TLG 4093 009 :: Georgius CHOEROBOSCUS :: De spiritibus (excerpta)

Georgius CHOEROBOSCUS Gramm., Diaconus
(Constantinopolitanus: A.D. 9)

De spiritibus (excerpta)

Source: Valckenaer, L.C. (ed.), Ammonius. De differentia adfinium vocabulorum, 2nd edn. Leipzig: Weigel, 1822: 188–215.

Citation: Page — (line)

188

(1t)

ΛΕΞΙΚΟΝ
2tΠΕΡΙ
3tΠΝΕΥΜΑΤΩΝ
4tΕΚΛΕΓΕΝ
5tΕΚ ΤΩΝ ΠΕΡΙ ΠΝΕΥΜΑΤΩΝ
6tΤΡΥΦΩΝΟΣ, ΧΟΙΡΟΒΟΣΚΟΥ,
7tΘΕΟΔΩΡΙΤΟΥ ΚΑΙ ΕΤΕΡΩΝ
8tΚΑΙ ΑΝΤΙΓΡΑΦΟΙΣ ΔΙΑΦΟΡΟΙΣ ΑΝΤΙΒΛΗΘΕΝ
9tΚΑΙ ΟΡΘΩΘΕΝ.
10Τὸ Α πρὸ ἑαυτοῦ ψιλοῦται ἀεί. οἷον, ἀαρών. Ἄαπτος, ὁ ἀπροσπέλαστος, καὶ οὗ μὴ δύναταί τις ἅψασθαι. Τὸ Α πρὸ τοῦ Β, εἰ μὴ ἐπάγοιτο τῷ Β τὸ Ρ, ψιλοῦται. οἷον, ἀβειρῶν. ἀβιμέλαχ. ἄβαρις. ἄβυδος. καὶ τὰ λοιπά. τὸ μέντοι ἁβραάμ. καὶ ἁβράμιος. καὶ ἁβρός.
15ἁβρότης. ἁβρότονον. ἃ πάντα ἀπὸ τοῦ ἁβρὸς γίνεται, καὶ ὅσα ἐκ τούτου, δασύνονται, ὅτι ἐπάγεται τῷ Β τὸ Ρ. σεσημείωται ἐν τούτοις τὸ Ἀβρότη νὺξ, ἐν ᾗ βροτὸς οὐ πορεύεται. καὶ Ἀβροτάζω, τὸ ἁμαρτάνω, κυρίως δὲ, τὸ βροτοῦ ἀποτυγχάνω· τοῦ Α κατὰ στέρησιν ἐπὶ τούτων
20λαμβανομένου. καὶ Ἄβρομοι, οἱ πολύηχοι, τοῦ Α κατ’ ἐπίτασιν λαμβανομένου, ἢ κατὰ στέρησιν, ἤγουν οἱ βρόμον μὴ ἔχοντες. Τὸ Α πρὸ τοῦ Γ ψιλοῦται. ἄγαν. ἀγείρω. ἀγορά.
Ἄγνος, τὸ φυτόν. τὸ μέντοι Ἁγνὸς, ὁ καθαρός. καὶ ἅγιος.188

189

καὶ ἁγιάζω. καὶ ἁγιωσύνη. καὶ ἁγνίζω. καὶ ἁγνισμός. καὶ ὅσα ἐκ τοῦ Ἅζω ῥήματος, ὃ δηλοῖ τὸ σέβομαι, τὴν δασεῖαν φυλάττουσιν. Τὸ Α πρὸ τοῦ Δ ψιλοῦται. ἀδάμ. ἄδωνις. ἀδελφός.
5Ἀδριὰς, κόλπος θαλάσσης. πλὴν τοῦ ᾅδης. ἁδρύνω. ἁδρό‐ της. τὸ μέντοι Ἁδριὰς † παρ’ Ὁμήρῳ δασύνεσθαι φησὶν Ἡρωδιανὸς, ἐν δὲ τῷ Καθόλου ψιλοῦσθαι. Τὸ Α πρὸ τοῦ Ε ψιλοῦται. οἷον, ἀεί. ἀετός. Ἄελλα, ἡ συστροφὴ τοῦ ἀνέμου. Ἀερόπη, κυρίως. ἀένναον. ἀέριον.
10 Τὸ Α πρὸ τοῦ Ζ ψιλοῦται. Ἄζω, τὸ ξηραίνω. ἐξ οὗ καὶ Ἀζαλέος, ὁ κατάξηρος. καὶ Ἀζαρίας, κύριον. Ἄζωτος, πόλις. πλὴν τοῦ Ἅζω, τὸ σέβομαι, καὶ θαυμάζω. ἅζομαι. ἁζόμενος. Τὸ Α πρὸ τοῦ Η ψιλοῦται. οἷον, Ἀήτης, ἄνεμος.
15ἀηδών. καὶ τὰ ὅμοια. Τὸ Α πρὸ τοῦ Θ ψιλοῦται. οἷον, Ἄθως, ὄνομα ὄρους, οὗ ἡ γενικὴ, ἄθω· ὡς ὁ κάλως, τοῦ κάλω· καὶ ὁ ἄπρως, τοῦ ἄπρω· καὶ ὁ ταὼς, τοῦ ταώ. Ἀθῶος, ὁ ἀζήμιος. ἀθηνᾶ. ἀθροίζω. ἀθηρηλοιγός. καὶ τὰ λοιπά.
20 Τὸ Α πρὸ τοῦ Ι ψιλοῦται. οἷον, Ἀΐδης, ὁ ᾅδης. Ἀΐσσω, τὸ ὁρμῶ. Ἀΐω, τὸ ἀκούω. Ἀϊστῶσαι, τὸ ἀφα‐ νίσαι. καὶ τὰ λοιπά. Τὸ Α πρὸ τοῦ Κ ψιλοῦται. ἀκοή. ἄκμων. ἀκόνη. Ἀκαλήφη, εἶδος βοτάνης, ἡ λεγομένη κνίδη. Ἀκωκὴ, ἡ
25κεφαλὴ τοῦ βέλους. καὶ τὰ λοιπά. Τὸ Α πρὸ τοῦ Λ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. οἷον Ἀλῶ, τὸ πλανῶ. Ἄλη, ἡ πλάνη. Ἀλήτης, ὁ πλανήτης. Ἀλίτης, ὁ ἁμαρτωλός. καὶ ἀλιτρός. Ἄλυδις †, ἀντὶ τοῦ ὁμοῦ. Ἀλδήσκω, τὸ αὐξάνω. ἄλλος. καὶ ὅσα ἐξ αὐτοῦ.
30ἀλλοῖος. ἀλλοδαπός. ἀλλότριος. ἀλλόκοτος. ἀλλᾶς, ἀλλᾶντος. πλὴν τοῦ Ἃλς, ὃ θηλυκῶς μὲν λεγόμενον σημαίνει τὴν θάλασσαν, ἀρσενικῶς δὲ τὸ ἅλας. καὶ τῶν ἐξ αὐτοῦ, Ἁλίτης, ὁ θαλάσσιος. Ἅλιος, ὁ μάταιος, καὶ ὁ θαλάσ‐ σιος. ἁλουργίς. ἅλμη. ἁλιεύς. Ἁλικαρνασὸς, πόλις. καὶ
35ἁλίασος. ἁλίαρτος. Ἁλιζῶνες, ἔθνος, ἀπὸ τοῦ ὑπὸ τῆς ἁλὸς περιζωννύεσθαι. Ἁλυκὸν, τὸ ἁλμυρόν. Ἁλίζω, τὸ ἅλατι πάσσω. σὺν τούτοις καὶ τὰ ἄθροισμα σημαίνοντα.
Ἅλις, ἀντὶ τοῦ δαψιλῶς, καὶ αὐτάρκως. Ἁλίζω, τὸ189

190

συναθροίζω. καὶ Ἅλως, τὸ ἁλώνιον. σὺν τούτοις καὶ Ἁλῶ, τὸ κρατῶ. ἅλωσις. ἁλωτός. ἁλίσκω. ἅλυσις. σὺν αὐτοῖς καὶ τὸ Ἅλλομαι, διὰ δύο λλ, ὃ σημαίνει τὸ πηδῶ, καὶ ἁλλόμενος. καὶ Ἅλμα, τὸ πήδημα. Ἄλμα δὲ, τὸ ἄλσος,
5ψιλοῦται, ὡς καὶ ὁ Λυκόφρων, Ἵν’ ἄλμαθ’ ἵππου † καὶ χαμευνάδος μόροι. καὶ τὰ ὅμοια. τὸ μέντοι Ἆλτο, ἀντὶ τοῦ ἐπήδησεν, ὡς καὶ Ὅμηρος, ἆλτο χαμᾶζε, ψιλοῦται. τὸ Ἁλετρίβανον, εἰ μὲν παρὰ τὸ τοὺς ἅλας
10τρίβειν ἐτυμολογεῖται, δασύνεται· εἰ δὲ παρὰ τὸ Ἀλεῖν, ἤγουν ἀλήθειν καὶ τρίβειν, ψιλοῦται. λέγεται δὲ καὶ ἀλότριψ. Ἀλκυὼν, ἐκ τοῦ ἐν ἁλὶ κύειν ἐτυμολογεῖται, ὅμως ψιλοῦται, διὰ τὸ ἐπάγεσθαι τὸ Κ. Ἁλέα, ἡ θερμασία, δασύνεται παρὰ τοῖς Ἀττικοῖς, ἐν δὲ τῷ Κα‐
15θόλου ψιλοῦται· σὺ δὲ ψίλου κατὰ συνήθειαν. Ἄλυς, ποταμὸς, ὅθεν καὶ ἀλύτη, ψιλοῦται. ὡς καὶ Ἀλύτης, πολλὴν γὰρ χώραν περιτρέχει· τινὲς δὲ δασύνουσιν, ἁλυκὸν ὕδωρ λέγοντες ἔχειν αὐτόν. Ἄλυς δὲ, ἡ ἀδημονία, παρὰ πᾶσι ψιλοῦται.
20 Ἄλλως. Τὸ Α πρὸ τοῦ Λ, ἐπαγομένου συμφώνου τῆς πρώτης συζυγίας τῶν βαρυτόνων, ἢ τῆς δευτέρας, ἢ τῆς τρίτης, ψιλοῦται. οἷον, Ἄλπεις, ὄνομα ὄρους ἐν Ἰταλίᾳ. Ἀλφειὸς, ποταμὸς ἐν Ἀρκαδίᾳ. ἀλγηδών. Ἀλκὴ, ἡ δύναμις. Ἀλδήσκω, τὸ αὐξάνω. Ἀλθαία, εἶδος βοτά‐
25νης. καὶ Ἀλθαίνω, τὸ θεραπεύω. ὅθεν τὸ Ἀλκυὼν, ὄνομα ὀρνέου τινὸς ἐν τῇ θαλάσσῃ τίκτοντος, εἰ καὶ παρὰ τὸ ἐν τῇ ἁλὶ κύειν ἐτυμολογεῖται, ἀλλ’ ὅμως ψιλοῦται, διότι ἐπάγεται τὸ Κ. ὡσαύτως καὶ τὸ ἆλτο. καὶ τοῦτο δείκνυσιν ἡ συναλοιφή. φησὶ γὰρ Ὅμηρος ἐν τῇ Φῖ ῥαψῳδίᾳ τῆς
30Ἰλιάδος,
Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων. Τὸ Α πρὸ τοῦ Μ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. οἷον ἀμνός. Ἀμύνω, τὸ βοηθῶ. καὶ Ἀμύνομαι, τὸ τιμωρῶ. ἀμείβω. Ἀμῶ, τὸ θερίζω. Ἄμη, ἡ δρεπάνη. τινὲς δὲ
35δασύνουσι τὴν ἅμην, ἐτυμολογοῦντες ἀπὸ τοῦ ἅμα πολλοὺς τέμνειν στάχυας. Ἀμάλη, ἡ ἀγκάλη. ἀμαθύνω. Ἄμης, πλακοῦς. ἄμμος. ἄμαθος. Ἄμμυδις, Αἰολικῶς, ἀντὶ τοῦ
ὁμοῦ. καὶ τὰ ἔχοντα τὸ Α στερητικόν. ἄμορφος. ἀμείλικτος.190

191

πλὴν τοῦ ἅμα, καὶ τῶν ἐξ αὐτοῦ. οἷον Ἁμαρτῆ, ἀντὶ τοῦ ὁμοῦ. ἅμιλλα. ἁμιλλῶμαι. ἅμαξα. σὺν τούτοις, ἁματροχιά. ἁμαρτάνω. ἁμαρτία. ἁμαρτωλός. Ἅμμα, ὁ δεσμός. (γρ. τὸ σχοινίον) παρὰ τὸ ἅπτομαι. Ἁμὶς, τὸ οὐροδόχον ἀγγεῖον.
5Ἁμνίον, τὸ εἰς ὑποδοχὴν αἵματος ἐπιτήδειον ἀγγεῖον. καὶ Ὅμηρος,
Περσεὺς δ’ ἁμνίον εἶχε. γίνεται δὲ ἀπὸ τοῦ αἷμα αἱμνίον, καὶ ἁμνίον κατὰ ἀπο‐ βολὴν τοῦ ι. Ἁμυδὶς, τὸ ὁμοῦ. ἁμωσγέπως. καὶ ἁμωσγέπη.
10τοῦτο δὲ παρὰ ἑτέροις ψιλοῦται, οἳ ἀπὸ τοῦ Ἀμὸς, ὃ σημαίνει τὸν ἡμέτερον, ἐτυμολογοῦσιν εἶναι. τὸ Ἄμμος παρὰ πᾶσι τοῖς Τεχνολόγοις δασυνόμενον εὗρον καὶ δι’ ἑνὸς μ. ἡ μέντοι συνήθεια τοῦτο ψιλοῖ, καὶ διὰ δύο μμ γράφει. τὸ Ἅμαξα δασύνεται, ὡς εἴπομεν, ἐκ τοῦ ἅμα
15ἄγεσθαι ὑπὸ δύο βοῶν· τινὲς δὲ ψιλοῦσιν αὐτὸ, ἐτυμολο‐ γοῦντες ἐκ τοῦ τὸν ἄμητον ἄγειν. ὅθεν καὶ Κατημαξευ‐ μένας ὁδοὺς καὶ λέξεις λέγομεν τὰς συνήθεις καὶ κατατε‐ τριμμένας. καὶ Ἀμαξιτὸς, ἡ ὁδός. δηλοῖ δὲ καὶ Ὅμηρος εἰπὼν,
20
Τείχεος αἰὲν ὑπ’ ἐκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο. Τὸ Α λῆγον εἰς Μ, ἐπιφερομένου συμφώνου, ψιλοῦ‐ ται ἀεί. ἄμφω. ἀμφίς. ἄμπυξ. ἄμπελος. καὶ τὰ ὅμοια. Τὸ Α πρὸ τοῦ Ν ψιλοῦται. ἀνία. ἄνεμος. ἀνεμώλιον. Ἀνύω, ὃ καὶ Ἀνύτω Ἀττικῶς γράφεται. καὶ τὰ λοιπά.
25πλὴν τοῦ Ἁνδάνω, τὸ ἀρέσκω. ἐκ γὰρ τοῦ Ἥδω, τὸ εὐ‐ φραίνω, γινόμενον τὴν δασεῖαν ἐφύλαξε τοῦ γεννήσαντος. Τὸ Α πρὸ τοῦ Ξ ψιλοῦται ἀεί. ἄξων. ἀξίνη. ἀξία. Ἄξυλος ὕλη, ἡ πολύξυλος. καὶ Ἄξυλος, κύριον ὄνομα. Τὸ Α πρὸ τοῦ Ο ψιλοῦται. οἷον Ἄορ, τὸ ξίφος.
30Ἀολλέες, οἱ συνηθροισμένοι. Ἀοσσητὴρ, ὁ βοηθός. καὶ τὰ λοιπά. Τὸ Α πρὸ τοῦ Π ψιλοῦται. ἀπηνής. ἀπόλλων. Ἀπολ‐ λῶτος, ὄνομα ἀποστόλου. ἀπάνθρωπος. ἀπώλεια. ἀπὸ, πρόθεσις· καὶ τὰ ἐξ αὐτῆς πάντα. πλὴν τοῦ ἅπας.
35ἁπλοῦς. ἁπλῶς, ἐπίῤῥημα. ἁπαλός. ἅπαξ. ἁπαξάπαντες. ἅπτομαι. καὶ ἅπαν. Τὸ Α πρὸ τοῦ Ρ, φωνήεντος ἢ συμφώνου ἐπαγομέ‐
νου, ψιλοῦται. οἷον ἀρά. ἀραῖος. ἀρέθας. ἄρσην. ἀριπρεπής.191

192

ἄρδην. ἀρνός. ἄροτρον. ἄρης. ἀρητός. Ἀρβύλη, καὶ Ἀρβυ‐ λὶς, εἶδος ὑποδήματος. ἀργία. Ἄρδω, τὸ ποτίζω. Ἄργος, πόλις. ἀργός. ἄρμενον. ἀρμένιος. καὶ Ἀρμοῖ, ἀντὶ τοῦ νεωστὶ, παρὰ Λυκόφρονι, ὡς τὸ,
5
Θύσσησιν ἀρμοῖ μηλάτων ἀπάργματα
Θύουσαν. πλὴν τοῦ ἁρμόζω. ἁρμογή. ἁρμός. ἁρμονία. Ἁρμαλιὰ, ἡ τροφὴ, ὅπερ ἀπὸ τοῦ ἁρμόζω γίνεται. ἅρμα. Ἅρκυς, ἡ παγίς. Ἅρπη, ἡ δρεπάνη. Ἅρπυια, εἶδος ἀνέμου σφοδροῦ.
10ἁρπάζω. ἅρπαξ. ἁρπαλέος. καὶ τῶν λοιπῶν, τῶν ἐχόντων ἐπαγόμενον τὸ Π. Τὸ Α πρὸ τοῦ Σ, ἑνὸς ἢ δισσοῦ, ψιλοῦται, φωνήεν‐ τος ἢ συμφώνου ἐπαγομένου. ἀσία. Ἄση, ἡ βλάβη. Ἀσά‐ μινθος, ἡ λεκάνη· παρὰ τὸ τὴν Ἄσιν, τουτέστι τὸν ῥύπον,
15μινύθειν καὶ ἐλαττοῦν. Ἆσσον, ἀντὶ τοῦ ἐγγύς. ἀσσυρία. ἀσκός. ἀσσύριος. ἀσπίς. ἄστυ. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἅσσα, ἀντὶ τοῦ ἅτινα. Ἄσσα δὲ, ἀντὶ τοῦ τινὰ ἀορίστως, ψιλοῦται. Τὸ Α πρὸ τοῦ Τ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. οἷον
20Ἄτη, ἡ βλάβη. Ἀτεράμων, ὁ σκληρός. Ἀτρεὺς, κύριον. Ἀττέλαβος, ἡ ἀκρίς. ἀττικός. Ἄτερ, ἀντὶ τοῦ χωρίς. Ἀτ‐ ταγὴν, εἶδος ὄρνιθος καταστίκτου, τὸ λεγόμενον ταγηνά‐ ριον. καὶ Ἄττα, ἀντὶ τοῦ τινὰ ἀορίστως. πλὴν τοῦ Ἅττα, ἀντὶ τοῦ ἅτινα. Ἅτε, ἀντὶ τοῦ καθά. καὶ Ἅτερος, ἀντὶ
25τοῦ ἕτερος. καὶ ἁτέρα, θηλυκόν. Τὸ Α πρὸ τοῦ Υ ψιλοῦται. Ἀϋτὴ, ἡ βοή. Ἀΰω, τὸ φωνῶ. ἐξ οὗ καὶ τὸ παρ’ Ὁμήρῳ,
ἀμφὶ δὲ νῆες
Σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν.
30ἀντὶ τοῦ φωνησάντων. Τὸ Α πρὸ τοῦ Φ ψιλοῦται. οἷον ἄφνω. ἀφανής. Ἄφαρ, ἀντὶ τοῦ εὐθέως. πλὴν τοῦ Ἁφὴ, εἴτε τὴν χεῖρα σημαίνει, εἴτε τὴν ἔξαψιν. Τὸ Α πρὸ τοῦ Χ ψιλοῦται. οἷον Ἄχος, ἡ θλίψις.
35Ἄχθος, τὸ βάρος. ἄχυρον. ἀχιλλεύς. ἀχιτόφελ. ἀχαιός. ἀχυρμιά. ἀχαία. καὶ τὰ ὅμοια. Τὸ Α πρὸ τοῦ Ψ ψιλοῦται. οἷον Ἂψ, ἀντὶ τοῦ
πάλιν, καὶ εἰς τοὐπίσω. ἐξ οὗ καὶ Ἄψοῤῥος, ὁ ὀπισθόρμητος.192

193

Ἄψυρτος. καὶ τὰ λοιπά. πλὴν τῶν παρὰ τὸ ἅπτω, καὶ ἅπτομαι· Ἁψίκορος, ὁ ἅμα τοῦ ἅψασθαι κορεννύμενος, τουτέστιν, ὁ ταχέως χορταζόμενος. ἁψιμαχία. ἁψὶς, ἁψίδος. καὶ Ἅψεα, τὰ μέλη.
5 Τὸ Α πρὸ τοῦ Ω μέγα ψιλοῦται. οἷον Ἄω, τὸ πνέω. Ἀωτᾶ, τὸ ὑπνώττω, καὶ ἀπανθίζω. καὶ Ὅμηρος,
ὕπνον ἀωτεῖς. καὶ Ἀωρὶ, ἀντὶ τοῦ παρὰ καιρόν.
9tΚαθολικοὶ κανόνες περὶ τοῦ Α.
10 Τὸ Α, εἴτε στέρησιν δηλοῖ, ὡς τὸ ἄφιλος καὶ ἄοικος· εἴτε ἐπίτασιν, ὡς τὸ Ἄξυλος ὕλη, ἡ πολύξυλος· εἴτε κακὸν, ὡς τὸ Ἄφωνος, ὁ κακόφωνος· εἴτε ὀλίγον, ὡς τὸ Ἀμαθὴς, ὁ ὀλιγομαθής· εἴτε πλεονάζει, ὡς ἐν τῷ, στάχυς ἄσταχυς, σταφὶς ἀσταφὶς, σπαίρω ἀσπαίρω· εἴτε τὸ ὀπίσω σημαίνει,
15ὡς τὸ Ἀκόλουθος, ὁ ὀπίσω τὴν κέλευθον ποιούμενος· εἴτε τὸ ὁμοῦ, ὡς τὸ Ἄλοχος, ἡ ὁμόκοιτος, καὶ Ἀκοίτης, ὁ ἀνήρ· εἴτε τὸ ἴσον, ὡς τὸ Ἀτάλαντον, τὸ ἰσόσταθμον, ψιλοῦται. Εἰ δὲ ἄθροισιν σημαίνει, δασύνεται. οἷον ἅπας. Ἁλίζω, τὸ συναθροίζω. τὸ μέντοι ἅλυσις, καὶ
20ᾅδης, κᾂν στερητικὸν ἔχωσι τὸ Α, δασύνονται. ἐκ γὰρ τοῦ Α στερητικοῦ μορίου, καὶ τοῦ λύω. καὶ ἐκ τοῦ Α, τοῦ σημαινομένου τὸ ὁμοῦ, καὶ τοῦ δῶ· πάντας γὰρ δεσμεῖ ὁ ᾅδης. Τὸ Α ἐν ταῖς προθέσεσι ψιλοῦται. ἀνά. ἀντί. ἀπό.
25ἐπειδὴ καὶ πᾶσα πρόθεσις ψιλοῦται. ἐκτὸς τῶν ἀπὸ τοῦ Υ ἀρχομένων. Τὸ Α πρὸ παντὸς φωνήεντος, κατὰ διάστασιν, ψι‐ λοῦται. ἀαρών. ἀηδών. τὸ γὰρ αἷμα, καὶ τὰ τοιαῦτα, μὴ κατὰ διάστασιν ὄντα, δασύνονται.
30 Τὸ Α ἐν τοῖς ὑποτακτικοῖς ἄρθροις δασύνεται. ἃ, ἃς, αἷς. ὡσαύτως καὶ ἐν τοῖς Δωρικοῖς. ἡμῶν, Ἁμῶν. ἡδὺ, Ἁδύ. Σημειωτέον, ὅτι τὸ Α πρὸ παντὸς φωνήεντος, καὶ πρὸ τῶν δύο δασέων τοῦ Θ Χ, καὶ πρὸ τοῦ Κ Ξ ψιλοῦ‐
ται ἀεί.193

194

(1t)

[ΑΡΧΗ ΤΟΥ Ε.]
2 Τὸ Ε πρὸ τοῦ Α δασύνεται. οἷον Ἑανὸν, τὸ λεπτὸν ἱμάτιον, ἢ τὸ ποικίλον. Ἑὰ, τὰ ἀγαθά. Ἑάλω, ἀντὶ τοῦ ἐκρατήθη. Ἕαται, ἀντὶ τοῦ κάθηνται, παρ’ Ὁμήρῳ,
5ὡς τὸ,
Οἳ δὴ νῦν ἕαται σιγῇ. καὶ τὰ λοιπά. πλὴν τοῦ ἔαρ καὶ τῶν ἐξ αὐτοῦ. Ἐαρίζω. Ἐαρινὸς καιρός. Ἐάω, τὸ καταλιμπάνω. καὶ τῶν ἐξ αὐτοῦ. καὶ Ἐαδότα, τὸν ἀρέσκοντα.
10 Τὸ Ε πρὸ τοῦ Β ψιλοῦται, εἰ μὴ ἐπάγοιτο τῷ Β τὸ Δ ἢ τὸ Ρ. οἷον Ἔβενος, ξύλον. Ἔβερ, κύριον. Ἐβιω‐ ναῖος, ὄνομα αἱρετικῶν τινῶν. καὶ τὰ ὅμοια. τὸ μέντοι ἕβδομος, ἑβραῖος, καὶ ὅσα ἐξ αὐτῶν, δασύνονται· ὅτι ἐπά‐ γοιτο τῷ Β τὸ Δ καὶ τὸ Ρ.
15 Τὸ Ε πρὸ τοῦ Γ ψιλοῦται ἀεί. οἷον ἐγώ. ἐγείρω. ἐγγύς. Τὸ Ε πρὸ τοῦ Δ ψιλοῦται. οἷον ἔδαφος. Ἔδεσσα, πόλις. Ἐδὸς, ὁ λαίμαργος. Ἔδω, τὸ ἐσθίω. Ἐδητὺς, ἡ εὐωχία. Ἐδωδὴ, ἡ τροφή. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἕδος, τὸ ἔδαφος, ἕδρα, καὶ τῶν ἐξ αὐτοῦ, ἑδραῖος, ἑδράζω,
20ἑδραίωμα. σὺν τούτοις Ἕδνον, ἡ προίξ. Ἑδώλιον, ἡ τῶν ἐρεσσόντων καθέδρα. Ἑδανὸν, τὸ ἡδύ. καὶ Ἑδεῖται, ἀντὶ τοῦ καθίσει. Τὸ Ε πρὸ ἑαυτοῦ ψιλοῦται. οἷον ἐείκοσιν, ἀντὶ τοῦ εἴκοσιν. Ἐεισάμενος, ἀντὶ τοῦ ὁμοιωθείς. καὶ Ὅμηρος,
25
Τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος. καὶ Ἔεργεν, ἀντὶ τοῦ ἐκώλυσεν. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑέρσα, ἡ δρόσος. καὶ Ἕετο, ἀντὶ τοῦ ἐνεδύετο. καὶ Ἑὲ, ἀντὶ τοῦ ἑαυτὸν, ὡς καὶ Ὅμηρος,
Σκύζεσθαί σοι φησὶ θεοὺς, ἑὲ δ’ ἔξοχα πάντων.
30καὶ Ἑέλδωρ, τὸ ἐπιθύμημα. τοῦτο δὲ ψιλούμενον εὗρον ἐν τοῖς Ἰωάννου. Τὸ Ε πρὸ τοῦ Ζ ψιλοῦται. οἷον ἐζεκίας. καὶ ὅσα κλιτικὸν ἔχει τὸ Ε, οἷον ἔζη. ἐζηλοτύπει. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἕζω, τὸ καθέζομαι.
35 Τὸ Ε πρὸ τοῦ Η δασύνεται. οἷον Ἑὴ, ἡ ἰδία. Ἑῆος, τοῦ ἀγαθοῦ καὶ προσηνοῦς. ἑήνδανε. καὶ τὰ λοιπά. πλὴν
τοῦ Ἔην, τοῦ ὑπῆρχε. καὶ Ἐηνὸς, ὄνομα ποταμοῦ.194

195

Τὸ Ε πρὸ τοῦ Θ ψιλοῦται, οἷον ἔθνος. ἔθος. Ἐθὰς, ὁ συνήθης. Ἔθειρα, ἡ θρίξ. ἐθέλω. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἕθεν, ἀντωνυμίας, ἀντὶ τοῦ αὐτοῦ. ὡς Ὅμηρος,
Πρόσθεν ἕθεν φεύγοντα.
5καὶ πάλιν,
οὐ ἕθεν ἐστὶ χερείων. καὶ Ἑθεὶς, ὁ ἐμβληθεὶς, καὶ ὁ ἀφεθείς. ἐκ τοῦ Ἕω, τὸ ἐμβάλλω, καὶ τὸ ἀπολύω. Τὸ Ε πρὸ τοῦ Κ δασύνεται. οἷον ἑκατόν. ἕκαστος.
10ἑκάτερος. Ἕκηλος, ὁ ἥσυχος. ἑκών. ἑκοῦσα. Ἑκατομβαιὼν, ὄνομα μηνός. Ἕκατι, ἀντὶ τοῦ χάριν. Ἑκὰς, τὸ πόῤῥω. καὶ τὰ ἐξ αὐτοῦ, ἑκηβόλος. ἑκάεργος. ἑκατηβελέτης. σὺν τούτοις, ἑκάβη. ἕκτωρ. ἑκάτη. ἕκτη. ἑκταῖον. ἕκτον. καὶ ὅσα ἀπὸ τοῦ ἓξ ἀριθμοῦ. πλὴν τοῦ Ἐκ, προθέσεως, καὶ τῶν
15ἐξ αὐτῆς συγκειμένων. οἷον ἔκπτωτος. ἔκβλητος. καὶ τῶν ἀπὸ κλίσεως ἐχόντων τὸ Ε, οἷον ἐκάλουν. ἔκρινον. ἐκεκτή‐ μην. καὶ τῶν ἀποβολὴν πασχόντων τοῦ Ε. οἷον ἐκεῖνος. ἐκεῖθεν. ἐκεῖθι. ἐκεῖσε. καὶ γὰρ λέγεται καὶ κεῖνος, καὶ κεῖθεν, καὶ κεῖθι, καὶ κεῖσε, κατὰ ἀποβολὴν τοῦ Ε. τὸ
20δὲ Ἐκυρὸς, ὁ πενθερὸς, καὶ Ἐκεχειρία, ἡ ἄδεια, κατὰ τὰ λελεγμένα κανόνας οὐκ ἔχοντα, ὅμως ψιλοῦνται. Τὸ Ε πρὸ τοῦ Λ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται, οἷον ἔλαφος. ἔλεος. Ἐλάτη, εἶδος δένδρου. ἐλεύθω. ἐλεγεῖον. Ἐλλεδανὸς, ὁ δεσμός. ἐλάχιστος. Ἐλλόβιον, τὸ ἐνώτιον.
25Ἐλῶ, τὸ ἐλαύνω. Ἔλλοπες, οἱ ἰχθύες. ἐλισσαῖος. καὶ τὰ λοιπά. πλὴν τοῦ ἕλλην. ἑλλάς. Ἑλλανοδίκαι, οἱ κριταὶ, οἱ εἰς τοὺς ἀγῶνας καθήμενοι. καὶ Ἕλλη, κύριον. ἀφ’ ἧς καὶ ἑλλήσποντος. ἑλληνοταμίας. ἑλένη. ἕλενος. Ἑλλὸς, ὁ ἔλαφος. Ἕλω, τὸ λαμβάνω, καὶ τὸ φονεύω. καὶ τὸ ἑλκύω,
30(ἀφ’ οὗ καὶ Ἑλώρια, τὰ σπαράγματα, καὶ ἑλκύσματα τῶν κυνῶν.) καὶ τὸ προκρίνω, ἀφ’ οὗ καὶ ἑλόμενος, ὁ προκρί‐ νας. Ἕλος, ὁ σύμφυτος τόπος. ἑλίκη. ἑλίσσω. ἕλιξ, ἕλικος. ὅθεν καὶ Ἑλίκωπες ἀχαιοὶ, καὶ Ἑλικῶπις κούρη. ἑλιγμα‐ τώδης. Ἑλικὼν, ὄρος. ἕλκω. ἑλκύω καὶ ἑλισάβετ.
35 Τὸ Ε πρὸ τοῦ Λ, ἐπαγομένου τοῦ Κ ἢ τοῦ Μ, δασύνεται. οἷον ἕλκος. ἕλκω. ἑλκύω. Ἕλμινς, ὁ ἐν τῇ γαστρὶ ἐκ σήψεος τικτόμενος σκώληξ. καὶ κλίνεται ἕλμιν‐
θος. ὡς τίρυνς, τίρυνθος. εἰ δὲ ἐπάγεται ἕτερον σύμφωνον,195

196

ψιλοῦται. οἷον ἐλπίς. ἐλθεῖν. Ἔλδεται, ἀντὶ τοῦ ἐπιθυ‐ μεῖ. καὶ Ὅμηρος,
Καδδὲ κτήματα πολλὰ, τά τ’ ἔλδεται ὅς κ’ ἐπιδευής. Τὸ Ε πρὸ τοῦ Μ, φωνήεντος ἢ συμφώνου ἐπαγομέ‐
5νου, ψιλοῦται. ἐμέ. ἐμός. Ἐμῶ, τὸ χέω. ἔμετος. ἔμπης. ἐμπόρευμα. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑμὺς, ἡ χελώνη, παρὰ τὸ ἓ ἤγουν ἑαυτὴν μύειν, τουτέστι κρύπτειν ἐντὸς τοῦ ὀστράκου. καὶ Ἕμα, τὸ ἄφεμα, καὶ ἡ πέμψις. Τὸ Ε πρὸ τοῦ Ν ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται. Ἐνὸς,
10ἐνιαυτός. Ἐνυὼ, ὄνομα πολεμικῆς θεᾶς. ἐξ ἧς καὶ Ἐνυά‐ λιος, Ἄρης, καὶ σάλπιγξ ὁ τῆς Ἐνυοῦς παῖς. καὶ Ἐνῶ, ἐνόσω, τὸ κινῶ, ἐξ οὗ καὶ Ἔνοσις, ἡ κίνησις. καὶ Ἐνο‐ σίχθων καὶ Ἐνοσίγαιος Ποσειδῶν, ὁ τὴν γῆν κινῶν. καὶ ἔναιτος. καὶ ἐναίτη. ἐννέα. καὶ ἐννενήκοντα. Ἔννη, ἡ νεομη‐
15νία. καὶ ἔννηφι. Ἐνηὴς, ὁ πρᾶος. καὶ τὰ λοιπά. πλὴν τοῦ ἕνεκα, ὃ καὶ ἕνεκεν γράφεται. ἓν, ἑνός. καὶ τῶν ἐξ αὐτοῦ. Ἑνὰς, ἡ μονάς. καὶ ἑνίζω. Ἑνῶ, τὸ μιγνύω, καὶ Ἕνωσις, ἡ μίξις. καὶ Ἕντο, ἀντὶ τοῦ ἐνεδύοντο. ἐν τοῖς Θεοδωρίτου τὸ Ἕνος καὶ Ἕνη δασυνόμενα εὗρον, ὡς ἀπὸ τοῦ ἑνὸς,
20καὶ δι’ ἑνὸς ν, τὸ ἕνη. σὺ δὲ ψίλου αὐτὸ κατὰ τὴν κρα‐ τοῦσαν συνήθειαν. Τὸ Ε πρὸ τοῦ Ξ δασύνεται. ἓξ, ἐπὶ ἀριθμοῦ. ἑξή‐ κοντα. ἑξακόσια. ἑξῆς. ἑξείης, τὸ αὐτό. Ἕξω, ἀντὶ τοῦ λάβω, ἐπὶ μέλλοντος, καὶ Ἕξις, θετικόν. πλὴν μόνης τῆς
25ἐξ προθέσεως, καὶ τῶν ἐξ αὐτῆς γινομένων. Ἔξωρος, ὁ παλαιός. ἐξορία. Ἔξαιτος, ὁ ἐξαίρετος, κατὰ συγκοπήν. καὶ τῶν ἀπὸ κλίσεως ἐχόντων τὸ ε. οἷον ἔξεον, ἔξαινον. Τὸ Ε πρὸ τοῦ Ο δασύνεται. οἷον Ἑὸν, τὸ ἴδιον, καὶ τὸ ἀγαθόν. ὡς τὸ,
30
θεοὶ δοτῆρες ἑάων. ἑορτή. ἑορτάζω. καὶ Ἕο, ἀντὶ τοῦ αὐτοῦ. ὡς τὸ,
ἕο μέγ’ ἀμείνονα φῶτα
Ἠτίμησε. ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. πλὴν τῶν ἀπὸ θέματος ἐχόντων αὐτό. ἔοικεν. ἔοργεν,
35ἔολπεν, ἀντὶ τοῦ ἔπραξε, καὶ ἀντὶ τοῦ ἤλπισε. καὶ Ἐὸν, τὸ ὑπάρχον. Τὸ Ε πρὸ τοῦ Π ψιλοῦται. Ἔπω, τὸ λέγω. Ἔπος,
τὸ λόγιον. ἐπαίτης. Ἐπήτης, ὁ λόγιος. ἐπὶ, πρόθεσις.196

197

καὶ ὅσα ἐξ αὐτῆς. οἷον ἐπιφορά. ἐπιτήδειος. ἐπίβουλος. καὶ ἐπήβολος. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἕπω, ἕπομαι, τὸ ἀκο‐ λουθῶ. καὶ ἑπτὰ, ἐπὶ τοῦ ἀριθμοῦ. καὶ ἑπτὰς, ἑπτάδος. καὶ ὅσα ἀπὸ τοῦ ἑπτά.
5 Τὸ Ε ἐπιφερομένου τοῦ Ρ, μετὰ φωνήεντος ἢ συμ‐ φώνου, ἢ αὐτοῦ τοῦ Ρ, ψιλοῦται· εἰ μὴ ἐπάγοιτο τῷ Ρ τὸ Δ, ἢ τὸ Μ, ἢ τὸ Κ, ἢ τὸ Π, ἢ τὸ Σ. οἷον ἔρως. ἐρωτῶ. Ἔρνος, ὁ κλάδος. Ἔρις, ἡ φιλονεικία. Ἐρύω, τὸ ἑλκύω. Ἔῤῥω, τὸ φθείρομαι. ἔρχομαι. καὶ τὰ λοιπά. εἴρη‐
10ται εἰ μὴ ἐπάγοιτο τῷ Ρ τὸ Δ, ἣ τὸ Κ, ἢ τὸ Μ, ἢ τὸ Π, ἢ τὸ Σ, διὰ τὸ Ἕρδω, τὸ πράττω. τοῦτο γὰρ ἐν τοῖς Ἰωάννου δασυνόμενον εὗρον· ἔνιοι δὲ ψιλοῦσιν αὐτό. οὗ ὁ μέλλων ἕρξω. Ἕρκος, τὸ περίφραγμα. Ἕρπω, ἀφ’ οὗ καὶ ἑρπετόν. καὶ ἑρπύζω. ἑρμῆς. Ἕρσα, ἡ δρόσος. καὶ
15Ἐρσήεις, ὁ δροσώδης. καὶ Ἕργμα, τὸ κώλυμα. Ἔρμα δὲ, τὸ ἔρεισμα, ψιλοῦται, ὡς ἀπὸ τοῦ ἔρεισμα γεγονὸς κατὰ συγκοπήν. ἐν δὲ τοῖς Θεοδωρίτου, ἀλλὰ καὶ ἐν πολλοῖς τῶν Σχεδεκτοτῶν † τὸ ἔρνος δασυνόμενον εὗρον. καὶ σὺ γοῦν δάσυνε μᾶλλον αὐτό. οἱ δὲ ψιλοῦντες κατὰ ἐτυμολογίαν
20ψιλοῦσιν, ὡς ἐκ τῆς ἔρας φυόμενον. Τὸ Ε πρὸ Σ, φωνήεντος ἢ συμφώνου ἢ αὐτοῦ τοῦ Σ ἐπαγομένου, ψιλοῦται. οἷον ἔσω, ἀντὶ τοῦ ἔσωθεν. ἔσοπ‐ τρον. Ἐσσαῖοι, καὶ Ἐσσηνοὶ, ὀνόματα ἐθνῶν. ἐσθὴς, ἐσθῆ‐ τος. ἐσθίω. Ἔσδρας, κύριον. Ἐσθλὸς, ἀγαθός. ἔσχατος.
25ἐσχάρα. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑσία, ἡ πρεσβεία. καὶ Ἕσσο, ἀντὶ τοῦ ἐνεδέδυσο. καὶ Ἑσσάμενος, ὁ ἐνδυσάμενος, ἀπὸ τοῦ Ἕω, ὃ σημαίνει τὸ ἐνδύομαι. ἑσπέρα. καὶ τῶν ἐξ αὐτῆς. Ἑσπόμεθα, ἀντὶ τοῦ ἀκολουθήσομεν. τοῦτο δὲ ἐν τοῖς Θεοδωρίτου ψιλούμενον εὗρον. Ἕστε ἀντὶ τοῦ ἕως
30οὗ. καὶ τῶν ἐχόντων τὸ Τ μετὰ τοῦ Σ. οἷον ἑστία. ἑστιῶ. ἑστίασις. Ἑστιαῖος, κύριον. ἕστηκα, ἑστηκὼς, ἑστὼς, καὶ ἑστάναι. τὸ δὲ ἔστην, ἔστησα, ἐστάθην, ἐστησάμην, ψι‐ λοῦνται, ὡς ἀπὸ κλίσεως ἔχοντα τὸ Ε, ἤγουν ἀπὸ αὐξή‐ σεως. σὺν τούτοις καὶ τὸ ἔστιν, ἀντὶ τοῦ ὑπάρχει, καὶ τὸ
35ἔστω, ἀπὸ τοῦ Ἔω, τὸ ὑπάρχω, γινόμενα. Τὸ Ε πρὸ τοῦ Τ ψιλοῦται. ἔτος. Ἐτεὸν, τὸ ἀλη‐ θές. ἔτυμον, καὶ ἐτήτυμον, τὸ αὐτό. Ἐτώσιον, τὸ μά‐
ταιον. Ἔτνος, τὸ φάβα. πλὴν τοῦ Ἕτοιμος, ὁ πρόχειρος.197

198

ἑτοιμάζω. ἑτοιλοπείθης †. Ἕτερος, ὁ ἄλλος. Ἑταῖρος, ὁ φίλος. ἑτέρα, ἡ ἄλλη. καὶ ἑτεροῖον. Ἑταῖρα καὶ Ἑταιρὶς, ἡ πόρνη. καὶ ἑταιρεία. καὶ τὰ τούτοις ὅμοια. τινὲς δὲ καὶ τὸ Ἕτνος δασύνουσιν, ὀφεῖλον ψιλοῦσθαι· δηλοῖ δὲ τὸν
5ἑψημένον κύαμον· γίνεται δὲ παρὰ τὸ Ἕω, τὸ ἀπολύω, ἕτος, καὶ πλεονασμῷ τοῦ ν ἔτνος, τὸ διαλελυμένον ὑπὸ τῆς ἑψήσεως, καὶ κλίνεται ἔτνους. καὶ Ἐτνήρυσις, τὸ κοχλιάριον, παρὰ τὸ τὸ ἔτνος ἀρύεσθαι. Τὸ Ε πρὸ τοῦ Υ, εἴτε ἐν συνελεύσει εἴτε ἐν δια‐
10στάσει ἐστὶ, ψιλοῦται. οἷον Ἐῢς, ὁ πλατὺς, καὶ ἀγαθός. εὐρύς. εὐρύνω. εὖ, ἀντὶ τοῦ καλῶς, καὶ τὰ ἐξ αὐτοῦ. πλὴν τοῦ εὑρίσκω, εὕρεσις, εὕρημα, εὕρω, εὑρήσω. Εὕω, τὸ φωτίζω. καὶ τὰ ὅμοια. Τὸ Ε πρὸ τοῦ Φ ψιλοῦται. ἔφεσις. ἐφετόν. ἔφεσος.
15ἐφραΐμ. ἔφορος. καὶ τὰ ὅμοια. πλὴν τοῦ Ἑφθὸς, ὁ ἑψημένος. Τὸ Ε πρὸ τοῦ Χ ψιλοῦται. ἔχις. ἐχθρός. ἔχω. ἐχῖνος. καὶ τὰ παραπλήσια. Τὸ Ε πρὸ τοῦ Ψ δασύνεται ἀεί. οἷον ἕψω, καὶ ἑψῶ,
20ἑψήσω. ἕψημα. ἑψητόν. Ἕψω, τὸ ἀκολουθήσω, ἐπὶ μέλ‐ λοντος. εἰ μὴ ἀπὸ κλίσεως εἴη, ἤγουν αὐξήσεως. οἷον ἐψι‐ λωμένος. ἔψυξα. ἐψώμισα. ἐψυχαγώγησα. Ἔψων, τὸ ἐσπόγ‐ γιζον. σημείωσαι καὶ τὸ Ἐψία, ὅ ἐστιν ἡ διὰ λόγων παι‐ διὰ, ἐκ τοῦ ἔπω, ἔψω, ὃ δηλοῖ τὸ λέξω. ἐξ οὗ καὶ Φι‐
25λέψιος, ὁ φιλοπαίγμων. Τὸ Ε πρὸ τοῦ Ω δασύνεται. οἷον Ἕως, ἡ ἡμέρα, καὶ ἡ ἀνατολή. καὶ τὰ ἐξ αὐτοῦ. ἕωθεν. ἑωθινός. Ἕωλος, ὁ χθεσινός. ἑωσφόρος. καὶ Ἑωϋτὸν, Ἰωνικῶς ἀντὶ τοῦ ἑαυτόν. σὺν τούτοις ἕως, ἐπίῤῥημα χρονικόν. καὶ Ἕω, τὸ
30ἐνδύομαι, καὶ τὸ πληρῶ, καὶ τὸ πορεύομαι, καὶ τὸ ἀπο‐ λύω. καὶ ἑώρακα, ἀπὸ θέματος, καὶ ἑωρακὼς, καὶ ἑωράκειν. πλὴν τοῦ Ἔω, τὸ ὑπάρχω. καὶ Ἐῶ, τὸ καταλιμπάνω. καὶ τῶν κατὰ αὔξησιν, ἐωνημένος. ἐῴκειν. ἐώργειν. περὶ ὧν αὐτίκα ἐροῦμεν.
35tΚαθολικοὶ κανόνες περὶ πνεύματος τοῦ Ε.
36Τὸ Ε πλεονάζον ἐν μὲν λέξεσι ψιλουμέναις ἀπὸ
φωνήεντος ἀρχομέναις μεταλαμβάνει τοῦ ψιλοῦ πνεύματος,198

199

ἐν δὲ δασυνομέναις τοῦ δασέος. καὶ τοῦ μὲν προτέρου πα‐ ράδειγμα τὸ ὠνημένος, Ἐωνημένος, ὁ ἀγορασάμενος. ᾠνο‐ χόει, Ἐῳνοχόει. ᾦξεν, Ἔῳξεν, ἀντὶ τοῦ ἀνέῳξεν. ἦν, Ἔην, ἀντὶ τοῦ ὑπῆρχεν. εἴκοσιν, Ἐείκοσι. τοῦ δὲ δευτέρου τὸ
5ὥρων, ἑώρων. ὥρακα, ἑώρακα. ἥνδανεν, ἑήνδανεν. εἷς, ἕεις. Τὸ Ε δασυνόμενον, ἐὰν προσλάβῃ τὸ Υ, ψιλοῦται. οἷον ἕκηλος, ὁ ἥσυχος, Εὔκηλος. ἕωλον, τὸ χθεσινὸν, Εὔωλον. τὸ δὲ Εὔαδεν, ἀντὶ τοῦ ἤρεσε, ψιλοῦται. διότι καὶ ἔαδεν. ἥμαρτον γὰρ οἱ δασύνοντες αὐτό.
10 Τὸ Ε κατὰ τοὺς παρῳχημένους προερχόμενον καὶ ἀποπίπτον ψιλοῦται· καὶ προέρχεται μὲν ἐν τοῖς ἐνεργητι‐ κοῖς καὶ παθητικοῖς τῶν ὁριστικῶν ῥημάτων, οἷον τύπτω ἔτυπτον. λέγω ἔλεγον. τύπτομαι ἐτυπτόμην. ἀποπίπτει δὲ ἐπὶ τῶν ἄλλων ἐγκλίσεων.
15 Τὸ Ε ἐν ταῖς ἀντωνυμίαις πρὸ συμφώνου ψιλοῦται. ἐγὼ, ἐμοῦ, ἐμοὶ, ἐμὲ, ἐμὸς, ἐμαυτόν. ἐκεῖνος. καὶ τὰ ὅμοια. τὸ δὲ ἑαυτὸν, καὶ τὰ τοιαῦτα, πρὸ συμφώνου μὴ ὄντα, δασύνεται. Τὸ Ε ἐν τοῖς ἀριθμοῖς δασύνεται. ἕν. ἕνδεκα. ἕξ.
20ἑξήκοντα. ἑξακόσια. ἑπτά. ἑβδομήκοντα. ἑπτακόσια. ἑκτόν. πλὴν τοῦ ἐννέα. ἐννενήκοντα. καὶ εἴκοσιν. Τὸ Ε ἐν ταῖς προθέσεσι ψιλοῦται. ἐπί, ἐξ. ἐκ. ἐν. εἰς. ἐς. ὡς καὶ πᾶν φωνῆεν ἐν αὐταῖς ἄνευ τοῦ υ. Σημειωτέον ὅτι τὸ Ε πρὸ τριῶν φωνηέντων, τοῦ Ε Η
25Ι, ψιλοῦται ἀεί. πλὴν τοῦ Ἑέλδωρ, τὸ ἐπιθύμημα. καὶ πρὸ τῶν τριῶν δασέων, τοῦ Θ Φ Χ, ψιλοῦται ἀεί. πλὴν τοῦ ἑφθός. καὶ πρὸ τοῦ διπλοῦ Ψ καὶ πρὸ τοῦ Γ.
28tΑΡΧΗ ΤΟΥ Η.
29Τὸ Η πρὸ τοῦ Α ἀπὸ κλίσεως ἤτοι αὐξήσεως εὑρί‐
30σκεται, καὶ ψιλοῦται. οἷον Ἠάκει, ἀντὶ τοῦ ἐθρήνησε. καὶ Ἠάριζον, ἀντὶ τοῦ, περὶ ἔαρος ἔλεγον. καὶ τὰ ὅμοια. Τὸ Η πρὸ τοῦ Β δασύνεται. οἷον Ἥβη, ἡ ἡλικία. καὶ τὰ ἐξ αὐτοῦ, Ἡβῶ. ἡβάσκω. Ἡβηδὸν, ἀντὶ τοῦ σὺν πάσῃ ἡλικίᾳ. πλὴν τοῦ Ἠβαιὸν, τὸ ὀλίγον, καὶ μικρόν.
35καὶ ἠβολεῖν †. καὶ τῶν μὴ παρὰ τὴν ἥβην γινομένων. τὸ μέντοι ἡβρύνετο, ὡς ἀπὸ τοῦ ἁβρὸς γινόμενον, δασύ‐
νεται.199

200

Τὸ Η πρὸ τοῦ Γ δασύνεται ἀεί. οἷον ἡγεμών. ἡγε‐ μονία. ἡγοῦμαι. ἡγούμενος. ἡγήτωρ. ἡγήσιππος. ἡγεσίλαος. καὶ τὰ λοιπά. πλὴν εἰ μὴ ἀπὸ κλίσεως εἴη. οἷον Ἠγμένος, ὁ ἀγόμενος. ἠγορόωντο. ἠγροικίσθην. ἤγαμεν. ἠγαπᾶτο. τὸ
5μέντοι ἡγνικότες ἐκ τοῦ ἁγνίζω γέγονε. τοῦτο δὲ ἐκ τοῦ ἁγνός· τὸ δὲ ἁγνὸς ἐκ τοῦ ἅζω ῥήματος τὴν δασεῖαν ἐφύ‐ λαξε. καὶ πλὴν εἰ μὴ κατὰ τροπήν ἐστι τοῦ Α εἰς Η, οἷον Ἠγάθεος, ὁ ἄγαν θεῖος. Τὸ Η πρὸ τοῦ Δ δασύνεται. ἡδὺς, ἡδίων, ἥδιστος.
10ἥδιον. ἡδονή. ἡδύνω. καὶ ἥδω. πλὴν τοῦ Ἠδωνοὶ, οἱ Μακε‐ δόνες. Ἤδη, ἀντὶ ἀπάρτι. Ἦδος, τὸ ὄφελος. ὅπερ ἐστὶν ἄκλιτον. καὶ Ἤδει, ἀντὶ τοῦ ἠπίστατο. καὶ τῶν ἀπὸ κλί‐ σεως ἐχόντων τὸ Η. ἠδούμην. Ἦδεν, ἀντὶ τοῦ ἔλεγεν. ἠδυνάμην. τὸ μέντοι ἡδρασμένος καὶ ἡδραιωμένος, ἀπὸ κλί‐
15σεως ἔχοντα τὸ Η, δασύνεται. ἀπὸ γὰρ τοῦ ἑδραιῶ καὶ ἑδράζω γεγόνασι. Τὸ Η πρὸ τοῦ Ε ψιλοῦται. Ἠετίων, κύριον. Ἠέ‐ λιος, ὁ ἥλιος. ἠερίβοια. Ἠεροφοῖτις ἐριννὺς, ἡ ἐν τῷ ἀέρι φοιτῶσα.
20 Τὸ Η πρὸ τοῦ Ζ ψιλοῦται. οἷον Ἤζανοι, ἔθνος. εἰ δὲ εὕρηται ἀπὸ κλίσεως, ἔχει τὸ πνεῦμα τοῦ θέματος. ὡς τὸ ἅζομαι ἡζόμην. Τὸ Η πρὸ τοῦ Θ ψιλοῦται. οἷον ἦθος. Ἠθμὸς, τὸ σακελιστήριον, ἐκ τοῦ Ἠθῶ, τὸ διϋλίζω. καὶ τὰ λοιπά.
25 Τὸ Η πρὸ τοῦ Ι ψιλοῦται. οἷον Ἤϊος, ἐπίθετον Ἀπόλλωνος, σημαίνει δὲ τὸν τοξότην. Ἠΐθεος, ὁ ἄγαμος, ἢ ὁ ἡμίθεος. Ἤϊα, τὰ βρώματα. Ἠϊὼν, ὁ αἰγιαλός. καὶ τὰ λοιπά. Τὸ Η πρὸ τοῦ Κ δασύνεται. Ἥκω, τὸ ἔρχομαι, καὶ
30τὰ ἐξ αὐτοῦ. Ἥκιστα, ἀντὶ τοῦ οὐδαμῶς. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἦκα, ἀντὶ τοῦ ἡσύχως. ἠκέστης. Ἠκέσατο, ἀντὶ τοῦ ἐθεράπευσεν. Ἤκαλον, ἀντὶ τοῦ ἠπάτων. καὶ τῶν ὁμοίων. Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται. Ἠλίας καὶ Ἠλεὶ, ὀνό‐
35ματα κύρια. ἠλέκτρα Ἠλεὸς, ὁ μάταιος. Ἠλεῖοι, ἔθνος, τοῦτο δὲ τινὲς δασύνουσιν, ἐκ τοῦ ἥλιος ἱστοροῦντες. Ἠλι‐ τόμηνον, τὸ ἡμιτελὲς κύημα, ἀπὸ τοῦ ἀλίζω, τὸ ἁμαρτά‐
νω, καὶ τοῦ μὴν μηνὸς, τὸ ἐστερημένον τῆς ἐννεαμήνου200

201

γεννήσεως. ἠλίθιος. ἠλιθιότης. καὶ τὰ λοιπά. πλὴν τοῦ ἥλιος. Ἧλος, τὸ καρφίον. ἡλικία. καὶ τῶν ἐξ αὐτῶν. ἡλιο‐ ειδής. Ἡλῶ, τὸ προσπαρφῶ †. ἥλιξ, ἥλικος, ἡλικιώτης. Ἥλων, ἀντὶ τοῦ ἐκρατήθην, ἀπὸ κλίσεως τοῦ ἁλῶ. Ἥλισεν,
5ἀντὶ τοῦ συνήθροισεν. Ἥλατο, ἀντὶ τοῦ ἐπήδησεν. Ἡλκω‐ μένος, ὁ τετραυματισμένος. τούτων γὰρ τὰ θέματα δασύ‐ νονται. τὰ δὲ λοιπὰ, ὅσα ἔχουσιν ἀπὸ κλίσεως τὸ Η, ψιλοῦνται. οὐ γὰρ ἔχουσιν ἀπὸ πρωτοτύπου φωνῆς τὸ δασὺ πνεῦμα. οἷον Ἠλόμην, τὸ ἐπλανώμην. ἠλαυνόμην.
10ἤλειψα. καὶ τὰ ὅμοια. Τὸ Η πρὸ τοῦ Μ ψιλοῦται. ἦμαρ. Ἠμάτιον, ἀντὶ τοῦ καθ’ ἡμέραν. Ἦμος. Ἠμαθόεις, ὁ ψαμμώδης. Ἠμω‐ δὸν, ὄρος. Ἠμὶ, τὸ φημί. Ἠμύω, τὸ ἐπικλίνω. καὶ Ὅμηρος,
15
ἐπί τ’ ἠμύει ἀσταχύεσσι. καὶ τὰ λοιπά. πλὴν τοῦ ἡμέρα. ἥμερος. ἡμερῶ, ῥῆμα. ἥμισυ. ἡμιόλιον. ἡμεῖς. ἡμέτερον. ἡμεδαπός. Ἥμων, ὁ ἀκοντιστής. καὶ ἀπὸ κλίσεως Ἡμμένος, ἐκ τοῦ ἅπτω. Ἥμενος, ὁ καθήμενος. τὸ δὲ Ἠμήκει, ἀντὶ τοῦ ἐθέρισεν,
20ἐκ τοῦ ἀμῶ, ψιλοῦται. Τὸ Η πρὸ τοῦ Ν ψιλοῦται. οἷον Ἦνις, ὁ ἐνιαύσιος. Ἦνοψ, ὁ μέλας, ἢ ὁ λαμπρός. Ἠνορέη, ἡ ἀνδρία. Ἠνε‐ μόεις, ὁ ὑψηλός. καὶ Ἠνεμόεσσα, ἡ ὑψηλή. καὶ τὰ ἀπὸ κλίσεως, οἷον ἠνόχλησα. ἠναιδησάμην. ἠνιάθην. καὶ Ἠνί‐
25παπεν, ἀντὶ τοῦ ἐκακολόγησε. πλὴν τοῦ Ἡνία, ὁ χαλινὸς, καὶ Ἡνίον, τὸ αὐτό. καὶ τῶν ἐξ αὐτοῦ. ἡνίοχος. ἡνιοχεύω. ἡνιοχεία. ἡνίκα. Ἥνδανεν, ἀπὸ τοῦ ἁνδάνω. καὶ Ὅμηρος,
Βουλὴν Ἥρα θεοῖσιν ἐφήνδανε μητιόωσι. Τὸ Η πρὸ τοῦ Ξ ἐν τῷ ἥξω μέλλοντι μόνῳ εὑρίσκε‐
30ται καὶ δασύνεται. τὰ δὲ ἔχοντα αὐτὸ ἀπὸ κλίσεως ψιλοῦν‐ ται. οἷον ἠξίωσα. Ἦξεν, ἀντὶ τοῦ ἤγαγε. Τὸ Η πρὸ τοῦ Ο ψιλοῦται. οἷον Ἠονεὺς, κύριον. καὶ ἀπὸ κλίσεως Ἠόνει, ἀντὶ τοῦ ἔβραχε. Τὸ Η πρὸ τοῦ Π ψιλοῦται. Ἠπῶ, τὸ ῥάπτω.
35Ἠπεδανὸς, ὁ ἀσθενῶν, καὶ ὁ χθαμαλός. Ἤπιος, ὁ πρᾶος. Ἠπεροπευτὴς, ὁ ἀπατεών. Ἤπειρος, ἡ γῆ. καὶ τὰ λοιπά. πλὴν τοῦ ἧπαρ, ἥπατος. ὅθεν καὶ ἡπατοσκοπία. καὶ τῶν
ἐξ αὐτοῦ.201

202

Τὸ Η πρὸ τοῦ Ρ, μετὰ φυσικοῦ μακροῦ, δασύνεται. οἷον ἥρα. ἥρως. Ἥρων, κύριον. ἡρώδης. ἡρωδιανός. ἡρακλῆς. μετὰ δὲ βραχέος ψιλοῦται. οἷον Ἠριδανὸς, ποταμός. Ἠρύγιον, εἶδος βοτάνης. ἠριγένεια. ἠριγόνη. Ἠρίον, ὁ
5τάφος. Ἤρεμος, ὁ ἥσυχος. ἠρεμῶ. ἠρεμία. Ἠριγέρων, βο‐ τάνη, παρὰ τὸ ἐν τῷ ἦρι γηρᾷν. Ἠρινὸς καιρὸς, ὁ ἐαρι‐ νός. καὶ Ἠρέταινος, κύριον. τὸ μέντοι ἡρόδοτος καὶ ἡρό‐ φιλος, ἐκ τοῦ ἥρα γεγονότα κατὰ τροπὴν τοῦ μακροῦ εἰς βραχὺ, δασύνονται. τὸ δὲ ἠρόμην, καὶ ἠρήρειστο, καὶ ἤρετο,
10ἐκ κλίσεως ὄντα, ψιλοῦται. Τὸ Η πρὸ τοῦ Σ, φωνήεντος ἢ συμφώνου ἐπαγο‐ μένου, ἢ αὐτοῦ τοῦ Σ, δασύνεται. οἷον Ἧσις, ἡ ἡδονή. καὶ ὅσα ἀπὸ τοῦ ἥδω. Ἥσθην, ἀντὶ τοῦ ηὐφράνθην. καὶ Ἧσαι, ἀντὶ τοῦ εὐφρᾶναι. ἡσαΐας. ἡσαῦ. ἡσίοδος. Ἡσιόνη,
15κύριον. Ἥσυχος, ὁ ἤρεμος. ἡσυχάζω. ἡσυχία. Ἥσσων, ὁ ἐλάττων. Ἧσσα, ἡ τροπή. πλὴν τοῦ Ἠσὶν, ἀντὶ τοῦ φησὶν, ὅπερ ἀπὸ θέματος ἔχει τὸ η. καὶ χωρὶς τῶν ἀπὸ κλίσεως· Ἦσα, ἀντὶ τοῦ ἔλεξα. Ἦσται, ἀντὶ τοῦ λέλεκται. Ἤσθιον, τὸ ἔτρωγον. Ἦσθα, ἀντὶ τοῦ ὑπῆρχες. Ἤσθη,
20ἀντὶ τοῦ ἐλέχθη. τὸ μέντοι Ἧστο, ἀντὶ τοῦ ἐκάθητο. καὶ Ἧσται, ἀντὶ τοῦ καθῆσθαι, ἐκ τοῦ ἕω γινόμενα, δασύνονται. Τὸ Η πρὸ τοῦ Τ ψιλοῦται. Ἦτορ, ἡ ψυχή. Ἦτρον, τὸ ἧπαρ, ἢ τὸ ἔντερον. Ἦτα, τὸ στοιχεῖον. Ἤτοι,
25ἐφερμηνευτικὸς σύνδεσμος. καὶ ἀπὸ κλίσεως ἠτήσατο. ἠτιά‐ σατο. ἠτύχησεν. ἠτίμησε. καὶ ἕτερα. πλὴν τοῦ ἧττα. καὶ ἡττῶ. καὶ ἥττων. καὶ τῶν ἀπὸ κλίσεως δασυνομένων. Ἡται‐ ρηκὼς, ὁ πορνεύσας. καὶ ἡτοίμασα. τὸ δὲ ἥτις ἐκ τοῦ ἣ ἄρθρου καὶ τοῦ τὶς γέγονε, διὸ καὶ δασύνεται.
30 Τὸ Η πρὸ τοῦ Υ ψιλοῦται ἀεί. Ἠῢς, ὁ πλατύς. ἠϋγένειος. ἠΰκομος. Ἠΰτε, ἀντὶ τοῦ καθά. Τὸ Η πρὸ τοῦ Φ δασύνεται ἀεί. ἥφαιστος. ἡφαι‐ στίων. χωρὶς τῶν ἀπὸ κλίσεως· ἠφειδηκώς. Ἤφυσεν, ἀντὶ τοῦ ἤντλησεν. ἠφίει. καὶ τὰ λοιπά.
35 Τὸ Η πρὸ τοῦ Χ ψιλοῦται. ἠχῶ. καὶ ὅσα ἀπὸ τοῦ ἦχος. καὶ ὅσα ἀπὸ κλίσεως. Ἦχεν, ἀντὶ τοῦ ἔφερεν. ἠχθέ‐
σθη. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἧχι, ἀντὶ τοῦ ὅπου.202

203

Τὸ Η πρὸ τοῦ Ψ ἀπὸ κλίσεως τοῦ ἅπτω καὶ ἅπτο‐ μαι εὕρηται, διὸ καὶ δασύνεται. ἡψάμην. ἥψατο. ἧψε. Τὸ Η πρὸ τοῦ Ω ψιλοῦται ἀεί. οἷον Ἠὼς, ἡ ἡμέρα. Ἠὼν, ὁ αἰγιαλός. Ἠῶθι, ἀντὶ τοῦ ἐκ πρωΐας. καὶ ἀπὸ
5αὐξήσεως Ἠωρημένος, Ἰωνικῶς, ὁ χρονίσας. καὶ τὰ ὅμοια.
6tΚαθολικὸς κανὼν περὶ πνεύματος τοῦ Η.
7 Τὸ Η πρὸ τοῦ Φ ἢ τοῦ Χ, ἢ καὶ πρὸ δύο δασέων, ἢ τῷ δασεῖ ὑποτασσομένου ἀμεταβόλου, ψιλοῦται. ἠφίει. ἦχος. ἤχθαιρον. ἤχλυον. σημείωσαι τὸ ἥφαιστος καὶ ἡφαι‐
10στίων. Σημείωσαι, ὅτι τὸ Η πρὸ τοῦ Β. Γ. Σ. Φ. Ψ. δα‐ σύνεται ἀεί. πλὴν τῶν ἀπ’ αὐξήσεως. ἠφίει. ἠφάνισε. καὶ τῶν ἀπὸ πλεονασμοῦ. ἠβαιός. ἠγάθεος. πρὸ δὲ παντὸς φωνήεντος ψιλοῦται ἀεί. ὡσαύτως καὶ πρὸ τοῦ Ξ καὶ πρὸ
15τοῦ Θ. Τὸ Η ἐν τροχαϊκῇ λέξει ψιλοῦται. Ἦδος, τὸ ὄφελος. Ἦμαρ, ἡ ἡμέρα. ἦμος. Ἠμὶ, τὸ λέγω. καὶ τὰ ὅμοια. πλὴν τοῦ Ἧλος, ὅπερ ἐκ τοῦ ἵημι, ἥσω, γίνεται. καὶ ἧπαρ, ὅπερ ἀπὸ τοῦ ἥδω ἐστίν.
20tΑΡΧΗ ΤΟΥ Ι.
21 Τὸ Ι πρὸ τοῦ Α ψιλοῦται. ἰατρός. ἰάκωβος. ἴαμβος. ἰάπτω. ἰάμβλιχος. ἴαμα. ἰατήρ. ἰάσων. καὶ τὰ λοιπά. Τὸ Ι πρὸ τοῦ Β ψιλοῦται. Ἴβυκος, κύριον. Ἴβις, τὸ ζῶον. Ἴβηρες, ἔθνος.
25 Τὸ Ι πρὸ τοῦ Γ ψιλοῦται. οἷον Ἰγνὺς, Ἰγνύη, τὸ ὄπισθεν τοῦ γόνατος. ἰγνάτιος. ἴγδα. πλὴν τῶν ἀπὸ κλί‐ σεως. Ἷγμαι, ἀντὶ τοῦ ἔρχομαι. καὶ ἵγμενος. Τὸ Ι πρὸ τοῦ Δ ψιλοῦται. οἷον Ἴδος, ὁ κόπος, καὶ ὁ ἱδρώς. Ἰδίω, τὸ κοπιῶ. ἴδιον. Ἴδε, ἀντὶ τοῦ θέασαι,
30καὶ ἀντὶ τοῦ, ἰδοὺ ἰδού. Ἴδη, ἡ βοτάνη, καὶ τὸ ὄρος. καὶ Ἰδαῖος, ἀπὸ τῆς ἴδης. πλὴν εἰ μὴ τῷ Δ τὸ Ρ ἐπάγοιτο. σεσημείωται τὸ ἴδρις· ἔν τισι δὲ δασυνόμενον εὗρον αὐτό. Τὸ Ι πρὸ τοῦ Ε ψιλοῦται. ἰεσσαί. ἰαχονίας. ἰεμενεί. πλὴν τοῦ ἱερός. καὶ τῶν ἐξ αὐτοῦ. ἱερεύς. ἱέρεια. Ἱερεῖον,
35τὸ θῦμα. ἱερεύω. ἱερουργῶ. ἱεριχώ. ἱερουσαλήμ. ἱέραξ. καὶ203

204

ἀπὸ κλίσεως, Ἵει, ἀντὶ τοῦ ἔπεμπεν. ἱεὶς, ἡ μετοχή. Ἵεμαι, ἀντὶ τοῦ προθυμοῦμαι. ἵετο. καὶ τὰ ὅμοια. Τὸ Ι πρὸ τοῦ Ζ δασύνεται ἀεί. Ἵζω, τὸ κάθημαι. καὶ τὰ ἐξ αὐτοῦ. ἱζήσω. ἱζάνω.
5 Τὸ Ι πρὸ Η ψιλοῦται. οἷον ἰησοῦς. ἰητρός. ἰητήρ. Ἴημι, τὸ πορεύομαι. Ἴῃ, ἀντὶ τοῦ ἔλθῃ. πλὴν τοῦ Ἱέω, ἱῶ, τὸ πέμπω, καὶ Ἵημι, τὸ αὐτὸ, ὧν ὁ παρατατικὸς ἵην. Τὸ Ι πρὸ τοῦ Θ ψιλοῦται ἀεί. Ἰθὺς, ὁ εὐθύς. Ἰθα‐ γενὴς, ὁ ἐγχώριος. ἰθάκη. ἰθακήσιος. Ἰθώμη, πόλις. καὶ
10τὰ λοιπά. Τὸ Ι πρὸ τοῦ Κ ψιλοῦται. Ἴκελος, ὅμοιος. ἴκαρος. Ἰκάριον, πέλαγος. Ἰκόνιον, πόλις. Ἰκρίον, τὸ ὀρθὸν ξύλον. Ἰκτὶς, ὄρνεον. ἰκμάς. ἰκμαλέον. πλὴν τοῦ ἱκανός. ἱκανῶ, ῥῆμα. Ἵκω, τὸ ἱκετεύω· ἀφ’ οὗ καὶ ἱκετεία, καὶ ἱκέσιος,
15καὶ ἱκεσία. Ἵκω, τὸ καταλαμβάνω, ποιητικὸν, διὰ τοῦ ι γραφόμενον. ἀφ’ οὗ καὶ ἱκάνω, παράγωγον. ἱκνοῦμαι, καὶ ἀπὸ κλίσεως Ἵκετο, ἀντὶ τοῦ ἦλθε, καὶ ἵκτο τὸ αὐτό. Τὸ Ι πρὸ τοῦ Λ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. Ἴλιος, ἡ Τροία. Ἴλος, κύριον. Ἰλὺς, ὁ βόρβορος. Ἴλη, ἡ τάξις.
20Ἴλλος, ὁ ὀφθαλμός. Ἰλλὰς, τὸ σχοινίον. καὶ Ἰλλούστριος, τὸ ἀξίωμα. Ἰλεὸς, ὁ φωλεός. ἴλιγγος. ἰλιγγιῶ. πλὴν τοῦ Ἵλαος, ὁ εὐμενὴς, καὶ Ἵλεως, Ἀττικῶς τὸ αὐτό. ἱλῶ, ῥῆμα. ἱλαρός. ἱλαρότης. ἱλαρίων. ἱλάσκω. ἱλασμός. καὶ Ἱλή‐ κοις, ἀντὶ τοῦ ἵλεως εἴης.
25 Τὸ Ι πρὸ τοῦ Μ, φωνήεντος ἐπιφερομένου, δασύνε‐ ται ἀεί. Ἵμερος, ἡ ἐπιθυμία. Ἱμέριος, κύριον. Ἱμὰς, ὁ λῶρος. ἱμάσθλη. Ἱμῶ, τὸ ἀντλῶ. ἱμωνιά. Ἱμέρα, πόλις. πλὴν τοῦ Ἴμεναι, ἀντὶ τοῦ πορεύεσθαι. καὶ Ἴμεν, ἀντὶ τοῦ πορευόμεθα. Συμφώνου δὲ ἐπαγομένου ψιλοῦται.
30Ἴμβρος, νῆσος. καὶ ἕτερα. Τὸ Ι πρὸ τοῦ Ν ψιλοῦται. Ἴναχος, ποταμός. Ἰνὼ, ὄνομα θεᾶς. Ἰνίον, τὸ νεῦρον. Ἲν, Ἰνὸς, ἡ δύναμις. Ἰνῶ, τὸ ἐνδυναμῶ. πλὴν τοῦ Ἵνα, αἰτιολογικοῦ συνδέσμου. καὶ Ἵνα, ἀντὶ τοῦ ὅπου, τοπικοῦ ἐπιῤῥήματος.
35 Τὸ Ι πρὸ τοῦ Ξ ψιλοῦται. Ἲξ, ὁ σκώληξ. Ἰξίων, κύριον. πλὴν τοῦ Ἵξωμαι, ἀντὶ τοῦ παραγένωμαι. καὶ Ἵξον, ἀντὶ τοῦ κατέλαβον. ὡς τὸ,
Οἱ δ’ ἵξον κοίλην Λακεδαίμονα κητώεσσαν.204

205

τὸ μέντοι Ἴξαλος, ὁ ὁρμητικός. καὶ ἰξὸς, εἰ καὶ ἀπὸ τοῦ ἵξαι γέγονεν, ἀλλ’ ὅμως ψιλοῦται. πολλάκις γὰρ ἡ παρα‐ γωγὴ εἴωθεν ἀλλάσσειν καὶ τὸ πνεῦμα. ὡς ἐν τῷ ἅμα, ἄμυδις. Ἰδίω, ἱδρώς. ἵξω, ἰξός. ὁδὸς, ὀδυσσεύς. εἴρω,
5Εἱρμός. εἴργω, Εἱρκτή. Τὸ Ι πρὸ τοῦ Ο ψιλοῦται ἀεί. οἷον, ἰοβιανός. ἰοβά‐ της. ἰόλαος. ἰορδάνης. Ἴον, τὸ ἄνθος. Ἰοθὸρ, ὁ πενθερὸς τοῦ Μωϋσέος. ἰοκάστη. ἰός. καὶ τὰ λοιπά. ζήτει, ἐὰν τὸ Ἰὸς ἐλήφθη καὶ εἰς τὸ βέλος. οὐ γὰρ εὗρον διαστολὴν
10τούτου ἐν τοῖς περὶ πνευμάτων. παρὰ μέντοι τοῖς Νεωτέ‐ ροις Γραμματικοῖς καὶ δασυνόμενον τοῦτο κατέλαβον, ἐκ τοῦ ἵημι, τὸ πέμπω, καὶ ψιλούμενον ἐκ τοῦ ἰοῦσθαι. Τὸ Ι πρὸ τοῦ Π, ἑνὸς ὄντος, ψιλοῦται. Ἴπτω, τὸ βλάπτω. Ἴπνος, ὁ φοῦρνος. Ἴπος, ἡ παγὶς τῶν μυῶν. καὶ
15Ἶπες, οἱ σκώληκες. ἀπὸ πτώσεως σεσημείωται τὸ Ἵπταμαι, δασυνόμενον. Δισσοῦ δὲ ὄντος δασύνεται. οἷον Ἵππος. καὶ τὰ ἐξ αὐτοῦ συγκείμενα. ἱππεύω. ἱππεύς. ἱππίας. ἱπποκρά‐ της. ἱππώναξ. Ἱππόκομος, ὁ τῶν ἵππων ἐπιμελούμενος. ἱππηλάτης. ἱππηλάσιον. ἱππομανής.
20 Τὸ Ι πρὸ τοῦ Ρ ψιλοῦται. Ἶρος, ὁ πτωχός. Ἶρις, τὸ τόξον. πλὴν τῶν ἀπὸ ἱερὸς γινομένων κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρόν. οἷον Ἱρὸς, ὁ ἱερός. Ἱρεῖον, τὸ θῦμα. Ἵρηξ, ὁ ἱέραξ. τινὲς δὲ παραλόγως ψιλοῦσι τὰ τοιαῦτα, λέγοντες ὅτι τὰ συγκοπέντα κατὰ Αἰολεῖς ψιλοῦνται. οἷον
25ὥρμησεν, Ὦρσεν. ἁρμόσας, Ἄρσας. πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι οὔτε τὸ ὥρμησεν ἐγένετο κατὰ συγκοπὴν ὦρσεν, οὔτε τὸ ἁρμόσας, ἄρσας. ἀλλὰ ἀπὸ τοῦ Ὄρω, τὸ διεγείρω, ὁ μέλλων ὀρῶ, καὶ Αἰολικῶς ὄρσω. καὶ Ἄρω, τὸ ἁρμόζω, ἀρῶ, καὶ Αἰολικῶς ἄρσω. τὰ τοιαῦτα ψιλοῦνται γινόμενα.
30οὔτε μὴν τὸ ἱρὸς καὶ ἱρεῖον καὶ ἵρηξ συνεκόπησαν Αἰολι‐ κῶς, ἀλλὰ κρᾶσιν ἔπαθον τοῦ ι καὶ ε εἰς ι, ὡς ἐν τῷ ὄφιες ὄφις ἔστιν εὑρεῖν. Τὸ Ι πρὸ τοῦ Σ, εἰ μὴ τὸ Τ ἐπάγοιτο, ψιλοῦται ἀεί. Ἶσος, ὁ ὅμοιος. Ἴσις, ὄνομα θεᾶς. ἰσίδωρος. ἰσμηνίας.
35ἰσμαήλ. Ἰσπανία, χώρα. ἰσχάς. ἰσχίον. ἰσχνός. ἰσχύς. εἰ δὲ ἐπάγοιτο τὸ Τ, δασύνεται. Ἵστωρ, ὁ ἐπιστήμων. ἱστορία.
Ἱστιαῖος, κύριον. Ἵσμα, τὸ κτίσμα. ἵστημι. ἱστός. ἱστάριον.205

206

ἱστίον. σημείωσαι τὸ Ἴστω, ἀντὶ τοῦ γινωσκέτω. Ἰστέον. καὶ Ἴστρος, ποταμός. Τὸ Ι πρὸ τοῦ Τ ψιλοῦται. Ἴτυς, ἡ περιφέρεια τοῦ ἅρματος. καὶ Ἴτυς, ὁ υἱὸς τῆς ἀηδόνος. ἰταλία. ἰτέα. Ἰτέον,
5ἀντὶ τοῦ πορευτέον. Ἰταμὸς, ὁ ἀναίσχυντος. Ἴτης, ὁ πτωχός. καὶ τὰ λοιπά. Τὸ Ι πρὸ τοῦ Υ ψιλοῦται. Ἴϋγξ, εἶδος ὀρνέου, καὶ ὀργάνου. Ἰΰζω, τὸ βοῶ. καὶ τὰ ὅμοια. Τὸ Ι πρὸ τοῦ Φ ψιλοῦται. ἴφικλος. ἴφιτος. Ἶφι,
10ἀντὶ τοῦ ἰσχυρῶς, καὶ λίαν. καὶ ἴφια μῆλα. καὶ Ἶφις, ὁ ταχύς. Ἰφιγένεια καὶ Ἰφιάνασσα, κύρια. καὶ τὰ λοιπά. Τὸ Ι πρὸ τοῦ Χ ψιλοῦται. ἴχνος. ἰχώρ. ἰχθύς. Τὸ Ι πρὸ τοῦ Ψ ψιλοῦται. ἲψ, ὁ σκώληξ. ἰψιφαγία. Ἴψω, ἐπὶ μέλλοντος, ἀντὶ τοῦ βλάψω.
15 Τὸ Ι πρὸ τοῦ Ω ψιλοῦται. ἰώσηπος. Ἰωάννης. ἴων, ἴωνος. ἰωνᾶς. ἰωήλ. ἰώβ. Ἰωκὴ, ἡ δίωξις. Ἴωξις, τὸ αὐτό. Ἰῶτα, τὸ στοιχεῖον. καὶ τὰ λοιπά. Ἱῶ δὲ, τὸ πέμπω, δασύνεται.
19tΚαθολικὸς κανὼν περὶ πνεύματος τοῦ Ι.
20 Σημειωτέον, ὅτι τὸ Ι πρὸ παντὸς φωνήεντος ψιλοῦ‐ ται ἀεὶ, καὶ πρὸ τῶν τριῶν δασέων τοῦ Θ, Φ, Χ, πρὸ τοῦ Ζ διπλοῦ ἀεὶ δασύνεται, πρὸ δὲ τῶν ἑτέρων δύο διπλῶν Ξ, Ψ ἀεὶ ψιλοῦται. καὶ πρὸ τοῦ Β, Γ. πρὸ δὲ τοῦ Μ δασύνεται ἀεὶ, πλὴν τοῦ Ἴμβρος.
25tΑΡΧΗ ΤΟΥ Ο.
26 Τὸ Ο πρὸ τοῦ Α ψιλοῦται. οἷον Ὄαροι, αἱ γυναῖκες. καὶ Ὀαρίζειν, τὸ γυναικὶ συνομιλεῖν, ἤγουν μίγνυσθαι. καὶ Ὀαριστὺς, ἡ τῶν γυναικῶν ὁμιλία. καὶ τὰ λοιπά. Τὸ Ο πρὸ τοῦ Β ψιλοῦται. οἷον ὀβολός. ὀβελός.
30ὀβελίσκος. Ὄβριμος, ὁ ἰσχυρός. Ὀβότας, κύριον. Ὀβάρης, ὁ πέρσης. καὶ τὰ ὅμοια. Τὸ Ο πρὸ τοῦ Γ ψιλοῦται. οἷον Ὄγμος, ἡ τάξις. ὄγκος. ὄγδοος. ὀγδοήκοντα. Ὄγμιος, ἐπίθετον τοῦ Ἡρακλέος. καὶ τὰ λοιπά.
35Τὸ Ο πρὸ τοῦ Δ ψιλοῦται. οἷον ὀδύνη. ὀδοὺς, ὀδόν‐
τος. Ὀδὰξ, ἀντὶ τοῦ μετὰ τῶν ὀδόντων. ὀδωδώς. καὶ τὰ206

207

λοιπά. πλὴν τοῦ ὁδός. καὶ τῶν ἐξ αὐτοῦ. ὁδεύω, ὁδίτης, ὁδοιπόρος, ὁδοιδόκος, ὁ λῃστής. σὺν τούτοις καὶ Ὁδὶ, ἀντὶ τοῦ οὗτος, καὶ ὁ δεῖνα. τὸ μέντοι Ὀδυσσεὺς οἱ μὲν δι’ ἑνὸς ς γράφοντες δασύνουσιν αὐτό· ἐτυμολογοῦντες παρὰ
5τὴν ὁδὸν καὶ τὸ ὕω τὸ βρέχω. Ἱστόρηται γὰρ, ὅτι ἡ μήτηρ Ἀντίκλεια πρὸς γάμον δοθεῖσα τῷ Λαέρτῃ ἐγέννη‐ σεν αὐτὸν καθ’ ὁδὸν ὑετοῦ γενομένου. διὸ καὶ Ὀδυσσεὺς ἐκλήθη. Οἱ δὲ ψιλοῦσιν, ἐτυμολογοῦντες ἀπὸ τοῦ Ὀδύσσω, τὸ ὀργίζομαι. ὀργίλῳ γὰρ ἐῴκει, ὅτε ἐδημηγόρει. καθὰ
10δηλοῖ καὶ Ὅμηρος λέγων περὶ αὐτοῦ, Φαίης κεν ζάκοτόν τέ τιν’ ἔμμεναι ἄφρονα τ’ αὔτως. φαίνονται οὖν καὶ ἀμφότεραι αἱ ἐτυμολογίαι ἀρεσταί. εὕ‐ ρηται δὲ παρ’ Ὁμήρῳ ψιλούμενον καὶ δι’ ἑνὸς ς γραφό‐ μενον διὰ τὸ μετρούμενον, ὡς ἐν τῷ,
15
Εὗρεν ἔπειτ’ Ὀδυσῆα Διῒ μῆτιν ἀτάλαντον. καὶ ἐν ἄλλοις πολλοῖς. εἰ δὲ καὶ παρὰ τὴν ὁδὸν ἐτυμολο‐ γεῖται. οὐδὲν καθέστηκεν ἄπορον, πῶς οὐ δασύνεται. εἴρη‐ ται γὰρ, ὡς αἱ παραγωγαὶ πολλάκις εἰώθασιν ἀμείβειν τὰ πνεύματα. ἅμα, ἄμυδις. ἰδίω, ἱδρώς. οὕτως καὶ ὁδὸς,
20Ὀδυσσεύς. Τὸ Ο πρὸ τοῦ Ε ψιλοῦται. Ὀεργίλος, κύριον. Ὀετὴς, ὁ ὁμοετὴς, κατὰ συγκοπήν. ὡς καὶ Ὄπατρος, ὁ ὁμόπατρος. Τὸ Ο πρὸ τοῦ Ζ ψιλοῦται. Ὄζος, ὁ κλάδος. ὄζω, ῥῆμα. καὶ τὰ λοιπά.
25 Τὸ Ο πρὸ τοῦ Θ ψιλοῦται. οἷον ὀθόνη. Ὀθνεῖος, ὁ ξένος. Ὄθων, κύριον. Ὄθομαι, τὸ ἐπιστροφὴν ποιοῦμαι. ὡς τὸ,
Οὐδ’ ὄθομαι κοτέοντος. πλὴν τοῦ Ὅθι, ἀντὶ τοῦ ὅπου. καὶ ὅθεν.
30 Τὸ Ο πρὸ τοῦ Ι ψιλοῦται. ὀϊστός. Ὀΐω, τὸ ὑπολαμ‐ βάνω. καὶ τὰ λοιπά. Τὸ Ο πρὸ τοῦ Κ ψιλοῦται. οἷον ὄκνος. ὀκλάζω. ὀκρίβας. Ὀκριόεις, ὁ φρίκωδος † καὶ ὁ ταχύς. Ὀκέλλω, τὸ προσορμίζω τὴν ναῦν. καὶ τὰ λοιπά. πλὴν τῶν κατὰ τρο‐
35πὴν τοῦ Π εἰς Κ γινομένων κατὰ διάλεκτον Ἰωνικήν. οἷον Ὁκόσον, ἀντὶ τοῦ ὁπόσον. Ὁκοῖος, ἀντὶ τοῦ ὁποῖος. Ὅκως,
ἀντὶ τοῦ ὅπως. καὶ τῶν ὁμοίων.207

208

Τὸ Ο πρὸ τοῦ Λ ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, συμ‐ φώνου ἐπαγομένου ἢ φωνήεντος. ὄλεθρος. ὄλυμπος. ὄλισθος. Ὄλορος, κύριον. ὀλίγος. ὀλλύω. ὄλλω. Ὀλοοίτροχος, ὁ στρογγύλος λίθος. Ὄλβος, ὁ πλοῦτος. Ὀλμειὸς, ποταμός.
5Ὄλπη, ἡ λήκυθος, ὅ ἐστι τὸ ἐλαιοδόχον ἀγγεῖον, ἐλαιόπη τὶς οὖσα. πλὴν τοῦ ὅλος. Ὅλμος, ἡ ἔγδη. Ὅλκος, τὸ σῶμα τοῦ ὄφεως, καὶ πᾶν ἐπίμηκες σῶμα, καὶ ὁ λιμὴν, ἐν ᾧ αἱ ὁλκάδες ἵστανται. Ὁλκὰς, ἡ ναῦς. Ὁλκὴ, τὸ βάρος. ὅλως, ἐπίῤῥημα. ὁλικῶς. ὁλότος †. καὶ τῶν ἀπὸ τοῦ ὅλος.
10 Τὸ Ο πρὸ τοῦ Μ, ἑνὸς ἢ δισσοῦ, φωνήεντος ἢ συμ‐ φώνου ἐπαγομένου, ψιλοῦται. οἷον Ὀμῶ, τὸ ὀμνύω. Ὀμιχῶ, τὸ οὐρέω. ὀμίχλη. ὄμμα. ὀμματῶ. ὄμβρος. Ὄμφαξ, ἡ ὠμὴ σταφυλή. Ὀμόργνυσιν, ἀντὶ τοῦ ἀπομάσσει, καὶ ἀποσπογ‐ γίζει. πλὴν τοῦ ὁμοῦ, καὶ τῶν ἐξ αὐτοῦ. οἷον ὁμαίμων.
15Ὅμορος, ὁ γείτων. ὁμευνέτης. ὁμῆλιξ. ὅμηρος. ὁμώνυμος. ὅμιλος. ὁμιλία. ὅμοιος. Ὁμοκλὴ, ἡ ἀπειλή. καὶ ὁμαλός. Τὸ Ο πρὸ τοῦ Ν, ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέ‐ ξεσι, φωνήεντος ἢ συμφώνου ἐπαγομένου, ψιλοῦται. οἷον ὄναρ. ὄνυξ. Ὄνθος, ἡ τῶν βοῶν κόπρος. ὄνειρος. Ὀνείατα,
20τὰ βρώματα. καὶ Ὅμηρος. Οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. πρόσκειται ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι. διὰ τὸ Ὅν, τὸ ἴδιον. καὶ Ὃν, ἀντὶ τοῦ ὅντινα, ἄρθρον ὑποτακτι‐ κὸν πτώσεως αἰτιατικῆς τῶν ἑνικῶν. Ὂν δὲ, τὸ ὑπάρχον,
25ψιλοῦται, Ἐὸν γὰρ ἦν, καὶ ἀφαιρέσει τοῦ ε γέγονεν ὄν. Τὸ Ο πρὸ τοῦ Ξ ψιλοῦται. οἷον ὄξος. ὀξύς. Ὀξύη, εἶδος δένδρου. Ὀξυόεν δόρυ, τὸ ταχὺ, ἢ τὸ ἐστομωμένον, ἢ τὸ ἀπὸ ὀξύης δένδρου κατεσκευασμένον. (ὡς καὶ Μείλινον, τὸ ἀπὸ μελίας· καὶ Οἰσύϊνον, τὸ ἀπὸ οἰσύας.) τινὲς δὲ
30τὸ καλῶς ἐξεσμένον ἀποδεδώκασιν. ἀπὸ γὰρ τοῦ ξύω γίνεται ξυόεν, καὶ πλεονασμῷ τοῦ Ο ὀξυόεν. Τὸ Ο πρὸ τοῦ Π ψιλοῦται. οἷον ὀπός. ὀπίσω. Ὀπὴ, ἡ τρύπα. ὀπώρα. καὶ Ὀπωρινὸς, καιρὸς καὶ βοῤῥᾶς.
Ὡς δ’ ὅτ’ ὀπωρινὸς βορέης νεοαρδέ’ ἀλωὴν
35
Αἶψα ξηραίνει. Ὀπαδὸς, καὶ Ὀπάων, ὁ ἀκόλουθος. πλὴν τῶν ἐχόντων τῷ
Π ἐπαγόμενον τὸ Λ, οἷον ὅπλον. ὁπλίζω. Ὁπλὴ, ὁ ὄνυξ.208

209

καὶ τῶν ἀναφορικῶν. οἷον ὅποι, καὶ ὅπου. ὁπόθεν. ὁπόθι. ὁπότε. ὁποῖος. ὁπόσος. ὁπότερος. ὅπως. ὁπωσοῦν καὶ ὁπο‐ σονοῦν. Τὸ Ο πρὸ τοῦ Ρ, φωνήεντος ἢ συμφώνου ἐπαγομέ‐
5νου, ἢ τοῦ Ρ αὐτοῦ, ψιλοῦται. οἷον ὀρεύς. ὀρέγω. ὀρέστης. Ὄρος, ὁ βουνός. ὀργίζομαι. Ὀῤῥὸς, τὸ γάλα. Ὀῤῥωδῶ, τὸ δειλιῶ. ὀρχοῦμαι. ὀρθός. Ὄρπηξ, ὁ κλάδος. ὀρφεύς. καὶ τὰ λοιπά. πλὴν τοῦ Ὁρῶ, τὸ βλέπω. ὅρος, ἀρσενικόν. καὶ τῶν ἐξ αὐτοῦ. οἷον ὁρίζω. ὁρισμός. ὁριστικόν. Ὅριον, τὸ
10ὁροθέσιον. καὶ πλὴν τῶν ἐχόντων τὸ Κ ἢ τὸ Μ ἐπαγόμε‐ νον. οἷον Ὅρμος, ὁ λιμήν. ἀφ’ οὗ καὶ Ὁρμίζω, τὸ ἐλλι‐ μενίζω. ὁρμαθός. ὁρμῶ. ὁρμῶμαι. ὁρμώμενος. Ὄρμενος δὲ, ὁ διεγερθεὶς, ὡς ἀπὸ τοῦ ὄῤῥω, ψιλοῦται. ὅρκος. ὁρκίζω. τὸ Ὄργιον, τὸ μυστήριον, δασυνόμενον εὗρον ἔν τε τοῖς
15Θεοδωρίτου, καὶ ἐν ἑτέροις, καίπερ ἐν τῇ συνηθείᾳ ψιλού‐ μενον. τὸ δὲ Ὄρπηξ ἐν πολλοῖς ψιλούμενον. ἀπὸ γὰρ τοῦ ὀρούειν εἰς ὕψος ψιλοῦσιν, ἀπὸ δὲ τοῦ ἕρπειν δασύνουσι τινές. Ὀρμαθὸς παρά τισι ψιλοῦται. Τὸ Ο πρὸ τοῦ Σ, ἑτέρου συμφώνου ἢ αὐτοῦ τοῦ Σ
20ἐπαγομένου, ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι, ψιλοῦται. οἷον ὄστρεον. ὄστρακον. ὀστοῦν. Ὀσφὺς, ὁ περὶ τοὺς νεφροὺς τόπος. ἀφ’ οὗ καὶ Ὀσφυὴξ, ὁ κεκλασμένος καὶ ἀσθενὴς τὴν ὀσφύν. ἐκ τοῦ Ἄγω, ἄξω, ὃ δηλοῖ τὸ κλῶ. ὡς τὸ, γέροντος ὀσφυῆγος. Ὀστία, ἡ θύρα παρὰ Ῥωμαίοις. καὶ Ὀστιάριος,
25ὁ θυρωρός. Ὄσσα, ἡ φήμη, καὶ ἡ μαντεία, καὶ ὄνομα ὄρους. Ὄσσω, τὸ βλέπω. ἀφ’ οὗ καὶ Ὄσσε, τὼ ὀφθαλμὼ, δυϊκῶς. ὄσφρησις καὶ τὰ λοιπά. πρόσκειται ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι. διὰ τὸ Ὃς, ὁ ἴδιος. Ὃς, ἀντὶ τοῦ οὗτος. καὶ Ὃς ἀντὶ τοῦ ὅστις. φωνήεντος δὲ ἐπαγομένου
30δασύνεται. οἷον ὅσιος. ὁσιῶ. ὅσος. ὅσον. καὶ Ὁσία, ἡ ταφή. τὸ μέντοι Ὄσιρις, κύριον, φωνήεντος ἐπαγομένου, ψιλοῦται. Τὸ Ο πρὸ τοῦ Τ ψιλοῦται. οἷον Ὄτλος, ἡ κακοπά‐ θεια. καὶ Ὀτλῆσαι, τὸ κακοπαθῆσαι. Ὀττοτοῖ, (γρ. θρη‐ νητικὸν) ἀντὶ τοῦ φεῦ. Ὀτρηρὸς, ὁ σπουδαῖος. Ὀττεία, ἡ
35μαντεία. καὶ τὰ λοιπά. πλὴν τοῦ ὅτε. ὅτι. ὅταν. Ὅτῳ, ἀντὶ τοῦ ᾧτινι. Ὁτέοισιν, ἀντὶ τοῦ οἷςτισι. καὶ ὅ τε, ἀντὶ τοῦ ὅπερ παρ’ Ὁμήρῳ, ὡς τὸ,
Ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ, τε κράτος ἐστὶ μέγιστον.209

210

Τὸ Ο πρὸ τοῦ Φ ψιλοῦται. ὄφις. Ὀφνεὶ, κύριον. ὄφελος. Ὀφειλὴ, τὸ χρέος. ὀφλισκάνω. ὀφρύς. Ὄφρα, ἀντὶ τοῦ ὅπως, ὅπερ, ἀπὸ τοῦ τόφρα κατὰ ἀφαίρεσιν γινόμενον τοῦ ψιλοῦ τ ὤφειλε δασύνεσθαι, ἀλλ’ ὅμως ψιλοῦται διὰ
5τὸν λέγοντα κανόνα· τὸ Ε Ο πρὸ δασέος ψιλοῦται. ὄφις. ἔθνος. ἔφεσις. Ὄφελον, ἀντὶ τοῦ εἴθε. ὡς τὸ, ὄφελον κατευθυνθείκεσαν αἱ ὁδοί μου. Ὀφφίκιον, παρὰ Ῥωμαίοις, ἁπλῶς πᾶσα ὑπηρεσία. Τὸ Ο πρὸ τοῦ Χ ψιλοῦται. ὄχος, τὸ ἅρμα. ὀχεύς.
10ὄχανον. ὀχετός. ὀχυρός. ὄχλος. ὀχληρός. Ὄχα, ἀντὶ τοῦ ἐξόχως. καὶ τὰ λοιπά. Τὸ Ο πρὸ τοῦ Ψ ψιλοῦται. ὄψις. ὀψία. ὀψέ. ὄψον. ὀψώνιον. ὀψοφάγος. ὀψάριον.
14tΚαθολικοὶ κανόνες περὶ πνεύματος τοῦ Ο.
15 Τὸ Ο πλεονάζον ἐν ταῖς ἀπὸ συμφώνων ἀρχομέναις λέξεσι ψιλοῦται. βριμῶ, ὄβριμος. βέλος, ὀβελός. σταφὶς, ὀσταφίς. κρυόεις, ὀκρυόεις. Τὸ Ο πρὸ τοῦ Α, Β, Γ, ψιλοῦται ἀεὶ, καὶ πρὸ τοῦ Ε, Ζ, Κ, Θ, Ι, πλὴν μόνων τοῦ ὅθι καὶ ὅθεν. ὡσαύτως
20καὶ πρὸ τοῦ Γ, Ξ, καὶ Φ, Χ, Ψ. Τὸ Ο πρὸ τοῦ Ρ δασυνόμενον, ὅτε προσλάβῃ τὸ Υ, ψιλοῦται. οἷον ὅρος, οὖρος.
23tΑΡΧΗ ΤΟΥ Υ.
24Τὸ Υ πάσης λέξεως ἄρχον δασύνεται. οἷον ὑάκινθος.
25ὑβός. ὑγεία. ὕδωρ. ὕελλος. ὕθλος. ὕλη. ὑμέτερος. ὕννις. ὑπήνη. ὑρκανία. Ὗς, ὁ χοῖρος. ὕφος. ὕψος. υἱός. υἱωνός. πλὴν τοῦ ῎Υμμες, ἀντὶ τοῦ ὑμεῖς, Αἰολικῶς. ἀλλὰ διὰ τὸν ἄνω ῥηθέντα κανόνα ὁ Τυραννίων παρὰ τῷ ποιητῇ ἐδάσυνε τὸ ὕμμες. καὶ ῎Υρχας, τὸ ταριχηρὸν ἀγγεῖον.
30tΑΡΧΗ ΤΟΥ Ω.
31 Τὸ Ω ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται. οἷον ὦδε καὶ ὠδὶ, ἀντὶ τοῦ ἐνταῦθα. ὦχρος, καὶ ὠχρός. ὠχρότης. Ὦσχος, ὁ κλάδος. Ὠμὸς, ὁ ἀπηνής. Ὦμος, ἡ ῥάχις. Ὦτος, κύριον. Ὠστὸς, ὁ ἀποδεδιωγμένος. Ὦρος καὶ
35Ὠρίων, κύρια. πλὴν τοῦ Ὥρα, ὁ καιρὸς καὶ τῶν παρ’210

211

αὐτοῦ Ὧρος, ὁ χρόνος. ὥριμος. Ὥρα, ἡ εὐμορφία. καὶ τῶν ἐξ αὐτοῦ. ὡραῖος. ὡραΐζω. Ὡρακίζω, τὸ ὠχριῶ. καὶ ὡρακίω, τὸ αὐτό. Ὡρικὸς βοῦς, ὁ ὡραῖος. καὶ τῶν παρὰ τὸ Ὥρα, ἡ φροντίς. Ὡρῶ, τὸ φυλάσσω. ὡρεῖον. Ὧδε, ἀντὶ τοῦ κατὰ
5τοιοῦτον τὸν τρόπον. καὶ Ὡδὶ, τὸ αὐτό. πρόσκειται ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι διὰ τὸ ᾧ, ἀντὶ τοῦ ᾧτινι, ὑποτακτικὸν ἄρθρον πτώσεως δοτικῆς τῶν ἑνικῶν. καὶ ᾧ, τῷ ἰδίῳ. ὧν, ἀντὶ τοῦ ὧντινων, ἐπὶ γενικῆς τῶν πληθυν‐ τικῶν. καὶ ὧν, τῶν ἰδίων. τὸ μέντοι Ὢ, σχετλιαστικὸν ἐπίῤ‐
10ῥημα, καὶ ὦ τῆς κλητικῆς, καὶ ὦ ῥῆμα ὑποτακτικὸν, ἀντὶ τοῦ ὑπάρχω. καὶ ὢν, ὁ ὑπάρχων, ψιλοῦται.
12tΚαθολικοὶ κανόνες περὶ πνευμάτων.
13 Πᾶν φωνῆεν εἰς Ρ λῆγον, ἐπιφερομένου συμφώνου δασέος, ψιλοῦται. οἷον ἀρχή. ἔρχομαι. ὀρφανός. ὀρθός. καὶ
15τὰ ὅμοια. διὸ καὶ οἱ Αἰολεῖς, ὡς εἴρηται, τὸ ῎Υρχας ψιλοῦσιν. Πᾶν φωνῆεν πρὸ δασέος ψιλοῦται. ὄφις. ἔθνος. ἔφεσις. ἴχνος. ἦχος. ἦθος. πλὴν τοῦ ἁφή. ὅθεν καὶ Ἥφαιστος, τὸ πὺρ, ἀλληγορικῶς, ἀπὸ τοῦ τὴν ἁφὴν αἴθειν. τὸ δὲ Ἧχι,
20ἀντὶ τοῦ ὅπου, κατ’ ἐπέκτασίν ἐστι τῆς χι συλλαβῆς.
21tΠΕΡΙ ΥΠΑΡΚΤΙΚΩΝ ΡΗΜΑΤΩΝ.
22 Τὰ ὑπαρκτικὰ ῥήματα ψιλοῦνται. οἷον Εἰμὶ, τὸ ὑπάρχω. Ἦν, ἀντὶ τοῦ ὑπῆρχε, τρίτον πρόσωπον. καὶ Ἦν, ἀντὶ τοῦ ὑπῆρχον ἐγώ. ὡς τὸ παρ’ Εὐριπίδῃ,
25
Νεώτατος δ’ ἦν Πριαμιδῶν. λέγει δὲ περὶ ἑαυτοῦ τοῦτο ὁ Πολύδωρος. Εἴην, ἀντὶ τοῦ ὑπάρχοιμι, εὐκτικὸν, ἐὰν ὦ ὑποτακτικὸν, καὶ πάντα τὰ πρόσωπα τούτου καὶ αἱ μετοχαὶ, ὢν, οὖσα, ὄν.
29tΠΕΡΙ ΑΡΘΡΩΝ.
30 Πᾶν ἄρθρον προτακτικὸν, ἢ ὑποτακτικὸν, ἀπὸ φω‐ νήεντος ἀρχόμενον, δασύνεται. προτακτικὸν μὲν, οἷον, ὁ, οἱ, ἡ, αἱ, ὑποτακτικὸν δὲ ὃς, ἀντὶ τοῦ ὅστις. οὗ, ᾧ, ὧν. δυϊκὰ, ὣ, οἷν. πληθυντικὰ, οἳ, ὧν, οἷς, οὕς, θηλυκὰ, ἣ, ἀντὶ τοῦ ἥτις. ἧς, ᾗ, ἥν. δυϊκὰ, ἃ, αἷν. πληθυντικὰ, αἳ,
35ὧν, αἷς, ἅς. οὐδέτερα, ὃ, οὖ, ᾧ, ὅ. δυϊκὰ, ὣ, οἷν. πλη‐
θυντικὰ, ἃ, ὧν, οἷς, ἅ. τὸ δὲ ὦ τῆς κλητικῆς ψιλούμενον211

212

πολλαχῶς ἐλέγχεται μὴ εἶναι ἄρθρον, ἀλλὰ κλητικὸν ἐπίῤ‐ ῥημα. πρῶτον μὲν, ὅτι πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχό‐ μενον δασύνεσθαι θέλει· τοῦτο δὲ ψιλοῦται. δεύτερον, ὅτι πᾶν ἄρθρον προτακτικὸν ἢ πνεῦμα ἢ τόνον ἐπιδέχεται·
5τοῦτο δὲ καὶ ἀμφότερα. τρίτον, ὅτι πᾶν ἄρθρον διαλλάτ‐ τειν θέλει ἐν τοῖς τρισὶ γένεσι καὶ ἐν τοῖς τρισὶν ἀριθμοῖς· ἐν μέντοι τρισὶ γένεσιν, οἷον ὁ αἴας, ἡ μοῦσα, τὸ βῆμα· ἐν δὲ τοῖς τρισὶν ἀριθμοῖς, οἷον ὁ αἴας, τὼ αἴαντε, οἱ αἴαντες, ἡ μοῦσα, τὰ μούσα, αἱ μοῦσαι, τὸ βῆμα, τὼ
10βήματε, τὰ βήματα· τοῦτο δὲ οὐ διαλλάσσουσιν, οὔτε ἐν τοῖς τρισὶ γένεσι, οὔτε ἐν τοῖς τρισὶν ἀριθμοῖς. τέταρτον, ὅτι πᾶν ἄρθρον πρώτου προσώπου θέλει εἶναι ἢ τρίτου, οὐχὶ δευτέρου· τοῦτο δὲ δευτέρου προσώπου ἐστί. πέμπτον, ὅτι πᾶν ἄρθρον φανερὸν θέλει σημαίνειν καὶ πρόδηλον
15ἀριθμόν. ἕκτον, ὅτι οὐ φυλάττει τὸν κανόνα τὸν λέγοντα, πᾶσα κλητικὴ τὸν ἴσον χρόνον θέλει ἔχειν τῆς ἰδίας εὐ‐ θείας, ἢ ἐλάττονα, οὐδέποτε δὲ μείζονα· τοῦτο γὰρ μεῖζον ἐστὶ τῆς ἰδίας εὐθείας.
19tΠΕΡΙ ΑΝΤΩΝΥΜΙΩΝ.
20 Τὸ ἐν ἀντωνυμίαις Ε ψιλοῦται. οἷον ἐγὼ, ἐκεῖνος, ἐμὸς, ἐμοὶ, καὶ τὰ λοιπά. πλὴν τοῦ ἓ, ἀφ’ οὗ καὶ τὸ ἑαυτὸν, καὶ τὸ ἕθεν καθ’ Ὅμηρον,
Πρόσθεν ἕθεν φεύγοντα.
24tΠΕΡΙ ΠΡΟΘΕΣΕΩΝ.
25 Πᾶσα πρόθεσις ἀπὸ φωνήεντος ἀρχομένη ψιλοῦται. οἷον ἀνὰ, ἀμφὶ, ἀντὶ, ἀπὸ, ἐπὶ, ἐν, εἰς, ἐξ, ἥτις καὶ ἐκ λέγεται. καὶ ὅτε μὲν ἐπάγεται φωνῆεν, φυλάττει τὸ Ξ. οἷον ἐξ οὐρανοῦ. ἐξ ὕψους. ἐξ ᾅδου. ὅτε δὲ σύμφωνον ἐπά‐ γεται, ἐκφέρεται διὰ μόνου τοῦ Κ διὰ τὴν εὐφωνίαν. οἷον
30ἐκ τῶν οὐρανῶν, ἐκ ῥώμης, ἐκ τῆς γῆς, ἐκ θαλάττης, καὶ τῶν ὁμοίων. πλὴν τῆς ὑπὸ καὶ ὑπέρ.
32tΠΕΡΙ ΣΥΝΔΕΣΜΩΝ.
33 Πᾶς σύνδεσμος ἀπὸ φωνήεντος ἀρχόμενος ψιλοῦται. οἷον ἀλλά. ἐάν. εἰ, ἀντὶ τοῦ ἐάν. καὶ ἢ διαζευκτικὸν, διὰ
35τοῦ η, καὶ ἤτοι. πλὴν τῶν αἰτιολογικῶν. οὗτοι γὰρ δασύ‐
νονται. ἵνα, ὅπως, ὅτι, ἕνεκα. τὸ μέντοι ὄφρα ψιλοῦται212

213

καὶ τοῦτο κατὰ ἀποβολὴν τοῦ τ γινόμενον. ἔστι γὰρ κανὼν ὁ λέγων, τὰ κατὰ ἀποβολὴν ψιλοῦ δασύνονται. οἷον τόσος, ὅσος. τοῖος, οἷος. ποτὲ, ὁτέ. τότε, ὅτε. πηνίκα, ἡνίκα. καὶ τὰ ὑποτακτικὰ ἄρθρα ἀπὸ τῶν προτακτικῶν κατὰ ἀποβο‐
5λὴν τοῦ Τ. περὶ ὧν εὑρήκαμεν. πλὴν τοῦ τόφρα, ὄφρα. ὡς καὶ Ὅμηρος·
Τόφρα γοῦν ἐς στρατὸν εἶμι διαμπερές. καὶ τῆμος, ἦμος. ψιλοῦται δὲ τὸ μὲν ἦμος διὰ τὸν λέγον‐ τα κανόνα, τὸ Η ἐν τροχαϊκῇ λέξει ψιλοῦται. ἦχος. ἦδος.
10ἦθος. πλὴν τοῦ ἧπαρ, καὶ ἧλος. τὸ δὲ ὄφρα διὰ τὸν λέ‐ γοντα κανόνα, ὅτι τὸ ε ο πρὸ δασέος ὄντα ψιλοῦται. ὄφις. ἔθνος. ἔφεσις. ὄφρα. ἔχις. Ὄχος, τὸ ἅρμα. ὀθόνη.
13tΠΕΡΙ ΑΡΙΘΜΩΝ.
14Τὸ Ε τῶν ἀριθμῶν δασύνεται. ἓν, ἀπὸ τοῦ εἷς,
15ἑνὸς γινόμενον, ἓξ, ἑπτὰ, ἑβδομήκοντα, ἑκατόν. καὶ τὰ λοιπά. πλὴν τοῦ ἐννέα, εἴκοσι, καὶ ἐννενήκοντα. καὶ, καθό‐ λου εἰπεῖν, πᾶς ἀριθμὸς, ἀπὸ φωνήεντος ἀρχόμενος, δα‐ σύνεται πλὴν τῶν ῥηθέντων καὶ τῶν ὀκτὼ καὶ τοῦ ὀγδοή‐ κοντα.
20tΠΕΡΙ ΠΝΕΥΜΑΤΩΝ ΤΩΝ ΕΞ ΔΙΦΘΟΓΓΩΝ.
21αι δίφθογγος ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται. οἷον αἰκίζω. αἰδοῦμαι. αἰζηός. αἰλιανός. Αἴλου‐ ρος, ζῶον. αἰάζω. Αἴρω, τὸ ἐπαίρω. καὶ τὰ λοιπά. εἰ μὴ τὸ Μ ἐπάγοιτο. οἷον αἷμα. Αἱμύλος, ὁ πανοῦργος, καὶ
25δόλιος. Αἷμος, ὄρος. πλὴν τοῦ Αἴμων, ὁ ἐπιστήμων. ση‐ μείωσαι τὸ Αἱρῶ, τὸ κρατῶ. Αἱροῦμαι, τὸ βούλομαι. ὑπὲρ μίαν ὄντα συλλαβὴν καὶ δασυνόμενα. εἴρηται δὲ ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι διὰ τὰ ἄρθρα τὰ ὑποτακτικὰ, οἷον αἳ, ἀντὶ τοῦ αἵτινες. αἷν, δυϊκόν. καὶ αἷς, ἀντὶ τοῦ
30αἷστισι. σημείωσαι τὸ Αἲ, ἀντὶ τοῦ φεῦ, ψιλούμενον. Ἡ αυ δίφθογγος ψιλοῦται. αὔξω. αὐδῶ. αὐτός. αὔριον. αὐτή. πλὴν τοῦ αὕτη, βαρύτονον, ὡς ἀπὸ τοῦ οὗτος. καὶ αὑτὸν, ἀντὶ τοῦ ἑαυτόν. Ἡ ει δίφθογγος ψιλοῦται. οἷον, εἶδος. εἰκάζω. Εἴρω,
35τὸ πλέκω. εἴργω. εἴβω. Εἴρων, ὁ κόλαξ. εἴλη. καὶ τὰ ἐξ αὐτοῦ, εἰληθενοῦμαι. εἰλεός. εἰλικρίνεια. πλὴν τοῦ Εἵλως,
ὁ δοῦλος. Εἱλωτεύω, τὸ δουλεύω. καὶ Εἱλωτεία, ἡ δουλεία.213

214

εἱλίσσω. εἱλόμην, ἀπὸ κλίσεως. Εἱκὼν, ὁ πέμψας. εἱμαρ‐ μένη. Εἷμα, τὸ ἱμάτιον. καὶ Εἵμενος, ὁ ἐνδεδυμένος. εἷς, εἷνα, τὸν ἕνα. καὶ εἷο ἀντὶ τοῦ αὐτοῦ. Εἵπετο, ἀπὸ κλί‐ σεως, ἀντὶ τοῦ ἠκολούθει. Εἷσεν, ἀντὶ τοῦ ἐκάθισε, καὶ
5ἔκτισεν. εἱστήκει. Εἵατο, ἀντὶ τοῦ ἐκάθηντο. καὶ Εἵαται, ἀντὶ τοῦ κάθηνται, ποιητικῶς. καὶ εἵως, ἀντὶ τοῦ ἕως. ταῦτα δὲ πάντα ἀπὸ πλεονασμοῦ ἔχουσι τὸ Ι ἐκτὸς τοῦ εἷς. σημείωσαι δὲ, ὅτι τὸ εἱρμὸς καὶ εἱρκτὴ, κᾂν τὸ μὲν, ἀπὸ τοῦ Εἴρω, τὸ συμπλέκω, τὸ δὲ ἀπὸ τοῦ Εἴργω, τὸ
10κωλύω, γίνονται, δασύνονται. ἐῤῥέθη γὰρ, ὡς αἱ παραγωγαὶ πολλάκις ἀμείβουσι τὰ πνεύματα. οἷον ἅμα, ἄμυδις. ἰδίω, ἱδρώς. ὁδὸς, ὀδυσσεύς. οὕτως οὖν καὶ εἴρω, εἱρμός. καὶ εἴργω, εἱρκτή. Ἡ ευ δίφθογγος ψιλοῦται. εὐχή. Εὐλὴ, ἡ βδέλλα.
15εὐδία. εὐθύς. εὐθεῖα. εὐτυχής. πλὴν τοῦ Εὕδω, τὸ καθεύδω. Εὕω, τὸ φωτίζω, καὶ φλογίζω. εὕρω, καὶ τῶν ἐξ αὐτοῦ, εὑρίσκω, εὕρεσις, εὕρεμα, εὑρεσιλόγος. Εὗ, ἀντὶ τοῦ ἑαυτοῦ, ἀπὸ τοῦ ἕο κατὰ κρᾶσιν Δωρικῶς τοῦ εο εἰς τὴν ευ δίφθογγον. ὡς τὸ ἐμέο, ἐμεῦ. καὶ σέο, σεῦ. καὶ Ὅμηρος,
20
Τῶν δ’ ἄλλων οὔτις εὗ ἀκήδεσεν. Ἡ οι δίφθογγος ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται. οἶκος. οἶστρος. Οἰδῶ, τὸ ἐξογκῶ. Οἶδμα, τὸ κῦμα. οἴδημα. Οἴγω, τὸ ἀνοίγω. Οἰνεὺς, κύριον. οἶνος. Οἶος, ὁ μόνος. Οἴμη, ἡ ᾠδή. ὅθεν καὶ οἰμώζω. καὶ τὰ
25λοιπά. πλὴν τοῦ Οἷμος, ἡ ὁδός. Οἱμῶ, τὸ ὁρμῶ. Οἷος, ὁ ὁποῖος, καὶ Οἷος, ὁ δυνατός. εἴρηται ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι διὰ τὸ οἷ, ἀντὶ τοῦ αὐτῷ, ἀντωνυμίαν. καὶ οἷ, ἀντὶ ὅπου. καὶ οἱ, ἄρθρον προτακτικὸν πληθυντικοῦ ἀριθμοῦ δασυνόμενον μόνον. βαρυνόμενον δὲ καὶ δασυνό‐
30μενον ὑποτακτικὸν γίνεται. Οἶς δὲ, τὸ πρόβατον, ψιλοῦται, ὡς ἀπὸ τοῦ ὄϊς γινόμενον κατὰ συναίρεσιν. τὸ οἱμώζω δασυνόμενον εὗρον ἐν Σχεδευτοῦ † Μουζάλωνος, γράφον‐ τος οὕτως.
Εὖ θ’ οἱμωζόντων ὀδυνηρόν.
35τὸ Οἵμη, ἡ ᾠδὴ, τινὲς δασύνουσιν, ἀπὸ τοῦ ἐν Οἵμοις, ὅ ἐστιν, ἐν ὁδοῖς, ψάλλεσθαι. καὶ ὁ πτωχοΠρόδρομος·
Τέρπου θ’ οἱμῶν τῶν καλῶν.
τὸ δὲ οἰμώζω ψιλοῦσιν ἐκ τοῦ οἴμοι.214

215

ου δίφθογγος ψιλοῦται. οἷον Οὐδὸς, ἡ φλιά. Οὖθαρ, ὁ μαστός. οὐλή. οὐλόθριξ. Οὖρος, ὁ ἐπιτήδειος καὶ φορὸς ἄνεμος. καὶ Ὅμηρος,
Τοῖσι δι’ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων.
5καὶ Οὐρῆες, αἱ ἡμίονοι. καὶ τὰ λοιπά. πλὴν τοῦ οὗτος, οὕνεκα, οὗ, ἀντὶ τοῦ ὅπου. καὶ οὗ, ἀντὶ τοῦ οὗτινος. καὶ οὓς, ἀντὶ τοῦ οὕστινας, ἐπὶ αἰτιατικῆς τῶν πληθυντικῶν. Οὖς δὲ, τὸ ὠτίον. καὶ οὐ, τὸ ἀρνητικὸν μόριον, ψιλοῦται.
9tΠΕΡΙ ΤΟΥ ΡΩ.
10 Τὸ ῥῶ πάσης λέξεως ἄρχον δασύνεται. οἷον ῥώμη. ῥωμύλος. ῥίπτω. ῥίζα. ῥέω. καὶ τὰ λοιπά. πλὴν τοῦ ᾿Ρά‐ ριον, πεδίον. καὶ ᾿Ράρος, τὸ ἀμβλωθρίδιον βρέφος. Τὸ ῥῶ ἐὰν δισσὸν γένηται ἐν μέσῃ λέξει, τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται, οἷον ἐπίῤῥημα.
15ἄῤῥωστος. συῤῥάπτω. καὶ τὰ λοιπά. ψιλοῦται δὲ τὸ μὲν πρῶτον, διότι οὐδέποτε συλλαβὴ Ἑλληνικῆς λέξεως εἰς δασὺ λήγει, τὸ δὲ δεύτερον δασύνεται, διότι φίλαρχός ἐστιν ἡ δασεῖς.
19tΠΕΡΙ ΤΗΣ ΚΟΡΩΝΙΔΟΣ.
20 Ἰστέον ὅτι ἡ κορωνὶς, ὅτι οὐκ ἐν πάσαις τίθεται ταῖς κράσεσιν, ἀλλ’ ὅτε ἐν ἁρμογῇ δύο λέξεων γένηται ἡ κρᾶσις. οἷον τὸ ἔργον, τοὖργον, τὸ ἔλαιον, τοὔλαιον, τὸ ἔπος, τοὖπος, καὶ ἐγὼ, κᾀγώ. τὰ ἄλλα, τἄλλα. καὶ τὰ ὅμοια. ὅτε δὲ μὴ ἐν ἁρμογῇ λέξεων δύο γίνηται ἡ κρᾶσις,
25οὐ τίθεται ἡ κορωνίς. οἷον νόος, νοῦς. πλόος, πλοῦς.215