TLG 4097 003 :: ETYMOLOGICUM GENUINUM :: Etymologicum genuinum (littera λ)

ETYMOLOGICUM GENUINUM Lexicogr., vel Etymologicum magnum genuinum
(A.D. 9)

Etymologicum genuinum (littera λ)

Source: Alpers, K. (ed.), Bericht über Stand und Methode der Ausgabe des Etymologicum genuinum [Danske Videnskabernes Selskab, Hist.–filol. Meddelelser 44.3] Copenhagen: Munksgaard, 1969: 29–53.

Citation: Alphabetic letter — entry — (line)

lambda

1

Λάας· ἔστιν ὄνομα κύριον. γέγονε παρὰ τὸ λᾶας τὸ προση‐ γορικόν, ὃ σημαίνει τὸν λίθον. ζήτει εἰς τοὺς ἐπιμερισμοὺς καὶ εἰς τὸ Ὀνοματικὸν Γεωργίου.

lambda

2

Λαγγών: ὁ εὐθέως λανθάνων τοῦ ἀγῶνος καὶ φόβου.

lambda

3

Λαγανόν· ὡς λαγαρόν· ἐκκεκένωται γὰρ αὐτοῦ τὸ πάχος εἰς πλάτος, καὶ λειανθὲν ἀσθενέστερον. γίνεται δὲ παρὰ τὸ λήγω.

lambda

4

Λαγίδης· διὰ τοῦ Ι, Λαγὸς Λαγίδης ὡς Κρόνος Κρονίδης.

lambda

5

Λαγαρία: πόλις Ἰταλίας ἀπὸ Λαγάριδός τινος νομέως.

lambda

6

Λάγυνος: ἡ πάνυ δεκτική. παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ γῶ τὸ χωρῶ.

lambda

7

Λαγώς· παρὰ τὸ ὦς ὠτὸς καὶ τοῦ ΛΑ ἐπιτατικοῦ μορίου, ὁ μεγάλα ὦτα ἔχων.

lambda

8

Λαδρέοντι· παρὰ τὸ ΛΑ καὶ τὸ ῥέω λαρέοντι, μεγάλως ῥέοντι, πλεονασμῷ τοῦ Δ. Περὶ παθῶν.

lambda

9

Λαιόν· οἷον· λαιὸν μὲν καθύπερθεν ἐπ’ αὐχένος ἔνθετο πῆχυν.

lambda

10

Λᾴδιος· εἰς τὸ Ληίδιον.

lambda

11

Λάθιος: κρήνη περὶ τὴν Οἴτην, ἥτις οὕτως ὠνόμασται διὰ τὸ τὸν Ἡρακλέα πιόντα ἐξ αὐτῆς ἐπιλαθέσθαι τῶν ἐν ἀνθρώ‐ ποις κακῶν.

lambda

12

Λάιγξ· παρὰ τὴν λᾶος γενικὴν γίνεται λάιξ πλεονασμῷ τοῦ Γ λάιγξ, ἔνθεν τὸ λάιγγες, ὥσπερ καὶ παρὰ τὸ ψῆφος γίνεται ψῆφιξ καὶ ψᾶφιξ καὶ πλεονασμῷ τοῦ Γ ψᾶφιγξ. Περὶ παθῶν.

lambda

13

Λαιδρός: ὁ θρασύς· παρὰ τὸ ΛΑ ἐπιτατικόν. Νίκανδρος
καὶ ἐν Ἀλεξιφαρμάκοις.29

lambda

14

Λαίθαργος κύων· Ἀριστοφάνης Ἱππεῦσιν· ὁ λαθραῖα δάκνων.

lambda

15

Λαικάζειν καὶ λαικάστρια: οὕτω δὲ ἡ τιτθὴ παρὰ Λάκωσιν. Ὦρος ὁ Μελήσιος.

lambda

16

Λαίσκαπρος: ὁ λάγνος καὶ λάμυρος. παρὰ τὸ ΛΑ ἐπιτα‐ τικὸν πλεονασμῷ τοῦ Ι ὡς ἐν τῷ μαιστροπὸς ἀντὶ τοῦ μαστροπός.

lambda

17

Λαιμός· παρὰ τὸ λίαν μᾶν· ἢ παρὰ τὸ λάπτω τὸ σημαῖνον τὸ ἀπὸ δίψης φλέγομαι.

lambda

18

Λαῖτμα: τὸ χάσμα καὶ μέγα πέλαγος· ἢ τὸ οἴδημα τῆς θαλάσσης.

lambda

19

Λαυκανίη: ὁ λαιμός, ἀπὸ τῆς ἀπολαύσεως.

lambda

20

Λαῖφος λινοειδές· βέλτιον λινοϋφές· τὸ ἄρμενον. ἢ παρὰ τὸ λῶπος λάφος ὡς γλῶσσα γλάσσα, καὶ λαῖφος.

lambda

21

Λάκτιν: σημαίνει ἡ λέξις τὴν σκυτάλην, τορύνην. Καλ‐ λίμαχος· αὖθις ἀπαιτίζουσαν ἑὴν εὐεργέα λάκτιν.

lambda

22

Λακέρεια: ὄνομα πόλεως· παρὰ τὸ ΛΑ καὶ τὸ ῥέειν οἱονεὶ ἡ μεγάλως ἐπιρρεομένη.

lambda

23

Λακίνιον: ὄρος Κρότωνος· ἀπὸ ἥρωος Λακινίου ὀνομασθέν.

lambda

24

Λάλαξ· ἀπὸ τοῦ λαλαγὴ τοῦ σημαίνοντος τὸν θόρυβον. ζήτει εἰς τὸ Ὀνοματικὸν Γεωργίου.

lambda

25

Λαλίστατος· εἰς τὸ Καλλίων κάλλιστος.

lambda

26

Λαμία: πόλις. οἱ μὲν ἀπὸ Λαμίου τοῦ Ἡρακλέους ὀνο‐ μασθῆναι, οἱ δὲ ἀπὸ γυναικὸς Λαμίας, ἥτις ἐβασίλευσε Τραχι‐
νίων. ἔστι δὲ καὶ προσηγορικὸν καὶ σημαίνει τὰ χάσματα.30

lambda

27

Λαμπετόωντι· λάμποντι· πυρὶ λαμπετόωντι. παρὰ τὸ λάμπω γίνεται λαμπετῶ, ἡ μετοχὴ λαμπετῶν λαμπετῶντος λαμπετῶντι, πλεονασμῷ τοῦ Ο λαμπετόωντι. εἰώθασιν οἱ ποιηταὶ πλεονάζειν τὸ Ο ἐπὶ τῆς δευτέρας συζυγίας.

lambda

28

Λαμυρόν: τὸ πολὺ καὶ ἀθροῦν· καὶ Λαμυρήν: τὴν θάλασ‐ σαν οἷον πολλήν.

lambda

29

Λάμψακος· ὅτι τοῖς Λαμψακηνοῖς χρησμὸς ἐδόθη, ὅπου ἂν αὐτοῖς λάμψῃ, ἐκεῖ πόλιν κτίσαι. ἀστραπῆς δὲ γενομένης εἶδον τὸν τόπον καὶ ἐκεῖ ἔκτισαν.

lambda

30

Λάξις: ἡ λέξις, ὅ ἐστιν οἰκοδόμησις. αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. οἱ δὲ Ἀττικοὶ λίθους ἐκλέγοντες ἀνῳ‐ κοδόμουν.

lambda

31

Λαοσσόος: τὸν Ἀμφιάρηον τὸν διὰ τῆς μαντικῆς σῴζοντα τοὺς ἀνθρώπους. ἢ λαοσσόος καθ’ ὃ σῴζει καὶ παρορμᾷ τοὺς λαοὺς ἡ Ἀθηνᾶ.

lambda

32

Λάπαθος· ἀπὸ τοῦ λαπάσσειν. ἔστι γὰρ τὸ λάχανον εὔθετον εἰς γαστέρα· ἁπαλύνει γάρ· οἱ δὲ Ἀττικοὶ λάπαθα λέγουσι τὰ ὀρύγματα τῶν θηρίων, τάχα ὅτι λανθάνει τοὺς θεωροῦντας, οἵτινες μὴ εἰδότες ἔρχονται εἰς τὸ παθεῖν τι.

lambda

33

Λαπάρα· παρὰ τὸ λελάφθαι, ὅ ἐστιν ἐκκεκενῶσθαι τὸν τόπον πρὸς σύγκρισιν τῶν πλευρῶν. λαπάξαι γὰρ τὸ κενῶσαι. ὅθεν καὶ λάφυρα ἀπὸ τῆς κενώσεως τῆς πόλεως.

lambda

34

Λαπιδόρχας: ὁ μεγάλους ὄρχεις ἔχων. Ἀριστοκράτης δὲ οὕτω διεβάλλετο.

lambda

35

Λάρισα: πόλις ἀπὸ Λαρίσης τινὸς κληθεῖσα.

lambda

36

Λαρόν: τὸ ἡδὺ πόμα. παρὰ τὸ ἱλαρὸν λαρὸν ἢ παρὰ τὸ
λῶ τὸ θέλω ἢ παρὰ τὸ λίαν γέγονε. λέγεται δὲ καὶ ἐπὶ τοῦ ἁπαλοῦ. Ἡσίοδος· οὐκέτι δὴ βαίνουσι λαροῖς ποσίν. ἢ τὸ κατὰ γεῦσιν ἢ 〈τὸ〉 κατ’ ὄψιν θελητόν.31

lambda

37

Λάρος: τὸ ὄρνεον· ὁ ἀπολαυστικὸν ἔχων τὸν νοῦν· λάρῳ ὄρνιθι ἐοικώς.

lambda

38

Λάσανον: ἐφ’ οὗ οἱ δασεῖς τόποι οἴζουσιν, ὡς· λασήιά τε πτερόεντα. λάσεα δὲ τὰ περὶ τὸν φόρτον.

lambda

39

Λάσιος· ἡ γὰρ θέρμη αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν. νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησιν. ἀφ’ ὧν λέγει· στήθεσιν λασίοισιν. ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστιν τὸ ξηρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. γέγονε
5δὲ παρὰ τὸ σεύω τὸ σημαῖνον τὸ ὁρμῶ καὶ τὸ ΛΑ ἐπιτα‐ τικόν.

lambda

40

Λάσταυρος· παρὰ τὸ λᾶς· οἴδαμεν γὰρ τί σημαίνει παρ’ Ἀττικοῖς.

lambda

41

Λάτρις: ὁ μισθῷ δουλεύων. λάτρον γὰρ ὁ μισθός. ἢ παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ τρεῖν, ὅ ἐστιν τὸ φοβεῖσθαι. ζήτει εἰς τὸ Ὀνοματικὸν Γεωργίου 〈τοῦ〉 Χοιροβοσκοῦ.

lambda

42

Λάταυρος: τὸ ἱμάτιον· ἀναλογεῖ γὰρ τῇ λωπίᾳ τῷ δέρματι.

lambda

43

Λατῷος: ἔστι δὲ ποταμός, φησὶ Φιλοστέφανος, παρὰ τὸ τὴν Λητὼ ἐκεῖ ἀποκυῆσαι, καὶ οὕτως τῆς ὀνομασίας τυχεῖν. Ὦρος ὁ Μελήσιος.

lambda

44

Λαύρα: ἡ πλατεῖα ῥύμη. οἷον· οὐδῷ ἐς λαύρην. παρὰ τὸ λίαν ἔχειν αὔραν. ἢ δι’ ἧς ὁ λαὸς ῥεῖ.

lambda

45

Λάφυρα παρὰ 〈τὸ〉 ἀφύσσω τὸ ἀπαντλῶ καὶ πλεονασμῷ
τοῦ Λ, ἢ ἀπὸ τῆς κενώσεως τῆς πόλεως. εἰς τὸ Λαπάρα.32

lambda

46

Λαφύστιος: ὁ Διόνυσος, ἀπὸ τοῦ ἐν Βοιωτίᾳ Λαφυστίου ὄρους.

lambda

47

Λάχεια: σημαίνει δὲ τὴν καλῶς ἐσκαμμένην γῆν. παρὰ τὸ ΛΑ ἐπιτατικόν. ὡς ἀπὸ τοῦ χαίρω χάρεια καὶ ἀνθῶ ἄνθεια καὶ κρατῶ κράτεια, οὕτως καὶ ἀπὸ τοῦ λαχῶ λάχεια διὰ τῆς ΕΙ διφθόγγου. τὰ γὰρ ἀπὸ ἐνεστῶτος διὰ τοῦ ΕΙΑ γινόμενα
5θηλυκὰ προπαροξύνονται, οἷον μήδω Μήδεια, θέρω θέρεια, σάμφω Σάμφεια, ἀνθῶ Ἄνθεια.

lambda

48

Λαχμῷ: τῷ δασεῖ τῶν ἐρίων. παρὰ τὸ λίαν ἔχεσθαι. Ἀντίμαχος δὲ τὸν λακτισμὸν τῶν ἵππων, οἷον· λαχμὸν δ’ οὐ δείδιεν ἵππων. Σέλευκος δὲ ἀξιοῖ διὰ τοῦ Ν γράφειν λαχνῷ, ἵνα σημαίνηται ἡ λάχνη.

lambda

49

Λαχόην· ἔστιν λάχοιμι λάχοις λάχοι· τοῦτο γίνεται λαχοίη κατὰ πλεονασμὸν τοῦ Η Ἀττικῶς, εἶτα προσθήκῃ τοῦ Σ λαχοίης, καὶ τροπῇ τοῦ Σ εἰς τὸ Ν τὸ πρῶτον οἷον λαχοίην· ὥσπερ ἐτύφθη ἐτύφθης ἐτύφθην. καὶ λοιπὸν ἀποβάλλουσιν οἱ
5Αἰολεῖς τὸ Ι, καὶ γίνεται λαχόην.

lambda

50

Λάων· φιτρῶν καὶ λάων, τῶν λίθων. ὁ λᾶς τοῦ λᾶ οἱ λαῖ τῶν λῶν καὶ λάων.

lambda

51

Λέα: ἡ ἐν τοῖς ἱστίοις λίθος, ὅτι λίθους ἐξήρτων.

lambda

52

Λέβης: τὸ χέρνιβον, ἀπὸ τοῦ τὰς λιβάδας τῶν χειρῶν ὑποδέχεσθαι· ἢ ὁ χυτρόπους, εἰς ὃν λείβεται καὶ ἐμβάλλεται τὸ ὕδωρ.

lambda

53

Λειμών· παρὰ τὸ λείβω τὸ καταστάζω· δερκέσκετο δάκρυα λείβων. λειβὼν καὶ λειμών. ἔστιν δὲ περιεκτικὸν ὡς καὶ τὸ χειμών.

lambda

54

Λεῖον: τὸ ὁμαλόν. ἔστιν λαύω τὸ ἀπολαύω, ὄνομα ῥηματι‐ κὸν λαῦος, καὶ τροπῇ τοῦ μὲν Α εἰς Ε τοῦ δὲ Υ εἰς Ι γίνεται λεῖος καὶ λεῖον, οὗ πᾶς τις ἐφίεται.33

lambda

55

Λείρια: τὰ ἄνθη. οἶμαι ὅτι παρὰ τὸ λεῖον γίνεται λείριον.

lambda

56

Λεγόμεθεν· οἱ Αἰολεῖς τὸ λεγόμεθα καὶ φερόμεθα εἰς Ε ποιοῦσι λεγόμεθεν καὶ φερόμεθεν μετὰ τοῦ Ν· τὸ γὰρ Ε ἐφελ‐ κυστικόν ἐστι τοῦ Ν. ἀλλὰ καὶ τὰ εἰς ΘΕΝ λήγοντα ἐπιρρήματα εἰς Α ποιοῦσιν· ὄπισθεν ὄπισθα, ἄτερθεν ἄτερθα, χωρὶς τοῦ
5Ν. ὅτε γὰρ ἦν εἰς Ε τὰ ἐπιρρήματα, τότε καὶ τὸ Ν, οἷον ὄπισθεν, ὅτε δὲ εἰς Α, ἀφίσταται τὸ Ν. ὥσπερ καὶ τὸ λεγόμεθα φερόμεθα, εἶτα λεγόμεθεν πλεονασμῷ τοῦ Ν. οὕτως Περὶ παθῶν Ἡρωδια‐ νός.

lambda

57

Λειριόεσσαν: γλυκεῖαν, ἐπιθυμητήν, ἡδεῖαν, ἀπὸ τοῦ λείρια, ὃ σημαίνει τὰ ἄνθη· λειριόεις καὶ λειριόεσσαν.

lambda

58

Λεκάνη· ἧς τὸ χάσμα λεῖόν ἐστι. πεπλάτυνται γάρ. λειοχάνη οὖν ἡ ἐτυμολογία.

lambda

59

Λελῇσθαι· πρὸς διάφορον σημαινόμενον διάφορον καὶ τὴν γραφὴν ἔχει· εἰ μὲν γὰρ ἀπὸ τοῦ λήθω τὸ λανθάνω ἐστίν, οὐκ ἔχει τὸ Ι, εἰ δὲ ἀπὸ τοῦ ληίζω ληίσω λελήικα λελήισμαι λελήι‐ σται λεληίσθαι καὶ λελῇσθαι κατὰ συναίρεσιν.

lambda

60

Λελιημένος: προθυμούμενος, παρὰ τὸ μένος ἢ παρὰ τὸ λίαν τεθραμμένος. ἢ ἔστι ῥῆμα λῶ τὸ σημαῖνον τὸ θέλω καὶ προθυμοῦμαι· ἐκ τοῦ λῶ γίνεται λιλῶ καὶ κατὰ παραγωγὴν λιλαίω, ἐξ οὗ τὸ λιλαίεται. τοῦ λιλῶ ὁ παρακείμενος λελίληκα,
5ὁ παθητικὸς λελίλημαι, ἡ μετοχὴ λελιλημένος καὶ ἀποβολῇ τοῦ Λ λελιημένος.

lambda

61

Λελῦντο· προπερισπωμένως τὸ εὐκτικόν.

lambda

62

Λελάχωσι: λαχεῖν ποιήσωσι. λάχωσι καὶ κατὰ ἀναδι‐
πλασιασμὸν λελάχωσι.34

lambda

63

Λελυμασμένος· παρὰ τὸ λύμη λυμαίνω λελύμαγκα λε‐ λύμαμμαι καὶ λελυμασμένος τροπῇ τοῦ Μ εἰς Σ.

lambda

64

Λέντιον· παρὰ τὸ λιαίνω τὸ καθαίρω λιέντιον καὶ λέντιον.

lambda

65

Λέπας· καὶ Κιθαιρῶνος λέπας. εἴρηται εἰς τὸ Ἐλεσπίδας.

lambda

66

Λεπτός· παρὰ τὸ λείπω λεπτός· ὁ λείπων καὶ ὁ ἐνδέων. ἢ λέπω λεπτὸς ὁ ἐξελεπισμένος. ἢ παρὰ τὸ λέπος· τοῦτο παρὰ τὸ λέπω τὸ λεπίζω, ὁ μέλλων λέψω, ὁ παθητικὸς παρα‐ κείμενος λέλεμμαι λέλεψαι λέλεπται λεπτός.

lambda

67

Λέπτυνιν· αἰτιατική ἐστι παρὰ Λυκόφρονι. οἱ μὲν τὸν Ἅιδην, οἱ δὲ τὴν Περσεφόνην, οἷον τὴν λεπτύνουσαν τὰ σώματα τῶν ἀποθνῃσκόντων, οἱ δὲ τὴν ψυχήν· λεπτομερέστατον γάρ ἐστι.

lambda

68

Λεσχάραι· οἷον αἱ σχολαὶ ἀπὸ τοῦ λέξαι τι. ἐκεῖ γὰρ ὡμίλουν. ὡς· οὐδ’ ἤθελες παίζειν χαλκήιον ἐς δόμον ἐλθών.

lambda

69

Λεχεποίην· εἰ μὲν τὸ λέχος ἔγκειται τροπή ἐστιν, λεχοποίην καὶ λεχεποίην· εἰ δὲ τὸ ἔχειν, πλεονασμὸς τοῦ Λ, ἐχεποίην καὶ λεχεποίην. τὸ μὲν πρῶτον ἐν ᾧ ἐστι λέχος ποιῆσαι, ὅ ἐστιν κοίτην, ἢ λοχεῦσαι τουτέστιν ἐνεδρεῦσαι. τὸ δὲ δεύτερον ἡ
5ἔχουσα πολλὴν πόαν, ὅ ἐστιν δάση. βαθύσχοινον λεχεποίην.

lambda

70

Λεώς· ἐὰν μὲν ὀξύνηται, Ἀττικόν ἐστιν ἀπὸ τοῦ λαός· εἰ δὲ βαρυτόνως, ἀποβολή ἐστιν τοῦ τελέως· ὃν γὰρ τρόπον προσέρχεται ἡ ΤΕ ἐν τῷ τέτρομος ἀφαιρεῖται ἐν τῷ τελέως λέως. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν.

lambda

71

Λέχος: σημαίνει τὴν κοίτην. παρὰ τὸ λεχρίους ἡμᾶς ἤγουν πλαγίους ποιεῖν, ἢ παρὰ τὸ λέγω τὸ κοιμῶμαι λέχος.

lambda

72

Λευγαλέον: τὸ ὑγρόν· μύρῳ λευγαλέῳ, Σοφοκλῆς· καὶ
πάλιν· νῦν δέ με λευγαλέῳ θανάτῳ· τῷ δι’ ὕδατος. παρὰ τὸ χεύω χευαλέον. σημαίνει δὲ καὶ τὸ ὀλέθριον παρὰ τὸ λοιγὸν λοιγαλέον· κατὰ μετάθεσιν τῶν στοιχείων λευγαλέον.35

lambda

73

Λευκανοί· ἀπό τινος Λευκίου προσαγορευθέντες.

lambda

74

Λευκαρίων· οἷον· Πύρρα ἢ Λευκαρίων. Δευκαλίων καθ’ ὑπέρθεσιν Λευκαδίων, τροπῇ τοῦ Δ εἰς τὸ Ρ Λευκαρίων.

lambda

75

Λευκή: νῆσος ἐν Πόντῳ. Λευκὴ δὲ λέγεται διὰ τὸ πλῆθος τῶν λευκῶν ὀρνέων ἐνδιαιτωμένων ἐν αὐτῇ.

lambda

76

Λευκός· παρὰ τὸ λεύσσω τὸ βλέπω, ὁ διαφανὴς καὶ λαμπρός.

lambda

77

Λευκοθέα: ἡ Ἰνώ. ὅτι ἐμμανὴς γενομένη διὰ τοῦ Λευκοῦ πεδίου θέουσα, ὅ ἐστι περὶ τὴν Μεγαρίδα, ἑαυτὴν εἰς τὴν θάλασσαν ἔρριψεν. Μυρσίλος δὲ οὐ μόνην τὴν Ἰνὼ Λευκοθέαν φησίν, ἀλλὰ καὶ τὰς Νηρηίδας Λευκοθέας ὀνομάζει.

lambda

78

Λευκανία· μὴ καὶ λευκανίηνδε φορεύμενος ἀλλ’ ἀπὸ τηλοῦ. τὸν λαιμὸν καὶ τὸν βρόγχον. ἢ τὸ ἀπηρτημένον τοῦ γαργα‐ ρεῶνος. ἢ παρὰ τὸ λευκὸν εἶναι φύσει· ἢ παρὰ τὸ χεύω χευα‐ λίην καὶ Λευκανία.

lambda

79

Λεῦκτρα: τόπος τῆς Θεσπικῆς· εἴρηται δὲ ὁ τόπος ἀπό τινος ἐγχωρίου Λεύκτρου.

lambda

80

Λευστῆρα: τὸν λιθοβόλον. Λυκόφρων· λευστῆρα πρῶτος οὕνεκεν ῥίψας πέτρον.

lambda

81

Λευρόν: τὸ λεῖον καὶ πλατύ· ἀπὸ τοῦ λίαν εὐρύ. ἢ τὸ λελιθολευμένον. λεύειν γὰρ τὸ λίθους βάλλειν.

lambda

82

Λεξείδιον· εἰ μὲν ἀπὸ τῆς λέξεως γενικῆς διὰ τῆς ΕΙ
διφθόγγου, εἰ δὲ ἀπὸ τῆς λέξιος Ἰωνικῶς διὰ τοῦ Ι.36

lambda

83

Λήια: τὰ σιτοφόρα χωρία· ἀπὸ τοῦ λήιον λήια καὶ λῇα.

lambda

84

Λῄδιον· Φιλήμων. σημαίνει εὐτελὲς τριβώνιον ἢ χλανίδιον παλαιόν. ζήτει εἰς τὴν Ἀκτῖνα Γεωργίου.

lambda

85

Λῃδάριον: 〈σὺν τῷ Ι τὸ〉 ἱμάτιον· καὶ εἴρηται ἀνωτέρω. Ὦρος ὁ Μελήσιος.

lambda

86

Ληίδα· ἐκ νηῶν αὐτῇσι δ’ ἀπείρονα ληίδα κούραις. λεία ἡ λαφυραγωγία ἢ πραῖδα, καὶ ἐν διαιρέσει ληίς.

lambda

87

Ληιάδες· οἷον· αὐτὰρ ληιάδεσσι δορυκτήτῃς παριαῦον. ἀνεκοιμῶντο 〈σὺν〉 ταῖς αἰχμαλώτοις. λέγονται δὲ καὶ ληίτιδες αἱ αὐταὶ παρὰ τῷ αὐτῷ ποιητῇ, οἷον· ἀλλ’ οἷαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν ἔν τε χοροῖς καὶ εἰλαπίνῃσι μέλοντο. ληίτιδες
5σημαίνει δὲ λαφυραγωγοὶ πολεμικαί.

lambda

88

Ληιβοτείρης· ὄνομα ἐπίθετον καὶ σύνθετον. γέγονεν παρὰ τὸ βοτὴρ βότειρα ὡς παρὰ τὸ πατὴρ πάτειρα καὶ μήτηρ μήτειρα. θηλυκὸν δὲ τὸ ληιβοτείρης.

lambda

89

Λήκυθος: ἀγγεῖον τὸ λεγόμενον λαγύνιον. παρὰ τὸ λάχυτός τις οὖσα. ἢ παρὰ τὸ κύτος λάκυτός τις οὖσα, ἡ μέγα κύτος ἔχουσα.

lambda

90

Λημῶ: τὸ ἀμβλυώττω. λήμη γὰρ λέγεται τὸ λευκὸν καὶ ὑγρὸν ἐν ὀφθαλμοῖς συναγόμενον καὶ ἀμβλυώττειν παρα‐ σκευάζον. καὶ τί σε δεῖ πράγματ’ ἔχειν λημώντων καὶ 〈κε〉κο‐
ρυζηκότων ἀνεχόμενον γραϊδίων;37

lambda

91

Ληνέων· ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος. τὸ λῆνος σημαίνει τὸ ἔριον, λινὸν δὲ τὸ λινοῦν.

lambda

92

Ληναιῶνα· εἴρηται εἰς τὸ Λιαρόν.

lambda

93

Λῇς· σὺν τῷ Ι. δευτέρας συζυγίας ἀντὶ τοῦ θέλεις. Εὐριπί‐ δης Πλεισθένει· καὶ καταιθ’ ἔχωτειλῆις ποίει.

lambda

94

Ληνός· παρὰ τὸ λεαίνω τὸ λεπτύνω λεανῶ λεανὸς καὶ κράσει ληνός.

lambda

95

Λῃστής· ἀπὸ τοῦ ληΐζω τοῦ σημαίνοντος τὸ πραιδεύω γέγονε ληιστής, καὶ συναιρέσει λῃστής. ὅτι γὰρ οὐκ ἔστι φύσει δισύλλαβον τὸ λῃστής, ἀλλ’ ἀπὸ τοῦ ληϊστὴς γέγονε, δῆλον ἐντεῦθεν· τὰ εἰς ΤΗΣ δισύλλαβα βαρύνεσθαι θέλουσιν, οἷον
5πλύτης δότης θύτης, χωρὶς τοῦ κριτής. τοῦτο δὲ ἐν τῇ συνθέσει τὴν ὀφειλομένην τάσιν, λέγω δὴ τὴν βαρεῖαν, ἐν τῷ δικαιοκρίτης καὶ ὀνειροκρίτης ἀναδέχεται· ὥστε τὸ λῃστὴς οὐκ ἔστι δισύλ‐ λαβον· εἶχεν γὰρ ἂν βαρύνεσθαι. εἰ δέ τις εἴποι, ὅτι παραλόγως ὀξύνεται ὡς τὸ κριτής, λέγομεν, ὅτι ὤφειλεν κἂν ἐν τῇ συνθέσει
10βαρύνεσθαι ὥσπερ τὸ κριτής. ἐπεὶ δὲ ὀξύνεται οἷον ἀρχιλῃστὴς οὐκ ἔστι φύσει δισύλλαβον.

lambda

96

Λιάμαθος: λιάμαθοι οἱ αἰπόλοι ἀπὸ τοῦ εἶναι λίαν ἀμαθεῖς.

lambda

97

Λιαρόν: χλιαρόν, προσηνές. παρὰ τὸ λῶ τὸ θέλω λαρὸν ὃ θέλομεν ὡς νῶ ναρόν, λῶ λαρόν, πλεονασμῷ τοῦ Ι λιαρόν. ἢ ἱλαρὸν καὶ καθ’ ὑπέρθεσιν λιαρόν. τὸ δὲ ληναιῶνα, οἷον· μῆνα δὲ ληναιῶνα κάκ’ ἤματα βούδορα πάντα, τοῦτον ἀλεύα‐
5σθαι καὶ παγάδας αἵ τ’ ἐπὶ γαῖαν πνεύσαντος Βορέαο δυση‐ λεγέες τελέθουσιν. προτρεψάμενος αὐτὸν τῷ χειμῶνι ἐργάζεσθαι παραιτεῖται ἕνα μῆνα τὸν μεσαίτατον, ἐν ᾧ ψῦχός ἐστιν καὶ
πάντα βούδορα. βούδορα δέ ἐστιν τὰ τοὺς βοῦς ἐκδέροντα διὰ τὸ κρύος. Ληναιῶνα δὲ τὸν Χυὰχ κατ’ Αἰγυπτίους καλούμενον.38
10Ληναιὼν δὲ ἐκλήθη διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ εἰσκομίζειν. οὗτος δὲ ὁ μὴν ἀρχὴ χειμῶνός ἐστιν. οἱ δὲ Ληναιῶνά φασιν, ἐπειδὴ Διονύσου ἑορτὴν ἐποίουν ἐν τῷ μηνὶ τούτῳ, ἣν ἀμβρο‐ σίαν ἐκάλουν. παγάδας δὲ τὰ πάγη, ἢ τὰς πακτοποιοὺς ἡμέ‐ ρας, ἢ τὰς πάχνας αὐτάς. Ἡσίοδος.

lambda

98

Λιασθείς· τὸ θέμα λιάζω. τοῦτο παρὰ τὸ ἀλῶ τὸ πλανῶ καὶ ἐκκλίνω· ἀλῶ οὖν ἀλίζω καὶ μεταθέσει τοῦ ΛΙ λιάζω.

lambda

99

Λιαρὸν καὶ λιαρή· διὰ τοῦ Ι. τὸ δὲ λεῖος καὶ λεία διὰ τῆς ΕΙ διφθόγγου. ἠμάτιοι, λιαρὴ γὰρ ὑπὸ κνέφας. ἡ ὁμαλὴ καὶ λεία.

lambda

100

Λίβανος: δένδρον ἢ καὶ ὄρος οὕτω καλούμενον. λίβανος δὲ εἴρηται, οἱονεὶ ὁ λειβόμενος καὶ σπενδόμενος. δοκοῦσι γὰρ αὐτὸν οἱ Ἰουδαῖοι ὅλον εἶναι πνεῦμα καὶ θεόν. ἀνωφερὴς γάρ ἐστιν, ὅθεν αὐτὸν καὶ σέβονται. λίβανος δὲ καὶ θηλυκῶς εὕρη‐
5ται παρ’ Εὐριπίδῃ· Συρίας δ’ ὡς λιβάνου καπνός. καὶ Πίνδα‐ ρος· αἵ τε τὰν χλωρὰν λίβανον ξανθὰ δάκρυα θυμιᾶτε.

lambda

101

Λιβδοῦμεν· ἀπὸ τῆς λιβάδος, οἱονεὶ ἐμβυθιζόμεθα, ἀφ’ οὗ καὶ ἡ Ἰνὼ Βύνη ἐπεκλήθη, ἐπεὶ βεβύθισται. Εὐφορίων δὲ βύνην τὴν θάλασσαν λέγει, οἷον· πολύτροφα δάκρυα βύνης, τοὺς ἅλας βουλόμενος εἰπεῖν. δύναται καὶ κατὰ συναλοιφὴν
5ἁλιβδοῦμεν οἱονεὶ εἰς ἅλα βυθίζομεν.

lambda

102

Λιβρήν: τὴν λίαν ἐρεβεννήν, ἢ λιβηρήν. παρὰ τὴν λιβάδα, διότι ἐπίθετόν ἐστι τῆς νυκτὸς διὰ τὸ ἔνδροσον αὐτῆς.

lambda

103

Λιβύην: τὴν χώραν ὡς ἐλλιπῆ ὑετῶν.

lambda

104

Λιγύκρυτον· πάλιν παρ’ Ἀλκμᾶνι ἔχεις ἀντὶ τοῦ λι‐ γύκυρτον ὑπερθέσει τοῦ Ρ.

lambda

105

Λιγνύς· ἡ ἀνάδοσις τοῦ πυρός, ὁ καπνός. Λυκόφρων·
καὶ λιγνύος ῥιπαῖσι καὶ γρυνῶν βολαῖς. παρὰ τὸ δεικνύω δεικνύς τις οὖσα, ἡ δεικνύουσα τὸ πῦρ. ἢ παρὰ τὸ λίαν ἱκνεῖ‐ σθαι.39

lambda

106

Λίθος· παρὰ τὸ λίαν θέειν.

lambda

107

Λικμᾶν· εἰς τὸ Λίκνον.

lambda

108

Λικριφίς: ἔστιν ἐπίρρημα, καὶ σημαίνει τὸ πλαγίως. λέχριον γὰρ τὸ πλάγιον οἱονεὶ λεχριφίς.

lambda

109

Λιλαίω· ἀπὸ τοῦ λῶ λιλῶ καὶ λιλαίω ὡς κερῶ κεραίω.

lambda

110

Λιμενήοχον· λάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην. λιμενήοχος ἄκρη ἡ Ἡράκλειος ἄκρα, ἐπειδὴ τοῖς πλέουσιν ἀπὸ Σινώπης μέχρι Τραπεζοῦντος τῆς Κολχίδος ἐπὶ τρισχιλίους σταδίους ἄλλος οὐχ ὑπόκειται πλὴν τοῦ κατὰ τὸν Ἡράκλειον.

lambda

111

Λιμήρη· λιμήρη ’πίδαυρος. τοῦτο δισσόν ἐστιν· ὁπότε παρὰ τὸ λιμένος λιμενήρη, ἢ παρὰ τὸ λειμῶνος λειμωνήρη λιμήρη. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν.

lambda

112

Λιμός· παρὰ τὸ λείπω. ἔστιν γὰρ ὁ λιμὸς λεῖψις τῶν ἐπιτηδείων. ἡ παράδοσις ἔχει τὸ Ι, ὤφειλε δὲ διὰ τῆς ΕΙ διφθόγ‐ γου γράφεσθαι. καί φησιν ὁ Τρύφων, ὅτι συνέπαθεν ἡ φωνὴ τῷ σημαινομένῳ· ἐπειδὴ γὰρ ἔνδειάν τινος σημαίνει, φημὶ δὴ
5τῶν ἐπιτηδείων, τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἀνεδέξατο. ὁ δὲ Ἀπολλώνιος διὰ τοῦ Ι ἐξ ἀφορμῆς τοῦ λιμπάνω. ἰστέον δέ, ὅτι παρὰ μὲν τοῖς Ἀθηναίοις ἀρσενικῶς λέγεται ὁ λιμός, παρὰ δὲ τοῖς Δωριεῦσι θηλυκῶς οἷον ἡ λιμός. πειράσασθε δὲ τᾶς λιμοῦ κακῶς.

lambda

113

Λιμπάνω· ἀπὸ γὰρ τοῦ λείπω λιμπάνω. τὰ γὰρ διὰ τοῦ ΑΝΩ, εἰ μὲν πλεονάζει τὸ Ν, συστέλλουσι τὴν ἄρχουσαν οἷον λήθω λανθάνω, πήθω πανθάνω· οὕτως οὖν καὶ λείπω λιμπάνω.
εἰ δὲ μὴ πλεονάζει τὸ Ν, φυλάττει τὴν ἄρχουσαν οἷον λήθω40
5ληθάνω, ὡς παρὰ τῷ Ποιητῇ· ληθάνει ὅσς’ ἔπαθεν. αὔξω αὐξάνω.

lambda

114

Λινόν: τὸ ἔριον, ἀπὸ τῆς λειότητος. ἢ τὸ λεπτὸν ὕφασμα λινὸν ἔλεγον παρὰ τὸ λίαν νενῆσθαι.

lambda

115

Λῖν· εἴρηται εἰς τὸ Κλεῖν.

lambda

116

Λίπα: σημαίνει τὸ λιπαρόν. ἀπὸ τοῦ λιπαρὸν κατὰ ἀποκοπὴν λίπα. λίπ’ ἐλαίῳ.

lambda

117

Λιπερνήτης καὶ λιπερνῆτις θηλυκόν. σημαίνει δὲ ἡ λέξις τὸν ἐνδεᾶ καὶ πτωχόν, οἷον· οὐ γάρ μοι πενίη πατρώιος, οὐδ’ ἀπὸ πάππων εἰμὶ λιπερνῆτις· βάλε μοι, βάλε τὸ τρίτον εἴη. εἴρηται παρὰ τὸ λείπεσθαι ἐρνέων, ὅ ἐστι φυτῶν. ἢ λιπερνήτας
5φησὶν Ἀριστόξενος τοὺς ἁλιεῖς καὶ θαλασσίους ἀπὸ τοῦ τὰ τῆς ἁλὸς διαπιπράσκειν καὶ ζῆν. τινὲς δὲ λιπερνήτας, οἱ λιπόντες τὸ βλάστημα τοῦ ἄνθους τοῦ πλούτου. λέγονται δὲ 〈***

lambda

118

Λίπτω: σημαίνει τὸ ἐπιθυμῶ. λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος. Λυκόφρων.

lambda

119

Λίς: ὁ λέων, παρὰ τὸ λιαρόν· ἔνθερμον γάρ ἐστιν τὸ ζῷον. λαμβάνεται μὲν οὖν καὶ ἐπὶ λέοντος ἀρσενικῶς, οἷον· λίες μέν τε λίεσσι. λαμβάνεται δὲ καὶ ἐπιθετικῶς ἐπὶ τῆς λείας, ὅπερ καὶ θηλυκῶς λέγεται, οἷον· πέτρη γὰρ λίς ἐστι περιξεστῇ
5εἰκυῖα.

lambda

120

Λίσπη: ἐκτετριμμένη καὶ λεία. οὕτως γὰρ λέγονται οἱ τοιοῦτοι ἀστράγαλοι. καὶ οἱ λίσποι τὰ ἰσχία. καὶ λίσποι οἱ ἐκτετριμμένοι ἀστράγαλοι ἐπιθετικῶς.

lambda

121

Λίσφοι τὰ ἰσχία οἱ Ἀττικοί· παρὰ τὸ λείπειν αὐτὰ
σαρκῶν. δύναται καὶ λέσφοι εἶναι κατὰ τὴν ὀσφῦν.41

lambda

122

Λισσή· λισσῇ ἐπικέλλεται νήσῳ. λισσὸν τὸ ὁμαλὸν παρὰ τὸ λίαν ἴσον. Ἀμερίας δὲ ἐπὶ τοῦ ὑψηλοῦ αὐτὸ λαμβάνει. αὕτη δὲ ἡ νῆσος ὄρνιθας ἔχει τοξευούσας τοῖς πτεροῖς ὡς βέλεσιν, τὰς καλουμένας Στυφελίδας. ἡ δὲ νῆσος καλεῖται Ἄρηα, ἐπειδὴ
5ἐν αὐτῇ ἐστιν ἐπιφανέστατον ἱερὸν Ἄρεως.

lambda

123

Λίστροισι: ξύστροισι, πτύοις. ἀπὸ τοῦ λίαν στορεννύειν δι’ αὐτῶν τὴν ὑποκειμένην ὕλην.

lambda

124

Λῖτα· ἐανῷ λιτὶ κάλυψαν. οἱ μὲν λιτῷ, οἱ δὲ ἐξ ἀντιφρά‐ σεως ποικίλῳ. ὁ μέντοι Ἡρωδιανὸς ὀξύνει τὸ λιτί, ὅτι πᾶσα δοτικὴ δισύλλαβος ὀξύνεσθαι θέλει, φωτί, θητί, παντί. με‐ ταπλασμὸς δέ ἐστιν ἀπὸ τοῦ τὸ λιτὸν τοῦ λιτοῦ τῷ λιτῷ καὶ
5κατὰ μεταπλασμὸν λιτί, ὡς ἀπὸ τοῦ ὁ κλάδος τοῦ κλάδου τῷ κλάδῳ τῷ κλαδί· καὶ ἡ αἰτιατικὴ λῖτα ἐκ τοῦ λιτὸν κατὰ μεταπλασμὸν ὡς κρόκα ἐκ τοῦ κρόκην. οἷον· κατὰ λῖτα πετάσας, οἷον καταπετάσας λινοῦν ἱμάτιον.

lambda

125

Λίταργον κύνα· παρὰ τὸ λίαν ἀργὸν ἢ ταχύν.

lambda

126

Λιτέσθαι· κῆρα λιτέσθαι. ὤφειλεν προπαροξύνεσθαι ὡς τὸ ἔρεσθαι 〈***〉 ὁμοίως τῷ πυθέσθαι, ἐπειδὴ μέσου δευτέρου ἀορίστου ἐστίν. προπαρωξύνθη 〈δὲ〉 ὁμοίως τῷ δέρεσθαι καὶ φέρεσθαι ἐνεστῶτος· οὕτως καὶ ἐπὶ τοῦ λιτέσθαι· ὤφειλεν μὲν
5προπαροξύνεσθαι, ὅτι ἐνεστώς ἐστιν ἀπὸ τοῦ λίτομαι βαρυτό‐ νου, ἀλλ’ ἐπεὶ τὰ εἰς ΘΑΙ ἀπαρέμφατα τῷ Ε παραληγόμενα οὐκ ὄντα ἀπὸ τῶν εἰς ΜΙ ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλ‐ λαβῇ τὸ Ι συνεσταλμένον μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο
συμφώνων μήτε διπλοῦ παροξύνονται οἷον λιπέσθαι πιθέσθαι42
10ἱκέσθαι, οὕτως οὖν καὶ λιτέσθαι οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος παροξυνθέν, ἀλλὰ τῷ χαρακτῆρι.

lambda

127

Λίτες· τὸ δὲ λίτες παρ’ Ἐπιχάρμῳ ἐνδελίτες ἐστὶν καὶ ἐνλίτες, ὥστε μὴ εἶναι ἀφαίρεσιν δύο συλλαβῶν· ἐνδελίτες ἆρον τὴν μέσην ἐνλίτες εἶτα λίτες. οὐκ ἄρα ἀφαίρεσις δύο συλλαβῶν.

lambda

128

Λιτοίμην· πρόφρων δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην. ἀπὸ τοῦ ἀλιτέσθαι ὅ ἐστιν ἁμαρτάνειν· ἑκὼν καὶ ἐκ προαιρέ‐ σεως εἰς τὸν Δία ἁμαρτών.

lambda

129

Λιτός: ὁ πένης καὶ δημότης ἢ ἐκ λιτανείας ζῶν. ἢ ὁ ἐπὶ γῆς κοιμώμενος.

lambda

130

Λίχνος· παρὰ τὸ λίαν ἰχαίνειν, ὅ ἐστιν ἐπιθυμεῖν.

lambda

131

Λίψ: σημαίνει δὲ ἄνεμον καὶ τὴν ἧτταν καὶ λιβάδα. ἀμφό‐ τερα γὰρ παρὰ τὸ λείβω γέγονεν. τὰ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφονται, κύκλωψ Αἰθίοψ αἰγίλιψ σκνὶψ καὶ κνίψ· σκνιφὸς γὰρ καὶ κνιπός, νὶψ νιβός· ἔστιν δὲ ὄνομα κρήνης.
5οὕτως καὶ λὶψ διὰ τοῦ Ι. ὁ δὲ ἄνεμος λέγεται καθὰ λείπει ὁ ἥλιος.

lambda

132

Λίπος, Λιπαίνω· παρὰ τὸ λίπος. τοῦτο παρὰ τὸ λίαν πιότητα ἔχειν.

lambda

133

Λαγγόβαρδοι καὶ οἱ Λογγίβαρδοι· πολεμικώτατον γὰρ ἀτεχνῶς τὸ φῦλον τῶν Λογγιβάρδων.

lambda

134

Λογγών· ἐν Συρακούσαις λιμένες εἰσὶ διττοὶ Λογγῶνες. Λογγῶνες δὲ καλοῦνται οἱ ἐπὶ τῶν λιμένων τρητοὶ λίθοι, οὓς τρυπῶσιν, ἵν’ ἐξαρτῶσιν ἐξ αὐτῶν τὰ σχοινία τῶν νεῶν. τοὺς δὲ τοιούτους λίθους καὶ λογγάσια ἔλεγον.

lambda

135

Λογεῖον: σημαίνει δὲ εἶδος κρατῆρος καὶ τὸν τόπον τοῦ θεάτρου· ὥσπερ γὰρ ἀπὸ τοῦ ἄιδω γίνεται ἀιδεῖον, κείρω
κουρεῖον, σκάφω σκαφεῖον, γράφω γραφεῖον, οὕτως καὶ ἀπὸ τοῦ λέγω λογεῖον διὰ τῆς ΕΙ διφθόγγου. καὶ γὰρ τὰ ἀπὸ τῶν εἰς43
5Ω ῥημάτων διὰ τοῦ ΕΙΟΝ παραγόμενα καὶ προπερισπώμενα διὰ τῆς ΕΙ διφθόγγου γράφεται, οἷον ἄιδω ἀιδεῖον ἄγγω ἀγ‐ γεῖον, οὕτως οὖν καὶ λέγω λογεῖον. Χοιροβοσκός.

lambda

136

Λοεσσάμεναι· λουσάμεναι καὶ κατὰ διάλυσιν τῆς ΟΥ λοεσσάμεναι.

lambda

137

Λοιγόν: ὄλεθρον. παρὰ τὸ 〈***〉 λοιμὸς καὶ λοιγός. λοιμὸς δέ ἐστιν ἔνδεια τῶν σωμάτων, λιμὸς δὲ ἔνδεια σίτου.

lambda

138

Λοιμός: ἡ φθορά. παρὰ τὸ λείπω λιμὸς καὶ λοιμός. ἢ παρὰ τὸ λιμᾶν πλεονασμῷ τοῦ Ο.

lambda

139

Λοιπόν· παρὰ τὸ λείπω λοιπὸς ὡς ἀμείβω ἀμοιβός. καὶ ἐξ αὐτοῦ τὸ οὐδέτερον λοιπὸν καὶ τὰ λοιπά.

lambda

140

Λοῖσθος καὶ λοίσθιον· οἱ μὲν παρὰ τὸ ὄλισθος καθ’ ὑπερβιβασμὸν τοῦ Λ λοῖσθος καὶ λοίσθιος· ὅτε γλώσσῃ πλεῖστος ὄλισθος ἔνι, ὁ ἔσχατος οἷον ὁ ἐξολισθήσας καὶ ἐμποδισθείς. ἢ παρὰ τὸ λάσθη, ὃ σημαίνει τὴν λοιδορίαν λαῖσθος καὶ λοῖσθος·
5ὁ γὰρ ἔσχατος ὕβρισται. ἢ παρὰ τὸ λείπω λόστος καὶ λοῖσθος οἷον· λοῖσθος ἀνὴρ ὥριστος ἐλαύνει μώνυχας ἵππους.

lambda

141

Λοχαῖον σῖτον: τὸν κεκλιμένον, ἐν ᾧ ἐστι λοχῆσαι. Εὐριπίδης Τηλέφῳ· καὶ ἐν Ἀλκήστιδι· κἄνπερ λοχαία σαυτὸν ἐξ ἕδρας. καὶ λοχαίη σχῖνος παρὰ Ἀράτῳ.

lambda

142

Λοχίτης: σημαίνει τὸν ἐνεδρεύοντα. ἀπὸ τοῦ λόχος λοχίτης. τὰ ἀπὸ τῶν εἰς ΟΣ διὰ τοῦ ΙΤΗΣ γινόμενα διὰ τοῦ
Ι γράφεται, τόπος τοπίτης στύλος στυλίτης τέμενος τεμενίτης.44

lambda

143

Λουτρά: τὰ εἰς λύσιν ἄγοντα τῆς ἀκαθαρσίας· καὶ γὰρ λῦμα καλεῖται ὁ ῥύπος. λύματα πάντα κάθηραν.

lambda

144

Λόχος: ἡ ἐνέδρα. ἤτοι ἀπὸ τοῦ τοὺς ἐπιλέκτους εἰς τοῦτο εὐθετεῖν. ἢ ἀπὸ τοῦ λέξασθαι· καὶ γὰρ οἱ τοιοῦτοι ἐπίλεκτοι διεκρίνοντο εἰς τὰς ἐνέδρας. ἢ ὡς εἰς λέχος ἔχειν ἀνακλινομένους, ἵνα ἀθεώρητοι ὦσιν, οἷον· ὡς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν
5νεκύεσσι κλινθήτην.

lambda

145

Λύγος: τὸ σκότος οὐδετέρως, ἀπὸ τοῦ λύειν τὴν αὐγήν· 〈ὅθεν〉 καὶ τὸ κατακρύπτεσθαι ὑπολυγίζεσθαι λέγεται. ση‐ μαίνει δὲ καὶ φυτὸν ὡς ἐν τῷ Μ στοιχείῳ εἰσόμεθα.

lambda

146

Λυβάντων: ἀλυβάντων. τῶν Λυβάντων.

lambda

147

Λυκέα: ἀγὼν ἐν Ῥώμῃ. σύνηθες δέ ἐστιν αὐτοῖς δορὰς ἔπαθλον διδόναι.

lambda

148

Λύκειον: ἔστιν τόπος Θετταλίας, ἔνθα λύκος ἐπιὼν τοῖς τοῦ Πηλέως βουσὶν ἀπελιθώθη. γράφεται δὲ διὰ τῆς ΕΙ διφθόγ‐ γου τῷ λόγῳ τοῦ Λάγειον.

lambda

149

Λυκόφως· τινὲς λυκόφως τὸ σκοτεινόν· λυγαῖον γὰρ τὸ σκοτεινόν. οἱ δὲ λυκαῖον οἷον διαλελυμένον φάος ἢ αὐγὴ διαλυθεῖσα. ἢ λυκόφως λέγεται τὸ μετέχον σκότους καὶ φωτός, ἀπὸ μεταφορᾶς τῶν τριχῶν τῶν λύκων, αἵτινες τὸ μὲν κάτω
5μέρος τὸ πρὸς τῷ δέρματι λευκὸν ἔχουσι, τὸ δὲ ἄνω μελανόν.

lambda

150

Λυμαντῆρα· οἷον· δαιτῶν ἀπολυμαντῆρα. ἡ ἀπὸ πα‐ ρέλκει. λυμαντῆρα τὸν καθαρτῆρα τῶν δαιτῶν, τὸν ἐκ τῶν σκυβάλων τὰ βρώσιμα ἀποκαθαίροντα. ἢ τὸν ἐσθίοντα καὶ λυμαινόμενον τὰς δαῖτας. ὥστε διττὸν τὸ ὄνομα λέγεται.

lambda

151

Λύμη, λυμαίνω· ἀπὸ τοῦ λύμη λυμαίνω. τοῦτο παρὰ τὸ λύω, ἡ λύουσα τὸ σῶμα, σημαίνει δὲ τὴν φθοράν. Ἀριστο‐ φάνης ἐν Βατράχοις· τοιοῦτος ἵμερός με διαλυμαίνεται. ποῖός τις ὦδελφίδιον; ὅμως μέντοι δι’ αἰνιγμῶν ἐρῶ.45

lambda

152

Λυσθείς· λασίην ὑπὸ γαστέρα λυσθείς. λασίην τὴν δα‐ σεῖαν· ἐλυσθεὶς δὲ κατενεχθείς, ἀπὸ τοῦ ἔλω ἐλύω ὡς ἕλκω ἑλκύω.

lambda

153

Λυκώρεια· εἵπετο δ’ ἀνὴρ αὐλίτης ὃς ἐὼν μήλων πέρι..... υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυλος. Λυκώρεια πόλις Δελφίδος, ἐν ᾗ τιμᾶται Ἀπόλλων, ἀπὸ Λυκώρου τοῦ κτίσαντος αὐτήν, υἱοῦ Κωρυκείας οἰκοῦντος ἐν τῷ Παρνασσῷ·
5καὶ τὸ παρακείμενον ὄρος ἐκάλεσεν Κωρύκειον ἀπὸ τῆς ἑαυτοῦ μητρὸς Κωρυκείας.

lambda

154

Λῦτο· οἷον· λῦτο δ’ ἀγών. εἰ μὲν μέσος δεύτεροσ ἀόριστός ἐστιν ἀπὸ τῶν εἰς ΜΙ, ὥσπερ ἤδη ἐπίσταται λέγων· νῦν δ’ ἐλύμην τρὶς τόσσα πορών, καί· τῆς δ’ ἄρα κλαιούσης λύτο γούνατα, ἔκτασις ἐγένετο διὰ τὸ μέτρον. εἰ δὲ παρατατικόν
5τινες ἐκδέχονται, δύναται κράσει τοῦ ἐλύετο γεγενῆσθαι ὡς ἰχθύες ἰχθῦς, μύες μῦς.

lambda

155

Λύγξ: ὅτε μὲν τὸ πάθος διὰ τοῦ Γ κλίνεται· ἐξ οὗ καὶ τὸ ἀνελυγγίασεν· ὅτε δὲ τὸ ζῷον διὰ τοῦ Κ λυγκός. Καλλί‐ μαχος· κρέα λυγκὸς ἔταμνε.

lambda

156

Λύχνος· λέγεται ἀρσενικῶς καὶ οὐδετέρως ὁ λύχνος καὶ τὸ λύχνον. Ἱππῶναξ· κύψασα γάρ μοι πρὸς τὸ λύχνον Ἀρήτη. καὶ Ἀριστοφάνης· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον. παρὰ τὸ λύειν τὸ νύχος λυόνυχος καὶ λύχνος· οὕτως Ἀριστόνικος
5ἐν τῷ Περὶ σημείων τοῦ Ὁμήρου.

lambda

157

Λύχνα· ὡς παρὰ Καλλιμάχῳ· λύχνα φανείη. κατὰ με‐ ταπλασμόν. οὐδὲ γὰρ εὐθεῖα τὸ λύχνον, ὥσπερ οὐδὲ τὸ δά‐ κτυλον· ἀλλ’ ἀπὸ τοῦ ὁ λύχνος οἱ λύχνοι, μεταπλασμὸς γένους τὰ λύχνα, ὡς ὁ δάκτυλος οἱ δάκτυλοι τὰ δάκτυλα. δεῖ δὲ εἰδέναι,46
5ὡς ὁ τοιοῦτος μεταπλασμὸς ἐπὶ προσηγορικοῦ γίνεται ὀνόμα‐ τος, ἔνθα μὴ δυνατὸν τῇ εὐθείᾳ τοῦ οὐδετέρου τὴν γενικὴν παραδέξασθαι· ἐν γὰρ τοῖς ἐπιθέτοις πάντα κατὰ ἀναλογίαν ἀποτελεῖται· τὸ οὐδέτερον ἐν παρασχηματισμῷ ὁ καλὸς τὸ καλόν· διὸ καὶ τὴν εὐθεῖαν τῶν πληθυντικῶν τὰ καλὰ οὐ φαμὲν
10μεταπλασμὸν ἀπὸ τοῦ οἱ καλοὶ ἀρσενικοῦ πληθυντικοῦ γεγο‐ νέναι· πρόσκειται γὰρ ἡ εὐθεῖα ἑνικὴ τοῦ οὐδετέρου ἀνάλογος.

lambda

158

Λογάδες: ἐπὶ τῶν ὀφθαλμῶν τὰ λευκά. Καλλίμαχος· ὅστις ἀλιτροὺς αὐγάζειν καθαραῖς οὐ δύναται λογάσιν. εἴρηται δὲ οἷον λοχάδες, ἐν αἷς αἱ κόραι λοχῶσι καὶ οἷον λέχος εἰσὶν αὐταῖς. ἢ οἷον λευκάδες, κατὰ συγγένειαν τοῦ Κ πρὸς τὸ Γ.
5ἢ ὅτι λοξοῦνται ἐν τῷ βλέπειν κατὰ τὰς ἐπιστροφάς. Σώφρων ἐν Θυννοθήραις· λοξῶν τὰς λογάδας. οὕτως Σωρανός.

lambda

159

Λώβη· λαόβη· ἡ ἐπὶ κακῷ περιβόητος ἢ ἀπὸ τοῦ λοβός, ὃ σημαίνει τὰ ἄκρα τῶν ὤτων· ἐϋτρήτοισι λοβοῖσι, ἀπὸ μετα‐ φορᾶς τῶν ἠκρωτηριασμένων· οἱ γὰρ παλαιοὶ τοὺς ἔν τινι ἀτοπήματι ἁλόντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμον.
5ἢ ἀπὸ τοῦ λαβή, ὃ σημαίνει τὸ ξίφος ἢ τὴν βλάβην, λώβη.

lambda

160

Λώιον: κρεῖσσον, βέλτιον. τὰ εἰς ΩΝ καθαρὰ δισύλλαβα συγκριτικὰ διφθόγγῳ παραλήγονται, οἷον πλεῖον μεῖον ῥᾷον λῷον. καὶ τὰ μὲν δύο ἐκφωνοῦσι τὸ Ι· πλείων μείων· τὰ δὲ δύο οὔ· ῥᾴων λῴων. γίνεται δὲ παρὰ τὸ λῶ τὸ θέλω· ὃ γὰρ
5νοεῖ τις ἑαυτῷ συμφέρον τοῦτο καὶ θέλει.

lambda

161

Λῶπος: τὸ ἱμάτιον. ἀναλογεῖ γὰρ τῇ λωπίᾳ τῷ δέρματι.

lambda

162

Λῶμα: τὸ γυναικεῖον. ὑπὸ Ἀττικῶν ὄχθοιβος λέγεται. λέγεται λῶμα καὶ τὸ εἰς τὸ κατώτερον τοῦ ἱματίου ἐπίβλημα ἐκ βύσσου καὶ πορφύρας καὶ κοκκίου.47

lambda

163

Λωτεῦντα: οἷον· πεδία λωτεῦντα, ἀνθοῦντα ἤγουν τὰ λωτὸν ἔχοντα· λωτὸς δέ ἐστιν εἶδος βοτάνης. ἀπὸ τοῦ λω‐ τόεντα γίνεται καθ’ ὑπερβιβασμὸν λωτέοντα καὶ κράσει Δωρικῇ τοῦ ΕΟ εἰς τὴν ΕΥ δίφθογγον λωτεῦντα. εἰ γὰρ ἀπὸ τοῦ
5λωτόεντα ἦν, λωτοῦντα εἶχεν εἶναι.

lambda

164

Λωφῶ· τειρόμενοι καμάτῳ μετελώφεον. σημαίνει τὸ παύω. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰ φορτία κατατιθεμένων.

lambda

165-208t

ἌΛΛΑ

lambda

165

Λακινία: ἔστιν ὄνομα πόλεως. ἡ ΚΙ συλλαβὴ διὰ τοῦ Ι, ἐπειδὴ ἀπὸ τοῦ Λακῖνος, ὡς τὸ Ἀκραγαντῖνος.

lambda

166

Λάγειον: οὕτως λέγεται τὸ ἱπποδρόμιον 〈Ἀλεξαν‐ δρείασ〉 ἀπὸ Λάγου τινός. 〈γράφεται δὲ διὰ τῆσ〉 ΕΙ διφθόγγου. τὰ διὰ τοῦ ΕΙΟΝ τρισύλλαβα ἰδιάζοντα προπαροξύνονται, οἷον Λύκειον Λαύρειον, τόπος τῆς Ἀττικῆς ποιῶν μέταλλα·
5Χλούνειον. καὶ σημαίνει τὸ ἱπποδρόμιον· οὕτως καὶ Λάγειον.

lambda

167

Λίκνον: σημαίνει τὸ πτυάριον. διφορεῖται κατὰ τὴν γραφήν. καὶ εἰ μὲν διὰ τῆς ΕΙ διφθόγγου γράφεται, σχηματίζε‐ ται οὕτως· ἔστιν λέχος, ἐκ τούτου γίνεται λέχνον καὶ λέκνον καὶ πλεονασμῷ τοῦ Ι λείκνον. καὶ γὰρ οἱ ἀρχαῖοι ἐν τοῖς
5πτυαρίοις ἐποίουν τοὺς οἰκείους υἱοὺς διὰ τὸ πολύγονον κα‐ θεύδειν. εἰ δὲ διὰ τοῦ Ι, οὕτως· ἔστι λικμᾶν, ἐκ τούτου γίνεται λίκμον καὶ κατὰ μετάθεσιν τοῦ Μ εἰς τὸ Ν λίκνον. τὸ δὲ λικμᾶν
διὰ τοῦ Ι, ἐπειδὴ παρὰ τὸ λίαν καμεῖν.48

lambda

168

Λειρόφθαλμος: εἰ μὲν σημαίνει τὸν προσηνῆ, διὰ τῆς ΕΙ διφθόγγου, παρὰ τὸ λείριον, ὃ σημαίνει τὸ ἄνθος. εἰ δὲ τὸν ἀναιδῆ, διὰ τοῦ Ι, παρὰ τὸ λιρὸς γάρ ἐστι, τοῦτο δὲ παρὰ τὸ λίαν ὁρᾶν.

lambda

169

Λείριον: τὸ ἄνθος. παρὰ τὸ λεῖον λείιον καὶ πλεονασμῷ τοῦ Ρ λείριον. λέγει δὲ καὶ Ὦρος ὅτι οὐ τῶν ἀνθῶν δεῖ λέγεσθαι, ἀλλὰ τῶν ἀνθέων, διὰ τὴν συνέμπτωσιν τοῦ ἀνθ’ ὧν ἐπιρρή‐ ματος, ὅπερ ἀπὸ τῆς ἀντὶ προθέσεως καὶ τοῦ ὧν ὑποτακτικοῦ
5ἄρθρου γέγονεν.

lambda

170

Λειτουργεῖν· παρὰ τὸ ὑπηρετεῖν τῷ ληίτῳ λέγεται. λήιτον δέ ἐστιν τὸ δημόσιον· ἀπὸ οὖν τοῦ ἔργον καὶ τοῦ λήιτον ληιτουργεῖν, καὶ κατὰ συστολὴν τοῦ Η εἰς τὸ Ε λεϊτουργεῖν, καὶ κατὰ συναίρεσιν τοῦ Ε καὶ Ι εἰς τὴν ΕΙ δίφθογγον λει‐
5τουργεῖν.

lambda

171

Λειώδης: ὄνομα κύριον, διὰ τῆς ΕΙ διφθόγγου. οἱ μὲν ἀπὸ τοῦ λεῖον λέγουσιν· λεῖος γὰρ ἦν, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων· ὁ δ’ ἐπεὶ κάμε χεῖρας ἀνέλκων ἀτρίπτους ἁπαλάς. οἱ δὲ παρὰ τὸ λεῷ ἁδεῖν, ἤγουν ἀρέσκειν, οἷον Λεώδης καὶ Λειώδης·
5ἐμίσει γάρ φασι τὰς μάχας, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων· ἀτασθαλίαι δέ οἱ οἴῳ ἐχθραὶ ἦσαν. κρεῖττον δὲ λέγειν παρὰ τὸ λεῖον. ζήτει εἰς τὴν Ἀκτῖνα.

lambda

172

Ληνίς: σημαίνει τὴν Βάκχην· παρὰ τὸ ληνόν. ὡς θηλυκὸν ὀξύνεται καὶ διὰ τοῦ Ι.

lambda

173

Λεῖμαξ: ὁ λειμών· παρὰ τὸν λειμῶνα λεῖμαξ.

lambda

174

Λειόβατος· παρὰ τὸ λεῖον γέγονεν. ἔστι δὲ εἶδος ἰχθύος.

lambda

175

Λειψύδριον: ἔστι δὲ τόπος τῆς Ἀττικῆς. παρὰ τὸ λείβω
γέγονεν.49

lambda

176

Λείψανον· παρὰ τὸ λείπω λείψω λείψανον. λείψανα γάρ εἰσι τὰ λεγόμενα ἐγκαταλείμματα. ἢ παρὰ τὸ λείβω λείψω λείψανον. καὶ γὰρ ἔσπενδον ἐπὶ τῶν τεθνεώτων.

lambda

177

Λειχήν· παρὰ τὸ λείχω. καὶ γάρ φασιν, 〈ὅτι〉 ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται. ἢ παρὰ τὸ λεῖον κατὰ ἀντίφρασιν γέγονε τὸ μὴ ὂν λεῖον.

lambda

178

Λείηναν· οἷον· λείηναν δὲ χορόν. παρὰ τὸ λεῖον γέγονεν.

lambda

179

Λέων· παρὰ τὸ λάω τὸ σημαῖνον τὸ θεωρῶ, ἐξ οὗ καὶ ἀλαὸς ὁ τυφλός, ὁ ἐστερημένος τοῦ λάειν ἤγουν τοῦ βλέπειν· ὀξυδερκέστατον γὰρ τὸ θηρίον. καί φησιν ὁ Μανέθων ἐν τῷ πρὸς Ἡρόδοτον, ὅτι οὐδέποτε καθεύδει ὁ λέων. τοῦτο δὲ ἀπί‐
5θανον· οὐκ ἐνδέχεται γὰρ ἀεί τινα ἐγρηγορέναι· ἀλλ’ ἴσως ὡς ἡ δορκὰς ἐν τῷ καθεύδειν ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμοὺς καὶ λοιπὸν ὑπόνοιαν παρέχει τοῦ μὴ καθεύδειν, οὕτως καὶ ὁ λέων· ἀνεῳγμένους δὲ ἔχει τοὺς ὀφθαλμούς, ἐπειδὴ τῶν ὀφθαλ‐ μῶν μεγάλων ὄντων τὸ δέρμα τὸ ἐπικείμενον τοῖς ὀφθαλμοῖς
10μικρότερόν ἐστιν καὶ οὐ δύναται σκεπάσαι αὐτούς.

lambda

180

Λιπαρεῖν: σημαίνει τὸ παρακαλεῖν. ὡς παρὰ Φερεκράτει ἐν Πετάλῃ· τί δ’ αὐτὸ λίαν ὧδε λιπαρεῖς θεόν; παρὰ τὸ λίαν παρεῖναι.

lambda

181

Λιρός: σημαίνει τὸν ἀναιδῆ. παρὰ τὸ λίαν ὁρᾶν· οἱ γὰρ ἀναιδεῖς λίαν ὁρῶσιν.

lambda

182

Λιμβρός: ἡ σκοτεινὴ νύξ. παρὰ τὸ λίαν βαίνειν.

lambda

183

Λιτός: σημαίνει τὸν εὐτελῆ καὶ ἀποίκιλον χιτῶνα. λέγει ὁ Δίδυμος παρὰ τὸ λεῖος εἶναι, διὰ τοῦ ΕΙ. ἡ δὲ παράδοσισδιὰ τοῦ Ι, ὥς φησιν Φιλόξενος· τὰ γὰρ διὰ τοῦ ΙΤΟΣ ἀποστρέ‐
φονται τὴν 〈διὰ τῆσ〉 ΕΙ διφθόγγου γραφήν, οἷον· σῖτος ἐπα‐50
5φρόδιτος λήιτος Θεοδώριτος Μούνιτος. οὕτως οὖν καὶ λιτὸς διὰ τοῦ Ι. δεῖ προσθεῖναι· χωρὶς τοῦ κλειτὸς καὶ τῶν παρ’ αὐτό, οἷον Ἡράκλειτος Πολύκλειτος ἀγάκλειτος. περὶ τοῦ Τρῖτος, ὅ ἐστι φρέαρ ἐν τῇ Ἀττικῇ· ὁ μὲν Ἡρωδιανὸς βαρύνει καὶ διὰ τοῦ Ι γράφει, ὁ δ’ Ὦρος ὀξύνει καὶ διὰ τῆς ΕΙ διφθόγγου. τὸ
10σειστὸς δὲ σημαῖνον τὸν σειόμενον οὐκ ἀντίκειται, ἀπὸ τοῦ σείω 〈ὄν〉. ἀλλ’ οὐδὲ διὰ τοῦ ΙΤΟΣ, ἀλλὰ διὰ τοῦ ΕΙΣΤΟΣ ἐστίν. τὸ δὲ Σηστὸς τὸ ὄνομα τῆς πόλεως καὶ θηλυκῶς λέγεται καὶ διὰ τοῦ Η γράφεται.

lambda

184

Λοφνίδας· σὺ δ’ οὔτι τεὰς ἀνὰ λοφνίδας ἴσχων. λοφνίδας τὰς λαμπάδας. κυρίως μὲν λοφνίδες λέγονται αἱ μονόξυλοι λαμπάδες καὶ δαλῷ παραπλήσιοι δᾷδες μετὰ κατασκευῆς τινος καὶ κόσμου γεγονυῖαι, λαμπάδες δὲ αἱ ὁπωσδήποτε κατεσκευα‐
5σμέναι καὶ ἂν ἀκόσμως δεδεμέναι ὦσιν. καὶ Ὅμηρος δετὰς λέγει· καιόμεναί τε δεταί· ἴσως οὐκ αὐτάς, ἀλλὰ τὸ πῦρ τὸ δι’ αὐτῶν. ἔνιοι δέ φασιν λοφνίδας λέγεσθαι τὰς ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου γινομένας.

lambda

185

Λαβραγόρην: προπετῆ ἐν τῷ λέγειν, οἷον λάβρον καὶ θρασύν.

lambda

186

Λάζετο: ἐκράτησεν. λήβω τὸ λαμβάνω, ὁ δεύτερος ἀό‐ ριστος ἔλαβον, καὶ ἐξ αὐτοῦ λαβάζω καὶ κατὰ συγκοπὴν λάζω λάζομαι ἐλαζόμην καὶ συναρχομένως λάζετο.

lambda

187

Λαθικηδέα: τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν πάντων.

lambda

188

Λαισήια: μικρὰ ἀσπιδίσκια ὠμοβύρσια, βαρβαρικὸν ὅπλον.

lambda

189

Λαιψηρά: ταχέα.

lambda

190

Λειανέω: λείαν, ὁμαλὴν ποιήσω.

lambda

191

Λειήνας: ξέσας, λειώσας.51

lambda

192

Λελογχώς· ἐκ τοῦ λήχω ἔλογχα καὶ λέλογχα.

lambda

193

Λέπαδνα: οἱ περὶ τὰ στήθη τῶν ἵππων ἱμάντες.

lambda

194

Λέσβος: νῆσος πλησίον Ἀσίας.

lambda

195

Λεχεποίην: βαθεῖαν πόαν παρέχουσαν, ἐξ ἧς ἔστι καὶ λέχος ποιῆσαι, ὅ ἐστιν κοίτην.

lambda

196

Λεύσσετε: ὁρᾶτε, βλέπετε. τὰ εἰς ΠΤΩ λήγοντα 〈ῥή‐ ματα〉 οἱ Αἰολεῖς διὰ δύο ΣΣ λέγουσιν, πέπτω πέσσω, βλέπτω, οὗ σύνθετον ἀβλεπτῶ, βλέσσω· παρενείραντες οὖν τὸ Υ ἰδίῳ ἔθει, παρέσει τοῦ Β λεύσσω. ἐνεστῶτος δὲ εἶναι οἶμαι ὡς τὸ
5ἄξετε καὶ οἴσετε καί· καταβήσεο δίφρου.

lambda

197

Ληιστοί: οἱ ἐκ λείας καὶ λῃστείας κτητοί, ἀπὸ τοῦ ληίζω. ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ οὔθ’ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. οὔτε ἐκ λείας λαμβανομένη φησὶ κτητή, οὔτε πάλιν ληπτή, ἐὰν ἅπαξ φθάσῃ παρεξελθεῖν τὸ
5περίβολον τῶν ὀδόντων· διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ φυσικὸν πνεῦμα.

lambda

198

Λῆμα καὶ λῆμμα: οἷον τὸ θέλημα, Ἐπίχαρμος· ἀλλὰ χρὴ ἡμῖν ἕν τε χρῆμα πᾶσιν καὶ κλῆσιν μίαν. ταύτῃ δὲ διαστέλ‐ λεσθαι χρὴ εὐλόγως τὸ λῆμα τοῦ λήμματος· τὸ μὲν γὰρ τίθε‐ σθαι ἐπὶ τοῦ ψυχικοῦ παραστήματος, τὸ δὲ ἐπὶ τοῦ λαμβα‐
5νομένου.

lambda

199

Λιγαίνω: τὸ κηρύσσω.

lambda

200

Λιγυφθόγγοις: ἡδυφώνοις, ὀξυφώνοις.

lambda

201

Λιπαροκρήδεμνος: ἤτοι λαμπρὸν ἔχουσα περιβόλαιον τῇ κεφαλῇ· ἐξ οὗ εὐσταλὴς καὶ κοσμία. ἢ λιπαρὰ ἀπὸ τοῦ ἐλαίου.

lambda

202

Λικμώντων: πτυιζόντων, ἀποχωριζόντων ἀπὸ τοῦ
σίτου τὰ ἄχυρα τῷ πτύῳ.52

lambda

203

Λουτρόν· παρὰ τὸ λούω· τὸ λοῦον· οὐ γὰρ αὐτοὶ κα‐ θαίρομεν τὸ ὕδωρ, ἀλλὰ καθαιρόμεθα. δεῖ δὲ βαρυτόνως 〈προ〉φέρεσθαι· ὥστε παραλόγως ὀξύνεται.

lambda

204

Λοίγια: χαλεπά, ὀλέθρια.

lambda

205

Λυγρά: χαλεπά.

lambda

206

Λύσσαν: μανίαν. εἴρηται παρὰ τὸ λύειν τὸν νοῦν.

lambda

207

Λυσσητῆρα: μανιώδη, λυσσώδη.

lambda

208

Λύτρον· παρὰ τὸ λύω λύτρον.53