TLG 4098 001 :: ETYMOLOGICUM GUDIANUM :: Etymologicum Gudianum (ἀάλιον—ζειαί)

ETYMOLOGICUM GUDIANUM Lexicogr.
(A.D. 11)

Etymologicum Gudianum (ἀάλιον—ζειαί)

Source: de Stefani, A. (ed.), Etymologicum Gudianum, fasc. 1 & 2. Leipzig: Teubner, 1:1909; 2:1920 (repr. Amsterdam: Hakkert, 1965): 1:1–293; 2:294–580.

Citation: Alphabetic entry — page — (line)

alpha

1

(1t)

ΑΡΧΗ ΣΥΝ ΘΕΩΙ ΤΩΝ ΕΤΥΜΟΛΟΓΙΩΝ
2tΤΩΝ ΚΔʹ ΣΤΟΙΧΕΙΩΝ
3t〈Α〉
4Ἀάλιον· ἄπληκτον.
5Ἀάγη· ἡ ἔκπληξις. Ἀασιφόρος· βλάβην φέρων. Ἄατοσ· ἀβλαβής, ἀπλήρωτος. Ἀάσαι· κορέσαι, καθυπνῶσαι, βλάψαι. Ἄακτον· ἄθραυστον.
10Ἀάνης· χρήσιμος. Ἀάβηκτον· μέλαν, ἀβλαβές. Ἀαγές 〈λ 575〉· ἄθραυστον, ἰσχυρόν. Ἀάπτους 〈Α 567〉· ἀπροσπελάστους, ὧν οὐ δύναταί τις ἅψασθαι. Ἀά· σχετλιαστικὸν ἐπίρρημα καὶ σύστημα ὑδάτων.
15Ἀαδεῖν· ὀχλεῖν, ἀπορεῖν. Ἀαδέν· ὑεία κόπρος.
Ἀάθη· ἠπατήθη.1 in vol. 1

alpha

2

Ἀάθης· ἥμαρτες. Ἀαιδής· εἰς τὸ Ἀνία, Ἀναιδής. Ἀα....ος· εἰς τὸ .νία, Ἀνέμων. άκατος· τριακάς. Κύπριοι.
5Ἀακραγές· συὸς κόπρος. Ἄακτον· ἄθραυστον. Ἀάλιον· ἄπληκτον. Ἀάνης· χρήσιμος. Ἄβαλε· σχετλιαστικὸν ἐπίρρημα· παρὰ τὸ βάλλω· καὶ μετὰ τοῦ
10ἐπιτατικοῦ α ἐπίρρημα ἄβαλε. Ἄβαλε· παρὰ τὸ βάλε ἐπίρρημα. Ἀβύρβηλον· ἀναίσχυντον. Ἄβαξ· κυρίως ὁ μὴ ἔχων βάσιν, καταχρηστικῶς δὲ καὶ ἐπὶ οἵου δήποτε σανιδίου.
15 Ἀβλέπτημα· ἁμάρτημα τὸ ἄνευ βουλῆς πραττόμενον. Ἄβυσσος· ὑδάτων [φύσις ἤγουν] πλῆθος ἀπέραντον. Ἀβληχρόν· τὸ ἀσθενές· δύναται τ α καὶ κατ’ ἐπίτασιν τὸ σφόδρα. Ἀβελτηρία 〈Procop. de bell. 2, 15, 8〉· ἀνοησία, μωρία, ἡ τὸ βέλ‐ τιον μὴ γινώσκουσα· ἀπὸ τοῦ ἀβέλτερος· τοῦτο παρὰ τὸ βέλτερος μετὰ
20τοῦ στερητικοῦ α· τὸ θηλυκὸν ἀβελτερία καὶ τροπῇ 〈τοῦ ε εἰς η ἀβελτηρία〉. [ἀ]βέλτερος ἀπὸ τοῦ βάλλω τύπῳ συγκριτικῷ· ὥσπερ γὰρ παρὰ τὸ φέρω φέρτερος, οὕτως καὶ παρὰ τὸ βάλλω βέλτερος. τὸ βάλλω συντάσσεται αἰτιατικῇ, τὸ δὲ φέρω δοτικῇ καὶ αἰτιατικῇ. Ἀβλεμέως· ἀφροντίστως, οἷον ἀμελέως· παρὰ τὸ ἀμελεῖν ὑπερ‐
25θέσει ἀλεμέως καὶ ἐν πλεονασμῷ τοῦ β ἀβλεμέως.
Ἀβραάμ 〈Ps. 46, 10〉· πατὴρ πολλῶν ἐθνῶν.2 in vol. 1

alpha

3

Ἀβλής· εἰς τὸ Προβλῆτι. Ἁβροείμονες· κατηγλαϊσμένοι, λαμπροφόροι· ἁβρὸν γὰρ τὸ λαμ‐ πρὸν καὶ τρυφερὸν καὶ κοῦφον. ἁβρός οὖν, ὁ ἁπαλός, παρὰ τὸ ἅπτω, ὁ εὐαφής· ἢ κατὰ στέρησιν τοῦ βάρους ἄβαρος καὶ κατὰ συγκοπὴν
5ἁβρός, ὁ μὴ ὢν βαρὺς ἀλλὰ κοῦφος καὶ ἐλαφρός. Ἁβρός· βάρος ἄβαρος καὶ ἁβρός, ὁ κούφως βαίνων καὶ ἀβαρῶς, κατὰ στέρησιν τοῦ βάρους. Ἀβρότη 〈Ξ 78〉· ἡ νύξ· ἀπρότη τις οὖσα, παρὰ τὸ μὴ προϊέναι ἐν αὐτῇ· ἢ ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται· ἢ παρὰ τὸ βροτὸν εἰς τοιαύτην
10ὥραν ἠρεμεῖν. Ἁβρός· παρὰ τὸ ἅπτω, ὁ εὐαφής. οὕτω φιλόξενος. οἱ δὲ κατὰ στέρησιν τοῦ βάρους. Ἀβροτάξομεν 〈Κ 65〉· παρὰ τὸ βροτοῦ μὴ τυχεῖν. Ἀβροτάξομεν 〈Κ 65〉· κυρίως ἐστὶν ἐπὶ τῶν τοξοτῶν τὸ βροτοῦ
15ἀποτυχεῖν. Ἄβυσσος 〈Ps. 35, 7〉· ὡς ἂν εἴποι τις, ἄβατός ἐστιν· ἢ παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δύσσος 〈βύσσοσ〉 καὶ ἄβυσσος· ἢ παρὰ τὸ βύω, τὸ [μὴ] ὑπεισέρχομαι [ἤγουν σφαλίζω], βύσσος καὶ ἄβυσσος μετὰ τοῦ στερητι‐ κοῦ α, οἱονεὶ ἡ μὴ ὑπό τινος ὑπεισερχομένη. τὸ βύω σημαίνει δύο, τὸ
20ὑπεισέρχομαι καὶ τὸ σφαλίζω, ὡς τὸ 〈Ps. 57, 5〉 „βυούσης τὰ ὦτα αὐτῆσ“. Ἀβασγός· ἅμα συζῶν καλῶς. εἴρηται δὲ πατὴρ ἰδίας πόλεως καὶ οὐχ ἑτέρας. Ἁβρά· ὀξυτόνως καὶ δασέως ἡ τρυφερὰ καὶ μαλακή, βαρυτόνως ἡ θεράπαινα καὶ ἀκόλουθος.
25Ἀβροτάξαι· τὸ μὴ συναντᾶν.
Ἀβροτάξομεν 〈Κ 65〉· κυρίως ἐπὶ τῶν τοξευόντων, τὸ βροτοῦ3 in vol. 1

alpha

4

ἀποτυχεῖν ὡς ἐν πολέμῳ· καταχρηστικῶς δὲ ἁπλῶς ἐπὶ τοῦ ἀποτυχεῖν. τὸ θέμα ἀβροτάζω, ὁ μέλλων ἀβροτάξω. Ἄβροτον· θεῖον. Ἁβρός· ἀνθηρός.
5Ἁβρύνεται· κοσμεῖται, θρύπτεται. Ἀβραμιαῖοι· γιγαντιαῖοι, ἱεροπρεπεῖς. Ἅβραι· νέαι δοῦλαι, θεραπαινίδια. Ἄβδελλον· ταπεινόν. Ἁβρίζεται· καλλωπίζεται.
10Ἀ〈μ〉βλωθρίδια· ἀτέλεστα ἐκτρώματα μὴ ἔχοντα ζωήν. Ἀβακῶ· ἀγνοῶ. Ἄβατον· ἱερόν, ἀπρόσιτον, ἔρημον. Ἀβασάνιστον· ἀγύμναστον, ἀνεξέταστον, ἢ ἀπερίεργον. Ἀβάκησαν 〈δ 249〉· ἠγνόησαν.
15Ἄβρομοι· ἄνευ ἤχου καὶ θορύβου. Ἄβαπτον· ἀστόμωτον. Ἀβακήμων· ἄλαλος. Ἀβέβηλον· καθαρόν, ἀμώμητον. Ἀβδία· θάλασσα.
20Ἀβίωτον· ἀηδῆ, κακόν, ὀδυνηρόν. Ἀβής· ἀσύνετος, ἀνόσιος. Ἀβλεψία καρδίας· πώρωσις. Ἀβουλία· ἀπαιδευσία, ἄνοια.
Ἁβροδίαιτος· τρυφητής, τρυφερόβιος.4 in vol. 1

alpha

5

Ἀβρόταξις· ἁμαρτία. Ἀγάγω· 〈παρὰ τὸ ἄγω〉· (ἄγω καὶ ἀγῶ διαφέρει· τὸ μὲν γὰρ βαρύτονον σημαίνει τὸ φέρω, τὸ δὲ περισπώμενον σημαίνει τὸ θαυμάζω καὶ ἔστι συζυγίας δευτέρας τῶν περισπωμένων.) ἐκ τούτου ἄγη, ἡ
5ἔκπληξις, ἐξ οὗ καὶ ἀγῶ· τὰ γὰρ τῆς δευτέρας συζυγίας τῶν περι‐ σπωμένων ὡς ἐπὶ τὸ πλεῖστον ἀπὸ τῶν εἰς η θηλυκῶν γίνεται. Ἀγάζω· τὸ θαυμάζω· τοῦτο παρὰ τὸ ἀγῶ, ὅπερ ἐστὶ δευτέρας συζυγίας τῶν περισπωμένων, ἐξ οὗ καὶ ῥῆμα εἰς μι ἄγημι καὶ ἄγαμαι παθητικόν. τοῦτο παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν· τοῦτο παρὰ
10τὸ ἄγω, τὸ θραύω καὶ συντρίβω· τοῦ γὰρ ἐκπλησσομένου κατέαγεν ἡ διάνοια καὶ οἱονεὶ συντέθραυσται. τὸ δὲ ἄγη ἄκλιτόν ἐστιν, ἐπειδὴ τὰ εἰς γη ἰαμβικὰ ἀπὸ συμφώνου ἄρχονται καὶ οὐκ ἀπὸ φωνήεντος, οἷον στέγη σφαγή ταγή. πρόσκειται „ἰαμβικά“ διὰ τὸ ἀγή, ὃ σημαίνει τὴν κλάσιν τῶν κυμάτων· τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται, ἄλλ’ οὐκ
15ἔστιν ἰαμβικόν, ἀλλὰ σπονδειακόν· τὸ γὰρ α μακρόν ἐστιν. ἐπειδὴ οὖν τὸ ἄγη εἰς γη ἐστὶν καὶ ἰαμβικὸν 〈καὶ〉 ἀπὸ φωνήεντος ἄρχεται, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἔμεινεν ἄκλιτον. Ἀγάμενοι· παρὰ τὸ ἀγάζω, ὅ ἐστι θαυμάζω. Ἄγαν· πάνυ, λίαν, πολύ· ἐπιτατικὸν ἐπίρρημα.
20 Ἀγαθός· φύσει μόνος ὁ θεός ἐστι· γίνεται δὲ καὶ ἄνθρωπος ἐξ ἐπιμελείας τῶν τρόπων ἀγαθός. Ἀγαθός· ἔστιν ὁ χωρὶς αἰτήσεως ἀφθόνως τὰ καλὰ χαριζόμενος. Ἀγαθόν· ἔστιν οὗ πάντα ἐφίεται. Ἀγανώπιδος· πραείας, εὐοφθάλμου, καλῶς βλεπούσης.
25Ἄγαμαι· ἀποδέχομαι, θαυμάζω, ἐπαινῶ. Ἄγαν〈ν〉α· ἅμαξα ἱερά, καὶ 〈ἡ〉 ἐν οὐρανῷ ἄρκτος. Ἀγάπησις· ἔστιν τὸ ὑπερτιμᾶν ἑαυτοῦ ἀπόντα τε καὶ παρόντα
τὸν ἀγαπώμενον.5 in vol. 1

alpha

6

Ἀγαυρίαμα· ἔπαρμα, ὕψωμα. Ἀγανόφρων· ἀγαθός, πραότατος. Ἀγαθός· ἐπίθετόν ἐστιν ἁπλοῦν καὶ σύνθετον. οἱ μὲν ὥσπερ ἀπὸ τοῦ σκεδῶ ποιοῦσι σκεδάζω, οὕτως καὶ ἀπὸ τοῦ ἀγῶ ἀγάζω ἀγαστός
5καὶ ἀγαθός 〈ἀποβολῇ τοῦ ς καὶ〉 τροπῇ τοῦ τ εἰς θ· 〈οἱ γὰρ Ἀττικοὶ τρέπουσι τὸ τ εἰς θ〉, τὸ γὰρ κρεμάστρα κρεμάθρα λέγουσιν. ‖ λέγεται δὲ ἀγαθόν 〈καὶ〉 παρὰ τὸ ἄγαν θεῖον, ἢ παρὰ τὸ ἀγαπᾶν τὸν θεόν. ‖ ἢ παρὰ τὸ ἄγαν θέειν, ἐφ’ ᾧ ἄγαν θέομεν ἐφιέμενοι. Ἀγαθόν· παρὰ τὸ ἄγαν θέειν ἐπ’ αὐτὸ πάντας.
10 Ἀγακλειτός· ὁ ἄγαν ἔνδοξος· ἀπὸ τοῦ κλείω, ὅ ἐστι δοξάζω, γέγονεν. τὸ δὲ κλείω ἀπὸ τοῦ κλέος γέγονε κλέω καὶ κατὰ πλεονα‐ σμὸν τοῦ ι κλείω καὶ ἐν συνθέσει ἀγακλειτός. Ἀγαλλίαμα· δόξα, καύχημα. Ἀγάλμητον· ἀσθενῆ.
15 Ἀγάλματα· ξόανα, ἀφομοιώματα, εἰκόνες ἢ ἀνδριάντες κεράμειοι, κολοσ〈σ〉οί, βρέτας, χαρακτήρ, [ὅ ἐστιν] εἴδωλον. Ἀγαυός· ἔνδοξος. Ἀγάλακτες· οἱ ἀδελφοί· παρὰ τὸ α, τὸ σημαῖνον τὸ ὁμοῦ, 〈καὶ τὸ γάλα〉, ὁμογάλακτές τινες ὄντες [παρὰ τὸ γάλα], οἱονεὶ τὸ αὐτὸ
20γάλα σπάσαντες. Ἄγαλμα· ἐκ τοῦ ἀγάλλω· ἐν ᾧ ἀγάλλεταί τις κἄν τε ἱμάτιον ᾖ
κἄν τε εἰκών. καὶ εἰς τὸ Ξόανον.6 in vol. 1

alpha

7

Ἄγαν· πάνυ· ἐπίρρημα. τὸ γαν μακρόν. διὰ τί; τὰ εἰς αν λήγοντα ἐπιρρήματα μακρὸν ἔχουσιν τὸ α, οἷον πέραν λίαν εὐάν· πλὴν τοῦ ὅταν καὶ πάμπαν. Ἀγάπη· παρὰ τὸ ἄγειν τὸ πᾶν, ἤτοι ἑνοῦν καὶ συνάπτειν πρὸς
5ὁμόνοιαν. Ἀγαπῴην· ῥῆμα εὐκτικόν· ἐκ τοῦ 〈ἀγαπάω〉 ἀγαπῶ, ἀγαπάων ἀγαπῶν, ἀγαπάοντος ἀγαπῶντος, ἀγαπάοιμι ἀγαπῷμι, ἀγαπάοι ἀγαπῷ. καὶ οἱ Ἴωνες ἐν τοῖς τρίτοις προσώποις τῶν εὐκτικῶν εἰώθασιν ἐπεν‐ τιθέναι τὸ η. καὶ ἀναλόγως πάλιν τὸ πρῶτον γίνεται ἀγαπῴην· κανὼν
10γάρ ἐστιν ὁ λέγων· πᾶν τρίτον πρόσωπον εἰς η λῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ πρῶτον. Ἀγαπῶ· ἐκ τοῦ ἀγάπη· τοῦτο παρὰ τὸ ἄγειν τὸ πᾶν, ἢ παρὰ τὸ ἄγαν ποιότητα ἔχειν. ὁ μέλλων ἀγαπήσω καὶ ἡ μετοχὴ ὁ ἀγαπῶν καὶ ὁ μέσος μέλλων ἠγαπημένος.
15Ἀγέλη ποίμνης διαφέρει· ἀγέλη ἐπὶ βοῶν, ποίμνη ἐπὶ προβάτων.7 in vol. 1

alpha

8

Ἀγέλη· τὸ πλῆθος τῶν προβάτων ἢ τῶν ζώων, ἢ τὰ ὁμοῦ συνηθροισμένα. Ἀγάρροος· ἄγαν ῥοώδης. Ἀγαρηνός· παρὰ τὸ ἄγαν Ἀγαρηνός. τὸ ρη η. διὰ τί; τὰ εἰς
5ηνος ἐθνικὰ ὀξύτονα διὰ τοῦ η γράφεται, οἷον Ἀγαρηνός Ἀβυδηνός Δαμασκηνός, πλὴν τοῦ Αἰδεσινός Ἐμεσινός. Ἀγασσάμενοι· θαυμάσαντες· παρὰ τὸ ἀγάζω. Ἀγαυός 〈Γ 268〉· θαυμαστός, λαμπρός, ἢ ὁ ἥλιος· παρὰ τὸ ἀγῶ, τὸ θαυμάζω, γίνεται ῥῆμα εἰς μι ἄγημι, τὸ παθητικὸν ἄγαμαι καὶ ἐξ
10αὐτοῦ ἀγαός καὶ πλεονασμῷ τοῦ υ Αἰολικῶς ἀγαυός. Ἀγαυρός· ἀγαθός· παρὰ τὸ γαίω, τὸ γαυριῶ· ἐπιτατικὸν δὲ ἔχει τὸ α. Ἄγαυρος· παρὰ τὸ ἀπὸ τῆς γῆς αἴρεσθαι· ἢ παρὰ τὸ γαίω, τὸ γαυριῶ, 〈Α 405〉 „καθέζετο κύδεϊ γαίων“· ἢ παρὰ τὴν ἄγην, τὴν
15ἔκπληξιν (καὶ Ὅμηρος 〈Φ 221〉 „ἄγη μ’ ἔχει“), ἄγηρος καὶ ἄγαυρος. οὕτως Ἡρῳδιανὸς ἐν τῷ Περὶ παθῶν 〈II 167, 2 Lentz〉. ‖ δηλοῖ δὲ καὶ τὸν ὑπερήφανον 〈Hesiod. Theog. 832〉 „ὄσσαν ἀγαύρου“. Ἀγγεῖα· παρὰ τὸ διάγειν τι ἐν αὐτοῖς. καὶ εἰς τὸ Γραφεῖον. Ἀγγείλας· ἐκ τοῦ ἀγγέλλω γέγονεν· ὥσπερ ἀπὸ τοῦ στέλλω
20στείλας, οὕτω καὶ ἀπὸ τοῦ ἀγγέλλω ἀγγείλας. Ἀγάσαιτο· θαυμάσειεν. Ἀγάστονος· πολυστένακτος. Ἀγάσυρτος· ἀκάθαρτος. Ἄγγαρος· ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος· ὅθεν ἀγγαρείαν τὴν
25ἀναγκαίαν καὶ ἀκούσιον λέγομεν καὶ ἐκ βίας γενομένην ὑπηρεσίαν.8 in vol. 1

alpha

9

Ἄγγελος· ὁ σημαίνων, ὁ ἀποκρισ〈ι〉άριος, ἢ ὁ τὰς ἀγγελίας ἤγουν τὰς ἀκοὰς καὶ τὰς φήμας διαγγέλλων, ὁ πρέσβυς καὶ ἀγ〈γ〉ε[λ]λεὺς καὶ ἐπιστολεὺς καὶ ἀγγελιοφόρος καὶ ἀπόστολος. Ἄγγελος· ἔστιν ζῶον λογικὸν κατὰ χάριν ἐν τῇ φύσει τὸ ἀθάνα‐
5τον εἰληφός. Ἀγγελιαφόρος· πρεσβευτής. Ἀγγελίης· ἄγγελος. Ἄγγελος· παρὰ τὸ ἄγω ἐγένετο ἄγελος καὶ κατὰ προσθήκην τοῦ γ ἄγγελος· ἢ παρὰ τὸ διαγγέλλεσθαί τι δι’ αὐτοῦ· ἢ παρὰ τὸ εἰς
10ἀγγελίαν πέμπεσθαι ἐκ θεοῦ ἐπὶ γῆς ἢ ἐξ ἀνθρώπου πρὸς ἄνθρωπον. [καὶ] διὰ τοῦτο καὶ εὐαγγελισταὶ εἴρηνται παρὰ τὸ εὖ ἀγγέλλειν ἡμῖν, ἤγουν καλόν. ‖ „ἄγγελος ἤγαγεν“ ἀντὶ τοῦ ἐκόμισεν· φέρεται γὰρ ὡς αὐτοκίνητον τὸ ἔμψυχον, κομίζεται δὲ τὸ ἄψυχον. Πτολεμαίου Ἄγειν καὶ φέρειν διαφέρει· ἄγεται μὲν γὰρ τὰ ἔμψυχα,
15φέρεται δὲ τὰ ἄψυχα βαστακτῇ. καὶ Ὅμηρος 〈E 483sq.〉 „οὐ τί μοι ἐνθάδε τοῖον, Οἷον κ’ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν“, καὶ πάλιν 〈δ 622〉 „οἱ δ’ ἦγον μὲν μῆλα, φέρον δ’ εὐήνορα οἶνον“. Ἀγαυός· [Ἀγαμέμνων] σημαίνει τρία· τὸν γενναῖον καὶ θαυμαστόν,
οἷον 〈Δ 534〉 „μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυόν“· σημαίνει9 in vol. 1

alpha

10

δὲ καὶ ὄνομα κύριον, ὡς τὸ 〈Ω 251〉 „Δηίφοβον τε καὶ Ἱππόνοον καὶ 〈δῖον〉 Ἀγαυόν“· σημαίνει δὲ καὶ ὄνομα ἔθνους, 〈Ν 5〉 „Μυσῶν τ’ ἀγχεμάχων καὶ Ἀγαυῶν ἱππημολγῶν“. Ἀγελαῖος· ὀχλώδης, ἰδιώτης, ῥεμβώδης· παρὰ τὸ ἀγέλη. τὸ δὲ
5ἀγέλη ἀπὸ τοῦ ἄγω. διὰ τί προπερισπᾶται; τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν διὰ τοῦ αιος γινόμενα ὀνόματα προπερισπᾶται, οἷον Γάζα Γαζαῖος, Ῥώμη Ῥωμαῖος. τὸ δὲ Ἀγέλαιος ὄνομα κύριον προπαροξύνεται. Ἀγερώχων 〈Β 654〉· ἀλαζόνων· ἡ μὲν συνήθεια τὴν λέξιν ἐπὶ
10τοῦ ψόγου τάσσει· τοὺς γὰρ αὐθάδεις καὶ ἀπαιδεύτους ἀγερώχους λέγει. ὁ δὲ Ὅμηρος τοὺς ἄγαν ἐντίμους, ἀπὸ τοῦ ἄγαν ἐπὶ τὸ γέρας ὀχεῖσθαι· 〈Γ 36〉 „καθ’ ὅμιλον ἔδυ Τρώων ἀγερώχων“. Ἀγέρωχον· εὐκλεᾶ, ἔντιμον· ἐπὶ γέρως ὀχούμενον. ἔνιοι δὲ τὸν ἐπεισάκτῳ χρώμενον τροφῇ· ἀγέρωχον δὲ λέγει τὸν ἀγείροντα τὴν
15ὀχήν, τουτέστι τὴν τροφήν. οἱ δὲ τὸν ὑπερήφανον ἢ μεγάλαυχον ἢ ἀλαζόνα. Ἄγε· φέρε, κόμιζε· ἢ βλέπε. Ἀγερωπεῖ· ἐφορᾷ. Ἀγεννῶς· ἀσθενῶς, ἀνάνδρως.
20Ἀγελαίων· ἀμαθῶν, ἰδιωτῶν, ἀγροίκων. Ἄγευστοι· ἄπειροι. Ἀγείρει· συναθροίζει.
Ἀγερώσσει· ἀγρυπνεῖ.10 in vol. 1

alpha

11

Ἀγερώψατο· ἠμέλησεν. Ἄγε δῆτα· δεῦτε δή καὶ φέρε δή. Ἀγεληδόν· ἠθροισμένως ὡς ἀγέλη. Ἀγήραος· ἄφθαρτος, μὴ ἔχων τέλος, ἀπέραντος.
5 Ἁγιάσατε· προευτρεπίσατε, κηρύξατε. Ἀγείρατον· ἄτιμον· παρὰ τὸ γέρας. ἀγήρατον δέ. Ἀγέρωχος· ὁ ἄγαν αὐχῶν, ἢ μὴ ἔχων γέρας ἤγουν τιμήν. Ἀγείρω· ει· ἀγέρρω γὰρ Αἰολικῶς καὶ ἀγορά καὶ 〈Β 304〉 „ἠγε‐ ρέθοντο κακὰ Πριάμῳ“ καὶ 〈Α 57〉 „ὁμηγερέεσ“.
10 Ἄγη· ἡ ἔκπληξις· οἱ γὰρ ἐκπληττόμενοι ἀκίνητοι καὶ ἄφωνοι μένουσι. καὶ ἀγὴ ἡ κλάσις τοῦ κύματος. Ἄγη· ἡ ἔκπληξις· τροπῇ τοῦ κ εἰς γ, ἀκή καὶ ἄγη, ἐκ τῆς παρεπομένης ἀφωνίας τῇ ἐκπλήξει· ἢ παρὰ τὸ ἀγῶ, ὅθεν ἄγαμαι, τὸ ἐκπλήττομαι· ἢ παρὰ τὸ ἄγαν, τὰ γὰρ μεγάλα θαυμάζεται.
15 Ἀγερώχων· αὐθαδῶν, ὑβριστῶν, ὁτὲ δὲ ἐνδόξων· ἀπὸ τοῦ ἄγαν ἐπὶ τοῦ γέρως ὀχεῖσθαι. Ἀγήοχα· παρὰ τὸ ἄγω ἄξω ἦχα καὶ τὸ Ἀττικὸν ἄγηχα καὶ πλεονασμῷ τοῦ ο ἀγήοχα. Ἀγαί. [τὰ] τραύματα, τρώσεις· ἀπὸ τοῦ 〈ἄγνυμι, τὸ〉 κατάσσω.
20 Ἀγαί· αἰγιαλοὶ κατὰ τοὺς Ἴωνας. Ἀγήνωρ 〈Β 276〉· [αὐθάδης] παρὰ τὸ ἄγαν καὶ τὸ ἀνήρ γίνεται ἀγάνωρ, καὶ κατὰ τροπὴν τοῦ α εἰς η γίνεται ἀγήνωρ. καὶ ἀποροῦσί
τινες λέγοντες, ὅτι τροπὴν ἔπαθεν ἢ ἴδιον σχηματισμόν; 〈καὶ λέγομεν,11 in vol. 1

alpha

12

ὅτι ἴδιον σχηματισμόν〉, ὅτι τὸ ἀνήρ μετ’ ἄλλης λέξεως κατ’ ἀρχὴν συντιθέμενον τρέπει τὸ α εἰς η καὶ τὸ η εἰς ω, οἷον εὐήνωρ Ἀντήνωρ· τὸ δὲ Νικάνωρ κατὰ τροπὴν γέγονε Βοιωτικὴν τοῦ η εἰς α. σημαίνει δὲ τὸν αὐθάδην.
5 Ἄγη 〈Γ 367〉· [ἡ κλάσις τοῦ ξίφους] ἐκ τοῦ ἄσσω, τὸ κλάνω, ὁ μέλλων ἄξω, 〈ὁ ἀόριστοσ〉 ἦξα καὶ τὸ προστακτικὸν ἆξον (τὸ α περι‐ σπᾶται διὰ τὴν συνεκφώνησιν ἤγουν τὴν συνέμπτωσιν· ἔστι γὰρ 〈ἄξον ἀπὸ τοῦ ἄγω〉 τοῦ ἐπὶ τοῦ κομίζω, καὶ 〈παρ〉οξύνεται) καὶ ὁ δεύτερος 〈ἀόριστοσ〉 ἦγον καὶ ὁ παθητικὸς ἤγην καὶ ποιητικῶς ἄγην [ἀγηοχώς].
10 Ἀγινεῖν· ἀπαρέμφατον ὄνομα, ὃ σημαίνει τὸ ἄγειν· ἀπὸ ῥήματος τοῦ ἄγω ἀγνῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ι μακροῦ γίνεται ἀγινῶ καὶ ἀγινεῖν· 〈Ω 784〉 „ἀγίνεον“ ἔφερον [ἀγινῶ]. Ἅγιος· ἐκ τοῦ ἅγος γέγονεν· ἅγιον δέ ἐστι τὸ παντὸς ἅγους ὂν ἀνώτερον, ἢ τὸ δύναμιν ἔχον πρὸς τὸ τοὺς ἑτέρους ἁγιάζειν αὐθα‐
15γίαστον ὄν. Ἁγιστεία· ἁγιωσύνη· ἔστιν ἅγος, τὸ σέβασμα, καὶ ἐξ αὐτοῦ ἁγίζω, ἁγίσω, ὁ παθητικὸς παρακείμενος ἥγισμαι, τὸ τρίτον ἥγισται καὶ ἐξ αὐτοῦ ἁγιστός καὶ τὸ θηλυκὸν ἁγιστεία καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν „ἁγιστείαις ἐσθ’ ὅτε καὶ μιαρωτάταισ“.
20Ἁγνεύειν· ἀπὸ ἀφροδισίων. καθαρεύειν, ἀπὸ νεκροῦ. Ἀγχίνουν· συνετήν· παρὰ τὸ ἐγγὺς τὸν νοῦν ἔχειν. Ἄγκιστρον· παρὰ τὸ ἄγω, τὸ φέρω, ἄγιστρον καὶ ἄγκιστρον.
καὶ εἰς τὸ Ἠγκιστρωμένοι.12 in vol. 1

alpha

13

Ἀγκοίνη· ἡ ἀγκάλη. εἰς τὸ Ὦμος. Ἄγκος· εἰς τὸ Μισγάγκεια. Ἀγκυλομήτεω 〈Β 205〉· ὄνομα ἐκ τοῦ ἀγκύλος· σημαίνει δὲ ἀγκυλομήτης 〈τὸν〉 ἐπὶ τῶν ἀγκύλων καὶ σκολιῶν πραγμάτων ὀρθῶς
5βουλευόμενον. τὸ ω μέγα, ὡς [τὸ] πᾶσα γενικὴ εἰς φωνῆεν λήγουσα—. ὁ τόνος· αἱ διὰ τοῦ εω Ἰωνικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων
γενικῶν ὦσι, προπαροξύνονται, οἷον Ἀτρείδου Ἀτρείδεω, 〈Αἰνείου〉13 in vol. 1

alpha

14

Αἰνεί[δ]εω, 〈Πηλείδου〉 Πηλείδεω· εἰ δὲ ἀπὸ περισπωμένων κοινῶνγενικῶν ὦσι, [καὶ] παροξύνονται. Ἀγκύλη· διὰ τὸ ἄνω αὐτῆς κοῖλον. Ἀγκύλος· τὸ κυ ψιλόν· διὰ τί; τὰ διὰ τοῦ υλος ὀνόματα ὑπὲρ
5δύο συλλαβὰς εἴτε ὀξύτονα εἴτε βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον κορβύλοσ (σημαίνει δὲ τὸν πορνοβοσκόν), Αἰσχύλος, ἀγκύλος, κρωβύλοσ. Ἀγκών 〈Ε 582〉· παρὰ τὸ 〈ἀν〉έχω, τὸ ἐξέχω, ὁ ἐξέχων· ἢ 〈ἀπὸ〉 τοῦ ἐγκεῖσθαι 〈τῷ〉 ἑτέρῳ ὀστέῳ τὸ ἕτερον· ἢ παρὰ τὸ κατ’ αὐτὸν
10ἄγεσθαι τὴν χεῖρα. Ἄγγωνες· δοράτια οὐ λίαν σμικρά, ἀλλ’ οὐδὲ μεγάλα, ἀλλ’ ὅσον
ἀκοντίζεσθαι, εἴ που δεήσοι.14 in vol. 1

alpha

15

Ἀγλαά 〈Α 23〉· παρὰ τὸ ἀγάλλω· ἐφ’ ᾧ τις ἀγάλλεται. ἢ παρὰ τὸ αἴγλη, ὅ ἐστιν ἀπὸ τοῦ ἀΐσσω, τὸ ὁρμῶ· ἡ γὰρ λαμπηδὼν ὁρμη‐ τική. ἐφ’ οἷς τις ἀγάλλεται καὶ λαμπρύνεται. καὶ εἰς τὸ Κεραόν [ἀγλωφῶν].
5 Ἁγνεία· διὰ τὸ ἀγόνου ἵεσθαι βίου. ‖ ἢ παρὰ τὸ ἀγωνιᾶν εἰς τὸ καθαριεύειν. Ἁγνός· παρὰ τὸ ἅζω ἁγνός. Ἀγνοεῖν· εἰς τὸ Ἀνοεῖν. Ἄγνοια· εἰς τὸ Ἀμφισβήτησισ.
10 Ἄγνος· τὸ φυτόν· παρὰ τὸ εἰς ἁγνείαν συντελεῖν ἐσθιόμενον καὶ πινόμενον, ἔτι δὲ καὶ ὑποστρωννύμενον. Ἀγνοῶ· νοῶ, τὸ γινώσκω, πλεονασμῷ τοῦ γ γνοῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀγνοῶ· οἱ γὰρ Αἰολεῖς τὸ νοῶ γνοῶ λέγουσιν. Ἀγνύω· εἰς τὸ Καταγνύναι καὶ Περιαγνύμενος.
15 Ἄγονος 〈Γ 40〉· ὄνομα παρὰ τὸ γόνος. γόνος δὲ λέγεται βαρυ‐ τόνως 〈μὲν〉 ὁ γεννηθείς, ὀξυτόνως δὲ ὁ γεννήτωρ· καὶ πλεονασμῷ τοῦ υ γουνός, ὡς καὶ ὁ ποιητὴς 〈Ι 534〉 „γουνῷ ἀλωῆσ“ ἀντὶ τοῦ ἐν τῷ γεννητικῷ 〈καὶ〉 καρπίμῳ τόπῳ. τὸ δὲ 〈Γ 40〉 „ἄγαμος τ’ ἀπολέσθαι“ ὁ τέ σύνδεσμος ἀντὶ τοῦ ἤ διαζευκτικοῦ συνδέσμου
20παραλαμβάνεται, ἤτοι ἢ καὶ γεννηθεὶς πρὸ γάμου ἀπολέσθαι.15 in vol. 1

alpha

16

Ἀγοράασθαι· ἐκ τοῦ ἀγορῶ, καὶ περισπᾶται. ἀπαρέμφατόν ἐστιν. τὰ γὰρ εἰς 〈ρ〉ω λήγοντα ῥήματα τῷ ο παραληγόμενα περισπῶνται, οἷον δημηγορῶ ἐγρηγορῶ ἀλληγορῶ· οὕτως οὖν καὶ ἀγορῶ. ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων· τὸ ἀπαρέμφατον ἀγοράασθαι· καὶ ἀγοράζω,
5τὸ εἰς ἀγορὰν ἐμβάλλω. Ἀγόραιος καὶ ἀγοραῖος διαφέρει· ἀγόραιος μὲν γὰρ ἡ ἡμέρα, ἀγοραῖος δὲ ὁ Ἑρμῆς ὁ ἐπὶ τῆς ἀγορᾶσ. Ἀγορά· διὰ τὸ ἄγαν ῥέειν ἕκαστον πρᾶγμα. Ἀγορητής· ὁ ῥήτωρ, ὁ ἀγορεύειν καὶ λέγειν εἰδώσ.
10 Ἀγοραῖος· ὁ ἐν τῇ ἀγορᾷ περιστρεφόμενος. Ἀγορεύω· παρὰ τὸ ἀγείρω· τοῦτο παρὰ τὸ ἄγω καὶ τὸ εἴρω, τὸ λέγω· τὸ πρὸς τὸ λέγειν συναθροίζω. Ἀγορῆθεν 〈Β 264〉· διὰ τί προπερισπᾶται; ἐπειδὴ τὰ ἀπὸ ὀξυ‐ τόνων ἢ περισπωμένων παραγ[εν]όμενα εἰς θεν ἐπιρρήματα πρὸ μιᾶς
15ἔχουσι τὸν τόνον, οἷον γῆθεν ἀγορῆθεν. Ἀγορήνδε· ἐπίρρημα τοπικόν· ἡ αἰτιατική, ὅταν ἔχῃ τὸν δέ σύν‐ δεσμον, ἔστιν ἐπίρρημα τοπικὸν καὶ ἓν μέρος λόγου. Ἀγορήσατο 〈Α 73〉· ἐκ τοῦ ἀγορῶ, τὸ δημηγορῶ, ἠγόρησα, ὁ μέσος ἀόριστος [ὁ παθητικὸς] ἠγορησάμην, τὸ τρίτον ἡγορήσατο καὶ
20ἀγορήσατο Ἰωνικῶς. Ἀγορήνδε 〈Α 54〉· εἰς τὴν ἀγοράν, τουτέστιν εἰς τὴν ἐκκλησίαν· ἐπιρρηματικὴ ἡ σύνταξις, ὥσπερ οἴκαδε, εἰς τὸν οἶκον, Ἀθήναζε, τουτέστιν εἰς Ἀθήνασ. Ἀγοστός· ἀγκών [ἢ στόμα]· παρὰ τὸ ἄγαν ὀστώδη εἶναι τὸν
25τόπον.16 in vol. 1

alpha

17

Ἄγουρος· εἰς τὸ Γέρων. Ἀγριωπός· ἀγριόφθαλμος· παρὰ τὸ ἄγριος καὶ τὸ ὤψ ὠπός, ὃ σημαίνει τὸν ὀφθαλμὸν καὶ τὸ πρόσωπον. τὸ δὲ ἄγριος παρὰ τὸ ἀγρός. τὸ δὲ ἀγρός παρὰ τὸ ἀήρ ἀέρος, καὶ ἐν συγκοπῇ καὶ πλεο‐
5νασμῷ τοῦ γ ἀγρός, ὁ εὔωρος· ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀρός καὶ ἀγρός· 〈ἢ〉 παρὰ τὸ ἀγορά ἄγορος καὶ ἀγρόσ. Ἄγροικος βαρυτόνως καὶ ἀγροῖκος προπερισπωμένως δια‐ φέρει· ἄγροικος μὲν βαρυτόνως ὁ 〈γνώσεωσ〉 ἄμοιρος, 〈ἢ〉 ὁ ἐν ἀγροῖσδιατρίβων· ἀγροῖκος δὲ 〈προπερισπωμένωσ〉 ὁ μὴ ἥμερος, ἴσος τῷ
10ἄγριος. Ἀγρός· παρὰ τὴν ἄγραν· ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀρός καὶ ἀγρός πλεονασμῷ τοῦ γ· ἢ παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν σίδηρον, ὁ τῷ σιδήρῳ τεμνόμενοσ. Ἀγρομένῃσι 〈Β 481〉· ἔστιν ἀγείρω, τὸ συναθροίζω, τὸ παθητι‐
15κὸν ἀγείρομαι, ἀγρόμενος, ἀγρομένη καὶ ταῖς ἀγρομέναις καὶ ποιη‐ τικῶς τροπῇ τοῦ α εἰς η 〈ἀγρομένῃσι〉. Ἀγροτέρας ἐλάφους 〈ζ 133〉· παρὰ τὸ ἀγηροτέρας· πολυχρό‐
νιον τὸ ζῶον τοῦτο, ὡς χρησμός φησιν 〈Hesiod. fr. 171 (183) Rzach〉17 in vol. 1

alpha

18

„ἐννέα γὰρ ζώει γενεὰς λακέρυζα κορώνη Ἀνδρῶν γηρώντων· ἔλαφοσδέ τε τετρακόρωνος.“ Ἀγρυπνία· παρὰ τὸ ἄϋπνος ἀϋπνία καὶ ἀγρυπνία· τοῦτο δὲ παρὰ τὸ ὕπνος ἄϋπνος, ὥσπερ κακός ἄκακος.
5 Ἀγρώσσω 〈ε 53〉· παράγωγος ὁ χαρακτήρ· ἀγρός ἀγρώσσω. ὁ κανών· τὰ διὰ δύο σς ἐκφερόμενα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται, τὸ δὲ ο οὐ λαμβάνει· τὸ α, ὡς τὸ ἄλλος ἀλλάσσω· τὸ ε, ὡς τὸ πῦρ πυρέσσω· τὸ η, ὡς τὸ πτήσσω· τὸ ι, ὡς τὸ δειδίσσω· τὸ δὲ ο οὐκ ἔχει, τὸ γὰρ ὄσσω ἐκ τοῦ ὄπτω ἐστὶν μετειλημμένον· τὸ υ, ὡς τὸ
10ἀφύσσω, τὸ ἀπαντλῶ· τὸ ω, ὡς τὸ ἰκτερώσσω, ὀνειρώσσω, ἀγρώσσω καὶ σημαίνει τὸ ἀγρεύω. ὥστε ἔχεις μὲν δοῦναι τὸ ο, οὐκ ἐν παρα‐ γωγῇ δέ. Ἄγρωστις· ἄγριός τισ βοτάνη· ἐκ τοῦ ... ἄγρωστις εἶδος πόας χορτώδους.
15 Ἄγυρις· Αἰολικῶς ἡ ἄθροισις· παρὰ τὸ ἀγείρω ἀγορά καὶ ἄγυρις. καὶ εἰς τὸ Πανήγυρις.
Ἀγύρτας 〈8Agath. hist. 4, 8〉· 〈ib.〉 „ἐπειδὴ 〈πολλαχοῦ〉 κατὰ18 in vol. 1

alpha

19

τὰς πόλεισ ἀγύρτας τινὰς τυχὸν ἢ λωποδύτασ“ [ὑπῆρχον καὶ] ἐπαί‐ τας, φιλοκερδεῖσ. γύρτης· ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών· παρὰ τὸ ἀγείρειν, τὸ περιιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ 〈σεμνυνό‐
5μενον〉. λέγονται δὲ ἀγυρτικὰ καὶ τὰ χυδαῖα ψεύσματα. Ἄγχειν· πνίγειν· παρὰ τὸ ἄγειν καὶ συνάγειν τὸν λάρυγγα. Ἀγχιστῖναι 〈Ε 141〉 πυκναί· ὄνομα γένους θηλυκοῦ 〈παρὰ τὸ ἄγχι καὶ ἀγχοῦ〉, ὅθεν ἔχει καὶ τὸ ι τοῦ κανόνος· τὰ γὰρ παρὰ τὸ ἄγχι συγκείμενα διὰ τοῦ ι γράφεται, οἷον ἀγχίθυμος Ἀγχίσης. τὸ δὲ
10ἀγχηστίνη κατὰ διάλεκτον γέγονεν· οἱ γὰρ Αἰολεῖς τὸ ι εἰς η τρέ‐ πουσιν. Ἄγχιστα 〈Β 58〉· ἐπίρρημα τοπικόν· ἐκ τοῦ ἀγχοῦ ἄγχιστος καὶ ὄνομα παράγωγον ἀγχιστεύς, ὁ συγγενής, καὶ ῥῆμα ἀγχιστεύω καὶ ὄνομα ἀγχιστεία.
15 Ἄγχω 〈Γ 371〉· πνίγω· παρὰ τὸ ἄγω· οὐδὲν γάρ ἐστιν ἄλλο τὸ ἄγχω ἀλλ’ ἢ τὸ ἄγω καὶ συνάγω τὸν φάρυγγα. Ἀγχώμαλα 〈Agath. hist. 5, 1〉· ἰσόμαλα, παρὰ μικρὸν ἴσα, ἐγγὺς
τοῦ ὁμαλοῦ· ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγύς, καὶ τὸ ὁμαλός γέγονεν19 in vol. 1

alpha

20

ἀγχώμαλος· καὶ γράφεται διὰ τοῦ ω μεγάλου, ἐπειδὴ τὰ παρὰ τὸ ὁμαλός συντιθέμενα διὰ τοῦ ω μεγάλου γράφεται, οἷον ἀγχώμαλος ἀνώμαλος κατώμαλος. Ἀγωνία· φόβος· ἀγωνίας, φόβου· ἐκ τοῦ ἀγών.
5 Ἄδδην· παρὰ τὸ δήν, τὸ ἐπὶ πολύ, καὶ μετὰ τοῦ ἀθροιστικοῦ α ἄ[δ]δην, ὡς τὸ πᾶς ἅπας, καὶ πλεονασμῷ τοῦ δ 〈ἄδδην〉. Ἄδεια· ἀπὸ τοῦ δέους, ὅ ἐστιν φόβος· ἐκ τούτου ἀδεής, ὁ ἄφοβος, καὶ ἐκεῖθεν ἀδέεια καὶ κατὰ συγκοπὴν ἄδεια. Ἁδεῖν 〈Γ 173〉· ἀρέσαι· ἀπαρέμφατον ἀορίστου δευτέρου καὶ μέλ‐
10λοντος. ἔστι τὸ ῥῆμα ἥδω, τὸ ἀρέσκω, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος 〈ἧδον καὶ〉 ἅδον, 〈Μ 80〉 „ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων“, ὁ μέλλων δεύτερος ἁδῶ ἁδεῖς ἁδεῖ καὶ τὸ ἀπαρέμφατον ἁδεῖν· λέγεται γὰρ οἱονεὶ τὸ εἰς ἡδονὴν κινεῖν. Ἀδελφειός· ἐκ τοῦ ἀδελφοῦ, τοῦ ἐκ τῆς αὐτῆς δελφύος ἤγουν
15μήτρα〈σ〉.20 in vol. 1

alpha

21

Ἀδευκής· παρὰ τὸ δείκω 〈δεικήσ〉 ἀδεικής καὶ ἀδευκής, ὡς 〈τρι‐ φάλεια〉 τρυφάλεια. Ἅδην· παρὰ τὸ ἅδω, τὸ κορέννυμαι, ἅδομαι καὶ ἥδομαι, ἅδην, 〈Λ 88〉 „ἅδος τέ μιν ἵκετο θυμόν“.
5 Ἀδήριτος· ὁ ἄμαχος· ἀπὸ τοῦ δῆρις δηρίω ῥῆμα, ὁ παθητικὸς παρακείμενος δεδήριμαι δεδήρισαι δεδήριται, διὰ τοῦ ι· καὶ λοιπὸν
ἐκεῖθεν ἀδήριτος, ὡς κονίω ἀκόνιτοσ.21 in vol. 1

alpha

22

Ἅιδης· διὰ τὸ ἄδηλος δύσις. Ἀδηφάγος· ἄδην, τὸ δαψιλῶς, καὶ ἐξ αὐτοῦ ἀδηφάγος, ὁ δα‐ ψιλῶς ἐσθίων. ‖ ἢ ἐκ τοῦ ἄδην ἐσθίειν Ἅιδης. Ἀδῄωτον 〈Procop. de bell. 1, 16, 5〉· ἀπολέμητον, ἀπραίδευτον,
5ἀπόρθητον· 〈Procop. l.l.〉 „τὴν χώραν ἀδῄωτον οἰκεῖν“, ἀπόρθητον. παρὰ τὸ δῃῶ, τὸ σημαῖνον τὸ πορθῶ· τοῦτο δὲ παρὰ τὸ δαίω, τὸ κόπτω, τροπῇ τῆς αι εἰς μετὰ περισπωμένου τόνου δῃῶ, τοῦ ι ἀνεκφωνήτου ὄντοσ διὰ τὸ μέγεθος τοῦ η. τὸ δὲ δαίω σημαίνει δʹ· δαίω τὸ καίω, δαίω τὸ κόπτω· ἀμφότερα συντάσσεται πτώσει δοτικῇ·
10δαίω τὸ μανθάνω, δαίω τὸ εὐωχοῦμαι· ἀμφότερα πτώσει αἰτιατικῇ. Ἀδιαφόρως· χωρὶς παρατηρήσεως. Ὁμήρου Ἁδινάων 〈Β 87〉· ὁ κανών· ... ἡ εὐθεῖα ἁδινή, τὸ ἀρσενικὸν
ἁδινός. τὸ δι ι· τὰ εἰς νος ὀξύτονα—.22 in vol. 1

alpha

23

Ἀδολεσχῶ· ἐκ τοῦ ἅδω, τὸ ἀρέσκω, καὶ τοῦ λέσχης· τοῦτο ἐκ τοῦ λέσχη, ὃ σημαίνει τὴν φλυαρίαν· τοῦτο παρὰ τὸ λέχος, ὃ ση‐ μαίνει τὴν κοίτην, ἐπειδὴ τὸ παλαιὸν ἔθος ἦν καὶ τῷ χειμῶνι τόπον εἶχον ἀποκεχωρισμένον, ἐν ᾧ πυρκαϊὰς ποιοῦντες καὶ ἐν αὐταῖς
5καθεζόμενοι καὶ ὁμιλοῦντες διημέρευον φλυαροῦντες καὶ ἀδολεσχοῦντες. καὶ ἄλλως. ἀδολεσχῶ παρὰ τὸ ἀδολεσχία· τοῦτο παρὰ τὸ ἀδόλεσχος· τοῦτο παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, οὗ ὁ δεύτερος ἀόριστος ἅδον καὶ ἐξ αὐτοῦ ἇδος, ἡ εὐφροσύνη· καὶ ἔστι λέσχη, ἡ φλυαρία, καὶ κατὰ σύνθεσιν γίνεται ἀδόλεσχος, ὁ ἐν τῇ φλυαρίᾳ εὐφραινόμενος. ἀδο‐
10λέσχης ἀδολέσχου. ὁ κανών· τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινό‐ μενα ἀρσενικὰ μὴ ἔχοντα οὐδέτερον εἰς ες εἰς ου ἔχει τὴν γενικήν. καὶ ἄλλως. ἀδολεσχία, στενολεσχία ἢ φλυαρία· ἔστιν ἅδω καὶ σημαίνει τὸ ἀρέσκω (ὅπερ γέγονεν ἀπὸ τοῦ ἥδω, τὸ εὐφραίνομαι) καὶ λέσχη, ἡ φλυαρία· καὶ ἐξ αὐτῶν γίνεται ἀδολεσχῶ, τὸ φλυαρῶ καὶ μετ‐
15εωρίζομαι, ἤγουν τὸ περὶ τοὺς αὐτοὺς λόγους ἀναστρέφομαι· καὶ ἐκ τούτου ἀδόλεσχος, ὁ φλύαρος. τὸ δὲ λέσχη παρὰ τὸ λέγω, λέξω, λέλειχα, λέχη καὶ πλεονασμῷ τοῦ ς λέσχη. Ἀδολεσχία· παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸ δαψιλῶς, καὶ τὸ λέσχη, ὃ σημαίνει τὴν φλυαρίαν, [καὶ] γίνεται ἀδολεσχῶ ῥῆμα καὶ ἐξ αὐτοῦ
20ἀδολεσχία. σημαίνει δὲ δʹ· τὸ φλυαρῶ, ὡς τὸ 〈Ps. 54, 2〉 „ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου“· καὶ τὸ φιλοσοφῶ, 〈Ps. 118, 23〉 „ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου“· καὶ τὸ παίζω, 〈Test. Vet. Genes. 24, 63〉 „ἐξῆλθεν Ἰακὼβ ἀδολεσχῆσαι εἰς τὸ πεδίον“· καὶ τὸ ὀλιγοψυχῶ, ὡς τὸ 〈Ps. 76, 4〉 „ἠδολέσχησα καὶ ὠλιγοψύχηκε τὸ
25πνεῦμά μου“.23 in vol. 1

alpha

24

Ἀδράνεια· ἡ ἀσθένεια· ἐκ τοῦ ἀδρανής, ὃ σημαίνει τὸν ἀνίσχυ‐ ρον, ὅπερ ἐκ τοῦ δραίνω, τὸ πράττω, καὶ Ὅμηρος 〈Κ 96〉 „ἀλλ’ εἴ τι δραίνεισ“. Ἀδράστεια· ὅτι οὐδεὶς αὐτὴν ἀποδιδράσκει· ἢ ἀναπόδραστον αἰτίαν
5ἔχουσα[ν] κατὰ φύσιν. καὶ εἰς τὸ Πεπρωμένην. Ἁδρός· πλούσιος, μέγας· παρὰ τὸ ἥδω, ἡδόμεθα γὰρ τοῖς μεγά‐ λοις καὶ ἁδροῖς. οὕτως Ἡρωδιανὸς [ἐν τῷ] ἐν Ἐπιμερισμοῖς 〈p. XXIX 35 Lentz〉. Ἄδυτα 〈Agath. hist. 1, 10〉· σπήλαια, ὡς τὸ 〈Agath. l.l.〉 „ἄδυτά
10τε ἔχειν αὐτόματα“, ὀροφαί, οἷον οἶκοι ὑπόγαιοι σκοτεινοί. λέγεται δὲ καὶ τὰ μύχια τῶν ἱερῶν ἄδυτα, εἰς ἃ οὐκ ἔστιν εἰσελθεῖν· ἀπὸ τοῦ δύω, ὃ σημαίνει τὸ ὑπεισέρχομαι, ὁ παθητικὸς παρακείμενος δέδυμαι, δέδυται, καὶ ἐξ αὐτοῦ δυτός καὶ ἄδυτος, καὶ τὸ οὐδέτερον ἄδυτον. ἄδυτα οὖν τὰ ἀφανῆ.
15 Ἄεθλον· σημαίνει βʹ· ἀρσενικὸν μὲν τὸν πόνον καὶ τὸ ἀγώνισμα, ὡς ὁ ποιητής 〈χ 5〉 „οὗτος μὲν δὴ ἄεθλος ἄατοσ“. λέγεται δὲ καὶ οὐδετέρως τὸ ἄεθλον τὸ ἐπὶ ἀγῶνος διδόμενον, 〈Ψ 259〉 „νηῶν δ’
ἔκφερ’ ἄεθλα λέβητάς τε τρίποδάς τε“.24 in vol. 1

alpha

25

Ἀεί· εἰς τὸ Αἰεί. Ἀειγενέτῃσι 〈Γ 296〉· διὰ παντὸς οὖσιν. ὁ κανών· αἱ τοιαῦταιδοτικαὶ—. ἡ εὐθεῖα ἀειγενέτης· τὸ νε ψιλόν· τὰ διὰ τοῦ ετης ἀρσε‐ νικὰ βαρύτονα εἴτε ἁπλᾶ εἴτε σύνθετα διὰ τοῦ ε ψιλοῦ γράφεται,
5οἷον εὐνέτης λογοθέτης μητιέτης· πλὴν τοῦ προσαίτης (σημαίνει δὲ τὸν πένητα) καὶ εὐχαίτης, ὁ καλλίθριξ ἵππος. 〈ἀειγενέτης ἀειγε‐ νέτου〉. ὁ κανών· τὰ εἰσ ης ἀρσενικὰ μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτος μὴ δεχόμενα οὐδέτερον παρασχηματισμὸν—. Ἀείδαρος· διὰ τὸ ἀεὶ δέρεσθαι. καὶ εἰς τὸ γ στοιχεῖον.
10 Ὁμήρου Ἄειδε 〈Α 1〉· προστακτικὸν χρόνου τὸ αὐτὸ [δὲ] ἐνεστῶτος καὶ παρατατικοῦ· τὸ θέμα ἀείδω. γράφεται διὰ τῆς ει διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ ἀοιδή· τὰ γὰρ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασι ἔχουσι τὸ ο ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν, οἷον λέγω λόγος, φέρω φόρος, λείβω λοιβή, ἀλείφω ἀλοιφή. οὕτως καὶ
15ἀπὸ τοῦ 〈ἀείδω ἀοιδή. γίνεται δὲ ἐκ τοῦ〉 εἴδω, τοῦ σημαίνοντος τὸ25 in vol. 1

alpha

26

ἐπίσταμαι, καὶ τοῦ α ἐπιτατικοῦ μορίου ἀείδω, τὸ πολλὰ γινώσκω· ὁ παρατατικὸς ἤειδον, τὸ τρίτον 〈Ι 189〉 „ἄειδε“· οἱ Ἴωνες γὰρ συν‐ αρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἐνεστῶσι· καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν ᾆδε, καὶ μένει τὸ ι ἀνεκφώνητον. καὶ τὸ
5ᾠδή γέγονεν ἀπὸ τοῦ ἀοιδή κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω ᾠδή. διὰ τί βαρύνεται τὸ ἀείδω; τὰ εἰς δω ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν λήγουσαν περισπᾶται, εἰ μὴ τύχοι ἡ ει δίφθογγος· ὀπηδῶ, ἀοιδῶ, τραγῳδῶ, ληρωδῶ, ὁμαδῶ (ἀφ’ οὗ τὸ 〈α 365〉 „ὁμά‐ δησαν“· ἐκ τοῦ ὅμαδος· τοῦτο παρὰ τὸ ὁμοῦ αὐδᾶν) καὶ κελαδῶ· τὸ
10γὰρ κελάδων κελάδοντος ἑτέρῳ λόγῳ κατώρθωται. ἐξέφυγεν δὲ τὸ ἀείδω καὶ ἐρείδω. Ἀείδελος· ἀόρατος· ἀπὸ τοῦ εἴδω εἴδελος καὶ ἐν συνθέσει ἀείδελος, ἤγουν ὁ μὴ θεωρούμενος· ἢ ἀπὸ τοῦ ἀεί γέγονεν ἀείδελος, τὸ οὐδέτερον ἀείδελον. ‖ παρὰ τὸ εἴδω εἴδελον καὶ ἐπιτατικὸν ἀεί‐
15δελον. Ἀειδέμεναι 〈θ 73〉· παραγωγὴ ποιητική, οὐ Δωρικὴ διάλεκτος.
τὸ α τοῦτο συνεσταλμένον ἐστὶ παρὰ τῷ ποιητῇ, ἅπαξ δὲ ἐκτεταμένον26 in vol. 1

alpha

27

ἐν τῷ 〈ρ 519〉 „ἀείδει δεδαώσ“. κανών· τὰ εἰς δω ὑπὲρ δύο συλ‐ λαβὰς περισπώμενα ὀνόματα ἔχει προκατάρχοντα· ὅμαδος ὁμαδῶ, κέλαδος κελαδῶ· τὸ δὲ ἀείδω καὶ ἐρείδω οὐκ ἔχει. Ἀείδω· εἰς τὸ Ὠιδή.
5 Ἀεικέλιος· ἀπὸ τοῦ εἴκω γέγονε τοῦ σημαίνοντος τὸ ὁμοιῶ· εἴκελος καὶ ἐν συνθέσει ἀείκελος καὶ ἀεικέλιος ὁ ἀνόμοιος. Ἀεικέσσι 〈Β 264〉· ἀπρεπέσι· δύο σς ποιητικῶς. ἀεικής, ὁ σκληρός· ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, γίνεται εἰκής καὶ μετὰ τοῦ στερητικοῦ α ἀεικής. ἔστι δὲ τριγενές, ὥσπερ ὁ εὐφυής, ἡ εὐφυής, τὸ εὐφυές.
10 Ἀεικής· ἐκ τοῦ εἴκω γέγονε τοῦ σημαίνοντος τὸ ὑποχωρῶ, ἐξ οὗ καὶ τὸ οἶκος, οἱονεὶ εἰς ὃν ὑποχωροῦμεν· καὶ ἐκεῖθεν ἀεικής. ἀεικέστερος δέ ἐστιν ὁ ἀπρεπέστερος. Ἀ[ε]ιτάνι〈ο〉ν· διὰ τὸ ἀεὶ τανύεσθαι. Ἀέκοντας· μὴ βουλομένους. ἀέκουσα· ἀέκω καὶ ἡ μετοχὴ ἀέκων
15τοῦ ἀέκοντος καὶ ἀέκουσα. ‖ [καὶ ἡ] μετοχή· παρὰ τὸ εἴκω, τὸ θέλω, ἡ με‐ τοχὴ ἑκών παραλόγως καὶ σεσημείωται· ἐν δὲ τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον καὶ μετὰ τοῦ στερητικοῦ α ἀέκων καὶ κράσει τοῦ αε ἄκων. Ἄελλα· ἡ ἄγαν εἰλοῦσα· ἢ παρὰ τὸ ἄω, τὸ πνέω, ὁ μέλλων ἀέσω, ἄελα καὶ ἄελλα κατὰ πλεονασμὸν τοῦ λ.
20 Ἄελλα· πνοή, ἀνέμου συστροφή· ἔστι δὲ ὄνομα προσηγορικὸν καὶ ῥηματικόν. γίνεται δὲ παρὰ τὸ ἄω, τὸ πνέω, ἄελα καὶ πλεονασμῷ τοῦ ἑτέρου λ ἄελλα, ὡς τὸ θύελλα. καὶ προπαροξύνεται· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς λα ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ
τέλους συλλαβὴν εἰς λ καταλήγουσαν ἅπαντα 〈προ〉παροξύνεται, οἷον27 in vol. 1

alpha

28

δίκελλα μάκελλα θύελλα Πρίσκιλλα Φαλκώνιλλα Σίβυλλα. οὕτως οὖν καὶ ἄελλα [οὗ ὁ μέλλων ἀέσω ἄελλα]. Ἀεργός· ἀργός, ὀκνηρός, ὁ ἄνευ ἔργου, ἀκάματος. Ἀηδών· παρὰ τὸ ἀείδω ἀειδών καὶ τροπῇ Αἰολικῇ τῆς ει εἰς η
5ἀηδών. Ἀερσίποδες 〈Γ 327〉· σημαίνει τοὺς εἰς ὕψος αἴροντας τοὺς πόδας, τουτέστι ταχεῖς· καὶ γίνεται ἐκ τοῦ ἀείρω, τὸ κουφίζω, ὁ μέλλων ἀερῶ, Αἰολικῶς ἀέρσω καὶ ἐξ αὐτοῦ ἀερσίπους [ταχύς]. Ὁμήρου Ἀέσαι 〈ο 40〉· κοιμᾶσθαι· παρὰ τὸ ἄωτον, οἷόν 〈Κ 159〉 „τί
10πάννυχον ὕπνον ἀωτεῖς;“ Ἀεσίφρων· ματαιόφρων· παρὰ τὸ ἀέσαι, ὅ ἐστι κοιμᾶσθαι· ὁ μὴ ἐγηγερμένας ἔχων τὰς φρένας. Ἀεικής· αἰσχρός. Ἀεικέλιος· παρὰ τὸ εἴκελος· δεινός, αἰσχρός, κακός, οἰκτρός, εὐτελής.
15 Ἀήσυρον· κοῦφον, ὃ δύναται πνοὴ[ν] σύρειν. Ἀείδηλον· τὸ ἀεὶ δῆλον καὶ φανερόν. Ἀείρω· ει· ἀέρρω γὰρ Αἰολικῶς λέγεται. Ἀετός· ἀείετος, 〈ὁ ἀεὶ〉 νέος ὢν διὰ τὸ πολλάκις ἀνακαινίζεσθαι καὶ πολλὰ ζῆν. ‖ λέγεται δὲ παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἀϊτός καὶ ἀετός.
20ἢ παρὰ τὸ ἀεὶ ἐτεὸς εἶναι· λέγεται γάρ, ὅτι ἀετὸς ἐπὶ ἀληθινῷ σημείῳ παρὰ τοῦ Διὸς πέμπεται. Ὁμήρου Ἀετός· ἐκλήθη οὐχ ὥς τινες παρὰ τὸ ἀΐσσειν, ἀλλὰ παρὰ τὸ ἐτεὸν δηλοῦν, ὅ ἐστιν ἀληθές. λέγεται γὰρ κατὰ τὴν τοῦ Διὸς γένεσιν
τὸν ἀετὸν γεννηθῆναι, ἐν δὲ τῇ πρὸς τοὺς Γίγαντας μάχῃ παραπτῆναι·28 in vol. 1

alpha

29

διόπερ ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς 〈τὸν〉 ἀετὸν εἵλετο, ᾧ καὶ προστάσσει καὶ ἀγγέλῳ χρῆται πρὸς ἐκείνους οὓς ἐπιφανείας ἀξιοῖ. Ἀζηχές· παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸν ἀδιαλείπτως, ἀδηχές καὶ τροπῇ ἀζηχές.
5 Ἀζηχές· τὸ σκληρόν· ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς θάλλουσι καὶ χλωροῖς κατὰ στέρησιν τοῦ ζῆν· τὰ γὰρ ζῶντα καὶ χλωρά· καταστρέφει οὖν εἰς τὸ σκληρόν. οἱ δέ, ἀντὶ τοῦ ἀδιάλειπτον, ἔνθεν τὸ 〈Ε 203〉 „εἰωθότες ἔδμεναι ἄδην“. Ἀελλόπος· Ἶρις.
10 Ἀζηχής· παρὰ τὴν ἄζην, ἥτις ἐστὶν [ξηρὰ] ξηρασία. Ἄζη· ἡ ξηρασία· ὅ〈τι〉 τοῦ ζῆν καὶ θάλλειν ἐστέρηται. Ἅζομαι· παρὰ τὸ χάζομαι [ὁ σκληρὸς] ἀποβολῇ τοῦ χ, ὡς λείβω εἴβω· οἱ γὰρ ἅζοντες καὶ τιμῶντες ὑποχωροῦσιν. Ἅζομαι· ἐντρέπομαι, ἢ σέβομαι, ἢ ὑποχωρῶ.
15 Ἄζω· τὸ ξηραίνω· κατὰ στέρησιν τοῦ [μὴ] ζῆν· τὸ γὰρ ζῶν καὶ ὑγρόν ἐστιν, ἔνθεν 〈ζ 201〉 „διερὸς βροτόσ“, ὁ ζῶν. ἀλίβας, ὁ νεκρός, ὡσαύτως. Ἄζυξ· μονάζων, ἄζευκτος, παρθενεύων. Ἀηδών· διὰ τὸ ἀεὶ ᾄδειν ἐν θέρει καὶ ἐν χειμῶνι· ἢ παρὰ τὸ
20ἀείδω ἀηδών κατὰ διάλεκτον Αἰολέων· ἢ διὰ τὸ ἡδυτάτως λαλεῖν.
Ἀηδῆ· τὰ ἄγλυκα, παρὰ τὸ μὴ ἥδειν ἡμᾶς.29 in vol. 1

alpha

30

Ἀήρ· παρὰ τὸ ἀείρειν, ὅ ἐστι κουφίζειν. ἢ παρὰ τὸ ἄω, τὸ πνέω· ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον. ἢ παρὰ τὸ ἠρτῆσθαι τοῦ αὔοντος αὐτὸν αἰθέρος καὶ καίοντος. Ἀήρ· παρὰ τὸ ἀραιὸν εἶναι αὐτὸν καὶ τοῖς πᾶσιν ἀναπνευστικόν.
5 Ἀήτης· ὁ ἄνεμος· παρὰ τὸ ἄω, τὸ πνέω. Ὁμήρου Ἀήσυλα 〈Ε 876〉· ἄδικα, ἁμαρτωλά· ἔστιν ἥδω, τὸ εὐφραίνομαι, ὁ μέλλων ἥσω, ἥσυλα καὶ μετὰ τοῦ στερητικοῦ α ἀήσυλα, τὰ μὴ εὐφραί‐ νοντα ἢ μὴ πρέποντα. Ἀήσω· εἰς τὸ Ἄημα.
10 Ἀήτης· ὁ ἄνεμος· ἐκ τοῦ ἄω, τὸ πνέω. Ἀήτης· εἰς τὸ Ἦτορ. Ἄημα· σημαίνει τὸ προγεγονὸς καὶ τὸ ἐνεστὸς πνεῦμα. Ἀθέριζον 〈Α 261〉· ἀπεδοκίμαζον· μεταφορικὴ ἡ λέξις, ἀπὸ μετα‐ φορᾶς τῶν ἀθέρων, ἤγουν τῶν ἀσταχύων τῶν ἐκ τῆς ἅλω ἀπορριπτου‐
15μένων· 〈ἀθέρες γὰρ〉 οἱονεὶ οἱ μὴ θεριζόμενοι καὶ πρὸς χρείαν συν‐ αγόμενοι, ἀλλ’ ἀποβαλλόμενοι. γίνεται οὖν ἐκ τοῦ θέρος θερίζω καὶ μετὰ τοῦ στερητικοῦ α ἀθερίζω· τὸ δὲ θέρος παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων θερῶ καὶ θέρσω Αἰολικῶς καὶ Θερσίτης καὶ θερμός.
Ἀθέσφατος 〈λ 61〉· πολύς, ἄπειρος, ἄφατος· ἐκ τοῦ θεός καὶ τοῦ30 in vol. 1

alpha

31

φατός· τοῦτο ἐκ τοῦ φημί, τὸ λέγω· θεόφατός τις ὤν, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ ς θέσφατος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθέσφατος. Ἀθηνᾶ· παρὰ τὸ ἀθρεῖν τὸν νοῦν, ἢ παρὰ τὸ μὴ θῆσαι μαζόν. Ἀθηνᾶ· παρὰ τὸ ἀθρεῖν· διανοητικὴ γὰρ ἡ θεός.
5 Ἀθηνᾶ· ἀθρηνᾶ τις οὖσα· παρὰ τὸ τὸν νοῦν ἀθρεῖν ἐν τῷ κόσμῳ πάντα. Ἀθηναίη 〈Β 371〉· ἡ εὐθεῖα. τὸ ναι δίφθογγον. διὰ τί; ὡς τὸ δίκη δικαία· ἔστι γὰρ Ἀθήνη Ἀθηναίη. παρὰ τὸ θῶ, τὸ θηλάζω, ὁ μέλλων θήσω, ῥηματικὸν ὄνομα θήνη καὶ Ἀθήνη καὶ Ἀθηνᾶ· ἀμήτωρ
10γὰρ ἡ θεὸς παραδέδοται ἡμῖν. ἔστιν Ἀθηναία, καὶ ὥσπερ Ναυσικάα κατὰ κρᾶσιν τῶν δύο αα εἰς α μακρὸν Ναυσικᾶ, οὕτως καὶ ἀπὸ τοῦ Ἀθηναία ἀποβολῇ τοῦ ι γίνεται Ἀθηνάα, καὶ κράσει τῶν δύο αα εἰς α μακρὸν γίνεται Ἀθηνᾶ, ἐξ οὗ καὶ περισπᾶται· πᾶσα γὰρ συναίρεσις—. Ἀθῆναι· Δωριεῖς Ἀθᾶναι λέγουσιν.
15 Ἀθηνᾶ· ἐκ τοῦ Ἀθήνη· τοῦτο ἐκ τοῦ θήσω μέλλοντος θήνη (〈θήνη〉 δέ ἐστιν ἡ θηλάζουσα) καὶ Ἀθήνη μετὰ τοῦ στερητικοῦ α καὶ Ἀθηνᾶ. Ἀθηνᾶ δὲ λέγεται, ἐπειδή, ὥσπερ μυθεύουσι, τὴν Ἀθηνᾶν παρθένον λέγουσιν εἶναι καὶ ἀμήτορα· ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διὸς μυθεύουσιν αὐτὴν ἐξελθεῖν. ἢ παρὰ τὸ μὴ θῆσαι μαζόν.
20Ἀθήνη· παρὰ τὸν θήσω μέλλοντα 〈τὸν〉 δηλοῦν〈τα〉 τὸ θηλάσω·
〈Ω 58〉 „γυναῖκά τε θήσατο μαζόν“. θήσω 〈οὖν〉 καὶ ῥηματικὸν ὄνομα31 in vol. 1

alpha

32

θήνη καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθήνη· ἀμήτωρ γὰρ παραδέδοται ἡ θεός. οὕτω Φιλόξενος. Ἀθήνη 〈Α 194〉· ἡ Ἀθηνᾶ· τὸ θη η· ἐκ τοῦ θήσω μέλλοντος θήνη, ἡ θηλάζουσα, καὶ Ἀθήνη μετὰ τοῦ στερητικοῦ α, ἡ μὴ θηλάσασα·
5ἀμήτωρ γὰρ παραδέδοται ἡ θεόσ. Ἆθλον· ἀγώνισμα· παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλόν καὶ ἄτλον καὶ τροπῇ τοῦ τ εἰς θ ἆθλον, τὸ τῷ νικῶντι διδόμενον. Ἀθλήσαντα· κακοπαθήσαντα. Ἀθλοθέται· οἱ ἐν τοῖς γυμνικοῖς· ἀθληταὶ δέ.
10 Ἆθλον ἐπάθλου διαφέρει· ἆθλον μὲν καλεῖται αὐτὸς ὁ ἀγών, ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον. Ἆθλος ἀρσενικῶς καὶ ἆθλον οὐδετέρως διαφέρει· ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον· Ὅμηρος 〈χ 5〉 „οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται“, ἐπὶ δὲ τῶν ἐπάθλων
15〈Ψ 736〉 „ἀέθλια πό〈σ〉ς’ ἀνελόντεσ“. Ἄθρει· ἐκ τοῦ δρῶ, τὸ βλέπω, μετὰ τοῦ ἐπιτατικοῦ α ἀδρῶ καὶ τροπῇ τοῦ δ εἰς θ ἀθρῶ, ὡς τὸ 〈Jo. Damasc. III 828b Migne〉 „ἀθρῶν ὁ πλάστης ἐν ζόφῳ τῶν πταισμάτων“, καὶ ἐκ τούτου ἄθρει τὸ προσ‐
τακτικὸν καὶ σημαίνει τὸ βλέπε.32 in vol. 1

alpha

33

Ἀθροίζω· συνάγω· ἐκ τοῦ θρόος θροῦς, ὁ θόρυβος, 〈Δ 437〉 „οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόοσ“· ἐκ τοῦ οὖν θροῦσ θροός γίνεται κατὰ παραγωγὴν θροΐζω, καὶ κατὰ συναίρεσιν καὶ μετὰ τοῦ ἐπιτατι‐ κοῦ α ἀθροίζω. ‖ τὸ θροι δίφθογγον. διὰ τί; τὰ διὰ τοῦ υζω ῥήματα
5διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον γογγύζω τρύζω· πλὴν τοῦ ἀθροίζω· γέγονε γὰρ παρὰ τὸ θροῦς θροός θροΐζω καὶ ἀθροίζω. Ἁθρόοι 〈Β 439〉· ταχεῖς· ὄνομα. ἄθροος δὲ διαφέρει τοῦ ἁθρόου· ἄθροος γὰρ προπαροξυτόνως σημαίνει τὸν αἰφνίδιον, παροξυτόνως δὲ τὸ συνηθροισμένον, καὶ Ὅμηρος 〈Β 439〉 „ἡμεῖς δ’ ἁθρόοι ὧδε“ ἀντὶ
10τοῦ συνηθροισμένοι. τὸ ἀθροιστικὸν α δασύνεται. Ἄθροος· παρὰ τὸ στέρησιν ἔχειν τοῦ θροῦ. ‖ ἀθρῶ, τὸ βλέπω· καὶ ἀθρείω, τὸ ἐπιθυμῶ ἰδεῖν· καὶ „ἀθρείοντεσ“, ἰδεῖν ἐπιθυμοῦντες. ἐξ οὗ καὶ „ἀναθρούσησ“ καὶ „εἰσαθρούσησ“ [ζημίαν. οὕτως Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ].
15 Ἀθύρων· ὁ μὴ θύραν τῇ γλώσσῃ τιθέμενος· ἐξ οὗ καὶ ἄθυρμα, τὸ παίγνιον. Ἀθῷος 〈Ps. 9, 29〉· καθαρός· παρὰ τὸ θῶ ῥῆμα, ὃ σημαίνει τὸ ζημιῶ καὶ καταβάλλω, γίνεται θωή· καὶ ὡς φῶ φωή καὶ ζῶ ζωή, οὕτως καὶ παρὰ τὸ θῶ, τὸ καταβάλλω καὶ ζημιῶ, γίνεται θωή, ἡ ζημία·
20ὁ γὰρ ζημιούμενος καταβάλλει. καὶ ἐξ αὐτοῦ γίνεται θῶος καὶ μετὰ τοῦ στερητικοῦ α ἀθῷος, ὁ ἀζήμιος· καὶ ὤφειλε προπαροξύνεσθαι κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν
[καὶ η θηλυκῶν] διὰ τοῦ [ω]ος γινόμενα ὀνόματα ἅπαντα προπαροξύ‐33 in vol. 1

alpha

34

νεται, οἷον κεφαλή ἀκέφαλος, ὥρα ἄωρος, φωνή ἄφωνος. ἀλλ’ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος ὀνόματα ὑπὲρ δύο συλλαβὰς τῇ παραληγόμενα προπερισπῶνται, χωρὶς τοῦ κολῳός, ὃ σημαίνει τὸν θό‐ ρυβον· Κῷος, Μινῷος, πατρῷος, μητρῷος. τούτοις συνεξηκολούθησε
5καὶ τὸ ἡρῷος· ἔχει δὲ τὸ ι ἐκ παραδόσεως. Ἄϊος· ὄνομα παρὰ τῷ Στησιχόρῳ 〈fr. 74 Bergk4〉. Ἀΐτης καὶ Ἀΐτιος ὀνόματα. Ἀθύρματα· παίγνια ἢ κόσμια. Ἀνθρήνη· μετὰ τοῦ ν ἐστὶν εἶδος μελισσίου· ἀθρήνη δίχα τοῦ ν
10ἐστὶν εἶδος ἰχθύος, ὃ καὶ ἀφύη λέγεται. Ἀθηρηλοιγόν· τὸ πτύον, ᾧ τοὺς ἀθέρας διαχωρίζουσι καὶ δια‐ λέγουσι· καὶ ἔστιν ἀθερολόγον, τὸ τοὺς ἀθέρας διαλέγον. Ἀθῷος καὶ θῶος καὶ θωή· παρὰ τὸ θεῖναι· λέγουσιν γάρ „αὐτοῖς ἐπέθηκε ζημίαν“. οὕτως Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ.
15 Αἴ 〈Β 371〉· ἐπίρρημα εὐχῆς σημαντικόν· τοῦτο ἐκ τοῦ εἴ τοῦ ση‐ μαίνοντος τὸ εἴθε τροπῇ τοῦ ε εἰς α, καὶ ἀπομένει τὸ ι καὶ γίνεται αἴ. Αἶα· εἰς τὸ Αἰγιαλός. Αἴαψ· ματαίως. Αἰγανέη· τὸ ἀκόντιον· παρὰ τὸ αἰγὸς ἱμάντα ἔχειν ἐν τῷ μέσῳ,
20ὃ〈ν〉 [οἱ] κρατοῦντες ῥίπτουσιν.
Αἰγανέη· τὸ κοντάριον· παρὰ τὸ ἄγαν ἵεσθαι, πλεονασμῷ τοῦ ι.34 in vol. 1

alpha

35

Αἰγιαλός· διὰ τὸ ἐγγίζειν τῇ ἁλί. Αἴγισθος· παρὰ τὸ θῶ, τὸ θηλάζω· 〈Ω 58〉 „γυναῖκά τε θήσατο μασθόν“. Αἰάζειν· τὸ θρηνεῖν· παρὰ τὸ αἶ σχετλιαστικὸν ἐπίρρημα.
5 Αἰγίς· ὅπλον Διὸς καὶ Ἀθηνᾶς τι κροσσωτὸν ἐξ αἰγὸς δέρματος γεγονός. αἰγὶς καὶ ἡ θάλασσα εἴρηται. Αἰγίς· οὐχ, ὥς τινες, ἀπὸ τῆς Ἀμαλθείας αἰγός, ἀλλ’ ἀπὸ τοῦ συστροφὰς ἀνέμων ποιεῖν κινουμένην. Αἶ· σχετλιαστικὸν ἐπίρρημα· ἀπὸ τοῦ εἴ τοῦ σημαίνοντος τὸ εἴθε·
10οἱ γὰρ Δωριεῖς τὴν ει εἰς αι τρέπουσιν κατὰ διάλεκτον. Αἴγειρος 〈Δ 482〉· εἶδος δένδρων ἐν βοτανώδεσι τόποις φυόμενον· ὠνομάσθησαν δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν καὶ ἀναδόσεως. 〈Δ 483〉 „ἕλεοσ“ ἕλους καὶ ἕλει[ς]· ἕλος δὲ καλεῖται ὁμαλὸς τόπος καὶ κάθυδρος. Αἴγειος 〈Γ 247〉· ἐκ τοῦ αἴξ αἰγός αἴγειος· τοῦτο [γὰρ] παρὰ τὸ
15ἀΐσσω, ὃ σημαίνει τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω ἀΐξ καὶ αἴξ. τὸ γει δίφθογγον. διὰ τί; τὰ διὰ τοῦ ειος ὀνόματα σημαίνοντα μέρος σω‐ ματικὸν διὰ τῆς ει διφθόγγου γράφεται. Δωρικῶς Αἰγαῖος· οἱ γὰρ Δωριεῖς τὴν ει δίφθογγον αι λέγουσιν, τὸ γὰρ κύπειρον κύπαιρον λέγουσι καὶ τὸ αἴγειον „Αἰγαῖον πέλαγοσ“.
20Αἴγειρος· διὰ τὸ ἐκ τῆς ἔρας ἀΐσσειν καὶ κινεῖσθαι. ἢ παρὰ τὸ35 in vol. 1

alpha

36

κατάγνυσθαι ὑπὸ τῶν ἀνέμων. ἢ ἀπὸ τοῦ ἀΐσσω αἴγειρος κατὰ κρᾶσιν. ἢ παρὰ τὸ εἰς ὕψος αἴρεσθαι· ὀξέως γὰρ λέγουσιν αὔξεσθαι τὸ φυτόν. Αἰγ[ε]ίοχος· ὁ Ζεύς. Αἰγιαλός· ἐτυμολογεῖται παρὰ 〈τὸ〉 τὴν αἶαν γείτονα εἶναι τῆς
5ἁλός· ἐξ αὐτοῦ γράφεται διὰ τῆς αι διφθόγγου. ἐκ τοῦ αἶα, ὃ ση‐ μαίνει τὴν γῆν· τοῦτο ἐκ τοῦ γαῖα ἀποβολῇ τοῦ γ. ἢ ὁ ἐγγὺς τῆς ἁλός, ἤγουν τῆς θαλάσσης. ἢ παρὰ τὸ τὴν ἅλα ἐκεῖ κλᾶσθαι. ἢ παρὰ τὸ κατάγνυσθαι ἐν αὐτῇ τὰ κύματα, ἤτοι κλᾶσθαι, ὡς Ἀπολλόδωρός 〈fr. deest ap. Heyne〉 φησιν· ἄξαι γὰρ τὸ κλάσαι λέγεται. αἰγιαλός
10ἐστι μέχρις οὗ τὸ μέγιστον τῆς θαλάσσης ἐκτρέχει [ῥῆμα ἤγουν] κῦμα. Αἰγίλιψ· αἰγίλιπος· ἡ ὑψηλὴ πέτρα, παρὰ τὸ ἀπολείπεσθαι 〈καὶ〉 τὰς αἶγας ἐξ αὐτῆς διὰ τὸ ὕψος. Αἰγίλιψ· πέτρα ὑψηλή· παρὰ τὸ〈ν〉 λείψω μέλλοντα λείψ, καὶ ἀπο‐ βολῇ τοῦ ε λίψ διὰ τοῦ ι· σύνθετον αἰγίλιψ, ἧς 〈ἀπο〉λείπεται 〈καὶ〉
15αἲξ καὶ ἀναβῆναι οὐ δύναται. Ὁμήρου Αἰγιόχοιο 〈Β 157〉· αἰγίδα ἔχοντος. αἱ διὰ τοῦ οιο Θεττα‐ λικαὶ γενικαὶ—. γίνεται παρὰ τὸ ὀχή, ὃ σημαίνει τὴν τροφήν, καὶ τὸ αἴξ αἰγός· λέγεται γὰρ αὐτὸν τεθηλακέναι Ἀμάλθειαν τὴν αἶγα. οἱ δέ, ὅτι σκεπαστήριον αὐτῷ αἰγὶς ἦν ἀπὸ Κρητικῆς αἰγὸς ληφθεῖσα.
20οἱ δέ, ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι· καλεῖται γὰρ36 in vol. 1

alpha

37

αἰγὶς ὁ ἄνεμος. οἱ δέ, 〈ἀπὸ τοῦ〉 Αἶγα πρώτην 〈γῆμαι τὴν〉 τοῦ Πανὸς θυγατέρα. ἐκ τοῦ ὀχή δὲ γίνεται καὶ εὐωχία, ἡ καλῶς τρέφουσα, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω. Αἴγλη· παρὰ τὸ αἴθειν, ὅ ἐστι καίειν.
5 Αἰγλῆντα· ὄνομα θηλυκόν, καὶ κλίνεται ἡ αἰγλῆντα τῆς αἰγλήντας· γέγονε δὲ ἀπὸ τοῦ αἴγλη αἰγλήεις αἰγλήεντος καὶ ἡ αἰτιατικὴ αἰγλήεντα καὶ κατὰ κρᾶσιν αἰγλῆντα, καὶ μετάγεται ἡ αἰτιατικὴ εἰς εὐθεῖαν. Αἰγόκερως· [ὁ ἀστήρ· παρὰ] τὸ ἄστρον· καὶ ζῶον αἰγιδίου κέ‐ ρατα ἔχον.
10 Αἰγοπόλος· καὶ κατὰ συγκοπὴν αἰπόλος, ὁ αἰγοβοσκός. Αἰγοπόλος· εἰς τὸ Ὀνειροπόλος. Αἴγαγρος· αἲξ ἄγριος. Αἴγυπτος· διὰ τὸ ἐγγύποτος, ὡς ἐγγίζουσα τῷ ποτῷ ἢ τῷ πο‐ ταμῷ. ‖ ἢ παρὰ τὸ αἴθω, τὸ καίω· ἐπειδὴ οἱ ἐν τῇ Αἰγύπτῳ ὑπάρχοντες
15κεκαυμένοι εἰσὶν ἐκ τῆς σφοδρᾶς τοῦ ἡλίου φορᾶς. ἐτυμολογεῖται δὲ 〈καὶ〉 παρὰ τὸ αἶγας πίονας ἔχειν. Αἴγυπτος δὲ σημαίνει τρία· ἐπὶ μὲν τῆς χώρας, 〈ξ 246〉 „Αἴγυπτον δέ με θυμὸς ἀνώγει ναυτίλλεσθαι“· ἐπὶ δὲ τοῦ ποταμοῦ, ὃν ᾖδον Ἡσίοδος 〈Theog. 338〉 καὶ οἱ λοιποὶ ποιηταί, 〈ξ 258〉 „στῆσα δ’ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσασ“·
20σημαίνει δὲ καὶ παρὰ τῷ θεολόγῳ τὴν ἁμαρτίαν, ὡς τὸ 〈Gregor. Naz. Or. 1, 3〉 „σήμερον καθαρῶς ἐφύγομεν Αἴγυπτον“ καὶ 〈id. Or. 38, 2〉 „πάλιν Αἴγυπτος σκότει κολάζεται“. κέκληται δὲ Αἴγυπτος ἀπὸ Αἰγύπτου τινὸς βασιλεύσαντος ἐν αὐτῇ.
Αἴγυπτος· παρὰ τὸ ἄγαν πιαίνειν καὶ εὐτραφῆ εἶναι· οἱονεὶ λιπαρά[ν].37 in vol. 1

alpha

38

Αἰγύπτιος· ἐγγὺς πύκτιος· ὅτε γὰρ ἐγγίσῃ φίλῳ, πυκτεύει, 〈εἴ〉 ποτε αὐτοῦ συλήσει τὴν ὕπαρξιν· ἀκατάφραστος δὲ ὢν ἐν ταύτῃ αὐτοῦ τῇ χαλεπῇ πονηρίᾳ κρατούμενος καὶ ἐλεγχόμενος οὐκ ἀνιέμενος, τιμω‐ ρίαις ἕτοιμος, πολυβάστακτος, λόγῳ ἄπιστος, ὅρκῳ παντεπίορκος, μὴ
5ἐνδιδοὺς τὸ κλέμμα μέχρι τοῦ θανεῖν τὸ σῶμα. συμμεμιγμένοι δέ εἰσι βαρβάροις, ἐξ ὧν καὶ τὴν αὐτῶν πολιτείαν εἰσοικισμένην ἔχουσιν. Αἰγ[ε]ίοχος· 〈παρὰ τὸ αἰγίς, ὅ ἐστιν〉 ἱμάτιον Διὸς ἐξ αἰγείας. Αἰδεῖσθαι 〈Α 23〉· ἐντρέπεσθαι· πρώτης συζυγίας 〈τῶν περισπω‐ μένων〉· ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. τὸ θέμα αἰδῶ αἰδήσω, ἐξ
10οὗ καὶ αἰδήμων· τοῦτο παρὰ τὸ αἰδώς· τοῦτο παρὰ τὸ εἴδω, τὸ βλέπω, καὶ 〈μετὰ〉 τοῦ στερητικοῦ α ἀειδώς καὶ αἰδώς· οἱ γὰρ ἐντρεπόμενοι συστέλλουσι τὰ ὄμματα. Ἀείδελον· τὸ ἀεὶ δῆλον· Ἄρατος 〈immo Nicand. Ther. 19 sq.〉 „τοῦ δὲ τέρας περίσημον ἀείδελον ἐστήρικται“. καὶ ἔστι παρὰ τὸ εἴδω
15εἴδελος καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀείδελος καὶ ἀείδελον. Ὁμήρου Ἀΐδηλον Ἄρηα 〈θ 309〉· τὸν ἀφανιστικόν· παρὰ τὸ ἀϊδνόν, τὸ ἀφανιστικόν, ἀϊδνόδηλον καὶ κατὰ συγκοπὴν ἀΐδηλον· καὶ ἔγκειται τὸ δηλεῖν, ὅ ἐστι βλάπτειν, ἔνθεν καὶ τὸ 〈Ω 33〉 „δηλήμονεσ“ καὶ 〈Δ 67〉 „δηλήσασθαι“.
20Ἀΐδηλον 〈Β 455〉· ἐκ τοῦ εἴδω, τὸ βλέπω· καὶ ὥσπερ ἀπὸ τοῦ
στίλβω γέγονε στιλπνός, οὕτως καὶ παρὰ τὸ εἴδω γέγονε ἀϊδνόν διὰ38 in vol. 1

alpha

39

τοῦ ι καὶ μετὰ τοῦ στερητικοῦ α· πολλὰ γάρ εἰσιν ὀνόματα ἀπὸ ῥη‐ μάτων—. καὶ μετὰ τοῦ δῆλον, ὃ σημαίνει τὸ φανερόν, γίνεται ἀϊδνό‐ δηλον καὶ συγκοπῇ ἀΐδηλον. Ἀΐδιος· διὰ τοῦ ι· παρὰ τὸ ἵζω γέγονεν ἵζιος καὶ ἀΐδιος.
5 Ἄϊκες· αἱ πνοαί· διὰ τοῦ ι· παρὰ τὸ ἀΐσσω 〈ἐξ οὗ〉 καὶ κορυθάϊξ [καὶ] κορυθάϊκος καὶ [τὸ] πολυάϊξ 〈τὸ〉 ἀμφισβητούμενος. Ἀΐδηλον Ἄρηα 〈θ 309〉· παρὰ τὸ δηλεῖν, ὅ ἐστι βλάπτειν, ἐξ οὗ καὶ τὸ 〈Ω 33〉 „δηλήμονεσ“ καὶ 〈Δ 67〉 „δηλήσασθαι“. Ἀΐδιος· παρὰ τὸ εἴδω, τὸ βλέπω· ἢ παρὰ τὸ 〈εἴδω, τὸ〉 φαίνω,
10ὁ πάντοτε φαινόμενος καὶ ζῶν. κατὰ ἀντίφρασιν ὁ ἀθεώρητος καὶ αἰώνιος. Ἄϊδος 〈Γ 322〉· εἰς Ἅιδου· ἐκ τῆς Ἄϊς εὐθείας, ἢ ἐκ τῆς Ἅιδου γενικῆς κατὰ μετάπλασιν καὶ διαίρεσιν. Ὁμήρου Ἄϊδι 〈Α 3〉· οἱ μέν φασιν· παρὰ τὸ εἴδω, τὸ βλέπω, ὁ μέλλων
15εἴσω, ὄνομα ῥηματικὸν ἴς διὰ τοῦ ι· πολλὰ γάρ εἰσιν ὀνόματα—· καὶ μετὰ τοῦ στερητικοῦ α Ἄϊς, ἐν ᾧ οὐδέν ἐστιν ὁρᾶν, καὶ ἡ γενικὴ Ἄϊδος καὶ Ὅμηρος 〈Γ 322〉 „δῦναι δόμον Ἄϊδος εἴσω“, καὶ ἡ δοτικὴ Ἄϊδι. οἱ δέ φασι κατὰ μεταπλασμὸν ἀπὸ τοῦ Ἀΐδης Ἀΐδου Ἀΐδῃ καὶ Ἄϊδι.
20 Ἄϊδι· ἐκ τοῦ εἴδω, τὸ θεωρῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀείδω, ἀείσω, ἀποβολῇ τοῦ ω Ἄϊς συστολῇ τῆς ει〉. κλίνεται δὲ Ἄϊς Ἄϊδος Ἄϊδι. Αἰδοῖα· διότι αἰδούμεθα ἀλλήλοις ταῦτα δεικνύοντες.
Αἰδοίη· [ἡ] ἀπὸ τῶν αἰδοίων.39 in vol. 1

alpha

40

Αἰδοῖα· παρὰ γὰρ τὸ αἰδώς· τὰ ὀρχίδια. ‖ αἰδοῖα παρὰ τὴν αἰδῶ· καὶ γὰρ γυμνῶσαι καὶ ὀνομάσαι ταῦτα αἰδούμεθα. ἢ ἀπὸ τοῦ ἀνοι‐ δαίνειν ἐπὶ συνουσίᾳ ὀργῶντα· ἔστιν οὖν οἷον οἰδοῖά 〈τινα ὄντα〉, καὶ τροπῇ τοῦ ο εἰς α αἰδοῖα [παρὰ τὸ ἐντρέπεσθαι].
5 Αἰδοῖος 〈Γ 172〉· ὄνομα παράγωγον· ποίου εἴδους τῶν παραγώγων; κτητικοῦ. πόσοι τύποι τῶν κτητικῶν; δύο· ὅ τε εἰς κος καὶ ὁ εἰς ος καθαρόν, ὡς τὸ ἀνθρώπειος ἄρνειος Ἀριστάρχειος Πλατωνικός Δημο‐ σθενικός. πόσας καταλήξεις ἐπιδέχεται τὰ εἰς ος κτητικὰ καὶ πόσας παραλήξεις; 〈καταλήξεις μὲν δύο·〉 [εἰσὶ δὲ αὐτῶν] παραλήξεις 〈δὲ〉 ὀκτώ,
10τοῦ εἰς κος 〈δʹ καὶ τοῦ εἰς ος 〈καθαρὸν〉 δʹ. καὶ τοῦ μὲν εἰς κος〉 εἰσὶ ταῦτα· ἢ γὰρ τῷ ι παραλήγεται, ὡς τὸ Ἑλληνικός Ῥωμαϊκός· ἢ τῷ α, ὡς τὸ Ῥοδιακός· ἢ τῷ υ, ὡς τὸ Λιβυκός θηλυκός ἁλυκός καὶ πλεο‐ νασμῷ τοῦ ρ ἀλυκρός· ἢ τῇ ει διφθόγγῳ, ὡς τὸ 〈Κεραμεικός δαρεικός. τοῦ δὲ εἰς ος καθαρόν· ἢ τῇ ει διφθόγγῳ, ὡς τὸ〉 Ἑκτόρειος Ὁμήρειος·
15ἢ τῇ αι διφθόγγῳ, ὡς τὸ ταλαντιαῖος· ἢ τῇ οι διφθόγγῳ, ὡς τὸ παν‐ τοῖος ἀλλοῖος, οὕτως καὶ αἰδοῖος καὶ ἠοῖος, 〈Θ 530〉 „πρωῒ δ’ ὑπηοῖοι“· ἢ τῇ διφθόγγῳ, ὡς τὸ πατρῷος ἡρῷος. ὅθεν τὸ αἰδοῖος ἐκ τοῦ αἰδῷος κτητικοῦ γέγονε κατὰ τροπὴν Αἰολικὴν τῆς διφθόγγου εἰς οι. καὶ τίνα εἰσὶ τὰ ὄντα καὶ τύπῳ καὶ σημαινομένῳ κτητικά; τίνα 〈δὲ τὰ〉
20τύπῳ μὲν κτητικά, σημαινομένῳ δὲ οὐκέτι; ἐκεῖνά εἰσι τῷ τύπῳ καὶ
σημαινομένῳ κτητικά, ὅσα εἰς τὴν γενικὴν τοῦ πρωτοτύπου ἀναλύονται,40 in vol. 1

alpha

41

οἷον γραμματικὸς λόγος, ὁ τοῦ γραμματικοῦ, Ἀριστάρχειος βίβλος, ἡ τοῦ Ἀριστάρχου· ὅσα δὲ οὐκ ἀναλύονται εἰς τὴν 〈τοῦ〉 πρωτοτύπου γενικήν, ταῦτα τῷ μὲν τύπῳ εἰσὶ κτητικά, καθότι τὰ εἰς κος κτητικά, 〈καὶ〉 τῷ ι παραλήγεται, τῷ δὲ σημαινομένῳ οὔκ εἰσι κτητικά· ὀφθαλ‐
5μικὸν γὰρ ἰατρὸν οὐ τὸν τοῦ ὀφθαλμοῦ λέγομεν, ἀλλὰ τὸν τὸν ὀφθαλ‐ μὸν ἰατρεύοντα· ὁμοίως δὲ καὶ ἡπατικὸν ἄρρωστον οὐ τὸν τοῦ ἥπατος λέγομεν, ἀλλὰ τὸν τὸ ἧπαρ ἀλγοῦντα. εἴδη δὲ τοῦ κτητικοῦ τρία· οἰκειωτικόν, συνεκφαντικόν, μετουσιαστικόν. καὶ οἰκειωτικὸν μέν ἐστι τὸ οἰκείωσιν ἔχον πρὸς τόπον, οἷον οὐράνιος θαλάσσιος ἐπίγειος Κύπριος
10Ῥόδιος· συνεκφαντικὸν δέ ἐστι[ν] τὸ συνεκφαῖνόν τι μεθ’ ἑαυτοῦ, οἷον γραμματικός (συνεκφαίνει γὰρ τὴν γραμματικήν) ἀστρονομικός (συν‐ εκφαίνει γὰρ τὴν ἀστρονομίαν)· μετουσιαστικὸν δέ ἐστι τὸ μετέχον οὐσίας τινός, οἷον κέδρινος δερμάτινος χάλκειος χρύσειος. Αἰδ 〈Β 262〉· ὄνομα θηλυκὸν πτώσεως αἰτιατικῆς· σημαίνει δὲ
15τὴν ἐντροπήν. αἰδὼς 〈καὶ αἰσχύνη διαφέρει· αἰδὼσ〉 ἡ ἐντροπή, ὡς τὸ αἰδεῖταί τις τὸν πατέρα σεβασμίως πρὸς αὐτὸν διακείμενος· αἰσχύ‐ νεταί τισ ἐφ’ οἷς κατὰ συνήθειαν ἁμαρτάνει, ὡς αἰσχύνεταί τις μεθυ‐ σκόμενοσ. Αἰδὼς καὶ αἰσχύνη διαφέρει· αἰδὼς μὲν ἐντροπὴ πρὸς ἕκαστον,
20ὅν τις σεβασμίως ἔχει· αἰσχύνη δὲ ἐφ’ οἷς ἕκαστος ἁμαρτάνων αἰσχύ‐
νεται ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται μέν τις τὸν πατέρα,41 in vol. 1

alpha

42

αἰσχύνεται δέ τις μεθύσκεσθαι. φησὶ γὰρ Ἀριστόξενος 〈fr. 78 Müller〉, ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸσεὐδοξίαν· ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτως διακείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι,
5ἀλλὰ 〈διὰ τὸ〉 σέβεσθαι καὶ τιμᾶν τὰς προειρημένας ὑπεροχάς· ἡ δὲ αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς. εἰς τὸ Ἀναιδής καὶ εἰς τὸ Φόβοσ. Αἰεί 〈Β 400〉· τὰ εἰς ει λήγοντα ἐπιρρήματα, εἰ μὲν καθαρεύει ἢ διπλῷ παραλήγεται, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον αὐτοβοεί,
10ἀντὶ τοῦ παραχρῆμα, αὐτοθεεί αὐτολεξεί αὐτοψεί· τὰ δὲ εἰς 〈ε〉ι δι‐ σύλλαβα ὀξυνόμενά εἰσι· σεσημείωται τὸ ἄγρει καὶ τὸ ἐκεῖ, ὅπερ ἐστὶν ἐξ ἀποκοπῆς. Ὁμήρου Αἰέν 〈Β 400〉· σημαίνει τὸ διηνεκῶς· ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν, ποιητικὸν δέ ἐστι· γίνεται ἀεί αἰέν. 〈τριχῶς οἶδεν ὁ ποι‐
15ητὴς τοῦτο· αἰέν〉, αἰεί, ἀεί.
Αἰζηός 〈Γ 26〉· τὸ ζη ἦτα ἐκ τῆς ἐτυμολογίας· παρὰ 〈τὸ〉 αἰεί42 in vol. 1

alpha

43

[γίνεται] καὶ τὸ ζέω γίνεται αἰζεός 〈καὶ〉 κατ’ ἐπαύξησιν τοῦ ε εἰς η 〈αἰζηόσ〉, ὁ ἀεὶ ζέων καὶ ἀκμάζων πρὸς τὴν ἡλικίαν. ‖ ἢ παρὰ τὸ αἷμα ζωτικὸν μᾶλλον ἔχειν. Αἴης 〈Β 162〉· γῆς· παρὰ τὸ αὔω, τὸ ξηραίνω, αὔη καὶ τροπῇ
5τοῦ υ εἰς ι γίνεται αἴη. Αἴητον· εἰς τὸ Ἀμνίον. Αἰθάλη· εἰς τὸ Λιγνυῶδες. Αἴθε· εἰς τὸ Εἴθε. Αἴθειν· εἰς τὸ Θεός [καὶ Αἴθω].
10Αἰθήρ· παρὰ τὸ αἴθεσθαι· πυρώδης γάρ.43 in vol. 1

alpha

44

Αἴθουσα· ἡ στοά· παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι καίεσθαι, αὐτὴν ὑπὸ τοῦ ἡλίου. Αἴθω· εἰς τὸ Αἴγυπτος καὶ Αἷμα καὶ Αἴτνη καὶ Ἄστρον. Ὁμήρου Αἴ κεν 〈Β 72〉· ὁ εἴ σύνδεσμος συναπτικός, καὶ τροπῇ τοῦ
5ε εἰς α 〈αἴ〉· οἱ γὰρ Δωριεῖς τὸ ε εἰς α τρέπουσιν, τὸ γὰρ Ἄρτεμις Ἄρταμις λέγουσιν. οὕτως καὶ τοῦτο πλεονασμῷ τοῦ ν 〈αἴ κεν〉. Ὁμήρου Αἴ κέν πως 〈Β 72〉· ἐκ τοῦ εἴ κεν αἴ κεν· ἡ ει δίφθογγος εἰς τὴν αι 〈τρέπεται〉, ὡς ἀνώγειον καὶ ἀνώγαιον, κατώγειον καὶ κατώγαιον. τὸ δὲ πώς ἐπίρρημα ἀόριστον.
10Αἰκίζω· οἱ μέν, ἀπὸ τοῦ ἀεικής, ὃ σημαίνει τὸν σκληρὸν καὶ
ἀπότομον, γίνεται [ἐκ τοῦ] ἀεικίζω, καὶ γράφεται τὸ ει δίφθογγον·44 in vol. 1

alpha

45

ἐκλείψει οὖν τοῦ ε καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν αι δίφθογγον αἰ‐ κίζω· Ὅμηρος 〈Τ 26〉 „αἰκίσσωσι δὲ νεκρόν“. οἱ δέ, ἀεικὴς ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, μετὰ τοῦ α στερητικοῦ, ὁ μὴ εἴκων τινί. Αἴλουρος· παρὰ τὸ αἰόλλειν τὴν οὐράν, ὅ ἐστι κινεῖν καὶ
5ἀνάγειν. καὶ εἰς τὸ Αἰολόπωλος καὶ Κορυθαίολος. Αἷμα· δύο πάθη ἀνεδέξατο, ἔνδειαν καὶ μετάθεσιν τοῦ πνεύ‐ ματος. 〈ἔνδειαν μέν〉, καθόλου γὰρ ἡ τρίτη συζυγία ἐν τοῖς ῥηματι‐ κοῖς ὀνόμασι τὸ ς γεννᾷ· πείθω πεῖσμα, κλώθω κλῶσμα, ᾄδω ᾆσμα· οὕτως οὖν ἔδει καὶ παρὰ τὸ αἴθω αἶσμα. μετάθεσιν δὲ τοῦ πνεύ‐
10ματος· ἡ γὰρ αι δίφθογγος πρὸ μὲν ἄλλου συμφώνου ψιλοῦται, πρὸ δὲ τοῦ μ δασύνεται. Αἷμα· παρὰ τὸ ἅμμα καὶ σύνδεσμόν τι εἶναι τοῦ ὅλου σώμα‐ τος· καὶ ὁ Ἐμπεδοκλῆς 〈fr. 105 Diels Vorsokr.〉 „αἷμα γὰρ ἀνθρώποισ[ι]
περικάρδιόν 〈ἐστι〉 νόημα“.45 in vol. 1

alpha

46

Αἱμασιά 〈ς 359〉· τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον· κυρίως δὲ αἱμασιὰ λέγεται φραγμὸς ἠκανθωμένος. γίνεται δὲ παρὰ τὸ αἱμάττεσθαι τοὺς δι’ αὐτοῦ διερχομένους. τὸ δὲ αἱμάττω συν‐ τάσσεται πτώσει αἰτιατικῇ.
5 Αἱματόεσσα 〈Β 267〉· ὁ κανών· πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη τρέπουσα τὸ τέλος τῆς γενικῆς εἰς σα καὶ τὴν παραλή‐ γουσαν 〈θέσει μακρὰν ποιοῦσα τὸ θηλυκὸν ποιεῖ〉. τὸ ἀρσενικὸν ὁ αἱματόεις· τὸ το μικρόν. τὰ εἰς εις πόσασ παραλήξεις ἐπιδέχονται; γʹ· τὰ γὰρ εἰς εις ὀνόματα μετουσιαστικά, 〈ἃ〉 πλεονάζει τῆς τοῦ
10πρωτοτύπου γενικῆς συλλαβῇ, βαρύνεται καὶ ἢ τῷ η παραλήγεται ἢ τῷ ο, σπανίως δὲ τῷ ω, ὅτε ἐν ἐκτάσει ἐστίν, οἷον τὸ εὐρώεις κηώεις ἐρώεις· καὶ τῷ μὲν ο, οἷον αἱματόεις τιμιόεις σκιόεις, 〈Α 157〉 „οὔρεα τε σκιόεντα“· τῷ 〈δὲ〉 η, οἷον φθογγήεις τιμήεις τελήεις. ὅθεν τὸ χαρίεις ἀπὸ τοῦ χάρις χάριτος γέγονεν χαριτόεις καὶ ἐν
15συγκοπῇ χαρίεις. τὸ δὲ ἀμφιγυήεις καὶ θυήεις καὶ τὰ ὅμοια κατὰ τροπὴν ἐγένοντο τοῦ ο εἰς η· ἔστι γύον καὶ σημαίνει τὸ μέλος, ἐξ αὐτοῦ γυόεις καὶ τροπῇ τοῦ ο εἰς η γυήεις καὶ ἀμφιγυήεις· καὶ ἔστι θύον καὶ σημαίνει μυρεψικὸν ἄνθος ἢ βοτάνην, καὶ γίνεται ἐξ αὐτοῦ θυόεις καὶ τροπῇ τοῦ ο εἰς η θυήεις, 〈Θ 48〉 „βωμός τε θυήεισ“. τὸ
20δὲ αἱματόεις ἐστὶ μετουσιαστικόν· μετέχει γάρ. ταῦτα δὲ τὰ εἰς εις ἅπαντα μετουσιαστικά εἰσι. καὶ ἔστι καὶ ἰόεις· τοῦτο, εἰ γράφεται διὰ τοῦ ι, ἔστιν ὁ μετέχων τοῦ ἰοῦ· εἰ δὲ γράφεται διὰ τοῦ η, γίνεται ἀπὸ τοῦ ᾐών, ὃ σημαίνει τὸν αἰγιαλόν, ἡ γενικὴ ᾐόνος, ἐξ αὐτοῦ ᾐ〈ο〉νόεις καὶ συγκοπῇ ᾐόεις. ἔστι δὲ καὶ κοτήεις διὰ τοη· γίνεται
25ἐκ τοῦ κότος, ἐξ αὐτοῦ κοτόεις καὶ κοτήεις.46 in vol. 1

alpha

47

Αἱμωδεῖν· σημαίνει τὸ τοὺς ὀδόντας ὀδυνᾶσθαι μετὰ κνησμοῦ, ὡς καὶ αἱμάσσεσθαι· παρὰ τὸ αἷμα. Ὅμηρος. Αἱμύλοσ 〈α 56〉· ἔμπειρος, συνετός, κολακευτικός· παρὰ τὸ δαίω, τὸ μανθάνω, δαίμων, ἀποβολῇ τοῦ δ αἵμων· 〈Ε 49〉
5„αἵμονα θήρησ“, τουτέστιν εἰδήμονα. ὑποκοριστικὸν τοῦ αἵμων αἱ‐ μύλος, οὗ κτητικὸν αἱμύλιος· Ἡσίοδος 〈Theog. 890〉 „αἱμυλίοισι λόγοισιν“, ὅ ἐστι κολακευτικοῖς. ‖ ἢ παρὰ τὸ δαῆναι δαίμων καὶ ἀπο‐ βολῇ τοῦ δ αἵμων· τούτου τὸ ὑποκοριστικὸν αἱμύλος, ὅ ἐστιν ἔμπει‐ ρος ... πρὸς τὴν Ἀρέθουσαν κρήνην ἐν Ἰθάκῃ καὶ ἐν Σικελίᾳ.
10 Αἵμων· παρὰ τὸ δαίω, τὸ διδάσκω, δαίμων καὶ αἵμων. καὶ εἰς τὸ Ἄπολλον καὶ Λακεδαίμων. Αἴνιγμα· ἡ παραβολὴ καὶ ὁ σκοτεινὸς λόγος· ἐκ τοῦ αἰνίσσω,
τὸ ἐν παραβολαῖσ λέγω. τὸ αι δίφθογγον. ἐκ τοῦ αἰνός, ὃ47 in vol. 1

alpha

48

σημαίνει τὸν δεινὸν καὶ φοβερόν· τοῦτο ἐκ τοῦ δεινός αἰνόσ· οἱ γὰρ Ἴωνες ἡνίκα ὕφεσιν ποιήσωνται τοῦ συμφώνου, τότε καὶ τὸ παραλῆγον φωνῆεν τρέπουσιν εἰς α, οἷον δεινός αἰνός, μέχρις ἄχρις. εἰ δὲ σημαίνει τὸ ἐπιπλήσσω, τὸ ε ψιλόν.
5Αἰνίσσω· εἰς τὸ Ἠινιξάμην. Αἶνος 〈Ps. 8, 3〉· παρὰ τὸ ἰαίνειν καὶ χαίνειν ἴαινος καὶ ἀποβολῇ
τοῦ ι αἶνος.48 in vol. 1

alpha

49

Ἐρεννίου Αἶνος καὶ παροιμία διαφέρει· ὁ μὲν γὰρ αἶνός ἐστι λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν πρὸς ἀνθρώ‐ πων παραίνεσιν, ἤγουν ἐξηπλωμένη παροιμία· παροιμία δὲ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου καὶ
5τὴν ἔξωθεν ἐκδεχομένη μετάβασιν, οἷον „μένε βοῦς ποτε βοτάνην“. Ὁμήρου Αἴνυτο· ἔστι ῥῆμα κτῶ καὶ σημαίνει τὸ φονεύω· καὶ ὥσπερ παρὰ τὸ βῶ βαίνω, οὕτως καὶ παρὰ τὸ κτῶ κταίνω, καὶ ἀποβολῇ τοῦ τ καίνω, τὸ κόπτω· καὶ ἐξ αὐτοῦ αἴνω καὶ κατὰ παραγωγὴν αἰνύω, καὶ αἴνυμι παράγωγον [ῥῆμα] εἰς μι, τὸ παθητικὸν αἴνυμαι, ὁ παρα‐
10τατικὸς αἰνύμην καὶ ἐξ αὐτοῦ αἴνυτο.49 in vol. 1

alpha

50

Αἴξ 〈Α 41〉· ὄνομα ἀρσενικόν· παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἄϊξ· πέπονθε δὲ τὸ ὄνομα καὶ γέγονεν αἴξ. οὕτως καὶ τὸ Θρξ. οὐδὲν εἰς ξ περισπᾶται· τὸ τοίνυν αἴξ ὀξύνεται. τὸ δὲ Θρᾷξ περισπᾶται καὶ τὸ Ταῦξ καὶ τὸ γλαῦξ. πάντων δὲ τῶν εἰς ξ ληγόντων ὀνομάτων τοῦτο
5μόνον διὰ τοῦ γ κλίνεται. Αἴξ· αἰγός, αἰγῶν. ὁ κανών· πᾶσα εὐθεῖα ἔχουσα τὸ σύμφωνον τοῦ μέλλοντος ὀφείλει ἔχειν ἐν τῇ γενικῇ τὸ σύμφωνον τοῦ παρα‐ κειμένου ἢ τοῦ μέσου παρακειμένου. Αἴξ· παρὰ τὸ ἀΐσσω· ὁρμητικὸν γὰρ τὸ ζῶον.
10 Αἴξ· αἰγός· ὁ κανών· τὰ εἰς ξ μονοσύλλαβα ἔχοντα πρὸ τοῦ ξ δίφθογγον ἀρχόμενα ἀπὸ συμφώνου διὰ τοῦ κ κλίνονται, οἷον γλαῦξ γλαυκός, Θρᾷξ Θρᾳκός. τὸ δὲ αἴξ, ἐπειδὴ ἀπὸ φωνήεντος μόνον ἤρξατο, διὰ τοῦ γ κλίνεται. Ἄϊξ· ἔστιν ἡ ὁρμή· ἀπὸ τοῦ ἀΐξω μέλλοντος· πᾶς γὰρ μέλλων
15ἀποβάλλων τὸ τελευταῖον ω ἀποτελεῖ ὄνομα, οἷον τρώσω Τρώς, θήσω θής. οὕτως καὶ ἀΐσσω ἀΐξω διὰ τοῦ ι, καὶ κατὰ ἀποβολὴν τοῦ ωϊξ. Ἀΐξας 〈Β 310〉· 〈ἀΐσσω〉, ὁ παρατατικὸς ἤϊσσον· καὶ οὔτε χρονι‐ κῶς αὐτὸ ηὔξησεν οὔτε συλλαβικῶς, τὸ γὰρ ἀΐσσω πάντοτε ὁ ποιητὴς
20μακρὸν ἔχει.
Ἀΐξασα 〈Β 167〉· τὸ α φύσει ἐστὶ μακρόν, τὸ δὲ ι θέσει.50 in vol. 1

alpha

51

Αἰξωνεύεσθαι· σημαίνει τὸ κατηγορεῖν· βλάσφημοι γὰρ οἱ Αἰξωνεῖς. Αἰόλλω· εἰς τὸ Αἴλουρος καὶ Ἀντίος καὶ Κορυθαίολος καὶ Αἰολόπωλος.
5 Αἰολόπωλος· σημαίνει τὸν ταχὺν καὶ εὐκίνητον ἵππον. προπαροξύνεται, ἐπειδὴ τὰ εἰς ος δισύλλαβα προπερισπώμενα ἐν τῇ συνθέσει προπαροξύνεται, οἷον οἶκος ἄοικος, κοῦρος ἐπίκουρος· οὕτως καὶ πῶλος αἰολόπωλος· 〈γίνεται ἐκ τοῦ αἰόλλω, ὃ σημαίνει τὸ ποι‐ κίλλω καὶ κινῶ, καὶ τοῦ πῶλοσ〉. τὸ πω μέγα· παρὰ τὸ ἐν τῇ πόᾳ
10ἅλλεσθαι πόαλλος καὶ πῶλος. ἐκ δὲ τοῦ αἰόλλω αἴλουρος, παρὰ τὸ αἰόλλειν τὴν οὐράν· δολερὸν γὰρ τὸ ζῶον.
Αἰπόλιον 〈Β 474〉· ἐκ τοῦ αἴξ αἰγός καὶ τοῦ πολῶ, τὸ51 in vol. 1

alpha

52

ἀναστρέφομαι, γίνεται αἰγοπόλιον καὶ συγκοπῇ αἰπόλιον, καὶ σημαίνει τὸ ποίμνιον. διαφέρει δὲ αἰπόλιον ποιμνίου· τὸ μὲν αἰπόλιον σημαίνει τὸ τῶν αἰγῶν πλῆθος, τὸ δὲ ποίμνιον τὸ πλῆθος τῶν προβάτων. Αἰπόλος· ἐκ τοῦ αἴξ αἰγός καὶ τοῦ πολῶ, τὸ ἀναστρέφομαι,
5〈αἰγοπόλος, ὁ περὶ τὰς αἶγας ἀναστρεφόμενος,〉 καὶ κατὰ συγκοπὴν αἰ[γο]πόλος. καὶ διὰ τί οὐκ ἀναβιβάζει τὸν τόνον; 〈ἐπειδὴ τὰ παρὰ τοῦ πολῶ μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχει τὸν τόνον〉, οἷον ὀνειροπόλος μυστιπόλος θυηπόλος μυροπόλος. πρόσκειται „μὴ μετὰ προθέσεωσ“ διὰ τὸ ἀμφίπολος πρόπολος.
10Αἰπόλος· παρὰ τὸ αἰγοπόλος, ἤγουν αἶγας βόσκων· ἢ ὁ περὶ
τὰ αἴπη εἱλούμενος, ἅ εἰσιν ὄρη.52 in vol. 1

alpha

53

Αἰπύς· παρὰ τὸ αἶπος, τὸ ἀκρωτήριον. Αἶρα· ἡ σφῦρα· παρὰ τὸ ῥαίω, τὸ φθείρω, ῥαῖα καὶ ἐν ὑπερ‐ θέσει αἶρα. Αἶρα· παρὰ τὸ αἴρεσθαι ἐκ τοῦ σίτου καὶ διαχωρίζεσθαι· ἢ παρὰ
5τὸ φθείρω. Αἱρεῖσθαι· εἰς τὸ Ἀποαιρεῖσθαι. Αἱρείτω· ἐκ τοῦ αἱρῶ, τὸ καταβάλλω. Αἱρετός· εἰς τὸ Ἡιρετίσατο καὶ Ἐξαιρέτως. Αἱρήσειν 〈Procop. De bell. 6, 9, 12〉· πορθήσειν· ἀπὸ τοῦ ἁλῶ,
10ὃ σημαίνει τὸ πορθῶ, πλεονασμῷ τοῦ ι καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον αἱρῶ, ὁ μέλλων αἱρήσω, τὸ ἀπαρέμφατον αἱρήσειν· συντάσ‐ σεται πτώσει αἰτιατικῇ. σημαίνει καὶ τὸ προκρίνω, ἐξ οὗ καὶ τὸ προ‐ αιροῦμαι· πτώσει αἰτιατικῇ συντάσσεται. σημαίνει καὶ τὸ χωρίζω, ἐξ οὗ καὶ τὸ διαιρῶ· συντάσσεται δὲ πτώσσει γενικῇ. καὶ αἱρῶ, τὸ κατα‐
15λαμβάνω, 〈A 33 sq.〉 „μηδέ σε λήθη Αἱρείτω“. ταῦτα 〈δὲ〉 τὰ δʹ περισπῶνται. αἴρω δέ, τὸ κουφίζω, καὶ αἴρω, τὸ προσφέρω, ἐξ οὗ καὶ ἄρτος, βαρύνονται· τὸ κουφίζω συντάσσεται μετὰ αἰτιατικῆς, τὸ προσ‐
φέρω μετὰ δοτικῆς.53 in vol. 1

alpha

54

Ἄϊρος 〈ς 73〉· εἰς τὸ Ἀΐσιος. Αἰρόπινον· τὸ κόσκινον· πίνος, ὁ ῥύπος, καὶ πιναρόν, τὸ ῥυπα‐ ρόν· διὰ γὰρ τὸ αἴρειν τὸν ῥύπον καλεῖται αἰρόπινον. Αἱρῶ· εἰς τὸ Αἱρήσειν.
5 Αἴρω· εἰς τὸ Ἀπαιωρημένος καὶ Τάφρος. Ἄϊς· εἰς τὸ Ἄϊδι. Αἴσιμος. παρὰ τὴν αἶσαν· ὡς σπορά σπόριμος, ἀλκή ἄλκιμος, αἶσα αἴσιμος. παρ’ Ὁμήρῳ 〈Ρ 716〉 „πάντα κατ’ αἶσαν ἔειπεσ“. Αἶσα· ἡ μοῖρα καὶ εἱμαρμένη. παρὰ τὸ δαίω, τὸ μερίζω, δαίσω
10δαῖσα, ὡς βήσω βῆσα καὶ 〈βῆσσα καὶ〉 πείσω πεῖσα, ἡ πεισμονή· καὶ ἀποβολῇ τοῦ δ αἶσα, ἡ ἑκάστῳ μεμερισμένη. ἢ παρὰ τὸ ἀεὶ ἴση· πᾶσι γὰρ ἴσως ἔπεισιν. Αἴσιον· ἀγαθόν, δεξιόν, εἰρηνικόν, γνήσιον, συμφέρον. Αἶσαν· μοῖραν βίου ἀεὶ οὖσαν. καὶ εἰς τὸ Αἰσιμία.
15 Αἶσαν· μοῖραν, τύχην· παρὰ τὸ ἄγαν ἴσην εἶναι καὶ μὴ μετα‐ βάλλεσθαι· ἢ παρὰ τὸ δαίω, τὸ μερίζω.
Ἀΐσθων 〈Π 468〉· αἰσθόμενος.54 in vol. 1

alpha

55

Αἴσθησις· ἡ νόησις· παρὰ τὸ αἰσθῶ· τοῦτο παρὰ τὸ ἀΐσθω, 〈Π 468〉 „ὁ δ’ ἔβραχε θυμὸν ἀΐσθων“. τοῦτο παρὰ τὸ ἀΐω, ὃ σημαίνει τὸ πνέω καὶ τὸ ἀκούω, καὶ ἐπεκτάσει γίνεται ἀϊστός, ὡς 〈ἀκούω〉 ἀκουστός, καὶ ἀϊσθός, ὡς ὁρματός ὁρμαθός, ἀφ’ οὗ ῥῆμα ἀΐσθω, μετοχὴ ἀΐσθων.
5 Αἰσιμία· ἡ μαντεία ἢ τὸ καθῆκον· παρὰ τὴν αἶσαν, τὴν μοῖραν. Ἄϊος· σημαίνει τὸν ἀκούοντα· γέγονε δὲ ἀπὸ τοῦ ἀΐων ἄϊος. Αἴσθω· σημαίνει δύο, τό τε νοῶ, ὃ καὶ ψιλοῦται, τό τε χαίρομαι, 〈ὃ〉 καὶ δασύνεται, ἐξ οὗ καὶ τὸ „ἥσθην σου τοῖς λόγοισ“ καὶ ὁ θεο‐ λόγος 〈Gregor. Naz. Or. 23, 2〉 „οὐχ ἵνα συνησθῶσιν, ἀλλ’ ἵνα ἐφησθῶσιν“.
10 Ἀΐσσω· εἰς τὸ Ἀγλαά καὶ Ἀετός καὶ Αἴγειος καὶ Ἄττειν. Αἶστρον· εἰς τὸ Ἄστρον. Ἄϊστος· ἄγνωστος· καὶ αἰστῶσαι καὶ αἰστωθῆναι· σύνθετον ἀπὸ τοῦ ἰστός· τοῦτο δὲ ἀπὸ τοῦ ἴσημι, Δωρικῶς 〈ἴσαμι〉, ἴσαμαι καὶ ἴσταμαι ἴσταται καὶ ἐξ αὐτοῦ ἰστός· ὅθεν καὶ τὸ ἐπίσταμαι· μετὰ τοῦ
15στερητικοῦ α ἄϊστος. Αἴσυλα· τὰ σεσυλημένα τῆς αἴσης, τουτέστιν [τὰ] ἁμαρτωλά· ἢ ἐστερημένα τῆς αἴσης, οὐ τῆς μοίρας, ἀλλὰ τοῦ καθήκοντος. Αἴσυλος· ὁ ἄδικος καὶ ἁμαρτωλός· παρὰ τὸ συλῶ ἄσυλος καὶ
πλεονασμῷ τοῦ ι αἴσυλος.55 in vol. 1

alpha

56

Αἰσυμνη[σ]τήρ· ὁ βασιλεύς· παρὰ τὸ αἰσυμνᾶν, ὅ ἐστιν αἰσίων μνήμην ποιεῖσθαι· ὁ γὰρ τύραννος τοὐναντίον. ἢ αἰσιομήτης, ὁ αἴσια βουλευόμενος. Αἰσυητήρ· ὡς μέν τινες, ὁ ἐντρεχὴς καὶ κεκινημένος· τινὲς δέ,
5νεανίας· Νίκανδρος 〈fr. 125 Schneider〉 δέ, ὁ νομεύς· Ὅμηρος 〈Ω 347〉 δὲ μᾶλλον ἐπὶ τοῦ κοσμίου καὶ καθήκοντος. ἀπὸ τῆς αἴσης παράγωγον· Ὅμηρος 〈Γ 59〉 γὰρ τὴν αἶσαν ἐπὶ τοῦ καθήκοντος τάττει· αἶσα αἴσω αἰσύω [ἀπὸ τῆς αἴσης παράγωγον αἰ[αι]σύω] αἰσυτήρ καὶ πλεονασμῷ τοῦ η αἰσυητήρ.
10 Αἰσχίνης· εἰς τὸ Αἰσχύλος. Αἴσχιστος 〈Β 216〉· αἰσχρός, ἐπονείδιστος· ὄνομα εἴδους τῶν παραγώγων ὑπερθετικοῦ ἐκ τοῦ αἶσχος, ὅπερ ἐκ τοῦ ἴσχω ἴσχος ὄνομα, καὶ μετὰ τοῦ στερητικοῦ α ἄϊσχος καὶ ἐν συναιρέσει αἶσχος, ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν. σημαίνει δὲ τὸ ὄνειδος, καὶ ἐξ αὐτοῦ αἰσχρός
15αἰσχρότερος αἰσχρίων καὶ ἐκβολῇ τοῦ ρ αἰσχίων καὶ αἴσχιστος, ὥσπερ ἐστὶ μακρός μακρότερος μακρίων καὶ μακίων καὶ τροπῇ τοῦ α εἰς η μηκίων καὶ μήκιστος· 〈Η 155〉 „τὸ〈ν〉 [μὲν] δὴ μήκιστον.“ Αἰσυμνῆται 〈θ 258〉· οἱ παρ’ ἡμῶν λεγόμενοι βραβευταὶ καὶ ἀγωνοθέται, ἤτοι ἐπίσκοποι τοῦ ἀγῶνος· καὶ εἴη ἂν κατὰ τὸ ἔτυμον
20αἰσιονεμῆται, οἱ τὸ αἴσιον, τουτέστι τὸ κατὰ μοῖραν καὶ καθῆκον, ἀπο‐
νέμοντες τοῖς ἀγωνιζομένοις.56 in vol. 1

alpha

57

Αἶσχος· παρὰ τὸ α στερητικὸν [ἁμαρτία, λοιδορία, μῖσος αἰσχύνης ἄξιον, σαπρία, καὶ μετὰ τοῦ στερητικοῦ α] καὶ τὸ ἴσχω γέγονεν αἶσχος. Αἰσχρός 〈Β 119〉· παρὰ τὸ αἶσχος, ὃ σημαίνει τὸ ὄνειδος, καὶ ὥσπερ παρὰ τὸ κῦδος γίνεται κυδρός, οὕτως καὶ παρὰ τὸ αἶσχος
5γίνεται αἰσχρός. τὸ δὲ αἶσχος γίνεται ἐκ τοῦ ἔχω, καὶ πλεονασμῷ τοῦ ς ἔσχω καὶ ἴσχω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀΐσχω καὶ αἶσχος, ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν. ‖ ἢ παρὰ τὸ αἶσχος αἰσχηρός καὶ ἐν συγκοπῇ αἰσχρός. Αἰσχύλος· ὁ ποιητὴς ὁ τραγῳδοποιός· παρὰ τὸ αἶσχος Αἰσχύλος,
10ὡς σιμός Σιμύλος, παρ’ ὃ 〈καὶ〉 Αἰσχίνης Αἰσχινάδης· παρὰ τὸ εἶναι αἰδήμονα. Αἰσχύλος· ὁ ποιητής· παρὰ τὸ αἶσχος Αἰσχύλος, ὡς σιμός Σιμύλος, παρ’ ὃ καὶ Αἰσχίνης. παρὰ τὸ 〈ἴσχειν〉 αἶσχος· σημαίνει δὲ τὸ παῦσαι καὶ κωλῦσαι.
15Αἰσχύνη· εἰς τὸ Αἰδώς καὶ Φόβος. Ἀΐσσω· εἰς τὸ Ἄιττειν. Αἴσω· εἰς τὸ Ἄστρον. Αἴσω· ἐπὶ μέλλοντος, καύσω. Ἀΐτης· ὁ ἐρώμενος· παρὰ τὸ ἄειν, ὅ ἐστι πνέειν· ὁ εἰσπνέων
20τὸν ἔρωτα τῷ ἐραστῇ. φασὶ γὰρ γίνεσθαι τὸν ἔρωτα διὰ τὸ εἰσ‐57 in vol. 1

alpha

58

πνεῖσθαι ἐκ τῆς μορφῆς τοῦ ἐρωμένου, ὅθεν καὶ εἰσπνήλας καλοῦσι τοὺς ἐραστὰς οἱ Λάκωνες. Ἀΐτιας· σημαίνει δὲ τὰς ἐρωτικάς· ὥσπερ ἀπὸ τοῦ ὁ δεσπότης ἀρσενικοῦ γίνεται τὸ θηλυκὸν ἡ δεσπότις διὰ τοῦ ι, οὕτως καὶ ἀπὸ
5τοῦ ἀΐτης ἀῗτις διὰ τοῦ ι ἀΐτιδος 〈ἀΐτιδασ〉 καὶ ἐκεῖθεν ἀΐτιας. Ἄϊος· ὁ ἄφωνος, οἷον ἄνευ ἰωῆς καὶ φωνῆς· οἱ γὰρ ἐκπεπλη‐ γμένοι ἄφωνοι γίνονται. Αἰτιατική· ἀπὸ τοῦ ἴω, τὸ ἔρχομαι, [καὶ] μετὰ τοῦ ἐπιτατικοῦ α ἀΐω, τὸ πάνυ ἔρχομαι, καὶ ἐξ αὐτοῦ αἰτία, καὶ ἐκ τούτου 〈αἰτιῶ〉
10αἰτιάσω καὶ αἰτιατική. Ἀϊτία· καὶ ἡ χορδή. Αἰτία· πολλὰ σημαίνει, τὴν εὐθύνην, τὸν τρόπον καὶ τὴν ποίησιν καὶ τὴν ἀλήθειαν, ἐξ ἧς τὸ αἰτιατ[ικ]όν γίνεται. Αἴτιος 〈Γ 164〉· παρὰ τὸ ἄτη, ὃ σημαίνει τὴν βλάβην, ἄτιος
15καὶ πλεονασμῷ τοῦ ι αἴτιος, ὁ βλαπτικός. τὸ τι ι. διὰ τί; τὰ ἀπὸ ἀπτώτων διὰ τοῦ ιος γινόμενα ὀνόματα ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται, οἷον ἀρκῶ ἄρκιος, αἰτῶ αἴτιος. ποίου εἴδους τῶν ὑπο‐ πεπτωκότων τῷ ὀνόματι; πρός τι ἔχοντος. καὶ πρὸς τί[να] ἔχει τὴν σχέσιν; πρὸς τὸ[ν] αἰτιατόν· τὸ γὰρ αἴτιον τοῦ αἰτιατοῦ ἐστιν αἴτιον,
20ὥσπερ ὁ χαλκὸς τοῦ ἀνδριάντος ἐστὶν αἴτιος, καὶ τὰ ὀκτὼ μέρη τοῦ λόγου εἰσὶν αἴτια τῆς γραμματικῆς, καὶ ὁ πατὴρ τοῦ υἱοῦ. Ἀΐω· ἀκούω· καὶ ὁ παρατατικὸς ἄϊον, 〈Λ 463〉 „ἄϊεν“ ἐπήκουεν.
Αἰτεῖν· ἐπὶ τοῦ μὴ ἀποδοῦναι. τὸ αἰτεῖσθαι ἐπὶ τοῦ κιχρᾶσθαι.58 in vol. 1

alpha

59

Αἴτνη· ὄρος Σικελίας· παρὰ τὸ αἴθω, τὸ καίω, Αἴτνη, ὡς φάγω φάτνη, πήσσω πάχνη· φασὶ γὰρ [αὐτὸ] καπνὸν ἐκεῖθεν ἀναδίδοσθαι. Ἄϊτος· εἰς τὸ Ἀπρόσιτος. Αἰτοῦμαι· εἰς τὸ Αἰτῶ.
5 Αἰτῶ καὶ αἰτοῦμαι διαφέρει· τὸ μὲν γὰρ αἰτῶ ἐπὶ τοῦ εἰς ἅπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ αἰτοῦμαι ἐπὶ τοῦ χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Δυσκόλῳ διαστέλλει τὴν διαφοράν, 〈fr. 136 Kock〉 „οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενοσ“. Αἰφνίδιον· παρὰ τὸ ἀφανές ἀφανίδιον καὶ ἐν συγκοπῇ αἰφνίδιον.
10 Αἰχμαλωτεύω· ἐκ τοῦ αἰχμάλωτος· τοῦτο δὲ παρὰ τὸ αἰχμή καὶ ἁλῶ, τὸ πορθῶ. Αἰχμάς· εἰς τὸ Ὀχμά[σ]σω. Αἰχμή· ὅπλον· παρὰ τὸ ἀΐσσω, εὐκίνητος γάρ. Ὅμηρος Αἰχμητάων 〈Α 152〉· τῶν πολεμιστῶν· αἰχμητής αἰχμη‐
15τοῦ· παρὰ τὸ αἰχμή αἰχμῶ αἰχμᾷς αἰχμάσω 〈αἰχματής καὶ〉 αἰχμητής· 〈τὸ δὲ αἰχμή〉 παρὰ τὸ ἀΐσσω γέγονεν ἀϊχή καὶ κράσει αἰχή καὶ πλεονασμῷ τοῦ μ αἰχμή. Δωρικὴ δὲ ἡ διάλυσις. τὰ δὲ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα εἰς της ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· ἐραστής, θεατής, δαπανητής, λωβητής. τὸ
20δὲ πεδήτης καὶ κομήτης καὶ ἀλήτης οὐ παρὰ ῥῆμα, ἀλλὰ παρὰ τὸ πέδη καὶ κόμη καὶ ἄλη. τὰ δὲ τοιαῦτα δισύλλαβα ὀνόματα δηλονότι ἀπὸ μονοσυλλάβων περισπωμένων τῆς δευτέρας συζυγίας ἐγένοντο, καὶ βαρύνονται, οἷον κτῶ κτήτης καὶ Φιλοκτήτης, βῶ βήτης καὶ διαβήτης,
θλῶ θλάτης, πρῶ πράτης. τὸ δὲ αἰχμή παρὰ τὸ ἀΐσσειν. ἡ γενικὴ59 in vol. 1

alpha

60

τῶν πληθυντικῶν αἰχμητάων. ὁ κανών· τὰς εἰς ων γενικὰς τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας οἱ Αἰολεῖς διὰ τοῦ αων προ[σ]φέρουσιν, οἷον μέλισσαι μελισσάων, μέλαιναι μελαινάων, αἰχμηταί αἰχμητάων· οἱ δὲ Δωριεῖς διὰ τοῦ εων, πύλαι πυλέων, καὶ Ὅμηρος 〈Η 1〉 „ὣς εἰπὼν
5πυλέων“. καὶ ὥσπερ αἰχμητής αἰχμητοῦ αἰχμητᾶο καὶ αἰχμητέω[ν], οὕτως αἰχμητῶν [καὶ] αἰχμητάων 〈καὶ αἰχμητέων〉. Αἰχμητής· ἐκ τοῦ αἰχμάζω ὁ μέλλων αἰχμάσω, αἰχματής καὶ τροπῇ τοῦ α εἰς η αἰχμητής· εἰ γὰρ ἦν παρώνυμον ἀπὸ τοῦ αἰχμή, ὤφειλε βαρύνεσθαι, ὥσπερ τὸ ὑπήνη ὑπηνήτης καὶ κορύνη κορυνή‐
10της. ‖ τὸ δὲ αἰχμή ἐκ τοῦ ἀΐσσω· ἐτυμολογεῖται δὲ 〈καὶ〉 παρὰ τὸ αἷμα χέειν. Αἶψα 〈Α 303〉· παρὰ τὸ ἅπτω ἅψα καὶ αἶψα· σημαίνει δὲ τὸ
ταχέως γινόμενον.60 in vol. 1

alpha

61

Αἰών· παρὰ τὸ ἀεὶ ... Αἰώρημα· εἰς τὸ Αἰωρῶν καὶ Ἀπαιωρημένος καὶ Ἀπαιώρων. Ἄκαιρον· τὸ παρὰ καιρόν. Ἀκαλήφη· ἔστι φυτὸν θαλάττιον καὶ βοτάνη δῆξιν καὶ κνησμὸν
5ἐν τῷ ἅπτεσθαι ποιοῦσα.61 in vol. 1

alpha

62

Ἀκαμπίας· εὐθύδρομος, ἐπ’ εὐθείας περιπατῶν· παρὰ τὸ καμπ[τ]ὴν μὴ ἔχειν. Ἄκανθα· διὰ τὸ αἰκίζειν ἤγουν πλήττειν. ‖ ἢ παρὰ τὸ ἐν τῇ ἀκῇ ἀνθεῖν, ἤγουν ἐν τῇ ὀξύτητι.
5 Ἄκανθος· πόλις Μακεδονίας· ὅτι ἀντὶ ἐρυμάτων ῥάχαισ, ὅ ἐστιν ἀκανθώδεσι φυτοῖς, περιβέβληται. Ἀκάτιον· παρὰ τὸ ἄγω ἄξω ἀκτός καὶ προσθήκῃ τοῦ α 〈ἄκατος, καὶ ἐξ αὐτοῦ〉 ἀκάτιον. Ἄκατος· σημαίνει τὸ μικρὸν πλοιάριον· γίνεται δὲ παρὰ τὸ
10ἀκτή, ὃ σημαίνει τὸν αἰγιαλόν· ἡ μὴ πελαγοδρομοῦσα, ἀλλὰ τὰς
ἀκτὰς περιερχομένη.62 in vol. 1

alpha

63

Ἀκέραιος· ὁ ὑγιής· ἀπὸ τοῦ κέρας κέραιος καὶ ἀκέραιος, ὁ μὴ θυμούμενος καὶ διὰ τοῦ κέρατος βλάπτων· ἀπὸ μεταφορᾶς τῶν τοῖς κέρασιν ἀμυνομένων ζώων. καὶ εἰς τὸ Ἀκραιφνής. Ἀκεστόν· ἰάσιμον· παρὰ τὸ ἀκέσασθαι. καὶ ἀνήκεστον τὸ
5ἀθεράπευτον. Ἀκεσώδυνος· ὁ ἰατρός ὁ τὰς ὀδύνας θεραπεύων· ἐκ τοῦ ἀκῶ ἀκέσω καὶ τοῦ ὀδύνη· ἐξ οὗ ῥηματικὸν ὄνομα ἀκέστωρ, ὁ ἰατρός. Ὁμήρου Ἀκέων 〈Α 34〉· ἔστι ἠκέω, τὸ ἡσυχάζω, τροπῇ τοῦ η εἰς α ἀκέω[ν], ἡ μετοχὴ 〈ἀκέων. ἢ〉 παρὰ τὴν ἀκήν, τὴν ἡσυχίαν. ἢ λυπούμενος·
10παρὰ τὸ ἄχος ἀχέω καὶ ἀκέω καὶ ἡ μετοχὴ ὁ ἀκέων. οἱ δὲ τὸ πάνυ σιγᾶν καὶ λυπεῖσθαι λέγουσι· παρὰ τὸ κέω, τὸ κοιμῶμαι, μετὰ τοῦ ἐπιτατικοῦ α ἀκέω καὶ ἀκέων. τὸ δὲ ἀκέων εἰ καὶ θηλυκὸν παρα‐ σχηματισμὸν ἔχει, 〈Ε 352〉 „ἡ δ’ ἀκέους’ ἀπεβήσατο“, ἀλλὰ καὶ ὡς
ἐπίρρημα πληθυντικῶς εἴρηται, [τὸ ἀκέων ἕκαστος] 〈φ 89〉 „ἀλλ’63 in vol. 1

alpha

64

ἀκέων δαίνυσθε“. [ἢ γίνεται παρὰ τὸ ἀγῶ, τὸ ἐκπλήττομαι, ἀγήν καὶ ἀκήν] ἔστιν οὖν ἐπίρρημα μεσότητος. ἀλλὰ κανών ἐστιν ὁ λέγωναὐτὸ μετοχὴν· ἐπ〈ε〉ὶ τῶν εἰς ων ληγόντων, οἷς παράκειται θηλυκὸν εἰς α τῇ παραλήξει τοῦ ς, τούτοις παρέπεται τὸ εἶναι μετοχαῖς,
5οἷον λέγων λέγουσα, φέρων φέρουσα, φρονῶν φρονοῦσα. διὰ τούτου τοῦ λόγου δείκνυται καὶ τὸ κ〈ρ〉είων μετοχή ἐκ τοῦ 〈Χ 48〉 „κ〈ρ〉είουσα γυναικῶν“. Ἀκή· εἰς τὸ Ὦκα. Ἀκή· εἰς τὸ Ἄκανθα καὶ Ἀκέων 〈καὶ〉 Κατ’ ἄκρας καὶ Ἄκος.
10 Ἀκηδιῶ 〈Ps. 60, 3〉· παρὰ τὸ ἀηδιῶ· τοῦτο παρὰ τὸ ἡδύς καὶ μετὰ τοῦ στερητικοῦ α ἀηδής καὶ πλεονασμῷ τοῦ κ ἀκηδής καὶ ἀκηδιῶ ἐξ αὐτοῦ. Ἀκήματα· παρὰ τὸ ἀκῶ ἀκέσω, ἐξ οὗ καὶ ἀκεστής καὶ ἀκεστός. Ἀκήν 〈Γ 95〉· ἐπίρρημα μεσότητος. ἀντὶ τοῦ ἡσύχως καὶ ἀφώνως.
15γίνεται παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, κατὰ μετάμειψιν τοῦ γ εἰς κ· ὡς ἔστι καὶ τὸ λυγαῖον, ὃ σημαίνει τὸ σκοτεινόν, λυγόφως καὶ λυκόφως, οὕτως καὶ ἄγη καὶ ἄκη, καὶ κατὰ μετάθεσιν τοῦ τόνου
γίνεται ἀκή καὶ ἀκήν, ἀντὶ τοῦ ἡσύχως· οἶδε γὰρ ἡ ἔκπληξις καὶ ἀφω‐64 in vol. 1

alpha

65

νίαν ἐμποιεῖν. ἢ παρὰ τὸ μὴ χαίνειν. τὸ κην ἦτα· τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα τὴν αὐτὴν ταῖς πτώσεσι φυλάττει γραφήν, οἷον τὴν ἀπριάτην 〈Α 99〉 „〈ἀπριάτην〉 ἀνάποινον“. οὕτως καὶ τὴν ἀκήν καὶ ἀκήν ἐπίρρημα. καὶ εἰς τὸ Ἀκινάκης.
5 Ἀκηχέδαται· παρὰ τὸ ἀχῶ, τὸ λυποῦμαι, ἀχάζω, ὡς ἀνιῶ ἀνιάζω· ὁ παρακείμενος ἤχακα, ὁ παθητικὸς ἤχα〈σ〉μαι ἤχασται καὶ τὸ Ἰωνικὸν ἠχάδαται καὶ μετὰ ἀναδιπλασιασμοῦ Ἀττικοῦ τροπῇ τοῦ α εἰς ε ἀκηχέδαται. Ἀκίβδηλος 〈Procop. De bell. 1, 4, 26〉· ὁ καθαρός· οἷον ἀκρύβ‐
10δηλος· ἀπὸ τοῦ κρύβω κρύβδηλος καὶ ἀκίβδηλος πλεονασμῷ τοῦ α, ὁ μὴ κρυβόμενος ἀλλὰ φανερός. τὸ κρύβω συντάσσεται πτώσει αἰτιατικῇ καὶ δοτικῇ. Ἀκιδνός· ὁ ἀσθενής· παρὰ τὸ αἰκίζω αἰκιδνός καὶ ἀκιδνός. Ἀκινάκης· εἶδος ἀκοντίου Περσικοῦ· παρὰ τὴν ἀκήν, ὃ σημαίνει
15τὴν ὀξύτητα.65 in vol. 1

alpha

66

Χοιροβοσκοῦ Ἀκίνδυνον 〈Jo. Damasc. Canon. iamb. 1, 116〉 ἐκ τοῦ κίν‐ δυνος· τοῦτο δὲ παρὰ τὸ κινεῖν τὰς ὀδύνας κινόδυνος καὶ ἐν συγκοπῇ [ἀ]κίνδυνος. Ἀκίς· τὸ τοῦ βέλους σιδήριον· παρὰ τὸ ἀκή ἀκίς, ὡς σκάφη
5σκαφίς, ὑποκοριστικόν. Ἀκκίζεσθαι· τὸ μωραίνειν· ἀπὸ Ἀκκοῦς τινος [θυγατρός]. ἥτις ἱστορεῖται μωροτάτη γίνεσθαι. Ἀκκίζεται 〈Theoph. Sim. Hist. 4, 4, 14〉· 〈ib.〉 „ἔτι τοῖς ὅπλοις ἀκκίζεται, 〈ἔτι〉 τῆς ὕβρεως ἔχεται“· ἐπαίρεται, γυναικίζεται, θρύπτεται,
10ἢ μωραίνει. σημαίνει δὲ καὶ τὸ〈ν〉 θέλοντα μὲν προσποιούμενον δὲ μὴ θέλειν· ἀκκισμοὶ γὰρ προσποιήσεις εἰσὶ καὶ ὑποκρίσεις. ἀπὸ Ἀκκοῦς τινος Σαμίας μωρᾶς οὔσης. Ἀκλόνητος· ἐκ τοῦ κλῶ, τὸ κλάνω. Ἀκμάζω· παρὰ τὸ ἀκμή, ὃ σημαίνει τὴν ἡλικίαν· τὸ δὲ ἀκμή
15παρὰ τὸ ἄγω ἀγή καὶ πλεονασμῷ τοῦ κ ἀκμή κατὰ μετάθεσιν. Ἀκμαία· παρὰ τὸ μὴ κάμνειν εὐχερῶς. Ἀκμή· ἡ ὀξύτης· παρὰ τὸ ἥκω ἀκή καὶ πλεονασμῷ τοῦ μ ἀκμή.
καὶ εἰς τὸ Ἀλκή.66 in vol. 1

alpha

67

Ἀκμή· παρὰ τὸ μὴ κάμνειν διὰ νεότητα· ἔνθεν καὶ ὁ ἥλιος ἀκάμας παρὰ τὸ ἀεὶ νέον εἶναι τὸν θεόν. Ἄκμηνος· ὁ ἄγευστος. ἀκμηνὸς ὁ θάλλων καὶ αὔξων. Ἀκμῆτες· ἀκοπίαστοι, μὴ κάμνοντες· ἀπὸ τοῦ κάμνω, οὗ ὁ
5δεύτερος ἀόριστος ἔκαμον· ἐξ αὐτοῦ καμής καὶ μετὰ τοῦ στερητικοῦ α ἀκαμής καὶ συγκοπῇ ἀκμής. σημαίνει δὲ τοὺς ἀκμάζοντας καὶ τοὺς ἀσίτους. τὸ δὲ ἀκμής, τὸ σημαῖνον τὸν ἄσιτον, γίνεται παρὰ τὸ ἀκτή[ν], ὃ σημαίνει τὸν σῖτον· Ὅμηρος 〈Ν 322〉 „Δημήτερος ἀκτήν“, τουτέστι ψωμὸν ἢ σῖτον. τὸ κάμνω συντάσσεται μετὰ δοτικῆς· „ἔκαμε
10δὲ ὁ πατὴρ τῷ παιδί.“67 in vol. 1

alpha

68

Ἄκνηστις· παρὰ τὸ δυσκόλως κνήθεσθαι αὐτὴν διὰ τῆς χειρός. Ἀκόλαστος· παρὰ τὸ μὴ κολάζειν τὴν ἐπιθυμίαν. Ἄκολος· ὁ ψωμὸς ὁ μικρὸς· εἴρηται ὁ μηκέτι δυνάμενος κο‐
5λούεσθαι διὰ σμικρότητα. Ἀκόλουθος· σημαίνει τὸν ὀπίσω τὴν κέλευθον ποιούμενον· τὸ γὰρ α τὸ ὀπίσω σημαίνει, καὶ ἐκ τοῦ ἐλεύθω ἔλευθος καὶ κέ‐
λευθος.68 in vol. 1

alpha

69

Ἀκόνη· ὁ λίθος, δι’ οὗ τὸν σίδηρον ὀξύνομεν· παρὰ τὸ κονῶ, τὸ φθείρω καὶ λεπτύνω, μετὰ τοῦ ἐπιτατικοῦ α. ἢ παρὰ τὸ κονῶ, τὸ ἐνεργῶ. Ἀκονιτί 〈Agath. Hist. 1, 11〉· οἷον 〈Agath. l.l.〉 „ἀκονιτὶ τὰς
5πλείστας προσηγάγετο“. ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν εὐμαρῶς περιγινομένων, ὥστε μὴ κονίσασθαι, τουτέστι κόνιν ἐπισπάσασθαι· τοῖς γὰρ παλαίουσιν ἐκ τῆς βίας ἱδρῶτα γίνεσθαι, εἶτα κόνιν ταῖς χερσὶν ἀναλαμβάνειν. ἢ ἀκονιτί· εὐχερῶς, συντόμως, ὥστε μηδὲ κονιορτὸν ἐγείρεσθαι.
10Ἀκόντισε· παρὰ τὸ ἀκοντίζω· τοῦτο δὲ παρὰ τὸ ἄκων, ὃ ση‐
μαίνει τὸ δόρυ· τὸ δὲ ἄκων παρὰ τὴν ἀκὴν καὶ ὀξύτητα.69 in vol. 1

alpha

70

Ἄκος· κυρίως ἡ διὰ σιδήρου θεραπεία· παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα, ἐξ οὗ καὶ ἀκωκή, ἢ τὸ τῆς ἀκμῆς τοῦ ξίφους ἴαμα. καὶ εἰς τὸ Φαρμακεία. Ἀκούσειαν 〈Β 98〉· ἀκούσαιμι, ἐξ αὐτοῦ ἀκούσειαν. ὁ κανών·
5τὰ εἰς μι εὐκτικὰ ἀορίστου ὄντα ἐνεργητικοῦ οἱ Αἰολεῖς διὰ τοῦ εια προφέρονται· τίσαιμι τίσεια[ν], ὑποστρέψαιμι ὑποστρέψεια[ν] ... ζήσαιμι δὲ οὐ λέγεται ζήσειας, ἐπειδὴ τὰ τοιαῦτα εὐκτικὰ εὐχὴν δηλοῦσι πράγματος ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ἵνα εἰς τέλος ἔλθῃ τοῦ γράψαι. ὅθεν οὐ δεῖ λέγειν ζήσειας, ἐπειδὴ
10εὑρίσκεται εὐχόμενος 〈ἵνα〉 εἰς τέλος ἔλθῃ τῆς ζωῆς, τουτέστιν ἵνα
ἀποθάνῃ, καὶ λοιπὸν εὑρίσκεται κατευχόμενος αὐτοῦ. ὁ δὲ κανὼν70 in vol. 1

alpha

71

τοῦ ἀκούσειαν· ὅσοι δὲ αὐτῶν οὐκ εἶχον τὴν μετοχὴν εἰς ο μετ’ ὀξείας—. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀκουτιεῖς 〈Ps. 50, 10〉· ἔστιν ἀκούω ὁ παρακείμενος 〈ἤκουκα, ὁ〉 παθητικὸς ἤκουσμαι, τὸ τρίτον ἤκουσται καὶ ἐξ αὐτοῦ ἀκουστός
5ἀκουστίζω 〈καὶ ἀκουτίζω〉, ὁ μέλλων ἀκουτίσω [ἀποβολῇ τοῦ ς] καὶ ὁ Ἀττικὸς ἀκουτιῶ· σημαίνει δὲ τὸ ποιῶ ἀκοῦσαι. Ἀκούω· ἔστι κοῶ, τὸ νοῶ, κούω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀκούω· οἱ γὰρ ἀκούοντες πάνυ νοοῦσι. καὶ εἰς τὸ Πατρακούστης. Ἀκράαντον 〈Β 138〉· παρὰ τὸ κραίνω, τὸ τελειῶ, ἐξ οὗ ὁ
10μέλλων κρανῶ, ὁ ἀόριστος ἔκρανα καὶ τροπῇ τοῦ α εἰς η ἔκρηνα, καὶ τὸ προστακτικὸν κρῆνον· καὶ ὥσπερ παρὰ τὸ χραίνω, τὸ μολύνω, χραντός, ὁ μεμολυσμένος, καὶ 〈ἄχραντος, ὁ ἀμόλυντος, καὶ〉 παρὰ τὸ φαίνω φαντός καὶ ἄφαντος, οὕτως καὶ παρὰ τὸ κραίνω κραντός καὶ ἄκραντος· 〈καὶ πλεονασμῷ τοῦ α ἀκράαντοσ〉 ποιητικῶς.
15 Ἀκραιφνής· σημαίνει τὸ〈ν〉 καθαρὸν καὶ εὐειδῆ· γίνεται ἐκ τοῦ ἀκέραιος καὶ τοῦ φαίνω. τὸ ραι δίφθογγον. 〈τὸ δὲ ἀκέραιοσ〉 ἐκ τοῦ κέραιος· τοῦτο ἐκ τοῦ κερῶ, τὸ μιγνύω 〈καὶ〉 κιρνῶ· καὶ ὥσπερ παρὰ τὸ π〈τ〉ῶ π〈τ〉αίω καὶ πλεονασμῷ τοῦ ν π〈τ〉αίνω καὶ κατὰ ἀνα‐ διπλασιασμὸν παπταίνω, καὶ παρὰ τὸ περῶ [τὸ] περαίω περαίνω
20〈Jo. Damasc. Canon. iamb. 2, 12〉 „νέον περαίνεισ“, οὕτως καὶ παρὰ
τὸ κερῶ κεραίω κεραίνω· 〈ἐκ δὲ τοῦ κεραίω〉 κέραιος καὶ μετὰ τοῦ71 in vol. 1

alpha

72

στερητικοῦ α ἀκέραιος, ὁ μὴ κεκρα[μ]μένος κακοῖς ἀλλ’ ἁπλοῦς καὶ ἀποίκιλος, καὶ μετὰ τοῦ φαίνω ἀκεραιοφανής καὶ συγκοπῇ ἀκραιφνής, ὁ καθαρός. Ἀκρασία· ἀνωμαλία· παρὰ τὸ συγκεκρᾶσθαι.
5 Χοιροβοσκοῦ Ἄκρατος· ἔστι ῥῆμα κερῶ, ὁ μέλλων κεράσω, οὗ παράγωγον κρῶ κράσω κρατός καὶ μετὰ τοῦ στερητικοῦ α ἄκρατος κατὰ ἀνάδοσιν τοῦ τόνου, οἱονεὶ ὁ μὴ μεμιγμένος. καὶ εἰς τὸ Κατ’ ἄκρας. Ἄκρητος· εἰς τὸ Ἄκρητοι. Ἀκριβής· ἐκ τοῦ κρύβω κρυβής καὶ ἀκρυβής μετὰ τοῦ στερη‐
10τικοῦ α, καὶ μεταθέσει τοῦ υ εἰς ι γίνεται ἀκριβής. ἢ παρὰ τὸ ἄχρι καὶ τὸ βαιόν, ὃ σημαίνει τὸ ὀλίγον, ἀχριβής καὶ ἀκριβής, ὁ καὶ τῶν ὀλίγων ἀκριβευόμενος. ἢ παρὰ τὸ ἀχριβής, ὁ μέχρι βίου ζητῶν. ‖ ἢ ὥσπερ ἀπὸ τοῦ Ἀφροδύτη Ἀφροδίτη τροπῇ τοῦ υ εἰς ι, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀκρυβής γίνεται ἀκριβής· τὸν γὰρ ἀκριβῆ οὐδεὶς
15δύναται κρύψαι ἢ λαθεῖν.72 in vol. 1

alpha

73

Ἄκρις· βαρυτόνως τὸ ἀκρωτήριον, παρωνύμως παρὰ τὸ ἄκρα ἄκρις. ὀξυτόνως δὲ τὸ ζῶον, παρὰ τὸ τὰς ἄκρας τῶν ἀσταχύων νέμεσθαι, ἢ παρὰ τὸ τὰ ἄκρα τῶν ἀσταχύων ἐσθίειν, ἢ παρὰ τὸ κάρα κάρις καὶ ἐν ὑπερβιβασμῷ τοῦ α ἀκρίς οἱονεὶ ... μεγάλην κεφαλὴν
5ἔχουσα. Ἀκριτόμυθε 〈Β 246〉· κρίνω κέκριμαι κέκριται κριτός, καὶ 〈ἄκριτος· ἐκ δὲ τούτου καὶ〉 τοῦ μῦθος [καὶ] ἀκριτόμυθος. καὶ ἀνα‐ βιβάζει τὸν τόνον· 〈τὰ γὰρ εἰς ος δισύλλαβα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον〉, χωρὶς εἰ μὴ τὸ σημαινόμενον κωλύσῃ, ὡς τὸ βροτολοιγός.
10 Ἄκριτον· τὸ ἀδιαχώριστον. Ἄκρητοι 〈Β 341〉· 〈τί σημαίνει; 〈Γ 269 sq.〉 „κρητῆρι δὲ οἶνον Μίσγον“· τοῦτο δὲ〉 σημαίνει 〈ὅτι〉 τῷ κρατῆρι τὸν οἶνον ἔμισγον τῶν τε Τρώων καὶ τῶν Ἑλλήνων. ἀρτίως δὲ οὐ σημαίνει τοῦτο, ἀλλὰ „ἄκρητοι“ ἀντὶ τοῦ μὴ μίξαντες τῶν βαρβάρων τὸν οἶνον μετὰ τῶν Ἑλλήνων, ἤγουν
15ἡμῶν. γίνεται δὲ ἐκ τοῦ κερῶ, τὸ ἐπιχέω, ὁ μέλλων κεράσω, συγκοπῇ73 in vol. 1

alpha

74

κράσω, κρατήρ καὶ κρητήρ· λοιπὸν ἐκ τοῦ κράσω γίνεται 〈κρατόσ〉 κρητός καὶ ἄκρητος. Ἀκροβολησαμένῳ 〈Procop. De bell. 3, 19, 12〉· τῆς συμβολῆς ἐν τῷ πολέμῳ ἀρξαμένῳ, ἢ ἀκοντίσαντι. τὸ θέμα ἀκροβολῶ. συν‐
5τάσσεται μετὰ αἰτιατικῆς. Ἀκροβόλισμα· παρὰ τὸ ἄκρως βαλλόμενον. Ἀκροβυστία· ἐκ τοῦ ἀκρόβυστον, ὃ σημαίνει τὸ κεκαλυμμένον· παρὰ τὸ βύω, τὸ καλύπτω, βύσω βέβυκα βέβυ〈σ〉μαι 〈βέβυσται〉 βυστός καὶ τροπῇ τοῦ τ εἰς ς βυσσός καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄβυσσος, ὁ
10τόπος ὁ ὑπὸ πλήθους ὑδάτων καλυπτόμενος. Ἀκροθίνιον· σημαίνει τὴν ἀπαρχήν· γέγονε δὲ παρὰ τὸ ἄκρον
καὶ τὸ θίς, ὃ σημαίνει τὸν σωρόν.74 in vol. 1

alpha

75

Ἄκρον 〈Ps. 18, 7〉· παρὰ τὸ ἥκω, τὸ ἔρχομαι· οἱονεὶ τὸ ἐπὶ τῇ ἐξοχῇ ἐληλυθός. Ἄκρον· σημαίνει τὸ πέρας καὶ τὸ ἔξοχον· γίνεται δὲ παρὰ τὸ ἄχρι καὶ τὸ ὄν ἄχρον καὶ ἄκρον.
5 Ἄκρον ἄωτον 〈Agath. Hist. 2, 30〉· 〈ibid.〉 „οὗτοι δὴ οὖν ἅπαντες 〈τὸ〉 ἄκρον ἄωτον, 〈κατὰ τὴν ποίησιν, τῶν ἐν〉 τῷ καθ’ ἡμᾶς 〈χρόνῳ〉 φιλοσοφησάντων“, ἡ ἀπαρχὴ κατὰ μετάληψιν. σημαίνει γὰρ ἀπὸ τοῦ ἄνθους ἀ〈πα〉ρχὴν καὶ καρπόν (ἄωτον γὰρ καὶ τὸ ἄνθος καὶ ἡ ἡλικία), ἀπὸ δὲ τοῦ ἄκρου τὸ σπουδαῖον (σημαίνει 〈γὰρ〉 καὶ ἀκροτήριον καὶ
10ὕψος). τὸ δὲ ἄωτον ἄνθος δηλοῖ, ἱμάτιον, ἔριον, δέρμα, 〈ὕπνον ἡδὺν καὶ μαλακόν. κυρίως δὲ τὸ δέρμα καὶ τὸν ὕπνον σημαίνει ἡ λέξισ〉. Ὅμηρος 〈Κ 159〉 „τί πάννυχον ὕπνον ἀωτεῖσ“, ἀντὶ τοῦ ἀπανθίζῃ, ἀπολαύεις. Ἀκρωτηριάζω· ἱστορεῖται, ὅτι τοὺς ἔν τινι ἁλόντας ἀτοπήματι οἱ παλαιοὶ ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον. τὸ οὖν κρω
15μέγα, ὅτι παρὰ τὸ ὦς ὠτός γέγονεν.75 in vol. 1

alpha

76

Ἀκτάζων· ἀντὶ τοῦ ἐξανιστάμενος· ἀπὸ τοῦ ἄττω ἀττάζω καὶ ἀκτάζω. Ἀκταίνειν· μετεωρίζεσθαι· παρὰ τὸ ἀκτή ἀκτός καὶ ῥῆμα ἀκτῶ, ἀφ’ οὗ 〈ἀκταίνω〉, τὸ κουφίζω, παρὰ τῷ Αἰσχύλῳ 〈Eum. 36〉.
5 Ἀκταῖος· εἰς τὸ Ἄμφιος. Ἀκταίωρος· παρὰ τὸ 〈τὴν〉 ἀκτὴν οὐρεῖν, ὅ ἐστι φυλάσσειν, τροπῇ τῆς ου εἰς ω. Ἀκτή· παρὰ τὸ κατεάχθαι καὶ καταλελύσθαι. σημαίνει δὲ δύο· τὸν αἰγιαλόν, ὡσ τὸ 〈Β 395〉 „ἀκτῇ ἐφ’ ὑψηλῇ“, καὶ γίνεται παρὰ
10τὸ κατάσσεσθαι εἰς αὐτὴν τὰ κύματα· σημαίνει δὲ καὶ τὸ λεπτότατον τοῦ ἀλεύρου, ὡς τὸ 〈Ν 322〉 „Δημήτερος ἀκτή“, γίνεται δὲ παρὰ τὸ κατάσσεσθαι αὐτὴν ἐν τῷ ἀλήθεσθαι.
Ἀκτίς· ἀπὸ τοῦ ἄγω ἄξω ἦγα ἦγμαι ἦξαι ἦκται ἀκτίς, οἱονεὶ ἡ76 in vol. 1

alpha

77

πανταχοῦ φερομένη· ἢ ἐκ τοῦ ἦκται ἀκτός καὶ ἐκ τούτου ἀκτίς διὰ τοῦ ι. δεῖ γινώσκειν, ὅτι τὸ ἀκτίς, 〈τὸ〉 σημαῖνον τὴν ἀκτῖνα τοῦ ἡλίου, διὰ τοῦ ι γράφεται, ἐπειδὴ δικατάλεκτόν ἐστι· λέγεται γὰρ ἡ ἀκτίς καὶ ἡ ἀκτίν. πάντα δὲ τὰ εἰς ις δικατάληκτα διὰ τοῦ ι γράφεται, οἷον
5δελφίς δελφίν, Ἐλευσίς Ἐλευσίν, γλωχίς γλωχίν, Τελχίς Τελχίν, ῥίς ῥίν, θίς θίν (σημαίνει δὲ τὸν αἰγιαλὸν καὶ τὸν σωρόν. σωρὸς δὲ εἴτε χρημάτων εἴτε ὀστέων· θηλυκῶς δὲ λεγόμενον, ἡ σορός, τὸ μνῆμα σημαίνει καὶ διὰ τοῦ ο γράφεται). οὕτως οὖν καὶ ἀκτίς διὰ τοῦ ι.
10Ἀκτή· παρὰ τὸ κατάγνυσθαι τὰ κύματα. καὶ εἰς τὸ Παρὰ θῖν’·77 in vol. 1

alpha

78

Ἄκυθος· λέγεται ἡ ἄγονος. Ἄκυστις· παρὰ τὸ ταχέως καὶ ἀπνευστὶ πίνειν ἐξ αὐτοῦ. Ἀκωκή· εἰς τὸ Ἄκος. Ἄκων· εἰς τὸ Ἀέκοντας.
5 Ἅλα· εἰς τὸ Ἀλᾶσθαι. Ἀλάβαστρον· σκεῦός τι ἐξ ὑέλου· παρὰ τὸ λήβω μετὰ τοῦ στε‐ ρητικοῦ α ἀλάβαστον καὶ πλεονασμῷ τοῦ ρ ἀλάβαστρον, ὃ οὐκ ἔνι λαβεῖν διὰ λειότητα. Ἀλαβής· ὁ ἰχθύς· ὁ ἐστερημένος τοῦ λήβεσθαι, ἤγουν διὰ χειρῶν
10κρατεῖσθαι. Ἀλαζών· ὁ ἀπατεὼν καὶ κομπαστής· εἴρηται δὲ ὁ ἐν ἄλῃ καὶ πλάνῃ καὶ ἐκ τοῦ περιϊέναι ζῶν· ἤ, ὡς Χρύσιππος 〈fr. deest ap. Arnim〉,
ὁ ἄλλως ζῶν οὐκ ἀπὸ ἐπιτηδευμάτων, ἀλλὰ ἀπάτης.78 in vol. 1

alpha

79

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀλαλάξατε 〈Ps. 99, 1〉· ἐκ τοῦ ἀλαλάζω· τοῦτο ἐκ τοῦ λαλῶ λαλάζω καὶ ἀλαλάζω. Ἀλαλάξω· ἔστι ῥῆμα λαλῶ, οὗ παράγωγον λαλάζω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀλαλάζω.
5 Ἀλαλύκτημαι 〈Κ 94〉· τὸ ἀδημονῶ καὶ περιπεπλάνημαι· ἐκ τοῦ ἀλῶ ἀλύω, οὗ μέλλων ἀλύσω, ἀλυκτός καὶ ῥῆμα ἀλυκτῶ, ὁ 〈παθητικὸσ〉
παρακείμενος ἠλύκτημαι, ὁ Ἀττικὸς ἀλαλύκτημαι.79 in vol. 1

alpha

80

Ἀλαός· εἰς τὸ Κεραόν καὶ Λέων. Ἀλαπάζοντα στίχας ἀνδρῶν 〈Ε 166〉· πορθοῦντα, φθείροντα· κυρίως δὲ κενοῦντα. διὸ καὶ Ἀθηναῖοι τὰ τῆς γῆς κενώματα [ἀ]λά‐ παθα καλοῦσιν.
5 Ἀλαπάζειν 〈Β 367〉· ἐκ τοῦ λάπαθος, ἥτις ἐστὶ βοτάνη κενω‐ τικὴ τῆς γαστρός, καὶ γίνεται παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ πάθος, παρὰ τὸ λίαν ἄποθεν ἡμῶν ποιεῖν τὰ πάθη· ἐκ τούτου γίνεται λαπάζω καὶ πλεονασμῷ τοῦ α ἀλαπάζω. Ἀλᾶσθαι 〈Agath. Hist. 2, 4〉· παρὰ τὸ ἀλῶ, ὃ σημαίνει τὸ πλανῶ,
10ὁ παθητικὸς ἐνεστὼς ἀλῶμαι, τὸ ἀπαρέμφατον ἀλᾶσθαι· τὸ δὲ ἀλῶ παρὰ τὴν ἄλην, ὃ σημαίνει τὴν πλάνην· τοῦτ’ ἔστι παρὰ τὸ ἅλα, ὃ σημαίνει τὴν θάλασσαν· κυρίως γὰρ ἄλη ἡ ἐν θαλάσσῃ πλάνη. καὶ εἰς τὸ Ἀλάστωρ. Ἀλαστήσας 〈Μ 163〉· χρόνου ἀορίστου πρώτου· τὸ ῥῆμα ἀλαστῶ
ἐκ τοῦ ἄλαστος, ὡς ἄπιστος ἀπιστῶ. ἀλῶ, τὸ πλανῶ, παράγωγον80 in vol. 1

alpha

81

ἀλάζω, ὡς ἀνιῶ ἀνιάζω, σκεδῶ σκεδάζω· 〈ἐκ τούτου ἀλαστός, ὡς σκευάζω σκευαστός, καὶ ἐξ αὐτοῦ ῥῆμα ἀλαστῶ· σημαίνει τὸ χαλεπαίνω〉, διότι οἱ πλανώμενοι χαλεπαίνουσιν. ἢ παρὰ τὸ λάζω, τὸ σημαῖνον τὸ λαμβάνω, (〈Ε 365〉 „καὶ ἡνία λάζετο χερσίν“) 〈ἄλαστον〉, ὃ οὐκ ἄν τις
5θέλοι λαβεῖν. Ἀλαστῶ· λάζω, τὸ λαμβάνω, λαστός καὶ ἀλαστῶ. Ἀλάστωρ· ὁ φονεὺς καὶ ὁ ἐφορῶν τοὺς φόνους Ζεὺς ἢ δαίμων, καὶ 〈Menandri fr. om. Kock〉 „δαιμόνων ἀλαστόρων“· ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος τοῦ ἐλαύνεσθαι· ἢ ἀπὸ τοῦ ἀλᾶσθαι, ὅ ἐστι πλανᾶσθαι·
10ἢ ὁ ἄλαστα δρῶν. Ἀλάστωρ· ὁ Ζεύς· παρὰ τὸ ἐποπτεύειν τοὺς ποιοῦντας τὰ ἄλαστα.
Ἀλαῶς· παρὰ τὸ λάω· στερητικὸν δὲ τὸ α.81 in vol. 1

alpha

82

Ἄλγος· παρὰ τὸ ἀλέγω, τὸ φροντίζω· ὃ περὶ πολλοῦ ποιούμεθα καὶ φροντίζομεν. Ἀλδήσκω· τὸ αὐξάνω· παρὰ τὸ ἀλῶ ἀλήσω ἀλήσκω καὶ πλεονασμῷ τοῦ δ ἀλδήσκω.
5 Ἄλδω· εἰς τὸ Δυσαλθές. Ἀλέασθαι 〈Agath. Hist. 1, 15〉· ἐκκλῖναι, ἀναχωρῆσαι· κυρίως δὲ τὸ ἀπὸ πυρὸς ἐκφυγεῖν· ἀλέα γὰρ ἡ θέρμη τοῦ πυρός, δαλέα τις οὖσα, ἀπὸ τοῦ δαίω, τὸ καίω. Ἀλεγίζεις 〈Α 160〉· παρὰ τὸ 〈ἀ〉λέγω, τὸ φροντίζω· τοῦτο
10παρὰ τὸ λέγω, ἐξ οὗ καὶ λόγος, ἡ φροντίς, οἷον „οὐ ποιοῦμαι αὐτοῦ λόγον“ ἢ φροντίδα· λέγω οὖν μετὰ τοῦ ἐπιτατικοῦ α ἀλέγω, καὶ ἐξ αὐτοῦ ἀλεγίζω παράγωγον.
Ἀλέγω· εἰς τὸ Ἀπηλεγέως.82 in vol. 1

alpha

83

Ἀλεείνω 〈Γ 32〉· [σημαίνει τὴν θερμασίαν καὶ] γίνεται παρὰ τὸ ἀλέα, 〈ὃ σημαίνει τὴν θερμασίαν〉, οἱονεὶ ἐκ τοῦ ψύχους εἰς τὴν θερμασίαν ἀποφεύγω. Ἄλειαρ· 〈διὰ τῆς ει διφθόγγου〉· σημαίνει δὲ τὰ ἄλευρα. ἐκ
5τοῦ ἄλεαρ γέγονε κατὰ προσθήκην τοῦ ι ἄλειαρ. Ἀλειπής· πηγὴ ἐν Ἐφέσῳ· οὕτως καλεῖται παρὰ τὸ μηδέποτε ἐπιλείπειν μήτε θέρους μήτε χειμῶνος. Ἄλεισον· παρὰ τὸ ἁλὲς πίνειν ἐξ αὐτοῦ.
Ἀλείτης 〈Γ 28〉· ὄνομα· τὸ λει δίφθογγον. τὰ διὰ τοῦ ιτης παρώ‐83 in vol. 1

alpha

84

νυμα διὰ τοῦ ι γράφεται, πλὴν τοῦ ἀλείτης καὶ τὰ ὅμοια· τοῦτο δέ, ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ 〈διὰ τοῦ〉 ο ἀλοίτης· σημαίνει δὲ καὶ αὐτὸ τὸν ἁμαρτωλόν. καθόλου δὲ τὰ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον. ἢ ὅτι κατὰ διάλεκτον Αἰολικήν· οἱ γὰρ Αἰολεῖς τὴν
5ει δίφθογγον εἰς οι τρέπουσι, τὸ γὰρ ὄνειρον ὄνοιρον λέγουσι καὶ τὸ ἐπείγω ἐποίγω. γίνεται δὲ παρὰ τὸ ἀλιτῶ, τὸ ἁμαρτάνω, ἐξ οὗ καὶ ἀλιτήριος, ὁ ἁμαρτωλός· παρὰ τὸ τὰς λιτὰς μὴ τηρεῖν. ὅθεν καὶ ὁ Ἀλεξίων 〈fr. 26 Berndt〉 διὰ τοῦ ι· ἐξ οὗ καὶ ἀλιτρός, ὁ ἁμαρτωλός. ἡ δὲ γίνεται· τοῦτο γὰρ διὰ τοῦ ι· ἐξ οὗ καὶ ἀλιτρός, ὁ ἁμαρτωλός. ἡ δὲ
10παράδοσις διὰ τῆς ει διφθόγγου. Ἀλείτης· σημαίνει τὸν ἁμαρτωλόν· παρὰ τὸ ἀλοίτης τροπῇ τοῦ ο εἰς ε ἀλείτης. Ἀλέκτωρ· παρὰ τὸ λέγω λέκτωρ, ὡς κραίνω κράντωρ· ἢ παρὰ τὸ λέχω, τὸ κοιμῶμαι, ἀλέκτωρ, ὁ μὴ κοιμώμενος. καὶ εἰς τὸ Ἠλέκτωρ.
15Ἀλεξάνδρεια καὶ Ἀντιόχεια· κατὰ παρώνυμον παραγωγὴν
γέγονεν ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ τοῦ Ἀλεξάνδρου καὶ Ἀντιόχου.84 in vol. 1

alpha

85

Ἀλέξανδρος· παρὰ τὸ ἄλεξιν εἶναι ἀνδρῶν, ἤγουν βοήθειαν. Ἀλεξῶ· εἰς τὸ Ἔπαλξις. Ἀλευρότησις· παρὰ τὸν σήσω μέλλοντα σῆσις καὶ ἀλευρότησις. Ἀλεύω 〈Γ 360〉· ποίου σχήματος; συνθέτου. ἐκ τοῦ ἀλῶ, τὸ
5πλανῶ καὶ τὸ ἐκκλίνω· τοῦτο ἐκ τοῦ λῶ, τὸ θέλω, μετὰ τοῦ στερητι‐ κοῦ α ἀλῶ· οἱ γὰρ πλανώμενοι οὐ θέλοντες πλανῶνται καὶ ὧν βού‐ λονται οὐ τυγχάνουσιν. Ἀλεωρή· ἡ φυλακή· παρὰ τὴν ἁλέαν, ὃ σημαίνει τὴν θερμασίαν,
καὶ τὸ ὠρεῖν, τὸ φυλάσσειν.85 in vol. 1

alpha

86

Ἀλήθεια· ἐκ τοῦ ἀληθής ἀρσενικοῦ εἰς θηλυκὸν μετῆλθεν διὰ τῆς ει ἀλήθεια. Χοιροβοσκοῦ Ἄληκτος 〈Jo. Damasc. Canon. iamb. 1, 107〉· παρὰ τὸ λήγω, τὸ παύω· τὸ λη η· καὶ 〈ὁ μέλλων λήξω, ὁ πρῶτος ἀόριστος ἔληξα,
5ὁ παθητικὸς παρακείμενος λέληγμαι λέληξαι〉 λέληκται ληκτός καὶ ἄληκτος, ὁ ἀκατάπαυστος καὶ πολύς, ἐξ οὗ καὶ τὸ 〈Jo. Damasc. l. l.〉 „ἄληκτον ὑμνεῖ τὸν κενούμενον λόγον“. ἔστι δὲ ἐπίρρημα μεσό‐ τητος ἀντὶ τοῦ ἀλήκτως· μετάγεται γὰρ ἀπὸ ὀνόματος εἰς ἐπίρρημα μεσότητος. ἔστι γὰρ τὸ ἄληκτον (τὸ κτον μικρόν) καὶ ἐπίρρημα
10ὁμοίως, καὶ φυλάσσει τὴν αὐτὴν γραφήν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα καὶ τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχει.
Ἀλησιάς· ἡ Ἀφροδίτη· διὰ τὸ περὶ πᾶν ζῶον ἀλᾶσθαι.86 in vol. 1

alpha

87

Ἄληστα· παρὰ τὸ ἀνεπίληστα εἶναι τὰ κακά. Ἀλήτης· ὁ Ἡρακλέους ἀπόγονος, ἀφ’ οὗ καὶ οἱ Κορίνθιοι Ἀλη‐ τίδαι λέγονται. Νικήτου Ἀλθαίνω 〈Jo. Damasc. Canon. iamb. 3, 128〉· τὸ θεραπεύω·
5παρὰ τὸ ἄλθω· τοῦτο παρὰ τὸ ἄρδω, τὸ βρέχω, ἐξ οὗ καὶ ἀρδεύω· ὥσπερ ὅταν βρέξῃ ξηρὰν οὖσαν τὴν γῆν εὔτροφον αὐτὴν ποιεῖ, οὕτως καὶ ταῦτα. Ἄλθω· εἰς τὸ Δυσαλθές. Ἀλίβας· ὁ νεκρός· παρὰ τὸ λιβάδα καὶ ὑγρότητα μὴ ἔχειν. καὶ
10εἰς τὸ Ἄζω καὶ Ζωννύω καὶ Ὑγιής.87 in vol. 1

alpha

88

Ἁλίζωνες· οἱ Βιθυνοί, διότι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερ〈σ〉ό[ν]νησός ἐστιν ὑπὸ τοῦ Εὐξείνου 〈καὶ〉 τῆς Προποντίδος διεζωσμένη. Ἁλιζώνων 〈Ε 39〉· τῶν Παφλαγόνων· παρὰ τὸ ὑπεζῶσθαι
5τῇ ἁλί. Ἁλίζω· εἰς τὸ Ξυναλιζόμενοι. Ἅλιον· τὸ μάταιον· ἀπὸ τῆς ἁλὸς γενικῆς· τὸ γὰρ τῆς θαλάσσης ὕδωρ ἄχρηστον. Ἅλιος 〈δ 349〉· νῦν ἐπίθετον· ἔστι δὲ 〈καὶ〉 κύριον. τὰ ἀπὸ
10μονοσυλλάβων ὀξυτόνων διὰ τοῦ ιος γινόμενα ὀνόματα μὴ σημαίνοντα μέρος σωματικὸν μηδὲ μετουσίαν μηδὲ κτητικὰ ὄντα διὰ τοῦ ι γράφε‐
ται, οἷον Φρύξ Φρυγός Φρύγιος, χθών χθονός χθόνιος, Στύξ Στυγός88 in vol. 1

alpha

89

Στύγιος, ἅλς ἁλός ἅλιος· μέρος σωματικόν, αἴγειος βόειος χήνειος· φλόγειος μετουσιαστικόν. καὶ εἰς τὸ Ἡμῖν. Ἐρεννίου Ἁλίπαστον ἁλισπάρτου διαφέρει· τὸ μὲν γὰρ ἁλσὶ πεπασμένον κρέας ἢ ἰχθὺν ἔλεγον ἁλίπαστον· ἁλίσπαρτον δὲ τὴν
5ἁλ〈σ〉ὶ κατεσπαρμένην χώραν. τῶν γὰρ ἀρχαίων τινὲς βαρβάρων δυσμενῶς διακείμενοι πρὸς τοὺς Ἕλληνας τὰς χώρας αὐτῶν ἁλσὶ κατέσπειρον εἰς τὸ μηκέτι δύνασθαι φέρειν καρπούς· ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους δεινῶς καὶ δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλισπάρ‐ τους καλεῖ.
10 Ἁλίπεδον· τὸ παραθαλάσσιον πεδίον· παρὰ τὴν ἁλός γενικὴν καὶ τὸ πέδον. Ἁλίσπαρτον· εἰς τὸ Ἁλίπαστον. Νικήτου Ἅλις 〈Jo. Damasc. Canon. iamb. 3, 23〉· παρὰ τὴν ἁλός γενικὴν γίνεται ἅλις ἐπίρρημα. ‖ 〈Ἀναλίσκω· τὸ λι ι· οἱ μέν, ὅτι
15οὐδέποτε πρὸ τοῦ σκ εὑρίσκεται ἡ ει δίφθογγοσ〉· οἱ δέ, ὅτι τὰ διὰ τοῦ ισκω μὴ παρ’ 〈ἐνεστῶτα ἢ〉 μέλλοντα παρηγμένα διὰ τοῦ ι
γράφεσθαι εὑρίσκεται, οἷον ἁλίσκω. πρόσκειται „μὴ παρ’ ἐνεστῶτα ἢ89 in vol. 1

alpha

90

μέλλοντα“ διὰ τὸ κλῶ κλήσω καὶ κικλήσκω. γίνεται δὲ τὸ ἀναλίσκω ἐκ τοῦ ἁλῶ ἁλίσκω καὶ 〈ἀναλίσκω, καὶ〉 σημαίνει τὸ δαπανῶ ἀπὸ τοῦ ἁλῶ, τὸ συναθροίζω, ἐξ οὗ τὸ 〈Ψ 420〉 „χειμέριον ἀλὲν ὕδωρ“, 〈καὶ〉 μετὰ τοῦ στερητικοῦ α ἀναλῶ, τὸ τὰ ἠθροισμένα διαφθείρω· τοῦτο
5παρὰ τὴν ἁλός γενικὴν ἐκταθέντος τοῦ α· ἐν ταύτῃ γὰρ ἅπαντα συναθροίζεται. Ἅλις 〈Β 90〉· ἱκανῶς· ἐπίρρημα μεσότητος. δασύνεται· τὸ ἀθροιστικὸν α δασύνεται, ἅλις ἅπας. γίνεται οὖν τὸ ἅλις ἐκ τῆς ἁλός γενικῆς· ἐν αὐτῇ γὰρ ἀθρόον καὶ ἱκανόν ἐστι τὸ ὕδωρ.
10Ἅλις· παρὰ τὸ ἅλιθα καὶ 〈Λ 677〉 „ἤλιθα πολλήν“. Ἀλῖσαι· τὸ κυλῖσαι. Ἁλιτενής· ὁ παράλιος τόπος, ὁ παρατεταμένος τῇ θαλάσσῃ. Ἀλιτήριος· εἰς τὸ Ἀλείτης. Ἀλκαία· ἡ οὐρά· κυρίως ἡ τοῦ λέοντος διὰ τὸ εἰς ἀλκὴν αὐτὸν
15τρέπειν.90 in vol. 1

alpha

91

Ἀλκή· ἡ ἰσχύς· ἀρκή τις οὖσα, ἡ βοηθητική· ἀρκεῖν γὰρ τὸ βοηθεῖν. Ἀλκή 〈Γ 45〉· παρὰ τὸ ἀρκῶ, τὸ βοηθῶ, ἀρκή καὶ μεταθέσει τοῦ ρ εἰς λ ἀλκή. ἢ παρὰ τὴν ἀκμήν, τὴν ἡλικίαν· τοῦτο παρὰ τὸ [ἀ]κμῶ,
5τὸ κοπιῶ, γίνεται κμή καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμή, ἡ μὴ ταχέως κάμνουσα καὶ κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη. Ἀλκμήνη· παρὰ τὸ ἀλκή ἀλκήνη καὶ πλεονασμῷ τοῦ μ Ἀλκμήνη. Ἀλκυών· ὄνομα ὀρνέου· παρὰ τὸ ἐν τῇ ἁλὶ κύειν. Ἄλκω· εἰς τὸ Ἄναλκις.
10 Ἀλλά· ὁ ἀλλά σύνδεσμος ἀντὶ τίνος παραλαμβάνεται; ἀντὶ τοῦ δέ, οἷον „ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ“. κατὰ πόσους τρόπους διαφέρει ὁ ἤτοι σύνδεσμος τοῦ μέν; κατὰ δύο· ὅτι ὁ μὲν ἤτοι ποιητικῶς λαμβάνεται, ὁ δὲ μέν συνήθης ἐστίν· καὶ ὅτι ὁ μὲν ἤτοι κατ’ ἀρχὴν τίθεται, ὁ δὲ μέν κατὰ τὸ μέσον παραλαμβάνεται.
15Ἀλλ’ ἄγετε 〈Β 72〉· τὸ ἄγετε ῥῆμά ἐστι ἢ ἐπίρρημα; καὶ λέγομεν91 in vol. 1

alpha

92

ἐπίρρημα. ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ ἀριθμὸν ἀναδεχόμενα μετὰ τῆς δεούσης τῶν προσώπων καταλήξεως ῥήματά εἰσι· καὶ ὀφείλει εἶναι ῥῆμα. ἀλλ’ ἕτερος κανών ἐστιν ὁ ποιῶν αὐτὸ ἐπίρρημα· ὥσπερ γὰρ τὸ δεῦρο, ὁμολογουμένως ὂν ἐπίρρημα, ἐχόμενον δὲ προστα〈κ〉τικῆς
5ἐννοίας, κατὰ συνεκδρομὴν ἀριθμὸν ἀνεδέξατο, ὡς ἐν τῷ 〈θ 133〉 „δεῦτε, [ὦ] φίλοι, τὸν ξεῖνον ἐρώμεθα“, οὕτως τὸ ἄγε, ἐπίρρημα ὄν, κατὰ συνεκδρομὴν τοῦ ῥήματος ἔσχε παρακείμενον τὸ ἄγετε. Ἀλλαντοπωλῶν· σαλσικοπωλῶν· 〈παρὰ τὸ〉 ἀλλᾶς ἀλλᾶντος καὶ τὸ πωλῶ γίνεται ἀλλαντοπώλης. τὸ δὲ ἀλλᾶς παρὰ τὴν ἀόλλησιν
10τῶν κρεῶν· ἢ παρὰ τὴν ἄλησιν, τουτέστι συγκοπήν. συντάσσεται τὸ πωλῶ πτώσει δοτικῇ καὶ αἰτιατικῇ. καὶ εἰς τὸ Ἱμάς. Ἀλλήλοισιν 〈Β 151〉· ἡ εὐθεῖα τῶν πληθυντικῶν οὐκ ἔστι. διὰ τί; διότι ἡ τοῦ ῥήματος σύνταξις τὴν ἐν τοῖς δύο προσώποις μετά‐ βασιν δηλοῖ· τὸ γὰρ „ἀλλήλων ἤκουσαν“ τοιοῦτόν τί ἐστιν „ἄλλοι ἄλλων
15ἤκουσαν“, „ἀλλήλους ἔτρωσαν“ οἷον „ἄλλοι ἄλλουσ“. ἐγγινομένης δὲ92 in vol. 1

alpha

93

τῆς εὐθείας ἐν τῷ ἄλληλοι νοηθήσεται τὸ ἄλλοι ἄλλοι, ὅπερ ἄλογον διὰ τὸ ἀλλεπάλληλον τῶν δύο εὐθειῶν. Ἄλλο· ἀσύναρθρόν ἐστιν ἢ σύναρθρον; ποτὲ μὲν σύναρθρον, ποτὲ δὲ ἀσύναρθρον. καὶ πότε ἐστὶν ἀσύναρθρον καὶ πότε σύναρθρον;
5ἡνίκα τοῦ κατηγορουμένου πλήθους ὅλου ἐστὶν ἐμπεριληπτικὸν τήν τε διαίρεσιν μερικὴν ποιεῖται, ἕξει καὶ τὸ ἄρθρον παραλαμβανόμενον· ὅτε δὲ ἀόριστόν ἐστι, τότε ἐμποδίζει καὶ τὰς τῶν ἄρθρων παρεμπτώσεις. Ἄλλο, τοῦτο· διὰ τί σεσημείωται; [τὰ] ἐπὶ τῶν οὐδετέρων παρασχηματιζομένων ἀρσενικῷ καὶ ὁμοφωνούντων τῇ αἰτιατικῇ τοῦ
10ἀρσενικοῦ τὸ ἄρθρον ἐστὶ τὸ διακρῖνον. ἐὰν γὰρ εἴπω σοφόν, τοῦτο ἄδηλον, εἴτε εὐθεῖά ἐστιν οὐδετέρου εἴτε ἀρσενικόν. προσερχομένων δὲ τῶν ἄρθρων διαφορὰν ποιοῦσιν. ἐὰν γὰρ εἴπω τὸν σοφόν, τοῦτό ἐστιν αἰτιατικὴ τῶν ἀρσενικῶν· ἐὰν δὲ τὸ σοφόν, εὐθεῖα οὐδετέρου. ἐπεὶ οὖν ἡ ἄλλο τοῦτο ἀντωνυμία οὐ δέχεται ἄρθρα τὰ ὀφείλοντα
15διάκρισιν ποιεῖσθαι τῇ τε αἰτιατικῇ τοῦ ἀρσενικοῦ καὶ τῇ εὐθείᾳ τοῦ οὐδετέρου, τούτου χάριν σεσημείωται. Ἀλλ’ ὅ τι οἱ 〈Β 215〉· δʹ μέρη λόγου εἰσίν· ἀλλά σύνδεσμος, τὸ ὅ ἄρθρον, τὸ τί ὄνομα ἀόριστον, τὸ οἵ ἀντωνυμία.
Ἀλλοδαπῷ 〈Τ 324〉· γίνεται ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν,93 in vol. 1

alpha

94

ἤγουν τῶν ἄλλων, καὶ κατὰ παραγωγὴν ἀλλοδαπός. 〈χρὴ μέντοι κἀκείνῳ ἐπιστῆσαι〉, δι’ ἣν αἰτίαν ἐκ μόνων τῶν πληθυντικῶν ἐγένετο ἡ παραγωγή, τῶν κτητικῶν ἀντωνυμιῶν [καὶ οὐ] καθ’ ἕκαστον ἀριθμὸν 〈παρηγμένων〉. καὶ λέγομεν, ὅτι ἐπειδὴ ἀνέφικτόν ἐστιν ἐξ ἑνικοῦ ἢ
5δυϊκοῦ ἀριθμοῦ ἐθνικὴν παραγωγὴν γενέσθαι· οὐ γάρ ἐστιν ἐπινοῆσαι ἔθνος ἐν ἑνὶ ἀνθρώπῳ ἢ δυσίν, ἀλλ’ ἐν ἀπείροις. διὰ ταύτην τὴν παραγωγὴν ἔδοξεν καὶ τὸ ἄλλος ἐν τῷ ἀλλοδαπὸς γενόμενον ἀντω‐ νυμίαν εἶναι. οὐκ ἔστι δέ, ἐπειδὴ μάχεται τῇ ἐννοίᾳ τῶν ἀντωνυμιῶν· ἃ γὰρ ὁρίζει ἡ ἀντωνυμία, ταῦτα ὑπὸ τοῦ ἄλλος αἰναιρούμενα ἀορι‐
10στοῦνται, οἷον „ἄλλος, οὐκ ἐγώ· ἄλλος, οὐ σύ“. Ἀλλόθρους· παρὰ τὸ ἄλλος καὶ τὸ θροῦς· ἀλλόθρους γάρ ἐστιν ὁ ἀλλοτρίαν φωνὴν ἔχων, ἤγουν ὁ βάρβαρος. Ἀλλοιῶ· εἰς τὸ Ἠλλοιωμένοι καὶ Ἀλοιῶ. Ἀλλοίωσις· εἰς τὸ Μεταβάλλεσθαι.
15 Ἀλλόκοτον· ἀνόμοιον ἢ ἐξ ἀνομοίων συνεστός· ἀλλότοκόν τι ὄν, καθ’ ὑπερβιβασμόν, ὡς τύπτω τύπτιλος (σημαίνει δὲ τὴν σφοδρὰν
ρμήν) καὶ πίτυλος καθ’ ὑπερβιβασμόν, καὶ σκέπω σκέπος καὶ πέσκος·94 in vol. 1

alpha

95

σημαίνει δὲ δέρος προβάτειον. ἢ παρὰ τὸ ἀλλαχοῦ κεῖσθαι καὶ μὴ κατ’ αὐτό. Ἅλλομαι· εἰς τὸ Ἆλτο. Ἀλλήλοις 〈Β 151〉· διὰ τί ἐστιν ἀσύναρθρον; ἐπειδὴ αἱ ἀντω‐
5νυμίαι πρώτην δεῖξιν σημαίνουσιν, οἷον ἐγώ σύ, τὰ δὲ ἄρθρα ἀνα‐ φορὰν δηλοῦσιν· ἐναντία δέ ἐστιν ἡ δεῖξις τῆς ἀναφορᾶσ. οἱ ἄλλοι· ἀσύναρθρον [δέ] ἐστιν, διότι 〈ἐν〉 ὀρθῇ καὶ πλαγίᾳ πτώσει νοεῖται· ὁποτέρᾳ οὖν πτώσει προσέλθοι τὸ ἄρθρον, ἀκαταλληλότητα δηλοῖ. Ἄλλος· ἐκ τοῦ ἄλαλος γέγονε κατὰ συγκοπήν, διότι τὸ ἄλλος
10ἀναιρετικόν ἐστιν τῶν ὡρισμένων προσώπων. καὶ ὄνομά ἐστιν ἢ ἀντωνυμία; εἰσὶ γάρ τινες λόγοι οἱ ἕλκοντες αὐτὸ ὡς ἀντωνυμίαν καὶ μὴ ὄνομα. ἐπειδὴ ὃν τρόπον τὸ ἐκεῖνος καὶ τὸ οὗτος ποιοῦσι τὰ οὐδέτερα αὐτῶν ἀποβολῇ τοῦ ν, οἷον ἐκεῖνο τοῦτο, τὸν αὐτὸν τρόπον ἔχει καὶ τὸ ἄλλο οὐδέτερον ἀποβολῇ τοῦ ν· σεσημείωται τὸ ἄλλο τοῦτο
15καὶ τὰ ὅμοια. ἕτερος δὲ λόγος ἐστὶν τοῦ μὴ εἶναι ἀντωνυμίαν. πῶς δέ ἐστιν; ἀντωνυμία λέγεται ἀντὶ ὀνόματος, τὸ δὲ ἄλλος ἐστὶν ἀόρι‐ στον, διότι τὸ ἐκεῖνος καὶ τὸ οὗτος καὶ τὰ λοιπὰ ἢ δεῖξιν σημαίνει ἢ ἀναφοράν, 〈τὸ δὲ ἄλλος οὔτε δεῖξιν σημαίνει οὔτε ἀναφοράν〉. καὶ
ἔστιν ὄνομα [καὶ] τὸ ἄλλος. καὶ κλητικὴν οὐκ ἔχει. διὰ τί; διότι95 in vol. 1

alpha

96

ἡ φύσις τῆς κλήσεως μάχεται τῇ σημασίᾳ τοῦ ὀνόματος. καὶ διὰ τί μάχεται; διότι ἡ μὲν κλητικὴ πρὸς παρόν ἐστιν πρόσωπον καὶ [μὴ] γνωριζόμενον, τὸ δὲ ἄλλος ἀναιρετικὸν τοῦ παρόντος. Ἄλλος· παρὰ τὸ ἄλαλος κατὰ συγκοπὴν ἄλλος. τὸ δὲ ἄλαλος
5παρὰ τὸ λαλῶ λάλος καὶ μετὰ τοῦ στερητικοῦ α καὶ προσθέσει ἑτέρου λ ἄλλος. σημαίνει δὲ ὄνομα ἀόριστον καὶ ξένον. Ἄλλος· ἀντωνυμία ἐστὶν ἢ ὄνομα ἀόριστον; 〈ὄνομα ἀόριστον〉, ἐπειδὴ αἱ μὲν ἀντωνυμίαι ἢ δεῖξιν σημαίνουσιν ἢ ἀναφοράν—. Ἀλλοπρόσαλλος· ὁ διπρόσωπος, ἢ ὁ εὐμετάβλητος καὶ εὐάρ‐
10μοστος. Ἀλλότριος 〈Ps. 17, 45〉· παρὰ τὸ ἄλλος καὶ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν· ἀλλόριός τις ὤν, οἱονεὶ ὁ ἄλλου ὁρισμοῦ ὑπάρχων, καὶ πλεονασμῷ τοῦ τ ἀλλότριος. Ἀλλόφυλος 〈Ps. 59, 10〉· ἐκ τοῦ ἄλλος καὶ τοῦ φυλή.
15 Ἄλλως· ἐπίρρημα μεσότητος, σημαίνει δὲ τὸ μάτην· „ἄλλως ἄρ’ ἐξαπατώμεθ’ ὑπὸ τῶν πρέσβεων“, Ἀριστοφάνης 〈Acharn. 114〉· παρὰ τὸ ἠλός, τὸ μάταιος· 〈Ο 128〉 „δαιμόνιε, φρένας ἠλέ, διέφθορασ“. παρὰ τὸ ἠλός ἠλῶν [ἦλε] ἠλῶς (σημαίνει τὸ ματαίως) καὶ Αἰολικῶς μετὰ διπλασιασμοῦ τοῦ λ καὶ συστολῇ ἄλλως· εἰώθασιν γὰρ οἱ Αἰολεῖς
20τὰ ἀμετάβολα διαπλασιάζειν καὶ συστέλλειν τὰς ὑπερκειμένας συλλαβάς. Ἅλμη· ὥσπερ παρὰ τὸ τρυγός γίνεται τρύγη, οὕτως καὶ παρὰ τὴν ἁλός γίνεται ἅλη καὶ παρεμπτώσει τοῦ μ ἅλμη· ἢ παρὰ τὸ ἅλς
ἁλός ἅλιμος ἁλίμη καὶ συγκοπῇ ἅλμη.96 in vol. 1

alpha

97

Ἅλμη· τὸ τῆς θαλάσσης ὕδωρ λέγεται ἅλμη καὶ τὸ ἐξ ἁλῶν καὶ ποτίμου κεκρα[μ]μένον ὕδωρ. παρὰ τὴν ἁλός γενικήν, ὡς παρὰ τὸ κῦδος κύδιμος, ἁλός ἅλιμος· καὶ ἁλίμη, ὡς εὔφρονος εὐφρόνη, καὶ συγκοπῇ ἅλμη.
5 Ἁλμυρός· ὁ ἅλμης μετέχων· ὡς τόλμη τολμηρός, ἄτη ἀτηρός, 〈οὕτω καὶ〉 ἅλμη ἁλμηρός, καὶ τροπῇ τοῦ η εἰς υ ἁλμυρός, ὡς τηρός τυρός· ἢ κυρίως τίθεται ἡ λέξις ἐπὶ τῶν εἰς ἅλα μυρομένων ποταμῶν, ὅ ἐστιν ἐκχεομένων. Ἁλοσύδνη· ἡ κατὰ τῆς ἁλὸς δύνουσα· εἴρηται δὲ οὕτως 〈καὶ〉
10ἐπ’ αὐτῆς 〈τῆς θαλάσσης καὶ ἐπιθετικῶς ἐπὶ τῶν Νηρηΐδων καὶ τῶν φωκῶν. παρὰ τὴν ἁλός γενικὴν καὶ τὸ δύν〉ω ἁλοσδύνη καὶ ὑπερθέσει ἁλοσύδνη. ἐπὶ μὲν τῶν Νηρηΐδων καὶ τῶν φωκῶν οὕτως [οὔσης], ἐπὶ δὲ τῆς θαλάσσης 〈αὐτῆσ〉 εἴρηται οὕτως· 〈ἀπὸ τῆς ἁλός γενικῆς γίνεται ἁλόσυνος καὶ〉 [ἐπ’ αὐτῆς], ὡς γηθόσυνος γηθοσύνη, 〈οὕτωσ〉 καὶ ἁλόσυνος
15ἁλοσύνη καὶ πλεονασμῷ τοῦ δ ἁλοσύδνη. Ἅλμη 〈ε 53〉· ὄνομα προσηγορικὸν παρώνυμον. οἱ μέν, παρὰ τὴν ἁλός ἅλιμος, ὡς κύδιμος, τὸ θηλυκὸν ἁλίμη, ὡς κυδίμη, καὶ ἐνδείᾳ τοῦ ι ἅλμη. οἱ δέ, ἀπὸ τῆς ἁλός ἅλη, ὡς εὔφρονος εὐφρόνη, ἀμύ‐ μονος ἀμυμόνη· ἐπενθέσει τοῦ μ ἅλμη.
20Ἀκμαῖον· ἀνδρεῖον. Ἁλμυρός· εἰς τὸ Ἄτρυτα. Ἄλοχος· γυνή, γαμετή. Ἁλουργίς· παρὰ τὸ ἐκ τοῦ κόχλου τοῦ θαλασσίου βαφῆναι.
Ἄλογον· διὰ τὸ ἄμοιρον τοῦ λόγου, ἤγουν μὴ ἔχον λόγον.97 in vol. 1

alpha

98

Ἁλοσύδνη· καὶ ἐπ’ αὐτῆς τῆς θαλάσσης καὶ ἐπιθετικῶς ἐπὶ φωκῶν· ἁλοσδύνη τις οὔσα, ἡ κατὰ τῆς ἁλός δύνουσα, καὶ ἐν ὑπερ‐ θέσει ἁλοσύδνη. καὶ τοῦτο, ὅτε ἐστὶν ἐπίθετον, ἁρμόττει· ὅτε δὲ ἐπ’ αὐτῆς τῆς θαλάσσης, παρὰ τὴν ἅλα ἁλόσυνος καὶ ἁλοσύνη[ς] καὶ πλεονα‐
5σμῷ τοῦ δ ἁλοσύδνη. λογον· διὰ τὸ μὴ ἔχειν λόγον. Ἀλοιῶ καὶ ἀλλοιῶ διαφέρει· ἀ[λ]λοιῶ μὲν σημαίνει τὸ τύπτω [καὶ βαρύνεται], καὶ Ὅμηροσ 〈Ι 568〉 „πολλὰ δὲ καὶ γαῖαν πολυ‐ φόρβην 〈χερσὶν〉 ἀλοία“. καὶ ἀλλοιῶ [περισπωμένως], τὸ μεταποιῶ,
10ὡσ τὸ 〈Ps. 76, 11〉 „αὕτη ἡ ἀλλοίωσισ“. Ἄλοξ· ἡ αὖλαξ· Εὐριπίδης 〈Phoen. 18〉 „μὴ σπεῖρε τέκνων ἄλοκα“. παρὰ τὸ αὖλαξ ἐλλείψει τοῦ υ καὶ τροπῇ τοῦ α εἰς ο. Ἁλοσύδνη· θαλάσσιον θηρίον· παρὰ τὸ εἰς ἅλα δύνειν· 〈καὶ〉
ἐπὶ τῶν νυμφῶν.98 in vol. 1

alpha

99

Ὅμηρος· Ἆλτο 〈Α 532〉· ῥῆμα χρόνου μέσου ἀορίστου πρώτου, τρίτου προσώπου τῶν ἑνικῶν· ἅλλομαι, τὸ πηδῶ, ὁ ἀόριστος ἧλα, καὶ ὁ μέσοσ ἀόριστος πρῶτος ἡλάμην ἥλω ἥλα ο καὶ ἐν συγκοπῇ ἦλτο καὶ ἆλτο· οἱ Ἴωνες καὶ οἱ ποιηταὶ συγκοπῇ.
5 Ἀλύειν· τὸ δυσφορεῖν· παρὰ τὸ μὴ λύσιν τῶν κακῶν εὑρίσκειν. σημαίνει δὲ καὶ τὸ χαίρειν· παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλύω· πλανῶνται γὰρ αἱ ψυχαὶ [καὶ] τῶν χαιρόντων ὡς τῶν λυπουμένων ἀνδρῶν. Ἀλύειν· τὸ δυσφορεῖν καὶ λυπεῖσθαι· σημαίνει δὲ καὶ τὸ ἐπαί‐ ρεσθαι καὶ χαίρειν.
10 Ἀλύειν· τὸ δυσφορεῖν καὶ λυπεῖσθαι· παρὰ τὸ μὴ λύσιν τῶν κακῶν εὑρίσκειν. καὶ ἀλύω, τὸ χαίρω. τὸ λυ ψιλόν. [διὰ τί;] ὡς τὸ 〈ς 333〉 „ἦ ἀλύεις, ὅτι Ἶρον [πτωχὸν] ἐνίκησας;“ Ἀλύειν· παρὰ τὸ ἀπορεῖν καὶ ἐν πλάνῃ ἔχειν τὴν ψυχήν· ἢ τὸ ἀλύτως αὐτὴν ἔχειν καὶ συνδεδεμένως. 〈ς 333〉 „〈ἦ〉 ἀλύεις, ὅτι Ἶρον
15ἐνίκησας;“ ἤγουν πτωχόν. Ἅλυς· ποταμὸς ἐν Παφλαγονίᾳ κατὰ Σινώπην χωρίζων Χάλυβας καὶ Λευκοσύρους τοὺς ἐν τῷ Πόντῳ· Ἶριν δὲ αὐτὸν λέγει Καλλίμαχος 〈fr. 324 Schneider〉· ἔστι δὲ μεταξὺ Σινωπέων καὶ Ἀμισέων. εἴρηται δὲ Ἅλυς οἱονεὶ ἄλης τις ὢν καὶ πλανήτης· πολλὴν γὰρ διοδεύει γῆν·
20τροπῇ τοῦ η εἰς υ, ὡς ἅλμη ἁλμυρός.99 in vol. 1

alpha

100

Ἄλυσις· ἡ ἐκ χαλκοῦ ἢ σιδήρου ἢ ἄλλου τινὸς πεπλεγμένη σειρά. Ἄλυ〈σ〉σον. παρὰ τὸ τοὺς λυσσῶντας ὀνεῖν· ἔστι δὲ εἶδος βοτάνης ἐν ταῖς ὁδοῖς φυόμενον πορφυροῦν ἐχούσης φύλλον. Ἄλφα· παρὰ τὸ ἀλφῶ, τὸ εὑρίσκω, ὅθεν καὶ ἀλφησταί, οἱ ζητηταὶ
5καὶ εὑρεταί, ὡς πρῶτον εὑρεθέν· 〈α 349〉 „ἀνδράσιν ἀλφησταῖσιν“ ὁ Ὅμηρος. ‖ διὰ τί οὐ λέγεται μετὰ τοῦ ἄρθρου τὸ ἄλφα; ἐπειδὴ δεῖξίς ἐστιν πρώτη καὶ ἀντὶ τοῦ ἄρθρου ἐστίν. Ἀλφεῖν· εἰς τὸ Τιμαλφέστατον. Ἀλφειός· λέγεται ὁ ποταμὸς παρὰ τὸ θεραπεύειν τοὺς ἀλφούς,
10ἤγουν τὰς λέπρας. ἢ παρὰ τὸ ἀλφεῖν, ὅ ἐστιν ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ. Ἀλφός· τὸ πάθος· ἀλλοφός τις ὤν, 〈ὁ〉 ἀλλοιοφανές τὸ χρῶμα ποιῶν· λέγεται γὰρ τὸ ἀλλοῖον καὶ ἕτερον καὶ ἐπὶ τῶν 〈ἐπὶ〉 τὸ χεῖρον ἐξηλλαγμένων.
15 Ἀλφειός· δίφθογγον· καὶ γὰρ Ἀλφεός. Ἀλφησταῖς· ζητηταῖς παρὰ τὴν ἐλπίδα καὶ τὸν λογισμόν. ἢ οἱ ἀμειπτικοί· ἀλφαίνειν γὰρ τὸ ἀντικαταλλάσσεσθαι καὶ ἀμείβειν· μόνοις δὲ τοῖς ἀνθρώποις πρόσεστι τὸ ἀμειπτικοὺς εἶναι. Ἀλωπεκία· τὸ πάθος τὸ ψιλωτικὸν τῶν τριχῶν καὶ τῶν γενείων,
20ἀπὸ τῆς ἀλώπεκος μεταφορικῶς· ἡ γὰρ ἀλώπηξ τὸ ζῶον, ἔνθα ἂν οὐρήσῃ, τὸν τόπον ἄκαρπον ποιεῖ ξηραίνουσα τὴν προϋπάρχουσαν
βοτάνην καὶ ἑτέραν ἀναβλαστῆσαι οὐ συγχωρεῖ.100 in vol. 1

alpha

101

Ἀλφηστής· παρὰ τὸ ἀλφεῖν, τὸ καταλαμβάνειν. Ἀλφηστής· εὑρετής· ἐκ τοῦ ἀλφῶ, τὸ εὑρίσκω, ἀλφήσω, γίνεται ἀλφηστής, ὁ εὑρετικός· ἐξ οὗ καὶ 〈Σ 593〉 „ἀλφεσίβοιαι“, αἱ λαμβάνουσαι ἕδνα γυναῖκες.
5 Ἄλφιτον· τὸ παχὺ ἄλευρον· παρὰ τὸ ἀλφαίνειν· ἡ πρώτη εὑρεθεῖσα τροφή. Ἀλφός· ὁ λευκός· [παρὰ τὸ] ἀλλοφανής τις ὤν. Ἀλῶ· σημαίνει τὸ πλανῶ· σύνθετον ἐκ τοῦ λῶ, τὸ θέλω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀλῶ· οἱ γὰρ πλανώμενοι οὐ θέλοντες πλανῶνται,
10οὐδὲ τυγχάνουσιν ὧν βούλονται. Ἆλτο· μέσου ἀορίστου, τρίτου προσώπου τῶν ἑνικῶν. κατὰ συγκοπὴν γέγονεν· ἔστι δὲ τὸ θέμα αὐτοῦ ἅλλω, ὁ μέλλων ἁλῶ, ὁ ἀόριστος ἧλα, ὁ παθητικὸς ἡλάμην καὶ τὸ τρίτον τῶν ἑνικῶν „ἥλατο σκιρτῶν“ καὶ κατὰ συγκοπὴν καὶ συστολῇ τοῦ η εἰς α ἆλτο·
15καὶ μετὰ τὴν συγκοπὴν μετέπεσεν ἡ δασεῖα εἰς τὴν ψιλήν· τὸ γὰρ α καταλῆγον εἰς λ, ἑνὸς συμφώνων τῆς τρίτης συζυγίας ἐπαγομένου, ψιλοῦται. Ἁλῶναι· παρὰ τὸ ἐν ἁλὶ ληφθῆναι· κυρίως δὲ ἐπὶ τῶν ἰχθύων.
Ἅλως· ἡ ἀλωή· λέγεται παρὰ τὴν τῶν ἀσταχύων ἀλοίησιν.101 in vol. 1

alpha

102

Ἅλωσις· ἐκ τοῦ ἁλῶ, τὸ πορθῶ· τοῦτο ἐκ τοῦ ἅλως, ὃ σημαίνει τὴν ἅλωνα· εἰς αὐτὴν γὰρ πορθοῦνται καὶ συνθρύπτονται οἱ στάχυες· τοῦτο ἐκ τοῦ ἅλω, τὸ συναθροίζω, ἐξ οὗ καὶ δασύνεται· τοῦτο ἐκ τοῦ ἅλς ἁλός ‖ ... κλίνεται δὲ ἡ ἅλως τῆς ἅλωνος τῇ ἅλωνι τὴν ἅλωνα
5ὦ ἅλων· εἰ δ’ Ἀττικῶς κλίνομεν, οὕτως φαμέν, ἡ ἅλως τῆς ἅλω τῇ ἅλῳ τὴν ἅλων ὦ ἅλω. Ἅμα 〈Β 281〉· δασύνεται· ὥσπερ ἐστὶ χάζω, τὸ ὑποχωρῶ, καὶ ἐκβολῇ τοῦ χ ἔμεινεν ἡ ἀναλογοῦσα τῷ χ δασεῖα ἐν τῷ ἅζω, οὕτως ἐστὶν ἐν τῷ ἅμα καὶ τῷ θαμά.
10 Ἅμα 〈Γ 1〉· ἐπίρρημα συλλήψεως ἢ ἀθροίσεως· διαφέρει τὸ ἅμα τοῦ ὁμοῦ, ὅτι τὸ ἅμα ἐπὶ χρόνου τάσσεται, τὸ δὲ ὁμοῦ ἐπὶ τόπου· 〈Α 592〉 „ἅμα δ’ ἠελίῳ καταδύντι“· ὁμοῦ, ὡς 〈δ 723〉 „ὁμοῦ τράφεν ἠδ’ ἐγένοντο“. τὸ δὲ 〈Α 61〉 „εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ“ καὶ
ἐνταῦθα τοπικόν ἐστι. τὸ ἅμα δασύνεται· ὥσπερ γὰρ παρὰ τὸ χάζω,102 in vol. 1

alpha

103

τὸ ὑποχωρῶ, γίνεται κατὰ ἀποβολὴν 〈τοῦ χ ἅζω, ἔμεινε δὲ ἡ ἀναλο‐ γοῦσα τῷ χ δασεῖα, οὕτως καὶ ἐκ τοῦ θαμά, ὃ σημαίνει τὸ πυκνόν, γίνεται κατὰ ἀποβολὴν〉 τοῦ θ ἅμα· τὸ γὰρ πυκνὸν καὶ ἐπάλληλον ἅμα γίνεται καὶ ἐν τῷ αὐτῷ καιρῷ. βαρύνεται· τὰ εἰς α λήγοντα δισύλλαβα
5ἐπιρρήματα ἅπαντα βαρύνεται, οἷον ὦκα τάχα σάφα λίγα λίπα· χωρὶς τοῦ θαμά. ἅμα δὲ σημαίνει, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ· 〈Α 251〉 „ἅμα τράφεν ἠδ’ ἐγένοντο“. Ἅμα· παρὰ τὸ θαμά ἅμα κατὰ ἀνάδοσιν τόνου. διαφέρει δὲ τὸ ἅμα τοῦ ὁμοῦ· ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν.
10 Ἅμα· ἐπίρρημα συλλήψεως καὶ ἀθροίσεως· καὶ ἡνίκα σημαίνει ἐπὶ τόπου, ἐστὶ συλλήψεως, οἷον „ἅμα γενώμεθα ἐν τῷ οἴκῳ“, ἢ ἐν τόπῳ· ἡνίκα δὲ σημαίνει ἐπὶ λαοῦ, ἀθροίσεως, 〈Γ 1〉 „αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν“. Ἅμα καὶ ὁμοῦ διαφέρει· ὅτι τὸ μὲν ἅμα ἐπὶ χρόνου τάσσεται,
15τὸ δὲ ὁμοῦ ἐπὶ τόπου, οἷον 〈Α 592〉 „ἅμα δ’ ἠελίῳ καταδύντι“, 〈Ψ 84〉 „ὀμοῦ, ὡς τράφομέν περ ἐν ἡμετέροισι δόμοισι“. γίνεται δὲ ἐκ τοῦ
θαμά, ὃ σημαίνει τὸ πυκνόν, ἀποβολῇ τοῦ θ ἅμα· τὸ γὰρ πυκνὸν103 in vol. 1

alpha

104

〈καὶ〉 ἐπάλληλον ἅμα γίνεται καὶ ἐν τῷ αὐτῷ καιρῷ. βαρύνεται· τὰ εἰς α λήγοντα ἐπιρρήματα δισύλλαβα ἅπαντα βαρύνεται, οἷον ὦκα τάχα σάφα ἅμα λίγα λίπα· χωρὶς τοῦ θαμά. ἅ〈μα〉 δὲ σημαίνει, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ. δασύνεται· ἀναχωρήσαντος οὖν τοῦ θ
5ἔμεινεν ἡ ἀναλογοῦσα τῷ θ δασεῖα. Ἁμάδι[ο]ς· ἐπιρρηματικῶς· ἐκ τοῦ ἅμα ἁμάδι[ο]ς. Ἀμαζόνες 〈Γ 189〉· ἡ εὐθεῖα Ἀμαζών· ἐκλήθη δὲ ἐκ τοῦ μαζός καὶ τοῦ στερητικοῦ α Ἀμαζών· πρὸς γὰρ τὸ μὴ ἐμποδίζεσθαι αὐτὰς ἐν τῷ τοξεύειν τὸν ἕνα αὐτῶν μαστὸν ἀπέκοπτον. ἢ ὅτι λαμβάνουσαι
10ζώνην καὶ πανοπλίαν ἐξερχόμεναι ἤμων καὶ ἐθέριζον, ὥστε αὐτὰς κληθῆναι παρὰ τὸ ἐν ταῖς ζώναις ἀμᾶν. ἢ ὅτι μάζης καὶ τροφῆς οὐ μετέσχον, ἀλλ’ ὄφεσι καὶ ἄλλοις τισὶ θηρίοις ἐτρέφοντο. ‖ ἢ παρὰ τὸ μάζαις μὴ χρῆσθαι, ἤγουν ἡμέροις τροφαῖς, ἀλλ’ ὄφεσι καὶ σαύραις καὶ χελώναις.
15Ἁμαθής· παρὰ τὸ μὴ ἔχειν μάθησιν μέτρου.104 in vol. 1

alpha

105

Ἀμαθύνει· παρὰ τὸ τὴν ἄμαθον, οἷον κόνιν, ποιεῖν. Ἀμαιμάκετος· ὁ μακρός· Ὅμηρος 〈ξ 311〉 „ἱστὸν ἀμαιμάκετον“. παρὰ τὸ μῆκος γίνεται 〈μάκετος καὶ διπλασιασμῷ〉 μαμάκετος καὶ πλεονα‐ σμῷ τοῦ ι μαιμάκετος καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀμαιμάκετος. ‖ ἀμαιμά‐
5κετον δὲ ἄμαχον, ἀνυπόστατον, μακρὰν καὶ φοβεράν, ἢ ἀπροσμάχητον καὶ μεγάλην· ἀπὸ τοῦ μαιμῶ, ὃ σημαίνει τὸ προθυμοῦμαι, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαιμάκετος. Ἀμαλδῦναι· παρὰ τὸ μαίρω μαρῶ, ἀφ’ οὗ μαραίνω. κυρίως δὲ τὸ διὰ πυρὸς ἀφανίσαι.
10 Ἀμαλδύνω· τὸ διὰ πυρὸς ἀφανίζω· μαίρω, τὸ λάμπω, ὁ μέλλων μαρῶ, μαλῶ, ἀμαλῶ, παράγωγον ἀμαλύνω καὶ πλεονασμῷ τοῦ δ ἀμαλδύνω. Ἀμαλθείας κέρας· τὸ θει δίφθογγον. ἡ Ῥέα τεκοῦσα τὸν Δία
ἔδωκε τῇ Ἀμαλθείᾳ τρέφειν· ἡ δὲ οὐκ ἔχουσα γάλα αἰγὶ ὑπέβαλεν105 in vol. 1

alpha

106

αὐτόν, ὅθεν αἰγίοχος ἐκλήθη. ὁ τοίνυν Ζεὺς τὴν μὲν αἶγα κατηστέρισεν ἐν τῷ οὐρανῷ, τὸ δὲ ἓν τῶν κεράτων ἀφελὼν τῇ Ἀμαλθείᾳ ἔδωκε παρασκευάσας αὐτῇ γενέσθαι πᾶν, ὅπερ αἰτήσει, διὰ τοῦ κέρατος. ὅθεν καὶ τοὺς εὐδαίμονας Ἀμαλθείας κέρας ἔχειν φαμέν.
5 Ἀμάλθεια· ἡ τροφὸς τοῦ Διός· παρὰ τὸ μὴ μαλθά〈σ〉σεσθαι καὶ ταπεινοῦσθαι· διὰ τοῦτο καὶ τὸν Ἡρακλέα καρτερικώτατον γενέσθαι ... καὶ εἰς τὸ Ἐγχείῃσι. Ἀμαμαξύς· ἡ ἀναδενδράς· παρὰ τὸ ἀμμῖξαι· ἡ συνδεδεμένη· ἀναδεσμοῦνται γὰρ αἱ ἀναδενδράδες· ἀμμαξύς καὶ πλεονασμῷ τοῦ α
10ἀμαμαξύς. Ἀμᾶν· εἰς τὸ Ἄμη καὶ Ἀμῶ. Ἀμᾶν· παρὰ τὸ ὁμοῦ ἐπισπᾶν ἐπὶ τοῦ θερίζειν. Ἅμαξα· παρὰ τὸ ἄγω ἄξω ἄξα καὶ ἅμαξα, ὡς ὁμοῦ ἄγουσα. Ἀμάρα· παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα αὐτῇ μαραίνεσθαι.
15καὶ εἰς τὸ Ἀμαρυγάς.106 in vol. 1

alpha

107

Ὠρίωνος Ἀμάρα[ντον]· παρὰ τὸ ἅμα ῥεῖν, 〈ἢ〉 ὅτι οὐκ ἐᾷ τὰ ... ἐγράφη. Ἀμάρας· ὀχετοῦ ἢ τάφρου ἢ ὑδρο〈ρ〉ροῆς· διὰ τὸ τὰ ἐν αὐτῇ ὄντα φυτὰ ἀμάραντα 〈εἶναι〉· ἢ παρὰ τὸ ἅμα καὶ [τὸ] ὁμαλῶς ῥεῖν· ἢ παρὰ τὸ τῇ ἄμῃ αἴρεσθαι καὶ ὀρύττεσθαι. ἄμη δέ ἐστι ἐργαλεῖον
5οἰκοδομικόν. Ἁμαρτή· ἐπίρρημα· τὸ ὁμοῦ· καί φησιν Ἀρίσταρχος ἐκ τοῦ ἁμαρτήδην κατὰ ἀποκοπὴν ἁμαρτή, καὶ ὀξύνει. ὁ δὲ Ἡρῳδιανὸς 〈II, 52, 22 Lentz〉 ἐκ τοῦ ἅμα καὶ τοῦ ἀρτῶ ἁμαρτῇ. Φωτίου Ἁμαρτία· ἡ ἀποτυχία· παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω,
10μαρπτία καὶ ἁμαρτία μετὰ τοῦ στερητικοῦ α.107 in vol. 1

alpha

108

Ἁμαρτοεπής 〈Γ 215〉· ζήτει εἰς τὸ Δαΐφρων. τὰ παρὰ τὸ ἁμαρτῶ συντεθέντα διὰ τοῦ ο καὶ διὰ τοῦ ι γράφεται· διὰ μὲν τοῦ ο, ὡς τὸ ἁμαρτοεπής· διὰ δὲ τοῦ ι, ὡς τὸ ἁμαρτίνοος. Ἁμαρτῶ· εἰς τὸ Νημερτές.
5 Ἀμαρυγάς 〈Apoll. Rhod. 3, 1018?〉 καὶ ἀμαρύγματα 〈ib. 3, 288?〉 τὰς τῶν ὀφθαλμῶν ἐκλάμψεις. σημαίνει καὶ τὰς τοῦ μετώπου ῥυτίδας, αἵτινες εἴρηνται διὰ τὸ ἀμαυραὶ καὶ ἀλαμπεῖς εἶναι· ἢ παρὰ τὸ ἀμάραις ἐοικέναι, τουτέστιν ὀχετοῖς· ὥσπερ γὰρ ἐκεῖναι τὸ ὕδωρ, οὕτως αὗται τὸν ἱδρῶτα μετάγουσιν ἐπὶ τὰ παρ’ ἑκάτερα μέρη τῆς κεφαλῆς. ἡ δὲ
10ἔκλαμψις εἴρηται παρὰ τὸ ἀμαρύσσω· ἀπὸ γὰρ τοῦ μαίρω, τὸ λάμπω, γίνεται μαρμαίρω ἐν διπλασιασμῷ, εἶτα παράγωγον μαρύσσω, πλεονασμῷ τοῦ α ἀμαρύσσω καὶ ἐξ αὐτοῦ ἀμάρυγμα. Ἀμαρύσσειν· παρὰ τὸ μαρύσσω καὶ κατ’ ἐπέκτασιν ἀμαρύσσω. Ἀμάρυγμα· σημαίνει τὴν λαμπηδόνα τοῦ φωτός· παρὰ τὸ
15ἀμαρύσσω· τὸ δὲ ἀμαρύσσω παρὰ τὸ μάρμαρον· τοῦτο δὲ παρὰ τὸ μαρμαίρω, τὸ λάμπω· τοῦτο δὲ παρὰ τὸ μαίρω κατὰ ἀναδιπλασιασμόν.
καὶ εἰς τὸ Σμαραγῶ.108 in vol. 1

alpha

109

Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἀμαυρός 〈Jo. Damasc. Canon. iamb. 1, 61〉· ἐκ τοῦ μαίρω, τὸ λάμπω, ἐξ οὗ καὶ μαρμαίρω· ἐκ τοῦ οὖν μαίρω, τὸ λάμπω, γίνεται μαιρός, καὶ τροπῇ τοῦ ι εἰς υ καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαυρός, ἤγουν ὁ ἀλαμπὴς καὶ σκοτεινός, ἐξ οὗ γίνεται ῥῆμα ἀμαυρῶ.
5 Ἀμαυρόν 〈δ 824〉· ἤτοι τὸ μὴ ὁρώμενον, ἢ τὸ μετὰ αὔρας φε‐ ρόμενον· παρὰ τὸ μαίρω, τὸ λάμπω, ὅθεν τὸ μαρμαίρω· ἢ ἐκ τοῦ μαῦρος μαυρῶ καὶ κατὰ στέρησιν ἀμαυρός, ὁ ἀλαμπής· ἢ παρὰ τὸ μαίρω μαρμαίρω, ὡς καίω καύσω, κλαίω κλαύσω. Ἄμβη· τὸ χεῖλος τῆς λοπάδος· παρὰ τὸ ἐν ἀναβάσει εἶναι.
10 Ἀμβλύς· ὁ σίδηρος ὁ μὴ ὀξύς· παρὰ τὸ μῶλος μωλύς, μετὰ τοῦ στερητικοῦ α ἀμωλύς, ὁ μὴ ἐπὶ μῶλον (ὃ σημαίνει τὸν πόλεμον) ἐπι‐ τήδειος, καὶ συγκοπῇ τοῦ ω καὶ προσθέσει τοῦ β ἀμβλύς, ὁ μὴ εὐθετῶν εἰς πόλεμον. καὶ εἰς τὸ Ἀμπλάκημα. Ἀμβλυωπία· ἐκ τοῦ ἀμβλυωπής. τοῦτο παρὰ τὸ ἀμβλύ (ὃ ση‐
15μαίνει τὸ ἀσθενές) καὶ τὸ ὤψ ὠπός· οἱονεὶ ὁ μὴ καθαρὸν φῶς ἔχων,
ἀλλ’ ἀσθενές.109 in vol. 1

alpha

110

Ἀμβλυώττειν· τὸ τυφλώττειν καὶ βαρύνεσθαι τοὺς ὀφθαλμούς· ἀπὸ τοῦ ἀμβλύς καὶ τοῦ ὄσσω, τὸ βλέπω, ἀμβλυόσσω καὶ Ἀττικῶς ἀμβλυώττειν. Ἀμβολάδην· ἀναβάλλων, ἀναζέων.
5 Ἀμβροσία· παρὰ τὸ ἄμβροτος· τοῦτο παρὰ τὸ βροτός καὶ τὸ στερητικὸν α καὶ πλεονασμῷ 〈τοῦ ν〉 γίνεται ἄμβροτος, καὶ τρέπεται τὸ ν εἰς μ. τὸ θηλυκὸν ἀμβροσία, καὶ σημαίνει τὴν ἀθανασίαν· ἀμ‐ βροσία δὲ ἡ ὄντως σοφία θεοῦ. ‖ δεῖ γινώσκειν τὴν λέξιν, ὅτι ὅταν μὲν προπαροξυτόνως ἀναγινώσκηται, τὰ θεῖα δηλοῖ, ὅταν δὲ παροξυτόνως
10βρῶμα θεῶν, παρὰ τὸ βροτοὺς μὴ μετέχειν αὐτῆς.110 in vol. 1

alpha

111

Ἀμβρόσιον· παρὰ τὸ βρότος, ὃ σημαίνει τὸ αἷμα. Ἀμαχί· ἄνευ ἀγῶνος καὶ μάχης. καὶ εἰς τὸ Ἀκονιτί. Ὁμήρου Ἀμέγαρτον 〈Β 420〉· παρὰ τὸ μεγαίρω· δηλοῖ δὲ καὶ τὸν μὴ φθονούμενον καὶ τὸν μέγαν κατ’ ἐναλλαγὴν πνεύματος· 〈ρ 219〉
5„πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα;“, καὶ 〈Β 420〉 „πόνον δ’ ἀμέγαρτον“. Ἀμειδεῖς τε καὶ στυγνοί· ἐν βάθει βουλευόμενοι, σύννοοι,
σκυθρωποί· σημαίνει δὲ καὶ τὸ ἀγέλαστοι καὶ ἀχάριστοι, ἀπὸ τοῦ μειδῶ111 in vol. 1

alpha

112

ἢ μειδιῶ. τοῦτο παρὰ τὸ ἥδω, ὃ σημαίνει τὸ εὐφραίνομαι, Βοιωτικῇ τροπῇ τοῦ η εἰς τὴν ει δίφθογγον καὶ πλεονασμῷ τοῦ μ μειδῶ καὶ μειδιῶ. τὸ γὰρ ἐπὶ τοῦ βουλεύομαι διὰ τοῦ η γράφεται καὶ βαρύνεται· παρὰ γὰρ τὸ ἅδω γίνεται, ὃ σημαίνει τὸ ἀρέσκω.
5 Ἀμείλικτος· ἀπὸ τοῦ με〈ι〉λίσσω μειλικτός καὶ ἀμείλικτος. τοῦτο ἀπὸ μεταφορᾶς τοῦ μέλιτος· μελίσσω καὶ πλεονασμῷ τοῦ ι μειλίσσω, μειλικτός καὶ ἀμείλικτος, ὁ ἀσυμπαθής καὶ ἀδυσώπητος καὶ σκληρός. Φωτίου Ἀμείνων 〈Β 239〉· ἐκ τοῦ μέρος μερίων, καὶ ἐκβολῇ τοῦ ρ καὶ συναιρέσει γίνεται μείων καὶ ἀμείων καὶ πλεονασμῷ ἀμείνων.
10〈Γ 11〉 „κλέπτῃ δέ τε νυκτὸς ἀμείνω“ χωρὶς τοῦ ν γένους θηλυκοῦ αἰτιατικῆς πτώσεως, ὡς ἐλάσσονα ἐλάσσοα ἐλάσσω.
Ἀμείνων· παρὰ τὸ μένω γέγονεν ἀμένων καὶ κατὰ πλεονασμὸν112 in vol. 1

alpha

113

τοῦ ι ἀμείνων, τουτέστιν ὁ μὴ μένων, ἀλλ’ ὑπὸ πάντων περιάρπαστος γινόμενος δι’ ἐξοχήν. Ἀμέλγων· παρὰ τὸ ἅμα καὶ τὸ ἕλκω γίνεται ἁμαέλκω, καὶ συγκοπῇ καὶ τροπῇ τοῦ κ εἰς γ ἀμέλγω· ἅμα γὰρ τῷ τὸν μαστὸν
5λαβεῖν τὸ γάλα ἐξέρχεται. Ἀμενηνός· παρὰ τὸ μένος ἄμενος καὶ ἀμενηνός· σημαίνει δὲ τὸν ἀσθενῆ. Ἀμέργω· εἰς τὸ Ἀπωμόρξατο. Ἀμέρδειν· παρὰ τὸ μερίδα τινὸς ἀφαιρεῖσθαι.
10Ἀμερές· τὸ μὴ ἐκ μερῶν συγκείμενον. Ἄμη· εἰς τὸ Ἀμάρα. Ἀμηγέπη· εἰς τὸ Ἀμωσγέπως. Ἀμησάμενος· εἰς τὸ Συναμησάμενος. Ἄμητος· ἐκ τοῦ ἀμῶ, τὸ θερίζω· τὸ δὲ ἀμῶ δευτέρας συζυγίας
15τῶν περισπωμένων, ὁ μέλλων ἀμήσω, ἐξ αὐτοῦ ἄμητος. διαφέρει δὲ113 in vol. 1

alpha

114

ἄμητος καὶ ἀμητός· ἄμητος γὰρ ὁ καιρὸς τοῦ θέρους, ἀμητός δὲ αὐτὸς ὁ θερισμὸς καὶ ὁ καρπὸς ὁ ἀμώμενος. τὸ α μακρόν· τὸ α πρὸ τοῦ βμ συστέλλεται· σεσημείωται τὸ ἀμητός καὶ ἀμῶ. Ἁμῖν· εἰς τὸ Ἡμῖν.
5 Ἀμίς· οὐροδόχον ἀγγεῖον· παρὰ τὸ ὀμιχῶ ὀμίς καὶ ἀμίς, ὡς ὀκριόεις ἀκριόεις· ἢ παρὰ τὸ ἄμη ἀμίς, ὡς σκάφη σκαφίς. Ἀμιχθαλόεσσα· ἀπρόσιτος καὶ ἀμιγής, ὡς ὁ ποιητὴς 〈Ω 753〉 „καὶ Λῆμνον ἀμιχθαλόεσσαν“. ἀπρόσιτος δὲ διὰ τοὺς ἐνοικοῦντας Σίντιας πειρατὰς ὄντας. παρὰ τὸ μίσγω μικτός· ὡς ἵππος Ἵππαλος,
10οὕτω καὶ μικτός μίκταλος καὶ ἐν συνθέσει ἀμίκταλος καὶ ἀμικταλόεις, καὶ τροπῇ ἀμιχθαλόεις καὶ τὸ θηλυκὸν ἀμιχθαλόεσσα. Ἀμμαξύς· εἰς τὸ Ἀμαμαξύς. Ἄμμες· ἀντωνυμία· Αἰολικὴ αἰτιατικὴ ἀντὶ τοῦ ἡμᾶς. Ἄμμε· οὐ πληθυντικοῦ, ἀλλὰ δυϊκοῦ ἀριθμοῦ. καὶ τινὲς μὲν ἀπὸ
15τοῦ ἄμμες Αἰολικοῦ πληθυντικοῦ φασιν ἀποβολῇ τοῦ ς τὸ δυϊκὸν γε‐ νέσθαι, ὡς Αἴαντες Αἴαντε· τινὲς δὲ ἄλλοθεν λέγουσι τὸ ἄμμες ἄμμε. Αἰολικῶς δὲ ἐκ τοῦ ἡμεῖς ἢ Δωρικῶς ... ὅτι αἷμα ἡ ψυχὴ κατ’ Ἐμπε‐
δοκλῆν 〈fr. 105 Diels Vorsokr.〉. τινὲς δὲ καὶ Ὅμηρον οἴονται ταύτης114 in vol. 1

alpha

115

εἶναι τῆς δόξης ἐν τῷ λέγειν 〈Ξ 518 sq.〉 „ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλὴν Ἐ〈σ〉συτ’ ἐπειγομένη“. οὐκ ἔστι δὲ ἀληθές· ὁ γὰρ Ὅμηρος ἀθάνατον αὐτὴν καὶ ἔμφρονα εἶναι λέγει, διὸ καὶ τὰς τῶν τεθνεώτων ψυχὰς ὀδυρομένας παρεισάγει 〈Χ 363〉 „ὃν πότμον γοόωσα[ν] λιποῦς’
5ἀνδροτῆτα καὶ ἥβην“, καὶ ἐν τῷ Ἅιδῃ κολαζομένας καὶ τῶν οἰκείων παραπτωμάτων ὀδυρομένας ἕνεκα. Ἀμμήσειον· τὸ πτύον, ἡ ἀξίνη. Ἄμμι 〈Β 137〉· ἀντωνυμία· δοτικὴ τῶν πληθυντικῶν. παρὰ τρισὶ διαλέκτοις γίνεται· οἱ Ἴωνες συστέλλουσι τὸ ι 〈καὶ προπερισπῶσιν,
10ἧμιν· οἱ δὲ Αἰολεῖς συστέλλουσι τὸ ι〉 καὶ βαρυτονοῦσι καὶ πλεονάζουσιν ἕτερον σύμφωνον καὶ συστέλλουσι τὴν ἄρχουσαν καὶ ψιλοῦσιν αὐτήν, ὡς τὸ 〈Β 137〉 „ἄμμι δὲ ἔργον“· οἱ δὲ Δωριεῖς συστέλλουσι τὸ ι καὶ ὀξύνουσιν, 〈ἁμίν〉. Ἄμμιν· εἰς τὸ Ἡμῖν.
15Ἀμμῖξαι· εἰς τὸ Ἀμαμαξύς.
Ἀμνίον· αἱμοδόχον ἀγγεῖον· Ὅμηρος 〈γ 444〉 „Περσεὺς δ’ ἀμνίον115 in vol. 1

alpha

116

εἶχε“. αἱμνίον, τὸ τοῦ αἵματος δεκτικόν, ἀποβολῇ τοῦ ι ἀμνίον· παρὰ τὸ αἷμα αἱμνίον καὶ ἀμνίον, ὡς 〈Σ 410〉 „αἴητον“ καὶ 〈Φ 395〉 „ἄητον“ [Ὅμηρος ἀμνίον]. Ἀμνίς καὶ ἀμνός· τὰ πρόβατα τὰ μικρά· παρὰ τὸ μένος καὶ
5τὸ α στερητικὸν ἄμενος, ὁ ἀσθενής, καὶ ἐκ τούτου ὑποκοριστικὸν ἀμνίς καὶ ἀμνός. Ἀμνός· ὁ ἁπαλὸς καὶ τρυφερός· παρὰ τὸ μὴ ἔχειν μένος. ‖ ἢ παρὰ τὸ μνοῦς μετὰ τοῦ στερητικοῦ α καὶ ἀποβολῇ τοῦ υ ἀμνός· μνοῦς δέ ἐστιν ἡ ἀπαλωτάτη θρὶξ τῶν ἀρτιγενῶν ζώων.
10Ἀμόθεν· εἰς τὸ Ἀμωσγέπως. Ἀμολγόν· παρὰ τὸ μὴ ἀμέλγειν εἰς τοιαύτην ὥραν.
Ἀμολγός· εἰς τὸ Ἀπωμόρξατο.116 in vol. 1

alpha

117

Ἀμορραίων· γενικῆς τῶν πληθυντικῶν· ὄνομα ἔθνους· ὁ Ἀμορ‐ ραῖος, τοῦ Ἀμορραίου. ὁ δὲ τόπος τὸ μω μέγα καὶ ἓν ρ, οἷον τὸ Ἀμώριον. Ἀμουρμής· πρωτοσύμβουλος. λέγεται καὶ ἀμερμουμνής.
5 Ἀμπελόεσσα 〈Γ 184〉· τὸ ἀρσενικὸν ἀμπελόεις· εἴδους τῶν παραγώγων μετουσιαστικοῦ. ἐκ τοῦ ἄμπελος. τοῦτο ἀνάπελός τις οὖσα, παρὰ τὸ ἄνω πελάζειν· ἢ παρὰ τὸ ἐν ἑαυτῇ ἔχειν τὸν πηλόν, ἤγουν τὸν οἶνον. Ἄμπελος· παρὰ τὸ ἄμπελος· πηλὸς γὰρ ὁ οἶνος, διὰ τοῦ ποιεῖν
10πάλλειν καὶ πηδᾶν. ἢ παρὰ τὸ ἄνω πελάζειν, ἀνάπελός τις οὖσα, καὶ συγκοπῇ καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ἄμπελος. Ἀμπεπαλών 〈Γ 355〉· μετοχὴ δευτέρου ἀορίστου· οἱ γὰρ Ἴωνες
ἐν τοῖς ῥήμασι καὶ ταῖς μετοχαῖς εἰώθασιν ἀναδιπλασιάζειν· [λε]λάχωσι117 in vol. 1

alpha

118

〈Η 80〉 „〈λε〉λάχωσι“, λάθῃ 〈Ο 60〉 „λελάθη δ’ ὀδυνάων“. τὸ ῥῆμα ἀναπάλλω. Ἀμπεχόνη· τὸ ἱμάτιον· παρὰ τὸ ἀμπέχεσθαι καὶ ἀμφιέννυσθαι καὶ περιβάλλεσθαι.
5 Νικήτου Ἀμπλάκημα 〈Jo. Damasc. Canon. iamb. 3, 51〉· ἔστι βάλλω καὶ κατὰ συγκοπὴν βλῶ, καὶ ἐξ αὐτοῦ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ μ [ἀμβλύ, τὸ μὴ ὂν ὀξύ, ἤγουν τὸ μὴ βάλλον] γίνεται ἀμβλῶ, ἀμβλήσω, ἤμβληκα, ἤμβλημαι, ἄμβλημαι καὶ κατὰ πλεονασμὸν τοῦ α καὶ τοῦ κ ἀμπλάκημα τροπῇ τοῦ β εἰς π, ἤγουν ἀποτυχία τῶν
10ἀγαθῶν ἔργων, ὅ ἐστιν ἁμαρτία. Ἄμπυξ· διάδημα· παρὰ τὸ ἀμπέχειν τὰς τρίχας· ἐκ μεταφορᾶς καὶ ὁ τροχὸς διὰ τὸ κυκλοτερὴς εἶναι. ‖ ἢ τὸ γυναικεῖον ἀνάδεμα· παρὰ τὸ ἀμφέχειν ἄμφυξ καὶ ἄμπυξ, 〈ἢ〉 ἡ ἄνω πυκάζουσα καὶ ἀνέχουσα τὰς τρίχας. καὶ εἰς τὸ Χρυσάμπυκας.
15 Ἀμπώτεις· αἱ περὶ τὸν ὠκεανὸν ἀποφυγαὶ καὶ διαστάσεις, καὶ περὶ τὴν Λιβύην. παρὰ τὸ ἀναπίνεσθαι κυρίως δὲ ἄμπωτις ἡ ἀνα‐
πέμπουσα.118 in vol. 1

alpha

119

Ἄμυδις. παρὰ τὸ ἅμα ἅμαδις καὶ ἄμυδις. Ἀμυδρός· παρὰ τὸ μύδρος, ὃ σημαίνει τὸ πεπυρακτωμένον σί‐ δηρον, ἀμυδρός, ὁ ἀλαμπὴς καὶ σκοτεινός· τοῦτο παρὰ τὸ μύω τὸ σημαῖνον τὸ καμμύω.
5 Ὁμήρου Ἀμύμων 〈Α 92〉· ὁ ἄψογος· παρὰ τὸ ἄμωμος. τὸ δὲ ἄμωμος παρὰ τὸ μῶμος ἀμώμων καὶ ἀμύμων τροπῇ τοῦ ω εἰς υ. Ἀμῦναι 〈Α 67〉· ἀποστρέψαι καὶ ἀλεξῆσαι καὶ βοηθῆσαι· σημαίνει δὲ καὶ τὸ τιμωρήσασθαι. τὸ δὲ ἀμύνω ἀπὸ τοῦ ἄμυνα, ἡ ἐκδίκησις· τοῦτο παρὰ τὸ μύνη, ἡ πρόφασις, μετὰ τοῦ ἐπιτατικοῦ α ἀμύνω.
10 Ἐρεννίου Ἀμῦναι καὶ ἐπαμῦναι· τινὲς ταὐτὸ ᾠήθησαν εἶναι, καὶ οὐ καλῶς· διαφέρει γάρ. ἀμῦναι οὖν ἐστι τὸ ἀνταμείψασθαι τὸν ἠδικη‐
κότα, ἐπαμῦναι δὲ τὸ βοηθῆσαι· Ὅμηρος 〈Ε 685〉 „ἀλλ’ ἐπάμυνον“.119 in vol. 1

alpha

120

Πτολεμαίου Ἀμύνεσθαι καὶ ἀμύνειν. διαφέρει· ἀμύνεσθαι μὲν γὰρ τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν. Ἀμύνω· τὰ εἰς νω παραληγόμενα τῷ υ βαρύνεσθαι θέλει καὶ ἐπιτεταμένον ἔχειν τὸ υ· εἰ δέ τι περιεσπάσθη, προκατάρχον ἔχει ὄνομα,
5οὗ τὸ τέλος εἰς ω τραπὲν ῥῆμα ποιεῖ, οἷον ὀδύνη ὀδυνῶ. Ἀμύξεις 〈Α 243〉· παρὰ τὸ 〈ἀ〉μύσσω ἀμύξω, ὃ παρὰ τὸ αἷμα αἱμάσσω καὶ ἀμύσσω, τὸ τοῖς ὄνυξι ξέω. Ἀμύσσω· τὸ ξέω τοῖς ὄνυξι· παρὰ τὸ αἷμα αἱμάσσω 〈καὶ ἀμύσσω〉, ἐξ οὗ καὶ ἀμυχή.
10Ἀμφηρεφέα 〈Α 45〉· ἡ ἀμφηρεφής τῆς ἀμφηρεφέος καὶ ἀμφη‐
ρεφοῦς· ἐκ τοῦ ἐρέφω ἐρεφής καὶ ἀμφηρεφής.120 in vol. 1

alpha

121

Ἀμφήριστον 〈Agath. Hist. 1, 20〉· ἀμφίβολον ἢ ἄνισον· παρὰ τὸ ἐρίζω ὁ παθητικὸς παρακείμενος ἤρισμαι ἤρισται, ἐξ αὐτοῦ ἀμφή‐ ριστος καὶ τὸ οὐδέτερον ἀμφήριστον. Ἀμφὶ περί 〈Β 305〉· προθέσεις. ἰστέον, ὅτι προθέσεις εἰσὶ τῇ
5μὲν φωνῇ ιηʹ, τῷ δὲ σημαινομένῳ ιζʹ. Ὁμήρου Ἀμφιαχυῖαν 〈Β 316〉· μετοχὴ θηλυκή· ἐκ τοῦ ἀμφιάχω· τοῦτο ἐκ τοῦ ἰάχω· τοῦτο ἐκ τοῦ ἰά, ἡ ἐκπεμπομένη βοή· ἐξ αὐτοῦ ἴος, μετὰ τοῦ στερητικοῦ α ἄϊος καὶ ἄνιος, ὁ ἄφωνος, καὶ τὸ Ἀττικὸν ἄνεως καὶ ἄνεῳ, 〈i 30〉 „δὴν δ’ ἄνεῳ ἦσαν“, εὐθεῖα τῶν πληθυντικῶν.
10λοιπὸν ἐκ τοῦ ἰά γίνεται ἰάχω καὶ ἰαχή καὶ ἀμφιάχω, καὶ ὁ μέλλων ἀμφιάξω, ἀμφίαχα, ἀμφιαχώς ἀμφιαχυῖα· τὰ γὰρ εἰς α θηλυκὰ παρε‐
σχηματισμένα 〈ἀρσενικοῖσ〉 ἰσοσυλλαβοῦσι τῇ γενικῇ τοῦ ἀρσενικοῦ.121 in vol. 1

alpha

122

Ὁμήρου Ἀμφιβέβηκας 〈Α 37〉· περιβέβηκας, ὅ ἐστιν ὑπερμαχεῖς ἢ ὑπερασπίζῃ, κατὰ μεταφορὰν ἀπὸ τῶν ἀλόγων ζώων· ταῦτα γὰρ περιβεβηκότα ἑαυτῶν τοῖς τέκνοις ἀμύνεται τοὺς ἐπιόντας. ἢ ἀπὸ τῶν περιβαινόντων τοῖς ἐν τῷ πολέμῳ τεθνηκόσι καὶ ὑπερμαχούντων, ἵνα
5μὴ σκυλευθῶσι καὶ ὑβρισθῶσιν. ἢ μέσος κάθησαι ἐν αὐτῇ τιμώμενος ὥσπερ πολιοῦχος καὶ οἰκιστής. Ὠρίωνος Ἀμφίβληστρον· διὰ τὸ ἀμφιβάλλεσθαι ἀμφίβληστρον· ἀπὸ τοῦ βάλλω κατὰ συγκοπὴν γίνεται βλῶ, ὁ μέλλων βλήσω, βλῆτρον, καὶ μετὰ τῆς ἀμφί προθέσεως καὶ πλεονασμῷ τοῦ ς ἀμφίβληστρον.
10σημαίνει δὲ τὸ δίκτυον. Ἀμφιγυήεις· εἰς τὸ Αἱματόεσσα. Ἀμφιελίσσας 〈Β 165〉· ὄνομα ἐκ τοῦ ἐλίσσω. τὸ λι ι· οὐδέποτε πρὸ τῶν δύο σς 〈εὑρίσκεται δίφθογγος, πλὴν τοῦ λεύσσω καὶ κρείσσων〉. Ἀμφιέννυται· σημαίνει τὸ ἐνδύεται· γίνεται δὲ παρὰ τὸ ἕω,
15τὸ ἐνδύομαι, πλεονασμῷ τοῦ ν ἕνω, καὶ κατὰ παραγωγὴν ἑνύω, καὶ
πλεονασμῷ τοῦ ι εἱνύω. καὶ ἐπεὶ ἔθος ἔχουσιν οἱ Αἰολεῖς τὸ ι πρὸς122 in vol. 1

alpha

123

τὸ ἐπιφερόμενον σύμφωνον τρέπειν, οἷον εἴρω ἔρρω, φθείρω φθέρρω, τὸν αὐτὸν τρόπον τρέπεται τὸ ι εἰς τὸ ν καὶ γίνεται ἑννύω, καὶ μετὰ τῆς ἀμφί προθέσεως ἀμφιεννύω, καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυμι, καὶ τὸ παθητικὸν ἀμφιέννυμαι καὶ τὸ τρίτον ἀμφιέννυται. καὶ εἰς τὸ
5Ἑννύω. Φωτίου Ἀμφιέσει· τὸ ἐνδύσει· τὸ θέμα ἀμφιέζω, καὶ γίνεται παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, κατὰ πλεονασμὸν τοῦ ζ. διαφέρει τὸ ἀμφιέζω τοῦ ἀμφιάζω, ὅτι τὸ μὲν διὰ τοῦ ε κοινόν, τὸ δὲ διὰ τοῦ α Δωρικόν· οὕτως καὶ τὸ ὑποπιέζω καὶ ὑποπιάζω.
10 Ἀμφικύπε〈λ〉λον· παρὰ τὸ κυφόν, τὸ ἑκατέρωθεν κεκυρτωμένον. Ἀμφιλαφές 〈Callim. Hymn. 6, 27〉· τὸ δασύ· ἀμφιλαβές 〈τι ὄν〉, τὸ ἑκατέρωθεν ληπτόν, κατὰ συγγένειαν τοῦ β εἰς φ. δοκεῖ δέ μοι
παρὰ τὸ ἁφή, οἱονεὶ τὸ τῇ ἁφῇ ἑκατέρωθεν ὑποπίπτον.123 in vol. 1

alpha

124

Ἀμφιλύκη· ἡ σκοτεινή, ἀμφιλύγη τις οὖσα· λύγη γὰρ ἡ σκοτία. Γεωργίου Ἄμφιος· ι· ἀπὸ τοῦ Ἀμφίων Ἄμφιος, ὥσπερ ἀπὸ τοῦ Ἀκταίων Ἀκταῖος ... ἐκ τῆς ἀμφί προθέσεως οὖν γέγονεν Ἄμφιος διὰ τοῦ ι μακροῦ.
5 Ἀμφίπολος 〈Γ 143〉· ἐκ τῆς ἀμφί προθέσεως καὶ τοῦ πολῶ πόλος καὶ ἀμφίπολος, οἱονεὶ ἡ περὶ τὴν δέσποιναν πολοῦσα[ν], τουτ‐ έστιν ἀναστρεφομένη. διὰ τί προπαροξύνεται; τὰ παρὰ τὸ πολῶ καὶ χέω μὴ μετὰ προθέσεως συντιθέμενα 〈πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον οἰωνοπόλος ὀνειροπόλος οἰοπόλος οἰνοχόος· τὰ δὲ μετὰ προθέσεως
10συντιθέμενα〉 προπαροξύνονται, οἷον ἀμφίπολος πρόχοος. καὶ εἰς τὸ Θής. Ἀμφιρρόπους· „ἐννοίας ἀμφιρρόπουσ“, ἐπ’ ἀδήλῳ ἔτι κειμένου τοῦ τέλους ἀμφοτέρωθεν κλινούσας [ἢ καθέλκοντας] ἢ καθελκούσας·
ἀπὸ τοῦ ῥέπω τοῦ σημαίνοντος τὸ κλίνω ἢ ἐκτείνω.124 in vol. 1

alpha

125

Ἀμφισβητεῖν· τὸ ἀμφιλογεῖν· γίνεται ἐκ τοῦ βάζω πλεονασμῷ τοῦ ς. Ἐρεννίου Ἀμφισβήτησις ἀγνοίας διαφέρει· ἄγνοια μὲν γάρ ἐστι παντελῶς ἀνεπιστημοσύνη τοῦ προκειμένου, ἀμφισβήτησις δὲ ἡ ἑτέρου
5πρὸς ἕτερον ἀμφιβολία περὶ τοῦ προκειμένου πράγματος. Ἀμφισβητῶ· παρὰ τὸ ἀμφὶς βαίνειν, τουτέστι κεχωρισμένως, ὅπερ συμβαίνει τοῖς ἀμφισβητοῦσιν. Γεωργίου Ἀμφιτρίτη· ἡ θάλασσα· εἴρηται παρὰ τὸ ῥέειν εἴτε παρὰ τὸ τρεῖν· φόβον γὰρ ἐμποιεῖ τοῖς πλέουσι, ὥς φησι Δίδυμος 〈p. 338, 5
10Schmidt〉.125 in vol. 1

alpha

126

Γεωργίου γραμματικοῦ Ἀμφίων· διὰ τοῦ ι. δεῖ γινώσκειν, ὅτι ὄνομά ἐστι κύριον καὶ διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τῆς ἀμφί προθέσεως καὶ τῆς ἰών μετοχῆς ἀμφιΐων βαρυτόνως, καὶ Ἀμφίων κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν μακρόν.
5 Ἀμφορεύς· παρὰ τὸ ἑκατέρωθεν φέρεσθαι δύο ὦτα ἔχων. Ἀμφότερον 〈Γ 179〉· ἐπίρρημα μεσότητος ἀντὶ τοῦ ἀμφοτέρως· παράγεται δὲ ἐκ τοῦ οὐδετέρου ἀμφότερον τὸ ἀρσενικὸν ἀμφότερος καὶ ἀμφότεροι· τοῦτο δὲ παρὰ τὴν ἀμφί πρόθεσιν καὶ τὸ ἕτερον γίνεται ἀμφιέτερον, καὶ κατὰ ἐναλλαγὴν τοῦ ι καὶ ε εἰς ο ἀμφότερον.
10Εὐλογίου γραμματικοῦ Ἄμφω· ἔστιν εὐθείας τῶν δυϊκῶν καὶ ἔστι θεματικόν.
Θεοδόσιος γραμματικός 〈39, 10 Hilgard〉 „Ἄμφω δύο θεματικά“. θε‐126 in vol. 1

alpha

127

ματικὰ δὲ εἴρηνται, διότι οὐ γίνονται ἀπὸ ἑνικοῦ· τὸ γὰρ σημαινόμενον κωλύει. τὸ ἄμφω δὲ τοῦ δύο διαφέρει, ὅτι τὸ μὲν δύο καὶ διὰ τοῦ ο μικροῦ γράφεται καὶ διὰ τοῦ ω μεγάλου, τὸ δὲ ἄμφω διὰ τοῦ ω πάντοτε, καὶ ὅτι τὸ μὲν δύο μετὰ ἄρθρου συντάσσεται, τὸ δὲ ἄμφω
5ἄνευ τοῦ ἄρθρου. καὶ διὰ τί ἐστιν ἀσύναρθρον; Ἀμῶ· παρὰ τὸ ἅμα· ἀμᾶν γὰρ λέγεται τὸ ὑφ’ ἓν ἐπιλαμβάνειν, καὶ ἄμη τὸ ἐργαλεῖον πρὸς ἀντιδιαστολὴν τῆς δικέλλης καὶ τῶν ὀδόν‐ των· πλατεῖα γὰρ οὖσα ἅμα ἐφέλκεται [καὶ] τὴν γῆν καὶ οἱ θερίζοντες ἅμα ἐφέλκουσι τοὺς στάχυας· διὸ καὶ δράγματα αὐτὰ καλοῦσι. καὶ εἰς
10τὸ Ἀμῆσαι. Ἀμωλύς· εἰς τὸ Ἀμβλύς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἄμωμος 〈Ps. 14, 2〉· παρὰ τὸ μῶμος, ὃ σημαίνει τὸν ψόγον, καὶ μετὰ τοῦ στερητικοῦ α ἄμωμος. τὸ μω μέγα· τὰ μέσα δύο ἀμετα‐
βόλων καὶ τὰ ἑξῆς.127 in vol. 1

alpha

128

Ἀμωσγέπως· ἔστι ὄνομα ἀμός, ὅπερ ἰσοδυναμεῖ τῷ τὶς, ἐξ οὗ καὶ τὸ ἀμόθεν ἐπίρρημα, 〈α 10〉 „τῶν ἀμόθεν γε, θεά“, ἀντὶ τοῦ ἀπό τινος τούτων· ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν γίνεται ἐπίρρημα μεσότητος ἀμῶς, καὶ μετὰ τοῦ γέ συνδέσμου καὶ τοῦ πώς παραπληρω‐
5ματικοῦ γίνεται ἀμωσγέπως καὶ σημαίνει κατά τινα τρόπον. οἱ δέ φασιν ἀμηγέπη. Ἀμωσγέπως· ὅπως δήποτε, καθ’ ὅντινα οὖν τρόπον· ἔνιοι τὸ μετρίως· Πλάτων τὸ ἐκ παντὸς τρόπου· Ὅμηρος 〈α 10〉 „τῶν ἀμόθεν γε, θεά“, ἀπό τινος μέρους.
10 Ἀνά· ὅσα ὀνόματα ἔχουσι τὸ ἀνά, τὸ ἄνω δηλοῦσιν, ἢ τὸ πάλιν ἐκ δευτέρου γινόμενον. Ἀνά· ἀντὶ τοῦ πάλιν λαμβάνεται. Ἄνα· ἡ εὐθεῖα ἄναξ. σημαίνει γʹ· τὸν βασιλέα, ὡς τὸ 〈Α 7〉 „ἄναξ ἀνδρῶν“, καὶ τὸν θεόν, 〈Α 444〉 „ὄφρ’ ἱλα[σ]σόμε〈σ〉θα ἄνακτα“, καὶ
15καὶ τὸν οἰκοδεσπότην, 〈α 397〉 „αὐτὰρ ἐγὼ〈ν〉 οἴκοιο ἄναξ ἔσομαι“. καὶ ἡ κλητικὴ ὦ ἄνα ἀπέβαλε τὸ ξ ποιητικῶς, ὥσπερ τὸ 〈Γ 351〉 „Ζεῦ ἄνα“. Ἀναβακχεύειν· τὸ ἐν πελάγει χειμῶνος ὄντος στείλαντας τὰ ὀθόνια σαλεύειν. σημαίνει δὲ καὶ τὸ ἀναχωρεῖν οἷον ἀναχορεύειν,
20τροπῇ τῶν στοιχείων. συντάσσεται δὲ πτώσει αἰτιατικῇ. Ἀνάβασις· ἄνω βάσις· ἢ πάλιν βάσις. Ἀναβίωσις· ἄνωθεν βίος, ἤγουν ζωή· [ἢ διὰ τὸ ἄνω βάσις, ἤγουν
πάτησις] ἢ πάλιν βίωσις, ἤγουν ζωή.128 in vol. 1

alpha

129

Ἀνάβλησις 〈Β 380〉· ἀναβολὴ καὶ ὑπέρθεσις· ἐκ τοῦ ἀναβάλλω, τὸ ὑπερτίθεμαι καὶ βραδύνω, ὡς „μὴ ἀναβάλῃ, πάτερ“. γίνεται ἐκ τοῦ ἀναβάλλω ἀναβαλῶ, 〈ἀναβέβληκα, ἀναβέβλημαι, ἀναβέβλησαι καὶ〉 ἀνά‐ βλησις. ἡ δὲ ἀνά πρόθεσις ἐν τῇ συνθέσει δύο σημαίνει· τὴν ἄνω
5σχέσιν, ὡς ἀναδρομή ἄνοδος, καὶ τὴν εἰς τοὐπίσω ἀνάκαμψιν, ὡς τὸ ἀναβάλλομαι ἀνατρέχω ἀνάβλησις. Ἀναβῶ· διὰ τί περισπᾶται; πᾶς ἀόριστος ὑποτακτικὸς μονοσύλ‐ λαβος εἰς ω λήγων ἔχων τὴν μετοχὴν εἰς ς ὀξύτονον τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, οἷον βάς βῶ 〈καὶ〉 ἐὰν ἀναβῶ, δούς δῶ
10καὶ ἐὰν 〈ἀνα〉δῶ καὶ 〈Paul. Ep. ad Corinth. I 13, 3〉 „ἐὰν παραδῶ τὸ σῶμα μοῦ“· εἰ δὲ μὴ ἔχει τὴν μετοχὴν εἰς ς ὀξύτονον, ἐν τῇ συνθέσει τὸν τόνον ἀναπέμπει, οἷον σχῶ κατάσχω καὶ πρόσχω καὶ ἐπίσπω 〈Β 359〉 „θάνατον καὶ πότμον ἐπίσπῃ“. Ἀναγ〈κ〉αῖον· διὰ τὸ ἀνάγειν.
15 Ὠρίωνος Ἀνα[γ]καί[α]〈νωσισ〉· ἄνωθεν καίνωσις, ἢ πάλιν καίνωσις. Ἀναγκαία· ἡ ἄνωθεν καινοποιηθεῖσα, ἢ πάλιν καινοποιηθεῖσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀνάγκη 〈Ps. 24, 17〉· ἀγκάς ἀγκή καὶ ἀνάγκη, ἐπειδὴ τὸ ταῖς ἀγκάλαις κρατούμενον κατὰ δύναμιν ἀφυκτότερον κρατεῖται· ἢ παρὰ τὸ ἄκος, πρὸς ἣν ἄκος οὐκ ἔστιν εὑρεῖν.
20 Ἀνάγκη· ἡ θεός. παρὰ τὸ ἀνάσσω, [καὶ] τὸ κρατῶ, ἀνάγκη· πάν‐ των γὰρ ἐπικρατεῖ. ‖ εἰ δὲ ἦν ἀπὸ ῥήματος, ὠξύνετο ἄν, ὡς στενάχω
στεναχή. ‖ ἢ παρὰ τὸ ἀνάσσω ἀνάγκη, ἡ πάντων κρατοῦσα.129 in vol. 1

alpha

130

Ἀνάγνωσις· ἄνω γνῶσις, ἤγουν ἡ περὶ θεοῦ γινώσκουσα γνῶσις· ἢ πάλιν γνῶσις. Ἀναγραφή· ἄνωθεν γραφή, ἢ πάλιν γραφή. Ἀναδενδράς· ἡ ἄμπελος· ἡ πρὸς δένδρον ἀνερχομένη. δέν‐
5δρον δενδράς καὶ ἀναδενδράς. Ἀνάδοσις· ἄνω δόσις, ἢ πάλιν δόσις. Ἀνάθεμα· παρὰ τὸ ὥσπερ ἐν στήλῃ ἀνατίθεσθαι. Ἀναθηλήσει 〈Α 236〉· πρώτης συζυγίας τῶν περισπωμένων, μέλλοντος πρώτου. παρὰ τὸ 〈ἀναθηλῶ. τοῦτο παρὰ τὸ〉 θηλῶ [ἢ
10παρὰ τὸ θάλλω θαλῶ, θαλήσω, τροπῇ θηλήσω]. τοῦτο παρὰ τὸ θηλή. τοῦτο παρὰ τὸ θῶ, τὸ τρέφω. Ἀνάθημα ἀναθέματος διαφέρει· ἀνάθημα μὲν γάρ ἐστι, τὸ διὰ τοῦ η γραφόμενον, τὸ ἀνιερούμενόν τε καὶ ἀνατιθέμενον 〈ἐν〉 ἱερῷ τινι τόπῳ· ἀνάθεμα δέ, τὸ διὰ τοῦ ε ἐκφωνούμενον, τὸ ὕβρεως ἐχόμενον
15καὶ ἀναθεματισμοῦ. Ἀνὰ θυμόν 〈Β 36〉· ἀντὶ τοῦ κατά Ἀττικῶς· καὶ γὰρ οἱ Ἀττι‐ κοὶ τὴν ἀνά ἀντὶ τῆς κατά παραλαμβάνουσιν. Ἀναίδεια· ἐκ τοῦ ἀναιδής ἀρσενικοῦ εἰς θηλυκὸν μετῆλθεν διὰ
τοῦ εια ἀναίδεια.130 in vol. 1

alpha

131

Ἀναιδής· παρὰ τὴν αἰδώ καὶ κατὰ στέρησιν καὶ πλεονασμὸν τοῦ ν ἀναιδής, ὁ ἐστερημένος τῆς αἰδοῦς. τὸ δὲ αἰδώς παρὰ τὸ εἴδω, τὸ θεωρῶ, καὶ κατὰ στέρησιν ἀείδω, 〈τὸ οὐ θεωρῶ, καὶ ἀποβολῇ τοῦ ε καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν αι δίφθογγον αἰδώσ〉.
5 Ἀναίνετο· παρὰ τὸ ἀρνῶ, 〈ἐξ οὗ τὸ〉 ἀρνοῦμαι, ἀρναίνω, 〈καὶ ἐνδείᾳ τοῦ ρ ἀναίνω καὶ ἀναίνομαι〉· ἢ παρὰ τὸ ναί ἐπίρρημα ναίνω καὶ ἀναίνω· ἢ παρὰ τὸ αἰνῶ, τὸ ἐπαινῶ, 〈ἀναίνω〉, τουτέστι τὸ οὐκ ἐπαινῶ, μετὰ τοῦ στερητικοῦ α. καὶ εἰς τὸ Ἀπηνήνατο. Ἀναιρῶ· εἰς τὸ Ἀρρίχων.
10 Ἀνακλᾷς †τάριον· ἀνακλῶν πίνεις. Ἀνάκρισις· εἰς τὸ Ἐρώτησις. Ἀναλίσκω· εἰς τὸ Ἅλις. Ἄναλκις 〈Β 201〉· ὄνομα σύνθετον. ἀλκή· τοῦτο ἐκ τοῦ ἀλκῶ, τὸ βοηθῶ, καὶ ἄλξω ὁ μέλλων, ὄνομα ῥηματικὸν ἄλξις καὶ ἐπὶ ἐπάλ‐
15ξεων πόλεων· ἐκ τοῦ οὖν ἀλκῶ ἀλκή, μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἄναλκις. κλίνεται ἀνάλκιδος. ὁ κανών· τὰ εἰς ις βαρύτονα ἀρσενικὰ εἴτε κύρια εἴτε προσηγορικὰ παρώνυμα μακρᾷ παραληγόμενα διὰ τοῦ δος κλίνονται· Ἀδώνιδος, Θεόγνιδος, ἀνάλκιδος,
νήϊδος.131 in vol. 1

alpha

132

Ἄναλτος· ὁ ἀηδής· ἀπὸ τῶν ὄψων τῶν μὴ ἐχόντων ἅλας 〈καὶ〉 ἀηδῶν ὄντων. Ἄναξ 〈Γ 267〉· παρὰ τὸ 〈τὴν〉 ἄνω τάξιν ἔχειν· ἢ παρὰ τὸ ἀναΐσσω, 〈ὁ〉 ἀναΐσσων κατὰ τὴν δύναμιν τοῦ κρατεῖν. διὰ τί βαρύ‐
5νεται; τὰ εἰς αξ λήγοντα ὑπὲρ μίαν συλλαβὴν βαρύνεσθαι θήλει, χωρὶς εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένα καὶ μίαν συλλαβὴν φυλάττοι τοῦ 〈ῥή‐ ματοσ〉· Φαίαξ θώραξ κόραξ. τὸ δὲ 〈δια〉σφάξ καὶ ἀποσφάξ ἀπὸ ῥήματος. Ἄναξ· παρὰ τὸ τὰ πάντα εἰς αὐτὸν ἀναφέρεσθαι· καὶ εἰς τὸ
Ἄνα καὶ Βασιλεύς.132 in vol. 1

alpha

133

Ἀναξυρίδας 〈Procop. De bell. 2, 21, 6〉· φιμινάλια βρακία, ἢ τὰ βαθέα καὶ βασιλικὰ ὑποδήματα· οἷον ἀνασυρίδας, παρὰ τὸ ἀνασύ‐ ρεσθαι τροπῇ τοῦ ς εἰς τὸ ξ. συντάσσεται δὲ τὸ σύρω πτώσει αἰτια‐ τικῇ καὶ δοτικῇ.
5 Ἀνάπαυσις· ἄνω παῦσις, ἢ πάλιν παῦσις. Ἀνάπηρος 〈Theophyl. Sim. Hist. 5, 5, 8〉· 〈ib.〉 „ἐς μέσον παράγεται ῥῖνα καὶ ὦτα ἀνάπηροσ“, σεσινωμένος καὶ ἠχρειωμένος· ἢ νοσώδης καὶ λυπηρός· καὶ ἀνάπηρος, ὁ γέρων ὁ ἐπιβλαβὴς καὶ μὴ ὑγιαίνων. παρὰ τὸ πήθω, ὃ σημαίνει τὸ πανθάνω, γίνεται πηρός, ὁ
10ἐμπαθὴς καὶ ἠχρειωμένος· μετὰ τοῦ στερητικοῦ α ἄπηρος, καὶ μεθ’ ἑτέρας στερήσεως ἀάπηρος, καὶ πλεονασμῷ τοῦ ν ἀνάπηρος, ὁ σεσινω‐ μένος· αἱ γὰρ δύο στερήσεις ποιοῦσιν ἓν ἐπιτατικόν. Φωτίου. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἀνάπλασις· παρὰ τὴν ἀνά πρόθεσιν καὶ τὸ πλάσσω, τὸ ποιῶ· ὁ μέλλων πλάσω. ὤφειλεν οὖν εἶναι διὰ τοῦ ξ ὁ μέλλων· εἰ
15δὲ διὰ δύο σς εἴη ὁ ἐνεστώς, ἀεὶ ὁ μέλλων διὰ τοῦ ξ, πλὴν τοῦ πλάσσω, τὸ ποιῶ, καὶ τὰ ἑξῆς. Ἀναρριχώμενοι 〈Agath. Hist. 4, 14〉· ἀναλαμβανόμενοι πρὸς ὕψος ἀντεχόμενοι ποσὶν ἢ χερσὶν ἐπὶ τοῖχον ἢ δένδρον· Ἀριστοφάνης Εἰρήνῃ 〈70〉 „πρὸς ταῦτ’ ἀνερριχᾶτ’ ἂν εἰς 〈τὸν〉 οὐρανόν“· ἀπὸ με‐
20ταφορᾶς τῶν ἀραχνῶν, οἵτινες τὰ οἰκεῖα νήματα κατέχοντες ἄνω
φέρονται.133 in vol. 1

alpha

134

Φωτίου Ἄναρχος· ὁ μὴ παρά τινος ἡγεμονευόμενος ἢ ἀγόμενος, ἢ ὁ μήτε ἀρχὴν ἔχων μήτε τέλος. Ἀνασκολοπισθῆναι 〈Procop. De bell. 2, 11, 37〉· ἀνασταυρω‐ θῆναι· σκόλοπες γὰρ ξύλα ὀξέα. σκόλοψ οὖν παρὰ τὸ σκέ〈λ〉λω
5σκέλοψ καὶ σκόλοψ τροπῇ τοῦ ε εἰς ο. Ὠρίωνος Ἀνάστασις· ἄνω στάσις, ἢ πάλιν στάσις. Ἀνάστηθι· προπαροξύνεται. πᾶν προστακτικόν, εἰ μὲν εἴη μονο‐ σύλλαβον, ἐν τῇ συνθέσει παροξύνεται, οἷον ἕς ἄνες, ἕς ἄφες, σχές πρόσχες· εἰ δὲ δισύλλαβον, προπαροξύνεται, οἷον στῆθι ἀνάστηθι, βῆθι
10ἀνάβηθι καὶ κατάβηθι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀναστεύου 〈Ps. 10, 1〉· μετανάστης. λέγεται ὁ μέτοικος καὶ
φυγάς· παρὰ τὸ νάσσω, τὸ οἰκῶ, ἐξ οὗ τὸ 〈Hesiod. Op. 639〉 „νάσσατο134 in vol. 1

alpha

135

δ’ ἀγχ’ Ἑλικῶνοσ“, 〈νάστησ〉 καὶ μετὰ τῆς μετά προθέσεως μετα‐ νάστης. Ἀνὰ στρατόν 〈Α 10〉· ἡ ἀνά ἀντὶ τοῦ κατά νῦν. Ἀνασφῆλαι· ἀναρρωσθῆναι· σφῆλον γὰρ τὸ ἰσχυρόν. Στησίχορος
5〈fr. 82 Bergk4〉 „ἐρίσφηλον“ ἔφη τὸν Ἡρακλέα, ἴσον τῷ ἐρισθενῆ. Ὁμήρου Ἀνάσχεο· παρὰ τὸ σχῆμι ὁ μέλλων σχήσω, ὁ παρακείμενος ἔσχηκα, ὁ παθητικὸς ἔσχημαι, ἐσχέθην, ὁ μέσος ἀόριστος ἐσχέμην, τὸ δεύτερον ἔσχεσο καὶ ἐκβολῇ τοῦ ς ἔσχεο καὶ τὸ προστακτικὸν σχέο καὶ ἀνάσχεο.
10 Ἀνασχών 〈Γ 275〉· μετοχὴ ἀορίστου δευτέρου. τὸ ῥῆμα ἀνασχῶ, ὁ μέλλων ἀνασχήσω, ὁ ἀόριστος ἀνέσχησα, ὁ δεύτερος ἀνέσχον, ἡ μετοχὴ ἀνασχών ἀνασχόντος. ἔστι δὲ πρώτης συζυγίας τῶν περισπωμένων. Ἄναλτον 〈ρ 228〉· παρὰ τὸ μὴ ἅλις ἔχειν. Ἀνατολή· ἄνω ἐπιτολὴ τοῦ ἡλίου, ἢ πάλιν ἐπιτολὴ τοῦ ἡλίου.
15Ἄναυος· εἰς τὸ Ἄνεως.135 in vol. 1

alpha

136

Ἀναφορά· ἄνωθεν φορά, ἢ πάλιν φορά. Ἀναψυχήν· ἄνωθεν ψυχήν, ἢ πάλιν ψυχήν. ταῦτα καὶ τὰ ὅμοια διπλῶς νοητέον. Ἂν δὲ νάκην 〈ξ 530〉· ἐνταῦθα τὸ ἄν ἀντὶ τῆς ἀνά κατὰ
5συνέμπτωσιν· 〈ξ 530〉 „ἂν δὲ νάκην ἕλετο“. αἰτιατικῇ 〈δὲ συν‐ τάσσεται〉. Ἄνδηρα· παρὰ τὸ ἄνω εἶναι τῶν διερῶν. Ἐρεννίου Ἀνδραγαθία ἀνδρίας διαφέρει· ἀνδρία μὲν γάρ ἐστι δύναμις ἐπαινουμένη, ἀνδραγαθία δὲ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν.
10Ἀνδρακάς· ἐπίρρημα, καὶ σημαίνει κατὰ ἄνδρα.136 in vol. 1

alpha

137

Ἀνδράποδον· ἀπὸ τοῦ ἀποδεδόσθαι. ἢ παρὰ τὸ πέδη[ν]· τοῖς γὰρ αἰσχίστοις διὰ τὸ δραπετεύειν πέδας ἐπιβάλλουσι. Ἀνδράσιν· ἡ εὐθεῖα ἀνήρ ἀνέρος. καὶ ὤφειλεν ἡ δοτικὴ τῶν πληθυντικῶν ἀνέρσιν 〈εἶναι〉· ἀλλὰ διὰ τὴν εὐφωνίαν ὑπέρθεσις τοῦ
5ρ γίνεται καὶ τροπὴ τοῦ ε εἰς α, ὡς πατράσι καὶ θυγατράσιν. Γεωργίου Ἀνδρεία· ἀπὸ τοῦ ἀνδρεΐα κατὰ διάστασιν καὶ κατὰ κρᾶσιν ἀνδρεία καὶ ἀνδρεῖος. Ἀνδρειφόντης· ἀπὸ τοῦ 〈ἀνδροφόντησ〉 ἀνδρεφόντης, καὶ αὐτὸ κατὰ πλεονασμὸν τοῦ ι ἀνδρειφόντης.
10 Ἀνδρία ῥώμης διαφέρει· ἀνδρία μὲν γάρ ἐστιν ἰσχὺς ψυχῆς, ῥώμη δὲ σώματος· ὅθεν τὴν μὲν ἀνδρίαν ἐπὶ τῆς ψυχῆς τακτέον, τὴν
δὲ ῥώμην ἐπὶ τοῦ σώματος. καὶ εἰς τὸ Ἀνδραγαθία.137 in vol. 1

alpha

138

Ἀνδροκμήτῳ ἐπὶ τύμβῳ 〈Λ 371〉· ἀπὸ τοῦ καμεῖν, ὅ ἐστιν ἀποθανεῖν· ὑφ’ ᾧ ἀνὴρ κεκμηκὼς καὶ τετελευτηκὼς κεῖται. Ἀνέγναμψαν 〈ξ 348〉· 〈ib.〉 „αὐτὰρ ἐμοὶ δεσμὸν 〈μὲν〉 ἀνέ‐ γναμψαν“, ἀνέλυσαν· ὅταν γὰρ δεσμεύωσι, τὰ σχοινία κατακάμπτεται
5ταῖς συναφαῖς· ἀνακάμπτεται δὲ καὶ ἀνορθοῦται, ὅταν ἀναλύηται. γνάμψαι γὰρ τὸ κλάσαι· 〈δ 369〉 „γναμπτοῖς ἀγκίστροισι“, τοῖς ἐπικε‐ κλασμένοις· καὶ 〈Β 14〉 „ἐπέγνα〈μ〉ψε〈ν〉 γὰρ ἅπαντασ“. ἀναγνά〈μ〉ψαι οὖν ἐξαπλῶσαι καὶ τὸ τὰ δεδεμένα ἀναλῦσαι. Δίδυμος ἐν Ὑπομνή‐ ματι Ὀδυσσείας 〈p. 185, 6 Schmidt〉.
10 Ἀνέδεστον· εἰς τὸ [Σ]κεδάζω. Ἀνέδην· εἰς τὸ Παραβλήδην. Ἀνείκαστος· εἰς τὸ Εἰκάζω. Ἀνειμένος· „τῇ αὐτοῖς ἀνειμένῃ πρα〈γ〉ματείᾳ,“ ἀνατεθειμένῃ ἢ ἐξηπλωμένῃ. ἀπὸ τοῦ ἕω γίνεται παράγωγον ἕημι, τὸ παθητικὸν
15ἕεμαι, καὶ κράσει εἷμαι, ἡ μετοχὴ εἱμένος καὶ ἀνειμένος· ἢ ἀπὸ τοῦ ἕω τοῦ σημαίνοντος τὸ πέμπω ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς
εἷμαι, ἡ μετοχὴ εἱμένος καὶ ἀνειμένος.138 in vol. 1

alpha

139

Ἀνείμονος 〈γ 348〉· παρὰ τὸ εἷμα, τὸ ἱμάτιον, ἐν συνθέσει ἀνείμων. τὰ γὰρ ἀπὸ τῶν εἰς α ληγόντων οὐδετέρων δʹ συνθέσεις ἀναδέχονται· ἢ γὰρ φυλάττουσι τὸ αὐτὸ τέλος, ὁπότε καὶ τὸ αὐτὸ γένος, οἷον δῆμα διάδημα, γράμμα σύγγραμμα, τάγμα σύνταγμα· ἢ καὶ
5ἀπὸ γενικῆς γίνεται ἡ σύνθεσις φυλαττομένης τῆς εἰς ος καταλήξεως, οἷον γράμματος [καὶ] ἀγράμματος· ἢ τρέπουσα τὸ α εἰς τὴν εἰς ος κατάληξιν, οἷον σῶμα εὔσωμος· ἢ τρέπουσα τὸ α εἰς τὴν εἰς ων κατάληξιν, οἷον αἷμα ἀναίμων, εἷμα ἀνείμων. τὸ δὲ ἐρυσάρματος παρὰ γενικήν· γράμματος πολυγράμματος, ἅρματος ἐρυσάρματος· τὸ
10πληθυντικὸν ἐρυσάρματοι, μεταπλασμῷ 〈Π 370〉 „ἐρυσάρματεσ“. Ἀνεῖσθαι 〈Procop. De bellis 2, 41, 1〉· λελύσθαι· ἀπὸ τοῦ ἕω τοῦ σημαίνοντος τὸ πέμπω. τοῦτο 〈καὶ〉 περισπᾶται· καὶ γὰρ ἑῶ. ἐξ αὐτοῦ ῥῆμα εἰς μι ἕημ[α]ι, ὁ παθητικὸς ἐνεστὼς ἕεμαι καὶ κράσει εἷμαι, τὸ τρίτον εἷται, τὸ ἀπαρέμφατον εἷσθαι καὶ μετὰ τοῦ στερητικοῦ
15α καὶ πλεονασμῷ τοῦ ν ἀνεῖσθαι. συντάσσεται μετὰ δοτικῆς καὶ αἰτιατικῆς. Ἄνεμοι· ἄμενοί τινες ὄντες, καὶ κατὰ μετάθεσιν στοιχείου 〈ἄνε‐
μοι〉, ὡς ἂν 〈εἰ〉 οὐκ ἠρεμοῦντες οὐδὲ ἐν τῷ αὐτῷ μένοντες.139 in vol. 1

alpha

140

Ὠρίωνος Ἄνεμος· διὰ τὸ ἀναμένειν καὶ πάλιν φυσᾶν. Ἀνεμώλιος· ὁ μάταιος· ἐκ τῆς ἀνέμων ἀνεμώνιος καὶ τροπῇ ἀνεμώλιος. Ἀνεμῶναι· παρὰ τὸ ἀεὶ σαλεύεσθαι τὰ φύλλα ὑπὸ λεπτότητος
5καὶ οἷον ἀνεμιαῖά τινα εἶναι. Ἀνενδοιάστως· ἐκ τοῦ ἐνδοιάζω, τὸ ἀμφιβάλλω καὶ δοκῶ· γράφεται διὰ διφθόγγου πρὸς ἀντιδιαστολὴν τοῦ συνδυάζω, ὃ σημαίνει τὸ συναυλίζομαι· 〈Ps. 140, 4〉 „οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν“. τὸ δὲ ἐνδοιάζω, τὸ ἀμφιβάλλω, γίνεται παρὰ τὸ δοά〈σ〉σω
10ῥῆμα, ὃ σημαίνει τὸ ἀμφιβάλλω καὶ δοκῶ· 〈Ν 458〉 „δοάσσατο κέρδιον εἶναι“. ἀπὸ οὖν τοῦ δοάσσω ῥήματος κατὰ τροπὴν Δωρικὴν δοάζω, ὡς νίσσω νίζω, καὶ πλεονασμῷ τοῦ ι δοιάζω 〈καὶ ἐνδοιάζω καὶ〉 ἀνεν‐
δοιάστως, ἀντὶ τοῦ ἀδιστάκτως, ἀναμφιβόλως.140 in vol. 1

alpha

141

Ὠρίωνος Ἀνεξικακία· παρὰ τὸ ἀνέχεσθαι τῆς κακίας. Ἀνεπαφρόδιτος· ὁ μὴ ἐπιχαρὴς καὶ ἀηδής, ὡς ἐπαφρόδιτος ὁ ἐπιχαρὴς καὶ ἡδύς· ἀπὸ τοῦ Ἀφροδίτη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἄνες 〈Ps. 38, 14〉· παρὰ τὸ ἵημι, τὸ συγχωρῶ, ὁ μέλλων
5ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ εἵς ἕντος, τὸ προστακτικὸν ἕς καὶ μετὰ τῆς ἀνά προθέσεως ἄνες. Ἀνεσόβουν· σοβῶ ἐστι τὸ τρέχω· ἔνιοι 〈δέ〉, τὸ ἐκδιώκειν. τὸ οὖν ἀνεσόβουν ἀντὶ τοῦ ἀνέτρεχον πρὸς τυραννίδα ἢ κατὰ ἀπόστασιν. συντάσσεται μετὰ αἰτιατικῆς.
10 Ἀνέστη· εἰς τὸ Ἐξυπανέστη. Ἄνετος· παρὰ τὸ ἀνίημι ἀνίετος καὶ ἄνετος. Ἄνευ 〈Α 549〉· φασὶν ἀποχωρισμοῦ σημαντικόν. συντάσσεται δὲ ἀεὶ γενικῇ· 〈Ο 213〉 „αἴ κεν ἄνευ 〈ἐ〉μέθεν“. ἐπεκτείνεται εἰς θε καὶ εἰς θεν. οὐδὲν ἔχομεν ὅμοιον αὐτῷ ἐπίρρημα εἰς θεν λῆγον.
15αἱ εἰς ευ λέξεις βαρυνόμεναι 〈μὲν〉 ἄπτωτοί εἰσι, περισπώμεναι δὲ πτωτικαί εἰσιν· Ἀχιλεῦ, Πηλεῦ. Ἄνευ· ἐπίρρημα χωρισμοῦ.
Ἄνευθεν· εἰς τὸ Ἀπάνευθεν.141 in vol. 1

alpha

142

Ἀνεψιός· παρὰ τὸ ἀνῆφθαι εἰς συγγένειαν· ἢ παρὰ τὸ ἕπω ἕψω, ὁ ἄνωθεν ἑπόμενος. καὶ εἰς τὸ Φίλος καὶ Ἐξανεψιοί. Ἀνέῳγεν 〈Π 221〉· μέσου παρακειμένου καὶ συζυγίας δευτέρας τῶν βαρυτόνων. τὸ ῥῆμα ἀνοίγω, ὁ παρατατικὸς ἤνῳγον, ἐπεισόδῳ
5τοῦ ε ἠνέῳγον, συστολῇ τοῦ η εἰς α ἀνέῳγον, καὶ ὁ μέσος παρακεί‐ μενος ἀνέῳγα καὶ τὸ τρίτον ἀνέῳγεν. ἰστέον, ὅτι τὸ ῥῆμα τοῦτο, ὅτε μέν ἐστιν ἐνεργητικόν, 〈αἰτιατικῇ〉 συντάσσεται, ὅτε δὲ παθητικόν, εὐθείᾳ· 〈Ξ 168〉 „τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν“, „ἠνέῳκται ἡ θύρα“. Ἀνέῳγεν 〈Π 221〉· ῥῆμα ὁριστικὸν ἐνεργητικὸν μέσου παρακει‐
10μένου συζυγίας δευτέρας τῶν βαρυτόνων. ἀνοίγω ἤνῳγον, ἐπεισόδῳ τοῦ ε—. ἐγράφη. Ἄνεως 〈Β 323〉· τοῦτο σχηματίζεται διχῶς. ἢ γὰρ ἐκ τοῦ ἰά, ὃ σημαίνει τὴν φωνήν· τοῦτο δὲ παρὰ τὸ ἰέναι, τὸ πορεύεσθαι, ἡ πανταχοῦ πεμπομένη φωνή· μετὰ τοῦ στερητικοῦ α ἄνιος κατὰ πλεο‐
15νασμὸν τοῦ ν, ὡς αἷμα ἀναίμων. προπαροξύνεται, ἐπειδὴ τὰ εἰς α θηλυκὰ εἰς ος μεταπίπτοντα κατὰ τὴν σύνθεσιν προπαροξύνονται, οἷον σκιά ἄσκιος, ὥρα ἄωρος, πεῖρα ἄπειρος· οὕτως οὖν καὶ ἰά ἄνιος καὶ τὸ Ἀττικὸν ἄνεως, ὡς καὶ προείπομεν. ἢ παρὰ τὸ αὔω, τὸ φωνῶ, γίνεται ἄναυος, ὁ ἄφωνος, καὶ ἀποβολῇ τοῦ υ ἄναος. προπαροξύνεται
20δέ· κανὼν γάρ ἐστιν ὁ λέγων· ὅτε ἀπὸ ῥημάτων ἀποτελεῖται ὄνομα
σύνθετον εἰς ος λῆγον, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, οἷον μυκῶ142 in vol. 1

alpha

143

ἐρίμυκος, συλῶ ἀήσυλος, φυτῶ νεόφυτος. οὕτως οὖν αὔω ἄναυος καὶ ἄναος. μακρὸν τὸ α· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι παρεπόμενόν ἐστι τῇ ἐκ τοῦ α συνεστώσῃ διφθόγγῳ μετὰ τὴν ἀπόστασιν τοῦ ὑπο‐ τακτικοῦ φωνήεντος ἐκτείνει〈ν〉 τὸ α οὐχ ἑτέρου λόγου ἐπικρατοῦντος,
5οἷον κλαίω κλάω, οὐραῖον οὐράδιον. οὕτως οὖν αὔω ἄναυος καὶ ἄνα[υ]ος. Ἀνηβῶ· εἴρηται παρὰ τὴν ἥβην. 〈τὸ νη η〉· δείκνυσι δὲ οἱ Δωριεῖς ἄναβος λέγοντες τὴν διὰ τοῦ η ἐπισφραγίζοντες γραφήν. Εὐλογίου Ἀνῄειν· πόθεν ποιεῖς; ἐκ τοῦ εἴω, τὸ πορεύομαι, ὁ μέλλων
10εἴσω, ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶα, καὶ διαλύσει ἔϊα, καὶ τροπῇ τοῦ ε εἰς η ἤϊα, καὶ ὁ ὑπερσυντέλικος ᾔειν, τὸ δεύτερον ᾔεις. Ἄνηθον· διὰ τὸ ἄνω θεῖν [ἢ] διὰ τὴν ἐν τάχει αὔξησιν. καὶ εἰς τὸ Ἀνθοποιόν. Ἀνῆκεν 〈Β 71〉· ἡ φωνὴ ἀόριστος ἢ παρακείμενος ... οὐδέποτε
15δὲ παρακείμενος ἐνεργητικὸς ἀορίστῳ εἰς α λήγοντι συνέπεσεν, εἰ μὴ
οὗτος μόνος. ἐν πλεονασμῷ τοῦ ε ἕηκε καὶ Ἀττικῶς ἧκεν. καὶ143 in vol. 1

alpha

144

γίνεται ἕακα καὶ ἕωκα· γέγονε δὲ κατὰ μετροποιΐαν, ὡς τὸ παρῴχη‐ κεν παρῴχωκεν. τὸ δὲ θέμα τὸ σεσημειωμένον ἵημι. Ἀνήκεστον· ἀνίατον, ἀθεράπευτον· παρὰ τὸ ἀκῶ ἀκέσω, ἀκεστός καὶ ἀνήκεστος.
5 Ἀνηλίων 〈Jo. Damasc. Canon. iamb. 1, 40〉· ἔστι δῆλος, ὁ φανε‐ ρός, καὶ ἐκ τούτου γίνεται δήλιος, καὶ ἀποβολῇ τοῦ δ ἥλιος καὶ ἀνή‐ λιος, καὶ ἡ γενικὴ τῶν πληθυντικῶν ἀνηλίων. Ἀνήῃ 〈Β 34〉· ῥῆμα ὑποτακτικὸν τῶν εἰς μι ... ὥσπερ τὸ τύψει[αν]· 〈Β 276〉 „οὐ θήν μιν πάλιν αὖτις 〈ἀνήσει θυμὸς ἀγήνωρ〉“.
10 Ἀνήνοθεν 〈Λ 266〉· ἔστι μέσος παρακείμενος, ὡς δηλοῖ τὸ θ· οὐ γὰρ ὁ ἐνεργητικὸς παρακείμενός ποτε διὰ τοῦ θ ἐκφέρεται. ἔστιν οὖν θέω, καὶ ἐν συνθέσει ἀναθέω καὶ ἀνθέω, ὑπερβιβασμῷ τοῦ ε ἀνέθω, τούτου ὁ μέσος παρακείμενος ἤνοθα συνήθως τραπέντος τοῦ ε εἰς τὸ ο, καὶ Ἀττικῷ ἀναδιπλασιασμῷ ἀνήνοθα. ‖ ἢ ἐκ τοῦ θέω, τὸ τρέχω.
15 Ἀνὴρ ἀνθρώπου διαφέρει· ἀνὴρ μὲν γὰρ κυρίως λέγεται ὁ ἐπ’ ἀρετῇ τινι διαπρέπων, ἄνθρωπος δὲ ὁ ἐπὶ μηδενί τινι διαπρέπων. καὶ
εἰς τὸ Φίλος.144 in vol. 1

alpha

145

Ἀνήρ· παρὰ τὸ ἀνύειν αὐτὸν καὶ πράττειν· ἀνυστικώτερος γὰρ ὁ ἀνὴρ τῆς γυναικός. καὶ εἰς τὸ Μακάριος ἀνήρ εἰς τοὺς Ἐπιμερι‐ σμοὺς Γεωργίου. Ἀνηρείψαντο· ἀνήρπασαν. παρὰ τὴν ἔραν· ἀνηρέψαντο καὶ
5πλεονασμῷ τοῦ ι ἀνηρείψαντο.145 in vol. 1

alpha

146

Ἀνθερεών· παρὰ τὸ ἐκεῖ πρῶτον ἐξανθεῖν τὸ γένειον· ἢ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν. Ἀνθέρικος· παρὰ τὸ ἄνθος 〈ἀνθέριξ〉· σημαίνει δὲ τὸ ἄκρον τῶν ἀσταχύων.
5 Ἀνθήλη· παρὰ τὸ ἀνθῶ ἀνθήσω ἀνθήλη. Ἀνθίας· διὰ τὸ ὡς ἄνθος εἶναι, ἢ διὰ τὸ ἄνω θεωρεῖν πρὸς τὸ καταδιώκειν τοὺς ἰχθύας. Ἄνθινος· παρὰ τὸ ἄνθος. Χοιροβοσκοῦ Ἀνθοποιόν 〈Jo. Damasc. Canon. iamb. 1, 112〉· παρὰ τὸ
10ἄνθος καὶ τὸ ποιῶ. τὸ δὲ ἄνθος παρὰ τὸ ἄνω θεῖν, ὅ ἐστι τρέχειν· πᾶν γὰρ ἄνθος ἄνω τρέχει· ἐξ οὗ καὶ ἄνηθον, καὶ γράφεται διὰ
τοῦ η.146 in vol. 1

alpha

147

Ἄνθραξ· τὸ ἀπό τινος ὕλης μεταβληθὲν καὶ μεταποιηθὲν εἰς πυρὸς φύσιν. ἔχει δὲ ὁ ἄνθραξ φύσεις δύο, τὸ φωτιστικὸν καὶ τὸ καυστικόν, ὡς τὸ „ὕδωρ διφυᾶ ἄνθρακα δέχεται, ἤγουν φωτιστικὸν καὶ καυστικόν· φωτιστικὸν μὲν τῶν δικαίων, καυστικὸν δὲ τῶν ἁμαρ‐
5τωλῶν καὶ ἀνόμων“. διφυὴς δὲ ἄνθραξ λέγεται ὁ Χριστὸς κατὰ ἀναγωγήν. γίνεται παρὰ τὸ θέρω, τὸ θερμαίνω, θέραξ καὶ μετὰ τῆς ἀνά προθέσεως ἀναθέραξ, καὶ συγκοπῇ ἄνθραξ. Ἄνθρωπος· διὰ τὸ ἄνω 〈ἀ〉θρεῖν τὴν ὦπα ἤγουν ὁρᾶν· πάν‐ των γὰρ τῶν κτηνῶν κάτω βλεπόντων, μόνος ὁ ἄνθρωπος ἄνω βλέπει.
10ἢ διὰ τὸ ὀρθῶς περιπατεῖν. καὶ εἰς τὸ Ἀνήρ καὶ Ἐνανθρώπησις.147 in vol. 1

alpha

148

Ἀνία· παρὰ τὸ ἰέναι, τὸ πορεύεσθαι, μετὰ τοῦ στερητικοῦ α· ἐμποδιστικὴ γὰρ ἡ ἀνία τοῦ προκόπτειν. ἢ σημαίνει τὴν χαλεπωτά‐ την καὶ δυσίατον λύπην, καὶ γίνεται παρὰ τὸ ἰῶ, τὸ θεραπεύω, ἴα καὶ μετὰ τοῦ στερητικοῦ α ἀΐα· καὶ πολλάκις πέφυκεν πλεονάζειν τὸ
5ν ἐν ταῖς στερήσεσιν, οἷον ἀαιδής ἀναιδής, ἀαίμων ἀναίμων. γρά‐ φεται δὲ διὰ τοῦ ι· τὰ διὰ τοῦ νια θηλυκὰ ἔχοντα μακρὸν τὸ α μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ ι γράφεται, οἷον πενία γωνία ξενία. πρόσκειται „μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων“ διὰ τὸ ἑρμηνεύω ἑρμηνεία, 〈πορνεύω〉 πορνεία, 〈ἀλαζονεύω〉 ἀλαζο‐
10νεία. πρόσκειται „μακρὸν ἔχοντα τὸ α“ διὰ τὸ εὐμένεια δυσγένεια. μακρὸν τὸ ι· τὰ γὰρ διὰ τοῦ νια θηλυκὰ τῷ ι παραληγόμενα συστέλλει αὐτό, οἷον γωνία πενία ξενία· σεσημείωται τὸ ἀνία, ἐπειδὴ ἀπὸ τοῦ ἰῶ γέγονεν, τὸ θεραπεύω, ὅπερ ἔχει μακρὸν τὸ ι. Γεωργίου Ἀνία· παρὰ τὸ ἰῶ, τὸ σημαῖνον τὸ θεραπεύω· ἢ παρὰ τὸ
15ἄνω ἀνύω γέγονεν ἀνία, ἡ διανυστικὴ καὶ πρακτική. δεῖ γινώσκειν, ὅτι τὸ ἀνία διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὴν ἴασιν· καὶ ἐκτείνει τὸ ι· ἡ γὰρ ἴασις μακρὸν ἔχει τὸ ι. Ἀνία· παρὰ τὸ ἀνίατος καὶ δυσίατος 〈εἶναι〉. Ἀνιείς 〈Procop. De bell. 7, 32, 5〉· ἀφιείς, παρορμῶν. ἔστι δὲ
20μετοχὴ ἀπὸ τοῦ ἵημι, ὁ παρατατικὸς ἵην, ἡ μετοχὴ ἱείς ἱέντος, καὶ148 in vol. 1

alpha

149

μετὰ τῆς ἀνά προθέσεως ἀνιείς. συντάσσεται μετὰ αἰτιατικῆς. καὶ εἰς τὸ Τιμή. Ἀνιεῖσα· παρὰ τὸ ἀνίημι, ὃ σημαίνει τὸ ὑποχαλῶ καὶ ἀσθενῆ ποιῶ.
5 Ἀνιμῶ· ἐκ τῆς ἀνά προθέσεως καὶ τοῦ ἱμῶ, τὸ ἀναλέγω. τοῦτο ἐκ τοῦ ἱμάς, ὃ σημαίνει τὸν λῶρον· οἱ γὰρ ἀρχαῖοι πρὸς τὸ μὴ κατα[κε]κλᾶσθαι τὰ ἀγγεῖα αὐτῶν ἐκ δερμάτων ἐποίουν. ἐξ οὗ καὶ ἱμονιά, ὃ σημαίνει τὸ ἀντλητήριον. καὶ εἰς τὸ Ἱμάς. Ἄνιος· εἰς τὸ Ἀμφιαχυῖαν.
10 Ἀνιῶ· παρὰ 〈τὸ ἀνία. τοῦτο παρὰ〉 τὴν ἴασιν, ἡ ἄνευ τῆς ἰάσεως. Ἀνοεῖν τοῦ ἀγνοεῖν διαφέρει· ἀ[γ]νοεῖν μὲν γάρ ἐστι τὸ μηδ’ ὅλως αἰσθάνεσθαι, ἀ〈γ〉νοεῖν δὲ τὸ ἐπιλανθάνεσθαι. Ἀνόητος· εἰς τὸ Ἄφρων.
15 Ἄνοια 〈Ps. 21, 3〉· παρὰ τὸ νοῦς νοός νοία καὶ μετὰ τοῦ στερη‐ τικοῦ α ἄνοια. τὸ νοι δίφθογγον· τὰ παρὰ τὸ νοῦς καὶ ῥοῦς συγκεί‐ μενα διὰ τῆς οι διφθόγγου γράφεται, οἷον ἄνοια σύρροια καὶ τὰ ὅμοια.
Ἀνοσιουργία· ἀσέβεια, τὸ ἄνευ ὁσίου ἔργον.149 in vol. 1

alpha

150

Ἀνόστιμος 〈δ 182〉· παρὰ τὸ νόστος νόστιμος καὶ ἀνόστιμος. τὸ δὲ νόστος παρὰ τὸ νοστῶ νοστεῖς. Ἄνους· ὁ ... Ὁμήρου Ἄντην 〈Α 187〉· παρὰ τὸ ἀντῶ ἄντην, ὡς κρύβω κρύβδην
5καὶ μίγω μίγδην. Ἀντηνορίδης· ... τὸ ρι ι, ὡς τὸ Κρονίδης· τὸ τη η, ὡς τὸ Ἀγήνωρ.
Ἀντηρίς· ἀντηρίδος· ... παρὰ τὸ τέρεν, τὸ ἁπαλόν.150 in vol. 1

alpha

151

Ἀντιάσας· ἐκ τοῦ ἀντιάζω· τοῦτο ἐκ τοῦ ἀντιῶ. καὶ ἐκ τοῦ ἀντιῶ ἀντιάσας. Ἀντίβιον 〈Γ 20〉· ἐπίρρημα τοπικόν. τὸ ον μικρόν· τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα καὶ τὴν
5αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχει. γίνεται δὲ ἐκ τῆς ἀντί προθέσεως καὶ τοῦ βία, ὃ σημαίνει τὴν δύναμιν· σημαίνει δὲ ἡ ἀντί πρόθεσις τὴν ἐξ ἐναντίας σχέσιν. Ἀντιβολῶ· οἷον ἀντιμολῶ. Ἑρεννίου. Πτολεμαίου Ἄντικρυς καὶ ἀντικρύ διαφέρει· ἄντικρυς σημαίνει
10τὸ φανερῶς, ἀντικρὺ δὲ τὸ ἐξ ἐναντίας. παρὰ τὴν ἀντί καὶ τὸ κάρα ἀντικαρύ καὶ συγκοπῇ ἀντικρύ, τὸ ὡς ἂν εἴποι τις ἀντικέφαλα, ἐξ ἐναντίας. τοιοῦτον ἐν συγκοπῇ καὶ τὸ κρᾶναι, τὸ ἐπιτελέσαι διὰ τοῦ
νεύματος τῆς κεφαλῆς. τὸ κρυ μακρὸν φύσει. διὰ τί; τὰ εἰς υ λή‐151 in vol. 1

alpha

152

γοντα ἐπιρρήματα βραχὺ ἔχουσι τὸ υ, μεσσηγύ μεταξύ, χωρὶς τοῦ ἀν‐ τικρύ. καὶ ὤφειλεν εἶναι ἄντικρυ· ἀλλὰ τὰ εἰς ς λήγοντα ἐπιρρήματα, εἰ μὲν φυλάσσει τὸ αὐτὸ σημαινόμενον, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, οἷον οὕτως οὕτω, μέχρις μέχρι. ἐπεὶ οὖν τὸ ἄντικρυς οὐ τὸ αὐτὸ
5σημαινόμενον ἐφύλασσε, οὕτως οὐδὲ τὸν αὐτὸν τόνον ἀνεδέξατο· διὸ τὸ μὲν ὀξύνεται, τὸ δὲ προπαροξύνεται. Ἀντιλάβοιτό σου 〈Ps. 19, 3〉· ἐκ τοῦ λήβω, τὸ λαμβάνω, ὁ μέλλον λήψω, ὁ δεύτερος ἀόριστος ἔλαβον, 〈καὶ ὁ μέσος ἐλαβόμην, καὶ〉 τὸ εὐκτικὸν λαβοίμην, καὶ τὸ τρίτον λάβοιτο, 〈καὶ μετὰ τῆς
10ἀντί ἀντιλάβοιτο〉. Ὁμήρου Ἀντιμεγῆ μετέπτη· ... μαντικὴ οἰωνιστικῆς διαφέρει, ὅτι ἡ μὲν παρὰ τὴν τῶν ἀνθρώπων οἴησιν εἴρηται, ἡ δὲ παρὰ τὴν ἔνθεον μανίαν, μανική τις οὖσα, καὶ πλεονασμῷ τοῦ τ 〈μαντική〉. Ἀντίξουν 〈Agath. Hist. 2, 4〉· ἐναντίον ἢ ἁρμόζον. οἷον ἀν‐
15τισούμενον· ἡ γὰρ ἀντί πρόθεσις οὐ μόνον τὸ ἐναντίον σημαίνει, ὡς ἐν τῷ ἀντιστάτης, ἀλλὰ καὶ τὸ ἴσον, ὡς τὸ 〈Κ 112〉 „ἀντίθεόν 〈τ’〉 Αἴαντα“, ἀντὶ τοῦ ἰσόθεον· τροπῇ δὲ Ἀττικῇ τοῦ ς εἰς ξ· οἱ γὰρ Ἀττικοὶ τὸ σύμβολον ξύμβολον λέγουσιν. Ἀντίος 〈Β 185〉· τὸ τι ι· τὰ διὰ τοῦ ιος ὀνόματα πρὸ μιᾶς
20τὸν τόνον ἔχοντα 〈καὶ ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α, μεθ’ ὃ ἐπιφέρεται δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀνδρεῖος ἀχρεῖος ἀστεῖος Καδμεῖος· πλὴν τοῦ ἀντίος, ὃ μετὰ τῆς ἔν προθέσεως ἐναντίος. καὶ πῶς λέγομεν; ἐνάντιος ἢ ἐναντίος; ἐναντίος. πῶς; κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος ὑπὲρ δύο συλλαβὰς πρὸ
25μιᾶς τὸν τόνον ἔχοντα〉 ἀναπέμπει τὸν τόνον ἐν τῇ συνθέσει,152 in vol. 1

alpha

153

οἷον ποικίλος παμποίκιλος, ἀγκύλος μεσάγκυλος, αἰόλος παναίολος (τὸ γὰρ κορυθαιόλος οὐκ ἔχει ἐγκείμενον τὸ αἰόλος, ἀλλὰ τὸ αἰόλλω ῥῆμα, τὸ κινῶ), παρθένος ἀειπάρθενος, Ἀθηναῖος φιλαθήναιος, πλησίος παραπλήσιος· χωρὶς εἰ μὴ σύνθετα ὑπάρχοι ἕνεκα ἐνεργείας παροξυ‐
5νόμενα. πρόσκειται „χωρὶς εἰ μὴ σύνθετα ὑπάρχοι 〈ἕνεκα ἐνεργείας παροξυνόμενα〉“ διὰ τὸ βουκόλος ἱπποβουκόλος· τοῦτο γὰρ ἕνεκεν ἐνεργείας τὸν αὐτὸν τόνον ἐφύλαξεν ἐν τῇ συνθέσει, ὁ τοὺς ἵππους βόσκων. τὸ δὲ ἐναντίος παρέλκουσαν ἔχει τὴν ἔν πρόθεσιν· τὸ γὰρ ἀντίος 〈καὶ〉 ἐναντίος τὸ αὐτὸ σημαίνει, καὶ τούτου χάριν τοῦ ἁπλοῦ
10τὸν τόνον ἐφύλαξεν, ὡς σχεδὸν μὴ γενομένης συνθέσεως. καὶ εἰς τὸ Ἐναντίος. Ἀντιόχεια· κατὰ παρώνυμον παραγωγὴν γέγονεν ἀπὸ τῆς γενι‐ κῆς τοῦ ἀρσενικοῦ τοῦ Ἀντιόχου. Ἀντιόωσαν· ἐκ τοῦ ἀντιῶ δευτέρας συζυγίας τῶν περισπωμένων·
15καὶ ποιεῖ τὴν κρᾶσιν, καὶ οὕτως προσλαμβάνει τὸ ο, ἀντιάω ἀντιῶ ἀντιόω, βοάω βοῶ βοόω, γελάω γελῶ γελόω, ὁράω ὁρῶ ὁρόω. καὶ ἡ μετοχὴ ἀντιόων καὶ τὸ θηλυκὸν ἀντιόωσα[ν]. Ὁμήρου Ἀντιόωσαν 〈Α 31〉· παρὰ τὴν ἀντί πρόθεσιν γίνεται ἀντίος, καὶ ἐκ τούτου ἀντιῶ ἀντιᾷς, τὸ ὑπαντῶ. ἀντιῶ οὖν, καὶ ἡ μετοχὴ
20θηλυκὴ ἀντιῶσα, ὡς βιῶσα, καὶ πλεονασμῷ τοῦ ο ἀντιόωσα, ὡς γελόωσα
κυδιόωσα, ἡ γαυριῶσα. ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων.153 in vol. 1

alpha

154

καὶ ἔστιν ὁμώνυμος ἡ λέξις· ὅτε γὰρ δηλοῖ τὸ ἀντιλαμβανομένη, αἰτι‐ ατικῇ συντάσσεται· ὅτε δὲ τὸ ἀπαντῶσα, γενικῇ, οἷον 〈α 25〉 „ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.“ ὁ δὲ ποιητὴς πλεονασμῷ τοῦ ο. Ἀντισηκοῦντα· σημαίνει τὸ ἀντεξισάζοντα, καὶ γίνεται ἐκ τοῦ
5ἴσος ῥῆμα ἰσῶ, ὁ μέλλων ἰσώσω, ἴσωκα καὶ ἐξ αὐτοῦ ῥῆμα ἰσηκῶ καὶ ἀντισηκῶ. ἢ παρὰ τὸ σωκεῖν, ὃ σημαίνει τὸ ἰσχύειν, ἐξ οὗ σῶκος ὁ Ἑρμῆς, τουτέστιν ὁ ἰσχυρός· 〈Υ 72〉 „σῶκος ἐριούνιοσ“. Ἀντίστοιχον· ἐκ τοῦ στοῖχος. τὸ στοι δίφθογγον· ὅσα ῥήματα ἐν κινήσεσιν 〈εὑρίσκονται γεννῶντα τὸ ο, ταῦτα τὸ ε προειλήφασιν〉.
10ἔστι τὸ ῥῆμα στείχω καὶ στιχῶ δευτέρας συζυγίας τῶν περισπωμένων ἀπὸ τοῦ στίξ στιχός, καὶ ἀπὸ τοῦ στείχω στοῖχος καὶ ἀντίστοιχον.
Ἀντίχειρ· παρὰ τὸ ἴσον αὐτὸν δύνασθαι τῇ ὅλῃ χειρί.154 in vol. 1

alpha

155

Φωτίου Ἀντλῶ· παρὰ τὸ ἄντλον· τοῦτο ἐκ τοῦ ἀν〈α〉τλᾶν καὶ καρτε‐ ρεῖν ἐκεῖσε τὸ ὕδωρ τὸ διὰ τῶν ἐσφιγμένων πόρων εἰσερχόμενον. Ἄντρον· παρὰ τὸ ἄνω τετρῆσθαι, ἤγουν τετρυπῆσθαι. καὶ εἰς τὸ Μάνδρα.
5 Ἄντυγες· παρὰ τὸ ἀνωτάτω τετύχθαι. ὁμοίως καταῖτυξ. Ἀντῶ· εἰς τὸ Ποδάρκης. Ἀντώνιος· ἄνθος ὀνήσεως ἢ ἀντὶ ὠφελείας· ἀντὶ γὰρ ... ἀντὶ δὲ ... Παῦλος ὁ ἁπλούστατος. Ἀντωνυμία· ... ἀντὶ τοῦ καὶ οὗτος παρῆν. καὶ εἰς τὸ Οὗτος.
10 Ἀνύποιστος 〈Agath. Hist. 1, 4〉· ἀνυποφόρητος, ἀνυπομόνητος. ἀπὸ τοῦ οἴω τοῦ σημαίνοντος τὸ φέρω γίνεται οἰστός, καὶ μετὰ τῆς ὑπό προθέσεως ὕποιστος, καὶ 〈μετὰ〉 τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἀνύποιστος. Ἀνυστής· εἰς τὸ Ὑπόδρα. ὁμοίως καὶ ἀνύτης.
15 Ἀνύω 〈Β 347〉· παρὰ τὸ ἄνω, τὸ πράττω. τὸ δὲ ἄνω διφο‐ ρεῖται κατὰ τὸν χρόνον· ἔστι γὰρ παρὰ τῷ ποιητῇ καὶ μακρὸν καὶ βραχύ, μακρὸν μὲν οἷον 〈Κ 251〉 „μάλα γὰρ νὺξ ἄνεται“, βραχὺ δὲ ὡς ἐν τῷ 〈Σ 473〉 „ὅ〈π〉πως Ἥφαιστος γ’ ἐθέλοι καὶ ἔργον ἄνοιτο“. τὸ δὲ ἀνύω ἀεὶ ὁ ποιητὴς ἐν συστολῇ παραλαμβάνει. καὶ εἰς τὸ Μήνυμα
20καὶ Ὠκεανός.155 in vol. 1

alpha

156

Ἀνώγεον· ἐκ τοῦ ἄνω καὶ τοῦ γέα· τὸ ἄνω ὂν τῆς γῆς. Ἀνώγειον· παρὰ τὸ ἄνω ἐπίρρημα καὶ τὸ γέα ὄνομα γέγονε κατὰ κρᾶσιν ἀνώγε〈ι〉ον. Ὁμήρου Ἀνώγω 〈Β 280〉· τὸ νω μέγα. ἐκ τοῦ ἀνάγω· τοῦτο ἐκ
5τοῦ ἄναξ· ὁ μέλλων ἀνάξω, ὁ μέσος παρακείμενος ἀνῆγα, καὶ ὥσπερ ἐκ τοῦ πέπληγα μέσου παρακειμένου ἐγένετο πεπλήγω, οὕτως καὶ ἀπὸ τοῦ ἀνῆγα μέσου παρακειμένου γίνεται ῥῆμα ἀνήγω, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν γίνεται ἀνώγω· τοῖς γὰρ ἀνάσσουσι καὶ ἄρχουσι πέφυκε τὸ κελεύειν. ἔχει δὲ μέλλοντα· 〈Ο 295〉 „πληθὺν μὲν ποτὶ
10νῆας ἀνώξομεν ἀπονέεσθαι“. Ἀνωϊστί 〈δ 92〉· ἀπροσδοκήτως. παρὰ τὸ οἴω ὀΐω (ἐξ οὗ 〈ι 339〉 „ὀϊσάμενοσ“) ὀϊστί, καὶ ἐπεκτάσει τοῦ ο εἰς ω μετὰ τῆς ἀνά προθέσεως ἀνωϊστί.
Ἀξιέραστος· ὁ ἄξιος τοῦ ἐρᾶσθαι.156 in vol. 1

alpha

157

Ἄξιος. εἰς τὸ Ἰξίων. Ἄξυλον 〈Ζ 12〉· ὄνομα κύριον· παρὰ τὸν ἄξω μέλλοντα. τὰ διὰ τοῦ υλος τρισύλλαβα ποικίλα περὶ τὴν τάσιν εὑρίσκονται· δάκτυ‐ λος, Δερκύλος, καμπύλος, κρωβύλος.
5 Ἀοίδιμος· ὥσπερ παρὰ τὸ βουλή γίνεται βούλιμος, οὕτως καὶ ἀοίδιμος παρὰ τὸ ἀοιδή [ὡς τροφή τρόφιμος]. Ἀοίδιμος· ἀοιδῆς ἄξιος, ἤγουν ᾠδῆς. Ἀοιδός 〈γ 267〉· ὄνομα ἐπίθετον· παρὰ τὸ ἀείδω ἀοιδός. τὸ ἀείδω κατὰ συναλιφὴν γέγονεν ᾄδω· ὁμοίως καὶ τὸ ἀοιδός ᾠδός,
10καὶ τὸ ἀοιδή ᾠδή. ἀπὸ τοῦ ἀοιδός ἀοιδῶ ῥῆμα παρῆκται, εἶτα ὡς τὸ κνήθω κνηθιῶ, μείδω μειδιῶ, οὕτως καὶ ἀοιδῶ 〈ἀοιδιῶ, καὶ〉 κατὰ παραγωγὴν ἀοίδιμος. Ἄορ· τὸ ξίφος· παρὰ τὸ ἀείρω ἄορ. Ἄορες· εἰς τὸ Ὤρεσσι.
15Ἀόριστος· εἰς τὸ Ἐῴκει.157 in vol. 1

alpha

158

Ἀοσσητήρ· ὁ βοηθός, ὁ μὴ περιμένων ὄσσαν καὶ φήμην· ἔθος γὰρ τοῖς παλαιοῖς τοῦτο, 〈πυνθανομένοισ〉 μαντείας βοηθεῖν. Ἀπαινής· εἰς τὸ Ἀπηνής. Ἀπαιωρήσας· ἐκ τοῦ αἴρω, τὸ κουφίζω, [καὶ] πλεονασμῷ τοῦ
5ω αἰωρῶ αἰωρήσω [ὡς ἐπὶ τοῦ εἴωθα, ὅπερ ἐστὶν ἀπὸ τοῦ ἔθω, ἔσω, εἶκα, εἶθα, 〈πλεονασμῷ τοῦ ω εἴωθα〉, καὶ ... ἀφῆκα ἀφέηκα πλεο‐ νασμῷ τοῦ ε ...] ᾐώρακα καὶ ᾐώρηκα 〈καὶ μετὰ τῆς ἀπό προθέσεωσ〉
ἀπαιωρῶ, ἀπαιωρήσω, ὁ ἀόριστος ἀπῃώρησα καὶ ἡ μετοχὴ ἀπαιωρήσας.158 in vol. 1

alpha

159

Ἁπαλόν· ἐκ τοῦ ἁπαλός· τοῦτο ἐκ τοῦ ἁφή ἁφαλόν καὶ ἁπα‐ λόν, οἱονεὶ τὸ εὐαφὲς καὶ τρυφερόν. Ἁπαλός· παρὰ τὸ ἁφή· ὁ τῇ ἁφῇ εἴκων, ἁφαλός τις ὤν, ὡς ἐξαπίνης ἐξαίφνης.
5 Ὁμήρου Ἀπάνευθεν 〈Α 35〉· ἐπίρρημα τοπικόν· ἐκ τῆς ἀνά προθέσεως ἄνευ, ἄνευθεν καὶ ἀπάνευθεν, ὡς ἀπὸ τοῦ ἄτερ ἄτερθεν καὶ ἀπάτερ‐ θεν. σημαίνει δὲ τὸ χωρίς. Ἁπαξαπλῶς· εἰς τὸ Ὑπόδρα. Φίλωνος Ἐρεννίου Ἀπαράσκευον καὶ ἀπαρασκεύαστον διαφέρει· ὁ
10μὲν γὰρ δι’ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος ἂν λέγοιτο, ὁ δὲ δι’ ἑτέρου ἀπαρασκεύαστος· ὁ μὲν ἄρχων ὁ μονομάχον δοῦναι θέλων ἀπαράσκευος λέγεται, ὁ δὲ μονομάχος ἀπαρασκεύαστος. Ἀπαργμάτων· τῶν τελείων θυσιῶν· καὶ γίνεται παρὰ τὸ ἄρχω
ἀπάρχω ἄπαργμα.159 in vol. 1

alpha

160

Ἀπάτη· ἀάτη καὶ πλεονασμῷ τοῦ π ἀπάτη. Ἀπαυθαδιάζω· ἐκ τοῦ αὐθάδης γίνεται ῥῆμα αὐθαδίζω καὶ πλεονασμῷ τοῦ α 〈ἀπαυθαδιάζω〉. τὸ δὲ αὐθάδης ἐκ τοῦ ἅδω, τὸ ἀρέσκω,
καὶ τῆς αὐτός ἀντωνυμίας· ὁ ἑαυτῷ ἀρέσκων.160 in vol. 1

alpha

161

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀπέδου 〈Ps. 43, 13〉· ἔστι δίδωμι, ὁ μέλλων δώσω, ὁ δεύτε‐ ρος ἀόριστος ἔδων, ὁ μέσος [παθητικὸς] ἐδόμην, τὸ δεύτερον ἔδοσο καὶ ἔδου καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπέδου. Ἀπειθής· εἰς τὸ Δυσπειθής.
5 Ἀπειλή· παρὰ τὸ ἄποθεν εἶναι ἐλέους, 〈ἢ παρὰ τὸ ἀπείλλειν〉· ἀπείλλειν δέ ἐστι τὸ εἴργειν. Ἀπειλῶ· ἢ σημαίνει τὸ εὔχομαι, ἤγουν ὑπισχνοῦμαι, καὶ γίνεται παρὰ τὰς πέλλας, ὃ σημαίνει τὰς φιάλας, δι’ ὧν σπένδοντες εὔχονται· ἢ τὸ ἀπειλεῖν σημαίνει τὸ ὑπισχνεῖσθαι· καὶ γὰρ ἡ ἀπειλὴ ὑπόσχεσίς
10ἐστι κακοῦ. Ἀπειλημμένοι· συνειλημμένοι, συγκεκλειμένοι, κεκρατημένοι· ἀπὸ τοῦ λήβω, ὃ σημαίνει τὸ λαμβάνω, ὁ παθητικὸς παρακείμενος
λέλημμαι, καὶ Ἀττικῶς εἴλημμαι.161 in vol. 1

alpha

162

Ἄπειρος· ὅτε τὸν ἀμαθῆ σημαίνει, γίνεται ἀπὸ τοῦ πεῖρα ἄπει‐ ρος, οἱονεὶ ὁ ἐστερημένος τῆς πείρας· ὅτε δὲ τὸν μέγαν, ἀπὸ τοῦ πέρας γίνεται ἄπερος καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄπειρος, οἱονεὶ ὁ μὴ ἔχων πέρας.
5 Ἀπειρητός· ἀμαξιτός, ἀτραπιτός. Ἀπέκτατο· ἐκ τοῦ κτῶ, τὸ φονεύω, [καὶ] παράγωγον κτῆμι, ἔκταμαι, ἐκτάμην, ἔκτασο, ἔκτατο καὶ ἀπέκτατο. Ἀπέκτα· ἐφόνευσεν. Ἀπελάτης· κλέπτης· ἐκ τοῦ ἀπελαύνειν τὴν ἀγέλην.
10 Ἀπερρωγός· ἐκ τοῦ ῥήσσω, τὸ ῥηγνύω. Ἀπελεύθερος καὶ ἐξελεύθερος διαφέρει· ἀπελεύθερος μὲν γάρ ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος· ἐξελεύθερος δὲ ὁ γενόμενος διὰ χρέα προσήλυτος ἢ κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας. Ἀπεκτόνει· ἐκ 〈τοῦ〉 κτείνω.
15Ἀπεμυθεόμην 〈Ι 109〉· ἀπηγόρευον, ἐκώλυον ... μυθέω μυθῶ. Ἀπελεύθερος· εἰς τὸ Ἐξελεύθερος.
Ἀπέλεθρον· δύναμιν ἀμέτρητον.162 in vol. 1

alpha

163

Ἄπενος· εἰς τὸ Ἄφενος. Ἀπεοικότα· ἐκ τοῦ εἴκω, τὸ ὁμοιῶ. Ἀπερισπάστως· ἀφροντίστως. Ἀπερείσια 〈Α 13〉· ἐκ τοῦ πέρας ἄπερος, ἄπειρος, ἀπειρέσιος
5καὶ καθ’ ὑπερβιβασμὸν τοῦ ι ἀπερείσιος. Ἀπερύκειν 〈Agath. Hist. 2, 4〉· κωλύειν, κατέχειν, κρατεῖν. [ἐρύω ἐρύκω] ἀπὸ τοῦ ἔρα, ὃ σημαίνει τὴν γῆν, ἐράκω καὶ ἐρύκω κατὰ τροπὴν τοῦ α εἰς υ [ἢ παρὰ τὸ ἔργω, τὸ σημαῖνον τὸ κωλύω, ἐργύω καὶ ἐρύκω]· κυρίως γὰρ ἐρύκειν τὸ ἐν τῇ γῇ κατέχειν.
10 Ἀπεμόρξατο· ἀπὸ τοῦ ἀμέλγω ἀμέλξω, ἤμελξα, ἠμελξάμην, ἠμέλξατο, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ τοῦ λ εἰς ρ ἀπεμόρξατο. ση‐ μαίνει τὸ ἀπεδάκρυσεν. Ἀπεμόρξατο· ἀπενίψατο ἢ ἀπεδάκρυσεν. καὶ εἰς τὸ Ἀπω‐ μόρξατο.
15 Ἀπερείσια· ἐκ τοῦ πέρας· ὧν οὐκ ἔστι πέρας. Ἀπεστύπαζον 〈Archil. fr. 127 Bergk4〉· τύπτω, 〈τυπάζω〉, ἐτύ‐ παζον καὶ πλεονασμῷ τοῦ ς ἀπεστύπαζον. Ἀπέχθυεν· ἀπεχώριζεν. Ἄπεσαν· ἀπέβαλον. διὰ τί προπαροξύνεται; πᾶν ῥῆμα εἰς αν
20λῆγον χρόνῳ βραχεῖ παραληγόμενον ἁπλοῦν ἢ σύνθετον, ὅ ἐστι ῥῆμα 〈ὑπερ〉δισύλλαβον, προπαροξύνεται, εἰ μὴ Δωρικὸν εἴη· προπερισπᾶται δὲ μακρᾶς οὔσης 〈τῆς παραληγούσησ〉. ὅθεν τὸ μὲν ἄπεσαν τρίτην
ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, τὸ δὲ ἀπεῖσαν οὐκέτι.163 in vol. 1

alpha

164

Ἀπεσκοράκιζεν· ὕβριζεν, ἐξέρριπτεν, ἢ ἐχλεύαζεν, εἰς ἐρημίαν ἔπεμπεν. Ἀριστοτέλης 〈fr. 496 Rose3〉 φησὶ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐᾶν ζῶντας καὶ ἐπιλέγειν τῷ λοιμῷ· „φεῦγ’ ἐς κόρα‐
5κασ“. Ἀριστείδης 〈fr. 33 Müller FHG IV 327〉 δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσιν νεοττοποιεῖσθαι. λέγειν ἡμᾶς τὴν παροιμίαν „φεῦγ’ ἐς κόρακασ“. Ἀπέχθεια· ἐκ τοῦ ἀπεχθής. Ἀπετίννυον 〈Ps. 68, 5〉. ἐκ τοῦ τίω, τὸ ἀνταποδίδωμι, γίνεται
10κατὰ πλεονασμὸν τοῦ ν τίνω καὶ κατὰ παραγωγὴν τιννύω. Ἀποσκορακίζω· ἐκ τοῦ κόραξ κόρακος κορακίζω 〈καὶ σκορακίζω〉· σημαίνει δὲ τὸ καταλιμπάνω. ζήτει ἑτέραν ἱστορίαν περὶ τοῦ σκορα‐ κίζω ἐν τοῖς Ἐπιμερισμοῖς εἰς ψαλμὸν κϛʹ 〈p. 137, 3 Gaisford〉. Ἀπεχθής· τὸ ἀρσενικόν· καὶ τὸ θηλυκὸν ἡ ἀπεχθής. γέγονε δὲ
15παρὰ τὴν ἀπό πρόθεσιν καὶ τὸ ἔχθος· σημαίνει δὲ τὴν ἔχθραν. Ἀπέχω· εἰς τὸ Ἀπὸ ἧς. Αἴπη· εἰς τὸ Αἰπόλος. Ἀπηγόρευσεν· ἀπεῖπεν, παρεκελεύσατο. γίνεται δὲ ἐκ τῆς ἀπό προθέσεως καὶ τοῦ ἀγορεύω ἀπαγορεύω, ἐξ οὗ καὶ ὁ ἀόριστος ἀπη‐
20γόρευσεν. σημαίνει δὲ τὸ ἀπαγορεύω τὸ ἀπαναίνομαι, ὅ ἐστιν ἀρνοῦ‐
μαι· τοῦτο ἐκ τοῦ ναί ἐπιρρήματος, καὶ ἐξ αὐτοῦ ναίνω, καὶ μετὰ τοῦ164 in vol. 1

alpha

165

στερητικοῦ α ἀναίνω, τὸ ἀπαρνοῦμαι, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπαναίνω. καὶ εἰς τὸ Ἀπηνήνατο [ἐκ τούτου οὖν τὸ ἀπαγορεύω]. Ἀπηλγηκώς· ἀναισθητήσας· παρὰ τὸ περιφρονῆσαι τοῦ ἄλγους. Ἀπεκαίνυτο· καίνω, καινύω, καίνυμαι, ἐκαινύμην, ἐκαίνυτο.
5 Ἀπηλεγέως· ἐπίρρημα· σημαίνει τὸ ἀποτόμως. ἔστιν ἀλέγω, τὸ βοηθῶ· ἐκ τούτου γίνεται ἀλεγής καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπη‐ λεγής, καὶ τὸ ἐπίρρημα ἀπηλεγέως. ‖ ἢ παρὰ τὸ ἀλέγειν, ἤγουν ἀφρον‐ τιστεῖν. Ἀπηλιώτης· ὁ ἄνεμος· διὰ τὸ πνεῖν ἐκ τῆς ἡλίου ἀναφορᾶς,
10ἤγουν ἀνατολῆς. Ἀπηνήνατο· ἔστιν ἐπίρρημα συγκαταθέσεως ναί, καὶ ἐξ αὐτοῦ γίνεται ῥῆμα ναίνω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀναίνω, τὸ ἀπαρνοῦ‐ μαι, καὶ ὁ πρῶτος ἀόριστος ἐνεργητικὸς ἤνηνα, καὶ ὁ μέσος ἠνηνάμην, ἠνήνατο, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπηνήνατο.
15 Ἀπηλεγέως· ἀποτόμως, σκληρῶς, κεκριμένως, ἀπαγορευτικῶς, διαρρήδην. ἢ ἀπὸ τοῦ 〈ἀπο〉λέξαι, ὅ ἐστιν εἰπόντα παύσασθαι· ἢ ἀποληγομένως· φιλοσύντομος γὰρ ἡ δεινοπάθεια· οἱ γὰρ λύπην οὐ θέ‐ λοντες διαφυγεῖν τὰς χρηστὰς κόπτουσιν ἐλπίδας. Ἀπηλγηκότες· ἀποκαμόντες, ἀπελπίσαντες, [καὶ] ἀμεριμνήσαντες,
20ἢ ἀναισθήτως ἔχοντες. Ἀπηνής· ὁ σκληρός. αἰνῶ, καὶ μετὰ τῆς ἀπό ἀπαινῶ, καὶ ἐκ τούτου ἀπαινής καὶ ἀπηνής, ὁ ἄποθεν τοῦ αἰνεῖσθαι· καὶ ἐκ τοῦ ἐναν‐ τίου προσηνής, ὁ ὢν ἐγγὺς τοῦ αἰνεῖσθαι. ἢ ἀπὸ τοῦ αἶνος, ὃ σημαίνει
τὸν ἔπαινον, γίνεται αἰνής καὶ προσηνής, ὁ εὐπροσήγορος καὶ πρᾶος,165 in vol. 1

alpha

166

παρὰ τὸ ἐγγὺς εἶναι τοῦ αἰνεῖσθαι· οὕτως ἐκ τοῦ ἐναντίου παρὰ τὸ αἶνος, ὃ σημαίνει τὸν ἔπαινον, μετὰ τοῦ ἀπό τοῦ δηλοῦντος τὸ πόρρω γίνεται ἀπηνής, ὁ πόρρω ὢν τοῦ αἰνεῖσθαι. ἢ ὁ μὴ ἡνίαις εἴκων, οἱονεὶ ὁ σκληρός, ἀπὸ μεταφορᾶς τῶν ἵππων. ἔστι δὲ τριγενές.
5 Ἀπηνής· ὁ σκληρός, ὠμός. ἀπινὴς δὲ ὁ καθαρός. Ἀπηχθημένος· μεμισημένος· παρὰ τὸ ἔχθος, ὅ ἐστι μῖσος. καὶ εἰς τὸ Ἀπεχθής. Ἀπία 〈Γ 49〉· ἡ Πελοπόννησος καὶ τὸ δένδρον. τὸ πι ι. καὶ πόθεν γίνεται; ἀπὸ Ἄπιδος τοῦ Φορωνέως παιδός. ἢ παρὰ τὸ ἄπι[δ]ος,
10ὃ σημαίνει τὸ ἀπίδιον, ἡ ἐν καταξήροις τόποις ὑπάρχουσα· ἐκ τοῦ πίω γίνεται, ὃ σημαίνει τὸ πίνω, 〈ἐξ οὗ καὶ γίνεται〉 ἐκβολῇ τοῦ ν· ἐκ τούτου οὖν γίνεται ἄπιος καὶ τὸ θηλυκὸν Ἀπία, ἡ ἐν πολλοῖς ἔτεσι διψήσασα· [καὶ] Ὅμηρος 〈Δ 171〉 „πολυδίψιον Ἄργος ἱκοίμην“. ἡ γὰρ πόλις ἐστὶν ἡ Ἑλλάς, ἡ δὲ χώρα Ἀπία· ἥτις ὕστερον ἀπὸ τοῦ
15Πέλοπος καὶ τοῦ νῆσος ἐκλήθη Πελοπόννησος. οἱ δὲ ἀπὸ τοῦ ἐκεῖ πρῶτον πεφυτεῦσθαι ἀπίους. Ἄπιον· τὸ ἀπίδιον· παρὰ τὸ ἐν τῇ ξηρᾷ γῇ θάλλειν τὴν τοιαύ‐ την ὀπώραν. Ἄπιος· ἡ ὄχνη καλουμένη γενικῶς· ὅτι πρῶτον ἐν 〈Ἀπίᾳ, ἤγουν
20ἐν〉 Πελοπον〈ν〉ήσῳ, γέγονεν· 〈ἢ〉 παρὰ τὸ ἐν διψηροῖς τόποις φύεσθαι· ἢ διὰ τὴν πιότητα τοῦ χυλοῦ αὐτῆς. Ἀπία δὲ ἡ Πελοπόννησος. Ἀπίθησε 〈Α 220〉· [ὁ] ἀόριστος πρῶτος· ἔστι γὰρ τὸ θέμα αὐτοῦ πιθῶ πρώτης συζυγίας τῶν περισπωμένων καὶ γράφεται διὰ τοῦ ι, ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησα, ὅθεν καὶ τὸ 〈Cosm. Hieros.
25Canon. in Nat. 87 p. 167 Christ—Paranikas〉 „ἀπεγράφης πιθήσασ“
καὶ πάλιν ἀπιθῶ ῥῆμα—. τὰ λοιπὰ δῆλα.166 in vol. 1

alpha

167

Ἄπιος· ἡ ἥκιστα πίνουσα· ἥδεται γὰρ [ἐν τῇ] ξηρᾷ γῇ ἡ τοιαύτη ὀπώρα. ἔστι 〈δὲ〉 ὀπώρα οὕτω λεγομένη. Ἀπίθησεν 〈Β 166〉· [ἀπεσόβησεν] τὸ πι ι. οἱ μέν, ὅτι ἐκ τοῦ ἀπ〈ε〉ιθής ἐστιν, καὶ ἡ μὲν [ἐν τῇ] συνήθεια διὰ τῆς ει διφθόγγου
5γράφε[τα]ι, ὁ δὲ κανὼν διὰ τοῦ ι. ὁ δὲ Ἡρωδιανὸς 〈I 441, 10 Lentz〉 λέγει, ὅτι τὰ ἀπὸ βαρυτόνων μεταγόμενα εἰς περισπώμενα συστέλλει τὴν παραλήγουσαν, οἷον ἔστι τὸ φείδω, καὶ γινόμενον περισπώμενον γράφεται διὰ τοῦ ι φιδῶ καὶ 〈Ο 215〉 „〈πε〉φιδήσεται“· οὕτω δέ ἐστι 〈καὶ〉 τὸ ἀπιθῶ. διὰ τί περισπᾶται; τὰ εἰς θω [λήγοντα] ῥήματα
10ἔχοντα ὄνομα προϋποκείμενον περισπᾶται, οἷον μυθῶ. Ἁπλότης μωρίας διαφέρει· ἁπλότης γάρ ἐστιν φρόνησις ἀπηλ‐ λαγμένη πανουργίας, καὶ οἷον ἁπλῆ τις οὖσα καὶ μὴ μεμιγμένη δυστρο‐ πίᾳ· μωρία δὲ ἐρημία φρενῶν. Ἁπλοῦς· ὥσπερ ἀντὶ τοῦ μία γράφομεν α, οὕτω καὶ ἐκ τοῦ α
15γίνεται ἁπλοῦς· οὐχὶ δὲ κατὰ σύνθεσιν. ὁμοίως καὶ ἀπὸ τοῦ δίς διπλοῦς καὶ 〈ἀπὸ τοῦ τρίσ〉 τριπλοῦς. περισπᾶται· ὁμοίως καὶ τὰ θηλυκὰ αὐτῶν, οἷον διπλῆ τριπλῆ τετραπλῆ· οὐ γίνεται δὲ ἀπὸ συναιρέσεως, οἷον ἁπλόος ἁπλοῦς, ἐπειδὴ τὸ θηλυκὸν αὐτῶν ἁπλόα 〈διπλόα τριπλόα τετραπλόα〉 εἶχεν εἶναι. ἁπλοῦς ἁπαλός δασύνεται·
20ἡνίκα δὲ γένηται κατὰ τροπὴν ψιλοῦται. Ἁπλοῦς· παρὰ τὸ α, τὸ σημαῖνον τὸ ἕν, καὶ πέλω, τὸ ὑπάρχω, ἄπελος καὶ ἐν συγκοπῇ ἁπλοῦς, ὁ πέλων εἷς. Ἁπλοῦν· τὸ μὴ ἐκ πλειόνων ἔχον τὴν σύστασιν. Ἄπλητα· οἱονεὶ ἄπληστα, κατὰ διάλεκτον [λέγεται δὲ καὶ ἄπλετον]
25ἀποκοπῇ τοῦ ς. σημαίνει δὲ τὰ ἄμετρα καὶ πολλά. ἐπιτατικὸν τὸ α.
Ἄπληστος· ἐκ τοῦ πλῶ, τὸ πληρῶ· ἄπλετον, μέγα.167 in vol. 1

alpha

168

Ἀπληστία· διὰ τοῦ ι γράφεται· οὐ γὰρ εἴρηται ἀπληστεύομαι, ἵν’ ἐκ τούτου γράφοιτο διὰ τῆς ει διφθόγγου. ἀντὶ δὲ τοῦ παρὰ τοῖς ἰδιώταις λεγομένου ἀπληστεύομαι 〈ἀ〉πληστηριάζομαι εἴρηται παρὰ τοῖς ἀρχαίοις.
5 Ἀπὸ ἄρσεων 〈Ps. 80, 7〉· ἀπὸ βασταγμάτων. πόθεν ἄρσις; παρὰ τὸ αἴρω, τὸ βαστάζω, ὁ μέλλων ἀρῶ, ἦρκα, ἦρμαι, ἦρσαι καὶ ἄρσις, τὸ εἰς ὕψος βασταζόμενον. Ἀποβρίζω· τὸ ἀπὸ βορᾶς νυστάζω· παρὰ τὸ βορά[ν] καὶ τὸ ἵζω, τὸ κατανεύω.
10 Ἀποαίρεο 〈Α 275〉· αἱρῶ καὶ τὸ παθητικὸν αἱροῦμαι, ὁ παθη‐ τικὸς παρατατικὸς ᾑρούμην, τὸ δεύτερον ᾑροῦ, καὶ τὸ προστακτικὸν αἱροῦ, καὶ κατὰ διάλυσιν αἱρέο, καὶ ἐν συνθέσει ἀποαίρεο. Ἀποαιρεῖσθαι 〈Α 230〉· ἁρπάζειν, ὅ ἐστιν ἀφαιρεῖσθαι· κατὰ τὸ πλῆρες, τῆς ἀπό προθέσεως μὴ συγκοπείσης.
15 Ὁμήρου Ἀποαίρεο 〈Α 275〉· ἐνεστῶτος 〈καὶ〉 παρατατικοῦ· ἀπὸ τοῦ αἱρῶ, τὸ καταλαμβάνω, τὸ προστακτικὸν αἱροῦ, καὶ κατὰ διάλυσιν αἱρέο, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀποαίρεο. Ἀποβουκολῶ· σημαίνει τὸ ἀπατῶ καὶ πλανῶ. Ἀποβρίξαι· τὸ ἀπὸ βορᾶς νυστάξαι.
20 Ἀπόγονος· εἰς τὸ Ἔκγονος. Ἀπόκρισις· λεγομένη διὰ τὸ πάνυ ἀρέσκειν τοῖς ἀκροαταῖς. Ἀποδαρθεῖν· „μήτ’ ἄρτον αἱρεῖσθαι μήτ’ ἀποδαρθεῖν“, τουτέστι κοιμηθῆναι. ἔστι ῥῆμα δρήθω, ὁ δεύτερος ἀόριστος ἔδραθον, Ἀττικῶς
ἔδαρθον, τὸ ἀπαρέμφατον δαρθεῖν. κατὰ ἀντίφρασιν· δρῶ γὰρ τὸ168 in vol. 1

alpha

169

ἐνεργῶ, οὗ παράγωγον δρήθω· οἱ δὲ κοιμώμενοι οὐδὲν ἐνεργοῦσι. συντάσσεται δὲ τὸ δρῶ μετὰ δοτικῆς. Ἀπόδειξις· ἀπὸ τοῦ ἀπόδεξις, κατὰ Ἡρόδοτον 〈1, 1〉, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀπόδειξις.
5 Ἀποδημία ἐπιδημίας διαφέρει· ἀποδημία μὲν γάρ ἐστιν ἡ ἀφ’ ἑτέρου 〈τόπου〉 ἐφ’ ἕτερον ἔξοδος, ἐπιδημία δὲ ἡ εἰς τὸν αὐτὸν τόπον ἐπάνοδός τε καὶ ὑποστροφή, ᾗ ἐξῆλθέ τις. Ἀποδόκιμος· εἰς τὸ Ἀπόνοια. Ἀποδοῦναι· εἰς τὸ Δοῦναι.
10 Ἀπόδρομος· εἰς τὸ Γέρων. Ἀπόειπε 〈Γ 406〉· πᾶν προστακτικὸν δισύλλαβον βραχυκατάληκ‐ τον ἑνικὸν ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, οἷον ἐλθέ πρόελθε, βαῖνε πρόβαινε. Ὁμήρου Ἀπὸ ἧς 〈Β 292〉· οὐκ ἀναστρέφεται ἡ πρόθεσις, ἐπειδὴ ἡ
15ἀπό πρόθεσις συντασσομένη μετὰ γενικῆς τὸν οἰκεῖον τόνον φυλάσσει, ὡς ἐν τῷ 〈Β 162〉 „φίλης ἀπὸ πατρίδος 〈αἴησ〉“· καὶ δηλοῖ χωρισμόν, ὡς ἐπὶ τοῦ ἀπέχω, 〈τὸ〉 πόρρωθεν ἐμαυτὸν [καὶ] καθιστῶ, καὶ ἀπο‐
βάλλω καὶ ἀπορρίπτω καὶ τῶν ὁμοίων.169 in vol. 1

alpha

170

Ἀποθέσθαι· ... διὰ τί μὴ ἦν ἀπόθεσθαι; πᾶν ἀπαρέμφατον 〈συντιθέμενον〉 φυλάττει τὸν ἴδιον τόνον. Ἀπόθου· εἰς τὸ Προοῦ. Ὁμήρου Ἀποθύμια· ἀπὸ τοῦ θύω θυμός, ἀπόθυμος, ἀφ’ οὗ τὸ
5ἀποθύμια. Ὁμήρου Ἄποινα 〈Β 230〉· οἱ μέν, ἐκ τοῦ φόνος ἄφονος καὶ πλεο‐ νασμῷ τοῦ ι ἄφοινος 〈ἄποινος καὶ ἄποινα〉, ἄφοινά τινα ὄντα τὰ ὑπεξαιροῦντα τοῦ φονικοῦ· οἱ δέ, ἐκ τοῦ ποινή, ἡ τιμωρία, γίνεται ἄποινος, ἢ ἐκ τοῦ φονή, ὃ σημαίνει τὸν τόπον τῶν ἀναιρουμένων,
10〈Κ 521〉 „ἄνδρας 〈τ’〉 ἀ〈σ〉παίροντας ἐν ἀργαλέῃσι φονῇσι“. καὶ προ‐ παροξύνεται· τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν εἰς ος γινόμενα ἀρσενικὰ προπαροξύνεται, οἷον ὥρα ἄωρος, ποινή ἄποινος. τὸ δὲ ποινή ἐκ τοῦ φόνος γίνεται φονή καὶ πλεονασμῷ τοῦ ι καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν γίνεται ποινή, 〈ἐξ οὗ καὶ ἀνάποινον〉. τετρα‐
15χῶς γὰρ τὰ εἰς η θηλυκὰ 〈συντίθεται〉· ἢ γὰρ φυλάττουσι[ν] 〈τὸ αὐτὸ τέλος, ὡς τὸ μάχη Ἀνδρομάχη〉, ἢ προ〈σ〉λαμβάνουσι 〈τὸ ς, ὡς τὸ γυνή μισογύνησ〉, ἢ τρέπουσι[ν] 〈τὸ τέλος εἰς ος, ὡς τὸ φωνή ἄφωνος, κεφαλή ἐγκέφαλοσ〉, ἢ μεταποιοῦσιν εἰς ον οὐδέτερον, 〈ὡς τὸ πύλη Δίπυλον [καὶ τετράπυλον], ποινή ἀνάποινον〉· ‖ λέγεται δὲ
20〈ἐπιρ〉ρηματικῶς. [καὶ τὸ ἀποινῶ ἀποινᾷς δευτέρας συζυγίας τῶν
περισπωμένων, τουτέστι τὸ χρήματα εἰσπράττομαι.] τὸ δὲ φόνος παρὰ170 in vol. 1

alpha

171

τὸ φένω, τὸ ἀναιρῶ, ὡς λέγω λόγος· τὸ δὲ φένω παρὰ τὸ ἔνω, τὸ φονεύω, ἐξ οὗ καὶ Ἐνυάλιος καὶ Ἐνυώ, ἡ πολεμικὴ θεός· τὸ δὲ ἔνω παρὰ τὸ ἔω, τὸ τελειῶ. πλεονάζει δὲ τὸ ν πολλάκις ἐν ταῖς στερή‐ σεσιν, οἷον ἄξιος ἀνάξιος, αἰσχυντηρός ἀναίσχυντος, αἰδής ἀναιδής,
5ἀνδρός ἄνανδρος. καὶ εἰς τὸ Ποινή. Ὁμήρου Ἄπο καὶ κλισιάων 〈Β 208〉· [ἀναστρέφεται. καὶ πότε δεῖ ἀναστρέφεσθαι;] ὧδε ἀναστρέφεται. διὰ τί; ἐπειδὴ αἱ [ἀναστρεφόμεναι] προθέσεις, ὅτε μεταξὺ δύο κυρίων ἢ προσηγορικῶν εὑρεθῶσι συνδέσμου 〈συν〉παραλαμβανομένου μετὰ τὴν πρόθεσιν, ἀναστρέφονται, οἷον
10〈Β 208〉 „νεῶν ἄπο καὶ κλισιάων“, „Ἀγαμέμνονος πέρι καὶ Ἀχιλλέωσ“. καὶ ἐὰν μεταξὺ 〈πέσῃ〉 δύο ὀνομάτων ἡ πρόθεσις, τοῦ μὲν κυρίου ὄντος, τοῦ δὲ ἑτέρου προσηγορικοῦ ἢ ἐπιθετικοῦ, ἐν πᾶσι τούτοις ἀνα‐ στρέφειν δεῖ τὴν πρόθεσιν, οἷον 〈Ζ 124〉 „μάχῃ ἔνι κυδιανείρῃ“. Ἀποκαραδοκία〈ν〉· ἀντὶ τοῦ ἐλπίδα· παρὰ τὸ τοὺς ἀποσκο‐
15ποῦντάς τι καὶ ἐλπίζοντας τῇ κεφαλῇ τὸ ἦθος ὑποσημαίνειν. κάρα δὲ ἡ κεφαλή· δοκεῖν δὲ τὸ ἀποβλέπειν καὶ ἐλπίζειν. Ἐρεννίου Ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει· ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπ’ ἀδικήμασι τῆς οἰκίας ἐκβληθείς, ἐκποίητος δὲ ὁ δοθεὶς ἑτέρῳ. οὕτως Ἐρατοσθένης.
20Ἀποκναιόμενοι 〈Procop. De bell. 7, 29, 18〉· διαφθειρόμενοι,
ἀποκοπτόμενοι, ἀπο〈λ〉λυόμενοι, λυπούμενοι, ὀδυνώμενοι. ἔστι ῥῆμα171 in vol. 1

alpha

172

κτῶ, ὃ σημαίνει τὸ φονεύω, οὗ τὸ παράγωγον κταίνω, ἀποβολῇ τοῦ τ καίνω, καὶ μεταθέσει κναίω. τὸ δὲ κτῶ συντάσσεται μετὰ αἰτιατικῆς. Ἀποκναίεις· παρὰ τὸ κτῶ κταίνω, ὅθεν καὶ τὸ „ἀπέκτα“, καὶ 〈ἀπο‐ βολῇ τοῦ τ καίνω καὶ καθ’ ὑπέρθεσιν τοῦ ν κναίω καὶ ἀποκναίω καὶ〉
5ἀποκναίεις. Ἀπολαύσω· παρὰ τὸ λῶ, τὸ θέλω, οὗ τὸ παράγωγον 〈λαύω〉 λαύσω καὶ ἀπολαύσω. Ἄπολλον 〈Β 371〉· 〈κλητική〉· καὶ ἡ εὐθεῖα Ἀπόλλων, καὶ κλί‐ νεται Ἀπόλλωνος. ὁ κανών· τὰ εἰς λων ὀνόματα 〈βαρύτονα, εἴτε〉
10δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβάς, φυλάσσει τὸ ω ἐπὶ γενικῆς, οἷον Ἀσκά[λ]λων Ἀπόλλων Δόλων. καὶ ἔστι ἡ κλητικὴ Ἄπολλον καὶ ἀναβιβάζει τὸν τόνον. διὰ τί; τὰ εἰς ων σύνθετα ὑπὲρ δύο συλλαβάς, ὅταν εἰς ον εἴη ἡ κλητική, ἀναβιβάζει τὸν τόνον ἐπὶ τῆς κλητικῆς. [τί ἐστιν „ὅταν εἰς
ον εἴη ἡ κλητική“; συνεξακούεται τὸ εἰς ο μικρόν ... γράφουσι τὴν172 in vol. 1

alpha

173

κλητικήν ... πρόσκειται δὲ „ὅταν ἔχωσι τὴν κλητικὴν εἰς ον διὰ τοῦ ο μικροῦ“ διὰ τὸ ὦ χαλκοχίτων καὶ ὦ φιλοπλάτων· ταῦτα γὰ εἰς ων ἔχουσι τὴν κλητικήν, ἀλλὰ διὰ τοῦ ω μεγάλου, καὶ οὐκ ἀναβιβάζει τὸν τόνον ἐπὶ τῆς κλητικῆς.] τί ἐστι τὸ „ὅταν εἰς ον εἴη ἡ κλητική“;
5συνεξακούεται τὸ εἰς ο μικρόν, οἷον Ἀγάμεμνον ὀλβιόδαιμον κακό‐ δαιμον Αὐτόμεδον χαμαίλεον Ἄπολλον· ταῦτα γὰρ ἀναβιβάζουσι τὸν τόνον καὶ διὰ τοῦ ο μικροῦ γράφουσι τὴν κλητικήν ... πρόσκειται δὲ „ὅταν ἔχωσι τὴν κλητικὴν εἰς ον διὰ τοῦ ο μικροῦ“ διὰ τὸ ὦ χαλ‐ κοχίτων καὶ ὦ φιλοπλάτων· ταῦτα γὰρ εἰς ων ἔχουσι τὴν κλητικὴν
10καὶ τὰ ἑξῆς. πρόσκειται „ὑπὲρ δύο συλλαβάσ“ διὰ τὸ ἄκμων ὦ[ς] ἄκμον· τοῦτο γὰρ σύνθετόν ἐστι παρὰ τὸ α τὸ ἐπιτατικὸν καὶ τὸ καμών, ἀκάμων καὶ συγκοπῇ ἄκμων, ὁ πάνυ κάμνων. ἔχει οὖν τοῦτο διὰ τοῦ ο τὴν κλητικὴν καὶ οὐ προπαροξύνεται κατὰ τὴν κλητικήν, ἐπειδὴ δισύλλαβόν ἐστι. πρόσκειται „σύνθετα“ διὰ τὸ Ἱκετάων καὶ
15Μαχάων καὶ Ἀρετάων· ταῦτα γὰρ οὐ προπαροξύνονται κατὰ τὴν κλητικήν, ἀλλὰ προπερισπῶνται. ἔστι σύνθετον καὶ τὸ ὦ Λακεδαῖμον σεσημειωμένον (οὕτως γάρ φασι λέγεσθαι τὴν πόλιν, ἐπειδὴ πρῶτον οἱ θεοὶ ἐν αὐτῇ ἔλαχον καὶ ἐκληρώσαντο τὰς πόλεις, οἷον Λαχεδαίμων τις οὖσα, τροπῇ τοῦ δασέος εἰς ψιλόν) καὶ τὸ 〈ὦ〉 Παλαῖμον (παρὰ
20τὸ πάλη, ὃ σημαίνει τὴν παλαίστραν, καὶ τὸ αἵμων, ὃ σημαίνει τὸν ἔμπειρον, γίνεται παληαίμων καὶ συγκοπῇ Παλαίμων). θέλουσι δὲ καὶ τὸ Εὐδαίμων ὄνομα κύριον μὴ 〈προ〉παραξύνειν ἐν τῇ κλητικῇ, ἀλλὰ προπερισπᾶν πρὸς ἀντιδιαστολὴν τοῦ ἐπιθέτου· ἐκεῖνο γὰρ προπαρ‐ οξύνεται κατὰ τὴν κλητικὴν εὔδαιμον, ὡς κακόδαιμον καὶ ὀλβιόδαιμον
25ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν. ἔστι δὲ Ἀπόλλων, ὁ ἥλιος, παρὰ τὸ
ἀπο[λύειν ἢ] πάλλειν τὰς ἀκτῖνας· οἱ δέ, 〈ὅτι〉 λέγεται ὁ θεὸς παρὰ173 in vol. 1

alpha

174

τὸ ἀπολύειν τοὺς ἀνθρώπους τῶν κακῶν, ἰατρὸς γὰρ καὶ μάντις ἦν. ὁ κανών· τὰ εἰς λων ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ω κλίνεται, οἷον Ἀσκάλων Ἀσκάλωνος, Ἀπόλλων Ἀπόλλωνος. βαρύνεται· τὰ εἰς λων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνεσθαι θέλει, εἰ μὴ ᾖ περιεκτικά,
5Ἀσκάλων Ἀπόλλων. τὸ ἀμπελών καὶ 〈κα〉μηλών περιεκτικά. σεση‐ μείωται τὸ Βαβυλών καὶ τὸ μιμαλλών θηλυκόν, ὃ σημαίνει τὴν μαινάδα· οὕτω Καλλίμαχος 〈fr. 401 Schneider〉. Ἀπόλλων· παρὰ τὸ ἀπόθετα βάλλειν· ἢ παρὰ τὸ ἄποθεν βάλλειν τὴν ὀργήν· ἢ ἀπελαύνων καὶ ἀπολύων ἀφ’ ἡμῶν τὰς νόσους· ἢ παρὰ
10τὸ ἁπλοῦν καὶ λύειν τὸ συνεστὸς τῆς οὐσίας καὶ τὸ σκότος. καὶ εἰς τὸ Φίλος. Ἐρεννίου Ἀπολογεῖσθαι τοῦ ἀπολογίζεσθαι διαφέρει· ἀπολογί‐ ζεσθαι μὲν ῥητέον τὸ ἀποδιδόναι τὸν λόγον τῶν δαπανημάτων· καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι 〈καὶ λογισταί〉, οἱ ἀριθμητικοί. ἀπολογεῖσθαι
15δέ ἐστι τὸ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν. Ἀπόνασθαι 〈Procop. De bell. 1, 18, 18〉· ἀπολαῦσαι· ἀπὸ τοῦ ὀνῶ, τοῦ σημαίνοντος τὸ ἀπολαύω, γίνεται ῥῆμα εἰς μι ὄνημι, ὁ πα‐ θητικὸς ἐνεστὼς ὄναμαι, καὶ τὸ ἀπαρέμφατον ὄνασθαι, καὶ μετὰ τῆς
ἀπό προθέσεως ἀπόνασθαι. τὸ δὲ ὀνῶ σημαίνει δʹ· ὀνῶ, τὸ ὠφελῶ,174 in vol. 1

alpha

175

〈Ζ 260〉 „ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα“· ὠνῶ, τὸ ἀγοράζω, ἐξ οὗ καὶ τὸ 〈Lycophr. Alex. 338〉 „ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών“· ἀμφότερα πρώτης συζυγίας τῶν περισπωμένων· ὀνῶ, τὸ ἀπολαύω· ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων· 〈Λ 762 sq.〉
5„αὐτὰρ Ἀχι〈λ〉λεὺς Οἶος τῆς ἀρετῆς ἀπονήσεται“· καὶ ὀνῶ, τὸ μέμ‐ φομαι, ἐξ οὗ ὁ μέλλων ὀνόσω, ὡς τὸ 〈Δ 539〉 „ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών“. συντάσσεται δὲ τὸ μὲν ὀνῶ, τὸ μέμφομαι, πτώσει αἰτιατικῇ, τὸ δὲ ὀνῶ, τὸ ἀπολαύω, πτώσει γενικῇ, τὸ δὲ ἀγο‐ ράζω δοτικῇ καὶ αἰτιατικῇ, τὸ δὲ ὠφελῶ πτώσει αἰτιατικῇ.
10 Ἀπόνοια καὶ ἀπονοεῖσθαι· ἡ ἀπό πρόθεσις χωρισμὸν δηλοῖ· ἀπονοεῖσθαι οὖν οἷον ἀπόστασιν ἔχειν τοῦ νοῦ, ἀπόνοια δὲ ἡ χωρί‐ ζουσα τοῦ δέοντος· καὶ ἀποδόκιμος λέγεται ὁ κεχωρισμένος τῆς δεούσης δόξης. Ἀπόνοια· παρὰ τὸ ἀπόστασιν ἔχειν τοῦ νοός.
15Ἀποπλεῖν· εἰς τὸ Πλεῖν. Ἀποπνεῖν· εἰς τὸ Πνεῖν. Ἀπορία ἀφορίας διαφέρει· ἀπορία μὲν γὰρ κυρίως ἀργυρίου
σπάνις, ἀφορία δὲ ἔνδεια καρπῶν.175 in vol. 1

alpha

176

Ἀπορῶ· παρὰ τὸ ἄπορος· τοῦτο παρὰ τὸ πόρος, ὃ σημαίνει τὸν εὐδιάβατον τόπον. Ἄπορος· κυρίως ὁ ἀδιόδευτος· πόρος γὰρ ὁ περάσιμος τόπος, 〈Ξ 433〉 „ἀλλ’ ὅτε δὴ πόρον ἷξον“. καὶ ὁ μὴ χρήματα ἔχων, ἐξ οὗ
5γίνεται ἀπορία. Ἀποσκορακίζω· ἀπὸ τοῦ κόραξ κόρακος κορακίζω καὶ σκορα‐ κίζω· σημαίνει δὲ τὸ καταλιμπάνω. λέγουσι γάρ τινες, ὅτι ἐδόθη χρησμός τισι παρακαθημένοις πόλει τοῦ λαβεῖν αὐτήν, ἵνα ἐὰν ἴδωσι λευκοὺς κόρακας ἐν τῇ πόλει, ἣν ἔμελλον πορθῆσαι, μὴ πορθεῖν αὐτήν,
10ἀλλ’ οἴκοι ὑποστρέφειν. λαβόντες δὲ οἱ ἐν τῇ πόλει κόρακας τοῦτο πυθόμενοι, καὶ λευκάναντες αὐτοὺς μετὰ ἀσβέστου ἀπέλυσαν ἔξω τῶν τειχῶν· οὓς θεασάμενοι οἱ ἐναντίοι ἀπόρθητον αὐτὴν κατέλειψαν, καὶ εἰς τοὐπίσω πλανηθέντες ὑπέστρεψαν.
Ἀποτέλεσμα· εἰς τὸ Ἀποφορά.176 in vol. 1

alpha

177

Ὁμήρου Ἀπούρας 〈Α 356〉· αὐρῶ ἐστι, τὸ ἀπολαύω, πρώτης συζυ‐ γίας τῶν περισπωμένων, ὁ μέλλων ἐπαυρήσω, ὁ ἀόριστος ἐπηύρησα, συγκοπῇ ἐπηῦρα, 〈τροπῇ τῆς ἐπί εἰς τὴν ἀπό ἀπηῦρα, [καὶ τοῦ ο εἰς α ἀπαῦρα]〉 ἡ μετοχὴ ἀπαύρας καὶ τροπῇ τοῦ α εἰς ο ἀπούρας.
5καὶ τί μετέχει; τὴν ἀπόλαυσίν μου ἀφελόμενος κατέχει[ς]. Ἀπούρας· παρὰ τὸ ἐπαυρεῖν, ὅ ἐστιν ἀπολαύειν, τροπῇ τοῦ α εἰς ο. Ἀποφλαυρίζοντες 〈Menand. Protect. fr. 12 p. 32, 29 Dindorf〉·
ἐπιτωθάζοντες, ἐξευτελίζοντες, ἢ ὡς πονηρὸν ἀποστρεφόμενοι· ἀεὶ γὰρ177 in vol. 1

alpha

178

τὸ φλαῦρον ἐπὶ τοῦ πονηροῦ τάττεται. φαῦλον οὖν ἐστιν, ὑπερ‐ βιβασμῷ τοῦ λ καὶ πλεονασμῷ τοῦ ρ φλαῦρον. [ἐπὶ τοῦ πονηροῦ δὲ] τὸ 〈δὲ〉 φαῦλον δηλοῖ ποτὲ μὲν τὸ μέγα καὶ ἁδρὸν καὶ καλόν, ποτὲ δὲ καὶ τὸ μοχθηρὸν καὶ μικρόν, ‖ ἐνίοτε τὸ ἁπλοῦν· Λάκωνες, τὸ
5στερρὸν καὶ παχύ· ἔνιοι, φαῦλον τὸ ὁλοσχερές, παρὰ τὸ ... τὸ ω μέγα, παρὰ τὸ φάω, ὃ σημαίνει τὸ λάμπω· Ὅμηρος 〈ξ 502〉 „φάε δὲ χρυσόθρονος Ἠώσ“. Ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει· ἀποφορὰ μὲν γάρ ἐστι τὸ ὑπὸ τῶν ὑποτεταγμένων [δούλῳ] τελούμενον τοῖς δεσπόταις· τὸ δὲ
10ὑπὸ τῶν πολιτῶν δημοσίᾳ διδόμενον, ἀποτέλεσμα καὶ εἰσφορά. Ἀποφράδες· ... παρὰ τὸ φρῶ φράζω καὶ ὄνομα φράς φραδός, ὡς δέρκω δορκάς.
Ἀποφώλια· παρὰ τὸ φωλεά· οὕτως γὰρ ἐλέγοντο τὰ παιδευτήρια.178 in vol. 1

alpha

179

Ἀποχρώντως 〈Menand. Protect. fr. 11 p. 11, 1 Dindorf.〉· ἱκανῶς, ἀρκούντως. ἀπὸ τοῦ χρῶ συζυγίας δευτέρας τῶν περισπω‐ μένων· ἡ μετοχὴ χρῶν, ἡ εὐθεῖα τῶν πληθυντικῶν χρῶντες, ἡ γενικὴ χρώντων, καὶ τὸ ἐπίρρημα χρώντως, καὶ μετὰ τῆς ἀπό προθέσεως
5ἀποχρώντως. Ὁμήρου Ἀπριάτην 〈Α 99〉· [ἐπίρρημα μεσότητος] ἢ ἐπιρρηματικῶς δεῖ ἀκούειν, ἀπράτως καὶ ἀποίνως, τουτέστιν ἄνευ πράσεως· ἢ ὄνομα θηλυκὸν ἀπὸ τοῦ ὁ ἀπρίατος καὶ ἡ ἀπριάτη. πρίημι, τὸ πωλῶ· τοῦτο δὲ παρὰ τὸ πριῶ, ἐξ οὗ καὶ τὸ „πριῶ μοι“, φησὶν ὁ κωμῳδὸς 〈Eupol.
10fr. 1 Kock〉, „σελάχιον“. ἐκ τοῦ πριῶ πριάσω, πεπρίακα, πεπρίαμαι, πεπρίαται, πριατός καὶ ἀπρίατος· 〈τὸ θηλυκὸν ἡ ἀπρίατοσ〉, ὁμοφώνως τῷ ἀρσενικῷ· τὰ γὰρ εἰς ος σύνθετα κοινά εἰσι τῷ γένει. Ἰωάννου Λυδοῦ Ἀπρίλλιος· ἀπερίλιος, οἱονεὶ ὁ ἀνοικτικὸς τοῦ καιροῦ, ἤγουν τοῦ ἔαρος· οἱ δὲ παρ’ Αἰνείου οὕτως ὠνομασθῆναι πρὸς τιμὴν
15τῆς μητρὸς αὐτοῦ. Ἀπρίξ 〈Agath. Hist. 1, 7〉· ὅλῃ δυνάμει, ἰσχυρῶς, ἀσφαλῶς,
προσπεφυκότως, κατόχως. Κύπριοι δὲ γένος τι ἀκάνθης. γέγονε δὲ179 in vol. 1

alpha

180

ἀπὸ τοῦ πρίζω, οὗ ὁ μέλλων πρίξω κατὰ Δωριεῖς, ὡς ἁρπάζω ἁρπάξω, ἀποβολῇ τοῦ ω πρίξ καὶ μετὰ τοῦ στερητικοῦ α ἀπρίξ, τὸ ἰσχυρῶς κρατεῖν, ὥστε μὴ πρίζεσθαι οἷον ἀποσχίζεσθαι τοῦ κρατουμένου τὸ κρατοῦν. καὶ εἰς τὸ Ὑπόδρα.
5 Ἀπροσεξία· ῥᾳθυμία· παρὰ τὸ 〈μὴ〉 προσέχειν τινὰ ἑαυτῷ ἢ τοῖς πρακτέοις. Φωτίου Νικήτου Ἀπρόσιτον· παρὰ τὸ μὴ προσιέναι. ἔστι δὲ εἴω, τὸ πο‐ ρεύομαι· τοῦτο ἐν μὲν τοῖς ἑνικοῖς γράφεται διὰ διφθόγγου, ἐν δὲ τοῖς πληθυντικοῖς διὰ τοῦ ι. τὸ πρῶτον τῶν πληθυντικῶν ἴμεν, τὸ
10δεύτερον ἴτε καὶ ἐξ αὐτοῦ ἰτός, πρὸς ὅν τις εὐχερῶς πορεύεται, καὶ μετὰ τοῦ στερητικοῦ α [ἄϊτος] καὶ 〈τῆς πρός προθέσεωσ〉 ἀπρόσιτος, πρὸς ὅν τις πορευθῆναι οὐ δύναται. Ἀπροτίμαστος· εἰς τὸ Αὐτομάτως.
Ἀπτήν· παρὰ τὸ πέτω πτήν καὶ ἀπτήν.180 in vol. 1

alpha

181

Ἅπτω 〈Β 171〉· ῥῆμα, καὶ συντάσσεται μετὰ γενικῆς, ἐπειδὴ ἡ ἐκ τῶν αἰσθήσεων γινομένη ἐνέργεια μετὰ γενικῆς συντάσσεται· ἀκούω σου, γεύομαί σου· πλὴν τῆς ὁράσεως. καὶ εἰς τὸ Ἐφῆπται. Ἀπτώς· εἰς τὸ Προβλῆτι.
5Ἀπύλωτοι· οἱ πύλας ἐν τοῖς στόμασι μὴ ἔχοντες. Ἄπυρον· ἄνευ πυρός. Ἀπώλεια· ἐκ τοῦ ἀπόλλω ῥήματος. Ἀπώλετο· παρατατικὸς παθητικός· τὸ ῥῆμα ὄλω. Ἀπωμόρξατο 〈Β 269〉· ἀπομόργω ἐστὶν ὁ ἐνεστώς· τοῦτο ἐκ
10τοῦ ἀμέργω, τὸ ἐκπιάζω, μεταθέσει τοῦ ρ εἰς λ ἀμέλγω, καὶ ἀμολγός, ὁ ἐκπιάζων τὰ πρόβατα, ἐξ οὗ καὶ τὸ Ἱππημολγός, ὁ ἵππους ἀμέλγων. λοιπόν, ἔστι ἀμέργω, καὶ βαρύνεται, ἐπειδὴ τὰ εἰς γω λήγοντα ῥήματα, εἰ μὲν ἔχουσι πρὸ τοῦ γ σύμφωνον, βαρύνεται, οἷον ἀμέργω στέργω εἴργω, χωρὶς εἰ μὴ ἔχωσι ὄνομα προϋποκείμενον. 〈πρόσκειται „εἰ μὴ
15ἔχωσι ὄνομα προϋποκείμενον“ διὰ τὸ γεωργῶ· ἔχει γὰρ προϋποκεί‐ μενον〉 τὸ γεωργός. τὸ δὲ ἀμέργω οὐκ ἔχει προϋποκείμενον ὄνομα·
τὸ γὰρ ἀμόργη ἐκ τοῦ ῥήματος τοῦ ἀμέργω γέγονε. σημαίνει δὲ δύο,181 in vol. 1

alpha

182

τὴν ὑποστάθμην τοῦ ἐλαίου καὶ τὴν τρύγα τοῦ οἴνου· ἔστι δὲ 〈καὶ〉 εἶδος βοτάνης πορφυρᾶς, ἐξ οὗ ἀμόργινα ἱμάτια λέγονται τὰ πορφυρᾶ. λοιπόν, ἐκ τοῦ ἀμέργω κατὰ τροπὴν τοῦ α εἰς ο, ὡς ἀκριόεις ὀκριόεις καὶ ἄρχαμος ὄρχαμος, γίνεται ὀμόργω, ὀμόρξω, ὤμορξα, ὠμορξάμην
5καὶ ὠμόρξατο καὶ ἀπωμόρξατο. Ἀπώναντο· παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ, παράγωγον εἰς μι ὄνημι, τὸ παθητικὸν ὄναμαι, ὁ παρατατικὸς ὠνάμην, τὸ τρίτον τῶν πληθυν‐ τικῶν ὤναντο. Ἆρα καὶ ἄρα διαφέρει· ὁ μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος
10σύνδεσμος ἀπορη〈μα〉τικός ἐστιν, ὅτε διαποροῦντες λέγομεν „ἆρα τέλος ἕξει τὸ πρᾶγμα;“ ὁ δὲ κατὰ συστολήν, συλλογιστικός· „〈εἰ ἡμέρα ἐστί, φῶς ἐστι〉· ἀλλὰ μὴν ἡμέρα ἐστί, 〈φῶς ἄρα ἐστί〉“. „εἰ τοῦτο συμφέρει ποιεῖ〈ν〉, ποιητέον 〈ἐστί· ἀλλὰ μὴν συμφέρει, ποιητέον〉 ἡμῖν ἄρα ἐστίν“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἀρά· παρὰ τὸ αἴρειν ... κακῶς· λέγεται δὲ καὶ ἡ εὐχὴ καὶ
15ἡ κατάρα ἀμφότερα ἀπὸ τοῦ αἴρεσθαι τὰς χεῖρας ἐν τῷ εὔχεσθαι. καὶ
Ὅμηρος 〈Ο 371〉 „εὔχετο χεῖρ’ ὀρέγων“.182 in vol. 1

alpha

183

Ἀρά· σημαίνει δύο· τὴν εὐχήν, καὶ γίνεται παρὰ τὸ αἴρω, τὸ εἰς ὕψος ἐπαίρω· καὶ γὰρ οἱ εὐχόμενοι εἰώθασι τὰς χεῖρας εἰς ὕψος αἴρειν. εἰ δὲ σημαίνει τὴν κατάραν γίνεται παρὰ τὸ ἀρῶ, τὸ εὔχομαι, κατὰ ἀντίφρασιν. καὶ εἰς τὸ Ἀρνῶν καὶ Λυρικήν καὶ Μισθαρνίαν.
5Ἀρά· παρὰ τὸ αἴρειν εἰς οὐρανὸν τὰς χεῖρας. Ἄραβες· εἰς τὸ Ἐρε〈μ〉βοί. Ἄραβος· κτύπος· κυρίως ἡ ἐν ὄρει βοή, ὄραβος καὶ ἄραβος. Ἀράγανον· εἰς τὸ Ὄργανον. Ἀραρυίας 〈Γ 331〉· ἡ εὐθεῖα ἀραρυῖα. τὸ ρυι δίφθογγον, ὡς
10ἐν τῷ πεποιηκυῖα μεμ〈υ〉ηκυῖα. ἔστι τὸ ῥῆμα ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ μέσος παρακείμενος ἦρα, ὁ Ἀττικὸς ἄρηρα, ἡ μετοχὴ ἀρηρώς, καὶ τροπῇ Δωρικῇ τοῦ η εἰς α ἀραρώς ἀραρότος. τὸ ρο[ς] μικρόν. διὰ τί; αἱ εἰς ως ὀξύτονοι μετοχαί, εἰ μὴ κατὰ πάθος ὦσι, [καὶ] διὰ τοῦ ο κλίνονται. καὶ τὸ θηλυκὸν ἀραρυῖα. ἀρῶ οὖν,
15Αἰολικῶς ἄρσω, ἦρσα, ἡ μετοχὴ ἄρσας ἄρσαντος· 〈Α 136〉 „ἄρσαντες
κατὰ θυμόν“.183 in vol. 1

alpha

184

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἄρατε 〈Ps. 23, 7〉· παρὰ τὸ αἴρω, τὸ ἐπαίρω, ὁ μέλλων ἀρῶ, ὁ ἀόριστος ἦρα, καὶ τὸ προστακτικὸν ἆρον καὶ τὸ πληθυντικὸν ἄρατε. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀράχνη ἀράχνου διαφέρει· ἀράχνη μὲν γάρ ἐστι τὸ λεπτό‐
5τατον ὕφος τοῦ ζώου, τουτέστι τοῦ ἀράχνου· ἀράχνης δέ ἐστιν αὐτὸ τὸ ζῶον, ἀρσενικῶς ἐκφωνούμενον. Ὠρίωνος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀράχνη· παρὰ τὸ ἀναρριχᾶσθαι, ἤγουν ἀνατρέχειν· ἢ παρὰ τὴν ἀραίωσιν καὶ λεπτότητα. Ἀρβύλη 〈Procop. De bell. 3, 25, 7〉· εἶδος ὑποδήματος. παρὰ τὸ
10ἁρμόζειν τῷ ποδί· ἁρμόζω οὖν ἀρμύλη καὶ ἀρβύλη. τὸ ἁρμόζω συν‐ τάσσεται πτώσει δοτικῇ. Ἀργαλέην· ἄλγη ἐπάγουσαν. Ἀργαλέος 〈Π 109〉· παράγονται τὰ τοιαῦτα ὀνόματα ἀπὸ τριῶν μερῶν τοῦ λόγου· ἀπὸ ὀνόματος, 〈δεῖμα δειμαλέοσ〉· ἀπὸ ῥήματος,
15〈οἰδῶ οἰδαλέοσ〉· ἀπὸ ἐπιρρήματος, ῥίμφα ῥιμφαλέος. τὸ ἀργαλέος παρὰ τὸ ἄλγος μεταθέσει τοῦ λ εἰς ρ. ὁμοίως τὸ 〈ζ 133〉 „ὑδρηλοί“· ὑδρηροί γὰρ ἦν τὸ ἀνάλογον· ὑψηλός ὑψηρός, ὁ εἰς ὕψος ἠρμένος,
σιγηλός σιγηρός.184 in vol. 1

alpha

185

Ἄργεϊ 〈Α 30〉· ἀπό τινος Ἄργου ἐν Πελοποννήσῳ κατοικήσαντος. ἰστέον δέ, ὅτι αὗται αἱ δοτικαί, ἐὰν μὲν ἔχωσιν ἐπιφερόμενον σύμ‐ φωνον, διαιροῦνται, 〈Ε 1〉 „Διομήδεϊ Παλλὰς Ἀθήνη“· εἰ δὲ φωνῆεν, οὐ διαιροῦνται, οἷον 〈Ζ 126〉 „σῷ θάρσει ὅτ’ ἐμὸν δολιχόσκιον 〈ἔγχοσ〉“,
5ἐὰν μὴ κωλύῃ μέτρον, 〈Ε 71〉 „χαριζομένη πόσεϊ ᾧ“· τινὰ δὲ καὶ χωρὶς μέτρου παρήλλακται, οἷον 〈κ 519〉 „μετέπειτα δὲ ἡδέϊ οἴνῳ“. Ἀργειφόντῃ 〈Β 103〉· ἀργῷ καὶ καθαρῷ φόνου. Ἀργειφόντης· παρὰ τὸ ἐναργεῖς τὰς φαντασίας ποιεῖν, ὥς φασιν
Ἀλεξίων 〈fr. 4 Berndt〉 καὶ Ἀρχίας καὶ Ἀρίσταρχος· ἢ ἀριφόντης,185 in vol. 1

alpha

186

ὁ μεγάλως φανταζόμενος τοῖς ὀνείροις, ὡς Δίδυμος 〈p. 337, 2 Schmidt〉 καὶ Τρύφων 〈fr. 123 Velsen〉· ἢ παρὰ τὸ ἀργόν συγκείμενον, τὸ λευκόν, ἀργοφόντης τις ὤν. Ἀργεννῇσι 〈Γ 141〉· ὡς τὸ ᾗσι. τὸ θηλυκὸν ἀργε〈ν〉νή. πᾶν
5τοίνυν εἰς ος μετὰ συμφώνου—. τὸ ἀρσενικὸν ἀργε〈ν〉νός, γίνεται ἐκ τοῦ ἀργός, ὃ σημαίνει τὸν καθαρόν, ἀργεινός, ὡς ἔλεος ἐλεεινός. τὸ 〈γ〉ει δίφθογγον· τὰ μέντοι εἰς νος ὀξύτονα παρώνυμα 〈διὰ τῆς ει διφθόγγου γράφεται〉. καὶ ἔθος ἐστὶ 〈τῇ〉 τῶν Ῥηγίνων διαλέκτῳ τὸ ι τρέπειν εἰς ν· τὸ γὰρ σπείδω σπένδω λέγουσι καὶ τὸ ἔνδοι ἔνδον
10καὶ τὸ ἐρεβεινός, ὅπερ ἀπὸ τοῦ ἔρεβος, 〈ἐρεβεννόσ〉. οὕτως καὶ ἀπὸ186 in vol. 1

alpha

187

τοῦ ἀργεινός ἀργε〈ν〉νός. οἱ δὲ Σικελοὶ τὸ ἐναντίον· τὸ γὰρ σπένδω σπείδω λέγουσι καὶ τὸ οὐ μέντον οὐ μέντοι. Ἀργόν· εἰς τὸ Ἀργυρότοξε καὶ εἰς τὸ Καταργῶ. Ἄργος· ἐκ τοῦ ἀργός ἀρσενικῶς· καὶ εἰς τὸ Ἀργύριον.
5 Ἀργούς 〈Α 50〉· λευκούς. σημαίνει δὲ δύο· τὸν νωθρὸν καὶ δυσκίνητον, μᾶλλον δὲ ἀνενέργητον, παρὰ τὸ ἀεργός τις εἶναι· ἢ βο‐ ηθείας δεόμενον, παρὰ τὸ ἀρήγω, τὸ βοηθῶ. σημαίνει δὲ καὶ τὸν καθαρὸν καὶ λευκόν, ὡς ἐνταῦθα· γίνεται παρὰ τὸ ἀήρ ἀέρος ἀργός· διειδὴς γὰρ ὁ ἀὴρ καὶ διαφανὴς καὶ δίοσμος, ἅτε λεπτομερέστατος ὤν.
10Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀργύριον 〈Ps. 11, 7〉· ἐκ τοῦ ἄργυρος· τὸ δὲ ἄργυρος παρὰ
τὸ ἀργός, ὃ σημαίνει τὸ λευκόν.187 in vol. 1

alpha

188

Ἀργύρειος· τὸ μετουσιαστικὸν ἀπὸ τοῦ ἀργύρεός ἐστι προσθέσει τοῦ ι, ὡς τὸ ἄχρεος ἀχρεῖος καὶ χρεία παρὰ τὸ χρέα. Ἀργυρόηλον· ἐκ τοῦ ἀργυροῦς τοῦ κτητικοῦ καὶ τοῦ ἧλος. Ἀργυρότοξε 〈Α 37〉· ἐκ τοῦ ἀργόν, ὃ σημαίνει τὸ καθαρόν,
5καὶ τὸ τόξον, ἤγουν τὸ ὅπλον, τουτέστιν ὁ λαμπρὸν τόξον ἔχων. τὸ δὲ ἀργός σημαίνει τὸν λευκόν· [τοῦτ’ ἔστι παρὰ τὸ ἀγλαός] τοῦτο παρὰ τὸ αἴγλη αἰγλός, ἀποβολῇ τοῦ ι καὶ μεταθέσει ἀλγός καὶ τροπῇ τοῦ λ 〈εἰς ρ〉 ἀργός. ὅτε δὲ σημαίνει τὸν ταχύν, ἀπὸ τοῦ ἀρκῶ ἀρκός καὶ
τροπῇ τοῦ κ εἰς γ ἀργός· ὁ γὰρ ταχὺς ἐπαρκεῖ ἐν τῷ νικᾶν.188 in vol. 1

alpha

189

Γεωργίου τοῦ Χοιροβοσκοῦ. Φωτίου Ἄρδην· παρὰ τὸ αἴρω ἄρδην, ὡς φύρω φύρδην· ἢ ἀπὸ τοῦ αἴρω ἀρῶ ἄρην καὶ ἄρδην. τὸ δην η· τὰ εἰς ην ἐπιρρήματα διὰ τοῦ η γράφεται, οἷον χύδην μάτην ἄρδην, πλὴν τοῦ πρίν πάλιν [ἄντιν] καὶ κατόπιν.
5 Ἄρδω· εἰς τὸ Ἀλδαίνω. Ἀρέθας· ἐκ τοῦ ἔθειν τὴν ἀράν. Ἀρειή· σημαίνει δὲ τὴν ἐν πολέμῳ ἀπειλήν. παρὰ τὴν Ἄρεος γενικὴν ἀρεά, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀρειά, καὶ κατὰ τροπὴν
Ἰωνικὴν τοῦ α εἰς η ἀρειή, ὡς πεῖνα πείνη.189 in vol. 1

alpha

190

Ἄρειος· ἀπὸ τοῦ ἄρεος γέγονε τοῦ σημαίνοντος τὸν ἀνδρεῖον, καὶ κατὰ προσθέσει τοῦ ι ἄρειος. καὶ εἰς τὸ Ἀρήϊος. Ἀρειῶ· εἰς τὸ Τελείω. Ἀρείων· εἰς τὸ Ἀριστί〈ν〉δην.
5 Ἀρέσ〈κ〉ω· ὥσπερ ἀπὸ τοῦ ὀλῶ ὀλέσω ὀλέσκω καὶ τελῶ τελέσω 〈τελέσκω〉, οὕτως καὶ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ὁ μέλλων ἀρέσω καὶ πλεονασμῷ τοῦ κ ἀρέσκω. Ἀρετή· λέγεται παρὰ τὸ ἀρέσκειν τῇ ἀληθείᾳ τὸ γινόμενον· ἢ ἀρετή ἐκ τοῦ ἀρέσκεσθαι, ἡ ὑπὸ πάντων ἐπιθυμουμένη· ἢ ἐραστή τις
10οὖσα, ἧς πάντες ἐρῶσιν, ἡ ἐπέραστος κτῆσις. σημαίνει δὲ γʹ· τὴν κατὰ
τὸν πόλεμον ἀνδρίαν, ὡς τὸ 〈Ν 275〉 „οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε190 in vol. 1

alpha

191

χρὴ ταῦτα λέγεσθαι;“· ὁτὲ δὲ τὴν μεγάλην 〈ἰσχὺν〉 χωρὶς τῆς ἀνδρίας, 〈θ 237〉 „ἀλλ’ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν“· σημαίνει δὲ καὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ τὸν μόχθον, ὡς Ἡσίοδος μαρτυρεῖ λέγων 〈Op. 289〉 „τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν“.
5 Ἀρήγω· εἰς τὸ Ἀργούς καὶ Ἀρήξειν καὶ Ἄρης. Ἀρήϊος 〈Γ 339〉· ὄνομα ἀρσενικόν. ποίου εἴδους τῶν παραγώγων; 〈κτητικοῦ〉. ἄρειος τὸ ρει δίφθογγον. τὰ ἀπὸ τῶν εἰς ης, εἴτε πε‐ ριττοσυλλάβως κλινόμενα εἴτε ἰσοσυλλάβως, διὰ τοῦ ειος γινόμενα κτητικὰ διὰ τῆς ει διφθόγγου γράφεται, χωρὶς εἰ μὴ τρέπει τὸ τ εἰς ς,
10οἷον Ἀριστοφάνειος Αἰσχίνειος Ἰορδάνειος Δημοσθένειος Ἀριστοτέλειος Ἀσκληπιάδειος ἐπιτήδειος. πρόσκειται „χωρὶς εἰ μὴ τρέπει τὸ τ εἰς ς“ διὰ τὸ ἱκέτης ἱκέσιος, δεσπότης δεσπόσιος, συμπότης συμπόσιος, φιλήτης (ὁ κλέπτης) φιλήσιος. Ἄρης οὖν ἄρειος καὶ Ἰωνικῇ διαλύσει ἀρέϊος καὶ τροπῇ ἀρήϊος, ὡς Ὀδύσσειος 〈Callim. fr. an. 77 Schneider〉
15„Ὀδυσσέϊον μέγα δῶμα“. Ἀρηΐφιλος· ὄνομα· σχῆμα σύνθετον ἐκ δύο τελείων, ὡς Χειρί‐ σοφος δουρίκτητος δουρίκλειτος· οὕτως καὶ Ἄρηϊ κατὰ τοὺς ἀρχαίους
Ἴωνας Αἰολικῶς καὶ Δωρικῶς καὶ τὸ φίλος γίνεται ἀρηΐφιλος.191 in vol. 1

alpha

192

Ἀρήν· παρὰ τὸ εἰς ἀρὰν ἐπιτήδειον εἶναι. ἔστι δὲ ἀρήν ἀρῆνος καὶ ἐν συγκοπῇ ἀρνός. Ἀρήξειν 〈Α 77〉· βοηθήσειν, καὶ ἔστι κυρίως τὸ μετὰ εὐχῆς βοηθεῖν· ἀπὸ τοῦ ἀρῶ ἀράσω καὶ ἀρήσω [καὶ] ἀρήγω καὶ ἀρήξω, ἐξ
5οὗ καὶ ἀρηγών, ὁ βοηθῶν. Ἰωάννου Λυδοῦ Ἄρης· παρὰ τὴν ἀρήν, τουτέστι τὴν βλάβην. Ἄρης· θεός· παρὰ τὴν ἄρσιν καὶ ἀναίρεσιν· ἢ παρὰ τὸ ἀρήγειν, τὸ συλλαμβάνειν 〈εἰσ〉 τὴν κατὰ βίαν καὶ μάχην σύμπτωσιν. καὶ εἰς τὸ Ἀγρός καὶ Ἀριστί〈ν〉δην καὶ Ἄριστος καὶ Ἄρουρα καὶ Ἐπήρεια
10καὶ Μαραίνω καὶ Φίλος. Ὁμήρου Ἀρητῆρα 〈Α 11〉· Ἰωνικῶς τροπῇ τοῦ α εἰς η 〈ἀρατῆρα
ἀρητῆρα. παρὰ τὸ ἀρῶ ἀρᾷς ἀράσω〉 ἀρατήρ καὶ ἀρητήρ. τὸ δὲ ἀρῶ192 in vol. 1

alpha

193

παρὰ τὸ ἀρά [τὸ εὔχομαι, ἀράσω ἤρακα ἤραμαι ἤρασαι ἤραται ἠρατήρ ὑπερθέσει τοῦ α εἰς η καὶ τοῦ η εἰς α ἀρητήρ]. τοῦτο παρὰ τὸ αἴρω, τὸ κουφίζω, 〈διὰ〉 τὸ εἰς ὕψος αἴρειν τὰς χεῖρας. λέγεται 〈δὲ ἀρὰ〉 καὶ ἡ εὐχὴ καὶ ἡ κατάρα, ἴσως ἀπὸ τοῦ Ἄρεος βλαπτικοῦ ὄντος.
5Ἀρθρέμβολα· ὄργανα τιμωρητικά· παρὰ τὸ ἐξαρθροῦν τὸν ἐμ‐
βαλλόμενον.193 in vol. 1

alpha

194

Ἀρίδηλος· ὁ πάνυ φανερός· 〈παρὰ τὸ αρι ἐπιτατικὸν μόριον καὶ τὸ δῆλοσ〉· τοῦτο δὲ παρὰ τὸ δαλός, ὃ σημαίνει τὸν πεπυρακτω‐ μένον σίδηρον, καὶ ἀναδόσει τοῦ τόνου δάλος, καὶ τροπῇ τοῦ α εἰς η δῆλος, καὶ μετὰ τοῦ αρι ἀρίδηλος, καὶ πλεονασμῷ τοῦ ς ἀρίσδηλος·
5καὶ ἐπειδὴ τὸ ζ ἐκ τοῦ ς καὶ δ σύγκειται, τρέπεται τὸ ς καὶ δ εἰς ζ καὶ γίνεται ἀρίζηλος. Ἀρίζηλος 〈Β 318〉· σημαίνει τὸν δῆλον καὶ φανερόν, καὶ γίνεται ἐκ τῆς αρι ἐπιτάσεως· τοῦτο ἐκ τῆς περί προθέσεως· αὕτη γάρ, ἡνίκα παροξύνεται, τὸ περισσῶς σημαίνει, 〈Δ 257〉 „πέρι μέν σε τίω“· καὶ Δω‐
10ρικῷ ἔθει τρέπεται τὸ ε εἰς α καὶ ἀποβάλλεται τὸ κατ’ ἀρχὴν σύμ‐ φωνον, οἷον μέχρι ἄχρι. τουτέστι πέρι καὶ Δωρικῶς αρι, τὸ περισσῶς, καὶ τὸ δῆλος, ὃ σημαίνει τὸ〈ν〉 φανερόν. Ἀριθμῆσαι καὶ μετρῆσαι· τινὲς μὲν ταὐτὸ ἐνόμισαν, διαφέρουσι
δὲ ἀλλήλων. ὁ μὲν γὰρ ἀριθμὸς ἐπ’ ὀλίγου λαμβάνεται, ὡς ὅταν194 in vol. 1

alpha

195

λέγωμεν εἷς δύο τρεῖς. τὸ δὲ μετρῆσαι ἐπὶ πλήθους, οἷον ὡς ἐπὶ σίτου, ἐπὶ κριθῆς καὶ τῶν ὁμοίων· πλῆθος γὰρ ἐνταῦθα περιλαμβά‐ νοντες μετροῦμεν. Ἀριθμηθήμεναι 〈Β 124〉· ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων—.
5τὸ θ μετὰ τοῦ μ ἐν συλλήψει ἐστί· οὐδέποτε γὰρ συλλαβὴ εἰς δασὺ λήγει. γίνεται δὲ παρὰ τὸ ἀριθμῶ· τοῦτο παρὰ τὸ ἀριθμός, ἐξ οὗ καὶ τὸ ἐναρίθμιος. Ἀριθμητικά· εἰς τὸ Εἴκοσι καὶ Ἑβδομήκοντα. Ἀριθμός· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὡς τὸ 〈Α 136〉 „ἄρσαντες
10κατὰ θυμόν“, γίνεται ἀρμός, καὶ πλεονασμῷ τοῦ δ ἀρδμός, καὶ τροπῇ τοῦ δ εἰς θ 〈ἀρθμόσ〉 καὶ πλεονασμῷ τοῦ ι 〈ἀριθμόσ〉. οὕτως Ἡρω‐ διανός 〈II 232, 17 Lentz〉. ὁ δὲ Ἀπολλώνιος παρὰ τὸ ἁλίζω, τὸ συν‐ αθροίζω, ἀλισμός καὶ τροπῇ τοῦ ς εἰς θ καὶ τοῦ ἀμεταβόλου εἰς ἀμετά‐ βολον ἀριθμός, οἱονεὶ ἡ συνάθροισις τῶν μονάδων. ‖ ἢ παρὰ τὸ ἀρῶ,
15τὸ ἁρμόζω· ἁρμογὴ γὰρ μονάδων ὁ ἀριθμός. Ἀρηΐφιλος· εἰς τὸ Δ[ι]ίφιλος. Ἀριπρεπέα 〈Ζ 477〉· νῦν ἑνικόν. ἔστι δὲ καὶ οὐδέτερον πλη‐ θυντικὸν καὶ ἀρσενικόν· καὶ Ὅμηρος 〈Θ 555 sq.〉 „ἀμφὶ σελήνην Φαίνετ’ ἀριπρεπέα“, καὶ ἀρσενικὴ αἰτιατική 〈Ψ 452〉 „φράσσατο δ’ ἵππον
20ἀριπρεπέα“.195 in vol. 1

alpha

196

Ἀρισμός· εἰς τὸ Κεκορυθμένα. Ἀριστερός· παρὰ τὸ ἄριστος κατ’ εὐφημισμόν, ὡς εὐώνυμος. καὶ εἰς τὸ Εὐώνυμος. Ἀριστίνδην ἐκλελεγμένους 〈Procop. De bell. 6, 11, 2〉· κατὰ
5ἀριστείαν. ἀπὸ τοῦ 〈ἄριστος ὀνόματος ὑπερθετικοῦ· τοῦτο ἀπὸ τοῦ〉 ἀρείων συγκριτικοῦ. τὸ δὲ ἀρείων παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν πόλεμον· κυρίως γὰρ ἀρείων, ὁ ἐν τῷ πολέμῳ κρείττων. τὸ δὲ Ἄρης παρὰ τὸ ῥῶ, τὸ λέγω, ὁ μέλλων ῥήσω, ἐξ αὐτοῦ ῥῆς καὶ μετὰ τοῦ στερητικοῦ α Ἄρης· 〈Π 630〉 „ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’
10ἐνὶ βουλῇ“. τὸ δὲ ινδην ... συντάσσεται μετὰ δοτικῆς. Ὁμήρου Ἄριστος 〈Β 5〉· παρὰ τὸ ἀρείων· τοῦτο παρὰ τὸ Ἄρης, ὃ
σημαίνει τὸν πόλεμον, γίνεται συγκριτικὸν ἀρείων, ἄριστος. ἐξ οὗ196 in vol. 1

alpha

197

ἄριστος κυρίως ὁ ἐν πολέμῳ ἀνδραγαθῶν, καταχρηστικῶς δὲ ὁ ἐν οἱῳδήποτε πράγματι. τὸ δὲ Ἄρης παρὰ τὸ ῥῶ, τὸ λέγω, 〈ῥῆσ〉, καὶ μετὰ τοῦ στερητικοῦ α 〈Ἄρησ〉· ἐν γὰρ πολέμῳ οὐ λόγων, ἀλλ’ ἔργων χρεία.
5 Ἀρκάς· ἐκ τοῦ διαρκέσαι. Ἀρκεῖ· εἰς τὸ Ἀλκή καὶ Αὐτάρκης. Ἄρκιος 〈Β 393〉· ... τὰ διὰ τοῦ ιος ὀνόματα προπαροξύτονα παρ’ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα διὰ τοῦ ι γράφεται, οἷον ἅζω ἅγιος, ἅσω 〈ἅσιος καὶ〉 ὅσιος, ἁρμόζω ἁρμόδιος, ἵζω ἵζιος καὶ ἀρκῶ
10ἄρκιος· καὶ ψιλοῦται. σεσημείωται τὸ ἅρκυς· τοῦτο δὲ δασύνεται· τοῦ
γεννήσαντος γὰρ τὸ πνεῦμα ἐφύλαξεν, παρὰ τὸ εἵργω, τὸ κωλύω.197 in vol. 1

alpha

198

Ἄρκος· ὅτι ἀπὸ τῆς ἄρκτου ἐγένετο. ἢ διὰ τὸ αἴρειν κακῶς. Χοιροβοσκοῦ Ἅρκυον 〈Jo. Damasc. Canon. iamb. 1, 99〉· παρὰ τὸ ἁρπάζω ἅρπυον καὶ ἅρκυον· ἐπιτήδειον γὰρ πρὸς τὸ ἁρπάζειν. ἐγράφη εἰς τοὺς Ἐπιμερισμοὺς τῶν Κανόνων.
5 Ἅρκυς· εἶδος δικτύου ἐκ παχέος σχοίνου, ὃ ἱστᾶσι πρὸς θήραν λεόντων ἢ ἄρκτων ἢ ἐλάφων. καὶ δασύνεται· ἐκ τοῦ εἵργω, τὸ κωλύω,
τροπῇ τῆς διφθόγγου εἰς α [καὶ δασύνεται].198 in vol. 1

alpha

199

Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἀρκῶ· παρὰ τὸ ἅρκυς, ὃ σημαίνει τὸν βρόχον· ἢ παρὰ τὸ ἄλξ ἀλκός ἀλκῶ καὶ ἀρκῶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον. καὶ εἰς τὸ Ποδάρκης. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἅρμα 〈Ps. 19, 8〉· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω· σημαίνει δὲ
5τρία· παρ’ Ἕλλησι μὲν τὸ ζεῦγος τῶν βοῶν· παρὰ δὲ Ῥωμαίοις [τὴν καρούχαν] καὶ δόρυ καὶ ἀσπίδα καὶ θώρακα· σημαίνει δὲ καὶ ὄνομα πόλεως. Ἁρμαλιήν· τὴν τροφήν· παρὰ τὸ ἁρμόζειν καὶ ἰσχυροποιεῖν τὰ μέλη.
10Ἁρμάμαξα· ἡ πρὸς ἀνδρῶν καθέδραν κατεσκευασμένη ἅμαξα,
οἷον ἅρμα καὶ ἅμαξα· ἢ ἀνδράμαξά τις οὖσα, ἡ ἄνδρας ἄγουσα.199 in vol. 1

alpha

200

Ἀρμένιος· ἀπέργης, εἰ μὴ ἄρῃ, οὐ μένει, 〈τουτέστιν〉 οὐκ ἠρεμεῖ, εἰ μὴ φονεύσῃ· θὴρ γάρ ἐστι καὶ πρὸς αἷμα τρέχει, ἀδελφοκτόνος, νεοκτόνος, [ἀπέργων] ἀπαίρων ἐκ τῆς ἰδίας πατρίδος ζῇ μὴ ἠρεμῶν τῷ βίῳ· δόλος δὲ ὅρκῳ τῇ συμπλοκῇ τῶν λόγων.
5 Ἀρμένιος· ἀρά σε μένει. καὶ εἰς τὸ Ὅρμος. Ἄρμενον· τὸ ἐν τῷ ἀέρι αἰρόμενον· ἢ οἷον ἀειρόμενον, τὸ διηνεκῶς κουφιζόμενον. Ἰωάννου Λυδοῦ Ἀρμιλούστριον· παρὰ τὸ ἄρμα τὸ ἐπὶ τῶν ὅπλων. Ἁρμόζω· ἐκ τοῦ ἁρμός· τοῦτο παρὰ τὸ ἀρηρέναι καὶ συνηρ‐
10μόσθαι. δασύνεται· τὸ α λῆγον εἰς ρ ἐπιφερομένου τοῦ μ ἢ τοῦ π δασύνεται. τὸ μο μικρόν· τὰ διὰ τοῦ οζω ῥήματα διὰ τοῦ ο μικροῦ γράφεται, οἷον δεσπόζω ἁρμόζω, πλὴν τοῦ κρώζω πλῴζω σῴζω πα‐ τρώζω οἰμώζω. καὶ εἰς τὸ Ἀρβύλη. Ἀρνειοί καὶ ἄρνες διαφέρει· ἀρνειοὶ μὲν γὰρ οἱ τέλειοι, ἄρνες
15δὲ οἱ νέοι.200 in vol. 1

alpha

201

Ἀρνεῖσθαι· διὰ τὸ αἴρεσθαι τὰς χεῖρας ἐπὶ παραιτήσει. Ἀρνειός 〈Γ 197〉· τὸ νει δίφθογγον· τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα καὶ τὰ ἑξῆς. τὸ δὲ ἀρνός παρὰ τὸ ῥήν ῥηνός (τὸ ῥήν η πρὸς ἀντιδιαστολὴν τοῦ μέρους
5τοῦ σώματος· τοῦτο γὰρ δικατάληκτόν ἐστι καὶ διὰ τοῦ ι γράφεται) καὶ συστολῇ τοῦ η ῥανός, καὶ ἐν ὑπερβιβασμῷ ἀρνός. καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ κλίνεται ἀρνός ἀρνοῦ 〈ἀρνῷ〉 ἀρνόν καὶ ἄρνα κατὰ μεταπλασμόν, ἡ εὐθεῖα τῶν δυϊκῶν ἄρνε. ἢ ἐκ τοῦ ῥήν ῥηνός κατὰ τροπὴν τοῦ η εἰς α ῥανός 〈καὶ ἐν ὑπερβιβασμῷ ἀρνόσ〉,
10ἡ δοτικὴ ἀρνί, ἡ αἰτιατικὴ ἄρνα, ἡ εὐθεῖα τῶν δυϊκῶν ἄρνε. διαφέρει δὲ ἀρνειός καὶ ἀρνός, ὅτι τὸ μὲν ἀρνειός σημαίνει τὸν τέλειον, τὸ δὲ ἀρνός τὸν νέον· καὶ γὰρ ὁ ποιητὴς τὴν διαστολὴν φυλάττει, καὶ ἐπὶ μὲν τοῦ τελείου λέγει 〈ι 239〉 „ἀρνειούς τε τράγους τε“, ἐπὶ δὲ τῶν νεωστὶ γεγεννημένων 〈Δ 102〉 „ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν
15ἑκατόμβην“. Γεωργίου Ἀρνειός· ἐκ τοῦ ἀρά, ἡ εὐχή, ἀρήν ἀρῆνος, τουτέστι τὸ ἐπὶ
εὐχῆς 〈ἐπιτήδειον〉 πρόβατον, καὶ κατὰ συγκοπὴν ἀρνός, καὶ μετάγεται201 in vol. 1

alpha

202

αὕτη ἡ γενικὴ εἰς εὐθεῖαν, οἷον 〈ὁ〉 ἀρνός 〈τοῦ ἀρνοῦ〉, καὶ κατὰ πλεονασμὸν τῆς ει διφθόγγου ἀρνειός, ὥσπερ καὶ ἀδελφός ἀδελφειός. Γεωργίου Ἀρνειός· τὸ σημαῖνον τὸν ἀρνὸν ἀπὸ τοῦ ἀρνεός, καὶ κατὰ προσθήκην τοῦ ι ἀρνειός· ἢ ὥσπερ ἀπὸ τοῦ ἀδελφός ἀδελφειός, οὕτως
5καὶ ἀπὸ τοῦ ἀρνός ἀρνειός κατὰ προσθήκην τῆς ει διφθόγγου. καὶ εἰς τὸ Ἀρήν. Ἀρνίον· παρὰ τὸ ἀρῶ, τὸ εὔχομαι· τὸ εἰς εὐχὴν ἐπιτήδειον. Ἀρνός· παρὰ τὴν ἀράν, ὃ δηλοῖ τὴν εὐχήν, γίνεται ἀρήν ἀρῆνος καὶ ἐν συγκοπῇ ἀρνός.
10 Ἀρνῶν 〈Γ 273〉· ἐκ τοῦ ἀρνός· πρότερον γὰρ δι’ ἀρνῶν ἐποι‐ οῦντο τὰς θυσίας. καὶ κλίνεται ἀρνός ἀρνοῦ· ἡ εὐθεῖα τῶν πληθυν‐ τικῶν ἀρνοί, κατὰ μεταπλασμὸν ἄρνες. Ἀρνῶ· εἰς τὸ Μισθαρνία. Ἀρνῶν 〈Γ 273〉· ἡ εὐθεῖα ἄρνες. ἡ εὐθεῖα τῶν ἑνικῶν ῥήν, ὃ
15σημαίνει τὸ πρόβατον, ἐκ τοῦ ἀρά, ὃ σημαίνει τὴν εὐχήν· τὸ ὑπὲρ
εὐχῆς διδόμενον πρόβατον. καὶ ὁ ποιητής 〈Ι 154〉 „ἐν δ’ ἄνδρες202 in vol. 1

alpha

203

ναίουσι πολύρρηνεσ“. ἐκ τοῦ ἀρῶ, τὸ εὔχομαι, 〈ἀρά〉 ἀρήν καὶ ἀφαιρέσει τοῦ α ῥήν· οἱ γὰρ παλαιοὶ δι’ ἀρνῶν τὰς θυσίας ἐποίουν· ἡ γενικὴ ῥηνός, καὶ συστολῇ τοῦ η εἰς α ῥανός, καὶ ὑπερβιβασμῷ ἀρνός, καὶ μετάγεται ἀπὸ γενικῆς εἰς εὐθεῖαν.
5 Ἄροσιν· εἰς τὸ Ψιλὴν ἄροσιν. Ὠρίωνος Ἀροῦν· παρὰ τὸν Ἄρεα, ὅτι σιδήρῳ τέμνεται ἡ γῆ. Ἄρουρα 〈Γ 246〉· κυρίως ἡ ἠροτριασμένη γῆ· παρὰ τὸ ἀρῶ ἀρόσω ἄρορα καὶ ἄρουρα. τὸ δὲ ἀρῶ παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν σίδηρον· σιδήρῳ γὰρ τέμνεται διὰ τὴν ὕνιν. διαφέρει δὲ γῆ καὶ ἄρουρα·
10γῆ λέγεται ἁπλῶς πᾶσα ἡ ξηρά, ἄρουρα δὲ ἡ πρὸς σπορὰν καρπῶν ἐπιτηδεία. Ὠρίωνος Ἄρουρα· παρὰ τὸ ἀραιοῦσθαι 〈αὐ〉τὴν γεωργουμένην. κυρίως δὲ ἡ πρὸς σπορὰν καὶ ἄροσιν ἐπιτηδεία. ‖ ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ· ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γῆν τὴν γεωργουμένην.
15 Ἁρπαγή καὶ ἁρπάγη διαφέρει· ὀξυτόνως μὲν ἁρπαγὴ[ν] τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλοῖ, ἁρπάγη[ν] δὲ βαρυτόνως ἡ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσα.
Φωτίου Ἁρπάσαι· ἀπαρέμφατον ἀορίστου πρώτου. δασύνεται· τὸ ε203 in vol. 1

alpha

204

〈καὶ τὸ〉 α πρὸ τοῦ ρ ἐπιφερομένου τοῦ π δασύνεται, ἕρπω ἑρπετόν Ἅρπυια ἁρπάζω. Ἁρπαλέως· ἁρπακτικῶς, ἀσμένως, ἡδέως, προσφιλῶς, ἐπιθυμητῶς. Ἅρπη· παρὰ τὸ ἅρπω, 〈τὸ〉 ἁρπάζω, ἅρπη.
5 Ἁρπίς· ἁρπῖδος· τὸ ὑπόδημα· παρὰ τὸ ῥάπτω ῥαπίς καὶ ἁρπίς κατὰ μετάθεσιν. Ἅρπυιαι· ἀνέμου εἶδος· παρὰ τὸ ἁρπάζειν. ἢ δαίμονες ἁρπακτικοί. Ἀρραβωνίζω· ἐκ τοῦ ἀρραβών ἀρραβῶνος. 〈τοῦτο δὲ〉 οἱονεὶ ἀρραγών τίς ἐστιν· ἀφ’ οὗ γὰρ δοθῇ, ὁ ἀρραβὼν οὐ μετακινεῖται εἰς
10ἄλλον. Ὠρίωνος Ἀρρενικόν· ἐκ τοῦ αἴρειν τὸ νῖκος. Ἀρρενωπός· δύο ρρ καὶ ὀξύνεται καὶ τὸ ω μέγα· ἔστι γὰρ ἄρρην ἄρρενος καὶ τὸ ὤψ, ὃ σημαίνει τὸ πρόσωπον, ἡ γενικὴ ὠπός, καὶ ἐξ
αὐτοῦ ἀρρενωπός, ὁ ἄρρενος πρόσωπον ἔχων· 〈ἔστι δὲ〉 κατὰ συν‐204 in vol. 1

alpha

205

εκδοχήν, ἤγουν ἀνδρεῖος καὶ 〈ἰσχυρὸς καὶ〉 δυνάμενος πρὸς ἔχθραν ἀντιταχθῆναι. Ἀρρίχων 〈Procop. De bell. 1, 18, 52〉· 〈ib.〉 „ἐκ τῶν ἀρρίχων ἓν ἀφαιρεῖσθαι βέλοσ“. ἄρριχοι δὲ λέγονται κόφινοι 〈οἰ〉σύϊνοι· ἀρ‐
5σενικῶς 〈μὲν οἱ〉 Ἴωνες, 〈θηλυκῶσ〉 δὲ οἱ 〈Ἀττικοί. οἱονεὶ οἱ〉 ἀναί[ρ]ριχοι, οἱ τὰ ἀναιροῦντα ἔχοντες, τουτέστι τὰ βέλη. τὸ ἀναιρῶ συντάσσεται πτώσει αἰτιατικῇ· τὸ δὲ ἔχω δοτικῇ καὶ αἰτιατικῇ. Ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει· ὀρρωδεῖν μὲν γάρ ἐστι τὸ
εὐλαβεῖσθαι, ἀρρωδεῖν δὲ διὰ τοῦ α τὸ καταφρονεῖν καὶ τεθαρρηκέναι.205 in vol. 1

alpha

206

Πτολεμαίου. Ἐρεννίου Ἄρρωστος ἀρρωστοῦντος διαφέρει· ἄρρωστος μὲν γάρ ἐστιν ὁ ἀδυνατῶν τι τελεῖν κατὰ τὰς ὀρέξεις· ἀρρωστεῖ δὲ ὁ νοσῶν. οὕτως Ἀριστοτέλης 〈fr. om. Rose〉. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἄρρωστος· παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ ὑγιαίνω, ὁ μέλλων
5ῥώσω, ῥωστός καὶ ἄρρωστος, ὁ ἐστερημένος τῆς ὑγείας. Ἄρσαντες 〈Α 136〉· ἁρμόσαντες ἢ ἀρεσθέντες· ἀπὸ τοῦ ἀρέ‐ σαντες ἄρσαντες. Ὁμήρου Ἄρσαντες 〈Α 136〉· ἐκ τοῦ ἄρω, τὸ ἁρμόζω, ἀρῶ, ἄρσω Αἰολικῶς, ἦρσα, ἡ μετοχὴ ἄρσας ἄρσαντος. ἢ ἐκ τοῦ ἁρμόζω ἁρμόσω
10ἥρμοσα, ἡ μετοχὴ ἁρμόσας, κατὰ συγκοπὴν ἄρσας.206 in vol. 1

alpha

207

Ἄρσην· παρὰ τὸ ἄρσαι, ὅ ἐστι ποτίσαι· τοῦτο δὲ διὰ τὴν γονήν. ἄρδω 〈ἄρσω〉 ἄρσην. Ἄρσιος· εἰς τὸ Ἀσπάσιος. Ἄρτεμις· ἀερότεμίς τις οὖσα, ἡ τὸν ἀέρα τέμνουσα καὶ τὴν πο‐
5ρείαν 〈δι’〉 αὐτοῦ ποιουμένη· Ἄρτεμις δὲ λέγεται ἡ Σελήνη. ἢ παρὰ207 in vol. 1

alpha

208

τὸ ἀρτεμῆ καὶ ὑγιῆ εἶναι αὐτήν. 〈ἢ παρὰ τὸ ἀρτεμῆ ποιεῖν,〉 κατ’ εὐφημισμόν. καὶ εἰς τὸ Αἴ κεν. Ἀρτηρία· παρὰ τὸ ἀεροτηρίαν αὐτὴν εἶναι τοῦ πνεύματος· καὶ πάλιν ἁλτηρίαν, 〈παρὰ τὴν〉 ἅλσιν.
5 Ἄρτι καὶ ἀρτίως διαφέρει· ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου τελείως ἔργου· τὸ μὲν γὰρ ἀρτίως σημαντικὸν αὐτῆς τῆς ὥρας, τὸ δὲ ἄρτι παρατατικοῦ. Ἄρτιον· σημαίνει τὸ σῶον καὶ ὑγιές. γίνεται δὲ παρὰ τὸ ἀρτῶ ἄρτιος καὶ ἄρτιον. τὸ δὲ ἀρτῶ παρὰ τὸ ἀρῶ, ὃ σημαίνει τὸ 〈ἁρμόζω〉
10[πλῆρες καὶ ὑγιές]. Ἄρτιος· σημαίνει τὸν ὑγιῆ καὶ πεπληρωμένον. γίνεται παρὰ τὸ
ἀρτῶ, τὸ ἑδραιῶ, ἄρτιος, ὡς ἁρμόζω ἁρμόδιος.208 in vol. 1

alpha

209

Ἀρτοκόπος· διὰ τὸν τοῦ ἄρτου κόπον. Ἄρτος 〈Ps. 13, 4〉· παρὰ τὸ αἴρω τὸ προσφέρω· ὁ καθ’ ἑκάστην τῷ σώματι ἡμῶν προσφερόμενος. Ἀρτύνω 〈Β 55〉· ἐκ τοῦ ἀρτύω· τοῦτο παρὰ τὸ ἀρτῶ· τοῦτο
5παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, καὶ Αἰολικῶς ἄρσω, καὶ ἄρτος ὄνομα ῥηματικόν. ἐκ δὲ τοῦ ἀρτῶ ἀρτίζω καὶ καταρτίζω καὶ ἀρτύω. Ἀρύβαλον· τὸ μαρσίπιον· παρὰ τὸ ἀρύεσθαι καὶ βάλλειν. Ἀρύω· εἰς τὸ Ἀφυσσόμενοι.
10 Ἀρχιτέκτων· παρὰ τὸ ἄρχω καὶ τὸ τέκτων. τὰ δὲ παρὰ τὸ ἄρχω συντιθέμενα διὰ τοῦ ι γράφεται, οἷον ἀρχιστρατηγός ἀρχιτέκτων. τὸ τέκτων παρὰ τὸ τεύχω, τὸ κατασκευάζω. Ὁμήρου Ἀρχός 〈Α 144〉· ὡς ἀπὸ τοῦ ἄγω ἀγός, ὁ ἡγεμών, καὶ ὁ θεολόγος εἰς τὰ ἔπη 〈2, 1, 13, 53〉 „καὶ γὰρ ἀγοῦ πίπτοντος ὅλος
15στρατὸς ἐς χθόνα πίπτει“, οὕτως καὶ ἀπὸ τοῦ ἄρχω ἀρχός.209 in vol. 1

alpha

210

Ἄρχων· ὁ ἀρχὴν ὅλων ἤγουν πάντων ἔχων. ‖ ἢ παρὰ τὸ ἄρχειν. Ἄρω· εἰς τὸ Ἀρτύνω καὶ Ἐναρίζοι καὶ Ἐρίηρας καὶ Ἡρώων. Ἀρῶ· εἰς τὸ Ἀσπάσιος καὶ Ἀραρυίας καὶ Ἄωρτο καὶ Ἀρητῆρα καὶ Ἐνείρω καὶ Ξυνωρίς καὶ Ὄργανον.
5 Χοιροβοσκοῦ Ἀρωγός 〈Jo. Damasc. Canon. iamb. 1, 91〉· παρὰ τὸ ἀρήγω, τὸ βοηθῶ, ἀρηγός καὶ ἀρωγός, ὡς ἁμαρτηλός ἁμαρτωλός. ὀξύνεται· τὰ εἰς γος ἀρσενικὰ εἴτε φύσει εἴτε θέσει μακρᾷ παραληγόμενα, μὴ διὰ τοῦ γ δισσοῦ, ὀξύνεται, εἰ μὴ κύρια ὑπάρχει, οἷον πελαργός ἀρωγός βροτολοιγός.
10 Ἀσάμινθος· παρὰ τὴν ἄσιν, ὅ ἐστι τὸν ῥύπον, μινύθειν, ἤγουν μειοῦν καὶ καθαίρειν. ‖ ἢ παρὰ τὴν ἄσιν τοῦ σώματος μινύθειν. Ἀσέλγεια· ἐκ τοῦ ἀσελγής· τοῦτο παρὰ τὸ θέλγω, τὸ ἀπατῶ, μετὰ τοῦ ἐπιτατικοῦ α. οἱ δὲ λέγουσιν ἀπὸ Σέλγης πόλεώς τινος, ὅπου οἱ ἄνθρωποι κακῶς διακείμενοι ἀλλήλοις ἐκοινώνουν. μετὰ τοῦ
15ἐπιτατικοῦ α 〈ἀσελγής, ὁ〉 ἐπὶ πολὺ ἀσελγαίνων.210 in vol. 1

alpha

211

Χοιροβοσκοῦ Ἄσεμνα 〈Jo. Damasc. Canon. iamb. 1, 97〉· ἐκ τοῦ σεμνός· τοῦτο δὲ παρὰ τὸ σέβω, ὀξύνεται· τὰ εἰς μ〈ν〉ος δισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους 〈μὴ〉 φύσει μακράν, μονογενῆ 〈μὲν〉 ὄντα βαρύνεται, τριγενῆ δὲ ὀξύνεται, οἷον ὕμνος σκύμνος. τὸ μέντοι σεμνός τριγενὲς ὂν
5ὀξύνεται. Ἄση· εἰς τὸ Ἀσάμινθος καὶ Ἀσωπός. Ἀσθενής· ἄσθενος, ἤγουν ἄνευ σθένους διὰ τὸ ἐλλείπεσθαι δύναμιν. Ἄσθμα 〈Π 109〉· ὄνομα ῥηματικόν. παρὰ τὸ ἄω ἐστὶ πλεονασμῷ τοῦ θ. [ἢ παρὰ τὸ ἄημα.] πέπονθεν ἐπενθέσει τοῦ θ· τὸ γὰρ ἀνά‐
10λογον ἦν ἆσμα· ὥσπερ καὶ τὸ χθών ὄνομα, χῶ, τὸ χωρῶ, χών καὶ κατ’ ἐπένθεσιν τοῦ θ χθών· [ὥσπερ καὶ] τὸ θ〈χ〉αμαλή, παρὰ χαμαί χαμαλή καὶ χθαμαλή· καὶ τὸ φθέγγεσθαι παρὰ τὸ φῶ, τὸ εἰς φῶς ἄγω τὰ τοῦ νοῦ. οὕτως δὲ ἔχειν φαμὲν καὶ τὸν πορθμόν· παρὰ γὰρ τὸν πόρον.
15Ἄσθμα· παρὰ τὸ ἄω, τὸ πνέω, ἄσω ἆσμα καὶ ἄσθμα. Ἄσιν· εἰς τὸ Ἀσάμινθος. Ἄσιος· παρὰ τὸ αἶσα, αἴσιος καὶ 〈Ἄσιος· ἢ〉 παρὰ τὸ〈ν〉 ἀΐσσω
μέλλοντα, ὡς ὀρθώσω ὀρθώσιος κτήσω κτήσιος.211 in vol. 1

alpha

212

Ἀσίω 〈Β 461〉· ὄνομα πτώσεως γενικῆς, ὡς 〈Δ 47〉 „ἐϋμ〈μ〉ελίω“. ἡ εὐθεῖα Ἀσίας. ἐκλήθη οὖν Ἀσίας ὁ λειμὼν ἀπὸ Ἀσίου τοῦ Κότυος, ὃς ἦν βασιλεὺς Λυδίας. κλίνεται Ἀσίας Ἀσίου, ὡς κοχλίας κοχλίου, καὶ τὸ Ἰωνικὸν Ἀσίεω. ὁ κανών· οἱ Ἴωνες τὰς εἰς ου γενικὰς τὰς
5ἀπὸ τῶν εἰς ας καὶ εἰς ης γινομένας διὰ τοῦ εω προφέρουσιν, οἷον Ὀρέστης Ὀρέστου Ὀρέστεω, Ἀτρείδης Ἀτρείδου Ἀτρείδεω, Πηλείδης Πηλείδου Πηλείδεω, Αἰνείας Αἰνείου Αἰνείεω 〈Ε 534〉 „Αἰνείεω ἕταρον μεγαθύμου“, Ἑρμείεω, Βορέεω. οὕτως οὖν καὶ Ἀσίεω. ὁ τόνος· αἱ διὰ τοῦ εω Ἰωνικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν
10ὦσι, προπαροξύνονται, χωρὶς εἰ μὴ κατὰ πάθος ὦσιν, οἷον Ὀρέστης Ὀρέστου Ὀρέστεω, Ἀτρείδεω, Πηλείδεω, Ἑρμείεω, Βορέεω καὶ κατὰ συγκοπὴν 〈ξ 533〉 „Βορέω ὑπ’ ἰωγῇ“ καὶ 〈Δ 47〉 „ἐϋμ〈μ〉ελίω Πριάμοιο“. οὕτως οὖν καὶ Ἀσίας Ἀσίου Ἀσίεω καὶ συγκοπῇ 〈Β 461〉 „Ἀσίω ἐν λειμῶνι“, καὶ ὅμως οὐ προπαροξύνεται, ἐπειδὴ κατὰ συγκοπήν ἐστιν.
15Ἀσκελές· παρὰ τὸ ἄγαν ἐσκληκέναι, ὅθεν καὶ σκέλος.212 in vol. 1

alpha

213

Ἄσκησις· διὰ τὸ ὡς ἀσκὸν νεκροῦσθαι τὸν ἀσκητήν. ὅρος δὲ αὐτῆς ἐστιν ὁ πόνος τῆς μαθήσεως. Ἀσκητής· παρὰ τὸ ἀσκῶ ἀσκήσω· σημαίνει δὲ τὸ πονῶ. ὁ τῆς ἀσκήσεως πόνος. καὶ εἰς τὸ Ἤσκειν.
5 Ἀσκίον· παρὰ τὸ εἶναι ἀσυνηχές· ἐκ τῶν ἀψύχων γὰρ οὐδὲν ᾄδει, εἰ μὴ ὁ οἶνος. Ἀσκληπιός· παρὰ τὸ τὰ σκέλη ἤπια ποιεῖν· ἀπὸ μέρους δὲ ὅλον τὸ σῶμα. ἢ ὁ τὰ ἄγαν σκληρὰ ἤπια ποιῶν. καὶ εἰς τὸ Φίλος. Ἆισμα· εἰς τὸ Αἷμα.
10Ἀσμένιζε· εἰς τὸ Συνασμένιζε.213 in vol. 1

alpha

214

Ἀσπάζεται· ἐκ τοῦ σπῶ, τὸ κατασπῶ, κατὰ στέρησιν· ὁ γὰρ διαλυόμενος καὶ ἐχθραίνων ἀποσπᾷ ἑαυτὸν ἀπὸ τῶν φιλούντων αὐτόν. Ἀσπάζομαι· παρὰ τὸ σπῶ σπάζω καὶ ἀσπάζω· παρὰ τὸ ἄγαν ἐπισπᾶσθαι. κυρίως δὲ ἐπὶ τῶν χειρῶν.
5 Ἀσπάζω· ἔστι ῥῆμα σπῶ καὶ σημαίνει τὸ διαχωρίζω· ἐξ αὐτοῦ γίνεται σπάζω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσπάζω, τὸ μὴ διαχωρί‐ ζεσθαι, ἀλλ’ ὑπὸ τῆς φιλίας ἡνῶσθαι. Ἀσπαλιεύς· ὁ ἁλιεύς· παρὰ τὸ ἀποσπᾶν τοὺς ἰχθύας ἐκ τῆς θαλάσσης, οἷον σπῶ σπαεύς, πλεονασμῷ τῆς λι συλλαβῆς σπαλιεύς, καὶ
10μετὰ τοῦ ἐπιτατικοῦ α ἀσπαλιεύς. Ἀσπάραγον· παρὰ τὸ ἄγαν σπᾶσθαι, ὅ ἐστι διατείνεσθαι. Ἀσπάσιος· ὄνομα ἀρσενικόν· τὸ θηλυκὸν ἀσπασίη. λέγεται καὶ ἐπιρρηματικῶς ἀσπασίως. καὶ ῥῆμα ἀσπάζομαι καὶ ἀσπάζω, καὶ ῥημα‐ τικὸν ὄνομα ἀσπαστός καὶ οὐδέτερον ἀσπαστόν· ὁ μέλλων ἀσπάσω, ἀφ’
15οὗ καὶ ἀσπάσιος. ἔστι δὲ παρασύνθετον· τὸ γὰρ ἀσπάζομαι σύνθετόν ἐστιν ἀπὸ τοῦ σπῶ ῥήματος, ἀφ’ οὗ τὸ σπῶμαι καὶ παράγωγον σπάζω, ὡς φρῶ φράζω, βῶ βάζω. καὶ προσῆλθεν ἡ α ἐπίτασις εἰς τὸ σπάζω, καὶ ἐποίησε τὸ ἀσπάζω· τὸ γὰρ 〈ἄγαν〉 ἐπισπᾶσθαί ἐστι τὸ ἀσπάζεσθαι.
ἡ διὰ τοῦ ιος παραγωγὴ ἀπὸ μέλλοντος τρίτην ἀπὸ τέλους ἔχει τὴν214 in vol. 1

alpha

215

ὀξείαν, ὀρθώσω Ὀρθώσιος, αἰνήσω Αἰνήσιος, κτήσω κτήσιος, ἄξω ἄξιος, ἄρω, τὸ ἁρμόζω, ἄρσω ἄρσιος, ὁ ἁρμοζόμενος, καὶ ἀνάρσιος, ὁ μὴ ἁρμοζόμενος, ἀρκέσω Ἀρκέσιος καὶ μετὰ τοῦ ι Ἀρκείσιος, ἅζω ἅσω ἅσιος καὶ κατὰ ἀντίθεσιν ὅσιος, καὶ θαυμάσω θαυμάσιος· οὕτως οὖν
5καὶ ἀσπάζω 〈ἀσπάσω〉 ἀσπάσιος. ὀξύνεται δὲ ἀνεψιός, δεξιός. τὸ δὲ πλησίος ἀπὸ τοῦ πλητός· ἔχομεν τὴν χρῆσιν· ὁ γὰρ ἄπλη[σ]τος ἀντὶ τοῦ ἀπροσπέλαστος. πλητός πλησίος, ὡς ἄμβροτος ἀμβρόσιος, τροπῇ τοῦ τ εἰς τὸ ς. οὐ γέγονε δὲ τὸ πλησίος παρὰ μέλλοντα· οἱ γὰρ Λάκωνες τὰ παρὰ μελλόντων εἰς τὸ τ οὐ τρέπουσιν, ἀλλ’ ἀπὸ τοῦ 〈ς〉 εἰς τὸ
10τ ἐνιαυτός ἐνιαύσιος ἐνιαύτιος λέγουσιν, ὑπόμνησιν διδόντες τοῦ προ‐ τέρου τ, πλοῦτος πλούσιος πλούτιος. τὸ δὲ πλησίος πλητίος λέγουσιν, ὥστε οὐ παρὰ μέλλοντα. Χοιροβοσκοῦ Ἄσπετος 〈Jo. Damasc. Canon. iamb. 1, 84〉· ἐκ τοῦ ἔπω σπῶ σπετός, ὁ πολύς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄσπετος.
15 Ἄσπετος 〈Γ 373〉· ἐπὶ μὲν τοῦ 〈Θ 558〉 „ἄσπετος αἰθήρ“ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, σπῶ, ὡς παρὰ τὸ ἔχω σχῶ, καὶ ἐξ αὐτοῦ σπετός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσπετος, οἱονεὶ 〈ὁ μὴ δυνάμενος ἀφικέσθαι διὰ τὸ μέγεθος· ἐπὶ δὲ τοῦ ἄλλου σημαινομένου παρὰ τὸ ἔπω, τὸ λέγω, σπῶ σπετός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσπετος, οἱονεὶ ὁ〉 πολὺς καὶ
20μέγας καὶ δυνάμενος ἄρρητος γενέσθαι.215 in vol. 1

alpha

216

Ἄσπετον· τὸ πολύ. ἐγράφη. Ἀσπίζω· εἰς τὸ Ὑπερασπιστής. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀσπίς 〈Γ 135〉· σημαίνει δύο, τὸ ἑρπετὸν καὶ τὸ ὅπλον. καὶ τὸ ἑρπετὸν ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος τοῦ ὅπλου· οὕτω γὰρ συστρέ‐
5ψαν ἑαυτὸ πολεμεῖ καὶ μάχεται. γίνεται δὲ τὸ ὅπλον παρὰ τὸ σπίζω, ὃ σημαίνει τὸ ἐκτείνω καὶ μηκύνω· ὁ μέλλων σπίσω, σπίς καὶ μετὰ τοῦ στερητικοῦ α ἀσπίς, τὸ μὴ εἰς ἔκτασιν μεμηκυνομένον, ἀλλ’ εἰς περι‐ φέρειαν κεκυκλωμένον. ἀσπίς, ἀσπίδος. ὁ κανών· τὰ εἰς ις θηλυκὰ διὰ τοῦ 〈π ἐκφερόμενα, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ〉 δος κλίνεται·
10ἀπλᾶ μέν, οἷον κρηπίς κρηπῖδος· 〈σύνθετα δέ, οἷον βοῶπις βοώπιδος, ἑλικῶπις ἑλικώπιδοσ〉. διὰ τί ὀξύνεται; τὰ εἰς πις θηλυκὰ δισύλλαβα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχονται, βαρύνονται, οἷον τράμπις τράμπιδος (ἔστι δὲ βαρβαρικὸν πλοῖον), θέσπις θέσπιδος, κάλπις κάλπιδος· εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύνονται, οἷον ἀσπίς ἐλπίς ἐμπίς· σημαίνει δὲ τὸν κώνωπα.
15Ἀσπίς· ὄνομα προσηγορικὸν ἐκ τοῦ σπίζω. τὸ δὲ σπίζω ἐκ τοῦ
σπῶ, τὸ ἐκτείνω καὶ μηκύνω, 〈σπίζω, σπίσω,〉 σπίς καὶ μετὰ τοῦ στε‐216 in vol. 1

alpha

217

ρητικοῦ α ἀσπίς, οἱονεὶ τὸ μὴ εἰς μῆκος ἐκτεταμένον, ἀλλ’ εἰς περι‐ φέρειαν κεκυκλωμένον. ἢ παρὰ τὸ ἀσπαστὸν εἶναι τοῖς φοροῦσιν, ἐξ οὗ καὶ ῥίψασπις. Ἀσπίς· παρὰ σπῶ, τὸ ἐκτείνω. στερητικὸν δὲ τὸ α. καὶ κλίνεται
5ἀσπίδος. ὁ κανών· τὰ εἰς ις ὀνόματα, εἴτε ἁπλᾶ εἴτε σύνθετα, ἔχοντα τὸ π διὰ τοῦ δος κλίνεται· ἁπλᾶ μέν, οἷον κρηπίς κρηπῖδος· σύνθετα δέ, οἷον ῥίψασπις ῥιψάσπιδος. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἀσπόρως 〈Jo. Damasc. Canon. iamb. 1, 25〉· ἐκ τοῦ ἄσπορος. Ἄσσω· εἰς τὸ Ἄγη ξίφος καὶ Ἀσύφηλον καὶ Ἄιττειν.
10 Ἄσσων· εἰς τὸ Ἐπασσύτερος. Ἀστάρτη· ἔστιν ὄνομα εἰδώλου· λέγεται δὲ ἀπὸ μεταφορᾶς τοῦ ἄστρου· ἄστρον γὰρ ἐν τῷ οὐρανῷ ἀνάπλασμα, ἀφ’ οὗ τὸ εἶδος καλεῖται ἔχον ὄνομα ἄστρου. λοιπὸν παρὰ τὸ ἄστρον ἀστράτη καὶ ἐν ὑπερ‐
βιβασμῷ Ἀστάρτη.217 in vol. 1

alpha

218

Ἀστεῖος· ὁ ἐν ἄστει διατρίβων· λέγεται δὲ καὶ ὁ διὰ ἦθος χρη‐ στὸν ἐπαινούμενος, ὡς 〈Acta Apost. 7, 20〉 „ἦν τὸ παιδίον ἀστεῖον τῷ θεῷ.“ λέγεται δὲ καὶ ὁ γελωτοποιός. Ἀστεμφές 〈Β 344〉· ἐκ τοῦ στρέφω στρεφής, καὶ μετὰ τοῦ στε‐
5ρητικοῦ α ἀστρεφής, καὶ 〈ἐν ὑπερβιβασμῷ καὶ〉 μεταθέσει τοῦ ρ εἰς μ ἀστεμφής. Ἀστεροπή· παρὰ τὸ στερίσκειν τοὺς ὦπας 〈τοῦ ὁρᾶν διὰ τῆς ἀντιτυπούσης λαμπηδόνοσ〉. Ἀστέρος· εἰς τὸ Ἄστρον.
10 Ἀστήρ· παρὰ τὸ ἄστατον ἔχειν τὸν δρόμον. ‖ ἢ παρὰ τὸ ἵστημι στήσω, 〈στήρ καὶ ἀστήρ, ὁ μὴ ἱστάμενοσ〉. κλίνεται δὲ ἀστήρ ἀστέρος·
σεσημείωται, 〈ὡς καὶ〉 τὸ πατέρος.218 in vol. 1

alpha

219

Ἀστίβητος 〈Procop. De bell. 6, 7, 6〉· ἀπάτητος ἢ ἀδιάβατος· ἀπὸ τοῦ στείβω ὁ δεύτερος μέλλων στιβῶ, καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται στιβῶ, στιβήσω, ἐστίβηκα, ἐστίβημαι, ἐστίβηται, στιβητός καὶ ἀστίβητος μετὰ τοῦ στερητικοῦ α. τὸ δὲ στ〈ε〉ίβω παρὰ τὸ 〈στῶ〉
5στείβω· συντάσσεται μετὰ αἰτιατικῆς. Ἀστράγαλος· παρὰ τὸ ἀστραβῆ καὶ ὀρθὴν φυλάσσειν τὴν βάσιν τοῦ ποδός. Ἀστραπή· παρὰ τὸ ἀστάτως καὶ ῥᾷον παύεσθαι· ἢ παρὰ τὸ
ἀστέρος ὦπα ἔχειν, ἤγουν διάπυρος 〈ὡσ〉 ἀστήρ.219 in vol. 1

alpha

220

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀστραπή· παρὰ τὸ ἀστράπτω, τοῦτο παρὰ τὸ ἄστρον, τοῦτο παρὰ τὸ στερρῶς ἄττειν ἐν τῷ λάμπειν. Ἀστράπτω 〈Β 353〉· ἐκ τοῦ ἀστεροπή τοῦ ἐκ τοῦ ἀστραπή· τοῦτο ἐκ τοῦ ἀστήρ ἀστέρος καὶ τοῦ ὄπτω ἀστεροπτή, καὶ ἀποβολῇ
5τοῦ τ ἀστεροπή· καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν ἀστεράπτω καὶ συγκοπῇ ἀστράπτω. Ἐρεννίου Ἀστρολογία ἀστρονομίας διαφέρει· ἀστρονομία μὲν γάρ ἐστιν ἡ κατάληψις τῶν ἄστρων· ἀστρολογία δὲ ἡ τὰ ἐκ τῶν κινήσεων 〈τῶν ἀστέρων〉 ἀποτελέσματα δηλοῦσα ἐπιστήμη.
10 Ἄστρον· παρὰ τὸ αἴθω πλεονασμῷ τοῦ ρ. ‖ ἢ παρὰ τὸ αἴθω, τὸ λάμπω, ὁ μέλλων αἴσω, αἶστρον καὶ ἀποβολῇ τοῦ ι ἄστρον. Ἄστρον ἀστέρος διαφέρει· ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συνιστάμενον σχῆμα, ἤγουν ὅλον τὸ ζῴδιον· ἀστὴρ δὲ αὐτὸς
ὁ λάμπων, ἤγουν ἕκαστος τῶν ἐν τῷ ζῳδίῳ.220 in vol. 1

alpha

221

Ἄστυ 〈Γ 116〉· παρὰ τὸ ἄνω ἵστασθαι· οἱ γὰρ ἀρχαῖοι ἐφ’ ὑψη‐ λοῦ τόπου τὰς πόλεις ἐποίουν. διαφέρει δὲ ἄστυ καὶ πόλις· πόλις λέγεται ὁ τόπος καὶ οἱ κατοικοῦντες καὶ τὸ συναμφότερον, ἄστυ δὲ ὁ τόπος μόνος, καὶ Ὅμηρος 〈Ρ 144〉 „φράζεο νῦν, ὅ〈π〉 πως 〈κε〉 πόλιν
5καὶ ἄστυ σαώσεις.“ ἐξ αὐτοῦ γίνεται καὶ ἀστεῖος. ἐγράφη. Ἀσύφηλον· ἄτιμον, ἢ ἀπαίδευτον, ἀδόκιμον καὶ ἀνόητον· καὶ Ὅμηρος 〈I 646 sq.〉 „ὁ〈π〉πότ’ ἐκείνων Μνήσομαι, ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρ〈ε〉ξεν.“ ἔστι δὲ παρὰ τὸ ἄ[σ]σω, ὃ σημαίνει τὸ βλά‐ πτω, καὶ τὸ φηλῶσαι, ὃ σημαίνει τὸ δολῶσαι καὶ ἀπατῆσαι, ἐξ οὗ καὶ
10φηλός, ὁ ἀπατηλός, καὶ φήληκες, τὰ σῦκα τὰ ὠμὰ μὲν ὄντα τῇ δὲ ἰδέᾳ πέπειρα· καὶ ὥσπερ παρὰ τὸ σώσω Σωσικράτης Σωσίβιος, ἀρκέσω Ἀρκεσίλαος, οὕτως καὶ παρὰ τὸ ἄσω καὶ τὸ φηλός γίνεται ἀσίφηλος καὶ ἀσύφηλος, ὡς δίφρος δύφρος καὶ τριφάλεια τρυφάλεια Μούνιχος Μούνυχος. ἢ παρὰ τὸ σοφός γίνεται σόφηλος καὶ μετὰ τοῦ στερητικοῦ
15α ἀσόφηλος, καὶ μεταβολῇ τοῦ ο εἰς υ, ὡς ἄγορις ἄγυρις, γίνεται
ἀσύφηλος.221 in vol. 1

alpha

222

Ἀσφάλεια· ἐκ τοῦ ἀσφαλής· τοῦτο δὲ παρὰ τὸ σφάλλω γίνεται σφαλής, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσφαλής, ὁ μὴ σφαλλόμενος. τὸ δὲ σφάλλω παρὰ τὸ σφήλω, ὃ σημαίνει τὸ ἀποτυγχάνω. Ἀσφόδελος καὶ ἀσφοδελός διαφέρει· ἀσφόδελος μὲν γὰρ βα‐
5ρυτόνως [ὃ] σημαίνει τὸ φυτὸν παρὰ τοῖς παλαιοῖς, ἀσφοδελὸς δὲ ὀξυ‐ τόνως τὸν τόπον ἐν ᾧ ἀσφόδελοι γίνονται. Ἀσχαλάᾳ 〈Β 293〉· ῥῆμα ἐνεστῶτος δευτέρας συζυγίας τῶν πε‐ ρισπωμένων· ἔστι γὰρ ἀσχάλλω, 〈ὁ μέλλων ἀσχαλῶ〉 καὶ ἐξ αὐτοῦ
ῥῆμα περισπώμενον ἀσχαλῶ, τὸ δεύτερον ἀσχαλάεις, τὸ τρίτον ἀσχαλάει,222 in vol. 1

alpha

223

ἀσχαλᾷ καὶ πλεονασμῷ τοῦ α ποιητικῶς 〈ἀσχαλάᾳ〉, ὡς 〈καὶ〉 ἐν ἄλλῳ ὁ ποιητής 〈Ξ 394〉 „οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ.“ καὶ ἔστι τὸ μὲν ἓν α τὸ πρὸ τέλους βραχύ, τὸ δὲ ἐπὶ τέλους μακρόν, ἐπειδὴ κα‐ νών ἐστιν ὁ λέγων, ὅτι πᾶσα συλλαβὴ πλεονάζουσα βραχυτέρα θέλει
5εἶναι τῆς ἐν ᾗ πλεονάζει συλλαβῆς. Ἀσχάλλω· εἰς τὸ Ἔσκα[λ]λεν. Ἄσχετος· παρὰ τὸ ἔχω, τὸ κρατῶ, ἀφαιρέσει τοῦ ε καὶ πλεο‐ νασμῷ τοῦ ς σχῶ, σχετός, ὁ κρατητός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσχετος, ὁ ἀκράτητος. καὶ εἰς τὸ Ἄσπετος.
10 Ἀσωπός· ὁ σκοτεινοπρόσωπος· παρὰ τὸ ἄσις, ὃ σημαίνει τὸν ῥύπον, καὶ τὸ ὤψ ὠπός. Ὠρίωνος Ἀσωτία· τὸ μὴ ὂν εἰς σωτηρίαν· σωτηρία γὰρ τὸ σῶον τηρεῖν. Ἄσωτος· παρὰ τὸ σώζω καὶ τοῦ στερητικοῦ α, ὁ ἐστερημένος τοῦ σώζεσθαι. καὶ ἐξ αὐτοῦ ἀσωτία.
15 Ἀταλαίπωρον· ῥᾴθυμον, ὀλίγωρον· Ἀριστοφάνης Δαναΐσιν 〈fr. 254 Kock〉 „οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διάκειται.“ 〈παρὰ τὸ α στερητικὸν καὶ τὸ ταλαίπωρος, ἐξ οὗ καὶ ταλαιπωρεῖν·〉 σημαίνει δὲ τὸ κακοπαθεῖν καὶ ἐνεργεῖν. ταλαίπωρος δὲ κυρίως λέγεται ὁ περὶ τὸν πῶρον τλῶν, τουτέστι καρτερῶν, οἷον ταλάπωρος, καὶ πλεονασμῷ
20τοῦ ι ταλαίπωρος· οἱ γὰρ ἀρχαῖοι τοὺς νεφρι〈τι〉κοὺς ταλαιπώρους
ἔλεγον, τοὺς τλῶντας περὶ τὸν πῶρον.223 in vol. 1

alpha

224

Ἀταλός· παρὰ τὸ ἁπαλός κατὰ μετάθεσιν στοιχείου. Ἀταξία· τὸ μὴ ὂν ἐν τάξει καλῇ. Ἀτάρ εἰς τὸ Αὐτάρ. Ἀταρπός· παρὰ τὸ ἄτρεπτον καὶ ἴσον.
5 Ἀταρτηρός 〈Α 223〉· παρὰ τὸ τείρω, τὸ καταπονῶ, καὶ κατὰ συγκοπὴν τρῶ, τρήσω, τρηρός, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός, καὶ πλεονασμῷ τοῦ α 〈καὶ τοῦ τ〉 ἀταρτηρός. ἢ παρὰ τὸ ἄτη[ν], ὃ ση‐ μαίνει τὴν βλάβην ἀτηρός καὶ ἀταρτηρός. Ἀτάσθαλος παρὰ τὸ ἐν ἄτῃ θάλλειν, ἤγουν ἐν βλάβαις καὶ
10ἀδικίαις. Ἅτε· ἐπίρρημα παραβολῆς ἀντὶ τοῦ ὥσπερ. Γεωργίου Ἀτειρής· ἐκ τοῦ ἀτερής γέγονε κατὰ πλεονασμὸν τοῦ ι ἀτει‐
ρής, οἱονεὶ ὁ μὴ ὢν ἁπαλός. καὶ εἰς τὸ Τριάς.224 in vol. 1

alpha

225

Ἐρεννίου Ἀτελές καὶ ἀτέλεστον διαφέρει· ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδυνατοῦν τελεσθῆναι. Ἀτέμβειν· παρὰ τὸ ἄτην βαλεῖν· 〈υ 294 sq.〉 „οὐ γὰρ 〈καλὸν〉 ἀτέμβειν, οὐδὲ δίκαιον, Ξείνους Τηλεμάχου.“
5 Ἀτενίζω· τὸ πάνυ βλέπω καὶ ἐκτείνω. τείνω, καὶ ὁ μέλλων τενῶ, καὶ κατὰ παραγωγὴν τενίζω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀτενίζω, τὸ λίαν ἐπιτεταμένως ὁρῶ. Ἄτερ· ἐκτός, χωρίς. Ἀτέραμνος· παρὰ τὸ τείρω τέραμος, ὡς πλέκω πλόκαμος, καὶ
10πλεονασμῷ τοῦ μ τέραμνος καὶ ἀτέραμνος· ἢ παρὰ τὸ τέρεν 〈τι〉 μὴ εἶναι ἐν αὐτῷ. Ἀτέραμνον· ἀπαραίτητον, σκληρόν, δεινόν, ἀκόρεστον, πολύ, τὸ μὴ τέρεν, ἀλλὰ σκληρόν. ἀτέραμνον οὖν κατὰ στέρησιν 〈παρὰ〉 τὸ μὴ εἶναι τέρεν 〈τι ἐν αὐτῷ〉, τουτέστι τρυφερὸν καὶ ἀπαλόν, 〈ἢ〉 τὸ 〈μὴ〉
15εὐχερῶς τειρόμενον, ὅ ἐστι βλαπτόμενον. λέγεται 〈ἀ〉τέρεμνα τὰ μὴ ἑψόμενα ὄσπρια, ἀλλὰ σκληρὰ καὶ κερασβόλα· καὶ ἀτεράμων, ὁ σκληρὸς
καὶ ἀπηνὴς ἄνθρωπος.225 in vol. 1

alpha

226

Ἅτερος· εἰς τὸ Θάτερος. Ἀτεχνῶς· ἀδόλως· τέχνη γὰρ ὁ δόλος. Ἀτεχνῶς 〈Procop. De bell. 1, 10, 5〉· ἀπλάστως· 〈θ 296 sq.〉 „ἀμφὶ δὲ δεσμοὶ Τεχνήεντες ἔχυντο“, τουτέστι δολεροί. σημαίνει δὲ καὶ
5τὸ ἁπλῶς 〈καὶ〉 καθάπαξ. οἱ δέ, ἐν ἴσῳ τῷ ὄντι καὶ τῇ ἀληθείᾳ· οἱ δέ, τὸ παράπαν καὶ καθόλου. Ἄτη 〈Β 111〉· τὸ α μακρόν. οἱ μέν, ὅτι ἐστὶν ἀ[ν]άτη καὶ κατὰ κρᾶσιν γίνεται ἄτη. οὐκ ἔστι δέ· πλεονασμὸς γάρ ἐστι τοῦ α. ἔστι δὲ ἄλλως εἰπεῖν, ὅτι 〈ἔστιν〉 ἄετος, ὁ μάταιος καὶ ψευδής, καὶ γέγονεν
10ἐκ τοῦ ἐτεός· καὶ τὸ θηλυκὸν ἀέτη, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν ἄτη. καὶ ἄλλως. ἔστι τῶ, τὸ λαμβάνω, 〈ι 347〉 „Κύκλωψ, τῆ, πίε οἶνον“· καὶ μετὰ τοῦ στερητικοῦ α γίνεται ἄτη· οὐδεὶς γὰρ αὐτὴν λαμβάνει, ἀλλὰ πάντες ἐκφεύγουσι. καὶ εἰς τὸ Αἴτιος καὶ Ἀταρ‐
τηρός καὶ Ἀτάσθαλος καὶ Ἄτρυτα.226 in vol. 1

alpha

227

Ἀτύζεσθαι· παρὰ τὴν ἄτην· οἱ γὰρ ἐν ἄτῃ ὄντες ταράττονται. Ἀτιμάζω 〈Α 11〉· ἐξ οὗ τὸ 〈ib.〉 „ἠτίμασεν“· τοῦτο παρὰ τὸ ἀτιμῶ, ὡς βῶ βάζω· τοῦτο παρὰ τὸ ἄτιμος· τοῦτο παρὰ τὸ τιμή· τοῦτο παρὰ τὸ τίω. τὸ ι μακρόν. ἔστι δὲ τὸ ἀτιμῶ δευτέρας συζυ‐
5γίας καὶ τρίτης. τὸ τίω σημαίνει γʹ· τὸ τιμῶ 〈Ε 78〉 „θεὸς δ’ ὣς τίετο δήμῳ“, τὸ τιμωρῶ καὶ τὸ ἀποδίδωμι. 〈καὶ〉 τὸ ἀτιμῶ σημαίνει γʹ· τὸ ἀτιμάζω, τὸ ὑβρίζω καὶ τὸ καταδικάζω. τί διαφέρει τὸ ἀτιμῶ ἡ τρίτη συζυγία τοῦ ἀτιμάζω; ἀτιμῶ μὲν λέγεται τὸ κατὰ τὸν νόμον ὁλοσχερῶς κατακρίνω, ἐξ οὗ καὶ τὸ „ἐπὶ ξύλου ἠτιμωμένος,“ τουτέστι
10κατακεκριμένος, 〈Ev. Joann. 18, 31〉 „λάβετε“ γὰρ „αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε“· ἀτιμάζω δέ, τὸ ὑβρίζω. πάλιν δια‐ φέρει τὸ ἀτιμῶ ἡ τρίτη συζυγία τῶν περισπωμένων τῆς δευτέρας· ἡ μὲν γὰρ τρίτη συζυγία παρασύνθετός ἐστι ἐκ τοῦ ἄτιμος, ἡ δὲ δευτέρα σύνθετος ἐκ τοῦ τιμή, ἐξ οὗ τὸ 〈Α 356〉 „ἠτίμησεν.“
15Ἀτιμοῦται καὶ ἀτιμάζεται διαφέρει· ἀτιμοῦται μέν τις ὑπὸ τοῦ νόμου ὁλοσχερῆ ἀτιμίαν, ἀτιμάζεται δέ τις ὑβριζόμενος ἔν τινι πράγματι. Ἀτλαντικὸν πέλαγος· ὁ Ὠκεανός· ἀπὸ τοῦ Ἄτλαντος ὄρους τῆς Λιβύης. καὶ εἰς τὸ Ἑσπερία.
20Ἄτλας· ... παρὰ τὸ μὴ κοπιᾶν. καὶ εἰς τὸ Τλήσομαι.227 in vol. 1

alpha

228

Ἀτμένες· οἱ δοῦλοι, οἱ ἄτερ μένους ὄντες διὰ κακοπάθειαν. καὶ εἰς τὸ Θής. Ἀτμήν· παρὰ τὸ τιμή[ν] ἀτμήν· ἄτιμον γὰρ τὸ δοῦλον. Ἀτμίς· παρὰ τὸ ἄω, τὸ πνέω, ἄσω ἀσμίς καὶ ἀτμίς.
5Ἄτομον· παρὰ τὸ 〈τέμνω〉 τόμος καὶ ἄτομον· ἐπιτατικὸν δὲ τὸ α. Ἄτον· εἰς τὸ Ἧττον. Ἄτρακτος· παρὰ τὸ ταράσσω ταρακτός καὶ ἄτρακτος. Ἀτραπόν· τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ. Ἀτράφαξυς· εἰς τὸ Λιγύφθογγος.
10 Ἀτρείδης 〈Β 185〉· πατρωνυμικὸν ὄνομα. διαφέρει δὲ τὸ πα‐ τρωνυμικὸν τοῦ κτητικοῦ, ὅτι τοῖς μὲν πατρωνυμικοῖς ἐνδέχεται τὰ τῶν παίδων ὀνόματα συντάσσειν καὶ μή. εἰ γὰρ ἀδελφῶν ὄντων τινῶν
τούτων ἕνα σημᾶναι βουλοίμεθα, τῷ πατρωνυμικῷ παρατίθεμεν τὸ τοῦ228 in vol. 1

alpha

229

παιδὸς κύριον ὄνομα, οἷον Ἀτρείδης Μενέλαος, Πριαμίδης Ἕκτωρ· εἰ δὲ μὴ ὦσιν ἀδελφοί, οὐ χρεία προσθήκης κυρίου· ἀρκούμεθα γὰρ τῇ πατρωνυμίᾳ, 〈οἷον〉 „Πηλείδης ἐφόνευσεν Ἕκτορα.“ τὰ γὰρ πατρω‐ νυμικὰ αὐτόθεν ἔχει τὴν σημασίαν, κἂν μήτε τοὺς υἱοὺς ἐπάγοιτο μήτε
5τὸ τοῦ παιδὸς κύριον· τὰ δὲ κλητικὰ οὐχ οὕτως, ἀλλ’ ἀνάγκη προσ‐ υπακούεσθαί τι αὐτοῖς· εἰ δέ τις φαίη „Πλατωνικόσ“ οὐ προσυπα‐ κουομένου τοῦ νόμος ἢ χιτών, ἀτελές ἐστι. διὸ ἀναγκαίως δεῖ ἐπι‐ φέρειν τοῖς κτητικοῖς προσηγορικὰ ἢ κύρια, οἷον Ὁμηρικὸς λόγος, βασιλικὸς δόμος.
10 Ἀτρεκέως 〈Β 10〉· ἐπίρρημα μεσότητος· παρὰ τὸ δέρκω, ὃ ση‐ μαίνει τὸ βλέπω, ὄνομα δερκές, καὶ κατ’ ἐπέκτασιν τοῦ α γίνεται ἀδερκές, τὸ λίαν ὑπερβλέπον, καὶ τροπῇ τοῦ δ εἰς τ ἀτρεκές, τὸ λίαν ὑπερβλεπόμενον. ἢ παρὰ τὸ τρέχω, ὁ μὴ τρέχων. Νικήτου Ἀτρέκεια 〈Jo. Damasc. Canon. iamb. 3, 11〉· ἐκ τοῦ ἀτρεκής.
15 Ἀτρέμας 〈Β 200〉· γίνεται ἐκ τοῦ ἀτρεμῶ, καὶ ἔστι παρασύνθετον ἐκ τοῦ ἀτρεμής· τοῦτο παρὰ τὸ τρέμω καὶ τὸ στερητικὸν α ἀτρεμής,
καὶ ῥῆμα εἰς ω ἀτρεμῶ, καὶ ἐξ αὐτοῦ ἐπίρρημα εἰς ας ἀτρέμας. ἔστι229 in vol. 1

alpha

230

δὲ 〈καὶ〉 εἰς α ἀτρέμα· ὥσπερ ἐκ τοῦ ἠρεμῶ γίνεται ἠρέμας καὶ ἠρέμα, οὕτως καὶ τοῦτο. Ἀτρεύς· παρὰ τὸ τρῶ ... ἄφοβος γάρ. Ἄτρυτα· ἀκάματα, σκληρὰ καὶ ἰσχυρά. σημαίνει δὲ καὶ ἀβλαβῆ,
5οἷον ἄτρητα· παρὰ τὸ τρῶ τρήσω τρητά καὶ ἄτρυτα μετὰ τοῦ στερη‐ τικοῦ α 〈καὶ〉 τροπῇ τοῦ η εἰς υ, ὡς ἅλμη ἁλμυρός. Ἀτρώς· εἰς τὸ Προβλῆτι. Ἄιττειν· τὸ ἅλλεσθαι καὶ πηδᾶν· γίνεται παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ᾄσσω καὶ τροπῇ τῶν δύο σς εἰς ττ ᾄττειν. καὶ εἰς τὸ Διάττειν καὶ Στρατός.
10Ἀττική· παρὰ τὸ ἀκτή. οὕτως ἐλέγετο τὸ παλαιόν.230 in vol. 1

alpha

231

Ἄττω· εἰς τὸ Κάττα. Ἀτῶ· εἰς τὸ Ἐλεηλάτει. Αὖα· παρὰ τὸ εἰς αὖσιν καὶ καῦσιν ἐπιτήδεια 〈εἶναι〉. Αὖας· παρὰ τὸ αὔω, τὸ φωνῶ.
5 Αὐγή· παρὰ τὸ ἄγω· δι’ ἣν ἀγόμεθα, εἴγε σκότος διὰ τὸ ἐπι‐ σχεῖν ἡμᾶς. Ἰωάννου Λυδοῦ Αὔγουστος· ἀπὸ Αὐγούστου βασιλέως οὕτως ἐπικληθέντος· ἀπὸ γὰρ τῆς αὐτοῦ βασιλείας καὶ μέχρι σήμερον Αὔγουστοι οἱ βασιλεῖς κικλήσκονται. ὅθεν καὶ βῆλον ἐν τοῖς βασιλείοις μελέθροις ἐπικρέμαται·
10τυραννοῦντος γάρ τινος αὐτῷ ἐν τοῖς μέρεσι τῆς Ἰλλυρίας καὶ χειρω‐ θέντος ὑπ’ αὐτοῦ, διὰ τὸ ἰταμὸν καὶ σκληρὸν τὸν ἀντίπαλον γεγο‐ νέναι πρὸς μνήμην καὶ τιμὴν τῆς ἑαυτοῦ βασιλείας τὸ κολόβιον αὐτοῦ ἐκρέμασεν καὶ ἔκτοτε οἱ βασιλεῖς βῆλον ἐπιτιθέασιν ἔμπροσθεν αὐτῶν κατὰ μίμησιν ἐκείνου, ὅθεν καὶ ἡ ἀπογραφὴ πρώτη γέγονεν.
15 Γεωργίου τοῦ Χοιροβοσκοῦ Αὐδῶ· παρὰ τὸ αὔω, τὸ φωνῶ. καὶ εἰς τὸ Ηὖδα. Αὐθαίρετος· παρὰ τὸ αἱρῶ, τὸ προαιροῦμαι, αἱρετός, καὶ μετὰ τῆς αὐτός αὐτοαιρετός καὶ συγκοπῇ αὐταίρετος, καὶ τροπῇ τοῦ τ εἰς
θ αὐθαίρετος· σημαίνει δὲ τὸν αὐτοπροαίρετον.231 in vol. 1

alpha

232

Αὐθέντης· ἐκ τοῦ φῶ, τὸ φονεύω, φένω διὰ τοῦ ε φιλοῦ, ἐκ‐ θλίψει τοῦ δασέος ἕνω [ὁ φόνος], ὄνομα ῥηματικὸν ἕντης, καὶ μετὰ τῆς αὐτός αὐτοέντης, καὶ ἐν συγκοπῇ [δασέων] 〈αὐτέντης· καὶ〉 ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται 〈καὶ δασέα δασέων, τρέπεται τὸ τ εἰς θ καὶ γί‐
5νεται〉 αὐθέντης. Αὖθι 〈Β 328〉· ἐπίρρημα τοπικόν, καὶ ἔστι τῆς ἐν τόπῳ· καὶ γί‐ νεται ἐκ τοῦ αὐτόθι· τοῦτο ἐκ τοῦ αὐτοῦ, Ὅμηρος 〈Θ 207〉 „αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο“, 〈καὶ δηλοῖ〉 τὴν ἐν τόπῳ σχέσιν, ἀντὶ τοῦ ἐκεῖ[σε]. καὶ ὥσπερ ἀπὸ τοῦ ἀγχοῦ γίνεται ἀγχόθι, οὕτως καὶ ἀπὸ τοῦ αὐτοῦ
10αὐτόθι, καὶ συγκοπῇ αὖθι. διαφέρει δὲ αὖθις καὶ αὖθι· τὸ μὲν αὖθι χωρὶς τοῦ ς τοπικὸν ἐπίρρημα ἀπὸ τοῦ αὐτόθι, τὸ δὲ αὖθις σημαίνει τὸ πάλιν καὶ μετὰ ταῦτα. τὸ θι ι· τὰ εἰς ις ἐπιρρήματα πεφυκότα λέγεσθαι χωρὶς τοῦ ς διὰ τοῦ ι γράφεται· αὖτις καὶ αὖτι, μέχρις 〈καὶ〉 μέχρι αὖθις 〈καὶ〉 αὖθι.
15Αὐθιγενεῖς· εἰς τὸ Ἰθαγενεῖς.
Αὖ θώρηκα· εἰς τὸ Δεύτερον αὖ θώρηκα.232 in vol. 1

alpha

233

Αὐλή· παρὰ τὸ αὔω, τὸ λάμπω, αὐή καὶ πλεονασμῷ τοῦ λ αὐλή. ‖ ἢ παρὰ τὸ ἄω, τὸ πνέω. Αὐλίδα 〈Β 303〉· ἐκ τοῦ Αὐλίς· τὸ δὲ Αὐλίς, ἐκ τοῦ αὐλίζω αὐλίσω Αὐλίς. καὶ τί μετέχει; ἐπειδὴ ἐκεῖ συνηθροίσθη ἅπας ὁ Ἑλλη‐
5νικὸς στρατός. Αὐλός· παρὰ τὸ αὔω, τὸ φωνῶ· καὶ Ὅμηρος 〈Υ 51〉 „αὖε δ’ 〈Ἄρησ〉 ἑτέρωθεν“. ἢ παρὰ τὸ ἄω, τὸ πνέω. ‖ ἢ παρὰ τὸ αὔω, τὸ βοῶ, ἐξ οὗ 〈Υ 51〉 „αὖε δ’ Ἄρης.“ καὶ εἰς τὸ Ἔναυλος. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἄϋλος 〈Jo. Damasc. Canon. iamb. 1, 28〉· ὁ μὴ ἔχων ὕλην·
10παρὰ τὸ ὕλη ὗλος καὶ ἄϋλος μετὰ τοῦ στερητικοῦ α. τὸ δὲ ὕλη παρὰ τὸ ὕω, τὸ βρέχω, ἡ δι’ ὑγρᾶς αὐξανομένη. τὰ δὲ ἀπὸ τῶν εἰς α καὶ
η θηλυκῶν ἀναπέμπουσι τοὺς τόνους.233 in vol. 1

alpha

234

Αὐλῶπις· αὐλίσκον ἔχουσα, καθ’ οὗ πήγνυται ὁ λόφος, ἵν’ ᾖ εἶδος περικεφαλαίας λόφον εἰς ὀξὺ ἀνατεταμένον 〈ἐχούσησ〉. Αὔρα· παρὰ τὸ ἀήρ κατὰ ἀναστροφὴν παρωνύμως. Αὐρῶ· εἰς τὸ Ἀπούρας.
5Αὐστηρός· παρὰ τὸ αὔω, τὸ ξηραίνω, ὁ μέλλων αὔσω, ἐξ αὐτοῦ
αὐστηρός· ὅπερ παρὰ τὸ ὕω, τὸ βρέχω.234 in vol. 1

alpha

235

Αὐτάρ τοῦ δέ διαφέρει· ὅτι ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται. ὀξύνεται δὲ τὸ αὐτάρ ἢ βαρύνεται; οἱ μὲν οὖν ὀξυτόνως ἀνέγνωσαν, ὡς Καλλίμαχος 〈fr. 379 Schneider〉, οἱ δὲ βαρυτόνως λόγῳ τοιῷδε· πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται, οἷον ἄφαρ, δάμαρ, εἶθαρ,
5οὖθαρ, στέαρ. ῥητέον 〈δέ〉, ὅτι οὐδεὶς συμπλεκτικὸς σύνδεσμος ἢ πε‐ ρισπᾶται ἢ βαρύνεται, πάντες δὲ σχεδὸν ὀξύνονται. Αὐτάρ καὶ ἀτάρ· ποῖόν ἐστιν ἀναλογώτερον; καὶ λέγομεν, ὅτι κατὰ πλεονασμόν ἐστι τὸ αὐτάρ ἐκ τοῦ ἀτάρ, τὸ δὲ ἀτάρ οὐ δύναται γενέσθαι ἐκ τοῦ αὐτάρ κατὰ ἀποβολὴν τοῦ υ· κανὼν γάρ ἐστιν ὁ λέ‐
10γων, ὅτι παρεπόμενόν ἐστι τῇ ἐκ τοῦ α συνεστώσῃ διφθόγγῳ μετὰ τὴν ἀπόστασιν τοῦ ὑποτακτικοῦ φωνήεντος ἐκτείνειν τὸ α οὐχ ἑτέρου λόγου ἐπικρατοῦντος, οἷον κλαίω κλάω, αἰετός ἀετός, κεφάλαιον κεφα‐ λάδιον, οὔραιον οὐράδιον. εἴπερ οὖν καὶ ὁ αὐτάρ σύνδεσμος ἔνδειαν εἶχε τοῦ υ ἐν τῷ ἀτάρ, παρείπετο ἂν καὶ ἡ τοῦ α ἔκτασις.
15 Αὐτάρκης· παρὰ τὸ αὐτός καὶ τὸ ἀρκῶ, τὸ βοηθῶ, ὁ ἑαυτῷ ἐπαρκῶν καὶ βοηθῶν. Αὖτε· εἰς τὸ Τότ’ αὖ. Αὐτῆμαρ· ἐπίρρημα καιροῦ παραστατικόν. Ἀϋτῆς 〈Β 97〉· παρὰ τὸ αὔω, τὸ φωνῶ· τοῦτο παρὰ τὸ ἄω, τὸ
20πνέω, καὶ πλεονασμῷ αὔω, ὁ μέλλων αὔσω, ὄνομα ῥηματικὸν αὐλός,235 in vol. 1

alpha

236

ἡ ἐπιμήκης 〈παράτασις, καὶ παρώνυμον ὄνομα αὖλαξ, ἡ ἐπιμήκησ〉 διαχάραξις τοῦ ἀρότρου. Αὐτίκα· ἐπίρρημα μεσότητος καὶ χρόνου δηλωτικόν. τὸ τι ι· τὰ εἰς κα ἐπιρρήματα τῷ ι παραλήγονται, οἷον αὐτίκα ἡνίκα πηνίκα.
5 Αὖτις 〈Β 208〉· ἐκ τοῦ τίς καὶ μετὰ τοῦ [στερητικοῦ] α τοῦ ση‐ μαίνοντος τὸ εἰς τοὐπίσω γίνεται ἄτις· 〈καὶ〉 ὥσπερ παρὰ τὸ ἐρύω γίνεται ἐρύσω ἀέρυσαν καὶ πλεονασμῷ τοῦ υ 〈Α 459〉 〈„αὐέρυσαν“, οὕτω καὶ ἄτις, ὃ σημαίνει τὸ πάλιν, γίνεται πλεονασμῷ τοῦ υ〉 αὖτις. τί διαφέρει τὸ αὖτις τοῦ πάλιν; διαφέρει· τὸ μὲν γὰρ πάλιν ἐστὶ το‐
10πικόν, τὸ γὰρ εἰς τοὐπίσω δηλοῖ· τὸ δὲ αὖτις ἐστὶ χρονικόν, τὸ ἐξ ὑστέρου γὰρ δηλοῖ. Αὐτοβοεί 〈Agath. Hist. 2, 8〉· τὸ παραχρῆμα συντελεσθῆναι ἐπὶ πολεμικοῖς ἔργοις, οἷον ταχέως, ἅμα βοῇ. παρὰ δὲ Θεοπόμπῳ 〈fr. 321 Mueller〉 ἐπὶ τοῦ κατὰ κράτος.
15 Αὐτόθι· εἰς τὸ Αὖθι. Αὐτόματος· παρὰ τὸ μαίω, ἐξ οὗ καὶ μασθός. καὶ εἰς τὸ Μεμαῶτες. Αὐτομάτως 〈Agath. Hist. 4, 23〉· αὐτοκελεύστως, αὐτοκλήτως,
αὐτοβούλως· ἀπὸ τοῦ μαίω, ὃ σημαίνει τὸ ζητῶ, γίνεται μαστός,236 in vol. 1

alpha

237

ὃ〈ν〉 ἐπιζητοῦσι τὰ βρέφη, καὶ ἐξ αὐτοῦ αὐτόματος, ὁ μὴ ἐπιζητηθείς, ἀλλ’ αὐτὸς ἑαυτὸν ἐπαγαγών· ἀπὸ τούτου καὶ τὸ ἀπροτίμαστος γυνή, ἡ μὴ ἐπιζητηθεῖσα, 〈Τ 263 + δ 587〉 „ἀλλ’ ἔμεν’ ἔμεν’ ἀπροτίμαστος ἐνὶ μεγάροισιν ἐμοῖσιν.“
5 Αὔτως 〈Β 138〉· ἀντὶ τοῦ ματαίως· καὶ ἔστι〈ν〉 ἐπίρρημα μεσό‐ τητος, καὶ ψιλοῦται πρὸς ἀντιδιαστολὴν ἑτέρου τοῦ σημαίνοντος τὸ οὕτως. καὶ τοῦτο διὰ τί ψιλοῦται; τὸ στερητικὸν α ψιλοῦται. καὶ πῶς ἐστι στερητικόν; πόθεν παράγονται τὰ ἐπιρρήματα τῆς μεσότητος; ἐκ τῶν γενικῶν ὀνομάτων. καὶ πῶς ἐστιν ἡ γενικὴ τοῦ ὀνόματος;
10ἔστι〈ν〉 ἐτός, 〈καὶ σημαίνει τὸν ἀληθῆ, ἐξ οὗ καὶ πλεονασμῷ τοῦ ε ἐτεός. τοῦτο παρὰ τὸ ἔω, τὸ ὑπάρχω, εἰμί· ἐξ αὐτοῦ γίνεται ἐτός,〉 ὁ ἀληθής· τὸ γὰρ ἀληθὲς ὑπάρχει, τὸ 〈δὲ〉 ψεῦδος οὐχ ὑπάρχει· καὶ μετὰ τοῦ στερητικοῦ α ἄετος, καὶ ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ εἰς ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει. καὶ κλίνεται ἀέτου,
15ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄετοι, ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίρρημα
μεσότητος ἀέτως, καὶ ψιλοῦται ὡς στερητικόν, καὶ κράσει αὔτως.237 in vol. 1

alpha

238

Φωτίου Αὐχήν· παρὰ τὸ[ν] αὐχμός· ξηρὸς γὰρ ὁ τράχηλος καὶ ὀστώδης. καὶ εἰς τὸ Δειρή καὶ Ὀσφύς. Αὐχῶ· εἰς τὸ Εὖχος. Αὕω· σημαίνει τὸ λάμπω. διὰ τί δασύνεται; διότι ἀπὸ τοῦ φῶ,
5τὸ λάμπω, γίνεται φαύω καὶ αὕω κατὰ ἀποβολὴν τοῦ φ. καὶ εἰς τὸ Αἴης καὶ Ἄνεως καὶ Ἄιττειν καὶ Αὐλή καὶ Ἀϋτῆς καὶ Ἥλιος καὶ Τη‐
λαυγής καὶ Ὠρύω.238 in vol. 1

alpha

239

Ὁμήρου Ἄφαρ 〈Β 453〉· ἐπίρρημα μεσότητος ἀντὶ τοῦ εὐθέως· παρὰ τὸ ἅπτω, τὸ εὐθέως καὶ ἅμα τῷ ἅψασθαι γινόμενον. ἐξ οὗ καὶ οἱ Ἴωνες καὶ οἱ Ἐφέσιοι ἀφαρεί λέγουσι τὸ ταχέως καὶ ἀσκόπως ποιεῖν τι ἢ φθέγγεσθαι.
5 Ἀφάρτεροι 〈Ψ 311〉· ἀπὸ τοῦ ἄφαρ ἀφάρτεροι, τουτέστι ταχύ‐ τεροι. ‖ ἢ παρὰ τὸ ἀφαρεί, ὅ ἐστιν ἐσπουδασμένως. Ἀφαυρά· ἀσθενέστερα, ἀμαυρότερα, ἢ κουφότερα· ἀπὸ τοῦ ἀφαυ‐ ρόσ ἤτοι ἄγαν παῦρος καὶ ὀλίγος κατὰ δύναμιν. ‖ ἢ παρὰ τὸ φῶ, τὸ λέγω, φάρος, πλεονασμῷ τοῦ υ καὶ μετὰ τοῦ στερητικοῦ α ἀφαυρός,
10ὁ μηδενὸς λόγου ἄξιος.239 in vol. 1

alpha

240

Χοιροβοσκοῦ Ἀφεγγής 〈Jo. Damasc. Canon. iamb. 1, 121〉· ἐκ τοῦ φέγγος φεγγής καὶ ἀφεγγής· τοῦτο δὲ παρὰ τὸ φῶς ἄγειν. Ἀφέηκα· εἰς τὸ Ἀπαιωρημένος καὶ Ἀπῃωρημένος. Ἀφελής· παρὰ τὴν ἀπό πρόθεσιν καὶ τὸ ἑλεῖν· ὅπερ σημαίνει
5τὸ〈ν〉 ἄκακον κατὰ τὸ φερόμενον ἐν τῇ κοινότητι. Ὁμήρου Ἄφενος 〈Α 171〉· ὁ ποιητὴς οὐδετέρως χρᾶται τῇ λέξει, τινὲς δὲ ἀρσενικῶς. γίνεται ἐκ τοῦ ἕνος, ὃ σημαίνει τὸ ἐνιαυτόν, ἄφενος προπαροξυτόνως· ἀφενὸς δὲ ἄνθρωπος ὁ πλήρης τοῦ ἀφένου. ἕνος δέ, ὁ ἐνιαυτός, παρὰ τὸ ἕω, τὸ πληρῶ. 〈ἄφενος οὖν〉 ὁ ἐξ ἑνὸς
10ἐνιαυτοῦ συναγόμενος πλοῦτος, πλοῦτος δὲ ὁ ἐκ πολλῶν. Ἄφενος· τὸ ἀπ’ ἐνιαυτοῦ περιὸν εἰς νέωτα· ἢ ἄπενος, τὸ μὴ ἐν πενίᾳ, ἀλλ’ ἐν περιουσίᾳ χρημάτων. Δίδυμος 〈p. 401, 2 Schmidt〉.
Ἀφέξει· ἐκ τοῦ ἔχω ἀπέχω ἀφέξω.240 in vol. 1

alpha

241

Ἄφετος· παρὰ τὸ ἀφίημι. Ἀφέωνται· ἀφίημι, ὁ παρακείμενος ἀφῆκα, ὁ Ἀττικὸς ἀφέωκα· οἱ γὰρ Ἀττικοί, ἡνίκα πλεονασμὸν τοῦ ε κατὰ τὸν παρακείμενον ποιή‐ σωσι, τότε καὶ τὸ ἐπαγόμενον φωνῆεν εἰς ω τρέπουσι· ὁ παθητικὸς
5ἀφέωμαι καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἀφέωνται αὐθυπότακτον. Ἁφή· παρὰ τὸ ἅπτω, ὃ σημαίνει τὸ προσεγγίζω, ὁ μέλλων ἅψω, ὁ παρακείμενος ἧφα καὶ ἐξ αὐτοῦ ἡφή καὶ ἁφή. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἀφῆκα 〈Ps. 84, 3〉· παρὰ τὸ ἀφίημι ἀφήσω ἀφῆκα. εἰς τὸ Ἀπῃωρημένος.
10 Ἀφηνιάζω· εἴρηται ἡ λέξις ἀπὸ μεταφορᾶς τῶν ἵππων τῶν σκληρυνομένων καὶ ἄποθεν τῶν ἡνίων καθεστώτων. ἀφηνιάζειν οὖν τὸ σκληρύνεσθαι καὶ ἄπο τῆς εὐθείας ὁδοῦ εἶναι. γίνεται ἐκ τοῦ ἡνίον, ὃ σημαίνει τὸν λῶρον, ἡνιάζω καὶ ἀφηνιάζω. Ἀφήσω 〈Β 263〉· ὁ παρακείμενος ἀφῆκα· καὶ οἱ Ἴωνες πλεονά‐
15ζουσι τὸ ε, ἥνδανε ἑήνδανε, ὥρακα ἑώρακα, οὕτως ἀφέηκα· καὶ τὸ μακρὸν εἰς μακρὸν τρέπεται, τὸ η εἰς ω, καὶ γίνεται ἀφέωκα, τὸ πα‐
θητικὸν ἀφέωμαι καὶ ἀφέωνται.241 in vol. 1

alpha

242

Νικήτου Ἄφθιτον 〈Jo. Damasc. Canon. iamb. 3, 27〉· ἔστι φθίω, τὸ φθείρω. Ἄφθιτον 〈Β 46〉· ἐκ τοῦ φθιτός καὶ τοῦ α τοῦ στερητικοῦ· τοῦτο παρὰ τὸ φθίω· τοῦτο δὲ διφορεῖται καὶ διὰ τοῦ ι καὶ διὰ τῆς
5διφθόγγου γράφεται. Ἀφίγμεθα· ἀπὸ τοῦ ἵκω ἵξω ἷχα ἷγμαι, ὥσπερ λέλεχα λέλεγμαι· καὶ λαμβάνει τὴν πρόθεσιν καὶ γίνεται ἀφῖγμαι καὶ ἀφίγμεθα τὸ πλη‐ θυντικόν. Εὐλογίου σχολαστικοῦ. Εὐλογίου Ἀφίγμεθα· ἀπὸ ποίου θέματος; καὶ λέγομεν ἀπὸ τοῦ ἵκω
10ἵξω ἷχα, ὁ παρακείμενος παθητικὸς ἷγμαι, ὥσπερ λέλεχα—. ἐγράφη. Ἀφίει 〈Α 25〉· ἔστι ῥῆμα ἱῶ περισπώμενον καὶ δασυνόμενον· τούτου 〈ὁ παρατατικὸσ〉 ἵουν, τὸ δεύτερον ἵεις, τὸ τρίτον ἵει καὶ ἐν συνθέσει ἀφίει, ἐξ οὗ καὶ τὸ 〈Α 326〉 „προΐει“. ἰστέον δέ, ὅτι τοῦ τίθημι καὶ δίδωμι καὶ ἵημι οἱ παρῳχημένοι μᾶλλον ἀπὸ τῶν εἰς ω
15εἰσὶν ἐν χρήσει ἤπερ ἀπὸ τῶν εἰς μι· 〈Α 446〉 „ὧς εἰπὼν ἐν χερσὶ
τίθει“ καὶ 〈Ev. Jo. 19, 3〉 „ἐδίδουν αὐτῷ ῥαπίσματα.“242 in vol. 1

alpha

243

Γεωργίου Ἀ〈μ〉φιειμένος· ὁ ἐνδεδυμένος· παρὰ τὸ ἕω γέγονε, ὃ ση‐ μαίνει τὸ ἐνδύομαι· τούτου ὁ μέλλων ἕσω, ὁ μέσος παρακείμενος εἷα καὶ ὁ παθητικὸς εἷμαι καὶ ἡ μετοχὴ εἱμένος καὶ ἐν συνθέσει ἀ〈μ〉φιειμένος. Ἀφικέσθαι· εἰς τὸ Ἱκέσθαι.
5 Ἄφιξις· διὰ τοῦ ι· γέγονε δὲ ἀπὸ παθητικοῦ ῥήματος τοῦ ἀφῖγμαι ἀφῖξαι ἀφῖκται καὶ ἄφιξις. Ἀφίει· τὸ θέμα 〈ἀφιῶ〉, τὸ πέμπω, ὁ παρατατικὸς ἀφίεον ἀφίουν, ἀφίεες ἀφίεις, ἀφίεε[ι] ἀφίει τρίτου προσώπου.
Ἀφλοισμός· παρὰ τὸ ἀφροισμός.243 in vol. 1

alpha

244

Γεωργίου Ἀφνειός· ... ἔστιν ἕνος, ὁ ἐνιαυτός· ἐκ τούτου γίνεται ἄφε‐ νος, οἱονεὶ ὁ ἐκ τοῦ καρποῦ τοῦ ἐνιαυτοῦ συναγόμενος πλοῦτος. ἐκ τοῦ ἄφενος οὖν γίνεται ἀφενειός, καὶ κατὰ συγκοπὴν τοῦ ε ἀφνειός. καὶ εἰς τὸ Ὀλβιόδαιμον καὶ Πλούσιος.
5 Ἄφνω· τὸ ἐξ ἀφανοῦς· ἀφανής ἀφανῶς ἐπίρρημα, συγκοπῇ καὶ ἀποβολῇ τοῦ ς ἄφνω. βαρύνεται δὲ ὡς τὸ πόρρω ἔξω. Ἀφό〈ρ〉δια· παρὰ τὸ ἔξω τῆς ὁδοῦ προχωρεῖν.
Ἀφορία· εἰς τὸ Ἀπορία.244 in vol. 1

alpha

245

Ἀφοσιοῦται· τὸ πληροῦται· ἐκ τοῦ ἀφοσιῶ· τοῦτο παρὰ τὸ ὅσιος ὁσιῶ καὶ ἀφοσιῶ, τὸ τὰ νενομισμένα ἐπὶ τῇ ταφῇ πληρῶ. Ἀφοσιῶ· τὸ πληρῶ καὶ ἀποδιδῶ. Ἀφραδία 〈Β 368〉· ἐκ τοῦ ἀφραδής μετὰ τοῦ στερητικοῦ α, ὁ
5ἄβουλος καὶ ἄπειρος, καὶ τὸ θηλυκὸν ἀφραδία. Ἀφροδίτη· Εὐριπίδης παρὰ τὴν ἀφροσύνην 〈Troad. 989〉 „τὰ μῶρα γὰρ πάντ’ ἐστὶ〈ν Ἀφροδίτη〉 [γίνεται] βροτοῖσ“· ἐναντία γάρ ἐστιν αὕτη τῇ φρονήσει. καὶ Ἐπαφρόδιτος 〈fr. 59 Luenzner〉 παρὰ τὸ ἀφραδές, τουτέστι μὴ νομίζουσα· φρόνησιν, διὰ τὸ ἀφραδὲς καὶ
10ἄγνωστον τῆς μίξεως· ἢ παρὰ τὸν ἀφρὸν τῆς συνουσίας, ἢ διὰ τὸ ἐκ245 in vol. 1

alpha

246

θαλάττης αὐτῆς τὴν γένεσιν εἶναι. ὁ δὲ Δίδυμος 〈p. 401, 3 Schmidt〉 παρὰ τὸ ἁβρὸν τῆς διαίτης· τὸ γὰρ β τοῦ φ συγγενές ἐστι, δῆλον 〈δὲ〉 ἐκ τοῦ τοὺς Μακεδόνας τὸν Φίλιππον Βίλιππον καλεῖν καὶ τὸν φαλακρὸν βαλακρὸν καὶ τοὺς Φρύγας Βρύγας καὶ τοὺς ἀνέμους, διὰ
5τὸ φυσᾶν φυσητὰς ὄντας, βύκτας, καὶ Ὅμηρος 〈κ 20〉 „βυκτάων ἀνέ‐ μων.“ διχῶς δὲ καὶ ἡ ἁβροδίαιτος, ὅτι δεῖ αὐτῇ διὰ τὸ κάλλος χλι‐ δῆς, ἢ ὅτι οἱ κατεχόμενοι τῇδε τῇ θεῷ ἁβροὶ καὶ πολυτελεῖς. Γεωργίου Ἀφροδίτη· ὥσπερ ἀπὸ τοῦ φυτόν γέγονε φυτρός καὶ φιτρός κατὰ τροπὴν τοῦ υ εἰς ι, ὅ ἐστι κορμός, καὶ ἀπὸ τοῦ δύο φέρειν γί‐
10νεται δυόφορος καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι δίφορος 〈καὶ δίφροσ〉, ὅ ἐστιν ἅρμα, παρὰ τὸ δύο φέρειν· τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀναδῦσα [καὶ] τοῦ ἀφροῦ ἀνέρχεσθαι γίνεται ἀφροδύτη καὶ κατὰ τρο‐ πὴν τοῦ υ εἰς ι Ἀφροδίτη. [γέγονε δὲ παρὰ τὸν ἀφρὸν Ἀφροδίτη. Ἀφροδίτη δὲ λέγεται παρὰ τὴν ἀφροσύνην.] καὶ εἰς τὸ Ἀνεπαφρόδιτος.
15 Ἀφροντιστήσας 〈Procop. De bell. 1, 3, 10〉· ἀμεριμνήσας, ἢ ἀμελήσας. ἀπὸ τοῦ ἀφροντιστῶ· τοῦτο παρὰ τὸ φροντίζω φροντίσω πλεονασμῷ τοῦ τ μετὰ περισπωμένου τόνου φροντιστῶ, καὶ ἀφρον‐ τιστῶ μετὰ τοῦ στερητικοῦ α. τὸ δὲ φροντίζω παρὰ τὸ φροντίς· τοῦτο παρὰ τὸ τὰς φρένας τίειν, ὅ ἐστι τιμωρεῖν· οἱ γὰρ φροντίδα ἔχοντες,
20τὰς φρένας τιμωροῦνται. συντάσσεται μετὰ γενικῆς.246 in vol. 1

alpha

247

Ἄφρων ἀνοήτου διαφέρει· ἄφρων ἐστὶν ὁ ἐστερημένος φρονή‐ σεως καὶ ὁ πρὸς τὰ κοινὰ καὶ ἀνθρώπινα διορατικῶς μὴ ἔχων καὶ ὁ ἄθεος καὶ ὁ ἐθνικῶς ζῶν· ἄνους δὲ ὁ μὴ ἔχων τὰ τοῦ ἀνθρώπου ἐξαίρετα, ἀλλὰ καὶ τὸ περὶ τὴν ζωὴν βλαβερόν, καὶ Ἰουδαϊκῶς καὶ
5τὴν τοῦ νόμου τήρησιν πολιτευόμενος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἄφρων 〈Ps. 13, 1〉· παρὰ τὸ φρῶ, τὸ προϊῶ, μετὰ τοῦ στε‐ ρητικοῦ α. Ἀφυής· ἐκ τοῦ φυή[ς], ὃ σημαίνει τὸν τρόπον καὶ τὴν θέσιν, 〈Γ 128〉 „ἀμφοτέρων δὲ φυὴν ἐδάην,“ [καὶ] μετὰ τοῦ στερητικοῦ α
10ἀφυής, οἱονεὶ ὁ κακότροπος. εὐφυής δὲ καὶ εὐμαθής διαφέρει· εὐμαθὴς μὲν ὁ καλῶς μανθάνων, εὐφυὴς δὲ ὁ πανοῦργος καὶ σκώπτης. Φωτίου Ἄφυκτος· εἰς τὸ Ἐτύχθη. Ἀφύξειν 〈Α 171〉· παρὰ τὸ ἀφύσσω, τὸ ἀπαντλῶ· Δωρικὴ δὲ ἡ λέξις· ἐν πλεονασμῷ τοῦ λ λαφύσσω· γίνεται οὖν ἀφύξειν τὸ ἀπαρ‐
15έμφατον 〈μέλλοντοσ〉. τὸ ἀφύσσω ἀπὸ τοῦ φυ[σ]σῶ μετὰ τοῦ ἐπι‐ τατικοῦ α ἀφύσσω ἀπὸ μεταφορᾶς τῶν φυσωμένων ἀσκῶν. Ἀφυσγετός· παρὰ τὸ ἀφύσσεσθαι ὑπὸ τοῦ ῥεύματος. καὶ εἰς τὸ Ἐξαιρέτως. Ἀφυσσόμενοι 〈Γ 295〉· μετοχὴ χρόνου ἐνεστῶτος. τὸ ῥῆμα
20ἀφύσσω, οὗ ὁ μέλλων ἀφύξω, 〈Α 171〉 „καὶ πλοῦτον ἀφύξειν“· γίνεται
δὲ ἐκ τοῦ φύω, τὸ κρατῶ, 〈Ζ 253〉 „ἔν τ’ ἄρα οἱ φῦ χειρί“, μετὰ247 in vol. 1

alpha

248

τοῦ ἐπιτατικοῦ α ἀφύω, ὁ μέλλων ἀφύσω, καὶ πλεονασμῷ τοῦ ς ἀφύσσω μεταγομένου τοῦ χρόνου εἰς ἐνεστῶτα. [καὶ] ἀνατρέπεται δέ, ἐπειδὴ τὰ ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα παραγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνονται. γίνεται οὖν ἐκ τοῦ ἀρύω, τὸ ἀπαντλῶ, κατὰ τροπὴν τοῦ
5ἀμεταβόλου εἰς φ ἀφύσσω. ψιλοῦται. τὸ α πρὸ τοῦ δασέος ψιλοῦται, χωρὶς τοῦ ἁφή. Ἁφῶ· εἰς τὸ Ψηλαφῶ. Ἀχαιΐδες 〈Β 235〉· ἐκ τοῦ Ἀχαιΐς· τοῦτο δὲ ἐκ τοῦ Ἀχαιά, καὶ σημαίνει βʹ. ‖ Ἀχαιός· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνό‐
10ματι; ἐθνικοῦ. ποσαχῶς λαμβάνονται τὰ ἐθνικά; τετραχῶς· ἐκ πόλεως,248 in vol. 1

alpha

249

ἐκ χώρας, ἐξ ἔθνους, ἐκ βασιλείας. τὸ δὲ Ἀχαιός 〈παρειλήφθη〉 ἀπὸ βασιλέως [ἀπὸ] Ἀχαιοῦ. διὰ τί ὀξύνεται; τὰ διὰ τοῦ αιος, εἰ ἔχει πρὸ τῆς αι διφθόγγου τὸ χ, προπερισπῶνται, οἷον ἀρχαῖος τροχαῖος· σεση‐ μείωται τὸ Ἀχαιός καὶ τὸ Ἐρυσίχαιος· ἔστι δὲ ὄνομα ἔθνους.
5 Ἀχαλίνωτον· τὸ λι ι. διὰ τί; τὰ διὰ τοῦ ινω ῥήματα—. τὸ νω μέγα. διὰ τί; ἡ δὲ γνώρισις τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος· χαλινῶ, χαλινώσω. Ἀχανές· παρὰ τὸ ἄγαν κεχηνέναι. Ἄχερδος· βοτάνη· παρὰ τὸ χειρὶ αὐτὴν μὴ δύνασθαι λαβεῖν διὰ
10τὸ ἀκανθῶδες. Ἀχέω· εἰς τὸ Ἀκέων.
Ἄχθομαι· παρὰ τὸ ἄχος ἄχομαι καὶ ἄχθομαι.249 in vol. 1

alpha

250

Ἄχθος· εἰς τὸ Ἀπηχθημένος καὶ Ἄχος. Ἀχιλλεύς· παρὰ τὸ ἄχος γενέσθαι τῇ μητρί· ἢ διὰ τὸ μὴ χιλῷ ἀνατραφῆναι. Ἀχιλλεύς· παρὰ τὸ χιλός, ὃ δηλοῖ τὴν τροφήν, χιλεύς, καὶ μετὰ
5τοῦ στερητικοῦ α Ἀχιλλεύς, ὁ ἐστερημένος τῆς τροφῆς· λέγουσι γὰρ αὐτὸν ἐκ μυελῶν ἐλάφων τραφῆναι. Ἀχλάδια· ἀκράδες, διὰ τὸ ἀνέλκειν τὸ κῆρ, τουτέστι τὴν ψυχήν, ἐσθιόμενα πολλά· ἢ διὰ τὸ ἀχρεῖον. Ἀχλύς· παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν· ‖ ἄχος γὰρ
10ἡ λύπη.250 in vol. 1

alpha

251

Φωτίου Ἀχλύς· ἔστι χέω καὶ ἐξ αὐτοῦ γίνεται χύω χύσω, ὥσπερ ῥέω ῥύω· ἐκ τοῦ χύσω ἀποβολῇ τοῦ ω χύς, καὶ πλεονασμῷ τοῦ λ χλύς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀχλύς, ἡ πάνυ κεχυμένη· ζόφος γάρ ἐστιν. ἢ ἀπὸ τοῦ ἄχος ἀχύς καὶ πλεονασμῷ τοῦ λ ἀχλύς. ἢ παρὰ τὸ ἄγαν
5εἰλύειν καὶ ἀποκρύπτειν. Ἀχνύμενοι 〈Β 270〉· ἐκ τοῦ ἄχω· τοῦτο ἐκ τοῦ χῶ, τοῦ δη‐ λοῦντος τὸ διαχεῖσθαι τὴν ψυχὴν ὑπὸ τῆς ἡδονῆς καὶ χαρᾶς, ἐξ οὗ γίνεται χαίρω· λοιπὸν ἐκ τοῦ χῶ γίνεται ἄχω, τὸ μὴ διαχεῖσθαι ἀλλὰ συνέχεσθαι ὑπὸ τῆς 〈λύπησ〉 τὴν ψυχήν. ἢ χῶ, τὸ χωρῶ, χός, καὶ μετὰ
10τοῦ στερητικοῦ α ἄχος, τὸ μὴ χωρούμενον διὰ τὴν λύπην· γίνεται ἀχῶ ἀχύω, καὶ πλεονασμῷ τοῦ ν ἀχύνω, καὶ ἐν ὑπερβιβασμῷ ἀχνύω καὶ ἄχνυμαι καὶ τὰ ἑξῆς. Ἄχος 〈Β 171〉· ὄνομα παρὰ τὸ χέω μετὰ τοῦ στερητικοῦ α, ἡ
〈λύπη ἡ〉 μὴ διαχέουσα τὴν ψυχὴν ἀλλὰ συγχέουσα, ὥσπερ τοὐναν‐251 in vol. 1

alpha

252

τίον ἐπὶ τοῦ χαίρω παρὰ τὸ διαχεῖσθαι. ποίου εἴδους τῶν ὑποπε‐ πτωκότων τῷ ὀνόματι; εἰδικοῦ. 〈τὸ γενικόν ἐστιν ἡ λύπη.〉 εἴδη δὲ αὐτῆς δʹ· ἄχος, ἄχθος, φθόνος καὶ ἔλεος. τί ἐστιν ἄχος; λύπη ἀφωνίαν ἐμποιοῦσα. τί ἐστιν ἄχθος; λύπη βαροῦσα καὶ ἐνοχλοῦσα ἐπὶ ἀβουλίᾳ
5τῶν συμβαινόντων, ἤτοι ἀφορήτοις συμβάσεσι. τί ἐστι φθόνος; λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς. τί ἐστιν ἔλεος; λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς· πάσχει γάρ τις καὶ σὺ ἐλεεῖς. Ἄχος· παρὰ τὸ χῶ, τὸ χέω, μετὰ τοῦ στερητικοῦ α ἄχος, τὸ μὴ διαχεόμενον. ‖ ἢ ἀπὸ τοῦ μὴ διαχεῖσθαι, ὅθεν καὶ 〈τὸ〉 χαίρειν παρὰ
10τὸ διαχεῖσθαι. καὶ εἰς τὸ Ἀχνύμενοι καὶ Ἦχος. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἄχραντε 〈Jo. Damasc. Canon. iamb. 1, 130〉· ἐκ τοῦ χραίνω, τὸ μολύνω, χρανῶ, ὁ παθητικὸς παρακείμενος—. ἐγράφη. Ἄχραντον· παρὰ τὸ μὴ χραίνεσθαι· χραίνειν γάρ ἐστι τὸ μιαίνειν. Ἀχρεῖος 〈Β 269〉· γίνεται ἐκ τοῦ χρεία, καὶ ὤφειλεν εἶναι
15ἄχρειος· κανὼν γάρ ἐστιν ὁ λέγων οὕτως· τὰ ἀπὸ τῶν εἰς α καὶ η252 in vol. 1

alpha

253

θηλυκῶν συντιθέμενα προπαροξύνεται, οἷον πύλη Εὐρύπυλος, κεφαλή ἀκέφαλος· οὕτω καὶ χρεία ἄχρειος. ἀλλ’ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ διὰ τοῦ ειος ὀνόματα ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α, μεθ’ ὅ ἐστι βʹ σύμφωνα ἢ καὶ γʹ, πρὸ μιᾶς ἔχει τὸν τόνον, οἷον ἀστεῖος
5Βακχεῖος Καδμεῖος. τούτοις συνεξηκολούθησε καὶ τὸ ἀχρεῖος. ὡς οὖν εἴπομεν, ἐκ τοῦ χρεία μετὰ τοῦ στερητικοῦ α ἀχρεῖος, οὗ μὴ ἔχει τις χρείαν, καὶ ἐξ αὐτοῦ ἀχρεῖον τὸ οὐδέτερον· ἀπὸ δὲ ὀνόματος μετήχθη εἰς 〈ἐπιῤ〉ῥηματικὴν σύνταξιν. Ἀχρεῖος· παρὰ τὸ χρέος γέγονεν· ἢ παρὰ τὸ χρεία χρεῖος, καὶ
10μετὰ τοῦ στερητικοῦ α ἀχρεῖος. Ἀχρειῶ· εἰς τὸ Τελείω. Εὐλογίου Ἄχρι 〈σημήνῃ〉· πόθεν; ἀπὸ τοῦ σημαίνω, ὁ μέλλων σημανῶ, ὁ πρῶτος ἀόριστος ἐσήμανα καὶ Ἰωνικῶς τροπῇ τοῦ πρώτου α εἰς η γίνεται ἐσήμηνα, [ὁ πρῶτος ἀόριστος ὁ μέλλων] 〈τὸ〉 ὑποτακτικὸν ἐὰν
15σημήνω, σημήνῃς, σημήνῃ. τὸ γὰρ ἄχρι ἀντὶ τοῦ ἕως λαμβάνεται 〈μετὰ τοῦ〉 ὑποτακτικοῦ.
Ἄχρι· παρὰ τὸ μέχρι ἀμοιβῇ στοιχείου.253 in vol. 1

alpha

254

Ἀχῶ· εἰς τὸ Ἀκηχέδαται. Ἄψ 〈Γ 32〉· ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ εἰς τὰ ὀπίσω (οὐ μό‐ νον γὰρ τὸ α σημαίνει τὸ ὁμοῦ, ἀλλὰ καὶ τὸ εἰς τὰ ὀπίσω [ὁμοῦ] τὴν κέλευθον ἔχον) πλεονασμῷ τοῦ ψ γίνεται ἄψ· καὶ ἐρύω ἀερύω, τὸ εἰς
5τὰ ὀπίσω, καὶ πλεονασμῷ τοῦ υ 〈Α 459〉 „αὐέρυσαν μὲν πρῶτα.“ οἱ δὲ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, ὁ μέλλων ἕψω, ἕψ καὶ ἄψ. ‖ σημαίνει δὲ γʹ· ... 〈Ν 175〉 „ἂψ δὲ ἦλθεν.“ σημαίνει δὲ τὸ ἔσω 〈ρ 466〉 „ἂψ δ’ ὅ γ’ ἐπ’ οὐδὸν ἰὼν κατ’ ἄρ’ ἕζετο“ ... καὶ εἰς τὸ Ὀψιτέλεστον.
Ἅψεα· παρὰ τὸ συνῆφθαι αὐτὰ εἰς σύστασιν ὅλου τοῦ σώματος.254 in vol. 1

alpha

255

Ἀψίκορον· παρὰ τὸ ἄψ, ὃ σημαίνει τὸ εὐθέως, καὶ τὸ κόρος· τὸ εὐθέως κόρον λαμβάνον καὶ ταχέως πληρούμενον. Ἄψο〈ρ〉ρον· ἐπίρρημα μεσότητος· ἀντὶ τοῦ ὀπισθόρμητον. καὶ γίνεται ἐκ τοῦ ἄψ, τὸ ὀπίσω, καὶ τὸ ὄρω, τὸ διεγείρω, πλεονασμῷ
5τοῦ ρ ποιητικῶς. Ἄψο〈ρ〉ροι· σημαίνει δύο· τὸ εἰς τοὐπίσω 〈Γ 313〉 „ἄψο〈ρ〉ροι προτὶ 〈Ἴλιον“, ... 〈Μ 74〉 „ἄψορροι προτὶ〉 ἄστυ λέλιχθεν.“ Ἀψοφητί· πόθεν; ἐκ τοῦ ψόφος, ὃ σημαίνει τὸν κτύπον, γίνεται ψοφῶ, καὶ ὁ μέλλων ψοφήσω, καὶ ἐξ αὐτοῦ ἀψοφητί. τὸ τι ι. διὰ
10τί; τὰ εἰς τι ἐπιρρήματα διὰ τοῦ ι γράφεται, οἷον ἀναιμωτί ἀγελαστί ἀψοφητί ἀμογητί· καὶ Ὅμηρος 〈Λ 637〉 „Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν“· πλὴν τοῦ ἀκηρυκτεί ἀφιετεί ἀνοητεί καὶ ἀνουτητεί. Ἄω· εἰς τὸ Ἄημα καὶ Ἀτμίς καὶ Ἀϋτῆς καὶ Ἐριώλη καὶ Εὐώδης καὶ Ζῆθι καὶ Ἠέρι καὶ Ηὖδα.
15 Ἀωρία· ἔστι〈ν〉 ὥρα καὶ σημαίνει τὸ φῶς, καὶ μετὰ τοῦ στερη‐ τικοῦ α ἄωρος, καὶ τὸ θηλυκὸν ἀωρία, ἤγουν σκότος· τοῦτο δὲ παρὰ
τὸ ὁρῶ, τὸ βλέπω.255 in vol. 1

alpha

256

Ἄωρτο 〈Γ 272〉· ὁ μὲν Ἡρωδιανὸς 〈II 389, 25 Lentz〉 λέγει, ὅτι σημαίνει τὸ ἥρμοστο, τουτέστι παρὰ τοῦ ξίφους 〈κολεόν〉· ἐκ τοῦ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὁ ὑπερσυντέλικος ἤρμην, ἦρσο, ἦρτο, Ἰωνικῶς ἄρτο,
5καὶ πλεονασμῷ τοῦ ω, ὥσπερ εἶθα εἴωθα, ἄρτο ἄωρτο γίνεται. τινὲς δὲ λέγουσι τὸ ἐκρέματο· καὶ γίνεται αἴρω, τὸ κουφίζω καὶ κρεμῶ, ὁ μέλλων ἀρῶ, καὶ Αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὁ ὑπερσυντέλικος ἤρμην, ἦρσο, ἦρτο, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν ὦρτο, καὶ πλεονασμῷ τοῦ α ποιητικῶς ἄωρτο.
10Ἄωτον· εἰς τὸ Ἀέσαι καὶ Ἄκρον ἄωτον.

beta

256

(post 10t)

〈Β〉
11Βαάλ· εἰς τὸ Βεελφεγώρ.
Βάβαξ· παρὰ τὸ βάζω, βάξω, βάβαξ.256 in vol. 1

beta

257

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Βαβυλών· Ἑβραία ἡ λέξις, Βαβέλ, τουτέστι σύγχυσις ἢ τάραχος. Βάδην· εἰς τὸ Παραβλήδην. Βάζω· παρὰ τὸ βοή βοάζω καὶ βάζω, ἢ ἀπὸ τοῦ φῶ φάζω καὶ βάζω. καὶ εἰς τὸ Ἀσπάσιος καὶ Βάκχος.
5 Βάθρος· εἰς τὸ Βόθρος. Βαθύγειος· ἀπὸ τοῦ βαθύ καὶ τοῦ γέα γέγονε βαθύγεος, καὶ ἐκεῖθεν βαθύγειος. Βαίνω καὶ Βαίνειν· εἰς τὸ Αἴνυτο καὶ Βίβημι. Βαιόν· εἰς τὸ Ἀκριβής.
10Βαΐον· παρὰ τὸ βίᾳ τίλλεσθαι. Βακτηρία· διὰ τὸ τὸν βαίνοντα τηρεῖν.
Βακχεύειν· εἰς τὸ Ἀναβακχεύειν.257 in vol. 1

beta

258

Χοιροβοσκοῦ Βακχεύω 〈Jo. Damasc. Canon. iamb. 1, 97〉· Βάκχος ὁ μέ‐ θυσος λέγεται 〈καὶ ὁ〉 Διόνυσος. ἐτυμολογεῖται δὲ παρὰ τὸ βοᾶν μετὰ ἤχου. Βάκχος· παρὰ τὸ βάζω βάξω βάκχος· οἱ γὰρ μέθυσοι μεγάλως
5κράζουσιν. Βαλακρόν· εἰς τὸ Ἀφροδίτη. Βαλανεῖον· τὸ λουτρόν· παρὰ τὸ βαλάνοις παρὰ τοῖς ἀρχαίοις ὑποκαίεσθαι. Βαλβίς· ἡ ἀφετηρία καὶ ὁ καμπτός, ἤγουν ἡ ἄφεσις τῶν δρομέων.
10ἦσαν δὲ ξύλα δύο, ἀφ’ ὧν σχοινία διετείνετο, ἀφ’ ἧς βαλβίδος ἐξέτρεχον οἱ ἀγωνιζόμενοι. παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βηλός, 〈Ψ 202〉 „βηλῷ ἔπι λιθέῳ“, καὶ ὥσπερ παρὰ τὸ ψῆφος γίνεται ψηφίς, οὕτως καὶ παρὰ τὸ βῆλος βηλός βηλίς, καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ β βαλβίς.
15Βαλίος· ἵππος τοῦ Ἀχιλλέως. σημαίνει καὶ τὸ ποικίλος. Εὐρι‐258 in vol. 1

beta

259

πίδης 〈Hec. 90〉 „βαλίαν ἔλαφον“ φησί, παρὰ τὸ πάλλεσθαι διὰ τὸ τά‐ χος. ἢ φάλιός τις ὤν, ὁ λευκομέτωπος. Βάλλερις· ὁ βάλλων ἔριν ἤγουν μάχην· ἢ ὁ βάλλων ἔραν, ἥτις ἐστὶ γῆ.
5 Βάλλετε 〈Γ 82〉· σημαίνει τὸ τοξεύετε· βολὴ γὰρ κυρίως ἡ ἀπὸ τοῦ τόξου πεμπομένη. Βάλλον 〈Μ 155〉· ῥῆμα ὁριστικὸν πληθυντικόν· δύναται εἶναι καὶ ἑνικόν· „ἔβαλλον ἐγώ“. χρόνου παρατατικοῦ, συζυγίας πέμπτης. ἀπὸ τοῦ βάλλω βλῶ βλῆμι. ὁ δεύτερος ἀόριστος ἔβλην, καὶ τὸ εὐκτικὸν
10βλείην, τὸ δεύτερον βλείης, καὶ μετὰ τοῦ θα βλείησθα· ἡ μετοχὴ βλείς, ὡς θείς. ἀπὸ τοῦ βλείμην τὸ δεύτερον βλεῖο. τὸ δὲ 〈Ι 3〉 „βεβο‐ λήατο“ ὡς ἀπὸ θέματος τοῦ βολῶ, ὅπερ ἐγένετο παρὰ τὸ βολή, καὶ τὸ μὲν ἀκόλουθον βεβολέατο, κατὰ δὲ ἔκτασιν βεβολήατο. Βάλλω· εἰς τὸ Ἀβελτηρία καὶ Βέλεσιν.
15 Φωτίου Βαλών 〈Jo. Damasc. Canon. iamb. 2 acr.〉· αἱ εἰς ων λήγουσαι μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται· δραμών, ἐλθών, πιών· οὕτως οὖν καὶ βαλών. ἀντίκειται τὸ πέφνων. αἱ γὰρ εἰς ων λήγουσαι με‐ τοχαί ποτε ἐν ἐπιπλοκῇ ἔχουσαι σύμφωνον, ἐὰν τὸ δεύτερόν ἐστιν ἀμετάβολον, πάντως βαρύνονται· κάμνων, τέμνων· τοιοῦτον καὶ τὸ
20πέφνων. Βαμβαίνω· παρὰ τὸ μεταβαίνω· οἱ γὰρ ἐν φόβῳ οὐ δύνανται
στῆναι. μεταφορικῶς δὲ καὶ ἐπὶ τῆς γλώττης.259 in vol. 1

beta

260

Βάναυσος· παρὰ τὸ τὰς βαύνους, ὅ ἐστι τὰς καμίνους, μετέρχεσθαι. καὶ εἰς τὸ Κλίβανος καὶ Τεχνίτης. Ὠρίωνος Βάπτισμα· διὰ τὰ τοῦ βίου πταίσματα. ‖ ἢ βάπταισμα, ἤγουν 〈ὃ〉 βάπτει τὸ πταῖσμα, τουτέστι πλύνει.
5 Βάπτω· παρὰ τὸ βῶ, τὸ βαίνω, παράγωγον βάπτω, οἷον ἐμβαί‐ νειν ποιῶ.
Βάρβιτος· εἶδος μουσικοῦ ὀργάνου, ψαλτήριον ἢ κιθάρα. εἴρηται260 in vol. 1

beta

261

δὲ οἱονεὶ βαρύμιτός τις ὤν, ὁ βαρεῖαν τὴν φωνὴν καὶ τὸν φθόγγον ἀφιείς· μίτους γὰρ 〈τὰσ〉 νευρὰς ἔλεγον, ἐπειδὴ πρὸ τῆς χρήσεως τῆς νευρᾶς λινοῖς τοῖς στήμοσιν ἐκέχρηντο. ὅθεν καὶ οἱ Αἰολεῖς βάρμιτον λέγουσι διὰ τοῦ μ.
5 Βάρεις· πλοῖα, τείχη, στοαί, αὐλαί, πύργοι, σφῦραι· τινὲς δὲ λέ‐ γουσιν, αἱ μεγάλαι καὶ ὑπόβαθροι πέτραι. ἐτυμολογεῖται δὲ παρὰ τὸ μετὰ βίας πολλῆς ἀρηρέναι. βάρις, βάρεως. ὁ κανών· καὶ ὅσα τὸ ρ ἔχει ... Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Βάρεων 〈Ps. 44, 9〉· ἡ εὐθεῖα ἡ βάρις, τῆς βάρεως. σημαίνει
10δὲ βάσταγμα. γέγονε δὲ ἀπὸ τοῦ βάρος βάρις, τὸ βίᾳ αἰρόμενον. Βασάν· εἰς τὸ Ἐκ Βασάν. Βάσανος· λέγεται ἡ κόλασις. παρὰ τὸ βιάζω βιάσω βιάσανος, καὶ κατὰ συγκοπὴν βάσανος· ἢ παρὰ τὸ [βία] βίβημι βήσω καὶ τὸ ἀνία, ὃ σημαίνει τὴν λύπην· ἢ ἀπὸ τῆς βασάνου τῆς χρυσο〈χο〉ϊκῆς
15λίθου, ἐν ᾗ δοκιμάζεται ὁ χρυσὸς κἄν τε ὄβρυζος κἄν τε κίβδηλός ἐστιν. Βασία· εἰς τὸ Ὑπερβασία. Βασιλεία· εἰς τὸ Τυραννίς. Βασιλεύς· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; [ἄναξ ὁ] βασιλεύς, 〈προφήτης, ἄναξ〉, ταῦτα πρὸς μὲν τὰ προσηγορικὰ τασσό‐
20μενα τάξιν ἐπιθετικὴν ἔχει· ὁ βασιλεὺς Κωνσταντῖνος, ὁ προφήτης261 in vol. 1

beta

262

Σαμουήλ· ἐπιθέτοις δὲ συμπλεκόμενα προσηγορικὰ γίνεται· ὁ καλὸς βασιλεύς, ὁ εὐκλεὴς πολίτης. ἔστι γὰρ ὅτε τὰ ἐπίθετα τὰ αὐτὰ καὶ προσηγορικὰ γίνεται καὶ ἐπιθετικά, πῆ μὲν ὑποκείμενα, πῆ δὲ ἐπιτιθέ‐ μενα· δίκαιος, σοφός, μέγας· ταῦτα δὲ ἐπίθετα ὄντα πολλάκις προση‐
5γορικῶν καὶ ἐπιθετικῶν σύνταξιν ἐπέχουσιν, ἀλλήλοις ὑποκείμενά τε καὶ ἐπιτιθέμενα, οἷον δίκαιος, σοφός, μέγας· ὁ σοφὸς δίκαιος, ὁ μέγας δίκαιος. Βασιλεῖς· ἀπὸ τοῦ βασιλέες γέγονε κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον.
10 Βασιλεύς καὶ κοίρανος καὶ ἡγεμών διαφέρει· βασιλεὺς μὲν γὰρ ὁ πατρόθεν ἢ ἐκ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν, ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος. Βάσκανος· παρὰ τὸ φάσκανος, ὁ τοῖς φάεσι καίνων, τουτέστιν
15ἀποκτείνων· ἢ ὁ τοῖς φάεσι σαίνων, ἤγουν βλάπτων. Βασκέμεν καὶ ἐπιβασκέμεν 〈Β 234〉· ῥῆμα ἀπαρέμφατον
ἐνεστῶτος. καὶ οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα διὰ τοῦ εμεν προ‐262 in vol. 1

beta

263

φέρουσι. γίνεται δὲ ἐκ τοῦ βῶ βάσκω, [καὶ] ἐπειδὴ τὰ ῥήματα τῆς δευτέρας συζυγίας διὰ τοῦ ασκω γίνεται, οἷον· γενειῶ γενειάσκω, ἀλῶ ἀλάσκω καὶ κατὰ παραγωγὴν ἀλασκάζω καὶ τροπῇ 〈Σ 281〉 „ἠλασκάζων“. Βάσκ’ ἴθι 〈Β 8〉· [φησί] ὡς ἄπιθί τινες καὶ οὐχὶ ἐν παραθέσει.
5ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς μι λήγοντα μετὰ προθέσεων ὀφείλει συντίθεσθαι, οἷον μέτειμι καὶ σύνειμι καὶ ἔξειμι, μετ’ ἄλλων δὲ λέξεων οὐδαμῶς. τὸ οὖν ἴθι ἀπὸ τοῦ εἶμι. καὶ πάλιν ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς θι παραχθέντα προστακτικὰ κατ’ ἀρχὴν οὐ συντίθεται πλὴν τῶν προθέσεων· ὥστε δῆλον 〈ὅτι〉 ἐν παραθέσει δεῖ
10αὐτὸ ἀναγινώσκειν. τὸ δὲ βάσκε ἀπὸ τοῦ βάσκω. τὸ δὲ βάσκω παρὰ τὸ βῶ βήσω, βήσκω πλεονασμῷ τοῦ κ. ἐπειδὴ δὲ οὐδέποτε βαρύτονος μέλλων διὰ τοῦ κ ἐκφέρεται, μετάγεται εἰς ἐνεστῶτα. „βαρύτονος μέλλων“ εἶπεν διὰ τὸ πλακῶ· τὸ γὰρ κ ἔχει, ἀλλ’ ἔστι περισπώμενον. καὶ τροπῇ τοῦ η εἰς α βάσκω.
15 Βασσαρίδες· παρὰ τὸ ὑπόδημα τὸ λεγόμενον βασσάρη, ὅπερ εἴρηται 〈παρὰ τὸ βάσει ἀρηρέναι〉. Γεωργίου τοῦ Χοιροβοσκοῦ Βάτος 〈Jo. Damasc. Canon. iamb. 1, 7〉· κατὰ ἀντίφρασιν ἄβατός τις οὖσα, ἐφ’ ἧς οὐκ ἔστι [τίς] ἐπιβῆναι διὰ τὸ ἀκανθῶδες. Βάτος· διὰ τί βαρύνεται; τὰ εἰς τος λήγοντα ὀνόματα βραχείᾳ
20παραληγόμενα μονογενῆ πρὸ μιᾶς τὸν τόνον ἔχει, οἷον κότος κρότος263 in vol. 1

beta

264

σκότος βάτος πάτος πλάτος. σεσημείωται τὸ βροτός καὶ στρατός ὀξυνόμενα. Βάτραχος· παρὰ τὸ βοὴν τραχεῖαν ἔχειν· βοάτραχός τις ὤν. Βαῦνοι· αἱ κάμινοι· παρὰ τὸ αὔω αὖ〈ν〉οι καὶ πλεονασμῷ βαῦνοι.
5καὶ εἰς τὸ Βάναυσος καὶ Κλίβανος καὶ Κρίβανος. Βαφεύς· παρὰ τὸ φαιῷ βάπτω· ὁ φαρμακοποιῶν, 〈ὁ〉 τῷ φαιῷ, ἤγουν τῇ χροιᾷ, βάπτων. Βδέλλα· παρὰ τὸ βδέλλω, τὸ ἀμέλγω. Βδελύσσω· παρὰ τὸ βδέλλα· τοῦτο παρὰ τὸ βδέλλω, τὸ ἀμέλγω·
10οἱ γὰρ Ἀττικοὶ βδέλλειν τὸ ἀμέλγειν λέγουσιν, ἡ γὰρ βδέλλα ἀμελγούσῃ
ἔοικεν.264 in vol. 1

beta

265

Βεβάασι 〈Β 134〉· βέβαα παρακείμενος τῶν εἰς μι. οἱ Ἴωνες ἡνίκα ἐν τοῖς ῥήμασιν ὕφεσιν ποιήσωνται τοῦ συμφώνου, τότε καὶ συστολὴ παρακολουθεῖ, οἷον ἕστηκα ἕσταα, βέβηκα βέβαα, βεβαώς 〈βε‐ βαότος καὶ βεβώσ〉 βεβῶτος καὶ πλεονασμῷ 〈ε 130〉 „βεβαῶτα“ καὶ
5〈Ε 199〉 „ἐμβεβαῶτα“. Βέβαιος· ἐκ τοῦ βιβῶ βίβαιος, καὶ τροπῇ βέβαιος· ἢ παρὰ τὸ βαίνω κατὰ ἀναδιπλασιασμὸν βέβαιος, κατὰ ἀντίφρασιν ὁ ἑδραῖος καὶ ἀμετακίνητος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Βεβαιῶ 〈Ps. 40, 13〉· παρὰ τὸ βέβαιος· τοῦτο ἐκ τοῦ βαιόν,
10ὃ σημαίνει τὸ ὀλίγον [βεβαίως τὸ ἀληθές]· τοῦτο ἐκ τοῦ βίβημι, ὁ δεύτερος ἀόριστος ἔβην, ἡ μετοχὴ βάς βάντος, καὶ ἐξ αὐτοῦ βαός καὶ βαιός, καὶ κατὰ ἀναδιπλασιασμὸν βέβαιος, ὁ ἀληθὴς καὶ μὴ ψευδής. Βέβαμαι· εἰς τὸ Ὑπερβασία. Βεβολήατο 〈Ι 3〉· ἐλυποῦντο· ἀπὸ τοῦ βάλλω γίνεται ῥηματικὸν
15ὄνομα βολή. ἐκ τοῦ 〈βολή〉 βολῶ ῥῆμα, ὁ μέλλων βολήσω, βεβόληκα,
βεβόλημαι, ἐβεβολήμην, ἐβεβόλησο, ἐβεβόλητο καὶ Ἰωνικῶς βεβολέατο·265 in vol. 1

beta

266

λέγει γὰρ ὁ τεχνικός 〈Theod. Canon. 57, 15 Hilgard〉· „οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην 〈συστέλλουσι πρὸ τοῦ αται εἰς τὴν ὀφειλομένην συλλαβήν, οἷον πεποίηται πεποιέαται“. οὕτως οὖν καὶ βεβόλητο καὶ βεβολέατο〉, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν
5βραχέων ἐγένετο 〈τοῦ ε εἰς τὸ η〉 ἔκτασις. Βεβούλαμεν 〈Α 113〉· παρακείμενος ἐκ τοῦ βούλω. ὁ μέλλων βουλήσω, ὡς μέλλω μελλήσω. Γεωργίου τοῦ Χοιροβοσκοῦ Βεβυσμένα 〈Jo. Damasc. Canon. iamb. 1, 41〉· ... Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Βεελφεγώρ 〈Ps. 105, 28〉· ὄνομα εἰδώλου· τὸ λεγόμενον Βαάλ.
10καὶ λέγεται παρ’ Ἑβραίοις Βήλ, καὶ ὄνομα τοῦ τόπου Φαγώρ, καὶ δια‐ λύσει τοῦ η εἰς δύο εε καὶ τροπῇ τοῦ α εἰς ε γίνεται σύνθετον Βεελ‐ φεγώρ, τουτέστι Βὴλ ἐν τῷ Φαγώρ. Βέθρος· εἰς τὸ Βόθρος. Βείω· εἰς τὸ Βοόωντας.
15 Βελ〈λ〉εροφόντης· Βελ〈λ〉εροφόντου. ὁ κανών· τὰ εἰς 〈τ〉ης ἀρσενικὰ μὴ ὄντα κύρια σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτης μηδὲ ἔχοντα οὐδέτερον εἰς ες, εἰς ου ἔχει τὴν γενικήν, οἷον δεσπότης δεσπότου,
πολίτης πολίτου, μητιέτης μητιέτου, Βελ〈λ〉εροφόντης Βελ〈λ〉εροφόντου.266 in vol. 1

beta

267

πρόσκειται „ἀρσενικά“ διὰ τὸ κακότης 〈κακότητοσ〉, φιλότης 〈φιλότη‐ τοσ〉· πρόσκειται „μὴ ὄντα κύρια σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτησ“ διὰ τὸ Ἱπποκράτης Ἱπποκράτους, Σωκράτης Σωκράτους· πρόσκειται „μὴ ἔχοντα οὐδέτερον εἰς ες“ διὰ τὸ ἐν〈ν〉αετής ἐν〈ν〉αετοῦς. τοῦτο
5δὲ εἰ μὲν σημαίνει τὴν σωματικὴν ἡλικίαν, ἐν〈ν〉αέτης βαρυτόνως· εἰ δὲ χρόνον, ἐν〈ν〉αετής ὀξυτόνως. Ὁμήρου Βέλεσι 〈Α 42〉· παρὰ τὸ βάλλω, τὸ τιτρώσκω, ἢ παρὰ τὸ βέλλω, τὸ σημαῖνον τὸ πέμπω, βέλος κατὰ ἀφαίρεσιν τοῦ ἑνὸς λ. Βελίαρ 〈Paul. Ep. ad Corinth. 2, 6, 15〉· ἐκ τοῦ Ἄρεως καὶ τοῦ
10βέλη, ἤγουν σαγίτται πολέμου ἢ σιδήρου. Βέλλω· εἰς τὸ Βέλεσι. Βελόνη· παρὰ τὸ ὅλη βάλλεσθαι. Βελώνης· ὁ τὰ βέλη ὠνούμενος. Βέλος· εἰς τὸ Ὀϊστοί.
15 Βέλτερος· εἰς τὸ Ἀβελτηρία. Βενιαμίν· ἔστι μεῖον, τὸ μικρόν, καὶ ἐκ τούτου καὶ τοῦ μόνος γίνεται μενιαμίν καὶ τροπῇ Βενιαμίν, ὁ μόνος τῶν ἄλλων ἀδελφῶν
ἔσχατος.267 in vol. 1

beta

268

Βερέδοις· ἵπποις. Βέω· εἰς τὸ Βοόωντας. Βήλ· εἰς τὸ Βεελφεγώρ. Βηλός· ὁ οὐρανός· ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ ὁδός ἀπὸ τοῦ
5διοδεύεσθαι. καὶ εἰς τὸ Βαλβίς. Βηλός· παρὰ τὸν βήσω μέλλοντα· εἰς ὃν ἐπιβαίνομεν. Βήσσῃς 〈Γ 34〉· ὄνομα θηλυκὸν δοτικῆς τῶν πληθυντικῶν, ὡς Ἀθήναις Ἀθήνῃς, κορυφαῖς κορυφῇς· ἡ εὐθεῖα βῆσσα, καὶ συστέλλει τὸ α ὡς τὸ κνίσσα.
10Βήσω· εἰς τὸ Ὑπερβασία.
Βητάρμονες· οἱ ὀρχησταί· παρὰ τὸ βαίνειν μετὰ ἁρμονίας.268 in vol. 1

beta

269

Βία· παρὰ τὸ ἴς, ὃ σημαίνει τὴν δύναμιν, ἴα καὶ βία. ἡ εὐθεῖα τῶν πληθυντικῶν ἶνες, ἡ γενικὴ ἰνῶν, ἤγουν τῶν νεύρων· τοῦτο παρὰ τὸ ἔω, τὸ ὑπάρχω· ἡ ὑπάρχουσα ἔν τινι. Νικήτου Βιαία 〈Jo. Damasc. Canon. iamb. 3, 14〉· παρὰ τὸ βία γίνεται
5βίαιος. ἐγράφη. Βίβημι· ὁ παρατατικὸς ἔβην· 〈Γ 261〉 „ἂν δ’ ἄρ’ ἔβη Πρίαμοσ“. βαίνειν γὰρ λέγεται τὸ ἁπλῶς διὰ τῶν σκελῶν βαδίζειν, ἀναβαίνειν ἡ ἐκ τῶν κάτω πρὸς τὰ ἄνω ἀνάδοσις. λοιπὸν ἐκ τοῦ βίβημι γίνεται ὁ μέλλων βήσω· μετάγεται δὲ ὁ μέλλων εἰς ἐνεστῶτα [μεταγόμενα] καὶ
10γίνεται βήσω, ὃ μέλλοντα οὐκ ἔχει· τὰ γὰρ ποιητικῶς ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μεταγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνονται. καὶ εἰς τὸ
Ὑπερβασία.269 in vol. 1

beta

270

Βίβλος· διὰ τὸ τοὺς βίους βάλλεσθαι ἐν αὐτῇ, ἢ διὰ τὸ βαβαί, ἢ διὰ τὸ βέβαιον. Βίλιππος· εἰς τὸ Ἀφροδίτη. Ὁμήρου Βιοῖο 〈Α 49〉· ἐκ τοῦ βία βιός.
5 Βιόν· εἰς τὸ Ἀντίβιον. Βιός 〈Α 49〉· διὰ τὴν πρὸς τὸν βίον διαστολήν. ἔοικε δὲ ὑπὸ τῶν ἀρχαίων ὁμωνύμως λέγεσθαι 〈βιὸς τὸ τόξον καὶ ἡ ζωή〉. Βιός· τὸ τόξον, διότι δι’ αὐτοῦ τὰ πρός τὸν βίον εἶχον οἱ ἀρ‐ χαῖοι ἐν ταῖς θήραις αὐτῷ χρώμενοι.
10 Βιός· τὸ τόξον· παρὰ τὸ βίᾳ τείνεσθαι. Φωτίου Βίος· παρὰ τὸ βίᾳ καὶ ἀνάγκῃ ζῆν [ἢ παρὰ τὸ ἐν τῇ βάσει ἀρηρέναι].
Βιός· παρὰ τὸ βίᾳ βάλλεσθαι τὸ βέλος. καὶ εἰς τὸ Ὀϊστοί.270 in vol. 1

beta

271

Βιῶ· εἰς τὸ Τιμή. Βιῴην· εὐκτικόν, ὡς παρὰ Ἀριστοφάνει 〈Ran. 177〉· βιῶν βιοῦν‐ τος, βιοῖμι βιοῖς βιοῖ, καὶ κατὰ πλεονασμὸν τοῦ η βιοίη[ν] 〈καὶ βιῴη〉, ὡς περιπατοῖμι περιπατοῖς περιπατοῖ περιπατοίη καὶ περιπατῴη, καὶ
5δοίη[ν] δῴη[ν]. Βίωμι· εἰς τὸ Τιμή. Βλάβη· παρὰ τὸ βλάπτω· τοῦτο παρὰ τὸ βάλλω βάλπτω καὶ ἐν ὑπερβιβασμῷ βλάπτω καὶ βλάβη. Βλάξ· παρὰ τὸ μαλακός μάλαξ καὶ βλάξ ὑποκοριστικῶς.
10Βλάπτω· παρὰ τὸ βρῶ, τὸ ἐσθίω, καὶ μεταθέσει τοῦ ἀμεταβόλου
εἰς ἀμετάβολον βλῶ, καὶ ἐξ αὐτοῦ βλάπτω κατὰ παραγωγήν. [ἀντὶ271 in vol. 1

beta

272

τοῦ φθείρω] ἀπὸ μεταφορᾶς τῶν ἐσθιομένων καὶ [μηκέτι γινομένων ἢ] μηκέτι ὑγιῶν ὄντων. Βλαστός· παρὰ τὸ βλώσκειν ἐν τῷ αὔξεσθαι. Βλάσφημος· παρὰ τὸ βλάβη καὶ τὸ φήμη γίνεται βλάσφημος, ὁ
5βλάβην λέγων· ἢ ὁ τὰς κακὰς φήμας κατά τινος βάλλων, ἤγουν ὁ λοίδορος. Βλαχέρναι· οἱ μὲν λέγουσιν, ὅτι ἀπὸ τοῦ βλάχνον βλαχέρναι, ἐπειδὴ βλάχνα ἦσαν εἰς τὸν τόπον ἐκεῖνον, καὶ ἔκοψαν αὐτὰ καὶ οὕτως ἐκτίσθησαν. ὁ δὲ Θεοφύλακτος ὁ ἀντιγραφεὺς 〈Hist. 8, 5, 1〉 λέγει
10αὐτὰ〈σ〉 Λακέρνας, ἐπειδὴ λέγουσιν, ὅτι λακέρναι λέγονται Ῥωμαϊστὶ αἱ θύνναι, καὶ λέγουσιν, ὅτι ἐν τῷ μέρει ἐκείνῳ ἐπιάσθησαν πολλαὶ θύνναι. Βλέφαρα· ὅτι τοῦ βλέπους ἐστὶ φάρη, ἢ παρὰ τὸ αἴρεσθαι αὐτὰ ἐν τῷ βλέπειν.
15Βλέφαρον· τρέψας τὸ φ εἰς τὸ π καὶ διαστείλας τὴν λέξιν εὗρον,
ὅτι διὰ τοῦτο λέγεται βλέφαρον, διότι αἰρουμένου αὐτοῦ ἐπὶ τὰ ἄνω272 in vol. 1

beta

273

βλέπομεν, οἱονεὶ βλεπέαρον, ἆρον καὶ βλέπε[ις]· ἢ μὴ διαστρέψας τι, δια‐ στείλας δὲ μόνον τὴν λέξιν, εὗρον ὅτι ὡσανεὶ φάρος, ὅπερ περιβόλαιόν ἐστι τοῦ βλέμματος ἡμῶν. Βλέφαρον· παρὰ τὸ αἴρειν καὶ βλέπειν· ἢ παρὰ τὸ εἶναι αὐτὸ
5φάρος τοῦ βλέμματος ἤγουν ἱμάτιον. Βλέφαρα 〈Ps 10, 4〉· παρὰ τὸ βλέμματος φάρος εἶναι· ἢ παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν, οἱονεὶ βλέπαρα ὄντα, κατὰ ἀντίστοιχον. ‖ παρὰ τὸ τοῦ βλέμματος φάρος εἶναι ἤγουν ἱμάτιον. Βλεμεαίνων 〈Θ 337〉· ἐπιρ〈ρ〉ωννύμενος· παρὰ τὸ βρέμω βρε‐
10μεαίνω καὶ βλεμεαίνω· ἢ τῷ βλέμματι φοβῶ. ‖ βρεμεαίνω καὶ μεταθέσει τοῦ ρ εἰς λ βλεμεαίνω. Βλέπω 〈Ps. 9, 35〉· παρὰ τὸ λεύσ〈σ〉ω, τὸ βλέπω, καὶ πλεονασμῷ τοῦ β καὶ ἐκβολῇ τοῦ υ βλέσσω, καὶ τροπῇ Αἰολικῇ τῶν δύο σς εἰς π βλέπω· οἱ γὰρ Αἰολεῖς τὸ νίπτω νίσσω λέγουσι καὶ βλέπω βλέσσω. ‖
15σημαίνει δὲ δύο τὸ βλέπω· τὸ λέγω καὶ προφητεύω, ἐξ οὗ βλέπων, ὁ προφήτης, καὶ βλέπω, τὸ θεωρῶ καὶ φυλάσσω. Βλέσσω· εἰς τὸ Βλέπω καὶ Λεύσ〈σ〉ετε. Βλήδην καὶ ὑποβλήδην 〈Α 292〉· ὥσπερ ἐκ τοῦ καλῶ κλῶ
ἐπίρρημα κλήδην, οὕτως ἐκ τοῦ βάλλω βλῶ βλήδην 〈καὶ ὑποβλήδην〉.273 in vol. 1

beta

274

Βλίσαι· τὸ κηρίον θλίψαι. Βλήχω· τὸ βοῶ. βληχῶ δὲ ποιὰ φωνὴ τῶν προβάτων, ἐξ οὗ καὶ βληχώμενος καὶ βλήχων καὶ βληχώνη. Βλιμάζειν· τὸ ἀποστάζειν τὸ μέλι καὶ τὸ στηθολαβεῖν, ἤγουν τὸ
5ψηλαφᾶν τὰ στήθη καὶ τοὺς μαστοὺς καταμανθάνειν τῇ ἁφῇ· ἢ τὸ ψηλαφᾶν τὰς ὄρνεις διὰ τὰ ὠά. Βλιμαίνω· τὸ ὀργίζομαι. Βλι〈μά〉ξαι· τὸ βαστάξαι. Βλίττειν· [καὶ βλιρῶ] τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων,
10τουτέστιν ἐκπιέζειν καὶ θλίβειν. παρὰ τὸ μέλι μελίζω καὶ κατὰ συγ‐ κοπὴν καὶ τροπῇ τοῦ μ εἰς β 〈διὰ τὴν ἀσυνταξίαν βλίζω〉 καὶ Ἀττικῶς βλίττω. ἢ τὸ μαστροπεῖν. Βλοσυρός· μανιώδης· ἀπὸ τοῦ βλέπω καὶ τοῦ σύρω βλεσυρός καὶ βλοσυρός. ‖ ἢ παρὰ τὸ σοβαρῶς καὶ ἐπηρμένως λεύσ〈σ〉ειν ἢ [παρὰ
15τὸ] βλέπειν. καὶ βλοσυρῶπις θηλυκῶς, ἡ φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν, ἀπὸ τοῦ βάλλειν καὶ σύρειν τὰ ὄμματα· βολαὶ γὰρ τὰ ὄμματα ἐκ τοῦ βλέπειν δεινῶς. Βλοσυρός· καταπληκτικός, φοβερός, χαλεπός. οἱ δὲ λαμπρός, ἄλλοι σεμνός, οἱ δὲ γοργός.
20 Βλύω καὶ βρύω διαφέρει, ὅτι τὸ μὲν βρύειν ἐπὶ τῆς ἀναδόσεως τῶν ἀνθέων λέγεται, τὸ δὲ βλύειν ἐπὶ τῶν ὑδάτων ἀναδόσεως. οὕτως
καὶ βλαστάνω βλυστάνω. καὶ εἰς τὸ Ὀμβροβλυ[τ]τεῖ〈σ〉.274 in vol. 1

beta

275

Βλω〈θρή. ὡς παρὰ τὸ λάμπω λαμπρός, οὕτως καὶ〉 παρὰ τὸ μολῶ βλῶ βλωθῶ καὶ βλωθρός καὶ βλωθρή, ἡ μεγάλη καὶ ὑψηλή, παρὰ τὸ μολεῖν εἰς ὕψος, οἷον μολόθρη [οὕτω καὶ βλαστάνω καὶ βλυστά[ν]νω]. Βλιμάζω· τὸ ψηλαφῶ.
5 Βλωμός· ὁ ψωμός· παρὰ τὸ βάλλεσθαι εἰς τὸ στόμα. [καὶ εἰς τὸ Σῶμα] καὶ εἰς τὸ Ὦμος. Βλωθρή· παρὰ τὸ λάμπω λαμπρός. Βλώσκω· τὸ αὐξάνω· παρὰ τὸ μολῶ μολίσκω, βλώσκω. καὶ εἰς τὸ Βλαστός.
10 Βοεικός· ἐκ τοῦ βοῦς βοός γέγονε βόειος καὶ ἐκεῖθεν βοεικός. Βοή· ὄνομα προσηγορικόν, καὶ γίνεται παρὰ τὸ βέω [βεή] βοή, ὥσπερ παρὰ τὸ χέω χοή. βέω δὲ σημαίνει τὸ βαίνω ἢ τὸ τρέφω· ἤτοι 〈ἡ〉 διὰ τῆς ἀρτηρίας βαίνουσα 〈ἢ〉 ἡ ἀναπεμπομένη ἐκ τῶν τρεφο‐ μένων πνευμόνων. ὀξύνεται· τὰ εἰς η λήγοντα καθαρὰ δισύλλαβα τῷ
15ο παραληγόμενα, ὧν προκατάρχῃ ῥῆμα τῷ ε 〈παραληγόμενον〉, ὀξύνεται,
οἷον πνέω πνοή, χέω, χοή, βέω βοή.275 in vol. 1

beta

276

Βοηθός· παρὰ τὸ βοή καὶ τὸ θέω, τὸ τρέχω. ‖ βοήθεια εἴρηται παρὰ τὸ ἐν τῇ βοῇ θέειν. Βοήθεια· ἐκ τοῦ βοηθός γέγονεν. ἔστι δὲ τὸ βοηθός σύνθετον ἀπὸ τοῦ βοή καὶ τοῦ θοός, οἱονεὶ ὁ κατὰ τὴν βοὴν ταχύς· ὁ γὰρ
5βοηθὸς τοῖς βοῶσι ταχὺς θέλει γνωρίζεσθαι· καὶ ἐκ τούτου βοηθός. καὶ εἰς τὸ Ἐπίκουροι. Βόθρος· παρὰ τὸ βῶ βέω (ἐξ οὗ καὶ πλεονασμῷ τοῦ ι βείω) βέθρος καὶ βόθρος κατὰ ἀντίφρασιν, ἐφ’ ὃν οὐδεὶς βαίνει· ἢ παρὰ τὸ βάθος βάθρος καὶ βόθρος.
10 Βόθυνος· βάθυνός τις ὤν· παρὰ τὸ βαθύς. Βοΐδιον· ὅτι βοὴν δίδει. διὰ τί τὸ βοΐδιον γράφεται διὰ τοῦ ι; κατὰ διάλεκτον ἐν συλλήψει βοίδιον εὕρηται, καὶ ἐκ τούτου κατὰ διάστασιν βοΐδιον διὰ τοῦ ι. Βοῦς· παρὰ τὸ βῶ δηλοῦν τὸ τρέφω, οὗ ὁ μέλλων βόσω, καὶ
15βόσις, ἡ τροφή, ὡς ἀρόσω ἄροσις· ἀφ’ οὗ βοτήρ ὡς ἀροτήρ. βοῦς οὖν τὸ ζῶον ἀπὸ τοῦ τρέφεσθαι ἡμᾶς ἐξ αὐτοῦ. Βοός καὶ βόειος διαφέρει· βοὸς μὲν γὰρ πούς ἐστι ἐπὶ ζῶντος, βόειος δὲ ὁ τοῦ νεκροῦ.
Βοιωτοί· ἐκ τοῦ βοῶν 〈ἔχειν〉 τὰ ὦτα.276 in vol. 1

beta

277

Βοιωτός· ὄνομα, καὶ ἀπ’ αὐτοῦ ἡ χώρα Βοιωτία. εἴρηται δέ, ὅτι Ἄρνη ἡ μήτηρ αὐτοῦ, τεκοῦσα αὐτόν, λαθεῖν βουλομένη τὸν πα‐ τέρα, ἔρριψεν εἰς βοῶνα. παρὰ οὖν τὸ μετὰ βοῶν τραφῆναι Βοωτός καὶ Βοιωτὸς ἐκλήθη. Εὐφορίων 〈fr. 49 Meineke〉· „Τόν ῥα Ποσειδάωνι
5δαμασσαμένη τέκε μήτηρ, Βοιωτὸν δ’ ὀνόμηνε (τὸ γὰρ καλέουσι βοτῆρες), Ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις.“ Βοιωτός· παρὰ τὸ εἰς βουκόλιον ῥιφῆναι αὐτὸν ὑπὸ τῆς μητρός, ἐξ οὗ καὶ Βοιωτία. Βολή· εἰς τὸ Βάλλον.
10 Βοιωτός· ὄνομα υἱὸς θυγατρὸς Αἰόλου, ἐξ οὗ καὶ οἱ Αἰολεῖς· ἀπὸ Βοιωτοῦ δὲ Βοιωτοὶ ὠνομάσθησαν 〈οἱ〉 τῇ χώρᾳ ἐγχρονίσαντες. Βοιωτία· ἡ χώρα· εἴρηται ἀπὸ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης τῆς Αἰόλου. ἐκλήθη δὲ οὕτως, ἐπεὶ τεχθεὶς 〈ἐξετέθη〉 ὑπὸ τῆς μητρὸς εἰς βουκόλιον. παρὰ τὸ βοῦς οὖν εἴρηται [αὐτὸν] Βοιωτὸς
15καὶ ἀπ’ αὐτοῦ Βοιωτία. ‖ Βοιωτοὶ δὲ ὠνομάσθησαν παρὰ τὸ βοῶν ὦτα ἔχειν. Βόλος· τὸ δίκτυον καὶ ἡ δρόσος· ἀμφίβληστρον καὶ σαγήνη καὶ λίνος καὶ πολυωπόν. βῶλος δὲ ὁ τὴς γῆς προπερισπᾶται· ὅτι βαλλό‐ μενος λύεται.
20 Βολοσία 〈Procop. De bell. 8, 22, 29〉· [βολίς] ἡ Εἰλείθυια· βολὰς γὰρ τὰς ὠδῖνας ὠνόμαζον. Εἰλείθυια δέ ἐστι θεὰ ἡ ἐπέχουσα τὰς ὠδῖνας τῶν τικτουσῶν γυναικῶν· εἴρηται δὲ ἀπὸ τοῦ ἐλθεῖν εἰς φῶς
τὰ δι’ αὐτῆς τικτόμενα. καὶ εἰς τὸ Εἰλείθυια.277 in vol. 1

beta

278

Βοναλλᾶς· εἰς τὸ Ἱμαῖος. Βοόωντα 〈Β 198〉· βοῶντα[ς] πλεονασμῷ τοῦ ο ποιητικῶς γί‐ νεται βοόωντα. τὸ δὲ βοῶ ἐκ τοῦ βοή. τὸ βο μικρόν· τὰ ἔχοντα τὸ ε ἐγκείμενον—. καὶ ἔστιν ἐκ τοῦ βέω, ἐξ οὗ καὶ κατὰ πλεονα‐
5σμὸν τοῦ ι βείω· οἱονεὶ ἡ διὰ τῆς τραχείας ἀρτηρίας ἐκπεμπομένη φωνή. Βολίς 〈Ps. 54, 22〉· παρὰ τὸ βάλλω βαλίς καὶ βολίς. Βομβεῖν· τὸ ὄνομα γεγένηται κατὰ μίμησιν τῆς γινομένης φωνῆς. Βορᾴζω· εἰς τὸ Κεκληγώς. Βόθυνος· παρὰ τὸ βάθυνος τροπῇ τοῦ α εἰς ο· βάθυνός τίς ἐστι.
10παρὰ τὸ βαθύς, ὡς θρασύς θράσυνος καὶ μεταθέσει θάρσυνος· παρὰ τὸ βαθύ〈σ〉 [ἐπὶ τοῦ ὀφθαλμοῦ] οὖν βάθυνος. Βολβός· ὀφθαλμός. καὶ ὁ ἐκ τῆς γῆς [βολῆς] βολβός. Βολβός· ἐπὶ τοῦ ἐσθιομένου, παρὰ τὸ βίᾳ ἀναβάλλεσθαι. οὕτως Ἡρωδιανὸς ἐν Συμποσίῳ 〈II 904, 19 Lentz〉.
15 Βορά· ἡ βρῶσις· παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω βορός καὶ βορά, καὶ βότης καὶ συβώτης ἐπεκτάσει τοῦ ο εἰς ω· ἀπὸ δὲ τοῦ αὐτοῦ καὶ βούτης πλεονασμῷ τοῦ υ. καὶ εἰς τὸ Βόρβορος καὶ Λάβρος καὶ Νεβρός. Βόρειος· ἐκ τοῦ βορέας γέγονεν.
20 Βόρβορος· παρὰ τὸ βορά βορός, ἡ ἐκ τῆς βορᾶς κόπρος, καὶ ἐν διπλασιασμῷ βόρβορος πλεονασμῷ τοῦ ρ. Βόρβορος· παρὰ τὸ βάρος, καὶ τροπῇ τοῦ α εἰς ο βόρος, καὶ
κατὰ ἀναδιπλασιασμὸν βόρβορος.278 in vol. 1

beta

279

Βόρβορος· παρὰ τὸ βορά, ὃ σημαίνει τὴν τροφήν (βόρβορος γὰρ λέγεται τὸ περίττωμα τῆς γαστρός), 〈βόροσ〉 καὶ κατὰ ἀναδιπλασιασμὸν βόρβορος, καὶ ἐξ αὐτοῦ 〈Jo. Damasc. Canon. iamb. 2, 51〉 „βεβορβορω‐ μένοσ“ ὄνομα μετοχικόν, ὁ βδελυκτός.
5 Βόρδων· διὰ τὸ τὰ βάρη δονεῖν, ἤγουν βαστάζειν. Βορρᾶς· ὁ ἄνεμος· ἴσως διὰ τὸ βίᾳ [αἴρειν ἤγουν] ῥεῖν ἢ ῥάσ‐ σεσθαι. ‖ ἢ παρὰ τὸ εὐβορώτατα τὰ σώματα ἡμῶν ποιεῖν καὶ ἰσχυρότατα. Βορρᾶς· ὅτι βαρὺς καὶ βίαιος καὶ κρυμώδης. ἄλλοι δὲ τὸ βορρᾶς διὰ τοῦ ἑνὸς ρ γράφουσιν.
10 Βορέας· ὁ ἄνεμος· παρὰ τὸν ἦχον τὸν γινόμενον κατὰ τὴν πνοὴν τὸ ὄνομα γέγονε. ‖ τάχα δὲ διὰ τὸ βορώτατα τὰ σώματα ἡμῶν κατασκευάζειν διὰ τὴν πύκνωσιν τοῦ σώματος. Βοσόρ· Ἑβραϊκὴ ἡ λέξις· σημαίνει δὲ ἱμάτιον ἐκ κοκκίνου βεβαμ‐ μένον. ‖ λέγεται δὲ βοσὸρ καὶ τὸ σῶμα ὡς τὸ „οὗ τὸ ἐρύθημα ἐξ ἀμ‐
15πέλου βοσόρ“ ἀντὶ τοῦ οὗτινος τὸ σῶμα ἐξ ἀμπέλου ἦν βεβαμμένον. Βόστρυχοι· οἷον βότρυχοι, οἱ μετὰ σχήματος βοτρυ〈ο〉ειδοῦς ἀποκρεμάμενοι τρίχες. Βόσορ [βοσόρ]· τὸ βεβαμμένον.
Βόστρυχος· ὁ πλόκαμος· παρὰ τὸν βότρυν.279 in vol. 1

beta

280

Βοτάνη· παρὰ τὸ πρὸς τὰ ἄνω βαίνειν· τὰ γὰρ ἐκφυόμενα ἀνω‐ φερῆ πρὸς ἀέρα εἰσί. Βοτάνη· [λέγεται] παρὰ τὸ βίᾳ τείνεσθαι, ἤγουν αὔξειν. ‖ ἢ παρὰ τὸ βαδίζειν ἄνω, ὥσπερ καὶ ἄνθος ἐκ τοῦ ἄνω θέειν, ἤτοι τρέχειν· ἢ
5διὰ τὸ βέειν τὴν ἄνω. Βοτήρ· καὶ διὰ τοῦ ο μικροῦ καὶ διὰ τοῦ ω μεγάλου παρ’ Ὁμήρῳ, ὅθεν τὸ 〈Σ 529〉 „κτεῖνον δ’ ἐπὶ μηλοβοτῆρας.“ καὶ εἰς τὸ Πολυβοτείρῃ. Βοτόν· εἰς τὸ Θερείβοτον. Βότρυες· παρὰ τὸ πότρυες, ἤγουν οἱ τοῖς ποσὶ 〈τρυόμενοι καὶ〉
10πατούμενοι. Βότρυς· [καὶ] ὁ περκάζων. ὄμφαξ, ὁ ἄωρος. Βοτρυδόν 〈Β 89〉, ἀγεληδόν 〈Π 160〉· ἐπίρρημα ποιότητος. Βότρυες· ἀφ’ ὧν ἐστι πιεῖν, οἷον πότρυες· 〈ἢ〉 οἱ τοῖς ποσὶ τρι‐ βόμενοι, ἤγουν πατούμενοι.
15 Βόσ〈κ〉ω· τρέφω· ἐξ οὗ καὶ συβώτης, ὁ τοὺς σύας βόσκων, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω. Βουβῶνα· παρὰ τοῦ βῶ, τὸ βαίνω, γίνεται βῶν[α] καὶ μετὰ τοῦ ἐπιτατικοῦ βου γίνεται βουβών, τὸ εἰς ὕψος βαῖνον. σημαίνει δὲ τὸ πάθος. Βουβών· ἀπὸ τοῦ συμβαίνοντος οἰδήματος, παρὰ τὸ ἄγαν βαίνειν
20εἰς ὕψος. 〈βῶ οὖν βῶν〉 καὶ μετὰ τοῦ ἐπιτατικοῦ μορίου 〈τοῦ βου〉 βουβών, ὡς βούπαις βουγάϊος. Βουλή· παρὰ τὸ βάλλω ἢ παρὰ τὸ βέλ〈λ〉ω βολή, καὶ ἐν πλε‐
ονασμῷ τοῦ υ βουλή, ἡ τοῦ νοὸς ἐκβολή [καὶ τροπῇ τοῦ υ].280 in vol. 1

beta

281

Βουλή· παρὰ τὸ βέλλω, ἐξ οὗ καὶ βέλος καὶ βολίς καὶ βουλή· ἐπιβολὴ γὰρ 〈ψυχῆσ〉 ἐστιν [ἡ τοῦ νοὸς ἐκβο[υ]λή καὶ τροπῇ τοῦ 〈ο εἰς ο〉υ βο〈υ〉λή]. Βούκινον· ἐκ τοῦ βοή καὶ τοῦ κίνησις· 〈ἢ〉 βοὴ κενή· ἢ βοὴ κοινή.
5 Βουκόλος· βουκόνος τις ὤν, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, ὅ ἐστιν ἐνεργεῖν καὶ διατρίβειν· ἢ βουσὶ κεκλόμενος, ὅ ἐστιν ἐγκελευόμενος. Βούβρωστις· ἡ μεγάλως ἐσθίουσα ἀνία ἢ λιμὸς τὸ σῶμα. Βουκόλοι 〈Ν 571〉· ἤτοι βουκόνοι, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, τροπῇ τοῦ ν εἰς λ, ὡς νίτρον λίτρον· ἢ βουκόλοι, ὅ ἐστι βουσὶ
10κεκλόμενοι, ἤτοι ἐγκελευόμενοι, παρὰ τὸ κέλω κέλο‐ μαι 〈Α 74〉 „ὦ Ἀχιλεῦ, κέλεαί με“· ἢ βουσὶ κεκολλημένοι. οὕτως εὗρον ἐν Ὑπομνήματι τῆς Ν Ὁμήρου. Ἀθήναιος 〈6, 80, p. 262 a〉 δέ, τὸν βουκόλον εἰρῆσθαι παρὰ τὸ κόλον, ὅ ἐστι τροφή, ἵνα ᾖ ὁ τοῖς βουσὶ τὴν τροφὴν προφέρων. ἢ παρὰ τὸ κέλλω, ὃ σημαίνει τὸ πορεύομαι,
15ὁ ἅμα τοῖς βουσὶ κέλλων. Δίδυμος 〈p. 402, 5 Schmidt〉 δέ, παρὰ τὸ
κομεῖν εἰρῆσθαι, ἵν’ ᾖ βουκόμος, ὡς ἱπποκόμος, ἐν τροπῇ τοῦ μ εἰς τὸ λ.281 in vol. 1

beta

282

Βούλει τοῦ βούλῃ διαφέρει· τὸ βούλει μὲν γὰρ ὁριστικῶς λέγε‐ ται, οἷον „βούλει σχολάσαι μοι“· τὸ δὲ βούλῃ διστακτικῶς, οἷον „ἔαν βούλῃ, πορευσώμεθα.“ βαρυτόνως. βουλῇ δὲ περισπωμένως τὴν γνώ‐ μην σημαίνει.
5 Βουληφόρος 〈Β 24〉· τὰ ἐκ δύο τελείων συντιθέμενα ὀνόματα ἐκ πόσων πτώσεων συντίθενται; ἢ ἀπὸ εὐθείας, ὡς τὸ ζωή ζωηφόρος καὶ ἕως 〈Ψ 226〉 „ἑωσφόροσ“· ἢ ἀπὸ γενικῆς, ὡς τὸ οὐδείς οὐδενός 〈Θ 178〉 „οὐδενόσωρα“· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ Ἄρηϊ 〈Γ 21〉 „ἀρηΐφι‐ λοσ“· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ πόδα 〈Β 732〉 „Ποδαλείριοσ“. μόνον
10δὲ ἀπὸ κλητικῆς οὐ γίνεται σύνθετον, ἐπειδὴ πᾶσα πτῶσις τριπρόσω‐ πός ἐστι, πλὴν τῆς κλητικῆς· ἡ δὲ κλητικὴ αὐτοτελής ἐστι καὶ πολλάκις τέλειον λόγον ἀποπληροῖ, ὡς τὸ 〈Γ 182〉 „ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον“, καὶ πάλιν 〈Β 173〉 „διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ“. τὸ δὲ τέλειον μετὰ τοῦ ἀτελοῦς οὐ συντίθεται. καὶ ἀπο‐
15ροῦσί τινες 〈λέγοντεσ〉 ὅτι, ἐπεὶ ἀπὸ κλητικῆς οὐ συντίθεται, πῶς τὸ 〈Γ 39〉 „γυναιμανέσ“ ἀπὸ κλητικῆς τῆς ὦ γύναι καὶ τοῦ μαίνομαι ῥήματος συνετέθη. ἔστι δὲ εἰπεῖν, 〈ὅτι〉 οὐκ ἀπὸ κλητικῆς συνετέθη τῆς ὦ γύναι, ἀλλ’ ἐξ ἀποκοπῆς ἐκ τῆς γυναικός γενικῆς 〈γυναικομανές καὶ〉 γυναιμανές. ἔστι δὲ τὸ ῥῆμα φέρω καὶ φορέω 〈Ε 499〉 „ὡς δ’
20ἄνεμος ἄχνας φορέει“, ἀφ’ οὗ φορητός· ἀπὸ δὲ τοῦ φέρω φερτός, ἔνθεν τὸ 〈Ν 237〉 „συμφερτὴ δ’ ἀρετή“· τὸ συγκριτικὸν προφερέστερος. τὸ φέρω κατὰ τὸ τέλος συντίθεται (σπανίως δὲ κατ’ ἀρχήν, ὥσπερ τὸ
Φέρεκλος, φερέσταχυς)· βουληφόρος, τελεσφόρος. ἔστι βούλω, ὅθεν τὸ282 in vol. 1

beta

283

βουλεύω παράγωγον, ὡς ἄρχω ἀρχεύω· ἀπὸ τούτου 〈βουλή〉. τὰ εἰς η λήγοντα φυλάττει τὸ η ἢ τρέπει, οἷον γῆ γηγενής, ὀδύνη ὀδυνή‐ φατος, 〈κρήνη κρηνοφύλαξ〉. πάντα δὲ τὰ παρὰ τὸ φέρω παροξύνεται, οἷον ἑωσφόρος, βουληφόρος· εἰ μὴ ἄρα τύπος κωλύει διὰ τοῦ εὖ μο‐
5ρίου καὶ τῶν προθέσεων καὶ τῆς [τοῦ] α στερήσεως 〈οἷον εὔφοροσ〉, πρόσφορος, ἄφορος. Βούλω· βαρύνεται· ἐπειδὴ τὰ εἰς 〈λ〉ω λήγοντα καθαρὰ δισύλ‐ λαβα παραληγόμενα τῇ ου διφθόγγῳ τὰ μὲν δύο 〈εἰσὶ〉 βαρύτονα, τὰ δὲ δύο περισπώμενα. καὶ τὰ μὲν βαρύτονά εἰσι ταῦτα, βούλω καὶ
10οὔλω, ἐξ οὗ καὶ ὁ ποιητής 〈ω 402〉 „οὖλέ τε καὶ μέγα χαῖρε“· ταῦτα δὲ περισπῶνται, οὐλῶ, παρὰ τὸ οὐλή, ὃ σημαίνει τὸ τραῦμα (ἔνθεν καὶ τὸ „κατούλωσε“) καὶ τὸ δουλῶ, παρὰ τὸ δοῦλος. καὶ εἰς τὸ Οὐλομένην. Βουνός· παρὰ τὸ βαίνειν ἄνω. ‖ ὕψωμα δέ ἐστιν ἐκ γῆς οὐκ ἐκ
15πετρῶν πεπυκνωμένος. Βούπαις· εἰς τὸ Γέρων. Βουπλήξ καὶ βούπληξ· διφορεῖται κατὰ τὴν τάσιν πρὸς διά‐ φορον σημαινόμενον· ὀξυτόνως μὲν τὸ ἐνεργοῦν ὄργανον, βαρυτόνως δὲ τὸν ὑπὸ αὐτοῦ πλησσόμενον.
20 Βοῦς· διὰ τὸ βίαιον τῆς δυνάμεως. ‖ ἢ παρὰ τὸ βῶ, τὸ τρέφω, ἐξ οὗ καὶ βόσις· δι’ αὐτῆς γὰρ τρεφόμεθα. Βοῦς μόσχου διαφέρει· βοῦς μὲν γάρ ἐστι ὁ τέλειος, μόσχος
δὲ ὁ νεόγονος, ἀφ’ οὗ καὶ μοσχεία, ἡ νέα φυτεία.283 in vol. 1

beta

284

Βοῦτα 〈Procop. De bell. 8, 29, 5〉· Λατῖνοι τὰ ἐκ τῆς πυρᾶς καλοῦσι λείψανα· παρὰ τὸ φῶ, ὃ σημαίνει τὸ λάμπω, γίνεται φῶτα· τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον καὶ τοῦ φ εἰς τὸ β γίνεται βοῦτα. [συντάσσεται μετὰ αἰτιατικῆς].
5 Βοῶπις· .... ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; προσηγορικοῦ. Βραβεῖον· παρὰ τὸ ῥάβδος ῥαβδεῖον καὶ τροπῇ τοῦ δ εἰς β καὶ ἐν ὑπερβιβασμῷ τοῦ ἑτέρου β βραβεῖον. λέγεται δὲ τὸ βασιλικὸν σκῆπτρον, ἐξ οὗ καὶ βραβευταὶ οἱ τὰς βασιλικὰς ῥάβδους βαστάζοντες
10καὶ τοῖς νικῶσι τοὺς στεφάνους διδόντες. τὸ βει δίφθογγον· τὰ διὰ τοῦ ειον κτητικὰ 〈προπερισπώμενα δίφθογγον ἔχει· τεκτονεῖον, μουσεῖον, κουρεῖον, βαλανεῖον〉. ‖ στέφανος δὲ βραβείου διαφέρει. Βραβεύει· ἐπιψηφίζεται, διανέμει. καὶ βραβευτής· διοικητής, κριτής, ὁριστής. ‖ βραβευταὶ δὲ κυρίως οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος ἤ τινος
15ἄλλου διδόντες σύμβολον τῆς νίκης, ῥαβδευταί τινες ὄντες. ‖ συντάσσε‐ ται μετὰ αἰτιατικῆς. Βραβεύεται· παρὰ τὸ ῥαβδεύεται· φοίνικος γὰρ κλάδῳ ἐβράβευον. Βραγχιάζω· εἰς τὸ Ἐβραγχίασεν. Γεωργίου Βραδεῖς· ἀπὸ τοῦ βραδέες γέγονε κατὰ κρᾶσιν τῶν δύο εε
20εἰς τὴν ει δίφθογγον.284 in vol. 1

beta

285

Νικήτου Βραδύς 〈Jo. Damasc. Can. iamb. 3, 1〉· παρὰ τὸ βάρος βαρύς. Νικήτου Βραδύγλωσσος 〈Jo. Damasc. Can. iamb. 3, 1〉· παρὰ τὸ βρα‐ δύς καὶ τὸ γλῶσσα. ἐγράφη. Βράσσων· εἰς τὸ Πάσσων.
5 Βραχίονες· παρὰ τὸ βραχεῖς κίονας εἶναι τῆς χειρός. Βραχίων 〈Ps. 9, 36〉· ἐκ τοῦ βραχύς καὶ τοῦ κίων. ‖ ὁ κανών· τὰ διὰ τοῦ ιω〈ν〉 βαρύτονα τρέποντα τὸ ω εἰς ο ἐπὶ γενικῆς, εἴτε κοινὰ εἴτε μή, ἀποστρέφονται τὴν ει δίφθογγον. Βραχίων 〈Ps. 9, 36〉· παρὰ τὸ βραχύς καὶ τὸ κίω ῥῆμα· ὁ βρα‐
10χύτερος τῶν λοιπῶν μερῶν τοῦ σώματος. Βράχος· διὰ τὸ βαρέως χεῖσθαι, ἤγουν κολάζεσθαι. Βράχος· εἰς τὸ Βρόχος καὶ Ἐβρα〈γ〉χίασεν.
περὶ βραχυνομένων εἰς τὸ Λαπάρα.285 in vol. 1

beta

286

Βραχύς· σημαίνει τὸν μικρόν· γίνεται δὲ παρὰ τὸ ῥᾷον χεῖσθαι. Βραχύ〈σ〉· κατὰ τὴν τοῦ ρ πρὸς τὸ λ κοινωνίαν παρὰ τὸ ἀποβεβλῆσθαι μέρος καὶ ἔλασσον γίνεσθαι. οὕτως Ἡρακλείδης. Βρέμεται 〈Β 210〉· τὸ βρε ψιλόν· τὰ διὰ τοῦ εμω ῥήματα διὰ
5τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ μαιμῶ· σημαίνει δὲ τὸ ὁρμῶ· 〈Ε 661〉 „διέσσυτο μαιμώωσα“, τοῦ αἵματος γευστικῶς ἔχουσα, ὁρμῶσα. Βρέμω· εἰς τὸ Ἔδραμον. Βρενθυόμενοι 〈Agath. Hist. 1, 7〉· δυσχεραίνοντες, ὀργιζόμενοι, θυμούμενοι. ‖ καὶ βρενθύεσθαι, τὸ 〈διὰ〉 θυμὸν μετ〈ε〉ωρίζεσθαι ἢ
10προσποιεῖσθαι 〈ὀργίζεσθαι〉. ‖ παρὰ τὸ μετὰ βάρους θύειν, ὅ ἐστιν ὁρμᾶν. Βρέτας· παρὰ τὸ βροτῷ ἐοικέναι, ἢ παρὰ τὸ βροτὸν ἀπεικάζεσθαι. Νικήτου Βρέτας 〈Jo. Damasc. Canon. iamb. 3, 82〉· εἴδωλον ἢ ξόανον σημαίνει, καὶ γέγονεν οὕτως· ἔστι βρ[ετ]ῶ, τὸ σημαῖνον τὸ φθείρω, ἐξ οὗ βροτός, καὶ ἐκ τοῦ βροτός βρέτας. ἔστι δὲ ἄκλιτον. καὶ εἰς τὸ Ξόανον.
15Γεωργίου τοῦ Χοιροβοσκοῦ Βρέφος 〈Jo. Damasc. Canon. iamb. 1, 34〉· παρὰ τὸ εἰς φῶς
βεβηκέναι· ἢ παρὰ τὸ φέρβω, τὸ τρέφω, φέρβος, καὶ τροπῇ τοῦ φ286 in vol. 1

beta

287

εἰς β καὶ 〈τοῦ β εἰς φ καὶ〉 ἐν ὑπερβιβασμῷ τοῦ ρ βρέφος· 〈ἢ παρὰ τὸ βρέχω βρέχος καὶ τροπῇ τοῦ χ εἰς φ βρέφοσ〉, τὸ ἐν κοιλίᾳ τῆς μητρὸς αὐτοῦ βεβρεγμένον ὄν· ἢ παρὰ τὸ τρέφω τρέφος, καὶ τροπῇ τοῦ τ εἰς β βρέφος. τὸ βρε ψιλόν· τὰ διὰ τοῦ εφος οὐδέτερα διὰ
5τοῦ ε ψιλοῦ γράφεται, οἷον νέφος, στέφος, κέπφος. σεσημείωται τὸ λαῖφος, σημαίνει δὲ τὸ ἱμάτιον. καὶ εἰς τὸ Γέρων. Βρέχει· πᾶν νόημα καὶ πᾶς λόγος τέλειος ἐξ ὀνόματος συνίστα‐ ται καὶ ῥήματος, οἷον· „λέγει Θεόδωρος, ἀναγινώσκει ὁ Πλάτων, δημηγο‐ ρεῖ Δημοσθένησ“. Χωρὶς τούτων οὐδέν ἐστι τέλειον· ἐὰν γὰρ εἴπω
10„ἀναγινώσκει“, ὀφείλω εἰπεῖν καὶ 〈τὸ〉 ἐπαγόμενον, ἢ „Θεόδωροσ“ ἢ ἄλλος τις, διότι πολλοί εἰσιν οἱ ἀναγινώσκοντες. ὅταν δὲ ἐρωτηματι‐ κῶς εἴπωμεν „βρέχει“ ἢ „βροντᾷ“ ἢ „ἀστράπτει“, διὰ τοῦτο οὐ προσ‐ τίθεμεν καὶ τὸ[ν] ἐπαγόμενον, διότι εἷς ἐστιν ὁ ταῦτα ποιῶν, τουτ‐ έστιν ὁ θεός· ὥσπερ καὶ ἐπὶ τοῦ βασιλέως, οἷον „ἔδωκεν ἀξίας,
15ἐποίησε σπαθαρίουσ“, καὶ οὐ λέγομεν „ὁ δεῖνα“, ἐπειδὴ εἷς ἐστιν ὁ ταῦτα πράττων. Βρίζοντα 〈Δ 223〉· νυστάζοντα, κοιμώμενον· βρίξαι γὰρ κυρίως τὸ μετὰ βάρους τροφῆς νυστάζειν. ἐξ οὗ ἠρεμεῖν καὶ ἀμελεῖν. Βριμαίνειν· εἰς τὸ Ἐμβριμώμενοι.
20Βρίμος· εἰς τὸ Ὄβριμος.
Βρίξ〈αι〉· εἰς τὸ Βρίζοντα.287 in vol. 1

beta

288

Βρόγχος· παρὰ τὸ βρέχω· δίυγρος γὰρ ὁ τόπος. Βρόμιος· ὁ Διόνυσος, ὁ γενεσιουργὸς τῶν καρπῶν· παρὰ τὸ βορά βόριμος καὶ Βρόμιος. Βρόμος· εἰς τὸ Βροντή καὶ Ἔδραμον.
5 Νικήτου Βροντή· ὡς οὖσα βαρεῖα τῇ φωνῇ· ἢ παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν ἦχον τοῦ πυρός, γίνεται βρομή καὶ βρονμή καὶ τροπῇ τοῦ μ εἰς τὸ τ βροντή. Γεωργίου Βρότειος· ἐκ τοῦ βρότεος γέγονεν. Γεωργίου τοῦ Χοιροβοσκοῦ Βροτήσιος 〈Jo. Damasc. Canon. iamb. 1, 8〉· ἐκ τοῦ βροτός
10βροτόσιος καὶ 〈βροτήσιοσ〉.288 in vol. 1

beta

289

Βροτολοιγός· ὁ Ἄρης. καὶ εἰς τὸ Ἐπιδέξια. Ὠρίωνος Βροτός· ὅτι βρώσκει καὶ βρώσκεται θανών. Βροτός· ἐκ τοῦ μείρω, μέμορα, γίνεται μορτός καὶ ἐν ὑπερβι‐ βασμῷ μροτός καὶ τροπῇ τοῦ μ εἰς β βροτός. καὶ διὰ τί ἐτράπη τὸ
5μ εἰς τὸ β; ἐπειδὴ οὐδέποτε τὸ μ πρὸ τοῦ ρ εὑρίσκεται ἢ κατὰ σύλ‐ ληψιν ἢ κατὰ διάστασιν. ποίου εἴδους ἐστὶ τῶν κατὰ σημασίαν; συνω‐ νύμου. διόρισον. συνώνυμον δέ ἐστι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄνθρωπος, βροτός, μέροψ· 〈Hom. Hymn. 31, 18〉 „μερόπων γένοσ“.
10 Νικήτου Βροτοσσώων 〈Jo. Damasc. Canon. iamb. 3, 106〉· σημαίνει τῶν βροτοσωστῶν· γέγονε δὲ παρὰ τὸ βροτός καὶ τὸ σῶος, ὃ σημαίνει τὸν ὑγιῆ, βροτοσσῶος, βροτοσσώου καὶ βροτοσσώων. Ὠρίωνος Βροχή· διὰ τὸ βαρέως χεῖσθαι. Φωτίου Βρόγχος· ὁ λαιμός, ὃν 〈καὶ〉 φάρυγγα καλοῦσι· καὶ ἐπὶ τῶν
15ἰχθύων τῶν βράγχη ἐχόντων. εἴρηται δὲ παρὰ τὸ βρέχω βρόχος289 in vol. 1

beta

290

τις ὤν, ὁ ἐν τῷ σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. καὶ ἡ μὲν συνήθεια βρό〈γ〉χον λέγει, οἱ δὲ ἀρχαῖοι βρά〈γ〉χον· ἐξ οὗ καὶ βρα〈γ〉χιᾶν τὸ πάθος εἴρηται, καὶ τὸ 〈Ε 863〉 „τό[σ]σον ἔβραχ’ Ἄρης ἆτος πολέ‐ μοιο“. καὶ εἰς τὸ Ἐβρα〈γ〉χίασεν.
5Βρύα· εἰς τὸ Ὀμβροβλυτεῖς. Βρύγας· εἰς τὸ Ἀφροδίτη. Βρύω· εἰς τὸ Βλύω. Βρῶ· εἰς τὸ Βλάπτω. Βρῶσις· παρὰ τὸ βρῶ, τὸ ἐσθίω, οὗ ὁ μέλλων βρώσω.
10Βρωσείω· τὸ τρώγω· παρὰ τὸ βρώθω βρώσω.290 in vol. 1

beta

291

Βυζάντιον· .... διὰ τὸν τῆς Θρᾴκης βασιλέα Βύζαντα. Βυθός· παρὰ τὸ βάθος· ἢ παρὰ τὸ βύζω βυστός καὶ βυθός. Βυθός· βιαία θέα, ἤγουν θεωρία. Βύκτας· εἰς τὸ Ἀφροδίτη.
5 Βύνη· εἰς τὸ Γυνή. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου βυούσης 〈Ps. 57, 5〉· ἡ εὐθεῖα βύουσα· παρὰ τὸ μύω, τὸ καμμύω, καὶ ὁ περισπώμενος μέλλων μυῶ καὶ τροπῇ τοῦ μ εἰς 〈β〉 βυῶ καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται βύω, βύεις· καὶ ἡ μετοχὴ βύων, τὸ θηλυκὸν βύουσα, βυούσης.
10Βύσσος· ἔστιν εἶδος βοτάνης, ἐξ οὗ τὰ ἀπ’ αὐτῆς βαπτόμενα
ἱμάτια βύσσινα λέγονται.291 in vol. 1

beta

292

Βύω· εἰς τὸ Ἄβυσσος καὶ Ἀκροβυστία καὶ Βεβυσμένα καὶ Παρά‐ βυστον. Βῶλος· παρὰ τὸ βῶ τὸ τρέφω· οἱ γὰρ βῶλοι τοὺς καρποὺς ἀνάγουσιν. ἢ ὅτι βαλλόμενος λύεται. καὶ εἰς τὸ Βόλος.
5 Βώμαξ· ὁ βωμολόχος· τάσσεται δὲ 〈καὶ〉 ἐπὶ τῶν μαλακιζομέ‐ νων. λέγεται δὲ βῶμαξ καὶ μικρὸσ βωμὸς ὑποκοριστικῶς. Βωμολοχίαις 〈Agath. hist. 1, 13〉· 〈ib.〉 „οὐ σύνηθες ἔμοιγε βωμολοχίαις καὶ γλίσχραις ἐλπίσιν ἐγκαλλωπίζεσθαι“ κολακείαις, γελο‐ τωποιΐαις. βωμολόχοι δὲ κυρίως λέγονται οἱ ἐπὶ τῶν θυσιῶν ἐπὶ
10τοῖς βωμοῖς καθεζόμενοι καὶ μετὰ κολακείας προσαιτοῦντες· ἔτι δὲ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ μάντεις· ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι καί τινες εὔκολοι [ἄνθρωποι] καὶ ταπεινοὶ ἄνθρωποι καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε
καὶ σκώπτειν. ὥστε τρία σημαίνει.292 in vol. 1

beta

293

Βωμολόχος· ἱερόσυλος· παρὰ τὸ λοχᾶν εἰς τοὺς βωμούς, ὅ ἐστιν ἐνεδρεύειν. Ὠρίωνος Βωμός· παρὰ τὸ βαίνειν τὸ αἷμα ἐν αὐτῷ. Βῶ· εἰς τὸ Αἴνυτο καὶ Βάπτω καὶ Βορά καὶ Βουβῶνα καὶ Βοῦς
5καὶ Ἐκ Βασάν καὶ Ἐρυσίβη καὶ Ἥβη καὶ Ἵλεως καὶ Στίλβω. Βωμός· δηλοῖ τὴν βάσιν, 〈Θ 441〉 „ἅρματα δ’ ἂμ βωμοῖσι“· παρὰ τὸ βῶ· ὅπου τὰ ἐπιτιθέμενα βέβηκεν. καὶ ἐπὶ τοῦ τόπου 〈οὗ〉 θύουσι τοῖς θεοῖς· ἐπιτίθεται γὰρ αὐτῷ τὰ ἱερεῖα ἐν τῷ βαίνειν αὐτά· ἢ αὐτὸς
ὁ βεβηκὼς καὶ ἱδρυμένος τοῖς θεοῖς εἰς θυσίαν.293 in vol. 1

gamma

294

(1t)

〈Γ〉
2 Γαγγαλίζω· παρὰ τὸ γελῶ γελίζω, τροπῇ τοῦ ε εἰς α γαλίζω, καὶ κατὰ ἀναδιπλασιασμὸν γαγγαλίζω ἑτέρου γ πλεονάσαντος. Γεωργίου Γάδειρα· ἀπὸ τοῦ γῆ καὶ τοῦ δειρά τοῦ σημαίνοντος τὴν
5ἐξοχὴν γέγονε Γάδειρα, οἱονεὶ γῆς δειρά· τὰ γὰρ Γάδειρα [ἡ] ἀρχὴ τῆς γῆς. ‖ ἢ παρὰ τὸ δειρὰ εἶναι τῆς γῆς διὰ τὸ ὕψος. Γαῖα· τὸ α βραχύ. τὸ μαῖα, γαῖα συνέσταλται ‖ ... τὰ εἰς α λή‐ γοντα ἐν τῇ κατ’ ἀρχὴν συνθέσει φυλάττει τὸ α ἢ τρέπει· ὀπωροπώ‐ λης, γεωμέτρης.
10Γαϊδόριν· διὰ τὸ τὴν γαῖαν δέρειν τοῖς ποσίν. Γαιήοχος· παρὰ τὸ περιέχειν τὴν γῆν διὰ τῶν τοῦ Ὠκεανοῦ·
παρὰ γὰρ τὸ γαῖα παράγωγον· ὁ τὴν γῆν κατέχων Ποσειδῶν.294 in vol. 2

gamma

295

Γαίω· εἰς τὸ Ἀγαυρός καὶ Γαῦρος καὶ Ταῦρος. Γάλα· παρὰ τὸ καλὸν εἰς ἀνατροφήν· οἷον κάλα. Γαλαθηνός· παρὰ τὸν θήσω μέλλοντα δηλοῦντα 〈τὸ θρέψω, ἐξ οὗ τὸ τιθήνη, τὸ σημαῖνον〉 τὴν τροφόν.
5 Γαλήνη· παρὰ τὸ γελῶ γελάνη, ἡ τὸ γελᾶν φέρουσα· ἢ 〈παρὰ〉 τὸ ἐκ τῆς γῆς λίαν ἵεσθαι, ἡ ἀστασίαστος κατάστασις· ἢ παρὰ τὸ γελῶ γελάσω, γελάνη τις οὖσα, καὶ κατὰ τροπὴν τοῦ 〈ε εἰς α καὶ τοῦ〉 α εἰς η γαλήνη· γελῶντι γὰρ ἔοικε τότε ἡ θάλασσα. Γαλήνη· παρὰ γὰρ τὸ γάλα· ἡ καθισταμένη θάλασσα καὶ πραεῖα.
10Νικήτου Γαληνόμορφον 〈Jo. Damasc. Canon. iamb. 3, 12〉· ἐγράφη.295 in vol. 2

gamma

296

Γαλόῳ 〈Γ 122〉· ἡ εὐθεῖα γάλως· τὸ λως μέγα· καὶ κλίνεται τῆς γάλω. ὁ κανών· τὰ δὲ βαρύτονα κατὰ ἀποβολὴν τοῦ ς—. ἡ δοτικὴ γάλῳ, καὶ πλεονασμῷ τοῦ ο γαλόῳ. διὰ τί καταβιβάζει τὸν τόνον; ἐπειδὴ οὐδέποτε τοῦ ω ἐπὶ τέλους κειμένου τρίτη ἀπὸ τέλους τίθεται
5ἡ ὀξεῖα χωρὶς τῶν Ἀττικῶν. Γάλλος· ὁ ἄλλος τις γενόμενος καὶ μεταβαλὼν τὴν φύσιν ἐξ ἀνδρῶν. Γαμήλιον καὶ ἐπιθαλάμιον διαφέρει· ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα, γαμήλιον δὲ ὃ
10οὐ περιώρισται χρόνῳ. Γαμήλια· παρὰ τὸ γαμῶ γαμήσω γαμήλια, ὡς 〈παρὰ τὸ〉 δεμῶ δεμήσω δεμήλια καὶ θεμέλια, καὶ παρὰ τὸ κατοικῶ κατοικήσω κατοι‐
κήσια καὶ κατοικέσια.296 in vol. 2

gamma

297

Γάμος 〈Γ 40〉· παρὰ τὸ δαμῶ δάμος καὶ γάμος. ἐτυμολογεῖται δὲ 〈καὶ〉 παρὰ τὸ δύο ἅμα εἶναι, κατὰ μετάθεσιν τοῦ δ εἰς γ· ‖ ἢ διὰ τὸ ἐγγα‐ μίζεσθαι, ἤτοι ἁρμόζεσθαι· ἢ διὰ τὸ 〈ἅμα〉 ἄγεσθαι 〈τὴν〉 γαμετήν· ‖ ἢ διὰ τὸ γῆν ἅμα γενέσθαι· ‖ ἢ διὰ τὸ γόμος εἶναι.
5 Γαμφηλή· ἡ σιαγών· παρὰ τὸ κάμπτω, ὡς παρὰ τὸ θάπτω ταφή. Γαμψός· παρὰ τὸ κάμπτω καμψός καὶ γαμψός, ἐξ οὗ καὶ 〈Π 428〉 „γαμψώνυχεσ“, οἱ καμψώνυχες. Γάνος· παρὰ τὸ γανῶ, τὸ λαμπρύνω. καὶ εἰς τὸ Ὄργανον.
Γανωθείς· εἰς τὸ Γεγανωμένος297 in vol. 2

gamma

298

Γάρ 〈Β 13〉· σύνδεσμος ἰσοδύναμος τῷ ὅτι. διαφέρει δὲ τοῦ ὅτι· τὸ μὲν ὅτι προτακτικόν, ὡς τὸ „ὅτι ἠπαιδεύτησας, ἐτυπτήθησ“· ὁ δὲ γάρ ὑποτάσσεται, ὡς „ἐτυπτήθης, ἠπαιδεύτησας γάρ“ ... ἵνα πλεονάσῃ τὸ αἴτιον.
5 Φωτίου Γαστήρ· παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι· γῶ γάζω γαστήρ. περὶ Γαστριμαργίας· τί ἐστι γαστριμαργία; καὶ πόθεν ὠνόμασται; καὶ κατὰ ἀναγωγὴν πῶς θεωρεῖται; οὐδεὶς οὔτε γραμματικῶν οὔτε ῥητόρων ἐμνημόνευσε ταύτης. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζώων
10λόγῳ 〈fr. 361 Rose3〉 μέμνηται ζώου μάργου λεγομένου, καὶ ὅτι γεννᾶ‐ ται ἀπὸ σήψεως μεταξὺ τῆς γῆς καὶ τοῦ ὕδατος, καὶ ἀφ’ οὗ γεννηθῇ, οὐ παύεται γαιηφαγοῦν, ἕως οὗ ἐκτρυπῆσαν τὴν γῆν εἰς ἐπιφάνειαν ἐξέλθῃ· ὅταν δὲ ἐξέλθῃ, θνήσκει καὶ κεῖται νεκρὸν τρεῖς ἡμέρας, καὶ
μετὰ τὰς τρεῖς ἡμέρας ἔρχεται νέφος βροχῆς, καὶ βρέχει ἐπάνω αὐτοῦ,298 in vol. 2

gamma

299

καὶ ἀναζῇ μηκέτι γαιηφαγοῦν. καὶ ἐκ τούτου οἶμαι τοὺς ἀρχαίους φι‐ λοσόφους ὁρμηθέντας τοὺς πολυφάγους γαστριμάργους ἀποκαλέσαι. δύναται δέ τις εὐσεβῶς τοῖς οὖσι κατὰ θεωρίαν ἐπιβαλεῖν τὰ εἰρημένα· πᾶν γὰρ πάθος ἀπὸ σήψεως γεννᾶσθαι πέφυκεν, καὶ ἐπειδὰν γεννηθῇ,
5οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν καρδίαν, ἕως ἂν διὰ τῆς γνωστι‐ κῆς ἕξεως εἰς φανέρωσιν ἔλθῃ, καὶ ἐλθὸν θνήσκει ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς· καὶ οὕτως ἡ χάρις τοῦ ἁγίου πνεύματος, ὡς διὰ νέφους τῆς διδασκαλίας ἐπιφανεῖσα, σταλαγμοὺς δίδωσι τῆς γνώσεως καὶ ζωο‐ ποιεῖ οὐ κατὰ τὴν προτέραν ἐμπαθῆ ζωήν, ἀλλὰ κατὰ τὴν ἐνάρετον
10καὶ θεῷ οἰκείαν. Γαστριμαργία· ἡ περὶ τὴν γαστέρα μανία· μαργαίνειν γὰρ λέ‐ γεται παρὰ τοῖς ἔξω τὸ μαίνεσθαι καὶ μάργος καλεῖται ὁ μανιώδης· παρὰ τὸ μαργαίνειν, ὅ ἐστι μαίνεσθαι, τὴν γαστέρα. διαφέρει δὲ γαστρι‐ μαργία λαιμαργίας· γαστριμαργία μὲν γάρ ἐστιν ἡ τῆς γαστρὸς χόρτα‐
15σις, λαιμαργία δὲ ἡ τοῦ λαιμοῦ ἡδονή, ἤτοι τὰ γλυκάσματα.
Γαυριᾷ· εἰς τὸ Κομᾷ.299 in vol. 2

gamma

300

Γαῦρος 〈Jo. Damasc. Canon. iamb. 1, 96〉· παρὰ τὸ γαίω, τὸ γαυριῶ· ἐξ αὐτοῦ γαῖρος, καὶ τροπῇ τοῦ ι εἰς υ γαῦρος. προπερισπᾶ‐ ται· τὰ εἰς ρος δισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα ἢ προση‐ γορικὰ ἢ ἐπίθετα 〈προ〉περισπᾶται, οἷον σαῦρος μαῦρος ταῦρος γαῦρος.
5 Γέ· σύνδεσμος. εἰς τὸ Ὅγε. Γέα· εἰς τὸ Ἀνώγειον καὶ Βαθύγειον καὶ Γέγειος. Γεγαυῖα 〈Γ 199〉· μετοχή· τὸ ῥῆμα γῶ, ἐξ οὗ καὶ τὸ γείνω· ὁ μέλλων γήσω, ὁ παρακείμενος γέγηκα. καὶ οἱ Ἴωνες ἐπὶ τοῦ παρακει‐ μένου ἡνίκα ὕφεσιν ποιήσωσι τοῦ συμφώνου, τότε καὶ συστολὴ φωνή‐
10εντος ἀκολουθεῖ· βεβήκασι, βεβάασιν. οὕτως καὶ γέγηκα γέγαα, καὶ ἡ μετοχὴ γεγαώς γεγαῶτος, καὶ τὸ θηλυκὸν γεγαυῖα, καὶ τὸ γεγῶσα παρ’ αὐτό. κανὼν γάρ ἐστιν ὁ λέγων· αἱ εἰς ως μετοχαί, εἰ μὲν ὦσιν ἀπα‐ θεῖς, διὰ τοῦ ο κλίνονται καὶ τὸ θηλυκὸν ἔχουσι διὰ τοῦ υια· εἰ δὲ παθητικαί, κλίσιν μὲν ἔχουσι διὰ τοῦ ω, τὸ δὲ θηλυκὸν εἰς 〈σ〉α μετα‐
15ποιοῦσιν· ἑστώς ἑστῶσα, γεγώς γεγῶσα. Γεγανωμένος 〈Agath. Hist. 2, 28〉· λελαμπρυσμένος, ἢ χαίρων, ἢ διακεχυμένος, ἢ κεκαλλωπισμένος. καὶ γανωθείς· οἷον καλλωπισθείς. καὶ γανῶσαι· ἐπὶ τοῦ λαμπρῦναι. καὶ γανεῖν· λευκᾶναι. καὶ γανυρόν· λαμπρόν, λευκόν. καὶ γάνος· ὕδωρ, χάρμα, φῶς, λίπος, αὐγή, λευκότης,
20λαμπηδών· ὑπὸ δὲ Κυπρίων παράδεισος. Γέγασα· εἰς τὸ Γεγῶσα. Γεωργίου Γέγειος· ἀπὸ τοῦ γέα 〈τοῦ〉 διὰ τοῦ ε γέγονε γέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον γεῖος, καὶ κατὰ διπλα‐ σιασμὸν γέγειος· ἢ ἀπὸ τοῦ γέα γέγονε γέειος, καὶ κατ’ ἐπένθεσιν τοῦ
25γ γέγειος.300 in vol. 2

gamma

301

Γεωργίου τοῦ Χοιροβοσκοῦ Γεγηθότες· ἔστι γήθω, τὸ χαίρω, ὁ μέλλων γήσω, ὁ μέσος παρακείμενος γέγηθα, καὶ τὰ λοιπὰ δῆλα. τὸ γη, η· τὰ διὰ τοῦ ηθω ῥήματα δισύλλαβα, χωρὶς εἰ μὴ ἐν κινήσεσιν εὑρίσκεται γεννῶντα τὸ ο, διὰ τοῦ η γράφεται, οἷον πλήθω, τὸ πληρῶ, γήθω, τὸ χαίρω, πήθω,
5τὸ πάσχω. „χωρὶς εἰ μὴ ἐν κινήσεσιν εὑρίσκεται“ διὰ τὸ πείθω, τὸ καταπείθω· καὶ πλὴν τοῦ βρίθω, ὅπερ διὰ τοῦ ι γράφεται. Γέγη[θ]α· εἰς τὸ Γεγῶσα. Ὁμήρου Γεγωνέμεν 〈ex. gr. Q 223〉· ἀπὸ τοῦ φωνῶ τροπῇ τοῦ φ εἰς γ γωνῶ, γωνήσω, γεγώνηκα· ἀπὸ τοῦ γωνῶ γωνεῖν, καὶ γεγωνεῖν
10κατὰ διπλασιασμόν, καὶ ποιητικῶς γεγωνέμεν. Γεγωνότερον· ἐξακουστότερον, λαμπρότερον· γέγονε δὲ παρὰ τὸ φωνῶ τροπῇ τοῦ φ εἰς τὸ γ γωνῶ· τούτου ὁ μέσος παρακείμενος γέγωνα, καὶ ἡ μετοχὴ γεγωνώς, καὶ ἐξ αὐτοῦ γεγωνότερος τὸ συγ‐ κριτικόν, καὶ γεγωνότερον ἐπίρρημα.
15Χοιροβοσκοῦ Γεγῶσα 〈Jo. Damasc. Canon. iamb. 1, 110〉· ἀπὸ τοῦ γενῶ,301 in vol. 2

gamma

302

τὸ γ[ε]ίνομαι, οὗ ὁ μέλλων γενήσω, ὁ μέσος παρακείμενος γέγηνα, καὶ κατὰ ἀποβολὴν τοῦ ν γέγηα· ἡ μετοχὴ κατὰ τροπὴν τοῦ η εἰς α γεγαώς. καὶ ἔστιν σεσημειωμένον τὸ γεγαώς, βεβαώς, μεμαώς, ἑσταώς· ἅπερ κατὰ κρᾶσιν γίνεται βεβώς βεβῶτος, μεμώς μεμῶτος, ἑστώς
5ἑστῶτος, γεγώς γεγῶτος· καὶ τὰ θηλυκὰ γεγῶσα, μεμῶσα, ἑστῶσα, βε‐ βῶσα· καὶ τὰ οὐδέτερα διὰ τοῦ ω μεγάλου τὸ γεγώς, τὸ βεβώς, τὸ ἑστώς, τὸ μεμώς. Γείνεται· εἰς τὸ Γίγνεται. Ὁμήρου Γείνατο· 〈A 280 alibi〉 ἀπὸ τοῦ γένω 〈γείνω〉 κατὰ πλεο‐
10νασμὸν τοῦ ι· ὁ γὰρ μέλλων γενῶ, ὡς κείρω κερῶ· ὁ ἀόριστος ἔγεινα, ὡς ἔκειρα. Γείνω· τὸ γεννῶ· τὸ γει δίφθογγον· διὰ τί; διότι ἔχει ἐν τῷ μέλλοντι τὸ ε. ὁ παθητικὸς γείνομαι, τὸ τρίτον γείνεται. καὶ εἰς τὸ Γίνομαι καὶ Γυνή.
15Γεωργίου Γείτων· τὸ γει δίφθογγον· τὰ παρὰ τὸ γέα συγκείμενα διὰ302 in vol. 2

gamma

303

τῆς ει διφθόγγου γράφεται· ἐξ οὗ καὶ γειτνιῶ· ἀπὸ γὰρ τοῦ γέα τοῦ γραφομένου διὰ τοῦ ε γίνεται γεΐτων, καὶ κατὰ συναίρεσιν γείτων. Γειτνιῶ· ἀπὸ τοῦ γείτων γέγονε γειτονῶ καὶ γειτονιῶ, καὶ κατὰ συγκοπὴν γειτνιῶ.
5 Γελοῖον· ... Γελοίιος 〈Β 215〉· ἐκ τοῦ γελοῖος· τὰ διὰ τοῦ οιος ὀνόματα ὑπὲρ δύο συλλαβὰς ἅπαντα προπερισπᾶται, οἷον παντοῖος ἀλλοῖος· 〈π 181〉 „ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἢ τὸ πάροιθεν“· ἑτεροῖος. γράφεται δὲ διὰ τοῦ ι· ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος κατὰ
10τὸ αὐτὸ σημαινόμενον παρηγμένα, εἰ μὲν ὀξύνεται, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον θαμός θαμειός, ἀδελφός ἀδελφειός· εἰ δὲ βαρύνεται, διὰ τοῦ ι, κάπρος κάπριος, τάφος τάφιος καὶ ἐπιτάφιος, ὀρθός ὄρθιος, λοῖσθος λοίσθιος, Αἰτωλός Αἰτώλιος, αἰζηός αἰζήιος, ὅμοιος ὁμοίιος, γέλως γελοῖος γελοίιος. γέλοιος καὶ γελοῖος διαφέρει· προπαροξυτόνως
15μὲν λέγεται ὁ γελωτοποιός, προπερισπωμένως δὲ ὁ γέλωτος ἄξιος.
καὶ εἰς τὸ Σκῶμμα.303 in vol. 2

gamma

304

Γελῶ 〈Β 270〉· περισπᾶται· τὰ εἰς 〈λ〉ω λήγοντα καθαρόν, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ε καταλήγουσαν, [μὴ] ἀπὸ συμφώνου 〈ἀρχόμενα μὴ〉 μέσου βαρύνεται, οἷον κέλω πέλω. πρόσκειται, „[μὴ] ἀπὸ συμφώνου ἀρχόμενα“ διὰ τὸ ἐλῶ ἐλά[σ]σω· „〈μὴ〉 μέσου“ δὲ διὰ
5τὸ γελῶ γελάσω. Γενειάζω· εἰς τὸ Δανείζω. Γενειάς· ἐκ τοῦ γένειον· ἡ βαθεῖα ὑπήνη. ἐκ τοῦ γένους γένειον· διακρίνει γὰρ τὰ γένη. λέγεται γὰρ ἀπὸ ἱστορίας· ἔθνος κεʹ χιλιάδων ἐπελθὸν παρεκάθηντο τοῖς Ῥωμαίοις· ἐκεῖνοι δὲ ὀλίγοι ὄντες ἔφερον
10τοὺς Σκλαβηνίας· ἔτι δὲ οἱ Σκλάβοι ὀλίγοι ὄντες ἔφερον τὰς γυναῖκας αὐτῶν, καὶ περιθέντες αὐταῖς σχῆμα ἀνδρεῖον καὶ γενειάδας ἐξήρχοντο· ἰδόντες δὲ τὸ πλῆθος οἱ ἐθνικοὶ ἠρώτων τοὺς Ῥωμαίους· τίνες εἰσὶν οὗτοι; καὶ ἔλεγον· Λογγίβαρβοι. τουτέστι βαθεῖαν ὑπήνην καὶ μακρὰν ἔχοντες.
15Γένειον· ἀπὸ τοῦ γένος γένειον, ὡς δάνος δάνειον. τὸ μὲν γέ‐
νειον ὁ τόπος τῶν τριχῶν λέγεται, τὰ δὲ γένεια αὐταὶ αἱ τρίχες.304 in vol. 2

gamma

305

Γένειον· παρὰ τὸ τὰ γένη ἐξ αὐτοῦ διακρίνεσθαι καὶ ἀρρένων καὶ θηλειῶν, καὶ ἡλικίας τελείων καὶ ἀτελῶν. Γένυς· παρὰ τὸ γεννᾶν ὀδόντας καὶ τρίχας. Γενερόν· εἰς τὸ Γεγανωμένος.
5 Γένετο· ἐκ τοῦ γείνω γενῶ, ὁ δεύτερος ἀόριστος ἔγενον, ὁ μέσος ἐγενόμην. Νικήτου Γενήσεται 〈Jo. Damasc. Canon. iamb. 3, 7〉· γενῶ, τὸ πράττω, καὶ 〈ὁ〉 μέλλων γενήσω, καὶ ὁ μέσος μέλλων γενήσομαι γενήσῃ γενή‐ σεται. καὶ εἰς τὸ Ἔσται.
10 Νικήτου Γεραίρω 〈Jo. Damasc. Canon. iamb. 3, 5〉· παρὰ τὸ γέρας γεραίρω. ὁ μέλλων γεραρῶ ἀλλαχοῦ ἐστιν. Γέρα 〈Β 237〉· εὐθεῖα τῶν πληθυντικῶν· ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ γέρας. παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας καὶ γέρας· πᾶς γάρ τις γέρατος ἐπιθυμεῖ. σημαίνει δὲ τὴν τιμήν. ἡ εὐθεῖα τῶν πληθυντικῶν
15τὰ γέραα Ἰωνικῶς, καὶ κατὰ συγκοπὴν τὰ γέρα.305 in vol. 2

gamma

306

Γέρανος· γήρευνός τις ὤν, ὁ τὰ τῆς γῆς ἐρευνῶν σπέρματα, ὅστις καὶ σπερμολόγος καλεῖται· ὅτε γὰρ ὁ γεωργὸς σπείρει καὶ οὐ χωννύει αὐτά, ἐκεῖνος συλλέγων ἐσθίει, καὶ ἐκ τούτου ἐκλήθη σπερμο‐ λόγος. ἔχει δὲ καὶ βραχὺ τὸ α. ἔστι δὲ εἰδικὸν τὸ γέρανος.
5 Γέρανος· ὅτι τὴν γῆν ἐρᾷ, ἢ κατὰ τὴν γῆν ὁρᾷ. Γεραρός· παρὰ τὸ γέρας· τοῦτο παρὰ τὸ ἐρῶ ἔρας καὶ γέρας. πᾶς γὰρ γέρατος ἐπιθυμεῖ καὶ τιμῆς. Γέρας· γίνεται ἐκ τοῦ εἴρω, τὸ λέγω. καὶ εἰς τὸ Γέρα καὶ Γηραιός. Γέρδιος· 〈ὁ ὑφάντης· καὶ γερδία〉, ἡ ὑφάντρια· παρὰ τὸ ἐπὶ
10τῆς γῆς ἔχειν ἔρδος. Γερουσία· εἰς τὸ Οὐσία. Γέῤῥα· Περσικὰ μέν ἐστιν ὅπλα κυρίως τὰ γέρρα· καταχρηστικῶς δὲ καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴτε ἐξ ἄλλης τινὸς ὕλης. λέγεται δὲ οὕτως καὶ τὰ γυναικεῖα αἰδοῖα παρὰ Σικελοῖς, οἷον δέρα
15τινὰ ὄντα· παρὰ τὸ δέρας, ὃ σημαίνει τὸ δέρμα.306 in vol. 2

gamma

307

Γέρων καὶ πρεσβύτης καὶ προβεβηκώς διαφέρει· Ἀλεξίων 〈fr. 1 Berndt〉 ἐν τῇ Ἐπιτομῇ τῶν Διδύμου 〈p. 378, 8 Schmidt〉 Συμμίκτων φησὶν οὕτως· „ἐκ τῶν Ἀριστ〈οφ〉άνου〈σ〉 〈p. 88 Nauck〉 περὶ ἀνθρώ‐ που γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως· βρέφος μὲν γάρ ἐστι τὸ
5γεννηθὲν εὐθέως· παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ· παιδά‐ ριον δὲ τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον· παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ· παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνά‐ μενος ἰέναι· τὴν δ’ ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέ[μ]φηβον καλοῦσιν· ὁ δὲ μετὰ
10ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακαδίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων 〈μετέχειν〉, Ἀχαιοὶ δὲ κούρους, †κάδες δὲ ἀγούρους, ὡσαύτως καὶ Ἀττικοί· ὁ δὲ μετὰ ταῦτα μεικάριον ἢ μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων,
15εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρωσ“.307 in vol. 2

gamma

308

Γέρων 〈Β 21〉· παρὰ τὸ ἔρρω, τὸ φθείρω, ἔρρων καὶ γέρων, ὁ μετὰ φθορᾶς εἰς τὸν Ἅιδην πορευόμενος· ἢ παρὰ τὸ εἴρω, τὸ λέγω· λεκτικοὶ γὰρ οἱ γέροντες, καὶ Ὅμηρος 〈Γ 150 sq.〉· „ἀλλ’ ἀγορηταὶ ἐσθλοί“· ἢ παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν· ἢ παρὰ τὸ εἰς γῆν
5ὁρᾶν. τοῦ γέροντος· ὁ κανών· τὰ εἰς ρων ὀνόματα δισύλλαβα βαρύ‐ τονα μὴ ὄντα συγκριτικὰ φυλάττει τὸ ω καὶ ἐπὶ γενικῆς [τὸ οὖν γέρων ὡς μετοχικὸν διὰ τοῦ ο κλίνεται] οἷον Μύρων Μύρωνος, Χάρων Χάρωνος. τὸ δὲ γέρων οὐκ ἐφύλαξε τὸ ω, διότι ὡς μετοχικὸν ἐκλίθη· συνεξηκολούθησεν γὰρ τῷ φέρων φέροντος· ἐπειδὴ τὸ γέρων οὐκ ἔστι
10μετοχή, ἀλλ’ ὄνομα· εἰ γὰρ μετοχὴ ἦν, φυλάττειν εἶχε καὶ ἐπὶ κλητι‐ κῆς τὸ ω· αἱ γὰρ περιττοσυλλάβως κλινόμεναι μετοχαὶ τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς, τὸ δὲ γέρον ἡ κλητικὴ διὰ τοῦ ο μικροῦ. Γεῦσις. κυρίως ἡ [ἐπὶ] τῶν ὑγρῶν προ〈σ〉φορά, δεῦσίς τις οὖσα· παρὰ τὸν δεύσω μέλλοντα, ὡς γνώσω γνῶσις.
15 Γέφυρα· παρὰ τὸ γῆ καὶ τὸ φύρω, τὸ ἀναμιγνύω· [ἡ ἐφ’ ὑγρῷ τόπῳ κειμένη· ἢ] ἡ τῇ γῇ φυρα[ν]θεῖσα. ἢ παρὰ τὸ γέφυγρα, ἡ ἐφ’ ὑγρῷ κειμένη γῆ.
Γεφυρισμός· εἰς τὸ Σκῶμμα.308 in vol. 2

gamma

309

Γεωγραφία γεωμετρίας διαφέρει· γεωγραφία μὲν γάρ ἐστιν ἡ πάσης τῆς γῆς διαγραφή, γεωμετρία δὲ ἡ μέρους τινὸς καταγραφή. καὶ εἰς τὸ Γαῖα. Γεωπεῖναι· παρὰ τὸ γῆς πένεσθαι· ὀλίγην γὰρ γῆν εἶχον, ὥς
5φησιν Ἡρόδοτος 〈2, 6〉. Γεωργός· παρὰ τὸ τὴν γῆν ὁρᾶν, ἢ παρὰ τὸ τὴν γῆν ἐργάζεσθαι. τὸ ω μέγα. διὰ τί; τὰ παρὰ τὸ ἔργον συγκείμενα διὰ τοῦ ω μεγάλου γράφεται, οἷον Γεώργιος γεωργός καὶ εἴ τι ὅμοιον. Γῆ· παρὰ τὸ γῶ, τὸ χωρῶ· ὅθεν γωρυτός, ὁ χωρῶν τὸ ῥυτόν,
10ἤγουν τὸ τόξον. Ὠρίωνος Γῆ· διὰ τὸ τὸ γένος τῶν ἀνθρώπων ἐξ αὐτῆς 〈εἶναι〉. καὶ εἰς τὸ Ἄρουρα. Γήθω· εἰς τὸ Γεγηθότες. Γήινος 〈Jo. Damasc. Canon. iamb. 2, 111?〉· διὰ τὸ γένος τῶν
15ἀνθρώπων, ὅτι ἐξ αὐτῆς ἐστιν.309 in vol. 2

gamma

310

Γήμας· ὁ σύνοικος. τὸ γη, η. ἐντεῦθεν καὶ γάμος. Γήπαιδες· οἱ λεγόμενοι Λογγίβαρδοι· οἱονεὶ Γετίπαιδες, οἱ Γετῶν παῖδες. Γηραιός· παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν.
5 Γηράς 〈Ρ 197〉· ἐκ τοῦ γήρημι γηράς, ὡς ἵστημι ἱστάς. Γῆρας· παρὰ τὸ εἰς γῆν ῥεῖν· ἐγγὺς γὰρ θανάτου. ἢ παρὰ τὸ γέρας, ἤγουν τιμή. ἢ 〈ὅτι εἰσ〉 γῆν ὁρᾷ. Φωτίου Γῆρυς 〈Jo. Damasc. Canon. iamb. 2, 33〉· εἰς τὸ Κήρυξ καὶ Διακηρυκεύεται.
10 Γηρωκομεῖον· διὰ τὸ τοὺς γήροντας μένειν. Γηρωκομῶ· τὸ ρω μέγα· ἐκ τοῦ γῆρας γήρως καὶ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι. τὰ δὲ παρὰ Ἀττικὴν γενικὴν συντιθέμενα διὰ τοῦ ω με‐ γάλου γράφεται. Γήσω· εἰς τὸ Γεγῶσα.
15Γίνεται καὶ γείνεται διαφέρει· γίνεται μὲν γάρ ἐστιν ἀντὶ τοῦ
κατασκευάζεται, γείνεται δὲ διὰ τῆς ει διφθόγγου 〈ἀντὶ τοῦ〉 γεννᾶται.310 in vol. 2

gamma

311

Γεωργίου Γιγνώσκω· ὥσπερ ἀπὸ τοῦ ὀγδοήκοντα ὀγδώκοντα κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, οὕτως καὶ ἀπὸ τοῦ νοήσω κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω νώσω, καὶ κατὰ πλεονασμὸν τοῦ γ γνώσω· καὶ ὥσπερ ἀπὸ τοῦ τρώσω μέλλοντος ἀποτελεῖται ἐνεστὼς τρώσκω, οὕτως καὶ ἀπὸ
5τοῦ γνώσω γνώσκω, καὶ κατὰ διπλασιασμὸν Ἰωνικὸν γιγνώσκω. καὶ εἰς τὸ Μισητή. Γίνομαι· τὸ μὲν σημαῖνον τὸ ἀποτελοῦμαι ἀπὸ [δὲ] τοῦ γένομαι γέγονεν· τὸ γὰρ ε ἐν ταῖς τοιαύταις παραγωγαῖς, ἐπιφερομένων δύο συμφώνων εἰς ι πέφυκε τρέπεσθαι, οἷον μένω μίμνω, τέκω τίκτω. οὕ‐
10τως καὶ ἀπὸ τοῦ γένομαι 〈γίγνομαι καὶ〉 γίνομαι διὰ τοῦ ι. τὸ γὰρ σημαῖνον τὸ γεννῶμαι ἀπὸ τοῦ γένος γέγονε γένω καὶ γένομαι, καὶ προσθήκῃ τοῦ ι γείνομαι διὰ τῆς ει διφθόγγου. Γίνω· τὸ γι μακρόν, διότι γίγνω· καὶ τὰ θέσει μακρά, ἡνίκα
ἀποβάλωσι σύμφωνον, εἰς φύσει μακρὰ μεταβαίνουσιν.311 in vol. 2

gamma

312

Γινώσκω· τὸ νω μέγα· διὰ τί; ἐκ τοῦ νῶ νώσω νώσκω καὶ κατὰ ἀναδιπλασιασμὸν γινώσκω. Γλάγονες· παρὰ τὸ γάλα γάλακτος γλάγος .... Γλαυκός· γάλακτι ἐοικὼς τὴν σάρκα. καὶ τὰ ὄμματα.
5 Σελεύκου Γλαυκῶπις· ἀπὸ τοῦ Γλαυκωπίου ὄρους, ὃ 〈καὶ〉 Λυ‐ καβηττὸς καλεῖται· ἢ ἀπὸ τοῦ γλαυκοὺς ἔχειν τοὺς ὦπας· ἢ ἀπὸ τοῦ δεινὸν γλαύ〈σ〉σειν τοὺς ὀφθαλμούς, ὅ ἐστιν ἀπαιθύσσειν· ἢ ἀπὸ τοῦ γλαυκὰ ὀπίζεσθαι, τουτέστιν ἐντρέπεσθαι. ‖ γλαυκώπιδος. ὁ κανών· τὰ εἰς ις θηλυκά, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ π ἐκφερόμενα διὰ
10τοῦ δος κλίνεται. [οὐκ] ἔστι δὲ ὁ κανὼν 〈καὶ〉 ὡς τὸ δραπέτις· ἔστι γὰρ καὶ ἀρσενικὸν ὁ δραπέτης, οὕτω καὶ ὁ γλαυκώπης. καὶ πόθεν δῆ‐ λον; ἐκ τοῦ εἰπεῖν τὸν τεχνίτην 〈Α 159〉 „σοί τε, κυνῶπα“· ἐκ τούτου δῆλον ἀρσενικὸν ὁμοίως καὶ τὰ λοιπά.
Γλαυκῶπις· παρὰ τοῦ γλαύσ〈σ〉ω γλαύξω, ἐξ οὗ καὶ ἡ γλαῦξ312 in vol. 2

gamma

313

τὸ ὄρνεον. τὸ γλαύσ〈σ〉ω τινὲς παρὰ τὸ λεύσ〈σ〉ω λαύσ〈σ〉ω καὶ γλαύσ〈σ〉ω· σημαίνει δὲ τὸ λάμπω· ἐκ τούτου οὖν γέγονε καὶ τὸ γλήνη. Γλαῦξ· εἰς τὸ Αἴξ. Γλαφυρῇσι 〈Β 454〉· ὄνομα ἡ γλαφυρά· τὸ ἀρσενικὸν ὁ γλα‐
5φυρός. γίνεται παρὰ τὸ γλάφω, τὸ διορύττω, ἐξ οὗ 〈Hesiod. Op. 533 + 530〉 „καὶ γλάφυ πετρῆεν λυγρόν“. ἔστιν οὖν γλάφω γλάψω ἔγλαψα καὶ ἡ μετοχὴ ὁ γλάψας· καὶ Ὅμηρος 〈δ 438〉 „εὐνὰς ἐν ψαμάθοισι διαγλάψας ἁλίῃσι“. ἐπὶ δὲ τοῦ ἡδέος παρὰ τὸ διορύττειν καὶ κινεῖν τὴν ἀκοὴν πρὸς ἡδονήν. καταχρηστικῶς δὲ καὶ ἐπὶ ἄλλων.
10 Γλαφυρώτατος· ἡδύς, καλός, σοφός, ἔμπειρος, ἀκριβής, καὶ παρὰ Μενάνδρῳ 〈deest ap. Kock〉 ὁ εὐτράπελος· γέγονε δὲ παρὰ τὸ γλάφω, τὸ διορύττω καὶ κοιλαίνω, γλαφυρόν ἐπὶ τοῦ κοίλου. Γλήνη· ἡ τῶν ὀφθαλμῶν κόρη· παρὰ τὸ δι’ αὐτῆς τὸν νοῦν γαληνιοῦσθαι τῇ ποικιλίᾳ τῶν ὁρατῶν· ‖ ἢ παρὰ τὴν αἴγλην ἀποβολῇ
15τῆς αι συλλαβῆς καὶ προσθέσει τοῦ η γλήνη. Γλιχόμενος· καρτερῶν ἢ ἐπιθυμῶν· συντάσσεται μετὰ γενικῆς
καὶ δοτικῆς.313 in vol. 2

gamma

314

Γεωργίου Γλυκείδιον· ἀπὸ τῆς γλυκέος γενικῆς γέγονε γλυκείδιον, ὡς πράξεως πραξείδιον καὶ λέξεως λεξείδιον. Γλυκύς 〈Β 71〉· γλυκίων, καὶ ἡ κλητικὴ ὦ γλύκιον. ὁ τόνος· τὰ εἰς ων 〈συγκριτικὰ〉 ὑπὲρ δύο συλλαβὰς ἀναβιβάζει τὸν τόνον κατὰ
5τὴν κλητικήν, οἷον ὦ ἄρειον, ὦ βέλτιον, ὦ γλύκιον. γίνεται παρὰ τὸ γλεῦκος, ὁ νεωστὶ ἀποστάζων ἐκ τῆς ληνοῦ οἶνος. Γλῶσσα· παρὰ τὸ γνῶ γνῶ〈σ〉σα καὶ γλῶσσα, ὡς διαγνωστικὴ
οὖσα τῶν χυμῶν.314 in vol. 2

gamma

315

Χοιροβοσκοῦ Γλωσσαλγία 〈Jo. Damasc. Canon. iamb. 1, 83〉· παρὰ τὸ γλῶσσα καὶ τὸ ἄλγος, ὃ σημαίνει τὴν λύπην. τὸ δὲ γλῶσσα παρὰ τὸ γνῶ γνῶσσα καὶ γλῶσσα, ἡ τὰ τοῦ νοὸς εἰς φῶς φέρουσα· ἢ ἐκ τοῦ νοῶ. τὸ δὲ ἄλγος παρὰ τὸ ἀλέγω, τὸ φροντίζω, ἄλεγος καὶ συγκοπῇ
5ἄλγος, τὸ φροντίδος ἄξιον. βαρύνεται· τὰ εἰς γος δισύλλαβα ἔχοντα τὴν [τρίτην] πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν προσ‐ ηγορικὰ ὄντα 〈ἢ κύρια〉 βαρύνεται, οἷον πύργος σπόγγος. οὕτως οὖν καὶ ἄλγος. Νικήτου Γλωττήμασιν 〈Jo. Damasc. Canon. iamb. 3, 14〉· ἡ εὐθεῖα τὸ
10γλώττημα· τοῦτο παρὰ τὸ γλωσσῶ γλωσσᾷς γλωσσᾷ, ἐξ αὐτῶν γλώσσημα. τὸ δὲ γλωσσῶ παρὰ τὸ γλῶσσα. Γλωχῖνα 〈Agath. Hist. 5, 22〉· γωνίαν· παρὰ τὸ γλάπτω, τὸ κοι‐
λαίνω, ἢ γλάφω γίνεται γλωχίν. καὶ εἰς τὸ Τριγλώχινι.315 in vol. 2

gamma

316

Γλωχίν· παρὰ τὸ γλύψαι, τὸ κοιλᾶναι. Γναθμῶν 〈ς 29〉· ὄνομα προσηγορικόν. γέγονε δὲ παρὰ τὸ κάμπτω τροπῇ τοῦ κ εἰς γ, ὡς κόνυ γόνυ· παρὰ τὸ κονῶ γὰρ γέγο‐ νεν· ἐπενθέσει τοῦ ν γνά〈μ〉πτω, ὁ παθητικὸς παρακείμενος γέγναμ‐
5〈μ〉αι, γναμμός, καὶ τροπῇ τοῦ μ εἰς θ γναθμός. Γνάμπτω 〈Γ 348〉· ἐκ τοῦ κάμπτω. μετὰ τῆς ἀνά προθέσεως ἀναγνάμπτω· ἡ 〈δὲ〉 ἀνά πρόθεσις σημαίνει τὴν ἐξ ὑστέρου ἐπάνοδον. βαρύνεται· τὰ εἰς πτω λήγοντα ῥήματα, εἰ μὴ προκατάρχει ὄνομα, βαρύνεται· κάμπτω λάπτω, 〈Π 161〉 „λάψοντες γλώσσῃσιν ἀραιῇσιν“,
10βάπτω ὄπτω. τὸ δὲ ὀπτῶ περισπώμενον ἐκ τοῦ ὄπτω βαρυτόνου γεγονός, ὡς διήλλαξεν κατὰ τὸ σημαινόμενον, διήλλαξεν καὶ κατὰ τὸν τόνον. εἶπεν „εἰ μὴ προκατάρχει ὄνομα“ διὰ τὸ ἀελπτῶ· ἔστι γὰρ ὄνομα τὸ ἄελπ〈τ〉ος· καὶ ἀπεπτῶ ἄπεπτος. Γνάμψαι· εἰς τὸ Ἀνέγναψαν.
15Γνήσιος· ἐκ 〈τοῦ〉 γε[ν]νητός γε[ν]νήσιος καὶ κατὰ συγκοπὴν
γνήσιος.316 in vol. 2

gamma

317

Γνόφος καὶ νεφέλη 〈Ps. 17, 10. 12〉 διαφέρει· γνόφος μέν ἐστιν ὁ ἀχλυώδης καὶ ὁμιχλώδης σκοτασμός, νεφέλη δὲ τὸ ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα. Γνόφος· παρὰ τὸ κενὸν φάους εἶναι· ἢ παρὰ τὸ νείφω νέφω
5καὶ γνόφος. Γνόφος καὶ δνόφος· μᾶλλον διὰ τοῦ δ δνόφος, ὅτι δονεῖ τὰ νέφη. Γνόφος 〈Ps. 96, 2〉· παρὰ τὸ δονῶ δονήσω δόνοφος, καὶ κατὰ συγκοπὴν 〈δνόφος καὶ〉 γνόφος τροπῇ τοῦ δ εἰς γ.
10Γνύξ· παρὰ τὸ γόνυ.317 in vol. 2

gamma

318

Γνωματεύοντες 〈Agath. Hist. 2, 3〉· διακρίνοντες, διαγινώσκοντες ἀκριβῶς. γέγονε δὲ παρὰ τὸ γνώμη καὶ τὸ ματεύω, ὃ σημαίνει τὸ ζητῶ· 〈Agath. l.l.〉 „καὶ γνωματεύοντες ἐγίνωσκον ὁπόσον ἐτύγχανον ἀφῃρημένοι“.
5 Γνώμη· παρὰ τὸ νοῶ νοήσω νοήμη καὶ κατὰ κρᾶσιν νώμηκαὶ πλεονασμῷ τοῦ γ γνώμη. καὶ εἰς τὸ Διάνοια. Ὁμήρου Γνώσεαι 〈Β 367〉· ὁ κανών· οἱ Ἴωνες ἐπὶ τῶν τρίτων προσώπων τῶν παθητικῶν ἀποβάλλοντες τὸ τ τὰ δεύτερα ποιοῦσιν, οἷον βούλεται βούλεαι, γνώσεται γνώσεαι.
10 Γνῶσις σοφίας διαφέρει. γνῶσις μέν ἐστι τὸ εἰδέναι τὰ ὄντα, σοφία δὲ καὶ τὸ τὰ ὄντα γινώσκειν καὶ τὴν τῶν ἀντιπιπτόντων λύσιν ἐπίστασθαι. Γνω[σ]τός· παρὰ τὸ μᾶλλον τῶν ἄλλων γινώσκεσθαι. καὶ εἰς τὸ Ἔσωσεν.
15Γνώσω· εἰς τὸ Γιγνώσκω.
Γνωτός· εἰς τὸ Ἔσωσεν.318 in vol. 2

gamma

319

Γογγύζω· ἐκ τοῦ γρύζω τοῦ σημαίνοντος 〈τὸ〉 τῇ φωνῇ ὑποκλαίω καὶ παραλαλῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν γογρύζω, καὶ ἐκβολῇ τοῦ ρ καὶ πλεονασμῷ ἑτέρου γ γογγύζω. Γοητεία· εἰς τὸ Φαρμακεία.
5 Γόμφος· κυρίως τὸ ξύλινον καρφίον· παρὰ τὸ κόπτω κέκομμαι κόμφος καὶ γόμφος. Γόμφιος καὶ γομφίλη· παρὰ τὸ κάμπτω γάμπτω. Γόνατα· παρὰ τὸ κονεῖν καὶ ἐνεργεῖν. Γονεὺς καὶ τροφεὺς διαφέρει. γονεὺς μὲν λέγεται ὁ γεννήσας,
10τροφεὺς δὲ ὁ θρέψας. Φωτίου Γόνος· παρὰ τὸ γένω γόνος, ὡς λέγω λόγος· ἢ παρὰ τὸ
γείνω. καὶ εἰς τὸ Ἄγονος.319 in vol. 2

gamma

320

Γόνυ· ὅτι κατ’ αὐτὸ καμπτόμενον τὸ σκέλος ὥσπερ γωνίαν ἀποτελεῖ. ν Γόνυ 〈Jo. Damasc. Canon. iamb. 3, 41〉· τὸ εἰς γῆν νεῦον· ἔστι πένω, τὸ πράττω, καὶ ἐκ τούτου γίνεται πόνος, καὶ ἐκ τοῦ πό‐ νος πονῶ καὶ κατὰ τροπὴν τοῦ π εἰς κ κονῶ, καὶ ἐκ τοῦ κονῶ κόνυ
5καὶ τροπῇ τοῦ κ εἰς γ γόνυ, τὸ μετὰ κόπου καμπτόμενον. καὶ παρὰ τὸ γόνυ κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω γωνία. Γουνοῦμαί ς’ 〈ex. gr. F 74〉· γονυπετῶ, ἱκετεύω. Γράβδην· εἰς τὸ Παραβλήδην. Γραικός· Καλλίμαχος 〈fr. 160 Schneider〉 „Γραικοὶ καὶ γαίης
10ἡμετέρης ἀδαεῖσ“. παρὰ τὸ ῥαῖσαι Ῥαικός καὶ Γραικός· διὰ γὰρ τὴν κατὰ πόλεμον ἀνδρείαν οὕτως οἱ Ἕλληνες ἐκαλοῦντο· ἢ ἀπό τινος Ἕλληνος Γραικοῦ.
Γράμμα στοιχείου διαφέρει· στοιχεῖον μὲν οὖν ἐστιν αὐτὴ ἡ320 in vol. 2

gamma

321

ἐκφώνησις καὶ ὁ φθόγγος, οἷον ἄλφα βῆτα γάμμα δέλτα καὶ τὰ ἑξῆς στοιχεῖα. γράμμα δὲ τὸ σύγγραμμα, ὡς ἐν τῇ συνηθείᾳ φαμὲν „πολλὰ οἶδε γράμματα“· οὐ γὰρ τὰ κδʹ, ἀλλὰ „πολλῶν γραμμάτων ἔμπειρός ἐστιν“.
5 Γραμματική· γράμμα τήκει ἤγουν χωνεύει. Ψ Γραμματείας 〈Ps. 70, 15〉· ἔστι γράμμα καὶ ἐξ αὐτοῦ γραμμα‐ τεύς γραμματεύω γραμματεία καὶ γραμματείας. Γραῦς· Ἀττικῶς· ἀναλογώτερόν ἐστι γρεῦς. γίνεται δὲ παρὰ τὸ ῥέω, ὁ μέλλων ῥεύσω, καὶ πλεονασμῷ τοῦ γ γρεύσω, καὶ ἐξ αὐτοῦ
10γρεῦς καὶ γραῦς, τὸ διερρυηκὸς γύναιον, τροπῇ τοῦ ε εἰς α. κλίνεται δὲ γραός. ὁ κανών· δύο μόνα εἰσὶν εἰς αυς θηλυκὰ μονοσύλλαβα περισπώμενα, ναῦς καὶ γραῦς, κλίνεται δὲ ἀμφότερα διὰ καθαροῦ τοῦ
ος, ναῦς ναός, γραῦς γραός.321 in vol. 2

gamma

322

Γραῦς· παρὰ τὸ ῥέω ῥεύσω 〈ῥεῦς, καὶ τροπῇ τοῦ ε εἰς α〉 ῥαῦς, 〈καὶ προσθήκῃ τοῦ γ γραῦσ〉. Γεωργίου Γραφεῖον· ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἀγεῖον καὶ ἀγγεῖον καὶ ἐκεῖθεν ἀ〈γ〉γείδιον. οὕτως καὶ ἀπὸ τοῦ γράφω γραφεῖον καὶ
5γραφείδιον. Γραφεῖον· [διὰ] τὸ ἐπὶ γραφῇ ὄν. Γράφω· μετὰ ποίας πτώσεως συντάσσεται; πρὸς διάφορον σημα‐ σίαν. ἐὰν γὰρ εἴπω „γράφω σοι“ μετὰ δοτικῆς, σημαίνει τὸ ἐπιστέλλω σοι· ἐὰν δὲ μετὰ αἰτιατικῆς „γράφω σε“, σημαίνει τὸ ἐκτύπωμά σου
10ποιῶ· ἂν δὲ εἴπῃς „γράφομαί σου“ μετὰ γενικῆς, σημαίνει τὸ ἐγγρα‐ φὴν κατὰ σοῦ εἰς δικαστήριον ἀποτίθημι. Γρηγορῶ· παρὰ τὸ ἐγείρω, οὗ ὁ μέλλων ἐγερῶ, καὶ τροπῇ τοῦ ε εἰς ο ἐγορῶ, καὶ πλεονασμῷ τοῦ γ καὶ ρ γρεγορῶ, καὶ τροπῇ τοῦ ε εἰς η γρηγορῶ.
15Γρήνικος· ἔστιν ὄνομα ποταμοῦ· γέγονε δὲ ἀπὸ τοῦ κρήνη Κρή‐322 in vol. 2

gamma

323

νικος καὶ Γρήνικος, ὁ ἐκ τῆς κρήνης· ἢ ἀπὸ τοῦ γῆ καὶ τοῦ νικῶ γέ‐ γονε Γήνικος καὶ Γρήνικος, ὁ τὴν γῆν νικῶν· ἢ ἀπὸ τοῦ νικῶ καὶ τοῦ Γραικός, ἐκεῖ γὰρ οἱ Γραικοὶ ἐνίκησαν τοὺς βαρβάρους. Γρῖφος· τὸ δύσλυτον αἴνιγμα καὶ δύσκολον· παρὰ τὸ ἀγρεύειν,
5ὅ ἐστι ζητεῖν. Γριφῶδες· τὸ δύσκολον καὶ συμπεπλεγμένον λόγιον· λέγονται δὲ γρῖφοι καὶ τὰ δίκτυα καὶ 〈τὰ〉 συμποσιακὰ ζητήματα. γίνεται δὲ παρὰ τὸ ἀγρεύειν, ὅ ἐστι ζητεῖν· ὃ παρακολουθεῖ τῇ ἄγρᾳ καὶ τῇ θήρᾳ. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ 〈II 413, 15. 429, 5 Lentz〉.
10Γρύζω· εἰς τὸ Γογγύζω.323 in vol. 2

gamma

324

Γρυπός· ὁ ἐπικεκαμμένην ἔχων τὴν ῥῖνα· ῥυβόν γὰρ τὸ ἐπικαμ‐ πές παρὰ τοῖς Αἰολεῦσιν ἤτοι ῥαιβόν, τροπῇ τοῦ β εἰς π καὶ πλε‐ ονασμῷ τοῦ γ γρυπός· ἢ παρὰ τὸ ῥέπω 〈ῥεπός καὶ〉 ῥυπός καὶ γρυπός, ἡ ἐφ’ ἑνὶ τῷ μέρει ῥέπουσα ῥίν.
5 Γρώνη· παρὰ τὸ γῶ γώνη, καὶ προσθέσει τοῦ ρ γρώνη, ἡ δεχο‐ μένη τὰ σχοινία πέτρα. Γυῖον· εἰς τὸ Κύπτω. Γυῖα 〈Γ 34〉· ὄνομα γένους οὐδετέρου εὐθείας τῶν πληθυντικῶν· ἔστι γὰρ τὸ γυῖον. γίνεται παρὰ τὸ ... γυῖα, ὃ σημαίνει τὰς χεῖρας·
10διὰ γὰρ τῶν χειρῶν τὰ ἔργα ἐκτελοῦνται. ἢ παρὰ τὸ γύη, ὃ σημαίνει τὴν γῆν· τὸ δὲ ι πλεονάζει, καὶ γίνεται γυῖον καὶ γυῖα. καὶ εἰς τὸ Ἐγγυαλίζω καὶ Ἐξ ὑπογύου.
Γυαλίζω· εἰς τὸ Ἐγγυαλίζω.324 in vol. 2

gamma

325

Γύη· εἰς τὸ Γυῖα. Γυμνός· ὁ ἄνευ ἱματίων. ὥσπερ παρὰ τὸ σκύζω σκυμνός καὶ σέβω σεμνός, οὕτως καὶ παρὰ τὸ κύπτω κυμνός καὶ γυμνός· ὁ γὰρ τοιοῦτος κύπτει κρύβων τὰ αἰδοῖα ὑπὸ αἰδοῦς. ἢ παρὰ τὸ γυῖα μόνα
5ἔχειν. Γυναιμανές 〈Γ 39〉· ὄνομα ἀρσενικὸν κλητικόν· ἡ εὐθεῖα γυναι‐ μανής· καὶ γίνεται, ὥσπερ παρὰ τὸ κελαινόν καὶ τὸ νέφος κελαινονεφής καὶ κελαινεφής, οὕτως παρὰ τὸ γυνή γυναικός καὶ τὸ μαίνω μανῶ 〈γυναι‐ κομανήσ〉 καὶ κατὰ συγκοπὴν γυναιμανής, καὶ ἡ κλητικὴ γυναιμανές.
10Γυνή 〈Β 232〉· τὰ εἰς νη θηλυκὰ δισύλλαβα [τῷ η ἢ] τῷ υ πα‐
ραληγόμενα ἐκτείν〉ει αὐτό· μύνη, ἡ πρόφασις, Βύνη, ἡ θεός, ἥτις325 in vol. 2

gamma

326

καὶ Ἰνὼ ὕστερον ἐκλήθη, Φρύνη, ὄνομα 〈κύριον〉. τὸ δὲ γυνή συστέλλει 〈τὸ υ, καὶ εἰκότως ὡς μονῆρεσ〉 ἄκλιτον ἔμεινε. ‖ γυνή 〈Γ 255〉· γυναικός ἑτερόκλιτόν ἐστι. τῆς μὲν γυναικός ἡ εὐθεῖα ἀπέλειψεν, ὤφειλε γὰρ εἶναι γύναιξ· ἀλλ’ ἐπειδὴ τὰ εἰς ξ λήγοντα ἀρσενικοῦ γένους
5εἰσίν, οἷον Θρᾷξ, ἐὰν δὲ ὦσιν θηλυκοῦ, πάντως καὶ ἀρσενικοῦ, οἷον ὁ αἴξ καὶ ἡ αἴξ· ὅτι δὲ λέγεται ἀρσενικῶς, ἐδήλωσεν ὁ ποιητὴς εἰπὼν 〈Δ 105〉 „τόξον ἐΰξοον ἰξάλου αἰγόσ“· ἐπειδὴ οὖν τὸ γύναιξ οὐ λέ‐ γεται ἀρσενικῶς, ἡ γὰρ σημασία κωλύει, τούτου χάριν ἡ εὐθεῖα ἀπέ‐ λειψεν. τοῦ δὲ γυνή ἀπέλειψεν ἡ γενική, ὅτι τὰ εἰς νη θηλυκὰ
10δισύλλαβα τῷ υ παραληγόμενα ἐκτείνει αὐτό, τὸ μέντοι γυνή συστέλλει τὸ υ, καὶ εἰκότως ὡς μονῆρες ὄν ἄκλιτον ἔμεινεν. ἡ αἰτιατικὴ τὴν γυναῖκα. ὁ τόνος· πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς α λήγουσα διφθόγγῳ παραληγομένη προπερισπᾶται, οἷον παῖδα γυναῖκα. Γυνή· παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, ἡ δεκτικὴ τοῦ
15σπέρματος· ἢ παρὰ τὸ γείνω, τὸ τίκτω, γίνεται γονή, καὶ τροπῇ τοῦ ο εἰς υ Αἰολικῇ, ὡς ὅμοιον ὕμοιον, γίνεται γυνή. ἄκλιτον δέ ἐστιν, ἐπειδὴ τὰ εἰς 〈ν〉η λήγοντα δισύλλαβα τῷ υ παραληγόμενα ἐκτετα‐ μένον ἔχουσι τὸ υ. Γυνή· δυνή τις οὖσα, παρὰ τὸ δύνειν ἐν αὐτῇ τὸ ἀνθρώπειον
20σπέρμα, τροπῇ τοῦ δ εἰς γ· ἢ παρὰ τὸ ἐκ μελῶν τοῦ ἀνδρὸς γενέσθαι. Γυνὴ παρθένου διαφέρει· γυνὴ μὲν γὰρ καλεῖται κυρίως ἡ ἤδη
ἀνδρὸς πεῖραν εἰληφυῖα, παρθένος δὲ ἡ μηδέπω μυηθεῖσα ἀνδρός.326 in vol. 2

gamma

327

Γύον· εἰς τὸ Αἱματόεσσα καὶ Γυῖα καὶ Ὑπόγυον. Γυρῖνοι· οἱ βάτραχοι· παρὰ τὸ γυρόν, τὸ περιφερές. Ὠρίωνος Γύψ· διὰ τὸ γυρεύειν τὰ ὕψη· τὸ μὲν γὰρ γυ σημαίνει τὸ γυρεύειν, τὸ δὲ ψ τὰ ὕψη.
5 Γῶ· εἰς τὸ Γαστήρ καὶ Γεγῶσα καὶ Γῆ καὶ Γυνή καὶ Γωρυτός καὶ Διακηρυκεύεται καὶ Ἐγγυαλίζω καὶ Ἐγγύη καὶ Χθών. Γωνία· διὰ τὸ τὰ γενόμενα ἵεσθαι ἤγουν φέρειν· ‖ ἢ παρὰ τὸ γόνυ γίνεται τὸ κτητικὸν γωνία κατ’ ἔκτασιν τοῦ ο εἰς ω, ὅπερ ἐπι‐ καμπεῖ τε καὶ κεκλασμένῳ σχήματι φύσει πεποίηται.
10 Γωνῶ· εἰς τὸ Γεγωνέμεν καὶ Γεγωνότερον. Γωρυτούς 〈Agath. Hist. 3, 28〉· θήκας βελῶν· ἀπὸ τοῦ χωρεῖν τοὺς ῥυτούς, τουτέστι τὰ βέλη. Γωρυτός· παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, 〈καὶ τὸ〉 ῥυτόν·
ῥυτὸν γὰρ τὸ τόξον. σημαίνει δὲ τὴν ξιφοθήκην.327 in vol. 2

delta

328

(1t)

〈Δ〉
2Δα〈ρ〉δάπτουσι· παρὰ τὸ δάπτω· ἐπιτατικὸν δὲ τὸ 〈δ〉α. Δάδυξ· εἰς τὸ Δοίδυξ. Δάει· εἰς τὸ Ἠέλιος.
5 Δαήρ· παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ γιγνώσκω, ἀφ’ οὗ τὸ ἐδάην· ὁ ἐν γνώσει τοῖς κατ’ ἐπιγαμ[ε]ίαν οἰκείοις. τινὲς δὲ παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ καίω, εἴγε τούτοις ἐν τοῖς γάμοις ἔθος ἐστὶ λαμπαδη‐ φορεῖν. οὕτως καὶ παρὰ τὸ πατῶ, τὸ συνουσιάζω, πατήρ. Δαιαλεύς· εἰς τὸ Δαιταλεῦσι.
10 Δαίδαλα· ἐκ τοῦ δαιδάλλω, τοῦ σημαίνοντος τὸ ποικίλλω· τοῦτο δὲ ἐκ τοῦ δαίω, τὸ μανθάνω. Δαίδαλα· παρὰ τὸ διὰ δαήσεως καὶ ἐμπειρίας εἶναι. Δαίδαλος· παρὰ τὸ δαίω, τὸ γινώσκω, οἱονεὶ ὁ πολυΐστωρ.
Δαίεσθαι· εἰς τὸ Δῆμος.328 in vol. 2

delta

329

Δαιμόνιος· τὸ νι ι ὡς ἐπίθετον· τὸ μο μικρὸν ὡς κοινόν. ἐκ τοῦ δαίμων δαίμονος. Δαημονέστατοι. 〈Agath. Hist. 2, 27〉· 〈ibid.〉 „τῆς τῶν ἀστέρων πορείας δαημονέστατοι“· τεχνικώτατοι, ἐμπειρότατοι, ἐπιστημονικώτατοι.
5παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ μανθάνω. Δαίνυ〈ν〉το 〈Β 431〉· ... τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα ποιοῦντα τὴν παραγωγὴν διὰ τοῦ νυω, εἰ μὲν διφθόγγῳ παραλήγονται, δι’ ἑνὸς ἀμεταβόλου ἐκφέρονται, οἷον δαί[ν]ω δαινύω· εἰ δὲ ἑνὶ φω‐ νήεντι, διπλασιάζει τὸ σύμφωνον, οἷον ἕω ἑ〈ν〉νύω σβέ[σ]ω σβεννύω.
10Δαίς· τρία εἰσὶν εἰς αις ὀνόματα· ἀρσενικὸν τὸ παῖς, θηλυκὸν τὸ
δαίς, οὐδέτερον τὸ σταῖς, σημαίνει δὲ τὴν ζύμην. καὶ εἰς τὸ Παῖς.329 in vol. 2

delta

330

Δαίσκω· εἰς τὸ Διδάσκω. Δαίσω· εἰς τὸ Διδάσκω καὶ Ἠέλιος. Δαιταλεῦσι· θιασώται〈σ〉 ἢ συμπόται〈σ〉· παρὰ τὴν δαῖτα, ὃ σημαίνει τὴν εὐωχίαν· ἢ παρὰ τὸ δαίω, τὸ εὐωχοῦμαι, δαιαλεύς καὶ
5δαιταλεύς πλεονασμῷ τοῦ τ. Δαίτας· τοὺς μεριστάς. Μακεδόνες. Δαιτός· εἰς τὸ Παῖς. Δαιτρός· ὁ μάγειρος· παρὰ τὸ δαίω, τὸ μερίζω καὶ κόπτω, ἤγουν 〈ὁ〉 διαιρῶν τὰ κρέα.
10 Δαιτυμών· ὁ τὸ ἄριστον ποιῶν· παρὰ τὸ δαίς, ὃ σημαίνει τὴν εὐωχίαν. δαιτυμόνες δὲ οἱ φίλοι. Δαΐφρων 〈B 875 alibi〉· ὁ πολεμικὸν φρόνημα ἔχων· παρὰ τὴν
δαΐ δοτικὴν καὶ τὸ φρήν. τῆς δὲ 〈δαΐ〉 δοτικῆς ἡ εὐθεῖα δαΐς. τοῦτο330 in vol. 2

delta

331

παρὰ τὸ δαίω, τὸ κόπτω, κατὰ διάλυσιν δαΐω, καὶ πλεονασμῷ τοῦ ζ δαΐζω· τοῦ δαΐζω ὁ μέλλων δαΐσω, καὶ ἐξ αὐτοῦ δαΐς. κλίνεται δὲ δαΐδος. ὁ κανών· τὰ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ δος κλίνεται, οἷον ἐλπίς ἐλπίδος, δαΐς δαΐδος. ἡ δοτικὴ δαΐδι, καὶ
5κατὰ συγκοπὴν τῆς δι συλλαβῆς δαΐ 〈N 286 alibi〉 „ἐν δαῒ λυγρῇ“, καὶ ἐξ αὐτοῦ δαΐφρων. τὰ δὲ ἐκ δύο τελείων συγκείμενα ὀνόματα ἢ ἀπὸ εὐθείας συντίθεται, ὡς τὸ ἕως ἑωσφόρος, βουλή βουληφόρος· ἢ ἀπὸ γενικῆς, 〈ὡς τὸ〉 οὐδείς οὐδενός καὶ τὸ ὤρα, ὃ σημαίνει τὴν φροντίδα, οὐδενόσωρα, καὶ τὸ Ἕλλης Ἑλλήσποντος, ὡς ὁ Λυκόφρων
10〈v. 1285〉 „ἃ πόντος Ἕλλης καὶ πέτραι Συμπληγάδεσ“· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ Ἄρηϊ ἀρηΐφιλος καὶ δουρί δουρίκλυτος· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ νοῦν νουνεχής καὶ πόδα Ποδαλείριος· λέγεται δὲ [ὁ Μαχάων] παρὰ τὸ τοῖς ποσὶ λείρια ἐπιτιθέναι, ὃ σημαίνει τὰ ἄνθη· ἰατρὸς γάρ. ἀπὸ δὲ τῆς κλητικῆς μόνον οὐ συντίθεται. ἐπὶ δὲ τοῦ 〈ο 356〉 „κουριδίης
15ἀλόχοιο δαΐφρονος [Πηνελοπείησ]“ οὐ σημαίνει τὴν πολεμικήν, ἀλλὰ τὴν σώφρονα καὶ συνετήν· καὶ γέγονε παρὰ τὸ δαῶ, τὸ μανθάνω, ὁ μέλλων δαήσω καὶ ἐξ αὐτοῦ δαΐφρων. τὰ γὰρ ἀπὸ τῆς πρώτης συζυ‐ γίας τῶν περισπωμένων γινόμενα ὀνόματα ἢ τῷ ο παραλήγεται, ὡς ἁμαρτῶ ἁμαρτοεπής, μισῶ μισογύνης, ἢ τῷ ι, ὡς τὸ εἱλῶ εἱλίπους,
20οἰδῶ οἰδίπους, ἁμαρτῶ ἁμαρτίνοος· οὕτω καὶ δαῶ δαήσω δαΐφρων. ἢ παρὰ τὴν διά πρόθεσιν καὶ τὸ φρήν διάφρων, 〈τῆς διά〉 σημαινούσης ἐπίτασιν, καὶ ὑπερβιβασμῷ δαΐφρων. Δαίω· εἰς τὸ Ἀδῄωτον καὶ Αἱμύλος καὶ Δαίδαλος καὶ Δαήρ καὶ Δαημονέστατοι καὶ Δαιταλεῦσι καὶ Δαΐφρων καὶ Δήϊος καὶ Δηϊώ‐
25σωσι καὶ Δῆμος καὶ Δήνεα καὶ Δῆρις καὶ Διδάσκω καὶ Δοίδυξ καὶ ἡ ... Δάκνω· παρὰ τὸ καίνω μεταθέσει τοῦ κ καὶ πλεονασμῷ τοῦ δ. Ὠρίωνος Δάκρυον· ὡς ἐπίπαν παρὰ τὸ ἐκ δέους ἢ ἀπὸ δέοντος ῥεῖν·
ἢ παρὰ τὸ δάκνεσθαι δι’ αὐτοῦ τὰ ὄμματα.331 in vol. 2

delta

332

Δακρύω 〈Γ 132〉· δακρύσω δάκρυς κατὰ ἀποβολὴν τοῦ ω. καὶ μετὰ τοῦ πολύς πολύδακρυς [πολυδακρύω]. προπαροξύνεται· τὰ εἰς υς σύνθετα ἀρσενικὰ ἢ κοινὰ ὄντα τῷ γένει προπαροξύνεται. καὶ ἄλλως· τὰ εἰς υς ὀνόματα εἴτε βαρύτονα εἴτε ὀξύτονα εἴτε περισπώμενα ἐν
5τῇ συνθέσει συστέλλοντα τὸ υ προπαροξύνεται, οἷον ὀφρύς λεύκοφρυς. Φωτίου Δάκτυλος 〈Jo. Damasc. Canon. iamb. 2, 57〉· παρὰ τὸ δράκτυ‐ λος καὶ 〈ἀ〉δελφοποιὸς εἶναι· καὶ ἀδελφὰ 〈ποιεῖν〉 τὰ τικτόμενα. Δαλέα· εἰς τὸ Ἀλέασ〈θαι〉. Δαλός· παρὰ τὸ δαίω δαίσω 〈δαιλός καὶ〉 δαλός. καὶ εἰς τὸ
10Ἀρίδηλος. Ὁμήρου Δαμᾷ 〈Α 61〉· ἐνεστώς· γέγονε δὲ παρὰ τὸ δέμω, τὸ δα‐
μάζω καὶ καταπονῶ, ὁ δεύτερος ἀόριστος ἔδαμον καὶ ὁ δεύτερος332 in vol. 2

delta

333

μέλλων δαμῶ καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται δαμῶ δαμᾷς δαμᾷ. τινὲς δὲ οὕτως· δαμῶ, ὁ μέλλων δαμάσω, τὸ τρίτον δαμάσει καὶ ἀποβολῇ τῆς σει συλλαβῆς δαμᾷ. Δάμαρ· δάμαρτος· ἡ γαμετή· παρὰ τὸ δαμάζεσθαι καὶ ὑπο‐
5τάσσεσθαι τῷ ἀνδρί. Δαμασκός· πόλις Συρίας παρὰ τὸν Ἀντιλίβανον· εἴρηται δὲ ὅτι Δαμᾶς στρατεύων μετὰ Διονύσου ἐκεῖσε σκηνὴν πηξάμενος ἱδρύσατο ἐκεῖ θεοῦ ξόανον· ἡ οὖν Δαμᾶ σκηνὴ Δαμασκός. ἢ ὅτι Ἀσκὸς εἷς τῶν γιγάντων, ὃς μετὰ Λυκούργου τὸν Διόνυσον ἔδησεν καὶ εἰς ποταμὸν
10ἐνέβαλεν· ἐφονεύθη δὲ ὑπὸ Ἑρμοῦ καὶ ἀσκὸς ἐξεδάρη καὶ ἐκεῖ ἐτάφη, καὶ ἐκ τοῦ ταφέντος ἡ πόλις ἐκλήθη. καὶ τὰ οἰνοδόχα δὲ δέρματα καλοῦσιν ἀσκούς. Δάματερ· εἰς τὸ Δημήτηρ. Δαμεῖεν 〈Γ 301〉· ὁ κανών· τὰ εἰς μεν εὐκτικὰ εἰ μὲν διφθόγγῳ
15παραλήγοιτο—. ἔστι δὲ δαμείημεν· ἐπειδὴ ἀπὸ τοῦ δαμείην γίνεται· καὶ κατὰ συγκοπὴν δαμεῖμεν, 〈καὶ δαμεῖεν τὸ τρίτον〉. τὸ ῥῆμα δαμῶ· σημαίνει δὲ τὸ ὑποτάσσομαι· ὁ μέλλων δαμήσω, ὁ δεύτερος ἀόριστος ἔδαμον, ἐδάμην καὶ ἐδάμημεν· τὸ γὰρ μ τοῦτο οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν· πᾶν γὰρ πρῶτον πρόσωπον εἰς ν λῆγον μὴ ἔχον τὸ μ
20κλιτικὸν τροπῇ τοῦ ν εἰς ς ποιεῖ τὴν μετοχήν· δαμείς, καὶ τὸ εὐκτι‐ κὸν δαμείην.
Δαμῶ· εἰς τὸ Δαμεῖεν.333 in vol. 2

delta

334

Γεωργίου Δανείζω· ἀπὸ τοῦ δάνειον γίνεται δανειάζω, καὶ κατὰ συγ‐ κοπὴν τοῦ α γίνεται δανείζω, ὡς ἀπὸ τοῦ γένειον γίνεται γενειάζω. Δάνειον· εἰς τὸ Γένειον.
Unknown Editorial CharacterΔαπάνη· παρὰ τὸ δάπτω, τὸ ἐσθίω, γίνεται δάπτη, καὶ
5πλεονασμῷ τοῦ α καὶ τροπῇ τοῦ τ εἰς ν δαπάνη. Ὠρίωνος Δαπάνη· δέοντος σπάνις ἤγουν ἐλάττωσις. Δάπεδον· παρὰ τὸ πέδον. τὸ δὲ δα ἐπιτατικόν. Δάπτω· εἰς τὸ Δαδάπτουσι καὶ Δαπάνη. Δαρεικός· ἀπὸ τοῦ Δαρεῖος γέγονε δαρειακός καὶ κατὰ συγκο‐
10πὴν τοῦ α δαρεικός.334 in vol. 2

delta

335

Δαρθεῖν καὶ καταδαρθεῖν· παρὰ τὸ δρῶ ἔδραθον καὶ 〈ἔδαρθον〉. κατὰ ἀντίφρασιν δὲ λέγεται ἀντὶ τοῦ μηδὲν δρᾶν. Δάσκω· εἰς τὸ Διδάσκω. Δαύω· τὸ κοιμῶμαι· παρὰ τὸ εὕδω δεύω καὶ δαύω.
5 Δαφοινός 〈Β 308〉· ἐκ τοῦ φοινός, ὁ πυ〈ρ〉ρός, καὶ τοῦτο ἐκ τοῦ φόνος· καὶ τὸ θηλυκὸν φονή, καὶ πλεονασμῷ τοῦ ι φοινή, καὶ τὸ ἀρσενικὸν φοινός, καὶ μετὰ τοῦ δα δαφοινός. διὰ τί οὐκ ἀνεβίβασε τὸν τόνον; κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς ος ὀξύτονα ἐν τῇ συν‐ θέσει ἀναβιβάζουσι τὸν τόνον [οἷον τέλος ὀψιτέλε〈σ〉τος], χωρὶς εἰ μὴ
10διὰ σημασίαν τινὰ κωλυθείη, διὰ τὸ λοιγός βροτολοιγός, καὶ χωρὶς τῶν ἐθνικῶν, διὰ τὸ Ἀχαιός Παναχαιός, καὶ χωρὶς τοῦ ἰατρός ἀρχιατρός· τοῦτο γὰρ φυλάττει τὸν τόνον ἐν τῇ συνθέσει [ἀρχιητρός γάρ]. τοῦτο δὲ διὰ τὸ σημαινόμενον, ὡς εἶπον, ἐκωλύθη βαρύνεσθαι. Δαφοινός· ὁ μέλας. παρὰ τὸ [δα]φοινόν, τὸ μέλαν· τὸ δὲ δα
15ἐπιτατικόν. καὶ εἰς τὸ Φοινικοῦν. Δαψιλής· παρὰ τὸ δάπτω, τὸ ἐσθίω, ὁ μέλλων δάψω, καὶ ἐξ
αὐτοῦ κατὰ παραγωγὴν δαψιλής.335 in vol. 2

delta

336

Δαψιλός· ψιλὸν λέγεται τὸ μόνον καὶ ταπεινόν, ὡς καὶ ψιλὸς στρατιώτης ὁ μεμονωμένος καὶ ὅπλα μὴ ἔχων· καὶ μετὰ τοῦ δα ἐπι‐ τατικοῦ μορίου δαψιλός, ὁ ἀρκετὸς καὶ ἱκανός, 〈κατὰ ἀντίφρασιν〉. Δέ· σύνδεσμος. εἰς τὸ Ὅγε.
5 Δέα· εἰς τὸ Ἔνδεια. Δέδασται· ἐκ τοῦ δῶ δάζω γέγονε τὸ δέδασται παθητικοῦ παρα‐ κειμένου τρίτου προσώπου· σημαίνει δὲ τὸ μεμέρισται. Δεδήριμαι· εἰς τὸ Ἀδήριτος. Δεδμήατο 〈Γ 183〉· ὁ κανών· ταῦτα δὲ τὰ τρίτα Ἰωνικῶς—.
10ἔστι δεδμέατο καὶ ἐκτάσει τοῦ ε δεδμήατο χρόνου ὑπερσυντελίκου. τὸ ῥῆμα 〈δμῶ〉 δευτέρας συζυγίας τῶν περισπωμένων, ὅπερ γίνεται ἀπὸ τοῦ δαμῶ, ἐξ οὗ καὶ τὸ 〈Α 61〉 „εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς.“ Εὐλογίου Δέδοικα· μέσου παρακειμένου. τὸ δέδοικα ἀπὸ τοῦ δείδω
15ἐστίν, ὅ ἐστι φοβοῦμαι, καὶ ὁ παρατατικὸς ἔδει〈δ〉ον, καὶ ὁ παρακεί‐ μενος δέδεικα, καὶ ὁ μέσος δέδοιδα, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν τριῶν δδδ ἐτράπη τὸ ἓν εἰς τὸ κ καὶ ἐγένετο δέδοικα.
Δεδύνα〈σ〉μαι· εἰς τὸ Δυνάστης.336 in vol. 2

delta

337

Δεεινός· εἰς τὸ Δεινός. Δεῖ· εἰς τὸ Δεῖπνος καὶ Χρή. Δειδήσω· εἰς τὸ Ἔδδεισεν. Δείδια 〈N 49 alibi〉· τὸ δι ι. ἐξ αὐτοῦ δειδίσσω, δειδίσσομαι,
5δειδισσόμενος διαθέσεως ἐνεργητικῆς· οὐκ ἔστι παθητικόν· ἀντὶ τοῦ ἐκφοβῶν καὶ οὐκ ἐκφοβούμενος. Δειδίσσεσθαι 〈Β 190〉· ῥῆμα δειδίσσω. τὸ πρῶτον δίφθογγον καὶ τὸ δεύτερον ι· οὐδέποτε πρὸ τῶν δύο σς δίφθογγος εὑρίσκεται, οἷον ἑλίσσω αἰνίσσω.
10 Γεωργίου Δείδω· σημαίνει δὲ τὸ φοβοῦμαι· ἀπὸ τοῦ δέος δέω γέγονε, καὶ κατὰ πλεονασμὸν τοῦ ι δείω, καὶ κατ’ ἐπένθεσιν τοῦ δ δείδω. καὶ εἰς τὸ Δεισιδαιμονία. Γεωργίου Δείκηλον· ὥσπερ ἀπὸ τοῦ πέμπω γίνεται πέμπε〈λ〉ος· ση‐ μαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα· καὶ ὥσπερ ἀπὸ τοῦ ἄγω γίνε‐
15ται ἄγελος καὶ ἄγγελος, οὕτω καὶ ἀπὸ τοῦ δείκω, τοῦ σημαίνοντος τὸ
δεικνύω, γίνεται δείκελον, καὶ κατ’ ἔκτασιν τοῦ ε εἰς τὸ η δείκηλον.337 in vol. 2

delta

338

Δείκω· εἰς τὸ Δείξω καὶ Δοξούμενοι καὶ Ἔδειξεν. Δειλία· ἐκ τοῦ δέ[οντ]ος λίαν. Γεωργίου Δείλη· παρὰ τὸ ἐνδεῖν καὶ ἐλλείπειν τῇ ἕλῃ, ἤγουν τῇ θερμασίᾳ. δεέλη οὖν, φησίν, ἐστὶ καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δί‐
5φθογγον γέγονε δείλη. ἐκ τούτου ἡ δείλη τῆς δείλης ἐπιρρηματικῶς, οἷον „δείλης ἦλθον“. Δειλός· παρὰ τὸ φοβεῖσθαι τὰς ἴλας τῶν πολεμίων· ἢ παρὰ τὸ δέω, τὸ φοβοῦμαι, πλεονασμῷ τοῦ ι δείω, ὁ μέλλων δείσω καὶ ἐξ αὐτοῦ δειλός· ἢ παρὰ τὸ δέω δεειρός, καὶ τροπῇ τοῦ ρ εἰς λ δειλός
10κατὰ συγκοπήν.338 in vol. 2

delta

339

Γεωργίου Δεῖμα· ὥσπερ ἀπὸ τοῦ ποιήσω μέλλοντος γίνεται ποίημα, οὕτω καὶ ἀπὸ τοῦ δείσω γίνεται δεῖμα. Γεωργίου Δειμαλέος· ὥσπερ παρὰ τὸ τάρβος γίνεται ταρβαλέος, οὕτω καὶ ἀπὸ τοῦ δεῖμος, ὃ σημαίνει τὸν φόβον, γίνεται δειμαλέος διὰ τῆς
5ει διφθόγγου. Δειμάμενος· ἀορίστου πρώτου· ἐδειμάμην· τὸ θέμα δέμω, τὸ οἰκοδομῶ, ὁ μέλλων δεμῶ, ἔδειμα, ἐδειμάμην, ἡ μετοχὴ δειμάμενος. Χοιροβοσκοῦ Δειματουμένη 〈Jo. Damasc. Canon. iamb. 1, 109〉· μετοχὴ τρίτης συζυγίας τῶν περισπωμένων. ἐκ τοῦ δεῖμα, καὶ Ὅμηρος 〈Ε 682〉
10„δεῖμα φέρων Δαναοῖσιν“· τοῦτο ἐκ τοῦ δεῖμος ἀρσενικοῦ· τοῦτο ἐκ τοῦ δέω, τὸ φοβοῦμαι, δέϊμος καὶ κατὰ συναίρεσιν δεῖμος, ὃ σημαίνει τὸν φόβον· ἐξ αὐτοῦ δεῖμα δείματος δειματόω ἀντὶ τοῦ φοβοῦμαι. Γεωργίου Δεῖμος· ἀπὸ τοῦ δέος γίνεται δέϊμος καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον δεῖμος.
15Γεωργίου Δεῖν· ἀπὸ τοῦ δέον γίνεται δεῖν κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς339 in vol. 2

delta

340

τὴν ει[ν] δίφθογγον, οἷον „δεῖν γίνεσθαι“ ἀντὶ τοῦ δέον, ὥσπερ καὶ παρὰ τὸ πλέον γίνεται πλεῖν. καὶ εἰς τὸ Ζειρά καὶ Ζήτρειον. Δεῖνα· εἰς τὸ Ὁ δεῖνα. Γεωργίου Δεινός· ὥσπερ παρὰ τὸ ἔλεος γίνεται ἐλεεινός, οὕτω καὶ παρὰ
5τὸ δέος γίνεται δεεινός, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον δεινός, οἱονεὶ ὁ δέους ἐμποιητικός. Γεωργίου Δείξω· ἀπὸ τοῦ δείκω γέγονε τοῦ σημαίνοντος τὸ δεικνύω. Γεωργίου Δεῖπνον· παρὰ τὸ δεῖ καὶ τὸ πονεῖν ἐστίν· δεῖπνον γὰρ λέ‐ γεται μεθ’ ὃ δεῖ πονεῖν. ἔστι δὲ τὸ λεγόμενον ἄριστον.
10Εὐλογίου Δεῖπνος· πόθεν; ἐκ τοῦ δεῖ τοῦ σημαίνοντος τὸ πρέπει καὶ
τοῦ πόνος, δείπονός τις ὢν καὶ δεῖπνος, μεθ’ ὃν δεῖ πονεῖν.340 in vol. 2

delta

341

Δειρά· εἰς τὸ Γάδειρα. Δειρή 〈Γ 371〉· ἐκ τοῦ δέρω δέρη καὶ πλεονασμῷ τοῦ ι δειρή. κυρίως 〈καὶ〉 ἀπὸ μεταφορᾶς· κατὰ τοῦτο γὰρ τὸ μέρος πρῶτον ἄρχονται ἐκδέρεσθαι τὰ ζῶα· ἀπὸ δὲ τούτου μετῆλθεν ἐπὶ τῶν λοιπῶν
5ἀνθρώπων. οἱ μέντοι Αἰολεῖς δέρρη λέγουσι, καὶ κατὰ παρασχηματισμὸν δέρρις· σημαίνει δὲ τὴν τεταμένην βύρσαν. δειρὴ καὶ αὐχὴν διαφέρει· δειρὴ τὸ ἔμπροσθεν τοῦ τραχήλου, αὐχὴν δὲ τὸ ὄπισθεν. καὶ εἰς τὸ Δουλιχόδειρος. Γεωργίου Δείρω· ἀπὸ τοῦ δερῶ μέλλοντος γέγονεν.
10 Γεωργίου Δεῖσα· ἀπὸ τοῦ δεύσω μέλλοντος γέγονε δεῦσα καὶ κατὰ τρο‐ πὴν τοῦ υ εἰς τὸ ι δεῖσα. καὶ τὸ παράδεισος παρὰ τὴν δεῖσάν ἐστι
καὶ τὴν παρά πρόθεσιν.341 in vol. 2

delta

342

Δεισιδαιμονία· ἡ πρὸς τοὺς πονηροὺς δαίμονας ἐπιμέλεια καὶ φόβος· γίνεται δὲ παρὰ τὸ δείδω, ὃ σημαίνει τὸ φοβοῦμαι, ὁ μέλλων δείσω, καὶ τὸ δαίμων, ὃ σημαίνει τὸν θεόν. Δεισιδαίμων· ὁ δεδιὼς τοὺς δαίμονας· παρὰ τὸ δείω.
5 Δείσω· εἰς τὸ Δεισιδαιμονία καὶ Ἔδδεισεν. Δείω· εἰς τὸ Ἔδδεισεν. Δεκάς· πόθεν; παρὰ τὸ δεκτικὴν αὐτὴν εἶναι τῶν ἀριθμῶν, οἱονεὶ δεχάς τις οὖσα. λέγεται δὲ καὶ πᾶς παρὰ τὸ πάσας δέχεσθαι τὰς μο‐ νάδας.
10 Δεκάς· ἡ [ὑπὸ πάντων] τοὺς λοιποὺς ἀριθμοὺς ἐν ἑαυτῇ δεχο‐ μένη, οἱονεὶ δεχάς τις οὖσα.
Δεκατευτήριον 〈Agath. Hist. 5, 12〉· τελωνεῖον· ἀπὸ τοῦ δε‐342 in vol. 2

delta

343

κατευτής, τοῦτο παρὰ τὸ δεκατεύειν, δεκατεύειν δὲ ἀπὸ τοῦ δεκάτην εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν· τὰ γὰρ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο θεοῖς. διὸ κυρίως δεκατεῦσαι τὸ καθιερῶσαι, μεταφορικῶς δὲ καὶ τὸ δεκάτην ὁπωσοῦν λαβεῖν ἢ ἀπαιτῆσαι.
5 Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Δεκαχόρδῳ 〈Ps. 32, 2〉· παρὰ τὸν δέκα ἀριθμὸν καὶ τὸ χορδή. τοῦτο παρὰ τὸ χέω τὸ σημαῖνον τὸ κενοῦν χεορδή καὶ χορδή, τὸ χέον ᾠδήν· ἢ παρὰ τὸ χωρεῖν τὴν ἐδωδήν, ὃ σημαίνει τὴν τροφήν. Δέκτο 〈Β 420〉· ἐκ τοῦ δέχω δέξω καὶ πλεονασμῷ τοῦ ι δεξιῶ καὶ 〈Cosmas Maium. Can. in d. IV magn. hebd. 151 p. 193 Christ—Pa‐
10ranikas〉 „ἐδεξιοῦτο τὸ λυτήριον“ ἀντὶ τοῦ φιλοφρόνως ὑπεδέχετο· λοιπὸν ἐκ τοῦ δέχω ὁ παρακείμενος δέδεχα, ὁ παθητικὸς δέδεγμαι, ὁ ὑπερσυντέλικος ἐδεδέγμην, τὸ τρίτον ἐδέδεκτο καὶ συναρχομένω〈σ〉 δέδεκτο καὶ συγκοπῇ δέκτο καὶ 〈Α 23〉 „δέχεσθαι ἄποινα“. Δέλεαρ· παρὰ τὸ δόλος δόλεαρ καὶ δέλεαρ [ἤτοι παρὰ τὸν
15δόλον]· ἢ παρὰ τὸ ἑλεῖν 〈ἕλεαρ〉 καὶ ἐν πλεονασμῷ τοῦ δ δέλεαρ, τὸ
βέλος· δολερὸν γάρ ἐστιν.343 in vol. 2

delta

344

Δέλλις· [καὶ] δέλλιθος. εἰς τὸ Ὄρνιθος. Δέλφικα· τὸν τρίποδα Ῥωμαῖοι, ἐπεὶ πρῶτον ἐν Δελφοῖς γέ‐ γονεν. Δελφύς· εἰς τὸ Ἀδελφειός.
5 Δέμας 〈Α 115〉· διὰ τὸν δεσμόν· γίνεται δὲ ἀπὸ τοῦ διδῶ διδεῖς διδεῖ δίδημι, ὁ παθητικὸς παρακείμενος δέδεμαι, ἐξ αὐτοῦ δέμας· τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς. δεσμός δὲ ἀπὸ τοῦ δέω βαρυτόνου, 〈ἢ〉 ἀπὸ τοῦ δεῶ περισπωμένου. δεῖ δὲ γινώσκειν, ὅτι ὁ ποιητὴς δέ‐ μας εἴωθε λέγειν τὸ ἔμψυχον παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν αὐτῷ,
10σῶμα δὲ τὸ ἄψυχον, ἐπειδὴ σῆμά ἐστιν ὡς τάφος τοῦ ποτε ζῶντος.344 in vol. 2

delta

345

Δέμας· παρὰ τὸ δέμα εἶναι τῆς ψυχῆς· καλεῖται κυρίως τὸ σῶμα τὸ ζῶν. σῶμα δὲ τὸ νεκρόν. καὶ εἰς τὸ Σῶμα. Δεμήλια· εἰς τὸ Γαμήλια. Δέμνια· ἐγκοίτια στρώματα. ἀπὸ τοῦ δέμας εἰς αὐτὰ μένειν
5δέμνιον· ἢ παρὰ τὸ δέμω δέμνιον ὡς παίζω παίγνιον, τὸ εἰς σώματος ἀνάπαυσιν ᾠκοδομημένον· ἢ συνδεθέν· ἢ παρὰ τὸ δεδεσμῆσθαι ἡμᾶς κοιμωμένους μηδὲν πράττοντας. Δεμῶ· εἰς τὸ Δαμᾷ καὶ Δειμάμενος καὶ Θεμέλιον. Δενάκην· εἰς τὸ Ἀνδενάκην.
10 Δενδίλλω〈ν〉· διανευόμενος· παρὰ τὸ δίνειν τοὺς ἴλλους, ἤγουν τοὺς ὀφθαλμοὺς κινεῖν καὶ μεταφέρειν. ἴλλοι δὲ οἱ ὀφθαλμοὶ οἱ ῥα‐ δίως εἱλούμενοι καὶ συστρεφόμενοι πρὸς ἑκατέρω. Δένδρον· παρὰ τὸ δεόντως ἱδρῦσθαι ἢ παρὰ τὸ ἁδρύνεσθαι. Δέξασθαι· εἰς τὸ Λαβεῖν.
15 Νικήτου Φωτίου Δεξιά 〈Jo. Damasc. Can. iamb. 2, 5〉· παρὰ τὸ δεῖξιν αὐτὴν εἶναι· δι’ αὐτῆς γὰρ δεικνύομεν τὰ ζητούμενα. ἢ παρὰ τὸ δέχω δεχιά
καὶ δεξιά, ἡ πρὸς τὸ δέχεσθαι ἐπιτήδειος οὖσα.345 in vol. 2

delta

346

Δεξιῶ· ἐκ τοῦ δέχω δέξω καὶ πλεονασμῷ—. ἐγράφη εἰς τὸ Δέκτο. Δεξιάδην 〈Η 15〉· Δεξίου υἱόν, ἢ ἀντὶ τοῦ ἐκ δεξιῶν. εἴτε οὖν ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε ποιότητος ἢ τόπου ἐπίρρημα
5δύναται εἶναι καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομένοις συντάττεσθαι· ἢ γὰρ „Ἰφίνοον Δεξιάδην βά[λ]λεν“ ἢ „βά[λ]λε δεξιάδην ὦμον“ ἢ „δεξιάδην ἐπιάλμενον“ ἀπὸ τῶν δεξιῶν ὤμων. Δεξῶ· εἰς τὸ Δοξούμενοι. Δέπας· τὸ ποτήριον· παρὰ τὸ δέχεσθαι τὸ πόμα.
10Δέρας· εἰς τὸ Γέρρα.
Δέρκειν· εἰς τὸ Ἀτρεκέως καὶ Δορκάς.346 in vol. 2

delta

347

Δέρμα· παρὰ τὸ τέρμα εἶναι τοῦ σώματος. Δέρρις· εἰς τὸ Δειρή. Δέρω· εἰς τὸ Δειρή καὶ Δόρυ. Γεωργίου τοῦ Χοιροβοσκοῦ. Φωτίου Δεσπότης· παρὰ τὸν δεσμόν, ἀφ’ οὗ τὸ δέος, ἐπειδὴ τῶν
5ὅλων δεσμός ἐστι συνέχων τὰ ἄλυτα καὶ σφίγγων αὐτά· ἢ παρὰ τὸ δεσπόζω ὁ μέλλων δεσπόσω, δεδέσποκα, δεδέσποσμαι, τὸ τρίτον δεδέ‐ σποσται καὶ ἐξ αὐτοῦ δεσποστής, καὶ τῇ ἐλλείψει τοῦ ς ἀνεβιβάσθη ὁ τόνος· ἢ δεσποίτης τις ὤν, ὁ δέος ἐμποιῶν τοῖς οἰκέταις· ἢ δεσμός τις, διὰ τὸ τὰ πάντα περιέχειν καὶ συγκρατεῖν. καὶ εἰς τὸ Κύριος.
10Δέρτρον· παρὰ τὸ δέρω, ὡς φέρω φέρτρον. Δευοίατο 〈Β 128〉· ῥῆμα εὐκτικὸν παθητικὸν μέσου ἀορίστου
δευτέρου, τρίτου τῶν πληθυντικῶν. καὶ οἱ Ἴωνες ἐπὶ τῶν εὐκτικῶν347 in vol. 2

delta

348

τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν μετατιθέασι τὸ ν εἰς α· τὸ γὰρ πείθοιντο πειθοίατο λέγουσιν. οὕτω καὶ τοῦτο. Δεῦρο· ἐπίρρημα παρακελευστικόν. οὐδὲν δὲ ἐπίρρημα εἰς ο λήγει πλὴν τοῦ δεῦρο καὶ ἄπο· τὸ γὰρ ψό ποιμενικὸν ἐπίφθεγμα.
5 Δεῦρο 〈Β 138〉· ἐπίρρημα χρόνου δηλωτικόν, καὶ γράφεται, ὥσπερ καὶ τὸ δύο, μικρὸν καὶ μέγα Ἀττικῶς. ἔστι δὲ καὶ ῥῆμα προσ‐ τακτικὸν καὶ σημαίνει δύο, τὸ ἔξελθε ὡς τὸ 〈Ev. Jo. 11, 43〉 „Λάζαρε, δεῦρο ἔξω“ καὶ τὸ ἐνταῦθα 〈Γ 130〉 „δεῦρ’ ἴθι“. τὸ πληθυντικὸν αὐτοῦ δεῦτε· εἰ γὰρ ὁ κανὼν λάβοι αὐτὸ ἐπίρρημα, ἀνοίκειόν ἐστιν, ἐπειδὴ
10τὰ ἐπιρρήματα ἀριθμοὺς οὐκ ἐπιδέχονται. ‖ κανὼν γάρ ἐστιν ὁ λέγων —. ζήτει. Δευσοποιόν· εἰς τὸ Ἐξίτηλον.
Δεύσω· εἰς τὸ Δεῖσα.348 in vol. 2

delta

349

Δεύτατος· ὁ ἔσχατος· παρὰ τὸ δεύεσθαι καὶ ἐνδεῖν. Δεύτερον αὖ θώρηκα 〈Γ 332〉· ἐπίρρημα χρόνου δηλωτικόν. Δεύω· εἰς τὸ Δέω. σημαίνει δὲ τὸ βρέχω· ἀπὸ τοῦ Ζεύς Διός δεύω, ἐξ οὗ καὶ διαίνω.
5 Δέω· εἰς τὸ Ξυνεδεδέατο. Δέω καὶ δεύω· ἐξ οὗ καὶ 〈τὸ〉 〈Β 229〉 „ἠδ’ ἔτι καὶ χρυσοῦ ἐπιδεύ〈ε〉αι“. ὁ ἐνεστὼς δεύω, τὸ χρῄζω, καὶ ποιητικῶς καὶ πλεονασμῷ τοῦ υ· ἔστι γὰρ περισπώμενον δεῶ δεήσω, ἐδέησα, ἐδέησεν καὶ πλεο‐ νασμῷ 〈ex. gr. i 483〉 „ἐδεύησεν“. ἐκ τοῦ δεύω τὸ τρίτον δεύεται, καὶ
10οἱ Ἴωνες ἀποβολῇ τοῦ τ τοῦ τρίτου προσώπου ποιοῦσι τὸ δεύτερον. ‖ ἐκ τοῦ δεύω γίνεται καὶ δεύτερος. καὶ εἰς τὸ Δειλός καὶ Δειματου‐ μένη καὶ Δημιουργηθείς καὶ Δῆμος καὶ Διδάσκω καὶ Δοιώ καὶ Ἔνδεια
καὶ Ὑπόδημα καὶ Φλήναφος.349 in vol. 2

delta

350

Δηθά· ἐπίρρημα χρόνου δηλωτικόν. ἐκ τοῦ δήν γίνεται δηνθά καὶ ἀποβολῇ τοῦ ν δηθά. Δηθύνονται· ἐκ τοῦ δήν γίνεται δηθύ καὶ δηθύω ῥῆμα, καὶ ἐξ αὐτοῦ δηθύνω, τὸ παθητικὸν δηθύνομαι. καὶ ἔστι τρίτον πρόσωπον τῶν
5πληθυντικῶν. Δηθύνω· ἐκ τοῦ δηθά, ὃ σημαίνει τὸ ἐπὶ πολύ, γίνεται δηθύω καὶ πλεονασμῷ τοῦ ν δηθύνω· πλεονάζει γὰρ ἐν τοῖς ῥήμασιν. Δήϊος· ἐκ τοῦ δαίω, τὸ καίω, γίνεται δηΐω, καὶ περισπώμενον δηϊῶ τρίτης 〈συζυγίασ〉 καὶ 〈Δ 417〉 „Ἀχαιῶν δῃωθέντων“, καὶ δια‐
10λύσει τοῦ δαίω δαΐω καὶ πλεονασμῷ τοῦ ζ δαΐζω. ἐκ τοῦ δαΐω γίνεται ὄνομα δάϊος καὶ τροπῇ δήϊος. Δηϊώσωσι 〈Δ 416?〉· παρὰ τὸ δαίω, τὸ κόπτω, καὶ διαλύσει τῆς αι διφθόγγου δαΐω, καὶ ἐξ αὐτοῦ ὄνομα δάϊος καὶ τροπῇ τοῦ α εἰς η δήϊος,
καὶ ἐξ αὐτοῦ ῥῆμα περισπώμενον δηϊῶ δηϊώσω, ἐξ οὗ καὶ τὸ δηϊώσωσι.350 in vol. 2

delta

351

Δήκω· εἰς τὸ Ἔδειξε καὶ Ἥνδανεν. Δηλαδή· ἀπὸ τοῦ δῆλον, ὃ σημαίνει τὸ φανερόν, καὶ τοῦ δή συνδέσμου. Δηλήσηται 〈Γ 107〉· ἔστι δηλῶ, τὸ βλάπτω· παρὰ τὸ κῆλα, τὰ
5βέλη, οἱονεὶ φθαρτικὰ καὶ βλαπτικά, κατὰ τροπὴν τοῦ κ εἰς δ, ὡς καίω δαίω, γίνεται δηλῶ. σημαίνει δὲ δύο, τὸ φανερῶ καὶ τὸ βλάπτω. Δηλητήριον· ἀπὸ τοῦ δηλῶ, ὃ σημαίνει τὸ βλάπτω· τοῦτο ἀπὸ τοῦ δῆρις, ὃ σημαίνει τὴν μάχην, δηρῶ καὶ δηλῶ· τοῦτο παρὰ τὸ δαίω, τὸ διακόπτω. καὶ εἰς τὸ Φαρμακεία.
10 Δηλονότι· παρὰ τὸ δῆλον, ὃ σημαίνει τὸ φανερόν, καὶ τὸ ὅτι, ὃ σημαίνει τὸ πάνυ· δηλονότι γάρ ἐστι τὸ πάνυ φανερόν. τὸ δὲ ὅτι ἐστὶν ἐπίρρημα ἐπιτάσεως. Δῆλος· εἰς τὸ Ἀΐδηλον καὶ Ἀρίδηλος καὶ Ἀρίζηλος καὶ Ἐξίτηλον καὶ Ἠέλιος καὶ Ἥλιος.
15Δηλῶ· εἰς τὸ Δηλήσηται καὶ Δηλητήριον. Δημαγωγός· ἄρχων· ἐκ τοῦ τὸν δῆμον ἄγειν καὶ διοικεῖν. Ἰωάννου Λυδοῦ Δημήτηρ· ἡ γῆ, τουτέστι δήμου μήτηρ, ὡς πάντων
τροφός.351 in vol. 2

delta

352

Δημήτηρ· παρὰ τὸ γημήτηρ τις οὖσα τροπῇ τοῦ γ εἰς δ· ἢ παρὰ τὸ δῃοῦν τὴν γῆν, ὅ ἐστι τέμνειν· ‖ ἢ παρὰ τὸ δαίειν, ὅ ἐστι καίειν, λαμπαδοῦχος γὰρ [εἴθιστο] ἡ θεός. Δήμητερ καὶ Δάματερ διαφέρει παρὰ τοῖς Ἀττικοῖς· Δήμητερ
5μὲν γάρ ἐστι ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ. Δημιουργός· ὁ δειμάμενος τὰ ἔργα ἤγουν ποιῶν. καὶ εἰς τὸ Ποιητής. Δημιουργῶ· ὁ μέλλων δημιουργήσω, ἐδημιουργήθην, ἡ μετοχὴ δημιουργηθείς, τὸ θηλυκὸν δημιουργηθεῖσα. τὸ δὲ δημιουργός, παρὰ τὸ
10δήμιος καὶ τὸ ἔργον γίνεται δημιοεργός καὶ κατὰ συναίρεσιν δημιουργός. τὸ δὲ δήμιος παρὰ τὸ δῆμος. τὸ δὲ δῆμος, ἔστι δέω, τὸ δεσμεύω, ἐξ αὐτοῦ δέμος καὶ τροπῇ τοῦ ε εἰς η δῆμος, ἤγουν ὁ συνεσφιγμένος λαός· ἢ παρὰ τὸ δέω, τὸ ἐνδεοῦμαι, οὗ ὁ μέλλων δε[δ]ήσω, δεδέηκα, δεδέημαι, δέημος καὶ δῆμος, ὁ ἐνδεούμενος τοῖς ἄρχουσι. δημιουργὸς δὲ λέγεται
15ὁ τὰ κοινὰ ἐργαζόμενος.352 in vol. 2

delta

353

Δημοκράτης· ὁ τὸν δῆμον κρατῶν. Δῆμος 〈Β 198〉· τὰ περιληπτικὰ δύο συντάξεις ἐπιδέχονται· τῷ λόγῳ τῆς φωνῆς καὶ [τὸ] τῷ λόγῳ τοῦ σημαινομένου. ἡ μὲν φωνὴ ἑνική, τὸ δὲ σημαινόμενον πληθυντικόν.
5 Δῆμος· ὄνομα. τὸ δη η, διότι εὑρέθη παρὰ Δωριεῦσι λεγόμενος δᾶμος καὶ τροπῇ τοῦ α εἰς η 〈δῆμοσ〉. γίνεται δὲ παρὰ τὸ δίδημι, τὸ δεσμεύω, ὁ μέλλων δήσω καὶ ἐξ αὐτοῦ δῆμος. ‖ τί διαφέρει δῆμος καὶ δημός; δῆμος ὁ λαός, δημός δὲ τὸ λῖπος 〈Π 437 + ρ 241〉 „ἐν πίονι δημῷ“. γίνεται δὲ παρὰ τὸ δαίω, τὸ καίω, ἔδαον δαμός καὶ
10τροπῇ τοῦ α εἰς η δημός. σημαίνει δὲ τὸ λῖπος καὶ τὸν δημότην κατὰ διάλεκτον [γίνεται τῆς ὀρθογραφίας].
Δημός· παρὰ τὸ δαίεσθαι εὐχερῶς, ὅ ἐστι καίεσθαι.353 in vol. 2

delta

354

Φωτίου Δῆμος· παρὰ τὸ δέω, τὸ δεσμεύω, ἤγουν ὁ συνδεδεμένος ὄχλος· ἢ ἐκ τοῦ δᾶμος, τῶν Δωριέων τὸ η εἰς α τρεπόντων. Δημός· ἐπὶ τοῦ λίπους. ὡς μέν τινες παρὰ τὸ δαίω, τὸ καίω· ὁ δὲ Ἡρωδιανὸς 〈ubi?〉 παρὰ τὸ δέω τὸ δεσμῶ. συνδεῖ γὰρ ὥσπερ ὁ
5ἐπίπλους τὰ τοῖς βωμοῖς ἐπιτεθέντα. Δημοσθένης· τοῦ δήμου σθένος ἤγουν δύναμις. Δήν· εἰς τὸ Ἄδδην. Δήνεα· τὰ βουλεύματα· παρὰ τὸ δαίω, τὸ μανθάνω, οὗ ὁ μέλλων δαίσω, καὶ δαίμων.
10Δῆρις· ἡ μάχη· παρὰ τὸ δαίω, τὸ κόπτω καὶ σφάζω, πλεονασμῷ
τοῦ ρ. καὶ εἰς τὸ Δηλητήριον καὶ Κονίω.354 in vol. 2

delta

355

Δηρόν 〈Β 298〉· ὀνοματικὸν ἐπίρρημα. πολλὰ γάρ εἰσι τοιαῦτα ὥσπερ ἡ πέρα τῆς πέρας 〈Ev. Jo. 18, 1〉 „πέραν τοῦ χειμάρρου τῶν Κέδρων“, καὶ πρώϊος πρωΐα, καὶ ἡ αἰτιατικὴ πρωΐαν, καὶ τροπῇ Ἰωνικῇ πρωΐην, ἐξ οὗ καὶ τὸ ἐπίρρημα πρῴην· οὕτως ἐστὶν ἐκ τοῦ δηναιός
5ἀρσενικοῦ τὸ οὐδέτερον δηναιόν, καὶ συγκοπῇ τῆς αι δηνόν, καὶ τροπῇ τοῦ ν εἰς ρ δηρόν, καὶ μετάγεται εἰς τὴν ἐπιρρηματικὴν σύνταξιν. Δηρόν· τὸ δη η καὶ τὸ ρον μικρόν. ἀπὸ ὀνόματος παρήχθη· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρη‐ ματικὴν σύνταξιν μεταγόμενα καὶ τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν
10ἔχει. καὶ πῶς; ἔστι τὸ ὄνομα δηναιός, 〈Ε 407〉 „οὐδὲ μάλ’ οὐ δηναιόσ“· λοιπὸν δηναιός καὶ συγκοπῇ δηνός καὶ μεταθέσει δηρός καὶ δηρόν ἐπίρρημα. Δῆτα· εἰς τὸ Εἶτα. Φωτίου Δῃῶ· εἰς τὸ Ἀδῄωτον καὶ Ἰῆτο.
15Διαβόητος καὶ ἐπιβόητος διαφέρει· διαβόητος μὲν γάρ 〈ἐστιν
ὁ〉 ἐπ’ ἀρετῇ ἐγνωσμένος, ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην.355 in vol. 2

delta

356

Διαβούλιον· οὐδέτερον ὑποκοριστικόν. γίνεται δὲ παρὰ τὸ βουλή βούλιον καὶ διαβούλιον. προπαροξύνεται· πᾶν εἰς ον οὐδέτερον καθαρὸν μονογενὲς τῷ ι μόνον παραληγόμενον ὑπὲρ τρεῖς συλλαβὰς προπαρο‐ ξύνεται, εἴτε κύριον εἴτε προσηγορικὸν εἴτε ὑποκοριστικόν.
5 Διαγγελήσονται 〈Ps. 58, 14〉· ἐκ τοῦ διαγγέλλω, ὁ μέλλων διαγγελῶ, ὁ δεύτερος ἀόριστος διήγγελον, ὁ παθητικὸς διηγγελόμην, καὶ ὁ δεύτερος μέλλων διαγγελήσομαι καὶ τὸ τρίτον τῶν πληθυντικῶν διαγγελήσονται. Δοιάζειν· παρὰ τὸ ἐν δύο στάσεσιν εἶναι τὴν ψυχήν.
10 Διάθεσις μέση· εἰς τὸ Τέτηκα. Διαθήκη· διττῶς ἐκφωνεῖται· ἡ μὲν ἐπὶ θνησκόντων διατάξεως καὶ ἐντάλματος χαρακτῆρα φέρουσα, θατέρα δὲ συνθηκῶν ἐπὶ διαλλαγῇ πολεμίων συνωμοσίαν ἐπέχουσα. συντίθεται δὲ ἐκ τῆς διά προθέσεως καὶ τοῦ θήκη διαθήκη.
15 Διαίνω· εἰς τὸ Διερός. Δίαιτα· δαῖς δαιτός δαῖτα καὶ δίαιτα. Διαιτητής· εἰς τὸ Δικαστής. Διακηρυκεύεται· διὰ κηρύκων συνθήκας ἢ πρεσβείας ποιεῖται· γέγονε δὲ παρὰ τὸ κῆρυξ κήρυκος κηρυκεύω καὶ διακηρυκεύεται. τὸ
20δὲ κῆρυξ ἀπὸ τοῦ κηρύσσω· τοῦτο παρὰ τὸ γῆρυς, ὃ σημαίνει τὴν φωνήν· τοῦτο παρὰ τὸ γῶ, ὃ σημαίνει τὸ χωρῶ· ἡ διὰ τῆς τραχείας
ἀρτηρίας χωροῦσα.356 in vol. 2

delta

357

Διάκονος· παρὰ τὸ κονεῖν καὶ ἐγκονεῖν, τὸ ὑπηρετεῖν, ἐξ οὗ καὶ 〈ex. gr. Ω 648〉 „ἐγκονέουσαι“. Διακοσμηθεῖμεν 〈Β 126〉· ῥῆμα εὐκτικὸν παθητικὸν πρώτου ἀορίστου· κοσμηθείημεν καὶ κατὰ συγκοπὴν κοσμηθεῖμεν.
5 Διακρίνειν· εἰς τὸ Κρίνειν. Διακρινθεῖτε 〈Γ 102〉· τὸ θέμα διακρίνω, διακέκρικα, διεκρίθην καὶ πλεονασμῷ τοῦ ν ποιητικῶς διεκρίνθην, διακρινθείην τὸ εὐκτικὸν διακρινθείημεν διακρινθείητε καὶ συγκοπῇ διακρινθεῖτε. Διάκτωρ· διάκτορος· παρὰ τὸ ἄγω ἄκτωρ, ὁ ἄγων τὰς ἀγγελίας.
10 Διάλεξις διαλέκτου διαφέρει· διάλεξις μὲν γάρ ἐστιν ὁμιλία τις ἔντεχνος, διάλεκτος δὲ γλώττης ἰδίωμα. Διαμετρητῷ 〈Γ 344〉· ἡ εὐθεῖα διαμετρητός· σχῆμα παρασύνθε‐ τον. καὶ πόθεν διαχωρίζονται τὰ παρασύνθετα ἐκ τῶν συνθέτων; ἐκ
τῆς διαφορᾶς τοῦ τόνου· τὰ μὲν γὰρ σύνθετα προπαροξύνεται, τὰ δὲ357 in vol. 2

delta

358

〈παρα〉σύνθετα ὀξύνεται. ταῦτα δὲ ὀξύνεται, ἐπειδὴ ἀπὸ ῥήματος ἔσχον τὴν σύνθεσιν, οἷον ἐκλέγω ἐκλεκτός· ἐπίλεκτος δὲ προπαροξύνε‐ ται, ἐπειδὴ ἀπὸ ὀνόματος ἔχει τὴν σύνθεσιν ἐκ τῆς ἐπὶ προθέσεως καὶ τοῦ λεκτός. οὕτως οὖν διαμετρῶ διαμετρήσω διαμετρητός.
5 Ὁμήρου Διάμησε 〈Γ 359〉· ὁ μέλλων διαμήσω. τὸ μη η· ἡ δὲ δευ‐ τέρα τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος ἔχει τὸ η ἢ τὸ α. ὁ ἐνεστὼς διαμῶ· σχῆμα σύνθετον ἐκ τῆς διά προθέσεως καὶ τοῦ ἀμῶ τοῦ σημαί‐ νοντος τὸ θερίζω. γίνεται οὖν ἐκ τοῦ ἄμη, ὅπερ ἐστὶ γεωργικὸν ἐργα‐ λεῖον, ἣ λέγεται δρεπάνη.
10 Γεωργίου τοῦ Χοιροβοσκοῦ Διαμπάξ 〈Procop. De bell. 4, 20, 27〉· δι’ ὅλου, διηνεκῶς, διὰ παντός, ἐξ ἐναντίας. ἀπὸ τοῦ διαρπάζω διαρπάξω, ἀποβολῇ τοῦ ω διαρπάξ καὶ τροπῇ τοῦ ρ εἰς μ διαμπάξ. συντάσσεται μετὰ αἰτιατικῆς. ‖ γίνεται δὲ ἐκ τοῦ πᾶς Δωρικῶς κατὰ τροπὴν τοῦ ς εἰς ξ πᾶξ καὶ διαμπάξ, ὁ δι’ ὅλου ὤν. ἔστι δὲ ἐπίρρημα καιροῦ παραστατικόν.
15Διάνδιχα· εἰς τὸ Τριχθά.
Διάνοια· παρὰ τὸ ὁδόν τινα διανύειν, ἢ παρὰ τὸ διανοῶ.358 in vol. 2

delta

359

Διάνοια γνώμης διαφέρει· διάνοια μὲν γάρ ἐστι διχοστατοῦσα καθ’ ἑαυτὴν καὶ μὴ τὸ βέβαιον ἔχουσα κατὰ 〈τὸ〉 βουλεύεσθαι, ἀφ’ οὗ καὶ διάνοια ἐκλήθη διὰ τὸ δισσά τινα βουλεύεσθαι· γνώμη δὲ ἡ τὸ βέβαιον ἐν ἑαυτῇ καὶ ἀσφαλὲς ἔχουσα καὶ οἱονεὶ μετὰ τοῦ γιγνώσκειν
5τι ποιοῦσα, διὸ καὶ γνώμη ἐλέχθη, καθότι γιγνώσκει τί ποιεῖ. Διερός· κατὰ Ἰωνικὴν μετάθεσιν τοῦ α εἰς τὸ ε διερός· παρὰ γὰρ τὸ διαίνω, τὸ πλύνω. Διαρραίω 〈Β 473〉· ῥαίω, τὸ φθείρω. καὶ γίνεται ἐκ τοῦ φθείρω Δωρικῶς φθαίρω· οἱ γὰρ Δωριεῖς τὴν ει δίφθογγον εἰς αι τρέπουσιν
10τὸ κύπειρον κύπαιρον λέγοντες καὶ τὸ εἴ κεν αἴ κεν. οὕτως καὶ τὸ φθείρω φθαίρω, καὶ ἀφαιρέσει τῶν δύο συμφώνων αἵρω, καὶ ἐν ὑπερ‐ βιβασμῷ ῥαίω, καὶ σημαίνει τὸ φθείρω. τὸ ραι δίφθογγος, ἢ ὅτι ἐκ τῆς παραγωγῆς αὐτὸ ἔχει, ἢ ὅτι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ διὰ τοῦ αιω ῥήματα ἀσυναίρετα ὄντα κατὰ τὸ δεύτερον καὶ τρίτον πρό‐
15σωπον διὰ τῆς αι διφθόγγου γράφεται· παλαίω καίω ῥαίω. Διαρρήδην 〈Procop. De bell. 1, 5, 20?〉· σαφῶς, φανερῶς· παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ λέγω, ὁ μέλλων ῥήσω καὶ ἐξ αὐτοῦ ῥήδην καὶ
διαρρήδην ἐπίρρημα. συντάσσεται μετὰ δοτικῆς πτώσεως.359 in vol. 2

delta

360

Γεωργίου Δίας· ὥσπερ ἀπὸ τῆς δράκοντος γενικῆς γίνεται δρακοντίας, οὕτως καὶ ἀπὸ τῆς Διός γενικῆς γίνεται Διΐας καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν δηλονότι μακρὸν Δίας. Δίας· ὁ Ζεύς· ὡς ἂν εἰ δι’ οὗ ζῶμεν.
5 Ἰωάννου Λυδοῦ Δίας· ὁ Ζεύς· παρὰ τὸ διαίνειν, τουτέστι πιαίνειν, τὴν γῆν· ἢ παρὰ τὸ δεῖν, ὅ ἐστι δεσμεύειν καὶ συνέχειν, τὸ σύμπαν αἰσθητόν· ἢ παρὰ τὸ ζῆν. Διασεσοβημένος· τεταραγμένος, ἄτακτος, τεθορυβημένος. σοβεῖν γὰρ τὸ τρέχειν, παρὰ τὸ σεύω ῥῆμα, ὃ σημαίνει τὸ ὁρμῶ.
10 Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Διασκεδάζω 〈Ps. 32, 10〉· ἔστι ῥῆμα χέω καὶ σημαίνει τὸ σκορπίζω, καὶ ἐξ αὐτοῦ γίνεται χεδάζω καὶ πλεονασμῷ τοῦ ς 〈σχε‐
δάζω καὶ〉 σκεδάζω καὶ μετὰ τῆς διά προθέσεως διασκεδάζω.360 in vol. 2

delta

361

Διάσσατο· εἰς τὸ Δ〈ο〉άσσατο. Ὁμήρου Διαστήτην 〈Α 6〉· ἀορίστου δευτέρου τῶν εἰς μι τρίτου προσώπου τῶν δυϊκῶν. 〈ἡ δὲ τῶν δυϊκῶν〉 κατάχρησις τοῖς Ἀττικοῖς μάλιστα ἁρμόζει. τὸ θέμα ἵστημι, ὁ μέλλων στήσω, ὁ δεύτερος ἀόριστος
5ἔστην καὶ τὸ τρίτον τῶν δυϊκῶν [ἔστητον] ἐστήτην καὶ διαστήτην. Διάττειν 〈Agath. Hist. 4, 25〉· ὁρμᾶν, διατρέχειν ἢ δάκνειν· οἷον διαθεῖν, ἀπὸ τοῦ θέω, τὸ τρέχω, τροπῇ τοῦ θ εἰς τ καὶ πλεονασμῷ ἑτέρου τ. Διάψαλμα· διὰ παντὸς ψαλλόμενον. μέρη δὲ λόγου δύο· διά
10πρόθεσις, ψαλμός ὄνομα. ψαλλόμενον δὲ μετοχή. Διδάσκαλος· παρὰ τὸ διδόναι τὸ καλόν, ‖ ὁ διδοὺς καλόν· ἢ ὁ διδάσκων καλῶς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Διδάσκω 〈Ps. 17, 35〉· παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ μανθάνω, ὁ μέλλων δαίσω καὶ πλεονασμῷ τοῦ κ δαίσκω, ὡς ὀλῶ ὀλέσω καὶ
15ὀλέσκω· καὶ ἐπεὶ τὰ εἰς κω λήγοντα ῥήματα οὐ θέλουσι παραλήγεσθαι τῷ ι ἀνεκφωνήτῳ, γίνεται δάσκω, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ κατὰ ἀναδιπλασιασμὸν διδάσκω. καὶ διὰ τί ἀναδιπλασιάζεται; ἐπειδὴ ὁ διδάσκων διπλοῦς θέλει εἶναι.
Δίδημι· εἰς τὸ Δῆμος.361 in vol. 2

delta

362

Διδῶ· εἰς τὸ Ἵημι καὶ Πίπτω. Δίε· παρὰ τὸ δείω ὁ δεύτερος ἀόριστος ἔδιον ἔδιες ἔδιε, καὶ δίε τὸ προστακτικόν. Διεῖπα· εἰς τὸ Δίεπε.
5 Διείς· σημαίνει τὸ ἐκτείνας. ἔστιν ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ εἵς ἕντος καὶ μετὰ τῆς διά προθέσεως διείς, ἤγουν διανοίξας. Δίεπε· εἰς τὸ δι ὀξεῖα[ν]. ἔστι γὰρ τὸ ῥῆμα ἕπω, τὸ ἀκολουθῶ, καὶ διέπω, ὁ μέσος παρακείμενος διεῖπα, τὸ ει δίφθογγον.
10Διερός· ὁ ὑγρός· παρὰ τὸ διαίνω, τὸ πλύνω. καὶ εἰς τὸ Ἱερόν
καὶ Ὑγιής·362 in vol. 2

delta

363

Διέφθαρται καὶ διέφθορε διαφέρει· διέφθαρται μὲν γὰρ ὑφ’ ἑτέρου, διέφθορε δὲ ἕτερον. Διήγγελον· εἰς τὸ Διαγγελήσονται. Διήγημα διηγήσεως διαφέρει· διήγησις μὲν γάρ ἐστιν οἷον ἡ
5πᾶσα διήγησις Ὁμήρου, διήγημα δὲ μέρος τι τῆς ποιήσεως οἷον Αἴαντος μονομαχία πρὸς Ἕκτορα. Διήκω· εἰς τὸ Διηνεκής. Διηνεκής· ἐκ τοῦ ἐνέκω ἐνεκής, καὶ μετὰ τῆς διά διανεκής, καὶ μεταθέσει τοῦ α εἰς η διηνεκής. ἢ παρὰ τὸ διήκω, τὸ ἐκτείνω, διηκής
10〈καὶ〉 πλεονασμῷ τῆς νε συλλαβῆς 〈διηνεκήσ〉.363 in vol. 2

delta

364

Διΐφιλος· εἰς τὸ Δίφιλος. Δίκαιος· εἰς τὸ Βασιλεύς. Δίκαιος εὐσεβοῦς διαφέρει· δίκαιος μὲν γάρ ἐστιν ὁ τὸ πρὸς ἀνθρώπους ἶσον φυλάττων, εὐσεβὴς δὲ ὁ τὸ θεῖον εὐσεβῶς σέβων καὶ
5ὀρθῶς. Δικανικός· διότι τὰς δίκας νικᾷ. Δικαιοσύνη· παρὰ τὸ διχάζειν ἐκ τοῦ ἀδίκου τὸ δίκαιον, οἱονεὶ διχαοσύνη, ἡ διαχωρίζουσα ἡμᾶς τῆς ἀδικίας. Δικαστὴς καὶ διαιτητὴς διαφέρει· δικαστὴς μὲν γάρ ἐστιν ὁ
10κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ σύμφωνον αἱρεθεὶς
συμβάσεως ...364 in vol. 2

delta

365

Δίκη· παρὰ τὸ δίζω, ὅτι ἀμφίβολον αὐτῆς τὸ πέρας. Δίκτυον· παρὰ τὸ δίκειν, ὅ ἐστι ῥίπτειν καὶ βαλεῖν, ἐξ οὗ 〈καὶ〉 δί〈σ〉κος [τὸ δίκτυον]. Δίκω· εἰς τὸ Δίσκος καὶ Ἔδειξεν.
5 Φωτίου Δῖναι 〈Jo. Damasc. Canon. iamb. 2, 59〉· ποταμῶν εἰσιν τὰ μεσώτατα, ἔνθα τὸ ῥόθιον τοῦ ποταμοῦ ἐκ τῶν μερῶν εἰς μέσον συνα‐ γόμενον σταχυωδῶς ὡς ἀπὸ τῆς περιδινήσεως δῖνα ἢ δίνη κέκληται.
Δίνειν· εἰς τὸ Δενδίλλων.365 in vol. 2

delta

366

Δίνη καὶ Δῖνος· εἰς τὸ Εὐδίνητον καὶ Ἰλιγγιῶ. Δινῶ 〈Γ 378〉· ἐκ τοῦ δίνη. τὸ δι ι· τὰ διὰ τοῦ ινη θηλυκὰ μονογενῆ μὴ ἀπὸ ἐπιθέτων γινόμενα διὰ τοῦ ι γράφεται, οἷον Αἰητίνη θριδακίνη. „μονογενῆ“ διὰ τὸ ἐκεῖνος ἐκείνη. „μὴ ἀπὸ ἐπιθέτων γινό‐
5μενα“ διὰ τὸ φωτεινός φωτεινή καὶ τὸ κύριον ὄνομα Φωτεινή· μετά‐ γεται γὰρ ἀπὸ ἐπιθέτου. τὸ δι μακρόν, διότι ἐκ τοῦ εἰλῶ, τὸ συστρέφω, ἴλη. καὶ ἔστι παρὰ τῷ ποιητῇ 〈Β 93〉 μακρὸν τὸ ἰλαδόν. Δινωτοῖσι 〈Γ 391〉· πεποικιλμένοις, τετορνευμένοις. ἡ εὐθεῖα δινωτόν· δινωτός τὸ ἀρσενικόν. ἐκ τοῦ δινῶ, τοῦτο ἐκ τοῦ δῖνος·
10σημαίνει ... τὸ δι ι· τὰ διὰ τοῦ ινος ὑπὲρ δύο συλλαβὰς μονογενῆ ἅπαντα διὰ τοῦ ι γράφονται, οἷον Φαυστῖνος Ἰουστῖνος, καὶ προπερι‐ σπῶνται πλὴν τοῦ καρκίνος. Δινωτή· ἡ περιφερής· διὰ τὸ ἐοικέναι δίνῳ, ὅ ἐστι τόρνῳ. Διομήδης 〈Β 563〉· ὄνομα κύριον σύνθετον. τὰ παρὰ τὴν Διός
15γενικὴν συντιθέμενα ἀποβολῇ τοῦ ς ... Διογένης Διοπείθης. τὰ εἰς ης κύρια παρὰ 〈ῥῆμα〉 σύνθετα εἰς ους ἔχει τὴν γενικήν· Παντερπής Εὐπειθής. οὕτω καὶ Διομήδης. σεσημείωται δὲ τὸ Θεοκρίνης· τὰ γὰρ διὰ τοῦ ινης εἰς ου ἔχει τὴν γενικήν· Λεπτίνης Αἰσχίνης. οὕτως οὖν
καὶ τὸ Ἀΐδης Ἀΐδου, παρὰ τὸ ἰδεῖν, ὅτι οὐδὲν 〈ἂν〉 αὐτίκα ἴδοις.366 in vol. 2

delta

367

Ἰωάννου Λυδοῦ Διόνυσος· θεός· παρὰ τὸ τὰς δύο νύσους τῶν κέντρων ὁρίζειν· ἢ παρὰ τὸ Νύσσαν ὄρος ἐπικαλούμενον, ἐν ᾧ λέγεται εἶναι τυχόν. Διόνυσος· εἰς τὸ Διώνυσος.
5 Διόξενος· εἰς τὸ Πρόξενος. Δῖος 〈Β 57〉· τὸ δι ι. τέσσαρα γάρ εἰσι δισύλλαβα κτητικά· 〈δύο διὰ διφθόγγου〉, θεῖος καὶ Κεῖος· ἐκ τῆς Κέω νήσου Κέϊος καὶ
Κεῖος· καὶ δῖος καὶ Χῖος διὰ τοῦ ι. καὶ εἰς τὸ Ζεύς.367 in vol. 2

delta

368

Διόσκουροι· οἱ τοῦ Διὸς ἐπιμελούμενοι· τὸ γὰρ ἐπιμελεῖσθαι κορεῖν λέγουσι, ὡς δῆλον ἐκ τοῦ νεωκόρος καὶ σηκοκόρος. Διότι· εἰς τὸ Ὅτι. Γεωργίου Διϊπετής· παρὰ τὴν Διΐ δοτικὴν καὶ τὸ πεσεῖν γέγονεν, οἱονεὶ
5ὁ ἐκ τοῦ Διὸς πεπτωκώς. Δίπλακα 〈Γ 126〉· ἡ εὐθεῖα δίπλαξ, σημαίνει δὲ τὴν χλαῖναν 〈τὴν〉 δίπτυχα. ἐκ τοῦ διπλοῦς δίπλαξ, ὡς λίθος λίθαξ. τὸ δὲ διπλοῦς ἐκ τοῦ διπλόος· τοῦτο παρὰ τὸ 〈δύο πέλειν〉 δυ[ο]πλόος καὶ δ[ε]ιπλόος. Διπλασίων· ὥσπερ ἀπὸ τῆς Διός γέγονε Δίων, οὕτως καὶ ἀπὸ
10τοῦ διπλάσιος γίνεται διπλασίων. Διπλόη· σημαίνει τὴν πανουργίαν. γίνεται ἐκ τοῦ διπλόος· τοῦτο ἐκ τοῦ δύο καὶ τὸ πέλω δυόπελος καὶ δυπλόος καὶ τροπῇ τοῦ υ εἰς ι διπλόος. Διπλοῦν διπλασίου διαφέρει· διπλοῦν μὲν γὰρ τῶν κατὰ τὸ μέ‐
15γεθος, διπλάσιον δὲ τῶν κατὰ ἀριθμόν, οἷον διπλάσια χρήματα· διπλοῦν
δὲ τὸ ἱμάτιον, οὐ διπλάσιον.368 in vol. 2

delta

369

Γεωργίου Διπολεῖα· παρὰ τὴν Διΐ δοτικὴν γέγονε καὶ ἀπὸ τῆς πολεῖον εὐθείας. Δίς· ἀπὸ τοῦ δύο γέγονε δυάκις καὶ κατὰ συγκοπὴν δίς· ἢ ἀπὸ τοῦ δύο δύς καὶ τροπῇ δίς. καὶ ἀπὸ τοῦ τρία τριάκις καὶ κατὰ συγκο‐
5πὴν τρίς, καὶ γράφεται διὰ τοῦ ι πρὸς ἀντιδιαστολὴν τοῦ τρεῖς ἀριθμοῦ. Δίσκος· παρὰ τὸ δίκω, τὸ βάλλω· ὁ βαλλόμενος. ‖ ἢ παρὰ τὸ δίκω, τὸ ῥίπτω, δίκος· περισσὸν δὲ τὸ ς. Δίσκος καὶ σόλος διαφέρει· δίσκος μὲν γάρ ἐστι λίθος τετρημέ‐ νος, σόλος δὲ χαλκοῦν ὁλοσφύρατον.
10 Δῖ[σ]ος· ὥσπερ ἀπὸ τοῦ Χίος γέγονε Χίϊος 〈καὶ Χῖοσ〉, οὕτω καὶ ἀπὸ τοῦ Διός γέγονε δίϊος καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν δῖ[σ]ος. Δισταγμός· ἐκ τοῦ διστάζω· τοῦτο παρὰ τὸ δύο καὶ τὸ στῶ, ὃ σημαίνει τὸ ἵστημι. Διφᾶν· παρὰ τὴν διά πρόθεσιν καὶ τὸ ἁφή γίνεται διαφῶ, καὶ
15τὸ ἀπαρέμφατον διαφᾶν, ὡς βοᾶν, καὶ κράσει τοῦ ι καὶ α εἰς ι μακρὸν διφᾶν.
Διφᾶν· τὸ ψηλαφᾶν· παρὰ τὸ ἁφή διαφᾶν καὶ διφᾶν.369 in vol. 2

delta

370

Διφθέραν 〈Menand. Protect. fr. 12 p. 33, 11 Dindorf〉· 〈ib.〉 „ὅσα κατ’ ἐκείνην δήπου φέρεται τὴν διφθέραν“· τὸ γραμματεῖον ἢ βιβλίον ἢ βύρσαν ἢ δέλτον· οἷον δυοφέραν, τὴν ἐν τοῖς δύο μέρεσι φέρουσαν τὰ γράμματα.
5 Γεωργίου Δίφιλος· ὥσπερ παρὰ τὴν Ἄρ〈η〉ϊ δοτικὴν γίνεται ἀρηΐφιλος, οὕτω καὶ παρὰ τὴν Διΐ γίνεται διΐφιλος καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν δηλονότι μακρὸν Δίφιλος. Δίφρος 〈Γ 310〉· ἐτυμολογεῖται παρὰ τὸ δύο φέρειν, τὸ〈ν〉 μαχόμενον καὶ τὸν ἡνίοχον, οἱονεὶ δυόφορός τις ὤν. σημαίνει δὲ τὸ ἅρμα.
10 Διχόνοια· ὅτι εἰς δύο μερίζει τὸν νοῦν· Διχότομος καὶ διχοτόμος διαφέρει· ἂν μὲν προπαροξύνωμεν, δηλοῖ τὰ εἰς δύο διῃρημένα· ἂν δὲ παροξύνωμεν, δηλοῖ τὰ εἰς δύο
διαιροῦντα.370 in vol. 2

delta

371

Δίω· εἰς τὸ Ἱερόν καὶ Τιμή. Διωλύγιον 〈Agath. Hist. 1, 12〉· μακρόν, μέγα, δεινόν, χαλεπόν, ἐπὶ πολὺ διῆκον καὶ ἐξάκουστον· τὸ δι’ ὅλου ἰόν, ἐκτάσει τοῦ ο εἰς ω καὶ πλεονασμῷ τοῦ γ καὶ ἀποβολῇ τοῦ ἑτέρου ο.
5 Διώνη· ἡ Ἀφροδίτη· παρὰ τὸ διὰ πάντων ἰέναι. Γεωργίου Διώνυσος· κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω, ὥσπερ δότης διὰ τοῦ ο ὂν καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω δώτης. Δίωξις· εἰς τὸ Παλίωξις. Γεωργίου Διώρης· Διώρου· γέγονε δὲ ἢ ἀπὸ τῆς διά προθέσεως καὶ
10τοῦ ὁρῶ ῥήματος Διαόρης καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω καὶ κατὰ
κρᾶσιν τοῦ ι καὶ α εἰς ι μακρὸν Διώρης ...371 in vol. 2

delta

372

Διῶρυξ· διώρυχος· παρὰ τὸ ὀρύσσω ὀρύξω, ὄρυξ, ἐπεκτάσει τοῦ ο εἰς ω διῶρυξ. Δμῶος καὶ δμώς· ... Δμώς· παρὰ τὸ δαμῶ.
5 Δνοπαλίζω· τουτέστι ἡ διὰ χειρῶν κίνησις καὶ ἐκτίναξις· 〈Δ 472〉 „ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν“, τουτέστι διὰ χειρὸς εἶχεν ἢ ἀνῄρει. ἐχρήσατο δὲ καὶ ἐν τῇ Ὀδυσσείᾳ τὴν λέξιν 〈ξ 512〉 „τὰ σὰ ῥάκεα δνο‐ παλίξεισ“, ἀντὶ τοῦ διὰ χειρὸς ἕξεις. εἴρηται δὲ παρὰ τὸ δονεῖν τὰς παλάμας δονοπαλίξαι καὶ ἐν συγκοπῇ δνοπαλίξαι.
10Δνόφος· εἰς τὸ Γνόφος. Δοάσσατο καὶ δ〈ο〉ιάσσατο διαφέρει· ὅτι τὸ μὲν δοάσσατο ση‐
μαίνει τὸ ἔδοξεν, τὸ δὲ σὺν τῷ ι ἐδίστασεν.372 in vol. 2

delta

373

Δόγμα· τὸ δοκοῦν ἅμα ἤγουν ὁμοῦ. Δοιάζειν· εἰς τὸ Ἀνενδοιάστως. Δοιδυκοποιός· ὁ τὰ κοχλιάρια ποιῶν. Δοίδυξ· παρὰ τὸ δαίω, τὸ μερίζω, δαδύσσω, τὸ ταράσσω· ἢ παρὰ
5τὸ δαίω, τὸ κόπτω καὶ ταράσσω, γίνεται δαδύσσω δάδυξ 〈καὶ δοίδυξ〉. σημαίνει δὲ τὸ〈ν〉 ἀλετρίβανον. Δοῖεν 〈Α 18〉· ἀορίστου δευτέρου εὐκτικόν· ἐκ τοῦ δίδωμι ἐδί‐ δων, ὁ δεύτερος ἀόριστος ἔδων, δούς δόντος, δοίην, δοίημεν καὶ ἐν συγκοπῇ δοῖμεν καὶ δοῖεν.
10 Δοίην· εἰς τὸ Δῴη σοι. Δοιώ 〈Γ 236〉· ὄνομα· ἡ εὐθεῖα τῶν ἑνικῶν δοιός. οἱ γὰρ Δω‐ ριεῖς τὴν ἀναλογίαν τὴν ἐν τοῖς ῥήμασι φυλάττοντες καὶ ἐν τοῖς ὀνό‐ μασι πλεονάζουσι τὸ ι. γίνεται δὲ ἐκ τοῦ δέω, τὸ δεσμεύω, δοός καὶ πλεονασμῷ τοῦ ι δοιός, καὶ ἡ γενικὴ δοιοῦ· ἡ εὐθεῖα τῶν δυϊκῶν δοιώ.
15 Δοιώ· εἰς τὸ Δέδοικα καὶ Δύω. Δοκῶ καὶ προσδοκῶ· ἁπλοῦν μὲν πρώτης συζυγίας τῶν περι‐ σπωμένων, σύνθετον δὲ δευτέρας. καὶ εἰς τὸ Εὐδοκῶ καὶ Καραδοκεῖν.
Δολιχόν· εἰς τὸ Δουλιχόδειρος.373 in vol. 2

delta

374

Γεωργίου Δολόμητις· παρὰ γὰρ τὸ δολῶ δολοῖς γέγονεν. Δομεύειν· εἰς τὸ Βυ〈σ〉σοδομεύειν. Δομήνικος· δός μοι [καὶ] νίκας. Δομῶ· εἰς τὸ Δῶμα καὶ Θεμέλιον.
5 Δόνακες 〈Agath. Hist. 5, 22〉· κάλαμοι ἁλιευτικοὶ ἢ αὐλοί. πρό‐ τερον γὰρ ταῖς λύραις ἀντὶ κέρατος ἐτίθεσαν καλάμους. γέγονε δὲ παρὰ τὸ δονῶ, τὸ συστρέφω. Δόναξ· παρὰ τὸ δονεῖσθαι εὐχερῶς πεφυτευμένον. Δόντος· εἰς τὸ Δῴη σοι.
10Νικήτου Δόξα 〈Jo. Damasc. Canon. iamb. 3, 35〉· παρὰ τὸ δοκῶ δόξω δόξα. Χοιροβοσκοῦ Δοξούμενοι 〈Jo. Damasc. Canon. iamb. 1, 124〉· ἀντὶ τοῦ
δοξαζόμενοι.374 in vol. 2

delta

375

Δορκάς· ὅτι δέρκει μακρόθεν· ἢ ἐκ τοῦ ὀξέως δέρκειν ἤγουν ὁρᾶν. Δόρπος· εἴρηται παρὰ τὸ ἕρπειν ἡμᾶς ἀπ’ αὐτοῦ εἰς ὕπνον. Δόρυ 〈Β 135〉· ἀπὸ τοῦ δρῦς δρυός δόρυ, ἐπὶ παντὸς 〈δένδρου〉 λεγόμενον ὑπὸ τῶν ἀρχαίων, ὡς μαρτυρεῖ τὸ δρυμός καὶ δρύφακτος.
5ἢ παρὰ τὸ δέρω, ὃ σημαίνει τὸ λεπίζω· τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα. ἢ ἐκ τοῦ θορῶ, ὃ σημαίνει τὸ πηδῶ, θόρυ τι ὄν καὶ δόρυ, τὸ
ἐκ τῆς γῆς ἀνατρέχον· καὶ ὁ ποιητὴς 〈ζ 167〉 „ἐπεὶ οὔπω τοῖον ἀνή‐375 in vol. 2

delta

376

λ[ο]υθεν ἐκ δόρυ γαίησ“. ἢ ἐκ τοῦ δρῦς· οἱ γὰρ ἀρχαῖοι ἐκ δρυΐνων κατεσκεύαζον ξύλων. Δορύξενος· εἰς τὸ Πρόξενος. Δόσαν 〈Α 392〉· τὸ ῥῆμα δίδωμι, ὁ δεύτερος ἀόριστος ἔδων,
5ἔδομεν, τὸ τρίτον κατὰ συστολὴν ἔδοσαν. ὁ κανών· οἱ γὰρ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν ἰσοσύλ‐ λαβον τὸ τρίτον τῶν πληθυντικῶν τῷ πρώτῳ, οἷον ἐμάθομεν ἐμάθοσαν, εἴδομεν εἴδοσαν. 〈οὕτως καὶ ἔδομεν ἔδοσαν〉 καὶ συναρχομένως δόσαν. Δουλεία· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; πρός
10τι. καὶ πόσοι τρόποι τῆς δουλείας; τρεῖς· τὸ κατὰ δημιουργίαν 〈Ps. 118, 91〉 „ὅτι τὰ σύμπαντα δοῦλα σά“, καὶ τὸ κατὰ δικαιοσύνην 〈Paul. ep. ad Rom. 6, 18〉 „[ἐπειδὴ] ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδου‐ λώθητε τῇ δικαιοσύνῃ“· λέγεται δὲ δουλεία καὶ ἐπὶ τῶν ἀργυρωνήτων ὡς τὸ „ἠγόρασα δοῦλον“.
15 Δούλη· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; πρός τι. καὶ πρὸς τίνα ἔχει; πρὸς τὴν δέσποιναν. Δουλιχόδειρος 〈Β 460〉· παρὰ τὸ δολιχόν, τὸ μακρόν, καὶ τὸ
δειρή, ὃ σημαίνει τὸν τράχηλον. τὸ λι ι. τὰ διὰ τοῦ ιχος διὰ τοῦ ι376 in vol. 2

delta

377

γράφεται, οἷον Σωτήριχος δόλιχος τάριχος· σημαίνει δὲ τὸν πεπασμέ‐ νον ἰχθύν· πλὴν τῶν παρὰ τὸ τεῖχος, οἷον εὔτειχος καλλίτειχος. δια‐ φέρει δὲ δόλιχος καὶ δολιχός· προπαροξύνεται ἐπὶ τοῦ ὀσπρίου, ὀξύ‐ νεται δὲ τὸ μακρόν. λοιπὸν ἐκ τοῦ δολιχόν, τὸ μακρόν, καὶ τοῦ δειρή
5γίνεται δουλιχόδειρος, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν γινόμενα ... Δοῦλοι καὶ οἰκέται καὶ θεράποντες διαφέρει παρὰ τοῖς ἀρ‐ χαίοις· δοῦλοι μὲν γὰρ καὶ τῶν ἡδονῶν λέγονται καὶ πάντες οἱ τε‐ ταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν, θεράποντες δὲ οἱ ὑποτε‐
10ταγμένοι φίλοι[ς], ὑφ’ ὧν θεραπεύονται οἱ προσήκοντες. Δοῦλος· ἔστιν πᾶν τὸ δελεάζον. Δοῦναι καὶ τὸ ἀποδοῦναι διαφέρει· δοῦναι μὲν γάρ ἐστι τὸ [χ]αρίσασθαι, ἀποδοῦναι δὲ τὸ τὸ 〈κε〉χρεωστημένον παρασχεῖν. Δοῦπος· παρὰ τὸ δέους ὄπα[ς] ἔχειν.
15 Δουρί 〈ex. gr. A 303〉· ἐκ τοῦ δρῦς δρυός καὶ ὑπερβιβασμῷ [βαρύνεται] δουρός καὶ δουρί.
Δούς· εἰς τὸ Δῴη σοι.377 in vol. 2

delta

378

Δραίνω· εἰς τὸ Ἀδράνεια. Δρακοντίας· εἰς τὸ Δίας. Δράκων· διὰ τὸ δρᾶν κακῶς ἢ λυμαίνεσθαι. ‖ ἢ παρὰ τὸ δέρκω, τὸ βλέπω, ἐξ οὗ καὶ δορκάς, καὶ ὁ δεύτερος ἀόριστος ἔδρακον· οὕτως
5ἔχει καὶ τὸ ἔπαθον ἐκ τοῦ πενθῶ καὶ τὸ ἔτραπον ἐκ τοῦ τρέπω. ἔδαρκον ὤφειλεν εἶναι· ἀλλὰ διὰ τὸν κανόνα τὸν λέγοντα ὅτι 〈Theod. Canon. p. 52, 12 Hilgard〉 „ἔτι δὲ ἀπὸ μὲν βαρυτόνων θεμάτων“ καὶ τὰ ἑξῆς γίνε‐ ται ἔδρακον, καὶ Ὅμηρος 〈Ω 223〉 „ἐσέδρακον ἄντην“. ἐξ αὐτοῦ δράκων. Δρᾶμα· εἰς τὸ Ὑπόδρα.
10 Φωτίου Δραμεῖν 〈Jo. Damasc. Canon. iamb. 2, 61 aut 80〉· δρέμω, δραμῶ, ὁ δεύτερος ἀόριστος ἔδραμον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Δραμεῖν 〈Ps. 18, 6〉· τὸ θέμα ἐστὶ δρέμω, ὁ δεύτερος ἀόριστος ἔδραμον, ὁ δεύτερος μέλλων δραμῶ καὶ τὸ ἀπαρέμφατον δραμεῖν.
Δράμημα· εἰς τὸ Ἔδραμον.378 in vol. 2

delta

379

Δραπέτης· ὁ τὸ δρᾶν, ἤγουν τὸ πράττειν, πετεύων, τουτέστι ἐκκλίνων. Δρέμω· εἰς τὸ Δραμεῖν καὶ Ἔδραμον. Δρήθω· εἰς τὸ Ἀποδαρθεῖν.
5 Φωτίου Νικήτου Δρόσος 〈Jo. Dam. Canon. iamb. 3, 52〉· παρὰ τὸ ὕω, τὸ βρέχω, ὕσος καὶ τροπῇ τοῦ υ εἰς ο 〈ὅσος καὶ δρόσοσ〉 πλεονασμῷ τῶν συμφώνων· ἢ παρὰ τὸ ῥέω ῥόσος καὶ δρόσος πλεονασμῷ τοῦ δ· ἢ παρὰ τὸ Ζεύς Διός καὶ τὸ σεύω, τὸ ὁρμῶ, δίοσος καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ ρ δρόσος. βαρύνεται· τὰ εἰς ος δισύλλαβα διβράχεα
10βαρύνονται.379 in vol. 2

delta

380

Φωτίου Δροσούμενοι 〈Jo. Damasc. Canon. iamb. 2, 106〉· ἔστι δρόσος καὶ ἐξ αὐτοῦ γίνεται δροσίζω καὶ δροσῶ δροσήσω· καὶ ὁ παθητικὸς 〈δροσοῦμαι, ἡ μετοχὴ〉 δροσούμενοι. Δρύφακτοι 〈Procop. De bell. 1, 7, 6〉· ξύλινοι θώρακες· τὰ δια‐
5φράγματα, ἢ τὰ περιτειχίσματα, ἢ αἱ τῶν δικαστηρίων θύραι, ἤγουν τὰ κάγκελλα. Δρῶ· εἰς τὸ Ἀποδαρθεῖν καὶ Σφόδρα καὶ Ὑπόδρα. Δυάς· παρὰ τὸ διϊέναι· μόνη γὰρ πρώτη ἡ δυὰς διΐσταται ἀπὸ τῆς μονάδος, ὅθεν οἱ Πυθαγορικοὶ τόλμαν αὐτὴν εἶπον. ‖ ἢ παρὰ τὸ
10διήκειν καὶ διεξιέναι. ἢ παρὰ τὸ συνδεδέσθαι τῷ 〈αʹ〉 ἀριθμῷ· τὸ γὰρ ἓν ἀπολελυμένον ἐστίν· ἔστι γὰρ δώ δύω 〈ὡσ〉 ῥέω ῥύω χέω χύω. ἢ παρὰ τὸ διϊέναι μόνη· καὶ γὰρ ἡ δυὰς πρώτη διΐσταται ἀπὸ τῆς μο‐
νάδος. καὶ εἰς τὸ Δύω.380 in vol. 2

delta

381

Δυγός· ὁ ζυγός. εἰς τὸ Ἵδρυσεν. Δυηπαθείας 〈Agath. Hist. 3, 1〉· 〈ib.〉 „ἄνευ πόνου καὶ δυηπα‐ θείασ“· κακοπαθείας, δυστυχίας· δύη γὰρ ἡ κακοπάθεια, λύη τις οὖσα, ἡ λύουσα τὰ μέλη. ὅθεν καὶ δοῦλος, ὁ δυστυχῶς καὶ κακῶς πάσχων,
5δύηλός τις ὤν. Δύμεναι 〈Γ 241〉· ἀορίστου δευτέρου καὶ μέλλοντος. τὸ ῥῆμα δῦμι τετάρτης συζυγίας τῶν εἰς μι. ἡ δὲ τετάρτη ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων, οἷον δύω δῦμι. Δῦναι 〈Γ 322〉· τὸ ῥῆμα δύνω ἐκ τοῦ δύω, ὁ παρακείμενος
10δέδυκα, ὁ παθητικὸς δέδυσμαι καὶ ὄνομα ῥηματικὸν δυσμή καὶ δυσμαί, ὅπου ἐξέρχεται καὶ ὑπεισδύνει 〈ὁ ἥλιοσ〉. Φωτίου Νικήτου Δυνάστης 〈Jo. Damasc. Canon. iamb. 3, 20〉· παρὰ τὸ δυ‐ νάζω, ὁ μέλλων δυνάσω, δεδύνακα, δεδύνασμαι, δεδύνασαι, δεδύνασται
καὶ ἐξ αὐτοῦ δυνάστης· καὶ κλίνεται δυνάστου.381 in vol. 2

delta

382

Δύνω· εἰς τὸ Πίνω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Δύνωνται 〈Ps. 17, 39〉· ἀπὸ τοῦ δύνημι, οὗ τὸ παθητικὸν δύναμαι καὶ τὸ ὑποτακτικὸν ἐὰν δύνωμαι. καὶ ὤφειλεν εἶναι ἐὰν δυ‐ νῶμαι ὡς τιθῶμαι· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα εὑρεθῇ ὁ
5ἐνεστὼς τῶν εἰς μι ἐν χρήσει, τότε προπερισπῶνται τὰ ὑποτακτικά, οἷον τίθημι ἐὰν τιθῶμαι, ἵστημι ἐὰν ἱστῶμαι· ἡνίκα δὲ ὁ ἐνεστὼς οὐχ εὑρίσκεται ἐν χρήσει, τότε προπαροξύνονται, οἷον δύνημι ἐὰν δύνωμαι. τὸ γὰρ δύνημι ἐν χρήσει οὐχ εὑρίσκεται. λοιπὸν τὸ πληθυντικὸν δυνώ‐ μεθα καὶ τὸ τρίτον δύνωνται.
10 Δυσαλθές· τὸ δυσίατον· ὄνομα οὐδέτερον. τὸ ἀρσενικὸν ὁ δυσαλθής. γίνεται ἐκ τοῦ δύς καὶ τοῦ ἄλθω, τὸ θεραπεύω· τοῦτο ἐκ τοῦ ἄλδω, τὸ αὔξω· τὸ γὰρ ὑγιὲς αὔξεται.
Δύσεριν· φιλόνεικον· παρὰ τὸ δύς, ὅ ἐστι κακόν, καὶ τὴν ἔριν.382 in vol. 2

delta

383

Δυσκάθεκτον 〈Jo. Damasc. Canon. iamb. 2, 84 aut 3, 17〉· ἔστι ἔχω, τὸ κρατῶ, ὁ μέλλων ἕξω, ὁ παθητικὸς παρακείμενος ἧγμαι, τὸ τρίτον ἧκται καὶ ἐξ αὐτοῦ ἑκτός καὶ μετὰ 〈τῆς κατά προθέσεως κα‐ θεκτός, καὶ μετὰ〉 τοῦ δύς μορίου δυσκάθεκτος, ὁ ἀκράτητος. [ἐκ δὲ
5τοῦ δύς καὶ τοῦ θεός γίνεται δύσθεος]. ἢ παρὰ τὸ κατέχω καθέξω καθεκτός καὶ μετὰ τοῦ δύς μορίου δυσκάθεκτος, ἤγουν ἡ μὴ κρατουμένη. Δύσκολος· παρὰ τὸ δύς μόριον, ὃ σημαίνει τὸ κακόν, καὶ τὸ κολλῶ· ὁ δυσκόλως τινὶ κολλώμενος. Χοιροβοσκοῦ Δυσμενής 〈Jo. Damasc. Canon. iamb. 1, 42〉· παρὰ τὸ δύς
10μόριον καὶ τὸ μένος, ὃ σημαίνει τὴν δύναμιν. καὶ εἰς τὸ Ἐχθρός.383 in vol. 2

delta

384

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Δυσμῶν 〈Ps. 49, 1〉· ἡ εὐθεῖα δυσμή. γίνεται παρὰ τὸ δύνημι· τοῦτο παρὰ τὸ δύω· ὁ παρακείμενος δέδυκα, ὁ παθητικὸς δέδυσμαι καὶ ὄνομα ῥηματικὸν δυσμή καὶ δυσμῶν. Δυσπειθής ἀπειθοῦς διαφέρει· ὁ μὲν γὰρ δυσπειθὴς δυσκόλως
5δέχεται τὸν πιστικὸν λόγον, ὁ δὲ ἀπειθὴς ἀποκρούεται καὶ οὐδ’ ὅλως πείθεται. Δύστηνος· παρὰ τὸ στένειν ἐπεκτάσει τοῦ ε εἰς η.
Δυσχερής· εἰς τὸ Εὐχερῶς.384 in vol. 2

delta

385

Δυφόρος· εἰς τὸ Ἀσύφηλον καὶ Ἀφροδίτη. Δύφρος· εἰς τὸ Χειμέριαι. Δύω· 〈Γ 18〉 „αὐτὰρ ὃ δοῦρε δύω“. ὧδε γράφεται διὰ τὸ μέτρον μέγα· κοινῶς μὲν γὰρ διὰ τοῦ ο μικροῦ, Ἀττικῶς δὲ διὰ τοῦ ω με‐
5γάλου. καὶ ποῖόν ἐστιν ἀναλογώτερον; τὸ διὰ τοῦ ω μεγάλου, ἐπειδὴ ἐμάθομεν, ὅτι τρία εἰσὶ τελικὰ τῶν δυϊκῶν στοιχεῖα, α ε ω. τούτου χάριν ἀναλογώτερόν ἐστι διὰ τοῦ ω μεγάλου καὶ οὐ διὰ τοῦ ο μικροῦ. Δύω· παρὰ τὸ συνδεδέσθαι ἑτέρῳ ἀριθμῷ. καὶ γράφεται τὸ δυ ψιλὸν καὶ δίφθογγον· ὅταν βαρύνηται, γράφεται διὰ τοῦ υ ψιλοῦ καὶ
10τοῦ ο μικροῦ, ὅτε δὲ ὀξύνεται, γράφεται διὰ διφθόγγου καὶ διὰ τοῦ ω μεγάλου. γίνεται δὲ τὸ δοιώ τὸ διὰ διφθόγγου, (ὡς τὸ 〈Δ 7〉 „δοιαὶ μὲν Μενελάῳ“· καὶ ἔστι κατὰ διάλεκτον· 〈Ι 230〉 „ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι“) ἐκ τοῦ δύο, τοῦ διὰ τοῦ υ ψιλοῦ, πλεονασμῷ τοῦ ο καὶ τροπῇ τοῦ υ εἰς ι. καὶ εἰς τὸ Ἄδυτα.
15Δύω καὶ δύο· εἰς τὸ Ἄμφω. Δῶ· εἰς τὸ Ἵημι καὶ Πίπτω. Γεωργίου Δώδεκα· παρὰ τὸ δυόδεκα τοῦ υ καὶ ο εἰς ω μέγα κραθέντων
γέγονε δώδεκα.385 in vol. 2

delta

386

Δωδέκατος· παρὰ τὸ δύο καὶ τὸ δέκα γίνεται δυοδέκατος καὶ κατὰ κρᾶσιν δωδέκατος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Δῴη σοι 〈Ps. 19, 5〉· εὐκτικὸν ῥῆμα ἀορίστου δευτέρου. ἔστι δίδωμι, ὁ μέλλων δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, ἡ μετοχὴ δούς
5δόντος, καὶ τὸ εὐκτικὸν δοίην καὶ ἐπαυξήσει τοῦ ο εἰς ω μέγα δῴην, καὶ μένει τὸ ι προσγεγραμμένον. Δῶμα· παρὰ τὸ δομῶ, τὸ οἰκοδομῶ. τὸ δὲ δομῶ παρὰ τὸ δέμω· τὰ γὰρ εἰς ω λήγοντα ῥήματα βαρύτονα τῷ ε παραληγόμενα, ἡνίκα περισπασθῶσι, τρέπουσι τὸ ε εἰς ο.
10Φωτίου Δῶρον· παρὰ τὸ δωρεῖσθαι ἡμᾶς τῇ χειρί. ἢ δωρεά. Δώς· ὄνομα θηλυκόν. ἔστι δὲ ἄκλιτον, ἐπειδὴ τὰ εἰς ως θηλυκὰ
μονοσύλλαβα κύριά εἰσι καὶ περισπώμενα· ἐπειδὴ δὲ τὸ δώς θηλυκὸν386 in vol. 2

delta

387

ὂν οὐκ ἔστι κύριον οὐδὲ περισπώμενον, ἀλλὰ μᾶλλον ὀξύτονον, τούτου χάριν ἔμεινεν ἄκλιτον. Δώς· παρὰ τὸν δώσω μέλλοντα κατὰ ἀποκοπὴν τοῦ ω. δεῖ γι‐ νώσκειν ὅτι ἐν τοῖς θηλυκοῖς ἄκλιτόν ἐστι τὸ δώς, ὃ σημαίνει τὴν δόσιν,
5οἷον 〈Hesiod. Op. 356〉 „δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα“. ἄκλιτον δέ ἐστι, ἐπειδὴ τὰ εἰς ως θηλυκὰ μονοσύλλαβα καὶ περισπᾶται καὶ κύριά εἰσιν, οἷον ἡ Κῶς τῆς Κῶ, ἡ Κρῶς τῆς Κρῶ· ἐπεὶ δὲ τὸ δώς θηλυκὸν ὂν—. ἐγράφη. Ὁμήρου Δῷσι 〈Α 129〉· δίδωμι, δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, τὸ
10ὑποτακτικὸν ἐὰν δῶ δῷς δῷ, πλεονασμῷ τῆς σι συλλαβῆς ἐὰν δῷσι, ὥσπερ 〈ἐὰν〉 ἔχῃ ἔχῃσι, ἐὰν [δὲ] εἴπῃ εἴπῃσι· τρίτου προσώπου εἰσίν. Δῷσι 〈Α 129〉· ἐκ τοῦ δίδωμι· ὑποτακτικοῦ χρόνου ἀορίστου δευ‐ τέρου καὶ μέλλοντος. ὁ δεύτερος ἀόριστος ἔδων, τὸ ὑποτακτικὸν ἐὰν δῶ δῷς δῷ καὶ κατ’ ἐπέκτασιν τῆς σι συλλαβῆς δῷσι, τὸ πληθυντικὸν
15ἐὰν δῶμεν δῶτε. Γεωργίου Δωτήρ· ἀπὸ τοῦ δοτήρ τοῦ ο μικροῦ ἐκταθέντος εἰς ω μέγα δωτήρ. Γεωργίου Δωτίνη· ἀπὸ τοῦ δώσω μέλλοντος γέγονε δωσίνη καὶ κατὰ
τροπὴν τοῦ ς εἰς τ δωτίνη· ἢ ἀπὸ τοῦ δέδοται γέγονε δοτός, καὶ387 in vol. 2

delta

388

ἐκεῖθεν δοτίνη διὰ τοῦ ο, καὶ τροπῇ τοῦ ο εἰς ω δωτίνη διὰ τοῦ ω μεγάλου.

epsilon

388

(3t)

〈Ε〉
4· δασυνόμενον καὶ ἐγκλινόμενον δηλοῖ ἀντωνυμίαν τρίτου προσώ‐
5που πτώσεως αἰτιατικῆς αὐτόν, 〈Δ 534〉 „οἵ ἑ μέγαν περ ἐόντα“· ὀρθοτονούμενον δὲ πάλιν τρίτου δ〈ηλ〉οῖ ἑαυτόν, 〈Ψ 203〉 „κάλεον δέ μιν εἰς 〈ἓ〉 ἕκαστοσ“. Ἐά· εἰς τὸ Ἑορτή. Ἑάλω 〈Procop. De bell. 7, 35, 2〉· ἐλήφθη, αἰχμαλωτίσθη· ἔστι
10ῥῆμα ἁλῶ, ὃ σημαίνει τὸ πορθῶ, ἐξ αὐτοῦ παράγωγον εἰς μι ἅλωμι, ὁ μέλλων ἁλώσω, ὁ δεύτερος ἀόριστος ἥλων, τὸ τρίτον ἥλω καὶ δια‐
λύσει τοῦ η εἰς ε καὶ α ἑάλω.388 in vol. 2

epsilon

389

Ἐάλη· ἐπλανήθη· παρὰ τὸ στέρησιν ἔχειν τοῦ λῶ· οἱ γὰρ πλανώ‐ μενοι οὐχ ὧν θέλουσι τυγχάνουσι. Ἑανόν· τὸ〈ν〉 ἐνδυτήριον πέπλον· παρὰ τὸ ἕσσασθαι. Ὁμήρου Ἑανοῦ 〈Γ 385〉· λεπτοῦ ἱματίου· ἔστιν ἕω, τὸ ἐνδύομαι,
5ἑανός. τὸ α μακρὸν καὶ βραχὺ κατὰ ποιητικὴν ἄδειαν. ἔστι γένους ἀρσενικοῦ. Σελεύκου Ἔαρ· ἀπὸ τοῦ τὰ συνεχόμενα τῷ χειμῶνι καὶ μεμυκότα τότε προϊέναι καὶ αὔξεσθαι· ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ ἐὰ ὀρούειν. καὶ εἰς τὸ Εἶαρ.
10 Ἔασιν 〈Β 131〉· ... ῥῆμα τῶν εἰς μι· Ἰωνικῶς. ὁ κανών 〈Theod. Canon. 84, 1 Hilgard〉· „ταῦτα δὲ τὰ τρίτα—“. ἔστι δὲ ἐκ τοῦ εἰμί
εἶς ἐστί, τὸ πληθυντικὸν εἰμέν ἐσ〈τ〉έ εἰσί, τὸ Ἰωνικὸν ἔασιν.389 in vol. 2

epsilon

390

Ἕαται 〈Γ 134〉· ... ῥῆμα τῶν εἰς μι παθητικοῦ ἐνεστῶτος. εἰώθασιν οἱ ποιηταὶ ἐπὶ τοῦ κεῖνται καὶ ἧνται ποιεῖν ὡς ἀπὸ περισπω‐ μένου τὸ Ἰωνικόν· ἕεμαι γάρ ἐστι καὶ κράσει ἧμαι ἧται καὶ ἧνται καὶ Ἰωνικῶς ἕαται. ὁ κανών 〈Theod. Canon. 57, 15 Hilgard〉· „οἱ μέντοι
5ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ αται—.“ οὕτω κεῖνται κέαται καὶ πλεονασμῷ τοῦ ι κείαται· 〈Ω 527〉 „δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει.“ καὶ εἰς τὸ Εἴαται. Ἑάφθη 〈Ν 543〉· ... παρὰ τὸ ἕπω ἥφθην, καὶ διαιρέσει τοῦ
10η ἑάφθη. Γεωργίου Ἑβδομήκοντα· ἐκ τοῦ ἕβδομος γέγονεν. ὤφειλε γὰρ εἶναι
ἑβδομόκοντα διὰ τοῦ ο· ἀλλ’ ἐπειδὴ τὰ εἰς κοντα λήγοντα ἀριθμητικὰ390 in vol. 2

epsilon

391

οὐ θέλουσι προπαραλήγεσθαι τῷ ε ἢ τῷ ο, ἐξ ἀνάγκης ἔτρεψεν τὸ ο εἰς η καὶ γέγονεν ἑβδομήκοντα. ὡσαύτως καὶ ἀπὸ τοῦ ὄγδοος ὀγδοή‐ κοντα τὸν αὐτὸν τρόπον. τὸ δὲ ἑξήκοντα, ἀπὸ τοῦ ἑξά〈κι〉ς γέγονε τροπῇ Ἰωνικῇ τοῦ α εἰς η ἑξήκοντα. τὸ δὲ ἐνενήκοντα ἀπὸ τοῦ ἐννέα
5ἐννεάκοντα 〈καὶ κατὰ ὑπερβιβασμὸν ἐνενάκοντα〉 ὤφειλεν εἶναι· ἀλλ’ ἐπειδὴ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τῷ η 〈προ〉παραλήγονται, τούτου χάριν κατὰ συνεκδρομὴν γέγονεν ἐκείνων καὶ ἔτρεψε τὸ α εἰς η, ὡς ὀγδοήκοντα καὶ ἑβδομήκοντα καὶ 〈ἑξήκοντα· οὕτως καὶ〉 ἐνενήκοντα. Ἕβδομος· ἐκ τοῦ ἑπτά ἕπτομος καὶ κατὰ τροπὴν τοῦ π εἰς β
10καὶ τοῦ τ εἰς δ ἕβδομος. Ἐβραγχίασεν 〈Ps. 68, 4〉· ἀπὸ τοῦ βρέχω γίνεται βρόχος καὶ βρόχιον, τὸ συνεχῶς βρεχόμενον· ἐξ οὗ καὶ βράχος, τὸ τῆς θαλάσσης. καὶ λοιπὸν ἐκ τοῦ βρόχος γίνεται πλεονασμῷ τοῦ γ βρογχιάζω καὶ τροπῇ τοῦ ο εἰς α 〈βραγχιάζω〉 βραγχιάσω καὶ ἐβραγχίασα.
15 Ἐγγέγατον· 〈κ 138〉 „ἄμφω δ’ ἐγγέγατο〈ν〉 φαεσιμβρότου Ἠε‐ λίοιο“· μέσου παρακειμένου τρίτου προσώπου τῶν δυϊκῶν. ἔστι ἀπὸ τοῦ γείνω, ὁ μέσος παρακείμενος γέγονα, ὡς κείρω κέκορα, καὶ τὸ δυϊκὸν γεγόνατον καὶ ἐν συγκοπῇ γέγατον καὶ μετὰ τῆς ἔν προθέσεως ἐγγέγατον.
20Ἐγγίζω· 〈ἐκ τοῦ〉 ἐγγύς. τοῦτο παρὰ τὴν ἔν πρόθεσιν καὶ τὸ
γῆ· κυρίως ὁ πλησίον τινὸς ὑπάρχων.391 in vol. 2

epsilon

392

Ὁμήρου Ἐγγυαλίζω 〈Β 436〉· ... ἔστι γῶ, τὸ χωρῶ καὶ δέχομαι· τοῦτο κατὰ παραγωγὴν γύω καὶ ἐξ αὐτοῦ γυῖα, τὰ μέλη. ἔστι οὖν γυῖον κατὰ παραγωγὴν γυΐζω καὶ 〈ἐγγυΐζω καὶ〉 πλεονασμῷ τῆς αλ συλλαβῆς, ὡς τὸ εἴκω, τὸ ὁμοιῶ, εἴκιον καὶ ἐνείκιον καὶ πλεονασμῷ
5τῆς αλ συλλαβῆς ἐναλίγκιον, οὕτω καὶ τοῦτο. κυρίως δὲ λέγεται ἐγγυ‐ αλίζειν τὸ εἰς χεῖρα δοῦναί τι καὶ παρασχεῖν. καὶ εἰς τὸ Ἐγγυῶμαι. Ἐγγύη· ... παρὰ τὸ γῶ, τὸ λαμβάνω, γύω καὶ ἐγγυᾶσθαι 〈καὶ〉 ἐγγύη. Ἐγγυᾷ καὶ ἐγγυᾶται διαφέρει· ἐγγυᾷ μὲν γὰρ ὁ διδούς, ἐγγυᾶ‐
10ται δὲ ὁ λαμβάνων.392 in vol. 2

epsilon

393

Ἐγγύς· ... ἐπίρρημα τοπικόν. ποίας σχέσεως τῶν τοπικῶν; τῆς ἐν τόπῳ. ἐκ τοῦ ἐγγίζω ἐγγίσω ἐγγίς, καὶ ὡς Ἀφροδύτη Ἀφροδίτη, εἰώθασι γὰρ πάλιν τὸ ι μεταβάλλειν εἰς υ, διὰ τοῦτο ἐτράπη τὸ ι εἰς υ καὶ ἐγένετο ἐγγύς.
5 Ἐγγυῶ· σημαίνει τὸ ἀντιφωνῶ καὶ οἰκειῶ, καὶ ἔστι δευτέρας τῶν περισπωμένων. Σελεύκου Ἐγγυῶμαι· οἷον ἐν χερσὶ φυλάττω· ὅθεν ἐγγυαλίξαι, 〈τὸ〉 ἐγχειρίσαι καὶ δοῦναι ... κυρίως δὲ ὁ τὸ ὑποκείμενον ἀνέπαφον παρεχόμενος.
10 Γεωργίου Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐγείρω· παρὰ τὸν ἐγερῶ μέλλοντα γέγονεν· οἱ Αἰολεῖς δὲ ἐ[γ]γέρρω λέγουσιν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐγκάθηται 〈Ps. 9, 29〉· ... ἔστι ἕω, τὸ καθέζομαι, ἐξ αὐτοῦ παράγωγον εἰς μι ἕημι, τὸ παθητικὸν ἕεμαι ἧμαι, τὸ δεύτερον ἕεσαι ἧσαι, τὸ τρίτον ἕεται ἧται, καὶ μετὰ τῆς κατά προθέσεως καταῆται,
15καὶ ἐν συγκοπῇ κατῆται, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ μετὰ τῆς
ἔν προθέσεως ἐγκάθηται. καὶ ὤφειλε ν γράφεσθαι· ἀλλὰ πᾶσα συλλαβὴ393 in vol. 2

epsilon

394

πρὸ τοῦ γκχξ οὐ δέχεται ν ἀλλὰ γ, οἷον ἄγγελος ἄγκυρα ἔγχος σφίγξ. Διὰ τί ἐπὶ μὲν τοῦ ἧται τὰ δύο εε εἰς η κιρνῶνται, ἐπὶ δὲ τοῦ κεῖται εἰς τὴν ει δίφθογγον; ἐπειδὴ ἡ ἄρχουσα αὐτῶν ἐστιν ἡ αἰτία· τὸ μὲν γὰρ ἀπὸ συμφώνου ἄρχεται, τὸ δὲ ἀπὸ φωνήεν‐
5τος. προπαροξύνεται· πᾶν παθητικὸν εἰς μαι λῆγον ἀπὸ τῶν εἰς μι κεκλιμένων ἐν τῇ συνθέσει τρίτην ἀπὸ τέλους ποιεῖται τὴν ὀξεῖαν, οἷον κεῖμαι ἀπόκειμαι, ἧμαι κάθημαι, τὸ δεύτερον κάθησαι, τὸ τρίτον κάθη‐ ται καὶ μετὰ τῆς ἔν προθέσεως ἐγκάθηται. Ἐγκαλῶ· ἔγκλησιν εἰσάγω καὶ καταδίκην.
10 Ἐγκάρσιον 〈Procop. De bell. 5, 21, 20〉· πλάγιον ... παρὰ τὸ κείρω ῥῆμα, ὃ σημαίνει τὸ κόπτω, ὁ μέλλων κέρσω Αἰολικῶς, ἐξ αὐτοῦ κέρσιος καὶ ἐγκάρσιος κατὰ τροπὴν τοῦ ε εἰς α. Νικήτου Ἔγκατον 〈Jo. Damasc. Canon. iamb. 3, 71〉· παρὰ τὸ ἔσω κεῖσθαι. ἢ παρὰ τὴν ἔν πρόθεσιν καὶ τὸ κάτω ἐπίρρημα· ἔγκατον γάρ
15ἐστι διότι κάτω φέρεται πᾶν τὸ τρωγόμενον. Ἐγκέλαδος· ἤτοι ἦχον ἐν τῇ κινήσει τῇ πολεμικῇ ἀποτελοῦσα,
ἢ ἐγκελευομένη, ἢ ἀπὸ τοῦ Ἐγκελάδου τοῦ γίγαντος.394 in vol. 2

epsilon

395

Ἐγκέφαλος· παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ. τί δέ ἐστιν ἐγκέφα‐ λος; λευκὸς καὶ μαλακός, ὥσπερ ἐξ ἀφροῦ τινος πεπηγώς, θερμὸς καὶ ὑγρός. Ἐγκονεῖν· εἰς τὸ Διάκονος.
5 Ἐγκώμιον· παρὰ τὸ ἐν κώμαις ᾄδεσθαι. κώμας δὲ ἔλεγον οἱ παλαιοὶ τοὺς στενωποὺς καὶ τὰ ἄμφοδα. τὴν γὰρ νύκτα ἤρχοντό τινες καὶ ἔλεγον ὅστις ἐποίει κακὰ πράγματα καὶ ἐκακολόγουν αὐτούς. καὶ
εἰς τὸ Ἔπαινος καὶ Ὕμνος.395 in vol. 2

epsilon

396

Ἐγρεκύδοιμος 〈Hesiod. Theog. 925〉· ἡ ἐγείρουσα κυδοιμόν τοῖς ἐναντίοις. Ἔγρετο 〈Β 41〉· βαρυτόνως· ἐκ τοῦ ἐγείρω συγκοπῇ ἔγρω ἔγρο‐ μαι ἐγρόμην.
5 Εὐλογίου Ἐγρήγορθα· πόθεν; ἀπὸ τοῦ ἐγρηγορῶ ἐγρηγορήσω καὶ ἐγρηγόρηκα καὶ ὁ μέσος ἐγρήγορα· ἐνδεῖ γὰρ μιᾷ συλλαβῇ 〈τοῦ ἐνεργητικοῦ εἰς τὸν μέσον παρακείμενον τὰ〉 ἀπὸ περισπωμένων· καὶ προσθέσει τοῦ θ ἐγρήγορθα. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἐγρήγορος 〈Jo. Damasc. Canon. iamb. 1, 52〉· ἐκ τοῦ ἐγρη‐
10γορῶ. τοῦτο δὲ ἐκ τοῦ ἐγείρω, ὁ μέλλων ἐγερῶ, καὶ τροπῇ τοῦ ε εἰς ο ἐγορῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν γρεγορῶ, καὶ πλεονασμῷ τοῦ ε ἐγρεγορῶ, καὶ τροπῇ τοῦ ε εἰς η ἐγρηγορῶ. Ἐγχειΐδιον· εἰς τὸ Λείριον. Ἐγχείῃσιν 〈Γ 137〉· ἡ εὐθεῖα ἐγχεία, καὶ ὤφειλε προπαροξύνε‐
15σθαι· τὰ γὰρ διὰ τοῦ εια ἐπὶ πραγμάτων ταττόμενα προπαροξύνεται, οἷον Ἀμάλθεια· ἔστι δὲ ἡ αἲξ ἡ τρεψαμένη τὸν Δία· καὶ ὑπώρεια.
τὸ δὲ ἐγχεία ποιητικῶς ἐξετάθη. γίνεται ἐκ τοῦ ἔγχος ἔγχεα, ὡς396 in vol. 2

epsilon

397

ἰτέα συκέα, καὶ πλεονασμῷ τοῦ ι ἔγχεια. τὸ χει δίφθογγον, διότι ἀνε‐ φάνη τὸ ε ἐν τῷ ἔγχεα, 〈ὥσπερ τὸ ἐλεγχείη〉· σημαίνει δὲ τὸ ὄνειδος· 〈Χ 100〉 „Πουλυδάμας μοι ἔπειτα ἐλεγχείην ἀναθήσει.“ οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ α, ὡς ἐν τῷ 〈ἱέρεια καὶ〉 ἱερεία, ἐναλλαγὴν μὲν τοῦ
5τόνου ποιοῦσι, φυλάττουσι δὲ τὴν γραφήν, οἷον ἐγχεία ἐλεγχεία. Γεωργίου Ἐγχειρίδιον· ... Ἐγχειρίδιον· παρὰ τὸ χείρ χειρός χειρίδιον καὶ ἐγχειρίδιον. σημαίνει δὲ βʹ· τὸ μικρὸν βιβλίον, καὶ γίνεται ὡς προείπομεν· σημαίνει δὲ καὶ τὸ μικρὸν ξίφος, καὶ γίνεται παρὰ τὸ ἔγχος ἔγχεος ἐγχείδιον
10καὶ ἐγχειρίδιον, οἱονεὶ τὸ τοῦ ἔγχους ἴδιον.397 in vol. 2

epsilon

398

Ἐγχεσπάλος 〈Β 131〉· ὄνομα ἐκ τοῦ ἔγχος καὶ τοῦ πάλλω, τὸ κινῶ· διαθέσεως ἐνεργητικῆς. διὰ τί; τὰ εἰς ος σύνθετα εἰς ἐνέργειαν καὶ εἰς πάθος ἀναλυόμενα δύο τόνους ἐπιδέχονται. Ἔγχος· ... παρὰ τὸ ἔχω ἔχος καὶ ἔγχος.
5 Ἐγχρίπτουσα 〈Agath. Hist. 1, 12〉· προστρίβουσα, προσπελά‐ ζουσα, προσεγγίζουσα, οἱονεὶ τοῦ χρωτὸς προσαπτομένη· παρὰ τὸ χρώς καὶ τὸ ἅπτω, ὃ σημαίνει τὸ ἐφάπτεσθαι. 〈ἢ παρὰ τὸ ἐν χρῷ, ὅ ἐστιν εἰς χρῶτα, πάνυ ἐγγὺς ὥστε καὶ ἐφάπτεσθαι〉· ἐγχρῶ οὖν ἐγχραύω, ἐγχρα〈ύ〉πτω καὶ ἐγχρίπτω ἐκβολῇ τοῦ α καὶ τροπῇ τοῦ υ εἰς ι.
10 Ἐγχρῷ· εἰς τὸ Ἐν χρῷ. Ἐγώ 〈Γ 290〉· ἀσύναρθρον. διὰ τί; ἐπειδὴ αἱ μὲν ἀντωνυμίαι πρώτην δεῖξιν σημαίνουσι· τὰ δὲ ἄρθρα ἀναφορὰν δηλοῦσιν· ἀναφορὰ δέ ἐστιν ἐγνωσμένου καὶ ἀπόντος τινὸς ἀναπόλησις. ἡ δὲ ἀντωνυμία πρώτην δεῖξιν δηλοῖ· ἐναντία γάρ ἐστιν ἡ δεῖξις τῇ ἀναφορᾷ.
15 Ἐγών 〈Γ 169〉· ἡ Δωριέων διάλεκτός ἐστιν ἡ προσλαμβάνουσα τὸ ν· καὶ τὴν σύ ἀντωνυμίαν τύν λέγουσι μετὰ τοῦ ν, ὅπερ προσθέ‐ σει τοῦ η γίνεται τύνη· ᾗ καὶ ὁ ποιητὴς ἐκκλίνων τὴν χασμωδίαν τῶν φωνηέντων εἶπεν τὸ ἐγών μετὰ τοῦ ν. Ἐδάην· εἰς τὸ Δαήρ.
20Ἑδανόν· τὸ ἡδύ· παρὰ τὸ ἥδω καὶ ἥδομαι †ἥδυνον. ἢ παρὰ τὸ
†ηεδανόν.398 in vol. 2

epsilon

399

Ἔδαρ· εἰς τὸ Ὕπαρ. Ἔδδεισεν 〈Α 33〉· δείω, τὸ φοβοῦμαι, ἐξ οὗ καὶ δέος, 〈ὡσ〉 κλείω, τὸ δοξάζω, κλέος· δείω καὶ ὁ μέλλων δείσω, ἔδεισα καὶ πλεο‐ νασμῷ τοῦ δ ἔδδεισα. ἢ ὡς ἀπὸ περισπωμένου δειδῶ δειδήσω, ἐδεί‐
5δησα 〈καὶ ἔδδεισα〉 ὑπερβιβασμῷ τοῦ δ καὶ ἀποβολῇ τοῦ η. Ἐδεδέατο· εἰς τὸ Ξυνεδεδέατο. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἔδειξεν 〈Jo. Damasc. Canon. iamb. 1, 11〉· ἀορίστου πρώτου. σημαίνει γʹ· τὴν ἀπόδειξιν διὰ τῆς ει, καὶ τὸ δάκνω διὰ τοῦ η, καὶ τὸ βάλλω διὰ τοῦ ι. εὕρηνται δὲ ἐν τοῖς Ἐπιμερισμοῖς.
10 Ἐδ[ελ]έατρος· εἰς τὸ Ἐλέατρος. Ἐδεξιοῦτο· εἰς τὸ Δέκτο καὶ Δεξιῶ. Ἔδεσ〈σ〉α· πόθεν ἐκλήθη; παρὰ τὸ ἔδαφος· ἡ πολλάκις ὑπὸ Σκιρτοῦ τοῦ ποταμοῦ ἐδαφισθεῖσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἔδεσμα 〈Ps. 54, 15〉· ἔδω, τὸ ἐσθίω· ὅθεν καὶ ὀδούς ὀδόν‐
15τος· ὁ παθητικὸς ἔδομαι, τὸ τρίτον ἔδεται καὶ κατέδεται. καὶ ἐξ αὐτοῦ περισπώμενον ἐδῶ, ἐδέσω, ἤδεκα, ἤδεσμαι καὶ ἐξ αὐτοῦ ἔδεσμα, τὸ εἰς βρῶσιν ἐπιτήδειον. καὶ εἰς τὸ Σκεδάζω.
Ἐδεστόν· εἰς τὸ Σκεδάζω.399 in vol. 2

epsilon

400

Ἐδήδοκα· παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ὁ μέσος παρακείμενος ἦδα καὶ ὁ Ἀττικὸς ἔδηδα, ἐξ οὗ τὸ 〈Ρ 542〉 „λέων κατὰ ταῦρον ἐδηδώσ“· τούτου ὁ ἐνεργητικὸς παρακείμενος ἦκα, ὁ Ἀττικὸς ἔδηκα· καὶ ἐπειδὴ οὐκ ἔχει ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ἐπλεό‐
5νασεν ἡ δο συλλαβὴ καὶ ἐγένετο ἐδήδοκα. Ἕδνον· ... παρὰ τὸ ἥδω ἥδανον ἕδνον· ἥδονται γὰρ ἐν αὐτῷ αἱ κοῦραι. Ἔδομεν· εἰς τὸ Δόσαν. Ἔδοσαν· εἰς τὸ Δόσαν.
10Ἔδοσο· εἰς τὸ Ἀπέδου. Ἔδου· εἰς τὸ Ἀπέδου.
Ἕδρα· εἰς τὸ Ἐνέδρα καὶ Συνεδριάζω.400 in vol. 2

epsilon

401

Ἔδραμον· ἰστέον ὅτι τὸ ἔδραμον ἀπὸ τοῦ δρέμω ἐστίν, ἐπεὶ τὸ ῥηματικὸν ὄνομα πιστοῦται 〈τὸ〉 δρόμος, ὡς βρέμω βρόμος· οὕτως οὖν καὶ δρέμω δρόμος. ὁ δὲ Ἡρωδιανός 〈II 801, 17 Lentz〉 φησιν, ὅτι δύναται εἶναι ἀπὸ τοῦ δραμῶ περισπωμένου, ἐξ οὗ καὶ Μένανδρος
5〈fr. 741 Kock〉 „[ἐ]δεδράμηκά σοι δρόμον οἷον οὐδεὶς πώποτε“ καὶ ὄνομα ῥηματικὸν δράμημα. Ἐδρύφθη· τὸ ἐξύσθη· παρὰ τὸ λεπίζεσθαι τὴν δρῦν ἡ μεταφορά. ζήτει. Ἔδω· εἰς τὸ Ἔδεσμα καὶ Ἐδήδοκα καὶ Εἶδαρ καὶ Εὗδον καὶ Κε‐
10δάζω καὶ Κήδω καὶ Περιπέζια. Ἔδων· εἰς τὸ Δῴη σοι. Ἐείκοσι εἰς τὸ Εἴκοσι. Ἔειπεν 〈Β 156〉· ψιλοῦται. τὸ ε πρὸ φωνήεντος πλεονάζον ψιλουμένου μὲν αὐτοῦ συμψιλοῦται, οἷον οἶκα ἔοικα, δασυνομένου δὲ
15〈συνδασύνεται〉, οἷον ὥρων ἑώρων. ὁ δὲ Ἡρωδιανός 〈I 537, 5 Lentz〉·
„τὰ πλεονάσαντα φωνήεντα ἐν λέξεσι ταῖς ἀπὸ φωνήεντος δασυνομέ‐401 in vol. 2

epsilon

402

νου ἀρχομέναις μεταληπτικὰ γίνεται τοῦ δασέος πνεύματος, οἷον ἥν‐ δανε〈ν〉 ἑήνδανεν“. Ἔεις· εἰς τὸ Εἴκοσι. Ἐεισαμένη 〈Γ 389〉· εἴδω, εἴσω, ἔ[σ]εισα· ψιλοῦται. τὸ ε πρὸ
5φωνήεντος πλεονάσαν καὶ τὰ ἑξῆς. Ὁμήρου Ἐέλδωρ 〈Α 41〉· ... ἔλδω, τὸ ἐπιθυμῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ἕλκω κατὰ μετάθεσιν τοῦ κ εἰς δ· εἰς ὃ γάρ τις ἐπιθυμεῖ, ἐκεῖ ἕλκεται. ἐκ τοῦ ἔλδω ἐέλδωρ πλεονασμῷ τοῦ ε. ἢ παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἕλωρ καὶ ἔλδωρ καὶ πλεονασμῷ τοῦ ε ἐέλδωρ, παρὰ τὸ πρὸς
10ἑαυτὸν ἕλκειν τὸ ἐπιθυμούμενον. Ἐέος· εἰς τὸ Εὐεργέτης. Ἐέρση· ... παρὰ τὸ ἄρσαι, ὅ ἐστι ποτίσαι· ποτίζει γὰρ τὰ φυτά. Ὁμήρου Ἑζόμενος 〈ex. gr. N 653〉· ἐκ τοῦ ἕζω· τοῦτο ἐκ τοῦ ἕω, τὸ καθέζομαι.
15Ἕζω· εἰς τὸ Ἐμπεδῶσαι καὶ Μέδων.402 in vol. 2

epsilon

403

Ὁμήρου Ἕηκεν 〈Α 48〉· ἔπεμψεν· καὶ ἔστι παρὰ τὸ ἱῶ, τὸ πέμπω, ἵημι, ἥσω, ἧκα ὁ ἀόριστος καὶ πλεονασμῷ τοῦ ε ἕηκα ἕηκεν [ἕημι ἥσω]. Ἔην 〈ex. gr. G 180〉· ... ἔστιν ἔω, ὁ μέλλων ἔσω, ὁ παρατατι‐ κὸς ἦον ἦες ἦε καὶ 〈ἦεν〉· τὸ ν ἐφελκυστικόν· καὶ κράσει ἦν καὶ πλεο‐
5νασμῷ τοῦ ε ποιητικῶς ἔην. Ἕης· εἰς τὸ Ὅου. Γεωργίου Ἐθαίρω καὶ ἑταίρω· παρὰ τὸν ἐθαρῶ καὶ ἑταρῶ μέλλοντα οὐκ ἔχουσιν. Γεωργίου Ἔθειρα· σημαίνει δὲ τὴν τρίχα· ἀπὸ τοῦ ἐθείρω γέγονεν,
10οἱονεὶ ἡ ἐξ ἔθους ἐπιφοιτῶσά τινι. Ἔθειρα· παρὰ τὸ ἐξ ἔθους ἐπιμελεῖσθαι· σημαίνει δὲ τὴν τρίχα.
καὶ εἰς τὸ Ἐπενήνοθεν.403 in vol. 2

epsilon

404

Ἐθελοκακήσας· ἑκουσίως τὸ κακὸν ἐκλεξάμενος. Νικήτου Ὁμήρου Ἕθεν 〈Γ 128〉· ... ποίου εἴδους; τῶν πρωτοτύπων. οἱ μὲν νέοι κατὰ διάλυσιν ποιοῦσιν ἐκ τοῦ σοῦ σέο σέ〈ο〉θεν καὶ κατὰ συγκοπὴν 〈καὶ〉 ἀποβολῇ τοῦ ς ἕθεν· ὁ δὲ Ἡρωδιανὸς 〈II 201, 12
5Lentz〉 ἐκ τοῦ ἐμέ σέ ἕ τρίτου προσώπου κατ’ ἐπέκτασιν τῆς θεν. Νικήτου Ἐθρόησεν 〈Jo. Damasc. Canon. iamb. 3, 81〉· τὸ θέμα θροῶ, ὁ μέλλων θροήσω, ὁ πρῶτος ἀόριστος ἐθρόησα καὶ τὸ τρίτον ἐθρόησεν. τοῦτο δὲ παρὰ τὸ θρόος. ἐξ αὐτοῦ γίνεται θροΐζω ἤγουν τὸ ἐκπλήττω, οὗ ὁ μέλλων θροΐσω, ὁ παρακείμενος τεθρόϊκα, ὁ παθητικὸς τεθρόϊσμαι
10καὶ τεθροϊσμένος. ἐκ δὲ τοῦ θρόος μετὰ τοῦ στερητικοῦ α ἀθρόος. 〈τὸ δὲ θρόοσ〉 ἐκ τοῦ θορῶ, τὸ πηδῶ· τοῦτο παρὰ τὸ θέρω, τὸ θερμαίνω. Ἔθω· εἰς τὸ Εἴωθα καὶ Ἐπενήνοθεν. Εὐλογίου Εἰ· τὸ σὺ εἶ ἀπὸ τοῦ ἔομαι τοῦ παθητικοῦ ἐστι· τὸ δεύτερον ἔῃ· καὶ τὰ παρ’ ἡμῖν γραφόμενα δεύτερα πρόσωπα παθητικὰ διὰ τοῦ
15η παρὰ τοῖς Ἀττικοῖς διὰ τῆς ει διφθόγγου [εἰς ἐκείνην αὐτὴν], καὶ
γίνεται εἶ.404 in vol. 2

epsilon

405

Εἴ· σύνδεσμος. εἰς τὸ Αἴ καὶ Αἴκεν. Εἶα· ... παρακελευστικὸν ἐπίρρημα· ὥσπερ παρὰ τὸ ῥέω—. ἐγράφη εἰς τὸ Εἶεν. Γεωργίου Εἱαμενή· ἀπὸ τοῦ ῥέω ῥειαμενή καὶ κατὰ ἀποβολὴν τοῦ ρ
5εἱαμενή. σημαίνει δὲ τὸν κάθυγρον τόπον.405 in vol. 2

epsilon

406

Γεωργίου Εἶαρ· διὰ τῆς ει. ἀπὸ τοῦ ἔω, τὸ σημαῖνον τὸ ἐκπέμπω, γέ‐ γονεν ἔαρ· τότε γὰρ ἐκπέμπονται οἱ καρποί· καὶ κατὰ πλεονασμὸν τοῦ ι εἶαρ. Εἶαρ· τὸ αἷμα· παρὰ τὸ ἐν τῷ ἔαρι πλεονάζειν τὸ αἷμα.
5 Εἰαρινός· ... τὸ ει δίφθογγον. διὰ τί; ἐκ τοῦ ἔαρ ἔαρος, καὶ κατὰ παραγωγὴν καὶ πλεονασμῷ τοῦ ι εἰαρινός. Εἴασκεν· ἀπὸ τοῦ ἐῶ ἐᾷς ἐᾷ, ὁ παρατατικὸς εἴων εἴας εἴα καὶ Ἰωνικῶς εἴασκεν. Γεωργίου Ὅμηρος Εἴασκεν 〈χ 427〉· 〈διὰ τῆς ει διφθόγγου〉· ἔστι γὰρ ἐῶ ἐᾷς
10ἐᾷ, ὁ παρατατικὸς εἴων εἴας εἴα, τοῦτο γίνεται ἔασκεν ἀποβληθέντος τοῦ ι, καὶ ἀπὸ τοῦ ἔασκεν εἴασκεν κατὰ πρόσθεσιν τοῦ ι.
Εἵαται 〈Β 137〉· ῥῆμα παθητικὸν τῶν εἰς μι Ἰωνικόν. 〈Theod.406 in vol. 2

epsilon

407

Canon. 57, 15 Hilgard〉 „οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παρα‐ ληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ αται εἰς τὴν ὀφειλομένην συστολήν.“ ἕημι τὸ παθητικὸν ἕεμαι ἧμαι [ἥμην] ἥμεθα ἧνται καὶ τὸ Ἰωνικὸν ἕαται, 〈Γ 134〉 „οἱ δὴ νῦν ἕαται σιγῇ“, καὶ πλεονασμῷ εἵαται.
5εἴωθε γὰρ ὁ ποιητὴς ἐπὶ τῶν βαρυτόνων ῥημάτων, λέγω δὴ τὸ κεῖμαι κεῖνται, Ἰωνικῶς κέαται ὡς ἀπὸ δευτέρας προ[σ]φέρειν. καὶ εἰς τὸ Εἶεν. Γεωργίου Εἶδαρ· ... ἀπὸ τοῦ ἔδω, τοῦ σημαίνοντος τὸ ἐσθίω, γέγονεν ἔδαρ καὶ κατὰ προσθήκην τοῦ ι εἶδαρ. καὶ κλίνεται εἴδατος. Ὁμήρου Εἰδῇς 〈Α 185〉· ὑποτακτικὸν μέσου παρακειμένου· εἴδω, τὸ
10γινώσκω, ὁ μέλλων εἴσω, ὁ παρακείμενος οἶδα, ἡ μετοχὴ εἰδώς εἰδό‐ τος, τὸ εὐκτικὸν εἴδοιμι καὶ τροπῇ τῆς μ〈ι〉 εἰς ην εἰδοίην καὶ εἰδείην· καὶ τὰ ἔχοντα τὸ εὐκτικὸν εἰς ην περισπῶσι τὸ ὑποτακτικόν, καὶ γίνε‐
ται εἰδῶ εἰδῇς εἰδῇ.407 in vol. 2

epsilon

408

Γεωργίου τοῦ Χοιροβοσκοῦ Εἶδον 〈Jo. Damasc. Canon. iamb. 1, 15〉· ἐκ τοῦ εἴδω. τὸ εἴδω σημαίνει ϛʹ· εἴδω τὸ ὁμοιῶ, ὡς τὸ 〈Γ 122〉 „εἰδομένη γαλόῳ, Ἀντη‐ νορίδαο δάμαρτι“· εἴδω τὸ φαίνω, 〈Α 228〉 „τὸ δέ τοι κὴρ εἴδεται εἶναι“· εἴδω τὸ βλέπω, 〈Α 600〉 „ὡς ἴδον Ἥφαιστον διὰ δώματα
5ποιπνύοντα.“· εἴδω τὸ γινώσκω, 〈Ζ 260 + Θ 292〉 „ἔπειτα δὲ καὐτὸς εἴσεαι“· ἔστι δὲ καὶ ἕτερον περισπώμενον καὶ σημαίνει τὸ μανθάνω, 〈A 545 sq.〉 „Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν“· καὶ ἕτερον διὰ τοῦ η καὶ σημαίνει τὸ εὐφραίνομαι, ἐξ οὗ καὶ ἡδύς. Εἶδος· σημαίνει γʹ· τὴν μορφήν, 〈Κ 316〉 „ὃς δή τοι εἶδος μὲν
10ἔην κακὸς ἀλλὰ ποδώκησ“· σημαίνει δὲ καὶ τὸ σχῆμα, 〈Eurip. fr. 15 Nauck2〉 „πρῶτον μὲν εἶδος ἄξιον τυραννίδοσ“· καὶ τὸ ἀπὸ γένους διαιρούμενον, ὡς τὸ γενικόν, εἰδικόν. Γεωργίου Εἶδος· ἐκ τοῦ εἴδω οἶδα, καὶ ἐκ τοῦ 〈αὐτοῦ〉 εἴδω εἶδος γέ‐ γονε· σημαίνει δὲ τὴν μορφὴν καὶ τὸ σχῆμα καὶ τὸ ἀπὸ γένους διαι‐
15ρούμενον, οἷον ἵππον ἐλαίαν καὶ τὰ ὅμοια.
Εἶδος· παρὰ τὸ εἴδω, τὸ ὁρῶ, ὡς παρὰ πᾶσι βλεπόμενον.408 in vol. 2

epsilon

409

Εἴδω· εἰς τὸ Ἄιδω καὶ Ἄειδε καὶ Αἰδεῖσθαι καὶ Ἀΐδηλον καὶ Ἄϊδι καὶ Ἀναιδής καὶ Εἰδῇς καὶ Εἰκυῖα καὶ Εἴσα〈ι〉το καὶ Εἴσῃ καὶ Εἰσαμένη καὶ Ἐΐσκω καὶ Ἤιδει καὶ Ἴδμεν καὶ Ἶσος καὶ Ξυνίστωρ καὶ Ὀδύνη καὶ Ὠιδή.
5 Ὠρίωνος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Εἴδωλον· ... παρὰ γὰρ τὸ εἶδος καὶ τὸ〈ν〉 εἴδω ἐνεστῶτά ἐστιν· ἢ παρὰ τὸ ἰδεῖν ὅλον· ‖ ἢ παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ. Εἰδωλολατρεία· ... ἐκ τοῦ εἴδωλον καὶ τοῦ λατρεία· τοῦτο ἐκ τοῦ λατρεύω· τοῦτο ἐκ τοῦ λάτρης. ὃ σημαίνει τὸν μίσθιον δοῦλον· τοῦτο ἐκ τοῦ λάτρον, ὃ σημαίνει τὸν μισθόν· τοῦτο ἐκ τοῦ τηρῶ, τὸ
10βλέπω, 〈καὶ τοῦ λα ἐπιτατικοῦ〉 λάτηρον καὶ κατὰ συγκοπὴν λάτρον, πρὸς ὃ ἀποβλέπει ὁ μισθωτός. τὸ α μακρόν· τὰ ἀπὸ τῶν διὰ τοῦ
ευω ῥημάτων διὰ τοῦ εια γινόμενα θηλυκὰ ἐκτείνουσι τὸ α.409 in vol. 2

epsilon

410

Εἶεν· ἄγε δή, ἢ ὑπάρχοι· συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα. ὥσπερ ἀπὸ τοῦ ῥέω γέγονε ῥέα καὶ ῥέϊα ῥεῖα κατὰ πλεονασμὸν τοῦ ι, οὕτως καὶ ἀπὸ τοῦ ἔω, τοῦ σημαίνοντος τὸ ἐκπέμπω, γέγονεν ἔα καὶ πλεονασμῷ τοῦ ι εἶα καὶ ἐκ τούτου εἶεν.
5καὶ εἰς τὸ Εἰμί. Εἴημεν· εἰς τὸ Εἰμί. Γεωργίου. Ὁμήρου Εἶθαρ· ὃ σημαίνει τὸ εὐθέως, 〈ἔστιν ἐπίρρημα. διὰ τῆς ει διφθόγγου〉· ἀπὸ γὰρ τοῦ εὐθύς γέγονεν εὖθαρ καὶ τροπῇ τοῦ υ εἰς τὸ ι εἶθαρ.
10Γεωργίου Εἴθε· ἀπὸ τοῦ εἴ γέγονεν εἴθε. αἴθε κατὰ Δωριεῖς, ἐπειδὴ τὸ
ε εἰς α τρέπουσι.410 in vol. 2

epsilon

411

Γεωργίου Εἰθισμένος· ἀπὸ τοῦ ἐθίζω ἐθισμένος καὶ εἰθισμένος κατὰ πρόσθεσιν τοῦ ι. Εἶκα· εἰς τὸ Ἤιδει. Γεωργίου Εἰκάδιος· ἀπὸ τοῦ εἰκάς εἰκάδος γέγονε. τὸ δὲ εἰκάς παρὰ
5τὸ εἴκοσί ἐστιν. Εἰκάζω· ὡς παρὰ τὸ μίμνω μιμνάζω, οὕτως παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, εἰκάζω, εἴκασμαι, εἴκασται, εἰκαστός καὶ μετὰ τοῦ στερητικοῦ α ἀείκαστος καὶ πλεονασμῷ τοῦ ν ἀνείκαστος. Γεωργίου τοῦ Χοιροβοσκοῦ Εἴκαθεν 〈Jo. Damasc. Canon. iamb. 1, 84〉· ἀντὶ τοῦ ὑπεχώ‐
10ρησεν· ἀπὸ τοῦ εἴκω, τὸ ὑποχωρῶ, γίνεται ῥῆμα εἰκάθω, καὶ οὐχ ὥς τινες ἀπὸ τοῦ ἑκάς, τοῦ σημαίνοντος τὸ πόρρω, εἴκαθεν πλεονασμῷ τοῦ ι. Εἴκειν· εἰς τὸ Ἐπιεικής. Εἴκελος· ... ὥσπερ παρὰ τὸ σθένω Σθένελος καὶ ἀπὸ τοῦ
15πέμπω πέμπελος, οὕτως ἀπὸ τοῦ εἴκω εἴκελος. τὸ ἁπλοῦν διφορεῖται,
τὸ δὲ σύνθετον διὰ διφθόγγου. καὶ εἰς τὸ Θεοείκελος.411 in vol. 2

epsilon

412

Γεωργίου Εἰκῇ· σημαίνει τὸ ὡς ἔτυχεν. διὰ τῆς ει· ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, γὰρ γέγονεν. Εἰκόσιν· ὄψεσιν. ἀπὸ τοῦ συνέλκεσθαι τὸ δέρμα. Γεωργίου Εἴκοσι· ἀπὸ τοῦ εἴκειν τοῖς δυσὶ δέκα· ἢ ὥσπερ ἀπὸ τοῦ ἕεις
5γίνεται εἷς καθ’ ὑστέρησιν τοῦ ε καὶ φυλάττει τὴν ει δίφθογγον, οὕτω καὶ ἀπὸ τοῦ ἐείκοσι εἴκοσι. καὶ ἄλλως. πᾶς ἀριθμὸς ἐντὸς τῶν χιλίων θέλει ἔχειν στοιχεῖον εἴτε φωνῆεν εἴτε σύμφωνον ἐκ τῶν ἐντὸς τῆς δεκάδος, οἷον τὸ εἷς καὶ τὸ ἕν ἔχουσι τὸ ε, ὅπερ ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστί, καὶ τὸ δύο τὸ δ, καὶ τὸ τρεῖς διὰ τῆς ει διφθόγγου,
10ἵνα ἔχῃ τὸ ε ἐκ τῶν ἐντὸς τῆς δεκάδος, καὶ ὁ τέσσαρα ἔχει τὸ ε καὶ τὸ α, ὁμοίως καὶ πάντες οἱ ἀριθμοί. τὸ δὲ ὀκτώ δοκεῖ ἀντικεῖσθαι, ἐπειδὴ οὐκ ἔχει στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος. 〈ἀλλ’ ἔστι δυ‐ νάμει ἔχων στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδοσ〉· λέγουσι γὰρ οἱ φιλό‐ σοφοι περὶ τοῦ ὀκτώ, ὅτι παρὰ τὸ ἄγω δύο ἐστίν· τὸ δὲ ἄγω δύο
15ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος, λέγω δὴ τὸ α καὶ τὸ γ καὶ τὸ δ. παρὰ τὸ ἄγειν δύο λέγεται διὰ τὸ ἄγειν δύο τετράδας. τὸ δὲ τρεῖς τὸ ε ἔχει, ἵνα ἐκ τῶν ἐντὸς τῆς δεκάδος σχῇ στοιχεῖον· ἐπειδή, εἰ ἦν διὰ τοῦ ι μόνου, οὐκ ἔμελλεν ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς
δεκάδος. ἐν δὲ τῇ συνθέσει ἀποβάλλει τὸ ε, ὡς ἐν τῷ τρισκαίδεκα, ὃ412 in vol. 2

epsilon

413

ἔχει στοιχεῖα τῶν ἐντὸς τῆς δεκάδος τὸ α καὶ τὸ δ καὶ τὸ ε. 〈ἵνα οὖν καὶ ἐν τῷ εἴκοσι εὑρεθῇ στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος, τού‐ του χάριν γράφεται διὰ τῆς ει διφθόγγου· ἔχει γὰρ τὸ ε〉· οἱ γὰρ Δωριεῖς τρέπουσι τὸ ο εἰς α ἐν τῇ παραληγούσῃ καὶ τὸ ς ἐν τῇ λη‐
5γούσῃ εἰς τὸ τ ἴκατι λέγοντες, ἵνα εὑρεθῇ τὸ α ἐκ τῶν ἐντὸς τῆς δεκάδος. Εἰκοσινήριτα 〈χ 349〉· εἰκοσάριθμα· ἀπὸ τοῦ εἴκοσι ἀριθμοῦ καὶ τοῦ ἠριτά, ὅ ἐστιν ἐριστά, ἵν’ ᾖ εἴκοσι ἐρίζοντα, τουτέστιν ἐξισού‐ μενα· τὸ γὰρ ἐρίζειν ἐπὶ τοῦ ἰσοῦσθαι.
10 Εἰκότα· εἰς τὸ Ἐοικότα. Ἐΐκτην 〈Α 104〉· μέσου ὑπερσυντελίκου τρίτου προσώπου τῶν δυϊκῶν κατὰ διάλυσιν τῆς ει διφθόγγου. τὸ θέμα [ἀπὸ τοῦ] εἴκω, τὸ ὁμοιῶ, ἐξ οὗ 〈καὶ〉 εἰκών, ὁ μέσος ὑπερσυντέλικος εἴκειν, [εἶκον ὁ παρατατικὸς] τὸ τρίτον τῶν δυϊκῶν [εἴκετον] εἰκέτην καὶ ἐν συγκοπῇ
15εἴκτην καὶ διαλύσει ἐΐκτην. ‖ ἢ παρατατικοῦ. ‖ ὁ δὲ Εὐλόγιός φησιν· ὁ παρατατικὸς εἶκον, ὁ παρακείμενος εἶκα καὶ ὁ ὑπερσυντέλικος εἴκειν εἴκεις εἴκει, δυϊκῶς εἴκετον εἰκέτην καὶ ἀναλύσει τῆς ει διφθόγγου καὶ συγκοπῇ τοῦ 〈ε〉 ἐΐκτην.
Εἰκυῖα· ... ἔστι καὶ ἀπὸ τοῦ εἴδω, τὸ ὁμοιῶ, καὶ ἀπὸ τοῦ εἴκω.413 in vol. 2

epsilon

414

Εἴκω· εἰς τὸ Ἀείκελος καὶ Ἀεικής καὶ Ἀέκοντας καὶ Αἰκίζω καὶ Ἐΐκτην καὶ Θεοείκελος καὶ Ἴκελος καὶ Ἑκουσίως καὶ Ἱκέτης καὶ Μοιχός καὶ Νεῖκος καὶ Νικᾷς. Γεωργίου Εἰκών· ἀπὸ τοῦ εἴκω, ᾧ ἀντιπαράκειται τὸ ἔοικα· ὅσα γὰρ
5εἰς τὸ ο ἀντιπαράκεινται, τὸ ε ἔχουσιν ἐγκείμενον. Εἰκών· λέγεται παρὰ τὸ ἐοικέναι τῷ ἀρχετύπῳ· ἀπὸ τοῦ εἴκω εἴρηται, τοῦ σημαίνοντος τὸ ὁμοιῶ, παραχθεῖσα, εἴτε ὁσίου ὁσία εἴτε ἁγίου ἁγία, καὶ τοσοῦτόν γε ἔχουσα τὸ ἐοικὸς ὡς καὶ τῇ τοῦ παρα‐ δείγματος ταυτίζεσθαι προσηγορίᾳ.
10Εἰκώς· παρὰ τὸ εἴκω γέγονε τὸ σημαῖνον τὸ ὁμοιῶ. καὶ ἐοικώς.414 in vol. 2

epsilon

415

Εἶλαρ· σημαίνει τὸ φύλαγμα καὶ φράγμα· παρὰ τὸ εἴλω, τὸ συγκλείω. τὸ δὲ εἴλω παρὰ τὸ ἕλος· ἕλος δέ ἐστι τόπος ὁ συγκλειό‐ μενος ἀπὸ δένδρων· 〈ἔλω〉 καὶ πλεονασμῷ τοῦ ι εἴλω, ἐξ οὗ καὶ εἶλαρ, τὸ συγκεκλεισμένον. ‖ ἢ παρὰ τὸ εἰλεῖν καὶ συνέχειν.
5 Εἰλείθυια· ... ἀπὸ τοῦ ἐλεύθω, τοῦ σημαίνοντος τὸ παραγίνο‐ μαι, γέγονεν Ἐλεύθυια καὶ πλεονασμῷ τοῦ ι Εἰλεύθυια καὶ τροπῇ τοῦ υ εἰς ι Εἰλείθυια. ‖ παρὰ τὸ ἐλεύθειν εἰς φῶς δι’ αὐτῆς τὰ τικτόμενα. καὶ εἰς τὸ Βολωσία. Εἰλέωσιν 〈Β 294〉· ... ῥῆμα ὑποτακτικόν· ἐκ τοῦ εἰλῶ. τὸ ει
10δίφθογγον, διότι εὑρέθη τὸ ε ἐν τῷ εὐλή, ὃ σημαίνει τὸν σκώληκα·
γίνεται δὲ ἐκ τοῦ εἰλῶ, τὸ συστρέφω, εἰλή καὶ τροπῇ τοῦ ι εἰς υ εὐλή.415 in vol. 2

epsilon

416

Γεωργίου Εἵλη· σημαίνει δὲ τὴν θερμασίαν· παρὰ τὸ ἕλη γέγονε κατὰ πρόσθεσιν τοῦ ι. καὶ εἰς τὸ Εὔειλος καὶ Ἰλιγγιῶ. Ὁμήρου Εἰλήλουθας 〈Α 202〉· μέσος παρακείμενος δευτέρου προ‐ σώπου· ἔστι τὸ θέμα αὐτοῦ ἐλεύθω, καὶ ὁ μέσος παρακείμενος ἤλευθα,
5καὶ ὁ Ἀττικὸς ἐλήλυθα, πλεονασμῷ τοῦ ο Βοιωτικῶς ἐλήλουθα καὶ παρενθέσει τοῦ ι εἰλήλουθα. Εἰλημμένος· ... τὸ ει δίφθογγον· διὰ τί; λήβω, τὸ λαμβάνω, ὁ μέλλων λήψω, ὁ παρακείμενος λέληφα καὶ ἐκβολῇ τοῦ λ ἔληφα καὶ πλεονασμῷ τοῦ ι εἴληφα, ὁ παθητικὸς παρακείμενος εἴλημμαι, καὶ ἡ
10μετοχὴ ὁ εἰλημμένος καὶ μετὰ τῆς κατά προθέσεως κατειλημμένος καὶ μετὰ τῆς σύν συνειλημμένος. Εἴληφα· ... παρὰ τὸ λήβω, τὸ λαμβάνω, ὁ μέλλων λήψω, ὁ παρακείμενος λέληφα καὶ ἀποβολῇ τοῦ λ ἔληφα καὶ πλεονασμῷ τοῦ ι εἴληφα· ἐπειδὴ τῶν ἀπὸ τοῦ λ καὶ μ ἀρχομένων ῥημάτων εἰώθασιν
15οἱ Ἴωνες ἀποβάλλειν τὸ κατ’ ἀρχὴν σύμφωνον τοῦ παρακειμένου καὶ ποιεῖν ἴδιον παρακείμενον. καὶ εἰς τὸ Ἐξείληφα. Εἴληχα· ... τὸ ει δίφθογγον· διὰ τί; λήχω, τὸ λαγχάνω, ὁ μέλλων λήξω, ὁ παρακείμενος λέληχα καὶ ἐκβολῇ τοῦ λ ἔληχα καὶ πλεονασμῷ τοῦ ι εἴληχα καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπείληχα, ὁ
20παθητικὸς παρακείμενος ἐπείληγμαι καὶ ἡ μετοχὴ ἐπειληγμένος.
Εἰληχώς· εἰς τὸ Μετειληχότες.416 in vol. 2

epsilon

417

Εἰλιγγιᾶν· τὸ σκοτοδινιᾶν· ἀπὸ τοῦ δοκεῖν εἰλεῖσθαι πάντα. ἔστι δὲ καὶ ἔλλειψις ψυχῆς. Εἰλιγγιῶ· ... ἀπὸ τοῦ εἴλιγξ εἴλιγγος· τοῦτο δὲ παρὰ τὸ ἐλίσσω ἐλίξω γίνεται ἔλιξ καὶ πλεονασμῷ τοῦ 〈ι καὶ τοῦ〉 γ εἴλιγξ. ἢ παρὰ
5τὸ εἰλῶ, τὸ συστρέφω. δεῖ δὲ εἰδέναι ὅτι καὶ διὰ τοῦ ι καὶ διὰ τῆς ει διφθόγγου γράφεται. Γεωργίου Εἰλικρινής· ... παρὰ τὸ ἕλη καὶ τὸ κρίνω. δοκεῖ παράλογος ἡ σύνθεσις· ὤφειλεν γὰρ τῷ η παραλήγειν· οὐκ ἔστι δέ, ἐπειδὴ τὰ εἰς η λήγοντα θηλυκὰ συντιθέμενα μεθ’ ἑτέρας λέξεως ἢ τρέπουσι τὸ
10η εἰς ο ἢ φυλάσσουσιν αὐτό, ὡς τὸ βοή βοηθός· τρέπουσι δέ, ὡς τὸ ἐλοκρινής· καὶ τροπῇ τοῦ ο εἰς ι 〈καὶ πλεονασμῷ ἑτέρου ι〉 εἰλικρινής. εἰλικρινὴς γάρ ἐστιν ὁ ἔχων λαμπρὰν καὶ καθαρὰν τὴν ψυχήν. Εἰλικρινής· παρὰ τὸ κρίνω καὶ τὸ ἕλη, τὸ σημαῖνον τὴν θέρμην, γέγονεν ἐλικρινής, οἱονεὶ ὁ ἐν τῇ ἕλῃ κεκριμένος, καὶ κατὰ πλεονασμὸν
15τοῦ ι εἰλικρινής. τὸ δὲ λι ι, ἀπὸ τοῦ εἰλοκρινής τροπῇ τοῦ ο εἰς ι. Εἰλικρινῶς· καθαρῶς· διὰ τὴν ἕλην καὶ τὴν κρήνην, ἤγουν τὴν ἡλιακὴν ἀκτῖνα καὶ τὴν πηγήν.
Εἷλον· εἰς τὸ Ἑλοίμεθα.417 in vol. 2

epsilon

418

Εἱλόπεδον καὶ εἱλήπεδον· εἰς τὸ Θειλόπεδον. Εἰλυφάζω· ... παρὰ τὸ εἴλω καὶ τὸ φῶς εἰλυφῶ καὶ εἰλυφάζω, τουτέστι τὸ φῶς παρέχω. Εἰλῶ· εἰς τὸ Εἰλέωσι καὶ Ἐλελιξάμενος καὶ Ἰλύς καὶ Ὕλη καὶ
5Εὔειλος καὶ Ἰ[λ]λιγγιῶ.
Εἴλω· εἰς τὸ Ὁμιλεῖν καὶ Ἑλοίμεθα.418 in vol. 2

epsilon

419

Εἷμα· παρὰ τὸ ἕω ἕσω, τὸ ἐνδύομαι, εἷμα. Εἵμασιν 〈Γ 392〉· ἐκ τοῦ εἷμα· τοῦτο ἐκ τοῦ ἕω, τὸ ἐνδύομαι, εἷμα. τὸ ει δίφθογγον κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς ἔμμα λέγουσι καὶ τὸ σπείρω σπέρρω. 〈παρὰ τὸ εἷμα〉 καὶ λευχείμων. τὸ δὲ ἱματίζω,
5ἱματισμός καὶ ὅσα παρὰ τὸ ἱμάτιον διὰ τοῦ ι γράφεται. Εἵματα 〈Β 261〉· ... ἐκ τοῦ ἕω, τὸ ἐνδύομαι, εἷκα εἷμαι καὶ εἵματα, τὰ ἱμάτια· καὶ δασύνεται. τὸ ει δίφθογγον πρὸς ἀντιδιαστολὴν τοῦ σημαίνοντος τὸ ἡμέρας· 〈ex. gr. Q 539〉 „ἤματα πάντα“. καὶ εἰς τὸ Ἀνειμένος καὶ Λευχείμων.
10Εἱμαρμένην· εἰρομένην τινὰ εἴτ’ ἐκ θεοῦ βουλήσεως εἴτ’ ἐξ οἵας
δήποτε αἰτίας. ἢ διὰ τὸ εἴρειν τε καὶ χωρεῖν ἀκωλύτως.419 in vol. 2

epsilon

420

Γεωργίου Εἱμαρμένη· ὥσπερ ἀπὸ τοῦ λήβω, τοῦ σημαίνοντος τὸ λαμ‐ βάνω, γίνεται λέληφα καὶ εἴληφα κατὰ ἀποβολὴν τοῦ λ καὶ πλεονασμῷ τοῦ ι, οὕτως καὶ ἀπὸ τοῦ μείρω, ὅ ἐστι μερίζω, γέγονε μέμαρκα καὶ εἵμαρκα κατὰ ἀποβολὴν τοῦ μ καὶ προσθήκῃ τοῦ ι, καὶ τὸ παθητικὸν
5εἵμαρμαι καὶ ἐκεῖθεν εἱμαρμένος καὶ εἱμαρμένη. Εἱμαρμένη· παρὰ τὸ μείρω μέμαρμαι καὶ εἵμαρμαι. Εὐλογίου Εἵμαρτο· πόθεν; φαμὲν ἀπὸ τοῦ μείρω μερῶ, μέμαρκα, μέμαρμαι, καὶ κατὰ τοὺς Ἀττικοὺς ἀποβολῇ τοῦ συμφώνου καὶ προσ‐ ελεύσει τοῦ ι εἵμαρμαι, ὡς τὸ λέληφα εἴληφα· καὶ λοιπὸν εἵμαρσαι
10τὸ δεύτερον καὶ 〈τὸ〉 τρίτον εἵμαρται, ὡς κέκαρσαι κέκαρται· εἶτα ὁ ὑπερσυντέλικος εἱμάρμην εἵμαρσο εἵμαρτο, 〈ὡσ〉 ἐφθάρ〈μ〉ην ἔφθαρσο ἔφθαρτο. Εἶμεν· εἰς τὸ Εἰμί καὶ Ἰσθμός. Εἶμι 〈Β 87〉· βαρύτονον· καὶ τὰ μὲν 〈ἑνικὰ ὡς ἀπὸ τοῦ εἴω
15διὰ τῆς ει διφθόγγου ἐστίν, τὰ δὲ δυϊκὰ καὶ τὰ〉 πληθυντικὰ διὰ τοῦ
ι γράφεται ὡς ἀπὸ τοῦ ἴω 〈τοῦ〉 διὰ τοῦ ι γραφομένου. καὶ ὁ παρα‐420 in vol. 2

epsilon

421

τατικὸς ᾖν, τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ι· 〈Theod. Canon. 84, 15 Hilgard〉 „ἀλλ’ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι καὶ ἡ παραλήγουσα—“· καὶ 〈τὸ〉 τρίτον ἴσαν. ἔστι τοῦ εἶμι τὸ τρίτον τῶν πληθυντικῶν ἶσι καὶ τὸ Ἰωνικὸν ἴασι, καὶ Ὅμηρος 〈Π 160〉 „καί τ’ ἀγεληδὸν ἴασιν
5ἀπὸ κρήνησ“. Εἶμι 〈Β 87〉· βαρύνεται· ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι· τοῦτο παρὰ τὸ ἔω πλεονασμῷ τοῦ ι εἴω· ἐξ αὐτοῦ 〈ε〉ἴωμι καὶ κατὰ συγκοπὴν εἶμι. σημαίνει δὲ τὸ πορεύομαι. καὶ τὰ μὲν ἑνικὰ αὐτοῦ διὰ τῆς ει διφθόγγου γράφεται, τὰ δὲ πληθυντικὰ διὰ τοῦ ι, ὡς ἀπὸ τοῦ ἴω τοῦ
10διὰ τοῦ ι γραφομένου. τὸ τρίτον τῶν πληθυντικῶν ἶσι καὶ Ἰωνικῶς ἴασι· ὁ παρατατικὸς ᾖν, τὸ πληθυντικὸν ἴμεν καὶ τὸ τρίτον ἴσαν. Γεωργίου Εἶμι· τὸ σημαῖνον τὸ πορεύομαι ἀπὸ τοῦ εἴω γέγονε τροπῇ τοῦ ω εἰς μι· τὸ δὲ ἶμι ἀπὸ τοῦ ἵημι γέγονε κατὰ συγκοπὴν τοῦ η. καὶ εἰς τὸ Ἴμεν καὶ Ἴθμα καὶ Ἴσαν καὶ Φοιτητής καὶ Κάτεισι καὶ Εἶσι
15καὶ Ἔπεισι καὶ Εἶναι. Εἰμί· ὁ παρατατικὸς ἦν, ἡ μετοχὴ εἴς, τὸ εὐκτικὸν εἴην, τὸ πλη‐ θυντικὸν εἴημεν καὶ συγκοπῇ εἶμεν, καὶ τὸ τρίτον εἶεν. ὁ κανών· 〈Theod. Canon. 68, 21 Hilgard〉 „ὡς δὲ γίνεται κατὰ συγκοπὴν 〈Ν 378〉 «δοῖμεν δ’ Ἀτρείδαο θυγατρῶν»—“. εἰ μὲν 〈γὰρ〉 ἀπὸ
20τοῦ εἴημεν, γίνεται εἴησαν· εἰ δὲ 〈ἀπὸ τοῦ〉 εἶμεν κατὰ συγκοπήν,421 in vol. 2

epsilon

422

γίνεται τὸ τρίτον 〈εἶεν〉, ὡς τὸ κοσμηθείημεν 〈κοσμηθείησαν〉 κοσμη‐ θεῖμεν 〈κοσμηθεῖεν〉 καὶ τὰ ὅμοια. Γεωργίου Εἰμί· ἀπὸ τοῦ ἔω γέγονε τοῦ σημαίνοντος τὸ ὑπάρχω· τοῦτο τροπῇ τοῦ ω εἰς μι γίνεται ἐμί, καὶ ἐπειδὴ τὰ εἰς μι φύσει μακρᾷ
5θέλει παραλήγεσθαι, ὡς δίδωμι δίδως (χωρὶς τοῦ ἐσμί· θέσει γὰρ μακρᾷ 〈παραλήγεται), πάλιν ἀναγκάζεται καὶ τοῦτο φύσει μακρᾷ〉 παραλή‐ γεσθαι· καὶ ἐπειδὴ τὰ εἰς μι οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, ὤφειλε διὰ τοῦ η εἶναι ἠμί, ἐπειδὴ τὸ ε ποτὲ μὲν εἰς η τρέπεται, ὡς ἐλέγχω ἤλεγχον, ποτὲ δὲ τὸ ι προσλαμβάνει, ἔχω εἶχον. θέλουσι δὲ
10αἱ παράγωγοι λέξεις λείψανον φυλάττειν τοῦ πρωτοτύπου, ὡς διδῶ δίδωμι, καὶ εἰ ἔτρεψε τὸ ε εἰς η, οὐκ ἐφύλαττε λείψανον τῆς φωνῆς τοῦ πρωτοτύπου· τούτου χάριν προσέλαβε τὸ ι καὶ ἐγένετο εἰμί, καὶ ἐφυλάχθη τὸ ε λείψανον τοῦ πρωτοτύπου. καὶ εἰς τὸ Ἔστω καὶ Ἤτω καὶ Εἷς.
15 Ὁμήρου Εἴμ’ ἱκέταο 〈Φ 75〉· ἱκετήριός εἰμι. Εἶναι 〈Α 91〉· ἐνεστῶτος καὶ παρατατικοῦ ἀπαρέμφατον τῶν εἰς μι· ἐκ τοῦ εἰμί εἴς ἔντος ἔναι καὶ πλεονασμῷ τοῦ ι εἶναι. εὑρέθη δὲ πλεονασμὸς καὶ ἐν τῷ πρώτῳ τῶν πληθυντικῶν τοῦ ὁριστικοῦ· 〈Η 231〉 „εἰμὲν τοῖοι“. ἔστι δὲ ἕτερον εἶναι ἐκ τοῦ εἶμι, τὸ πορεύο‐
20μαι, οὗ τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ι. καὶ ὤφειλε τὸ ἀπαρέμφατον ἴναι 〈εἶναι〉, ἵνα φυλάττῃ τὴν παραλήγουσαν τοῦ πληθυντικοῦ· ἀλλὰ συνεξέδραμεν τῷ ὁμοίῳ αὐτοῦ εἶναι, ὅπερ ἐν συνθέσει ἐξεῖναι καὶ παρεῖναι. ἔστι δὲ καὶ ἕτερον εἷναι δευτέρου ἀορίστου ἐκ τοῦ ἵημι· ὁ δεύτερος ἀόριστος ἧν· καὶ ὤφειλε τὸ ἀπαρέμφατον ἕναι 〈εἶναι〉 διὰ
25τὴν παραλήγουσαν τοῦ πρώτου τῶν πληθυντικῶν τοῦ ὁριστικοῦ, ἢ ἧναι διὰ τὸ ἐκεῖθεν κανονίζεσθαι, τουτέστι 〈ἐκ〉 τοῦ τρίτου προσώπου
τοῦ ἧ· τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος422 in vol. 2

epsilon

423

τὸ ε τοῦ δὲ ἑτέρου τὸ η, 〈εἷναι〉 ἐγένετο φυλάττον τὸν μακρὸν χρό‐ νον τοῦ η τὴν δὲ παραλήγουσαν τοῦ ἕμεν. τοῦτο δὲ καὶ δασύνεται, καὶ ἐν συνθέσει ἀφεῖναι καὶ καθεῖναι. Γεωργίου Εἶναι· διὰ τῆς ει· ἔ[μ]μεναι γὰρ λέγουσιν οἱ Δωριεῖς. καὶ κατὰ
5ἀποβολὴν τοῦ μ〈ε〉 καὶ πλεονασμὸν τοῦ ι εἶναι. Εἶναι· ἀντὶ τοῦ †ἔσο. ἀπαρέμφατον. Εἴνατος 〈Β 295〉· ἐκ τοῦ ἔν〈ν〉ατος κατὰ μεταβολὴν τοῦ ν εἰς ι· ἡ γὰρ τῶν Ἀργείων διάλεκτος μεταβάλλει τὸ ν εἰς ι, τὸ γὰρ σπένδω σπείδω λέγουσιν καὶ τὸ ἔνδον ἔνδοι.
10 Εἵνεκα 〈Β 138〉· ... τὸ ι κατὰ πλεονασμόν. πόσα εἴδη πλεο‐ νασμοῦ; ηʹ· πρόσθεσις, ἀναδίπλωσις, ἔκτασις, ἐπέκτασις, διαίρεσις, δι‐ πλασιασμός, παρέμπτωσις, παρένθεσις. 〈ἔστι δὲ παρένθεσισ〉 προσθήκη φωνήεντος κατὰ τὸ μέσον οὐ ποιοῦντος συλλαβήν, οἷον πλέοντος
πλείοντος, ἐμέο ἐμεῖο. τὸ δὲ πάθος Ἰωνικόν.423 in vol. 2

epsilon

424

Γεωργίου τοῦ Χοιροβοσκοῦ Εἵνεκα· γέγονεν ἀπὸ τοῦ ἕνεκα, ἐπλεόνασε δὲ τὸ ι διὰ τὸ μέτρον. καὶ εἰς τὸ Οὕνεκα. Γεωργίου Εἰνοσίφυλλον· παρὰ τὴν ἔνοσιν, ὃ σημαίνει τὴν κίνησιν, καὶ τὸ φύλλον γέγονεν ἐνοσίφυλλος, οἱονεὶ ὁ κινῶν τὰ φύλλα, καὶ προσθέσει
5τοῦ ι εἰνοσίφυλλος. Εἴξας· ... ἀπὸ γὰρ τοῦ εἴκω εἴξω γέγονεν εἶξα ὁ πρῶτος ἀό‐ ριστος καὶ ἡ μετοχὴ εἴξας. Γεωργίου Εἴξασιν· ἀντὶ τοῦ ἐοίκασι παρὰ Ἀττικοῖς, ὥσπερ ... ἴσως τῇ Βοιωτῶν διαλέκτῳ ἐσχημάτισται· οὗτοι γὰρ τὸ κ εἰς τὸ ξ μετατρέπου‐
10σιν. οὕτως ἔχει καὶ τὸ 〈δ 1〉 „οἳ δ’ ἷξον κοίλην Λακεδαίμονα“ 〈ἀντὶ τοῦ ἷκον〉 δευτέρου ἀορίστου καὶ τὸ κ ἀπαιτοῦντος. Ὁμήρου Εἷο· ... ἔστι γὰρ ἐμοῦ σοῦ οὗ, καὶ αὗται αἱ γενικαὶ γίνον‐ ται κατὰ διάλυσιν ἐμέο σέο ἕο· καὶ ἐπειδὴ αἱ διαλελυμέναι γενικαὶ οὐδέποτε 〈τὰ〉 δύο φωνήεντα ἔχουσι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ ἓν
15μακρὸν καὶ τὸ ἓν βραχύ· Πριαμ[ε]ίδεω, Πηλείδεω, Ὠκεανοῖο, ποτα‐ μοῖο· τούτου χάριν ἐπλεόνασεν τὸ ι ποιητικῶς καὶ ἐγένετο ἐμεῖο σεῖο εἷο. Εἷον· εἰς τὸ Λευχειμονείτω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Εἴπαισαν 〈Ps. 34, 25〉· παρὰ τὸ ἔπω, τὸ λέγω, ὁ μέλλων ἔψω, ὁ ἀόριστος εἶπα καὶ ἡ μετοχὴ εἴπας καὶ τὸ εὐκτικὸν εἴπαιμι, τὸ
20δεύτερον εἴπαις καὶ τὸ τρίτον εἴπαι καὶ Ἀττικῇ ἐπεκτάσει εἰπαίη· καὶ ἐπειδὴ κανών ἐστιν ὁ λέγων ὅτι πᾶν τρίτον πρόσωπον εἰς η λῆγον
προσθέσει τοῦ ς ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ424 in vol. 2

epsilon

425

πρῶτον, γίνεται οὖν ἐξ αὐτοῦ εἰπαίην καὶ τὸ πληθυντικὸν εἰπαίημεν, τὸ τρίτον εἰπαίησαν καὶ συγκοπῇ εἴπαισαν. Εἶπον· ῥῆμα προστακτικόν· τὸ θέμα ἔπω, τὸ λέγω, ὁ ἀόριστος εἶπα καὶ ἔστι σεσημειωμένον, τὸ τρίτον εἶπε, τὸ προστακτικὸν εἶπον
5εἴπατε 〈Acta Apost. 24, 20?〉 „εἰπάτωσαν οἱ Ἰουδαῖοι.“ Εἶρα· ἡ ἐκκλησία· παρὰ τὸ εἴρω, τὸ λέγω. Γεωργίου Εἰραφιώτης· ... ἀπὸ τοῦ ἐρράφθαι γέγονεν ἐρραφιώτης καὶ εἰραφιώτης προσελθόντος τοῦ ι καὶ ἀποβληθέντος τοῦ ἐνὸς ρ. εἰρα‐ φιώτης δὲ λέγεται ὁ Διόνυσος ἀπὸ τοῦ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ
10Διός· ἢ ἀπὸ τοῦ ἐρέφεσθαι τοῦ σημαίνοντος τὸ στεφανοῦσθαι γέγονεν εἰραφιώτης πλεονασμῷ τοῦ ι· ἢ παρὰ τὸ ἔριφος, καὶ γὰρ ὑπὸ ἐρίφων φασὶν ἀνατραφῆναι τὸν Διόνυσον· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.
Γεωργίου Εἰραφιώτης· ἀπὸ τοῦ ἐρράφθαι γέγονεν ἐρραφιώτης καὶ τροπῇ425 in vol. 2

epsilon

426

τοῦ ἑνὸς συμφώνου ἤτοι τοῦ ρ εἰς ι εἰραφιώτης, ὡς κέρρω κείρω καὶ φθέρρω φθείρω καὶ λέββω λείβω καὶ ἔμμι εἰμί. Γεωργίου Εἴργω· κωλύω· [ἀπὸ τοῦ ἀργεῖν] ... ἀπὸ τοῦ ἐέργω γέγονε κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον. καὶ εἰς τὸ Ἄρκιος καὶ
5Ἅρκυον καὶ Ἅρκυς καὶ Ἑκάεργος καὶ Ὅρκος καὶ Ἕλκω. Εἴρειν· εἰς τὸ Ἔρως καὶ Ἶρις καὶ Ἱρός. Εἴρερος 〈θ 529〉· ἡ δουλεία· παρὰ τὸ ἔρρειν καὶ φθείρεσθαι
τοὺς ἐν αὐτῇ κάμνοντας.426 in vol. 2

epsilon

427

Γεωργίου Εἰρεσία· σημαίνει τὴν κωπηλασίαν· παρὰ τὸ ἐρέτης ἐρεσία καὶ πλεονασμῷ τοῦ ι εἰρεσία. Σελεύκου Εἰρεσιώνη· κλάδος εὐμεγέθης ἔχων ἐξ ἐρεῶν λευκῶν στεμ‐ μάτων κολλύρας καὶ ἰσχάδας καὶ τῶν καθαρῶν ἀκροδρύων ὁρμαθούς·
5καλεῖται δὲ οὕτως ἀπὸ τοῦ τοῖς κλάδοις ἐνεῖρχθαι τὰ ἐξ αὐτῆς κρε‐ μάμενα, ἢ ἀπὸ τῶν στεμμάτων· στέμματα γὰρ τὰ ἔρια λέγουσιν Ἀττι‐ κοί. Λυκοῦργος 〈fr. 82 Blass〉 δέ φησιν ἀφορίας γενομένης Ἀθηναίοις τοῦτο ἐπιτελεσθῆναι κατὰ χρησμὸν οἱονεὶ ἱκετηρίαν Ἀπόλλωνι. Ἔ[ι]ρεψα 〈Α 39〉· ἐρέφω, τὸ στεφανῶ. Ἰωνικῶς ἤρεψα καὶ
10ἔρεψα. Εἰρήνη· παρὰ τὸ εἴρειν καὶ λέγειν ἐν αὐτῇ, εἴπερ Ἄρης, ὁ πό‐ λεμος, κατὰ στέρησιν τῆς ῥήσεως λέγεται. ‖ ἢ παρὰ τὸ εἴρω, ὅ ἐστι
διαλέγομαι, καὶ τὸν 〈εἰ〉ρήσω μέλλοντα. ἢ διὰ τὸ ἠρεμεῖν τὸν νοῦν.427 in vol. 2

epsilon

428

Εἰρῆσθαι· ... ἐκ τοῦ ἐρῶ ἐρήσω, ὁ παρακείμενος εἴρηκα, ὁ παθητικὸς εἴρη[σ]μαι, τὸ δεύτερον εἴρησαι, τὸ τρίτον εἴρη[σ]ται καὶ τὸ ἀπαρέμφατον εἰρῆσθαι. Γεωργίου Εἴρια· ... ἀπὸ τοῦ ἔριον γέγονεν εἴρια κατὰ πλεονασμὸν τοῦ ι.
5 Εἰροκόμος 〈Γ 387〉· ... ἐκ τοῦ εἶρος, ὃ σημαίνει τὸ ἔριον· 〈δ 135〉 „ἰοδνεφὲς εἶρος ἔχουσα“. γίνεται ἐκ τοῦ ἔρρω, τὸ κάμνω, ἔρρος καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ι εἶρος, τὸ μετὰ ταλαιπωρίας ἐργαζόμενον. τὰ δὲ ἀπὸ ῥημάτων παρηγμένα σύνθετα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· εἰ δὲ ἀπὸ ὀνόματος, προπαροξύνεται· οἷον ἱπποκόμος εἰρο‐
10κόμος. γίνεται δὲ ἐκ τοῦ εἶρος καὶ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι· ἡ τῶν ἐρίων ἐπιμελουμένη. Εἴρονα· εἰς τὸ Εἰρωνεύεσθαι. Εἰροπόκος· ... παρὰ τὸ ἔριον καὶ τὸ πέκω, τὸ ξαίνω, γέγονεν
ἐριοπόκος καὶ πλεονασμῷ τοῦ ι καὶ συγκοπῇ εἰροπόκος.428 in vol. 2

epsilon

429

Εἶρος· εἰς τὸ Εἰροκόμος καὶ Εἰρωνεύεσθαι. Εἴρσω· εἰς τὸ Ἐνέρσει. Ὁμήρου Εἰρύσασθαι 〈Α 216〉· μέσου ἀορίστου πρώτου παθητικὸν ἀπαρέμφατον. τὸ θέμα ἐρύω, ἐρύσασθαι καὶ Ἰωνικῶς πλεονασμῷ εἰρύ‐
5σασθαι. δεῖ γινώσκειν ὅτι ὥσπερ γέγονε τὸ ἀρτύω ἐκ τοῦ ἀρτῶ κατὰ πλεονασμὸν τοῦ υ καὶ ἀπὸ τοῦ μνῶ μνύω καὶ πλεονασμῷ τοῦ η μη‐ νύω, οὕτως καὶ τὸ ἐρύω παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ ἰσχύω, ἐπενθέσει τοῦ υ ῥύω καὶ κατὰ πλεονασμὸν τοῦ ε ἐρύω, οἷον δυνάμει ἑλκύω. ἢ παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρύω ἐρύσω ἐρύσασθαι 〈καὶ〉 πλεονασμῷ τοῦ
10ι εἰρύσασθαι. Εἰρύω· τὸ βιαίως ἐνεργῶ· ἀπὸ τοῦ ... 〈Φ 599?〉 „ἔργαθε γὰρ λαόσ“ τὸ παράγωγον ... Εἷρψεν· εἰς τὸ Ἐξεῖρψεν. Γεωργίου Εἴρω· ὃ σημαίνει τὸ λέγω, ἀπὸ τοῦ μέλλοντος ἐρῶ γέγονεν.
15καὶ εἰς τὸ Ἐνείρω καὶ Ἐνέρσει καὶ Ἔρεθε καὶ Ἔρις καὶ Θερμός καὶ Κειρίον καὶ Μειράκιον καὶ Ὅρμος καὶ Σειληνός καὶ Σειρά καὶ Σειρήν καὶ Σείριος καὶ Τείρεα καὶ Τέρας. Γεωργίου Εἵρω· ὅτε μὲν ψιλοῦται, σημαίνει τὸ λέγω· ὅτε δὲ δασύνεται,
σημαίνει τὸ συνάπτω.429 in vol. 2

epsilon

430

Εἰρωνεύεσθαι 〈Procop. De bell. 5, 22, 3〉· ψευδολογεῖν, χλευά‐ ζειν, ὑποκρίνεσθαι· παρὰ τὸ εἴρων εἴρωνος εἰρωνεύω. τὸ δὲ εἴρων παρὰ τὸ εἴρω, ὃ σημαίνει τὸ λέγω, ἐξ οὗ καὶ Ἶρος, ὃ σημαίνει τὸν φλύαρον, 〈ς 6〉 „Ἶρον δὲ ἐκίκλησκον ἅπαντεσ“. συντάσσεται μετὰ
5αἰτιατικῆς. Εἴς· πρόθεσις· εἰς τὸ Πρός ῥα. Εἷς 〈Β 204〉· περισπᾶται· τὰ εἰς 〈ε〉ις ὀνόματα κοινολεκτού‐
μενα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ἀποστρέφονται τὴν ὀξεῖαν430 in vol. 2

epsilon

431

τάσιν. „ὀνόματα“ εἶπε διὰ τὰς μετοχάς, οἷον τυφθείς. „κοινολεκτού‐ μενα“ εἶπεν διὰ τὸ εὐγενής καὶ εὐσεβής· οἱ γὰρ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου γράφουσιν. „〈ἔχοντα〉 οὐδετέρου παρασχηματισμόν“ διὰ τὸ κτείς κτενός. ὀξύνεσθαι οὐκ ὤφειλε διὰ τὸν κανόνα τοῦτον· βαρύνεσθαι
5οὐκ ὤφειλε, διότι τὰ μονοσύλλαβα ἢ ὀξύνονται ἢ περισπῶνται, οὐδέ‐ ποτε δὲ βαρύνονται· ἐξ ἀνάγκης περιεσπάσθη. γίνεται δὲ παρὰ τὴν ἕσιν καὶ ἄφεσιν, τὸ ἀπολελυμένον καὶ μεμονωμένον. ὁ κανὼν 〈Theod. Canon. 11, 5 Hilgard.〉 „τὰ εἰς εις ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ντ κλίνεται, χαρίεις χαρίεντοσ“· τὸ δὲ εἷς ὡς μονοσύλλαβον οὐκ ἐκλίθη διὰ τοῦ
10ντ, ἀλλὰ διὰ τοῦ ν μόνου, εἷς ἑνός. καὶ ἄλλως. [τὰ εἰς 〈ε〉ις μονο‐ σύλλαβα ὀνόματα ἔχοντα οὐδετέρου παρασχηματισμὸν διὰ τοῦ ντ κλίνεται· ἢ] τὰ εἰς 〈ε〉ις μονοσύλλαβα ὀνόματα ἀρσενικὰ διὰ τοῦ νος κλίνεται, οἷον κτείς κτενός, εἷς ἑνός, δείς δενός, ὅπερ ἰσοδυναμεῖ τῷ τίς· ὅπερ μετὰ τῆς οὔ οὐδείς καὶ μετὰ τῆς μή μηδείς. πρόσκειται
15„μονοσύλλαβα“ διὰ τὰ ὑπὲρ μίαν συλλαβήν, οἷον χαρίεις χαρίεντος. πρόσκειται „ὀνόματα“ διὰ τὰς μονοσυλλάβους μετοχάς· αὗται γὰρ διὰ τοῦ ντ κλίνονται, οἷον θείς θέντος, εἵς ἕντος, ἐξ οὗ καὶ τὸ ἀφείς ἀφέν‐ τος, ὁ ἀπολύσας. πρόσκειται „ἀρσενικά“ διὰ τὸ κλείς κλειδός θηλυκόν. ὁ εἷς καὶ τὸ θηλυκὸν ἀπέλειψεν. δύο γὰρ κανόνες εἰσὶν οἱ μαχόμενοι.
20ὁ μὲν εἷς λέγει ὅτι οἱ ἀριθμοὶ κοινοὶ θέλουσιν εἶναι, οἷον οἱ δύο431 in vol. 2

epsilon

432

καὶ αἱ δύο, οἱ τρεῖς καὶ αἱ τρεῖς· ἢ οὕτως, τὰ ἀριθμητικὰ ὀνόματα κοινά εἰσιν τῷ γένει καὶ ὁμοφωνοῦσι τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς, οἷον οἱ πέντε καὶ αἱ πέντε, οἱ ἑπτά καὶ αἱ ἑπτά. οὕτως ὤφειλε καὶ τὸ θηλυκὸν ὁμοφωνῆσαι τῷ ἀρσενικῷ. ὁ δὲ ἕτερος λέγει ὅτι πᾶσα γενικὴ
5διὰ τοῦ ντ κλινομένη τὸ τέλος τῆς γενικῆς τρέπουσα εἰς 〈σ〉α τὸ θηλυκὸν ποιεῖ καὶ τὴν παραλήγουσαν θέσει μακρὰν ποιοῦσα[ν] ἐπ’ ὀνομάτων, οἷον χαρίεντος χαρίεσσα. εἷς ἕντος ὤφειλεν εἶναι τὸ θηλυ‐ κὸν ἕ〈σ〉σα. τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἀπαιτοῦντος ὁμοφωνῆσαι τῷ ἀρσενικῷ τοῦ δὲ κατὰ παρασχηματισμὸν 〈ἕσσα〉, ἀπέ‐
10λειψεν καὶ ἐγένετο ὡς ἀπὸ τοῦ ἴος ἀρσενικοῦ, ὃ σημαίνει τὸν μόνον, καὶ ὁ ποιητής 〈Ζ 422〉 „οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω“, τὸ θηλυκὸν ἴα καὶ πλεονασμῷ τοῦ μ μία. κλίνεται δὲ ἡ μία τῆς μιᾶς, καὶ λέγει ὁ κανὼν περὶ τὸν τόνον· 〈Theod. Canon. 37, 6 Hilgard〉 „τὸ γὰρ μιᾶς καὶ ἰᾶς Ἰωνικὴν ἔχει τάσιν“, ἐπειδὴ κανών ἐστιν ὁ λέ‐
15γων· ἐπὶ τῶν εἰς α βραχυκαταλήκτων εἰώθασιν οἱ Ἴωνες βαρύνειν τὰς λέξεις ὡς καὶ ἡμεῖς, οἷον ἄγυια ὄργυια Πλάταια Θέσπεια· ὅταν δὲ γένηται ἡ τελευταία συλλαβὴ μακρά, Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνος, οἷον ἀγυιά ὀργυιά θεσπε[σ]ιά. τοῦτο οὖν ἐστιν τὸ εἰρημένον τῷ τεχνικῷ 〈Theod. l.l.〉 „τὸ γὰρ μιᾶς καὶ ἰᾶσ“. ἐπειδὴ οὖν τὸ ἴα
20καὶ μία ἐν τῇ γενικῇ καὶ δοτικῇ μακροκαταληκτεῖ, τούτου χάριν τῷ Ἰωνικῷ ἔθει κατεβίβασε τὸν τόνον καὶ περιεσπάσθη, οἷον ἰᾶς ἰᾷ, μιᾶς μιᾷ· ὅθεν καὶ ἡ αἰτιατική, ἐπειδὴ οὐκ ἐγένετο μακροκατάληκτος, οὐ κατεβίβασε τὸν τόνον, ἀλλὰ παρώξυνται ὁμοίως τῇ εὐθείᾳ, οἷον ἴαν
καὶ μίαν. κατὰ πόσους τρόπους διαφέρει τὸ εἷς τοῦ [οὐ]δείς; κατὰ δʹ·432 in vol. 2

epsilon

433

πρῶτον ὅτι τὸ μὲν εἷς δασύνεται καὶ περισπᾶται, τὸ δὲ [οὐ]δείς οὔτε δασύνεται οὔτε περισπᾶται· δεύτερον ὅτι τὸ μὲν εἷς ἀριθμητικόν ἐστι, τὸ δὲ [οὐ]δείς ἀόριστον· τρίτον ὅτι τὸ μὲν εἷς οὔτε δυϊκὸν ἔχει οὔτε πληθυντικόν, τὸ δὲ [οὐ]δείς ἔχει καὶ δυϊκὸν καὶ πληθυντικόν, οἱ οὐδένες
5τῶν οὐδένων· τέταρτον ὅτι τὸ μὲν εἷς καὶ τὸ θηλυκὸν μία, τὸ δὲ [οὐ]δείς ὁμοφώνως, ἡ οὐδείς γάρ. Γεωργίου Εἶς· τὸ δεύτερον· τὸ πρῶτον εἶμι, τὸ τρίτον εἶσι. Γεωργίου Εἰσάμενος· ... ἀπὸ τοῦ εἴδω τοῦ σημαίνοντος τὸ ὁμοιῶ γέ‐ γονεν εἴσω, 〈εἶσα〉, εἰσάμην καὶ εἰσάμενος ἡ μετοχή.
10 Εἴσατο 〈Β 215〉· ἔδοξεν, ἐφάνη ... ἐκ τοῦ εἴδω, τὸ φαίνομαι· 〈Α 228〉 „τὸ δέ τοι κὴρ εἴδεται εἶναι“· ὁ μέλλων εἴσω, ὁ ἀόριστος εἶσα, εἰσάμην καὶ τὸ εὐκτικὸν εἰσαίμην εἴσαιο εἴσαιτο. Εἷσεν· σημαίνει τὸ ἐκάθισεν, καὶ μετὰ τῆς κατά προθέσεως καὶ τοῦ δέ κατὰ δ’ εἷσεν, 〈ex. gr. B 549〉 „κὰδ δ’ εἷσεν“.
15 Εἴσῃ 〈Procop. De bell. 2, 3, 38〉· γνώσῃ, μαθήσῃ· παρὰ τὸ εἴδω, ὃ σημαίνει τὸ γινώσκω. σημαίνει δὲ τὸ εἴδω ἑπτά· εἴδω τὸ γινώσκω, 〈β 40〉 „μάλα δ’ εἴσεαι αὐτόσ“, συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς· εἴδω τὸ ὁμοιῶ, συντάσσεται μετὰ δοτικῆς· εἴδω τὸ θεωρῶ, συντάσσεται μετὰ αἰτιατικῆς· εἴδω τὸ διέρχομαι, 〈Δ 138〉 „διαπρὸ δὲ εἴσατο“,
20συντάσσεται μετὰ γενικῆς· εἴδω τὸ δοκῶ, 〈θ 283〉 „εἴσατ’ ἴμεν ἐς Λῆμνον“, μετὰ αἰτιατικῆς· εἴδω τὸ φαίνομαι, αἰτιατικῇ· εἴδω τὸ ὁρμῶ,
γενικῇ ὡς τὸ 〈Μ 118〉 „εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά“.433 in vol. 2

epsilon

434

Εἰσήρρησεν 〈Agath. Hist. praef. p. 139, 13 Dindorf〉· εἰσεφθάρη, εἰσεπήδησεν, εἰσῆλθεν. Εἶσι 〈Β 87〉· ... ἐκ τοῦ εἶμι· τοῦτο παρὰ τὸ εἴω, τὸ πορεύο‐ μαι· τοῦτο δὲ παρὰ τὸ ἔω καὶ πλεονασμῷ τοῦ ι εἴω καὶ ἐξ αὐτοῦ
5εἴωμι καὶ συγκοπῇ εἶμι· σημαίνει δὲ τὸ πορεύομαι. καὶ τὰ μὲν ἑνικὰ διὰ τῆς ει διφθόγγου γράφεται, τὰ δὲ πληθυντικὰ διὰ τοῦ ι. ἀπὸ τοῦ ἴμεν τοῦ διὰ 〈τοῦ〉 ι τὸ ἀπαρέμφατον ἴμεναι. ὁ κανών· 〈Theod. Canon. 89, 25 Hilgard〉 „ἄλλως τε καὶ πᾶν πληθυντικὸν 〈ἐνεργητικὸν〉 ἐνεστῶ‐ τος χρόνου τροπῇ τῆς μεν εἰς ναι τὸ ἀπαρέμφατον 〈ποιεῖ〉“. καὶ
10κατὰ συγκοπὴν ἴμεν, 〈Α 170〉 „οἴκαδ’ ἴμεν σὺν νηυσὶ κορωνίσιν“. καὶ εἰς τὸ Εἶς. Εὐλογίου. Ὁμήρου Ἐΐσκω 〈Γ 197〉· ... ἐκ τοῦ εἴδω, τὸ ὁμοιῶ, ὁ μέλλων εἴσω καὶ πλεονασμῷ τοῦ κ εἴσκω καὶ μετάγεται εἰς ἐνεστῶτα, ἐπειδὴ τὸ κ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος. „βαρυτόνου
15μέλλοντοσ“ εἶπε διὰ τὸ πλακῶ. καὶ ἐν διαλύσει ἐΐσκω. τὸ ι ι. διὰ τί; τὰ εἰς 〈σ〉κω λήγοντα ῥήματα κοινολεκτούμενα οὐ θέλουσιν ἔχειν ἐν τῇ παραληγούσῃ τὴν ει δίφθογγον ἐκφωνουμένην σὺν τῷ ε. μέλλοντα
οὐκ ἔχει.434 in vol. 2

epsilon

435

Ὁμήρου Εἰσόκεν 〈Β 332〉· ... ἐκ τῆς εἴς προθέσεως καὶ τοῦ ὅ ἄρθρου ἀναφορικοῦ καὶ τοῦ κέν συνδέσμου· ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτι‐ κόν. καὶ ἀποροῦσί τινες ὅτι 〈τὸ εἰσόκεν ἐν συνθέσει ἐστὶν ἢ ἐν παρα‐ θέσει; καὶ λέγομεν ὅτι〉 ἐν παραθέσει· κανὼν γάρ ἐστιν ὁ λέγων
5〈ὅτι〉 τὰ εἰς ε λήγοντα ἐπιρρήματα χρονικὰ θέλουσιν ἔχειν πρὸ τοῦ ε τὸ τ, ἐνίοτε ἑκάστοτε ἄλλοτε, καὶ ὅτι οὐδέποτε ὁ κέν σύν‐ δεσμος κατ’ ἀρχὴν συντίθεται. ἔνιοι δὲ λέγουσιν ὅτι ἐν συνθέσει ἐστίν· οὐδέποτε γὰρ τοῦτο τὸ ἐπίρρημα χωρὶς τοῦ κέν συνδέσμου παρὰ τῷ ποιητῇ 〈παρα〉λαμβάνεται, 〈Η 71〉 „εἰσόκεν ἢ ὑμεῖς Τροίην
10εὔπυργον ἕλοιτε“ καὶ 〈Γ 409〉 „εἰσόκεν ἢ ἄλοχον ποιήσεται“. ἔστι δὲ εἰπεῖν ὅτι αἱ προθέσεις παρατιθέμεναι τοῖς ὀνόμασιν ἔννοιαν ἔχουσ〈α〉ι τοπικὴν ποιοῦσιν τ〈οπικ〉ὰς σχέσεις, οἷον οἴκου ἐξ οἴκου, οἶκον εἰς οἶκον· τὸν αὐτὸν τρόπον τὰ ἄρθρα τὰ σημαίνοντα τὴν ἀναφοράν· ἡ δὲ ἀναφορὰ ἐν τῷ χρόνῳ οὖσα καὶ λαβοῦσα τὴν παράθεσιν τῆς
15προθέσεως ποιεῖ σχέσιν χρονικήν, οὗ ἐξ οὗ, ᾧ ἐν ᾧ. ὃν οὖν τρόπον τὸ ἐξ οἴκου, ὅτε ἀποστῇ τῆς προθέσεως, οὐκ ἔτι σχέσιν τοπικὴν σημαίνει, ὁμοίως καὶ τὸ εἰς οἶκον, τὸν αὐτὸν τρόπον καὶ τὸ εἰσόκεν, ἐὰν ἀποστῇ τὸ ἕτερον τοῦ ἑτέρου, ἐκστήσεται καὶ τὸ σημαινόμενον. Εἰσπνήλας· εἰς τὸ Ἀΐτης.
20Γεωργίου Εἱστήκειν· ... ὑπερσυντέλικός ἐστιν ἐνεργητικός. ἐπλεόνασεν
δὲ τὸ ι διὰ τοιαύτην αἰτίαν· ἔστιν ὁ ἐνεστὼς ἑστήκω ἑστήκεις ἑστήκει,435 in vol. 2

epsilon

436

ἐξ οὗ ὁ ἑστήξω μέλλων· 〈εἰ〉 ἐγένετο οὖν ὁ ὑπερσυντέλικος ἑστήκειν ἑστήκεις ἑστήκει, ἔμελλε συνεμπίπτειν κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἐνεστῶτος, φημὶ δὴ τὸ ἑστήκεις ἑστήκει τοῦτο 〈τὸ〉 ἀπὸ τοῦ ἑστήκω· τούτου οὖν χάριν
5προσλαμβάνει τὸ ι καὶ γίνεται εἱστήκειν εἱστήκεις εἱστήκει. Εἰσφορά· εἰς τὸ Ἀποφορά. Ὁμήρου Εἴσω· ... ἐκ τῆς εἴς προθέσεως, ὡς παρὰ τὸ ἔξ ἔξω· καὶ ἔς Ἀττικῶς, ἐξ οὗ καὶ τὸ ἔσω. ‖ ἢ ὡς ἀπὸ τῆς ἔξ προθέσεως γέγονεν ἔξω καὶ ἀπὸ τῆς πρός πρόσω, οὕτως καὶ ἀπὸ τῆς εἴς εἴσω. καὶ εἰς
10τὸ Ἤιδει. Γεωργίου Εἶτα· ὥσπερ ἀπὸ τοῦ δή γέγονε δῆτα, οὕτως καὶ ἀπὸ τοῦ εἴ γέγονεν εἶτα· ἔστι δὲ ἐπίρρημα τάξεως. Εἶτα· ἐπίρρημα τάξεως· γίνεται δὲ ἐκ τοῦ εἴ διαζευκτικοῦ ἐπεκτάσει τῆς τα συλλαβῆς, ὥσπερ καὶ παρὰ τοῦ δή παραπληρωματικοῦ
15συνδέσμου γίνεται δῆτα.436 in vol. 2

epsilon

437

Ἔστω 〈Β 204〉· ... προστακτικὸν ἐκ τοῦ εἰμί, τὸ ὑπάρχω· ὁ παρατακτικὸς ἦν, ἡ μετοχὴ εἴς ἔντος καὶ τὸ προστακτικὸν ἔθι, τὸ τρί‐ τον ἔτω, καὶ πλεονασμῷ τοῦ ς ἔστω, 〈B 204sq.〉 „εἷς κοίρανος ἔστω εἷς βασιλεύσ“. κατὰ πόσους τρόπους διαφέρει ὁ εἷς τοῦ [οὐ]δείς ἐγράφη
5εἰς τὸ Εἷς. Εἶχον· εἰς τὸ Εἰμί. Εἴωμεν καὶ εἴομεν· ... γράφεται καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι· τὸ μὲν γὰρ διὰ τοῦ ι, τούτου ὁ δεύτερος ἀόριστος ἴον· τὸ ι ι. ἔτι δὲ ἀπὸ μὲν βαρυτόνων τὸ ὑποτακτικὸν ἐὰν ἴω, τὸ πληθυντικὸν
10ἐὰν ἴωμεν, καὶ ποιητικῶς ἴομεν. τὸ ο μικρόν. διὰ τί; καὶ λέγομεν ὅτι σχῆμά ἐστι Κορίνθιον. ζήτει καὶ εἰς τὸ Ἀμφιέσοιτο καὶ Ἀπρόσιτον καὶ Ἤϊε καὶ Ἰών. Εἴωθα· 〈διὰ τῆς ει διφθόγγου〉, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ ἔωθα· οἱ γὰρ Αἰολεῖς τὸ εἴωθα ἔωθα λέγουσι. γίνεται παρὰ τὸ ἔθω, τὸ ἐξ
15ἔθους τι διαπράττομαι, ὁ μέσος παρακείμενος εἶθα καὶ πλεονασμῷ τοῦ ω εἴωθα καὶ συναρχομένως ἔωθα καὶ ἡ μετοχὴ ὁ εἰωθώς· 〈Theod. Canon. 78, 2 Hilgard〉 „ὁ ἐνεργητικός τε καὶ μέσος παρακείμενος τρέ‐
πων τὸ α—“. καὶ εἰς τὸ Ἀπαιωρήσας.437 in vol. 2

epsilon

438

Εἰῶσιν 〈Β 132〉· ... ῥῆμα· τὸ ει δίφθογγον πλεονασμῷ. ἔστιν ἐῶ, τὸ συγχωρῶ, δευτέρας συζυγίας τῶν περισπωμένων, ἐάομεν ἐῶμεν, ἐάουσιν ἐῶσιν, πλεονασμῷ τοῦ ι εἰῶσιν. Σελεύκου Ἑκάβη· ... ἡ ἕκαθεν βεβηκυῖα πρὸς τὸν ἄνδρα· ὁ γὰρ
5πατὴρ Δύμας ὁ Φρὺξ εἰς Ἴλιον Πριάμῳ ἐξέδοτο. ὅθεν καὶ Πρίαμος Φρυγίοις συμμαχεῖ· 〈Γ 184〉 „ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν“. Ὁμήρου Ἑκάεργος 〈Α 147〉· παρὰ τὸ ἑκάς καὶ τὸ ἔργον. ‖ παρὰ τὸ ἕκαθεν εἴργειν τουτέστι κωλύειν. ἢ ὁ ἕκαθεν ἐργαζόμενος ἤγουν μαχόμενος· ἔργον γὰρ καλεῖται ἡ μάχη. τὰ παρὰ τὸ ἔργον συντεθει‐
10μένα ἅπαντα ὀξύνεται, οἷον ἱερουργός ὑπουργός ἀγαθοεργός, πλὴν τοῦ πανοῦργος καὶ κακοῦργος προπερισπωμένως· ἑκάεργος δὲ προπαρ‐ οξύνεται. Ἐκαλινδοῦντο· ἐκυλίοντο· ἀπὸ τοῦ κυλινδῶ· τοῦτο παρὰ τὸ
κυλίω καὶ Αἰολικῶς τροπῇ τοῦ υ εἰς η κηλινδῶ καὶ καλινδῶ.438 in vol. 2

epsilon

439

Σελεύκου Ἑκαμήδη· ἡ τοῦ Νέστορος παλλακίς· ἀπὸ τοῦ ἕκαθεν βου‐ λεύεσθαι τὰ κατὰ τοῦ Νέστορος· 〈ἢ〉 ἡ μηδὲν εἰκαῖον μηδομένη. Ἐκάπυσσεν· εἰς τὸ Κῆπος. Ἑκάς· εἰς τὸ Εἴκαθεν καὶ Ἑκηβόλος.
5 Ἕκαστον 〈Β 164〉· ἐπιμεριζόμενον· κλητικὴν οὐκ ἔχει. τὰ ἐπι‐ μεριζόμενα κλητικὴν οὐκ ἔχουσιν· ἡ γὰρ κλητικὴ πρὸς παρόν ἐστι πρόσωπον ἀπότασις, τὰ δὲ ἐπιμεριζόμενα πρὸς ἀπόν. ποσαχῶς τὰ ἐπιμεριζόμενα; τετραχῶς· εἷς ἐκ δύο, ὡς ἕτερος τῶν ὀφθαλμῶν· δύο καθ’ ἕνα, ὡς ἑκάτερος· εἷς ἐκ πολλῶν, ὡς ἄλλος· πολλοὶ καθ’ ἕνα,
10ὡς ἕκαστος. ‖ τί σημαίνει 〈Γ 1〉 „ἕκαστοσ“; ἀντὶ τοῦ οἱ Ἕλληνες καὶ οἱ βάρβαροι. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἐπιμερι‐
ζομένου. ἡ κλητική; οὐκ ἔχει. ἐγράφη ἄνω.439 in vol. 2

epsilon

440

Ἑκατηβελέταο 〈Α 75〉· ... Αἰολικὴ γενική· παρὰ τὸ ἵημι, τὸ πέμπω, ὁ παθητικὸς παρακείμενος ἕμαι ἕσαι ἕσαι ἕται, ἕτης, καὶ μετὰ τοῦ βέλους βελέτης, καὶ μετὰ τῆς εκη ἑκηβελέτης, καὶ πλεονασμῷ τοῦ ατ ἑκατηβελέτης, ὁ τὰ βέλη μηκόθεν βάλλων.
5 Ἑκάτην· τὴν Ἄρτεμιν, ἵν’ ᾖ ἕκαθεν τῶν ἀποθνησκόντων. Ἑκατόμβας 〈Β 306〉· ... ἐκ τοῦ ἑκατόν καὶ τοῦ βοῦς βοός ἑκατόμβοος, καὶ τὸ θηλυκὸν ἑκατομβόη, καὶ συγκοπῇ ἑκατόμβη· καὶ σημαίνει τὴν τελείαν θυσίαν.
Σελεύκου Ἑκατόν· ὡσανεὶ δέκατον ἥκειν ἀριθμόν, ἢ παρὰ 〈τὸ〉 ἑκάς.440 in vol. 2

epsilon

441

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐκ Βασάν 〈Ps. 67, 23〉· ὄνομα τόπου· ἔστι βῶ, τὸ βαίνω ἤγουν πορεύομαι· ἐκ τούτου βάσω ὁ μέλλων καὶ τὸ Βασάν ὄνομα βάρβαρον, ἐξ οὗ τόπου μετῆλθον. Ἔκγονος ἔγγονος καὶ ἀπόγονος διαφέρει· ἔκγονος μὲν γάρ
5ἐστιν υἱός, ἔγγονος δὲ υἱὸς υἱοῦ, ἀπόγονος δὲ ὁ τῶν ἐγγόνων πά‐
λιν υἱός.441 in vol. 2

epsilon

442

Ἔκδικος· σημαίνει τὸν ἐκδικητὴν καὶ τὸν ἔξω τοῦ δικαίου. Ἔκδικος· παρὰ τὸ ἔξω τοῦ δικαίου μὴ εἶναι. Ἐκεῖ· ... κατὰ ἀποκοπήν· τὸ κει δίφθογγον κατὰ διάλεκτον, ἐπεὶ οἱ Δωριεῖς [ἐ]κῆνος λέγουσι διὰ τοῦ η, ὡς πλεῖον πλῆον μεῖον
5μῆον. [ἐκείνοθεν καὶ κατὰ συγκοπὴν ἐκεῖθεν] διὰ τί περισπᾶται; αἱ ἀποκοπαί, ἡνίκα φυλάττουσι τὸ αὐτὸ μέρος τοῦ λόγου, καὶ τὸν αὐτὸν
τόνον φυλάττουσιν, οἷον δῶμα δῶ ... καὶ εἰς τὸ Κεῖνος.442 in vol. 2

epsilon

443

Ἐκεχειρία 〈Procop. De bell. 2, 28, 7〉· ἀνάπαυσις, ἀνοχή· κυρίως ἐπὶ πολέμου. παρὰ τὸ ἔχω ῥῆμα καὶ τὸ χείρ γίνεται ἐχεχειρία, καὶ τροπῇ τοῦ χ εἰς κ 〈ἐκεχειρία〉. συντάσσεται δὲ τὸ ἔχω μετὰ δοτικῆς καὶ αἰτιατικῆς.
5 Ἑκηβόλος 〈Α 14〉· ὁ μακροβόλος καὶ πόρρωθεν βάλλων· τοῦτο ἐκ τοῦ ἑκάς καὶ τοῦ βάλλω ἑκαβόλος καὶ ἑκηβόλος. ἑκὰς δὲ σημαίνει τὸ πόρρω, παρὰ τὸ ἥκω, [καὶ] τὸ παραγίνομαι· πόρρωθεν γάρ τις παραγίνεται· ἐξ οὗ καὶ δασύνεται τὸ ἑκάς [καὶ τὸ ἥκω]. Ἐκίσσησεν· ... ἔστι κίω τὸ σημαῖνον τὸ πορεύομαι, καὶ ἐξ
10αὐτοῦ κίσσα ὄρνις, ἡ εἰς πᾶν βρῶμα ἐπιπορευομένη, καὶ ἐξ αὐτοῦ ῥῆμα κισσῶ κισσᾷς· σημαίνει δὲ τὸ μεθ’ ἡδονῆς συλλαμβάνω· τὸν αὐτὸν
τρόπον αἱ συλλαμβάνουσαι γυναῖκες πάντα ἐσθίουσιν.443 in vol. 2

epsilon

444

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐκίσσησε 〈Ps. 50, 7〉· τὸ θέμα κισσῶ δευτέρας συζυγίας τῶν περισπωμένων· σημαίνει δὲ τὸ μεθ’ ἡδονῆς συλλαμβάνω. γίνεται δὲ παρὰ τὸ κίσσα, ἐπειδὴ τὸ ὄρνεον λίχνον ἐστὶ καὶ πρὸς τὰς συνουσίας καταφερέστατον. ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν καὶ μετὰ σφοδρότητος
5σεύεσθαι πρὸς τὸ συνουσιάζειν. Γεωργίου Ἑκκαίδεκα· ὁ ἀριθμὸς 〈ὁ σύνθετος κ καὶ οὐ ξ〉· ἐτράπη γάρ, 〈ὡς καὶ〉 ἡ πρόθεσις, διὰ τὸ ἐπαγόμενον σύμφωνον. Ἐκκλησία συνόδου διαφέρει· ἐκκλησία μὲν γάρ ἐστιν, ἐν ᾗ ἄνδρες μόνον εἰσέρχονται διὰ βουλήν· σύνοδος δέ, ἐν ᾗ καὶ ἄνδρες
10καὶ γυναῖκες συνέρχονται διά τι.444 in vol. 2

epsilon

445

Ἐκκριθέν· εἰς τὸ Κρῖμα. Ἔκλαγξεν· εἰς τὸ Κλαγγηδόν. Ὁμήρου Ἔκλαγξαν 〈Α 46〉· ἐκ τοῦ κλάζω κλάξω, πλεονασμῷ τοῦ γ κλάγξω, ὥσπερ πλάζω πλάξω καὶ πλάγξω, λίζω λίξω καὶ λίγξω. εἴω‐
5θεν ὁ ποιητὴς ἐπὶ τῶν τοιούτων προσλαμβάνειν ἐπὶ τοῦ μέλλοντος τὸ γ. Ἐκμαγεῖον 〈Menand. Protect. fr. 11 p. 25, 2 Dindorf〉· ἐκτύπωμα καὶ ἐκσφράγισμα· ἐκ τοῦ 〈ἐκ〉μάσσω ῥήματος. Ὁμήρου Ἔκηα 〈Α 40〉· καίω, καύσω, ἔκαυσα κοινῶς, ἔκαα Ἀττικῶς,
10ἔκηα Ἰωνικῶς, ὥσπερ χέω, χεύσω κοινῶς, χεύω Ἰωνικῶς, χέω Ἀττι‐ κῶς, καὶ ὁ ἀόριστος ἔχευσα καὶ ἔχευα ἔχεα. Ἔκνη· εἰς τὸ Κονίη. Ἐκολῴα 〈Β 212〉· ... ῥῆμα παρὰ 〈τὸ〉 κολ〈ω〉ῶ· τὸ λω μέγα· ἐκ τοῦ κολῳός, 〈Α 575〉 „κολῳὸν ἐλαύνετον“· ἐκ τοῦ κολοιός· θορυ‐
15βῶδες γὰρ τὸ ζῶον. 〈ἢ〉 γίνεται παρὰ τὸ κλῶ, τὸ κράζω, κατὰ παρ‐
αγωγὴν κλῳός καὶ πλεονασμῷ τοῦ ο κολῳός.445 in vol. 2

epsilon

446

Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἑκουσίως· παρὰ τὸ εἵκω, τὸ θέλω, ἡ μετοχὴ ἑκών ἑκόντος, τὸ θηλυκὸν ἑκοῦσα καὶ ἐξ αὐτοῦ γίνεται ὄνομα ἑκουσία. ἡ γενικὴ τῶν πληθυντικῶν ἑκουσίων καὶ ἐξ αὐτοῦ γίνεται ἐπίρρημα μεσότητος ἑκουσίως. Ἔκπαγλα 〈Γ 415〉· ... κανών ἐστιν ὁ λέγων· ὅσα ἐν ὁμοφωνίᾳ
5καθέστηκεν πληθυντικῶν οὐδετέρων ὀνομάτων μετάγεται εἰς ἐπιρρη‐ ματικὴν σύνταξιν. Ἔκπαγλον· παρὰ τὸ ἐκπλήσσω. Ὁμήρου Ἐκπαγλότατε 〈Α 146〉· ... ἐκ τοῦ πλήσσω ὁ μέλλων πλήξω, ὁ δεύτερος ἀόριστος 〈ἔπλαγον καὶ ἐν ὑπερθέσει ἔπαγλον, μετὰ
10τῆς ἔξ ἐξέπαγλον, συγκοπῇ〉 ἔ〈κ〉παγλον καὶ ὄνομα ἐξ αὐτοῦ ἔκπαγλος καὶ τὸ ὑπερθετικὸν ἐκπαγλότατε. Ἐκπάγλως 〈Β 223〉· ... ἐκ τοῦ ἐκπλήσσομαι ῥήματος ὄνομα ἔκπλαγον καὶ ὑπερβιβασμῷ ἔκπαγλον καὶ ἐκπάγλως. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ. διαφέρει δὲ τὸ κατεπλάγην τοῦ
15κατεπλήγην, ὅτι τὸ μὲν κατεπλάγην ἐπὶ ψυχικῆς διαθέσεως λέγεται, τὸ δὲ κατεπλήγην ἐπὶ σώματος· ὁ μέντοι ποιητὴς διὰ τὸ μέτρον εἶπεν
〈Γ 31〉 „κατεπλήγη φίλον ἦτορ“.446 in vol. 2

epsilon

447

Ἐκπλαγότατε· ἐκ τοῦ ἐκπλήττω ἐκπλαγής, ἐκ τού〈του〉 ἔκπλαγος ἐκπλαγότερος καὶ ἐκπλαγότατος τὸ ὑπερθετικόν. Ἐκπέρσαι 〈Α 19〉· ἐκ τοῦ πέρθω τὸ καταστρέφω. Ἔκπληξις· εἰς τὸ Ἐκπάγλως καὶ Φόβος.
5 Ἐκποίητος· εἰς τὸ Ἀποκήρυκτος. Ἔκπυστα 〈Procop. De bell. 4, 8, 7〉· ... 〈ib.〉 „ἔκπυστα ἐποίησε τὰ πραττόμενα“· ἀνεκλάλητα, ἀνεξάκουστα καὶ ἄρρητα. ἐκ τοῦ πεύθω, ὃ σημαίνει τὸ ἀκούω, γίνεται πυστά καὶ ἔκπυστα· σημαίνει δὲ καὶ τὸ ἐξάγγελτα, ἔκδηλα καὶ ἐξάκουστα. συντάσσεται μετὰ γενικῆς.
10 Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐκσπάσας 〈Ps. 21, 10〉· ... τὸ ῥῆμα σπάω σπῶ, ὁ μέλλων σπάσω, ὁ ἀόριστος ἔσπασα, ἡ μετοχὴ σπάσας καὶ μετὰ τῆς ἔξ προθέσεως
ἐκσπάσας.447 in vol. 2

epsilon

448

Φωτίου Ἐκστῶσαν 〈Jo. Damasc. Canon. iamb. 2, 87〉· ... ἀπὸ τοῦ στῶ στᾷς ἡ μετοχὴ στῶν καὶ τὸ θηλυκὸν στῶσα καὶ μετὰ τῆς ἔξ προ‐ θέσεως ἐκστῶσαν, ἤγουν ἔξω τῶν ὅρων στᾶσαν ἢ καταπλήττουσαν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐκτῖλαι· ... ἔστι τείνω, καὶ ἀποβολῇ τοῦ ε καὶ τροπῇ τοῦ
5ν εἰς λ〈λ〉 γίνεται τίλλω ῥῆμα καὶ σημαίνει τὸ ξαίνω, καὶ μετὰ τῆς ἔξ προθέσεως ἐκτίλλω, ὁ μέλλων ἐκτιλῶ καὶ ὁ πρῶτος ἀόριστος ἐξέτιλα· μακρὸν τὸ ι· καὶ τὸ ἀπαρέμφατον ἐκτῖλαι· ὁ γὰρ ξαίνων τείνει. ἢ ὅτι κτίλος λέγεται ὁ κριός, καὶ ἐξ αὐτοῦ γίνεται ῥῆμα κτίλλω καὶ ἀποβολῇ τοῦ κ τίλλω, ἤγουν ἐκ μεταφορᾶς τῶν μαλλῶν τοῦ κριοῦ.
10 Νικήτου Ἐκτινάξας 〈Jo. Damasc. Canon. iamb. 3, 3〉· ... παρὰ τὸ ἴς ἰνός, ὃ σημαίνει τὴν δύναμιν, ἰνάσσω καὶ τινάσσω πλεονασμῷ τοῦ τ, ὁ μέλλων τινάξω, ὁ ἀόριστος ἐτίναξα καὶ ἡ μετοχὴ τινάξας. καὶ ἔστιν ἀντὶ βραχείας κατὰ τοὺς Δωριεῖς· ἐκεῖνοι γὰρ τὰς εἰς ας μετοχὰς
ἀντὶ βραχείας παραλαμβάνουσιν.448 in vol. 2

epsilon

449

Ἕκτωρ· ... παρὰ τὸ ἔχω, τὸ κρατῶ, ὁ μέλλων ἕξω καὶ ἐξ αὐτοῦ Ἕκτωρ, ὁ τοὺς Τρῶας ἐπικρατῶν. Ἑκυρός 〈Γ 172〉· ... ἐτυμολογεῖται παρὰ τὸ πρὸς ἑαυτὸν τὴν νύμφην ἄγειν· γίνεται ἐκ τοῦ δέχω δεχύω δεχυρός, ὡς ἴσχω ἰσχύω
5ἰσχυρός, καὶ ἀποβολῇ τοῦ δ καὶ τροπῇ τοῦ χ εἰς κ ἑκυρός. ἢ παρὰ τὸ κύρω, τὸ ἐπιτυγχάνω, κυρός καὶ ἑκυρός. σημαίνει δὲ τὸν πενθερόν. καὶ τίς λέγεται πενθερός; ὁ τοῦ ἀνδρὸς 〈ἢ〉 τῆς νύμφης πατήρ. Ἐκφαντορία· ἐκ τοῦ ἐκφαίνειν. Φωτίου Ἐκφοροῦντα 〈Jo. Damasc. Canon. iamb. 2, 93〉· ... ἔστιν
10ἐκφέρω· ἐξ αὐτοῦ γίνεται ἐκφορά, καὶ ἐκ τούτου ῥῆμα ἐκφορῶ, ὁ παθητικὸς ἐκφοροῦμαι καὶ ἡ μετοχὴ τοῦ ἐνεργητικοῦ 〈ἐνεστῶτοσ〉 ἐκ‐ φορῶν ἐκφοροῦντος. Νικήτου Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐκχεῶ 〈Jo. Damasc. Canon. iamb. 3, 9〉· ... τὸ θέμα ἐκχέω, ὁ μέλλων ἐκχεύσω, καὶ ὁ δεύτερος ἀόριστος ἐξέχεον, καὶ ὁ
15δεύτερος μέλλων ἐκχεῶ ἐκχεεῖς ἐκχεεῖ. Χοιροβοσκοῦ Ἑκών· εἰς τὸ Ἀέκοντας.
Νικήτου Ἔλαμψας 〈Jo. Damasc. Canon. iamb. 3, 67〉· ...449 in vol. 2

epsilon

450

Ἐλαία ἐλά[ι]ας διαφέρει· ἐλαία μὲν γάρ ἐστιν αὐτὸ τὸ φυτόν, ἐλά[ι]α[ς] δὲ ὁ τοῦ φυτοῦ καρπός. Ἔλαιον· παρὰ τὸ λεῖον λέαιον, τὸ λεαῖνον τὸ σῶμα, καὶ ἐν ὑπερθέσει ἔλαιον. ἢ παρὰ τὸ ἀλέα[ν], ὃ σημαίνει τὴν θερμασίαν· ἐν γὰρ
5θερμοῖς τόποις τὸ φυτὸν χαίρει. Ἔλασσον· εἰς τὸ Ἀμείνων. Ἐλαύνω· ... παρὰ τὸ ἐλῶ ἐλαίνω ἐλαύνω. Ἔλαφος 〈Γ 24〉· παρὰ τὸ ἕλκειν τοὺς ὄφεις· φασὶ γὰρ ὅτι παρερχόμενος καὶ τὸ κεράτιον αὐτοῦ προστρίψας τῷ φωλεῷ, λαμβά‐
10νοντες ἐκεῖνοι ἐκ τῆς ἀναθυμιάσεως τοῦ κέρατος ἐξέρχονται.450 in vol. 2

epsilon

451

Ἐλαφρός· ... παρὰ τὸ ἔλαφος ἐλαφηρός καὶ συγκοπῇ ἐλαφρός ἀπὸ τοῦ ζῴου. Ἐλάχεια· εἰς τὸ Λιγυφθόγγοισι. Ἔλδω· εἰς τὸ Ἐέλδωρ.
5 Ἐλεαίρει 〈Β 27〉· ... ὡς παρὰ τὸ ἔλπω ἐλπαίρω καὶ πλεονασμῷ τοῦ ε ἐλπεαίρω καὶ ἐν ὑπερβιβασμῷ ἐλ〈ε〉παίρω καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ γίνεται ἐλεφαίρω, τὸ ἀπατῶ, ὁ ἀόριστος ἐλέφηρα, ὁ μέσος ἐλεφηράμην καὶ 〈Ψ 388〉 „ἐλεφηράμενοσ“, οὕτως καὶ τὸ ἐλεῶ ἐλεαίρω ἐλεαρῶ.
10 Ἐλέατρος καὶ ἐδέατρος διαφέρει· ἐλέατρος μὲν γάρ ἐστιν ὁ μάγειρος, παρὰ τοὺς ἐλεούς· ἐλεοί εἰσιν αἱ 〈μαγειρικαὶ τράπεζαι〉 [χῆναι]· ἐδέατρος δὲ ὁ προγεύστης, παρὰ τὰ ἐδέσματα.
Ἔλεγος· ὁ θρῆνος· παρὰ τὸ εὖ λέγειν τοὺς θανόντας.451 in vol. 2

epsilon

452

Ἔλεγχος· ... παρὰ τὸ ἕλην ἔχειν ἤγουν φῶς. καὶ εἰς τὸ Μάρτυς. Ἑλεδώνη· εἶδος πολύποδος· ἔστι δὲ τὸ ελ περισσὸν· καλεῖται γὰρ ἐδώνη ἀπὸ τοῦ ἑαυτὴν ἔδειν, τουτέστιν ἐσθίειν· Ἡσίοδος 〈Op. 524〉 „ὅτ’ ἀνόστεος ὃν πόδα τένδει“.
5 Ἐλεεινός· ... ὥσπερ ἀπὸ τοῦ δέος γίνεται δεεινός καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου δεινός, οὕτως καὶ ἀπὸ τοῦ ἔλεος γίνεται ἐλεεινός, ὁ ἐλέους ἄξιος. καὶ εἰς τὸ Δεινός. Ἐλεηλάτει 〈Menand. Protect.〉· ᾐχμαλώτευεν, ἐλῄστευεν, ἥρπαζεν·
ἀπὸ θέματος τοῦ λεηλατῶ· τοῦτο παρὰ τὸ λεώς καὶ τὸ ἀτῶ·452 in vol. 2

epsilon

453

σημαίνει δὲ τὸ βλάπτω· γίνεται λεωατῶ, καὶ τροπῇ τοῦ ω εἰς η καὶ πλεονασμῷ τοῦ λ λεηλατῶ, τὸ τὸν λεὼν βλάπτω. Ἐλελιξάμενος 〈Β 316〉· ... ἐπιστραφείς· μετοχὴ ἐκ τοῦ ἐλε‐ λίσσω· τοῦτο ἐκ τοῦ εἱλῶ, τὸ συστρέφω, γίνεται κατὰ παραγωγὴν
5εἱλίσσω καὶ ἀφαιρέσει ἢ καὶ συστολῇ τοῦ ι ἑλίσσω, καὶ δασύνεται· καὶ κατὰ ἀναδιπλασιασμὸν ἐλελίσσω ἐλέλιξα ἐλελιξάμην ἐλελιξάμενος. Ἑλένη· ... ἀπὸ τοῦ πολλοὺς ἕλκειν ἐν τῷ κάλλει αὐτῆς· ἢ παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἡ πρὸς τὸ ἴδιον κάλλος ἑλκύουσα τοὺς νέους ἀνθρώπους· ἢ παρὰ τὸ Ἑλλάς· ἢ παρὰ τὸ ἐν ἕλει γεγεννῆσθαι. δασύ‐
10νεται. τὸ ε ἐπιφερομένου τοῦ λ, ᾧ ὑποτέτακται τὸ ε ἢ 〈τὸ〉 ω ἢ τὸ υ, δασύνεται· ἕλωρ, 〈Β 776?〉 „ἑλεόθρεπτον μεγάλοιο“. τὸ λε ψιλόν. τὰ διὰ τοῦ ενη θηλυκὰ ὑπὲρ δύο συλλαβὰς μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται ἐπί τε βαρυτόνων καὶ ὀξυτόνων· ἐπὶ βαρυτόνων, οἷον ὠλένη, ὁ βραχίων, Κλυμένη· 〈ἐπὶ〉 ὀξυτόνων δὲ δεξαμενή εἰαμενή.
15Ἔλεος· εἰς τὸ Ἄχος.453 in vol. 2

epsilon

454

Ἐλεός· εἰς τὸ Κουλεός. Ἐλέπη〈σεν〉· εἰς τὸ Ἔλεψε. Ἑλέπολις· σημαίνει τὸ μάγγανον καὶ τὴν κλίμακα. παρὰ τὸ ἑλεῖν τὰς πόλεις· ἑλῶ γὰρ τὸ πορθῶ.
5 Ἐλευθέρα· παρὰ τὸ ἐλεύθειν ὅπου ἐρᾷ. Χοιροβοσκοῦ Ἐλεύθερος· παρὰ τὸ ἔλευσις καὶ τὸ ἐρᾶν, ἐπεὶ ὅπου βούλε‐ ται ἄπεισιν. Ἐλεύθω· εἰς τὸ Εἰλείθυια καὶ Εἰλήλουθας. Ἐλευσίς· Ἐλευσίδος· ... διὰ τὴν ἀπὸ 〈Κρήτησ〉 Δήμητρος ἔλευσιν·
10ἐκεῖ γὰρ εὗρε τὸν καρπὸν ἐκ Κρήτης ἐλθοῦσα.454 in vol. 2

epsilon

455

Ἐλεφαίρω· ... παρὰ τὸ ἔλπω ἐλπαίρω, εἶτα καὶ ἐλεφαίρω, τὸ ἐλπίσιν ἀπατᾶσθαι. καὶ εἰς τὸ Ἐλεαίρει. Ἐλέφας· ... ἐλέβας· ἐπιβαίνει γὰρ τῇ θηλείᾳ οὐκ ἐπὶ [τῆς] γῆς διὰ τὸν ὄγκον, ἀλλ’ ἐπὶ ὕδατος ἑλώδους, ὅπου νέμονται, καὶ γί‐
5νεται εἰκότως κοῦφος. Ἔλεψε 〈Α 236〉· ... παρὰ τὸ λέπω, ἐξ οὗ καὶ λέπος καὶ λεπτός καὶ λέπυρον, τὸ τῶν καρύων ἔλυτρον· ἢ παρὰ τὸ λεπῶ πρώτης τῶν περισπωμένων ἐλέπησα καὶ τὸ τρίτον ἐλέπησεν, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ κράσει τοῦ πς εἰς ψ ἔλεψε.
10Ἕλη· εἰς τὸ Ἠέλιος καὶ Θειλόπεδον καὶ Σέλας. Ἐλήλυθα· εἴρηται παρὰ τὸ ἐλεύθω ἤλυθα καὶ κατὰ Ἀττικὴν
πρόσθεσιν τῶν δύο στοιχείων τῆς ἀρχούσης ἐλήλυθα.455 in vol. 2

epsilon

456

Ἑλικάων 〈Γ 123〉· ... δασύνεται· τὸ ε πρὸ τῆς λι συλλαβῆς δασύνεται, ἑλίσσω ἕλιξ. τὸ δὲ ἐλικμῶντο ψιλοῦται. Ἑλικάονος. ὁ κανών· τὰ εἰς ων 〈καθαρὸν〉 βαρύτονα διχρόνῳ ἐκτεταμένῳ παραληγόμενα τρέπουσι τὸ ω 〈εἰς τὸ ο〉 ἐπὶ τῆς γενικῆς Μαχάων 〈Μαχάονοσ〉
5Ἱκετάων 〈Ἱκετάονοσ〉. Χοιροβοσκοῦ Ἑλικτός 〈Jo. Damasc. Canon. iamb. 1, 14〉· ... ἐκ τοῦ ἑλίσσω ἑλίξω ἑλικτός, ἐξ οὗ γράφεται διὰ τοῦ ι. Ἑλίκωπες 〈Γ 190〉· ... ἡ εὐθεῖα ἑλίκωψ· ἐκ τοῦ Ἑλίκη, ὃ σημαίνει τὴν μεγάλην ἄρκτον, ὡς καὶ Ἄρατος 〈37 sq.〉 „Ἑλίκῃ γε μὲν
10ἄνδρες εἰν ἁλὶ τεκμαίροντεσ“. δύο δέ εἰσιν ἄρκτοι, καὶ ἡ μὲν μεγάλη καλεῖται Ἑλίκη, πρὸς ἣν ἀποβλέποντες καὶ ἀπευθύνοντες τὴν πορείαν ἐποιοῦντο, ὡς ἐκ τούτου κληθῆναι αὐτοὺς ἑλίκωπας· ἡ δὲ μικρὰ
Κυνόσουρα.456 in vol. 2

epsilon

457

Ἑλικώπιδα 〈Α 98〉· τὴν ἀξιοθέατον καὶ εὐμορφοτάτην, πρὸς ἣν πᾶς ἑλίσσει τοὺς ὦπας διὰ τὸ κάλλιστον εἶδος. ἢ μελανόφθαλμον· ἑλικὸν δὲ τὸ μέλαν κατὰ διάλεκτον. κλίνεται δὲ ὡς ἡ προφῆτις. Ἐλινύειν· ἀργεῖν, σχολάζειν· ὁ δὲ Ταραντῖνος τὸ ἡσυχάζειν· ὁ
5δὲ Ἱπποκράτης ἐμφαίνει λέγων 〈Epidem. 6, 1. Tom. III p. 584 Kuehn〉 „ἐλινύειν οὐ ξυμφέρει ἀλλὰ γυμνασίη“, δῆλον ὡς ἀντιδιαστέλλων τῇ κινήσει τὴν ἀργίαν. καὶ εἰς τὸ Ἐρινύς. Ἕλιξ· εἰς τὸ Ἰλιγγιᾶ. Ἑλίσσω· εἰς τὸ Ἀμφιελίσσας.
10 Ὁμήρου Ἑλκέμεν 〈Β 152〉· ... ῥῆμα· καὶ τὰ εἰς ειν ἀπαρέμφατα οἱ Ἴωνες διὰ τοῦ εμεν προφέρουσι. καὶ δασύνεται· τὸ γὰρ ε πρὸ τοῦ λ ἐπιφερομένου τοῦ κ ἢ τοῦ μ δασύνεται, οἷον ἕλκος ἕλμινς ἕλμινθος. ἕλκω, ὁ μέλλων ἕλξω, ὁ δεύτερος ἀόριστος εἷλκον· συνάρχεται δὲ τῷ πρώτῳ ἀορίστῳ· καὶ Ἰωνικῶς 〈ex. gr. Γ 370〉 „ἕλκε“ καὶ μετὰ τῆς
15ὑπό προθέσεως 〈Ξ 477〉 „ὕφελκε“, καὶ ἀναβιβάζει τὸν τόνον· πᾶς παρῳχημένος χρόνος τὸν προ〈σ〉γινόμενον αὐτῷ χρόνον κατὰ τὸ ἄρχον μέρος ἀποβαλὼν ἐν τῇ συνθέσει προπαροξύνεται. δασύνεται δὲ ἐκ τῆς
συναλ〈ο〉ιφῆς.457 in vol. 2

epsilon

458

Ἕλκος ὠτειλὴ τραῦμα πληγὴ διαφέρει· ἕλκος μὲν γὰρ τὸ χρόνιον πάθος μόνον, ἐκ σιδήρου γινόμενον· ἔσθ’ ὅτε καὶ ἐκ ταὐτο‐ μάτου. εἴρηται δὲ παρὰ τὸ διελκύσθαι τὴν σάρκα. ὠτειλὴ δὲ ἡ ἐκ τοῦ σύνεγγυς σιδήρου πληγή· τραῦμα δὲ τρῶσις σαρκὸς ὑπὸ σιδήρου γινο‐
5μένη ἐφ’ ὑγιοῦς σώματος. πληγὴ δὲ ἡ ἐκ χειρὸς πλῆξις. Χοιροβοσκοῦ Ἑλκύω· ... ἐκ τοῦ ἕλκω. τὸ κυ ψιλόν· τὰ διὰ τοῦ υω ῥήματα διὰ τοῦ υ ψιλοῦ γράφεται, πλὴν τοῦ οἴω, τὸ ὑπολαμβάνω, καὶ οἴω, τὸ κομίζω, καὶ οἰῶ, τὸ μονῶ. Φωτίου Ἕλκω· ... τὸ ε ψιλόν. ἀδύνατον γάρ, ἔνθα ἀμετάβολον ἀφώ‐
10νου προηγεῖται, πρὸ τοῦ ἀμεταβόλου τὴν οἷαν δήποτε δίφθογγον εὑρεθῆναι, οἷον ἐλπίς ἕρκος ἕρπης. σεσημείωται τὸ εἴργω, ὅπερ πάλαι οἱ ἀναλόγως κεχρημένοι κατὰ διάλυσιν εἶπον ἐέργω. Ἑλλάς· Ἑλλάδος· ἀπὸ Ἕλλης τῆς Ξούθου θυγατρός. Ἐλλέβορος· ἡ ἔλουσα βρῶσις ἤγουν θανατοῦσα.
15Ἐλλεδανός· ... παρὰ τὸ συνελεῖν τὰ δεσμούμενα.458 in vol. 2

epsilon

459

Ἑλοίμεθα· ... ῥῆμα εὐκτικὸν μέσου ἀορίστου δευτέρου· ἐκ τοῦ ἕλω. καὶ δασύνεται, ἐὰν σημαίνῃ τὸ λαμβάνω· εἰ δὲ σημαίνει τὸ φονεύω, ψιλοῦται παρὰ τῷ ποιητῇ. σημαίνει δὲ ἔλω ἐλῶ εἰλῶ, εἰ μέντοι περισπῷτο ὁ μέλλων, ὁ δεύτερος ἀόριστος εἷλον, ὁ μέσος
5εἱλόμην εἵλου εἵλετο. Ἕλος· εἰς τὸ Εἶλαρ. Ἔλουσα· εἰς τὸ Ἐλλέβορος.
Ἐλπίς· παρὰ τὸ ἑλκίς ἐλπίς, ἡ παρέλκουσα ἡμᾶς εἰς χρόνον.459 in vol. 2

epsilon

460

Ἐλυμήνατο 〈Ps. 79, 14〉· ... ἀπὸ τοῦ λύμη γίνεται λυμαίνω λυμανῶ ἐλύμηνα καὶ ἐλυμήνατο, καὶ ἐξ αὐτοῦ λυμεών. Ἕλω· εἰς τὸ Γελῶ καὶ Ἐέλδωρ καὶ Ἑλοίμεθα καὶ Ἐναρίζοι καὶ Ἐρέτης καὶ Μελῳδός καὶ Τελεῖ.
5Ἑλῶ· εἰς τὸ Ἑλέπολις καὶ Οὐλομένην καὶ Τελεῖ. Ἑλώρια 〈Α 4〉· ἐκ τοῦ ἕλω ἕλωρος τὸ ἑλώρια ἐκ τοῦ ῥῶ τὸ
λαμβάνω.460 in vol. 2

epsilon

461

Ἔμβ〈ι〉οι 〈Theophyl. Simoc. Hist. 1, 5, 15〉· 〈ib.〉 „στερρόν τε τὸ πρέμνον ἔμβιοί τε αἱ ῥίζαι“· αἱ εἰς βάθος διϊκνούμεναι καὶ ἐμβε‐ βηκυῖαι. παρὰ τὸ βῶ ῥῆμα, ὃ σημαίνει τὸ βαίνω. Ἔμβολος· ἐμβαίνει λαός.
5 Ἐμβριμώμενοι 〈Menand. Protect. fr. 20 p. 50, 16 Dindorf?〉· μετὰ αὐστηρότητος ἐπιτιμῶντες· ἀπὸ τοῦ ἐμβριμῶ, ἐξ οὗ „βριμαίνει“, τὸ θυμοῦται, καὶ „βριμαίνουσα“ ὀργιζομένη. καὶ εἰς τὸ Ὄβριμος. Ἐμβρόντητος· μαινόμενος, ἔκφρων, ἀνόητος· ἀπὸ μεταφορᾶς τῶν ἀπὸ ψόφου βροντῆς ἐξεστηκότων.
10 Ἔμβρυον· παρὰ τὸ ἔσω βρύειν [ἢ βρύχειν] καὶ αὔξεσθαι· ἢ παρὰ τὸ ἔσω εἶναι βροτοῦ βροτόν. ἢ παρὰ τὸ αἷμα καὶ τὸ βρῶ, τὸ ἐσθίω, γίνεται αἱμό〈β〉ρυον καὶ ἔμβρυον. Γεωργίου Ἔμεια· ἔστι τόπος πλησίον Μυκηνῶν· ἀπὸ τοῦ ἐμῶ Ἔμεια. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐκ τοῦ
15Ἅιδου, ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὑτοῦ ἐκεῖ ἤμεσεν.461 in vol. 2

epsilon

462

Ὁμήρου Ἐμεῖο 〈Γ 162〉· ἐκ τοῦ ἐμοῦ. ποίου εἴδους; πρωτοτύπου. κατὰ πόσους τρόπους διαφέρει τὸ πρωτότυπον τοῦ παραγώγου; κατὰ γʹ· ὅτι τὸ μὲν ἐμοῦ 〈τὸ〉 πρωτότυπον [καὶ] γίνεται κατὰ διάλυσιν ἐμέο ἐμεῖο καὶ ἐμεῦ, τὸ δὲ παράγωγον οὐδαμῶς· καὶ ὅτι τὸ μὲν πρω‐
5τότυπον ἐγκλίνεται καὶ τὸ κατ’ ἀρχὴν φωνῆεν ἀποβάλλει, οἷον „ἤκουσέ μου“, τὸ δὲ παράγωγον οὔτε ἐγκλίνεται οὔτε τὸ κατ’ ἀρχὴν φωνῆεν ἀποβάλλει. [τὸ δὲ ἐμοῖο ἐκ τοῦ ἐμός ἐμοῦ· ἔστι δὲ ἡ ἀντωνυμία παράγωγος. ποίου εἴδους τῶν παραγώγων; κτητικοῦ· σημαίνει δὲ καὶ κτήτορα καὶ κτήματα.] διαλύσει τῆς ου διφθόγγου Ἰωνικῶς ἐμέο καὶ
10πλεονασμῷ τοῦ ι ἐμεῖο· ἐκ δὲ τοῦ ἐμέο συναιρέσει τοῦ εο εἰς τὴν ευ δίφθογγον ἐμεῦ, ἀποβολῇ τοῦ ε μεῦ, ὡς ἐν τῷ 〈Γ 86〉 „κέκλυτέ μευ“· αἱ γὰρ πρωτότυποι ἀντωνυμίαι ἐγκλίνονται.
Ἔμεν· εἰς τὸ Ἴμεν.462 in vol. 2

epsilon

463

Ἐμήνυκα· εἰς τὸ Ὑπεμνήμυκε. Γεωργίου Ἐμίχθη· ἀπὸ τοῦ μίσγω ἐστὶ καὶ μίξω καὶ ἐμίχθη ὁ πρῶτος παθητικὸς ἀόριστος. Ἐμμαπέως· ... παρὰ τὸ ἅμα ἔπει κατὰ μετάθεσιν καὶ πλεονασμόν.
5 Ὁμήρου Ἔμμεναι 〈Β 129〉· ... ῥῆμα ἀπαρέμφατον ἐνεστῶτος· τὸ γὰρ ὑπάρχω σημαίνει, καὶ οἱ Δωριεῖς ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων—. ὁ ἐνεστὼς εἰμί, ὁ παρατατικὸς ἦν, τὸ πληθυντικὸν ἦμεν „ἀλλ’ ὅπερ ἦμεν“, ἡ μετοχὴ εἴς ἔντος, τὸ ἀπαρέμφατον εἶναι καὶ Δωρικῶς ἔμμεναι. καὶ εἰς τὸ Ἴμεν.
10Ὁμήρου Ἔμμορε 〈ex. gr. A 278〉· ... παρὰ τὸ μορῶ, τὸ ἐπιτυγχάνω,
μορήσω, ὁ δεύτερος ἀόριστος ἔμμορον πλεονασμῷ τοῦ μ, τὸ δεύτερον463 in vol. 2

epsilon

464

ἔμμορες, 〈Apoll. Rhod. 3, 3 sq.〉 „σὺ γὰρ 〈καὶ〉 Κύπριδος αἶσαν ἔμμο‐ ρεσ“, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἔμμορον, οὐκ ἐμμόρασιν. Ἔμμορε 〈Α 278〉· παρὰ τὸ μείρω μέμορα, μέμορας, μέμορε καὶ ἔμμορε.
5 Ἐμπεδῶσαι 〈Agath. Hist. 1, 1〉· βεβαιῶσαι, ἐνισχῦσαι, ἀσφαλί‐ σασθαι, 〈ἑδραιῶσαι〉· καὶ ἔμπεδον 〈τὸ〉 ἑδραῖον καὶ βέβαιον· παρὰ γὰρ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν, γίνεται ῥῆμα πεδῶ καὶ ἐμπεδῶ. τὸ δὲ πέδον παρὰ τὸ ἕω, τὸ καθέζομαι, γίνεται ἕδον καὶ πλεονασμῷ τοῦ π πέδον· ἢ παρὰ τὸ ἕζω, τὸ καθέζομαι. 〈Agath. l. l.〉 „τὰ νενομισμένα
10τοῖς ἔργοις αὐτοῖς ἐμπεδῶσαι“. Ἔμπεδον· παρὰ τὸ ἐν τῷ πέδῳ ἐρείδεσθαι, ἤγουν τῇ γῇ.
Ἐμπείραμοι· παρὰ 〈τὴν〉 πεῖραν.464 in vol. 2

epsilon

465

Ἐμπειρικὸς λογικοῦ διαφέρει· ἐμπειρικός ἐστιν ὁ ἐκ συνηθείας τινὸς ἰατρεύων ἢ ἄλλο τι ποιῶν δίχα λόγου· λογικὸς δὲ ὁ μετὰ λόγου τὰς αἰτίας τῶν πραγμάτων ἀποδιδοὺς καὶ πληρῶν. Ἐμπίς· εἰς τὸ Ἀσπίς καὶ Θεοπροπέων.
5 Ἔμπλαστρον· διὰ τὸ ἐν πλάτει τηρεῖν τὸν τόπον. Ἔμπλην· παρὰ τὸ πέλω, τὸ πλησιάζω, πλῶ καὶ μετὰ τῆς ἔν προθέσεως ἔμπλην· 〈Β 526〉 „Βοιωτοὶ δὲ ἔμπλην ἐπ’ ἀριστερὰ θω‐ ρήσσοντο“. Ἔμπνουν· εἰς τὸ Αἰών.
10Ἔμπορος· ὁ πραγματευτής· καὶ ὁ τόπος αὐτὸς ἐμπορεῖον. τί
λέγεται ἐμπορεῖον; ὁ καταβόλος, ἔνθα καταβάλλει τις τὴν ἰδίαν εὐπορίαν.465 in vol. 2

epsilon

466

Ἐμφαίνω· εἰς τὸ Ὑπεμφήνειεν. Νικήτου Ἐμφοροῦν 〈Jo. Damasc. Canon. iamb. 3, 113〉· ἤγουν τὸ πληροῦν ... παρὰ τὸ ἐμφέρω γίνεται ἔμφορος, ὁ ἐν ἑαυτῷ φέρων τι· ἐξ αὐτοῦ ἐμφορῶ πρώτης συζυγίας, ἡ μετοχὴ ἐμφορῶν ἐμφοροῦν‐
5τος καὶ τὸ οὐδέτερον ἐμφοροῦν. καὶ εἰς τὸ Πνευματέμφορος. Ἐμῶ· ἐκ τοῦ ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς εἷμαι καὶ ἐξ αὐτοῦ ἐμῶ. Ἐναβρύνεσθαι 〈Procop. De bell. 7, 24, 25〉· μεγαλοφρονεῖν, καυχᾶσθαι· ἀπὸ τοῦ ἐναβρύνω· τοῦτο παρὰ τὸ ἁβρός, 〈τὸ〉 κοῦφος·
10τὸ δὲ ἁβρός παρὰ τὸ ἄβαρος κατὰ συγκοπήν. συντάσσεται πτώσει δοτικῆ. Ἐναίρω· εἰς τὸ Ἐναρίζοι.
Ἐναλλάξ· εἰς τὸ Ὑπόδρα.466 in vol. 2

epsilon

467

Νικήτου Ἐνανθρώπησις 〈Jo. Damasc. Canon. iamb. 3, 120〉· παρὰ τὸ ἐνανθρωπῶ ἐνανθρωπήσω ἐνανθρώπησις· τοῦτο δὲ παρὰ τὸ ἄνθρωπος ὅτε δέ ἐστι σύνθετον, τότε γίνεται ἐνανθρωπῶ· ὅτε δὲ ἁπλοῦν, τότε ἄνθρωπος ἀνθρωπίζω.
5 Χοιροβοσκοῦ Ἐναντίος· ... διὰ τοῦ ι· τὰ διὰ τοῦ ιος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα καὶ ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α, μεθ’ ὃ ἐπάγονται δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀστεῖος Καδμεῖος, πλὴν τοῦ ἀντίος. καὶ εἰς τὸ Ἀντίος. Ἐναρίζοι 〈Α 191〉· ... φονεύοι· παρὰ τὸ ἐναρίζω, καὶ τὸ
10εὐκτικὸν ἐναρίζοιμι· τὸ ἐναρίζω παρὰ τὸ ἐναίρω, τὸ φονεύω· τοῦτο παρὰ τὸ ἔνω, τὸ φονεύω, ὅθεν καὶ Ἐνυώ, ἡ πολεμικὴ θεός, καὶ Ἐνυά‐ λιος· τὸ δὲ ἔνω παρὰ τὸ ἕλω, τὸ φονεύω, ἐξ οὗ καὶ εἷλεν καὶ ἀνεῖλεν· ἐναρίζει, σημαίνει γʹ ἡ λέξις· τὸ σκυλεύω καὶ τὸ φονεύω καὶ τὸ 〈ὑπολαμβάνω. ἔναρα δὲ ἐκ τοῦ αἴρω, τὸ〉 λαμβάνω, τὰ βασταζόμενα·
15ἢ παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, οἱονεὶ ἃ ἥρμοσται τῷ σώματι, ὡς ἐπὶ θώ‐
ρακος καὶ περικεφαλαίας.467 in vol. 2

epsilon

468

Ἔνατος· πόθεν; παρὰ τὸ ἓν νέον αὐτὸν ἄγειν· ὃ γὰρ οὐχ εὕρη‐ ται ἐπὶ ἄλλου ἀριθμοῦ ἐπὶ τούτου θεωρεῖται· εἰς μονάδα γὰρ λήγει· ἐννάκις γὰρ ἐννέα ὀγδοήκοντα μία. Ἔναυλος 〈Menand. Protect.〉· ἔμπνους· σημαίνει δὲ καὶ ῥοῦν
5καὶ χαράδραν καὶ χειμάρρουν καὶ ἐναυλιζόμενον 〈καὶ〉 ἐνοικοῦντα. ση‐ μαίνει δὲ καὶ ἔνηχον [αὐλόν]· αὐλὸς γὰρ πᾶν τὸ στενὸν καὶ ἐπίμηκες· τοιοῦτος δὲ καὶ ὁ τῶν ὤτων τόπος. Ἔνδεια· ... ἔστι ὄνομα δέα ἐκ τοῦ δέω, τὸ χρῄζω, καὶ πλεονασμῷ τοῦ ι δεία, καὶ μετὰ τῆς ἔν προθέσεως ἔνδεια· ἐξ οὗ τὸ ῥῆμα ἐνδέω,
10ἡ μετοχὴ ἐνδέων καὶ τὸ οὐδέτερον τὸ ἐνδέον, καὶ ἀπὸ μετοχῆς παρήχθη εἰς ὄνομα. Ἐνδελεχέστατα· καὶ ἐνδελεχῶς, τὸ συνεχῶς· παρὰ τὸ ἐνδέχομαι γίνεται ὄνομα ἐνδεχής, καὶ κατὰ πλεονασμὸν τῆς λε συλλαβῆς ἐνδελεχής,
καὶ ἐνδελεχῶς ἐπίρρημα.468 in vol. 2

epsilon

469

Ἐνδίνων 〈Ψ 806〉· ἐντέρων· παρὰ τὸ ἔνδον τῶν ἰνῶν πάσης τῆς σαρκός. ἢ ἐνδινόντων, παρὰ τὸ ἔνδον ὄντων. Ἔνδιος· ὁ μεσημβρινός· παρὰ τὸ ἐνδεῖν καὶ ἐλαττοῦσθαι τὴν ἡμέραν.
5 Γεωργίου Ἔνδιος· σημαίνει τὸν μεσημβρινὸν καιρόν· παρὰ γὰρ τὸ ἰδίειν ἐστίν, ὃ σημαίνει τὸ ἱδροῦν· ἐν γὰρ τῷ καιρῷ ἐκείνῳ ἔστιν ἰδίειν
ἤγουν ἱδροῦν.469 in vol. 2

epsilon

470

Ἔνδον τοῦ ἔσω διαφέρει· ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ σημαίνει, ἔσω δὲ 〈τὸ〉 εἰς τόπον· „ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι“. ἁμαρτάνει οὗν ὁ λέγων „ἔνδον εἰσέρχομαι“ ἢ „ἔσω ἐστὶν ὁ παῖσ“. Ἔνδοξος· εἰς τὸ Ἐπίδοξος.
5Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐνέδρα 〈Ps. 9, 29〉· ... παρὰ τὸ ἕζω, τὸ καθέζομαι, ἕδρα
καὶ ἐνέδρα, ἐν ᾗ καθέζονταί τινες, μέχρις ἂν ἕλωσιν οἷς ἐπιβουλεύουσι.470 in vol. 2

epsilon

471

Ἐνέθω· εἰς τὸ Ἐπενήνοθεν. Γεωργίου Ἐνεῖκαι· 〈παρὰ τὸ ἤνεικα, ὃ〉 σημαίνει τὸ ἤνεγκα καὶ ἔστι Ἰωνικόν. ἔστι ἐνέγκω ὁ ἐνεστώς, ἐνέγξω ὁ μέλλων, καὶ 〈ὁ πρῶτος ἀόριστοσ〉 ἤνεκα καὶ κατὰ πλεονασμὸν τοῦ ι ἤνεικα, καὶ ἐκεῖθεν ἐνεῖκαι
5τὸ ἀπαρέμφατον. Ἐνείρω 〈Theophyl. Simoc. Hist. 1, 11, 8〉· ἐμπερονήσω, συναρμόσω, συμπλέξω, συνάψω· εἴρω οὖν παρὰ τὸ ἄρω, ὃ σημαίνει τὸ ἁρμόζω, τροπῇ τοῦ α εἰς ε καὶ πλεονασμῷ τοῦ ι. Ἕνεκα τοῦ οὕνεκα διαφέρει· τὸ μὲν οὖν οὕνεκα σημαίνει τὸ
10διότι, 〈Γ 44 sq.〉 „οὕνεκα καλὸν εἶδος ἔπ’· ἀλλ’ οὐ〈κ ἔστι βίη φρε‐ σίν′“, τὸ δὲ ἕνεκα τὸ χάριν, ‵Τ 325〉 „ἕνεκα ῥιγεδανῆς Ἑλένησ“. Ἕνεκα τοῦ χάριν διαφέρει· τὸ μὲν ἕνεκα ψιλὴν τὴν αἰτίαν δηλοῖ, οἷον „ἕνεκα Ἀλεξάνδρου καὶ Ἑλένης ἐστράτευσε Μενέλαος ἐπὶ Τροίαν“· τὸ δὲ χάριν μετὰ τῆς αἰτίας δηλοῖ καὶ τὴν χάριν, οἷον „χάριν Μενελάου
15ἐστράτευσεν Ἀχιλλεὺς ἐπὶ Ἴλιον“, τουτέστι χαριζόμενος τῷ Μενελάῳ.471 in vol. 2

epsilon

472

Ὁμήρου Ἔνεκά σφιν 〈Α 110〉· εἰς τὸ Ὁ ἄρθρον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐνεκό[ν]τουν μοι 〈Ps. 54, 4〉· ... ἔστι κεῖμαι, καὶ τὸ τρίτον κεῖται, καὶ ἐξ αὐτοῦ κότος, ἡ ὀργή· ἐξ αὐτοῦ κοτῶ κοτεῖς καὶ ἐγκοτῶ, ὁ παρατατικὸς ἐνεκότουν, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ὁμοίως.
5ἔστι δὲ καὶ δευτέρας συζυγίας κοτῶ κοτᾷς. Ἐνενήκοντα· εἰς τὸ Ἑβδομήκοντα. Ἐνεός εἰς τὸ Κωφός. Ὁμήρου Ἐνεόχμωσεν 〈Procop. De bell. 3, 7, 22〉· ἠλλοίωσεν ἢ ἐκαινοποίησεν· ἀπὸ τοῦ νέος καὶ τοῦ ἔχω νεοέχω, καὶ κατὰ συγκοπὴν
10καὶ πλεονασμῷ τοῦ μ νεοχμῶ. συντάσσεται μετὰ αἰτιατικῆς. Ἐνέργεια· παρὰ τὸ ἐνεργεῖν καὶ πράττειν εἴρηται, ἢ διὰ τὸ ἐν ἔργοις ἰέναι ἤγουν φέρεσθαι. Ἔνερθεν· ὑποκάτωθεν. 〈Β 150〉 „ὑπένερθεν“ δύο μέρη λόγου· ὑπό πρόθεσις, ἔνερθεν ἐπίρρημα τοπικόν. ἐκ τοῦ ἔνερος, ὃ σημαίνει
15τὸν νεκρόν, Ὅμηρος 〈Υ 61〉 „ἄναξ ἐνέρων“· ἐξ αὐτοῦ ἐνέροθεν καὶ συγκοπῇ ἔνερθεν. ἢ παρὰ τὸ ἔρα, ὃ σημαίνει τὴν γῆν· ἔρα ἔρεθεν καὶ
ἔνερθεν κατὰ τροπὴν τοῦ ρ εἰς ν.472 in vol. 2

epsilon

473

Ἔνεροι· οἱ νεκροί· παρὰ τὸ ἐν τῇ ἔρᾳ κεῖσθαι, ἤγουν τῇ γῇ. καὶ εἰς τὸ Ἔνερθεν. Ἐνερόχρωτες 〈Agath. Hist. 2, 23〉· νεκρόχρωτες, νεκροῦ χροιὰν ἔχοντες· ἔνεροι γὰρ οἱ νεκροί, οἱ ἐν τῇ ἔρᾳ ὄντες, τουτέστι τῇ γῇ.
5 Ἐνέρσει 〈Agath. Hist. 1, 3〉· ... συμπλοκῇ· 〈ib.〉 „ἐνέρσει ἀπρε‐ πῶς ἀναπεπλεγμένοι“. γίνεται οὖν παρὰ τὸ εἴρω, ὃ σημαίνει τὸ συμπλέκω· ἐξ οὗ καὶ σειρά, ἡ πλοκή· καὶ πλεονασμῷ τοῦ ς εἴρσω· ἔρσις οὖν καὶ ἔνερσις. Ἐνέσω· εἰς τὸ Ἐπενήνοθεν.
10 Ἐνετῇσι 〈Ξ 180〉· περόναις· ἀπὸ τοῦ ἐνίεσθαι τοῖς ἱματίοις, ὅ ἐστιν ἐμπορπᾶσθαι. Ἐνέχυρον· τὸ εἰς ἀσφάλειαν ἀντάλλαγμα· ἀπὸ τοῦ ἔχω, τὸ κρατῶ, ἔχυρον καὶ ἐνέχυρον. ‖ ἢ παρὰ τὸ ἐχυρόν, ὅπερ δηλοῖ τὸ ἀσφαλές.
15 Ἐνηής· ὁ πρᾶος· παρὰ τὸ ἥδω [τὸ] ἥσω· Ὅμηρος 〈Ω 557〉
„ἐπεί με πρῶτον ἕησασ“, ἀντὶ τοῦ ἥδυνας.473 in vol. 2

epsilon

474

Σελεύκου Ἐνηλύσια· λέγεται εἰς ἃ κεραυνὸς εἰσβέβηκεν, ἃ καὶ ἀνατίθεται Διῒ Καταιβάτῃ καὶ λέγεται ἄδυτα καὶ ἄβατα. Ἐνήνοθεν· εἰς τὸ Ἐπενήνοθεν. Ἐνήραντο· ἀντὶ τοῦ ἐφόνευσαν· καὶ γίνεται ἐκ τοῦ ἐναίρω, τὸ
5φονεύω. Ἐνθάδε 〈Α 367〉· ... γίνεται ἐκ τοῦ ἔνθα τοπικοῦ ἐπιρρήματος ἐπεκτάσει τῆς δε. καὶ ὤφειλεν εἶναι ἔνθαδε· ἀλλὰ κανών ἐστιν ὁ λέ‐ γων, ὅτι τὰ κατὰ φωνὴν παραχθέντα εἰς δε μηδὲν πλέον τοῦ πρωτο‐ τύπου σημαίνοντα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· τοῖος τοιόσδε, τῆμος
10τημόσδε, τηνίκα τηνικάδε· τὸ ἔνθα ἐνθάδε. καὶ ἀποροῦσί τινες λέγοντες· πόθεν γίνεται τὸ ἔνθα; καὶ λέγομεν· ἐκ τοῦ ἔνθεν. πόθεν δῆλον; ἐν‐ τεῦθεν· τὰ εἰς θα δισύλλαβα ἐπιρρήματα οὐκ ἐκ μεταθέσεως ὄντα τοῦ θε〈ν〉 ὀξύνεσθαι θέλουσιν, οἷον δηθά τριχθά· εἰ οὖν καὶ τὸ ἔνθα οὐκ ἐκ μεταθέσεως ὑπῆρχε τοῦ ἔνθεν, ὤφειλεν ὀξύνεσθαι. οὐκ ἄρα ἐστὶ τὸ
15ἔνθεν ἐκ τοῦ ἔνθα. Γεωργίου Ἐνθαδί· ... ὥσπερ ἀπὸ τοῦ δεῦρο γίνεται δευρί κατὰ τρο‐ πὴν τοῦ ο εἰς [τὸ] ι, οὕτως καὶ παρὰ τὸ 〈ἐνθά〉δε γίνεται 〈ἐνθα〉δί
κατὰ τροπὴν τοῦ ε εἰς [τὸ] ι.474 in vol. 2

epsilon

475

Νικήτου Ἔνθους 〈Jo. Damasc. Canon. iamb. 3, 92〉· ... ὁ ἔνθεος καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον ἔνθους. Ἐνθύμημα καὶ ἐνθύμιον διαφέρει· τὸ μὲν γὰρ ἐνθύμημα ποιὸν λόγου σχῆμα· τὸ δὲ ἐνθύμιον ἐτίθετο ἀντὶ τοῦ προστροπαίου, ὥς φη‐
5σιν Ἀντιφῶν ἐν τοῖς φονικοῖς 〈2 γ 10〉 „τεθνεὼς οὗτος ὑμῖν ἐνθύ‐ μιος γενήσεται“. Ἔνι· ὑπάρχει· ποίου μέρους λόγου ἐστί; ῥήματος. πόθεν δῆλον; ἡνίκα ἐπὶ τῆς προθέσεως πλεονάζει τὸ ι, μετάγεται εἰς ῥηματικὴν σύνταξιν. σημαίνει δὲ τὸ ὑπάρχω, ὡς τὸ 〈Paul. Gal. 3, 28〉 „οὐκ ἔνι
10δοῦλος, οὐκ ἔνι ἐλεύθεροσ“. καὶ εἰς τὸ Πηνίκα.
Ἐνίαυεν· εἰς τὸ Ἐνιαυτός.475 in vol. 2

epsilon

476

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐνιαυτός 〈Β 134〉· ... παρὰ τὸ ἐν ἑαυτῷ εἰληφέναι τοὺς χρόνους καὶ τοὺς μῆνας. τὸ νι ι ... ὥσπερ τὸ ὁμοίϊος. οἱ δὲ παρὰ τὸ ἰαύω, τὸ ἐνδιατρίβω, ὡς λέγει Φιλόξενος, καὶ ἐν συνθέσει ἐνιαύω καὶ ἐξ αὐτοῦ ἐνιαυτός, οἷον ὁ ἐνδιάτριπτος χρόνος· καὶ Ὅμηρος
5〈ι 187〉 „ἔνθα Κύκλωψ ἐνίαυε[ν] πελώριοσ“. Ἐνιαυτός· παρὰ τὸ ἐν ἑαυτῷ διειληφέναι τὰ πάντα, καὶ τοὺς καρποὺς καὶ τὰς τροφάς. Ἔνιγμα· εἰς τὸ Αἴνιγμα. Ὁμήρου Ἐνὶ οἴκω 〈Α 30〉· ... ὀρθοτονεῖται ἡ ἐνί πρόθεσις· ἔστι
10δὲ κατὰ πλεονασμὸν τοῦ ι. ἰστέον δέ, ὅτι τότε ἀναστρέφονται αἱ προ‐ θέσεις, ὅτε λείπει ῥῆμα· γίνεται δὲ ἀντὶ ῥήματος· οἷον 〈Α 174〉 „πάρ’ ἔμοιγε“, 〈Γ 440〉 „πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν“, 〈φ 288〉 „ἔνι τοι φρένες οὐδ’ ἠβαιαί“. καὶ ὅτε μεταξὺ δύο ὀνομάτων τεθῇ· ἔστι δὲ ἡ σύνταξις αὕτη, 〈Ε 162〉 „ξύλοχον κάτα βοσκομενάων“· πρότερον δὲ τὸ
15ὄνομα· 〈Ε 479〉 „〈Ξάνθῳ〉 ἔπι δινήεντι“, 〈Ν 723〉 „νηῶν ἄπο καὶ κλισιάων“. καὶ ὅτε ὑποτέτακταί τινι ἀμέσως, οἷον 〈Α 162〉 „ᾧ ἔπι“ ἀντὶ τοῦ ἐφ’ ᾧ. καὶ ὅτε εὑρεθῇ ἐπὶ τέλους ὂν, 〈ο 410〉 „Ἀρτέμιδι ξύν“. εἰ δὲ 〈μὴ〉 οὕτως ἔχοι, ὀρθοτονεῖται καὶ φυλάττει τὸν ἴδιον τόνον. τὸ δὲ ἐνί ὀρθοτονεῖται μετὰ ὀνόματος, ἵνα μὴ ἀναστρεφόμενον
20σημαίνῃ ῥῆμα. Ἐνίοτε· ... ἐπίρρημα χρόνου δηλωτικόν. ἡ ἔν πρόθεσις προσλαμ‐
βάνει τὸ ι καὶ καταβιβάζει τὸν τόνον.476 in vol. 2

epsilon

477

Γεωργίου. Ὁμήρου Ἐνιπεύς· ὄνομα ποταμοῦ. διὰ τοῦ ι· ἀπὸ γὰρ τοῦ ἐνιπή τοῦ σημαίνοντος τὴν ἀπειλὴν γέγονε. τὸ δὲ ἐνιπή γέγονεν ἀπὸ τοῦ ἐνίπτω, ὅ ἐστιν ἡ ἐπίπληξις καὶ ἡ λοιδορία. Ἐνιπή· ἡ διὰ λόγων ἐπίπληξις· παρὰ τὸ ἔπω καὶ ἐννέπω.
5 Ἐνίπ〈τ〉ω· εἰς τὸ Ἠνίπαπε. Ὁμήρου Ἔνισπεν 〈Β 80〉· ... ῥῆμα χρόνου ἀορίστου ἢ ἐνεστῶτος καὶ παρατατικοῦ. ἁπλῆ δὲ ἡ λέξις αὐτοῦ· ἀπὸ τοῦ ἴσπω ἐνίσπω 〈ὁ παρατατικὸς ἤνισπον καὶ ἤνισπε〉 καὶ ἔνισπεν, ὡς ἤλαυνεν ἔλαυνεν. οὕτω καὶ 〈χ 166〉 „σὺ δέ μοι νημερτὲς ἐνίσπεσ“· ὥσπερ ἴσχω ἴσχον,
10οὕτως 〈ἴ〉σπω ἴσπον, καὶ ὥσπερ ἔσχον σχές 〈καὶ ἐπίσχεσ〉, οὕτως καὶ ἴσπον ἴσπες καὶ ἐνίσπες. Ἐννέα 〈Β 96〉· διὰ δύο νν· καὶ ἔνατος δι’ ἑνὸς ν. ψιλοῦται. τὸ
ε [τῶν ἀριθμῶν] πρὸ τῶν δύο νν ψιλοῦται· ὁμοίως καὶ πρὸ τοῦ ἑνός,477 in vol. 2

epsilon

478

χωρὶς τῶν συνδέσμων καὶ εἰ μὴ ἐκ κλίσεως εἴη, οἷον Ἐνυώ ἔνδιοι. διὰ τοῦ η πάλιν, οἷον 〈Ζ 94〉 „ἤνις ἠκέστασ“. τὸ ἡνία, ἐπειδὴ παρὰ τὸν ἥσω μέλλοντα γίνεται, ὁμοίως τῷ ποιήσαντι ἐδασύνθη. πρόσκειται „χωρὶς τῶν συνδέσμων“ διὰ τὸ ἕνεκα εἵνεκα.
5 Γεωργίου Ἐννέα· παρὰ τὸ ἕν καὶ τὸ νέα. ‖ σεσημείωται κατὰ πνεῦμα τὸ ἐννέα, ἐπειδὴ εἰ ἐδασύνετο, ἐν λόγῳ ἀνεφίκτῳ καθίστατο· αἱ γὰρ ἁπλαῖ φωναὶ τῶν ἀριθμῶν θεματικαὶ οὖσαι οὐ παραδέχονται ἑτέρου ἀριθμοῦ ἔννοιαν, καθότι αἱ σύνθετοι τὸ τοιοῦτον ἀναδέχονται, ὡς ἔχει ἐν 〈μὲν〉 ἁπλαῖς φωναῖς τὸ δύο τρεῖς τέσσαρες πέντε ἑπτά, ἐν
10δὲ συνθέτοις 〈τὸ〉 δυοκαίδεκα τρισκαίδεκα καὶ τὰ ἑξῆς. εἴπερ οὖν ὁ ἐννέα ἀριθμὸς ἐδασύνετο, καὶ ἔννοιαν ἂν εἶχε κατ’ ἀρχὴν συνθέσεως ὁμοίως τῷ ἕνδεκα. Ἐννέωροι 〈λ 311〉· ἀντὶ τοῦ ἐνναετεῖς· παρὰ τὸ ὧρος τὸ ση‐ μαῖνον τὸν ἐνιαυτόν.
15 Ὁμήρου Ἐννῆμαρ 〈Α 53〉· ... κἂν παρὰ τὸ ἦμαρ συντεθῇ, οὐκ ἔστιν ὄνομα, ἀλλ’ εἰς ἐπιρρηματικὴν καὶ ἄκλιτον 〈μετέπεσε〉 σύνταξιν,
καὶ σημαίνει χρόνον τινὰ ἢ καιρόν. τοιοῦτόν ἐστι καὶ τὸ ἑξῆμαρ καὶ478 in vol. 2

epsilon

479

αὐτῆμαρ καὶ παν[ν]ῆμαρ. δεῖ γινώσκειν ὅτι οὐδὲν τῶν εἰς αρ συντιθε‐ μένων διὰ τοῦ ι γράφεται, οἷον ἑξῆμαρ αὐτῆμαρ. τὸ δὲ ἦμαρ ἀεὶ μετὰ ἀκλίτων τάττεται. [ἐννῆμαρ] ἐχρῆν δὲ αὐτὸ προπαροξύνεσθαι ὡς παρ’ οὐδέτερον συγκείμενον· ἀλλ’ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη
5ἡ σύνθεσις. τὰ δὲ ἀπὸ τοῦ ἦμαρ συντιθέμενα ἐπιρρήματα προπερισπῶν‐ τα〈ι〉, οἷον ἐξῆμαρ ἐννῆμαρ· οὐδὲν γὰρ τῶν εἰς αρ συντίθεται οὐδε‐ τέρων. Ἑ〈ν〉νύω· ... παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, πλεονασμῷ τοῦ ν ἕνω, καὶ κατὰ παραγωγὴν ἑνύω, καὶ πλεονασμῷ τοῦ ι εἱνύω· καὶ οἱ Αἰολεῖς
10τρέπουσι τὸ 〈ι πρὸς τὸ〉 ἐπιφερόμενον ἀμετάβολον, καὶ γίνεται ἑννύω καὶ ἀμφιεννύω. Ἐνόθω· εἰς τὸ Ἐπενήνοθεν. Ἐνοπῇ 〈Γ 2〉· ... τὸ ἐνοπῇ καὶ κλαγγῇ ἐπιρρήματά εἰσι ποιό‐ τητος, ὡς τὸ σιγῇ· γίνεται παρὰ τὸ ὄψ, ὃ σημαίνει τὴν φωνήν, καὶ
15γράφεται διὰ τοῦ ο μικροῦ. λοιπὸν ἐκ τῆς ὀπός γενικῆς γίνεται μετὰ τῆς ἔν προθέσεως ἐνοπῇ. ὁ κανών· τὰ ἀπὸ διαφόρων πτώσεων ... Ἔνος· εἰς τὸ Ἄφενος καὶ Ἐς νέωτα καὶ Ξένος καὶ Ὀλβιόδαιμον καὶ Ὁπηνίκα. Ἔνοσις· εἰς τὸ Εἰνοσίφυλλον.
20 Ἐνόσω· εἰς τὸ Ἐπενήνοθεν. Ἐνοχλῶ· ἐκ τοῦ ὄχλος· τοῦτο παρὰ τὸ ἀχλύς· τοῦτο παρὰ τὸ
ἄγαν καὶ τὸ εἰλύω, τουτέστιν ἡ ἄγαν ἀποκρύπτουσα καὶ συγκλείουσα.479 in vol. 2

epsilon

480

Ὁμήρου Ἔντεα 〈Κ 34〉· ὅπλα· ἀπὸ τοῦ ἐντὸς περιέχειν καὶ σκεπά‐ ζειν τὸ σῶμα· ἢ τὰ πρὸς τὴν εὐωχίαν σκεύη· ἢ παρὰ τὸ ἐντὸς περι‐ λαμβάνειν τὸ σῶμα. Ὠρίωνος καὶ δφ͵̑ Ἔντερα· παρὰ τὸ δι’ αὐτῶν ῥεῖν τὴν τροφήν· ἢ διὰ
5τὸ ἐντὸς ῥεῖν· ἢ παρὰ τὸ ἐντὸς εἰλεῖσθαι, ἔντελόν τι ὄν, τὸ ἐντὸς εἰλούμενον. Ἐντόσθια· ... παρὰ τὸ ἐντός ἐπίρρημα, ὃ σημαίνει τὸ ἔσω,
ἐντόσθια, τὰ ἔσω τοῦ σώματος κείμενα. οἱ δὲ λέγουσιν ἐνδόσθια.480 in vol. 2

epsilon

481

Ἐνυάλιον ἐπηχούσῃ 〈Agath. Hist. 2, 1〉· 〈ib. 5, 2〉 „τορόν τι καὶ ἐνυάλιον“, πολεμικόν. παρὰ 〈τὸ〉 τὴν Ἐνυὼ προστάτιν δαίμονα τοῦ πολέμου εἶναι· κτητικῷ τύπῳ Ἐνυώ ἔνυος καὶ πλεονασμῷ τοῦ αλι ἐνυάλιος ἐγένετο, ὁ προσφιλὴς τοῖς τῆς θεᾶς τῆς Ἐνυοῦς ἔργοις.
5καὶ εἰς τὸ Ἐνάριζοι. Ἐνύπνιον 〈Β 56〉· ... ἐπίρρημα· ἀπὸ γὰρ ὀνόματος μετήχθη εἰς ἐπίρρημα, ἀντὶ τοῦ ἐνυπνίως ἢ ἐν ὕπνῳ. Ὠρίωνος Ἐνύπνιον· ἐν ὕπνῳ ὂν καὶ μόνον. Ἐνυώ· ... ἀπὸ τοῦ ἐν〈α〉ΰειν τοῖς πολεμίοις τὴν μάχην, ὅθεν
10ὑσμίνη, ἡ μάχη. καὶ εἰς τὸ Ἄποινα.481 in vol. 2

epsilon

482

Ἐν χρῷ· ἐγγὺς καὶ πρὸς αὐτῷ τῷ χρωτί· ἀποκοπῇ τῆς τι συλλα‐ βῆς μετὰ τῆς ἔν προθέσεως· ἐν χρῷ γὰρ καὶ μετὰ τοῦ ν καὶ μετὰ τοῦ γ. Ἐν χρῷ κόσμησις 〈Gregor. Naz. Or. 18, 23〉· ἰστέον ὅτι δύο
5μέρη λόγου ἐστὶ τὸ ἐν χρῷ, πρόθεσις δηλονότι καὶ ὄνομα, καὶ οὐχ ὥς τινες ἐνόμισαν ἐπίρρημα. καὶ προσγραφομένου μὲν τοῦ ι ἡ κλίσις τοῦ χρώς Ἀττική· ὁ χρώς γὰρ τοῦ χρῶ τῷ χρῷ τὸν χρών, ὥσπερ Ἀττικῶς ὁ γέλως τοῦ γέλω τῷ γέλῳ τὸν γέλων. μὴ προσγραφομένου δὲ εὔδηλον ὡς ἀποκοπῆς γενομένης τῆς τελευταίας συλλαβῆς ἐν χρῶ
10εἴρηται· χρωτί γάρ, καὶ ἀπεκόπη. ἐν χρῷ δὲ κόσμησιν λέγομεν τὴν εἰς βάθος κουρὰν [καὶ βάθος] πρὸς αὐτῷ τῷ σώματι. Ἕνωσις· ἡ κρᾶσις. Ἔνω· εἰς τὸ Ἄποινα καὶ Ἐναρίζοι. Ἕξ· πόθεν; παρὰ τὸ ἐξισάζειν αὐτὸν τοῖς οἰκείοις μέρεσιν.
15 Ἔξ· πρόθεσις. εἰς τὸ Εἴσω.
Σελεύκου Ἐξάδιος· ὁ ἐξοχὴν ἐν τῷ διώκειν ἔχων.482 in vol. 2

epsilon

483

Ἐξαιρέτως· ἐπίρρημα μεσότητος· τὸ ἀρσενικὸν ὁ ἐξαίρετος καὶ τὸ θηλυκὸν ἡ ἐξαίρετος. ἐκ τοῦ αἱρῶ, τὸ προαιροῦμαι. σεσημείωται τὸ αἱρῶ δασυνόμενον. αἱρῶ οὖν αἱρετός καὶ ἐξαίρετος· προπαροξύνεται, ἐπειδὴ τὰ διὰ τοῦ ετος ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεσθαι θέλει,
5οἷον ἀριδείκετος ἀμαιμάκετος παλινάγρετος, χωρὶς εἰ μὴ ἁπλᾶ ὄντα πρὸ τοῦ ε τὸ π ἔχει ἢ ἀπὸ ῥήματος συνθέτου γέγονε. πρόσκειται „εἰ μὴ ἁπλᾶ ὄντα πρὸ τοῦ ε τὸ π ἔχει“ διὰ τὸ Ἰαπετός· 〈„ἢ ἀπὸ ῥήμα‐ τος συνθέτου“〉 διὰ τὸ ἐπαινετός καὶ ἐπαινέσω. σεσημείωται τὸ ἀφυσγε‐ τός, ὃ σημαίνει τὴν ἀκαθαρσίαν.
10 Νικήτου Ἐξαιρουμένους 〈Jo. Damasc. Canon. iamb. 3, 24〉· ... τὸ θέμα ἐξαιρῶ ἐξαιροῦμαι καὶ ἡ μετοχὴ ἐξαιρούμενος. τοῦτο δὲ παρὰ τὴν ἔξ πρόθεσιν καὶ τὸ αἱρῶ τὸ ἐπὶ κακῷ παραλαμβανόμενον, ὅπερ καὶ περισπᾶται καὶ δασύνεται· ἐξ οὗ γίνεται καὶ διαιρῶ καὶ συναιρῶ καὶ καθαιρῶ καὶ ἐξαιρῶ καὶ ἀφαιρῶ. ὅταν δὲ βαρύνηται καὶ ψιλῶται, καὶ
15ἐπὶ κακῷ παραλαμβάνεται, οἷον αἴρω ὑπαίρω καταίρω καὶ εἴ τι ὅμοιον.483 in vol. 2

epsilon

484

Ἐξανέψιοι καὶ ἐξανεψιοί διαφέρει· βαρυτόνως μὲν οἱ ἀμέριμνοι, ὀξυτόνως δὲ οἱ πρὸς γένος. Ἐξάντης· ἐξεστηκώς, μαινόμενος· ἢ ἀβλαβής. Χοιροβοσκοῦ Ἐξ ἀνυμφεύτου 〈Jo. Damasc. Canon. iamb. 1, 27〉· ἔστι
5νύμφη, ἐκ τούτου παράγωγον νυμφεύω καὶ ῥηματικὸν ὄνομα νυμφευ‐ τός. τὸ δὲ νύμφη ἀπὸ τοῦ νέαν φαίνεσθαι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐξάπινα· σημαίνει τὸ ἐξαίφνης· ἔστι ἐξαίφνης καὶ ἐξ αὐτοῦ γίνεται ἐξαίφινα, καὶ ἀποβολῇ τοῦ ι ἐξάφινα, καὶ τροπῇ τοῦ φ εἰς
π ἐξάπινα.484 in vol. 2

epsilon

485

Ἑξάς· παρὰ τὸ ἐξισοῦσθαι τοῖς ἑαυτῆς μέρεσι. Γεωργίου Ἑξείδιον· ... γέγονεν ἀπὸ τῆς ἕξεως γενικῆς, ὥσπερ λέξεως λεξείδιον. Ἐξείληφα· ... λήβω, τὸ λαμβάνω, λήψω λέληφα 〈καὶ εἴληφα〉
5ἀποβολῇ τοῦ λ πρὸ τοῦ ε· καὶ ἐφ’ ὧν οἱ Ἀττικοὶ ἀποβάλλουσι τὸ σύμφωνον κατὰ τὸν παρακείμενον, πλεονάζει τὸ ι, οἷον μέμαρκα εἵμαρμαι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐξεῖρψεν 〈Ps. 104, 30〉· ... ἔστιν ἔρα, ἡ γῆ, καὶ ἐξ αὐτοῦ γίνεται ἕρπω, τὸ σύρομαι, ἐξ οὗ καὶ ἑρπετόν, τὸ συρόμενον ἐπὶ τὴν
10γῆν, καὶ ὁ μέλλων ἕρψω, καὶ ὁ ἀόριστος εἷρψα καὶ τὸ τρίτον εἷρψεν καὶ ἐξεῖρψεν. Ἐξελεύθερος καὶ ἀπελεύθερος διαφέρει· ἐξελευθέρους μὲν γὰρ λέγουσι τοὺς διὰ χρέο[υ]ς προσθέτου〈σ〉 τοῖς δανεισταῖς γενομένους,
ἔπειτα ἀπολυθέντας· ἀπελευθέρους δὲ τοὺς συνήθως.485 in vol. 2

epsilon

486

Ἐξ ἐμέθεν 〈ex. gr. A 525〉· ἐξ ἐμοῦ κατ’ ἐπέκτασιν. Ἐξεστηκώς· διχῶς λέγεται παρὰ Θουκυδίδῃ καὶ 〈παρὰ〉 Πιν‐ δάρῳ 〈fr. 299 Schröder〉· ὁτὲ μὲν τὸ μαίνεσθαι καὶ ἔκφρονα εἶναι, ὁτὲ δὲ τὸ ὑπαναχωρεῖν καὶ ἐξέρχεσθαι ἢ ἀφίστασθαι δηλοῖ.
5 Ἐξετάζω· παρὰ τὸ ἐτεόν, ὃ σημαίνει τὸ ἀληθές, ἐτεάζω καὶ ἐτάζω καὶ ἐξετάζω, τουτέστι τὸ κατὰ ἀλήθειαν ἀνακρίνω. καὶ εἰς τὸ Ἐτάζω.
Ἐξέτιλα· εἰς τὸ Ἐκτῖλαι.486 in vol. 2

epsilon

487

Ἐξέτρω· παρὰ τὸ τρῶ, τὸ δηλοῦν τὸ κόπτω, τρώσω καὶ τρώω τρώεις· Ὅμηρος 〈φ 293〉 „οἶνός σε τρώει μελιηδήσ“. ἐκ τοῦ τρῶ δὲ τρῶμι καὶ ἔτρων ἔτρως 〈ἔτρω〉 καὶ ἐξέτρω. Φωτίου Ἐξέφηνε 〈Jo. Damasc. Canon. iamb. 2, 66〉· ... τὸ θέμα
5φαίνω, ὁ μέλλων φανῶ, ὁ ἀόριστος ἔφανα καὶ ἐξ αὐτοῦ 〈Ps. 76, 19〉 „ἔφαναν αἱ ἀστραπαί σου“, καὶ κατὰ Ἴωνας τροπῇ τοῦ α εἰς η ἔφηνεν. Ἐξήνιοι· ἀλλότριοι· παρὰ τὸ ἔξω ἡνίων γενέσθαι· ἡνία δὲ τὰ λῶρα· ἐκ μεταφορᾶς τῶν ἁρμάτων. Ἐξίλασμα 〈Ps. 48, 8〉· ... παρὰ τὸ ἱλάω ἱλῶ ἱλάσω, ὁ παρα‐
10κείμενος ἵλακα, ὁ παθητικὸς ἵλασμαι καὶ ἐξ αὐτοῦ ἐξίλασμα. Ἐξίτηλον· ἀμαυρόν, ἀφανές, εὐτελές, χαῦνον· ἀπὸ μεταφορᾶς τῆς πορφύρας, ἥτις, ὅταν μὴ ἔχῃ τὸ βάμμα δευσοποιόν, τῷ χρόνῳ ἐξίησι τὸ τεθηλός. τὸ 〈δὲ〉 δευσοποιὸν τίθεται κυρίως ἡ λέξις ἐπὶ τῶν βαπτομένων ἐρίων· δευσοποιὸς γὰρ λέγεται βαφὴ ἡ ἔμμονον καὶ
15δυσέκπλυτον ἔχουσα τὸ ἄνθος· καὶ Πλάτων 〈Rep. 4, 7 p. 430a〉 δὲ δόξαν δευσοποιὸν εἴρηκεν τὴν ἔμμονον, καὶ 〈immo Dinarch. Or. 2, 4〉 δευσοποιὸν πονηρίαν ἀντὶ τοῦ ἔμμονον καὶ δυσέκπλυτον· καὶ τὸ ἔτυμον τῆς λέξεως ἐντεῦθεν. σημαίνει δὲ τὸ ἀφανές, παρὰ τὸ ἐξιέναι τοῦ
δήλου, ὅ ἐστι τοῦ φανεροῦ.487 in vol. 2

epsilon

488

Ἐξίτηλον· σημαίνει τὸ σκοτεινὸν καὶ ἀμαυρῶδες. τὸ ξι ι, καὶ τὸ τη η. πόθεν; ἐκ τοῦ εἶμι, τὸ πορεύομαι, τὸ δυϊκὸν ἴτον, καὶ ἐξ αὐτοῦ ἴτηλον, καὶ μετὰ τῆς ἔξ προθέσεως ἐξίτηλον, παρὰ τὸ ἐξελθεῖν τὸ τεθηλός. ἢ ἐξίτηλα, τὰ ἀπολλύμενα, παρὰ τὸ ἐξιέναι, ὅ ἐστιν ἐξελθεῖν.
5 Ὠρίωνος Ἐξόδιον· ... παρὰ τὸ ἔξω τῆς ὁδοῦ ἰέναι· ὁδὸς γὰρ ὁ βίος. Χοιροβοσκοῦ Ἐξοιστρῶ 〈Jo. Damasc. Canon. iamb. 1, 97〉· ἐκ τοῦ οἶστρος· τοῦτο δὲ παρὰ τὸν οἴσω μέλλοντα τὸ〈ν〉 σημαίνοντα τὸ φέρω, ὁ ἐπὶ κακῷ φερόμενος. πρώτης συζυγίας τῶν περισπωμένων. τὸ δὲ
οἶστρος σημαίνει ἐρεθισμόν, πύρωσιν.488 in vol. 2

epsilon

489

Ἐξορία· ... παρὰ τὴν ἔξ πρόθεσιν καὶ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν. καὶ τί ἐστιν ὅρος; λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ἔξορος τοίνυν ὁ ἔξωθεν τοῦ ὁρισμένου τόπου ὤν. Ἐξ οὐρίας πλεῖς 〈Greg. Naz. Or. 40, 12〉· ἀντὶ τοῦ καλῶς·
5ἔστιν ἐπίρρημα μεσότητος παρὰ τὸν οὖρον, ὃ σημαίνει τὸν φορὸν ἄνεμον. Νικήτου Ἕξουσι 〈Jo. Damasc. Canon. iamb. 3, 72〉· ... δασύνεται· τῶν πληθυντικῶν μετοχὴ μέλλοντος. δασύνεται, διότι τὸ ε πρὸ τοῦ
ξ, εἰ μὴ ἀπὸ προθέσεως εἴη, δασύνεται· ἑξῆς, ἕξω τὸ ῥῆμα ἀπὸ τοῦ ἔχω.489 in vol. 2

epsilon

490

Νικήτου Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου ἐξουσία 〈Ps. 135, 8?〉· ... παρὰ τὸ ἔχω ἕξω, ἡ μετοχὴ ἕξων, τὸ θηλυκὸν ἕξουσα καὶ ἐξ αὐτοῦ ἐξουσία, ἡ ὑπό τινος κατεχο‐ μένη. οὐ δασύνεται δέ, ἐπειδὴ τὸ ῥῆμα μόνον δασύνεται, τοῦτο δὲ οὐχί. Ἔξοχα· εἰς τὸ Ὄχα.
5 Ἐξυπανέστη 〈Β 267〉· ... ῥῆμα εἰς μι· τὸ αὐτό ἐστι τὸ ὑπανέστη καὶ ἐξυπανέστη. ἢ οὕτως· κανών ἐστιν ὁ λέγων, ὅτι αἱ προθέσεις ἐπισυντιθέμεναι διεγείρουσι τὴν ἔμφασιν περί τι πλέον, οἷόν ἐστι τὸ 〈ex. gr. X 221〉 „προπροκυλινδόμενοσ“, τὸ [παρα]παρακαταθήκη καὶ τὸ ἐξυπανέστη.
10 Ἐξ ὑπογύου· ἐξ ἑτοίμου, ἐκ τοῦ πρὸ ὀλίγου, ἐκ τοῦ σύνεγγυς· παρὰ τὸ γυῖα, ὃ σημαίνει τὰ μέλη. σημαίνει δὲ καὶ παραυτὰ καὶ ἀπερισκέπτως. Ἕξω· εἰς τὸ Δυσκάθεκτον καὶ Ἕξουσι. Εὐλογίου Ἐξῳδηκός· πόθεν; ἐκ τοῦ οἰδῶ, τὸ πρήσκω, ὁ μέλλων οἰδήσω,
15ὁ παρακείμενος ᾤδηκα καὶ μετὰ τῆς ἔξ προθέσεως ἐξῴδηκα καὶ ἡ
μετοχὴ ἐξῳδηκός.490 in vol. 2

epsilon

491

Ἐξώκειλεν 〈Procop. De bell. 2, 15, 8〉· ... ἐκ τοῦ κέλλειν ἐγένετο· κέλλειν δέ ἐστι τὸ εἰς τοὔμπροσθεν ἰέναι, ἐξ οὗ καὶ κέλευθος, ἡ ὁδός. συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς. Ἕξωρος / Ἔξωρος 〈Procop. De bell. 8, 11, 40〉· παλαιὸς ἢ ἑξαέτης· παρὰ
5τὸ ὧρος, ὃ σημαίνει τὸν ἐνιαυτόν. λέγονται δὲ ὧροι καὶ αἱ ἀπογραφαί. Ἔξω στηλῶν· ἔξω τῆς οἰκουμένης· ἕως ὅπου γάρ, φασίν, ἔστι πορεύεσθαι, στήλας ἔστησεν Ἡρακλῆς. Εὐλογίου Ἔοικα· πόθεν; ἔστι ῥῆμα εἴκω, [οὗ] ὁ μέλλων εἴξω, ὁ παρα‐ κείμενος εἶκα, ὁμοίως καὶ ὁ μέσος εἶκα, εἶτα ἐν διαστάσει τοῦ ε καὶ
10τοῦ ι ἔϊκα, καὶ ἐν πλεονασμῷ τοῦ ο ἔοικα. Νικήτου Ἔοικεν 〈Jo. Damasc. Canon. iamb. 3, 126〉· ὁμοιοῖ, φαίνεται,
πρέπει· γέγονε δὲ παρὰ τὸ εἴκω. ἐγράφη.491 in vol. 2

epsilon

492

Ἐοικός· πρέπον, εὔλογον ἢ ἀκόλουθον· λαμβάνεται δὲ ἀντὶ τοῦ τάχα. Εἰς τὸ Ῥητορικόν. ἔστι δὲ μετοχὴ οὐδετέρα ἀπὸ τοῦ εἴκω καὶ χωρεῖ καὶ εἰς ἐπιρρηματικὴν σύνταξιν. Ἐοικότα εἰκότων διαφέρει· τὰ μὲν γὰρ πίστεως ἐχόμενα εἰκότα,
5τὰ δὲ ἐμφερείας ἐοικότα. Ἐοικώς 〈Α 47〉· ... γίνεται ἐκ τοῦ εἴκω, οὗ ὁ μέσος παρακεί‐ μενος εἶκα καὶ ἔεικα καὶ 〈ἔοικα〉, ὁ μέσος ὑπερσυντέλικος ἐῴκειν. καὶ ὤφειλεν εἶναι ἠοίκειν· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε λέξις Ἑλληνικὴ εὑρίσκεται ἀπὸ τοῦ η ἀρχομένη ἐπιφερομένου τοῦ ο, χωρὶς
10εἰ μὴ ἐν διφθόγγῳ εἴη ἢ κατὰ διάλεκτον. πρόσκειται „εἰ μὴ ἐν διφθόγγῳ εἴη“ διὰ τὸ ἠοῦς καὶ 〈Θ 530 alibi〉 „πρωῒ δ’ ὑπηοῖοι“. πρόσκειται „ἢ κατὰ διάλεκτον“ διὰ τὸ ἠῶ· διαλύουσι γὰρ οἱ Ἴωνες καὶ λέγουσιν ἠόα. κατὰ τοῦτον τὸν κανόνα ἐγένετο ὑπερβιβασμὸς τοῦ χρόνου καὶ τὸ μὲν ε ἐφυλάχθη διὰ τὸ ο, τὸ δὲ ο ἠμείφθη εἰς ω καὶ γέγονεν
15ἐῴκειν. ὅμοιόν ἐστι καὶ τὸ ἑώρταζον καὶ ἐώλπειν καὶ ἐώργειν. Ἑοῖσι· ἐμοῖς ἐμοῖσι σοῖσι οἷσι καὶ πλεονασμῷ τοῦ ε ἑοῖσι. τὸ ε πλεονάζον τὸ πνεῦμα ἀναδέχεται τοῦ πρὸ αὐτοῦ φωνήεντος. Ἔομαι· εἰς τὸ Ἤμην. Ἔοργα· πόθεν; ἀπὸ τοῦ εἴργω 〈εἴρξω〉, εἶρξα, εἶρχα ὁ παρακεί‐
20μενος, ὁ μέσος εἶργα, εἶτα ἀναλύεται εἰς ἃ συνῃρέθη ἡ ει δίφθογγος, εἰς τὰ δύο εε, ἔεργα καὶ [εἴργω οὗ εἶργα καὶ ἔεργα καὶ] τροπῇ τοῦ ε
εἰς ο ἔοργα.492 in vol. 2

epsilon

493

Ἔοργε 〈Β 272〉· ... ῥῆμα μέσου παρακειμένου. καὶ ὤφειλεν εἶναι ὁ ὑπερσυντέλικος ἠόργειν· ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε λέξις—. ἐγράφη εἰς τὸ Ἐοικώς. ἐν ἄλλῳ. „ἐν διφθόγγῳ“ εἶπεν διὰ τὸ 〈Θ 470〉 „ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα“.
5„κατὰ διάλεκτον“ εἶπεν, διότι 〈οἱ〉 Αἰολεῖς τὴν ἠῶ λέγουσιν ἠόα. ὅμοιόν ἐστιν τὸ ἐώλπειν καὶ τὸ ἐώργειν· ἔσωθεν γὰρ γίνεται ἡ ἐπέκτασις, ἤγουν γράφεται διὰ τοῦ ω μεγάλου. Ἑορτή· παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἐρωτή καὶ τροπῇ καὶ ὑπερ‐ βιβασμῷ ἑορτή· ἐτυμολογεῖται δὲ 〈καὶ〉 παρὰ τὸ εἰς τὰ ἑά ὀρούειν, ὅ
10ἐστι τὰ ἀγαθά· ἐξ οὗ καὶ δασύνεται. Ἐούσης 〈Γ 201〉· ... δευτέρου ἀορίστου. τὸ ῥῆμα ἔω σημαίνει τὸ ὑπάρχω, ὁ μέλλων ἔσω, ὁ δεύτερος ἀόριστος ἦον, ἡ μετοχὴ ἔων καὶ κατὰ συναίρεσιν ὤν. εἰς τὸ ων ὀξεῖα[ν]· τὰ ἐκ βαρυτόνου καὶ ὀξείας πάλιν ... καὶ τὸ θηλυκὸν ἐοῦσα καὶ ἐούσης καὶ οὖσα, καὶ πλεονασμῷ
15τοῦ ι οὐσία.493 in vol. 2

epsilon

494

Ἐπαγγελία· τί ἐστιν; εἰς τὸ Ὑπόσχεσις. Ἐπαγωγή 〈Greg. Naz. Or. 16, 8〉· ... παρὰ τὸ ἐπάγεσθαι ἡμῖν τὰ ἄξια τῶν βεβιωμένων. Ἔπαθλον· εἰς τὸ Ἆθλον.
5 Ἔπαινος ἐγκωμίου διαφέρει· ἔπαινος γάρ ἐστιν ὁ λόγος ὁ μίαν πρᾶξιν ἐγκωμιάζων· ἐγκώμιον δὲ τὸ πολλὰς ἐν ἑαυτῷ περιλαμβάνον. Ἐπακτροκέ[λ]λης· εἰς τὸ Κέλλω. Ἔπαλξις 〈Procop. De bell. 5, 22, 10〉· ὁ προμαχών ... ἐπαλέξησίς
τις οὖσα· ἀπὸ τοῦ ἀλεξῶ ῥήματος περισπωμένου· τοῦτο παρὰ τὸ494 in vol. 2

epsilon

495

ἀλέγω ἀλέξω, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα μετὰ περισπωμένου τόνου καὶ γίνεται ἀλεξῶ. συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς. Ἐπαμῦναι· εἰς τὸ Ἀμῦναι. Ἐπάν· εἰς τὸ Ἐπήν.
5 Ἐπάνοδος καθόδου διαφέρει· ἐπάνοδος μὲν γάρ ἐστι τὸ ἐπανελθεῖν τινα εἰς τὴν ἰδίαν πατρίδα ἑκουσίᾳ γνώμῃ ἐξελθόντα ἐξ ἀρχῆς μηδενὸς βιασαμένου· κάθοδος δὲ [ὁ] τὸ ἐναντίον, ὅταν τις ἄκων ἀποδημήσῃ ἢ φυγαδευθεὶς ἢ συμφορᾶς τινος προηγησαμένης διὰ φόβον. Ἐπάσαντο 〈Α 464〉· ... μέσου ἀορίστου πρώτου· τὸ θέμα πατῶ,
10ὅπερ ἀπὸ τοῦ μασῶμαι· τοῦτο παρὰ τὸ μάσσω, τὸ μαλάσσω. πατῶ οὖν· δηλοῖ τὸ ἐσθίω· ὁ μέλλων πατήσω καὶ κατὰ συγκοπὴν πάσσω. ἐντεῦθεν γέγονε καὶ φάτνη, ὁ τόπος ἐν ᾧ ἐσθίουσι τὰ ἄλογα. Ὁμήρου Ἐπασσύτερος 〈Α 383〉· ἐπάλληλος, πυκνός· παρὰ τὸ ἆσσον,
ὅ ἐστιν ἐγγύς, ἀσσύτερος καὶ ἐπασσύτερος.495 in vol. 2

epsilon

496

Ἐπαυρεῖν· εἰς τὸ Ἀπούρας. Ἐπαφρόδιτος· εἰς τὸ Ἀνεπαφρόδιτος. Ἐπεβάτευσεν 〈Procop. De bell. 7, 34, 21〉· ἐπῆλθεν, ἐπέβη· κυρίως δὲ ἐπὶ νηός. ἐπιβάται δὲ λέγονται οἱ μὴ ἐρέσσοντες, ἀλλὰ
5μαχόμενοι· καὶ ἐπιβατικὰ ἐν τοῖς πλοίοις, ἃς ἡμεῖς παρενθήκας λέ‐ γομεν. Ὁμήρου Ἐπείη 〈Β 259〉· ῥῆμα εὐκτικὸν τῶν εἰς μι· σημαίνει δὲ τὸ ἐπιμείνει〈ε〉. Ἐπεί 〈Β 16〉· ἐκ τῆς ἐπί προθέσεως καὶ τοῦ εἴ συνδέσμου. τὸ
10εἴ δίφθογγον, διότι οἱ Δωριεῖς αἴ λέγουσιν· ἔθος γὰρ ἔχουσιν οἱ Δω‐ ριεῖς τὸ ε εἰς α τρέπειν, τὸ γὰρ Ἄρτεμις Ἄρταμις λέγουσι καὶ τὸ τρέχω τράχω· οὕτως καὶ 〈τὸ〉 εἴ αἴ [τὸ ει ει] καὶ τρέπουσι τὸ ε εἰς
α καὶ μένει τὸ ι, καὶ τὸ αἴγειον αἴγαιον λέγουσιν.496 in vol. 2

epsilon

497

Ἐπείγω· εἰς τὸ Ἠπειγμένοι. Ἐπειῆ 〈Α 156〉· περισπᾶται τὸ η ἀντὶ τοῦ δή παραπληρωματικοῦ. Ἔπεισι 〈Α 29〉· ... παρὰ τὸ εἶμι, τὸ πορεύομαι, τὸ τρίτον εἶσι, ὡς τίθημι τίθησι, καὶ μετὰ τῆς ἐπί προθέσεως ἔπεισι. τὸ δὲ εἶμι παρὰ
5τὸ ἔω, τὸ περιπατῶ, εἴω, ὡς βῶ βέω βείω καὶ κῶ κέω κείω, καὶ ἐξ αὐτοῦ εἶμι. Ἔπεισι· ἐκ τοῦ ἔπειμι, τὸ καταλαμβάνω· τρίτου προσώπου τῶν ἑνικῶν. Ὁμήρου Ἔπειτα· ἐπίρρημα χρόνου δηλωτικόν. τὸ πει δίφθογγον. ἐκ
10τῆς ἐπί προθέσεως καὶ τοῦ εἶτα· τοῦτο ἐκ τοῦ εἴ συνδέσμου κατ’ ἐπέκτασιν τῆς τα συλλαβῆς. ὁ δὲ εἴ συναπτικὸς γράφεται διὰ διφθόγγου,
ὅτι οἱ Δωριεῖς τὴν ει δίφθογγον εἰς αι τρέπουσι· τὸ γὰρ κύπειρονκύπαιρον λέγουσιν.497 in vol. 2

epsilon

498

Ἐπεκερτόμει 〈Agath. Hist. 1, 20〉· ἐχλεύαζεν, ἔσκωπτεν, ἠρέθιζεν· παρὰ τὸ κέαρ, ὃ σημαίνει τὴν ψυχήν, καὶ τὸ τέμνω· κερτομεῖν οὖν τὸ κέαρ τέμνειν. Ἐπέκτασις· εἰς τὸ Κενεών.
5 Ἐπενήνοθεν 〈Β 219〉· ... ῥῆμα μέσου παρακειμένου· ἔστι τὸ θέμα ἔθω, τὸ ἐξ ἔθους ἐπιμελοῦμαι, 〈ὅθεν〉 καὶ ἔθειρα, ἡ θρίξ, καὶ μετὰ τῆς ἔν ἐνέθω, ὁ μέλλων ἐνέσω, ὁ παρακείμενος ἤνεκα, ὁ μέσος ἤνεθα. καὶ οἱ Ἀττικοὶ 〈τὸ ε〉 τῶν παρακειμένων τρέπουσιν εἰς ο, ὥσπερ τὸ πέπεμφα πέπομφα· οὕτως καὶ τοῦτο· ὁ γὰρ παρακείμενός
10ἐστιν ἤνεκα, τροπῇ Ἀττικῇ ἤνοκα, ὁ μέσος ἤνοθα καὶ ὁ Ἀττικὸς ἐνήνοθα. ἔστι δὲ καὶ ἄλλως· ὄθω, τὸ κινῶ, ὁ μέλλων ὄσω, ὁ παρακεί‐ μενος ὦκα, ὁ μέσος ὦθα, καὶ ταῦτα μετὰ τῆς 〈ἔν〉 προθέσεως ἐνόθω, ἐνόσω· τὸ ο μικρόν· ὁ παρακείμενος ἐνήνοκα, ἐνήνοθα ὁ μέσος, τὸ τρίτον ἐνήνοθεν.
15 Εὐλογίου Ὁμήρου Ἐπενήνοθεν 〈Β 219〉· πόθεν γίνεται; λέγομεν ὅτι ἀπὸ τοῦ ἐνέθω ἐνέσω ἤνεκα ἤνεθα. προσέλαβε τὰ κατ’ ἀρχὴν 〈τῶν〉
Ἀττικῶν 〈καὶ〉 τὸ ε 〈τρέπεται〉 εἰς ο καὶ γίνεται ἐνήνοθα. προσέλαβε498 in vol. 2

epsilon

499

τὴν ἐπί πρόθεσιν καὶ ἐγένετο ἐπενήνοθα καὶ τὸ τρίτον πρόσωπον 〈ἐπ〉ενήνοθεν. Ἐπεσβόλος 〈Β 275〉· ὁ φλύαρος ... ἐπεσβόλος ἐκ τοῦ ἔπος καὶ τοῦ βάλλειν. καὶ βαρύνεται· τὰ γὰρ παρὰ τὸ βάλλω μὴ μετὰ προ‐
5θέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον ἐλαφηβόλος ἑκηβόλος ... εἶπε „μὴ μετὰ προθέσεωσ“ διὰ τὸ ἀμφίβολος πρόβολος, ὁ πρόμαχος, ὁ προβεβλημένος. Ἐπέσκηψεν 〈Procop. De bell. 1, 2, 7〉· ἐνετείλατο ἢ προεφασίσατο. καὶ σκῆψις, ἡ πρόφασις· ἔστι δὲ καὶ δίκη τις οἷον ὑπωμοσία καὶ παρα‐
10γραφή· Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον 〈Or. 37, 1〉 „ἀλλ’ ἐπὶ ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφοτέραις αὐτῶν ἐπεδείξω“. ἔστι δὲ ὄρχησίς τις ἡ σκῆψις. γέγονε δὲ παρὰ τὸ σκέπτομαι σκέψις καὶ τροπῇ τοῦ ε εἰς η σκῆψις. ἔστι δὲ „ἐπισκηψάμενον“ ἐπιβαρήσαντα, καὶ „ἐπισκήψασθαι“ ἐπιβαρῆσαι καὶ ἐπισημειώσασθαι. τὸ ἐπισκήπτω συντάσσεται μετὰ δοτικῆς.
15 Ἐπέσσυται 〈Α 173〉· ... παθητικὸς παρακείμενος τῶν εἰς μι· ἔστι ῥῆμα σῶ, τὸ ὁρμῶ· ἐκ τούτου παράγωγον σύω καὶ ἐξ αὐτοῦ σῦμι,
ὁ μέλλων σύσω, ὁ παρακείμενος σέσυκα καὶ τὸ παθητικὸν σέσυμαι, τὸ499 in vol. 2

epsilon

500

τρίτον σέσυται καὶ ἐν ὑπερθέσει τοῦ ε ἔσσυται. πάλιν ἐκ τοῦ σῶ γίνε‐ ται κατὰ παραγωγὴν σεύω, ὁ ἐνεστὼς παθητικὸς κατὰ τὸ τρίτον πρόσ‐ ωπον 〈τῶν πληθυντικῶν〉 σεύονται.
Ἐπετοξάζοντο· εἰς τὸ Ὁ ἄρθρον.500 in vol. 2

epsilon

501

〈Ὁμήρου〉 Ἐπήν 〈Δ 239 alibi〉· ... ἐπάν καὶ Ἰωνικῶς ἐπήν· ἀπὸ τοῦ ἐάν ἄν, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπάν καὶ ἐπήν. Ἐπήρεια· ἐκ τοῦ Ἄρης Ἄρεος ἐπάρεια· κυρίως ἡ ἐν τῷ πολέμῳ καταδρομή. Ἄρης οὖν ὁ πόλεμος, θηλυκὸν ἄρεια, καὶ μετὰ τῆς ἐπί
5προθέσεως ἐπιάρεια, καὶ τροπῇ τοῦ α εἰς η ἐπήρεια ἀποβολῇ τοῦ ι. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἐπηρμένος· ... ἐκ τοῦ ἐπαίρω ἐπαρῶ ἐπῆρκα ἐπῆρμαι καὶ ἐπηρμένος. Ἔπι 〈Γ 45〉· πρόθεσίς ἐστι 〈παρα〉λαμβάνουσα ἢ σημαίνουσα ῥῆμα· ἔστι δὲ ἰδίωμα τοῦ ποιητοῦ 〈τοῦ〉το λέγειν, ὅτι ὥσπερ τὰ ῥήματα
10πολλάκις ἐλλειπτικά εἰσι τῶν προθέσεων, ὡς τὸ 〈Ν 256〉 „ἔρχομαι, εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι“ καὶ 〈Λ 839〉 „ἔρχομαι ὄφρ’ Ἀχι[λ]λῆϊ 〈δαΐφρονι〉 μῦθον ἐνίσπω“ ἀντὶ τοῦ ἀπέρχομαι, οὕτως καὶ αἱ προθέσεις ἐλλειπτικαί εἰσι τῶν ῥημάτων σημαίνουσαι ῥῆμα, οἷον 〈Α 515〉 „ἐπεὶ
οὔ τοι ἔπι δέοσ“ καὶ 〈Γ 44 sq.〉 „οὕνεκα καλὸν εἶδος ἔπ’“ ἀντὶ τοῦ501 in vol. 2

epsilon

502

ἔπεστιν, καὶ 〈Ξ 141 + Ψ 104〉 „ἐπεὶ οὔ τοι πάμπαν ἔνι φρένεσ“ ἀντὶ τοῦ ἔνεισιν. Ἐπιβάλλειν· ... παρὰ τὸ δέον βάλλειν· ἡ γὰρ ἐπί ὧδε τὸ δέον σημαίνει.
5 Ἐπιβάτης· εἰς τὸ Ἐπεβάτευσεν. Ἐπιβόητος· εἰς τὸ Διαβόητος. Ἐπιγουνίς· ... παρὰ τὸ ἐπάνω τοῦ γόνατος εἶναι τὸν τοιοῦτον μῦν· Ὅμηρος 〈ς 74〉 „οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει“. Ἐπιδέξια 〈Β 353〉· ... ἐπίρρημα μεσότητος· ἡ εὐθεῖα ἐπιδέξιος.
10διὰ τί προπαροξύνεται; ἐπειδὴ τὰ εἰς ος ὀξύτονα ἐν τῇ συνθέσει προπαροξύνεται, εἰ μὴ παρασύνθετον εἴη, θεόδμητος δουρίκλειτος ἄκρατος τερπικέραυνος· καὶ χωρὶς τῶν ἐπὶ ἔθνους· ἐκεῖνα γὰρ τὸν αὐτὸν τόνον φυλάττουσιν ἐν τῇ συνθέσει, οἷον Ἀχαιός φιλαχαιός, Βοιωτός φιλοβοιωτός· καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἡ ὀξεῖα
15τάσις, ὡς τὸ λοιγός βροτολοιγός, ἵνα φυλαχθῇ ἡ ἐνέργεια· βροτολοιγὸς
γάρ ἐστιν ὁ φθείρων τοὺς ἀνθρώπους· τούτου χάριν καὶ ὁ τόνος502 in vol. 2

epsilon

503

ἐφυλάχθη. ὁμοίως καὶ τὸ ἀθηρηλοιγός. συναπηνέχθη δὲ τούτοις κατὰ σχηματισμὸν τὸ τραπεζολοιχός καὶ ὀξύνθη. κλίνεται δὲ ὁ ἐπιδέξιος τοῦ ἐπιδεξίου καὶ τὸ ἐπιδέξιον καὶ τὰ ἐπιδέξια καὶ ἐπιρρηματικῶς ἐπιδέξια, ὡς ἐνδέξια. καὶ φυλάττει τὸν αὐτὸν τόνον· κανὼν γάρ ἐστιν
5ὁ λέγων, ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα ὁμότονα τοῖς ὀνόμασι καθέστηκεν, οἷον ἐπιεικές συνεχές διαμπερές ἀτρεκές. τὸ δὲ ἄληθες ἀντὶ τοῦ ἀληθῶς παρὰ Ἀττικοῖς οὐχ ὁμοτόνως· ὁμοίως τὸ ἐπάναγκες καὶ τὸ χάριεν, οἷον „χάριεν διελέχθη ὁ ἄνθρω‐ ποσ“ ἀντὶ τοῦ χαριέντως.
10 Ἐπιδημία· εἰς τὸ Ἀποδημία. Ἐπιεικής· παρὰ τὸ εἴκειν καὶ μὴ ἀντιτείνειν. Ἐπιεικῶς· πόθεν; ἐκ τοῦ εἴκω, τὸ πρέπω, εἰκῶς καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπιεικῶς. Ἐπιειμένε 〈Α 149〉· ... μετοχὴ πτώσεως κλητικῆς· τὸ θέμα
15ἕω, ῥηματικὸν ὄνομα ἐτής καὶ πλεονασμῷ τοῦ ς ἐστής καὶ τροπῇ ἐσθής· τούτου ὁ μέλλων ἕσω, ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷμαι, ἡ μετοχὴ εἱμένος καὶ ἐπιειμένος.
Ἐπιθαλάμιον· εἰς τὸ Γαμήλιον.503 in vol. 2

epsilon

504

Ἐπιθειάσας 〈Procop. De bell. 2, 11, 1〉· ἐπιθαυμάσας, τὸ θεῖον εἰσδεδεγμένος, θεοφορούμενος· παρὰ τὸ θεός ὄνομα θεῶ ῥῆμα, ὁ ἀόριστος ἐθέασα, ἡ μετοχὴ θεάσας καὶ πλεονασμῷ τοῦ ι θειάσας· ἢ παρὰ τὸ θειάζω. συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς.
5 Ἐπιθιγγάνειν· ἐφάπτεσθαι, προσεγγίζειν· παρὰ τὸ θίγω, ὃ ση‐ μαίνει τὸ ἐφάπτομαι, γίνεται θιγγάνω καὶ μετὰ τῆς ἐπί προθέσεως 〈ἐπιθιγγάνω〉. Ἐπιθρυλλοῦντες 〈Procop. De bell. 4, 21, 2〉· ἐνοχλοῦντες θορυ‐ βοῦντες ἐκ τοῦ θρυλλῶ· τοῦτο παρὰ τὸ θροῦς, θροός, θροῶ, καὶ
10πλεονασμῷ τοῦ λ καὶ τροπῇ τοῦ ο εἰς τὸ υ θρυλῶ. συντάσσεται πτώσει αἰτιατικῇ. Ἐπικήδειον καὶ θρῆνος διαφέρει· ἐπικήδειον μὲν γάρ ἐστιν ἔπαινος τοῦ τελευτήσαντος μετά τινος μετρίου σχετλιασμοῦ· θρῆνος δὲ τὸ ᾀδόμενον παρ’ αὐτῇ τῇ συμφορᾷ πρὸ τῆς ταφῆς καὶ μετὰ τὴν
15ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον ὑπὸ τῶν θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς. Ἐπίκλην· ἐπωνυμίαν· ἀπὸ τοῦ κλῶ, ὃ γέγονεν ἀπὸ τοῦ καλῶ
κατὰ συγκοπήν.504 in vol. 2

epsilon

505

Ἐπίκουρος 〈Γ 188〉· ... ἡ ἐπί πρόθεσις σημαίνει τὸ δέον καὶ τὸ πρέπον· [ἣ] πρέπει 〈γὰρ〉 καὶ προσήκει τοῖς νέοις πολεμεῖν καὶ συμμαχεῖν. διαφέρει δὲ ἐπίκουρος συμμάχου· ἐπίκουρος λέγεται ὁ τῶν πολεμουμένων βοηθός, ὡς Σαρπηδὼν Τρώων· οἱ γὰρ Τρῶες ἐπολε‐
5μοῦντο· σύμμαχος δὲ ὁ τῶν πολεμούντων, ὡς Ἀχιλλεὺς Ἑλλήνων. Ἐπίκουροι καὶ βοηθοὶ διαφέρουσιν· ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις ἐπικουροῦντες καὶ συλλαμβανόμενοι· βοηθοὶ δὲ
οἱ σύμμαχοι τῶν πολεμούντων.505 in vol. 2

epsilon

506

Ἐπιμαχεῖν· εἰς τὸ Συμμαχεῖν.
Ἐπινήϊον· ἐπὶ τὴν ναῦν· παρὰ τὸ ναίειν, ὅ ἐστιν οἰκεῖν.506 in vol. 2

epsilon

507

Ἐπίνοια· ... ἐπέννοιά τις καὶ ἐπενθύμησις. Ἔπιον· εἰς τὸ Θεοπρόπιον. Ἐπιορκεῖν· ... παρὰ τὸ ὑπερβαίνειν τοὺς ὅρκους· ἡ γὰρ ἐπί ἀντὶ τῆς ὑπέρ κεῖται.
5 Ἐπίσωτρα 〈Ε 725〉· ... παρὰ τὸ ἐπισεύεσθαι καὶ 〈ἐν〉 τῇ γῇ ἐφορμᾶν. Ἔπιπλα· ... τὰ ἐξ ἐπιπολῆς σκεύη, οἷον ἡ ἐπιπόλαιος κτῆσις καὶ ὅση δυνατὴ πλοΐζεσθαι, ἀλλ’ οὐκ ἔγγειος· ἢ τὰ σκεύη τὰ ἐν χερσὶ καὶ χρειώδη καὶ ἐπιπολάζοντα ἐν τῷ οἴκῳ.
10 Ἐπιπλώσας 〈Γ 47〉· ... μετοχὴ ἀορίστου πρώτου ἐστίν· ὁ ἐνεστὼς ἐπιπλώω βαρύτονον διὰ τοῦ ω μεγάλου, ὡς 〈τὸ〉 ζώω καὶ
γνώω, ἐξ οὗ καὶ 〈τὸ〉 ἐγνώσθη· οὕτως οὖν ἐστι καὶ τὸ πλώω. γίνεται507 in vol. 2

epsilon

508

οὖν ἐκ τοῦ πλέω 〈πλόω διὰ τοῦ ο μικροῦ καὶ〉 πλώω κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω μέγα ποιητικῶς· καὶ βαρύνεται, ἐπειδὴ τὰ κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω γενόμενα ῥήματα, εἰ μὲν καθαριεύουσι, βαρύνονται, οἷον ζώω πλώω γνώω, εἰ δὲ οὐ καθαριεύουσι, περισπῶνται, οἷον νωμῶ
5στρωφῶ. λοιπὸν ἐκ τοῦ πλώω ὁ ἀόριστος πρῶτος ἔπλωσα, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπέπλωσα, καὶ ἡ μετοχὴ ἐπιπλώσας καὶ τὰ λοιπά. Ἐπὶ ῥηγμῖνι θαλάσσης 〈Α 437〉· ἐπὶ τῷ αἰγιαλῷ διὰ τὸ ῥήσσεσθαι ἐκεῖ τὰ κύματα τῆς θαλάσσης. Ἐπισκέπτω· ... ἐκ τοῦ σκέπω πλεονασμῷ τοῦ τ σκέπτω· τοῦτο
10παρὰ τὸ σχέθω, τὸ κωλύω, σχέπω καὶ σκέπω τροπῇ τοῦ χ εἰς κ. Ἐπισκήπτω· εἰς τὸ Ἐπέσκηψεν.
Ἐπίσκοπος· ὁ ἐπὶ τῷ σκοπεῖν ὤν.508 in vol. 2

epsilon

509

Ἐπισκυνεῖν· σημαίνει τὸ 〈ἐπὶ〉 τοῦ στόματος φιλεῖν. λέγειν δὲ ἐπὶ κύλων κάλλιον· κύλοι γὰρ τὰ βλέφαρα, ἐξ οὗ καὶ 〈Chrysippi fr. app. 777 Arnim III 193, 4〉 „Κυλλήνιος Ἑρμῆς, ἐπειδὴ ἡ ῥάβδος αὐτοῦ 〈ω 3〉 «ἀνδρῶν ὄμματα θέλγει». ἀπὸ τοῦ ἐπὶ πολὺ καθεύδοντας οἰδεῖν
5τοὺς ὀφθαλμούς. Φαίακες δὲ θύουσιν αὐτῷ ἑσπέρας [οὐ] διὰ τὸ καθεύ‐ δειν, ὡς Ὅμηρος 〈η 138〉 «ὅτε [δὴ] μνησαίατο κοίτου», οὐχ ὅτι ὀνειροπομπὸς ἦν, ἀλλ’ ὅτι ὕπνου ἡδέος αἴτιος.“ ὅθεν ἐπισκύνιον τὸν περὶ τῶν κύλων τόπον καλοῦμεν. Ἐπισκύνιον· ... παρὰ τὸ σκύλος, τὸ δέρμα.
10 Ἐπισκύσαι· ... παρὰ τὸ 〈τὸ〉 ἐπισκύνιον καθέλκεσθαι τοῦ χαλεπαίνοντος.
Ἐπισπᾶσθαι· εἰς τὸ Ἀσπάσιος.509 in vol. 2

epsilon

510

Ἐπιστήμη τέχνης διαφέρει· καὶ 〈γὰρ〉 ἡ μὲν ἐπιστήμη ἄπταιστος κατάληψις ὑπὸ ὀρθοῦ λόγου κατεσκευασμένη ... Ἐπιστραφὴς καὶ εὐστραφὴς διαφέρει· ἐπιστραφὴς μὲν γὰρ ὁ ἐπιμελής, εὐστραφὴς δὲ ὁ ἐπιδέξιος ἐν ταῖς μεταβολαῖς.
5 Ἐπίσωτρα· τὰ ἐπάνω τῶν τροχῶν σίδηρα, ἃ καὶ κανθοὶ καλοῦν‐ ται· ἢ τὰ ἔξωθεν τῶν τροχῶν. Ἐπί〈σ〉σωτρα 〈Agath. Hist. 2, 4〉· τὰ κύκλῳ τῶν τοῦ ἅρματος τροχῶν σίδηρα· παρὰ τὸ σῶ, ὃ σημαίνει τὸ ὁρμῶ, ὁ μέλλων σώσω, καὶ ὄνομα ῥηματικὸν σῶτρον καὶ μετὰ τῆς ἐπί προθέσεως πλεονασμῷ
10τοῦ ς ἐπίσσωτρον, τὸ ἐκ〈τὸσ〉 τῶν τροχῶν σιδήριον. 〈ἢ〉 παρὰ τὸ 〈σώ〉ζω.
Ἐπιτετράφαται 〈Β 25〉· ... τὸ ῥῆμα τρέπω, τέτραφα, τέτραμμαι510 in vol. 2

epsilon

511

τροπῇ τοῦ 〈ε〉 εἰς α, τέτραπται, τετράμμεθα, τέτραφθε καὶ τὸ Ἰωνικὸν τετράφαται καὶ ἐπιτετράφαται. Ἐπιτήδευμα· εἰς τὸ Τέχνη. Ἐπιτηδές 〈Α 142〉· ... ἐκ τοῦ ἐπιτηδής συστολῇ τοῦ η, καὶ
5ἔστι ὄνομα ἐπιρρηματικόν. οἱ δὲ ἐκ τοῦ ἐπιτηδής ἡ εὐθεῖα τῶν πλη‐ θυντικῶν οἱ ἐπιτηδεῖς, ἡ αἰτιατικὴ τοὺς ἐπιτηδές κατ’ ἔλλειψιν. Ἐπιτηδής· ... παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, γίνεται δεής καὶ μετὰ τοῦ στερητικοῦ α ἀδεής, ὁ ἄφοβος, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπιαδεής, καὶ ἐκβολῇ τοῦ ε ἐπιαδής, καὶ πλεονασμῷ τοῦ τ
10ἐπιταδής, καὶ τροπῇ τοῦ α εἰς η ἐπιτηδής, οἱονεὶ ὁ ἀφόβως πάντα
ποιῶν.511 in vol. 2

epsilon

512

Ἐπίτιμος καὶ ἐπιτίμιος διαφέρει· ἐπίτιμος μὲν γάρ ἐστιν ὁ ἔντιμος· ἐπιτίμιος δὲ ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος, ἀφ’ οὗ τὴν ἐπίπληξιν ἐπιτίμησίν φαμεν· 〈Ev. Luc. 17, 3〉 „ἐπιτίμησον αὐτῷ“ ἀντὶ τοῦ ἐπίπληξον.
5 Ἐπιτροχάδην 〈Menand. Protect. fr. 20 p. 53, 12 Dindorf〉· ἠπειγμένως ... ὥσπερ τρέχων, ἢ κεφαλαιωδῶς, ἢ ταχέως· ἀπὸ τοῦ τρέχω ῥήματος, ὅπερ ὁ ποιητὴς τρώχω εἴρηκεν 〈ζ 318〉 „αἱ δ’ εὖ μὲν τρώχων“· ἐκ τούτου τροχάδην καὶ ἐπιτροχάδην. Ἐπιτροχάδην 〈Γ 213〉· τὸ σύντομον καὶ ταχύ· ἐκ τοῦ τροχός
10τροχάδην· τὰ γὰρ ἀπὸ ὀνομάτων τῶν εἰς ος γινόμενα ἐπιρρήματα διὰ τοῦ α ἐκφέρονται, οἷον νόμος νομάδην, σπόρος σποράδην, τρόχος τροχάδην. τὸ δὲ παμπήδην ἐκ τοῦ πάμπαν.
Ἐπιφάνεια· ... παρὰ τὸ φαίνεσθαι.512 in vol. 2

epsilon

513

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐπλήγην ὡσεὶ χόρτος 〈Ps. 101, 5〉· τοῦ κατεπλάγη Ἰω‐ σήφ διαφέρει· τὸ μὲν γὰρ σωματικόν, τὸ δὲ ψυχικόν. Ὁμήρου Ἐπράθομεν 〈Α 125〉· πέρθω, τὸ πορθῶ, ὁ δεύτερος ἀόριστος ἔπραθον, τὸ δὲ πληθυντικὸν ἐπράθομεν.
5 Ἑπτά· ἀπὸ τοῦ ἐπιέναι πρὸς τὸν δέκα[τον] ἀριθμόν, ἢ ἀπὸ τοῦ ἑκάς. Ἑπτά· πόθεν; παρὰ τὸ σεπτὸς εἶναι· τῶν γὰρ ἀριθμῶν οἱ μὲν
τίκτουσιν ...513 in vol. 2

epsilon

514

Ἔπω 〈Γ 143〉· σημαίνει δύο· τὸ λέγω καὶ τὸ ἀκολουθῶ. διαφέ‐ ρει κατὰ τρόπους δύο· ὅτι τὸ μὲν ἔπω, τὸ λέγω, 〈ψιλοῦται, τὸ δὲ ἀκολουθῶ δασύνεται· καὶ ὅτι τοῦ μὲν ἔπω, τὸ λέγω,〉 τὰ ἐνεργητικὰ εἴρηνται, τὰ δὲ παθητικὰ οὐχί, τοῦ δὲ ἀκολουθῶ τὰ παθητικά, οἷον
5ἕπομαι καὶ εἱπόμην, ποιητικῶς ἑπόμην, τὸ δὲ ἐνεργητικὸν οὐχί. καὶ τὸ δυϊκὸν ἑπόμεθον, καὶ τὸ τρίτον ἑπέσθην, καὶ ποιητικῶς πλεονασμῷ τοῦ ς ἑ〈σ〉πέσθην. ἀμφιέπω δὲ καὶ περιέπω. καὶ εἰς τὸ Ἄσπετος καὶ Ἄψ καὶ Δίεπε καὶ Εἴπαισαν καὶ Εἶπον καὶ Εὐεπίης καὶ Ἠέλιος καὶ Ἠπεροπευτής καὶ Ἠπιώτατος καὶ Νοσφιζοίμεθα καὶ Πώγων καὶ Σάλπιγξ.
10 Ἐπῶν· ... ὄνομα οὐδέτερον· ἡ εὐθεῖα τὸ ἔπος· τοῦτο παρὰ τὸ
ἔπω, τὸ λέγω, γίνεται ἔπος ἔπους, ἔπεα ἔπη, ἐπέων ἐπῶν.514 in vol. 2

epsilon

515

Ἐπῴχετο· οἴχω, οἴχομαι, ᾠχόμην, ᾤχετο. Ἔρα· εἰς τὸ Ἀπερύκειν καὶ Ἔνερθεν καὶ Ἔνεροι καὶ Ἐνερόχρω‐ τες καὶ Ἐξεῖρψεν καὶ Ἐρυσίβη καὶ Ἥρωες. Ἔραζε· εἰς τὸ Χαμᾶζε.
5 Ἐρᾶν τοῦ ποθεῖν διαφέρει· ἐρᾶν μὲν γάρ ἐστι τῶν ἐν ὄψει, ποθεῖν δὲ τοὺς ἀπόντας. Ἔρανος 〈Procop. De bell. 5, 8, 30〉· τὸ ἐκ συνεισφορᾶς δῶρον, ἢ ἐντολή, ἢ συλλογή· ἀπὸ τοῦ ἐρῶ, ὃ σημαίνει τὸ ἐπιθυμῶ. ἐρῶ δέ, τὸ ἐπιθυμῶ, συντάσσεται μετὰ γενικῆς· ἐρῶ, τὸ λέγω, συντάσσεται
10δοτικῇ· ἐρῶ, τὸ ἐρωτῶ, συντάσσεται αἰτιατικῇ· ἔρρω, τὸ φθείρω,
αἰτιατικῇ.515 in vol. 2

epsilon

516

Εὐλογίου Ἐράσθην· πόθεν ἐστίν; εἰ γὰρ ἀπὸ τοῦ ἐρῶ ἐρᾷς, ἐρά[σ]θην ἔδει εἶναι, ὡς φυρῶ φυρᾷς ἐφυράθην, τοῦ α τῆς δευτέρας συζυγίας τῶν περισπωμένων μετὰ τοῦ ρ ὑπάρχοντος ἢ μετὰ φωνήεντος ἐκτει‐ νομένου, περάσω ἐάσω· εἰ δὲ μετὰ τοῦ λ, συστέλλεται, γελάσω. ὅταν
5δὲ ὁ παρακείμενος ἀπὸ περισπωμένου μακρᾷ παραλήγηται, οὐ λαμ‐ βάνει τὸ ς ἐν τῷ παθητικῷ, νενόηκα νενόημαι 〈ἐνοήθην〉, κεχρύσωκα κεχρύσωμαι 〈ἐχρυσώθην〉, πεφύρακα πεφύραμαι ἐφυράθην, κεκονίακα κεκονίαμαι ἐκονιάθην. πῶς οὖν τὸ ἐράσθην ἔλαβε τὸ ς; εἴπομεν ὡς τὸ α τῆς 〈δευτέρασ〉 συζυγίας τῶν περισπωμένων μετὰ τοῦ ρ μακρὸν
10ὑπάρχει· οὐ γέγονε δὲ ἀπὸ τοῦ ἐρῶ ἐρᾷς, ἀλλ’ ἀπὸ τοῦ ἐράζω τῆς τετάρτης 〈συζυγίασ〉 τῶν βαρυτόνων, καὶ 〈ὡσ〉 πειράζω ἐπειράσθην καὶ πελάζω ἐπελάσθην, οὕτως ἐράζω ἐράσθην. Γεωργίου Ἐρασῖνος· ... παρὰ τὸν ἐράσω μέλλοντα γέγονεν. Ἐρατεινή 〈ex. gr. Γ 239〉· ... ἐκ τοῦ ἐρατός, ὃ σημαίνει τὸν
15ἐπιθυμητόν, γίνεται ἐρατεινός. τὸ δὲ ἐρατός ἐκ τοῦ ἐρῶ, τὸ φιλῶ.516 in vol. 2

epsilon

517

Ἐργαζόμενον· εἰς τὸ Ἑκάεργος. Χοιροβοσκοῦ Ἔργον· ... παρὰ τὸ ῥέζω, τὸ πράττω, ῥέγον καὶ ἔργον. σημαίνει δὲ τρία· τὴν παρασκευὴν τοῦ πολέμου, 〈Δ 539〉 „ἔνθα κεν οὐκ ἔτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών“· σημαίνει 〈δὲ〉 καὶ τὰ γεώργια,
5〈Ε 92〉 „πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε“· σημαίνει δὲ καὶ τὸ κοινῶς νοούμενον, 〈ex. gr. Z 490〉 „ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε“. Χοιροβοσκοῦ Ἐργῶδες· ἀντὶ τοῦ δυσχερέστατον· παρὰ τὸ ἐργώδης· τοῦτο παρὰ τὸ ἔργον. τὸ γω μέγα· τὰ διὰ τοῦ ωδης ἀρσενικὰ εἴτε τρισύλλαβα
10εἴτε ὑπὲρ τρεῖς συλλαβὰς διὰ τοῦ ω μεγάλου γράφεται .... χωρὶς τῶν παρὰ τὸ πούς ποδός συντεθειμένων, ὡς ἔχει τὸ τριπόδης καὶ τετραπόδης.
Ὁμήρου Ἔρδω· ... παρὰ τὸ ῥέζω. καὶ εἰς τὸ Ῥέξας.517 in vol. 2

epsilon

518

Ἐρεμβοί· οἱ Ἄραβες· εἰσὶν γὰρ ἀπὸ Ἄραβος βασιλέως Βαβυλῶνος. Ἔρεβος· .... παρὰ τὸ εἰς τὴν ἔραν βαίνειν· ἢ παρὰ τὸ ἐρέφω, τὸ στεγάζω, ἔρεφος καὶ Ἔρεβος, τὸ ὑπὸ τῆς γῆς ἐστεγασμένον. καθὼς καὶ τῷ ποιητῇ 〈Aristoph. Av. 693〉 δοκεῖ, ἐν ἀρχῇ ἦν Ἔρεβος καὶ
5Χάος. καὶ εἰς τὸ Λιβρός. Ἐρεθίζω· ... παρὰ τὸ ἐρέθω γίνεται, τὸ παροξύνω· τοῦτο παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρέθω, ὥσπερ παρὰ τὸ φλέγω φλεγέθω καὶ νέμω νεμέθω καὶ εἴκω εἰκάθω. Ἔρεθε 〈Γ 414〉· ἐκ τοῦ εἴρω, τὸ λέγω. ἐρεθίζω 〈δὲ〉 ἐκ τοῦ
10ἔρις, ἐρίζω καὶ ἐρεθίζω· ἢ παρὰ τὸ ἐρέθω [τὸ] ἐρεθίζω. ὡς λέπω λεπίζω· [ἐρεθισμὸν δὲ λέγομεν καὶ τὸν τῶν ἐχθρῶν ἔπαινον] ἢ παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρέθω καὶ ἐρεθίζω. Ἐρείδω· ... τὸ ει δίφθογγον, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ ἐρηρέ‐ δαται. ὁ Ἀττικὸς παρακείμενος ἐρήρεικα, ἀλλ’ οὐ συστέλλεται διὰ τὸ
15μὴ συνεμπεσεῖν τῷ ἀπὸ τοῦ ἐρίζω. Ἐρείδω· τὸ ἐπακουμβίζω· καὶ ὁ μέλλων ἐρείσω, ὁ παρακείμενος ἤρεικα καὶ ἐρήρεικα, ὁ παθητικὸς ἤρεισμαι καὶ ἐρήρεισμαι, ἡ μετοχὴ ἠρεισμένος καὶ ἐρηρεισμένος. καὶ εἰς τὸ Ἔρις. Γεωργίου Ἐρείκη· ἔστιν εἶδος δένδρου εὐχερῶς σχιζομένου· γέγονε δὲ
20ἀπὸ τοῦ ἐρείκω τοῦ σημαίνοντος τὸ σχίζω.518 in vol. 2

epsilon

519

Ἐρείκειν· σχίζειν· παρὰ τὸ ἐρείκην τὸ δένδρον εὔσχιστον εἶναι. Γεωργίου Ἔρειξις· σημαίνει τὴν κατεσχισμένην γῆν· ἀπὸ γὰρ τοῦ ἐρείκω ἐρείξω γέγονεν. Ὁμήρου Ἐρείομεν 〈Α 62〉· ἐρείω τὸ θέμα· ἐκ τοῦ ῥῶ ῥείω καὶ
5ἐρείω. Ἐρείπω· ... παρὰ τὸ ἔρα τὸ σημαῖνον τὴν γῆν γίνεται ἐράπτω καὶ 〈ἐρέπτω, καὶ〉 κατὰ πρόσθεσιν τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω. Ἐρεμνή· ... παρὰ τὸ ἐρεβεν〈ν〉ή κατὰ συγκοπήν ... Ἐρεπτόμενοι 〈Θ 564〉· ... παρὰ τὸ ἀπὸ τῆς ἔρας, ὅ ἐστι τῆς
10γῆς, τροφὴν λαβεῖν· κυρίως δὲ ἐπὶ τῶν κτηνῶν. Ἐρέσσω· εἰς τὸ Ὑπηρέτης. Ἐρεσχελία· παρὰ τὸ ἔριν 〈ἐν〉 τοῖς χείλεσιν ἔχειν. ‖ ἐξ οὗ καὶ
τὸ ἐρεσχηλούντων 〈καὶ〉 ἐρεσχηλής. συντάσσεται μετὰ αἰτιατικῆς.519 in vol. 2

epsilon

520

Ἐρέτης· ὁ κωπηλάτης· παρὰ τὸ ἐρέσσω· τοῦτο παρὰ τὸ ἔλω, τὸ ἐλαύνω, ἐλέσσω καὶ ἐρέσσω. καὶ εἰς τὸ Εἰρεσία. Ἐρετμόν· ... παρὰ τὸ ἔλω ἐλέ〈σ〉σω παράγωγον καὶ ἐρέσσω καὶ ἐρετμός. καὶ εἰς τὸ Ἐς δ’ ἐρέτας.
5 Ἐρεύθω· εἰς τὸ Ἐρυθρός. Ἔρευνα· ... ἐρεύω, καὶ ἐξ αὐτοῦ ἐρευῶ, καὶ πλεονασμῷ τοῦ ν ἐρευνῶ, καὶ ἐξ αὐτοῦ ἔρευνα. Ἐρευνῶ· ἐκ τοῦ ἐρέω, τὸ ζητῶ, ἐρευνῶ πλεονασμῷ τοῦ υ καὶ ν· πέφυκε δὲ τὸ ν πλεονάζειν ἐν τοῖς ῥήμασιν· ἐξ οὗ καὶ ἔρευνα, ἡ
10ζήτησις. Unknown Editorial Character Ἐρευνῶ· ἔστιν ἐρῶ καὶ σημαίνει τὸ ἐπιθυμῶ, καὶ ἐξ αὐτοῦ γίνεται ἐρεύω 〈καὶ ἐρευνῶ〉· ὁ γὰρ ἐπιθυμῶν τι ἐρευνᾷ περὶ αὐτοῦ. Ἐρέφεσθαι· εἰς τὸ Εἰραφιώτης. Ἔρεφος· εἰς τὸ Ἔρεβος.
15 Ἐρέφω καὶ ἐρέψω· εἰς τὸ Εἴρεψα καὶ Ἤρεψεν. Ἐρέω· ... τὸ ῥῆμα εἴρω, ὁ μέλλων ἐρῶ, καὶ ἀπὸ τοῦ ἐρῶ ἐρείω, ὡς τελῶ τελείω. καὶ εἰς τὸ Ἐρευνῶ. Ἐρέων· ... ἰστέον ὅτι πάντοτε ὁ ποιητὴς τὸ ἐρέω προφέρει·
καὶ σημαίνει γʹ ...520 in vol. 2

epsilon

521

Χοιροβοσκοῦ Ἐρημαῖος· ἐκ τοῦ ἔρημος· τοῦτο δὲ παρὰ τὸ ἔραν μόνην ἔχειν. τὸ ρη η τροπῇ τοῦ α εἰς η· τὰ διὰ τοῦ ιμος παράγωγα—. ἐγράφη εἰς τοὺς Κανόνας. Ἔρημος· ... διὰ τὸ ἠρεμεῖν ἤγουν ἡσυχάζειν· ‖ ἢ παρὰ τὸ
5ἔραν μόνην ἔχειν. Ἐρητύειν 〈Β 75〉· κωλύειν ... ἐκ τοῦ εἱρκτή γέγονεν εἱρκτύω καὶ ἐξ αὐτοῦ ἐρητύω, ὁ μέλλων ἐρητύσω, ὁ παρακείμενος ἠρήτυκα, ἠρήτυμαι, ἐρητύθην, 〈Β 99〉 „ἐρήτυθεν“· οἱ Βοιωτοὶ ἐπὶ τῶν ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον—.
10 Ὁμήρου Ἐριβῶλαξ 〈Γ 257〉· ... ὄνομα θηλυκὸν εἰς τὸ βω περισπώμενον· τὰ εἰς αξ λήγοντα ἀρσενικὰ φύσει μακρᾷ παραληγόμενα ἐκτείνουσι τὸ α, οἷον Φαίαξ οἴαξ θώραξ· τὰ δὲ θηλυκὰ συστέλλουσι. γίνεται δὲ ἐκ τοῦ ἐρί ἐπιτατικοῦ μορίου καὶ τοῦ βῶλος, ὃ σημαίνει
τὴν εὔγειον καὶ λιπαρὰν γῆν.521 in vol. 2

epsilon

522

Ἐριδαίνω· ... ἐκ τοῦ ἔρις ἐρίδω καὶ ἐριδαίνω καὶ ἐριδανῶ. Ἐριδῶ· εἰς τὸ Κατωρρωδηκότες. Ἐρίζω· εἰς τὸ Εἰκοσινήριτον καὶ Ζηλῶσαι καὶ Κατωρρωδηκότες. Ἐρίηρ· ... παρὰ τὸ ἐρί ἐπίρρημα, ὅπερ διὰ τοῦ ε γραφόμενον
5μαρτυρεῖται ἐκ τῆς χρήσεως. Ἐρίηρας 〈Γ 47〉· ἄγαν εὐαρμόστους, 〈ἤγουν ἑαυτῷ φίλους, τουτέστιν〉 ἅρπαγας καὶ πλεονέκτας καὶ μοιχούς· γίνεται παρὰ τὸ ἐρί ἐπιτατικὸν μόριον καὶ τὸ ἄρω, τὸ ἁρμόζω, οἱονεὶ εὐάρεστος καὶ φίλος· ἢ παρὰ τὸ ἦρα, ὃ σημαίνει τὴν χάριν.
10 Ἐρίηρες ἑταῖροι 〈Γ 378〉· παρὰ τὸ ἄγαν ἀρηρέναι.
Ἔριθος· ... παρὰ τὸ ἔρια ἐργάζεσθαι.522 in vol. 2

epsilon

523

Ἐρίθυνος· ... παρὰ τὸ θύνω, τὸ ὁρμῶ. Ἐρινεός· σημαίνει τὴν ἀγρίαν συκῆν· ἀπὸ γὰρ τοῦ ἐρίζω γέγονεν ἐρινός, καὶ κατὰ πλεονασμὸν τοῦ ε ἐρινεός. ἐριστικὸν δέ ἐστι τὸ δέν‐ δρον· ἀνέρχεται γὰρ καὶ εἰς τοῖχον καὶ εἰς ἕκαστον τόπον, ἔν τε
5πέτραις καὶ ὕδασι. Γεωργίου Ἐρινύς· ἡ καταχθόνιος δαίμων· παρὰ τὸ τὰς ἀρὰς ἀνύειν
γέγονεν ἀρανύς, καὶ κατὰ τροπὴν τῶν δύο α εἰς ε καὶ ι Ἐρινύς. ἢ523 in vol. 2

epsilon

524

παρὰ τὴν ἔραν γέγονεν ἐρανύς καὶ Ἐρινύς, οἱονεὶ ἡ ἐκ τῆς γῆς ἀνερχομένη. ἢ παρὰ τὸ ἐρί τὸ ἐπιτατικὸν καὶ τὸ ἀνύειν γέγονεν Ἐρινύς, οἱονεὶ ἡ μεγάλως ἀνύουσα. ἢ παρὰ τὸ ἐλινύειν τὸ σημαῖνον τὸ ἡσυχάζειν γέγονεν ἐλινύς, οἱονεὶ ἡ ἡσυχάζουσα· Ἐρινύς δὲ κατὰ
5ἀντίφρασιν, ἤγουν ἡ μὴ ἡσυχάζουσα. ἢ παρὰ τὸ ἐκ τῆς ἔρας γεγενῆ‐ σθαι τιμωρός. Ἐρινύες· παρὰ τὸ διανύειν τὰς ἀράς.
Ἔριον· ... παρὰ τὸ ἔρρω· ταλαιπωροῦσι γὰρ αἱ τοῦτο κάμνουσαι.524 in vol. 2

epsilon

525

Ἔρις· παρὰ τὸ εἴρω, τὸ λέγω· ἡ διὰ λόγων φιλονεικία. τοῦ δὲ ἐρίζω ὁ Ἀττικὸς παρακείμενος ἐρήριδα διὰ τοῦ ι φυλάττων αὐτό. ἀπὸ δὲ τοῦ ἐρείδω ἐρήρειδα διὰ διφθόγγου, ἵνα μὴ συνεμπέσῃ τῷ ἀπὸ τοῦ ἐρίζω μέσῳ παρακειμένῳ.
5 Ἐρίσαι· εἰς τὸ Ζηλῶσαι. Ὁμήρου Ἐρίσαντε 〈Α 6〉· ἐρίζω, τὸ φιλονεικῶ, ἐρίσω, ἤρισα, ἡ με‐ τοχὴ ἐρίσας ἐρίσαντος, τὸ δυϊκὸν ἐρίσαντε. Ἐρίτιμον· ἐκ τοῦ ἐρί τοῦ ἐπιτατικοῦ καὶ τοῦ τιμή· σημαίνει δὲ τὸν μεγαλότιμον, ὡς ἐν τῷ τῆς Ὑψώσεως Κανόνι 〈Cosmae Hieros.
10Canon. in exalt. cruc. 122 p. 163 Christ–Paranikas〉 „ἐν ἀσφαλείᾳ τῆς ἐρι‐ τίμου δέ“. τὸ δὲ ἐρί ἐπιτατικὸν παρὰ τὴν περί πρόθεσιν, ἥτις σημαίνει τὸ περισσῶς, ὡς τὸ 〈Δ 257〉 „περὶ μέν σε τίω Δαναῶν“· ἀποβολῇ
οὖν τοῦ π γίνεται ἐρί.525 in vol. 2

epsilon

526

Ἔριφος· παρὰ τὸ ἐν ἔαρι φαίνεσθαι. Ἐριώλη· ἡ πνοή· παρὰ τὸ ἐρί ἐπιτατικὸν καὶ τὸ ἄω, τὸ πνέω· ἡ μέγα πνέουσα. Ἑρκίον 〈ex. gr. I 476〉· ... ἐκ τοῦ ἕρκος, τὸ περίφραγμα,
5ὅπερ παρὰ τὸ ἐρύκω, τὸ κατέχω καὶ κωλύω, ἔρυκος καὶ ἕρκος. παροξύνεται· τὰ γὰρ ἀπὸ μακρᾶς ἀρχόμενα ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικά, τυρός τυρίον, τεῖχος τειχίον· τὰ δὲ ἀπὸ βραχείας οὐκέτι, ῥάκος ῥάκιον, φακός φάκιον. σεσημείωται τὸ ἴχνος ἴχνιον μὴ ποιοῦν μακρὰν τὴν ἄρχουσαν ὡς ὑγρὸν σύμφωνον ἔχον· γίνεται δὲ παρὰ τὸ
10ἷγμαι ἴγνιον καὶ ἴχνιον, ὡς παίζω παίγνιον. Ἔρκος· ... Διονύσιος 〈fr. om. Schmidt〉 ψιλῶς ἀναγινώσκει·
ἀπὸ γὰρ τοῦ ἐρύκειν λέγεται.526 in vol. 2

epsilon

527

Ἕρκος· παρὰ τὸ ἐρύκω ἔρυκος καὶ ἕρκος. Ἕρμαιον· ... „ἕρμαιον καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο“· τὸ ἀπροσδόκητον κέρδος· ἀπὸ τῶν ἐν τοῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν· ἢ ἀπὸ τοῦ ἐν ἔθει λεγομένου „κοινὸς Ἑρμῆσ“
5ἐπὶ τῶν εὑρισκόντων τι, οἷον κοινὸν τὸ εὕρημα. παρὰ οὖν τὸ Ἑρμῆς ἕρμαιος καὶ ἕρμαιον τὸ οὐδέτερον. Ἕρματα 〈Ξ 182〉· ἐνώτια παρὰ τὸ ἐνείρεσθαι. Γεωργίου Ἑρμείας· ... ἀπὸ τοῦ Ἑρμέας γέγονε κατὰ πλεονασμὸν τοῦ ι. Ἑρμηνεύς· ... παρὰ τὸ Ἑρμῆς, ὅντινα λέγουσιν ἐφευρετὴν
10τῶν λόγων· καὶ ἐντεῦθεν ἐτυμολογία παρὰ τὸ ἐφευρεῖν τὸν ἑρμηνεύοντα.527 in vol. 2

epsilon

528

Ἑρμῖνες· ... παρὰ τὸ στηρίζεσθαι δι’ αὐτῶν τὴν κλίνην. Γεωργίου Ἑρμίς· ὃ σημαίνει τὸν κραβάττου πόδα· παρὰ τὸ ἐνείρεσθαι καὶ ἐμπλέκεσθαι ἐν τῇ κλίνῃ.
Ἑρπετόν· εἰς τὸ Ἐξεῖρψεν.528 in vol. 2

epsilon

529

Ἑρπηστικός· ὁ ἑρπηστὴς ὄφις· ἐκ τοῦ ἕρπω, ὁ δὲ μέλλων περιττοσύλλαβος ἑρπήσω καὶ ἐξ αὐτοῦ ἑρπητικός καὶ πλεονασμῷ τοῦ ς ἑρπηστικός, ὡς χηρώσω χηρωτής καὶ πλεονασμῷ τοῦ ς χηρωστής. Ἕρπω· εἰς τὸ Ἐξεῖρψεν καὶ Κρηπίς.
5 Ἐρράγη 〈Ps. 140, 7?〉· ... παρὰ τὸ ῥῶ, τὸ φθείρω, ὁ μέλλων ῥήσω, 〈ἐξ αὐτοῦ ὁ ἐνεστὼς ῥήσσω〉, ὁ δεύτερος ἀόριστος ἔρραγον καὶ ὁ παθητικὸς ἐρράγην. Ἐρρέθη· ... ὡς ἀπὸ τοῦ ῥῶ, τὸ λέγω, ῥήσω ἔρρηκα ἔρρημαι 〈ἐρρήθη〉 καὶ τροπῇ ἐρρέθη.
10 Ἔρρω· εἰς τὸ Εἰροκόμος καὶ Ἔρανος. Ἐρρώγει· εἰς τὸ Ξυνερρώγειν. Ἔρρωκα καὶ ἔρρωμαι· εἰς τὸ Ῥώμη.
Ἔρσις· εἰς τὸ Ἐνέρσε〈ι〉.529 in vol. 2

epsilon

530

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐρυθρά· ἀπὸ Ἐρυθροῦ βασιλέως πεσόντος ἐκεῖ καὶ πνιγέντος, ἢ ἀπὸ τῶν παρακειμένων ὀρέων ἐρυθρῶν. Ἐρυθρά· ἀπὸ Ἐρυθροῦ βασιλέως· ἔρριψαν γὰρ αὐτὸν εἰς τὴν θάλασσαν καὶ ἐλάξευσαν ἐκεῖ λίθον καὶ ἔγραψαν οὕτως· 〈Alexand.
5Ephes. ap. Meineke Anal. Alex. p. 376〉 „ἔνθα δὲ τύμβος ἁλὸς μεδ〈έ〉‐ οντος Ἐρυθροῦ“. Ἐρυθρός· παρὰ τὸ ἐρεύθω, τὸ βάπτω, 〈γίνεται ἐρευθόσ〉, καὶ ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ ρ ἐρυθρός. πόθεν ἐκλήθη Ἐρυθραῖον πέλαγος; ἀπὸ Ἐρυθροῦ τινος βασιλέως· ἀποθανόντος γὰρ αὐτοῦ
10ἔρριψαν αὐτὸν ἐν τῇ θαλάσσῃ ἐπιγράψαντες τῷ αὐτοῦ τάφῳ οὕτως· „ἐνθάδε τύμβος ἁλὸς παμμεδέοντος Ἐρυθροῦ“.
Ἐρύκω· εἰς τὸ Ἀπερύκειν καὶ Ἔρυξαν καὶ Ἐρυσίβη.530 in vol. 2

epsilon

531

Ἔρυμα· τὸ ἀσφάλισμα καὶ τειχίον· 〈Δ 137〉 „ἔρυμα χροόσ“ καὶ ἕρκος καὶ τροπῇ ἅρκυς· σημαίνει δὲ τὸ δίκτυον, ὅπερ τιθοῦσι πρὸς θήραν λέοντος ἢ καὶ ἄλλων τινῶν. Ἐρυμνώσας 〈Agath. Hist. 2, 4〉· ἰσχυροποιήσας, πυκνώσας, ἀσφα‐
5λισάμενος· ἀπὸ τοῦ ἐρυμνῶ· 〈τοῦτο παρὰ τὸ ἔρυμα, ὃ σημαίνει τὴν ἀσφάλειαν, ἐρυμῶ καὶ πλεονασμῷ τοῦ ν ἐρυμνῶ〉· τὸ δὲ ἔρυμα παρὰ τὸ ἐρύω, ὃ σημαίνει τὸ ἀσφαλίζω, ἢ παρὰ τὸ ῥύω, ὃ σημαίνει τὸ φυλάσσω. Ἐρυμνή· ... παρὰ τὸ ἐρύματος τάξιν ἔχειν, ἤγουν ἰσχυράν.
10 Ἔρυξαν 〈Γ 113〉· ... ἔστιν ἐρύκω, τὸ κωλύω, καὶ γίνεται παρὰ τὸ ἕρκος ἑρκύω καὶ ἐν ὑπερβιβασμῷ ἐρύκω. ἔνθεν γίνεται ἔρυμα, τὸ ἀσφάλισμα. Ἐρυσάρματες· εἰς τὸ Ἀνείμονος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐρυσίβη 〈Ps. 77, 46〉· σημαίνει τὴν πάχνην τὴν γινομένην
15ἐν τῇ δυσαερίᾳ καὶ φθείρουσαν τοὺς καρπούς· γίνεται παρὰ τὸ ἐρύ[κ]ω, τὸ κωλύω, καὶ τὸ βῶ, τὸ τρέφω, ἡ κωλύουσα τρέφεσθαι τοὺς καρπούς. τὸ σι ι. διὰ τί; τὰ ἀπὸ μελλόντων συντιθέμενα ὀνόματα τῷ ι παρα‐
λήγονται, τέρψω τερψί〈μ〉βροτος, στήσω Στησίχορος, ἐρύσω ἐρυσίβη.531 in vol. 2

epsilon

532

Ἐρυσίβη· γένος ἀκρίδος· ἀπὸ τοῦ ἔρα, ὃ σημαίνει τὴν γῆν, καὶ τοῦ σίνω, τὸ βλάπτω, ἐρασίβη καὶ τροπῇ τοῦ α εἰς υ ἐρυσίβη, ἡ τὰ ἐν τῇ γῇ βλάπτουσα. Ἐρυσίπτολις· ... ἤτοι ἡ ἐρύουσα καὶ ἀνθέλκουσα ἐν ταῖς
5μάχαις τὰς πόλεις, ὡς 〈Ο 354〉 „ἐρυσάρματας ἵππουσ“ τοὺς ἕλκοντας τὰ ἅρματα· ἢ ἀπὸ τοῦ ἐρύεσθαι τὰς πόλεις. ἄμεινον δὲ οὕτως, ὅθεν καὶ πολιοῦχος. Ἐρυσσάμενος 〈Γ 271〉· ... μετοχὴ μέσου ἀορίστου πρώτου. ποιητικῶς δύο σς. τὸ θέμα ἐρύω· γίνεται ἐκ τοῦ ἕλω ἑλύω καὶ τροπῇ
10ἐρύω, ὁ παρατατικὸς εἴρυον, ὁ παρακείμενος εἴρυκα, εἴρυμαι, Ἰωνικὸν πληθυντικὸν εἰρύαται· ἢ παρὰ τὸ εἴρυμι, ὁ παθητικὸς εἴρυμαι 〈εἴρυται〉 καὶ Ἰωνικῶς εἰρύαται. Ἐρύω· εἰς τὸ Εἰρύσασθαι καὶ Ῥυθμός καὶ Ἐρυσσάμενος καὶ Ἄψ. Ἐρῶ· εἰς τὸ Εἰρύσασθαι καὶ Ἐξαιρέτως καὶ Ἔρανος καὶ Ἐρατεινή
15καὶ Ἔρεθεν.532 in vol. 2

epsilon

533

Ἐρῳδιός· ... ἐτυμολογεῖται διαφόρως. οἱ μὲν παρὰ τὸ ἔαρ τὸ σημαῖνον τὸ αἷμα, ὡς παρὰ 〈τῷ〉 Κυρηναίῳ 〈Callim. fr. 201 Schnei‐ der〉· αἷμα γὰρ λύχνου τὸ ἔλαιόν τι ἔλεξεν· καὶ ἐκ τοῦ ἔαρ γίνεται ἔωρ, ὡς τέκμαρ τέκμωρ· ἀπὸ οὖν τοῦ ἔωρ καὶ τοῦ ἰδίειν τοῦ σημαί‐
5νοντος τὸ ἱδροῦν γέγονεν· ἐν γὰρ ταῖς μίξεσι, ὥς φασιν, ὁ ἐρῳδιὸς αἷμα ἱδροῖ. ἢ ἀπὸ τοῦ ἕλο[υ]ς καὶ τοῦ ἴδιον γίνεται 〈ἐλοίδιος καὶ τροπῇ τοῦ λ εἰς ρ ἐροίδιος καὶ〉 ἐρῳδιὸς κατ’ ἔκτασιν τοῦ ο εἰς ω. ἢ ἀπὸ τοῦ ἔρως ἔρωτος 〈καὶ τοῦ ἴδιοσ〉 γίνεται παρώνυμον ἐρωτίδιος, καὶ ἀποβολῇ τοῦ τ ἐρωΐδιος καὶ ἐν συγκοπῇ ἐρῳδιός· σημαίνει δὲ τὸν
10πελαργόν· καὶ γάρ, ὥς φασιν, ἀφροδίσιόν ἐστι τὸ ὄρνεον. ὁ δὲ Ἡρω‐ διανὸς 〈II 170, 1 Lentz〉 λέγει ὅτι, ὥσπερ ἀπὸ τοῦ ἁρμόζω γίνεται ἁρμόδιος, οὕτως καὶ ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιος, καὶ πλεονασμῷ τοῦ ε ἐροίδιος, καὶ τροπῇ τοῦ ο εἰς ω ἐρῳδιός, καὶ μένει τὸ ι προσγεγραμμένον. ὀξύνεται· τὰ εἰς ος καθαρὰ τῷ ι παραληγόμενα
15ὑπὲρ τρεῖς συλλαβὰς 〈ἐπὶ ὀρνέων〉 ὀξύνεσθαι θέλουσιν, οἷον αἰγυπ[τ]ιός
βομβυλιός χαραδριός. οὕτως οὖν καὶ ἐρῳδιός.533 in vol. 2

epsilon

534

Ὁμήρου Ἐρωήσει 〈Α 303〉· ... παρὰ τὸ ῥῶ ῥώω, τὸ φθείρω [ἐξ οὗ καὶ ῥᾷον], ὡς γνῶ γνώω, ὅθεν τὸ 〈Α 529〉 „ἐπερρώσαντο ἄνακτοσ“. γίνεται δὲ ῥωή, ὡς ζῶ ζωή, καὶ πλεονασμῷ τοῦ ε ἐρωή, καὶ ἐξ αὐτοῦ ῥῆμα ἐρωῶ ἐρωήσω. ἢ παρὰ τὸ ἐρῶ 〈ἐρωῶ〉 ἐρωήσ〈ω〉.
5 Ἔρως· ... ἀπὸ τοῦ ἑλεῖν τὸν ἐρῶντα· ἢ παρὰ τὸ ἔρειν, ὃ ση‐ μαίνει τὸ δεσμεῖν, ὁ συνδέων ἡμᾶς πόθος. Ἐρωτήσατε 〈Ps. 121, 6〉· ... παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ· τοῦτο παρὰ τὸ ἔρως ἔρωτος ἐρωτῶ, ὁ μέλλων ἐρωτήσω, ὁ ἀόριστος ἠρώ‐ τησα, καὶ τὸ προστακτικὸν ἐρώτησον καὶ τὸ πληθυντικὸν ἐρωτήσατε·
10περὶ οὗ γάρ τις ἐπιθυμεῖ περὶ τούτου καὶ ἐρωτᾷ. Ἐρωτᾶν καὶ πυνθάνεσθαι διαφέρει· πυνθάνεσθαι μὲν γάρ ἐστι
τὸ κατὰ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα αὐτὸν οὐ‐534 in vol. 2

epsilon

535

δὲν ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ θέλειν κεφαλαιώδη τινὰ λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγματος. Ἐρώτησις καὶ πύστις καὶ ἀνάκρισις διαφέρει· ἐρώτησις μὲν γάρ ἐστι σύντομος ἀπόκρισις· πύστις δὲ μακρᾶς πράξεως ἀπαγγελία·
5ἀνάκρισις δὲ ὑποδεεστέρων ἐξέτασις. Ἐρωτῶ· παρὰ τὴν ἔρωτος γενικήν· οἱ γὰρ ἐρωτῶντες, οὗ ἐφίεν‐ ται μαθεῖν, τοῖς ἐρῶσιν ἐοίκασιν. ἢ παρὰ τὸ ἔρως ἔρωτος, ὃ σημαίνει τὴν ἐπιθυμίαν, ἐρῶ καὶ ἐρωτῶ· ὁ γὰρ ἐρωτῶν περὶ οὗ ἐπιθυμεῖ καὶ ἀκούει· τοῦτο δὲ παρὰ τὸ ῥῶ, τὸ λέγω.
10 Ὁμήρου Ἔσαν 〈Α 321〉· ... ῥῆμα τῶν εἰς μι, ὁ παρατατικὸς ἦν ἦμεν ἦτε ἦσαν καὶ συστολῇ τοῦ η ἔσαν. Ἐς δ’ ἐρέτας 〈Α 142〉· ἐρέτης, ὁ κωπηλάτης, ἐκ τοῦ ἐρέσσω, τὸ ἐλαύνω. ἐρεσία, ἡ κωπηλασία· ἐρετμός, ἡ κώπη. Ἐσθής· ... ἔστι ἕω καὶ σημαίνει τὸ ἐνδύομαι, ὁ μέλλων ἕσω,
15ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷσμαι, τὸ τρίτον εἷσται, ἐξ αὐτοῦ
ἑστής καὶ τροπῇ τοῦ τ εἰς θ ἐσθής ἐσθῆτος. τὸ δὲ ἔσθησις ἐσθήσεως535 in vol. 2

epsilon

536

σημαίνει καὶ αὐτὸ τὴν ἐσθῆτα. γίνεται οὕτως· ἕω ἕσω καὶ πλεονασμῷ τοῦ θ γίνεται θέμα περισπώμενον ἐσθῶ πρὸς ἀντιδιαστολὴν τοῦ ἔσθω τοῦ σημαίνοντος τὸ ἐσθίω, ὁ μέλλων ἐσθήσω καὶ ἐξ αὐτοῦ ἔσθησις ἐσθήσεως, ἐξ οὗ καὶ τὸ 〈Ev. Luc. 24, 4?〉 „ἦσαν ἄγγελοι ἐν ἐσθήσεσιν
5ἀστραπτούσαισ“. Ἐσθής· παρὰ τὸν ἕσω μέλλοντα ἑστής καὶ ἐσθής, διὸ καὶ ἀμφιέσω. Ὁμήρου Ἐσθλόν 〈Β 709〉· ... παρὰ τὸ ἐθέλον τι εἶναι, ὅπερ θέλει ἕκαστος· πλεονασμῷ τοῦ ς. Ἔσκαλεν 〈Ps. 76, 7〉· σημαίνει τὸ ἠρεύνα, ἐζήτει· γέγονε δὲ
10ἀπὸ τοῦ σκάλλω, ὁ μέλλων σκαλῶ, καὶ ὁ δεύτερος ἀόριστος ἔσκαλον καὶ τὸ τρίτον ἔσκαλεν. ἐξ αὐτοῦ δὲ γίνεται καὶ τὸ σκαλεύω καὶ τὸ σκαλίζω. τὸ δὲ σκάλλω ἀπὸ τοῦ [σ]καλῶ καὶ τοῦ λῶ τοῦ σημαίνοντος τὸ θέλω γίνεται κάλλω καὶ πλεονασμῷ τοῦ ς σκάλλω· ὁ γὰρ ἐρευνῶν, ὅπερ θέλει, ἐκεῖνο καὶ ζητεῖ. τὸ δὲ ἐπὶ τῆς λύπης, ἔστιν ἄχος, ἡ λύπη,
15καὶ ἐξ αὐτοῦ γίνεται χάλλω καὶ πλεονασμῷ τοῦ ς σχάλλω καὶ ἀσχάλλω. Ἐσκαλευκότες 〈Procop. De bell. 2, 19, 10〉· 〈ib.〉 „ἐφ’ ἡμᾶς αὐτοὺς ἐσκαλευκότες φαινόμεθα“, σεσαλευκότες, ἐρευνήσαντες· ἀπὸ τοῦ σκαλεύω· τοῦτο δὲ παρὰ τὸ σαλεύω πλεονασμῷ τοῦ κ· τὸ δὲ σαλεύω ἀπὸ τοῦ σάλος· τὸ δὲ σάλος ἀπὸ τοῦ ἅλς ἁλός πλεονασμῷ
20τοῦ ς σάλος.536 in vol. 2

epsilon

537

Ἐσκευωρῆσθαι 〈Menand. Protect.?〉· κατεστοχάσθαι, ἐπιβεβου‐ λεῦσθαι· γέγονε δὲ ἀπὸ τοῦ σκευωρῶ· τοῦτο ἀπὸ τοῦ κεύθω, ὃ σημαίνει τὸ κρύβω, πλεονασμῷ τοῦ ς καὶ ἐκβολῇ τοῦ θ. Ἐς μισ〈γ〉άγκειαν 〈Δ 453〉· ... παρὰ τὸ μίσγω καὶ τὸ ἄγκος,
5ὃ σημαίνει τὸ κοῖλον καὶ βαθύ. τὸ δὲ ἄγκος γίνεται ἐκ τοῦ κέω, ὃ σημαίνει τὸ κεῖμαι, καὶ κατὰ συναλ〈ο〉ιφὴν γίνεται κῶ. ἐξ αὐτοῦ ὄνομα μονοσύλλαβον γίνεται κός, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α πλεονασμῷ τοῦ γ ἄγκος, τὸ πάνυ κοῖλον καὶ βαθύ. ἐκ τούτου ἀγκεία καὶ μισ〈γ〉άγκεια. Ἑσμός· ... τὸ πλῆθος τῶν μελισσῶν παρὰ τὸ τὴν ἕσιν ὁμοῦ
10ποιεῖν.537 in vol. 2

epsilon

538

Ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι 〈Agath. Hist. 1, 19〉· τὸ ἐπιὸν ἔτος ἢ τὸ μέλλον· παρὰ τὸ ἔνος, ὃ σημαίνει τὸν ἐνιαυτόν, ἔνοστα καὶ ἀποβολῇ τοῦ ς ἔνοτα, καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ ὑπερ‐ θέσει τοῦ ν νέωτα.
5 Ἔσο· εἰς τὸ Πάρεσο. Ἑσπέρα· ἀπὸ τοῦ ἔσω περᾶν πάντα τὰ ζῶα καὶ καθεύδειν, καὶ σαφῶς εἰς πέρας πάντα φέρειν· ἢ τῆς ἑῴας πέρας ἤγουν πλήρωμα.
καὶ εἰς τὸ Ὀψέ.538 in vol. 2

epsilon

539

Ἑσπερία θάλασσα· καὶ Ἀτλαντικὸν πέλαγος· ἐβασίλευσαν γὰρ αὐτῆς Ἄτλας καὶ Ἕσπερος. Ἕσπετο 〈Γ 376〉· ... ποίου εἴδους τοῦ πλεονασμοῦ; παρεμπτώ‐ σεως. καὶ τί ἐστι παρέμπτωσις; πλεονασμὸς συμφώνου κατὰ τὸ μέσον
5οὐ ποιοῦντος συλλαβήν, οἷον πόλις πτόλις, ἕπετο ἕσπετο. Ἔσσεται 〈Β 252〉· ... τετραχῶς προφέρεται· ἔσεται δι’ ἑνὸς ς κοινῶς, ἔσσεται δὲ διὰ δύο σς ποιητικῶς, ἐσσεῖται Δωρικῶς· οἱ γὰρ Δωριεῖς ἐμβολὴν ποιοῦντες τοῦ ς πλεονάζουσι τὸ ι καὶ περισπῶσιν αὐτό, οἷον 〈Β 393〉 „ἄρκιον ἐσσεῖται“· καὶ κατὰ συγκοπὴν ἔσται. τοῦ
10δὲ ἐσσεῖται ὁ κανών· ἐπὶ τῶν 〈μέσων〉 μελλόντων οἱ Δωριεῖς παρεν‐ τιθέντες τὸ ι προπερισπωμένως προφέρονται, οἷον πλευσεῖται ῥευσεῖται
ἐσσεῖται.539 in vol. 2

epsilon

540

Ἐσσομένοισι 〈Β 119〉· ... μετοχὴ μέσου μέλλοντος πρώτου· τὸ ῥῆμα ἔω, ὁ μέλλων ἔσω, ἔσομαι, ἐσόμενος. δύο σς ποιητικῶς. Ἐστάθη· εἰς τὸ Στῆναι. Ἔσται διαφέρει τοῦ γενήσεται, ὅτι τὸ μὲν ἔσται ἐπὶ τῶν ὄν‐
5των νῦν τάσσεται, τὸ δὲ γενήσεται ἐπὶ τῶν οὐκ ὄντων, ὡς τὸ „γενή‐ σονται τῷ πρεσβύτῃ παῖδεσ“· οὐκ ὄντες γὰρ θέλουσι γενέσθαι· καὶ „ὁ νέος πρεσβύτης ἔσται“. Ὁμήρου. Εὐλογίου Ἔσται· γίνεται ἀπὸ τοῦ ἔω ἔεις ἔει, ὅ ἐστιν ὑπάρχω, ὁ παθητικὸς ἔομαι, ὁ μέσος μέλλων ἔσομαι ἔσῃ ἔσεται, καὶ κατὰ συγ‐
10κοπὴν τοῦ ε ἔσται.540 in vol. 2

epsilon

541

Ἑσταότες 〈Β 170〉· ῥῆμα τῶν εἰς μι, ἢ ἀπὸ τῶν εἰς ω ἑστήκω. τὸ στη η. διὰ τί; ἐκ τοῦ ἕστακα, ἐξ αὐτοῦ ἑστάκω ῥῆμα, τροπῇ Αἰολικῇ τοῦ α εἰς η ἑστήκω, ὁ παρακείμενος ἕστηκα καὶ συστολῇ ἕσταα ἑσταώς ἑσταότος. αἱ εἰς ως μετοχαὶ ἀπαθεῖς οὖσαι διὰ τοῦ ο
5κλίνεται καὶ τὸ θηλυκὸν ἔχουσι διὰ τοῦ υια, οἷον τετυφότος τετυφυῖα, εἰ δὲ παθητικὴν κλίσιν ἔχουσι διὰ τοῦ ω, τότε τὸ θηλυκὸν εἰς 〈σ〉α, οἷον βεβ[α]ῶτος βεβῶσα, γεγῶτος γεγῶσα, ἑστῶτος ἑστῶσα. Ἔστε 〈Γ 280〉· ... ῥῆμα ἐγκλίσεως προστακτικῆς [χρόνου]· ἔστι τὸ ῥῆμα εἰμί, ἡ μετοχὴ εἴς ἔντος, τὸ προστακτικὸν ἔθι ἔτω καὶ
10πλεονασμῷ τοῦ ς ἔστω, τὸ πληθυντικὸν ἔστε βαρυτόνως· τὰ εἰς τε λήγοντα προστακτικὰ ὁμοιοκατάληκτα ὄντα τοῖς ὁριστικοῖς ὁμότονα καθεστήκασιν, οἷον ἤγετε ἄγετε, ἐλέγετε λέγετε. ἐπίτασιν οὖν ἔχει τὸ ἐστέ· τὸ μὲν ὁριστικὸν ὀξύνεται, ὡς τὸ φατέ, τὸ δὲ προστακτικὸν βαρύνεται.
15 Ἔστεργεν 〈Agath. Hist. 2, 31〉· ἔστεγεν, ὑπέμενεν, ἠγάπα· ἀπὸ τοῦ στέγω πλεονασμῷ τοῦ ρ· τὸ δὲ στέγω ἀπὸ τοῦ στῶ στέγω καὶ
στέργω, ὡς φῶ φέβω καὶ φέρβω, ὃ σημαίνει τὸ τρέφω.541 in vol. 2

epsilon

542

Ἔστη· εἰς τὸ Στῆναι. Ἑστία καὶ ἐσχάρα καὶ μέγαρον διαφέρει· ἑστία μὲν γὰρ ση‐ μαίνει τὸν οἶκον· ἐσχάρα δὲ ἡ πρὸς βιωτικὴν χρῆσιν ἐπὶ 〈γῆσ〉 γινο‐ μένη, ἤγουν ἀντὶ βωμοῦ κεῖται· μέγαρον δὲ ἡ περιῳκοδομημένη.
5 Ἑστία· ... παρὰ τὸ ἑστάναι 〈ἐπὶ〉 τῇ γῇ. Εὐλογίου Ἐστί· τρίτου προσώπου τῶν ἑνικῶν. πόθεν γίνεται; ἔστι ῥῆμα εἰμί, οὖ ἀκόλουθον τρίτον εἰσί, καὶ τροπῇ Δωρικῇ τοῦ ς εἰς τ μετὰ ἀποβολῆς τοῦ ι ἐστί, ἴσως ἵνα καὶ τὴν πρὸς τὸ πληθυντικὸν συνέμπτωσιν ἀποφύγῃ, λέγω δὴ τοῦ εἰσί, καὶ μετὰ ἀποβολὴν καὶ τροπὴν προσέλαβε
10τὸ ς, ἵνα τὴν ὀφειλομένην μακρὰν ἀπολάβῃ· τὰ γὰρ εἰς ι τρίτα πρόσωπα πάντα μακρᾷ παραλήγεται, τύπτουσι δίδωσι τίθησι. καὶ ἄλλως·
τὸ ἐστί ἀπὸ τοῦ εἰμί ἐστι· τὸ γὰρ δεύτερον πρόσωπον ἔσς, καὶ τὸ542 in vol. 2

epsilon

543

τρίτον ἐσσί 〈καὶ〉 ἀποβολῇ τοῦ ς καὶ προσθήκῃ τοῦ τ ἐγένετο ἐστί. καὶ ἄλλως· τὸ ἐστί ἀπὸ τοῦ εἰμί ἐστι· τὸ δεύτερον γὰρ πρόσωπον τροπῇ τῆς μι εἰς ς γίνεται εἶς, καὶ τὸ τρίτον προσθέσει τοῦ ι γίνεται εἰσί, καὶ κατὰ διάλεκτον Δωρίδα τροπῇ τοῦ ς εἰς τ γίνεται εἰτί, καὶ
5κατὰ ἀποβολὴν τοῦ ι ἐτί, καὶ κατὰ προσθήκην τοῦ ς ἐστίν, ἐπειδὴ τὰ εἰς μι πάντοτε μακρᾷ θέλουσι παραλήγεσθαι. Ἐστός· εἰς τὸ Μεστός. Ὁμήρου Ἔστω 〈Β 204〉· ῥῆμα προστακτικόν· εἰμί, τὸ ὑπάρχω, ὁ παρατατικὸς ἦν, ἡ μετοχὴ εἴς ἔντος καὶ τὸ προστακτικὸν ἔθι· τὸ τρίτον
10ἔτω καὶ πλεονασμῷ τοῦ ς ἔστω. ἐξ αὐτοῦ γίνεται καὶ τὸ ἤτω τροπῇ τοῦ ε εἰς η. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἑστῶτες 〈Ps. 133, 1 aut 134, 2〉· ... παρὰ τὸ ἵστημι στήσω, ὁ παρακείμενος ἕστακα, ἡ μετοχὴ ἑστακώς, ἀποβολῇ τοῦ κ ἑσταώς καὶ ἑστώς.
15 Ἐσύκαζεν 〈Theophyl. Simoc. Hist. 3, 7, 8〉· ἐσυκοφάντει, ἐλοιδόρει.
Ἐσφήκωντο 〈Ρ 52〉· ... παρὰ τὸ σφήκωμα.543 in vol. 2

epsilon

544

Ἐσχάρα· εἰς τὸ Ἑστία. Φωτίου Ἔσχατος· παρὰ τὴν σχέσιν καὶ κώλυσιν, ὁ τελευταῖος· καὶ ὕστατος δέ, ὅτι ὑπ’ αὐτόν ἐστιν ἡ στάσις καὶ οὐκ ἔτι προβῆναι δύνα‐ ται, ἀλλ’ ὕστερος εἱστήκει τοῦ πρώτου μὴ ἐῶντος· καὶ τὸ πύματος
5ἀπὸ τοῦ πεπαῦσθαι· καὶ τέρμιον, τὸ ἔσχατον, ἀπὸ τοῦ τέρματος, ὅ ἐστι τέλους. Ἔσχατος· παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ. Ἔσχετο· εἰς τὸ Ὑπέσχετο. Ἔσω· εἰς τὸ Ἔνδον.
10 Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἔσῳσεν 〈Jo. Damasc. Canon. iamb. 1, 1〉· παρὰ τὸ σῴζω, ὁ μέλλων σῴσω, ὁ ἀόριστος ἔσῳσα. τὸ δὲ σῴζω, ὅταν ἀπὸ τοῦ σωΐζω ἐστίν, ἔχει τὸ ι, ὅτε δὲ ἀπὸ τοῦ σάος σαόζω καὶ κράσει τοῦ αο εἰς ω μέγα σώζω οὐκ χει αὐτό. ὁ μέλλων σώσω, σέσωκα, σέσωσμαι. ἔστι καὶ ἄλλο σῶ, τὸ ὑγιαίνω, ἐξ οὗ ὁ παθητικὸς παρακείμενος σέσω‐
15μαι σέσωται, καὶ ἐξ αὐτοῦ σωτήρ. ἔστι καὶ σώω σώσω, ὡς γνώω γνώσω, ἐξ οὗ ὁ παρακείμενος ἔγνωκα, ὁ παθητικὸς ἔγνωσμαι καὶ ἐξ αὐτοῦ γνωστός, ὁ γνώριμος. ἐκ δὲ τοῦ γνῶ γνώσω ὁ παθητικὸς παρακεί‐ μενος ἔγνωμαι ἔγνωται καὶ ἐξ αὐτοῦ γνωτός, ὁ ἴδιος· καὶ γὰρ γνωστοὶ
λέγονται οἱ γνώριμοι, γνωτοὶ δὲ οἱ ἴδιοι.544 in vol. 2

epsilon

545

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἐτάζω 〈Ps. 10, 4?〉· σημαίνει τὴν ἀλήθειαν ἀνακρίνω· γέγονε δὲ παρὰ τὸ ἐτεόν, ὃ σημαίνει τὸ ἀληθές, ὥσπερ παρὰ τὸ ἵππος ἱππάζω, ἐτεόν ἐτεάζω καὶ ἀφαιρέσει τοῦ ε ἐτάζω, ἐξ οὗ καὶ τὸ ἐξετάζω τὸ τὴν ἀλήθειαν ἀνακρίνω. καὶ εἰς τὸ Ἐξετάζω.
5 Ἑταῖρος 〈Β 417〉· ... τὸ ται δίφθογγον· τὰ εἰς ος καθαρὸν ἀπὸ πρωτοτύπων τῶν εἰς ος παρηγμένα διὰ τῆς αι διφθόγγου γρά‐ φεται, οἷον ληνός ληναῖος, δρόμος δρομαῖος. οὕτως καὶ παρὰ τὸ ἔθος ἐθαῖος καὶ πλεονασμῷ τοῦ ρ ἐθαῖρος καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν γίνεται ἑταῖρος, οἱονεὶ ὁ συνήθης καὶ φίλος. τὸ δὲ ἕταρος ἐκ τοῦ
10ἑταῖρος. Ἑταῖρος καὶ φίλος διαφέρει· ὁ μὲν γὰρ φίλος καὶ ἑταῖρος, ὁ δὲ ἑταῖρος οὐ πάντως καὶ φίλος. Ἑταίρω· εἰς τὸ Ἐθαίρω. Ἐτάν· εἰς τὸ Ὦ τᾶν.
15 Ἔταον· εἰς τὸ Τῆ. Ἐταράχθησαν· πόθεν γίνεται; ἀπὸ τοῦ ... Ἐτεά· „ἐδόκει μὲν ἐτεὰ εἶναι καὶ τὰ ξυγκείμενα“ ἀκριβῆ, ἀληθῆ· ἔστι δὲ ὄνομα οὐδέτερον καὶ ἐπίρρημα ἀπὸ ἀρσενικοῦ τοῦ ἐτεός, ὃ σημαίνει τὸ ἀληθής· ἀπὸ τοῦ εἰμί ῥήματος, ὃ σημαίνει τὸ ὑπάρχω, ὁ
20παθητικὸς ἐνεστὼς ἔμαι, τὸ τρίτον ἔ[σ]ται καὶ ἐξ αὐτοῦ ἐτός· τὸ γὰρ
ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγός.545 in vol. 2

epsilon

546

Ἐτεόν 〈Β 300〉· ... τὸ ον μικρόν. διὰ τί; τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχουσι. καὶ ἐκ πόσων πτώσεων μετάγονται τὰ ἐπιρρή‐ ματα; ἐκ πασῶν· ἢ γὰρ ἀπὸ εὐθείας, ὥσπερ ὁ πρόφρων, 〈Ξ 357〉
5„πρόφρων δὴ Δαναοῖσι Ποσειδάων ἐπάμυνον“· ἢ ἀπὸ γενικῆς, ὡς τὸ προίξ προικός, 〈ν 15〉 „ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι“· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ ἡ ἰδία τῆς ἰδίας τῇ ἰδίᾳ „ἰδίᾳ ἦλθον, δημοσίᾳ ἐλάλησα“· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ ἡ ἀπριάτη τῆς ἀπριάτης τῇ ἀπριάτῃ τὴν ἀπριάτην, καὶ Ὅμηρος 〈Α 99〉 „ἀπριάτην ἀνάποινον, ἄγειν θ’ ἱερὴν
10ἑκατόμβην“, καὶ ἡ πέρα τῆς πέρας τῇ πέρᾳ τὴν πέραν, 〈Ev. Jo. 18, 1〉 „πέραν τοῦ χειμάρρου τῶν Κέδρων“· ἢ ἀπὸ κλητικῆς, ὡς τὸ Ἡρακλέης 〈Lucian. Jupp. trag. 32〉 „Ἡράκλεις ὦ Ἡράκλεισ“, ἐπίρρημα θαυμαστι‐ κὸν ἀντὶ τοῦ ὦ τοῦ θαύματος· τοῦτο λέγει Λουκιανὸς 〈l.l.〉 ἀντὶ θαυμαστικοῦ ἐπιρρήματος παραλαμβάνων. καὶ εἰς τὸ Ἐξετάζω καὶ
15Ἐτάζω. Ἐτεός· εἰς τὸ Ἄτη καὶ Ἔτος καὶ Ἐτώσιον. Ἑτεραλκέα[ν] 〈Η 26〉· τὴν τοῖς ἑτέροις ἀλκὴν παρέχουσαν ἤτοι
δύναμιν· παρὰ τὸ ἄλκω.546 in vol. 2

epsilon

547

Ἔτης· εἰς τὸ Ὠ τᾶν. Ἐτησίας· τοὺς κατ’ ἔτος ἐν τῷ καιρῷ τῆς ὀπώρας πνέοντας ἀνέμους· ἡ εὐθεῖα ὁ ἐτησίας τοῦ ἐτησίου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἐτησίαι τῶν ἐτησίων. γίνεται ἐκ τοῦ ἔθος ἐθησίας καὶ ἐτησίας, οἱ
5ἔθος ἔχοντες κατ’ ἔτος ἐν τῷ καιρῷ τῆς ὀπώρας πνεῖν ἄνεμοι. ἢ παρὰ τὸ ἔτος. Ἔτι· ... ἐπίρρημα ἐπιτάσεως δηλωτικὸν ἢ παρατάσεως· εἰ γὰρ εἴπομεν τρέχοντός τινος ἔτι δραμεῖν, τοῦτο ἐπίτασις· εἰ δὲ νυκτὸς οὔσης ἔτι νύξ, παράτασις. τὸ τι ι. διὰ τί; τὰ εἰς ι λήγοντα ἐπιρρή‐
10ματα συνεσταλμένα βαρύτονα δισύλλαβα ὑπάρχοντα διὰ τοῦ ι γράφεται, οἷον αὖθι κεῖθι νόσφι ἄχρι ἧχι ἔτι μέχρι ἄρτι.
Ἕτνος· τὸ ὄσπριον, καὶ δασύνεται.547 in vol. 2

epsilon

548

Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἑτοιμάσατε 〈Α 118〉· παρασκευάσατε· παρὰ τὸ οἷμος, ὃ σημαίνει τὴν ὁδόν, καὶ τὴν ἐπί πρόθεσιν ἕποιμος, καὶ τροπῇ τοῦ π εἰς τ ἕτοιμος, ὁ ἐπὶ τὴν ὁδὸν ὢν παρεσκευασμένος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἑτοιμασία 〈Ps. 9, 38〉· τὸ τοι δίφθογγον· παρὰ τὸ ἑτοιμῶ,
5〈τοῦτο παρὰ τὸ ἕτοιμοσ〉· καὶ σημαίνει τὸν πρόχειρον καὶ γίνεται παρὰ τὸ οἶμα, τὸ ὅρμημα, 〈Π 752〉 „οἶμα λέοντος ἔχων“. Ἕτοιμος· ὁ πρόχειρος· παρὰ τὸ οἶμα, ὃ σημαίνει τὸ ὅρμημα, 〈Π 752〉 „οἶμα λέοντος ἔχων“, καὶ τὸ ἔθος ἔθοιμος, καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται, γίνεται ἕτοιμος, ὁ εἰς τὸ ὁρμῆσαι καὶ πρᾶξαι πρόχει‐
10ρος ὤν. Ἕτοιμος· σημαίνει δύο, τὸν πρόχειρον καὶ τὸν ἀληθῆ. καὶ εἰ μὲν σημαίνει [τὸν ἕτοιμον ἤγουν] τὸν πρόχειρον, γίνεται παρὰ τὸ οἶμα, ὃ σημαίνει τὸ ὅρμημα, καὶ τὸ ἔθω, τὸ ἐξ ἔθους τι διαπράττομαι, ἔθοιμος καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν γίνεται ἕτοιμος. εἰ δὲ σημαίνει
15τὸν ἀληθῆ, γίνεται ἐκ τοῦ ἐττυμος κατὰ συγκοπήν· τὸ τυ ψιλόν.
Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἔτος 〈Β 328〉· παρὰ τὸ ἔω, τὸ ὑπάρχω, γίνεται ἔος καὶ548 in vol. 2

epsilon

549

ἔτος. διαφέρει δὲ ἔτος καὶ ἐτός, καὶ βαρυτόνως μὲν σημαίνει τὸν χρόνον, ὀξυτόνως δὲ τὸν ἀληθῆ, ἐξ οὗ καὶ ἐτεός κατὰ πλεονασμὸν τοῦ ε. Ἔτος· παρὰ τὸ ἔτι καὶ ἔτι εἶναι καὶ ἰέναι. καὶ εἰς τὸ Αὔτως
5καὶ Ἐτεά. Ἔτυμος· τὸ τυ ψιλόν, καὶ σημαίνει τὸν ἀληθῆ, καὶ γίνεται παρὰ τὸ ἐτεόν, τὸ ἀληθές. ἐξ οὗ καὶ ἐτυμολογία, ἡ ἀληθολογία. Ὠρίωνος Ἐτυμολογία· ἔστιν ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης ἐξ αὐτοῦ τοῦ ὀνόματος ἑρμηνευομένη.
10 Γεωργίου τοῦ Χοιροβοσκοῦ. Φωτίου Ἐτύχθη 〈Β 320〉· ... ῥῆμα παθητικοῦ ἀορίστου [βʹ]· ὁ παθητικὸς παρακείμενος τέτ〈ε〉υγμαι, καὶ ὥσπερ ἀπὸ τοῦ πέφευγμαι γίνεται ποιητικῶς 〈πέφυγμαι〉 πεφυγμένος „πεφυγμένοι κατὰ ἄστυ“, οὕτως καὶ ἀπὸ τοῦ τέτευγμαι τέτυγμαι· ὁ ἀόριστος ἐτύχθην, ἀποβολῇ τοῦ ε· ἐκ τοῦ πέφυκται γίνεται φυκτός καὶ ἄφυκτος, ὃν οὐ δύναταί
15τις διαλαθεῖν, καὶ ὁ Ἰωάννης 〈Jo. Damasc. Canon. iamb. 2, 57〉 „σειραῖς ἀφύκτοις ὃν διαρθροῖ δακτύλοισ“. ἔστι οὖν ὁ ἐνεστὼς τεύχω· ἔστι καὶ περισπώμενον, ἐξ οὗ καὶ τὸ τετυχῆσθαι ... 〈ε 252〉 „ἀραρὼν θαμέσι σταμίνεσσιν“. ὁ παθητικὸς παρακείμενος τέτυγμαι, τὸ τρίτον τέτυκται καὶ ῥηματικὸν ὄνομα τευκτός, καὶ ὥσπερ ἀπὸ τοῦ σιμός σιμαίνω
20καὶ μάργος, ὃ σημαίνει τὸ〈ν〉 μωρόν, μαργαίνω, οὕτως καὶ ἀπὸ τοῦ549 in vol. 2

epsilon

550

τευκτός 〈τευκταίνω καὶ〉 τεκταίνω, 〈Test. Vet. Prov. 3, 29〉 „μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά“· καὶ ὁ μέλλων τεκτανῶ, καὶ ὁ ἀόριστος ἐτέκτανα καὶ Ἰωνικῶς ἐτέκτηνα, καὶ ὁ μέσος ἀόριστος ἐτεκτηνάμην καὶ τὸ τρίτον ἐτεκτήνατο. καὶ ἀπὸ τοῦ τέτυκται ποιητικῶς γίνεται τυκτός, καὶ ὁ
5ποιητής 〈Ε 831〉 „τυκτὸν κακὸν ἀλλοπρόσαλλον“. Ἐτώθαζον 〈Procop. De bell. 1, 7, 17〉· ἔσκωπτον, διέσυρον σημαίνει δὲ 〈καὶ〉 τὸ ἐσχόλαζον. γίνεται δὲ τὸ τωθάζω παρὰ τὸ ὤθω ὠθάζω καὶ τωθάζω. συντάσσεται μετὰ δοτικῆς καὶ αἰτιατικῆς. Ἐτώσιον 〈Γ 368〉· ... ἐπίρρημα μεσότητος· τὸ τω μέγα· ἐκ
10τοῦ ἔω, τὸ ὑπάρχω, ἐτός, ὁ ἀληθινός, μετὰ τοῦ στερητικοῦ α ἄετος, ἡ εὐθεῖα τῶν πληθυντικῶν ἄετοι, ἀέτων, ἀετώσιος καὶ ἀφαιρέσει ἐτώ‐ σιος. κανὼν γάρ ἐστιν ὁ λέγων· αἱ ἀπὸ γενικῆς πληθυντικῶν ὀνομά‐ των γινόμεναι παραγωγαὶ διὰ τοῦ ιος διχῶς σχηματίζονται, καὶ διὰ τοῦ ς καὶ διὰ τοῦ ν· καὶ ἡ μὲν τῶν Ῥηγίνων διάλεκτος διὰ τοῦ ς,
15οἷον ἀέτων ἀετώσιος, ἡ δὲ τῶν Αἰολέων διὰ τοῦ ν, οἷον Ἑλίκη
Ἑλίκης Ἑλίκαι Ἑλικῶν Ἑλικώνιον, 〈Υ 404〉 „Ἑλικώνιον ἀμφὶ ἄνακτα“.550 in vol. 2

epsilon

551

Εὐαγγέλιον· τὸ 〈δι’〉 ἀγαθὰς ἀγγελίας δωρούμενον, 〈ξ 152〉
„εὐαγγέλιον δέ μοι ἔστω“.551 in vol. 2

epsilon

552

Εὖγε 〈Ps. 34, 21〉· ... ἐπίρρημα εἰρωνικὸν ἤγουν ἐμπαιγμοῦ· ἢ ἐπίρρημα μεσότητος, καταχρηστικῶς δέ, ἀντὶ τοῦ καλῶς. Εὐδαίμων· εἰς τὸ Ὄλβιος.
Εὐδία· ... εὐοδία τις οὖσα καὶ ἐν συγκοπῇ εὐδία.552 in vol. 2

epsilon

553

Εὐδίνητον 〈Jo. Damasc. Canon. iamb. 3, 122〉· σημαίνει τὸ εὔστροφον· γέγονε δὲ παρὰ τὸ εὖ μόριον καὶ τὸ δίνη, ὃ σημαίνει τὴν συστροφήν, εὔδινος, καὶ ἐξ αὐτοῦ εὐδινῶ εὐδινήσω εὐδίνηκα εὐδίνημαι εὐδίνησαι εὐδίνηται, καὶ 〈ἐξ αὐτοῦ εὐδίνητος καὶ〉 τὸ οὐδέτερον εὐδί‐
5νητον. δίνη δὲ παρὰ τὸ ἴω, τὸ πορεύομαι, ἴνη καὶ δίνη. τὸ οὐδέτερον δῖνος τοῦ δίνου〈σ〉 τοῖς δίνεσι καὶ τροπῇ τοῦ ε εἰς ο καὶ πλεονασμῷ τοῦ ι 〈ibid. 127〉 „δίνοισιν“, ἤγουν τοῖς ἐγκάτοις. Εὐδοκία· ἡ ἀρίστη καὶ καλλίστη τοῦ θεοῦ ἑκούσιος θέλησις, ὅθεν 〈Test. Vet. Sap. Sir. 32, 5〉 „εὐδοκία κυρίου“· παρὰ τὸ εὖ καὶ
10καλῶς δοκεῖν αὐτῷ, ἤγουν δεδόχθαι, οἷον „προηγουμένως γὰρ θέλει πάντας ὁ θεὸς σωθῆναι 〈καὶ τῆς βασιλείας αὐτοῦ τυχεῖν〉· τοῦτο εὐδοκία θεοῦ“. Εὐδοκία· βούλησις· παρὰ τὸ εὖ καὶ καλῶς δεδόχθαι προσαγο‐ ρεύεται.
15 Χοιροβοσκοῦ Εὐδοκία· 〈Ps. 18, 15〉· ... βούλησις ἢ βούλημα, προαίρεσις, ἐπιθυμία· παρὰ τὸ καλῶς καὶ εὖ δεδόχθαι. ἔστι ὄνομα πόλεως καὶ κύριον ὄνομα· σημαίνει δὲ καὶ ἀποδοχὴν καὶ θέλησιν, ὡς τὸ 〈Ps. 84, 2〉 „εὐδόκησας, κύριε, τὴν γῆν σου“ ἀντὶ τοῦ ἠθέλησας. Νικήτου Εὐδοκῶ 〈Jo. Damasc. Canon. iamb. 3, 56〉· παρὰ τὸ εὖ μόριον
20καὶ τὸ δοκῶ. τὸ δὲ δοκῶ παρὰ τὸ δέχω γίνεται· ἅπερ γὰρ δέχεται
ὁ νοῦς, ἐκεῖνα καὶ δοκεῖ.553 in vol. 2

epsilon

554

Εὗδον 〈Β 2〉· ... ἐκ τοῦ ἕδω δασυνομένου· ἐκ τούτου γίνεται καὶ ἕδος, ἡ καθέδρα. ἕδω οὖν τὸ ῥῆμα, καὶ ἵνα μὴ συνεμπέσῃ τῷ ἐσθίω, πλεονασμῷ τοῦ υ γίνεται εὕδω. καὶ εἰς τὸ Εὐρύ. Εὐειδοῦς· εἰς τὸ Εὔμορφος.
5 Εὔειλος· σημαίνει τὸν εὐάερον τόπον· παρὰ τὸ εἵλη, ὃ σημαίνει τὴν θερμασίαν. Γεωργίου τοῦ Χοιροβοσκοῦ Εὐεπίης 〈Jo. Damasc. Canon. iamb. 1 acr.?〉· ... γέγονεν ἀπὸ τοῦ εὐεπής. ἐξ αὐτοῦ τὸ θηλυκὸν εὐέπεια· τὸ πει δίφθογγον· τὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν διὰ τοῦ εια παρηγμένα διὰ τῆς ει γρά‐
10φεται. τὸ δὲ εὐεπής γέγονε παρὰ τὸ ἔπω, τὸ λέγω, καὶ τὸ εὖ μόριον. τὸ δὲ ἔπω σημαίνει δʹ· ἔπω, τὸ λέγω, Ὅμηρος 〈ex. gr. δ 375〉 „αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον“· ἕπω, τὸ ἀκολουθῶ, 〈Γ 174〉 „υἱέϊ σῷ ἑπόμην, θάλαμον γνωτούς τε λιποῦσα“· ἔπω, τὸ διοικῶ, 〈A 165 sq.〉 „ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσιν“· ἔπω,
15τὸ κατασκευάζω, 〈Ζ 321〉 „τὸν δ’ εὗρ’ ἐν θαλάμῳ περικαλλέα τεύχε’ ἕποντα“. Εὐεργεσία· ... ἐκ τοῦ εὐεργέτης εὐεργετία, ὡς ἱκέτης ἱκετεία, καὶ τροπῇ Ἰωνικῇ τοῦ τ εἰς ς εὐεργεσία. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Εὐεργέτης 〈Ps. 12, 6〉· ... παρὰ τὸ εὖ μόριον καὶ τὸ
20ἔργον γίνεται εὐεργέτης. καὶ πόθεν γίνεται τὸ εὖ μόριον; παρὰ τὸ554 in vol. 2

epsilon

555

ἐΰς, ὃ σημαίνει τὸν ἀγαθόν· κλίνεται ἐέος· τὸ οὐδέτερον ἐΰ καὶ κράσει εὖ. τὸ δὲ ἐΰς παρὰ τὸ ἔω, τὸ ὑπάρχω. Εὔζωμον· ... διὰ τὸ καλὸν ἔχειν ζωμόν. Εὐήθεια 〈Procop. De bell. 5, 22, 9〉· μωρία, ἄνοια· ὁ δὲ Θουκυ‐
5δίδης ἐν τρίτῃ 〈c. 83〉 τὸ εὔηθες ἐπὶ τὸ βέλτιον λαμβάνει καὶ ὁ φιλό‐ σοφος 〈Plat. Rep. 4, 4 p. 425 b〉. Εὖθαρ· εἰς τὸ Εἶθαρ. Εὐθές 〈Jo. Damasc. Canon. iamb. 3, 71〉· οὐδέτερον· τὸ ἀρσενι‐ κὸν ὁ εὐθής, καὶ ἡ εὐθής. παρὰ τὸ εὖ μόριον καὶ τὸ θέω, τὸ τρέχω·
10εὐθὴς γάρ ἐστιν ὁ καλῶς τρέχων. ἢ παρὰ τὸ εὖ καὶ τὸν θήσω μέλλοντα,
ὁ καλῶς διακείμενος πρὸς πάντα.555 in vol. 2

epsilon

556

Εὐθύς καὶ εὐθύ καὶ εὐθέως διαφέρει· εὐθὺς μὲν γάρ ἐστιν ὁ κανών, εὐθὺ δὲ τοῦ γυμνασίου ἀντὶ τοῦ κατ’ εὐθεῖαν τοῦ γυμνασίου,
εὐθέως δὲ ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. ζήτει.556 in vol. 2

epsilon

557

Εὐθύωρον τὴν ἀναχώρησιν ἐποιήσα〈ν〉το 〈Procop. De bell. 1, 12, 23 alibi〉· εὐθυτάτην, σύντομον· παρὰ τὸ εὐθύ καὶ τὸ ὥρα, οἷον αὐτῇ τῇ ὥρᾳ. Εὔκολος. εἰς τὸ Δύσκολος.
5 Ἐυκνήμιδες 〈A 17 alibi〉· παρὰ τὸ εὖ μόριον καὶ τὸ κνημίς· τὸ δὲ κνημίς ἐκ τοῦ κνήμη. κνῆμαι αἱ τῶν ποδῶν ἐκ τοῦ κινῶ κινήσω κινήμη κνήμη κατὰ συγκοπήν, αἱ ποιοῦσαι ἡμᾶς κινεῖσθαι· αἱ δὲ τῶν χειρῶν ἐκ τοῦ κνῶ κνήσω, ὃ δηλοῖ τὸ κνήθω. τὸ εὖ μόριον, ὅταν συντεθῇ μεθ’ ἑτέρας λέξεως ἀρχομένης ἀπὸ δύο συμφώνων ἢ ἀπὸ
10διπλοῦ, ἐν διαστάσει ἀναγινώσκεται παρ’ Ὁμήρῳ, εὔκνημις ἐΰκνημις, εὔξοον ἐΰξοον. κνημίς, τὸ μις μακρόν ἐστι, διότι τὰ εἰς ις θηλυκὰ δισύλλαβα, ἐὰν ἔχωσι τὴν παραλήγουσαν μακράν, ἐκτείνει τὸ ι, κρηπίς
κρηπῖδος, σφραγίς σφραγῖδος, κνημίς κνημῖδος.557 in vol. 2

epsilon

558

Εὐκτήριον· παρὰ τὸ εὔκτιστον, ἢ παρὰ τὸ 〈τὸ〉 καλὸν τηρεῖν, ἢ εὐχῆς οἰκητήριον. Εὐκτῶς 〈Jo. Damasc. Canon. iamb. 2, 110?〉· ... παρὰ τὸ εὐχή γίνεται εὔχω, εὔξω, ηὖξα, 〈ὁ παρακείμενος ηὖχα〉 καὶ ὁ παθητικὸς
5ηὖγμαι καὶ τὸ τρίτον ηὖκται καὶ ἐξ αὐτοῦ εὐκτός ὄνομα καὶ τὸ τῆς μεσότητος ἐπίρρημα εὐκτῶς, ἀντὶ τοῦ εὐκταίως. Εὐλαί 〈Τ 26〉· οἱ σκώληκες· παρὰ τὸ εἰλεῖσθαι, ὅ ἐστι κινεῖσθαι. τῷ δὲ τόνῳ ὡς εὐναί. Εὐλή· εἰς τὸ Εἰλέωσιν.
10 Εὐμαθής· εἰς τὸ Εὐφυής.558 in vol. 2

epsilon

559

Εὔμαιος· ὁ τοῦ Ὀδυσσέως δοῦλος· ἀπὸ τῆς πρὸς τὸν δεσπότην εὐμενείας. Εὐμαρής· ... παρὰ τὸ μαίρω, τὸ λάμπω, μαρής καὶ εὐμαρής, ὁ εὔληπτος.
5 Εὐμενής· ὁ εὖ τισι κατὰ ψυχὴν διακείμενος, ὅπερ ἐστὶ μένος. Εὔμορφος εὐειδοῦς διαφέρει· εὔμορφος μὲν γάρ ἐστιν ὁ τὴν μορφὴν εὖ ἔχων, ἤτοι εὐπρόσωπος· εὐειδὴς δὲ ὁ τὸ εἶδος καλὸν ἔχων, οἷον ἅπαν τὸ σῶμα. Φωτίου Εὐνή· ... παρὰ τὸ εὖ νενῆσθαι, ὅ ἐστι σεσωρεῦσθαι ταῖς
10στρωμναῖς ... ἔργον εἴχοντο. καὶ εἰς τὸ Λέχος.559 in vol. 2

epsilon

560

Εὖνις· ὁ ἔρημος, ὁ ἐστερημένος τινός· παρὰ τὴν ἑνός γενικὴν ἑνίς καὶ εὖνις προσθέσει τοῦ ι. οὕτως εὗρον ἐν τῷ Περὶ παθῶν 〈He‐ rodian. II 272, 22 Lentz〉. Εὐνοῦχος· ... παρὰ τὸ εὖ νοῦν ἔχειν. ἢ παρὰ τὸ εὐνὴν
5καθαρὰν ἔχειν ἢ φυλάττειν· ἔχω γὰρ τὸ φυλάττω. ἢ παρὰ τὸ εἷς ἑνός ἑνοῦχος καὶ εὐνοῦχος, ὁ μόνος ὢν καὶ μὴ μετ’ ἄλλων συνεζευγ‐ μένος. Εὐνοῦχος· ... Γεωργίου Εὔξεινος· ... ἀπὸ τοῦ ξένος γίνεται ξεῖνος κατὰ πλεονασμὸν
10τοῦ ι, καὶ κατὰ σύνθεσιν εὔξεινος. Ἐύξοον 〈Β 390〉· ... ὄνομα ἐκ τοῦ ξέω, καὶ μετὰ τοῦ εὖ μορίου εὔξοον. ἀναβιβάζει δὲ τὸν τόνον· τὰ εἰς ος ὀνόματα ἔχοντα
τὸ εὖ μόριον κατ’ ἀρχὴν ἅπαντα προπαροξύνεται, οἷον Εὔμαιος εὔσκο‐560 in vol. 2

epsilon

561

πος, χωρὶς τῶν παρὰ τὸ ἔργον συγκειμένων, οἷον εὐεργός 〈λ 433 sq.〉 „ἥ τε κατ’ αἶσχος ἔχευε θηλυτέρῃσι γυναιξί, καὶ εἰ κ’ εὐεργὸς ἔῃσιν“. Εὔξω· εἰς τὸ Εὐκτῶς. Εὐπορεῖν· ... ἀπὸ τοῦ πείρω γέγονε περῶ καὶ ἐξ αὐτοῦ πόρος
5καὶ πορίζω. καὶ εἰς τὸ Ὀλβιόδαιμον. Εὐράξ· εἰς τὸ Ὑπόδρα. Εὑρεῖν καὶ εὑρέσθαι διαφέρει· εὑρεῖν μὲν γὰρ 〈τὸ καὶ〉 ἐν τῇ συνηθείᾳ, εὑρέσθαι δὲ οἷον πορίσασθαι. Εὑρέμεν· εὗρον, τὸ ἀπαρέμφατον εὑρεῖν, καὶ οἱ Ἴωνες καὶ οἱ
10ποιηταὶ διαιροῦσιν εἰς εμεν. Εὗρεν 〈Α 498〉· ῥῆμα ἀορίστου δευτέρου· ὁ [γὰρ] ἐνεστὼς οὐκ ἔστι ῥητός, ἀλλ’ ἐξ ὑπομνήσεως τοῦ μέλλοντος καὶ τοῦ παρακειμένου λέγεται καὶ ὁ ἐνεστώς, ἐπεὶ οὐκ ἔστι ῥητός· ὡς οὐδὲ τὸ ἔω, τὸ ὑπάρχω, οὐκ ἔστι ῥητὸς ὁ ἐνεστώς, ἀλλ’ ἐξ ὑπομνήσεως, ὡς εἴπομεν, τοῦ ἦον
15δευτέρου ἀορίστου ἐνεργητικοῦ καὶ τοῦ ἔω τοῦ ὑποτακτικοῦ [καὶ] ἐπινοεῖται ὁ ἐνεστὼς τοῦ ἀορίστου δευτέρου καὶ τοῦ [ἀορίστων δευ‐ τέρων] ὑποτακτικοῦ, ὡς 〈A 118 sq.〉 „ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος
ἔω“. οὕτως ἐστὶ καὶ τὸ ὑπόλοιπον.561 in vol. 2

epsilon

562

Εὔριζον· ... παρὰ τὸ εὖ μόριον καὶ τὸ ῥίζα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Εὐρίζῳ 〈Ps. 47, 3〉· ἡ εὐθεῖα εὔριζος, καὶ γίνεται παρὰ τὸ εὖ μόριον καὶ τὸ ῥίζα. τοῦτο δὲ παρὰ τὸ ἵζω, τὸ καθέζομαι, ἵζα καὶ ῥίζα· ἢ παρὰ τὸ ῥέειν δι’ αὐτῆς τὸ ζῆν.
5 Γεωργίου Εὐριπίδης· παρὰ τὸ Εὔριπος γέγονεν. Γεωργίου Εὔριπος· ... παρὰ τὸ ῥιπίζω γέγονεν Εὔριπος, οἱονεὶ ὁ
εὐχερῶς ῥιπιζόμενος. ἔστι δὲ πέλαγος στενὸν μεταξὺ τῆς Ἀττικῆς καὶ562 in vol. 2

epsilon

563

Εὐβοίας, ὅπερ ἑπτάκις τῆς ἡμέρας ἐναλλάττει τὴν ἰδίαν κίνησιν καὶ πάντως ἐναντίως τῇ κινήσει τοῦ ἀνέμου κινεῖται. ἐκεῖ δὲ ἐτελεύτησεν ὁ Ἀριστοτέλης· ἐλθὼν γὰρ ἐκεῖ καὶ μὴ εὑρηκὼς τὴν αἰτίαν τῆς τοιαύ‐ της κινήσεως ὀλιγοψυχήσας ἀπέθανεν.
5 Εὖρος 〈ε 295〉· ... διὰ τὸ πλατύ· εὖρος γὰρ πλάτος ἐστίν. ἢ παρὰ τὸ ἔω, τὸ πορεύομαι, ὁ πορευόμενος εἰς πλάτος. ἢ παρὰ τὸ εὐρὺ καὶ σφοδρὸν τοῦ πνεύματος. Εὕροσαν· ... ἔστι εὑρῶ, εὑρήσω, ὁ δεύτερος ἀόριστος εὗρον καὶ τὸ τρίτον τῶν πληθυντικῶν εὗρον καὶ κατὰ διάλεκτον εὕροσαν.
10 Εὐρύ· τὸ πλατύ· παρὰ τὸ εὕδειν, ὅ ἐστι κοιμη[σ]θῆναι· πλάτος
γὰρ χρῄζει διὰ τὸ περιστρέφεσθαι ὁ κοιμώμενος.563 in vol. 2

epsilon

564

Ὁμήρου Εὐρυάγυιαν 〈Β 66〉· ... [εὐρύς] ἔστι παρασύνθετον παρὰ τὸ εὖρος· τοῦτο παρὰ τὸ εὖ ῥεῖν, ὅ ἐστιν εὐκόλως φέρεσθαι. Χοιροβοσκοῦ Ἐΰς· ὁ ἀγαθός· παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐΰς, ὡς ἥδω ἡδύς, οὗ ἡ γενικὴ ἐέος καὶ ... τὸ θηλυκὸν ἑή, ἐξ οὗ 〈θ 325〉 „δωτῆρες
5ἑάων“, ὡς πύλαι πυλάων. καὶ εἰς τὸ Εὐεργέτης.564 in vol. 2

epsilon

565

Εὐσεβής· εἰς τὸ Δίκαιος. Ὁμήρου Εὐσέλμοιο 〈Β 170〉· ... ὄνομα σύνθετον εὔσελμος ἐκ τοῦ εὖ μορίου καὶ τοῦ σέλμα, ἡ τῶν ἐρεσσόντων καθέδρα· καὶ ὥσπερ ἀπὸ τοῦ ἔρεισμα γίνεται 〈κατὰ συγκοπὴν ἕρμα (σημαίνει δὲ τὸ στήριγμα),
5οὕτως ἐστὶ〉 σελίς καὶ σημαίνει τὴν καθέδραν (ἐξ αὐτοῦ σέλλα), ἡ γενικὴ σε[λ]λίδος, καὶ ἐξ αὐτοῦ ῥῆμα σε[λ]λίζω, καὶ κατὰ παραγωγὴν σέλισμα καὶ συγκοπῇ σέλμα· καὶ τρέπεται τὸ α εἰς ος, ὡς σχῆμα εὔσχημος, σέλμα εὔσελμος, καὶ διαλύσει τῆς ευ διφθόγγου 〈ἐΰσελμοσ〉. ποσαχῶς ποικίλλονται τὰ εἰς α οὐδέτερα; ...
10 Γεωργίου τοῦ Χοιροβοσκοῦ Εὔσπλαγχνος· παρὰ τὸ εὖ μόριον καὶ τὸ σπλάγχνον γίνεται ... σπλάγχνον δὲ ἐτυμολογεῖται οἱονεὶ πέλαγχνον διὰ τὸ πλησίον ἀλλήλων ὑπάρχειν, ἢ διὰ τὸ σπᾶν τὴν τροφήν. Εὐστραφής· εἰς τὸ Ἐπιστραφής. Εὖτ’ ἄν 〈Β 34〉· ... δύο μέρη λόγου· εὖτε ἐπίρρημα χρόνου
15δηλωτικὸν καὶ ἄν σύνδεσμος. καὶ γίνεται οὕτως· ὁ μὲν Ἀπολλώνιος565 in vol. 2

epsilon

566

〈De adv. 148, 6 Schneider〉 λέγει, ὅτι ἐκ τοῦ ὅτε ἐστὶ πλεονασμῷ τοῦ υ οὖτε, καὶ μεταθέσει τοῦ ο εἰς ε γίνεται εὖτε· ὁ δὲ Ἡρωδιανός 〈I 498, 1. II 330, 32 Lentz〉, ὅτι ἐκ τοῦ ὅτε ἐστί, καὶ πλεονασμῷ τοῦ ε καὶ κράσει τοῦ εο εἰς τὴν ευ Δωρικῶς γίνεται εὖτε.
5 Ὁμήρου Εὐτείχεον 〈Β 113〉· ... τὰ εἰς ος ἀπὸ οὐδετέρων σύνθετα ἀπὸ εὐθείας συντίθεται, οἷον ξίφος ἄξιφος, ῥῖγος δύσριγος, πλὴν τοῦ εὐτείχεος, 〈ὃ〉 ἀπὸ γενικῆς συντίθεται. ὤφειλε δὲ ἡ σύνθεσις ἀπὸ εὐθείας εἶναι, ἐγένετο δὲ ἀπὸ τῆς γενικῆς διὰ τὸν κανόνα. γίνεται δὲ ἐκ τοῦ τεῖχος τείχεος καὶ μετὰ τοῦ εὖ μορίου εὐτείχεος.
10 Εὐτελής· ... παρὰ τὸ εὖ μόριον καὶ τὸ τέλος· τὸ δὲ εὖ μόριον πολλάκις ἀντὶ 〈τοῦ〉 στερητικοῦ α τίθεται. Εὐτραπελία· ... παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον. Εὐτραπελία 〈Theophyl. Simoc. Hist. 1, 10, 11〉· μωρολογία, κουφότης, ἀπαιδευσία· γέγονε δὲ ἀπὸ τοῦ στρέφω ῥήματος ἢ τρέπω,
15οἱονεὶ εὔστρεπτος εὐστράπελος καὶ εὐτράπελος καὶ εὐτραπελῶ, ὡς φιλόσοφος φιλοσοφῶ, καὶ ἐξ αὐτοῦ εὐτραπελία. καὶ εἰς τὸ Σκῶμμα. Ὁμήρου Ἐΰτυκτον 〈Γ 336〉· ... ἐκ τοῦ τεύχω, τὸ κατασκευάζω, τέτευχα, τέτευγμαι, τέτευκται, ἀποβολῇ τοῦ ε τέτυκται, ὄνομα ῥηματι‐ κὸν τυκτός καὶ μετὰ τοῦ εὖ μορίου εὔτυκτος. ὁ κανών· τὰ εἰς ος
20σύνθετα κοινά εἰσι τῷ γένει καὶ ὁμοφωνοῦσι τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς.566 in vol. 2

epsilon

567

Εὐτυχής· εἰς τὸ Ὀλβιόδαιμον. Εὔφρανεν· εἰς τὸ Ηὔφρανεν. Εὐφρόνη· ἡ νύξ· παρὰ τὸ εὖ φρονεῖν ἐν αὐτῇ, ὡς Μένανδρος 〈Epitrep. 35 sq. Koerte2〉 „ἐν νυκτὶ βουλή〈ν〉, ὅπερ ἅπασι γίνεται, δι‐
5δοὺς ἐμαυτῷ“. Εὐφυὴς καὶ εὐμαθὴς διαφέρει παρὰ τοῖς Ἀττικοῖς· εὐφυῆ μὲν γὰρ λέγουσι τὸν προκοπτικόν, εὐμαθῆ δὲ τὸν πρὸς μάθησιν εὖ πεφυκότα. Γεωργίου τοῦ Χοιροβοσκοῦ Εὐχερῶς· ... ὥσπερ ἐκ τοῦ ἐναντίου δυσχερής παρὰ τὸ δύς μόριον καὶ τὸ χείρ χειρός, ὁ μετὰ βίας τινὶ κολλώμενος, οὕτως πάλιν
10ἀπὸ τοῦ εὖ μορίου καὶ τὸ χείρ χειρός γίνεται εὐχερής 〈καὶ εὐχειρία〉, τὸ μετ’ εὐκολίας καὶ χωρὶς κόπου τῇ χειρὶ λαμβάνειν καὶ εὐθύνειν. Εὐχή· διὰ τὸ εὖ ἔχειν ἤγουν καλόν. Νικήτου Εὐχὴ καὶ προσευχὴ 〈Jo. Damasc. Canon. iamb. 3, 18〉 δια‐ φέρει· εὐχὴ λέγεται ἐπαγγελία τινῶν τῶν κατ’ εὐσέβειαν ἀφιερωμένων
15θεῷ, προσευχὴ δὲ δέησις μετὰ ἱκετηρίας τῷ θεῷ προσαγομένη.567 in vol. 2

epsilon

568

Ὁμήρου Εὐχωλή· πόθεν; εὔχω εὐχωλή, 〈ὡσ〉 παύσω παυσωλή, τρέπω τερπωλή. Εὔχομαι 〈Β 401〉 καὶ ἐπεύχομαι· ἀντὶ τῆς πρός, ὡς καὶ τὸ 〈Γ 279 alibi〉 „ἐπίορκον“ ἀντὶ τοῦ ὑπεράνω 〈τῶν ὅρκων γινόμενος,
5καὶ ἐπιβλέπειν, ὑπεράνω〉 τὴν διάνοιαν ἔχειν· καὶ τὸ 〈Π 829 alibi〉 „ἐπευχόμενοσ“ ἀντὶ τοῦ προσευχόμενος, καὶ 〈ζ 92 alibi〉 „ἐπὶ γούνα‐ σιν“ ἀντὶ τοῦ πρὸς τοῖς γόνασιν ἢ πρὸς τὰ γόνατα. ὁ δὲ Ἡρωδιανός 〈II 272, 18 Lentz〉, ὅτι ἴσως ἐκ τοῦ ἔχω πεποίηται κατὰ πλεονασμὸν τοῦ υ· οἱ γὰρ εὐχόμενοι ἀξιοῦσιν ἔχειν ὧν βούλονται. τὸ ἐνεργητικὸν
10δὲ οὐκ ἔστι· τότε γὰρ ἀπολιμπάνουσι τά τε ἐνεργητικὰ τά τε παθητικά, ἐν ᾧ ἂν ῥήματι ἐναντίως ἔχῃ τὸ σημαινόμενον τῷ τῆς φωνῆς χαρα‐ κτῆρι, οἷον ῥιγῶ κάμνω πυρέσσω φρίσσω πάσχω 〈τύπον μὲν ἔχει ἐνερ‐ γητικὸν σημαινόμενον δὲ παθητικόν〉· ὁμοίως ἅλλομαι εὔχομαι ὀρχοῦμαι ἱππάζομαι φείδομαι τύπον μὲν ἔχει παθητικὸν σημαινόμενον δὲ ἐνερ‐
15γητικόν. Εὖχος 〈Jo. Damasc. Canon. iamb. 1, 109?〉· καύχημα, δόξα· ἐκ τοῦ αὐχῶ, ὃ σημαίνει τὸ μεγαλαυχῶ καὶ καυχῶμαι, αὖχος καὶ τροπῇ τοῦ α εἰς ε εὖχος, ἀντὶ τοῦ καύχημα. ἢ ἀπὸ τοῦ εὐχ〈ωλ〉ή, ὃ σημαίνει τὴν καύχησιν· τοῦτο δὲ παρὰ τὸ εὔχομαι· τοῦτο παρὰ τὸ εὐχή· τοῦτο
20παρὰ τὸ εὖ ἔχειν.568 in vol. 2

epsilon

569

Εὐώδης· ὁ εὔοσμος· ἐκ τοῦ ἄω, τὸ πνέω, ἀής καὶ εὐαής καὶ ἐξ αὐτοῦ εὐαόδης καὶ κράσει εὐώδης· ἢ τὰ διὰ τοῦ ωδης μετουσιαστικὰ διὰ τοῦ ω μεγάλου γράφεται, χωρὶς τῶν παρὰ τὸ πούς, οἷον τριπόδης τετραπόδης.
5 Εὐώνυμος· ἡ χεὶρ κατὰ ἀντίφρασιν, ὡς καὶ ἀριστερὰ παρὰ τὸ ἄριστος. Εὐωχίας· εὐεχίας. Ἐχρῆν· χρόνου παρατατικοῦ καὶ οὐχὶ ἐπίρρημα. Ἐφάμιλλος· ὁ συναγωνιζόμενος.
10 Ἔφαν 〈Γ 161 alibi〉· ... οἱ Βοιωτοὶ ἐπὶ τῶν [μὴ] ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον 〈ποιοῦσιν ἐν τῷ τρίτῳ προσώπῳ τῶν πληθυντικῶν ἔνδειαν συλλαβῆς καὶ φυλάττουσι τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς, οἷον〉 ἔβημεν ἔβαν. οὕτως ἔφαν· ἐκ τοῦ φημί ὁ παρατατικὸς ἔφην, τὸ πληθυντικὸν ἔφαμεν, [ἀλλ’ ἐπὶ τοῦ παρατατικοῦ
15τῶν εἰς μι] τὸ τρίτον ἔφασαν καὶ Βοιωτικῶς ἔφαν. Ἔφανεν· εἰς τὸ Ἐξέφηνεν.
Ἐφάνθησαν· εἰς τὸ Φάανθεν.569 in vol. 2

epsilon

570

Νικήτου Ἔφασκον 〈Jo. Damasc. Canon. iamb. 3, 87〉· ... παρατατικοῦ· τὸ θέμα φάσκω· γέγονε δὲ παρὰ τὸ φῶ, τὸ λέγω, ἐξ οὗ καὶ φημί, οὗ ὁ μέλλων φάσω καὶ κατὰ πλεονασμὸν τοῦ κ φάσκω. Ἐφειμένον 〈Menand. Protect. fr. 14 p. 34, 4 Dindorf〉· ἐντεταλ‐
5μένον, προστεταγμένον· ἀπὸ τοῦ ἐφίημι ὁ μέλλων ἐφήσω, ὁ παρα‐ κείμενος ἐφεῖκα, ὁ παθητικὸς ἐφεῖμαι, ἡ μετοχὴ ἐφειμένος, τὸ οὐδέ‐ τερον ἐφειμένον. Ὁμήρου Ἐφεῖντο 〈Procop. De bell. 6, 20, 32〉· ... ἑῶ ἐστι ῥῆμα καὶ σημαίνει τὸ κορεννύω· 〈Τ 402〉 „ἐπεὶ χ’ ἑῶμεν πολέμοιο“, ἀντὶ
10τοῦ κορεσθῶμεν· καὶ ἐξ αὐτοῦ παράγωγον ἕημι, ὁ παθητικὸς ἐνεστὼς ἕεμαι καὶ κράσει εἷμαι, ὁ παρατατικὸς εἵμην καὶ τὸ τρίτον τῶν πλη‐ θυντικῶν εἷντο καὶ μετὰ τῆς ἐπί προθέσεως ἐφεῖντο, ἀντὶ τοῦ ἀπο‐ λαύσουσιν 〈Procop. l.l.〉 „ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο“. Ἐφέστιος 〈Β 125〉· ἔνοικος, πολίτης, αὐτόχθων. τὸ τι ι· τὰ
15διὰ τοῦ ιος ἐπίθετα ἢ καὶ ἀπὸ τόπου λαμβανόμενα διὰ 〈τοῦ〉 ι γράφεται. ἢ ἀπὸ τοῦ ἑστία· τοῦτο δὲ ὅτι τὰ διὰ τοῦ ια παροξύτονα θηλυκὰ ... δασύνεται· τὸ ε ἐπιφερομένου τοῦ ς, ᾧ ὑποτέτακται ἀντίστοιχον, ψιλοῦται ... ψιλοῦται ἐσθής ἔσχατος. δασύνεται δὲ τὸ ἑστώς, 〈Ev. Jo. 18, 18. 25〉 „ἦν δὲ ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενοσ“,
20ἑσπόμεθα καὶ ἑστία καὶ ἕστιος καὶ ἐφέστιος. καὶ ποῖά εἰσι τὰ ἀντίστοιχα;
τὰ ψιλὰ καὶ τὰ δασέα.570 in vol. 2

epsilon

571

Ἐφετμή· ἐντολή, νουθεσία, ἐπιστολή, πρόσταγμα· παρὰ τὸ ἵημι ἕσω καὶ ὄνομα ῥηματικὸν 〈ἑσμή, τροπῇ τοῦ ς εἰς τ〉 ἑτμή καὶ ἐν συνθέσει ἐφετμή. Ἔφηβος· εἰς τὸ Γέρων.
5 Ἔφηνεν· εἰς τὸ Ἐξέφηνεν. Ἐφῆπται 〈Β 15〉· ἐπικρέμαται· παρὰ τὸ ἅπτω, τὸ ἀρτῶ, ὁ παρακείμενος ἧμμαι ἧψαι ἧπται καὶ ἐφῆπται. Ἐφιάλτην· τὸν ἐνδιάθετον καὶ ἐκ φύσεως παρεπόμενον λόγον τοῖς ἀνθρώποις ἢ τὸν ἐφαλλόμενον ἀνθρώποις ἀτάκτως. ἔστι δὲ μετοχή·
10ἔστι καὶ ὄνομα κύριον καὶ ὁ ἀγαθὸς δαίμων. Ἐφιείς 〈Α 51〉· ἐπιπέμπων· μετοχὴ ἐνεστῶτος· ἀπὸ τοῦ ἵημι
ἱείς ἱέντος καὶ συνθέσει ἀφιείς καὶ διείς.571 in vol. 2

epsilon

572

Ἐφίζον· καθίζον· μετοχὴ οὐδετέρου· τὸ θέμα ἵζω, τὸ σημαῖνον τὸ καθέζομαι, καὶ μετὰ τῆς ἐπὶ προθέσεως ἐπίζω καὶ ἐφίζω, ἡ μετοχὴ ἐφίζων ἐφίζοντο〈σ〉 καὶ τὸ οὐδέτερον ἐφίζον. τὸ δὲ ἵζω ἀπὸ τοῦ ἕω, τὸ καθέζομαι.
5 Ἐφύμνια 〈Jo. Damasc. Canon. iamb. 1, acrost. v. 1〉· οἱ ὕμνοι οἱ μετ’ ὀργάνων καὶ τέχνης ᾀδόμενοι· ἐκ τοῦ ἐφύμνιος· τοῦτο δὲ παρὰ τὸ ὕμνος, ὕμνιος καὶ ἐφύμνιος· τὸ δὲ ὕμνος παρὰ τὸ ὑπομένω, ὑπόμονός τις ὢν καὶ ὕμνος. τὸ μνι ι. διὰ τί; τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ειος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα, εἰ μὲν βαρύνεται,
10διὰ τοῦ ι γράφεται, οἷον κάπρος κάπριος ὕμνος ὕμνιος, εἰ δὲ ὀξύνε‐ ται, διὰ τῆς ει διφθόγγου, οἷον ἀρνός ἀρνειός θαμός θαμειός ἀδελφός ἀδελφειός. [εἰ δὲ προπαροξύνεται, διὰ τοῦ ι γράφεται, οἷον Αἰτωλός Αἰτώλιος, 〈Δ 399〉 „τοῖος ἔην Τυδεὺς Αἰτώλιοσ“, ὀρθός ὄρθιος, Βοιω‐
τός Βοιώτιος.]572 in vol. 2

epsilon

573

Ἐχθές· ἐπίρρημα καιροῦ παραστατικόν· γίνεται δὲ παρὰ τὸ ἐκτός· ἐκτὸς γὰρ εἴρηται ὁ παρεληλυθὼς χρόνος· ἐκτές οὖν καὶ ἐχθές. ἢ παρὰ τὸ ἐκθέω, τὸ τρέχω, ἐκθές καὶ ἐχθές, ἡ ἐκθεύσασα καὶ παρελθοῦσα ἡμέρα. ἢ παρὰ τὸ ἐκθεῖν, ὅ ἐστι παραδραμεῖν. τούτου χάριν καὶ ἔστιν
5ἀναλογώτερον τὸ ἐχθές τοῦ χθές. Ἐχθήρω· ... ἐκ τοῦ ἐχθρός ἐχθαίρω καὶ ἐχθήρω. Φωτίου Ἔχθιστος 〈Β 220〉· ... ἐκ τοῦ ἐχθρός· ἐτυμολογεῖται δὲ ἐκ τοῦ θορῶ, τὸ πηδῶ, καὶ 〈τῆς ἔκ προθέσεωσ〉 ἐκθορῶ, ὁ μέλλων ἐκθο‐ ρήσω, ἐκθορός καὶ συγκοπῇ ἐχθρός, ὁ ἔξω ἡμῶν προερχόμενος. ‖ ἢ
10παρὰ τὸ ἐχθύς γέγονεν ἐχθιστότερος τὸ συγκριτικόν, τὸ ὑπερθετικὸν ἐχθρότατος καὶ ὁ δεύτερος τύπος ἔχθιστος. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἔχθος· τὸ μῖσος· παρὰ τὸ ἀπόβλητον καὶ ἐκτὸς ἡμῶν εἶναι. ψιλοῦται· πᾶν φωνῆεν πρὸ δασέος ψιλοῦται. καὶ εἰς τὸ Ἀπεχθής.
Ἐχθρός· παρὰ τὸ ἔξω ἡμῶν θορεῖν, ἤγουν πηδᾶν καὶ ἰέναι.573 in vol. 2

epsilon

574

Ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει· ἐχθρὸς μὲν γὰρ ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ δι’ ὅπλων χωρῶν πρὸς τὸν πέλας, δυσμενὴς δὲ ὁ χρόνιον τὴν πρὸς τόν ποτε φίλον ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων.
5 Ἔχιδνα· παρὰ τὸ ἔχις, ὃ σημαίνει τὸν ὄφιν· 〈ἢ παρὰ τὸ ἔχω καὶ τὸ ἰόσ〉 γίνεται ἔχια καὶ πλεονασμῷ τῶν συμφώνων γίνεται ἔχιδνα, ἡ ἐν αὑτῇ τὸν ἰὸν ἔχουσα. Σελεύκου Ἐχῖνος· τὸ 〈χερσαῖον〉 ζῷον παρὰ τὸ συνέχειν ἑαυτὸ στρογγυλούμενον· τὸ δὲ θαλάσσιον καθ’ ὁμοιότητα τῶν ἀκανθῶν· καὶ
10〈ὁ〉 τῶν ὀρνίθων κατὰ ποιότητα σχήματος· κακῶς δὲ Καλλίμαχος
〈fr. 250a Schneider〉 τῶν βοῶν τὰς κοιλίας εἶπεν.574 in vol. 2

epsilon

575

Σελεύκου Ἔχις· ὅτι μόνον τῶν ὄφεων μὴ ᾠοφορῆσαν τίκτει, καὶ παρ’ ἑαυτῷ κατέχει καὶ ζῳοφορῆσαν τίκτει οὐκ ὠόν, ἀλλὰ τέλεια τὰ ἑρπετά· ἀπὸ τοῦ κατέχειν οὖν ἔχις. Γεωργίου Ἐχίων· ... ἀπὸ τοῦ ἔχις ἔχιος, ὅ ἐστιν εἶδος ὄφεως, γέγονεν
5Ἐχίων. καὶ εἰς τὸ Ἰξίων. Ἐχρησάμην· εἰς τὸ Χρῆμα. Ἐχυρός· ὁ ἀσφαλής· παρὰ τὸ ἔχω ἐχυρός, ὅθεν καὶ ἐνέχυρον. καὶ εἰς τὸ Ἐνέχυρον. Ἔχω· εἰς τὸ Δυσκάθεκτον καὶ Ἐκεχειρία καὶ Ἴσχω καὶ Ὀχμάσας.
10 Εὐλογίου Ἐψεύσθησαν· πόθεν; ἀπὸ τοῦ ψεύδω ψεύσω, ὡς νήθω νήσω, ὁ παθητικὸς ἐνεστὼς ψεύδομαι, ὁ παρακείμενος ἔψευσμαι, ὁ ἀόριστος
ἐψεύσθην καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐψεύσθησαν, ὥσπερ ἐνήσθησαν.575 in vol. 2

epsilon

576

Ἕψω· εἰς τὸ Ἄψ. Ἔω· εἰς τὸ Ἀνειμένος καὶ Ἄποινα καὶ Ἑανοῦ καὶ Εἶαρ καὶ Εἶεν 〈καὶ〉 Εἵμασιν καὶ Εἵματα καὶ Εἰμί καὶ Εἶσι καὶ Εἰῶσι καὶ Ἐμπε‐ δῶσαι καὶ Ἑννύω καὶ Ἔπεισι καὶ Ἐσθής καὶ Ἔτος καὶ Ἐτώσιον καὶ
5Εὗρεν καὶ Εὖρος καὶ Ἐφεῖντο καὶ Ἕωλον καὶ Ἤμην καὶ Ἠΰς καὶ Ἰέναι καὶ Ἶνες καὶ Ἶφι καὶ Ἰών καὶ Καθοῦ καὶ Λευχειμονείτω καὶ Μεστόν καὶ Νεανικῶς καὶ Περιπέζια καὶ Τελεῖ. Ἐῶ· εἰς τὸ Ἄφενος καὶ Ἑζόμενος καὶ Ἐούσης. Ἔωθεν· εἰς τὸ Εἴωθα.
10 Ἐῴκει 〈Β 58〉· ... ῥῆμα ὑπερσυντελίκου· ὁ παρακείμενος ἔοικα καὶ σημαίνει τρία. ὁ ὑπερσυντέλικος ὤφειλεν 〈εἶναι〉 ἠοίκειν, ἀλλ’ οὐδέποτε λέξις Ἑλληνικὴ ἀπὸ τοῦ 〈η〉 ἀρχομένη ἐπιφέρει τὸ ο,
χωρὶς εἰ μὴ ἐν διφθόγγῳ εἴη κατὰ διάλεκτον, 〈Θ 470〉 „Ἠοῦς576 in vol. 2

epsilon

577

δὴ καὶ μᾶλλον“. οὕτως οὖν καὶ τοῦ ἑώρταζον ἐγένετο ἡ ἔσωθεν μακρὰ ἡ ἔξωθεν βραχεῖα· ὁμ〈οί〉ως καὶ τὸ ἐώλπειν καὶ τὸ ἐώργειν. Ἑωλοκρασία 〈Agath. Hist. 2, 29〉· ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτερεύουσι καταχεῖν τῶν κοιμωμένων τῶν ἑώλων δείπνων τοὺς
5ζωμοὺς πρὸς τοιαύτην παιδιὰν τετραμμένοι〈σ〉. ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος 〈Demosth. Or. 18, 50〉 ἀπὸ τῶν ἑώλων, ἅ ἐστιν ἀρχαῖα, ὅτι τὰ πράγματα τὰ ἀρχαῖα συγκεράσας κατηγόρει ὁ Αἰσχίνης. ἢ ἑωλοκρασία ἡ χθεσινὴ μέθη· ἕωλον γὰρ τὸ χθεσινόν, παρὰ τὸ ἕω ἐλαθῆναι. ἢ ἕωλον τὸ λιτόν. ἢ τὸ μὴ πρόσφα‐
10τον, ἀλλὰ χθεσινόν· παρὰ τὸ ἔω, ὃ σημαίνει τὸ περιπατῶ. Ἐών· εἰς τὸ Ἢ τοιόσδε. Ἐών 〈Γ 46〉· ... μετοχή ἐστιν ἀορίστου δευτέρου, διότι οὐδέ‐ ποτε μετοχὴ ἐνεστῶτος ὀξύνεται, πλὴν τοῦ ἑκών, καὶ οὐδέποτε μετοχὴ δευτέρου ἀορίστου, βαρύνεται, πλὴν τοῦ πέφνων. ὥστε τὸ ἐών δευ‐
15τέρου ἀορίστου ἐστίν.
Ἕως· εἰς τὸ Ἥλιος καὶ Ἠώς.577 in vol. 2

epsilon

578

Ἑωσφόρος· ἑωασφόρος, διὰ τὸ ἐκ τῆς ἑῴας φέρεσθαι· ὁ ἀνα‐ τολικὸς ἀστήρ, ὁ πρωϊνός, ὁ τὴν ἑῴαν φέρων. ὁ αὐτὸς καὶ φωσφόρος καλεῖται.

zeta

578

(4t)

〈Ζ〉
5 Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ζαβουλών 〈Ps. 67, 28〉· ἀπὸ τοῦ βάλλω βολή καὶ βουλή καὶ μετὰ τοῦ ζα ἐπιτατικοῦ μορίου Ζαβουλών, ὁ πάνυ βουλευτικώτατος. Ζαγρεύς· ὁ μεγάλως ἀγρεύων, ὡς „πότνια Γῆ, Ζαγρεῦ τε θεῶν πανυπέρτατε πάντων“ ὁ τὴν Ἀλκμαιονίδα γράψας ἔφη 〈fr. 3 Kinkel〉. τινὲς δὲ τὸν Ζαγρέα υἱὸν Ἅιδου φασίν, ὡς Αἰσχύλος ἐν Σισύφῳ 〈fr.
10228 Nauck2〉 „Ζαγρεῖ τε νῦν μοι καὶ πολυξένῳ χαίρειν“· ἐν δὲ Αἰ‐ γυπτίοις 〈fr. 5 Nauck2〉 οὕτως αὐτὸν τὸν Πλούτωνα καλεῖ „τὸν ἀγραῖον, τὸν πολυξενώτατον, τὸν Δία τῶν κεκμηκότων“. Ζάθεος· μέγα[ς] θαυμαστός· παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ
θεός 〈ζάθεοσ〉 καὶ ζαθέα καὶ Ἰωνικῇ τροπῇ τοῦ α εἰς η ζαθέη.578 in vol. 2

zeta

579

Ζάκορος· νεωκόρος, ἤγουν ἡ διακονοῦσα περὶ τὸ ἱερόν, ἢ ὁ ἱερεὺς ὁ τὸν ναὸν σαρῶν· κορεῖν γὰρ τὸ σαίρειν Ἀττικῶς. τὸ γὰρ ζα οὐκ ἔστι ἐνταῦθα ἐπιτατικόν, ἀλλ’ ἀντὶ τῆς διά προθέσεως, ἵν’ ᾖ διά‐ κορος· οἱ Αἰολεῖς γὰρ καὶ οἱ Ἀττικοὶ τὴν διά 〈καὶ〉 ζά φασιν.
5οὕτως καὶ εἰς τὸ Ἐτυμολογικὸν καὶ Ῥητορικόν. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ζάλη· παρὰ τὸ ἅλς ἁλός ἅλη καὶ ζάλη. ἢ παρὰ τὸ ἅλλω, τὸ πηδῶ, ἡ ἀγριουμένη καὶ ὀγκουμένη θάλασσα. κυρίως δὲ λέγεται ζάλη ἐπὶ τῆς θαλάσσης παρὰ τὸ ζέειν τὴν ἅλα, ἤγουν ὀγκοῦσθαι ὑπὸ ἀνέμων.
10 Ζαμενής· εὔψυχος, μέγα μένος ἔχων τουτέστι ψυχὴν ἢ προθυ‐ μίαν· ἢ ζαμενὴς ὁ ἄγαν ὀργίλος, παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ μένος, ὃ σημαίνει τὴν ὀργὴν καὶ τὸν θυμόν. Ζάφελος· σημαίνει τὸν μεγάλως ἐπικαθήμενον ἢ ηὐξημένον· παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ ὀφέλλω, τὸ αὔξω. ζαφελῶς. καὶ τὸ
15μὲν ζάφελος βαρύνεται λόγῳ τοιούτῳ· τὰ εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα ἐπιτατικὸν προπαροξύνεται, οἷον ζάθεος ζάκοτος. οὕτως οὖν καὶ ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπειδὴ τὰ διὰ τοῦ λως ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, οἷον εὐτελῶς. οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται „ὡς ἐπὶ τὸ
20πλεῖστον“ διὰ τὸ εὐτραπέλως εἰκέλως.579 in vol. 2

zeta

580

Ζαχρειής· κυρίως ζαχρειές ἐστι τὸ βιαίως ταῖς χερσὶ πραττό‐ μενον· παρὰ γὰρ τὰς χεῖρας πεποίηται ἡ λέξις. 〈Ζυγομαχεῖ· στασιάζει ὡς οἱ βόες ἐζευγμένοι· μετῆκται δὲ ἡ λέξισ〉 [ὡς] ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης μὴ συμφώνως
5ἐργαζομένων· ἐκεῖνοι γὰρ πολλάκις, ὅταν ἕλκωσι, κάμνοντες ἐπερείδουσι τὸ βάρος πρὸς ἀλλήλους. Ζαχρειής· παρὰ τὸ χρῶ, τὸ πλησιάζω, χραύω, ὡς ψῶ ψαύω, 〈Ε 138〉 „χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον“· ὄνομα χρής καὶ ζαχρεής καὶ ζαχρειής.
10 Ζέειν· εἰς τὸ Ζάλη. Ζειά· ἔστιν εἶδος κριθῆς· τὰ εἰς α θηλυκὰ τῇ ει διφθόγγῳ παρα‐ ληγόμενα ἢ τῷ ι ἐπὶ μὲν οὐσίας ὀξύνεται, οἷον ζειά Φειά χροιά, ἐπὶ δὲ πράγματος βαρύνεται, οἷον μνεία χρεία. Γεωργίου Ζειαί· γίνεται παρὰ τὸ ζέειν ζέειαι καὶ κατὰ συναίρεσιν ζειαί,
15αἱ τοῦ ζέειν ἡμῖν αἴτιαι.580 in vol. 2