· γίνεται δὲ
ἀφαιρέσει ἐκ τοῦ οὕτω. |
---|
49t | Τέλος τοῦ Τ στοιχείου. | |
---|
upsilon 537 (post 49t) | ΑΡΧΗ ΤΟΥ Υ ΣΤΟΙΧΕΙΟΥ. |
upsilon 537 (50) | Υἷα, ἔστιν ἡ εὐθεῖα υἵς υἵος, καὶ ἡ αἰτιατικὴ ὕϊα, καὶ
κράσει υἷα, ἡ εὐθεῖα ὕις διάτι οὐ συναιρεῖται; διότι
οὐδέποτε τῇ οι διφθόγγῳ, τῇ διὰ τοῦ υ ψιλοῦ γρα‐
φομένῃ, ἐπιφέρεται σύμφωνον· τούτου χάριν ἔστιν
ἀσυναιρετός· ἡ γενικὴ ὕϊος, καὶ κατὰ κράσιν υἷος· καὶ |
55 | μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ γίνεται υἱός· |
---|
αἱ δὲ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν, πολλάκις ἀμεί‐ | |
upsilon 538 (50) | βουσι τοὺς τόνους, οἷον, λάας λάαος λαός, ὕϊς ὕϊος
υἱός.
Ὑάλη, ὁ ὕαλος, παρὰ τὸ ὕειν ἐσχημάτισται, καθ’
ὁμοιότητα τῆς γινομένης συστάσεως, καὶ πήξεως τοῦ
ὕδατος, ὑάλῳ ὁμοίας. |
55 | Ὑάδες, οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ἀστέρες, παρὰ τὸ |
---|
ὕω τὸ βρέχω, ὑετοῦ γὰρ παρασκευαστικαί εἰσι δύνουσαι. | |
upsilon 539 | Ὑάδες, αἱ ὑάδες τὸ πρόσωπον τοῦ ταύρου ἔχουσιν, ὡς
ἐπιπλατυνόμενον ἐπὶ τοῦ μετώπου, λεπτυνόμενον δὲ
ἐξ ἀμφοτέρων τῶν μερῶν ἐπὶ τὰ κάτω, ὥσπερ τὸ
γράμμα ἐστίν. |
5 | Ὑδρία, κυρίως τὸ ὕδωρ, εὐθέτον ἀγγεῖον· ὑδρεία ἡ
ὕδρευσις.
Ὑδρεία, ἐπὶ ἱδρεύσεως διφθόγγου· ἐπὶ δὲ τοῦ ἀγγείου
ἰῶτα.
Ὕδρα, τὸ θηρίον. |
---|
10 | Ὑδροχόος, ζῴδιον.
Ὑετοῖο, ἀπὸ τοῦ ὕω, τὸ βρέχω, ὑετὸς, ἡ γενικὴ ὑετοῦ
καὶ κατὰ Αἰολεῖς ὑετοῖο.
Ὑὸς, σημαίνει τὸν χοῖρον· γίνεται παρὰ τὸ ὕω τὸ
βρέχω, φιλεῖ γὰρ τὸ ζῶον ἐν βορβόρῳ κυλίεσθαι· ὓς |
---|
15 | ὑὸς, ὁ κανὼν, τὰ εἰς υς μονοσύλλαβα μακροκατά‐
ληκτα διὰ τοῦ ος κλίνονται.
Υἷας, ὄνομα, αἰτιατικῆς τῶν πληθυντικῶν, ἡ εὐθεῖα
ὕϊς· καὶ τὸ συναιρούμενον; οὐ συναιρεῖται· διάτι;
ἐπειδὴ κανών ἐστιν ὁ λέγων, οὐδέποτε τῇ υι διφθόγ‐ |
---|
20 | γῳ, τῇ μετὰ τοῦ υ, καὶ ἰῶτα προσγεγραμμένου, σύμ‐
φωνον ἐπάγεται, διὰ τοῦτο οὐ συναιρεῖται· ἡ γενικὴ
ὕϊος, καὶ συναιρέσει υἷος· ἡ εὐθεῖα τῶν πληθυντικῶν
υἷες Ἀχαίων, καὶ αἰτιατικὴ υἷας, υἷας συνελκύσει τε
τῇ βαπτίσει· λοιπὸν ὡς κῆρυξ κήρυκος, καὶ κήρυκος |
---|
25 | κηρύκου, οὕτως ἀπὸ τῆς γενικῆς γίνεται υἱός· παρὰ τὸ
φύω τὸ γεννῶ φυὸς καὶ υἱός.
Ὕβρις, ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας αἰκία,
παρὰ τὸ ὑφαίρα ὕφρις, ὡς χαίρω χάρις, καὶ τροπῇ
τοῦ φ εἰς β, ὕβρις, οἷον, ὑπόβαρίς τις οὖσα. |
---|
30 | Ὕβρισις, ἡ ὕβρις, ὡς Φρύγες Φρύγες, καὶ Φερενίκη
βερενίκη.
Ὑγιεινῶς, ὑγιῶς.
Ὑγίεια, ἡ εὐεξία, τετρασυλλάβως, ὡς καὶ ἐν τῷ κω‐
μῳδίᾳ, αὖται γὰρ ἐπιθυμοῦσι ὑγιείας φαγεῖν. |
---|
35 | Ὑγιὴς, ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἱονεὶ ὑγριὴς, καὶ ἀπο‐
βολῇ τοῦ ρ, ὑγιὴς ὅθεν καὶ δίερος ὁ ζῶν, καὶ ἀλίβας
ὁ νεκρός· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς· ἢ παρὰ
τὸ εὖ εἶναι· ἢ παρὰ τὸ εὐραίνεσθαι ἤγουν εὐφραίνεσθαι·
ἰστέον ὅτι τὰ εἰς ης καθαρὰ ὀνόματα ὀξύτονα, τῷ |
---|
40 | ἰῶτα παραληγόμενα δύο εἰσὶν, ἃ καὶ εἰς ους ἔχει τὴν
γενικὴν, τὸ χαρίης, ἐξ οὗ καὶ χαριέστερος, καὶ ὑγίης,
ἐξ οὗ καὶ ὑγιέστερος συγκριτικῶς.
Ὑγρὸν, οἱονεὶ ὑδρὸν, ἢ παρὰ τὸ ὕω τὸ βρέχω, ὑρὸν,
καὶ ὑγρόν πλεονασμῷ τοῦ γ. |
---|
45 | Ὑετὸς, ἀπὸ τοῦ ὕω τὸ βρέχω, ἡ γενικὴ ὑετοῦ, κατὰ
δὲ Αἰολεῖς ὑετοῖο.
Ὑγρὸν ἔλαιον, διὰ τὸ μὴ πήγνυσθαι, ὅτι πολὺ ἔχει
τὸ θερμόν· γίνεται ὑγρὸν, ὕδωρ τὶ ὂν, οἷον ἔνυδρον·
ἢ παρὰ τὸ ὕω τὸ βρέχω, ὕσω, ὑρὸν, καὶ πλεονασμῷ |
---|
upsilon 539 (50) | τοῦ γ, ὑγρόν.
Ὑγρὸν ἔλαιον, οὐ τὸ τῇ φύσει ὑγρὸν ἀλλὰ τὸ ὑγρο‐
ποιὸν, ὡς τὸ χλωρὸν δέος· ἢ τὸ χαρακτηριστικὸν τῶν
σωμάτων· ἢ τὸ ἐν ὑγρότητι διατηροῦν, καὶ μὴ συγχω‐
ροῦν κληράνεσθαι· ἢ ὅτι ἀποκρυσταλλοῦται τὸ ἔλαιον, |
55 | πολὺ ἔχον ἐν ἑαυτῷ τὸ ὑγρόν.
Ὕδειν, σημαίνει τὸ ὑμνεῖν· ἔστι παρὰ τὸ ὑμνῶ, ἀπο‐
βολῇ τοῦ ν, ὑμῶ, καὶ τροπῇ τοῦ μ εἰς δ, ὕδω, κατ’
ἀναβιβασμὸν τοῦ τόνου, καὶ ὕδεις, καὶ ὕδει, καὶ τὸ
ἀπαρέμφατον ὕδειν· ὕδειν ἔοικε τὴν φερέζωον κόρην. |
---|
60 | Ὕδος, τὸ ὕδωρ, καὶ ἡ δοτικὴ τῷ ὕδει.
Ὕδωρ, παρὰ τὸ ὕω τὸ βρέχω ὕωρ, καὶ πλεονασμῷ
τοῦ δ, ὕδωρ, ὁ Ποσειδών. |
---|
Ὑελὸς, ἐκ μεταφορᾶς τῆς ὕλης. | |
upsilon 540 | Ὑὲς, οἱ χοῖροι.
Ὑλὴ, πόλις Βοιωτίας.
Ὕλη, παρὰ τὴν ὕλην, ἡ δὲ ὕλη παρὰ τὸ ὕεσθαι, ὅ
ἐστι βρέχεσθαι· λέγεται δὲ τὸ λεπτότατον δέρμα, ἡ |
5 | διὰ τοῦ ὑγροῦ αὐξανομένη, καὶ εἰς τὸ ἄϋλος, καὶ ἰλύς.
Ὑλομανούντων, μεμηνότων, παρὰ τὴν ὕλην· ἢ τῇ
ὕλῃ χαιρόντων.
Ὑλακὴ, κυρίως ἡ φωνὴ τῶν κυνῶν.
Ὑμέναιος, γαμικὸς ὕμνος, παρὰ τὸ ὁμοῦ ναίειν· οἱ |
---|
10 | δὲ παρὰ τὸ ὕμνος, ὅθεν καὶ ὑμεναιῶ, δευτέρας συζυ‐
γίας, ὑμεναιώσουσι κάρας. καὶ τὸ λεπτότατον δέρμα, καὶ
τὸ διαφανὲς, καὶ τὸ τοῖς γαμοῦσιν ἐπαδόμενον, ἤγουν
ἐπαυλούμενον ἀπὸ ημι .. παιδός· ἢ ἀπὸ τοῦ ὁμοῦ
ναίειν. |
---|
15 | Ὑδροποτεῖν, ἐκ τοῦ ὕδωρ, ὕδωρ ποτεῖν, καὶ κατὰ
συγκοπὴν ὑδροποτεῖν.
Ὑδρηλὸς, ὁ ὑγρὸς, γίνεται παρὰ τὸ ὑδληρὸς, μεταθέ‐
σει τοῦ λ καὶ ρ. |
---|
20 | Ὑμὴν, ὑφήν τίς ἐστι, ἀπὸ τοῦ ὡς ὕφασμα εἶναι,
λεπτὸν ὄντα· ἔστι δὲ τὸ δέρμα ἢ τζίμπα, ἡ τὸν μυε‐
λὸν τῆς κεφαλῆς συνέχουσα· οὔτως Ἡρακλείδης.
Ὑμήττιον, μέλι, τὸ εὔχρηστον πρὸς ἰατρείαν· Ὑμητ‐
τὸς γάρ ἐστι τόπος τῆς Ἀττικῆς, περὶ τὰς Ἀθήνας, |
---|
25 | ἐν ᾧ λέγεται εὔχρηστον μέλι γενέσθαι.
Ὑμῖν, ἀντωνυμία πρωτότυπος, δευτέρου προσώπου, πτώ‐
σεως δοτικῆς τῶν πληθυντικῶν· ἡνίκα ἐγκλίνονται ταῦ‐
τα τὰ περισπώμενα ἀναβιβάζουσι τοὺς τόνους, ὑμῖν
καὶ ἡμῖν· τοῦτο δὲ ὑμῖν μακρὸν ἔχει τὸ υ φύσει. |
---|
30 | Ὕννις, ὁ σίδηρος· γέγονε δὲ ἀπὸ τοῦ ὀδύνη· ὁ δὲ Ἀπ‐
πιὼν φησὶ, ἀπὸ τοῦ ὑὸς τοῦ χοίρου γέγονε τὸ ὕννις·
πρῶτον γὰρ ὁ χοῖρος ἐπενόησε τῷ ῥύγχει διασχίζειν
τὴν γῆν· ὕννις γὰρ τὸ λεγόμενον παρ’ ἡμῖν ὕννιν·
ἔστι ῥῆμα δύω, πλεονασμῷ τοῦ ν, δύνω, τὸ σημαῖνον |
---|
35 | τὸ ὑπεισέρχομαι, ἐκ τούτου ὄνομα ῥηματικὸν δύνις ἀπὸ
τοῦ εἰσέρχεσθαι εἰς τὴν γῆν· καὶ κατ’ ἔλλειψιν τοῦ δ,
ὕννις.
Ὕμνος, παρὰ τὸ ὑμένω τὸ ὑπομένω, ὑπόμονός τις ὢν,
καὶ ἐν συγκοπῇ ὕμνος, καθὸ εἰς ὑπομονὴν καὶ πράξιν |
---|
40 | ἄγειν, τὰς τῶν ἐπαίνων ἀκοὰς, καὶ ἀρετάς· ἢ παρὰ
τὸ ὑμέναιος, ὃ σημαίνει τὸν ἐπιθαλάμιον ὕμνον.
Ὕμνος, ἐγκωμίου διαφέρει, καθὸ ὁ μὲν ὕμνος ἐπὶ θεοῦ
λέγεται· τὸ δὲ ἐγκώμιον ἐπὶ ἀνθρώπου.
Ὑμεδαπῶν, ὑμετέρων, τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους |
---|
45 | συγγενῶν, ἢ τῆς αὐτῆς χώρας.
Ὕμνος, ἔστιν ὁ μετὰ προσκυνήσεως καὶ εὐχῆς κεκραμέ‐
νης ἐπαινῷ λόγος εἰς θεόν· σημαίνει καὶ ἐπιθαλάμιον
ᾆσμα. ἔστι δὲ συνώνυμον.
Ὑιὸς, παρὰ τὸ ὕω τὸ βρέχω, ὁ τοῦ πατρὸς καὶ τῆς |
---|
upsilon 540 (50) | μητρὸς ὢν εὐφρασία.
Ὑιὸς, ὄνομα ἁπλοῦν ῥηματικὸν· ποίου εἴδους τῶν ὑπο‐
πεπτωκότων τῷ ὀνόματι; τῶν ὡς πρός τι. καὶ πρός
τινα ἔχει ὁ υἱός; πρὸς τὸν πατέρα· πόθεν γίνεται;
παρὰ τὸ ὕω τὸ βρέχω, καὶ τὰ λοιπὰ. ἢ παρὰ τὸ ὕϊς |
55 | ὕϊος υἱός· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν καὶ
ὀξύνεται. αἱ γὰρ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν
πολλάκις ἀμείβουσι τοὺς τόνους. πόσας εὐθεῖας ἀπο‐
δέχεται ἡ κλίσις; τρεῖς· υἱὸς, υἱοῦ, υἱεὺς υἱέως, ὑῒς
ὑΐος. |
---|
60 | Ὕλη, ὁ δρυμώδης, καὶ ὁ σύνδενδρος τόπος, ἡ δι’ ὑγρὰς
αὐξανομένη, ἡ ἐπισώρευσις τῶν ξύλων, ἢ βόρβορος, ἢ
βαθρʹ.. λέγεται ὕλη κυρίως, ἡ κράσις τῶν τεσσάρων |
---|
στοιχείων, ἤγουν γῆ, ὕδωρ, ἀὴρ, πῦρ· ὑλικὰ δὲ τὰ | |
upsilon 541 | ἐκ τούτων σύνθετα, λίθος, φυτὰ, ἔμψυχον σῶμα,
ὕλη δὲ προσαγορεύεται, διὰ τὸ ὑποκεῖσθαι εἰς γένεσιν
τῶν ἐξ αὐτοῦ.
Ὑπαγωγὴ, ἀπάτη, ἀναχώρησις, δίωξις, ὑποχώρησις· |
5 | γέγονε δὲ παρὰ τὸ ἄγω· συντάσσεται δὲ μετὰ αἰτια‐
τικῆς.
Ὑπάγειν, τοῦ πορεύεσθαι διαφέρει· πορεύεσθαι μέν
ἐστι τὸ βαίνειν, ὑπάγειν δὲ τὸ ὑπὸ ζυγὸν ἄγειν βοῦν,
ἢ ἵππον, ἢ ἄλλό τι· ὡς Ὅμηρος, οἱ δὲ βοηθοῦντες |
---|
10 | ταύτῃ τῇ λέξει φασὶν ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ
προάγειν εἰς ὑπογραμμὸν ἡγητὴν, ἀντὶ τοῦ προηγεῖ‐
σθαι, ὡς φησὶν Ἀριστοφάνης ὁ κωμικός· σὺ δ’ ὑπά‐
γεις τὸν ὅρκον, ἀντὶ τοῦ ὑπάγης· κέχρηται αὐτῇ τῇ
λέξει Εὔπολις, ἐμβατοὺς λέγων, σὺ δ’ ὑπάγεις εἰς τὸ |
---|
15 | ἔμπροσθεν.
Ὕπαιθρον, ἐκ τοῦ αἴθω τὸ καίω· ἐξ οὗ καὶ ὁ ἄοικος
ἄνθρωπος, ὁ μὴ ἔχων οἰκίαν.
Ὑπαντίζει, ὑπαντᾷ, ἀντὶ τοῦ παρατάσσεται.
Ὑπαθλοθέτῃ, ἀγωνοθέτῃ, κριτῇ. |
---|
20 | Ὑπαχθέντες, ὑποβληθέντες, ὑποσυρέντες, ἀπατη‐
θέντες.
Ὑπερέχοντι, ἐξουσιάζοντι.
Ὕπαρ, παρὸ ἐγρηγορέναι, ἀληθὴς ὀπτασία, οὐκ ἐν
ὀνείρῳ, ἀπὸ τοῦ ὦ ῥήματος ὃ σημαίνει τὸ ὑπάρχω, |
---|
25 | ἀφ’ οὗ ὄναρ, ὡς θένω θέναρ, ἔδω ἔδαρ καὶ εἴδαρ,
καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑπόοναρ καὶ κατ’ ἐναλ‐
λαγὴν ὕπαρ, οὐκ ὄναρ φαινόμενον.
Ὕπαρ, ὀνείρατος διαφέρει καὶ ὀνείρου· ὕπαρ γάρ ἐστιν
ὅραμα, καὶ ἐναργὴς ὄψις· ὄνειρος καὶ ὄναρ, ἡ ἐν τῷ |
---|
30 | καθεύδειν φαντασία.
Ὕπαρχος, ὁ πολύαρχος· μετετέθη δὲ τὸ ὄνομα ἀπὸ
τοῦ ἱππάρχου, καὶ ἔπαρχος λεγόμενος.
Ὑπείρεχος, ἔστι ῥῆμα ἔχω, ὁ παρατατικὸς εἶχον
ποιητικῶς, καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑπέρεχον, |
---|
35 | καὶ πλεονασμῷ τοῦ ι, ὑπείρεχον· ὤφειλε δὲ ἐν τῷ
τέλει πλεονασμὸς εἶναι, ἵν’ ᾖ, ὑπερίεχον, ἐπειδὴ αἱ
προθέσεις ἐν τῷ τέλει πλεονάζουσι τὸ ἰῶτα, ὡς ἐν
τῷ ἐν ἐνὶ πρὸς προσὶ, οὕτω καὶ ὑπερίεχον ὤφειλεν
εἶναι· ἀλλ’ ἐπειδὴ παρέπεται ταῖς προθέσεσι τὸ μέ‐ |
---|
40 | χρι τῆς δισυλλαβίας αὔξεσθαι τούτου χάριν οὐ πλεο‐
νάζεται, ἵνα μὴ εὑρεθῇ τρισύλλαβος ἡ πρόθεσις. διάτι
ἀναβιβάζει τὸν τόνον; πᾶς παρωχημένος χρόνος, τὸν
προσγινόμενον αὐτῷ χρόνον ἀποβάλλων ἐν τῇ συνθέσει
προπαροξύνεται, οἷον, εἶχον κάτεχον. |
---|
45 | Ὑπεμνήμυκε, ἔστι ῥῆμα ἠμύω, ὅ ἐστι τὸ ἐπικλίνω
καὶ καταπίπτω, ὁ παρακείμενος ἤμυκα, ὁ Ἀττικὸς
ὤφειλεν εἶναι ἠμήμυκα, ἀλλ’ ἐπειδὴ ὁ Ἀττικὸς παρα‐
κείμενος, ἀπὸ βραχείας ἄρχεται, τούτου χάριν συν‐
εστάλη τὸ η εἰς ε, καὶ ἐγένετο ἐμήμυκα, καὶ πλεο‐ |
---|
upsilon 541 (50) | νασμῷ τοῦ ν, διὰ χρεῖαν ποιητικὴν ὑπεμνήμυκα, καὶ
τὸ τρίτον ὑπεμνήμυκε.
Ὑπενόστησαν, ὑπεχάλασαν.
Ὑπεμφήνειε, δηλώσειε, τὸ θέμα ἐμφαίνω, ὁ μέλλων
ἐμφανῶ, ὁ ἀόριστος ἐνέφανα, καὶ κατὰ Ἀττικὴν τρο‐ |
55 | πὴν τοῦ α εἰς η, ἐνέφηνα, καὶ τὸ εὐκτικὸν αὐτοῦ ἐμ‐
φήναιμι· καὶ οἱ Αἰολεῖς τὰ εὐκτικὰ τοῦ ἀορίστου διὰ
τοῦ εια προσφέρουσι, τύψαιμι, τύψειας, τύψειε,
ἐμφήνειας ἐμφήνειε, καὶ μετὰ τῆς ὑπὸ προθέσεως,
ὑπεμφήνειε καὶ τὰ λοιπὰ δῆλα. |
---|
60 | Ὕπατος, σημαίνει ἡ λέξις τὸν ὑπερέχοντα· εἴρηται | |
---|
upsilon 542 | παρὰ τὴν ὑπὸ πρόθεσιν, δηλοῦσαν τὸ ὑπεράνω, ὑπό‐
τατος, ὡς ὑπότερος, ὁ κακότερος, συγκοπῇ ὕπατος
ὁ ὑπέρτατος, καὶ ὑψηλός· σημαίνει δὲ καὶ τὸ κατώ‐
τατον, ὥσπερ ὁ Ἀπολλώνιος· αὐτὰρ ὁ τοῖσι μάλα μό‐ |
5 | γις ἐξ ὑπάτοιο στήθεος ἀποπνεύσαν, ἀντὶ τοῦ βαθυ‐
τάτου καὶ κατωτάτου.
Ὑπεράγονται, ὑπερθαυμάζουσιν, ἢ φθονοῦσι· τὸ γὰρ
ἀγῶ οὐ μόνον τὸ θαυμάζω δηλοῖ, ἀλλὰ καὶ τὸ φθονῶ,
Ὅμηρος· ὡς δ’ αὖ νῦν μοι ἅγασθε θεοὶ βροτὸν ἄνδρα |
---|
10 | παρεῖναι ἀντὶ τοῦ φθονεῖν· ἄγω οὖν τὸ θαυμάζω,
καὶ ἐκπλήττομαι, ἀπὸ τοῦ χαίρειν, ἢ ἀπὸ τοῦ ἄγη·
ὅπερ ἔστιν ἀπὸ τοῦ ἄκη, ἐκ τῆς παρεπομένης ἀφωνίας
τῇ ἐκπλήξει.
Ὑπερασπιστὴς, βοηθὸς, ἐκ τῆς ὑπὲρ προθέσεως, |
---|
15 | καὶ τοῦ σπίζω τὸ ἐκτείνω, καὶ μετὰ τοῦ στερημένου
α, ἀσπίζω τὸ ἐκτείνω, ἐξ οὗ καὶ ἀσπὶς, τοῦτο παρὰ
τὸ σπῶ, σπὶς καὶ ἀσπὶς ἡ κυκλοτέρα οὖσα.
Ὑπερβασία, ἡ παραβασία, καὶ ἡ ἀδικία, καὶ τὸ
ὑπὲρ τὸ δίκαιον πράττειν τί· γίνεται δὲ βίβημι βήσω, |
---|
20 | ὁ παρακείμενος βέβηκα, ὁ παθητικὸς βέβημαι, βέβα‐
σαι, βασία καὶ ὑπερβασία· τὸ σι ἰῶτα διάτι; τὰ διὰ
τοῦ ια, θηλυκὰ μονογενῆ, πρὸ μιᾶς τὸν τόνον ἔχον‐
τα, διὰ τοῦ ἰῶτα γράφεται· οἷον, γερουσία, ἐκκλησία,
πανδαισία· οὕτως οὖν καὶ ὑπερβασία. |
---|
25 | Ὑπερήφανος, ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ φῶ τὸ
φαίνω, ὑπέρφανός τις ὢν καὶ ὑπερήφανος, ὁ ὑπεράνω
πάντων φαινόμενος.
Ὑπερθετικὸν, εἰς τὸ ἑκουσίως καὶ πρωτίστῳ.
Ὑπέρμορα, παρὰ τὸ πρέπον, ὑπὲρ τὸ δέον, παρὰ τὸ |
---|
30 | εἱμαρμένον· ἐπίῤῥημα μεσότητος· φύσει ἔστιν ἢ θέσει;
θέσει. τὰ εἰς α λήγοντα οὐδέτερα, εἰ μὲν μετὰ ὀνό‐
ματος συντίθενται, ὀνόματά εἰσιν, οἷον, καλὰ. γράμ‐
ματα, καλὰ περιβόλαια· εἰ δὲ μετὰ ῥήματος συνταγῇ
ἐπίῤῥημά ἐστιν, οἷον, καλὰ γράφει, ἀντὶ τοῦ καλῶς, |
---|
35 | καὶ καλὰ ἀναγινώσκει· οὕτως οὖν ὑπέρμορα ἐτύχθη,
ἀντὶ τοῦ ὑπὲρ τὸ προσῆκον ἐτύχθη, κατεσκευάσθη.
Ὑπερίδης, κύριον ὄνομα, παρὰ τὴν ὑπὲρ πρόθεσιν
γίνεται ὕπερος, καὶ ἐκεῖθεν λοιπὸν Ὑπερίδης· διὰ τοῦ
ἰῶτα ὥσπερ γὰρ παρὰ τὴν ἀνὰ πρόθεσιν γίνεται ἄνιος, |
---|
40 | οὕτω καὶ παρὰ τὴν ὑπὲρ γίνεται ὕπερος· καὶ ἐκεῖθεν
λοιπὸν Ὑπερίδης.
Ὑπερίονος, ἐπιθετικὸν τοῦ ἡλίου, ἀπὸ τοῦ περὶ ἡμᾶς
ἰέναι· Ἡσίοδος, Ὑπερίονος· αὐτὸν γενεαλογεῖ.
Ὑπεροπλίῃσιν, ὑπερηφανίαις, παρὰ τὸ ὅπλον ὑπερ‐ |
---|
45 | όπλιον, ὑπεροπλία, σημαίνει δὲ τὴν ὑπερηφανίαν· με‐
ταφορικῶς δὲ ἔστιν ἡ λέξις ἀπὸ τῶν τὰ ὅπλα φε‐
ρόντων.
Ὑπεροψία, ὑπερηφανία καὶ ὑπερόπτης, παρὰ τὸ τὰ |
---|
upsilon 542 (50) | ὑπὲρ αὐτὸν θεωρεῖν· ἢ διὰ τὸ ὑπερορᾷν πάντων.
Ὑπερφίαλος, μέγας, ὑπερήφανος· τὸ φι ἰῶτα, ὡς
τὸ ἅγιος, ὄρκιος, ὑπερφίαλος ἀπὸ τῆς ὑπὲρ προθέ‐
σεως καὶ τοῦ φίλος, ὑπερφίαλον γὰρ λέγεται, τὸ πολὺ
καὶ ἄμετρον, ὡς τῆς φιάλης ἀμέτρου οὔσης, ἐξ οὗ |
55 | καὶ ὑπερφίαλος λέγεται ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ·
τὸ μέτρον τῆς φιάλης· φιάλη δὲ ἐτυμολογεῖται, παρὰ
τὸ πίνειν ἀπ’ αὐτῆς ἅλις.
Ὑπερφυῶς, μεγάλως, ἔστιν ἐπίῤῥημα μεσότητος, καὶ
γίνεται ἐκ τοῦ ὑπερφυὴς, ὃ σημαίνει τὸ μέγα καὶ ἔν‐ |
---|
60 | δοξον. | |
---|
upsilon 543 | Ὑπερῷον, οἴκημα, ἀνώγεων, ὑπερώϊόν τι ὄν· τὸ
ὑπεράνω τοῦ κάτω ὂν, καὶ ὑπερῷον, διὸ καὶ τὸ ἰῶτα
ἔχει προσγεγραμμένον· ἢ παρὰ τὸ ἄνω ὁρᾶσθαι.
Ὑπερώϊον, τὸν οὐρανίσκον λέγουσι. |
5 | Ὑπερῷα, καὶ ὑπερῷον διαφέρει· ὑπερῷα μέν ἐστιν
οὐρανίσκος θηλυκῶς· ὑπερῷον δὲ οὐδετέρως τὸ ἀνώ‐
γεων.
Ὑπερηκόντισε, ἐκ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ
ἠκόντισε, γίνεται ὑπερηκόντισα καὶ ὑπερηκόντισε· ση‐ |
---|
10 | μαίνει δὲ τὸ ὑπερέβη, ἐκ τοῦ ἀκοντίζω, ἐξ οὗ καὶ τὸ
ἐξακόντισα.
Ὑπέσχετο, ἐπηγγείλατο· τὸ θέμα ἔχω, ὁ μέλλων
ἕξω, ὁ παρακείμενος εἶχα καὶ ὁ β ἀόριστος οὐκ ἔστιν,
ἵνα μὴ συνεμπέσῃ τῷ παρατατικῷ παρέλαβεν ἀντὶ τοῦ |
---|
15 | ἰῶτα τὸ ς, καὶ ἐγένετο ἔσχον, ὁ μέσος ἐσχόμην,
ἔσχετο καὶ ὑπέσχετο.
Ὑπενόθευσεν, ἠλλοτρίωσεν.
Ὑπερίων, διὰ τοῦ ἰῶτα γράφεται, παρὰ τὸ ἰὼν μετο‐
χὴν γέγονεν Ὑπερίων, ἄλλως τε δὲ, ἐπειδὴ τὸ ω εἰς |
---|
20 | ο τρέπεται ἐπὶ τῆς γενικῆς, Ὑπερίονος ἠελίοιο· εἰ
δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, ἐφυλάττετο τὸ ω,
καὶ ἐπὶ γενικῆς.
Ὑπετόπαζεν, ὑπενόει, καὶ ὑποτοπάζειν τὸ στοχά‐
ζεσθαι καὶ ἐνθυμεῖσθαι, ἀπὸ τοῦ ὑποτυποῦσθαι ἐν |
---|
25 | τῷ νοΐ· ἔστιν οὖν τύπος τυπάζω, καὶ τροπῇ τοῦ υ
εἰς ο, ὑποτοπάζω· συντάσσεται μετὰ αἰτιατικῆς καὶ
γενικῆς.
Ὑπηνίξατο, ἐκ τοῦ αἰνίττω.
Ὑπετύφετο δὲ αὐτοὺς ἡ δυσμένεια, ἐφύσατο, αἰω‐ |
---|
30 | ρεῖτο· λαμβάνεται δὲ τὸ τύφεσθαι ἐπὶ τοῦ συντρίβε‐
σθαι, καὶ τύφθεσθαι τὸν χωρὶς φλογὸς κάπνον ἂν
εἶναι· παρὰ δὲ τῷ Πλάτωνι ἐν Φαιδρῷ καὶ ἐπὶ τοῦ
τετυφλῶσθαι τὴν διάνοιαν· τυφεδὼν δὲ ἡ καῦσις.
Ὑπήνη, αἱ ὑποκάτω τοῦ γενείου τρίχες, παρὰ τὸ ἴημι, |
---|
35 | ὁ μέλλων ἤσω ἤνη καὶ ὑπήνη, παρὰ τὴν ἕσιν τῶν τρι‐
χῶν· οὕτω Φιλόξενος· ἐξ οὗ καὶ ὑπήνιος.
Ὕπνος, θάνατος, σκία.
Ὑπηρεσία, ὄνομα πόλεως, διὰ τοῦ ἰῶτα γράφεται·
τὰ γὰρ ἀπὸ ἀρσενικῶν, ἐχόντων τὸ τ, διὰ τοῦ ια |
---|
40 | γινόμενα θηλυκὰ, διὰ τοῦ ἰῶτα γράφεται.
Ὑπηρεσία, ἡ δούλη, ὑπηρεσία δὲ ἡ κωπηλασία.
Ὑπηνήτης, ἀκμαῖος, ἀρτιγενειών· ὑπήνη γὰρ λέγεται
ἡ τοῦ ἄνω χείλους τρίχωσις, οἷον, ὑπάνη τις οὖσα,
παρὰ τὸ ἄνω ὑπεῖναι. |
---|
45 | Ὑπηρέτης, ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ αἴρω τὸ
ἐπαίρω, γίνεται ὑπαίρετης, καὶ τροπῇ ὑπηρέτης, ὁ
πρὸς τὸ αἴρειν ἐπιτήδειος.
Ὑπηρέτης, ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ αἰρέσσω
τὸ κωπηλατῶ, κυρίως γὰρ ὑπηρέτης λέγεται ὁ ναύ‐ |
---|
upsilon 543 (50) | της, οἱονεὶ ὑποερέτης, καὶ ἐκβολῇ τοῦ ο, ὑπερέτης,
καὶ τροπῇ τοῦ ε εἰς η. ἐκ δὲ τούτου γίνεται ῥῆμα
ὑπηρετῶ· ὁ πρὸς τὴν ἔριν ἐπιτήδειος.
Ὕπνος, ἐπὶ θανάτου σκία, παρὰ τὸ ὑπονοστεῖν ἤγουν
ὑποχωρεῖν, ἐν αὐτῷ γὰρ αἱ αἰσθήσεις ὑποχωροῦσιν |
55 | ἤτοι ἠρεμοῦσι.
Ὕπνος, ὁ ὑπόνοος, ἀφαιρεῖ τὸν νοῦν, ὅθεν ἄτερπνον
φασὶ τὸν ἄϋπνον.
Ὑπογραφὴ, ὡς ὑπὸ τὴν γραφὴν τελοῦσα.
Ὑπόβαθρα, ὑπὸ βάσιν ὑποκείμενα. |
---|
60 | Ὑπισχνούμενος, καὶ ἐξ αὐτοῦ ἴσχω καὶ πλεονασμῷ
τοῦ ν, ἴσχνω, ἡ μετοχὴ ἰσχνούμενος, καὶ μετὰ τῆς
ὑπὸ προθέσεως ὑπισχνούμενος, καὶ σημαίνει τὸν ἐπαγ‐ |
---|
γελλόμενον. | |
upsilon 544 | Ὑπόγυον, πρόσφατον, ἐγγύτατον, νεωστὶ γεγονὸς, πρὸ
ὀλίγου καὶ μετ’ ὀλίγον, παρὰ τὸ γυῖον ὃ σημαίνει τὸ
μέλος· οἱονεὶ ἐγγὺς τῶν μελῶν.
Ὑπόδημα, διὰ τὸ ὑποκάτω ὅλον δῆμα, ἢ δῦμα· ἢ |
5 | παρὰ τὸ δέω, τὸ δεσμεύω, δῶ, δήσω, δέδηκα, δέδημαι,
καὶ ἐξ αὐτοῦ δῆμα, καὶ ὑπόδημα μετὰ τῆς ὑπὸ προ‐
θέσεως.
Ὕποχρον, ἐκ τοῦ ὦχρον, ὃ σημαίνει τὸ ἄχροον καὶ
μετὰ τῆς ὑπὸ προθέσεως ὕποχρον. |
---|
10 | Ὑπόδρα, ἰδὼν, δεινῶς περιβλεψάμενος, καὶ ἐπίῤῥημα
μεσότητος ἀντὶ τοῦ χαλεπῶς, ἐκ τοῦ ὑδράσω, τοῦτο
ἐκ τοῦ δρῶ, δράξω, ἀποβολῇ τοῦ ξω, δρὰ καὶ ὑπό‐
δρα.
Ὑπόδρα, ἐπίῤῥημα μεσότητος πόθεν γίνεται; ὁ μὲν |
---|
15 | Ἀπολλόδωρος δύο λέγει παραγωγὰς, ὁ δὲ Ἡρωδιανὸς
μίαν ἀπὸ τῶν περισπωμένων οὕτως· ἀπὸ τοῦ ἠρεμῶ
γίνεται, ἠρέμα καὶ σιγῶ σίγα, οὕτω καὶ ἐκ τοῦ ὁρῶ,
καὶ τῆς ὑπὸ προθέσεως γίνεται ὑπόδρα, καὶ πλεο‐
νασμῷ ὑπόδρα, τὸ ὑφορᾷσθαι ἔστι· καὶ ἄλλως· ἔστι |
---|
20 | δρῶ, καὶ σημαίνει τὸ βλέπω, ἐξ οὗ καὶ τὸν δ’ ἄρ’
ὑπόδρα ἰδών. ἐκ τοῦ οὖν δρῶ γίνεται δρὰ καὶ μετὰ
τῆς ὑπὸ προθέσεως ὑπόδρα, τὸ δεινῶς ὑποβλέπειν.
ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἐκ τοῦ ὑποδρὰξ γέγονε·
καὶ διάτι ὀξύνεται; ἐπειδὴ τὰ εἰς ξ, λήγοντα ἐπιῤῥή‐ |
---|
25 | ματα, χωρὶς εἰ μὴ παρὰ προθέσεως γίνονται, ἅπαντα
ὀξύνονται· οἷον, εὐρὰξ, σημαίνει δὲ τὸ ἐκ πλαγίου,
ἀπρὶξ, ἐναλλὰξ, κουρίξ· εἶπε δὲ, εἰ μὴ παρὰ προθέ‐
σεως γίνεται, διὰ τὸ πάρεξ· τὸ γὰρ πάρεξ ἔχει τι
σημαινόμενον. ὅτε δὲ ὀξύνεται, οὐ φαμὲν ἐπίῤῥημα, |
---|
30 | ἀλλὰ δεύτερον πρόσωπον· σεσημείωται τὸ ἅπαξ· καὶ
τοῦτο ὅπερ ὤφειλε δέξασθαι, ἐν τῇ ἁπλότητι, ἐδέξατο
ἐν τῇ συνθέσει, ἅπαξ ἁπλῶς· τὸ δ’ ὑποδρὰξ ἀποβα‐
λὸν τὸ σύμφωνον, ἀνεβίβασε τὸν τόνον.
Ὑποπόδιον, παρὰ τὸ ποὺς ποδὸς, πόδιον καὶ ὑποπό‐ |
---|
35 | διον.
Ὑπωπιάζω, τὸ ἐπιτηρῶ καὶ φυλάττω· ὑποπιέζω δὲ
τὸ θλίβω, σφίγγω· τὶ διαφέρει τὸ ὑπωπιάζω τοῦ ὑπο‐
πιέζω; τὸ μὲν γὰρ ὑποπιέζω κοινόν ἐστι, τὸ δὲ ὑπω‐
πιάζω δωρικόν· τὸ γὰρ ε εἰς α τρέπουσι, καὶ τὸ ο |
---|
40 | εἰς ω.
Ὑποστηρίζω, παρὰ τὸ ἵστημι στήσω, στηρίζω καὶ
ὑποστηρίζω.
Ὑποψία, ὑφοράσεως διαφέρει· ὑποψία μέν ἐστι κα‐
κοῦ τινὸς ὑπόνοια, ὑφόρασις δὲ δόξα, καὶ ἐπὶ τῶν |
---|
45 | χειρόνων.
Ὑποπιεσμὸς, ἐνταῦθα διὰ τοῦ ο γράφεται τὸ πο,
ἀπὸ γὰρ τοῦ ὑποπιέζειν τινὰ ἑαυτὸν καὶ ταπεινοῦν
καὶ ἐκθλίβειν εἴρηται ὑποπιεσμός· ἑτέρωθεν διὰ
τοῦ ω γραπτέον, καὶ διὰ τοῦ α, ὑπωπιασμός· ἔστιν |
---|
upsilon 544 (50) | ἔλεγχος· ὑπωπιάζειν γάρ ἐστι τὸ αἰσχύνειν καὶ
ἐλέγχειν τινὰ ἑαυτὸν, διὰ τῶν ἐν τῷ σώματι αὐτοῦ
ὑπωπίων, ἤτοι μωλώπων· ὑπωπιάζει τυχὸν ὁ αἰκι‐
σθείς.
Ὑπόδρα, παρὰ τὸ δρῶ τὸ ὑφορῶ· ἢ παρὰ τὸ δέρκω |
55 | τὸ βλέπω, καὶ κατὰ συγκοπὴν δρῶ, δράσω, δράξω, δρὰξ
καὶ ὑποδρὰξ, καὶ κατὰ συγκοπὴν τοῦ ξ, ὑπόδρα· ἐκ
τούτου καὶ δραπέτης ὁ ὑποβλεπόμενος ἐν τῷ πέτε‐
σθαι ἤγουν φεύγειν, ὅθεν καὶ ὑπόδρομοι εἴρηνται ἀντὶ
τοῦ ὑφορώμενοι· καὶ ὡς ἐγένετο ἀπὸ τοῦ μιγδῶ μίγδα, |
---|
60 | καὶ ἀπὸ τοῦ ἠρεμῶ ἠρέμα, οὕτω καὶ ἀπὸ τοῦ δρῶ,
δρὰ, καὶ ἐν συνθέσει ὑπόδρα· τὸ δὲ δρῶ σημαίνει
τέσσαρα· δρῶ τὸ κρατῶ, ἐξ οὗ καὶ δάκτυλος, δρῶ τὸ |
---|
ὑπηρετῶ, ἐξ οὗ καὶ δραπέτης, ὁ ἀποδρῶν τῆς δουλείας· | |
upsilon 545 | δρῶ τὸ βλέπω, ἐξ οὗ καὶ ὑπόδρα ἰδών· καὶ δρήθω τὸ
κοιμῶμαι κατ’ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐ βλέ‐
πουσι· δρῶ τὸ πράττω, ἐξ οὗ καὶ δράμα.
Ὑποταγήσεται, ἐκ τοῦ ὑποτάσσω, ὁ β ἀόριστος ὑπέ‐ |
5 | ταγον, ὑπετάγην, ὑποταγήσομαι, ὑποταγήσεται.
Ὑποσκελίσαι, ἐκ τοῦ ὑποσκελίζω, τοῦτο παρὰ τὸ
σκέλος, τοῦτο παρὰ τὸ σκέλω τὸ ξηραίνω· ἢ σκέλη εἴ‐
ρηται, παρὰ τὸ ξηρότερα ἤγουν σκληρότερα εἶναι τῶν
λοιπῶν μερῶν. |
---|
10 | Ὑποσμίχουσα, διερεθίζουσα, ὑποκαίουσα, θλίβουσα,
καταπονοῦσα· καὶ ὑποσμύχουσα, τὸ ἠρέμα ὑπολάμπειν,
ἀπὸ τοῦ μυχοῦ τοῦ σκοτεινοῦ τόπου ἢ ἀφεγγοῦς· ἢ τὸ
τυφλώττειν καὶ μεμυκέναι.
Ὑπόστασις, ἔστι κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν |
---|
15 | καὶ ἀποστολικὴν, τὸ πρόσωπον, ἤγουν ὁ χαρακτήρ·
καθὼς φησὶν ὁ ἀπόστολος, ὃς ὢν ἀπαύγασμα τῆς
δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· πρόσωπον
δὲ καὶ χαρακτῆρας λέγομεν ἐπὶ θεοῦ, ἀσώματα καὶ
ἀπερίγραπτα, καὶ ἀσχημάτιστα. |
---|
20 | Ὑπόστασις, ἔστι πότε μὲν πᾶσα τοῦ τύχοντος
ὕπαρξις, πότε δὲ τὸ ἰδικὸν, περὶ τὸ κοινὸν, ὡς πα‐
τὴρ, υἱὸς καὶ ἅγιον πνεῦμα.
Ὑπόσχεσις ἐπαγγελίας διαφέρει· ὑπισχνεῖται μὲν
γάρ τις διδόναι τὶ μέλλον· ἐπαγγέλλεται δὲ ὁ διχὰ |
---|
25 | παρακλήσεως παρέχειν βουλόμενος· καὶ εἰς τὸ ὑπέ‐
σχετο.
Ὕπουλος, ἄνθρωπος, ἀπὸ μεταφορᾶς τῆς τῶν πρα‐
γμάτων ἀπονεμομένης οὐλῆς, οἷον ὁ μὴ προφανῆς
πονηρός· ὕπουλος γὰρ ὁ ἐγγὺς τὴν ὑγείαν θεῖναι |
---|
30 | μώλωψ.
Ὕπτιος, ὁ ὑψηλὸς, καὶ ὕπτιος ὁ ἀνὰ σκέλα πεσών.
Ὑιὸς, διὰ τὸ εἶναι ὅμοιος τῷ πατρί.
Ὗς, καὶ σῦς ὁ χοῖρος, παρὰ τὸ ὕω τὸ βρέχω· φιλεῖ γὰρ
τὸ ζῶον ἐν βορβόρῳ κυλίεσθαι· ὑὸς ὁ κανών· τὰ εἰς |
---|
35 | υς μονοσύλλαβα μακροκατάληκτα, διὰ καθαροῦ τοῦ ος
κλίνεται.
Ὑσμίνη, ὑπομίνη τις οὖσα, καὶ συγκοπῇ τῆς πο συλ‐
λαβῆς, καὶ πλεονασμῷ τοῦ ς, ὑσμίνη, ἢ πλεονασμῷ
τοῦ δ, δυσμίνη, ὡς διωκή· καὶ ἡ μὲν ἐτυμολογία ἀπ‐ |
---|
40 | αιτεῖ διὰ τῆς ει διφθόγγου γράφεσθαι· γάρ τις ἔστι
παρὰ τὸ δυσμενὴς, ἐκβολῇ τοῦ δ, ὑσμίνη· ἢ παρὰ
τὸ ὑπομένειν· γράφεται δὲ διὰ τοῦ ἰῶτα, τῷ λόγῳ
τῶν διὰ τοῦ ινη, τῷ εἰρημένῳ ἐν τῇ ἀδρηστίνῃ.
Ὕσσωπον, παρὰ τὸ ὕω τὸ βρέχω, ὁ μέλλων ὕσω καὶ |
---|
45 | τὸ ὢψ ὠπὸς, ὃ σημαίνει τὸ πρόσωπον καὶ τὸν ὀφθαλ‐
μόν· ἔστι δὲ βοτάνη καθαρτικὴ ῥύπου, παρομοία σαμ‐
ψύχῳ. σημαίνει δὲ δύο, τὸ ὕσσωπον τὴν βοτάνην, καὶ
τὸν σπόγγον.
Ὕσπλιγξ, τὸ κάγκελλον καὶ ἡ μάστιγξ. |
---|
upsilon 545 (50) | Ὕστατα, ἐπίῤῥημα μεσότητος· διάτι καλοῦνται μεσό‐
τητος; ἐπειδὴ ἀπὸ μέσων ὀνομάτων παράγονται, ἀπὸ
ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου· ἐὰν μὴ γάρ εἰσι
τριγενῆ, μεσότητος ἐπιῤῥήματα οὐ ποιοῦσι· καὶ πῶς
ἐστιν ἐπίῤῥημα; κανὼν γάρ ἐστιν ὁ λέγων, ὅσα ἐν |
55 | ὁμωφωνίᾳ καθέστηκε πληθυντικὰ ὀνόματα βαρύτονα,
ταῦτα καὶ εἰς ἐπιῤῥηματικὴν μετάγονται σύνταξιν·
ὥσπερ ἐστι τὸ, ἥδιστα οὖν μᾶλλον καυχήσομαι, ἥκιστα
ἀντὶ τοῦ οὐδαμῶς, τοῦτο ἀπὸ τοῦ οὐδετέρου· ἔστιν ἡ
εὐθεῖα τῶν πληθυντικῶν, ὕστατα, καὶ μετάγεται εἰς |
---|
60 | ἐπίῤῥημα.
Ὑστέρα, ἐπὶ τῆς μήτας, ἤτοι ἀπὸ τῆς θέσεως, ἢ ἀπὸ
τοῦ μὴ εὐθὺς, ἀλλ’ ὕστερον ἀποδιδόναι τὰς ἰδίας ἐνερ‐ |
---|
γείας. | |
upsilon 546 | Ὑστερῶ, ἐκ τοῦ ὕστερος, ὑστερίζω τὸ βραδύνω, ὑστε‐
ρῶ δὲ τὸ παντελῶς στερίσκω.
Ὕστατος, ὁ ἔσχατος, ὁ τελευταῖος, ἐκ τῆς ὑπὸ προ‐
θέσεως ὑπότερος καὶ συγκοπῇ ὕτερος καὶ πλεονασμῷ |
5 | τοῦ ς, ὕστερος· πλεονασμός ἐστιν ἢ ἴδιος τύπος; ἴδιος
τύπος ἐστί· κανὼν γάρ ἐστιν ὁ λέγων· ὅτι τὸ ο συγ‐
κοπτόμενον πέφυκε γίνεσθαι τὸ ς, οἷον, ἔστιν οὕτως·
ἔστι γὰρ θεόφατος ὄνομα, καὶ συγκοπῇ τοῦ ο, καὶ
πλεονασμῷ τοῦ ς, θέσφατος· οὕτως οὖν καὶ θεόκελος. |
---|
10 | καὶ θέσκελος, καὶ οὐδέτερον θέσκελον, καὶ θέσκελα·
οὕτως οὖν καὶ ὑπότερος, ὕστερος καὶ ὕστατος τὸ ὑπερ‐
θετικόν.
Ὕστερος, ὥσπερ παρὰ τὴν πρὸ πρόθεσιν γίνεται πρό‐
τερος, καὶ παρὰ τὴν ὑπὲρ ὑπέρτερος· οὕτω καὶ παρὰ |
---|
15 | τὴν ὑπὸ πρόθεσιν ὑπότερος καὶ συγκοπῇ τῆς πο, συλ‐
λαβῆς γίνεται ὕτερος, καὶ πλεονασμῷ τοῦ ς, ὕστερος.
Ὑστριχὲς, ὁ ὑσθρὶξ, ἤγουν ἡ τοῦ χοίρου θρὶξ, ἐκ
τοῦ ὗς καὶ τοῦ θρὶξ, καὶ κλίνεται ὑστριχίδος.
Ὑσίπη, ὁ ῥύπος τοῦ ἐρίου τῶν προβάτων. |
---|
20 | Ὑφαίνει, ἐκ τοῦ ὑφαίνω, τοῦτο ἐκ τοῦ ὕφος, τοῦτο
παρὰ τὴν ὑπὸ πρόθεσιν καὶ τὸ ὃς, ὅθεν ὑφὴ ὁ ἱστός·
ποίου εἴδους τὸ ὑφαίνειν; μεταφορικοῦ, ἀπὸ ἀψύχων
ἐπὶ ἔμψυχα.
Ὑφάντης, παροξυτόνως, τὰ εἰς της ὀνόματα ἔχοντα |
---|
25 | τὴν παραλήγουσαν εἰς ἀμετάβολον λήγουσαν, παροξύ‐
νεται. Λαέρτης, ὑφάντης· γίνεται ἀπὸ τοῦ ὑφαίνω.
Ὑφείμενος, ἵημι, ἥσω, ἧκα, ὁ παθητικὸς ἕμαι, ἡ
μετοχὴ ἕμενος καὶ εἵμενος πλεονασμῷ τοῦ ἰῶτα, μετὰ
τῆς ὑπὸ προθέσεως, ὑφείμενος ὁ ταπεινὸς καὶ ὑποχείριος. |
---|
30 | Ὑφέντες, ἀορίστου β, τῆς μετοχῆς τῶν εἰς μι· ἐκ
τοῦ ἵημι γέγονε ὁ β ἀόριστος ἧν, ἡ μετοχὴ εἳς ἕντος,
καὶ τὸ πληθυντικὸν ἕντες.
Ὑφεῖσαν, ἐκ τοῦ ἐῶ, τὸ συγχωρῶ, ὁ μέλλων ἐάσω,
τοῦ ἀορίστου τὸ τρίτον τῶν πληθυντικῶν εἴασαν, καὶ |
---|
35 | ἐν συγκοπῇ καὶ συνθέσει ὑφεῖσαν.
Ὑφέσεως, ταπεινόσεως, παραβάσεως.
Ὑφέξελε, ἔπαρον.
Ὑφηγοῦμαι, διηγοῦμαι, ἐξηγοῦμαι.
Ὑφορβὸς, συφορβὸς, χοιροβοσκός. |
---|
40 | Ὑφώμενος, ὑποβλεπόμενος, εὐλαβούμενος, ὑπονοῶν,
φοβούμενος.
Ὑψαύχην, ὑψολόφρων, μεγαλαύχην.
Ὑψήγορος, ἐκ τοῦ ὕψος καὶ τοῦ ἀγορῶ γίνεται
ὑψάγορος, καὶ τροπῇ τοῦ α εἰς η, ὑψήγορος, ὁ τὰ |
---|
45 | ὑψηλὰ καὶ μεγάλα δημογορῶν.
Ὑψηλὸς, ὑψηρός τις ὢν, ὁ ἐν ὕψει ᾐρμένος, μετά‐
θεσιν γὰρ πέπονθε τὸ λ εἰς ρ.
Ὑψηλὸς, παρὰ τὸ ὕψος· ἢ παρὰ τὸ ὑψώσω.
Ὑψηλὸν, παρὰ τὸ εἶναι ἄορον· ἐὰν γὰρ ἔχῃ αὐτὸ τὸ |
---|
upsilon 546 (50) | σημαινόμενον σῶμα, ὡς τὸν οὔρανον ὁ ἥλιος τῇ ἡμέρᾳ,
καὶ οἱ ἀστέρες τῇ νυκτί· τὸ γὰρ ὕψη σημαίνει τὸ
ἄπειρον, τὸ δὲ λον λίαν ὅ ἐστι πολύ· πόσα σημαίνει
τὸ ὑψηλόν; ὑψηλὸν τὸ μέγα καὶ ὑπέροχον ὑψηλὸν δὲ
τὸ λεπτὸν, τὸ αὐτὸ καὶ ὑπὸ τοῦ ἱματίου· καὶ ἄλλως |
55 | ὕψος ὑψηρὸς, καὶ τροπῇ ὑψηλός· πένθος πενθηρὸς
ἐχρῆν καὶ οὕτως εὑρίσκεται ἐπὶ ἱματίου.
Ὑψήγορε, μεγαληγόρε.
Ὑψιβρεμέτης, ὁ ἐν τῷ ὕψει βροντῶν.
Ὑψιπέτης, ὁ εἰς ὕψος πετώμενος, τῷ δὲ τονῷ ἀνα‐ |
---|
60 | γνωστέον, ὡς τὸ νεφεληγερέτης.
Ὑψίζυγος, ὁ ἐπὶ ὑψηλοτάτου θρόνου καθεζόμενος,
καὶ τὴν τῶν ἄνω καθέδραν ἔχων· ἡ μεταφορὰ ἀπὸ |
---|
τῶν ἐν ναῦσι ζυγῶν ἐφ’ ὧν καθέζονται οἱ ἐρέσσοντες· | |
upsilon 547 | ἢ ὁ ἐν ὕψει ζυγοστατῶν, καὶ ἀπονέμων ἑκάστῳ τὸ
πεπρωμένον.
Ὑψιστάριος, αἵρεσις αὕτη· ἄνθρωποι γάρ τινες αἱρε‐
τικοὶ, οὔτε πατερὰ, οὔτε υἱὸν ὁμολογοῦντες, εἰ μὴ |
5 | μόνον ὕψιστον.
Ὕψιστος, ὁ ἐν τῷ ὕψει ἑστώς· γίνεται ἐκ του ὕψος,
τὸ συγκριτικὸν ὁ πρῶτος τύπος ὑψότερος, ὁ δεύτερος
ὑψείων καὶ ἐξ αὐτοῦ ὑπερθετικὸν ὕψιστος. τὰ εἰς ων |
---|
συγκριτικὰ μεταβάντα εἰς ὑπερθετικὰ, εἰ μὲν εἴῃ δι‐ | |
upsilon 548 | σύλλαβα, παρατηρεῖ τὴν παραλήγουσαν, οἷον, πλείων
πλεῖστος, ῥᾴων ῥᾷστος· εἰ δὲ ὑπὲρ δύο συλλαβὰς,
τρέπει αὐτὴν ἐν τῷ ὑπερθετικῷ, ἀρείων ἄριστος, οὕτω
καὶ ὑψείων ὕψιστος. |
5 | Ὑψοῦ, ἐν ὕψει, ποιητικῶς.
Ὑιωνὸς, ὁ τοῦ υἱοῦ υἱός, ὥσπερ καὶ δεσπόσυνος, ὁ
τοῦ δεσπότου υἱός.
Ὕω, εἰς τὸ ὑλὶς, καὶ ὗς, καὶ ὕσσωπον. |
---|
9t | Τέλος τοῦ Υ στοιχείου. | |
---|
phi 547 (post 9t) | ΑΡΧΗ ΤΟΥ Φ ΣΤΟΙΧΕΙΟΥ. |
10 | Φάανθεν, ἐφάνησαν, ἀορίστου πρώτου παθητικοῦ, ἀπὸ
τοῦ φαίνω, ἀόριστος πρῶτος παθητικὸς ἐφάνθην, καὶ
τὸ τρίτον τῶν πληθυντικῶν ἐφάνθησαν, καὶ ποιητικῶς,
αἰολικῶς. ἢ καὶ Δωρικῶς φάανθεν, πλεονασμῷ τοῦ α·
ἔθος γὰρ ἔχουσιν οἱ Αἰολεῖς καὶ Δωριεῖς τὰ ἔχοντα ῥή‐ |
---|
15 | ματα τὴν μετοχὴν εἰς ς, μετ’ ὀξείας τάσεως, σχημα‐
τίζειν τὰ τρίτα τῶν πληθυντικῶν, ὡς καὶ ἐκόσμηθεν.
Φάβα, Φαβώνιος παρὰ Ῥωμαίοις ὁ Ζέφυρος καλεῖται,
οὗ καταρχομένου πνεῖν, πέφυκεν ὁ τοιοῦτος καρπὸς
βλαστάνειν. |
---|
20 | Φαγεῖν, τὸ θέμα φάγω καὶ τὸ ἀπαρέμφατον φαγεῖν.
Φάγομαι, ἐκ τοῦ φάγω, ὁ β ἀόριστος ἔφαγον, καὶ ὁ
μέλλων δεύτερος φαγῶ καὶ ὁ μέσος μέλλων δεύτερος
ὤφειλεν εἶναι φαγοῦμαι, ὡς ποιοῦμαι, ἀλλὰ σεση‐
μείωται τὸ φάγομαι, πίομαι, ἔδομαι· τὸ δεύτερον, |
---|
25 | φάγῃ, πίῃ, ἔδη.
Φαγώλιον, μαρσίππιον.
Φαέθων, ὁ ἥλιος.
Φαεσίμβρωτος, φθείρουσα τοὺς ἀνθρώπους.
Φαεινὴ, λαμπρά. |
---|
30 | Φαεινὸν, λαμπρὸν ὡραῖον.
Φάεα, φάη, ὀφθαλμοὶ, ὅτι ἐξ αὐτῶν τὸ φῶς προχεῖ‐
ται· ἢ ὅτι φωτός εἰσι κριτικοί.
Φάρυγξ, παρὰ τὸ φέρω, δι’ ἧς φέρεται τὸ πνεῦμα,
καί ἐστιν παρώνυμον φέρω, φόρος καὶ φάρος· καὶ πα‐ |
---|
35 | ρώνυμον φάρυγξ λέγεται τὸ ἀπόσπασμα τῆς γῆς· εἴ‐
ρηται ἀπὸ τοῦ σπαράσσω, σπάραγξ καὶ τροπῇ φά‐
ραγξ.
Φαμίλιος, ἡ γανὴ καὶ φαμιλία· ἄλλοι δὲ τὴν δούλην.
Φαμιλίων, οἰκετικῶν ἀνδραπόδων. |
---|
40 | Φαινόλην, παρὰ τὸ φαίνεσθαι ὅλον, ἀπὸ τοῦ φαίνω
ῥήματος, ὤσπερ ἀπὸ τοῦ φῶ καὶ παρ’ Ὁμήρῳ παι‐
φάσσουσα.
Φακὸς, ὁ ὠμός.
Φακὴ, ἡ ἑψηθεῖσα. |
---|
45 | Φαιδρωπὸν, τὸ τερπνὸν, φαιδρόν τε καὶ χάριεν πρόσ‐
ωπον.
Φαιδρὸς, παρὰ τὸ φαίνω φαινηρὸς καὶ κατὰ συγκοπὴν
τοῦ ἦτα καὶ τροπῇ τοῦ ν εἰς δ φαιδρὸς· ἢ παρὰ τὸ φαός. |
---|
phi 547 (50) | Φαινώλην / φαινόλην, ὡς καὶ τὸν φαινώλην / φαινόλην ἀποδύσασθαι, τουτ’‐
ἔστι τὸ ἱμάτιον· παρὰ τὸ φαίνεσθαι ὅλον· ἢ ἀπὸ τοῦ
φαίνω ῥήματος, ὅπερ ἔστιν ἀπὸ τοῦ φῶ, ἐξ οὗ καὶ
παρ’ Ὁμήρω, παιφάσσουσα.
Φαεινὸς, διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν εἰς νοο |
55 | ὀξυτόνων παρωνύμων, τῷ εἰρημένῳ ἐν τῷ αἰπεινός· | |
---|
phi 548 (10) | καὶ ἄλλως· ἐπειδὴ οἱ Αἰολεῖς φάενος λέγουσιν ἀπο‐
βάλλοντες τὸ ἰῶτα καὶ διπλασιάζοντες τὸ σύμφωνον.
Φάρυγξ, παρὰ τὸ ἐσθίειν καὶ ἀπολαύειν, ὥσπερ καὶ
λάρυγξ διὰ τὸ λαλεῖν.
Φαινόλης, ὁ ἄγαν ἀπατηλός. |
15 | Φαιὸν, χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ, ἤγουν
μύϊνον.
Φαλὸς, ἐκ τοῦ φῶ τὸ φαίνω, ὁ μέλλων φώσω· φαλὸν
τὸ λαμπρὸν, ἐξ οὗ καὶ παμφαλτρʹ.. ὁ τὴν κάραν φα‐
λαρὰν ἔχων· Θυτοῦ τὴν λαμπράνιν. |
---|
20 | Φαεινῶ, λαμπρῶ, μέλλοντα οὐκ ἔχει ἀλλ’ ἄχρι τοῦ
παρακειμένου κλίνεται.
Φαίδιμος, ὁ λαμπρός.
Φακὴ, φωκή τις οὖσα, ἡ τὰ φῶτα βλάπτουσα, τουτ’‐
ἔστι τοὺς ὀφθαλμούς· ἢ παρὰ τὸ αἰκίζειν τὰ φάη, |
---|
25 | ὡς καὶ ὁ ἰατρικὸς λόγος μαρτυρεῖ, φακακή τις οὖσα,
ἡ τὰ φάη κακοῦσα.
Φακιόλιον, σιμικίνθιον.
Φακίη, παρὰ Ἰταλοῖς ἡ ὄψις λέγεται· ἐκεῖθεν φα‐
κιόλιον, τὸ ἐν τῇ ὄψει. |
---|
30 | Φακλοὺς, φορτία.
Φάλαγγες, οἱ πάλαγγες, παρὰ τὸ πέλας καὶ ἐγγὺς
ἀλλήλων εἶναι.
Φαλὸς, ἀσπιδίσκιόν τι λαμπρὸν, ὁ δηλοῖ τὸ φάλειον,
ὅ ἐστι λευκὸν παρὰ τὸ φάος, ἐξ οὗ καὶ φαλακρὸς, ὁ |
---|
35 | ἔχων φάλειαν κάραν.
Φάλαγγες, αἱ μὲν τῶν νηῶν, παρὰ τὸ σπᾷν εἰς τὴν
ἅλα, αἱ δὲ τάξεις παρὰ τὸ πελάσαι ἄγχι.
Φάλιος, φαλακρὸς, ὁ τὸ ἄκρον ἔχων φαλὸν, ὅ ἐστι
λαμπρὸν, παρὰ τὸ φώς· καὶ εἰς τὸ βάλιος. |
---|
40 | Φαρκίδιον, τὸ τέταρτον· φαλκίδιος ὁ κόπτων ἀπὸ με‐
ταφορᾶς τοῦ δρεπάνου.
Φάλλος, ὁ φορῶν τὸν φάλλον, ἤγουν τὸ δερμάτιον,
μήριον καὶ ἐρυθρόν· καὶ φαλὸς ὁ λευκός.
Φαλλὸν, αἰδοῖον ἀνδρικὸν ἐκ ξύλου, ὅπερ ἐν τῇ τοῦ |
---|
45 | διονύσου ἑορτῇ φοροῦντες ἐχόρευον.
Φαντασία, φαοστασία, τῶν ἀφανῶν στάσις.
Φανότατος, λαμπρότατος.
Φανῶ, εἰς τὸ ἐξέφηνα.
Φάρος, κατ’ Ἀθηναίους ἱμάτιον, οἱονεὶ φέρος, τὸ φερό‐ |
---|
phi 548 (50) | μενον ἱμάτιον, παρὰ τὸ φορεῖσθαι.
Φάρος, παρὰ τὸ φῶς ἐστι θεωρούμενον.
Φάρος, περιβόλαιον, ἅρμενον· εἴρηται δὲ παρὰ τὸ φέ‐
ρεσθαι, ἢ τὸ ὑφῇ ἀρηρέναι.
Φάλαγξ, τάξις στρατιωτικὴ, ἐπειδὴ τὸ παλαιὸν ξύλοις |
55 | ἐμάχοντο· φάλαγγας μὲν γὰρ τὰ ξῦλα ἐκάλουν οἱ | |
---|
phi 549 | ἀρχαῖοι. ἔτι γοῦν καὶ ἡμεῖς τὰ τῶν ξύλων οἰκοδομή‐
ματα φάλαγγας καλοῦμεν· φάλαγξ δὲ καὶ οὐλαμὸς δια‐
φέρει· φάλαγξ μὲν γάρ ἐστι τάξις συνεστηκυῖα ἐξ
ἑκατὸν εἴκοσιν ἀνδρῶν· ὁ δὲ οὐλαμός, ἐξ ἀνδρῶν τε‐ |
5 | τρακισχιλίων καὶ ἕξ.
Φάραγξ, παρὰ τὸ χαράσσω, χαράξω χάραξ, καὶ τρο‐
πῇ τοῦ χ εἰς φ, καὶ πλεονασμῷ τοῦ γ φάραγξ. ση‐
μαίνει δὲ τὴν ἐξ ὑδάτων τοῖς ὄρεσιν, ἢ τῇ γῇ γινομέ‐
νην κοιλότητα. |
---|
10 | Φάρμακα, ἰάματα· φάρμακα γὰρ κυρίως ἐκεῖνα λέ‐
γονται, τὰ οἱονεὶ ἐπιφέροντα τὸ ἄκος, ἤγουν ἴασιν, ἢ
τὰ φέροντα ἄκεσιν· εἴρηται δὲ ἀπὸ τῶν ἀνθῶν· καὶ
γὰρ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὴν ἐν βά‐
θει στόμωσιν. |
---|
15 | Φαρμακεῖα, ἐκ τοῦ φαρμακεύω· τοῦτο ἐκ τοῦ φάρ‐
μακος, τοῦτο ἐκ τοῦ φέρειν ἄκος, τουτ’ἔστιν ἴαμα.
Φαρμακεῖα γοητείας διαφέρει, ὅτι τὸ μὲν δηλητή‐
ριον λαμβάνεται ἐπὶ θανασίμου· τὸ δὲ φάρμακον ἐπὶ
ζωῆς. |
---|
20 | Φάρος, εἰ μέν ἐστιν ἀρσενικὸν σημαίνει τὸν τόπον· εἰ
δὲ θηλυκὸν, σημαίνει τὴν πόλιν· εἰ δὲ οὐδέτερον ση‐
μαίνει τὸ ἱμάτιον· ἔστι δὲ ὁμώνυμον· καὶ εἰς τὸ ὦκα.
Φάραγξι, παρὰ τὸ φάραγξ, τοῦτο παρὰ τὸ ῥήσσω,
τὸ ῥηγνύω, ὁ β ἀόριστος ἔῤῥαγον· καὶ ἐξ αὐτοῦ φά‐ |
---|
25 | ραγξ· ἐτυμολογεῖται δὲ παρὰ τὸ φαίνεσθαι ἐν αὐτῇ
ῥῆμα.
Φάρμακος, παρὰ τὸ φάρμακον· τοῦτο παρὰ τὸ φέρειν
ἄκος.
Φάξας, ἀπατήσας, γοητεύσας, ἰατρεύσας. |
---|
30 | Φάσαν, ἔφασαν καὶ εἶπον, ὡς φάσαν ἡ πληθύς· διάτι
τῷ πληθυντικῷ ἀριθμῷ ἑνικὴν φωνὴν συνέταξεν ὁ
ποιητής; ἑνικὰ γὰρ ὀνόματα ἑνικοῖς συντάσσονται ῥή‐
μασι, καὶ πληθυντικὰ ὁμοίως πληθυντικοῖς· τὰ γὰρ
περιληπτικὰ ὀνόματα δύο συντάξεις ἀναδέχονται, τῷ |
---|
35 | λόγῳ τῆς φωνῆς, καὶ τῷ λόγῳ τοῦ σημαινομένου·
πληθυντικῷ δὲ ἀριθμῷ συνέταξεν, εἰ καὶ τῇ φωνῇ
ἑνικῇ, τὸ πληθὺς, κατὰ τὸν τοῦ σημαινομένου χαρα‐
κτῆρα.
Φαλαρίτης, ἡ ἀθηνὰ· ἢ ἀπὸ τῶν τῆς περικεφαλαίας |
---|
40 | φαλάρων· καὶ ἀπὸ φαλάρου κώμης τιμώσης τὸν δαί‐
μονα· οἱ δὲ ἀπὸ τῶν ἐπάλξεων, ἃς ἐκάλουν φάλαρα
ἐμπαθῶς.
Φάσγανον, ἄορ, ξίφος, παρὰ τὸ σφάζω, σφάσω,
σφάγανον καὶ φάσγανον· ἢ παρὰ τὸ σφάσαι, ὅ ἐστι |
---|
45 | φονεῦσαι.
Φείδομαι, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ φεύ‐
γειν καὶ τὸ δοῦναι, γίνεται φεύδομαι καὶ τροπῇ τοῦ υ
εἰς ι φείδομαι· τὸ δὲ φίδος, τὸ ῥηματικὸν ὄνομα, τὸ
σημαῖνον τὸ φειδωδὲς, ἐπὶ κρατήσει, διὰ τοῦ ἰῶτα |
---|
phi 549 (50) | γράφεται.
Φείδομαι, τὸ ἐλεῶ, ἐξ οὗ καὶ ἀφειδὴς, καὶ ἐφεισά‐
μην, καὶ ἀφαιδίσαι.
Φάσγανον, σπάγανόν τι ὂν, παρὰ τὴν σπάσιν· παρὰ
τὸ σφᾶσθαι, ὅ ἐστι φονεῦσαι· ἢ σφάζω σφάγανον |
55 | καὶ φάσγανον.
Φειδωλὸς, φευδωλός τις ὢν, ὁ φεύγων τὴν δόσιν καὶ
τὸ δοῦναι, οὕτως Ἡρωδιανός.
Φείδεσθαι, ἀπὸ τοῦ Φειδῶνος ἑνὸς τῶν Ἡρακλείδων,
μειώσαντος τὰ μέτρα, καὶ διὰ μικροῦ ἀργυρίου ἐνδαλα‐ |
---|
60 | γὰς τίθεσθαι. | |
---|
phi 550 | Φάσκαλος, φασκωλίου διαφέρει· φασκαλὸν μὲν γάρ
ἐστιν ἱμάτιον χωρίς· φασκώλιον δὲ τὸ δερμάτιον.
Φᾶσθαι, λέγειν, εἰπεῖν· μέσος ἀόριστος πρῶτος, ἀπα‐
ρεμφάτου τῶν εἰς μι, γέγονεν ἐκ τοῦ φῶ τὸ φαίνω, |
5 | παράγωγον φημὶ, ὁ μέλλων φήσω, ὁ ἀόριστος ἐφά‐
θην, ὁ μέσος ἐφάμην, ἔφασο, ἔφατο, φᾶσθαι.
Φασκώλιον, καὶ πρὸς γεμεστόν, κατὰ τὸ πλέον καὶ
ἐμβριθέστατον ποιῶν τὸ φασκώλιον, τουτ’ἔστι δερμά‐
τινον βαλάντιον. |
---|
10 | Φασκώλιον δὲ τὸ μέγα, εἰς ὃ τὰ ἱμάτια ἐμβάλλε‐
ται· φασκώλιον οὖν, οἱονεὶ ἀσκώλιον, τῷ ἀσκῷ
ἐοικός.
Φάσκοντες, λέγοντες.
Φασουλὶς, ὄσπρεα, φῶς ὅλον, ἢ παρὰ τὸ φυσῶ, φυ‐ |
---|
15 | σωλή τις οὖσα.
Φακλὴν, διὰ τὸ φαίνειν καλῶς.
Φατλὴν, διὰ τὸ φαίνειν τηλόθεν.
Φάτνη, παρὰ τὸ φαγεῖν, φάγνη τὶς οὖσα καὶ τροπῇ
τοῦ γ εἰς τ φάτνη· ἢ παρὰ τὸ πατῶ τὸ ἐσθίω, ἐξ |
---|
20 | οὗ καὶ τὸ παύσασθαι παράκειται ἐπὶ τοῦ ἐσθίειν, καὶ
τροπῇ τοῦ π εἰς φ φάτνη.
Φάτις, ἡ φήμη.
Φατρία, ἐκ τοῦ φρατὸς, ὃ σημαίνει τὸν συγγενῆ· λοι‐
πὸν ἐξ αὐτοῦ φράτερος φρατερία καὶ συγκοπῇ καὶ |
---|
25 | ἀποβολῇ τοῦ ρ, φατρία· λέγεται δὲ ἡ συγγένεια.
Φαῦλος, παρὰ τὸ φαύω τὸ λάμπω φαύσω, φαῦλος, ὁ
φανερούμενος εἰς ἃ ἐργάζεται· ἢ παρὰ τὸ παύω,
παῦλος καὶ φαῦλος, τὸ γὰρ κακὸν ταχὺ παύεται, τὸ
δὲ καλὸν οὐδέποτε· καὶ εἰς τὸ ἀποφαυλίζοντες. |
---|
30 | Φαυλίστρια, ἡ καταγελῶσα.
Φαύω, εἰς τὸ αὔω, καὶ φαῦλος, καὶ φήμη.
Φευρουάριος, ἀπὸ φρούρας τινὸς θεὰς ὀνομασθῆναι.
Φείδω, εἰς τὸ ἀπείθησε.
Φειδίας, φείδομαι, διὰ τῆς ει διφθόγγου, παρὰ γὰρ |
---|
35 | τὸ φεύγειν καὶ τὸ δοῦναι γέγονε φεύδομαι καὶ τροπῇ
τοῦ υ εἰς ι φείδομαι.
Φέγγος, παρὰ τὸ φωτὸς εἶναι γέννημα καὶ μήνυμα·
καὶ εἰς τὸ ἀφεγγής.
Φενακίζω, ἐκ τοῦ φρὴν φρενὸς φρενακίζω καὶ ἐκ‐ |
---|
40 | βολῇ τοῦ ρ φενακίζω.
Φενακισθέντες, ἀντὶ τοῦ ἀπατηθέντες· γίνεται παρὰ
τὸ φενάκη· ἔστι δὲ κόσμος γυναικεῖος, ἡ λεγομένη
οὐρά· τὸ φε ψιλόν.
Φενακισθείη, χλευασθείη, ἀπὸ τοῦ φενακίζω· τοῦτο |
---|
45 | παρὰ τὸ τὰς φρένας αἰκίζειν· συντάσσονται μετὰ πτώ‐
σεως γενικῆς.
Φένω, τὸ φε ψιλὸν, ἀπὸ τοῦ φῶ τὸ φονεύω, κατ’
ἀποβολὴν τοῦ φ ἕνω, καὶ κατὰ παραγωγὴν ὄνομα ῥη‐
ματικὸν ἐνύω καὶ ἐνυάλιος· ἐκ τούτου οὖν ἕνω γίνεται |
---|
phi 550 (50) | ἔτερον ὄνομα ἔντης καὶ μετὰ τοὺ αὐτὸς αὐτοέντης, καὶ
κατὰ συγκοπὴν αὐτέντης καὶ ὁ τόνος τὸ ε δασύνεται,
γίνεται αὐθέντης, ὁ ἑαυτὸν ἀναιρῶν· φένω οὖν ὁ β
ἀόριστος ἔφενον καὶ μετὰ τῆς ἐπὶ προθέσεως καὶ συγ‐
κοπῇ ἔπεφνον, καὶ ἡ μετοχὴ πέφνων· καὶ σεσημείω‐ |
55 | ται βαρυνόμενον, εἰς τὸ πέφνη.
Φερέοικος, ὁ κοχλίας, καὶ ἡ χελώνη, ὅτι φέρουσι
τὸν οἶκον· ἀφερέοικος δὲ, ὁ μὴ φέρων καὶ ἔχων οἶ‐
κον.
Φερέγγυος, ἀξιόπιστος, ἐγγυητὴς, φέρων τὸ βέ‐ |
---|
60 | βαιον. | |
---|
phi 551 | Φέρουλλα, ἡ κρούουσα ἐκ τοῦ φέριρε.
Φερέζωον, παρὰ τὸ φέρω καὶ τὸ ζωὴ, γίνεται φερέ‐
ζωος, ὁ τὴν ζωὴν φέρων.
Φέρβειν, τρέφειν. |
5 | Φέρετρον, ἡ τῶν νεκρῶν κλίνη.
Φέρνη, προὶξ, δωρέα, φερνή τις οὖσα, ἀπὸ τοῦ φέ‐
ρεσθαι, οὕτως Ἡρακλείδης.
Φερσεφόνη, οἱ μὲν ὅτι φερβικὴν ὄνησιν ἡμῖν παρέχει·
οἱ δὲ ὅτι φέρβον ἐφόνευσεν τὸν γίγαντα· ἢ ὅτι πρὸς |
---|
10 | αὐτὸν τοὺς πεφονευμένους ἄγει.
Φέρτερος, ἀπὸ τοῦ φέρω φέρτερος· γίνονται τὰ συγ‐
κριτικὰ ἐξ ὀνομάτων, ὡς ὀξὺς ὀξύτερος, ἀπὸ ῥήματος,
ὡς τὸ φέρω φέρτερος, ἀπὸ προθέσεως, ὡς τὸ πρὸ
πρότερος, ἀπὸ ἐπιῤῥήματος, ὡς τὸ πάλαι παλαί‐ |
---|
15 | τερος.
Φέρω, τοῦ ἄγω διαφέρει· τὸ γὰρ φέρω ἐπὶ ἀψύχων
τάσσεται· τὸ δὲ ἄγω ἐπὶ ἐμψύχων· φέρω τὸ βιβλίον,
ἄγω τὸν ἄνθρωπον· καὶ εἰς τὸ ἄγειν καὶ βουλη‐
φόρος. |
---|
20 | Φερώνυμος, ὁ ἀληθὲς ἔχων καὶ φέρων τὸ ὄνομα.
Φήσω, παρὰ τὸν φήσω μέλλοντα, ὥσπερ γνώμη παρὰ
τὸν γνώσω μέλλοντα.
Φήληκα, τὰ σῦκα.
Φηλήτης, ὁ ἀπατέων· φηλήτης οὖν λέγεται, οἱονεὶ |
---|
25 | φαυλήτης, παρὰ τὸ φαυλῶς καὶ εὐχερῶς ἰέναι καὶ
ἀναχωρεῖν.
Φηλήτης, ὁ λῃστὴς καὶ κλέπτης, παρὰ τὸ ὑφέλεσθαί
τι.
Φήμη, ὥσπερ παρὰ τὸ νοῶ νοήσω, νοήμων, νοήμη καὶ |
---|
30 | γνώμη, καὶ κινήσω κινήμη καὶ κνήμη, οὕτω καὶ φήσω
φήμη, παρὰ τὸ φῶ· τοῦτο δὲ παρὰ τὸ φῶς· φῶς
γὰρ τῶν πραγμάτων ὁ λόγος· τὸ δὲ φῶς παρὰ τὸ
φάος· τὸ δὲ φάος, παρὰ τὸ φαύω τὸ λάμπω.
Φηγῷ, δρυΐ· εἴρηται δὲ παρὰ τὸ φώγεσθαι, ὅ ἐστι |
---|
35 | καίεσθαι· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες, τὰ
ἔξω ἔκαιον πρὸς θέρμην, ὅθεν καὶ βαλανεῖα· καὶ οἱ
ἕτεροι ἐκ τοῦ πλεῖν αὐτὰ ἐχρῶντο· ἔστι δὲ ἰσχυρὸν
καὶ πολυχρόνιον.
Φθινόπωρον, ὁ σεπτέμβριος καὶ ὀκτώβριος καὶ νοέμ‐ |
---|
40 | βριος, παρὰ τὸ φθίνειν, τουτ’ἔστι παύειν ἐν αὐτοῖς
τὴν ὀπώραν.
Φιάλη, ὥσπερ φιαρή τις οὖσα· φιαρὸν γὰρ τὸ
θερμόν.
Φθὶρ, δὲ ὄνομα κύριον σημαίνει, διὰ τοῦ ἰῶτα γραφό‐ |
---|
45 | μενον· γέγονε δὲ υἱὸς Ἐνδυμίωνος.
Φημὶ, λέγω, διάτι οὐκ ἀναδιπλασιάζεται; ἐπειδὴ ἐγκλι‐
τικόν ἐστι· καὶ τὰ ἐγκλινόμενα, ἢ μονοσύλλαβα θέλει
εἶναι, ἢ δισύλλαβα· τούτου χάριν οὐκ ἀναδιπλασιάζε‐
ται· σημαίνει δὲ τὸ λέγω καὶ τὸ φονεύω· φῶ γάρ |
---|
phi 551 (50) | ἐστι ῥῆμα, καὶ σημαίνει τὸ λέγω, ἐξ αὐτοῦ παράγωγον
ῥῆμα φημὶ, ὁ παρακείμενος πέφηκα, ὁ παθητικὸς πέ‐
φαμαι, πέφαται τὸ τρίτον· ἐξ οὗ τὸ, πέφαται ἀνὴρ
ἄριστος· ἐξ αὐτοῦ ὄνομα φατός· αἳ ῥά τε φῶτας ἀρηϊ‐
φάτους κατέδουσι· τὸ δεύτερον φῆς, τὸ τρίτον |
55 | φησί.
Φήνη, ἔστι δὲ πετεινὸν ἶσον ἀετῷ.
Φῆς, τί φῆς ὦ Πυθαγόρα;
Φηρσὶν, ἀντὶ τοῦ θηρσὶ, κατὰ μετάθεσιν τοῦ θ εἰς φ,
ὡς τὸ θλᾷν, φλᾷν· κυρίως δὲ φῆρες λέγονται σύαστροι, |
---|
60 | καὶ οἱ τούτους λαμβάνοντες θηρευταί. | |
---|
phi 552 | Φθέγγω, ἔστι φῶ τὸ λάμπω, ἐξ αὐτοῦ γίνεται φθέγ‐
γω καὶ φθόγγος.
Φθέγγεσθαι, πλεονασμός ἐστι τοῦ θ, φθέγγεσθαι
γὰρ γίνεται παρὰ τὸ φέγγος, ὅ ἐστι φῶς· εἴρηται, |
5 | παρὰ τὸ εἰς φῶς ἄγειν τὰ τοῦ νοῦ.
Φθόη, καὶ φθόσις ἡ φθίσις.
Φθινοῦσαν, ἐλαττουμένην.
Φθινύθειν, φθινύθω ἄχρι τοῦ παρατατικοῦ κλίνεται,
καὶ μινύθω. τοῦτο δὲ ἐκ τοῦ φθίω· τὸ φθι ἰῶτα· |
---|
10 | καὶ διὰ τῆς ει διφθόγγου γράφεται· φθείσει σε τὸ
σὸν μένος.
Φθίνω, καὶ φθιτὸν καὶ φθίω, εἰς τὸ ἄφθιτον.
Φθίμενον, τεθνηκὸς καὶ ἀποφθίμενον, τὸ ῥῆμα φθί‐
μι· ἐκ τοῦ φθίω ὁ μέλλων φθίσω, ὁ παρακείμενος |
---|
15 | ἔφθικα, καὶ τὸ παθητικὸν ἔφθιμαι καὶ ὁ ἀόριστος
πρῶτος παθητικὸς ἐφθίτην, τὸ πληθυντικὸν ἐφθίτη‐
μεν, τὸ τρίτον ἐφθίτησαν, καὶ Βοιωτικῶς ἔφθιτεν καὶ
ἀπέφθιτεν ἐσθλοὶ ἑταῖροι.
Φθόνος, παρὰ τὸ φθέρω καὶ φθένω· ἢ παρὰ τὸ |
---|
20 | φόνος ἐκβολῇ τοῦ θ, καὶ εἰς τὸ ἄχος καὶ ζῆλος.
Φθορὰ, ἐκ τοῦ φθέρεσθαι ῥᾷον, ἤγουν σήπεσθαι εὐ‐
χερῶς· φθίσις γὰρ ἡ σῆψις, ἔστι γὰρ φθισήνωρ.
Φθορά ἐστιν ἡ ἐκ τοῦ ὄντος, ἐπὶ τὸ μὴ ὂν, μετα‐
βολή. |
---|
25 | Φιάλη, μέγα ποτήριον, παρὰ τὸ πίνω καὶ τὸ ἅλις, ὃ
σημαίνει τὸ δαψιλῶς, ἡ τὸ πίειν ἅλις παρέχουσα·
πῶς δεῖ ἀναγινώσκειν φιάλη, ἢ φιάλη; φιάλη· διάτι;
τὰ διὰ τοῦ αλη θηλυκὰ ὀνόματα ὑπὲρ δύο συλλαβὰς,
ἀσυνάληπτα ὄντα, βαρύνονται, οἷον μεσσάλη, αἰθάλη, |
---|
30 | οὕτως οὖν καὶ φιάλη· σεσημείωται τὸ κεφαλὴ ὀξυνό‐
μενον· καὶ εἰς τὸ ὑπερφίαλος.
Φιαρὸς, παρὰ τὸ φάος, φιάρη ἡ λάμπουσα, παρὰ τὸ
φάος.
Φθεὶρ, ὁ ἀπὸ τῆς φθορᾶς τοῦ σώματος γενόμενος, |
---|
35 | παρὰ τὸ φθείρεσθαι.
Φιλαλήθης, οὐδέτερον φιλάληθες.
Φιλέεσκεν, ἐκ τοῦ φιλῶ, φιλήσω, καὶ οἱ Δωριεῖς τρέ‐
πουσι τὸ ἦτα εἰς δύο εε καὶ γίνεται φιλεέσσω καὶ
πλεονασμῷ τοῦ κ φιλεέσκω καὶ ὁ παρατατικὸς ἐφι‐ |
---|
40 | λέεσκον, ἐφιλέεσκες, ἐφιλέεσκε, καὶ ἐκβολῇ τοῦ ε, φί‐
λεσκε.
Φίλημα, τὸ φιλοῦν καὶ τὸ φιλούμενον ἅμα.
Φιλήτας, τοὺς ἀφαιρεῖν ἔτι καὶ ἐμφορεῖν ἐθέλοντας·
παρὰ τὸ ἀφαιρεῖν καὶ ὑφελεῖν τοῦ ὀνόματος αὐτῆς τι‐ |
---|
45 | θέντος.
Φίλην, ἀγάπην, ἐκ τοῦ φύλος, τὸ δὲ φύλος ἐκ τοῦ
φύω, φύσω, φύλος καὶ φίλος, ὁ προσφιλής.
Φιλήτης, ὁ κλέπτης, κατ’ ἀντίφρασιν, ὁ μισούμενος,
καὶ γὰρ ἄφιλος ὁ κλέπτης· γέγονε δὲ παρὰ τὸ ῥᾳ‐ |
---|
phi 552 (50) | δίως ἀφίεσθαι· εἰ γὰρ ἦν παρὰ ὑφελέσθαι, κατ’
ἀποβολὴν τοῦ υ, ἔδει διὰ τῆς ει διφθόγγου γράφε‐
σθαι.
Φιλήτης, ὁ κλέπτης, διὰ τοῦ η γράφεται· καὶ λέγει
ὁ Τεχνικὸς, πολλὰ πάθη δίδωσι γάρ· καὶ ἀποβολῇ |
55 | διὰ τῆς ει διφθόγγου γράφεται· δίδωσι δὲ καὶ ἔκτα‐
σιν τοῦ ε εἰς ἦτα· τὸ γὰρ ὑφειλέτης τῷ ε παραλήγε‐
ται, τὸ δὲ φιλήτης τῷ ἦτα, ὃ λέγει καὶ Τρύφων, ὅτι
εἰσί τινα ὀνόματα συμπάσχοντα τῷ δηλουμένῳ, οἷον,
ἡμισυκύκλιον, ἡμίκυκλον, λείπω λιμὸς, οὕτως οὖν καὶ |
---|
60 | ἐνταῦθα συνέπαθεν ἡ φωνὴ τῷ δηλουμένῳ, ἐπειδὴ γὰρ | |
---|
phi 553 | ἔνδειαν σημαίνει, ὁ γὰρ κλέπτης ἔνδειαν ποιεῖ· τούτου
χάριν καὶ ἔνδειαν φωνῆς ἀνεδέξατο· καὶ ἀποβολῇ τοῦ
υ καὶ τοῦ ε, καὶ τροπὴν ἐποίησε τοῦ ε εἰς ἦτα.
κρεῖττον ἔστιν εἰπεῖν. ὥσπερ παρὰ τὸ οἰκῶ γίνεται |
5 | οἰκέτης, καὶ παρὰ τὸ μάγω μαγέτης οὕτω καὶ παρὰ
τὸ φιλῶ γίνεται φιλέτης καὶ ἐκτάσει τοῦ ἰῶτα, καὶ
τροπῇ τοῦ ε εἰς ἦτα, φιλήτης· φιλήτης γὰρ λέγεται
ὁ κλέπτης, παρὰ τὸ φιλεῖσθαι, κατ’ ἀντίφρασιν οἱονεὶ
ὁ μισούμενος. |
---|
10 | Φιλοκτεανώτατε, παρὰ τὸ φίλος καὶ τὸ κτέανον,
ὃ δηλοῖ τὸ κτῆμα· τὸ δὲ κτέανον, παρὰ τὸ κτῶ κτά‐
νον, ὡς τύπτω τύπτανον, καὶ πλεονασμῷ τοῦ ε κτέα‐
νον, καὶ κτεατίζω ῥῆμα· δηλοῖ δὲ τὸ κτῆμα.
Φιλοκτεανώτατος, ὁ φιλοκτήμων καὶ φιλοκτήτωρ, |
---|
15 | καὶ ὁ φιλοχρήματος· ἢ ὁ φιλῶν πάντα.
Φιλάνθρωπος, ἐξ ἀπολείποντος τοῦ φιλῶ καὶ τελείου
τοῦ ἄνθρωπος.
Φιλοκαλία, ἡ κατασκευή.
Φιλεῖν, ἐπὶ τρόπου, ἐρᾷν ἐπὶ σώματος. |
---|
20 | Φιλομειδὴς, ἡ μέδουσα καὶ βουλομένη καὶ θέλουσα·
ἢ παρὰ τὸ τὰ μήδεα τὰ βουλεύματα, ὡς Ἡσίοδος.
Φιλομειδὴς, τὸ μει διφθόγγῳ· ἢ γὰρ παρὰ τὸ μέ‐
δειν τὸ βασιλεύειν, καὶ τὸ φιλεῖν γέγονε φιλομέδης,
καὶ πλεονασμῷ τοῦ ἰῶτα φιλομειδής· ἢ παρὰ τὸ μει‐ |
---|
25 | διῶ, ὃ σημαίνει τὸ γελῶ· φιλομειδὴς γὰρ ὁ φιλό‐
γελως.
Φίλτρον, παρὰ τὸ φίλω βαρύτονον φίλτρον, καὶ ἀπὸ
τοῦ φιλῶ περισπώμενον φίλητρον καὶ φίλτρον κατὰ
συγκοπήν. |
---|
30 | Φιλόνεικος, φιλένης ἀναιδὴς, οὐκ ἐναντιοῦται, διὰ
τῆς ει διφθόγγου, ἐκ τοῦ νείκος γενόμενον· ἢ παρὰ
τὸ φῦς ὅ ἐστι κακῶς.
Φιλοπονεῖ, σπουδαίως ἐργάζεται· παρὰ τὸ φιλεῖν καὶ
πονεῖν, ὅ ἐστιν ἐργάζεσθαι. |
---|
35 | Φιλοπότης, ὁ φιλῶν τὰ συμπόσια.
Φίτροι, κόρμοι, φύτρον τινὲς ὄντες ἀπὸ τοῦ φύεσθαι.
Φιλεῖν, καὶ κυνεῖν διαφέρει· φιλεῖν μὲν τὸ ἀγαπᾶν·
κυνεῖν δὲ τὸ τοῖς χείλεσιν ἀσπάζειν.
Φιλοτιμίαν, μεγαλοψυχίαν. |
---|
40 | Φιλόστοργοι, φιλίαν τηροῦντες
Φιλοφρόνως, προθύμως, σπουδαίως.
Φιλοφροσύνη, ἀγάπη.
Φίλος, τοῦτο καὶ τὸ ἀνὴρ, καὶ τὸ ἀνεψιὸς, καὶ Ἀσκλη‐
πιὸς, καὶ Ἀπόλλων, καὶ Ἄρης καὶ αὐτὸ παρὰ τῷ ποιητῇ, |
---|
45 | καὶ ἐκτείνεται καὶ συστέλλεται· εἴρηται παρὰ τὸ πίνω,
ἀπὸ γὰρ συμποσίων εἰώθασιν οἱ φίλοι γίνεσθαι· καὶ
εἰς τὸ ἑταῖρος καὶ πηός.
Φιλοσοφία, ἐξ ἀπολείποντος καὶ τελείου, ὡς φιλόσο‐
φος καὶ ὡς φιλόδημος· ἀπέλειψε γὰρ τὸ ς τοῦ φίλος· |
---|
phi 553 (50) | τὸ φι τὸ δεύτερον ἰῶτα διάτι; τὰ διὰ τοῦ ια παροξύ‐
τονα θηλυκά.
Φιλόσοφος, διὰ τὸ φιλεῖν τὴν σοφίαν.
Φιμὸς, ὁ λῶρος, ἐκ τοῦ ἱμᾶς διὰ τοῦ ἰῶτα γράφεται·
παρὰ τὸ σφίγγω γέγονε σφιγμὸς καὶ φιμός. |
55 | Φλέβες, ἀπὸ τοῦ τὸν φλεγεδέστατον χυμὸν περιέχειν,
τουτ’ἔστι τοῦ αἵματος· φλέβες οὖν παρὰ τὸ δι’ αὐτῶν
βαίνειν τὸ φλογῶδες.
Φινεὲς, παρὰ τὸ φόνος. |
---|
60 | Φινεὺς, παρὰ τὸ ἴφι καὶ τὸν νοῦν γέγονεν, οἱονεὶ ὁ | |
---|
phi 554 | ἰσχυρὸν ἔχων τὸν νοῦν· τὸ φι, ἰῶτα διάτι; ὡς δέ‐
δεικται διὰ τοῦ ἰῶτα γράφεται. καὶ ἄλλως, τὰ εἰς
ευς οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι.
Φίσκος, δημόσιον ταμεῖον, πολύχρημα. |
5 | Φλάμουλον, ἀπὸ τοῦ φλογόνου χρώματος ὠνομάσθη·
Φλεβότομον, ὅτι τὴν φλέβα τέμνειν.
Φλαμουλάριοι, ἐκ τοῦ ἐπὶ τὰς ἄκρας τοῦ δόρατος
φοινικὰ ῥάκεα ἐξήρτηνται. |
---|
10 | Φλέγω, παρὰ τὸ φλέω· τοῦτο ἐκ τοῦ φλέω, τὸ ἀνα‐
δίδωμι.
Φλήναφος, ὥσπερ φληνάφου τοῦ πράγματος λήρου,
ληροδώρου λέγεται.
Φληναφεῖν, τὸ φλυαρεῖν, καὶ φλήναφος ὁ φλυαρὸς, |
---|
15 | ἀπὸ τοῦ φλέω ῥήματος, ὅπερ καὶ φλύω εἴρηται, ὡς
ῥέω ῥύω, ξέω ξύω, καὶ Ὅμηρος, ἀνα δ’ ἔφλυε καλὰ
ῥέεθρα· παρὰ δὲ τὸ φλέω, ὅπερ τ’αὐτόν ἐστι τῷ
φλύω, γίνεται ὄνομα φλεὸς, ὡς δέω δεινὸς, τέρπω
τερπνός· ἀπὸ οὖν τὸ φλέω καὶ τοῦ φῶ τὸ λέγω, γί‐ |
---|
20 | νεται φλήναφος, ὁ φλυαρίας λέγων· καὶ εἰς τὸ
φλοιός.
Φλία, διὰ τοῦ ἰῶτα γράφεται· παρὰ τὸ θλίβω, ὅπερ
καὶ διὰ τοῦ ἰῶτα γράφεται, γέγονε θλιὰ, καὶ κατὰ
τροπὴν τοῦ θ εἰς φ, φλιὰ ὡς φῆρες θῆρες· φλιὰ δέ |
---|
25 | ἐστι τὸ πλάγιον τῆς θύρας, ἐν ᾧ ἵσταταί τις, καὶ
ἐπερείδεται.
Φλοίσβοιος, αἱ διὰ τοῦ οιο θετταλικαὶ γενικαὶ διὰ
τοῦ οιος προσφέρουσι· τὸ φλοις διφθόγγῳ διάτι;
τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασι· φλέω γάρ |
---|
30 | ἐστι ῥῆμα, καὶ τροπῇ φλύω, ἐξ αὐτοῦ φλοῖσβος· γί‐
νεται οὖν παρὰ τὸ φλογίζω φλόγισμα, ἀποβολῇ
τοῦ γ, φλοϊσμὸς καὶ φλοῖσβος, κατὰ τροπὴν τοῦ μ
εἰς β.
Φλῆνος, ὅθεν καὶ φληναφῶ· φῶ ἐστι ῥῆμα, δηλοῦν |
---|
35 | τὸ λέγω, οὗ ὁ μέλλων φήσω, καὶ κατὰ πλεονασμὸν
τοῦ λ, φλῆνος.
Φλοιδούμενος, ἐκ τοῦ φλοῖσβος, τοῦ σημαίνοντος τὸν
κοχλασμὸν τοῦ πυρὸς ἀντὶ τοῦ φλογιζόμενος.
Φλοιὸς, παρὰ τὸ φλὸς, φλοὸς καὶ φλοιός· ἢ παρὰ τὸ |
---|
40 | ἀναφλῶ τὸ ἀναδίδωμι, καὶ ἀναπέμπω.
Φλῶ, φλέω, φλοός καὶ φλοιός, ἢ ἐκ τοῦ φλῶ, κατὰ
παραγωγὴν φλάζω καὶ παφλάζω, κατὰ τροπὴν τοῦ
ε εἰς υ, φλυόν, ἐξ οὗ καὶ φλυαρὸς, ὁ ἀναπέμπων
τοὺς λόγους· ἐκ δὲ τοῦ φλέω καὶ φλενὸς καὶ φληνός· |
---|
45 | καὶ μετὰ τοῦ φῶ ῥήματος τοῦ δηλοῦντος τὸ λέγω, γί‐
νεται φληναφῶ, καὶ τὸ φλήναφος ὁ ὕθλος.
Φλοῖσβος, ὁ ἀφρὸς καὶ ὁ τάραχος, παρὰ τὸ φλέω τὸ
ἀνακράζω, φλομὸς καὶ φλοῖβος, καὶ πλεονασμῷ τοῦ
ς, φλοῖσβος. |
---|
phi 554 (50) | Φορβέστατος, ἀθηναῖος, παρὰ τὸ φυγεῖν τοῖς πολε‐
μίοις ἐμποίηται.
Φλέγμα, παρὰ τὸ φλέγω φλέξω φλέγμα κατ’ ἀντί‐
φρασιν, ψυχρότατον γάρ ἐστι· καὶ τὸ πικρότατον
φλέγμα λέγεται, οἷον χολὴ, οὐδὲ γὰρ ἀποκριθεῖσα |
55 | πήγνυται.
Φλὸξ, παρὰ τὸ φλέγω, φλέξω, φλόξ· τὸ φλο μι‐
κρόν· τὰ ἔχοντα τὸ ε, ἐγκείμενον· ἢ καὶ τὰ εἰς ωξ
ἅπαντα, διὰ τοῦ ω, γράφεται, πλὴν τοῦ φλόξ. διάτι
ὀξύνεται; τὰ ἀπὸ μελλόντων δισυλλάβων, κατ’ ἀπο‐ |
---|
60 | βολὴν τοῦ ω, γινόμενα ὀνόματα ὀξύνονται. | |
---|
phi 555 | Φλὸξ, ἡ καρδία καὶ πυρά· τῆς φλογὸς ὁ κανών· τὰ
εἰς ξ λήγοντα ὀνόματα ἔχοντα ῥῆμα ἀντιπαρακείμενον,
εἰς ζω διὰ τοῦ γ, κλίνεται.
Φλύω, εἰς τὸ φλήναφος. |
5 | Φλῶ, εἰς τὸ φλέγω, καὶ φλοιὸν καὶ φρέαρ.
Φόβος, ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι;
γενικοῦ· γενικὸν δέ ἐστι, τὸ δυνάμενον εἰς πολλὰ εἴδη
διαιρεθῆναι, οἷον βοῦς ἵππος· καὶ εἰς πόσα διαιρεῖται
ὁ φόβος; εἰς ἕξ· εἰς ὄκνον, εἰς ἔκπληξιν, εἰς κατά‐ |
---|
10 | πληξιν, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς ἀγωνίαν· καὶ
ὄκνος μέν ἐστι φόβος μελλούσης ἐνεργείας γινόμενος·
μέλλων γάρ τίς τι ποιεῖν φόβου ἄξιον ὀκνεῖ· ἔκπληξις
δέ ἐστι φόβος ἐξ ἀσυνήθους φαντασίας γινόμενος· κα‐
τάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας γενόμενος· |
---|
15 | αἰδώς ἐστι φόβος ἐπὶ προσδοκία ψόγου· προσδοκῶν γάρ
τις πράξαι τι εἰς ψόγον καταλῆγον αἰδεῖται· αἰσχύνη
δὲ φόβος, ἐπὶ αἰσχρῷ πράγματι πεπραγμένος· ἀγωνία
δὲ φόβος διὰ πτώσεως, τουτ’ἔστιν ἀποτυχίας· φοβού‐
μενοι γὰρ ἀποτυχεῖν, ἀγωνιῶμεν· καλοῦσι δὲ αὐτὴν |
---|
20 | δειλίαν.
Φοῖβος, ὁ Ἀπόλλων, ὁ μαντευτικὸς καὶ ἀμίαντος, ἢ
καθαρός· φοῖβον γὰρ τὸ καθαρόν. Ἡσίοδος δὲ φοῖ‐
βον αὐτὸν καλεῖ μαμμωνυμικῶς ἀπὸ φοίβης.
Φοῖνιξ, φοίνικος, τοῦτο παρὰ τὸ φοῖνον, τοῦτο παρὰ |
---|
25 | τὸ φόνος· φόνιοι γὰρ φοίνικες καὶ λῃστρικοὶ τῶν τρό‐
πων· δύναται δὲ καὶ ἐκ τοῦ δένδρου λαμβάνεσθαι, αἱ‐
μάσσουσι γὰρ καὶ φοινίσσουσι τοὺς ἁπτομένους αὐτῶν,
διὰ τὴν ὀξύτητα τοῦ στελέχου.
Φόλλις, ὃ καὶ βαλάντιον καλεῖται· ἔχει γὰρ καὶ ἀρ‐ |
---|
30 | γύρους ιβ, δηνάρια σν, λίτρας ιβ· φόλλις κατὰ τὸν
δηναρισμὸν, ἀλλ’ οὐ κατὰ ἀργυρισμόν· φόλλις φολὶς ὁ
ὀβολὸς, ἐξ οὗ καὶ φολὶς ιβ.
Φολιδωτῶν, λεπιδώτων.
Φολκὸς, ὁ στράβος, παρὰ τὸ τὰ φάη ἑλκυσμένα ἔχειν· |
---|
35 | ἑλκυσμένον γὰρ λέγεται τὸ στράβον.
Φοῖβος, καθαρὸς ἢ ἀμίαντος, ἢ λαμπρὰ θρίξ, ἤγουν
τρίχες, ἢ ὁ Ἀπόλλων.
Φοῖβαι, κυρίως αἱ καθαραὶ καὶ λαμπραὶ τρίχες· παρὰ
τὸ φοῖβον, ὅ ἐστι καθαρόν. |
---|
40 | Φοῖβος, παρὰ τὸ φάος ὁ δηλοῖ τὴν λαμπρότητα, φαό‐
βιος, φοίβιος, καὶ συγκοπῇ φοῖβος, ὁ λαμπρότοξος.
Φοῖβος, ὁ Ἀπόλλων, οἱονεὶ φαόβιος, τουτ’ἔστιν ὁ λαμ‐
πρὸν βίον ἔχων, ἤγουν τόξον, ὅθεν καὶ φοιβάζω τὸ
λαμπρύνω· ἢ ἀπὸ φοίβης μαμμωνυμικῶς, ὡς φησὶν |
---|
45 | Ἡσίοδος.
Φοῖνιξ, παρὰ τὸ φύω, τὸ βλαστάνω· λέγουσι γὰρ αὐ‐
τὸν διὰ τρίων ἡμερῶν γεννᾶσθαι· ἢ παρὰ τὸ φοινὸν,
ὃ σημαίνει τὸ ποικιλόν· ὡραιότατον γὰρ ζῶον· καὶ
φοίνικες αἷμαʹ.. |
---|
phi 555 (50) | Φοῖνιξ, παρὰ τὸ φοινίσσω, τὸ βάπτω, φοινίξω, φοῖ‐
νιξ· τοῦτο παρὰ τὸ φοινόν· τοῦτο παρὰ τὸ φόνος, φό‐
νιοι γὰρ οἱ φοίνικες, καὶ λῃστρικοὶ τῶν τρόπων, ὡς
εἴρηται.
Φοίνικες, ἀπὸ ἔθνους ἐπιστήμονος ὠνομάσθησαν πλέ‐ |
55 | οντες.
Φοινίκη, ἡ χώρα ὀνομάζεται, ἀπὸ Φοίνικος βασιλεύ‐
σαντος ἐν αὐτῇ.
Φοινικοῦν τὸ μέλαν λέγεται, παρὰ τὸ φοινίσσω τὸ
βάπτω. τοῦτο παρὰ τὸ φοινὸν, ἐξ οὗ μετὰ τοῦ ἐπι‐ |
---|
60 | τατικοῦ δα, δαφοινὸν, τὸ μέλαν πάνυ· τοῦτο παρὰ | |
---|
phi 556 | τὸ φόνος, πλεονασμῷ τοῦ ἰῶτα· καὶ καταβιβάσει τοῦ
τόνου δαφοινόν.
Φοιτητὴς, ὁ μαθητὴς καὶ διδάσκαλος· ἐκ τοῦ φοιτῶ
φοιτήσω· τοῦτο παρὰ τὴν πρὸ πρόθεσιν, καὶ τὸ εἰμὶ |
5 | τὸ πορεύομαι, ἐξ οὗ ἔστιν ὄνομα ῥηματικὸν ἴτης καὶ
μετὰ τῆς πρὸ προθέσεως προΐτης καὶ προϊτῶ καὶ συν‐
αιρέσει προιτῶ, ἐκβολῇ τοῦ ρ, καὶ τροπῇ τοῦ ψιλοῦ
εἰς δασὺ φοιτῶ· ἢ παρὰ τὸ οἰδὸς οἰδῶ, οἰτῶ καὶ
φοιτῶ. |
---|
10 | Φοιτῶ, γίνεται ἐκ τοῦ ὁδὸς ὁδῶ καὶ οἰδῶ κατὰ πλεο‐
νασμὸν τοῦ ι, καὶ τροπῇ τοῦ δ εἰς τ οἰτῶ καὶ πλεο‐
νασμῷ τοῦ φ φοιτῶ, οὐδεὶς φοιτᾶν οἶδεν, εἰ μὴ πο‐
ρείαν ποιήσαιτο· σημαίνει δὲ τὴν ὁδόν.
Φοιτῶ, ὃ σημαίνει τὸ παραγίνομαι· τὸ φοι διφθόγγῳ· |
---|
15 | ἀπὸ γὰρ τοῦ ὁδὸς ὁδῶ καὶ πλεονασμῷ τοῦ ι οἰδῶ, καὶ
τροπῇ τοῦ δ εἰς τ καὶ πλεονασμῷ τοῦ φ φοιτῶ· τὰ
γὰρ παρ’ αὐτῷ τὴν αὐτὴν ἀποίσει γραφὴν, οἷον, φοι‐
τητὴς, οὐρανοφοίτης.
Φοῖνιξ, τὸ δένδρον. |
---|
20 | Φοίνικος, νέον ἔρνος, καὶ ὁ καρπὸς, καὶ ὁ πυῤῥὸς τοῦ
χρώματος· ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ με‐
τώπῳ λευκὸν σῆμ’ ἐτέτυκτο· καὶ τὸ φοινικοῦν·
ἐτέτακτο δὲ τὸ φοινικοῦν ἄνθος, ἐν ᾧ τὰ φοίνια
βάπτεται. |
---|
25 | Φονὴ, ἐκ τοῦ φόνος, εἰς τὰ ἄποινα.
Φόνος, παρὰ τὸ φῶ τὸ φονεύω, ἐκ τούτου φόνος,
τοῦτο δὲ παρὰ τὸ φένω, τὸ φονεύω· ἐκ τοῦ φῶ
φάζω καὶ πλεονασμῷ τοῦ ς σφάζω καὶ σφίζω, οὗ ὁ
μέλλων σφίσω, ὁ παρακείμενος πέφικα, ὁ παθητικὸς |
---|
30 | πέφισμαι, ἡ μετοχὴ ὁ πεφισμένος.
Φορὰ, εἰς τὸ συμφορά.
Φοῦρτος, κλέπτης.
Φοράδιον, ὅτι φερειδή.
Φοράδην, ὁρμητικῶς ἐπιφερομένων. |
---|
35 | Φορωρεὺς, ἀγρῶν βασιλεύς.
Φορβεία, τὸ καπίστριον, ἀπὸ τοῦ φέρειν βίᾳ.
Φορίαμος, εἰς τὸ ὦκα.
Φορμηδὸν, φορμός ἐστι πλέγμα τινὸς μεγάλου εἴδους,
ἐν ᾧ ἐκοιμῶντο οἱ πένητες, καὶ κατετίθεντο τὰ |
---|
40 | ὄσπρια· τάχα δὲ ἡ καλουμένη καλύβη· νῦν ἡ πλεκο‐
μένη καλάμη· ἐκ τούτου δὲ καὶ τὸ φορμήδην· ἐξ ἦς
καὶ τὸ αὐτοφέρμων.
Φοξὸς, ὁ ὀξυκέφαλος παρὰ τὸ ὀξὺς ὀξὸς καὶ ἐν πλεο‐
νασμῷ τοῦ φ φοξός· ἢ παρὰ τὸ φαζός τις ὢν, ἀπὸ |
---|
45 | μεταφορᾶς τῶν περιεστραμμένων ἀγγείων ὀστρακίνων,
ἐν τῷ ὀπτᾶσθαι· καὶ ἄλλως· φοξὸς ὁ διεστραμμένος
ἐν τῷ φάει.
Φόρκυνος, λίμην Ἰθάκης, ἐφ’ ᾧ λιμένι Φόρκυνός ἐστι
ἱερὸν τοῦ θαλασσίου δαίμονος. |
---|
phi 556 (50) | Φοσσατὸν, εὔδετον τὸ στράτευμα.
Φόρμιγξ, ἡ κιθάρα, παρὰ τὸ φέρειν τὰς νευρὰς αὐ‐
τῆς καὶ φωνεῖν μέλος.
Φορυτῷ, τῷ ἀπὸ γῆς αἰρομένῳ ὑπὸ ἀνέμῳ καὶ χόρτῳ
φρυγανώδει ἀπὸ τοῦ φορύω, φορυτῶ· ἢ παρὰ τὸ |
55 | φέρω ἢ φορῶ.
Φορίαμον, κιβώτιον.
Φορυτὸς, ἡ ἀκαθαρσία.
Φορτὶς, ἡ γεννήτρια γυνή· ἢ πλοῖον πεφορτωμένον.
Φραγμὸς, παρὰ τὸ φράσσω φράξω, πέφραχα, πέφρα‐ |
---|
60 | γμαι, φραγμός. | |
---|
phi 557 | Φοῦρνος, κλίβανος.
Φουκάτζα, φῶος κουάσσα, ὅ ἐστι πυρόπτητος.
Φραγελῶ, τὸ κατὰ νῶτον τύπτω· ἐκ τοῦ φραγέλιον·
σημαίνει δὲ σειρὰν ἐκ σχοινίου πεπληγμένην· παρῆκται |
5 | δὲ ἐκ τοῦ ἔθνους· φραγελοὶ δέ εἰσι τινὰ ἔθνη.
Φόρμιγξ, μετάθεσις τοῦ ρ, προοίμιγξ γάρ ἐστι, παρὰ
τὸ προηγεῖσθαι τῆς οἴμης· καὶ Ὅμηρος· οὐ μὲν φόρ‐
μιγγος περικαλλέος, ἣν ἔχ’ Ἀπόλλων, Μουσάων θ’ αἱ
ἄειδον ἀμειβόμεναι· πρῶτον ἐκιθάριξεν ὁ Ἀπόλλων· |
---|
10 | εἶτα ἐπῆγον τὴν ᾠδὴν αἱ Μοῦσαι.
Φαδμὼν, ἐκ τοῦ φάζω, τὸ λέγω, καὶ φράζω, ἐξ αὐ‐
τοῦ φράδμων φράδμονος· τὰ δὲ κοινὰ τῷ γένει διὰ
τοῦ ο μικροῦ.
Φράζω, ὥσπερ παρὰ τὸ φῶ τὸ λέγω γίνεται βάζω, |
---|
15 | οὕτω καὶ παρὰ τὸ φῶ τὸ λέγω, γίνεται κατὰ παρα‐
γωγὴν φάζω, καὶ πλεονασμῷ τοῦ ρ φράζω, ὁ μέλλων
φράσω καὶ τὰ λοιπά.
Φρασαίατο, σκέψατο, λέγοιτο· ὁ κανὼν, ἐπὶ τῶν
τρίτων προσώπων τῶν εὐκτικῶν, οἱ Αἰολεῖς εἰώθασι, |
---|
20 | τὸ ἀμετάβολον τρέπειν εἰς α· οἷον, πείθοιντο πει‐
θοίατο, φράσαιντο φρασαίατο.
Φρατὸς, εἰς τὸ φατρία.
Φράτωρος, ὁ συγγενής.
Φρήτρη, ἐκ τοῦ φρατὴρ καὶ φάτρη ἡ συγγένεια. |
---|
25 | Φρέαρ, παρὰ τὸ φρῶ τὸ ἀναδίδωμι, παρὰ τὸ φέρω
καὶ συγκοπῇ φρῶ καὶ ἐξ αὐτοῦ φρέαρ, ἐξ οὗ φέρεται
τὸ ὕδωρ· ἢ παρὰ τὸ φέρεσθαι ἐκ τοῦ ἀέρος.
Φρείατα, τὰ φρέατα, διὰ διφθόγγου γράφεται, ἀπὸ
γὰρ τοῦ φρέατος γέγονε, καὶ πλεονασμῷ φρεῖαρ. |
---|
30 | Φρενοβλάβεια, διφθόγγῳ· φρενοβλαβίᾳ δὲ ἰῶτα.
Φρενήρης, εἰς τὸ πληρῶ, καὶ χαλκήρεϊ.
Φράσον καὶ φράσαι διαφέρει· φράσον μὲν τὸ εἰπέ·
φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι· σὺ δὲ φράσαι, εἴ με
σαώσεις. |
---|
35 | Φρὴν, φρενὸς, διάνοια, γνώμη, διάτι σεσημείωται;
οὐδὲν εἰς ην λῆγον ὄνομα μονοσύλλαβον μόνον ἔστι
θηλυκόν· ἀλλ’ εἰ ἐπιδέχοιτο θηλυκὸν γένος, ἐν κοινό‐
τητι ἐπιδέχεται, οἷον, ὁ χὴν ἀρσενικῶς· χῆνές μοι
κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσι· καὶ ἡ χὴν θηλυ‐ |
---|
40 | κῶς· χῆνα ἥρπαξεν ἀτιταλλομένην ἔνι οἴκῳ· ὁ ῥὴν
καὶ ἡ ῥὴν, σημαίνει δὲ τὸ πρόβατον, καί ἐστιν ἀρσε‐
νικοῦ γένους· τὸ δὲ φρὴν ὡς διήλλαξε κατὰ τὰ ἄλλα,
κατὰ μόνον εἶναι θηλυκὸν, διήλλαξε καὶ περὶ τὴν
κλίσιν· γίνεται δὲ παρὰ τὸ πρῶ τὸ προϊῶ, καταπροϊῶ, |
---|
45 | τὸ προπέμπω, πρῶ καὶ φρῶ κατὰ μετάθεσιν· καὶ
ἐντεῦθεν φρήν· ἐφ’ ἦς προΐεται τὰ βουλεύματα.
Φρίκη, διὰ τοῦ ἰῶτα γράφεται. παρὰ τὸ ῥίσσω γέγονε,
ἢ τῷ λόγῳ τῶν εἰς κη, θηλυκῶν.
Φριμασσόμενοί τε τῷ ταράχῳ ὑποφυσῶντες, καὶ |
---|
phi 557 (50) | ἀλλαχοῦ ὀπισθόρμητα φριμασσόμενοι· ἐχώρουν φρασ‐
σώμενοι, ἢ φυσῶντες, ἀπὸ τοῦ φρῶ, ὅπερ ἔστιν ἀπὸ
τοῦ προϊῶ, καὶ κατὰ συγκοπὴν πρῶ καὶ φρῶ.
Φρίσσω, παρὰ τὸ θρὶξ, ὃ σημαίνει τὴν τρίχα, γίνε‐
ται θρίσσω καὶ φρίσσω, σημαίνει δὲ τὸ τὰς τρίχας |
55 | ὀρθοῦσθαι.
Φρίσσειν, κυρίως τὸ ἐξορθοῦν τὰς τρίχας, οἷον, θρίσ‐
σειν, τροπῇ τοῦ θ εἰς φ.
Φρὶξ, ἡ ἄνωθεν καὶ ἐξ ἐπιπολῆς τῶν κυμάτων κίνησις·
ἢ ὁ ἐπιπολάζων τῶν κυμάτων ἀφρὸς, ὅταν ἀνέμου |
---|
60 | πνεῖν ἄρχεται. | |
---|
phi 558 | Φρόνησις, διάνοια, νοῦς φρόνησις ἡ φέρουσα ὄνησιν,
φερόνησίς τις οὖσα, καὶ κατὰ συγκοπὴν φρόνησις.
Φρονεῖν, τοῦ καταφρονεῖν διαφέρει. φρονεῖν μὲν τὸ
καλῶς ἐνθυμεῖσθαι· καταφρονεῖν δὲ τὸ εὐτελίζειν καὶ |
5 | ὑπερορᾷν.
Φρονέω, φρονῶ· τὸ φρο μικρὸν διάτι; ἐκ τοῦ φρὼν
φρονὸς, ἔστι γὰρ ἐν τῇ γενικῇ τὸ ο μικρόν· ἐξ αὐτοῦ
φρόνω καὶ φρονέω, ὅπερ μετὰ τῆς πρὸ προθέσεως
πρόφρων· πρόφρων δὴ Δαναοῖσι. |
---|
10 | Φροντίζω, εἰς τὸ ἀφροντιστήσας.
Φροντὶς, ἐκ τοῦ φορα τις· τοῦτο ἐκ τοῦ φέρω, φορ‐
τὶς καὶ ἐν ὑπερβιβασμῷ καὶ πλεονασμῷ τοῦ ν φροντίς·
δικὴν γὰρ φόρτου ἔγκειται ἡ φροντὶς τῇ ψύχῃ.
Φροίμιον, εἰς τὸ φροῦδοι. |
---|
15 | Φρουνζάτον, φροῦνζα τὸ φρύγανον.
Φροῦδοι, ἄρδην παντελῶς ἀφανεῖς, ἔρημοι πρόσοδοι,
οἷον, ἀπεληλυθότες ἔκδημοι· Ἀπολλόδωρος φροῦδος μὲν
ὁ πρὸ ὁδοῦ φησὶ, φροῦρος δὲ ὁ προορῶν· φροῦδος οὖν
συναλοιφῇ τοῦ πρόοδος, οἷον, ὁ μακρὰν γενόμενος εἰς |
---|
20 | ἔμπροσθεν, μεταθέσει τοῦ π εἰς φ, ὡς προοίμιον,
φροίμιον.
Φρουρὸς, εἰς τὸ οὐριοδρόμος, καὶ φροῦδος.
Φρύγανον, ἐκ τοῦ φρύγω.
Φρυγίη, Ἰωνικῶς, τὸ κοινὸν Φρυγία· τὸ γι ἰῶτα· τὰ |
---|
25 | διὰ τοῦ ια θηλυκὰ παροξύτονα ἐπὶ χώρας λαμβανό‐
μενα, διὰ τοῦ ἰῶτα γράφεται. διάτι βαρύνεται; τὰ ἀπὸ
τῶν εἰς ξ ἢ εἰς ρ ληγόντων, διὰ τοῦ ια παραληγό‐
μενα θηλυκὰ βαρύνεται καὶ διὰ τοῦ ἰῶτα γράφεται·
οἷον, Βέβρυξ, Βέβρυκος Βεβρυκία. Κίλιξ Κίλικος |
---|
30 | κιλικία. Φρὺξ Φρυγὸς Φρυγία· ἡ εὐθεῖα ἡ Φρὺξ καὶ
κλίνεται Φρυγὸς, ὁ κανών· τὰ εἰς υξ μονοσύλλαβα,
διὰ τοῦ γ κλίνεται· οἷον, Στὺξ, Στυγὸς, Φρὺξ Φρυ‐
γὸς, πλὴν τοῦ νὺξ νυκτός.
Φρυκτωρία, ἔστιν ἡ παρ’ ἡμῖν λεγομένη βίγλα ἢ φα‐ |
---|
35 | νός· κυρίως ἡ διὰ πυρὸς φυλακή· γίνεται δὲ παρὰ τὸ
πῦργος καὶ τὸ οὐρῶ τὸ φυλάσσω πρυκτουρία, καὶ τροπῇ
τῆς ου διφθόγγου εἰς ω πρυκτωρία, ὥσπερ βοῦν βῶν
δωρικῶς καὶ τοῦ ψιλοῦ εἰς δασὺ φρυκτωρία ἡ ἐν ταῖς
νυξὶ γινομένη λαμπηδὼν, ὅνπερ λέγομεν φανόν· καὶ |
---|
40 | ἄλλως, ἔστι πῦρ πυρὸς, καὶ οὐρῶ τὸ σημαῖνον τὸ φυ‐
λάττω καὶ ἐκ τούτου γίνεται πρυκτωρία καὶ καθ’ ὑπέρ‐
θεσιν τοῦ ρ καὶ τροπῇ τοῦ π εἰς φ φρυκτωρία.
Φρῶ, εἰς τὸ ἀσπάσιος· καὶ ἄφρων καὶ εὔφρανε καὶ
προϊῶ. |
---|
45 | Φυὴν, ἡ εὐθεῖα ἡ φυή· διάτι ὀξύνεται; τὰ εἰς η λή‐
γοντα θηλυκὰ δισύλλαβα, τῷ υ παραληγόμενα βαρύ‐
νεται, οἷον, δύη ἡ κακοπάθεια, λύη ἡ ἀπορία, γύη
μέρος ἀρότρου, ψύη μέρος σώματος· πλὴν τοῦ φυὴ,
σημαίνει δὲ τὴν ἀνάπλασιν καὶ ἕξιν τοῦ σώματος καὶ |
---|
phi 558 (50) | πλυὴ, ἔστι δὲ δῆμος Αἰολικόν.
Φυκτὸς, εἰς τὸ ἐτύχθη.
Φύλλα, παρὰ τὸ φυῆναι αὐτὰ ἐκ τῆς ὕλης ἤγουν τοῦ
δένδρου.
Φῦλα, ὄνομα οὐδέτερον, δι’ ἑνὸς λ, πρὸς ἀντιδιαστο‐ |
55 | λὴν τοῦ φύλλου τοῦ ἐπὶ τοῦ δένδρου, τὸ φυ μακρὸν
ἐκ τοῦ φύω· ἢ καὶ τὰ διὰ τοῦ υλον οὐδέτερα δισύλ‐
λαβα καθαρὰ, μονογενῆ, ἐκτείνει τὸ υ, οἷον σκύλον,
φύλον, σεσημείωται τὸ ξῦλον.
Φυλακὴ, ἀπὸ τοῦ φυλάσσω, τοῦτο δὲ παρὰ τὸ φυλή· |
---|
60 | καὶ γὰρ λέγουσιν ὅτι τὰς φυλακὰς φυλαὶ εἶχον· ὅθεν | |
---|
phi 559 | καὶ λέγομεν πρώτη φυλακὴ τῆς νυκτὸς, καὶ δευτέρα καὶ
τρίτη, καὶ τετάρτη· κατὰ γὰρ τρεῖς ὤρας ἐφύλαττε μία
φυλὴ, καὶ μετὰ ἄλλας τρεῖς, ἄλλη, ὥστε ἡ φυλακὴ
τῆς νυκτὸς τρεῖς ὥρας σημαίνει. |
5 | Φυλακὴ σημαίνει ἕξ· τὸ σκοτεινὸν ἀφεγγὲς οἴκημα,
ὡς τὸ ποῖα φυλακὴ οὐκ ἔσχε σε δέσμιον· καὶ τὸ τρί‐
τον μέρος τῆ νυκτός, παρὰ δὲ τῇ ἐκκλησίᾳ τὸ τέταρ‐
τον μέρος τῆς νυκτός· σημαίνει δὲ καὶ τὴν γνῶσιν καὶ
θεωρίαν, ὡς Ἀμβακοὺμ τῷ προφητῇ δοκεῖ· ἐπὶ τῆς |
---|
10 | φυλακῆς μου στήσομαι, φησί· σημαίνει καὶ τὸ σῶμα·
ὡς τὸ, ἔξαγε ἐκ φυλακῆς τὴν ψυχήν μου· σημαίνει καὶ
αὐτὸ τὸ φυλάσσω, ὡς τὸ, ὡς οἱ μὲν Τρῶες φυλακὰς
εἶχον.
Φυλακὴ, παρὰ τὸ φυλάσσειν, τοῦτο παρὰ τὸ φυλὴ, |
---|
15 | κατὰ φυλὰς γὰρ ἐφύλαττον ἀμειβόμενοι· ἢ παρὰ τὸ
πύλη, οἱ γὰρ φυλάσσοντες, ἐν τῇ πύλῃ φυλάττουσι.
Φύλαξον, ἐκ τοῦ φυλάσσω, τοῦτο ἐκ τοῦ πύλη· τοῦ‐
το παρὰ τὸ πτύσσω τὸ φοβοῦμαι, καὶ τὸ σφαλίζω.
Φυλὴ, παρὰ τὸ φύλον· τοῦτο δὲ παρὰ τὸ φύω τὸ ἀνα‐ |
---|
20 | βλαστάνω.
Φυγὴ, παρὰ τὸ φεύγω φευγὴ καὶ φυγὴ, τὸ δὲ φυγὴ
παρὰ τὸ φεῦγος καὶ ψεῦδος.
Φύζα, δειλία, φόβος, ἡ μετὰ δέους φυγὴ, ἐκ τοῦ
φύζω φύσω, ὡς κύσσω κισσῶ, ὁ μέσος παρακείμενος |
---|
25 | πέφυζα.
Φύκη, ᾧ τὰς οἰκίας αἱ γυναῖκες χρίουσι· λέγεται δὲ
καὶ τὰ βρῦα φοκίου.
Φυλὴ, ἔθνος, ἢ τάγμα, ἢ μέρος πόλεως.
Φύλλον, φύλου διαφέρει· φύλλον μέν ἐστι πέταλον |
---|
30 | δένδρου· φῦλον δὲ τὸ γένος.
Φῦσις, τὸ φύον καὶ κινούμενον ἐν ἅπασι.
Φύλοπις, τροπῇ τοῦ μ εἰς π, παρὰ τὸ ὁμοῦ τὰ φύλα
εἶναι· οἷον, ἡ ἐκ πολλῶν ἄθροισις, ἀπὸ μεταφορᾶς
τῶν φύλλων. |
---|
35 | Φύξιλις, ὁ φυγὰς, ἄνανδρος, παρὰ τὸ φεύγειν τὰς
ἰλὰς, ἤγουν τὰς συστροφὰς τοῦ πολέμου.
Φυσίζωος, ἡ πρὸς τὸ ζῇν φύουσα πᾶσι.
Φύσις, οὐσία, ἡ προαίρεσις.
Φύρω, μιγνύω, ἀφύρτως, ἀμυήτως. |
---|
40 | Φυρμὸς, ἡ σύγχυσις, ἡ μίξις.
Φύρδην, συγκεχυμένως, ἀναμὶξ, πεφυρμένως, ἀτάκτως.
Φύτλη, παρὰ τὸ φυλή· ἢ παρὰ τὸ φύω τὸ προσεγγίζω·
σημαίνει δὲ τὴν συγγένειαν.
Φυτὸν, παρὰ τὸ φύειν τὸ ὂν, ἤγουν τὸ ὑπαρχὸν, ἢ |
---|
45 | διὰ τὸ φύεσθαι ἤγουν γίνεσθαι.
Φύσις, παρὰ τὸ φύειν τὰς ὑποστάσεις, ἤτοι τίκτειν·
ἢ παρὰ τὸ πεφυκέναι.
Φυσιολογεῖν, λόγους φύσεως ἐξαγγέλλειν· ἢ παρὰ τὸ |
---|
phi 559 (50) | φύσει διαλέγεσθαι.
Φύσιγγες, τὰ ἐν ταῖς κνήμαις ἐκκαύματα. |
Φωνέω, φωνῶ, τὸ λέγω, ἢ βοῶ· δοτικῇ. | |
phi 560 | Φωλεὸς, διὰ τοῦ ε ψιλοῦ· ὁ κανών· τὰ εἰς ος καθα‐
ρὰ ἀρσενικὰ ὀξύτονα τῷ ε, παραλήγεται· φατεὸς,
ἐρινεὸς, ἡ συκὴ, στερεὸς ὃ σημαίνει τὸ κραταιὸς οὕτω,
καὶ φωλεός· καὶ εἰς τὸ θεύω. |
5 | Φωτεινὸς, διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰολεῖς φώ‐
τενος λέγουσι· καὶ ἄλλως, τῷ λόγῳ τοῦ αἰπεινός.
Φωνὴ, φῶς νοῦ ἐτυμολογεῖται ἡ φωνὴ, τὰ γὰρ κρυφιὰ
τοῦ νοὸς διὰ τῆς φωνῆς ἐκφαίνονται.
Φωριαμὸς, ἡ κιβωτὸς, ἔστιν ὄνομα ἀρσενικὸν ἁπλοῦν· |
---|
10 | γίνεται παρὰ τὸ φῶρ φωρός· ἢ παρὰ τὸ τὴν φαρήν·
εἰ μὲν οὖν παρὰ τοὺς φῶρας, οὐδὲν πέπονθε· εἰ δὲ
παρὰ τὴν φάρην πέπονθε, μεταβληθέντος τοῦ α εἰς
ω· ὀξύνεται· ἐπειδὴ τὰ διὰ τοῦ αμος τρισύλλαβα,
ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν φύσει μακρὰν πάντα |
---|
15 | ὀξύνεται· οἷον, χηραμὸς, οὐλαμὸς, οὕτως οὖν καὶ
φωραμὸς, καὶ φωριαμὸς πλεονασμῷ τοῦ ἰῶτα.
Φῶρ, ὁ λῃστὴς, παρὰ τὸ φέρω φέρ· ἔστι δὲ φὸρ, καὶ
μεταθέσει τοῦ ο εἰς ω φῶρ, ὁ τὰ ἀλλότρια φέρων,
ἐξ αὐτοῦ καὶ, ἐπαυτόφωρος. |
---|
20 | Φοξὸς, ὁ ὀξυκέφαλος· εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν
κεραμικῶν ἀγγείων, τῶν ἐν τῷ καμίνῳ, τῶν ἀπὸ τοῦ
φωτὸς περιδιεστραμμένων, καὶ ἀποξυσμένων, καθὰ φησὶ
καὶ Σιμωνίδης· αὑτὴ δὲ φοξύχειλος ἀργείη κύλιξ· ἔνιοι
δὲ κυρίως τὸν ἐπὶ τὰ φάη, τουτ’ἔστι τὰ ὄμματα, |
---|
25 | ἀποξυσμένην ἔχοντα τὴν κεφαλήν.
Φωνεῖν, τοῦ ὠρύσασθαι διαφέρει· φωνεῖν μὲν ἐπὶ ἀν‐
θρώπου, ὠρύσασθαι δὲ ἐπὶ λύκων.
Φωλεὸς, τῆς κοίτης διαφέρει· φωλεὸς μὲν ἐπὶ ἑρπε‐
τῶν τάσσεται· κοίτη δὲ ἐπὶ ἀνθρώπων· ὅθεν καὶ ἐπὶ |
---|
30 | ἀνθρώπων ῥητέον τὸ κοιτάζειν, φωλεύειν δὲ ἐπὶ ἑρπε‐
τῶν· ὁ οὖν λέγων νεοσσοὶ ἀντὶ τοῦ τέκνα ἀκυρολο‐
γεῖ· τέκνα γὰρ κυρίως ἐπὶ ἀνθρώπων, νεοσσοὶ δὲ ἐπὶ
ὀρνίθων, νεβροὶ δὲ ἐπὶ ἐλάφων, σκύμνοι δὲ ἐπὶ λεόν‐
των, σκύλακες δὲ ἐπὶ κυνῶν. |
---|
35 | Φώσκω, τὸ φαίνω, ἐξ οὗ καὶ ἐπιφωʹ.. γίνεται δὲ
παρὰ τὸ φῶ τὸ φαίνω, καὶ πλεονασμῷ τοῦ σκω,
φώσκω.
Φώσκω.
Φὼς, ὀξυτόνως μὲν ὁ ἄνθρωπος, ἀπὸ τοῦ φωτίζειν τὰ |
---|
40 | πάντα τῷ λόγῳ· περισπωμένως δὲ τὸ πῦρ, καὶ μετα‐ |
---|
40 | φορικῶς ἡ, χαρὰ· οἷον τὸ, Τρώων ῥῆξε φάλαγγας,
φόως δ’ ἑτάροισιν ἔθηκε.
Φὼς, ὀξυτόνως ὁ ἀνὴρ, παρὰ τὸ φῶ τὸ λέγω, μόνος
γὰρ ὁ ἄνθρωπος λογικὸς, ὡς ὁ θεολόγος· φὼς γὰρ
τὸν ἄνθρωπον ὀνομάζει, διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου |
---|
45 | δύναμιν.
Φῶς, παρὰ τὸ πόῤῥωθεν φαίνειν, καὶ καθορᾷν τοὺς
πάντας.
Φημισμὸν, ἀντὶ τοῦ πόῤῥωθεν ἀσπαζόμενον.
Φῶς, σημαίνει τέσσαρα, φῶς ὁ θεὸς, φῶς ἡ ἡμέρα, |
---|
phi 560 (50) | φῶς τὸ πῦρ, φὼς ὁ ἄνθρωπος.
Φωκαία, ἐκ τοῦ φώκη. |
52t | Τέλος τοῦ Φ στοιχείου. | |
---|
chi 559 (post 52t) | ΑΡΧΗ ΤΟΥ Χ ΣΤΟΙΧΕΙΟΥ. |
53 | Χάζω, εἰς τὸ ἅμα.
Χάζετον, ἀνεχώρει. |
---|
55 | Χαζομένῳ, ἀναχωροῦντι.
Χαμᾶζε καὶ χαμάδις· χαμᾶζε ἐπίῤῥημα, παρὰ τὸ
χέω χαμᾶζε· καὶ διάτι προπερισπᾶται; κανών ἐστιν |
---|
ὁ λέγων, τὰ εἰς ζε λήγοντα συνεσταλμένον ἔχει τὸ | |
chi 560 (53) | α, πρὸ τοῦ τέλους, οἷον θύραζε, ἔραζε, πλὴν τοῦ
χαμᾶζε. |
55 | Χαμάδις, ἐπίῤῥημα τοπικὸν ἐκ τοῦ χαμαί. τὸ δις ἰῶτα
διάτι; τὰ διὰ τοῦ αδις τρισύλλαβα ἐπιῤῥήματα τῷ α
παραλήγοντα, διὰ τοῦ ἰῶτα γράφεται καὶ βαρύνεται, οἷον, |
---|
φυγάδις, χαμάδις· σεσημείωται τὸ ὁμαδὶς ὀξυνόμενον. | |
chi 561 | Χαιρέτω ληρῶν, ἐρυθριάτω φλυαρῶν.
Χαίτη, παρὰ τὸ κρατῶ κράτη χάτη, καὶ πλεονασμῷ
τοῦ ι, χαίτη.
Χαλινὸς, διὰ τοῦ ἰῶτα γράφεται· ἐπειδὴ οἱ Αἰολεῖς |
5 | χάλλινος λέγουσιν, ὥσπερ ὅμιλος ἐπόμιλλος, πέδιλον
πέδιλλον· εἰ δὲ γράφεται διὰ τῆς ει διφθόγγου, χα‐
λεινὸς ἂν ἐλέγετο.
Χάραξ, θηλυκῶς, ἐπὶ τῶν τῆς ἀμπέλου· ἀρσενικῶς δὲ
ἐπὶ τῶν τοῖς πολεμίοις πηγνυμένων, ἀφ’ ὧν λέγεται |
---|
10 | χαρακώσαντες, ἀντὶ τοῦ περιφράξαντες.
Χαίρω, παρὰ τὸ χωρῶ, καὶ μετὰ συγκοπὴν χῶ, καὶ
ὥσπερ παρὰ τὸ σκῶ σκαίρω, καὶ σπῶ σπαίρω, οὕτω
καὶ χῶ χαίρω, φωνὴ ἐνεργητικὴ παθητικʹ.. δηλοῦν‐
τος· τὸ ἐχάρην παθητικοῦ ἐστιν ἀόριστος δεύτερος, |
---|
15 | τοῦ χαίρω ἐν φωνῇ ἐνεργητικῇ ἐκλέλοιπεν ἡ φωνὴ ἡ
παθητική· τοῦ δὲ ἐχάρην ἀορίστου δευτέρου ἡ ἐνερ‐
γητική· ὁ γὰρ ἔχαρον δεύτερος ἀόριστος ἐνεργητικὸς οὐ
λέγεται· εἰκότως ὁ παθητικὸς μὴ ἔχων τὶ τὸ ὀφεῖλον
ἐλέγξαι τὴν παραλογίαν αὐτοῦ, ἔλαθε, καὶ ὑπεισῆλθεν |
---|
20 | εἰς χρείαν τοῦ ἐνεργητικοῦ.
Χαιρέας, ὁ ῥήτωρ, ἐκ τοῦ χαίρω.
Χαίρετε, ἀπὸ τοῦ χαίρω, τὸ προστακτικὸν χαίρετε,
χαίρειν φθάσαντες, ἀποταξάμενοι διαγνόντες.
Χαλεπὸς, παρὰ τὸ χαλέπτω ῥήματος, τοῦ σημαίνον‐ |
---|
25 | τος τὸ ὀργίζομαι, κατὰ παραγωγὴν χαλεπταίνω, καὶ
ἐκβολῇ τοῦ τ, χαλεπαίνω.
Χαλκήρεϊ, γένους θηλυκοῦ, ἡ εὐθεῖα χαλκήρης, χαλ‐
κήρεος καὶ χαλκήρους, χαλκήρεϊ· ὁ κανὼν, τὰ ὁμό‐
φωνα θηλυκὰ τοῖς ἀρσενικοῖς. ὁ χαλκήρης γὰρ ἐκ τοῦ |
---|
30 | χαλκὸς καὶ τοῦ ἀρῶ τὸ ἁρμόζω· τὸ κη, ἦτα διάτι;
τὰ διὰ τοῦ ηρης ἀρσενικὰ βαρύτονα διὰ τοῦ ἦτα γρά‐
φεται, οἷον, ποδήρης, ὁ ἱερατικὸς χιτὼν, κλινήρης ὁ
παραλελυμένος, φρενήρης ὁ φρόνιμος.
Χαλκοῦν, οὐδέτερον, τὸ ἀρσενικὸν ὁ χαλκὸς καὶ γίνεται, |
---|
35 | παρὰ τὸ χάλυψ, ὃ σημαίνει τὸν σίδηρον, καὶ κλίνεται
χάλυβος, καὶ τροπῇ τοῦ β εἰς κ, χάλυκος, καὶ ἐν συγ‐
κοπῇ χάλκος.
Χαλκίον, τὸ θερματόριον σκεῦος, οἷον, χαντάτιον,
οἷον, χαίνοντα, ἑαυτῶν γὰρ ἡ ἔνθεσις γίνεται τῶν |
---|
40 | εἰσφερομένων.
Χαλκοκρὰς, εἰς τὸ προβλῆτι.
Χαλκὸς, ἐκ τοῦ χάλυψ χάλυβος· σημαίνει δὲ τὸ
ἔθνος, ἐκεῖ γὰρ εὑρέθη ὁ χαλκὸς, ἐκ τοῦ οὖν χάλυ‐
βος γίνεται χαλβὸς, καὶ τροπῇ τοῦ β εἰς κ χαλκός· |
---|
45 | διάτι ἐκλήθη χαλκὸς ὁ σίδηρος; διότι πρότερον εὑρέθη
παρὰ τοῖς ἀρχαίοις ὁ χαλκὸς, ὕστερον δὲ εὑρεθεὶς ὁ
σίδηρος, ἐκάλεσαν αὐτὸν ὁμωνυμῶς τῷ χαλκῷ, σίδηρος
δέ ἐστι.
Χάλαζα, παρὰ τὸ χαλᾶσθαι ἄνω. |
---|
chi 561 (50) | Χαλκὰς, ἐκ τοῦ χαλκὸς, τοῦτο παρὰ τὸ ἀλκὴ, ὃ
σημαίνει τὴν δύναμιν, ἀλκὸς καὶ χαλκός.
Χαλκοχιτῶνες, ἐκ τοῦ χαλκὸς καὶ τοῦ χιτὼν, τοῦ
χιτῶνος ὁ κανὼν, τὰ εἰς ων ἰαμβικὰ, πρὸ τέλους
ἔχοντα τὸ ἰῶτα, φυλάσσουσι τὸ ω ἐπὶ γενικῆς, ἐπί τε |
55 | ὀξυτόνων καὶ βαρυτόνων, Πυθὼν Πυθῶνος, ὄνομα πό‐
λεως, κιθὼν κιθῶνος, τρίβων τρίβωνος, σημαίνει δὲ
τὸ διδασκαλικὸν ἱμάτιον, Σίμων Σίμωνος.
Χιτωνίσκος, ἱματίου διαφέρει· χιτωνίσκος μὲν ὁ κο‐ |
---|
λοβὼν, ἱμάτιον δὲ αὐτὸ τὸ ὠμοφόριον. | |
chi 562 | Χάλεσι, τοῖς ὄνυξι.
Χαλκοκορυστὴν, χαλκῷ ὁπλιζόμενον, οἷον, κρανὸς
ἔχοντα χαλκοῦν.
Χαμαὶ, παρὰ τὴν χθόνα, ὅθεν αὐτὴ καὶ χθαμαλή· |
5 | ἡ δὲ χὼν πλεονασμῷ τοῦ θ, χθών· χὼν γάρ ἐστιν ἡ
πάντας χωροῦσα.
Χαμαλὴ οὖν ἐστι τὸ χαμαὶ ἐντεῦθεν· ἢ παρὰ τὸ
χέω, ἡ ἐκκεχυμένη γῆ.
Χαμαίμηλον, εἶδος βοτάνης, διὰ τὸ πυκνὸν τῶν |
---|
10 | φύλλων.
Χαὸς, παρὰ τὸ χεῖσθαι, ὁ κενὸς τόπος μεταξὺ γῆς
καὶ οὐρανοῦ· χαὸς παρὰ τὸ χῶ χαίω, ὡς δαίω τὸ
καίω, δαὸς ἡ λαμπάς· δηλοῖ δὲ τὸ χαὸς τὸ μέγα καὶ
ἀπέραντον χώρημα. |
---|
15 | Χαμεύνης, ὁ χαμοκοίτης.
Χάσμα, παρὰ τὸ χῶ, οὗ παράγωγον χάζω, ὁ παρακεί‐
μενος κέχακα, ὁ παθητικὸς κέχασμαι, χάσμα.
Χαλκὶς εἶδος ὀρνέου, ἥτις καλεῖται κυμίνδη, ἀπὸ τῆς
φωνῆς. |
---|
20 | Χαμόθεν, καὶ χαμᾶζε, τὸ μὲν ἐκ τόπου, τὸ δὲ εἰς
τόπον· τὸ χαμαιπετὲς καὶ χαμαίζηλον πάντως διὰ
τῆς αι διφθόγγου ἔχει τὴν δευτέραν συλλαβήν· χα‐
μερπὲς τὸ χαμαίζηλον, καὶ χαμαιπετὲς τὸ αὐτὸ δηλοῖ.
Χαμαιτύπη, ἡ πόρνη, παρὰ τὸ χαμαὶ τύπτεσθαι |
---|
25 | ἀδόλως.
Χαμαιτέρης, πόρνη.
Χαμαιτυπιῶν, τῶν πολὺ κατεχούσων συνουσιῶν.
Χαμαίζηλος, παρὰ τὸ χαμαὶ καὶ τὸ ζῆλος, τοῦτο
παρὰ τὸ ζέειν ὅλως· τὸ μαι διφθόγγω διάτι; τὰ |
---|
30 | παρὰ τὸ χαμαὶ συγκείμενα ἅπαντα διὰ τῆς αι διφθόγ‐
γου γράφεται, οἷον, χαμαίζηλος, χαμαίμηλος, χα‐
μαιτύπη ἡ πόρνη, παρὰ τὸ χαμαὶ τύπτεσθαι· πλὴν
τοῦ χαμαιτερὲς καὶ χαμερπές.
Χαῦνος, παρὰ τὸ χαίνω χάνος καὶ χαῦνος, ὡς φαίνω |
---|
35 | φάνος καὶ χαῦνος ὁ ταπεινός.
Χαλίφρων, κυρίως ὁ μέθυσος λέγεται· χάμις γὰρ
ἄκρος οἶνος, παρὰ τὸ χαλᾶν τὰς φρένας.
Χἁυτῷ ἀντὶ τοῦ καὶ ἑαυτῷ, κατ’ ἀποβολὴν τοῦ ἰῶτα,
τοῦ εἰς τὸν καὶ σύνδεσμον, καὶ τοῦ ε, καὶ κράσει τοῦ |
---|
40 | α καὶ υ εἰς τὴν αυ δίφθογγον, γίνεται κἀυτῷ, καὶ
ἐπειδὴ διὰ τὸ α, διὰ τὴν αὐτοπαθῆ ἀντωνυμίαν ἐτρά‐
πη τὸ κ εἰς χ, καὶ γέγονε χἁυτῷ.
Χαράδρης, τῆς ἐγχαράξεως τοῦ ἐδάφους, τῆς γενομέ‐
νης ἀπὸ τῶν ἐπιφερομένων ἐμβρίων ὑδάτων· εἴρηται δὲ |
---|
45 | οἱονεὶ τοῦ ἐγκεχαράχθαι τῇ φορᾷ τοῦ ὕδατος.
Χάραγμα, καὶ χαράσσω, κατὰ παραγωγήν· σημαίνει
δὲ κοίλωμα ὄρους.
Χερόνησος, ἐκ τοῦ χεὶρ χειρὸς, καὶ τοῦ νῆσος, γί‐
νεται Χερόνησος. |
---|
chi 562 (50) | Χαρὰ, εὐφροσύνη.
Χερουβὶμ, παρὰ χεὶρ, χερός.
Χάρμη, ἡ μάχη· ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις, καὶ τὸ
χαίρειν τῇ μάχῃ, παρὰ τὸ χαράσσω· τὴν γὰρ χα‐
ρὰν, ὡς φησὶ καὶ Ἀριστίδης· χάρμα λέγεται οὐδετέρως. |
55 | Χάραξ, φραγμὸς, ὁ ὄξεσι ξύλοις, ἢ καλάμοις ἐχόμε‐
νος, ἐκ τοῦ χαράσσω.
Χαράδραι, αἱ ὑπὸ τῶν χειμάῤῥων ἐκρησσόμενοι αὐ‐
λῶνες, παρὰ τὸ χαράσσειν, καὶ τραχύνειν τὴν γῆν. |
---|
Χαραδριὸς, ὁ ἡδόμενος ταῖς χαράδραις. | |
chi 563 | Χάρτης, παρὰ τὸ χαράσσω. ἢ παρὰ τὸ κείρω τὸ
κόπτω.
Χάρτης, παρὰ τὸ χῶ τὸ χωρῶ, ὁ μέλλων χήσω, τὸ
διαχεόμενον. παράγωγον ποιεῖ τὸ χαίρω, οὐκ εἰρόμε‐ |
5 | νον ἐπὶ τούτου τοῦ σημαινομένου, τὸ χωρεῖν· παρὰ
δὲ τὸ αὐτὸ χαίρω χάρτης, χωρητικὸν ὢν τῶν ἐγγρα‐
φομένων.
Χαρακτὴρ. ἐκ τοῦ σκιάζω, καὶ χαράσσω, καὶ μορφῶ.
Χάρις, δωρέα, ἢ ἀρετὴ, καλλόνη· ἐκ τοῦ χαίρω. |
---|
10 | Χάρης, Χάρητος, ὄνομα κύριον.
Χάρων, παρὰ τὸν χύσω μέλλοντα, δηλοῦντα τὸ χωρῶ·
καὶ οὕτω Φιλόξενος.
Χαρτοφύλαξ, παρὰ τὸ χάρτης καὶ τὸ φυλάσσω, γί‐
νεται σύνθετον ὄνομα χαρτοφύλαξ. |
---|
15 | Χάρυβδις, ὠμόβροτος, ἐκ τοῦ χαὸς καὶ τοῦ ῥύβδης,
ἡ ἀναπινομένη θάλασσα, ἐπὶ τὰ γάδειρα, καὶ πάλιν
ῥαγδοτέρως ἐπαναστρέφουσα. εἴρηται δὲ καὶ χάσμα
θαλάσσιον πᾶν τὸ εἰς χαὸς καὶ ὄλεθρον κατασπῶν·
διαφέρει κῆτος θαλάσσης. |
---|
20 | Χάσμα, παρὰ τὸ χῶ, οὗ παράγωγον χάζω, ὁ μέλλων
χάσω, κέχασμαι, χάσμα.
Χέρας, τῆς ὑπὸ ποταμῶν ἀθροιζομένης ψάμμου, καὶ
ξύλων συγκομιδῆς· Ἀρίσταρχος δὲ χεράδας φησὶ κα‐
λεῖσθαι τοὺς ποταμοὺς, καὶ τοὺς ἐν αὐτῇ λίθους. |
---|
25 | Χασμῳδία, ἀλλ’ ἐπ’ ἄλληλα φωνηέντων, ἤτοι συν‐
έχεια.
Χαῦνος, παρὰ τὸ χαίνω, χάνος καὶ χαῦνος.
Χέδροψ, ὄσπριον ἄγριον, κατὰ συγκοπὴν, χειρίδοψ
γάρ ἐστι τὸ τῇ χειρὶ ἀνασπώμενον· τὰ γὰρ ὄσπρια |
---|
30 | ἐλευθερίζονται.
Χελιδὼν, εἴρηται παρὰ τὸ κελαδεῖν, κελιδών τις οὖσα·
τὸ μέντοι κελαδεῖν, διὰ τοῦ ε γραφόμενον μαρτυρεῖται·
ἐκ τῆς χρήσεως ποταμοῦ κελαδοῦντος.
Χελώνη, κατὰ στέρησιν τοῦ κέλλειν ὅ ἐστι κινεῖσθαι· |
---|
35 | τὸ γὰρ νω στερητικὸν, νωθεὺς γὰρ τὸ ζῶον, διχηλή
τις οὖσα, παρὰ τὸ διεσχίσθαι, ὥσπερ ὁπλὴ ἀντὶ τοῦ
ἁπλῆ.
Χὴν, ὄνομα θηλυκὸν, κοινὸν τῷ γένει, ὁ χὴν καὶ ἡ
χήν· κρακτικὸν γάρ ἐστι καὶ φωνητικόν· γίνεται δὲ |
---|
40 | παρὰ τὸ ἠχὴ, ὃ σημαίνει τὴν βοήν.
Χὴν, καὶ χῆνα τὸ χηνάριον παρὰ τὸ ἠχεῖν, ἢ παρὰ
τὸ χαίρειν, τουτ’ἔστι πέδειν, πέδον χηνάριον, διότι ἐν
τοῖς νάμασι χαίρει· ἢ παρὰ τὸ ἕζω, τὸ καθέζομαι·
οἱ γὰρ δεδεμένοι κυρίως ἐπὶ τῆς γῆς κατακεῖνται. |
---|
45 | Χεῖα, παρὰ τὸ χωρεῖν, ἀλλὰ καὶ χηραμὸς ἡ κατάδυ‐
σις τῶν Ῥωμαίων, ὁ φωλεὸς τῶν μυρμήκων.
Χεῖλος, τὸ μέρος τοῦ σώματος, παρὰ τὸ χέειν τοὺς
λόγους χέλος· καὶ χεῖλος τοῦ ποταμοῦ· τὸ χει δι‐
φθόγγῳ, διὰ τὸ χέλος κατὰ πλεονασμὸν τοῦ ἰῶτα χεῖ‐ |
---|
chi 563 (50) | λος· χῖλος δὲ ὄνομα κύριον.
Χειμάδια δὲ τόπος, ἐν ᾧ δεῖ παραχειμᾶσαι τῷ χει‐
μῶνι· ἐφ’ ᾧ ἄν τις δύναιτο χειμῶνος ἐγκαθορμήσα‐
σθαι ἤτοι χειμᾶσαι· χειμαδία δὲ ἡ τοῦ χειμῶνος
ὥρα. |
55 | Χερειότερος, χερείων, καὶ κατὰ μεταπλασμόν·
πλεῖον καὶ πλεῖα καὶ πλοῖαί τοι χαλκοῦ κλίσιαι· καὶ
τὶ σημαίνει χερείων, τὸ ἐλάσσον.
Χειμὼν, παρὰ τὸ χέω, ὁ ἐν τῇ γῇ χεόμενος.
Χείμαῤῥος, ὁ ποταμὸς, παρὰ τὸ ἐν τῷ χειμῶνι ῥεῖν· |
---|
60 | ἢ διὰ τὸ χέεσθαι εὐμαρῶς ἤγουν εὐκόλως. | |
---|
chi 564 | Χεῖρες, διὰ τὸ χεῖσθαι ῥᾷον· καὶ διὰ τὴν χρείαν
ὑπουργεῖν.
Χείμεθλον, τὸ ἐν τῷ χειμῶνι γενόμενον ἐν τοῖς ῥηξὶ
τῶν δακτύλων ἕλκος. |
5 | Χειμερινὸς, παρὰ τὸ χεῖμα, ὡς παρὰ τὸ ἔαρ ἐαρινὸς
ὤν· ἡ παραγωγὴ διὰ τοῦ ε γράφεται.
Χείρων, χείρονος, οἱ Αἰολεῖς χήρων καὶ χέῤῥων· ἐπὶ
μὲν κυρίου φυλάσσουσι τὸ ω, ἐπὶ δὲ προσηγορικοῦ οὐ
φυλάσσουσι. |
---|
10 | Χειμὼν, διὰ τὸ χέεσθαι ὁμωνύμως, ἤγουν ἐπὶ μῆνας
πέντε ἢ ἕξ.
Χειροπέδες, ἡ εὐθεῖα ἡ χειροπέδη, ἐκ τοῦ χεὶρ χει‐
ρὸς καὶ τοῦ πέδους· χείρων, παρὰ τὸ χεὶρ χειρὸς, ὁ
πρῶτος τύπος τῶν συγκριτικῶν χειρότερος, ὁ β, χε‐ |
---|
15 | ρίων, διὰ τοῦ ἰῶτα γράφεται· καὶ ἐν ὑπερβιβασμῷ γί‐
νεται χείρων· καὶ χερνῆτις θηλυκῶς, ἡ χειρομαχία
γυνή, ἡ διὰ τῶν χειρῶν νήθουσα· ἰστέον δὲ, εἰ μὲν
ὄνομα εἴη διὰ τοῦ ω γράφεται εἰ δὲ ἐπίῤῥημα διὰ
τοῦ ο. |
---|
20 | Χειρόκμητα, ὑπὸ χειρῶν γεγλυμμένα, ἢ περιεξεσμέ‐
να, ἢ κατειργασμένα.
Χειροτονία, ἐκλογὴ παντὸς δήμου.
Χαράστριος, παρὰ τὸ χαίρειν τοῖς ὕδασιν· ἐλανδεὺς
γὰρ τὸ ὄρος. |
---|
25 | Χειροβοσκὸς, ὁ διὰ χειρὸς ζῶν, ὡς φησὶ Σοφο‐
κλῆς.
Χερουβεὶμ, ἐπὶ μὲν ἑνικοῦ διφθόγγῳ· ἐπὶ δὲ πλη‐
θυντικοῦ διὰ τοῦ ἰῶτα.
Χερείων, ὁ χείρων, ὁ ἐλάσσων, συγκριτικόν· διότι τὸ |
---|
30 | χερεῖος διφθόγγῳ.
Χερόνησος, γῆ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θά‐
λασσαν· καὶ γίνεται ἐκ τοῦ χεὶρ χειρὸς, καὶ τοῦ
νῆσος.
Χέρσος, ἡ ξηρὰ γῆ, παρὰ τὸ κείρω τὸ κόπτω, ὁ μέλ‐ |
---|
35 | λων κερῶ, Αἰολικῶς κέρσω καὶ ἐξ αὐτοῦ κέρσος καὶ
χέρσος, ἡ κεκομμένη γῆ καὶ ἄδενδρος.
Χήληξι, τοῖς ὄνυξι τοῦ βοὸς, ἐκ τοῦ χαλῶ, ἐξ οὗ
δίχηλος, χηλὸς, ὥσπερ τὸ ἥσω ἧλος, ἡ χωροῦσα ἕκα‐
στον τῶν ἀντιθεμένων. |
---|
40 | Χήρα, ἡ γυνὴ, παρὰ τὸ χαίρω χαρὰ, κατ’ ἀντίφρασιν,
ἡ μὴ χαίρουσα· ἢ παρὰ τὸ χῶ τὸ χωρῶ, ὁ μέλλων
χήσω, καὶ ἐξ αὐτοῦ γίνεται χήρα, ἡ χωρητικὴ τῆς
λύπης· ἢ ἡ μεμονωμένη τοῦ ἀνδρός.
Χηραί τε ἄνδρας μὴ ἔχουσαι· γίνεται χήρα ἀπὸ τοῦ |
---|
45 | χῶ τὸ χωρῶ, ὁ μέλλων χήσω, καὶ ἐξ αὐτοῦ γίνεται
χήρα· ἐτυμολογεῖται καὶ παρὰ τὸ χαρὰ, καὶ ἀναδόσει
τοῦ τόνου, καὶ τροπῇ τοῦ α εἰς η γίνεται χήρα, κατ’
ἀντίφρασιν· ἡ ἐστερημένη τῆς εὐφροσύνης καὶ τῆς
χαρᾶς. |
---|
chi 564 (50) | Χηρωσταὶ, ἀλλότριοι, ἢ οἱ πόῤῥωθεν συγγενεῖς, διότι
χηρεύοντος τοῦ οἴκου, καὶ ἐρήμου ὄντος τέκνων, αὐτοὶ
κληρονομοῦσι.
Χηραμὸς, παρὰ τὸ χῶ τὸ χωρῶ· χῶ, χήσω, χῆρος, ὁ
ἔρημος, ὁ χωρεῖν δυνάμενος, διὰ τὸ κενὸν εἶναι· χῆ‐ |
55 | ρος οὖν καὶ παρωνύμως χηραμός· ἔστι δὲ χηραμὸς ὁ
φωλεὸς τοῦ ὄφεως.
Χηνάριον, διότι ἐν τοῖς νάμασι χαίρει.
Χηλὴ, ἐπὶ τῶν διονύχων ζώων, διχόλη τις οὖσα, παρὰ
τὸ διεσχίσθαι· ὥσπερ ὁπλὴ, ἀντὶ τοῦ ἁπλὴ, ἐπὶ τῶν |
---|
60 | μονωνύχων. | |
---|
chi 565 | Χῆτις, ἡ στέρησις.
Χήτει, δοτικὴ, στερήσει, ἐνδείᾳ, καὶ σπάνει, παρὰ τὸ
χῶ ῥῆμα, ὃ σημαίνει τὸ ἐνδεοῦμαι· χῶ οὖν ὁ μέλλων
χήσω, ὄνομα ῥηματικὸν χῆτις ἡ ἔνδεια, καὶ χῆτος |
5 | ὄνομα οὐδέτερον, καὶ χητόπη ῥηματικὸν, δηλοῦν τὴν
ἔνδειαν.
Χῆτις, ἡ ἔνδεια, καὶ χῆτος ἕτερον ὄνομα, παρὰ τὸν
χήσω μέλλοντα· χήτεα, Ἡσίοδος· παρὰ δὲ τὸ χῆτος
ῥῆμα χητίζω καὶ χατίζων, ὡς θέρος θερίζω, ἄνθος |
---|
10 | ἀνθίζω· οὕτω Φιλόξενος.
Χειμερίοις, τοῖς χειμερινοῖς.
Χειμέριος, τὸ ρι ἰῶτα· τὰ διὰ τοῦ ιος, διὰ τοῦ ἰῶτα
γράφεται, χωρὶς εἰ μὴ ᾦσιν ἀπὸ τῶν εἰς ος οὐδετέ‐
ρων· οἷον, ἀκαίριος, ὁ μὴ ἔχων καιρὸν, ὥριος ὁ τῆς |
---|
15 | ὥρας προέφθασα ἐν ἀωρίᾳ, παρὰ τὸ ὥριος, ὁ μὴ
ἔχων ὥραν· ἑσπέριος, ἡμέριος, ἀκάριος· χωρὶς εἰ μὴ
ὦσιν ἀπὸ τῶν εἰς ος οὐδετέρων εἶπε, διὰ τὸ θέρος
θέρειος· λοιπὸν ἐκ τοῦ χειμερινός.
Χήλωμα, τὸ τῶν κτηνῶν. |
---|
20 | Χθαμαλὴ, χθεσινὰ ὠμὴ καὶ ἄσθμα.
Χθιζά τε χθεσινὰ, ἐπίῤῥημα ἀπὸ ὀνόματος γενόμενον
εἰς ἐπίῤῥημα, ὡς ἐν τῷ ἐτεὸν καὶ τὸ σίδηρον· καὶ τὸ
χθιζὸς διάτι ὀξύνεται; τὰ εἰς ζος, ἀπὸ ἐπιῤῥημάτων
παραγόμενα ἢ τριγενῆ ὄντα, ὀξύνεται, οἷον, χθιζὸς, |
---|
25 | πρωϊζός· καὶ πόθεν παρήχθη; ἐκ τοῦ ἐχθές· καὶ
ποῖόν ἐστιν ἀναλογώτερον, καὶ κυριώτερον καὶ πρῶτον,
τὸ ἐχθὲς ἢ χθές; τὸ χθές· ἐπειδὴ κανών ἐστιν ὁ
λέγων, ὅτι πᾶν ἐπίῤῥημα μονοσύλλαβον ἀπαθὲς, κατ’
ἰδίαν ῥητὸν μακροκαταληκτεῖ φύσει ἢ θέσει· οἷον, μὴν, |
---|
30 | νὴ, πλὴν, δὴν, πὺξ, λὰξ, μὰψ, ἄψ; πρόσκειται μο‐
νοσύλλαβα, διὰ τὴν δισυλλαβίαν· πρόσκειται ἀπαθὲς
διὰ τὸ δύο καὶ τρίς· ταῦτα γὰρ κατὰ παθός εἰσιν, ἐκ‐
διάκις, καὶ τριάκις· πρόσκειται κατ’ ἰδίαν ῥητὸν, ὅτι
ἔδει αὐτὸ μακροκατάληκτον εἶναι, εἴτε φύσει εἴτε |
---|
35 | θέσει, ὥστε τὸ ἐχθὲς ἀναλογώτερόν ἐστιν, ἐκφεῦ‐
γον τὴν παραλογίαν τοῦ χθές· γίνεται ἐκ τοῦ ἐχθέω,
ἐχθεύσω, ἐχθεὺς, ἡ ἐκθεύσασα ἡμέρα· ἐτυμολο‐
γεῖται δὲ παρὰ τὸ ἐκτὸς ἡμῶν γένεσθαι ταύτης τῆς
ἡμέρας. |
---|
40 | Χθονὶ, τῇ γῇ, δοτική· κλίνεται χθὼν, χθονός· ὁ κα‐
νών· πᾶν ὄνομα μονοσύλλαβον, εἰς ἀμετάβολον λῆγον,
προσθέσει τοῦ ος κλίνεται, οἷον, κλὼν κλωνὸς, χὴν
χηνὸς, πρὼν πρωνὸς, ἐξ οὗ καὶ πρόωνες ἄκραι, σπλὴν
σπληνὸς, μὴν μηνός· πλὴν τοῦ φρὴν φρενὸς, καὶ |
---|
45 | χθὼν, χθονός· τὸ δὲ φρὴν ἐσημειώθη, ἐπειδὴ τὰ εἰς
ην μονοσύλλαβα κοινά εἰσι τῷ γένει, ὁ χὴν καὶ ἡ
χὴν, ὁ ῥὴν καὶ ἡ ῥὴν, σημαίνει δὲ τὸν ἄρνα, ἀπὸ γὰρ
τῆς ῥηνὸς γενικῆς τροπῇ τοῦ η εἰς α ῥανὸς, καὶ ἐν
ὑπερβιβασμῷ ἄρνος, καὶ ἡ αἰτιατικὴ ἄρνα· τὸ δὲ φρὴν |
---|
chi 565 (50) | αἰολικῶς μόνου γένους ὂν, ὡς διήλλαξε περὶ τὸ γένος,
διήλλαξε καὶ κατὰ τὴν κλίσιν.
Χθὼν, παρὰ τὸ χῶ, τὸ χωρῶ, γίνεται χὼν, καὶ
πλεονασμῷ τοῦ θ, χθὼν, ἡ πάντας χωροῦσα· ὅτι
πᾶν ὄνομα μονοσύλλαβον, εἰς ἀμετάβολον λῆγον, |
55 | προσθέσει τοῦ ος κλίνεται, εἴρηται ἐν τῷ φρήν· περὶ
δὲ τοῦ χθονὸς εἴπωμεν, ὅτι κανών ἐστιν ὁ λέγων, ὅτι
τὰ εἰς ων λήγοντα ὀξύτονα μονοσύλλαβα, μόνως ἀρ‐
σενικὰ, καὶ μὴ μόνως θηλυκὰ, φυλάττει τὸ ω ἐπὶ |
---|
γενικῆς· οἷον, κλὼν κλωνὸς, πρὼν πρωνὸς, ὥστε | |
chi 566 | πρὼν ἰσχάνει ὕδωρ. τὸ δὲ χθὼν ἐπειδὴ μόνως ἔστι
θηλυκοῦ γένους, τούτου χάριν ἔτρεψε τὸ ω εἰς ο,
οἷον, χθονός· καὶ ἐξ αὐτοῦ χθόνιος.
Χθαμαλὸς, ταπεινὸς, ὁμαλός. |
5 | Χθίζηνοι, χθεσινοί.
Χιλὸς, καὶ θηλυκῶς λέγεται· γράφεται δὲ διὰ τοῦ
ἰῶτα. καὶ λέγουσιν, ὅτι ὤφειλε διὰ τῆς ει διφθόγ‐
γου γράφεσθαι, ἐπειδὴ καὶ τὸ χεῖλος διὰ τῆς ει
διφθόγγου. ἐκ δὲ τοῦ χεῖλος γίνεται χιλὸς ἡ τροφὴ, |
---|
10 | ἡ ἐν τοῖς χείλεσι διδομένη. ἀλλ’ ἔστιν εἰπεῖν διὰ τοῦ
ἰῶτα, τῷ λόγῳ τῶν διὰ τοῦ ιλος.
Χίδρα, στάχυες ἁπαλοῦ σίτου, ὁ νεὸς καρπὸς, ἢ
ἄλευρον τὸ ἐξ ἁπαλῶν κριθῶν φρικτῶν γινόμενον.
χίδαρα ὄντα τινὰ, καὶ χίδρα, τὰ τῇ χειρὶ ἀνασπώ‐ |
---|
15 | μενα.
Χιλὸς, ἡ τροφὴ, ἐξ οὗ καὶ χιλὸς, ὁ Ἀχιλεύς.
Χιλοῦ τε ἕνεκα, καὶ τῆς λείας ἀνασχοῦ· φύουσι γὰρ
χιλὸν, καὶ ἐλυμὰν καὶ χόρτον. |
---|
20 | Χιλὸς οὖν ἡ τροφὴ, παρὰ τὸ ἴσχειν τὸ σῶμα, τουτ’‐
ἔστι κρατεῖν, χιλὸς δὲ ὁ χόρτος τῶν βοσκημάτων,
παρὰ τὸ χεῖσθαι τῷ ἕλει· χηλὴ δὲ ἐπὶ τῶν διονύχων
ζώων, οἷον, διχέλη τις οὖσα, ἀπὸ τοῦ ἐσχίσθαι, ὡς
τὸ ὁπλῆ ἡ ἁπλῆ, ἐπὶ ἵππων καὶ ἡμιόνων· καὶ εἰς τὸ |
---|
25 | Ἀχιλεύς.
Χίλιοι, διὰ τοῦ ἰῶτα γράφεται, ἐπειδὴ οἱ Αἰολεῖς χέλ‐
λιοι λέγουσι· τοῦτο δὲ ἔχουσιν ἔθος ποιεῖν ἐπὶ τῶν
γραφομένων· φθείρω φθέῤῥω, σπείρω σπέῤῥω· εἰ δέ
τις εἴποι, ὅτι τὸ ἰῶτα εἰς ε τρέπουσιν, οἷον Πρίαμος |
---|
30 | Πρέαμος, κοπρία κοπρέα, τρίτος τρέτος· τὸ δὲ χίλιοι
τὸ χι μακρὸν ἔχει, πῶς ἔτρεψε παρ’ αὐτοῖς τὸ ι
εἰς ε; ἀλλ’ ἰστέον, ὅτι σπανίως τὸ ἰῶτα ἐκτεταμένον
τρέπουσιν εἰς ε, οἷον, ἵλαθι, ἕλλαθι, χίλιοι χέλ‐
λιοι. ἰστέον δὲ ὅτι τὸ χίλιοι διὰ τοῦ ι γράφεται· |
---|
35 | ἐπειδὴ πᾶς ἀριθμὸς ἐν τῇ ἀρχούσῃ συνεμπίπτει τῷ
ἰῶτα στοιχείῳ.
Χεὶρ, τὸ χεὶρ διφθόγγῳ γράφεται, ἐπειδὴ οἱ Δωριεῖς
χὴρ λέγουσι διὰ τοῦ ἦτα· καὶ ἔθος δὲ ἔχουσι τὴν
ει δίφθογγον εἰς η τρέπειν, οἷον, πλείων πλήων, |
---|
40 | μείων μήων· καὶ ἄλλως, ὅτι οἱ Αἰολεῖς ἐφανέρω‐
σαν τὸ ε, χέρες εἴποντες, χεῖρες διφθόγγῳ (γρά‐
φεται.)
Χείρων, ὁ κένταυρος· χεῖραι καλοῦνται, αἱ ἐν τοῖς
ποσὶ ῥαγδάδες. ἔνθεν καὶ χείρων, διὰ τὸ ἐν χεί‐ |
---|
45 | ροσι.
Χίμαιρα, ἡ περισυνὴ αἴξ· ἔστι δὲ ὄνομα θηρίου τρικε‐
φάλου· εἴρηται ὁ κανών.
Χίμαρος, ὁ τράγος, ἐκ τοῦ χιμαίρω. τὸ χι ἰῶτα
πρὸς ἀντιδιαστολὴν τοῦ ποταμοῦ, τοῦ ἐν τῷ χειμῶνι |
---|
chi 566 (50) | ῥέοντος· καὶ γίνεται παρὰ τὸ κίω τὸ πορεύομαι, κί‐
μαρος καὶ χίμαῤῥος.
Χῖος, ἐπὶ τοῦ πολίτου ὁ λόγος, ἡ δὲ νῆσος διὰ βρα‐
χέως τοῦ ἰῶτα.
Χιράδες, αἱ τῶν χειρῶν· χιρὰς δὲ τὸ πάθος. |
55 | Χιράδες, διὰ τοῦ ἰῶτα γράφεται. καὶ ὤφειλε διὰ
διφθόγγου, ἐπειδὴ παρὰ τὸ χεὶρ γέγονε· ἀλλ’ ἴσως
ἀπέβαλε τὸ ε, ὁμοίως ὡς τὸ λείβω λιβάς· κρεῖττον
δὲ εἰπεῖν, ὅτι συνέπαθεν ἡ φωνὴ τῷ σημαινομένῳ· |
---|
ἐπειδὴ τὸ χεῖρας ἔνδειαν τινὸς σημαίνει. | |
chi 567 | Χιτῶνος, ἐπὶ μὲν τοῦ σηνήθους· τὸν δὲ χιτῶν’ ἐνόησα
περὶ χροῒ σιγαλόεντα. ἐπὶ δὲ τοῦ θώρακος· Ἑκτό‐
ρεον δὲ χιτῶνα περὶ στήθεσσι.
Χιτὼν, ὑποκάμισον, τὸ τοῦ ἄνδρος ἱμάτιον, παρὰ τὸ |
5 | περιχεῖσθαι τῷ σώματι ἡμῶν· τὸ δὲ τῆς γυναικὸς
πέπλον· λέγεται δὲ καὶ χιτωνίσκος· καὶ εἰς τὸ πέ‐
πλος.
Χίων, παρὰ τὸ χέω, καὶ χιτών· συστέλλει δὲ τὸ ω
ἐπὶ γενικῆς. |
---|
10 | Χλαῖνα, παρὰ τὸ χλιαίνειν, ὅ ἐστι θερμαίνειν· οὕτως
Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς.
Χλαῖνα, γίνεται ἐκ τοῦ χλαίνω, τὸ θερμαίνω· καὶ
τὶ διαφέρει χλαῖνα, χλανὶς καὶ χλαμύς; διαφέρει·
χλαῖνα μὲν γὰρ λέγεται τὸ παχὺ καὶ χειμερινὸν ἱμά‐ |
---|
15 | τιον· χλαμὺς δὲ τὸ περιφερὲς, τὸ ἐν τῇ συνηθείᾳ λε‐
γόμενον σαγομαντίον· χλανὶς δὲ τὸ λεπτότατον καὶ
τρυφερὸν ἱμάτιον· χλαμὺς δὲ καὶ ὅπερ φοροῦσιν οἱ
κηροφόροι.
Χλευασμὸς, ἀπὸ τοῦ χλευάζω, τοῦτο ἐκ τοῦ χλεύη, |
---|
20 | ὃ σημαίνει τὴν ἀπάτην· τοῦτο ἐκ τοῦ κλέπτω, κλεύη
καὶ χλεύη· ὁ γὰρ κλέπτων τινὰ, καὶ χλευάζει αὐτόν·
καὶ ὁ χλευάζων τινὰ ὑποκλέπτει αὐτόν· ἢ ἀπὸ τοῦ
χεύω γίνεται χεύη, καὶ κατὰ πλεονασμὸν τοῦ λ,
χλεύη. ἢ παρὰ τὸ γελῶ γελεὺς καὶ χλεύη. |
---|
25 | Χλεύη, χειλεύη τις οὖσα, παρὰ τὸ ἀνοίγειν τὰ χείλη·
οἱ δὲ παρὰ τὴν χλόην, δυσωπητικὰ γὰρ τὰ σκώμματα,
καὶ χρειὰς μεταβλητικά.
Χλιδὴ, ἡ τροφή· τὸ χλι ἰῶτα. τὰ εἰς δη ψιλὰ ἑνὶ
φωνήεντι παραλήγεται, οἷον, κλίδη, ἴδη, χλιδή· ἔστι |
---|
30 | δὲ χλίδω βαρυτόνως, καὶ χλιδῶ περισπωμένως, δευτέ‐
ρας συζυγίας τῶν περισπωμένων· ἄλλοι φασὶ τὸ χλιδῶ,
ὃ σημαίνει τὸ τρέφω καὶ αὐξάνω, ὡς ἀπὸ τοῦ κλείω
τὸ δοξάζω.
Χλίδοντα, χλίδην, σωρηδὸν, δηλοῖ πλήθους ἔμφασιν, |
---|
35 | αἰσχύλος ὁ πλουκρίσει καὶ χεριδόντα, ἀντὶ τοῦ πλη‐
θύνοντα.
Χλιδὴ, ἥκιστα ἔχαιρες ἀγλαϊσμῶν τροφὴ, καὶ χλιδα‐
νὸν τὸ τρυφερὸν, παρὰ τὸ χαλῶ ῥῆμα, καὶ τὸ δέω τὸ
πρέπω, χαλιδὴ καὶ χλιδὴ, ἡ ὑποχαλῶσα τοῦ πρέπον‐ |
---|
40 | τος· λέγεται δὲ καὶ χλιδὴ ἡ ἔκλυσις, καὶ μαλακία,
ἀπὸ τοῦ χλιάνθαι, καὶ ἐκλελύσθαι, ἀσθενείᾳ τοῦ
θερμοῦ· καὶ χλίδοντα, ἀντὶ τοῦ πληθύνοντα.
Χλῆδος, ἀρσενικόν· κυρίως δὲ ὁ σωρὸς τῶν λίθων.
Χλωρὸς, παρὰ τὸ χολὴ, χολερὸς καὶ χλωρὸς, καὶ ἐκ |
---|
45 | τούτου χλίηρος, καὶ τροπῇ τοῦ η εἰς ω καὶ κράσει
χλωρός· καὶ ἐκ τούτου χλωρότης.
Χλούνης, ὁ σύαγρος, ὁ χοῖρος, ὁ ἐν χλόῃ ἀναζωού‐
μενος καὶ διατρίβων, χλοεύνης καὶ χλεύνης. |
---|
chi 567 (50) | Χλόη, παρὰ τὸ φλέω τὸ ἀναδίδωμι, φλόη καὶ χλόη.
Χοῖνιξ, καὶ ἴφι, ταυτόν ἐστιν. ἔστι δὲ μέτρον ξεστῶν
δύο, καὶ ποστιμόριον, ὅ ἐστι τῶν δύο δρακῶν, τῆς
χειρὸς τὸ μέτρον· χοῖνιξ δὲ σημαίνει τὴν χώρησιν.
Χοῖνιξ, διὰ τοῦ ἰῶτα γράφεται. ἔστι δὲ εἶδος μέτρου. |
55 | οὐδέποτε δίφθογγος εἰς διπλοῦν λήγει, πλὴν τοῦ
προίξ.
Χοιράδες, νόσημά τι περὶ τὸν τράχηλον τῶν ἀνθρώ‐
πων γενόμενον, ὅπερ οἱ ἰατροὶ χοιράδες καλῶς ὀνο‐ |
---|
μάζουσι, διὰ τὸ ζώοις ἐοικέναι τοιούτοις τὰ δημιουρ‐ | |
chi 568 | γοῦντα τὸ νόσημα, καὶ κενοὺς σοφεώρας ἀνθρώπων
τοὺς τραχήλους ποιουμέναι.
Χοῖρος, παρὰ τὸ χοῦς χοὸς, χόϊρος καὶ χοῖρος κατὰ
κράσιν, ὁ τὸν χοῦν ἐρευνῶν. |
5 | Χοῖρος, διὰ τὸ τὴν χύσιν ἐρᾷν καὶ ῥυφᾷν· ἤτοι τοῦ
χείρονος ἐρᾷν, ἤτοι τοῦ χοὸς ἐρᾷν.
Χολάδες, τὰ ἔντερα, εἰς αὐτὰ γὰρ ἡ ξανθὴ χολὴ
συῤῥεῖ, τοῦτο μηχανισαμένης τῆς φύσεως, πρὸς τὸ δια‐
θερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐ‐ |
---|
10 | τῆς, πρὸς τὴν παράκλισιν τῶν περιττῶν, ἔμελλε γὰρ
ψυχρὰ ὄντα, τῇ κράσει ἀργὰ μένειν, καὶ μηδέποτε
ποιεῖν τὴν παράκλισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάν‐
τα· ἐτυμολογεῖται παρὰ τὸ χεῖσθαι οὐ καλῶς.
Χολωσάμενος, ὀργισθείς· τὸ χο μικρὸν διάτι; ἐκ |
---|
15 | τοῦ χέω, ὁ γὰρ χόλος διαχεῖται· ἡ πρώτη γὰρ ἔκκαυ‐
σις τῆς καρδίας, καὶ διάχυσις τῆς χολῆς πρὸς ὀργὴν,
χόλος λέγεται· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ
ὀνόματι; εἰδικοῦ· καὶ τὸ γενικόν ἐστιν ὁ θυμός· ταῦτα
δὲ εἴρηται, καί εἰσιν εἴδη. |
---|
20 | Χολὴ, παρὰ τὴν ὀργὴν καὶ τὴν μελανίαν· ἢ διὰ τὸ
χέεσθαι τὴν αἰτίαν εἰς ὅλον τὸ σῶμα, καὶ τυφλεῖν
αὐτόν.
Χόλω, καὶ χολῶ διαφέρει· ἐπὶ μὲν τοῦ ὀργιζομένου ἐκ
τοῦ χολή· ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμέ‐ |
---|
25 | νων, χολῶ χολᾶς, τὸ πληθυντικὸν χολᾶτε, ἐμοὶ χο‐
λᾶτε, ὅτι ὅλον τὸν ἄνθρωπον ὑγιῆ ἐποίησα· ἐπὶ δὲ
τοῦ ἐκ τοῦ χόλος, γίνεται χολῶ, τρίτης συζυγίας τῶν
περισπωμένων, χολόω χολῶ, ὁ μέλλων χολώσω, κε‐
χολωμένος. |
---|
30 | Χολωσέμεν, ὀργισθήσεσθαι· καὶ οἱ Δωριεῖς τὰ εἰς
ειν ἀπαρέμφατα ποιοῦσιν εἰς εμεν, καὶ οἱ Αἰολεῖς
εἰς εμεναι, τύπτειν, τυπτέμεν, τυπτέμεναι, γελά‐
σειν, γελασέμεν, γελασέμεναι, χολώσειν, χολωσέμεν,
χολωσέμεναι. |
---|
35 | Χόνδρος, τὸ τοῦ στομάχου ἔντερον· ἔνθεν καὶ ὑπο‐
χόνδριον καλεῖται, καὶ χονδή· καὶ λοιπὸν φύσκη τὸ
ἕτερον.
Χορδὴ, τὸ ἔντερον, ἢ ἡ λύσις τῶν ἐντέρων, παρὰ τὸ
χωρεῖν τὴν ἐδωδήν· ἢ παρὰ τὸ τὰ χωρηγούμενα δεῖν, |
---|
40 | ὅ ἐστι δεσμεύειν.
Χορταῖος, ὁ δασὺς χιτὼν, ᾧ χρῶνται αἱ παρθένοι
αὐλῆς ἐν χόρτωπι· καὶ χορτοὶ οἱ τριγχοὶ, ὡς Εὐριπί‐
δης ἐν δροπωθʹ.. συγχορταναίῳ πεδία· ταῖς δ’ ἐλευθέ‐
ραις· καὶ ἐν Ἀνδρομάχη ὁμοίως. |
---|
45 | Χόριον, τὸ κάλυμμα, τὸ περιέχον τὸ ἔμβρυον, τὸ
συγγενώμενον ἐν τῇ κοιλίᾳ τοῖς βρέφεσιν, ὡς χωρίον
αὐτὸ ὂν τῶν διατρεφόντων· χόριον τὸ ἔντερον τὸ συγ‐
γενώμενον ἐν τῆ κοιλία τοῖς βρέφεσι, τὸ ἐκ τοῦ ἐμ‐
βρύου τοῦ τικτομένου. ἐκ τοῦ χέω. |
---|
chi 568 (50) | Χολέρα, ἔκρυσις διὰ τοῦ στόματος καὶ γαστρός.
Χορηγὸς, δότης, παρὰ τὸ χεὶρ χερὸς καὶ τὸ ἄγω, γί‐
νεται χερηγὸς, καὶ τροπῇ τοῦ ε εἰς ο χορηγὸς, ὁ διὰ
χειρὸς ἄγων.
Χορόνδε, ὄνομα, ἐκ τοῦ χῶρος, ἀπὸ τοῦ περιέχοντος |
55 | τὸ περιεχόμενον· τὸ δε οὐκ ἔστι μέρος λόγου, ἀλλὰ
μόριον· λαμβάνεται δὲ ἀντὶ τῆς ἐν προθέσεως.
Χόρτος, παρὰ τὸ ἐν τῇ χέρσῳ γίνεσθαι· ἢ διὰ τὸ ἐν
τῇ χέρσῳ τείνεσθαι· ἢ παρὰ τὸ κείρω τὸ κόπτω, |
---|
κόρτος καὶ χόρτος. | |
chi 569 | Χορτάσαι, παρὰ τὸν χόρτον, τὸν περιβαλλόμενον τοῖς
ὑποζυγίοις.
Χορὸς, ἄθροισμα, ἀπὸ τοῦ χῶρος, ὃ σημαίνει τὸν τό‐
πον, ἀπὸ περιέχοντος τὸ περιεχόμενον· ἐκ τοῦ οὖν |
5 | χῶρος, κατὰ συστολὴν τοῦ ω εἰς ο, καὶ καταβιβάσει
τοῦ τόνου γίνεται χορὸς ὁ λαὸς, ὁ περιεχόμενος ἀπὸ
τόπου· γίνεται καὶ χορεῖος.
Χορὸς, παρὰ τὸ χαίρω χαρὸς, καὶ τροπῇ τοῦ α εἰς ο
χορός· ἢ παρὰ τὸ χεὶρ χειρός. τὸ χο μικρὸν διάτι; |
---|
10 | πρὸς ἀντιδιαστολὴν τοῦ χῶρος τοῦ σημαίνοντος τὸν τό‐
πον, καὶ Ὅμηρος, χῶρον μὲν πρῶτον διεμέτρεον· καὶ
ὡς οἶδε χῶρον ἔρημον.
Χοσρόης, ὄνομα κύριον.
Χοῶν, θυσίων, ἐκ τοῦ χοὴ, τοῦτο ἐκ τοῦ χέω, χοὴ, |
---|
15 | χοαὶ, χοῶν, τὰ ἐπιχεόμενα. οἱ γὰρ ἀρχαῖοι, ἅπερ
εἶχον κάλλιστα καὶ τιμιώτατα, ἔῤῥευον εἰς τοὺς νε‐
κροὺς τιμῶντες αὐτούς.
Χροῦς, ὅ ἐστι χουζὰ, τὸ μὲν μέγα ξεστῶν η· τὸ δὲ
ἅγιον ξεστῶν ἕξ. ὅ ἐστι δώδεκα μετρήτους. |
---|
20 | Χραίσμη, ἐκ τοῦ χραισμῶ τὸ βοηθῶ, ὁ β ἀόριστος
ἔχραισμον, τὸ ἐπιτακτικὸν ἐὰν χραισμῶ, ἐὰν χραι‐
σμῆς, ἐὰν χραισμῇ, καὶ χραίσμη.
Χρεία, παρὰ τὸ χρέος γέγονε χρέα, καὶ ἐν πλεο‐
νασμῷ τοῦ ἰῶτα χρεία. διὰ τῆς ει διφθόγγου γρά‐ |
---|
25 | φεται, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων.
Χρεῖσθαι, καὶ χρᾶσθαι, προσφέρεσθαι, δανείσασθαι,
καὶ ἐπίτασις χρειώδους, καὶ ἀναγκαίας χρείας.
Χρήσασθαι, πρᾶξαι ἢ γαμῆσαι, ἢ ἄλλο τι ποιῆσαι,
ἢ ἀποκτεῖναι. |
---|
30 | Χρηστήριον, σημαίνει δὲ τὸ μαντεῖον.
Χρέος, παρὰ τὸ χρέω τὸ δηλοῦν τὸ ἐνδεῖν, οὔτως
Ἀπολλώνιος ἐν τῷ ἐπὶ ῥημάτων.
Χρέων, ἐπίῤῥημα, ἀντὶ τοῦ χρή.
Χρεωφειλέτης, ἐκ τοῦ χρέος, καὶ τοῦ ὀφειλῶ. |
---|
35 | Χρείω, τὸ χρησμοδοτῶ, ἤγουν τὸ μαντεύομαι, ἐπὶ ἐνε‐
στῶτος καὶ παρατατικοῦ, (διὰ τῆς ει διφθόγγου) οἷον,
ἔχρειον· ἐπὶ δὲ τῶν ἄλλων ἐστὶ διὰ τοῦ ἦτα, τὸ δα‐
νείζω· ἐξ οὗ καὶ χρήσασθαι τὸ δανείσασθαι. χρείω δὲ
καὶ τὸ κεντρίζω. |
---|
40 | Χρὴ, ἀπὸ τοῦ χρῶ, χρᾶς, δευτέρας συζυγίας τῶν πε‐
ρισπωμένων, εἶτα παράγωγον χρῆμι, χρῆς, χρῆσι,
καὶ κατ’ ἀποβολὴν τῆς σι συλλαβῆς χρή· διάτι ὀξύ‐
νεται; πᾶσα λέξις δισύλλαβος ἐν ῥήμασιν, εἰ μὲν
ἀπὸ τῆς ἀρχῆς ἀποκοπὴ τὴν καταλιμπανομένην συλλα‐ |
---|
45 | βὴν περισπᾶ, εἰ δὲ ἀπὸ τέλους ὀξύνει.
Χρὴ, δεῖ γινώσκειν, ὅτι τὸ χρῆ ἐστιν ἐνεστῶτος τῶν
εἰς μι, τρίτου προσώπου, ἑνικοῦ. ἔστι χρῆμι, τὸ δεύ‐
τερον χρῆς, καὶ τὸ τρίτον χρῆσι, καὶ κατὰ συγκοπὴν
χρή. |
---|
chi 569 (50) | Χρὴ, ἐπίῤῥημα, ὁμοίως καὶ τὸ δεῖ· ὅτι τὰ ἐπιῤῥήματα
καὶ ἐπίκειται τοῖς ῥήμασι προτασσόμενα, καὶ ὑπόκει‐
ται· οἷον, καλῶς ἀναγινώσκει δίων, ἀναγινώσκει κα‐
λῶς δίων· τοιαῦτα δὲ τὰ προκείμενα ἐν τῇ συντάξει
ἔστι κατὰ ἀπαρέμφατον, οἷον, Ἀπολλώνιος χρὴ γρά‐ |
55 | φειν, Ἀπολλώνιος δεῖ περιπατεῖν. καὶ ἄλλως, κανὼν
γάρ ἐστιν ὁ λέγων, τὰ ἐν προσώποις ἀντωνυμικοῖς κατὰ
παρασχηματισμὸν ἐκφερόμενα, κατὰ τὸ τρίτον πρόσ‐
ωπον ἐπιῤῥήματά εἰσιν, οἷον, Ἑλληνιστὶ λέγω ἐγὼ,
Ἑλληνιστὶ λέγει ἐκεῖνος· ὁμοίως καὶ τὸ ἐμὲ χρὴ γρά‐ |
---|
60 | φειν, σὲ χρὴ γράφειν, ἐκεῖνον χρὴ γράφειν· ἆρα | |
---|
chi 570 | κατὰ τοιαύτην ἀπόδειξιν ἐπίῤῥημα. ἕτεροι δὲ κανόνες
εἰσὶν οἱ λέγοντες, ταῦτα τοῦ μὴ ἐπιῤῥήματος εἶναι,
ἀλλὰ ῥήματα. ῥήματα δέ εἰσιν, ἐπειδὴ ἴδιόν ἐστι τῶν
συγκεχυμένων ῥημάτων τὸν χρόνον διαστέλλειν· ἐνε‐ |
5 | στὼς γὰρ χρόνος γίνεται τὸ δεῖ καὶ τὸ χρή· οἷον
χρὴ γράφειν, δεῖ ἀναγινώσκειν· παρατατικὸς δὲ ἔδει
γράφειν, καὶ ἔχρην ἀναγινώσκειν, προσελθόντος ἔξω‐
θεν τοῦ ε, ὥσπερ ῥῆμα ἴδιόν ἐστι. καὶ πάλιν διὰ
τὴν κατάληψιν ῥῆμα ἔστιν· οὐδὲν γάρ ἐστιν ἐπινοῆσαι |
---|
10 | ἐπίῤῥημα εἰς ε καταλῆγον μονοσύλλαβον, κατὰ τὸ κοι‐
νὸν ἔθος, αἱ γὰρ τοιαῦται προφοραὶ ἐν συναιρέσει ῥη‐
μάτων ἴδιαί εἰσιν. οἷον, χέει χεῖ, ῥέει ῥεῖ, πλέει
πλεῖ, ἕως ἐξουρίας πλεῖς, πνέει πνεῖ· ἆρα οὖν ῥῆμα
ἔστι τὸ δεῖ καὶ τὸ χρή. ἕτερος κανών ἐστιν ὁ λέγων, |
---|
15 | πᾶν ῥῆμα μακροκατάληκτον, ἐπὶ τῆς μακρᾶς ἔχον τὸν
τόνον περισπᾶται, οἷον νοῶ, χρυσῶ· σεσημείωται τὸ
χρὴ καὶ τὸ δεῖ.
Χρήζω, θέλω, ἐν οἶς καὶ νὴν γράφει τὸ ἰῶτα. καὶ
χρηΐζω λέγεται κατὰ διάστασιν· εἴρηται δὲ παρὰ τὸ |
---|
20 | χρεία, ὅπερ ἔχει τὴν ει δίφθογγον, χρεΐζω, καὶ
κατ’ ἔκτασιν τοῦ ε εἰς η, χρηΐζω.
Χρησμὸς, παρὰ τὸν χρήσω μέλλοντα.
Χρήματα, τὸ πλῆθος τοῦ χρυσίου, παρὰ τὸ χρῶ
χρήσω, ὃ σημαίνει τὸ κτῶμαι, ἐξ οὗ καὶ ὁ μέσος |
---|
25 | ἐχρησάμην, ἀντὶ τοῦ ἔλαβον, καὶ ἐκτησάμην χρήματα.
Χρήματα, τὰ ἀργύρια, χρήματα τὰ πράγματα.
Χρίσις, οὕτως ἡ παράδοσις, μαρτυρεῖ δὲ Ἀλεξίων καὶ
Φιλόξενος. παρὰ τὸ χρίω τὸ ἀλείφω· ὅτε γὰρ δηλοῖ
τὸ μαντεύομαι, διὰ τῆς ει διφθόγγου γράφεται. |
---|
30 | Χριστὸς, παρὰ τὸ χρίω, ὃ σημαίνει τὸ ἀλείφω· ση‐
μαίνει δὲ τὸ τοῦ κυρίου ὄνομα καὶ τὸν βασιλέα· χρίω
ὁ μέλλων χρίσω, κέχρικα, κέχρισμαι, κέχρισαι, κέ‐
χρισται, καὶ ἐκ τούτου Χριστός. τὸ χρι ἰῶτα διάτι;
τὰ εἰς στος, εἴτε ἁπλᾶ, εἴτε σύνθετα, διὰ τοῦ ἰῶτα |
---|
35 | γράφεται, οἷον, πιστὸς, ἱστὸς, παστὸς, Χριστός.
ὀξύνεται, τὰ εἰς τος λήγοντα ὀνόματα, ἔχοντα πρὸ
τοῦ τ, τὸ ς, εἰ παρασχηματίζοιτο εἰς διαφορὸν γένος,
εἰ μὴ ὑπερθετικὰ εἴη, ὀξύνεται· οἷον, πιστὸς, πλι‐
στὸς, ξυστὸς, μεστὸς, σχιστὸς, φραστὸς, κτιστὸς, |
---|
40 | χριστός. πρόσκειται μὴ ὑπερθετικὰ, διὰ τὸ πλεῖστος,
λῷστος, ῥᾷστος.
Χρηστὸς, ὁ ἀγαθός· τὸ χρη ἦτα διάτι; ἀπὸ γὰρ
τοῦ χρῶ, χρᾶς, χρᾶ, γίνεται χρηστὸς ὁ ἀγαθὸς,
καὶ χρήστης ὁ δανείζων καὶ ὁ δανειζόμενος. χριστὸς |
---|
45 | δὲ καὶ χρίσμα διὰ τοῦ ἰῶτα, ἀπὸ τῆς τοῦ ἐλαίου χρί‐
σεως.
Χρησμωδοσία, ἐκ τοῦ χρησμὸς καὶ τοῦ δόσις· χρη‐
σμῳδία δὲ ἐκ τοῦ χρησμωδοτῶ, τοῦτο ἐκ τοῦ χρησμὸς
καὶ τοῦ ᾠδὴ, γίνεται χρησμωδοσία. |
---|
chi 570 (50) | Χρημώδημα, καὶ χρησμωδότημα, τὸ μάντευμα.
Χρῆμα, κυρίως τὸ διὰ χειρὸς ἔργον, οἷον χέρημα.
Χρῆμα, πρᾶγμα, πλοῦτος, οὐσία. χρῆμα, προφήτευ‐
μα, χρυσίον.
Χρόνος, εἰς τὸ καιρός. |
55 | Χρόα, παρὰ τὸ χρῶ τὸ βάπτω, ἐξ οὗ καὶ χρῶμα,
κατὰ παραγωγήν· καὶ εἰς τὸ ὦχρος.
Χρυσάμπυκα, ζήτει εἰς τὸ ἄμπυξ, χρυσοχαλίνους,
ἀπὸ μέρους, ἢ χρυσοκόμους· κυρίως δὲ ἄμπυξ καλεῖ‐
ται, σειρὰ κατάχρυσος, ἡ ἀπὸ μετώπου τεινομένη, |
---|
60 | ᾗ συνδοῦνται αἱ τρίχες. | |
---|
chi 571 | Χρύσεος, ἀποβάλλει τὸ ἰῶτα τῆς ει διφθόγγου. τὰ
διὰ τοῦ ειος κτητικὰ, ὑπὲρ δύο συλλαβὰς, οἱ αἰολεῖς
διὰ τοῦ εος προσφέρουσιν, οἷον φλόγειος, φλόγεος,
σιδήρειος, σιδήρεος. ποίας διαφορᾶς τῶν κτητικῶν; |
5 | μετουσιαστικοῦ· καὶ πόσαι διαφοραὶ τῶν κτητικῶν;
τρεῖς· οἰκειωτικὸν, συνεκφαντικὸν, μετουσιαστικόν.
οἰκειωτικὸν δέ ἐστι, τὸ ἔχον οἰκείωσιν πρὸς τόπον, οἷον,
οὐράνιος, ὁ ἔχων οἰκείωσιν πρὸς οὐρανόν· γήϊνος, πο‐
τάμιος· μετουσιαστικὸν δέ ἐστι, τὸ μετέχον οὐσίας |
---|
10 | τινὸς, οἷον χρύσειος σταυρὸς, ἀνθρώπειος χεὶρ, δρα‐
κόντειος κάρα· ταῦτα μὲν σωματικά. ἐκφαντικὸν δέ
ἐστι, τὸ συνεμφαῖνόν τι παρὰ ταῦτα, οἷον μήτε μετ‐
ουσιαστικὸν, μήτε οἰκειωτικὸν, οἷον, γραμματικὸς,
ῥητορικός, καὶ τὰ ὅμοια· τὶ διαφέρει τὰ μετουσια‐ |
---|
15 | στικὰ τῶν μέρος σώματος· διαφέρει, ὅτι τὰ μὲν με‐
τουσιαστικὰ ἀπὸ ἀψύχων γίνεται, τὰ δὲ δηλοῦντα μέ‐
ρους σώματος, ἀπὸ ἐμψύχων παράγονται.
Χρυσέω, χρυσὸς, ἐκ τοῦ ῥύω, ῥύσω, ῥυσὸς καὶ χρυ‐
σὸς, ὁ ῥυόμενος ἄνθρωπον ἐκ τοῦ θανάτου· ἢ ἐκ τοῦ |
---|
20 | ῥέω.
Χρυσίτης, λίθος, ἔνθα ἀκονῶσι τὸ χρυσίον· τὸ σι
ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης γινό‐
μενα ὀνόματα, διὰ τοῦ ἰῶτα γράφεται, οἷον, στῦλος
στυλίτης, μῦρος μυρίτης. |
---|
25 | Χρυσολάχανον, ὡς ἀναγκαῖον καὶ χρήσιμον τῇ
βρώσει.
Χρυσοχόος, διὰ τὸ τὸν χρυσὸν χωνεύειν, καὶ χέειν
ἐν τῷ χωνευτηρίῳ.
Χυλὸς, παρὰ τὴν χῦσιν· διαφέρει δὲ χυμὸς καὶ χυλὸς, |
---|
30 | καὶ ἄμφω ὑγρὰ, ἐπὶ τὸ ἐν πέψει, καὶ ἐν ἑψήσει γε‐
γονὸς χυμός· ἔστι δὲ χυμὸς γλυκὺς καὶ πικρὸς, τὸ
ἀπέπτεον καὶ ἀνέψητον, πεφθῆναι δὲ δυνάμενον, ὡς
τὸν καὶ ὀπῶρες χυλόν· ὡς καὶ τοῦ βίου μαρτυροῦντος·
τὸ μὲν γὰρ καλέσαι ἐφθὴν σύγχυμον καλεῖ, τὸ δὲ |
---|
35 | ἄνεφθον ἀσύγχυτον.
Χωσάμενος, ἐκ τοῦ χώων, παρὰ τὸ χῶ, τὸ ὀργίζο‐
μαι, ὅπερ γέγονε ἀπὸ τοῦ χέω χῶ, ἢ παρὰ τὸ δια‐
χεῖσθαι τὴν χολήν· χῶ οὖν χώσω, καὶ ἡ μετοχὴ
χοόμενος χούμενος, καὶ Δωρικῶς χώμενος, καὶ πλεο‐ |
---|
40 | νασμῷ τοῦ ο χωόμενος, ὡς τὸ, χωόμενος δ’ ὁ γέρων
πάλιν ὤχετο.
Χρῴζω, σημαίνει τὸ πλησιάζω· γίνεται δὲ παρὰ τὸ
χρὼς χρωτὸς, χρωτίζω, καὶ μετὰ τοῦ ἀνεκφωνήτου
ἰῶτα, χρῴζω. |
---|
45 | Χρῶ, ἡ χρεία.
Χρῶντις, εἰς τὸ ἀποχρώντως.
Χύτρα, παρὰ τὴν χῦσιν.
Χρῶς, χρωτὸς, εἰς τὸ ἐγχρίπτουσι καὶ Τρώς.
Χύφελλον, εἰς τὸ κύπελλον. |
---|
chi 571 (50) | Χύμευσις, καὶ χυμευτᾷ. |
Χύτρα, τετζοκκαλία. | |
chi 572 | Χυτλῶσαι, τὸ λούσασθαι, τὸ ἀλεῖψαι, χύτλος γὰρ
τὸ ἔλαιον.
Χύθρα, πινάκια.
Χώνη, χθάνη τίς ἐστι, δι’ ἧς χεῖται τὰ ὑγρά. |
5 | Χῶ, χωννύω, μέλλοντα οὐκ ἔχει, ποιεῖ δὲ τὸ παρά‐
γωγον εἰς μαι, καὶ ἄχρι τοῦ παρατατικοῦ κλίνεται.
Χῶ, σημαίνει ζ. χῶ τὸ χαίρω, χῶ τὸ χωρῶ, χῶ τὸ
ὑπάρχω, χῶ τὸ ὑποχωρῶ, χῶ τὸ ὀργίζομαι, χῶ τὸ
χέω, ἀπὸ τοῦ χέω χῶ τὸ χώσω, χῶ τὸ χάζω. |
---|
10 | Χωρὶς, παρὰ τὸ χωρίσω ῥῆμα, ἀποβολῇ τοῦ ω, τὸ
ἐπίῤῥημα ἐγένετο.
Χωλὸς, τὸ χω μέγα διάτι; ἐκ τοῦ κῶλον, ὃ σημαίνει
τὸ ὀστοῦν, ὁ τὰ ὀστᾶ βεβλαμμένα ἔχων, καὶ τροπῇ
τοῦ ψιλοῦ εἰς δασὺ, καὶ μεταβάσει τοῦ τόνου, γίνε‐ |
---|
15 | ται χωλός. καὶ τὶ διαφέρει χῶλος καὶ χωλός; Χῶ‐
λος βαρυτόνως ἡ πόλις, καὶ ὄνομα κύριον βασιλέως·
χωλὸς δὲ ὀξυτόνως βεβλαμένος τὸ ὀστοῦν· τὸ χω
μέγα διάτι; ἐκ τοῦ κῶλον· καὶ ἐκεῖνο διάτι; τὰ μέσα
δύο ἀμεταβόλων, ἢ μέσα δύο συμφώνων τῶν αὐτῶν, |
---|
20 | διὰ τοῦ ω, γράφεται.
Χωλὸς, παρὰ τὸ κωλὸν, ὃ σημαίνει τὸ βεβλαμένον
ὀστοῦν, τροπῇ τοῦ κ εἰς χ· κῶλος γάρ ἐστι, ὁ μὴ
τέλειος, ἀλλὰ βεβλαμένος τὸ ὀστοῦν, καὶ κεκρατημέ‐
νος τὸ περιπατεῖν, ἐξ οὗ κωλύω τὸ κρατῶ, καὶ |
---|
25 | κῶλα ἐκάλουν, τοὺς κριοὺς τοὺς ἀποβεβληκότας τὰ
κέρατα.
Χωνευτήριον, παρὰ τὸ χῶ, τὸ σημαῖνον τὸ χωρῶ,
ἐκ τούτου γίνεται χῶνος, καὶ χωνίον τὸ χω..ετικὸν,
καὶ ἐκ τοῦ χῶνος χωνεύω, καὶ ἐξ αὐτοῦ χωνευτὴς |
---|
30 | καὶ ἐκ τούτου χωνευτήριον.
Χώρα, παρὰ τὸ χῶ τὸ χωρῶ.
Χωόμενος, χῶ τὸ ὀργίζομαι, χώομαι, ἡ μετοχὴ ὁ
χωόμενος.
Χωρίον, ἐν ᾧ κατοικοῦσιν ἄνθρωποι· χώριον δὲ τὸ |
---|
35 | ἔλυτρον, τὸ κάλυμμα, τὸ συγγενώμενον ἐν τῇ κοιλίᾳ
τοῖς βρέφεσιν, ἢ τὸ ἐκ τοῦ ἐμβρύου τοῦ τικτομένου·
ἐκ τοῦ χέω·
Χωρῆσαι, τὸ δόξασθαι, χωρίσαι τὸ διαμερίσαι.
Χωσάμενος, ἐκ τοῦ χωῶ τὸ δέχω, παρὰ τὸ χῶ τὸ |
---|
40 | ὀργίζομαι, ὅπερ γέγονεν ἀπὸ τοῦ χέω, χῶ, τὸ δια‐
χεῖσθαι τὴν χολήν· χῶ οὖν χώσω, καὶ μετοχὴ πα‐
θητικὴ χοόμενος, χούμενος, καὶ Δωρικῶς χώμενος,
ὡς Μοῦσα Μῶσα, καὶ πλεονασμῷ τοῦ ο, χωόμενος·
ἢ παρὰ τὸ χολῶ χολώσω, χολούμενος καὶ ἐκβολῇ |
---|
45 | τοῦ λ, χοούμενος, καὶ τροπῇ τῆς ου διφθόγγου εἰς
ω, χωόμενος· ἢ παρὰ τὸ χῶ, καὶ ὑπερβιβασμῷ τοῦ
τόνου, ὡς ὤρω, ὤρωρε· σημαίνει δὲ τὸ λυπῶ, καὶ
ὀργίζομαι.
Χειροβοσκὸς, ὁ διὰ τῶν χειρῶν βοσκόμενος, χοιρο‐ |
---|
chi 572 (50) | βοσκὸς δὲ ὁ τῶν χοίρων νομεύς. |
51t | Τέλος τοῦ Χ στοιχείου. | |
---|
psi 571 (post 51t) | ΑΡΧΗ ΤΟΥ Ψ ΣΤΟΙΧΕΙΟΥ. |
52 | Ψαιστὸν, ἔστιν εἶδος πλακοῦντος, ὁ δι’ ἀλφίτων πα‐
ρασκευάζεται, ἀπὸ τοῦ ψῆσθαι καὶ ψώχεσθαι, ὅθεν
καὶ ψωμοὶ, καὶ ψιχὲς τὰ μικρὰ θρέμματα. |
---|
55 | Ψάλλειν, ἐπὶ τῶν χορδῶν· παρὰ τὸ ψῶ, οὗ τὸ πα‐
ράγωγον ψαύω καὶ ψάλλω, παρὰ τὸ διὰ δακτύλων
ἐπιψαῦσθαι αὐτῶν, οὕτως Ἡρωδιανός. |
---|
Ψαίρειν, καὶ ψαίειν. | |
psi 572 (52) | Ψαλίον, καὶ ψελίον.
Ψαιδρὸν, τὸ φαιδρὸν, Κύπριοι.
Ψαλμῳδία, παρὰ τὸ ψάλλειν μετ’ ᾠδῆς, ψαλμῳδʹ.. |
55 | ψαλμὸς μετ’ ᾠδῆς λεγόμενος.
Ψάμαθος, ἄμαθος. |
---|
Ψαλίδιον, ὅτι δύο μέλια ἐν ἑνί. | |
psi 573 | Ψαλτήριον, παρὰ τὸ τὰ ψαλλόμενα τηρεῖν· τὸ τη,
ἦτα διάτι; παρὰ τὸ ὠρῶ τὸ φυλάσσω, πλεονασμῷ
τοῦ τ, καὶ τοῦ μακροῦ εἰς μακρόν· ἢ ψαλτήριον διὰ
τὸ τοὺς ψαλμοὺς τηρεῖν ἤγουν φυλάττειν. |
5 | Ψάμμος, ὡς ψιλὸν ἅμα εἶναι.
Ψάμμος, διὰ τὸ εἶναι αὐτὴν ὑψηλὴν, καὶ ἄμικτον,
καὶ ἀδύνατον μετὰ ἄλλης ὕλης μίγεσθαι καὶ κρατεῖ‐
σθαι.
Ψάλτιγξ, κιθάρα. |
---|
10 | Ψαύειν, εἰς τὸ τιμή.
Ψεδνὸς, μαδαρὸς, ἀρεόθριξ, παρὰ ἐψῆσθαι, ὅ ἐστιν
ἀποβάλαι τὴν τρίχα.
Ψεδνὴ, ὀλίγη, καὶ Ὅμηρος, ψεδνὴ δ’ ἐπενήνοθε λά‐
χνη· ἐκ τοῦ ψῶ τοῦ σημαίνοντος τὸ ἀπὸ τινὸς μεί‐ |
---|
15 | ζονος οὐσίας, εἰς ἐλάχιστον καὶ μικρὸν μέρος καθιστά‐
μενον, γίνεται ὁ μέλλων ψήσω, ῥηματικὸν ψηνὸς, καὶ
πλεονασμῷ τοῦ συμφώνου γίνεται ψεδνός· ὁ γὰρ πλεο‐
νασμὸς τοῦ συμφώνου τὴν φύσει μακρὰν μετέβαλεν
εἰς θέσιν· ὡς πενὴς πενιχρὸς, μῆκος μακρὸς, σημαί‐ |
---|
20 | νει δὲ ψεδνὸς, τὸν φαλακρόν.
Ψεῦδος, παρὰ τὸ φεύγω φεῦγος καὶ ψεῦδος· ἢ παρὰ
τὸ φείδω φεῖδος καὶ ψεῦδος· τοῦ γὰρ ψεύδους πάντες
φειδόμεθα.
Ψευδέσιν, οὐ γὰρ ἐπὶ ψευδέσιν πατὴρ Ζεύς. Ἀρίσταρ‐ |
---|
25 | χος ψευδέσιν ὡς σαφέσι δηλοῖ, οὐ γὰρ τοῖς ψεύσταις
τρωσὶ βοηθεῖ Ζεῦς. εἰ δὲ πρα.... εἰ βουλοίμεθα
παραλαβεῖν ψευδέσιν, ἀνέγνωμεν ἂν ὡς βέλεσιν, ἵν’
ἐπευήθας τὸ ψεῦδος, ἐπειδὴ οὐδέποτε, φησὶν, οἶδεν ὁ
ποιητὴς ἁπλοῦν τὸ ψευδὲς ἐν συνθέσει φιλοψευδής· |
---|
30 | καὶ μᾶλλον πιστέον Ἀριστάρχῳ.
Ψαῖμα, τὸ ὀλίγον, καὶ ψαῖσμα τὸ ὀλιγόσιτον.
Ψαινάθιον, τὸ ψευδὲς καὶ μάταιον.
Ψαίννυον, τὸ ἀχρεῖον.
Ψηνὸς, ὁ μαδαρὸς καὶ φαλακρὸς, παρὰ τὸ ἐψῆσθαι. |
---|
35 | ὁ δὲ Ἡρωδιανὸς δηλοῖ τὸ ψῶ τὸ εἰς ἐλάχιστον καὶ μι‐
κρὸν ἐκ τινὸς οὐσίας μέρος καθιστάμενον.
Ψαλμός, ἐστιν ἀλεξητήριον πάσης ἀντικειμένης ἐνερ‐
γείας, ἢ ᾠδὴ θεῷ προσφιλής.
Ψαλμός, ἐστιν εἴδους, τῶν ὑποπεπτωκότων τῷ ὀνόματι, |
---|
40 | συνωνύμου.
Ψαλμὸς, ὕμνος, ᾠδὴ, αἶνος καὶ ἆσμα.
Ψευδοπαιδεία, εἰ μὲν παρὰ τὴν παίδευσιν λέγεται
ψευδοπαιδεία, ει, ἡ ψευδὴς παίδευσις· εἰ δὲ παρὰ
τὸ παῖς παιδὸς λέγεται, ψευδοπαιδία, ἰῶτα. |
---|
45 | Ψηλαφῶ, ἀπὸ τοῦ ψῶ τὸ προσεγγίζω, ὁ μέλλων
ψήσω, ἀποβολῇ τοῦ ω ψὴς, καὶ τοῦ ἀφῶ, ὃ σημαί‐
νει τὸ ψηλαφῶ, γίνεται ψηαφῶ, καὶ πλεονασμῷ τοῦ
λ, ψηλαφῶ. τὸ δὲ ἀφῶ παρὰ τὸ ἀφὴ, ὃ σημαίνει
τὴν χεῖρα, ψηλαφῶ γὰρ λέγεται τὸ ταῖς χερσὶ |
---|
psi 573 (50) | κρατῶ.
Ψηλαφήσουσι, παρὰ τὸ μῆλον μηλαφῶ, οὕτως εὗρον
ἐν ὑπομνήσει πεζῶν.
Ψηφὶς, ὁ μικρὸς λίθος. τὸ φις ἰῶτα διάτι; τὰ εἰς
ις δισύλλαβα, τῷ ἦτα παραλήγεται. οἷον κρηπὶς, |
55 | κνημίς.
Ψῆφος, κρίσις, ἀπόφασις, δόγμα, ἀριθμὸς καὶ χει‐
ροτονία.
Ψηνὸς, ὁ φαλακρὸς, παρὰ τὸν ψήσω μέλλοντα.
Ψιάδες, σπασιάδες τινὲς οὖσαι, παρὰ τὴν παῦσιν ψε‐ |
---|
60 | κάδες, καὶ ψιάδες, ἀποβολῇ καὶ μεταθέσει, Ἡρωδιανός.
ὁ δὲ· Φιλόξενος, ὅτι ψῶ ἐστι ῥῆμα, ὅθεν καὶ κατα‐
σπᾷν, καὶ παράγωγον ψαύω καὶ ψίω, ἀφ’ οὗ καὶ |
---|
ψιὰς, ἡ κατὰ λεπτὸν τοῦ ὕδατος ἔκδοσις, ὡς λάμπω | |
psi 574 | λαμπὰς, ἴλλω ἰλλὰς, ἰλασία οὐκ ἔθετο. τὸ γὰρ ψίω
καὶ ἐλαττοῦν. οἱ δὲ παρὰ τὸ ψίσω τὸ ποτίσω.
Ψιθυρίζω, παρὰ τὸ ψῶ τὸ λεπτύνω καὶ τὸ θύρα, ὁ
τῇ φωνῇ λεπτολογῶν. |
5 | Ψιλὸς, μόνος, μικρὸς, γυμνὸς, μηδὲν ἔχων.
Ψηφίζειν, πῇ μὲν τὸ κυροῦν σημαίνει, πῇ δὲ τὸ ἐρω‐
τᾷν· οὕτως ἔχομεν παρὰ τῷ Δημοσθένει· καὶ ὁ ταῦτα
ἐπιψηφίζων ἐπιστάτης, ἀντὶ τοῦ ἐρωτῶν.
Ψηλαφῶ, δῆλον τὸ σημαινόμενον· ἡ μεταφορὰ τῆς |
---|
10 | λέξεως ἀπὸ τῶν μήλων, μῆλα δὲ τὰ πρόβατα· μηλα‐
φῶ οὖν, τὸ τῶν μήλων ἐφάπτομαι, καὶ τροπῇ τοῦ μ
εἰς ψ, ψηλαφῶ.
Ψίθυρ, λέγεται καὶ ψίθυρος, οἷον, ψίθυρ, ψίθυρος
καὶ ψιθύρου, ὡς μάρτυς, μάρτυρος, μαρτύρου, τὸ δὲ |
---|
15 | ψίθυρ παρὰ τὸ ψῖθος. ἢ παρὰ τὸ ψίω τὸ λεπτύνω,
καὶ τὸ θύρα· σημαίνει δὲ τὰ χείλη περιφραστικῶς.
Ψιθυρίζειν, τινὲς ὀνοματοποιεῖσθαι φασὶν, ὡς τὸ,
κρίκε δὲ ζυγὸν, καὶ σίτιζε, ὅθεν κυρίως ἐπὶ τῶν ψευ‐
δομένων τὸ ψιθυρίζειν λαμβάνουσιν, ἐγκειμένου τοῦ |
---|
20 | ψίθους· Καλλίμαχος· σκῦλα γυνὴ κατακῶσα, καὶ οὐ
ψίθος οὔνομ’ ἔχουσα.
Ψυθυρίζω, παρὰ τὸ ψῶ, ὃ σημαίνει τὸ προσεγγίζω,
γίνεται ψίω, καὶ ἐκ τούτου γίνεται ψίθυρος, καὶ ψι‐
θυρίζω· ψίθυρος λέγεται, ὁ ἔξω τῶν θυρῶν μικρὰ τοῦ |
---|
25 | πλησίου διαλεγόμενος πρός τινα. τὸ δὲ θύρα, παρὰ
τὸ θύω, τὸ ὁρμῶ.
Ψιθυρισμὸς, λέγεται ἡ λεπτὴ φωνὴ, ἐκ τοῦ ψιθυ‐
ρίζω· τοῦτο δὲ ἐκ τοῦ ψίω τὸ λεπτύνω, καὶ τοῦ θύρα,
ὃ σημαίνει περιφραστικῶς τὰ χείλη. |
---|
30 | Ψιθύρισμα, ἡδύ τι τὸ ψιθύρισμα τῶν δένδρων ἠκού‐
ετο· πεποιημένη λέξις, ἀπὸ τοῦ ἀποτελουμένου ἤχου
ἀπὸ φυσῶντος τοῦ ἀνέμου· καὶ εἰς τὸ μάρτυροι.
Ψιλὴ, διὰ τοῦ ἰῶτα, ἀπακρα γὰρ τῆς γλώττης, παρὰ
τὸ ψῶ τὸ προσεγγίζω, καὶ ἄκροις δὲ τοῖς χείλεσι τι‐ |
---|
35 | θέμενον ψιλὸν καλεῖται.
Ψιλὸς, ὁμοίως παρὰ τὸ ψῶ, τὸ προσεγγίζω.
Ψιλοῖ, ψῶ τὸ καίω, ἐξ οὗ καὶ ψιλὸν καλοῦμεν τὸν
ἄοπτον.
Ψιλὴν, ἄροσιν, ἀροτριασίμην καὶ σπορίμην, τὴν ἄδεν‐ |
---|
40 | δρον χώραν, τὴν πρὸς τὸ σπείρεσθαι καὶ ἀροῦσθαι
ἐπιτήδειαν.
Ψιλὸς, παρὰ τὸ ψῶ, τὸ σημαῖνον τὸ λεπτύνω, καὶ ἐκ
τούτου ψιλὸς ὁ ἀσθενὴς, μόνος, μικρὸν, μηδὲν ἔχον·
καὶ εἰς τὸ γυμνὸς, καὶ εἰς τὸ δαψιλός. |
---|
45 | Ψινύσσω, τὸ ξύω, οὗ ὁ μέλλων ψινύξω, καὶ ψέδω
τὸ λυπῶ, καὶ ψέδεσθαι τὸ λυπεῖσθαι, καὶ ψινάω τὸ
φυρολογῶ, καὶ ψινάζω τὸ ἀπορῶ, καὶ ψίδω τὸ φρον‐
τίζω καὶ ἐντρέπομαι, καὶ ψίω τὸ ἐλάττω, καὶ ψιὰς,
ἡ λεγομένη ψιχαρισμός. |
---|
psi 574 (50) | Ψιμύθιος, ὅθεν ὁ τῶν ὀψέων τῶν γυναικῶν λέγεται
λευκασμός· ἐκ τῆς ἀναθυμιάσεως τοῦ ὄρους πρὸς τὸν
μόλυβδον γενόμενον, ἀλλὰ καὶ ὄνομα ποταμοῦ ἐν Σι‐
κελίᾳ, ὁ λεγόμενος Ψίμυθος.
Ψίω, εἰς τὸ τιμὴ καὶ ψιθυρισμός. |
55 | Ψίχειν, ὄξους, εἰς τὸ τιμὴ καὶ ψίξ.
Ψιχίων, ἐκ τοῦ ψιχῶ τὸ λεπτύνω.
Ψίσαι, οὕτως ἡ παράδοσις, δηλοῖ δὲ τὸ ψωμίσαι, καὶ
βραχὺ θρέψαι, μεταποιοῦ τινὸς ἤχου.
Ψι, ὅτι συριγμὸν ἔχει αὐτοῦ ἡ ἐκφώνησις, ὅστις συ‐ |
---|
60 | ριγμὸς, οὐκ ἔστι τι, ἢ μόνον ψι· ἄλλοι δὲ ὅτι ἑνὸς
ψαύει χρόνου, ἄδειαν διπλοῦ.
Ψύλλαι, θηλυκῶς, ἔθεισο δὲ φθεὶρ ἀρσενικῶς. |
---|
Ψύλλοι, ὄνομα ἔθνους. | |
psi 575 | Ψίω, διὰ τοῦ ἰῶτα γράφεται, καὶ οὐ τεχνικὴ ἡ παρά‐
δοσις, ἡ γὰρ ἐπιψίσει ἅπαντας ἐμὰς κοίμησις.
Ψιλὴ, ἀπ’ ἄκρας γὰρ τῆς γλώττης προσφέρεται, ἢ πρὸς
τὴν δασεῖαν, ἥτις ἀπὸ τοῦ σεύεσθαι εἴρηται, καὶ τῆς |
5 | δα ἐπιτάσεως, ἁθροῦν γὰρ πνεῦμα ἡ δασεῖα ἔχει.
Ψυὰ, ἀνθρώπου νότος.
Ψύλλειον, ἡ βοτάνη, ὁ εἰς τὸ δεῦρο.
Ψόγον, ἐκ τοῦ ψέξιν, ἢ ψέξασθαι, ὅ ἐστι καταισιά‐
σασθαι, ἢ μέμψασθαι. |
---|
10 | Ψόγος, ὄνειδος, λάλημα, λοιδορία, μέμψις.
Ψόγος, κτύπος, καὶ ἡ θνῆσις τῶν πτηνῶν, ἐξ οὗ καὶ
ἡ ψοφία τὸ θηλυκόν.
Ψυὰ, ἡ σὰρξ, ἡ ἐπιπολὺ οὖσα τοῖς ὀστέοις.
Ψυὴ, οὕτω διὰ τοῦ υ, παρὰ τὸ ψαύω ψυὴ, ἡ ἐπιψαύ‐ |
---|
15 | ουσα σάρξ. καὶ ἐπιπολὺς οὖσα τοῖς ὀστέοις· τὰ ψιὰ
καὶ τὰ νῶτα.
Ψυὰ, ἀπὸ τοῦ ξύω γίνεται ξυὰ καὶ ψυὰ, κατ’ ἀντί‐
φρασιν, ἣν εὐχερῶς κνῆσαι οὐ δυνάμεθα, ἢ παρὰ τὸ
ὀπίσω, συγκοπῇ ὄψω, καὶ ἐξ αὐτοῦ ὀψία, καὶ ἀπο‐ |
---|
20 | βολῇ τοῦ ο, ψία, ἡ ὀπίσω οὖσα· καὶ τροπῇ τοῦ
ἰῶτα εἰς υ, ψυά.
Ψυχὴ, παρὰ τὸ ψύχω τὸ ἀναπνέω.
Ψυχὴ, παρὰ τὸ ψύχος, ὅ ἐστι πνεῦμα· Ὅμηρος,
ψύχεος ἱμείρων, ἀντὶ τοῦ πνεύματος, ὅθεν ἐκοιμᾶτο |
---|
25 | ἐλπήνωρ ἐν τῷ ὑπερώῳ, ἐν Ἰλιάδι φησὶν, ἦκα μάλα
ψύξασα, ἀντὶ τοῦ φυσήσασα. πνεῦμα καὶ ἡ ψυχὴ,
ἡ τὸ πνεῖν ἡμῖν παρέχουσα.
Ψυχὴ, διὰ τὸ ἐμψύχειν καὶ ζωογονεῖν τὸν νεκρὸν λέ‐ |
---|
γεται. | |
psi 576 | Ψυχὴ, πόσα σημαίνει; ἕξ· τὴν τοῦ σώματος κίνησιν,
τὸ ζωτικὸν, τὸ λογικὸν, τὴν πνοὴν, τὸ αἷμα, καὶ τὸ
λῖπος.
Ψωλὴ, παρὰ τὸ ἐμφύσασθαι κατὰ τὴν ὄρεξιν τῶν |
5 | ἀφροδισιῶν, διὸ καὶ φυσῶδες τὸ μόριον· καὶ φύσει
φυσῶδες ἔστι· οὕτως ὡριανός.
Ψυχωλέτρεια, ἐκ τοῦ ψυχὴ καὶ τοῦ ὀλῶ τὸ
ἀπωλῶ.
Ψωμὸς, παρὰ τὸ ψῶ, τὸ σημαῖνον τὸ λεπτύνω· τὸ |
---|
10 | ψω μέγα διάτι; τὰ διὰ τοῦ ωμος καθαρὰ δισύλλαβα
ἀρσενικὰ, ὀξύτονα, μὴ διφορούμενα, διὰ τοῦ ω γρά‐
φεται, οἷον, βωμὸς, ζωμὸς, ψωμὸς, μὴ διφορούμενα
εἶπε, διὰ τὸ τομὸς καὶ τομός.
Ψωμὸς, ἀπὸ τοῦ ψῶ, τοῦ σημαίνοντος τὸ κόπτω εἰς |
---|
15 | μικρὰ, γίνεται ψωμὸς, ὡς παρὰ τὸ ζῶ ζωμός· τὸ δὲ
ψῶ πρώτης συζυγίας ἔστι, ψῶ, ψεῖς, ψεῖ, ψήσω·
καὶ ἐκ τούτου ψωμίζω.
Ψώρα, παρὰ τὸ ψῶ τὸ προσεγγίζω. |
---|
20 | Ψῶ, σημαίνει ζ, τὸ κόπτω εἰς μικρὰ, ἐξ οὗ καὶ ψω‐
μός. ψῶ τὸ προσεγγίζω, ἐξ οὗ καὶ ψώρα, παρὰ τὸ
ἅπτεσθαι ἐν τῷ κνήθειν τὰ πεπονθότα μέρη τοῦ σώ‐
ματος· ψῶ τὸ λεπτύνω, ἐξ οὗ καὶ ψιλὸν στρατιώτην
λέγομεν τὸν ἄοπλον καὶ γυμνὸν, ψῶ τὸ ψαύω, ἐξ |
---|
25 | οὗ καὶ ψοά· ψῶ ψίω τὸ ἐμβρωματίζω· ψῶ τὸ
καίω, ἐξ οὗ καὶ ψολοεὶς κεραυνὸς ὁ καυστικός. ψῶ
τὸ τρίβω, ἐξ οὗ καὶ ψώγοντες ταῖς χερσὶν, ἤγουν
τρίβοντες. |
---|
29t | Τέλος τοῦ Ψ στοιχείου. | |
---|
omega 575 (post 29t) | ΑΡΧΗ ΤΟΥ Ω ΣΤΟΙΧΕΙΟΥ. |
30 | Ὦ, εἰς τὸ ἵημι, καὶ οὐσία καὶ ὦμος.
Ὦια, τὸ πεδιαῖον μέρος, τὸ ἄκρον τοῦ ἱματίου, ἢ ἀρχὴ
ἐξετάσεως, παρὰ τὸ οἶς, ὅπερ ἀπὸ τοῦ ὄϊς· ἀπὸ
οὖν τοῦ οἶς οἴειος τὸ κτητικὸν, τὸ θηλυκὸν οἴεια, καὶ
κατὰ συγκοπὴν καὶ αὔξησιν τοῦ ο, εἰς ω, ᾦα. τὸ δὲ |
---|
35 | οἶς παρὰ τὸ οἴω τὸ κομίζω.
Ὤια, παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβατον, γίνεται
ὀΐα, καὶ κατὰ συναίρεσιν οἶα, καὶ κατ’ ἐπαύξησιν τῆς
οι διφθόγγου εἰς ω. τὸ α μακρὸν, τὰ γὰρ εἰς α λή‐
γοντα θηλυκὰ, τῷ ω παραληγόμενα, ἐκτείνουσι τὸ α, |
---|
40 | οἷον, ἑώδης ἡ ἀνατολὴ, ἑσπερῶα, οὕτως οὗν καὶ
ἑώα.
Ὤιαν, σημαίνει τὴν ἐργασίαν, τὴν εἰς τὸ ἄκρον τοῦ
ἱματίου οὖσαν, τὸ περιστώμιον.
Ὤιαν τοῦ ἐνδύματος· γίνεται παρὰ τὸ οἶς, ὃ σημαί‐ |
---|
45 | νει τὸ πρόβατον, καὶ διαλύσει γίνεται ὄϊς, καὶ ἐπαυ‐
ξήσει τοῦ ο εἰς ω, ὤϊς, καὶ τὸ θηλυκὸν ᾤα, καὶ μένει
τὸ ἰῶτα προσγεγραμμένον, καὶ κλίνεται ᾤας· οἱ γὰρ
παλαιοὶ εἰς τὰς ἀνακλάσεις τῶν ἱματίων αὐτῶν, προ‐
βάτων δέρματα ἐπέβαλον· ἔστι δὲ καὶ τὸ α μακρόν· |
---|
omega 575 (50) | τὰ γὰρ εἰς α λήγοντα θηλυκὰ, καὶ παραλήγοντα τῷ
ω, ἐκτείνουσι τὸ α. οἷον, ἑώα ἡ ἀνατολὴ, ὑπερώα ὁ
οὐρανίσκος· οὕτω δὲ καὶ ᾤα. σημαίνει δὲ τὴν ἀνά‐
κλασιν τοῦ χιτῶνος.
Ὧδε, σημαίνει δύο παρὰ τῷ ποιητῇ, τὸ οὕτως, ὧδε δέ |
55 | τις εἴπεσκε. σημαίνει δὲ καὶ τὸ νῦν· ἀφραίνοντα κι‐
χήσομαι ὡς νύ περ ὦδε.
Ὧδε, ἐπίῤῥημα τοπικόν· ὁ ἔστιν ἄρθρον, καὶ ἐκτάσει |
---|
τοῦ δε, γίνεται ὅδε, ἀντὶ τοῦ οὗτος, καὶ αὐξήσει | |
omega 576 (30) | τοῦ ο εἰς ω, ὧδε. ἔστι δὲ ἐπίῤῥημα, ἀντὶ τοῦ ου
τως.
Ὠιδὴ, ἔστιν ἐπινίκιος κατ’ ἐχθρῶν, καὶ εὔρυθμος εὐ‐
χαριστία, ἢ φωνὴ ἐμμελὴς μετ’ ἐργασίας, ἢ χωρὶς
ἐνηχήσεως ὀργάνου, ἢ θεολόγου εἰς θεόν· ἔστι καὶ |
35 | συνώνυμον.
Ὦ, εἴρηται παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἐπειδὴ καὶ τοῦτο
ὑπάρχει μικρὸν, καὶ πλατὺν χαρακτῆρα ἔχον· καὶ
διὰ τὸ ὁμοίαν τῷ χαρακτῆρι τὴν ἐκφώνησιν ἀπη‐
νέγκατο. |
---|
40 | Ὦ κλητικὸν ἐπίῤῥημα.
Ὢ, ὀξυνόμενον σχετλιαστικὸν, ὢ τοῦ ἰδίου, ὢ ἐγώ.
Ὦ, ὑπάρχω, εἰμί.
Ὧι, ᾧτινι, ἀντωνυμία παράγωγος, πτώσεως δοτικῆς
τῶν ἑνικῶν. |
---|
45 | Ὠιδὴ, ἀπὸ τοῦ ἀοιδὴ, τοῦ α καὶ οι εἰς ω ἐκταθέντος
γέγονεν ᾠδή. ἢ παρὰ τὸ εἴδω, τὸ γινώσκω, καὶ μετὰ
τοῦ ἐπιτατικοῦ α, ἀείδω, τὸ πάνυ γινώσκω, καὶ κράσει
τοῦ α καὶ ε εἰς α μακρὸν ᾄδω, καὶ ᾠδή. καὶ εἰς τὸ
ἄειδε. |
---|
omega 576 (50) | Ὡδὶ, ἀντὶ τοῦ οὕτως, ἐπίῤῥημα μεσότητος.
Ὠδεῖον, τὸ μουσεῖον· τὸ δει διφθόγγῳ. ἐν ᾧ ᾄδουσι
καὶ ψάλλουσι τὰς ᾠδάς.
Ὠδὶς, ὠδῖνος, ἡ γέννησις, ἢ πόνος, παρὰ τὸ ὤθω,
ὠθίζω, ὠθὶς καὶ ὠδὶς, ὠθή τις οὖσα, δι’ ἧς ὠθεῖ‐ |
55 | ται τὸ βρέφος.
Ὠιδὴ, καὶ ἐπῳδή· ᾠδὴ ὁ ὕμνος, ἐπῳδὴ ἡ μαν‐ |
---|
τεία. | |
omega 577 | Ὠδίνω, τίκτω, μέλλοντα οὐκ ἔχει, ἀλλ’ ἄχρι τοῦ πα‐
ρατατικοῦ κλίνεται.
Ὠιδικώτερος, ἐκ τοῦ ἀείδω.
Ὠιδὴ, προστίθησι τῷ ω, τὸ ἰῶτα, διὰ τὴν ἀοιδὴν, καὶ |
5 | παρὰ πάντα, τὰ παρὰ τούτων γινόμενα, οὕτως ἔχει,
κωμῳδία, μελῳδία, ῥαψῳδία, τραγῳδία. γέγονε δὲ καὶ
ὠδὴ οὕτως· ἀπὸ τοῦ ἀοιδὴ τοῦ α καὶ τοῦ οι εἰς ω,
ἐκταθέντος, γέγονεν ᾠδή.
Ὠδῖνες, ἡ εὐθεῖα ἡ ὠδὶς καὶ ὠδὶν, παρὰ τὸ ὠδίνω. |
---|
10 | Ὠιδὸς, θρῆνος, ἢ ὁ κιθαρῳδός.
Ὤζεσαν, ἐκ τοῦ ὄζω γίνεται περισπώμενον ὀζῶ, ὁ
μέλλων ὠζέσω, ὁ ἀόριστος ὤζεσα, τὸ τρίτον τῶν πλη‐
θυντικῶν ὤζεσαν.
Ὠὴ, ἔπος θρηνητικὸν, καὶ ὀττοτοί. ἔστιν ὦ κλητικὸν |
---|
15 | ἐπίῤῥημα, ὥσπερ τὶ ἐρωτηματικὸν, καὶ πλεονασμῷ τοῦ
η, ὠή.
Ὠήθην, τὸ ὑπέλαβον, παρὰ τὸ οἴω, οἰήσω· καὶ
ᾤετο.
Ὠθίζω, ἐπὶ ἐνεστῶτος, ἔστι γὰρ καὶ ὠθέω ὠθῶ, διω‐ |
---|
20 | θήσας γὰρ, καὶ ἀντωθῶ καὶ συνωθῶ.
Ὦκα, εὐθέως, ταχέως, καὶ σπουδαίως, ὡς τοῦ ὠκέα
κατὰ συγκοπὴν ὦκα. διάτι βαρύνεται; ἐπειδὴ τὰ ἀπὸ
πληθυντικῶν οὐδετέρων μεταγόμενα εἰς ἐπιῤῥηματικὴν
σύνταξιν ἅπαντα βαρύνονται. οἷον τάχεα τάχα· τάχα |
---|
25 | γάρ με κατακτέουσιν Ἀχαιοί. σαφέα σάφα, σάφα
δ’ οὐκ οἶδ’ εἰ θεός ἐστιν· ὠκέα ὦκα, ὦκα μ’ ἐν πε‐
δίῳ διωκομένη φέβεσθαι, πλὴν τοῦ θαμὰ, θαμ’
ἐβάζετε. τὸ δὲ ὦκα ἐκ τοῦ ὠκύς· τοῦτο παρὰ τὸ
ἀκὴ, ὃ σημαίνει τὴν ὀξύτητα, τὸ οὐδέτερον ἄκυ, ἄκεα, |
---|
30 | ἄκα, καὶ μεταθέσει τοῦ α εἰς ἦτα, ἦκα. ἦκα πρὸς
ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον. ἀντὶ τοῦ μετὰ
ἡσυχίας, ἠρέμα. τρέπεται δὲ τὸ α εἰς ω, ὥσπερ ἔστι
φάρος καὶ σημαίνει τὸ ἱμάτιον, ἐξ αὐτοῦ οὖν φαρια‐
μός καὶ φωριαμὸς, οὕτω καὶ ἄκα, τρέπεται δὲ τὸ α |
---|
35 | εἰς ω, καὶ γίνεται ὦκα. ἐκ δὲ τοῦ ὠκὺς καὶ τοῦ μό‐
ρος γίνεται ὠκύμορος. διάτι ἀπέβαλε τὸ ς ἐν τῇ συν‐
θέσει; τὰ εἰς υς ἀποβάλλουσι τὸ ς, ἐν τῇ συνθέσει,
καὶ φυλάττουσι τὸ υ, οἷον, ὀξύδρομος, ὀξυθάνατος,
ὀξύγραφος, ὠκύμορος· πλὴν τοῦ ἥμισυς, τοῦτο γὰρ ἐν |
---|
40 | τῇ συνθέσει ἀποβάλλει τὴν συ, συλλαβὴν, οἷον, ἡμι‐
κύκλιον, ἡμίονος, ἡμίφωνον· ἔστι δὲ καὶ τὸ ὦκα ἐπίῤ‐
ῥημα μεσότητος.
Ὤκεον, εἰς τὸ ἐπενήνοθεν.
Ὠκεανὸς, παρὰ τὸ ὠκὺς καὶ τὸ ἀνύω, ὁ ταχέως φέ‐ |
---|
45 | ρων, ἢ παρὰ τὸ ὠκέως ναίειν, ὅ ἐστι πορεύεσθαι ταχύ·
σημαίνει καθ’ Ὅμηρον, ποταμὸν ἔξωθεν περιέχοντα
κυκλοτέρως ὅλον τὸν κόσμον. Ὠκεανὸς, παρὰ τὸ
ὠκέως ἀνύειν κύκλῳ.
Ὠκυτόκιον, προπαροξυτόνως, ὠκὺς παρὰ τὸ ἀκὶς, |
---|
omega 577 (50) | τροπῇ τοῦ α εἰς ω, τὸ δὲ ἀκὶς παρὰ τὸ εἴκω τὸ ὑπο‐
χωρῶ.
Ὠκέας, ταχεῖς, ὠκύλας ταχύνας.
Ὠκείλαντες, ὁρμίσαντες.
Ὤκιστα, τάχιστα. |
55 | Ὤκλασαν, τὰ γόνατα ἔκαμψαν· λαμβάνεται δὲ καὶ
ἐπὶ τῶν ἀπειρηκότων ἐν πάντι πράγματι, καὶ μηκέτι
ἀντεχόντων. |
---|
Ὤικτειρεν, ἠλέησεν. | |
omega 578 | Ὠκυπόρος, ταχέως πορευόμενος.
Ὠκύμορος, ταχυθάνατος.
Ὤικουν, κατέλυσαν, χρόνου παρατατικοῦ, σὺν τῷ ἰῶτα.
οἰκῶ γὰρ τὸ θέμα. |
5 | Ὤκειλεν, ἤγγισεν, ἐξώκειλε.
Ὠλέναι, αἱ χεῖρες, ἀπὸ τὸ δι’ αὐτῶν ὀλοῦσθαι τινὰς
πράξεις, τουτ’ἔστι πληροῦσθαι· οὕτω Σωρανός.
Ὠλένη, εἰς τὸ λευκώλενος.
Ὠλένη, ἐκ τοῦ ὀλοῦσθαι τὰ ἔργα, κατ’ ἐπαύξησιν τοῦ |
---|
10 | ο εἰς ω.
Ὀλιγωρηκότα, ἢ φροντικότα, ἀπὸ θέματος τοῦ ὀλι‐
γωρῶ· τοῦτο παρὰ τὸ ὀλίγος καὶ τὸ ὥρα, ὃ σημαίνει
τὴν φροντίδα.
Ὦ μάκαρ, μακάριε, τίμιε, Ἀτρείδη, μοιρηγενὲς, |
---|
15 | ὀλβιόδαιμον, ὁ ἐπὶ εὐτυχία τεχθεὶς, εὐδαιμονέστατε·
ἔχει ἐξαίρετον ὁ στίχος οὗτος, ὑπὲρ τοὺς λοιπούς. οὗ‐
τος ὁ στίχος μιμεῖται τὰς τοῦ ἡλίου ἀκτίνας· ὡς ἐκεῖ‐
νος ἀνατέλλων ὀλίγον τι ἐφαπλοῖ τὰς ἀκτίνας αὐτοῦ,
ἐπειδὴ ἐν τῷ μέσῳ νήματι ἐλθὼν τελειότατα γίνεται, |
---|
20 | οὕτω καὶ ὁ στίχος οὗτος, ἀπὸ εὐτελῶν συλλαβῶν ἀρ‐
χόμενος ἐπὶ τὸ τέλειον ἔρχεται. τὸ γὰρ ὦ ἐστι μονο‐
σύλλαβον, τὸ δὲ μάκαρ δισύλλαβον, τὸ δὲ Ἀτρείδη
τρισύλλαβον, τὸ δὲ μοιρηγενὲς τετρασύλλαβον, τὸ δὲ
ὀλβιόδαιμον πεντασύλλαβον. |
---|
25 | Ὠμὸν, τὸ μὴ μεταβολὴν εἰληφὸς εἰς πέμψιν, ὡς καὶ
τὴν ἔξω τροφὴν ὠμὴν λέγουσι τὴν οὐτ’ ὠπτημένην,
οὐτ’ ἐψημένην. ἢ ὡς Φιλόξενος, τὸ ὠμὸν εἰρῆσθαι,
φησὶ, τὸ ἐν ταυτότητι μένον, ἤγουν ὑπάρχον, παρὰ
τὸ ὦ τὸ ὑπάρχω, καὶ μὴ μεταβληθέν. |
---|
30 | Ὦμος, ἐκ τοῦ οἴω, τὸ κομίζω, οἷμος, καὶ τροπῇ τῆς οι
διφθόγγου εἰς ω, ὦμος, ὁ τὰ βάρη κομίζων· ἢ παρὰ
τὸ ὦς ὠτὸς, ὠτῶ, ὠτίω· ἐκβολῇ τοῦ τ, καὶ πλεονασμῷ
τοῦ μ, ὦμος.
Ὤμοι, παρὰ οἴμοι, σχετλιαστικὸν ἐπίῤῥημα, τροπῇ |
---|
35 | τοῦ ο εἰς ω, ὤμοι· οὐ γὰρ, ὥς τινες, ὤ ἐμοί ἐστι,
καὶ συναλοιφῇ ὤμοι· πῶς γὰρ τῇ δοτικῇ ἐπιφέρεται
εὐθεῖα; ὤμοι ἐγώ τι πάθω· τὸ δὲ χωρὶς τοῦ ἰῶτα,
ἀπὸ τοῦ ω σχετλιαστικοῦ, κατ’ ἐπέκτασιν τοῦ μοι.
Ὡμήρησεν, ὡμήρησε δέ μοι παρ’ ἑταίρων ἄγγελος |
---|
40 | ὠκὺς, συνέτυχεν, ἢ συνήντησε, ἀπὸ μεταφορᾶς τῶν
ὁμοῦ ἐρεσσόντων· ἢ ἀπὸ τοῦ ἅμα ἀρηρέναι, ὡς οἶνος
οἰνηρὸς, οὕτως ὅμος Ὅμηρος. Πίνδαρος δὲ ἐν ὕμνοις,
ἐρίφων μεθομήρεον, οἷον, ὁμοῦ καὶ μετ’ αὐτῶν πο‐
ρευόμενον· ὅθεν καὶ ὅμηροι, παρὰ τὸ συνεῖναι τοῖς λαμ‐ |
---|
45 | βάνουσιν, ἢ ἀντὶ τοῦ συναντιλαβοῦ, καὶ συμβαλοῦ·
ἐξ οὗ καὶ ὅμηροι, οἱ ἐπὶ καταλλαγῇ ἀποστελλόμενοι
δι’ εἰρήνην καὶ ὁμόνοιαν. οἱ δὲ φασὶ τοὺς ἀρχαίους
ὁμηρεῖν λέγειν τὸ συνακολουθεῖν· τοὺς οὖν ἐπὶ τῇ ἀκο‐
λουθίᾳ τῶν λεγομένων ὁμήρους λέγουσιν. |
---|
omega 578 (50) | Ὠμήσιον, καὶ ὠμήστιον, μανδας κουκούλλιον, ἀνάβο‐
λος, ὠμόφορος.
Ὠμίλουν, ω μέγα, ὁμιλεῖν δὲ μικρόν.
Ὠμηστὴς, ὠμοφάγος, παρὰ τὸ ἔδω, ὄνομα ἔστης. ὡς
ψεύδω ψεύστης, οὕτως ἔδω ἔστης, καὶ ὠμέστης, καὶ |
55 | τροπῇ τοῦ ε εἰς η, ὠμηστής· τάσσεται δὲ ἐπὶ ἀλόγων
καὶ λογικῶν· Ὅμηρος, ὠμηστὴς καὶ ἀπηνὴς ἀνήρ.
καὶ ἐπὶ ἀλόγων, ἀλλ’ οἰωνοὶ ὠμησταὶ, οἷα καὶ τὰ |
---|
ὠμόφαγα θηρία, καὶ τὰ ὄρνεα. | |
omega 579 | Ὤμοι, ἔστιν ἀναφώνημα λύπης, λύπης δηλωτικὸν· ἐκ
τοῦ οἴμοι κατ’ ἔκτασιν τοῦ οι εἰς ω, ὤμοι, δι’ ἑνὸς μ.
ἢ ἀπὸ τοῦ ω τοῦ σχετλιαστικοῦ, ὅπερ καὶ εἰς α συ‐
στέλλεται, ὡς τὸ, ἆ δεῖλα· ἀντὶ τοῦ ὦ ἀθλία· τοί‐ |
5 | νυν ἀπὸ τοῦ ω, ὤμοι καὶ τὸ ἰῶτα οὐκ ἔχει.
Ὤμοι, φεῦμοι, ἔστιν ἀναφώνημα λύπης καὶ οἴκτου δη‐
λωτικόν.
Ὤμοισι, τοῖς ὤμοις, πᾶσα εὐθεῖα πληθυντικῶν, ἀρ‐
σενικῶν τε καὶ θηλυκῶν εἰς φωνῆεν λῆγον, προσθέσει |
---|
10 | τῆς σι, συλλαβῆς, ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν,
Ἀτρεῖδαι, Ἀτρείδαισι.
Ὠμόρξατο, εἰς τὸ ἀπομόρξατο· ὤμοξε.
Ὦμος, παρὰ τὸ ὦ, τὸ ὑπάρχω, κτητικὸν, ὑπομένων
τὰ βάρη ἰσχυρῶς· τὸ ω μέγα διάτι; ἐκ τοῦ οἴσω μέλ‐ |
---|
15 | λοντος, ὁ γὰρ ἐνεστὼς οὐκ εἴρηται. καὶ ὥσπερ τρέπε‐
ται τὸ ω εἰς τὸ οι, οἷον ἀγκώνη καὶ ἀγκοινή· οὕτω καὶ
ἡ οι τρέπεται εἰς ω· τὶ διαφέρει ὦμος καὶ ὠμός; δια‐
φέρει· ὠμὸς ὁ ἀπηνὴς καὶ σκληρὸς, ὦμος δὲ τὸ μέρος
τοῦ σώματος· τὸ ω μέγα διάτι; τὰ διὰ τοῦ ωμος δι‐ |
---|
20 | σύλλαβα, μονογενῆ, μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμε‐
νον διὰ τοῦ ε, διὰ τοῦ ω, γράφεται, ἐπὶ βαρυτόνων
καὶ ὀξυτόνων, οἷον, κῶμος, μῶμος, βρωμὸς τὸ δῆγμα,
ζωμὸς, βωμὸς, ψωμός.
Ὦμος, διάτι βαρύνεται; τὰ εἰς ος λήγοντα δισύλλαβα, |
---|
25 | μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προκειμένου τοῦ
ἰῶτα βαρύνεται· οἷον, ὦρος, ὦχρος, ὦμος· πρόσκειται
μονογενῆ διὰ τοῦ ὠμὸς ὁ ἀπηνὴς, καὶ ἡ ὠμὴ καὶ τὸ
ὠμόν. πρόσκειται ἀπὸ τοῦ ω, ἀρχόμενα, διὰ τὸ ζω‐
μὸς ψωμός· μὴ προσκειμένου τοῦ ἰῶτα εἶπε, διὰ τοῦ |
---|
30 | ᾠδὸς καὶ τραγῳδός.
Ὦμος, ἡ δοτικὴ τῶν πληθυντικῶν ὤμοισιν· ὁ κανὼν,
πᾶσα εὐθεῖα πληθυντικῶν, ἀρσενικῶν τε καὶ θηλυ‐
κῶν ὀνομάτων, εἰς φωνῆεν λήγουσα, προσθέσει τῆς σι
συλλαβῆς, ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον |
---|
35 | καλοῖσι, σοφοῖσι, Ἀτρείδαισι· τὸ ω μέγα, τὰ ἀπὸ ἐνε‐
στώτων ἢ μελλόντων.
Ὦμος, ὅτι ὁμᾶς ἐστι τοῦ πλάτους καὶ τοῦ μήκους τοῦ
σώματος.
Ὤναντο, ὤμοσεν, καὶ εἰς τὸ ὀνῶ, καὶ εἰς τὸ ἀπώ‐ |
---|
40 | ναντο.
Ὤοντο, ὑπέλαβον, παρατατικὸς, οἷον τὸ ἐκ τοῦ ὤθω,
ὠνὴ καὶ ὦνος ἡ τιμή.
Ὤμοσε / ὤμωσε, σημαίνει δύο· τὸ διὰ τοῦ ο γραφόμενον, τὸ
περί τι ὀμόσαι· ἔστι δὲ ἕτερον ὠμῶσαι καὶ γράφεται |
---|
45 | διὰ τοῦ ω, τὸ εἰς ὁμόνοιαν καὶ φιλίαν ἄγειν· καὶ
Ὅμηρος, εἰς εὐνὴν ἀνέσαιμι, ὁμωθῆναι φιλότητι.
Ὦνον, ἐκ τοῦ ὤθω τὸ πρώθω ὠνὴ καὶ ὦνος ἡ τιμή.
Ὦπες, οἱ ὀφθαλμοὶ, οἱονεὶ ὠπαί τινες οὖσαι τῆς ψυ‐ |
---|
omega 579 (50) | χῆς, δι’ ὧν τὸ κατάστημα τῆς ψυχῆς θεωρεῖται· σώ‐
ζεται δὲ ἐν συνθέτοις καὶ νῦ παρὰ τὸ τοὔνομα, καὶ
ὑπώπια δὲ λέγονται, τὰ ὑπὲρ τοὺς ὀφθαλμοὺς περι‐
δνώματα. ὡς δέ τινες, ὅτι ὀπῇ καὶ τρυπήμασιν ἐοίκα‐
σιν, ὅθεν ὁποτιον τὸ ποιοῦν ὀπήν· γέγονε δὲ κατ’ |
55 | ἐπαύξησιν τοῦ ο εἰς ω ὦπες, οὕτω Σωρανός.
Ὦ πόποι, ποίου μέρους λόγου ἐστιν· ἐπιῤῥήματος
σχετλιαστικοῦ· καὶ πῶς τίθενται δύο τόνοι; εἰ γὰρ
ἦν μέρος ἓν λόγου ὤφειλεν ἔχειν ἑνὰ τὸν τόνον· οὐδέ‐
ποτε ἓν μέρος λόγου δύο τόνους ἐπιδέχεται· εἰσὶ δὲ δύο |
---|
60 | ἐπιῤῥήματα, καί ἐστιν ἀντὶ τοῦ παπαί· καί ἐστιν ἐκ | |
---|
omega 580 | παραλλήλου ἓν μέρος λόγου καὶ λέγομεν, ὅτι συνεξηκο‐
λούθησε τῇ ὀνομαστικῇ πτώσει, τῇ ὦ φίλοι· ὠφείλει δὲ
ὀξύνεσθαι, ὡς γενόμενον ἐκ τοῦ παπαί· ἀλλὰ συνεξ‐
ηκολούθησε τῇ ὀνομαστικῇ πτώσει· οἱ γὰρ Σκῦθαι |
5 | ἀγάλματά τινα ἔχοντες ὑπόγεα τῶν θεῶν, πόπους
αὐτὰ καλοῦσιν.
Ὥρα, παρὰ τὸ ὁρίζειν, ὥρωα καὶ ὥρα, παρὰ τὸ ὁρί‐
ζειν τὰ μέρη τῆς ἡμέρας καὶ τῆς νυκτός.
Ὥρα, ἡ τροπὴ, παρὰ ὡρεῖν καὶ φυλάσσειν τεταγμένως |
---|
10 | τὸν ἴδιον καιρόν.
Ὥρα, εἴρηται τετραχῶς· ἐπὶ φροντίδος, ὡς θυρωρὸς,
κηπωρὸς ὀλίγωρος, ἀπὸ τοῦ τὴν φροντίδα ἔχειν τῶν
θυρῶν· καὶ ὀλίγην ὥραν· ὥρα δὲ πάλιν τὸ κάλλος,
ὅθεν καὶ τὸ ὡραῖος· ὥρα δὲ καὶ ἡ στάσις τῆς ἡμέρας, |
---|
15 | ὡς ὅταν λέγωμεν· πέμπτη ὥρα ἐστιν· ὥρα δὲ ἡ ἐπὶ
καιροῦ, ὧρα χειμῶνος, ὥρα θέρους.
Ὧραι, ἀπὸ τοῦ ὡρεύειν, ὅ ἐστι φυλάττειν· αὗται γὰρ
φύλακες τῶν ἀνθρωπίνων ἔργων· ὡρεύουσι δὲ, φυλάτ‐
τουσι, καὶ φροντίζουσιν, ὅθεν καὶ οὖρος λέγεται ὁ φυ‐ |
---|
20 | λάσσων, καὶ φύλαξ· ὥρα τὸ ιβ τῆς ἡμέρας καὶ τῆς
νυκτός· ὥρα ὁ καιρὸς, ὥρα ὁ ἐνιαυτὸς, ὥρα ἡ εὐμορ‐
φία, ὥρα ἡ νεότης, ὥρα ἡ φροντὶς, ὥρα δὲ καὶ ἡ
ἀστραπή.
Ὥρη δὲ ἄνθη, τὰ κατὰ καιρὸν γινόμενα. |
---|
25 | Ὦπτο, ἐθεάθη· ἐκ τοῦ ὄπτω, ὁ μέλλων ὄψω, ὁ πα‐
ρακείμενος ὦφα, ὁ παθητικὸς ὦμμαι, ὁ ὑπερσυντελι‐
κὸς ὤμμην, ὦψο, ὦπτο.
Ὥρα, διὰ τὸ ὁρᾶσθαι, ἢ διὰ τὸ ἀπὸ τῆς ἑώας ὁδὸν
παρέρχεσθαι τῆς ἡμέρας· ἔστι δὲ ὄνομα θηλυκόν· καὶ |
---|
30 | ὥσπερ ἀπὸ τοῦ χῶ χώρα, καὶ ψῶ ψώρα, οὕτω καὶ
ἀπὸ τοῦ ὦ, τοῦ σημαίνοντος τὸ ὑπάρχω γίνεται ὥρα·
σημαίνει δὲ τὸ ιβ τῆς ἡμέρας· τὸ ρα μακρόν ἐστι·
τὰ εἰς ρα θηλυκὰ δισύλλαβα, εἰ μὲν διφθόγγῳ πα‐
ραλήγονται, συστέλλουσι τὸ α, οἷον στεῖρα, πεῖρα, |
---|
35 | σφαῖρα· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγονται, ἐκτείνουσι
τὸ α· χώρα, χήρα, ψώρα, πήρα, οὕτω καὶ ὥρα.
Ὡραῖα, ἔστιν ὥρα, ὃ σημαίνει τὸν ἐνιαυτὸν, καὶ ἐκ
τούτου γίνεται τὸ ὡραῖον, τοῦ ὡραίου, οἱονεὶ τὸ δια‐
δοῦναι κατὰ τὸν καιρὸν τὸν ἑαυτοῦ καρπόν. |
---|
40 | Ὡραιότης, διὰ τὸ ἐμπόνως ἐνορᾶσθαι τὸ καλόν.
Ὡραῖος, ἀπὸ τοῦ ὥρα, ὃ σημαίνει τὴν εὐμορφίαν·
τὸ ραι, διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς
ἦτα θηλυκῶν.
Ὥρα, σημαίνει τέσσαρα· τὴν φροντίδα, τὴν θεωρίαν, |
---|
45 | τὴν σωματοειδῆ θεὰν, καὶ τὸν καιρόν.
Ὡραΐζεται, ἐπὶ τοῦ εὐφραίνεσθαι.
Ὡρεῖν, εἰς τὸ ἀλεωρή.
Ὥραον, εἰς τὸ ὁρά.
Ὥραισι, ταῖς γυναιξὶ, ἀπὸ τοῦ ἀρηρέναι ἀνδράσι· |
---|
omega 580 (50) | ἔνθεν καὶ ξυνωρὶς, παρὰ τὸ ξυνηρμόσθαι· γίνεται
ὃ ἄορος, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἄοροι, καὶ κατὰ
μεταπλασμὸν ὄαρες, καὶ συναιρέσει ὧρες.
Ὥρεσσι, ταῖς γυναιξὶ, ταῖς ζευχθείσαις ἀνδράσι, ὅθεν
καὶ ξυνωρὶς, τὸ συνεζευγμένον τῶν ἵππων· γράφε, |
55 | ξυνώριον τὸ συνέδριον τῶν ἵππων.
Ὤρεχα, εἰς τὸ ὀρεκτόν.
Ὠρίων, ὄνομα κύριον, καί ἐστιν ἐπίσημον ἄστρον· τὸ
ω, μέγα διάτι; κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς ω,
ὡς βοῦν βῶν, οὕτως οὐρίων, Ὠρίων, ἀπὸ ἱστορίας, |
---|
60 | ἀπὸ τοῦ οὐρῆσαι τοὺς θεοὺς ἐν τῇ βύρσῃ, καὶ γένεσθαι | |
---|
omega 581 | αὐτόν· καὶ ἄτρον οὕτω καλούμενον, ἡ λεγομένη σκε‐
παρνέα, καὶ κλίνεται Ὠρίωνος.
Ὠρεῖον, τὸ καλούμενον σιτοδοχεῖον, ἐκ τοῦ ὠρῶ, τὸ φυ‐
λάσσω, τὸ ρει διφθόγγῳ. |
5 | Ὥρμαινε, ἐκ τοῦ ὁρμῶ ὁρμαίνω, τὸ δὲ ὁρμῶ, ἐκ τοῦ
ὅρμος.
Ὦρος, ὁ χρόνος, καὶ ὦρος ὄνομα.
Ὦρσε, ὄρω τὸ διεγείρω, ὁ μέλλων ὀρῶ, καὶ Αἰολικῶς
ὄρσω, οἱ γὰρ Αἰολεῖς βαρυντικοί εἰσι, ὁ ἀόριστος πρῶ‐ |
---|
10 | τος ὦρσα, ὦρσας, ὦρσεν, ὥσπερ φθείρω φθερῶ
φθέρσω, κείρω, κερῶ κέρσω.
Ὠρίων, ἄστρον, καὶ τὸν Ὠρίωνα δέρκομαι.
Ὠρειθυῖα, ἑορτὴ, παρὰ τὸ ἐν ὄρει θύειν.
Ὠρειθυῖα, ὄνομα θεᾶς, παρὰ τὸ ὄρει δοτικῇ, καὶ |
---|
15 | τὸ θύω τὸ ὁρμῶ, κατ’ ἐπαύξησιν τοῦ ο, εἰς ω.
Ὠρειαύλιος, ὄνομα, ἐκ τοῦ ὥρα καὶ τοῦ αὔλιος.
Ὠρείτης, ὁ ἐξ Ὠρεοῦ πόλεως, πλησίον Λέσβου, καὶ
ὄνομα κύριον.
Ὧρτο, ἀνέστη. |
---|
20 | Ὥρμησεν, ἤρχετο.
Ὠρυγὴ, ἡ βοὴ, ἐκ τοῦ ὀρύσσω, ὀρύω, ὠρυγὴ τοῦ ζώου.
Ὠρυόμην, καὶ ὠρυόμενος μετοχὴ, ἀπὸ τοῦ ὠρύω πρω‐
τοτύπου διὰ τοῦ ω μεγάλου· σεσημείωται πέντε· καὶ
ὠρύω τὸ βοῶ, ὁ τὸ τύζειν βοᾷν, ῥοίζησεν, ἐφώνησεν, |
---|
25 | ἰυγμὸς, βοὴ, φωνὴ, ἠύδησεν, ἐφώνησεν, ηὔσεν,
ἐβόησεν· ἰύζει, βοᾶ, κραυγάζει, ἶφι βοᾶ, μεγάλως.
Ὠσθεὶς, παρὰ τὸ ὤθω, ὤσω, ὦκα, ὦσμαι, ὤσθην,
ὠσθείς.
Ὠρύω, σημαίνει τὸ κλαίω, παρὰ τὸ αὔω τὸ φωνῶ |
---|
30 | αὐορύω, καὶ κράσει τοῦ α καὶ ο εἰς ω, καὶ ἐκβολῇ τοῦ
υ, ὠρύω· ἢ παρὰ τὸ θορυβῶ, θορύω, κατ’ ἀποβολὴν
τοῦ β, καὶ ἐκτάσει τοῦ ο εἰς ω, καὶ ἐκβολῆ τοῦ θ,
ὠρύω.
Ὡς, ἐπίῤῥημα ἐπιτάσεως, ἀντὶ τοῦ λίαν. |
---|
35 | Ὡς, ἐπίῤῥημα, ἵνα, ἡνίκα, ὅπως, ἢ οὕτως, καὶ ὁμοίως
καὶ ἀληθώς.
Ὦς, τὸ ὠτίον, ἡ εὐθεῖα τὸ ὦς, παρὰ τὸ αὔω τὸ
φωνῶ αὖος, καὶ ἐκβολῇ τοῦ υ, καὶ κράσει τοῦ αο εἰς
ω, ὦς· καὶ ἐν ὑπερβιβασμῷ οὖας, καὶ ἐκβολῇ τοῦ α, |
---|
40 | οὖς· τὸ δὲ ὦς κλίνεται, ὡς τὸ φῶς. τὸ δὲ οὖς ἄκλι‐
τόν ἐστι.
Ὡς, ἐπίῤῥημα παραβολῆς· πότε ὀξύνεται καὶ πότε βα‐
ρύνεται, καὶ πότε περισπᾶται· τὸ δὲ ὡς, ὅτε ἐπὶ
τέλους στίχου κεῖται, ὀξύνεται. καὶ ὅτε προηγεῖται |
---|
45 | ἐγκλίνεται· ἐάν τε ἄρχοι φράσεως, εἴτε μέσον εἴη, ὄρ‐
νιθες ὡς· ἔμοι καλὴ τὸν οἶτον ἀπὸ δυσπότμου παιδὸς
ἐνίσποις· ὡς τε γὰρ ἢ παῖδες νεαροὶ, οὔτως ἀλλ’ ὥς
τις τοῦτο γε βέλος· βαρυτονεῖται δὲ ἐν ἀρχῇ τιθέμε‐
νον, μὴ ἐπιφερομένης ἐγκλίσεως, ὡς εἰπὼν πυλέων· |
---|
omega 581 (50) | ὡς δὲ λέων μήλοισι, ὡς ἐχάρη Μενέλαος· καὶ ἐν με‐
σοφράσει, μὴ ἐπιφερομένου ἐγκλιτικοῦ· εἰ δὲ μὴ, ση‐
μαίνει τὸ ὅμως, ἢ τὸ οὕτως· ὁπότε γε οὕτως ὑποτάσ‐
σοιτο συνδεσμʹ.. ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν
ὅμοιον· καὶ Ἕκτωρ δὲ ὡς οἶδε Τεῦκρον· καὶ Ἕκτωρ δ’ |
55 | ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν. Ἀρίσταρχος δὲ
παρῄνει καὶ Τυραννίων τὸ ὡς ἐν μέσῃ φράσει περι‐
σπᾷν, εἰ μὴ ὑποτάσσοιτο σύνδεσμʹ.. ὡς τὸ καὶ ἀλλά.
καὶ ὡς ἐθέλω, ἐπειδὴ ὡς ἄγεν εἶκος Ἀθήνη· ἀλλὰ καὶ
ὡς ἱππεῦσι μετέσσομαι· ἀλλ’ οὐδέπω σε ἔολπα ὀνόσε‐ |
---|
60 | σθαι κακότητα. | |
---|
omega 582 | Ὡς, τὸ ὡς σημαίνει λβ· ὡς ἐπίῤῥημα θαυμαστικὸν
ἀντὶ τοῦ λίαν· ἢ ἐπίῤῥημα βεβαιώσεως. τὸ ὡς σημαί‐
νει λβ· παραβολὴν, ὡς δὲ λέων ἐν βουσὶ θορῶν· ση‐
μαίνει ἀνταπόδοσιν, ὡς ἂν καθ’ ὅμιλον ἔδυ Τρώων |
5 | ἀγερώχων, καθ’ ὑπερβολὴν, ὡς τὸ, οὐκ ἔστι κύντε‐
ρον ἄλλο γυναικός· καὶ ὁμοίωσιν, ὡς ὁδ’ Ὀδυσσῆος με‐
γαλήτορος ὗιϊ ἔοικε· καὶ ἀντὶ τοῦ ὅμως, ἀλλ’ οὐδ’ ὡς
ἑτάρους ἐῤῥύσατο ἱέμενός περ· καὶ ἀναφορὰν, ὡς οἱ
μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· καὶ θαυμαστι‐ |
---|
10 | κὸν, ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ
καὶ τὸ οὕτως, ὡς εἰπὼν πυλέων ἐξέσσυτο, καὶ τὸν ἵνα
σύνδεσμον ὥς μοι καὶ τονδ’ ἄνδρα πελώριον ἐξονομή‐
νης· καὶ τὸ ὅπως· ὡς σπείσῃς Διῒ πατρὶ καὶ ἄλλοις
ἀθαναθοῖσι· καὶ τὸ ὅτι, ἔγνως ὡς θεὸς εἰμί· καὶ |
---|
15 | ἐπεὶ, ὡς ἴδε χῶρον ἔρημον ὅθ’ ἔστασαν ὤκεες ἵπποι·
καὶ τὸ εἴθε εὐκτικὸν, ὡς ὄφελ’ αὐτοθ’ ὀλέσθαι ἀνδρὶ
δαμείς. καὶ ἀντὶ τοῦ διότι, ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο φί‐
λον τέκος. καὶ τὸν ει συναπτικὸν σύνδεσμον, ὡς ὑμεῖς
παρ’ ἐμοῖο θοὴν ἐπὶ νῆα ἵκοιτε· καὶ τὸ ὁμοίως, μνή‐ |
---|
20 | σομαι ὡς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔθηκε· καὶ τὸ
ὅμως καὶ τροπῇ, ἤρξατο ὡς πρῶτον κικάνας δαμάσαντο·
καὶ ἐπὶ πρόθεσιν, ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς
τὸν ὅμοιον· καὶ τὸ ὅσον, καὶ κρέας ὡς σοι χεῖρες ἐχάν‐
δανον· καὶ τὸν γὰρ, ὡς ἤτοι ποταμῷ γε δαμημέναι |
---|
25 | αἴσιμον ἦεν. καὶ τὸ εὐθέως, ὡς ἴδεν, ὤς μιν μᾶλλον
ἔδυ χόλος. καὶ τὸ ὡσαύτως, ὡς δ’ αὖ νῦν μοι ἄγεσθε
θεοί. καὶ βεβαίωσιν, ὡς χαρίσοιτ’ ἄνθρωπος ἀνθρώ‐
ποισι· καὶ τὸ ἀλλὰ, ὡς τοῦτο ἀληθῶς Ἀττικῶς τὰ
οὐδέτερα· καὶ τὸ ἕως· ὡς ὁ μὲν ἔθετο πολὺν βίοτον· |
---|
30 | καὶ τὸ οὕτως, ὥς ποτε ἦσαν νεώτεροι· καὶ τὸ οὐκέτι,
ὡς χάρις μετόπισθεν εὐεργετῶν· καὶ διηγηματικὸν κε‐
φάλαιον, ὡς ἦλθ’ ὡς Αἴγισθα ἐμήσατο λόγον· καὶ
ἀντὶ τοῦ λίαν, ὡς τὸ, ὡς ἐμεγαλύνθη τὰ ἔργα σου
κύριε. |
---|
35 | Ὡς, ποσαχῶς ἡ παραβολή; πενταχῶς. πρώτη παρα‐
βολὴ τὸ ὑπόδειγμα, καὶ ὁ ὀνειδισμός ἔθου ἡμᾶς εἰς
παραβολὴν. δευτέρα παραβολὴ, αἰνιγματώδης λό‐
γος, οἷον, πολλοὶ λέγουσι· ζήτημα ἐμφαῖνον μέντοι,
οὐκ αὐτόθεν δὲ πάντως δῆλον ὂν ἀπὸ τῶν ῥημάτων, |
---|
40 | ἀλλ’ ἔχον ἐντὸς διάνοιαν κεκρυμμένην, ὡς ὁ Σαμψὼν
ἔλεγεν· ἐξῆλθεν ἀπὸ στόματος γλυκύ· καὶ Σολομὼν,
τότε νοήσεις παραβολὴν καὶ σκοτεινὸν λόγον· παρα‐
βολὴ καὶ ἡ ὁμοίωσις, ἄλλην γὰρ παραβολὴν παρέθη‐
κεν αὐτοῖς λέγων, ὁμοία ἐστιν ἡ βασιλεία τῶν οὐρα‐ |
---|
45 | νῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. παραβολὴ καὶ
ἡ τροπικῶς λεγομένη, οἷον ἐστι τὸ, υἱὲ ἀνθρώπου, εἷ‐
πον αὐτοῖς τὴν παραβολὴν ταύτην, ὁ ἀετὸς ὁ μέγας
ὁ μεγαλοπτέρυγος, ἀετὸν λέγων τὸν βασιλέα. παρα‐
βολὴ καὶ ὁ τύπος, καὶ ἡ εἰκών, ὡς καὶ ὁ Παῦλος ἔφη, |
---|
omega 582 (50) | πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ, πειραζόμενος
καὶ τὸν μονογενῆ προσφέρειν, ὁ τὰς ἐπαγγελίας δεξά‐
μενος· ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο, τουτ’‐
ἔστιν ἐν τύπῳ καὶ εἰκόνι.
Ὡς ἄημα, ὡς πνεῦμα, ὡς ἄνεμος, ἄημα γὰρ τὸ |
55 | πνεῦμα, τὸ πνέον, παρὰ Διογενειανῷ.
Ὡσεὶ ὠδίνουσα· ὡσεὶ ἐπίῤῥημα παραβολῆς, ὠδίνουσα,
ὄνομα μετοχικὸν, τὸ θέμα ὠδίνω· γίνεται παρὰ τὸ
Ὠθίζω, ὠθὶς καὶ ὠδίς.
Ὡς ἄμαθες, ἐν τάχει ἀναγνωστέον, τὸ ὡς ἀντὶ |
---|
60 | τοῦ ἵνα γάρ ἐστι. | |
---|
omega 583 | Ὡς ἐθύραζε, ἀντὶ τοῦ ἀπώσατο, κυρίως μὲν ἔξω
τῆς θύρας.
Ὥσκεν, ὅπως ἂν, τὸ μὲν ὡς ἀντὶ τοῦ ὅπως, τὸ κεν
ἀντὶ τοῦ ἄν. |
5 | Ὥσπερ, τὸ ὡς ἐπίῤῥημα συγκριτικὸν, αἱ δὲ συγκρίσεις
τῶν ὁμοουσίων.
Ὡσπερεὶ, δύο μέρη λόγου εἰσί· τὸ ὡς ἐπίῤῥημα ὁμοι‐
ώσεως καὶ τό περ σύνδεσμος συναπτικὸς, καὶ τὸ εἰ.
Ὠττίζοντο, ὤθουν, συνέθλιβον, ἐκ τοῦ ὤθω ῥήμα‐ |
---|
10 | τος ὁ μέλλων ὤσω, πλεονασμῷ τοῦ τ, μετὰ περισπω‐
μένου τόνου, ὠστῶ, ἐκ τούτου ἕτερον ῥῆμα ὠστίζω, τὸ
παθητικὸν ὠστίζομαι, ὁ παρατατικὸς ὠστιζόμην, τὸ
τρίτον τῶν πληθυντικῶν ὠστίζοντο· Ἀριστοφάνης,
ὠστιζόμετα ἑκάστοτε ἐν τῇ ἐκκλησίᾳ. |
---|
15 | Ὠσχοφορία, ἑορτὴ Διονύσου· ὦσχον γὰρ Αἰγύπτιοι
καλοῦσι τὴν ἄμπελον· ἀπὸ περισπωμένου δέ ἐστι τὸ
ὄνομα· ἔστι γὰρ ὠσχοφορῶ· ἡ ὤσχη δέ ἐστι τὰ μετὰ
τῶν βοτρύων κλήματα.
Ὦτα, παρὰ τὸ ὠθούμενον καὶ εἱλικτὸν εἰσέρχεσθαι ἐν |
---|
20 | αὐτοῖς τὸ πνεῦμα, ἤτοι ἄνεμον, καὶ πάντα ἦχον.
Ἀπολλόδωρος δὲ ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν· οἱ δὲ
δι’ ὧν ὠθεῖται ἡ φωνὴ, οἱ δὲ κατὰ μετάθεσιν τοῦ π
εἰς τ, ὤπα τινα ὄντα, παρὰ τὸ ὀπὰς ἔχειν, ἢ παρὰ τὸ
δέχεσθαι τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν· οὕτως Ἡρα‐ |
---|
25 | κλείδης.
Ὦ τᾶν, πόθεν ἐγένετο τὸ ὦ τᾶν; λέγομεν δὲ, δύο μέρη
λόγου εἰσί· ὦ τᾶν, τουτ’ἔστιν, ὦ προσφιλέστατε, ὦ
ἑταῖρε· σημαίνει δὲ τὸν συνήθη φίλον.
Ὦ τᾶν, ὦ οὗτος, ὦ σύ· δύο μέρη λόγου, καὶ κατὰ |
---|
30 | πλάνην, ἀντὶ τοῦ ἐπὶ τέλους ὀξείας, περισπώμενον
ἔσχε· ἐγένετο οὕτως, ἔτης, ἐτᾶν, ὦ ἐτᾶν, καὶ κράσει
Ὦ τᾶν.
Ὠτὶ, ἰῶτα ἡ παράδοσις· καθόλου γὰρ ἡ δοτικὴ ἑνικὴ
εἰς ἰῶτα λήγουσα, ἐὰν ἰσοσυλλαβεῖ τῇ ἰδίᾳ εὐθείᾳ, |
---|
35 | δίφθογγον ἔχει, ἐὰν δὲ περιττοσυλλαβεῖ ἰῶτα μόνον
ἐκφωνούμενον.
Ὧι τε, ᾧ τινι, δύο μέρη λόγου εἰσὶ, τὸ ᾧ, ᾧ τινι, |
---|
καὶ τὸ τε παρέλκει. | |
omega 584 | Ὠτειλὴ, παρὰ τὸν οὐτήσω μέλλοντα γίνεται οὐτηλὴ,
καὶ οἱ Δωριεῖς τὴν ου δίφθογγον τρέπουσιν εἰς ω. ὡς
βοῦν βῶν, βῶν ἀζαλέην· οἱ Βοιωτεῖς πάλιν τὸ ἦτα
εἰς ει δίφθογγον τρέπουσι, καὶ γίνεται ὠτειλὴ, διὰ |
5 | τοῦ ω, καὶ τῆς ει διφθόγγου.
Ὠτειλὴ, τὸ τραῦμα, ἀπὸ τοῦ οὐτᾶσθαι, ὅ ἐστι τε‐
τρῶσθαι.
Ὠτειλὴ, ὠτέλλας γὰρ οἱ Αἰολεῖς τὰ τραύματα, Ἀττι‐
κοὶ δὲ οὐλὴν λέγουσι. |
---|
10 | Ὠτειλὴ, τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι | |
---|