TLG 4093 010 :: Georgius CHOEROBOSCUS :: Περὶ τρόπων ποιητικῶν [Dub.]

Georgius CHOEROBOSCUS Gramm., Diaconus
(Constantinopolitanus: A.D. 9)

Περὶ τρόπων ποιητικῶν [Dub.]

Source: Spengel, L. (ed.), Rhetores Graeci, vol. 3. Leipzig: Teubner, 1856 (repr. Frankfurt am Main: Minerva, 1966): 244–256.

Dup. partim COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM (4175 005)

Citation: Page — (line)

244

(1t)

ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΧΟΙΡΟΒΟΣΚΟΥ
2tΠΕΡΙ ΤΡΟΠΩΝ ΠΟΙΗΤΙΚΩΝ.
3 Πάσης παλαιᾶς καὶ νέας γραφῆς ποιητικοὶ τρόποι εἰσὶν κζʹ. ἀλληγορία, μεταφορά, κατάχρησις, μετάληψις,
5ὑπερβατόν, ἀναστροφή, συνεκδοχή, σύλληψις, ὀνοματο‐ ποιΐα, πεποιημένον, ἀντονομασία, μετωνυμία, ἀντίφρα‐ σις, περίφρασις, ἔλλειψις, πλεονασμός, ἐπανάληψις, ἐξοχή, ὑπερβολή, αἴνιγμα, παραβολή, ἀνταπόδοσις, προσωποποιΐα, παράδειγμα, εἰρωνεία, σχῆμα καὶ ὑστε‐
10ρολογία. λέγονται δὲ ποιητικοὶ τρόποι, διότι παρὰ τοῖς ποιηταῖς πλεονάζουσιν τὴν κοινὴν συνήθειαν ὑπερβαί‐ νοντες.
13tαʹ. ΑΛΛΗΓΟΡΙΑ.
14Ἀλληγορία ἐστὶ λέξις ἕτερόν τι λέγουσα καὶ ἑτέραν
15ἔννοιαν παριστῶσα, ὡς τὸ λεγόμενον ἐν τῇ θείᾳ γραφῇ, ἐν οἷς πρὸς τὸν ὄφιν φησὶν ὁ θεός, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν· ὁ γὰρ λόγος πρὸς τὸν ὄφιν ἐστίν, ἐπὶ δὲ τοῦ διαβόλου ἀναλόγως αὐτὸν ἐκλαμβάνομεν, ἤγουν ἀλληγορικῶς. παραλαμβάνεται δὲ
20αὕτη καὶ διὰ σεμνότητα καὶ δι’ εὐλάβειαν· σεμνότητα μέν, ὡς ἔχει τὰ περὶ τῆς Ἥρας, ἐν οἷς φησιν ὁ Ζεὺς πρὸς αὐτήν,
ἦ οὐ μέμνης’ ὅτε ἐκρέμω ὑψόθεν· ἐκ δὲ ποδοῖϊν
ἄκμονας ἧκα δύο· περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
25χρύσειον·244

245

ἧς ἡ ἔννοια αὕτη, τῷ πέρατι τοῦ ἀέρος ἥ τε γῆ καὶ τὸ ὕδωρ συνάπτονται, ἃ καὶ ἄκμονας ὡς βαρύτερα τῶν ἄλ‐ λων στοιχείων λέγει, χρύσειον δὲ δεσμὸν τὴν περικεχυ‐ μένην τῷ ἀέρι αὐγὴν ἐκ τοῦ ἡλιακοῦ φωτός, ᾧ ἥνωται
5ὁ ἀήρ. δι’ εὐλάβειαν δέ, ὡς τὸ λῦσε δὲ παρθενικὴν ζώνην, ἀντὶ τοῦ ἔφθειρεν· ὡς καὶ παρὰ Καλλιμάχῳ, τὸ πῦρ δέ τ’ ἀνέκαυσας, ἕως οὗ πολλῇ κεχώ‐ ρηκε φλογί, καὶ πάλιν ἴσχε δὲ δρόμου μαργῶν‐ τας ἵππους, μὴ δευτέραν κάμψῃς, μήτι παρὰ
10νύσσῃ δίφρον ἄξωσιν, ἐκ δὲ κύμβαχος κυβι‐ στήσῃς. ταῦτα οὐ κυρίως εἴρηται· οὔτε γὰρ περὶ πυ‐ ρὸς οὔτε περὶ ἱπποδρομίας ὁ λόγος αὐτῷ, ἀλλ’ ὥσπερ αἰδούμενος εἰπεῖν, ὃ ἐβούλετο, τῇ ἀλληγορίᾳ ἐχρήσατο.
14tβʹ. ΜΕΤΑΦΟΡΑ.
15 Μεταφορά ἐστι λέξις ἀφ’ ἑτέρου εἰς ἕτερον μεταφε‐ ρομένη, ἢ ἀπὸ τοῦ κυρίως λεγομένου μεταφερομένη ὁμοιώσεως ἢ ἐμφάσεως ἕνεκα, ἔχει δὲ εἴδη δʹ. ἢ γὰρ ἀπὸ ἐμψύχων εἰς ἔμψυχα μετάγεται, ἢ ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, ἢ ἀπὸ ἀψύχων εἰς ἔμψυχα, ἢ ἀπὸ ἐμψύχων εἰς
20ἄψυχα. καὶ ἀπὸ μὲν ἐμψύχων ἐπ’ ἔμψυχα, ὡς ὅταν τις τὸν βασιλέα λέγῃ ποιμένα λαῶν· τὸ γὰρ ποιμαίνειν ἐμψύχων ὂν πάλιν ἐπ’ ἔμψυχα μετενήνεκται, ἐπειδὴ ὥσπερ τοῖς ποιμέσιν ὑποτέτακται τὰ ποίμνια, οὕτω καὶ τοῖς βασιλεῦσιν οἱ ὑπὸ χεῖρα· ποιμὴν γὰρ κυρίως ὁ τῶν
25προβάτων νομεὺς λέγεται· ἀμφότεροι γοῦν ἔμψυχοι, ὅ τε βασιλεὺς καὶ ὁ τῶν προβάτων νομεύς. ἀπὸ δὲ ἀψύ‐ χων ἐπὶ ἄψυχα, ὡς ὅταν τις ἄνθρακα πυρὸς ἐν σποδῷ κρύψας λέγῃ σπέρμα· πυρὸς διασώσασθαι. τὸ γὰρ σπέρμα κυρίως ἐπὶ τῶν σπειρομένων καρπῶν λεγόμε‐
30νον νῦν ἐπὶ τῆς ἀνθρακιᾶς ἐλήφθη· ἢ εἴπῃ πολλὴ κέχυ‐
ται τῇ ὕλῃ φλόξ· τὸ γὰρ χεῖσθαι τοῖς ὑγροῖς συμβέβη‐245

246

κεν. ἀπὸ δὲ ἀψύχων εἰς ἔμψυχα, ὡς ὅταν ὁ Ὀδυσσεὺς λέγῃ πρὸς τὸν Αἴαντα
τοῖος γάρ σφισι πύργος ἀπώλετο· ὁ γὰρ πύργος ἄψυχος ὢν ἐπὶ τοῦ Αἴαντος ἐμψύχου ὄν‐
5τος εἴρηται. καὶ ἡ θάλασσα εἶδε καὶ ἔφυγε· τὸ γὰρ ὁρᾶν ἐπὶ ἐμψύχων κυρίως λέγεται, ἡ δὲ θάλασσα ἄψυχός ἐστιν. ἀπὸ δὲ ἐμψύχων ἐπὶ ἄψυχα, ὡς ὅταν τις τὴν ἀκρώρειαν τοῦ ὄρους κορυφὴν ἢ κεφαλὴν εἴπῃ· κορυφὴ γὰρ καὶ κεφαλὴ ἐπὶ ἐμψύχων λέγεται. καὶ πά‐
10λιν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα. καὶ πάλιν,
πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα καλὸν ἐπαυρεῖν
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι· τὸ γὰρ μαιμώωσα καὶ τὸ λιλαιόμενα καὶ τὸ ἆσαι ἔμ‐ ψυχα ὄντα ἐπὶ τῶν ἀψύχων λέλεκται δοράτων. ὁμοίως
15καὶ τὸ οὔρεος ἐν κορυφῇσι, καὶ πόδες πολυπι‐ δάκου Ἴδης, δέον ἀκρώρειαν καὶ ὑπώρειαν εἰπεῖν. ἔστι δὲ καὶ πέμπτον εἶδος μεταφορᾶς ὡς ἀπὸ πράξεως εἰς πρᾶξιν, οἷον
ἤδη πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὕφαινε.
20τὸ γὰρ ὑφαίνειν ἐπὶ τῶν ὑφασμάτων λεγόμενον νῦν ἐπὶ τὴν τῆς βουλῆς κατασκευὴν μετενήνεκται.
22tγʹ. ΚΑΤΑΧΡΗΣΙΣ.
23 Κατάχρησίς ἐστι φράσις μετενεχθεῖσα ἀπὸ τοῦ πρώ‐ τως κατονομασθέντος κυρίως καὶ ἐτύμως ἐπὶ τὸ ἀκατο‐
25νόμαστον, ὡς ὅταν τὸ ἀπὸ χαλκοῦ ἐπίπεδον πυξίδα εἴ‐ πωμεν· πυξὶς γὰρ ἡ ἐκ πύξου γεγονυῖα καλεῖται, ἐπει‐ δὴ δὲ καὶ τὰ ἐξ ἄλλης οἱασοῦν ὕλης κατασκευασθέντα ἀκατονόμαστά εἰσι, πυξίδας καὶ ταῦτα καλοῦμεν κατα‐ χρώμενοι τῷ ὀνόματι. καὶ ἀνδροφόνος κυρίως μέν ἐστιν
30ὁ ἄνδρα φονεύσας, καταχρηστικῶς δὲ καὶ ἐπὶ γυναικὸς
λέγεται. καὶ τριήραρχος κυρίως ὁ τριήρους ἄρχων, κα‐246

247

ταχρηστικῶς δὲ καὶ ὁ διήρους καὶ ὁ πεντήρους. τοιοῦ‐ τόν ἐστι καὶ τὸ νέκταρ ᾠνοχόει· τὸ γὰρ οἰνοχοεῖν κυρίως ἐπὶ τοῦ οἴνου λεχθὲν νῦν ἐπὶ τοῦ νέκταρος ἐλέχθη. ὡσαύτως καὶ τράχηλος κεραμίου καὶ γόνυ κα‐
5λάμου καὶ γαστὴρ νηὸς καὶ γλῶσσα ὑποδήματος καὶ τὰ τοιαῦτα. καὶ ψηφίζειν κυρίως τὸ ταῖς ψήφοις μετρεῖν, καταχρηστικῶς δὲ καὶ τοῖς δακτύλοις. ταῦτα γὰρ ἐπὶ τῶν κυρίως ὀνομασθέντων λεγόμενα καταχρηστικῶς καὶ ἐπὶ τῶν ἀνονομάστων λέγεται. διαφέρει δὲ κατάχρησις
10μεταφορᾶς, ὅτι ἡ μὲν μεταφορὰ ἀπὸ κατωνομασμένου ἐπὶ κατωνομασμένον πάλιν λέγεται, ἡ δὲ κατάχρησις ἀπὸ κατωνομασμένου ἐπὶ πάντη ἀκατονόμαστον, ὡς ὅταν τὸν ἐν λίμνῃ ἢ ποταμοῖς ἰχθύας ἀγρεύοντα ἁλιέα εἴ‐ ποι τις· κυρίως γὰρ ἁλιεὺς ὁ ἐπὶ τῆς θαλάσσης λέγεται,
15ἐπειδὴ δὲ καὶ ὁ ἐν τοῖς ποταμοῖς ἀγρεύων ἀνονόμαστός ἐστι, καλοῦμεν καὶ τοῦτον ἁλιέα καταχρώμενοι τῷ ὀνό‐ ματι.
18tΔʹ. ΜΕΤΑΛΗΨΙΣ.
19Μετάληψίς ἐστι φράσις μεταλαμβάνουσα τῆς ὁμω‐
20νυμίας ἐκ τοῦ κυρίως ὄντος ἢ διὰ τῆς συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, ὡς ὅταν τις τὸν γοργῶς τρέχοντα ὀξὺν παρὰ τὸν δρόμον εἴπῃ, ἢ τὸν ταχυπαθῆ χυμὸν ὀξὺν καλέσῃ χυμόν· ὀξὺ γὰρ κυρίως τὸ ἠκονημένον ξί‐ φος λέγεται, ὅθεν καὶ τὸ ὤξυνεν ἐπὶ μαχαίρας ἢ ἑτέρου
25τινὸς ξίφους παραλαμβάνεται. ἢ ὡς παρὰ τῷ Ὁμήρῳ
ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκα θοῇσιν. τῷ μὲν γὰρ θοῷ συνωνυμεῖ τὸ ὀξὺ κατὰ τὴν κίνησιν, ὁμωνυμεῖ τὸ ὀξὺ κατὰ τὸ σχῆμα. τοιοῦτόν ἐστι καὶ τὸ
Τεῦκρος δὲ τόξων χρώμενος φειδωλίᾳ·
30τουτέστιν ἀκριβείᾳ καὶ εὐστοχίᾳ· τῇ μὲν γὰρ φειδωλίᾳ συνωνυμεῖ καὶ ἡ κατὰ δόσιν ἀκρίβεια, τῇ δὲ ὁμωνυμεῖ ἡ
κατὰ τέχνην ἀκρίβεια, ἤγουν ἡ εὐστοχία.247

248

(1t)

εʹ. ΥΠΕΡΒΑΤΟΝ.
2 Ὑπερβατόν ἐστι λέξις ὑπερβαίνουσα ἐκ τοῦ προη‐ γουμένου εἰς αὐτὸ τὸ ἑπόμενον, οἷον ὡς ὅταν τις ἀντὶ τοῦ εἰπεῖν ἐπικαλοῦμαι τὸν κύριον, εἴποι ἐπὶ τὸν κύριον
5καλοῦμαι.
6tϛʹ. ΑΝΑΣΤΡΟΦΗ.
7 Ἀναστροφή ἐστι λέξις ἀναστρέφουσα ἐκ τοῦ ὑποκει‐ μένου εἰς τὸ προκείμενον, μηδενὸς μέρους λόγου μεταξὺ πίπτοντος, οἷον ὅταν τις ἀντὶ τοῦ εἰπεῖν ἕως ἡμῶν ἐλ‐
10θεῖν εἴπῃ ἡμῶν ἕως ἐλθεῖν.
11tζʹ. ΣΥΝΕΚΔΟΧΗ.
12 Συνεκδοχή ἐστι λέξις δι’ ἑτέρου καὶ ἕτερον συνεκ‐ δηλοῦσα νόημα, ὡς ὅταν εἰρήνης οὔσης ἀντὶ τοῦ εἰπεῖν οὐκ ἔστι πόλεμος εἴπῃ, οὐκ ἔνι ὅπλα νῦν, ἢ ἀργοῦσιν
15ὅπλα νῦν. ἢ συνεκδοχή ἐστι λέξις ἢ φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, προσδεομένη δέ τινος ἔξωθεν δια‐ νοίας, ἔχει δὲ διαφορὰς τέσσαρας· ἢ γὰρ ἀπὸ ὅλου δηλοῖ τὸ μέρος, οἷον βόας αὔας ἀντὶ τοῦ ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν, μέρος δὲ τοῦ ὅλου βύρσα· καὶ χάλκεον ἔγχος·
20μέρος γὰρ τοῦ ὅλου ἔγχους ὁ χαλκός. ἢ ἀπὸ μέρους τὸ πᾶν, οἷον θεὰ λευκώλενος Ἥρη· αἰνίττεται γὰρ ἀπὸ μέρους τῶν χειρῶν τὴν ὅλην λευκὴν εἶναι. καὶ ἀργυ‐ ρόπεζα Θέτις. ἢ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, οἷον
χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ·
25ἀντὶ τοῦ χρυσῆν πανοπλίαν. ἢ ἀπὸ τοῦ συμβόλου τὸ κύριον, οἷον
σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων. ἀντὶ τοῦ βασιλείαν, ἧς τὸ σκῆπτρον σύμβολον.
29tηʹ. ΣΥΛΛΗΨΙΣ.
30Σύλληψίς ἐστι φράσις ἀφ’ ἑνός τινος κυρίου κατὰ248

249

δύο ἢ καὶ πλειόνων λαμβανομένη· ἢ φράσις τὸ ἄλλῳ πραχθὲν ἐφ’ ἕτερον ἕλκουσα, οἷον
Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον· μόνος γὰρ ὁ Βορρᾶς ἀπὸ Θρᾴκης πνεῖ, συλληπτικῶς δὲ
5λέγει καὶ τὸν Ζέφυρον ἐκεῖθεν πνεῖν· καὶ πάλιν
τὼ δὲ δύο σκάζοντε βάτην Ἄρεως θεράποντε·
Τυδείδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεύς· καὶ γὰρ Διομήδης μόνος ἔσκαζε τρωθεὶς τὸν ταρσὸν τοῦ ποδός, Ὀδυσσεὺς δὲ τὴν πλευρὰν ἐβέβλητο. συλληπτι‐
10κῶς δὲ λέγει καὶ τοῦτον σκάζειν.
11tθʹ. ΟΝΟΜΑΤΟΠΟΙΙΑ.
12 Ὀνοματοποιΐα ἐστὶ λέξις κατὰ μίμησιν καὶ ὁμοιό‐ τητά τινα τοῦ σημαινομένου γεγονυῖα, ὡς ὅταν τις τοὺς ἀσήμους κτύπους φωνὰς ὀνομάζῃ, αἵ εἰσι πυρός, ξύλου,
15λίθου καὶ τῶν ὁμοίων· καὶ ὡς ἡ θεία λέγει γραφή, φωνὴν ἔδωκαν αἱ νεφέλαι, δηλοῦσα τὴν βροντήν, φωνὴν ταύτην ὀνομάζουσα διὰ τὴν ὑπὲρ ἡμᾶς περιηχήν. φωνὴ δὲ κυρίως ἡ ἐκ νοῦ προερχομένη λέγεται, ἐπεὶ καὶ φῶς νοῦ ἐτυμολογεῖται ἡ φωνή. ἢ ὀνοματοποιΐα ἐστὶ
20λέξις ἢ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀπο‐ τελουμένων ἤχων ἢ φωνῆς· ἤχων μέν, οἷον
αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. καὶ πάλιν
ὣς τοῦ σίζ’ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
25φωνῆς δὲ ταῦτα,
αἳ δ’ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον· καὶ πάλιν
μυκηθμοῦ δ’ ἤκουσα βοῶν αὐλιζομενάων.
29tιʹ. ΠΕΠΟΙΗΜΕΝΟΝ.
30Πεποιημένον ἐστὶ λέξις λεγομένη κατά τινα τοῦ ἐξ
οὗ λέγεται ὁμοιότητα, οἷον ὡς ὅταν τὸν μετὰ θυμοῦ249

250

ἡμᾶς ὑποβλεψάμενον εἴποιμεν, ὡς λέων ὑπεβλέψατο ἡμᾶς ὁ δεῖνα.
3tιαʹ. ΑΝΤΟΝΟΜΑΣΙΑ.
4Ἀντονομασία ἐστὶ λέξις δι’ ἐπιθέτων ἢ συσσήμων
5αὐτὸ τὸ κύριον ὄνομα δηλοῦσα, ὡς ὅταν δύο ἢ καὶ πλείονες ἡμῖν ἐγνωσμένων ἀνθρώπων καὶ τὸ αὐτὸ κύ‐ ριον ὄνομα ἐχόντων, θελήσωμεν ἐξ αὐτῶν ἑνὸς τὴν μνή‐ μην ποιήσασθαι πρὸς ἀλλήλους, καὶ μὴ εἴπωμεν τὸ κύ‐ ριον ὄνομα διὰ τὴν ὁμωνυμίαν, ἀλλ’ ἐκ τῶν συμβεβηκό‐
10των αὐτὸν ὀνομάσωμεν, τὸν χαλκέα τυχὸν λέγοντες ἢ τὸν τέκτονα, εἰ δὲ καὶ σωματικὰ ἔχει πάθη, τὸν χωλόν, εἰ τύχοι, ἢ τὸν φαλακρὸν λέγοντες.
13tιβʹ. ΜΕΤΩΝΥΜΙΑ.
14Μετωνυμία ἐστίν, ὅταν ἐκ τῶν περιεχόντων τὰ πε‐
15ριεχόμενα μετονομάσωμεν κατὰ τὴν θείαν γραφήν, ἥ φησι, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν, ἀντὶ τοῦ ἐν τῇ γῇ· ἢ ἐκ τῶν οἰκούντων τὰ οἰκού‐ μενα, ὡς ὅταν τὴν ἀσέλγειαν Σοδομιτικὴν ἐργασίαν εἴ‐ ποιμεν· καὶ γὰρ ἐκ τῶν οἰκούντων τηνικαῦτα ἀσελγῶν
20τὰ Σόδομα τὸν σχετλιασμὸν ἐπιφέρεται· ἢ μετωνυμία ἐστὶ λέξις διὰ τῆς ὁμωνυμίας τὸ συνώνυμον δηλοῦσα, οἷον
σπλάγχνα γὰρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο· Ἥφαιστος μὲν γὰρ παρὰ τοῖς Ἕλλησιν ὁ δαίμων καὶ τὸ
25πῦρ, ἅπερ καθὸ ἀμυδράν τινα διαφορὰν ἔχειν δοκοῦσιν, ὁμώνυμά ἐστιν· ἀϋλότερον γὰρ καὶ θειότερον τὸν δαί‐ μονα λέγουσιν, καθὸ δὲ οὐδέν τι ἄλλο ἐστὶ κυρίως ὁ μυθικὸς οὗτος Ἥφαιστος ἢ τὸ πῦρ, συνώνυμα λέγεται. τοιοῦτόν ἐστι καὶ τὸ
30ἐνθάδ’ ἔπειτ’ ἀφίη μένος ὄβριμος Ἄρης.250

251

ἀντὶ τοῦ ὁ σίδηρος. καὶ ὅταν λέγηται ὁ οἶνος Διόνυσος, ὡς τὸ
οἶνός μ’ ἔπεισε, δαιμόνων ὑπέρτατος.
4tιγʹ. ΑΝΤΙΦΡΑΣΙΣ.
5 Ἀντίφρασίς ἐστι λέξις δι’ ἐναντίων τὸ ἐναντίον ση‐ μαίνουσα, ὡς ὅταν τις τὸν τυφλὸν πολὺ βλέποντα εἴποι, ἢ τὸ ὄξος γλυκάδιον, ἢ τὸ λευκός ἐστιν ὡς Αἰθίοψ.
8tιδʹ. ΠΕΡΙΦΡΑΣΙΣ.
9Περίφρασίς ἐστι περισσὴ φράσις διὰ πλειόνων λέ‐
10ξεων ἕν τι σημαίνουσα, ὡς ὅταν ἀντὶ τοῦ εἰπεῖν μὰ τὸν θεὸν εἴπῃ τις μὰ τὴν φοβερὰν ἡμέραν τοῦ θεοῦ. οὐδὲ γὰρ πλέον τι ἐσήμαινε διὰ τῶν πολλῶν τούτων λέξεων εἰ μὴ τὸν θεόν. διαφέρει δὲ φράσις, περίφρασις, μετά‐ φρασις, ἔκφρασις, ἀντίφρασις καὶ σύμφρασις. φράσις
15μὲν γὰρ ἡ ἁπλῶς λέξις λέγεται, περίφρασις δὲ ἡ πε‐ ρισσὴ φράσις, ὡς τὸ κάλεσόν μοι τὴν βίην τοῦ Ἡρα‐ κλέους, ἀντὶ τοῦ τὸν Ἡρακλῆν, μετάφρασις δὲ ἡ ἐναλ‐ λαγὴ τῶν λέξεων κατὰ τὸ ποσὸν ἢ πλειόνων ἢ ἐλαττό‐ νων μετὰ ῥητορικοῦ κάλλους γινομένη, ὡς ὁ Μεταφρα‐
20στὴς ἡμῖν δείκνυσιν ἐν ταῖς μεταφράσεσι· παράφρασις δὲ ἡ ἐναλλαγὴ τῶν λέξεων κατὰ τὸ ποσὸν τῶν αὐτῶν, ὡς τὸ
μῆνιν ἄειδε θεά, παραφράζων εἶπε, τὴν ὀργὴν εἰπὲ ὦ Μοῦσα. ἔκφρασις
25δὲ ἡ λεπτομερὴς διήγησις, ἡ ἐνεργῶς καὶ σχεδὸν εἰς ὄψιν φέρουσα ἡμῖν τὸ διηγούμενον, ὅπως ἔχει θέσεως καὶ κάλλους, ὡς ἡ ἔκφρασις τοῦ ἱεροῦ Ἀλεξανδρείας ἢ πόλεων ἑτέρων τινῶν. ἀντίφρασις δὲ ἡ δι’ ἐναντίων λέξεων τὸ ἐναντίον σημαίνουσα, ὡς ἀργυροῦς Αἰθίοψ.
30σύμφρασις δὲ ἡ συνακολούθησις τοῦ λόγου ἢ λέξεων
σύνθεσις, ὡς νωβελήσιμος ὑπέρτατος.251

252

(1t)

ιεʹ. ΕΛΛΕΙΨΙΣ.
2 Ἔλλειψίς ἐστι λόγος ὁ μὴ κατὰ τὸ πλῆρες ἐκφερόμε‐ νος, παρέχων δὲ ἡμῖν νοεῖν τὸ ἑπόμενον, ὡς ὅταν τις πεν‐ θῶν καὶ ὀδυρόμενος εἴπῃ, τὸ στῆθός μου ἔτυπτον ἀμφο‐
5τέραις, δηλονότι χερσίν, ἢ ὡς παρὰ τῷ ποιητῇ κόπτων ἀμφοτέραις, τουτέστι χερσίν.
7tιϛʹ. ΠΛΕΟΝΑΣΜΟΣ.
8 Πλεονασμός ἐστιν, ὅταν πλεονάζῃ λέξις μηδέν τι πλέον σημαίνουσα, εἰ μὴ τὸ αὐτό, ὡς ἔχει τὸ ἀντίος
10ἐναντίος, καὶ ἔναντι κατέναντι.
11tιζʹ. ΕΠΑΝΑΛΗΨΙΣ.
12 Ἐπανάληψίς ἐστι λέξις δὶς παραλαμβανομένη ἐπι‐ τάσεως εἴτουν αὐξήσεως χάριν, ὡς ὅταν τις τοῦ ἐγνω‐ σμένου πράγματος τὴν εἴδησιν ἡμῖν διαβεβαιούμενος
15εἴπῃ, οἶδα τὸ πρᾶγμα, οἶδα, δὶς τὸ οἶδα λέγων· ἢ εἴπῃ κακὸν τὸ ἁμαρτάνειν, κακόν.
17tιηʹ. ΕΞΟΧΗ.
18 Ἐξοχή ἐστιν ἡ μετὰ τὴν κοινὴν σημασίαν ἰδικῶς καθ’ ὑπεροχὴν τῷ ὀφείλοντι προσνεμομένη, ὡς τὸ ἐν τῷ
20εὐαγγελίῳ ῥηθὲν ὑπὸ τοῦ Κυρίου, εἴπατε τοῖς μα‐ θηταῖς μου καὶ τῷ Πέτρῳ. κατ’ ἐξοχὴν γὰρ τὸ ὄνομα τοῦ Πέτρου ἐνταῦθα εἴληπται, ἐπεὶ καὶ διὰ τοῦ εἴπατε τοῖς μαθηταῖς μου συμπεριελήφθη· εἷς γὰρ τῶν μαθητῶν καὶ αὐτός.
25tιθʹ. ΥΠΕΡΒΟΛΗ.
26 Ὑπερβολή ἐστι φράσις ὑπερβαίνουσα τὴν ἀλήθειαν αὐξήσεως χάριν, ὡς ὅταν τις τὸν γοργῶς τρέχοντα εἴπῃ, ὅτι τρέχει, ὡς ὁ ἄνεμος· ἢ ὑπερβολή ἐστι λόγος ὑπεραί‐ ρων τὴν ἀλήθειαν ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα. ἐμφά‐
30σεως, οἷον
ἄκρον ἐπ’ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·252

253

καὶ φαεινότεροι πυρὸς αὐγῆς, καὶ λευκότεροι χιόνος· ἐμφαίνουσι γὰρ τὸ λίαν ἐν τῷ τρέχειν μετέω‐ ρον καὶ τὸ πάνυ φωτεινὸν καὶ τὸ λίαν λευκόν. ὁμοιώ‐ σεως δέ, ὡς τὸ θείειν δ’ ἀνέμοισιν ὁμοῖοι, καὶ
5ἀδαμάντινος ἦν τὸ σῶμα, φοῖνιξ τὴν εὐθύτητα τοῦ σώ‐ ματος καὶ εἴ τι ὅμοιον.
7tκʹ. ΑΙΝΙΓΜΑ.
8 Αἴνιγμά ἐστι λόγος σκοτεινὸν καὶ κεκαλυμμένον ἔχων ἐν ἑαυτῷ τὸ νοούμενον, ὡς τὸ προβληθὲν ζήτημα
10παρὰ τοῦ Σαμψὼν τοῖς ἀλλοφύλοις, ἐν ᾧ φησιν, ἐκ τοῦ ἐσθίοντος ἐξῆλθε βρῶσις, σημάναντος τὸν λέοντα ὅνπερ ἀνεῖλε, καὶ τὸ εὑρεθὲν ἐν τῷ στόματι αὐτοῦ ἀπὸ μελισ‐ σείου κηρίου· καὶ ὡς ἐκεῖνο τὸ λέγον, ζυγὸν μὴ ὑπερ‐ βαίνειν, ἀντὶ τοῦ δίκαιον, καὶ γαμψώνυχας μὴ τρέφειν,
15ἤγουν ἅρπαγας φεύγειν· μελάνουρον μὴ ἐσθίειν, ἤτοι ψεῦδος μὴ προΐεσθαι· τοῦτο γὰρ ὕστερον ἀμαυροῦται· μαχαίρᾳ τὸ πῦρ μὴ σκαλεύειν, ἀντὶ τοῦ θυμούμενον μὴ προσερεθίζειν. λέγεται δὲ καὶ αἴνιγμα καὶ ἀπὸ τοῦ ἐναντίου, οἷον ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, ὡς ὁ εὐ‐
20νοῦχος διὰ τὸ μὴ δύνασθαι γεννᾶν ὅμοιον αὐτῷ, καὶ τὸ ὄρνις καὶ οὐκ ὄρνις, ἡ νυκτερὶς διὰ τὸ δερμόπτερον καὶ ὠδοντωμένον· καθημένη καὶ οὐ καθημένη· ὑπτία γὰρ ἦν· λίθος καὶ οὐ λίθος, ἡ κίσσηρις δηλονότι, διὰ τὸ ἐπὶ τοῦ ὕδατος πλέειν· ἔβαλε κοὐκ ἔβαλε, διὰ τὸ βαλεῖν μέν,
25ἀστοχῆσαι δέ. γίνεται δὲ καὶ κατὰ συμβεβηκός, ὡς τὸ εἰσὶ κασίγνητοι δύο, ὧν ἡ ἑτέρα τίκτει τὴν ἑτέραν, αὕτη δὲ ἡ τεκοῦσα ταύτην ὑπὸ τῆσδε τεκνοῦται· λέγονται δὲ οὕτως ἡ ἡμέρα καὶ ἡ νύξ. διαφέρει δὲ τὸ αἴνιγμα τῆς ἀλ‐ ληγορίας, ὅτι ἐκείνη προτροπῆς ἢ ἀποτροπῆς ἢ σεμνότη‐
30τος ἕνεκεν ἢ εὐλαβείας λαμβάνεται, τοῦτο δὲ χάριν ἀσα‐
φείας μόνης, καὶ ὅτι ἐκείνη σαφεστέρα τούτου πολλῷ.253

254

(1t)

καʹ. ΠΑΡΑΒΟΛΗ.
2 Παραβολή ἐστι φράσις δι’ ὁμοίων καὶ γινωσκομέ‐ νων ἐπ’ ὄψιν ἄγουσα τὸ νοούμενον, ὡς ἔχει ἡ τοῦ Κυρίου περὶ τοῦ ἀσώτου παραβολή, ἐν ᾗ δείκνυσι τὴν τοῦ θεοῦ
5φιλανθρωπίαν καὶ τὴν τοῦ ἑαυτοῦ παρτὸς ἀγαθότητα, καὶ πῶς προσίεται τοὺς μετανοοῦντας.
7tκβʹ. ΑΝΤΑΠΟΔΟΣΙΣ.
8 Ἀνταπόδοσίς ἐστιν ἐπεκδιδαχὴ τῶν ἐν τῇ παραβολῇ ὑποκειμένων πραγμάτων, ὡς ἵνα εἴπωμεν, ᾧ λόγῳ ἐχρή‐
10σατο ὁ πατὴρ τοῦ ἀσώτου, τοιούτῳ καὶ ὁ θεὸς προσαρ‐ μόζεται τοῖς ἀνθρώποις, καὶ δείξωμεν συγκρίνοντες τὰ πράγματα τῆς παραβολῆς, τὴν ὁμοίωσιν.
13tκγʹ. ΠΡΟΣΩΠΟΠΟΙΙΑ.
14Προσωποποιΐα ἐστίν, ὡς ὅταν τις τοῖς ἀψύχοις πρό‐
15σωπα ἔσθ’ ὅτε καὶ λόγους ἁρμοδίους προσάπτῃ, ὡς τὸ οἱ οἰωνοὶ διηγοῦνται δόξαν θεοῦ.
17tκδʹ. ΠΑΡΑΔΕΙΓΜΑ.
18 Παράδειγμά ἐστι λόγος πρὸς ἕτερόν τι συγκριτικῆς δείξεως ἔμφασιν ἔχων, ὡς τὸ Σολομῶντι ῥηθὲν μίμη‐
20σαι τὸν μύρμηκα, ὦ ὀκνηρ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, τὸ πονικὸν αὐτοῦ ζηλοῦν ἡμᾶς παρα‐ κελευόμενος, οὐ τὴν φύσιν.
23tκεʹ. ΕΙΡΩΝΕΙΑ.
24Εἰρωνεία ἐστὶ λόγος ὑποκοριστικὸς δι’ ἐναντίου τὸ
25ἐναντίον δηλῶν. τῆς δὲ εἰρωνείας εἴδη δʹ, χλευασμός, μυκτηρισμός, σαρκασμός, ἀστεϊσμός. χλευασμὸς λόγος μετὰ μειδιάματος ἐξερχόμενος, ὡς ὅταν τις τὸν ῥιψάσπι‐ δα γελῶν ἀνδρεῖον πολεμιστὴν εἴποι. μυκτηρισμὸς δὲ λόγος διασυρτικὸς μετὰ τῆς τῶν ῥινῶν ἐπιμύξεως γινό‐
30μενος, ὡς ὅταν τὸν ἐπὶ κακῷ ἁλόντα ὀνειδίζοντες εἴπω‐
μεν, πνεῦμα διὰ τῶν ῥινῶν ἐκφέροντες, καλὸν ἔργον254

255

ἐποίησας, ὦ ἑταῖρε, καὶ ἀναγκαῖον καὶ φρονίμου ἀνδρός. σαρκασμὸς δὲ λόγος τὴν ἀλήθειαν διὰ χρηστῶν ῥημά‐ των ἐκφέρων, ὡς ὅταν τὸν ἐν προλήψει τιμῆς περιπε‐ σόντα κακοῖς καὶ διὰ τοῦτο ἀτιμαζόμενον ἐπεγγελῶντες
5εἴπωμεν, εἰς μεγάλην δόξαν καὶ τιμὴν ἤγαγες σεαυτόν, ὦ ἑταῖρε. ἀστεϊσμὸς δὲ λόγος ἀφ’ ἑαυτοῦ διασυρτικός, ὡς ὅταν τῷ μηδὲν ἐπισταμένῳ εἴποιμεν, σὺ εἶ ὦ ἑταῖρε τῶν λόγων τὸ κλέος.
9tκϛʹ. ΣΧΗΜΑ.
10 Σχῆμά ἐστιν ἀπολογίαν ἔχων σολοικισμός, ὡς ἵνα εἴπωμεν, ὁ κύριος Ἰωάννης, ὃν ὁ θεὸς ἐλεήσει, καλὸς ἄνθρωπός ἐστιν.
13tκζʹ. ΥΣΤΕΡΟΛΟΓΙΑ.
14Ὑστερολογία ἐστὶ λόγος πρῶτος ὕστερος λεγόμενος
15καὶ διὰ τοῦτο πρωθύστερος ὀνομαζόμενος, ὡς ὅταν εἴ‐ ποιμεν, καλῶς ἐτελειώθη ὁ δεῖνα καὶ καλῶς ἐβίωσεν, ἀντὶ τοῦ εἰπεῖν καλῶς ἐβίωσε καὶ καλῶς ἐτελειώθη· πρῶτον γὰρ βιοῖ τις καὶ ὕστερον τελειοῦται.
19t[ΠΑΡΑΠΛΗΡΩΜΑ.
20 Παραπλήρωμά ἐστι λέξις ἐκ περισσοῦ λαμβανομένη κόσμου χάριν ἢ μέτρου. κόσμου μέν, οἷον καί κέ τις ὧ δ’ ἐρέει· περισσεύει γὰρ τὸ κὲ, οὗ καὶ χωρὶς σώζε‐ ται τὸ μέτρον· μέτρου δέ, οἷον
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
25ἀναγκαία γὰρ ἐνταυθοῖ ἡ πρὸ πρόθεσις ἐγίνετο διὰ τὸ μέτρον. καὶ αὖθις
Πάνδαρος ᾧ καὶ τὸ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε. τοῦ καὶ συνδέσμου καὶ ἐνταυθοῖ διὰ τὸ μέτρον ληφθέν‐ τος. τούτων τῶν συνδέσμων καὶ ἐνταυθοῖ περισσῶν ὄν‐
30των ὅμως διὰ τὸ σωθῆναι τὸ μέτρον ἐλήφθησαν.255

256

(1t)

ΧΑΡΙΕΝΤΙΣΜΟΣ.
2 Τί ἐστι χαριεντισμός; λόγος εὐτράπελος, ἐν ᾧ δια‐ χεῖται ὅ τε λέγων καὶ ὁ ἀκούων.
4tΕΠΕΞΗΓΗΣΙΣ.
5 Ἐπεξήγησίς ἐστιν ἀσαφοῦς λέξεως ἢ λόγου σαφη‐ νισμός, λέξεως μέν, ὡς τὸ λάβετε ἀκινάκην, ὅ ἐστι Περ‐ σικὸν ξίφος· λόγου δέ, ὡς τὸ ὁ οἶκος βεβαίως οὐκ οἰ‐ κειοῦται· λέγω δέ, ὡς οἱ μένοντες ἐν τούτῳ ταχέως μετέρχονται.
10tΑΠΟ ΚΟΙΝΟΥ.
11 Ἀπὸ κοινοῦ ἐστι λέξις ἅπαξ μὲν λεγομένη, καὶ ἔξω‐ θεν λαμβανομένη, οἷον ἀπελθὼν ᾔτησε τοὺς ἄνδρας, μάλιστα δὲ Χαρίδημον καὶ Ἵππαρχον· καὶ Ὅμηρος
ἐλίσσετο πάντας Ἀχαιούς,
15 Ἀτρείδα δὲ μάλιστα. ἀπὸ κοινοῦ γὰρ ἐπ’ ἐκείνους μὲν τὸ ᾔτησεν, ἐπὶ τούτου δὲ τὸ ἐλίσσετο.
18tΕΤΕΡΟΓΕΝΕΣ.
19Ἑτερογενές ἐστι μετάβασις ἀπὸ γένους εἰς γένος
20πρὸς τὸ νοούμενον, οἷον τὰ περὶ θαλάσσης φοβερά εἰσιν ἐρημίαι οὖσαι· καὶ ὁ θεολόγος, παρ’ ἑαυτοῦ δὲ πνοὴν ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν οἶδεν ὁ λόγος.
24tΕΤΕΡΟΠΡΟΣΩΠΟΝ.
25 Ἑτεροπρόσωπόν ἐστιν, ὅταν ἕτερον πρόσωπον ὑπο‐ βάλλωμεν λέγον, ἃ ἡμεῖς ἐμέλλομεν λέγειν, οἷον πάντες οἱ Αἰγύπτιοι βοῶσι τὴν ἀδικίαν ἡμῶν· ἢ ὅταν αὐτοὶ μὲν λέγωμεν, πρὸς ἕτερον δὲ ἀποτεινώμεθα καὶ οὐ πρὸς τὸν ἀδικήσαντα, οἷον ἐγὼ δὲ εἰδώς τινα βλάπτοντα τὸν
30πέλας εἶπον πρὸς αὐτόν, ὡς ἀδικεῖς τὸν πέλας.]256