TLG 4093 013 :: Georgius CHOEROBOSCUS :: De accentibus (excerpta e Choerobosco, Aetherio, Philopono et aliis) (e codd. Urbin. 151 et Laurent. 57.34) Georgius CHOEROBOSCUS Gramm., Diaconus De accentibus (excerpta e Choerobosco, Aetherio, Philopono et aliis) (e codd. Urbin. 151 et Laurent. 57.34) Citation: Excerpt — paragraph — (line) | ||
t1 | Περὶ τόνων ἐκ τῶν Χοιροβοσκοῦ, Αἰθερίου, Φιλοπόνου καὶ ἑτέρων. | |
1.1 | Πᾶν ὄνομα μονοσύλλαβον οὐδέτερον περισπᾶται, οἷον πᾶν, πῦρ, κῆρ, ἦρ, ὦς, φῶς, σταῖς, κρῖ, σκῶρ, καὶ αἱ κλητικαὶ τούτων· τῇ γὰρ εὐθείᾳ τῇ περισπωμένῃ ἕπονται καὶ αἱ κλητικαί. Περισπῶνται καὶ τὰ μονοσύλλαβα τῶν στοι‐ | |
5 | χείων ὀνόματα μῦ, νῦ, ξῖ, πῖ, ῥῶ, καὶ τὰ λοιπά. Ἐν δὲ τοῖς ἀρσενικοῖς περισπᾶται τὸ Θρᾷξ καὶ τὸ βῶξ, ἐκ τοῦ Θράϊξ γὰρ καὶ τοῦ βόαξ· ὅμως ἡ συνήθεια ὀξύνει τὸ Θρᾴξ. Ἀπὸ τῶν εἰς ς ληγόντων περισπᾶται τὸ λᾶς, πᾶς, φθοῖς, εἷς· τὸ μέντοι δισύλλαβον οὐδείς καὶ μηδείς | |
---|---|---|
10 | ὀξύνεται. | |
1.2 | Περισπῶνται καὶ πάντα τὰ εἰς υς διὰ τοῦ υ ψιλοῦ μο‐ νοσύλλαβα· μῦς, σῦς, ὗς· αἱ δὲ πλάγιαι τούτων βραχὺ ἔχουσι τὸ υ καὶ παροξύνονται· σύες, μύες, καὶ τὰ λοιπά· θηλυκὰ δὲ περισπῶνται ταῦτα· μνᾶ, γῆ, γραῦς, Κῶς ἡ | |
5 | νῆσος, βῶς τὸ σκουτάριον· δώς δὲ ἡ δωρεὰ καὶ κλείς ὀξύνονται· σῶς δὲ καὶ παῖς εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ περισπῶνται. Τὰ λοιπὰ πάντα μονοσύλλαβα ὀξύνονται· αἴξ, Πάν κύριον, φθείρ, Ζεύς, ῥήξ, μήν, χήν, σής, κτείς, θώψ, Τρώς, φώς ὁ ἀνήρ· ὀξύνονται καὶ τὰ | |
10 | μετοχικά· στάς, βάς· στάν, βάν. | |
1.3 | Τὰ εἰς ας κατ’ ἀποβολὴν τοῦ ς κλινόμενα ἢ διὰ τοῦ ντ περισπῶνται· βορρᾶς βορρᾶ, Θωμᾶς Θωμᾶ, ἀλλᾶς ἀλλᾶντος, πλὴν τοῦ ἱμάς ἱμάντος καὶ ἀν‐ | |
δριάς ἀνδριάντος· ὀξύνονται καὶ αἱ μετοχαί· ἱστάς | ||
5 | ἱστάντος, βιβάς βιβάντος. Ὅσα δὲ οὐ κατ’ ἀποβολὴν τοῦ ς οὐδὲ διὰ τοῦ ντ κλίνονται, ὀξύνονται· ἐθάς ἐθάδος, καὶ τὰ θηλυκά· λαμπάς, τριάς. | |
1.4 | Τὰ εἰς αν ὑπὲρ μίαν συλλαβὴν ὀξύνονται· ὁ παιάν, ὁ Ἀλκμάν· ὦ παιάν· ὦ Ἀλκμάν· αἱ δὲ γενικαὶ τούτων προπερισπῶνται· τοῦ παιᾶνος, τοῦ Ἀλκμᾶνος. | |
1.5 | Τὰ εἰς εις διφθογγιζόμενα ἅπαντα ὀξύνονται· οὐδείς, μηδείς, καθείς καὶ αἱ μετοχαί· ὁ τυφθείς, πλὴν τοῦ εἷς μονοσυλλάβου, ὡς καὶ προείπομεν. | |
1.6 | Τὰ εἰς ευς ἅπαντα ὀξύνονται· βασιλεύς, Πηλεύς· τούτων δὲ αἱ κλητικαὶ ἀποβάλλουσαι τὸ ς περι‐ σπῶνται. | |
1.7 | Τὰ εἰς ης, εἰ παρὰ τὸ κλέος συντέθεινται, περισπῶνται· Σοφοκλέης γὰρ Σοφοκλῆς, καὶ τὰ ὅμοια· περισπῶν‐ ται καὶ ὅσα εἰς ου ἔχει τὴν γενικήν· Ἑρμῆς Ἑρμοῦ, Ἀπελλῆς Ἀπελλοῦ· τὰ δὲ παρὰ ταῦτα ὀξύνονται | |
5 | εἴτε ἀρσενικὰ εἴτε θηλυκά· ψευδής ψευδέος, ἀληθής ἀληθέος, προβλής προβλῆτος, ἀβλής ἀβλῆτος. | |
1.8 | Τὰ εἰς ους ἅπαντα περισπῶνται, πλὴν τοῦ πούς καὶ ὀδούς. | |
1.9 | Τὰ εἰς υς εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ ὀξύνονται· τρα‐ χύς, βραδύς, ἰχθύς, χλαμύς, νηδύς. | |
1.10 | Τὰ εἰς ων διὰ τοῦ ντ κλινόμενα περισπῶνται· Ξενο‐ φῶν Ξενοφῶντος, Χαιρεφῶν Χαιρεφῶντος, ὅτι καὶ ἀπὸ συναιρέσεως τὰ τοιαῦτα· εἰ δὲ ἑτέρως κλί‐ νονται, ὀξύνονται· Τυφῶνος, ἡγεμόνος, πλὴν τοῦ | |
5 | Ποσειδῶν Ποσειδῶνος· συναιρεῖται γὰρ ἐκ τοῦ Ποσειδάων. Περισπῶνται δὲ καὶ οἱ δεύτεροι μέλλοντες ἐπὶ τῶν μετοχῶν· ὁ τυπῶν, ὁ λιβῶν. | |
1.11 | Τὰ εἰς ως ὀξύνονται· ἱδρώς, λαγώς· ὀξύνονται καὶ αἱ μετοχαί· ὁ πεποιηκώς, ὁ τετυφώς, ὁ ἑστώς· εἰ γὰρ καὶ συναιρεῖται τοῦτο, ἀλλ’ οὐκ ἐξ ὀξείας καὶ βαρείας, ἀλλ’ ἐκ βαρείας καὶ ὀξείας, διὸ πάλιν ὀξύνεται κατὰ τὸν | |
5 | κανόνα. | |
1.12 | Οὐδὲν θηλυκὸν ἢ οὐδέτερον ὄνομα ὑπὲρ μίαν συλλαβὴν περισπᾶται ἀσυναίρετον ὄν, ἀλλὰ τὰ περισπασθέντα ἐκ συναιρέσεως περιεσπάσθη· συκία συκῆ, φακέα φακῆ· ὡσαύτως καὶ τὰ οὐδέτερα· ἀργύρεον ἀργυ‐ | |
5 | ροῦν, χρύσεον χρυσοῦν· τὰ δὲ μὴ ἀπὸ συναι‐ ρέσεως πάντα ὀξύνονται· ἡ Λητώ, ἡ λαμπάς, ἡ αἰδώς, τὸ ἑστάν, τὸ ζευγνύν· ὅσα δὲ θηλυκὰ ἢ οὐδέτερα ἀπὸ ἀρσενικῶν ληγόντων εἰς ους, περισπῶνται· ἡ ἁπλῆ, τὸ ἁπλοῦν, ὅτι καὶ ἁπλοῦς, καὶ τὰ ὅμοια. | |
2t | Περὶ ἐθνικῶν καὶ Ἑβραϊκῶν. | |
2.13 | Τὰ ἐθνικὰ καὶ Ἑβραϊκὰ ὀνόματα μονόκλιτά εἰσι καὶ ὀξύνονται ἐπὶ πασῶν τῶν πτώσεων· ὁ Σαμψών τοῦ Σαμ‐ ψών, ὁ Ἰακώβ τοῦ Ἰακώβ, ἡ Ἐσθήρ, ἡ Ἰου‐ δήθ, ἡ Μαριάμ, καὶ τὰ λοιπά. | |
3.14 | Αἱ εἰς ων λήγουσαι μετοχαὶ καὶ ἐπὶ τέλους ἔχουσαι τὸν τόνον οὕτω διαστέλλονται· ὧν μὲν αἱ γενικαὶ φύσει | |
μακρᾷ παραλήγονται, τούτων αἱ εὐθεῖαι περισπῶνται· τοῦ τυποῦντος ὁ τυπῶν, τοῦ σπεροῦντος ὁ σπε‐ | ||
5 | ρῶν, τοῦ κτενοῦντος ὁ κτενῶν· ὧν δὲ ἐν τῇ παραλη‐ γούσῃ τῆς γενικῆς εὑρίσκεται τὸ ο μετὰ τοῦ ντ, ὀξύ‐ νονται· τοῦ λαβόντος ὁ λαβών, τοῦ εὑρόντος ὁ εὑρών. | |
3.15 | Αἱ μετοχικαὶ δοτικαὶ τῶν πληθυντικῶν πᾶσαι διχρόνῳ παραληγόμεναι προπερισπῶνται· τοῖς βᾶσι, τοῖς στᾶσι, τοῖς δεικνῦσι, τοῖς ζευγνῦσι, ἐπειδὴ κατὰ τὴν παραλήγουσαν ἰσοχρονεῖν θέλει ταῖς ἄλλαις πλαγίαις ἡ δοτικὴ | |
5 | τῶν πληθυντικῶν, ἐνίοτε δὲ καὶ μείζονα χρόνον θέλει ἔχειν, ὥστε καὶ τὸ ἀνδριᾶσι καὶ τὸ ἱμᾶσι προπερισπᾶται. | |
4t | Περὶ τῶν πρὸ μιᾶς ἐχόντων τὸν τόνον. | |
4.16 | Τὰ εἰς ας καθαρὰ ἀρσενικὰ πρὸ μιᾶς ἔχοντα τὸν τόνον ἅπαντα μακρὸν ἔχουσι τὸ ας καὶ παροξύνονται, οἷον Αἴας, Αἰνείας, Ποίας, κοίας, καὶ τὰ ὅμοια. | |
4.17 | Ἕτερος κανών· τὰ εἰς ας ὀνόματα διὰ τοῦ τος κλινό‐ μενα μακρὸν ἔχουσι τὸ ας, πλὴν τῶν οὐδετέρων· κρέας, κέρας, σὺν τούτοις γέρας καὶ οὖδας. | |
4.18 | Αἱ εἰς ας μετοχαὶ μακροκαταληκτοῦσι καὶ παροξύνονται· ὁ ποιήσας, ὁ νείμας· ἀλλὰ καὶ αἱ κλητικαὶ τούτων· ὦ ποιήσας, ὦ νείμας· λέγει γὰρ ὁ κανών, ὅτι αἱ μετοχαὶ καὶ τὰ μετοχικὰ ὀνόματα τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητι‐ | |
5 | κάς. Τὰ οὐδέτερα τούτων προπερισπῶνται· Τὸ ποιῆ‐ σαν, τὸ λαλῆσαν. | |
4.19 | Τὰ εἰς ος τῷ α παραληγόμενα καὶ ἐπ’ αὐτοῦ τὸν τόνον ἔχοντα παροξύνονται· κάρος, σκάρος, βάδος· | |
τὸ πρᾶος μόνον προπερισπᾶται. | ||
4.20 | Τὰ εἰς ιξ βραχυκαταληκτοῦσι καὶ προπερισπῶνται· Φοῖνιξ, ἧλιξ, ὁμῆλιξ· σὺν τούτοις καὶ κῆρυξ διὰ τοῦ υ ψιλοῦ. | |
4.21 | Τὰ διὰ τοῦ ιλος ὀνόματα δισύλλαβα παροξύνονται, οἷον φίλος, κτίλος, σπίλος· ὡσαύτως καὶ τὰ ὑπὲρ δύο συλ‐ λαβάς· ποικίλος, ὀργίλος· ἔν τισι τὸ σπῖλος καὶ πῖ‐ λος προπερισπώμενον ἐφεύρηται. | |
4.22 | Τὰ διὰ τοῦ ινος ἅπαντα προπερισπῶνται· Κωνσταν‐ τῖνος, Πλωτῖνος, Ἰουστῖνος· ἔν τισι τὸ πίνος ὁ ῥύπος παροξυνόμενον εὕρηται. Σημείωσαι, ὅτι τὸ καρ‐ κίνος καὶ ἐχίνος ἡ συνήθεια παροξύνει. | |
4.23 | Τὰ διὰ τοῦ ιτης ἅπαντα μακρὸν ἔχουσι τὸ ι· πολί‐ της, ὁπλίτης, ὅθεν αἱ τούτων εὐθεῖαι τῶν πληθυντικῶν προπερισπῶνται· οἱ πολῖται, οἱ ὁπλῖται, οἱ Θερ‐ σῖται· καὶ ἡ χρυσῖτις γῆ θηλυκόν. | |
4.24 | Τὰ διὰ τοῦ ιος παροξύνονται· ἐναντίος, νυμφίος, πλὴν τοῦ δῖος καὶ Χῖος ἀνήρ. | |
4.25 | Τὰ εἰς ος μὴ καθαρῷ τῷ ι παραληγόμενα καὶ ἐπ’ αὐτοῦ τὸν τόνον ἔχοντα παροξύνονται· τρίτος, κρίκος, καὶ τὰ λοιπά, πλὴν τοῦ σῖτος, ἶσος, μῖμος, γρῖφος· ἡ συνήθεια παροξύνει τὸ γρίφος. | |
4.26 | Τὰ εἰς ιν καὶ εἰς ις δικατάληκτα μακρὸν ἔχουσι τὸ ι καὶ ἐπὶ τῆς γενικῆς προπερισπῶνται· δελφῖνος, ἀκτῖνος· τὰ δὲ μονοσύλλαβα τούτων ὀξύνονται μὲν ἐν τῇ γενικῇ καὶ δοτικῇ, ἐν δὲ ταῖς ἄλλαις πτώσεσιν, ἔνθα τὸν τόνον ἡ πα‐ | |
5 | ραλήγουσα δέχεται καὶ βραχεῖά ἐστιν ἡ λήγουσα, προπερι‐ σπῶνται· ῥίν ῥινός, ῥῖνα ῥῖνε ῥῖνες ῥῖνας· οὕτω καὶ ἐπὶ τῶν ὁμοίων. Διὰ τοῦτο οὐδὲ τὸ εὔριν προ‐ | |
περισπᾶται, ἐπειδὴ τὸ ι μακρόν ἐστιν. | ||
4.27 | Τὰ εἰς υξ προπερισπῶνται, εἰ μακρᾷ παραλήγονται, οἷον δοῖδυξ. | |
4.28 | Τὰ εἰς ος τῷ υ μὴ καθαρῶς παραληγόμενα καὶ ἐπ’ αὐτοῦ τὸν τόνον ἔχοντα παροξύνονται· κύβος, λύ‐ γος, στύλος, Κύρος κύριον, πλῆν τοῦ κῦρος ἡ ἐξου‐ σία οὐδέτερον, μῦθος, θῦμος, τῦφος· ἡ δὲ συνήθεια | |
5 | ὀξύνει τὸ τύφος. Τὰ διὰ τοῦ υνος προπερισπῶνται· φρῦνος, θῦνος. | |
5t | Περὶ θηλυκῶν. | |
5.29 | Τὰ διὰ τοῦ αια θηλυκά, εἰ μὲν ἐξ ὀνόματος γένων‐ ται, ἐκτείνουσι τὸ α καὶ παροξύνονται, οἷον δίκη δι‐ καία, σελήνη σεληναία, εὐκταία ἀπὸ τοῦ εὐχή, ἀπευκταία, περικεφαλαία ἀπὸ τοῦ κεφαλή, | |
5 | δειλαία ἀπὸ τοῦ δειλός, κεραία ἀπὸ τοῦ κέρας· σὺν τούτοις καὶ ἐλαία καὶ νεολαία ἡ πληθύς· εἰ δὲ μὴ ἐξ ὀνομάτων παράγονται, βραχυκαταληκτοῦσι καὶ προπερι‐ σπῶνται, οἷον μαῖα, γαῖα, γραῖα, αἶα, καὶ Μαῖα τὸ κύριον. | |
5.30 | Ἁπλῶς ὅσα ἀπὸ ῥήματος γίνονται, βραχὺ ἔχουσι τὸ α καὶ προπερισπῶνται, εἰ μακρὰ παραλήγεται, οἷόν ἐστι τὸ Μοῦσα ἐκ τοῦ μῶ τὸ ζητῶ, βῆσσα ἐκ τοῦ βῶ, καὶ νῆσσα ἐκ τοῦ νῶ, καὶ ἧσσα ἐκ τοῦ ἡσσῶ· σὺν τούτοις καὶ | |
5 | τὰ μετοχικά, ὡς ἀπὸ ῥήματος καὶ αὐτά· σχοῦσα, τετυ‐ φυῖα, πεποιηκυῖα· σὺν αὐτοῖς στᾶσα, βᾶσα, καὶ τὰ ὅμοια προπερισπῶνται. Τούτοις ἠκολούθησε καὶ τὸ πᾶσα. | |
5.31 | Ἕτερος κανὼν λέγει· τὰ εἰς α λήγοντα θηλυκὰ εἰ ἔχει τὴν παραλήγουσαν διὰ διχρόνου, ἐκτείνει αὐτό· διὸ καὶ προ‐ περισπῶνται πᾶσα, στᾶσα, τλᾶσα, γνοῦσα, δει‐ κνυοῦσα· πρύμνα δέ, πυράγρα ὀξεῖαν ἔχουσιν, ὡσαύ‐ | |
5 | τως καὶ τὰ εἰς διπλοῦν λήγοντα· ῥίζα, σχίζα, μύξα. | |
5.32 | Τὰ εἰς ρα θηλυκὰ πρὸ μιᾶς ἔχοντα τὸν τόνον, εἰ μὲν διφθόγγῳ παραλήγονται, προπερισπῶνται, οἷον σφαῖρα, μοῖρα, στεῖρα· εἰ δὲ μονοφθόγγῳ παραλήγονται, παροξύνονται· Ἥρα, χήρα, χώρα, ὥρα· | |
5 | καὶ τὰ διχρόνῳ παραληγόμενα· λύρα, θύρα, σφύρα. | |
5.33 | Τὰ διὰ τοῦ εια θηλυκὰ μακρὸν ἔχουσι τὸ α, κἂν ἀπὸ τῶν διὰ ευω ῥημάτων γένων‐ ται, οἷον τὸ πρεσβεία καὶ | |
5 | τὸ δουλεία, πλὴν εἰ μὴ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν διὰ τοῦ εος κλινο‐ μένων γίνονται· τὰ τοιαῦτα βραχὺ ἔχουσι τὸ α καὶ εἰκότως | |
10 | περισπῶνται. | |
5.34 | Τὰ εἰς ας ὀξύνονται θηλυκὰ καὶ διὰ τοῦ δος κλί‐ νονται· μονάς, τριάς, λαμ‐ πάς· τῆς μονάδος, τῆς | |
5 | λαμπάδος, τῆς τριάδος. | |
5.35 | Τὰ εἰς ις θηλυκὰ μακρᾷ παραληγόμενα προπερισπῶν‐ ται· ῥῆσις, λῆξις καὶ θραῦ‐ | |
σις· | ||
5 | εἰ δὲ διχρόνῳ παραλήγεται, βραχὺ ἔχει τὸ δίχρονον καὶ παροξύνονται· τάσις, φρά‐ σις, κλίσις, καὶ τὰ λοιπὰ πάντα, πλὴν τοῦ ῥῦσις, λῦ‐ | |
10 | σις, πρᾶξις, χᾶτις καὶ πρᾶσις· τοῦτο ἡ συνήθεια | |
παροξύνει. | ||
532bis | ἔτι παροξύνονται καὶ τὸ οὐ‐ ρήθρα, δακτυλήθρα. Τὰ τῇ αυ διφθόγγῳ παρα‐ ληγόμενα παροξύνονται· σαύ‐ | |
5 | ρα, λαύρα, αὔρα ἡ δούλη· αὖρα δὲ ἡ λεπτοτάτη πνοὴ περισπᾶται· σὺν τούτοις καὶ τὸ Φαίδρα κύριον. | |
533bis | Τὰ διὰ τοῦ ια θηλυκὰ παροξύνονται, οἷον κοιλία, καὶ τὰ διφθόγγῳ παραληγό‐ μενα, οἷον θεία, χρεία, καὶ | |
5 | τὰ ἀπὸ τῶν ευω, οἷον πρε‐ σβεύω πρεσβεία, καὶ τὰ ὅμοια. Τὰ δὲ εἰς α θηλυκὰ παρε‐ σχηματισμένα ἀρσενικοῖς τῇ | |
10 | γενικῇ τούτων ἰσοχρονεῖ· καὶ εἰ μὲν ἡ γενικὴ εἰς μακρὸν λήγει, καὶ τὸ α μακρὸν ἔχει | |
τὸ θηλυκὸν καὶ παροξύνεται· εἰ δὲ ἡ γενικὴ τοῦ ἀρσενικοῦ | ||
15 | εἰς βραχὺ λήγει, καὶ αὐτὸ τὸ θηλυκὸν βραχὺ ἔχει τὸ α καὶ προπερισπᾶται, οἷον ὀξύς ὀξέος ὀξεῖα, γλυκύς γλυ‐ κέος γλυκεῖα· ἡ γὰρ γενικὴ | |
20 | τοῦ ἀρσενικοῦ εἰς βραχὺ λή‐ γει καὶ διὰ τοῦτο καὶ αὐτὸ βραχύ ἐστι καὶ προπερισπᾶται· τὸ δὲ θείος θείου θεία καὶ ἀστείος ἀ‐ | |
25 | στείου ἀστεία παροξύ‐ νονται, διότι ἡ γενικὴ τοῦ ἀρσενικοῦ εἰς ου λήγει. Σημείωσαι, ὅτι ἡ γενναῖα καὶ ἡ σπουδαῖα καὶ τὰ | |
30 | γενναῖα προπερισπῶνται. | |
535bis | Τὰ εἰς ις θηλυκὰ πρὸ μιᾶς συλλαβῆς ἔχοντα τὸν τό‐ νον καὶ μακρὰ παραληγόμενα προπερισπῶνται· μῆνις, ῥῆ‐ | |
5 | σις, καῦσις, καὶ ἡ αἰτιατικὴ τὴν μῆνιν, τὴν ῥῆσιν, τὴν καῦσιν· λέγει γὰρ ὁ κανών· πᾶσα αἰτιατικὴ εἰς ν λήγουσα τῇ ἰδίᾳ εὐθείᾳ ὁμο‐ | |
10 | τονεῖν θέλει καὶ ὁμοχρονεῖν, καὶ αἱ κλητικαί· ὦ μῆνις, | |
ὦ ῥῆσις· καὶ ὁ κανών· τὰ εἰς ις λήγοντα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν. | ||
15 | Τὰ εἰς ις διχρόνῳ παραλη‐ γόμενα παροξύνονται· τάσις, βάσις, πλὴν τοῦ ῥῦσις, λῦσις, πρᾶξις καὶ πρᾶ‐ σις· τοῦτο ἡ συνήθεια παρο‐ | |
20 | ξύνει. Εὗρον καὶ τὸ μῦσις παρά τισι περισπώμενον. | |
5.36 | Ἡ Χίος, ἡ Κίος, ἡ Τίος παροξύνονται. Χῖος δὲ ἀνὴρ προπερισπᾶται. | |
5.37 | Τὰ διὰ τοῦ ινη θηλυκὰ ἐκτείνουσι τὸ ι· κλίνη, ὑσμίνη, ἡρωίνη· καὶ αἱ τούτων εὐ‐ θεῖαι τῶν πληθυντικῶν προ‐ | |
5 | περισπῶνται· ὑσμῖναι, κλῖ‐ ναι, ἡρωῖναι, καὶ τὰ ὅμοια. | |
537bis | δωτίνη· τὰ κύρια Στρατο‐ νίκη, Βερονίκη· αἱ γοῦν θηλυκαὶ τούτων εὐθεῖαι ὡς βραχυκατάληκτοι περισπῶν‐ | |
5 | ται· αἱ ὑσμῖναι, αἱ κλῖ‐ ναι, αἱ ἡρωῖναι. Αἱ διὰ τοῦ ινος γενικαὶ ἀκτῖνος, Σαλαμῖνος προ‐ εγράφησαν ἐν τοῖς ἀρσενικοῖς, | |
10 | ἤγουν ἐν τοῖς δελφῖνος, ἑρμῖνος· ταῦτα δὲ περι‐ σπῶνται. | |
5.38 | Τὰ εἰς ις ὀξύτονα διὰ τοῦ δος κλινόμενα δισύλλαβα ὄντα καὶ παραληγόμενα τῷ η μακροκατάληκτά εἰσι καὶ προπερισπῶνται ἐν τῇ γενικῇ, οἷον κηλίς κηλῖδος, ψηφίς ψηφῖδος· ὅσα δὲ δισύλλαβα μὴ τῷ η παραλή‐ | |
5 | γωνται ἐν τῇ γενικῇ, παροξύνονται· ῥανίς ῥανίδος, βο‐ λίς βολίδος· καὶ τῶν ὑπὲρ δύο συλλαβάς, ὅσα ἀπὸ δοτικῆς συστέλλονται· Αἰθίοπι Αἰθιοπίς, καὶ Πέλοπι Πελο‐ πίς. Οἱ καθ’ ἡμᾶς γραμματικοὶ ὡς ἐπὶ τὸ πολὺ μόνα τὰ τὴν παραλήγουσαν ἔχοντα φύσει μακρὰν ἐκτείνουσι καὶ τὰς | |
10 | τούτων γενικὰς προπερισπῶσιν· αἰγῖδος, σφραγῖδος, καταιγῖδος· φύσει μακρὸν εἴπομεν διὰ τὸ ἀτμίδος, βαλ‐ βίδος. | |
5.39 | Τὰ διὰ τοῦ υνη δισύλλαβα μακρὸν ἔχουσι τὸ υ, οἷον φρύνη, αἱ φρῦναι· λοιπὸν προπερισπᾶται, καὶ τὰ ὅμοια· τῶν δὲ ὑπὲρ δύο συλλαβάς, ὅσα μὲν ἔχει πρὸ τοῦ υ τὸ ς, μακρὸν αὐτὸ ἔχει· βριθοσῦναι ἄρα καὶ γηθοσῦναι, καὶ | |
5 | τὰ ὅμοια προπερισπῶνται· εἰ δὲ μὴ τὸ ς ἔχουσι πρὸ τοῦ υ, συνεσταλμένον αὐτὸ ἔχουσι· αἱ κορύναι, αἱ τορύναι, αἱ αἰσχύναι, καὶ τὰ ὅμοια παροξύνονται. | |
5.40 | Τῶν εἰς υς ὀξυτόνων τὰ εἰς δος κλινόμενα βραχὺ ἔχει τὸ υ καὶ ἐπὶ τῆς γενικῆς· διὰ τοῦτο τῆς χλαμύδος τὸ μυ βραχύ ἐστι καὶ παροξύνεται. Τὸ ἰσχύος, Ἐριν‐ νύος, πληθύος παροξύνονται, καὶ ὁ κανών· τὰ εἰς υς ἐπὶ | |
5 | τέλους ἔχοντα τὸν τόνον καὶ διὰ καθαροῦ τοῦ ος κλινόμενα τὸ δίχρονον ἐπὶ τῆς γενικῆς συστέλλουσιν ἀεί, καὶ ἐπὶ τῶν ἄλλων πτώσεων ἔν τε μονοσυλλάβοις καὶ ἐν τοῖς ὑπὲρ μίαν συλλαβήν· σῦς συός, οἱ σύες· μῦς μυός, οἱ μύες· αἱ δρύες, αἱ ὀσφύες, καὶ τὰ ὅμοια. | |
6t | Περὶ οὐδετέρων. | |
6.41 | Τὰ εἰς μα δισύλλαβα οὐδέτερα τῷ υ ψιλῷ παρα‐ ληγόμενα συστέλλει αὐτό· χύμα, πλύμα, πλὴν τοῦ | |
κῦμα, θῦμα, φῦμα. | ||
6.42 | Γῆρας, οὖδας, οὖας, καὶ τὰ ὅμοια προπερισπῶν‐ ται, καὶ ὁ κανών· τὰ εἰς ας οὐδέτερα συστέλλει τὸ α. | |
6.43 | Τὰ εἰς αρ οὐδέτερα προπερισπῶνται· ἧπαρ, οὖθαρ, εἶλαρ, πῖαρ· σὺν τούτοις καὶ τὸ εἶθαρ ἐπίρρημα ἀντὶ τοῦ εὐθέως. | |
6.44 | Τὰ εἰς ος δισύλλαβα οὐδέτερα τῷ α παραληγόμενα συστέλλει αὐτὸ καὶ παροξύνονται· χάος, φάος, νάπος, κράτος, λάχος, καὶ τὰ ὅμοια, πλὴν τοῦ πρᾶγος· τοῦτο γὰρ μακρὸν ἔχει τὸ α, ὡς ἐκ τοῦ πράσσω. | |
6.45 | Τὰ διὰ τοῦ ιον ἅπαντα παροξύνονται· παιδίον, θριγγίον, κηπίον, καὶ τὰ ὅμοια. | |
6.46 | Τὰ εἰς ον μὴ καθαρῷ τῷ ι παραληγόμενα προπε‐ ρισπῶνται· κρῖνον, γρῖφον, ἶσον. | |
6.47 | Τὰ εἰς ος τῷ ι παραληγόμενα παροξύνονται· ξίφος, στίφος, πλὴν τοῦ δῖνος, σῖνος, πνῖγος, νῖκος, κλῖτος, μῖσος, λῖπος, καὶ μῦσος διὰ τοῦ υ ψιλοῦ γραφόμενον· τὸ δὲ ῥίγος ἡ συνήθεια παρο‐ | |
5 | ξύνει, κἂν οἱ ἀρχαῖοι προπερισπῶσι. | |
6.48 | Τὰ εἰς υ λήγοντα οὐδέτερα συστέλλει αὐτό, ὥστε τὸ πῶυ, μῶλυ, καὶ τὰ ὅμοια προπερισπῶνται. | |
6.49 | Τὰ διὰ τοῦ υλον οὐδέτερα προπερισπῶνται· σκῦλον, φῦλον τὸ γένος, σῦλον τὸ κλέμμα, πλὴν τοῦ ξύλον καὶ φύλλον. | |
6.50 | Τὰ εἰς ος τῷ υ παραληγόμενα προπερισπῶνται· μῦσος, κῦτος, σκῦτος, φῦκος· ψύχος δὲ καὶ τρύχος | |
παροξύνονται. | ||
6.51 | Τὰ διὰ τοῦ αον οὐδέτερα ἀπὸ τῆς αι διφθόγγου γινό‐ μενα μακρὸν ἔχουσι τὸ α καὶ προπερισπῶνται· τὸ κλαῖον τὸ κλᾶον, τὸ καῖον τὸ κᾶον. | |
7t | Περὶ ῥημάτων. | |
7.52 | Τῶν διὰ τοῦ ανω ῥημάτων τὰ ὑπὲρ δύο συλλαβὰς ὄντα βραχύνονται· μανθάνω, τυγχάνω, ὥστε καὶ τὰ οὐδέ‐ τερα, τὸ μανθάνον, τὸ τυγχάνον, καὶ τὰ ὅμοια παρ‐ οξύνονται· τὸ δὲ ἱκᾶνον καὶ τὸ κιχᾶνον παραλόγως | |
5 | μακρὸν ἔχουσι τὸ α καὶ προπερισπῶνται· τὸ φθάνον καὶ τὰ λοιπὰ δισύλλαβα παροξύνονται. Λέγει γὰρ ὁ κανών· εἰ μέντοι περισπῷτο ὁ μέλλων, καὶ τὴν παραλήγουσαν αὐτοῦ ἐκτείνει ὁ ἀόριστος· τὰ γοῦν ἀπαρ‐ έμφατα τούτων προπερισπῶνται· φᾶναι, λιπᾶναι, καὶ | |
10 | τὰ ὅμοια· σὺν τούτοις καὶ τὸ δρᾶναι ἀποδρᾶναι· φάναι δὲ ἀντὶ τοῦ εἰπεῖν παροξύνεται, καὶ ἱστάναι· τὸ στα βραχὺ γὰρ ἔχει κατ’ ἀκολουθίαν τοῦ τιθέναι, διδό‐ ναι· ἀλλὰ δὴ καὶ τὸ ζευγνύναι, δεικνύναι. | |
7.53 | Γελάω γελάσω βραχέα τὰ δίχρονα· διὰ τί; Ἡνίκα ἔχει ὁ ἐνεστὼς τὸ α, τότε καὶ ὁ μέλλων διὰ βραχέος τοῦ α ἐκφέρεται· γελάω γελάσω, πελάω πελάσω· ἐκ τοῦ μέλλοντος λοιπὸν καὶ ὁ ἀόριστος τῶν τοιούτων βραχύνεται | |
5 | κατὰ τὴν παραλήγουσαν, καὶ παροξύνεται ἐν τοῖς ἀπαρεμφά‐ τοις· ἐγέλασα γελάσαι, ἔθλασα θλάσαι· λέγει γὰρ ὁ κανών· καθόλου ὁ ἀόριστος μακρᾷ παραλήγεται, εἰ μὴ ἀπὸ τοῦ μέλλοντος ἔχει τὸ βραχύ. Ἐπιγνοίης δὲ τὸν μέλλοντα βραχείᾳ παραληγόμενον ἐκ τοῦ παθητικοῦ παρακειμένου | |
10 | ἔχοντος τὸ ς πρὸ τῆς τελευταίας συλλαβῆς· ἡτοίμασμαι, οὔτασμαι, πέφρασμαι, γεγέλασμαι· λέγει γὰρ ὁ κανών· βραχείας οὔσης τῆς παραληγούσης τοῦ μέλλοντος | |
προσλαμβάνει ὁ παθητικὸς παρακείμενος τὸ ς. | ||
7.54 | Κρίνω κρινῶ, ὁ ἀόριστος ἔκρινα καὶ τὸ ἀπαρέμ‐ φατον κρῖναι· οὕτως καὶ τὸ κλῖναι, σῖναι· λέγει γὰρ ὁ κανών· εἰ μέντοι περισπῷτο ὁ μέλλων, καὶ τὴν παραλήγου‐ σαν ἐκτείνει ὁ ἀόριστος. Τούτοις ἀκολουθεῖ καὶ τὸ γερᾶραι | |
5 | καὶ ἆραι, καὶ τὰ παραπλήσια. Καὶ τὰ προστακτικὰ δὲ τοῦ πρώτου ἀορίστου ὑπόκειται τῷ κανόνι καὶ προπερισπᾶται· κρῖνον καὶ κλῖνον, καὶ ἆρον καὶ τὰ τοιαῦτα. | |
7.55 | Τὸ φωτίσαι, ἁγνίσαι, ἁγιάσαι παροξύνονται, ἐπειδὴ κατὰ τὴν τοῦ μέλλοντος παραλήγουσαν, βραχεῖαν οὖσαν, ἔστι καὶ ἡ τοῦ ἀορίστου βραχεῖα· ὅτι δὲ ἡ τοῦ μέλλοντος τοιαύτη, δῆλον ἐκ τοῦ παθητικοῦ παρακειμένου τὸ ς ἔχοντος | |
5 | πρὸ τῆς ἐσχάτης συλλαβῆς· πεφώτισμαι, ἥγνισμαι, ἡγίασμαι. | |
7.56 | Τὰ διὰ τοῦ ιω ῥήματα ὑπὲρ δύο συλλαβὰς συστέλλουσι τὸ ι· κυλίω, ἐσθίω· τὸ κυλίον, τὸ ἐσθίον, καὶ τὰ τοιαῦτα παροξύνονται· ἀλλὰ καὶ τὸ κυλίσω καὶ τὸ μηνίσω βραχεῖαν ἔχουσι τὴν παραλήγουσαν· καὶ δῆλον ἐκ | |
5 | τοῦ παθητικοῦ παρακειμένου κατὰ τὸν κανόνα τὸ ς προσλαμ‐ βάνοντος, ὥστε καὶ τὸ κυλίσαι καὶ μηνίσαι ἀπαρέμφατα παροξύνονται. Τὸ τίω δισύλλαβον μακρὸν ἔχει τὸ ι, ὅθεν καὶ τὸ τῖον προπερισπᾶται· σὺν δὲ καὶ τὸ τῖσαι ἀπαρέμφατον. | |
7.57 | Ὀτρύνω, ἀλγύνω, καὶ τὰ τοιαῦτα μακρὸν ἔχουσι τὸ δίχρονον· καὶ γὰρ τούτων ὁ μέλλων ὀτρυνῶ καὶ ἀλγυνῶ. Καὶ ὁ ἀόριστος ἄρα κατὰ τὸν κανόνα μακρὰν ἔχων τὴν παραλήγουσαν τὸ οἰκεῖον ἀπαρέμφατον προπερισπᾷ· ὀτρῦναι, | |
5 | καὶ τὰ τοιαῦτα· σὺν τούτοις καὶ τὸ δῦναι καὶ ὀξῦναι, καὶ τὸ δῦνον καὶ ὀξῦνον προπερισπῶνται. Τὸ ζευγνύναι παροξύνεται· βραχὺ γὰρ ἔχει τὸ γνυ, κατὰ τὴν ἀκολουθίαν φησὶ τοῦ διδόναι. | |
7.58 | Ὀρύσσω, ἀμύσσω καὶ ὀρύξαι, ἀμύξαι, καὶ τὰ | |
ὅμοια παροξύνονται. | ||
7.59 | Τὰ διὰ τοῦ υω ῥήματα μακρᾷ παραλήγονται· κωλύω, μηνύω, μύω, θύω. Οἱ μὲν παλαιοὶ μακρὰ ἔχοντες τὰ ἐκ τούτων ἀπαρέμφατα, οἷον τὸ μηνῦσαι, κωλῦσαι, μῦσαι, καὶ τὰ οὐδέτερα προπερισπῶσιν· ἡ δὲ τῶν νεωτέρων | |
5 | συνήθεια πάντα ταῦτα παροξύνει, πλὴν τῶν ἀπὸ τοῦ θύω καὶ λύω καὶ ῥύομαι· τὰ γὰρ ἀπὸ τούτων προπερισπῶσιν. | |
8t | Περὶ τῶν πρὸ δύο συμφώνων διχρόνων. | |
8.60 | Τὰ δίχρονα, ὅτε τούτων ἔμπροσθεν κεῖνται δύο σύμφωνα, ὀξεῖαν ἔχουσιν ἐπὶ πάσης λέξεως· ἄλλος, ὕλλος, ἴλλος, ὕβρις, φύλλον, κάλλος, ἅλμα, τρίμμα, τὸ ἄρχον, τὸ τίκτον, καὶ τὰ ὅμοια, πλὴν τοῦ μᾶλ‐ | |
5 | λον, θᾶττον, ἆθλον· ἄεθλον γάρ· ᾆσμα, ὗθλος, | |
πῦργος. |