TLG 4097 002 :: ETYMOLOGICUM GENUINUM :: Etymologicum genuinum (ἀνάβλησις—βώτορες)

ETYMOLOGICUM GENUINUM Lexicogr., vel Etymologicum magnum genuinum
(A.D. 9)

Etymologicum genuinum (ἀνάβλησις—βώτορες)

Source: Lasserre, F., Livadaras, N. (eds.), Etymologicum magnum genuinum. Symeonis etymologicum una cum magna grammatica. Etymologicum magnum auctum, vol. 2. Athens: Parnassos Literary Society, 1992: 15–20, 22, 24, 26–36, 38–44, 46, 48–50, 52–58, 60–64, 66–68, 70, 72–79, 81–83, 86–89, 91–92, 94–95, 97, 104, 106–116, 118–122, 124–131, 142, 144–161, 164–168, 170–176, 178–196, 198–204, 206–218, 220–240, 242–250, 252–264, 266–284, 286–290, 292–306, 308–316, 318, 320–346, 348–380, 382–404, 406–412, 414, 416–424, 426–444, 446–456, 458–462, 464–480, 482–510, 512–524.

Citation: Alphabetic letter — entry — (line)

alpha

761

Ἀνάβλησις (Β 380)· ἀναβολὴ καὶ ὑπέρθεσις τοῦ κακοῦ AB, Sym. 938, EM 1231. Comm. Hom.

alpha

762

Ἀναδοιδυκίζει (fr. com. adesp. 926)· ἀναταράττει· ἀπὸ τοῦ δοίδυξ δοίδυκος AB, Sym. 939, EM 1239. *Lex. rhet.

alpha

763

Ἀναδῦναι (Η 217)· ὑποστρέψαι, ἀναδραμεῖν. ἡ χρῆσις εἰς τὸ βλοσυρός (Η 212) AB, EM 1240. Comm. Hom.

alpha

764

Ἀναζυγῶσαι (Aristoph. fr. 685)· ζύγωθρον καλεῖται ὁ κόραξ· καὶ ἐπιζυγῶσαι δὲ τὸ κλεῖσαι AB, Sym. 940, EM 1245. Lex. rhet.

alpha

765

Ἀνακληθρίς· πέτρα ἐν Μεγάροις. ὅτι ἡ Δήμητρα καθεσθεῖσα ἐπ’ αὐτῆς ἀνεκαλεῖτο τὴν κόρην καὶ ἐκ τῆς ἀνακλήσεως τὴν πέτραν Ἀνακληθρίδα † κληθῆναι. Μεθόδιος AB, Sym. 941, EM 1249. Methodius.

alpha

766

Ἀνακοί (fr. com.?)· οἱ Διόσκουροι παρὰ τοῖς Ἀττικοῖς.
παρὰ τὸ ἀνάσσω ἀνακός, ὡς φυλάσσω φυλακός, μαλάσσω μαλακός. ἢ ὅτι ἀνακῶς, ὅ ἐστι φιλανθρώπως, ἐχρήσαντο τοῖς Ἀθη‐ ναίοις. ἢ ὅτι τοὺς πλέοντας σῴζουσιν ἀστέρες ὄντες ἄνω καὶ ἑκὰς
5ἡμῶν ὄντες. καὶ τὸ ἄνω δὲ συνθέτως εἰώθασιν οἱ Ἀττικοὶ ἀνακῶς καλεῖν. Μεθόδιος. AB, Sym. 942, EM 1250. Methodius.

alpha

767

Ἀνακῶς (Hdt. 8, 109, 4; Thuc. 8, 102, 2)· ἐπιμελῶς καὶ πεφροντισμένως καὶ πεφυλαγμένως· ἀπὸ τῆς ἀνακός γενικῆς εἰς εὐθεῖαν ἀναχθείσης, ὡς φυλακός· ἀπὸ τῶν ἀνάκτων, οἷς φροντίδες εἰσὶ τῶν ὑπηκόων. ἀπὸ τῆς ἄνακος δὲ εὐθείας σχηματίζεται, ἐπειδὴ
5τὰ ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων ἀρσενικῶν οὐ ποιεῖ ἐπίρρημα εἰς ως· οὔτε γὰρ ἀπὸ τοῦ φύλαξ ἢ ἄναξ ἢ ἅρπαξ γίνεται ἐπίρρημα. Μεθόδιος AB, Sym. 943, EM 1251, Areth. Schol. Plut. vit. Thes. 33, 2. Methodius.

alpha

768

Ἀνακυμβαλιάζω· (Π 379)·
δίφροι δ’ ἀνεκυμβαλίαζον· ἀνεκρότουν, ἢ ἀνετρέποντο AB, Sym. 944, EM 1254. Comm. Hom.

alpha

769

Ἀνάλογος· παρὰ τὸ λόγος ἄλογος· εἶτα δευτέρα σύν‐ θεσις μετὰ πλεονασμοῦ τοῦ ν ἀνάλογος, ὁ λόγου ἐχόμενος, ὅ ἐστιν ὁ κατὰ λόγον ὅμοιος. γίνονται δὲ πολλάκις ἐν ταῖς συνθέσεσι στε‐ ρήσεις τῶν προλαβουσῶν στερήσεων ἀναιρετικαί, αἵτινες καλοῦνται
5ἐπιστερήσεις. Μεθόδιος AB, Sym. 945, EM 1257, Et. Gud. (c)
α 1145. Methodius.

alpha

770

Ἄναλτος· ἀηδής· ἀπὸ τῶν ὄψων τῶν μὴ ἐχόντων ἅλας καὶ ἀηδῶν ὄντων· σημαίνει δὲ καὶ τὸν ἀχρεῖον. ἢ ἀναυξὴς καὶ ἀτελής· παρὰ τὸ † ἄλλω, τὸ αὐξάνω, ὅθεν καὶ ἄλσος, τὸ εὐαυξὲς χωρίον. ἢ ὁ ἀπλήρωτος καὶ ἀκόρεστος, ὥς φησιν ὁ ποιητής (ς 2—3)·
5μετὰ δ’ ἔπρεπε γαστέρι μάργῃ
ἀζηχὲς φαγέμεν καὶ πιέμεν. καὶ ἐπιφέρει (ς 114)·
ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας. παρὰ τὸ ἅλις, τὸ σημαῖνον τὸ δαψιλὲς καὶ ἱκανῶς, γίνεται ἅλος καὶ
10κατὰ στέρησιν ἄναλος καὶ πλεονασμῷ τοῦ τ ἄναλτος AB, Sym. 946, EM 1258, Eust. 1840, 24. *Methodius.

alpha

771

Ἄναλκις (Β 201)· ἀσθενής, ἀδύνατος (l. c.)·
σὺ δ’ ἀπτόλεμος καὶ ἄναλκις AB, EM 1259, Et. Gud. (d) ad α 432. Comm. Hom.

alpha

772

Ἀνὰ ῥῶγας (χ 143)·
ἀνὰ ῥῶγας μεγάροιο· τὰς ἐν τῷ μεγάρῳ διόδους· οἱ δὲ τὰς ἀναβάσεις· ἀπὸ τοῦ διεστάναι. ὁ δὲ Φιλόξενος (fr. 403) ἀμφίβολον εἶναί φησι πότερον οὐδέτε‐
5ρον ῥῶγας ὡς τὸ κῶας, ἵν’ ᾖ τὸ ἀνάρρηγμα τοῦ τοίχου· ἢ τὰς ῥῶγας, ἵν’ ᾖ τὰς ῥαγάδας. βέλτιον δὲ τὸ πρότερον AB, EM 1285, Eust. 1922, 3. *Comm. Hom.

alpha

773

Ἀνάνιον· ἄλυπον· κατὰ στέρησιν τῆς ἀνίας. Μεθόδιος
AB, EM 1262. Methodius.

alpha

774

Ἀναπαυόμενον ὕδωρ· πηγὴ ἐν Δωδών· ὅτι οὐκ ἀέναον ἔχει τὸ ὕδωρ, ἀλλὰ κατὰ τὰς μεσημβρίας καὶ μέσας νύκτας ἀπολήγει καὶ οὐ ῥεῖ, τὰς δὲ ἄλλας ὥρας συνεχῶς φέρεται· ὥσπερ οὖν ἐπὶ ἀνθρώπων καμνόντων, κατὰ δὲ τὸν ὁρισμὸν ἀπολειπόντων.
5Μεθόδιος AB, Sym. 948, EM 1272. Methodius.

alpha

775

Ἀνάρρυσις (Ar. pac. 890)· ἡ θυσία, ἐπειδὴ θύοντες ἀνέκλων τοὺς τραχήλους τῶν θυομένων ἐπὶ τὰ ἄνω τρέποντες. οὕτως δὲ καὶ ἑορτὴ ἐκαλεῖτο παρὰ Ἀθηναίοις. Ὅμηρος (Α 459)·
αὖ ἔρυσαν
5AB, Sym. 949, EM 1283, Et. Gud. (c) α 1161. *Methodius.

alpha

776

Ἀνάσσω· τὸ βασιλεύω· ὡς πατῶ πατάσσω, σαλῶ σαλάσ‐ σω, ἀνῶ ἀνάσσω, τὸ σημαῖνον τὸ ἀνύω, ἐξ οὗ καὶ ἀνήρ. Μεθόδιος AB, Sym. 950, EM 1304, Et. Gud. (c) α 1151. Methodius.

alpha

777

Ἄναξ· παρὰ τὸ τὴν ἄνω τάξιν ἔχειν ἢ ὁ ἄνω ἀΐσσων ἢ πρὸς ὃν πάντα ἀναφέρομεν. σημαίνει δὲ τὸν βασιλέα, ὡς τὸ (Β 434 ...)
Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν· σημαίνει καὶ τὸν δεσπότην (α 397)·
5
αὐτὰρ ἐγὼ οἴκοιο ἄναξ ἔσομ’ ἡμετέροιο· σημαίνει καὶ τὸν φύλακα, ὡς παρὰ Σοφοκλεῖ, οἷον (fr. 775)·
πύλης ἄναξ θυρωρέ. ἀμφότερα δὲ ἐσχημάτισται ὁμοίως AB, Sym. 951, EM 1264. Orio 611, 4 Werfer + 16, 17 + *Orus, Περὶ πολυσημ. λέξεων (?).

alpha

778

Ἀναστήσειεν (Α 191)· ἀναστάτους καὶ φυγάδας ποιή‐
σειεν AB, Sym. 952, EM 1294. Comm. Hom.

alpha

779

Ἀνασταδόν (Ι 671)· ἀναστάντες (l. c. 670—671)·
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
†δειδέχαθ’ ἄλλοθεν ἄλλος ἀνασταδόν, οἷον ἄλλος ἐξ ἄλλου μέρους ἀναστάντες AB, Sym. 953, EM 1296.
5Comm. Hom.

alpha

780

Ἀνασφῆλαι· τὸ ἀναρρωσθῆναι· παρὰ τὸ σφῆλον, ὃ ση‐ μαίνει τὸ ἰσχυρόν· καὶ (Stes. fr. 76)
ἐρίσφηλος, ὁ Ἡρακλῆς. Μεθόδιος AB, Sym. 954, EM 1306. Methodius.

alpha

781

Ἀνάχαρσις· ὁ Σκύθης· παρὰ τὴν ἀνά πρόθεσιν καὶ τὴν χάρσιν, ὃ σημαίνει τὴν χάριν ἢ χαράν. Μεθόδιος AB, Sym. 955, EM 1312. Methodius.

alpha

782

Ἄναυρος (Dion. per. 1118)· ὁ ἐξ ὑετῶν συνιστάμενος ποταμός, ὡς παρὰ Διονυσίῳ (l. c.)·
ἄλλοι δ’ ἰχνεύουσιν ἐπὶ προμοτῇσιν ἀναύρων. παρὰ τὸ μὴ ἔχειν αὔραν. † Ὦρος AB, Sym. 956, EM 1310. Orio 3, 2.

alpha

783

Ἀνάγκη· παρὰ τὸ ἀνάγω ἀνάγη καὶ πλεονασμῷ τοῦ κ ἀνάγκη· 〈***〉 ἡ πάντα κρατοῦσα. Ὠρίων (14, 16) AB, Sym. 957,
EM 1235. Orio l. c.

alpha

784

Ἀναλῶ· ἐξ οὗ καὶ τὸ ἀναλίσκω παράγωγον· σημαίνει δὲ τὸ πορθῶ καὶ δαπανῶ· ἐξ οὗ καὶ ἀνάλωμα. ἔστιν οὖν ἀλές, τὸ σημαῖνον τὸ ἀθροῦν, οἷον (Ψ 420)·
ᾗ χειμέριον ὕδωρ ἀλέν,
5ἐξ οὗ ῥῆμα ἀλῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀαλῶ, τὸ πλανῶ, του‐ τέστιν τὸ τὰ συνηθροισμένα σκορπίζειν, καὶ πλεονασμῷ τοῦ ν ἀναλῶ, ὡς αἴτιος ἀαίτιος καὶ ἀναίτιος. ἐκ δὲ τοῦ ἀναλῶ γίνεται παράγωγον ἀλίσκω καὶ ἀναλίσκω, τὸ αὐτὸ σημαῖνον τῷ ἀναλῶ. † Ὦρος. ἢ παρὰ τὸ ἅλις ἐπίρρημα AB, Sym. 958, EM 1260. Orio.

alpha

785

Ἀναλωτικός· ἀφανιστικός· ἀπὸ τοῦ ἀνάλωτος ἀναλωτι‐ κός· τοῦτο παρὰ τὸ ἀναλῶ AB, Sym. 959, EM 1260. *Orio.

alpha

786

Ἀνάρσιος· ὁ ἀνάρμοστος καὶ ἀσύμφωνος· ἔστιν ἀρῶ, τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ἐξ οὗ ἄρσιος καὶ ἀνάρσιος κατὰ στέρησιν τοῦ α. Ὠρίων AB, Sym. 960, EM 1281, Et. Gud. (c) α 1154 (?). Orio.

alpha

787

Ἄνασσα· οὐκ ἀπὸ τοῦ ἄναξ γέγονε· τὰ γὰρ ἀπὸ τῶν εἰς ξ εἰς α παραγόμενα ἐθνικά εἰσι, Φοῖνιξ Φοίνισσα, Κίλιξ Κίλισσα. τοῦτο δὲ μὴ ὂν ἐθνικὸν ὁμοίως οὐ λέγεται. ἔστιν οὖν ἀπὸ τοῦ ἀνάσσω, ὡς ἐλίσσω ἔλισσα καὶ ἀμφιέλισσα, καὶ νύσσω νύσσα. Ὠρίων
5(26, 1) AB, Sym. 961, EM 1305, Et. Gud. (c) α 1150. Orio l. c.

alpha

788

Ἀναφαίρετον· πολύν, ὃν οὐ δύναταί τις ἀφαιρῆσαι, οἷον «πλοῦτον ἀναφαίρετον» καὶ «δωρεὰν ἀναφαίρετον»· ἀπὸ τοῦ ἀφαιρῶ ἀφαίρετον καὶ ἀναφαίρετον καὶ πλεονασμῷ τοῦ ν, ὡς ἐπὶ τοῦ ἀναιδής AB, Sym. 962, EM 1311. *Orio?

alpha

789

Ἀναψύχω (Ν 84)· οἷον (l. c.)·
παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ Ab, Sym. 963. *Comm. Hom.

alpha

790

Ἀνὰ δρυμά (Euphor. fr. dub. 177, 3 Powell)·
σεῦ γὰρ † δι〈***〉 ειρήνη, Πολύβοια, καὶ † ἀνδράσι νήπιος ἐών †
πιλναμένης, καὶ θῆρες ἀνὰ δρυμὰ πρηΰνονται.
5τινὲς ἀνέγνωσαν δρυμά ὡς ἀπὸ τοῦ δρυμός. οὐκ ἔστι δέ· οὐ γὰρ σῴζεται τῶν τριῶν προσώπων ἡ συζυγία· σοφός μὲν γὰρ καὶ σοφή καὶ σοφά ὁμοτόνως, δρυμός δὲ καὶ δρυμή οὐκέτι. οὐκ ἄρα δρυμά, ἀλλὰ δρύμα, ὡς λύχνα AB, Sym. 964, EM 1241. *Orio.

alpha

791

Ἀναλογία· παρὰ τὸ λόγος λογία ἀλογία καὶ ἀναλογία· αἱ γὰρ δύο στερήσεις ὁμοῦ οὖσαι κατάθεσιν ποιοῦσιν, ὡς πυστά ἄπυστα καὶ ἀνάπυστα, τὰ περιβόητα· καὶ πηρόν ἄπηρον καὶ ἀνάπηρον, τὸν πεπηρωμένον. ἐπὶ πάντων δὲ τὸ ν πλεονάζει, ὡς ἐπὶ τοῦ ἀναίτιος καὶ
5ἀναίσχυντος. Ὠρίων (31, 1) AB, Sym. 965, EM 1261. Orio l. c.

alpha

792

Ἀνάπλεων· εἴρηται εἰς τὸ ἀξιόχρεως (Et. gen. α 948) AB, Sym. 966, EM 1275.

alpha

793

Ἀναθηλήσει (Α 236)· ἀναβλαστήσει· ἔστι τὸ θέμα ἀναθηλῶ πρώτης συζυγίας τῶν περισπωμένων· ἀναθ(ηλήσω?) AB, Sym. 967, EM 1246, Et. Gud. (d) ad α 422. Comm. Hom. + Epim. Hom. (cf. AP III 342, 21).

alpha

794

Ἀναπλήσῃς (Δ 170)· † ἀναπληρώσεις· ἐκ τοῦ ἀναπλῶ AB, Sym. 968, EM 1266. Comm. Hom.

alpha

795

Ἀναπρήσας (Ι 433)· ἀναφυσήσας· ἢ ἀθρόως ἀναβαλών
AB, Sym. 969, EM 1267. Comm. Hom.

alpha

796

Ἀναπνεύσωσιν (Π 42)· ἀναψύξωσιν, ἀναπαύσωνται (l. c. 42—43)·
ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· ὀλίγη δ’ ἀνάπνευσις πολέμοιο,
5ἀντὶ τοῦ ταχίστη τὸ ὀλίγη AB, Sym. 970, EM 1269. Comm. Hom.

alpha

797

Ἀναστάς (Α 387)· ἐκ τοῦ ἵστημι, ὁ δεύτερος ἀόριστος ἐ‐ στὶν ἔστην, ἡ μετοχὴ στάς καὶ ἀναστάς AB, EM 1292. Epim. Hom.

alpha

798

Ἀνάσχεο (Α 586)· μέσου ἀορίστου δευτέρου προστακτικοῦ κατὰ διάλυσιν Ἰωνικήν AB, Sym. 971, EM 1291, Et. Gud. (d) ad α 448. *Epim. Hom.

alpha

799

Ἀναγκάζω· ἀπὸ τοῦ ἄναξ ἄνακος, ἐξ οὗ τὸ ἄνακτος, γέγονεν ἀνάκη καὶ ἀνάγκη· καὶ ὡς ἀπὸ τοῦ σπουδή σπουδάζω καὶ ἀπὸ τοῦ αὐγή αὐγάζω, οὕτως καὶ ἀπὸ τοῦ ἀνάγκη ἀναγκάζω. οὕτως
Ζηνόβιος (fr. 8 Schoemann) AB, Sym. 972, EM 1236. Zenob. l. c.

alpha

800

†Ἀνάκτωρ (Eur. Andr. 117 ...)· οὐ πεποίηται παρὰ τὸ ἀνάκτωρ· οὐδενὶ γὰρ τούτων τῶν ῥηματικῶν παράκειται οὐδε‐ τέρου παρασχηματισμός. πεποίηται οὖν παρὰ τὸ ἀνάκτορος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ (fr. 363) AB, Sym. 973,
5EM 1252. *Orio. 〈Ἀνακωχεύειν· EM 1253. *Orio?〉?

alpha

801

Ἀνάπνευσις (Π 43)· εἴρηται εἰς τὸ ἀπινύσσειν
(α 1017) AB, EM 1268.

alpha

802

Ἀναδούμενος· παρὰ τὸ δέω δέσω δέδεκα, ἡ μετοχὴ δεόμενος καὶ ἀναδεόμενος καὶ κατὰ συναίρεσιν ἀναδούμενος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ (fr. 364) AB, Sym. 974, EM 1243. *Orio.
5802a in cod. A = gl. 808.

alpha

803

Ἀναρροιβδεῖ (μ 104)·
ἀναρροιβδεῖ † μέγαν ὕδωρ· ἀντὶ τοῦ ἀναρροφεῖ· ἔστι γὰρ ἀναρροφεῖ, πλεονασμῷ τοῦ ι ἀναρροι‐ φεῖ καὶ ἐπενθέσει τοῦ † β ἀναρροιβδεῖ τραπέντος τοῦ δασέως φ
5εἰς τὸ ψιλὸν † δ, οἷον (μ 105)·
τρὶς ἐν τ’ ἀνίησιν ἐπ’ ἤματι, τρὶς δ’ ἀναροιβδεῖ. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (ΙΙ 270, 26) AB, Sym. 975, EM 1286. Hdn. l. c.

alpha

804

Ἄνατε· ἢ ἀπὸ τοῦ ἀνάστητε κατὰ συγκοπήν. ἢ ὥσπερ ἀπὸ τοῦ ἄγε γίνεται ἄγετε, οὕτως ἄνα ἄνατε. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (fr. novum) AB, EM 1308. Hdn.

alpha

805

Ἀναρριχᾶσθαι· σημαίνει τὸ ἀναδίδοσθαι τὸ ὕδωρ· καὶ οἱονεὶ τρόπον ἀράχνης τοῖς ποσὶ καὶ χερσὶν ἀντιλαμβανόμενον ἀνιέναι πρὸς τὸ πρόσαντες. ἀραχνιῶ ἀραχνιᾶσθαι καὶ ἀναρριχᾶσθαι τοῦτό ἐστιν· οὕτως γὰρ ἔθηκεν ὁ ἀνήρ (Ar. pac. 70). οὐ κλίνεται
5δὲ ὁ παρατατικὸς ἠναρριχώμην, ἀλλὰ ἀνηρριχώμην. εὑρίσκεται δὲ καὶ χωρὶς τῆς αν συλλαβῆς παρ’ Ἱππώνακτι (fr. 137)·
†ἀριχῶμαι. ἄλλως οὖν ἐσχημάτισται· ἄρριχος λέγεται ὁ κόφινος, ἐν ᾦ κομίζουσι τοὺς βότρυς, καὶ ἐξ αὐτοῦ ἀρριχῶ καὶ ἀναρριχῶ. ἀλλ’ οὖν γε οὕτως
10κρεῖττόν ἐστιν ἀραχνιᾶσθαι καὶ ἀναρριχᾶσθαι. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (ΙΙ 387, 5) AB, Sym. 976, EM 1287. Hdn. l. c.

alpha

806

Ἄνα (Ι 247)·
ἀλλ’ ἄνα, εἰ μέμονάς γε. ἀπὸ τοῦ ἀνάστηθι ὅλη ἡ λέξις ἀπεσπάσθη· οὐκ ἔστιν ἀποκοπὴ ἐπὶ τῶν τοιούτων. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (ΙΙ 207, 16) AB,
5Sym. 977, EM 1234. Hdn. l. c.

alpha

807

Ἀναίνετο (Σ 500)·
ὁ δ’ ἀναίνετο μηδὲν ἑλέσθαι, ἀπηρνεῖτο. ὥσπερ παρὰ τὸ λιπῶ λιπαίνω καὶ ὁρμῶ ὁρμαίνω, ὑφῶ ὑφαίνω, οὕτως καὶ παρὰ τὸ ἀρνῶ, ἐξ οὗ τὸ ἀρνοῦμαι, γίνεται ἀρναίνω·
5καὶ ἐνδείᾳ τοῦ ρ ἀναίνω ἀναίνομαι, ὡς σκηπτροῦχος σκηπτοῦχος. ἢ παρὰ τὸ ναί ἐπίρρημα ναίνω καὶ ἀναίνω· ἢ παρὰ τὸ αἰνῶ καὶ ἀναίνω, τὸ οὐκ ἐπαινῶ, οὐ συγκατατίθεμαι, πλεονασμῷ τοῦ ν. Μεθόδιος AB, Sym. 978, EM 1318, Et. Gud. (d) ad α 427. Methodius.

alpha

808

(=802a) Ἀναπεμπάζεσθαι (Plat. legg. 4, 724 b?)· ἢ ἀναλέγεσθαι. (Lycophr. 1470)·
κἀναπεμπά(ζειν) AB, Sym. 979, EM 1271. *Lex. rhet. + locus Lycophr.

alpha

809

Ἀναίδεια (Α 149)·
ὤ μοι, ἀναιδείην ἐπιειμένε· σημαίνει δὲ τὴν ἀναίδειαν· ὁ γὰρ φιλόχρυσος καὶ ἀναιδής. παρὰ τὸ ἀναιδής ἀναίδεια· τὸ δὲ ἀναιδής παρὰ τὸ αἰδῶ αἰδής καὶ ἀναιδής
5καὶ ἀναίδεια AB, Sym. 980, EM 1315. *Epim. Hom.

alpha

810

Ἀναισχυντῶ· οὐκ ἔχει τὴν ἀνά πρόθεσιν, ἀλλὰ τὸ α στερητικόν, ὡς ἐπὶ τοῦ ἀνήκοος ἀνέστιος. ὥστε οὐκ ἀλόγως ἡ ἔξωθεν κλίσις. οὕτως † Ζήνων (Zenob. fr. novum) AB, EM
1317. Zenob.

alpha

811

Ἀναίδητος (Ap. Rh. 4, 360)· ἀναίσχυντος (l. c. 360, 374—375)·
†ἀναιδηϊότητι φασγάνῳ αὐτίκα τόν γε διὰ λαιμὸν ἄμησον, ὄφρ’ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσι,
5† μανίας AB, Sym. 981, EM 1316. * Schol. Ap. Rh.

alpha

812

Ἀνασχέσθαι (Δ 511)· ἀναδέξασθαι, ὑπομεῖναι AB, EM 1293. Comm. Hom.

alpha

813

Ἀναχασσάμενος (Η 264)· ἀπὸ τοῦ ἀναχάζω· σημαίνει τὸ ἀναχωρήσας. AB, Sym. 982, EM 1313. Comm. Hom.

alpha

814

Ἀν δὲ νάκην (ξ 530)· ἐνταῦθα τὸ ἀν ἀντὶ τῆς ἀνά κατὰ
συνέμπτωσιν (l. c.)·
ἀν δὲ νάκην βάλετο. αἰτιατικῇ δὲ πτώσει συντάσσεται, σημαίνει δὲ καὶ ῥῆμα προστακτικὸν
5ἐμφάσει τῶν ἄλλων προθέσεων. οὐδαμῶς νάκην ὄνομα προσηγορικόν. τινὲς δὲ λέγουσιν αὐτὸ θηλυκόν· συνέμπτωσιν δὲ πέπονθε κατὰ τὴν αἰτιατικήν. ἀμφότερα δὲ παρώνυμα· τὸ γὰρ θηλυκὸν παρὰ τὸ νάκος νάκη, ὡς βλάβος βλάβη· τὸ δὲ ἀρσενικὸν παρὰ τὸ νάκης νάκου νάκην. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς (I, XX) AB, Sym. 984,
10EM 1319, Et. Gud. α 455. Hdn. l. c.

alpha

815

Ἀνδρειφόντης (Β 651)· ὁ φονεύων τοὺς ἄνδρας AB, Sym. 985, EM 1328. Comm. Hom.

alpha

816

Ἀνδρόγεως· Ἀνδρόγεως, ἡ γενικὴ Ἀνδρόγεω· καὶ πλεονασμῷ τοῦ ς Ἀνδρόγεως. † ὁ Ἡρωδιανὸς Περὶ παθῶν (fr. novum; cf. II 198, 30) AB, Sym. 986, EM 1333. Hdn.

alpha

817

Ἀνδράγρια (Ξ 509)· τὰ σκῦλα· ἤτοι ὅτι ἀπὸ ἀνδρῶν ἀγρεῖται, ἢ ὅτι ἀντὶ ἀνδρῶν· ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνάγειν αὐτοὺς αἰχμαλώτους, τότε τὰ ὅπλα αὐτῶν σκυλεύουσιν· οὕτως Ὦρος. προπα‐ ροξύνεται δὲ ὡς τὸ ζωάγρια, μοιχάγρια. Νίκανδρος (fr. 128 Schneider)
5δὲ τὰ κατ’ ἄνδρα λάφυρα· Πτολεμαῖος (p. 54 Baege) δὲ σκῦλα ᾑρη‐ μένα παρὰ ἀνδρῶν AB, Sym. 987, EM 1331. Orus + *Comm. Hom.

alpha

818

Ἄνδηρα (Hyp. or. fr. 113)· τὰ χείλη τοῦ ποταμοῦ, ἤγουν τὰ χώματα τὰ ἀνέχοντα τὸν ποταμόν· παρὰ τὸ ἄνω εἶναι τῶν διερῶν, τουτέστιν τῶν διύγρων. Ὠρίων (15, 20) AB, Sym. 988, EM 1321, Et. Gud. (d) ad α 458 + (c) α 1121 + 1122. Orio l. c.

alpha

819

Ἀνδάνεια· πόλις τῆς Μεσσήνης, ἡ πρότερον Οἰχαλία καλουμένη· παρὰ τὸ ἁδεῖν, ὅ ἐστιν ἀρέσκειν· κατὰ ἀντίφρασιν ὅτι οὐδενὶ ἤρεσεν AB, Sym. 989, EM 1320. *Methodius.

alpha

820

Ἀνδίκτης (Call. fr. 177, 33)· εἶδος παγίδος (l. c.)·
ἀνδίκτην τε μάλ’ εἰδότα μακρὸν ἁλέσθαι· παρὰ τὸ δίκειν, τὸ βάλλειν, ἐξ οὗ·
†δίκεται τρομερὰ σώματα,
5Εὐριπίδης (Bacch. 600)· ἔνθεν δίκος καὶ δίσκος ὁ ῥιπτούμενος καὶ βαλλόμενος AB, Sym. 990, EM 1327. *Methodius.

alpha

821

Ἀνδρακάς (ν 14)· ἐπίρρημα· σημαίνει κατὰ ἄνδρα· παρὰ τὴν ἀνδρός γενικὴν παράγωγον, ἢ παρὰ τὸν ἄνδρα καὶ τὸ κάσω σύνθετον, ὁ κατὰ ἄνδρας κοσμίως τεταγμένος· κάσω κάς, ὡς δάξω δάξ καὶ ὀδάξ. Μεθόδιος AB, Sym. 991, EM 1329, Et. Gud. α
5458. Methodius.

alpha

822

Ἀνδρακάς (ν 14)· 〈***〉 ἕκαστος, συγκοπῇ ἑκάς καὶ ἀνδροεκάς, καὶ ἐν συγκοπῇ ἀνδροκάς καὶ τροπῇ ἀνδρακάς, ὡς παρὰ τὸ λέων Πανταλέων καὶ Παντολέων, κυνάμυια κυνόμυια A, Sym.
991, EM 1329. Methodius.

alpha

823

Ἀνδράποδον· δοῦλος· παρὰ τὸ ἀποδόσθαι· ἢ παρὰ τὴν πέδην, ὃ σημαίνει τὸν δεσμόν, ἐπειδὴ τοῖς αἰχμαλώτοις † καὶ τοῖς γε δραπετεύουσι † πέδας περιβάλλουσιν AB, EM 1330, Et. Gud. α 459. *Methodius.

alpha

824

Ἄνδραχλος· πόα ἐν τοῖς κήποις γινομένη παρὰ τὸ ἀνδρὶ εἴκελος εἶναι, ἀνδραείκελος καὶ ἄνδραχλος κατὰ συγκοπὴν καὶ τροπῇ. Μεθόδιος AB, EM 1332, Et. Gud. (c) α 1196. Methodius.

alpha

825

Ἀνδρόμεος· καὶ (ι 297)
ἀνδρόμεα κρέα, ἀνθρώπου, οὐδετέρως. ἀπὸ τοῦ ἀνδρός ἄνδρομος, ὡς Διός Δίομος, ὁ πατὴρ Ἡρακλέους, καὶ Διόμεια ἑορτή (Ar. ran. 650). καὶ ἐν
5ἑτέρᾳ παραγωγῇ κτητικῶς ἀνδρόμεος, ὡς κέρτομος κερτόμεος (Λ 537— 538)·
ὁ δὲ ἵετο δῦναι ὅμιλον
ἀνδρόμεον
AB, Sym. 992, EM 1335. *Methodius.

alpha

826

Ἀνδροτῆτα (Π 857)· ἀνδρείαν (l. c.)·
λιποῦς’ ἀνδροτῆτα, AB, Sym. 993, EM 1338. Comm. Hom.

alpha

827

Ἀνενδοιάστως· ἀπὸ τοῦ ἀνενδοιάζω, τὸ ἀμφιβάλλω καὶ δοκῶ· γράφεται διὰ τῆς οι διφθόγγου πρὸς ἀντιδιαστολὴν τοῦ συνδυάζω, τοῦ σημαίνοντος τὸ συναυλίζομαι (Ps. 140, 4)·
καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ,
5ἀντὶ τοῦ οὐ μὴ συναυλισθῶ. τὸ δὲ ἀνενδοιάζω, τὸ ἀμφιβάλλω, γρά‐ φεται διὰ τῆς οι διφθόγγου· ἔστι γὰρ ῥῆμα δοάζω σημαῖνον τὸ ἀμφιβάλλω καὶ δοκῶ (Ν 458)·
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, ἀντὶ τοῦ ἔδοξε. λοιπὸν ἐκ τοῦ δοάσσω Δωρικῶς τροπῇ τῶν δύο σς
10εἰς ζ δοάσσω, ὡς νίσσω νίζω, δοάζω, καὶ δοιάζω πλεονασμῷ τοῦ ι καὶ ἐνδοιάζω καὶ ἀνενδοιάζω, τὸ ἀδιστάκτως καὶ ἀναμφιβόλως AB,
Sym. 994, EM 1355, Et. Gud. (d) ad α 476.

alpha

828

Ἀνδροκμήτῳ (Λ 371)·
στήλῃ κεκλιμένος ἀνδροκμήτῳ· ἀπὸ τοῦ καμεῖν, ὅ ἐστιν ἀποθανεῖν· ἐφ’ ᾧ ἀνὴρ κεκμηκὼς καὶ τελευτή‐ σας κεῖται· καμόντας γὰρ τοὺς τετελευτηκότας ἔλεγον, οἷον (λ 476)·
5
βροτῶν εἴδωλα καμόντων. ἢ ὃν ἄνδρες μετὰ καμάτου ἐποίησαν AB, Sym. 995, EM 1336, Et. Gud. α 464 + (c) α 1195, Eust. 849, 58. *Comm. Hom.

alpha

829

Ἀνεμοτρεφές (Ο 625)· ὑπὸ ἀνέμου γεγυμνασμένον AB, EM 1351. Comm. Hom.

alpha

830

Ἄνεται (Κ 251)· τελειοῦται· ἐκ τοῦ ἄνω. ἡ χρῆσις εἰς τὸ παρῴχωκε (schol. K 252) AB, Sym. 996, EM 1363.
Comm. Hom.

alpha

831

Ἀνδροκτασίας (Η 237)· ἀνδρῶν ἀναιρέσεις, ἀνδροφονίας AB, Sym. 997, EM 1337. *Comm. Hom.

alpha

832

Ἀνέδην (Aesch. suppl. 14)· σημαίνει τὸ ἀναστάτους εἶναι· παρὰ τὸ ἕδος, ἕδην καὶ ἀνέδην, ἄνευ ἕδους. ἢ ἀπὸ τοῦ ἕω, τὸ ἀφίημι, ἕην καὶ ἀνέδην, τὸ μὴ ἐφεκτικῶς τι πράττειν, ὡς κλέπτω κλέβδην. Μεθόδιος. AB, Sym. 998, EM 1341. Methodius.

alpha

833

Ἀνέεργεν (Γ 77)· ἐκώλυεν· ἀπὸ τοῦ εἴργω εἶργε· διάλυσις
τῆς ει διφθόγγου AB, Sym. 999, EM 1342. *Methodius.

alpha

834

†Ἀνελίνυον (Ap. Rh. 1, 862)· εἰς τὸ ἐλινύω (Et. gen. ε s. v.) AB, Sym. 1003.

alpha

835

Ἀνέτειλεν (Ε 777)· ἀνέσχεν, ἀνέδωκεν, ἀνέφυεν (l. c.)·
τοῖσι δ’ ἀμβροσίην Σιμόεις ἀνέτειλεν νέμεσθαι. Μεθόδιος AB, EM 1364. Methodius.

alpha

836

Ἀνεμώλιος (Ε 216)· ὁ μάταιος· παρὰ τὴν ἀνέμων γενι‐ κὴν ἀνεμώνιος καὶ ἀνεμώλιος· οὐκ ἔστι σύνθετον. τὰ ὑπὸ ἀνέμων ὀλλύμενα· (Δ 355)·
σὺ δὲ ταῦτ’ ἀνεμώλια βάζεις.
5ἢ ἀντὶ τοῦ † ἀνεμοφθόρητα, ἀνέμοις ἐοικότα AB, Sym. 1000, EM 1354, Et. Gud. (c) α 1215b, Eust. 540, 35. Comm. Hom.

alpha

837

Ἀνεμώνη· τὸ ἄνθος· διὰ τὸ τὸ φύλλον εὐδιάσειστον εἶναι παντὶ ἀνέμῳ AB, Sym. 1001, EM 1353, Et. Gud. (d) ad α 475, Areth. schol. Luc. apol. 11. *Methodius?

alpha

838

Ἄνεμος· παρὰ τὸ ἄω, τὸ πνέω, ἄεμος, πλεονασμῷ τοῦ ν
ἄνεμος. ἢ ἄμενός τίς † ἐστιν, ὁ μὴ ἐν τῷ αὐτῷ μένων μηδὲ ἠρεμῶν, κατὰ μετάθεσιν τῶν στοιχείων ἄνεμος. οὕτως Ὠρίων (12, 22) AB, EM 1350. Orio l. c.

alpha

839

Ἀνεμούριον· ἀνεμούριον καὶ οὐκ ἀνεμοδούριον AB, Sym.
1002, EM 1352.

alpha

840

Ἄνεως (Β 323)· ὁ ἄφωνος (l. c.)·
τίπτ’ ἄνεῳ ἐγένεσθε. ἔστιν ἰά, ἡ φωνή, καὶ πλεονασμῷ τοῦ ω ἰωή διὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· ἐξ αὐτοῦ γίνεται ἴος καὶ ἄϊος καὶ ἄνιος, ὁ ἄφωνος· καὶ μετα‐
5θέσει τοῦ ι εἰς ε ἄνεος· καὶ Ἀττικῶς διὰ τοῦ ω ἄνεως. ἢ ἀπὸ τοῦ αὔω τοῦ σημαίνοντος τὸ φωνῶ γίνεται ῥηματικὸν ὄνομα αὖος καὶ ἄναυος, ὡς αὐδῶ ἄναυδος, καὶ κατὰ ἀποβολὴν τοῦ υ ἄναος καὶ Ἀττικῶς ἄνεως, ὡς ναός νεώς, λαός λεώς AB, Sym. 1004, EM 1371, Et. Gud. (d) ad α 489, Eust. 230, 27 + 387, 42. Orio 19, 33.

alpha

841

Ἀνέπαλτο (Θ 85)· ἀνεχαιτίσθη, ἀνήλατο. ἡ χρῆσις εἰς τὸ οὖρος (Schol. Δ ad Θ 80)· ἆλτο, ἀνέπαλτο AB, Sym. 1005, EM 1359. Comm. Hom.

alpha

842

Ἀνέδεντο· ἐκ τοῦ δέω δέσω ὁ ὑπερσυντέλικος παθητικὸς ἐδεδέμην, τὸ τρίτον ἐδέδεντο, ἀνεδέδεντο καὶ κατὰ συγκοπὴν τῆς δε συλλαβῆς ἀνέδεντο AB, Sym. 1006, EM 1340. *Zenob.?

alpha

843

Ἄνετος· παρὰ τὸ ἵημι καὶ ἀφίημι ἑτός καὶ ἄνετος καὶ
ἄφετος. Ὠρίων AB, Sym. 1007, EM 1366, Et. Gud. α 482. Orio.

alpha

844

Ἀνεψιός· παρὰ τὸ ἀνῆφθαι, ὁ ἄνωθεν συνημμένος εἰς συγγένειαν. οὕτως † Ἡρωδιανός (Orio 28, 21) EM 1367. Orio l. c.

alpha

845

Ἀνέγναμψαν (ξ 348)·
αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψαν, ἀνέλυσαν· ὅταν γὰρ † δεσμοῦσι τὰ σχοινία, κάμπτεται ταῖς συνα‐ φαῖς· ἀνακάμπτονται δὲ καὶ ἀνορθοῦνται, ὅταν ἀναλύωνται· γνάμψαι
5γὰρ τὸ κλάσαι, οἷον (δ 369)·
γναμπτοῖς ἀγκίστροισι, τοῖς ἐπικεκλασμένοις. οὕτως Ὠρίων AB, Sym. 1008, EM 1345, Et. Gud. α 465. Orio.

alpha

846

Ἀνέσχεθε (Η 412)· ἀνέσχεν, ἀνέτεινεν AB, Sym. 1010. Comm. Hom.

alpha

847

Ἀνέστιος (Ι 63)· ἑστίαν μὴ ἔχων, ἄοικος AB, Sym. 1014, EM 1360. *Comm. Hom.

alpha

848

Ἀνεῳγμένος (Ps. 5, 10)· παρὰ τὸ οἴγω οἴξω ᾦγμαι καὶ ἐν συνθέσει ἀνῷγμαι καὶ πλεονασμῷ τοῦ ε ἀνέῳγμαι· καὶ
ἀνεῳγμένος AB, Sym. 1009, EM 1369. Choerob. epim. ps. 107, 32.

alpha

849

Ἀνέσταν (Α 533)· ἔστιν ἵστημι, ὁ δεύτερος ἀόριστος ἔστην καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ἔστημεν, τὸ τρίτον ἔστη‐ σαν, καὶ κατὰ συγκοπὴν Αἰολικὴν ἔσταν καὶ ἀνέσταν (l. c.)·
θεοὶ δ’ ἅμα πάντες ἀνέσταν
5AB, Sym. 1011, EM 1361. *Epim. Hom.

alpha

850

Ἀνέδυ (Α 359)· ἀνῆλθεν, ἀνέβη· ἔστι δὲ δύω, παράγωγον δῦμι, ὁ ἀόριστος δεύτερος ἔδυν καὶ τὸ τρίτον ἔδυ καὶ ἀνέδυ καὶ κατέδυ (l. c.)·
καρπαλίμως δ’ ἀνέδυ πολιῆς ἁλός
5AB, Sym. 1012, EM 1339, Et. Gud. (c) α 1204a. Comm. Hom. + Epim. Hom. (cf. AP III 351, 17).

alpha

851

Ἀνεκτά (Α 573)· ἀνασχετά, ὑπομονῆς ἄξια· ἐκ τοῦ ἀνέχω
AB, Sym. 1013, EM 1343. Comm. Hom.

alpha

852

Ἀνεπαφρόδιτα (fr. com. inc. novum)· † εἰς τὸ † ἐπαφρόδιτος, τὸ σημαῖνον 〈***〉 (l. c.)·
κἀμοὶ τὰ ψυχρὰ ταῦτα καὶ
ἀνεπαφρόδιτα προσμάττεις φιλήματα
5AB, Sym. 1015, EM 1358. *Lex. rhet.

alpha

853

Ἀνέῳγε (Π 221)· μέσος παρακείμενος ἐνεργητικός· ἀνοί‐ γω ἤνῳγα, προσθέσει τοῦ ε καὶ συστολῇ τοῦ η ἀνέῳγα AB, Sym.
1016, EM 1370. *Epim. Hom. (cf. AO I 27, 26).

alpha

854

Ἀνεκήκιεν (Η 262)· ἀνέφερεν, ἀνῄει, ἀνεδίδου· ἐκ τοῦ κίω, τὸ πορεύομαι, ἔκιον ἔκιε· πλεονασμῷ τοῦ κ καὶ ἐκτάσει κήκιεν καὶ (l. c.)·
ἀνεκήκιεν.
5ἢ κίω, κατὰ ἀναδιπλασιασμὸν κικίω ἐκίκιε, καὶ τροπῇ †Ἰωνικῇ τοῦ ι εἰς η, ὡς βαρυθυμία βαρυθυμήα, ψιμύθιον ψημύθιον, ἐκήκιεν καὶ (l. c.)·
ἀνεκήκιεν AB, Sym. 1017, EM 1344, Eust. 680, 20. Comm. Hom. + *Epim. Hom.

alpha

855

Ἀνεκυμβαλίαζον (Π 379)· ἀνεκρότουν ἢ ἀνετρέποντο (l. c.)·
δίφροι δ’ ἀνεκυμβαλίαζον AB, Sym. Z219 + Magn. gramm. 1017. Comm. Hom.

alpha

856

Ἀνήλατος (Anacr. fr. 145 Gentili). ὁ ἀπειθής· ἀπὸ τῶν ὑποζυγίων, ὁ μηδέπω δαμασθεὶς ἢ ἐλασθείς AB, Sym. 1018,
EM 1379, Et. Gud. (c) α 1249. *Methodius.

alpha

857

Ἀνήλιπος (Theocr. id. 4, 56)· ὁ ἀνυπόδετος. λέγεται δὲ καὶ χωρὶς τοῦ α νήλιπος, ἀνάλιφός τις ὤν· † προείληφεν γὰρ τοὺς πόδας. ἢ χωρὶς τοῦ περιειλῆσαι· τὸ γὰρ νη στερητικόν AB, Sym. 1019, EM 1387. *Methodius.

alpha

858

Ἀνήνηται (Ι 510)· ἀπαρνήσηται· ἐκ τοῦ ἀναινῶ περι‐ σπωμένου, παρακείμενος παθητικός AB, Sym. 1020, EM 1391. *Comm. Hom.

alpha

859

Ἀνήρεις (Aesch. fr. 218)· ἀνάνδρους, ἢ χήρας, ἢ παρ‐ θένους. ὡς ξιφήρεις AB, Sym. 1021, EM 1396. *Methodius.

alpha

860

Ἀνηρίναστος· ὁ μὴ κρατῶν ἃ ἔχει, ἀλλ’ ἀποβάλλων· ἀπὸ τῶν συκῶν τῶν μὴ κρατουσῶν τὸν καρπὸν διὰ τὸ μὴ ἐπιβλη‐ θῆναι αὐταῖς τοὺς ὀλύνθους τοὺς ἀπὸ τῶν ἐρινεῶν· τοῖς γὰρ ὀλύν‐ θοις τῶν ἀγρίων συκῶν φύεται θηρίδια ἐμπίσιν ὅμοια, ἃ προσαγο‐
5ρεύουσι ψῆνας. τούτων οἱ γεωργοὶ λαβόντες ἐφάπτουσι τῶν κλάδων ταῖς ἡμέροις συκαῖς, ὅπως αὐτῶν ὁ καρπὸς μὴ ἀπορρέῃ· ἐνδυόμενον γὰρ εἰς τοὺς φήληκας τὸ θηρίδιον στερεοῖ τούτους καὶ πεπαίνει.
διόπερ ἐπὶ τῶν † ἃ λάβωσι μὴ διακρατούντων ἐπέλεγον τὸ ἀνηρί‐ ναστος. ἢ ἀντὶ τοῦ οὐκ ἠρινάσθης, οὐ περιεβλήθησάν σοι οἱ † ἠρι‐
10ναῖοι AB, Sym. 1022, EM 1398, Et. Gud. (c) α 1262. *Metho‐
dius? an *Lex. rhet.?

alpha

861

Ἀνήνοθεν (Λ 266)· ἀνῄει, ἀνεφέρετο· ἐκ τοῦ ἕω, τὸ πέμπω, ἑέθω, ὡς φλέγω φλεγέθω, καὶ τροπῇ τῶν δύο εε εἰς η ἥθω, καὶ συνθέσει ἀνήθω· ὁ μέσος παρακείμενος ἤνηθα καὶ ὁ Ἀττικὸς ἀνήνηθα· καὶ ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος τὴν τρίτην ἀπ’ ἀρχῆς συλλαβὴν βραχεῖαν
5θέλει ἔχειν, συστολὴ γίνεται τοῦ η εἰς τὸ ε· καὶ τροπῇ τοῦ ε εἰς τὸ ο, ἀνήνοθεν (l. c.)·
ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν AB, Sym. 1023, EM 1375. Comm. Hom. + *Epim. Hom. (cf. AO I 86, 31).

alpha

862

Ἀνησίδανος· ἡ τὰ δῶρα ἀναδιδοῦσα· δάνος γὰρ τὸ δῶρον, ὅθεν κατὰ ἀντίφρασιν δάνειον, τὸ μὴ δῶρον AB, EM 1403, Et. Gud. (c) α 1247. *Methodius.

alpha

863

Ἄνηστις· ὁ ἄσιτος· Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ (fr. 47)·
φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις· καὶ Αἰσχύλος ἐν Φινεῖ (fr. 258 a)·
ἄνηστις δ’ οὐκ ἀποστατεῖ γόος·
5παρὰ τὸ ἔδω ἐστός, παρώνυμον ἔστις, ὡς πιστός πίστις, καὶ κατὰ σύνθεσιν ἄνεστις καὶ ἄνηστις, ἢ παρὰ τὸ νῆστις ἄνηστις, ὁ ἐστερημένος σιτίων. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (fr. novum) AB, Sym. 1024,
EM 1402, Et. Gud. (c) 1246. Hdn.

alpha

864

Ἀνηρίτης· ἔστι δὲ κοχλίδιον· ἀπὸ γὰρ τοῦ Νηρέως ἐστί, τοῦ θαλασσίου δαίμονος. οὐκ ἔστι δὲ πλεονασμός, ἀλλὰ παραγωγή. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 202, 15 s. v. ἀνήρης) AB, EM 1397. Hdn. l. c.

alpha

865

Ἀνῆκεν (Β 71)· ἡ φωνὴ ἀορίστου ἢ παρακειμένου, οὐδέποτε δὲ παρακείμενος ἐνεργητικὸς ἀορίστῳ εἰς α λήγοντι συνέπεσεν, εἰ μὴ οὗτος. ποικίλη δέ ἐστιν ἡ φωνὴ καὶ γίνεται ἐν πλεονασμῷ τοῦ ε ἧκεν ἕηκεν· καὶ Ἀττικῶς ἕακα καὶ ἕωκα. γέγονε δὲ κατὰ μετροποιΐαν
5ὡς τὸ παρῴχηκε παρῴχωκε. τὸ δὲ θέμα ἵημι. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς (fr. novum) AB, Sym. 1025, EM 1382, Et. Gud. (d) ad α 493. Hdn. (= AO I 25, 21).

alpha

866

Ἀνημιοβολαία· ἀπὸ συντάξεως ὄνομα γίνεται· καλὸς καὶ ἀγαθὸς καλοκαγαθία, θεοῖς ἐχθρός θεοεχθρία. οὕτως οὖν ἀνημιοβόλιον ἀνημιοβολαία. Ὦρος. AB, EM 1390. Orus.

alpha

867

Ἀνήῃ (Β 34)·
εὖτ’ ἄν σε μελίφρων ὕπνος ἀνήῃ· σημαίνει καταλείποι. ἔστιν ἀνῷ ἀνῇ ὑποτακτικόν, ἐκ τοῦ ἕω γενόμενον· καὶ κατὰ πλεονασμὸν τοῦ η ἀνῄη. Πλάτων (Prot. 310 d ex Hom. β 71)·
5«ἐπειδή με ἀνῆκεν ὁ ὕπνος» AB, Sym. 1026, EM 1381. *Epim. Hom.
(cf. AO I 2, 4).

alpha

868

Ἀνήγκακα· ἰστέον, ὅτι τὸ ἀνήγκακα βάρβαρόν ἐστιν· οὐχ εὑρίσκεται γὰρ ἐν χρήσει Ἑλληνικῇ, ὡς λέγει Ἡρωδιανός (ΙΙ 388, 10)· ἐν μόνῃ γὰρ τῇ τῶν Ἀλεξανδρέων δημώδει συνηθείᾳ. λέγουσι δέ τινες Ἀττικὸν εἶναι, ὅπερ οὐκ ἔστιν· οὐ γὰρ ἔχει ἐν τῇ
5πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον. γίνεται δὲ ἀπὸ τοῦ ἀναγκάζω ἀναγκάσω ἠνάγκακα· καὶ καθ’ ὑπερβιβασμὸν ἀνήγκακα. δύναται δὲ καὶ σύνθετον εἶναι ἀπὸ τοῦ ἀγκάζω τοῦ σημαίνοντος τὸ ταῖς ἀγκάλαις λαμβάνω, καὶ ἐκ τούτου τοῦ ἀγκάσω ἤγκακα, καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνήγκακα. οὕτως Ζηνόβιος (fr. no‐
10vum) AB, Sym. 1027, EM 1376. Zenob.

alpha

869

Ἀνήνασθαι (Η 93)· ἀναίνω ἀνανῶ ἀνήνακα ἀνήναμαι καὶ τὸ ἀπαρέμφατον ἀνήνασθαι (l. c.)·
αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ’ ὑποδέχθαι· ἀντὶ τοῦ † ἐνετράπημεν καὶ † ἀπαρνήσασθαι· † ἐφοβήθημεν δὲ ὑποδέ‐
5ξασθαι καὶ ὑπαντῆσαι τὸν λόγον τοῦ Ἕκτορος AB, Sym. 1028, EM 1392. Comm. Hom.

alpha

870

Ἀνήνοθεν (Λ 266)· ἔστι μέσος παρακείμενος, ὡς δηλοῖ τὸ θ· οὐ γὰρ ὁ ἐνεργητικὸς παρακείμενος διὰ τοῦ θ ἐκφέ‐
ρεται. ἔστιν οὖν θέω καὶ ἐν συνθέσει ἀναθέω καὶ ἀνθέω, ὑπερβι‐ βασμῷ τοῦ ε ἀνέθω. τούτου ὁ μέσος παρακείμενος ἤνοθα συνήθως
5τραπέντος τοῦ ε εἰς ο καὶ Ἀττικῷ ἀναδιπλασιασμῷ ἀνήνοθα. Ζηνόβιος (om. Schoemann) AB, EM 1375, Et.Gud. α 497. Zenob.

alpha

871

Ἀνείκαστος· ἀπὸ τοῦ εἰκάζω εἰκαστός καὶ μετὰ τοῦ στερητικοῦ α ἀείκαστος καὶ ἀνείκαστος AB, Sym. 1029, EM 1384.

alpha

872

Ἀνηκόντιζεν (Ε 113)· ἀθρόως ἀνέφερεν· ἀπὸ τοῦ ἀκοντίζω AB, EM 1385. Comm. Hom.

alpha

873

Ἀνήκεστον (Ε 394)· ἀθεράπευτον· ἀκῶ τὸ θεραπεύω, οἷον (Ν 115)·
ἀλλ’ ἀκεώμεθα θᾶσσον· ὁ μέλλων ἀκέσω, ὡς τελῶ τελέσω, νεικῶ νεικέσω, καὶ ἐξ αὐτοῦ
5ἀκεστός καὶ ἠκεστός κατὰ τροπὴν τοῦ α εἰς η· καὶ μετὰ τοῦ στε‐ ρητικοῦ α ἀήκεστος καὶ πλεονασμῷ τοῦ ν ἀνήκεστος· πολλάκις γὰρ τὸ ν εἴωθε πλεονάζειν, ὡς τὸ ἀναιδής καὶ ἀναίσχυντος AB, Sym. 1030, EM 1383. Orio 26, 21.

alpha

874

Ἄνηθον· παρὰ τὸ ἄνω θεῖν διὰ τὴν ἐν τάχει αὔξησιν AB, Sym. 1031, EM 1386. Orio 611, 8 Werfer.

alpha

875

Ἀνήρ (Δ 306)·
ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων· παρὰ τὸ ἄνω, τὸ σημαῖνον τὸ ἀνύω, οἷον (Κ 251)·
μάλα νὺξ ἄνεται, ἐγγύθι δ’ ἠώς,
5γίνεται ἀνύω καὶ ἐξ αὐτοῦ ἀνυήρ καὶ κατὰ συγκοπὴν ἀνήρ· πρακτι‐ κὸς γὰρ καὶ ἀνυστικός ἐστιν ὡς πρὸς τὴν γυναῖκα AB, EM 1393, Et. Gud. (c) α 1251. Orio 16, 18.

alpha

876

Ἀνηρείψαντο (Υ 234)· σημαίνει δὲ τὸ ἀπὸ γῆς ἁρπάζω. γέγονε δὲ οὕτως· ἔστιν ἔρα ἡ γῆ, ἐκ τούτου γίνεται ἐρέπτω, ὃ σημαίνει τὸ εἰς γῆν καταβάλλω, καὶ ἀνερέπτω καὶ πλεονασμῷ τοῦ ι ἀνερείπτω, καὶ ἐξ αὐτοῦ ἀνηρείψαντο. οὕτως ὁ Χοιροβοσκός (orth.
5176, 1). (Υ 234—235)·
τὸν καὶ ἀνηρείψαντο θεοὶ ...
κάλλεος εἵνεκα οἷο AB, Sym. 1032, EM 1394, Et. Gud. α 500, Eust. 1414, 41.
Choerob. l. c. + Comm. Hom.

alpha

877

Ἄνθεια· ἡ Ἥρα· ὅτι ἀνίησι τοὺς καρπούς AB, Sym. 1036, EM 1410, Et. Gud. (c) α 1275.

alpha

878

Ἀνθεμοῦς· καὶ χωρίον, καὶ ποταμός, καὶ λίμνη τῆς Μαριανδυνίας· ἀπὸ τοῦ παρακειμένου πεδίου πεπληρωμένου ἀνθέων. Μεθόδιος AB, Sym. 1033, EM 1412. Methodius.

alpha

879

Ἀνθέρικος (Υ 227)·
ἄκρον ἐπ’ ἀνθερίκων καρπῶν θέον· παρὰ τὸ ἄνθος παράγωγον ἄνθερος καὶ ἀνθέρικος καὶ ἀνθερίκων. Μεθόδιος AB, Sym. 1034, EM 1416. Methodius.

alpha

880

Ἄνθραξ· τὸ ἐκκαυθὲν ξύλον καὶ ἔτι διαλαμπές. παρὰ τὸ ἄνθος ἄνθαξ, ὡς βῶλος βῶλαξ, καὶ πλεονασμῷ τοῦ ρ, ἄνθραξ. Μεθόδιος. ἢ παρὰ τὸ θέρω θέραξ καὶ ἀναθέραξ, καὶ συγκοπῇ ἄνθραξ. ἄνθραξ δὲ εἴρηται 〈***〉, ὡς ἀλλαχοῦ εἴπομεν AB, Sym. 1035, EM 1421.
5Methodius + *Orio?

alpha

881

Ἄνθρυσκα (Sapph. fr. 96, 13—14)· τὰ ἄνθη· παρὰ τὸ ἀναθρώσκειν.
Μεθόδιος AB, EM 1407. Methodius.

alpha

882

Ἄνθος· παρὰ τὸ ἄνω θεῖν καὶ τρέχειν ἐν τῷ αὔξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι· οὐ γὰρ εἴ τι ἄνω θεῖ καὶ αὔξεται, τοῦτο καὶ ἄνθος λέγεται. ἰδοὺ γὰρ πάντα τὰ φυτὰ ἄνω θέουσι καὶ αὔξουσιν, καὶ ὅμως ἄνθη οὐ λέγονται. ὁμοίως δὲ καὶ ἔλαφος παρὰ
5τὸ ἐλαύνειν τοὺς ὄφεις εἴρηται, ὅπερ ποιεῖ τούτου τὸ κέρας θυμιώ‐ μενον· καὶ οὐκ, εἴ τι τοῦτο †ποιοῦν, τοῦτο καὶ ἔλαφος λέγεται· ἡ γὰρ δίκταμος βοτάνη καιομένη τοῦτο ποιεῖ, καὶ οὐδέποτε ἂν κλη‐ θείη ἔλαφος. οὕτως Ὠρίων ὁ Θηβαῖος (3, 4) AB, Sym. 1037, EM 1405. Orio l. c.

alpha

883

Ἀνθοσμίας (Ar. ran. 1150, fr. 351)· ὁ ἀνθέων ὀσμὴν ἔχων οἶνος AB, Sym. 1038, EM 1406. *Lex. rhet.

alpha

884

Ἀνθίαν (Dorio de pisc. ap. Ath. 7, 282c)· «ἀνθίαν τινὲς καὶ κάλλιχθυν καλοῦσι καὶ καλλιώνυμον καὶ ἔλλοπα.» AB, Sym. 1039,
EM 1409. *Lex. rhet.

alpha

885

Ἄνθρωπος (Plat. Cratyl. 399 c)· παρὰ τὸ ἄνω †θρεῖν ἃ ὄπωπεν, ἤγουν ἀναλογίζεσθαι ἃ εἶδεν καὶ ἤκουσεν, τῶν ἀλόγων ζῴων ἤγουν μὴ λογιζομένων καὶ προνοουμένων· οὐ γὰρ ἂν ἰχθὺς εἰς κύρτον εἰσῆλθεν ὁρῶν ἄλλον κρατούμενον, οὐδὲ ὄρνις εἰς λίνα. οἱ δὲ
5παρὰ τὸ ἄνω θρεῖν, ἤγουν ἄνω βλέπειν· μόνος γὰρ τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος ἄνω βλέπει. ἢ παρὰ τὸ ἔναρθρον ἔχειν τὴν ὄπα, τουτέστιν τὴν φωνήν. Ὠρίων (16, 11 + 611, 45 Werfer) AB, Sym. 1040, EM 1419. Orio l. c.

alpha

886

Ἀνθερεών (Α 501)· ὁ ἐπὶ τοῦ γενείου τόπος· εἴρηται δὲ ἤτοι διὰ τὸ αὐτὸν θορεῖν τὸ πνεῦμα. ἢ ἐνθερεών τις ὤν, ὅτι κατὰ τὴν ἔνθεσιν τῆς τροφῆς κινεῖται ἐν τῷ καταπίνειν. οἱ δὲ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν· διὸ καὶ κατηγοροῦσι τοῦ Εὐφορίωνος εἰ‐
5πόντος (fr. 92, 1 Powell = fr. 114, 1 Cuenca)·
τέκνον, μὴ σύ γε μητρὸς ὑπ’ ἀνθερεῶνος ἀμήσῃς. Ὠρίων (16, 20) AB, Sym. 1041, EM 1420, Et. Gud. (c) α 1260. Orio l. c.

alpha

887

Ἀνθηδών· ἀνθηδόνες αἱ μέλισσαι, παρὰ τὸ τὰ ἄνθη ἔδειν.
† Ὦρος AB, Sym. 1042, EM 1408, Et. Gud. (c) α 1261a. Orio?

alpha

888

Ἀνθεστήρια· τὰ Διονύσια· οὕτως γὰρ Ἀθηναῖοι τὴν ἑορτὴν λέγουσιν καὶ Ἀνθεστηριῶνα τὸν μῆνα, ἐπειδὴ ἡ γῆ τότε ἄρχεται τοῦ ἀνθεῖν. ἢ παρὰ τὸ τὰ ἄνθη ἐπὶ τῇ ἑορτῇ ἐπιφέρειν, ὅθεν καὶ παροιμία (CPG I 93)·
5
θύραζε, Κᾶρες· οὐκέτ’ Ἀνθεστήρια. οὕτως Ὠρ(ίων?) AB, Sym. 1043, EM 1418. Orio?

alpha

889

Ἀνθήλη· παρὰ τὸ ἀνθῶ ἀνθήσω ἀνθήλη AB, EM 1414, Et. Gud. α 503.

alpha

890

Ἀνθ’ ὧν· τὸ ἐπίρρημα· ἀπὸ τῆς ἀντί προθέσεως καὶ τοῦ ὧν †ὑπαρκτικοῦ ἀριθμοῦ†. ἐπὶ δὲ τῶν βοτανῶν οὐ δεῖ λέγειν ἀνθῶν, ἀλλὰ ἀνθέων, ἵνα μὴ συνεμπέσῃ τούτῳ. οὕτως ὁ Χοιροβοσκός (Praef. LXXXI 16) AB, Sym. 1045, EM 1413. Choerob. l. c.

alpha

891

Ἀνθεμίδης (Δ 488)· ὥσπερ παρὰ τὸ Δευκαλίων Δευκα‐ λίωνος γίνεται Δευκαλιωνίδης καὶ Δευκαλίδης, οὕτω καὶ παρὰ τὸ Ἀνθεμίωνος Ἀνθεμιωνίδης καὶ Ἀνθεμίδης. ἢ ἀπὸ τοῦ Ἄνθεμος Ἀνθεμίδης, Δεύκαλος Δευκαλίδης, ὡς Κρόνος Κρονίδης. οὕτως
5Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (II 257, 12) AB, Sym. 1044, EM 1417. Hdn. l. c.

alpha

892

Ἀνιγρός· ὁ λυπηρὸς καὶ βλαβερός. παρὰ τὸ ἀνία ἀνιαρός καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ γ ἀνιγρός. οὕτως Μεθόδιος
AB, Sym. 1046, EM 1430, Et. Gud. (c) α 1277. Methodius.

alpha

893

Ἀνιαρός· παρὰ τὴν ἀνίαν ἀνιαρός· ἐξ οὗ καὶ ἀνιῶ ῥῆμα. οὕτως Μεθόδιος AB, Sym. 1047, EM 1427. Methodius.

alpha

894

†Ἀνίψαλλον (Stesich. fr. 72)· τὸν ἀβλαβῆ· παρὰ τὸ ἴπτω καὶ ἰάπτω· ἀνίψαλλον οὖν τὸ ἄνευ τοῦ ἰάπτεσθαι [...] B, Sym. 1048, EM 1433. *Methodius.

alpha

895

Ἀνία· λύπη· παρὰ τὸ ἰῶ, τὸ σημαῖνον τὸ ὑγιάζω, γίνεται ἀνιῶ κατὰ στέρησιν καὶ πλεονασμῷ τοῦ ν· ἡ γὰρ ἀνία ἐστέρηται τῆς ἰάσεως. ἢ παρὰ τὸ ἄνω, τὸ σημαῖνον τὸ ἀνύω, γίνεται ἀνία· διανυστικὴ γάρ ἐστι καὶ πρακτική, οἱονεὶ καταδαπανητική. οὕτως ὁ Χοιροβοσκός (orth.
5169, 1) AB, Sym. 1049, EM 1426, Et. Gud. (d) ad α 510. Choerob. l. c.

alpha

896

Ἀνιῶ· † ἀνίω ἀνιῶ ῥῆμα Α. 〈Ἀνίεις (Ε 880): EM 1422. *Comm. Hom.〉

alpha

897

Ἀνιμῶμαι· εἴρηται εἰς τὸ ι στοιχεῖον, εἰς τὸ ἱμονιά
(Et. gen. ι s. v.) AB, Sym. 1050, EM 1431.

alpha

898

Ἄνιος· ἔστι δὲ ἱερεὺς τοῦ Ἀπόλλωνος. γέγονε δὲ παρὰ τὴν ἀνά πρόθεσιν Ἄνιος, ὥσπερ καὶ παρὰ τὴν ὑπό Ὕπιος· οἷον Ὕπιος Ζεύς. οἱ δὲ παρὰ τὴν ἀνίαν. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ Ἄμφιος (Orth. 168, 14 = Et. gen. A 747) AB, Sym. 1051, EM 1432,
5Eust. 75, 13. Choerob. l. c.

alpha

899

Ἀν’ ἰωχμόν (Θ 89)· κατὰ τὴν μάχην. ἡ ἐτυμολογία εἰς τὸ ἰωχμός (Et. gen. ι. s. v.) AB, Sym. 1052, EM 1425. *Comm. Hom.

alpha

900

Ἀνιηρέστερον (β 190)·
αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται· πῶς οὐκ ἀνιαρώτερον εἴρηται; ἀνιαρός γὰρ τὸ πρωτότυπον· καὶ ἰστέον, ὅτι τὰ εἰς ος λήγοντα ὀνόματα, ὅσα οὐδετέροις παρασχη‐
5ματίζονται, ἤγουν τριγενῆ ὄντα, ταῦτα καὶ συγκριτικὰ ποιοῦσιν, οἷον ἐλαφρός ἐλαφρή καὶ τὸ ἐλαφρόν, καὶ τὸ συγκριτικὸν ἐλαφρότερος, ἁγνός ἁγνή ἁγνόν ἁγνότερος, λευκός λευκή λευκόν λευκότερος· οὕτως οὖν καὶ ἀνιαρός ἀνιαρή ἀνιαρόν ἀνιαρότερον ὤφειλεν εἶναι. ἀλλ’ ἔστιν εἰπεῖν ὅτι παρὰ τὸ ἀνιαρός γίνεται παρώνυμον ἀνιαρής, ὥσπερ ὁμα‐
10λός ὁμαλής, γυμνός γυμνής, ἀργός ἀργής· καὶ ἐπειδὴ τὰ εἰς ης λήγοντα τριγενῆ ὑπέρθεσιν δέχονται καὶ σύγκρισιν, οἷον εὐτυχής ἡ εὐτυχής καὶ τὸ εὐτυχές, καὶ τὸ συγκριτικὸν εὐτυχέστερος, εὐγενέ‐ στερος, εὐμελέστερος, ὑγιέστερος, σαφέστερος, πληρέστερος, εὐωδέ‐ στερος, ἐμβριθέστερος, προγενέστερος· † Καλλίμαχος (Hom. β 29)·
15
ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν· οὕτως οὖν καὶ ἀνιαρής καὶ ἡ ἀνιαρής καὶ τὸ ἀνιαρές, καὶ ἀνιαρέ‐ στερον τὸ συγκριτικόν· καὶ κατ’ ἔκτασιν ἀνιηρέστερον. ἁμαρτάνουσιν ἄρα οἱ προφερόμενοι πενέστατος· ἀπαρασχημάτιστον γὰρ τὸ πένης ὄνομα τῷ οὐδετέρῳ. ἔδει δὲ καὶ παρὰ τὸ κλέπτης καὶ ψευδής μηδό‐
20λως σχηματίζεσθαι συγκριτικόν, οἱ δὲ Ἀττικοὶ κλεπτίστατον καὶ ψευδίστατον εἰπόντες τὰ συγκριτικὰ ἥμαρτον· ἀντὶ γὰρ τοῦ κλε‐ πτέστατον καὶ ψευδέστατον. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ (fr. 339) AB, Sym. 1053, EM 1428. Philox. l. c.

alpha

901

Ἀνοπαῖα (α 320)·
ὄρνις δ’ ὣς ἀνοπαῖα διέπτατο· παρὰ τὴν ὀπὴν ὀπαῖα καὶ ἐν συνθέσει ἀνοπαῖα. καὶ ἐκδέχονται τὴν
καπνοδόκην. Κράτης (fr. 60b Mette) δέ φησιν ἀνοπαῖαν τὴν τετρη‐
5μένην κεραμίδα ἐπὶ τῆς ὀροφῆς. ἢ † πάνοπα γράφεται καὶ νοεῖται ἡ χελιδών, ἐπειδὴ ἐν Δαυλίδι τῆς Φωκίδος τὰ περὶ Τηρέως λεγόμενα μυθολογεῖται· καὶ ἡ Πανοπεὺς δὲ Φωκικὴ πόλις ἐστί. Μεθόδιος AB, Sym. 1054, EM 1443. Methodius.

alpha

902

Ἀνόστιμος (δ 182)· παρὰ τὸ νόστος νόστιμος καὶ ἀνόστι‐ μος AB, Sym. 1055, EM 1438, Et. Gud. α 521. Epim. Hom. (cf. AO I 26, 19).

alpha

903

Ἀνόρουσεν (Α 248)· ἀνώρμησεν, ἀνέστη. ἔστιν ὄρω, τὸ διεγείρομαι, ἐξ οὗ ὁ μέλλων Αἰολικῶς ὄρσω, οἷον (Γ 250)·
ὄρσεο, Λαομεδοντιάδη. τοῦτο τὸ ὄρω γίνεται κατὰ παραγωγὴν ὀρύω καὶ πλεονασμῷ τοῦ
5ο ὀρούω, ὁ μέλλων ὀρούσω, ὁ ἀόριστος ὄρουσα ποιητικῶς καὶ ἐν συνθέσει ἀνόρουσεν· οἱ γὰρ ποιηταὶ καὶ οἱ Ἴωνες συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν AB, Sym. 1056, EM 1441. Epim. Hom. (cf. AP III 343, 19).

alpha

904

Ἀνομένοιο (Ap. Rh. 1, 651)· οἷον (l. c.)·
ἤματος ἀνομένοιο διὰ κνέφας. οὐδὲ μὲν ἠοῖ· παρὰ τὸ ἄνω, τὸ ἀνύω. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά AB, EM 1442. Schol. Ap. Rh.

alpha

905

Ἀνοχλίζω (Ap. Rh. 1, 1167)· τὸ ἀνέχω, οἷον (l. c.)·
δὴ τότ’, ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκούς· τετρηχότος σημαίνει τεταραγμένους, ὁλκοὺς τὰς ἐκχύσεις. Ἀπολλώ‐ νιος ὁ τὰ Ἀργοναυτικά (l. c.) AB, Sym. 1057, EM 1434. Schol
5Ap. Rh.

alpha

906

Ἀντάξιον (Α 136)· ἰσότιμον (l. c.)·
ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται AB, Sym. 1058. Comm. Hom.

alpha

907

Ἀνόστεος (Hes. op. 524)· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις (524—528)·
ἤματι χειμερίῳ, ὅτ’ ἀνόστεος ὃν πόδα τένδει
ἐν τ’ ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισι.
5
οὐ γάρ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·
ἀλλ’ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
στρωφᾶται, βράδιον δὲ Πανελλήνεσι φαείνει. ἀνόστεος· ὁ λεγόμενος πολύπους· οὗτος γὰρ τῷ χειμῶνι οὐ †προΐησιν, ἀλλ’ ἐν τῷ φωλεῷ καθήμενος τοὺς ἰδίους πόδας ἐσθίει·
10οὐ γὰρ αὐτῷ ἥλιος λάμπων δείκνυσι τὸν τόπον τῆς βοσκῆς· διὸ † εὑρίσκοντες οἱ παλαιοί 〈***〉 κολοβοὺς καὶ ὁμαλοὺς τοὺς πόδας. Κλείταρχος δὲ ἐν Γλώσσαις τὸν πολύπουν ὑπὸ Λακεδαιμονίων ἴουλον καλεῖσθαί 〈φησιν〉, ἄλλοι γὰρ σκώληκα τὸν πολύπουν λέγουσιν οὐ
καλῶς. ἴουλοι γὰρ ἐκεῖνοι παρὰ τοῖς ἀρχαίοις λέγονται. τ’ ἀνό‐
15στεος ὃν πόδα τένδει· ἔδει οὖν εἰπεῖν τένθει διὰ τοῦ θ· οἱ γὰρ 〈Ἀττικοὶ〉 τένθην καλοῦσι τὸν γαστρίμαργον· κατ’ ἐναλλα‐ γὴν οὖν τοῦ θ εἰς τὸ δ εἴρηται. ἐν τ’ ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισι· ἀθέρμῳ ἐν τοῖς συνήθεσι τόποις ψυχροῖς. ἀλλ’ ἐπὶ κυανέων ἀνδρῶν· τῶν Αἰθιόπων.
20βράδιον δὲ Πανελλήνεσσι φαείνει· ἐπὶ πᾶσιν ἀν‐ θρώποις τῶν Ἑλλήνων φαίνεται. AB, Sym. 1059, EM 1440. Schol. Hes.

alpha

908

Ἀνούτατος (Δ 540)· μὴ τετρωμένος· παρὰ τὸ οὐτῶ· καὶ (Χ 371)
ἀνουτητί, ἄνευ τρώσεως AB, Sym. 1060, EM 1435. *Comm. Hom.

alpha

909

Ἀνστάς (Τ 269)· ἀναστάς (l. c.)·
ἀνστάς, Ἡρωδιανός (II 242, 16). καὶ ἀναστάντες (Β 398)·
ἀνστάντες
5AB, Sym. 1061, EM 1446. Hdn. l. c.

alpha

910

Ἀνστήτην (Α 305)· ἀνέστησαν δυϊκῶς· ἀναστήτην γὰρ καὶ κατὰ συγκοπήν (l. c.)·
ἀνστήτην AB, Sym. 1062, EM 1446. Hdn. II 242, 17.

alpha

911

Ἀνταία (Ap. Rh. 1, 1141)· ἡ Ῥέα ὅτι τοῖς Τελχῖσιν ἐναντία ἐγένετο· παρὰ τὸ ἄντην Ἀνταία. Μεθόδιος AB, Sym. 1063, EM 1447. Methodius.

alpha

912

Ἄντην (Θ 399)· ἐξ ἐναντίας (l. c. 399—400)·
βάσκ’ ἴθι, Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ’ ἔα ἄντην
ἔρχεσθ’ AB, Sym. 1064, EM 1447. Comm. Hom.

alpha

913

Ἄντανδρος· πόλις ὑπὸ τὴν Ἴδην παραθαλασσία· ὅτι Ἀσκάνιος αἰχμάλωτος ἐγένετο ὑπὸ Πελασγῶν καὶ ἀντ’ αὐτοῦ τὴν πόλιν δέδωκε λύτρα καὶ ἀπελύθη. ἡ οὖν ἀντὶ ἀνδρὸς δεδομένη Ἄν‐ τανδρος ὠνομάσθη. Μεθόδιος AB, Sym. 1065, EM 1450. Me‐
5thodius.

alpha

914

Ἀντετόρησεν (Ε 337)· εἰς τὸ τορῶ (Et. gen. τ s. v.) AB, Sym. 1066, EM 1460.

alpha

915

Ἄντηστιν (υ 387)·
ἡ δὲ κατ’ ἄντηστιν θεμένη περικαλλέα δίφρον· παρὰ τὸ ἀντῶ ἀντήσω ἄντησις καὶ ὑπάντησις, καὶ πλεονασμῷ τοῦ τ ἄντηστις. Μεθόδιος. AB, EM 1454. Methodius.

alpha

916

Ἀντήνωρ (Λ 262)·
ἔνθ’ Ἀντήνορος υἷες ὑπ’ Ἀτρεΐδη βασιλῆϊ· ἀντὶ τοῦ ὑπ’ Ἀτρείδου βασιλέως AB, EM 1452 (lemma tantum).
Comm. Hom.

alpha

917

Ἀντικρύ (Γ 359)· τὸ ἐξ ἐναντίας. διαφέρει τὸ ἀντικρύ τοῦ ἄντικρυς· τὸ μὲν γὰρ ἄντικρυς δηλοῖ τὸ φανερῶς, τὸ δὲ ἀντικρύ τὸ ἐξ ἐναντίας· παρὰ τὴν ἀντί καὶ τὸ κάρα ἀντίκαρα καὶ συγκοπῇ ἀντικρύ, τὸ κατέναντι. Μεθόδιος AB, Sym. 1067. Methodius.

alpha

918

Ἀντίπαλος· ὁ ἐναντίος ἢ ὁ ἀντιπαλαίων ἢ ὁ κατὰ πάλον, τουτέστιν κλῆρον ἐναντιούμενος AB, Sym. 1068, EM 1445, Et.
Gud. (c) α 1324. *Methodius.

alpha

919

Ἀντίχειρ (Soran. fr. 13 Scheele)· ὁ μέγας τῆς χειρὸς δάκτυλος· ἢ ὅτι ἀντίκειται τοῖς ἄλλοις ἢ ὅτι τὸ ἴσον δύναται τῇ ὅλῃ χειρί AB, Sym. 1069, EM 1445, Et. Gud. α 539. Orio 612, 6 Werfer.

alpha

920

Ἀντιόωσαν (Α 31)· ἔστι δευτέρας συζυγίας τῶν περι‐ σπωμένων· καὶ ἔστιν ὁμώνυμος ἡ λέξις· ὅτε γὰρ δηλοῖ τὸ ἀντιλαμ‐ βανομένη αἰτιατικῇ συντάσσεται, ὅτε δὲ τὸ ἀπαντᾶν γενικῇ, οἷον (α 25)·
5
ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης, ὁ δὲ ποιητὴς πλεονάζει τὸ ο, οἷον (Β 198)·
ὃν δ’ αὖ δήμου ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι, (Α 350)·
ὁρόων ἐπὶ οἴνοπα,
10τὸ δὲ ἀντῶ σημαίνει τὸ ἀπαντῶ καὶ συντυγχάνω, ὡς ἡ χρῆσις εἰς τὸ πονεύμενον (Δ 374) δηλοῖ AB, Sym. 1070, EM 1467, Et. Gud. (d) ad α 538. Epim. Hom. (cf. Epim. Hom. cod. Ba‐
rocc. 50 ined., AO I 22, 16, AP III 315, 12).

alpha

921

Ἄντα (Φ 331)· οἷον (l. c. 331—332)·
ἄντα σέθεν γὰρ
Ξάνθον δινήεντα, †καὶ σοῦ γὰρ ἄξιον ἀνταγωνιστὴν ἡγούμεθα τὸν Ξάνθον AB, EM 1448.
5Comm. Hom.

alpha

922

Ἀντιλήπτωρ (Ps. 3, 3)· λήβω, τὸ λαμβάνω, καὶ † τὴν ἀντί πρόθεσιν ἀντιλήπτωρ AB, EM 1465. Choerob. epim. ps. 99, 7.

alpha

923

Ἀντίπηξ (Eur. Ion 19?) ἡ κιβωτός· παρὰ τὴν ἀντί πρόθεσιν καὶ †τοῦ πήσσω AB, Sym. 1071, EM 1469, Et. Gud. (c) α 1321 Hdn. (cf. II 758, 21 et Choerob. in Theod. 291, 8 et 319, 4).

alpha

924

Ἀντίος· ὁ ἐξ ἐναντίας (Α 534—535)·
οὐδέ τις ἔτλη
μεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαντες· παρὰ τὸ ἄντω ῥῆμα βαρύτονον γίνεται ἀντῶ περισπώμενον, ἀφ’ οὗ
5ἄντην ἐπίρρημα καὶ ἀντίος· ὅθεν καὶ διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρ’ † ἐπίρρημα γινόμενα διὰ τοῦ ιος προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται, οἷον ἶφι ἴφιος, πρωί πρώιος, οὕτως οὖν καὶ ἄντην ἀντίος κατὰ τόνον μόνον ἡμάρτηται καὶ οὐ κατὰ γραφήν AB, Sym. 1072,
EM 1466. Hdn. II 477, 1.

alpha

925

Ἀντίφαρα· ἡ ζήλη παρὰ Συρακοσίοις· παρὰ τὸ φέρω, ὃ Δωριεῖς φάρω λέγουσιν, ὡς τέμνω τάμνω καὶ τρέπω τράπω. φάρω οὖν φάρα καὶ ἀντίφαρα, ἡ ζήλη, ἡ ἐναντίως φερομένη AB, EM 1480. Methodius.

alpha

926

Ἀντιφερίζω (Hes. op. 210)· τὸ ἐναντιοῦμαι ἢ ἐξισοῦμαι· παρὰ τὸ φέρω φερίζω, ὡς θέρω θερίζω, οἷον (l. c.)·
ἄφρων δ’, ὅς κ’ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν· ἀμφότερον (l. c. 211)·
5
νίκης τε στέρεται πρός τ’ αἴσχεσιν ἄλγεα πάσχει· καὶ τῆς νίκης στερεῖται καὶ πρὸς τῇ αἰσχύνῃ ἄλγεα πάσχει. Ἡσίοδος. καὶ ἀντιφέρεσθαι (Α 589 ...), ἐναντιοῦσθαι AB, Sym. 1074, EM 1463, Eust. 156, 9. *Schol. Hes. + Comm. Hom.

alpha

927

Ἀντιτορήσας〉 (Κ 267)· διατρήσας διορύξας· παρὰ τὸ 〈το〉ρῶ τορήσω, τρῶ τρήσω AB, EM 1460, Et. Gud. (c) α 1325,
Eust. 553, 2 Comm. Hom.

alpha

928

Ἀντιάνειρα (Γ 189)· ἐπίθετον Ἀμαζόνος, οἱονεὶ αἱ ἐναντιούμεναι ἀνδράσιν, ἐξ οὗ πολεμικαί. τὸ γὰρ ἀντί δύο σημαίνει· τὸ ἴσον, οἷον ἀντίθεος, τουτέστιν ἰσόθεος, καὶ ἀντίχειρ, ἡ δυναμένη ἴσον τῇ ὅλῃ χειρί. σημαίνει δὲ καὶ τὸ ἐναντίον, οἷον ἀντιάνειρα, ἡ
5ἐναντιουμένη τοῖς ἀνδράσι τῇ οἰκείᾳ δυνάμει, ὥσπερ ἀντίχριστόν φαμεν καὶ ἀντίπαλον AB, Sym. 1075, EM 1445. *Epim. Hom.

alpha

929

Ἀντίβιος (Γ 435)· ὁ ἐναντιούμενος τῇ βίᾳ, ὅ ἐστι τῇ δυνάμει· βία γὰρ ἡ δύναμις AB, Sym. 1076, EM 1468. *Epim. Hom.

alpha

930

Ἀντιβίοισιν (Α 304)· ἐναντίοις καὶ στασιαστικοῖς ὡς † ἐναντιούμενος τῇ βίᾳ, ὅ ἐστι τῇ δυνάμει A, Sym. 1077, EM 1468. *Epim. Hom.

alpha

931

Ἀντιβολῆσαι (Δ 342)· ἀπαντῆσαι, μετασχεῖν· μολῶ, τὸ ἔρχομαι, μολήσω μολῆσαι, καὶ μετὰ τῆς ἀντί προθέσεως ἀντι‐ μολῆσαι, καὶ τροπῇ τοῦ μ εἰς β ἀντιβολῆσαι AB, Sym. 1078, EM 1461. *Epim. Hom. + Orio 7, 21.

alpha

932

Ἀντήρεις· σημαίνει δὲ εἰς ὃ ἐπερείδεταί τις καὶ ἐπιστη‐ ρίζεται. γίνεται δὲ παρὰ τὸ ἐρείδω, τὸ ἐπακουμβίζω, ὁ μέλλων ἐρεί‐ σω, καὶ ἐξ αὐτοῦ ἀντήρεις· † καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ ἀποβολῇ τοῦ ω. οὐχ εἴρηται δὲ ἡ εὐθεῖα αὕτη ἐν χρήσει· αἱ δὲ ἄλλαι πτώ‐
5σεις τὴν κλίσιν ὡς ἀπὸ ὀξυτονουμένης καὶ εἰς ις ληγούσης ἔχουσιν· ὥσπερ γὰρ ἀσπίς ἀσπίδος καὶ σανίς σανίδος, οὕτως οὖν καὶ ἀντή‐ ρεις ἀντηρίδος, ὡς παρ’ Εὐριπίδῃ (fr. 1111)·
κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος AB, Sym. 1079, EM 1455. Hdn. II 476, 23.

alpha

933

Ἄντα· ὥσπερ ἀπὸ τοῦ ὠκέα γίνεται ὦκα καὶ κράτεα κράτα καὶ καθ’ ὑπέρθεσιν κάρτα, καὶ σάφεα σάφα, οἷον (β 31)·
σάφα εἰπέ, οὕτως οὖν καὶ ἀντία ἄντα, οἷον (Γ 425)·
5
ἀντί’ Ἀλεξάνδροιο θεά. ἢ παρὰ τὸ ἀντῶ ἄντα, ὡς ἠρεμῶ ἠρέμα καὶ σιγῶ σίγα. Ἡρωδιανὸς ἐν
τοῖς Περὶ παθῶν (ΙΙ 247, 14) AB, Sym. 1073, EM 1448. Hdn. l. c. 〈ἀντισηκοῦντα: Sym. 1080 (cf. EM 1462). Epim. var. AO II 341, 17.〉

alpha

934

Ἄντυξ (Ε 728)· ἄντυξ λέγεται ἡ ἀνωτάτη περικεφαλαία τοῦ ἁρματίου δίφρου· παρὰ τὸ ἄνω τετύχθαι καὶ κατεσκευάσθαι· ἡ δὲ εἰς τὸ κάτω τετυγμένη λέγεται καταίτυξ. λέγεται δὲ καὶ ἡ τῆς ἀσπίδος περιφέρεια ἄντυξ, οἷον (Ζ 118)·
5
ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης. ἀμφότερα δὲ ἀπὸ τοῦ τεύχω, τὸ κατασκευάζω, γέγονεν, οἷον τεύχω τεύξω τεύξ καὶ τύξ· καὶ ἐν συνθέσει ἄντυξ καὶ καταίτυξ (Ε 262, 322)·
ἐξ ἄντυγος ἡνία τείνας, οἱονεὶ ἐξάψας τὰς ἡνίας τῆς τοῦ ἅρματος περιφερείας AB, Sym.
101081, EM 1483. Orio 11, 20?

alpha

935

Ἀντιβολῶ· ἰστέον, ὅτι τὸ ἀντιβολῶ ἔξωθεν †ἐκλήθη, ἐπειδὴ
τούτου τὸ ἁπλοῦν οὐκ ἔστι ῥητόν, τὸ δὲ παρὰ Πινδάρῳ (Ο. 13, 30—31)
ἀντεβόλησεν
τὸν ἀνὴρ θνητὸς οὔπω τις πρότερον
5ἔσωθεν ἐκλίθη διὰ τοῦ ε· καὶ τὸ σημαινόμενον ἕτερον, ὡς καὶ παρ’ Ὁμήρῳ (Π 847)·
τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν· τὸ δὲ παρ’ Ἀριστοφάνει ἐν Ἀμφιαράῳ (fr. 39) διὰ τοῦ ε
ἠντεβόλησεν
10δύο †κλήσεις ὑπέστη. Ζηνόβιος (fr. 4 Schoemann) AB, Sym. 1078, EM 1461. Zenob. l. c.

alpha

936

Ἀντανάκλασις· λέγεται ἡ ἀπό τινος ἐπί τι κίνησις καὶ ἐξ ἐκείνου πάλιν ἐξ οὗ προῆλθεν ὑποστροφή, ὡς ἐπὶ τῆς σφαίρας AB, Sym. 1082 EM 1451.

alpha

937

Ἀντιγονίζω· ὅτι τὸ ἀντιγονίζω οὐκ ἔχει τὸ λεκτὸν τῆς ἀντί προθέσεως· ἀπὸ κυρίου 〈***〉 γίνεται τοῦ Ἀντίγονος, ὥστε καὶ τοῦτο εὐλόγως ἐκλίθη ἔξωθεν, ὡς τὸ καθεύδω καὶ τὸ ἐνέπω. τὸ †ἐνέπειρεν ἔν τισι τῶν ἀντιγράφων ἐπενθέσει τοῦ ε, ὡς ἐνεποίουν·
5ἐν τοῖς πλείστοις δὲ οὐκ ἔχει τὴν τοῦ ε ἐπένθεσιν· ἠμπείρουν γάρ.
οὕτως Ζηνόβιος (fr. 2 Schoemann) AB, Sym. 1083, EM 1457. Zenob. l. c.

alpha

938

Ἄντρον· τὸ σπήλαιον (γ 103, 347)·
ἐγγύθι δ’ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ἀνάτορόν τι ὄν, τὸ ἀνατετρημένον· ἢ παρὰ τὸ ἄνθη ἄνθηρον καὶ ἄνθρον καὶ ἄντρον κατὰ συγκοπήν· εἶναι γὰρ λειμονίδων νυμφῶν
5ἐνδιαίτημα. ἢ παρὰ τὸ ἄντω, τὸ ἱκετεύω, ἄντομαι καὶ (Ap. Rh. 3, 77)
ἀντομένην Ἥρην, ἄντορον καὶ ἄντρον, διότι θεοὺς ἐν αὐτοῖς ἱκέτευον ἱερὰ τὰ σπήλαια ἡγούμενοι AB, Sym. 1084, EM 1488. Methodius.

alpha

939

Ἀντρών (Β 697)· σημαίνει πόλιν· παρὰ τὸ ἀντρώδεις ἔχειν τόπους αὐτόθεν κοπτομένου λίθου ἐπιτηδείου εἰς τοὺς † ἀλῶνας ὄνους, ὅ ἐστι μύλους AB, Sym. 1085, EM 1487. Methodius.

alpha

940

Ἀνύω (Δ 56)· παρὰ τὸ ἄνω, τὸ πράσσω, καὶ ἀνύω, οἷον (Κ 251)·
μάλα νὺξ ἄνεται, γίνεται ἀνύω· σημαίνει δὲ τὸ αὐτό, οἷον (Δ 56)·
οὐκ ἀνύω φθονέουσα,
5ἀντὶ τοῦ οὐδὲν ὠφελῶ, οὐδὲν πράσσω AB, Sym. 1086, EM 1489,
Eust. 802, 26; 1434, 18. *Epim. Hom. (cf. AO I 16, 25).

alpha

941

Ἀνύτω· ἰστέον, ὅτι τὸ ἀνύτω καὶ ἀρύτω ἀπὸ τοῦ ἀνύω καὶ ἀρύω γέγονε κατὰ πλεονασμὸν τοῦ τ. Ἡρωδιανὸς Περὶ παθῶν
(ΙΙ 293, 10) AB, Sym. 1087, EM 1489. Hdn. l. c.

alpha

942

Ἀνωϊστί (δ 92)· ἀπροσδοκήτως· παρὰ τὸ οἴω, ὅπερ ἐν διαιρέσει γίνεται ὀΐω (α 323)·
ὀΐσατο γὰρ θεὸν εἶναι, γίνεται ὀϊστί, καὶ ἐκτάσει τοῦ ο εἰς ω ὠϊστί καὶ ἐν συνθέσει ἀνωϊ‐
5στί AB, Sym. 1088, EM 1494, Et. Gud. α 552. Comm. Hom. + *Epim. Hom.

alpha

943

Ἀνῷγε (Ξ 168)·
τὸν δ’ οὐ θεὸς ἄλλος ἀνῶγεν. εἴρηται εἰς τὸ ᾦγον εἰς τὸ ω στοιχεῖον (Et. gen. ω 3) AB. Comm. Hom.

alpha

944

Ἀνώϊστος καὶ ἀνώϊστον (Φ 39)· τὸ ἀπροσδόκητον καὶ ἀνυπονόητον· παρὰ τὸ οἴω, τὸ ὑπονοῶ, ὅπερ καὶ ὀΐω λέγεται, καὶ (Δ 12)
ὀϊόμενον θανέεσθαι·
5ὀΐω οὖν, ὀϊστός καὶ ἀνώϊστος κατ’ ἔκτασιν τοῦ ο εἰς ω, οἷον (Ap. Rh. 1, 680)·
ὡς καὶ νῦν ὅδ’ ὅμιλος ἀνωΐστως ἀφίκανε. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά AB, Sym. 1088, EM 1494, Eust. 1222, 21. Comm. Hom. + locus Apollonii.

alpha

945

Ἄνωγεν (Α 313)·
λαοὺς δ’ Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν· ἀντὶ τοῦ ἐκέλευεν. ἔστιν τὸ θέμα ἀνωγῶ, πρώτης συζυγίας τῶν περι‐ σπωμένων· τὸ δὲ ἀνωγῶ γέγονε παρὰ τὸ ἀνωγή, τὸ δὲ ἀνωγή παρὰ τὸ
5ἄνω τὸ ἐγκελευσματικὸν ἐπίρρημα. ἢ παρὰ τὸ ἄγω γίνεται ἀγωγή καὶ ἀνωγή, ἡ ἐγκέλευσις, δι’ οὗ ἄγομέν τι καὶ φέρομεν δι’ ἐγκελεύσεως. ἔστι δὲ ἀνωγῶ, ὁ παρατατικὸς ἠνώγουν, τὸ τρίτον ἠνώγει (Ζ 170)·
δεῖξαι δ’ ἠνώγει ᾧ πενθερῷ, ὁ μέλλων ἀνωγήσω, ὁ ἀόριστος ἠνώγησα καὶ ὁ δεύτερος ἀόριστος
10ἤνωγον ἤνωγες ἤνωγε· κατὰ συστολὴν ἄνωγεν AB, Sym. 1089, EM 1492. Epim. Hom. (cf. AP III 347, 10).

alpha

946

Ἄνωχθι (Κ 67 ...)· κέλευε· ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ
ἢ παρακειμένου, ἀναλογώτερον δὲ τὸ παρὰ Καλλιμάχῳ (fr. 628)·
ἄνωγε δὲ πορθμέα νεκρῶν· ἀνωγῶ ἀνώγημι. τὸ προστακτικὸν ἀνώγηθι· καὶ τροπῇ τοῦ γ εἰς
5τὸ χ καὶ κατὰ συγκοπὴν ἄνωχθι AB, Sym. 1090, EM 1493. *Epim. Hom.?

alpha

947

Ἄξυλον (Ζ 12)· ὄνομα κύριον· ἀπὸ τοῦ ἄγω ἄξω Ἄξυλον (l. c.)·
Ἄξυλον δ’ ἄρ’ ἔπεφνε βοὴν ἀγαθὸς †Μενέλαος. AB, Sym. 1097, EM 1498, Eust. 622, 2. *Epim. Hom. (cf. AO I 25, 9)

alpha

948

Ἀξιόχρεων· δεῖ γινώσκειν, ὅτι πᾶν οὐδέτερον εἰς ν λῆγον ἀπαθὲς βραχυκαταληκτεῖν θέλει, ξύλον, †πέτρον, λουτρόν· χωρὶς τοῦ πᾶν, τοῦτο γὰρ μακροκαταληκτεῖ· καὶ χωρὶς τῶν παρὰ τὸ πούς, οἷον δίπουν, τρίπουν. πρόσκειται «ἀπαθές» διὰ τὸ ποιοῦν καὶ χρυσοῦν
5καὶ ὀστοῦν καὶ χαλκοῦν, ταῦτα γὰρ ἀπὸ κράσεως γέγονε, καὶ τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον καὶ τὸ εὐγήρων ἀπὸ τοῦ εὐγήραον· τὸ καρχαρόδουν καὶ τὸ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γέγονε, τὸ μὲν τοῦ † ι πλεονασμῷ, τὸ δὲ τοῦ † υ. τὸ ἀξιόχρεων καὶ τὸ ἀνάπλεων Ἀττικὴν ἔκτασιν ἔπαθον ἀπὸ τοῦ ἀξιόχρεον καὶ ἀνά‐
10πλεον τῶν διὰ τοῦ ο. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸν τέταρτον κανόνα τῶν οὐδετέρων (in. Theod. I 347, 25) AB, Sym. 1098, EM 1500. Choerob. l. c.

alpha

949

Ἄξων (Ε 723)· ἄξων καλεῖται τὸ διῆκον διὰ τῶν τροχῶν ξύλον· παρὰ τὸ ἄγω AB, Sym. 1099, EM 1499. *Comm. Hom.

alpha

950

Ἄξιον· παρὰ τὸ ἄγω ἄξω ἄξιον· ἀπὸ μεταφορᾶς τῶν σταθμῶν
τῶν ἴσην ῥοπὴν ἐχόντων AB, Sym. 1100, EM 1497. *Lex. rhet.

alpha

951

Ἀοίδιμος (Ζ 358)· παρὰ τὴν ἀοιδήν ἀοίδιμος, ὡς τροφή τρόφιμος, τουτέστιν ὁ ἀεὶ ἐν ᾠδαῖς ὀνομαζόμενος ἢ μνημονευόμενος, ἤγουν διαβόητος καὶ θαυμάσιος (lc. 357—358)·
ὡς καὶ ὀπίσσω
5
ἀνθρώποισι πελώμεθ’ ἀοίδιμοι ἐσσομένοισι· πελώμεθα· γενησόμεθα AB, Sym. 1106, EM 1502. Orio 24, 5.

alpha

952

Ἀοιδός (Ω 720)· (l. c. 719—721)·
τὸν μὲν ἔπειτα τρητοῖς ἐν λεχέεσι θέσαν, παρὰ δ’ εἷσαν ἀοιδοὺς θρήνους ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδήν
5AB, Sym. 1107. *Comm. Hom.?

alpha

953

Ἀονία· ἡ Βοιωτία καλεῖται. Βοιωτία δέ, ἐπειδὴ ἡ βοῦς ἀγαγοῦσα Κάδμον εἰς ἐκεῖνα τὰ μέρη ἀνακλιθεῖσα ἀπέθανεν· Ἀπολ‐ λώνιος (3, 1178)·
Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ,
5Ὠγυγία δὲ ἡ ἀρχαία ἀπὸ Ὠγύγου βασιλέως ἀρχαίου AB, Sym. 1108. Schol. Ap. Rh.

alpha

954

Ἄορ· τὸ ξίφος· παρὰ τὸ ἀείρω ἄορ· καὶ ἀορτήρ (Λ 31), τὸ ἀπῃωρημένον. ἢ παρὰ τὸ αἴρω ἀρτήρ, καὶ πλεονασμῷ τοῦ ο ἀορτήρ. ἢ ἐν ᾧ τὸ ξίφος κρέμαται, ἱμάς (Λ 30—31)·
αὐτὰρ περὶ κουλεὸν ἦεν
5
ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός AB, Sym. 1109, EM 1504 + 1505, Et. Gud. (d) α 559. *Method. +
Comm. Hom.

alpha

955

Ἀολλέες (Ε 498)· σημαίνει δὲ τὸ † συνηθροισμένον, γίνε‐ ται δὲ παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι, τοῦ α τὸ ὁμοῦ σημαίνοντος· ἀπὸ γὰρ τοῦ ἕλλω ῥήματος τοῦ σημαίνοντος τὸ συστρέφω ἢ εἱλῶ γίνεται ῥηματικὸν ὄνομα ἑλλής, καὶ μετὰ τοῦ α ἐπιτατικοῦ ἢ ὁμοῦ ἀελλής,
5καὶ τροπῇ τοῦ ε εἰς ο ἀολλής· ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀολλέες. ἐκ δὲ τοῦ ἀολλής γίνεται ῥῆμα ἀολλίζω σημαῖνον τὸ συναθροίζω, οἷον (Ζ 270)·
ἔρχεο σὺν θυέεσσιν, ἀολλίσασα γεραιάς AB, Sym. 1110, EM 1508. *Epim. Hom.?

alpha

956

Ἀοσσητήρ (Ap. Rh. 4, 407)· ὁ βοηθός (l. c.)·
ὅς τοι ἀοσσητὴρ κασίγνητός τε τέτυκται, ὁ ἄνευ ὄσσης καὶ κληδόνος αὐτομάτως βοηθῶν· παρὰ τὴν ὄσσαν ὀσσητήρ καὶ ἀοσσητήρ AB, Sym. 1111, EM 1506, Et. Gud. α
5562, Eust. 1015, 7; 1941, 37; 1272, 19. *Schol. Ap. Rh.?

alpha

957

Ἀπαλθήσεσθον (Θ 405)· ἰαθήσεσθε, δυϊκῶς, εἰς τὸ ἄλθετο (Et. gen. α 465) AB, Sym. 1182, EM 1518. Comm.
Hom.

alpha

958

Ἀπαρτία (Hippon. fr. 118a; Theophr. fr. omis‐ sum)· ὁ κατὰ τὸν οἶκον κόσμος, τὰ λεγόμενα ἔπιπλα. λέγεται δὲ ἀπάρτη ἀπαρτῶ, παράγωγον ἀπαρτίζω, τὸ ἀρτίως, ὅ ἐστιν εὐαρ‐ μόστως, συμπληρῶ, καὶ ἐξ αὐτοῦ ἀπαρτία AB, Sym. 1183, EM
51525, Et. Gud. (c) α 1382. *Methodius.

alpha

959

Ἄπαστος (Τ 346)· ὁ ἄγευστος· παρὰ τὸ πῶ, τὸ ἐσθίω, καὶ πόα ἡ βοτάνη, καὶ πηγός καὶ φηγός· ἡ πρώτη γὰρ τροφὴ ἀπὸ δρυῶν. πῶ οὖν, παράγωγον πατῶ, ὡς μῶ, τὸ ζητῶ, ματῶ, ὅθεν μαστός· πέπασμαι πέπασαι πέπασται παστός, ὁ βεβρωκώς, καὶ
5ἄπαστος (l. c. 345—346)·
οἱ δὲ δὴ ἄλλοι
οἴχονται μετὰ δεῖπνον, ὁ δ’ ἄκμηνος καὶ ἄπαστος AB, Sym. 1184, EM 1526, Et. Gud. (c) α 1526. Methodius.

alpha

960

Ἀπάτερθεν (Β 587)· ἄπωθεν, καὶ χωρίς· ἄτερθεν καὶ ἀπάτερθεν AB, Sym. 1185, EM 1522, Et. Gud. (v) α 1220.
Comm. Hom.

alpha

961

Ἀπάνευθεν (Α 35)· ἄπωθεν, χωρίς· ἄνευθε καὶ ἀπά‐ νευθεν AB, Sym. 1186, EM 1522. Comm. Hom.

alpha

962

Ἀπάτη (Β 114) καὶ ἀπατῶ· ἐκ τοῦ ἀπαφῶ AB, Sym. 1187, EM 1527, Et. Gud. (v) α 1228. *Epim. Hom. (cf.
AO I 2, 24).

alpha

963

Ἀπατούρια (Dem. or. 39, 4)· ἑορτὴ ἐπιτελουμένη τῷ Πυανεψιῶνι τῷ Διονύσῳ· φασὶ δὲ καὶ τὸν Διόνυσον καὶ τὴν ἑορτὴν Ἀπατούρια. ἢ ἀπὸ τῆς ἀπάτης. ἢ ἐπειδὴ ἐν ταύτῃ τῇ ἑορτῇ τοὺς γεννωμένους ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ παῖδας τότε ἐνέγραφον ὀμνύντες
5οἱ πατέρες, ἦ μὴν Ἀθηναίους ἐξ αὐτῶν Ἀθηναίων, ἐδόκουν τε οἱ παῖδες πρὸ τούτου ἀπάτορες ὄντες τότε πατέρας ἔχειν A, Sym. 1188, EM 1528, Et. Gud. (c) α 1399. *Lex. rhet.

alpha

964

Ἀπαύλια· ἑορτὴ παρ’ Ἀθηναίοις ὅτι τότε ἄρχεται ἡ κόρη χωρὶς τοῦ πατρὸς αὐλίζεσθαι AB, Sym. 1189, EM 1529,
Et. Gud. (c) α 1400. *Lex. rhet.

alpha

965

Ἀπαγορεύειν· ἡ ἀπό πρόθεσις ἐνταῦθα δηλοῖ τὸ χωρί‐ ζεσθαι· ὁ γὰρ ἀπαγορεύων ἐκτὸς γίνεται τοῦ λέγειν AB, Sym.

alpha

966

Ἁπαλός· παρὰ τὴν ἁφὴν ἁφαλός καὶ ἁπαλός AB, Sym. 1191, EM 1516, Et. Gud. (d) ad α 562. Orio 29, 20.

alpha

967

Ἀπάλαμνος (Ε 597)· δειλός, ἀσθενής, ἄχειρος, ἄτεχνος, ὁ μὴ δυνάμενος παλαμήσασθαι, ὅ ἐστι τεχνάσασθαι (l. c.)·
ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος, ἰὼν πολέος πεδίοιο AB, Sym. 1192, EM 1517, Et. Gud. (c) α 1391, Eust. 585, 46.
5Comm. Hom.

alpha

968

Ἀπαμείρεται (Hes. th. 801)· ἀποκεχώρισται· Ἡσίο‐ δος ἐν Θεογονίᾳ (800—801)·
ἄλλος ἐξ ἄλλου δέχεται χαλεπώτερος ἆθλος·
εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων
5AB, Sym. 1193, EM 1520, Et. Gud. (c) α 1392. Schol. Hes.

alpha

969

Ἀπαρκτίαις (Lycophr. 27)· ταῖς ἀπὸ τῆς ἄρκτου † πνοαῖς· Λυκόφρων (l. c.)·
ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς AB, Sym. 1194, EM 1523, Et. Gud. (c) α 1396. Schol. Ly‐
5cophr.

alpha

970

Ἀπάργματα (Lycophr. 106)· Ἀπολλώνιος ὁ τὰ Ἀρ‐
γοναυτικά, οἷον (4, 475—479)·
ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξεν
ὄμματι νηλειὴς ὀλοφώϊον ἔργον Ἐρινύς.
5
ἥρως δ’ Αἰσονίδης † ἐξάρματα τάμνε θανόντος,
τρὶς δ’ ἀπέλειξε † φθόνου, τρὶς δ’ ἐξ ἄγος ἔπτυς’ ὀδόντων
ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. ἀπάργματα λέγονται τὰ ὑπὸ τῶν τραγῳδῶν λεγόμενα μασχαλίσματα· ταῦτα δέ ἐστι τὰ τοῦ φονευθέντος ἀκρωτηριάσματα. ἦν γάρ τι νόμι‐
10μον τοῖς δολοφονήσασιν ἀφοσιῶσαι τὸν φόνον διὰ τοῦ δολοφονηθέντος ἀκρωτηριασμοῦ. τὰ δὲ ἀκρωτήρια εἴροντες καὶ συρράπτοντες διὰ τῶν τοῦ νεκροῦ μασχαλῶν καὶ τοῦ τραχήλου περιετίθεσαν τῷ νεκρῷ, καθά φησι Σοφοκλῆς (El. 444—445)·
ὑφ’ ἧς θανὼν ἄτιμος ὥστε δυσμενὴς
15
ἐμασχαλίσθην. ὅτι δὲ καὶ ἐγεύοντο τοῦ αἵματος καὶ ἀπέπτυον, Αἰσχύλος ἐν ταῖς Περραιβίσιν (fr. 186a. 354) ἱστορεῖ καὶ ἐν τῷ περὶ Λαΐῳ (fr. 122a). ἢ ἀπάργματα αἱ μεγάλαι ἀπαρχαὶ τῶν θυσιῶν AB, Sym. 1195, EM 1524, Et. Gud. (c) α 1386b. *Schol. Lycophr. + Locus
20Apollonii Rh.

alpha

971

Ἀπαιωρήσας· ἀπὸ τοῦ αἴρω, τὸ κουφίζω, πλεονασμῷ τοῦ ω αἰωρῶ αἰωρήσω καὶ ἀπαιωρήσω AB, Sym. 1196, EM 1533.
Hdn. II 236, 10.

alpha

972

Ἀπατηλόν (Α 526)· ἐκ τοῦ ἀπατῶ ἀπατήσω AB, Sym. 1197, EM 1527. *Comm. Hom.?

alpha

973

Ἀπάμεια· πόλις Βιθυνίας, πρότερον Μυρλέα καλουμένη, ἣν λαβὼν δῶρα παρὰ Φιλίππου τοῦ Δημητρίου ὁ Ζιήλας μετωνόμασεν Ἀπάμειαν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Ἀπάμας. Ἕρμιππος ἐν τῷ Περὶ τῶν ἐν παιδείᾳ πρεψάντων λόγῳ (FHG III 51 fr. 72). οὕτως Ὦρος
5AB, EM 1521. Orus.

alpha

974

Ἀπαυρῶ· τὸ ἀφελῶ· ἀπὸ τοῦ αἴρω αὐρῶ, ὡς κλαίω κλαύσω
καὶ † παίω παύσω AB, Sym. 1198, EM 1530, Et. Gud. (z) α 1217.

alpha

975

Ἀπαυθαδιάζω· ἀπὸ τοῦ αὐθάδης αὐθαδιάζω καὶ ἀπαυ‐ θαδιάζω AB, Sym. 1199, EM 1 531, Et. Gud. (c) α 1386a.

alpha

976

Ἀπέκτατο (Ο 437, Ρ 472)· εἰς τὸ κατέκταθεν (Et. gen. κ s. v.) AB, Sym. 1200, EM 1545.

alpha

977

Ἀπεμυθεόμην (Ι 109)· ἀπηγόρευον, ἐκώλυον· γράφε‐ ται δὲ καὶ † ἀπεμυθευόμην, ἵν’ ᾖ ἀπελογιζόμην AB, Sym. 1201, Et. Gud. (c) α 1413. Comm. Hom.

alpha

978

Ἀπαφῶ (ψ 216)· σημαίνει τὸ ἀπατῶ. ἀφῶ τὸ κακῶς λέγω, ὡς ἄμορφον λέγομεν τὴν γυναῖκα, καὶ κατὰ σύνθεσιν ἀπαφῶ, ἔνθεν τὸ ἀπαφίσκω, τὸ ἀπατῶ καὶ παραλογίζομαι. ἢ ἡ ἀπό τὸ ἄποθεν δηλοῖ. καὶ ἔγκειται τὸ φῶ, ὃ σημαίνει τὸ φαίνω· ἐξ οὗ καὶ φενάκη AB,
5Sym. 1187, EM 1532. *Epim. Hom. vel *Orio (e *Philox. fr. 40)?

alpha

979

Ἀπαισοῦ (Β 828)· Παισός, ὡς ὁ ποιητής φησιν (Ε 612)·
ὅς ρ’ ἐνὶ Παισῷ. ἐν ἑτέροις δὲ (Β 828)
καὶ δῆμον Ἀπαισοῦ.
5Παισὸς δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργῶ προσορμίζουσαν ἐκεῖ προσ‐ παίσειν. Παισός, καὶ πλεονασμῷ τοῦ α Ἀπαισός. Ἡρωδιανὸς Περὶ παθῶν (ΙΙ 168, 2) AB, Sym. 1202, EM 1534. Hdn. l. c.

alpha

980

Ἀπεμόρξατο (Β 269 ...)· ἀπὸ τοῦ ἀμέλγω ἀμελξάμην ἀμέλξατο, καὶ τροπῇ τοῦ ε εἰς τὸ ο καὶ τοῦ λ εἰς τὸ ρ ἀπεμόρξατο, ἀπεπίασεν AB, Sym. 1203, EM 1549, Et. Gud. (c) α 1421, Eust. 218, 8. Hdn. II 377, 10.

alpha

981

Ἀπεστύπαζον· (Archil. fr. 47, 2)·
†θύραισιν ἀπεστύπαζον· παρὰ τὸ τύπτω ἀπετύπαζον καὶ πλεονασμῷ τοῦ ς AB, Sym. 1204,
EM 1541, Et. Gud. (c) α 1424. *Hdn.

alpha

982

Ἀπερείσια (Α 13)· ἄπειρα τῷ πλήθει, πολλά. παρὰ τὸ ἄπειρος ἀπειρέσιος, καὶ καθ’ ὑπερβιβασμὸν ἀπερείσιος καὶ τὸ οὐδέ‐ τερον ἀπερείσιον καὶ ἀπερείσια AB, Sym. 1205, EM 1553, Et. Gud. (c) α 1419. Comm. Hom. + Epim. Hom. (cf. AP III 309, 17).

alpha

983

Ἀπεβήσετο (Β 35)· ἔστι τὸ θέμα βῶ, βῆμι βήσω, εἶτα μετάγεται εἰς ἐνεστῶτα, ὁ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην, τὸ τρίτον ἐβήσετο καὶ ἀπεβήσετο AB, Sym. 1206, EM 1550. Epim. Hom. (cf. AP III 355, 20).

alpha

984

Ἀπέσας (Hes. th. 331)· κλίνεται Ἀπέσαντος· ἔστι δὲ ὄρος τῆς Νεμέας· Ἡσίοδος, οἷον (l. c.)·
κοιρανέων Τρητοῖο Νεμείης ἠδ’ Ἀπέσαντος· Ἀφέσας τις ὤν, ὅθεν ἀφίενται οἱ ἵπποι εἰς τὸν δρόμον τοῦ Νεμείου
5ἀγῶνος, Ἀφέσας καὶ Ἀπέσας. Νέμεια δέ ἐστι πόλις Θεσσαλίας A, Sym. 1207, EM 1536. *Hdn. (cf. I 56, 23; II 654, 24).

alpha

985

Ἀπέκτονε (Χ 423)·
τόσσους γάρ μοι παῖδας ἀπέκτονε τηλεθόοντας AB, Sym. 1208, EM 1540. *Comm. Hom.

alpha

986

Ἀπερύκοι (Δ 542)· ἀποτρέποι, ἀπείργοι· ἀπὸ τοῦ ἐρύω ἔρυκα AB, Sym. 1209. Comm. Hom.

alpha

987

Ἀπεκαίνυτο (Θ 127)· εἴρηται εἰς τὸ ἀποκαίνυτο
(Et. gen. α 1041) A, Sym. 1212.

alpha

988

Ἀπέχθηαι (Ι 614)· ἐχθρὸς γενήσῃ † μισηθείς· ἀπὸ τοῦ ἀπέχθω, τοῦτο εἰς τὸ ἔχθω (Et. gen. ε s. v. ἔχθος) AB, Sym. 1210, EM 1538, Et. Gud. (z) α 1241. Comm. Hom.

alpha

989

Ἀπέφθιθον (ε 110)· οἷον (l. c.)·
ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι· ἀπὸ τοῦ φθίθω ἐστὶν ἐνεστῶτος μὴ εἰρημένου ἐν χρήσει. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ Θρίξ (in Theod. II 146, 35; cf. 147, 28) AB,
5Sym. 1211, EM 1539. Choerob. l. c.

alpha

990

Ἀπεβουκόλησα· ἐν τῇ συνηθείᾳ ἀπεβόσκησα καὶ ἐπετήρησα AB, Sym. 1213, EM 1542. *Methodius?

alpha

991

Ἄπελος (Call. fr. 660)· τὸ ἕλκος καὶ τραῦμα· παρὰ τὸ μὴ προσπελάζειν τὴν σάρκα, ἀλλὰ διῃρῆσθαι· καὶ γὰρ ἕλκος παρὰ τὸ διειλκύσθαι τὴν σάρκα ἐκ τῆς τομῆς. ἢ τὸ ἀφελόμενον. ἢ ἀπὸ τῶν Θεσσαλικῶν ἀπέλων, ἅ ἐστι πολυφάρμακα, ἵνα δηλοῖ τὸ ἀθεράπευ‐
5τον AB, Sym. 1214, EM 1554, Et. Gud. (c) α 1395, Eust. 462, 44; 1849, 18. *Methodius.

alpha

992

Ἀπέλεθρον (Ε 245)· δύναμιν ἀμέτρητον καὶ πολλήν· πέλεθρον γάρ ἐστι μέτρον γῆς AB, Sym. 1215, EM 1552. Comm. Hom.

alpha

993

Ἀπενίζοντο (Κ 572)· ἔστι νίπτω· τοῦτο κατὰ τροπὴν Δωρικὴν γίνεται νίζω. οἱ γὰρ Δωριεῖς τὰ εἰς πτω ῥήματα ποτὲ μὲν εἰς ζ, ποτὲ δὲ εἰς δύο σς τρέπουσιν AB, Sym. 1216, EM 1588.
*Epim. Hom.

alpha

994

Ἀπένεικας (Ξ 255, Ο 28)· εἰς τὸ ἐνεῖκαι (Et. gen. ε s. v.) A, Sym. 1219, EM 1547.

alpha

995

Ἀπεσκολυμμένος· ὁ γεγυμνωμένος. σημαίνει κυρίως τὸ ἐκτεταμένος, † κολλὺς γὰρ ἡ θρὶξ ἡ ἐπὶ τοῦ ἄκρου, ἣν ἐφύλαττον ἀκούρευτον θεοῖς ἀνατιθέντες· καταχρηστικῶς καὶ ἐπὶ τοῦ ἀπογεγυ‐ μνωμένου AB, Sym. 1217, EM 1551. Lex. rhet.

alpha

996

Ἀπειλή· ἡ μετὰ ὀργῆς ἐπίπληξις· παρὰ τὸ ἀπείλλειν, ὅ ἐστιν ἀπείργειν· ὁ γὰρ ἀπειλῶν τὸν θέλοντά τι πράττειν ἀπείργει. ἢ παρὰ τὴν ἀπό καὶ τὸ εἰλῶ, ἡ ἀποκλείουσα τῶν δεόντων· ἔστι γὰρ ἀπειλὴ λόγος συστρέφων τὸ δέον, ἢ λόγος ἀπείργων τῶν ἁμαρτη‐
5μάτων AB, Sym. 1218, EM 1558, Et. Gud. (c) α 1403, Eust. 704, 29; 1334, 22.

alpha

997

Ἀπειλῶ· ἢ εὔχομαι, ἤγουν ὑπισχνοῦμαι (Ψ 863)·
οὐδ’ ἀπείλησεν ἄνακτι· παρὰ τὰς † ἀπέλλας, τὰς φιάλας, δι’ ὧν σπένδοντες εὐχόμεθα· ἢ τὸ ἀπειλεῖ σημαίνει τὸ ὑπισχνεῖται· καὶ γὰρ ἡ ἀπειλὴ ὑπόσχεσίς ἐστι
5κακοῦ AB, Sym. 1218, EM 1559, Et. Gud. α 572, Eust. 704, 31; 1334, 22.

alpha

998

Ἀπειλητῆρες (Η 96)· καυχησταί, ἀπειλεῖν εἰδότες καὶ ἐπαγγέλλεσθαι· τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέγουσιν AB, EM 1560. Comm. Hom.

alpha

999

Ἄπειρος· ὁ μὲν ἀμαθής, παρὰ τὸ μὴ ἔχειν πεῖραν· ὁ δὲ
μέγας, παρὰ τὸ μὴ ἔχειν πέρας. λέγει δὲ Ὦρος, ὅτι σημαίνει τὸ ἄπειρος καὶ χιτῶνα διέξοδον μὴ ἔχοντα, ὡς παρὰ Σοφοκλεῖ ἐν Πο‐ λυξένῃ, οἷον (fr. 526)·
5
χιτών ς’ ἄπειρος † ἐνδυτήριον κακῶν, καὶ παρ’ Εὐριπίδῃ ἐν Ὀρέστῃ (25)·
ἣ πόσιν † ἀπείρονι περιβαλοῦσα ὑφάσματι AB, Sym. 1220, EM 1557. Orio 612, 12 Werfer + Orus.

alpha

1000

Ἀπερωεύς (Θ 361)· κωλυτής· ἔστιν ἐρωή ἡ ὁρμὴ καὶ προθυμία· ἀπερωεύς οὖν ὁ τῆς ὁρμῆς καὶ προθυμίας κωλυτής AB, Sym. 1221, EM 1556. Comm. Hom.

alpha

1001

Ἀπεχθήρω (Γ 415)· μισήσω· ἔχθος ἐχθηρός ἐχθήρω καὶ ἀπεχθήρω AB, Sym. 1222, EM 1538. Comm. Hom.

alpha

1002

Ἀπειλήτην (λ 313)· ἀπειλῶ ἀπειλήσω ἠπείλησα ἠπειλη‐
σάτην δυϊκῶς, καὶ συγκοπῇ τῆς σα συλλαβῆς ἀπειλήτην. ἢ ἀπὸ τοῦ ἀπειλῶ ἠπείλουν· τὸ δυϊκὸν ἠπειλεῖτον ἠπειλείτην, συστολῇ τῆς ἀρχούσης ἀπειλείτην καὶ τροπῇ τῆς ει διφθόγγου εἰς τὸ η ἀπειλήτην.
5οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (ΙΙ 263, 9). τὸ δὲ ἀπειλῶ σημαίνει τρία· τὸ καυχῶμαι (Θ 150)·
ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών, ἐπὶ δὲ εὐχῆς (Ψ 863)·
οὐδ’ ἠπείλησεν ἄνακτι,
10ἐπὶ δὲ ὀργῆς (Α 387—388)·
αἶψα δ’ ἀναστὰς
ἠπείλησε μύθῳ AB, Sym. 1223 + 1218, EM 1561 + 1559. Hdn. l. c. + *Orus.

alpha

1003

Ἀπερωήσειας (Π 723)· εἰς τὸ ἐρωή (Et. gen. ε s. v.) AB, Sym. 1225.

alpha

1004

[Ἀπ]ηλεγέως (I 309)· ἀποτόμως, σκληρῶς· παρὰ τὸ ἀλέγω, τὸ φροντίζω, ἀλεγής καὶ ἀπηλεγής καὶ ἀπηλεγέων καὶ ἀπη‐ λεγέως κατὰ τροπήν, ἢ ἀπὸ τοῦ ἁπλῇ ἀπληγέως καὶ καθ’ ὑπέρθεσιν ἀπηλεγέως, κατὰ ἀντίφρασιν, ὁ μὴ ἁπλοῦς, ἀλλὰ σκληρός A Sym.
51224, EM 1562, Eust. 1424, 18; 1638, 30. *Methodius?

alpha

1005

Ἀπηλοίησεν (Δ 522)· ἀπέκοψεν· ἀπὸ τοῦ ἀλοιῶ ἀλοιή‐ σω, ὅθεν καὶ πατραλοίας AB, Sym. 1226, EM 1563. *Methodius?

alpha

1006

Ἀπήμων (Α 415)· ὁ ἀβλαβής· παρὰ τὸ πήθω, ὁ δεύτε‐ ρος ἀόριστος ἔπαθον· πήσω πῆμα, ὡς βήσω βῆμα, ἄπημος· καὶ
παρωνύμως ἀπήμων, ὡς ἄναιμος ἀναίμων, οἷον (Ε 342)·
τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται
5AB, Sym. 1227, EM 1571. *Methodius?

alpha

1007

Ἀπηνής (Α 340 ...)· ὁ σκληρός· παρὰ τὸ ἠύς γίνεται ἠής, καὶ πλεονασμῷ τοῦ ν ἠνής, καὶ ἀπηνής. ἢ ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ὅ ἐστιν ἐπαινεῖσθαι· αἶνος γὰρ ὁ ἔπαινος. ἢ ὁ μὴ ἡνίαις εἴκων, τουτέστιν σκληρός· ἀπὸ μεταφορᾶς τῶν δυσηνίων ἵππων. ἢ αἰνός, ὁ
5δεινὸς καὶ σκληρός, αἰνής καὶ ἀπηνής AB, Sym. 1228, EM 1572. *Methodius?

alpha

1008

Ἀπήνη· ἡ ἅμαξα, οἷον (Ap. Rh. 3, 869; 1152)·
θοῆς ἐπεβήσατ’ ἀπήνης· παρὰ τὸ ἄνω, τὸ ἀνύω, ἄνη καὶ ἀπάνη καὶ τροπῇ ἀπήνη (Ω 324)·
πρόσθεν μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην
5AB, Sym. 1229, EM 1570. *Methodius?

alpha

1009

Ἀπηρής (Ap. Rh. 1, 888)· ὁ ἀβλαβής, Ἀπολλώνιος (l. c.)·
καί σε θεοὶ σὺν ἀπηρέσιν αὖθις ἑταίροις. παρὰ τὴν ἀράν, τὴν βλάβην, ἀποηρής ἀπηρής· οὐ γάρ ἐστι τῶν διὰ τοῦ ηρης, ἐπεὶ ἐβαρύνετο ἄν, ὡς κωπήρης ξιφήρης. ἢ παρὰ τὸν πηρὸν
5ἀπηρής, ὁ ἀβλαβής A, Sym. 1230, EM 1574. Methodius (cf. AO I 84, 7).

alpha

1010

Ἀπηχής· ἡ λέξις Ἀττική· εἴρηται κατ’ ἔνδειαν τοῦ θ, ἀπηχθής τις ὤν, οὗ ἄν τις ἀπέχοιτο. ἢ ἀπὸ τοῦ ἤχου ὁ μὴ συνᾴ‐ δων· ἀπὸ μεταφορᾶς τῶν μουσικῶν ὀργάνων A, Sym. 1231, EM
1573. *Methodius?

alpha

1011

Ἀπήορος· ὁ ἀπηρτισμένος καὶ διεστώς· παρὰ τὸ ἀείρω ἀπάορος καὶ ἀπήορος. Φιλόξενος Ῥηματικόν (fr. 365) A, Sym. 1232, EM 1565. Philox. l. c.

alpha

1012

Ἀπηύρων (Α 430)· σημαίνει τὸ ἀφείλαντο. τὸ θέμα ἀπαυρῶ, ὅπερ ἀπὸ τοῦ αἴρω AB, Sym. 1233, EM 1530. Epim. Hom. (cf. AP 355, 24).

alpha

1013

Ἀπηνήναντο (Η 185)· ἠρνήσαντο· ἀπὸ τοῦ ἀναίνω, οἷον (l. c.)·
οἱ δ’ οὐ γιγνώσκοντες ἀπηνήναντο AB, Sym. 1234, EM 1566. Comm. Hom.

alpha

1014

Ἀπῇμεν· ἀπὸ τοῦ εἴω, τοῦ σημαίνοντος τὸ πορεύομαι, οἷον (Sophr.fr. 48 Kaibel)·
†κιγηρα ὡς εἴω α[...] τούτου ὁ μέσος παρακείμενος εἶα, καὶ κατ’ ἔκτασιν ᾖα, τὸ
5πληθυντικὸν ᾔαμεν, καὶ κατὰ συγκοπὴν ᾖμεν, οἷον (fr. rhet. inc.)· «προῇμεν τῇ βουλῇ», καὶ τὸ δεύτερον ᾖτε, καὶ ἐν συνθέσει ἀπῇτε, οἷον καὶ (Dem. or. 18, 236)· «ταῦτα ὑπὲρ τῶν ἐχθρῶν ἀπῇτε βε‐ βουλευμένοι» AB, Sym. 1235, EM 1567. *Zenob.?

alpha

1015

Ἀπῄειν (Men. fr. 661)· δεῖ γινώσκειν, ὅτι τὸ ἀπῄειν καὶ τὸ ᾔομεν, οἷον (κ 251)·
ᾔομεν, ὡς ἐκέλευσεν, σὺν τῷ ι γράφονται· ἔστι γὰρ εἴω διὰ τῆς ει διφθόγγου, ὡς παρὰ
5Σώφρονι (fr. 48 Kaibel)·
ἐγκίκρα ὡς εἴω, τουτέστι κέρασον, ἵνα πορευθῶ. καὶ λοιπὸν τούτου τὸ πληθυντικὸν εἴωμεν ὡς συμβουλευτικὸν διὰ τοῦ ω μέγα καὶ κατ’ ἔκτασιν Ἀττικὴν [τοῦ] ε εἰς η ᾔιωμεν διὰ τοῦ η καὶ ι· τούτου ὁ μέσος παρακείμενος
10εἶα διὰ διφθόγγου καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς τὸ η ἦια διὰ τοῦ η καὶ ι καὶ κατὰ διάλυσιν ἤϊα, ὡς παρ’ Ὁμήρῳ (δ 433)·
ἤϊα πολλὰ θεοὺς γουνούμενος· τούτου τοῦ ἤϊα, τοῦ διὰ τοῦ η καὶ ι, τρέπεται τὸ α εἰς ειν καὶ ποιεῖ τὸν ὑπερσυντέλικον ἤιειν, διὰ τοῦ η καὶ ι οὔσης τῆς παραληγούσης,
15καὶ ἐν συνθέσει ἀπήιειν, οἷον (Men. fr. 661)·
ἀπήιειν τῶν τόκων ἔχων τόκους· ἐξ οὗ καὶ τὸ παρήιειν ἐξήιειν. τοῦ δὲ ἀπήιειν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἀπήιεισαν, καὶ κατὰ συστολὴν τῆς ει διφθόγγου ἀπήιεσαν. ἐὰν δὲ ἀπὸ τοῦ ἴω, τοῦ διὰ τοῦ ι κατασκευαζομένου,
20γράφεται διὰ τοῦ ι τὸ πι A, Sym. 1235, EM 1569. *Zenob. (cf. Choerob. in Theod. 104, 34 + 344, 1 eodem Herodiani loco fretum).

alpha

1016

Ἀπία (Α 270)· Ἀπία ἡ Πελοπόννησος· τὸ γὰρ παλαιὸν ἐκαλεῖτο Αἰγιάλεια ἀπὸ Αἰγιαλέως, τοῦ υἱοῦ Ἰνάχου, τοῦ ἐν Ἄργει ποταμοῦ, καὶ Μελείης τῆς Ὠκεανοῦ· ὕστερον δὲ πάλιν Ἀπία ἐκλήθη
ἀπὸ Ἄπιδος τοῦ Φορωνέως παιδός, Ἄργος δὲ ἀπὸ Ἄργου τοῦ
5πανόπτου, τελευταῖον δὲ πάντων Πελοπόννησος ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πέλοπα, οἷον (l. c. 269—270)·
καὶ τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών,
ἐξ Ἀπίης γαίης, ἀντὶ τοῦ ἀπὸ τῆς Πελοποννήσου AB, Sym. 1236, EM 1575. *Comm.
10Hom.

alpha

1017

Ἀπινύσσειν (ε 342, ζ 258)· τὸ ἀπινύτως ἔχειν, τὸ μὴ φρονεῖν, τοῦ α στέρησιν δηλοῦντος· ἔστι γὰρ πνύω, ἐξ οὗ γέγονε τὸ πνέω, ὁ μέλλων πνεύσω, ἐξ οὗ τὸ πνευστός καὶ ἄπνευστος καὶ ἄπνευστις, καὶ ἀποβολῇ τοῦ τ ἄπνευσις καὶ (Π 43)
5
ἀνάπνευσις πολέμοιο. ἀπὸ δὲ τοῦ πνύω γίνεται παράγωγον τὸ πινύω, ἐξ οὗ τὸ πινυτός καὶ πινυτή, ὁ διεγηγερμένος τὸν νοῦν· καὶ ὥσπερ παρὰ τὸ φύω γίνεται ἀφύσσω, οὕτως καὶ ἀπὸ τοῦ πινύω γίνεται πινύσσω καὶ
ἀπινύσσω. τὸ δὲ πεπνυμένος (Γ 203 ...) ἀπὸ τοῦ πνῦμι γέγονεν, οὗ
10ὁ παθητικὸς παρακείμενος πέπνυμαι καὶ ἡ μετοχὴ πεπνυμένος. Ὠρίων (26, 26) A, Sym. 1237, EM 1268 + 1579, Eust. 1543, 61. Orio l. c.

alpha

1018

Ἀπήχθετο (Γ 454)· ἐμισεῖτο· ἀπὸ τοῦ ἄχθομαι AB, Sym. 1238, EM 1568. Comm. Hom.

alpha

1019

Ἀπ’ Ἰδαίων (Θ 170, μ 19; 253)· εἰς τὸ † Ἰουδαίων (Et. gen. ι s. v. Ἰδαῖοι Δάκτυλοι?) Α.

alpha

1020

Ἀπετρωπῶντο (Σ 585)· ἡ ἐτυμολογία εἰς τὸ νώμη‐
σαν (Et. gen. ν s. v.) AB, Sym. 1239, EM 1589.

alpha

1021

Ἀπίθησεν (Α 220)· (l. c. 220—221)·
οὐδ’ ἀπίθησεν
μύθῳ Ἀθηναίης. τὰ εἰς ω λήγοντα ῥήματα κατ’ ἔνδειαν χρόνου ἐκ βαρυτόνου εἰς
5περισπώμενα μεταγόμενα καὶ φωνήεντι ἐλλείπουσι, διχρόνῳ βραχεῖ παραληγόμενα, οἷον στείχω διὰ τῆς ει διφθόγγου καὶ στιχῶ διὰ τοῦ ι, φείδω φιδῶ, δαίω δαῶ, κείρω κερῶ. εἰ γὰρ καὶ μὴ ᾖ δίχρονον, ἀλλ’ ὅμως εἰς βραχὺ φωνῆεν γέγονεν ἡ συστολή. οὕτως οὖν καὶ ἀπὸ τοῦ πείθω—βαρύτονον, διὰ τῆς ει διφθόγγου γράφεται—γέγονε
10πιθῶ διὰ τοῦ ι περισπώμενον ῥῆμα· ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησα· ὅθεν τὸ (Cosm. Hieros. can. in Nat. 87)·
ἐν δούλοις τῷ Καίσαρος δόγματι ἀπεγράφης πιθήσας. ἔστι καὶ ἀπιθῶ ῥῆμα AB, Sym. 1240, EM 1580. *Epim. Hom. (cf.
Epim. Hom. cod. Barocc. 50 ined. et AP III 341, 29).

alpha

1022

Ἀπισάονος (Λ 582)· ὄνομα· εἴρηται εἰς τὸ ἧπαρ (schol. Λ 579) AB. Comm. Hom.

alpha

1023

Ἀποφθίμενον (Γ 322)· φθαρέντα, ἀποθανόντα· ἀπὸ τοῦ φθίω AB, Sym. 1241, EM 1645. Comm. Hom.

alpha

1024

Ἀπίκια· εἴδη πλακούντων· ἀπὸ Ἀπικίου τινὸς Ῥωμαίου εὐτρυφήτου ἐπινοήσαντος AB, Sym. 1242, EM 1578. *Methodius?

alpha

1025

Ἄπιος· ἡ ὄγχνη καλουμένη γενικῶς, ὅτι πρῶτον ἐν Πελο‐ ποννήσῳ γέγονεν· Ἀπία δὲ ἡ Πελοπόννησος. ἢ παρὰ τὸ ἐν διψηροῖς τόποις φύεσθαι. ἢ διὰ τὴν πιότητα τοῦ χυλοῦ αὐτῆς AB, Sym. 1243, EM 1576, Et. Gud. (c) α 1447, Eust. 1572, 31. *Methodius.

alpha

1026

Ἀμπλακία (Ap. Rh. 4, 413)· ἁμαρτία (l. c. 412—413)·
ἐπεὶ τὸ πρῶτον ἀάσθην
ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς AB, Sym. 1244. *Schol. Ap. Rh.

alpha

1027

Ἁπληγίς (Soph. fr. 777)· τὸ ἁπλοῦν ἱμάτιον, ὅπερ
Ὅμηρος (Ω 230, ω 276) ἁπλοΐδα καλεῖ· Σοφοκλῆς, οἷον (l. c.)·
τρύχει καλυφθεὶς † Θεσσαλικῆς † πληγίδος. παρὰ τὸ ἁπλῆ ἁπληΐς καὶ ἁπληγίς. παρὰ τοῦτο καὶ τὸ ἁπλήγιος, ὁ
5τοὺς τρόπους ἁπλοῦς ἔχων AB, Sym. 1245, EM 1584. *Metho‐ dius?

alpha

1028

Ἀπογυιώσῃς (Ζ 265)· βλάψῃς, τὰ μέλη ἐκλύσῃς· κυ‐ ρίως δὲ τὸ τὰ μέλη βλάπτειν λέγεται, ἔπειτα καὶ ἐπὶ βλάβης ἁπλῶς AB, Sym. 1246. Comm. Hom.

alpha

1029

Ἀπόβλητον (Β 361)· ἀποβολῆς ἄξιον, ἀδόκιμον. εἴρηται εἰς τὸ μήδομαι (Schol. B 360) AB, Sym. 1247. Comm. Hom.

alpha

1030

Ἀποβλύζων (Ι 491)· ἀπεμῶν. ὀνοματοποιΐα ὁ τρόπος· ἀπὸ τοῦ βλύζω AB, Sym. 1248. Comm. Hom.

alpha

1031

Ἁπλοῦς· ὥσπερ παρὰ τὸ δύο καὶ τὸ πέλω γίνεται διπλόος διπλοῦς, οὕτως καὶ παρὰ τὸ α τὸ σημαῖνον τὸ ἓν καὶ τὸ πέλω, τὸ σημαῖνον τὸ ὑπάρχω, γίνεται ἁπλοῦς, ὁ τὸ ἓν ὑπάρχων AB, Sym.
1249, EM 1581. *Methodius?

alpha

1032

Ἀποπτύω (Δ 426)· τὸ ἀπορρίπτειν καὶ ἐκβάλλειν· ἀπὸ τοῦ πετῶ πετύω, καὶ συγκοπῇ πτύω, τὸ δίκην ἀποπεταννύμενον καὶ
ἀπορριπτόμενον AB, Sym. 1250. Comm. Hom.

alpha

1033

Ἄπορος· κυρίως ὁ ἀδιόδευτος· πόρος γὰρ ὁ περάσιμος τόπος, καὶ ὁ μὴ χρήματα ἔχων· ἔνθεν καὶ ἀπορία, ὅ τι ἂν σημαίνῃ AB, Sym. 1251, EM 1676 + 1682, Et. Gud. α 602. *Metho‐ dius?

alpha

1034

Ἀποστεπτικός· ἀποστεπτικὸν ᾆσμα οὕτως καλούμε‐ νον ὅτι μετὰ τὸ ἀποστεφθῆναι τοὺς στεφάνους ᾔδετο ἐν τοῖς παιᾶσι † μέλλοντες ἀποπλεῖν A, EM 1680. *Methodius?

alpha

1035

Ἀπότριχες· (Call. fr. 543)· οἱ ἄνηβοι, τῆς ἀπό ἀντὶ τῆς α στερήσεως κειμένης, ὡς ἐν τῷ (Ψ 413)·
ἀποκηδήσαντε φεροίμεθα χεῖρον ἄεθλον, ἀντὶ τοῦ ἀκηδήσαντε· καὶ (Soph. O.T. 215)
5
ἀπότιμον † ἔνθεν τό†, ἀντὶ τοῦ ἄτιμον A, Sym. 1252, EM 1677. *Methodius?

alpha

1036

Ἀποφηληκίζει· βιάζεται· ἀπὸ τῶν ὠμὰ σῦκα τρωγόν‐ των, καὶ ἐπὶ τὰ ἄλλα μετῆκται AB, Sym. 1253, EM 1644. *Me‐ thodius?

alpha

1037

Ἀποφράδες (*Philox. fr. 45)· ἀποφράδας ἔλεγον
οἱ Ἀττικοὶ τὰς ἀπηγορευμένας ἡμέρας, ἃς ὑπελάμβανον χείρους εἶναι τῶν ἄλλων, ἃς δὴ καὶ ἐπεικάδας καλοῦσιν φθίνοντος τοῦ μηνός, τετράδα, τρίτην, δευτέραν. ἢ τὰς ἡμέρας ἐν αἷς τὰς φονικὰς δίκας
5ἐδίκαζον, διὰ τὸ οἷον ἀποφράττεσθαι τὸ τῆς σελήνης φῶς ἐν αὐταῖς. καὶ τοὺς πονηροὺς δὲ ἀποφράδας ἐπιθετικῶς ἐκάλουν, οἷον (Eupol. fr. 332)·
ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν. γίνεται δὲ παρὰ τὸ †φῶ ῥῆμα, φράζω, ὁ μέλλων φράσω, ἀποβολῇ
10τοῦ ω φράς καὶ ἐν συνθέσει ἀποφράς A, Sym. 1254, EM 1674, Et. Gud. (c) α 1535. *Methodius?

alpha

1038

Ἀποφώλιος (ε 182)· ὁ ἀπαίδευτος· Ὅμηρος (l. c.)·
ἦ δὴ ἀλιτρός τ’ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς· ἀποφώλια δὲ τὰ ἀπαίδευτα. πῶς οὖν «ἁμαρτωλὸς εἶ καὶ οὐκ ἀπαίδευτος»; ἀλλὰ λέγει «πάνυ ἥμαρτες καὶ οὐκ ὢν ἀπαίδευτος», ὡς εἴωθεν λέγειν
5«θαυμάζω πῶς σοφὸς ὢν ἥμαρτες». γέγονε δὲ παρὰ τὸν φωλεόν· φωλεοὶ γὰρ λέγονται τὰ παιδευτήρια παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ διατρίβειν. τοὺς οὖν ἀδιδάκτους ἀποφωλίους ἐκάλουν. ἢ παρὰ τὸ φῆλος, ὃ σημαίνει τὸν ἀπατεῶνα, φήλιος, καὶ ἐν συνθέσει ἀποφήλιος, καὶ τροπῇ ἀποφώλιος, ὡς ἀρήγω ἀρωγός καὶ ῥήσσω ῥωγμός. (Ψ 420)·
10
ῥωχμὸς ἔην γαίης, θήσω θωμός †ὡς σωρός AB, Sym. 1255, EM 1669, Et. Gud. (c) 1538, Eust. 1529, 54; 1682, 34. *Methodius?

alpha

1039

Ἀπόστιχε (Α 522)· (l. c. 522—523)·
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε, μὴ σὲ νοήσῃ
Ἥρη, οἱονεὶ ἀπαλλάσσου καὶ ἀναχώρει· ἀπὸ τοῦ στείχω, δευτέρου ἀορίστου
5προστακτικοῦ A, Sym. 1256, EM 1625. Epim. Hom. (cf. AP III 363, 8).

alpha

1040

Ἀπόερσε (Ζ 348)·
ἔνθα με κῦμ’ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι, ἀντὶ τοῦ ἀπέπνιξεν, διέφθειρεν· παρὰ τὸ ἔρρω, τὸ φθείρω, ὁ μέλλων ἐρῶ καὶ Αἰολικῶς ἔρσω, ὡς κερῶ κέρσω, φύρσω, κύρσω A, Sym.
51257, EM 1626, Eust. 646, 21. *Epim. Hom.

alpha

1041

Ἀποκαίνυμαι (θ 127)· νικῶ· Ὅμηρος (l. c.)·
ἀποκαίνυτο πάντας ἀρίστους· ἀπὸ τοῦ καίνω, τὸ φονεύω, γίνεται καίνυμι ἐκαινύμην ἐκαίνυσο ἐκαίνυτο, καὶ ἀπεκαίνυτο. μεταφορικὴ δὲ ἡ λέξις, κυρίως γὰρ ἐπὶ τῶν φονευόντων
5καὶ νικώντων λαμβάνεται ἡ λέξισ. ἢ παρὰ τὸ αἴνυμαι, τὸ λαμβάνω, ἀπὸ τοῦ αἴνυσθαι καὶ λαμβάνειν ἆθλον τοὺς νικῶντας, πλεονασμῷ τοῦ κ A, Sym. 1258, EM 1633. *Methodius (+ Orio 8, 14?).

alpha

1042

Ἀπολιχμήσονται (Φ 123)· ἀπολείξουσιν A, Sym. 1259, EM 1646. Comm. Hom.

alpha

1043

Ἀποχρή· ζήτει εἰς τὸ τέλος τοῦ α στοιχείου (epimetr. α 1577) A, Sym. 1262, EM 1651.

alpha

1044

Ἀπολιβάζω (Eupol. fr. 223)· ἀπέλθω, ἀποδράμω· παρὰ τὴν λιβάδα· καὶ γὰρ λιβάς ἐστι ῥευμάτιόν τι, ἵν’ ᾖ κυρίως ἀπορ‐
ρεύσω. ἢ εἰς τὴν Λιβύην ἀπελεύσῃ. ὅμοιον τὸ «εἰς κόρακας». ἀντὶ τοῦ ἐν ἀγνοίᾳ. ἢ παρὰ τὸ λι, τὸ σημαῖνον τὸ λίαν, καὶ τὸ
5βαδίσαι, τὸ ταχέως ἀπελθεῖν ἐκδεχόμεθα A, Sym. 1260, EM 1638. *Methodius?

alpha

1045

Ἀπόμυιος· οὕτως ὁ Ζεὺς παρὰ τοῖς Ἠλείοις τιμᾶται Ἡρακλέους ἱδρυσαμένου ἐπὶ ἀποτροπῇ τῶν μυιῶν A, Sym. 1261,
EM 1675. *Methodius?

alpha

1046

Ἀπομηνίσας (Β 772)· μνησικακήσας, ὀργισθείς AB, Sym. 1264. Comm. Hom.

alpha

1047

Ἀπονοστήσειν (Α 60)· ἐπανελθεῖν, ὑποστρέψειν, νόστος γὰρ ἡ εἰς οἶκον ὑποστροφή· παρὰ τὸ τῆς πατρίδος ἡδύ AB, Sym. 1263. Comm. Hom.

alpha

1048

Ἀπόπατος· ἡ τῶν σιτίων διὰ γαστρὸς κένωσις, καὶ †ἀπο‐ πατῆσαι· παρὰ τὸν πάτον, ὅ ἐστι τὴν ὁδόν, τὸ ἄποθεν τοῦ πάτου γινόμενον· καὶ γὰρ ἀφοδεύειν λέγεται τὸ μὴ ἐν τῇ ὁδῷ τῇ λεωφόρῳ γινόμενον. καὶ ἀποπάτημα αὐτὸ τὸ σκύβαλον· Εὔπολις †Χρυσογένει (fr. 306)·
5
(Α.) τί γάρ ἔστ’ ἐκεῖνο; (Β.) ἀποπάτημ’ ἀλώπεκος· Κρατῖνος Δραπέτισιν (fr. 53)·
τὸν Κερκύονά τε ἕωθεν ἀποπατοῦντ’
ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα AB, Sym. 1265, EM 1683, Et. Gud. (c) α 1508. *Methodius?

alpha

1049

Ἀποβρίξαι (ι 151)· τὸ ἀπονυστάξαι· παρὰ τὴν βορὰν
καὶ τὸ ἵζειν, ὅ ἐστι κατανεύειν, ὥστε κυρίως ἀπὸ βορᾶς νυστάζειν. οἱ δὲ παρὰ τὸ βρι ἐπιτατικὸν μόριον· βαρύνονται γὰρ οἱ ἐν ὕπνῳ καταφερόμενοι AB, Sym. 1266, EM 1637, Et. Gud. (c) α 1465.
5Orio 10, 1.

alpha

1050

Ἄποινα· τὰ ὑπὲρ φόνου διδόμενα· λύτρα· ἔστιν οὖν φόνος καὶ κατὰ στέρησιν ἄφονος, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄφοινος, καὶ τὸ οὐδέτερον τὸ ἄφοινον καὶ ἄποινον, τουτέστιν τὰ ὑπεξαιρούμενα τοῦ φονικοῦ ἐγκλήματος AB, Sym. 1267, EM 1687. Orio 611, 1
5Werfer.

alpha

1051

Ἀπόλλων· παρὰ τὸ ἀποπάλλειν τὰς ἰδίας ἀκτῖνας· ὁ αὐτὸς γὰρ τῷ ἡλίῳ. ἢ παρὰ τὸ ἀπολύειν τῶν κακῶν τοὺς ἀνθρώπους· ἰατρὸς γὰρ ἦν καὶ μάντις AB, Sym. 1268, EM 1668, Et. Gud. (c) α 1499, Eust. 32, 22. *Orio?

alpha

1052

Ἀπολαύω (*Philox. fr. 44)· λῶ τὸ θέλω, ὅπερ ἀπὸ τοῦ † θέλω γέγονε, παράγωγον λαύω, ὡς χρῶ χραύω, καὶ ἀπολαύω AB, Sym. 1269, EM 1631, *Orio.

alpha

1053

Ἀπολιταργεῖν· τὸ ἀπελθεῖν ταχέως· παρὰ τὸ λίαν καὶ 〈τὸ〉 ἀργόν, ὅ ἐστι ταχύ, περιττεύοντος τοῦ τ AB, Sym. 1270, EM 1640. *Orio?

alpha

1054

Ἀποκναίω (*Philox. fr. 43)· κτῶ ῥῆμα, τὸ δηλοῦν τὸ φονεύω, ἐξ οὗ τὸ (Ο 437)
ἀπέκτατο· γίνεται παράγωγον κταίνω, καὶ ἀποβολῇ τοῦ τ καίνω, καὶ καθ’
5ὑπέρθεσιν κναίω καὶ ἀποκναίω AB, Sym. 1271, EM 1632. Orio 23, 18.

alpha

1055

Ἀπόνοια· ἡ χωρίζουσα τοῦ δέοντος, τῆς ἀπό προθέσεως
χωρισμὸν δηλούσης, οἱονεὶ ἀπονοεῖσθαι, τουτέστιν ἀπόστασιν ἔχειν τοῦ νοῦ· καὶ ἀποδόκιμος, ὁ κεχωρισμένος τῆς δεούσης δόξης· καὶ ἀπόβλητος, ὁ ἀποβολῆς ἄξιος, ὁ ἀδόκιμος AB, Sym. 1272,
5EM 1672. *Orio?

alpha

1056

Ἀποθανεῖν· ἡ ἀπό πρόθεσις ἐνταῦθα χωρισμὸν δηλοῖ, οἷον ἀποθανεῖν, καθ’ ὃ χωρίζονται οἱ ζῶντες ἀπὸ τῶν τεθνεώτων· καὶ ἀπέρχεσθαι †τοῦ χωρίζεσθαί τινα ἀπερχόμενον AB, Sym. 1273, EM 1630. Orio 25, 24.

alpha

1057

Ἀπὸ ἕθεν (Κ 465)· ἀφ’ ἑαυτοῦ. ἡ χρῆσις εἰς τὸ δόναξ (schol. K 467) AB, Sym. 1274, EM 1587. Comm. Hom.

alpha

1058

Ἀποσκυδμαίνω· τὸ ὀργίζομαι. ἔστι σκύζω ῥῆμα, οὗ ὄνομα ῥηματικὸν σκύδνος, ἡ λοιδορία· καὶ ὡς παρὰ τὸ †ὄζω γίνεται †ὀζαίνω, οἷον (Sophr. fr. 123 Kaibel)·
ἐγὼ δ’ †ὀζαίνομαι σιτούμενος,
5οὕτως καὶ παρὰ τὸ σκύζω γίνεται σκυζαίνω, καὶ τροπῇ τοῦ ζ εἰς ς σκυδαίνω, καὶ ἐπενθέσει τοῦ μ σκυδμαίνω. Ὠρίων (28, 3) A, Sym.
1275. Orio l. c.

alpha

1059

Ἀποτμήξαντα (Κ 364)· ἀποτεμῶ τμῶ. εἰς τὸ καρχαρόδους (schol. Κ 360) A, Sym. 1276. * Comm. Hom.

alpha

1060

Ἀποπτανέουσιν (Ξ 101)· εἰς τὸ παπταίνω (Et. gen. π s. v. παπταίνων) ἡ ἐτυμολογία AB, Sym. 1277. *Comm. Hom.

alpha

1061

Ἀποδρᾶν (Philox. fr. 42)· τὸ ἐκκλίνειν· ἔστι δρῶ, τὸ ὑπηρετῶ, ὅθεν καὶ τὸ (π 248)
δρηστῆρες. τὸ οὖν ἀποδρᾶν ἐστι τὸ ἔξω γενέσθαι τῆς ὑπηρεσίας τῆς δεσποτικῆς
5AB, Sym. 1278, EM 1635. Orio 21, 4.

alpha

1062

Ἀπὸ κυανέων (Hes. scut. 7)·
τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων ἀπὸ κυανέων. Ἡσίοδος ἐν Ἀσπίδι. κακῶς δὲ διαιρέσει κέχρηται· τὰ γὰρ εἰς αι λήγοντα διαιρεῖται, πύλαι πυλάων, νύμφαι νυμφάων· τὰ δὲ οὐδέτερα
5οὐκέτι. ὥστε οὔτε τὰ βλέφαρα κυανέοντα A, Sym. 1279. *Schol. Hes. scut.

alpha

1063

Ἀποψύχειν (Hes. op. 759)· Ἡσίοδος 〈ἐν〉 Ἔργοις καὶ
ἡμέραις (l. c. 757—759)·
μηδέ ποτ’ ἐν προχοῇ ποταμῶν ἅλαδε προρεόντων
μηδ’ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ’ ἐξαλέασθαι·
5
μηδ’ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώϊόν ἐστι, ἀφοδεύειν ἢ ἀποπνευματίζειν, ἀποπλύνειν καὶ ἀπορρίπτειν AB, Sym. 1280, EM 1642. Schol. Hes. op.

alpha

1064

Ἀπογαλακτίζω· γάλακτος γαλακτίζω, καὶ ἀπογαλα‐ κτίζω. ἡ δὲ ἀπό πρόθεσις σημαίνει τὴν ἀπόπαυσιν καὶ ἀποπλήρωσιν AB, Sym. 1281, EM 1586. *Lex. rhet.

alpha

1065

Ἀπολυμαίνεσθαι (Α 313)· ἀποκαθαίρεσθαι· λύματα λέγονται τὰ καθάρσια εἴτε καὶ αὐτὸ τὸ ῥύπος· παρὰ τὸ λυμαίνειν τὸ ὑποκείμενον. ἀπὸ οὖν τοῦ λῦμα λυμαίνω, καὶ ἀπολυμαίνω. φύσει δὲ τὸ ὕδωρ τῆς θαλάσσης καθάρσιόν ἐστι, καὶ τὰ περιττώματα εἰς
5τὴν ἀπέριττον θάλασσαν βάλλεται, ὡς Εὐριπίδης (Iph. Taur. 1193)·
θάλασσα κλύζει † πάντ’ ἀνθρώπων † κακά AB, Sym. 1282, EM 1641. Comm. Hom.

alpha

1066

Ἀπὸ πεντόζοιο (Hes. op. 742)· Ἡσίοδος ἐν Ἔργοις καὶ ἡμέραις (l. c. 742—743)·
μηδ’ ἀπὸ πεντόζοιο 〈***
αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.
5πεντάκλαδος ἡ χείρ· «μὴ ὀνυχίσῃς», φησίν, «ἐν ἑορτῇ ξηρὸν ὄνυχα»· χλωρὸν δὲ τὸ ζωτικὸν αἷμα· ἀσεβὲς γὰρ ὀνυχίζεσθαι ἐν ἑορτῇ θεῶν AB, Sym. 1283, EM 1649. Schol. Hes. op.

alpha

1067

Ἀπορρῶγες (ν 98)·
ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, ἀπερρηγμέναι, ἀπεσπασμέναι ἀπ’ ἀλλήλων καὶ διάστημα ἔχουσαι, δι’ οὗ ὁ εἴσπλους, εἰς λιμένα νενευκυῖαι A, Sym. 1284, 1287, EM 1671.
5*Comm. Hom.

alpha

1068

Ἀπόφασθε (Ι 422; 649)· ἀπαγγείλατε· ἀπὸ τοῦ ἐφάμην ἔφασο, φάσο τὸ προστακτικόν, τὸ πληθυντικὸν φάσθε, καὶ ἀπόφασθε
AB, Sym. 1285, EM 1625. Comm. Hom.

alpha

1069

Ἀπόθεστος (ρ 296)·
δὴ τότε κεῖτ’ ἀπόθεστος, ἀντὶ τοῦ † ἀποίητος, οὐκ ἐπιζητούμενος, ὅ ἐστι ἠμελημένος, μὴ ποθού‐ μενος AB, Sym. 1286, EM 1679, Eust. 1821, 39. *Comm. Hom.

alpha

1070

Ἀποτομή· ἀκόντιον μικρόν, ἀποτετμημένον ἀπὸ τοῦ τε‐
λείου καὶ συνηρμοσμένον εἰς μέγεθος μικρόν AB, EM 1685.

alpha

1071

Ἀποθρίξασθαι· εἴρηται εἰς τὸ παρέθρισαν (Et. gen. π s. v.) AB, Sym. 1288.

alpha

1072

Ἀποσταδόν (Ο 556)· ὀξυτόνως· ἀντὶ τοῦ ἀφεστὼς καὶ πόρρωθεν ἐκ διαστήματος AB, Sym. 1289, EM 1686. Comm. Hom.

alpha

1073

Ἀποθύμια (Ξ 261)· λυπηρά, τὰ μὴ καταθύμια. ἀπὸ τοῦ θυμός, ἀφ’ οὗ τὸ ἀποθύμια AB, Sym. 1290, EM 1684, Eust. 983, 65 (?). Comm. Hom.

alpha

1074

Ἀποδιοπομπεῖσθαι (Lys. or. 108, 4)· ἀποπέμπεσθαι † 〈πρὸσ〉 τὸν προστρόπαιον Δία καὶ οἷον καθαίρεσθαι AB, Sym. 1291, EM 1653. *Lex. rhet.

alpha

1075

Ἀποσχήσει (τ 572)· χωρίσει· ἀπὸ τοῦ σχῶ σχήσω AB,
Sym. 1292, EM 1656. *Comm. Hom.

alpha

1076

Ἀποτίσας (Ι 634)· ἀποδούς AB, EM 1657. *Comm. Hom.

alpha

1077

Ἀπούρας (Α 356)· σημαίνει τὸ ἀφελόμενος· ἔστιν αὐρῶ, τὸ ἀπολαύω, οἷον (Α 410)·
ἵνα πάντες ἐπαύρωνται βασιλῆος· ὁ μέλλων αὐρήσω, ὁ ἀόριστος ηὔρησα, ἡ μετοχὴ αὐρήσας, καὶ κατὰ
5συγκοπὴν αὔρας, καὶ τροπῇ τοῦ α εἰς ο καὶ ἐν συνθέσει ἀπούρας, οἷον (l. c.)·
〈ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρασ〉, ἀφελόμενος τὴν ἀπόλαυσιν τοῦ γέρως. οἱ δὲ ἀπὸ μεταφορᾶς τῶν ἀποσπώντων τοὺς ὅρους τινός· ἀπουρήσας καὶ ἐν συγκοπῇ ἀπούρας
10AB, Sym. 1293, EM 1688, Et. Gud. (c) α 1527. Orio 4, 16.

alpha

1078

Ἀποφθείσθω (Θ 429)· ἀποφθαρήτω· ἀπὸ τοῦ φθίω AB, Sym. 1294, EM 1647. Comm. Hom.

alpha

1079

Ἀπορρυήσεται (Ps. 1, 3)· οἷον (l. c.)·
καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται. ἀπὸ τοῦ ῥύω ῥυήσω, ὁ δεύτερος ἀόριστος ἔρρυον, ὁ παθητικὸς ἐρ‐ ρύην καὶ ὁ δεύτερος μέλλων παθητικὸς ῥυήσομαι ῥυήσῃ ῥυήσεται, καὶ
5ἀπορρυήσεται AB, EM 1658. Choerob. epim. ps. 48, 22.

alpha

1080

Ἀποπεσέτωσαν· ἀπὸ τοῦ πέτω· ἄλλοι δὲ παρὰ τὸ πεσῶ πεσήσω, ὁ δεύτερος ἀόριστος ἔπεσον. καὶ σεσημείωται οὕτως ὁ δεύτερος ἀόριστος καὶ ὁ ἔχεσον (Alc. com. fr. 5), ἐξενεχθέντες διὰ τοῦ ς, ὅπερ ἐστὶ χαρακτηριστικὸν τοῦ πρώτου ἀορίστου, κατὰ δὲ
5ἀντιπάθειαν εὑρέθη. εἰσὶ γὰρ καὶ ὁ εἶπα καὶ ἤνεγκα πρῶτοι ἀόριστοι διὰ τοῦ π καὶ τοῦ κ ἐκφερόμενοι, ὅπερ τῶν παρακειμένων ἐστὶν ἴδιον καὶ δευτέρων ἀορίστων. ἀπὸ γὰρ τοῦ ἔπεσον, πέσε τὸ προστακτικόν, ἀποπεσέτωσαν A, EM 1655. *Zenob.?

alpha

1081

Ἀποστρέψαντας (Κ 355)· εἰς τὸ ἔλπετο (Schol. K 355) A. Comm. Hom.

alpha

1082

Ἀποσφήλειε (Ε 567)·
μέγα δέ σφας ἀποσφήλειε πόνοιο, οἱονεὶ ἀποσφαλῆναι καὶ ἀποτυχεῖν ποιήσειε τοῦ ἔργου· ἀπὸ τοῦ σφάλλω σφαλῶ σφάλειας, ὡς τύψειας. τὸ δὲ σφάλλω εἰς τὸ ἀσύφηλον
5(α 1328 ubi tamen de σφάλλω non disseritur, sed de φηλῶ) AB, Sym.
1295, EM 1654. Comm. Hom.

alpha

1083

Ἀπολεῖται (Ps. 1, 6)· ἐκ τοῦ ἀπόλλω· τοῦτο παρὰ τὴν ἀπό πρόθεσιν καὶ † τοῦ ὄλλω ῥήματος † AB, EM 1664. Choerob. epim. ps. 62, 23.

alpha

1084

Ἀποτίνῃ (Ι 512 v. l.)· δίκην ἀποδῷ, ὅ ἐστι τιμωρίαν AB, EM 1657. Comm. Hom.

alpha

1085

Ἀπρίξ (*Philox. fr. 444)· τὸ ἰσχυρῶς κρατεῖν. ἔστι πρίζω πρίσω καὶ Δωρικῶς πρίξω, καὶ ἐξ αὐτοῦ ἐπίρρημα ἀπρίξ, τουτέστιν † ὡς 〈***〉 μηδὲ ἀποσχίζεσθαι τοῦ κρατοῦντος τὸ κρατούμενον AB, Sym. 1296, EM 1690. *Philox.?

alpha

1086

Ἀπριάτην (Α 99)· παρὰ τὸ πρίασθαι· μετὰ τοῦ στερη‐ τικοῦ α ἀπριάτην ἐπίρρημα AB, Sym. 1297, Eust. 1760, 35. Epim. Hom. (cf. Epim. Hom. cod. Barocc. 50 ined.).

alpha

1087

Ἀπροτίμαστος (Τ 263)· ἄψαυστος, ἄθικτος· παρὰ τὸ μαίω, τὸ ζητῶ, ἡ μὴ ἐπιζητηθεῖσα πρὸς μίξιν. ἢ παρὰ τὸ μαστεύω, τὸ ζητῶ, ὅθεν καὶ μαστός, καὶ τὸ (ι 302 ...)
†ἐπιμασσόμενον,
5ὅ ἐστιν ἐπιλαβόμενος, καὶ (Ap. Rh. 3, 106)
ἐπιμάσσατο, καθήψατο A, Sym 1298, EM 1691, Et. Gud. (c) α 1548, Eust.
1183, 30. *Orio (e *Philox. fr. 642)?

alpha

1088

Ἀπτέρω· ἀποτέρω ἀπτέρω. Ἡρωδιανός (ΙΙ 230, 8) AB, EM 1699b. Hdn. l. c.

alpha

1089

Ἀπτερέως (Hes. fr. 204, 84)· εἴρηται εἰς τὸ ἀψο‐
φέως (Et. gen. α 1539) A. EM 1699a. Hdn. II 230, 7.

alpha

1090

Ἀπροτίοπτα· κρύφα, λάθρα AB, Sym. 1299, EM 1694.

alpha

1091

Ἀπτοεπές (Θ 209)·
Ἥρη ἀπτοεπές. τινὲς δασύνουσι τὸ ἀπτοεπές· καθαπτομένη τοῖς ἔπεσιν· ἐμφατικώ‐ τερον δὲ τὸ ψιλοῦν· ἄαπτον γάρ ἐστι τὸ δεινόν, ὥστε εἶναι δεινο‐
5επές. ἢ ἀπτόητε ἐν τῷ λέγειν, θρασεῖα AB, Sym. 1300, EM 1702, Eust. 709, 8. Comm. Hom.

alpha

1092

Ἀπτοεπής· ἢ ὁ ἁπτόμενος διὰ λόγων. ἢ ὁ ἀπτόητος, ὁ μὴ πτοούμενος ἐν τοῖς λόγοις, ὁ θρασύλογος καὶ ὑβριστής AB, Sym. 1300, EM 1701. *Orio?

alpha

1093

Ἀπτέρα· πόλις Κρήτης· ἐκλήθη δὲ Ἀπτέρα, ὅτι αἱ Σειρῆνές ποτε πρὸς τὰς Μούσας εἰς ἔριν ἐλθοῦσαι καὶ ἡττηθεῖσαι ἐκεῖ τὰ πτερὰ ἀπέβαλον AB, EM 1698. *Orio?

alpha

1094

Ἀπτήν· τὴν μηδέπω πτᾶσαν· παρὰ τὸ πέτω πέτην, καὶ πτήν, καὶ ἀπτήν 〈*** (Ι 323)·
ἀπτῆσι〉, ἢ μὴ ἵπτασθαι δυναμένοις, μικροῖς AB, Sym. 1301, EM 1700.
5Orio 22, 26 (usque ad ἀπτήν) + Comm. Hom.

alpha

1095

Ἄπτερος (ρ 57)·
τῇ δ’ ἄπτερος ἔπλετο μῦθος, ταχὺς πρὸς τὸ πεισθῆναι καὶ ἰσόπτερος· ἡ γὰρ α στέρησις δηλοῖ καὶ τὸ ὅμοιον καὶ τὸ ἴσον, οἷον ἀτάλαντος, ἄλοχος, ἄπτερος· ἄπτερος
5δέ ἐστιν ὁ ἰσόπτερος καὶ ταχύς. ἔνιοι δὲ οὐ παραπτάς, ἀλλ’ ἔμμονος AB, Sym. 1302, EM 1697. *Comm. Hom.

alpha

1096

Ἄπυστος (α 242)· ἀνήκουστος· ἀπὸ τοῦ πεύθω πευστός καὶ ἄπυστος AB, Sym. 1303, EM 1703, Eust. 1684, 36. Comm. Hom.

alpha

1097

Ἀπύρους (Ι 122)· ἀνεπιτηδείους πρὸς πυρὸς χρῆσιν, ἀλλὰ κόσμου χάριν τιθεμένους ἐν οἴκῳ AB, Sym. 1304, EM 1705. Comm. Hom.

alpha

1098

Ἀπφῦς (Theocr. id. 15, 14)· ὁ πατὴρ εἴρηται ὑποκοριστικῶς ἀπὸ τοῦ πάππα· σημαίνει τὸν πατέρα· ἀφαιρέσει τοῦ κατ’ ἀρχὴν π ἄππα ἀππῦς, καὶ τροπῇ τοῦ π εἰς φ, ὡς Διονύς, ὁ Διόνυσος AB, Sym. 1305, EM 1706. *Methodius?

alpha

1099

Ἀπώνατο· ἀπὸ τοῦ ὀνῶ AB, Sym. 1306.

alpha

1100

Ἄπωθεν (Ap. Rh. 1, 583)· τὸ πῶ μέγα, οἷον (l. c.)·
φαίνετο δ’ εἰναλίη Σκίαθος, φαίνοντο δ’ ἄπωθεν. Σκίαθος δέ ἐστι νῆσος Εὐβοίας, ἀντικρὺ δὲ ἡ Εὔβοια τῆς Θετταλίας.
Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά AB, Sym. 1307. Schol. Ap. Rh.

alpha

1101

Ἄραβος (Κ 375)· κτύπος· κυρίως ἡ ἐν ἄρει βοή, ἀράβοος καὶ ἄραβος AB, Sym. 1309, EM 1714. *Orio? 〈Ἀραιάς (Hes. op. 809): EM 1716. *Methodius.〉

alpha

1102

Ἀράβησεν (Δ 504 ...)· ἤχησεν, ἐψόφησεν. κυρίως ἡ ἐπὶ τὴν ἔραν βοή, ἔραβος καὶ ἄραβος, ἐξ οὗ τὸ ἀραβῶ. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ σιδήρου, παρὰ τὸν ἄρεα καὶ τὸ βοή, οἷον ἡ ἐν ἄρει βοή. Ὠρίων (11, 25) AB, Sym. 1310, EM 1714. Orio l. c.

alpha

1103

Ἀράξης· ποταμός· παρὰ τὸ ἀράσσειν· ὅτι ἀπὸ Καυκάσου καταρρήγνυται AB, Sym. 1311, EM 1717. *Methodius?

alpha

1104

Ἄραρ· ποταμὸς τῆς Κελτικῆς, ἀπὸ τοῦ ἀρηρέναι τῷ
Ῥοδανῷ ποταμῷ AB, EM 1718. *Methodius?

alpha

1105

Ἀράσσω (Ν 577)· τὸ ἀποτέμνω· παρὰ τὸ ἄρης, ὅ ἐστι σίδηρος, κυρίως γὰρ ἀράσσειν τὸ διὰ σιδήρου τέμνειν (l. c.)·
ἀπὸ δὲ τρυφάλειαν ἄραξεν AB, Sym. 1312, EM 1715, Eust. 947, 31; 1540, 3. *Methodius?

alpha

1106

Ἀράχνη (Hes. op. 777)· Ἡσίοδος (l. c.)·
ἀερσιπότητος ἀράχνης. ἀπὸ τῆς τῶν ποδῶν ἀραιότητος, ἀραιά ἴχνη ἔχων AB, EM 1721. *Methodius?

alpha

1107

Ἀράχνια (θ 280)· τὰ ὑφάσματα τῆς ἀράχνης, οἷον (l. c.)·
ἠΰτ’ ἀράχνια λεπτά· παρὰ τὴν ἀραιότητα, ὅ ἐστι λεπτότητα· ἀραιόν γὰρ τὸ λεπτόν. ἢ παρὰ τὸ ἀράσσω ἀράχνιον, ὡς δέμω δέμνιον, παίζω παίγνιον·
5ἤγουν τὸ εὔσχιστον. ἢ τὸ ἐνηρμοσμένον· χνοῦς γάρ ἐστιν ὁ ἐνηρμο‐ σμένος καὶ ἀνυφανθείς AB, Sym. 1313, EM 1722. Orio 8, 29.

alpha

1108

Ἀρά· ἡ εὐχή· παρὰ τὸ αἴρειν τὰς χεῖρας εὐχομένους AB,
Sym. 1314, EM 1709, Orio 611, 34 Werfer.

alpha

1109

Ἄραρεν· ἔστι ῥῆμα ἄρω, τὸ ἁρμόζω, ἀφ’ οὗ ὁ ἀόριστος ἦρσα καὶ ἡ μετοχὴ ἄρσας, οἷον (Α 136)·
ἄρσαντες κατὰ θυμόν. ἔστι καὶ περισπώμενον ἀρῶ, ἀφ’ οὗ ὁ μέλλων ἀρέσω, τούτου ὁ παρα‐
5κείμενος ἦρκα καὶ ὁ μέσος ἦρα, καὶ κατὰ ἀναδιπλασιασμὸν Ἀττικὸν ἄρηρα, ἡ μετοχὴ ἀρηρώς (κ 553)·
οὔτε φρεσὶν ᾖσιν ἀρηρώς. Δωρικῶς δὲ γίνεται ὁ μέσος παρακείμενος ἄραρα, οἷον (Aesch. Ag. 1290?)·
10
ἄραρε γὰρ ὅρκος ἐκ θεῶν μέγας, καὶ ἡ μετοχὴ ἀραρώς, καὶ ὄνομα τοῦ κωμικοῦ· τῆς γὰρ μετοχῆς ἐστιν ἡ φωνή· πίστις δὲ καὶ ἐκ τῆς κλίσεως, ἀραρότος γὰρ ὡς γε‐ γραφότος AB, Sym. 1315, EM 1719. *Zenob.?

alpha

1110

Ἀραριημένος· ἔστιν ὄνομα παρὰ τῷ ποιητῇ (Ρ 431 ...) ἀρειή, ἀφ’ οὗ ῥῆμα ἀρειῶ· τούτου ὁ παθητικὸς παρακείμενος ἠρείη‐
μαι, ἡ μετοχὴ ἠρειημένος, καὶ κατὰ ἀναδιπλασιασμὸν ἀραρειημένος, καὶ κατὰ συστολὴν ἀραριημένος. ταῦτα Ἡρωδιανός (ΙΙ 189, 8). οὕτως
5Ζηνόβιος (fr. 20 Schoemann) AB, EM 1720. Zenob. l. c.

alpha

1111

Ἄρα· ὁ ἀρ ἐκ τοῦ ἄρα γέγονε κατὰ ἀποβολὴν τοῦ τέλους, ἢ ὁ ῥα ἐκ τοῦ ἄρα κατὰ ἀποβολὴν τῆς ἀρχούσης· ἔστιν εἰπεῖν, ὅτι τοῦτο θέμα, καὶ τοῦτο. ὁ γὰρ ἀρ σύνδεσμος οὐκ ἔστιν ἐκ τοῦ ῥα· ὁ γὰρ ῥα ἐγκλιτικός ἐστι καὶ ὑποτακτικός, ὁ δὲ ἀρ οὐκ ἔστιν ἐγκλι‐
5τικός AB, Sym. 1316, EM 1708.

alpha

1112

Ἀραρυίας (Γ 331)· ἡρμοσμένας· ἀπὸ τοῦ ἄρω, τὸ ἁρμόζω AB, Sym. 1315, EM 1719. *Comm. Hom.

alpha

1113

Ἀρβύλη (Eur. Hipp. 1189)· εἶδος ὑποδήματος. λέγεται καὶ παρωνύμως· Θεόκριτος (id. 7, 26)·
πᾶσα λίθος πταίουσά ποτ’ ἀρβυλίδεσσιν ἀείδει· παρὰ τὸ ἁρμόζεσθαι τοῖς ποσὶν ἁρμύλη καὶ ἀρβύλη AB, Sym. 1317,
5EM 1724, Eust. 1522, 12, *Orio?

alpha

1114

Ἀργαλέος (Α 589)· χαλεπός· οἶμαι παρὰ τὸν Ἄρην, τὸν πόλεμον, ἀραλέος καὶ πλεονασμῷ τοῦ γ ἀργαλέος. ἢ παρὰ τὸ ἄλγος, ὁ λύπας καὶ κακὰ ἐμποιῶν AB, Sym. 1318, EM 1725, Eust. 1322, 35. *Orio?

alpha

1115

Ἀραιήν (Ε 425)· ἀσθενῆ, ἀδύνατον· παρὰ τὸ ῥαίω, τὸ φθείρω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀραιή, ὅθεν καὶ δασύνεται. ἔστιν ὅτε σημαίνει καὶ λεπτήν AB, Sym. 1319, EM 1711, Et. Gud. (c) α 1563. *Orio?

alpha

1116

†Ἀραιτασιείδης (Alcm. fr. 1, 71)· † Ἀραιτασιο‐ είδης, καὶ κατὰ συγκοπὴν † Ἀραιτασιείδης, ὡς σιοείδης σιείδης, συγκοπῇ τοῦ ο. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν (fr. novum) AB, Sym. 1320, EM 1712. Hdn. l. c.

alpha

1117

Ἀραιός· ῥαίω, τὸ φθείρω· γίνεται ῥαιός, καὶ πλεονασμῷ τοῦ α ἁραιός, μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α, ὡς καὶ ἐπὶ τοῦ ῥέζω ἕρδω. οὕτως Ἡρωδιανὸς ἐν τῇ Καθόλου (Ι 130, 1) AB, Sym. 1319, EM 1710. Hdn. l. c.

alpha

1118

Ἄργεμον· τὸ κατὰ πάθος γενόμενον λεύκωμα ἐν τῷ ὀφθαλμῷ· παρὰ τὸ ἀργόν, ὅ ἐστι λευκόν, ὅθεν (Α 50)·
καὶ κύνας ἀργούς· τινὲς τοὺς λευκούς AB, Sym. 1321, EM 1728 + 1731, Et. Gud.
5(c) α 1589: *Methodius?

alpha

1119

Ἀργεννός· ὁ λευκός· παρὰ τὸ ἀργόν, τὸ λευκόν, γίνεται ἀργεινός, ὡς ἐρατός ἐρατεινός καὶ ἀργεννός, ἐνδείᾳ μὲν τοῦ ι, πλεο‐ νασμῷ δὲ τοῦ ν AB, Sym. 1322, EM 1729, Eust. 392, 42. *Me‐ thodius (cf. Epim. Hom. AO I 84, 24).

alpha

1120

Ἀργεννῇσι (Γ 141)· ἀπὸ τοῦ ἀργεννός ἀργεννή· σημαί‐ νει δὲ λαμπραῖς, λευκαῖς (l. c.)·
αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν AB, Sym. 1322, EM 1730. *Comm. Hom.

alpha

1121

Ἀργός (Α 50)· ὁ ταχύς· ἔστι δὲ παρὰ τὸ ἀρκῶ ἀρκός καὶ ἀργός, ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, καὶ γὰρ ποδάρκεις τοὺς ταχεῖς λέγουσιν· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ λευκοῦ λαμβάνεται, καὶ γὰρ οἱ ποιηταὶ τὰ λαμπρὰ καὶ λευκὰ πάντα οὕτως καλοῦσι·
5παρὰ τὸ τάχιον τοὺς ὁρῶντας † ὁρᾶσθαι ποιεῖν. παρὰ τὰ ἄλλα οὕ‐
τως ἐγὼ τοῦτο καὶ μόνον AB, Sym. 1323, EM 1731.

alpha

1122

Ἀργής· ὥσπερ παρὰ τὸ γυμνὸς γίνεται γυμνής, ὁμαλός ὁμαλής, τρανός τρανής, ποτός ποτής—λαμβάνεται γὰρ καὶ ἐπὶ θηλυκοῦ ὁ τύπος (Λ 780 ...)·
ἐδητύος ἠδὲ ποτῆτος—
5οὕτως καὶ ἀργός ἀργής, ὁ λευκὸς ἢ λαμπρός. κλίνεται δὲ ἀργής ἀρ‐ γῆτος ἀργῆτι (Γ 419)·
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ· ἡ αἰτιατικὴ ἀργῆτα· εἶτα ἐν ἑτέρῳ (Φ 127)·
ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν,
10ἀντὶ τοῦ ἀργῆτα κατὰ μεταβολὴν καὶ συστολήν· καὶ πάλιν (Λ 817— 818)·
ὥς ἀρ ἔμελλε τῆλε φίλων καὶ πατρίδος αἴης
ἄσειν ἐνὶ Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ AB, Sym. 1324, EM 1740. *Hdn.?

alpha

1123

Ἀργαφίης (Call. fr. dub. 740)· οἷον (l. c.)·
νιψάμεναι κρήνης ἔδραμον Ἀργαφίης. τινὲς δὲ διὰ τοῦ ε ἀπὸ Γεργάφου τοῦ Ποσειδῶνος. τὸ δὲ ἐντελὲς ἐν τῷ Ἑρμῇ (Eratosth. fr. 11 Powell)·
5
κρήνης Γαργαφίης. ὁ † Παρμένιος (Parthen. fr. 12 Diehl ?) ἄνευ τοῦ γ. ἡ ἔλλειψις ἀπὸ ἱστορίας. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν (ΙΙ 187, 2) AB, EM 1727. Hdn. l. c.

alpha

1124

Ἀργειφόντης (Β 103)· ἔστι δὲ ἐπίθετον τοῦ Ἑρμοῦ. λέγεται δὲ Ἀργειφόντης ἢ ὅτι ἀργὸς φόνου ἐστί, τουτέστιν καθαρός, ὁ αὐτὸς γάρ ἐστι τῷ λόγῳ· ἢ ὁ ἐν Ἄργει πρῶτον πεφηνώς, ὁ γὰρ Ἑρμῆς πρῶτον ἐν τῷ Ἄργει ἐφάνη· ἢ ὁ ἐναργεῖς τὰς φαντασίας
5ποιῶν, ἐπάνω γάρ, ὥς φασι, τῶν ὀνείρων ἐστὶν ὁ Ἑρμῆς· ἢ ἐπειδὴ τὸν Ἄργον ἐφόνευσεν, οὗτος δὲ ὁ Ἄργος ἐν ὅλῳ τῷ σώματι αὑτοῦ ὀφθαλμοὺς εἶχεν. γράφεται δὲ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ὥσπερ ἀπὸ τοῦ ἀλοτρίβανον γίνεται ἀλετρίβανον κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε, σημαίνει δὲ τὸν τριβέα παρὰ τὸ τοὺς ἅλας τρίβειν, οὕτως καὶ ἀπὸ
10τοῦ ἀργοφόντης γίνεται ἀργεφόντης, καὶ πλεονασμῷ τοῦ ι Ἀργει‐ φόντης. Δίδυμος (p. 337, fr. 2 Schmidt) δὲ διὰ τοῦ ι γράφει· λέγει γὰρ ὥσπερ ἀπὸ τοῦ αρι ἐπιτατικοῦ ἐπιρρήματος γίνεται ἀρι‐ δείκετος καὶ ἀρίζηλος, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ αρι γίνεται ἀριφόντης καὶ 〈πλεονασμῷ τοῦ γ〉 Ἀργιφόντης Α (= Et. gen. α
15epimetrum 1578) B, Sym. 1326, EM 1741, Eust. 1522, 53. *Methodius (cf. Epim. Hom. AO I 84, 19).

alpha

1125

Ἀργιόδους· ὁ μεγαλόδους· πολλὴ δὲ ἡ χρῆσις τῆς λέξεως. παρὰ τὸ αρι ἐπιτατικὸν καὶ τὸ ὀδούς γίνεται ἀριόδους, ὡς ἀριδείκετος, καὶ πλεονασμῷ τοῦ γ ἀργιόδους, ὡς ἄνοια ἄγνοια καὶ ῥαῖα γραῖα· εἰ γὰρ παρὰ τὸ ἀργός, ἦν ἂν ἀργόδους. οὕτως Τρύφων
5ἐν τῷ Περὶ σχημάτων (fr. 122 van Velsen) AB, Sym. 1325,
EM 1742. *Methodius (cf. Epim. Hom. AO I 85, 1).

alpha

1126

Ἄργμα (ξ 446)· ἡ ἀπαρχή (l. c.)·
ἧ ῥα καὶ ἄργμα θῦσε θεοῖς αἰειγενέτῃσι· παρὰ τὸ ἄρχω ἄργμα, ὥσπερ παρὰ τὸ ἦρμαι ἄρμα, γέγραμμαι γράμ‐ μα AB, Sym. 1327, EM 1745.

alpha

1127

Ἄργυρος· παρὰ τὸ ἀργόν, τὸ λευκόν· ὅθεν οἱ ποιηταὶ τὰ λευκὰ καὶ λαμπρὰ οὕτως καλοῦσιν· οἷον (Σ 50)·
ἀργύφεον πλῆτο σπέος, καὶ (κ 85)
5
ἄργυφα μῆλα. οὕτως Ἐπαφρόδιτος (fr. novum) AB, Sym. 1329, EM 1748. *Orio.

alpha

1128

Ἄργυφον (Ω 621)· παραγώγως παρὰ τὸ ἀργόν, ὃ σημαί‐ νει τὸ λευκόν, ἀφ’ οὗ ἄργυρος. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Περὶ σχημά‐
των (ΙΙ 847, 11) λέγει, ὅτι γίνονταί τινες συνθέσεις καὶ ἀπὸ μόνου ῥήματος, οἷον ἀπὸ τοῦ βῶ κάραβος καὶ ἀπὸ τοῦ θῶ, τὸ θηλάζω,
5Αἴγισθος, ὁ αἶγα θηλάσας· καὶ ἀπὸ τοῦ ἀργῶ οὖν τοῦ σημαίνοντος τὸ φαίνω ἄργυφος, καὶ πλεονασμῷ τοῦ ε ἀργύφεος, οἷον (κ 543)·
ἀμφὶ δ’ ἄρ’ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, καὶ Ἡσίοδος (Th. 573—574)·
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη,
10
ἀργυφέῃ ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην, καὶ πάλιν (Σ 50)·
τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος AB, Sym. 1330, EM 1750, Eust. 1368, 44. *Orio.

alpha

1129

Ἀργώ· ἡ ναῦς· ἀφ’ οὗ οἱ Ἀργοναῦται, εἴρηται δέ, ὅτι Ἄργος αὐτὴν κατεσκεύασεν, 〈ἤ,〉 ὡς ἱστορεῖ Ἡγήσανδρος (FHG IV 422), ὅτι ἐν Ἄργει τῇ πόλει κατεσκευάσθη AB, Sym. 1331, EM 1738.

alpha

1130

Ἀργειάν· εἴρηται εἰς τὸ τ στοιχεῖον εἰς τὸ Τιτάν (Et. gen. τ s. v.) AB, EM 1739.

alpha

1131

Ἀργανθώνειον (Ap. Rh. 1, 1178)· ὄρος Κίου, οἷον (l. c.)·
ἀμφ’ Ἀργανθώνειον ὄρος, προχοάς τε Κίοιο. τινὲς δ’ Ἀργανθώνην αὐτό φασιν. Εὐφορίων (fr. 75 Powell = fr.
571 Cuenca) καὶ † Φιλίας (Philit. fr. 26 Kuchenmüller) Ἀργαν‐ θώνιον λέγουσι διὰ τοῦ ι, οἷον (Euphor.? Philit.?)·
χθιζόν μοι κνώσσοντι παρ’ Ἀργανθώνιον αἶπος. καὶ λέγουσι διὰ τοῦ ι. Σιμύλος (fr. 2 Diehl) δὲ ποταμόν φησιν, οἷον·
†μυσίον απύοντα † παρὰ ῥόον Ἀργανθώνης
10AB, Sym. 1332, EM 1726. Schol. Ap. Rh.

alpha

1132

Ἀργεστής· ὀξύνεται, †Βοιωτικῶς δὲ † γέγονεν ἀργέσταο, οἷον (Λ 306 ...)·
†ἀργέσταο Νότοιο· τὸ μὲν γὰρ κύριον βαρύνεται Ἀργέστης, οἷον (Ap. Rh. 2, 961, 963)·
5
Ἀργέσταο παρ’ ἆσσον ἐπιπνείοντος, ἔβησαν.
λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ’ ἀγχίρροον Ἶριν· δηλοῖ γὰρ τὸν ἀπηλιώτην ἄνεμον. Ἀπολλώνιος. τὸ δὲ ἐπίθετον τοῦ νότου ὀξύνεται, ὡς (Λ 306 ...)
ἀργεστᾶο Νότοιο,
10οἷον τοῦ λευκοῦ. οὕτως εὗρον εἰς τὰ Ἀργοναυτικὰ τοῦ Ἀπολλωνίου AB, Sym. 1333, EM 1737. *Comm. Hom. + Schol. Ap. Rh.

alpha

1133

Ἀργινοῦσαι· ἀργιλώδεις· «εἰσὶ δὲ αἱ τοιαῦται εἰς καρ‐ πῶν ἀνέσεις φαῦλαι καὶ ὡς ἐπὶ τὸ πλεῖστον μηλόβοτοι, καθάπερ ἡ Σκύρος καὶ αἱ λεγόμεναι Ἀργινοῦσαι.» Δίδυμος (p. 184 Schmidt) καὶ Ὦρος AB, EM 1744. Orus.

alpha

1134

Ἀρδηθμός (Nic. ther. 401)· ὁ ποτισμός· παρὰ τὸ ἀρδῶ περισπώμενον· εἰ γὰρ ἦν ἀπὸ βαρυτόνου, ἄρδμος ἂν ἦν.Νίκανδρος ἐν Θηριακοῖς, οἷον (l. c.)·
ἠὲ καὶ ἀρδηθμοῖο μεσημβρινὸν ἀΐξαντες
5AB, Sym. 1334, EM 1752 + 1751. Schol. Nic. ther.

alpha

1135

Ἀρδμός (Σ 521)·
ἐν ποταμῷ, ὅθι τ’ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν. 〈παρὰ τὸ ἀρδῶ περισπώμενον. εἰ γὰρ ἦν ἀπὸ βαρυτόνου, ἄρδμος
ἂν ἦν〉 AB, Sym. 1335, EM 1751. Comm. Hom.

alpha

1136

Ἄρδην (Eur. Alc. 608)· Εὐριπίδης (l. c.)·
Ἄρδην φερούσῃ· παρὰ τὸ αἴρω, ὃ σημαίνει τὸ ἐπαίρω. ἐν ἄλλοις δὲ παρὰ τὸ ἁρμόζω, ἄρδην. τὸ γὰρ ἐν τῷ ἅμα γινόμενον ἁρμοζόντως γίνεται AB, Sym.
51336, EM 1753, Et. Gud. (c) α 1594, Eust. 707, 37. Hdn. fr. novum (usque ad ἐπαίρω) + Theodos. Lex. can. iamb. AO II 344, 3.

alpha

1137

Ἄρδις (Call. fr. 70)· ἡ ἀκὶς τοῦ βέλους· Καλλίμαχος (l. c.)·
ἀλλ’ ἀπὸ τόξου
αὐτὸς ὁ τοξευτὴς ἄρδιν ἔχων ἑτέρου. εἴρηται παρὰ τὸ ἄρω, τὸ ἁρμόζω· ἦρμαι ἦρται ἄρτης, ἔνθεν πυλάρ‐
5της· καὶ ὥσπερ παρὰ τὸ προφήτης γίνεται † παρωνύμως προφῆτις, οἰκέτης οἰκέτις, οὕτως ἄρτης ἄρτις καὶ ἄρδις. ἢ παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν σίδηρον, ἄρις καὶ ἄρδις. οὕτως Ἐπαφρόδιτος (fr. 53 Luenzner) AB, Sym. 1337, EM 1754, Et. Gud. (c) α 1591. *Orio.

alpha

1138

Ἀρέθουσα· ἡ πηγή· παρὰ τὸ ἄρδω, ἄρσω, ὃ σημαίνει τὸ ποτίζω, ἵν’ ᾖ ἡ ποτίζουσα. οὕτως Ἡρωδιανός (fr. novum; cf. II 919, 28). παρὰ τὸ ἄρδειν πάσας τὰς κρήνας καὶ τοὺς ποτα‐ μοὺς λέγεται AB, Sym. 1338, EM 1758. Hdn.

alpha

1139

Ἀρέσκω· Ἡρωδιανός (fr. novum; cf. II 521, 3)· παρὰ
τὸ ἀρῶ, τὸ ἁρμόζω, γίνεται· ἀρῶ ἀρέσω, ὡς τελῶ τελέσω, καὶ ἀρέσκω· τὸ γὰρ ἀρέσκον καὶ ἁρμόδιον, καὶ τὸ ἁρμόδιον ἀρεστόν
AB, Sym. 1339, EM 1764, Et. Gud. α 659. Hdn.

alpha

1140

Ἀρεστήρ· εἶδος πλακοῦντος τοῖς θεοῖς ἀφιερωμένον, ὥσπερ καὶ τὸ πόπανον. εἴρηται δὲ παρὰ τὸ ἀρέσκω, ὁ τοῖς θεοῖς ἀρέσκων. ἀρέσω οὖν, ὁ παρακείμενος ἤρεσμαι, ἀρεστής καὶ ἀρεστήρ, ὡς ἤθληται ἀθλητής καὶ ἀθλητήρ. οὕτως Ἡρωδιανὸς ἐν ιβʹ Κα‐
5θολικῆς (fr. novum) AB, Sym. 1340, EM 1766. Hdn. l. c.

alpha

1141

Ἀρετάν· ποταμὸς τῆς Κροτωνιάτιδος χώρας· εἴρηται δὲ παρὰ τὴν † Ἀρέταν οὕτω καλουμένην τὴν γυναῖκα † Ἀλκίμου, ἧς παραρρεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφανος (FHG III 32, fr. 24) καὶ Κλέων ἐν τῷ Περίπλῳ (FHG IV 365, Fr. novum). Ἡρω‐
5διανός (Ι 13, 24) AB, EM 1760. Hdn. l. c.

alpha

1142

Ἀρετή· παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἐρατή, καὶ κατὰ μετά‐ θεσιν τῶν στοιχείων ἀρετή, ἡ ἐπέραστος κτῆσις, ἣν αἱροῦνται πάν‐ τες· ἢ παρὰ τὸ ἀρῶ ἀρέσω ἀρεστή καὶ ἀρετή, ἡ πᾶσιν ἀρέσκουσα. λέγεται καὶ ἀρετὴ ἡ κατὰ πόλεμον δύναμις, παρὰ τὸν ἄρην AB,
5Sym. 1341, EM 1761. Orio 1, 7 (185, 25 Koese).

alpha

1143

Ἄρεω (Σ 100)· διὰ τοῦ ω· Ἰλιάδος Σ (l. c.)· ἔφθιτ’, ἐμεῖο δὲ δῆσεν Ἄρεω· οὕτως Ἀρίσταρχος (ΙΙ 429, 10 Ludwich)· καὶ ἔστιν ἀπὸ εὐθείας τῆς ὁ Ἄρεως, τοῦ Ἄρεω, ὡς ὁ Πείρεως (Υ 484)·
5
Πείρεω υἱός. ἔστι δὲ τὸ λεγόμενον οὕτως· ἐμοῦ δὲ ἐδέησεν τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω. τὸ δὲ δῆσε δισύλλαβον, ἀπὸ τοῦ ἐδέησε κατὰ συγκοπήν, ἤγουν χρείαν μου τῆς βλάβης βοηθὸν γενέσθαι AB, Sym. 1342, EM 1756. Comm. Hom.

alpha

1144

Ἀρέπυιαι (α 241, υ 77)· Ἅρπυιαι, καὶ πλεονασμῷ τοῦ ε Ἀρέπυιαι. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν (ΙΙ 1249 ad
226, 5) AB, EM 1759. Hdn. l. c.

alpha

1145

Ἀρεστός· οὐκ ἀπὸ τοῦ ἀρέσκω, ἔδει γὰρ ἀρεκτός εἶναι, ἀλλ’ ἀπὸ τοῦ ἀρέσω ἀρεστός. Φιλόξενος Ῥηματικῷ (fr. 366) AB, Sym. 1343, EM 1762a. *Orio.

alpha

1146

Ἄρειος· ὁ Ἀλεξανδρεὺς φιλόσοφος· ἐν ἑορτῇ Ἄρεως ἐτέχθη, διὸ οὕτως ὠνομάσθη. οὕτως Ὦρος AB, Sym. 1344, EM 1767 (= 1762b). Orus.

alpha

1147

Ἄρειος Πάγος· δικαστήριον Ἀθήνησιν οὕτω καλού‐ μενον· Καλλίμαχος (fr. 504)·
αἱ δὲ πάγον φορέουσιν ἐπ’ Ἄρεος· καὶ Εὐριπίδης (Or. 1650—1651)·
5
θεοὶ δέ σοι δίκης βραβεῖς
†πάγοι εἰσίν†· καὶ οἱ δικασταὶ Ἀρειοπαγῖται. ἐκλήθη δὲ Ἄρειος πάγος ἢ ὅτι αἱ Ἀμαζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύοντο Ἄρεως οὖσαι, ἢ ὅτι ἐν πάγῳ ἐστὶ καὶ ἐν ὕψει τὸ δικαστήριον· Ἄρειος δέ, ἐπεὶ τὰ φο‐
10νικὰ 〈ἐκεῖσε ἐκρίνοντο〉· δικάζει δὲ ὁ Ἄρης ἐπὶ τὸν φόνον. πάγος δὲ ὁ λόφος, ὡς καὶ Ὅμηρος (immo Hes. scut. 439)·
πάγος δέ οἱ ἀντεβόλησεν. ἢ ὅτι ἔπηξεν τὸ δόρυ ἐκεῖ ὁ Ἄρης, Ποσειδῶνος κατηγορήσαντος διὰ τὸν φόνον τοῦ υἱοῦ αὑτοῦ Ἁλιρροθίου, ὅτε ἀπέκτεινεν αὐτὸν βιασά‐
15μενον Ἀλκίππην τὴν αὑτοῦ καὶ Ἀγραύλου τῆς Κέκροπος θυγατρός, ὥς φησιν Ἑλλάνικος ἐν πρώτῃ (FGH 4, F 38) AB, Sym. 1345, EM 1769, Et. Gud. (c) α 1621. Lex. rhet.

alpha

1148

Ἄρειον (Δ 407)·
ὑπὸ τεῖχος ἄρειον· Ἄρεως ἱερόν. τὸ ἄρειον εἴρηται εἰς τὸ ἀτάσθαλος (i. e.
Δ 409 ἀτασθαλίῃσιν) AB, Sym. 1346. Comm. Hom.

alpha

1149

Ἀρείων (Ap. Rh. 2, 77 vl)· ὁ βελτίων· Ὅμηρος (Ο 641 v. l.)·
πατρὸς πολὺ χείρονος υἱὸς ἀρείων. εἴρηται δὲ παρὰ τὸ ἄρης, ἵν’ ᾖ κυρίως ὁ κατὰ πόλεμον καλλίων.
5οὕτως Ταρραῖος ἐν τοῖς Ἀργοναυτικοῖς (fr. 8 Linnenkugel) AB, Sym. 1347, EM 1768. Schol. Ap. Rh.

alpha

1150

Ἀρειή· σημαίνει τὴν ἐν πολέμῳ ἀπειλήν· ἢ γὰρ παρὰ τὴν ἄρεως γενικὴν γέγονεν ἀρεά, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀρειά, καὶ τροπῇ τοῦ α εἰς η ἀρειή Ἰωνικῶς, ὡς πεῖνα πείνη, οἷον (ο 407)·
πείνη δ’ οὔποτε δῆμον εἰσέρχεται·
5ἢ παρὰ τὴν ἄρει δοτικὴν ἀρειά καὶ ἀρειή. λέγει δὲ ἐν τῇ Καθόλου ὁ Ἡρωδιανός (Ι 291, 16), ὅτι τὸ ἀρειά παράλογόν ἐστι καὶ κατὰ τόνον καὶ κατὰ χρόνον· οὔτε γὰρ ὀξυτονεῖσθαι ὤφειλεν οὔτε ἐκτεί‐ νειν τὸ α· τὰ γὰρ διὰ τοῦ εια ὀξυνόμενα ἐκτείνοντα τὸ α ἐπὶ οὐσιῶν λαμβάνονται, οἷον παρειά φορβειά, σημαίνει δὲ τὸ σχοινίον τοῦ ἀλό‐
10γου. εἰ οὖν τὸ ἀρειά οὐ τίθεται ἐπὶ οὐσίας ἀλλ’ ἐπὶ πραγμάτων (τὴν γὰρ ἀπειλὴν σημαίνει), δῆλον ὅτι οὔτε ὀξυτονεῖσθαι ὤφειλεν οὔτε
ἐκτείνειν τὸ α, ἀλλ’ ἡμάρτηται, ὡς εἴρηται, καὶ κατὰ τόνον καὶ κατὰ χρόνον. δεῖ γινώσκειν, ὅτι ἀρειῶ ἀρειᾷ· σημαίνει δὲ τὸ ἀπειλῶ, ὡς παρ’ Ἱππώνακτι (fr. 41)·
15
καὶ νῦν ἀρειᾷ σύκινόν με ποιῆσαι, τουτέστιν ἀπειλεῖ σύκινόν με ποιῆσαι. ἐπὶ δὲ τοῦ φυτοῦ διὰ τοῦ ι γράφεται καὶ παροξύνεται, οἷον ἀρία, ὡς παρ’ Εὐπόλιδι (fr. 491)·
χήτει τοι πρίνης ἀρίας ποιούμεθα γόμφους· ἔστι δὲ δακτυλικὸν τὸ μέτρον, σημαίνει δὲ τὸ μὲν χήτει τῇ στερήσει,
20καὶ ἔστιν ἀπὸ τοῦ χῆτος, τὸ δὲ γόμφους τὰ σφηνάρια. οὕτως ὁ Χοιροβοσκός (orth. 177, 4) AB, Sym. 1348, EM 1771, Constan‐
tinus Arabites (Mus. crit. 13—14, 1978—79, 163). Choerob. l. c.

alpha

1151

Ἀρειμάνιος· σημαίνει δὲ τὸν πολεμικόν. ὥσπερ γὰρ παρὰ τὴν ἄρει δοτικὴν γίνεται ἀρείφατος, σημαίνει δὲ τὸν πολε‐ μικόν, τουτέστιν τὸν ἐν πολέμοις ὀνομαζόμενον ἢ τὸν ἐν πολέμῳ φονευόμενον. ἔχομεν δὲ τὴν χρῆσιν παρ’ Αἰσχύλῳ, οἷον ἐν Νεανίσκοις
5καὶ καρτερικὸς καὶ πολεμικός (fr. 146b)·
ἀρείφατος· τὸν αὐτὸν τρόπον καὶ παρὰ τὴν ἄρει δοτικὴν γέγονεν ἀρειμάνιος διὰ τῆς ει διφθόγγου. οὕτως ὁ Χοιροβοσκός (fr. Novum Orthographiae) AB, Sym. 1349, EM 1770, Et. Gud. (c) α 1593. Choerob.

alpha

1152

Ἀρεσόμεθα (Δ 362)· ἐξιλεωσόμεθα, θεραπεύσομεν· ἀπὸ τοῦ ἀρῶ † ἀρᾷς AB, Sym. 1350, EM 1765. Comm. Hom.

alpha

1153

Ἀρηρώς (κ 553)· εἴρηται εἰς τὸ ἄραρε καὶ ἀραρώς (Et. gen. α 1109) AB, EM 1772.

alpha

1154

Ἀρηγών· σημαίνει δὲ τὴν † βοήθειαν, οἷον (Ε 511)·
ἡ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών, καὶ (Δ 7)
δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων.
5εἰ γὰρ ἦν ἀρσενικόν, ὤφειλεν ἀρήγοντος κλίνεσθαι, ἀλλ’ ἔστι θηλυκοῦ γένους, ἀπὸ τοῦ ἀρήγω ῥήματος γεγονός· γίνεται γὰρ εἰς ω λῆγον ὄνομα, ἔσθ’ ὅτε καὶ εἰς ων θηλυκόν, ἀπὸ τῶν εἰς ω ῥημάτων· οἷον πείθω Πειθώ, κλώθω Κλωθώ, καλύψω Καλυψώ· καὶ εἰς ων· τέρπω τερπών, χέω χεών καὶ χιών. οὕτως οὖν καὶ ἀρήγω ἀρηγών AB,
10Sym. 1351, EM 1784. *Hdn. (cf. II 729, 14)?

alpha

1155

Ἀρηΐθοος (Η 10)· ὄνομα· ἡ χρῆσις εἰς τὸ Ἄρνη (Η 9). σημαίνει δὲ καὶ πολεμικόν (Θ 298)· ἡ χρῆσις εἰς τὸ τα‐ νυγλώχινα (Θ 297) AB, Sym. 1352, EM 1775. Comm. Hom.

alpha

1156

Ἀρήϊος (Γ 339)· πολεμικός· παρὰ τὸν Ἄρην AB, EM 1773. Comm. Hom.

alpha

1157

Ἀρηΐφιλος (Γ 21)· πολεμικός, ὁ φιλῶν τὸν Ἄρην A, EM 1774. Comm. Hom.

alpha

1158

Ἀρηϊφάτους (Τ 31)· τοὺς ἐν τῷ πολέμῳ πεφονευμέ‐
νους AB, EM 1776. Com. Hom.

alpha

1159

Ἀρητόν (Ρ 37, Ω 741)· οἷον (ll. cc.)· ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας, ἤτοι βλαπτικόν, παρὰ τὴν ἀράν, ἢ ἀπευκτόν, ἢ ἀεὶ ῥητόν, ἀεὶ διὰ μνήμης ἐσόμενον. ὀξύνεται δὲ ἡ λέξις· τὰ γὰρ εἰς τος ῥηματικὰ
5ὑπὲρ δύο συλλαβὰς τῷ η παραληγόμενα ὀξύνεσθαι θέλει AB, Sym. 1353. EM 1778b, Eust. 1093, 61. *Epim. Hom. an *Orio?

alpha

1160

Ἄρης· σημαίνει δὲ τὸν πόλεμον· παρὰ τὴν ἀράν, τὴν γενομένην βλάβην ἐκ τοῦ πολέμου. ἰστέον δέ, ὅτι τετραχῶς κέχρηται τὸ ὄνομα ὁ ποιητής· ἐπὶ μὲν τοῦ πολέμου, οἷον (Β 440)·
ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα·
5ἐπὶ δὲ τοῦ σιδήρου (Ε 289 ...)·
αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν· ἐπὶ δὲ τοῦ θεοῦ, οἷον (Φ 421)·
καὶ δ’ αὖτε κυνόμυια ἄγει βροτολοιγὸν Ἄρηα·
ἐπὶ δὲ τῆς πληγῆς, † ὡς (Ν 568—569)·
10
ἔνθα μάλιστα
γίνεται Ἄρης ἀλεγεινός AB, Sym. 1354, EM 1777, Eust. 347, 38; 518, 3. *Epim. Hom. an
*Orio 19, 6?

alpha

1161

Ἀρημένον· τὸ κατειλημμένον καὶ παραπεποδισμένον, ἴσως ἀπὸ τοῦ ἀρηρέναι· οὐ γὰρ παρὰ τὴν ἀρὰν εἴρηται AB, Sym. 1356 (lemma tantum), EM 1785. *Orio?

alpha

1162

Ἀρήρει (Γ 338)· ἥρμοστο· ἀπὸ τοῦ ἄρω AB, Sym. 1357. EM 1786. Comm. Hom.

alpha

1163

Ἀρητήρ (Ε 78)· ὁ ἱερεύς· παρὰ τὰς ἀράς, ἃς ποιεῖται· ἢ παρὰ τὸ αἴρειν τὰς χεῖρας εἰς ὕψος· ἢ παρὰ τὸ ἀρέσκειν θεῷ AB, Sym. 1358, EM 1780. *Epim. Hom. (cf. Epim. Hom. cod. Barocc. 50 ined. ad A 11).

alpha

1164

Ἀρήν (Α 66)· τὸ πρόβατον. ἔστιν οὖν ἀρά ἡ εὐχή· ἐκ τούτου γίνεται ἀρήν, τὸ ἐπιτήδειον εἰς εὐχὴν πρόβατον· καὶ κλίνεται
ἀρήν ἀρῆνος· ἐξ οὗ τὸ ἀρνός κατὰ συγκοπήν· καὶ κατὰ ἀποβολὴν τοῦ α ῥήν, οἷον (Ι 154, 296)·
5
†πολλύρηνες πολυβοῦται. σημαίνει καὶ τὴν βλάβην (Μ 334)·
ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι AB, EM 1781. *Epim. Hom. (cf. Epim. Hom. cod. Barocc. 50 ined. et AP IIII 325, 11).

alpha

1165

Ἀρήγω· τὸ βοηθῶ. εἴρηται παρὰ τὸν ἄρην, τὸν σημαί‐ νοντα τὸν πόλεμον, ἀρήγω, ὥσπερ καὶ βοηθῶ λέγεται τὸ ἐπὶ βοὴν θέειν, βοή γὰρ καὶ ὁ πόλεμος, ἀπὸ τοῦ παρεπομένου· ἀρήγω οὖν
ἀρηγός καὶ ἀρωγός, ὥσπερ καὶ ῥηχμός ῥωχμός (Ψ 420)·
5
ῥωχμὸς γὰρ ἔην γαίης· παρώχηκε παρώχωκε. οὕτως Ἀπολλόδωρος (FGH 244 F 236) καὶ Κρατῖνος καὶ Χρύσιππος Περὶ ἐτυμολογίας (fr. novum) AB, Sym 1359, EM 1783. *Orio?

alpha

1166

Ἀρήνη (Β 591)· πόλις τῆς Μεσσήνης. μέμνηται αὐτῆς Ἀπολλώνιος ἐπιρρηματικῶς (1, 152)·
Ἀρήνηθεν ἔβαν μεγάλῃ περιθαρσέες ἀλκῇ, καὶ (1, 471)
5
τοῖόν μ’ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις. εἴρηται δὲ παρὰ τὸ ἀρῶ Ἀρήνη, εὐαροτρίαστος γάρ. ὡς οὖν ἀπὸ τοῦ σάσσω σαγήνη καὶ λάμπω λαμπήνη, οὕτως καὶ τοῦτο. οὕτως Ὦρος † ἐν τ( ) ὀρθοῖς † AB, Sym. 1360, EM 1782. Orus.

alpha

1167

Ἄρητος (Ρ 535)· ὄνομα ἥρωος, οὖ μέμνηται ὁ ποιητής, οἷον (l. c.)·
Ἄρητον δὲ κατ’ αὖθι λίπον δεδαϊγμένον ἦτορ. γέγονε δὲ κατ’ εὐφημίαν παρὰ τὸ ἀρῶ καὶ ἀρῶμαι ἠρώμην. παρὰ
5οὖν τὸ ἀρῶ Ἄρητος καὶ Ἀρήτη, οἱ εὐκτοὶ τοῖς γονεῦσι καὶ εἰς ἰδιότητα, προπαροξυτόνως. καὶ ἡ Ἀλκινόου δὲ γυνὴ ὡσαύτως ἔχει Ἀρήτη. οὕτως Κρατῖνος 〈καὶ〉 Ἀλέξανδρος (fr. novum) ἐν τοῖς
Παντοδαποῖς AB, Sym. 1361, EM 1778a. *Orus?

alpha

1168

Ἀρητήσιον· τόπος Ἀθήνησιν οὕτως καλούμενος, † γὰρ γνήτοιο†. εἴρηται δέ, ὅτι Θησεὺς μετὰ τὸ ὑποστρέψαι ἐκ τοῦ Ἅιδου ἐκπεσὼν Ἀθηνῶν ἐκεῖσε τὰς κατὰ τῶν ἐχθρῶν ἀρὰς ἐποιήσατο· παρὰ τὰς ἀρὰς οὖν Ἀρητήσιον ὁ τόπος ἐκλήθη. οὕτως Φιλόχορος
5ἐν τῇ δευτέρᾳ τῶν Ἀτθίδων (FGH 328 F 19) AB, Sym. 1362, EM 1779. *Orus.

alpha

1169

Ἀρθμός (Ap. Rh. 2, 755)· ἡ φιλία καὶ ἡ ἁρμονία τῆς ψυχῆς. μέμνηται τῆς λέξεως Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς, οἷον (l. c.)·
ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσιν
5καὶ Ὅμηρος (Η 302)·
διέτμαγον ἀρθμήσαντες· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἧρμαι ἁρμός, ὡς κείρω κορμός, καὶ πλεο‐ νασμῷ τοῦ θ ἀρθμός, ὡς πείρω πορμός καὶ πορθμός. ἢ ἀπὸ τοῦ
ἐρῶ, τὸ λέγω· οἱ γὰρ ἐν φιλίᾳ ὄντες διαλέγονται ἀλλήλοις, οἷον,
10ὥσπερ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς (1, 1344)·
ἦ ῥα, καὶ ἀρθμηθέντες ὅπῃ πάρος ἑδριόωντο AB, Sym. 1363, EM 1787. *Schol. Ap. Rh.?

alpha

1170

Ἀρίγνωτοι (Ν 72)· διάδηλοι, φανεροί (l. c.)·
ἀρίγνωτοι δὲ θεοί περ AB, Sym. 1364, EM 1794. *Comm. Hom.

alpha

1171

Ἄρθρον (Soran. fr. 14 Scheele)· παρὰ τὸ αἴρω ἄρτρον καὶ ἄρθρον· ὑπὸ γὰρ τούτων βασταζόμεθα, ἢ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω· παρὰ γὰρ τὸ ἀρηρέναι ἀλλήλοις AB, Sym. 1365, EM 1788. *Orio.

alpha

1172

Ἄρθρον· τὸ προταττόμενον τῶν πτωτικῶν. παρὰ τὰ ἐν ἡμῖν ἄρθρα· ὥσπερ γὰρ τὰ ἄρθρα διορίζειν φασὶν αὐτά τε καὶ τὰ παρακείμενα αὐτοῖς, οὕτως καὶ ταῦτα χωρίζει τὰς διαφορὰς τῶν πραγμάτων διάρθρωσιν ἐμφαίνοντα· δοκεῖ γὰρ διαρθροῦν καὶ ποιεῖν
5τὸ ἐπιφερόμενον ὄνομα φανερόν, πότερον ἄρρεν ἐστὶν ἢ θῆλυ, καὶ πότερον ἐφ’ ἑνὸς ἢ ἐπὶ πλειόνων AB, Sym. 1366, EM 1789, Et. Gud. (c) α 1649. *Orio (ex Apione).

alpha

1173

Ἀριδείκετος (θ 382)· ὁ ἄγαν ἐμφανής· Ὅμηρος (l. c.)·
Ἀλκίνοε, πάντων ἀριδείκετε ἀνδρῶν. παρὰ τὸ δείκω ῥῆμα, τὸ δηλῶ ἢ φανερῶ, ἐξ οὗ παράγωγον δεικνύω· καὶ δείκελον, τὸ δεικνύον τὴν ὁμοιότητα. ὡς οὖν ἀπὸ τοῦ ἔχω ἔχετος,
5ἐμῶ ἔμετος, οὕτως δείκω δείκετος, καὶ ἐν συνθέσει ἀριδείκετος, ὁ πάνυ δεικνύμενος AB, Sym. 1367, EM 1792. Orio 24, 16.

alpha

1174

Ἀρίζηλος (Β 318)· ὁ ἄγαν ἔκδηλος· παρὰ τὸ δῆλος ἄδηλος, καὶ μετὰ περισσοῦ τοῦ ι ἀΐδηλος, καὶ κατ’ ἐπένθεσιν τοῦ ς ἀΐσδηλος, τοῦ ς καὶ δ εἰς ζ τραπέντος ἀΐζηλος καὶ ἐπεισόδῳ τοῦ ρ ἀρίζηλος. οὕτως Κρατῖνος ἐν τῇ Ἐπιτομῇ τῶν Βασιλείδου Περὶ
5Ὁμηρικῆς λέξεως. ἐγὼ δὲ παρὰ τὸ δῆλος καὶ τὴν αρι ἐπίτασιν, εἶτα πλεονασμῷ τοῦ ς ἀρίσδηλος καὶ ἀρίζηλος. ἢ ἀπὸ τοῦ ζῆλος ἀρίζηλος· οἱ γὰρ ἄξιοι ζήλου ἄγαν ἔκδηλοι AB, Sym. 1368, EM 1790, Et. Gud. (c) α 1650. *Orio.

alpha

1175

Ἀρισκυδής (Call. fr. 55)· ἡ ἄγαν ὀργιζομένη, ἡ ὀργίλη· Καλλίμαχος ἐν τῷ τρίτῳ τῶν Αἰτίων (l. c.)·
τὸν μὲν ἀρισκυδὴς εὖνις ἀνῆκε Διός· παρὰ τὸ αρι τὸ ἐπιτατικὸν ἐπίρρημα καὶ τὸ σκύζεσθαι, ἡ ἄγαν
5σκυζομένη (Ω 113)·
σκύζεσθαί οἱ εἶπε θεούς.
οὕτως Ἀρτεμίδωρος AB, Sym. 1369, EM 1795. *Methodius.

alpha

1176

Ἄριστον (Ω 124)· ἐπὶ τῆς εὐωχίας, ἀόριστόν τι ὄν, ἀόριστον γάρ ἐστι κατὰ καιρόν· ἐντεῦθεν οὖν ἔχει τὸ α μακρόν. ἢ παρὰ τὸν Ἄρεα· τοῖς γὰρ εἰς Ἄρεα προσιοῦσι παρασκευάζεται, ὡς καὶ τὸ δεῖπνον AB, Sym. 1370, EM 1802, Et. Gud. (c) α
51672. *Methodius?

alpha

1177

Ἀρίστη (Β 5)· ἀπὸ τοῦ ἄριστος ἀρίστη AB, EM 1799, *Comm. Hom.

alpha

1178

Ἄριστος· κυρίως ὁ ἐν τῷ πολέμῳ ἰσχυρός· παρὰ τὸν ἄρην, ἐξ οὗ παρώνυμον ἀριστεύς. καταχρηστικῶς δὲ καὶ ἐπὶ παντὸς
προσήκοντος AB, EM 1799, Et. Gud. (c) α 1670. Orio 25, 17.

alpha

1179

Ἀριστερά (Soran. fr. 15 Scheele)· ἀπὸ τοῦ ἄριστος ἀριστερός καὶ ἀριστερά, ὥσπερ φόβος, φοβερός φοβερά. ἔστι δὲ κατ’ εὐφημισμόν, ὥσπερ καὶ εὐώνυμος ὀνομάζεται ἡ αὐτή, οἱονεὶ ἡ καλώ‐ νυμος AB, Sym. 1372, EM 1804. Orio 612, 19 Werfer.

alpha

1180

Ἀριθμός· παρὰ τὸ † ἄρσω, τὸ ἁρμόζω, κατὰ πλεονασμὸν τοῦ θ· ἐξ ἁρμογῆς γὰρ μονάδων ἐστίν. ἤ, ὡς λέγει ὁ Τρύφων (fr. novum), ὅτι παρὰ τὸ ἅλες, τὸ σημαῖνον τὸ † ἀρθροῦν, γίνεται ἁλί‐ ζω· ἔνθεν τὸ αὐλίζω· ἀπὸ οὖν τοῦ ἁλίζω γίνεται ἁλισμός καὶ
5τροπῇ τοῦ λ εἰς τὸ ρ καὶ τοῦ ς εἰς τὸ θ ἀριθμός, ἡ ἄθροισις AB, Sym. 1373, EM 1806. Orio 26, 19.

alpha

1181

Ἀρίστυλλος (Ar. Plut. 314)· ὄνομα παρ’ Ἀριστο‐ φάνει (l. c. 314—315)·
σὺ δ’ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,
ἕπεσθε μητρὶ χοῖροι·
5εἴρηται δὲ ὑποκοριστικῶς ὁ Ἀριστοκλῆς· ὡς γὰρ παρὰ τὸ Ἡρακλῆς Ἥρυλλος (fr. trag. adesp. 590) καὶ παρὰ τὸ Θρασυκλῆς Θράσυλ‐ λος καὶ παρὰ τὸ Βαθυκλῆς Βάθυλλος, ὁ ἐρώμενος τοῦ Ἀνακρέοντος (fr. 148 Gentili), οὕτως καὶ παρὰ τὸ Ἀριστοκλῆς Ἀρίστυλλος. οὕτως Ἡρωδιανὸς εἰς τὴν Ἀπολλωνίου εἰσαγωγήν (ΙΙ 907, 17) AB,
10Sym. 1374, EM 1798. Hdn. l. c. et II 205, 10.

alpha

1182

Ἀριστῶ· εἴρηται εἰς τὸ ἀγήοχα (Zenob. Παρεκβολαὶ τοῦ μεγάλου Ῥήματος ἐκ τῶν Ἡρωδιανοῦ p. 13, 6—14, 2 de formis ἀγήοχα ἐνήνοχα ἐδήδοκα ἐρήρικα ἐρήρεικα ἠρίστευκα κτλ.) AB.

alpha

1183

Ἀρίγνωτος (Ν 72)· διάδηλος, διαφανής· ἀπὸ τοῦ αρι καὶ † τὸ γνωτός AB, EM 1794. *Comm. Hom.

alpha

1184

Ἀριπρεπέα· οἷον (θ 424)·
δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ’ ἥτις ἀρίστη. νῦν ἀρσενικῶς, νῦν πτώσεως αἰτιατικῆς. † ἐπεὶ καὶ πληθυντικῶς καὶ οὐδετέρως, οἷον (Θ 555—556)·
5
ὡς δ’ ὅτ’ ἂν ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
φαίνετ’ ἀριπρεπέα· καὶ οὐδετέρως (θ 176)·
ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές.
Ἡρωδιανός (fr. novum) AB, Sym. 1375, EM 1796. Hdn.

alpha

1185

Ἀριπρεπέες (Ι 441)· διαπρέποντες, ἔκδηλοι AB, EM 1796. Comm. Hom.

alpha

1186

Ἀρίσβη· πόλις· ἀπὸ Ἀρίσβας θυγατρὸς Τεύκρου, ἣν ἔγημε Δάρδανος· Λυκόφρων (1308)·
γήμας Ἀρίσβην Κρῆσσαν εὐγενῆ κόρην· καὶ Ὅμηρος (Ζ 13)·
5
ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ AB, Sym. 1376, EM 1808. *Comm. Hom. + Schol. Lycophr.

alpha

1187

Ἀριήκοος (Ap. Rh. 4, 1707)· εὐήκοος, οἷον (l. c. 1707— 1708)·
ῥίμφα Μελαντίους ἀριήκοος, αἵ τ’ ἐνὶ πόντῳ
ἦνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας.
5Μελάντιοι πέτραι ἀκρωτήριά ἐστι περὶ Θήραν τὴν νῆσον. ἐκλήθη δὲ
οὕτως διὰ τὸ † Μέλαντα τὸν υἱὸν Νάξου τοῦ κτίσαντος τὴν Νάξον πλέοντα πρὸ αὐτῆς τῆς Νάξου εἰς Θήραν περὶ τὰς ἄκρας ναυαγῆσαι ἐλθόντα. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά AB, Sym. 1379, EM
1797. Schol. Ap. Rh.

alpha

1188

Ἀρκτοῦρος (Ap. Rh. 2, 1099)· ἀπὸ τοῦ κατὰ τὴν οὐρὰν τῆς Ἄρκτου. εἴρηται δὲ καὶ εἰς τὸ ἐνναέται κόναβον (ibid. 1085) περὶ τούτου AB, Sym. 1380, EM 1815. Schol. Ap. Rh.

alpha

1189

Ἄρκυς (Ar. Lys. 790)· σημαίνει δὲ τοὺς βρόχους, τὰ δίκτυα· παρὰ τὸ ἁρπάζω ἅρπυον καὶ ἅρκυον· ἐπιτήδειον γάρ ἐστι πρὸς τὸ ἁρπάζειν. ἢ παρὰ τὸ ἑλκύω ἕλκυον· τροπῇ τοῦ ε εἰς α καὶ τοῦ λ εἰς ρ ἅρκυον. Λυκόφρων (102—105)·
5
καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,
δυοῖν πελειαῖν ὠρφανισμένην † γοναῖς
καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων
ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ, ὅτι ἡ Ἑλένη δεύτερον ἡρπάγη, πρῶτον μὲν ὑπὸ Θησέως, δεύτερον
10δὲ ὑπὸ Ἀλεξάνδρου AB, Sym. 1381, EM 1810 + 1812. *Schol. Ar. Lys. (?) + Lex. can. iamb. (Epim. var. AO II 344, 12 ad
Jo. Dam. can. 1, 99) + Schol. Lycophr.

alpha

1190

Ἀρκείσιος (Π 118)· ὁ ἥρως, ὁ πάππος Ὀδυσσέως, οὗ μέμνηται καὶ ὁ ποιητής, οἷον (l. c.)·
†μοῦνος Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτεν. εἴρηται δὲ παρὰ τὸν ἀρκέσω μέλλοντα· Ἀρκέσιος καὶ Ἀρκείσιος.
5οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ (II 269, 7 falso loco : cf. II 444, 17). Ἀριστοτέλης δὲ ἐν τῇ Ἰθακησίων πολιτείᾳ (fr. 504 Rose) τὸν Κέφαλον οἰκοῦντα ἐν ταῖς ἀπ’ αὐτοῦ κληθείσαις Κε‐ φαληνίαις νήσοις, ἄπαιδα ἐπὶ πολὺ ὄντα, ἐρόμενον τὸν θεόν, κελευ‐ σθῆναι ᾧ ἂν ἐντύχῃ θήλει συγγενέσθαι· παραγενόμενον δὲ εἰς τὴν
10πατρίδα καὶ δὴ ἐντυχόντα ἄρκτῳ κατὰ τὸν χρησμὸν συγγενέσθαι· τὴν δὲ ἐγκύμονα γενομένην μεταβαλεῖν εἰς γυναῖκα καὶ τεκεῖν παῖδα, ὃν κληθῆναι ἀπὸ τῆς μητρὸς ἄρκτου Ἀρκείσιον AB, Sym. 1382, EM 1817, Eust. 1516, 62; 1756, 53; 1961, 13. *Orus?

alpha

1191

Ἄρκιον (Κ 304)· ἱκανόν, ὠφέλιμον (l. c.)·
μισθὸς δέ οἱ ἄρκιος ἔσται AB, Sym. 1383, EM 1810. Comm. Hom.

alpha

1192

Ἀρκέσιον· οὕτω καλούμενον ἄντρον τῆς Κρητικῆς Ἴδης·
εἴρηται δὲ Ἀρκέσιον παρὰ τὸ ἀρκέσαι ῥῆμα, ὅ ἐστι βοηθῆσαι· φασὶ γὰρ αὐτὸ ὑπὸ Κουρήτων ὀνομασθῆναι, ὅτι τὸν Κρόνον αὐτοῖς φεύ‐ γουσι καὶ εἰς αὐτὸ καταδυεῖσι καὶ κρυπτομένοις ἐπήρκεσεν. οὕτως
5Ξενίων ἐν τοῖς περὶ Κρήτης (FGH 460 F 1) AB, Sym. 1384, EM 1818. *Orus?

alpha

1193

Ἄρκευθος (Ap. Rh. 4, 156)· εἶδος φυτοῦ † ἀκανθῶδες, οὗ τὴν ὀδμὴν πάντα τὰ ἑρπετὰ ἀποστρέφονται· παρὰ 〈τὸ〉 τὴν ἀράν, ὅ ἐστι βλάβην, κεύθειν, ἡ τὴν ἀρὰν κεύθουσα ἀράκευθος καὶ ἄρκευθος. ἢ διὰ τὸ ἔχειν τὰς ἀκάνθας κεκρυμμένας, οἷον (l. c.)·
5
ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ. Ἀπολλώνιος AB, Sym. 1385, EM 1819, Et. Gud. (c) α 1682. Schol. Ap. Rh.

alpha

1194

Ἄρκτος (λ 611)· τὸ ζῷον· εἴρηται παρὰ τὸ ἀρκῶ, ὅπερ καὶ ἐπαρκῶ λέγεται, ἄρκος, καὶ πλεονασμῷ τοῦ τ ἄρκτος, τὸ ἐπαρ‐ κοῦν ἑαυτῷ ζῷον. φασὶ 〈γὰρ〉 αὐτὸ διαζῆν τὸν χειμῶνα ἐκτὸς ἐπεισάκτου τροφῆς. οὕτως Κρατῖνος ἐν τῇ Ἐπιτομῇ τῶν Βασιλείδου
5Περὶ Ὁμηρικῆς λέξεως AB, Sym. 1386, EM 1816, Et. Gud. (c)
α 1680. *Orio.

alpha

1195

Ἀρκῶ (Ν 397)· τὸ βοηθῶ (l. c. 397—398)·
οὐδ’ ἤρκεσε θώρηξ
χάλκεος, ὃν φορέεσκε AB, EM 1809. *Comm. Hom.

alpha

1196

Ἁρμαλιά (Hes. op. 560)· ἡ τροφή· Ἡσίοδος ἐν Ἔρ‐ γοις καὶ Ἡμέραις (557—563)·
μεὶς γὰρ χαλεπώτατος οὗτος
χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ’ ἀνθρώποις,
5τῆμος τὤμισυ βουσίν, ἐπὶ δ’ ἀνέρι πλέον εἴη ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν. ταῦτα † φυλασσόμενα τετελεσμένον εἰς ἐνιαυτὸν ἰσοῦσθαι νύκτας γε, εἰς ὅ κεν αὖτις γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκει.
10ἁρμαλιή· ἢ παρὰ τὸ τῇ ψυχῇ ἁρμόζειν γίνεται ἁρμαλιή, παρὰ γὰρ τὸ ἀρῶ, τὸ ἁρμόζω· ἢ παρὰ τὸ αἴρειν τὰ σώματα γίνεται ἁρμός, ὡς καθαίρω καθαρμός, οὕτως αἴρω ἁρμός, ἀφ’ οὗ παρώνυμον ἁρμιά, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἁρμαλιά. ἢ ὅτι δίκην ἅρματος φέρει τὰ σώματα. τῆμος τὤμισυ βουσίν, ἐπὶ δ’ ἀνέρι
15πλέον εἴη / ἁρμαλιῆς· τὸ ἥμισυ, κατὰ σύνθεσιν τὤμισυ· ἔχει δὲ ὁ σκοπὸς οὕτως· τότε μὴ ἐργαζομένοις τοῖς βουσὶ τὸ ἥμισυ τῆς ταγῆς δός, ἀνδρὶ δὲ καὶ πλέον τῆς ταγῆς (Schol. Hes. 559a Pertusi). ἢ καὶ ἄλλως· τότε ἄλλο ἥμισυ ἡμιβόλιον πρόσθες τοῖς βουσί, τοῖς δ’ ἀνθρώποις πλέον τοῦ ἡμίσεος· αἱ γὰρ νύκτες μακραὶ
20οὖσαι τῇ τροφῇ συνεργοῦσι· τῷ μήκει γὰρ αὐτῶν καὶ ἡ τροφὴ πέττεται. ταῦτα φυλασσόμενος· ταῦτά σοι, παραινῶ,
φυλασσόμενος παρατήρει· εὑρήσεις γὰρ ἐν τοῖς αὐτοῖς χρόνοις ἴσας τὰς νύκτας καὶ τὰς ἡμέρας. ἢ ὅτι τότε ἐργαζόμενος καὶ τὰς νύκτας ἴσας ἡμέραις ποιεῖν AB, Sym. 1387, EM 1825, Et. Gud. (c)
25α 1685. Schol. Hes. op. + *Philox. fr. 237 (208, 14 ἢ παρὰ —17 ἁρμαλιά).

alpha

1197

Ἁρμῷ· σημαίνει δὲ τὸ ἀρτίως· σὺν τῷ ι γράφεται· ἔστι γὰρ ὁ ἁρμός τοῦ ἁρμοῦ τῷ ἁρμῷ καὶ λοιπά· αὕτη ἡ δοτικὴ μετῆλ‐ θεν εἰς ἐπιρρηματικὴν σύνταξιν καὶ ἐφύλαξεν τὴν αὐτὴν γραφήν, οἷον «ἁρμῷ ἔγραψα» ἀντὶ τοῦ ἀρτίως. ὁ δὲ Τεχνικὸς (Hdn.
5II 478, 24) λέγει, ὅτι δείκνυσι καὶ ἐκ τῶν Συρακουσίων διὰ τοῦ ι γραφόμενον· ἐκεῖνοι γὰρ ἁρμοῖ λέγουσι κατὰ συστολὴν τοῦ ω εἰς τὸ ο, οἷον ὡς παρὰ Καλλιμάχῳ (fr. 383, 4)·
ἁρμοῖ γὰρ Δαναῶν γῆ ὡς ἀπὸ † βουγενέσθαι, ἀντὶ τοῦ ἀρτίως. Χοιροβοσκός (orth. ex Hdn. II 478, 21) AB,
10EM 1822. Choerob.

alpha

1198

Ἁρμοῖ· τὸ ἀρτίως ἢ τὸ ἁρμοδίως, οἷον (Call. fr. 274, 1)·
ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸς ἴουλος, Καλλίμαχος (fr. 383, 4)·
ἁρμοῖ γὰρ Δαναῶν γῆς † ἀπόβου γενέσεως†.
5εἴρηται δὲ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ἦρμαι, ἁρμοῖ. οὕτως Θέων ὁ τοῦ Ἀρτεμιδώρου· προστίθησι δέ, ὅτι τὸ ἁρμοῖ ψιλούμενον μὲν σημαίνει τὸ ἀρτίως, δασυνόμενον δὲ τὸ ἁρμοδίως. Μεθόδιος AB, Sym. 1391, EM 1822. Methodius.

alpha

1199

Ἁρμός (Soph. Ant. 1216)· ἡ ἁρμογὴ καὶ συνάφεια· Σοφοκλῆς Ἀντιγόνῃ (l. c.)·
†ἀθρήσας θ’ † ἁρμὸν χώματος λιθοσπαδῆ. Φιλόξενος ἐν τῷ Περὶ Ῥωμαίων διαλέκτου (fr. 312) παρὰ τὸ ἀρῶ,
5ὃ σημαίνει τὸ ἁρμόζω, ὃ καὶ ἀραρῶ κατὰ διπλασιασμὸν εἴρηται, ἦρμαι ἁρμός, τῆς δασείας † προελθούσης, ὡς ψάλλω ψαλμός, εἴρω εἱρμός AB, Sym. 1388, EM 1820. *Orio.

alpha

1200

Ἅρμα (Δ 306)· παρὰ τὸ αἴρω (l. c. 306—307)· ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται, ἔγχει ὀρεξάσθω
AB, Sym. 1389, EM 1824. *Comm. Hom.

alpha

1201

Ἁρμόττω· παρὰ τὸ ἁρμόζω, ἁρμόττω Δωρικῶς AB, EM 1821.

alpha

1202

Ἁρματροχιά (Ψ 505)· ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ (l. c. 504—506)·
οὐδ’ ἔτι πολλὴ
γίνετ’ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
5ἐν λεπτῇ κονίῃ
AB, Sym. 1390, EM 1826. Comm. Hom.

alpha

1203

Ἁρμάτειον μέλος (Eur. Or. 1384)· μέλος τι οὕτω καλούμενον· Εὐριπίδης ἐν Ὀρέστῃ (l. c. 1384—1385)·
ἁρμάτειον μέλος
βαρβάρῳ βοᾷ.
5εἴρηται δὲ ἀπὸ τοῦ ἐπιβοηθῆναι τῷ Ἕκτορι ἐκ τοῦ Ἀχιλλέως ἅρματος ἑλκομένῳ. ἢ ὅτι ἐπὶ ἅρματος Φρύγες ἄγοντες τὴν μητέρα τῶν θεῶν μέλος τι ἐπεφθέγγοντο, ὅπερ ἐκ τοῦ παρεπομένου μέλος ἁρμάτειον ὠνόμασται. οἱ δέ, ὅτι τὸ παλαιὸν τὰς παρθένους γαμου‐ μένας ἐπὶ ὀχήματος ἦγον, ὅθεν καὶ παρόχους † τοὺς παρανύμφους
10ἐκάλουν, καὶ τὰ ἐπαδόμενα μέλη καὶ τὸν ὑμέναιον ἀπὸ τοῦ φέροντος τὴν νύμφην μέλος ἁρμάτειον ἐκάλουν. ἄλλοι δέ, ὅτι Ἁρματεύς τις εἰς Ἀθηνᾶν ἔγραψε μέλος σύντονον, ὅπερ ἀπὸ τοῦ εὑρόντος ἁρμάτειον εἰκότως ἐκλήθη. ἄλλοι δέ φασιν ἀπὸ τοῦ συντόνου καὶ ἐσπευσμένου δρόμου τοῦ ἅρματος τὰ σύντονα μέλη ἁρμάτεια καλεῖσθαι. ἄλλοι δέ,
15ὅτι ὁ ἦχος τοῦ ἅρματος ὀξὺς καὶ λεπτὸς γίνεται· τὸν οὖν ὀξὺν καὶ λεπτὸν φθόγγον ἁρμάτειον ἐκ τούτου ὁ Εὐριπίδης ἐκάλεσεν καὶ εὐνοῦχον εἰσάγει λέγοντα· τοιαῦται δὲ τῶν εὐνούχων αἱ φωναί. οὕτω Δίδυμος (cf. p. 245 fr. 16 Schmidt) καὶ Ἀλέξανδρος (p. 13 Lehrs). ἢ παρὰ † τὸν ἁρμόν, ὃ σημαίνει τὸν πόλεμον τῇ
20τῶν Φρυγῶν διαλέκτῳ, † φησὶ Παλαμήδης ἱστορεῖ†, ὁ τὴν κωμι‐ κὴν λέξιν συναγαγών. Μεθόδιος AB, Sym. 1392, EM 1828. Me‐
thodius.

alpha

1204

Ἄρμενον (Σ 600 ...)· τὸ σημαῖνον προφανές· παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, καὶ ἀραρῶ ἀραρημένον, καὶ κατὰ συγκοπὴν ἄρμε‐ νον. οὕτως Ἀπολλώνιος ἐν τῷ Περὶ πνευμάτων (fr. novum) AB, Sym. 1393, EM 1823. *Methodius.

alpha

1205

Ἀρναῖος· ὄνομα κύριον, οὗ μέμνηται ὁ ποιητής (ς 5—6)·
Ἀρναῖος ὄνομα ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
ἐκ γενετῆς· καὶ πάλιν (Aphthon. progymn. 4, p. 27, 10 Spengel)· «Ἀρναῖος
5γὰρ τὴν ἀρχὴν προσκληθεὶς Ἶρος μετωνομάζετο, τὴν ἐπωνυμίαν ἐκ τοῦ διακονεῖν κομισάμενος». ἔστι παρὰ τὴν ἀρὰν ἀραῖος, ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος, καὶ πλεονασμῷ τοῦ ν Ἀρναῖος. οὕτως Ἡρω‐ διανὸς ἐν τῇ Ἀνωμάλῳ προσωδίᾳ (ΙΙ 289, 34). Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς ἐν τῷ Ὑπομνήματι τῆς Ὀδυσσείας (p. 443 Lehrs)
10παρὰ τὸ ἄρνυσθαι, ὅ ἐστι λαμβάνειν ὡς πτωχόν, ἵν’ ᾖ πεποιημένον ὄνομα πτωχῷ πρέπον. ἢ ἀπὸ τῶν ἀρνῶν, ἵν’ ᾖ ὁ βληχώδης καὶ ἠλί‐ θιος AB, Sym. 1394, EM 1831, Et. Gud. (c) α 1697. Metho‐
dius.

alpha

1206

Ἀρνευτήρ (Π 742)· ὁ κυβιστητήρ (l. c. 742—743)·
ὁ δ’ ἀρνευτῆρι ἐοικὼς
κάππες’ ἀπ’ εὐεργέος δίφροιο. εἴρηται δὲ μεταφορικῶς ἀπὸ τῶν ἀρνῶν, οἵτινες εἰώθασιν ἐπὶ κεφα‐
5λὴν ἅλλεσθαι, ὥσπερ τὸν ἀέρα κυρίττοντες, οὕτως Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου (Lex. Hom. 43, 17) καὶ Διονύσιος † ὁ Ἁλικαρνασεύς † (Ael. Dion. α 174 Erbse). Μεθόδιος AB, Sym. 1395, EM 1836. Methodius.

alpha

1207

Ἄρνη· νύμφη, τροφὸς Ποσειδῶνος, εἴρηται δὲ Ἄρνη ἡ νύμφη Σινόεσσα καλουμένη, ὅτι τὸν Ποσειδῶνα λαβοῦσα παρὰ τῆς Ῥέας ἐκτρέφειν πρὸς τὸν Κρόνον ζητοῦντα ἀπηρνήσατο· καὶ ἐντεῦθεν Ἄρνη ὠνομάσθη. οὕτως Θησεὺς ἐν Κορινθιακῶν τρίτῳ (FGH 453
5F 1) AB, Sym. 1396, EM 1829. *Methodius.

alpha

1208

Ἄρνη (Β 507)· πόλις Βοιωτίας, ἔστι δὲ καὶ τῆς Θεττα‐ λίας. εἴρηται δὲ ἀπὸ Ἄρνης τῆς Αἰόλου τῆς μητρὸς Βοιωτίας. ὁ δὲ Κράτης (fr. 53a Mette) φησὶ παρὰ τοὺς ἄρνας, ἐπιτηδεία γὰρ εἰς τὸ ἄρνας τρέφειν ἡ πόλις. καὶ οὐκ ἀπεικός· ὡς γὰρ ὁ αὐτός
5φησι καὶ τὴν Κῶν, τὴν ἐπιτηδείαν πρὸς πρόβατα, τοὺς ἐνοικοῦντας Κᾶρας οὕτως ὀνομάσαι τῇ οἰκείᾳ φωνῇ—κῶν γὰρ τὸ πρόβατον
ὀνομάζουσιν—οὕτως δέ φησι καὶ τὴν Ἄρνην· καὶ γὰρ καὶ αὕτη εὔαρ‐ νος. ὥστε τὴν μὲν Ἄρνην ἀπὸ τῆς συγκεκομμένης γενικῆς ὠνομά‐ σθαι, τὴν δὲ Ἀρήνην ἀπὸ ἐντελοῦς τῆς ἀρῆνος. καλεῖται δὲ καὶ Τάρνη,
10ὡς λέγει Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (ΙΙ 176, 2) AB, Sym.
1397, EM 1830. Hdn. l. c.

alpha

1209

Ἀρνός· ἔστιν ἀρά, ἡ εὐχή· ἐκ τούτου γίνεται ἀρήν, τὸ εἰς εὐχὴν ἐπιτήδειον πρόβατον, καὶ κλίνεται ἀρήν ἀρῆνος, καὶ κατὰ συγκοπὴν ἀρνός, καὶ μετάγεται εἰς εὐθεῖαν. ἀπὸ δὲ τοῦ ἀρνός γίνε‐ ται κατὰ πλεονασμὸν τῆς ει διφθόγγου ἀρνειός, ὥσπερ ἀδελφός ἀδελ‐
5φειός. λέγει δὲ ὁ Ὦρος, ὅτι φησὶν ἐν τῇ Καθόλου ὁ Ἡρωδιανός (Ι 135, 7)· «πλεονάζει τὴν ει δίφθογγον καὶ γίνεται ἀρνειός, ὥσπερ ἀμνὸς ἀμνειός», ἀγνοῶν ὅτι ἄμνιος σημαίνει τὸν ἀμνὸν καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, ὡς παρ’ Ἑρμίππῳ ἐν † Ἀθήναις γοναῖς (fr. 3)·
10
τὴν μὲν διάλεκτον καὶ τὸ πρόσωπον ἀμνίου
ἔχειν δοκεῖς, τὸ δ’ ἔνδον οὐδὲν διαφέρεις
δράκοντος. Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν (168, 22) AB, Sym. 1398, EM
1833. Choerob. l. c.

alpha

1210

Ἀρνεῖσθαι· ἀπὸ τοῦ αἴρειν τὰς χεῖρας ἐπὶ τῇ παραιτήσει AB, Sym. 1399, EM 1832, Et. Gud. (c) α 1700. Orio 8, 27 (175, 26 Koese).

alpha

1211

†Ἀρνύμεθα (Α 159)· † ἀντικαταλλασσόμεθα, οἷον (l. c.)·
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα· ἐπειδὴ διὰ τῶν ἀρνῶν καὶ τῶν ἄλλων ζῴων τὰς ἀμοιβὰς ἐποιοῦντο οἱ ἀρχαῖοι, καὶ οὐ μόνον δι’ ἀργυρίου τοῦτο ποιεῖν οἶδεν Ὅμηρος,
5ἀλλὰ καὶ δι’ ἑτέρων, οἷον (Η 473, 475)·
ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ,
ἄλλοι δ’ ἀνδραπόδεσσι. ἀπὸ μέρους οὖν τοῦ τετραπόδου τοῦ ἀρνοῦ τὴν λέξιν ἐπὶ τοῦ ἀμεί‐ βεσθαι ἔταττον. ἢ παρὰ τὸ αἴρω ἀρνῶ, ὡς ἵκω ἱκνῶ, οἴχω οἰχνῶ,
10ἄρνυμι ἄρνυμαι καὶ (Ζ 446, α 5)
ἀρνύμενος
AB, Sym. 1400, EM 1835, Eust. 1383, 7. Orio 4, 7.

alpha

1212

Ἄρουρα· ἡ γῆ· κυρίως ἡ πρὸς σπορὰν καὶ ἄροσιν ἐπιτη‐ δεία· παρὰ τὸ ἀροῦν, ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γεωργουμένην γῆν AB, Sym. 1401, EM 1841, Et. Gud. (c) α 1712. Orio 5, 8 (175, 15 et 190, 26 Koese).

alpha

1213

Ἀροῦν· τὸ ἀροτριᾶν· παρὰ τὸν ἄρεα, τὸν σίδηρον· σιδή‐ ρῳ γὰρ τέμνεται ἡ γῆ AB Sym. 1402, EM 1842, Et. Gud. α 708. Orio.

alpha

1214

Ἀρόη· κώμη πάλαι τῆς Ἀχαΐας, νῦν δὲ πόλις ἡ καλου‐ μένη Πάτραι· περὶ ἧς καὶ λόγιον ἐκ Σιβύλλης ἐξέπεσε τρίμετρον, οἷον (Orac. Sibyll.)·
Ἀρόη τρίπυργος ἔσσεται † οἰδαίνων πόλις.
5εἴρηται, ὅτι Τριπτόλεμος ὁ Κελεοῦ ὑπὸ τῆς Δήμητρος κελευσθεὶς διδάσκειν τοὺς ἀνθρώπους τὴν γεωργίαν τοῦ σίτου, ἐν αὐτῇ πρῶτον ἤροσέν τε καὶ ἔσπειρεν τὸ συμφυὲς τῆς γῆς καταμαθών· παρὰ τὸ ἀρόσαι οὖν Ἀρόην προσηγόρευσεν. οὕτως εὗρον ἐν ἀνεπιγράφῳ τῶν πρώτων (sc. litterarum lexico?) AB, Sym. 1403. EM 1845. *Orus?

alpha

1215

Ἀροτρεύς· παρὰ τὸ ἀρόσω ἀροτρεύς. ἢ παρὰ τὸ ἄροτρον ἀροτρεύς. οὕτως Ἡρωδιανός (fr. novum) AB, Sym. 1404, EM 1843. Hdn.

alpha

1216

Ἀρόσω· σημαίνει δὲ τὸ ἀροτριάσω· περὶ τούτου δὲ εὑρήσεις ἐν τῷ Ῥηματικῷ τοῦ Χοιροβοσκοῦ (165, 29—166, 9) AB, EM 1846.
Choerob. l. c.

alpha

1217

Ἄροσιν (Ap. Rh. 1, 826): (l. c. 819, 826)·
ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο, ψυχρά ἐστιν ἡ Θρᾴκη, διὸ τοὺς ἀνέμους κακεῖθεν πνεῖν ἐμυθεύσαντο. † Διοφάνης (FGH 856 F 2) δὲ βόθρον εἶναι ἐν Θρᾴκῃ, ἐξ οὗ φυσή‐
5ματα ἀνέμων γίνεσθαι, καὶ μυθευθῆναι Θρᾴκην οὕτως τῶν ἀνέμων οἰκητήριον εἶναι AB, EM 1844, Schol. Ap. Rh.

alpha

1218

Ἁρπαλίων (Ν 644)· ὄνομα κύριον παρ’ Ὁμήρῳ· εἴρηται παρὰ τὸ ἁρπάζω Ἅρπαλος, ὡς ἵξω ἴξαλος· καὶ ὡς Ἥφαιστος Ἡφαιστίων, οὕτως Ἅρπαλος Ἁρπαλίων. Ἰλιάδος N: AB, Sym. 1405, EM 1848. *Orus? Philoxenus (cf. Hdn. II 859, 13)?

alpha

1219

Ἅρπασος· ποταμὸς Καρίας πρότερον Δαφνοῦς καλού‐ μενος. εἴρηται δὲ διὰ τὸ ὀξύτατον τοῦ ῥοῦ καὶ ὅτι ἁρπάζει τοὺς παριόντας αὐτόν. οὕτως ἱστορεῖ Ἀπολλώνιος ἐν τῷ ιεʹ τῶν Καρικῶν (FGH 740 F 11a) AB, Sym. 1406, EM 1847. *Orus?

alpha

1220

Ἁρπεδόεσσα (Antim. fr. 5 Wyss)· ἡ ἄγαν † πε‐ λιδνή· Ἀντίμαχος ἐν αʹ † Θηβαϊκῷ, οἷον (l. c.)·
ἁρπεδόεσσα δ’ ἐλαυνόμεναι καὶ πρόχνυ τέτυκται. γέγονε δὲ κατὰ συγκοπὴν ἡ λέξις παρὰ τὸ αρι συγκειμένη. πέπονθεν
5δέ, ἵνα μὴ σημαίνηται ἡ ἄγαν ὁμαλὴ ὁδός· ὁδοῦ γάρ ἐστιν ἐπίθετον. πέπονθε δὲ ὁμοίως τῷ ἐρθύρις Αἰολικῶς· ἐρίθυρις γάρ ἐστιν ἡ μεγάλη θυρίς. οὕτως Ἡρωδιανὸς (ΙΙ 247, 19) καὶ Δίδυμος (p. 344 Schmidt). ὅτι ἁρπεδές, οὗ μέμνηται Νίκανδρος ἐν τοῖς Θηριακοῖς (420)·
10
κάρη γε μὲν ἁρπεδὲς αὔτως. ἀλλ’ ὁ Νίκανδρος ἀντὶ ἐπιτάσεως μόνης δοκεῖ τὴν λέξιν παρειληφέναι
AB, Sym. 1407, EM 1850. *Orio?

alpha

1221

Ἅρπη (Τ 350)· εἶδος ὀρνέου ὅμοιον ἀετῷ καὶ ἀπὸ τῆς ἰδέας ἄκριτον † εἶναι· Ὅμηρος (l. c.)·
ἡ δ’ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ. παρὰ τὸ ἁρπάζω· ἁρπακτικὸν γὰρ τὸ ζῷον AB, Sym. 1408, EM
51852. Orio 24, 3.

alpha

1222

Ἁρπῶ· ἐξ οὗ τὸ ἁρπάζω· ἐν χρήσει μὲν οὐκ οἶδα πρωτό‐ τυπον· τὸ δὲ ἁρπῶ αὐτὸ παράγωγον ἀπὸ τοῦ ἅρπη παρηγμένον· ἅρπη δέ ἐστιν εἶδος ὀρνέου, ἁρπακτικὸν γάρ· ὡς φωνή φωνῶ, αὐδή αὐδῶ, σιγή σιγῶ, οὕτως ἅρπη ἁρπῶ. οὕτως Φιλόξενος Περὶ Ῥω‐
5μαίων διαλέκτου (fr. 313) AB, Sym. 1409, EM 1851. Orio (cf. 24, 3).

alpha

1223

Ἅρπυιαι· Ἡσίοδος ἐν Θεογονίᾳ (266—267)·
ἣ δ’ ὠκεῖαν τέκεν Ἶριν
ἠϋκόμους θ’ Ἁρπυίας· Ἀελλώ τ’ Ὠκυπέτην· καὶ Ὅμηρος (α 241)·
5
Ἅρπυιαι ἀνηρείψαντο, αἱ ἁρπακτικαὶ θεαί· παρὰ τὸ ἁρπῶ, τὸ ἁρπάζω, Ἅρπυια, ὡς αἴθω αἴθυια καὶ ἄγω ἀγυιά AB, Sym. 1410, EM 1853. Orio 28, 16.

alpha

1224

Ἁρπίδες (Call. fr. 235)· τὰ ὑποδήματα, ἃ δὴ καὶ
κρηπῖδας καλοῦμεν. εἴρηται δὲ παρὰ τὸ ῥάπτω ῥαπίς, καὶ ῥαπίδες, πολυρραφῆ γὰρ τὰ ὑποδήματα, καὶ κατὰ μετάθεσιν ἁρπίδες. οὕτως Σαλούστιος. μέμνηται δὲ τῆς λέξεως Καλλίμαχος, οἷον (l. c.)·
5
ἐν γάρ μιν Τροιζῆνι † κολλουραίῃ ὑπὸ πέτρῃ
θῆκε σὺν ἁρπίδεσ〈σ〉ι〈ν〉 AB, Sym. 1411, EM 1855. *Orio.

alpha

1225

Ἅρπυς (Parthen. fr. 7 Diehl)· ὁ Ἔρως· ἡ χρῆσις παρὰ τῷ Παρθενίῳ ἐν Κριναγόρᾳ (l. c.)·
ἀμφοτέροις ἐπιβὰς Ἅρπυς ἐληΐσατο. εἴρηται δὲ παρὰ τὸ ἁρπάζειν τὰς φρένας. οὕτως Διονύσιος ὁ τοῦ
5Φιλοξένου AB, Sym. 1412, EM 1854. *Orio.

alpha

1226

Ἅρπη (Hes. th. 179)· ἡ δρεπάνη· παρὰ τὸ ἁρπῶ ἅρπη γίνεται· παρὰ τὸ οἱονεὶ ἁρπάζειν ἃ διακόπτει· Ἡσίοδος ἐν Θεογο‐ νίᾳ (l. c. 178—181)·
ὃ δ’ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
5
σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλαβεν ἅρπην
μακρὴν καρχαρόδοντα, φίλου δ’ ἀπὸ μήδεα πατρὸς
ἐσσυμένως ἤμησε, πάλιν δ’ ἔρριψε φέρεσθαι AB, Sym. 1413, EM 1852. *Schol. Hes. th.

alpha

1227

Ἀρραβών (Men. fr. 688)· ἡ ἐπὶ ταῖς ὠναῖς παρὰ τῶν ὠνουμένων διδομένη πρώτη καταβολὴ ὑπὲρ ἀσφαλείας· Μένανδρος (l. c.)·
μικροῦ μὲν ἀρραβῶνά † μ’
5
ἔπεισεν εὐθὺς καταβαλεῖν. εἴρηται παρὰ τὸ ῥαιβός ῥαιβών, καὶ προσθέσει τῆς α στερήσεως καὶ ἀποβολῇ τοῦ ι ἀρραβών, ὁ μὴ συγχωρῶν ῥαιβὴν γενέσθαι τὴν πίστιν τῶν συναλλαττόντων. οὕτως Ἐπαφρόδιτος (fr. 2 Luenzner). οἱ δὲ παρὰ τὸ ἀρραγής εἶναι, οὐ καλῶς AB, Sym. 1414, EM 1857, Et.
10Gud. (c) α 1565. *Orio?

alpha

1228

Ἄρρηκτος (Β 490)· ἀδιάρρηκτος, στερεά· παρὰ τὸ ῥήσσω AB, EM 1861. Comm. Hom.

alpha

1229

Ἄρρατος· Εὐφορίων ἐν † Θρᾴκῃ (fr. 24 Powell = fr. 32 Cuenca)·
ἀνέρος ἀρράτοι〈ο〉 φόωσδ’ ἀνὰ Κέρβερον ἄξων· καὶ Πλάτων (resp. 535 c) «μνήμονα δὴ καὶ ἄρρατον καὶ πάντῃ
5φιλόπονον ζητητέον», οἷον ἄφθαρτος, ὁ μὴ ῥαιόμενος, ἵν’ ᾖ ὁ ἀκα‐ ταγώνιστος· ἢ ὁ ἀνέκφραστος, ἄρρητός τις ὤν· ἢ ἰσχυρός, ἢ δυσ‐ νίκητος. Φρύνιχος (p. 41, 5 De Borries) δὲ ἀπὸ τοῦ ῥῶ, οὗ ὁ μέλλων ῥάσω, ὡς δράσω, ῥατός καὶ ἄρατος καὶ ἄρρατος. Μεθόδιος
AB, Sym. 1415, EM 1856. Methodius.

alpha

1230

Ἀρρηφόροι καὶ ἀρρηφορία (Call. fr. 741)· ἑορτὴ ἐπιτελουμένη τῇ Ἀθηνᾷ ἐν τῷ Σκιροφοριῶνι μηνί· λέγεται δὲ 〈καὶ〉 διὰ τοῦ ε ἐρρηφορία. παρὰ τὸ τὰ ἄρρητα καὶ μυστήρια φέρειν· ἢ ἐὰν διὰ τοῦ ε παρὰ τὴν Ἔρσην τὴν Κέκροπος θυγατέρα, ἐρσηφορία·
5ταύτῃ γὰρ ἦγον τὴν ἑορτήν. οὕτως Σαλούστιος (R. Pfeiffer, Callima‐ chus II, p. XXIX) AB, Sym. 1416, EM 1862. *Methodius.

alpha

1231

Ἄρριχος (fr. rhet. vel com. inc.)· κόφινος (l. c.)· «τρεῖς χοῦς μέλιτος Βριληττίου, καὶ δύο ἀρρίχω, τὴν μὲν τῶν † χελιδονέων, τὴν δὲ τῶν φιβαλέων ἰσχάδων, καὶ τῆς ψιθίας ἀσταφίδος καὶ μύρτων ἕτερον φέρνιον» AB, Sym. 1417, EM 1864. *Lex. rhet.

alpha

1232

Ἄρρωστος (*Philox. fr. 48)· παρὰ τὸ ῥῶ, τὸ ὑγιαί‐ νω, τρίτης συζυγίας τῶν περισπωμένων, οὗ ὁ μέλλων ῥώσω ῥωστός καὶ ἄρρωστος AB, EM 1865. Orio 21, 29.

alpha

1233

Ἀρσίνοος (Λ 626)· ὄνομα κύριον, διὰ τοῦ ι (l. c.)·
θυγατέρ’ Ἀρσινόου μεγαλήτορος AB, EM 1869. *Comm. Hom.

alpha

1234

Ἄρσαντες τουτέστιν κατὰ θυμόν (Α 136)· 〈ἤγουν〉 ἁρμόσαντες ἤγουν κατὰ τὴν ψυχήν, 〈τουτέστιν〉 ἀρε‐ στὸν καὶ θυμῆρες ποιήσαντες· γέγονε δὲ παρὰ τὸ ἄρω, τὸ ἁρμόζω,
ὁ μέλλων Αἰολικῶς ἄρσω, ὁ ἀόριστος ἦρσα, καὶ ἡ μετοχὴ ἄρσας,
5καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἄρσαντες. ἢ ἀπὸ τοῦ ἁρμόζω ἁρμόσω ἥρμοσα, καὶ ἡ μετοχὴ ἁρμόσας, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἁρμόσαντες καὶ κατὰ συγκοπὴν ἄρσαντες AB, Sym. 1418, EM
1867. Comm. Hom.

alpha

1235

Ἄρσην· ἀπὸ τοῦ ἄρδω ἄρσω, ἄρσην, ὁ ἄρδων τὴν θήλειαν, καὶ γὰρ διὰ τοῦτο πόσις λέγεται ὁ ἀνήρ, παρὰ τὸ ποτίζειν τῇ γονῇ, ἢ παρὰ τὸ ἔρδω, τὸ πράττω, ὁ μέλλων ἔρσω· καὶ ἄρσην ἐξ αὐτοῦ, τουτέστιν ὁ πρακτικός. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ γάμου καὶ
5συμβιώσεως (II 904, 11) AB, Sym. 1419, EM 1868, Et. Gud. (c) α 1735, Eust. 1384, 59. *Orio.

alpha

1236

Ἀρτύνθη (Λ 216)· κατεσκευάσθη· ἀπὸ τοῦ ἀρτύνω AB, EM 1882. Comm. Hom.

alpha

1237

Ἀρσινόη· πόλις ἐν Συρίᾳ ἐπὶ βουνῷ κειμένη· ἐπὶ δὲ τοῦ βουνοῦ πηγὰς ἐξερεύγεσθαι πλείονας καὶ ποταμοὺς γίνεσθαι μεγάλους, ἀφ’ ὧν ἡ πόλις ὠνόμασται. ἄρσαι γὰρ τὸ ποτίσαι, ἀφ’ οὗ καὶ ἄρσην ὁ τὴν γυναῖκα ποτίζων ἐν τῇ σπορᾷ. οὕτως Σερῆνος ἐν
5τῇ Ἐπιτομῇ τῶν Φίλωνος (FGH 790 F 17) AB, Sym. 1420, EM 1870. Orus?

alpha

1238

Ἄρταμος (trag. fr. adesp. 148)· ὁ μάγειρος (l. c.)·
†εἰ γὰρ βέβηκε χεῖρας ἀρτάμων φυγών.
εἴρηται δὲ παρὰ τὸ διαρτάσαι, ὅ ἐστι διαμερίσαι ἢ συναρμόσαι, οὗ μέμνηται Αἰσχύλος, οἷον (fr. 318)·
5
τοσαῦτα, κῆρυξ, ἐξ ἐμοῦ διάρτασον· ἄρταμος οὖν ὁ διαρτῶν τὰ κρέα. Ἡρωδιανός (fr. novum; cf. I
171, 4) AB, Sym. 1422, EM 1871. Hdn.

alpha

1239

Ἀρτύνω (Β 55)· τὸ ἁρμόζω, ἢ εὐτρεπίζω· Ὅμηρος (l. c.)·
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἠρτύνετο βουλήν. παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἦρται ἀρτός καὶ ἀρτῶ καὶ ἀρτύω, καὶ
5πλεονασμῷ τοῦ ν ἀρτύνω, ὡς ὄρω ὀρύω καὶ ὀρύνω. οὕτως Ἡρω‐ διανὸς Περὶ παθῶν (fr. novum; cf. adn. ad II 209, 9) AB, Sym. 1423, EM 1882. Hdn. l. c.

alpha

1240

Ἀρτεμής (Ε 515, Η 308)·
ὡς εἶδεν ζωόν τε καὶ ἀρτεμέα προσιόντα, σημαίνει δὲ τὸν ὑγιῆ· ἔστι δὲ παρὰ τὸ ἀτρεμής, καὶ καθ’ ὑπέρθεσιν ἀρτεμής. οὕτως Φιλόξενος (fr. 448). Ἡρωδιανὸς δὲ ἐν τῷ Ὑπο‐
5μνήματι τοῦ Περὶ παθῶν Διδύμου (II 291, 13, nunc ad II 389 referendus locus) φησίν, 〈ὅτι〉 ἀτεμής ἐστιν ὁ ὑγιὴς καὶ μὴ τε‐ τμημένος· καὶ πλεονασμῷ τοῦ ρ ἀρτεμής AB, Sym. 1424, EM
1874, Eust. 577, 43; 1732, 27. *Orio.

alpha

1241

Ἄρτεμις· ἡ θεός· ἀπὸ τοῦ ἀρτεμῆ ποιεῖν 〈***〉· λέγεται γὰρ ἡ θεὸς ἀναιρετικὴ τῶν γυναικῶν, ὡς καὶ Ὅμηρος (λ 171—172)·
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
ἢ δολιχὴ νοῦσος, ἢ Ἄρτεμις ἰοχέαιρα.
5ἢ 〈ἀπὸ τοῦ〉 ἀρτεμής, ὃ σημαίνει τὸν ὑγιῆ, γέγονε παρωνύμως Ἄρτεμις, τουτέστιν ἡ ὑγιὴς καὶ ἀνεπίληπτος διὰ τὴν παρθενίαν· παρθένος γὰρ καὶ φιλοσώφρων. ἢ ὅτι ἄρτια καὶ τέλεια καὶ ἀνελλιπῆ ἐποίησε τὰ κατὰ κόσμον φανεῖσα AB, Sym, 1425, EM 1875, Eust.
577, 43; 1732, 28. *Orio?

alpha

1242

Ἀρτίπος (I 505 θ 310)· ἄρτιος καὶ ὑγιὴς τοῖς ποσίν, ὁλόκληρος AB, Sym. 1426, EM 1879. Comm. Hom.

alpha

1243

Ἀρτηρία (Soph. Trach. 1054)· Σοφοκλῆς (l. c. 1054— 1055)·
πνεύμονός τ’ ἀρτηρίης
ῥοφεῖ συνοικοῦν.
5εἴρηται δὲ παρὰ 〈τὸ〉 τὸν ἀέρα τηρεῖν, τουτέστιν τὸ πνεῦμα, ἀεροτηρία τις οὖσα· πνεύματος γάρ ἐστι δεκτική, ὥσπερ ἡ φλὲψ αἵματος. οὕτως Δίδυμος ὁ νεώτερος (cf. p. 2, 24 Schmidt)· φασὶ γὰρ ἰατρῶν παῖδες φλέβα μὲν αἵματος, ἀρτηρία δὲ πνεύματος ἀγγεῖον. ἢ † ἀντηρία τις οὖσα, ὅτι ἅλλεσθαι δοκεῖ παλμοὺς ποιοῦσα. οὕτως
10Σωρανός (fr. 17 Scheele) καὶ Σαλούστιος (R. Pfeiffer, Callima‐ chus II, XXIX) AB, Sym. 1427, EM 1877, Et. Gud. (c) α 1737. Orio 17, 3 (612, 4 Werfer).

alpha

1244

Ἄρτος (Batrach. 35)· οἷον (l. c.)·
ἄρτος δυσκοπάνητος ἀπ’ εὐκύκλου κανέοιο· παρὰ τὸ αἴρειν, ὅ ἐστι καθ’ ἑκάστην προσφέρειν. καὶ Ἱπποκράτης (aphor. 1, 15) «προσάρματα» σιτία λέγει AB, Sym. 1428,
5EM 1881. Orio 21, 18 (612, 32 Werfer).

alpha

1245

Ἀρτιέπειαι (Hes. th. 29)· αἱ ἀπηρτισμένα καὶ τέλεια λέγουσαι, ἢ † ἀρτιέπεσι χρώμεναι· Ἡσίοδος ἐν Θεογονίᾳ (l. c.)·
ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι AB, Sym. 1429, EM 1880. Schol. Hes. th.

alpha

1246

Ἄρυστις (Soph. fr. 764, 2)· ἄρυσις καὶ ἄρυστις, οὕτως Φιλόξενος (fr. 387) AB, EM 1888. Philox.

alpha

1247

Ἄρυπες (Pherecyd. FGH 3 F 163)· Φερεκύδης (l. c.) ἀντὶ τοῦ Ῥύπες. πρόδηλον τὸ εἰρημένον· Ῥύπες γὰρ λέγονται οἱ Ἀχαιοί, κατὰ πλεονασμὸν τοῦ α Ἄρυπες. Ἡρωδιανός (II 168, 7) AB, EM 1886. Hdn. l. c.

alpha

1248

Ἀρύβαλλος (Ar. eq. 1094)· τὸ καλούμενον μαρσίπ‐ πιον καὶ βαλλάντιον· Ἀριστοφάνης (l. c. 1094—1095)·
κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου † ἰδὲ σκοροδάλμην.
5εἴρηται παρὰ τὸ ἐρύειν, τουτέστιν ἑλκύειν, ἐρύβαλλος καὶ ἀρύβαλλος. ἢ παρὰ τὸ ἀρύειν AB, Sym. 1430, EM 1884, Eust. 1159, 59. Hdn. (cf. I 158, 22)?

alpha

1249

Ἀρύω· τὸ ἀντλῶ· παρὰ τὸ ἀρῶ ἀρύω, ὡς πλήθω πληθύω, ἔρω ἐρύω καὶ ἐρύσω, ἄνω ἀνύω καὶ ἀνύσω (Δ 56)·
οὐκ ἀνύω φθονέουσα
AB, Sym. 1431, EM 1883. Hdn. (cf. I 456, 19)?

alpha

1250

Ἄρχμενος (Call. fr. 7, 25 ...)· δηλοῖ ἀρχόμενος· Ἡρω‐ διανὸς Περὶ παθῶν (II 252, 17) AB, Sym. 1432, EM 1899. Hdn.
l. c.

alpha

1251

Ἀρχογλυπτάδης (com. fr. adesp. 84)· ὁ ὡσπερεὶ γλύφων τὰς ἀρχάς AB, Sym. 1433, EM 1898. Suet. de blasph. 144 Taillardat.

alpha

1252

Ἀρχολίπαρος (com. fr. adesp. 84)· ὁ λιπαρῶν, ἵνα ἀρχῆς τύχῃ· ἢ ὁ ἐκ τοῦ ἄρχειν λιπαινόμενος. οὕτως Τραγκύλλων Περὶ † βλα‐ σφήμων (143 Taillardat) AB, Sym. 1434, EM 1897. Suet. l. c.

alpha

1253

Ἀρχός (Α 144)· σημαίνει μὲν καὶ τὸ ἔντερον τὸ προσκεί‐ μενον τῷ καλουμένῳ δακτυλίῳ πέρας ὂν τῶν ἐντέρων πάντων· εἴρη‐ ται δέ, ὅτι ἄρχει τῶν ἐντέρων κάτωθεν, τοῦτο γὰρ πρόδηλον, ὅτι τὸ αὐτὸ καὶ πέρας καὶ ἀρχὴ νομίζεται. σημαίνει δὲ καὶ τὸν ἡγεμόνα,
5οἷον (Α 311)·
ἐν δ’ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
παρὰ τὸ ἄρχειν ἀρχός AB, Sym. 1435, EM 1894. *Comm. Hom.

alpha

1254

Ἀρχέστατον (Aesch. fr. 187)· εἴρηται εἰς τὸ ἀ‐ φθονέστατον (α 1468) AB.

alpha

1255

Ἀρωγός· εἴρηται εἰς τὸ ἀρήγω (α 1165) AB.

alpha

1256

Ἀσαλής (Aesch. fr. 319)· ὁ ἄφροντις. ἢ ἡ μηδενὸς φροντίζουσα· Αἰσχύλος (l. c.)·
τ’ οὖν ἀσαλὴς θεόθεν μανίαο. εἴρηται δὲ παρὰ τὴν σάλην, ἣ σημαίνει τὴν φροντίδα, ἀσαλής, ὁ
5ἀμέριμνος. οὕτως Ἡρωδιανὸς (I 318, 16) καὶ Ἀπολλόδωρος (FGH 244 F 238)· καὶ γὰρ ἀσαλέαν ὁ Σώφρων (fr. 113 Kaibel) τὴν ἀμεριμνίαν καὶ ἀλογιστίαν καλεῖ AB, Sym. 1441, EM 1901. *Orio?

alpha

1257

Ἀσαλὴς μανία (Aesch. fr. 319)· ἡ μηδενὸς φροντί‐ ζουσα· σάλη γὰρ ἡ φροντίς. οὕτως Αἰσχύλος (l. c.)· † ἐκτὸς λεξι‐
(κοῦ) τὸ † ῥη(τορικοῦ) AB, Sym. 1441, EM 1900. Lex. rhet.

alpha

1258

Ἆσαι (Ε 289)· κορέσαι, πληρῶσαι· εἰς τὸ ἄσασθαι (α 1259) AB, EM 1904. Comm. Hom.

alpha

1259

Ἄσασθαι (Τ 307 + Λ 780 ...)· τὸ κορεσθῆναι, οἷον (l. c.)·
ἄσασθαι φίλον ἦτορ ἐδητύος ἠδὲ ποτῆτος. κυρίως δέ φασιν ἄσασθαι σημαίνειν τὸ μετὰ κόρον εἰς ὕπνον ἐλθεῖν· ἀέσαι γὰρ τὸ κοιμηθῆναι· ἀπὸ τοῦ ἀέω ἀέσω (γ 490, ο 188)·
5
ἔνθα δὲ νύκτα ἄεσαν, καὶ (γ 151)
νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες, καὶ Ὅμηρος οὕτως παρετυμολογεῖ (Α 469 ...)·
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
10(Α 606 ...)·
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε. ἢ ἀπὸ τοῦ ἥδω, ἀφ’ οὗ καὶ ἥσθην, οἷον (fr. iamb.?)·
μάλ’ ἥσθην, οἷον οὐδέποτε, καὶ (ι 353—354)
15
ἥσατο δ’ αἰνῶς
ἡδὺ ποτὸν πίνων. ἀπὸ οὖν τοῦ ἥδω ἥσω ἥσασθαι, καὶ τροπῇ τοῦ η εἰς α ἄσασθαι
AB, Sym. 1440, EM 1903. *Comm. Hom.

alpha

1260

Ἀσάμινθος (Κ 576)· πύελος· ἢ ὁ τόπος ἐν ᾧ λούονται· παρὰ τὴν ἄσην καὶ τὸ μινύθω, τουτέστιν τὸν ῥύπον τοῦ σώματος μινύθειν· Ὅμηρος (l. c.)·
ἔς ῥ’ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο
5AB, Sym. 1442, EM 1902, Et. Gud. α 744. Comm. Hom.

alpha

1261

Ἀσεβής (Ps. 1, 1)· παρὰ τὸ σέβω σεβής καὶ μετὰ τοῦ στερητικοῦ α ἀσεβής AB, EM 1906. Choerob. epim. ps. 16, 21.

alpha

1262

Ἄσβεστος (Α 599)· ἀκατάπαυστος, πολύς· ἡ μεταφορὰ ἀπὸ τοῦ μὴ σβεννυμένου πυρός AB, Sym. 1443, EM 1905. Comm. Hom.

alpha

1263

Ἀσελγαίνει〈ν〉· σημαίνει μὲν κυρίως τὸ παρὰ φύσιν ταῖς γυναιξὶ μίγνυσθαι· καταχρηστικῶς δὲ τὸ ὁπωσδήποτε ἀκολα‐ σταίνειν. εἴρηται δὲ ἀπό τινος Ἐλεγηίδος γυναικὸς Ἀττικῆς, πρώτης τὴν τοιαύτην ἀσωτίαν εὑρούσης. ἐλεγαίνειν οὖν ἐστι τὸ ἀσελγαίνειν,
5καὶ κατὰ πρόσοδον τῆς α ἐπιτάσεως καὶ πλεονασμῷ τοῦ ς ἀσελγαί‐ νειν. οὕτως Ἀλκίφρων (?). Ἐπαφρόδιτος (fr. 4 Luenzner) δὲ παρὰ τὸ λέχος λεχαίνειν, τὸ λέχους ἐπιθυμεῖν, καὶ κατὰ τροπὴν λεγαίνειν· ἔνθεν Ἀρχίλοχος (fr. 246)·
λέγαι δὲ γυναῖκες,
10ἀντὶ τοῦ ἀκόλαστοι· λεγαίνειν οὖν καὶ ἐν πλεονασμῷ ἐλεγαίνειν, καὶ
κατὰ σύνθεσιν τῆς α ἐπιτάσεως καὶ πλεονασμῷ τοῦ ς ἀσελγαίνειν. καὶ ἡ Νηλέως θυγάτηρ, Ἐλεγηὶς οὖσα, ἄσωτος ἦν· ἧς καὶ ὁ πατὴρ Νηλεὺς ἤκουσεν ἐπικροτούσης τὸ αἰδοῖον καὶ βοώσης·
δίζεο δίζεο δὴ μέγαν, † ἄνδρες Ἀθηναῖοι†,
15
ὅς ς’ ἐπὶ Μίλητον δὲ κατάξει πήματα Καρσί. καὶ ἄλλως εἴρηται ἐκ τοῦ Ῥητορικοῦ λεξικοῦ· ὅτι Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώ‐ νουν· κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν, ὅθεν καὶ ἀσέλγεια πορνεία, ἀκαθαρσία AB, Sym. 1444, EM 1909 + 1908, Et. Gud. (c) α
201771. *Orio + Lex. rhet.

alpha

1264

Ἀσέληνα (Nicand. fr. 7 Schneider)· ὄρη οὕτως καλού‐ μενα, ἅπερ οἱ μὲν περὶ τὴν Τραχῖνα, ὡς † Ῥειανὸς ἐν τῷ ιδʹ Ἡρα‐ κλείας (FGH 265 F 48 = fr. 3 Powell), Νίκανδρος δὲ ἐν τοῖς † Αἰτω‐ λίας (FGH 271/2 F 6 b = Fr. 7 Schneider) ἀσέληνα εἰρῆσθαί φησιν
5αὐτά, «ὅτι, φησίν, ἐν αὐτοῖς τῆς Σελήνης τῷ Ἐνδυμίωνι συγκαθευ‐ δούσης συνέβαινε τοὺς ἄλλους τόπους ἀσελήνους εἶναι καὶ μὴ μετέ‐ χειν τοῦ τῆς θεοῦ φωτός» AB, Sym. 1445, EM 1910. *Orio.

alpha

1265

Ἆσθμα (Ap. Rh. 2, 85)· ἡ ἀναπνοή· παρὰ τὸ ἄω, τὸ πνέω, ἄσω ἦσμαι ἆσμα, καὶ πλεονασμῷ τοῦ θ ἆσθμα. ἢ παρὰ τὸ ἀσθμαίνω (l. c.)
ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασεν
5AB, Sym. 1446, EM 1913, Et. Gud. α 750. Orio 26, 18.

alpha

1265A

Ἀσθμαίνω· ἀπὸ τοῦ ἆσθμα ἀσθμαίνω AB, Sym. 1446, EM 1913. *Orio?

alpha

1266

Ἀσημάντοις (Κ 485)· ἀφυλάκτοις, ἀφροντίστοις, ποι‐ μένα μὴ ἔχουσιν AB, Sym. 1447, EM 1911. Comm. Hom.

alpha

1267

Ἀσθενής· παρὰ τὸ σθένος, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσθενής. τὸ δὲ α σημαίνει στέρησιν, ὡς ἐν τῷ ἄφιλος, καὶ ἐπίτασιν, ὡς ἐν τῷ ἄξυλος, ἡ πολύξυλος, καὶ ὁμοῦ, ὡς ἐν τῷ ἄλοχος, καὶ κακόν, ὡς ἐν τῷ ἄφωνος AB, EM 1914. Orio? 176, 23 Koese.

alpha

1268

Ἀσία· Προμηθέως μήτηρ ἡ Ἀσία, ὡς Λυκόφρων (1283— 1284)·
τῇ γὰρ ταλαίνῃ μητρὶ τῇ Προμηθέως
ξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος·
5καὶ ἀπ’ αὐτῆς ἡ Ἀσία ὠνόμασται AB, Sym. 1448, EM 1917. *Orus.

alpha

1269

Ἄσιος (Β 838)· τὸ α μακρὸν καὶ ψιλοῦται· ἢ παρὰ τὴν αἶσαν αἴσιος καὶ Ἄσιος· ἢ παρὰ τὸ ἀΐσσω Ἄσιος, ὡς Ὀρθώσιος, Αἰνήσιος (Ν 759)·
καὶ Ἄσιον, Ὑρτάκου υἱόν
5AB, Sym. 1449, EM 1920, Et. Gud. α 752. *Orus?

alpha

1270

Ἀσιᾶτις· ἡ τρίχορδος κιθάρα οὕτως καλεῖται. εἴρηται
δέ, ὅτι ἐν τῇ Ἀσίᾳ, πόλει τῆς Λυδίας κειμένῃ ἐν Τμώλῳ, πρῶτον εὑρέθη. καὶ τὰς γοώδεις δὲ ᾠδὰς ὑπὸ Νιόβης καὶ τῶν Λυδῶν γυναι‐ κῶν εὑρεθείσας εἰς Ἕλληνας ἀχθῆναι. ὅθεν καὶ Λύδιος ὁ τρόπος
5μετωνομέσθη. ἢ ἀπὸ Ἀσίου τινός AB, Sym. 1450, EM 1919. *Orus?

alpha

1271

Ἀσιάδος κρούματα (Ar. thesm. 120)· τῆς κιθά‐ ρας· οὕτως Ἀριστοφάνης (l. c.) AB, Sym. 1450, EM 1918. *Orus.

alpha

1272

Ἀσινεῖς (Call. fr. 25)· οἱ Δρύοπες οἱ τὴν Ἀσίνην κατοικοῦντες· Καλλίμαχος (l. c.)·
δειλαιοῖς Ἀσινεῦσιν ἐπὶ τριπτῆρος † ἁπάσας.
εἴρηται, ὅτι Ἡρακλῆς τοὺς Δρύοπας ληστεύοντας ἀπὸ τῶν περὶ
5Πυθῶ χωρίων ἐν τῇ Πελοποννήσῳ μετῴκισεν, ἵνα διὰ τὴν πολυπλη‐ θίαν τῶν ἐνοικούντων εἴργοιντο τοῦ κακουργεῖν· καὶ διὰ τοῦτο Ἀσι‐ νεῖς αὐτοὺς ὠνομάσθαι, ὡς μηκέτι κατὰ τὸ πρότερον σινομένους AB, Sym. 1451, EM 1922. *Orus.

alpha

1273

Ἄσις (Φ 321)· ἡ ἀκαθαρσία· Ὅμηρος (l. c.)·
τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. ἔστι δὲ παρώνυμον τοῦ ἄση, ὡς φήμη φῆμις, ἄση ἄσις. οὕτως Ἡρω‐ διανός (I 86, 1). τὸ δὲ ἄση γέγονε παρὰ τὸ ἄω, ἄσω, ὅθεν (λ 61)·
5
ἆσέ με δαίμονος αἶσα κακή. ἄσω ἄση, ὡς μνήσω μνήμη, κνήσω κνήμη AB, Sym. 1452, EM
1916. Hdn. l. c.

alpha

1274

Ἀσίω (Β 461)·
Ἀσίω ἐν λειμῶνι. οὐκ ἔχει τὸ ι προσγεγραμμένον, ἀπὸ γὰρ τῆς Ἀσίας εὐθείας Ἀσίου ἡ γενικὴ γίνεται, Ἰωνικῶς Ἀσίεω, ὡς Ἀτρείδεω, καὶ κατὰ κρᾶσιν
5Ἀσίω. ἢ κατὰ συγκοπήν, ὡς ἐϋμμελίης (Δ 47)·
ἐϋμμελίω 〈Πριάμοιο〉, καὶ (ξ 533)
Βορέω ὑπ’ ἰωῇ.
AB, Sym. 1453, EM 1921. Orus.

alpha

1275

Ἀσκός (Γ 247)· ὁ μὴ ἐσχισμένος· παρὰ τὸ σχῶ σχήσω ἀσχός καὶ ἀσκός· ὅθεν καὶ † ἀσκητής, ὁ ἀβλαβὴς καὶ ὑγιής· ἀπὸ μεταφορᾶς τοῦ ἀσκοῦ AB, Sym. 1454, EM 1931 + 1929. Orio 6, 21 (611, 6 Werfer).

alpha

1276

Ἀσκηθής (Λ 535)· ὁ ὑγιής (l. c.)·
ἀσκηθής, † οὐ παρβεβλημένος†. εἴρηται παρὰ τὸ σχέθω κατὰ σύνθεσιν καὶ ἔκτασιν καὶ τροπὴν ἀσκη‐ θής, ὁ ὑγιὴς καὶ ἀκώλυτος τοῦ πράττειν AB, Sym. 1455, EM 1930,
5Eust. 1058, 27. *Comm. Hom.

alpha

1277

Ἀσκαλαβώτης (Ar. nub. 170)· ζωΰφιον ἐοικὸς σαύ‐ ρᾳ ἐν τοῖς τοίχοις ἀνέρπον τῶν οἰκημάτων· Ἀριστοφάνης (l. c. 169—170)·
πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθην
5
ὑπ’ ἀσκαλαβώτου. εἴρηται δὲ παρὰ τὸ ἀκαλῶς, ὃ σημαίνει τὸ ἡσύχως, καὶ † τοῦ βῶ † ῥήματος, ἀκαλαβώτης· καὶ πλεονασμῷ τοῦ ς ἀσκαλαβώτης AB, Sym. 1456, EM 1923, Et. Gud. (c) α 1733. *Methodius.

alpha

1278

Ἀσκάνιος (Β 862)· ὁ υἱὸς Αἰνείου τοῦ Τρωός. εἴρηται
δέ, ὅτι Αἰνείας ἐπιγαμίᾳ χρησάμενος ἀπὸ Ἀσκάλωνος, ὑπό τε Ἀ‐ σκάλου τοῦ τότε βασιλεύοντος τῆς χώρας ξενισθεὶς διὰ τὴν πρὸς αὐτὸν φιλίαν τὸν υἱὸν Ἀσκάλιον προσηγόρευσεν, ὃς τῇ Ῥωμαίων
5διαλέκτῳ Ἀσκάνιος ὠνόμασται AB, EM 1924. *Methodius.

alpha

1279

Ἀσκάντης· κλινίδιον εὐτελές, ὃ καὶ ὑπὸ τῶν Ἀττικῶν σκίμπους ὀνομάζεται· Καλλίμαχος (fr. 240)·
καὶ τὸν μὲν ἐπ’ ἀσκάνταν κάθισεν· καὶ Ἀριστοφάνης (nub. 633)·
5
ἔξει τὸν ἀσκάντην λαβών· καὶ Πλάτων ὁ φιλόσοφος Πρωταγόρᾳ (310 c)· «καὶ ἅμα ἐπιψηλα‐ φήσας τοῦ σκίμποδος, ἐκαθέζετο παρ’ ἐμέ». ὁ δὲ κράβατος οὐδὲ παρ’ ἑνί. εἴρηται δὲ ἀσκάντης παρὰ τὴν κάννην—οὕτως δὲ ἐκάλουν τὴν ψίαθον—. ἀσκάντης οὖν ἡ εὐτελὴς κλίνη, μηδὲ κάννην ἔχουσα,
10ἀκάντης καὶ ἀσκάντης. οὕτως Σαλούστιος εἰς τὴν Ἑκάλην Καλλιμά‐ χου (l.c) AB, Sym. 1457, EM 1927, Areth. schol. Luc. lexiph.
6. *Methodius.

alpha

1280

Ἀσκληπιός· εἴρηται, ὅτι Ἄσκλην τὸν Ἐπιδαύρου τύ‐ ραννον ὀφθαλμιῶντα θεραπεύσας ἐκλήθη Ἀσκληπιός· πρότερον γὰρ Ἥπιος ἐκαλεῖτο. ἢ ὅτι τὰ ἀσκελῆ τῶν νοσημάτων ἤπια ποιεῖ· ἀσκελῆ δὲ τὰ σκληρά AB, Sym. 1458, EM 1928. *Orio.

alpha

1281

Ἀσκελές (α 68)· τὸ σκληρόν, οἷον (l. c.)·
ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰέν· παρὰ τὸ σκέλλω, τὸ ξηραίνω, γίνεται ἀσκελές, τὸ ἄγαν σκληρόν, ὅθεν καὶ σκέλος. ἢ παρὰ τὸ ἄγαν ἐσκληκέναι, ὅθεν καὶ Ἀσκληπιός,
5ὁ μὴ ἐῶν τὰ σκέλη ἐσκληκέναι καὶ ξηραίνεσθαι· ἀπὸ δὲ μέρους τὸ ὅλον σῶμα δηλοῖ AB, Sym. 1458, EM 1928, Eust. 1392, 25; 1663, 5. Orio 20, 15 (e Philox. fr. 449) + 9, 14.

alpha

1282

Ἀσκελέως (Τ 68)· σκληρῶς (l. c. 67—68)·
οὐδέ τί με χρὴ
ἀσκελέως αἰεὶ μενεαινέμεν AB, EM 1928. Comm. Hom.

alpha

1283

Ἀσκωλιάζειν (Ar. Plut. 1129)· ἐφ’ ἑνὸς ποδὸς ἐφαλ‐ λόμενοι ἢ στερούμενοι τῶν κατὰ φύσιν· Ἀριστοφάνης (l. c.)·
ἀσκωλίαζ’ ἐνταῦθα πρὸς τὴν αἰθρίαν. εἴρηται παρὰ τὸ σκῶλον, ὅ ἐστι σκόλοπα, τῷ ἑνὶ ποδὶ ἅλλεσθαι,
5ἀπὸ τῶν πατούντων σκόλοπα καὶ χωλευόντων, ὅπερ Ἐπίχαρμος ἐν Πέρσαις (fr. 112 Kaibel) σκωλοβατίζειν 〈φησί〉. σκωλιάζειν οὖν, καὶ κατὰ πλεονασμὸν ἀσκωλιάζειν. τινὲς δὲ οὐ πλεονασμὸν
ἡγοῦνται τὸ α, ἀλλὰ παρὰ τὸν ἀσκὸν γεγονέναι· κυρίως γὰρ ἀσκω‐ λιάζειν λέγεται τὸ ἐπὶ ἀσκῶν ἅλλεσθαι. οὕτως Ἐπαφρόδιτος (fr. 6
10Luenzner) AB, Sym. 1460, EM 1938, Eust. 1646, 23. *Orio.

alpha

1284

Ἀσκώματα (Ar. ran. 364)· ἀσκώματα καλοῦνται καὶ τὰ δέρματα τὰ ἐπιρραπτόμενα ταῖς κώπαις ἐν ταῖς τριήρεσι διὰ τὸ μὴ εἰσφέρεσθαι τὸ θαλάττιον ὕδωρ· Ἀριστοφάνης (l. c.)· ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον.
5καλοῦνται δὲ ἀσκώματα καὶ οἱ γνάθοι ἀπὸ μεταφορᾶς τῶν χαλκευ‐ τικῶν ἀσκωμάτων, ἅ εἰσι φῦσαι χαλκευτικαί. ἐπὶ δὲ τῶν τριήρεων, ὅτι ἀπὸ ἀσκῶν γίνονται καὶ ἄσχιστά εἰσιν AB, Sym. 1461, EM 1933, Eust. 1646, 20. *Orio.

alpha

1285

Ἀσκάλαφος· ὁ λίαν σκληρός· παρὰ τὸ ἀσκελὲς τῆς ἁφῆς AB, Sym. 1462, EM 1925. *Orio.

alpha

1286

Ἀσκαρίζειν (Hippon. fr. 19, 2)· σημαίνει τὸ κινεῖσθαι· Ἱππῶναξ (l. c.)·
τίς ὀμφαλητόμος σὲ τὸν διοπλῆγα
ἔψησε κἀπέλουσεν ἀσκαρίζοντα;
5σκαίρω σκαρίζω καὶ ἀσκαρίζω. Ἡρωδιανὸς Περὶ παθῶν (fr. no‐ vum) AB, Sym. 1463, EM 1926. Hdn. l. c.

alpha

1287

Ἄσμενος (Υ 350)· ἥδω, τὸ εὐφραίνομαι· ὁ παθητικὸς παρακείμενος ἧσμαι καὶ ἡ μετοχὴ ἡσμένος, καὶ ἄσμενος (l. c.)·
ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο
AB, Sym. 1464, EM 1934. Hdn. II 358, 9.

alpha

1288

Ἀσπάλαθος (Theocr. id. 4, 57)· εἶδος ἀκάνθης· † Νίκανδρος (l. c.)·
ἐν γὰρ ὄρει ῥάμνοι τε καὶ ἀσπάλαθοι † κωμέοντι. εἴρηται παρὰ τὸ σπῶ σπάλαθος καὶ ἀσπάλαθος. οὕτως Ἀμάραντος
5εἰς τὸν Θεόκριτον. Ἐπαφρόδιτος (fr. 7 Luenzner) δὲ παρὰ τὸ σπαλιεύειν ἐτυμολογεῖ, ὅ ἐστι ξύειν, ἵν’ ᾖ σπάλαθος καὶ ἀσπάλαθος AB, Sym. 1465, EM 1944, Et. Gud. (c) α 1804. *Orio.

alpha

1289

Ἀσπαλιεύω (*Alciphr. p. 157 Schepers)· «ἀσπα‐ λιεύθην ὡς οὐκ οἶδ’ εἴ τις ἰχθὺς ὑπὸ τοῦ δελέατος τῆς ἡδονῆς, καὶ † ἐνήχετό μοι τὸ ἄγκιστον» AB, Sym. 1466, EM 1945. *Alci‐ phr. l. c.

alpha

1290

Ἀσπαλιευτής (Plat. Soph. 218 e)· ὁ ἁλιεύς· εἴρηται δὲ παρὰ τὸ σπᾶν καὶ τὸ λίνον, ὁ σπῶν τῷ λίνῳ, τοῦ α ἢ πλεο‐ νασμὸν ἢ ἐπίτασιν 〈σημαίνοντοσ〉. ἢ σπαλιευτής, † τὸν ἐκ τῆς ἁλὸς σπῶντα τοὺς ἰχθῦς, καὶ ἀσπαλιευτής AB, Sym. 1466, EM 1947,
5Et. Gud. (c) α 1806. *Lex. rhet.

alpha

1291

Ἀσπασίως (*Philox. fr. 49)· προσηνῶς, φιλοφρόνως· ἀπὸ τοῦ ἀσπάζω, ἀφ’ οὗ ῥηματικὸν ὄνομα ἀσπαστός καὶ τὸ οὐδέτε‐
ρον ἀσπαστόν. ὁ μέλλων ἀσπάσω, ἀφ’ οὗς ἀσπάσιος καὶ ἀσπασίως. ἔστι δὲ παρασύνθετον ἀπὸ τοῦ ἀσπάζω συνθέτου AB, Sym. 1467,
5EM 1940. *Hdn. (cf. Epim. Hom. 25, 32).

alpha

1292

Ἀσπληδών· φασὶ γὰρ εἶναι Σπληδόνα τὸν τοῦ Πρέ‐ σβωνος καὶ Στερόπης. Ἀπολλόδωρος (FGH 244 F 172) δὲ τοῦτό φησι, καὶ Ἀσκληπιάδης (deest ap. Gow—Page) οὕτως λέγει·
Σπληδόνα τ’ ἠγαθέην·
5ὅταν οὖν εὕρωμεν (Β 511)·
οἳ δ’ Ἀσπληδόνα ναῖον· πλεονασμός ἐστι ποιητικὸς τοῦ α. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 168, 11) AB, Sym. 1468, EM 1957, Eust. 172, 18. Hdn. l. c.

alpha

1293

Ἀσπιδιώτης (Β 554, II 167)· εἰ μὲν ἀπὸ τοῦ ἀσπίς ἀσπίδος ἀσπιδίτης, δῆλον ὅτι πλεονασμῷ τοῦ ω· εἰ δὲ παρὰ τὸ ἀσπίδιος, οἷον ἔνθεν (Ν 158 ...)·
ὑπασπίδια,
5παραγωγὴ καὶ οὐ πλεονασμός. ὥσπερ ἴδιος ἰδιώτης καὶ ἥλιος ἡλιώ‐ της καὶ ἀφηλιώτης, οὕτως ἀσπίδιος ἀσπιδιώτης. Ἡρωδιανὸς Περὶ παθῶν (II 235, 9) AB, Sym. 1469a, EM 1956. Hdn. l. c.

alpha

1294

†Ἀσπάζεται· κατὰ στέρησιν τοῦ μὴ σπᾶν· ὁ γὰρ δια‐ λυόμενος καὶ ἐχθραίνων ἀποσπᾷ ἀπ’ ἐκείνου ἑαυτὸν ὡς ἐπὶ τοῦ Τη‐ λεμάχου (β 321)·
ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο.
5ἐκ τοῦ οὖν ἐναντίου τὸ ἀντέχεσθαί τινος κατὰ φιλίαν ἀσπάζεσθαι
εἴρηται AB, Sym. 1940. Orio 19, 22. ἄσπετος AB, Sym. 1471, EM 1950 + 1948 + 1949. Orio (e *Philox. fr. 50).

alpha

1296

Ἀσπερχές (Δ 32 ...)· ἀδιαλείπτως, τοῦ α κατ’ ἐπίτασιν, τουτέστιν τὸ ἄγαν ἐσπευσμένον· παρὰ τὸ σπέρχω AB, Sym. 1472, EM 1951, Et. Gud. (c) α 1818, Eust. 1385, 22. *Orio?

alpha

1297

Ἀσπίς· τὸ ὅπλον· παρὰ τὸ σπῶ ῥῆμα γίνεται παράγωγον σπίζω, ὁ μέλλων σπίσω, καὶ κατὰ ἀποβολὴν τοῦ ω σπίς, τὸ μακρόν, παρὰ τὸ ἀποσπᾶσθαι καὶ διατείνεσθαι· καὶ μετὰ τοῦ στερητικοῦ α ἀσπίς, ἥτις τοῦ μακρὰν εἶναι ἀπήλλακται· εἰς περιφερὲς γὰρ σχῆμα
5ἔγκειται· ἐπὶ δὲ τοῦ ἑρπετοῦ διὰ τὸ κύκλους ποιεῖν τοῦ σώματος καὶ μὴ ταχέως ἐκτείνειν εἰς μῆκος AB, Sym. 1473, EM 1954. Orio 29, 11.

alpha

1298

Ἀσπαστόν (ε 398 ...)· τὸ ἡδύ, τοῦ α κατ’ ἐπίτασιν ὄντος, ὅπερ ἄν τις πρὸς ἑαυτὸν ἐπισπᾷ AB, EM 1942. Orio 13, 29.

alpha

1299

Ἀσπάραγος· κυρίως ἐπὶ τοῦ † ἐρείου ἢ ὀρείου, ὁ μὴ σπειρόμενος. Ὠρίων AB, Sym. 1474, EM 1943, Et. Gud. (c) α
1808. Orio.

alpha

1300

†Ἄσπιστον (Nic. ther. 367)· ἄσπονδον (l. c. 367—368)·
†ἄσπιστον βατράχοισι φέρει χόλον· ἀλλ’ ὅταν ὕδωρ
Σείριος αὐήνῃσι, τρύγη δ’ ἐν πυθμένι λίμνης. Νίκανδρος ἐν Θηριακοῖς AB, Sym. 1475, EM 1952. Schol. Nic.
5ther.

alpha

1301

Ἀσπιστὴς (Δ 90)· πεζός, ὁπλίτης, πολεμιστής· ἀπὸ † τῆς ἀσπίδος † AB, Sym. 1476, EM 1953. Comm. Hom.

alpha

1302

Ἀσπουδεί (Θ 512)· ἄνευ κακοπαθείας, χωρὶς πόνου AB, Sym. 1477, EM 1958. Comm. Hom.

alpha

1303

Ἇσσον (Α 335 ...)· τὸ ἐγγὺς καὶ πλησίον. εἴρηται παρὰ τὸ ἐγγύς, συγκριτικῷ τύπῳ ἐγγύτερος ἐγγίων ἔσσων, καὶ τὸ οὐδέ‐ τερον ἔσσον καὶ ἆσσον, ὡς μέγας μεγάτερος μεγίων μέσσον καὶ μᾶσσον, οἷον (θ 203)·
5
ἠὲ τοσοῦτον ὀΐομαι ἢ ἔτι μᾶσσον· οὕτως ἔσσον ἆσσον. οὕτως εὗρον ἐν σχολίοις τοῦ Ῥη(ματικοῦ) Ἀπολ‐ λωνίου (deest ap. Schneider). ἢ παρὰ τὸ ἅπτω, τὸ προσεγγίζω, καὶ Αἰολικ(ῶς) ἄσσω ἄσσον· οἱ γὰρ Αἰολεῖς τὸ πτ εἰς δύο σς τρέπουσιν, νίπτω νίσσω, ὄπτω ὄσσω AB, Sym. 1478, EM 1959,
10Eust. 630, 16. *Orio.

alpha

1304

Ἀσσύριοι· τὸ ἔθνος· Καλλίμαχος (fr. 505)·
ἡ μὲν ἀπ’ Ἀσσυρίων ἡμεδαπὴ στρατιή, καὶ (fr. 506)
ἥμισυ μὲν † Πέρσην, ἥμισυ δ’ Ἀσσύριοι.
5εἴρηται παρὰ τὸν Ἀσσάρακον τοῦ ἔθνους ἐπικρατήσαντα, ἵν’ ᾖ Ἀσ‐ σάρακος καὶ ἐκβολῇ τοῦ ακ Ἄσσαρος καὶ τροπῇ τοῦ α εἰς υ Ἄσσυρος, ὡς μάθω μῦθος, καὶ παραγώγως Ἀσσύριος. οὕτως Ἐπα‐ φρόδιτος (fr. 58 Luenzner). καὶ δοκεῖ καλεῖσθαι Ἀσσυρίους τοὺς ἐν τῷ Πόντῳ παρὰ τὸ μηκέτι Σύρου εἶναι, ἵν’ ᾖ † Ἀσσύριος
10AB, Sym. 1479, EM 1962, Et. Gud. (c) α 1856. *Orio.

alpha

1305

Ἀσσυρία (Ap. Rh. 2, 946)· ἡ Βαβυλωνία· τὸ μὲν πρῶτον ἐκαλεῖτο Εὐφράτις, ὕστερον δὲ Χαλδαία, τὸ τελευταῖον δὲ ἀπὸ Ἀσσύρου τοῦ Σούσου Ἀσσυρία, ὡς † Ξενοκράτης ἐν πρώτῳ Χρονικῶ〈ν〉 (FGH 248 F 1). εἴρηται δὲ περὶ τούτου εἰς τὸ Συρία
5(Et. gen. ς. s. v.) καλῶς AB, Sym. 1480, EM 1961. Schol. Ap. Rh.

alpha

1306

Ἅσς’ ἐθέλῃσθα (Α 554)·
ἀλλὰ μάλ’ εὔκηλος τὰ φράζεαι ἅσς’ ἐθέλῃσθα. οὕτως Ἀρίσταρχος (I p. 199, 25. Ludwich)· ὁ δὲ Σιδώνιος (p. 47 Blau) «ὅττι». φησὶν Ἀρίσταρχος τρία σημαίνειν τὴν λέξιν, τινά ἅτινα
5† ὅσα. καὶ ἀεὶ ψιλοῦται, πλὴν ὅτε δηλοῖ τὸ ἅτινα δασύνεται. καὶ ἔστι κατὰ Ἡρωδιανὸν (I 541, 30) δύο μέρη λόγου, τὸ ἅ ἄρθρον καὶ τὸ σά, ὅ ἐστι Μεγαρικὸν δηλοῦν τὸ τινά, καὶ παραλόγως φησὶ (I 541, 27) δασύ‐ νεσθαι AB, Sym. 1481, EM 1960, Eust. 148, 28. *Comm. Hom.?

alpha

1307

Ἀστάρτη· ἡ θεός· παρὰ τὸ ἄστρα ἀστράτη· ἢ παρὰ τὸ τοὺς ἀστέρας 〈τηρεῖν (?) ἀστεράτη〉 καὶ κατὰ συγκοπὴν Ἀ‐ στράτη, ἔφορος γὰρ ἄστρων ἡ θεός AB, Sym. 1482, EM 1965.
*Methodius?

alpha

1308

Ἀστέμβακτον (Euphor. fr. 123 Powell = fr. 159 Cuenca)· ἀκίνητον ἢ βέβαιον ἢ τετιμημένον· Εὐφορίων, οἷον (l. c.)·
πάντη δὲ σέθεν κλέος ἀστέμβακτον. εἴρηται κατὰ ἀπόφασιν τοῦ στεμβάξαι, ὅ ἐστιν ὑβρίσαι. οὕτως ἐν
5ὑπομνήματι ἀνεπιγράφῳ εἰς τὸν Κεχηνότα Διόνυσον Εὐφορίωνος. Λυκόφρων δὲ ἀντὶ τοῦ πολυστένακτα, μεμπτά (1117—1118)·
δύσζηλος ἀστέμβακτα τιμωρουμένη.
βοῶσα δ’ οὐ κλύοντα δεσπότην πόσιν AB, Sym. 1483, EM 1966b, Eust. 235, 9. *Methodius?

alpha

1309

Ἀστεμφὴς καὶ ἀστεμφέως· ἀμετακινήτως, ἰσχυ‐ ρῶς· Ὅμηρος (δ 419)·
ὑμεῖς δ’ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν· (Γ 219)·
5
ἀλλ’ ἀστεμφὲς ἔχεσκεν, ἀΐδρεϊ φωτὶ ἐοικώς· παρὰ τὸ στέμβω, ὃ σημαίνει τὸ κινεῖν συνεχῶς, οὗ μέμνηται Αἰσχύ‐ λος (fr. 440). ἀστεμβής οὗν ὁ ἀκίνητος, καὶ ἀστεμφής. οὕτως Φιλόξενος (fr. 450). Ἀλέξανδρος ὁ τοῦ Ἀσκληπιάδου (fr. novum) παρὰ τὸ στρέφω ἀστρεφής, καὶ ἐλλείψει τοῦ ρ καὶ πλεονασμῷ τοῦ μ
10ἀστεμφὴς καὶ ἀστεμφές, τὸ ἀμετακίνητον (Β 344)·
σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν AB, Sym. 1484, EM 1966a, Et. Gud. (c) α 1825. Eust. 235, 8. *Methodius?

alpha

1310

Ἄστικτον (Men. fr. 127, 6)· οὕτως Ἀττικοὶ ἐκάλουν τὸ ἐλεύθερον χωρίον καὶ μὴ ὑποκείμενον χρήστῃ, εἴρηται δέ, ὅτι τοῖς ὑποκειμένοις χρέεσι χωρίοις εἰώθεσαν ἐγκαταπηγνύειν στήλην, ἣν ἐκάλουν ὅρον, ἐν ᾗ ἐκεχάρακτο τὸ χρέος καὶ ὁ χρήστης, ἵνα μὴ
5πλανηθεὶς ἕτερος ὡς ἐπὶ καθαρῷ αὐτῷ δανείσῃ· τὸ δὲ ἐλεύθερον ἄστικτον ἐκάλουν· Μένανδρος (l. c. 3—6)·
καὶ τῶν Ἅλῃσι χωρίων
κεκτημένος κάλλιστον † ἦν ἢ † τὸν Δία
ἐν τοῖς τρισί γε καὶ τὸ μακαριώτατον
10
ἄστικτον. οὕτως Ἐπαφρόδιτος ἐν τῷ Περὶ 〈***〉 κατὰ στοιχεῖον συγ〈γε〉‐ γυμνασμένων (fr. novum) AB, Sym. 1485, EM 1973, Areth.
schol. Luc. Iupp. trag. 48. *Methodius?

alpha

1311

Ἀστραβής (Pind. O. 2, 82 〈90〉)· ὁ ἄτρεπτος· Πίνδα‐ ρος (l. c.)·
ἄμαχον ἀστραβῆ κίονα· παρὰ τὸ στρέφω στρεφής, καὶ ἀστραβής κατὰ τροπήν AB, Sym.
51486, EM 1981. *Methodius?

alpha

1312

Ἄστρις (Call. fr. 276)· Καλλίμαχος, οἷον (l. c.)·
δέκα δ’ ἄστριας αἴνυτο λάτρον. εἴρηται δὲ ὑποκοριστικῶς· ὡς γὰρ ὁ Παρθένιος Πάρθις καὶ ὁ Χαλ‐ δαῖος Χάλδις καὶ ὁ λάσταυρος λάστις καὶ ὁ Ἀμφιάραος Ἄμφις,
5οὕτως ὁ ἀστράγαλος ἄστρις. Δίδυμος ἐν τῷ Περὶ παθῶν (fr. no‐
vum) AB, EM 1975. *Methodius?

alpha

1313

Ἄστυ (Philochor. FGH 328 F 2b)· ἡ πόλις· Φιλόχορος ἐν τῷ αʹ τῆς Ἀτθίδος φησίν (l. c.)· «Ἄστυ δὲ προσ‐ ηγόρευσαν τὴν πόλιν διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις,
5ὅθεν οὐ μετανέστησαν.» οὕτως Ὦρος Περὶ ἐθνικῶν. ἢ παρὰ τὸ ἄνω ἵστασθαι· οἱ γὰρ ἀρχαῖοι ἐφ’ ὑψηλῶν τόπων τὰς πόλεις ᾠκο‐ δόμουν AB, Sym. 1487, EM 1985, Eu. Gud. (c) α 1850. Orus + Epim. Hom. 31, 19 (ad γ 116). an *Methodius?

alpha

1314

Ἀστυάναξ (Ζ 403)· ὁ υἱὸς Ἕκτορος· οὐκ ἔστι δὲ παρὰ τὸ ἀνάσσω, τὸ βασιλεύω, ἀλλὰ παρὰ τὸ ἀνακῶς ἔχει τοῦ ἄστεος τὸν Ἕκτορα. οἱ γὰρ Ἀττικοὶ τὸ ἐπιμελῶς ἔχειν καὶ φροντίζειν ἀνακῶς ἔχειν λέγουσιν· καὶ Ἄνακας ἐντεῦθεν τοὺς Διοσκούρους, ὅτι
5ἀνακῶς αὐτοῖς ἐχρήσαντο διὰ τὴν Ἑλένην τὰς Ἀφίδνας ἐκπορθοῦν‐ τες. οὕτως Ἀσκληπιάδης ὁ Μυρλεανός (p. 443 Lehrs) AB, Sym.
1488, EM 1987. *Methodius?

alpha

1315

Ἀστυπάλαια· προπαροξυτόνως· μοῖρα τῆς Σάμου οὕ‐ τως καλουμένη. εἴρηται, ὅτι Προκλῆς καὶ Τεμβρίων ἀποικίαν στεί‐ λαντες εἰς Σάμον πρὸς τοὺς ἐνοικοῦντας Κᾶρας κοινωνίαν θέμενοι ᾤκησαν παρὰ τὸν Σχήσιον ποταμὸν καὶ εἰς δύο φυλὰς τὴν πόλιν
5διένειμαν· ὧν τὴν μὲν Σχησίαν ὠνόμασαν ἀπὸ τοῦ Σχησίου ποτα‐ μοῦ παρακειμένου τῇ πόλει, τὴν δὲ Ἀστυπάλαιαν ἀπὸ τοῦ παλαιοῦ ἐκεῖσε ὄντος ἄστεος. οὕτως Θεμισταγόρας ἐν τῇ Χρυσῇ Βίβλῳ (FHG
IV 512, fr. 1) AB, Sym. 1489, EM 1988. *Methodius?

alpha

1316

Ἄστυρον (Call. fr. 261, 2)· τὸ ἄστυ· Καλλίμαχος (l. c. 1—2)·
ἡ μὲν ἀερτάζουσα μέγα τρύφος Ὑψιζώρου
ἄστυρον εἰσανέβαινεν.
5εἴρηται παρὰ τὸ ἄστυ ὑποκοριστικῶς ἄστυρον. οὕτως Θέων ἐν Ὑπο‐ μνήματι τῶν τοῦ βʹ † Αἰτίου (p. 49 Giese) AB, EM 1989. *Me‐ thodius (R. Pfeiffer, Callimachus II XXIX)?

alpha

1317

Ἀστυβοώτην (Ω 701)· ἐπιθετικῶς τὸν κήρυκα· εἰς τὴν Ω τῆς Ἰλιάδος. εἴρηται παρὰ τὸ ἐν τῷ ἄστει βοᾶν AB, Sym. 1490, EM 1986. Comm. Hom.

alpha

1318

Ἄστρον· παρὰ τὸ αἴθω, τὸ καίω, αἴσω γέγονεν αἴστρον καὶ ἀποβολῇ τοῦ ι ἄστρον AB, Sym. 1491, EM. 1974. Orio 15, 15.

alpha

1319

Ἀστήρ· κυρίως ἐπὶ τῶν πλανητῶν λέγεται, ὁ μὴ στάσιν
ἔχων, ἀστατήρ καὶ ἀστήρ· καταχρηστικῶς καὶ ἐπὶ τῶν ἀπλανῶν. ζητεῖται δὲ διὰ τί. ὥσπερ γίνεται κατὰ συγκοπὴν γαστρός, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀστήρ ἀστέρος γίνεται ἀστρός; ἔστιν οὖν
5εἰπεῖν, ὅτι αἱ συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσιν εὐθεῖαν, οἷον ἡ ἀνδρὸς γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν καὶ ἡ μητρός καὶ πατρός μιμεῖται τὴν ἰατρός εὐθεῖαν· ἐπεὶ οὖν ἡ ἀστέρος γενικὴ συγκοπτομένη οὐκ ἔχει εὐθεῖαν, ἵνα μιμήσηται—τὸ γὰρ Ἴστρος ὄνομα ποταμοῦ βαρύτονόν ἐστι—τούτου χάριν ὡς μὴ ἔχουσα εὐθεῖαν,
10ἵνα μιμήσηται, οὐ συγκόπτεται. εἰ δέ τις εἴποι, ὅτι τούτῳ τῷ λόγῳ οὔτε ἡ γαστέρος γενικὴ ὤφειλε συγκόπτεσθαι καὶ γενέσθαι γαστρός, οὐ γὰρ ἔχει εὐθεῖαν, ἵνα μιμήσηται, οὐδὲ γάρ ἐστιν εὐθεῖα διὰ † τῆς τρος ὀξύτονος, ἔστιν εἰπεῖν, ὅτι τὸ γαστήρ παραλόγως ὀξύνε‐ ται· τῶν γὰρ ἄλλων εἰς ηρ ὑπὲρ δύο συλλαβὰς ὄντων βαρυτόνων,
15οἷον Δημήτηρ θυγάτηρ εἰνάτηρ, τοῦτο μόνον ὀξύνεται. ἐπεὶ οὖν παρα‐ λόγως ὠξύνθη, τούτου χάριν κατὰ τὴν γενικὴν παραλόγως ἀνεδέξατο τὴν συγκοπήν. διὰ τί δέ, ὥσπερ γίνεται ἀνέρα ἄνδρα καὶ θυγατέρα θύγατρα, μὴ τὸν αὐτὸν τρόπον γίνεται καὶ μητέρα μῆτρα καὶ πατέρα πάτρα; καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ μὲν μητέρα, ἵνα μὴ συνεμπέσῃ τῇ
20μήτρα εὐθείᾳ, τὸ δὲ πατέρα οὐ γίνεται κατὰ συγκοπὴν πάτρα, ἵνα μὴ συνεμπέσῃ τῇ πάτρα εὐθείᾳ, τῇ σημαινούσῃ τὴν πατρίδα. Χοιροβοσκός (in Theod. I 323, 7) AB, Sym. 1492, EM 1970. Choerob. l. c.

alpha

1320

Ἄστηνος (Call. fr. 275)· ὁ δυστυχὴς καὶ πένης· Καλλίμαχος (l. c.)·
πάσχομεν ἄστηνοι· τὰ μὲν † οἴκοθεν πάντα † λέλασται. εἴρηται παρὰ τὸ στάσιν μὴ ἔχειν μήτε οἴκησιν· σύνεστι δὲ τοῦτο
5πένητι AB, EM 1971. *Orio (e Seleuco p. 45 Mueller).

alpha

1321

Ἀστυφέλικτον· ἀκίνητον, ἄσειστον· ἀπὸ τοῦ στυφε‐ λίζω AB, EM 1991. *Orio?

alpha

1322

Ἀστεροπή (ξ 386)· ἀστραπή· παρὰ τὸ στερίσκειν τοὺς ὦπας τοῦ ὁρᾶν διὰ τῆς ἀντιλαμπούσης λαμπηδόνος. ἢ παρὰ τὸ ὄπτω ὀπτή καὶ μετὰ τῆς ἀστέρος γενικῆς ἀστεροπτή, καὶ ἀποβολῇ τοῦ τ ἀστεροπή. Ὠρίων (13, 21 + 17, 23) AB, Sym. 1493, EM 1967.
5Orio l. c.

alpha

1323

Ἀστεροπητὴς (Α 580)· ἀστραπτικός, ἀστραπὴν ποιῶν AB, Sym. 1494, EM 1968. Comm. Hom.

alpha

1324

Ἀστράβη (Dem. or. 21, 133)· ἐπὶ σκεύους εἴρηται ξυλίνου, ἤγουν τὸ ἐπὶ τῶν ἐφἵππων τιθέμενον ξύλον, ὃ κρατοῦσιν οἱ καθεζόμενοι, οἱονεὶ ἀστραφή τις οὖσα παρὰ τὸ μὴ στρέφεσθαι καὶ πίπτειν τοὺς καθεζομένους. λέγεται δὲ καὶ αὐτὸ τὸ νωτοφόρον
5ὑποζύγιον· οἱ δὲ τὴν σωματηγὸν ἡμίονον ἀστράβην λέγουσιν. οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν λεξικόν AB, Sym. 1495, EM 1982, Et. Gud. (z) α 1639. Lex. rhet.

alpha

1325

Ἀστράγαλος (Soran. fr. 19 Scheele)· ἐπὶ τοῦ πο‐ δός· παρὰ τὸ ἀστραβῆ καὶ ὀρθὴν φυλάσσειν τὴν βάσιν τοῦ ποδός. ἢ ὁ μὴ πρὸς τὸ μένειν καὶ ἑστάναι γεγονώς, ἀλλὰ πρὸς τὸ κινεῖσθαι ἀστάγαλός τις ὤν, καὶ πλεονασμῷ τοῦ ρ ἀστράγαλος. ἐπὶ δὲ τῶν
5ἄλλων ὀστέων, οἷον τῶν νωτιαίων, παρὰ τὸ ἐμπεπάρθαι καὶ μὴ στρέφεσθαι μηδὲ κινεῖσθαι, κατὰ στέρησιν τοῦ α AB, Sym. 1496, EM 1980, Et. Gud. (c) α 1842, Eust. 998, 19. Orio 16, 1.

alpha

1326

Ἄσταχυς (Β 148)· Ὅμηρος (l. c.)·
ἐπί τ’ ἠμύει ἀσταχύεσσι, καὶ παρὰ Ἀντιμάχῳ (fr. 82 Wyss)·
καὶ ἀσταχύων † τέμνον
5[..........] στάχυς ἄσταχυς προπαροξύνεται. † οὐδέτερον γὰρ εἰς υς λῆγον [ὑπὲρ δύο συλλαβὰς] προπαροξύνεται. Ἡρωδιανὸς Περὶ παθῶν (fr. partim novum; cf. Epim. Hom. 85, 5) AB, Sym. 1497, EM 1964, Eust. 194, 3. Hdn. l. c.

alpha

1327

Ἀσύφηλον (I 647)· ἄτιμον ἢ ἀπαίδευτον, ἀδόκιμον καὶ ἀνόητον (l. c. 646—647)·
ὁππότ’, ἐκείνων
μνήσομαι, ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν·
5ἔστι δὲ παρὰ τὸ † ἄσσω, ὃ σημαίνει τὸ βλάπτω, καὶ τὸ φηλῶσαι, ὃ σημαίνει τὸ δολῶσαι καὶ ἀπατῆσαι, ἐξ οὗ καὶ φηλός, ὁ ἀπατηλός, καὶ φήληκες, τὰ σῦκα τὰ ὠμὰ μὲν ὄντα, τῇ δὲ ἰδέᾳ πέπειρα· καὶ ὥσπερ παρὰ τὸ σώσω Σωσικράτης Σωσίβιος, ἀρκέσω Ἀρκεσίλαος, οὕτως καὶ παρὰ τὸ ἄσω καὶ φηλῶσαι γίνεται ἀσίφηλος καὶ ἀσύφηλος,
10ὡς δίφρος δύφρος καὶ τριφάλεια τρυφάλεια, Μούνιχος Μούνυχος. ἢ παρὰ τὸ σοφὸς γίνεται σόφηλος καὶ μετὰ τοῦ στερητικοῦ α ἀσόφηλος καὶ μεταβολῇ τοῦ ο εἰς υ, ὡς ἄγορις ἄγυρις, γίνεται ἀσύφηλος AB, Sym. 1498, EM 1992, Et. Gud. α 792, Eust. 781, 8 + 1374, 53.
Orio. 13, 6.

alpha

1328

Ἀσφάραγος (Χ 328)· ὁ λαιμός, ὁ λάρυγξ (l. c. 328—329)·
οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. καὶ πάλιν (fr. epic. vel elegiac. inc.)·
5
ἐρισφάραγος πόσις Ἥρης
ἔσται. παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν· δι’ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται. ἢ παρὰ τὸ ἀσπαίρω ἀσπάραγος, καὶ ἀσφάραγος· ἅλλεται γὰρ καὶ κινεῖται ἐν τῷ καταπίνειν. ἢ παρὰ τὸ σπῶ σπάραγος καὶ ἀσφάραγος·
10τείνεται γὰρ ἐν τῷ λέγειν ὁ λάρυγξ. ὁ δὲ Ἡρωδιανὸς (II 169, 2) λέγει πραὰ τὸ σφαραγεῖν κατὰ πλεονασμὸν τοῦ α ἀσφάραγος. λέγεται δὲ καὶ τὸ ἀκανθῶν ἀποφυόμενον βλάστημα. ἔστι δέ τι καὶ βοτάνης εἶδος ἀσφάραγος πρὸς τὰς καθάρσεις ἐπιτήδειον. οὕτως μὲν οἱ Ἀττι‐ κοὶ διὰ τοῦ φ τὴν λέξιν προφέρουσιν, οἱ δὲ λοιποὶ μὴ ἀκριβοῦντες
15διὰ τοῦ π λέγουσιν καὶ ἁπλῶς τὰ τῶν λαχάνων ὄρμενα ἀσπαράγους καλοῦσιν. οὕτως εὗρον ἐν τῷ Λεξικῷ τῷ Ῥητορικῷ AB, Sym. 1499, EM 1993, Et. Gud. (c) α 1857a, Eust. 1272, 7. Orio
12, 7 + Lex. rhet.

alpha

1329

Ἀσφαλής· ἑδραῖος· ἀπὸ τοῦ σφάλλω ἀσφαλής AB, Sym. 1500, EM 1995.

alpha

1330

Ἀσφάλαξ· παρὰ τὸ σπῶ γίνεται σπάλαξ, καὶ πλεονασμῷ τοῦ α ἀσφάλαξ κατὰ μετάθεσιν τοῦ π εἰς φ· τὸ γὰρ ζῷον τοῦτο ἀποσπᾷ τὴν γῆν καὶ ποιεῖ βάθος καὶ οὕτως εἰσέρχεται. κλίνεται δὲ † ἀσπάλακος, ὥσπερ θώρακος. Χοιροβοσκός (in Theod. I 288, 25)
5AB, Sym. 1501, EM 1994. Choerob. l. c.

alpha

1331

Ἄσχετος (Π 549)· ὁ δὲ σχετός καὶ ἄσχετος οὐ πεποίηται παρὰ τὸ σχέθω, ἐλέγετο γὰρ ἂν σχέτος καὶ ἀσχέτος, ἀλλὰ παρὰ τὸ σχῆμι, ἀφ’ οὗ καὶ ἔσχηκα ὁ παρακείμενος καὶ ἐσχέθην ὁ ἀόριστος καὶ ὁ μέλλων σχήσω, ἐξ οὗ ἡ σχέσις· καὶ ὡς παρὰ τὸ τίθημι γίνε‐
5ται θετός, ἵημι ἑτὸς καὶ ἄφετος, δίδωμι δοτός, οὕτως σχῆμι σχετός καὶ ἄσχετος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ (fr. 367)
AB, Sym. 1502, EM 1998. Philox. l. c.

alpha

1332

Ἀσχάλλων (Eur. Or. 785)· ἀδημονῶν, λυπούμενος, χαλεπαίνων, ἢ ἀγανακτῶν· παρὰ τὸ ἄχω, ἀφ’ οὗ ἄχομαι, οἷον (ς 256)·
νῦν δ’ ἄχομαι· τόσα γάρ μοι ἐπέσευεν κακά, γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰδάλλω καὶ ἰνδάλλω, καὶ
5πλεονασμῷ τοῦ ς ἀσχάλλω· ἐκ δὲ τοῦ ἀσχάλλω γίνεται περισπώ‐
μενον ῥῆμα ἀσχαλῶ, τὸ τρίτον πρόσωπον ἀσχαλᾷ, καὶ πλεονασμῷ τοῦ α ἀσχαλάᾳ, ὡς παρ’ Ὁμήρῳ (Β 292—293)·
καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
ἀσχαλάᾳ.
10ἢ παρὰ τὸ σχῶ σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα. οὕτως Χρύσιππος (fr. novum) AB, Sym. 1503, EM 1999. Orio 20, 34.

alpha

1333

Ἄσωμος· ἢ ἀπὸ τοῦ ἀσώματος κατὰ συγκοπήν· ἢ ἀπὸ τοῦ σῶμα ἄσωμος. Ἡρωδιανὸς Περὶ παθῶν (fr. novum) AB, Sym. 1504, EM 2000. Hdn. l. c.

alpha

1334

Ἄσωτος (Philox. fr. 53)· παρὰ τὸ σῴζω σώσω σωτός καὶ ἄσωτος AB, Sym. 1505, EM 2001, Et. Gud. (c) α 1868. Orio 20, 17.

alpha

1335

Ἀσωπός (Δ 383)· ποταμὸς Βοιωτίας πλησίον Θηβῶν
AB, EM 2002. *Comm. Hom.

alpha

1336

Ἀταλός (Σ 567)· ὁ νήπιος· εἴρηται παρὰ τὸ τλῆναι ταλός καὶ ἀταλός, ὁ μηδέπω δυνάμενος κακοπαθῆσαι. ἢ παρὰ τὸ ἁπαλός, κατὰ τροπὴν ἀταλός AB, Sym. 1507, EM 2003, Et. Gud. (c) α 1876. *Orio.

alpha

1337

Ἀταλάφρονα (Ζ 400)· ἁπαλὸν φρόνημα ἔχοντα, του‐ τέστιν νήπιον, ἀνόητον· ἢ μὴ δυνάμενον τλῆναι κακοπάθειαν AB,
Sym. 1508, EM 2004, Eust. 650, 25. Comm. Hom.

alpha

1338

Ἀτάρβητος (Γ 63)· ἄφοβος· παρὰ τὸ ταρβῶ τάρβος AB, Sym. 1509, EM 2008. Comm. Hom.

alpha

1339

Ἀτάρμυκτον (Euphor. fr. 124 Powell = fr. 160 Cuenca)· τὸ ἄφοβον· κυρίως δὲ τὸ μὴ μῦον· Εὐφορίων (l. c.)·
†ὅτι ἀτάρμυκτον τρέπεν ὄμμα. εἴρηται παρὰ τὸ ἄτερ μύειν, τὸ ἀτενές. ἢ παρὰ τὸ τάρβος † ἀταρ‐
5μύητον καὶ ἀτάρμυκτον· καὶ γὰρ ταρμύσσειν (Lycophr. 1177) τὸ
φοβεῖν AB, Sym. 1510, EM 2009. *Orio.

alpha

1340

Ἀτάσθαλος (ω 282)· ὁ ἄδικος· Ὅμηρος (l. c.)·
ὑβρισταὶ δ’ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν. εἴρηται παρὰ τὸ ἀτῶ, ὃ σημαίνει τὸ βλάπτω, ἢ παρὰ τὴν ἄτην. ὡς οὖν παρὰ τὸ δαίω δαίαλος καὶ δαίδαλος καὶ παρὰ τὸ αἴθω αἴθαλος,
5οὕτως καὶ παρὰ τὸ ἀτῶ ἀτάζω ἀτάζαλος καὶ τροπῇ τοῦ ζ εἰς † τὸ θ ἀτάσθαλος, ὡς μαζός μασθός. οὕτως Ἐπαφρόδιτος (fr. novum) AB, Sym. 1511, EM 2015. *Orio.

alpha

1341

Ἀτασθαλία (Δ 409)· ἁμαρτία, ἀδικία· κυρίως μὲν ἡ παρὰ τὴν θάλειαν ἄτη καὶ βλάβη, ὡς παροινία, ἡ † περὶ τὸν οἶνον ἀταξία. ἢ παρὰ τὸ τῇ ἄτῃ θάλλειν καὶ αὐξάνεσθαι. Ὅμηρος (l. c.)·
κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο
5AB, Sym. 1512, EM 2016, Et. Gud. (c) α 1877. Orio 611, 31
Werfer.

alpha

1342

Ἀταρτηροῖς (Α 223)· σκληροῖς καὶ χαλεποῖς· παρὰ τὴν ἄτην, ὃ σημαίνει τὴν βλάβην, γίνεται ἀτηρός καὶ κατὰ διπλα‐ σιασμὸν ἀταρτηρός AB, Sym. 1513, EM 2010. Orio 4, 14.

alpha

1343

Ἀταρπός (Ρ 743)· σημαίνει τὴν εὐθεῖαν ὁδόν· παρὰ τὸ τρέπω τρέψω, ὁ δεύτερος ἀόριστος ἔτραπον, γίνεται ῥηματικὸν ὄνομα ἀτραπός μετὰ τοῦ στερητικοῦ α, καὶ κατὰ μετάθεσιν ἀταρπός, ἐξ ἧς ὁδοῦ οὐκ ἔστιν τραπῆναι καὶ ἐκπεσεῖν· ἢ ἡ πολύτροπος· εἰς πολλὰ
5γὰρ σχίζεται ἡ ὁδός. καὶ † ἀταρπητός (Σ 565)· ἡ ὁδός AB, Sym. 1514, EM 2012, Eust. 1125, 55 + 1738, 48. *Orio.

alpha

1344

Ἀτάλαντος Ἄρηϊ (Β 627)· ἰσοτάλαντος, ἰσόσταθμος· τάλαντον γὰρ τὸν ζυγόν φασι, καὶ ταλαντεύειν τὸ ζυγοστατεῖν. ἔστιν οὖν ἀτάλαντος καὶ ὁμοτάλαντος, οἱονεὶ ὁ ἰσόζυγος AB, Sym. 1515,
EM 2006, Et. Gud. (c) α 1881, Eust. 196, 29. *Comm. Hom.

alpha

1345

Ἀτάλλων (Hes. op. 131)· παρὰ τὸ τλῶ, τὸ καρτερῶ καὶ ὑπομένω, γίνεται τλάς καὶ ἄτλας, ὁ μὴ δυνάμενος τλῆναι· ἐξ αὐτοῦ ἀτάλλων, ὁ ἀπαθὴς καὶ μὴ κακοπαθῶν AB, Sym. 1516, EM 2005. *Schol. Hes. op.

alpha

1346

Ἀταίω· τὸ θαυμάζω καὶ ἐκπλήττομαι (υ 16)·
ἀταιομένου κακὰ ἔργα AB, EM 2011. Comm. Hom.

alpha

1347

Ἀτέμβω (υ 294)· στερῶ. εἴρηται παρὰ τὸ τέμω, ὅπερ ἐστὶ πρωτότυπον τοῦ τέμνω· γίνεται ἀτεμῶ καὶ ἐπενθέσει τοῦ β ἀτέμβω. ἢ παρὰ τὸ ἄτω, τὸ βλάπτω, γίνεται ἀτέμβω, τὸ οὐ βλά‐ πτω στερῶν· οὕτως Ὅμηρος ἐν Ὀδυσσείᾳ (l. c. 294—295)·
5
οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
ξείνους Τηλεμάχοιο AB, Sym. 1517, EM 2018, Et. Gud. α 811. Comm. Hom.

alpha

1348

Ἀτεράμων· ὁ σκληρός· Ἀριστοφάνης Ἀχαρνεῦσιν (Ar. Ach. 180—181)·
Ἀχαρνικοὶ στιπτοὶ γέροντες
ἀτεράμονες.
5οὗ τὸ οὐδέτερον ὁ ποιητὴς ἔφη, οἷον (ψ 167)·
κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ’ ἔχοντες. εἴρηται παρὰ τὸ τέρεν, τὸ ἁπαλόν, τεράμων, ὁ ἁπαλός, καὶ ἀτερά‐ μων, ὁ μὴ ὢν ἁπαλὸς ἀλλὰ σκληρός. τὸ δὲ οὐδέτερον ἀτέραμον καὶ πλεονασμῷ τοῦ ν ἀτέραμνον. λέγεται δὲ ἀτέραμνα καὶ τὰ μὴ † ὀψό‐
10μενα ὄσπρια, ἃ καὶ κερασβόλα προσαγορεύεται AB, Sym. 1518, EM 2021, Eust. 1154, 14 + 1942, 64. Lex. rhet.

alpha

1349

Ἄτερπνος· οὕτως ὁ ἄγρυπνος παρὰ Ῥηγίνοις (Stes. fr. 74, Ibyc. fr. 47)· παρὰ τὸ ἄτερ καὶ τὸ ὕπνος γίνεται ἀτέ‐ ρυπνος, ὁ χωρὶς ὕπνου ὤν, καὶ κατὰ συγκοπὴν τοῦ υ ἄτερπνος AB, EM 2020, Et. Gud. (c) α 1896. *Orio.

alpha

1350

Ἀτεχνῶς· ἀδόλως· τέχνη γὰρ ὁ δόλος· Ὅμηρος (θ 296— 297)·
ἀμφὶ δεσμοὶ
τεχνήεντες † ἔχον πολύφρονος Ἡφαίστοιο.
5ἰστέον, ὅτι περισπωμένως μὲν ἀντὶ τοῦ σαφῶς ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς, παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς καὶ ἄνευ τέχνης AB, Sym. 1519, EM 2019. Orio 175, 25 Koese + Lex. rhet.

alpha

1351

Ἀτειρής (Γ 60)· ὁ σκληρὸς καὶ ἀκαταπόνητος· παρὰ τὸ τείρω, τὸ καταπονῶ, τερῶ ἀτερής καὶ ἀτειρής· ἢ παρὰ τὸ τέρεν, ὃ σημαίνει τὸ ἁπαλόν, γίνεται ἀτερής καὶ ἀτειρής, ὁ μὴ ὢν ἁπαλὸς ἀλλὰ σκληρός AB, Sym. 1520, EM 2023, Eust. 1154, 14. Orio 18, 15.

alpha

1352

Ἀτειρέα χαλκόν (Τ 233)· φύσει δύστρωτον AB,
EM 2023. *Comm. Hom.

alpha

1353

Ἀτημέλητα· ἀπρονόητα, ἠμελημένα, ἀφρόντιστα. εἴρηται παρὰ τὸ † τῶ, ὃ σημαίνει τὸ λάβε, ἐξ οὗ ἄτη μετὰ τῆς α στερήσεως, ἣν οὐδεὶς θέλει λαβεῖν. ἀτημελῶ οὖν καὶ ἀτημέλητος· ὃ γάρ τις μὴ εἴληφεν οὐδὲ φροντίζει AB, Sym. 1521, EM 2028. *Orio?

alpha

1354

Ἄτη· σημαίνει τὴν βλάβην· παρὰ τὸ τῶ, ὃ δηλοῖ τὸ λαμ‐ βάνω, οἷον (ι 347)·
Κύκλωψ, τῆ, πίε οἶνον,
ἐξ οὗ ὄνομα ῥηματικὸν τή καὶ μετὰ τοῦ στερητικοῦ α ἄτη, ἣν οὐκ
5ἄν τις λάβοι· τὴν γὰρ βλάβην πάντες ἐκφεύγομεν. ἢ παρὰ τὸ ἄω, ὃ δηλοῖ τὸ βλάπτω, οἷον (λ 61)·
ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος, ὁ μέλλων ἄσω καὶ ἐξ αὐτοῦ ἄση, ἡ βλάπτουσα τὴν ψυχήν, τροπῇ τοῦ ς εἰς τ. οὕτως Φιλόξενος (fr. 644 [dub.] + 452) AB, Sym.
101522, EM 2027, Eust. 710, 40 + 739, 22 + 1173, 34. Orio 6, 3 (ultima tantum servans; cf. Epim. Hom. 4, 11 + Choerob. epim. ps. 102, 26).

alpha

1355

Ἀτιτάλλειν (Ε 271)· τὸ τιθηνεῖν καὶ ἐκτρέφειν ἐκ νηπίων. ἔστιν ἀταλός, ὁ νήπιος, ὁ τλῆναι καὶ κακοπαθῆσαι μὴ δυνάμε‐ νος, καὶ ἐξ αὐτοῦ ἀτάλλειν καὶ ἀτιτάλλειν κατὰ ἀναδιπλασιασμόν (l. c.)·
τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ † φάτνης
5AB, Sym. 1523, EM 2032, Eust. 546, 44 + 1054, 9 + 1682, 39. *Orio.

alpha

1356

Ἀτίζων (Υ 166)· ἀτιμάζων, ὑπερορῶν, οἷον (l. c. 166—167)·
ὁ δὲ πρῶτον μὲν ἀτίζων
ἔρχεται· τίω καὶ ἀτίω καὶ πλεονασμῷ τοῦ ζ ἀτίζω. ἢ ἀπὸ τοῦ ἀτιμάζω κατὰ
5συγκοπήν AB, Sym. 1524, EM 2030. *Comm. Hom.

alpha

1357

Ἄτλας (Lycophr. 879)· ὄρος Λιβύης. Πολύϊδος δὲ ὁ διθυραμβοποιὸς (fr. 1) παρίστησιν αὐτὸν ποιμένα γεγονέναι, καί φησιν ὅτι παραγενόμενος ὁ Περσεὺς ἐπερωτώμενός τε ὑπ’ αὐτοῦ τίς εἴη καὶ πόθεν ἀφῖκτο, ἐπειδὴ λέγων οὐκ ἔπειθεν, ἀνάγκῃ ἔδειξεν
5αὐτῷ τὸ τῆς Γοργόνος πρόσωπον καὶ ἀπελίθωσεν αὐτόν· καὶ ἀπ’ αὐτοῦ τὸ ὄρος Ἄτλας ἐκλήθη. οὕτως Λυκόφρονος ἐν Ὑπομνήματι. σημαίνει δὲ καὶ τὸν θεόν, οἷον (Hes. th. 517)·
Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει· καὶ εἴρηται τοῦτο κατ’ ἐπίτασιν τοῦ α, ἵν’ ᾖ ὁ μὴ τλῶν καὶ ἀνάγκῃ
10ποιῶν, ἀλλ’ ἑκούσια φέρων καὶ οὐ κατὰ κόλασιν, ἐπεὶ γελοῖον ἦν τοὺς θεοὺς πιστεύειν ἑαυτοὺς καὶ τὸν κόσμον μὴ φοβουμένῳ AB, Sym. 1525, EM 2033, Eust. 1390, 27. Comm. Lycophr. + Orio 19, 30 (ut. docet Eust. l.c).

alpha

1358

Ἀτμεύειν (Nic. al. 172)· σημαίνει δὲ τὸ δουλεύειν· Νίκανδρος ἐν † Θηριακοῖς, οἷον (l. c.)·
ἥν τε καὶ ἀτμεύειν ἀνέμοις πόρεν Ἐννοσίγαιος. γίνεται παρὰ τὸν ἀτμένα, τὸν σημαίνοντα τὸν δοῦλον, ἀτμεύω· ἀτμήν
5γὰρ ὁ δοῦλος. ἀπὸ οὖν τοῦ ἀτμήν ἀτμῶ καὶ ἀτμεύω καὶ ἡ θηλυκὴ μετοχὴ ἀτμεύουσα AB, Sym. 1526, EM 2036. Comm. Nic. al.

alpha

1359

Ἀτμήν (Call. fr. 507)· ὁ δοῦλος· Καλλίμαχος (l. c.)· φιλαδελφίων † ἀτμένος ἢ ἀδόμων†·
ἀτμήν εἴρηται παρὰ τὸ τιμή ἀτιμήν καὶ κατὰ συγκοπὴν ἀτμήν, οἷον ὁ ἄτιμος. ἢ πολύτμητόν τινα ὄντα ὑπὸ τῶν μαστίγων τοῦ α ἐπιτα‐
5τικοῦ νοουμένου AB, Sym. 1526, EM 2034, Et. Gud. α 825. *Orio.

alpha

1360

Ἄτμητος· τὸ τμητός καὶ ἄτμητος οὐ πεποίηται ἀπὸ τῶν εἰς μω. οὐ γὰρ παρὰ τὸ τέμω, ἀλλ’ ἀπὸ τοῦ τεμῶ γίνεται τομή ῥηματικὸν ὄνομα καὶ ὡς δέμω δομή καὶ οἰκοδομή καὶ νέμω νομή. ἐκ δὲ τοῦ τομή γίνεται ῥῆμα τομῶ, ὡς φωνή φωνῶ, σκηνή σκηνῶ,
5τιμή τιμῶ. ἐκ δὲ τοῦ τομῶ γίνεται ῥηματικὸν ὄνομα τομητός καὶ κατὰ συγκοπὴν τμητός καὶ ἄτμητος, ὡς καμητός κμητός καὶ ἄκμη‐ τος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ (fr. 368) AB, Sym. 1527, EM 2038. Philox. l. c.

alpha

1361

Ἀτμός· ἡ ἀναπνοὴ τοῦ θερμοῦ ὕδατος· παρὰ τὸ ἄω, τὸ πνέω, ὁ παρακείμενος ἦσμαι ἀσμός καὶ ἀτμός AB, Sym. 1528,
EM 2037. *Orio.

alpha

1362

Ἄτοπον· τὸ ἄτοπον ἀντὶ τοῦ θαυμαστοῦ ἢ ἀλόγου τάττε‐ ται AB, Sym. 1529, EM 2039. Lex. rhet.

alpha

1363

Ἄτρυτος· οὐκ ἀπὸ τοῦ τρύχω, ἀλλ’ ἀπὸ τοῦ τρύω τρυτός καὶ ἄτρυτος· σημαίνει δὲ τὸν ἀκαταπόνητον AB, Sym. 1530, EM 2050, Eust. 1517, 11. Lex. rhet.

alpha

1364

Ἀτρέμας (Β 200)· ἡσύχως, ἠρέμα, χωρὶς τρόμου (l. c.)·
ἀτρέμας ἧσο· παρὰ τὸ τρέμω ἀτρεμῶ γίνεται ἀτρέμα, ὥσπερ παρὰ τὸ σιγῶ σῖγα καὶ ἀντῶ ἄντα, οἷον (Ο 318)·
5
ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων· καὶ πλεονασμῷ τοῦ ς ἀτρέμας. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν AB, Sym. 1531, EM 2044, Et. Gud. (c) α 1952. Hdn. l. c.

alpha

1365

Ἀτρύγετος (Α 316)·
παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο. εἰ μὲν παρὰ τὴν τρύγην, οὐ πλεονάζει· τρύγη δέ ἐστιν ὁ Δημητρια‐ κὸς καρπός, οἷον (Archil. fr. 43, 2—3)·
5†ὥσπερ ὄνου
κήλωνος ὀτρυγηφάγου, κατὰ πλεονασμὸν τοῦ ο ὡς ἐπὶ τοῦ κρυόεις ὀκρυόεις, παρὰ τῷ Ἀρ‐ χιλόχῳ· εἰ δὲ παρὰ τὸ τρύειν, πλεονάζει· ἄτρυτος γὰρ καὶ ἀτρύετος καὶ πλεονασμῷ τοῦ γ ἀτρύγετος. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ
10παθῶν (II 284, 13) AB, Sym. 1532, EM 2053, Eust. 108, 43
+ 1003, 58. Hdn. l. c.

alpha

1366

Ἀτραπὸς οἷνος· τραπεῖν ἐστι τὸ πατῆσαι· ὅθεν καὶ τὸ πρὸ τοῦ πατηθῆναι γινόμενον ἀπόσταγμα τῆς σταφυλῆς ἀτραπὸς οἶνος καὶ † ἀπότροπος λέγεται. οὕτως Ὦρος AB, Sym. 1533, EM 2014. Orus.

alpha

1367

†Ἀτρῶιος· εἴρηται περὶ τούτου εἰς τὸ ἀθῷος (α 149, ubi nunc deest exemplum) AB.

alpha

1368

Ἀτρείδηισι (υ 136 ...), Θήβηισι (Ξ 114 ...), πύ‐ ληισι (Γ 149)· ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλή‐
γουσαν. ἔστι γὰρ Ἀτρείδαις καὶ Θήβαις καὶ πύλαις, καὶ κατ’ ἐπέκ‐ τασιν γίνονται Ἀτρείδαισι καὶ Θήβαισι καὶ πύλαισι, καὶ κατὰ τροπὴν
5Ἰωνικὴν τοῦ α εἰς η Θήβηισι καὶ πύληισι καὶ Ἀτρείδηισι καὶ μένει τὸ ι προσγεγραμμένον. λέγει δὲ ὁ Τεχνικός (cf. Hdn. II 469, 11), ὅτι ὥσπερ οἱ Ἀθηναῖοι τῆς ει διφθόγγου τὸ ἓν φωνῆεν τρέπουσιν, οἷον εἰκάζω, ᾔκαζον, εἴδειν ᾔδειν, τὸν αὐτὸν οὖν τρόπον καὶ οἱ Ἴωνες τῆς αι διφθόγγου τὸ ἓν φωνῆεν μόνον τρέπουσιν, λέγω δὴ τὸ α εἰς
10η, οἷον Ἀτρείδαισι Ἀτρείδηισι. δεῖ δὲ γινώσκειν, ὅτι παρὰ τῷ ποιητῇ πᾶσαι αἱ τοιαῦται δοτικαὶ τρέπουσι τὸ α εἰς η, εἴτε ἀπεκτε‐ ταμέναι εἰσὶν εἴτε ἀνεπέκτατοι, οἷον ἐν παλάμαις (Η 105)·
ἐν παλάμηισιν, (Α 238—237)·
15
ἐν παλάμηις φορέου〈σι〉 δικασπόλοι υἷες Ἀχαιῶν, καὶ πάλιν ἐν βήσσαις (Λ 87)·
ἐν βήσ〈σ〉ηισιν, καὶ πάλιν κορυφαῖσι (Γ 10 ...)·
κορυφῆισι,
20καὶ πάλιν κονίαισι καὶ κονίη〈ι〉σιν (Γ 55)·
ὅτ’ ἐν κονίησι μιγείης. δύο δέ τινα σημειούμεθα μὴ τρέψαντα τὸ α εἰς η παρὰ τῷ ποιητῇ, οἷον (ε 119)·
†ὅτε θεαῖς ἀγάασθε παρ’ ἀνδράσιν εὐνηθῆναι,
25καὶ (Μ 284)
λιμέσι τε καὶ ἀκταῖς. δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ μὲν τῶν ἀρσενικῶν 〈καὶ〉 θηλυκῶν, ἡνίκα μὲν εἰς ες ἐστὶν ἡ εὐθεῖα τῶν πληθυντικῶν, 〈προσθέσει τῆς σι συλλαβῆς γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν〉 παρὰ τοῖς ποιηταῖς
30καὶ τοῖς Ἴωσιν, οἷον Αἴαντες Αἰάντεσσι, κύνες κύνεσσι, λαμπάδεσσι, μητέρεσσι· ἡνίκα δὲ μὴ εὑρεθῇ εἰς ες ἡ εὐθεῖα τῶν πληθυντικῶν,
ἐκ τῆς δοτικῆς τῶν πληθυντικῶν γίνονται αἱ τοιαῦται ἐπεκτεταμέναι δοτικαὶ κατὰ πρόσθεσιν τοῦ ι, οἷον καλοῖς καλοῖσι, σοφοῖς σοφοῖσι, Μούσαις Μούσαισι, Ἀτρείδαις Ἀτρείδαισι. τοῦτο δὲ γίνεται, ἐπειδὴ
35πᾶσα δοτικὴ πληθυντικῶν θέλει ἔχειν πρὸ τοῦ ι τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μέν, οἷον Αἴασι λέβησι, δυνάμει δέ, οἷον Κύκλωψι κόραξιν. ἐπεὶ οὖν τὸ καλοῖς καὶ σοφοῖς οὔτε δυνάμει οὔτε ἐνεργείᾳ ἔχει τὸ ς πρὸ τοῦ ι, τούτου χάριν ἐπεκτείνονται διὰ τοῦ ι, ἵνα εὑρε‐ θῇ πρὸ τοῦ ι τὸ ς. ἐπὶ δὲ τῶν οὐδετέρων, ἐπειδὴ οὐδέποτε λήγει
40εἰς ες ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἐκ τῆς γενικῆς τῶν ἑνικῶν γίνον‐ ται αἱ τοιαῦται δοτικαί, οἷον στόματος στομάτεσσι. οὕτως ὁ Χοιρο‐ βοσκὸς εἰς τὴν Ποσότητα AB, Sym. 1534, EM 2048. Choerob. l. c.

alpha

1369

Ἆτος (Ε 388)· ὁ ἀπλήρωτος· παρὰ τὸ τῶ, τὸ ζητῶ, γίνε‐ ται ῥηματικὸν ὄνομα μετὰ τοῦ ἐπιτατικοῦ α ἆτος, ὁ ἀκόρεστος· ὁ γὰρ ἀκόρεστος πάντοτε αἰτεῖ. ἢ ἀπὸ τοῦ ἆσαι, τὸ κορέσαι, οἷον (Ε 289 ...)·
5
αἵματος ἆσαι Ἄρηα ταλαύρινον, γίνεται ἆτος κατὰ ἀντίφρασιν, τουτέστιν ὁ μὴ κεκορεσμένος (Ε 388)·
καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο. ἔστι δὲ τοιοῦτον περὶ τοῦ Ὤτου καὶ Ἐφιάλτου· τοὺς Ἀλοΐδας τούτους, φασί, γενέσθαι βασιλεῖς τῆς Ἑλλάδος· πολλῆς δὲ καὶ βαρ‐
10βάρου γῆς ἐπικρατήσαντας καταπαῦσαι τὸν πόλεμον καὶ τὰς εἰς αὐτὸν παρασκευὰς καὶ ἐν εἰρήνῃ ποιῆσαι βιοτεύειν τοὺς ἀνθρώπους· διὰ τοῦτο ἔδοξαν δῆσαι τὸν Ἄρη, τουτέστι τὸν πόλεμον. βέλτιον δὲ τοῦτο, ὅτι φιλοσοφεῖν βούλεται Ὅμηρος διὰ ταύτης τῆς ῥαψῳδίας. Ἄρην οὖν ὀνομάζει τὸν θυμόν, Ὦτον δὲ καὶ Ἐφιάλτην τοὺς ἐν
15παιδείᾳ λόγους. τούτων γὰρ τῶν λόγων ὁ μὲν τῆς ἐκμαθήσεως καὶ διδασκαλίας κινεῖται, ὁ δὲ ἕτερος ἐστὶν ἐνδιάθετος καὶ ἐκ φύσεως παρεπόμενος τοῖς ἀνθρώποις. τὸν μὲν οὖν διὰ τῆς μαθήσεως διδα‐ σκόμενον λόγον Ὦτον προσηγόρευσεν, ὅτι διὰ τῶν ὤτων αὐτὸν καὶ τῆς ἀκοῆς ἐκμανθάνομεν παιδευόμενοι, τὸν δὲ ἐνδιάθετον καὶ ἐκ
20φύσεως παρεπόμενον Ἐφιάλτην ὠνόμασεν, οἷον τὸν αὐτομάτως ἐφαλ‐ λόμενον, τουτέστιν ἐμβαλλόμενον ταῖς ἀκοαῖς. ὑπὸ τούτων δὲ ἀμφο‐ τέρων, φησί, δεθῆναι τὸν Ἄρη, τουτέστι τὸν θυμόν, καὶ ἐπὶ πολὺ βασανισθῆναι, ἐπειδὴ οἱ ἐν παιδείᾳ λόγοι ἐκπαιδεύουσι καὶ ἐκδιδά‐ σκουσι τοὺς ἀνθρώπους κατέχειν μὲν ὀργὴν καὶ ἐπιθυμίαν, ἥκιστα
25δὲ θυμῷ χρῆσθαι, ὅπερ φησὶν Ὅμηρος, θυμὸν μὲν ἐπὶ τῶν λόγων τούτων, αὖθις δὲ λυθῆναι αὐτὸν ὑπὸ Ἑρμοῦ Ἐριβοίας τοῦτο μη‐ νυούσης. Ἑρμῆν πάλιν ὠνόμαζον τὸν λόγον, ὅτι ἑρμηνεὺς γίνεται πάντων πραγμάτων ὁ λόγος· Ἠεριβοίαν δὲ ὠνόμαζον τὴν στάσιν παρὰ † τῇ μεγίστῃ φωνῇ χρῆσθαι τὰ στασιάζοντα πλήθη ἐν ταῖς
30πόλεσιν, ἐπειδὴ πολλοῖς λόγοις ἐξουσίαν δίδωσι τῷ θυμῷ χρῆσθαι τῇ οἰκείᾳ ῥώμῃ, ὅτ’ ἂν ὑπὲρ πατρίδος δέοι καὶ παίδων καὶ γονέων καὶ κτημάτων καὶ πολιτείας πρὸς πολεμίους ἀγωνίζεσθαι· τότε γὰρ ὁ λόγος οὐκέτι κατέχει τὸν θυμόν, οὐδὲ εἴργει χρῆσθαι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τουναντίον αὐτὸς καὶ παρακελεύεται καὶ προτρέπεται
35χρῆσθαι κατὰ τῶν οἰκείων, μᾶλλον δὲ τῶν ἐχθίστων, ἵνα μὴ ὑπὸ τῶν πολεμίων ληφθέντες κακῶς πείσωνται AB, Sym. 1535, EM
2040. *Comm. Hom.

alpha

1370

Ἀτραπός· ἡ ὁδός· παρὰ τὸ τρέπω τραπός καὶ κατ’ ἐπί‐ τασιν τοῦ α ἀτραπός. καὶ ἀτραπιτός ἡ αὐτή, ἡ πολλὰς τοῖς ἄλλοις τροπὰς παρέχουσα AB, EM 2013. *Orio?

alpha

1371

Ἀτρεύς· παρὰ τὸ τρεῖν, τὸ φοβεῖσθαι· ὥσπερ γὰρ παρὰ τὸ τρέφω γίνεται τροφεύς, οὕτως καὶ παρὰ τὸ τρέω γίνεται τρεύς καὶ μετὰ τοῦ στερητικοῦ α Ἀτρεύς, ὁ ἄφοβος AB, Sym. 1536, EM 2046. Orio 30, 5 + 612, 43 Werfer.

alpha

1372

Ἄτρακτος (Soph. Trach. 714)· κυρίως τὸ γυναικεῖον ἐργαλεῖον, ἐφ’ οὗ τὸ νῆμα περιειλεῖται· καταχρηστικῶς δὲ καὶ ἐπὶ βέλους· Σοφοκλῆς (l. c. 714—715)·
τὸν γὰρ βαλόντ’ ἄτρακτον οἶδα καὶ θεὸν
5
Χείρωνα πημήναντα. εἴρηται δὲ κατ’ εὐφημισμὸν ἀτάρακτος ὤν· ἀεὶ γὰρ ταράσσεται. ἢ ὅτι ἀτάρακτον τὸ νῆμα φέρει. ἀπὸ οὖν τοῦ ταράσσω γίνεται ἀτά‐ ρακτος. ἐπὶ δὲ τοῦ βέλους ἀπὸ τῆς περὶ τοῦ ξύλου ὁμοιότητος εἴρη‐ ται μεταφορικῶς AB, Sym. 1537, EM 2042, Et. Gud. (c) α
101921. Orio 17, 17.

alpha

1373

Ἀτρακτυλίς (Theocr. id. 4, 52)· εἶδος ἀκάνθης. εἴρηται δέ, ὅτι αἱ τῶν ἀγροίκων γυναῖκες ἀπ’ αὐτῆς τοὺς ἀτράκτους ἐποίουν AB, Sym. Z335, EM 2043. *Orio.

alpha

1374

Ἀτρεκέως (Β 10) καὶ ἀτρεκές (Ε 208), ὃ δὴ καὶ μετὰ τοῦ † ν λέγεται, καὶ τὸ α ἐπιτατικὸν λαμβάνεται· παρὰ γὰρ τὸ δέρκω ῥῆμα γίνεται † ἀδερκής καὶ μετ’ ἐπιτάσεως τοῦ α καὶ καθ’ ὑπέρθεσιν τοῦ ρ καὶ τροπῇ τοῦ δ εἰς τ γίνεται ἀτρεκής, ὑπὸ
5γὰρ πολλῆς ὀξυωπίας τὸ ἀληθὲς θηρᾶται. ἢ παρὰ τὸ τρέω, ὃ ση‐ μαίνει τὸ δέδοικα γίνεται τρεής καὶ ἀτρεής καὶ πλεονασμῷ τοῦ κ ἀτρεκής, ὁ γὰρ εὐθαρσὴς καὶ εὔτολμος τὴν ἀλήθειαν λέγει, ὁ δεδοι‐ κὼς δὲ ψεύδεται. Ἀλέξανδρος (fr. novum.) δὲ ἀπὸ τοῦ τρέχω τρεχής καὶ ἀτρεκής, ὃν οὐδὲν δύναται παραδραμεῖν, ἢ ὃ οὐδεὶς
10δύναται παραδραμεῖν, ἢ ὃ οὐδεὶς δύναται παραδραμεῖν εὖ φρονῶν AB, Sym. 1538, EM 2045. Orio 5, 1 + 611, 20 Werfer.

alpha

1375

Ἀτρία· πόλις Τυρρηνίας. ἱστορεῖται δὲ ὑπὸ Διομήδους κτισθῆναι καὶ ὀνομασθῆναι Αἰθρία, ὅτι ἐπιστάντος αὐτοῦ τῷ τόπῳ, χειμῶνος ὄντος, συνέβη αἰθρίαν γενέσθαι, οἱ δὲ παραφθείραντες τὸ
ὄνομα Ἀτρίαν αὐτὴν ὠνόμασαν AB, Sym. 1539, EM 2049. *Orus.

alpha

1376

Ἀτρυτώνη (Β 157)· ἡ Ἀθηνᾶ· εἴρηται δὲ παρὰ τὴν τρυτάνην, ἥτις ἐστὶ ζυγός, ἀντὶ τοῦ ἄζευκτε· παρθένος γὰρ ἡ θεός AB, Sym. 1540, EM 2052, Et. Gud. (c) α 1934, Eust. 1517, 5. *Comm. Hom.

alpha

1377

Ἄττα (I 607 ...)· ἐπίφθεγμα τιμητικὸν νεωτέρου πρὸς πα‐ λαιότερον. εἴρηται παρὰ τὸ ἀππά κατὰ Μακεδόνας, τροπῆς γενομένης τοῦ π εἰς τὸ τ AB, Sym. 1541, EM 2054. *Comm. Hom.

alpha

1378

Ἄττα· οὐ τὸ ἐπίφθεγμα, ἀλλὰ τὸ Ἀττικόν, ὅπερ ὁ ποιητὴς ἅσσα εἶπεν, οἶον (Κ 208, 409)·
ἅσσα τε μητιόωσι μετὰ σφίσιν. τοῦτο δὲ γέγονεν ἀπὸ τοῦ τα Δωρικοῦ τοῦ σημαίνοντος τὸ τινά,
5ὅπερ διπλασιασμῷ τοῦ ς μετὰ τοῦ α ψιλοῦ τρέπεται καὶ διὰ τῶν δύο ττ λέγεται Ἀττικῶς. σημαίνει δὲ τὸ τινά ψιλούμενον, δασυνό‐ μενον δὲ τὸ ἅτινα AB, Sym. 1542, EM 2055. *Lex. rhet.

alpha

1379

Ἀττάραγος (Call. ep. 46, 9)· ἡ ἐπὶ τῶν ἄρτων ἀπὸ τῆς φλογὸς γενομένη ῥῆξις· Καλλίμαχος (l. c.)·
οὐδ’ †εσὸν ἀτταραγόν †τοι δέδοικα†.
παρὰ τὸ ἀτάραγός τις ὤν AB, EM 2059. *Methodius?

alpha

1380

Ἀττικός· τὸ ἐθνικόν, ὁ Ἀθηναῖος. εἴρηται παρὰ τὸ ἀκτή, ἀκτικός καὶ Ἀττικός· Ἀκτή γὰρ ἐκαλεῖτο ἡ Ἀττική, ὅθεν καὶ Ἀκταῖοι οἱ Ἀθηναῖοι ἐκαλοῦντο AB, Sym. 1543, EM 2056,
Et. Gud. (c) α 1926. *Orus.

alpha

1381

Ἀτυχθείς (Ζ 468)· ἔστι τεύχω, τὸ ἐπιτυγχάνω, ὁ μέλλων τεύξω, ὁ δεύτερος ἀόριστος ἔτυχον, ἐτύχην, ἡ μετοχὴ τυχείς καὶ τυ‐ χθείς κατὰ πλεονασμὸν τοῦ θ, ὥσπερ χαμαλός χθαμαλός· καὶ μετὰ τοῦ στερητικοῦ α ἀτυχθείς, ὁ μὴ βουλόμενος τυχεῖν, ἀλλ’ ἀποστρε‐
5φόμενος εἰς τὸ διαμαρτεῖν. σημαίνει δὲ καὶ τὸ καταπλαγείς, φοβη‐ θείς, ὥσπερ Ὅμηρος (l. c.)·
πατρὸς φίλου ὄψιν ἀτυχθείς AB, Sym. 1545, EM 2065. Orio 7, 29.

alpha

1382

Ἀτυχῆσαι (Plat. Theaet. 186c)· τὸ ἀτυχῆσαι ἀντὶ τοῦ ἀποτυχεῖν Πλάτων (l. c.) λαμβάνει AB, Sym. 1544, EM 2064. Lex. rhet.

alpha

1383

Ἀτυζόμενοι (Ζ 41)· ταρασσόμενοι· ἀτύω, τὸ ταράσσω, ἀτύσω καὶ κατὰ παραγωγὴν ἀτύζω Αἰολικῶς AB, Sym. 1546, EM 2063. Comm. Hom.

alpha

1384

Ἀτύζων (Nic. al. 193 var. lect.): (l. c. 192—194)· ἄκρα δ’ ἐπὶ ψύχει περὶ δὲ φλέβες ἔνδοθι γυίων
†ῥωμαλαῖαι στέλλονται· ὃ δ’ ἠέρα παῦρον ἀτύζει
οἷα κατηβολέων, ψυχὴ δ’ Ἀϊδωνέα λεύσσει.
5ἐάν ἐστιν ἀτίζων, ἀφροντιστῶν, ἐὰν δὲ ἀτύζων, ἄτῃ περιφερόμενος. οἷα κατηβολέων· καταπίπτων σώματι καὶ ψυχῇ. οὕτως εὖρον ἐν Ὑπομνήματι Νικάνδρου ἐν † Θηριακοῖς AB, Sym. 1547, EM
2062. Schol. Nic. al.

alpha

1385

Αὐαλέας· εἴρηται εἰς τὸ αὐχμός (α 1433) AB, Sym.
1549, EM 2068.

alpha

1386

Αὐγή· παρὰ τὸ ἄγω ἀγή καὶ αὐγή, δι’ ἧς ἀγόμεθα· σκότος δὲ παρὰ τὸ ἐπισχέσθαι ἡμᾶς AB, Sym. 1550, EM 2069, Et. Gud. α 845. Orio 28, 24.

alpha

1387

Αὐδή (Α 249)· ἡ φωνή· εἴρηται παρὰ τὸ αὐγή αὐδή κατὰ τροπήν, δι’ ἧς αὐγάζεται καὶ φωτίζεται τὰ τοῦ νοῦ· Ἀπολλώνιος (III 30, 6) δὲ παρὰ τὸ αὔω, τὸ φωνῶ, 〈αὐτή〉, ὅπερ ἐν διαιρέσει λέγεται ἀϋτή καὶ τροπῇ αὐδή AB, Sym. 1551, EM 2070a. Hdn.
5II 371, 14.

alpha

1388

Αὔδα (Ξ 195, Σ 426)· (Α 363, Π 19)·
ἐξαύδα, μὴ κεῦθε νόῳ· ἔστι † αὐδέω αὐδῶ, ὁ παρατατικὸς ηὔδαον ηὔδων, τὸ τρίτον ηὔδαε ηὔδα καὶ τὸ προστακτικὸν αὔδαε αὔδα (l. c.)·
5
αὔδα ὅ τι φρονέεις· τὸ δὲ αὐδῶ παρὰ τὸ αὐδή αὐδῶ, ὡς φωνή φωνῶ καὶ σιγή σιγῶ AB, Sym. 1552, EM 2070b. *Hdn.?

alpha

1389

Αὐέρυσαν (Α 459)· ἰστέον, ὅτι τὸ α οὐ μόνον τὸ ὁμοῦ σημαίνει, ὡς ἐπὶ τοῦ ἄλοχος, ἀλλὰ καὶ τὸ ὀπίσω, ὡς ἐπὶ τοῦ ἀκό‐ λουθος· οὐ μόνον γὰρ τὸν ὁμοκέλευθον σημαίνει, ἀλλὰ καὶ τὸν ὀπίσω
τὴν κέλευθον ἔχοντα, ὁ γὰρ ἀκολουθῶν ὄπισθεν ἀκολουθεῖ. ἤτοι
5οὖν ὁμοκέλευθος ἢ ὀπίσω ἔχων τὴν ὁδόν, ὥστε τὸ α σημαίνει τὸ ὀπίσω ἔρυσαν καὶ ἀέρυσαν, καὶ πλεονασμῷ τοῦ υ αὐέρυσαν. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (fr. novum)· τὸ δὲ α τὸ σημαῖνον τὸ ὀπίσω ἀπὸ τοῦ ἄψ γέγονε κατὰ ἀποβολήν AB, Sym. 1553, EM 2071. Hdn. l. c.

alpha

1390

Αὐθάδης· αὐτάρεσκος, θυμώδης, θρασύς, ὑπερόπτης. οὕτως εἰς τὸ Ῥη(τορικόν). εἴρηται ὁ ἑαυτῷ ἁδῶν καὶ μὴ συμβούλῳ τινὶ χρώμενος, αὐτοάδης καὶ αὐθάδης· ἁδεῖν γὰρ σημαίνει τὸ ἀρέ‐ σκειν AB, Sym. 1554, EM 2072, Et. Gud. (c) α 1963. Lex.
5rhet. + *Orio.

alpha

1391

Αὖθι (Α 492)· τοπικὸν ἐπίρρημα (l. c.)·
αὖθι μένειν, αὐτόθι, ἐπὶ τόπον· τὸ δὲ παρὰ τῷ ποιητῇ αὖτις ἐστὶ μετὰ τοῦ τ, οἷον (Ξ 438)·
5
αὖτις δ’ ἐξοπίσω πλῆτο χθονί, καὶ σημαίνει εἰς τὸ ἐξ ὑστέρου. τὸ δὲ αὖθι τοπικόν ἐστι ἀντὶ τοῦ αὐτόθι· ἐν γενικῇ γὰρ καὶ ἐν τοπικῇ σχέσει λαμβάνεται· Ὅμηρος (Φ 322)·
αὐτοῦ οἱ καὶ μοῖρα τετεύξεται. ὥσπερ γὰρ ἀπὸ τοῦ Λέσβος γίνεται Λεσβόθι, οὕτως καὶ ἀπὸ τοῦ
10αὐτός αὐτόθι καὶ κατὰ συγκοπὴν αὖθι. οὕτως Δίδυμος (schol. D ad A 492) καὶ Ἡρωδιανὸς (fr. novum) καὶ Ἀπολλώνιος (de adv. I 192, 20) AB, Sym. 1555, EM 2076. *Orio.

alpha

1392

Αὐθέντης (Lys. or. fr. inc. p. 187b 31 Baiter—Sauppe)· ὁ φονεὺς ὁ ἑαυτὸν κτιννύων· τὸ γὰρ ἐν τῇ συνηθείᾳ ἕτερον. εἴρηται παρὰ τὸ αὐτοέντης τις ὤν, ὁ ἑαυτὸν βάλλων τοῖς ἔντεσιν, ὅ ἐστι τοῖς βέλεσιν. τὸ δὲ ἐν τῇ συνηθείᾳ ἔοικεν παρὰ τὸ αὐτὸ καὶ τὸ ἔντης, ὁ
5ἑαυτὸν ἐπαφεὶς εἰς πάντα καὶ ὢν αὐτεξούσιος καὶ μὴ ἄλλου ἀλλ’ ἑαυτοῦ ὤν AB, Sym. 1556, EM 2073, Et. Gud. (c) α 1965. *Orio.

alpha

1393

Αὐΐαχοι (Ν 41)· Ὅμηρος (l. c.)·
ἄβρομοι αὐΐαχοι. ἢ παρὰ τὴν ἰὰν † ἰακός καὶ ἢ κατὰ πλεονασμὸν ἢ κατὰ στέρησιν ἀΐ〈α〉χος καὶ πλεονασμῷ τοῦ υ αὐΐαχος. τινὲς δὲ παρὰ τὸ ἰαχή ἰαχός
5καὶ ἐν συνθέσει αὐΐαχος, ἵνα σημαίνῃ τὸν ξηρόφωνον AB, Sym. 1557, EM 2077. *Orio.

alpha

1394

Αὐλός· τὸ φωνητικὸν ὄργανον καὶ ὁ εἰς εὐθὺ ἐξακοντισμὸς
τοῦ αἵματος (χ 18) καὶ περόνης μέτρον (τ 227). οὕτως ἐν τῷ Ῥη‐ τορικῷ. γέγονε δὲ παρὰ τὸ αὔω, τὸ φωνῶ, αὐλός, ὡς δαίω δαυλός AB, Sym. 1558, EM 2078. Lex. rhet. + Orio 13, 19.

alpha

1395

Αὐλός· τὸ στάδιον, καὶ ἐν συνθέσει δίαυλος. εἴρηται δὲ διὰ τὴν στενότητα· καθ’ ἣν καὶ αὐλῶνας τὰ μεταξὺ τῶν † φαρύγγων στενὰ ἐπὶ μῆκος φερόμενα ὀνομάζομεν· καὶ ἐπαύλεις τὰς † μεστὰς κελεύθους ἀναπαύσεις, ἀπὸ τῶν μουσικῶν ὀργάνων· καὶ γὰρ διὰ
5στενοπόρου ἐπιτεχνήματος τὸ πνεῦμα τῶν αὐλούντων διαθέει AB, Sym. 1559, EM 2079, Et. Gud. (c) α 1982 + 1990b. Lex. rhet.

alpha

1396

Αὖλιν (I 232)·
ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο, ἀντὶ τοῦ αὐλισμὸν ἐποιήσαντο, ἐστρατοπεδεύσαντο, ἐκοσμήθησαν AB, Sym. 1560, EM 2086, Et. Gud. (c) α 1970. Comm. Hom.

alpha

1397

Αὐλῆς ἐν χόρτῳ (Λ 774)· ἐν τῷ περιφράγματι τῆς αὐλῆς, ἐν τῷ μεσαύλῳ. χόρτοι δὲ οἱ † τροχοί, ἐπειδὴ ἀπὸ χόρτου τὸ παλαιὸν κατεσκευάζοντο AB, Sym. 1561, EM 2083, Eust. 883, 45. Comm. Hom.

alpha

1398

Αὐλίς (Β 303)· πόλις Βοιωτίας, ἀπὸ τοῦ αὐτόθι αὐλισθῆ‐ ναι τὸν Ἑλληνικὸν στρατόν AB, Sym. 1562, EM 2085, Eust.
265, 8. Comm. Hom.

alpha

1399

Αὐλή (Λ 774)· ὁ περιτετειχισμένος καὶ ὕπαιθρος τόπος, οἷον (l. c.)·
αὐλῆς ἐν χόρτῳ· παρὰ τὸ ἄω, τὸ πνέω, γίνεται αὐή καὶ αὐλή, ὁ περιπνεόμενος τόπος
5AB, Sym. 1563, EM 2083, Eust. 1337, 41 + 1347, 55. Orio 20, 25.

alpha

1400

Αὐλισθῆναι· ἔστιν ἅλες, τὸ ἀθροῦν· ἐκ τούτου γίνεται ἁλίζω καὶ αὐλίζω, καὶ ἁλιζόμενοι, τουτέστιν συναθροιζόμενοι. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (fr. novum) AB, Sym. 1564, EM 2088. Hdn. l. c.

alpha

1401

Αὐλητρίς· ἔστιν αὐλητήρ αὐλητῆρος, εἶτα παρωνύμως αὐλητηρίς καὶ κατὰ συγκοπὴν αὐλητρίς, ὡς σωτήρ σωτῆρος σωτηρίς καὶ 〈ἐτήρ〉 ἐτῆρος ἐτηρίς τριετηρίς AB, EM 2084. *Hdn.?

alpha

1402

Αὔλιον ἄντρον (Ap. Rh. 2, 910)·
ἠδὲ καὶ Αὔλιον ἄντρον ἐπωνυμίην καλέουσιν· παρὰ τὸ ἐν αὐτῷ αὐλισθῆναι τὸν Διόνυσον AB, Sym. 1565, EM 2089. Schol. Ap. Rh.

alpha

1403

Αὐλωνία· πόλις ὑπὸ Κροτωνιατῶν κτισθεῖσα καὶ ἀπὸ τῶν προκειμένων αὐλῶν ἔχουσα τὸ ὄνομα· ὕστερον δὲ τῷ χρόνῳ Καυλωνία ἐκλήθη AB, Sym. 1566, EM 2082. *Orus.

alpha

1404

Αὐλῶπις τρυφάλεια (Ν 530)· ἐκ πολλῶν μερῶν καὶ ποικίλων συνεστῶσα, καθάπερ καὶ τὰ τοῦ αὐλοῦ μέρη. ἢ εἰς ὀξὺ
λήγουσα, καθάπερ αὐλὸς ἐπὶ τὴν τῆς γλώττης εἰσβολήν. ἢ αὐλίσκον ἔχουσα, καθ’ οὗ πήγνυται ὁ λόφος· ἔστι δὲ εἶδος περικεφαλαίας
5AB, Sym. 1567, EM 2081, Et. Gud. α 857, Eust. 537, 1. *Comm. Hom. (cf. schol. D ad E 182).

alpha

1405

Αὐλοῖσι διδύμοισι (τ 227)· πᾶν τὸ εἰς μῆκος ἀνα‐ τεταμένον αὐλὸς καλεῖται· δίδυμον δὲ καλεῖν εἴωθεν Ὅμηρος τὸ συμφυές, τοὺς δὲ παρ’ ἡμῖν διδύμους διδυμάονας (Π 672 ...) καλεῖ AB, Sym. 1569, EM 2080. *Comm. Hom.

alpha

1406

Αὖος· ὁ ξηρός. ἔστιν ῥῆμα ὕω, τὸ σημαῖνον τὸ βρέχω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀΰω καὶ κατὰ συναίρεσιν αὔω, ἐξ οὗ ῥημα‐ τικὸν ὄνομα αὖος, ὁ μὴ ὑγρός, ἀλλ’ εἰς αὖσιν καὶ καῦσιν ἐπιτήδειος. ἢ παρὰ τὸ αὔω, τὸ ξηραίνω, γίνεται αὖος, ὁ ξηρός AB, Sym. 1570,
5EM 2090. Orio 2, 9 + 185, 30 Koese + 611, 39 Werfer.

alpha

1407

Αὐόνη (Archil. fr. 230)· ἡ ξηρότης· Ἀρχίλοχος, οἷον (l. c.)·
κακήν σφιν Ζεὺς ἔδωκεν αὐόνην. εἴρηται παρὰ τὸ αὔω, τὸ ξηραίνω, ἔνθεν καὶ αὖος αὐόνη, ὡς ἔχω ἐχόνη καὶ ἀμπεχόνη καὶ πείρω περόνη καὶ βάλλω βελόνη AB, Sym.
51571, EM 2091. *Orio.

alpha

1408

Αὐρόσχας· ἡ ἄμπελος· μέμνηται Παρθένιος ἐν Ἡρακλεῖ (fr. 10 Diehl)·
†αὐρόσχαλα βότρυν †Ἰκαριωνίης·
5Ἐρατοσθένης δὲ ἐν Ἐπιθαλαμίῳ (fr. 28 Powell) τὸ κατὰ βότρυν κλῆμα. εἴρηται δὲ ἐπαιωρημένη τις οὖσα ὄσχη· ὄσχη γὰρ τὸ κλῆμα καὶ ὄσχος εἴρηται AB, Sym. 1572, EM 2092. *Orio.

alpha

1409

Αὔρα· ἡ λεπτοτάτη πνοὴ τοῦ ἀνέμου. ἔστι δὲ παρώνυμον παρὰ τὸ ἀήρ ἄρα καὶ πλεονασμῷ τοῦ υ αὔρα μεταχθὲν ἀπὸ ἀρσενι‐ κοῦ εἰς θηλυκὸν γένος, ὡς ξυστήρ ξύστρα, γαστήρ γάστρα. δύναται δὲ καὶ ἀπὸ τοῦ ἀήρ ἀέρος γενέσθαι ἀέρα καὶ κατὰ κρᾶσιν αὖρα, ὡς
5γράες αἱ γραῦς καὶ αἱ νάες αἱ ναῦς AB, Sym. 1573, EM 2093. Orio 14, 12.

alpha

1410

Αὔριον· παρὰ τὴν αὔω Αἰολικῶς, ὃ σημαίνει τὴν ἡμέραν, αὔιον καὶ αὔριον AB, EM 2094, Et. Gud. (z) α 1782. Orio 14, 24.

alpha

1411

Αὔσονες· οἱ Ἰταλοί. καὶ Αὐσονία ἡ Ἰταλία· οὐκ ἀπὸ Αὔσονος τοῦ Κίρκης ἢ Καλυψοῦς καὶ Ὀδυσσέως, ἀλλ’ ὅτι τὴν Ἰτα‐ λίαν οἱ παροικοῦντες ἔποικοι Αὔζενα ἔλεγον, κατὰ μετάπτωσιν οὖν τοῦ ζ εἰς τὸ ς καὶ τοῦ ε εἰς ο Αὔσονες οἱ † ἄζονες AB, Sym.
51574, EM 2097. *Orus?

alpha

1412

Αὐσταλέας (Ap. Rh. 3, 831)· αὐχμηράς, ξηράς· παρὰ τὸ αὔω, τὸ ξηραίνω· Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά, οἷον (l. c.
831—833)·
αὐσταλέας δ’ ἔψηχε παρηΐδας· αὐτὰρ ἀλοιφῇ
5
νεκταρέῃ φαίδρυνε περὶ χρόα· δῦνε δὲ πέπλον AB, EM 2098. Schol. Ap. Rh.

alpha

1413

Αὐσίον (Ibyc. fr. 12)· καὶ ὁ μὲν Ἴβυκος αὔσιον λέγει, οἷον (l. c.)·
οὐ γὰρ αὔσιον παῖς Τυδέως, ὁ δὲ Ἀλκμὰν ταυσία, οἷον (fr. 112)·
5
ταυσία † παλλακίω, ὁ δὲ ποιητὴς κατὰ διάστασιν καὶ τροπὴν τοῦ α εἰς η, οἷον (γ 316)·
τηϋσίην ὁδόν. οὐδεὶς γὰρ τὸν σχηματισμὸν αὐτοῦ κατώρθωσεν· ἐγὼ δὲ ἡγοῦμαι, ὅτι πρῶτον τὸ παρ’ Ἰβύκῳ, δεύτερον τὸ παρ’ Ἀλκμᾶνι, τρίτον τὸ
10παρ’ Ὁμήρῳ κατὰ διάστασιν. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 176, 12) AB, EM 2096. Hdn. l. c.

alpha

1414

Αὐσίτης· Ἰσαῦ Ἰσαύτης καὶ ὑπερβιβασμῷ Αὐσίτης· Ἰσαύα γὰρ χώρα ἐστίν, ἐξ ἧς ἦν AB, Sym. 1575, EM 2095. *Orus?

alpha

1415

Αὖτις (Ξ 438)· παρὰ τὸ α, ὃ σημαίνει εἰς τὰ ὀπίσω, ὅθεν τὸ (Α 459)
αὐέρυσαν, καὶ † τοῦ τίς καὶ πλεονασμῷ τοῦ υ αὖτις, τὸ ἐκ δευτέρου AB,
5Sym. 1576, EM 2105. *Orio.

alpha

1416

Ἀτενίζω· τὸ πάνυ βλέπω, ἀπὸ τοῦ τείνω, ὁ μέλλων τενῶ, καὶ κατὰ παραγωγὴν τενίζω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀτενίζω, τὸ λίαν καὶ ἐπιτεταμένως βλέπω AB, Sym. 1577, EM 2022. *Orio.

alpha

1417

Αὖτε· ἀπὸ τοῦ α, τοῦ σημαίνοντος τὸ ὀπίσω, γίνεται ἄτε
καὶ πλεονασμῷ τοῦ υ αὖτε AB, Sym. 1578, EM 2104. *Orio.

alpha

1418

Αὐτάρκης· παρὰ τὸ αὐτός καὶ τὸ ἀρκῶ, τὸ βοηθῶ, ὁ ἑαυτῷ ἐπαρκῶν καὶ βοηθῶν AB, Sym. 1579, EM 2103, Et. Gud. α 863. *Orio.

alpha

1419

Αὐτίκα (Γ 141)· ὥσπερ παρὰ τὸ πολλὰ γίνεται πολλάκι καὶ ὀλίγα ὀλιγάκι καὶ δέκα δεκάκι καὶ παρὰ † τὰτου Δωρικῶς τουτάκι, ὡς παρὰ Πινδάρῳ (fr. 320)·
τουτάκι † πεζαμένης,
5οὕτως καὶ παρὰ τὸ αὐτά αὐτάκι καὶ κατὰ ἀντίθεσιν αὐτίκα. οὕτως Ὠρίων. καὶ μετὰ τῆς † πρό προθέσεως παραυτίκα AB, Sym. 1580,
EM 2110. Orio.

alpha

1420

Αὐτοκασίγνητος (Β 706)· γνήσιος ἀδελφός AB, EM 2121. *Comm. Hom.

alpha

1421

Αὐτοσχεδά (Π 319)· ἐκ τοῦ σύνεγγυς (l. c. 319—320)·
Μάρις δ’ αὐτοσχεδὰ δουρὶ
Ἀντιλόχῳ ἐπόρουσε AB, EM 2134. Comm. Hom.

alpha

1422

Αὐτόγυον (Ap. Rh. 3, 232)· (l. c. 232—234)· πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄρτρον ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις δέξατο, Φλεγραίῃ κεκμηότα δηϊοτῆτι.
5Φλέγρα ὄρος Θρᾴκης, ὅπου συνέστησαν οἱ θεοὶ πρὸς Τιτᾶνας μάχην. εἴρηται δὲ διὰ τὸ ἐν αὐτῷ φλεγῆναι τοὺς Γίγαντας τῷ κεραυνῷ Διῒ ἀνθισταμένους. αὐτόγυον δὲ δύο εἴδη εἰσὶν ἀρότρων, τὸ μὲν καλεῖται πηκτόν, τὸ δὲ αὐτόγυον· καὶ τὸ μὲν ἐκ συμβολῆς ξύλων 〈ἔχον〉 τὸ ἔλυμα καλεῖται πηκτόν, τὸ δὲ ἐξ ἑνὸς ξύλου ἔχον τὸ ἔλυμα καλεῖ‐
10ται αὐτόγυον· τὸ δὲ ἔλυμα ξύλον ἐστίν, εἰς ὃ ὕνις σιδηρᾶ οὖσα ἐντίθεται καὶ τὴν γῆν σχίζει. ὃ δὲ κρατεῖ ὁ ἀρῶν ἐχέτλη καλεῖται. τὸ δὲ διὰ τοῦ ἐλύματος διαβεβλημένον ξυλάριον, εἰς ὃ ἡ ἐχέτλη καθίεται, ἀλύη· τὸ δὲ ξύλον τὸ ἀπὸ τούτου γινόμενον ἐπὶ τοὺς βοῦς γύης. τὸ δὲ ἀπὸ τοῦ γύου εἰς τὸν ζυγὸν ἱστοβοεύς. τοῦ δὲ ζυγοῦ τὰ
15τιθέμενα ἐπὶ τοὺς αὐχένας τῶν βοῶν οἱ μὲν ζεύγλας, οἱ δὲ βοείας, οἱ δὲ μέσσαβα καλοῦσιν. οὕτως σχόλιον εὗρον εἰς τὰ Ἀργοναυτικά AB, Sym. 1581, EM 2118. Schol. Ap. Rh.

alpha

1423

Αὔτως· παρὰ τῷ ποιητῇ σημαίνει τὸ ὁμοίως καὶ τὸ μα‐ ταίως. τὸ ὁμοίως μὲν (Γ 339)
ὣς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν, τὸ ματαίως δὲ (Α 133—134)
5
αὐτὰρ ἔμ’ αὔτως
ἧσθαι δευόμενον AB, Sym. 1582, EM 2113, Et. Gud. (z) α 1802a. *Orus?

alpha

1424

Αὐτόχρημα· αὐτὸ τὸ πρᾶγμα. ἡ χρῆσις εἰς τὸ ἡρῷον (Et. gen. η s. v.) AB, Sym. 1583, EM 2133. Lex. rhet.

alpha

1425

Αὐτοκράτωρ· μεμπτέον οὖν τὴν συνήθειαν ἐπὶ τοῦ αὐτοκράτωρ ὀνόματος. παρὰ τὸ κρατήτωρ ἐστὶ λέγειν, παρὰ γὰρ τὸ κραίνω κράντωρ ἐστί· καὶ ἐν συνθέσει αὐτοκράτωρ. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ (fr. 369) AB, Sym. 1584, EM
52119. Philox. l. c.

alpha

1426

Αὐτοκάβδαλον (Lycophr. 745)· Λυκόφρων (l. c.)·
ἀναυλόχητον αὐτοκάβδαλον σκάφος. ἀναυλόχητον μὲν τὴν μικρὰν λέγει· οὐ γὰρ ἦν ναῦς, ἀλλ’ αὐτοσχέ‐ διον πλοῖον οὐδέπω ἐν ὅρμῳ καὶ λιμένι καταλεγόμενον· ναυλόχους
5γὰρ ἔλεγον τοὺς λιμένας. αὐτοκάβδαλον δὲ τὸ εἰκῇ καὶ ὡσαύτως καὶ αὐτουργὸν γεγονός. κυρίως δὲ ἡ λέξις ἐπὶ τῶν ἀλφίτων εἴρηται· τὸ ὡς ἔτυχεν φυραθὲν ἄλευρον αὐτοκάβδαλον AB, Sym. 1585, EM
2129. Schol. Lycophr.

alpha

1427

Αὐτόματος· αὐτόκλητος καὶ αὐτοπρόθυμος· παρὰ τὸ † μένω, τὸ προθυμοῦμαι, ὅθεν καὶ μεμαυῖα ἡ μετοχή. ὁ παθητικὸς παρακείμενος μέμαμαι μέμασαι μέμαται· καὶ ὥσπερ παρὰ τὸ κέκρι‐ ται γίνεται κριτός καὶ βέβαται βατός καὶ ἄβατος, οὕτως καὶ παρὰ τὸ
5μέμαται ματός καὶ αὐτόματος † καὶ αὐτοπρόθυμος. ἢ παρὰ τὸ μα‐ στεύω, τὸ ζητῶ, μαστός καὶ αὐτόματος, ὁ αὐτοζήτητος καὶ μὴ παρ’ ἑτέρου ζητηθείς AB, Sym. 1586, EM 2117, Eust. 247, 27. *Orio.

alpha

1428

Ἀϋτή (Β 153)· βοή. εἴρηται παρὰ τὸ αὐδῶ αὐδή ἀϋδή καὶ τροπῇ ἀϋτή, ὡς ἐν τῷ μελετῶναι μελεδῶναι· παρὰ γὰρ τὸ μελέτη, μελέτη γὰρ ἡ φροντίς. ἢ παρὰ τὸ αὔω, τὸ φωνῶ, γίνεται αὐτή καὶ ἀϋτή AB, Sym. 1588a, EM 2099, Et. Gud. (z) α 1753 (?),
5Eust. 140, 35. *Orio.

alpha

1428A

Ἀϋτμή (I 609)· ἡ ἀναπνοή· παρὰ τὸ ἄω, τὸ πνέω, γίνεται αὔω καὶ ἐξ αὐτοῦ αὐτμή καὶ ἀϋτμή AB, Sym. 1588b, EM 2099, Eust. 778, 4 + 1328, 60 + 1803. *Orio (cave 30, 23 conferas).

alpha

1429

Ἀΰτει (Λ 258)· ἐφώνει, προσεκαλεῖτο (l. c.)·
καὶ ἀΰτει πάντας ἀρίστους AB, Sym. 1589, EM 2100. Comm. Hom.

alpha

1430

Αὐτοσχεδόν (Η 273)· σύνεγγυς. εἰς τὸ σχεδόν (Et. gen. ς s. v.) ἡ ἐτυμολογία AB, EM 2134. Comm. Hom.

alpha

1431

Αὐτονυχεί (Θ 197)· σημαίνει δὲ τὸ ἐν αὐτῇ τῇ νυκτί AB, Sym. 1587, EM 2130. Comm. Hom.

alpha

1432

Αὐχήν· ὁ τράχηλος· εἴρηται παρὰ τὸ αὐχμήν αὐχήν, ὁ κατάξηρος τόπος τοῦ σώματος. ἢ παρὰ τὸ † ἔχω ὀχήν καὶ αὐχήν, ἐφ’ οὗ ὀχεῖται ἡ κεφαλή. ἢ παρὰ τὸ αὐχεῖν καὶ γαυριᾶν γίνεται αὐχήν· γαυριῶντες γὰρ καὶ ἐπαιρόμενοι ἀνατείνομεν αὐτόν· οὕτως
5δὲ καὶ τραχηλιᾶν τινας λέγομεν. οὕτως Μεθόδιος AB, Sym. 1590, EM 2136, Eust. 1917, 23. Methodius.

alpha

1433

Αὐχμός (Arat. phaen. 1098)· ἡ ξηρότης· Ἄρατος (l. c. 1096—1098)·
περιδείδιε δ’ αἰνῶς
ἀμητῷ, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθοι
5
αὐχμῷ ἀνιηθείς. εἴρηται παρὰ τὸν αὔξω μέλλοντα αὐχμός κατὰ ἀντίφρασιν, ὁ μὴ ποιῶν τι αὔξεσθαι· ὑγρότης γὰρ τρέφει. ἢ παρὰ τὸ αὔω, τὸ ξηραίνω, ἐξ οὗ αὖος καὶ αὐαλέος καὶ αὐσταλέος γίνεται αὐχμός· τὸ μὲν γὰρ κοινὸν αὐγμός, τὸ δὲ Ἀττικὸν αὐχμός. ἢ παρὰ τὸ ἄζω, τὸ ξηραίνω,
10γίνεται ἀχμός καὶ αὐχμός AB, Sym. 1591 (+ 1549), EM 2135, Eust. 1960, 51. *Methodius vel *Orio.

alpha

1434

Αὔω (Υ 51)· τὸ φωνῶ· παρὰ τὸ ἄω, τὸ πνέω, γίνεται αὔω κατὰ πλεονασμὸν τοῦ υ AB, Sym. 1592, EM 2137. Hdn.
II 272, 14.

alpha

1435

Αὔω· τὸ ξηραίνω· παρὰ τὸ ὕω, τὸ βρέχω, γίνεται μετὰ τοῦ στερητικοῦ α ἀΰω καὶ κατὰ συναίρεσιν αὔω, τὸ ἐξ ἀνομβρίας γινόμενον AB, Sym. 1593, EM 2137. Hdn. II 272, 12.

alpha

1436

Αὔας (Μ 137)· τὰς ξηράς· παρὰ τὸ αὔω, τὸ ξηραίνω (l. c. 137—138)·
βόας αὔας
ὑψός’ ἀνασχόμενος
5AB, Sym. 1594, EM 2068. Comm. Hom.

alpha

1437

Αὔω· τὸ καθεύδω· Νίκανδρος ἐν Θηριακοῖς (263)·
ἢ καὶ ἁματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει, ἀντὶ τοῦ καθεύδει ἢ διατρίβει. εἴρηται δὲ παρὰ τὴν αὔαν Αἰολικῶς· τὴν γὰρ ἠῶ οἱ Αἰολεῖς αὖάν φασι. κυρίως γὰρ αὔω λέγεται τὸ ἕως
5τῆς ἕω καθεύδω AB, Sym. 1595, EM 2137, Et. Gud. (c) α 2011a.
*Methodius?

alpha

1438

Αὔως· ἡ ἠώς, τουτέστιν ἡ ἡμέρα, οὕτως λέγεται παρὰ Αἰολεῦσιν· Σαπφὼ (fr. 157 Lobel—Page)·
πότνια αὔως, καὶ (fr. 104 a, 1 ibid.)
5
Ἔσπερε, πάντα φέρων ὅσα φαινόλις ἐσκέδας’ αὔως. εἴρηται παρὰ τὸ αὔω, ὃ σημαίνει τὸ βοῶ, αὔως, ἐπειδὴ φαινομένης αὐτῆς τὰ ζῷα φθέγγονται καὶ ἀλλήλους ἐπὶ τὰ ἔργα καλοῦσιν οἱ ἄνθρωποι AB, Sym. 1596, EM 2138, Et. Gud. (c) α 2012, Eust.
1848, 36. *Methodius?

alpha

1439

Ἀφαδία· ἡ ἀπαρέσκουσα, ἐχθρά, οἷον (Eupol. fr. 376)·
δοκῶ μοι νῦν ὁρᾶν ἀφαδίαν. εἴρηται παρὰ τὸ ἀπό καὶ τὸ ἁδεῖν, ὃ σημαίνει τὸ ἀρέσκειν, ἵν’ ᾖ ἡ μὴ ἀρέσκουσα. ἀφαδία οὖν ἡ ἀφανδάνουσα· καὶ οἱ ἐχθροὶ δὲ τοιοῦτοι
5ἀφανδάνοντες AB, Sym. 1599, EM 2139. Lex. rhet.

alpha

1440

Ἀφάδιος· ὁ ἐχθρός· παρὰ τὸ ἀφανδάνειν. οὕτως Ἡρω‐ διανός (II 480, 15) AB, Sym. 1599, EM 2139. Hdn. l. c.

alpha

1441

Ἀφαμαρτοεπής (Γ 215)· ὁ ἁμαρτάνων ἐν τῷ λέγειν AB, EM 2141. Comm. Hom.

alpha

1442

Ἀφάμαρτεν (Θ 119)· ἀπέτυχεν· ἀπὸ τοῦ ἁμαρτῶ AB, Sym. 1600, EM 2140. Comm. Hom.

alpha

1443

Ἀφαρεύς (I 83)· ὁ ἥρως (l. c.)·
Ἀφαρῆά τε Δηΐπυρόν τε. ὁ δὲ Ἀπολλώνιος (Arg. 1, 151) καὶ ὁ Πίνδαρος (Nem. 10, 65) Ἀφα‐
ρῆος ὑποτίθενται τὴν εὐθεῖαν. εἴρηται οὖν Ἀφαρεύς παρὰ τὸ φάρος,
5τὸ παρὰ τοῖς τραγικοῖς συστελλόμενον, καὶ ἐν παραγωγῇ Ἀφαρεύς, ὁ δὲ Ἡρωδιανός (II 850, 16) φησι τὰ τοιαῦτα τῶν ὀνομάτων παρὰ τὸ Ἄρης συγκεῖσθαι, Τυνδάρης, † Ἀφιάρης καὶ Ἀμφιάραος· γέγο‐ νεν οὖν καὶ τὸ Ἀφάρης οὕτως, εἶτα παρωνύμως Ἀφαρεύς. ὁ δὲ † Κρατῖνος (Crates fr. 54a Mette) παρὰ τὸ ἄφαρ ἐπίρρημα, παρ’ ὃ
10καὶ ἀφάρτερός φησι AB, Sym. 1601, EM 2147, Eust. 943, 6. *Orio.

alpha

1444

Ἀφάρτερος (Ψ 311)· ταχύτερος. Ὅμηρος (l. c.)·
τῶν δ’ ἵπποι μὲν ἔασιν ἀφάρτεροι· εἴρηται παρὰ τὸ ἄφαρ ἐπίρρημα, ἔνθεν οἱ Ἀλεξανδρεῖς ἀφαρεί λέγου‐ σιν τὸ ἐσπουδασμένως καὶ ἀπερισκέπτως ποιεῖν τι ἢ λέγειν AB,
5Sym. 1602, EM 2146. Orio 12, 14.

alpha

1445

Ἀφάσσειν· τὸ ψηλαφᾶν· παρὰ τὸ ἅπτω ἁφή ἁφῶ ἀφάσσω, τὸ τῇ ἁφῇ ὑποβάλλω, ὡς μάσθλη μασθλάσσω AB, Sym. 1603, EM 2151. *Orio.

alpha

1446

Ἀφαυρός· ὁ ἀσθενής, ἤτοι ὁ ἄγαν παῦρος καὶ ὀλίγος κατὰ τὴν δύναμιν. ἢ παρὰ τὸ φῶ, τὸ λέγω, ὁ μέλλων φάσω, γίνεται φαρός καὶ μετὰ τοῦ στερητικοῦ α ἀφαρός καὶ πλεονασμῷ τοῦ υ ἀφαυρός, ὁ μὴ δυνάμενος δι’ ἀσθένειαν λέξαι. ἢ παρὰ τὸ φῶ, τὸ
5φαίνω, γίνεται παράγωγον ῥῆμα φάω, οἷον (ξ 502)·
φάε δὲ χρυσόθρονος, καὶ ἐξ αὐτοῦ φάρος ὄνομα καὶ κατὰ στέρησιν ἀφαρός καὶ πλεονασμῷ τοῦ υ ἀφαυρός, ὁ ἀλαμπὴς καὶ εὐτελής. ὀξύνεται δὲ τὸ φαρός πρὸς ἀντιδιαστολὴν τοῦ παρὰ Καλλιμάχῳ εἰρημένου, οἷον (fr. 287)·
10
ἦ ἄφαρον φαρόωσι. ἄφαρον δὲ τὴν ἀγεώργητον γῆν παρὰ τὸ φέρω AB, Sym. 1604, EM 2149, Eust. 1745, 50. *Orio.

alpha

1447

Ἄφαρ (Β 453)· εὐθέως, ταχέως· παρὰ τὸ ἅπτω ῥῆμα· τὸ οὕτως ταχέως ἅμα τῷ ἅψασθαι καὶ ἵεσθαι AB, Sym. 1605,
EM 2145, Eust. 158, 38. Orio 30, 1.

alpha

1448

Ἄφαλον (Κ 258)· (l. c. 257—258)·
κυνέην
ταυρείην ἄφαλόν τε καὶ ἄλοφον· κυνέην μὲν καταχρηστικῶς τὴν ἐκ ταυρείου δέρματος, ἄφαλόν τε καὶ
5ἄλοφον κατ’ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φαλοί γὰρ τὰ ἐπὶ τῶν περι‐ κεφαλαιῶν μικρὰ ἀσπιδίσκια, λόφοι δὲ αἱ τριχώσεις AB, Sym. 1606, EM 2142, Eust. 803, 56. Comm. Hom.

alpha

1449

Ἀφάροτος (Call. fr. 555)· ἡ ἀναροτρίαστος γῆ· φάρος γὰρ ἡ ἄροσις, οἷον ἄαρος καὶ πλεονασμῷ τοῦ φ ἄφαρος (Call. fr. 287)· καὶ αὐτὴ δὲ ἡ ἄροσις παρὰ τὸ αἴρειν καὶ διαιρεῖν. ἢ φάρος παρὰ τὸ φάρσαι, ὅ ἐστι σχίσαι· καὶ γὰρ διφάρσους φαμὲν
5χιτῶνας τοὺς εἰς δύο μέρη κεχωρισμένους καὶ φάρσος τὸ ἀπόσχισμα τῆς ἐσθῆτος AB, Sym. 1607, EM 2148, Et. Gud. (c) α 2019. *Methodius.

alpha

1450

Ἄφακα· Σύρων μέν ἐστιν ἡ λέξις· δύναται δὲ καὶ καθ’ Ἑλλάδα γλῶσσαν, εἰ δεῖ τὸ δημῶδες εἰπεῖν ῥῆμα, περίλημμα, † περι‐ βαλούσης τὸν Ἄδωνιν τῆς Ἀφροδίτης ἐκεῖ, ἢ τὴν πρώτην ἢ τὴν ἐσχάτην περιβολήν AB, EM 2143. *Orus?

alpha

1451

Ἀφελής· ὁ ὑγιὴς τὸ σῶμα καὶ ὁλόκληρος, οὕτως παρὰ Ἀθηναίοις· παρὰ τὸ μηδενὸς ἀφαιρεῖσθαι μέρους τοῦ σώματος, ἀλλ’ ὑγιὴς εἶναι. λέγεται δὲ καὶ ἀφελής ὁ εὔκολος, ὃν ἄν τις ἕλοι διὰ τὴν εὐκολίαν· Ἀριστοφάνης Ἱππεῦσιν (527)·
5 διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρέσυρεν. καὶ οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς ἐδοκιμάζοντο Ἀθήνησιν, εἰ ἀφελεῖς καὶ ὁλόκληροι AB, Sym. 1608, EM 2157. *Lex. rhet.

alpha

1452

Ἀφέσιος Ζεύς· ἐν Ἄργει τιμᾶται. εἴρηται δέ, ὅτι Δευκαλίων τοῦ κατακλυσμοῦ γενομένου διαφυγὼν καὶ εἰς τὴν ἄκραν τὴν Ἀργοῦς διασωθεὶς ἱδρύσατο βωμὸν Ἀφεσίου Διός, ὅτι ἀφείθη ἐκ τοῦ κατακλυσμοῦ. ἡ δὲ ἄκρα ὕστερον Νεμέα ἐκλήθη ἀπὸ τῶν
5Ἄργου βοσκημάτων ἐκεῖ νεμομένων. οὕτως Ἀρρειανὸς ἐτυμολογεῖ ἐν † τοῖς βʹ τῶν Βιθυνιακῶν (FGH 156 F 16) AB, Sym. 1609, EM 2161. *Orio.

alpha

1453

Ἀφέστατε (Δ 340)· ἄποθεν καὶ χωρὶς ἑστήκατε, κατὰ
συγκοπὴν AB, Sym. 1610, EM 2152. Comm. Hom.

alpha

1454

Ἀφεστᾶσι (Ν 738)· πόρρωθεν ἑστήκεισαν, ἑστήκασι κατὰ συγκοπήν AB, Sym. 1611, EM 2153. *Comm. Hom.

alpha

1455

Ἀφετήρ· ἀπὸ τοῦ ἵημι ἑτής καὶ ἑτήρ καὶ ἀφετήρ. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ (fr. 370) AB, Sym. 1612, EM 2155. *Orio.

alpha

1456

Ἄφεμα· ἐκ τοῦ ἵημι ἵεμαι ἕμα καὶ ἐν συνθέσει ἄφεμα. οὕτως ὁ αὐτός (Philox. fr. 271) AB, Sym. 1613, EM 2154. *Orio.

alpha

1457

Ἀφ’ Ἑστίας ἄρχεται· τουτέστιν ἀπό τινος ἑστίας ἄρχεται· ἑστίαν γὰρ ἐκάλουν οἱ ἀρχαῖοι οὐ μόνον τὸ σκεῦος, οὐδὲ μὴν αὐτὴν τὴν θεάν, ἀλλὰ καὶ τὴν οἰκίαν, καθάπερ ὅταν λέγῃ (ζ 265)·
πᾶσι γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ,
5καὶ (Β 125)
Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσοι ἔασιν, ὅσοι οἶκον ἔχουσι. καὶ ἐν τῇ συνηθείᾳ λέγομεν ἀφ’ ἑστίας ἄρχεται, τουτέστιν ἀπό τινος οἰκίας ἄρχεται AB, Sym. 1614, EM 2156. *Lex. rhet.

alpha

1458

Ἀφέωκα· ἀμφίβολον· θέμα γάρ ἐστιν ἀφεῖκα, εἶτα ἔλλει‐ ψις τοῦ ι, εἶτα πλεονασμὸς τοῦ ω ἀφέωκα. οὐ δεῖ δὲ τὰ ἀμφιβαλ‐ λόμενα παραλαμβάνειν, ἀλλ’ ὥσπερ παρὰ τὸ πετῶ γίνεται πέπτηκα καὶ πέπτωκα κατὰ τροπὴν τοῦ η εἰς ω, καὶ τὸ παρώχηκα παρώ‐
5χωκα, οὕτως οὖν καὶ ἦκα, πλεονασμῷ τοῦ ε ἕηκα καὶ τροπῇ τοῦ η εἰς ω ἀφέωκα· καὶ ὁ παθητικὸς παρακείμενος κατὰ τὸ τρίτον ἵημι AB, Sym. 1615, EM 2165a. Hdn. l. c.

alpha

1459

Ἀφερτή (Ν 237)· οἷον (l. c.)·
ἀφερτὴ δ’ ἀρετή· ἀπὸ τοῦ φέρω γίνεται φερτός καὶ φερτή καὶ ἀφερτή, ἐκ δὲ τοῦ φερτός καὶ προφερέστερος τὸ συγκριτικὸν καὶ προφερέστατος AB,
5Sym. 1616, EM 2160. Philox. fr. dub. 647.

alpha

1460

Ἀφέλεσθε (Α 299)·
ἐπεί μ’ ἀφέλεσθέ γε δόντες· ἀπὸ τοῦ ἕλω, τὸ λαμβάνω, καὶ ἐν συνθέσει ἀφέλω, ὁ παθητικὸς ἐνεστὼς ἀφέλομαι, τὸ πρῶτον τῶν πληθυντικῶν ἀφελόμεθα, καὶ
5ἀφέλεσθε AB, Sym. 1617, EM 2159. *Comm. Hom.

alpha

1461

Ἄφενος (Α 171)· εἴρηται εἰς τὸ ἀφνειός (α 1480)
AB, Sym. 1618; cf. EM 2175.

alpha

1462

Ἀφεῖναι· εἴρηται εἰς τὸ θεῖναι (Et. gen. θ s. v.) καὶ εἶναι (Et. gen. ε s. v.) AB, Sym. 1623.

alpha

1463

Ἀφῆκα· ἐκ τοῦ ἵημι· ὁ μέλλων ἥσω, καὶ ἧκα καὶ ἐν συνθέσει ἀφῆκα. οὕτως Ζηνόβιος (cf. p. 32, 17 La Roche) AB, Sym. 1624, EM 2163a. Zenobius l. c.

alpha

1464

Ἀφήμενος (Ο 106)·
ὁ δ’ ἀφήμενος οὐκ ἀλεγίζει, ἀντὶ τοῦ πόρρω καθεζόμενος AB, Sym. 1625, EM 2163b. Comm. Hom.

alpha

1465

Ἀφ’ ἡμῶν· ἡ ἀπό πρόθεσις καὶ ἡμῶν ἀντωνυμία. δασύ‐ νεται δὲ τὸ ἡμῶν· αἱ γὰρ ἀπὸ μακρᾶς ἀρχόμεναι ἀντωνυμίαι δασύ‐ νονται πλὴν τῆς αὐτός AB, *Methodius?

alpha

1466

Ἀφήτωρ (I 404)· ὁ οὐδός, ἤγουν ὁ βαθμός, ἡ φλιά. καὶ ὁ τοξότης (l. c.)·
οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει. εἴρηται παρὰ τὸ ἵημι ἕτης καὶ ἀφέτης, ὡς τίθημι θέτης καὶ δίδωμι
5δότης. ταῦτα δὲ γίνονται κατὰ τροπὴν εἰς ηρ· θέτης θετήρ καὶ ἐν συνθέσει ὑμνοθετήρ, δότης δοτήρ (θ 325)·
θεοί, δοτῆρες ἑάων,
οὕτως ἕτης ἑτήρ, καὶ ὡς δοτήρ δώτωρ, οἷον (θ 335)·
†δώτωρ ἑάων,
10οὕτως ἕτης ἕτωρ καὶ ἥτωρ καὶ ἀφήτωρ, ὁ ἀφεὶς τὰ βέλη. οὕτως Φιλόξενος (fr. 388) καὶ Μεθόδιος. ἢ ὁ Ἀπόλλων, ἤτοι ὁμοφήτορος, ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομένου τῷ πένητι καὶ πλουσίῳ AB, Sym. 1626, EM 2168, Eust. 759, 63. Philox. l. c. + Me‐ thodius + Comm. Hom.

alpha

1467

Ἄφθιτον (Β 46)· ἀδιάφθαρτον, αἰώνιον. ἡ χρῆσις εἰς τὸ φθίω (glossam sub litt. φ omissam reddit Et. Gud. (d) ad α 892 s. v. ἄφθιτον) AB, Comm. Hom.

alpha

1468

Ἀφθονέστατον· ἰστέον, ὅτι τὸ ἀρχέστατον, ὡς παρ’ Αἰσχύλῳ ἐν τῇ Πηνελόπῃ, οἷον (fr. 187)·
ἐγὼ γένος μέν εἰμι Κρὴς ἀρχέστατον· καὶ τὸ αἰδοιέστατον, ὡς παρ’ Ἀλκμᾶνι, οἷον (fr. 2, ii)·
5
†συοῖσικ’ ἀνθρώποισιν αἰδοιέστατοι, καὶ τὸ ἀφθονέστερα, οἷον (Aesch. fr. 72)·
†ὅρα σε κρήνης ἀφθονέστερα † λιβασιλ( )
ταῦτα ποιητικά εἰσι κατ’ ἔθος Ἰώνων γινόμενα· τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ οὗτοι διὰ τοῦ ες προφέρουσι, οἷον δικαιέστερος καὶ
10ἀρχέστερος λέγοντες· ὤφειλεν γὰρ τὰ προειρημένα δικαιότερος εἶναι καὶ αἰδοιότερος καὶ ἀφθονώτερος. οὕτως Φιλόξενος εἰς τὸ Περὶ συγ‐ κριτικῶν (fr. 332) AB, *Orio.

alpha

1469

Ἀμφίδρυφοί εἰσι (Λ 393)· ἀμφοτέρωθεν ἐσπαρα‐ γμέναι AB, Sym. 1627. Comm. Hom. 〈Ἀφέξει (Α 97): EM 2170. *Epim. Hom. (cf. Et. Gud. α 885) + Comm. Hom.〉

alpha

1470

Ἀφίκου (LXX Iob 11, 7)· ἔστιν ἥκω, ὁ δεύτερος ἀόριστος παθητικὸς ἱκόμην, τὸ δεύτερον ἵκου καὶ ἐν συνθέσει ἀφίκου AB, Sym. 1628, EM 2171a. *Choerob.?

alpha

1471

Ἀφιᾶσι· ἔστι ῥῆμα ἵημι· τὸ δεύτερον ἵης καὶ τὸ τρίτον ἵησι, τὸ πρῶτον τῶν πληθυντικῶν ἵεμεν, ἐξ οὗ τὸ ἀφίεμεν, τὸ δεύτερον ἵετε καὶ ἀφίετε καὶ τὸ τρίτον ἱεῖσι· ὁμοίως τῇ δοτικῇ τῶν πληθυντικῶν τῆς ἰδίας μετοχῆς· ταῦτα δὲ τὰ τρίτα πρόσωπα τῶν
5πληθυντικῶν τῶν εἰς μι οἱ Ἴωνες προσόδῳ τοῦ α καὶ συστολῇ τῆς παραληγούσης προφέρονται, τιθέασι διδόασι ζευγνύασι· ἐπὶ δὲ τῆς δευτέρας συζυγίας τοῦτο οὐ ποιοῦσι διὰ τὴν κακοφωνίαν τοῦ ἱστάα‐ σιν· εἰ γὰρ ἐποίησαν προσόδῳ τοῦ α ἱστάασιν, ἀλλεπάλληλον εὑρί‐ σκεται τὸ α καὶ ἐκ τούτου κακόφωνον. καὶ ἀπὸ μὲν τοῦ ἵημι ἵης
10ἵησι ἦν ἱεῖσι καὶ Ἰωνικῶς ἱέασι καὶ ἐν συνθέσει ἀφιέασι καὶ κατὰ συναίρεσιν Ἀττικὴν ἀφιᾶσι. ἱᾶσι πέμπουσι. ἴασι πορεύονται AB,
Sym. 1629, EM 2167. Choerob. in Theod. II 334, 35.

alpha

1472

Ἀφίει (Α 25)·
ἀλλὰ κακῶς ἀφίει· ἔστι ῥῆμα ἱῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ὦ καὶ κατὰ ἀναδιπλασιασμὸν ἱῶ, ὁ παρατατικὸς ἵουν ἵεις ἵει καὶ ἐν συνθέσει ἀφίει AB, Sym.
51631. EM 2166. *Comm. Hom. vel. Epim. Hom. (cf. AO I 21, 31; AP III 312, 17).

alpha

1473

Ἀφίγμεθα· ἀπὸ τοῦ ἥκω ἥξω ἷγμαι ἵγμεθα καὶ ἀφίγμεθα AB, Sym. 1630, EM 2171b.

alpha

1474

Ἀφικνοῦμαι· εἴρηται εἰς τὸ ι στοιχεῖον εἰς τὸ ἱκνοῦ‐ μαι (Et. gen. ι s. v.) AB.

alpha

1475

Ἀφλοισμός (Ο 607)· ψόφος ποιὸς ἢ ἀφρός (l. c.)·
ἀφλοισμὸς δὲ περὶ στόμα γίνετο. γέγονε δὲ παρὰ τὸν ἀφρὸν ἀφροισμός καὶ ἀφλοισμός. ἢ παρὰ τὸ
ἀφρίζω ἀφρισμός καὶ ἀφλοισμός κατὰ μεταβολὴν τοῦ ρ εἰς τὸ λ
5καὶ πλεονασμῷ τοῦ ο. ἢ παρὰ τὸ φλέω φλοισμός καὶ ἀφλοισμός. οὕτως τὸ μὲν πρῶτον Ὠρίων (11, 12), τὸ δὲ δεύτερον ἄλλοι AB, Sym. 1632, EM 2174, Eust. 1033, 7. Orio l. c. + Hdn. II 96, 28.

alpha

1476

Ἄφλαστα (Lycophr. 26)· τὰ ἀκροστόλια τῆς νηός, οἷον (l. c.)·
ἄφλαστα καὶ φώσσωνας † ὠργυωμένας κατὰ ἀντίφρασιν, εὔθλαστα γάρ, κατὰ μετάθεσιν τοῦ θ εἰς φ, ὅπερ
5λέγεται καὶ κορωνίς· λέγεται δὲ κορωνὶς καὶ ἐπὶ τοῦ κρικίου τῆς θύρας καὶ τὸ ἐν τοῖς βιβλίοις ἐπικαμπὲς σχῆμα, ὅτε σημεῖον ποιοῦ‐ μεν AB, Sym. 1633, EM 2173, Et. Gud. (c) α 2059. Schol. Lycophr.

alpha

1477

Ἄφνω· τὸ ἐξαίφνης· παρὰ τὸ ἀφανής ὄνομα γίνεται ἐπίρ‐ ρημα ἀφανῶς καὶ συγκοπῇ καὶ ἀποβολῇ τοῦ ς ἄφνω AB, Sym.
1634, EM 2177, Et. Gud. (c) α 2068. Orio 25, 15.

alpha

1478

Ἀφνήμων (Antim. fr. 86 Wyss)· Ἀντίμαχος (l. c.)·
πολλὰ δὲ μῆλα τά περ ἀφνήμονας ἄνδρας· παρὰ τὸ ἄφενος γίνεται ἄφνος κατὰ συγκοπήν, ᾧ κέχρηται Πίνδαρος, οἷον (fr. 219)·
5
ὃ δ’ ἄφνει πέποιθεν. ἐκ τούτου γίνεται ῥῆμα ἀφνῶ καὶ ἐξ αὐτοῦ ἀφνήμων. οὕτως Φιλό‐ ξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ (fr. 372) AB, Sym. 1635, EM 2175. *Orio.

alpha

1479

Ἄφνει (Pind. fr. 219)· οἷον (l. c.)·
ὃ δ’ ἄφνει πέποιθεν. ἔστιν ἔνος ὁ ἐνιαυτός, ἐκ τούτου γίνεται ἄφενος, τοῦτο δέ ἐστι καὶ ἀρσενικὸν καὶ οὐδέτερον· καὶ ὅτε μὲν γίνεται ἄφενος ἀφένου, ἀρσε‐
5νικόν ἐστιν, οἷον (Call. Hy. 1, 96)·
οὔτ’ ἀρετὴ ἀφένοιο, ὅτε δὲ ἄφενος, ὡς τέμενος, οἷον (Hes. th. 112?)·
ἐς τ’ ἄφενος, οὐδετέρου ἐστὶ τὸ ἄφενος καὶ ἡ γενικὴ τοῦ ἀφένους καὶ ἡ δοτικὴ
10τῷ ἀφένει καὶ κατὰ συγκοπὴν ἄφνει. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (fr. novum) AB, Sym. 1636, EM 2175. Hdn. l. c.

alpha

1480

Ἀφνειός (Ε 9)· ὁ πλούσιος· ἔστιν ἔνος ὁ ἐνιαυτός· Καλ‐ λίμαχος (fr. 33)·
τετράενον Δαμάσου παῖδα † Νεστορίδην,
καὶ παρ’ Ὁμήρῳ (Ζ 94)·
5
ἤνις ἠκέστας, τουτέστιν ἐνιαυσιέως· ἐκ τούτου γίνεται σύνθετον ἄφενος καὶ πλεο‐ νασμῷ τοῦ ε ἀφενεός καὶ κατὰ συγκοπὴν ἀφνεός καὶ ἀφνειός πλεο‐ νασμῷ τοῦ ι. ἢ οἷον ἀπενεός, ὁ μὴ πενόμενος. ἰστέον δέ, ὅτι ἄφενος λέγεται ὁ ἀπὸ ἑνὸς ἐνιαυτοῦ συναγόμενος πλοῦτος, ἀφενός δὲ ὀξυ‐
10τόνως ὁ ἄνθρωπος ὁ πλήρης τοῦ † ἀφένου, ὡς ἀσφόδελος καὶ ἀσφο‐ δελός (λ 539)·
κατ’ ἀσφοδελὸν λειμῶνα. καὶ ἰστέον, ὅτι λέγεται καὶ ἀρσενικῶς καὶ οὐδετέρως· ἀρσενικῶς μὲν παρὰ Καλλιμάχῳ, οἷον (hy. 1, 96)·
15
οὐτ’ ἀρετὴ ἀφένοιο, (ibid. 94)·
δίδου δ’ ἀρετὴν ἄφενόν τε, οὐδετέρως δὲ παρ’ Ὁμήρῳ (Α 170—171)·
οὐδέ ς’ ὀΐω
20
ἐνθάδ’ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν AB, Sym. 1618, EM 2175 + 2176. *Hdn. (cf. Choerob. Orth. 168, 26) + Orio 2, 1.

alpha

1481

Ἄφοδος· ὁ ἀπόπατος, οἱονεὶ ἔξω τῆς ὁδοῦ γινόμενος· πάτος γὰρ ἡ ὁδός, οἷον (Ζ 202)·
πάτον ἀνθρώπων ἀλεείνων. λέγεται δὲ ἄφοδος καὶ ἡ ἀναχώρησις, ὥσπερ καὶ ἔφοδον τὴν ἐπέλευ‐
5σιν λέγομεν AB, Sym. 1619, EM 2178, Et. Gud. (c) α 2073. *Orio.

alpha

1482

Ἀφοσιοῦται· τὸ πληροῦται· ἀπὸ τοῦ ὅσιος ὁσιῶ καὶ ἀφοσιῶ AB, Sym. 1620, EM 2180. *Lex. rhet.

alpha

1483

Ἁφόωντα (Ζ 322)· ψηλαφῶντα· ἀπὸ τοῦ ἁφή ἁφῶ AB, Sym. 1621, EM 2181. Comm. Hom.

alpha

1484

Ἀφόρδιον (Nic. ther. 692)· ἡ ἀκαθαρσία καὶ τὸ ἄξιον ἀπελασίας· Νίκανδρος (l. c.)·
καὶ ἀφόρδια πάντα.
εἴρηται παρὰ τὸ ἀφορίζω ἀφορίζιον καὶ ἀφορίδιον καὶ κατὰ συγκοπὴν
5ἀφόρδιον, τὸ ἀφορίζεσθαι καὶ ἀπελαύνεσθαι ἄξιον. ἢ ἀφοδία καὶ ἀφορδία AB, Sym. 1622, EM 2179. Schol. Nic. + Orio 14, 29.

alpha

1485

Ἀφραδίῃσιν (Κ 350)· ἀβουλίαις, ἀφροσύναις· ἀπὸ τοῦ φράζω ἔφραδον φραδία καὶ ἀφραδία· καὶ (I 32)
ἀφραδέοντι, ἀσυνετοῦντι AB, Sym. 1637, EM 2191. Comm. Hom. ad K
5350 et I 32.

alpha

1486

Ἀφρός· παρὰ τὸ φρῶ ῥῆμα γέγονε φρός καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀφρός, τὸ μετὰ σφοδρᾶς φορᾶς προϊέμενον, τὸ δὲ φρῶ παρὰ τὸ προϊῶ γέγονε, προῶ καὶ πρῶ καὶ φρῶ AB, Sym. 1638, EM 2186, Et. Gud. (c) α 2083. Orio 21, 13.

alpha

1487

Ἀφραίνοντα (Β 258)· ἀφρονοῦντα, ἀνοηταίνοντα AB, Sym. 1639, EM 2183. Comm. Hom.

alpha

1488

Ἀφραδίῃ (Β 368)· ἀπειρίᾳ· ἀπὸ τοῦ φράζω (l. c.)· ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο
AB, Sym. 1637, EM 2190. Comm. Hom.

alpha

1489

Ἀφραδέως (Γ 436)· ἀνοήτως, ἀπείρως· ἀπὸ τοῦ φράζω φραδής ἀφραδής ἀφραδέως AB, Sym. 1640, EM 2191. Comm. Hom.

alpha

1490

Ἀφροδίτη· παρὰ τὸ δύνειν ἐκ τοῦ ἀφροῦ, ἤγουν ἀνέρ‐ χεσθαι τοῦ θαλασσίου· ἐκεῖθεν γὰρ ἀνῆλθεν. τινὲς δὲ παρὰ τὸν ἀφρὸν τοῦ σπέρματος τοῦ ἀνδρός· ἔφορος γάρ ἐστι 〈***〉. τινὲς (Eur. Tro. 989) δὲ παρὰ τὴν ἀφροσύνην· ἡ γὰρ Ἀφροδίτη ἐναντία
5ἐστὶ τῇ Ἀθηνᾷ, ὅ ἐστι τῇ φρονήσει. ἄλλοι (Didym. p. 401, fr. 3 Schmidt) δὲ Ἀφροδίτην αὐτήν φασιν, οἱονεὶ ἁβροδίαιτόν τινα οὖσαν. Χοιροβοσκός (orth. 170, 16) AB, Sym. 1641, EM 2189. Choerob. l. c.

alpha

1491

Ἄφρεον (Λ 282)· ἤφριζον, τὸν ἀφρὸν ἔπεμπον AB, Sym. 1642, EM 2188. Comm. Hom.

alpha

1492

Ἀφρήτωρ (I 63)· φατρίαν καὶ συγγένειαν μὴ ἔχων. φατρία δέ ἐστι κυρίως τὸ τρίτον μέρος τῆς φυλῆς AB, Sym. 1643,
EM 2184, Eust. 735, 50. Comm. Hom.

alpha

1493

Ἀφυλίσαι· παρὰ τὴν ἰλύν, καὶ κατὰ μετάθεσιν ὕλις, καὶ ἐν συνθέσει ἀφυλίσαι AB, Sym. 1644, EM 2197. *Orio.

alpha

1494

Ἀφυσγετόν (Λ 495)· τὸ ἰλυῶδες καὶ συρφετόν· παρὰ τὸ ἀφύω, ἀφ’ οὗ τὸ ἀφύσσω, ὡς ὑλάω ὑλάσσω, ὀδύω ὀδύσσω, γίνε‐ ται ἀφυγετός, ὡς πήσσω παγετός, καὶ πλεονασμῷ τοῦ ς ἀφυσγετός, τρέπονται γὰρ τὰ δύο σς εἰς γ, ὡς πήσσω παγετός, τὸ ἀφυσσό‐
5μενον ὑπὸ τοῦ ῥεύματος. ἢ παρὰ τὸ φεύγω φυγετόν καὶ φυσγετόν καὶ ἀφυσγετόν, τὸ μὴ ἀποφεῦγον τῇ καταφορᾷ τοῦ ῥεύματος AB, Sym. 1645, EM 2195, Eust. 858, 58. Orio 13, 11 + 15, 1.

alpha

1495

Ἀφύη· ἰχθύδιον μικρὸν καὶ σύνηθες· εἴρηται δὲ ἑνικῶς σπανίως, πλεονάκις δὲ πληθυντικῶς· Ἀριστοφάνης (eq. 645)·
†οὔποτ’ ἀφύας εἶδον ἀξιωτέρας. εἴρηται δὲ παρὰ τὸ μὴ εἰς μέγεθος ἀεὶ φύεσθαι· φύω φυή καὶ ἀφύη.
5ὁ δὲ τὴν κωμικὴν λέξιν συναγαγών (Didym. fr. novum) φησιν, ὅτι ἀφύη εἴρηται ἡ μὴ πεφυκυῖα τοῦ α τὸ κακὸν σημαίνοντος AB, Sym. 1646, EM 2194. *Orio.

alpha

1496

Ἀφύαι ἀφύων· εἴρηται εἰς τὸ χλούνων περὶ τοῦ τόνου (Hdn. I 425, 13 unde Et. gen. χ s. v. χλούνην) AB.

alpha

1497

†Ἄφευκτος· παρὰ τὸ φεύγω φευκτός, ὡς εὔχω εὐκτός, καὶ κατ’ ἔνδειαν τοῦ ε φυκτός καὶ ἄφυκτος. οὕτως Φιλόξενος (fr.
389) AB, Sym. 1647, EM 2198. Philox. l. c.

alpha

1498

Ἀφύξειν (Α 171)· ἔστι τὸ θέμα ἀφύσσω, ὁ μέλλων ἀφύξω καὶ τὸ τρίτον ἀφύξει καὶ τὸ ἀπαρέμφατον ἀφύξειν· τὸ δὲ ἀφύσσω γέγονεν ἀπὸ τοῦ ὕω τοῦ σημαίνοντος τὸ βρέχω, ὁ μέλλων ὕσω καὶ ἐν συνθέσει ἀφύσσω πλεονασμῷ ἑτέρου ς, τουτέστιν τὸ ἀπό τινος ἐπιρ‐
5ρέοντος † ἀπαντλᾶν καὶ † ἐπαρύεσθαι. ἢ ἀπὸ τοῦ ἀρύω ἀρύσσω καὶ τροπῇ τοῦ ρ εἰς φ ἀφύσσω AB, Sym. 1648, EM 2196. *Orio?

alpha

1499

Ἀχανές· οἷον (e. g. Plut. vit. Cic. 6)· «ἀχανὲς πέλαγος»· παρὰ τὸ χαίνω χανῶ χανές καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀχανές, τὸ λίαν κεχηνός. δηλοῖ δὲ καὶ ἄνεον εἶναι καὶ μὴ χαίνειν κατὰ στέρησιν AB, Sym. 1649, EM 2199. Orio 20, 31.

alpha

1500

Ἀχάναι (Ar. Ach. 108)· σκεῦος εἰς ἐπισιτισμὸν χρήσι‐
μον· Ἀριστοφάνης (l. c.)·
οὐκ, ἀλλ’ ἀχάναις οὐδ’ ἄν γε χρυσίου λέγῃ. εἴρηται παρὰ τὸ χαίνειν χάνη καὶ ἀχάνη τοῦ α ἐπιτατικοῦ νοουμένου,
5ὡς τὸ (e.g. Plut. vit. Cic. 6) «ἀχανὲς πέλαγος» AB, Sym.
1650, EM 2200. *Orio.

alpha

1501

Ἀχαιάν (Ar. Ach. 709)· ἡ Δημήτηρ παρὰ τοῖς Ἀττι‐ κοῖς· Ἀριστοφάνης Ἀχαρνεῦσιν (l. c.)·
οὐδ’ ἂν τὴν Ἀχαιὰν ῥᾳδίως ἠνέσχετ’ ἄν. εἴρηται παρὰ τὸ ἄχος τῆς Κόρης. ἢ ὅτι μετὰ κυμβάλων ἠχοῦσα τὴν
5Κόρην ἐζήτει. ἢ ὅτι τοῖς Ταναγραίοις μεταστᾶσιν ἐκ Τανάγρας ἡ Δημήτηρ κατ’ ὄναρ φανεῖσα ἐκέλευσεν αὐτοὺς ἀκολουθῆσαι † τῶν γενομένων ἤχων † καὶ ὅπου ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι· τῶν δὲ ἀκολουθησάντων καὶ ἀκουόντων ψόφων καὶ κυμβάλων καὶ αὐλῶν καὶ παυσαμένων περὶ τὴν Ἀττικὴν ἔκτισαν πόλιν καὶ ἱδρύσαντο ἱερὸν
10Ἀχαιᾶς Δημήτερος AB, Sym. 1651, EM 2204. Orio 18, 22 + 185, 32 Koese.

alpha

1502

Ἀχαιϊνέα (Ap. Rh. 4, 175)· ἡ ἔλαφος· Ἀπολλώνιος ἐν
δʹ τῶν Ἀργοναυτικῶν (l. c.)·
ἥν τ’ † ἀγρῶται ἀχαιϊνέην καλέουσιν. ἀπὸ Ἀχαιϊνέας πόλεως, ἐν ᾗ εἴδη εἰσὶν ἐλάφων μεγάλων. οὕτως
5Ὦρος Περὶ ἐθνικῶν AB, Sym. 1652, EM 2203. Orus l. c.

alpha

1503

Ἀχαιμένης· ὁ ἥρως, ἀφ’ οὗ καὶ οἱ Πέρσαι Ἀχαιμενί‐ δαι· γέγονεν υἱὸς Περσέως. ὠνόμασται δὲ ἀπὸ τοῦ εἶναι τὸν προ‐ πάτορα αὐτοῦ ἀπὸ τῆς Ἀχαΐας. οὕτως Νικόλαος ἐν βʹ τῶν Ἱστοριῶν (FGH 90 F 6) AB, Sym. 1653, EM 2205. *Orus.

alpha

1504

Ἄχερδος (ξ 10)· ἡ ἀγρία ἄπιος· ἄχερός τις οὖσα ἡ δυσ‐ χερὴς ταῖς χερσὶ λαβέσθαι, καὶ πλεονασμῷ τοῦ δ ἄχερδος, ὡς ὕω ὕδω, δείω δείδω AB, Sym. 1654, EM 2209a, Eust. 106, 28; 1748, 50. *Orio (post 20, 6 restituenda explanatio).

alpha

1505

Ἀχερδούσιος (com. fr. adesp. 1277)· οἷον (l. c.)·
μοχθηρὸς ὢν καὶ τὴν γνώμην ἀχερδούσιος, ἀντὶ τοῦ σκληρός· ἔστι δὲ εἶδος ἀκάνθης AB, Sym. 1655, EM 2209b. *Lex. rhet.?

alpha

1506

Ἀχερουσιάς (Ap. Rh. 2, 354)· ἔστι λίμνη πλησίον Ἡρακλείας Πόντου. † Ἀχέρδων δὲ ποταμὸς ἐν Ἅιδου (l. c. 353—354)·
ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος
ἀκτή τε προβλὴς Ἀχερουσιὰς ὑψόθι † τείνειν
5AB, Sym. 1656, EM 2208. Schol. Ap. Rh.

alpha

1507

Ἀχερωΐς (Ν 289)· ἡ λεύκη τὸ δένδρον· εἴρηται παρὰ τὸν Ἀχέροντα ποταμόν· φασὶ γὰρ τὸν Ἡρακλέα ἐπὶ τὸν Κέρβερον κατελθόντα καὶ παρὰ τῷ Ἀχέροντι πεφυκὸς τὸ δένδρον ἑωρακότα ἡσθῆναι ἐπ’ αὐτῷ καὶ ἀνενεγκεῖν· καὶ παρὰ τὸν Ἀχέροντα ἀχερωΐδα
5καλέσαι, ἵν’ ᾖ ἀχεροντίς καὶ κατὰ συγκοπὴν καὶ ἐκτάσει τοῦ ο εἰς ω ἀχερωΐς. Ἀριστοτέλης (fr. om. Rose) δὲ τὴν αἴγειρον λέγει, ὅτι πάντα τὰ ὑλώδη φυτὰ ἀχερούσια λέγει AB, Sym. 1657, EM 2207, Et. Gud. (c) α 2107. Comm. Hom.

alpha

1508

Ἀχέρων (κ 513)· ὁ ἐν Ἅιδου ποταμός, οἷον (l. c.)·
ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι. εἴρηται μὲν ὁ τὰ ἄχεα ῥέων ἀχρέων καὶ καθ’ ὑπερβιβασμὸν Ἀχέρων. οὕτως Ζηνόδοτος (fr. novum) καὶ Ἡρωδιανός (cf. II 735, 26) AB,
5Sym. 1658, EM 2206, Eust. 1667, 27. *Orus.

alpha

1509

Ἀχελῷος· ποταμός· σὺν τῷ ι, ἐπειδὴ εἴρηται καὶ κατὰ διάστασιν Ἀχελώϊος. ἢ ὅτι Βοιωτοὶ τὴν ω δίφθογγον εἰς οι τρέ‐ πουσιν Ἀχελοῖος λέγοντες· εἰώθασι γὰρ τὴν ω δίφθογγον εἰς οι τρέπειν, οἷον αἰδῷος αἰδοῖος, ἠῷος ἠοῖος, οὕτως Ἀχελῷος Ἀχελοῖος.
5ἢ διὰ τὸν χαρακτῆρα † τὸν διὰ τοῦ ωιος ὑπὲρ δύο συλλαβὰς πρὸ μιᾶς τὸν 〈τόνον〉 ἔχοντα σὺν τῷ ι γράφεται, οἷον μητρῷος πατρῷος ἑῷος ἀθῷος, οὕτως οὖν καὶ Ἀχελῷος· πρόσκειται «πρὸ μιᾶς τὸν τόνον ἔχοντα» διὰ τὸ λαγωός· πρόσκειται «ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ σῶος· ταῦτα γὰρ οὐ γράφονται σὺν τῷ ι AB, Sym. 1659,
10EM 2211. *Comm. Hom. (ποταμός + Glossa in EM) + *Choerob. (σὺν τῷ ι κτλ.)

alpha

1510

Ἀχέων (Β 694)· λυπούμενος· παρὰ τὸ ἄχος. ἀχεύων (Ε 869) δὲ ἀπὸ τοῦ ἀχέω AB, Sym. 1560, EM 2210. Comm. Hom.

alpha

1511

Ἀχῆνες· οἱ πένητες, ἤτοι ἀεχῆνές τινες ὄντες, οἱ μηδὲν ἔχοντες. ἢ παρὰ τὸ τὰ κενὰ τῶν σκευῶν ἠχεῖν· ὧν γὰρ ἡ πενία τὰ ἀγγεῖα ποιεῖ ἠχεῖν AB, Sym. 1661, EM 2212, Eust. 575, 31.
*Orio.

alpha

1512

Ἀχηρής· ὁ λυπηρός· γέγονε δὲ ἐκ τοῦ ἀχαρής· ἔκτασις τοῦ α εἰς η ἀχηρής καὶ διὰ τοῦτο ὀξύνεται· οὐ γάρ ἐστιν τύπου τῶν διὰ τοῦ ηρης. ὁ τόνος οὖν ἐλέγχει τὸ σχῆμα, ὅτι οὐ παρὰ τὸ ἄχος ἀχήρης, ὡς ξίφος ξιφήρης AB, Sym. 1662, EM 2213. *Orio.

alpha

1513

Ἀχηνέα· εἴρηται εἰς τὸ κεμάδα (Et. gen. κ s. v.) AB, Magn. gramm. 1669.

alpha

1514

Ἄχθος (Σ 104)·
ἄχθος ἀρούρης· παρὰ τὸ ἄγω ἀκτός καὶ ἄχθος, ὡς ἔχω ἑκτός καὶ κάθεκτος, τὸ ἀγόμενον καὶ βαρυνόμενον AB, Sym. 1663, EM 2214. *Comm.
5Hom.

alpha

1515

Ἄχθομαι (Λ 274, Ν 352)· τὸ λυποῦμαι (θ 182 var. lect.)·
νῦν δ’ ἄχομαι κακότητι, πλεονασμῷ τοῦ θ ἄχθομαι AB. *Comm. Hom.?

alpha

1516

Ἀχιλλεύς (Α 1)· εἴρηται παρὰ τὸ ἄχος λύειν· ἰατρὸς γὰρ ἦν. ἢ διὰ τὸ ἄχος, ὅ ἐστι λύπην, ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. ἢ
διὰ τὸ μὴ θιγεῖν χείλεσι χιλῆς, ὅ ἐστι τροφῆς· ὅλως γὰρ οὐ μετέσχε τροφῆς οὐδὲ γάλακτος AB, Sym. 1664, EM 2215, Schol. Ly‐
5cophr. 797, Eust. 14, 17 + 15, 9. Orio 612, 40 Werfer.

alpha

1517

Ἄχλαξ· ἡ λιθώδης καὶ ψαμμώδης ἄμμος. ἢ ὁ μικρὸς λίθος AB, Sym. 1665, EM 2216. *Lex. rhet.?

alpha

1518

Ἀχλύς (Ε 127)· σκοτία, ἀορασία, ἡ ἄγαν ἀλύουσα καὶ ἀποκρύπτουσα· παρὰ τὸ ἀλύω τοῦ α ἐπιτατικοῦ ὄντος. ἢ παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν AB, Sym. 1666, EM 2217.
Orio 11, 8 + 19, 15 (+ 186, 9 Koese).

alpha

1519

Ἀχνάσδημι (Alc. fr. 349A)· ὡς παρ’ Ἀλκαίῳ (l. c.)·
ἀχνάσδημι κακῶς, οὔτε γὰρ οἱ φίλοι. ἔστιν ἀχῶ ῥῆμα, παράγωγον ἀχάζω ἀχάζημι καὶ τροπῇ τοῦ ζ εἰς † δ καὶ ς † ἀχάσδημι καὶ πλεονασμῷ τοῦ ν ἀχνάσδημι. οὕτως Ἡρω‐
5διανὸς ἐν τοῖς Περὶ παθῶν (II 290, 6) AB, Sym. 1667, EM 2218. Hdn. l. c.

alpha

1520

Ἄχνη· πᾶσα λεπτότης ὑγροῦ τε καὶ ξηροῦ. ἐπὶ μὲν ὑγροῦ (Δ 426)·
ἀποπτύει δ’ ἁλὸς ἄχνην, ἤγουν ὁ ἐπιπολάζων λεπτομερέστατος ἀφρὸς τῆς θαλάσσης· ἐπὶ δὲ
5ξηροῦ (Ε 501)·
κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας. εἴρηται παρὰ τὸ ἔχω ἐχήνη καὶ μετὰ τοῦ στερητικοῦ α ἀεχήνη τις οὖσα, ἡ μὴ δυναμένη ἔχεσθαι καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερὲς καὶ τομόν. Ἀλέξανδρος δὲ ὁ τοῦ Ἀσκληπιάδου (Fr. om. Lehrs)
10λέγει αὐτὴν παρὰ τὸν ἀΐξω μέλλοντα εἶναι ὡς τεύχω τέχνη ἀποβολῇ τοῦ ι AB, Sym. 1668, EM 2219, Et. Gud. (c) α 2097, Eust. 492, 8; 575, 29; 1218, 41. Orio 7, 12 + 23, 12.

alpha

1521

Ἀχνύς (olim Call. fr. anon. 79 Schneider)· ἡ λύπη,
οἷον (l. c.)·
τῆς δ’ ὀλοφυρομένης ἀμφ’ ἀχνύϊ εἴβεται αἰών· παρὰ τὸ ἄχος γίνεται παρώνυμον ἀχύς καὶ πλεονασμῷ τοῦ ν ἀχνύς.
5οὕτως Ἡρωδιανός (fr. novum) AB, Sym. 1669, EM 2220, Et. Gud. (c) α 2098. Hdn.

alpha

1522

Ἀχνύμενος (Α 103)· ἔστιν ἄχος, ὃ σημαίνει τὴν λύπην, ἐξ οὗ γέγονε ῥῆμα ἀχῶ καὶ κατὰ παραγωγὴν ἀχύω καὶ πλεονασμῷ τοῦ ν ἀχύνω, ὥσπερ δύω δύνω καὶ θύω θύνω, καὶ ἐν ὑπερθέσει τοῦ ν ἀχνύω· ἐκ δὲ τούτου παράγωγον τῶν εἰς μι ἄχνυμι, ὁ παθητικὸς
5ἐνεστὼς ἄχνυμαι καὶ ἡ μετοχὴ ἀχνύμενος AB, Sym. 1670, EM
2221. Orio 25, 30 + Epim. Hom. AP III 330, 13.

alpha

1523

Ἄχος (Α 188)· ἡ λύπη· παρὰ τὸ μὴ διαχεῖσθαι ἀλλὰ συν‐ έχεσθαι τὴν ψυχήν, ὅθεν καὶ τὸ χαίρειν εἴρηται παρὰ τὸ διαχεῖσθαι τὴν ψυχὴν ὑπὸ τῆς ἡδονῆς. ἢ ὃ μὴ θέλει τις ἔχειν, αὐτὸ τὸ ἄχος. ὁ δ’ Ἀππίων (fr. 24 Bäumert = fr. 27 Neitzel) ἄχος τὴν
5λύπην τὴν σιωπὴν ἐπιφέρουσαν. παρὰ τοῦτο δὲ καὶ τὸ ἀχεύων καὶ τὸ ἀκαχήμενος AB, Sym. 1671, EM 2222, Eust. 1515, 47 + 197, 9. Orio 4, 3.

alpha

1524

Ἄχραντον (Theocr. id. 1, 60)· τὸ ἀμόλυντον καὶ καθαρόν· εἴρηται παρὰ τὸ χραίνω χρανῶ χραντός καὶ ἄχραντος. ἢ ἀχέραντον, οὖ μηδέπω χεὶρ ἥψατο, ἢ τὸ μηδέπω ἐν χρείᾳ γεγονός
AB, Sym. 1672, EM 2225. Orio 24, 5.

alpha

1525

Ἀχράς· ἡ ἄπιος ἡ ἀγρία· εἴρηται δὲ παρὰ τὴν ὄχλησιν τὴν ἐν τῷ ἐσθίεσθαι γινομένην ὑπ’ αὐτῶν. ἢ ἡ μηδέπω ἐν χρείᾳ γεγονυῖα AB, Sym. 1673, EM 2224, Et. Gud. (c) α 2114. *Orio.

alpha

1526

Ἀχρεῖος (Β 269)· παρὰ τὸ χρεία γίνεται ἀχρεῖος. περὶ τοῦ τόνου εἴρηται εἰς τὸ Ἄμφιον (deest) AB, Sym. 1674,
EM 2226, Et. Gud. α 938. *Orio ex Hdn. I 135, 22,

alpha

1527

Ἀχρεῖον (Β 269)· ἔστι ῥῆμα χρῶ τὸ δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, ἐξ οὗ παράγωγον χραύω (Ε 138)·
χραύσει μέν τ’ αὐλῆς ὑπεράλμενον· ἀφ’ οὗ καὶ τὸ (Φ 369)
5
ἔχραεν, τὸ ἐπεβάρυνεν, ἐξ οὗ χρής καὶ μετὰ τοῦ στερητικοῦ α ἀχρής καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους ἀμέτοχον, οἷον (Β 269)·
ἀλγήσας δ’ ἀχρεῖον ἰδὼν † ἀπεμόρξατο δάκρυ, ἀντὶ τοῦ ἀσθενῶς καὶ ταπεινῶς. ἐπὶ δὲ τῆς Πηνελόπης, οἷον (ς 163)·
10
ἀχρεῖον δ’ ἐγέλασεν, ἐπίπλαστον καὶ ἐπιπόλαιον, μέχρι τοῦ τὰ χείλη διανοίγειν AB, Sym. 1676, EM 2227. Orio 22, 3.

alpha

1528

Ἀχρήϊος (Hes. op. 297)· ἔστι κτητικόν, ἀπὸ τοῦ ἀχρεῖος ἀχρήϊος κατὰ ἔκτασιν τοῦ ε εἰς τὸ η καὶ διάστασιν τοῦ ι· Ἡσίοδος ἐν Ἔργοις, οἷον (l. c. 293—294, 296—297)·
οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσει
5
φρασάμενος τά κ’ ἔπειτα καὶ ἐς τέλος ᾖσιν † ἀμείνων·
ὃς δέ κε μήτ’ αὐτὸς νοέει μήτ’ ἄλλου ἀκούων
ἐν θυμῷ βάληται, ὃ δ’ αὖτ’ ἀχρήϊος ἀνήρ. σχόλιον· «τά κ’ ἔπειτα καὶ ἐς τέλος ᾖσιν † ἀμείνων»· ψιλῶς ἀνα‐ γνωστέον, ἐπέκτασιν δὲ πέπονθεν ἡ λέξις, ἵνα καὶ εἰς τὰ μετὰ ταῦτα
10σκεψάμενος ἀφ’ ἑαυτοῦ τὸ καλὸν ἢ ἄμεινον· τὸ δὲ «ᾖσιν» ἀντὶ τοῦ ὑπάρχει AB, Sym. 1675, EM 2228. Schol. Hes.

alpha

1529

Ἀχρής (*Call. fr. 742)· οἷον (l. c.)·
ἀχρὴς δ’ ἀνέπαλτο. ἔστιν ἄχρους καὶ τροπῇ Αἰολικῇ τῆς ου διφθόγγου εἰς τὸ η, ὥσπερ τὸ φοβούμενος φοβήμενος, γίνεται ἀχρής. ἢ παρὰ τὴν χροιὰν γίνεται
5μελαγχροίης, οἷον (π 175)·
ἂψ δὲ μελαγχροίης, οὕτως ἀχροίης καὶ κατὰ συγκοπὴν ἀχρής. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (fr. novum) AB, EM 2229. Hdn.

alpha

1530

Ἄχρι· ἕως· παρὰ τὸ μέχρι ἐπίρρημα γίνεται κατὰ ἀπο‐ βολὴν τοῦ μ καὶ † μεταθέσει τοῦ † ι εἰς α ἄχρι AB, Sym. 1677,
EM 2230, Et. Gud. (c) α 2130. Hdn. II 188, 29

alpha

1531

Ἀχυρμιαί (Ε 502)· οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα λικμώ‐ μενα ἐπιφέρονται (ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις), οἱονεὶ ἀχυριαί τινες οὖσαι, πλεονασμῷ τοῦ μ ἀχυρμιαί AB, Sym. 1678, EM 2234. Eust. 575, 25. Orio 7, 14 + Lex. rhet.

alpha

1532

Ἀχύνετον (Nic. aLex. 174)· σημαίνει δὲ τὸ πολύ· Νίκανδρος ἐν † Θηριακοῖς, οἷον (l. c.)·
πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ, τὸ πολύχυτον καὶ πολὺ ἐκζέσαν πῦρ εὐλαβεῖται τὸ ὕδωρ· ὁπηλίκον
5γὰρ ἐὰν ᾖ, σβέννυται τὸ ὕδωρ. εἴρηται δὲ τὸ α κατ’ ἐπίτασιν ὡς ἄξυλος· ἀπὸ τοῦ χύω χύνω χύνετον καὶ ἀχύνετον AB, Sym. 1680,
EM 2235. *Orio.

alpha

1533

Ἄχυρον· τὸ σημαινόμενον δῆλον· ἡ καλάμη ἡ ἀλλοιωθεῖσα ἄχυρον καλεῖται. εἴρηται ἀέχυρόν τι ὄν, οὐδὲν ἔχον ἐχυρόν AB, Sym. 1679, EM 2233, Et. Gud (c) α 2136, Eust. 575, 38; 1218, 40. *Orio?
5Ἀχόρα (Aristoph. fr. 416, 1): Sym. 1681, EM 2223. Lex. rhet.〉

alpha

1534

Ἅψεα (Nic. ther. 280) κυρίως αἱ συναφαὶ τῶν μελῶν, καταχρηστικῶς δὲ καὶ τὰ μέλη· παρὰ τὸ ἅπτω ἅψω † ἅψον καὶ ἅψεα, τὰ ἐξ ἀλλήλων συγκείμενα, συνηρμοσμένα· Νίκανδρος ἐν Θηριακοῖς, οἷον (l. c.)·
5
τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἅψεα θυμός AB, Sym. 1682, EM 2236, Et Gud. (c) α 2139. Eust. 1476, 54.
Orio. 8, 17.

alpha

1535

Ἀψεγέως (Ap. Rh. 2, 1022)· σημαίνει δὲ τὸ ἀμέμπτως, κατασκευάζεται δὲ ὥσπερ τὸ ἀψοφέως, οἷον (l. c.)·
ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυαῖς. Ἀπολλώνιος AB, Sym. 1683, EM 2237. Schol. Ap. Rh.

alpha

1536

Ἀψίνθιον· εἶδος βοτάνης πικρᾶς ὡς καὶ τὸ ἀβρότονον. ἔνιοι δὲ τῶν κωμικῶν † ἀπίνθιον καλοῦσιν. καὶ ἔστιν ἤτοι ἀπίνθιον, ὃ οὐκ ἄν τις πίῃ διὰ πικρότητα AB, Sym. 1684, EM 2238, Et. Gud. (c) α 217. *Lex. rhet.?

alpha

1537

Ἀψίς· σημαίνει καὶ τὸν δεσμὸν καὶ τοῦ τροχοῦ τὸ ἐπι‐ καμπὲς ξύλον· καὶ τὸν μὲν δεσμὸν (Ε 487)·
μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου· εἴρηται δὲ παρὰ τὸ ἅπτω, τὸ σημαῖνον τὸ δεσμῷ, οἷον (Χ 397)·
5βοέους δ’ ἐξῆπτεν ἱμάντας,
καὶ (φ 408)
ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός. τὸ δὲ † σημαίνει τοῦ τροχοῦ τὸ ξύλον παρ’ Ἡσιόδῳ, οἷον (op. 426)·
τρισπίθαμον δ’ ἅψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ·
10γέγονεν δὲ καὶ αὐτὸ παρὰ τὸ ἅπτω ἅψω ἁψίς, ἡ ἁπτομένη τῆς γῆς. ὤφειλεν δὲ βαρύνεσθαι τὸ ἀψίς καὶ συστέλλειν τὸ ι, τὰ γὰρ εἰς ις ὀνόματα ἀπὸ μελλόντων γινόμενα καὶ βαρύνεται καὶ συστέλλει τὸ ι, οἷον μέμψω μέμψις, ἕξω ἕξις, λέξω λέξις· οὕτως οὖν καὶ ἅψω ἅψις ὤφειλεν εἶναι, ὅθεν Ἡσίοδος ἀναλογώτερον εἶπεν ἅψιν βαρύνων αὐτό.
15ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπειδὴ τὸ ἀψίς ἐκτείνει τὸ ι, τούτου χάριν καὶ ὀξύνεται, τὰ γὰρ εἰς ις ἁπλᾶ ἐκτείνοντα τὸ ι ἐπὶ τέλους ἔχουσι τὸν τόνον, οἷον κνημίς ψηφίς σφραγίς κρηπίς· οὕτως οὖν καὶ ἀψίς. πρόσκειται «ἁπλᾶ» διὰ τὸ τανυκρήπις βαρυνόμενον, ἀλλ’ οὐκ ἔστιν ἁπλοῦν ἀλλὰ σύνθετον. Χοιροβοσκός (orth. 172, 5) AB, Sym. 1685,
20EM 2240, Et. Gud. (d) ἁψίς· ζήτει. Choerob. l. c.

alpha

1538

Ἄψορρον (Δ 152)· ὀπισθόρμητον· παρὰ τὸ ἄψ, ὃ δηλοῖ τὸ εἰς τοὐπίσω, καὶ τὸ ὄρω, τὸ ὁρμῶ, οἷον (Ap. Rh. 2, 338)·
ἄψορροι στέλλεσθε, ἐπεὶ πολὺ βέλτερον εἶξαι AB, Sym. 1686, EM 2242. *Comm. Hom. + locus Apollonii.

alpha

1539

Ἀψοφέως· ἀπὸ τοῦ ἄψοφοι ἀψόφων γέγονε τὸ ἐπίρρημα ἀψόφως καὶ πλεονασμῷ τοῦ ε ἀψοφέως, διαιρεῖσθαι δὲ οὐκ ἔστιν.
ὅμοιον δὲ τούτου καὶ τὸ ἀπτερέως παρ’ Ἡσιόδῳ (fr. 204, 84). οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν (fr. novum) AB, Sym.
51687, EM 2237. Hdn. l. c.

alpha

1540

Ἀψορρόου (Σ 399)· οἷον (l. c.)·
ἀψορρόου Ὠκεανοῖο· παρὰ τὸ ἄψ καὶ τὸν ῥόον πλεονασμῷ τοῦ ο, ἢ παρὰ τὸ αἶψα αἴψορ‐ ρος· ἀμφότερα γὰρ δύνανται εἶναι. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
5(fr. novum) AB, EM 2243. Hdn. l. c.

alpha

1541

Ἄψυρτοι (Ap. Rh. 4, 481)· ἔθνος Σκυθικόν, ὧν ἐν τῇ γῇ κεῖται τὸ σῶμα Ἀψύρτου (l. c.)·
κείαται ὀστέα κεῖνα. μετ’ ἀνδράσιν Ἀψυρτεῦσιν· Ἀπολλώνιος AB, Sym. 1688, EM 2241. Schol. Ap. Rh.

alpha

1542

Ἄψ (Α 60)· σημαίνει δὲ εἰς τοὐπίσω· εἴρηται ἀπὸ τοῦ α τοῦ σημαίνοντος τὸ ὀπίσω ἄψ κατὰ πλεονασμὸν τοῦ ψ. Ἰάσων
(FGH 94 Comm. p. 299) δὲ λέγει αὐτὸ εἶναι ἄοψ, τὸ μὴ ὀπτόν, τὰ γὰρ ὀπίσω οὐκ ὀπτὰ καὶ οὐ θεωρητά· ἄοψ οὖν καὶ ἄψ. Ἡρω‐
5διανὸς (II 191, 13) δὲ μηδέποτε τὰ διπλᾶ πλεονάζειν. Πλούταρχος (fr. 183 Sandbach) δὲ ἀπὸ τοῦ ὀπίσω τὸ ἄψ λέγει εἶναι τοῦ ο εἰς α τραπέντος καὶ τοῦ πς εἰς ψ· τοῦτο δὲ βίαιον AB, Sym. 1689, EM 2244, Et. Gud. (c) α 2138. *Orio?

alpha

1543

Ἀῶιος· ποταμὸς τῆς Κύπρου· Ἀῷος γὰρ ὁ Ἄδωνις ὠνομάζετο καὶ ἀπ’ αὐτοῦ οἱ Κύπριοι † βασιλεύσαντος. Ζωΐλος δὲ ὁ Κεδρασεὺς (cf. FGH 758 F 7) καὶ αὐτὸν ἀπὸ τῆς ἑαυτοῦ μητρὸς κληθῆναι· τὴν γὰρ Θείαντος μητέρα οὐ Σμύρναν, ἀλλὰ Ἀῷαν καλεῖ‐
5σθαι. Φιλέας (fr. 12 Gisinger) δὲ πρῶτον βασιλεῦσαι Ἀῷον, Ἠοῦς ὄντα καὶ Κεφάλου· ἀφ’ οὗ καὶ ὄρος τι ὠνομάσθη Ἀῶιον, ἐξ οὗ δύο ποταμῶν φερομένων Σεράχου τε καὶ Πλιέως τὸν ἕνα τούτων ὁ Παρθένιος (cf. infra) Ἀῷον κέκληκεν. ἢ διὰ τὸ πρὸς τὴν ἠῶ τετραμ‐ μένην ἔχειν τὴν ῥύσιν, καθώς φησιν ὁ Παρθένιος (fr. 15 Diehl)·
10
Κωρυκίων σεύμενος ἐξ ὀρέων, ἀνατολικῶν ὄντων. δύναται δὲ οὕτως καλεῖσθαι, καθ’ ὃ ἡ Κιλικία
Ἀῷα πάλαι ὠνομάζετο AB, Sym. 1690, EM 1514. *Orio.

alpha

1544

Ἄωρος (μ 89)·
ἤτοι 〈** *〉 κατὰ πλεονασμὸν τοῦ † ωρος μηδὲν πλέον σημαίνοντος· ὦρος γὰρ ὁ ὕπνος· Καλλίμαχος (fr. 177, 28)·
5
πολλάκι καὶ κανθῶν ἠλάσασα ὦρον ἄπο, καὶ Σαπφώ (fr. 151 Lobel—Page)·
ὀφθαλμοῖς δὲ μέλαις νυκτὸς ἄωρος. ἢ ἄωρον τὸν ὕπνον τῶν μηδενὸς φροντιζόντων· ὤρα γὰρ ἡ φροντίς, ἔνθεν καὶ ὀλίγωρος. ἢ τὸν ἀώριον γενόμενον τῆς νυκτός. οἱ δὲ τὸν
10ἀφύλακτον· ὤρα γὰρ ἡ φυλακή· ἔνθεν καὶ παρὰ τοῖς Ἀττικοῖς οἱ ὦροι. Καλλίμαχος (fr. dub. 808) δὲ κατὰ μετάληψιν τοὺς ἀγρίους· ἄωρον γὰρ τὸν ὠμόν, τὸ δὲ ὠμὸν ἄγριον, ὅθεν καὶ τοὺς ὠμοὺς τῶν καρπῶν ἀώρους φαμέν. οἱ δὲ τὸν μέγαν φασί, τὸν μὴ ὅρον ἔχοντα. ἢ τοὺς ἄγαν ὀρούοντας. οὕτως Ἐπαφρόδιτος ἐν Ὑπομνήματι τοῦ
15Μ τῆς Ὀδυσσείας (fr. 46 Luenzner) AB, Sym. 1691, EM 1511, Et. Gud. (c) α 2151. *Orio.

alpha

1545

Ἄωρες· παρὰ τὸ ὁμοῦ ἀρηρέναι καὶ συναρμόσθαι τῷ ἀνδρὶ γίνεται ὄαρος, καὶ ἡ εὐθεῖα ὄαροι καὶ κατὰ μεταπλασμὸν ὄαρες καὶ καθ’ ὑπέρθεσιν καὶ ἔκτασιν ἄωρες, αἱ γυναῖκες AB, Sym. 1692,
EM 1510. *Orio.

alpha

1546

Ἄωρτο (Γ 272)· οὐχ ὥς τινες ἠιώρητο, «ἀκατάστατον γὰρ ἠιώρητο τὸ ξίφος», ἀφυῶς. ἔδει ἡρμόζετο· ἔστι γὰρ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἄρσω καὶ ὁ ἀόριστος ἦρσα, οἷον (Ξ 167, 339)·
θύρας σταθμοῖσιν ἐπῆρσεν,
5ἀντὶ τοῦ ἐφήρμοσεν καὶ (β 353)
πώμασιν ἄρσον, ἀντὶ τοῦ ἐφάρμοσον, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὁ ὑπερσυντέλικος ἤρμην ἦρσο, τὸ τρίτον ἦρτο καὶ κατὰ συστολὴν ἄρτο καὶ πλεονασμῷ τοῦ ω ἄωρτο AB, Sym. 1693. Hdn. II 389, 25.

alpha

1547

Ἄωτον (I 661)·
λίνοιό τε λεπτὸν ἄωτον· περιφραστικῶς λεπτὸν περιβόλαιον, ἤγουν λινοῦν AB, Sym. 1694, EM 1515. Comm. Hom.

alpha

1548

Ἄωτον (α 443)·
κεκαλυμμένος οἰὸς ἀώτῳ. σημαίνει δὲ τὸ ἄνθος, καταχρηστικῶς δὲ καὶ ἴσως ἀπὸ τοῦ ἄω, τὸ πνέω, καὶ ῥῆμα προστακτικόν (κ 548)·
5
ἀωτεῖτε, ἀντὶ τοῦ ἀπανθίζεσθε τὸ κάλλιστον τοῦ ὕπνου. καὶ εἴρηται ἀπὸ τοῦ ἀώτου ἢ ἴσως ἀπὸ τοῦ ἄσατε, ἀντὶ τοῦ καθεύδετε ὕπνον AB, Sym. 1695, EM 1515, Eust. 782, 21; 1429, 9. Comm. Hom.

alpha

1549

Ἀωτεῖς (Κ 159)·
τί πάννυχον ὕπνον ἀωτεῖς; ἀντὶ τοῦ ἀπανθίζῃ τὸν ὕπνον· ἐκ δὲ τούτου καθεύδεις· ἄωτον γὰρ σημαί‐ νει τὸ ἄνθος AB, Sym. 1696, EM 1515, Eust. 796, 8. Comm. Hom.
5Ἄλλα

alpha

1550

Ἀποδρύφοι (Ψ 187)· εἰς τὸ δρύφοι (glossa deest). σημαίνει δὲ ἀποσπᾷ, ἀποσύροι AB, EM 1643. *Comm. Hom.

alpha

1551

Ἀνάρσιοι (Ω 365)· ἄδικοι, ἐχθροί, ἀνάρμοστοι AB, EM
1281. *Comm. Hom.

alpha

1552

Ἀτέοντα (Υ 332)· ἐν ἄτῃ ὄντα, ὅ ἐστι βλαπτόμενον AB, EM 2067. Comm. Hom.

alpha

1553

Ἀκροκελαινιόων (Φ 249)· τὸ ἄκρον μέρος τοῦ κύμα‐ τος ἐξ ἐπιπολῆς † μελαινόμενον. τοιοῦτοι δέ εἰσιν ὅλοι οἱ ὀξεῖς πο‐ ταμοί AB, EM 731. Comm. Hom.

alpha

1554

Ἄσιν (Φ 321)· ἰλύν, ὅ ἐστι γῆν ψαμμώδη, ὅθεν καὶ ἀσιό‐ γειαι αἱ αἱμασιαί AB, EM 1915. Comm. Hom.

alpha

1555

Ἀν’ ἰθύν (Φ 303)· ἐπ’ εὐθεῖαν, κατὰ τὴν ὁρμὴν καὶ φορὰν τοῦ ποταμοῦ AB, EM 1423. Comm. Hom.

alpha

1556

Ἀμφιθαλής (Χ 496)· κατ’ ἄμφω τοὺς γονεῖς θάλλων, ὅ ἐστιν ἔχων τοὺς γονεῖς ἀμφοτέρους ζῶντας AB, EM 1203. Comm. Hom.

alpha

1557

Ἀμβλήδην (Χ 476)·
ἀμβλήδην γοόωσα, ἀναφέρουσα ἀθρόως τὸ πνεῦμα AB, EM 1038. *Comm. Hom.

alpha

1558

Ἄναντα κάταντα πάραντα (Ψ 116)· ἔστιν ἄναντα ἀνωφερῆ, κάταντα κατωφερῆ, πάραντα τὰ πρόμαλα καὶ γήλοφα, δόχμια δὲ τὰ πλάγια AB, EM 1273. Comm. Hom.

alpha

1559

Ἀριφραδέα (Ψ 240)· εὐεπίγνωστα, εὔσημα AB, EM 1793. *Comm. Hom.

alpha

1560

Αὐγάζομαι (Ψ 458)· θεωρῶ, † οἷον (l. c.)·
ἐγὼν ἵππους αὐγάζομαι ἠὲ καὶ ὑμεῖς AB, EM 2069. *Comm. Hom.

alpha

1561

Ἀπονάσσωσιν (Π 86)· (l. c. 85—86)·
ἀτάρ οἱ περικαλλέα κούρην
ἂψ ἀπονάσσωσιν, εἰς τοὐπίσω ἀποκαταστήσουσιν, ἀποδώσουσιν AB, EM 1652. Comm.
5Hom.

alpha

1562

Ἀγάννιφον (Α 420)· ἤτοι τὸν πάνυ κατανιφόμενον ἢ τὸν οὔτε ὅλως νιφόμενον· ἄμφω δὲ παρὰ τὸ νείφω. τινὲς δὲ ἐπὶ τοῦ
οὐρανοῦ τὸν ἄγαν νιφόμενον AB, EM 71b. Comm. Hom.

alpha

1563

Ἁλοίη· ἁλῶ, τὸ πορθῶ· παράγωγον ἅλωμι, ἁλώσω, ὁ δεύτερος ἀόριστος ἥλων, ἁλούς ἡ μετοχή, ἁλόντος, τὸ εὐκτικὸν ἁλοίην ἁλοίης ἁλοίη AB, Syom. 554, EM 920.

alpha

1564

Ἀσελγής· παρὰ τὸ θέλγω, τὸ ἀπατῶ καὶ σκοτίζω· θέλγω οὖν θελγής καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθελγής καὶ ἀσελγής, ὁ εὐαπάτητος καὶ σκοτεινὸς κατὰ τὸν νοῦν AB, EM 1908.

alpha

1565

Αἴθρη· τὸ κοινὸν † αἴθρα καὶ Ἀττικῶς αἴθρα. σημαίνει δὲ δύο· τὸ κύριον ὄνομα (Γ 144)·
Αἴθρη, Πιτθῆος θυγάτηρ, καὶ τὴν αἰθρίαν, ἤγουν τὴν κατάστασιν τοῦ ἀέρος, ἤγουν τὸν εὐδιη‐
5νόν (Ρ 646)·
ποίησον δ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖς ἰδέσθαι AB, EM 472.

alpha

1566

Ἀπεσκοράκισεν (Alciphr. 4, 11, 5?)· Βοιωτοὶ χρη‐ σμὸν ἔλαβον, τότε ἀφαιρήσεται αὐτῶν ἡ πόλις, ὅτε λευκοὶ κόρακες φανῶσιν αὐτῇ· τοῦ οὖν χρησμοῦ ἀκούσαντες νεανίσκοι καὶ μέθῃ ποτὲ † γινόμενοι, γυψώσαντες † τοὺς κόρακες καὶ ἀφέντες ἐθορύβουν τὴν
5πόλιν διὰ τὸν χρησμόν· φωραθέντες δὲ οἱ τοῦτο διαπραξάμενοι ἀπε‐ βάλλοντο τοῦ τόπου μετὰ ποινῆς. τοὺς οὖν ἐπὶ κακίᾳ γινωσκομένους ἀπέπεμπον, ὅπου ᾤκουν οἱ γυψώσαντες, ὀνομάζοντες «εἰς κόρακας». ἀπεσκοράκισεν οὖν ἀντὶ τοῦ ἀπεκρούσατο καὶ μετὰ μίσους ἐξέβαλεν AB, EM 1650. *Lex. rhet.?

alpha

1567

Ἀτενίζειν· τὸ ἐπιτεταμένως βλέπειν· τείνω τενῶ τενίζω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀτενίζω AB, *Orio?

alpha

1568

Ἄπλητα (Jo. Dam. can. iamb. 1, 28) ἄπειρα, πολλά· παρὰ τὸ πλῶ πλήσω, τὸ πελάζω, πλητός καὶ ἄπλητος AB, EM 1583. Theodos. Lex. can. 59, 16.

alpha

1569

Ἀκεύμενον (Jo. Dam. can. iamb. 2, 65 ἐξακεύμε‐
νον)· ἀκῶ, τὸ θεραπεύω, καὶ ἀκέομαι, ἡ μετοχὴ ἀκεόμενος καὶ κράσει Δωρικῇ τοῦ εο εἰς τὴν ευ δίφθογγον ἀκεύμενος, ὡς ἐρέβεος ἐρέβευς AB, Sym. 369, EM 693. Theodos. Lex. can. 61, 18.

alpha

1570

Ἀγιστία (Jo. Dam. can. iamb. 2, 107)· ἡ ἁγιω‐ σύνη· ἁγιάζω ἁγιάσω ἡγίακα ἡγίασμαι ἡγίασται ἁγιαστός ἁγιαστία καὶ ἐν συγκοπῇ ἁγιστία AB, EM 114. Theodos. Lex. can. 59, 25.

alpha

1571

Αἰολόπωλος (Γ 185)· προπαροξύνεται· τὰ εἰς ος δισύλ‐ λαβα προπερισπώμενα ἐν τῇ συνθέσει προπαροξύνονται, οἶκος ἄοικος, κοῦρος ἐπίκουρος· οὕτως καὶ πῶλος αἰολόπωλος, σημαίνει δὲ τὸν ταχὺν καὶ εὐκίνητον ἵππον ἢ τὸν ποικίλως ἱππαζόμενον, ἐξ οὗ 〈***
5πολεμιστήν. τοῦτο δὲ γίνεται παρὰ τὸ αἰόλλω, τὸ κινῶ, καὶ τὸ πῶ‐ λος, ἐξ οὗ καὶ αἴλουρος, παρὰ τὸ αἰόλλειν καὶ κινεῖν τὴν οὐράν, δολερὸν γὰρ τὸ ζῷον. τὸ δὲ αἰόλος σημαίνει τρία· ἔστιν ὄνομα κύριον (κ 2)·
Αἴολον Ἱπποτάδην· καὶ τὸν ποικίλον (Μ 208)·
10
Τρῶες δ’ ἐρρίγησαν ὡς ἴδον αἰόλον ὄφιν· καὶ τὸν εὐκίνητον, οἷον (Β 816)·
κορυθαίολος AB, Sym. 292, EM 531. Epim. Hom. ap. Ludwich, Aristarchs Hom. Textkritik II 614 + AO I 32, 23.

alpha

1572

Ἀρρενωπός· ὀξύνεται, καὶ τὸ ω μέγα. ἄρρην ἄρρενος καὶ τὸ ὤψ, ὃ σημαίνει τὸ πρόσωπον, ἀρρενωπός, ὁ ἄρρενος πρόσωπον ἔχων. ἔστι δὲ κατὰ συνεκδοχὴν ἀπὸ μέρους τὸ ὅλον, ἤγουν ὁ ἀν‐ δρεῖος καὶ ἰσχυρός, ὁ δυνάμενος πρὸς ἐχθρὸν ἀντιταχθῆναι AB,
5EM 1860. *Lex. rhet.

alpha

1573

Ἀποτυμπανίσαι (Dem. or. 8, 61)· οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνῳ †ἀπὸ τυμπάνων†. ἔστι δὲ ξύλον, ὅπερ σκυτάλην καλοῦσιν· τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν τοὺς πολεμίους, ὕστερον δὲ τῷ ξίφει κἄν τε δοῦλος εἴη κἄν τε ἐλεύθερος AB,
5Sym. 1147, EM 1592. *Lex. rhet.

alpha

1574

Ἀπ’ αἰγλήεντος (Α 532)· αἰγλήεις, παρὰ τὴν αἴγλην,
ἤγουν ἀπὸ τοῦ λαμπροτάτου AB, EM 1535. Comm. Hom.

alpha

1575

Ἀργυρόπεζα (Α 538 ...)· λαμπροὺς πόδας ἔχουσα, βα‐ σιλική· πέζα γὰρ ὁ πούς AB, EM 1746. *Comm. Hom.

alpha

1576

Ἀπατήνορα (Euphor. fr. 22, 25—26 Cuenca)·
ἀλλὰ † Διονύσου Ἀπατήνορος, ὅς ῥα Μελαινὰς
ὤπασε † Κεκροπίδας ἱερῆς δείκηλα σισύρνης. Ἀπατήνωρ οὐχ ὁ Διόνυσος, ἀλλ’ ὁ Ζεύς. λέγεται δὲ ἑορτὴ τῶν Ἀπα‐
5τουρίων Διονύσῳ ἐπιτελουμένη ἐξ αἰτίας τοιαύτης· Ξάνθιος βασιλεὺς ὢν τῶν Βοιωτῶν προσεκαλέσατο πρὸς μονομαχίαν Θυμοίτην τὸν τῶν Ἀθηναίων βασιλέα περὶ τῆς χώρας. καὶ ὁ μὲν Θυμοίτης ἀνεδειλία‐ σεν, Μελάνθιος δὲ παρόντων Ἀθηναίων ὑπέστη τὴν μονομαχίαν καὶ † συνάντων εὔξατο, εἰ ἀπατήσει τὸν Ξάνθιον, θῦσαι τῷ Διονύσῳ.
10φανῆναι δὲ τὸν Διόνυσον τῷ Ξανθίῳ αἰγέαν ἐνειμένον μέλαιναν, καὶ τὸν Μελάνθιον εἰπεῖν, ὡς «οὐ μόνος ἀλλὰ δεύτερος εἶ»· ἐπιστραφέντος δὲ ἐκείνου τὸν μὲν θεὸν ἀφανῆ γενέσθαι, τὸν δὲ Μελάνθιον παῖσαι καὶ ἀποκτεῖναι τὸν Ξάνθιον. νικήσαντες οὖν οἱ Ἀθηναῖοι Ἀπατή‐ νορα μὲν Δία προσηγόρευσαν, ἑορτὴν δὲ Ἀπατούρια τῷ Διονύσῳ
15ἐπιτελοῦσιν· αὐτὸν γὰρ προφανῆναι νομίζουσιν. «σισύρνας» καὶ σισύρας τὰ δασέα δέρματα τὰ τετριχωμένα· καὶ Ἀλκαῖος ὁ μελοποιός (fr. 379 Lobel—Page)·
ἐνδὺς σίσυρναν· καὶ Ἀριστοφάνης, ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής (nub. 10)·
20
ἐν πέντε σισύρναις ἐγκεκορδυλημένος AB, EM 1528. *Schol. Euphor.

alpha

1577

Ἀπόχρη καὶ ἀποχρῆι· οἷον (fr. rhet. inc.)· «ἀπόχρη γὰρ παρὰ τοῖς δικαίοις κριταῖς καὶ μόνη ἡ προθυμία
δρέψασθαι τὴν εὐφημίαν». οὕτως εἰς τὸ ιβʹ τῶν πρὸς Θεοδώριτον (Cyril. c. Theod. pro XII cap., 76, 452, 14 Migne)· σημαί‐
5νει δὲ τὸ ἀρκεῖν. ἰστέον, ὅτι τὸ ἀποχρῇ παρὰ μὲν τοῖς παλαιοῖς Ἀθηναίοις καὶ περισπωμένως σὺν τῷ ι γράφεται, παρὰ δὲ τοῖς νεωτέροις βαρύνεται καὶ χωρὶς τοῦ ι γράφεται. καὶ περισπᾶται μὲν κανόνι τοιούτῳ· τὰ εἰς ω μονοσύλλαβα ἐπὶ τοῦ ἐνεστῶτος μετὰ προθέσεως συντιθέμενα τὴν περισπωμένην τάσιν φυλάττει, σμῶ πε‐
10ρισμῶ, θλῶ συνθλῶ, κλῶ κατακλῶ. εἰ οὖν ἐστι χρῶ χρῇ μετὰ τοῦ ι (τὰ γὰρ εἰς ω ῥήματα θέλουσιν ἔχειν καὶ τὸ δεύτερον πρόσωπον καὶ τρίτον δίφθογγον τὴν μετὰ τοῦ ι, θλῶ θλᾷς θλᾷ, ποιῶ ποιεῖς ποιεῖ, χρῶ χρῇς χρῇ), δῆλον ὅτι καὶ ἀποχρῇ φαμεν μετὰ τοῦ ι περισπωμένως. πρόσκειται «ἐνεστῶτος» διὰ τὸ σχῶ παράσχω.
15πρόσκειται «μετὰ προθέσεως» διὰ τὸ ἄζω· τοῦτο γὰρ ἐνεστῶτος ὂν ἀνεβίβασεν τὸν τόνον, ἀλλ’ οὐκ ἔστι μετὰ προθέσεως, ἀλλὰ μετὰ τοῦ α τοῦ στερητικοῦ ἐπιρρήματος. βαρύνεται δὲ κανόνι τοιούτῳ· τὰ ἀπὸ τῶν εἰς μι συντιθέμενα ἀναβιβάζουσι τὸν τόνον, φημί σύμ‐ φημι, εἰμί σύνειμι, πάρειμι· οὕτως οὖν καὶ χρῆμι χρῆς χρῆσι καὶ
20κατὰ ἀποκοπὴν χρή (Β 24)·
οὐ χρὴ παννύχιον, καὶ ἐν συνθέσει ἀπόχρη βαρυτόνως καὶ ἄνευ τοῦ ι. οὕτως Ζηνόβιος (fr. 29 Schoemann) AB. EM 1651. Zenobius l. c.

alpha

1578

Ἀργειφόντης (Β 103)· ἔστι δὲ ἐπίθετον τοῦ Ἑρμοῦ. λέγεται δὲ Ἀργειφόντης ἢ ὅτι ἀργὸς φόνου ἐστί, τουτέστιν καθαρός, ὁ αὐτὸς γάρ ἐστι τῷ λόγῳ· ἢ ὁ ἐν Ἄργει πρῶτον πεφηνώς, ὁ γὰρ Ἑρμῆς πρῶτον ἐν τῷ Ἄργει ἐφάνη· ἢ ὁ ἐναργεῖς τὰς φαντασίας
5ποιῶν, ἐπάνω γάρ, ὥς φασι, τῶν ὀνείρων ἐστὶν ὁ Ἑρμῆς· ἢ ἐπειδὴ τὸν Ἄργον ἐφόνευσεν, οὗτος δὲ ὁ Ἄργος ἐν ὅλῳ τῷ σώματι αὑτοῦ ὀφθαλμοὺς εἶχεν. γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ὥσπερ ἀπὸ τοῦ ἁλοτρίβανον γίνεται ἀλετρίβανον κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε, σημαίνει δὲ τὸν τριβέα παρὰ 〈τὸ〉 τοὺς ἅλας τρίβειν, οὕτως καὶ ἀπὸ
10τοῦ ἀργοφόντης γίνεται ἀργεφόντης καὶ πλεονασμῷ τοῦ ι Ἀργει‐
φόντης. Δίδυμος (p. 337, fr. 2 Schmidt) δὲ διὰ τοῦ ι γράφει· λέγει γάρ, ὥσπερ ἀπὸ τοῦ αρι ἐπιτατικοῦ ἐπιρρήματος γίνεται ἀρι‐ δείκετος καὶ ἀρίζηλος, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ αρι γίνεται ἀριφόντης καὶ πλεονασμῷ τοῦ γ † Ἀργειφόντις A = Et. gen. α
151124.
Τέλος

beta

1

Βαβάκτης (Cratin. fr. 359)· ὀρχηστής, λάλος, μανιώ‐ δης, βακχευτής. λέγεται δὲ καὶ ὁ Πάν· Κρατῖνος, οἷον (l. c.)·
χαῖρε χρυσόκερω βαβάκτα κήλων,
Πάν.
5παρὰ τὸ βάζω, τὸ λαλῶ, βάξω βέβακται, οἷον (θ 408)·
ἔπος δ’ εἴπερ βέβακται, βεβάκτης βαβάκτης, ὁ πολλὰ λαλῶν. ἔστι καὶ ῥητορική AB, Sym. 1, EM 2, Eust. 1494, 63. Lex. rhet.

beta

2

Βαβυλών· πόλις Ἀσσυρίας, ἣν Σεμίραμις ἐτείχισε τῷ περιβοήτῳ τείχει. εἴρηται δὲ ἀπὸ Βήλου, ὃς κτίσας αὐτὴν † ἀπ’ αὐτοῦ προσηγόρευσε· † Καλά γὰρ καλεῖται τῇ Σύρων φωνῇ ὃ τῇ
Ἑλληνίδι Βῆλος. δοκεῖ δέ μοι βηλών καὶ ἐν διπλασιασμῷ Βαβηλών
5καὶ Βαβυλών κατὰ τροπὴν τοῦ η εἰς υ, ὡς ἁλμηρός ἁλμυρός καὶ τηρῶ τηρός καὶ τυρός, τὸ εἰς φυλακὴν 〈καὶ〉 τήρησιν γάλα AB, Sym. 2, EM 5, Et. Gud. (suppl. d) β 3. *Orus.

beta

3

Βάβαξ (Archil. fr. 297)· λάλος. φλύαρος· † Ἀριστο‐ φάνης (Archil. l. c.)·
κατ’ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ. παρὰ τὸ βάζω βάξω βάξ, καὶ κατὰ ἀναδιπλασιασμὸν βάβαξ. ἔστι
5δὲ καὶ ῥητορική AB, Sym. 3, EM 3a. Orio 37, 4 + Lex. rhet.

beta

4

Βάδην (Ν 516)·
βάδην ἀπιόντος, ἠρέμα παραγινομένου. ἢ θᾶττον ἢ ταχέως· Μένανδρος (fr. 689)·
τὸ δὴ λεγόμενον τοῦτο «θᾶττον ἢ βάδην»
5AB, Sym. 4, EM 5, Areth. schol. Luc. catapl. 2; de merc. cond. 26. *Comm. Hom. + *Lex. rhet.

beta

5

Βαθυκόλπων (Σ 122, Ω 215)· πέπλος τὸ ἱμάτιον καλεῖται Ἑλληνικῶς, βάρβαρον δὲ τὸ βαθυκόλπων ἀπὸ τῶν ἐκ τῆς ζώσεως κολπωμάτων AB, Sym. 5, EM 20 *Comm. Hom.

beta

6

Βάθυλλος (Anacr. fr. 148 Gentili)· ὄνομα κύριον, ὁ ἐρώμενος Ἀνακρέοντος. γέγονε δὲ ὑποκοριστικῶς· ὡς γὰρ ἀπὸ τοῦ Ἡρακλῆς Ἥρυλλος (trag. fr. adesp. 590) καὶ ἀπὸ τοῦ Ἀριστο‐ κλῆς Ἀρίστυλλος (Ar. Plut. 314), Θρασυκλῆς Θράσυλλος, οὕτως
5Βαθυκλῆς Βάθυλλος. Ἡρωδιανὸς Περὶ παθῶν (II 205, 10) AB, Sym. 6. Hdn. l. c.

beta

7

Βαθύλειμος (I 151)· † βαθείας λειμῶνας ἔχουσα· ἀπὸ τῆς λειμῶνος γενικῆς βαθυλείμωνος καὶ κατὰ συγκοπὴν βαθύλειμος
AB, Sym. 7, EM 7. Comm. Hom.

beta

8

Βαθυζώνους (γ 154)· βαρβάρων γυναικῶν τὸ ἐπίθετον· ἀπὸ τοῦ βαθέως ζώννυσθαι AB, Sym. 8, EM 16. *Comm. Hom.

beta

9

Βαθεῖαν αὔλακα (Aesch. sept. 593 ap. Plat. resp. 362a)· ὅπερ ἐστὶ † στιχὶς γῆς ὑπὸ ἀρότρου· μεταφορικῶς ἀπὸ † τοῦ βαθείας φρένας κεκρυμμένας σημαίνει. ἐκ τῶν Ῥητορικῶν AB, EM 15, Lex. rhet.

beta

10

Βάθρον· τὸ θεμέλιον. καὶ † βάραθρα, ἀγάλματα. ἔστι δὲ καὶ ῥητορική. παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται παράγωγον βῆμι καὶ κατὰ ἀναδιπλασιασμὸν βίβημι· ἐξ οὗ τὸ (Η 213)
μακρὰ βιβάς·
5ῥηματικὸν ὄνομα βάτρον καὶ βάθρον, ἐφ’ ᾧ ἐστι βαίνειν. † Ὦρος AB, Sym. 9, EM 21. Orio 37, 7 + Lex. rhet.

beta

11

Βαιόν· ὃ λέγεται καὶ ἠβαιόν· τὸ μικρὸν ἢ ὀλίγον. εἴρηται παρὰ τὸ βῶ, τὸ βαίνω, βαιόν, οὗ ἐστι ἐπ’ ὀλίγον βῆναι. ἢ παρὰ τὴν ἥβην ἡβαιός, ἥτις ταχέως ἄρχεται καὶ ταχέως λήγει AB,
Sym. 12, EM 91.

beta

12

Βαίτυλος· λίθος γινόμενος κατὰ τὸν Λίβανον τὸ ὄρος τῆς † Ἰλιουπόλεως. βαίτυλος δὲ ἐκλήθη καὶ ὁ λίθος, ὃν ἀντὶ τοῦ Διὸς ὁ Κρόνος κατέπιεν. εἴρηται δέ, ὅτι ἡ Ῥέα βαίτῃ αἰγὸς σπαρ‐ γανώσασα τῷ Κρόνῳ ἐπέδωκεν· παρὰ τὴν βαίτην βαίτυλος, βαίτη
5δὲ σημαίνει τὴν διφθέραν AB, Sym. 13, EM 93, Et. Gud. (c) β
15. *Lex. rhet.

beta

13

Βαιαί· αἱ ἐν Ἰταλίᾳ· ἀπὸ Βαίου τοῦ Ὀδυσσέως κυβερ‐ νήτου ἐκλήθησαν, τελευτήσαντος κατὰ τὴν † Ἄορνην τῆς Ἰταλίας AB, Sym. 14, EM 90. *Orus.

beta

14

Βάκηλος (Men. fr. 412)· εἰς μὲν τὸ λεξικὸν τὸ Ῥη‐ τορικὸν εὗρον σημαῖνον οὕτως· μέγας μέν, ἀνόητος δὲ καὶ γυναι‐ κώδης· εἰς δὲ τοὺς ἐτυμολόγους (Seleucus p. 193 Reitzenstein) ὁ ἀποτετμημένος τὸ αἰδοῖον. εἴρηται δὲ οἱονεὶ βιάκολός τις ὤν, ὁ βίᾳ
5καὶ μανίᾳ κόλος γεγονώς· οὕτως γὰρ ἐκαλοῦντο οἱ Γάλλοι, οἱ περὶ τὴν μητέρα τῶν θεῶν ὀργιάζοντες καὶ ἑαυτοὺς ἐκτέμνοντες. βιάκολος καὶ βάκολος καὶ τροπῇ † τὸ ο εἰς τὸ η, ὡς ἔλαφος ἐλαφηβόλος, βάκηλος. Ἐπαφρόδιτος (fr. 8 Luenzner) δὲ τὸν αἰδοῖον μὴ ἔχοντα· κῆλον γὰρ τὸ αἰδοῖον, ἔνθεν καὶ κήλων (Archil. fr. 43, 3) ὁ ὄνος ὁ συνου‐
10σιαστικός, ἵν’ ᾖ ἄκηλος καὶ πλεονασμῷ τοῦ β βάκηλος, ὡς ῥόδον βρόδον, σίδαι σίβδαι AB, Sym. 15, EM 13, Areth. schol. Luc. de die nef. 17. Lex. rhet. + *Orio.

beta

15

Βακτηρία· εἴρηται ἀπὸ τοῦ ἐρείδειν τὴν βάσιν ἐπ’ αὐτῆς, τουτέστιν στήριγμα εἶναι τοῦ περιπατεῖν καὶ βαδίζειν εὐκόλως AB, Sym. 16, EM 12, Tzetz. schol. Ar. Plut. 272b. *Orio.

beta

16

Βάκχος· μαινόμενος. παρὰ τὸ βάζω βάξω βάχος καὶ πλεονασμῷ τοῦ κ βάκχος, ὡς ἰαχή ἴαχος καὶ ἴακχος· οἱ γὰρ με‐ θύοντες πλέον τῇ φωνῇ καὶ ἐνθουσιῶντες χρῶνται AB, Sym. 17, EM 11. Eust. 629, 29 Orio 22, 14.

beta

17

Βακχέβακχος (Ar. eq. 408)· εἴρηται εἰς τὸ γυ‐
ναιμανές (Et. gen. γ s. v.) AB.

beta

18

Βαλανεῖον· τινὲς μὲν λέγουσιν, ὅτι παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας, καὶ Ὅμηρος παρετυμολογῶν λέγει (κ 361, 363)·
λοῦε ἐκ τρίποδος μεγάλοιο,
ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γύων.
5οὐ λέγουσι δὲ καλῶς· εἰ γὰρ ἦν ἐκ τούτου, ὤφειλεν διὰ τοῦ ι γρά‐
φεσθαι, ἐπειδὴ τὸ ἀνία διὰ τοῦ ι γράφεται. ἀλλ’ ἔστιν εἰπεῖν 〈***〉 βαλανεῖον εἴρηται τὸ λουτρὸν παρὰ τὸ τὰς βαλάνους αὔειν, τουτέστι † τοὺς δρῦς· οὕτως γὰρ καλοῦνται † οἱ δρῦς καὶ ἄλλα τινὰ φυτά. Ἐπαφρόδιτος (fr. 9 Luenzner) δὲ παρὰ τὸ αὔω, τὸ σημαῖνον
10τὸ καίω (ε 490)·
ἵνα μή ποθεν ἄλλοθεν αὔοι, γεγονέναι AB, Sym. 18, EM 27, Et. Gud. (c) α 16. *Orio.

beta

19

Βαλίος (Π 149)· ὄνομα τοῦ ἵππου τοῦ Ἀχιλλέως· σημαί‐ νει καὶ τὸ ποικίλος, οὕτως·
βαλιὰν ἔλαφον,
φησὶν Εὐριπίδης (Hec. 90). παρὰ τὸ πάλλεσθαι διὰ τὸ τάχος. ἢ
5φαλιός τις ὤν, ὁ λευκομέτωπος AB, Sym. 19, EM 31, Et. Gud. β 18, Eust. 1051, 17. *Orio.

beta

20

Βαλιαί· αἱ ταχεῖαι· παρὰ τὸ βάλλειν καὶ ταχέως φέρε‐ σθαι τὸ βαλλόμενον. ἢ παρὰ τὸ πάλλεσθαι διὰ τὸ τάχος, οἷον (fr. epicum Alexandrinum adesp.)·
βαλιαῖς ἀσκαίρων
5
Ἁρπυίαις AB, Sym. 19, EM 32, Et. Gud. (c) α 35. *Orio.

beta

21

Βάλλις (Xanth. Lyd. FGH 765 F 3)· εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τοὺς τεθνεῶτας ὁμοίως τῇ ἀρυώνῃ. λέγεται βάλλις, οἱονεὶ βίαλλίς τις οὖσα, ἐπεὶ δοκεῖ βίον ἄλλον ποιεῖν AB, Sym. 20a, EM 33. *Orio.

beta

22

Βάλλω· παρὰ τὸ βῶ γίνεται βαίνω, ἀφ’ οὗ τὸ βάλλω, ὡς ἀπὸ τοῦ θῶ θάλλω καὶ ἰῶ ἰάλλω· οἱ γὰρ βάλλοντες διαβαίνουσι
AB, EM 38. *Orio (e *Philox. fr. 458).

beta

23

Βάλε (Alcm. fr. 26, 2)· ἀντὶ τοῦ ἀβάλες· οἷον (l. c.)· βάλε δή, βάλε κηρύλος εἴην.
ὁ δὲ Ἀλκμὰν τὸ ἀβάλε, οἷον (fr. 111)·
ἀβάλε καὶ νοέοντα·
5τοῦτο δὲ γίνεται καὶ ἆ κατὰ συγκοπήν, οἷον (Call. fr. 1, 33)·
ἆ πάντως ἵνα γῆρας. ἀμφότερα γὰρ πάντως μίαν σημασίαν ἔχουσιν τὸ ἆ καὶ τὸ ἀβάλε. ζητεῖται πότερον τὸ ἀβάλε ἀπέβαλεν τὰς ἐπὶ τέλους δύο συλλαβὰς καὶ ἐποίησεν τὸ ἆ ἢ τοῦ βάλε ἐπλεόνασε τὸ ἀ καὶ † ἐγίνετο ἀβάλε.
10ἢ ἕτερον τὸ ἀ καὶ ἕτερον τὸ βάλε καὶ ταῦτα συντιθέμενα ποιοῦσι τὸ ἀβάλε, ὅτι οὐ δύναται τὸ ἀβάλε γενέσθαι κατὰ ἀποκοπὴν τῶν δύο συλλαβῶν καὶ γενέσθαι ἆ ἢ ἀποβάλλειν τὸ ἀ τῆς † τυχούσης καὶ γενέσθαι βάλε· οὐδέποτε γὰρ ἐν τῇ αὐτῇ λέξει γίνεται καὶ ἀφαίρεσις καὶ συγκοπή, ἀλλ’ ἔστιν ἰδίᾳ τὸ ἆ καὶ ἰδίᾳ τὸ βάλε καὶ
15ἐν συνθέσει τὸ ἀβάλε καὶ κατὰ ἀφαίρεσιν τῆς ἀρχούσης βάλε. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (fr. novum) AB, Sym. 21, EM 34. Hdn. l. c.

beta

24

Βάλλον (Μ 155)· ῥῆμα ὁριστικὸν πληθυντικόν· δύναται εἶναι καὶ ἑνικὸν ἔβαλλον. ἔστι παρὰ τὸ βάλλω, ἐξ οὗ καὶ βολή, ὡς στέλλω στολή· ἀπὸ δὲ τοῦ βάλλω γίνεται καὶ βαλλίζω. κλίνεται τὸ βάλλω ἕως τοῦ παρατατικοῦ καὶ μόνον AB, EM 37, Eust. 1051, 19.
5*Epim. *Hom. (cf. AO I 93, 1).

beta

25

Βαλβίς (Lycoprh. 13)· βάσις ταπεινή, ἡ ἀφετηρία καὶ ὁ καμπτός, ἤγουν ἡ ἄφεσις τῶν δρομέων· ἔστι δὲ ξύλα δύο, ἀφ’ ὧν σχοινία διατείνεται· ἀφ’ ἧς βαλβῖδος ἐξέρχονται οἱ ἀγωνιζόμενοι· Λυκόφρων (l. c. 13—14)·
5
ἐγὼ δ’ ἄκραν βαλβῖδα μηρίνθου σχάσας
ἄνειμι λοξῶν ἐς διεξόδους ἐπῶν, παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βηλός, οἷον (Ψ 202)·
βηλῷ ἐπὶ λιθέῳ. καὶ ὥσπερ παρὰ τὸ ψῆφος γίνεται ψηφίς, οὕτως καὶ παρὰ τὸ βηλός
10γίνεται βηλίς καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ, τοῦ β βαλβίς. ἔστι δὲ καὶ ῥητορική AB, Sym. 22, EM 29 + 30. Orio 33, 8 + Lex. rhet.

beta

26

Βαλβῖσιν (Antiph. B 69 Diels—Kranz)· ἀντὶ τοῦ ταῖς ἀρχαῖς· εἴρηται δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγα γινομένη γραμμὴ διὰ τὸ ἐπ’ αὐτῆς βεβηκέναι τοὺς δρομέας βαλβίς καλεῖται. ἐκ τοῦ Ῥητορικοῦ ἡ λέξις AB, Sym. 22, EM 30. Lex.
5rhet.

beta

27

Βᾶμα καὶ σχᾶμα (Pythag. symbol. fr. 6, I p. 466, 36 Diels)· εἴρηται εἰς τὸ βῆμα (β 106) AB.

beta

28

Βάμμα Κυζικηνόν (Ar. pac. 1176)· τὴν ἀκάθαρ‐ τον ἀσχημοσύνην Ἀττικοὶ λέγουσιν AB, Sym. 23, EM 41. *Lex. rhet.

beta

29

Βάζω· σημαίνει δὲ τὸ λέγω, οἷον (ς 168)·
εὖ μὲν βάζουσι, κακῶς δ’ ὄπισθεν φρονέουσι. γίνεται παρὰ τὸ βοῶ βῶ, καὶ ὥσπερ παρὰ τὸ φῶ φάζω, ὁ μέλλων φάσω καὶ πλεονασμῷ τοῦ κ φάσκω, οὕτως καὶ παρὰ τὸ βῶ βάζω,
5ὁ μέλλων βάξω. ἐκ δὲ τοῦ βάζω γίνεται καὶ βράζω πλεονασμῷ τοῦ ρ. δύναται δὲ εἶναι καὶ παρὰ τὴν βοὴν βοάζω καὶ κατὰ συγκοπὴν βάζω. Ὠρίων (37, 1; 38, 5) AB, Sym. 24, EM 8. Orio l. c.

beta

30

Βαλανάγρα (Hdt. 3, 155, 6)· ἡ κλείς· παρὰ τὸ ἀγρεύειν τὴν βάλανον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦ‐ μεν μάγγανον. αὕτη ἐκ τῶν Ῥητορικῶν AB, Sym. 25, EM 22. Lex. rhet.

beta

31

Βαμβαίνει· διστάζει, τρέμει τοῖς ποσὶ καὶ ὑπὸ τρόμου ἠχεῖ τοὺς ὀδόντας καὶ τῇ γλώσσῃ ἀσήμως φθέγγεται. ἔστι δὲ ῥητο‐ ρικὴ ἡ λέξις ἀλλὰ καὶ ποιητική (Κ 374—375)·
τάρβησέν τε
5
βαμβαίνων, ἄραβος δὲ διὰ στόμα γίνεται ὀδόντων. εἴρηται ἀπὸ μεταφορᾶς τῶν ποδῶν ἐπὶ τῶν μὴ ἑδραίαν τὴν φωνὴν ἐχόντων· οἱ γὰρ κατάσχετοι ὑπὸ φόβου οὐχ οἷοί τε ἑδραῖοι ἀμφο‐ τέραις ταῖς βάσεσιν εἶναι, ὥς φησιν ὁ ποιητής (Ν 281)·
ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζῃ.
10ἔστιν οὖν βαίνω καὶ κατὰ ἀναδιπλασιασμὸν βαβαίνω καὶ πλεονασμῷ τοῦ μ βαμβαίνω, τὸ ὑπὸ τρόμου ἠχεῖν τοὺς ὀδόντας καὶ ἀνάρθρως λέγειν AB, Sym. 26, EM 42. *Lex. rhet. + Orio 36, 18.

beta

32

Βαθυλήϊος (Ap. Rh. 1, 830)· ἀντὶ τοῦ πολυλήϊος, πολύσιτος, οἷον (l. c. 829—830)·
οὐδέ ς’ ὀΐω
γαῖαν ὀνόσσασθαι. περὶ γὰρ βαθυλήϊος ἄλλων
5AB, Sym. 27, EM 19. Schol. Ap. Rh.

beta

33

Βάναυσος· πᾶς τεχνίτης διὰ πυρὸς ἐργαζόμενος. βαῦνος γὰρ ἡ κάμινος. ῥητορική. Σοφοκλῆς, οἷον (Ai. 1121).
οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην. εἴρηται δὲ παρὰ τὸ τὰς βαύνους αὔειν, τουτέστιν τὰς καμίνους καίειν
5AB, Sym. 28, EM 43, Eust. 1557, 58. Lex. rhet. + Orio 32, 8.

beta

34

Βᾶν. εἰ μὲν ἐκ τοῦ βῆναι, βᾶναι καὶ κατὰ συγκοπὴν βᾶν. εἰ δὲ θέμα βῶ ἐστι, βᾷς βᾷ καὶ τὸ ἀπαρέμφατον βᾶν. οὕτως Ἡρω‐ διανὸς Περὶ παθῶν (fr. novum) AB, Sym. 29 (lemma tantum), EM 44. Hdn. l. c.

beta

35

Βάξις (Mimnerm. fr. 15 et 16)· σημαίνει δὲ τὴν φήμην καὶ τὴν ῥῆσιν. Μίμνερμος (fr. 15 = fr. 13, 1 Gentili—Prato)·
καί μιν ἐπ’ ἀνθρώπους βάξις ἔχει χαλεπή. (fr. 16 = fr. 13, 2 Gentili—Prato)·
5
ἀργαλέης ἀεὶ βάξιος ἱέμενοι. παρὰ τὸ βάζω βάξω βάξις AB, Sym. 30, EM 45. *Orio.

beta

36

Βάπτω· παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βάπτω AB,
Sym. 31, EM 46, Et. Gud. β 27. *Orio.

beta

37

Βάραθρον. τόπος βαθύς, ὅπου οἱ κακοῦργοι ἐμβάλλον‐ ται. ἢ τόπος κοῖλος, τὰ μὲν ἄνω ἔχων ὑψηλὰ καὶ ἰσχυρά, ὑπόχαυνα δὲ τὰ κάτω, ὥστε καταδῦναι τὸν ἐπιβάντα. ἐν δὲ Φιλιππικοῖς (8, 45; 10, 16) ὁ Δημοσθένης τὴν λέξιν οὐ κυρίως εἶπεν, ἀλλ’ ἐκ μεταφορᾶς,
5οἷον ἐν τῷ ὀλέθρῳ. ἔστι γὰρ ῥητορική. ὁ δὲ ποιητὴς (Θ 14)
βέρεθρον τὸ χάσμα διὰ τοῦ ε φησίν, Ἀττικοὶ δὲ διὰ τοῦ α· κυρίως γὰρ βάρα‐ θρα καλοῦσι τοὺς κοίλους τόπους, δι’ ὧν οἱ ποταμοὶ καταπίνονται καὶ εἰσβαίνουσι. παρὰ τὸ βαίνω γίνεται βάτρον καὶ βάθρον καὶ κατὰ
10πλεονασμὸν βάραθρον καὶ Ἰακῶς βέρεθρον. ἢ κατὰ ἀντίφρασιν τὸ ἄβατον εἶναι διὰ τὴν κοιλότητα AB, Sym. 32, EM 48, Lex. rhet. + *Orio?

beta

38

Βάρβιτος· εἶδος μουσικοῦ ὀργάνου, ψαλτήριον ἢ κιθάρα. εἴρηται δὲ οἱονεὶ βαρύμιτός τις ὤν, ὁ βαρεῖαν τὴν φωνὴν καὶ τὸν φθόγγον ἀφιείς· μίτους γὰρ τὰς νευρὰς ἔλεγον, ἐπειδὴ πρὸ τῆς χρήσεως τῆς νευρᾶς λινοῖς στήμοσιν ἐκέχρηντο. ὅθεν καὶ οἱ Αἰο‐
5λεῖς βάρμιτον αὐτὸ διὰ τοῦ μ φασί AB, Sym. 33, EM 51, Et. Gud. β 28. *Orio?

beta

39

Βάρβαρος· †ὀνοματοπεποίηται ἡ λέξις, οἷον κατὰ μίμη‐ σιν τῆς γινομένης αὐτῷ † βραχύτητος ἐν τῇ φωνῇ· ἀφ’ οὗ καὶ βρόγ‐ χος λέγεται 〈***, δι’ οὗ ἀναφέρεται ἡ φωνή· καὶ αὐτὸ τὸ βραγ‐ χιᾶν, τὸ σαπρᾷ τῇ φωνῇ καὶ τραχείᾳ † χρᾶσθαι AB, Sym. 34,
5EM 50. Orio 35, 10.

beta

40

Βάραγχος (Hippon. fr. 105, 6)· Ἱππῶναξ (l. c.)· μάλιστα γὰρ οἱ ἄλλοι Βράγχος, Ἱππῶναξ πλεονασμῷ τοῦ α. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν (II 220, 22) AB, EM 49, Hdn. l. c.

beta

41

Βάρδιστος (Ψ 310)· παρὰ τὸ βάρος βαρύς γίνεται ἐν ὑπερθέσει καὶ πλεονασμῷ τοῦ δ βραδύς 〈***〉. Ἡρωδιανὸς Περὶ
παθῶν (cf. II 384, 5) A, Sym. 35, EM 52. Hdn. l. c.

beta

42

Βαραγχιᾶν· ἀντὶ τοῦ βραγχιᾶν πολλάκις ἐστὶ παρὰ Ἀττικοῖς. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 220, 21) AB, Sym. 36, EM 49, Hdn. l. c.

beta

43

Βαρδίνης· ποταμός· εἴρηται παρὰ τὸ βαρείας καὶ ἐπ‐ αχθεῖς ἔχειν δίνας, βαρυδίνης τις ὤν AB, Sym. 37, EM 54. *Orus.

beta

44

Βαρκάζειν· τὸ βαρβαρίζειν· εἴρηται ἀπὸ τῶν Καρβά‐ νων, οἵ εἰσι βάρβαροι. ἦν οὖν καρβάζειν καὶ ἐν ὑπερθέσει βαρκάζειν AB, Sym. 38, EM 58.

beta

45

Βαρύνω (Π 519)· εἴρηται εἰς τὸ κιάθω (deest; de re cf. Hdn. II 782, 21—28). (l. c.)·
βαρύθει δέ μοι ὦμος ὑπ’ αὐτοῦ
AB, Sym. 39, EM 60. Comm. Hom.
5〈βαρύς: EM 60. *Orio (cf. Choerob. epim. ps. 104, 11).〉

beta

46

Βασιλεύς (Ps. 2, 2)· παρὰ τὸ σίνω, τὸ βλάπτω, γίνεται
σινεύς, ὁ βλαπτικός, ἀσινεύς, ὁ ἀβλαβής, καὶ τροπῇ τοῦ ν εἰς τὸ λ ἀσιλεύς καὶ πλεονασμῷ τοῦ β βασιλεύς. ἢ παρὰ τὸ βαίνειν ἵλεως. ἢ παρὰ τὸ πεπᾶσθαι λαούς, ὅ ἐστι κεκτῆσθαι· πάσασθαι γὰρ τὸ
5κτήσασθαι, καὶ πάμματα τὰ κτήματα, καὶ (Δ 433) πολυπάμμονος, ἵν’ ᾖ πασιλεύς, καὶ βασιλεύς. ἢ ὁ περὶ τὴν βάσιν ἴλην ἔχων, του‐ τέστι μετὰ πλήθους ποιούμενος τὴν βάσιν καὶ τὴν ἔξοδον. ἢ ὅτι λαοῦ ἐστι βάσις καὶ στήριγμα. ἢ παρὰ τὴν βάσιν καὶ τὸ λεύσσειν,
10ὁ ἐν τῷ περιϊέναι περίβλεπτος. ἢ πασιλεύς τις ὤν, ὁ πάντας λεύσ‐ σων καὶ πάντων προνοῶν AB, Sym. 42, EM 65. Choerob. epim. ps. 69, 23.

beta

47

Βασιλίς· ἡ τοῦ βασιλέως γυνή, ὡς καὶ βαλανίς, ἡ τοῦ βαλανέως. ῥητορική. λέγει δὲ Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (II 1250), ὅτι ἀπὸ τοῦ βασιλεύς βασιλῆος γίνεται βασιληΐς καὶ ἀποβολῇ τοῦ η βασιλίς AB, Sym. 42, EM 64. Lex. rhet. + Hdn. l. c.

beta

48

Βασιλεύτωρ (Antim. fr. 10 Wyss)· παρὰ τὸ βα‐ σιλεύσω βασιλεύτωρ· Ἀντίμαχος ἐν πρώτῃ Θηβαΐδος (l. c.)·
οἷοι ἔσαν βασιλεύτορες † Αἰπαλήων. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικόν (fr. 373) AB, Sym. 43, EM
563. Philox. l. c.

beta

49

Βασανίζειν· οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ἀνακρίνειν καὶ δοκιμάζειν καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων· βάσανος γάρ ἐστι λίθος λεγομένη, ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. οὕτως πάντες κέχρηνται οἱ ἀξιόλογοι.
5ἐκ τοῦ Ῥητορικοῦ AB, Sym. 44, EM 62. Lex. rhet.

beta

50

Βασκαίνει (Dem. or. 18, 189)· ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ. οὕτως Δημοσθένης ἐν τῷ Ὑπὲρ Κτησι‐ φῶντος (l. c.) καὶ ἐν τοῖς ἑξῆς (ibid. 108)· «βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμα ἐμόν» φησὶν ἀντὶ τοῦ
5φιλαίτιον καὶ συκοφαντικόν. εἴρηται δὲ παρὰ τὸ βάσκανος βασκαίνω. ἢ παρὰ τὸ φασκαίνω, † ὅτι τοῖς φάεσι † καίνει, ὅ ἐστι φθείρων διὰ τοῦ βλέμματος. ῥητορική AB, Sym. 45, EM 66. Lex. rhet.

beta

51

Βάσκανος· ὁ κακίζων καὶ μεμφόμενος ἅπαντα καὶ πει‐ ρώμενος εἰς ἀπέχθειαν ἄγειν, ὁ φθονερὸς καὶ βλαβερός· οὕτως Ἀριστοφάνης (eq. 103, Pl. 571), οὕτως Εὐριπίδης (fr. 933 = 379a Snell). Φερεκράτης (fr. 189) δὲ ἐπὶ τοῦ λυπηροῦ λαμβάνει τὴν λέξιν, οἷον
5(l. c.)·
ὁ λαγώς με βασκαίνει καὶ λυπεῖ. εἴρηται δὲ φάσκανός τις ὤν, ὁ τοῖς φάεσι καίνων AB, Sym. 46, EM 66, Et. Gud. (c) β 68. Lex. rhet. + Orio 33, 11.

beta

52

Βασαρίδες (Call. fr. 743 incerti auct.)· αἱ Βάκχαι, οἷον (l. c.)·
κέντορι Βασσαρίδων· παρὰ τὸ διάγειν ἐν βήσσαις, ὅ ἐστιν ὀρεινοῖς τόποις, ἢ παρὰ τὸ
5βασσάρη τὸ λεγόμενον ὑπόδημα, ὅπερ εἴρηται παρὰ τὸ τῇ βάσει ἀρηρέναι· ἀρῶ γὰρ τὸ ἁρμόζω AB, Sym. 47, EM 70, Et. Gud.
β 41. Orio 31, 7.

beta

53

Βασσάρα· σημαίνει κυρίως τὴν Βάκχην, ὡς Ὠρίων (31, 7) λέγει. ἀπὸ τούτου δὲ καὶ ἡ κατωφερὴς καὶ πόρνη γυνὴ εἴρηται βασσάρα· Λυκόφρων (771—772)·
μύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρα
5
σεμνῶς † κασσορεύουσα κοιλανεῖ δόμους· καὶ πάλιν παρὰ τῷ αὐτῷ (1393)·
τῆς παντομόρφου βασσάρας λαμπούριδος· λάμπουρις δέ ἐστιν ἡ ἀλώπηξ. λέγεται βάσσαρος ἡ ἀλώπηξ κατὰ Ἡρόδοτον (cf. 4, 192, 2) AB, Sym. 48, EM 69. Schol. Lycophr.

beta

54

Βασσάραι (Aesch. fr. 59)· χιτῶνες,〉 οὓς ἐφόρουν αἱ Θρᾳκίαι Βάκχαι, καλούμενοι οὕτως ἀπὸ τοῦ Βασσαρέως Διονύσου· ἦσαν δὲ ποικίλοι καὶ ποδήρεις· Αἰσχύλος ἐν Ἠδωνοῖς (l. c.)·
ὅστις χιτῶνας βασσάρας τε Λυδίας
5
ἔχει ποδήρεις. ἐκ τοῦ Ῥητορικοῦ AB, EM 70. Lex. rhet.

beta

55

Βάσσων (Epicharm. fr. 188 Kaibel)· βαθύτερος· Ἐπί‐ χαρμος (l. c.)·
βάσσον χωρίον, ἀντὶ τοῦ βαθύτερον, εὔγειον· ἀπὸ τοῦ βαθύς βαθύτερος βαθίων
5βάσσων AB, EM 71. *Orio (ex Hdn. cf. II 383, 15) ?

beta

56

Βαστραχαλίσαι· τραχηλιάσαι· βάστραχας γὰρ τοὺς τραχήλους οἱ Βοιωτοὶ καλοῦσιν AB, Sym. 49, EM 72a. *Orio vel *Lex. rhet.?

beta

57

Βατίεια (Β 813)· τόπος ἐν τῷ πεδίῳ τῆς Ἰλίου· Ὅμη‐ ρος (l. c.)·
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλῄσκουσιν AB, Sym. 50, EM 75. *Orus.

beta

58

Βατία (Pind. Ol. 6, 54)· λέγεται καὶ ὁ βάτους ἔχων τόπος· ἀπὸ τοῦ βάτος βατία, ἀλλὰ διὰ τοῦ ι, ὡς Αἰτωλός † Αἰτώλιος. ἐπὶ δὲ τοῦ τόπου Ἐπαφρόδιτός (fr. 26 Luenzner) φησιν ἀπὸ τοῦ πατῶ πάτος, ἀπὸ τοῦ πάτου τῶν ἵππων· τοὺς γὰρ ἐν ταῖς
5ὁδοῖς ὁλκούς τε καὶ συνεχεῖς τρίμμους πάτους ἔλεγον· πάτος οὖν πάτεια καὶ πλεονασμῷ τοῦ ι πατίεια καὶ Βατίεια (Β 813) AB, Sym.
50, EM 75. *Orus.

beta

59

Βάτεια· τόπος Τροίας ἀπὸ Βατείας τῆς Δαρδάνου γυναι‐ κός, ἐξ ἦς γενέσθαι τὸν Ἐριχθόνιον. ἐν Ὑπομνήματι Λυκόφρονος (ad 1308). οὕτως Ὦρος. ἐγὼ δὲ εὗρον ἐν τοῖς Ῥητορικοῖς σημαί‐ νουσαν τὴν λέξιν οἰκίαν τινὰ ἀπὸ Βάτωνος ἐπωνομασμένην δεσπότου.
5ἢ σκεῦος ἢ κόσμος ἢ χωρίον τι AB, Sym. 50, EM 76. Orus + Lex. rhet.

beta

60

Βάτην (Α 327)·
τὼ δ’ ἀέκοντε βάτην. ἔστι τὸ θέμα βῆμι, ὁ παρατατικὸς ἔβην, τὸ δεύτερον τῶν δυϊκῶν ἐβάτην καὶ ἀφαιρέσει τοῦ ε βάτην AB, Sym. 51, EM 81. *Philox.

beta

61

Βατήρ· ἡ ἀρχὴ τοῦ τῶν † πεντάθλου σκάμματος (com.
fr. adesp. ap. Paus. att. fr. β 4 Erbse)·
αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου, φησί τις, οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον. ῥητορικὴ δέ ἐστιν
5ἡ λέξις. οὐ παρὰ τὸ βαίνω, ἐλέγετο γὰρ βαντήρ, ἀλλὰ παρὰ τὸ βίβημι βατήρ AB, Sym. 52, EM 79. Lex. rhet. + *Philox. fr. 390.

beta

62

Βάτης· παρὰ τὸ βαίνω βάντης ὤφειλεν εἶναι, ὡς φαίνω φάντης καὶ ἱεροφάντης· ἀλλ’ ἀπὸ τοῦ βίβημι βάτης καὶ διαβάτης (Aristoph. fr. 765) καὶ ἱπποβάτης (Aesch. Pers. 26). Φιλόξενος (fr. 391) AB, Sym. 53, EM 62. Philox. l. c.

beta

63

Βατοδρόπος (Hom. Hy. 4, 190)· παρὰ τὸ δρέπω δρό‐ πος καὶ βατοδρόπος. Φιλόξενος (fr. 392) AB, EM 77. Philox. ῥηματ.

beta

64

Βάτραχος· παρὰ τὸ βοὴν τραχεῖαν ἔχειν βοάτραχός τις ὤν. ἔστι δὲ πεποιημένη ἡ λέξις AB, Sym. 54, EM 78. Orio 34, 23.

beta

65

Βάτος· ἡ ἄκανθα· εἴρηται δὲ κατὰ ἀντίφρασιν, ὁ μὴ ὢν βατός, καὶ ἔστιν ἐν τόνῳ παρώνυμον· γίνεται γὰρ τοιαῦτα πολλά, ὡς παρὰ τὸ κυρτός κύρτος, ξανθός Ξάνθος, λευκός Λεῦκος (Δ 491)·
Λεῦκον δ’ Ὀδυσσέως ἐσθλὸν ἑταῖρον·
5οὕτως βατός βάτος. οὕτως Ἀπολλώνιος (fr. X p. 47) AB, Sym. 55, EM 77. *Orio?

beta

66

Βάτταλος (Aeschin. or. 2, 99)· ἐπώνυμον ἦν Δη‐ μοσθένους. ἐκάλουν δὲ οἱ παλαιοὶ τὸν μαλακὸν καὶ βδελυρὸν καὶ αἰσχρὸν οὕτως ἀπὸ Βαττάλου τινὸς αὐλητοῦ, ὃς μαλακὸς ὢν καὶ αὐλήματα τοιαῦτα ἐφεῦρεν. οἱ δὲ βάτταλον ὀνομάζεσθαι παρὰ τοῖς
5παλαιοῖς (Eupol. fr. *92) τῶν μαλακιζομένων τὸν πρωκτόν, ἀπὸ τοῦ τύπτεσθαι ἐν τῷ ἔργῳ, καὶ βατταλίζεσθαι. οὕτως εὗρον εἰς τὸ
Ῥητορικὸν λεξικόν AB, Sym. 56, EM 73. Lex. rhet.

beta

67

Βατταρίζειν (Hippon. fr. 140) καὶ βαττολογεῖν· τὸ μόγις λαλεῖν. εἴρηται ἀπὸ τοῦ † Βάτου τοῦ † Θηρίου τοῦ εἰς τὴν Κυρήνην τὴν ἀπὸ Θήρας ἀποικίαν ἀγαγόντος, ἰσχνοφώνου ὄντος· ὡς γὰρ βάρβαρος βαρβαρίζειν, οὕτως Βάττος βατταρίζειν. οἱ δὲ κατὰ
5μίμησιν φωνῆς, ὡς τὸ ποππύζειν, ὃ καὶ πιθανώτερον. καὶ γὰρ ὁ † Βάτος ἀπὸ τοῦ ἐπέχεσθαι τὴν φωνὴν ὠνόμασται τραυλίζων καὶ τὸν τοιοῦτον ἦχον προφερόμενος AB, Sym. 57, EM 74. *Lex. rhet.

beta

68

Βαττολογία· ἡ πολυλογία· ἀπὸ † Βάτου τινὸς Ἕλλη‐ νος μακροὺς καὶ † πολυμήκους στίχους ποιήσαντος εἰς τὰ εἴδωλα ταυτολογίαν ἔχοντας AB, Sym. 57, EM 74. Ecl. voc. sacr. et
prof. 431, 12.

beta

69

Βαῦνος (Eratosth. fr. 24 Powell)· ἡ κάμινος· παρὰ τὸ αὔω, τὸ καίω, οἷον (ε 490)·
ἵνα μήποθεν ἄλλοθεν αὔοι, γίνεται † αὖος καὶ πλεονασμῷ τοῦ β βαῦνος AB, Sym. 58, EM
583. Orio 38, 14; 90, 12.

beta

70

Βδέλλα· Ἀττικοὶ βδάλλειν λέγουσιν τὸ ἀμέλγειν· ἀπὸ δὲ τοῦ βδάλλω γίνεται βδέλλα τοῦ α εἰς ε τραπέντος· καὶ γὰρ ἡ βδέλλα ἀμέλγουσιν ἔοικεν ἐν τῷ τὸ αἷμα ἐπισπᾶν AB, Sym. 59, EM 86. Orio 35, 24.

beta

71

Βδέλυγμα· δυσοσμία AB, Sym. 60, EM 87. *Lex. rhet.

beta

72

Βδελυρός (Dem. or. 21, 197 ...)· ὁ ἀηδὴς καὶ τοῦ μυσάτ‐ τεσθαι καὶ ἀποστρέφεσθαι ἄξιος· καὶ βδελύττομαι. εἴρηται δὲ παρὰ τὴν βδέλλαν ἢ παρὰ τὸ βδάλλω βδαλυρός, ὡς λήγω ληγαρός, λέπω λεπυρός, καὶ τροπῇ βδελυρός, τουτέστιν ὁ ἀναιδὴς καὶ πανταχόθεν
5ἕλκειν καὶ ἁρπάζειν βουλόμενος. ἀπὸ τούτου καὶ ἡ βδελυγμία, † ἀπὸ τοῦ μίσους, καὶ ἡ βδελυρία. οὕτως εἰς τὸ Ῥητορικόν AB, Sym.
61 + 62, EM 88. Lex. rhet.

beta

73

Βδόλος (com. fr. adesp. 781)· ἡ δυσωδία τοῦ λύχνου καὶ ἡ πορδή (l. c.)·
τὸν βδόλον οὐκ ἔσθ’ ἥτις ῥὶς ὑποστῆναι δύναται. παρὰ τὸ ὄζω ὀζόλος καὶ ἀφαιρέσει τοῦ ο ζόλος, ὡς τὸ ὀδύρεσθαι
5δύρεσθαι, τροπῇ τοῦ ζ εἰς βδ βδόλος· καὶ τὸ ῥῆμα ὄζει βδεῖ, ὡς
τὸ † ῥοιζεῖ, ῥοιβδῶ καὶ ἀναρροιβδῶ AB, Sym. 62, EM 89. *Orio?

beta

74

Βεβαία· πηγὴ οὕτως καλουμένη ἐν Εὐβοίᾳ. ἐτυμολογεῖ δὲ Τεῦκρος (FGH 274 F 2) ὅτι, φησί, «τῶν ἐν τῇ νήσῳ ποτὲ ὑδάτων ἐκλιπόντων καὶ ποταμῶν καὶ πηγῶν μόνη αὕτη ὁμοίως δι‐ έμεινεν πολύυδρος». παρὰ τὸ βέβαιον οὖν καὶ ἀνελλιπὲς Βεβαία
5εἴρηται AB, Sym. 63, EM 95. *Orus.

beta

75

Βέβαιος· ὁ ἀσφαλής· παρὰ τὸ βιβῶ γίνεται βίβαιος, ὡς τιμῶ Τίμαιος καὶ πηδῶ Πήδαιος, καὶ κατὰ τροπὴν Αἰολικὴν τοῦ ι
εἰς ε, ὡς ἀγχίμαχος ἀγχέμαχος, ἀδίκαστος ἀδέκαστος, γέγονε βέ‐ βαιος, ὁ ἑδραῖος καὶ βεβηκὼς πρὸς ἀντιδιαστολὴν τῶν ἀστηρίκτων.
5γράφεται δὲ διὰ τοῦ ε Ψιλοῦ καὶ τῆς αι διφθόγγου. τὰ γὰρ διὰ τοῦ αιος ἀπὸ ῥημάτων εἴτε κύρια εἴτε προσηγορικὰ καὶ προπαροξύνονται καὶ διὰ τῆς αι διφθόγγου γράφονται, οἷον τιμῶ Τίμαιος, πηδῶ Πήδαιος, οἷον (Ε 69)·
Πήδαιον δ’ ἄρ’ ἔπεφνε,
10λύω Λύαιος ὄνομα κύριον, ματῶ μάταιος. οὕτως οὖν καὶ βιβῶ βίβαιος καὶ βέβαιος διὰ τῆς αι διφθόγγου. οὕτως Θεόγνωστος (53, 21) AB, Sym. 64, EM 94, Et. Gud. β 50 + (c) β 91. Theogn. l. c.

beta

76

Βεβάασι (Β 134)· παρὰ τὸ βεβήκασι κατὰ συγκοπὴν (l. c.)· ἐννέα δὴ βεβάασι
AB, Sym. 65, EM 96. *Comm. Hom.

beta

77

Βεβίηκεν (Κ 145)· καταπεπόνηται, βεβίασται (l. c.)·
τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. ἀπὸ τοῦ βιάζω. AB, Sym. 66, EM 98. *Comm. Hom.

beta

78

Βέβηλος (Thuc. 4, 97, 3; Eur. fr. 648)· λέγεται δὲ καὶ ὁ μὴ ἱερὸς (Thuc. l. c.) τόπος καὶ ὁ ἀκάθαρτος, ἢ καὶ ἀμύητος (Eur. l. c.). ῥητορική. εἴρηται δὲ ὁ μὲν τόπος ἀπὸ τοῦ βῶ βήσω βηλός καὶ ἐν διπλασιασμῷ βέβηλος, ὁ βάσιμος παντί, πρὸς ἀντι‐
5διαστολὴν τοῦ ἀδύτου· καὶ ὁ ἄνθρωπος ἀπὸ τοῦ τόπου, ὁ ἐν ἀνιέροις τόποις ἄξιος διατρίβειν AB, Sym. 67, EM 101, Et. Gud. (c) β 89, Eust. 156, 29; 1003, 39. Lex. rhet. + *Orio (cf. Choerob. epim. ps. 116, 17).

beta

79

Βέβαμεν 〈καὶ〉 βεβάμεν (Ρ 359)· εἰ μὲν προπα‐ ροξύνεται, ἀπὸ τοῦ βεβήκαμεν γέγονε κατὰ συγκοπὴν ἀντὶ τοῦ βεβή‐ καμεν· εἰ δὲ παροξύνεται, ἀπαρέμφατόν ἐστιν, οἷον (l. c.)·
ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν, σχεδόθεν τε μάχεσθαι.
5οὕτως εὗρον ἐν Ὑπομνήματι Ἰλιάδος, ὡσαύτως δὲ καὶ ἐν τῷ Περὶ παθῶν Ἡρωδιανοῦ (cf. II 264, 3) ἀντὶ τοῦ † βέβηκεν AB, Sym.
64, EM 97. Comm. Hom. + Hdn.

beta

80

Βεβολήατο (I 3)· τῇ ψυχῇ τετρωμένοι ἦσαν, ἐλυποῦντο. παρὰ τὸ βάλλω γίνεται ῥηματικὸν ὄνομα βολή· καὶ ἀπὸ τοῦ βολή γίνεται ῥῆμα βολῶ, ὁ μέλλων βολήσω, ὁ παρακείμενος βεβόληκα, ὁ παθητικὸς βεβόλημαι, ὁ ὑπερσυντέλικος ἐβεβολήμην ἐβεβόλησο καὶ
5τὸ τρίτον ἐβεβόλητο καὶ Ἰωνικῶς ἐβεβολέατο· λέγει γὰρ ὁ Τε‐ χνικός (Theodos. canon. p. 57, 15 Hilgard)· «οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην συστέλλουσιν πρὸ τοῦ αται εἰς τὴν ὀφειλομένην συλλαβήν, οἷον πεποίηνται πεποιέ‐ αται». οὕτως οὖν καὶ βεβόλητο καὶ βεβολέατο· καὶ διὰ τὴν ἐπαλλη‐
10λίαν τῶν βραχέων ἔκτασις γέγονεν τοῦ ε εἰς τὸ η βεβολήατο. οὕτως Ζηνόβιος (fr. 17 Schoemann) καὶ ἄλλοι AB, Sym. 69, EM 100, Et. Gud. β 53, Eust. 731, 40. Zenobius + Comm. Hom.

beta

81

Βέβουλα (Α 113)·
καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα, ἀντὶ τοῦ προκέκρικα, προτιμῶ. ἀπὸ τοῦ βούλω βαρυτόνου, ὁ μέλλων βουλήσω ὡς ἀπὸ περισπωμένου, ὥσπερ καὶ ἀπὸ τοῦ θέλω θελήσω,
5μέλω μελήσω, ὁ παρακείμενος βεβούληκα καὶ ὁ μέσος βέβουλα AB,
Sym. 70, EM 99. *Comm. Hom.

beta

82

Βεβήκει (Α 221)·
εἰς Οὔλυμπον δὲ βεβήκει. ὑπερσυντελίκου τῶν εἰς μι AB, *Comm. Hom. vel epim. Hom. (unde cod. Barocc. 50 ined. et Et. Gud. (c) β 97).

beta

83

Βεβρώσεται (β 203)·
χρήματα δ’ αὖτε κακῶς βεβρώσεται. ἀπὸ τοῦ βρῶ βρώσω βέβρωκα, ὁ παθητικὸς βέβρωμαι, τὸ δεύτερον βέβρωσαι καὶ ὁ μετ’ ὀλίγον μέλλων βεβρώσομαι βεβρώσῃ βεβρώσεται
5AB, Sym. 71, EM 102, *Comm. Hom.

beta

84

Βεβρώθοις (Δ 35)· φάγοις· ἀπὸ τοῦ βρώσω (l. c.)·
ὠμὸν βεβρώθοις Πρίαμον AB, Sym. 72, EM 103. *Comm. Hom.

beta

85

Βέθρον· βέρεθρον καὶ κατὰ συγκοπὴν βέθρον· Κρατῖνος (= [Crates] fr. 71 Bonanno) καὶ Εὐφορίων (fr. 148 Powell = fr. 163 Cuenca). οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (fr. novum) AB, Sym. 73, EM 108. Hdn.

beta

86

Βείω (Ζ 113)· εἴρηται εἰς τὸ θ στοιχεῖον εἰς τὸ θείω (Et. gen. θ s. v. θείομεν) AB.

beta

87

Βέλεμνα (Ο 484)· βέλη· ἔστι δὲ καὶ ῥηματικόν, παρὰ τὸ † βέλος βέλεμος, ὡς ἔχω Ἔχεμος, Τήλεμος, καὶ πλεονασμῷ τοῦ ν βέλεμνος καὶ βέλεμνον οὐδέτερον. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 290, 2) AB, Sym. 74, EM 112. Comm. Hom. + Hdn. l. c.

beta

88

Βελτίω (Eupol. fr. 20 Demiańczuk)· βελτίονα βελτίοα καὶ κατὰ κρᾶσιν βελτίω, ὡς κρείσσονα κρείσσοα κρείσσω. Ἡρω‐
διανὸς Περὶ παθῶν (cf. II 776, 20). Εὔπολις (l. c.)·
ὅσον
5 γένοιτ’ ἂν αὐτῇ βελτίω τὰ πράγματα. ἡ τι συλλαβὴ βραχεῖα, ὅθεν καὶ διὰ τοῦ ι AB, Sym. 75, Hdn. l. c.

beta

89

Βελτίων· ἐκ τοῦ βάλλω ἢ βέλλω ῥήματος, ὅθεν καὶ βέλος καὶ βολή, γίνεται ῥηματικὸν ὄνομα βέλτος· ἐκ δὲ τοῦ βέλτος γίνεται συγκριτικὸς τύπος εἰς ων βελτίων καὶ ὑπερθετικὸς βέλτιστος. οὕτως Ὠρίων (36, 9). εἰς τὸ βέλτερος (β 90) AB, Sym. 76,
5EM 116. Orio l. c.

beta

90

Βέλτερος· οὐ παρὰ τὸ βάλλω γέγονεν, ἐπεὶ βάλλος ὤφει‐ λεν εἶναι, ὥσπερ θάλλω θάλλος, ἀλλὰ πραὰ τὸ βέλλω, ὅθεν καὶ βολή καὶ βέλος, γίνεται ῥηματικὸν ὄνομα βέλτος καὶ τὸ συγκριτικὸν βέλτερος, οἷον (Ο 511)·
5
βέλτερον ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι. καὶ οὕτως μὲν ὁ Ὠρίων (36, 9) ἐτυμολογεῖ· ὁ δὲ Φιλόξενος εἰς τὰ Συγκριτικὰ (fr. 333 a) λέγει, ὅτι τὸ βέλτερος καὶ φέρτερος οὐκ εἰσὶν συγκριτικά, θέματα δέ εἰσιν συμπεπτωκότα τύποις συγκριτικῶν. οὐδὲ γὰρ πάντα τὰ εἰς δης πατρωνυμικά εἰσιν, οὐδὲ πάντα τὰ εἰς
10κος κτητικά. καὶ δῆλον ἐκ τούτου· οὐδὲν εἰς ρος λῆγον συγκριτικὸν μετὰ στερήσεως λέγεται· εἰ οὖν ἀβέλτερος φαμέν, δῆλον ὅτι οὐ συγκριτικόν, τὸ γὰρ ἀτυχέστερος οὐκ ἐν τῷ συγκριτικῷ εἴληφε τὴν σύνθεσιν, ἀλλὰ παρὰ τὸ ἀτυχής ἐσχημάτισται AB, Sym. 76, EM 115. Orio l. c. + Philox. l. c.

beta

91

Βελλεροφόντης (Hes. th. 325)· ἔλλερα (Call. fr. 283) γὰρ τὰ κακά· Βελλερεφόντης ὁ προνοούμενος παύειν τὰ κακὰ AB, Sym. 77, EM 114. Schol. Hes. th.

beta

92

Βελόνη (Eupol. fr. 259?)· παρὰ τὸ βέλος καὶ † τῆς τούτου ὀξύτητος † AB, Sym. 78, EM 113, Et. Gud. (c) β 109.

beta

93

Βέλος· πᾶν τὸ κατά τινος βαλλόμενον βέλος εἴρηται· παρὰ τὸ βάλλω ἢ βέλλω. ἰστέον, ὅτι διακρίνεται ἡ εὐθεῖα τῶν οὐδετέρων καὶ ἡ αἰτιατικὴ ἀπ’ ἀλλήλων οὕτως· ὅτε τὸ ῥῆμα καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου φέρεται, καθ’ οὗ καὶ τὸ οὐδέτερον ὄνομα, τότε τὸ
5οὐδέτερον εὐθείας ἐστίν, ὡς ἐπὶ τοῦ «βέλος ἔπεσεν»· αὐτὸ γὰρ πίπτει τὸ βέλος, τοῦτο δὲ ἴδιον εὐθείας, τὸ τὴν διάθεσιν τοῦ ῥήματος ἕλκειν εἰς ἑαυτήν· «παιδίον ἀπέθανεν», «γύναιον ὑφαίνει». ὅτε μέντοι τὸ ῥῆμα ἐξ ἄλλης αἰτίας πρόεισι, τότε τὸ οὐδέτερον αἰτιατική
ἐστιν, ὡς ἐπὶ τοῦ «βέλος ἥρπασεν»· ἄλλος γὰρ ὁ ἁρπάσας, ἁρπά‐
10ζεται γὰρ τὸ βέλος· «τὸ κρέας ἔκλεψε», «τὸ μαχαίριον ἔλαβεν». οὕτως Ζηνόβιος (in Apoll. Dysc. onom. fr. 1 Schoemann) AB. Sym. 79, EM 110 + interpolatio ad calcem glossae 112. *Orio + Zenob. l. c.

beta

94

Βέμβιξ (Ar. av. 1461?)· ὁ στρόμβος, ὃν οἱ παῖδες περιστρέφοντες καὶ παίοντες ἱμάντι παίζουσι, πέμπιξ τις ὢν παρὰ τὸ πέμπεσθαι καὶ ἐλαύνεσθαι AB, Sym. 80, EM 118. *Orio.

beta

95

Βένθος (Α 358 ...)· τὸ βάθος· παρὰ τὸ βάθος βέθος καὶ πλεονασμῷ τοῦ ν βένθος, ὡς πάθος πέθος καὶ πένθος AB, Sym. 81, EM 117. Eust. 99, 5; Comm. Hom. + Hdn. (cf. II 289, 26).

beta

96

Βέω † βίω (Ο 194)·
τῶ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀντὶ τοῦ διὸ οὐδαμῶς τοῦ Διὸς ἐπιστροφὴν ποιοῦμαι, ἢ οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ AB, Sym.
582, EM 128. Comm. Hom.

beta

97

Βερενίκη· ἡ γυνὴ τοῦ † πατρὸς Πτολεμαίου· ἔστι δὲ κατὰ Μακεδόνας τὸ ὄνομα· οὗτοι τὸ φ τρέπουσιν εἰς τὸ β τὴν κεφαλὴν κεβαλήν, τὸν Φίλιππον Βίλιππον λέγοντες· οὕτως Φερενίκη
Βερενίκη AB, Sym. 83, EM 120. *Orio vel *Hdn.

beta

98

Βέροια· πόλις Μακεδονίας, ἥν φασιν ἀπὸ Φέρητός τινος κτισθεῖσαν· Φέροια καὶ κατὰ Μακεδόνας Βέροια τροπῇ τοῦ φ εἰς β AB, Sym. 84, EM 120. *Orus (ex Hdn.: cf. I 281, 10; II 379, 17).

beta

99

Βεστῖνοι· ἔθνος ἐν Ἰταλίᾳ· ὠνόμασται δὲ ἀπὸ τοῦ † θηριώδη εἶναι· βέστια γὰρ τὰ θηρία κατὰ τὴν Ῥωμαίων διάλε‐ κτον AB, Sym. 85, EM 121. *Orus.

beta

100

Βεύδεα (Call. fr. 7, 11)· τὰ ἱμάτια· Καλλίμαχος (l. c.)·
ἐν δὲ Πάρῳ † καλά τε καὶ αἰόλα † βεύδ’ ἔχουσαι· σημαίνει δὲ τὰ ποικίλα ἢ πορφυρᾶ ἱμάτια. Δίδυμος (dub. sedis fr. 4 Schmidt) δὲ τὰ δέρματα βοεύδεα ἢ τὰ εὐδίαν ἡμῖν πα‐
5ρέχοντα. Ἡρωδιανὸς (II 174, 11) δὲ εὕδεα καὶ πλεονασμῷ τοῦ β βεύδεα παρὰ τὸ εὕδειν AB, Sym. 86, EM 124. *Orio + Hdn. l. c.

beta

101

Βέχειρεσ Βέχειρ· εἴρηται εἰς τὸ Σάπειρες (Et. gen. ς s. v.) AB, Sym. 87, EM 122 (lemma tantum).

beta

102

Βῆ (Α 34)· βῆ δ’ ἀκέων παρὰ θῖνα,
ἀντὶ τοῦ ἐπορεύθη· παρὰ τὸ βῶ βῆμι, ὁ δεύτερος ἀόριστος ἔβην, τὸ τρίτον ἔβη καὶ κατὰ ἀφαίρεσιν βῆ περισπωμένως. καὶ ἰστέον,
5ὅτι, εἰ μὲν μετὰ τὴν ἀφαίρεσιν τοῦ κλιτικοῦ μορίου μακρὰ συλλαβὴ ὑπολίποιτο, περισπᾶται ἡ συλλαβή, οἷον ἔφης φῆς (Ε 473)·
φῆς που ἄτερ λαῶν, ἔβην βῆν (κ 60)·
βῆν δ’ εἰς Αἰόλου κλυτὰ δώματα·
10εἰ δὲ βραχεῖα, ὀξύνεται ἐξ ἀνάγκης, ἔβαν βάν (Δ 209 ...), ἔσταν στάν (Ψ 358, 757).
στὰν δὲ μεταστοιχεί AB, Sym. 88, EM 126. *Comm. Hom.

beta

103

Βῆ (Cratin. fr. 43)· τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς. οὐχὶ δὲ βαί λέγεται Ἀττικῶς· Κρατῖνος Διονυσαλεξάνδρῳ (l. c.)·
ὁ δ’ ἠλίθιος, ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει. ῥητορικὴ δέ ἐστιν ἡ λέξις AB, Sym. 89, EM 127, Eust. 768, 13;
51721, 28. Lex. rhet.

beta

104

Βηθύλος· εἶδος ὀρνέου· δηθύλος ἦν καὶ τροπῇ βηθύλος τρέπεται γὰρ τὸ δ εἰς τὸ β, οἷον Δελφοί Βελφοί, ἐνδύσαι ἐνβύσαι AB, Sym. 90, EM 135. *Orio.

beta

105

Βηλός· βαθμὸς θύρας, ἢ ὁ οὐρανός, οἷον (Α 591)·
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, καὶ (Ψ 202)
οὐδῷ ἐπὶ λιθέῳ.
5γίνεται παρὰ τὸν βήσω μέλλοντα, ᾧ ἐπιβαίνουσιν οἱ εἰσιόντες καὶ ἐξιόντες AB, Sym. 91, EM 129, Et. Gud. β 72 + (c) β 130,
Eust. 156, 28; 1003, 40. Comm. Hom. + *Orio (e Philox. fr. 62).

beta

106

Βῆμα· παρὰ τὸ βῶ, τὸ βαίνω· τὸ δὲ παρὰ τοῖς φιλοσό‐ φοις σύμβαμα (Stoic. vet. fragm. II p. 59, 31 Arnim) παρὰ τὸ βίβημι· τὸ δὲ (Pythag. symbol. fr. 6, I p. 466, 36 Diels)
βᾶμα καὶ σχᾶμα
5κατὰ τὴν Δωριέων φωνὴν εἴρηται ἀντὶ τοῦ σχῆμα καὶ βῆμα, σχῆ‐ μα δὲ καὶ βῆμα δηλοῦσιν, ὅτι οὐκ ἀθρόον δεῖ οὔτε τινὸς τῶν μαθη‐ μάτων ἀλλ’ οὐδέ τινος τῶν χωρίων ὑπεράλλεσθαι, κατὰ βαθμὸν δέ τινα καὶ τάξιν προϊέναι καὶ μὴ τὰ μὲν προηγούμενα παρατρέχειν, (Plat. Cratyl. 413a) «ὑπὲρ δὲ τὰ ἐσκαμμένα ἅλλεσθαι», ὅθεν
10καὶ παροιμία (deest in CPG)·
γείτων κινῶν τὸν πόδα. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν μήπω μυηθέντων μὲν τὰ προοίμια, περὶ δὲ τὴν τῶν τελῶν κατάληψιν μάτην σπουδαζόντων AB, Sym. 92, EM 130, Eust. 722, 38. *Lex. rhet.?

beta

107

Βῆσσα (Γ 34)· ὁ βασιμώτατος καὶ ὑψηλὸς καὶ κοῖλος τόπος (χ 190). παρὰ τὸν βήσω μέλλοντα γίνεται βῆσσα κατὰ πλεονασμὸν ἑτέρου ς· δι’ ὧν ἐστι βῆναι καὶ πορεύεσθαι. οἱ δὲ πόλιν Λοκρίδος (Β 532) φασί AB, Sym. 93, EM 131, Et. Gud. (c) β 112. *Orus.

beta

108

Βητάρμων (θ 250, 383)· ὁ ὀρχηστής. εἴρηται δὲ παρὰ
τὸ βαίνειν μετὰ ἁρμονίας βηάρμων καὶ πλεονασμῷ τοῦ τ βητάρμων. λέγεται δὲ βηταρμός καὶ ἐνόπλιος ὄρχησις, οἷον (Ap. Rh. 1, 1135)·
σκαίροντες βηταρμὸν ἐνόπλιον εἱλίσσοντο·
5εἴρηται δὲ βηταρμός διὰ τὸ μετὰ ἁρμονίας βαίνειν. οὕτως Ἀπολ‐ λώνιος ὁ τὰ Ἀργοναυτικά AB, Sym. 94, EM 136, Eust. 1594, 44.
Orio 32, 10 + schl. Ap. Rh.

beta

109

Βία· ἡ δύναμις, ἀλλὰ καὶ ἡ ἐκ δυναστείας ἀδικία, καὶ ἡ δύναμις μέν (Θ 103)·
σὴ δὲ βίη λέλυται, ἡ δὲ ἀδικία, οἷον (Π 387)·
5
βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας. εἴρηται δὲ ἀμφότερα παρὰ τὴν ἴαν, ὅπερ σημαίνει τὴν δύναμιν, καὶ πλεονασμῷ τοῦ β βία, δοκεῖ γάρ μοι καὶ ἡ ἀδικία βία κεκλῆσθαι, τὸ γὰρ μετὰ δυνάμεως καὶ βιαστικῶς τι πράττειν βία εἴρηται· τὸ δὲ ἴα, ἡ δύναμις, γέγονεν παρὰ τὸ ἴς ἰνός, καὶ τὸ θηλυκὸν ἴα καὶ
10πλεονασμῷ τοῦ β βία AB, Sym. 95, EM 137, Et. Gud. (c) β 139. *Orio 33, 6 + Comm. Hom.

beta

110

Βιβάσθων (Π 534)· διαβάς (l. c.)·
ὁ δ’ ἤϊε μακρὰ βιβάσθων. γίνεται παρὰ τὸ βιβάζω βιβαστός, ὡς ἁρμόζω ἁρμοστός· καὶ ὥσπερ ἀπὸ τοῦ ἁρμοστός γίνεται ὁρμαθός, οὕτως καὶ βιβαστός βιβασθός
5καὶ ῥῆμα ἐξ αὐτοῦ βιβάσθω καὶ ἡ μετοχὴ βιβάσθων. ἢ ἀπὸ τοῦ βιβῶ βιβάθω καὶ πλεονασμῷ τοῦ ς βιβάσθω καὶ ἡ μετοχὴ βιβάσθων ἀντὶ τοῦ διαβαίνων AB, Sym. 96, EM 139. Comm. Hom.

beta

111

Βιβῶντα (Γ 22)· βιβάοντα βιβῶντα (l. c.)· μακρὰ βιβῶντα,
μεγάλα διαβαίνοντα AB, Sym. 97, EM 139. Comm. Hom.

beta

112

Βίβλινος οἶνος (Hes. op. 589)· οἷον (trag. fr. adesp. 149)·
ὕδωρ δὲ πίνει, τὸν δὲ Βίβλινον στυγεῖ· ἀπὸ Βιβλίνης οὕτως καλουμένης Θρᾳκίας ἀμπέλου, ἥτις διὰ τὸ εὔοι‐
5νος εἶναι καὶ ἐν Ἑλλάδι μετετέθη καὶ ἐν Σικελίᾳ ὑπὸ Πόλλιδος τοῦ † Σικυωνίου τυράννου· ἔνθεν αὐτήν τινες καὶ Πόλλιον καλοῦσιν. Ἐπίχαρμος (fr. 174 Kaibel) δὲ ἀπὸ Βιβλίνων ὀρῶν τῆς Θρᾴκης, ἔνθα φύεται, λελέχθαι αὐτὴν οἴεται. † Σίμος δὲ ἐν τῷ ἕκτῳ τῆς Ἰλιάδος (FGH 396 F 13) ἐν Νάξῳ φησὶ ποταμὸν Βιβλίνην,
10ἀφ’ οὗ καλεῖσθαι οἶνον Βίβλινον διὰ τὰς παραπεφυκυίας ἀμπέλους, διὰ δὲ τοῦ μ γράφει τὸν ποταμὸν Βιμβλίνην καὶ τὸν † Ἄξιον οἶνον διὰ τοῦ μ Βίμβλινον AB, Sym. 98, EM 142. *Orus.

beta

113

Βιβάξαντες· εἴρηται εἰς τὸ ἐμβιβάξαντες (Et. gen. ε s. v.) AB.

beta

114

Βίης Ἐτεοκληείης (Δ 386)· περιφραστικῶς τοῦ
Ἐτεοκλέους AB, Comm. Hom.

beta

115

Βίηφι (Χ 107)· εἴρηται εἰς τὸ φ στοιχεῖον εἰς τὸ φρή‐ τρηφι (Et. gen. φ s. v.) AB, Sym. 99.

beta

116

Βιθυνὶς Μελίη (Ap. Rh. 2, 4)· εἴρηται εἰς τὸ ὑπερ‐ οπληέστατον (Et. Gen. υ s. v. = schol. deperditum ad Ap. Rh. 2, 4).

beta

117

Βινεῖν (Ar. ran. 740)· τὸ συνουσιάζειν· παρὰ τὸ βίος ἐστίν, ὡς ἐν Ὑπομνήματι Ἀριστοφάνους (unde schol. rec. ad loc.) † οἷον οἱ † κοιμίζοντες ἤδη τὴν ἡλικίαν ἀρχὰς ἔχουσι τοῦ βίου (Alexio fr. 5 Berndt). ἄλλοι δὲ παρὰ τὸ βύειν δεδώκασι τὴν
5λέξιν κατὰ τροπὴν τοῦ υ εἰς ι. λέγει δὲ ὁ Ἡρωδιανὸς (II 414, 6), ὅτι τοῦτο διφορεῖται κατὰ τὴν γραφήν· τινὰ γὰρ τῶν ἀντιγρά‐ φων διὰ τῆς ει διφθόγγου γράφουσι τὴν λέξιν, τινὰ δὲ διὰ τοῦ ι.
(auct. inc.) «ὑπὸ δὲ ἀστυφίας καὶ πλήθους ἐτῶν βινεῖν εἰργόμενον» AB, Sym. 100, EM 144. Orio 34, 25 + Hdn.
10l. c. + locus ex auctore incerto (Alciphr.?).

beta

118

Βίνη· πόλις. μέμνηται δὲ ταύτης † Ἡρόθεος, καί φησιν ὠνομάσθαι ὑπὸ Φιλίππου οἰκισθεῖσαν ἀπὸ τῶν ἐν αὐτῇ συνοικι‐ σθέντων μοιχῶν. οὕτως Ὦρος AB, Sym. 101, EM 143. Orus.

beta

119

Βίος· ἡ ζωή, ἣ καὶ βιοτὴ προσαγορεύεται· παρὰ τὸ μετὰ βίας καὶ ἀνάγκης ζῆν, ὥς φησιν Ὅμηρος, οἷον (Ζ 138 ...)·
θεοὶ ῥεῖα ζώοντες, οὐχ οὕτως ἄνθρωποι. ἢ παρὰ τὸ βέω, τὸ πορεύομαι· τί γάρ ἐστι
5βίος ἢ ὁδὸς καὶ πορεία; τὸ γὰρ βέω κυρίως τὸ πορεύομαι σημαίνει (Ζ 113)·
ὄφρ’ ἂν ἐγὼ βέω προτὶ Ἴλιον· καὶ τὸ ζῆν δὲ βέω (Χ 431)·
†Ἕκτωρ, ἐγὼ δειλή· τί νυ βέομαι αἰνὰ παθοῦσα;
10τὰ δὲ παρὰ τὸ βίος συγκείμενα, εἴτε κατ’ ἀρχὴν λέγονται ἢ κατὰ
μέσον, διὰ τοῦ ι γράφονται, οἷον βιωφελής βιοτελής ἀμφίβιος ὄλβιος AB, Sym. 102, EM 147, Et. Gud. (c) β 161. Orio 31, 10 + 613, 2 Werfer + *Choerob. Orth. (cf. 183, 24).

beta

120

Βιός (Α 49 ...)· ὀξυτόνως τὸ τόξον· παρὰ τὴν βίαν τῆς τάσεως, ἐπειδὴ μετὰ βίας τείνεται. ἢ ὅτι οἱ παλαιοὶ τὰ πρὸς τὸν βίον ἐπορίζοντο τοξεύοντες τὰ πτηνὰ καὶ τετράποδα AB, Sym. 103, EM 149, Eust. 41, 2. Orio 31, 1 + 176, 23 Koese.

beta

121

Βιοπλανές (Call. fr. 489, 1)· τὸ ἐντελὲς βιοπλανέες, ὡς ἀκλεέες ἀκλεές. οὕτως Ἡρωδιανός (Cf. I 422, 13; II 278, 20)
AB, Sym. 104, EM 147. Hdn.

beta

122

Βιπτάζω· Σώφρων (fr. 114 Kaibel) καὶ Ἐπίχαρ‐ μος (fr. 175 Kaibel) τὸ βαπτίζω βιπτάζω λέγουσιν. οὕτως Ἡρωδιανός (II 388, 2) AB, Sym. 105, EM 145. Hdn. l. c.

beta

123

†Βιστονίης φόρμιγγος (Ap. Rh. 2, 704)· Θρᾳκικῆς· ἀπὸ † Βίστωνος τοῦ † Τερψιχώρας, οἷον (l. c.)·
Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά AB, Sym. 106, EM 146. Schol.
5Ap. Rh.

beta

124

Βιῴατο (Λ 467)·
τῷ ἰκέλη ὡσεί ἑ βιῴατο μοῦνον ἐόντα. ἀντὶ τοῦ ὡσανεὶ αὐτὸν ἐβιάσαντο AB, Sym. 107, EM 151. Comm. Hom.

beta

125

Βιώτω (Θ 429)· ζησάτω AB, Sym. 108, Comm. Hom.

beta

126

Βιῴην· ἔχει ἐν τῇ παραληγούσῃ τὸ ι. ἔστι δὲ εὐκτική, ὡς παρὰ Ἀριστοφάνει (ran. 177)·
ἀναβιῴην νυν πάλιν. γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔστι βιῶν βιοῦντος, βιοῖμι βιοῖς βιοῖ
5καὶ κατὰ πλεονασμὸν τοῦ η βιοίη, ὡς περιπατοῖμι περιπατοῖς περι‐ πατοῖ καὶ περιπατοίη, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς τὸ ω γίνεται βιῴην. ἢ λέγομεν, ὅτι, ὥσπερ ἀπὸ τοῦ δούς δόντος γίνεται δοίην δοίης δοίη, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω γίνεται δῴη, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ βιούς βιοῦντος γίνεται βιοίην βιοίης βιοίη, καὶ κατ’ ἔκτασιν
10τοῦ ο εἰς ω βιῴην AB, Sym. 109, EM 151. *Epim. Hom.
(= Epim. var. 353, 9).

beta

127

Βιῶναι (Κ 174)· σημαίνει τὸ ζῆσαι. εἴρηται εἰς τὸ θεῖ‐ ναι (Et. gen. θ s. v.) καὶ εἶναι (Et. gen. ε s. v.) AB, Sym. 110. Comm. Hom.

beta

128

Βλαισός· παραλυτικός, οὕτως εἰς τὸ Ῥητορικόν. ὁ δ’ ἐτυμολόγος (Seleucus p. 193 Reitzenstein) ὁ τοὺς πόδας ἐπὶ
τὰ ἔξω διεστραμμένος καὶ τῷ λ στοιχείῳ ἐοικώς. διὰ τοῦτο καὶ † Λάμβδα ἐκαλεῖτο ἡ γυνὴ μὲν Ἠετίωνος, μήτηρ δὲ Κυψέλου τοῦ
5Κορινθίου τυράννου. εἴρηται βλαισὸς ὁ βεβλαμμένος τὸ ἴσον τῶν ποδῶν· τὸ ἐναντίον γοῦν, ὁ ἐπὶ τὰ ἔσω ἔχων τοὺς πόδας, καλεῖται ῥαιβός, ὁ διερραισμένος, ἤτοι διεφθαρμένος τὸ ἴσον τῆς βάσεως AB, Sym. 111, EM 158. Lex. rhet. + *Orio.

beta

129

Βλάξ· ὁ εὐήθης καὶ ἀργὸς καὶ ἀνόητος· Ἀριστοφάνης (fr. 443)·
βλᾶκες φυγεργοί· (Xen. Cyr. 1, 4, 12) «βλάξ τε καὶ ἠλίθιος γένωμαι». εἴρηται δὲ
5ἀπὸ τοῦ μαλακός, καὶ τὸ ὑποκοριστικὸν μάλαξ, ὡς βωμολόχος βῶ‐ μαξ, πλούσιος πλούταξ· μάλαξ οὖν καὶ κατὰ συγκοπὴν καὶ τροπὴν βλάξ. εἰς δὲ τὸ λεξικὸν τὸ Ῥητορικὸν εὗρον ἐγὼ εἰρῆσθαι τὴν λέξιν ἀπὸ ἰχθύος τινὸς ὁμοίου σιλούρῳ, ἀχρήστου ὄντος ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι· Πολιτείας δʹ (432 d)· «βλακικόν τε ἡμῶν τὸ
10πάθος», ὡς εἰ λέγοι τις πλευμονίαν ἀπὸ τοῦ θαλαττίου ζῴου ὄντος ἀναισθήτου. οἱ δ’ ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας, οὗ μέμνηται καὶ Ἀριστοτέλης (fr. 525 Rose). καὶ ἐν Ἀλεξανδρείᾳ
δὲ τέλος τι βλακεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι διὰ τὸ τοὺς μω‐ ροὺς εἰσιέναι πρὸς αὐτούς AB, Sym. 113, EM 153. Orio 33, 19
15(+ 613, 4 Werfer) + Lex. rhet.

beta

130

Βλάπτω· ἔστι βρῶ, τὸ δηλοῦν τὸ ἐσθίω· τοῦτο γίνεται βλῶ κατὰ τροπὴν τοῦ ρ εἰς τὸ λ καὶ κατὰ παραγωγὴν βλάπτω· ἀπὸ μεταφορᾶς τῶν ἐσθιομένων καὶ μηκέτι ὑγιῶν ὄντων AB, Sym. 114, EM 154, Et. Gud. β 93. Orio 35, 21.

beta

131

Βλαστός· παρὰ τὸ βλώσκειν, ὃ σημαίνει τὸ αὔξεσθαι AB, Sym. 115, EM 156. Orio 35, 5.

beta

132

Βλάσφημος· παρὰ τὸ φήμη καὶ τὸ βάλλω, ὁ τὰς φή‐ μας βάλλων, ὁ λοίδορος AB, Sym. 116, EM 157. Eust. 219, 39; 1490, 3. Epim. var. 351, 7.

beta

133

Βλάβη· ἀπὸ τοῦ βλάβω βλάβη· Ὅμηρος (Τ 166)·
βλάβεται δὲ γούνατ’ ἰόντι. ἔνθεν καὶ τὸ βλάβος· εἰ γὰρ ἦν ἀπὸ τοῦ βλάπτω, ὤφειλεν εἶναι βλάφη, ὡς σκάπτω σκάφη. οὕτως Φιλόξενος (fr. 393) AB, Sym.
5117, EM 155. Philox. l. c.

beta

134

Βλείς· Ἐπίχαρμος (fr. 176 Kaibel)·
τυροβλείς. φασὶν οἱ μὲν ἀπὸ τοῦ βληθείς καὶ κατὰ συγκοπὴν τοῦ η καὶ θ βλείς. ἢ ἀπὸ τοῦ βλῆμι ὁ ἀόριστος δεύτερος ἔβλην, οἷον (Epich.
5fr. 177 Kaibel)
πόθεν δ’ ἐωλκὼς εὐπετὲς
ἔβλης· η μετοχὴ βλείς· κίνημα γὰρ καὶ οὐ συγκοπή. οὕτως Ἡρωδιανὸς Περὶ
παθῶν (II 265, 23) AB, Sym. 118, EM 167, Hdn. l. c.

beta

135

Βλείμην· ἔστι βλῶ βλῆμι, ὁ μέλλων βλήσω, ὁ δεύτερος ἀόριστος ἐνεργητικὸς ἔβλην, τὸ δεύτερον ἔβλης· Ἐπίχαρμος, οἷον (fr. 177 Kaibel)·
πόθεν † δε ὠλκὸς † εὐπετὲς
5
ἔβλης· εἶτα ὁ δεύτερος μέσος ἀόριστος ἐβλέμην· καὶ λοιπὸν τὸ εὐκτικὸν βλείμην καὶ τὸ δεύτερον βλεῖο· Ὅμηρος (Ν 288)·
εἴ περ γάρ κε βλεῖο πονεύμενος. Χοιροβοσκός (orth. 184, 14) AB, Sym. Z394, EM 168. Choerob. l. c.

beta

136

Βλεμεαίνων (Θ 337 ...)· τῇ ἑαυτοῦ δυνάμει γαυριῶν καὶ ἐπαιρόμενος, μαργαίνων καὶ ἐνθουσιῶν. παρὰ τὸ βρέμω βρεμαίνω καὶ κατὰ τροπὴν τοῦ ρ εἰς τὸ λ καὶ πλεονασμῷ τοῦ ε † βλεμεαίνειν AB, Sym. 119, EM 166, Eust. 716, 18; 892, 2; 1194, 48. *Comm.
5*Hom. + Epim. Hom. (ex Orione 31, 12).

beta

137

Βλεμύων (Dion. per. 220)· τοὺς καταρράκτας φησὶ τοὺς περὶ τὴν Συήνην † Ἡσίοδος ἐν † διηγήσει (Dion. per. l.c)·
τῆς πάρος αἰθαλέων Βλεμύων ἀνέχουσι κολῶναι AB, EM 165. Schol. Dion. per.

beta

138

Βλέφαρον (Soran. fr. 23 Scheele)· τοῦ βλέποντος
φάρος· ἢ παρὰ τὸ ἐν τῷ βλέπειν αἴρεσθαι. τὰ γοῦν παρ’ αὐτῷ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν, οἷον καλλιβλέφαρος κυα‐ νοβλέφαρος AB, Sym. 121, EM 161. *Orio 34, 15 + 613, 6 Werfer.

beta

139

Βλήμενος (Δ 211 ...)· † ἀσκηθής (λ 535)· ὥσπερ τὸ † οὐτασμένος (λ 536) ἀναδρομὴν ἔπαθεν τόνου, οὕτως καὶ τὸ βλή‐ μενος ἐκ τοῦ βεβλημένος (λ 535) κατὰ συγκοπήν. οὕτως Ἡρωδιανός
(cf. I 471, 12; II 190, 20) AB, Sym. 122, EM 171. Hdn.

beta

140

Βλῆρ (Alcm. fr. 167)· Αἰολικῶς τὸ δέλεαρ· γίνεται δὲ οὕτως· οἱ Αἰολεῖς τὸ δ εἰς β τρέπουσιν, τοὺς γὰρ δελφῖνας βελ‐ φῖνάς φασι καὶ τοὺς Δελφοὺς Βελφούς· οὕτως οὖν δέλεαρ βέλεαρ καὶ κατὰ συγκοπὴν καὶ συναλοιφὴν βλῆρ πεποίηται. οὕτως καὶ οἱ
5Βοιωτοὶ ποιοῦσιν AB, EM 175. Hdn. II 372, 4.

beta

141

Βλῆσθαι (Δ 115)· βληθῆναι· ἀπὸ τοῦ βλῶ βλήσω βέβλη‐ κα βέβλημαι βεβλῆσθαι. καὶ κατὰ ἀφαίρεσιν τῆς βε συλλαβῆς βλῆ‐ σθαι AB, Sym. 123, EM 170. Comm. Hom. + Epim. Hom. (cf. 94, 6).

beta

142

Βλῆτο (Π 570)· ἀπὸ τοῦ βλῶ βλήσω βέβληκα, ὁ παθη‐ τικὸς βέβλημαι ἐβεβλήμην, τὸ δεύτερον ἐβέβλησο καὶ τὸ τρίτον ἐβέβλητο καὶ κατὰ συγκοπὴν ἔβλητο, οἷον (Π 753)·
ἔβλητο πρὸς στῆθος·
5εἶτα ἀφαίρεσις βλῆτο, οἷον (l. c.)·
βλῆτο γὰρ οὔτι κάκιστος AB, Sym. 124, EM 169. Epim. Hom. 94, 6.

beta

143

Βληχρόν· ἀσθενὲς παρ’ Ὁμήρῳ (cf. Θ 178 ἀβλήχρ’, E 337 ἀβληχρήν, λ 135 ἀβληχρός) καὶ Ἀλκαίῳ (fr. 319 Lobel‐ Page) καὶ ἄλλοις· Πίνδαρος (fr. 245) δὲ ἐπὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. ἐκ τοῦ Ῥητορικοῦ. καὶ ἐπὶ μὲν τοῦ ἀσθενοῦς Νίκανδρος, οἷον
5(ther. 446)·
βληχρὸν γὰρ μυὸς † οἱ’ ἀμυχηβάρους ἔπλετο δῆγμα. παρὰ τὴν βληχήν, τὴν τῶν προβάτων φωνὴν οὐδὲν οὖσαν· βληχρός οὖν καὶ ἀβληχρός, τοῦ αὐτοῦ σημαινομένου μένοντος, ὡς στάχυς ἄσταχυς. εἰρῆσθαι δὲ τὴν λέξιν ἐπὶ μὲν τοῦ ἀσθενοῦς ἀπὸ τοῦ βέ‐
10βληται· βληχρός, ὁ καταβεβλημένος καὶ πεπτωκώς, ἀπὸ τῶν παλαι‐ όντων· ὁ δὲ ἰσχυρὸς ἀπὸ τοῦ βέβληκα, ὁ καταβάλλων AB, Sym. 125, EM 172, Eust. 705, 61. Lex. rhet. + *Orio (cf. 7, 3).

beta

144

Βλήτροισι (Ο 678)· σημαίνει τοῖς κατὰ τὰς ἁρμονίας γόμφοις τοῖς † πιούροις AB, Sym. 126, EM 176. Comm. Hom.

beta

145

Βλιμάζων· ἀποστάζων τοῦ μέλιτος (fr. rhet. inc.)· «ἡμεῖς δὲ καθάπερ οἱ ὀπωρίζοντες τοὺς Ἀττικοὺς ὀλύνθους βλι‐
μάζομεν» AB, Sym. 127, EM 177. *Lex. rhet.

beta

146

Βλιμάζειν (Soph. fr. 484?)· τὸ τιτθολαβεῖν, ἤγουν τὸ ψηλαφᾶν τὰ στήθη καὶ τοὺς μαστοὺς καὶ καταμανθάνειν τῇ ἁφῇ, ἅπτεσθαι δὲ τῶν ἀπορρήτων μελῶν τῶν γυναικείων καὶ διεγείρειν τὰς ἐπιθυμίας, ὥς φησιν Κρατῖνος (fr. 302)·
5
ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ὦ θεοί·
καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ’ ἐφρόντιζεν οὐδὲ ἕν. λαμβάνεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὰ κηρία τῶν μελισσῶν τρυγᾶν. εἴρηται δὲ παρὰ τὸ φλίβω, ὅθεν Ὅμηρος φλιά, οἷον καὶ (ρ 221)
ὡς πολλῇς φλιῇς παραστὰς φλίψεται ὤμους·
10οὖ παράγωγον φλιμάζω, καὶ ὡς φλίβω θλίβω, οὕτως φλιμάζω βλι‐ μάζω. Φαεινὸς (ad. Ar. av. 530) δὲ καὶ Σύμμαχος (ibid.) παρὰ τὸ φλιμάζειν τοῦ μαζοῦ ἐγκειμένου AB, Sym. 127, EM 177 (+ interpolatio glossarum 184—192 ad calcem glossae 183). Lex. rhet. + *Orio (cf. Choerob. Orth. 184, 6).

beta

147

Βλίσαι· ῥητορική. τὸ τὰ κηρία θλίψαι τῶν μελισσῶν βλίσαι λέγεται· ἀπὸ τοῦ μέλι μελίζω καὶ κατὰ συγκοπὴν καὶ τροπῇ
βλίζω AB, Sym. 127. EM 176, Et. Gud. (c) β 182. Lex. rhet.

beta

148

Βλίττειν· ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων, ἐκπιέζειν καὶ θλίβειν· Ἀριστοφάνης † Ἱππώνακτι (eq. 794)·
ἀλλὰ καθείρξας αὐτὸν βλίττεις· καὶ Σοφοκλῆς (fr. 778)·
5
ἢ σφηκιὰν βλίττουσιν εὑρόντες τινά. παρὰ τὸ μέλι μελίζω καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ μ εἰς τὸ β διὰ τὴν ἀσυνταξίαν βλίζω καὶ Ἀττικῶς βλίττω AB, Sym. 127,
EM 176, Et. Gud. (c) β 187. *Lex. rhet.

beta

149

Βλοσυρός (Η 212, Ο 608)· καταπληκτικός, φοβερός· παρὰ τὸ σοβαρῶς καὶ ἐπηρμένως λεύσσειν, ἢ παρὰ τὸ βλέπειν· καὶ (Λ 36)
βλοσυρῶπις,
5φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν AB, Sym. 128, EM 179, Et. Gud. (c) β 188. Comm. Hom.

beta

150

Βλύω· ὃ καὶ βλύζω λέγεται· Ὅμηρος (I 491)·
οἴνου † ἀποβλύζοντος. καὶ ἐν συνθέσει· Εὔπολις (fr. 105)·
ἅμα βλυσθονῆσαι καὶ χλοῆσαι τὴν πόλιν.
5εἴρηται παρὰ τὸ φλύω, τὸ ἀναδίδωμι, οἷον (Φ 361)·
ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα, τροπῇ τοῦ φ εἰς τὸ β βλύω AB, Sym. 129, EM 177. *Orio?

beta

151

Βλωθρή (Ν 390, Π 483)· μακρά, μεγάλη. ἢ ἡ ἀναδρομὴ καὶ αὔξησις. εἴρηται δὲ παρὰ τὸν αἰθέρα καὶ τὸ μολεῖν μολαιθέρη τις οὖσα, ἡ εἰς τὸν αἰθέρα μολίσκουσα, καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ μ εἰς τὸ β διὰ τὴν ἀσυνταξίαν καὶ κατὰ ἔκτασιν τοῦ ο
5εἰς ω βλωθρή. ἢ παρὰ τὸ μολεῖν καὶ τὸ θορεῖν, ἡ ταχέως μολί‐ σκουσα καὶ θοροῦσα AB, Sym. 130, EM 182, Eust. 986, 19; 1532, 44. Orio 35, 15.

beta

152

Βλωμός (Call. fr. 508)· ὁ ψωμός· Καλλίμαχος (l. c.)·
ὅσον βλωμοῦ πίονος ἠράσατο. εἴρηται δὲ ἀπὸ τοῦ ψωμός βλωμός τοῦ ψ εἰς τὸ β τραπέντος. ἢ παρὰ τὸ φλωμός (φλωμὸς γὰρ ἦν τὸ κλάσμα τοῦ ἄρτου) καὶ κατὰ τροπὴν
5βλωμός. ἢ παρὰ τὸ βρῶ, τὸ ἐσθίω, βρωμός καὶ βλωμός, ὡς καὶ παρὰ τὸ βῶ βωμός· Ἡσίοδος (op. 442)·
τετράτρυφον ὀκτάβλωμον. ἄλλοι δὲ παρὰ τὸ βάλλειν εἰς τὸ στόμα AB, Sym. 131, EM 180.
Orio 35, 19.

beta

153

Βλώσκω· σημαίνει δὲ τὸ αὐξάνω. παρὰ τὸ μολῶ γίνεται παράγωγον μολίσκω, ὡς γελῶ γελίσκω καὶ γαμῶ γαμίσκω· καὶ μεταθέσει τοῦ μ εἰς τὸ β βολίσκω καὶ ἐν ὑπερθέσει βλοΐσκω καὶ κατὰ συγκοπὴν καὶ ἐκτάσει τοῦ ο εἰς ω βλώσκω AB, Sym. 132,
5EM 183, Et. Gud. (c) α 195. Orio 37, 10.

beta

154

Βλῶσις (trag. fr. adesp. 150)· ἡ ἕδρα, οἷον (l. c.)·
δίφρου τέτυκται βλῶσις εὔζυγον τέρας. σημαίνει δὲ καὶ τὸ πορευτικόν, ἴσως μόλησίς τις οὖσα, τροπῇ τοῦ μ εἰς τὸ β, ὡς ἐπὶ τοῦ βλώσκω AB, EM 181. *Orio.

beta

155

Βόα· εἴρηται περὶ τούτου εἰς τὸν βοῦν (β 221) διὰ † πλά‐ τος AB.

beta

156

Βοαγίδας (Lycophr. 652)· ὁ Ἡρακλῆς, ὁ τοὺς βόας τοῦ Γηρυόνος ἄγων τῷ Διΐ AB, Sym. 156, EM 205. *Schol. Lycophr.

beta

157

Βοάγρια (Μ 22)· τὰς ἀσπίδας· ἀπὸ τοῦ βεβυρσῶσθαι τοῖς βοείοις AB, Sym. 134, EM 206. Comm. Hom.

beta

158

Βοᾷ· ἰστέον, ὅτι τὸ «βοᾷ σύ» καὶ «πειρᾷ σύ» δευτέρου προσώπου τοῦ παθητικοῦ ἐνεστῶτος ἔχει τὸ ι προσγεγραμμένον,
ἐπειδὴ ἀπὸ τοῦ βοῶμαι καὶ πειρῶμαι ἐστί. τὰ δὲ δεύτερα πρόσωπα τῶν εἰς μαι πάντως εἰς τὸ ι καταλήγει, οἷον τύπτομαι τύπτῃ, τέ‐
5τυμμαι τέτυψαι, χρυσοῦμαι χρυσοῖ, οὕτως οὗν καὶ βοᾷ καὶ πειρᾷ AB, EM 193. *Choerob. (cf. in Theod. II 175, 10).

beta

159

Βοᾶν· ἰστέον, ὅτι τὸ βοᾶν καὶ γελᾶν ἀπαρέμφατα οὐκ ἔχουσιν τὸ ι προσγεγραμμένον, πρῶτον μὲν ὅτι ἀπὸ τοῦ παρατατι‐ κοῦ γίνονται· ἀπὸ γὰρ τοῦ ἐβόα καὶ ἐγέλα γεγόνασι. τὰ γὰρ ἀπα‐ ρέμφατα ἐπὶ μὲν βαρυτόνων ἀπὸ ἐνεστῶτος γίνονται, οἷον τύπτει
5τύπτειν, ἐπὶ δὲ τῶν περισπωμένων ἀπὸ τοῦ παρατατικοῦ, οἷον ἐποίει ποιεῖν, ἐχρύσου χρυσοῦν. καὶ δῆλον εἰ γὰρ χρυσοῦν λέγομεν καὶ στεφανοῦν καὶ οὐ χρυσοῖν καὶ στεφανοῖν· εἰ γὰρ ἦσαν ἀπὸ ἐνεστῶ‐ τος χρυσοῖν καὶ στεφανοῖν ἐλέγομεν· στεφανοῖ γὰρ καὶ χρυσοῖ ἐστιν ὁ ἐνεστώς. ἐπειδὴ οὖν ὁ παρατατικὸς οὐκ ἔχει τὸ ι προσγεγραμμέ‐
10νον, οἷον ἐβόας ἐβόα, τούτου χάριν οὐδὲ τὰ ἀπαρέμφατα τὰ ἐξ αὐτῶν γινόμενα ἔχουσι τὸ ι προσγεγραμμένον· ἢ ὅτι τὰ εἰς ν λή‐ γοντα ῥήματα οὐδέποτε ἔχουσι πρὸ τοῦ ν τίποτε ἀνεκφώνητον AB, EM 193. Choerob. in Theod. II 217, 19.

beta

160

Βοείας (Ε 452)· τὰς ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν AB, Sym. 134, EM 206. Comm. Hom.

beta

161

Βοή· ἡ φωνή· παρὰ τὸ βέω, τὸ σημαῖνον τὸ βαίνω, ἡ διὰ τῆς ἀρτηρίας βαίνουσα, οἷον (Ζ 113)·
ὄφρ’ ἂν ἐγὼ βέω προτὶ Ἴλιον ἠνεμόεσσαν. ἢ παρὰ τὸ βέω, τὸ τρέφω, ἔνθεν τὸ (Ω 131)·
5
οὐ γάρ μοι † ἐπιδηρὸν βέῃ, ἡ ἐκ τῶν τρεφομένων πνευμάτων ἀναπεμπομένη AB, Sym. 135, EM 197. *Orio (cf. Choerob. epim. ps. 112, 32).

beta

162

Βοηδρομιών· μὴν παρὰ Ἀθηναίοις. εἴρηται, ὅτι ἐν αὐτῷ ἐτιμᾶτο Βοηδρόμιος Ἀπόλλων καὶ τὰ Βοηδρόμια ἐπετελεῖτο
ἑορτή. τὴν δὲ ἀρχὴν ἔλαβεν, ὅτι πολέμου συστάντος Ἀθηναίοις πρὸς Εὔμολπον καὶ Ἐλευσινίους συμμαχήσαντος Ἴωνος κατὰ συγγένειαν
5ἐνίκησαν Ἀθηναῖοι. ἀπὸ τῆς οὖν 〈τοῦ〉 στρατεύματος βοῆς τῆς ἐπὶ τῷ ἄστει δραμούσης, ὅ τε Ἀπόλλων Βοηδρόμιος ἐκλήθη καὶ ἡ θυσία καὶ ὁ μήν. Φερεκύδης δὲ ἐν τοῖς Αὐτόχθοσι (FGH 333 F 2) διὰ τὸ τῆς φωνῆς σημεῖον, ἣν τὸ πρότερον ἀξύνετον οὖσαν εὗρεν καὶ διήρθρωσεν AB, Sym. 136, EM 201. Lex. rhet.

beta

163

Βοηδρομεῖν (Eur. Or. 1510)· τὸ μετὰ σπουδῆς παραγίνεσθαι. † Κᾶρες δὲ ἀντὶ τοῦ βοηθεῖν, τουτέστιν ἐπὶ μάχην δραμεῖν. ἔστι δὲ καὶ ἡ Βοηδρομία ἑορτή τις Ἀθήνησι καλουμένη· καθ’ ἣν ἡμέραν ἐβοήθησεν ὁ † Ξοῦθος σπουδῇ πολλῇ πολεμουμένοις
5Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος. Ἐρεχθεὺς δὲ τότε Ἀθη‐ ναίων ἐβασίλευεν AB, Sym. 137, EM 199. *Lex. rhet.

beta

164

Βοῇς· δεῖ γινώσκειν, ὅτι τὸ βοᾷς καὶ γελᾷς οἱ Δωριεῖς βοῇς καὶ γελῇς λέγουσιν. καὶ μηδεὶς οἰέσθω ἀπὸ τοῦ βοᾷς καὶ γελᾷς γεγονέναι κατὰ τροπὴν τοῦ α εἰς η, ἀλλ’ ἀπὸ τοῦ βοάεις καὶ γελάεις κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς η· οἱ γὰρ Δωριεῖς τὸ α καὶ
5ε εἰς τὸ η κιρνῶσιν, οἷον τὰ ἐμά τἠμά AB, Sym. 138, EM 193. Hdn. II 318, 21. 〈Βοήσω· EM 194. Choerob. in Theod. II 162, 21; 424, 20.〉

beta

165

Βοηθός· δῆλον τὸ σημαινόμενον· εἴρηται ἀπὸ τοῦ εἰς βοὴν θεῖν κυρίως· βοὴ γὰρ κυρίως ἡ μάχη, ὅθεν τὸ (Β 408, 586)
βοὴν ἀγαθὸς Μενέλαος, καὶ βοηθεῖν, τὸ εἰς βοὴν θεῖν. ἢ παρὰ τὸ βοή καὶ τὸ θοός, ὁ εἰς
5τὴν βοὴν θοὸς καὶ ταχύς AB, Sym. 139, EM 198 + 196, Et. Gud. (z) β 201, Eust. 1028, 47. *Orio (cf. Choerob. epim. ps. 112, 32, orth. 186, 26).

beta

166

Βόθρος (κ 517)· δῆλον τὸ σημαινόμενον· Ὅμηρος (l. c.)·
βόθρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα. εἴρηται παρὰ τὸ βάθος βάθρος καὶ βόθρος AB, Sym. 140, EM 212. *Orio.

beta

167

Βόθυνος· λάκκος. ὥσπερ παρὰ τὸ θρασύς γίνεται θρά‐ συνος καὶ θάρσυνος, οὕτως καὶ παρὰ τὸ βαθύς γίνεται βάθυνος καὶ βόθυνος τροπῇ τοῦ α εἰς ο. τὸ δὲ βαθύς παρὰ τὸ βάθος AB, Sym. 141, EM 213. Orio 36, 13.

beta

168

Βοιωτία· ἡ χώρα. ἀπὸ τῆς καθηγησαμένης βοὸς Κάδμῳ. ἄλλοι δὲ ἀπὸ Βοιωτοῦ τοῦ υἱοῦ Ἄρνης τῆς Αἰόλου καὶ Ποσειδῶνος βασιλεύσαντος τῆς χώρας AB, EM 204. Orio 31, 3 + Comm. Hom. ad B 494 in EM 204 servatum.

beta

169

Βοιωτός· καὶ ἀπ’ αὐτοῦ ἡ χώρα Βοιωτία. εἴρηται δέ, ὅτι Ἄρνη ἡ μήτηρ αὐτοῦ τεκοῦσα αὐτὸν λαθεῖν βουλομένη τὸν πατέρα ἔρριψεν εἰς βοῶνα, παρὰ τὸ οὖν μετὰ βοῶν τραφῆναι Βοωτὸς καὶ Βοιωτὸς ἐκλήθη· Εὐφορίων (fr. 96 2—4 Powell = fr. 120, 2—4
5Cuenca)·
τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκε μήτηρ·
Βοιωτὸν δ’ ὀνόμηνε, τὸ γὰρ καλέουσι βοτῆρες,
ὅττι ῥα † πατρωΐησι βοῶν ἀπεθήκατο κόπροις AB, Sym. 142, EM 203, Eust. 270, 28. *Orus.

beta

170

Βοΐ· ἰστέον, ὅτι ἐνταῦθα οὐ συναιρεῖται ὡς Λητόϊ Λητοῖ, ἐπειδὴ οὐδέποτε δοτικὴ ἑνικῶν μονοσύλλαβος ἐκφωνεῖ τὸ ι, οἷον τῷ νῷ † τῷ γρῷ τῇ γῇ. εἰ οὖν ἐγένετο κατὰ συναίρεσιν βοΐ βοῖ, ἔμελ‐ λεν ἐκφωνεῖσθαι τὸ ι, ὅπερ ἐστὶν ἄτοπον. τὸ γὰρ ι τότε ἐστὶν ἀνεκ‐
5φώνητον, ἡνίκα ἐστὶ μεθ’ ἑνὸς τῶν μακρῶν φωνηέντων καὶ μετὰ τοῦ
α μακροῦ AB, EM 202. Choerob. in Theod. I 237, 11.

beta

171

Βολβός (Soran. fr. 24 Scheele)· ἐπὶ τοῦ ὀφθαλμοῦ· ἀπὸ τῆς πρὸς † τὸν ἔξω † τὸν ἐκ τῆς γῆς βολβοῦ ἐμφερείας. οὕτως
† Ὦρος AB, Sym. 143, EM 214. Orio 34, 13.

beta

172

Βολβός· ἐπὶ τοῦ ἐσθιομένου· παρὰ τὸ βίᾳ ἀναβάλλεσθαι AB, Sym. 144, EM 214, Eust. 1405, 17. Orio 37, 16.

beta

173

Βόλβιτον· τὴν παντοδαπῆ κόπρον· βόλιτον γὰρ ἦν καὶ πλεονασμῷ τοῦ β βόλβιτον. Ἡρωδιανός (cf. II 282, 7; 482, 32) AB, EM 215, Eust. 1405, 1. Hdn.

beta

174

Βόλιμος· τὴν παραγωγὴν ἀπέδωκεν (sc. Herodianus)· καὶ τὸ σημαινόμενον εὗρον εἰς τὸ Ῥητορικὸν λεξικόν. ἔστι μόλιβος καὶ κατὰ ἐναλλαγὴν βόλιμος παρὰ Συρακοσίοις AB, Sym. 145, EM 219. Lex. rhet. + Hdn. (cf. glossam β 176 infra).

beta

175

Βόλινον· κώμη τις τῆς Ἀχαΐας πλησίον Πατρῶν καὶ τοῦ καλουμένου Δρεπάνου. εἴρηται δέ, ὅτι νύμφη τις διωκομένη ὑπὸ Ἀπόλλωνος ἐρῶντος κατὰ τοῦδε τοῦ τόπου μέλλουσα ἀγρεύεσθαι
ἔρριψεν ἑαυτὴν εἰς θάλασσαν· ὁ δὲ θεὸς τὸ χωρίον ἀπὸ τῆς βολῆς
5τῆς νύμφης, ὅτι ἔβαλεν ἑαυτὴν εἰς θάλασσαν, Βόλινον προσεῖπεν AB, Sym. 146, EM 218. *Orus.

beta

176

Βόλιτον (Cratin. fr. 43)· βόλβιτον δὲ Ἴωνες, οἵ τε ἄλλοι καὶ Ἱππῶναξ, οἷον (fr. 144)·
βολβίτου κασιγνήτην. εἶτα (Ar. ran. 295)·
5
νὴ τὸν Ποσειδῶ καὶ † μολίτι τὸν θατέρου † κατὰ παραγωγήν. εἴρηται δὲ οἱονεὶ βοόσλιτον, τὸ ἁμάρτημα τὸ κοπρῶδες, καὶ πλεονασμῷ τοῦ β βόλβιτον, ὡς τὸ φέρω φέρβω. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 282, 7) καὶ ἄλλοι AB, Sym. 147, EM 217. Hdn. l. c. + *Lex. rhet. (cf. Phot. β 200 Theodorides)

beta

177

Βόμβος· ψόφος τις. ὠνοματοπεποίηται δὲ ἡ λέξις κατὰ μίμησιν τῆς γινομένης φωνῆς· καὶ βομβεῖν ἐξ αὐτοῦ AB, Sym. 148, EM 220. *Orio?

beta

178

†Βομβηδή (Ap. Rh. 2, 133): (l. c. 131, 133)· ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσι,
βομβηδὸν κλονέονται. κυρίως δὲ βόμβος ὁ τῶν μελισσῶν ἐστιν ἦχος, ἔνιοι δὲ τῆς † βο‐
5ξύνης λεγομένης μελίσσης. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά AB, EM 224. Schol. Ap. Rh.

beta

179

Βομβύκη (Theocr. id. 10, 26)· ὄνομα αὐλητρίδος. εἴρηται δὲ παρὰ τὸν βόμβον τῶν αὐλῶν AB, Sym. 149, EM 221. *Schol. Theocr.

beta

180

Βομβυλιός· εἶδος ζῴου παραπλήσιον †μελίσσης. εἴρη‐ ται δὲ παρὰ τὸ βομβεῖν. ἔστι δὲ καὶ ποτηρίου εἶδος ἀπὸ μεταφορᾶς τοῦ ζῴου· καὶ γὰρ αὐτὸ ποιῶς πως κατεσκευάζετο, ὥστε πινόντων βομβεῖν. καὶ τὸ ἐλαιηρὸν δὲ ἀγγεῖον καθ’ ὁμοιότητα τοῦ στενοπόρου
5ἐκπώματος † βομβολιός λέγεται. οὕτως εὗρον εἰς τὸ Ῥητορικόν AB,
Sym. 150, EM 223. Lex. rhet.

beta

181

Βοὸς πόδα· οἱ μὲν Ἀττικοὶ ἐπὶ ζῶντος λέγουσιν, ἐπὶ δὲ τῶν τεθνηκότων βόειον πόδα φασίν, ὡς καὶ πατρὸς κλῆρον ἐπὶ ζῶντος, πατρῷον δὲ τελευτήσαντος. παρ’ Ὁμήρῳ δὲ συγχεῖται, οἷον (υ 299)·
5
ὣς εἰπὼν ἔρριψε βοὸς πόδα, ἐπὶ γὰρ τοῦ νεκροῦ, καὶ ἐπὶ ζῶντος (Λ 536, Υ 501)·
ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων, ἐπὶ ζῶντος AB, Sym. 152, EM 207. *Lex. rhet.

beta

182

Βορά (*Philox. fr. 66)· παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω· βορός καὶ βορά AB, Sym. 153, EM 225. Orio 37, 14.

beta

183

Βοράζειν· εἴρηται εἰς τὸ σφαδάζειν (Et. gen. ς s. v.) AB, Sym. 151, EM 225.

beta

184

Βορέας· ὁ μὲν Ὠρίων (35, 1) ὠνοματοπεποιῆσθαι τὴν λέξιν φησὶ κατὰ μίμησιν τοῦ ἤχου τοῦ γινομένου κατὰ τὴν πνοὴν
αὐτοῦ. ἄλλοι δὲ παρὰ τὸ βάρος Βορέας. ἢ (philox. fr. 67) παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ τρέφων καὶ αὐξάνων τοὺς καρπούς. ἢ παρὰ τὸ
5βορά, ὃ σημαίνει τὴν τροφήν, γίνεται Βορέας· βορᾶς γὰρ ἡμῖν αἴτιος συναύξων τοὺς καρπούς AB, Sym. 154, EM 227, Eust. 579, 7; 732, 12. Orio l. c.

beta

185

Βόρμος (Dieuches ap. Orib. 4, 7, 20)· βρόμος καὶ καθ’ ὑπέρθεσιν βόρμος EM 224. Hdn. II 386, 5.

beta

186

Βόρβορος· παρὰ τὸ βάρος βάρβαρος καὶ τροπῇ τοῦ α εἰς ο βόρβορος· βόρβορος γὰρ λέγεται τὸ περίττωμα τῆς γαστρός· τοῦτο γὰρ ἐν τῷ ἀνθρώπῳ κείμενον βάρος ἐμποιεῖ, ἢ παρὰ τὸ βορά, ὃ σημαίνει τὴν τροφήν, βόρος καὶ βόρβορος, ἡ ἐκ τῆς τροφῆς γεννη‐
5θεῖσα ὕλη AB, Sym. 155, EM 228, Et. Gud. (c) β 226. *Orio?

beta

187

Βόσκω (*Philox. fr. 68)· παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω καὶ πλεονασμῷ τοῦ κ βόσκω, ὡς τιτρώσω τιτρώσκω, θνήσω θνῄσκω· ἐξ οὗ καὶ βόσις, ἡ τροφή, καὶ συβώτης AB, Sym. 156, EM 232. *Orio.

beta

188

Βόσπορος (Dion. per. 140)· οἱονεὶ βοός πόρος· ὠνό‐ μασται δὲ ἀπὸ τῆς Ἰοῦς τῆς θυγατρὸς Κάδμου. ταύτῃ γὰρ ἡ Ἥρα κατὰ ζῆλον οἶστρον ἔπεμψεν, ἥτις ἐλαυνομένη ὥσπερ πόρτις τοῦτον παρῆλθεν τὸν τόπον, ὥς φησι Διονύσιος, οἷον (l. c. 140—141)·
5τῇ δ’ ἐπὶ Θρηϊκίου στόμα Βοσπόρου, ὃν πάρος Ἰὼ
Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα. Φύλαρχος (FGH 81 F 68) δέ, ὅτι οἱ ἐντὸς τοῦ Εὐξείνου Πόντου ἦσαν ἄπειροι γεωργίας, οἱ δὲ ἐκτὸς ἔμπειροι· διὸ καὶ Βόσπορος ἐκεῖνο τὸ μέρος ἐκαλεῖτο τὸ τοῦ πελάγους, ὅτι ἐσπείρετο. τινὲς δὲ
10τοὺς στενοὺς πορθμοὺς βοσπόρους εἰρῆσθαι. ἢ ὅτι τὸ παλαιόν, εἴ ποτέ τινες ἤθελον εἰς τὸ πέραν διαβῆναι, σχεδίας πηγνύντες καὶ βοῦς ὑποζεύξαντες ἐπὶ τούτων διεπεραιοῦντο. ὅθεν ἡ ἐπωνυμία AB Sym. 157, EM 234. Schol. Dion. per.

beta

189

Βόστρυχος (Soph. El. 901)· ὁ πλόκαμος τῆς τρι‐ χός· Σοφοκλῆς (l. c.)·
†ὁρῶν ἐωρὴ † βόστρυχον τετμημένον. παρὰ τὸ βότρυχον βότρυχος καὶ βόστρυχος, ὁ βοτρυοειδής· μετὰ
5σχήματος γὰρ βοτρυοειδοῦς ἀπήρτηται· Ἀπολλώνιος (Ap. Rh. 2, 676—677)·
χρύσειοι δὲ παρηϊάων ἑκάτερθε
πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι
AB, Sym. 158, EM 233. *Orio 34, 11?

beta

190

Βοτήρ· (Euphor. fr. 96, 3 Powell = fr. 120, 3 Cuenca)· ποιμήν, οἷον (l. c.)·
Βοιωτὸν δ’ ὀνόμηνε· τὸ γὰρ καλέουσι βοτῆρες. εἴρηται παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω βοτήρ. καὶ ἀπὸ τοῦ
5βοτήρ βότειρα, ὡς σωτήρ σώτειρα καὶ Δημήτηρ Δημήτειρα, καὶ βότης, ὅπερ καὶ βούτης λέγεται κατὰ πλεονασμὸν τοῦ υ τὸ αὐτὸ δηλοῦν, ἐξ οὗ καὶ βόσις ἡ τροφή, καὶ συβώσιον κατ’ ἔκτασιν τοῦ ο εἰς ω. ὁ δὲ Φιλόξενος ἐν τῷ Ῥηματικῷ (fr. 374) λέγει παρὰ τὸ βόσκω εἷναι βοκτήρ καὶ ἀποβολῇ τοῦ κ βοτήρ AB, Sym. 159, EM
10237. *Orio + Philox. l. c.

beta

191

Βότρυς· παρὰ τὴν πόσιν πότρυς καὶ βότρυς, ὁ ποτὸν ῥέων ἢ ὁ τοῖς ποσὶ τρυπτόμενος, τουτέστιν πατούμενος AB, EM 240. Orio 32, 7 + 613, 3 Werfer. 〈Βοτρυδόν (Β 89): EM 241. Comm. Hom.〉

beta

192

†Βόττιον· ἔθνος Μακεδονίας καὶ Βοττιανὴ ἡ χώρα. εἴρη‐
ται ἡ χώρα ἀπὸ τῶν βοτῶν, ὅτι πολυθρέμματός ἐστι, καὶ τὸ ἔθνος. ἢ παρὰ τὸ βοτὸν βοτιανή καὶ πλεονασμῷ τοῦ τ Βοττιανή, ἢ ἀπὸ Βόττονος τοῦ ἡγησαμένου τῆς ἐκεῖσε ἀποικίας AB, EM 238. *Orus.

beta

193

Βουβάλιον (Diphil. fr. 59)· κόσμος χρυσοῦς περι‐ τιθέμενος τῷ καρπῷ· Δίφιλος ἐν Παλλακίδι, οἷον (l. c.)·
βουβάλια καρπῶν παρθένου † φρονήματα. εἴρηται δὲ διὰ τὸ ἔχειν ἐπὶ τοῦ ἄκρου προτομήν τινα βουβάλου ἐξέ‐
5χουσαν AB, Sym. 161, EM 242. *Orio?

beta

194

Βουβάρας· ὁ μεγαλοναύτης, ἢ ὁ μεγάλως βαρύς· εἴρηται παρὰ τὸ βου ἐπιτατικὸν καὶ τὴν βᾶριν, ἥτις ἐστὶν εἶδος πλοίου. ἢ παρὰ τὸ βάρος ἔχοντα καὶ αὐχηματίαν· περὶ ἀλαζόνος γὰρ λέγεται, ὃν καὶ βαρυγέταν εἰρήκασι AB, EM 243. *Orio?

beta

195

†Βούδιον (Π 572)· πόλις Θεσσαλίας, οἱ δὲ Ἠπείρου AB, EM 249. *Orus.

beta

196

Βούβασις· κώμη τῆς Αἰγύπτου καὶ θεός. εἴρηται δέ, ὅτι ἡ Ἰὼ ἡ Ἰνάχου εἰς βοῦν μεταβληθεῖσα καὶ μετὰ τὴν διὰ γῆς καὶ † θάλασσαν πλάνην εἰς Αἴγυπτον παραγενομένη, ἐπιβᾶσά τε βρο‐ χθώδους τόπου τοῦ † Νειοῦ, τῶν χηλῶν ἴχνη τῷ πηλῷ ἐνεχάραξεν.
5ὁ δὲ τῆς χώρας βασιλεὺς ἑωρακὼς τὸ μὲν τῆς ἐμπροσθίας χηλῆς τῷ ει στοιχείῳ ἐμφερές, τὸ δὲ τῆς ὀπισθίας τῷ ω † Ἰὼ τὴν βοῦν ὠνόμασεν, τὴν δὲ κώμην, ἐν ᾗ τοῦτο ἐγένετο, Βούβασιν προσηγό‐ ρευσεν ἀπὸ τῆς βοὸς βάσεως, ὥστε κατὰ τοῦτον τὸν λόγον καὶ διὰ τῆς ει διφθόγγου δεῖ γράφεσθαι τὸ ὄνομα Εἰώ. ὁ μέντοι Ἡρωδιανός
10(I 223, 28) φησι διὰ τοῦ ι δεῖ γράφειν παρὰ τὸ ἰέναι σχηματίζων, ὅτι πολλήν, φησιν, ἦλθε γῆν AB, EM 246. *Orus + Hdn.

beta

197

Βούβρωστις (Ω 532)· ὁ μέγας λιμός· εἴρηται, ὅτι καὶ βοῦς λυμαίνεται καὶ τοὺς βοῦς βρῶσιν ποιεῖ AB, Sym. 163, EM 248. Comm. Hom.

beta

198

Βουβών (Soran. fr. 26 Scheele)· τὸ παρ’ ἑκάτερα τῆς ἥβης μέρος ἐν ἀρχῇ τῶν † μερῶν κείμενον. εἴρηται δέ, ὅτι τοῦ βαίνειν ἐστὶν ὑπηρέτης· παρὰ γὰρ τὸ βῶ ῥῆμα γίνεται βών καὶ
κατὰ σύνθεσιν τοῦ βου τοῦ σημαίνοντος τὸ μέγα, ὡς ἐν τῷ βου‐
5γάϊος βούλιμος, γίνεται βουβών, ὁ μεγάλως βαίνων, ἢ δι’ οὗ μεγάλως
βαίνομεν AB, EM 252a. Orio 33, 22.

beta

199

Βουβών (Men. arat. 51)· λέγεται καὶ τὸ πάθος, ὅπερ τινές φασι βομβῶνα, ὡς λέγει Ἡρωδιανὸς ἐν τῇ Καθόλου (I 23, 1)· Μένανδρος ἐν τῷ Γεωργῷ, οἷον (l. c.)·
βουβὼν ἐπήρθη τῷ γέροντι·
5καὶ ῥῆμα παρ’ αὐτὸ βουβωνιῶ. δύναται δὲ καὶ τὸ πάθος εἰρῆσθαι ἀπὸ τοῦ ἐπαίρεσθαι καὶ μεγάλως βαίνειν εἰς οἴδημα AB, Sym. 164, EM 252b, Eust. 499, 12. Orio 33, 22.

beta

200

Βουγάϊος (Ν 824)· εἴρηται ἀπὸ τοῦ βου, ὅπερ ἀπὸ τοῦ ζῴου ληφθὲν σημαίνει τὸ μέγα, ὡς ἐν τῷ βούτιμος βούλιμος καὶ τὸ Βούπαλος κύριον· παρὰ δὴ τὸ ἐπιτατικὸν καὶ τὸ γαῖα σύνθετον γίνεται βούγαιος. ἢ παρὰ τὸ γαίειν, τὸ γαυριᾶν, ὅπερ καὶ αὐτὸ παρὰ
5τὴν γαῖαν γέγονεν, ἵνα ᾖ ἀπὸ τοῦ μεγέθους τῆς γῆς, ὁ μεγαλόφρων
AB, Sym. 166, EM 253. *Orio.

beta

201

Βουθόη (Soph. fr. 1125?)· πόλις Ἰλλυρίδος. εἴρηται δέ, ὅτι Κάδμος ἐπὶ βοῶν ζεύγους ἐκ Θηβῶν ταχέως εἰς Ἰλλυριοὺς παραγενόμενος ἔκτισε πόλιν καὶ ἀπὸ τῶν βοῶν καὶ τοῦ θοῶς φυγεῖν Βουθόην αὐτὴν ὠνόμασεν. ἢ ἀπὸ τοῦ Βούτου Βουτόη καὶ Βουθόη
5ὠνόμασται AB, Sym. 167, EM 254. *Orus? *Orio?

beta

202

Βούθοια (Soph. fr. 1125?)· πόλις τῆς Ἰλλυρίδος· Σοφοκλῆς (l. c.) 〈***〉, οἷον (*Call. fr. 744)·
†ὀνομακλεῖ
†Βουθόη Δρίλωνος ἐπὶ προχοῇσιν ἐνάσθη.
5εἴρηται δὲ ἀπὸ τοῦ βοηθὸν γενέσθαι τοῖς Ἰλλυριοῖς τὸν Κάδμον
ἔποικον γενόμενον. ἢ ἀπὸ τοῦ ἐπὶ ζεύγους βοῶν ὀχούμενον κατὰ τὸν πυθόχρηστον εἰς τὴν Ἰλλυρίδα παραγενέσθαι AB, EM 255. *Orus?

beta

203

Βούκαια· πόλις Φωκίδος ἐν τῷ Παρνασσῷ. ὠνόμασται δέ, ὅτι ποτὲ Δευκαλίων καὶ Πύρρα τὸν κατακλυσμὸν φεύγοντες παρ’ αὐτοῖς διεσώθησαν. καὶ σημεῖον τοῦτο κατ’ ἐνιαυτὸν πυρὰν ἀνάπτον‐ τες μεγάλην βοῦν ἐπελαύνουσιν αὐτῇ ἐπιβοῶντες· «ἕρπε βοῦς κατὰ
5τὰ πάτρια» καὶ κατακαίουσιν αὐτήν· ἀπὸ γοῦν τοῦ καίειν τὴν βοῦν Βούκαια καὶ Βουκαεῖς λέγεται AB, Sym. 169, EM 259. *Orus.

beta

204

Βουκαῖος· † Μένανδρος, οἷον (Nic. ther. 5)·
βουκαῖός τ’ ἀλέγοι καὶ ὀροιτύπος· καὶ Θεόκριτος (id. 10, 1)·
ἐργατίνα βουκαῖε.
5σημαίνει δὲ τὸν ἀροτριαστήν, τὸν τοῖς βουσὶ καίνοντα τὴν γῆν, του‐ τέστιν κόπτοντα καὶ σχίζοντα AB, EM 260. *Philox.?

beta

205

Βουκάπη· ἡ φάτνη τῶν βοῶν, ἐν ᾗ οἱ βοῦς κάπτουσιν· ἀπὸ γὰρ τοῦ κάπτω, τοῦ σημαίνοντος τὸ ἐσθίω, ἡ κάπη γίνεται AB, Sym. 170, EM 258. *Philox.?

beta

206

†Βούκερα· λίμνη τίς ποτε μὲν καλουμένη, νῦν δὲ εἶδος βοτάνης. εἴρηται δὲ ἀπὸ τοῦ σχήματος τοῦ περὶ θέσιν, ἐπειδὴ κέρατι βοὸς ἔοικεν, καὶ Νίκανδρος ἐν Ἀλεξιφαρμάκοις (424) παρετυμολογεῖ
αὐτὴν λέγων, οἷον (l. c. 424—425)·
5
ἄλλοτε βουκέραος χιληγόνου ὅ ῥα κεραίας
εὐκαμπεῖς πετάλοισιν ὑπηνεμίοισιν ἀέξει. AB, Sym. 171, EM 261. *Orus? Schol. Nic.?

beta

207

Βουκεραΐς (Call. fr. 42)· κρήνη ἐν Πλαταιαῖς, ἥτις ὠνομάσθη, ὅτι Πόλυβος ἐξ Ἄργους ἐπέκτισεν Πλαταιὰς μετὰ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμόν, βοὸς αὐτοῦ ἡγουμένης κατὰ χρησμόν, ὥς ποτε Κάδμου· ἣν ἐκεῖσε κατακλιθεῖσαν τῷ κέρατι πατάξαι τὴν
5γῆν καὶ κρήνην ἀναφανῆναι, ἣν ἀπὸ τοῦ κέρατος τοῦ βοὸς Βουκε‐
ραΐδα καλεῖσθαι. οὕτως Θέων ἐν τῷ † Ὑπομνήσεως τοῦ αʹ Αἰτίου Καλλιμάχου (l. c.), οὕτω καὶ Σερῆνος ἐν τῇ Ἐπιτομῇ τῶν Φίλωνος Περὶ πόλεων Πολύϊδον λέγων τὸν λαβόντα τὸν χρησμόν AB, Sym. 171, EM 263. *Orus.

beta

208

Βουκέφαλος· ὁ ἵππος, ὃν Ἀλέξανδρος † ἐπέκτητο. εἴρηται δὲ οὐχ, ὥς τινες οἴονται, ὅτι βοὸς κέρατα εἶχεν· τοῦτο γὰρ ψευδές, ἐκοσμεῖτο μὲν γὰρ ὑπὸ Ἀλεξάνδρου χρυσοῖς. καὶ οὐ διὰ τὰ κέρατα Βουκέφαλος ὠνόμασται, ἀλλ’ ὅτι οὕτως ἐν Θεσσαλίᾳ ἐκα‐
5λοῦντο οἱ ἵπποι ἔχοντες ἐγκεκαυμένον βουκράνιον. ὅτι δὲ τῶν Θετ‐ ταλικῶν ἵππων τινὲς ἐκαλοῦντο βουκέφαλοι, δηλοῖ Ἀριστοφάνης ἐν Ἀναγύρῳ, οἷον (fr. 42)·
μὴ κλαῖ’ ἐγώ σοι βουκέφαλον ὠνήσομαι, καὶ πάλιν (fr. 43)·
10 ψήχει ἠρέμα τὸν βουκέφαλον καὶ κοππατίαν
AB, Sym. 172, EM 264. *Lex. rhet.

beta

209

†Βουκινῆσαι· εἴρηται εἰς τὸ ι στοιχεῖον εἰς τὸ Ἴβυ‐ κος (Et. gen. ι s. v.) AB, Magn. gramm. 175.

beta

210

Βουκόλος (Ν 571)· ἤτοι βουκόνος τις ὤν, παρὰ τὸ κο‐ νεῖν περὶ τὰς βοῦς, ὅ ἐστιν ἐνεργεῖν καὶ διατρίβειν. ἢ βουσὶ κεκλό‐ μενος, ὅ ἐστιν ἐγκελευόμενος. ἢ παρὰ τὸ κέλλω, ὃ σημαίνει ὁ ἅμα τοῖς βουσὶ κέλλων. Δίδυμος (p. 402, fr. 5 Schmidt) δὲ παρὰ
5τὸ κομεῖν εἰρῆσθαι, ἵν’ ᾖ βουκόμος, ὡς ἱπποκόμος, καὶ κατὰ τροπὴν βουκόλος AB, Sym. 173, EM 268, Et. Gud. (c) β 251. *Orio (partim 32, 5).

beta

211

Βουκολεῖν (Ε 313)· βόας νέμειν AB, EM 268. Comm.
Hom.

beta

212

Βουλή· παρὰ τὸ βάλλω βαλῶ ἢ βέλλω γίνεται βολή, ἡ σύστοιχος τῆς γνώμης φορά, ἢ ἐπιβολὴ τῆς ψυχῆς, καὶ πλεονασμῷ τοῦ υ βουλή AB, EM 272. Orio 38, 3 + 613, 11 Werfer.

beta

213

Βουληφόρος (Α 144)· πρόβουλος, ἀρχίβουλος ἡγεμών, ἄρχων, βουλευτικός. ῥητορική. ἰστέον, ὅτι τὸ φέρω κατὰ τὸ τέλος συντίθεται, σπανίως δὲ κατὰ τὴν ἀρχήν, ὥσπερ τὸ Φέρεκλος φερέ‐ σταχυς Φερσεφόνη τελεσφόρος Ἑωσφόρος τοξοφόρος· οὕτως οὖν καὶ
5παρὰ τὸ βουλή καὶ τὸ φέρω γίνεται βουληφόρος. τὰ δὲ εἰς η λήγον‐ τα συντιθέμενα μὲν ἢ φυλάττουσι τὸ η ἢ τρέπουσιν αὐτό, οἷον γῆ γηγενής, ὀδύνη (Ε 401)
ὀδυνήφατα, κρήνη κρηνοφύλαξ· οὕτως οὖν καὶ βουλή βουληφόρος. πάντα δὲ τὰ
10παρὰ τὸ φέρω παροξύνονται, οἷον βουληφόρος Ἑωσφόρος, εἰ μὴ ἄρα τύπος κωλύει διὰ τὸ ευ μόριον καὶ τὰς προθέσεις καὶ τὴν α στέρησιν, εὔφορος πρόσφορος ἄφορος AB, Sym. 174, EM 273.
Lex. rhet. + Epim. Hom. (cf. AO I 89, 21).

beta

214

Βούλιμος· ὁ μέγας καὶ ἐπιτεταμένος λιμός· παρὰ τὸ βου ἐπιτατικὸν μόριον καὶ τὸ λιμός. 〈καὶ ῥῆμα ἐξ αὐτοῦ βουλιμιῶ〉 AB, Sym. 175, EM 260, Et. Gud. (c) β 257. *Orio?

beta

215

Βουλυτός (Π 779)· ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύον‐ ται τῶν ἔργων AB, Sym. 176, EM 269. Eust. 1086, 30, 1615, 38 Comm. Hom.

beta

216

Βοῦνις (Aech. suppl. 117) καὶ βουνίτις (ibid. var. lect.)· ἡ γῆ· εἴρηται δὲ παρὰ τοὺς βουνούς, βουνοὶ δέ εἰσιν οἱ ὑψηλοὶ καὶ ὀρώδεις καὶ γεώλοφοι τόποι AB, Sym. 177, EM 265. *Schol. Aesch.?

beta

217

Βουπράσιον (Β 615?)· τόπος οὕτως καλούμενος AB, Sym. 178, EM 276. *Orus.

beta

218

Βουόα· (fr. poet. inc.)·
ἀλγεῖ τις τάχα † θ’ αἱ βουσόαι 〈***〉 τὰ νῶτα. ἔλλειψις τοῦ ς καὶ πνεῦμα προσῆλθε τὸ δασύ. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 1252) AB, EM 266. Hdn. l. c.

beta

219

Βούπρηστις (Nic. al. 335)· ἔστι † λάχανον ἀγρίου γένος, ὅμοιον τῷ σινήπι καὶ τῇ † λαμψάκῃ. βούπρηστιν αὐτήν φασι λέγεσθαι διὰ τὸ τοὺς γευσαμένους † αὐτὴν μεγάλως πιμπρᾶσθαι, τουτέστιν φυσᾶσθαι· τὸ γὰρ βοῦς ἐπὶ τοῦ μεγάλου ἔτασσον οἱ ἀρ‐
5χαῖοι ὡς βούπαιδα τὸν † μέγα παῖδα καλοῦντες AB, Sym. 179, EM 275. *Schol. Nic.

beta

220

Βοῦς· εἶδος πλακοῦντος διδομένου τοῖς εἰς Τροφωνίου κα‐ ταβαίνουσιν. εἴρηται δέ, ὅτι οἱ καταβαίνοντες εἰς τὸ ἄδυτον μυκη‐ θμῶν αἰσθάνονται AB, Sym. 180, EM 213. *Lex. rhet.

beta

221

Βοῦς (*Philox. fr. 70)· τὸ ζῷον· παρὰ τὸ β, τὸ τρέφω, τὸ τρέφον ἡμᾶς ἐκ τῆς περὶ τὴν γῆν ἐργασίας. οὐ δυνάμεθα
δὲ λέγειν ἐπὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν τοὺς βόας καὶ κατὰ κρᾶσιν βοῦς, τὸ γὰρ α καὶ ο οὐ κιρνᾶται εἰς τὴν ου, ἀλλ’ εἰς † τὴν
5ω, κρείττονα κρείττοα κρείττω. ἀλλὰ λέγομεν, ὅτι ὁμοφωνία γέγονε τῆς εὐθείας τῶν πληθυντικῶν καὶ τῆς αἰτιατικῆς· πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν εἰς ς λήγουσα καὶ συνῃρημένη κατὰ τὴν τελευταίαν συλλαβὴν ἔχει τὴν αἰτιατικὴν καὶ κλητικὴν ὁμόφωνον αὐτῇ AB, Sym. 181, EM 208. Choerob. in Theod. I 239, 1.

beta

222

Βούσιρις· ὁ ἥρως, ὁ τῆς Αἰγύπτου βασιλεύς, ἀφ’ οὗ καὶ πόλις οὕτω καλουμένη. εἴρηται παρὰ τὸ βοῦς καὶ τὴν σειράν, ἵν’ ᾖ ὁ ἰσχυρός, ὁ δυνάμενος βοῦν ἄγειν σειραῖς, ὥστε δύνασθαι μόνος ζευγνύειν δύο βοῦς, ὥσπερ καὶ Λαέρτης λέγεται παρὰ τὸ λάας ἀερ‐
5τάζειν, ἤγουν κουφίζειν λίθους. ὤφειλεν δὲ κατὰ τὴν ἐτυμολογίαν διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἀλλὰ γράφεται διὰ τοῦ ι πρὸς τὸν χαρακτῆρα τῶν διὰ τοῦ ιρις· τὰ γὰρ διὰ τοῦ ιρις μὴ ὄντα ἀπὸ προϋποκειμένου ὀνόματος ἔχοντος τὴν ει δίφθογγον ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν, οἷον Ὄσιρις, οὕτως δὲ λέγεται
10ὁ Διόνυσος παρὰ τοῖς Αἰγυπτίοις, καλάσιρις, σημαίνει δὲ λινοῦν ἱμάτιον, Ὄσιρις, ἔστι δὲ ὄνομα πόλεως, οὕτως δὲ ἐλέγετο καὶ ὁ Νεῖλος, Ἶρις, σημαίνει δὲ τὴν ἄγγελον τῶν θεῶν, Κῖρις (Ly‐ cophr. 946), ἔστι δὲ ὄνομα ποταμοῦ, Τίρις, ἔστι δὲ ὄνομα δούλης, σίρις ἢ ξίρις, ποτὲ μὲν γὰρ διὰ τοῦ ς λέγουσιν αὐτό, ποτὲ δὲ διὰ
15τοῦ ξ καὶ ποτὲ μὲν διὰ τοῦ ι γράφεται, ποτὲ δὲ διὰ τῆς ει διφθόγ‐ γου, κρεῖττον δὲ γράφειν αὐτὸ διὰ τοῦ ι. σημαίνει δὲ ἀρωματικὸν φυτόν· οὕτως οὖν καὶ Βούσιρις διὰ τοῦ ι. πρόσκειται «μὴ ὄντα ἀπὸ προϋποκειμένου ὀνόματος ἔχοντος τὴν ει δίφθογγον» διὰ τὸ χείρ χειρός χειρίς, σημαίνει δὲ τὸ χειρομάνικον. Χοιροβοσκός (cf. Orth.
20194, 19; 279, 8) AB, Sym. 182, EM 277, Eust. 391, 35. Choerob. l. c. 〈Βοῦρα (Call. Hy. 4, 102): EM 278. Schol. Call. Hy.〉

beta

223

Βούσυκον· εἰώθασι γὰρ τῇ προσθήκῃ τοῦ ἵππου ἢ τοῦ βοὸς τὸ μέγεθος τοῦ ὑποκειμένου δηλοῦν. ἀπὸ μὲν τοῦ βοὸς βού‐
συκον βούπαις βούλιμος, ἀπὸ δὲ τοῦ ἵππου ἱπποσέλινον καὶ (Aesch. fr. 243, 3)·
5
θυμὸν ἱππογνώμονα, τὸν μεγαλογνώμονα AB, Sym. 183, EM 279. *Lex. rhet.?

beta

224

Βουτάδαι· δῆμός ἐστι τῆς Οἰνηΐδος Βουτία, ἀφ’ ἧς Βουτάδαι οἱ δημόται. ἢ οἱ ἀπὸ τοῦ Βούτου, οὗτος δὲ ὁ Βούτης τὴν ἱερωσύνην ἔσχεν καὶ ἀπ’ αὐτοῦ Βουτάδαι ἐκλήθησαν. καλοῦνται δὲ καὶ † Ἐτεοβουταιάδαι οἱ ἀπόγονοι τοῦ Βούτου, τὸ γὰρ ἐτεόν ἀλη‐
5θὲς δηλοῖ. οὕτως ἐκ τοῦ Ῥητορικοῦ AB, Sym. 184, EM 282. Lex. rhet. 〈Βουτίδης: EM 283. Hdn. II 322, adn. ad fr. 493.〉

beta

225

Βουτρόφους· τάξις, ὥς φασι, τις ἱερωσύνης, ἡ τρέ‐ φουσα τοὺς βοῦς, ὥστε θύεσθαι τοῖς θεοῖς δημοσίᾳ. ἐκ τοῦ Ῥητορι‐ κοῦ AB, EM 282. Lex. rhet.

beta

226

Βουτρωτός (Teucr. Cyz. FGH 274 F Ib)· ἢ Βου‐ θρωτός, πόλις τῆς Ἠπείρου, ὥς φησι Τεῦκρος ὁ Κυζικηνός (l. c.), ὅτι Ἑλένου ἐκ τῆς πατρίδος εἰς τὴν Ἤπειρον παραγενομένου θύον‐
τός τε ἐπιβατήρια, ἡ βοῦς οὐ καιρίαν λαβοῦσα τομὴν φεύγει καὶ
5κόλπον τινὰ τῆς Ἠπείρου διανηξαμένη εἰς γῆν ἐξέρχεται καὶ κατα‐ πεσοῦσα ἀπέθανεν· ὁ δὲ Ἕλενος συμβόλῳ θείῳ χρησάμενος κτίζει πόλιν καὶ ἀπὸ τοῦ συμβάντος Βουτρωτὸν αὐτὴν ὠνόμασεν AB, Sym. 185, EM 285. *Orus.

beta

227

Βουτύπος (Ap. Rh. 2, 91)· ἱερεύς τις, ὃς τοὺς βοῦς
ἐν ταῖς θυσίαις τῷ πελέκει τύπτων ἔθυεν, οἷον (l. c. 91—92)·
βουτύπος οἷα πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν
χεῖρ’ ἐπί οἱ πελέμιξεν, ὁ δ’ ἀΐσσοντος ὑπέστη.
5πελέμιξεν· ἐπέσεισε καὶ ἐπήνεγκεν. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά. ἔστι δὲ καὶ ῥητορική AB, Sym. 186, EM 284. Schol. Ap. Rh. + Lex. rhet.

beta

228

Βουφόνια (Hyperid. fr. XIII 5 Baiter—Sauppe)· ἑορτή τις παρὰ Ἀθηναίοις τὰ Βουφόνια, ἐν ᾗ πολλοὶ ἐθύοντο βόες καὶ ἤγετο αὕτη Σκιροφοριῶνος μηνὸς τετάρτῃ ἐπὶ δέκα AB, EM 286, Eust. 691, 63. *Lex. rhet.

beta

229

Βουφόνεον (Η 466)· ἐβουθύτουν, βοῦς ἔθυον AB, EM 287. Comm. Hom.

beta

230

Βούχετα (Philostephan. FHG III 30, fr. 9a)· ἢ Βου‐ χέτιον· ἔστι δὲ πόλις τῆς Ἠπείρου οὐδετέρως καὶ πληθυντικῶς λεγομένη, ἥν φησι † Φιλόχωρος (l. c.) ὀνομασθῆναι διὰ τὸ τὴν Λητώ, ἤτοι Θέμιν, ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν τοῦ Δευκα‐
5λίωνος κατακλυσμόν. μέμνηται δὲ τοῦ ἐθνικοῦ Καλλίμαχος, οἷον (fr. 509)·
ἐξ ἁλὸς οὐ † δίκην ἀνέρα Βουχέτιον
ἕλκειν AB, EM 288. *Orus vel *Lex. rhet.?

beta

231

†Βῷμι· ἔστι βοάοιμι καὶ κατὰ κρᾶσιν βοῷμι, τὸ τρίτον τῶν πληθυντικῶν βοάοιεν καὶ κατὰ κρᾶσιν βοῷεν AB, Sym. 187, EM 195. *Hdn. II 822, 26. 〈Βοῶπις (Α 551)· εὐόφθαλμος, καλή EM 209. Comm.
5Hom.〉

beta

232

Βραγχιᾶν· τὸ πάθος. ὠνοματοπεποιῆσθαί φασι τὴν λέ‐ ξιν κατὰ μίμησιν τῆς γινομένης αὐτῷ βραχύτητος ἐν τῇ φωνῇ. ἢ βρόγχος λέγεται ὁ λαιμὸς καὶ ὁ φάρυγξ, ὃς καὶ βράγχος παρὰ τοῖς παλαιοῖς λέγεται, ἀφ’ οὗ καὶ τὸ (Ε 863)
5
τόσον ἔβραχ’ Ἄρης ἆτος πολέμοιο. ἀφ’ οὗ τὸ πάθος ἐκλήθη βραγχιᾶν. ἐγὼ δὲ οἶμαι παρὰ βαρεῖαν ἰαχήν, τουτέστιν φωνήν, ἔχειν γίνεται βαριχιᾶν καὶ βραγχιᾶν· βραγ‐ χιᾶν γὰρ λέγεται τὸ σαπρᾷ καὶ τραχείᾳ φωνῇ χρῆσθαι AB, Sym.
188, EM 295. *Orio (cf. 35, 10).

beta

233

Βρᾴ· ἀπὸ τοῦ ῥᾴδιον γίνεται κατὰ πλεονασμὸν τοῦ β Αἰο‐ λικῶς βρᾴδιον καὶ κατὰ συγκοπὴν βρᾴ. οὕτως Ἡρωδιανὸς (II 214, 2) καὶ Χοιροβοσκός (deest) AB, Sym. 189, EM 291, Eust. 163, 21. Hdn. l. c. + Choerob.

beta

234

Βραβευταί· διοικηταί, κριταί, ὁρισταί. κυρίως δὲ βρα‐ βευταὶ λέγονται οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος ἤ τινος ἄλλου διδόντες σύμβολα τῆς νίκης, ῥαβδευταί τινες ὄντες· καὶ καθ’ ὑπέρθεσιν τοῦ ρ βραβευταί. ἔστι δὲ καὶ ῥητορική AB, EM 293. Orio 33, 2 +
5Lex. rhet.

beta

235

Βραβεῖον· ἀπὸ τοῦ ῥάβδος ῥαβδεῖον καὶ καθ’ ὑπέρθεσιν τοῦ β βραδεῖον καὶ τροπῇ τοῦ δ εἰς τὸ β βραβεῖον. ῥάβδος δὲ ση‐ μαίνει τὸ βασιλικὸν σκῆπτρον, ἐξ οὗ καὶ βραβευταὶ λέγονται οἱ τὰς βασιλικὰς ῥάβδους κατέχοντες καὶ τοῖς νικῶσι τοὺς στεφάνους διδόν‐
5τες. καὶ βραβεῖον λέγεται ὁ παρὰ τῶν βραβευτῶν διδόμενος στέφανος
τῷ νικῶντι AB, Sym. 190, EM 292. *Orio.

beta

236

†Βράβηλα (Theocr. id. 7, 146)· τὰ καλούμενα Δα‐ μασκηνά· Θεόκριτος (l. c.)·
ὅρπακες † βραβήλοισι καταβρίθοντες ἔραζε. Ἀθήναιος δὲ ἐν τῷ δευτέρῳ τῶν Δειπνοσοφιστῶν (2, 50A) φησι Σέ‐
5λευκον (fr. 42 Mueller) ὀνομάζειν κοκκύμηλα καὶ † βράβηλα καὶ † βράδυα. εἴρηται δὲ βοράβηλά τινα ὄντα τὰ τὴν βορὰν ἐκβάλλοντα· ἔστι γὰρ μαλακτικὰ τῆς γαστρός. εἴρηται δὲ καὶ μάδρυα, οἱονεὶ μαλόδρυά τινα ὄντα. εἰρῆσθαι δὲ Δαμασκηνὰ κατ’ ἐξοχὴν διὰ τὸ ἐν Δαμασκῷ τῇ πόλει γεωργούμενα εἶναι εὐθαλέστερα καὶ καλλίονα
10AB, Sym. 191, EM 294. *Orio.

beta

237

Βραδύς· παρὰ τὸ βάρος βαρύς καὶ ἐν ὑπερθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ δ βραδύς AB, Sym. 192, EM 290, Et. Gud.
(d) ad β 110. Orio 34, 21 (613, 7 Werfer).

beta

238

Βράζει· παρὰ τὸ βῶ, τὸ λέγω, γίνεται βάζω καὶ πλεο‐ νασμῷ τοῦ ρ βράζω AB, EM 296. *Orio (e *Philox. fr. 71).

beta

239

Βράσσω· τὸ ζέω, ὅπερ καὶ ἀναβράσσω λέγουσιν Ἀττικοὶ ἐπὶ τοῦ † ἀτελέσματος λαμβάνοντες τὴν λέξιν· Ἀριστοφάνης (Pax 1197)·
ἀναβράττω κίχλας, ἀντὶ τοῦ † ἐψίω. εἴρηται παρὰ τὸ βάρος· ἢ βαρῶ βαράσσω καὶ
5κατὰ συγκοπὴν βράσσω AB, Sym. 193, EM 297. *Orio.

beta

240

Βράχω (Ν 181)· σημαίνει τὸ ἠχῶ· ὀνοματοποιΐα ἡ λέξις AB, EM 301. Comm. Hom.

beta

241

Βράσσων (Κ 226)· ὁ βραδὺς καὶ ὁ βραχὺς καὶ ἑκάτερον σημαίνει· καὶ γὰρ ἀπὸ τοῦ βραδύς γίνεται βραδύτερος καὶ βραδίων καὶ βράσσων καὶ ἀπὸ τοῦ βραχύς βραχύτερος βραχίων βράσσων. ὅθεν ὁ ποιητὴς εἰδὼς ἀμφοτέρων σημαντικὴν τὴν λέξιν ἐπιφέρει
5διασαφῶν καὶ λύων τὸ ἀμφίβολον (l. c.)·
ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις AB, Sym. 194, EM 298. *Orio? *Comm. Hom.? 〈Βραδίων: EM 291. Choerob. Orth. 171, 22.〉

beta

242

Βραχίων (Soran. fr. 28 Scheele)· εἴρηται, ὅτι βρα‐ χύτερός ἐστι τοῦ λοιποῦ μέρους τῶν χειρῶν AB, Sym. 195, EM 300. Orio 34, 17.

beta

243

Βραχύς· κατὰ τροπὴν τοῦ λ εἰς ρ· παρὰ γὰρ τὸ ἀπο‐ βεβλῆσθαι μέρος καὶ ἐλάσσονα γενέσθαι εἴρηται. οὕτως Ἡρακλείδης
(om. Cohn), ὥς φησιν Ὠρίων AB, Sym. 196, EM 299. Orio.

beta

244

Βρέγμα (Soran. fr. 29 Scheele) καὶ βρεγμόν (Ε 586)· τὸ ὑπερμετώπιον μέρος. οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν λεξικόν. ἐν δὲ ταῖς Ἐτυμολογίαις (Soran. l. c.) τὸ τῆς κεφαλῆς ἄκρον κρανίον, ὅπερ ὁ ποιητὴς (l. c.) βρεγμὸν καλεῖ· ὥσπερ παρὰ
5τὸ ἔχω γίνεται ἐχμός καὶ συνεοχμός, οἷον (Ξ 465)·
καὶ αὐχένος ἐν συνεοχμῷ, οὕτως καὶ παρὰ τὸ βρέχω γίνεται βρεγμός καὶ βρέγμα, ἐπειδὴ γὰρἐν τοῖς ὑετοῖς καὶ ἐν ταῖς ἄλλαις καταχύσεσι τῶν ὑγρῶν τοῦτο πρῶτον βρέχεται AB, Sym. 197, EM 303. Lex. rhet. + Orio 34, 8.

beta

245

Βρέμει (Δ 425)· ἠχεῖ κυρίως, οἷον (Ξ 399)·
μέγα βρέμεται χαλεπαίνων. σημαίνει δὲ καὶ τὸ ὁρμᾶν. εἴρηται παρὰ τὸν βρόμον, τὸν τοῦ πυρὸς ἦχον· βρόμος γὰρ κυρίως ὁ τοῦ πυρὸς ἦχος πεποιημένως εἰρημένος.
5ἐγὼ δὲ νομίζω τὸν βρόμον ἀπὸ τοῦ βρέμω γεγονέναι, ὡς ἀπὸ τοῦ
λέγω λόγος AB, Sym. 198, EM 304. Comm. Hom. + *Orio.

beta

246

Βρενθύεται (Ar. pax. 26, Lys. 887)· μεγαλοφρονεῖ, ἐπαίρεται ἢ προσποιεῖται ὀργίζεσθαι. ῥητορική· οἱονεὶ θρύπτεται. Βησαντῖνός φησι ἐν τῷ Περὶ Χρηστομαθίας οὕτως (ita Hellad. ap. Phot. bibl. cod. 279 p. 532b 12)· «βρένθειόν ἐστι μύρον»· καὶ
5οὕτως † ἐστὶ τοῖς Ἰάμβοις· 〈***〉· τοὺς οὖν ἀλαζόνας καὶ τρυφε‐ ροὺς μύρῳ χρίεσθαι ἀκολουθεῖ. καὶ ἀπὸ τούτου δηλαδὴ τοὺς θρυπτο‐
μένους ἐπὶ παντὶ τὸ ἁπαξαπλῶς βρενθυομένους λέγουσιν.» οὕτως εὖρον ἐν τῷ αὐτῷ βιβλίῳ AB, Sym. 199, EM 311. Lex. rhet. + Orio 36, 4.

beta

247

Βρεντήσιον· χώρα τῆς Ἰταλίας, εἴρηται δὲ οὕτως, ὅτι λιμένας ἔχει κέρασιν ἐλάφου παραπλησίους, βρένδον (Seleuc. fr. 43 Mueller) δὲ καλοῦσι τὸν ἔλαφον Μεσσάπιοι AB, Sym. 200 (lemma tantum), EM 305, Et. Gud. (c) β 303, Eust. 1409, 9. *Orus.

beta

248

Βρεττανοί· ἔθνος. ἀπὸ 〈***〉 Κελτοῦς τῆς Βρεττάνου θυγατρός AB, Sym. 201. *Orus.

beta

249

Βρέτας· εἴρηται παρὰ τὸ βροτός βρέτας κατὰ τροπήν,
οἷον τὸ βροτοειδὲς ἄγαλμα. κυρίως δὲ τὸ ἀπὸ ξύλου πεποιημένον ἀνθρώπου ἄγαλμα AB, Sym. 202, EM 313. Et. Gud. (c) β 306. *Orio.

beta

250

Βρέφος (Soran. fr. 30 Scheele)· παρὰ τὸ φέρβω, τὸ τρέφω, γίνεται φέρβος καὶ κατὰ μετάθεσιν τῶν στοιχείων βρέφος, τὸ δεόμενον τροφῆς, οἷον (Ε 202)·
μή μοι δευοίατο φορβῆς
5AB, Sym. 203, EM 315. Orio 35, 8 (= 613, 9 Werfer).
Βρέφος: EM 309. *Orio, nisi fuit Arethae adnotatio.〉

beta

251

Βρέχειν ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων· ὅθεν καὶ Ὅμηρος † ὠνοματοπεποίηται (Ν 181)·
ἀμφὶ δέ οἱ βράχε. οὕτως Ἐπαφρόδιτος (fr. novum). ἢ παρὰ τὸ βάλλω βλῶ καὶ
5βρῶ, βρέχω AB, Sym. 204, EM 302. *Orio.

beta

252

Βρίακχος (Soph. fr. 779)· θηλυκῶς ἡ βάκχη· Σοφο‐ κλῆς (l. c.)·
ἐγὼ δὲ χερσὶν ἄγραν βρίακχον. εἴρηται ἡ βριαρῶς ἰακχάζουσα AB, Sym. 205, EM 319. *Lex.
5rhet.

beta

253

Βριάρεως (Α 403)· ὁ ἑκατόγχειρ θεός. εἴρηται παρὰ τὸ † βριαρόν, τοῦτο δὲ παρὰ τὴν βίαν βιαρός καὶ πλεονασμῷ τοῦ ρ
βριαρός, ἔνθεν τὸ Βριάρεως. ἢ παρὰ τὸ † βρίω, ἀφ’ οὗ καὶ βρίθω καὶ βρῖθος, τὸ βάρος· καὶ ὥσπερ παρὰ τὸ τάχος γίνεται † στάχυς, οὕτως
5καὶ βρῖθος βριθύς, καὶ (Ε 746)
βριθύ, καὶ βριθοσύνη καὶ τὸ βριάω (Hes. op. 5)·
†καί τε βριάοντα χαλέπτει. καὶ παρωνύμως Βριαρεύς, ὡς πομπός πομπεύς, καὶ (ν 71)
10
πομπῆες ἀγαυοί· καὶ ἀπὸ τοῦ Βριαρεύς Ἀττικῶς γενικὴ Βριαρέως· καὶ αὕτη εἰς εὐ‐ θεῖαν ἀναχθεῖσα ἐποίησεν τὴν Βριάρεως AB, Sym. 206, EM 316. *Orio?

beta

254

Βριαρός· ὁ ἰσχυρός· καὶ βριαρώτερος καὶ Βριάρεως. εἴρηται παρὰ τὴν βίαν βιαρός καὶ βριαρός AB, Sym. 206, EM 316. *Orio?

beta

255

Βριάρηο (Ibyc. fr. 18)· οἷον (l.c)·
Βριάρηο κόρα. ἔστι Βριάρηος ἡ εὐθεῖα, ὡς μονῆρες, ἡ γενικὴ Βριαρήου, καὶ Θετ‐ ταλικῶς γενικὴ Βριαρήοιο καὶ συγκοπῇ τῆς οι Βριάρηο. οὕτως Ἡρω‐
5διανὸς ἐν τῷ Περὶ παθῶν (fr. novum) AB, Sym. 207, EM 320, Hdn. l. c.

beta

256

Βρίζω (Δ 223)· τὸ κοιμῶμαι (l. c.)· ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα.
εἴρηται δὲ βρίξαι (μ 7) τὸ μετὰ βορὰν καὶ τροφὴν καθευδῆσαι, οἷον βορίξαι τι ὄν AB, Sym. 208, EM 321 + 322, Et. Gud. (c) β 311.
5Eust. 1720, 58. *Orio.

beta

257

Βριζώ (Semus FGH 396 F 4)· θεὸς παρὰ Δηλίοις δι’ ἐνυπνίων μαντευόμενος. εἴρηται παρὰ τὸ βρίζειν, ὅ ἐστι καθεύδειν AB, EM 323, Eust. 1720, 56. *Orio.

beta

258

Βριήπυος (Ν 521)· παρὰ τὸ βρι καὶ τὸ ἠπύειν, ὅ ἐστι φωνεῖν· μεγαλόφωνος, βαρύφωνος AB, Sym. 209, EM 320, Et. Gud. (c) β 275, Eust. 686, 24;944, 61. *Orio.

beta

259

Βρίκελος (Cratin. fr. 218)· Κρατῖνος (l. c.)·
αἶρε δεῦρο τοὺς βρικέλους. ἔστι δὲ βαρβαρικὸν τὸ ὄνομα, τίθεται δὲ καὶ ἐπὶ προσώπων βαρβα‐ ρικῶν. καὶ εἴρηται οἱονεὶ βροτῷ εἴκελος· ἢ Βριξὶν εἴκελος, Βρίγες
5γὰρ ἔθνος βαρβαρικόν. ἄλλοι δὲ βρικέλους τοὺς † κελεύοντας, παρὰ τὸ βρι καὶ τὸ κέλομαι AB, Sym. 210, EM 324, Eust. 1395, 48. *Lex. rhet.

beta

260

Βριμαίνω· σημαίνει τὸ ὀργίζεσθαι· εἴρηται παρὰ τὸ βρι, τὸ ὑπὸ ὀργῆς βαρύνεσθαι. λέγεται καὶ βριμῶ, ὅθεν καὶ βριμοῦ‐ σθαι καὶ (loc. inc.) «βριμοῦται» καὶ βριμῆσαι. καί μοι δοκεῖ παρὰ τοῦτο τὸ βριμῶ παρῆχθαι τὸ βριμαίνω AB, Sym. 211, EM
5325.

beta

261

Βριμώ (Ap. Rh. 3, 862)· ἡ Φερσεφόνη. ἡ δὲ αὐτὴ λέ‐ γεται καὶ Ἑκάτη· Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς (l. c.)·
Βριμὼ νυκτίπολον χθονίην ἐνέροισιν ἄνασσαν. εἴρηται δέ, † ὅτι Ἑρμῆν ἐρασθέντα ἐπὶ κυνηγεσίαν ἐξιούσῃ θελῆσαι
5βιαίως μιχθῆναι, ἡ δὲ ἐνεβριμήσατο αὐτῷ· ὁ δὲ φοβηθεὶς ἀπετράπη καὶ ἐντεῦθεν Βριμὼ † προσηγόρευσεν AB, Sym. 212, EM 326. *Schol. Ap. Rh.

beta

262

Βρῖσαι (Arstt. fr. 511 Rose)· νύμφαι οὕτως καλού‐ μεναι, ἢ ὅτι βλῖσαί τινες οὖσαι, παρὰ τὸ βλίσαι· καὶ γὰρ μελισσουρ‐
γίαν αὖται τὸν Ἀρισταῖον ἐδίδαξαν· τροπῇ δὲ τοῦ λ εἰς τὸ ρ Βρῖ‐ σαι. ἢ παρὰ τὸ βρύειν εἰσὶν εἰρημέναι, ὅ ἐστιν ἀνθεῖν τὴν ἐλαίαν,
5ἦς τὴν ἐργασίαν καὶ αὐτὴν ὑπέδειξαν Ἀρισταίῳ, τὴν διὰ τῆς ἀμ‐ βροσίας. ἢ ἀπὸ τοῦ βρίξαι καὶ κατακοιμίσαι αὐτὸν καὶ καταβαυκα‐ λίσαι, ὅτε ἐτιθήνουν αὐτόν AB, Sym. 213, EM 327. *Orio?

beta

263

Βρισαῖος· οὕτως ὁ Διόνυσος· καὶ ἐὰν μὲν διὰ τοῦ ι γράφεται παρὰ τὸ βρῖσαι ἐστίν, οἷον ὁρμητικός, ἐὰν δὲ διὰ τοῦ η, ἀπ’ ἄκρας Λεσβιακῆς Βρήσης, ἧς μέμνηται Ἀνδροτίων (FGH 324 F 56), ὅτι τὸ ἱερὸν τοῦ θεοῦ ἐν τῇ Βρήσῃ φησὶν ἱδρῦσθαι ὑπὸ
5Μάκαρος AB, EM 329. *Orio? 〈Βριλησός (exemplum Hdn. I 211, 18): EM 330. *Choerob. Orth. (cf. 183, 24 sqq.) ?〉 〈Βρίμη (Ap. Rh. 4, 1677): EM 331. Schol. Ap. Rh.〉

beta

264

Βρισεύς (Α 392)· ὁ ἥρως, οἷον (l. c.)·
κούρην Βρισῆος· παρὰ τὸ βρίθω βρίσω Βρισεύς καὶ πατρωνυμικὸν Βρισηΐς· Βρισηΐς γὰρ λέγεται παρὰ τὸ βαρεῖν τῷ κάλλει πάσας τὰς γυναῖκας· βρίθω
5γὰρ τὸ βαρῶ. ἢ παρὰ τὸ βαρεῖν τοὺς Ἕλληνας· ἐβάρησε γὰρ καὶ ἔβλαψε τοὺς Ἕλληνας διὰ τὸ λαβεῖν αὐτὴν τὸν Ἀγαμέμνονα AB, Sym. 214, EM 332. *Orio?

beta

265

Βρισῇδες· εἴρηται εἰς τὸ Νηρῇδες (Et. gen. ν s. v.) AB, Sym. 214.

beta

266

Βριτόμαρτις (Call. Hy. 3, 190)· καὶ Ἄρτεμις καὶ νύμφη· Καλλίμαχος (l. c.)·
ἑλλόφονον Βριτόμαρτιν ἐΰσκοπον.
τῆς δὲ θεοῦ Βριτομάρτιδος 〈***〉· εἴρηται δέ, ὅτι ταῖς Βρίσαις
5οὕτως καλουμέναις νύμφαις ὁμαρτεῖ. καὶ Νεάνθης ἐν τῷ πρώτῳ Περὶ τελετῶν (FGH 84 F 14) φησι χρησμὸν Διῒ δοθῆναι, ὅτι ὁ ἐκ τῆς μήτρας τῆς Ἑκάτης γεννώμενος μεταστήσει τῆς βασιλείας αὐτόν, γεννηθείσης δὲ τῆς Ἑκάτης τὰς συμπαρούσας κόρας τῇ λεχοῖ ἀναβοῆσαι «βρίτον», τουτέστιν ἀγαθόν· παρὰ τοῦτο δὴ τὸ ἐπί‐
10φθεγμα ὠνομάσθαι τὴν θεόν AB, Sym. 215, EM 333. *Orio?

beta

267

Βρόδον· ἔστι διαλέκτου· παρὰ τὸ ῥόδον πλεονασμῷ τοῦ β βρόδον, ὥσπερ ῥυτῆρες βρυτῆρες καὶ ῥίζα βρίσδα κατὰ διάλυσιν τοῦ ζ εἰς δ καὶ ς. οὕτως Ἡρωδιανός (II 1248) AB, Sym. 216, EM 334. Hdn. l. c.

beta

268

Βρόμος (Ξ 396)· κυρίως ὁ τοῦ πυρὸς ἦχος. πεποιημένη δέ ἐστιν ἡ φωνὴ κατὰ μίμησιν τοῦ ἀποτελουμένου ψόφου ἐν τῷ πυρί, οἷον (l. c.)·
†τόσσον γε πέλει βρόμος πυρὸς αἰθομένοιο†.
5ἢ παρὰ τὸ βρέμω βρόμος AB, Sym. 217, EM 335. Eust. 203, 35. *Comm. Hom.?
*Orio?

beta

269

Βρόμιος· ὁ Διόνυσος· παρὰ τὸ βρόμον, ὅ ἐστιν ἦχον
τοῦ πυρός· ἀπὸ γὰρ τῆς Σεμέλης κεραυνωθείσης ἡρπάγη ὑπὸ τοῦ Ἑρμοῦ κατὰ βούλησιν τοῦ Διὸς ἐκ μέσου τοῦ πυρός AB, Sym. 218, EM 336, Et. Gud. (c) β 324. *Orio?

beta

270

Βροντή· παρὰ τὸν βρόμον, ὃ σημαίνει τὸν τοῦ πυρὸς ἦχον· ἔμπυρος γὰρ ἡ βροντὴ εἰκότως ὠνόμασται AB, Sym. 219, EM 337, Et. Gud. (c) β 326. *Orio?

beta

271

Βρόταχος· τὸν βάτραχον Ἴωνες καὶ Ἀριστοφάνης (fr. 934 dub. Kock.) φησὶ καὶ παρὰ Ξενοφάνει (fr. B 40)· βάτραχος καὶ καθ’ ὑπερβιβασμὸν βράταχος καὶ βρόταχος. Ἡρωδιανὸς Περὶ παθῶν (II 384, 13) καὶ Ῥη(τορικόν) AB, Sym. 220, EM 338. Hdn. l. c.
5+ Lex. rhet.

beta

272

Βρότος (Η 425)· τὸ αἷμα βαρυτόνως· εἴρηται ἀπὸ τοῦ βροτοῦ τοῦ σημαίνοντος τὸν ἄνθρωπον· κυρίως γὰρ βρότον τοῦ ἀν‐ θρώπου τὸ αἷμα καὶ οὐδέποτε ἄλλου ζῴου καλεῖ αἷμα βρότον, ἀλλὰ μόνον τοῦ ἀνθρώπου (l. c.)·
5
βρότον αἱματόεντα· καὶ (λ 41)
βεβροτωμένα τεύχε’ ἔχοντος AB, Sym. 221, EM 339. *Orio.

beta

273

Βροτός· ὁ ἄνθρωπος· παρὰ τὸ μείρω, τὸ μερίζω, οἷον (I 616)·
ἥμισυ μείρετο τιμῆς, γίνεται μορτός καὶ καθ’ ὑπέρθεσιν τοῦ ρ καὶ τροπῇ τοῦ μ εἰς β
5βροτός· οὐ γὰρ ἠδύνατο τὸ μ προτάττεσθαι τοῦ ρ κατὰ σύλληψιν δι’ ἀσυνταξίαν ὡς ἐπὶ τοῦ μεσημερία μεσημβρία· βροτὸς οὖν ὁ μεμε‐ ρισμένην ἔχων τὴν φωνήν AB, Sym. 222, EM 340. Orio 33, 26.

beta

274

Βροτολοιγέ (Ε 31)· ἀνθρωποφθόρε. παρὰ τὸ λοιγός καὶ τὸ βροτός, βροτολοιγός ἐν ὀξείᾳ τάσει· τὰ γὰρ εἰς ος ὀξύτονα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· κακός ἄκακος, σοφός ἄσοφος·
χωρὶς τῶν ἐπὶ † ἔθνους λαμβανομένων, Βοιωτός φιλοβοιωτός, Ἀχαιός
5φιλαχαιός, καὶ τοῦ κλυτός καὶ κλειτός, ἀγακλυτός καὶ ἀγακλειτός· καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἐν τῇ συνθέσει ἡ ὀξεῖα τάσις, οἷον λοιγός βροτολοιγός· ἵνα γὰρ φυλαχθῇ ἡ ἐνέργεια, τούτου χάριν ἐφύλαξε τὴν ὀξεῖαν τάσιν· βροτολοιγὸς γάρ ἐστιν ὁ φθείρων τοὺς ἄνδρας. † ἂν γὰρ προπαροξυνθῇ, ἤμελλεν παρέχειν ἔμφασιν, ὅτι
10πάθος ἐστί· τὰ γὰρ τοιαῦτα προπαροξύτονα χαίρουσι τῇ βαρείᾳ τάσει ἀναλύεσθαι εἰς πάθος, ὡς ἐπὶ τοῦ λιθόβολος καὶ λιθοβόλος· λιθόβολος ἐστὶν ὁ λίθοις βαλλόμενος, λιθοβόλος δὲ ὁ λίθοις βάλλων· ὁμοίως καράτομος καὶ καρατόμος AB, Sym. 223, EM 341. *Comm. Hom. + *Hdn. I 228, 22; 235, 1.
15Βροτός: EM 344, Eust. 1387, 34. *Orio.?〉

beta

275

Βροῦχος· εἶδος ἀκρίδος. εἴρηται παρὰ τὸ βρύκειν, ὃ σημαίνει τὸ ἐσθίειν· Ἀριστοφάνης Ὄρνισι (26)·
βρύκους’ † ἀπέδοσθαί μου φησί τοὺς δακτύλους. βρύκος καὶ βροῦκος κατὰ πλεονασμὸν τοῦ ο. τὸ δὲ αὐτὸ καὶ μάσταξ
5καλεῖται παρὰ τὸ μασᾶσθαι· Νίκανδρος (ther. 802)·
μάστακι σιτοβόρῳ ἐναλίγκιος. Κλείταρχος δέ φησιν, ὅτι κατὰ Ἀμβρακιώτας μάσταξ καλεῖται ἡ ἀκρίς AB, Sym. 224, EM 351. *Orio.

beta

276

Βρόγχος· ὁ λαιμός, ὃν καὶ φάρυγγα καλοῦσι. καὶ ἐπὶ τῶν ἰχθύων τῶν βράγχη ἐχόντων, εἴρηται δὲ παρὰ τὸ βρέχω βρόχος τις ὤν, ὁ ἐν τῷ σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. καὶ ἡ μὲν συνή‐ θεια βρόγχον λέγει, οἱ δὲ ἀρχαῖοι βράγχον, ὅθεν καὶ βραγχιᾶν τὸ
5πάθος εἴρηται † καὶ τὸ (Ε 863)
τόσσον ἔβραχ’ Ἄρης ἆτος πολέμοιο AB, Sym. 225, EM 342, Et. Gud. β 143. *Orio 35, 10.

beta

277

Βρόχθος (Theocr. id. 3, 54)· τὸ ὀλίγον πόμα καὶ ἡ φάρυγξ, δι’ ἧς καταπίνομεν· Θεόκριτος (l. c.)·
ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένηται.
εἴρηται δὲ παρὰ τὸ βρέχω βέβροχα βρόχος καὶ βρόχθος κατὰ πλεο‐
5νασμόν· τὸ γὰρ πινόμενον βρέχει καὶ τὸ πῖνον ὄργανον βρέχεται. πεποιημένη δέ ἐστιν ἡ λέξις ἀπὸ τοῦ γενομένου ποιοῦ ἤχου ἐν τῷ καταπίνειν AB, Sym. 226, EM 348, Et. Gud. (c) β 278. *Orio.

beta

278

Βρόχος (λ 278)· ἐπὶ τοῦ σχοινίου, τὸ περιτιθέμενον ἐν τῷ λαιμῷ· Ὅμηρος (l. c.)·
ἁψαμένη βρόχον πολὺν ἀφ’ ὑψηλοῖο μελάθρου. κυρίως δὲ βρόχος λέγεται ὁ εἰς τὰς ἀγκύρας ἐνημμένος, καὶ τὰ
5ἀπόγεια σχοινία διὰ τὸ βρέχεσθαι. ἢ παρὰ τὸν βρόγχον εἴρηται, ὁ ἐπιτιθέμενος τῷ βρόγχῳ, ἤγουν τῷ λαιμῷ. τινὲς δὲ παρὰ τὸ τὸν βρόγχον ἄγχειν· σκληρὸν δὲ τοῦτο AB, Sym. 227, EM 343, Et. Gud. (c) B 320. *Orio.

beta

279

Βρυγμός (Eupol. fr. 375)· ἡ σύντομος ἐδωδή, ἢ τρι‐ σμὸς ὀδόντων, ἢ μύλων ἀκόνησις. ἐκ τοῦ Ῥητορικοῦ. παρὰ τὸ βρύκω, ὃ σημαίνει τὸ ἐσθίω· ὡς νύσσω νυγμός, οὕτως βρύκω βρυγμός AB,
Sym. 228, EM 352, Et. Gud. (c) β 319. *Lex. rhet. + *Orio.

beta

280

Βρυκεδανός· γέγονε παρὰ τὸ βρύκω βρυκανός, ὡς πεί‐ θω πιθανός, ἵκω ἱκανός· καὶ ὡς πεύκη πευκανός καὶ πευκεδανός, οὕτως καὶ βρύκω βρυκεδανός AB, Sym. 229, EM 353. *Orio.

beta

281

Βρύκω (Ar. av. 26)· τὸ ἐσθίω· εἴρηται παρὰ τὴν βοράν, βορύκω καὶ βρύκω· Ἀριστοφάνης, οἷον (l. c.)·
βρύκους’ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους AB, Sym. 230, EM 353, Eust. 1859, 38. *Orio.

beta

282

Βρυσμός· εἴρηται εἰς τὸ Δάσληρα (Et. gen. δ s. v.) AB.

beta

283

Βρύτια· ἃ καὶ βρύτεα, τὰ τῆς σταφυλῆς πιέσματα, ἅ τινες στέμφυλα λέγουσιν· παρὰ τοὺς βότρυς βρύτια. οἱ δὲ Ἀττικοὶ τὰ τῶν ἐλαιῶν ἀλέσματα AB, Sym. 231, EM 354, Eust. 1963, 61.
*Lex. rhet.

beta

284

Βρύττοντες· οὕτως· Ἀθηναῖοι τοὺς πυρέττοντας ἔλε‐ γον· παρὰ τὸν βρυχετόν, ὅ ἐστιν ὁ πυρετός. εἰς δὲ τὸ Ῥητορικὸν λεξικὸν εὗρον τὴν λέξιν σημαίνουσαν ἀντὶ τοῦ ὀρύττοντες AB, Sym. 232, EM 355. *Orio + Lex. rhet.

beta

285

Βρῶμα (*Philox. fr. 72)· παρὰ τὸν βρώσω μέλλοντα γίνεται βρῶμα καὶ βρῶσις καὶ βρώμη (*Philox. fr. 73), ὡς κω‐ λύσω κωλύμη καὶ φιλήσω φιλήμη, σημαίνει δὲ τὴν βρῶσιν, οἷον (κ 177)·
5
μνησόμεθα βρώμης AB, Sym. 233, EM 350. Orio 35, 23 + 37, 12.

beta

286

Βρῶσις (*Philox. fr. 74)· ἡ τροφή· παρὰ τὸν βρώ‐ σω βρῶσις, ὡς λέξω λέξις A, EM 350. *Orio.

beta

287

Βύβλος· πόλις Φοινίκης ἀρχαιοτάτη. εἴρηται δέ, ὅτι τὰ ἐν αὐτῇ τιθέμενα βιβλία ἄσηπτα διαφυλάττεται. οἱ δέ φασιν, ὅτι Ἶσις ἀπὸ τῆς Αἰγύπτου παραγενομένη κλαίουσά τε τὸν Ὄσιριν τὸ διάδημα τῆς κεφαλῆς ἐκεῖσε ἀπέθετο βύβλινον ὑπάρχον ἀπὸ τῆς ἐν
5τῷ Νείλῳ φυομένης βύβλου. † ἐν Ἀσπίδι Ἡσίοδος†, οἷον (fr. 405 spuriorum = Dion. per. 912)·
Βύβλον τ’ ἀγχίαλον καὶ Σιδῶν’ ἀνθεμόεσσαν
AB, Sym. 234, EM 357. *Orus.

beta

288

Βυβλίον καὶ βιβλίον διαφέρει· βυβλίον λέγεται τὸ ἄγραφον, οἷον (Ps. 138, 16)·
καὶ ἐπὶ τὸ βυβλίον σου πάντες γραφήσονται· δῆλον, ὅτι ἄγραφον. βιβλίον δὲ τὸ γεγραμμένον. ἔστι δὲ καὶ ὄνομα
5πόλεως, ἐξ οὗ καὶ (Hes. op. 589)
Βύβλινος οἶνος, ἀπὸ τῆς Βύβλου πόλεως AB, Sym. 235, EM 358, Eust. 1913, 18. *Lex. rhet.

beta

289

Βυθός· τὸ βάθος τὸ ἄφατον· παρὰ τὸ βάθος, τοῦ α εἰς υ τραπέντος. ἢ παρὰ τὸ βύζω βυστός καὶ βυθός AB, Sym. 236, EM 366. Orio 38, 17.

beta

290

Βύκτης· ἠχητικός, ὁ μεγάλως ἠχῶν· Ὅμηρος (κ 20)·
ἔνθα δὲ βυκτάων ἀνέμων· καὶ Λυκόφρων (738)·
βύκτας ἐν ἀσκῷ συγκατακλείσας βοός.
5παρὰ τὸ βύω, ἔνθεν βεβυσμένος· οὗ παράγωγον βύζω, ὁ παθητικὸς παρακείμενος βέβυκται, ὡς βάζω βέβακται, οἷον (θ 408)·
ἔπος δ’ εἴ πέρ τι βέβακται. παρὰ γοῦν τὸ † βέβακται γίνεται βύκτης. ἢ πεποίηται ἀπὸ τοῦ βυθοῦ καὶ τοῦ ἀράττειν· ἢ παρὰ τὸ βυ βύκτης· τὸ γὰρ βυ ἐπὶ τοῦ μεγά‐
10λου ἔλεγον· καὶ Σώφρων (fr. 115 Kaibel)·
βυβά, ἀντὶ τοῦ μεστὰ καὶ πλήρη καὶ μεγάλα βύζειν 〈***〉 AB, Sym. 237, EM 361, Eust. 1646, 25. *Orio.

beta

291

Βύκχις (Alcae. passim)· ὄνομα Αἰολικόν· παρὰ τὸ Βάκχος Βακχίς καὶ Βύκχις, ὡς ἵππος ἱππίς καὶ οἶκος Οἰκίς, καὶ τροπῇ τοῦ α εἰς υ, ὡς βάθος βύθος AB, EM 360. Hdn. II 351, 9.

beta

292

Βύνη (Lycophr. 107)· ἡ Λευκοθέα, ἡ Ἰνώ, οἷον (Call. fr. 745)·
Βύνης καταλέκτριαι αὐδηέσσης.
εἴρηται παρὰ τὸ εἰς βυθὸν δύνειν Βυθοδύνη καὶ κατὰ συγκοπὴν
5Βύνη. ἢ παρὰ τὸ δύνω δύνη, ἡ καταδύσασα εἰς θάλασσαν καὶ Βύνη κατὰ τροπήν AB, Sym. 238, EM 363. Schol. Lycophr.

beta

293

Βυρσοδέψης (Ar. eq. 136 var. lect.)· Ἀριστοφά‐ νης (l. c.)·
ἐπιγίνεται γὰρ βυρσοδέψης ὁ Παφλαγών. ὁ αὐτὸς δὲ καὶ (Ar. av. 490) σκυλοδέψης καλεῖται. παρὰ τὸ
5δεψῆσαι, ὅ ἐστιν ἁπαλῦναι AB, Sym. 239, EM 365, Eust. 1710, 15. *Lex. rhet.

beta

294

Βύρσα· παρὰ τὸ δείρω, τὸ ἐκδέρω, ὁ μέλλων Αἰολικῶς δέρσω· καὶ δέρσα καὶ βύρσα, ἡ ἐκδερομένη τῷ σώματι. ἢ παρὰ τὸ ῥύω ῥύσα καὶ πλεονασμῷ τοῦ β καὶ καθ’ ὑπέρθεσιν βύρσα, ἡ περιρ‐ ρεομένη τῷ ἱδρῶτι. οὕτως Ὦρος AB, Sym. 240, EM 364. Orus.

beta

295

Βυσσός (Ω 80)· τὸ βάθος· παρὰ τὸ βυθός, τροπῇ τοῦ θ εἰς ς καὶ πλεονασμῷ ἑτέρου ς βυσσός AB, Sym. 241, EM 366. *Orio.

beta

296

Βύσσος· εἶδος βοτάνης· ἐξ οὗ καὶ τὰ ἀπ’ αὐτῆς βαπτό‐ μενα ἱμάτια βύσσινα λέγονται AB, Sym. 241, EM 367, Et. Gud. β 156. *Orio?

beta

297

Βυσσοδομεύων (Hes. sc. 30)· ὁ ἐν ἑαυτῷ ἐν βάθει διαλογιζόμενος καὶ κεκρυμμένα βουλευόμενος ἢ ἐνθυμούμενος, οἱονεὶ ἐν βυθῷ τινι οἰκοδομῶν. ἢ βυσσοδομεῖν. καὶ βυσσοδομεύω παρὰ τὸν βυσσὸν καὶ τὸ δέμω, τὸ οἰκοδομῶ τὸ βυσσόθεν, ὅ ἐστιν ἐν βάθει
5κατασκευάζειν, ὥστε μὴ πρότερον γνωσθῆναι πρὶν ὑπερέχειν ἄνω. Ἡσίοδος ἐν Ἀσπίδι, οἷον (l. c. 27—30)
πατὴρ ἀνδρῶν τε θεῶν τε ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὅς ῥα θεοῖσιν ἀνδράσιν ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι,
10
ὦρτο δ’ ἀπ’ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων· οὗτος μὲν οὕτως ἐνεθυμεῖτο, ὁ δὲ Ζεὺς ἄλλα ἐβουλεύετο· αὐτὸς γὰρ ἰδὼν τὰς κακίας τῶν ἀνθρώπων πληθυνθείσας ἠθέλησεν ἐξ Ἀλκμή‐ νης γεννῆσαι υἱόν, τὸν δυνάμενον τιμωρῆσαι τοὺς κακοὺς καὶ ἀπαλ‐ λάξαι τῆς βλάβης τοὺς ἄνδρας καὶ τοὺς θεούς. βοηθεῖται γὰρ καὶ
15θεὸς ἀδίκου ἀποκτε〈ι〉νομένου AB, Sym. 242, EM 369. *Orio (?) + Comm. Hes.

beta

298

Βώκαρος· τὸ ἔαρ ὑπὸ Τροιζηνίων· εἴρηται παρὰ τὸ βίῳ χαρὰν φέρειν βώχαρος καὶ βώκαρος. καὶ ποταμὸς δὲ Σαλαμῖνος (Lycophr. 451) οὕτως καλούμενος AB, Sym. 243, EM 370, Eust.
309, 7. *Orio (?) + Schol. Lycophr.

beta

299

Βῶλος (*Philox. fr. 75)· ἡ γῆ· παρὰ τὸ βῶ, τὸ τρέ‐ φω, ὅθεν καὶ βότης καὶ συβώτης καὶ βῶστρον, γίνεται βῶλος καὶ ἐξ αὐτοῦ βῶλαξ, ὡς λίθος λίθαξ. ἢ παρὰ τὸ ὑπὸ τῶν βοῶν ἀλοᾶ‐ σθαι κοπτομένη ἡ γῆ· ἢ παρὰ τὸ πωλεῖσθαι καὶ συνεχῶς περὶ αὐτὴν
5στρέφεσθαι, οἷον (Α 490)·
οὔτε ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν. ἔστιν οὖν πῶλος καὶ βῶλος AB, Sym. 244, EM 371. Orio 35, 13.

beta

300

Βωμός (Α 440)· τέμενος ἱερόν, ὅπου θύουσι τοῖς θεοῖς· παρὰ τὸ βῶ, τὸ βαίνω, ὁ βεβηκὼς καὶ ἱδρυμένος τοῖς θεοῖς πρὸς θυσίαν. ἐπιτίθεται γὰρ τὰ ἱερὰ παρ’ αὐτῷ. δηλοῖ δὲ καὶ τὴν βάσιν, ὡς παρ’ Ὁμήρῳ (Θ 441)·
5
ἅρματα δ’ ἂμ βωμοῖσι τίθει. ὁμοίως παρὰ τὸ βῶ, ὅπου τὰ τιθέμενα βέβηκεν AB, Sym. 245, EM 372. *Orio.

beta

301

Βωμολόχος· βωμολόχοι κυρίως ἐλέγοντο οἱ ἐπὶ τῶν θυσιῶν λοχῶντες, τουτέστιν καθίζοντες καὶ μετὰ κολακείας προσαι‐ τοῦντες. οὗτοι γὰρ ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν ἀποθυόντων πολλὰ λιπαροῦσι κολακεύοντες. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως † τού‐
5των ἕνεκα ὠφελείας † τινὰ κολακεύων καὶ πᾶν ὁτιοῦν ὑπομένων ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν, ὅθεν καὶ βωμακεύματα καὶ βωμολοχεύματα (Ar. eq. 902, pac. 748). ἔτι δὲ καὶ οἱ παραλαμ‐ βανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ μάντεις. Ἀπολλόδωρος δὲ 〈ὁ〉 Κυρηναῖος, ὁ εὐτράπελος καὶ γελωτοποιός. τινὲς δὲ τὸν μετά τινος
10εὐτραπελίας κόλακα καὶ τὸν πανοῦργον δὲ καὶ συκοφάντην. οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν λεξικόν AB, Sym. 246, EM 373. Lex. rhet.

beta

302

Βώμαξ (Agath. hist. 1, 13, 5)· βωμολόχος. οὗτος δὲ ἀπὸ τῶν βωμῶν πρὶν καρπωθῆναι αἴρων. τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλα‐ κιζομένων AB, Sym. 247, EM 375. *Lex. αἱμ. ?

beta

303

Βωμύκας· οὕτως πρότερον ἐκαλεῖτο ὁ Εὐρώτας. εἴρηται δὲ παρὰ τὸ βοὸς μυκηθμὸν παραπλήσιον ἔχειν AB, Sym. 248, EM 376. *Orus.

beta

304

Βωνίτης (Call. fr. 251, 2)· σημαίνει τὸν βουκόλον. Καλλίμαχος (l. c.)·
οἵους βωνίτῃσιν ἐνικρύπτουσι γυναῖκες. διὰ τοῦ ι, ὡς τὸ πολίτης AB, Sym. 249, EM 377, Hdn. II
5484, 25.

beta

305

Βῶξ· εἶδος ἰχθύος. σύνθετον δέ ἐστι μεταπεπλασμένου τοῦ διπλοῦ, ὥστε ἐγκεῖσθαι τὸ βου ἐπιτατικὸν καὶ τὸ † ὄψ· τοιοῦτος γὰρ καὶ ὁ ἰχθύς, καθάπερ καὶ ὁ μέγας παῖς βούπαις. ὅμοιον πα‐ ρηκολούθησεν καὶ τὸ κάλυξ, τὸ κεκαλυμμένον ῥόδον, καὶ ἦν παρὰ τὸν
5καλύψω μέλλοντα. Ἡρωδιανὸς (II 334, 24) δέ φησι καὶ δισυλλάβως λέγεσθαι· Ἀριστοφάνης (fr. 491)·
ἀλλ’ ἔχουσι γαστέρα
μεστὴν βοάκων· καὶ Φερεκράτης (fr. 117)·
10τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχει〈ν〉
ἰχθύν γε φασὶ τὸ παράπαν, νὴ τὼ θεώ,
κοὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ. Ἀριστοτέλης (fr. 301 Rose) δέ, ὅτι φωνὴ προΐεται καὶ διὰ τοῦτο ὠνομάσθη AB, Sym. 250, EM 378. *Orio + Hdn. l. c.

beta

306

Βῶρος (Ε 44)· ἔστι δὲ ὄνομα κύριον καὶ γράφεται διὰ τοῦ ω μεγάλου (l. c. 43—44)·
Ἰδομενεὺς δ’ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος.
5ὁ δὲ δὴ Ἰδομενεὺς τὸν Φαῖστον τὸν υἱὸν τοῦ Λυδοῦ Βώρου, ὅστις ἐκ τῆς μεγαλοβώλου καὶ εὐγείου Τάρνης παρεγένετο, ἀνεῖλεν καὶ
ἐφόνευσεν AB, Comm. Hom.

beta

307

†Βώσεσθαι (Ap. Rh. 1, 685)· οἷον (l. c.)·
πῶς τῆμος † βώσεσθαι δυσάμμοροι ἦε βαθείαις. σημαίνει τὸ † βιώσεσθαι. Ἀπολλώνιος (l. c.) AB, Sym. 251, EM 379. Schol. Ap. Rh.

beta

308

Βωσόμεθα (cf. K 463)· εἰς τὸ ἐπιβωσόμεθα (Κ 463 Var. lect.) AB, Sym. 252.

beta

309

Βωστρεῖν (μ 124)· καλεῖν, βοᾶν· παρὰ τὸ βοῶ βοάζω βοαστής, εἶτα ῥῆμα βοαστρῶ, ὡς ἀπὸ τοῦ καλῶ καλίζω καλιστής καὶ καλιστρῶ, καὶ ὡς ἀπὸ τοῦ ἐλῶ ἐλάζω ἐλαστής καὶ ἐλαστρῶ, οἷον (Σ 543)·
5
δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα AB, Sym. 253, EM 380. *Orio.

beta

310

Βωτιάνειρα (Α 155)· ἡ βόσκουσα τοὺς ἄνδρας, ὡς σωτήρ σώτειρα καὶ Δημήτηρ Δημήτειρα, οὕτως ἀνήρ ἄνειρα. καὶ σύνθετον μετὰ τοῦ βῶ, τὸ τρέφω, βωτιάνειρα, καὶ Καλλιάνειρα (Σ 44), ἡ τρέφουσα τοὺς ἄνδρας AB, Sym. 254, EM 383, Eust.
571, 10. 446, 15. *Orio.

beta

311

Βώτιον· χωρίον περὶ τὸ Ἴλιον, εἰς ὃ καταχθεὶς Ἀγα‐ μέμνων ἐπεβώσατο τὴν Ἄρτεμιν εὐμενῆ αὑτῷ γενέσθαι πλέοντι. καὶ ὠνομάσθη οὕτως ἀπὸ τῆς αἰτίας ταύτης Βώτιον AB, Sym. 256, EM 382. *Orus.

beta

312

Βώτορες (Μ 302)· βοσκήτορες, νομεῖς, καὶ ῥηματικὰ παρὰ τὸ βῶ βέβοται βότης καὶ βοτήρ, ὡς ἐλάτης ἐλατήρ, καὶ ἐν ἐπε‐ κτάσει βώτωρ, ὡς Μέντης Μέντωρ AB, Sym. 255, EM 381, Eust. 699, 49. *Orio.
5Τέλος