TLG 4093 008 :: Georgius CHOEROBOSCUS :: Epimerismi in Psalmos Georgius CHOEROBOSCUS Gramm., Diaconus Epimerismi in Psalmos Citation: Page — (line) | ||
1(1t) | ΕΠΙΜΕΡΙΣΜΟΙ ΣΥΝ ΘΕΩΙ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ | |
2t | ΑΠΟ ΦΩΝΗΣ | |
---|---|---|
3t | ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΕΠΙΚΛΗΝ ΧΟΙΡΟΒΟΣΚΟΥ. | |
4 | ΨΑΛΜῸΣ, ὄνομα ἁπλοῦν προσηγορικὸν καὶ συνώνυμον, | |
5 | μέρος λόγου ἐστὶν ὀνόματος ἀρσενικοῦ παραγώγου, εἴδους τῶν παραγώγων ῥηματικοῦ. Ῥηματικὸν δέ ἐστι, παρηγμένον ἀπὸ ῥήματος· ψαλμὸς δὲ, παρὰ τὸ ψάλλω, ψαλῶ, ἔψαλον, ἔψαλμαι, ψαλμὸς, ὡς τίλλω, τιλῶ, τέτιλκα, τέτιλμαι, τιλμὸς, καὶ πάλλω, πέπαλκα, παλμὸς, καὶ γίνεται ἐψαλμός· | |
10 | ἀλλὰ τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνόματα συνάρχεσθαι θέλουσι τοῖς ἰδίοις ἐνεστῶσι καὶ φυλάττειν τὸ χαρακτηριστικὸν σύμφωνον τοῦ παθητικοῦ παρακειμένου, ἐξ ὧν καὶ ἐγένοντο· τὸ δὲ ψάλλω γίνεται παρὰ τὸ ψαύω· τοῦτο δὲ παρὰ τὸ ψῶ τὸ προσεγγίζω· τῇ γὰρ κιθάρᾳ | |
15 | προσεγγίζοντες τὸ παλαιὸν ἔψαλλον. Τὸ ψῶ σημαίνει εʹ· τὸ λεπτύνω, ἐξ οὗ καὶ ψιλὸν στρατιώτην λέγομεν, τὸν ἄοπλον καὶ γυμνόν· ψῶ τὸ προσεγγίζω, ἐξ οὗ καὶ ψώρα, παρὰ τὸ ἅπτεσθαι ἐν τῷ κνήθειν τὰ πεπονθότα μέλη τοῦ σώματος· ψῶ τὸ κόπτω, ἐξ οὗ καὶ ψωμὸς, ὁ εἰς μικρὰ | |
20 | κεκομμένος ἄρτος· ψῶ τὸ καίω, ἐξ οὗ καὶ “ψωλόεις κε‐ ραυνὸς” ὁ καυστικός· ψῶ τὸ τρίβω, ἐξ οὗ καὶ τὸ “ψώ‐ χοντες ταῖς χερσὶ τοὺς στάχυας.” Τὸ ΜΟΣ μικρὸν, διατί; Τὰ εἰς ΟΣ ἀρσενικὰ καὶ θηλυκὰ, καὶ τὰ εἰς ΟΝ οὐδέτερον, εἰς ΟΥΣ ἔχουσι τὴν γενικὴν, βέλους, | |
25 | τείχους. Διατί ὀξύνεται; Τὰ εἰς ΜΟΣ προσηγορικὰ, ἔχοντα τὴν πρὸ τοῦ τέλους συλλαβὴν εἰς Λ λήγουσαν, ὀξύνονται, οἷον ὀφθαλμὸς, ἰνδαλμὸς, τιλμὸς, καὶ ψαλμός. Σεσημείωται | |
τὸ ὄλμος βαρυνόμενον, ὃ σημαίνει τὴν ἴγδην· ἔστι δὲ καὶ | 1 | |
2 | λίθος περιφερὴς, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινά· τοῦτο ταῖς ὑπογλουτίσιν ἑκατέρωθεν ἐστὶ κοῖλον· ἔστι δὲ καὶ ποτηρίου εἶδος, καὶ μέρος τῶν αὐλῶν, καὶ ὑφόλμια τινὰ ἐν αὐλοῖς, καὶ τοῦ ἁλιευτικοῦ καλάμου τὸ κατώτερον | |
5 | μέρος, καὶ τὸ μαντεῖον. ΨΑΛΜῸΣ ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Συνωνύμου. Διόρισον. Πολυώνυμον δέ ἐστι, τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄορ, ξίφος, μάχαιρα, φάσγανον, σπάθη. Λέγεται δὲ καὶ ψαλμὸς καὶ ὕμνος, καὶ ᾠδὴ καὶ αἶνος. | |
10 | ΠΡΩ͂ΤΟΣ ὀνόματος ποίου εἴδους; Τῶν κατὰ σημα‐ σίαν τακτικοῦ. Διόρισον. Τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦν, οἷον πρῶτος, δεύτερος, τρίτος. Διατί βαρύνεται; Τὰ εἰς ΤΟΣ καθαρὰ δισύλλαβα ἐπ’ ἀριθμῷ ταττόμενα βαρύ‐ νονται, οἷον τρίτος, πέμπτος, ἕκτος. Καὶ διατὶ οὐ λέγομεν | |
15 | προπερισπώμενον, ἀλλὰ βαρύτονον; Ἰστέον, ὅτι τὰ παρο‐ ξύτονα καὶ τὰ προπαροξύτονα καὶ τὰ προπερισπώμενα δυνάμει βαρύτονα καλοῦνται· τὰ δὲ ἐπὶ τέλους ἔχοντα τὸν τόνον, ἢ ὀξύτονα ἢ περισπώμενα. Ποσαχῶς τὸ ΠΡΩ͂ΤΟΣ; Τετραχῶς· κατὰ χρόνον, ὡς πρῶτοι οἱ προφῆται τῶν ἀπο‐ | |
20 | στόλων· κατὰ φύσιν, ὡς πρῶτον τὸ ζῶον τοῦ ἀνθρώπου· κατὰ τάξιν, ὡς πρῶτα τὰ στοιχεῖα τῆς συλλαβῆς, καὶ τὰ προοίμια τῶν λόγων· κατὰ ἀξίαν, ὡς πρῶτοι εἰσὶν οἱ ἄρ‐ χοντες τῶν ἀρχομένων. ΠΡΩ͂ΤΟΣ σημαίνει δύο· τὸν παρ’ ἡμῖν λεγόμενον πρῶτον, ὡς πρῶτος ἐστὶν ὁ Πέτρος τοῦ | |
25 | Παύλου· καὶ τὸ ἄκρον τοῦ ῥυμοῦ, ὡς τὸ [Il. ζʹ. 40.] ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ. Διαφέρει πρότερος καὶ πρῶτος, ὅτι τὸ μὲν ἐπὶ δύο μόνον λαμβάνεται, ὡς τὸ πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης, | |
30 | τὸ δὲ ἐπὶ πολλῶν, ὡς τὸ, ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. ΠΡΩ͂ΤΟΣ ποίου εἴδους; Τῶν κατὰ φωνὴν ὑπερθετικοῦ· ὑπερ‐ θετικὸν δέ ἐστι τὸ κατ’ ἐπίτασιν ἑνὸς πρὸς πολλούς. Πόσοι | |
τύποι τῶν ὑπερθετικῶν; Δύο· ὁ εἰς ΤΑΤΟΣ, ὀξύτατος, | 2 | |
3 | βραδύτατος, βαρύτατος, καὶ ὁ εἰς ΤΟΣ, οἷον ἄριστος, μέ‐ γιστος. ... Κηρὸς εἴδους τῶν παραγώγων; Παρωνύμου. Πόσα σημαίνει κήρ; Δύο· οὐδετέρως τὴν ψυχήν· καὶ γίνεται παρὰ | |
5 | τὸ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα, ἢ παρὰ τὸ κεκρᾶσθαι αὐτὴν ἐκ ψυχροῦ καὶ θερμοῦ, ἢ παρὰ τὸ καιρίαν δέχεσθαι τὴν πληγὴν, ἢ παρὰ τὸ κέαρ κῆρ· τοῦτο δὲ παρὰ τὸ κῶ τὸ καίω· (τὴν ψυχὴν γὰρ τὸ ἔμφυτον θερμὸν φασὶν εἶναι·) καὶ σημαίνει δύο κῶ, τὸ κοιμῶμαι, ἐξ οὗ κοίτη· κῶ τὸ | |
10 | καίω, ἐξ οὗ καὶ τὸ [Il. ιʹ. 234.] κειάμενοι πυρὰ πολλά. Εἰς τὸ κῆρ τὸν τόνον περισπώμενον, διατί; Ἐκ τοῦ κέαρ κῆρ· πᾶσα συναίρεσις ... Πῶς ἐστι τὸ ἐντελές; Τὸ κέαρ. Πῶς κλίνεται; Τοῦ κέαρος. Ὁ κάνων τῶν εἰς ΑΡ οὐδε‐ | |
15 | τέρων· τὰ μὲν ὑπὲρ δύο συλλαβὰς ἅπαντα διὰ τοῦ ΤΟΣ κλί‐ νονται, δελέατος, ὀνείατος· τῶν δὲ δισυλλάβων τὰ μὲν μακρᾷ παραληγόμενα διὰ τοῦ ΤΟΣ, ἥπατος, οὔθατος· τὰ δὲ βραχείᾳ διὰ τοῦ ΡΟΣ, ἔαρος, κέαρος. Τὸ συνῃρημένον τὸ κῆρ· ὁ κανών; Τὰ συνῃρημένα κανόνας οὐκ ἔχουσι. Καὶ πῶς ποιεῖς τὴν συναί‐ | |
20 | ρεσιν; Τὸ Ε καὶ Α εἰς Η μακρὸν κιρνᾶται. Πῶς κλίνεται; Τοῦ κῆρος· ὁ τόνος ἡ κῆρος καὶ ἦρος, ἐκ τοῦ κέαρος καὶ ἔαρος. Εἰ δὲ σημαίνει τὴν θανατηφόρον μοῖραν, γένους ἐστὶ θηλυκοῦ, καὶ γίνεται παρὰ τὸ κῶ τὸ καίω. Τὸ ΚΑΙ δίφθογ‐ γον διατί; Διότι ἀνεφάνη τὸ Α ἐν τῷ μέλλοντι, διὰ τῆς ΑΙ | |
25 | διφθόγγου γράφεται ἐπὶ τοῦ ἐνεστῶτος. Καὶ ἄλλως· τὰ δι’ αὐτοῦ (διὰ τοῦ) ΕΩ ῥήματα δισύλλαβα ὄντα ἐπὶ δευτέρου καὶ τρίτου προσώπου συναίρεσιν οὐκ ἐπιδεχόμενα διὰ τῆς ΑΙ διφθόγγου γράφεται, οἷον κλαίω, παίω, ναίω. Οὕτως οὖν καὶ τὸ καίω· τὸ δὲ πλέω καὶ ῥέω καὶ χέω καὶ τὰ ὅμοια | |
30 | διὰ τοῦ Ε ψιλοῦ γράφεται, ὅτι κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον συναίρεσιν ἐπιδέχονται, οἷον χέω χέεις χεῖς, ῥέω ῥέεις ῥεῖς, πλέω πλέεις πλεῖς. Καίω καύσω· πόθεν ἔχει | |
τὸ Υ; Ἐφ’ ὧν οἱ Ἀττικοὶ ἀποβάλλουσι τὸ Ι κατὰ τὸν | 3 | |
4 | ἐνεστῶτα, πλεονάζουσι τὸ Υ κατὰ τὸν μέλλοντα, κλαίω κλαύσω, καίω καύσω· καὶ γὰρ ἐπὶ τούτων ἀποβάλλοντες τὸ Ι κατὰ τὸν ἐνεστῶτα κλάω καὶ κάω λέγουσι. Τὸ κῆρ, Η, διατί; Ἐκ τοῦ κέαρ, κῆρ· τὸ γὰρ Ε καὶ Α εἰς Α μακρὸν | |
5 | κιρνᾶται. Καὶ ἄλλως· πᾶν ἀρσενικὸν καὶ θηλυκὸν εἰς ἀμε‐ τάβολον λῆγον, μακροκαταληκτεῖ. Καὶ ἄλλως· τὰ εἰς ΗΡ ἐπὶ παντὸς γένους διὰ τοῦ Η γράφεται, πλὴν τοῦ χεὶρ, φθεὶρ, Εἲρ, (ὄνομα ποταμοῦ,) Βέκχειρ, (ἔθνους ὄνομα,) Σάφειρ, (ὄνομα ἔθνους Ποντικοῦ,) ἔθειρ, Ἐλάτειρ, (ποταμὸς Κελτικὸς) | |
10 | Λίχειρ, (ποταμὸς περὶ Πλαταίαν,) εἰνάτειρ, Ἐλεάζειρ, (βα‐ σιλεὺς Λιβύων,) καὶ φὶρ καὶ Φθὶρ, (υἱὸς Ἐνδυμίωνος) καὶ γρά‐ φεται διὰ τοῦ Ι. Εἰς τὸ κὴρ ὀξεῖαν, διατί; Πᾶσα ὀρθὴ καὶ αἰτιατικὴ μὴ οὖσα ἀπὸ συναιρέσεως ὀξύνεται, χωρὶς τῶν μονοσυλλάβων καὶ τῶν σεσημειωμένων καὶ τῶν διὰ τοῦ Ν Τ | |
15 | κλινομένων. Πῶς κλίνεται κηρός; Ὁ κανών· Πᾶν ὄνομα μονοσύλλαβον εἰς ἀμετάβολον λῆγον προσθήκῃ τοῦ ΟΣ κλίνεται, πλὴν τοῦ φρὴν φρενὸς, καὶ χθὼν, χθόνος. Καὶ διατί σεσημείωται τὸ φρὴν φρενός; Διότι τὰ εἰς ΗΝ μονοσύλλαβα κοινά εἰσι τῷ | |
20 | γένει, καὶ ὁμοφωνοῦσι τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς, οἷον ὁ χὴν καὶ ἡ χὴν, ὁ ῥὴν καὶ ἡ ῥήν· τὸ δὲ φρὴν θηλυκοῦ μόνου γένους ὂν, ὡς διήλλαξε περὶ τὸ γένος, διήλλαξε καὶ περὶ τὴν κλίσιν. Τὸ δὲ χθὼν χθονὸς διὰ τί σεσημείωται; Διότι οἱ κανόνες κατὰ τὴν ἀναλογίαν γεγόνασι· (ἀναλογία δέ ἐστιν | |
25 | ἡ τῶν ὁμοίων παράθεσις, τὸ δὲ ὅμοιον ὁμοίῳ ἐστὶν ὅμοιον·) εἰκότως οὖν τὰ μονήρη σημειούμεθα καὶ οὐ κανονίζομεν. Τῆς κηρὸς ὁ τόνος· αἱ μέντοι εἰς ΟΣ δισύλλαβοι γενικαὶ ὀξύνεσθαι θέλουσιν. Ἀπὸ οὖν τοῦ κῆρ τοῦ σημαίνοντος τὴν θανατη‐ φόρον μοῖραν γίνεται κατὰ παραγωγὴν κήριος, ὁ τῇ φθορᾷ | |
30 | ὑποπεπτωκώς· καὶ μετὰ τοῦ στερητικοῦ Α ἀκήριος, ὁ ἐστερη‐ μένος τῆς φθορᾶς· καὶ τροπῇ τοῦ Η εἰς Α, καὶ πλεονασμῷ τοῦ Μ μακάριος. Ποσαχῶς πλεονάζει τὸ Μ; Πολλαχῶς. Πῶς; Πλεο‐ νάζει γὰρ τὸ Μ ἐν πολλαῖς λέξεσιν, ὡς ἐν τῷ ἴος, ἴου, ἴα τὸ | |
35 | θηλυκὸν, καὶ πλεονασμῷ τοῦ Μ μία, καὶ ἄλευρον, μάλευρον, | 4 |
5 | καὶ ἐστὸς, μεστός· οὕτως οὖν καὶ ἀκήριος, μακήριος, καὶ τροπῇ τοῦ Η εἰς Α μακάριος. Ποσαχῶς γίνεται ἡ τροπὴ τῶν φωνηέντων; Τετραχῶς. Ἢ γὰρ τὸ μακρὸν εἰς μακρὸν τρέπεται, ὡς ἐν τῷ ἁμαρτηλὸς | |
5 | ἁμαρτωλός· ἢ τὸ βραχὺ εἰς βραχὺ, ὡς ἐν τῷ Αἴαντι Αἴ‐ αντα· ἢ τὸ μακρὸν εἰς βραχὺ, ὡς ἐν τῷ ναὸς νεώς· ἢ τὸ βραχὺ εἰς μακρὸν, ὡς ἐν τῷ θεοτόκος θεητόκος, ἐλαφοβόλος ἐλαφηβόλος. ΜΑΚΆΡΙΟΣ ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; | |
10 | Ἐπιθέτου. Διόρισον. Ἐπιθετικὸν δέ ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύμως τιθέμενον. Καὶ ποσαχῶς λαμ‐ βάνεται τὰ ἐπίθετα; Τριχῶς· ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός. Τὸ δὲ ΜΑΚΆΡΙΟΣ πόθεν λαμβάνεται; Ἀπὸ ψυχῆς. Διόρισον. Ἀπὸ μὲν ψυχῆς, ὡς σώφρων, ἀκώμαστος, | |
15 | ἅγιος, μακάριος, καὶ τὰ ὅμοια. Τὸ ΡΙ Ι· διατί; Τὰ διὰ τοῦ ΙΟΣ ἐπίθετα ἢ καὶ ἀπὸ τόπου λαμβανόμενα διὰ τοῦ Ι γράφεται, οἷον ἅγιος, κύριος, ὅσιος, οὐράνιος, θαλάσσιος, ποτάμιος, Ὀλύμπιος· καὶ τὰ ἐθνικὰ δὲ, οἷον Σάμιος, Ῥόδιος, Ἀρμένιος, Φρύγιος, Θρᾴκιος, | |
20 | χωρὶς τῶν παρὰ τὸ γαῖα συγκειμένων, ἅτινα γράφονται διὰ τῆς ΕΙ διφθόγγου, οἷον εὔγειος, μεσόγειος, ἐπίγειος, πρόσ‐ γειος, ἔγγειος, ὁ πρὸς τὴν γῆν κλίνων· ἔγγιον δὲ τὸ πλη‐ σίον, Ι. Καὶ ἄλλως· τὰ ἀπὸ μονοσυλλάβων ὀξύτονα διὰ τοῦ ΙΟΣ γινόμενα, μὴ σημαίνοντα μέρος σώματος, μήτε | |
25 | μετουσιαστικὰ, μήτε κτητικὰ ὑπάρχοντα, διὰ τοῦ Ι γρά‐ φεται, οἷον Φρὺξ Φρυγὸς Φρύγιος, μὴν μηνὸς μήνιος· οὕτως οὖν καὶ κῆρ κηρὸς κήριος, τὸ δὲ χήνειος, ἄρνειος, μήλειος διὰ διφθόγγου, ὅτι μέρη σώματος δηλοῖ· τὸ ἀργύρειος, χρύσειος μετουσιαστικά· τὸ Αἰάντειος, Ἑκτόρειος, βρότειος κτητικὰ, | |
30 | τὰ δὲ τοιαῦτα πάντα διὰ τῆς ΕΙ διφθόγγου γράφεται· καὶ τὰ κύρια δὲ ὀνόματα διὰ τοῦ Ι γράφεται, οἷον Ἀντώνιος, Ἀπολλώνιος, Εὐγένιος, καὶ τὰ ὅμοια, πλὴν τοῦ Ἄρειος, Ἡράκλειος, βασίλειος. Τὸ ΡΙ βραχύ. Διατί; Τὰ διὰ τοῦ ΙΟΣ προπαροξύτονα, | |
35 | εἴτε κύρια, εἴτε ἐπίθετα, τῷ Ι μόνῳ παραληγόμενα, συ‐ | 5 |
6 | στέλλει αὐτὰ, οἷον ἅγιος, κύριος, Σέργιος, Φώτιος. Καὶ ἄλλως· τὰ ἀπὸ τῶν εἰς Ξ ἢ εἰς Ρ ληγόντων συνεσταλμένου ὄντος τοῦ Ι προπαροξύτονα, χωρὶς εἰ μὴ ἐπὶ κυρίου δια‐ στολή τις γένηται ἐν τρισυλλάβοις τριβράχεσιν, ὡς ἔχει τὸ | |
5 | Φρύγιος καὶ φλόγιος· τὰ δὲ προπαροξύτονα εἰσὶ ταῦτα· Θρηΐκιος, Κιλίκιος, σωτήριος· οὕτως οὖν καὶ ΜΑΚΆΡΙΟΣ. Τὸ ΜΑ βραχύ. Διατί; Τὸ τῆς στερήσεως Α ἀεὶ ἐν συστολῇ παραλαμβάνεται, οἷον ἀδύνατος, ἀόργητος, καὶ τὰ ὅμοια, πλὴν τοῦ ἀθάνατος καὶ ἀκάματος. Διατί πλὴν | |
10 | τούτων; Ὅτι διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων ἐνταῦθα ἐκτείνεται. ἈΝῊΡ ὀνόματος ἐστὶ γένους ἀρσενικοῦ, εἴδους παραγώγου, εἴδους τῶν παραγώγων, ῥηματικοῦ. Πόθεν γίνεται; Παρὰ τὸ ἀνύω, τὸ τελειῶ καὶ πράττω, ἀνὴρ, ὥσπερ παρὰ τὸ αἴθω, | |
15 | τὸ καίω, αἰθὴρ, καὶ ἄω, τὸ πνέω, ἀὴρ, ἢ παρὰ τὸ ἀνύω ἀνυὴρ, καὶ ἐν συγκοπῇ ἀνήρ· ἀνυστικώτερος γὰρ καὶ πρακτικώτερος ὁ ἀνὴρ τῆς γυναικός. Τί πνεῦμα ψιλόν; Τὸ Α πρὸ τοῦ Ν ψιλοῦται· ἄνιαοι (sic) ἄνεμος. Τὸ ἀνύω Ἀττικοὶ δασύνουσι. ἈΝῊΡ Η διατί· πᾶν ἀρσενικὸν καὶ θηλυκόν .... | |
20 | Καὶ ἄλλως· τὰ εἰς ΗΡ ἐπὶ παντὸς γένους διὰ τοῦ Η γρά‐ φεται. Ἀνὴρ διατί ὀξύ; Τὰ εἰς ΗΡ λήγοντα ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ, μὴ ὄντα κύρια, μηδὲ ἐθνικὰ, ὀξύνονται, οἷον αἰθὴρ, δαὴρ, ἀὴρ, ἀνήρ· μάχεται τὸ ἐριήρ· ἴσως δὲ τοῦ ἐρίηρος ἐστὶν ἀποκοπή. Πόσα σημαίνει ἈΝΉΡ; Τέσσαρα· | |
25 | τὸν φύσει, ὡς τὸ ἄνδρα μοι ἔνεπε μοῦσα πολύτροπον· τὸν γήμαντα, ὡς τὸ ἄνδρα μὲν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ· τὸν ἀνδρεῖον, ὡς τὸ | |
30 | ὦ φίλοι, ἀνέρες ἐστὲ, καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, ὡς τὸ ὅς που νῦν γε μετ’ ἀνδρῶν ἵζει. ἈΝῊΡ ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Ὅτε σημαίνει τὴν φύσιν, προσηγορικοῦ. Διόρισον. Προσηγο‐ | |
35 | ρικὸν δέ ἐστι τὸ τὴν κοινὴν οὐσίαν σημαῖνον, οἷον ἄνθρωπος, | 6 |
7 | ἵππος, ἀνήρ. Εἰ δὲ σημαίνει τὸν ἀνδρεῖον, ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Ἐπιθετικοῦ. Διόρισον. Ἐπί‐ θετον δέ ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύμως τιθέ‐ μενον. Καὶ τὸ ἀνὴρ τοῦτο πόθεν λαμβάνεται; Ἀπὸ | |
5 | σώματος. Διόρισον. Ἀπὸ δὲ σώματος, ὡς ταχὺς, βραχύς. Εἰ δὲ σημαίνει τὸν γήμαντα, ποίου εἴδους τῶν ὑποπεπτω‐ κότων τῷ ὀνόματι; Τῶν πρός τι. Διόρισον. Πρός τι ἔχον δέ ἐστι τὸ πρὸς ἕτερον ἔχον σχέσιν, ὡς πατὴρ, υἱὸς, φίλος, δεξιός. Καὶ πρὸς τίνα ἔχει; πρὸς τὴν γυναῖκα. Καὶ | |
10 | ποσαχῶς τὰ πρός τι; Τετραχῶς. Κατά τι καὶ τί; Φύσει μὲν, ὡς πατὴρ πρὸς υἱόν· τύχῃ, ὡς δοῦλοι πρὸς δεσπότην· τέχνῃ, ὡς μαθητὴς πρὸς διδάσκαλον· προαιρέσει, ὡς φίλος πρὸς φίλον. Εἰ δὲ σημαίνει τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Τῶν ὡς πρός | |
15 | τι. Διόρισον. Τῶν ὡς πρός τι ἔχον δέ ἐστι, τὸ πρὸς ἕτερον μὲν λεγόμενον, κατ’ ἐναντιότητα δὲ, φθαρτικὸν, ὡς νὺξ ἡμέρα, θάνατος ζωή. Καὶ ποσαχῶς λαμβάνονται τὰ ὡς πρός τι; Τετραχῶς· κατὰ ποιὸν, ὡς τὸ γλυκὺ πρὸς πικρόν· κατὰ ποσὸν, ὡς τὸ μικρὸς πρὸς μέγας, καὶ ἀνὴρ πρὸς | |
20 | μειράκιον· κατὰ ἔμμεσον, ὡς τὸ ἁμαρτωλὸς πρὸς δίκαιον· ἐνδέχεται γὰρ καὶ τὸν ἁμαρτωλὸν μετέχειν δικαιοσύνης, καὶ τὸν δίκαιον ἁμαρτίας· κατὰ ἔμμεσον, (ἄμεσον marg.) ὡς τὸ νὺξ ἡμέρα, θάνατος ζωή. Καὶ τί διαφέρει τὰ πρός τι τῶν ὡς πρός τι; Διαφέρει ὅτι τὰ μὲν πρός τι σωματικά εἰσιν· | |
25 | οὐ γὰρ εἴρηται πατὴρ χωρὶς υἱοῦ, οὐδὲ υἱὸς χωρὶς πατρός· τὰ δὲ ὡς πρός τι ἀναιρετικά εἰσιν ἀλλήλων· ἀναιρουμένης γὰρ τῆς ἡμέρας ἔρχεται ἡ νὺξ, καὶ ἀναιρουμένης τῆς ζωῆς ἔρχεται ὁ θάνατος. Πῶς κλίνεται; Τοῦ ἀνέρος. Ὁ κανών· τῶν εἰς ΗΡ ὀξυτόνων ὅσα μὲν ἔχει τὸ Τ ἐπ’ εὐθείας διὰ τοῦ Η | |
30 | κλίνεται, καμπτῆρος εἰς ατῆρος (ἐλατῆρος,) σεσημειωμένου τοῦ πατέρος ἀστέρος· ὅσα δὲ μὴ ἔχει τὸ Τ ἐπ’ εὐθείας διὰ τοῦ Ε κλίνεται, ἀέρος, δαέρος, ἀνέρος, καὶ ἐν συγκοπῇ ἀνδρός. Ὁ κανών· αἱ συγκοπτόμεναι γενικαὶ καὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας. Καὶ πῶς; Γίνεται δ’ ἀνδρὸς κατὰ | |
35 | πλεονασμὸν τοῦ Δ. Καὶ διατί ἐπλεόνασε τὸ Δ; Διότι τὸ Ν | 7 |
8 | οὐ δύναται εἶναι πρὸ τοῦ Ρ, οὔτε κατὰ σύλληψιν, οὔτε κατὰ διάστασιν· κατὰ σύλληψιν, πλὴν τοῦ Μ τοῦ Ν ὡς ἐν τῷ μνεία καὶ ἀμνός· κατὰ διάστασιν, ὅτι πᾶσα συλλαβὴ ἀπὸ τοῦ Ρ ἀρχομένη θέλει ἔχειν τὴν πρὸ αὐτῆς εἰς Ρ λήγουσαν | |
5 | ὡς ἐπὶ τὸ πλεῖστον, οἷον ἄρρεν, μυρρίνη, ἄρρωστος· διὰ τοῦτο πλεονάζει τὸ Δ, καὶ γίνεται ἀνδρός. Καὶ διατί οὐκ ἐπλεόνασεν ἄλλο σύμφωνον, ἀλλὰ τὸ Δ; Ἐπειδὴ αἱ συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας· ἡ ἀνδρὸς, τὴν ἀμυδρὸς, ἡ πατρὸς καὶ θυγα‐ | |
10 | τρὸς, τὴν ἰατρός. Καὶ κατὰ πόσους τρόπους πλεονάζει τὸ Δ; Κατὰ τέσ‐ σαρας. Κατὰ τὶ καὶ τί; Κατὰ κλίσιν, ὡς τὸ ἀνὴρ, ἀνέρος, καὶ ἐν συγκοπῇ ἀνδρός· κατὰ γραφὴν, ὡς τὸ ὕω τὸ βρέχω, ὕωρ, καὶ πλεονασμῷ τοῦ Δ ὕδωρ· κατὰ ποιητικὴν ἄδειαν, ὡς | |
15 | τὸ [Il. αʹ. 33.] ἔδδεισε δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ. κατὰ ἀναγκαίαν σύνταξιν, ὡς τὸ χεὶρ, χειρὸς, ἄχερος, καὶ πλεονασμῷ τοῦ Δ ἄχερδος· ἔστι δὲ βοτάνη ἀκανθώδης, μὴ δυναμένης χειρὸς ψαῦσαι ταύτης. Καὶ αἰτιατικὴ, τὸν ἄνδρα. | |
20 | Ὁ τόνος; Αἱ μέντοι εἰς Α αἰτιατικαὶ δισύλλαβοι μόνως βαρύνονται, χῆνα, παῖδα, ἄνδρα. Ἡ κλητικὴ, ὦ ἄνερ. Ὁ κανών· τὰ εἰς ἀμετάβολα λήγοντα μακροκατάληκτα, ἀπο‐ βάλλοντα τῆς γενικῆς τὴν ἐσχάτην τὸ ΟΣ, ποιεῖ τὴν κλητικήν. Ὅτι ἡμάρτηται καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὴν κλίσιν. | |
25 | Καὶ ἄλλως· σεσημείωται τὸ ἄνερ, πάτερ, σῶτερ, δᾶερ, ἀνα‐ βιβάζοντα τὸν τόνον ἐπὶ τῆς κλητικῆς. Καὶ διατί σεση‐ μείωται; Διότι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς Ρ βραχυ‐ κατάληκτα ὑπὲρ μίαν συλλαβὴν ἀναστρέφονται τὴν ὀξεῖαν τάσιν, πλὴν τῆς ὑπὲρ προθέσεως καὶ τοῦ αὐτὰρ συν‐ | |
30 | δέσμου. ὋΣ ἄρθρον ἐστὶν ὑποτακτικόν. Πόθεν δῆλον; Καὶ ἔστι προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς. Καὶ τί διαφέρει τὰ προτακτικὰ τῶν ὑποτακτικῶν; Διαφέρει, ὅτι τὰ μὲν προ‐ τακτικὰ [ἢ] πνεύματα ἢ (οὐ) τόνους ἐπιδέχονται, τὰ δὲ | |
35 | ὑποτακτικὰ καὶ πνεύματα καὶ τόνους. | 8 |
9 | Τί ἐστιν ἄρθρον; Μέρος λόγου πτωτικὸν, προτασσό‐ μενον ταῖς κλίσεσι τῶν ὀνομάτων καὶ ὑποτασσόμενον. Καὶ πόθεν γίνεται ἄρθρον; Παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. Ἄρθρα γὰρ κυρίως λέγονται αἱ τῶν μελῶν ἁρμονίαι. Καὶ πόθεν | |
5 | εἴρηται ἄρθρον; Παρὰ τὸ συναρτᾶσθαι τοῖς πτωτικοῖς, καὶ μηδέπω δίχα αὐτῶν εὑρίσκεσθαι. Τί ἐστι ἴδιον ἄρθρου; Τὸ τὴν δευτέραν γνῶσιν σημαί‐ νειν· ἐὰν γὰρ εἴπῃς ... ἦλθεν, ἀγνοῶ ποίας· ἐὰν δὲ σὺν τῷ ἄρθρῳ εἰς γνῶσιν ἀνάγομαι τῇ ὑποκειμένῃ οὐσίᾳ τοῦ πράγμα‐ | |
10 | τος. Πόσα παρέπεται τῷ ἄρθρῳ; Τρία. Τὶ καὶ τὶ; Γένη, ἀριθμοὶ, πτώσεις. Τὸ ὃς ποίου γένους ἐστίν; Ἀρσε‐ νικοῦ. Ποίου ἀριθμοῦ; Ἑνικοῦ. Ποίας πτώσεως; Ὀρθῆς καὶ εὐθείας τῶν ἑνικῶν. Τὸ προτακτικὸν πῶς ἐστιν; ὁ. Καὶ πόσα σημαίνει τὸ ὁ ἄρθρον; ζʹ. Τὶ καὶ τὶ; Ἄρθρον προ‐ | |
15 | τακτικὸν ἀρσενικὸν, ὡς τὸ [Il. χʹ. 25.] τὸν δ’ ὁ γέρων Πρίαμος πρῶτος εἶδεν ὀφθαλμοῖς· καὶ ἀντὶ τοῦ ὃς, ὡς τὸ [Il. σʹ. 460.] καὶ θώρηχ’ ὃ γὰρ ἦν (οἱ) ἀπώλεσεν πιστὸς ἑταῖρος. ἔστι δὲ καὶ ὑποτακτικὸν οὐδέτερον, ὡς τὸ | |
20 | εἴλετο δ’ ἄλκιμον ἔγχος ὅ οἱ παλαμῆφιν ἀρήρει, καὶ ἀντὶ τοῦ ὅτι, ὡς τὸ λεύσσετε γὰρ τόγε παντὲς ὅ μοι γέρας ἔρχεται ἄλλῃ· καὶ ἀντὶ τοῦ οὗτος, ὡς τὸ ὁ γὰρ βασιλῆϊ χολωθείς· | |
25 | καὶ ἀντὶ τοῦ διό· ὡς τὸ τοιούτου γὰρ πατρὸς, ὃ καὶ πεπνυμένα βάζεις· καὶ ἀντὶ τοῦ τοῦτο, ὡς τὸ τὸ γὰρ γέρας ἐστὶ γερόντων· κατὰ πλεονασμὸν τοῦ Τ. | |
30 | Πόσα ἄρθρα προτακτικὰ ἀρσενικά; ιγʹ. Καὶ ὑπο‐ τακτικά; ι. Τὰ ὑποτακτικὰ δὲ κλητικὰς οὐχ ἔχουσι, διατί; Οὐδεὶς γὰρ τὸν ἀπόντα καλεῖ. Τὸ δὲ ὃς πῶς ἔχομεν γνῶναι κἄν τε ἄρθρον ἐστὶ, κἄν τε ἀντωνυμία; Ἐκ τοῦ ἐπαγομένου· λέγει γὰρ ὁ κανὼν, ὅτι τὰ ἄρθρα μὴ ἐπαγομένου ὀνόματος | |
35 | ᾧ συνταγῶσι, μετάγονται εἰς ἀντωνυμικὴν σημασίαν. | 9 |
10 | Ο᾿ΥΚ ἘΠΟΡΕΎΘΗ· πόσα μέρη λόγου εἰσίν; Δύο· οὐκ ἐπ’ ἀρνήσεως ἐπορεύθη, φησί. Τὸ οὐ ποίου τῶν ἐπιρρημάτων; Ἀρνήσεως. Διόρισον. Τὰ δὲ ἀρνήσεως ἢ ἀποφάσεως, οἷον οὐ, οὐχὶ, οὐ δῆτα, οὐδαμῶς. | |
5 | Τί διαφέρει ἄρνησις ἀπαγορεύσεως; Διαφέρει, ὅτι ἡ μὲν ἄρνησις ἐπὶ ἐγκλήματος ἐπιφερομένου τίθεται, ὡς τὸ, “σὺ τὸν δεῖνα ὑβρίσας, οὔ·” ἡ δ’ ἀπαγόρευσις ἀπὸ τρόπου ἐστὶ πράγματος τινὸς, ὡς τὸ “μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ ψευδομαρτυρήσῃς.” | |
10 | Εἰς τὸ οὐ τί πνεῦμα; Ψιλόν. Διατί; Ἡ οὐ ἄρνησις ψιλοῦται, τὸ δὲ ἄρθρον καὶ ἡ ἀντωνυμία δασύνεται. Τίνα τόνον; Ὀξεῖαν. Διατί; Πᾶσα δίφθογγος τελικὴ εἰς Υ λήγουσα, καὶ ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον, περισπᾶται. Σεσημείωται τὸ ἰδοὺ, ἰοὺ, οὔ. Καὶ διατί σεσημείωται; Ὡς | |
15 | μιμησάμενα τὸ σχῆμα τῆς ἀνανεύσεως. Ἐκ πόσων μερῶν τοῦ λόγου γίνεται τὰ ἐπιρρήματα; Ἐκ πάντων· ἀπὸ ὀνόματος, ῥήματος, μετοχῆς, ἄρθρου, ἀντωνυ‐ μίας, προθέσεως ἐπιρρήματα σημ. Ἐκ πόσων πτώσεων γίνονται τὰ ἐπιρρήματα; Ἐκ πασῶν· | |
20 | ἐξ εὐθείας, γενικῆς, δοτικῆς, αἰτιατικῆς, κλητικῆς. ἘΠΟΡΕΎΘΗ ἐστὶ ῥήματος, ἐγκλίσεως ὁριστικῆς, διαθέσεως παθητικῆς, χρόνου ἀορίστου πρώτου, συζυγίας ϛʹ τῶν βαρυ‐ τόνων. Πρωτότυπόν ἐστιν ἢ παράγωγον; Καὶ πόθεν γίνεται; Παρὰ τὸ πόρος. | |
25 | Πόσα σημαίνει πόρος; γʹ. Τὸν περάσιμον τόπον τοῦ ποταμοῦ, ὡς τὸ [Il. ξʹ. 433.] Ἀλλ’ ὅτε δὴ πόρον ἷξον εὐρρεῖος ποταμοῖο, καὶ τὸν τραχὺν καὶ λιθώδη τόπον, καὶ κύριον ὄνομα τοῦ Αἰγύπτου βασιλέως, ὃ καὶ διὰ τοῦ Ω μεγάλου γράφεται. | |
30 | Τὸ δὲ πόρος πόθεν γίνεται; Παρὰ τὸ πέρας. Τὸ δὲ πέρας πόθεν; Παρὰ τὸ ἀπόπαυσιν ἔχειν τῆς ἔρας· τὸ ΡΑΣ βραχύ. Τὰ εἰς ΑΣ οὐδέτερα συστέλλει τὸ Α, πρὸς ἀντιδιαστολὴν τῶν ἀρσενικῶν· καὶ εἰ μὲν εἰσὶ καθαρὰ, ἢ ἔχουσι πρὸ τοῦ Α τὸ Ρ, ἐπιδέχονται καὶ κλίσιν, οἷον κρέας κρέατος, γήρας | |
35 | γήρατος, χωρὶς τῶν τῷ Λ παραληγομένων, οἷον ἅλας ἅλατος, | 10 |
11 | ἐρυσιπέλας (νόσος) ἐρυσιπέλατος, εἰ δὲ μὴ, οὐ κλίνεται, οἷον δέμας (σῶμα), δέπας, (τὸ ποτήριον,) βρέτας, (τὸ εἴδωλον·) οὐ λέγομεν τούτων τὰς γενικάς. Περῶ διατί περισπᾶται; Τὰ ἀπὸ ὀνομάτων γινόμενα | |
5 | ῥήματα περισπῶνται, οἷον μόνος μονῶ, χρυσὸς χρυσῶ, ἀγάπη ἀγαπῶ, τέλος τελειῶ, καὶ πέρας περῶ. Καὶ πότε γίνονται τὰ ὀνόματα ἐκ τῶν ῥημάτων, καὶ πότε τὰ ῥήματα ἐκ τῶν ὀνομάτων; Ἡνίκα ἰσοσυλλαβοῦσι τὰ ῥήματα τοῖς ὀνόμασιν, ὀξύνονται δὲ ἢ βαρύνονται τὰ ὀνόματα, τὰ δὲ | |
10 | ῥήματα περισπῶνται, τότε ἐκ τῶν ὀνομάτων παράγονται τὰ ῥήματα, οἷον μόνος μονῶ, χρυσὸς χρυσῶ, πέρας περῶ· ἡνίκα δὲ πάλιν ἰσοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασιν, ὀξύνονται δὲ ἢ βαρύνονται τὰ ὀνόματα, βαρύνονται δὲ καὶ τὰ ῥήματα, τότε ἐκ τῶν ῥημάτων παράγονται τὰ ὀνόματα, οἷον λέγω | |
15 | λόγος, φέρω φόρος. Εἰ δὲ περιττοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασι, καὶ συνάρχουσιν αὐτοῖς, τότε ἐκ τῶν ὀνομάτων παράγονται τὰ ῥήματα, οἷον ἵππος ἱππεύω, δίφρος διφρεύω· χωρὶς τῶν ἀπὸ τῶν μελλόντων γινομένων κατὰ ἀποβολὴν τοῦ Ω μεγάλου, οἷον ἐλπίζω ἐλπίσω ἐλπὶς, ἰσχύω ἰσχύσω | |
20 | ἰσχύς. Εἰ δὲ περιττοσυλλαβεῖ τὰ ὀνόματα τοῖς ῥήμασι, τότε ἐκ τῶν ῥημάτων παράγονται τὰ ὀνόματα, οἷον μαρ‐ τυρῶ μαρτυρία, εὐδοκῶ εὐδοξία, κληρονομῶ κληρονομία. Ἰστέον δὲ ὅτι ὅτε τὸ ῥῆμα τῇ ἰσοσυλλάβῳ εὐθείᾳ ἢ τῇ περιττοσυλλάβῳ γενικῇ ἰσοσυλλαβεῖ, ταῦτα παράγωγά εἰσι. | |
25 | Διὸ τὸ μὲν χρυσῶ ἰσοσύλλαβον ὂν πρὸς τὴν χρυσὸς εὐθεῖαν, πρωτότυπον εἶναι φαμὲν, ἰσοσύλλαβα δὲ ἀμφότερα, τὸ χρυσίζω δὲ παράγωγον, οὐ γὰρ ἰσοσυλλαβεῖ. Περῶ τὸ ΠΕ ψιλόν. Διατί; Πᾶν ῥῆμα περισπώμενον διὰ τοῦ ἐρῶ ἐκφερόμενον ἐνεστῶτος χρόνου διὰ τοῦ Ε ψιλοῦ | |
30 | γράφεται, οἷον περῶ, ἐρῶ τὸ λέγω καὶ τὸ ἐπιθυμῶ, πλὴν τῶν σεσημειωμένων. Πορεύω διατί βαρύνεται; Τὰ διὰ τοῦ ΕΥΩ ῥήματα καθαρὰ βαρύνεται, οἷον ἀρδεύω, φυγεύω· οὕτως οὖν καὶ πορεύω. Διατί τοῦ πορεύομαι τὰ ἐνεργητικὰ οὐχ εὕρηνται ἐν χρήσει; Διότι ἀπέλειψαν διὰ τὴν σημασίαν. | |
35 | Καὶ ποσαχῶς ἀπολιμπάνουσιν αἱ φωναὶ τῶν ῥημάτων; | 11 |
12 | Τετραχῶς· ἢ διὰ σημασίαν, ὡς ὅλα πρόσωπα τῶν προστα‐ κτικῶν, καὶ ... τοῦ θνήσκω πίπτω ὀφθαλμιῶ ἐριγῶ πυ...... φρίσσω, τρέμω τὰ παθητικά. (Τὴν γὰρ σημα‐ σίαν τοῦ πάθους ἀνεδέξαντο τὰ φωνῆς ὄντα ἐνεργητικά. | |
5 | Ὁμοίως καὶ τὰ φωνῆς ὄντα παθητικὰ, σημαινόμενα δὲ ἐνεργητικὰ, καὶ ἐπὶ τοῦ πορεύομαι, μάχομαι, εὔχομαι, ὀρ‐ χοῦμαι· ἐπὶ τούτων γὰρ καὶ τῶν ὁμοίων ἀπολιμπάνουσι τὰ ἐνεργητικά·) ἢ διὰ ἀσυνταξίαν, ὡς τὸ τρίτον τῶν πλη‐ θυντικῶν τοῦ παθητικοῦ παρακειμένου, ὃ διὰ μετοχῆς (τε‐ | |
10 | τυμμένος) ἀναπληροῦται· (ἀσυνταξία δέ ἐστι τὸ μὴ ἔχειν χαρακτῆρα Ἑλληνικόν·) καὶ τὸ αʹ τῶν δυϊκῶν ἐνεργητικῶν· ἢ κατὰ τὸ φορτικὸν, ὡς τὸ χέω, ὁ μέλλων χεύσω, καὶ τοῦ ἐκτρώσασα· τὸ ἀρσενικὸν γὰρ οὐχ εὕρηται ἐκτρώσας, οὐ γὰρ ἀνὴρ ἐκτιτρώσκει· κατὰ τύχην δὲ, ὡς τοῦ γυνὴ ἡ κλῆσις, καὶ | |
15 | τοῦ ὕδωρ ἡ γενικὴ, καὶ τοῦ ὕδατος ἡ εὐθεῖα, καὶ τῶν ὁμοίων. Εἰδέναι δὲ δεῖ ὅτι τριῶν διαθέσεων οὐσῶν, ἐνεργείας, πάθους, μεσότητος, τὰ μὲν τῶν ῥημάτων καὶ τῇ φωνῇ καὶ τῷ σημαι‐ νομένῳ εἰσὶν ἐνεργητικὰ, ὡς τὸ τύπτω, γράφω, κόπτω· τὰ δὲ καὶ τῇ φωνῇ καὶ τῷ σημαινομένῳ παθητικὰ, ὡς τὸ τύπτο‐ | |
20 | μαι, γράφομαι, κόπτομαι. Εἰσὶ δέ τινα ῥήματα, ἃ οὔτε ἐνέργειαν οὔτε πάθος σημαίνουσιν, ἅ τινα καὶ οὐδέτερα λέγονται, οἷον ζῶ, πλουτῶ, ὑγιαίνω, πορεύω· ὁ μέλλων πορεύσω, ὁ πορεύων, πεπόρευκα· ὁ παθητικὸς, πεπόρευμαι· ὁ πρῶτος ἐπορεύθην, καὶ μετὰ τῆς οὐ ἀρνήσεως οὐκ ἐπορεύθη. | |
25 | Καὶ πῶς γίνεται οὐκ ἐπορεύθη; Πλεονάζει τὸ Κ διὰ τὴν χασμωδίαν. Καὶ τί ἐστι χασμωδία; Ἐπάλληλα φωνήεντα. Καὶ διὰ τί μὴ ἐπλεόνασε τὸ Χ ἀλλὰ τὸ Κ; Διότι ἡ οὐ ἄρνησις συν‐ τιθεμένη μεθ’ ἑτέρας λέξεως τῆς ἀπὸ φωνήεντος ἀρχομένης, | |
30 | ψιλουμένης μὲν αὐτῆς τῆς λέξεως, πλεονάζει τὸ Κ, δασυνό‐ μενον δὲ τὸ Χ. ἘΝ ΒΩΥΛΗ͂Ι. Πόσα μέρη λόγου εἰσί; Δύο. Τὶ καὶ τί; Ἐν πρόθεσις, βουλὴ ὄνομα. Τί ἐστι πρόθεσις; Λέξις προτιθεμένη πάντων τῶν τοῦ | |
35 | λόγου μερῶν ἔν τε συνθέσει καὶ συντάξει. Πῶς ἐν τῇ συν‐ | 12 |
13 | θέσει καὶ πῶς ἐν τῇ συντάξει; Ἐν μὲν τῇ συνθέσει, οἷον ἀναφορὰ, εἰσφορά· ἐν δὲ τῇ συντάξει, οἷον ἐπὶ τῆς χώρας. Πόθεν πρόθεσις; Ἐκ τοῦ τίθημι, θήσω, τέθεικα, τέθει‐ μαι, τέθεισαι, θέσις, καὶ μετὰ τῆς πρὸ προθέσεως, πρόθεσις. | |
5 | Καὶ διὰ τί λέγεται πρόθεσις; Διότι προτίθεται πάντων τῶν τοῦ λόγου μερῶν. Καὶ διὰ τί προτίθεται; Διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ἀσθένειαν. Ὥσπερ γὰρ ὁ ἄρρωστος, ὁ μὴ δυνάμενος περιπατῆσαι, ὑπὸ ἄλλων βασταζόμενος ἐκφέ‐ ρεται, οὕτω καὶ ἡ πρόθεσις ἀσθενὴς οὖσα, καὶ μὴ δυναμένη | |
10 | ὑπὸ ἑαυτῆς ἐκφέρεσθαι, ὑπὸ ἄλλων λέξεων βασταζομένη ἐκφέρεται. .... τῇ μὲν φωνῇ ιηʹ, τῷ δὲ σημαινομένῳ ιζʹ. Ἡ γὰρ ἀμφὶ καὶ ἡ περὶ τὸ αὐτὸ σημαίνουσιν, ὅτι ἐν τῷ ἅμα πολλάκις ἐκφέρεται, ὡς τὸ [Il. θʹ. 348.] Ἕκτωρ δ’ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους. | |
15 | Εἰς πόσα διαιροῦνται αἱ προθέσεις; Εἰς δύο· εἰς μονοσυλ‐ λάβους καὶ εἰς δισυλλάβους. Τί ἀντιπεπόνθασιν αἱ μονο‐ σύλλαβοι τῶν δισυλλάβων; Ὅτι αἱ μὲν μονοσύλλαβοι πᾶσαι εἰς σύμφωνον κατέληξαν, μία δὲ ἐξ αὐτῶν εἰς φωνῆεν, ἡ πρό· αἱ δὲ δισύλλαβοι πᾶσαι εἰς φωνῆεν κατέληξαν, μία | |
20 | δὲ αὐτῶν εἰς σύμφωνον, ἡ ὑπέρ. Πόσαι ἐπεκτείνονται ἐκ τῶν μονοσυλλάβων; Τέσσαρες, ἡ ἐν, ἡ εἰς, ἡ ἐξ, ἡ πρός. Ἡ ἐν προσλαμβάνει Ι, καὶ γίνεται ἔνι, ὡς τὸ “οὐκ ἔνι δοῦλος, οὐκ ἔνι ἐλεύθερος·” ἡ εἰς πρόθεσις προσλαμβάνει τὸ Ω μέγα, καὶ γίνεται εἴσω, ὡς τὸ | |
25 | καὶ νήεσς’ ἡγήσατ’ Ἀχαίων Ἴλιον εἴσω· ἡ ἐξ προσλαμβάνει τὸ Ω μέγα, καὶ γίνεται ἔξω, ὡς τὸ ἔξω τελφυὸς εἶκε δόρυ μείλινον. [Il. λʹ. 456. ὄβριμον ἔγχος Ἔξω τε χροὸς εἷλκε.] | |
30 | Ἡ πρὸς προσλαμβάνει Ι καὶ γίνεται προσὶ, καὶ ἀποβολῇ τοῦ Ρ ποσὶ, καὶ τροπῇ τοῦ Σ εἰς Τ ποτὶ, ἐξ οὗ καὶ τὸ Διὸς ποτὶ χαλκοβατὲς δῶ. Καὶ τί διαφέρει ἀλλήλοις (sic) ἡ ἐν καὶ ἡ πρός; Διαφέρει, ὅτι ἡ μὲν ἐν προσλαμβάνει τὸ Ι, καὶ γίνεται ἔνι, καὶ μετά‐ | |
35 | γεται εἰς ῥηματικὴν σημασίαν· ἡ δὲ πρὸς προσλαμβάνει τὸ | 13 |
14 | Ι καὶ γινομένη προσὶ, καὶ ἀποβολῇ τοῦ Ρ, καὶ τροπῇ τοῦ Σ εἰς Τ ποτὶ, ὡσαύτως μένει πρόθεσις. Καὶ διατί ἡ πρὸς προσλαμβάνει τὸ Ι, καὶ οὐ μετάγεται εἰς ῥηματικὴν σημα‐ σίαν; Διότι κατὰ πάθος γέγονε, ὡς δὲ κατὰ πάθος γινομένη | |
5 | τὴν ἰδίαν σημασίαν ἐφύλαξε. Πόσαι ἀναστρέφονται ἐκ τῶν μονοσυλλάβων αἵτινες οὐκ ἀναστρέφονται; εʹ οὐκ ἀναστρέφονται, αἱ λοιπαὶ δὲ ἀνα‐ στρέφονται. Καὶ ποῖαι εἰσὶν αἱ μὴ ἀναστρεφόμεναι; Ἡ ἀνὰ οὐκ ἀνα‐ | |
10 | στρέφεται, ἵνα μὴ συνεμπέσῃ τῷ “Ζεῦ ἄνα·” ἡ διὰ οὐκ ἀναστρέφεται, ἵνα μὴ συνεμπέσῃ τῷ Ζεὺς, Διὸς, Διὶ, Δία· ἡ κατὰ οὐκ ἀναστρέφεται, ἵνα μὴ συνεμπέσῃ τῷ κᾷτα, ἀπο‐ ρηματικῷ συνδέσμῳ· ἡ ἀντὶ καὶ ἀμφὶ ἐτριχρονίασαν, καὶ αἱ φθάσασαι τριχρονίσαι προθέσεις οὐκ ἀναστρέφονται· καὶ | |
15 | αὗται αἱ ἀνα..... πότε ἀναστρέφουσιν. Ὅπου (ἡνίκα) ἀναμεταξὺ (sic) δύο κυρίων ἢ προσηγορικῶν εὑρεθῶσι σύν‐ δεσμοι, παραλαμβανόμενοι μετὰ προθέσεως, τότε ἀναστρέ‐ φονται αἱ προθέσεις, ὡς ἐν τῷ νεῶν ἀπὸ καὶ κλισιάων. | |
20 | “Ἀγαμέμνονος πέρι καὶ Ἀχιλλῆος.” Καὶ τί ἐστιν ἀνα‐ στροφή; Μετάθεσις τόνου. Πότε ἀναστρέφεται ἡ κατὰ πρόθεσις; Ἡνίκα ὑποτάττηται τῇ λέξει, μεθ’ ἧς ὀφείλει συντάττεσθαι, μὴ παρατιθεμένης ἐν τῷ μέσῳ οἱασδήποτε λέξεως, τότε ἀναστρέφεται ἡ κατὰ πρόθεσις, ὡς ἐν τῷ | |
25 | ξύλοχον κάτα βοσκομένων. Πόσα παρέπεται τῇ προθέσει; Πέντε; Τὶ καὶ τί; Τὸ ὀξύνεσθαι, τὸ βραχυκαταληκτεῖν, τὸ μέχρι τῆς δισυλλαβίας αὔξεσθαι, τὸ διὰ ψιλοῦ συμφώνῳ τυποῦσθαι, καὶ τὸ ψιλοῦ‐ σθαι. Πῶς τὸ ὀξύνεσθαι; Πᾶσα πρόθεσις ὀξύνεσθαι θέλει. | |
30 | Πῶς τὸ βραχυκαταληκτεῖν; Πᾶσα πρόθεσις βραχυκατα‐ ληκτεῖ, πλὴν τῆς εἰς καὶ ἐξ, ὅθεν καὶ ἀναλογώτεραί εἰσιν, εἰ (ἐς) καὶ ἐκ λεγόμεναι. Πῶς τὸ μέχρι τῆς δισυλλαβίας αὔξεσθαι; Οὐδέπω πρόθεσις ὑπερβαίνειν θέλει τὴν δισυλλαβίαν. Πῶς τὸ διὰ ψιλοῦ συμφώνου τυποῦσθαι; Πᾶσα πρόθεσις ἀπὸ | |
35 | φωνήεντος ἀρχομένη ψιλοῦται, πλὴν τῆς ὑπὸ καὶ ὑπέρ. | 14 |
15 | Ἡ ἀντὶ πρόθεσις πόσα σημαίνει; Τρία· κυρίως τὴν πρό‐ θεσιν, ὡς ἡμεῖς τίθεμεν, καὶ ὡς Ἀρίσταρχος ἀναγινώσκει τόνδε τὸν στίχον, Τρώων ἀνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος | |
5 | στήσεσθ’ ἐν πολέμῳ. Τίθεται καὶ ἐπὶ τοῦ ἶσος· ἀντί τοι εἰμ’ ἱκέταο διοτρεφὲς αἰδοίοιο· ἀντὶ, ἶσος εἰμὶ ἱκέτου, καὶ ἀντιθέου Ὀδυσῆος, | |
10 | ἀντὶ ἰσοθέου. Ἐπὶ δὲ τοῦ Κύκλωπος, ὅτε φησὶν “ἀντίθεον Κύκλωπα,” Πολύφημον λέγει τὸν ἐναντιούμενον τοῖς θεοῖς. Διότι; Αὐτὸς ἐστὶν ὁ λέγων· οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσι· τὰς δὲ “ἀντιανείρας Ἀμαζόνας” ὁ μὲν Ἀρίσταρχος τὰς | |
15 | ἴσας ἀνδρῶν· ἔνιοι δὲ ἐπὶ πολεμικῶν τὰς ἀντιαζούσας, οἷον ἐναντιουμένας ἀνδράσι. Τίθεται καὶ ἐπὶ τοῦ ἐναντίου, καθὼς εἴρηται, ὡς τὸν “ἀντίθεον Κύκλωπα.” Ἡ παρὰ πρόθεσις πόσα σημαίνει; Τρία. Τὴν ἐκτὸς σχέσιν, ὡς τὸ ἄνομος, παράνομος· λαλῶ τὸ παραλαλῶ· καὶ | |
20 | τὴν πλησίαν σχέσιν, ὡς τὸ ἕζετο, [Il. αʹ. 557.] παρέζετο καὶ λάβε γούνων· καὶ τὴν πλείονα σχέσιν, ὡς τὸ ὁρμῶ, παρορμῶ. Ἡ ἀπὸ σημαίνει δύο· τὴν πρόθεσιν, ὡς τὸ οὐ μέν πως νῦν ἐστιν ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης, | |
25 | καὶ ἀντὶ τοῦ ἄποθεν, ὡς τὸ πολλῶν γὰρ ἄπο πλυνοὶ εἰσὶ πόλεως. Κατὰ πόσους τρόπους ἡ ἀμφὶ τῆς περί (διαφέρει); Κατὰ τρεῖς· ἡ μὲν γὰρ ἀμφὶ ἀποβάλλει τὸ Ι, ὡς τὸ ἀμφ’ ἀγαθὸν θεράποντα, | |
30 | ἡ δὲ περὶ οὐδέπω· καὶ ὅτι ἡ μὲν περὶ μετάγεται εἰς ἐπιρρη‐ ματικὴν σημασίαν, ὡς τὸ Ἰδομενεῦ πέρι μέν σε τίω Δαναῶν ταχυπώλων, ἀντὶ τοῦ περισσῶς, ἡ δὲ ἀμφὶ οὐδέπω, καὶ ὅτι ἡ μὲν πέρι ἀναστρέφεται. | |
35 | ΒΟΥΛῊ, ποίου μέρους λόγου ἐστίν; Ὀνόματος, γένους | 15 |
16 | θηλυκοῦ, εἴδους παραγώγου, εἴδους τῶν παραγώγων ῥημα‐ τικοῦ. Καὶ πόθεν γίνεται; Παρὰ τὸ βάλλω, βολὴ, καὶ πλεονασμῷ τοῦ Υ βουλή· τρέπεται τὸ Α εἰς Ο μικρὸν, ὡς ἐν τῷ ἡμερόβιος, ὥρα, ὡροσκόπος, ἢ παρὰ τὸ βάλλω, βολὴ | |
5 | καὶ βουλὴ, ἡ τοῦ νοὸς ἐμβολή. Εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι προσηγορικοῦ. Βουλὴ διατί ὀξύνεται; Τὰ εἰς ΛΗ καθαρὰ, μὴ ὄντα κύρια, παραληγόμενα διφθόγγῳ διὰ τοῦ Υ ὀξύνεται, οἷον αὐλὴ, οὐλὴ, τὸ ἐπὶ τοῦ ἕλκους, οὗ πρὸς ἀντιδιαστολὴν ἐμαράνθη | |
10 | (ἐβαρύνθη) τὸ οὔλη ἐπὶ τῶν κριθῶν· τὸ δὲ Θούλη ὄνομα νήσου, καὶ τὸ δούλη, προσηγορικά. Βουλὴ σημαίνει τρία· τὸ βούλευμα, ὡς τὸ βουλὴν δὲ πρῶτον μεγαθύμων ἵζε γερόντων· καὶ τὴν θέλησιν, ὡς τὸ | |
15 | νῦν δ’ ἐμὲ μὲν στυγεεῖ, Θέτιδος δ’ ἐξήνυσε βουλάς· καὶ τὴν γνώμην, ὡς τὸ Διὸς δ’ ἐτελείετο βουλή. Συντάττεται δὲ ἡ ἐν πρόθεσις μετὰ δοτικῆς, ὡς “ἐν τῷ οὐρανῷ αὐτὸς κατοικεῖς·” Ἀττικῶς δὲ καὶ μετὰ γενικῆς, οἷον | |
20 | ἐν Ἅιδου. ἈΣΕΒΩ͂Ν, πτώσεως γενικῆς τῶν πληθυντικῶν· ἡ εὐθεῖα, ὁ ἀσεβής· εἴδους τῶν παραγώγων ῥηματικοῦ. Καὶ πόθεν γίνεται; Παρὰ τὸ σέβω, σεβὴς, καὶ μετὰ τοῦ στερητικοῦ Α ἀσεβής. Τὸ Α ποίου μέρους λόγου ἐστίν; Οὐκ ἐστὶ μέρος | |
25 | λόγου, ἀλλὰ μορίον. Καὶ τί ἐστι μορίον; Τὸ τοῦ μέρους μέρος. Ὥσπερ γὰρ τοῦ σώματος μέρη εἰσὶν ἡ κεφαλὴ καὶ αἱ χεῖρες καὶ οἱ πόδες, μέρη δὲ τῆς κεφαλῆς ὀφθαλμοὶ, ὦτα, χείλη, ὀδόντες, τῶν δὲ χειρῶν δάκτυλοι, ὄνυχες, τῶν δὲ ποδῶν ἀστράγαλα καὶ ἄλλα τινὰ, οὕτω καὶ τῶν μερῶν τοῦ | |
30 | λόγου μέρη εἰσὶ τὰ μορία. Πόσα σημαίνει τὸ Α; Ἑπτά· στέρησιν, ὡς ἄφιλος, ὁ ἐστερημένος τῆς φιλίας· ἐπίτασιν, ὡς τὸ “ἄξυλος ὕλη,” ἡ πολύξυλος, καὶ Ἄτλας, ὁ πάνυ καρτερικός· ὁμοῦ, ὡς τὸ ἄλοχος, ἡ ὁμόκοιτος, καὶ ἀδελφοὶ οἱ ἐκ τῆς αὐτῆς δελφύος ἢ | |
35 | μήτρας· κακὸν, ὡς τὸ ἄφωνος, ὁ κακόφωνος· ὀλίγον, ὡς τὸ | 16 |
17 | ἀμαθὴς, ὁ ὀλιγομαθὴς, καὶ ἄπειρος, ὁ ὀλίγην πεῖραν ἔχων· ἄθροισιν, ὡς τὸ πᾶς, ἅπας· πλεονασμὸν, ὡς τὸ σταφὶς, ἄσταφις, καὶ στάχυς, ἄσταχυς. Πόσα μορία στερητικά; Πέντε· Α, ἄοικος, ὁ μὴ ἔχων | |
5 | οἰκίαν, ΝΕ, νεκρὸς, ὁ μὴ ἔχων ψυχήν· ΝΗ, νῆστις, ὁ ἐστερη‐ μένος σιτίων· ΝΩ, νωθρὸς, ὁ ἐστερημένος τοῦ θορεῖν ἢ πηδᾶν, καὶ νωδὸς, ὁ ἐστερημένος τῶν ὀδόντων· ΝΟ, νόσος, ὁ ἐστερη‐ μένος τοῦ σώου. Ὅσα μορία ἐπιτατικά; ζʹ· Α, ἄπειρος ὁ πολύς· ΝΗ, νήδυ‐ | |
10 | μος, ὁ πάνυ ἡδύς· ΖΑ, ζάπλουτος, ὁ πάνυ πλούσιος· ΛΑ, λά‐ βρος, ὁ πάνυ βαρύς· ΔΑ, δαφοινὸς, ὁ πάνυ μέλας· ΕΡΙ, ἐρι‐ αύχην, ὁ μεγαλοτράχηλος· ΑΡΙ, ἀρίζηλος, ὁ πάνυ φανερός· τινὲς δὲ καὶ τὸ ΒΟΥ, ὡς τὸ βουγάϊος, ὁ πάνυ πλούσιος καὶ γαυριῶν, καὶ βούπεινα, ἡ μεγάλη πείνα. | |
15 | Σέβω, συζυγίας πρώτης τῶν βαρυτόνων. Πόθεν δῆλον; Ἡ δὲ πρώτη συζυγία διὰ τοῦ Β, ἢ Π, ἢ Φ, ἢ ΠΤ, οἷον λείβω, τέρπω, γράφω, κόπτω. Τὸ ΣΕ ψιλόν. Διατί; Τὰ εἰς ΒΩ λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται, πλὴν τοῦ ἀμείβω, τὸ ἐναλλάσσω· [Il. ζʹ. 235.] | |
20 | ὃς πρὸς Τυδείδην Διομήδεα τεύχε’ ἄμειβε· στείβω τὸ περιπατῶ· στείβοντες νέκυάς τε καὶ ἀσπίδας. λείβω τὸ σπένδω, λείβων αἴθοπα οἶνον ἐπ’ αἰθομένοις ἱεροῖσιν· | |
25 | εἴβω τὸ στάζω· τέρεν κατὰ δακρύων εἶβε. Σέβω ὁ μέλλων οὐκ ἔχει. Διατί; Τὰ εἰς ΒΩ λήγοντα ῥή‐ ματα δισύλλαβα τῷ Ε παραληγόμενα, ἢ μόνα, ἢ μετὰ συμ‐ φώνου, ἄχρι παρατατικοῦ κλίνεται, οἷον σέβω, φέρβω, τὸ | |
30 | τρέφω. Ἀσεβὴς διατί ὀξύνεται; Ὅσα γὰρ παρασύνθετα ἐπί‐ θετα ῥηματικὰ, εἰς ΟΥΣ ἔχοντα τὴν γενικὴν καὶ τὸ οὐδέτερον εἰς ΕΣ, ὀξύνεται, οἷον εὐσεβὴς, ἀτριβὴς, ἀβλαβής· τὸ εὐσεβὲς, τὸ ἀβλαβὲς, τὸ ἀτριβές· οὕτως οὖν καὶ ζαὴς, ἀφ’ οὗ καὶ | |
35 | ζαέα· τὰ γὰρ παρὰ τὸ ἄω ῥῆμα ὀξύνεται, οἷον ἀκραής· καὶ | 17 |
18 | ὅλα ὅσα τῶν εἰς ΗΣ ἔχει τὸ ΖΑ· ζαμενὴς, ζαχρειής. Σεση‐ μείωται τὸ αὐθάδης αὐτάρκης ἐβαρύνθη, ὅτι ἐν ἀμφοτέροις ἡ αὐτὸς ἀντωνυμία κατάρχεται. Οὐ πάντα δὲ τὰ ἔχοντα τὴν αὐτὸς βαρύνεται· αὐτοσφαγὴς ὀξύνεται. Εἰς τὸ ΒΗΣ | |
5 | ὀξεῖαν. Διατί; Πᾶσα ὀρθὴ καὶ αἰτιατικὴ μὴ οὖσα ... Πῶς κλίνεται; Τοῦ εὐσεβοῦς· ὁ κανών· τὰ εἰς ΗΣ ὑπὲρ δύο συλ‐ λαβὰς ὀξύτονα σύνθετα ἐπίθετα ῥηματικὰ εἰς ΟΥΣ ἔχει τὴν γενικήν· φύω, εὐφυὴς, εὐφυοῦς· εἴκω, ἐπιεικὴς, ἐπιεικοῦς· μήθω, εὐμαθὴς, εὐμαθοῦς· κρίνω, εὐκρινὴς, εὐκρινοῦς· χαίρω, εὐχαρὴς, | |
10 | εὐχαροῦς. Διατί εἶπεν ὀξύνεται; Διότι τὰ εἰς ΗΣ βαρύτονα ἀπὸ ῥημάτων συγκείμενα εἰς ΟΥ ἔχει τὴν γενικὴν, χωρὶς τῶν παρὰ τὸ φαίνω· οἷον μετρῶ, γεωμέτρης, γεωμέτρου· τρίβω, παιδοτρίβης, παιδοτρίβου. Τὰ δὲ παρὰ τὸ φαίνω συγκεί‐ | |
15 | μενα εἰς ΟΥΣ ἔχει τὴν γενικήν· Θεοφάνης, Θεοφάνους, Μητρο‐ φάνης, Μητροφάνους. Εἰς τὸ ΟΥΣ Περισπώμενον. Διατί; Πᾶσα συναίρεσις .... Ἡ αἰτιατικὴ τὸν ἀσεβέα, καὶ τὸ συνῃρημένον καὶ ἀσεβῆ. Ὁ κανών· τὸ Ε καὶ Α εἰς Η μακρὸν κιρνᾶται, ἡνίκα | |
20 | πρὸ τοῦ Ε ἐστὶ σύμφωνον, πλὴν τοῦ Ρ· εἰ δὲ καθαριεύει, καὶ εἰς Α καὶ εἰς Η, οἷον, τὸν εὐφυέα καὶ εὐφυᾶ καὶ εὐφυῆ, τὸν διφυέα καὶ διφυᾶ καὶ διφυῆ. Εἰ δὲ ἔχει τὸ Ρ, εἰς Α· ἀργυ‐ ρέα, ἀργυρᾶ· τὸ δὲ κανᾶ καὶ ὀστᾶ οὐκ ἀπὸ τοῦ κάνεα καὶ ὀστέα γέγονεν, ἀλλ’ ἀπὸ τῆς ἰδίας εὐθείας τῆς κανοῦν καὶ | |
25 | ὀστοῦν· ἐντελὴς γὰρ καὶ συνῃρημένη ἐστὶν ἡ εὐθεῖα τῶν ἑνικῶν, κάνεον καὶ κανοῦν. Διατί οὐ προσλαμβάνει τὸ Ν καὶ γίνεται ἀσεβῆν; Διότι οἱ Ἀττικοὶ οὐκ ἐπὶ πασῶν τῶν αἰτιατικῶν τῶν ἀπὸ τῶν εἰς ΗΣ προσλαμβάνουσι τὸ Ν, ἀλλ’ ἐπὶ τῶν κυρίων μόνον, τὸν Δημοσθένην λέγοντες, καὶ Ἀρι‐ | |
30 | στοφάνην· ἐπὶ δὲ τῶν ἐπιθέτων οὐδαμῶς. Καὶ διατί ἐπὶ τῶν κυρίων προσλαμβάνει τὸ Ν; Διότι οὐδέπω τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης, ὀφείλει ἡ αἰτια‐ τικὴ εἰς Η καταλήγειν, οἷον ὦ Πηλεῦ· τὸν Πηλέα οὐ γίνεται καὶ Πηλῆα κατὰ συναίρεσιν· ὦ ἡδὺ, τὸν ἡδύν· ἐκεῖνοι οὖν | |
35 | ἀποβολῇ τοῦ Σ ποιοῦσι τὴν κλητικὴν, ὦ Μητροφάνη, καὶ ὦ | 18 |
19 | Ἀριστοφάνη καὶ Δημοσθένη λέγοντες. Διὰ τοῦτο οὖν προσλαμβάνει τὸ Ν ἐπὶ τῆς αἰτιατικῆς, ἐπὶ δὲ τῶν ἐπιθέτων οὐδαμῶς, διότι οὐ ποιοῦσι τὴν κλητικὴν εἰς Η, οἷον, ὦ εὐσεβῆ καὶ ὦ μονογενῆ, καὶ τῶν ὁμοίων. Ἡ κλητικὴ, ὦ | |
5 | εὐσεβές· ὁ κανών· τὰ εἰς ΗΣ εἰς ΟΥΣ ἔχοντα τὴν γενικὴν, εἰς ΕΣ ποιεῖ τὴν κλητικήν. Διατί οὐκ ἀναβιβάζει τὸν τόνον; Διότι τὰ εἰς ΗΣ ὀνόματα εἰς ΟΥΣ ἔχοντα τὴν γενικὴν, εἰ μὲν ὦσι κύρια, ἢ ἀπ’ οὐδετέρων γίνονται, εἰς ΗΣ βαρύτονα, ἀνα‐ βιβάζουσι τὸν τόνον ἐπὶ τῆς κλητικῆς, οἷον ὦ Δημόσθενες, | |
10 | ὦ Μητρόφανες, καὶ κῆτος, μεγακήτης, ὦ μεγάκητες, καὶ μέγεθος, εὐμεγέθης, εὐμέγεθες, ὦ παμμέγεθες. Εἰ δέ εἰσιν ὀξύτονα καὶ ἐπίθετα, τὸν αὐτὸν τόνον φυλάττουσι καὶ ἐπὶ τῆς κλητικῆς, οἷον, ὦ εὐτυχὲς, ὦ εὐγενὲς, ὦ μονογενές. Καὶ ποίου μέρους λόγου ἐστί; Συνδέσμου. Τί ἐστι σύν‐ | |
15 | δεσμος; Λέξις συνδέουσα διάνοιαν μετὰ τάξεως, καὶ τὸ τῆς ἑρμηνείας κεχηνὸς δηλοῦσα. Τί σημαίνει τὸ κεχηνός; Δια‐ κεχωρισμένον. Εἰς πόσα διαιρεῖται τὸ σύνδεσμος; Εἰς ὀκτώ· οἱ μὲν γάρ εἰσι συμπλεκτικοὶ, οἱ δὲ διαζευκτικοὶ, οἱ δὲ συναπτικοὶ, οἱ δὲ παρασυναπτικοὶ, οἱ δὲ αἰτιολογικοὶ, οἱ δὲ | |
20 | ἀπορηματικοὶ, οἱ δὲ συλλογιστικοὶ, οἱ δὲ παραπληρωματικοί. Συμπλεκτικοὶ μὲν οὖν εἰσιν, ὅσοι τὴν ἑρμηνείαν ἐπ’ ἄπειρον ἐκφερομένην συμπλέκουσιν· εἰσὶ δὲ οἵδε· μὲν, δὲ, τὲ, καὶ, ἀλλὰ, ἠμὲν, ἠδὲ, ἀτὰρ, αὐτὰρ, ἤτοι, κὲν, ἄν. Διαζευκτικοὶ δέ εἰσιν, ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσιν, | |
25 | ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διϊστῶσιν· εἰσὶ δὲ οἵδε· ἢ, ἤτοι, ἠέ. Συναπτικοὶ δέ εἰσιν, ὅσοι ὕπαρξιν μὲν οὐ δηλοῦσι, σημαί‐ νουσι δὲ ἀκολουθίαν καὶ τάξιν· εἰσὶ δὲ οἵδε· εἰ, εἴπερ, εἰ δὴ, εἰδήπερ. | |
30 | Παρασυναπτικοὶ δέ εἰσιν, ὅσοι μεθ’ ὑπάρξεως καὶ τάξιν δηλοῦσιν· εἰσὶ δὲ οἵδε· ἐπεὶ, ἐπείπερ, ἐπειδὴ, ἐπειδήπερ. Αἰτιολογικοὶ δέ εἰσιν, ὅσοι ἐπ’ ἀποδώσει αἰτίας ἕνεκεν παραλαμβάνονται· εἰσὶ δὲ οἵδε· ἵνα, ὄφρα, ὅπως, εἵνεκα, | |
οὕνεκα, διὸ, διότι, καθὸ, καθότι, καθόσον. | 19 | |
20 | Ἀπορηματικοὶ δέ εἰσιν, ὅσοις ἐπαποροῦντες εἰώθαμεν χρῆσθαι· εἰσὶ δὲ οἵδε· ἆρα, κᾆτα, μῶν. Συλλογιστικοὶ δέ εἰσιν, ὅσοι πρὸς τὰς ἐπιφοράς τε καὶ συλλήψεις τῶν ἀποδείξεων εὖ διάκεινται. Εἰσὶ δὲ οἵδε· ἄρα, | |
5 | ἀλλὰ, ἀλλὰ μὴν, τοίνυν, τοιγάρτοι, τοιγαροῦν. Παραπληρωματικοὶ δέ εἰσιν, ὅσοι μέτρου ἢ κόσμου ἕνεκεν αἰτίας παραλαμβάνονται· εἰσὶ δὲ οἵδε· δὴ, ῥὰ, νυ, που, τοι, θεν, ἀρ, δῆτα, περ, πω, μὴν, ἂν, αὖ, οὖν, κεν, γε. Τινὲς δὲ προστιθέασι καὶ ἐναντιωματικοὺς, οἷον ἔμπης, ὅμως. | |
10 | Διατί πάντων τῶν τοῦ λόγου μερῶν ἔσχατος τίθεται ὁ σύνδεσμος; Ἵνα συνδήσῃ καὶ συνδεσμήσῃ πάντα τὰ πρὸ αὐτοῦ λεχθέντα μέρη τοῦ λόγου. Τί διαφέρει δεσμὸς συνδέσμου; Διαφέρει, ὅτι ὁ μὲν δεσμὸς εἰς ἓν χαρακτηρίζεται, ὁ δὲ σύνδεσμος εἰς πολλά. | |
15 | Τὸ ΚΑῚ ποίου τῶν συνδέσμων; Συμπλεκτικοῦ. Διόρισον. Συμπλεκτικοὶ δέ εἰσιν, ὅσοι τὴν ἑρμηνείαν ἐπ’ ἄπειρον ἐκφερο‐ μένην συνδοῦσι. Τὸ ΚΑΙ τί (ΑΙ) γράφεις, διατί; Πᾶσα λέξις ἀπὸ τῆς ΚΕ συλλαβῆς ἀρχομένη, διὰ τοῦ Ε ψιλοῦ γράφεται, οἷον κέραμος, κεφαλὴ, χωρὶς τοῦ ΚΑΙ συνδέσμου, καὶ καιρὸς, | |
20 | καίριον, Καῖσαρ, καὶ τὰ ἐξ αὐτοῦ γινόμενα Καισαρεὺς Καισάρεια, καὶ τὰ ἔχοντα ἀναφαινόμενον τὸ Α, ὡς τὸ καίω, καύσω, καὶ καικίας ὁ ἄνεμος, καὶ Καινεὺς (κύριον,) καὶ καινὸν, τὸ νεωστὶ κατεσκευασμένον· κενὸς δὲ ὁ μάταιος ψιλὸν, ἐκ τοῦ χέω, χενὸς καὶ κενός. | |
25 | Εἰς ΚΑῚ ὀξεῖαν. Διατί; Πᾶς σύνδεσμος συμπλεκτικὸς μὲν ὀξύνεται, συνεπόμενος δὲ καὶ βαρύνεται, πλὴν τοῦ ἤτοι. Καὶ ἐκεῖνος διατί βαρύνεται; Διότι σύνθετόν ἐστι. Καὶ πόθεν συνετέθη; Ἐκ τοῦ Η διαζευκτικοῦ καὶ τοῦ ΤΟΙ παραπληρω‐ ματικοῦ. Ἀντὶ πόσων ὑπάρχει ὁ Η σύνδεσμος; Ἀντὶ δʹ· | |
30 | ἔστι γὰρ διαζευκτικὸς, διασαφητικὸς, βεβαιωτικὸς, καὶ δια‐ πορητικός. Πόσα παρέπεται τῷ συνδέσμῳ; Τρία· εἶδος, σχῆμα, καὶ τόνος. | |
Κατὰ πόσους τρόπους διαφέρει ὁ ἤτοι τοῦ μέν; Κατὰ | 20 | |
21 | δύο· ὅτι ὁ μὲν ἤτοι κατ’ ἀρχῆς τίθεται, ὁ δὲ μὲν μέσος παράκειται. Τί διαφέρει ὁ τε τοῦ καὶ συνδέσμου; Διαφέρει, ὅτι ὁ μέν τε τὰ ὄπισθεν συμπλέκει, ὡς τὸ Ἀγαμέμνονά τε καὶ Μενέλαον, | |
5 | ὁ δὲ καὶ τὰ ἐπιφερόμενα. Ἀντὶ τίνος παραλαμβάνεται ὁ ἀλλὰ σύνδεσμος; Ἀντὶ τοῦ καί· οἷον “ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ.” ὉΔῸΣ ὄνομα, γένους θηλυκοῦ, εἴδους παραγώγου, εἴδους τῶν παραγώγων ῥηματικοῦ. | |
10 | Πόθεν γίνεται; Παρὰ τὸ ἕω τὸ πορεύομαι. Καὶ πόσα σημαίνει τὸ ἕω; Ἓξ, δʹ βαρύτονα, καὶ δύο περισπώμενα· ἕω τὸ ἐνδύομαι, (ἕω, τὸ πορεύομαι) ἀφ’ οὗ καὶ ὁδός· ἔω τὸ ὑπάρχω, ἀφ’ οὗ καὶ ἔσεται τὸ γενήσεται· ἕω, τελειῶ, ἀφ’ οὗ καὶ ἕως ἡμέρα, καὶ ἑσπέρα, ἡ τῆς ἡμέρας τελείωσις· τὰ δὲ | |
15 | περισπώμενα, ἐῶ τὸ συγχωρῶ, ἐξ οὗ καὶ τὸ ἐάσας· ἑῶ τὸ καθέζομαι, ἐξ οὗ καὶ τὸ ἕεμαι, ἧμαι καὶ κάθημαι. Διατί τὸ ἔω ψιλοῦται; Διότι τὸ Ε πρὸ φωνήεντος ὂν κατὰ διάστασιν ψιλοῦται, εἰ μή τις ἕτερος λόγος κωλύσῃ, χωρὶς τοῦ ἕω τὸ ἐνδύομαι, καὶ τὸ ἕω τὸ καθέζομαι. Ἐκ τοῦ | |
20 | ἕω τὸ πορεύομαι γίνεται ἑδὸς καὶ ὁδός. Καὶ διατί δασύ; Τὸ Ο πρὸ τοῦ Δ ψιλοῦται, ὀδοὺς, ὀδωδὸς, ὀδάξ· πλὴν τοῦ ὁδὸς καὶ τῶν ἐξ αὐτοῦ γινομένων, ὁδοιπόρος, ὁδηγὸς, καὶ τῶν ὁμοίων. Ὁδὸς τὸ Ο μικρὸν διατί; Ἐκ τοῦ ἕω τὸ πορεύομαι. Τὰ | |
25 | γὰρ ἔχοντα τὸ Ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν, ἔχουσι τὸ Ο ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν. Ὀξεῖαν διατί; Τὰ εἰς ΔΟΣ δισύλλαβα, διβράχεα, θηλυκὰ, προσηγορικὰ ὄντα, ὀξύ‐ νονται, οἷον σποδὸς, ὁδός. Ποίου εἴδους τῶν ὑποπεπτω‐ κότων τῷ ὀνόματι; Προσηγορικοῦ. | |
30 | Πόσα σημαίνει ὁδός; Τρία· τὸν βίον· “μακάριοι ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι,” τουτέστιν ἐν βίῳ· καὶ τὴν ἔνεδραν, ὡς τὸ ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι· καὶ τὴν κοινῶς νοουμένην ὁδὸν, ὡς τὸ | |
35 | ὁδὸς δ’ ἑτέρηφι παρελθεῖν. | 21 |
22 | ἉΜΑΡΤΩΛΩ͂Ν· μέρος λόγου ἐστὶν ὀνόματος, γένους ἀρσε‐ νικοῦ, εἴδους παραγώγου, εἴδους τῶν παραγώγων ῥηματικοῦ. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ἁμαρτῶ, ἁμαρτήσω, ἁμαρ‐ τηλὸς καὶ ἁμαρτωλός. | |
5 | Ἁμαρτῶ, συζυγίας πρώτης τῶν περισπωμένων, ἁμαρτῶ· καὶ ὁ μέλλων ἁμαρτήσω. Πόθεν ἔχει τὸ Η; Ἡ δὲ πρώτη συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος ἔχει τὸ Η ἢ τὸ Ε. Καὶ ὤφειλεν ἔχειν τὸ Ε καὶ μὴ τὸ Η· ἀλλ’ ἡνίκα ὁ ἐνεστὼς τῆς πρώτης συζυγίας τῶν περισπωμένων (μακρᾷ) | |
10 | παραληγούσης φύσει ἢ θέσει διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον οἰκῶ οἰκήσω, ποιῶ ποιήσω, πλὴν τοῦ ἀρκῶ ἀρκέσω, καὶ νικῶ νικέσω· καὶ ἡνίκα καθαριεύει ὁ ἐνεστὼς, διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον νοῶ, νοήσω· καὶ ἐὰν διχρόνῳ παραλή‐ γηται ὁ ἐνεστὼς, διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον φιλῶ | |
15 | φιλήσω, κιχῶ κιχήσω, πλὴν τοῦ ἀρῶ ἀρέσω, ἐξ οὗ καὶ τὸ ἀρέσκω, καὶ καλῶ καλέσω, καὶ τὰ ἀπὸ τῶν εἰς ΟΣ ἀρσενικὰ γινόμενα διὰ τοῦ Η ἔχει τὸν μέλλοντα· οἷον, κτύπος κτυπῶ κτυπήσω, δοῦπος δουπῶ δουπήσω, καὶ τὰ παρασύνθετα διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον οἰκονόμος οἰκονομῶ οἰκονο‐ | |
20 | μήσω, καὶ τὰ ἀπὸ βαρυτόνων μεταγόμενα εἰς περισπώμενα, διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον οἰκτείρω οἰκτειρῶ οἰκτει‐ ρήσω, ἕλκω ἑλκῶ ἑλκήσω, ἐω ἐῶ ἐήσω, καὶ τὰ διφορούμενα κατὰ τὰς συζυγίας διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον ξυρῶ ξυρεῖς ξυρᾶς ξυρήσω, ἐλεῶ ἐλεεῖς ἐλεᾷς ἐλεήσω, | |
25 | καὶ τὰ μονοσύλλαβα διὰ τοῦ Η ἔχουσι τὸν μέλλοντα, οἷον ῥῶ ῥήσω, μνῶ μνήσω, σχῶ σχήσω, καὶ τὰ δι’ ἑνὸς Λ ἐκφερό‐ μενα βαρύτονα, ἐπὶ δὲ τοῦ μέλλοντος περιττοσυλλάβως κλινόμενα, διὰ τοῦ Η ἔχουσι τὸν μέλλοντα, οἷον θέλω θελήσω, μέλω μελήσω· τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα, | |
30 | παραλήγοντα δὲ τῷ Ο ἢ τῷ Ε, διὰ τοῦ Ε ἔχουσι τὸν μέλ‐ λοντα, οἷον τελῶ τελέσω, ὀλῶ ὀλέσω, πλὴν τοῦ μολῶ μολήσω, τορῶ τορήσω, ὠφελῶ ὠφελήσω. Ἰστέον δὲ ὅτι ταῦτα διφοροῦνται, καλέσω καὶ καλήσω, φθονέω καὶ φθο‐ νήσω, κορέσω καὶ κορήσω, χωρέσω καὶ χωρήσω, φορέσω καὶ | |
35 | φορήσω, αἰδέσω καὶ αἰδήσω, αἰνέσω καὶ αἰνήσω, πονέσω καὶ | 22 |
23 | πονήσω, καὶ εἰ μὲν σωματικῶς, πονέσω, εἰ δὲ ψυχικῶς, πονήσω. Καὶ .... “ἔπαισε τῷ Ἰὼβ βέλει πονηρῷ.” Διατί τὸ Α πρὸ τοῦ Μ ψιλοῦται καὶ δασύνεται; Ψιλοῦται ὡς ἐν τῷ ἀμνὸς, ἄμαχος, δασύνεται δὲ ὡς ἐν τῷ ἅμυδις, ἅμα, | |
5 | ἅμαξα. Τὸ μέντοι ἁμαρτωλὸς δείκνυται καὶ ἐκ τῆς συνα‐ λοιφῆς δασυνόμενον, ἐφαμαρτὸς γάρ. Τὸ ΤΩ μεγ. (Ω) διατί; Διότι κατὰ τροπὴν γέγονε τοῦ Η εἰς Ω μέγα· ἢ καὶ ὅτι τὰ διὰ τοῦ ΩΛΟΣ ὀξύτονα διὰ τοῦ Ω μεγάλου γράφεται, οἷον Ἀρτωλὸς, Πακτωλός· | |
10 | οὕτως οὖν καὶ ἁμαρτωλός· ἢ ὅτι τὰ παρὰ τὸ ὅλω (sic) συγκείμενα διὰ τοῦ Ω μεγ. γράφεται, οἷον πανώλης, ἐξ‐ ώλης, ἀπώλεια, καὶ τὰ ὅμοια ὀξύτονα διὰ τοῦ ΩΛΟΣ ὑπὲρ δύο συλλαβὰς ὑπερθετικὰ ἁπλᾶ, ῥηματικὰ ὄντα, ἔχοντα τὴν τρίτην ἀπὸ τέλους μακρὰν, ὀξύνονται, οἷον φειδωλὸς, Αἰ‐ | |
15 | τωλός· οὕτως οὖν καὶ ἁμαρτωλός· τὸ μέντοι ἕωλος παρώ‐ νυμόν ἐστι, καὶ τὴν τρίτην ἀπὸ τέλους βραχεῖαν ἔχει. Ἁμαρτωλὸς ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνό‐ ματι; Ὡς πρός τι. Εἰς τὸ ἀνὴρ, καὶ ἔμμεσον καὶ κατὰ ἄμεσον. | |
20 | Ο᾿ΥΚ ἜΣΤΗ, πόσα μέρη λόγου εἰσί. βʹ. Τὶ καὶ τί; Οὐ ἐπίρρημα ἀρνήσεως, ἔστη, ῥῆμα. Ποίας καταλήξεως; Τῶν εἰς ΜΙ. Ποίας ἐγκλίσεως; Ὁριστικῆς. Ποίας διαθέσεως; Ἐνεργητικῆς. Ποίου χρόνου; Ἀορίστου δευτέρου. Τὸ θέμα; Ἵστημι. Πρωτότυπόν ἐστι ἢ παράγωγον; Παράγωγον. | |
25 | Καὶ πόθεν γίνεται; Ἐκ τοῦ στῶ, καὶ κατὰ ἀναδιπλασι‐ ασμὸν ἱστῶ, καὶ ἐξ αὐτοῦ παράγωγον ἵστημι. Ἐὰν γὰρ ἄρχηται ἀπὸ τοῦ ΣΤ ῥῆμα, ἢ ἀπὸ φωνήεντος, διὰ τοῦ Ι μόνου γίνεται ὁ ἀναδιπλασιασμὸς, οἷον ὧ ἱῶ, στῶ ἱστῶ· εἰ δὲ ἀπὸ ἀφώνου, δι’ αὐτοῦ τοῦ ἀφώνου καὶ τοῦ Ι, οἷον | |
30 | θῶ, θιθῶ καὶ τιθῶ· εἰ δὲ διὰ δύο συμφώνων ᾖ ὁ ἐνεστὼς, διὰ τοῦ προτέρου γίνεται ὁ ἀναδιπλασιασμὸς, οἷον πλῶ πιπλῶ πίπλημι, χρῶ κιχρῶ κίχρημι, στῶ ἱστῶ ἵστημι. | |
Διατί; Πᾶς ἀναδιπλασιασμὸς διὰ βραχέος ἐκφέρεται. | 23 | |
24 | Καὶ τί ἐστιν ἀναδιπλασιασμός; Ὅταν τὸ ἑξῆς τῆς λέξεως διὰ τὸ αὐτὸ σύμφωνον ἐπιφέρηται, καὶ ὧδε οὐκ εἰσὶ δύο σύμ‐ φωνα· καταχρηστικῶς δὲ καὶ ἐξ ἑνὸς φωνήεντος, οἷον ὦ ἰῶ, στῶ ἱστῶ ἵστημι. Διὰ τί δασύνεται; Τὸ Ι πρὸ τοῦ ΣΤ | |
5 | δασύνεται, εἰ μὴ συγκοπὴ εἴη ἢ ὑποτάσσοιτο τὸ Ρ, ὡς τὸ ἴστε ἐκ τοῦ ἵσταται, καὶ Ἴστρος· δασύνεται δὲ καὶ ὁ ἕστακα ........... τὸ γὰρ Ε προερχόμενον καὶ ἀποπίπτον ψιλοῦται, πλὴν τοῦ ἕστακα καὶ τῶν παρ’ αὐτὸ, ἑστήκω ἑστήξω καὶ τῶν ὁμοίων. | |
10 | Τὸ ΣΤΗ Η, διατί; Τῶν εἰς ΜΙ, ἡ πρώτη μὲν καὶ ἡ δευτέρα συζυγία τῷ Η παραλήγει, ἡ δὲ γʹ τῷ Ω, καὶ ἡ δʹ διχρόνῳ ἐκτεταμένῳ. Καὶ διατί ἡ πρώτη καὶ δευτέρα τῷ Η παρα‐ λήγει; Διότι κατὰ τὴν ἐν τέλει (ἐντελῆ) τῶν πρωτοτύπων τὸ Ε καὶ Α ἐστί· τὸ δὲ ἴδιον μέγεθος τοῦ Ε καὶ Α τὸ Η ἐστί. | |
15 | Τὸ ΜΙ, Ι διατί; Πᾶν ῥῆμα εἰς ΜΙ λῆγον διὰ τοῦ Ι γρά‐ φεται, εἰ δὲ εἰς ΜΗΝ διὰ τοῦ Η. Διατί βαρύ; Τὰ εἰς ΜΙ λήγοντα βαρύτονα, πλὴν τοῦ φημὶ εἰμὶ καὶ ἠμὶ διὰ τοῦ Η, ὅπερ ἀπὸ τοῦ φημὶ γέγονε κατὰ ἀποβολὴν τοῦ Φ. Καὶ ταῦτα διατί ὀξύ; Διότι ἐγκλίνεται· καὶ τὰ ἐγκλινόμενα | |
20 | καθ’ ἑαυτὰ μὲν ὄντα ὀξύνεται, μετὰ δὲ ἑτέρας λέξεως συντι‐ θέμενα ἀναβιβάζει τοὺς τόνους, οἷον σύμφημι ἐγὼ, ἠμὶ, ἀπόημι. Ἵστημι, καὶ ὁ μέλλων στήσω, δεύτερος ἀόριστος ἔστην, τὸ πληθυντικὸν ἔστημεν, καὶ ὤφειλεν εἶναι ἔσταμεν· ἀλλ’ ἰστέον ὅτι ὁ δεύτερος ἀόριστος ἐνεργητικὸς ἐν τοῖς εἰς | |
25 | ΜΙ οὐ συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυν‐ τικοῖς ἀλλὰ φυλάσσει αὐτήν· οἷον ἔστην ἔστημεν, ἔγνων ἔγνωμεν· σεσημείωται τὸ ἔθην ἔθεμεν, καὶ ἔδων ἔδομεν, καὶ ἦν ἔμεν· σημαίνει δὲ τὸ ἐπέμψαμεν. Καὶ διὰ τί ταῦτα συστέλλει τὴν παραλήγουσαν; Διότι τὰ ἑνικὰ αὐτῶν οὐχ | |
30 | εὕρηται ἐν χρήσει· λέγω δὴ ὁ ἔθην, ἔδων, ἦν· τούτου χάριν τὰ πληθυντικὰ αὐτῶν ὡς ἔτυχε καὶ οὐ κατὰ ἀναλογίαν γέγονε. Καὶ κατὰ πόσους τρόπους σεσημείωνται οἱ τρεῖς οὗτοι δεύτεροι ἀόριστοι; Κατὰ τρεῖς· πρῶτον μὲν, ὅτι συστέλ‐ | |
35 | λουσι τὴν παραλήγουσαν αὐτῶν ἐν τοῖς πληθυντικοῖς, τῶν | 24 |
25 | ἄλλων φυλασσόντων αὐτήν· ἔθεμεν, ἔδομεν, ἔμεν, ἔφημεν καὶ ἔγνωμεν· εἶτα ὅτι ἐν τοῖς ἀπαρεμφάτοις διφθόγγῳ παραλήγει, οἷον θεῖναι, δοῦναι, εἶναι, τῶν εἰς ΝΑΙ ἀπα‐ ρεμφάτων, μὴ θέλοντες (sic) παραλήγειν, οἷον τυφθῆναι, | |
5 | στῆναι. Καὶ διατί θεῖναι, δοῦναι, εἷναι, διφθόγγῳ παρα‐ λήγει; Ἐπειδὴ τὰ εἰς ΝΑΙ ἀπαρέμφατα ἀορίστου ὄντα φύσει μακρᾷ θέλουσι παραλήγειν, οἷον στῆναι, γνῶναι, ἀναγκάζονται καὶ ταῦτα μακρᾷ παραλήγειν, καὶ διότι τὸ μὲν Ο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ Υ μεγεθύνεται, | |
10 | οἷον λέγοντα λέγουσα· τὸ δὲ Ε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ Ι μεγεθύνεται, οἷον θέντος, θεῖσα· τούτου χάριν τὸ μὲν δόναι ἐμεγεθύνθη διὰ τῆς προσθήκης τοῦ Υ, καὶ γέγονε δοῦναι· τὸ δὲ θέναι καὶ ἔναι διὰ τῆς προσθήκης τοῦ Ι, καὶ γέγονε θεῖναι καὶ εἶναι· τρίτον δὲ, ὅτι μὴ εἰς ΘΙ ποιοῦσι | |
15 | τὸ προστακτικὸν, ἔχοντες εἰς Σ ὀξύτονον τὰς μετοχὰς, ὀφείλουσιν εἰς ΘΙ ποιεῖν τὸ προστακτικὸν, οἷον στὰν στάντος στῆθι· διότι δύο κανόνες εἰσὶν οἱ μαχόμενοι ἀλλήλοις, ὁ μὲν εἷς λέγων, ὅτι τὰ εἰς ΘΙ προστακτικὰ, καὶ τὰ εἰς ΝΑΙ ἀπα‐ ρέμφατα τὴν παραλήγουσαν φυλάττουσι τοῦ ἰδίου ὁριστικοῦ | |
20 | πρώτου προσώπου τῶν πληθυντικῶν· ὁ δὲ ἕτερος λέγων, ὅτι τὰ εἰς ΘΙ προστακτικὰ καὶ τὰ εἰς ΝΑΙ ἀπαρέμφατα ἀορίστου ὄντα φύσει μακρᾷ παραλήγεται. Τῶν οὖν δύο κανόνων μαχομένων ἀλλήλων(λοις), καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος μακρὰν τὴν παραλήγουσαν, τοῦ δὲ ἑτέρου βραχεῖαν, συνεκόπη | |
25 | τὸ ἀμφίβολον, (ἡ ἀμφιβαλλομένη συλλαβὴ), καὶ ἐγένετο θὲς, δὸς, ἔς. Ποσαχῶς ἐλέγχονται τὰ εἰς ΜΙ μὴ εἶναι Αἰολικά; Ἑξ‐ αχῶς· ἀπὸ τόνου, ὅτι πᾶσα λέξις ὑπὲρ μίαν συλλαβὴν παρ’ ἡμῖν ὀξυνομένην αὐτοὶ βαρύνουσι, χωρὶς τῶν προθέσεων καὶ τῶν | |
30 | συνδέσμον· τὸ δὲ εἰμὶ καὶ φημὶ καὶ ἠμὶ ὀξύ(νεται·) οὐκ ἄρα εἰσὶν Αἰολικὰ τὰ εἰς ΜΙ· ἀπὸ κλίσεως, ὅτι τὰ εἰς ΜΙ ἐν τῷ δευτέρῳ προσώπῳ προσλαμβάνοντα τὸ Ι τρίτον ποιοῦσι παρ’ ἡμῖν, οἷον τίθης, τίθησι, παρ’ Αἰολεῦσι δὲ πάντα τὰ κατὰ ἀποβολὴν τοῦ Σ· οὐκ ἄρα εἰσὶν Αἰολικὰ τὰ εἰς ΜΙ· | |
35 | ἀπὸ γραφῆς, ὅτι τὰ εἰς ΜΙ οὐ θέλουσι διφθόγγῳ παρα‐ | 25 |
26 | λήγειν, πλὴν τοῦ εἰμὶ τοῦ σημαίνοντος τὸ ὑπάρχω, καὶ τοῦ εἶμι τὸ πορεύομαι· παρ’ Αἰολεῦσι δὲ πολλὰ εὑρίσκονται, γέλαιμι, ἵσταιμι· οὐκ ἄρα εἰσὶν Αἰολικὰ τὰ εἰς ΜΙ· ἀπὸ ποσότητος τῶν συλλαβῶν, ὅτι οὐδέποτε τὰ εἰς ΜΙ ἁπλᾶ | |
5 | ὄντα ὑπερβαίνουσι τὰς τρεῖς συλλαβὰς, χωρὶς τοῦ ὀρέγνυμι τὸ ἐκτείνω, πετάννυμι, τὸ διΐπταμαι, ὀμόργνυμι, τὸ σπογ‐ γίζω, κεράννυμι· παρ’ Αἰολεῦσι δὲ πολλὰ εὑρίσκονται, ἀσυνέτημι, ἐλευθέρωμι, δέδωμι· οὐκ ἄρα εἰσὶν Αἰολικὰ τὰ εἰς ΜΙ· ἀπὸ πνεύματος, ὅτι οἱ Αἰολεῖς ψιλωταί εἰσι· τὸ | |
10 | δὲ ἴστημι καὶ ἵστημι δασύνεται· οὐκ ἄρα εἰσὶν Αἰολικὰ τὰ εἰς ΜΙ· ἀπὸ δὲ πρωτοτύπων, ὅτι οὐδέποτε ἀπὸ βαρυτόνων θεμάτων γίνονται τὰ εἰς ΜΙ παρ’ αὐτοῖς, ἀλλ’ ἀπὸ περι‐ σπωμένων· παρ’ ἡμῖν δὲ καὶ ἀπὸ βαρυτόνων ῥημάτων, οἷον ζευγνύω ζεύγνυμι, πηγνύω πήγνυμι· οὐκ ἄρα εἰσὶν Αἰολικὰ | |
15 | τὰ εἰς ΜΙ. | |
26 | ὁ παρακείμενος δέδωκα, τὰ πληθυντ. δεδώκαμεν, δεδώκατε, δεδώκασι· ὡς τετύφαμεν, τετύφατε, τετύφασι. Τὸ δῶ ἐν τοῖς πληθυντικοῖς ΜΙ, διατί; Τῶν εἰς ΜΙ ἡ πρώτη μὲν καὶ δευτέρα συζυγία τῷ Η παραληγ., καὶ ἐγράφοντο διὰ | |
30 | τοῦ Ο μικροῦ, κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι τὰ εἰς ΜΙ ἐπὶ τῶν πληθυντ. καὶ παθητικῶν συστέλλει ... ...... ὥσπερ καὶ ἐπὶ τοῦ δώσομεν, δώσετε, δώσουσι, ἡ γραφὴ τοῦ Α τύπος τοῦ δῶ δώσω δέδωται, ὡς καὶ ἐπὶ τῶν ἄλλων πολλῶν, γίνεται. | |
16 | ἘΠῚ ΚΑΘΈΔΡΑΝ, πόσα μέρη λόγου εἰσί; Δύο, ἐπὶ πρό‐ θεσις, καθέδραν ὀνόματος. Ποίου εἴδους τῶν ὑποπεπτω‐ κότων τῷ ὀνόματι; Προσηγορικοῦ, σχήματος συνθέτου. Καὶ πόθεν συνετέθη; Ἐκ τῆς κατὰ προθέσεως, καὶ τοῦ ἕζω | |
20 | τὸ κάθημαι, ἕδρα καὶ καθέδρα, καὶ γίνεται καταέδρα· ἀλλ’ αἱ εἰς φωνῆεν λήγουσαι προθέσεις, ἐὰν συντεθῶσι μεθ’ ἑτέρας λέξεως τῆς ἀπὸ φωνήεντος ἀρχομένης ἐκβάλλουσι τὸ ἔσχατον αὐτῶν φωνῆεν, καὶ γίνεται κατέδρα· ἀλλ’ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται, καὶ δασέα δασέων, τρέπεται τὸ Τ εἰς Θ, καὶ γίνεται | |
25 | καθέδρα. Τὸ Θ μετὰ τοῦ Ε ἐν συλλήψει ἐστὶν, ἢ ἐν δια‐ | 26 |
27 | στάσει; Ἐν συλλήψει. Διατί; Πᾶσα πρόθεσις συγκοπὴν πάσχουσα τοῦ ἐσχάτου φωνήεντος, τὸ καταλειπόμενον, εἰ μὴ τὸ Ν εἴη, τρέπει πρὸς τὸ ἐπιφερόμενον. Καὶ ἄλλως, κἂν μὴ ᾖ δὲ μία λέξις, ἀλλὰ δύο, πάθῃ δὲ ἡ μία ἔκθλιψιν, τὸ πρὸ | |
5 | τῆς ἀποστρόφου σύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι ἐπι‐ φέρει. Τὸ ΔΡΑ μακρόν· διατί; Τὰ εἰς ΡΑ θηλυκὰ μετ’ ἐπι‐ πλοκῆς συμφώνου παροξύνεσθαι θέλει, καὶ μακρὸν ἔχειν τὸ Α, καὶ τῷ Ε ἢ διχρόνῳ παραλήγεσθαι, οἷον Φλέγρα, πέτρα, | |
10 | λέπρα· οὕτως οὖν καὶ καθέδρα· τὸ Ἐρυθρὰ ἡ πόλις πλη‐ θυντικῶς λεγόμενον, ὁμοῖα τῷ ἐπιθετικῷ ἐτονήθη. Σεση‐ μείωται τὸ Τάναγρα καὶ σκολόπενδρα προπαροξυνόμενα καὶ συστέλλοντα τὸ Α. Ἕζω τὸ Ε ψιλὸν, διατί; Τὰ διὰ τοῦ ἕζω ῥηματικὰ διὰ | |
15 | τοῦ Ε ψιλοῦ γράφεται, πλὴν τοῦ παίζω, ὅπερ ἀπὸ τοῦ παιδιὰ γέγονεν, ἐξ οὗ καὶ παίγνιον. Δασεῖαν διατί; Τὸ Ε πρὸ τοῦ Ζ δασύνεται, χωρὶς εἰ μὴ ἀπὸ κλίσεως εἴη ῥημα‐ τικῆς, ὡς τὸ ζητῶ ἐζήτουν, καὶ τὰ παρ’ αὐτοῖς δὲ δασύ‐ νεται, ἕδος, ἑδραῖος, ἔδαφος, καὶ τὰ ὅμοια. Συντάσσεται | |
20 | δὲ ἐπὶ πρόθεσις μετὰ δοτικῆς, καὶ γενικῆς, καὶ αἰτιατικῆς, οἷον ἐπ’ ἐμοῦ, ἐπ’ ἐμοὶ, ἐπ’ ἐμέ. ΛΟΙΜΩ͂Ν γενικῆς τῶν πληθυντικῶν· ἡ εὐθεῖα ὁ λοιμός. Πόθεν γίνεται; Παρὰ τὸ λιμὸςλείπω, πλεονασμῷ τοῦ Ο λοιμός. Τὸ δὲ λιμὸς διὰ τί γράφεται διὰ τοῦ Ι; Διότι πολλά | |
25 | εἰσιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα, καὶ γραφομένων τῶν ῥημάτων διὰ διφθόγγου, τῶν δὲ ὀνομάτων διὰ τοῦ Ι, οἷον πείθω πιθανὸς, λείχω λιχανὸς, οἰκτείρω οἰκτιρμὸς, σείω σῖτος· οὕτως οὖν καὶ λείπω λιμός. Ἢ ὅτι πολλά εἰσιν ὀνόματα συμπάσχοντα τῷ δηλουμένῳ, οἷον χεὶρ διὰ διφθόγ‐ | |
30 | γου, χιρὰς δὲ, τὸ περὶ τὴν χεῖρα πάθος, διὰ τοῦ Ι· καὶ ἐμι‐ μήσατο ἡ γραφὴ τὸ πάθος τῆς φωνῆς συμπαθοῦσα τῷ δηλουμένῳ. Λοιμὸς διὰ τί ὀξύνεται; Τὰ εἰς μὸς καθαρὰ δισύλλαβα διφθόγγῳ παραληγόμενα ἀπὸ συμφώνου ἀρχό‐ | |
μενα σπάνιά εἰσι καὶ ὀξύνονται, οἷον λαιμὸς, λοιμὸς, τὰ δὲ | 27 | |
28 | ἀπὸ φωνήεντος ἀρχόμενα βαρύνονται, οἷον αἷμος, οἷμος. Χήρα δὲ, ἡ γυνὴ, διὰ τοῦ Η γράφεται, ὅτι ἀπὸ τοῦ χαρὰ γέγονε κατὰ ἀντίφρασιν, ἡ μὴ χαίρουσα. Ο᾿ΥΚ ἘΚΆΘΙΣΕ, ποίου μέρους λόγου ἐστί; βʹ· οὐ ἐπίρρημα | |
5 | ἀρνήσεως, ἐκάθισε ῥῆμα, συζυγίας τετάρτης τῶν βαρυτόνων. Πόθεν δῆλον; Ἡ δὲ δʹ διὰ τοῦ Ζ ἢ δύο Σ. Καὶ διατί διὰ τοῦ Ζ; Διότι τέταρτον σύμφωνον ἐστὶ, καὶ μέσον, καὶ συγγενὲς ὑπάρχον τοῦ Σ καὶ Δ. Καὶ διὰ τί δύο ΣΣ; Ἵνα ἀνδιπλασιασθέντων τῶν δύο ΣΣ, τὴν ἴσην δύναμιν ἀναπληρώσῃ | |
10 | τοῦ διπλοῦ. Πρωτότυπόν ἐστιν ἢ παράγωγον· καὶ πόθεν παράγεται; Ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἵζω ῥήματος. Καὶ αἱ συντι‐ θέμεναι λέξεις πρῶτον συντίθενται καὶ οὕτω κλίνονται, ἢ πρῶτον κλίνονται, καὶ οὕτω συντίθενται; Αἱ μετὰ προθέ‐ | |
15 | σεως συντιθέμεναι λέξεις πρὶν ἢ συντεθῶσι κλίνονται, οἷον, ἄγω, συνάγω· αἱ δὲ μὴ μετὰ προθέσεως συντιθέμεναι οὐ κλίνονται πρὶν ἢ συντεθῶσιν, οἷον φιλοσοφῶ, ἐφιλοσόφουν. Καθίζω, τὸ ΘΙ, Ι. Διατί; Τὰ διὰ τοῦ ἵζω ῥηματικὰ διὰ τοῦ Ι γράφεται, πλὴν τοῦ δανείζω καὶ χρῄζω. Τὸ μὲν | |
20 | δανείζω γέγονε παρὰ τὸ δάνειον, δανειάζω, καὶ ἐν συγκοπῇ δανείζω· τὸ δὲ δάνειον παρὰ τὸ δάνος. Τὰ γὰρ ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων διὰ τοῦ ΕΙΟΝ γινόμενα οὐδέτερα μονογενῆ, διὰ τῆς ΕΙ διφθόγγου γράφεται, οἷον γένος γένειον, βρένθος βρένθειον, οὕτως οὖν καὶ δάνος δάνειον. Τὸ δὲ χρῄζω ἀπὸ | |
25 | τοῦ χρέος, χρεΐζω, καὶ τροπῇ τοῦ Ε εἰς Η χρηΐζω, καὶ ἐν συναιρέσει χρῄζω, καὶ μετὰ τοῦ Ι προσγεγραμμένου. Καθίζω, ὁ μέλλων, καθίσω. Πόθεν ἔχει τὸ Σ; Ἡ δὲ τετάρτη διφο‐ ρεῖται, φράσω, παίξω· καὶ ὤφειλεν ἔχειν τὸ Ξ, καὶ μὴ τὸ Σ· ἀλλὰ τὰ εἰς ΖΩ λήγοντα ῥήματα, εἰ μέν εἰσι δισύλλαβα, πῆ | |
30 | μὲν διὰ τοῦ Ζ ἐκφερόμενα ἐπὶ τῷ μέλλοντι, οἷον κράζω, κράξω, πῆ δὲ διὰ τοῦ Σ, οἷον, κτίζω, κτίσω· εἰ δέ εἰσιν ὑπὲρ δύο συλλαβὰς, ἀεὶ διὰ τοῦ Σ, πλὴν τοῦ αἰάζω αἰάξω, οἰμώζω οἰμώξω, ὀλολύζω ὀλολύξω, θρυλλίζω θρυλλίξω, ἀλαπάζω ἀλαπάξω, στηρίζω στηρίξω, τὸ δὲ βαστάζω καὶ νυστάζω | |
35 | καὶ τὰ ὅμοια Δωρικά εἰσι, κατὰ τροπὴν τοῦ δευτέρου Σ εἰς Ζ, | 28 |
29 | τοῦ δὲ στενάζω ὁ ἐνεστὼς διφορεῖται· εὕρηται γὰρ καὶ στενάχω, ἀφ’ οὗ καὶ στέναχος καὶ στοναχή. Καθίζω, καὶ ὁ μέλλων καθίσω, ὁ Ἀττικὸς μέλλων καθῶ. Ὁ κανών· ἐπὶ τῶν διὰ τοῦ ίζω ῥημάτων τῶν ὑπὲρ δύο συλλαβῶν (ὰς) τῶν διὰ | |
5 | τοῦ Ι γραφομένων, οἱ Ἀττικοὶ ἐκβάλλοντες τὸ Σ τοῦ μέλ‐ λοντος, καὶ περισπῶντες, ἴδιον μέλλοντα ποιοῦσιν· οἷον ὑβρίζω ὑβρίσω ὑβριῶ, λακτίζω λακτίσω λακτιῶ. Διατί εἶπεν ἐπὶ τῶν διὰ τοῦ ίζω; Διότι ἐπὶ τῶν διὰ τοῦ άζω ἢ όζω ἢ ύζω τοῦτο οὐ ποιοῦσιν. Ἐπὶ τούτων γὰρ ὁ | |
10 | μέλλων ἐὰν ἀποβάλλῃ τὸ Σ, οἷον, δεσπόζω δεσπόσω δεσποῶ, κραυγάζω κραυγάσω κραυγαῶ· εὑρίσκοντες δὲ οἱ Ἀττικοὶ ἀλλεπάλληλα τὰ φωνήεντα πάλιν ποιοῦσι κράσιν, καὶ γίνεται δεσπῶ καὶ κραυγῶ, ὅπερ ἐστὶν ἄτοπον. Καὶ πῶς ἐστιν ἄτοπον; Εὑρίσκεται γὰρ ὁ μέλλων ἐλάττονας | |
15 | συλλαβὰς ἔχειν τοῦ ἐνεστῶτος, ὅπερ ἀδύνατον· πᾶς γὰρ μέλλων ἰσοσύλλαβός ἐστι τῷ ἐνεστῶτι, ἢ περιττοσύλλαβος, οὐδέπω δὲ ἐνδεῖ. Διατί εἶπεν ἐπὶ τῶν ὑπὲρ δύο συλλαβάς; Διότι εἰσί τινα ἅτινα ὁμοφωνεῖ τοῖς μέλλουσι τῆς ϛ συζυγίας, ὡς τὸ κτίζω | |
20 | κτίσω, καὶ κτίω κτίσω. Ἵνα οὖν μὴ ἀμφίβολα γένηται ποίας ἐστι συζυγίας, ἐπὶ τῶν δισυλλάβων οὐ ποιοῦσι. Καὶ διατί εἶπε τῶν διὰ τοῦ Ι γραφομένων; Διότι ἐπὶ τοῦ δανείζω καὶ χρῄζω τοῦτο οὐ ποιοῦσιν, ἐπειδὴ πᾶς μέλλων βαρύτονος, πλὴν τῆς δευτέρας συζυγίας, ἢ τὴν ἴσην παραλή‐ | |
25 | γουσαν θέλει ἔχειν τῷ ἐνεστῶτι, οἷον τύπτω τύψω, ἢ μεί‐ ζονα, οἷον λέγω λέξω, οὐδέπω δὲ ἐλάττονα, πλὴν τοῦ πνίγω πνίξω, καὶ ψύχω ψύξω, καὶ ἐρύκω ἐρύξω. Ταῦτα γὰρ ἐν μὲν τῷ ἐνεστῶτι ἔχουσι φύσει μακρὸν τὸν δίχρονον, ἐν δὲ τῷ μέλλοντι, θέσει· ἵνα οὖν τὸ ἄτοπον ἀποφύγωσι, ἐπὶ τῆς | |
30 | δευτέρας συζυγίας τῶν βαρυτόνων ἀποβάλλουσι τὸ Σ τοῦ μέλλοντος, καὶ περισπῶσιν, ἵνα μηκέτι εἴη βαρύτονος ὁ μέλλων. Ἐπεὶ οὖν τοῦ δανείζω δανείσω καὶ χρῄζω χρήσω ἡ αὐτὴ παραλήγουσα πεφύλακται, οὐκέτι ποιοῦσιν οἱ Ἀτ‐ τικοὶ ἴδιον μέλλοντα, διὰ τὸ μακρᾷ παραλήγεσθαι. | |
35 | Καθίζω, τὸ Ι βραχύ. Διατί; Τὰ διὰ τοῦ ΙΖΩ ῥήματα | 29 |
30 | συστέλλουσι τὸ Ι, οἷον ἀνδρίζω, βαδίζω, λακτίζω, καθίζω καὶ ὁ μέλλων, καθίσω· ὁ ἀόριστος ἐκάθισα, τὸ βʹ, ἐκάθισας, τὸ γʹ, ἐκάθισε· καὶ τὸ Ν ἐφελκυστικόν ἐστιν ἐν τοῖς τρίτοις προσώποις, φωνήεντος ἐπιφερομένου, συμφώνων δ’ οὐκέτι· | |
5 | καὶ μετὰ τῆς ΟΥ ἀρνήσεως καὶ πλεονασμοῦ τοῦ Κ, οὐκ ἐκάθισεν. ἈΛΛ’ Ἢ, τὸ ἀλλὰ σύνδεσμος συμπλεκτικός· τὸ ἢ διαζευ‐ κτικός. Εἰς τὸ Α ψιλόν· διατί; Οἱ σύνδεσμοι πάντες ψιλοῦν‐ ται, πλὴν τῶν αἰτιολογικῶν. Ὀξύνεται· πᾶς σύνδεσμος συμ‐ | |
10 | πλεκτικὸς ὀξύνεται, πλὴν τοῦ ἤτοι· συνεπόμενος δὲ βαρύνεται. Ὁ ἢ διαζευκτικὸς σύνδεσμος, ψιλούμενος, καὶ περιττός. Πόσα σημαίνει; Τέσσαρα· τὸν δὴ παραπληρωματικὸν σύνδεσμον, ὡς τὸ ἐπειὴ πολὺ φέρτερος ἐστί· | |
15 | καὶ ἐπὶ βεβαιώσει, ἀντὶ τοῦ ὄντως, ὡς τὸ ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός. Σημαίνει καὶ ῥῆμα, ἀντὶ τοῦ εἶπε, ὡς τὸ ἦ, καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων, καὶ τοῦ ἀπορηματικοῦ συνδέσμου, ὡς τὸ | |
20 | ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι· Ψιλούμενον δὲ καὶ βαρύτονον, πόσα σημαίνει; Τέσσαρα· σύνδεσμον διαζευκτικὸν, τὸν τὰ ἐναντία τῇ συντάξει διϊ‐ στῶντα, ὡς τὸ | |
25 | ἢ νέος ἠὲ παλαιός· καὶ ὑποδιαζευκτικός· (ὑποδιαζευκτικὸς δέ ἐστιν ὁ διάφορα πράγματα τιθεὶς, καὶ μηδὲν ἕτερον ἐν τῇ αἰτήσει διαιρῶν, οἷον, “δός μοι χρυσὸν ἢ ἄργυρον·”) καὶ διασαφητικός· (δια‐ σαφητικὸς δέ ἐστιν, ὅταν δύο προτίθηται, τὸ ἓν αἱρεῖται, | |
30 | οἷον, θέλω τύχης σταλαγμὸν, ἢ φρενῶν πίθον· ῥανὶς φρενῶν μοι μᾶλλον, ἢ βυθὸς τύχης.) Ἔστι δὲ καὶ ἀντὶ τοῦ καθὼς, ὡς τὸ [Il. ιʹ. 33.] ᾗ θέμις ἐστὶν ἄναξ ἀγορῇ. | |
35 | Καὶ πῶς γίνεται ἀλλ’ ἤ; Ἐκ τοῦ ἀλλὰ συνδέσμου καὶ | 30 |
31 | τοῦ ἢ διαζευκτικοῦ γίνεται ἀλλὰ ἤ, καὶ ἐν συγκοπῇ ἀλλ’ ἤ. Πόσα πάθη τῆς λέξεως; Τρία· ἀφαίρεσις, συγκοπὴ, καὶ ἀποκοπή. Τί ἐστιν ἀφαίρεσις; Ἡ ἐκ τῆς ἀρχῆς ἄρσις, οἷον, ἐμὲ, μέ. Τί ἐστι συγκοπή; Ἡ ἐκ τῆς μέσης ἄρσις, | |
5 | οἷον κατάκτανε, κάκτανε. Τί ἐστιν ἀποκοπή; Ἡ ἐκ τοῦ τέλους ἄρσις, κυκεῶνα κυκεῶ, δῶμα δῶ. Εἰς τὸν Λ τί πάθος τίθησι; Ἀπόστροφον. Διατί; Ἡ ἀπόστροφος τίθεται, ὅταν διὰ τὴν κακοφωνίαν .... Ἀντὶ πόσων φωνηέντων τίθεται ἡ ἀπόστροφος; Ἀντὶ δʹ· | |
10 | ἀντὶ τοῦ Α, ὡς τὸ ἄρα οὗτος, ἄρ’ οὗτος, ἀντὶ τοῦ Ο, ὡς τὸ ἀλλ’ ὁ ἐμὸς, ἀλλ’ ἐμός· ἀντὶ τοῦ Ε, ὡς τὸ οὔτε εἶδον, οὔτ’ εἶδον· ἀντὶ τοῦ Ι, ὡς τὸ οὐχὶ οὕτως, οὐχ’ οὕτως. Τὸ Λ μετὰ Λ ἐν συλλήψει ἐστὶν, ἢ ἐν διαστάσει; Ἐν διαστάσει. Διατί; Ὅτι οὐδέπω ἀμετάβολον ἀμεταβόλου | |
15 | προηγεῖται κατὰ σύλληψιν, πλὴν τοῦ Μ τοῦ Ν, ὡς ἐν τῷ μνεία καὶ ἀμνός. ΝΌΜΟΣ· παρὰ τὸ νέμω τὸ μερίζω νέμος καὶ νόμος. Τὸ νέμω πόσα σημαίνει; Τέσσαρα. Τὶ καὶ τί; Νέμω τὸ μερίζω, ἐξ οὗ καὶ νόμος, καὶ ὄνομα τὸ μεμερισμένον πᾶσι· | |
20 | νέμω τὸ βόσκω, ἐξ οὗ καὶ νομεὺς, ὁ βοσκὸς, καὶ νομὴ ἡ βοσκή· νέμω τὸ πορεύομαι, ἐξ οὖ καὶ νέμεται, τὸ ἐπιπο‐ ρεύεται· νέμω τὸ μέμφομαι, ἐξ οὗ καὶ νέμεσις ἡ μέμψις. Νέμω, καὶ ὁ μέλλων νεμῶ, ὁ παρακείμενος νενέμηκα, καὶ ὤφειλεν εἶναι νένεμκα, ἀλλὰ τὸ Μ πρὸ τοῦ Κ οὐκ ἔστιν, οὔτε | |
25 | κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν· κατὰ σύλληψιν μὲν, διότι τὰ ὑποταττόμενα τινὶ ἐν συλλήψει, ἐὰν ἀντιπροηγή‐ σωνται, ἐν διαστάσει ἀντιπροηγοῦνται, οἷον τὸ Ρ ὑποτέ‐ τακται τῷ Π κατὰ σύλληψιν ἐν τῷ πρῶτος· ἀντιπροηγου‐ μένου δὲ, ἐν διαστάσει αὐτὸ ἀντιπροηγεῖται, καὶ (ὡς) ἐν τῷ | |
30 | ἕρπω, ὅρπηξ, καὶ τοῖς ὁμοίοις· τὸ δὲ Μ τῷ Κ ὑποτακτικὸν κατὰ σύλληψιν, ὡς ἐν τῷ ἀκμῇ, ἐὰν ἀντιπροηγήσηται, οὐ δύ‐ ναται ἐν διαστάσει ἀντιπροηγεῖσθαι, διότι πᾶσα συλλαβὴ καταλήγουσα εἰς Μ θέλει ἔχειν τὴν ἑξῆς ἀρχομένην ἀπὸ τοῦ Β ἢ Π ἢ Φ ἢ Ψ ἢ Μ· καὶ διὰ τοῦτο μὴ δύναται (δυνάμενος) ὁ παρακεί‐ | |
35 | μενος τοῦ νέμω δι’ ἀμεταβόλου τοῦ Μ καὶ τοῦ Κ ἐκφέρεσθαι, | 31 |
32 | ἐξέλειψε, καὶ ἐγένετο ὡς ἀπὸ περισπωμένου νενέμηκα· ὅμοιόν ἐστι τὸ δεδέμηκα, τετέμηκα, τετρέμηκα, βεβρέμηκα· οὗτοι δὲ λέγονται καὶ ἡμαρτημένοι, διότι οὐκ ἐκφέρονται δι’ αὐτοῦ τοῦ ἀμεταβόλου καὶ τοῦ Κ. Ὁ μέσος παρακείμενος νένομα, | |
5 | καὶ ἐξ αὐτοῦ νόμος. Τὸ ΝΟ μικρὸν, διατί; Τὰ ἔχοντα τὸ Ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν ἔχουσι τὸ Ο ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασι. Νόμος διατί βαρύνεται; Τὰ εἰς ΜΟΣ καθαρὰ δισύλλαβα ἀρχόμενα ἀπὸ συμφώνου παραληγόμενα τῷ Ε ἢ τῷ Ο μὴ ὄντα | |
10 | τριγενῆ βαρύνεται, οἷον γόμος, τρόμος, βρόμος. Εἰ δέ τι τούτων ὀξυνθείη, πρὸς ἀντιδιαστολὴν ὀξύνεται. Νέμω τὸ Ε ψιλὸν, διατί; Τὰ διὰ τοῦ ΕΜΩ ῥήματα δισύλλαβα διὰ τοῦ Ε ψιλοῦ γράφονται καὶ περισπῶνται, οἷον, ἀτρεμῶ, ἠρεμῶ, πολεμῶ. Νόμος πόσα σημαίνει; | |
15 | Πέντε. Τὶ καὶ τί; Τὸν γραπτὸν νόμον, ὃν ἔδωκεν ὁ Θεὸς τῷ Μωϋσεῖ· καὶ τὸ νόμισμα· .... μὲν παρ’ Αἰγυπτίοις τὴν γῆν· καὶ τὸν τῆς χάριτος νόμον, ὅς ἐστι τὸ εὐαγγέλιον· σημαίνει καὶ μέτρον γῆς. ΚΎΡΙΟΣ μέρος λόγου ἐστὶν, ὀνόματος, γένους ἀρσενικοῦ, | |
20 | εἴδους παραγώγου. Ποίου εἴδους τῶν παραγώγων; Παρωνύμου. Τί ἐστι παρώνυμον; Τὸ παρ’ ὄνομα ποιηθέν. Πόθεν γίνεται; Παρὰ τὸ κῦρος, ὃ σημαίνει τὴν ἐξουσίαν. Πόσα σημαίνει κῦρος; βʹ, τὸ ἐπὶ τῆς ἐξουσίας, καὶ τὸ | |
25 | κύριον ὄνομα. Καὶ ἐὰν σημαίνῃ τὸ κύριον ὄνομα, ποίου μέρους τοῦ λόγου ἐστί; Ἀρσενικοῦ. Καὶ πῶς κλίνεται; Ὁ κῦρος, τοῦ κύρου. Εἰ δὲ σημαίνει τὴν ἐξουσίαν, ποίου μέρους λόγου ἐστίν; Οὐδετέρου. Καὶ δὸς χρῆσιν. “Τὸ κῦρος κατὰ τῆς πλάνης εἴληφας.” | |
30 | Κῦρε μακρόν. Καὶ πόθεν γίνεται; Παρὰ τὸ κύρω τὸ ἐπιτυγχάνω, ὅπερ ἔχει μακρὸν τὸ Υ. Καὶ διατί ἐστι τὸ ΚΥ μακρόν; Διότι τὰ διὰ τοῦ ΥΩ ῥήματα, βαρυνόμενα μὲν ἐκτείνει τὸ Υ, περι‐ σπώμενα δὲ συστέλλει, οἷον πύρω πυρῶ, φύρω φυρῶ, κύρω | |
35 | κυρῶ, ἐξ οὗ καὶ τὸ κύριος ἔχει μακρὸν τὸ Υ, κύρω, καὶ ὁ | 32 |
33 | μέλλων κυρῶ, καὶ Αἰολικῶς κύρσω. Ὁ κανών· οἱ Αἰολεῖς, βαρύτονοι ὄντες, πλεονάζουσι τὸ Σ κατὰ τὸν μέλλοντα. Καὶ διατί μὴ ἐπλεόνασεν ἄλλο σύμφωνον, ἀλλὰ τὸ Σ; Διότι πᾶς μέλλων βαρύτονος πρὸ τοῦ Ω μεγάλου τὸ Σ θέλει ἔχειν | |
5 | ἢ δυνάμει ἢ ἐνεργείᾳ. Τὸ δὲ κῦρος τὸ ΚΥ ψιλόν· διατί; Τὰ διὰ τοῦ ΥΡΟΣ ὀνόματα εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλ‐ λαβὰς, εἴτε ὀξύτονα, εἴτε βαρύτονα, διὰ τοῦ Υ ψιλοῦ γρά‐ φεται, οἷον τύρος, τότε βαρύτονον καὶ τὸ ὀξύτονον, Συρὸς, τό τε κύριον καὶ τὸ προσηγορικὸν, πυρὸς ὁ σῖτος καὶ τὸ | |
10 | ἐπίθετον, κῦρος τό τε ἐπὶ τῆς ἐξουσίας καὶ τὸ κύριον, ὑπὲρ δύο συλλαβὰς, οἷον, ἰσχυρὸς, οἰζυρὸς, ἁλμυρὸς καὶ τὰ ὅμοια, πλὴν τοῦ χοῖρος· τοῦτο δὲ γέγονε παρὰ τὸ χοῦν ἐρευνᾶν, χόϊρος, καὶ κατὰ συναίρεσιν χοῖρος, ἢ παρὰ τὸ τοῦ χείρονος ἐρᾶν. | |
23 | Τὰ εἰς ΟΣ συντίθεται ὀκταχῶς· ἢ γὰρ φυλάττουσι τὸ Σ ὡς τὸ λαὸς σῶος, λαοσσόος, θεὸς δοτὸς, θεόσδοτος, ἢ ἀπο‐ | |
25 | βάλλουσι τὸ Σ, ὡς τὸ νίκος λαὸς, νικόλαος· ἢ ἀποβάλλουσι τὸ Σ καὶ προσλαμβάνουσι τὸ Ι, ὡς τὸ πύλος, πυλιγενὴς, καὶ ὁδὸς, ὁδοιπόρος, ἢ ἐμβάλλουσι τὸ Σ, καὶ τρέπουσι τὸ Ο εἰς Η, ὡς τὸ, ἔλαφος, ἐλαφοβόλος, ἐλαφηβόλος, καὶ θεὸς τόκος, θεοτόκος, θεητόκος, ἢ ἐμβάλλουσι τὸ Σ, καὶ τρέπουσι | |
30 | τὸ Ο εἰς Ι, ὡς τὸ ὄρος, ὀριβάσιος· ἢ ἀποβάλλουσι τὸ Σ καὶ τρέπουσι τὸ Ο εἰς Α, καὶ προσλαμβάνουσι τὸ Ι, ὡς τὸ κλυτὸς Κλυτιμνήστρα καὶ Κλυταιμνήστρα, καὶ μέσος μεσώπολι καὶ μεσαιπόλι, καὶ μεσαίτερον καὶ μεσαίτατον. | |
15 | Κύριος τὸ ΡΙ Ι, διατί; Τὰ διὰ τοῦ ΙΟΣ ἐπίθετα, ἢ καὶ ἀπὸ τόπου λαμβανόμενα, διὰ τοῦ Ι γράφεται. Καὶ ἄλλως· τὰ εἰς ΟΣ οὐδέτερα, εἰ μὲν τῷ Α παραλήγει, τὰ δι’ αὐτῶν παρα‐ ληγόμενα διὰ τοῦ Ι σχηματίζει, οἷον ἅγιος, ἁγίος, θάλπος θάλπιος (sic), πέλαγος πελαγίος· εἰ δὲ μὴ παραλήγει τῷ | |
20 | Α, διὰ τῆς ΕΙ διφθόγγου γράφεται, οἷον ὄρος ὄρειος, τέλος τέλειος, ὄνειδος ὀνείδειος. Σεσημείωται τὸ τέλειος, τεμένιος, | |
καὶ ἴσως ἀπὸ τοῦ τεμενικὸς γέγονε κατὰ ἀποβολὴν τοῦ Κ, | 33 | |
34 | καὶ ἀναδόσει τοῦ τόνου· οὕτως οὖν καὶ τὸ ΚΥΡΟΣ κυρίος. Διατί προπαροξύνεται; Ὅσα τῶν εἰς ΟΣ οὐδετέρων διὰ τοῦ ΙΟΣ παρῆκται, συνεσταλμένου ὄντος τοῦ Ι, προπαροξύνεται, οἷον ξένος ξένιος, φίλος φίλιος, ποταμὸς ποτάμιος, δεσμὸς | |
5 | δέσμιος· οὕτως οὖν καὶ κῦρος κύριος. Ποίου εἴδους τῶν ὑπο‐ πεπτωκότων τῷ ὀνόματι; Τῶν πρός τι. Καὶ πρὸς τίνα ἔχει; Πρὸς τὸν δοῦλον. ΘΈΛΗΜΑ εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι προση‐ γορικοῦ· τῶν δὲ παραγώγων, ῥηματικοῦ. Καὶ πόθεν γίνεται; | |
10 | Παρὰ τὸ θέλω, ὁ μέλλων θελήσω· καὶ ὤφειλεν εἶναι θελῶ· ἀλλὰ τὰ δι’ ἑνὸς Λ ἐκφερόμενα βαρύτονα ἄχρι τοῦ παρατα‐ τικοῦ κλίνεται ὡς βαρύτονα, ἀπὸ δὲ τοῦ παρακειμένου ὡς περισπώμενα· διότι τὸ ἓν Λ χαρακτηριστικόν ἐστι περισπω‐ μένου μέλλοντος, καὶ τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου | |
15 | ἐνεστῶτος οὐ δύναται εἶναι χαρακτηριστικὰ περισπωμένου μέλλοντος· διὰ τοῦτο τὰ φθάσαντα γενέσθαι βαρύτονα δι’ ἑνὸς Λ ἀνεμερίσαντο τὴν κλίσιν. Ὁ παρακείμενος τεθέληκα, ὁ παθητικὸς τεθέλημαι, καὶ ἐξ αὐτοῦ θέλημα. Διατί ἰσο‐ συλλαβεῖ ὁ παθητικὸς παρακείμενος τῷ ἐνεργητικῷ, τοῦ | |
20 | κανόνος λέγοντος, ὅτι πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ Μ κλίνεται, μιᾷ συλλαβῇ περιττεῦον τοῦ ἰδίου ἐνεργητικοῦ, θέλει ἔχειν τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ, ἅμα δὲ καὶ τὴν παραλή‐ γουσαν τῆς γενικῆς τῶν μετοχῶν· τῷ λόγῳ οὖν τῆς παραλη‐ | |
25 | γούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν ὤφειλεν εἶναι τεθελήκαμεν, τῷ δὲ λόγῳ τῆς παραληγούσης τῆς γενικῆς τῆς ἐνεργητικῆς, τεθελήκομεν· συνεκόπη τοίνυν ἡ ἀμφιβαλλο‐ μένη συλλαβὴ, καὶ ἐγένετο ἰσοσύλλαβος ὁ παθητικὸς παρα‐ κείμενος τῷ ἐνεργητικῷ προπαροξυτόνῳ. Τὰ εἰς Α λήγοντα | |
30 | οὐδέτερα ὑπὲρ δύο συλλαβὰς παροξύνεται, οἷον αἴνιγμα, μά‐ λαγμα, ὄρυγμα· οὕτως οὖν καὶ θέλημα. Α᾿ΥΤΟΥ͂ ποίου μέρους λόγου ἐστίν; Ἀντωνυμίας πρωτο‐ τύπου. Καὶ τί ἐστιν ἀντωνυμία; Λέξις ἀντὶ ὀνόματος παραλαμβανομένη προσώπων ὡρισμένων δηλωτική. Καὶ | |
35 | ἀντὶ τίνος παραλαμβάνεται; Ἀντὶ κυρίου καὶ ἀντὶ προσ‐ | 34 |
35 | ηγορικοῦ. Πῶς ἀντὶ κυρίου, καὶ πῶς ἀντὶ προσηγορικοῦ; Ἀντὶ μὲν κυρίου, ὡς ἀντὶ τοῦ εἰπεῖν Γεώργιος, λέγω ἐγώ· ἀντὶ δὲ προσηγορικοῦ, ὡς ἀντὶ τοῦ εἰπεῖν ἄνθρωπος, λέγω ἐγώ. Πόθεν ἀντωνυμία; Ἐκ τῆς ἀντὶ προθέσεως καὶ τοῦ | |
5 | ὀνόματος. Τὸ ΤΩ μέγα διατί; Τὰ παρὰ τὸ ὄνομα συντι‐ θέμενα διὰ τοῦ Ω μεγάλου γράφεται, οἷον ὁμώνυμος, φερώ‐ νυμος, συνώνυμος, καὶ εἴ τι ὅμοιον. Πόσα παρέπεται τῇ ἀντωνυμίᾳ; ϛʹ· πρόσωπα, γένη, ἀριθμοὶ, πτώσεις, σχήματα, εἴδη. | |
10 | Εἰς πόσα διαιροῦνται αἱ ἀντωνυμίαι; Εἰς βʹ· εἰς πρωτο‐ τύπους, καὶ εἰς παραγώγους. Αἱ δὲ παράγωγοι εἰς πόσα διαιροῦνται; Εἰς δύο· εἰς μονοπροσώπους καὶ εἰς κτητικάς. Πόσαι πρωτότυποι ἀντωνυμίαι; θʹ· ἐγὼ, σὺ, ἓ, νῶι, σφῶι, σφῶε, ἡμεῖς, ὑμεῖς, σφεῖς. Ἐγὼ ποίου προσώπου; Πρώτου. | |
15 | Ποίου γένους; Οὐκ ἔχει. Διατί; Γένη μὲν τῶν πρωτο‐ τύπων διὰ τῆς φωνῆς οὐκ ἐξακούεται, διὰ δὲ τῆς ὑπ’ αὐτῶν δείξεως, οἷον ἐγώ. Τὸ Ε ψιλὸν, διατί; Πρὸ τοῦ Γ ἡ ΑΙ δίφθογγος σπανίως εὑρίσκεται, πλὴν τοῦ Αἴγυπτος, αἰγιαλὸς, αἰγίλιψ, (ἡ | |
20 | ὑψηλὴ πέτρα), καὶ εἴ τι παρ’ αὐτοῦ. Εἰς τὸ Ε ψιλὸν, διατί; Τὸ ἐν ἀντωνυμίᾳ Ε πρὸ συμφώνου ψιλοῦται, ἐγὼ, ἐμοὶ, ἐκεῖνος, πλὴν τοῦ ἕθεν. Καὶ διατί πλὴν τοῦ ἕθεν; Διότι πᾶσα ἀντωνυμία ἀποβολῇ τοῦ Σ γινομένη δασύνεται, σὸς ὃς, σοῦ οὗ, σέθεν ἕθεν. Ἐγὼ διατί ὀξύνεται; Αἱ | |
25 | πρωτότυποι ἀντωνυμίαι ἑνικαὶ οὖσαι ὀξύνεται, ὑπεσταλμένων τῶν γενικῶν ὀνομάτων, καὶ τῆς δοτικῆς τοῦ τρίτου προσώπου. Ἐγὼ καὶ ἡγεῖται (ἡ γενικὴ?) ἐμοῦ. Ὁ κανών; Οὐκ ἔχει. Διατί; Αἱ πρωτότυποι ἀντωνυμίαι κανόνας οὐκ ἔχουσι. Καὶ διατί οὐκ ἔχουσι; Διότι ἑκάστης αὐτῆς ἐστι θέμα, καὶ οὐ κανονίζεται | |
30 | ἑτέρα ὑπὸ τῆς ἑτέρας. Καὶ διατί οὐ κανονίζεται ἑτέρα ὑπὸ τῆς ἑτέρας; Διότι τῶν μὲν ὀνομάτων καὶ τῶν ῥημάτων ἡ κλίσις κατὰ ἀκολουθίαν φωνήεντος προέρχεται, καὶ ἡ ἑτέρα ὑπὸ τῆς ἑτέρας κανονίζεται, αἱ δὲ πρωτότυποι σημασίᾳ μόνῃ ποιοῦνται τὴν κλίσιν, οὐ μέντοι φωνῆς ἀκολούθως, διὸ καὶ | |
35 | θεματικὰς καλοῦμεν. Ἡ δοτικὴ ἐμοὶ διατί ὀξύνεται; Ἰστέον | 35 |
36 | ὅτι ἡ ἐμοὶ καὶ σοὶ σφὶν ἀντωνυμίαι δοτικαὶ οὖσαι ὀξύνονται, ἡ δὲ οἷ περισπᾶται, καὶ ἔδει περισπᾶσθαι ταύτην ὡς δοτικήν· ἀλλὰ σεσημείωνται αἱ ἐμοὶ καὶ σοὶ καὶ σφὶν ἀντωνυμίαι ὀξυνόμεναι. Διατί τὰ πρόσωπα ἐν μὲν τοῖς ῥήμασι κατὰ τὸ | |
5 | τέλος κινοῦνται, ἐν δὲ ταῖς ἀντωνυμίαις κατ’ ἀρχήν; Διότι ἡ ἀντωνυμία δύο κλίσεις ἀναδεξαμένη, τὴν μὲν κατὰ πτῶσιν, ἐν τῷ τέλει· τοὺς δύο γὰρ κατ’ αὐτῶν οὐκ ἠδύνατο ἔχειν, ἵνα μὴ εἰς συγγένειαν ἐμπέσῃ, ἀλλ’ ὥσπερ τὸ ῥῆμα τὴν μὲν ἀρχὴν ἀπένειμε τοῖς χρόνοις, τὸ δὲ τέλος τοῖς προσώποις, οὕτω καὶ | |
10 | αὕτη εἰς δύο ἐμπεσοῦσα, τὴν ἀρχὴν μὲν ἀπένειμε τοῖς προσώ‐ ποις, τὸ δὲ τέλος τῇ κλίσει, καὶ τῷ ὀνόματι αὐτῆς μᾶλλον ὠκείωται. Ἡ(Ἓ) κλητικὴν οὐκ ἔχει. Διατί; Οὐδεὶς γὰρ ἑαυτὸν καλεῖ. Ἐγὼ καὶ τὸ δεύτερον σὺ, τὸ τρίτον ἕ· καὶ ἡ (ἓ) κλητικὴν οὐκ ἔχει, διατί; Οὐδεὶς γὰρ τὸν ἀπόντα καλεῖ. | |
15 | Πόσαι εὐθεῖαι τῶν ἀντωνυμιῶν; μβʹ· ἐγὼ, σὺ, ἓ, ἡ γενικὴ ἐμοῦ, σοῦ, οὗ· ἀπὸ τοῦ ἐμοῦ γίνεται ὁ ἐμὸς, ἡ ἐμὴ, τὸ ἐμόν· ἀπὸ τοῦ σοῦ, ὁ σὸς, ἡ σὴ, τὸ σόν· ἀπὸ τοῦ οὗ, ὁ ὃς, ἡ ἣ, τὸ ὅν· δυϊκὰ, νῶι, σφῶι, σφῶε. Ἀπὸ τοῦ νῶι γίνεται ὁ νωΐ‐ τερος, ἡ νωϊτέρα, τὸ νωΐτερον· ἀπὸ τοῦ σφῶι, ὁ σφωΐτερος, | |
20 | ἡ σφωϊτέρα, τὸ σφωΐτερον· ἀπὸ τοῦ σφῶε οὐ γίνεται παρά‐ γωγος ἀντωνυμία διὰ τὸ μόνως ἐγκλίνεσθαι αὐτὴν, πλὴν ἡμεῖς, ὑμεῖς, σφεῖς. Ἀπὸ τοῦ ἡμεῖς γίνεται ὁ ἡμέτερος, ἡ ἡμετέρα, τὸ ἡμέτερον· ἀπὸ τοῦ ὑμεῖς, ὁ ὑμέτερος, ἡ ὑμετέρα, τὸ ὑμέτερον· ἀπὸ τοῦ σφεῖς, ὁ σφέτερος, ἡ σφετέρα, τὸ | |
25 | σφέτερον· καὶ θεματικαὶ, ἐννέα· οὗτος, αὕτη, τοῦτο, αὐτὸς, αὐτὴ, αὐτό· ἐκεῖνος, ἐκείνη, ἐκεῖνο· ὅδε, ὁ δεῖνα κατὰ παρα‐ γωγήν. Αὗται δὲ καλοῦνται καὶ θεματικαὶ καὶ μονοπρό‐ σωποι, καὶ δεικτικαὶ καὶ παράγωγοι. Τὸ Α᾿ΥΤῸ πρωτότυπόν ἐστιν ἢ παράγωγον; Παράγωγον. | |
30 | Καὶ πόθεν παράγεται; Ἀπὸ τοῦ ἓ τρίτου προσώπου. Διατί; Διότι αἱ τοῦ τρίτου προσώπου, λέγω δὴ τοῦ Ἓ, καὶ τὰς ἀπ’ αὐτῆς κεκλιμένας ἀσυνήθεις εἴασεν ἡ τέχνη, αἳ καλοῦνται μονοπρόσωποι, διὰ τὸ μὴ ἔχειν ἕτερον πρόσωπον. Τὸ Α᾿ΥΤῸΣ ποίου προσώπου; Οὐκ ἔχει. Διατί; ἀφ’ ὧν ... | |
35 | ....... | 36 |
37 | Εἰς τὸ ΑΥ τί πνεῦμα; Ψιλόν. Διατί; Ἡ αὐ δίφθογγος ψιλοῦται, αὔξω, αὐδῶ, αὐτὸς, αὔριον· τὸ αὕτη βαρύτονον ἀπὸ τοῦ οὗτος δασύνεται. Καὶ ἄλλως· πᾶσα ἀντωνυμία ἀπὸ μακρᾶς ἀρχομένη δασύνεται, πλὴν τῆς αὐτός. | |
5 | Πόσα σημαίνει τὸ αὐτός; εʹ· αὐτὸς ὁ τόπος, ὡς τὸ στῆτ’ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων· αὐτὸς ὁ μόνος, ὡς Τυδείδης δ’ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη· αὐτὸς τὸ σῶμα· | |
10 | αὐτὸς δ’ ἑλώρια τεῦχε κύνεσσιν· αὐτὸς ὁ κατ’ ἐξοχὴν, ὡς τὸ “οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ κύριος·” καὶ ἡ αὐτὸς ἀντωνυμία, ὡς τὸ [Il. αʹ. 120.] αὐτὸς δ’ ἔντε’ ἐδύσατο παμφανόωντα. | |
15 | Πόσοις τρόποις συντάσσεται ἡ αὐτὸς ἀντωνυμία; Τοῖς τρισὶ προσώποις συντάσσεται, οἷον ἐγὼ αὐτὸς, σὺ αὐτὸς, ἐκεῖνος αὐτός. ΜΕΛΕΤΉΣΕΙ, παρὰ τὸ μελετῶ, τοῦτο παρὰ τὸ μελέτη. Τὰ γὰρ δευτέρας συζυγίας τῶν περισπωμένων ὡς ἐπὶ τὸ | |
20 | πλεῖστον ἀπὸ τῶν εἰς Η θηλυκῶν γίνονται, οἷον, βοὴ βοῶ βοᾷς, τέχνη τεχνῶ τεχνᾷς. Τὸ δὲ μελέτη πόθεν γίνεται; Παρὰ τὸ μέλι καὶ τὸ ἐτεὸν, τὸ ἀληθὴς, ἡ ἀληθινὴ γλυκύτης, τὸ δὲ μέλι παρὰ τὸ μέλω, τὸ φροντίζω, ὃ περὶ πολλοῦ ποιούμεθα καὶ φροντίζομεν· τὸ δὲ ἐτεὸν παρὰ τὸ ἔω τὸ | |
25 | ὑπάρχω, ἐὸν καὶ ἐτεόν· τὸ γὰρ ἐτεὸν τὸ ἀληθὲς ὑπάρχει. Τὸ μέλλω πόσα σημαίνει; δʹ· τὸ ὀφείλω, ὡς τὸ [Il. λʹ. 364.] ᾧ μέλλεις εὔχεσθαι (ἰὼν) εἰς δοῦπον ἀκόντων. τὸ φροντίζω, ὡς τὸ [Il. εʹ. 490.] | |
30 | σοὶ δὲ χρὴ τάδε πάντα μέλλειν νύκτας τε καὶ ἧμαρ· τὸ βραδύνω, ὡς τὸ [Demosth. v. p. 102, II.] “τί μέλλεις; τί ἀναδύῃ;” τὸ φαίνω, ὡς τὸ οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι, καὶ τὸ ἀπέκειτο, ὡς τὸ [Demosth.] “ἔμελλεν ἄρα πολλὰς | |
35 | (ἡμῖν) ὑποθέσεις.” | 37 |
38 | Τὸ ΜΕ ψιλὸν, διατί; Πᾶσα λέξις ἀπὸ τῆς ΜΕ συλλαβῆς ἀρχομένη διὰ τοῦ Ε ψιλοῦ γράφεται, πλὴν τοῦ μαίνομαι, τὸ ὀργίζομαι, μαῖα, Μαιῶτις. Τὸ ΛΕ ψιλόν· διατί; Τὰ εἰς ΤΗ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἑνὶ φωνήεντι παρα‐ | |
5 | λήγονται, οἷον Θεοδότη, Ἀφροδίτη, μελέτη. Πρόσκειται “ὑπὲρ δύο συλλαβὰς,” διὰ τὸ χαίτη (sic) βαρύνεται, διὰ τὸ τελευτή. Μελετῶ, ὁ μέλλων μελετήσω, πόθεν ἔχει τὸ Η; Ἡ γὰρ δευτέρα συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ μέλ‐ λοντος θέλει ἔχειν τὸ Α ἢ τὸ Η· καὶ ὤφειλεν ἔχειν τὸ Α καὶ | |
10 | μὴ τὸ Η· ἀλλ’ ἡνίκα ὁ ἐνεστὼς καθαριεύει, τότε ὁ μέλλων διὰ μακροῦ τοῦ Α ἐκφέρεται, οἷον ἀνιῶ ἀνιάσω, θεῶ θεάσω· καὶ ἡνίκα δὲ ἔχει ὁ ἐνεστὼς τὸ Λ, τότε ὁ μέλλων διὰ βραχέος τοῦ Α ἐκφέρεται, οἷον γελῶ γελάσω, θλῶ θλάσω. Τὰ δὲ ἔχοντα ἐν τῷ ἐνεστῶτι σύμφωνον ἄλλο χωρὶς τοῦ Λ καὶ τοῦ | |
15 | Ρ διὰ τοῦ Η ἔχουσι τὸν μέλλοντα, οἷον ζῶ ζήσω, νικῶ νικήσω, πεινῶ πεινήσω, διψῶ διψήσω· τὸ γὰρ πεινάσω καὶ διψάσω κατὰ τροπὴν Δωρικὴν γέγονε τοῦ Η εἰς Α. Τὰ γὰρ ποιοῦντα παράγωγα εἰς ΜΙ, κἄντε τὸ Λ ἔχῃ κἄν τε τὸ Ρ, διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον πλῶ πιπλῶ πίπλημι, χρῶ κιχρῶ κίχρημι | |
20 | κιχρήσω· στῶ ἱστῶ ἵστημι στήσω. Ἰστέον δὲ ὅτι τὰ παραληγόμενα τῷ Ο ἐν τῇ δευτέρᾳ συζυγίᾳ τῶν περισπω‐ μένων έ εἰσὶ, βοῶ, γοῶ, ἀκροῶ, μακκοῶ, ἀλοῶ· καὶ τὰ μὲν δύο διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, βοήσω καὶ γοήσω· τὰ δὲ βʹ διὰ τοῦ Α, ἀκροάσω καὶ μακκοάσω, (σημαίνει δὲ τὸ μω‐ | |
25 | ραίνω,) τὸ ἓν διφορεῖται, ἀλοάσω καὶ ἀλοήσω. ἩΜΈΡΑ παρὰ τὸ μείρω τὸ μερίζω, ἡ πανταχοῦ μεμε‐ ρισμένη, γίνεται μέρα, καὶ πλεονασμῷ τοῦ Η ἡμέρα. Καὶ διατί πλεονάζει τὸ Η; Πλεονάζει γὰρ τὸ Η ἐν πολλοῖς λέξεσιν, ὡς ἐν τῷ μύει ἠμύει, βαιὸν ἠβαιόν· τὸ ἠμύει, ὡς | |
30 | ἐν τῷ ἐπί τ’ ἠμύει ἀσταχύεσσι· τὸ ἠβαιὸν, ὡς ἐν τῷ [Il. βʹ. 386.] οὐ γὰρ παυσωλή γε μετέσεται οὐδ’ ἠβαιόν. Εἰς τὸ Η δασεῖαν, διατί; Τὸ Η πρὸ τοῦ Μ διατί (δασύνεται.) | |
35 | Ἡμέρα, ἥμισυ, ἡμίφωνον, πλὴν τοῦ ἦμος. Τὸ ΜΕ ψιλὸν, διατί; | 38 |
39 | Ἐκ τοῦ μείρω τὸ μερίζω. Καὶ ἐκεῖνο διατί; Τὰ ἔχοντα ἀνα‐ φαινόμενον τὸ Ε ἐν τῷ μέλλοντι διὰ τῆς ΕΙ διφθόγγου γράφεται ἐπὶ τοῦ ἐνεστῶτος, οἷον μερῶ μείρω, κερῶ κείρω. Καὶ ἄλλως· Τὰ διὰ τοῦ ΕΡΑ ὑπὲρ δύο συλλαβὰς ἔχοντα | |
5 | πρὸ τέλους τὸν τόνον, μονογενῆ ὄντα, διὰ τοῦ Ε ψιλοῦ γράφεται, οἷον διφθέρα, χολέρα, ἡμέρα, ἑσπέρα, καὶ τὰ ὅμοια· τὰ δὲ προπαροξύτονα διὰ διφθόγγου, μάκαιρα, λέαινα, χίμαιρα, ἰοχέαιρα. Τὸ ΡΑ μακρὸν, διατί; Τὰ εἰς ΡΑ θηλυκὰ βραχεῖ ἢ βραχυ‐ | |
10 | νομένῳ φωνήεντι παραληγόμενα ἐκτείνει τὸ Α, οἷον ἡμέρα, χολέρα, κατάρα. Ἡμέρα ὀξύνεται (βαρύνεται.) Τὰ εἰς ΡΑ θηλυκὰ τρισύλλαβα μακροκατάληκτα παραλη‐ γόμενα τῷ Ε, μονογενῆ ὄντα, ὀξύνονται· καὶ τὸ περιστερὰ, ὅτι ὑπὲρ τρεῖς συλλαβάς. Δωρικῶς δὲ ἐτράπη τὸ Η εἰς Α, | |
15 | ὥσπερ τὸ ἅλιος ἥλιος, ἁμέρα ἡμέρα ΝῪΞ παρὰ τὸ νύσσω τὸ κάμπτω, ἡ νύσσουσα ἡμᾶς πρὸ ὕπνου (πρὸς ὕπνον·) τὸ νύσσω συζυγίας δʹ τῶν βαρυτόνων. Πόθεν δῆλον; Ἡ δὲ δʹ διὰ τοῦ Ζ ἢ δύο ΣΣ, οἷον φράζω, νύσσω. Τὸ ΝΥ ψιλὸν, διατί; Οὐδέποτε πρὸ τῶν δύο ΣΣ | |
20 | εὑρίσκεται δίφθογγος, πλὴν τοῦ λεύσσων καὶ κρείσσων. Νύσσω καὶ ὁ μέλλων νύξω. Πόθεν ἔχει τὸ Ξ; Ἡ δὲ δι[α]‐ φορεῖται, καὶ ὤφειλεν ἔχειν τὸ Σ καὶ μὴ τὸ Ξ. Εἰ δὲ εἴη διὰ ΒΩ (sic) ὁ ἐνεστὼς, ἀεὶ ὁ μέλλων διὰ τοῦ Ξ, πλὴν τοῦ πλάσσω πλάσω, σημαίνει δὲ ἐργάζομαι· ἱμάσσω ἱμάσω, τὸ μαστίζω, | |
25 | ἱνάσσω ἱνάσω, τὸ δύναμιν παρέχω, πάσσω πάσω, τὸ ποι‐ κίλλω, ἐξ οὗ καὶ παστὸς, λεύσσω λεύσω, τὸ βλέπω, ἐρέσσω ἐρέσω, τὸ κωπηλατῶ. Ἐκ γοῦν τοῦ νύσσω νύξω, κατὰ ἀπο‐ βολὴν τοῦ Ω, νύξ. Καὶ διατί ὀξύνεται; Τὰ ἀπὸ μελλόντων δισυλλάβων κατ’ ἀποβολὴν τοῦ Ω γινόμενα ὀνόματα ὀξύ‐ | |
30 | νεται, οἷον κλείω κλείσω κλεῖς, παύω παύσω καὶ ποὺς, θερίζω θερίσω, καὶ Δωρικῶς θερίξω, θέριξ, καὶ ἐν συγκοπῇ θρίξ· οὕτως οὖν καὶ νύξω, νύξ. Ἢ καὶ τὰ εἰς ΥΞ λήγοντα ὀνόματα μονοσύλλαβα ὀξύνονται, εἰ μὴ διάφορος ἱστορία παρακολουθήσει. Τὸ νὺξ ψιλὸν, διατί; Τὰ εἰς ΥΞ μονο‐ | |
35 | σύλλαβα διὰ τοῦ Υ ψιλοῦ γράφεται, οἷον Στὺξ, νὺξ, πλὴν | 39 |
40 | προῖξ· τοῦτο δὲ γέγονε παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ οἶκος, πρόϊξ καὶ προῖξ, τουτέστιν ἡ εἰς σύστασιν τοῦ οἴκου διδομένη. Τὸ νὺξ μακρὸν διατί; Πᾶν ὄνομα μονοσύλλαβον μακροκαταληκτικόν ἐστι φύσει ἢ θέσει, οἷον Στὺξ, νὺξ, πᾶς, | |
5 | λῖς, κῖς, κὰρ, πῦρ, σκὼρ, πλὴν τοῦ τίς. Ποίας παραλη‐ γούσας ἐπιδέχονται τὰ διὰ δύο ΣΣ ἐκφερόμενα; Ἕξ· ἢ γὰρ τῷ Α παραλήγεται, ὡς τὸ ταράσσω, ἀλλάσσω, ἢ τῷ Ε, ὡς τὸ πῦρ, πυρὸς, πυρέσσω, ἢ τῷ Η, ὡς τὸ πτήσσω, ῥήσσω, ἢ τῷ Ι, ὡς τὸ δειδίσσω τὸ ἐκφοβῶ, καὶ λίσσω, τὸ παρακαλῶ, ἢ τῷ | |
10 | Υ, ὡς τὸ νύσσω, ὀρύσσω, ἀφύσσω, ἀπαντῶ, ἢ τῷ Ω, ὡς τὸ ἀγρώσσω, τὸ ἀγρεύω, καὶ Ὅμηρος, ἰχθὺς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμη. Νὺξ ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Τῶν ὡς πρός τι. Διόρισον. Ὡς πρός τι ἔχον δέ ἐστιν, ὡς νὺξ, | |
15 | ἡμέρα. Καὶ ποσαχῶς τὰ ὡς πρός τι; Τετραχῶς. Κατὰ ποιὸν, κατὰ ποσὸν, (κατὰ ἄμεσον,) κατὰ ἔμμεσον. Τὸ δὲ νὺξ ἐστὶ τῶν κατ’ ἄμεσον. Νὺξ πόσα σημαίνει; Τέσσαρα· τὴν σωματοειδῆ θεὸν, ὡς τὸ εἰ μὴ ἡ νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν, | |
20 | καὶ τὴν παρ’ ἡμῖν νοουμένην, ὡς τὸ νὺξ ἥδ’ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει· καὶ τὴν σκοτίαν καὶ γνοφώδη κατάστασιν, ὡς τὸ ἀλλ’ ἐπὶ νὺξ ὀλοὴ τέτα[κ]ται δειλοῖσι βροτοῖσι· καὶ τὸν θάνατον καὶ τὸν σκοτασμὸν τῶν ὀμμάτων, ὡς τὸ | |
25 | τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. Νὺξ πῶς κλίνεται; Τῆς νυχός (sic). Ὁ κανών· πᾶν ὄνομα μονοσύλλαβον ἔχον ἐπὶ τῆς γενικῆς, ποτὲ μὲν τὸ σύμφωνον τοῦ παρακειμένου, ποτὲ δὲ τοῦ μέλλοντος. Καὶ ποῖον ἐστὶ τὸ σύμφωνον τοῦ παρακειμένου; Τὸ Χ, καὶ γίνεται νυχός. | |
30 | Ἀλλὰ πλεονάζει τὸ Τ, καὶ γίνεται νυχτός. Καὶ διατί πλεονάζει τὸ Τ; Ἐν πολλαῖς λέξεσι πλεονάζει τὸ Τ, ὡς ἐν τῷ ἄναξ, ἄνακος καὶ ἄνακτος, καὶ βλέπω, βλέπτω, ἐξ οὗ καὶ ἀβλεπῶ (sic)· καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται, καὶ δασέα δασέων, εἰς τὸ ἀντίστοιχον τοῦ Χ μεταβέβληται τὸ Κ. | |
35 | ΚΑῚ ἜΣΤΑΙ· τὸ ἔσται μέρος λόγου ἐστι, ῥήματος δια‐ | 40 |
41 | θέσεως μέσης. Καὶ πόθεν γίνεται; Ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, ὁ μέλλων ἔσω, ὁ μέσος μέλλων ἔσομαι, τὸ δεύτερον ἔσῃ, τὸ τρίτον ἔσεται, καὶ ἐν συγκοπῇ ἔσται. Τὸ ἔω διατί βαρύ‐ νεται; Τὰ διὰ τοῦ ἔω ῥήματα καθαρὰ βαρύνεσθαι θέλουσι, | |
5 | χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου μετασταίη εἰς περισπώμενον, ἢ ἀπὸ ὀνομάτων γένηται· τὰ γὰρ ἀπ’ ὀνομάτων γινόμενα ῥήματα περισπῶνται, ὡς τὸ θεῶ παρὰ τὸ θέα, καὶ νοῶ παρὰ τὸ νόος, καὶ ἐλεῶ παρὰ τὸ ἔλεος. Τὸ ΣΤΑΙ δίφθογγος διατί; Τὰ εἰς ΜΑΙ καὶ εἰς ΤΑΙ πρῶτα καὶ τρίτα πρόσωπα | |
10 | τῶν ἑνικῶν καὶ τρίτα τῶν πληθυντικῶν ἅπαντα διὰ τῆς ΑΙ διφθόγγου γράφεται. Εἰς τὸν Ε ψιλὸν, διατί; Ἐκ τοῦ ἔω, τὸ γὰρ Ε πρὸ φωνήεντος κατὰ διάστασιν ὂν ψιλοῦται. ὩΣ ποίου μέρους λόγου ἐστίν; Ἐπιρρήματος παραβολῆς. Διόρισον. Τὰ δὲ παραβολῆς ἢ ὁμοιώσεως, οἷον ὡς, ὥσπερ, | |
15 | ἠΰτε. Τί ἐστιν ἐπίρρημα; Μέρος λόγου ἄκλιτον κατὰ ῥή‐ ματος λεγόμενον. Καὶ ἄλλως· λέξις ἄκλιτος, κατηγοροῦσα τῶν ῥηματικῶν ἐγκλίσεων. Διατί λέγεται ἐπίρρημα; Διότι ὑποτάσσεται αὐτῶν τὸ ῥῆμα. Τὸ ὡς Ω, διατί; Τὰ εἰς ΩΣ ἐπιρρήματα διὰ τοῦ Ω μεγάλου γράφεται, πλὴν τοῦ πάρος, | |
20 | (ὃ δηλοῖ τὸ πρότερον, καὶ ἔστιν ἐπίρρημα χρόνου δηλω‐ τικὸν,) καὶ τοῦ ἦμος (τοῦ δηλοῦντος τὸ ἡνίκα,) καὶ τοῦ τῆμος καὶ τημοῦτος, (ἃ δηλοῖ τὸ τηνικαῦτα,) καὶ τοῦ ἔναγχος, (ὅ ἐστιν ἐπὶ καιροῦ παραστατικοῦ, καὶ δηλοῖ τὸ πρὸ ὀλίγου,) καὶ ἐτὸς, (σημαίνει δὲ τὸ ἀληθῶς,) καὶ ἐντὸς καὶ ἐκτὸς τοπι‐ | |
25 | κὸν, καὶ τοῦ κῆχος ἐρωτηματικόν· γίνεται δὲ παρὰ τὸ πῆ καὶ ἐκτάσει τῆς ΧΟΣ συλλαβῆς πῆχος, καὶ τροπῇ τοῦ Π εἰς Κ κῆχος. Εἰς τὸ ὩΣ δασεῖαν, διατί; Τὸ τῆς παραβολῆς ΩΣ δασύνεται. Τὸ ΩΣ πόσα σημαίνει; λβʹ. Τὶ καὶ τί; Παραβολὴν, | |
30 | ὥστε λέων ἐχάρη, μεγάλῳ ἐπὶ σώματι κύρσας· ἀνταπόδοσιν, ὣς αὖτις καθ’ ὅμιλον ἔδυ Τρωῶν ἀγερώχων· ὑπερβολήν· | |
ὡς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός· | 41 | |
42 | ὁμοίωσιν· ὡς Ὀδυσσῆος μεγαλήτορος υἱῒ ἔοικεν· ἀντὶ τοῦ ὅμως, ἀλλ’ οὐδ’ ὣς ἑτάρους ἐρρύσατο ἰέμενος [ὥσ]περ· | |
5 | ἀναφοράν· ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλοις ἀγόρευον· θαυμασμὸν, ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονος Πηνελοπείης, ἀντὶ τοῦ οὕτως, | |
10 | ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ. τὸν ἵνα σύνδεσμον, ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃς. τὸ ὅπως, ὣς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι. | |
15 | τὸ ὅτι, ἔγνως ὅτι (ὡς) θεός εἰμι, καὶ τὸ ὡς δὴ τοῦδ’ ἕνεκά σφιν ἐκηβόλω, τὸ ἐπεὶ, | |
20 | ὡς ἴδε χῶρον ἔρημον ὅθ’ ἕστασαν ὠκεῖς ἵπποι· τὸ εἴτε εὐκτικὸν ἐπίρρημα, ὡς ὄφειλε θάνατός μοι ἀδεῖν κακός· τὸ διὸ, ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος· | |
25 | τὸ εἰ συναπτικὸν σύνδεσμον, ὡς ὑμεῖς παρ’ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε· τὸ ὁμοίως, μνήσομαι ὥς μ’ ἀσύφυλον ἐν Ἀργείοισιν ἔρεξεν· τὸ ὅμως, | |
30 | ὡς πρῶτον Κίκονας δαμάσσατο Διός· τὸ ὅσον, καὶ κρέας ὡς οἱ χεῖρες ἐδάνδανον (ἐχάνδανον) τὸν γὰρ σύνδεσμον | |
ὡς οὔτοι ποταμῷ δαμήμεναι αἴσιμον ἦεν· | 42 | |
43 | τὸ εὐθέως, ὡς εἶδεν (ἴδεν) ὥς μιν μᾶλλον ἔδυ χόλος· τὸ ὡσαύτως, ὣς δ’ αὖ νῦν μοι ἀγάσασθε (ἀγάασθε) θεοί· | |
5 | τὴν βεβαίωσιν· ὡς χαρίεν τ’ ἄνθρωπος ἀνθρώποισι· τὸ ἀλλά· ὡς τούτου ἀλήθειά τις· Ἀττικὸν τοῦτο· (Aristoph. Nub. 209. ὡς τοῦτ’ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.) | |
10 | τὸ ἕως, ὡς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων· τὸ οὕτως, ὥς ποτ’ ἔην νῦν αὖτε νεώτεροι ἀντιοώντων· τὸ οὐκέτι, | |
15 | ὣς οὐκ ἔστι χάρις μετ’ ὄπισθ’ εὐεργέων. διηγηματικὸν κεφάλαιον· ὣς ἦλθ’ ὡς Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον· τὸ λίαν· ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· | |
20 | τὸ τοσοῦτον, ὣς Φαίηκες, ἵνα πάντων ἴδριες ἀνδρῶν· (ὦς) τὸ ὠτίον, ὅπερ μόνον ζυλοῦται (ψιλοῦται) τῶν ἄλλων πάντων δασυνομένων καὶ ὀξυνομένων. Τὴν ἐπὶ πρόθεσιν ὡς ἀεὶ τὸν ὁμοῖον ἄγει (θεὸς) ὡς [ἐπὶ] τὸν ὁμοῖον. | |
25 | ΞΎΛΟΝ, μέρους λόγου, ὀνόματος, γένους οὐδετέρου, εἴδους παραγώγου. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ξύω τὸ ἐπιτή‐ δειον πρὸς τὸ ξύεσθαι. Τὸ ΞΥ ψιλὸν, διατί; Ἐκ τοῦ ξύω· Καὶ ἐκεῖνο διὰ τί; Τὰ διὰ τοῦ ΥΩ ῥήματα διὰ τοῦ Υ ψιλοῦ γράφεται, πλὴν τοῦ οἴω τὸ ὑπολαμβάνω, καὶ οἴω τὸ κομίζω, | |
30 | καὶ οἰῶ τὸ μονῶ, ἐξ οὗ καὶ τὸ οἰώθη δ’ Ὀδυσσεύς. ἀντὶ τοῦ ἐμονώθη. Καὶ ἄλλως· τὰ διὰ τοῦ ΥΛΟΝ οὐδέτερα μονογενῆ διὰ τοῦ | |
Υ ψιλοῦ γράφεται, οἷον σκῦλον, φῦλον· πρόσκειται “μονο‐ | 43 | |
44 | γενῆ” διὰ τὸ κοῖλον· τοῦτο γὰρ διὰ τῆς ΟΙ διφθόγγου γρά‐ φεται· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν· ἀπὸ γὰρ τοῦ κόϊλον γέγονε κατὰ συναίρεσιν κοῖλον. Διατί βαρύνεται; Τὰ εἰς ΟΝ λή‐ γοντα οὐδέτερα τῷ Υ παραλήγοντα βαρύνεται, πύον (τὸ | |
5 | ἕλκος,) βρύον, ξύλον, καὶ τὰ ὅμοια. ΠΕΦΥΤΕΥΜΈΝΟΝ, ποίου μέρους λόγου ἐστίν; Ὅθεν γίνεται; Παρὰ τὸ φυτεύω, τοῦτο παρὰ τὸ φυτὸν, τὸ δὲ φυτὸν παρὰ τὸ φύω, τὸ ἀναβλαστάνω. Πόσα σημαίνει; ... Ὡς τὸ, ἀνθρώπων γενεὴ ἡ μὲν φύει, ἡ δ’ ἀπολήγει· | |
10 | τὸ ὑπάρχω, ὡς ὁ θεὸς πεφυκὼς ἐκ πυλῶν ἀνηλίων, καὶ τὸ κρατῶ, περιπλέκω, ὡς τὸ ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε. Φυτεύω, καὶ ὁ μέλλων φυτεύσω, ὁ παρακείμενος πεφύτευκα; | |
15 | ὁ παθητικὸς πεφύτευμαι, ἡ μετοχὴ ὁ πεφυτευμένος. Διατί καταβιβάζει τὸν τόνον; Αἱ εἰς ΜΈΝΟΣ μετοχαὶ προπαροξύνονται, πλὴν τοῦ παθητικοῦ παρακειμένου, καὶ οὗτος δὲ ὅτε κατὰ πάθος ἐστὶ προπαροξύνεται, ὡς τὸ ὡρμημένος ὥρμενος, καὶ δεδεγμένος δέγμενος, καὶ ἐπὶ τῶν | |
20 | ὁμοίων. Καὶ διατί “πλὴν τοῦ παθητικοῦ παρακειμένου;” Διότι ὁ παθητικὸς παρακείμενος συγκοπὴν ἔπαθεν ἐν τῷ ῥήματι καὶ ἔνδειαν συλλαβῆς, τούτου χάριν οὐκ ἠδύνατο ἔχειν τὴν ἰδίαν μετοχὴν προπαροξύτονον, ἵνα μὴ παράσχῃ ἔμφασιν, ὅτι ἐν | |
25 | τῇ μετοχῇ ἐγένετο ἡ συγκοπή. Αἱ γὰρ συγκοπαὶ ἀναβιβά‐ ζουσι τοὺς τόνους, ὀπίσωθεν, ὄπισθεν. Τὸ ΦΥ βραχὺ, διατί; Παρὰ τῷ ποιητῇ εὕρηται βραχὺ, οὔτε φυτεύουσι φυτὸν, οὔτ’ ἀροῶσι. Φυτεύω καὶ ὁ μέλλων φυτεύσω, ὁ παρακείμενος πεφύτευκα· | |
30 | ὁ μέσος παρακείμενος· οὐ ποιεῖ. Διατί; Τὰ εἰς Ω καθαρὰ(ὸν) λήγοντα ῥήματα διφθόγγῳ τῇ διὰ τοῦ Α(Υ) παραληγούσῃ οὔτε μέσον παρακείμενον ποιοῦσιν, οὔτε δεύτερον ἀόριστον, οἷον βασιλεύω, δουλεύω, φυτεύω, πλὴν τοῦ ἀκούω. ΤᾺΣ ΔΙΕΞΌΔΟΥΣ, ὄνομα θηλυκὸν, παρασύνθετον, γίνεται | |
35 | γὰρ παρὰ τὴν διὰ πρόθεσιν καὶ τὴν ἐξ καὶ τὸ ὁδόν. Ἡ | 44 |
45 | εὐθεῖα τῶν ἑνικῶν πῶς ἐστι; Διέξοδος. Πόσα μέρη λόγου εἰσίν; Ἓν μέρος λόγου. Διατί; Αἱ προθέσεις μετὰ τῶν ἀπτώτων καὶ τῶν εὐθειῶν τῶν ὀνομάτων ἐν συνθέσει εἰσὶ, μετὰ δὲ τῶν πλαγίων ἐν συνθέσει. Πᾶσα δὲ πρόθεσις ἐὰν | |
5 | φθάσῃ συντεθῆναι ἐπ’ εὐθείας, φυλάσσει τὴν σύνθεσιν καὶ ἐν ταῖς πλαγίαις. Τὸ ΞΟ μικρὸν, διατί; Τὰ παρὰ τὴν ὁδὸν συγκείμενα διὰ τοῦ Ο γράφεται, οἷον ἄνοδος, κάθοδος, εἴσοδος, ἔξοδος, πρόοδος· οὐκ ἀντίκειται ἡμῖν τὸ παλινῳδία διὰ τοῦ Ω μεγάλου γραφόμενον, ἀπὸ τοῦ πάλιν καὶ ᾠδή. | |
10 | ὝΔΩΡ παρὰ τὸ ὕω τὸ βρέχω, ὕωρ, καὶ πλεονασμῷ τοῦ Δ ὕδωρ. Ποσαχῶς πλεονάζει τὸ Δ; Τετραχῶς· ζήτει εἰς τὸν ἀνήρ. Τὸ Υ ψιλὸν, διατί; Ἐκ τοῦ ὕω τὸ βρέχω. Καὶ ἐκεῖνο διατί; Τὰ διὰ τοῦ ΥΩ ῥήματα διὰ τοῦ Υ ψιλοῦ γράφεται. | |
15 | Εἰς τὸν Υ δασεῖαν, διατί; Τὸ Υ πάσης λέξεως ἄρχον δασύνεται. Τὸ ΔΩΡ Ω, διατί; Τὰ εἰς ΩΡ ἅπαντα διὰ τοῦ Ω μεγάλου γράφεται, πλὴν τοῦ ἄνορ, (ἀγὸρ,) κάλορ, ἦτορ, ἄορ, Βοσὸρ, Ναβουχοδονόσορ. Βαρύνεται. (διὰ τί;) Τὰ εἰς ΩΡ ὑπὲρ μίαν συλλαβὴν ἐπὶ παντὸς σχήματος καὶ γένους βαρύ‐ | |
20 | νονται, οἷον Ἕκτωρ, Νέστωρ, μήστωρ, ἕλωρ, ὕδωρ, καὶ τὰ ὅμοια. Σεσημείωται τὸ ἰχὼρ ὀξὺ, ἐπεὶ τοῦτο μόνον διήλ‐ λαξε περὶ τὴν κλίσιν. Τὰ γὰρ εἰς ΩΡ ἀρσενικὰ δισύλλαβα μὴ ἔχοντα τὸ Λ διὰ τοῦ Ο κλίνονται, οἷον Νέστορος, Ἕκτορος. Τὸ τοίνυν ἰχὼρ μὴ ὁμοίως τοῖς ἄλλοις κλιθὲν | |
25 | ἐνήλλαξε καὶ περὶ τὸν τόνον. Ὕδωρ, τὸ Υ μακρόν ἐστιν ἢ βραχύ; Διφορεῖται κατὰ τὸν χρόνον· ἀλλὰ τὸ μὲν συστελλόμενον ἀνάλογον, τὸ δὲ ἐκτεινόμενον ποιητικόν. Τὸ ὕδωρ πῶς κλίνεται; Τοῦ ὕδατος. Ὁ κανών· τὰ εἰς ΩΡ οὐδέτερα διὰ τοῦ ΡΟΣ κλίνεται, καὶ φυ‐ | |
30 | λάσσει τὸ Ω κατὰ τὴν γενικὴν, τέκμωρ τέκμωρος, ἕλωρ ἕλωρος. Σεσημείωται τὸ ὕδωρ. Καὶ διὰ τί σεσημείωται; Διότι ἑτερόκλιτόν ἐστι. Καὶ πῶς ἐστιν ἑτερόκλιτον; Ἡ γὰρ κλίσις αὐτοῦ ὡς ἀπὸ τῆς εἰς ΑΣ καταλήξεως ἐστὶ, τῆς ὕδας ὕδατος, ὥσπερ καὶ γῆρας | |
35 | γήρατος. Καὶ διὰ ποίαν αἰτίαν ἐστὶν ἑτερόκλιτον; Διότι | 45 |
46 | κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν οὐδέτερον ὑπὲρ μίαν συλλαβὴν ἀπαθὲς βραχυκαταληκτεῖν θέλει, χωρὶς τῶν παρὰ τὸ ποῦς, διὰ τὸ δίπουν καὶ τρίπουν, καὶ χωρὶς τῆς εἰς ΩΡ καταλήξεως, διὰ τὸ τέκμωρ τέκμωρος. Ἐπεὶ οὖν παράλογός ἐστιν αὕτη | |
5 | ἡ κατάληξις ἡ εἰς ΩΡ διὰ τὴν μακροκαταληξίαν, ὡς ἀπὸ τῆς εἰς ΑΣ καταλήξεως τῆς ὕδας ὕδατος. Ὃ, ποίου μέρους λόγου ἐστίν; Ἄρθρου. Προτακτικοῦ ἢ ὑποτακτικοῦ; Ὑποτακτικοῦ. Ποίου γένους; Οὐδετέρου. Πῶς ἐστι τὸ ἀρσενικόν; Ὁ ὅς. Τὸ οὐδέτερον; Τὸ ὅ· καὶ | |
10 | σημαίνει ζʹ· εἴρηται. ΚΑΡΠῸΣ μέρους λόγου ἐστὶν, ὀνόματος, γένους ἀρσενικοῦ, εἴδους παραγώγου, εἴδους τῶν παραγώγων παρωνύμου. Καὶ πόθεν γίνεται; Παρὰ τὸ κάρφος, (ὃ σημαίνει τὸ ξηρὸν,) καρφὸς καὶ καρπός· ἢ παρὰ τὸ ἅρπη, (ὃ σημαίνει τὴν δρε‐ | |
15 | πάνην,) ἁρπὸς καὶ καρπὸς, ὁ τῇ δρεπάνῃ συναγόμενος. Τὸ ἅρπη διατί δασύνεται; Τὸ Ε Α λῆγον εἰς Ρ, ἐπιφερομένου τοῦ Π, δασύνεται, ἕρπω, ἑρπὴ, ἅρπη. Καρπὸς ὀξύνεται. Τὰ εἰς ΠΟΣ λήγοντα, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν καταλήγουσαν εἰς Μ ἢ εἰς Π, βαρύνονται, | |
20 | οἷον ἵππος, κάμπος, πάππος· μάχεται τὸ καρπὸς ὀξυνόμενον· οὐ γὰρ ἔχει τὸ δίχρονον λῆγον εἰς Μ ἢ εἰς Π. Καρπὸς σημαίνει δύο· κυρίως μὲν λέγεται ὁ πρὸς ἄμητον ἡτοι‐ μασμένος ἄσταχυς· οὗτος γὰρ ἡνίκα λευκανθῇ καὶ ξηρανθῇ, ἕτοιμός ἐστι πρὸς θερισμόν· καὶ γίνεται παρὰ τὸ κεκάρφθαι, | |
25 | ὅ ἐστιν ἐξηράνθαι· λαμβάνεται καὶ ἀπὸ μεταφορᾶς τούτου καὶ ἐπὶ τοῦ σωματικοῦ μέρους, οἱονεὶ τὸ ἄσαρκον καὶ ξηρὸν, ὡς τὸ Ὀδυσσεὺς δὲ λαβὼν κῦσε χεῖρ’ ἐπὶ καρπῷ. ΔΏΣΕΙ μέλλων πρῶτος συζυγίας δευτέρας τῶν εἰς ΜΙ. | |
30 | Πῶς ἐστι τὸ θέμα; Δίδωμι. Καὶ πόθεν γίνεται; Ἐκ τοῦ δῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν διδῶ, καὶ τὸ παράγωγον. ΚΑΙΡῸΣ ὄνομα ἁπλοῦν, παράγωγον. Καὶ πόθεν παρά‐ γεται; Παρὰ τὸ καρὴ, ὃ σημαίνει ὥραν, ἐξ οὗ καὶ ἀκαρίαιος, καρὸς καὶ καιρός. Τὸ ΚΑΙ δίφθογγον, διατί; Πᾶσα λέξις, | |
35 | καὶ τὰ ἑξῆς. Διατί ὀξύνεται; Τὰ εἰς ΡΟΣ καθαρὰ δισύλλαβα | 46 |
47 | τῇ ΑΙ διφθόγγῳ παραληγόμενα, εἰ μὲν εἰσὶ κύρια, βαρύ‐ νονται, οἷον σφαῖρος, καῖρος, εἰ δὲ μὴ, ὀξύνονται, οἷον καιρὸς, θαιρός. Τί διαφέρει καιρὸς καὶ χρόνος; Διαφέρει· καιρὸς μὲν | |
5 | γάρ ἐστι μεμετρημένη ἡμερῶν ἄφιξις, χρόνος δὲ πολλῶν καιρῶν καὶ ἡμερῶν περιοχή. ΦΎΛΛΟΝ, παρὰ τὸ φύω τὸ ἀναβλαστάνω, φύαλον, καὶ κατὰ κρᾶσιν φῦλλον. Πόσα Λ γράφεις; Δύο. Διατί; Πρὸς ἀντιδιαστολὴν τοῦ φύλου τοῦ σημαίνοντος τὴν φυλήν. | |
10 | Πόσα σημαίνει φύλλον; Δύο· δι’ ἑνὸς Λ σημαίνει τὴν φυλήν· ὡς τὸ ὣς (φρήτρη) φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. Διὰ δύο Λ σημαίνει τὰ τῶν δένδρων φύλλα, ὡς τὸ φύλλα τὰ μὲν ἄνεμος χαμαδὶς χέει. | |
15 | Διατί βαρύνεται; Τὰ εἰς ΟΝ λήγοντα οὐδέτερα, εἰ μὲν φύσει μακρᾷ παραλήγει, προπερισπῶνται, οἷον σκῶλον, κοῖλον, εἰ δὲ βραχὺ, παροξύνεται, οἷον ξύλον, σκύλον, φύλλον, καὶ τὰ ὅμοια. ἈΠΟΡΡΥΉΣΕΤΑΙ, ποίου μέρους λόγου ἐστί; Ῥήματος. | |
20 | Ποίας ἐγκλίσεως; Ἀοριστικῆς. Ποίας διαθέσεως; Μέσης. Ποίας συζυγίας; Τῆς τῶν βαρυτόνων. Ποίου χρόνου; Μέλ‐ λοντος, καὶ παθητικοῦ. Τὸ θέμα; Ῥύω. Τὸ ΡΥ μακρὸν, διατί; Τὸ θύω, καὶ λύω, καὶ ῥύω, καὶ ὁ παρατατικὸς ἔρρυον. Διατί πλεονάζει καὶ ἕτερον Ρ; Εἰ δὲ ἀπὸ τοῦ Ρ ἄρχοιτο ὁ | |
25 | ἐνεστὼς, καὶ ἕτερον Ρ προσλαμβάνει ὁ παρατατικὸς, οἷον ῥάπτω, ἔρραπτον. Καὶ ἄλλως· διότι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ πνευματικῆς (πνεύματα τῆς) ἀρχούσης εὐθείας φυλάττεσθαι θέλουσι καὶ ἐν τοῖς λοιποῖς παρῳχημένοις. Εἰ οὖν ἦν ἓν Ρ, δεῖ ψιλοῦσθαι· τὸ γὰρ Ρ μὴ δισσὸν ἐν μέρει (μέσῃ) λέξει ψι‐ | |
30 | λοῦται, οἷον μύρος, Ἀρίσταρχος· διὰ τοῦτο ἐπλεόνασε καὶ ἕτερον Ρ, ἵνα φυλαχθῇ τὸ πνεῦμα τῆς ἀρχούσης τοῦ ἐνε‐ στῶτος· τοῦ γὰρ Ρ δισσοῦ ὄντος ἐν μέσῃ λέξει, τὸ μὲν ἄρχον τῆς μέσης συλλαβῆς δασύνεται, τὸ δὲ ληκτικὸν τῆς αὐτῆς ψιλοῦται, οἷον σύρροια, ἐπίρροια, καὶ τὰ ὅμοια. Καὶ | |
35 | διατί ἡνίκα εὑρεθῇ δύο ΡΡ, τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ | 47 |
48 | δεύτερον δασύνεται; Διότι οὐδέποτε οὔτε λέξις οὔτε συλ‐ λαβὴ εἰς δασὺ λήγει, ὅθεν τοῦ ἀπφὶς καὶ Ἀτθὶς καὶ Βάκχος τὰ πρῶτα διὰ ψιλοῦ γραφόμενα, καὶ οὐ διὰ δασέως, καὶ διὰ τοῦτο τὸ μὲν πρῶτον ψιλοῦται, ἵνα μὴ συλλαβὴ εἰς δασὺ | |
5 | λήγῃ, τὸ δὲ δεύτερον δασύνεται, ἐπεὶ τὸ Ρ πάσης λέξεως ἄρχον δασύνεται. Καὶ διατί τῶν ἄλλων συμφώνων μήτε ψιλουμένων μήτε δασυνομένων τὸ Ρ μόνον καὶ ψιλοῦται καὶ δασύνεται; Διότι τὸ Ρ μετὰ ψιλῶν ψιλόν ἐστι, καὶ μετὰ τῶν δασέων δασύ. Πόθεν δείκνυται τὸ Ρ φωνῆεν εἶναι καὶ οὐ | |
10 | σύμφωνον; Ἐκ τοῦ δεῖν αὐτὸ καὶ δασύνεσθαι καὶ ψιλοῦσθαι, καὶ ὅτι τὰ εἰς Α λήγοντα θηλυκὰ καθαρὰ(ὸν) ἔχοντα τὸ Α ἢ μετὰ τοῦ Ρ φυλάττει αὐτὸ καὶ ἐπὶ γενικῆς· εἰ δὲ σύμφωνον ἔχουσι πρὸ τοῦ Α, τρέπουσιν αὐτὸ εἰς Η, δίψα δίψης, δόξα δόξης. Διὰ τοῦτο λέγουσι τινὲς τὸ Ρ εἶναι φωνῆεν, καὶ οὐ | |
15 | σύμφωνον. Καὶ πάλιν πόθεν δῆλον, ὅτι σύμφωνόν ἐστι τὸ Ρ καὶ οὐ φωνῆεν; Διότι πᾶν φωνῆεν καθ’ ἑαυτὸ φωνὴν ἀπο‐ τελεῖ, τὸ δὲ Ρ χωρὶς τοῦ Ω οὐ δύναται καθ’ ἑαυτὸ φωνὴν ἀποτελεῖν, καὶ ὅτι οὐδέποτε ἐν μιᾷ συλλαβῇ φωνήεντα τρία εὑρίσκεται. Εἰ οὖν εἴπομεν τὸ Ρ φωνῆεν, εὑρίσκονται ἐν τῷ | |
20 | ῥεῦμα καὶ ῥοῦς τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ, ὅπερ ἄτοπον. Οὐκ ἄρα τὸ Ρ φωνῆεν ἐστὶν, ἀλλὰ σύμφωνον. Ῥύω, ῥύσω, ὁ πρῶτος ἔρρυσα, ὁ δεύτερος ἔρρυον, ὁ παθη‐ τικὸς ἐρρύην, ἐρρύης, ἐρρύη, καὶ ὁ μέλλων πρῶτος ῥυήσομαι, τὸ δεύτερον ῥυήσῃ, τὸ τρίτον, ῥυήσεται, καὶ μετὰ τῆς ἀπὸ | |
25 | προθέσεως ἀπορρυήσεται. Διατί πλεονάζει καὶ τὸ ἕτερον Ρ; Διότι αἱ εἰς φωνῆεν λήγουσαι προθέσεις, ἐὰν συντεθῶσι μεθ’ ἑτέρας λέξεως τῆς ἀπὸ τοῦ Ρ ἀρχομένης, πλεονάζει καὶ ἕτερον Ρ, οἷον, σύρροια, κατάρροια. Καὶ ἄλλως· Ὅσα τῶν μερῶν τοῦ λόγου καθ’ ἑαυτὰ σημαίνει τι, ταῦτα συντιθέμενα ταῖς ἀπὸ τοῦ | |
30 | Ρ ἀρχομέναις λέξεσιν οὐ διπλασιάζει καὶ ἕτερον Ρ, οἷον χρυσο‐ ρήμων, χρυσόρειθρον, θεορήμων, θεόρητον· ὅσα δὲ οὐ σημαίνει, ἀλλὰ σεσημαινομένα (συσσημαίνει,) ταῦτα συντιθέμενα ταῖς ἀπὸ τοῦ Ρ ἀρχομέναις λέξεσι, διπλασιάζει καὶ ἕτερον Ρ, οἷον σύρροια, ἐπίρροια. Τί διαφέρει ἡ παρὰ πρόθεσις τῆς ἀπό; | |
35 | Διαφέρει, ὅτι ἡ μὲν παρὰ ἐπὶ ἐμψύχων λαμβάνεται, ἡ δὲ | 48 |
49 | ἀπὸ ἐπὶ ἀψύχων, οἷον, ἀπ’ Ἀθηνῶν. Πολλοὶ δὲ καὶ προ‐ θέσει κέχρηνται ἀντὶ προθέσεως. Τί ἐστιν ἴδιον τῆς προ‐ θέσεως; Τὸ προτίθεσθαι καὶ μὴ ὑποτίθεσθαι ὀνόματι καὶ ῥήματι, ἢ κατὰ σύνθεσιν ἢ κατὰ σύνταξιν. Κατὰ σύνθεσιν | |
5 | μὲν, οἷον ἔνοικος, εἴσοδος, προβαίνω, προφεύγω· ταῦτα γὰρ ἐν συνθέσει τὴν πρόθεσιν ἔχει, καὶ ἕνα τόνον δέχονται· ἐν συντάξει δὲ, οἷον σὺν ἐμοὶ, καθ’ ὁδόν. Ἀπορρυήσομαι, τὸ ΣΟ μικρὸν, διατί; Πᾶν ῥῆμα εἰς ΜΑΙ λῆγον, ὁριστικὸν, ἀπαθὲς ἐπὶ τῶν εἰς Ω, πρὸ τοῦ Μ τὸ Ο μικρὸν θέλει | |
10 | ἔχειν. ΠΆΝΤΑ, ὄνομα τριγενὲς, οἷον ὁ πᾶς, ἡ ἅπασα, τὸ πᾶν. Ὁ κανών· παρατηρητέον, ὅτι πᾶν οὐδέτερον ἀρσενικὸν (ἀπὸ ἀρσε‐ νικοῦ) παρεσχηματισμένον τοῦ ἀρσενικοῦ ἔχει τὴν κλίσιν Ὁ πᾶς ἀρσενικὸν πόθεν γίνεται; Πρωτότυπόν ἐστι, καὶ παραγω‐ | |
15 | γὴν οὐκ ἔχει. Τί ἐστι πρωτότυπον; Τὸ πρωτόθετον ὑπάρχον, καὶ μὴ ἔχον προκάταρξιν τῆς ἑαυτοῦ γεννήσεως, οἷον πᾶς, ὁ πᾶς. Ποίου εἴδους; Τῶν ὑποπεπτωκότων τῷ ὀνόματι περιληπτικοῦ. Διόρισον. Περιληπτικὸν δέ ἐστι τὸ τῷ ἑνικῷ ἀριθμῷ πληθυντικὸν, οἷον δῆμος, χορὸς, ὄχλος. Εἰς τὸν | |
20 | πᾶς περιεσπωμένον· ὁ κανών· Διατί τὰ εἰς ΑΣ μονογενῆ διὰ τοῦ Ν Τ κλινόμενα, ὀξύνονται, οἷο Ζὰς Ζαντὸς, Πρὰς Πραντός· εἰ δὲ ἰσοσυλλάβως κλίνοιτο, περισπῶνται, οἷον Θωμᾶς Θωμᾶ, Λουκᾶς Λουκᾶ· τὸ μέντοι πᾶς περισπᾶται, ὡς διαλλάξαν κατὰ τὸ γένος καὶ ὂν τριγενές· ὁ πᾶς, τοῦ | |
25 | παντός. Ὁ κανών· τὰ εἰς ΑΣ τριγενῆ διὰ τοῦ Ν Τ κλίνονται, εἴτε ὀνόματα εἴη, εἴτε μετοχαί· ἡ γενικὴ τῶν πλαγιῶν, τῶν πάντων. Ὁ τόνος. Αἱ μὲν εἰς ΕΣ δισύλλαβοι εὐθεῖαι πληθυν‐ τικαὶ περισπῶσι τὰς γενικὰς, μηνῶν, χηνῶν, γραῶν. Σεση‐ μείωται θʹ· τίνων, πάντων. ... | |
30 | Καὶ διατί σεσημείωται; Διότι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΕΣ λήγοντα μονοσύλλαβα περιττοσυλλάβως κλινό‐ μενα, ταύτην ἔχουσι τὴν τάξιν (κλίσιν·) τὰ ὀξυνόμενα, εἰ μὲν διὰ συμφώνων κλίνονται, περισπῶσι τὴν γενικὴν τῶν πληθυν‐ τικῶν, οἷον ποῦς ποδὸς πόδες ποδῶν, Κρὴς Κρητὸς Κρῆτες | |
35 | Κρητῶν, Γνὴς Γνητὸς Γνῆτες Γνητῶν· (Γνῆτες δέ εἰσιν οἱ | 49 |
50 | Ῥόδιοι·) εἰ δὲ διὰ καθαροῦ τοῦ ΟΣ κλίνονται, βαρύνουσιν αὐτὴν, οἷον Τρὼς Τρωὸς Τρῶες Τρώων, δμὼς δμωὸς δμῶες δμώων, θὼς θωὸς θῶες θώων. Τὸ δὲ τίνων, πευστικὸν μὲν ὑπάρχον, βαρύνεται, ἀόριστον δὲ περισπᾶται· καὶ τὸ | |
5 | κράτων, ἀπὸ μὲν τοῦ κρᾶς, ὃ σημαίνει τὴν κεφαλὴν, ὑπάρχον, βαρύνεται, οἷον κρᾶς κρατὸς κρᾶτες κράτων, ἀπὸ δὲ τοῦ Κράτης περισπᾶται, οἷον Κράτης Κράτου Κράται Κρατῶν, καὶ τὸ φῴδων καὶ δᾴδων, ἀπὸ τοῦ φοΐδων καὶ δαΐδων γινόμεναι κατὰ συναίρεσιν, τὴν βαρεῖαν τάσιν | |
10 | ἐφύλαξαν. Ταῦτα μὲν περὶ τῶν ὀξυτόνων· τὰ δὲ περισπώ‐ μενα ἐκ τοῦ ἐναντίου γίνονται. Ἐὰν μὲν γὰρ διὰ καθαροῦ τοῦ ΟΣ κλίνωνται, περισπῶσι τὴν γενικὴν τῶν πληθυντικῶν, οἷον, μῦς μυὸς μῦες μυῶν, βοῦς βοὸς βόες βοῶν· ἐὰν δὲ διὰ συμφώνου κλίνωνται, βαρύνονται κατὰ τὴν γενικὴν τῶν πλη‐ | |
15 | θυντικῶν, οἷον παῖς παιδὸς παῖδες παίδων, πᾶς παντὸς πάντες πάντων· τὸ δὲ λάων ἐβαρύνθη πρὸς ἀντιδιαστολὴν τοῦ οἱ λαοὶ, τῶν λαῶν. Ἄλλως τε οὐδὲ τοῦτό ἐστιν ἀπὸ μονο‐ συλλάβου εὐθείας τῆς λᾶς, ἀλλ’ ἀπὸ δισυλλάβου τῆς λάας. Ἀπὸ γὰρ τῆς λάας εὐθείας γέγονε ἡ γενικὴ λάαος, καὶ | |
20 | κράσει τῶν δύο Ο εἰς Α μακρὸν, λᾶος, ἐξ οὗ καὶ τὸ λᾶος ὑπὸ ῥιπῆς. Ἡ εὐθεῖα τῶν πληθυντικῶν λᾶες, λάων. Κατὰ πόσους τρόπους δείκνυται τὸ πᾶς μὴ εἶναι ὄνομα, ἀλλὰ μετοχήν; Κατὰ τέσσαρας· πρῶτον μὲν, ὅτι τὰ εἰς ΑΣ | |
25 | μονοσύλλαβα ἐπὶ ὀνόματος οὐκ ἀποτελοῦσι τριγένειαν, οἷον, Ζᾶς, ἐπὶ δὲ μετοχῶν ἀποτελοῦσι, οἷον, στὰς στᾶσα στὰν, βὰς βᾶσα βάν· τὸ δὲ πᾶς ἀποτελεῖ τριγένειαν ὁμοίως ταῖς μετοχαῖς, οἷον πᾶς πᾶσα πᾶν, δηλονότι ὅτι μετοχή ἐστι καὶ οὐκ ὄνομα· δεύτερον δὲ, ὅτι τὰ εἰς ΑΣ ὀνόματα ποιοῦσι τὸ | |
30 | θηλυκὸν εἰς ΝΑ, οἷον τάλας τάλαινα, μέλας μέλαινα, τὸ δὲ πᾶς εἰς Α ποιεῖ τὸ θηλυκὸν, οἷον, πᾶς πᾶσα, δηλονότι μετοχή ἐστι καὶ οὐκ ὄνομα· τρίτον, ὅτι τὰ εἰς Α λήγοντα θηλυκὰ παρεσχηματισμένα ἀρσενικὰ ἐπὶ μὲν τῶν ὀνομάτων δύο ΣΣ ἔχει, οἷον χαρίεσσα, ἐπὶ δὲ μετοχῶν ἕν, οἷον γρά‐ | |
35 | ψασα, ποιήσασα, τὸ δὲ πᾶς δι’ ἑνὸς ἐποίησε τὸ θηλυκὸν, | 50 |
51 | δῆλον ὅτι μετοχή ἐστι καὶ οὐκ ὄνομα· τέταρτον, δείκνυται καὶ ἀπὸ τῆς δοτικῆς τῶν πληθυντικῶν· πᾶσα γὰρ δοτικὴ πληθυντικῶν δισύλλαβος εἰς Ι λήγουσα ἀνεπέκτατος, ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλουσιν, οἷον βουσὶ, Τρωσὶν, ἐπὶ δὲ | |
5 | μετοχῶν βαρύνονται, οἷον βᾶσι, στᾶσι. Καὶ τὸ πᾶσι δὲ ὁμοίως βαρύνεται· δῆλον ὅτι μετοχή ἐστι, καὶ οὐκ ὄνομα. Καὶ πάλιν ἐκ τοῦ ἐναντίου, κατὰ πόσους τρόπους δείκνυται τὸ ΠΑΣ οὐκ εἶναι μετοχὴν, ἀλλ’ ὄνομα; Κατὰ δύο· πρῶτον μὲν ἀπὸ σημαινομένου, πᾶσα γὰρ μετοχὴ θέλει ἔχειν προϋ‐ | |
10 | ποκείμενον ῥήματος, καὶ συζυγίαν, καὶ διαφόρους χρόνους, καὶ ἐνέργειαν, καὶ πάθος ἐν ἰδίοις μετασχηματισμοῖς· τὸ δὲ πᾶς οὐδὲν ἐκ τούτων ἔχει, δῆλον ὅτι οὐκ ἔστι μετοχὴ ἀλλ’ ὄνομα· δεύτερον, ὅτι τὰ εἰς ΑΣ λήγοντα ὀνόματα ἢ κύρια εἰσὶν ἢ προσηγορικὰ, τὸ δὲ ΠΑΣ οὔτε κύριόν ἐστιν οὔτε | |
15 | προσηγορικόν· εὐλόγως οὖν σχηματίζεται εἰς τριγένειαν. Καὶ εἰ ἄρα ὄνομα ἐστὶ τὸ ΠΑΣ καὶ οὐ μετοχὴ, πῶς οὐκ ἐποίησε τὸ θηλυκὸν εἰς ΝΑ, ὡς τὸ τάλας τάλαινα, μέλας μέ‐ λαινα; Διότι οὐ διὰ τοῦ Ν μόνου κλίνεται, ἀλλὰ καὶ διὰ τοῦ Τ, οἷον παντός· τὸ δὲ τάλαινα καὶ μέλαινα, ὡς ἔχοντα τὴν γενι‐ | |
20 | κὴν τοῦ ἀρσενικοῦ διὰ μόνου τοῦ Ν ἐκφέρεται(ρομένην), οἷον τάλανος, μέλανος, ἔχουσι καὶ τὸ θηλυκὸν εἰς ΝΑ. Καὶ ἐπὶ τοῦ (ἐπεὶ τὸ) ΠΑΣ οὐκ ἐποίησε τὸ θηλυκὸν εἰς ΝΑ, ἀλλ’ εἰς Σ, διατί οὐκ ἐγένετο διὰ δύο ΣΣ, ὥσπερ χαρίεσσα; Διὰ τὴν ἀνάγκην τοῦ οὐδετέρου· οὐδέποτε γὰρ ἡ παραλήγουσα τῆς θηλυκοῦ | |
25 | ἐλάσσων τῆς τελευταίας συλλαβῆς τοῦ οὐδετέρου ἐστὶν, ἀλλὰ μείζων· τάλαινα τάλαν, μέλαινα μέλαν, χαρίεσσα χαρίεν. Εἰ οὖν τὸ πᾶσα διὰ δύο ΣΣ ἐγένετο, εὑρίσκετο ἡ παραλή‐ γουσα αὐτοῦ θηλυκοῦ ἐλάσσων τῆς ληγούσης τοῦ οὐδετέρου, ὅπερ ἐστὶν ἄτοπον, εὑρίσκετο ἡ παραλήγουσα θέσει μακρὰ, | |
30 | οὐδέποτε δὲ τὸ Α πρὸ δύο συμφώνων φύσει μακρὸν θέλει εἶναι, ἀλλὰ θέσει· διὰ τοῦτο σημειούμεθα ......... ἐλάσσων. Ἡ δοτικὴ τῶν πληθυντικῶν τοῖς πᾶσιν, ὅτι πᾶσα δοτικὴ πληθυντικῶν δισύλλαβος εἰς Ι λήγει. Τὸ θηλυκὸν ἡ πᾶσα. Ὁ κανών· πᾶσα γενικὴ διὰ τοῦ Ν Τ κλινομένη, | |
35 | τρέψασα τὸ τέλος τῆς γενικῆς εἰς Α, καὶ τὴν παραλήγουσαν | 51 |
52 | φύσει μακρὰν ποιοῦσα, τὸ θηλυκὸν ποιεῖ, πλὴν τῶν ἀπὸ τῶν εἰς ΕΙΣ, οἷον, χαρίεις χαρίεσσα. Τὸ ΣΑ βραχὺ, διατί; Τὰ εἰς Α λήγοντα θηλυκὰ παρεσχη‐ ματισμένα ἀρσενικὰ, συνεσταλμένου ὄντος τοῦ Α, βαρύνεται. | |
5 | Τὸ οὐδέτερον, τὸ πᾶν. Ὁ κανών· πᾶν οὐδέτερον ἀρσε‐ νικῷ παρεσχηματισμένον, εἰ μὲν ἰσοσυλλάβως κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ· εἰ δὲ περιττοσυλλάβως, τῇ κλητικῇ. Τὸ πᾶν μακρὸν, διὰ τὸ φυλάσσειν τὸν τόνον τοῦ ἀρσε‐ | |
10 | νικοῦ· πᾶν γὰρ οὐδέτερον ἀρσενικῷ παρεσχηματισμένον, τὸν αὐτὸν τόνον φυλάσσει τῆς τελευταίας τοῦ ἀρσενικοῦ, οἷον ὁ καλὸς, τὸ καλόν· ὁ χρυσοῦς, τὸ χρυσοῦν· οὕτως οὖν καὶ ὁ πᾶς τὸ πᾶν, χωρὶς τοῦ εἷς ἕν. Καὶ διατί περιεσπάσθη τὸ πᾶν; Ἵνα μὴ νομισθῇ μετοχὴ | |
15 | εἶναι· οὐδέποτε γὰρ μετοχὴ εἰς Σ λήγουσα περισπᾶται, ἀλλ’ ὀξύνεται, οἷον τυφθεὶς, ἱστάς. ὍΣΑ, ὀνόματος ἀναφορικοῦ, γένους οὐδετέρου, πτώσεως εὐθείας τῶν πληθυντικῶν· ἡ εὐθεῖα τὸ ὅσον, τὸ ἀρσενικὸν ὁ ὅσος· εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι ἀναφορικοῦ. | |
20 | Διόρισον. Ἀναφορικὸν δέ ἐστιν, ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικόν. Διατί δασύνεται; Τὰ κατὰ τὴν ἀποβολὴν τοῦ Τ ἀναφορικὰ δασύνονται, τοῖος, οἷος· τόσος, ὅσος. Ὁ ἊΝ σύνδεσμος συμπλεκτικὸς ἢ καὶ παραπληρωματικός. Εἰς τὸ ἊΝ τί πνεῦμα; Ψιλόν. Διατί; Οἱ σύνδεσμοι πάντες | |
25 | ψιλοῦνται, πλὴν τῶν αἰτιολογικῶν· οἱ γὰρ αἰτιολογικοὶ δασύνονται πλὴν τοῦ ὌΦΡΑ, καὶ βραχυκαταληκτοῦσι, πλὴν τοῦ ὍΠΩΣ. Εἰς τὸν ἊΝ ὀξεῖαν, διατί; Πᾶς σύνδεσμος συμπλεκτικὸς ὀξύνεται, συνεπόμενος δὲ βαρύνεται. | |
30 | ΠΟΙΗ͂Ι, ποίου μέρους τοῦ λόγου ἐστί; Ῥήματος· ἐγκλί‐ σεως ὑποτακτικῆς. Τὸ Η ῇ διὰ τί; Διότι ὁ ἊΝ σύνδεσμος ὑποτάσσει. Καὶ πόσα μόρια ὑποτακτικά; Οἷον, ἵνα, ὄφρα, ὅπως, ἐὰν, ἂν, μὴ, πολλάκις δὲ καὶ ὁ ἡνίκα, καὶ ὁ ἕως, καὶ ὁ εἰ σύνδεσμος, ἡνίκα ἔχουσι καὶ ἑτέρους συνδέσμους, ὡς τὸ | |
35 | εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ. | 52 |
53 | Διαθέσεως ἐνεργητικῆς, χρόνου ἐνεστῶτος. Τὸ Η ῇ διατί; Πᾶν ὑποτακτικὸν ἐν μὲν τοῖς ἐνεργητικοῖς ... Καὶ ἄλλως· πρὸς ἀντιδιαστολὴν τῶν ὁριστικῶν· ἐκεῖνα γὰρ διὰ τῆς ΕΙ διφθόγγου γράφεται, πλὴν τοῦ ζῶ ζῆς ζῇ, πεινῶ πεινῇς πεινῇ, | |
5 | διψῶ διψῇς διψῇ. Ταῦτα γὰρ κατὰ τροπὴν Δωρικὴν γέγονε τοῦ Α εἰς Η. Τὸ ὁριστικὸν πῶς ἐστι; Ποιῶ παράγωγόν ἐστι. Καὶ πόθεν γίνεται; Ἀπὸ τοῦ ποῶ, πλεονασμῷ τὸ Ι, ποιῶ, ὡς πομὴν, ποιμήν. | |
10 | Καὶ διατί οὐκ ἐτράπη τὸ Ο εἰς Ω; Ἵνα μὴ βαρυνθῇ. Τὰ γὰρ τῷ Ω παραληγόμενα βαρύνονται, οἷον ζώω, πλώω, γνώω. ΚΑΤΕΥΟΔΟΘΉΣΕΤΑΙ μέρους λόγου ἐστὶ ῥήματος, ἐγκλίσεως ὁριστικῆς, διαθέσεως ὁριστικῆς, χρόνου μέλλοντος πρώτου. | |
15 | Τὸ θέμα πῶς ἐστι; Κατευοδῶ. Ποίας συζυγίας; Τρίτης τῶν περισπωμένων. Καὶ πόθεν γίνεται; Ἀπὸ τῆς κατὰ προθέσεως καὶ τοῦ εὔοδος. Τὸ δὲ εὔοδος πόθεν γίνεται; Παρὰ τὸ εὖ μόριον καὶ τὸ ὁδός· τὸ δὲ ὁδὸς παρὰ τὸ ἕω τὸ πορεύομαι, ἑδὸς καὶ ὁδός. | |
20 | Τὸ Τ μετὰ τοῦ Ε ἐν συλλήψει ἐστὶν, ἢ ἐν διαστάσει; Ἐν συλλήψει. Διατί; Πᾶν σύμφωνον μεταξὺ δύο φωνη‐ έντων ἐν μιᾷ λέξει τῷ βʹ ἀκολουθεῖ, ἀλλ’ ὧδε δύο λέξεις εἰσὶ, κἂν μὴ ᾖ δὲ μία λέξις, ἀλλὰ δύο, πάθῃ δὲ ἡ πρώτη ἔκλειψιν, τὸ πρὸ τῆς ἀποστρόφου σύμφωνον τῷ ἐπιφερο‐ | |
25 | μένω φωνήεντι συνάπτεται. Καὶ ἄλλως· πᾶσα πρόθεσις συγκοπὴν πάσχουσα τοῦ ἐσχάτου φωνήεντος τὸ καταλειπό‐ μενον σύμφωνον ἡμιτονεῖ. Κατευοδῶ, συζυγίας τρίτης τῶν περισπωμένων. Διόρισον. Ἡ δὲ τρίτη ἐπὶ δευτέρου καὶ τρίτου προσώπου διὰ τῆς ΟΙ | |
30 | διφθόγγου γράφεται, οἷον χρυσῶ, χρυσοῖς· κατευοδῶ, καὶ ὁ παρατατικὸς κατευόδουν· καὶ ὤφειλεν εἶναι κατηυόδουν· ἀλλ’ ἡ ΕΥ δίφθογγος οὐ τρέπεται, πλὴν τοῦ εὔχομαι, ηὐχόμην· καὶ τοῦτο δὲ οἱ Ἀττικοὶ τρέπουσι· καὶ ὤφειλεν εἶναι ἐκα‐ τευόδουν· ἀλλὰ τὰ ἀπὸ τοῦ ΕΥ μορίου καὶ τοῦ ΔΥΣ ἀρχό‐ | |
35 | μενα ῥήματα οὐκ αὔξει τὴν ἄρχουσαν τοῦ παρατατικοῦ | 53 |
54 | ἔξωθεν, ἀλλ’ ἔσωθεν ἔχει τὴν κλίσιν, οἷον, εὐορκῶ εὐώρκουν, εὐαγγελίζομαι εὐηγγελιζόμην, δυσαπιστῶ δυσηπίστουν. Καὶ ἄλλως· τὰ ἀπὸ προθέσεως ἀρχόμενα ῥήματα ἄτρεπτον τηρεῖ τὴν πρόθεσιν ἔξωθεν, ἔσω δὲ κλίνεται· διάγω διῆγον. | |
5 | Καὶ πῶς τὸ ἐκαθεζόμην αὔξει τὴν ἄρχουσαν, χωρὶς εἰ μὴ κατὰ πλεονασμὸν εἴη, ὡς ἐπὶ τοῦ καθέζομαι ἐκαθεζόμην, καὶ πῶς τὸ ἀντιβολῶ ἠντιβόλουν ἔτρεψε τὴν πρόθεσιν, ἢ Ἀττικῶς κλιθείη, ὡς ἀντιβολῶ ἠντιβόλουν. Κατευοδῶ, ὁ μέλλων κατευοδώσω. | |
10 | Τὸ ΔΩ μέγα διατί; Ἡ γὰρ τρίτη συζυγία τῶν περισπω‐ μένων ἐπὶ τοῦ μέλλοντος ἔχει τὸ Ο ἢ τὸ Ω. Καὶ ὤφειλεν ἔχειν τὸ Ο μικρὸν καὶ μὴ τὸ Ω μέγα· ἀλλ’ ἡνίκα ἔχει προϋποκείμενον ὄνομα, τότε διὰ τοῦ Ω μεγάλου γράφεται, οἷον χρυσὸς χρυσῶ χρυσώσω· ἡνίκα δὲ οὐκ ἔχει, τότε διὰ τοῦ | |
15 | Ο μικροῦ. Καὶ πάντοτε δὲ διὰ τοῦ Ω μεγάλου, πλὴν τοῦ ἀρῶ ἀρόσω, ὃ σημαίνει τὸ ἀροτριῶ, ὀμῶ ὀμόσω, ὃ σημαίνει τὸ ὀμνύω, ὀνῶ ὀνόσω, ὃ σημαίνει τὸ μέμφομαι, καὶ βῶ βόσω, ὃ σημαίνει τὸ τρέφω. Καὶ διατί πλὴν τούτων; Διότι οὐκ ἔχουσιν ὄνομα προϋποκείμενον. Ὁ παρακείμενος | |
20 | κατευώδωκα· ὁ παθητικὸς κατευώδωμαι· ὁ ἀόριστος πρῶτος κατευωδώθην, τὸ δεύτερον κατευωδώθη, τὸ τρίτον, κατευω‐ δώθη, καὶ ὁ μέλλων πρῶτος κατευοδωθήσομαι, κατευοδωθήσῃ, κατευοδωθήσεται. Ο᾿ΥΧ ΟὝΤΩΣ, πόσα μέρη λόγου εἰσίν; Ἕν. Διατί; Τὰ γὰρ | |
25 | δύο ἐπιρρήματα ἀντὶ ἑνὸς μέρους λόγου τάττονται. Τὸ οὐχ ποίου τῶν ἐπιρρημάτων; Ἀρνήσεως. Τὸ δὲ οὕτως .... μεσότητος, διότι μετὰ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου κεῖνται. Καὶ ποσαχῶς λαμβάνονται τὰ τῆς μεσότητος ἐπιρρή‐ | |
30 | ματα; Πενταχῶς· Κατὰ ἔπαινον, ὡς τὸ καλῶς, σοφῶς· κατὰ ψόγον, ὡς τὸ πονηρῶς, ἀθέως· κατὰ ἐπιτήδευμα, ὡς τὸ γραμματικῶς, ῥητορικῶς· κατὰ μετουσίαν, ὡς τὸ σαρκικῶς, ἀνθρωπικῶς· κατὰ ἐναλλαγὴν, ὡς τὸ ἄλλως, οὕτως, ἐκείνως, καὶ τὰ παραπλήσια. | |
35 | Τὸ ΤΩΣ μέγα διατί; Τὰ εἰς ΩΣ ἐπιρρήματα διὰ τοῦ Ω | 54 |
55 | μεγάλου γράφεται, πλὴν τοῦ πάρος, ἦμος, τῆμος, τημοῦτος, ἔναγχος, ἐτὸς, ἐντὸς, ἐκτὸς, κῆχος, καὶ πλὴν τοῦ διαβραχέος, διαταχέος, καὶ καταχρέος. Ποίαις ἐγκλίσεσι συντάσσονται τὰ τῆς μεσότητος ἐπιρρή‐ | |
5 | ματα; Ταῖς ὁριστικαῖς· τὰ δὲ τῆς ἀρνήσεως, ὡς ἐπὶ τὸ πλεῖστον ταῖς προστακτικαῖς, τὰ δὲ τῆς ἀπαγορεύσεως καθὸ ταῖς προστακτικαῖς. Εἰς τὸ οὕτως δασεῖαν, διατί; Ἐκ τῆς οὗτος ἀντωνυμίας. Καὶ ἐκεῖνο διὰ τί; Πᾶσα ἀντωνυμία ἀπὸ μακρᾶς ἀρχομένη | |
10 | δασύνεται, πλὴν τῆς αὐτός. Καὶ διατί πλὴν τῆς αὐτός; Διότι ἡ ΑΥ δίφθογγος ψιλοῦται. Καὶ μετὰ τῆς ΟΥ ἀρνή‐ σεως, οὐχ οὕτως. Καὶ πῶς γίνεται οὐχ οὕτως; Κατὰ πλεο‐ νασμὸν τοῦ Χ. Διατί πλεονάζει τὸ Χ; Διὰ τὴν χασμω‐ δίαν. Καὶ τί ἐστι χασμωδία; Ἀλλεπάλληλα φωνήεντα. | |
15 | Καὶ διατί οὐκ ἐπλεόνασε τὸ Κ ἀλλὰ τὸ Χ; Διότι ἡ ΟΥ ἄρνησις συντιθεμένη μεθ’ ἑτέρας λέξεως τῆς ἀπὸ φωνήεντος ἀρχομένης ψιλ αὐτῇ πλεονάζει, οὐκ ἔρχομαι, οὐκ ἔστιν, οὐκ ἐπορεύθη, οὐκ ἐμὸν τὸ ἀργύριον. ὩΣΕῚ ἐπίρρημα παραβολῆς καὶ σχήματος συνθέτου. Καὶ | |
20 | πόθεν συνετέθη; Ἐκ τῆς ὡς παραβολῆς καὶ τοῦ εἰ συν‐ δέσμου, ἐξ οὗ καὶ γράφεται διὰ τῆς ΕΙ διφθόγγου, ὥσπερ καὶ τὸ οἱονεί· οἱ δὲ λέγουσιν ἐπίρρημα παρέλκον, ὁ γὰρ εἰ σύνδεσμος παρέλκει. Τὸ ΕΙ ποίου συνδέσμου; Συναπτικοῦ. Διόρισον. Συναπτικοί εἰσιν, οἱ ὕπαρξιν μὲν οὐ δηλοῦσι, | |
25 | σημαίνουσι δὲ ἀκολουθίαν· εἰσι δὲ οἵδε, εἰ, εἴπερ. Τὸ ΣΕΙ δίφθογγος, διατί; Ἡ διὰ τοῦ Ι ἐπέκτασις δίφθογγον οὐκ ἔχει, ὡδὶ, δευρὶ, νυνὶ, ἐνθαδὶ, οὑτοσὶ, ἐκεινοσὶ, πλὴν τοῦ ὡσπερεὶ, καὶ ὡσανεὶ, καὶ οἱονεὶ, καὶ ὡσεί. Τούτοις συνεξηκο‐ λούθησε καὶ τὸ καθαπερεί. | |
30 | ΧΝΟΥ͂Σ ὄνομα ἁπλοῦν, παράγωγον, ῥηματικόν. Καὶ πόθεν γίνεται; Παρὰ τὸ χέω, χόος χοῦς, καὶ πλεονασμῷ τοῦ Ν χνοῦς. Χέω τὸ ΧΕ ψιλὸν, διατί; Τὰ διὰ τοῦ ΕΩ ῥήματα δισύλλαβα δυνάμενα ἐπὶ δευτέρου καὶ τρίτου προσώπου συναίρεσιν δέξασθαι, διὰ τοῦ Ε ψιλοῦ γράφονται, οἷον χέω | |
35 | χέεις χεῖς, ῥέω ῥέεις ῥεῖς. Χέω, καὶ ὁ μέλλων χεύσω. Διατί | 55 |
56 | πλεονάζει τὸ Υ; Τὰ γὰρ εἰς Ω καθαρὰ λήγοντα ῥήματα δισύλλαβα τῷ Ε παραληγόμενα δυνάμενα ἐπὶ δευτέρου καὶ τρί‐ του προσώπου συναίρεσιν δέξασθαι, πλεονάζει τὸ Υ κατὰ τὸν μέλλοντα, ῥέω ῥέεις ῥεῖς (ῥεύσω), πλέω πλέεις πλεῖς πλεύσω, | |
5 | οὕτως οὖν καὶ χέω χέεις χεῖς χεύσω. Διατί τὰ πρῶτα πρόσωπα οὐ συναιρεῖται; Διότι οὐδέποτε ῥῆμα ὁριστικὸν εἰς Ω λῆγον, μονοσύλλαβον εὑρίσκεται ἐν χρήσει, χωρὶς εἰ μὴ εὑρεθῇ δευτέρας συζυγίας τῶν περισπωμένων, οἷον ζῶ, θλῶ, πλῶ. Πρόσκειται ὁριστικὸν διὰ τὸ ἐὰν δῶ, ἐὰν θῶ ὑπο‐ | |
10 | τακτικόν. Εἰς τὸ ΧΝΟΥ͂Σ περισπωμένον διατί; Τὰ εἰς ΟΥ͂Σ ἁπλᾶ περισπᾶται, βοῦς, χροῦς, πλοῦς, φλοῦς· καὶ πᾶσα συναίρεσις ἐξ ὀξείας καὶ βαρείας περισπωμένη τίθεται. ἘΚΡΊΠΤΕΙ συζυγίας αʹ τῶν βαρυτόνων, εἴδους παρα‐ | |
15 | γώγου, εἴδους τῶν παραγώγων ῥηματικοῦ. Πόθεν γίνεται; Παρὰ τὸ ῥέπω, καὶ πλεονασμῷ τοῦ Τ καὶ τροπῇ τοῦ Ε εἰς Ι ῥίπτω. Καὶ διατί τρέπεται τὸ Ε εἰς Ι; Τὸ γὰρ Ε, εἰ πλεονάσει σύμφωνον, τρέπεται εἰς Ι, οἷον ἔχω ἴσχω, μένω μίμνω, πέκω | |
20 | πικρὸς, τέκω τίκτω, οὕτω καὶ ῥέπω ῥίπτω. Ῥέπω τὸ Ε ψιλὸν, διατί; Τὰ διὰ τοῦ ΕΠΩ ῥήματα διὰ τοῦ Ε ψιλοῦ γράφεται, εἴτε δισύλλαβα εἴη, εἴτε ὑπὲρ δύο συλλαβάς· οἷον, σκέπω, βλέπω, ἔπω, τρέπω, ῥέπω. Καὶ ἄλλως· τὰ ἔχοντα τὸ Ε ἐγκείμενον ἐν τοῖς ῥήμασι· καὶ ποῦ ἔχει ἀντι‐ | |
25 | παρακείμενον τὸ Ο ἐν τῇ ῥοπῇ. Τὸ ΡΙ Ι διατί; Τὰ εἰς ΠΤΩ λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγονται, πλὴν τοῦ φιλαλειπτῶ, ἀνερείπτω, ἐξ οὗ καὶ τὸ ἀνηρείψαντο. Εὕρηται καὶ περισπώμενον ῥιπῶ, ἐξ οὗ καὶ τὸ [Ps. 83, 10.] “ἐξελέ‐ ξατο παραριπτεῖσθαι ἐν τῷ οἴκῳ.” | |
30 | ἌΝΕΜΟΣ, ὄνομα ἀρσενικὸν, εἴδους παραγώγου. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ἄω, τὸ πνέω, καὶ πλεονασμῷ τοῦ Ν, ἄνεμος, ἢ παρὰ τὸ νέμω, τὸ μερίζω, νέμος, καὶ μετὰ τοῦ στερητικοῦ Α, ἄνεμος, ὃν οὐδεὶς δύναται μερίσαι. Καὶ εἰς τὸ Α ψιλὸν διατί; Τὸ Λ πρὸ τοῦ Ν ψιλοῦται, ἀνία, ἄνεμος. | |
35 | Τὸ ἀνύω Ἀττικοὶ δασύνουσιν. Ὁ ΝΕ ψιλόν. Διατί; Τὰ | 56 |
57 | διὰ τοῦ ΕΜΟΣ βαρύτονα ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ διὰ τοῦ Ε ψιλοῦ γράφεται, οἷον πόλεμος, ἤρεμος, ἔχεμος, τήλεμος, ἄνεμος. Διατί εἶπεν ἁπλᾶ; Διότι τὰ παρὰ τὸ ῥῆμα (αἷμα) συγκείμενα διὰ τῆς ΑΙ διφθόγγου γράφεται, οἷον πολύαιμος, | |
5 | ἄνεμος (ἄναιμος), ὁ μὴ ἔχων αἷμα· καὶ τὰ παρ’ αὐτοῖς προ‐ παροξύτονα· τὰ εἰς ΜΟΣ ὑπὲρ δύο συλλαβὰς τῷ Ε παραλή‐ γοντα προπαροξύτονα, οἷον πόλεμος, ἤρεμος, καὶ τὰ ὅμοια· τὸ μέντοι θελημὸς ὀξύνεται· ἐστὶ δὲ θελημὸς καὶ τροπῇ τοῦ Η εἰς Ε θελεμός. | |
10 | ΠΡΌΣΩΠΟΝ, ὄνομα παρώνυμον, οὐδέτερον καὶ παράγωγον. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ὢψ, ὠπὸς, ὃ σημαίνει τὸν ὀφθαλμὸν, ὢψ, καὶ μετὰ τῆς πρὸς προθέσεως πρόσωπον τὸ πρὸ τὴν ὦπα ὄν. Τὸ ΣΩ μεγάλῳ διὰ τί; Τὰ παρὰ τὸν ὦπα συγκείμενα διὰ τοῦ Ω μεγάλου γράφεται, οἷον πρόσ‐ | |
15 | ωπον, μέτωπον, ἐνώπιον, καλλωπισμὸς, βλοσυρωπὸς, ἀγριω‐ πὸς, σκυθρωπὸς, φαιδρωπὸς, ἄνθρωπος, καὶ τὰ ὅμοια, πλὴν τοῦ χαροπὸς, μαστροπὸς, χυδροπὸς, ἐχθροδοπός. Τὸ ὢψ σημαίνει τρία, τὸ πρόσωπον, καὶ τὸν ὀφθαλμὸν, καὶ τὸ κύριον ὄνομα, τὸν τῆς Εὐρυκλείας πατέρα. Καὶ διὰ | |
20 | τοῦ Ο μικροῦ σημαίνει τὴν φωνὴν, ὃ γίνεται παρὰ τὸ ἔπω τὸ λέγω, ὁ μέλλων ἔψω, καὶ ἀποβολῇ τοῦ Ω ἔψ, καὶ τροπῇ τοῦ Ε εἰς Ο ὄψ· καὶ κλίνεται διὰ τοῦ Π, ἐξ οὗ καὶ τὸ ἀκούουσαι ὄπα ἀρνῶν καὶ | |
25 | ἀμειβόμεναι ἐπὶ καλῇ. Ἔστι δὲ τοῦ γένους θηλυκοῦ· ἐὰν σημαίνῃ τὸν ὀφθαλμὸν, γένους ἐστὶ θηλυκοῦ, καὶ κλίνεται τῆς ὠπός. Τὰ εἰς Ψ λή‐ γοντα μονοσύλλαβα διὰ τοῦ Π κλίνονται, πλὴν τοῦ λὶψ λιβὸς, καὶ νὶψ νιφὸς, καὶ φλὲψ φλεβὸς, καὶ φὰψ φαβός· | |
30 | (ἔστι δὲ εἶδος ὀρνέου.) Εἰ δὲ σημαίνει τὸ πρόσωπον, ποίου γένους ἐστί; Θηλυκοῦ, καὶ κλίνεται ὁμοίως τῆς ὠπός· εἰ δὲ σημαίνει τὸ κύριον ὄνομα, γένους ἐστὶν ἀρσενικοῦ, καὶ κλίνεται τοῦ Ὦπος, ὅτι ἡ Ὦπος πρὸς ἀντιδιαστολὴν τοῦ ὀφθαλμοῦ ἐβαρύνθη. Ὢψ διατί ὀξύνεται; Τὰ ἀπὸ μελλόντων δισυλ‐ | |
35 | λάβων κατὰ ἀποβολὴν τοῦ Ω γινόμενα ὀξύνονται, οἷον κλείω | 57 |
58 | κλείσω κλείς· οὕτως οὖν καὶ ὄπτω ὄψω ὄψ. Ὄπτω τὸ Ο μικρὸν, διατί; Τὸ Ο εἴτε κατ’ ἀρχὴν λέξεως εἴτε κατὰ τὸ μέσον ἔχον μεθ’ ἑαυτοῦ δύο σύμφωνα ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει διὰ τοῦ Ο μικροῦ γράφονται, οἷον ὄπτω, ὀρθὸς, | |
5 | κοῖλος, μορφὴ, καὶ τὰ ὅμοια. Καὶ ἄλλως· τὰ ἀπὸ τοῦ Ο ἀρχόμενα ῥήματα διὰ τοῦ Ο μικροῦ γράφεται, πλὴν τοῦ ὤθω, ὠφέλω, ὠχριῶ, ὠρύω, ὠδύνω, ὡραΐζω, ὠρακιῶ, ὠστίζω, καὶ ὠνῶ, τὸ ἀγοράζω. Πρόσωπον διατί προπαροξύνεται; Πᾶν οὐδέτερον εἰς ΟΝ | |
10 | λῆγον πρὸ τοῦ ΟΝ σύμφωνον εἴτε ἁπλοῦν, εἴτε σύνθετον, εἴτε ὑπὲρ δύο συλλαβὰς ὑπάρχει, προπαροξύνεται, οἷον στρατόπεδον, ἔνεδρον, πρόσωπον, καὶ τὰ ὅμοια· ὑπεσταλ‐ μένων τῶν κατὰ μεταβολῆς γένους εἰρημένων καὶ τῶν εἰς Ρ καὶ τῶν εἰς Η περατουμένων. | |
15 | ΓΗ͂ πόθεν γίνεται; Παρὰ τὸ γέα κατὰ συναίρεσιν τοῦ Ε καὶ Α εἰς ῆ, γῆ· τὸ δὲ γέα παρὰ τὸ γῶ, τὸ χωρῶ, ἡ πάντας χωροῦσα. Ἐκ δὲ τοῦ γῆ γίνεται γαῖα, διὰ διφθόγγου, διότι τὰ διὰ τοῦ ΑΙΑ θηλυκὰ ἀπὸ τῶν εἰς Α καὶ Η παραγό‐ μενα διὰ τῆς ΑΙ διφθόγγου γράφεται, οἷον ἀνάγκη ἀναγκαία, | |
20 | σελήνη σεληναία, ἅμαξα ἁμαξαία· οὕτως οὖν καὶ γῆ, γαία. Οἱ δὲ φασὶν, ὅτι οὐκ ἀπὸ τοῦ γῆ τὸ ΓΑΙΑ διὰ διφθόγγου γράφεται, ἀλλ’ ἀπὸ τοῦ γαίω, τὸ γαυριῶ· τὰ γὰρ ἀπὸ κράσεως ἔχοντα τὸ Η οὐ ποιοῦσι, φασὶ, παραγωγὴν διὰ τοῦ ΑΙΑ. Τὸ γῶ πόσα σημαίνει; Δύο· γῶ τὸ χωρῶ, ἐξ οὗ καὶ | |
25 | γῆ, ἡ πάντας χωροῦσα· γῶ τὸ γανῶ, ἐξ οὗ καὶ γυνή· γῶ τὸ λαμβάνω καὶ δέχομαι, ἐξ οὗ καὶ γαστήρ· γῶ τὸ φωνῶ, ἐξ οὗ καὶ ηὔσε δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς. Ἡ γῆ ἡ εὐθεῖα τῶν δεικτ. (τὴν εὐθεῖαν τῶν δυϊκῶν) οὐκ ἔχει, | |
30 | διατί; Μάχεται ἡ κλίσις τοῦ Ο (ὀνόματος) τῆς φύσεως μὴ ἀπαιτούσης. ΔΙᾺ ΤΟΥ͂ΤΟ δεικτικὴ ἀντωνυμία, ἢ μᾶλλον ἐπιρρηματικὴ δεικτικὴ, ἢ σύνδεσμος αἰτιολογικός. Γίνεται δὲ ἐκ τῆς διὰ προθέσεως καὶ τῆς τοῦτο ἀντωνυμίας. | |
35 | ἈΝΑΣΤΉΣΟΝΤΑΙ, μέρους λόγου ἐστὶ ῥήματος, ἐγκλίσεως | 58 |
59 | ὁριστικῆς, διαθέσεως παθητικῆς, χρόνου μέσου μέλλοντος πρώ‐ του, προσώπου τρίτου τῶν πληθυντικῶν· τὸ θέμα ἵστημι,(?) καὶ ἐξ αὐτοῦ ἵστημι, καὶ ὁ μέλλων στήσω, καὶ ὁ μέσος μέλλων στήσομαι· τὸ τρίτον τῶν πληθυντικῶν στήσονται, καὶ μετὰ | |
5 | τῆς ἀνὰ προθέσεως, ἀναστήσονται. ἘΝ ΚΡΊΣΕΙ, ἐν πρόθεσις, κρίσει ὄνομα, γένους θηλυκοῦ, εἴδους παραγώγου. Ποίου εἴδους; Τῶν παραγώγων ῥημα‐ τικοῦ. Πόθεν γίνεται; Παρὰ τὸ κρίνω, συζυγίας εʹ τῶν βαρυτόνων. | |
10 | Τὸ ΚΡΙ μακρὸν, διατί; Ἀεὶ γὰρ ἡ εʹ συζυγία τῶν βαρυ‐ τόνων ἐπὶ τοῦ ἐνεστῶτος μακρὸν(ῷ) θέλει παραλήγεσθαι φύσει ἢ θέσει, ὅθεν ἀναλογώτερόν ἐστι τὸ νείμω καὶ σπείρω. Τὸ ΚΡΙ Ι διατί; Ἐκ τοῦ κρίνω. Τὰ διὰ τοῦ ΊΝΩ ῥήματα διὰ τοῦ Ι γράφεται, οἷον πίνω, σίνω, καὶ τὰ ὅμοια, πλὴν τοῦ | |
15 | στείνω, θείνω, κτείνω, γείνω· τὰ δὲ ὑπὲρ δύο συλλαβὰς διὰ διφθόγγου, οἷον φαείνω, ἀλεείνω, ἐρεείνω, πλὴν τοῦ ὀρίνω, ὠδίνω, συγκρίνω, καὶ τὰ παρ’ αὐτοῦ. Κρίνω, καὶ ὁ μέλλων κρινῶ· τὸ ΚΡΙ βραχύ· ἡ δὲ πέμπτη τὰ ἀμετάβολα τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνου. | |
20 | Ὁ παρακείμενος κέκρικα. Διατί ἀποβάλλει τὸ Ν; Διότι τὰ εἰς ΝΩ δισύλλαβα ἑνὶ φωνήεντι παραληγόμενα ἀποβάλ‐ λουσι τὸ Ν κατὰ τὸν παρακείμενον, οἷον, κέκρικα, πέπλυκα· εὑρέθη δὲ καὶ τὸ κεκέρδακα· κατὰ δὲ ποιητὰς προσλαμβάνει αὐτὸ, ὡς τὸ [Il. γʹ. 360.] | |
25 | ὁ δ’ ἐκλίνθη (καὶ) ἀλεύατο κῆρα μέλαιναν· καὶ διακρινθήμεναι ἤδη· ὁ παθητικὸς κέκριμαι κέκρισαι, καὶ ἐξ αὐτοῦ κρίσις. Τὸ ΣΙΣ, Ι, διατί; Τὰ εἰς ΙΣ θηλυκὰ διὰ τοῦ Ι γράφεται, οἷον | |
30 | λέξις, Θέτις, καὶ τὰ ὅμοια, πλὴν τοῦ κλεὶς καὶ ἀντήρεις. Καὶ διατί τὸ κλεὶς δίφθογγον γράφεται; Διότι τὰ διὰ τοῦ ΙΩ ῥήματα μὴ παρ’ ἐνεστῶτος ἢ μέλλοντος παρηγμένα, μὴ δὲ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ Ι, μὴ δὲ ἀντιπαρακείμενον τὸ Ο, διὰ τοῦ Ι γράφεται· μὴ παρ’ ἐνεστῶτα(ος) ἢ μέλλοντα(ος) | |
35 | παρηγμένα εἶπε, διὰ τὸ ὄψω ὀψείω, καὶ βρώσω βρωσείω· μὴ | 59 |
60 | δὲ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ Ι, διὰ τὸ σέω σείω· μὴ δὲ ἔχοντα ἀντιπαρακείμενον τὸ Ο, διὰ τὸ κλείω κλοιὸς, καὶ τὸ “ἆρον ἀπ’ ἐμοῦ τὸν κλοιόν.” Τὸ δὲ ἀντήρεις πόθεν γίνεται; Παρὰ τὸ ἐρείδω, τὸ ἐπιστηρίζω, ὁ μέλλων ἐρείσω | |
5 | καὶ ἀποβολῇ ἔρεις, καὶ μετὰ τῆς ἈΝΤῚ προθέσεως ἀντιέρεις, καὶ ἐν συγκοπῇ καὶ τροπῇ τοῦ Ε εἰς Η ἀντήρεις ἀντήριδος διὰ τοῦ Ι, ὡς ἀπὸ τοῦ ἀντηρὶς ὀξυτόνου εὐθείας, κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος· ἔστι δὲ σεσημειωμένη ἡ γενικὴ αὕτη, μὴ φυλάξασα μήτε τὸν | |
10 | τόνον μήτε τὴν γραφὴν τῆς εὐθείας. Τὸ ΣΙΣ βραχὺ, διατί; Τὰ εἰς ΑΣ βαρύτονα, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, συστέλλει τὸ Ι, ἔρις, Θέτις, μῆνις. Ἡ κρίσις πῶς κλίνεται; Τῆς κρίσιος. Ὁ κανών· τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου δευτέρου προσώπου γινόμενα ὀνόματα εἰς ΙΣ διὰ καθαροῦ τοῦ | |
15 | ΟΣ κλίνονται, αἴνεσις αἰνέσιος, καὶ αἰνέσεως Ἀττικῶς· γνῶσις γνώσιος, καὶ γνώσεως Ἀττικῶς· κρίσις κρίσιος, καὶ κρίσεως Ἀττικῶς. Ὁ κανών· Ἀττικοὶ δὲ τῆς γενικῆς ταύτης τρέ‐ πουσι τὸ Ο εἰς Ω, καὶ τὰ παραληκτικὰ τῶν φωνηέντων εἰς Ε μεταβάλλουσι. | |
20 | ΔΊΚΑΙΟΣ, ὄνομα ἁπλοῦν, παραγώγου, παρωνύμου, σχή‐ ματος ἁπλοῦ. Πόθεν γίνεται; Παρὰ τὸ δίκη· τὸ δὲ δίκη παρὰ τὸ δίχω τὸ διχάζω. Ἐτυμολογεῖται δὲ παρὰ τὸ δύο ἔχειν· ἡ γὰρ δίκη τὰ δύο μέρη διΐστησι. Τί διαφέρει παρα‐ γωγὴ ἐτυμολογίας; Διαφέρει, ὅτι ἡ μὲν παραγωγὴ κατὰ | |
25 | τὴν ἀρχὴν μόνην θεωρεῖται τῆς λέξεως, ἡ δὲ ἐτυμολογία καὶ κατὰ τὴν ἀρχὴν καὶ κατὰ τὸ τέλος. Τὸ ΔΙ Ι, διατί; Ἐκ τοῦ δίκη. Καὶ ἐκεῖνο διατί; Τὰ εἰς ΚΗ θηλυκὰ ἑνὶ φωνήεντι παρα‐ λήγοντα(ήγεται), οἷον θήκη, δίκη, νίκη, πλὴν τοῦ ἀνάγκη κυ̣ (Εὐνείκη κυρίου) ἐρείκη (φυτὸν,) νείκη. Καὶ ἄλλως· τὰ ἔχοντα | |
30 | ἀναφαινόμενον τὸ Υ διὰ τοῦ Ι γράφεται, οἷον Ἀφροδύτη Ἀφροδίτη, μῦσος μῖσος, οὕτως οὖν καὶ δύκη δίκη. Ἐκ δὲ τοῦ δίκη γίνεται δίκαιος. Τὸ ΚΑΙ δίφθογγον διατί; Τὰ ἀπὸ τῶν εἰς Α καὶ εἰς Η θηλυκὰ, διὰ τοῦ ΑΙΟΣ γινόμενα ὀνό‐ ματα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν διὰ τοῦ Ι συνεσταλ‐ | |
35 | μένην, προπαροξύνεται, οἷον βίαιος, δίκαιος· τὰ δὲ μὴ οὕτως | 60 |
61 | ἔχοντα προπερισπῶνται, οἷον Θηβαῖος, κρηναῖος, καὶ τὰ ὅμοια. ὍΤΙ σύνδεσμος αἰτιολογικός. Τί διαφέρει ὁ ὍΤΙ τοῦ γάρ; Διαφέρει, ὅτι ὁ μὲν ὍΤΙ προτάττεται, ὡς τὸ “ὍΤΙ | |
5 | μὲν ἠπαιδεύτησας, ἐτυπτήθην·” ὁ δὲ ΓᾺΡ ὑποτάττεται, ὡς τὸ “ἐτυπτήθης, ἠπαιδεύτησας γάρ.” ΓΙΝΏΣΚΕΙ, ῥῆμα ὁριστικὸν ἐνεργητικὸν, ἁπλοῦν, παρά‐ γωγον, συζυγίας δευτέρας τῶν βαρυτόνων. Καὶ πόθεν γίνεται; Παρὰ τὸ νοῶ, ὁ μέλλων νοήσω, καὶ κράσει τοῦ Ο | |
10 | καὶ Η εἰς Ω μέγα, νώσω, ὡς ὀγδοήκοντα ὀγδώκοντα, καὶ πλεο‐ νασμῷ τοῦ Κ, νώσκω, ὡς ὀλῶ ὀλέσω ὀλέσκω· καὶ μετάγονται τὰ τοιαῦτα ἐν ἐνεστῶτι, διότι τὸ Κ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος· βαρυτόνου δὲ διὰ τὸ πλακῶ εἶπε, καὶ πλεονασμῷ τοῦ Γ, καὶ κατὰ ἀναδιπλασιασμὸν γιγνώσκω, καὶ | |
15 | ἀποβολῇ τοῦ δευτέρου Γ γινώσκω γιγνώσκω. Καὶ ὁ μέλλων; Οὐκ ἔχει. Διατί; Τὰ εἰς ΚΩ λήγοντα ῥήματα μέλλοντας οὐκ ἔχουσι, πλὴν τοῦ θνήσκω θνήξω, καὶ ἀλύσκω ἀλύξω· τὸ γὰρ διδάξω οὐκ ἀπὸ τοῦ διδάσκω, ἀλλ’ ἀπὸ τοῦ διδάχω, ἀφ’ οὗ καὶ διδαχή· ἀλλ’ οὐδὲ τὰ διὰ τοῦ ΑΝΩ βαρύ‐ | |
20 | τονα, οἷον, μανθάνω, λαμβάνω, οὐδὲ διὰ τοῦ ΕΊΝΩ, οἷον φαείνω, ἀλεείνω, εἴνω (τὸ καλύπτω,) οὐδὲ τὰ διὰ τοῦ ΕΙΩ παρ’ ἐνεστῶτα(ος) ἢ μέλλοντα(ος) παρηγμένα, οἷον ὀψείω, βρωσείω, θείω, πλὴν τοῦ κλείω· ταῦτα δὲ ἀπὸ μὲν ἐνεστῶτος γινόμενα ἔχουσι καὶ παρακείμενον, οἷον τελῶ τελείω, ἐξ οὗ καὶ τὸ | |
25 | Διὸς δ’ ἐτελείετο βουλή. ἀπὸ δὲ μέλλοντος μόνου ἐνεστ. (μόνον ἐνεστῶτα,) οἷον βρώσω βρωσείω, ὅθεν σεσημείωται τὸ ὤψεον ἀπὸ τοῦ ὀψείω. Καὶ τὰ μὲν ἀπὸ μελλόντων γινόμενα, σημ. τὸ ἐπιθυμίαν ἔχω πληρῶσαι, ὡς τὸ βρωσείω τὸ ἐπιθυμίαν ἔχω φαγεῖν· τὰ | |
30 | δὲ ἀπὸ ἐνεστῶτος τὴν αὐτὴν ἔχουσι σημασίαν τοῖς πρω‐ τοτύποις· καὶ τὰ διὰ τοῦ ΕΘΩ μέλλοντας οὐκ ἔχουσιν, ὡς τὸ τελέθω, φλεγέθω, ἐρέθω, ὃ σημαίνει τὸ ἐρεθίζω, καὶ διὰ τοῦ ΆΘΩ, ὡς τὸ κυάθω, καὶ διὰ τοῦ ΥΘΩ, ὡς τὸ μινύθω, καὶ τὰ εἰς ΘΩ μετ’ ἐπιπλοκῆς συμφώνου, ὡς τὸ ἐρέχθω, ἄχθω, καὶ τὰ | |
35 | εἰς ΒΩ, τῷ Ε παραληγόμενα, ἢ μόνῳ ἢ μετὰ συμφώνου, ὡς | 61 |
62 | τὸ σέβω, φέρβω, ῥέμβω, καὶ τὰ εἰς ΝΩ μετὰ τοῦ Ε παρα‐ ληγόμενα, ὡς τὸ θένω, πένω, στένω· τὸ γὰρ μένω ὡς ἀπὸ παρακειμένου ἔχει τὴν κλίσιν· καὶ τὰ εἰς ΜΝΩ, οἷον μίμνω, κάμνω, τέμνω, καὶ τὸ νέμω, δέμω, βρέμω· ἡ γὰρ παραγωγὴ | |
5 | αὐτῶν ὡς ἀπὸ περισπωμένων· καὶ τὰ ἔχοντα ἐπὶ τῆς εʹ συζυ‐ γίας τῶν βαρυτόνων τὴν πρώτην συλλαβὴν δεδιπλασια‐ σμένην καὶ λήγουσαν εἰς ἀμετάβολον, οἷον καρκαίρω, μερ‐ μύρω, καὶ τὰ εἰς Ω λήγοντα ῥήματα ἔχοντα κατ’ ἐπιπλοκὴν δύο σύμφωνα, ὧν τὸ δεύτερον ἐστὶν ἀμετάβολον, οἷον μέμ‐ | |
10 | βλω, ὄφλω, ἔγρω, δάκνω, καὶ τὰ εἰς Ω καθαρὰ τῇ ΕΙ δι‐ φθόγγω καταλήγοντα, οἷον ἁγείω, ὀπείω, καὶ διὰ τοῦ ΥΩ ὑπὲρ δύο συλλαβὰς ποιοῦντα παράγωγα εἰς ΜΙ, οἷον πηγνύω πήγνυμι, ζευγνύω ζεύγνυμι, καὶ τὰ Ἀττικὰ βαρυνθέντα, οἷον ἀλέξω, αὔξω, καὶ τὰ ποιητικὰ, ὡς τὸ ὄσσω ἐκ τοῦ ὄπτω, καὶ | |
15 | λεύσσω ἐκ τοῦ βλέπω, καὶ πέσσω ἐκ τοῦ πέπτω, καὶ τὰ μετα‐ γόμενα ἀπὸ μελλόντων εἰς ἐνεστῶτα, ὡς τὸ ὄρσω· ὄρσεο Λαομέδον πάθη (Λαομεδοντιάδη). ἄξω, ἄζεται δὲ περιαμοιβίην (Ἄξετε δὲ Πριάμοιο βίην), | |
20 | καὶ τὰ εἰς ΔΩ, εἰ ἔχει πρὸ τοῦ Δ τὸ Ν ἢ τὸ Λ, ὡς τὸ σπένδω, κυλίνδω, μέλδω, εἴδω (ἕλδω)· ταῦτα πάντα ἄχρι τοῦ παρατατικοῦ κλίνεται. ἈΠΟΛΕΙ͂ΤΑΙ ῥῆμα ὁριστικὸν, διαθέσεως μέσης, σχήματος συνθέτου. Καὶ πόθεν σύγκειται; Ἐκ τῆς ἀπὸ καὶ τοῦ ὄλλω | |
25 | ῥήματος, ἀπόλλω, καὶ ὁ μέλλων ἀπολῶ· ὁ μέσος μέλλων, ἀπολοῦμαι, τὸ δεύτερον ἀπολῇ, τὸ τρίτον ἀπολεῖται· ἢ ἐκ τοῦ ἀπολῶ συζυγίας αʹ τῶν περισπωμένων· ἐπὶ τοῦ μέλ‐ λοντος ἔχει τὸ Η ἢ τὸ Ε, νοήσω, τελέσω· καὶ ὤφειλεν ἔχειν τὸ Η καὶ μὴ τὸ Ε· τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα, παραλη‐ | |
30 | γόμενα δὲ τὸ Ε ἢ τὸ Ω, διὰ τοῦ Ε ἔχουσι τὸν μέλλοντα, οἷον τελέω τελέσω, ὀλῶ ὀλέσω. Τὸ ΛΕΙ δίφθογγον. Διατί; Τὰ εἰς ΜΑΙ καὶ ΤΑΙ τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οὐ μὴν ἀλλὰ καὶ τὰ εἰς ΜΗΝ καὶ τὰ εἰς ΤΟ. Καὶ ἄλλως· κλίσιν δὲ ἔχει ὁμοίως τοῖς ἐνεστῶσι παθητι‐ | |
35 | κοῖς τοῦ ποιοῦμαι. | 62 |
63(1t) | ΨΑΛΜΟΣ Βʹ. | |
2 | ΔΕΎΤΕΡΟΣ. Μέρος λόγου ἐστὶν ὀνόματος, εἴδους παρα‐ γώγου, τῶν δὲ κατὰ σημασίαν τακτικῶν. Καὶ πόθεν γίνεται; Παρὰ τὸ δεύω, τὸ λείπω, οἱονεὶ ὁ λειπόμενος τοῦ πρώτου, ἢ | |
5 | παρὰ τὸ συνδεδέσθαι ἑτέρῳ ἀριθμῷ. Τὸ ΤΕ ψιλὸν, διατί; Καθόλου τὰ διὰ τοῦ ΤΕΡΟΣ ὀνόματα, εἴτε ὀξύτονα εἴτε βα‐ ρύτονα, διὰ τοῦ Ε ψιλοῦ γράφεται, οἷον σοφώτερος, δεξιώ‐ τερος, ἑκάτερος, δεύτερος, καὶ εἴ τι ὅμοιον. Διατί βαρύ‐ νεται; Τὰ διὰ τοῦ ΤΕΡΟΣ τρισύλλαβα, εἰ ἔχει τὴν ἄρχουσαν | |
10 | μακρὰν, βαρύνεται, οἷον φέρτερος, βέλτερος, ἴκτερος, καὶ τὰ ὅμοια. Τὸ καρτερὸς ὀξύνεται(ύτονον) οὐ μάχεται· ἀπὸ τοῦ κρατερὸς γέγονε καθ’ ὑπερβιβασμὸν τοῦ Ρ. ἽΝΑ σύνδεσμος αἰτιολογικός. Διόρισον. Αἰτιολογικοὶ δέ εἰσιν, ὅσοι ἐπ’ ἀποδόσει αἰτίας ἕνεκα παραλαμβάνονται. | |
15 | Εἰσὶ δὲ οἵδε, ἵνα, ὄφρα, ὅπως, ἕνεκα. Εἰς Ι δασεῖαν, διατί; Οἱ σύνδεσμοι πάντες ψιλοῦνται, πλὴν τῶν αἰτιολογικῶν· οἱ γὰρ αἰτιολογικοὶ δασύνονται, πλὴν τοῦ ὄφρα. Τὸ ΝΑ βραχὺ, διατί; Καὶ βραχὺ κατα‐ ληκτοῦσι πλὴν τοῦ ὅπως. Τὸ Ι Ι διατί; Πᾶς σύνδεσμος | |
20 | αἰτιολογικὸς βραχείᾳ θέλει παραλήγεσθαι, πλὴν τοῦ ὄφρα· ἀλλὰ καὶ αὐτὸ κατὰ τὴν κοινὴν διάλεκτον βραχείᾳ παρα‐ λήγεται. Ἵνα διατί βαρύνεται; Πᾶς σύνδεσμος ὑπὲρ μίαν συλλαβὴν εἰς Α λήγων βαρύνεται, οἷον ἄρα, ὄφρα· οὕτως οὖν καὶ ἵνα. Σεσημείωται ὁ ἀλλὰ σύνδεσμος συμπλεκτικός. | |
25 | Διατί τὸ ἵνα συνεσταλμένας ἔχει ἀμφοτέρας τὰς συλλαβάς; Τὴν μὲν πρώτην συνεσταλμένην ἔχει κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι τὸ Ι πρὸ τοῦ Ν μὴ κατὰ κλίσιν ὂν ῥηματικὴν ἐκτείνεται, οἷον Ἴναχος, ἰνίον· σεσημείωται τὸ ἵνα συνε‐ σταλμένον ἔχον τὸ Ι εἴτε ἐπὶ τοῦ συνδέσμου εἴτε ἐπὶ | |
30 | τοῦ ἐπιρρήματος· τὴν δὲ δευτέραν κατὰ τὸν κανόνα τὸν λέ‐ γοντα, ὅτι πᾶς σύνδεσμος εἰς δίχρονον λήγων συστέλλεται, οἷον ἄρα, κἆτα, ἀλλά· ὁ δὲ ἊΝ, ὅτε ἐστὶν ἐκ τοῦ ἐὰν, ἀνα‐ | |
γκαίως ἐκτείνεται. | 63 | |
64 | Τὸ ἵνα πόσα σημαίνει; δʹ· τὸν σύνδεσμον, ὡς τὸ ἵνα γνώωσι καὶ οἵδε· τὴν δύναμιν, ὡς τὸ ἵνα κρατοῦντος ὤλεσε θυμοφθόρου· | |
5 | τὸ νεῦρον, ὡς τὸ, [Il. ρʹ. 522.] ἶνα τάμη διὰ πᾶσαν. καὶ ἀντὶ τοῦ ὅπου, ὡς τὸ, ἵνα γάρ σφιν ἐπέφραδον ἀγοράασθαι. ΤῚ μέρος λόγου ἐστὶν, ὀνόματος ἐρωτηματικοῦ, γένους | |
10 | οὐδετέρου· τὸ ἀρσενικὸν τίς. Καὶ πόθεν γίνεται; Πρωτό‐ τυπόν ἐστι, καὶ παραγωγὴν οὐκ ἔχει. Τὸ τὶς βραχὺ, διατί; Πᾶν ὄνομα μονοσύλλαβον μακροκαταληκτικόν ἐστι φύσει ἢ θέσει, πλὴν τοῦ τίς· διότι τὰ εἰς Σ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ Σ τὸ οὐδέτερον ποιοῦντα συνεσταλμένον ἔχει τὸ | |
15 | δίχρονον, οἷον μέγας μέγα, βραχὺς βραχὺ, τὶς τί. Τὶς ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Ἐρω‐ τηματικοῦ. Διόρισον. Ἐρωτηματικὸν δέ ἐστιν, ὃ καὶ πευ‐ στικὸν καλεῖται, τὸ κατ’ ἐρώτησιν λεγόμενον, οἷον, τὶς, ποῖος, πόσος, πηλίκος. | |
20 | Τὶ διαφέρει πεῦσις ἐρωτήσεως; Διαφέρει, ὅτι ἡ μὲν ἐρώτησις ἀπὸ τοῦ ἐρωτῶντος ἐστὶ μόνου· ἱκανὸν γὰρ πρὸς τὴν ἐρώτησιν ἐπινεῦσαι μόνον ἢ ἀνανεῦσαι, οἷον ἔπραξας, ἐνόησας· ἡ δὲ πεῦσις ἅμα τῇ φωνῇ καὶ τὴν ἀπόκρισιν θέλει λαμβάνειν, οἷον τὶς, ποῦ, πῆ, πόθεν, πῶς. | |
25 | Καὶ ἄλλως· ὅτι ἡ μὲν ἐρώτησις ἐν παντὶ μέρει τοῦ λόγου εὑρίσκεται, οἷον “ἔγραψας Σωκράτει τι·” “Τίς ἀναγι‐ νώσκει; Ἐγώ·” ἡ δὲ πρόθεσις (πεῦσις) ἐν τοῖς ὀνόμασι καὶ τοῖς ἐπιρρήμασι μόνον εὑρίσκεται ἢ τὸ ναὶ ἢ τὸ οὔ. Πόσαι λέξεις ὀνοματικαὶ, πευσματικαὶ, ἐρωτηματικαί; θʹ. | |
30 | Πῶς, καὶ κατὰ πόσους τρόπους διαφέρει τὸ τὶς τῶν λοιπῶν πευστικῶν τῶν ὀνοματικῶν; Κατὰ τέσσαρας. Πρῶτον μὲν, | |
ὅτι τῶν πευστικῶν ἀπὸ τοῦ Π ἀρχομένων, οἷον ποῖος, πόσος, | 64 | |
65 | τὸ τὶς ἀπὸ τοῦ Τ ἤρξατο. Καὶ διατί ἤρξατο ἀπὸ τοῦ Τ; Διότι αὐτῆς τῆς οὐσίας ἔστι ζητητικὸν, οἷον, “τίς ἐστι;” καὶ λέγομεν, Σωκράτης, Πλάτων· τὰ δὲ ἄλλα πευστικὰ τῶν περὶ τὴν οὐσίαν ἐστὶ ζητητικά· οἷον, ποῖος, ποιότης, | |
5 | λευκὸν ἢ μέλαν· πόσος, ποσότης, μακρὸν ἢ μικρόν, πόστος, τάξεως, οἷον, πρῶτος, δεύτερος. Δεύτερον, ὅτι πάντων τῶν πευστικῶν εἰς ΟΣ ληγόντων, τὸ τὶς οὐ λήγει εἰς ΟΣ, διότι ἐκεῖνα μὲν ἀπὸ τοῦ Π ἄρχονται, τὸ δὲ τὶς ἀπὸ τοῦ Τ. Εἰκότως οὖν, ὡς διήλλαξε περὶ τὴν ἄρχουσαν, διήλλαξε καὶ | |
10 | περὶ τὴν παραλήγουσαν. Οἱ μέντοι Αἰολεῖς τοῖος φασὶ, “τοίοισιν ὀφθαλμοῖσιν,” ὡς παρὰ Σαπφοῖ. Τρίτον, ὅτι πάντων τῶν πευστικῶν ὑπερβαινόντων μονο‐ συλλαβίαν, τοῦτο μόνον ἐστι μονοσύλλαβον. Καὶ διὰ τί τοῦτο μόνον ἐστὶ μονοσύλλαβον; Διότι διήλλαξε μόνον | |
15 | περὶ τὴν ἄρχουσαν, εἰκότως δὲ περὶ τὴν ποσότητα τῶν συλ‐ λαβῶν. Τέταρτον, ὅτι πάντων τῶν εἰς ΙΣ ἁπλῶν μὴ ποιούν‐ των οὐδετέρου παρασχηματισμόν· (τὰ γὰρ σύνθετα ποιοῦσιν, οἷον φυγόπολις φυγόπολι·) τοῦτο μόνον ἁπλοῦν ὂν ποιεῖ οὐδετέρου παρασχηματισμόν. Διατί; Διότι πευστικόν ἐστι, | |
20 | τὰ δὲ πευστικὰ τριγενῆ ἐστι. Ποίου εἴδους; Τῶν ὑποπεπτωκότων τῷ ὀνόματι· ἐστὶ μὲν καὶ ἐρωτηματικοῦ, ὡς εἴρηται, ἔστι δὲ καὶ ἀορίστου. Διό‐ ρισον. Ἀορίστου δέ ἐστι τὸ τῷ ἐρωτηματικῷ ἐναντίως λεγόμενον, οἷον, ὅστις, ὁποῖος, ὁπόσος. Τί διαφέρει τὸ | |
25 | ἀόριστον τοῦ ἐρωτηματικοῦ; Διαφέρει, ὅτι ὁ μὲν ἐρωτῶν ζητεῖ ὁρισθῆναί τι, ἢ ὁ ἐρωτῶν ὃ ἐρωτᾷ γινώσκει· τὸ δὲ ἀόριστον ἄγνωστόν ἐστι. Ὁ τὶς πῶς κλίνεται; Εἰ μὲν σημαίνει ἐρωτηματικὸν, τίνος, ὁ τόνος ἐπὶ τῆς παραληγούσης. (Ὁ τόνος πρὸς διάφορον σημασίαν ὀξύνεται καὶ βαρύνεται.) | |
30 | Εἰ δὲ σημαίνει ἀόριστον πῶς κλίνεται; Τινός· ὁ κανών· τὰ εἰς ΙΣ ὀξύ(τονα) μονοσύλλαβα μακροκατάληκτα διὰ καθαροῦ τοῦ ΟΣ κλίνεται, οἷον, κὶς κιὸς, ὁ σκώληξ, λὶς λιὸς, ὁ λέων· τὸ δὲ τὶς ἐναλλάξαν κατὰ τὸν χρόνον, ἐνήλλαξε κατὰ τὴν κλίσιν. Τινὸς, ὁ τόνος; Αἱ εἰς ΟΣ δισύλλαβοι γενικαὶ ὀξύνεσθαι | |
35 | θέλουσιν. Ἡ αἰτιατικὴ τίνα. Ὁ τόνος; τὸ τίνα πάλιν πρὸς | 65 |
66 | τὴν σημασίαν ἔχει τὸν τόνον. Τὶς, καὶ ἡ κλητική; Οὐκ ἔχει. Πῶς γὰρ δυνατὸν τὸν πυνθανόμενον καλέσαι τὸ μὴ παρὸν, ἀλλὰ ζητούμενον. Ἡ γενικὴ τῶν πληθυντικῶν, τίνων. Ὁ τόνος; Αἱ εἰς ΕΣ δισύλλαβοι εὐθεῖαι πληθυντικῶν | |
5 | περισπῶσι τὰς γενικὰς, μηνῶν, χηνῶν, γραῶν. Σεση‐ μείωται θʹ· τίνων, πάντων, Τρώων. Καὶ διατί· σεσημεί‐ ωται ζήτει εἰς τὸν πάντων. Ὅ τις καὶ τὸ θηλυκὸν ἥ τις. Διατί ὁμοφωνεῖ τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς; Τὰ γὰρ ὁμο‐ φωνήσαντα θηλυκὰ τοῖς ἀρσενικοῖς καὶ τὴν αὐτὴν κλίσιν ἐπι‐ | |
10 | δέχονται, οἷον ὁ εὐφυὴς τοῦ εὐφυοῦς, ἡ εὐφυὴς τῆς εὐφυοῦς. Τὸ οὐδέτερον τὸ τί. Ὅτι πᾶν οὐδέτερον ἀρσενικῷ παρεσχη‐ ματισμένον, εἰ μὲν ἰσοσυλλάβως κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ, εἰ δὲ περιττοσυλλάβως, τῇ κλητικῇ· τοῦ μέντοι τὶς ἡ κλητικὴ εἰ καὶ ἀπέλειψε διὰ σημασίαν, ἀλλ’ | |
15 | οὖν τὸ οὐδέτερον ὡς ἀπὸ τῆς κλητικῆς κανονίζεται. Τὸ ἵνα καὶ τὸ τὶ συντιθέμενον γίνεται ἐπίρρημα, καὶ ἐρωτήσεως. Ἰστέον δὲ, ὅτι ὁ ἵνα σύνδεσμος ὑποτάσσει· ἐὰν δὲ τὸ τὶ προσέλθῃ μετάγετ’ εἰς παρωχημένην ὁριστικ., καὶ λύεται ἡ ὑποταγή. | |
20 | ἘΦΡΎΑΞΑΝ, μέρος λόγου ἐστὶ ῥήματος, χρόνου ἀορίστου. Τὸ θέμα πῶς ἐστι; Φρυάσσω. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ὀφρὺς ὀφρύος, ὀφρυάσσω, καὶ ἀποβολῇ τοῦ Ο φρυάσσω. Τὸ δὲ ὀφρὺς πόθεν γίνεται; Παρὰ τὸ φέρω, φορὺς, καὶ ἐν ὑπερβιβασμῷ ὀφρύς· ἢ παρὰ τὸ ὢψ, ὠπὸς, ὃ σημαίνει τὸν | |
25 | ὀφθαλμὸν, καὶ τοῦ φρουρῶ τὸ φυλάσσω, ὠποφρὺς, καὶ ἐν συγκοπῇ ὀφρὺς, καὶ συστολῇ τοῦ Ω εἰς Ο, ὁ τὴν ὦπα φυλάσσων. Εἰς τὸ Ο ψιλὸν, διατί; Τὸ Ε Ο πρὸ δασέως ψιλοῦται, ὄφις, ἔθνος, Ἔφεσος, ὀφρύς. Διατί περισπᾶται; Τὰ εἰς | |
30 | ΥΣ μονοσύλλαβα περισπῶνται, μῦς, σῦς, δρῦς, συναπηνέχθη δὲ αὐτοῖς τὸ ἰχθῦς, ἀπφῦς, Διονῦς, ὀσφῦς, ὀ[σ]φρῦς. Τὸ ΦΡΥΣ μακρόν. Τὰ εἰς ΥΣ ἐπὶ τέλους ἔχοντα τὸν τόνον καὶ διὰ καθαροῦ τοῦ ΟΣ κλινόμενα μακροκαταληκτεῖ, ἐπὶ δὲ τῆς γενικῆς πάλιν συστέλλει αὐτό. Ὀφρὺς πῶς κλίνεται; | |
35 | Τῆς ὀφρύος. Ὁ κανών· τῶν δὲ ὀξυτόνων τὰ μὲν ἔχοντα | 66 |
67 | μακρὸν τὸ Υ διὰ καθαροῦ τοῦ ΟΣ κλίνεται, οἷον οἰζύος, Ἐριν‐ νύος. Τὸ ΦΡΥ ἐπὶ τῆς γενικῆς βραχὺ, διατί; Τὰ εἰς ΙΣ εἴτε μονοσύλλαβα, εἴτε ὑπὲρ μίαν συλλαβὴν μακροκατάληκτα, συστέλλουσι τὸ Υ ἐπὶ τῆς γενικῆς, οἷον μῦς μυὸς, σῦς συός· | |
5 | συναπηνέχθη δὲ αὐτοῖς τὸ ἰχθῦς, ἀπφῦς, Διονῦς, ὀσφῦς, ὀ[σ]φρῦς. Καὶ διατί τὸ ἰχθῦς καὶ ὀσφῦς καὶ ὀφρῦς ὑπὲρ μίαν συλ‐ λαβὴν ὄντα περισπῶνται καὶ (μὴ) ὀξύνεται, ὥσπερ τὸ Ἐριννὺς καὶ πληθύς; Ἰστέον, ὅτι ταῦτα μόνα περισπῶνται, ὑπὲρ μίαν | |
10 | συλλαβὴν ὄντα· τὰ γὰρ ἄλλα, εἰ καὶ μακρὸν ἔχουσι τὸ Υ, ἀλλ’ ὀξύνονται. Τὸ δὲ ἀπφῦς καὶ Διονῦς διατί περισπῶνται, οἷον ὁ Διονῦς τοῦ Διονῦ, ὁ λασῦς τοῦ λασῦ, ὁ λαρδῦς τοῦ λαρδῦ, ὁ ἀπφῦς τοῦ ἀπφῦ; Τὰ δὲ τοιαῦτα μακρὸν ἔχουσι τὸ Υ ἐπὶ τῆς γενικῆς, διότι πᾶσα γενικὴ ἰσοσυλλαβοῦσα τῇ | |
15 | ἰδίᾳ εὐθείᾳ μακροκαταληκτεῖ. Ἐκ τοῦ ὀφρῦς οὖν γίνεται φρυάσσω, ῥῆμα συζυγίας δευτέρας τῶν βαρυτόνων. Φρυ‐ άσσω τὸ Α βραχύ· τὰ διὰ δύο ΣΣ ἐκφερόμενα παράγωγα ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύτονα, εἰ ἔχουσι δίχρονον πρὸ τέλους, συστέλλει αὐτὸ, οἷον ἀνάσσω, πατάσσω, ἀλ‐ | |
20 | λάσσω· χωρὶς εἰ μὴ ἀπὸ ὀνόματος γίνωνται, ὡς ἔχει τὸ θάλασσα θαλασσῶ, λύσσα λυσσῶ, πίσσα πισσῶ. Φρυάσσω φρυάξω, ὁ ἀόριστος ἐφρύαξα· τὸ τρίτον τῶν πληθυντικῶν ἐφρύαξαν. Ὁ κανών· ὅσοι δὲ αὐτῶν οὐκ ἔχει τὴν μετοχὴν εἰς Σ μετ’ ὀξείας ἐνδέον συστολῇ τὸ Γ ἔχουσι τοῦ πρώτου. | |
25 | ἜΘΝΗ πρωτ. εὐθεί. τῶν πληθυντικῶν γένους οὐδετέρου· ἡ εὐθεῖα τὸ ἔθνος, εἴδους παραγώγου, εἴδους τῶν παραγώγων ῥηματικοῦ. Πόθεν γίνεται; Παρὰ τὸ θείνω, τὸ φονεύω, γίνεται θένος, καὶ ἐν ὑπερβιβασμῷ, ἔθνος· ἢ παρὰ τὸ ἔθω τὸ ἐξαίφνης τι διαπράττομαι, ἐξ οὗ καὶ τὸ εἴωθα· ἑκάστῳ | |
30 | ἔθνει ἴδιον ἔθος ἕπεται. Ψιλὸν, διατί; Τὸ Ε Ο πρὸ δασέος ψιλοῦται, χωρὶς τοῦ ἕθεν ἀντωνυμία. (Διατὶ) βαρύνεται; Τὰ εἰς ΟΣ λήγοντα οὐδέτερα δισύλλαβα μονογενῆ βαρύ‐ νονται, οἷον, ἄχθος, ἔχθος, πάρος, πένθος, βάθος, βένθος, ἔθος, οὕτως οὖν καὶ ἔθνος. | |
35 | ΛΑῸΣ μέρος λόγου ἐστὶν, ὀνόματος, γένους ἀρσενικοῦ, | 67 |
68 | εἴδους παραγώγου, εἴδους τῶν παραγώγων τῶν ὑποπεπτω‐ κότων τῷ ὀνόματι περιληπτικοῦ. Διόρισον. Περιληπτικὸν δέ ἐστι τὸ τῷ ἑνικῷ ἀριθμῷ πλῆθος σημαινόμενον, οἷον δῆμος, χορὸς, ὄχλος, λαός. Τί διαφέρει τὸ ἐπιμεριζόμενον | |
5 | τοῦ περιληπτικοῦ; Διαφέρει, ὅτι τὸ μὲν ἐπιμεριζόμενον ἐκ τοῦ καθ’ ἑαυτοῦ(ὸν) ἐπιμερισμοῦ τὴν πρὸς πάντας ἔμφασιν ἔχει· τὸ δὲ περιληπτικὸν οὐκ ἐξ ἐπιμερισμοῦ, ἀλλ’ αὐτόθεν τὴν περίληψιν σημαίνει. Πόθεν γίνεται; Παρὰ τὸ λαλῶ λαλὸς λαός· ἢ παρὰ τὸ λάας ὁ λίθος, ἡ γενικὴ λάαος, καὶ κράσει | |
10 | τῶν δύο Α εἰς Α μακρὸν, λᾶος, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ ὀξύνεται· αἱ γὰρ γενικαὶ αἱ μεταγόμεναι εἰς εὐθεῖαν πολλάκις ἀμείβουσαι τοὺς τόνους, οἷον, υἷς υἱὸς, καὶ κράσει ὗος, καὶ ὑός· οὕτως οὖν καὶ λάας λάαος καὶ λᾶος λαός. Καὶ διατί τὸ λάας τὸ προσηγορικὸν καὶ τὸ μέγας | |
15 | τὸ ἐπίθετον διὰ καθαροῦ τοῦ ΟΣ κλίνονται; Διότι ἐναλ‐ λάξαντα κατὰ τὸν χρόνον, ἐνήλλαξαν καὶ κατὰ τὴν κλίσιν· οἷον ὁ λάας, τοῦ λάαος, καὶ ὁ μέγας, τοῦ μεγά[λ]ος· ἡ γὰρ μεγάλου γενικὴ ἑτερόκλιτόν ἐστιν, ὡς ἀπὸ τῆς μεγάλος εὐθείας. Καὶ διατί ἐξέλειψεν ἡ μεγάλος εὐθεῖα; Διότι τὰ | |
20 | διὰ τοῦ ΑΛΟΣ ὑπὲρ δύο συλλαβὰς ἢ ὀξύνονται, ὡς τὸ ὀμφα‐ λὸς, Ἰταλὸς, (ἢ προπαροξύνονται,) ὁ δὲ μεγάλος μόνον παρω‐ ξύνθη, διὰ τὸ ἀχαρακτήριστον τοῦ τόνου ἐξέλειψε. Καὶ πόθεν δῆλον ὅτι παρωξύνθη ἡ μεγάλος εὐθεῖα; Ἀπὸ τῆς εὐθείας τῶν πληθυντικῶν· οἱ μεγάλοι γὰρ φαμέν· διὰ τοῦτο καὶ ἑτερο‐ | |
25 | κλίτως κλίνεται, ὁ μέγας, τοῦ μεγάλου. Καὶ διατί τὸ μέγας τὸ ἐπίθετον συστέλλει τὸ Α; Διότι ἔχει καὶ οὐδέτερον τὸ μέγα. Τὰ γὰρ εἰς Σ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ Σ τὸ οὐδέτερον ποιοῦντα, συνεσταλμένον ἔχει τὸ δίχρονον, οἷον μέγας μέγα, βραχὺς βραχὺ, τὶς τί. Τὸ δὲ λάας τὸ | |
30 | προσηγορικὸν, διατί ἔχει βραχὺ τὸ Α; Διότι τὰ εἰς ΑΣ καθαρὰ ὀνόματα δισύλλαβα ἀρσενικὰ οὐδέπω εἰσὶ προση‐ γορικὰ, ἀλλ’ ἢ κύρια, ὡς τὸ Θόας, Δρύας, ἢ ἐθνικὰ, ὡς τὸ Ὕας Ὕαντος, (Ὕαντες δὲ λέγονται οἱ κατοικοῦντες τὴν Βοιωτίαν,) ἢ ἐπίθετα, ὡς τὸ Εὔας, Εὔαντος· (ἔστι δὲ ἐπίθετον | |
35 | τοῦ Διονύσου.) Ἐπεὶ οὖν τὸ λάας προσηγορικόν ἐστιν, ὡς | 68 |
69 | διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὸν χρόνον. Λαὸς τὸ Α μακρὸν, διατί; Διότι ἀπὸ κράσεώς ἐστιν· ἢ ὅτι τὰ εἰς ΟΣ ὀξύτονα ἀρσενικὰ δισύλλαβα μακρὰ (καθαρὰ) | |
5 | διχρόνῳ παραληγόμενα, ἐκτείνει αὐτὸ, οἷον ναὸς, λαὸς, κριὸς, ἰός. Διατί ὀξύ(νεται); Τὰ εἰς ΟΣ λήγοντα καθαρὰ δισύλλαβα παραληγόμενα τῷ Α μακρῷ, ὅσα μὴ ᾖ κύρια, μὴ δὲ ἔχοντα οὐδετέρου παρασχηματισμὸν, ὀξύνεται, οἷον ναὸς, λαός. | |
10 | ΚΕΝᾺ πτώσεως αἰτιατικῆς τῶν πληθυντικῶν· ἡ εὐθεῖα τῶν ἑνικῶν, τὸ κενόν. Ἔστι δὲ γένους οὐδετέρου, τὸ ἀρσενικὸν, ὁ κενὸς, εἴδους παραγώγου, εἴδους τῶν παραγώγων ῥημα‐ τικοῦ. Καὶ πόθεν γίνεται; Παρὰ τὸ χέω, χενὸς καὶ κενός. Κενὸς πόσα σημαίνει; Τρία. Διὰ τοῦ Ε ψιλοῦ τὸ μά‐ | |
15 | ταιον, κοῦφον· διὰ τῆς ΑΙ διφθόγγου τὸ νεωστὶ κατεσκευα‐ σμένον, ἐξ οὗ καὶ ἐγκαίνιον· σημαίνει δὲ τὸ παράδοξον καὶ θαυμαστὸν, ἐξ οὗ καὶ τὸ καινὸν, τὸ θαῦμα. Κενὸν διατί ὀξύνεται; Πᾶν οὐδέτερον ὑπὲρ μίαν συλλα‐ βὴν παρεσχηματισμένον ὁμότονον ἐστι τῷ ἀρσενικῷ, οἷον | |
20 | καλὸς καλὸν, φίλος φίλον· οὕτως οὖν καὶ κενός. Ὁ ΚΕ ψιλὸν, διατί; Πᾶσα λέξις ἀπὸ τῆς ΚΕ συλλαβῆς ἀρχομένη διὰ τοῦ Ε ψιλοῦ γράφεται, οἷον κέραμος. ΒΑΣΙΛΕῪΣ παρὰ τὸ σίνω, σινεὺς, ὁ βλαπτικὸς, καὶ μετὰ τοῦ στερητικοῦ Α, ἀσινεὺς, ὁ ἀβλαβὴς, ὃν οὐδεὶς δύναται | |
25 | βλάψαι, καὶ τροπῇ τοῦ Ν εἰς Λ, καὶ πλεονασμῷ τοῦ Β, βασιλεύς. Καὶ πόθεν ἐτυμολογεῖται; Παρὰ τὸ βάσις εἶναι ἐλέους ἢ ἐπίβασις καὶ ὕψος? δὲ (δεῖ) γὰρ ἀληθῶς βασιλέα καλοποιεῖν, ὁ δὲ κακοποιεῖ(ῶν) τύραννος· ἢ παρὰ τὸ βάσις εἶναι λαοῦ, οἱονεὶ ἕδρα καὶ στήριγμα· ἢ παρὰ τὸ πεπᾶσθαι λαοὺς, | |
30 | τουτέστι κεκτῆσθαι· ἢ παρ’ αὐτὸ (παρὰ τὸ) ἐπὶ πᾶσι λεύσσειν, καὶ πάντων προνοεῖσθαι. Τί διαφέρει βασιλεὺς κοίρανος καὶ ἡγεμών; Διαφέρει· βασιλεὺς μὲν λέγεται ὁ ἑαυτῷ τὴν ἀρχὴν περιποιούμενος, κοίρανος δὲ ὁ πρὸς καιρὸν τοῦ βασιλέως | |
ἔργον ἐπιτελῶν, ἡγεμὼν δὲ ὁ τῆς στρατείας ἡγούμενος. Τὸ. | 69 | |
70 | ΣΙ Ι διατί; Ἐκ τοῦ σίνω. Καὶ ἐκεῖνο διατί; Τὰ διὰ τοῦ ΙΝΩ ῥήματα διὰ τοῦ ί γράφεται, πλὴν τοῦ στείνω, γείνω, τείνω. Καὶ ἄλλως· τὰ διὰ τοῦ ΙΛΕΥΣ ἅπαντα διὰ τοῦ Ι γρά‐ φεται, πλὴν τοῦ Πηλεὺς καὶ Νηλεύς. Διατί ὀξύνεται; Τὰ | |
5 | εἰς ΕΥΣ λήγοντα ἀρσενικὰ, εἴτε μονοσύλλαβα εἴτε ὑπὲρ μίαν συλλαβὴν, ἅπαντα ὀξύνεται, δηλονότι κοινολεκτούμενα, οἷον Ἀχιλλεὺς, Πηλεὺς, βασιλεὺς, Ζεὺς, Φλεὺς ὁ Διόνυσος, (Νεὺς) ὄνομα ποταμοῦ, Δνεὺς, ὄνομα πόλεως ἐν Λυκίᾳ, ὅπου ἀνετράφη ἡ Χίμαιρα, σεὺς, ὁ σκώληξ· ταῦτα δὲ, φημὶ τὸ Φλεὺς καὶ | |
10 | Δνεὺς, οὐδὲ συνήθεις(η) εἰσὶ τοῖς Ἕλλησι· τὸ δὲ σεὺς οὐδὲ εὕρηται ἐν χρήσει κατὰ τὴν εὐθεῖαν, ἀλλὰ κατὰ τὰς πλα‐ γίας. Διατί εἷπε κοινολεκτούμενα; Ἐπεὶ οἱ Αἰολεῖς βαρυ‐ τόνως λέγουσιν Ἀχίλλευς, Πήλευς· τοιοῦτον δέ ἐστι καὶ τὸ Ἄρευς, Αἰολικῶς λεγόμενον· τὸ γὰρ Ἄρης Ἄρευς λέγουσι. | |
15 | Διατί εἶπεν ἀρσενικόν; Διότι νεῦς καὶ γρεῦς· ταῦτα γὰρ περισπῶνται μὲν, ἀλλὰ θηλυκά εἰσιν, νεῦς γάρ ἐστιν ἡ ναῦς, καὶ γρεῦς ἡ γραῦς. Ὁ βασιλεὺς τοῦ βασιλέος κοινὸν, καὶ βασιλέως Ἀττικῶς. Ὁ βασιλεὺς πόσας γενικὰς ἐπιδέ‐ χεται; Ἓξ· βασιλεὺς βασιλέος διὰ τοῦ Ε καὶ Ο μικροῦ | |
20 | κοινῶς· βασιλεὺς βασιλέως, διὰ τοῦ Ε καὶ Ω Ἀττικῶς· βασι‐ λεὺς βασιλῆος διὰ τοῦ Η καὶ Ο παρὰ τοῖς ἀρχαίοις Ἴωσι καὶ Αἰολεῦσιν, ἀλλὰ νῦν Αἰολεῖς προπαροξύνουσιν, Ἀχίλληος καὶ βασίληος λέγοντες· βασιλεὺς βασιλεῖος διὰ τῆς ΕΙ διφθόγγου καὶ Ο παρὰ τοῖς νεωτέροις Ἴωσι καὶ τοῖς νέοις | |
25 | Αἰολεῦσιν, ἀλλὰ καὶ ταῦτα Αἰολεῖς προπαροξύνουσιν, Ἀχί‐ λειος καὶ βασίλειος λέγουσι(οντες·) βασιλεὺς βασιλῖος διὰ τοῦ Ι καὶ Ο παρὰ τοῖς Βοιωτοῖσι· βασιλέος καὶ κράσει τοῦ Ε καὶ Ο εἰς τὴν ΕΥ δίφθογγον βασιλεῦς παρὰ Δωριεῦσιν, ὥσπερ Ὀδυσσέος ὁ Ὀδυσσεὺς, καὶ ὁ ποιητὴς | |
30 | Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρποῦ, ἀντὶ τοῦ, Ὀδυσσέως τὴν χεῖρα ἐφίλησε. Καὶ ποσαχῶς συναιρεῖται τὸ Ε καὶ Ο; Τριχῶς· παρ’ ἡμῖν μὲν εἰς τὴν ΟΥ δίφθογγον, ὡς Δημοσθένεος Δημοσθένους· παρὰ δὲ τοῖς | |
Ἀθηναίοις εἰς τὴν ΕΙ δίφθογγον, ὡς τὸ πλέον πλεῖν, καὶ | 70 | |
71 | δέον δεῖν· παρὰ Δωριεῦσιν εἰς τὴν ΕΥ δίφθογγον, ὡς τὸ ἐμέο ἐμεῦ· καὶ ὁ ποιητὴς, ἐμεῦ ἀπομηνίσαντος, καὶ θηέοντο θηεῦντο· | |
5 | θηεῦντο δὲ μέρμερα ἔργα, τουτέστιν, ἐθαύμαζον. Διατί οὐ συναιροῦσιν οἱ Ἀθηναῖοι τῆς Ἀχιλλέος καὶ βασιλέως γενικῆς τὸ Ε καὶ Ω εἰς Ω, ὥσπερ Πειραιέως Πει‐ ραιῶς; Διότι τὰ εἰς ΕΥΣ μὴ ἔχοντα μὲν πρὸ τοῦ Ε σύμφωνον | |
10 | συναιροῦνται κατὰ τὴν γενικὴν παρὰ τοῖς Ἀθηναίοις, οἷον Ἐρετριεὺς Ἐρετριέως Ἐρετριῶς, Πειραιεὺς Πειραιέως Πει‐ ραιῶς· τοῦ δὲ Ἀχιλλεὺς καὶ Πηλεὺς καὶ βασιλεὺς αἱ γενικαὶ ἔχουσαι πρὸ τοῦ Ε σύμφωνον, οὐ συναιροῦνται. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῶν συναιρουμένων Ἀττικῶν τῶν | |
15 | γινομένων κατὰ συναλοιφὴν ἐν τῇ γενικῇ τοῦ Ε εἰς Ω οἱ Ἀττικοὶ τὰς αὐτὰς αἰτιατικὰς συναλείφοντες εἰς Α μόνως ποιοῦσι τὴν αἰτιατικὴν, τὸν Ἐρετριέα τὸν Ἐρετριᾶ, τὸν Πειραιέα τὸν Πειραιᾶ. Διατί τὸ Ἐρετριέα καὶ τὰ ὅμοια εἰς Η οὐ κιρνᾶται, ἡνίκα δὲ φωνῆεν, τότε καὶ εἰς Α καὶ Η; | |
20 | Ἀλλ’ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι ὃν τρόπον ἐν τῇ γενικῇ ἐγένετο ἡ κράσις, οὐκ ἀπὸ τῆς κοινῆς γενικῆς, ἀλλ’ ἀπὸ τῆς Ἀττικῆς ἐγένετο ἡ κράσις· καὶ εὐλόγως εἰς Α μόνον ἐστὶν ἑτέρα κράσις, οὐχὶ καὶ εἰς Η. Τὸν βασιλέα Ἀττικῶς· τὸ Α μακρὸν διατί; Πᾶσα γενικὴ | |
25 | εἰς ΟΣ λήγουσα ἔχει τὴν αἰτιατικὴν τῶν ἑνικῶν εἰς Α λή‐ γουσαν ὁμότονος(χρονον) καὶ ὁμότονον, οἷον Αἴαντος Αἴαντα, ὁμοίως Πηλεὺς Πηλέα· οἱ γοῦν Ἀθηναῖοι, ἐπειδὴ Πηλέως Ἀχιλλέως λέγουσι διὰ τοῦ Ω, τούτου χάριν καὶ τὴν αἰτια‐ τικὴν τῶν ἑνικῶν ποιοῦσιν εἰς Α μακρὸν, ἵνα ἰσόχρονος | |
30 | γένηται τῇ γενικῇ· καὶ πολλή ἐστιν ἡ χρῆσις τῆς τοιαύτης αἰτιατικῆς παρ’ Εὐριπίδῃ, οἷον ἐστὶ καὶ τὸ μὴν δέδορκα τόνδε Πηλέα πέλας. Καὶ εἰ ἄρα τῆς Πηλέα αἰτιατικῆς τὸ Α ἐκτείνουσι πρὸς ἀναλογίαν τῆς γενικῆς, διατί οὐκ ἐκτείνουσι καὶ τὸ Ι τῆς | |
35 | δοτικῆς πρὸς ἀναλογίαν τῆς γενικῆς, καὶ μάλιστα τοῦ | 71 |
72 | κανόνος λέγοντος, ὅτι πᾶσα δοτικὴ ἰσοσυλλαβοῦσα τῇ γενικῇ καὶ ἰσοχρονεῖν αὐτῇ θέλει; Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ κέχρηνται οἱ Ἀττικοὶ ἐπὶ τούτων τῇ ἐντελεῖ δοτικῇ, ἀλλ’ αὐτῇ συνῃρημένῃ, ἵνα μὴ ἀναγκασθῶσι πρὸς ἀναλογίαν τῆς | |
5 | κοινῆς γενικῆς συστεῖλαι τὸ Ι τῆς δοτικῆς· τῇ συναιρέσει οὖν κεχρημένοι ἔχουσιν αὐτὴν μακράν. Τὸν βασιλέα τὸ συνῃ‐ ρημένον οὐ ποιεῖ. Διατί; Οὐδέποτε τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης ὀφείλει ἡ αἰτιατικὴ εἰς Η καταλήγειν. | |
29 | ὡς παρ’ Ὁμήρῳ Τρώων ἱπποδαμῶν ἐξ Ἰλίου υἷος εὐθείας | |
30 | ἄποινα. Ἐνεὸς, ὁ ἄφωνος. Γίνεται ἀπὸ τῆς ΑΝΑ προθέσεως καὶ τοῦ ἰὰ ὃ σημαίνει τὴν φωνὴν, ἀπὸ τοῦ ἵεσθαι καὶ πέμ‐ πεσθαι, ἢ πορεύεσθαι πανταχοῦ, καὶ γίνεται ἀνιὸς, καὶ συστολῇ τοῦ διχρόνου εἰς Ε ἀνεὸς, καὶ τροπῇ τοῦ Α εἰς Ε, ἐνεός· | |
9 | Ἡ κλητικὴ, ὦ βασιλεῦ. Ὁ κανών· τὰ εἰς ΕΥΣ λήγοντα | |
10 | μετὰ διφθόγγου ἀποβολῇ τοῦ Σ ποιεῖ τὴν κλητικήν· ὁ Ζεὺς, ὦ Ζεῦ. Ὁ Ζεὺς πῶς κλίνεται; Τοῦ Διός. Ὁ κανών· δύο κανόνες εἰσι μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, ὅτι πᾶν ὄνομα μονοσύλλαβον μακροκατάληκτον, εἰς Σ λῆγον, διὰ τοῦ ΟΣ καθαροῦ κλινόμενον, τὸν χρόνον τῆς εὐθείας φυλάσσει καὶ | |
15 | ἐν τῇ γενικῇ, οἷον δμὼς δμωὸς, θὼς θωὸς, καὶ ὀφείλει εἶναι Ζευός· ὁ δὲ ἕτερος λέγει, ὅτι τὰ εἰς ΕΥΣ διὰ τοῦ ΕΟΣ κλί‐ νονται, καὶ ὤφειλεν εἶναι Ζεός. Τῶν οὖν δύο κανόνων μαχο‐ μένων, εἰσῆλθεν ἡ τῶν Δωριέων διάλεκτος, καὶ ἐγένετο Ζεὺς, Διός· οἱ γὰρ Δωριεῖς τὸ Δ εἰς Ζ τρέπουσι. Ζεὺς πόσα | |
20 | σημαίνει; Τέσσαρα· τὸν θεὸν κατὰ τοὺς Ἕλληνας, ὡς τὸ Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶας τε καὶ Ἕκτορα νηυσὶ πέλασσε· καὶ τὸν Ποσειδῶνα, ὡς τὸ Ζεὺς δὲ κατὰ πόντον ἑτάρα, (Ζεὺς ἐτάραξε δὲ πόντον Od. εʹ. 304.) καὶ τὸν καταχθόνιον θεόν· ὡς τὸ | |
25 | Ζεὺς δὲ καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. ἌΡΧΟΝΤΕΣ ὄνομα μετοχικὸν, μετάγεται δὲ ἀπὸ μετοχῆς εἰς ὄνομα, καὶ γίνεται παρὰ τὸ ἄρχω ῥῆμα· τὸ δὲ ἄρχω | |
παρὰ τὸ αἴρω, ἐπαίρω. Ἄρχων διὰ τί βαρύνεται; Τὰ εἰς | 72 | |
73 | ΧΩΝ λήγοντα δισύλλαβα, ὁπότε μὴ μηνὸς ὄνομα ὑπάρχον, βαρύνεται, οἷον τύχων, γλίχων· οὕτως οὖν καὶ ἄρχων· πρόσ‐ κειται “μὴ μηνὸς ὄνομα” διὰ τὸ παχὼν παρ’ Αἰγυπτίοις. Ἡ δὲ ἄρχων μετοχὴ διὰ τί βαρύνεται; Διότι πᾶσα μετοχὴ | |
5 | εἰς Ν λήγουσα ἐνεστῶτος χρόνου βαρύνεται, οἷον τύπτω τύπτων, οὕτως οὖν καὶ ἄρχω καὶ ἄρχων, χωρὶς τῆς ἑκὼν μετοχῆς. Ψιλοῦται· τὸ Ε Α λῆγον εἰς Ρ ἐπιφερομένου δασέος ψιλοῦται, ἄρχω, ἀρχὸς, ἄρθρον, καὶ πᾶν φωνῆεν πρὸ δασέος καὶ τοῦ Ρ ψιλοῦται. Τὸ ΑΡ βραχὺ, διατί; Διότι ἡ ΑΡ | |
10 | συλλαβὴ ἄρχουσα καὶ ἀσυνάλειπτος οὖσα ἐπιφερομένου ἀφώνου μὴ τοῦ Α συστέλλεται, οἷον ἄρμηλος, ἄρκτος· οὕτως οὖν καὶ ἄρχων· τὸ δὲ ἀργὸς ὀξυνθὲν ἐξετάθη ἐκ τοῦ ἀεργός· τὸ δὲ ἄρδω καὶ ἄρδην παρὰ τὸ αἴρων γινόμενον ἐκτείνεται. ΣΥΝΉΧΘΗΣΑΝ ἐκ τοῦ συνάγω, σχήματος συνθέτου, ὅθεν | |
15 | σύγκειται, ἐκ τῆς σὺν προθέσεος καὶ τοῦ ἄγω. Τὸ ἄγω πόσα σημαίνει; Τέσσαρα· ἄγω τὸ πορεύομαι, ὡς τὸ Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην· ἄγω τὸ κατακλῶ, ὡς τὸ | |
20 | ἄξον δὴ ἔγχος Διομήδεος ἱπποδάμοιο· ἄγω τὸ φέρω, ὡς τὸ εἰς Ἀγαμέμνονα δῖον ἄγων κεχαρηότα νίκῃ· ἄγω τὸ ἐκπλήττομαι, ὡς τὸ ἄγη μ’ ἔχει ὄρχαμε λαῶν. | |
25 | Τί διαφέρει τὸ ἄγω τοῦ φέρω; Ὅτι τὸ μὲν ἄγω ἐπὶ ἐμψύ‐ χων λαμβάνεται, ὡς τὸ ἄξετε δὲ Πριάμοιο βίην. τὸ δὲ φέρω ἐπὶ ἀψύχων, ὡς τὸ οἳ δ’ ἦγον μὲν μῆλα φέρον δ’ εὐήνορα οἶνον. | |
30 | Ἄγω οὖν καὶ μετὰ τῆς σὺν προθέσεως συνάγω. Καὶ αἱ συντιθέμεναι λέξεις πρῶτον κλίνονται καὶ οὕτω συντίθενται, ἢ πρῶτον συντίθενται καὶ οὕτω κλίνονται. Ζήτει εἰς τὸ “οὐκ ἐκάθισε.” Συνάγω διατί βαρύνεται; Τὰ εἰς ΓΩ λή‐ γοντα ῥήματα ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ Α, μὴ | |
35 | ὄντα σύνθετα παρὰ πρόθεσιν περισπᾶται, οἷον σμαραγῶ, | 73 |
74 | παταγῶ· σεσημείωται τὸ ἄγω, συνάγω, καὶ εἴ τι ὅμοιον, παρὰ γὰρ πρόθεσιν συντίθεται. Τὸ Α βραχὺ, διατί; Παρὰ ποιηταῖς εὕρηται βραχὺ, ὡς τὸ | |
5 | ἄγουσι δῶρα ἄνακτι, καὶ κατὰ σύνθεσιν δὲ βραχὺ ἔχουσιν αὐτὸ, οἷον, συνάγω, συναγωγή· ἡ δὲ σὺν πρόθεσις τὸ ὁμοῦ δηλοῖ, ὡς τὸ συνέκ‐ δημος, σύντροφος, σύνοικος, ἀντὶ τοῦ ὁμοέκδημος, ὁμό‐ τροφος, ὁμόοικος· συνάγω γάρ ἐστι τὸ ὁμοῦ ἄγω. | |
10 | ἘΠῚ ΤῸ Α᾿ΥΤῸ ἐπίρρημα συλλήψεως ἢ ἀθροίσεως· γίνεται δὲ ἐκ τῆς ἐπὶ προθέσεως καὶ τῆς αὐτὸ ἀντωνυμίας. ΚΑΤᾺ ΤΟΥ͂ ΚΥΡΊΟΥ Ἡ κατὰ εἰ μὲν γενικῇ συντάσσεται, ἐπὶ κατηγορίας καὶ ἐγκλήματος τίθεται, οἷον, “κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ·” εἰ δὲ μετὰ αἰτιατικῆς, | |
15 | δηλοῖ τὴν ἰσότητα, οἷον “κατ’ ἐμὲ,” ἀντὶ τοῦ ἴσον ἐμοί· “κατ’ αὐτὸν,” ἀντὶ τοῦ ἶσον. ΧΡΙΣΤῸΣ, ὄνομα ῥηματικόν. Καὶ πόθεν γίνεται; Εἰ μὲν σημαίνει τὸν κεχρισμένον, ἐκ τοῦ χρίω, γράφεται διὰ τοῦ Ι· (τὰ γὰρ διὰ τοῦ ΙΩ ῥήματα μὴ παρ’ ἐνεστῶτα ἢ μέλλοντα | |
20 | παρηγμένα, μηδὲ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ Ι μηδὲ ἀντι‐ παρακείμενον τὸ Ο, διὰ τοῦ Ι γράφεται, οἷον χρίω, φθίω, τίω·) εἰ δὲ σημαίνει τὸ ἀγαθὸν, ἐκ τοῦ χρῶ τὸ παρέχω, ὅπερ ἐπὶ τοῦ μέλλοντος διὰ τοῦ Η γράφεται· καὶ τὰ μονοσύλλαβα γὰρ διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, χρῶ χρήσω, ῥῶ ῥήσω. | |
25 | Καὶ πόσα σημαίνει τὸ χρῶ; έ· Χρῶ τὸ παρέχω, ἐξ οὗ καὶ χρηστὸς, ἀγαθὸς, ὁ πᾶσιν ἑαυτὸν παρέχων· χρῶ, τὸ κτῶμαι, ἐξ οὗ καὶ χρῆμα· χρῶ τὸ μαντεύομαι, ἐξ οὗ καὶ χρησμὸς καὶ χρηστήρ· χρῶ, τὸ βάπτω, ἐξ οὗ καὶ χρῶμα· χρῶ, τὸ πλήσσω, ἐξ οὗ καὶ κατὰ παραγωγὴν χραύω, καὶ | |
30 | Ὅμηρος χραύσει μέν τ’ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσει. ΧΡΙΣΤῸΣ διατί ὀξύνεται; Τὰ εἰς ΤΟΣ σύλλαβα μονογενῆ ἔχοντα πρὸ τοῦ Τ τὸ ΣΤ ὀξύνεται, οἷον ἱστὸς, πιστὸς, χρι‐ στὸς, καὶ εἴ τι ὅμοιον. | |
35 | ΔΙΑΡΡΉΞΩΜΕΝ, ὑποτακτικῆς ἐγκλίσεως. Καὶ τί ὑπο‐ | 74 |
75 | τάσσει; Οὐδὲν, ἀλλὰ τὰ συμβουλευτικὰ διὰ τοῦ Ω μεγάλου γράφεται, καὶ ἀντὶ ὑποτακτικῶν λαμβάνονται. Τὸ θέμα; Ῥήσσω τὸ ῥηγνύω. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ῥῶ τὸ φθείρω. Τὸ ῥῶ πόσα σημαίνει; ζʹ· ῥῶ τὸ λέγω, ἐξ οὗ καὶ | |
5 | ῥῆσις ὡς καὶ ῥῆμα· ῥῶ, τὸ ῥέω, ἐξ οὗ καὶ ῥεῖθρον· ῥῶ τὸ ὑγιαίνω, ἐξ οὗ καὶ ῥῆσις ἡ ὑγεία, καὶ ῥώμη ἡ δύναμις· ῥῶ τὸ φθείρω, ἐξ οὗ καὶ ῥαῦς καὶ γραῦς, ἡ διεφθαρμένη· ῥῶ τὸ ἐξάγομαι, ὡς τὸ “ῥῦσαί με κύριε·” ῥῶ τὸ κινῶ καὶ σείω· ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος. | |
10 | ῥῶ τὸ πράττω, ἐξ οὗ τὸ ῥέζω. Ῥήσσω τὸ ΡΗ Η, διατί; Οὐδέποτε πρὸ τῶν δύο ΣΣ εὑρί‐ σκεται δίφθογγος, πλὴν τοῦ λεύσσω καὶ κρείσσων. Καὶ ἄλλως· διότι ἀνεφάνη τὸ Α ἐν τῷ δευτέρῳ ἀορίστῳ, καὶ τὰ ἔχοντα ἀναφαινόμενον τὸ Α ἐν τῷ δευτέρῳ ἀορίστῳ διὰ τοῦ | |
15 | Η γράφεται, οἷον ῥήσσω ἔρραγον, πήσσω ἔπαγον. Ῥήσσω, ῥήξω, ἔρρηξα, καὶ τὸ ὑποτακτικὸν, ἐὰν ῥήξω, καὶ τὸ πληθυν‐ τικὸν, ἐὰν ῥήξωμεν· καὶ μετὰ τῆς διὰ προθέσεως, διαρρή‐ ξωμεν. Πόσα Ρ γράφεις; Δύο. Διατί; Ζήτει εἰς τὸ “οὐκ ἀπορ‐ | |
20 | ρυήσεται.” ΉΣΣΩ διατί γράφεις δύο ΣΣ; Διότι οὐδέποτε βαρύτονος ἐνεστὼς δι’ ἑνὸς Σ ἐκφέρεται· τὸ γὰρ ἓν Σ χαρα‐ κτηριστικόν ἐστι βαρυτόνου μέλλοντος· καὶ τάχα χαρακτη‐ ριστικὰ τοῦ βαρυτόνου μέλλοντος οὐ δύναται εἶναι χαρα‐ κτηριστικὰ βαρυτόνου ἐνεστῶτος. Διὰ τοῦτο τὰ φθάσαντα | |
25 | γενέσθαι βαρύτονα δι’ ἑνὸς Σ ἐμέρισαν τὴν κλίσιν. ΔΕΣΜῸΣ παρὰ τὸ δέω, τὸ δεσμεύω. Τὸ δέω πόσα ση‐ μαίνει; Διὰ τοῦ Ε ψιλοῦ σημαίνει τέσσαρα· δέω τὸ δεσμεύω, ἐξ οὗ καὶ δεσμός· δέω τὸ φοβοῦμαι, ἐξ οὗ καὶ δέος ὁ φόβος· δέω τὸ ἱκετεύω, ἐξ οὗ καὶ τὸ δέομαί σου· δέωον τὸ πρέπωον (sic), | |
30 | ἐξ οὗ καὶ τὸ ἔδεον, ἔδεες, ἔδεε, καὶ ἔδει γενέσθαι· καὶ διὰ τῆς ΑΙ διφθόγγου εʹ· δαίω, τὸ μανθάνω, ἐξ οὗ καὶ δαίμων, οἱονεὶ δαήμων τις ὤν, καὶ ἐδάην τὸ ἔμαθον· δαίω τὸ μερίζω, ἐξ οὗ | |
καὶ δαιτρὸς ὁ μάγειρος· δαίω τὸ εὐωχοῦμαι, ἐξ οὗ καὶ ἡ | 75 | |
76 | εὐωχία, καὶ δαιτυμόνες, οἱ φίλοι· δαίω τὸ καίω, ἐξ οὗ καὶ δᾴδες αἱ καιόμεναι· δαίω τὸ ποικίλλω, ἐξ οὗ καὶ δαιδάλειος κατασκευὴ, ἡ ποικίλη. Δεσμὸς τὸ ΔΕ ψιλὸν, διατί; Πᾶσα λέξις ἀπὸ τῆς (ΔΕ) συλ‐ | |
5 | λαβῆς ἀρχομένη διὰ τοῦ Ε ψιλοῦ γράφεται, πλὴν τῶν εʹ σεσημειωμένων. Ὀξύνεται. Τὰ εἰς ΜΟΣ ἁπλᾶ ἔχοντα πρὸ τοῦ Μ τὸ Σ ὀξύνεται, οἷον χρησμὸς, ξυσμὸς, δεσμός. Αὐτὸς διατί ὀξύνεται; Πᾶσα ἀντωνυμία ἀναφορικὴ οὖσα καὶ δεικτικὴ βαρύνεται, οἷον οὗτος, ἐκεῖνος, καὶ τὰ ὅμοια· σεση‐ | |
10 | μείωται μόνη ἡ αὐτός. ἈΠΟΡΡΊΨΩΜΕΝ, ῥῆμα συμβουλευτικόν· γίνεται δὲ ἐκ τῆς ἀπὸ προθέσεως καὶ τοῦ ῥίπτω. Τὸ ῬΙ Ι, διατί; Τὰ εἰς ΠΤΩ λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραληγόμενα .... ἈΦ’ ἩΜΩ͂Ν ἐκ τῆς ἀπὸ προθέσεως καὶ τῆς ἡμῶν ἀντωνυ‐ | |
15 | μίας. Γίνεται δὲ κατὰ τροπὴν τοῦ Π εἰς Φ διὰ τὸ ἐπιφερό‐ μενον δασὺ πνεῦμα τοῦ ἡμῶν. Εἰς τὸ Η δασεῖαν, διατί; Διότι πᾶσα ἀντωνυμία ἀπὸ μακρᾶς ἀρχομένη δασύνεται, πλὴν τῆς αὐτός. Καὶ διατί πλὴν τῆς αὐτός; Διότι ἡ ΑΥ δίφθογγος ψιλοῦται, αὔξω, αὐδῶ. | |
20 | ΖΥΓῸΣ, παρὰ τὸ δύο ἄγειν, δυαγὸς, καὶ ἐν συγκοπῇ δυγὸς, καὶ τροπῇ Δωρικῇ τοῦ Δ εἰς Ζ, ζυγός. Οἱ γὰρ Δωριεῖς τὸ Δ εἰς Ζ τρέπουσι. Τὸ ΖΥ βραχὺ, διατί; Διότι εὕρηται βραχὺ παρὰ ποιητῇ, ὡς τὸ | |
25 | ἐκ δ’ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυν· καὶ παρὰ Λυκόφρονι, βάλλειν νεογνὸν σκύμνον ἢ μόνη ζυγόν. Ζυγὸς διατί ὀξύνεται; Διότι μετεπλάσθη εἰς γένος οὐδέ‐ τερον· τὰ γὰρ εἰς ΓΟΣ δισύλλαβα εἰ ἔχει πρὸ τέλους | |
30 | δίχρονον συνεσταλμένον, κύρια ἢ προσηγορικὰ ὄντα, βαρύ‐ νεται, οἷον κράτος, πάγος, τράγος, χωρὶς εἰ μὴ μεταπλάτ‐ τοιτο εἰς γένος οὐδέτερον, ὡς ἔχει αὐτὸ τὸ ζυγὸς εὑρημένον | |
παρὰ τῷ ποιητῇ καὶ οὐδέτερον. | 76 | |
77 | Ζυγὸς πόσα σημαίνει; Τρία· τὸν τῶν ἁρμάτων ζυγὸν, ὡς τὸ ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο. καὶ ὡς τὸ | |
5 | ὕπερ (ἐπὶ) δ’ ἀργύρεον ζυγὸν ἦεν. Σημαίνει καὶ τὰς τῶν ἐρεσσούντων καθέδρας. Ὁ ΚΑΤΟΙΚΩ͂Ν μέρος λόγου ἐστὶ μετοχῆς. Καὶ τί ἐστι μετοχή; Λέξις μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος. | |
10 | Τί μετέχει τοῦ ὀνόματος καὶ τοῦ ῥήματος; Τοῦ μὲν ὀνό‐ ματος, γένη καὶ πτώσεις· τοῦ δὲ ῥήματος, διαθέσεις, χρόνους, καὶ συζυγίας. Τὸ θέμα πῶς ἐστι; Κατοικῶ. Πόθεν γίνεται; Ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ οἰκῶ, κατοικῶ· τοῦτο ἐκ τοῦ οἶκος· | |
15 | τοῦτο ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ, εἰς ὃν πάντες ὑποχωροῦμεν. Τὸ εἴκω πόσα σημαίνει; εʹ· εἴκω τὸ ὁμοιῶ, ἐξ οὗ καὶ εἰκὼν τὸ ὁμοίωμα· εἴκω τὸ ὑποχωρῶ, ἐξ οὗ καὶ οἶκος· εἴκω τὸ πρέπω, ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος εἶκα γέγονε, καὶ ἐν συναιρέσει, ἔϊκα, καὶ ἐν ὑπερθέσει τοῦ Ο ἔοικα· εἴκω τὸ | |
20 | ὑποτάττομαι, ἐξ οὗ καὶ ἐν συνθέσει ὑπείκω, οἱονεὶ ὁ ὑπείκων καὶ ὁ ὑποταττόμενος· σημαίνει δὲ κατὰ περίφρασιν ἐκ τοῦ παρεπομένου τὸ θέλω, παρέπεται γὰρ τοῖς ὑπακούουσι τὸ θέλειν· τὸ γὰρ εἴξας τῷ θυμῷ | |
25 | οὐδὲν ἕτερον σημαίνει, εἰ μὴ τὸ θελήσας· ἐξ οὗ καὶ γίνεται κατ’ ἀποβολὴν τοῦ Ι ἡ ἑκὼν μετοχή. Ἔστι δὲ καὶ ἕτερον ἥκω τὸ ἔρχομαι, ὥσπερ (ὅπερ) ἐπὶ μὲν τῶν ἐνεργητικῶν παρὰ τοῖς ἰαμβολόγοις καὶ τοῖς πεζολόγοις διὰ τοῦ Η γράφεται, ἐπὶ δὲ τῶν παθητικῶν διὰ τοῦ Ι, οἷον ἀφίγμαι, ἀφιγμένος· | |
30 | παρὰ δὲ τοῖς ποιηταῖς πάντοτε διὰ τοῦ Ι, οἷον καί μευ κλέος οὐρανὸν ἵκει. Ἐκ τοῦ εἴκω οὖν τὸ ὑποχωρῶ γίνεται οἶκος, καὶ μετὰ τῆς κατὰ προθέσεως κάτοικος. Διατί ἀναβιβάζει τὸν τόνον; Τὰ εἰς ΟΣ ὀνόματα ἐν τῇ | |
35 | συνθέσει ἀναβιβάζουσι τὸν τόνον, κακὸς ἄκακος, σεμνὸς | 77 |
78 | ἄσεμνος, τερπνὸς ἄτερπνος, Ῥωμαϊκὸς πολυρωμαΐκος, οὕτως οὖν καὶ οἶκος καὶ κάτοικος, χωρὶς τῶν ἐπὶ ἔθνους λαμβανο‐ μένων, (ἐκεῖνα γὰρ ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον, οἷον Ἀχαιὸς φιλαχαιὸς, Βοιωτὸς,) καὶ χωρὶς τοῦ κλειτὸς | |
5 | ἀγακλειτὸς, καὶ χωρὶς τοῦ ἰατρὸς ἀρχιατρὸς, καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἡ ἐνέργεια, ὡς τὸ λοιγὸς βροτολοιγός· βροτολογικὸς(οιγὸς) δέ ἐστιν ὁ τοὺς βροτοὺς φθείρων· τούτου χάριν καὶ ὁ τόνος ἐφυλάχθη. Τὰ γὰρ προ‐ παροξύτονα χαίρουσιν ἀμβλύνεσθαι εἰς πάθος, οἷον, λιθό‐ | |
10 | βολος, ὁ λίθοις βαλλόμενος· παροξυνόμενα δὲ σημαίνει ἐνέρ‐ γειαν, οἷον, λιθοβόλος, ὁ λίθοις βάλλων· καὶ πάλιν καρά‐ τομος λέγεται ὁ ἀποτμηθεὶς τὴν κεφαλήν· καρατόμος δὲ ὁ τεμὼν τὴν κεφαλὴν, οἷον ἡ μὲν Γοργὼ λέγεται καράτομος, ἡ ἀποτμηθεῖσα τὴν κάραν, ὁ δὲ Περσεὺς καρατόμος ὡς τῆς | |
15 | Γοργοῦς τὴν κάραν τεμών. Ἐκ τοῦ κάτοικος γίνεται κατοικῶ, συζυγίας πρώτης τῶν περισπωμένων, καὶ ἡ μετοχὴ, ὁ κατοικῶν. Καὶ διατί ἐπενοήθη ἡ μετοχή; Διότι τὸ μὲν ὄνομα οὐσίαν σημαίνει, οἷον ἄνθρωπος, ἵππος, τὸ δὲ ῥῆμα πρᾶγμα, οἷον | |
20 | τύπτω, γράφω. Τὰ οὖν ῥήματα, ἅτε δὴ πράγματα ὄντα, θέλουσι συνεῖναι ταῖς οὐσίαις ἢ τοῖς ὀνόμασι, καὶ ἐπειδὴ κλι‐ νομένου τοῦ ὀνόματος τὰ ῥήματα οὐ δύνανται συγκλίνεσθαι αὐτοῖς μὴ ἔχοντα πτώσεις, εὐθείας γάρ εἰσι, οἷον, Σωκράτης γράφει, Σωκράτους δὲ γράφει οὐ λέγομεν, εἰ μὴ Σωκράτους | |
25 | φίλος γράφει, τούτου χάριν ἐπενοήθη ἡ μετοχὴ, ἵνα συγ‐ κλιθῇ τὸ ὄνομα μετὰ τοῦ ῥήματος, καὶ τὸ λεῖπον τοῦ ῥήματος ἀναπληρώσῃ(θῃ). Καὶ λέγομεν, Σωκράτης γράφει, Σωκράτους γράφοντος, Σωκράτει γράφοντι, Σωκράτην γρά‐ φοντα, Σώκρατες γράφων, καὶ τὰ ἑξῆς. | |
30 | Τὸ ἔοικε πόσα σημαίνει; Τρία· τὸ ὁμοιῶ, ὡς τὸ ἤ τοι μὲν τά γ’ ὄπισθε Μαχάονι πάντα ἔοικε· τὸ πρέπω, ὡς τὸ ἔοικέ τι οὔτοι ἀεικές· τὸ φαίνεται, ὡς τὸ | |
35 | τάχα ὡς ἔοικεν ἡ τῶν φρενῶν ἐναλλαγή. | 78 |
79 | Ὁ Ο᾿ΥΡΑΝῸΣ παρὰ τὸ ὁρῶ τὸ βλέπω, ὁ πᾶσιν ὁρώμενος, ἢ παρὰ τὸ οὐρῶ τὸ φυλάσσω, ὁ πάντα περιέπων, ἐξ οὗ καὶ οὖρος ὁ φύλαξ. Εἰς τὸ ΟΥ ψιλὸν, διατί; Ἡ ΟΥ δίφθογγος ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται· οὐρανὸς, οὐλὴ, | |
5 | οὐρῶ, οὐτῶ. Ἡ οὗτος ἀντωνυμία δασύνεται, καὶ τὸ οὕτως ἐπίρρημα. Τὸ ΡΑ βραχὺ, διατί; Τὰ διὰ τοῦ ΑΝΟΣ, εἰ μέν εἰσιν ὑπὲρ δύο συλλαβὰς, συστέλλει τὸ Α, οἷον στέφανος, γέρανος, οὐρανὸς, εἰ μὴ ποιητικῶς ἐκτείνονται· εἰ δέ εἰσιν ὑπὲρ τρεῖς συλλαβὰς, ἐκτείνουσι τὸ Α, οἷον Ἡρωδιανὸς, | |
10 | Ἰουστινιανὸς, πλὴν τοῦ Ὠκεανός. Διατί ὀξύνεται; Τὰ εἰς ΝΟΣ ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τέλους τὸ Α συνεσταλμένον προπαροξύνεται, εἰ μὴ σχη‐ ματίζοιτο εἰς θηλυκὸν γένος, οἷον, στέφανος, γέρανος· σεση‐ μείωται τὸ οὐρανὸς, Σικανὸς, ἔστι δὲ τόπος Ἰβηρίας. | |
15 | ἘΚΓΕΛΆΣΕΤΑΙ, μέσος μέλλων πρῶτος. Τὸ θέμα πῶς ἐστιν; Ἐκγελῶ. Ποίου σχήματος; Συνθέτου. Καὶ πόθεν συνετέθη; Ἐκ τῆς ἐξ προθέσεως καὶ τοῦ γελῶ, καὶ γίνεται ἐξγελῶ· ἀλλ’ ἡ ἐξ πρόθεσις, οἷον ἂν αὐτῇ σύμφωνον ἐπι‐ φέρηται, εἴτε καθ’ ἓν μέρος λόγου εἴτε κατὰ δύο, τρέπει τὸ | |
20 | Ξ εἰς Κ· ἐκ Βηθανίας, ἔκθεσμος, ἐκ Ῥώμης, ἔκσπασμα. Πρω‐ τότυπόν ἐστιν, ἢ παράγωγον; Παράγωγον. Καὶ πόθεν γίνεται; Ἐκ τοῦ γέλως· τὸ δὲ γέλως παρὰ τὸ χέω, χέλος, γέλως, ἢ παρὰ τὸ γῶ τὸ χωρῶ. Ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ γύα λύειν, τουτέστι μέλη, οἱ γὰρ γελῶντες ἐκκεχυ‐ | |
25 | μένην ἔχουσι τὴν ψυχήν. Γελῶ ποίας συζυγίας; Δευτέρας τῶν περισπωμένων. Πόθεν δῆλον; Ἡ δὲ δευτέρα συζυγία τῶν περισπωμένων ἐπὶ δευτέρου καὶ τρίτου προσώπου διὰ τῆς ΑΙ διφθόγγου, προσ‐ γραφομένου μὲν τοῦ Ι, μὴ συνεκφωνημένου δὲ, οἷον γελῶ | |
30 | γελᾷς γελᾷ· γελῶ καὶ ὁ μέλλων γελάσω. Πόθεν ἔχει τὸ Α; Καὶ ἐὰν ἔχῃ ὁ ἐνεστὼς τὸ Λ, τότε καὶ ὁ μέλλων διὰ βρα‐ χέος τοῦ Α ἐκφέρεται, οἷον γελῶ γελάσω, θλῶ θλάσω. Τὸ ΛΑ βραχὺ, διὰ τί; Διότι τὸ Α τῆς δευτέρας συζυγίας τῶν περισπωμένων μετὰ τοῦ Ρ ὑπάρχον, ἢ μετὰ φωνήεντος, | |
35 | ἐκτείνεται, οἷον περῶ περάσω, ἰῶ ἰάσω, εἰ δὲ μετὰ τοῦ Λ, | 79 |
80 | συστέλλεται, οἷον ἱλῶ ἱλάσω, ἐξ οὗ καὶ ὁ παθητικὸς παρα‐ τατικὸς προσλαμβάνει τὸ Σ, ἵλασμαι, καὶ ἱλάσθην, γεγέ‐ λασμαι, ἐγελάσθην. ἘΚΜΥΚΤΗΡΙΕΙ͂, μέλλων Ἀττικὸς, τὸ θέμα ἐκμυκτηρίζω. | |
5 | Καὶ πόθεν γίνεται; Ἐκ τῆς ἐξ προθέσεως καὶ τοῦ μυκτη‐ ρίζω· τὸ δὲ μυκτὴρ παρὰ τὸ μύσσω, μύω· ὃν γὰρ μισοῦμεν, τοῦτον καὶ ἀποστρεφόμεθα. Τὸ μύω πόσα σημαίνει; Δύο· μύω τὸ καμ(μ)ύω, ἐξ οὗ καὶ μύωψ, παρὰ τὸ μύειν τοὺς ὦπας· μύω τὰ μανθάνω, ἐξ οὗ καὶ τὸ “μυεῖται πνεύματος | |
10 | γνῶσιν.” Μυκτηρίζω, καὶ ὁ μέλλων, μυκτηρίσω, ὁ Ἀττικὸς μέλλων, μυκτηριῶ. Ὅρων (ὁ κανών·) ἐπὶ τῶν διὰ τοῦ ΙΖΩ ῥημάτων (οἱ Ἀττικοὶ) ἀποβάλλοντες τὸ Σ τοῦ μέλλοντος καὶ περισπῶντες ἴδιον μέλλοντα ποιοῦσιν, οἷον ὑβρίζω ὑβρίσω ὑβριῶ, λακτίζω λακτίσω λακτιῶ· οὕτως οὖν καὶ τὸ μυκτη‐ | |
15 | ρίζω μυκτηρίσω μυκτηριῶ. ΤΌΤΕ, ποίου μέρους λόγου ἐστίν; Ἐπιρρήματος, χρόνου δηλωτικοῦ. Τὰ δὲ χρόνου δηλωτικὰ, οἷον νῦν, τότε, αὖθις. Τὸ ΤΟ μικρὸν, διατί; Τὰ εἰς ΤΕ λήγοντα ἐπιρρήματα τῷ Ο παραληγόμενα βαρύνονται, οἷον ἄλλοτε, ἐνίοτε, ἑκάστοτε, | |
20 | πάντοτε· τὰ δὲ ὄντα ἀόριστα ἢ ἀναφορικὰ, εἰ μὲν εἴη δισύλλαβα, βαρύνονται, εἰ δὲ ὑπὲρ δύο συλλαβὰς προπαρο‐ ξύνονται. Πρόσκειται “ἀόριστα” διατί; Ὅτι μὲν πρώ‐ τοισι φάνεικεν καὶ ποτὲ μὲν παρὰ ..... ποτὲ δὲ οὔ. ΛΑΛΉΣΕΙ ποίας συζυγίας; Πρώτης τῶν περισπωμένων. | |
25 | Ποίου χρόνου; Μέλλοντος πρώτου. Τὸ θέμα πῶς ἐστι; Λαλῶ. Πόθεν γίνεται; Παρὰ τὸ λῶ τὸ θέλω· ἃ γὰρ θέλει τις ταῦτα καὶ λαλεῖ. Τὸ ΛΩ πόσα σημαίνει; ϛʹ· λῶ τὸ λέγω, ἐξ οὗ καὶ λόγος· λῶ τὸ πληρῶ καὶ τελειῶ, καὶ λῶμα· λῶ τὸ ἀπολαύω, ἐξ οὗ | |
30 | καὶ λαιμὸς, καὶ λάρυγξ· λῶ τὸ θέλω παρὰ Θεοκρίτῳ· λῶ τὸ ἐπιθυμῶ, ἐξ οὗ καὶ τὸ λελιημένος· λῶ τὸ βλέπω, ἐξ οὗ καὶ λέων. Ἐκ τοῦ λῶ τὸ λέγω γίνεται ἕτερον ῥῆμα, λάσκω, ὡς παρ’ Εὐριπίδῃ, τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους. | |
35 | Ἐκ τοῦ λῶ κατὰ ἀναδιπλασιασμὸν λαλῶ, ὁ μέλλων λαλήσω. | 80 |
81 | Πόθεν ἔχει τὸ Η; Καὶ ἐὰν διχρόνῳ παραλήγηται ὁ ἐνεστὼς, διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον κιχῶ κιχήσω, λαλῶ λαλήσω. ὈΡΓῊ, ὄνομα ῥηματικόν· καὶ πόθεν γίνεται; Παρὰ τὸ | |
5 | ῥέζω τὸ πράττω· ὁ μέσος παρακείμενος ἔρρογα, καὶ ἐν ὑπερ‐ βιβασμῷ ἔοργα, τοῦ ἑνὸς Ρ ἀποβληθέντος, καὶ ἐξ αὐτοῦ ὀργή· ἢ παρὰ τὸ εἴργω τὸ κωλύω, ἡ κωλύουσα ἡμᾶς τὰ δέοντα βουλεύεσθαι, εἰργὴ, καὶ ἀποβολῇ τοῦ Ι καὶ τροπῇ τοῦ Ε εἰς Ο ὀργή· ἢ παρὰ τὸ ὀρέγω, τὸ ἐπιθυμῶ, ὀρεγὴ, καὶ | |
10 | ἐν συγκοπῇ ὀργή. Εἰς τὸ ὈΡ ψιλὴν, διατί; Τὸ Ο πρὸ τοῦ Ρ ἐπιφερομένου τοῦ Γ ψιλοῦται, πλὴν τοῦ ὄργια τοῦ σημαί‐ νοντος τὰ μυστήρια, ὀξύ. (δασύ?) Τὰ εἰς ΓΗ δυσύλλαβα προσηγορικὰ ὄντα καὶ ῥηματικὰ ἔχεται(οντα) τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλῆγον, ὀξύ(νεται) οἷον φθογγὴ, | |
15 | κλαγγὴ, ὀργὴ, καὶ εἴ τι ὅμοιον. ΘΥΜῸΣ παρὰ τὸ θύω τὸ ὁρμῶ, ὁ μέλλων θύσω, ὁ παρα‐ κείμενος τέθυκα, ὁ παθητικὸς τέθυμαι, καὶ ἐξ αὐτοῦ θυμός· τὰ γὰρ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ ὁρμῶ, ἐξ οὗ καὶ θυμὸς καὶ θύρα, δι’ ἧς ὁρμῶμεν. Τὸ ΘΥ ψιλοῦται· | |
20 | διατί; Τὰ διὰ τοῦ ΥΩ ῥήματα διὰ τοῦ Υ ψιλοῦ γράφονται. Τὸ ΘΥ μακρόν. Τὸ θύω, καὶ λύω, καὶ ῥύω κατὰ μὲν τὸν ἐνεστῶτα ἔχουσι καὶ μακρὸν καὶ βραχὺ τὸ Υ· κατὰ δὲ τὸν μέλλοντα ἀεὶ μακρὸν, ἐν δὲ τῷ παρακειμένῳ πάλιν συστέλ‐ λουσιν αὐτὸ, τέθυκα καὶ λέλυκα· ὁμοίως καὶ ἐν τῷ παθητικῷ· | |
25 | τὰ δὲ ἐκ τοῦ πρώτου προσώπου γινόμενα ὀνόματα, θῦμα καὶ λῦμα, ἐκτείνουσιν οἱ Ἀττικοὶ τὸ Υ, καὶ τὸ θυμὸς δὲ μακρὸν ἔχουσι τὸ Υ· τὰ γὰρ εἰς ΜΟΣ ὀξύτονα δισύλλαβα τῷ Υ παραληγόμενα ἐκτείνει αὐτό· χυμὸς, δρυμὸς, ῥυμὸς, θυμός. Διατί ὀξύνεται; Τὰ εἰς ΜΟΣ καθαρὰ δισύλλαβα ἔχοντα ἐν | |
30 | τῇ παραληγούσῃ τὸ Υ ἐκτεταμένον ὀξύνεται, οἷον κρυμὸς, ῥυμὸς, θυμός. Θυμὸς πόσα σημαίνει; εʹ· τὴν ψυχὴν, ὡς τὸ μελιηδέα θυμὸν ἀπηύρα· τὴν ὀργὴν, ὡς τὸ | |
35 | θυμὸς δὲ μέγας ἔστι διοτρεφέων βασιλήων· | 81 |
82 | τὴν ὁμόνοιαν, ὡς τὸ ἀλλ’ ἕνα θυμὸν ἔχοντες· νόῳ καὶ ἐπίφρονι βουλήν· τὸν ἐπιλογισμὸν, ὡς τὸ ἕτερος δέ με θυμὸς ἀνῆκε· | |
5 | τὴν ἐπιθυμίαν, ὡς τὸ εἴξας τῷ θυμῷ. ΤΑΡΆΞΕΙ, ποίας συζυγίας; Τετάρτης τῶν βαρυτόνων. Ποίου χρόνου; Μέλλοντος πρώτου. Πῶς ἐστιν ὁ ἐνεστώς; Ταράσσω. Πόθεν γίνεται; Παρὰ τὸ ῥῶ τὸ φθείρω γίνεται | |
10 | ῥάσσω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ Α ἀράσσω, καὶ πλεονασμῷ τοῦ Τ ταράσσω. Τὸ ΡΑ βραχὺ, διατί; Τὰ διὰ δύο Σ ἐκφερόμενα ῥήματα παράγωγα ὑπὲρ δύο συλλαβὰς, ὁπότε ἔχει δίχρονον πρὸ τέλους, συστέλλει αὐτό. | |
15 | Πόσας παραληγούσας ἐπιδέχονται τὰ εἰς δύο ΣΣ λήγοντα ῥήματα; ϛ. Ζήτει εἰς τὸ νύξ. ἘΓῺ ἀντωνυμίας πρωτοτύπου πτώσεως εὐθείας τῶν ἑνικῶν, πρώτου προσώπου. Ἔστι δὲ ἀσύναρθρον. Εἰς τὸ Ε ψιλήν· διατί; Τὸ ἐν ἀντωνυμίαις Ε πρὸ συμφώνου ψιλοῦται, ἐγὼ, | |
20 | ἐμοὶ, ἐκεῖνος, πλὴν τοῦ ἕθεν. Καὶ διὰ τί πλὴν τοῦ ἕθεν; Διότι πᾶσα ἀντωνυμία ἀποβολῇ τοῦ Σ γίνεται δασὺ φωνῆεν. Διατί ὀξύνονται; Αἱ πρωτότυποι ἀντωνυμίαι, ἑνικαὶ οὖσαι, ὀξύνονται. ΚΑΤΕΣΤΆΘΗΝ, ποίας καταλήξεως; Τῶν εἰς ΜΙ. Τί δια‐ | |
25 | φέρει τὰ εἰς Ω τῶν εἰς ΜΙ; Διαφέρει, ὅτι τὰ μὲν εἰς Ω ποῖ μὲν πρωτότυπά εἰσι, ποῖ δὲ παράγωγα· τὰ δὲ εἰς ΜΙ ἀεὶ παράγωγα. Ποίας συζυγίας; Δευτέρας τῶν εἰς ΜΙ. Ποίου χρόνου; Ἀορίστου πρώτου. Τὸ θέμα πῶς ἐστιν; Ἵστημι, ὁ μέλλων | |
30 | στήσω, ὁ παρακείμενος ἔστακα, ὁ παθητικὸς ἐστάμην, ἀό‐ ριστος πρῶτος ἐστάθην, καὶ μετὰ τῆς κατὰ προθέσεως κατεστάθην, καὶ γίνεται καταεστάθην· ἀλλ’ εἰς φωνῆεν λή‐ γουσαι προθέσεις, ἐὰν συντεθῶσι μεθ’ ἑτέρας συλλαβῆς τῆς | |
ἀπὸ φωνήεντος ἀρχομένης, ἀποβάλλουσι τὸ ἔσχατον αὐτῶν | 82 | |
83 | φωνῆεν ἐν τῇ συνθέσει, οἷον κατὰ ἐμοῦ, κατ’ ἐμοῦ· κατα‐ εστάθην, κατεστάθην. ἘΠῚ ΣΙῺΝ, ὄνομα θηλυκὸν, καὶ εἰ μὲν σημαίνει τὴν πόλιν, γράφεται διὰ τοῦ Ι, εἰ δὲ τὸ κύριον ὄνομα, διὰ τοῦ Η, ὡς τὸ | |
5 | τὸν “Σηὼν βασιλέα τῶν Ἀμορραίων,” ἀμφότερα κατὰ παράδοσιν. Τὸ ΩΝ μέγα· διατί; Πᾶν ἀρσενικὸν καὶ θη‐ λυκὸν εἰς ἀμετάβολον λῆγον ..... Σιὼν, διατί ὀξύνεται; Καθόλου τὰ εἰς Ν λήγοντα βαρύτονα ὀνόματα ὀξύνεται, οἷον θεατὰν, ἐρατὰν, Ναασσὼν, Φεισὼν, Γεών· οὕτως οὖν καὶ | |
10 | Σιών· χωρὶς τοῦ Ματθὰν, Βαραββᾶν, ΒὰρἸωνᾶν. Πῶς κλίνεται; Ἡ Σιὼν, τῆς Σιών· ἄκλιτον ἐστι καὶ κλίσιν οὐκ ἐπιδέχεται, ἢ μονόπτωτον. Καὶ τί διαφέρει ἄπτωτον μονοπτώτου; Διαφέρει, ὅτι τὸ μὲν ἄκλιτον ἐπ’ εὐθείας μόνον λέγεται, οἷον τὸ ὄφελος, τὸ | |
15 | οὖς, τὸ δὲ μονόπτωτον ἐπ’ εὐθείας καὶ γενικῆς καὶ δοτικῆς καὶ αἰτιατικῆς μετὰ διαφόρων ἄρθρων, οἷον ὁ Ἀβραὰμ, τοῦ Ἀβραὰμ, τῷ Ἀβραάμ. ὌΡΟΣ, ποίου γένους; Οὐδετέρου. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ὁρῶ τὸ βλέπω· σημαίνει δὲ τὸν βουνόν· ἢ παρὰ | |
20 | τὸ αἴρω, τὸ ἐπαίρω, ἆρος καὶ ὄρος, τὸ ἀρθὲν ἀπὸ τῆς γῆς εἰς ὕψος· εἰ δὲ σημαίνει τὸν ὁρισμὸν, ποίου γένους; Ἀρσενικοῦ. Καὶ πῶς κλίνεται; Ὁ ὅρος, τοῦ ὅρου. Καὶ πόθεν γίνεται; Παρὰ τὸ αἴρω, τὸ διαχωρίζω· τὸ οὐδέτερον τὸ ὄρος. Διατί βαρύνεται; Τὰ εἰς ΟΣ οὐδέτερα βαρύνονται, οἷον ψεῦδος, | |
25 | εἶδος, τεῖχος· οὕτως οὖν καὶ ὄρος· καὶ μὴν τὸ ψεῦδος, εἶδος, τεῖχος, καὶ τὰ ὅμοια, προπερισπῶνται· ἀλλὰ τὰ παροξύτονα καὶ τὰ προπαροξύτονα καὶ τὰ προπερισπωμένα, δυνάμει (βα‐ ρύτονα.) Τὸ ὄρος εἰς τὸ Ο ψιλὴν, διατί; Τὸ Ο πρὸ τοῦ Ρ ψι‐ | |
30 | λοῦται, ὄρος, ὀρέγω, Ὀρόντης, Ὀρέστης, πλὴν τοῦ ὁρῶ, ὁρᾷς. ἍΓΙΟΝ μέρους λόγου ἐστὶν ὀνόματος εἴδους παραγώγου, τῶνοῦ δὲ παραγώγωνου ῥηματικοῦ. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ἅζω, τὸ σέβομαι, ἄζιος καὶ ἅγιος. | |
Τὸ ἄζω πόσα σημαίνει; Δύο, τὸ σέβομαι, ὅπερ καὶ δασύ‐ | 83 | |
84 | νεται, ἀπὸ γὰρ τοῦ χάζω τὸ ὑποχωρῶ γέγονε· ὃν γὰρ σε‐ βόμεθα, τοῦτον καὶ ὑποχωροῦμεν. Ἀναχωρήσαντος οὖν τοῦ Χ, ἔμεινεν ἡ ἀναλογοῦσα τῷ Χ δασεῖ. Σημαίνει δὲ καὶ τὸ ξηραίνω, ὅπερ καὶ ψιλοῦται· ἀπὸ γὰρ τοῦ ζῶ γέγονε, καὶ | |
5 | μετὰ τοῦ στερητικοῦ Α ἄζω, οἱονεὶ οὔζω, τὰ γὰρ ξηρὰ οὐ ζῆ, ἢ παρὰ τὸ ἅγος ἅγιος. Τὸ ἅγιος πόσα σημαίνει; Δύο· τό τε καθαρὸν, ὅπερ καὶ κυρίως, καὶ τὸ ῥυπαρὸν, κατὰ ἀντίφρασιν. Διατί ὀξύ(νεται); Τὸ μέντοι ἁγνός ... Ἅγιος τὸ ΓΙ Ι διατί; Τὰ εἰς ΟΣ οὐδέτερα, εἰ μὲν τῷ Α | |
10 | παραλήγεται, τὰ δι’ αὐτῶν παραλήγοντα διὰ τοῦ Ι σχηματί‐ ζεται· οἷον ἅγος ἅγιος, θάλπος θάλπιος, πέλαγος πελάγιος· εἰ δὲ μὴ παραλήγει τῷ Α διὰ τῆς ΕΙ διφθόγγου, οἷον ὄρος ὄρειος, τέλος τέλειος. Διατί προπαροξύνεται; Ὅσα ἀπὸ τῶν εἰς ΟΣ διὰ τοῦ ΙΟΣ παρῆκται, συνεσταλμένου ὄντος τοῦ Ι, | |
15 | προπαροξύνεται. Τὸ θηλυκὸν, ἡ ἁγία· ὁ κανών· τὰ εἰς ΟΣ ἀρσενικὰ ποιοῦντα κατ’ ἰδίαν θηλυκὸν, μὴ ὄντα κοινὰ τῷ γένει, εἰ μὲν καθαριεύουσι, ἢ τὸ Ρ ἔχουσιν, εἰς Α ποιοῦσι τὸ θηλυκὸν, οἷον ἅγιος ἁγία, ὅσιος ὁσία, κύριος κυρία, φοβερὸς φοβερὰ, χωρὶς τῶν παραληγόντων τῷ Ο, τότε γὰρ (ἂν) καθα‐ | |
20 | ριεύωσιν εἰς Η ποιοῦσι τὸ θηλυκὸν, οἷον ὄγδοος ὀγδόη, ὀλοὸς ὀλοὴ, θοὸς θοή· πλὴν τοῦ ἀθρόος ἀθρόα· εἰ δὲ οὐ καθαριεύει, εἰς Η ποιοῦσι τὸ θηλυκὸν, οἷον σοφὸς σοφὴ, καλὸς καλή. Διατί εἶπε, μὴ ὄντα κοινὰ τῷ γένει; Διότι τὰ εἰς ΟΣ σύνθετα κοινά εἰσι τῷ γένει, καὶ ὁμόφωνα τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς, | |
25 | οἷον ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος, ὁ ἀθάνατος καὶ ἡ ἀθά‐ νατος· εἰ δὲ ἁπλᾶ, οὐχ ὁμοφωνοῦσιν, οἷον σοφὸς καὶ ἡ σοφὴ, ὁ θεὸς καὶ ἡ θεά. Οἱ μέντοι Ἀττικοὶ ποιοῦσι τὸ ἐναντίον· καὶ εἰ μέν εἰσιν ἁπλᾶ, ποιοῦσιν ὁμόφωνα τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς, οἷον ὁ σοφὸς καὶ ἡ σοφὸς, ὁ θεὸς καὶ ἡ θεός· | |
30 | καὶ γὰρ ἐγὼ θεός εἰμι, φησὶν ἡ Ἥρα· εἰ δὲ σύνθετα, ποιοῦσιν εἰς Η, οἷον ἀρίζηλος ἀριζήλη, ἀθάνατος ἀθανάτη, ὡς τὸ ἀγήραον ἀθανάτην τε καὶ τὰ ὅμοια. | |
35 | Ἡ ἁγία τὸ Α μακρὸν, διατί; Τὰ εἰς Α λήγοντα θηλυκὰ | 84 |
85 | παρεσχηματισμένα ἀρσενικοῖς, ὁμόφωνον(χρονον) ἔχουσι τῷ (τὸ) Α τῷ τέλει τῆς γενικῆς τοῦ ἀρσενικοῦ. Τὸ οὐδέτερον τὸ ἅγιον· ὁ κανών· πᾶν ἀρσενικὸν ἰσοσυλλάβως κλινόμενον, ἡνίκα ποιεῖ οὐδέτερον, ὁμόφωνον αὐτὸ ποιεῖ καὶ ὁμότονον τῇ αἰτια‐ | |
5 | τικῇ, τὸν σοφὸν, τὸ σοφὸν, τὸν ἅγιον, τὸ ἅγιον. ΔΙΑΓΓΈΛΛΩΝ, ποίου μέρους λόγου ἐστί; Μετοχῆς. Τὸ θέμα, διαγγέλλω, συζυγίας εʹ τῶν βαρυτόνων, σχήματος συνθέτου. Καὶ πόθεν συνετέθη; Ἐκ τῆς διὰ προθέσεως καὶ τοῦ ἄγγελος. Τὸ δὲ ἄγγελος πόθεν; Παρὰ τὸ ἄγω | |
10 | ἄγελος, καὶ πλεονασμῷ τοῦ Γ ἄγγελος, ὁ τὰς ἀγγελίας ἄγων. Τὸ Γ ψιλὸν, διατί; Τὰ διὰ τοῦ ΕΛΟΣ ὑπὲρ δύο συλλαβὰς, εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ, προπαροξύνονται(ύτονα), διὰ μόνου τοῦ Ε ψιλοῦ γράφονται, οἷον ἄμπελος, δίκελλος, ἄγγελος, πέμπελος, (ὁ γέρων,) καὶ εἴ τι ὅμοιον. | |
15 | Τί διαφέρει ἄγγελος αὐτάγγελος καὶ ἐξάγγελος; Δια‐ φέρει· ἄγγελος μὲν γὰρ λέγεται ὁ τὰς ἀγγελίας ἄγων, ἐξάγγελος δὲ, ὁ ἔξω τὰς ἀγγελίας ἄγων. ΠΡΌΣΤΑΓΜΑ, ὄνομα οὐδέτερον ῥηματικόν. Καὶ πόθεν γίνεται; Παρὰ τὸ προστάσσω· τοῦτο παρὰ τὴν πρὸς πρό‐ | |
20 | θεσιν καὶ τὸ τάσσω προστάσσω, καὶ ὁ μέλλων προστάξω, ὁ παρακείμενος πεπρόσταχα, καὶ ὤφειλεν εἶναι ἐπρόσταχα· ἐὰν δὲ εὑρεθῇ ἄφωνον πρὸ τοῦ ἀμεταβόλου τῷ λόγῳ τῆς κοινῆς διαλέκτου, ἀναδιπλασιάζεται ὁ παρακείμενος. Καὶ πῶς ἔστιν ὁ λόγος τῆς κοινῆς; Ἢ ὅταν βραχὺ(εῖ) ἢ βραχυ‐ | |
25 | νομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, ὧν ὁ μὲν δεύτερον ἀμετάβολον. Ὁ παθητικὸς παρακείμενος πεπρόσταγμαι καὶ ἐξ αὐτοῦ πρόσταγμα. Διατί προπαροξύνεται; Τὰ εἰς Α λήγοντα οὐδέτερα, ὑπὲρ δύο συλλαβὰς, προπαροξύ‐ νεται, οἷον εὕρημα, θέλημα, μάλαγμα· οὕτως οὖν καὶ πρό‐ | |
30 | σταγμα. ΕἾΠΕ, ποίου μέρους λόγου ἐστί; Ῥήματος, ἐγκλίσεως ὁριστικῆς, διαθέσεως ἐνεργητικῆς, χρόνου ἀορίστου αʹ. Τὸ θέμα πῶς ἐστιν; Ἔπω. Πόσα σημαίνει; Δύο· ἔπω, τὸ λέγω, ἐξ οὗ καὶ ἔπος, ὁ λόγος, ὡς τὸ | |
35 | Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; | 85 |
86 | ἔπω τὸ ἀκολουθῶ, ὡς τὸ οὐκ οἰὴ, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο· ἔπω τὸ εὐτρεπίζω, ὡς τὸ τὸν δὲ εὗρ’ ἐν θαλάμῳ περικαλέα τεύχε’ ἐπόντα. | |
5 | ἔπω τὸ διοικῶ, ὡς τὸ ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσιν. Ἔπω καὶ ὁ παρατατικὸς εἶπον· τὸ ΕΙ δίφθογγον, διατί; Τὸ δὲ Ε ποτὲ μὲν εἰς Η τρέπεται, ἐλέγχω ἤλεγχον, ποτὲ δὲ καὶ | |
10 | τὸ Ι προσλαμβάνει, ἔχω εἶχον, ἔθω εἶθον, τὸ ἐξ ἔθους τι διαπράττομαι, ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος εἶθα, καὶ πλεονασμῷ τοῦ Ω, εἴωθα, ἔπω εἶπον, τὸ λέγω, καὶ τὸ ἀκο‐ λουθέω, ἕλω εἷλον, τὸ λαμβάνω καὶ τὸ φονεύω, ἕλκω εἷλκον, τὸ σύρω, καὶ ἀπ’ αὐτοῦ περισπώμενον ἑλκῶ ἥλκουν, | |
15 | τὸ ἐπὶ τοῦ ἕλκους, ἐξ οὗ καὶ ὁ ἡλκωμένος, ἕρπω εἷρπον, ἐρῶ εἴρουν, ἐξ οὗ καὶ τὸ εἴρηκα, ἐῶ εἴουν, τὸ συγχωρῶ· ταῦτα δισύλλαβα· τὰ δὲ ὑπὲρ δύο συλλαβὰς ἐργάζομαι εἰργαζόμην, ἐθίζω εἴθιζον, ἑστιῶ εἱστίων, σημαίνει δὲ τὸ ἀριστοποιῶ, ἐρύω εἴρυον, ἑλκύω εἵλκυον, ἑρπύζω εἵρπυζον· ἔπω καὶ ὁ | |
20 | μέλλων ἔψω, ὁ ἀόριστος εἶπα. Ὁ κανών· πᾶς μέλλων ἀμείβων τὸ τελευταῖον Ω εἰς Α, καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς, ἀόριστος γίνεται, καὶ γίνεται εἶψα· ἀλλὰ σεσημείωται ἐν μὲν τοῖς εἰς Ω ὁ εἶπα καὶ ὁ ἤνεγκα, ἐν δὲ τοῖς εἰς ΜΙ ὁ ἔθηκα, ἔδωκα, ἧκα. | |
25 | Οὐ γάρ ἐστι τὸ Π καὶ Κ χαρακτῆρος ἀορίστου αʹ. Καὶ διὰ τί σεσημείωται; Διότι οὐκ ἐφύλαξαν τὸ σύμφωνον τοῦ μέλλοντος, καὶ ὅτι δι’ ἀφώνου ἐξενέχθησαν· οὐδέποτε γὰρ χρόνος δι’ ἀφώνου ἐκφέρεται, ἀλλὰ διὰ ἑνὸς τῶν ηʹ ἡμι‐ φώνων· καὶ ὤφειλεν εἶναι ΗΠΑ διὰ τοῦ Η· ἀλλὰ κανών ἐστιν | |
30 | ὁ λέγων, ὅτι τῆς θέσει μακρᾶς ἦν τῆς ἔψα μεταβολὴ γέγονε διὰ τὴν τοῦ Π ἀντιπάθειαν, καὶ τοῦ χρόνου εἰς τὴν ΕΙ δί‐ φθογγον ἡ εἰς τὴν φύσει μακράν· καὶ γέγονε εἶπα διὰ τῆς ΕΙ διφθόγγου, ἡ μετοχὴ ὁ εἴπας, καὶ ὤφειλεν εἶναι ἔπας, ἀλλὰ μὲν ὁ εἴπας καὶ ὁ εἰπὼν ἐφύλαξε τὴν ΕΙ δίφθογγον, | |
35 | καὶ τὴν παραλήγουσαν· τὰ γὰρ ..... ἀρχ (sic) | 86 |
87 | προσλαμβάνουσι τὸ Ι, ἢ τρέπουσι τὸ Ε εἰς Η· ταῦτα πάλιν συστέλλουσιν, οἷον, εἷλον καὶ ἑλὼν, εἴασας καὶ ἐάσας, εἴλεγξα καὶ ἐλέγξας· τὰ δὲ ἔχοντα μακρὰν τὴν παραλή‐ γουσαν θέλουσιν ἔχειν ἓν τῶν ἀμεταβόλων, ὡς τὸ τῆς εʹ | |
5 | συζυγίας. Ἀπολογούμεθα τοίνυν ὅτι ἡ θέσει μακρὰ μετε‐ βλήθη εἰς φύσιν. Ὁ δεύτερος ἀόριστος εἶπον, ἡ μετοχὴ ὁ εἰπών. Ὁ κανών· ὁ εἰς ΟΝ δεύτερος ἀόριστος τρέπων τὸ Ο εἰς Ω μέγα, συστέλλομεν, καὶ ὤφειλεν ἐπών· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι ἀεὶ ὁ δεύτερος ἀόριστος συνάρχεσθαι | |
10 | θέλει τῷ πρώτῳ, καθάπερ καὶ οὗτοι συνάρχονται, ὁ εἴπας καὶ ὁ εἰπών. Τὸ δὲ ἤνεγκα πόθεν γέγονεν; Ἐκ τοῦ ἐνέκω, ἐνέξω, ἤνεξα, καὶ ἤνεγξα κατὰ μεταπλασμὸν τοῦ Ν, καὶ τροπῇ τοῦ Ν εἰς Γ· καὶ τὸ διάκονος δὲ ἐξ αὐτοῦ γίνεται· ἐκ τοῦ ἕνεκα γὰρ γίνεται ἕνεκος, καὶ μετὰ τῆς διὰ προθέσεως διά‐ | |
15 | ενεκος, καὶ ἐν ὑπερβιβασμῷ διαέκονος, καὶ κράσει τοῦ ΕΑ εἰς Α μακρὸν, διάκονος· οἱ δέ φασιν ἀπὸ τοῦ κονῶ τὸ ἐνεργῶ καὶ τῆς διὰ προθέσεως· ἀλλ’ οὐκ ἔστι δεῖξαι τὸ Α μακρὸν τῷ λόγῳ τούτῳ. Ἔπω τὸ Ε ψιλὸν, διατί; Τὰ διὰ τοῦ ἔπω ῥήματα διὰ τοῦ Ε ψιλοῦ γράφονται. Διατὶ τῶν εʹ σεση‐ | |
20 | μειωμένων, λέγω δὴ τοῦ εἶπα, καὶ ἤνεγκα, καὶ ἔθηκα, ἔδωκα, ἧκα, τὰ δύο μόνα τὰ ἀπὸ τῶν εἰς Ω κλίνονται εἰς πάσας τὰς ἐγκλίσεις, τὰ δὲ γʹ οὐχί; Διότι τὸ εἶπα διὰ τοῦ Ψ ὤφειλεν ἐκφέρεσθαι, ὡς τὸ γράψω ἔγραψα, ὁμοίως καὶ τὸ ἤνεγκα διὰ τοῦ Ξ· ἐνέγξω γάρ ἐστιν ὁ μέλλων· οὐκ ἐγένετο δὲ | |
25 | οὕτως, ἀλλὰ τὸ μὲν διὰ τοῦ Π, τὸ δὲ διὰ τοῦ Κ· τὸ δὲ Κ συγγένειαν ἔχει πρὸς τὸ Ξ, καὶ τὸ Π πρὸς τὸ Ψ· εἰκότως, ὡς μέρος τι τῆς ἀναλογίας φυλάξαντα, ἀκωλύτως κλίνονται καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις· τὸ δὲ ἔθηκα, ἔδωκα, ἧκα, διὰ τοῦ Σ ὤφειλεν εἶναι, οὐκ ἐγένοντο δὲ οὕτως, | |
30 | ἀλλὰ διὰ τοῦ Κ, τὸ δὲ Κ πρὸς τὸ Σ οὐκ ἔχει συγγένειαν· εἰκότως, ὡς μέρος τι τῆς ἀναλογίας μὴ φυλάξαντα, οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις κλίνονται. ΠΡΌΣ ΜΕ, μέρη λόγου εἰσὶ δύο· τὸ πρὸς πρόθεσιν, με ἀντωνυμίας πρωτοτύπου, πτώσεως αἰτιατικῆς· ἡ εὐθεῖα ἐγὼ, | |
35 | ἡ γενικὴ ἐμοῦ, ἡ δοτικὴ ἐμοὶ, ἡ αἰτιατικὴ ἐμέ· καὶ ὤφειλεν | 87 |
88 | εἶναι πρὸς ἐμέ· ἀλλ’ αἱ πρωτότυποι ἀντωνυμίαι ἐγκλίνονται, καὶ ἐγκλινόμεναι τὸ κατ’ ἀρχὰς αὐτῶν φωνῆεν ἀποβάλλουσιν, οἷον [Il. ιʹ. 345.] μὴ μεῦ πειράτω εὖ εἰδότος, | |
5 | χωρὶς τῆς ἕθεν ἀντωνυμίας, οἷον ἐπεὶ οὐ ἕθεν ἐστὶ χερείων οὐ δέμας οὐδὲ φυήν. ΥἹῸΣ, ποίου εἴδους; Τῶν ὑποπεπτωκότων τῷ ὀνόματι, τῶν ὡς πρὸς τί. Καὶ πρὸς τίνα ἔχει; Πρὸς τὸν πατέρα. Ὅθεν | |
10 | γίνεται; Παρὰ τὸ ὕω τὸ βρέχω· ὁ τοῦ πατρὸς καὶ τῆς μητρὸς ὢν εὐφρασία· ἢ παρὰ τὸ ὕϊς ὕϊος καὶ κράσει ὓς (υἱὸς), καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ ὀξύνεται. Υἱὸς πόσας εὐθείας καὶ γενικὰς ἐπιδέχεται; Τρεῖς, ὁ υἱὸς τοῦ υἱοῦ, υἱεῦς υἱέως, ὗϊς ὕϊος. | |
15 | ΕἾ ῥῆμα ὁριστικὸν, ἁπλοῦν παράγωγον, χρόνου ἐνε‐ στῶτος, προσώπου δευτέρου, καταλήξεως τῶν εἰς ΜΙ. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ἔω τὸ ὑπάρχω γίνεται παράγωγον ῥῆμα εἰμὶ, καὶ ἔπειτα εἰς ΜΙ φύσει μακρᾷ παραλήγονται, πλεονάζει τὸ Ι, καὶ γίνεται ΕΙΜΙ. Καὶ διατί οὐκ ἐτράπη τὸ | |
20 | Ε εἰς Η; Ἵνα φυλαχθῇ λείψανον τοῦ πρωτοτύπου. Τὸ δεύ‐ τερον εἶς, καὶ ἀποβολῇ τοῦ Σ εἶ. Ἔστι δὲ καὶ ἀπὸ βαρυ‐ τόνου δευτέρου προσώπου τοῦ παθητικοῦ ἐνεστῶτος κατὰ τὸν Ἀπολλώνιον. Λέγει γὰρ, ἐκ τοῦ ἔω τὸ ὑπάρχω τὸ παθητικὸν ἔομαι, τὸ δεύτερον ἔῃ, καὶ ἐπεὶ τὰ δεύτερα πρόσ‐ | |
25 | ωπα τῶν παθητικῶν οἱ Ἀττικοὶ διὰ τῆς ΕΙ διφθόγγου γράφουσιν, ἐπεκράτησε καὶ παρ’ ἡμῖν τέσσαρα γράφεσθαι διὰ τῆς ΕΙ διφθόγγου· εἰσὶ δὲ ταῦτα, ὄψομαι ὄψει, βού‐ λομαι βούλει, οἴομαι οἴει, ἔομαι ἔει καὶ κράσει εἶ. Οἱ δὲ φασὶ κακῶς κατασκευάζεσθαι αὐτό· τὰ γὰρ ὑπαρκτικὰ | |
30 | ῥήματα παθητικὸν οὐκ ἔχουσιν, οἷον ὑπάρχω, οὐ λέγομεν ὑπάρχομαι, εἰμὶ, οὐ λέγομεν ἐμαί· οὕτως οὖν καὶ ἔω, οὐ λέγομεν ἔομαι. Φασὶν οὖν, ἐκ τοῦ ἔω τὸ ὑπάρχω γίνεται παράγωγον ῥῆμα εἰμὶ, τὸ δεύτερον εἶς, καὶ ὀξύνεται. Τὰ γὰρ εἰς ΜΙ τροπῇ τῆς ΜΙ εἰς Σ τὸ δεύτερον ποιοῦντα, καὶ τὸν | |
35 | αὐτὸν τόνον φυλάσσει, καὶ ἀποβολῇ τοῦ Σ εἶ, μεταβλη‐ | 88 |
89 | θέντος τοῦ τόνου, διὰ τὴν ἀποβολὴν τοῦ Σ· καὶ ὅτι πᾶν ῥῆμα μακροκατάληκτον ἐπὶ τῆς μακρᾶς ἔχον τὸν τόνον περισπᾶται· καὶ ἐν συνθέσει πάρει· “ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.” | |
5 | ΣΉΜΕΡΟΝ, ἐπίρρημα χρόνου δηλωτικὸν, ἢ μᾶλλον ἐπίρ‐ ρημα καιροῦ παραστατικόν. Διόρισον. Τὰ δὲ καιροῦ παρα‐ στατικὰ, οἷον σήμερον, αὔριον. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ἡμέρα, ἐξ οὗ καὶ γράφεται διὰ τοῦ Η· ἀνεφάνη γὰρ τὸ Α ἐν τῷ σάμερον, καὶ τὰ ἔχοντα ἀναφαινόμενον τὸ Α διὰ τοῦ Η | |
10 | γράφεται, σάμερον σήμερον, ἅλιος ἥλιος, σᾶμα σῆμα. Τὸ ΡΟΝ μικρὸν, διατί; Καθόλου τὰ εἰς ΟΝ λήγοντα ἐπιρ‐ ρήματα διὰ τοῦ Ο μικροῦ γράφεται, οἷον βοτρυδὸν, ἀγεληδὸν, πλὴν τοῦ χρεὼν παρὰ Ἀττικοῖς, καὶ ἐμπεδὼν, καὶ ἐκποδὼν, καὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων. Τὸ ΜΕ ψιλὸν, διατί; Κατὰ | |
15 | παράδοσιν. Κατὰ ποῖον κανόνα τῆς ὀρθογραφίας; Κατὰ ἱστορίαν. Καὶ πόσοι κανόνες τῆς ὀρθογραφίας; Τέσσαρες· ἀναλογία, διάλεκτος, ἐτυμολογία, καὶ ἱστορία. Τί ἐστιν ἀναλογία; Ὅταν κατορθῶμεν γραφῇ, ἢ ὅταν κανόνα ἀποδῶμεν, ὥσπερ ἐπὶ τοῦ ταχεῖα ἐδηλώσαμεν. Τί | |
20 | ἐστι διάλεκτος; Ὅταν τὸ ἡμεῖς διὰ τῆς ΕΙ διφθόγγου γρα‐ φόμενον εἴπω, ἐπεὶ οἱ Αἰολεῖς ἄμες λέγουσι, τὸ προσὸν Ε τῇ λέξει ἐκφωνήσαντες. Τί ἐστιν ἐτυμολογία; Ὅταν τὸ ἤπειρος διὰ τῆς ΕΙ διφθόγγου γράφω, εἴπω, διότι πέρας οὐκ ἔχει, ἄπερος καὶ ἄπειρός τις οὖσα. Τί ἐστιν ἱστορία; | |
25 | Ὅταν τὸ χίλιοι διὰ τοῦ Ι γράφηται, εἴπω, οὕτως αὐτὸ βούλεται γράφειν ἡ παράδοσις. Διατί βαρύνεται; Τὰ εἰς ΟΝ λήγοντα ἐπιρρήματα παραληγόμενα τῷ Ι ἢ τῷ Ε βαρύ‐ νονται, οἷον σήμερον, αὔριον, πλὴν τοῦ αὐθημερὸν, καὶ ἐξὸν, ὑπεσταλμένων τῶν ὀνοματικῶν. Τὸ αὐθημερὸν παρώνυμον, | |
30 | τὸ ἐξὸν μετοχή. ΓΕΓΈΝΝΗΚΆ ΣΕ, ῥῆμα ὁριστικὸν, ἁπλοῦν, παράγωγον, συζυγίας δευτέρας τῶν περισπωμένων, χρόνου παρακειμένου. Πόθεν γίνεται; Παρὰ τὸ γεννῶ, γεννᾷς. Πόσα Ν γράφεις; Δύο. Διατί; Διότι ἐπὶ μὲν τῆς γεννήσεως δύο Ν γράφεται, | |
35 | ἐπὶ δὲ τῆς ποιήσεως καὶ κτίσεως ἓν Ν, ἐξ οὗ καὶ γενητὸς, ὁ | 89 |
90 | κτιστὸς, γεννητὸς δὲ ὁ γεγενημένος· τὰ δὲ παρ’ αὐτῶν γιγνό‐ μενα ὀνόματα δι’ ἑνὸς Ν ἐκφέρονται, οἷον γένεσις, γενέθλιον. ΑἼΤΗΣΑΙ ῥῆμα προστακτικὸν, ἁπλοῦν· γίνεται δὲ ἐκ τοῦ αἰτῶ αἰτήσω, ὁ ἀόριστος ᾔτησα, καὶ τὸ προστακτικὸν αἴ‐ | |
5 | τησαι, (ἐκ τοῦ τῶ) καὶ μετὰ τοῦ ἐπιτα[κ]τικοῦ Α, ἀτῶ, τὸ πάνυ ζητῶ, καὶ πλεονασμῷ τοῦ Ι αἰτῶ. Διατί ὁμοφωνεῖ τὸ ἀπαρέμφατον τῷ μέσῳ ἀορίστῳ προστακτικῷ; Διότι ἐπὶ τῶν ὑπὲρ δύο συλλαβὰς φωνῇ μόνῃ συνεμπίπτει, οὐκ ἔστι (ἔτι) δὲ καὶ τόνῳ· τὸ μὲν προστακτικὸν προπαροξύνεται, τὸ | |
10 | δὲ ἀπαρέμφατον πρὸ μιᾶς ἔχει τὸν τόνον· ἐπὶ δὲ τῶν μονο‐ συλλάβων (δισυλ.) καὶ ὁμοφωνεῖ καὶ ὁμοτονεῖ, οἷον κτίζω κτίσω, ἔκτισα, καὶ τὸ προστακτικὸν κτίσαι, καὶ τὸ ἀπαρέμ‐ φατον ὁμοίως. ΠΑΡ’ ἘΜΟῚ, παρὰ πρόθεσις δισύλλαβος, ἐμοὶ ἀντωνυμία | |
15 | πρωτότυπος, πτώσεως δοτικῆς, ὀξύνεται, ἡ δὲ οἷ περισπᾶται, καὶ οὐκ ἔδει πάσας περισπᾶσθαι ὡς δοτικὰς, ἀλλὰ σεση‐ μείωται ἡ ἐμοὶ καὶ σοὶ καὶ σφὶν, ἀντωνυμίαι. Δεῖ δὲ γιγνώσκειν, ὅτι τῶν μὲν ὀνομάτων καὶ τῶν ῥημάτων ἡ κλίσις κατὰ ἀκολουθίαν φωνῆς προέρχεται, καὶ ἑτέρα ὑπὸ | |
20 | τῆς ἑτέρας κανονίζεται· αἱ δὲ ἀντωνυμίαι σημασίᾳ μόνῃ ποιοῦνται τὴν κλίσιν, οὐ μέντοι φωνῆς ἀκολουθίᾳ· διὸ καὶ θεματικὰς αὐτὰς καλοῦμεν· ἑκάστη γὰρ ἑαυτῆς ἔστι θέμα, καὶ οὐδέποτε ἑτέρα ὑπὸ τῆς ἑτέρας κανονίζεται. Καὶ διατί ἐπενοήθη ἡ ἀντωνυμία; Διότι τὸ ῥῆμα καθέκαστον χρόνου | |
25 | δεῖται, προσώπων πρὸς ἀπαρτισμὸν τοῦ ὀνόματος, οὐκ ἐδύνατο δὲ κατὰ σύνταξιν λόγου συντάττεσθαι τοῖς προσ‐ ώποις. Διὰ τοῦτο ἐπενοήθη ἡ ἀντωνυμία, πρωσώπων δεικτικὴ οὖσα, καὶ δυναμένη συντάσσεσθαι τοῖς ῥήμασιν ἐπὶ παντὸς προσώπου, οἷον λέγω ἐγὼ, λέγεις σὺ, λέγει ἐκεῖνος. | |
30 | ΚΛΗΡΟΝΟΜΊΑ ὄνομα θηλυκὸν, παράγωγον καὶ παρώνυμον. Καὶ πόθεν γίνεται; Ἀπὸ τοῦ κλῆρος καὶ τοῦ νόμος. Ποίου σχήματος; Συνθέτου. Ποίας διαφορᾶς τῶν συνθέτων ὀνο‐ μάτων; Ἐξ ἀπολείποντος καὶ τελείου. Πόσαι διαφοραὶ τῶν συνθέτων ὀνομάτων; Τέσσαρες. | |
35 | Καὶ διατί εἰσὶ τέσσαρες; Ἐπεὶ πᾶν διφυὲς συμπλεκόμενον | 90 |
91 | ἑτέρῳ διφυεῖ τέτταρα σχήματα ἀποτελεῖ, οἷον ἐπὶ τῆς χειρὸς τὸ μὲν ἔξωθεν αὐτῆς ἔστι μέλαν, τὸ δὲ ἔσωθεν λευκὸν, ἥτις συμπλεκομένη τῇ ἑτέρᾳ χειρὶ τέσσαρα σχήματα ἀποτελεῖ. | |
5 | Τὸ κλῆρος πόθεν γίνεται; Παρὰ τὸ καλέσω, καλῆρος, καὶ ἐν συγκοπῇ κλῆρος. Πόσα σημαίνει; Δύο· τὸν βαλλόμενον εἰς τὸ λαχεῖν, ὡς τὸ κλήρους δ’ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες καὶ τὰ κτήματα, ὡς τὸ [Il. οʹ. 498.] | |
10 | ἄλοχός τε σόη καὶ παῖδες ὀπίσω, ...... καὶ κλῆρος ἀκήρατος. Ποσαχῶς συντίθενται τὰ εἰς ΟΣ; Ὀκταχῶς, ἢ γὰρ φυ‐ λάσσει τὸ Σ, ὡς τὸ λαὸς σόος, λαοσόος, καὶ θεὸς δοτὸς (θεόσδοτος)· ἢ ἀποβάλλει τὸ Σ καὶ προσλαμβάνει τὸ Ι, ὡς | |
15 | τὸ Πύλος Πυλογενὴς καὶ Πυλοιγενής· ἢ ἀποβάλλει τὸ Σ, καὶ τρέπει τὸ Ο εἰς Ε, ὡς τὸ μένος, μενοπτόλεμος καὶ μενεπτό‐ λεμος· ἢ ἀποβάλλει τὸ Σ, καὶ τρέπει τὸ Ο εἰς Ι, ὡς τὸ ὄρος, ὀροβάσιος καὶ ὀριβάσιος· ἢ ἀποβάλλει τὸ Σ καὶ τρέπει τὸ Ο εἰς Ε καὶ προσλαμβάνει τὸ Ι, ὡς τὸ ὄρος, ὀρεφοίτης, καὶ | |
20 | ὀρειφοίτης· ἢ ἀποβάλλει τὸ Σ, καὶ τρέπει τὸ Ο εἰς Η, ὡς τὸ θεὸς, θεοτόκος καὶ θεητόκος· ἢ ἀποβάλλει τὸ Σ, καὶ τρέπει τὸ Ο εἰς Α καὶ προσλαμβάνει τὸ Ι, ὡς τὸ κλυτὸς Κλυταμνή‐ στρα καὶ Κλυταιμνήστρα. Τὸ ΜΙ Ι, διατί; Τὰ ἀπὸ τῶν εἰς ΟΣ ἀρσενικῶν διὰ τοῦ ΙΑ γινόμενα, θηλυκὰ, διὰ τοῦ Ι | |
25 | γράφονται, οἷον κακὸς κακία, ἀργὸς ἀργία, ῥᾴθυμος ῥᾳθυμία. Καὶ ἄλλως· τὰ ἀπὸ τῶν εἰς Ω περισπωμένων διὰ τοῦ ΙΑ γινόμενα θηλυκὰ διὰ τοῦ Ι γράφονται, οἷον μαρτυρῶ μαρ‐ τυρία, εὐδοκῶ εὐδοκία· τὸ μέντοι βοηθῶ βοήθεια, καὶ ὠφελῶ ὠφέλεια, ἐναλλάξαντα κατὰ τὸν τόνον, διήλλαξαν | |
30 | καὶ κατὰ τὴν γραφήν. Εὕρηται δὲ καὶ ὠφελία παροξυτόνως διὰ τοῦ Ι. Καὶ ἄλλως· τὰ διὰ τοῦ ΙΑ παροξύτονα θηλυκὰ διὰ τοῦ Ι γράφεται, χωρὶς τῶν διὰ τοῦ ΕΥΩ ῥημάτων, ὡς τὸ λαγνεύω λαγνεία, καὶ τῶν ἀπὸ τῶν εἰς ΥΣ, ὡς τὸ ταχὺς, ταχεῖα· καὶ τῶν ἀπὸ τῶν διὰ τοῦ ΕΙΟΣ περισπωμένων, ὡς τὸ | |
35 | ἀνδρεῖος ἀνδρεία, οἷον σοφία, καρδία, χωρὶς τοῦ θεία, χρεία, | 91 |
92 | μνεία, ὑγεία, καὶ σιτοδεία· τοῦτο δὲ ἐκ τοῦ σιτοδεὴς σιτο‐ δέεια, καὶ ἀφαιρέσει τοῦ Ε σιτοδεία· τὸ δὲ ὑγεία ἀπὸ τοῦ ὑγιὴς ὑγίεια καὶ ὑγεία· τὸ δὲ μνεία ἐκ τοῦ μένω, μενία καὶ μνεία καθ’ ὑπερβιβασμὸν, ἡ ἐναπομένουσα· καὶ τοῦ (τὸ) θεία | |
5 | ἐκ τοῦ θεὸς θέϊα καὶ θεία· καὶ τὸ χρεία ἐκ τοῦ χρέος χρεΐα καὶ χρεία. Τὸ Α μακρὸν διατί; Τὰ διὰ τοῦ ΙΑ προπαροξύτονα θηλυκὰ τῷ Ι μόνῳ παραληγόμενα ἐκτείνει τὸ Α, καὶ συστέλλει τὸ Ι, οἷον κακία, καρδία. Διατί εἶπε προπαροξυτόνως(ύτονα); | |
10 | Διότι τὰ προπαροξύτονα βραχὺν ἔχουσι τὸ Α, οἷον ψάλ‐ τρια, μονάστρια. Διατί εἶπε τῷ Ι μόνῳ παραληγόμενα; Διότι ἐάν ἐστι (ᾖ) δίφθογγος συστέλλει τὸ Α, οἷον εὐσέβεια, μοῖρα, μάχαιρα, χωρὶς τῶν ἀπὸ τῶν διὰ τοῦ ΕΥΩ ῥημάτων, οἷον χωνεύω χωνεία, δουλεύω δουλεία, μοιχεύω μοιχεία· ταῦτα | |
15 | γὰρ ἐκτείνουσι τὸ Α. Διατί παροξύνεται; Τὰ διὰ τοῦ ΙΑ ἔχοντα συνεσταλμένον τὸ Ι καὶ ἐκτεταμένον τὸ Α κατὰ πραγμάτων τιθέμενα, μὴ κατηγοροῦντα οὐσίας, παροξύνονται, καὶ μάλιστα ὅσα ἀπὸ συνθέτου δοκεῖ παρῆχθαι, οἷον, δυσωδία, κληρονομία. | |
20 | ΚΑΤΆΣΧΕΣΙΣ, ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνό‐ ματι; Προσηγορικοῦ. Ποίου σχήματος; Συνθέτου. Καὶ πόθεν συντίθεται; Ἐκ τοῦ σχῶ, τὸ κρατῶ, γίνεται ῥῆμα ἴσχημι, ὁ μέλλων σχήσω, ὁ παρακείμενος ἔσχηκα, ὁ παθητικὸς ἔσχημαι, τὸ δεύτερον ἔσχησαι, σχέσις, καὶ μετὰ τῆς κατὰ προ‐ | |
25 | θέσεως (κατάσχεσις). Καταβιβάζει (Ἀναβ.) τὸν τόνον, διατί; Πᾶν ῥῆμα εἰς Ω λῆγον μονοσύλλαβον ὁριστικόν τε καὶ ἀπαθὲς καὶ ὑποτακτικὸν, εἰ μὲν ἔχει τὴν μετοχὴν εἰς Σ ὀξύτονον, τὸν αὐτὸν τόνον φυλάσσει καὶ ἐν τῇ συνθέσει, οἷον βῶ ἀναβῶ, δῶ ἐὰν παραδῶ· εἰ δὲ μὴ ἔχει τὴν μετοχὴν εἰς Σ ὀξύτονον, ἐν τῇ | |
30 | συνθέσει ἀναβιβάζει τὸν τόνον, οἷον σχῶ κατάσχω καὶ πρόσχω, καὶ σπῶ ἐπίσπω, ἐξ οὗ καὶ τὸ [Il. βʹ. 359.] ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ. Τὸ δὲ κατάσχεσις διατί ἀναβιβάζει τὸν τόνον; Ἐπειδὴ τὰ εἰς ΙΣ θηλυκὰ, εἰ μὲν βαρύνονται, ἐν τῇ συνθέσει προπαροξύ‐ | |
35 | νονται, οἷον μήτις πολύμητις Ὀδυσσεὺς, πόλις ἀκρόπολις· | 92 |
93 | εἰ δὲ ὀξύνεται, εἰ μὲν φυλάσσει τὸ αὐτὸ μέρος τοῦ λόγου, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, οἷον αἰγὶς καταιγὶς, οἰκὶς περι‐ οικίς· εἰ δὲ μὴ, ἀναβιβάζει τὸν τόνον. Τὸ ΣΙΣ Ι. Τὰ εἰς ΙΣ θηλυκὰ διὰ τοῦ Ι γράφεται, πλὴν | |
5 | τοῦ κλεὶς καὶ ἀντήρεις. Διατί βαρύτονα(νονται); Τὰ ἀπὸ μελλόντων βαρύτονα(τόνων) ἐσχηματισμένα θηλυκὰ, ἢ ἀπὸ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνόματα, βαρύνονται, οἷον πόσις γνῶσις· οὕτως οὖν καὶ τὸ κατάσχεσις. Τὸ ΣΙΣ βραχὺ, διατί; Τὰ εἰς ΙΣ, εἴτε ἀρσενικὰ | |
10 | εἴτε θηλυκὰ, συστέλλει τὸ Ι. ΣΟΥ͂, ἀντωνυμίας πρωτοτύπου, καὶ ὤφειλεν εἶναι καὶ τὴν κατασχεσιν , ἀλλ’ ἡνίκα ἡ προηγουμένη λέξις τοῦ ἐγκλι‐ τικοῦ μορίου προπαροξύνεται ἢ προπερισπᾶται, τότε τὴν ἐν τέλει αὐτῆς βαρεῖαν εἰς ὀξεῖαν ἐγείρει. | |
15 | ΠΈΡΑΣ, ἀπὸ τοῦ περῶ περάσω, ἀποβολῇ τοῦ Ω πέρας. Διατί βαρύνεται; Τὰ εἰς ΣΑΣ λήγοντα οὐδέτερα ὑπὲρ μίαν συλλαβὴν ἅπαντα βαρύνονται, οἷον γέρας, κρέας, πέρας. Τὸ ΡΑΣ βραχὺ, διατί; Τὰ εἰς ΑΣ λήγοντα οὐδέτερα συστέλλουσι τὸ Α πρὸς ἀντιδιαστολὴν τῶν ἀρσενικῶν, καὶ εἰ μὲν ὦσι (sic) | |
20 | καθαρὰ, ἢ ἔχουσι πρὸ τοῦ Α τὸ Ρ, ἐπιδέχονται καὶ κλίσιν, οἷον κρέας κρέατος, γῆρας γήρατος· εἰ δὲ μὴ, οὐ κλίνονται, οἷον δέμας, βρέτας, χωρὶς τῶν τῷ Λ παραληγομένων, οἷον ἅλας ἅλατος, ἐρυσιπέλας ἐρυσιπέλατος· (σημαίνει δὲ τὴν νόσον.) | |
25 | ΠΟΙΜΑΝΕΙ͂Σ, τὸ θέμα ποιμαίνω, συζυγίας πέμπτης τῶν βαρυτόνων. Πόθεν γίνεται; Ἐκ τοῦ ποιμὴν, τοῦτο δὲ παρὰ τὸ ἐν τῇ πόᾳ μένειν ποαμὴν καὶ ποιμήν. Πόα δέ ἐστι βαρύτονον, (διατί); Τὰ εἰς Α λήγοντα καθαρὰ βαρύτονα, εἰ μὲν τῷ Ο παραλήγεται, βαρύνονται, οἷον πόα, χρόα, ῥόα· εἰ | |
30 | δὲ τῇ ΕΙ διφθόγγῳ, ὀξύνεται, οἷον χροιὰ, ῥοιὰ, ποία. Τὸ ΜΑΙ δίφθογγον διατί; Διότι ἀνεφάνη τὸ Α ἐν τῷ μέλλοντι, καὶ τὰ ἔχοντα. .... Καὶ ἄλλως· τὰ διὰ τοῦ ΑΊΝΩ ῥήματα διὰ τῆς ΑΙ διφθόγ‐ γου γράφονται, οἷον βαμβαίνω, ξηραίνω, μιαίνω· σεσημείωται | |
35 | τὸ σθένω, μένω, πένω, στένω. | 93 |
94 | ῬΆΒΔΟΣ, ὀνομαθητικὸν, (?) εἴδους παραγώγου, εἴδους τῶν παραγώγων ῥηματικοῦ. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ῥάπτω τὸ ῥαπίζω, ῥάπδος· καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων καὶ μέσα μέσων, τρέπεται τὸ Π εἰς τὸ Β, | |
5 | καὶ γίνεται ῥάβδος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥᾷον βαίνειν ἐν τῇ ὁδῷ. Διατί βαρύνεται; Τὰ εἰς ΔΟΣ δισύλ‐ λαβα κατ’ ἐπιπλοκὴν συμφώνου ἅπαντα βαρύνονται, λύγδος, ῥάβδος. ΣΙΔΗΡΑ͂, ποίου μέρους λόγου ἐστιν; Ὀνόματος. Ποίου | |
10 | γένους; Θηλυκοῦ. Ποίου εἴδους; Παραγώγου. Ποίου εἴδους τῶν παραγώγων; Κτητικοῦ. Καὶ πόθεν γίνεται; Ἐκ τοῦ σίζω τὸ ἠχῶ, ἢ ἀπὸ τοῦ σιδήρεος σιδηροῦς σιδηρέα σιδηρᾶ. Διατί ἐγένετο ἡ κράσις εἰς Α, καὶ οὐκ εἰς Η; Ἐπειδὴ ἡνίκα καθαριεύῃ πρὸ τοῦ Ε φωνῆεν, τότε ἡ κράσις | |
15 | τοῦ Ε καὶ Α εἰς Α κιρνᾶται, οἷον τὸν εὐφυέα, τὸν εὐφυᾶ· ἡνίκα δὲ ἔχῃ σύμφωνον χωρὶς τοῦ Ρ, εἰς Η γίνεται ἡ κράσις, τὸν Δημοσθένεα, τὸν Δημοσθένην· ὅτε δὲ ἔχει τὸ Ρ, εἰς Α, ἀργυρέα ἀργυρᾶ, σιδηρέα σιδηρᾶ· τὸ δὲ κανᾶ καὶ ὀστᾶ, οὐκ ἀπὸ τοῦ κάνεα καὶ ὀστέα γέγονεν, ἀλλ’ ἀπὸ τοῦ κανοῦν | |
20 | καὶ ὀστοῦν. Ἐκ τοῦ σίδηρος οὖν τὸ μετουσιαστικὸν σιδή‐ ρειος, τὸ Ἰωνικὸν σιδήρεος, καὶ κράσει σιδηροῦς. Τὰ γὰρ διὰ τοῦ ΕΙΟΣ μετουσιαστικὰ καὶ οἱ Ἴωνες ἀποβάλλουσι τὸ Ι τῆς διφθόγγου, καὶ ποιοῦσι τὸ Ἰωνικὸν, χάλκεος, σιδήρεος. | |
25 | Τὸ ΣΙ Ι, διατί; Ἐκ τοῦ σίζω. Τὴ ΣΗ Η διατί; Σίδαρον λέγουσιν οἱ Δωριεῖς. ΣΚΕΥ͂ΟΣ, παρὰ τὸ σχῶ, τὸ κρατῶ καὶ φυλάττω, σχεῦος καὶ σκεῦος, ἢ παρὰ τὸ κεύθω, τὸ κρύπτω. Διατί βαρύνεται; Τὰ εἰς ΟΣ λήγοντα οὐδέτερα ὑπὲρ μίαν συλλαβὴν βαρύνονται, | |
30 | οἷον εἶδος, τεῖχος. ΚΕΡΑΜΕῪΣ ποίου εἴδους; Παραγώγου. Καὶ πόθεν γίνεται; Παρὰ τὸ κέραμος· τοῦτο παρὰ τὸ τὴν ἔραν, ὃ σημαίνει τὴν γῆν, ἐξ οὗ καὶ γέρανος, ὁ τὰ τῆς γῆς ἐρευνῶν σπέρματα. Κεραμέως τὸ ΩΣ μέγα, διατί; Ἐπεκράτησεν ἡ τῶν Ἀττικῶν | |
35 | γραφὴ καὶ παρ’ ἡμῖν. Τὸ ΚΕ ψιλὸν, διατί; Πᾶσα λέξις | 94 |
95 | ἀπὸ τῆς ΚΕ συλλαβῆς ἀρχομένη διὰ τοῦ Ε ψιλοῦ γράφονται (sic). Τὸ ΡΑ βραχὺ, ὡς παρ’ Ἡσιόδῳ, καὶ κεραμεὺς κεραμεῖ κοτέει. ΣΥΝΤΡΊΨΕΙΣ ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ τρίβω· τοῦτο | |
5 | ἐκ τοῦ θρύω, τοῦτο παρὰ τὸ θρῶ τὸ καταπονῶ. Τὸ ΤΡΙ, Ι, διατί; Τὰ εἰς Ι λήγοντα ῥήματα ἐν φωνήεντι παραλήγεται. ΝΥ͂Ν, ἐπίρρημα χρονικὸν, διατί περισπᾶται; Πᾶν ἐπίρ‐ ρημα μονοσύλλαβον ἔχον δίχρονον ἐκτεταμένον περισπᾶται· νῦν, γρῦ. Καὶ διατί ἐκτείνεται; Ἐπεὶ πᾶν ἐπίρρημα μονο‐ | |
10 | σύλλαβον ἔχον δίχρονον ἐκτείνει αὐτὸ, οἷον, νῦν, γρῦ, βρῦ· τὸ δὲ ῥὰ συστέλλεται ἀποκοπέν. ΣΎΝΕΤΕ, ἐγκλίσεως προστακτικῆς, γίνεται ἐκ τοῦ συνῶ περισπωμένου, ἐξ οὗ παράγεται εἰς ΜΙ. Σύνημι, ὁ μέλλων συνήσω, ὁ δεύτερος ἀόριστος συνῆν, ἡ μετοχὴ ὁ συνεὶς, τοῦ | |
15 | συνέντος, καὶ τὸ προστακτικὸν σύνες· τὸ δεύτερον τῶν πλη‐ θυντικῶν σύνετε. ΠΑΙΔΕΎΘΗΤΕ, ἐγκλίσεως προστακτικῆς· τὸ θέμα, παιδεύω· πρωτότυπόν ἐστιν ἢ παράγωγον. Πόθεν γίνεται; Παρὰ τὸ παῖς παιδὸς, τοῦτο παρὰ τὸ πάλλω, τὸ κινῶ, (εἰκίνητος γάρ | |
20 | ἐστιν ἡ ἡλικία,) ἢ παρὰ τὸ βαιὸν, τὸ μικρὸν, βαῒς καὶ πάϊς, καὶ ἐν συναιρέσει παῖς. ΠΆΝΤΕΣ, ὀνόματος προσηγορικοῦ, ἁπλοῦν, παράγωγον γενόμενον παρὰ τὸ ἅπας. Διατί τὸ ἅπας δασύνεται, ἐπειδὴ τὸ Α πρὸ τοῦ Π οὐ δασύνεται, ἀλλὰ ψιλοῦται, οἷον, | |
25 | ἀπηνὴς, ἀπάνθρωπος, ἀπώλεια; Σεσημείωται δὲ ἁπλοῦν, ἅπτω, ἅπαξ, ἁπλὸς, ἁπαλὸς, καὶ ἅπας δασυνόμενον. ΚΡΊΝΟΝΤΕΣ, μετοχὴ ἀπὸ τοῦ κρίνω. ΔΟΥΛΕΎΣΑΤΕ, προστακτικόν. Ποίας συζυγίας; Ἕκτης τῶν βαρυτόνων. Πόθεν γίνεται; Ἐκ τοῦ δουλεύω· τοῦτο παρὰ | |
30 | τὸ δοῦλος· τοῦτο παρὰ τὸ δέω τὸ δεσμῶ δέος, καὶ δοῦλος πλεονασμῷ τοῦ Υ. Δοῦλος ποίου εἴδους τῶν ὑποπεπτω‐ κότων τῷ ὀνόματι; Τῶν πρός τι. Καὶ πρὸς τίνα ἔχει; Πρὸς τὸν δεσπότην. ΦΌΒΟΣ, ποίου εἴδους; Τῶν παραγώγων. Καὶ πόθεν | |
35 | γίνεται; Παρὰ τὸ φέβω. Τὸ ΦΟ μικρὸν, διατί; Τὰ ἔχοντα | 95 |
96 | τὸ Ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν ἔχουσι τὸ Ο ἀντιπαρακεί‐ μενον ἐν τοῖς ὀνόμασιν. ἈΓΑΛΛΙΑ͂ΣΘΕ, ἐγκλίσεως προστακτικῆς, τὸ θέμα, ἀγαλλιῶ, τοῦτο παρὰ τὸ ἀγάλλω, τοῦτο παρὰ τὸ ἀγλαὸν, τοῦτο | |
5 | παρὰ τὸ αἴγλη, τοῦτο παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ. Τὸ ΛΙ Ι διατί; Τὰ διὰ τοῦ ΙΩ περισπώμενα διὰ τοῦ Ι γράφεται, οἷον ἀνιῶ, κοπιῶ, ἐρυθριῶ, ἀγαλλιάω ἀγαλλιῶ, καὶ τὸ παθη‐ τικὸν ἀγαλλιάομαι ἀγαλλιῶμαι, ὁ παρατατικὸς ἠγαλλια‐ όμην ἠγαλλιώμην, καὶ τὸ προστακτικὸν ἀγαλλιάου ἀγαλλιῶ | |
10 | ἀγαλλιαέσθω ἀγαλλιάσθω, καὶ τὸ πληθυντικὸν, ἀγαλλιάεσθε ἀγαλλιᾶσθε. ΤΡΌΜΟΣ, ποίου εἴδους; Παραγώγου. Καὶ πόθεν γίνεται; Παρὰ τὸ τρέμω, τοῦτο παρὰ τὸ θέρμω, ὃ σημαίνει τὸ θερ‐ μαίνω, καὶ ἐν ὑπερθέσει καὶ τροπῇ τοῦ Θ εἰς Τ γίνεται | |
15 | τρέμω. Διατί βαρύνεται; Τὰ εἰς ΜΟΣ καθαρὰ δισύλλαβα μὴ ὄντα τριγενῆ βαρύνεται, οἷον τρόμος, βρόμος· τὸ μέντοι νομὸς καὶ βωμὸς πρὸς διάφορον σημαινόμενον ὀξύ‐ νεται. Ποίου εἴδους; Τῶν ὑποπεπτωκότων τῷ ὀνόματι, εἰδικοῦ. Διόρισον. Εἰδικὸν δέ ἐστι τὸ ἐκ γένους διαιρεθὲν, | |
20 | οἷον βοῦς, ἵππος, ἄμπελος, ἐλαία. ΔΡΆΞΑΣΘΕ, προστακτικὸν ἐκ τοῦ δράσω, τοῦτο παρὰ τὸ δρῶ τὸ κρατῶ. ΠΑΙΔΕΊΑΣ, ὀνόματος προσηγορικοῦ, ἁπλοῦν, παράγωγον. Γίνεται δὲ παρὰ τὸ παιδεύω, τοῦτο παρὰ τὸ παῖς, τοῦτο | |
25 | παρὰ τὸ βαιὸν, ὃ σημαίνει τὸ μικρὸν, βάϊς καὶ πάϊς, καὶ ἐν συναιρέσει παῖς. ΜΉΠΟΤΕ, μὴ ἐπίρρημα, τὸ ΜΗ Η, διατί; Πᾶν ἐπίρρημα μονοσύλλαβον μακροκατάληκτον κατ’ ἰδίαν ῥητὸν μακρο‐ κατάληκτον ὀξύνεσθαι θέλει, καὶ διὰ τοῦ Η γράφεσθαι, οἷον | |
30 | μὴ, δὴ, νή. Τί προσγράφεις; Οὐδέν. Διατί; Τὰ εἰς Η λήγοντα ἐπιρρήματα ἔχουσι τὸ Ι προσγεγραμμένον, οἷον ἄλλῃ, πάντῃ, πλὴν τοῦ μὴ καὶ δηλαδή. Πότε, ἐπίρρημα ἐρωτήσεως, διατί βαρύνεται; Τὰ εἰς ΤΕ λήγοντα ἐπιρρήματα πυσματικὰ ὄντα, ἢ ἀποδοτικὰ, ἢ ἀναφορικὰ, βαρύνονται, οἷον, | |
35 | ποτὲ, τοτὲ, ὁτέ. Διατί προπαροξύνεται; — | 96 |
97 | ἘΞ ὉΔΟΥ͂ δύο μέρη λόγου εἰσὶν, ἐξ πρόθεσις, ὁδοῦ ὀνό‐ ματος. Τὸ ἘΞ μακρὸν, διατί; Πᾶσα πρόθεσις βραχυκατα‐ ληκτεῖ, πλὴν τῆς ΕἸΣ καὶ ἘΞ, αἵτινες καὶ ἘΣ καὶ ἘΚ λέγονται. Τὸ Ο μικρὸν, διατί; Τὸ Δ πρὸ ἑαυτοῦ ἐν ἀρχῇ λέξεως ἐν | |
5 | ἁπλῇ καὶ ἀκινήτῳ λέξει παραιτεῖται τὴν διὰ τοῦ Ω μεγάλου γραφὴν, χαίρει δὲ τῇ διὰ τοῦ Ο μικροῦ, οἷον, ὁδὸς, ὁδὰν (sic) τὸ εὐῶδες μῦρον, ὀδοντομάχος, ὁ οὗς· (sic) σεσημείωται τὸ ὧδε ἐπίρρημα. ΔΙΚΑΊΑ ἐκ τοῦ δίκαιος, δικαία. Διατί καταβιβάζει τὸν | |
10 | τόνον; Ἐπειδὴ τὰ εἰς Α καὶ εἰς Η θηλυκὰ ἀπὸ τῶν εἰς ΣΟΣ ὀξυτόνων ἀρσενικῶν παραγόμενα τὸν αὐτὸν τόνον φυλάσσει, οἷον φοβερὸς φοβερὰ, ἰσχυρὸς ἰσχυρά· οὕτως οὖν καὶ ἐκ τοῦ δίκαιος ὤφειλεν εἶναι δίκαια· ἀλλὰ διὰ τὴν μακροκαταληξίαν κατήγαγε τὸν τόνον. | |
15 | ἘΚΚΑΥΘΗ͂Ι, ποίας ἐγκλίσεως; Ὑποτακτικῆς· τὸ θέμα ἐκκαίω. Ποίου σχήματος; Συνθέτου. Καὶ πόθεν συνετέθη; Ἐκ τῆς ἐξ προθέσεως, καὶ τοῦ καίω. ἘΝ ΤΆΧΕΙ, ποίου γένους; Οὐδετέρου. Ποίας πτώσεως; Δοτικῆς, ἡ εὐθεῖα τὸ τάχος. | |
20 | ΠΕΠΟΙΘΌΤΕΣ, μετοχὴ, πείθω, ὁ μέσος παρακείμενος πέποιθα. | |
22t | ΨΑΛΜῸΣ ΤΡΊΤΟΣ. | |
23 | Ποίου μέρους λόγου ἐστίν; Ὀνόματος. Ποίου γένους; Ἀρσενικοῦ. Ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνό‐ | |
25 | ματι; Τακτικοῦ. Τὸ ΤΡΙ Ι, διατί; Πᾶσα λέξις ἀπὸ τῆς ΤΡΙ συλλαβῆς ἀρχομένη διὰ τοῦ Ι γράφεται, πλὴν τοῦ τρεῖς ἐπὶ ἀριθμοῦ, καὶ τρεῖς ῥήματος. ΚΎΡΙΕ ΤΊ; Ὄνομα ἐρωτηματικὸν τὸ τὶ, ἐνταῦθα δὲ ἐπίρ‐ ρημα ἐπιτάσεως, ἀντὶ τοῦ λίαν. | |
30 | ἘΠΛΗΘΎΝΘΗΣΑΝ, ἀορίστου πρώτου παθητικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν· τὸ θέμα πληθύνω. Ποίας συζυγίας; Ἕκτης τῶν βαρυτόνων. Καὶ πόθεν γίνεται; Ἐκ τοῦ πλῶ, πλήθω, κατὰ παραγωγὴν πληθύνω, καὶ ἐν πλεο‐ | |
νασμῷ τοῦ Ν πληθύνω. | 97 | |
98 | ΘΛΊΒΟΝΤΕΣ, μετοχὴ, τὸ θέμα, θλίβω. Πόθεν γίνεται; Παρὰ τὸ θλῶ τὸ θλίβω, ἢ παρὰ τὸ θρῶ θρύβω, καὶ θλίβω, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ τοῦ Υ εἰς Ι, ὡς τὸ Ἀφροδύτης Ἀφροδίτη. Τὸ ΘΛΙ Ι, διατί; Τὰ εἰς ΒΩ | |
5 | λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγονται, πλὴν τοῦ ἀμείβω, στείβω, λείβω, εἴβω. Τὸ ΘΛΙ μακρὸν, διὰ τί; Τὰ εἰς ΒΩ λήγοντα ῥήματα δισύλλαβα παραληγόμενα τῷ Ι ἐκτείνονται. ἘΠΑΝΊΣΤΑΝΤΑΙ, ῥῆμα ὁριστικὸν, δευτέρας συζυγίας τῶν | |
10 | εἰς ΜΙ. Πόθεν γίνεται; Ἐκ τοῦ ἵστημι· τὸ παθητικὸν, ἵσταμαι, τὸ τρίτον τῶν πληθυντικῶν ἵστανται καὶ ἐπανί‐ στανται. ΕΠ’ ἘΜῈ, πόσα μέρη λόγου εἰσί; Δύο· ἐπὶ πρόθεσις, ἐμὲ ἀντωνυμίας πρωτοτύπου, καὶ γίνεται ἐπὶ ἐμέ. Ἀλλ’ αἱ εἰς | |
15 | φωνῆεν λήγουσαι προθέσεις, ἐὰν συντεθῶσι μεθ’ ἑτέρας λέξεως τῆς ἀπὸ φωνήεντος ἀρχομένης, ἀποβάλλουσι τὸ ἔσχατον αὐτῶν φωνῆεν, πλὴν τῆς περὶ καὶ τῆς πρό. ΛΈΓΟΥΣΙ, τὸ θέμα πῶς ἐστι; Λέγω. Καὶ πόθεν γίνεται; Παρὰ τὸ λῶ τὸ θέλω· ἃ γὰρ θέλει τις, ταῦτα καὶ λέγει. | |
20 | ΨΥΧῊ, παρὰ τὸ ψύχω τὸ ζωογονῶ· ἐτυμολογεῖται δὲ παρὰ τὸ φυσιοχή τις οὖσα, ἡ τὴν φύσιν συνέχουσα. Τὸ ΨΥ μακρὸν, διατί; Πᾶς μέλλων βαρύτονος χωρὶς τῆς τετάρτης συζυγίας, καὶ τὴν ἴσην παραλήγουσαν θέλει ἔχειν τοῦ ἐνε‐ στῶτος, οἷον τύπτω τύψω, ἢ μείζονα, οἷον λέγω λέξω, οὐδέ‐ | |
25 | ποτε δὲ ἐλάττονα, πλὴν τοῦ πνίγω πνίξω, καὶ ἐρύκω ἐρύξω. Ο᾿ΥΚ ἜΣΤΙ πόσα μέρη λόγου εἰσί; Δύο· οὐκ ἐπίρρημα ἀρνήσεως, ἔστι, ῥήματος. Καὶ πόθεν γίνεται; Παρὰ τὸ ἔω τὸ ὑπάρχω γίνεται παράγωγον ῥῆμα, εἰμί· καὶ ἐπεὶ τὰ εἰς ΜΙ φύσει μακρᾷ παραλήγονται, πλεονάζει τὸ Ι καὶ γίνεται | |
30 | εἰμί. ΣΩΤΗΡΊΑ, πόθεν γίνεται; Παρὰ τὸ σωτὴρ, τοῦτο παρὰ τὸ σώζω, ὁ παθητικὸς παρακείμενος σέσωσμαι, σέσωσται, σωστὴρ καὶ σωτήρ. ΘΕΩ͂Ι, ποίου μέρους λόγου ἐστίν; Ὀνόματος. Ποίου | |
35 | γένους; Ἀρσενικοῦ. Ποίου εἴδους; Παραγώγου. Ποίου | 98 |
99 | εἴδους τῶν παραγώγων; Ῥηματικοῦ. Πόθεν γίνεται; Παρὰ τὸ θῶ, τὸ κατασκευάζω καὶ ποιῶ, ὁ πάντων τῶν ὄντων ποιη‐ τὴς καὶ τῆς τῶν πάντων [ποιητὴς] κατασκευῆς αἴτιος γίνεται θὸς, καὶ ἐπειδὴ οὐδέποτε ὄνομα μονοσύλλαβον εἰς φωνῆεν | |
5 | λῆγον βραχυκαταληκτεῖ, πλὴν τοῦ τὶς, πλεονάζει τὸ Ε, καὶ γίνεται θεός· ἢ παρὰ τὸ θέω τὸ τρέχω, ὁ πανταχοῦ ὤν. ἈΝΤΙΛΉΠΤΩΡ, πόθεν γίνεται; Παρὰ τὸ λήβω τὸ λαμ‐ βάνω, ὁ μέλλων λήψω, ὁ παρακείμενος λέληφα, ὁ παθητικὸς λέλημμαι, τὸ τρίτον λέληπται, καὶ ἐξ αὐτοῦ λήπτωρ, καὶ | |
10 | ἀντιλήπτωρ. ΔΌΞΑ, πόθεν γίνεται; Παρὰ τὸ δέχω δέξω δέξα καὶ δόξα, ἢ παρὰ τὸ δοκῶ δοκήσω ἐδόκησα, καὶ κράσει τοῦ Κ Σ εἰς Ξ ἔδοξα καὶ δόξα. Τὸ ΞΑ βραχὺ, διατί; Τὰ εἰς Α λή‐ γοντα θηλυκὰ παραληγόμενα ἑνὶ τῶν διπλῶν ἢ διὰ δύο ΣΣ | |
15 | ἐκφερόμενα βαρύτονα συστέλλουσι τὸ Α, οἷον μάζα, ῥίζα, δίψα, θάλασσα· οὕτως οὖν καὶ δόξα. Καὶ ἄλλως· τὰ εἰς Α λήγοντα θηλυκὰ ἀπὸ μελλόντων γινόμενα δισύλλαβα, συστέλλει τὸ Α, οἷον κνίζω κνίσω ἔκνισα, ἄγω ἄξω ἅμαξα (sic). | |
20 | ὙΨΩ͂Ν, ποίου μέρους λόγου ἐστί; Μετοχῆς. Ποίας συζυγίας; Τρίτης τῶν περισπωμένων. Πόθεν γίνεται; Ἐκ τοῦ ὕψος, τοῦτο παρὰ τὸ ὄπτω, τὸ βλέπω, ὁ μέλλων, ὄψω ὄψος καὶ ὕψος. Τὸ Υ ψιλὸν, διατί; Οὐδέποτε πρὸ τῶν διπλῶν εὑρίσκεται | |
25 | δίφθογγος, πλὴν τοῦ προῖξ. ΚΕΦΑΛῊ, ποίου εἴδους; Παραγώγου. Ποίου εἴδους τῶν παραγώγων; Παρωνύμου. Πόθεν γίνεται; Παρὰ τὸ κάρ‐ φος, ὃ σημαίνει τὸ ξηρὸν, ὁ κατάξηρος τόπος, ἢ παρὰ τὸ κέλυφος, κελυφὴ, καὶ κεφαλή· ἐτυμολογεῖται δὲ παρὰ τὸ | |
30 | ἐκεῖσε κεῖσθαι τὰ φάη. ΦΩΝῊ, ὄνομα προσηγορικὸν, γίνεται δὲ παρὰ τὸ φῶ τὸ λέγω, ἐξ οὗ καὶ τὸ ΦΩ μέγα· τὰ γὰρ ἀπὸ ἐνεστώτων ἢ μελλόντων κατὰ πρόσληψιν συλλαβῆς γινόμενα ὀνόματα διὰ τοῦ Ω μεγάλου γράφονται, οἷον ζῶ ζωὴ, φῶ φωνὴ, ἄγω | |
35 | ἀγωγή. Διατί ὀξύνεται; Τὰ εἰς ΝΗ δισύλλαβα τῷ Ω παρα‐ | 99 |
100 | ληγόμενα βαρύνονται, χωρὶς τῶν ἀποτελούντων συζυγίαν πρώτην τῶν περισπωμένων· φωνῶ γὰρ φωνὴ, ὠνῶ καὶ ὠνή. Ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Προση‐ γορικοῦ. | |
5 | ἘΚΈΚΡΑΞΑ, πόθεν γίνεται; Ἐκ τοῦ κράζω, κράξω, ἐκέ‐ κραξα, καὶ Ἀττικῷ καὶ Αἰολικῷ ἀναδιπλασιασμῷ, ἐκέκραξα. Ἔθος γὰρ τούτοις ἀναδιπλασιασμοῖς χρῆσθαι· τὸ δὲ κράξω ἐκ τοῦ κρῶ, τοῦτο ἐκ τοῦ κλῶ, τοῦτο ἐκ τοῦ καλῶ, καὶ ἐν συγκοπῇ κλῶ. | |
10 | Τί διαφέρει τὸ κράζω τοῦ κρώζω; Διαφέρει, ὅτι τὸ μὲν κράζω ἐπὶ ἐμψύχων λαμβάνεται, τὸ δὲ κρώζω ἐπὶ ἀψύχων, ἐξ οὗ καὶ τὸ “κορώνη ἑστῶσα ἔκρωζεν.” ἘΠΉΚΟΥΣΕΝ, ἀορίστου πρώτου, τρίτου προσώπου τῶν ἑνικῶν, σχήματος συνθέτου. Καὶ πόθεν συνετέθη; Ἐκ τῆς | |
15 | ἐπὶ προθέσεως καὶ τοῦ ἀκούω. Τὸ δὲ ἀκούω ἐκ τοῦ κῶ τὸ κοιμῶμαι. ὌΡΟΥΣ, ποίου γένους; Οὐδετέρου. Διατί βαρύνεται; Τὰ εἰς ΟΣ οὐδέτερα ὀνόματα βαρύνεσθαι θέλει, οἷον ψεῦδος, ὄνειδος, τεῖχος· οὕτως οὖν καὶ ὄρος. | |
20 | ἘΚΟΙΜΉΘΗΝ, πόθεν γίνεται; Ἐκ τοῦ κοιμῶ, τοῦτο ἐκ τοῦ κῶ, ὃ σημαίνει τὸ κοιμῶμαι, ἐξ οὗ γίνεται κέω, ὃ μετὰ τοῦ Ι κείω· καὶ Ὅμηρος, οἱ μὲν κακκείοντες ἔβαν κλισίηνδε ἕκαστος. Ἐκ τοῦ κέω γίνεται περισπώμενον κεῶ, κεήσω, ἐξ αὐτοῦ | |
25 | κέημι ῥῆμα παράγωγον· ὁ παθητικὸς, κέεμαι, καὶ κράσει κεῖμαι· τὸ τρίτον κέεται, κεῖται, καὶ ἐξ αὐτοῦ κοίτη. Ἐκ τοῦ οὖν κῶ γίνεται κοιμῶ δευτέρας συζυγίας τῶν περισπω‐ μένων, ὁ μέλλων κοιμήσω, καὶ τὰ λοιπὰ, δῆλα. ὝΠΝΩΣΑ, ἀορίστου πρώτου, ἐνεργητικοῦ· τὸ θέμα ὑπνῶ. | |
30 | Πόθεν γίνεται; Παρὰ τὸ ὕπνος· τοῦτο ἐκ τῆς ὕπο προ‐ θέσεως καὶ τοῦ νοῦς, ὃ γέγονεν ὑπόνοος, καὶ κατὰ συγκοπὴν ὕπνος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ὑπονοστεῖν τὰς φρένας ἢ ὑποχωρεῖν· ἐν αὐτῷ γὰρ αἱ τοῦ ἀνθρώπου αἰσθήσεις ὑπο‐ χωροῦσιν. | |
35 | ἘΞΕΓΈΡΘΗΝ, ποίου μέρους λόγου ἐστί; Ῥήματος, ἐγκλί‐ | 100 |
101 | σεως ὁριστικῆς, παθητικοῦ ἀορίστου πρώτου. Ποίας συζυ‐ γίας; Πέμπτης τῶν βαρυτόνων· Καὶ πόθεν γίνεται; Ἐκ τοῦ ἐγείρω, ὁ μέλλων ἐγερῶ, ὁ παρακείμενος ἤγερκα, ὁ Ἀττικὸς ἐγήγερκα. | |
5 | ΟΤΙ ποίου μέρους λόγου ἐστί; Συνδέσμου αἰτιολογικοῦ. ἈΝΤΙΛΉΨΕΤΑΙ, πόσα μέρη λόγου εἰσίν; Ἓν μέρος λόγου ἐστί. Διατί; Διότι αἱ προθέσεις μετὰ τῶν ἀπτώτων καὶ τῶν εὐθειῶν τῶν ὀνομάτων ἐν συνθέσει εἰσί. Πόθεν γίνεται; Ἐκ τοῦ λήβω τὸ λαμβάνω, ὁ μέλλων, λήψω, καὶ ὁ μέσος | |
10 | μέλλων λήψομαι, τὸ δεύτερον λήψῃ, λήψεται, καὶ μετὰ τῆς ἀντὶ προθέσεως ἀντιλήψεται· τὸ δὲ μοῦ, ἀντωνυμίας. ΦΟΒΗΘΉΣΟΜΑΙ, μέλλοντος πρώτου παθητικοῦ, τὸ θέμα, φοβῶ. Ποίας συζυγίας; Πρώτης τῶν περισπωμένων. Πόθεν γίνεται; Ἐκ τοῦ φόβος, τοῦτο παρὰ τὸ φέβω. | |
15 | Ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Γενικοῦ. Φοβῶ, ὁ μέλλων φοβήσω. Πόθεν ἔχει τὸ Η; Ἡ δὲ πρώτη συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος θέλει ἔχειν τὸ Η ἢ τὸ Ε, νοήσω, τελέσω· ὁ παρακείμενος πεφόβηκα, ὁ πα‐ θητικὸς πεφόβημαι, ὁ ἀόριστος ἐφοβήθην ἐφοβήθης ἐφο‐ | |
20 | βήθη, καὶ ὁ μέλλων πρῶτος φοβηθήσομαι. Τὸ ΣΟ μικρὸν, διατί; Πᾶν εἰς ΜΑΙ λῆγον ῥῆμα ὁριστικὸν ἀπαθὲς ἐπὶ τῶν εἰς Ω πρὸ τοῦ Μ τὸ Ο θέλει ἔχειν, ἢ μόνον, ἢ μετὰ τοῦ Ι. ΜΥΡΙΆΔΩΝ, ἡ εὐθεῖα μυριὰς, ποίου εἴδους τῶν ὑποπεπτω‐ | |
25 | κότων τῷ ὀνόματι; Ἀριθμητικοῦ. Καὶ πόθεν γίνεται; Παρὰ τὸ μύριος· τοῦτο παρὰ τὸ ΜΥ στοιχεῖον. Μυριὰς τὸ ΑΣ βραχὺ, διατί; Τὰ εἰς ΑΣ ὀξύτονα θηλυκὰ συστέλλει τὸ Α, οἷον λαμπὰς, τριὰς, μυριάς. Διατί ὀξύνεται; Τὰ εἰς ΑΣ ὀνόματα διὰ τοῦ ΔΟΣ κλινό‐ | |
30 | μενα βραχὺ ἔχουσι τὸ Α Καὶ ὀξύνονται, οἷον Ἀρκὰς, τριὰς, μυριὰς, μυριάδος. Ὁ κανών· καθόλου τὰ εἰς ΑΣ θηλυκὰ διὰ τοῦ ΔΟΣ κλίνονται, καὶ τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς. Ἡ γενικὴ τῶν μυριάδων. Τὸ ΡΙ Ι, διατί; Συνεξηκολούθησε τῷ μύριος, κύριος. | |
35 | ΚΎΚΛΩΙ, ἐπίρρημα τοπικὸν, τὰ δὲ τοπικὰ, οἷον ἄνω, κάτω. | 101 |
102 | Ποῖαι σχέσεις τῶν τοπικῶν; Τρεῖς· ἡ ἐν τόπῳ, οἷον οἴκοι, ἡ εἰς τόπον, οἷον οἴκαδε, ἡ ἐκ τόπου, οἷον οἴκοθεν. ΣΥΝΕΠΙΤΙΘΕΜΈΝΩΝ, μετοχῆς, ποίας πτώσεως; Γενικῆς τῶν πληθυντικῶν· τὸ θέμα, συνεπιτίθημι, τὸ παθητικὸν συνεπιτί‐ | |
5 | θεμαι, ἡ μετοχὴ, συνεπιτιθέμενος, σχήματος παρασυνθέτου. ἈΝΆΣΤΑ, γίνεται ἐκ τοῦ στῶ, ὁ παρατατικὸς ἔσταον, ἔστων, ἔσταες ἔστας, ἔσταε ἔστα, καὶ τὸ προστακτικὸν στάε στᾶ, καὶ μετὰ τῆς ἀνὰ προθέσεως ἀνάστα· ἐπειδὴ πᾶν προστακτικὸν, εἰ μὲν εἴη μονοσύλλαβον, ἐν τῇ συνθέσει παρο‐ | |
10 | ξύνεται, οἷον ἒς ἄφες, στᾶ ἀνάστα· εἰ δὲ ὑπὲρ δύο συλ‐ λαβὰς, προπαροξύνεται, οἷον στῆθι ἀνάστηθι, βῆθι ἀνάβηθι, καὶ κατάβηθι. Τὸ πρῶτον πρόσωπον οὐκ ἔχει· ἐπειδὴ οὐδεὶς ἑαυτὸν προστάσσει. ἘΠΆΤΑΞΑΣ, ἀορίστου πρώτου, τὸ θέμα πατάσσω, πόθεν | |
15 | γίνεται; Παρὰ τὸ πτῶ τὸ φοβοῦμαι, ὁ μέλλων πτήσω, συστολῇ τοῦ Η εἰς Α πτάσω, καὶ πλεονασμῷ ἑτέρου Α πα‐ τάσσω, καὶ μετάγεται εἰς ἐνεστῶτα, ὁ μέλλων πατάξω, ὁ ἀόριστος ἐπάταξα, τὸ δεύτερον, ἐπάταξας. ἘΧΘΡΑΊΝΟΝΤΑΣ, πόθεν γίνεται; Παρὰ τὸ ἐχθραίνω, | |
20 | τοῦτο παρὰ τὸ ἐχθρὸς, τοῦτο παρὰ τὸ ἔχθος, τὸ μῖσος, τοῦτο παρὰ τὸ ἔχω τὸ κρατῶ. ΜΑΤΑΊΩΣ, ἐπίρρημα μεσότητος· πόθεν γίνεται; Παρὰ τὸ μάταιος, τοῦτο παρὰ τὸ ἄτη, ὃ σημαίνει τὴν βλάβην· ἄτην καὶ μάτην. Τὸ ΗΝ Η. Τὰ εἰς ΗΝ ἐπιρρήματα διὰ τοῦ Η | |
25 | γράφεται, πλὴν τοῦ πρὶν, πάλιν, ἔμπαλιν, ἀνόπιν, κατόπιν. Τὸ δὲ ἄτη πόθεν γίνεται; Παρὰ τῶ τὸ ζητῶ, καὶ μετὰ τοῦ στερητικοῦ Α ἀτῶ τὸ οὐ ζητῶ, τὴν γὰρ βλάβην ἅπαντες ἐκφεύγομεν. ὈΔΌΝΤΕΣ ἉΜΑΡΤΩΛΩ͂Ν, ἡ εὐθεῖα ὀδούς. Πόθεν γίνεται; | |
30 | Παρὰ τὸ ἔδω τὸ ἐσθίω, ἐδοὺς καὶ ὀδούς· ὅθεν καὶ ὀξύνεται, ὡς τὸ πούς. Ε᾿ΥΛΟΓΊΑ, παρὰ τὸ εὐλογῶ εὐλογία, τοῦτο παρὰ τὸ εὔλογος, τοῦτο παρὰ τὸ εὖ μόριον καὶ τὸ λόγος, τὸ δὲ εὖ παρὰ τὸ ἐῢς, ὁ σημαίνει τὸν ἀγαθόν· τὸ οὐδέτερον τὸ ἐῢ, καὶ | |
35 | κράσει εὖ· τὸ δὲ λόγος παρὰ τὸ λέγω. | 102 |
103(1t) | ΨΑΛΜῸΣ ΤΈΤΑΡΤΟΣ. | |
2 | Ὄνομα καταληκτικὸν, γίνεται δὲ παρὰ τὸ τέσσαρας ἀριθμοὺς ἔχειν. ἘΠΙΚΑΛΕΙ͂ΣΘΑΙ ποίας ἐγκλίσεως; Ἀπαρεμφάτου. Ποίας | |
5 | συζυγίας; Πρώτης τῶν περισπωμένων· καλέω, καλῶ, ὁ μέλ‐ λων καλέσω. Καὶ διατί οὐκ ἔχει τὸ Η; Ἀλλ’ ἐὰν διχρόνῳ παραλήγηται ὁ ἐνεστὼς, διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, πλὴν τοῦ ἀρῶ ἀρέσω, καλῶ καλέσω· ἐκ τοῦ οὖν καλέω καλῶ γίνεται τὸ ἀπαρέμφατον παθητικὸν καλέεσθαι καλεῖσθαι. | |
10 | ΕἸΣΉΚΟΥΣΕ ποίου χρόνου; Ἀορίστου πρώτου. Ποίου σχήματος; Συνθέτου. Καὶ πόθεν συντίθεται; Ἐκ τῆς εἰς προθέσεως καὶ τοῦ ἀκούω, τὸ δὲ ἀκούω ἐκ τοῦ κῶ τὸ κοιμῶμαι γίνεται κούω, ὡς ῥῶ ῥούω· καὶ μετὰ τοῦ στερητικοῦ Α ἀκούω· οἱ γὰρ ἀκούοντες οὐ κοιμῶνται. Ἀκούω ὁ μέλλων ἀκούσω, | |
15 | ὁ ἀόριστος ἤκουσα ἤκουσας ἤκουσε, καὶ μετὰ τῆς εἰς προ‐ θέσεως εἰσήκουσε. ΔΙΚΑΙΟΣΎΝΗΣ, πόθεν γίνεται; Παρὰ τὸ δίκαιος, τοῦτο παρὰ τὸ δίκη, τοῦτο παρὰ τὸ δίχω, τὸ διχάζω· ἡ γὰρ δίκη τὰ δύο μέρη διΐστησι. | |
20 | ΘΛΊΨΕΙ, πόθεν γίνεται; Παρὰ τὸ θλίβω θλίψω θλίψις, ἢ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου. ἘΠΛΆΤΥΝΑΣ, πρώτου ἐνεργητικοῦ (ἀορίστου), προσώπου δευτέρου· τὸ θέμα, πλατύνω, ὁ μέλλων πλατυνῶ, ὁ ἀόριστος, ἐπλάτυνα ἐπλάτυνας. | |
25 | ΟἸΚΤΕΊΡΗΣΟΝ, ῥῆμα προστακτικὸν, συζυγίας πρώτης τῶν περισπωμένων. Πῶς ἔστι τὸ θέμα; Οἰκτειρῶ. Πόθεν γίνεται; Ἐκ τοῦ οἰκτείρω βαρυτόνου· τοῦτο παρὰ τὸ οἶκτος· τοῦτο παρὰ τὸ εἴκω τὸ ὑποτάττομαι· οἱ γὰρ οἰκτεί‐ ροντες ὑπείκουσι καὶ ὑποτάσσονται· ὁ ἀόριστος ὠκτείρησα, | |
30 | καὶ τὸ προστακτικὸν, οἰκτείρησον. ΠΡΟΣΕΥΧΗ͂Σ, πόθεν γίνεται; Παρὰ τὴν πρὸς πρόθεσιν καὶ τὸ εὐχή· τὸ δὲ εὐχὴ παρὰ τὸ εὖ ἔχειν ἡ τοῦ εὖ ἔχειν αἴ‐ τησις, ἢ παρὰ τὸ ἔχεσθαι τὸ ἀκολουθεῖν· ἀπέλειψε δὲ τοῦ | |
εὔχομαι τὰ ἐνεργητικά. | 103 | |
104 | ἈΝΘΡΏΠΩΝ παρὰ τὸ ἄνω θρεῖν τὸν ὦπα, ἢ αἴρειν τὸν ὀφθαλμόν· μόνος γὰρ τῶν ἄλλων ζώων ὁ ἄνθρωπος ἄνω βλέπει, ἢ παρὰ τὸ ἀναθεωρεῖν ἃ ὄπωπεν, ἢ ἀναλογί‐ ζεσθαι. | |
5 | ἝΩΣ, ἐπίρρημα ἀναφορικὸν, διατί δασύνεται; Τὰ κατὰ ἀποβολὴν τοῦ Ι ἀναφορικὰ δασύνονται. ΠΌΤΕ, ἐπίρρημα ἐρωτήσεως· τὸ ΠΟ μικρὸν διατί; Τὰ εἰς Ε λήγοντα ἐπιρρήματα τὴν μὲν παραλήγουσαν διὰ τοῦ Ο μικροῦ ἔχουσι, τὴν δὲ τελευταίαν διὰ τοῦ Ε ψιλοῦ. | |
10 | ΒΑΡΥΚΆΡΔΙΟΙ, πόθεν γίνεται; Παρὰ τὸ βαρὺς καὶ τὸ καρδία· τὸ δὲ βαρὺς παρὰ τὸ βάρος, τοῦτο παρὰ τὸ βίᾳ αἴρεσθαι. Τὸ ΡΥΣ ψιλόν· τὰ εἰς ΥΣ, εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ, διὰ τοῦ Υ ψιλοῦ γράφεται, χωρὶς εἰ μὴ ἀπὸ συναι‐ ρέσεως εἴη, ὡς τὸ φθόϊς φθοῖς, καὶ ὄϊς οἶς. Τὸ δὲ καρδία | |
15 | πόθεν γίνεται; Παρὰ τὸ κραδαίνω τὸ σείω, ἀεικίνητος γάρ ἐστιν ἡ καρδία. ἈΓΑΠΑ͂ΤΕ, ποίου μέρους λόγου ἐστί; Ῥήματος. Πῶς ἐστι τὸ θέμα; Ἀγαπῶ. Ποίας συζυγίας; Δευτέρας τῶν περισπωμένων· ὁ μέλλων ἀγαπήσω. Πόθεν ἔχει τὸ Η; Τὰ | |
20 | δὲ ἔχοντα ἐν τῷ ἐνεστῶτι σύμφωνον ἄλλο χωρὶς τοῦ Λ καὶ τοῦ Ρ, διὰ τοῦ Η ἔχει τὸν μέλλοντα. ΖΗΤΕΙ͂ΤΕ, ῥῆμα ὁριστικὸν ἐνεργητικόν. Καὶ πόθεν γίνε‐ ται; Παρὰ τὸ ζητῶ, τοῦτο παρὰ τὸ αἰτῶ καὶ τοῦ (sic) ΖΑ ἐπιτατικοῦ, ζααιτῶ, καὶ ἐν συγκοπῇ, ζατῶ, καὶ τροπῇ τοῦ Α | |
25 | εἰς Η ζητῶ· τὸ πληθυντικὸν, ζητέομεν ζητοῦμεν, τὸ δεύτερον ζητέετε ζητεῖτε. ΨΕΥ͂ΔΟΣ, πόθεν γίνεται; Παρὰ τὸ φεύγω φεῦγος καὶ ψεῦδος, ἢ παρὰ τὸ φείδω φεῖδος, καὶ τροπῇ τοῦ Φ εἰς Ψ καὶ τροπῇ τοῦ Ι εἰς Υ, ψεῦδος. | |
30 | ΓΝΩ͂ΤΕ, ποίου μέρους λόγου ἐστί; Ῥήματος. Ποίας ἐγκλίσεως; Ὁριστικῆς. Ποίας διαθέσεως; Ἐνεργητικῆς. Πόθεν γίνεται; Ἐκ τοῦ γνῶμι. Ποίας συζυγίας; Τῶν εἰς ΜΙ· ὁ μέλλων γνώσω· ὁ δεύτερος ἀόριστος ἔγνων, ἡ μετοχὴ, ὁ γνοὺς, τοῦ γνόντος, καὶ τὸ προστακτικὸν, γνῶθι, καὶ | |
35 | ὤφειλε γράφεσθαι διὰ τοῦ Ο μικροῦ· τοῦ γὰρ γνόντος | 104 |
105 | πόθεν παράγεται, μικρόν ἐστιν· ἀλλὰ τὰ εἰς ΘΙ προστακτικὰ καὶ τὰ εἰς ΝΑΙ ἀπαρέμφατα τὴν μὲν παραλήγουσαν .... Τὸ δὲ γνῶμι πόθεν γίνεται; Παρὰ τὸ γνῶ, τοῦτο παρὰ τὸ νοῦς νοὸς νοῶ, καὶ κατὰ συγκοπὴν, νῶ, καὶ πλεονασμῷ | |
5 | τοῦ Γ, γνῶ. ἘΘΑΥΜΆΣΤΩΣΕ, ἀορίστου πρώτου· τὸ θέμα πῶς ἐστι; Θαυ‐ μαστῶ. Πόθεν γίνεται; Παρὰ τὸ θαυμαστὸς, τοῦτο παρὰ τὸ θαυμάζω, τοῦτο παρὰ τὸ θαῦμα, τοῦτο παρὰ τὸ θεῶ, θεάσω, τεθέακα, τεθέαμαι, θαῦμα. | |
10 | ὍΣΙΟΝ, παρὰ τὸ ἅζω τὸ σέβομαι, ἅσιος καὶ ὅσιος, ἐξ οὗ καὶ δασύνεται. ΚΕΚΡΑΓΈΝΑΙ, μέσου παρακειμένου· τὸ θέμα πῶς ἐστι; Κράζω. Πόθεν γίνεται; Παρὰ τὸ κλῶ. Τοῦτο παρὰ τὸ καλῶ, καὶ ἐν συγκοπῇ, κλῶ· κράζω, ὁ μέλλων κράξω, ὁ | |
15 | παρακείμενος κέκραγα. Πόθεν ἔχει τὸ Γ; Εἰ δὲ εἴη ὁ ἐνεστὼς διὰ τοῦ Ξ ἢ δύο ΣΣ, τότε ὁ μέσος παρακείμενος ἀκολουθήσει τῷ μέλλοντι· κἂν μὲν γὰρ ὁ μέλλων διὰ τοῦ Ξ, ὁ μέσος παρακείμενος διὰ τοῦ Γ· πλήσσω, πλήξω, πέπληγα· τὸ τρίτον πρόσωπον κέκραγε, καὶ τὸ ἀπαρέμφατον, κεκρα‐ | |
20 | γέναι. Τὸν ΑΙ δίφθογγον; Πᾶν ἀπαρέμφατον δίφθογγον ἔχει. ὈΡΓΊΖΕΣΘΕ, πόθεν γίνεται; Ἐκ τοῦ ὀργίζω, τοῦτο παρὰ τὸ ὀργή. ἉΜΑΡΤΆΝΕΤΕ, προστακτικόν· τὸ θέμα πῶς ἐστιν; Ἁμαρ‐ | |
25 | τάνω· ὁ παρατατικὸς, ἡμάρτανον· τὸ τρίτον ἡμάρτανε, καὶ τὸ προστακτικὸν, ἁμάρτανε· τὸ πληθυντικὸν, ἁμαρτάνετε, ἁμαρτάνω. Καὶ ὁ μέλλων; Οὐκ ἔχει. Διατί; Τὰ διὰ τοῦ ΑΝΩ ῥήματα ἄχρι τοῦ παρατατικοῦ κλίνεται, οἷον μανθάνω, λανθάνω, ἁμαρτάνω. | |
30 | ΚΟΊΤΑΙΣ, παρὰ τὸ κεῖμαι· τὸ δεύτερον κεῖσαι, τὸ τρίτον κεῖται, καὶ ἐξ αὐτοῦ κοίτη. Τὸ ΚΟΙ δίφθογγον, διατί; Τὰ ἔχοντα τὸ Ε ἐγκείμενον .... ΚΑΤΑΝΎΓΗΤΕ, προστακτικὸν παθητικοῦ ἀορίστου πρώτου· τὸ θέμα; Κατανύσσω. Πόθεν γίνεται; Ἐκ τῆς κατὰ προ‐ | |
35 | θέσεως, καὶ τοῦ νύσσω τὸ κάμπτω, ὁ μέλλων κατανύξω, ὁ | 105 |
106 | ἀόριστος πρῶτος κατένυξα, ὁ δεύτερος κατένυγον, ὁ παθητικὸς κατενύγην, ἡ μετοχὴ, ὁ κατανυγεὶς, τοῦ κατανυγέντος, καὶ τὸ προστακτικὸν, κατανύγηθι κατανυγήθω, καὶ τὸ πληθυν‐ τικὸν, κατανύγητε. | |
5 | ΘΎΣΑΤΕ, ῥῆμα προστακτικόν· καὶ πόθεν γίνεται; Παρὰ τὸ θύω θύσω· ὁ ἀόριστος ἔθυσα, καὶ τὸ προστακτικὸν, θῦσον θυσάτω· τὸ πληθυντικὸν, θύσατε. ἘΛΠΊΣΑΤΕ, προστακτικὸν ἐνεργητικόν· γίνεται δὲ ἐκ τοῦ ἐλπίζω, τοῦτο παρὰ τὸ ἐλπὶς, τοῦτο παρὰ τὸ ἕλκω ἕλκις | |
10 | καὶ ἐλπίς. ΔΕΊΞΕΙ, παρὰ τὸ δείκω τὸ δεικνύω, ὁ μέλλων, δείξω δείξεις δείξει. ἈΓΑΘᾺ, παρὰ τὸ ἀγάθω τὸ θαυμάζω, ἀγαστὸς καὶ ἀγαθός. | |
15 | ἘΣΗΜΕΊΩΘΗ, ἀόριστος πρῶτος παθητικὸς, τὸ θέμα ση‐ μειόω, σημειῶ, ὁ μέλλων σημειώσω, ὁ παθητικὸς ἐσημειώθην ἐσημειώθης ἐσημειώθη. ἘΦ’ ἩΜΑ͂Σ, πόσα μέρη λόγου εἰσίν; Ἐπὶ πρόθεσις, ἡμᾶς ἀντωνυμίας πρωτοτύπου, αἰτιατικῆς τῶν πληθυντικῶν. | |
20 | Ε᾿ΥΦΡΟΣΎΝΗ, πόθεν γίνεται; Παρὰ τὸ εὔφρων εὔφρονος, τοῦτο παρὰ τὸ εὖ μόριον, καὶ τὸ φρῶ τὸ προϊῶ, οἱονεὶ καλῶς προϊέμενος· καὶ κλίνεται εὔφρονος. ΣΙ͂ΤΟΣ, ποίου εἴδους τῶν παραγώγων; Ῥηματικοῦ. Καὶ πόθεν γίνεται; Παρὰ τὸ σείω· ὁ παθητικὸς παρακείμενος, | |
25 | σέσεισμαι, τὸ τρίτον σέσεισται, καὶ ἐξ αὐτοῦ σῖτος. ΟἾΝΟΣ, ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Προσηγορικοῦ. Ὄνομα ῥηματικόν. Καὶ πόθεν γίνεται; Παρὰ τὸ οἴω τὸ ὑπολαμβάνω, ὁ οἰήσεως καὶ πλάνης αἴτιος τοῖς ἀνθρώποις γινόμενος, ἢ παρὰ τὸ ὀνῶ τὸ ὠφελῶ. | |
30 | ΚΑΤΏΙΚΙΣΑΣ, ἀόριστος πρῶτος· τὸ θέμα κατοικίζω. Πόθεν γίνεται; Ἐκ τοῦ κατοικῶ· τοῦτο ἐκ τοῦ κάτοικος, τοῦτο ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ οἶκος, τὸ δὲ οἶκος παρὰ τὸ εἴκω τὸ ὑποχωρῶ, ὁ μέλλων κατοικίσω, ὁ ἀόριστος κατῴκισα | |
κατῴκισας. | 106 | |
107(1t) | ΨΑΛΜῸΣ ΠΈΜΠΤΟΣ. | |
2 | Πόθεν γίνεται; Παρὰ τὸ πέμπω· πέμπει γὰρ ἡμᾶς πρὸς τὸν δέκατον ἀριθμόν. ἘΝΏΤΙΣΑΙ, προστακτικόν. Ποίου χρόνου; Μέσου ἀορίστου | |
5 | πρώτου· τὸ θέμα, ἐνωτίζω. Πόθεν γίνεται; Παρὰ τὸ ὦς, ὠτὸς, ὠτίζω, καὶ ἐνωτίζω. ΣΎΝΕΣ, τὸ ῥῆμα συνίημι, ποίας συζυγίας; Πρώτης τῶν εἰς ΜΙ, ὁ μέλλων συνήσω, ὁ δεύτερος ἀόριστος συνῆν, ἡ μετοχὴ, ὁ συνεὶς, τοῦ συνέντος, καὶ τὸ προστακτικὸν σύνες. | |
10 | ΠΡΟΣΕΎΞΟΜΑΙ, ποίου χρόνου; Μέσου μέλλοντος. Καὶ πόθεν γίνεται; Ἐκ τοῦ προσεύχω, ὅπερ ἐξέλιπε διὰ σημα‐ σίαν· τοῦτο παρὰ τὸ προσευχὴ, ὁ μέλλων προσεύξω, καὶ ὁ μέσος μέλλων, προσεύξομαι. ΠΡΩΪ̀, ποίου μέρους λόγου ἐστίν; Ἐπιρρήματος, καιροῦ | |
15 | παραστατικοῦ. Καὶ πόθεν γίνεται; Παρὰ τὴν πρὸ πρό‐ θεσιν, κατ’ ἐπέκτασιν τοῦ Ο εἰς Ω καὶ τοῦ Ι, ἐξ οὗ καὶ κατὰ παραγωγὴν πρώϊος, καὶ τὸ θηλυκὸν, πρωΐα. ΠΑΡΑΣΤΉΣΟΜΑΊ ΣΟΙ, μέσος μέλλων πρῶτος, ἵστημι, ὁ μέλλων στήσω, καὶ ὁ μέσος μέλλων στήσομαι, καὶ παρὰ | |
20 | τῆς παρὰ προθέσεως, παραστήσομαι. ἘΠΌΨΕΙ ΜΕ, δευτέρου προσώπου, παθητικοῦ· καὶ πόθεν γίνεται; Παρὰ τὸ ὄπτω τὸ βλέπω, ὁ μέλλων ὄψω, καὶ ὁ μέσος μέλλων αʹ ὄψομαι, ὄψει. ΠΑΡΟΙΚΉΣΕΙ, ἐκ τοῦ παροικῶ, τοῦτο ἐκ τοῦ πάροικος, | |
25 | τοῦτο ἐκ τῆς παρὰ προθέσεως καὶ τοῦ οἶκος· καὶ τὰ λοιπὰ ἐγράφησαν. ΔΙΑΜΕΝΟΥ͂ΣΙ, ῥῆμα ὁριστικὸν, ἐνεργητικὸν, ἁπλοῦν, παρά‐ γωγον, μένω, μενῶ, τὸ τρίτον τῶν πληθυντικῶν μενοῦσι καὶ διαμενοῦσι. | |
30 | ΚΑΤΕΎΘΥΝΟΝ, κατευθύνω· γίνεται δὲ ἐκ τῆς κατὰ προ‐ θέσεως, καὶ τοῦ εὐθὺς εὐθύω καὶ εὐθύνω. ἈΝΕΩΙΓΜΈΝΟΣ, μετοχῆς παρακειμένου· ἀνῴγω, καὶ ὁ παρα‐ τατικὸς ἄνῳγον, καὶ κατὰ πλεονασμὸν τοῦ Ε, ἀνέῳγον, ὁ παρακείμενος ἀνέῳχα, ὁ παθητικὸς ἀνέῳγμαι, ἡ μετοχὴ | |
35 | ἀνεῳγμένος. | 107 |
108 | ἘΔΟΛΙΟΥ͂ΣΑ, τὸ θέμα, δολιῶ, καὶ ὁ παρατατικὸς ἐδολίεον ἐδολίουν, τὸ τρίτον τῶν πληθυντικῶν ἐδολιέουσαν ἐδο‐ λιοῦσαν. ἈΠΟΠΕΣΆΤΩΣΑΝ, προστακτικὸν ἀπὸ τοῦ πεσῶ, πεσήσω· | |
5 | ὁ δεύτερος ἀόριστος ἔπεσον, καὶ σεσημειωμένον ἔχον τὸ Σ χαρακτηριστικόν. ΚΑΤΑΣΚΗΝΏΣΕΙΣ· τὸ θέμα κατασκηνῶ, τοῦτο παρὰ τὸ σκηνή. | |
9t | ΨΑΛΜῸΣ ϛʹ. | |
10 | ἘΛΈΓΞΗΙΣ, ἐγκλίσεως ὑποτακτικῆς· καὶ πόθεν γίνεται; Ἐκ τοῦ ἐλέγχω, τοῦτο παρὰ τὸ ἔλεγχος. ἘΠΊΣΤΡΕΨΟΝ, ἐγκλίσεως προστακτικῆς· τὸ θέμα στρέφω, ὁ μέλλων στρέψω, ὁ ἀόριστος πρῶτος ἔστρεψα, καὶ τὸ προστακτικὸν, στρέψον, ἐπίστρεψον. | |
15 | ῬΥ͂ΣΑΙ, προστακτικὸν, τὸ θέμα, ῥύω, ὁ μέλλων ῥύσω, ὁ ἀόριστος ἔρρυσα, καὶ ὁ μέσος προστακτικὸς πρώτου ἀορίστου ῥῦσαι. ἘΚΟΠΊΑΣΑ, παρὰ τὸ κοπιῶ, τοῦτο παρὰ τὸ κόπος. ἈΠΌΣΤΗΤΕ, ἵστημι, στήσω, ὁ δεύτερος ἀόριστος ἔστην· | |
20 | κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς ΘΙ προστακτικὰ .... καὶ γίνεται στῆθι, καὶ ἀπόστηθι. ΑἸΣΧΥΝΘΕΊΗΣΑΝ, παρὰ τὸ αἰσχύνω, ὁ μέλλων αἰσχυνῶ, ὁ παρακείμενος ᾔσχυγκα, καὶ ἐξ αὐτοῦ αἰσχυνθείησαν. ΤΑΡΑΧΘΕΊΗΣΑΝ, ῥῆμα εὐκτικὸν ἐκ τοῦ ταράσσω, ὁ μέλλων, | |
25 | ταράξω, ὁ παρακείμενος, τετάραχα, καὶ ἐξ αὐτοῦ ταραχθείησαν. ΔΙᾺ ΤΆΧΟΥΣ, ἐκ τῆς διὰ προθέσεως καὶ τοῦ τάχος. | |
27t | ΨΑΛΜῸΣ Ζʹ. | |
28 | ΔΙΏΚΟΝΤΑ, μετοχὴ, γίνεται ἀπὸ τοῦ διώκω. ἉΡΠΆΣΗΙ ὑποτακτικὸν, γίνεται παρὰ τὸ ἁρπάζω. | |
30 | ἈΠΟΠΈΣΟΙΜΙ εὐκτικὸν ἀορίστου δευτέρου τοῦ ἔπεσον, ἡ μετοχὴ ὁ πεσὼν, καὶ τὸ εὐκτικὸν πέσοιμι· γίνεται δὲ παρὰ τὸ πέπτω, πίπτω. ΚΑΤΑΛΆΒΟΙ, εὐκτικὸν, δεύτερος ἀόριστος ἐκ τοῦ λήβω. | |
ΚΑΤΑΠΑΤΗ͂ΣΑΙ, ἐκ τοῦ πατῶ. | 108 | |
109 | ἈΝΆΣΤΗΘΙ, ἀορίστου πρώτου, ἵστημι, ὁ μέλλων στήσω, ὁ δεύτερος ἀόριστος ἔστην, ἡ μετοχὴ, ὁ στὰς, τοῦ στάντος, καὶ τὸ προστακτικὸν στᾶθι, καὶ μετὰ τῆς ἀνὰ προθέσεως, ἀνάσταθι, καὶ τροπῇ τοῦ Α εἰς Η, ἀνάστηθι. | |
5 | ἘΝΕΤΕΊΛΩ, μέσος ἀόριστος δεύτερος ἐκ τοῦ ἐντέλλω, ὁ μέλλων ἐντελῶ, ὁ ἀόριστος πρῶτος ἔτειλα, ὁ μέσος ἐτει‐ λάμην, τὸ δεύτερον ἐτείλω. ἸΔΟῪ, ἐπίρρημα δεικτικὸν, διατί ὀξύνεται; Σεσημείωται τὸ ἰδοὺ, ἰοὺ, οὔ. | |
10 | ΚΑΤΑΒΉΣΕΤΑΙ, ἐκ τοῦ βίβημι, ὁ μέλλων βήσω, ὁ μέσος μέλλων, βήσομαι, βήσῃ, βήσεται, καὶ καταβήσεται. | |
12t | ΨΑΛΜῸΣ Ηʹ. | |
14 | ὩΣ ἐπίρρημα θαυμαστὸν, ἀντὶ λίαν. | |
15 | ἘΠΉΡΘΗ ἐκ τοῦ ἐπαίρω ἐπαρῶ ἐπῇρκα, ἐπῇρμαι, ἐπῄρθην. ΜΕΓΑΛΟΠΡΈΠΕΙΑ, ἐκ τοῦ μεγαλοπρεπὴς, τοῦτο ἐκ τοῦ μεγάλος καὶ τοῦ πρέπω. ΚΑΤΑΡΤΊΣΩ, μέλλων πρῶτος καταρτίσω, ὁ μέλλων καταρτίσω. | |
20 | ΑἾΝΟΣ πόθεν γίνεται; Παρὰ τὸ ἰαίνω τὸ εὐφραίνομαι, ἴαινος, καὶ ἀποβολῇ τοῦ Ι αἶνος. ΔΆΚΤΥΛΟΣ, παρὰ τὸ δράσω, δάκτυλος, τοῦτο παρὰ τὸ δρῶ τὸ κρατῶ. ΣΕΛΉΝΗ, πόθεν γίνεται; Παρὰ τὸ σέλας, τοῦτο παρὰ | |
25 | τὸ νέον ἔχειν τὴν λαμπηδόνα. ἈΣΤῊΡ, παρὰ τὸ ἵστημι, στήσω· στὴρ καὶ ἀστὴρ, ὁ μὴ ἱστάμενος, ἢ παρὰ τὸ στερρῶς ἄττειν ἢ πηδᾶν. ΜΙΜΝΉΣΚΩ ἐκ τοῦ μνῶ μνήσω μνήσκω καὶ μιμνήσκω. ἘΛΆΤΤΩΣΑΣ, παρὰ τὸ ἐλαττῶ. | |
30 | ΠΑΡ’ ἈΓΓΈΛΟΥΣ, παρὰ τὸ ἄγω τὸ φέρω, ἄγελος καὶ ἄγγελος. ΠΟῪΣ παρὰ τὸ παύω παύσω, παὺς καὶ πούς. ΠΡΌΒΑΤΟΝ παρὰ τὸ πρὸ τῆς ὀπισθίου βάσεως ἑτέραν βάσιν ἔχειν, παρὰ τὸ βῶ τὸ τρέφω. | |
35 | ΒΟΥ͂Σ παρὰ τὸ βῶ τὸ τρέφω. | 109 |
110 | ἉΠΆΣΑΣ παρὰ τὸ πᾶς, καὶ μετὰ τοῦ ἀθροιστικοῦ Α ἅπας, τὸ γὰρ ἀθροιστικὸν Α δασύνεται. Εἰ γὰρ ἦν πλεονασμὸς, ψιλοῦσθαι ὤφειλε. ΚΤΗ͂ΝΟΣ, παρὰ τὸ κτῶ τὸ φονεύω· κτῶ κτήσω. | |
5 | ΠΕΤΕΙΝῸΝ, εἰ μὲν διὰ τῆς ΕΙ διφθόγγου γράφεται, παρὰ τὸ τὴν πτέρυγα τείνειν· ὁ δὲ Ἡρωδιανὸς ἐκ τοῦ πετῶ, πετήσω, πετηνὸν, πετεεινόν. ἸΧΘῪΣ, παρὰ τὸ θύω τὸ ὁρμῶ. ΤΡΊΒΟΣ παρὰ τὸ τρίβω τὸ καταπατῶ, ἡ καταπεπατημένη | |
10 | ὁδός. | |
11t | ΨΑΛΜΟΣ ἜΝΝΑΤΟΣ. | |
12 | Ἔνατος δι’ ἑνὸς Ν· καὶ πόθεν γίνεται; Παρὰ τὸ ἐννέα, διὰ δύο Ν. Εἰς τὸ Ε ψιλὸν διατί; Τὸ Ε τῶν ἀριθμῶν δασύ‐ νεται, ἓξ, ἑπτὰ, ἑβδομήκοντα· σεσημείωται τὸ ἐννέα καὶ | |
15 | ἐνενήκοντα. Διὰ τί σεσημείωται; Ἐπειδὴ εἰ ἐδασύνετο, [ἀ]λόγῳ ἀνεφίκτῳ μεθίστατο (sic). Αἱ γὰρ ἁπλαῖ φωναὶ τῶν ἀριθμῶν θεματικαὶ οὖσαι οὐ παραδέχονται ἑτέρου ἀριθμοῦ ἔννοιαν, καθὼς αἱ συνθέσεις τὸ τοιοῦτον ἀναδέχονται, ὡς ἔχει ἐν ἁπλαῖς φωναῖς, [τὸ βῆτα,] τὸ δύο, τὸ τρεῖς, ἐν δὲ συνδέσει | |
20 | δυοκαίδεκα, τρισκαίδεκα. Εἴπερ οὖν ὁ ἐννέα ἀριθμὸς ἐδα‐ σύνετο, ἔννοιαν εἶχεν ἂν καταρχὰς σύνθετον(έτου) ὁμοίως καὶ τὸ ἕνδεκα. Προπαροξύνεται· τὰ γὰρ εἰς ΤΟΣ λήγοντα ὀνόματα ὑπὲρ δύο συλλαβὰς τῷ Α παραληγόμενα προπαροξύνονται, οἷον ἔννατος, ἄκακος, ἄκρατος. | |
25 | ὍΛΗ, παρὰ τὸ ὅλος, τοῦτο παρὰ τὸ ἕω (ὀλῶ) τὸ πληρῶ. Διατί δασύνεται; Τὸ Ο πρὸ τοῦ Λ ψιλοῦται, πλὴν τοῦ ὅλος· τοῦτο δὲ δείκνυται ἐκ τῆς συναλοιφῆς, “ἐφ’ ὅλην τὴν οἰκουμένην.” ΔΙΗΓΉΣΟΜΑΙ, ἐκ τοῦ [διηγήσομαι] διηγῶ, τοῦτο παρὰ | |
30 | τὴν διὰ πρόθεσιν καὶ τὸ ἄγω. Τὸ ΔΙΗ Η διατί; Τὰ παρὰ τὸ ἄγω καὶ ἡγοῦμαι διὰ τοῦ Η γράφεται· ὁ μέλλων διηγήσω, ὁ μέσος μέλλων διηγήσομαι. ΠΆΝΤΑ τῶν πληθυντικῶν, ἡ εὐθεῖα τῶν ἑνικῶν, τὸ πᾶν· ὁ κανών· πᾶν ἀρσενικὸν ἰσοσυλλάβως κλινόμενον, ἡνίκα ποιεῖ | |
35 | οὐδέτερον, ὁμόφωνον αὐτὸ ποιεῖ τῇ ἰδίᾳ αἰτιατικῇ. Τὸ πᾶν, | 110 |
111 | μακρὸν, διατί; Πᾶν οὐδέτερον ἀρσενικῷ παρεσχηματισμένον, εἰ μὲν ἰσοσυλλάβως κλίνοιτο .... ΘΑΥΜΆΣΙΑ ἐκ τοῦ θαυμάσιον, τοῦτο παρὰ τὸ θαυμαστῶ, τοῦτο παρὰ τὸ θεῶ θεάσω, τεθέακα, τεθέαμαι, τέθαυμα καὶ | |
5 | θαῦμα. ἈΠΟΣΤΡΑΦΗ͂ΝΑΙ, τὸ θέμα, στρέφω, ὁ μέλλων στρέψω, ὁ δεύτερος ἀόριστος ἔστραφον, ὁ παθητικὸς ἐστράφην, καὶ τὸ ἀπαρέμφατον ἀποστραφῆναι. ὈΠΊΣΩ, ἐπίρρημα τοπικόν. Πόσαι σχέσεις τῶν τοπικῶν; | |
10 | Ἕξ· ἄνω, κάτω, ὄπισθεν, ἔμπροσθεν, δεξιὰ, ἀριστερά. Τὸ ΣΩ μέγα, διατί; Τὰ εἰς Ω λήγοντα ἐπιρρήματα διὰ τοῦ Ω μεγάλου γράφονται, πλὴν τοῦ δεῦρο καὶ ἄπο. Πόθεν γίνεται; Παρὰ τὸ ὀπίζω, τὸ κατόπιν διώκω· τοῦτο παρὰ τὸ ὄπις, | |
15 | θεῶν ὄπιν οὐκ ἀλέγοντες, τοῦτο παρὰ τὸ ἕπω τὸ ἀκολουθῶ. Τὸ ΠΙ Ι διατί; Ἐκ τοῦ ὀπίζω. ἈΣΘΕΝΉΣΟΥΣΙΝ ἐκ τοῦ ἀσθενῶ, τοῦτο παρὰ τὸ ἀσθενὴς, τὸ δὲ σθένος παρὰ τὸ ἵστημι στήσω, στένος καὶ σθένος. | |
20 | ΘΡΌΝΟΣ παρὰ τὸ θόρω τὸ πηδῶ, θόρονος καὶ θρόνος, ἡ ἐπῃρμένη καθέδρα. ἘΠΕΤΊΜΗΣΑΣ, ἐκ τοῦ ἐπιτιμῶ, τοῦτο ἐκ τῆς ἐπὶ προ‐ θέσεως καὶ τοῦ τιμῶ· τὸ δὲ τιμῶ ἐκ τοῦ τιμή. Σημαίνει δὲ τὴν τιμωρίαν, καὶ γίνεται παρὰ τὸ τίω τὸ τιμωρῶ. Τὸ τίω | |
25 | πόσα σημαίνει; Τρία· τίω τὸ τιμῶ, καὶ τὰ ἑξῆς .... ἈΠΏΛΕΤΟ τὸ ῥῆμα ὄλλω, ὁ μέλλων ὀλῶ, ὁ δεύτερος ἀόριστος ὦλον, ὁ μέσος ὠλόμην, ὤλου, ὤλετο, καὶ ἀπώλετο. Τὸ ΜΝΗΜΌΣΥΝΟΝ ἀπὸ τοῦ μνῶ μνήσω, ὄνομα ῥηματικὸν, μνήμων μνήμονος, ἐξ αὐτοῦ μνημοσύνη, καὶ τὸ οὐδέτερον, τὸ | |
30 | μνημόσυνον. ἮΧΟΙ παρὰ τὸ χέω καὶ τοῦ ἐπιτατικοῦ Α ἀχέω ἄχος καὶ ἦχος. ἘΞΉΛΕΙΨΑΣ, ἐκ τοῦ ἀλείφω, οἱ μὲν ἀπὸ τοῦ λείπω, τὸ καταλιμπάνω, καὶ τοῦ ἐπιτατικοῦ Α τὸ παντελῶς ἀπαλείφω | |
35 | καὶ ἀφανίζω· οἱ δὲ παρὰ τὸ ἐν ἅλῃ (sic) γίνεσθαι (ad marg. | 111 |
112 | γράφεται φαίνεσθαι) οἱ δὲ πρωτότυπον αὐτὸ καλοῦσι. Τὸ ΛΕΙ δίφθογγον; Διότι ἀνεφάνη τὸ ΟΙ ἐν τῷ ἀλοιφῇ. ΤΈΛΟΣ, ἐκ τοῦ ἕω τὸ πληρῶ, ἕλος καὶ τέλος. Σημαίνει ἕξ· τὸ τάγμα, ὡς [Il. κʹ. 470.] | |
5 | αἶψα δ’ ἐπὶ Θρηκῶν τέλος ἴξον ἰόντες· σημαίνει καὶ τὸ πέρας, ὡς τὸ, οἱ δή τοι τόσον μὲν ἔχον τέλος· καὶ τὸ πρόσταγμα, ὡς τὸ οὐδὲν ἔγωγε φημὶ τέλος χαριέστερον εἶναι· | |
10 | καὶ τὴν ἑορτὴν, ὡς τὸ καὶ τέλος προσάξομεν καὶ τὸ δαπάνημα· ἔνθεν καὶ πολυτελὴς τράπεζα. Σημαίνει καὶ τὸ τελούμενον δημόσιον. ΠΌΛΙΣ παρὰ τὸ πέλω τὸ ἀναστρέφομαι, ἢ παρὰ τὸ | |
15 | πολίζω, ἢ παρὰ τὸ ἐκ πολλῶν συνίστασθαι. Τί διαφέρει πόλις καὶ ἄστυ; Διαφέρει. Πόλις μὲν λέγεται τὸ οἰκοδό‐ μημα, ἄστυ ἡ κατασκευὴ τῆς πόλεως· ἢ πόλις λέγεται τὸ πολίτευμα, ἄστυ δὲ τὸ τεῖχος. ΚΑΘΕΙ͂ΛΕΣ, τὸ θέμα ἐστὶν ἕλω. Σημαίνει δύο· τὸ λαμ‐ | |
20 | βάνω, ὡς τὸ εἵλετο (ἔλαβε) κρείων Ἐλεφήνωρ· καὶ τὸ φονεύω, ἐξ οὗ καὶ τὸ ἀνεῖλε. Τὸ ΕΙ δίφθογγον διατί; Τὸ δὲ ΕΙ ποτὲ μὲν εἰς Η τρέ‐ πεται, ποτὲ δὲ τὸ Ι προσλαμβάνει. | |
25 | ἘΓΈΝΕΤΟ δι’ ἑνὸς Ν· ἐστὶ γενῶ, καὶ σημαίνει τὸ πράττω, ὁ μέλλων γενήσω, ὁ δεύτερος ἀόριστος ἔγενον, ὁ μέσος ἐγενόμην, ἐγένου, ἐγένετο. ΚΑΤΑΦΥΓῊ, παρὰ τὸ φεύγω φυγὴ καὶ καταφυγή. ΠΈΝΗΣ παρὰ τὸ πένω τὸ ἐνεργῶ. Τί διαφέρει πτωχὸς | |
30 | καὶ πένης; Διαφέρει· πτωχὸς μὲν λέγεται ὁ ἀπὸ πλούτου πεσὼν εἰς πενίαν, πένης δὲ, ὁ ἀεὶ ἐν πενίᾳ διάγων. ΒΟΗΘῸΣ παρὰ τὸ βοὴ καὶ τὸ θέω τὸ τρέχω. Τὸ δὲ βοὴ ἐστὶν ὄνομα προσηγορικὸν, καὶ γίνεται παρὰ τὸ βέω βοὴ, ὥσπερ παρὰ τὸ χέω χοή· ἢ παρὰ τὸ βῶ τὸ τρέφω, ἤτοι διὰ | |
35 | τῆς ἀρτηρίας ἀναβαίνουσα, ἡ ἀναπεμπομένη ἐκτρεφομένων | 112 |
113 | πνευμάτων. Ὀξύνεται. Τὰ εἰς Η λήγοντα καθαρὰ δισύλλαβα τῷ Ο παραληγόμενα, ὧνπερ κατ’ ἀρχὴν ῥῆμά ἐστι τὸ Ε, ὀξύ‐ νεται, οἷον πνέω πνοὴ, χέω χοὴ, βέω βοή. Ε᾿ΥΚΑΙΡΊΑ, ἐκ τοῦ εὔκαιρος, τοῦτο παρὰ τὸ εὖ μόριον καὶ | |
5 | τοῦ καιρός. Ὁ κανών· τὰ εἰς ΟΣ ἀρσενικὰ ποιοῦνται κατ’ ἰδίαν θηλυκά· εἰ μὲν καθαριεύουσιν, ἢ ἔχουσι τὸ Ε, εἰς Α ποιοῦσι τὸ θηλυκὸν, οἷον ὅσιος ὁσία, κύριος κυρία, εὔκαιρος εὐκαιρία. ΖΗΤΩ͂ ἐκ τοῦ ΖΑ ἐπιτατικοῦ καὶ τοῦ τῶ τὸ ζατῶ καὶ ζητῶ. ΣΙῺΝ ἡ πόλις διὰ τοῦ Ι· ἑρμηνεύεται δὲ ἀναγωγικῶς, | |
10 | διψῶσα· τὸ δὲ κύριον ὄνομα διὰ τοῦ Η. “Τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων.” ἘΠΙΤΉΔΕΥΜΑ ἐκ τοῦ ἐπιτηδεύω· τοῦτο παρὰ τὸ ἐπιτηδής· τοῦτο παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον· γίνεται δεὴς καὶ μετὰ τοῦ στερητικοῦ Α ἀδεὴς, ὁ ἄφοβος, καὶ μετὰ τῆς | |
15 | ἐπὶ προθέσεως, ἐπιαδεὴς, καὶ ἐκβολῇ τοῦ Ε, ἐπιάδης, καὶ ἐν πλεονασμῷ τοῦ Τ ἐπιτάδης, καὶ τροπῇ τοῦ Α εἰς Η, ἐπιτήδης· ἐπιτηδεύω, ἐπιτηδεύσω, ἐπιτήδευκα, ἐπιτήδευμαι, ἐπιτήδευμα. ἘΠΕΛΆΘΕΤΟ ἐκ τοῦ λήθω τὸ λανθάνω, ὁ ἀόριστος δεύτερος ἔλαθον, ὁ μέσος ἐλαθόμην, ἐλάθου, ἐλάθετο, καὶ ἐν συγκοπῇ | |
20 | ἐπλάθετο. ΚΡΑΥΓῊ ἐκ τοῦ κράζω, κράξω, κέκραγα, κραγὴ καὶ κραυγή. ἘΛΈΗΣΟΝ, ἀπὸ τοῦ ἐλεῶ, τοῦτο παρὰ τὸ ἔλεος, τοῦτο παρὰ τὸ ἕλω τὸ λαμβάνω. ἼΔΕ παρὰ τὸ εἴδω τὸ βλέπω, ὁ παρατατικὸς εἶδον, καὶ | |
25 | τὸ προστακτικὸν ἴδε, καὶ ἐπὶ τῶν ὁριστικῶν ἐνεργητικῶν μόνων διὰ τῆς ΕΙ διφθόγγου γράφεται· ἐπὶ δὲ τῶν παθη‐ τικῶν καὶ τῶν λοιπῶν διὰ τοῦ Ι. Σημαίνει ἕξ· εἴδω τὸ ὁμοιῶ, ἐξ οὗ καὶ τὸ εἰδομένη γαλόῳ, | |
30 | καὶ τὸ φαίνομαι, τὸ δέ τοι κῆρ εἴδεται εἶναι· καὶ τὸ βλέπω, ὡς τὸ εἶδον διὰ δώματα ποιπνύοντα, καὶ τὸ ὁρμῶ, ὡς τὸ | |
35 | εἴσατο γὰρ νηῶν, | 113 |
114 | καὶ τὸ πηδῶ, ὡς τὸ εἴσατο γὰρ λίμνην· καὶ τὸ γινώσκω, ὡς τὸ οἶδα δ’ ἐπαΐξαι. | |
5 | Ἔστι δὲ καὶ περισπώμενον εἰδῶ εἰδήσω, ὡς τὸ Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν· ἔστι δὲ καὶ ἥδω τὸ εὐφραίνομαι· καὶ γράφεται διὰ τοῦ Η. ΤΑΠΕΊΝΩΣΙΣ, ἐκ τοῦ ταπεινῶ ταπεινώσω, τοῦτο παρὰ τὸ | |
10 | ταπεινὸς, τοῦτο παρὰ τὸ θάπτω, θαπεινὸς καὶ ταπεινός. Τὸ ΠΕΙ δίφθογγον διατί; Τὰ μέντοι εἰς ΝΟΣ ὀξύτονα διὰ τῆς ΕΙ διφθόγγου γράφεται. ΠΎΛΗ, παρὰ τὸ πτύσσω τὸ σφαλίζω. ἘΞΑΓΓΕΊΛΩ, ἐκ τοῦ ἀγγέλλω, ὁ μέλλων ἀγγελῶ, ὁ ἀόρι‐ | |
15 | στος ἤγγειλα, καὶ τὸ ὑποτακτικὸν ἐὰν ἀγγείλω, καὶ ἐξ‐ αγγείλω. ΑἼΝΕΣΙΣ ἀπὸ τοῦ αἰνῶ αἰνέσω, τοῦτο παρὰ τὸ αἶνος, τοῦτο παρὰ τὸ ἰαίνω, τὸ εὐφραίνομαι, ὁ μέλλων, ἰανῶ, καὶ ἐξ αὐτοῦ ἴανος, καὶ ἐν ὑπερβιβασμῷ καὶ κράσει αἶνος· σημαίνει | |
20 | δύο, τὸν ἔπαινον, ὡς τὸ [Il. ψʹ. 795.] Ἀντίλοχ’ οὐ μέντοι (μέλεός κ’) εἰρήσεται αἶνος, καὶ γνώμη παραμυθοῦσα, καὶ παραβεβλημένος λόγος πρός τι ὑποκείμενον, ὡς τὸ [Od. ξʹ. 508.] αἶνος μέντοι ἀμύμων ὃν κατέλεξας. | |
25 | Τί διαφέρει αἶνος καὶ παροιμία; Διαφέρει· ὁ μὲν αἶνος λόγος ἐστὶ μυθικὸς, ἐκφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν· ἐπὶ μὲν ἀλόγων ζώων, ὡς παρ’ Ἀρχιλόχῳ αἶνος τῶν (τις) ἀνθρώπων ὅδε | |
30 | ὡς ἆρ’ ἀλώπηξ καὶ αἰετὸς ξυνωνίαν ἔθεντο, ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ, Ἄκουε δὴ τὸν αἶνονλόγον. ΘΥΓΑΤΡῸΣ, παρὰ τὸ θύειν καὶ ὁρμᾶν κατὰ γαστρός· τοῦτο | |
35 | δὲ παρὰ τὸ θυγάτηρ. | 114 |
115 | ἘΝΕΠΆΓΗΣΑΝ, ἐκ τοῦ πήσσω τὸ πηγνύω, ὁ μέλλων πήξω, ὁ δεύτερος ἀόριστος ἔπαγον, ὁ παθητικὸς ἐπάγην, τὸ τρίτον τῶν πληθυντικῶν, ἐνεπάγησαν. ΠΑΓῚΣ, ἐκ τοῦ πήσσω τὸ πηγνύω, πηγὶς καὶ παγίς. | |
5 | ἘΠΙΛΗΘΉΣΕΤΑΙ, ἐκ τοῦ λάθω τὸ λανθάνω· τὸ ΛΗ μέγα, διότι ἀνεφάνη ἐν τῷ δευτέρῳ ἀορίστῳ. ΚΡΑΤΑΙΟΎΣΘΩ, ἐκ τοῦ κραταιῶ· τοῦτο παρὰ τὸ κραταιός. ΚΡΙΘΉΤΩΣΑΝ, ἐκ τοῦ κρίνω κρινῶ κέκρικα κέκριμαι ἐκρί‐ θην, ἡ μετοχὴ κριθεὶς τοῦ κριθέντος, καὶ τὸ προστακτικὸν, | |
10 | κρίθητι κριθήτωσαν. Τὸ κρίνω σημαίνει δύο· τὸ διαχωρίζω, ὡς τὸ κρίν’ ἄνδρας κατὰ φῦλα καὶ τὸ ἐπιλέγω, ὡς τὸ κρίνας ἐκ Λυκίης ἐείκοσι φῶτας ἀρίστους. | |
15 | Τί διαφέρει τὸ κρίνειν τοῦ διακρίνειν; Διαφέρει. Κρίνειν μὲν γὰρ κυρίως λέγεται τὸ δικάζειν, διακρίνειν δὲ τὸ πρᾶγμα πράγματος διϊστάναι καὶ διαχωρίζειν. ΝΟΜΟΘΈΤΗΣ, ἐκ τοῦ νόμος καὶ τοῦ τίθημι θήσω. Τὸ ΘΕ ψιλόν· τὰ διὰ τοῦ ΕΤΗΣ ἀρσενικὰ βαρύτονα, εἴτε ἁπλᾶ εἴτε | |
20 | σύνθετα, διὰ τοῦ Ε ψιλοῦ γράφεται, οἷον μητιέτης, νομοθέτης, λογοθέτης, πλὴν τοῦ προσαίτης, εὐχαίτης. ΓΝΏΤΩΣΑΝ, ἐκ τοῦ ΓΝΩ γίνεται παράγωγον ῥῆμα εἰς ΜΙ, γνῶμι, ὁ μέλλων γνώσω, ὁ δεύτερος ἀόριστος ἔγνων, ἡ μετοχὴ ὁ γνοὺς, τοῦ γνόντος, καὶ τὸ προστακτικὸν γνῶθι | |
25 | διὰ τοῦ Ω μεγάλου. Καὶ ὤφειλε γράφεσθαι διὰ τοῦ Ο μικροῦ· ἀλλὰ τὰ εἰς ΘΙ προστακτικὰ καὶ τὰ εἰς ΝΑΙ ἀπαρέμφατα ἀορίστου ὄντα φύσει μακρᾷ παραλήγεται. ἈΦΈΣΤΗΚΑΣ, ἐκ τοῦ ἑστήκω ἑστήξω ἕστηκα ἕστηκας, καὶ μετὰ τῆς ἀπὸ προθέσεως, ἀποέστηκας καὶ ἀφέστηκας. | |
30 | ΜΑΚΡΌΘΕΝ, ἐπίρρημα τοπικὸν, γίνεται δὲ ἐκ τοῦ μακρόν· τοῦτο δὲ κατὰ συγκοπὴν μικρὸς (sic), τὸ δὲ μῆκος παρὰ τὸ ἥκω τὸ ἔρχομαι. Τὸ ΚΡΟ μικρὸν, διατί; Τὰ εἰς ΘΕΝ ἐπιρ‐ ρήματα, εἰ μὲν μετὰ πτωτικῶν συντεθῶσι, διὰ τοῦ Ο μικροῦ | |
γράφεται, οἷον οὐρανὸς οὐρανόθεν, θεὸς θεόθεν· εἰ δὲ μετὰ | 115 | |
116 | ἀπτώτων, διὰ τοῦ Ω μεγάλου, οἷον πόρρω πόρρωθεν, ἔξω ἔξωθεν, πλὴν τοῦ ἑτέρωθεν, ἀμφοτέρωθεν, ἑκατέρωθεν. ὙΠΕΡΗΦΑΝΕΎΩ, ἐκ τοῦ ὑπερήφανος, τοῦτο ἐκ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ φαίνω, ὑπεράφανός τις ὢν, ὁ ὑπεράνω | |
5 | πάντων φαινόμενος. ἘΜΠΥΡΊΖΕΤΑΙ, ἐκ τοῦ πῦρ πυρὸς, πυρίζω καὶ ἐμπυρίζω, τὸ δὲ πῦρ παρὰ τὸ φύω, τὸ ἀναβλαστάνω· φῦρ καὶ πῦρ. Εἰς τὸ πῦρ περισπωμένη, διατί; Πᾶν ὄνομα μονοσύλλαβον περισπᾶται, καὶ γίνεται ἐμπυρίζω· πᾶσα συλλαβὴ εἰς Ν | |
10 | λήγουσα ... ΣΥΛΛΑΜΒΆΝΕΤΑΙ, ἐκ τοῦ λήβω τὸ λαμβάνω, καὶ μετὰ τῆς σὺν προθέσεως συλλαμβάνω· τρέπει τὸ Ν εἰς Λ· πᾶσα γὰρ συλλαβή ... ΒΕΒΗΛΟΥ͂ΤΑΙ παρὰ τὸ βέβηλος, ὃ σημαίνει τὴν φλιὰν, | |
15 | καὶ Ὅμηρος, ῥῖψαι(ε) ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο. Γίνεται δὲ βῆλος παρὰ τὸ βῶ τὸ βαίνω, ὁ μέλλων, βήσω, βῆλος καὶ βέβηλος. Τὸ ΒΗ Η διατί; Τὰ διὰ τοῦ ΗΛΟΣ ὀνόματα, εἴτε ὀξύτονα εἴτε βαρύτονα, διὰ τοῦ Η γράφεται, | |
20 | οἷον κάπηλος, βέβηλος· ὀξύτονα δὲ, οἷον ὑψηλὸς, χα‐ μηλός. ἈΝΤΑΝΑΙΡΕΙ͂ΤΑΙ ἐκ τοῦ αἴρω, τὸ ἐπαίρω, ὡς τὸ “αἴρεται ἀπὸ τῆς γῆς τὸ μνημόσυνον αὐτοῦ·” τὸ προσφέρω, ἐξ οὗ καὶ ἄρτος, ὁ τῷ σώματι ἡμῶν προσφερόμενος· τὸ διαχωρίζω, | |
25 | ὡς τὸ “διαιροῦνται αἱ προσῳδίαι·” τὸ προαιροῦμαι, ἐξ οὗ καὶ προαίρεσις, καὶ αἱρετικός· τὸ καταβάλλω, ὡς τὸ φῆ γὰρ ὅγ’ αἱρήσειν Πριάμου πόλιν. ΚΑΤΑΚΥΡΙΕΥ͂ΣΑΙ ἐκ τοῦ κυριεύω, τοῦτο ἐκ τοῦ κύριος, κύριος καὶ δεσπότης. Κύριος μὲν λέγεται ἐπὶ τῆς μητρὸς | |
30 | καὶ τῶν παιδίων, δεσπότης δὲ ἐπὶ τῶν ἀργυρωνήτων. ΣΑΛΕΥΘΩ͂, ὑποτακτικὸν παθητικὸν ἀορίστου πρώτου τὸ θέμα σαλεύω· γίνεται παρὰ τὸ σάλος, τοῦτο παρὰ τὸ ἃλς | |
ἁλός. | 116 | |
117 | ΓΕΝΕᾺ, παρὰ τὸ γένος, τοῦτο παρὰ τὸ γείνω τὸ γεννῶ· σημαίνει δʹ· τὴν ἡλικίαν, ὡς τὸ γενεῇ νεώτατος ἔσκεν ἁπάντων· τὴν εὐγένειαν, ὡς τὸ | |
5 | τέκνον ἐμόν· τὴν φυλὴν, οἵη περ φύλλων γενεή. λέγεται γενεὰ καὶ τὰ εἴκοσι ἐννέα ἔτη, ὡς τὸ τῷδ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων | |
10 | ἐφθίαθ’. ἌΝΕΥ ἐπίρρημα τάξεως. ἈΡΑ͂Σ παρὰ τὸ αἴρω τὸ ἐπαίρω, ἢ παρὰ τὸ εὔχομαι· καὶ εἰ μὲν σημαίνει τὴν εὐχὴν, γίνεται παρὰ τὸ αἴρω τὸ ἐπαίρω· οἱ γὰρ εὐχόμενοι εἰώθασι τὰς χεῖρας ἐκτείνειν· εἰ δὲ | |
15 | σημαίνει τὴν κατάραν, γίνεται παρὰ τὸ ἀρῶ τὸ ἐπεύχομαι, κατὰ ἀντίφρασιν. Εἰς τὸ Α ψιλὸν, διατί; Τὸ Α πρὸ τοῦ Ρ ἐπιφερομένου φωνήεντος ψιλοῦται, ἄραβος, ἀρετὴ, ἀρά. ΠΙΚΡΊΑ παρὰ τὸ πικρὸς, τοῦτο παρὰ τὸ πέκος γίνεται πεκρὸς, τὸ γὰρ Ε, ἡνίκα πλεονάσῃ σύμφωνον, τρέπεται εἰς Ι, | |
20 | ῥέπτω ῥίπτω, πέκος πίκρος· ἡ μεταφορὰ ἀπὸ τῆς πεύκης. ΓΛΩ͂ΣΣΑ σημαίνει τρία· τὸ μέρος τοῦ σώματος, ὡς τὸ τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν τάμεν (sic) χαλκὸς ἀτειρής· τὴν διάλεκτον, ὡς τὸ ....... | |
25 | καὶ τὸ ἀργυροῦν. ΣΚΕΥ͂ΟΣ, ἐξ οὗ καὶ γλωσσόκομον. ΚΌΠΟΣ παρὰ τὸ κόπτω. Ὁ γὰρ κόπος κόπτει τὴν δύναμιν. ἘΓΚΆΘΗΤΑΙ, ἔστιν ἕω τὸ καθέζομαι, καὶ ἐξ αὐτοῦ παρά‐ | |
30 | γωγον εἰς ΜΙ, ἕημι, καὶ τὸ παθητικὸν ἕεμαι ἦμαι, τὸ τρίτον ἕεται ἧται, καὶ κάθηται, τροπῇ τοῦ Τ εἰς Θ, καὶ μετὰ τῆς ἐν προθέσεως, ἐγκάθηται. Διατί ἀναβιβάζει τὸν τόνον; Διότι πᾶν παθητικὸν εἰς ΜΑΙ λῆγον ἀπὸ τῶν εἰς ΜΙ κεκλιμένων ἐν τῇ συνθέσει τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν, οἷον, κεῖμαι | |
35 | ἀπόκειμαι, ἧμαι κάθημαι. Καὶ διατί ἐπὶ μὲν τοῦ κεῖμαι τὰ | 117 |
118 | δύο Ε εἰς τὴν ΕΙ δίφθογγον κιρνῶνται, ἐπὶ δὲ τοῦ κάθημαι εἰς Η μακρόν; Ἐπειδὴ ἡ ἀρχὴ αὐτῶν ἐστιν αἰτία· τὸ μὲν γὰρ ἀπὸ φωνήεντος ἄρχεται, τὸ δὲ ἀπὸ συμφώνου. ἘΝΈΔΡΑ, παρὰ τὸ ἕζω, τὸ κάθημαι, ἕδρα καὶ ἐνέδρα, ἐν ᾗ | |
5 | κάθηνταί τινες, ἕως ἂν ἕλωσιν οὓς ἐπιβουλεύουσι. ΠΛΟΎΣΙΟΣ, παρὰ τὸ πολὺς καὶ οὐσία, πολυούσιός τις ὢν, καὶ ἐν συγκοπῇ πλούσιος. Τί διαφέρει πλούσιος, εὔπορος, ἀφνειὸς, καὶ ὄλβιος. Διαφέρει· πλούσιος ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος, ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεὴς, | |
10 | ἀφνειὸς, ὁ ἀπὸ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων, ὄλβιος δὲ, ὁ τελείαν ἔχων τὴν εὐδαιμονίαν. ἈΘΩ͂ΟΣ παρὰ τὸ θῶ, ὃ σημαίνει τὸ καταβάλλω καὶ ζημιῶ, γίνεται θωὴ ἡ ζημία, ᾗπερ παρὰ τὸ ζῶ ζωὴ, καὶ φῶ φωνὴ, καὶ ἐξ αὐτοῦ γίνεται θωὸς, καὶ μετὰ τοῦ στερητικοῦ Α | |
15 | ἀθῶος, ὁ ἀζήμιος. Καὶ διατί οὐ προπαροξύνεται, ἵνα ἦν (sic) ἄθωος; Διότι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ τῶν εἰς Α καὶ εἰς Η θηλυκῶν διὰ τοῦ ΩΟΣ γινόμενα ὀνόματα προπαρο‐ ξύνεται, οἷον κεφαλὴ ἀκέφαλος, ὥρα ἄωρος· καὶ ἕτερος κανών ἐστιν ὁ λέγων, τὰ εἰς ΟΣ ὑπὲρ δύο συλλαβὰς (τῷ Ω) παραλη‐ | |
20 | γόμενα περισπῶνται, οἷον ἀθῷος μητρῷος ἡρῷος πατρῷος, χωρὶς τοῦ κῶος λῶος (κολῳὸς), ὃ σημαίνει τὸν θόρυβον· ἔχει δὲ τὸ Ι ἀπὸ παραδόσεως. ΜΆΝΔΡΑ παρὰ τὸ ἄντρον, ὃ σημαίνει τὸ σπήλαιον, ἄντρα, καὶ τροπῇ τοῦ Τ εἰς Δ, καὶ πλεονασμῷ τοῦ Μ, μάνδρα· τὸ | |
25 | δὲ ἄντρον παρὰ τὸ ἄνω τετρῆσθαι. Ἐτυμολογεῖται δὲ μάνδρα, παρὰ τὸ μένειν ἐν αὐτῇ τὰ ἀνδράποδα. ἉΡΠΆΣΑΙ, ἀπαρέμφατον ἐκ τοῦ ἁρπάζω ἁρπάσαι, τοῦτο παρὰ τὸ ἅρπη, ὃ σημαίνει τὴν δρεπάνην. Δασύνεται· τὸ Α πρὸ τοῦ Ρ ἐπιφερομένου τοῦ Π δασύνεται· ἕρπω ἑρ‐ | |
30 | πετόν. ΚΎΨΕΙ, ἐκ τοῦ κύπτω· τοῦτο παρὰ τὸ γύον, ὃ σημαίνει τὸ μέλαν (μέλος,) γίνεται γύπω καὶ κύπτω· οἱ γὰρ γυμνοὶ αἰσχυ‐ νόμενοι κύπτουσι. ΒΛΈΠΩ, λεύσω, καὶ πλεονασμῷ τοῦ Β βλεύσω, καὶ ἐκ‐ | |
35 | βολῇ τοῦ Υ, καὶ τροπῇ Αἰολικῇ τῶν δύο ΣΣ εἰς Π βλέπω. | 118 |
119 | ὈΡΦΑΝῸΣ, παρὰ τὸ οἷος, ὃ σημαίνει τὸν μόνον καὶ τὸ φαίνω, γίνεται οἰοφανός· καὶ ὀρφανὸς ὁ μόνος φαινόμενος, καὶ γονεῖς μὴ ἔχων· ἢ παρὰ τὸ ἁρπάζω ἁρπανὸς, καὶ ὀρφανὸς, οὗτινος οἱ γονεῖς ἡρπάγησαν· ἢ παρὰ τὸ ὄροφος | |
5 | ὀροφανὸς καὶ ὀρφανός· ἢ παρὰ τὸ ὀρφνὸς, ὃ σημαίνει τὸν σκοτεινόν. Ψιλὸν τὸ Ο πρὸ τοῦ Ρ, ἐπιφερομένου φωνήεντος ἢ δασέος, ψιλοῦται. Ἔρχομαι, ὀρχὸς, ὀρφανός. ἮΣΘΑ, ἐκ τοῦ εἰμὶ, τὸ ὑπάρχω, ὁ παρατατικὸς εἶν διὰ διφθόγγου, ἐπειδὴ οἱ Ἀττικοὶ τῶν παρῳχημένων τὴν ΕΙ | |
10 | δίφθογγον εἰς Η τρέπουσι. Τὸ δεύτερον ἦς, καὶ ἐπεκτάσει τῆς ΘΑ συλλαβῆς ἦσθα. Ὅτι τὸ μὲν ἦσθα παρῳχημένον δηλοῖ, ὡς τὸ [Il. χʹ. 33.] Δηΐφοβ’, ἦ μέν μοι τὸ πάρος (πολὺ) φίλτατος ἦσθα γνωστῶν· | |
15 | τὸ δὲ ἦις πρὸς μέλλοντα. ΒΡΑΧΊΩΝ, παρὰ τὸ βραχὺς καὶ τοῦ κίων, βραχυκίων ὤν τις, ὁ βραχύτερος (sic) τῶν λοιπῶν μερῶν τοῦ σώματος. Τὰ εἰς ΩΝ συγκριτικὰ τρέπουσι τὸ Ω τῆς γενικῆς εἰς Ο. ἙΤΟΙΜΑΣΊΑ, τοῦτο παρὰ τὸ ἑτοιμῶ, τοῦτο παρὰ τὸ | |
20 | ἕτοιμος· σημαίνει δύο· τὸν πρόχειρον, καὶ γίνεται παρὰ τὸ οἶμα τὸ ὅρμημα, καὶ τὸ ἔθος, ἔθοιμος καὶ ἕτοιμος. Εἰ δὲ σημαίνει τὸν ἀληθῆ, γίνεται παρὰ τὸ ἐτήτυμος, καὶ ἐν συγκοπῇ ἔτυμος, ἐξ οὗ καὶ ἐτυμολογία. ΜΕΓΑΛΑΥΧΕΙ͂Ν, παρὰ τὸ μεγαλαυχῶ· τοῦτο παρὰ τὸ | |
25 | αὖον, ὃ σημαίνει τὸ ξηρὸν, αὐὴν καὶ αὐχήν. | |
26t | ΨΑΛΜῸΣ ΔΈΚΑΤΟΣ. | |
27 | Γίνεται δὲ παρὰ τὸ δέχω τὸ λαμβάνω, δέχατον καὶ δέκα‐ τον· δεκτικὴ γάρ ἐστι πάντων ἀριθμῶν ἡ δεκάς. ΜΕΤΑΝΑΣΤΕΎΟΥ ἐκ τοῦ μετανάστης, ὃ σημαίνει τὸν μέ‐ | |
30 | τοικον καὶ φυγάδα, ... καὶ μετὰ τῆς μετὰ προθέσεως μετα‐ νάστης. ΣΤΡΟΥΘΊΟΝ, στρουθὸς, τοῦτο παρὰ τὸ στερρῶς θέειν ἢ | |
παρὰ τὸ μετὰ οἴστρου καὶ ἀκολασίας θέειν, ὀξυτόνως· τὰ | 119 | |
120 | παρὰ τὸ θέω συντιθέμενα ἅπαντα ὀξύτονα, οἷον βοηθὸς, στρουθός. ΦΑΡΈΤΡΑ, παρὰ τὸ φέρειν τὰ τιτρωσκόμενα καὶ τὰ βέλη. ΣΚΟΤΟΜΉΝΗ, παρὰ τὸ σκότος καὶ τὸ μήνη, ἡ σελήνη, τὸ | |
5 | δὲ σκότος παρὰ τὸ σχέθω, τὸ κωλύω, τὸ δὲ μήνη παρὰ τὸ μειοῦσθαι καὶ ἐκλείπειν, ἢ παρὰ τὸ μὴν μηνός· τοῦτο παρὰ τὸ μένω, τὸ ἐπιμένω. ΚΑΤΑΡΤΊΣΩ, ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἄρτιον, ὃ σημαίνει τὸ ὑγιές. | |
10 | ΝΑῸΣ παρὰ τὸ ναίω τὸ οἰκῶ· σημαίνει δὲ τρία· δύο διὰ τοῦ Ε ψιλοῦ, τὸ δὲ ἓν διὰ τῆς ΑΙ διφθόγγου. Νέω τὸ πορεύομαι, ὡς τὸ [Il. σʹ. 101.] νῦν δ’ ἐπεὶ οὐ νέομαι φίλην εἰς πατρίδα γαῖαν· καὶ τὸ κολυμβῶ, ὡς τὸ [Od. εʹ. 441.] | |
15 | στόμα καλλιρρόοιο ἧξε νέων, καὶ διὰ τῆς ΑΙ διφθόγγου τὸ οἰκῶ, ὡς τὸ [Il. ζʹ. 34.] ναῖε Σατνιόεντος. Τὸν Α μακρὸν, διατί; | |
20 | ΒΛΈΦΑΡΑ παρὰ τὸ βλέμματος φάρος εἶναι, ἢ παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν. ἘΤΆΖΩ παρὰ τὸ ἐτεὸν, ὃ σημαίνει τὸ ἀληθὲς, ὁ γὰρ ἐτάζων τὸ ἀληθὲς εὑρίσκει. ΘΕΙ͂ΟΝ ἐκ τοῦ θεὸς θέϊος, καὶ κράσει θεῖος· τὸ οὐδέτερον | |
25 | τὸ θεῖον. Σημαίνει δὲ τότε ἄφιον (τὸ θεάφιον·) καὶ Ὅμηρος, [Il. ξʹ. 415.] δεινὴ θείου γίγνεται ὀδμή. ΠΝΕΥ͂ΜΑ (“Πνεῦμα) ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ.” Πνεῦμα ὁ ἄγγελος, ὡς τὸ “ὁ ποιῶν | |
30 | τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,” καὶ τὴν ψυχὴν, ὡς τὸ “ζήσεται τὸ πνεῦμα αὐτοῦ,” καὶ τὸν ἄνεμον, ὡς τὸ “πνεῦμα βίαιον.” ΠΟΤΉΡΙΟΝ, παρὰ τὸ τὴν πόσιν τηρεῖν· σημαίνει δʹ· τὴν | |
τιμωρίαν, ὡς τὸ “ποτήριον ἐν χειρὶ κυρίου,” καὶ ὡς τὸ | 120 | |
121 | “ποτήριον κυρίου λήψομαι,” καὶ τὸν θάνατον, ὡς τὸ “Πάτερ, εἰ δυνατὸν, ἀπελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο·” καὶ τὸ ἀγγεῖον, ἐν ᾧ πίνομεν. | |
4t | ΨΑΛΜῸΣ ἙΝΔΈΚΑΤΟΣ. | |
5 | Εἷς, ἑνὸς, καὶ τὸ οὐδέτερον ἕν· καὶ μετὰ τοῦ δέκα ἀριθμοῦ ἑνδέκατος. ὨΛΙΓΏΘΗΣΑΝ ἀπὸ τοῦ ὀλιγῶ, τοῦτο παρὰ τὸ ὀλίγος, τοῦτο δὲ παρὰ τὸ ἕλος· ὁ μὴ ὢν σῶος κατὰ ἀντί‐ φρασιν. | |
10 | ἝΚΑΣΤΟΣ, ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Ἐπιμεριζομένου. Ποσαχῶς δὲ ἐπιμεριζόμενα; Τετραχῶς· εἷς ἐκ δύο, ὡς ἕτερος τῶν ὀφθαλμῶν· δύο καθ’ ἕνα, ὡς ἑκάτερος· εἷς ἐκ πολλῶν, ὡς ἄλλος· καὶ πολλοὶ καθ’ ἕνα, ὡς ἕκαστος. Δασύνεται· τὸ Ε πρὸ τοῦ Κ δασύνεται, εἰ μὴ | |
15 | ἐκπίπτει τῆς λέξεως, ἑκατὸν, ἕκαστος. ΠΛΗΣΊΟΝ παρὰ τὸ πέλας, ὃ σημαίνει ἐγγὺς, πελάσιον καὶ πλησίον· ἔστι δὲ ἄπτωτον. ΧΕΙ͂ΛΟΣ παρὰ τὸ χέειν τοὺς λόγους. Τὸ ΧΕΙ δίφθογγον διατί; Τὰ διὰ τοῦ ΗΛΟΣ ὀνόματα τὰ μὲν ὑπὲρ δύο συλλαβὰς | |
20 | διὰ τοῦ Ι γράφεται, οἷον Τρωΐλος, Ζωΐλος, ποικίλος· τὰ δὲ δισύλλαβα διὰ τοῦ Η οἷον ζῆλος, τὸ δὲ χεῖλος καὶ Νεῖλος διὰ τῆς ΕΙ διφθόγγου. ἘΞΟΛΟΘΡΕΎΣΕΙ, ἐκ τοῦ ὄλεθρος, τοῦτο παρὰ τὸ ὀλῶ ὀλέσω, ὤλεκα, ὤλεσμαι, ὤλεσαι, ὄλεθρος. Τὸ Ο μικρὸν, διατί; | |
25 | Τὰ παρὰ τὸ ὄλεθρος σύνθετα διὰ τοῦ Ω μεγάλου γράφεται, πλὴν τοῦ ψωμόλεθρος καὶ ψυχόλεθρος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ὅλος θραύειν. ΤΑΛΑΙΠΩΡΊΑ, ἐκ τοῦ ταλαίπωρος· τοῦτο παρὰ τὸ τάλας καὶ τοῦ πηρὸς, ὃ σημαίνει τὸν τυφλὸν, ταλαίπηρος καὶ | |
30 | ταλαίπωρος· τὸ δὲ τάλας παρὰ τὸ τλῶ τὸ καρτερῶ, ἐξ οὗ καὶ τάλαινα. Ὁ ΛΑΙ δίφθογγον διατί; Τὰ διὰ τοῦ ΑΙΝΑ θηλυκὰ προπαροξύτονα διὰ τῆς ΑΙ διφθόγγου γράφεται, | |
οἷον τάλαινα, δράκαινα, λέαινα. | 121 | |
122 | ΝΥ͂Ν ἐπίρρημα χρόνου δηλωτικὸν σημαίνει τρία· ἐνεστῶτα, ὡς τὸ [Il. βʹ. 193.] νῦν μὲν πειρᾶται, (παρεληλυθότα,) ὡς τὸ [Il. γʹ. 439.] | |
5 | νῦν μὲν γὰρ Μενέλαος· μέλλων(οντα) ὡς τὸ [Il. εʹ 279.] νῦν ταῦτ’ ἐγχείῃ πειρήσομαι. ΠΑΡΡΗΣΊΑ, ἐκ τοῦ πᾶς παντὸς καὶ τοῦ ῥῶ τὸ λέγω, παν‐ τορρησία καὶ παρρησία. | |
10 | ΔΟΚΊΜΙΟΝ ἐκ τοῦ δόκιμος, ἢ παρὰ δέχω. Τὸ ΚΙ Ι, διατί; Τὰ διὰ τοῦ ΙΜΟΣ παράγωγα διὰ τοῦ Ι γράφεται, πλὴν τοῦ ἔρημος καὶ ἦμος· καὶ τὰ παρὰ τὸ φήμη καὶ σχῆμα καὶ σῆμα διὰ τοῦ Η, οἷον εὔφημος, εὔσχημος, εὔσημος. ἈΡΓΎΡΙΟΝ, παρὰ τὸ ἄργυρος· τοῦτο παρὰ τὸ ἀργὸς, ὃ | |
15 | σημαίνει τὸ λευκόν· σημαίνει δὲ δύο, τὸν λευκὸν, ὡς τὸ αἰετὸς ὑψιπέτης ... ἀργὴν χῆνα φέρων· καὶ τὸν ταχὺν, ὡς τὸ ἅμα τῷ δὲ (γε) δύο κύνες ἀργοὶ ἕποντο. | |
20 | ἙΠΤΑΠΛΑΣΊΩΣ, ἐπικείμ. μες. (ἐπίρρημα μεσότητος) δα‐ σύνεται· ἐκ τοῦ ἑπτὰ ἀριθμοῦ. ἘΠΟΛΥΏΡΗΣΑΣ ἐκ τοῦ πολυωρῶ, τοῦτο ἐκ τοῦ πόλις καὶ τοῦ ὠρῶ, τὸ φυλάσσω, γίνεται πολυωρῶ πολυωρήσω. | |
24t | ΨΑΛΜῸΣ ΔΩΔΈΚΑΤΟΣ. | |
25 | Γίνεται δὲ παρὰ τὸ δύο καὶ τὸ δέκα δυωδέκατος δωδέκατος κατὰ κρᾶσιν. ἘΠΙΛΉΣΗΙ, μέσου μέλλοντος, προσώπου δευτέρου· γίνεται δὲ παρὰ τὸ λήθω τὸ λανθάνω. Τὸ ΛΗ Η, διατί; Διότι ἀνεφάνη τὸ Α ἐν τῷ δευτέρῳ ἀορίστῳ τὸ ἔλαθον. | |
30 | ἼΣΧΥΣΑΣ, παρὰ τὸ ἰσχύς· τοῦτο παρὰ τὸ ἔχω τὸ κρατῶ, καὶ πλεονασμῷ τοῦ Σ ἔχω, καὶ τὸ Ε, ἡνίκα πλεονάσῃ σύμ‐ φωνον, τρέπεται εἰς Ι, καὶ γίνεται ἴσχω, κατὰ παραγωγὴν ἰσχύω, ὁ μέλλων ἰσχύσω, καὶ ἀποβολῇ τοῦ Ω ἰσχύς. | |
ἌΙΣΩ, παρὰ τὸ ᾄδω, τοῦτο παρὰ τὸ ἀείδω, ἀείσω, καὶ | 122 | |
123 | κράσει τοῦ Ε εἰς Α μακρὸν, ᾄσω, καὶ μένει τὸ Ι προσγεγραμ‐ μένον. Τὸ δὲ ἀείδω βαρύτονον. Τὰ εἰς ΔΩ λήγοντα ῥήματα ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον (φωνῆεν) λήγουσαν [προ]περισπᾶται, εἰ μὴ τυ | |
5 | (τύχοι) ΕΙ δίφθογγον(ος) οἷον πηδῶ, τραγῳδῶ, ληρῳδῶ, πλὴν τοῦ ἀείδω καὶ ἐρείδω. Ε᾿ΥΕΡΓΕΤΩ͂, ἐκ τοῦ εὐεργέτης, τοῦτο παρὰ τὸ εὖ μόριον καὶ τὸ ἔργον. ἌΦΡΩΝ, παρὰ τὸ φρῶ, προΐω, γίνεται φρῶν, καὶ μετὰ τοῦ | |
10 | στερητικοῦ Α ἄφρων. ΔΙΕΦΘΆΡΗΣΑΝ, ἐκ τοῦ φθείρω φθερῶ, ἔφθαρκα, ἔφθαρμαι, καὶ ὤφειλεν εἶναι ἔφθερκα, ἀλλὰ πλὴν τῆς εʹ συζυγίας τῶν βαρυτόνων, ἐφ’ ὧν τὸ Ε εἰς Α τρέπεται· ὁ παθητικὸς ἔφθαρμαι, ὁ ἀόριστος πρῶτος ἐφθάρην· τὸ πρῶτον τῶν | |
15 | πληθυντικῶν ἐφθάρησαν, καὶ μετὰ τῆς διὰ προθέσεως. ἍΜΑ ἐκ τοῦ θαμὰ, διατί δασύνεται; Ἀναχωρήσαντος οὖν τοῦ Θ ἔμεινεν ἡ ἀναλογοῦσα δασεῖα. Διατί βαρύνεται; Τὰ εἰς Α λήγοντα βαρύτονα ἅπαντα βαρύνεται, οἷον τάχα, ἅμα, σάφα, χωρὶς τοῦ θαμά. | |
20 | ἨΧΡΕΙΏΘΗΣΑΝ ἐκ τοῦ ἀχρεῖος, τοῦτο ἐκ τοῦ χρεία χρεῖος. Τὸ ΧΡΕΙ δίφθογγον διατί; Τὰ διὰ τοῦ ΕΙΟΣ ὀνόματα ὑπὲρ δύο συλλαβὰς, ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ Ι μεθ’ οὗ ἐπάγονται δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ΕΙ διφθόγγου γράφεται, καὶ προπερισπῶνται, οἷον ἀστεῖος, Ἀργεῖος, | |
25 | Βακχεῖος, ἀνδρεῖος· οὕτως οὖν καὶ ἀχρεῖος, πλὴν τοῦ ἄρτιος καὶ ἄγριος. ἙΝῸΣ, ἡ εὐθεῖα εἷς, παρὰ τὸ ἕσιν καὶ ἄφεσιν οἱονεὶ τῷ μεμονωμένῳ καὶ ἀπολελυμένῳ. Εἰς τὸ εἷς περισπωμένην, διατί; Πᾶν ὄνομα μονοσύλ‐ | |
30 | λαβον ... Εἰς τὸ εἷς δασεῖαν, διατί; Τὸ Ε τῶν ἀριθμῶν δασύνεται. Κατὰ πόσους τρόπους διαφέρει τὸ εἷς τοῦ οὐδείς; Κατὰ δʹ· πρῶτον ὅτι τὸ μὲν εἷς δασύνεται καὶ περι‐ σπᾶται· δεύτερον, ὅτι τὸ εἷς ἀριθμητικόν ἐστι, τὸ δὲ οὐδεὶς ἀόριστον· τρίτον, ὅτι τὸ εἷς οὔτε δυϊκὸν οὔτε πληθυντικόν· | |
35 | τέταρτον, ὅτι τὸ (τοῦ) μὲν εἷς τὸ θηλυκὸν ἐστὶ μία, τὸ (τοῦ) | 123 |
124 | δὲ οὐδεὶς ὁμόφωνον τῷ ἀρσενικῷ. Εἷς ἑνός. Ὁ κανών· τὰ εἰς ΟΣ ὀνόματα ἀρσενικὰ μονοσύλλαβα διὰ τοῦ ΝΟΣ κλίνονται, οἷον κτεὶς κτενὸς, εἷς ἑνὸς, οὐδεὶς οὐδενός. ἌΡΤΟΣ, παρὰ τὸ αἴρω τὸ προσφέρω, ὁ καθ’ ἑκάστην τῷ | |
5 | σώματι ἡμῶν προσφερόμενος. Ψιλὸν, διατί; Τὸ Α ἐπιφερο‐ μένου τοῦ Ρ ἢ φωνήεντος .... ἘΚΕΙ͂, ἐπίρρημα τοπικὸν, γίνεται ἐκ τοῦ ἐκεῖνος, κατὰ συγκοπήν. Τὸ ΚΕΙ δίφθογγον διατί; Κατὰ διάλεκτον· ἐπεὶ οἱ Δωριεῖς τὸ ἐκεῖνος γράφουσι διὰ τοῦ Η. Διατί | |
10 | περισπᾶται; Αἱ συγκοπαὶ ἡνίκα φυλάττουσι τὸ αὐτὸ μέρος τοῦ λόγου, καὶ τὸν αὐτὸν τόνον φυλάττει, οἷον δῶμεν δῶ, ἐκεῖνος ἐκεῖ. ἘΔΕΙΛΊΑΣΑΝ ἐκ τοῦ δειλιῶ, τοῦτο παρὰ τὸ δειλός. Ε῏Υ ἐπίρρημα τοπικόν. | |
15 | ἸΣΡΑΉΛ· ἲς ὄνομα, ὃ σημαίνει τὴν δύναμιν, καὶ ὁρῶ τὸ βλέπω, καὶ λέγεται ἦλ παρ’ Ἑβραίοις ὁ Θεός, ἰὴλ δὲ ὁ μετὰ δυνάμεως ὁρῶν τὸν Θεὸν, ἢ νοῦς ὁρῶν Θεόν. ΑἸΧΜΑΛΩΣΊΑ ἐκ τοῦ αἰχμάλωτος, τοῦτο παρὰ τὸ αἰχμὴ, τοῦτο παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ. | |
20t | ΨΑΛΜῸΣ ΙΔʹ. | |
21 | ἌΜΩΜΟΣ, παρὰ τὸ μῶμος, ὃ σημαίνει τὸν ψόγον, καὶ μετὰ τοῦ στερητικοῦ Α, ἄμωμος. Τὸ ΜΩ μέγα, διατί; Τὰ μέσα δύο ἀμεταβόλων ἢ μετὰ δύο συμφώνων .... Ὁ ὈΜΝΎΩΝ, παρὰ τὸ ὁμοῦ νεύειν. | |
25 | ἘΞΟΥΔΈΝΩΤΑΙ, παρὰ τὸ ὀνῶ τὸ μέμφομαι καὶ τοῦ εἶδος, ὁ κατὰ τὸ εἶδος μεμπτὸς, ἢ ἐκ τοῦ οὐδεὶς οὐδενὸς γίνεται ῥῆμα περισπώμενον, οὐδενῶ, οὐδενώσω, οὐδένωκα, οὐδένωμαι, οὐδένωσαι, καὶ ἐξ αὐτοῦ ἐξουδένωται. | |
29t | ΨΑΛΜῸΣ ΙΕʹ. | |
30 | ΦΎΛΑΞΌΝ με, ἐκ τοῦ φυλάττω, τοῦτο ἐκ τοῦ πύλη, τοῦτο ἐκ τοῦ πτύσσω τὸ σφαλίζω. ΣΧΟΙΝΙΑ, ἐκ τοῦ σχοῖνος, τοῦτο ἐκ τοῦ σχῶ, κρατῶ. Τὸ | |
ΣΧΟΙ δίφθογγον διατί; Τὰ διὰ τοῦ ΥΝΟΣ δισύλλαβα διὰ τοῦ | 124 | |
125 | Υ ψιλοῦ γράφεται, πλὴν τοῦ σχοῖνος. Σημαίνει τρία· τὴν πόαν, ὡς τὸ [Il. δʹ. 383.] Ἀσωπὸν δ’ ἵκοντο βαθύσχοινον (λεχε)ποίην. Ἔστι καὶ μέτρον Περσικόν. Λέγεται καὶ τὰ κατευθυντήρια, | |
5 | ὡς τὸ “τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου.” ΚΡΑΤΊΣΤΗ, ἐκ τοῦ κράτος κράτερος κρατίων, τὸ ὑπερθε‐ τικὸν κράτιστος, παρὰ τὸ κάρα, τοῦτο παρὰ τὸ ἄκρον, τοῦτο παρὰ τὸ ἥκω τὸ ἔρχομαι, τὸ θηλυκὸν κρατίστη. ἘΚΔΕΞΙΩ͂Ν, ἐπίρρημα τοπικόν· τὸ ΩΝ μέγα. Τὰ εἰς ΩΝ | |
10 | ἐπιρρήματα διὰ τοῦ Ο μικροῦ γράφεται, πλὴν τοῦ χρεὼν, ἐμποδὼν, (ἐκ) δεξιῶν καὶ ἐξ εὐωνύμων. ΤΕΡΠΝΌΤΕΡΟΣ ἐκ τοῦ τερπνός· τοῦτο ἐκ τοῦ τέρπω. Δεξιὰ, παρὰ τοῦ δέχω τὸ λαμβάνω, ἡ ἐπιτήδειος πρὸς τὸ δέχεσθαι. | |
15 | ΣΚΛΗΡῸΣ, παρὰ τὸ σκέλω τὸ ξηραίνω, σκεληρὸς καὶ σκληρός. ΚΌΡΗ, παρὰ τὸ χέω, χόρη· σημαίνει τὴν νεᾶνιν. Γίνεται παρὰ τὸ κορῶ, τὸ ἐπιμελοῦμαι, ἐξ οὗ καὶ νεωκόρος, ὁ τῶν ναῶν ἐπιμελούμενος. | |
20 | ΠΤΈΡΥΞ, παρὰ τὸ πτερύσσω πτερύξω πτέρυξ· τὸ δὲ πτερύσσω παρὰ τὸ πετῶ πετήσω, τοῦτο παρὰ τὸ πτῶ πτήσω. Τί διαφέρει πτέρυξ καὶ πτερύξ; Διαφέρει· πτέρυξ μὲν λέγεται τὸ ὅλον μέρος, πτερὺξ δὲ τὸ ἄκρον, ὡς τὸ [Il. βʹ. 316.] | |
25 | τὴν δ’ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. ΣΤΈΑΡ παρὰ τὸ στάσιν καὶ πτῆξιν ἔχειν· τὸ Ε ψιλόν. Τὰ εἰς ΑΡ οὐδέτερα τῷ Ε ψιλῷ παραλήγεται, οἷον ἔαρ, στέαρ, κέαρ. ΘΉΡ· κυρίως λέγεται ὁ λέων θήρ· καὶ γίνεται παρὰ τὸ | |
30 | θέρω τὸ θερμαίνω, ἐπεὶ καὶ τὰ λοιπὰ ζῶα θερμά εἰσιν. ........ καὶ ἐν συγκοπῇ σκέλος· διὰ γὰρ τὴν ὁδὸν βαδίζομεν· ἢ παρὰ τὸ σχίζω· ἀπεσχισμένα γάρ εἰσι τὰ σκέλη ἀπ’ ἀλλήλων. Διαφέρει ὀλίγον καὶ μικρόν· ὅτι τὸ μὲν ὀλίγον ἐπὶ | |
35 | ἀριθμοῦ τέτακται, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους. | 125 |
126 | ἘΧΟΡΤΆΣΘΗΣΑΝ παρὰ τὸ χῶ τὸ χωρῶ, ἢ παρὰ τὸ λαμ‐ βάνω τὸ δέχομαι, χόρτος· τοῦτο παρὰ τὸ κείρω, τὸ κόπτω, κόρτος καὶ χόρτος. ὙΩ͂Ν, ὗς καὶ σημαίνει τὸν χοῖρον, καὶ γίνεται παρὰ τὸ ὕω | |
5 | τὸ βρέχω· φιλεῖ γὰρ τὸ ζῶον ἐν τῷ βορβόρῳ κυλίεσθαι. Ὗς, ὑός· ὁ κανών· τὰ εἰς ΥΣ μονοσύλλαβα μακροκατάληκτα διὰ καθαροῦ τοῦ ΟΣ κλίνεται. | |
8t | ΨΑΛΜῸΣ ΙΖʹ. | |
9 | ΣΤΕΡΈΩΜΑ παρὰ τὸ στερέω· τοῦτο παρὰ τὸ ἵστημι, | |
10 | στήσω, ἀόριστος δεύτερος ἔστην, καὶ τὸ ἀπαρέμφατον στῆναι. Ἰστέον ὅτι τὰ εἰς ΝΑΙ λήγοντα ἀπαρέμφατα ποιοῦσιν εἰς ΡΟΣ ὀνόματα ἰσοσύλλαβα, οἷον, διῆναι διερὸς, μιῆναι μιαρὸς, σταθῆναι σταθερός· οὕτως οὖν καὶ ἀπὸ τοῦ στῆναι γίνεται στερὸς, καὶ πλεονασμῷ τοῦ Ε στερεός. Τὸ | |
15 | Ε ψιλὸν, διατί; Προείρηται. ὙΠΕΡΑΣΠΙΣΤῊΣ ἐκ τοῦ ἀσπὶς καὶ τῆς ὑπὲρ προθέσεως, τοῦτο δὲ παρὰ τὸ θεσπίζω τὸ ἐκτείνω, καὶ μετὰ τοῦ στερη‐ τικοῦ Α ἀσπίζω, καὶ ἐξ αὐτοῦ ἀσπὶς ἡ κυκλοτερὴς οὖσα. ΚΈΡΑΣ σημαίνει τὴν τρίχα, καὶ γίνεται παρὰ τὸ κείρω τὸ | |
20 | κόπτω· καὶ Ὅμηρος κέρα ἀγλαέ. καὶ τὴν δόξαν, καὶ γίνεται παρὰ τὸ ἐρῶ τὸ ἐπιθυμῶ, ἔρας καὶ γέρας· τῆς γὰρ δόξης πάντες ἐπιθυμοῦμεν· καὶ τὸ κέρατον, ὡς τὸ | |
25 | τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα ἐπεφύκει, καὶ τὴν δύναμιν, ὡς ἐν τῷ “ὕψωσον τὸ κέρας χριστιανῶν,” καὶ τὸ μέρος, ὡς τὸ “τοῦ σταυροῦ τὰ κέρατα.” ὨΔῚΣ, παρὰ τὸ ὤθω, ὠδὶς καὶ ὠθὶς, δι’ ἧς ὠθεῖται τὸ βρέφος. Τὸ ΔΙΣ Ι, διατί; Τὰ εἰς ΙΝ δικατάληκτα δίφθογγον | |
30 | οὐκ ἔχει. ΧΕΊΜΑΡΡΟΣ λέγεται ὁ χειμερινὸς ποταμός· γίνεται δὲ παρὰ τὸ ἐν χειμῶνι ῥέειν· τὸ δὲ χειμὼν παρὰ τὸ χέειν ἅμα· | |
τοῦ χειμῶνος. Ὁ κανών· τὰ εἰς ΜΩΝ ὀξύτονα, τῇ ΕΙ | 126 | |
127 | διφθόγγῳ παραληγόμενα, φυλάττει τὸ Ω καὶ ἐπὶ τῆς γενικῆς, καὶ διὰ τοῦ ΝΟΣ κλίνονται, οἷον χειμὼν, λειμών. ΘΕΜΈΛΙΟΝ, παρὰ τὸ δέμω, τὸ οἰκοδομῶ, δεμέλιον καὶ θεμέλιον. | |
5 | ΚΑΠΝῸΣ, παρὰ τὸ κάπος, ὃ σημαίνει τὸ πνεῦμα, ἐξ αὐτοῦ καπὸς καὶ καπνός· ἢ παρὰ καίω καὶ τὸ πνοή· κυρίως γὰρ καπνὸς λέγεται ἡ ἐκ τῆς καύσεως πνοή· ἐξ αὐτοῦ καὶ τὸ καπνίζω. Τὸ καπνὸς ἐπὶ ξύλων λέγεται κυρίως· τὸ δὲ κνίσσα ἐπὶ ἀξουγγίου· τὸ δὲ λιγνὺς ἐπὶ λινελαίου· ὁ δὲ | |
10 | ἀτμὸς ἐπὶ θερμῶν ὑδάτων ἀναπνοῆς· αἰθάλη ἐπὶ πετρῶν. ΦΛΈΓΩ, παρὰ τὸ φλέω τὸ ἀναδίδωμι· τὸ ΦΛΕ ψιλὸν, διατί; Τὰ διὰ τοῦ ΕΓΩ ῥήματα διὰ τοῦ Ε ψιλοῦ γράφεται, οἷον, φλέγω, λέγω. ἌΝΘΡΑΞ παρὰ τὸ ἀναθέρω, τὸ θερμαίνω, ἀναθέραξ, καὶ | |
15 | ἐν συγκοπῇ ἄνθραξ. Ἄνθραξ δὲ λέγεται τὸ ἀπό τινος ὕλης μεταβληθὲν καὶ μεταποιηθὲν εἰς πυρὸς φύσιν· ἔχει δὲ ὁ ἄνθραξ φύσεις δύο, τὸ φωτιστικὸν καὶ καυστικὸν, ὡς τὸ “ὕδωρ διφῦα ἄνθρακα δέχεται, φωτιστικὸν μὲν τῶν δικαίων, καυστικὸν δὲ τῶν ἁμαρτωλῶν·” διφυὴς δὲ ἄνθραξ λέγεται ὁ | |
20 | Χριστὸς κατὰ ἀναγωγήν. Γίνεται δὲ παρὰ τὸ θέρω τὸ θερμαίνω. ΓΝΌΦΟΣ, παρὰ τὸ δονῶ καὶ τὸ νέφος γίνεται δόνοφος καὶ γνόφος, ἢ παρὰ τὸ δονεῖν τὰ νέφη. ΝΕΦΈΛΗ, παρὰ τὸ νείφω τὸ χιονίζω. Τὸ ΦΕ ψιλὸν, | |
25 | διατί; Τὰ διὰ τοῦ ΕΛΗ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ἑνὶ .. .... παραλλ..... οἷον Σεμέλη, νεφέλη, ἀγέλη. Τί διαφέρει γνόφος καὶ νεφέλη; Διαφέρει· νεφέλη μέν ἐστι τὸ ἐκ φωτοειδοῦς (ἀέρος) [νε]φεγγοβόλον καὶ λεπτό‐ | |
30 | τατον ὕφασμα, γνόφος δὲ ὁ ἀχλυώδης καὶ ὁμιχλώδης σκο‐ τασμός. ΤΗΛΑΥΓῊΣ, παρὰ τὸ τηλαυγῶ, τοῦτο παρὰ τὸ τῆλε, ὃ σημαίνει τὸ πόρρω, καὶ τὸ αὐγή. Τὸ δὲ αὐγὴ παρὰ τὸ αὔω τὸ λάμπω, αὐὴ καὶ αὐγή· τὸ αὔω σημαίνει δʹ· αὔω τὸ λάμπω, | |
35 | ἐξ οὗ καὶ αὔριον· αὔω τὸ ξηραίνω· αὔω τὸ καίω, ἐξ οὗ καὶ | 127 |
128 | βάναυσος, ὁ περὶ τὸ πῦρ ἐργαζόμενος· αὔω τὸ φωνῶ, ἐξ οὗ καὶ τὸ [Il. υʹ. 51.] αὖε δ’ Ἄρης ἑτέρωθεν ἐνὶ κρατέρῃ ὑσμίνῃ. ΧΆΛΑΖΑ, παρὰ τὸ χαλᾶσθαι ἄνωθεν. | |
5 | ΒΡΟΝΤῊ παρὰ τὸ βρόμος, ὁ ἦχος τοῦ πυρὸς, γίνεται βρομὴ καὶ βροντή. ΣΚΟΡΠΊΖΩ, παρὰ τὸ σκορπίος. Διατί βαρύνεται; Τὰ διὰ τοῦ ΙΟΣ ὀνόματα ἐπὶ ζώων λαμβανόμενα ὀξύνονται, οἷον, αἰγυπιὸς, βομβυλιὸς, χαραδριὸς, ἀδρυφιὸς, παρὰ Πέρσας | |
10 | ὁ ἀετὸς, ἐρωδιός· σεσημείωται τὸ κωβίος, καὶ σκορπίος. Πόσα σημαίνει; Τρία· τὸν χερσαῖον, καὶ γίνεται παρὰ σκορπίζειν τὸν ἰόν· σημαίνει τὸν θαλάσσιον, καὶ γίνεται ἀπὸ τοῦ πλήττειν καὶ ἐπιβάλλειν τὸν ἰόν· ἢ παρὰ τὸ σκαιῶς ἕρπειν· σημαίνει δὲ τὸν ἀστέρα, καὶ λέγεται ἀπὸ τῆς πρὸς | |
15 | τὸν χερσαῖον ὁμοιότητος, ἐπειδὴ ὅτε ἐν αὐτῷ ἐστιν ὁ ἥλιος, τότε τὰ σπέρματα σπείρομεν σκορπίζοντες. ἈΣΤΡΑΠῊ, ἐκ τοῦ ἀστράπτω, τοῦτο ἐκ τοῦ ἄστρον, τοῦτο παρὰ τοῦ στερρῶς ἄττειν ἐν τῷ λάμπειν. ΣΤΉΡΙΣΜΑ, ἐκ τοῦ στηρίζω, τοῦτο παρὰ τὸ ἵστημι, στήσω· | |
20 | στηρίζω κατὰ παραγωγήν. ΠΛΑΤΥΣΜῸΣ παρὰ τὸ πλατύνω, τοῦτο παρὰ τὸ πλατὺς, τοῦτο παρὰ τὸ πλάτος, τοῦτο παρὰ τὸ πολὺς καὶ τὸ ἄτος, ὃ σημαίνει τὸ εὖρος. ΣΤΡΕΒΛῸΣ παρὰ τὸ ἐστραμμένα τὰ βλέμματα ἔχειν. | |
25 | ΠΕΙΡΑΤΉΡΙΟΝ, ἀπὸ τοῦ πεῖρα, ὃ σημαίνει τὴν ἐμπειρίαν· τοῦτο δὲ γίνεται παρὰ τὸ πείθω, ἢ παρὰ τὸ περῶ τὸ τελειῶ. ΠΆΡΕΞ, ἐπίρρημα χρόνου δηλωτικὸν, χωριστικόν. ΛΎΧΝΟΣ· παρὰ τὸ λύειν τὸ νύχος. | |
30 | ΖΩΝΝΎΩ παρὰ τὸ ζῶ, ἐπειδὴ τὸ ζῶ παρὰ τὸ ζέω γίνεται, καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ζωννύμεθα, ἔνθα ἔστι τὸ τοῦ σώματος θερμὸν, ἡ δὲ ἐν τῇ καρδίᾳ. Καὶ διατί γράφεται διὰ δύο Ν; Ὅτι τὰ ἀπὸ μονοσυλλάβων ὀξυτόνων ἔχοντα παραγωγὴν διὰ τοῦ Ω μεγάλου γινόμενα ῥήματα διὰ δύο Ν γράφεται, οἷον, | |
35 | ζῶ ζωννύω, χῶ χωννύω, ῥῶ ῥωννύω. Καὶ ὁ μέλλων; Οὐκ ἔχει. | 128 |
129 | Διατί; Τὰ διὰ τοῦ ΥΩ ῥήματα ὑπὲρ δύο συλλαβὰς, ποιοῦντα παράγωγα εἰς ΜΙ, ἄχρι τοῦ παρατατικοῦ κλίνονται. ΔΎΝΑΜΙΣ, παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δύαμις καὶ δύναμις. | |
5 | ἜΛΑΦΟΣ παρὰ τὸ ὄφεις ἕλκειν. Φασὶ γὰρ ὅτι ἀπερχό‐ μενος καὶ τῷ κέρατι αὐτοῦ προστρίβων τῷ φωλεῷ, λαμβά‐ νοντες ἐκεῖνοι ἐκ τῆς ἀναθυμιάσεως ἐξέρχονται. ΔΙΔΆΣΚΩ παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ μανθάνω, ὁ μέλλων, δαίσω, πλεονασμῷ τοῦ Κ δαίσκω, ὡς ὀλῶ ὀλέσω ὀλέσκω· καὶ | |
10 | τὰ εἰς ΚΩ λήγοντα ῥήματα οὐ θέλει αὐτοῖς παραλήγεσθαί τι ἀνεκφώνητον· καὶ γίνεται δάσκω, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ κατὰ ἀναδιπλασιασμὸν διδάσκω. Καὶ διατί ἀναδιπλασιάζεται; Ἐπειδὴ ὁ διδάσκων διπλοῦς θέλει εἶναι. | |
15 | ΠΌΛΕΜΟΣ παρὰ τὸ πολλοὺς ἀμᾶν, ὅ ἐστιν ἐλαττοῦν, ἢ θερίζειν, ἢ παρὰ τὸ τὰς πόλεις μειοῦν. ΧΑΛΚΟΥ͂Ν, ὄνομα οὐδέτερον· τὸ ἀρσενικὸν ὁ χαλκοῦς· καὶ πόθεν γίνεται; Παρὰ τὸ χάλυψ, ὃ σημαίνει τὸν σίδηρον, κλίνεται χάλυβος, καὶ τροπῇ τοῦ Β εἰς Κ, καὶ ἐν συγκοπῇ | |
20 | χαλκός· οἱ γὰρ παλαιοὶ τὸν σίδηρον χαλκοῦν ἐκάλουν. Πόθεν ἐτυμολογεῖται; Παρὰ τὸ καλῶς ἠχεῖν. ἈΝΟΡΘΩ͂, ἐκ τῆς ἀνὰ προθέσεως καὶ τοῦ ὀρθὸς, τοῦτο παρὰ τὸ ὀρῶ, τὸ ἐγείρω. ἼΧΝΟΣ, παρὰ τὸ ἰσχύειν, ὅ ἐστι συνέχειν ὅλον τὸν πόδα, | |
25 | ἢ παρὰ τὸ ἀνέχεσθαι τῆς γῆς. Ψιλοῦται; Τὸ Ι πρὸ δασέως ψιλοῦται, ἰσχὺς, ἶφι, ἰσχανόων. ΔΎΝΩΝΤΑΙ, ἐγκλίσεως ὑποτακτικῆς, ἐκ τοῦ δύνημι, καὶ ὤφειλε προπερισπᾶσθαι, καὶ εἶναι ἐὰν δυνῶμαι, ὡς τιθῶμαι· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα εὑρεθῇ ὁ ἐνεστὼς τῶν | |
30 | εἰς ΜΙ ἐν χρήσει, τότε προπερισπᾶται τὸ ὑποτακτικὸν, οἷον τίθημι, ἐὰν τιθῶμαι, ἵστημι, ἐὰν ἱστῶμαι· ἡνίκα δὲ ὁ ἐνεστὼς οὐχ εὕρηται ἐν χρήσει, τότε προπαροξύνεται, οἷον δύνημι, ἐὰν δύνωμαι· τὸ γὰρ δύνημι ἐν χρήσει οὐχ εὕρηται. ΝΩ͂ΤΟΣ σημαίνει τὴν ψυάν· καὶ γίνεται παρὰ τὸ νοτὶς, ὃ | |
35 | σημαίνει τὴν ὑγρασίαν, κατ’ ἐπαύξησιν τοῦ Ο εἰς Ω, ἢ παρὰ | 129 |
130 | [τὸ οἴω] τὸ ὦ, ὃ σημαίνει τὸ ὑπάρχω, ὦτος καὶ νῶτος, ἢ παρὰ τὸ οἴω τὸ κομίζω, οἶτος καὶ ὦτος καὶ νῶτος, εἰς ὃν τὰ βάρη κομίζομεν. ΛΕΠΤΎΝΩ, παρὰ τὸ λέπος, τοῦτο παρὰ τὸ λέπω τὸ | |
5 | λεπίζω. ΠΗΛῸΣ, παρὰ τὸ παλάσσω τὸ μολύνω, ἡ βεβρωμένη (βεβρεγμένη) γῆ· καὶ Ὅμηρος· [Il. εʹ. 100.] παλάσσετο δ’ αἵματι θώρηξ. ΛΕΑΝΩ͂ παρὰ τὸ λεαίνω, τοῦτο παρὰ τὸ λεῖον, ὃ σημαίνει | |
10 | τὸ ὁμαλὸν, τοῦτο παρὰ τὸ λῶ τὸ θέλω, ἐξ αὐτοῦ παρά‐ γωγον λάω, καὶ ἐξ αὐτοῦ ὄνομα λαῦος καὶ τροπῇ τοῦ Α εἰς Ε λεῦος, καὶ τοῦ Υ εἰς Ι, λεῖος, τὰ γὰρ λεῖα καὶ ὁμαλὰ θέλομεν, ὥσπερ τὰ κρημνώδη ἐκφεύγομεν. ἈΛΛΌΤΡΙΟΣ, παρὰ τὸ ἄλλος καὶ τὸ ὅρος, ὃ σημαίνει τὸν | |
15 | ὁρισμὸν, ἀλλόριός τις ὢν, οἱονεὶ ὁ ἄλλου ὅρου ὑπάρχων, καὶ πλεονασμῷ τοῦ Τ ἀλλότριος. ΧΩΛῸΣ παρὰ τὸ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν, ἢ παρὰ τὸ κόλον, ὃ σημαίνει τὸ βεβλαμμένον, κατ’ ἐπαύξησιν τοῦ Ο εἰς Ω, καὶ καταβάσει τοῦ τόνου. Τί διαφέρει χωλὸς καὶ Χῶλος; | |
20 | Διαφέρει· Χῶλος βαρυτόνως ὄνομα κύριον, ὥσπερ καὶ Πῶλος ὄνομα κύριον βασιλέως, χωλὸς δὲ ὀξύτονον ὁ βεβλαμμένος τὸ ὀστοῦν. ΖΗ͂Ι τρίτου προσώπου, ζάω ζῶ, ζάεις ζᾷς, ζάει ζᾷ, καὶ τροπῇ Δωρικῇ τοῦ Α εἰς Η, ζῇ. | |
25t | ΨΑΛΜῸΣ ΙΗʹ. | |
26 | Τὸ ΚΤΩ͂ (ΚΆΤΩ) μέγα, διατί; Ἐπειδὴ πᾶσα λέξις Ἑλ‐ ληνικὴ ἁπλῆ ὀξύτονος εἰς Ω λήγει, διὰ τοῦ Ω μεγάλου γρά‐ φεται, οἷον ἄνω, κάτω, πλὴν τοῦ δεῦρο καὶ ἄπο. ἘΡΕΎΓΕΤΑΙ παρὰ τὸ ἐρεύγω, τοῦτο παρὰ τὸ ἔρα ὃ σημαίνει | |
30 | τὴν γῆν, ἢ παρὰ τὸ ἐρεύθω τὸ βάπτω, ἢ παρὰ τὸ αὔριον καὶ τὸ γῶ τὸ χωρῶ. Ἐρευγομένου γάρ τινος εἴτε ζώου εἴτε θαλαττίου ὕδατος χωρήματι .... ἔνδον γίνεται. ΛΑΛΙᾺ, παρὰ τὸ λῶ τὸ θέλω· τὸ ΛΙ Ι, διατί; Τὰ διὰ τοῦ | |
Ι ὀξύτονα θηλυκὰ διὰ τοῦ Ι γράφεται, οἷον πυρκαιὰ, λαλιὰ, | 130 | |
131 | στρατιὰ, πλὴν τοῦ χειὰ, ζειὰ, φειὰ, φορβειὰ, παρειὰ, τὰ δὲ παρὰ τὸ παρειὰ συντιθέμενα διὰ τοῦ Η γράφεται, καλλι‐ πάρηος, μιλτοπάρηος. Διατί ὀξύνεται; Τὰ σημαίνοντα ἄθροισιν ἢ περιεκτικὰ τιμῶν προσηγορικὰ ὄντα ὀξύνονται, | |
5 | οἷον ἀχυρμιὰ, πυρκαιὰ, λαλιά. ΠΈΡΑΣ, παρὰ τὸ περῶ τὸ τελειῶ. ἭΛΙΟΣ παρὰ τὸ σέλας, ὃ σημαίνει τὴν λαμπηδόνα, σέλιος, καὶ ἀποβολῇ τοῦ Σ, καὶ τροπῇ τοῦ Ε εἰς Η, ἥλιος· ἢ παρὰ τὸ τὴν ἅλα ἀνιμᾶσθαι· ἢ παρὰ τὸ δῆλος, ὃ σημαίνει τὸν φανε‐ | |
10 | ρὸν, δήλιος, καὶ ἀποβολῇ τοῦ Δ ἥλιος. Δασύνεται; Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται, ἠλέματος, ἠλιαῖα, ἠλιτομῆνος, πλὴν τοῦ ἥλιος. ΝΥΜΦΊΟΣ παρὰ τὸ νύμφη, τοῦτο παρὰ τὸ νέον φῶτα ἔχειν, ἢ παρὰ τὸ νέον φῶς ἔχειν, ἢ παρὰ τὸ νεωστὶ φαί‐ | |
15 | νεσθαι. Τί διαφέρει νύμφιος καὶ νυμφίος; Διαφέρει· νύμ‐ φιος λέγεται ὁ πεποικιλμένος· νυμφίος δὲ αὐτὸς ὁ γεγα‐ μηκώς. ΠΑΣΤᾺΣ, παρὰ τὸ πάσσω τὸ ποικίλλω. ΔΡΑΜΕΙ͂Ν· τὸ θέμα, δρέμω, ὁ δεύτερος ἀόριστος ἔδραμον, ὁ | |
20 | μέλλων δεύτερος δραμῶ δραμεῖς δραμεῖ, καὶ τὸ ἀπαρέμφατον δραμεῖν. ἌΚΡΟΝ παρὰ τὸ ἥκω τὸ ἔρχομαι. ΜΑΡΤΥΡΊΑ, παρὰ τὸ μάρτυς, τοῦτο παρὰ μαρμαίρω τὸ λάμπω. Πόσας κλίσεις ἐπιδέχεται μάρτυς; Τρεῖς· μάρτυς | |
25 | μάρτυρος, μάρτυς μάρτυος, μάρτυρος μαρτύρου· καὶ Ὅμηρος, τῶ δ’ ἀρ’ ἐπὶ μάρτυρι ἔστων. (Il. αʹ. 338. τὼ δ’ αὐτὼ μάρτυροι ἔ.) ΣΟΦΊΖΩ, ἐκ τοῦ σοφὸς, τοῦτο παρὰ τὸ σέβω, τοὺς γὰρ σοφοὺς πάντες σεβόμεθα. ἈΛΗΘΙΝᾺ, ἐκ τοῦ ἀληθὴς, ἀληθινός· τὸ ΘΙ, Ι. Τὰ διὰ | |
30 | τοῦ ΙΝΟΣ ἀπὸ ῥημάτων γινόμενα ὀνόματα ὀξύτονα διὰ τοῦ Ι γράφεται, οἷον τάχα ταχινὸς, ἀληθὴς ἀληθινὸς, πύκα πυκινός. ΓΛΥΚΎΤΕΡΑ, παρὰ τὸ γλυκὺς, τοῦτο παρὰ τοῦ γλεῦκος, ὃ σημαίνει τὸν ἀποστάζοντα οἶνον ἐκ τῆς λήνου, γλευκὺς καὶ | |
35 | γλυκύς. | 131 |
132 | ΚΗΡΊΟΝ, παρὰ τὸ κηρὸς, τοῦτο παρὰ τὸ καίεσθαι ῥᾳδίως, ἢ παρὰ καίεσθαι (καιόμενον) ῥεῖν. Ε᾿ΥΔΟΚΊΑ, ἐκ τοῦ εὐδοκῶ· τοῦτο παρὰ τὸ εὖ μόριον καὶ τὸ δοκῶ. Πόσα σημαίνει; Τρία· τὴν πόλιν, καὶ τὸ κύριον | |
5 | ὄνομα, καὶ τὴν θέλησιν, ὡς τὸ “εὐδόκησας, κύριε, τὴν γῆν σου.” ΛΥΤΡΩΤῊΣ, ἐκ τοῦ λυτρῶ, τοῦτο ἐκ τοῦ λύτρον, τοῦτο παρὰ τὸ λύω. | |
9t | [ΨΑΛΜῸΣ ΙΘʹ.] | |
10 | ὉΛΟΚΑΥΤΏΜΑΤΑ ἐκ τοῦ ὁλοκαυτῶ, τοῦτο ἐκ τοῦ ὅλος καὶ τοῦ καίω, γίνεται ὁλοκαυτῶ ῥῆμα, καὶ ἐξ αὐτοῦ ὁλοκαύτωμα. ΠΙΑΝΆΤΩ, προστακτικὸν, πιαίνω· γίνεται δὲ παρὰ τὸ πῖον, τὸ λιπαρὸν, ὁ μέλλων πιανῶ· ὁ πρῶτος ἀόριστος ἐπίανα, καὶ τὸ προστακτικὸν, πίανον, πιανάτω. | |
15 | ΔΏΗ, ῥῆμα εὐκτικὸν, γίνεται παρὰ τὸ δίδωμι, δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, ἡ μετοχὴ, ὁ δοὺς, τοῦ δόντος· καὶ τὸ εὐκτικὸν δοίην, καὶ ἐπαυξήσει τοῦ Ο εἰς Ω δώην· καὶ μένει τὸ Ι προσγεγραμμένον. ΠΛΗΡΏΣΑΙ, εὐκτικόν· γίνεται παρὰ τὸ πληρῶ, τοῦτο ἐκ | |
20 | τοῦ πλήρης, τοῦτο ἐκ τοῦ πλῶ, τὸ πληρῶ, πλήσω, πλήρης. Τὸ ΠΛΗ Η. Τὰ διὰ τοῦ ΗΡΗΣ, εἰ μὲν παροξύτονα, διὰ τοῦ Η γράφεται, οἷον διήρης, τριήρης, ξιφήρης· εἰ δὲ προπαροξύ‐ νονται, διὰ τοῦ Ι, οἷον Καλάσιρις, Ὄσιρις, πλὴν τοῦ κίσηρις· τοῦτο δὲ παρὰ τὸ ἐν τῷ κινεῖσθαι σαίρειν. | |
25 | ἍΡΜΑ, παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, σημαίνει τρία· παρὰ μὲν Ἕλλησι τὸ ζεῦγος τῶν βοῶν, καὶ παρὰ Ῥωμαίοις αὐτὸ τὸ ἅρμα, καὶ ὄνομα πόλεως· δείκνυται δὲ (δασυνόμενον) ἐκ τῆς συναλοιφῆς ἐφ’ ἅρματος ὠκεῖς ἵππους. | |
30 | ἽΠΠΟΣ, παρὰ τὸ τοῖς ποσὶν ἵπτασθαι (ἵεσθαι), ὅ ἐστιν ἵπτασθαι. Τὸ Ι πρὸ τῶν βʹ συμφώνων τῶν αὐτῶν ψιλοῦται, οἷον ἴννος· σεσημείωται τὸ ἵππος δασυνόμενον· ἀπὸ γὰρ τοῖς ποσὶν ἰέναι γινόμενον τὴν τοῦ ἵημι ῥήματος δασεῖαν ἐφύ‐ | |
λαξεν. | 132 | |
133(1t) | [ΨΑΛΜῸΣ ΕἸΚΟΣΤΌΣ.] | |
2 | ΕἸΚΟΣΤῸΣ γίνεται παρὰ τὸ εἴκειν ταῖς δύο δεκάσιν. Ὀξύ‐ νεται; Τὰ εἰς ΤΟΣ λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ Τ τὸ Σ καὶ τὴν γενικὴν περατουμένην εἰς ΟΥ, ἐπὶ ποσό‐ | |
5 | τητος τασσόμενα, ὀξύνονται, οἷον πολλοστὸς, ὀλιγοστὸς, εἰκοστός. ΛΊΘΟΣ, παρὰ τὸ λίαν ἔχειν κατ’ ἀντίφρασιν. Τὸ ΛΙ Ι· τὰ διὰ τοῦ ΗΘΟΣ ὀνόματα δισύλλαβα διὰ τοῦ Η γράφονται, οἷον πλῆθος, ἦθος, στῆθος, Ζῆθος, πλὴν τοῦ λίθος καὶ πίθος. | |
10 | ΚΛΊΒΑΝΟΣ, παρὰ τὸ ΚΡΙ, ὃ σημαίνει τὴν κριθὴν, καὶ τὸ βάναυσος, ὃ σημαίνει τὸν περὶ τὸ πῦρ ἐργαζόμενον, γίνεται κρίβανος, καὶ κλίβανος. ΚΑΚῸΣ παρὰ τὸ χάζω τὸ ὑποχωρῶ, χακὸς, καὶ κακὸς, τὸν γὰρ κακὸν πάντες ὑποχωροῦμεν. Σημαίνει τρία· τὸν δειλὸν, | |
15 | ὡς τὸ τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρώς· καὶ τὸν εὐτελῆ, ὡς τὸ, ὃς εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδωκής· καὶ τὸν πονηρὸν, ὡς τὸ | |
20 | λαμπρότατος μὲν ὅ γ’ ἐστί· κακὸν δὲ σῆμα τέτυκται. | |
21t | [ΨΑΛΜῸΣ ΚΑʹ.] | |
22 | ΠΡΌΣΧΕΣ, ἐκ τοῦ σχῶ τὸ κρατῶ γίνεται παράγωγον εἰ ΜΙ, ἴσχημι, ὁ μέλλων σχήσω, ὁ δεύτερος ἀόριστος ἔσχον, ἡ μετοχὴ ὁ σχεὶς, τοῦ σχέντος· τὰ δὲ λοιπὰ ζήτει εἰς τὸν | |
25 | δεύτερον ψαλμόν. ἌΝΟΙΑ, παρὰ τὸ νοῦς νοὸς, νοῖα καὶ ἄνοια. Τὸ ΝΟΙ δίφθογγον; Τὰ παρὰ τὸ νοῦς καὶ χροῦς καὶ πλοῦς καὶ ῥοῦς καὶ φλοῦς γινόμενα διὰ τῆς ΟΙ διφθόγγου γράφεται, οἷον εὔνοια, ἄχροια, εὔροια. | |
30 | ἜΠΑΙΝΟΣ γίνεται παρὰ τῆς ἐπὶ προθέσεως καὶ τοῦ αἶνος. Τί διαφέρει ἔπαινος ἐγκωμίου; Διαφέρει· ἔπαινος μὲν γάρ ἐστι λόγος μίαν πρᾶξιν ἐγκωμιάζων, ἐγκώμιον δὲ τὸ πολλὰς | |
πράξεις ἐν ἑαυτῷ περιλαμβάνειν (sic). | 133 | |
134 | ΣΚΏΛΗΞ, παρὰ τὸ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν. Τὸ ΣΚΩ μέγα, διατί; Τὰ μέσα δύο ἀμεταβόλων .... Τὸ ΛΗΞ Η, διατί; Τὰ εἰς ΗΞ εἰωθότα Δωρικῶς τρέπεσθαι εἰς Α, ἁπλᾶ ὄντα, διὰ τοῦ Η γράφονται, οἷον νάρθηξ, σκώληξ, τοῦ σκώ‐ | |
5 | ληκος. Ὁ κανών· ὅσα μέν ἐστιν ἁπλᾶ βαρύτονα, καὶ διὰ τοῦ Κ κλίνονται, νάρθηκος, σκώληκος. ἘΞΟΥΘΕΝΩ͂, ἐκ τῆς οὐ ἀρνήσεως, καὶ τοῦ τε συνδέσμου, καὶ τοῦ εἷς, ἑνὸς, γίνεται οὐτενῶ ῥῆμα, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, οὐθενῶ. Οὐδὲν καὶ οὐθὲν διαφέρει· οὐδὲν μὲν | |
10 | λέγεται τὸ ἐν τῷ καθόλου, ὡς ὅταν λέγωμεν, “οὐδὲν ἐν τῷ κοσμῷ καινόν·” τὸ διὰ τοῦ Θ ἀνείληπται ἐκ τοῦ οὐδὲν, καὶ τροπῇ τοῦ Δ εἰς Θ οὐθέν· ἀκινδυνότερον δὲ τὸ διὰ τοῦ Θ. ΚΙΝΩ͂, ἐκ τοῦ ἲς, ὃ σημαίνει τὴν δύναμιν, ἰνῶ καὶ κινῶ. ......... | |
14 | ΠΑΤΡΙᾺ, παρὰ τὸ πατὴρ, πατέρος, πατριά· τὸ δὲ πατὴρ | |
15 | παρὰ τὸ τοὺς παῖδας τηρεῖν, ἢ παρὰ τὸ πατῶ, ἐκ μετα‐ φορᾶς τῶν ἀλόγων ζώων· οἱ γὰρ ἵπποι ἐν τῇ συνουσία πρῶτον πατῶσι τὰς θηλείας. Ἐτυμολογεῖται δὲ ἐπὶ μὲν τοῦ θεοῦ, παρὰ τὸ τοὺς πατέρας τηρεῖν, ἐπὶ δὲ τῶν ἀνθρώ‐ πων, παρὰ τὸ τοὺς παῖδας τηρεῖν. Κλίνεται πατρός. Αἱ | |
20 | συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας. Ἡ κλητικὴ, ὦ πάτερ. Ὁ κανών· ἡμάρτηται καὶ κατὰ τὸν χρόνον, καὶ κατὰ τὴν κλίσιν· ἀναβιβάζει τὸν τόνον, ἐπεὶ τὰ εἰς ΡΟΣ βραχυκατάληκτα ἀποστρέφουσι τὴν ὀξεῖαν τάσιν, οἷον ἄνερ, πάτερ, σῶτερ, δᾶερ, πλὴν τῆς ὑπὲρ προθέσεως, | |
25 | καὶ τοῦ ἀτὰρ, αὐτὰρ συνδέσμου. Τί διαφέρει πατρὶς καὶ πόλις; Διαφέρει, ὅτι ἡ μὲν πατρὶς πόλεις περιέχει, ἡ δὲ πόλις πατρίδα οὐκέτι. ΤΕΧΘΗΣΌΜΕΝΟΣ ἐκ τοῦ τέκω, τέξω, τέτεχα, τέτεγμαι, ἐτέχθην, τὸ τρίτον ἐτέχθη, ὁ μέλλων πρῶτος τεχθήσομαι, ἡ | |
30 | μετοχὴ τεχθησόμενος. | |
31t | [ΨΑΛΜῸΣ ΚΒʹ.] | |
32 | ὙΣΤΕΡΩ͂, ἐκ τοῦ ὕστερος, τοῦτο ἐκ τῆς ὑπὸ προθέσεως, τὸ | |
συγκριτικὸν, ὑπότερος, καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ Σ | 134 | |
135 | ὕστερος· πλεονάζει δὲ τὸ Σ, ἐπεὶ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ Ο συγκοπτόμενον πέφυκε πλεονάζειν τὸ Σ, οἷον θεό‐ φραστος, θεὸς, (θεόφατον θέσφατον) θεοείκερος(λος) θέσκε‐ λος, ὑπότερος, ὕστερος. Ὑστερίζω δὲ καὶ ὑστερῶ διαφέρει· | |
5 | ὑστερίζω μέν ἐστι τὸ βραδύνω, ὑστερῶ δὲ τὸ παντελῶς στερίσκω. ΧΛΌΗ παρὰ τὸ φλέω, τὸ ἀναδίδωμι. ΣΚΙᾺ, παρὰ τὴν σὺν πρόθεσιν καὶ τὸ κίω τὸ πορεύομαι, ἡ συμπορευομένη τῷ σώματι. | |
10 | ΒΑΚΤΗΡΊΑ παρὰ τὸ τὴν βάσιν τηρεῖν. Ῥάβδος καὶ βακτηρία διαφέρει. Ῥάβδος μέν ἐστιν ἡ ποιμαντικὴ, βακτηρία δὲ ἡ τοῦ γήρως ἀνάπαυσις. ΤΡΆΠΕΖΑ, παρὰ τὸ τέσσαρας πέζας ἔχειν, ἢ πόδας. ΜΕΘΎΣΚΩ ἐκ τοῦ μεθύω μεθύσω, καὶ πλεονασμῷ τοῦ Κ | |
15 | μεθύσκω. Τὸ μεθύω παρὰ τὸ μὴ θέειν ἢ μὴ τρέχειν· οἱ γὰρ μεθύοντες ἀκίνητοί εἰσι μέχρις οὗ ἀπομεθύουσιν, ἢ παρὰ τὸ μεθύω τὸ ἀμελῶ. | |
18t | [ΨΑΛΜῸΣ ΚΓʹ.] | |
19 | ΠΟΤΑΜῸΣ παρὰ τὸ ποτάζω, τὸ ῥέω, ἢ παρὰ τὸ πότιμον | |
20 | ὕδωρ ἔχειν. ὬΜΟΣΕ, τὸ ΜΟ μικρὸν, διατί; Ἰστέον, ὅτι ἡ τρίτη συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος θέλει ἔχειν τὸ Σ ἢ τὸ Ω, καὶ πάντοτε μὲν διὰ τοῦ Ω, πλὴν τοῦ ἀρόσω, ὀμόσω, ὀνόσω, καὶ βόσω τὸ τρέφω. | |
25t | [ΨΑΛΜῸΣ ΚΔʹ.] | |
26 | ΠΡΑ͂ΟΣ, παρὰ τὸ ῥᾷον, ὃ σημαίνει τὸ εὔκολον· ἔχει δὲ τὸ Ι, τὰ γὰρ εἰς ΩΝ δισύλλαβα καθαρὰ διφθόγγῳ παραληγό‐ μενα δʹ εἰσί· καὶ τὰ μὲν δύο ἐκφωνεῖ τὸ Ι, πλείων, μείων· τὰ δὲ δύο οὐχὶ, ῥᾴων, λῴων. | |
30 | ἹΛΆΣΘΗΤΙ, ἐκ τοῦ ἱλῶ ἱλάσω, τὸ δὲ ΙΛΩ ἐκ τοῦ ἵλεως, τοῦτο παρὰ τὸ ἕλος, τροπῇ τοῦ Ε εἰς Ι. Α᾿ΥΛΊΖΩ, ἐκ τοῦ αὐλή· τοῦτο παρὰ τὸ αὔω, τὸ λάμπω, | |
αὐὴ καὶ αὐλή. | 135 | |
136 | ΔΗΛΏΣΩ ἐκ τοῦ δηλῶ, τοῦτο δὲ ἐκ τοῦ δῆλος, ὃ σημαίνει τὸν φανερὸν, τοῦτο ἐκ τοῦ δαλὸς, τροπῇ τοῦ Α εἰς Η καὶ ἀναδόσει τοῦ τόνου. ἈΝΆΓΚΗ, παρὰ τὸ ἄγω ἄγη καὶ ἀνάγκη, ἐπειδὴ τὸ ταῖς | |
5 | ἀγκάλαις κρατούμενον κατὰ δύναμιν ἀφυκτότερον κρατεῖται, ἢ παρὰ τὸ ἄκος, ὃ σημαίνει τὴν θεραπείαν, πρὸς ἣν ἄκος οὐκ ἔστιν εὑρεῖν. ΜΙ͂ΣΟΣ παρὰ τὸ μύω τὸ κάμνω. | |
9t | [ΨΑΛΜῸΣ ΚΕʹ.] | |
10 | Ε᾿ΥΑΡΕΣΤΩ͂ ἐκ τοῦ ἀρετῶ, καὶ πλεονασμῷ τοῦ Σ ἀρεστῶ καὶ εὐαρεστῶ· τοῦτο παρὰ τὸ ἀρετή· τὸ δὲ παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἐρατὴ, καὶ ἐν ὑπερβιβασμῷ ἀρετή. ΔΩ͂ΡΟΝ παρὰ τὸ δίδωμι, δώσω, δῶρον. | |
14t | [ΨΑΛΜῸΣ Κϛʹ.] | |
15 | ΔΕΙΛΙΩ͂, ἐκ τοῦ δειλὸς, τοῦτο παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, δεϊλὸς καὶ δειλός· σημαίνει δύο, ὡς τὸ ὤμοι ἐγὼ δειλός· καὶ τὸν ἄνανδρον, ὡς τὸ ἔνθ’ ὅ τε δειλὸς ἀνὴρ ὅ τ’ ἄλκιμος ἐξεφαάνθη. | |
20 | ΔΕΊΛΑΙΟΣ, τὸ ΛΑΙ δίφθογγον, διατί; Τὰ εἰς ΟΣ καθαρὰ ἀπὸ τῶν εἰς ΟΣ παρηγμένα ἀρσενικὰ διὰ τῆς ΑΙ διφθόγγου γράφεται, οἷον, βίβλος βίβλαιος, δειλὸς δείλαιος. ἘΓΓῪΣ ἐπίρρημα τοπικὸν, γίνεται δὲ παρὰ τὸ γῆ καὶ τῆς ἐν προθέσεως. | |
25 | ΦΑΓΕΙ͂Ν, παρὰ τὸ φήγω, ὁ δεύτερος ἀόριστος ἔφαγον, ὁ μέλλων δεύτερος φαγῶ, καὶ τὸ ἀπαρέμφατον φαγεῖν. ΜΊΑΝ, ὄνομα θηλυκόν. ΘΕΩΡΩ͂ παρὰ τὸ θεὸς καὶ τοῦ ὁρῶ τὸ βλέπω· τὸ Ω μέγα διατί; Τὰ παρὰ τὸ ὁρῶ γινόμενα διὰ τοῦ Ω μεγάλου γρά‐ | |
30 | φεται. ΠΈΤΡΑ, παρὰ τὸ ῥᾳδίως πέτασθαι κατὰ ἀντίφρασιν. | |
ἈΛΑΛΆΖΩ, παρὰ τὸ λῶ, τὸ λαλῶ, λαλάζω, καὶ ἀλα‐ | 136 | |
137 | λάζω μετὰ τοῦ ἐπιτατικοῦ Α, ἢ ἐκ τοῦ ΑΛΑ ὃ σημαίνει τὸν θόρυβον. ἈΠΟΣΚΟΡΑΚΊΖΩ, ἐκ τοῦ κόραξ κόρακος κορακίζω· σημαίνει δὲ τὸ καταλιμπάνω· λέγουσι γὰρ, ὅτι τινὲς παρεκάθηντο | |
5 | πόλιν τοῦ παραλαβεῖν αὐτὴν, εἰ ἂν (sic) ἴδωσι κόρακας, καὶ μετὰ ἀσβέστου λευκάναντες αὐτοὺς ἀπέλυσαν, οὓς ἰδόντες οἱ πολέμιοι ἐπῆλθον καὶ ἐπόρθησαν τὴν πόλιν, καὶ ἀπὸ τούτου λέγεται τὸ ἀποσκορακίζω. ΜΉΤΗΡ παρὰ τοῦ μὴ τηρεῖσθαι· αἱ γὰρ γυναῖκες πρὶν | |
10 | λυμανθῆναι τὴν ἑαυτῶν παρθενίαν τηροῦνται, ἡνίκα δὲ γί‐ νωνται μητέρες, οὐ τηροῦνται. ΜῊ ΠΑΡΑΔΩ͂Σ, ὑποτακτικὸν ἐκ τοῦ δίδωμι, ὁ δεύτερος ἀό‐ ριστος ἔδων, ὁ ὑποτακτικὸς ἐὰν δῶ, ἐὰν δῶς, καὶ παραδῶς. ἙΑΥΤῊ, ἐκ τοῦ ἐμὲ ἓ καὶ τοῦ αὐτὴ γίνεται ἑαυτή· δασύ‐ | |
15 | νεται, ἐπειδὴ προαναλαμβάνει τοῦ προαρκτικοῦ φωνήεντος τὸ πνεῦμα. | |
17t | ΨΑΛΜῸΣ ΚΖʹ. | |
18 | ΣΙΩΠΩ͂, ἐκ τοῦ σιγῶ καὶ τοῦ ὂψ, ὃ σημαίνει τὴν φωνήν. Τὸ δὲ σιγῶ παρὰ τὸ σίζω τὸ ἦχον ἀποτελῶ, κατὰ ἀντί‐ | |
20 | φρασιν. Τὸ Ω μέγα, διατί; Τὰ παρὰ τὸ ὀπὴ καὶ ὀχὴ συντιθέμενα διὰ τοῦ Ω μεγάλου γράφεται· σιωπῶ, εὐωχῶ. ΟἸΚΟΔΟΜΩ͂, ἐκ τοῦ οἶκος καὶ τοῦ δέω τὸ οἰκοδομῶ. | |
23t | [ΨΑΛΜῸΣ ΚΗʹ.] | |
24 | ἘΝΈΓΚΑΤΕ, ἐκ τοῦ ἐνέγκω, ἐνέγξω, ἤνεγκα, καὶ σημαίνει | |
25 | τὸ εἶπα καὶ ἤνεγκα. ΚΡΙΩ͂Ν, παρὰ τὸ κεκρῖσθαι τὴν τρίχα· διαφέρουσι γὰρ αἱ τρίχες τῶν κριῶν τῶν ἄλλων ζώων· ἢ κεραός τις ὢν, καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τῶν διχρόνων εἰς δίχρονον. ΚΈΔΡΟΣ, παρὰ τὸ ἐν τῷ καίεσθαι ἱδροῦν, ἢ παρὰ τὸ χέειν | |
30 | ἱδρῶτα. ΛΊΒΑΝΟΣ, παρὰ τὸ λίαν βαίνειν, ἢ παρὰ τὸ λείβω τὸ | |
σπένδω. Λίβανος καὶ λιβανωτὸς διαφέρει· Λίβανος μέν | 137 | |
138 | ἐστι τὸ ὄρος, καὶ τὸ δένδρον, λιβανωτὸς δὲ τὸ ἀπὸ δένδρου δάκρυον θυμιώμενον. ἜΡΗΜΟΣ, παρὰ τὸ ἔραν μόνην ἔχειν. | |
4t | [ΨΑΛΜῸΣ Λʹ.] | |
5 | Ε᾿ΥΡΎΧΩΡΟΣ, παρὰ τὸ εὐρὺς καὶ τοῦ χῶρος· τὸ δὲ εὐρὺ παρὰ τὸ εὖ μόριον καὶ τὸ ὁρούω τὸ ὁρμῶ· τὸ δὲ χῶρος παρὰ τὸ γῶ τὸ χωρῶ. ΓΕΊΤΩΝ παρὰ τὸ γέα· ὅπερ διὰ τοῦ Ε ψιλοῦ γράφεται γεΐτων καὶ γείτων κράσει. | |
10 | ΝΕΚΡῸΣ παρὰ τὸ νὴ στερητικὸν καὶ τοῦ κῆρ, κηρὸς, ὃ σημαίνει τὴν ψυχὴν, ὁ ἐστερημένος τῆς ψυχῆς. ἈΠΟΛΩΛῸΣ ἀπὸ τοῦ ὀλῶ ὀλέσω, ὁ παρακείμενος ὤλεκα, ὁ μέσος ὦλα, καὶ Ἀττικῶς ὄλωλα, ἡ μετοχὴ ὀλωλὼς, καὶ τὸ οὐδέτερον ὀλωλός. | |
15 | ΨΌΓΟΣ, παρὰ τὸ ψέγω ῥῆμα. ΛΆΛΟΣ, παρὰ τὸ λῶ τὸ λαλῶ, λάλος καὶ ἄλαλος. | |
17t | [ΨΑΛΜῸΣ ΚΘʹ.] | |
18 | ἙΣΠΈΡΑ, παρὰ τὸ ἔσω φέρειν, ἐσωφέρα τις οὖσα, καὶ ἐν συγκοπῇ ἑσπέρα, ἢ παρὰ τὸ ἔσω περᾶν. | |
20 | Ἐκ τοῦ κλαίω, κλαύσω, ΚΛΑΥΘΜΌΣ. Ε᾿ΥΘΥΝΊΑ, ἐκ τοῦ εὐθυνῶ, τοῦτο δὲ παρὰ τὸ εὖ μόριον καὶ τὸ θύω τὸ ὁρμῶ. ΚΆΛΛΟΣ, παρὰ τὸ κάζω τὸ κοσμῶ, ἢ παρὰ τὸ ἅλωμι (sic) τὸ πηδῶ. | |
25 | ΣΆΚΚΟΣ παρὰ τὸ σάσσω τὸ φορτῶ, ἢ τὸ στρωννύω. | |
26t | [ΨΑΛΜῸΣ ΛΑʹ.] | |
27 | ἈΦΈΘΗΝ, ἐκ τοῦ ἔημι, τὸ συγχωρῶ, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἔμαι, ὁ ἀόριστος πρῶτος ἕθην καὶ ἀφέθην. | |
30 | ἌΚΑΝΘΑ παρὰ τὸ ἐν τῇ ἀκῇ θέειν, ἢ ἐν τῇ ὀξύτητι. | 138 |
139 | Ἐκ τοῦ ΣΥΝΕΤΊΖΩ, συνετίσω, καὶ Ἀττικὸς μέλλων, συνετιῶ. ΣΥΜΒΙΒΩ͂, ἐκ τοῦ βῶ, βαίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν, βιβῶ καὶ συμβιβῶ. | |
5 | ἩΜΊΟΝΟΣ, ἐκ τοῦ ἥμισυς καὶ τοῦ ὄνος, τὸ δὲ ἥμισυς παρὰ τὸ ἅμα ἴσος εἶναι, τὸ δὲ ὄνος παρὰ τὸ ὀνῶ τὸ ὠφελῶ. ΚΗΜῸΣ, παρὰ τὸ κάμπτω, καμὸς καὶ κημός. ΧΑΛΙΝῸΣ, παρὰ τὸ χαλᾶν τὰ ἡνία. Τὸ ΛΙ Ι, διατί; Τὰ εἰς ΝΟΣ ὀξύτονα, μὴ ὄντα παρώνυμα, διὰ τοῦ Ι γράφεται, | |
10 | οἷον πυκινὸς, ἀληθινὸς, τὸ δὲ χαλινὸς διὰ τοῦ Ι γράφεται. Τὸν χρόνον ἔφυγε, μακρὸν γὰρ ἔχει τὸ Ι. ΣΙΑΓῺΝ, παρὰ τὸ σείω καὶ τὸ ἄγω τὸ φέρω, σιαγόνος. Ὁ κανών· τὰ εἰς ΩΝ ὀξύτονα τρέπουσι τὸ Ω εἰς Ε ἐπὶ γενικῆς, οἷον λαγὼν λαγόνος, σιαγὼν σιαγόνος. | |
15 | ἌΓΧΩ παρὰ τὸ ἄγω. | |
16t | [ΨΑΛΜῸΣ ΛΒʹ.] | |
17 | ΚΙΘΆΡΑ παρὰ τὸ κινεῖσθαι ῥᾳδίως, ἢ παρὰ τὸ κινεῖν εἰς ἔρωτας τοὺς ἀκούοντας, ἢ παρὰ τὸ κινεῖν τὰς θαιρούς. ΔΕΚΑΧΌΡΔΩΙ παρὰ τὸ δέκα καὶ τοῦ (sic) χορδὴ, τοῦτο | |
20 | παρὰ τὸ χωρεῖν τὴν ἐδωδὴν, τὴν τροφὴν, ἢ παρὰ τὸ χέειν τὴν ᾠδήν. ἈΣΚῸΣ, παρὰ τὸ σχῶ, τὸ κρατῶ, ΣΧΟΣ, καὶ μετὰ τοῦ στερητικοῦ Α ἀσκὸς, τροπῇ τοῦ δασέος εἰς ψιλόν. ΘΗΣΑΥΡῸΣ, ἐκ τοῦ τίθημι, θήσω, θησαυρός. | |
25 | ΔΙΑΣΚΕΔΆΖΩ, ἐστὶ χέω, καὶ σημαίνει τὸ σκορπίζω, καὶ ἐξ αὐτοῦ γίνεται σχεδάζω, καὶ σκεδάζω. ΛΙΜῸΣ, παρὰ τὸ λείπω, λιπὸς καὶ λιμός. | |
28t | [ΨΑΛΜῸΣ ΛΓʹ.] | |
29 | ἘΠΕΊΝΑΣΑ, ἐκ τοῦ πεινῶ, τοῦ ἐκ τοῦ πεῖνα, τὸ δὲ παρὰ | |
30 | τὸ πένω τὸ ἐνεργῶ. Τὸ ΠΕΙ δίφθογγον διατί; Τὰ διὰ τοῦ ΙΝΑ θηλυκὰ διὰ τοῦ Ι γράφεται, οἷον, Μαρίνα, Κωνσταντίνα, πλὴν τοῦ πείνα. | |
ἘΛΑΤΤΩ͂ ἐκ τοῦ ἐλάττων, τοῦτο παρὰ τὸ ἐλαχὺς, ἐλαχύ‐ | 139 | |
140 | τερος, ἐλαχίων, ἐλάσσων καὶ ἐλάττων, καὶ ἐξ αὐτοῦ ῥῆμα ἐλαττῶ. ΠΛΗΜΜΕΛΩ͂Ν, παρὰ τὸ πάλιν καὶ τὸ μέλλω, τὸ βραδύνω, πάλιν μελῶ, καὶ ἐν συγκοπῇ καὶ τροπῇ τοῦ Α εἰς Η πλημ‐ | |
5 | μελῶ. | |
6t | [ΨΑΛΜῸΣ ΛΔʹ.] | |
7 | ΘΥΡΕῸΣ σημαίνει τὸ ὅπλον, καὶ γίνεται παρὰ τὸ θύρα θυρὸς, καὶ πλεονασμῷ τοῦ Ε θυρεός. ὌΛΙΣΘΟΣ παρὰ τὸ ὅλως θέειν. | |
10 | ΚΌΛΠΟΣ παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθύ. ΣΚΥΘΡΩΠῸΣ, παρὰ τὸ σκύζω, τὸ ὀργίζομαι, καὶ ὢψ, ὠπὸς, ἢ παρὰ τὸ σκυθρωποὺς ὦπας ἔχειν, ἢ παρὰ τὸ χύτρα χυ‐ τρωπὸς καὶ σκυθρωπός. Ε῏ΥΓΕ, ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ καλῶς· ἢ ἐπίρρημα | |
15 | ἐμπαιγμοῦ. ΕἼΠΑΙΣΑΝ, ἐκ τοῦ ἔπω, τὸ λέγω, ὁ μέλλων ἕψω (sic), ὁ ἀόριστος πρῶτος εἶπα, ἡ μετοχὴ ὁ εἴπας, τοῦ εἴπαντος, καὶ τὸ εὐκτικὸν, εἴπαιμι, εἴπαις, εἴπαι, καὶ οἱ Ἴωνες εἰώθασιν ἐν τοῖς τρίτοις προσώποις τῶν εὐκτικῶν ἐπεντιθέναι τὸ Ν. Κανὼν | |
20 | γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶν .... πρόσωπον εἰς .... λῆγον προσθέσει τοῦ Σ ποιεῖ τὸ δεύτερον. Τὸ πρῶτον τῶν πλη‐ θυντικῶν εἰπαίημεν τὸ τρίτον εἰπαίησαν, καὶ ἐν συγκοπῇ εἴπαισαν. | |
24t | [ΨΑΛΜῸΣ ΛΕʹ.] | |
25 | ἌΒΥΣΣΟΣ, παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δύσος καὶ ἄβυσσος, ἢ παρὰ τὸ βύω βύσσω, βυσσὸς καὶ ἄβυσσος, οἱονεὶ ἡ μὴ ὑπό τινος ὑπεισερχομένη. Τὸ βύω σημαίνει δύο, τὸ ὑπεισέρχομαι, τὸ σφραγίζω, ὡς τὸ “βυούσης τὰ ὦτα αὐτῆς.” | |
29t | [ΨΑΛΜῸΣ Λϛʹ.] | |
30 | ΖΗΛΩ͂, παρὰ τὸ ζῆλος, τοῦτο παρὰ τὸ ζέειν ὅλος, ζέελος καὶ ζῆλος. ΛΆΧΑΝΟΝ, παρὰ τὸ λαχαίνω τὸ σκάπτω, καὶ ἀπὸ τοῦ λὰ | |
καὶ τοῦ χαίνειν ἄνω, ἢ βλέπειν. | 140 | |
141 | ΜΕΣΗΜΒΡΊΑ, παρὰ τὸ μέσος καὶ τὸ ἡμέρα, μεσημερία, καὶ μεσημβρία. ἹΚΕΤΕΎΩ, ἐκ τοῦ ἱκέτης, τοῦτο παρὰ τὸ ἥκω τὸ ἔρχομαι· τὸ παθητικὸν ἵκομαι, τὸ τρίτον ἵκεται, καὶ ἐξ αὐτοῦ ἱκέτης. | |
5 | ΤΡΥΦῊ παρὰ τὸ θρυφὴ, καὶ τρυφή. ΤΗΡΩ͂, ἐκ τοῦ ὠρῶ, τὸ φυλάσσω, πλεονασμῷ τοῦ Τ τωρῶ, καὶ γράφεται διὰ τοῦ Ω μεγάλου, ὅτι τὰ παρὰ τὸ ὠρῶ τὸ φυλάσσω γινόμενα διὰ τοῦ Ω μεγάλου γράφεται, τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, τηρῶ. | |
10 | ΒΡΎΧΩ ἐπὶ τοῦ ἀνθρώπου, βρύχω βαρύτονον, ἐπὶ τῶν ἄλλων ζώων περισπώμενον, βρυχῶ. ΚΡΕΙ͂ΣΣΟΝ, ἐκ τοῦ κρατὺς, κρατίων, κράσσων, καὶ τροπῇ τοῦ Α εἰς Η, καὶ πλεονασμῷ τοῦ Ι, κρεῖσσον. Ἔστι δὲ ἐπίρρημα. | |
15 | ΠΛΟΥ͂ΤΟΣ πολύετός τις ὢν, ἐκ τοῦ πολὺς καὶ τοῦ ἔτος, ὁ ἀπὸ πολλῶν ἐτῶν συναγόμενος. ΔΑΝΕΊΖΩ, ἐκ τοῦ δάνω, τοῦτο παρὰ τὸ δίδοσθαι μετὰ ἀνίας. | |
19t | [ΨΑΛΜῸΣ ΛΖʹ.] | |
20 | ΣΤΗΡΊΖΩ, παρὰ τὸ ἵστημι, στήσω, γίνεται κατὰ παρα‐ γωγὴν ἐρρίζω (στηρίζω). ΦΟΡΤΊΟΝ, ἐκ τοῦ φόρτος, τοῦτο παρὰ τὸ φέρω. ὬΖΕΣΑΝ, ἐκ τοῦ ὄζω γίνεται ὀζῶ ὀζέσω, ὁ ἀόριστος πρῶτος ὤζεσα, τὸ τρίτον τῶν πληθυντικῶν ὤζεσαν. | |
25 | ἘΣΆΠΗΣΑΝ, ἐκ τοῦ σήπω, σήψω, ὁ δεύτερος ἀόριστος ἔσα‐ πον, ὁ παθητικὸς ἐσάπην, τὸ τρίτον τῶν πληθυντικῶν ἐσάπησαν· τὸ δὲ σήπω παρὰ τὸ σὴς, ὃ σημαίνει τὸν σκώληκα· τοῦτο παρὰ τὸ σῶ τὸ κινῶ, ὁ μέλλων σήσω, καὶ ἀποβολῇ τοῦ Ω σής· καὶ γίνεται σητός. | |
30 | ΜΏΛΩΨ, παρὰ τὸ ὀλῶ, τὸ συστρέφω καὶ φθείρω, ὁ μέλ‐ λων ὀλῶ, ὁ παρακείμενος ὤλεκα, ὁ παθητικὸς ὤλεμαι, καὶ ἐν συγκοπῇ ὦλμαι, καὶ ἐξ αὐτοῦ ὦλμος, καὶ ἐν ὑπερβιβασμῷ μῶλος, ἡ συστροφὴ, ὡς τὸ “μῶλον Ἄρηος,” καὶ ἐξ αὐτοῦ μώλωψ· ἢ ἡ ἐκ τοῦ πολέμου γινομένη πληγὴ, ἢ παρὰ τὸ | |
35 | βοῦς βοὸς καὶ τὸ λέπω, τὸ λεπίζω, βώλωψ καὶ μώλωψ· | 141 |
142 | κυρίως γὰρ μώλωπες λέγονται αἱ ἐκ τῶν βοῶν πληγαί· ἢ παρὰ τὸ βοῦ ἐπιτατικὸν μόριον καὶ τὸ λέπω τὸ λεπίζω. ΨΥΑ, παρὰ τὸ ξύω, ξύσω, κατὰ ἀντίφρασιν, ἣν εὐχερῶς κινεῖσθαι οὐ δυνάμεθα, ἢ παρὰ τὸ ὀπίσω, συγκοπῇ καὶ κράσει | |
5 | τοῦ Π Σ εἰς Ψ, ἡ ὀπίσω ἄγουσα. ἘΜΠΑΙΓΜῸΣ ἐκ τοῦ πάϊς, πάϊδος, παΐζω, καὶ κατὰ κράσιν παίζω, καὶ ἐξ αὐτοῦ ἐμπαιγμός. ΒΙΆΖΩ ἐκ τοῦ βία· τοῦτο παρὰ τὸ ἲς, ὃ σημαίνει τὴν δύναμιν. | |
10 | ΚΩΦῸΣ, παρὰ τὸ κεκόφθαι τὴν ὄπα, ἢ τὴν φωνήν· οἱ γὰρ κωφοὶ μὴ ἀκούοντες οὐδὲ λέγουσιν· ἢ κενοπός τις ὢν, ὁ μήτε ἀκούων μήτε φθεγγόμενος. ἈΛΓΗΔῺΝ, παρὰ τὸ ἀλγῶ, ἀλγήσω, ἀλγηδών· τὸ δὲ ἀλγῶ παρὰ τὸ ἄλγος, τοῦτο παρὰ τὸ λέγω τὸ φροντίζω. | |
15 | ΜΕΡΙΜΝΩ͂Ν παρὰ τὸ μέριμνα, τοῦτο παρὰ τὸ μερίζω, μερίσω, μεμέρικα, μεμέρισμαι, μέριμνα· ἐτυμολογεῖται (δὲ) παρὰ τὸ μερίζειν τὸν νοῦν. ΚΑΙΝΊΖΩ, παρὰ τὸ καινὸν, τὸ νεωστὶ κατεσκευασμένον. | |
19t | [ΨΑΛΜῸΣ ΛΗʹ.] | |
20 | ἌΛΓΗΜΑ, παρὰ τὸ ἀλγῶ, ἀλγήσω, ἤλγηκα, ἤλγημαι. ΠΑΛΑΙΣΤᾺΣ, ἀντὶ τοῦ μετρητάς· γίνεται δὲ παρὰ τὸ πάλλω, τὸ κινῶ. Ὁ παθητικὸς παρακείμενος πέπαλμαι, καὶ ἐξ αὐτοῦ παλάμη, δι’ ἧς χεὶρ κινεῖται, καὶ ἐκ τούτου γίνεται παλαίω· ὁ παθητικὸς παρακείμενος πεπάλαισμαι, τὸ τρίτον | |
25 | πεπάλαισται, καὶ ἐξ αὐτοῦ παλαιστὴς, ἢ παρὰ τὸ πελάζειν τὰ ὀστᾶ. Ἔστι δὲ καὶ τετραδάκτυλον μέτρον, κατὰ τὴν δʹ δακτύλων ὀρδινι καὶ ἄνθεσιν (ὀρδιναίαν σύνθεσιν). Ο᾿ΥΘΈΝ· ἐστὶν εἷς ἑνὸς, καὶ τὸ οὐδέτερον ἕν. Γίνεται δὲ οὐδὲ ἓν, καὶ ἐν συγκοπῇ οὐδέν· καὶ τροπῇ τοῦ Δ εἰς Θ οὐθέν. | |
30 | ΜΈΝΤΟΙ ΓΕ ἐπίρρημα μεσότητος, ἐκ τοῦ ΜΕΝ συνδέσμου καὶ τοῦ ΤΟΙ καὶ τοῦ ΓΕ παραπληρωματικοῦ συνδέσμου. ΕἸΚῺΝ παρὰ τὸ εἴκω τὸ ὁμοιῶ. Εἰκὼν προτομῆς δια‐ φέρει· εἰκὼν μὲν ἀνθρώπου, προτομὴ δὲ λέγεται ἵππου. | |
ἘΚΩΦΏΘΗΝ ἐκ τοῦ κωφὸς, τοῦτο παρὰ τὸ κεκόφθαι | 142 | |
143 | τὴν ὄπα. Κωφὸς καὶ ἐννεὸς διαφέρει. Κωφὸς ἐλέγετο παρὰ τοῖς ἀρχαίοις ὁ μὴ φθεγγόμενος, καὶ Ὅμηρος, “κύματι κωφῷ,” νῦν δὲ κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμ‐ μένος· ἐννεὸς δὲ, ὁ ἔκ τινος σημείου θαυμάζων καὶ μένων | |
5 | ἄφωνος. ΜΆΣΤΙΞ, ἐκ τοῦ μαστίζω, τοῦτο παρὰ τὸ μάσσω τὸ μαλάσσω, ἢ παρὰ τὸ ἱμάσσω, ὃ σημαίνει τὸ πλήσσω. ἈΡΆΧΝΗ παρὰ τὸ ἀναριχᾶσθαι, ἢ παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. | |
10 | ἌΝΕΣ, ἐκ τοῦ ἔημι τὸ συγχωρῶ, ὁ μέλλων ἥσω, ὁ δεύ‐ τερος ἀόριστος ἧν, ἡ μετοχὴ εἳς, ἕντος, καὶ τὸ προστακτικὸν ἔς καὶ ἄνες. ἈΝΑΨΎΞΩ ἐκ τοῦ ψύχω τὸ ζωογονῶ. | |
14t | [ΨΑΛΜῸΣ ΛΘʹ.] | |
15 | ἸΛῪΣ παρὰ τὸ ἵζω τὸ καθέζομαι, ἢ παρὰ τὸ εἱλῶ τὸ συστρέφω· σημαίνει δὲ τὸν ῥύπον, ὅθεν καὶ ἰλυποδεῖν λέγεται, παρὰ τὸ ἰλὺν ἐν τοῖς ποσὶν αἴρειν· ἢ παρὰ τὸ ὕλη, ἰλύς· τοῦτο παρὰ τὸ ὕω τὸ βρέχω, ὅθεν καὶ μακρὸν ἔχει τὸ Υ. ΒΥΒΛΊΟΝ παρὰ τὸ βύω, τὸ ἀσφαλίζω, ἢ παρὰ τὸ τοὺς | |
20 | βίους βάλλεσθαι ἐν αὐτῷ. Τὸ ΒΛΙ Ι, διατί; Τὰ διὰ τοῦ ΙΟΝ οὐδέτερα μονογενῆ πρὸ μιᾶς ἔχοντα τὸν τόνον, μὴ ἀπὸ τῶν διὰ τοῦ ΕΥΩ ῥημάτων γινόμενα, διὰ τοῦ Ι γράφονται, οἷον ἑρκίον, τειχίον, ψωμίον, σταυρίον, βυβλίον παροξύτονα· τὰ διὰ τοῦ ΙΟΝ ὑποκοριστικὰ, εἰ μὲν ἦ (sic) δακτυλικὰ, πρὸ μιᾶς | |
25 | ἔχει τὸν τόνον, οἷον χρυσίον, παιδίον· εἰ δὲ τριβράχεα, προ‐ παροξυτόνως, οἷον φόνιον, μόδιον. ΚΩΛΎΩ παρὰ τὸ χωλὸς, τοῦτο παρὰ τὸ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν. ΤΡΊΧΑΣ, ἐκ τοῦ θρὶξ, καὶ κλίνεται τριχός. | |
30t | ΨΑΛΜῸΣ Μʹ. | |
31 | ΣΥΝΙῺΝ, ἐκ τοῦ ἰῶ τὸ προιῶ, ἰὼν καὶ συνιών. | |
ἈΡΡΩΣΤΊΑ, ἐκ τοῦ ῥῶ, ῥώσω, ῥωστὸς, καὶ ἄρρωστος. | 143 | |
144 | ἈΠΟΘΑΝΕΙ͂ΤΑΙ ἐκ τοῦ θνῶ, θνήσκω, ὁ δεύτερος ἀόριστος ἔθανον, ὁ μέλλων δεύτερος θανῶ, ὁ μέσος μέλλων δεύτερος θανοῦμαι. ΨΙΘΥΡΊΖΩ, παρὰ τὸ ψίω [καὶ] τὸ λεπτύνω, καὶ τὸ θύρα, ὃ | |
5 | σημαίνει περιφραστικῶς τὰ χείλη, τὸ τῇ φωνῇ λεπτολογεῖν. ΠΤΕΡΝΊΖΩ παρὰ τὸ πτέρνα, τοῦτο παρὰ τὸ τὴν ἔραν πατεῖν, πάτερνα καὶ πτέρνα. ΒΕΒΑΙΩ͂ παρὰ τὸ βέβαιος· τοῦτο παρὰ τὸ βαιὸν, ὃ σημαίνει τὸ μικρὸν, καὶ τὸ ἀληθὲς, τοῦτο ἐκ τοῦ βίβημι, | |
10 | βήσω, ὁ δεύτερος ἀόριστος ἔβην, ἡ μετοχὴ βὰς, βάντος, καὶ ἐξ αὐτοῦ βαιὸς, καὶ κατὰ ἀναδιπλασιασμὸν βέβαιος. | |
12t | [ΨΑΛΜῸΣ ΜΑʹ.] | |
13 | ΤΡΌΠΟΣ ἐκ τοῦ τρέπω. ΠΟΘΩ͂ ἐκ τοῦ πόθος, τοῦτο ἐκ τοῦ πήθω, πάσχω, ὁ γὰρ | |
15 | ποθῶν τινα προαιρεῖταί τι παθεῖν ὑπὲρ αὐτοῦ. ἮΧΟΣ παρὰ τὸ χέω, μετὰ τοῦ ἐπιτατικοῦ Α, ἄχος, καὶ τροπῇ τοῦ Α εἰς Η, ἦχος. ΧΟΡΤΆΖΩ, ἐκ τοῦ ἑορτὴ, τοῦτο παρὰ τὸ ἐρῶ τὸ ἐπιθυμῶ, ἢ παρὰ τὸ ἑὸν, ὃ σημαίνει τὸ ἀγαθόν. | |
20 | ΛΎΠΗ παρὰ τὸ λύειν τὸ πῖον,? ἢ παρὰ τὸ λύειν τοὺς ὦπας, ἢ τοὺς ὀφθαλμούς. Διαιρεῖται δὲ λύπη εἰς δʹ· εἰς ἄχος, εἰς ἔχθος (ἄχθος), εἰς φθόνον, καὶ εἰς ἔλεον. Καὶ ἄχος ἐστὶ λύπη βαρύνουσα καὶ ἐνοχλοῦσα ἐπὶ ἀφορήτοις συμβάσεσι, φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, καὶ ἔλεος λύπη ἐπ’ ἀλλο‐ | |
25 | τρίοις κακοῖς. ἸΟΡΔΆΝΗΣ, τὸ Ι καὶ τὸ ΟΡ μικρὸν, διατί; Πᾶν ὄνομα Ἑλληνικόν τε καὶ βάρβαρον ἀπὸ τῆς ΙΩ συλλαβῆς ἀρχό‐ μενον διὰ τοῦ Ι καὶ Ω μεγάλου γράφεται, πλὴν τοῦ Ἰόβας, Ἰοβιανὸς, Ἰόλαος, Ἰοκάστη, Ἰορδάνης, Ἰόππη, Ἰούδας, | |
30 | Ἰοφῶν, Ἰόνιος, Ἰορδάνης. Ὁ κανών· τὰ εἰς ΝΗΣ κύρια, μὴ παρ’ οὐδετέρου συντιθέμενα, εἰς ΟΥ ἔχει τὴν γενικὴν, Μη‐ ριόνης Μηριόνου, Ἰορδάνης Ἰορδάνου. ἙΡΜΩΝΙΕΊΜ· τὰ εἰς εὶμ λήγοντα ὀνόματα, βάρβαρά τε | |
καὶ ἐθνικὰ ὀξύτονα, διὰ τῆς ΕΙ διφθόγγου γράφεται, οἷον | 144 | |
145 | Ἑρμωνιεὶμ, Ἑλιδκεὶμ, Σεναχηρεὶμ, πλὴν τοῦ Βενιαμῖν. Ἱερουσαλὴμ δὲ καὶ Σαλὴμ, Η. ΚΑΤΑΡΆΚΤΗΣ ἐκ τοῦ ῥῶ τὸ φθείρω, ῥάσσω, ῥάκτης καὶ καταράκτης. | |
5 | ΜΕΤΕΩΡΙΣΜῸΣ, ἐκ τοῦ μετεωρίζω, τοῦτο ἐκ τοῦ μετέωρος, τὸ δὲ μετέωρος παρὰ τὸ ἀείρω τὸ κουφίζω, καὶ ἐξ αὐτοῦ ὄνομα ἄειρος, καὶ τροπῇ τοῦ Α εἰς Ο ὄειρος, καὶ ἐν ὑπερβι‐ βασμῷ ἔοιρος, καὶ τροπῇ τῆς ΟΙ διφθόγγου εἰς Ω ἔωρος, καὶ μετὰ τῆς μετὰ προθέσεως, μετέωρος. | |
10 | ΚΥ͂ΜΑ παρὰ τὸ κυκῶ τὸ παράγω (ταράττω·) ἔστι δὲ τὸ κῦ μακρόν. | |
12t | ΨΑΛΜῸΣ ΜΓʹ. | |
13 | ΒΡΑΧΊΩΝ τὸ ΧΙ Ι; Διατί; Τὰ διὰ τοῦ ΙΟΝ οὐδέτερα τροπῇ τοῦ Ω εἰς Ο ἐπὶ γενικῆς βαρύτονα ὄντα, εἴτε κοινὰ, εἴτε ... | |
15 | ἀποστρέφεται τὴν ΕΙ δίφθογγον. ΝΥΝῚ ἐκ τοῦ νῦν κατ’ ἐπέκτασιν τοῦ Ι. Τί διαφέρει τὸ νῦν τοῦ νυνί; Τὸ μὲν γὰρ νυνὶ καθόλου ἐπὶ τοῦ ῥήματος τάσσεται τῶν γʹ χρόνων, τὸ δὲ νῦν ἐπὶ μόνου τοῦ ἐνεστῶτος. ΧΛΕΥΑΣΜῸΣ, ἀπὸ τοῦ χλευάζω, τοῦτο παρὰ τὸ χλεύη, | |
20 | τοῦτο παρὰ τὸ κλέπτω, κλέη καὶ χλέη. ΚΊΝΗΣΙΣ, παρὰ τὸ κινῶ, τοῦτο παρὰ τὸ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν. | |
23t | [ΨΑΛΜῸΣ ΜΔʹ.] | |
24 | ΛΌΓΟΣ, παρὰ τὸ λέγω, λόγος· σημαίνει ζʹ· λόγος λέγων, | |
25 | ὁ ἐνδιάθετος λογισμὸς, καθὸ λογικοὶ καὶ διαλογικοί ἐσμεν· λόγος καὶ ἡ φροντίς, ὡς ὅταν λέγωμεν, οὐκ ἔστι λόγου ἄξιος· λέγεται λόγος καὶ ὁ ἀπολογαριασμὸς, ὡς ὁ ἡγεμὼν πρὸς τοὺς ἑαυτούς· καὶ ἡ ἀπολογία, ὡς τὸ, ἔδωκε περὶ τούτου λόγον· λόγος λέγεται καὶ ὁ καθόλου, ὁ περιέχων ἐν ἑαυτῷ | |
30 | πᾶσαν λέξιν· λόγος καὶ ὁ ὅρος, ὡς ὅταν λέγωμεν, ἀπόδος τὸν τοῦ ζώου λόγον· λόγος καὶ ἡ αὐτοψεὶ διάνοια δηλοῦσα τῶν λέξεων τὴν παράθεσιν, τουτέστιν ὁ κατὰ τὴν σύνταξιν | |
λόγος. | 145 | |
146(1t) | [ΨΑΛΜῸΣ Μϛʹ.] | |
2 | ἈΝΈΒΗ, βῆμι, ὁ μέλλων, βήσω, ὁ δεύτερος ἀόριστος ἔβην, τὸ τρίτον ἔβη, καὶ μετὰ τῆς ἀνὰ προθέσεως ἀνέβη. ΣΆΛΠΙΓΞ, παρὰ τὸ σαλπίζω. | |
5 | ἈΒΡΑᾺΜ, πατὴρ πολλῶν ἐθνῶν. | |
6t | [ΨΑΛΜῸΣ ΜΖʹ.] | |
7 | ΜΈΓΑΣ παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ γῆ, ὁ ἐν τῇ γῇ μὴ ὢν, ἀλλ’ εἰς ὕψος ἐπαιρόμενος. Σημαίνει δύο, τὸ κύριον ὄνομα, ὅπερ ἰσοσυλλάβως κλίνεται· ὁ Μέγας τοῦ Μέγα, ἐξ | |
10 | οὗ καὶ τὸ πατρωνυμικὸν Μεγάδην, τὸν τοῦ Μέγα υἱὸν, καὶ τὸ πλατὺ καὶ μέγα, ὡς τὸ μέγα περ ἐόντα καὶ ἴφθιμον. Ε᾿ΥΡΊΖΩΙ, ἡ εὐθεῖα εὔριζος· γίνεται παρὰ τὸ εὖ μόριον καὶ τὸ ῥίζα, τοῦτο δὲ παρὰ τὸ ἕζω, καθέζομαι. | |
15 | ΠΛΕΥΡᾺ, παρὰ τὸ πέλειν εὐρὺ καὶ πλατύ. ΒΟΡΡΑ͂Σ παρὰ τὸ εὐβορώτατα καὶ ἰσχυρότατα ποιεῖν ἡμῶν τὰ σώματα. ΒΆΡΕΣΙΝ, ἡ εὐθεῖα ἡ βάρις, καὶ κλίνεται βάρεως, ἡ εὐθεῖα τῶν πληθυντικῶν βάρεες βάρεις· εἰσὶ δὲ πλοῖα, αὐλαὶ, | |
20 | πύργοι· ἐτυμολογεῖται δὲ παρὰ τὸ μετὰ βίας ἀρηρέναι. ΘΑΡΣΕΙ͂Σ· ἐτυμολογεῖται παρὰ τὸ Ταρσεὺς, καθόλου (καθὼς) παρὰ τῷ Θεοδωρίτῳ ἀνέγνωμεν. Θαρσεῖς, ἡ εὐθεῖα τῶν πληθυντικῶν ταρσέες ταρσεῖς, καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται, θαρσεῖς. | |
25 | ΠΥ͂ΡΓΟΣ παρὰ τὸ ὑπεράνω τῆς (γῆς) ἵστασθαι· σημαίνει, ϛʹ· ὅτε μὲν κυρίως πύργῳ ἐφεστῶσα γοόωσά τε μυρομένη τε· καὶ τὸ τεῖχος· οἵ ιδως (sic) οὖν θ’ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν· | |
30 | καὶ τὴν τάξιν· νῦν δὲ φίλως χὀρόωτε, καὶ εἰ δέκα πύργοι Ἀχαίων, καὶ ἐπιρρηματικὸν, | |
οἱ δέ τε πυργηδὸν σφε’ αὐτοὺς ἀρτύναντες, | 146 | |
147 | καὶ μέρος τι τοῦ τείχους· Τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. Ὅτε δὲ κατὰ μεταφορὰν καὶ ἀσφάλειαν καὶ φυλακήν· τοῖος γάρ σφιν πύργος ἀπώλετο. | |
5t | [ΨΑΛΜῸΣ ΜΗʹ.] | |
6 | ΓΗΓΕΝῊΣ, παρὰ τὸ γῆ καὶ γένος, ὁ ἀπὸ τῆς γῆς τὸ γένος ἔχων, ἢ ὁ ἐκ τῆς γῆς γεννηθείς. ΣΟΦΊΑ παρὰ τὸ σοφὸς, τοῦτο παρὰ τὸ σέβω. ΨΑΛΤΉΡΙΟΝ, παρὰ τὸ τὰ ψαλτήρια τηρεῖν. | |
10 | ἘΠΤΈΡΝΑ, παρὰ τὸ πετῶ πετέρνα, καὶ ἐν συγκοπῇ πτέρνα· ἐτυμολογεῖται δὲ παρὰ τὸ πατεῖν τὴν ἔραν. ΣΚΆΝΔΑΛΟΣ, παρὰ τὸ σκάζω τὸ χωλαίνω. ΣΥΝΗ͂ΚΕΝ, ἐκ τοῦ συνίημι, ὁ μέλλων συνήσω, ὁ πρῶτος ἀόριστος συνῆκα. | |
15 | ἘΒΛΉΘΗ, ἐκ τοῦ βάλλω γίνεται βλῶ, βλήσω, ὁ παρακεί‐ μενος βέβληκα, ὁ παθητικὸς βέβλημαι· ὁ πρῶτος ἀόριστος ἐβλήθην. | |
18t | [ΨΑΛΜῸΣ ΜΘʹ.] | |
19 | ἈΝΑΤΟΛῊ ἐκ τοῦ ἀνατέλλω, ἀνατολὴ, ἐπίρρημα δηλωτικόν. | |
20 | ΔΥΣΜΩ͂Ν, ἡ εὐθεῖα ἡ δυσμὴ, γίνεται δὲ παρὰ τὸ δύνημι· τοῦτο παρὰ τὸ δύω τὸ ὑπεισέρχομαι, ὁ παρακείμενος δέδυκα, ὁ παθητικὸς δέδυσμαι, δυσμὴ, ἡ γενικὴ τῶν πληθυντικῶν δυσμῶν. ΚΑΤΑΙΓῚΣ ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ αἲξ, αἰγὸς, τοῦτο | |
25 | παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ. ΣΦΌΔΡΑ, ἐπίρρημα ἐπιτάσεως, γίνεται δὲ ἐκ τοῦ σπῶ τὸ κατασπῶ. ΧΊΜΑΡΟΣ, σημαίνει τὸν τράγον· γίνεται δὲ παρὰ τὸ κίω τὸ πορεύομαι, ἐξ οὗ καὶ γράφεται διὰ τοῦ Ι· σημαίνει τρία· | |
30 | διὰ τοῦ Ι, κίω τὸ πορεύομαι, ἐξ οὗ καὶ τὸ κιχῶ κιχάνω κίχημι· διὰ τῆς ΕΙ διφθόγγου κείω τὸ κοιμῶμαι, ἐξ οὗ καὶ τὸ κακκείοντες, καὶ διὰ τοῦ Η τὸ καίω. ΘΗΡΊΟΝ παρὰ τὸ θέρω τὸ θερμαίνω, ἢ παρὰ τὸ φθείρω, | |
φθεὶρ καὶ θήρ. | 147 | |
148 | ἈΓΡῸΣ, παρὰ τὸ ἀρῶ τὸ ἀροτριῶ, ἀρὸς καὶ ἀγρὸς, ἢ παρὰ τὸ ἄρην, ὃ σημαίνει τὸν σίδηρον, ὁ τῷ σιδήρῳ τεμνό‐ μενος. ΦΆΓΟΜΑΙ, φήγω ἐστὶν ὁ ἐνεστώς· ὁ δεύτερος ἀόριστος | |
5 | ἔφαγον, ὁ μέλλων δεύτερος φαγῶ, ὁ μέλλων μέσος φάγομαι· ἀλλὰ σεσημείωται τὸ φάγομαι, πίομαι, ἔδομαι. ΤΡΆΓΟΣ παρὰ τὸ τρώγω, πολυφάγον γὰρ τὸ ζῶον, ἢ παρὰ τὸ τραχὺ δέρμα ἔχειν. ΠΊΟΜΑΙ, ὤφειλεν εἶναι πιοῦμαι, ἀλλὰ σεσημείωται τὸ | |
10 | φάγομαι, πίομαι, ἔδομαι. ΚΛΈΠΤΗΣ, παρὰ τὸ χαλέπτω, τὸ ὀργίζομαι, χαλέπτης καὶ κλέπτης, ἢ παρὰ τὸ καλύπτω. ΜΥΧῸΣΟΙ σημαίνει δύο· τὸν ἐνδότατον τόνον, καὶ γράφεται διὰ τοῦ Υ ψιλοῦ, καὶ γίνεται παρὰ τὸ νὺξ νυκτὶ, καὶ τροπῇ | |
15 | τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον μυχός· εἰ δὲ σημαίνει τὸν πόρνον, γράφεται διὰ τῆς ΟΙ διφθόγγου, καὶ γίνεται παρὰ τὸ εἴκω τὸ πρέπω, καὶ μετὰ τῆς μὴ ἀπαγορεύσεως μὴ εἰκὸς, καὶ συγκοπῇ καὶ τροπῇ τοῦ Ε εἰς Ο μοιχὸς, ὁ τὰ μὴ πρέ‐ ποντα ποιῶν. | |
20t | [ΨΑΛΜῸΣ Νʹ.] | |
21 | ΠΛΕΙ͂ΟΝ ἐκ τοῦ πλέον, καὶ κατὰ πλεονασμὸν τοῦ Ι, γρά‐ φεται δὲ δίφθογγον, ἐπειδὴ οἱ Βοιωτεῖς πλῆον διὰ τοῦ Η γράφουσι, καὶ ἄλλως τὰ εἰς ΩΝ συγκριτικὰ δισύλλαβα διφθόγγῳ παραλήγονται, οἷον, πλείων, μείων. | |
25 | ἘΚΊΣΣΗΣΕ, ἐκ τοῦ κισσῶ δευτέρας συζυγίας τῶν περισπω‐ μένων, σημαίνει τὸ μετὰ ἡδονῆς συλλαμβάνειν· γίνεται δὲ παρὰ τὸ κίσσα, ἐπειδὴ τὸ ὄρνεον τοῦτο λίχνον ἐστὶ πρὸς τὰς συνουσίας καὶ κατωφερὲς πρὸς τὰς ἡδονάς· ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς τὸ | |
30 | συνουσιάζειν· ἐκ τοῦ κίττα (τούτου κιττᾶν) λέγεται ἡ γυνὴ, ὅταν ἐν γαστρὶ ἔχουσα ὀρέγηται ἀτόπων καὶ δεινῶν περὶ τὸν δεύτερον καὶ τρίτον μῆνα. ὙΣΣΏΠΩΙ, ἐκ τοῦ ὕω τὸ βρέχω, ὁ μέλλων ὕσω, καὶ τοῦ ὢψ ὠπὸς, ὃ σημαίνει τὸ πρόσωπον, τὸ ἐπὶ τὴν ὦπα χεόμενον. | |
35 | Ἔστι δὲ βοτάνη καθαρτικὸν σαμψύχῳ ὁμοία. | 148 |
149 | ΣΙῺΝ, παρὰ τὸ χέω χεὼν, συστέλλει δὲ τὸ Ω ἐπὶ τῆς γενικῆς. ἈΚΟΥΤΙΩ͂· ἔστι ῥῆμα ἀκούω, ὁ μέλλων ἀκούσω, ὁ παρα‐ κείμενος ἤκουσα, ὁ παθητικὸς ἤκουσμαι, τὸ τρίτον ἤκουσται, | |
5 | καὶ ἐξ αὐτοῦ ἀκουστὸς καὶ ἀκουτίζω ῥῆμα· ὁ μέλλων ἀκουτίσω, ὁ Ἀττικὸς μέλλων, ἀκουτιῶ· σημαίνει δὲ τὸ ποιῶ ἀκοῦσαι. ἩΓΕΜῺΝ, ἐκ τοῦ ἡγεμὼν—όνος, τοῦτο ἐκ τοῦ ἄγω. | |
8t | [ΨΑΛΜῸΣ ΝΑʹ.] | |
9 | ΞΥΡῸΝ παρὰ τὸ ξύω γίνεται ξυρόν. | |
10 | ἘΚΤΊΛΛΑΙ, ἐκ τοῦ τίλλω, ἐπειδὴ κτίλος λέγεται ὁ προηγούμενος τοῦ ποιμνίου κριός· καὶ γίνεται ἀπὸ μετα‐ φορᾶς τοῦ κριοῦ· καὶ σημαίνει τὸ ξαίνω· ἢ ἐκ τοῦ τείνω τὸ τανύω· ὁ γὰρ ξαίνων τείνει. Ἐρῶ σημαίνει δʹ· τὸ λέγω, | |
15 | ἄλλο δέ τοι ἐρέω, ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος εἴρηκα, καὶ εἱρμός· σημαίνει καὶ τὸ ἐρωτῶ, ἀφ’ οὗ καὶ τὸ ἠρώμην καὶ ἠρώτων, καὶ Ὅμηρος πάντων Ἀργείων (ἐρέων) γενεήν τε τόκον τε. καὶ τὸ ζητῶ, ὡς τὸ | |
20 | τὰς ἐρέων Ὀδυσσέα συνήντετο, καὶ τὸ ἐπιθυμῶ, ἐξ οὗ καὶ ἐραστής· καὶ ἑορτὴ, ἣν πάντες ἐπιθυμοῦμεν. | |
23t | [ΨΑΛΜῸΣ ΝΓʹ.] | |
24 | ἙΚΟΥΣΊΩΣ ἐκ τοῦ ἑκούσιος, τοῦτο παρὰ τὸ ἑκών. Ὀξύνεται. | |
25 | Πᾶσα μετοχὴ ἐνεστῶτος χρόνου βαρύνεσθαι θέλει, πλὴν τοῦ ἑκὼν ἐκ τοῦ εἴκω, καὶ τοῦ ἐὼν ἐκ τοῦ εἴω, καὶ τοῦ κιὼν ἐκ τοῦ κίω. Εἰς τὸ Ε δασεῖαν· τὸ Ε πρὸ τοῦ Κ δασύνεται, εἰ μή πω ἐκπίπτει τῆς λέξεως· ἑκατὸν, ἕκαστος, ἑκών· τὸ ἐκάλουν, ἔκρινον, ἐκεῖνα ἐκπίπτον ἔχει τὸ Ε· τὸ ἔκπωμα παρὰ τὴν ἘΚ | |
30 | γέγονεν. | |
31t | [ΨΑΛΜῸΣ ΝΔʹ.] | |
32 | ἘΝΕΚΌΤΟΥΝ ἐστὶ κεῖμαι, καὶ σημαίνει τὸ διάκειμαί πως, τὸ τρίτον κεῖται, καὶ ἐξ αὐτοῦ κότος ἡ ὀργὴ, ἐκ δὲ τούτου | |
κοτῶ, κοτεῖς, κοτεῖ, καὶ ἐγκοτῶ, ὁ παρατατικὸς ἐνεκότουν, τὸ | 149 | |
150 | τρίτον τῶν πληθυντικῶν ὁμοίως. (Ἔστι) δὲ Α συζυγίας τῶν περισπωμένων. ΠΕΡΙΣΤΕΡᾺ, παρὰ τὸ περισσῶς ἐρᾶν, ἢ παρὰ τὸ στερρῶς πέτεσθαι. | |
5 | Η᾿ΥΛΊΣΘΗΝ, ἐκ τοῦ αὐλίζω, τοῦτο ἐκ τοῦ αὐλὴ, τοῦτο παρὰ τὸ αὔω τὸ λάμπω. ἸΣΌΨΥΧΟΣ, ἐκ τοῦ ἴσος καὶ ψυχή. ἜΔΕΣΜΑ ἐκ τοῦ ἔδω ἐδέσω, ἤδεκα, ἤδεσμαι, ἔδεσμα. ἉΠΑΛΎΝΩ, ἐκ τοῦ ἁπαλός· τοῦτο ἐκ τοῦ ἁφὴ, ἀφαλὸς | |
10 | καὶ ἁπαλός. ΒΟΛῚΣ, παρὰ τὸ βάλλω βαλλὶς καὶ βολίς. ΦΡΈΑΡ, παρὰ τὸ φλῶ τὸ ἀναδίδωμι, ἢ παρὰ τὸ φέρω καὶ κατὰ συγκοπὴν φρῶ καὶ ἐξ αὐτοῦ φρέαρ, οὗ φέρεται τὸ ὕδωρ. | |
15 | ἩΜΙΣΕΎΩ, ἐκ τοῦ ἥμισυς, τοῦτο ἐκ τοῦ ἅμα καὶ τοῦ ἴσος. | |
17t | [ΨΑΛΜῸΣ ΝΕʹ.] | |
18 | ὈΛΊΣΘΗΜΑ ἐκ τοῦ ὀλισθῶ, τοῦτο παρὰ τὸ ὄλισθος, τοῦτο παρὰ τὸ ὅλως θέειν. | |
20t | [ΨΑΛΜῸΣ Νϛʹ.] | |
21 | ΜΆΧΑΙΡΑ, παρὰ τὸ ἀεὶ μαχαίρειν (μάχῃ χαίρειν), ἢ παρὰ τὸ ἐν τῇ μάχῃ αἴρεσθαι ἢ τὸ κινεῖσθαι. ὌΡΘΡΟΣ παρὰ τὸ ὀρῶ τὸ ἐγείρω, ἐξ οὗ καὶ ὁ Ἀττικὸς μέλλων ὄρσω. | |
25t | [ΨΑΛΜῸΣ ΝΖʹ.] | |
26 | ἈΣΠῚΣ, παρὰ τὸ σπίζω τὸ ἐκτείνω, ἀσπίδος. Ὁ κανών· τὰ εἰς ΙΣ ὀνόματα ἔχοντα τὸ Π, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ ΔΟΣ κλίνεται· ἁπλᾶ μὲν, κρηπὶς κρηπίδος, κάλπις κάλ‐ πιδος, βοῶπις βοώπιδος, ἑλικῶπις ἑλικώπιδος. Ὀξύνεται. Τὰ | |
30 | εἰς ΠΙΣ θηλυκὰ δισύλλαβα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται, οἶον τράμπις τράμπιδος, (ἐστὶ δὲ εἶδος ὅπλου βαρβαρικοῦ,) κάλπις κάλπιδος· εἰ δὲ ἀπὸ συμφώνου, ὀξύνεται, | |
οἷον ἀσπὶς, ἐλπὶς, ἐμπίς. | 150 | |
151 | ΒΥΟΎΣΗΣ, ἡ εὐθεῖα ἡ βύουσα· γίνεται δὲ παρὰ τὸ μύω, τὸ κάμνω, τὸ περισπώμενον μυῶ, καὶ τροπῇ τοῦ Μ εἰς Β βυνῶ, καὶ ἡ μετοχὴ ὁ βύων, τὸ θηλυκὸν βύουσα. ΦΆΡΜΑΚΑ παρὰ τὸ φέρειν ἄκος, ἢ τὸ ἐναντίον, παρὰ τὸ | |
5 | μὴ φέρειν ἄκος, ἢ μὴ φέρειν ἄχος. ΜΎΛΗ παρὰ τὸ μείων, ὃ σημαίνει τὸ ἔλαττον, ἢ παρὰ τὸ εἱλῶ τὸ συστρέφω, ἢ παρὰ τὸ μειοῦν μίαν (λίαν). ῬΆΜΝΟΣ, παρὰ τὸ ῥᾷον μένειν· σημαίνει δὲ τὴν μεγάλην ἄκανθαν. | |
10t | [ΨΑΛΜῸΣ ΝΘʹ.] | |
11 | ΣΊΚΙΜΑ, ὄνομα τόπου· τὰ δύο Ι ἀπὸ παραδόσεως. ἸΔΟΥΜΑΙ͂Α, ἐκ τοῦ Ἰδουμαῖος· τὸ ΜΑΙ δίφθογγον διὰ τί; Τὰ διὰ τοῦ ΑΙΟΣ ὀνόματα ἐθνικὰ ὑπὲρ δύο συλλαβὰς προ‐ περισπᾶται καὶ διὰ τῆς ΑΙ διφθόγγου γράφεται, οἷον | |
15 | Ἰδουμαῖος, Ἰουδαῖος, Σαδδουκαῖος· ἐκλήθη δὲ οὕτως ὁ ἀπό‐ γονος Ἠσαῦ. ὙΠΌΔΗΜΑ, ἐκ τῆς ὑπὸ προθέσεως καὶ τοῦ δέω, τὸ δεσμεύω, δήσω, δῆμα, ὑπόδημα. ἈΛΛΌΦΥΛΟΣ ἐκ τοῦ ἄλλος καὶ τοῦ φυλή. | |
20 | ΓΟΓΓΎΖΩ, τὸ τῇ φωνῇ ὑποκλαίω· γίνεται δὲ ἐκ τοῦ γρύζω, καὶ κατὰ ἀναδιπλασιασμὸν γογγρύζω, καὶ ἀποβολῇ τοῦ Ρ γογγύζω. | |
23t | [ΨΑΛΜῸΣ Ξʹ.] | |
24 | ἈΚΗΔΊΑ, παρὰ τὸ ἀκηδιῶ, τοῦτο παρὰ τὸ ἀηδιῶ, τὸ δὲ | |
25 | παρὰ τὸ ἡδύς· καὶ μετὰ τοῦ στερητικοῦ Α ἀηδὴς, καὶ πλεο‐ νασμῷ τοῦ Κ ἀκηδής, καὶ ἐξ αὐτοῦ ἀκηδιῶ. ἜΤΟΣ παρὰ τὸ ἔω τὸ πληρῶ, ἔος καὶ ἔτος. | |
28t | [ΨΑΛΜῸΣ ΞΑʹ.] | |
29 | ὙΠΟΤΑΓΉΣΕΤΑΙ ἐκ τοῦ ὑποτάσσω, ὁ δεύτερος ἀόριστος | |
30 | ὑπέταγον, ὁ παθητικὸς ὑπετάγην, ὑποταγήσομαι, τὸ τρίτον ὑποταγήσεται. ΦΟΝΕΎΩ ἐκ τοῦ φόνος, τοῦτο παρὰ τὸ φένω τὸ φονεύω. ΤΕΙ͂ΧΟΣ, παρὰ τὸ τεύχω, τὸ κατασκευάζω, τεῦχος καὶ | |
τεῖχος· εἰ δὲ ἄλλο (ἄλλως διὰ) διφθόγγου γίνεται διὰ τοῦ Ο, | 151 | |
152 | καὶ γίνεται παρὰ τὸ οἴχω τὸ φθείρομαι, τὸ φθειρόμενον τάχιον. ΦΡΑΓΜῸΣ παρὰ τὸ φράσσω φράξω, πέφρακα, πέφραγμαι, φραγμός. | |
5 | ΔΊΨΑ παρὰ τὸ ἴπτω τὸ βλάπτω. ἍΠΑΞ ἐπίρρημα μεσότητος. ΔΎΟ ἐπίρρημα ἀριθμητικόν. | |
8t | [ΨΑΛΜῸΣ ΞΒʹ.] | |
9 | ἈΒΆΤΩΙ ἐκ τοῦ βῶ, βαίνω, γίνεται βατὸς, καὶ μετὰ τοῦ | |
10 | στερητικοῦ Α, ἄβατος. ΣΤΈΑΡ ἐκ τοῦ ἵστημι, στήσω· τὸ ΣΤΕ ψιλὸν, διατί; Τὰ εἰς ΑΡ οὐδέτερα δισύλλαβα τῷ Ε παραλήγοντα ψιλοῦται, φρέαρ, στέαρ, κέαρ. ἈΛΏΠΕΚΟΣ, παρὰ τὸ ἁλῶ τὸ πλανῶ καὶ παίζω, ἡ ἐν τῇ | |
15 | πλάνῃ παίζουσα. Ἀλώπεκος· ὁ κανών· τὰ εἰς Ξ λήγοντα ἁπλᾶ ὑπὲρ μίαν συλλαβὴν, πλὴν τῶν εἰς Ξ, ἅπαντα διὰ τοῦ Κ κλίνονται. | |
18t | [ΨΑΛΜῸΣ ΞΓʹ.] | |
19 | ΣΚΕΠΆΖΩ, γίνεται ἐκ τοῦ σκέπη, τοῦτο γίνεται ἐκ τοῦ | |
20 | σχέσις καὶ τοῦ φῶς, ἢ σκιὰ φωτός. ΠΙΚΡῸΣ παρὰ τὸ πεύκη, τοῦτο παρὰ τὸ πεῦκος· καὶ τὸ Ε, ἡνίκα πλεονάσῃ σύμφωνον, τρέπεται εἰς Ι. ἘΞΆΠΙΝΑ, ἐπίρρημα, γίνεται δὲ παρὰ τὸ ἀφανὴς ἄφινα καὶ ἄπινα. | |
25 | ΤΟΞΕΎΩ, παρὰ τὸ τόξον, τοῦτο παρὰ τὸ τάξω τάξον καὶ τόξον, ἢ παρὰ τὸ τάζω τὸ ἐξαπλῶ καὶ τοῦ ὀξέως. ἘΡΕΥΝΩ͂, δευτέρας συζυγίας τῶν περισπωμένων, γίνεται δὲ παρὰ τὸ ἐρεύνα, ἢ ἀπὸ τοῦ ἐρεείνειν τὴν ἀνήν. | |
29t | [ΨΑΛΜῸΣ ΞΔʹ.] | |
30 | ΜΑΚΡᾺΝ, ἐπίρρημα τοπικὸν, γίνεται δὲ ἐκ τοῦ μακρὸς, οὗ τὸ θηλυκὸν μακρὰ, καὶ ἐξ αὐτοῦ ἐπίρρημα μακράν. ΚΎΤΟΣ, παρὰ τὸ κυκῶ τὸ ταράσσω, ἢ παρὰ τὸ κύω τὸ | |
ἐξογκοῦμαι. | 152 | |
153 | ΣΤΑΓῺΝ παρὰ τὸ στάζω, σταγόνος. Ὁ κανών· τὰ εἰς ΓΩΝ ὀξύτονα συστέλλει τὸ Ω ἐπὶ τῆς γενικῆς, πλὴν τοῦ ἀγὼν ἀγῶνος. Καὶ ἄλλως· τὰ εἰς ΩΝ θηλυκὰ τὰ μὲν ὀξύνεται, καὶ διὰ τοῦ Ο μικροῦ γράφεται. | |
5 | ἘΝΙΑΥΤῸΣ, παρὰ τὸ ἐν ἑαυτῷ εἰληφέναι τοὺς μῆνας καὶ τοὺς χρόνους· οἱ δὲ παρὰ τὸ ἰαύω τὸ ἐνδιατρίβω [διατέλλω], οἱονεὶ ὁ ἐνδιάτριπτος χρόνος· καὶ Ὅμηρος, ἔνθα Κύκλωψ ἐνίαυε πελώριος. ΚΟΙΛᾺΣ, παρὰ τὸ κοιλὸν, ὁ σημαίνει τὸ βαθύ· τοῦτο παρὰ | |
10 | τὸ κεῖσθαι ὅλως. | |
11t | [ΨΑΛΜῸΣ ΞΕʹ.] | |
12 | ΔΕΥ͂ΤΕ, ἐπίρρημα παρακελευσματικὸν, γίνεται δὲ παρὰ τὸ θέω τὸ τρέχω, θεῦτε καὶ δεῦτε. ΞΗΡᾺ ἐκ τοῦ ξηρὸς, τοῦτο παρὰ τὸ σκληρὸς, καὶ ἀποβολῇ | |
15 | τοῦ Σ καὶ κράσει τοῦ Κ Σ εἰς Ξ ξηρὸς, καὶ τὸ θηλυκὸν ξηρά. ΣΆΛΟΣ, παρὰ τὸ ἃλς, ἁλὸς καὶ σάλος. ἈΡΓΎΡΙΟΝ παρὰ τὸ ἀργὸν, ὃ σημαίνει τὸ λευκόν. ὉΛΟΚΑΎΤΩΜΑ παρὰ τὸ ὁλοκαυτῶ, τοῦτο παρὰ τὸ ὅλος καὶ τὸ καίω, ἢ παρὰ τὸ ὀλῶ, τὸ φθείρω, καὶ τὸ καίω. | |
20 | ΜΕΜΥΑΛΩΜΈΝΑ μετοχή· τοῦτο παρὰ τὸ μυαλῶ τὸ σφα‐ λίζω γίνεται· μυελὸς ὁ ἠσφαλισμένος τόπος ὑπὸ τοῦ ὀστέου. | |
22t | [ΨΑΛΜῸΣ ΞΖʹ.] | |
23 | ΧΉΡΑ, παρὰ τὸ γῶ τὸ χωρῶ, ἡ χωρητικὴ τῶν κακῶν, ἢ παρὰ τὸ χαρὰ κατὰ ἀντίφρασιν, ἡ μὴ χαίρουσα, ὥσπερ | |
25 | παρὰ τὸ ὅλος, ὃ σημαίνει τὸ ὁλόκληρον, ὀλίγος, ὁ μικρὸς, οὕτω καὶ παρὰ τὸ γῶ τὸ ὑποχωρῶ, χήρα. ΣΙΝᾺ παρὰ τὸ ἲς ἰνὸς ὃ σημαίνει τὴν γνῶσιν, ἰνὰ καὶ Σινὰ, ὅτι ἐκεῖ εἶδε Μωϋσῆς τὸν θεόν. Ἔστι δὲ ὄνομα ὄρους. | |
30 | ἈΦΟΡΙΩ͂ ἐκ τοῦ ἀφορίζω, τοῦτο ἐκ τῆς ἀπὸ προθέσεως καὶ τοῦ ὄρος, ὃ σημαίνει τὸν ὁρισμόν. ΣΚΥ͂ΛΟΝ, σημαίνει τὸ ἀπὸ τοῦ πολέμου συναγόμενον λήϊον· | |
γίνεται δὲ παρὰ τὸ συλῶ σῦλον καὶ σκῦλον. | 153 | |
154 | ΧΛΩΡΌΤΗΣ παρὰ τὸ χλωρὸς, τοῦτο παρὰ τὸ ἁλῶ (χαλῶ) καὶ τὸ ὥρα, ὃ σημαίνει τὴν μορφήν, γίνεται· χλωρὸς, καὶ ἐξ αὐτοῦ χλωρότης, ἢ παρὰ τὸ χέω γίνεται χόλος καὶ χολὴ, καὶ ἐν ὑπερβιβασμῷ χλοὴ, ἐκ δὲ τούτου χλοηρὸς, καὶ τροπῇ | |
5 | τοῦ Η εἰς Ω καὶ κατὰ συγκοπὴν χλωρός. ΣΤΈΛΛΩ σημαίνει τέσσαρα· τὸ ἐπιστέλλω, ἐξ οὗ καὶ ἐπι‐ στολή· τὸ πλέω, ἐξ οὗ καὶ στόλος· τὸ κοσμῶ, ἐξ οὗ καὶ στολή· τὸ κρύπτω, ἐξ οὗ καὶ συστολή. ΣΕΛΜῺΝ, ὄνομα βαρβαρικόν· ἀπὸ τοῦ ἕλκω, τοῦ σημαί‐ | |
10 | νοντος τὸ ἑλκύω, γίνεται ὁ παρακείμενος εἷλκα, ὁ παθητικὸς εἷλμαι, καὶ ἐξ αὐτοῦ εἱλμὸς, καὶ ἀποβολῇ τοῦ Ι ἑλμὸς, καὶ ἑλμὼν, καὶ πλεονασμῷ τοῦ Σ Σελμών. ΤΕΤΥΡΩΜΈΝΟΝ, παρὰ τὸ τυρῶ, τυρώσω, τετύρωκα, τετύ‐ ρωμαι, τετυρωμένον· τοῦτο παρὰ τὸ τυρός. | |
15 | ΠΙ͂ΟΝ ὄνομα οὐδέτερον. Ἔστι ῥῆμα πίω, καὶ ἐξ αὐτοῦ πίνω, ὁ δεύτερος ἀόριστος ἔπιον, καὶ λοιπὸν ἐκ τοῦ πίω γίνε‐ ται ὄνομα ὁ πίων τοῦ πίονος, καὶ τὸ οὐδέτερον τὸ πῖον, ὁ γὰρ λιπαρὸς πιότητα ἔχει, ἐξ αὐτοῦ γίνεται πιότης, καὶ πιαίνω καὶ πιάζω. | |
20 | ΘΡῚΞ, παρὰ τὸ θρίζω, θέριξ καὶ θρίξ, καὶ κλίνεται τριχός· ὁ κανών· πᾶν ὄνομα ἔχων ἐπὶ τῆς εὐθείας τὸ σύμ‐ φωνον τοῦ μέλλοντος θέλει ἔχειν καὶ ἐπὶ τῆς γενικῆς· καὶ ὤφειλεν εἶναι θριχός· ἀλλ’ ἐπειδὴ τὸ Ρ μετὰ τῶν δασέων δασύ ἐστι, καὶ μετὰ τῶν ψιλῶν ψιλὸν, διὰ τὴν ἐπαλληλίαν | |
25 | τῶν τριῶν δασέων ἐτράπη τὸ Θ εἰς Τ, καὶ ἐγένετο τριχός. ἘΚ ΒΑΣΆΝ· ὄνομα τόπου· ἔστιν οὖν βῶ, τὸ βαίνω, ἐξ οὗ καὶ Βασὰν ὄνομα βάρβαρον, ὅθεν τοπικὸν μετῆλθεν. ἘΧΌΜΕΝΑ, ἐπίρρημα μεσότητος ἀντὶ τοῦ πλησιάζον. ΤΥΜΠΑΝΊΣΤΡΙΑ, παρὰ τὸ τύπτω, τύψω, τέτυμμαι, καὶ | |
30 | τροπῇ τέτυμπται, τετύμπανον καὶ τύμπανον, ὥσπερ ἀπὸ τοῦ τήκω γίνεται τήκανον καὶ τήγανον. Ἡ ἩΓΕΜῺΝ παρὰ τὸ ἄγω· τὸ ΓΕ ψιλὸν διατί; Τὰ διὰ τοῦ ΕΜ ὀξύτονα διὰ τοῦ Ε ψιλοῦ γράφεται, καὶ συστέλλουσι τὸ Ω ἐπὶ τῆς γενικῆς, οἷον ἡγεμὼν, κηδεμὼν, ἀκρεμὼν, Ζαβου‐ | |
35 | λὼν, ὁ πάνυ βουλευτικώτατος, παρὰ τὸ ζὰ καὶ τὸ βουλή. | 154 |
155 | ΤΑΥ͂ΡΟΣ παρὰ τὸ γαίω τὸ γαυριῶ, γαῦρος καὶ ταῦρος. ΔΆΜΑΛΙΣ παρὰ τὸ δαμάζεσθαι ἅλις καὶ οὕτως ἡμε‐ ροῦσθαι. ΠΡΈΣΒΕΙΣ, ἡ εὐθεῖα πρέσβυς, καὶ γίνεται παρὰ τὸ προβε‐ | |
5 | βηκέναι τῇ ἡλικίᾳ. ΑἼΓΥΠΤΟΣ, παρὰ τὸ αἴθω τὸ καίω, ἡ διακεκαυμένη τῷ ἡλίῳ, ἢ παρὰ τὸ πίονας αἶγας ἔχειν· σημαίνει τρία, τὴν χώραν, ὡς τὸ Αἴγυπτον δέ με θυμὸς ἀνώγει ναυτίλλεσθαι· | |
10 | τὸν ποταμὸν, ὡς τὸ στήσας δ’ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας, καὶ γίνεται παρὰ τὸ τὴν αἶαν ποτίζειν· καὶ τὴν ἁμαρτίαν, καθὰ “ἐφύγομεν Αἴγυπτον.” ΑἸΘΙΟΠΊΑ, ἐκ τοῦ Αἰθίοψ, τοῦτο παρὰ τὸ αἴθω. | |
15 | ἸΛῪΣ παρὰ τὸ ἵζω τὸ κάθημαι, ἢ παρὰ τὸ εἵλω, τὸ συστρέφω, γίνεται ἰλύς. | |
17t | [ΨΑΛΜῸΣ ΞΗʹ.] | |
18 | ἘΒΡΑΓΧΊΑΣΕΝ, ἐκ τοῦ βρέχω γίνεται βρόχος, καὶ βρόχιον τὸ συνεχῶς βρεχόμενον, ἐξ οὗ καὶ βράχος τὸ τῆς θαλάσσης, | |
20 | καὶ πλεονασμῷ τοῦ Γ γίνεται βραγχιάζω βραγχιάσω ἐβρα‐ γχίασα. ἈΠΕΤΊΝΝΥΟΝ, ἐκ τοῦ τίω, τὸ ἀποδίδωμι, γίνεται κατὰ πλεονασμὸν τοῦ Ν τίνω, καὶ κατὰ παραγωγὴν τιννύω ἐτίν‐ νυον καὶ ἀπετίννυον. | |
25 | ΞΈΝΟΣ, παρὰ τὸ ἔξω εἶναι, ἢ ἔξω ναίειν. ἘΜΠΑΓΩ͂ ἐκ τοῦ πήγω πήξω, ἔπαγον, ἐπάγην, παγεὶς, πα‐ γέντος, καὶ τὸ ὑποτακτικὸν, ἐὰν παγῶ. ΒΥΘῸΣ, παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δυθὸς καὶ βυθός. ΠΙΈΤΩ, ῥῆμα, πίω, ὅπερ οὐχ εὕρηται ἐν χρήσει. Ὁ | |
30 | δεύτερος ἀόριστος ἔπιον, καὶ τὸ προστακτικὸν, πίε, πιέτω. ΧΟΛῊ, παρὰ τὸ χέω χελὴ καὶ χολὴ, ἢ παρὰ τὸ χέεσθαι ὅλως. | |
ὌΞΟΣ, παρὰ τὸ ἔχω τὸ κρατῶ· κρατεῖ γὰρ τῶν αἰσθήσεων | 155 | |
156 | καὶ ὀξύνει. Ἔστι δὲ ὄνομα τόπου καὶ ποταμοῦ, καὶ γράφεται διὰ τοῦ Ω μεγάλου. ΤΡΆΠΕΖΑ, παρὰ τὸ τέσσαρας πέζας ἔχειν. ΣΚΆΝΔΑΛΟΝ παρὰ τὸ σκάζω τὸ χωλαίνω. | |
5 | ἜΠΑΥΛΙΣ ἐκ τῆς ἐπὶ προθέσεως καὶ τοῦ αὐλίζω τὸ ἀνα‐ παύομαι· τοῦτο ἐκ τοῦ αὐλή. ἘΡΗΜΩΜΈΝΗ, παρὰ τὸ ἐρημῶ, τοῦτο ἐκ τοῦ ἔρημος, τοῦτο παρὰ τὸ ἔραν μόνον ἔχειν. ἜΣΤΩ, ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, γίνεται κατὰ παραγωγὴν | |
10 | εἰμὶ, καὶ τὸ προστακτικὸν ἔθι, τὸ τρίτον ἔτω, καὶ πλεο‐ νασμῷ τοῦ Σ ἔστω, καὶ ὤφειλε τραπῆναι τὸ Ε εἰς Ι· λέγει γὰρ ὁ κανὼν, ὅτι τὸ Ε, ἡνίκα πλεονάσῃ σύμφωνον, τρέπεται εἰς Ι· ἀλλ’ ἵνα μὴ συνεμπέσῃ τὸ ἴστω, τὸ σημαῖνον τὸ γινωσκέτω. | |
15 | ἌΛΓΟΣ, παρὰ τὸ ἀλέγω, τὸ φροντίζω, ἄλεγος καὶ ἄλγος. ΤΡΑΥ͂ΜΑ, παρὰ τὸ τρῶ, τὸ τιτρώσκω, τρῶμα καὶ τραῦμα. Ἐτυμολογεῖται δὲ παρὰ τὸ αἷμα ῥέειν. ἈΡΈΣΕΙ παρὰ τὸ ἀρῶ, τὸ ἀρέσκω, ὁ μέλλων ἀρέσω, τὸ τρίτον ἀρέσει. | |
20 | ὉΠΛᾺΣ γίνεται παρὰ τὸ ἕπω τὸ ἀκολουθῶ. | |
21t | [ΨΑΛΜῸΣ ΞΘʹ.] | |
22 | ΧΡΟΝΊΖΩ ἐκ τοῦ χρόνος, τοῦτο παρὰ τὸ ῥέω, ῥόνος καὶ χρόνος. | |
24t | [ΨΑΛΜῸΣ Οʹ.] | |
25 | ἘΠΕΣΤΗΡΊΧΘΗΝ, ἐκ τοῦ στηρίζω στηρίξω, ἐστήριχα, ἐστήριγμαι, ἐστηρίχθην· τοῦτο δὲ ἐκ τοῦ ἵστημι, στήσω. ΣΚΕΠΑΣΤῊΣ, ἐκ τοῦ σκέπω, τοῦτο παρὰ τὸ σχέθω τὸ κωλύω. ΤΈΡΑΣ, παρὰ τὸ εἴρω τὸ λέγω· οἱ γὰρ μάντεις ὅπερ ἂν | |
30 | ἔλεγον, διὰ τεράτων καὶ σημείων ἔλεγον. ΜΑΚΡΎΝΗΙΣ, παρὰ τὸ μῆκος, τοῦτο παρὰ τὸ μακρύνω, τοῦτο παρὰ τὸ μακρὸς, τοῦτο παρὰ τὸ μῆκος μηκερὸς, καὶ κατὰ συγκοπὴν μακρός. | |
ΓΡΑΜΜΑΤΕΊΑΣ, παρὰ τὸ γραμματεὺς, τοῦτο παρὰ τὸ | 156 | |
157 | γράπτω, τὸ κοιλαίνω. Ἔχει δὲ τὴν γραφὴν παρὰ τὸ γραμματεύω γραμματεία. | |
3t | [ΨΑΛΜῸΣ ΟΑʹ.] | |
4 | ΠΌΚΟΣ, παρὰ τὸ πέκω τὸ ξηραίνω, καὶ Ὅμηρος [Il. ξʹ. | |
5 | 175.] ἰδὲ χαίτας πεξαμένη. ΣΥΚΟΦΆΝΤΗΣ· τοῖς Ἀθηναίοις φασὶ κεκλῆσθαι τοῦτο τοὺς ψευδῶς τινος κατηγοροῦντας· πρῶτον μὲν ἐκεῖσε εὑρεθέντος | |
10 | τοῦ φυτοῦ τῆς συκῆς τῆς ἐφημέρου τροφῆς, καλλίστων ὄντων τῶν παρ’ Ἀθηναίοις συκῶν, καὶ διὰ τοῦτο ἐξάγειν τὰ σῦκα· ἔκλεπτον οὖν τινες, καὶ ἐξῆγον ἔξω, τοὺς δὲ μηνύοντας καὶ φαίνοντας τοὺς ἐξάγοντας ἀπεδέχοντο τομήν(μὲν), ἐξ ὧν δὲ ἔπραττον, συκοφάντας ὠνόμαζον. | |
15 | ἈΝΤΑΝΗΙΡΈΘΗ, ἐκ τοῦ αἴρω, ὁ μέλλων αἰρήσω, ὁ παρα‐ κείμενος ᾔρηκα, ὁ παθητικὸς ᾔρημαι, ὁ πρῶτος ἀόριστος ᾐρέθην, καὶ ὤφειλεν εἶναι ἠρήθην, ἀλλ’ ἀεὶ ὁ παθητικὸς ἀό‐ ριστος πρῶτος φυλάττειν θέλει τὴν παραλήγουσαν τοῦ πα‐ θητικοῦ παρακειμένου, πλὴν τῶν παρὰ τὸ αἱρῶ περισπωμένων· | |
20 | διῄρημαι διῃρέθη, ἀφῄρημαι ἀφῃρέθην. ΛΕΊΧΩ, τὸ ΛΕΙ δίφθογγον, ἀντιπαράκειται γὰρ αὐτῷ τὸ τραπεζόλοιχος. ΝΗ͂ΣΟΣ παρὰ τὸ νῶ τὸ κολυμβῶ, ἐξ οὗ καὶ νησάριον. ἈΡΑΒΊΑ, ἐκ τοῦ Ἄραψ, Ἀραβία, ἢ ἐκ τοῦ ἀρὰ ἡ βλάβη | |
25 | καὶ τοῦ ἄψεα τὰ μέλη, ὁ βεβλαμμένος τὰ μέλη. ἈΡΘΉΣΕΤΑΙ, ἐκ τοῦ αἴρω ἀρῶ, ᾖρκα, ἦρμαι, ᾔρθην, ἀρθή‐ σεται. ΛΕΊΒΑΝΟΣ παρὰ τὸ λείβω τὸ στάζω, ἢ ἀπὸ τοῦ λίβας καὶ τοῦ ἀνίω, τὸ ἀναπέμπω λιβάδας. | |
30 | ἘΞΑΝΘΉΣΟΥΣΙΝ ἐκ τοῦ ἀνθῶ, τοῦτο παρὰ τὸ ἄνθος, τοῦτο παρὰ τὸ ἄνω θέειν. ΦΥΛῊ παρὰ τὸ φύλλον, τοῦτο παρὰ τὸ φύω, τὸ ἀνα‐ | |
βλαστάνω. | 157 | |
158(1t) | ΨΑΛΜῸΣ ΟΒʹ. | |
2 | ὩΣ ἐπίρρημα παραβολῆς, ἀντὶ τοῦ λίαν. ΜΙΚΡῸΣ παρὰ τὸ μεῖον τὸ ἔλαττον, τοῦτο γὰρ κατὰ διάλυσιν τοῦ ΕΙ καὶ ἐκτάσει τοῦ Ε εἰς Η, μήϊον, καὶ ἐξ αὐτοῦ | |
5 | μηικρὸς καὶ μικρὸς κατὰ συγκοπήν. ἘΖΉΛΩΣΑ, ἐκ τοῦ ζηλῶ, τοῦτο ἐκ τοῦ ζῆλος, τὸ δὲ παρὰ τὸ ζέειν ὅλως, παρὰ τὸ ὅλον κατὰ τὴν ἀντίφρασιν, τὸ μὴ ὂν σῶον. ὈΛΊΓΟΝ. Ὀλίγον καὶ μικρὸν διαφέρει· τὸ μὲν ὀλίγον | |
10 | ἐπ’ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους. ἈΝΆΝΕΥΣΙΣ, ἐκ τοῦ ἀνανεύω, τοῦτο παρὰ τὸ ἄνω νεύειν. ΜΆΣΤΙΞ παρὰ τὸ μαστίζω, τοῦτο παρὰ τὸ ἱμὰς, ὃ ση‐ μαίνει τὸν λῶρον. ἘΝΤΑΥ͂ΘΑ ἐπίρρημα τοπικὸν καὶ δεικτικόν. | |
15 | ΣΥΝΘΈΤΗΚΑ παρακείμενον ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ τίθημι θήσω, γίνεται ῥῆμα συνθετῶ, καὶ μετὰ τοῦ στερητικοῦ Α ἀσυνθετῶ. ἜΣΧΑΤΟΣ, παρὰ τὸ σχέσιν καὶ κώλυσιν εἶναι· ὁ τελευταῖος δὲ καὶ ὕστατος λέγεται ὅτι πάντων ἐστὶ στάσις. | |
20 | ΠΌΡΝΟΣ, παρὰ τὸ πόρρω νοὸς εἶναι, ἢ παρὰ τὸ πεπωρω‐ μένον ἔχειν τὸν νοῦν, ὅ ἐστιν ἐσκοτισμένον, ἢ ἀπὸ τοῦ πόρρω νεύειν ἢ νέει ἤτοι πορεύεται. Τὸ δὲ πόρνη παρὰ τὸ περᾶν, ὅ ἐστι πωλεῖν. | |
24t | [ΨΑΛΜῸΣ ΟΓʹ.] | |
25 | ἈΠΏΣΩ, μέσου ἀορίστου δεύτερον πρόσωπον, γίνεται γὰρ ἐκ τοῦ ὤθω ὤσω, ὁ ἀόριστος ὦσα, ὁ μέσος μέλλων, ὠσάμην, ὤσω, καὶ ἀπώσω. ΝΟΜῊ, νέμω τὸ βόσκω, γίνεται νομὸς ὀξύτονον, καὶ ἐξ αὐτοῦ νομή. | |
30 | ἘΛΥΤΡΏΣΑΤΟ, ἐκ τοῦ λυτρῶ, τοῦτο παρὰ τὸ λύτρον, τοῦτο παρὰ τὸ λυτήριον εἶναι τινὸς πράγματος. ἘΝΕΚΑΥΧΉΣΑΤΟ, ἐκ τοῦ καυχῶ καυχήσω, τοῦτο παρὰ τὸ | |
καῦχος, τοῦτο παρὰ τὸ αὐχὴν αὐχένος, τοῦτο παρὰ τὸ αὔω, | 158 | |
159 | τὸ ξηραίνω, αὐὴν καὶ αὐχὴν, τοῦτο παρὰ τὸ ὕω, τὸ βρέχω, καὶ κατὰ κρᾶσιν αὔω. ἙΟΡΤῊ παρὰ τὸ ἑὸν, ὃ σημαίνει τὸ ἀγαθὸν, καὶ τὸ ὀρούω, τὸ ὁρμῶ· καὶ Ὅμηρος | |
5 | θεοὶ δοτῆρες ἐάων. ΣΗΜΕΙ͂ΟΝ καὶ τεκμήριον διαφέρει, ὅτι τὰ παρερχόμενα σημείοις πιστεύεται, τὰ δὲ μέλλοντα τεκμηρίοις. ΔΡΥΜῸΣ, ἐκ τοῦ δρὺς δρυός· τοῦτο παρὰ τὸ δέρω, τὸ ἐκδέρω· οἱ γὰρ παλαιοὶ πᾶν δένδρον δρῦν ἐκάλουν. | |
10 | ἈΞΊΝΗ, παρὰ τὸ ἄγω, τὸ συντρίβω, ἄξω ἀξίνη. ΠΕΛΈΚΕΙ, δοτικῇ, ἡ εὐθεῖα πέλεκυς, γίνεται δὲ παρὰ τὸ ... (παρὰ τὸ) λάας, ὃ σημαίνει τὸν λίθον, καὶ τὸ ξύω, γίνεται ΛΑΞΕΥΤΉΡΙΟΝ τὸ τοὺς λίθους ξύον. | |
14t | [ΨΑΛΜῸΣ ΟΔʹ.] | |
15 | ἙΒΔΟΜΗΚΟΣΤῸΣ, ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Τακτικόν· τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦν, οἷον πρῶτον, δεύτερον, τρίτον. Τί διαφέρει τακτικὸν ἀριθμη‐ τικοῦ; Διαφέρει· καὶ τακτικὸν μέν ἐστι τὸ τάξιν δηλοῦν, οἷον πρῶτον, δεύτερον, τρίτον· ἀριθμητικὸν δὲ τὸ ἀριθμὸν | |
20 | σημαῖνον, οἷον εἷς, δύο, τρεῖς. Ἑβδομηκοστὸς δὲ γίνεται, ὥσπερ πεντήκοντα πεντηκοστὸς, ἑξήκοντα ἑξηκοστὸς, οὕτως ἑβδομήκοντα ἑβδομηκοστὸς, τοῦτο παρὰ τὸ ἕβδομος, τὸ δὲ παρὰ τὸ ἑπτὰ ἀριθμοῦ, ἕπτομος καὶ ἕβδομος, παρὰ τὸ εἰς ἑπτὰ τέμνεσθαι. Ἑβδομήκοντα, τὸ ΜΗ Η, διατί; Τὰ διὰ | |
25 | τοῦ ΗΚΟΝΤΑ ἀριθμητικὰ θέλει πρὸ τοῦ Κ ἔχειν φωνῆεν, τὸ Η. Ἀπὸ γοῦν τοῦ ἑξάκις γίνεται ἑξάκοντα, καὶ τροπῇ τοῦ Α εἰς Η ἑξήκοντα, οὕτω καὶ ἑβδομήκοντα. ΣΤΎΛΟΣ, παρὰ τὸ ἵστημι, στήσω, γίνεται στῆλος, καὶ τροπῇ τοῦ Η εἰς Υ, στύλος. Τὸ ΣΤΥ ψιλὸν, διὰ τί; Τὰ διὰ | |
30 | τοῦ ΥΛΟΣ ὀνόματα διὰ τοῦ Υ ψιλοῦ γράφεται, οἷον στύλος, μύλος, σκύλλος, καὶ Ὅμηρος, [Od. μʹ. 231.] Σκύλλην πετραίου (πετραίην.) ΤΑΠΕΙΝΟΙ͂, ἀπὸ τοῦ ταπεινῶ, ταπεινὸς, συζυγίας (γʹ) τῶν | |
περισπωμένων· τὸ δὲ ταπεινὸς παρὰ τὸ δάπεδον, ὃ σημαίνει | 159 | |
160 | τὴν γῆν, δαπεδινὸς, καὶ ἐκβολῇ τοῦ Δ, καὶ κατὰ κρᾶσιν δα‐ πεινὸς, καὶ τροπῇ τοῦ Δ εἰς Τ, ταπεινός. ἌΚΡΑΤΟΣ, παρὰ τὸ κέρω κέρσω, κέκρακα, κέκραμμαι, κέκρασαι, κέκραται, κράτος καὶ ἄκρατος. | |
5 | ΤΡΥΓΊΑΣ παρὰ τὸ τρὺξ, τρυγὸς, τὸ δὲ τρὺξ παρὰ τὸ τρῶ, τὸ βλάπτω, ἐξ οὗ καὶ τὸ τρώω. Τὸ τρῶ πόσα σημαίνει; εʹ· τρῶ τὸ φοβοῦμαι, ἐξ οὗ καὶ τριτογένεια· τρῶ τὸ βλάπτω καὶ καταπονῶ, ὡς τὸ [Od. φʹ. 293.] οἶνός σε τρώει μελιηδής· | |
10 | τρῶ τὸ ἐργάζομαι, ἐξ οὗ καὶ τὸ τρώγω· τρῶ τὸ τιτρώσκω καὶ βλάπτω, ὁ μέλλων τρώσω, ἐξ οὗ καὶ τὸ ἐκτρῶσαι, τὸ βλάψαι. | |
13t | [ΨΑΛΜῸΣ ΟΕʹ.] | |
14 | ΓΝΩΣΤῸΣ, παρὰ τὸ γνῶμι, ὁ μέλλων γνώσω, ὁ παρακείμενος | |
15 | ἔγνωκα, ὁ παθητικὸς ἔγνωσμαι, τὸ τρίτον ἔγνωσται, γνω‐ στός. Τὸ ΓΝΩ μέγα, διατί; Τῶν εἰς ΜΙ ἡ πρώτη μὲν καὶ δευτέρα συζυγία τῷ Η παραλήγεται, ἡ δὲ γʹ τῷ Ω, ἡ δὲ δʹ διχρόνῳ ἐκτεταμένῳ. ἸΟΥΔΑΊΑ, ἐκ τοῦ Ἰούδας. Τὸ Ι Ι· πᾶσα λέξις Ἑλληνική | |
20 | τε καὶ βάρβαρος ἀπὸ τῆς ΙΩ καὶ ΙΟΥ καὶ ΙΑ συλλαβῆς ἀρχο‐ μένη διὰ τοῦ Ι γράφεται, ἀπὸ μὲν τοῦ ΙΩ, Ἰώσηπος, Ἰωακεὶμ, ἀπὸ τῆς ΙΟΥ, Ἰούδας, Ἰουστῖνος, Ἰοῦστος· ἀπὸ τῆς ΙΑ, ἰάλεμος, Ἰακὼβ, Ἰαρέτης, καὶ εἴ τι ὅμοιον. ΤΌΠΟΣ παρὰ τὸ τύπος, ἕκαστος γὰρ τόπος ἰδίῳ τύπῳ | |
25 | κέχρηται, ἢ παρὰ τὸ πατῶ, πάτος, καὶ καθ’ ὑπερβιβασμὸν τάπος, καὶ διαλέκτῳ Αἰολίδι τόπος· ἢ παρὰ τὸ τάφος, τάπος καὶ τόπος, πᾶς γὰρ τόπος εἰς ταφὴν ἐπιτήδειος· σημαίνει δὲ τὸν γραφόμενον τόπον καὶ τὸ ἐπιχείρημα. ἘΝΎΣΤΑΞΑΝ, ῥῆμα, ἀόριστος πρῶτος τρίτου προσώπου τῶν | |
30 | πληθυντικῶν. Τὸ δὲ νυστάζω γίνεται ἐκ τοῦ νευστάζω, τὸ δὲ παρὰ τὸ νεύω. Τί διαφέρει τὸ κινεῖν καὶ νευστάζειν; Τῇ μὲν φωνῇ διαφέρει, τῷ δὲ σημαινομένῳ οὐδαμῶς. Ἶσον γὰρ τὸ κινεῖν τῷ νευστάζειν, καὶ Ὅμηρος, νευστάζων κόρυθι βριαρῇ, | |
35 | καὶ τὸ “νευστάζων κάραν Ἰούδας.” | 160 |
161 | ἨΚΟΎΤΙΣΑΣ, τὸ θέμα ἀκουτίζω, σημαίνει δὲ κυρίως τὸ ἀκούειν ποιῶ ἄλλον τινά· γίνεται δὲ παρὰ τὸ ἀκουστὸς, τοῦτο ἐκ τοῦ ἀκούω, τοῦτο ἐκ τοῦ κῶ τὸ κοιμῶμαι. Ἀκούω, ἀκούσω, ἤκουκα, ἤκουσμαι, ἤκουσται, ἐξ αὐτοῦ ἀκουστός· ἐκ | |
5 | δὲ τούτου ῥῆμα ἀκουστίζω ἀκουστίσω ἀκουστιῶ, καὶ ἀπο‐ βολῇ, ἀκουτίζω, ἀκουτιῶ. ΠΡΑΕΙ͂Σ αἰτιατικῆς τῶν πληθυντικῶν, ἡ εὐθεῖα ὁ πραΰς· γίνεται δὲ παρὰ τὸ ῥᾷον, ὃ σημαίνει τὸ εὔκολον, ῥαῢς καὶ πραΰς. | |
10 | ἘΝΘΎΜΙΟΝ, ὄνομα οὐδέτερον, γίνεται δὲ παρὰ τὸ θυμὸς, ὃ σημαίνει τὸν ἐπιλογισμόν· τὸ ἀρσενικὸν ἐνθύμιος καὶ ἐνθύμιον. | |
13t | [ΨΑΛΜῸΣ Οϛʹ.] | |
14 | ἈΠΗΝΉΝΑΝΤΟ, ἀόριστος πρῶτος παθητικὸς (μέσος) τὸ | |
15 | θέμα ἀπαναίνω, γίνεται ἐκ τῆς ἀπὸ προθέσεως καὶ τοῦ ἀναίνω, ὁ μέλλων ἀνανῶ, ὁ πρῶτος ἀόριστος ἤνῃνα, ὁ μέσος ἠνῃνάμην, καὶ μετὰ τῆς ἀπὸ προθέσεως ἀπηνῃνάμην. ἨΔΟΛΈΣΧΗΣΑ, πρῶτος ἀόριστος· τὸ θέμα, ἀδολεσχῶ· γί‐ νεται δὲ ἐκ τοῦ ἄδην, τὸ δαψιλῶς καὶ πολὺ, καὶ τοῦ λέσχη, ὃ | |
20 | σημαίνει τὴν πολυλογίαν. Τὸ δὲ ἀδολεσχῶ σημαίνει δʹ· τὸ φιλοσοφῶ, ὡς τὸ “ἀδολεσχήσω ἐν τοῖς δικαιώμασί σου·” τὸ φλυαρεῖν, ὡς τὸ “τί ἀδολεσχεῖς, ἄνθρωπε;” Τὸ πολυ‐ λογεῖν, ὡς τὸ “ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου·” καὶ τὸ παίζω, ὡς τὸ “ἐξῆλθεν Ἰακὼβ ἀδολεσχῆσαι | |
25 | εἰς τὸ πεδίον.” ΦΥΛΑΚῊ παρὰ τὸ φυλάσσω, τοῦτο παρὰ τὸ φυλή· κατὰ φυλὰς γὰρ ἐφύλασσον ἀμειβόμενοι. | |
28t | [ΨΑΛΜῸΣ ΟΖʹ.] | |
29 | ΠΡΟΣΈΧΕΤΕ, τὸ θέμα προσέχω· συντάσσεται νῦν μετὰ | |
30 | αἰτιατικῆς, ἔστι δὲ ὅτε καὶ μετὰ δοτικῆς. ΠΡΌΒΛΗΜΑ, παρὰ τὸ βλῆμι, ἢ παρὰ τὸ βλῶ, βλήσω, βέβληκα, βέβλημαι, βλῆμα καὶ πρόβλημα. Τί διαφέρει πρόβλημα προτάσεως; Διαφέρει· πρόβλημα μὲν λέγεται ἡ | |
ἑκατέρωθεν ἀμφισβητουμένη ζήτησις. Τί διαφέρει παρα‐ | 161 | |
162 | βολὴ παραδείγματος; Ἡ μὲν παραβολὴ ἀπὸ ἀψύχων ἢ ζώων ἀλόγων λέγεται, τὸ δὲ παράδειγμα ἀπὸ ἐμψύχων ἢ γεγονότων πραγμάτων. ΣΚΟΛΙᾺ, παρὰ τὸ σκολιὸς, τοῦτο παρὰ τὸ σκ[ευ]άζω τὸ | |
5 | χωλαίνω, ὁ μὴ εὐθεῖαν ὁδὸν πορευόμενος· ἢ παρὰ τὸ σκαιός· ἢ παρὰ τὸ σκόλοψ, ὃ σημαίνει τὸ ἀποξυσμένον ξύλον. ΤΆΝΕΩΣ, ὄνομα τόπου· τὸ δὲ πόθεν γίνεται; Οὐκ ἔχει, ἐπειδὴ ἔθ(ν)ος ἐστί. ΣΙΤΙΣΜῸΣ, παρὰ τὸ σιτίζω. | |
10 | ἈΠΟΚΤΕΝΩ, δύο Ν καὶ τὸ ἐψιλ μέγα ἐστὶ, κτεινῶ κτενῶ, ἀλλὰ καὶ κτέννω κτεννῶ. ΠΟΤΑΜῸΣ, παρὰ τὸ πότιμον ὕδωρ ἔχειν, ἢ παρὰ τὸ ποτάζω ποτάσω ποταμός· οὕτως Ἡρωδιανός. ὈΜΒΡΉΜΑΤΑ, ἐκ τοῦ ὀμβρῶ, ὀμβρήσω, τὸ δὲ ὀμβρῶ παρὰ | |
15 | τὸ ὄμβρος, ἢ παρὰ τὸ βάρος, καθ’ ὑπερβιβασμὸν ἅβρος, τροπῇ τοῦ Α εἰς Ο, καὶ πλεονασμῷ τοῦ Μ, ὄμβρος, ὁ φερό‐ μενος βαρέως. ἘΡΥΣΊΒΗ, σημαίνει τὴν γινομένην πάχνην ἐν τῇ δυσαερίᾳ, καὶ φθείρουσαν τοὺς καρπούς· οἱ δέ φασι ζῶόν τι εἶναι | |
20 | μικρόν· καὶ γίνεται παρὰ τὸ ἐρύω, ὃ σημαίνει τὸ κωλύω, καὶ τὸ βῶ τὸ τρέφω, ἡ τοὺς καρποὺς κωλύουσα τρέφεσθαι. Τὸ ΣΙ Ι, διατί; Τὰ ἀπὸ μελλόντων συντιθέμενα ὀνόματα τῷ Ι παραλήγονται, τέρψω τερψίμβροτος, στήσω στησίχορος, ἐρύσω ἐρυσίβη. | |
25 | ἈΚΡῚΣ, παρὰ τὸ κάρα, ὑπερβιβασμῷ τοῦ Α, ἄκρα καὶ ἀκρὶς, μείζων γὰρ τούτου τοῦ λοιποῦ μέρους. ΒΟΥΝῸΣ παρὰ τὸ βαίνειν ἄνωθεν, βαῖνος, καὶ τροπῇ τοῦ διφθόγγου εἰς δίφθογγον βουνὸς, ὡς, ὄνοιρος ὄνειρος. ΓΛΥΠΤῸΝ, παρὰ τὸ γλύφω, τοῦτο παρὰ τὸ γλάπτω τὸ | |
30 | κοιλαίνω. ΣΗΛῺΜ, τὸ ΣΗ Ι, διατί; Κατὰ παράδοσιν. ΑἸΧΜΑΛΩΣΊΑ, παρὰ τὸ αἰχμάλωτος αἰχμαλωτία καὶ αἰχμαλωσία. Τὸ δὲ αἰχμάλωτος ἀπὸ τοῦ αἰχμὴ καὶ τοῦ ἅλωμι, ἁλώσω, αἰχμαλωτίζω. | |
35 | ΚΑῚ ΚΡΑΙΠΑΛΗΚῺΣ δύο μέρη λόγου, καὶ σύνδεσμος, κραι‐ | 162 |
163 | παληκὼς, μετοχὴ, τὸ δὲ κραιπαλῶ συζυγίας δευτέρας τῶν περισπωμένων· γίνεται δὲ ἐκ τοῦ κραιπάλη, ἡ μέθη· τοῦτο δὲ παρὰ τὸ κάρα καὶ τὸ πάλλω, τὸ κινῶ, ἐν ὑπερβιβασμῷ καὶ συγκοπῇ. Τί διαφέρει κραιπάλη μέθης; Διαφέρει· μέθη | |
5 | λέγεται ἡ ἐφημερινὴ οἴνησις, κραιπάλη δὲ ἡ χθεσινὴ μέθη. ἘΦΡΑῚΜ, τὸ Ε τὸ αʹ ψιλοῦται· τὸ δεύτερον δίφθογγον ἐκ παραδόσεως. ΛΟΧΕΥΟΜΈΝΩΝ ἐκ τοῦ λοχεύω, τὸ γεννῶ· τοῦτο παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην. | |
10t | [ΨΑΛΜῸΣ ΟΗʹ.] | |
11 | ἬΛΘΟΣΑΝ, παρὰ τὸ ἐλεύθω, ὁ μέλλων ἐλεύσω, ὁ ἀόριστος πρῶτος ἤλευσα, ὁ δεύτερος ἤλυθον, καὶ ἐν συγκοπῇ ἦλθον· τὸ τρίτον τῶν πληθυντικῶν ὁμοίως ἦλθον, καὶ οἱ Βοιωτοὶ ἐπὶ τῶν ἐχόντων τὴν μετοχὴν εἰς Σ ὀξύτονον ποιοῦσι περιτ‐ | |
15 | τοσύλλαβον τὸ γʹ τῶν πληθυντικῶν ὁμοίως, ἤλθομεν, ἦλθον, ἤλθοσαν· ἐπὶ δὲ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ὀξύτονον ποιοῦσιν ἔνδειαν, οἷον ἐκοσμήθημεν, ἐκόσμηθεν, αὐτὰρ ἐπεὶ κόσμηθεν. ὈΠΩΡΟΦΥΛΆΚΙΟΝ, ἐκ τοῦ ὀπώρα καὶ τοῦ φυλακή· τὸ δὲ | |
20 | φυλακὴ παρὰ τὸ φυλάσσω, τοῦτο παρὰ τὸ πύλη, τὸ δὲ παρὰ τὸ πτύσσω τὸ ἀσφαλίζω. Τὸ ΚΙ Ι. Τὰ παρὰ τὸ φυλακὴ συντιθέμενα διὰ τοῦ Ι γράφεται, οἷον ὀπωροφυλά‐ κιον, χαρτοφυλάκιον. ΖΗ͂ΛΟΣ, παρὰ τὸ ζέειν ὅλως. | |
25 | ΚΌΛΠΟΣ, παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθὺ, καὶ τὸ ἕπω τὸ ἀκολουθῶ, ἀφαιρέσει τοῦ Ι· ἕπεται γὰρ τῷ κοίλῳ καὶ περιφερεῖ. | |
28t | [ΨΑΛΜῸΣ ΟΘʹ.] | |
29 | ΧΕΡΟΥΒῚΜ, παρὰ τὸ χεὶρ, χειρός. Τὸ ΒΙΜ Ι, διατί; Τὰ εἰς | |
30 | ΕΙΜ Ἑβραϊκὰ διὰ τῆς ΕΙ διφθόγγου γράφεται, Ἰωακεὶμ, Συναχερεὶμ, πλὴν τοῦ Χερουβὶμ καὶ Σεραφίμ. ΜΈΤΡΟΝ παρὰ τὸ μείρω, τὸ μερίζω. ΚΛΗ͂ΜΑ παρὰ τὸ κλῶ τὸ κατασπῶ καὶ συντρίβω, εὔθραυ‐ | |
στον γὰρ τὸ κλῆμα. | 163 | |
164 | ἘΛΥΜΉΝΑΤΟ, ἐκ τοῦ λυμαίνω, τοῦτο ἐκ τοῦ λύμη· δια‐ φέρει λύμη (add. λήμη) καὶ λοιμικὴ, ὅτι μὲν λύμη φθορά τίς ἐστι ψυχὴν διαβαίνουσα· σημαίνει δὲ καὶ τὴν ἀκαθαρ‐ σίαν, καὶ γίνεται παρὰ τὸ λύω, λύσω, λέλυκα, λέλυμαι, λύμη, | |
5 | ἐξ οὗ καὶ λύματα· καὶ Ὅμηρος, εἰς ἅλα τ’ ἔβαλον λύματα. Ἡ δὲ λύμη (λήμη) λευκόν ἐστι καὶ ὑγρὸν κατὰ τῶν ὀφθαλμῶν συνιστάμενον· γίνεται δὲ παρὰ τὸ λάω τὸ βλέπω, καὶ τὴν μὴ ἀπαγόρευσιν, καὶ γὰρ κωλύει τὸ μὴ λάειν ἢ βλέπειν | |
10 | ποιεῖν· ἢ παρὰ τὸ λήθω τὸ λανθάνω, λήσω, λέληθα, λέλημαι, λήμη, τοὺς γὰρ λημῶντας μὴ βλέποντες (καὶ μὴ βλέποντας) παρερχόμεθα. Ἡ δὲ λοιμικὴ νόσος τίς ἐστι φθαρτικὴ σώματος παρὰ τὸ λοιμὸς γινομένη. ΔΡΥΜῸΣ, παρὰ τὸ δρὺς δρυὸς, ἢ παρὰ τὸ δρύον, ὃ σημαίνει | |
15 | τὸν σύμφυτον τόπον καὶ θαμνῶδες χωρίον, καὶ Ὅμηρος. [Ἡσίοδος Ἔργ. 528.] ἀνὰ δρία βησσήεντα, καταχρηστικῶς δὲ σημαίνει δαιμόνια. | |
19t | [ΨΑΛΜῸΣ Πʹ.] | |
20 | ΤΕΡΠΝῸΝ, παρὰ τὸ τέρπω· ἐτυμολογεῖται δὲ παρὰ τὸ τέρπειν τὸν νοῦν. ΣΆΛΠΙΓΞ, παρὰ τὸ σαλπίζω, τοῦτο παρὰ τὸ σέλας καὶ τὸ ὀπίζω· οἱ γὰρ ἀρχαῖοι μήπω σάλπιγγι χρώμενοι, πολε‐ μίων περιτοιχισάντων ἄφνω τὴν πόλιν αὐτῶν διὰ φλογὸς | |
25 | καὶ καπνοῦ τοὺς ἐπικούρους ἐκάλουν. ἈΠῸ ἌΡΣΕΩΝ, ἀπὸ βασταγμάτων· ἄρσις δὲ, παρὰ τὸ αἴρω τὸ βαστάζω, τὸ εἰς ὕψος βασταζόμενον· ὁ μέλλων, ἄρσω, ὁ παρακείμενος ᾖρκα, ὁ παθητικὸς ᾖρμαι, ᾖρσαι, ἄρσις. ΚΌΦΙΝΟΣ παρὰ τὸ κόπον ἐφεῖναι τοῖς βαστάζουσιν, ἢ | |
30 | παρὰ τὸ κύφον (sic) ὁ σημαίνει τὸ βαθύ. ἘΨΏΜΙΣΕΝ, ἐκ τοῦ ψωμίζω, τοῦτο παρὰ τὸ ψωμὸς, τοῦτο παρὰ τὸ ψῶ τὸ κόπτω, ὁ εἰς μικρὰ κεκομμένος. ἜΣΤΗ, παρὰ τὸ ἵστημι, στήσω, ὁ ἀόριστος πρῶτος | |
ἔστησα, ὁ δεύτερος ἔστην, ἔστης, ἔστη. | 164 | |
165 | ΣΥΝΗ͂ΚΑΝ, ἐκ τοῦ συνίημι, ὁ μέλλων συνήσω, ὁ παρακεί‐ μενος συνῆκα. | |
3t | [ΨΑΛΜῸΣ ΠΑʹ.] | |
4 | ἬΧΗΣΑΝ, ἐκ τοῦ ἠχῶ ἠχήσω ἤχησαν, τοῦτο παρὰ τὸ | |
5 | ἦχος, τοῦτο παρὰ τὸ σχῶ. ΚΑΤΕΠΑΝΟΥΡΓΕΎΣΑΝΤΟ, ἐκ τοῦ πανουργεύω, τοῦτο παρὰ τὸ πανοῦργος, τοῦτο παρὰ τὸ εἰς πᾶν ἐνεργῆσαι καὶ πρᾶξαι. σημαίνει δὲ τὸν φρόνιμον καὶ νοήμονα ἐπὶ καλοῖς, σημαίνει καὶ τὸν κακοποιεῖν δυνάμενον διὰ τῆς ἑαυτοῦ σοφιστικῆς | |
10 | κακίας. ΓΝΏΜΗ, ὄνομα θηλυκὸν, παρὰ τὸ γνῶμι, ῥῆμα, τοῦτο παρὰ τὸ γνῶ γνώσω. Διαφέρει γνώμη διανοίας· διάνοια μέν ἐστι διχοστατοῦσα καθ’ ἑαυτὴν, καὶ μὴ τὸ βέβαιον ἔχουσα κατὰ τὸ βούλεσθαι· γνώμη δέ ἐστιν ἡ τὸ βέβαιον καὶ | |
15 | ἀσφαλὲς ἔχουσα. ἸΣΜΑΗΛΊΤΗΣ τὸ ΙΣ Ι, διατί; Ἡ Ι συλλαβή· τὸ ΛΙ Ι, διατί; Τὰ διὰ τοῦ ΙΤΗΣ παρώνυμα διὰ τοῦ Ι γράφεται. ΜΩᾺΒ Ω μέγα ἐκ παραδόσεως. ΒΕΝΙΑΜῚΝ, ἔστι δὲ ἀπὸ τοῦ μεῖον τὸ μικρὸν (ἔστι μεῖον | |
20 | τὸ μικρόν· ἀπὸ δὲ τούτου) καὶ τοῦ μόνος γίνεται μενιαμὶν, καὶ Βενιαμίν· ὁ μόνος τῶν ἄλλων ἀδελφῶν μικρότερος. ἈΓΑΡΗΝΟῚ, ὁ Ἀγαρηνὸς, τὸ ΡΗ Η, διατί; Τὰ εἰς ΝΟΣ ἐθνικὰ ὀξύτονα τῷ Η παραλήγεται, Ἀγαρηνὸς, Δαμασκηνὸς, πλὴν τοῦ Ἐδεσινὸς, Ἀμασινὸς, Ἀδραμητινὸς, καὶ Μελι‐ | |
25 | τινός. ἸΑΒΕῚΜ, τοῦτο κατὰ γραφὴν ὅμοιον τοῦ Ἰωακεὶμ ὄνομα. ῬΕΙΣῺΝ, τόπος παρὰ τὸ κόπον ἡμῶν ἐκεῖσε ῥεῖν. ῬῊΒ καὶ ΖῊΒ, ἀμφότερα ὀνόματα κύρια, διὰ τοῦ Η γράφεται. | |
30 | ΖΕΒΕῈ, τὰ τρία ψιλὰ κατὰ παράδοσιν. ΚΑΛΆΜΗ, παρὰ τὸ καλῶς ἀμᾶσθαι. | |
32t | [ΨΑΛΜῸΣ ΠΓʹ.] | |
33 | ΝΟΣΣΙᾺ, παρὰ τὸ νεοσσός· τοῦτο παρὰ τὸ Ν στερητικὸν | |
καὶ τὸ σεύω, τὸ ὁρμῶ, τὰ πρινὴ πτεροφυῆσαι πέτεσθαι μὴ | 165 | |
166 | δυνάμενα. Διαφέρει νοσσία καὶ νοσσιά· νοσσία μέν εἰσι τὰ στρουθά· ἡ εὐθεῖα τὸ νοσσίον, τοῦ νοσσίου, τὰ νοσσία· νοσσιὰ δὲ ἡ φωλεά. Τὸ ΣΙ Ι, διατί; Τὰ διὰ τοῦ ΙΟΝ δακτυ‐ λικὰ παροξύτονα τῷ Ι παραλήγονται, καρφίον, σαρκίον, | |
5 | τειχίον. ΚΟΙΛᾺΣ παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθύ. | |
7t | [ΨΑΛΜῸΣ ΠΔʹ.] | |
8 | ἈΦΗ͂ΚΑΣ, παρὰ τὸ ἀφίημι, ἀφήσω, ἀφῆκα. ἝΛΟΣ, παρὰ τὸ ἕλω τὸ λαμβάνω. | |
10t | [ΨΑΛΜῸΣ ΠΕʹ.] | |
11 | ΠΤΩΧῸΣ παρὰ τὸ πτώσειν περὶ τὴν ὀχὴν ἢ τροφήν· ἢ παρὰ τὸ πτήσω, πτήξω, ἔπτηξα, πτηχὸς, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, πτωχός. ΣΗΜΕΙ͂ΟΝ παρὰ τὸ σῆμα. Διαφέρει σύμβολον καὶ ση‐ | |
15 | μεῖον καὶ τέρας· καὶ σύμβολόν ἐστι τὸ παρὰ στρατιώταις ἢ καί τισιν ἄλλοις μελετηθὲν ἀλλήλοις παρὰ σφῶν δειχθή‐ σεσθαι πρὸς ἐνέδραν ἀπιοῦσι· σημεῖον δὲ τὸ συνήθως γινό‐ μενον· τέρας δὲ τὸ μὴ πρότερον γεγονός. | |
19t | [ΨΑΛΜῸΣ Πϛʹ.] | |
20 | ΑἸΘΊΟΨ, παρὰ τὸ αἴθω τὸ καίω· λέγεται γὰρ τὸν ἥλιον σφοδρότερον ἐκεῖσε καίειν. ΓΡΑΦῊ παρὰ τὸ γράφω. | |
23t | [ΨΑΛΜῸΣ ΠΖʹ.] | |
24 | ΝΕΚΡῸΣ παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ ΚΗΡ ἡ ψυχὴ, ὁ τῆς | |
25 | ψυχῆς ἐστερημένος. ἘΛΕΎΘΕΡΟΣ, παρὰ τὸ ἐλεύθειν ὅπου ἂν θέλῃ τις, ἢ ὅπου ἂν ἐρᾷ. ΤΡΑΥΜΑΤΊΑΣ, παρὰ τὸ τρῶ τρώσω, ἢ παρὰ τὸ θραύω, θραύσω, θραυματίας καὶ τραυματίας· τὴν γὰρ ἐν πολέμῳ | |
30 | πτῶσιν, θραῦσιν καὶ ἀσφάλειαν λέγουσι. Τὸ Ι Ι, διατί; Τὰ | |
εἰς ΑΣ ἰσοσύλλαβα κλινόμενα ἑνὶ συμφώνῳ παραλήγει. | 166 | |
167(1t) | [ΨΑΛΜῸΣ ΠΗʹ.] | |
2 | ΠΡΑΫ́ΝΩ παρὰ τὸ πραΰς· τοῦτο παρὰ τὸ ῥᾷον, ὃ σημαίνει τὸ ἀγαθὸν καὶ εὔκολον. ΒΟΡΡΑ͂Σ παρὰ τὸ βορρότατα καὶ ὑγιεινότατα τὰ σώματα | |
5 | ἡμῶν ποιεῖν, ἢ παρὰ τὸ βαίνειν αὐτὸν ῥᾷον πρὸς ἡμᾶς, πρὸς ἀντιδιαστολὴν τοῦ βλαπτικοῦ νότου. ΘΆΒΩΡ καὶ ἙΡΜῺΝ ὄρη. ΠΡΩΤΌΤΟΚΟΣ, ἐκ τοῦ πρῶτος καὶ τοῦ τόκος. Τί διαφέρει πρωτότοκος καὶ πρωτοτόκος; Πρωτότοκος μὲν γάρ ἐστιν ὁ | |
10 | πρώτως γεννηθείς· πρωτοτόκος δὲ ἡ πρώτη γεννήσασα. ὙΨΗΛῸΣ, παρὰ τὸ ὕψος, ἢ παρὰ τὸ ὑψῶ ὑψώσω. ΒΕΒΗΛΏΣΩΣΙΝ ἐκ τοῦ βεβηλῶ, τοῦτο παρὰ τὸ βέβηλος· λέγεται δὲ βέβηλος ὁ μιαρὸς καὶ ἀκάθαρτος. ΣΧΕΔΆΖΩ, παρὰ τὸ σχεδιάζω, τὸ ἐκ τοῦ παραχρῆμά τι | |
15 | ποιῶ, σχεδάζω καὶ σκεδάζω, ἢ παρὰ τὸ σχίζω τὸ χωρίζω, πλεονασμῷ τῆς ΔΑ συλλαβῆς σχιδάζω (sic) καὶ σκεδάζω. Τὸ γὰρ σκεδαζόμενον εἰς πολλὰ διαιρεῖται. | |
18t | [ΨΑΛΜῸΣ ΠΘʹ.] | |
19 | ΚΑΤΑΦΥΓῊ, παρὰ τὸ φεύγω φυγή. | |
20 | ΠΛΑΣΘΗ͂ΝΑΙ, παρὰ τὸ πλάσσω, δι’ ἑνὸς Σ· ὁ παθητικὸς πέπλασμαι· ὁ πρῶτος ἀόριστος ἐπλάσθην, τὸ τρίτον ἐπλάσθη, καὶ τὸ ἀπαρέμφατον πλασθῆναι. | |
23t | [ΨΑΛΜῸΣ ϙʹ.] | |
24 | ἈΡΆΧΝΗ παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν, ἡ (ἤτοι) ἀσθενῆ· ἢ | |
25 | παρὰ τὸ εἰς τὸν ἀέρα αἴρειν τὰ ἴχνη. Α᾿ΥΛΙΣΘΉΣΕΤΑΙ, ἐκ τοῦ αὐλίζω, τὸ κατασκηνῶ· σημαίνει δύο, αὐλῶ τὸ διὰ ὀργάνου λαλῶ, αὐλίζω δὲ τὸ κατασκηνῶ. ΤΑΡΑΧΏΔΟΥΣ, ἡ εὐθεῖα ταραχώδης, παρὰ τὸ τράχος· τοῦτο παρὰ τὸ τραχύς· τοῦτο παρὰ τὸ ῥάχις· τραχεῖα | |
30 | γὰρ καὶ ὀστώδης ἡ ῥάχις. Τὸ ΧΩ μέγα, διατί; Τὰ διὰ τοῦ | |
ΩΔΗΣ ἅπαντα διὰ τοῦ Ω γράφεται, πλὴν τῶν παρὰ τὸ | 167 | |
168 | ποὺς συγκειμένων, οἷον, διπόδης, τριπόδης, ἑπταπόδης, καὶ Ὅμηρος, θρῆνυν ἐφ’ ἑπταπόδην. ἘΚ ΤΟΥ͂ ΚΛΊΤΟΥ ΣΟΥ, σημαίνει γʹ· τὴν συνέλευσιν, καὶ | |
5 | συνάθροισιν, καὶ γίνεται παρὰ τὸ κλῶ τὸ κλάνω, ὡς τὸ, “Σήμ(ερον) τὸ κλῆτος τῶν ἀνθρώπων,” καὶ γράφεται διὰ τοῦ Η· διὰ δὲ τοῦ Ι σημαίνει βʹ· τὸ μέρος τῆς οἰκίας, τὸ καλούμενον πρόσκλιτον, ὡς τὸ “ἐν ταῖς κλίτεσι τῆς οἰκίας σου.” Καὶ τὸν ἀνώνυμον (εὐώνυμον) τόπον, ὡς τὸ “πεσεῖ‐ | |
10 | ται ἐκ τοῦ κλίτους σου χιλιάς.” Ἔστι δὲ ἀρσενικὸν, καὶ γράφεται διὰ τῆς ΕΙ διφθόγγου. ΜΆΣΤΙΞ, παρὰ τὸ μαστίζω τὸ τύπτω· τοῦτο παρὰ τὸ ἱμάσσω, τοῦτο παρὰ τὸ ἱμὰς, ὁ λῶρος, ὁ δὲ (sic) παρὰ τὸ ἰνάσσω, τοῦτο παρὰ τὸ ἰνὶ, τοῦτο παρὰ τὸ ἲς, ὃ σημαίνει | |
15 | τὸ ἀπὸ τῆς κεφαλῆς μέχρι ποδῶν διῆκον νεῦρον. | |
16t | [ΨΑΛΜῸΣ ϙΑʹ.] | |
17 | ΔΕΚΑΧΌΡΔΩΙ, παρὰ τὸ δέκα καὶ τὸ χορδή. Σημαίνει δὲ ἔντερον, καὶ ἔτμα (ἐτυμολογεῖται) παρὰ τὸ χέειν ὠδήν· ἢ παρὰ τὸ χέειν κάτωθεν τὴν χορηγουμένην ἐδωδήν. | |
20 | ΦΟΙ͂ΝΙΞ, παρὰ τὸ φοινίσσω, φοινίξω, φοῖνιξ, τοῦτο παρὰ τὸ φονὸς, τοῦτο παρὰ τὸ φόνος, φόνιοι γὰρ οἱ Φοίνικες καὶ λῃστρικοὶ τὸν τρόπον. Δύναται καὶ ἐπὶ τοῦ δένδρου λαμ‐ βάνεσθαι· αἱμάσσουσι γὰρ καὶ φοινίσσουσι τοὺς ἁπτομένους αὐτῶν διὰ τὴν ὀξύτητα τῶν στελεχέων. | |
25 | ΚΈΔΡΟΣ, παρὰ τὸ κεάζεσθαι ἢ σχίζεσθαι ῥᾳδίως, ἢ παρὰ τὸ καίεσθαι ῥᾳδίως, ἢ παρὰ τὸ ἔχεσθαι ἑδραίως τῶν ῥιζῶν αὐτῆς. | |
28t | [ΨΑΛΜῸΣ ϙΒʹ.] | |
29 | ἘΒΑΣΊΛΕΥΣΕ, παρὰ τὸ βασιλεύω, βασιλεύσω, ἀποβολὴ | |
30 | τοῦ Ω βασιλεύς. Διαφέρει βασιλεὺς, τύραννος, καὶ κοίρανος. Βασιλεὺς μέν ἐστιν ὁ ἐξουσιαστὴς, καὶ κατὰ νόμους ἄρχων τῶν ἀρχομένων· τύραννος δὲ ὁ ἀλόγῳ ἐξουσίᾳ αὐτονόμως | |
χρώμενος, καὶ τοὺς νόμους ἐκποδὼν ποιῶν· κοίρανος δὲ | 168 | |
169 | κατὰ καιρὸν τινὰ ἄρχων, ὥσπερ στρατηγὸς, καὶ ταχέως στρατηγήσας, καὶ τῆς ἀρχῆς παραλυόμενος. | |
3t | [ΨΑΛΜῸΣ ϙΓʹ.] | |
4 | ἘΠΑΡΡΗΣΙΆΣΑΤΟ, ἐκ τοῦ παρρησιάζω, τοῦτο παρὰ τὸ | |
5 | παρρησία, τοῦτο παρὰ τὸ ῥῆσις, τοῦτο παρὰ τὸ ῥῶ, ῥήσω, ῥησία καὶ παρρησία, οἱονεὶ παντορρησία τις οὖσα. ΠΡΟΣΉΛΥΤΟΣ, ὁ μέτοικος καὶ φυγάς· παρὰ τὸ ἐλεύθω ἐλεύσω, ἤλευκα, ἤλευσμαι, τὸ τρίτον ἤλευται, καὶ ἐξ αὐτοῦ προσήλυτος. | |
10 | ΜΩΡῸΣ ἐτυμολογεῖται μήωρός τις ὢν, ὁ μὴ βουλό‐ μενος φροντίζειν περὶ τοῦ συνοίσοντος, ὥρα γὰρ ἡ φροντίς. ἝΩΣ ΟὟ ἘΠΙΣΤΡΈΨΗΙ, ὑποτακτικὸν, τὸ ἕως ἐπίρρημα ἀνα‐ φορικὸν μετὰ τῆς οὐ ἀρνήσεως εὑρισκόμενον ὑποτάσσει. ἘΧΌΜΕΝΟΙ, ἀντὶ τοῦ κρατοῦντες καὶ ψαύοντες. | |
15 | ΠΡΟΦΘΆΣΩΜΕΝ, ὑποτακτικὸν, τὸ θέμα φθάζω, ἔστι καὶ ἕτερον φθάνω, καὶ σημαίνει τὸ προσλαμβάνω, ὡς τὸ “φθάνει τὴν πεῖραν τὸ δέος.” | |
18t | [ΨΑΛΜῸΣ ϙΔʹ.] | |
19 | ΠΈΡΑΣ, παρὰ τὸ περῶ τὸ τελειῶ, τοῦτο παρὰ τὸ ἔραν, ὃ | |
20 | σημαίνει τὴν γῆν, ἢ παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, πᾶς γάρ τις πρὸς ἀγαθὸν πέρας ἐφίεται καὶ ἐπείγεται. ἘΔΟΚΊΜΑΣΑΝ, ἐκ τοῦ δοκιμάζω, τοῦτο παρὰ τὸ δόκιμος, ὡς φρονῶ φρονήσω φρόνιμος. Ὁ ΚΙ Ι, διατί; Τὰ διὰ τοῦ ΙΜΟΣ παράγωγα διὰ τοῦ Ι γράφεται, πλὴν τῶν παρὰ τὸ | |
25 | φήμη καὶ σχῆμα καὶ σῆμ(α) καὶ δῆμος συγκειμένων. ΠΡΟΣΏΧΘΙΣΑ, ἐκ τοῦ προσοχθίζω, τοῦτο παρὰ τὸ ὄχθη, σημαίνει δύο, τὰ χείλη τοῦ ποταμοῦ, ὡς τὸ ὄχθαι δ’ ἀμφὶ περὶ μέγαλ’ ἴαχον, καὶ τὸ κρημνῶδες ἀνάστημα τῆς γῆς, ὡς τὸ [Il. φʹ. 17.] | |
30 | αὐτὰρ ὁ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ’ ὄχθῃ. | |
31t | [ΨΑΛΜῸΣ ϙΕʹ.] | |
32 | ΠΑΤΡΙᾺ, τῶν ἐθνῶν πατρὶς, ἡ πόλις· διαφέρει πατρὶς | 169 |
170 | πόλεως, καθὸ ἡ μὲν πατρὶς τὴν πόλιν περιέχει, πόλις δὲ πατρίδα οὐκέτι. ΑἸΝΕΤῸΣ, παρὰ τὸ αἰνῶ αἰνέσω αἰνετός· τοῦτο παρὰ τὸ ἰαίνω, τὸ εὐφραίνομαι, ἴαινος, καὶ ἀποβολῇ αἶνος. | |
5 | ΚΑΤΏΡΘΩΣΕ, παρὰ τὸ ὀρθῶ ὀρθώσω, τοῦτο παρὰ τὸ ὀρθὸς, τοῦτο παρὰ τὸ ὀροθύνω τὸ διεγείρω. | |
7t | [ΨΑΛΜῸΣ ϙϛʹ.] | |
8 | ΝΗ͂ΣΟΣ, παρὰ τὸ νῶ τὸ κολυμβῶ. ΓΝΌΦΟΣ παρὰ τὸ δονῶ δονήσω δνόφος καὶ γνόφος. | |
10 | ἈΣΤΡΑΠῊ, παρὰ τὸ ἀστράπτω ἀστραπή· ἢ παρὰ τὸ στερρῶς ἅπτεσθαι οὗ δ’ ἂν ἐφίκοιτο, ἢ παρὰ τὸ στερίσκειν τοὺς ὦπας φωτός· οὐδεὶς γὰρ ἀστραπαῖς ἀντοπτῆσαι δύναται. ΚΗΡῸΣ, παρὰ τὸ καίω, καύσω, κηρός. ἘΤΆΚΗΣΑΝ, ἐκ τοῦ τήκω, ἢ ἐκ τοῦ τίειν τὸ βλάπτειν τὸ | |
15 | ἄκος. | |
16t | [ΨΑΛΜῸΣ ϙΖʹ.] | |
17 | ἘΛΆΤΗ παρὰ τὸ ἐλῶ, ἐλάσσω, ἤλακα, ἤλασμαι, ἤλασαι, ἤλαται, ἐλάτη. ΚΕΡΑΤΊΝΗ, παρὰ τὸ κέρας κέρατος κερατίνη. | |
20 | ΚΡΟΤΉΣΟΥΣΙΝ, ἐκ τοῦ κροτῶ, τοῦτο ἐκ τοῦ βρότος, τοῦτο παρὰ τὸ κρούω. | |
22t | [ΨΑΛΜῸΣ ϙΗʹ.] | |
23 | ὙΠΟΠΌΔΙΟΝ, παρὰ τοῦ ποὺς, ποδὸς, πόδιον καὶ ὑποπόδιον. Ε᾿ΥΪ́ΛΑΤΟΣ, παρὰ τὸ εὖ μόριον, καὶ τοῦ ἰλατός· τοῦτο | |
25 | παρὰ τὸ ἴλημι τὸ συγχωρῶ, ἐξ οὗ καὶ “ἴλαθι θεοφόρε.” Ἴλημι οὖν ἰλάσω, ἴλακα, ἴλαμαι, ἴλαται, καὶ ἐξ αὐτοῦ ἰλατὸς καὶ εὐίλατος. | |
28t | [ΨΑΛΜῸΣ ϙΘʹ.] | |
29 | ἈΛΑΛΆΞΑΤΕ ἐκ τοῦ ἀλαλάζω, τοῦτο ἐκ τοῦ λάζω, καὶ | |
30 | μετὰ τοῦ ἐπιτατικοῦ (Α) ἀλαλάζω. ἘΝ ὝΜΝΟΙΣ, ἐν πρόθεσις, ὕμνοις, δοτικὴ τῶν πληθυντικῶν· ἡ εὐθεῖα ὕμνος· γίνεται δὲ παρὰ τὸ ὑπομένω, ὑπόμονός τις ὢν καὶ ὕμνος. Διαφέρει ὕμνος ἐγκωμίου· ὁ γὰρ ὕμνος ἐπὶ | |
Θεοῦ λέγεται, τὸ δὲ ἐγκώμιον ἐπὶ ἀνθρώπων. | 170 | |
171(1t) | [ΨΑΛΜῸΣ Ρʹ.] | |
2 | ἜΛΕΟΝ ΚΑῚ ΚΡΊΣΙΝ, ἡ εὐθεῖα ὁ ἔλεος γίνεται παρὰ τὸ ἕλω τὸ λαμβάνω, ἔλος ἔλεος, πέφυκε δὲ τὸ Ε πλεονάζειν ἐν τοῖς ὀνόμασιν, οἷον στερρὸς, στερεός· ἱρὸς, ἱερός. | |
5 | ΠΑΡΑΒΆΣΕΙΣ· ἡ παράβασις γίνεται παρὰ τὸ βίβημι, βήσω, βάσις καὶ παράβασις. ἘΚΟΛΛΉΘΗ, παρὰ τὸ κολῶ, δευτέρας συζυγίας τῶν περι‐ σπωμένων, τοῦτο παρὰ τὸ κόλλα, τοῦτο παρὰ τὸ κεκομ‐ μένην οὖσαν εἰς οὐλότητα μετελθεῖν. | |
10 | ΣΚΑΜΒῊ, ἡ διεστραμμένη, παρὰ τὸ σκαιῶς βαίνειν, ἢ παρὰ τὸ σκάπτω, τὸ κατορύσσω, κατὰ τοῦ πλησίον. | |
12t | [ΨΑΛΜῸΣ ΡΑʹ.] | |
13 | ΚΑΠΝῸΣ, παρὰ τὸ κάπος, ὃ σημαίνει τὸ πνεῦμα, τοῦτο παρὰ τὸ κάπω, τὸ ἐκπνέω. | |
15 | ΦΡΎΓΙΟΝ, παρὰ τὸ Φρὺξ Φρυγὸς Φρύγιον. ΠΕΛΕΚᾺΝ, ἡ εὐθεῖα πελεκάν· ἐτυμολογεῖται παρὰ τὸ πλέειν καὶ ὠκύς. ΝΥΚΤΙΚΌΡΑΞ, παρὰ τὸ νυκτὶ καὶ κόραξ, τοῦτο παρὰ τὸ ΚΟΡ, ὃ σημαίνει τὸ μέλαν, ἢ τὸ κορὸν, ἢ παρὰ τὸ κάραν | |
20 | μεγάλην ἔχειν. ΟἸΚΌΠΕΔΟΝ παρὰ τὸ οἶκος καὶ τὸ πέδον, τοῦτο παρὰ τὸ ἕζω τὸ καθέζομαι, ἔδον καὶ πέδον. ΔΏΜΑΤΟΣ, παρὰ τὸ δομῶ δομήσω δόμημα, ἐκβολῇ τοῦ Μ δόημα, καὶ δῶμα, τροπῇ τοῦ μακροῦ εἰς μακρόν. | |
25 | ΣΠΟΔῸΣ, παρὰ τὸ ποὺς, ποδὸς, πλεονασμῷ τοῦ Σ σποδὸς, τὸ ἐν ποσὶ κείμενον, ἢ παρὰ τὸ σπένδω, τὸ θύω, παρὰ γὰρ τῷ πυρὶ ἔθυον οἱ Ἕλληνες. ΚΑΤΈΡΡΑΞΑΣ, πρῶτος ἀόριστος, τὸ θέμα, καταράσσω. ἘΝ ἩΜΊΣΕΙ, ἐν πρόθεσις, ἡμίσει, ὄνομα πτώσεως δοτικῆς· | |
30 | ἡ εὐθεῖα τὸ ἥμισυ, τοῦ ἡμίσεος, τῷ ἡμίσει, τοῦτο παρὰ τὸ ἥμισυς, τοῦτο παρὰ τὸ ἅμα καὶ τὸ ἴσος, ἀμαίσυς καὶ ἥμισυς. | |
ΚΑΤΑΡΧᾺΣ, ἀρχὴ σημαίνει τέσσαρα· τὴν περὶ ἀνάρχου | 171 | |
172 | ἀρχήν· καὶ τὴν χρονικὴν ἀρχήν· τὴν ἐπὶ τοῖς πράγμασιν ἡμῶν ἐπιβαλομένην, καὶ τὴν βασιλείαν ταύτην, καὶ τὴν εἰς τοὺς ἀρχομένους καθόλου ἐπιστασίαν. ἹΜΆΤΙΟΝ, παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, ὁ παθητικὸς παρα‐ | |
5 | κείμενος εἷμαι, ἕμα, ὡς θέμα, καὶ τροπῇ τοῦ Ε εἰς Ι μακρὸν, ἵμας ἵματος· ὥσπερ γὰρ τρέπεται τὸ Ι εἰς Ε, ἀνάγκη τρέ‐ πεσθαι καὶ τὸ Ε εἰς Ι, ἵμα ἵματος, καὶ ἐξ αὐτοῦ ἱμάτιον. ἙΛΊΞΕΙΣ, παρὰ τὸ ἑλίσσω, τὸ συστρέφω. | |
9t | [ΨΑΛΜῸΣ ΡΒʹ.] | |
10 | ΜΗΝΙΕΙ͂, παρὰ τὸ μηνίω, μηνίσω, μηνιῶ. ἈΝΑΤΟΛΉ· Ἀνατολὴ ἐπιτολῆς διαφέρει· καὶ ἀνατολὴ λέγεται ἡ τοῦ ἡλίου λάμψις, ἐπιτολὴ δὲ ἡ τοῦ ἄστρου. ἌΝΘΟΣ, παρὰ τὸ ἄνω θεῖν. ἈΓΡῸΣ, παρὰ τὸ ἀρῶ ἀρόσω, τὸ ἀροτριῶ, ἀρὸς καὶ | |
15 | ἀγρός. ἘΞΑΝΘΉΣΕΙ, ἐκ τοῦ ἀνθῶ. ΛΕΙΤΟΥΡΓΟῚ, ἡ εὐθεῖα λειτουργὸς, παρὰ τὸ λήϊτον, ὃ σημαίνει τὸ δημόσιον, καὶ τὸ ἔργον, γίνεται ληϊτόεργος, καὶ τροπῇ τοῦ Η εἰς Ε λειτουργός. | |
20t | [ΨΑΛΜῸΣ ΡΓʹ.] | |
21 | ΔΈΡΡΙΝ ἡ εὐθεῖα ἡ δέρρις. Σημαίνει δὲ τὴν δορὰν τοῦ κτήνους, καὶ γίνεται παρὰ τὸ δέρω τὸ ἐκδέρω. ΣΤΕΓΆΖΩ, παρὰ τὸ στέγη, τοῦτο παρὰ τὸ στέγω, τὸ ὑπομένω. | |
25 | ΤΙΘΕῚΣ ΝΈΦΕΙ. Ὁ τιθεὶς ἐν τῷ νέφει· οὕτως Ἡρω‐ διανός. ΦΆΡΑΓΞΙ, παρὰ τὸ φάραγξ, τοῦτο παρὰ τὸ ῥήσσω τὸ ῥηγνύω, ὁ δεύτερος ἀόριστος ἔρραγον, καὶ ἐξ αὐτοῦ φάραγξ· ἐτυμολογεῖται παρὰ τὸ φαίνεσθαι ἐν αὐτῇ ῥῆγμα. | |
30 | ὌΝΑΓΡΟΙ, ἡ εὐθεῖα ὄναγρος γίνεται παρὰ τὸ ὄνος καὶ τὸ ἀγρός· τὸ δὲ ὄνος παρὰ τὸ ὀνῶ τὸ ὀφελῶ. Σημαίνει δύο, τὸ ζῶον. | |
ὡς δ’ ὅτ’ ὄνος παρ’ ἄρουραν ἰὼν, | 172 | |
173 | καὶ τὴν τιμὴν τοῦ ἀγοραζομένου, ὡς τὸ [Il. ψʹ. 746.] υἱὸς δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε· καὶ γράφεται διὰ τοῦ Ω μεγάλου. ἘΡΩΔΙῸΣ, παρὰ τὸ ἕλος, ἑλωδιὸς καὶ ἐρωδιός. Φιλεῖ γὰρ | |
5 | τοῖς ἑλώδεσι τόποις (διατρίβειν). ΛΑΓΩΟΙ͂Σ, ἡ εὐθεῖα ὁ λαγωός· καὶ λαγὼς ἐτυμολογεῖται παρὰ τὸ Α ἐπιτακτικὸν μόριον, καὶ τὸ ὢς ὠτός· ὁ μεγάλα ὦτα ἔχων. ΜΆΝΔΡΑ, παρὰ τὸ ἄντρον, ἄντρα καὶ μάνδρα· τὸ δὲ | |
10 | ἄντρον ἐκ τῆς ἀνὰ προθέσεως καὶ τοῦ τορῶ τρυπῶ. Ε᾿ΥΡΎΧΩΡΟΣ, παρὰ τὸ εὐρὺ καὶ τὸ χῶρος. ΤΡΈΜΕΙΝ, παρὰ τὸ τρῶ τὸ φοβοῦμαι, ἢ παρὰ τὸ τρῶ τὸ καταπονῶ. ἩΔΥΝΘΕΊΗ, ἐκ τοῦ ἡδύνω, ἡδυνῶ. | |
15 | ἬΤΩ Ἡ ΔΌΞΑ ἐκ τοῦ εἰμὶ τὸ ὑπάρχω, ὁ παρατατικὸς ἦν, ἡ μετοχὴ εἲς, ἔντος, καὶ τὸ προστακτικὸν, ἔτω, ὡς τι‐ θέτω, καὶ τροπῇ τοῦ Ε εἰς Η, γίνεται ἤτω, οὐκ ἐτράπη δὲ εἰς Ι, ἵνα μὴ συνεμπέσῃ τὸ ἴτω, τὸ σημαῖνον, ἄπιθι, ἀπίτω. | |
19t | [ΨΑΛΜῸΣ ΡΔʹ.] | |
20 | ΚΡΑΤΑΙΏΘΗΤΕ, παρὰ τὸ κραταιῶ, τοῦτο παρὰ τὸ κρα‐ ταιὸς, τοῦτο παρὰ τὸ κράτος, τοῦτο παρὰ τὸ κραίνω, τὸ τελειῶ. Οἱ γὰρ κραταιοὶ κυρίως τοῖς ἑαυτῶν πράγμασι τὰ τέλη τιθέασιν. ὈΛΙΓΟΣΤΟῪΣ, ἐκ τοῦ ὀλίγος ὀλιγοστός. | |
25 | ΜῊ ἍΠΤΕΣΘΕ ΤΩ͂Ν ΧΡΗΣΤΩ͂Ν ΜΟΥ· ἡ μὲν συνήθεια διὰ τοῦ Η, οἱ δὲ ἀκριβέστεροι διὰ τοῦ Ι, παρὰ τὸ χρίω· λέγει δὲ χριστοὺς τοὺς βασιλεῖς. ΠΆΣΗΣ ΚΤΊΣΕΩΣ Α᾿ΥΤΟΥ͂. Διαφέρει κτίσις καὶ κτῆσις· (κτίσις) παρὰ τὸ κτίζω, ἡ τοῦδε τοῦ παντὸς κόσμου δημιουρ‐ | |
30 | γία· κτῆσις δὲ ἡ ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ζώων ἐπικτηθεῖσα γὰρ (παρ’) ἀνθρώποις καὶ συναχθεῖσα διὰ πολλῆς συνδρομῆς. ἘΞΕΙ͂ΡΨΕΝ, ἐκ τοῦ ἕρπω, ἕρψω, εἷρψα. ΤΑΜΙΕΙ͂ΟΝ, παρὰ τὸ ταμιεύω ταμιεῖον, τοῦτο παρὰ τὸ | |
ταμίας, τοῦτο παρὰ τὸ τέμνω. | 173 | |
174 | ΣΚΝΊΠΕΣ, εἶδος μικροῦ κώνωπος· ἡ εὐθεῖα σκνὶψ σκνιπός. Τὸ σκνὶψ Ι, διατί; Οὐδέποτε δίφθογγος εἰς διπλοῦν λήγει, λὶψ, θρὶψ, κνίψ. ὈΡΤΥΓΟΜΉΤΡΑ παρὰ τὸ ὄρτυξ, ὄρτυγος, τὸ δὲ ὄρτυξ | |
5 | παρὰ τὸ ὀρῶ τὸ διεγείρω. | |
6t | [ΨΑΛΜῸΣ ΡΕʹ.] | |
7 | ἘΡΥΘΡᾺ, ἀπὸ τοῦ .... ἢ Ἐρυθροῦ τινος βασιλέως ὀνομα‐ ζομένη πεσόντος ἐκεῖ καὶ πνιγέντος, ἢ ἀπὸ τῶν παρακειμένων ὀρέων ἐρυθρῶν τῶν τὴν ἰλὺν εἰσβαλλόντων ἐκεῖ ἐν τῷ ὕειν. | |
10 | ἈΒΕΙΡῺΜ, μέγα κατὰ παράδοσιν. ΒΕΕΛΦΕΓΏΡ· ἔστιν εἶ (εἴδωλον) τὸ λεγόμενον Βάαλ, καὶ λέγεται παρ’ Ἑβραίοις Βὴλ, καὶ ὄνομα τόπου, Φεγὼρ, καὶ διαλύσει τοῦ Η εἰς δύο Ε, καὶ τροπῇ τοῦ Α εἰς Η(Ε), καὶ ἐν ὑπερ‐ θέσει Βεελφεγώρ· τουτέστι Βὴλ ἐν τῷ Φαγώρ. | |
15 | ἘΠΙΤΉΔΕΥΜΑ· τί διαφέρει ἐπιτήδευμα τέχνης; Διαφέρει· ἡ γὰρ τέχνη ἐστὶν ἡ ἄνευ λόγου μὴ δυναμένη, οἷον γραμ‐ ματικὴ, ῥητορικὴ, ἐπιτήδευμα δὲ λόγου χηρεῦον, οἷον, χαλ‐ κευτικὴ, τεκτονική. ἘΚΌΠΑΣΕΝ ἀντὶ τοῦ ἔπαυσε· γίνεται δὲ ἐκ τοῦ κοπάζω, | |
20 | τοῦτο παρὰ τὸ κόπος. | |
21t | [ΨΑΛΜῸΣ Ρϛʹ.] | |
22 | ἘΚ ΤΩ͂Ν ΧΩΡΩ͂Ν, ἡ εὐθεῖα, ἡ χώρα, παρὰ τὸ χῶ τὸ χωρῶ. ΧΑΛΚΑ͂Σ ἐκ τοῦ χαλκὸς, τοῦτο παρὰ τὴν ἀλκὴν, ὃ σημαίνει τὴν δύναμιν, ἀλκὸς καὶ χαλκός. | |
25 | ΜΟΧΛῸΣ, παρὰ τὸ μὴ ἐᾶν χαλᾶσθαι τὰς θήρας. ΚΑΤΕΠΌΘΗ, ἐκ τοῦ πῶμι, ὁ μέλλων πώσω, ὁ παρακείμενος πέπωκα, πέπομαι, ἐπόθη καὶ κατεπόθη. Τὸ ΠΟ μικρὸν, ὁ ἐνεργητικὸς παρακείμενος τῶν εἰς ΜΙ τὴν τελευταίαν τρέπων εἰς ΜΑΙ, καὶ τὴν παραλήγουσαν συστέλλει· παθητικὸν γίνεται | |
30 | πλὴν τοῦ τίθειμαι (sic). ΕἸΣ Α῎ΥΡΑΝ, εἰς πρόθεσις, αὔρα ὄνομα, παρὰ τὸ αὔω, τὸ πνέω, νῦν δὲ σημαίνει τὴν γαλήνην· ἄβρα δὲ ἡ δούλη. | |
ΛΙΜῊΝ, παρὰ τὸ λίαν μένειν ἐν αὐτῷ τὰ πλοῖα. | 174 | |
175 | ἍΛΜΗ παρὰ τὸ ἃλς ἁλὸς, ἁλίμη, καὶ ἅλμη. ΚΑΤΏΙΚΙΣΕΝ ἘΚΕΙ͂ ΠΕΙΝΩ͂ΝΤΑΣ, ἐκ τοῦ κατοικίζω ἕτερον· εἰ δὲ ἐγράφη διὰ τοῦ Η, εἶπεν ἂν κατῴκησαν ἐκεῖ πεινῶντες. ΚΑΤΟΙΚΕΣΊΑΣ, ἡ εὐθεῖα κατοικεσία, ἐκ τοῦ κατοικῶ, κατοι‐ | |
5 | κήσω, κατοικησία καὶ κατοικεσία, τροπῇ τοῦ Η εἰς Ε. | |
6t | [ΨΑΛΜῸΣ ΡΖʹ.] | |
7 | ἙΤΟΊΜΗ, ἐκ τοῦ ἑτοῖμος, τοῦτο ἐκ τοῦ ἕτοιμος, τοῦτο ἐκ τοῦ οἶμα, καὶ τὸ ἔθω, τὸ ἐξ ἔθους τι διαπράττομαι, ἕθοιμος καὶ ἕτοιμος. Τί διαφέρει οἶμα καὶ οἵμη· οἶμα μὲν γὰρ | |
10 | σημαίνει τὸ ὅρμημα, καὶ Ὅμηρος, οἶμα λέοντος ἔχει, τὸ δὲ οἵμη σημαίνει τὴν ᾠδήν. ὌΡΘΡΟΣ, παρὰ τὸ ὀρθοὺς ἡμᾶς ποιεῖν. ΔΙΑΜΕΡΙΩ͂, παρὰ τὸ μερίζω· τοῦτο παρὰ τὸ μείρω. | |
15t | [ΨΑΛΜῸΣ ΡΗʹ.] | |
16 | ἘΞΕΡΕΥΝΗΣΆΤΩ, ἐξερευνῶ γίνεται παρὰ τὴν ἐρεύναν, τοῦτο παρὰ τὸ ἐρῶ, τὸ ἐρεύνω. Καὶ Ὅμηρος, τὰς ἐρέων Ὀδυσσῆϊ συνήντετο, ἢ παρὰ τὸ ἐρῶ τὸ ἐρωτῶ, καὶ τὸ εὐνὴ, ὃ σημαίνει τὴν δια‐ | |
20 | τριβὴν, ὁ γὰρ ἐρευνῶν ἐπὶ πολὺ ἐρωτῶν ἐνδιατρίβει. ἘΞΟΛΟΘΡΕΎΩ, ἐκ τῆς ἐξ προθέσεως καὶ τοῦ ὄλεθρος· τοῦτο παρὰ τὸ ὅλος καὶ τὸ θραύω. ἜΓΚΑΤΑ, παρὰ τὸ ἔνδοθεν κατέχειν τὴν τροφήν. ΖΏΝΗ, παρὰ τὸ ζωννύω. Διαφέρει ζωστὴρ καὶ ζώνη. | |
25 | Ζωστὴρ μὲν γάρ ἐστι κυρίως ὁ ἀνδρεῖος, ζώνη δὲ ἡ γυναικεῖα. Ζωστὴρ σημαίνει τὸ ἐπάνω τοῦ θώρακος λῦσε δὲ ζωστῆρα παναίολον. Ζῶμα δὲ καὶ αὐτὸς ὁ θώραξ· λέγεται δὲ ζῶμα καὶ τὸ περίζωμα. | |
30 | ΣΚΙᾺ παρὰ τὸ σχέθω, τὸ κωλύω, σχιὰ καὶ σκιὰ, ἢ ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ κίω τὸ πορεύομαι, ἡ συμπορευομένη | |
καὶ μὴ ἐῶσα ἡμᾶς. | 175 | |
176 | ἘΞΕΤΙΝΆΧΘΗΝ, ἐκ τοῦ τινάσσω, τοῦτο ἐκ τοῦ ἰνάσσω, τοῦτο παρὰ τὸ ἲς, ἰνός· οὐ γάρ ἐστιν ἀπὸ τοῦ τείνω. | |
3t | [ΨΑΛΜῸΣ ΡΘʹ.] | |
4 | ΚΆΘΟΥ, παρὰ τὸ ἕω τὸ καθέζομαι· ὁ μέλλων ἕσω, ὁ δεύ‐ | |
5 | τερος ἀόριστος ἕον, ὁ μέσος ἑόμην, ἕου, καὶ κράσει οὗ, τὸ προστακτικὸν οὗ, καὶ μετὰ τῆς κατὰ προθέσεως κάθου· ἀν‐ τιστοιχεῖ γὰρ τὰ δασέα τοῖς ψιλοῖς. ΛΑΜΠΡΌΤΗΣ, παρὰ τὸ λαμπρὸς, τοῦτο παρὰ τὸ λάμπειν πόρρωθεν. | |
10 | ἙΩΣΦΌΡΟΣ, παρὰ τὸ ἕω φέρειν. ὬΜΟΣΕ, σημαίνει δύο, τὸ διὰ (Ο) μικροῦ γραφόμενον, τὸ περί τι ὀμόσαι ἐστί· καὶ ἕτερον ὁμῶσαι, καὶ γράφεται τὸ ΜΩ μέγα, τὸ εἰς ὁμόνοιαν καὶ φιλίαν ἀγαγεῖν, καὶ Ὅμηρος, εἰς εὐνὴν ἀνέσαι καὶ ὁμωθῆναι φιλότητι. | |
15t | [ΨΑΛΜῸΣ ΡΙʹ.] | |
16 | ἸΣΧῪΣ παρὰ τὸ ἔχω τὸ κρατῶ, πλεονασμῷ τοῦ Σ. Τὸ γὰρ Ε ἡνίκα πλεονάσῃ σύμφωνον. ἘΣΤΗΡΙΓΜΈΝΑ, παρὰ τὸ στηρίζω· τοῦτο παρὰ τὸ στήρ· τοῦτο παρὰ τὸ στῶ. | |
20 | ΛΎΤΡΩΣΙΣ, παρὰ τὸ λυτρῶ, τοῦτο παρὰ τὸ λύω τὸ ἀγοράζω. | |
22t | [ΨΑΛΜῸΣ ΡΙΑʹ.] | |
23 | ΘΕΛΉΣΕΙ ΣΦΌΔΡΑ, ἀντὶ τοῦ δυνηθείη. ΟἸΚΤΕΊΡΩΝ ΚΑῚ ΚΙΧΡΩ͂Ν, ἀντὶ τοῦ ἐλεῶν, καὶ παρέχων εἰς | |
25 | χρείαν. Τὸ δὲ κιχρῶ ἐκ τοῦ χρῶ τὸ παρέχω. ΟἸΚΟΝΟΜΩ͂, παρὰ τὸ οἰκονόμος. Διαφέρει οἰκονόμος καὶ φειδωλός· οἰκονόμος μέν ἐστιν, ὁ φρονήσει καὶ ἀγχινοίᾳ ποιούμενος τὴν ἔξοδον τῶν διαφερόντων αὐτῷ χρημάτων· φειδωλὸς δὲ ὁ τὰ πολλὰ μὲν δεχόμενος, ὀλίγα δὲ καὶ μικρὰ | |
30 | προαιρούμενος διδόναι. ἘΣΚΌΡΠΙΣΑ, ἐκ τοῦ σκορπίζω, τοῦτο ἐκ τοῦ καρπὸς, καρ‐ πίζω, καὶ σκορπίζω· ἐκ μεταφορᾶς τοῦ καρποῦ τοῦ σίτου | |
εἴρηται ἡ λέξις· ὁ γὰρ γεωργὸς, σκορπίζει τὰ σπειρόμενα. | 176 | |
177 | ΒΡΎΞΕΙ, τὸ θέμα βρύχω, δευτέρας συζυγίας τῶν βαρυ‐ τόνων, καὶ βρυχῶ, βρυχήσω, περισπώμενον. | |
3t | [ΨΑΛΜῸΣ ΡΙΒʹ.] | |
4 | ΣΤΕΙ͂ΡΑ, παρὰ τὸ στερεὰ εἶναι, ἢ παρὰ τὸ τείρω, τὸ | |
5 | καταπονῶ, ἡ μὴ τειρομένη ὑπὸ .... | |
6t | [ΨΑΛΜῸΣ ΡΙΓʹ.] | |
7 | ἘΝ ἘΞΌΔΩΙ, ἡ ἔξοδος, τῆς ἐξόδου. Τὰ παρὰ τὴν ὁδὸν ἅπαντα διὰ τοῦ Ο μικροῦ γράφεται, οἷον ἄνοδος, κάθοδος, μέθοδος, δίοδος, πάροδος, περίοδος, ἄμφοδος· τὸ μέντοι | |
10 | παρωδῶ καὶ παλινωδῶ καὶ θρηνωδῶ διὰ τοῦ Ω μεγάλου γράφεται. ΣΚΙΡΤΉΣΑΤΕ, παρὰ τὸ σκιρτῶ, τοῦτο παρὰ τὸ σκαίρω, τὸ πηδῶ, καθ’ ὑφαίρεσιν τοῦ Α τῆς ΑΙ διφθόγγου, καὶ πλεονασμῷ τοῦ Τ μετὰ περισπωμένου τόνου. | |
15 | ΛΊΜΝΗ, Ι, ΛΗ͂ΜΝΟΣ δὲ Η. ΕἼΔΩΛΟΝ, παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ. Διαφέρει εἴδωλον καὶ δείκηλον κατὰ τὴν φωνὴν, οὐ κατὰ τὴν σημασίαν· γίνεται δὲ παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, εἴκελον καὶ δείκηλον τὸ ἄγαλμα. ῬΙ͂ΝΑΣ, ἡ ῥὶν, παρὰ τὸ ῥέεσθαι δι’ αὐτῆς τὰ ὑγρά. Καὶ | |
20 | ὤφειλε γράφεσθαι κατὰ τὴν ἐτυμολογίαν δίφθογγον· ἀλλὰ τὰ εἰς ΡΙΝ δικατάληκτα δίφθογγον οὐκ ἔχει. ΨΗΛΑΦΉΣΟΥΣΙ, παρὰ τὸ μῆλον, μηλαφῶ, καὶ ψηλαφῶ· οὕτως εὗρον ἐν ὑπομνήμασι παλαιῶν, καὶ ἀπὸ τοῦ ψαύειν λίαν τῇ ἁφῇ. | |
25t | [ΨΑΛΜῸΣ ΡΙΔʹ.] | |
26 | ὨΔΙ͂ΝΕΣ ΘΑΝΆΤΟΥ, ἡ ὠδὶς καὶ ἡ ὠδὶν, παρὰ τὸ ὠδίνω, κατὰ ἀποβολὴν τοῦ Ω. ΚΊΝΔΥΝΟΣ, παρὰ τὸ κινεῖν τὰς ὀδύνας, κινήδυνός τις ὢν, καὶ κίνδυνος. | |
30 | ὈΛΊΣΘΗΜΑ, παρὰ τὸ ὀλισθῶ τὸ καταπίπτω, τοῦτο ἐκ τοῦ ὅλος καὶ τοῦ ἵζω τὸ καθέζομαι, καὶ ὅλως καταπίπτων. Ε᾿ΥΑΡΕΣΤΉΣΩ εὐάρεστος, τοῦτο παρὰ τὸ ἀρῶ, ἀρέσω, | |
178 | ἀρεστὸς καὶ εὐάρεστος, τοῦτο παρὰ τὸ ἀρὰν, ὃ σημαίνει τὴν εὐχήν· ὡς τὸ ἀράων ἀϊών· καὶ τὴν βλάβην, | |
5 | ἐμεῖο δῆσε ἄρης ἀλκτῆρα γενέσθαι. | |
6t | [ΨΑΛΜῸΣ ΡΙΕʹ.] | |
7 | ἘΝ ΤΗ͂Ι ἘΚΣΤΆΣΕΙ ΜΟΥ· ἡ ἔκστασις, τοῦτο παρὰ τὸ στάσις, τοῦτο παρὰ τὸ ἵστημι, τοῦτο πραὰ τὸ στῶ. | |
9t | [ΨΑΛΜῸΣ ΡΙϛʹ.] | |
10 | ΑἸΝΕΙ͂ΤΑΙ, παρὰ τὸ αἰνῶ, τοῦτο παρὰ τὸ αἶνος· τοῦτο παρὰ τὸ ἰαίνω. Τὰ διὰ τοῦ ΑΙΝΩ διὰ τῆς ΑΙ διφθόγγου γράφεται, κυδαίνω, ἰαίνω, δειμαίνω, πλὴν τοῦ κτένω. | |
13t | [ΨΑΛΜῸΣ ΡΙΖʹ.] | |
14 | ΕἸΠΆΤΩ, ἔπω τὸ λέγω· ὁ πρῶτος ἀόριστος εἶπα, τὸ δεύ‐ | |
15 | τερον εἶπες, τὸ τρίτον εἶπε, καὶ ὁ προστακτικὸς εἰπὸν, ὡς τύψον, καὶ τὸ τρίτον εἰπάτω, καὶ ὤφειλεν εἶναι εἰπέτω, ἀλλ’ ἐπεὶ πανταχοῦ ὁ ἀόριστος φιλεῖ τὸ Α. ΠΛΑΤΥΣΜῸΣ, ἐκ τοῦ πλατύνω, τοῦτο παρὰ τὸ πλατὺς, τοῦτο παρὰ τὸ πλάτος. | |
20 | ἨΜΥΝΆΜΗΝ ἀντὶ τοῦ ἐτιμωρησάμην. ἈΜΎΝΩ σημαίνει δύο. Ἀμύνω τὸ βοηθῶ· καὶ Ὅμηρος· [Il. νʹ. 464.] διὰ τὸ Αἰνείᾳ .... νῦν σε μάλα (χρὴ) γαμβρῷ ἀμυνέμεν, καὶ τὸ ἀπείργω, καὶ ἀποσοβῶ, ὡς τὸ | |
25 | ἀεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει· καὶ τὸ τιμωρῶ, αἰτιατικῇ, ἀμυναίμην Σκύλλην πετραίην. ὨΣΘΕῚΣ, παρὰ τὸ ὤθω, τὸ πρώθω, ὤσω, ὦκα, ὦσμαι, | |
30 | ὤσθην, καὶ ἡ μετοχὴ ὠσθείς. | 177 |
179(1t) | [ΨΑΛΜῸΣ ΡΙΗʹ.] | |
2 | ἌΜΩΜΟΙ, ὁ ἄμωμος, τοῦτο παρὰ τὸ μῶ τὸ ζητῶ. ὌΦΕΛΟΝ ΚΑΤΕΥΘΥΝΘΕΊΗΣΑΝ, ἐπίρρημα, ἀντὶ τοῦ εἴθε, καὶ γράφεται μετὰ τοῦ Ο μικροῦ. | |
5 | ἜΔΑΦΟΣ, παρὰ τὸ ἕζω τὸ καθέζομαι. ΣΥΝΈΤΙΣΟΝ ἐκ τοῦ συνετίζω. ἈΠῸ ἈΚΗΔΊΑΣ, παρὰ τὸ κήδω τὸ φροντίζω· ἀκηδία, ἡ μηδενὸς ἡμῶν ποιοῦσα φροντίζειν, ἢ παρὰ τὸ ἀηδὴς, ἀηδία καὶ ἀκηδία, ἡ ἀηδῶς διακεῖσθαι καταναγκάζουσα. | |
10 | ἩΡΕΤΙΣΆΜΗΝ, παρὰ τὸ αἱρετίζω, τοῦτο παρὰ τὸ αἱρετὸς, ὅ ἐστι θνητός (θηητός)· τοῦτο παρὰ τὸ αἱρῶ τὸ προθυμοῦμαι. ΠΛΕΟΝΕΞΊΑ, ἐκ τοῦ πλέον καὶ τοῦ ἔχω, ἕξω. ΜΕΡῚΣ, παρὰ τὸ μείρω τὸ μερίζω, ἢ παρὰ τὸ μέλος, μελίζω καὶ μερίζω. | |
15 | ΓΆΛΑ, παρὰ τὸ τὰ γυῖα καὶ ἅλλεσθαι, τὸ ἐκ τῶν γυίων ἁλλόμενον. ΣΚΆΝΔΑΛΟΝ, παρὰ τὸ σκάζω, τὸ χωλαίνω. | |
18t | [ΨΑΛΜῸΣ ΡΙΘʹ.] | |
19 | ἨΚΟΝΗΜΈΝΟΝ, παρὰ τὸ ἀκουῶ· ἔστι δευτέρας συζυγίας | |
20 | τῶν περισπωμένων, τοῦτο παρὰ τὸ ἀκόνη· ἔστι δὲ λίθος δι’ οὗ ὀξύνεται ὁ σίδηρος, τοῦτο παρὰ τὸ κονῶ, τὸ φθείρω, καὶ λεπτύνω, ἐξ οὗ καὶ κόνις, καὶ μετὰ τοῦ ἐπιτατικοῦ Α ἡ λεπτύνουσα τὸν σίδηρον· ἢ παρὰ τὸ ἀκὴν, ὃ σημαίνει τὴν ὄξυσιν [ὀξύτητα]. | |
25t | [ΨΑΛΜῸΣ ΡΚʹ.] | |
26 | ΜῊ ΔΩ͂Σ, ὑποτακτικόν. ΔΊΔΩΜΙ, ὁ μέλλων δώσω, ὁ δεύ‐ τερος ἀόριστος ἔδων, ἡ μετοχὴ δοὺς, δόντος, καὶ τὸ ὑπο‐ τακτικὸν, ἐὰν δῶ, ἐὰν δῶς· ᾖρα, αἴρω, ἀρῶ, ᾖρα. | |
29t | [ΨΑΛΜῸΣ ΡΚΒʹ.] | |
30 | ΠΑΙΔΊΣΚΗΣ, δούλης, παρὰ τὸ παῖς, παιδὸς, τοῦτο παρὰ | |
τὸ πάϊς. | 178 | |
180 | ἘΠΛΉΣΘΗΜΕΝ τὸ πρῶτον πρόσωπον, ἐπλήσθην. Δια‐ φέρει τὸ ἐπλείστησε τοῦ ἐπλειστηρίασε· τὸ μὲν γὰρ ἐπλεί‐ σθην, τὸ δὲ πλειστηριῶ ἀπὸ τοῦ πλειστήριος· τοῦτο παρὰ τὸ πλεῖστος. | |
5t | [ΨΑΛΜῸΣ ΡΚΓʹ.] | |
6 | ΚΑΤΕΠΌΝΤΙΣΕΝ, ἐκ τοῦ ποντίζω, τοῦτο παρὰ τὸ πόντος, τοῦτο παρὰ τὸ πῶμι, πώσω, πέπωκα, πέπομαι, πέποσαι, πέποται· ἢ παρὰ τὸ πίνω, ὁ πίνων τοὺς κινδυνεύοντας· ἢ παρὰ τὸ πνέω, πνότος, καὶ μεταθέσει πόντος, ὁ καταπνεό‐ | |
10 | μενος ὑπὸ τῶν ἀνέμων. | |
11t | [ΨΑΛΜῸΣ ΡΚΔʹ.] | |
12 | ἈΦΉΣΕΙ, ἀφίημι, ὁ μέλλων, ἀφήσω. ΣΤΡΑΓΓΑΛΙᾺΣ παρὰ τὸ στραγγαλιὰ, τοῦτο ἐκ τοῦ στρᾶξ, στραγγός· ἢ ἐκ τοῦ στραγγαλίζω, στραγγαλίσω, στραγ‐ | |
15 | γαλία. | |
16t | [ΨΑΛΜῸΣ ΡΚΕʹ.] | |
17 | ἭΞΟΥΣΙΝ, ἐκ τοῦ ἥκω, ἥξω. ΔΡΆΓΜΑΤΑ, παρὰ τὸ δράσσω, δράξω, δέδραχα, δέδραγμαι, δράγματα. | |
20 | ΣΤΌΜΑ, παρὰ τὸ τέμω, τεμῶ, ἢ παρὰ τὸ τὰ σιτία τέμνειν. Τὸ ΣΤΟ μικρόν· πᾶσα λέξις ἀπὸ τῆς ΣΤΟ συλλαβῆς ἀρχο‐ μένη διὰ τοῦ Ο μικροῦ γράφεται, πλὴν τοῦ στωμύλος, στω‐ μυλία, Στωϊκός. | |
24t | [ΨΑΛΜῸΣ ΡΚϛʹ.] | |
25 | ἘᾺΝ ΜῊ ΚΎΡΙΟΣ ΟἸΚΟΔΟΜΉΣΗΙ· τέσσαρα μέρη λόγου εἰσίν· ἐὰν, σύνδεσμος, κύριος, ὄνομα, μὴ, ἐπίρρημα· οἰκοδο‐ μήσῃ, ῥῆμα ὑποτακτικόν· τὸ θέμα, οἰκοδομῶ, παρὰ τὸ οἶκος καὶ τὸ δόμος. ἘΓΕΊΡΕΣΘΕ, μετὰ τὸ καθῆσθαι, παρὰ τὸ ἐγείρω. Τὰ διὰ | |
30 | τοῦ εἴρω ῥήματα διὰ τῆς ΕΙ διφθόγγου γράφεται, οἷον ἐγείρω, ἀείρω τὸ κουφίζω, πλὴν τοῦ τηρῶ καὶ γηρῶ. Καθῆσθαι ῥῆμα, ἔγκλισις ἀπαρέμφατος· ἕημι, τὸ καθέ‐ ζομαι, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ἧσμαι, ἧσαι, | |
ἧσται, καὶ τὸ ἀπαρέμφατον ἧσθαι, καὶ μετὰ τῆς κατὰ προ‐ | 179 | |
181 | θέσεως καθῆσθαι, προπερισπᾶται. Πᾶν εἰς ΘΑΙ λῆγον ἀπαρέμφατον ὁμοτονεῖν καὶ ὁμοχρονεῖν θέλει τῷ ἰδίῳ ὁριστικῷ. ΜΙΣΘῸΣ, παρὰ τὸ πείθω, πείσω, πιστὸς, καὶ μισθός· ὁ | |
5 | γὰρ μισθὸς πείθει τὸν ποθοῦντα λαβεῖν ὃ ποθεῖ. ΓΑΣΤΡῸΣ, ἡ εὐθεῖα, γαστήρ· ἡ δοτικὴ, γαστέρι καὶ γαστρὶ, ἐξ οὗ καὶ γαστρίμαργος καὶ γάστρις. | |
8t | [ΨΑΛΜῸΣ ΡΚΖʹ.] | |
9 | ΦΆΓΕΣΑΙ, τὸ παθητικὸν πρῶτον πρόσωπον φάγομαι, καὶ | |
10 | ὤφειλε διὰ τοῦ Ω μεγάλου, ἀλλὰ σεσημείωται τὸ φάγομαι, πίομαι, ἔδομαι· φάγεσαι, καὶ φάγη, φαγῇ, τούτοις χρῆται τοῖς τρισὶ δευτέροις προσώποις. ἘΝ ΤΟΙ͂Σ ΚΛΊΤΕΣΙ, ἡ εὐθεῖα τὸ κλίτος· σημαίνει δὲ πλῆ‐ θος, καὶ μέρος, καὶ τὴν γωνίαν, παρὰ τὸ κλίνειν καὶ κάμπτειν | |
15 | ἢ νεύειν. | |
16t | [ΨΑΛΜῸΣ ΡΚΗʹ.] | |
17 | ΠΛΕΟΝΆΚΙΣ, ἐκ τοῦ πλεονάζω, πλεονάσω, πλεονασμός. Τὸ ΚΙΣ, Ι. Τὰ εἰς ΚΙΣ ἐπιρρήματα διὰ τοῦ Ι γράφεται, οἷον ἑξάκις, ἑπτάκις, πλεονάκις. | |
20 | ΝΕΌΤΗΣ, παρὰ τὸ νέος, τοῦτο παρὰ τὸ νέω τὸ πορεύομαι. ὈΠΊΣΩ, ἐκ τῆς ἐπὶ προθέσεως, ἐπίτω, καὶ ὀπίσω, ἢ παρὰ τὸ ὄπις, ἡ ἐπιστροφὴ, καὶ τοῦ σεύω τὸ ὁρμῶ. ἘΚΣΠΑΣΘΗ͂ΝΑΙ, ἐκ τῆς ἐκ προθέσεως καὶ τοῦ σπῶ. | |
24t | [ΨΑΛΜῸΣ ΡΚΘʹ.] | |
25 | ἘΚ ΒΑΘΈΩΣ, ἡ εὐθεῖα τὸ βάθος, παρὰ τὸ βίᾳ θύειν, ἢ παρὰ τὸ θύω τὸ ὁρμῶ, θύσω, ἀποβολῇ τοῦ Ω θὺς, καὶ μετὰ τοῦ στερητικοῦ Α ἀθὺς, ἐν ᾧ τις τρέχειν οὐ δύναται, καὶ πλεονασμῷ τοῦ Β βαθύς. ΜΈΧΡΙ, ἐπίρρημα καιροῦ παραστατικόν. Τὸ ΧΡΙ Ι· τὰ εἰς | |
30 | ΧΡΙ ἐπιρρήματα διὰ τοῦ Ι γράφεται, πλὴν τοῦ χρὴ, ὅπερ | |
καὶ ῥῆμα λέγεται παρὰ πολλῶν, καὶ ἀπόχρη. | 180 | |
182(1t) | [ΨΑΛΜῸΣ ΡΛʹ.] | |
2 | ΜΕΤΕΩΡΊΣΘΗΣΑΝ, ἐκ τοῦ μετεωρίζω. Τί μὴ ἐταπεινο‐ φρόνουν ὡς τὸ ἀπογεγαλακτισμένον νῦν τὴν μητέρα αὐτῶν, ἀλλὰ ὕψωσα τὴν φωνήν μου ὡς ἀνταποδόσεις· οὕτω συν‐ | |
5 | τακτέον. | |
6t | [ΨΑΛΜῸΣ ΡΛΑʹ.] | |
7 | ΒΛΕΦΆΡΟΙΣ· τὸ βλέφαρον παρὰ τὸ βλέμματος φάρος εἶναι, ὅτι ἐπαιρομένων αὐτῶν βλέπομεν· ἢ τοῦ βλέπους φάρος. | |
10 | ΚΡΌΤΑΦΟΣ· καλεῖται δὲ οὕτως (ὅτι) ὁ κρουόμενος εἰς αὐ‐ τοὺς (αὐτὸν) τάφον ἔχει καὶ ἐκπληγος γίνεται, ὡς τὸ τάφος ἕλε πάντας Ἀχαιούς· ἢ παρὰ τὸ κηρύττειν τὸν τάφον. ΤῊΝ ΘΉΡΑΝ, τὴν κυνηγετικὴν ἐπιστήμην, παρὰ τὸ θὴρ, | |
15 | θηρός· τοῦτο παρὰ τὸ θηρῶ, ἀποβολῇ τοῦ Ω θήρ. ΧΟΡΤΆΖΩ, ἐκ τοῦ κόρος, ἢ παρὰ τὸ χόρτος. Τοῦτο παρὰ τὸ κείρω τὸ κόπτω, καὶ ἀπολαμβάνω. | |
18t | [ΨΑΛΜῸΣ ΡΛΒʹ.] | |
19 | ἸΔΟῪ, ἐπίρρημα δεικτικόν. | |
20 | ΚΆΛΛΟΣ, παρὰ τὸ κάζω, τὸ κοσμῶ, ἢ παρὰ τὸ λῶ τὸ θέλω, ἢ παρὰ τὸ κηλῶ, τὸ θέλγω, καὶ ἀπατῶ· διὰ γὰρ τῶν καλῶν κατακηλούμεθα, καὶ θελγόμεθα, καὶ ἀπατώμεθα. ΤΕΡΠΝῸΣ, παρὰ τὸ τέρπω τερπινὸς καὶ τερπνός· τοῦτο παρὰ τὸ θεραπεύω. | |
25 | ΜΥ͂ΡΟΝ ἀπὸ τῆς μοίρας (Μύρρας) οὕτως ὠνομασμένης γυναικὸς, ἡ ἀπεδενδρώθη· ἢ μῦρον ἀπὸ τοῦ ἐκπιέζεσθαι τὰ ἀρώματα καὶ ἀποστάζειν. ΠΏΓΩΝ, παρὰ τὸ ἔπω, τὸ λέγω, καὶ τὸ ἄγω, ὁ ἐν τῷ λέγειν ἀγόμενος. Διαφέρει δὲ πώγων καὶ μύσταξ, ὑπήνη, | |
30 | γένειον, καὶ ἴουλος. Καὶ μύσταξ μὲν λέγεται ἡ ἀπὸ τῆς ῥινὸς τρίχωσις, ἀπὸ τοῦ (τὸ) τῶν μυκτηρίων ὑγρῶν (ὑγρὸν) ἐπ’ αὐτὴν στάζειν· ὑπήνη δὲ ἀπὸ τοῦ ὑπεῖναι τὸ γένειον καὶ | |
ὑποκεῖσθαι· γένειον δὲ ἡ ἐκ τῆς σιαγόνος ἐκφαινομένη τρί‐ | 181 | |
183 | χωσις· ἴουλος δὲ ἡ πρώτη τῶν γενειῶν ἔκφυσις καὶ ἐξάνθησις, πυκνοτάτη οὖσα καὶ θερμοτάτη τῆς φύσεως. ὮΑ, τὸ μέχρι τῶν ποδῶν διῆκον, ἤτοι τὸ ποδιαῖον καὶ κατώτερον μέρος, παρὰ τὸ οἶς, ὅπερ ἀπὸ τοῦ οἴκω, τὸ | |
5 | κομίζω· ἀπὸ γὰρ τοῦ οἶς οἴειον, τὸ κτητικὸν, τὸ θηλυκὸν οἰεία, καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν τοῦ Ο εἰς Ω ὦα· τὸ δὲ οἶς παρὰ τὸ οἴω τὸ κομίζω. ΔΡΌΣΟΣ, παρὰ τὸ ῥέω, ῥόσος καὶ δρόσος· ἢ παρὰ τὸ Ζεὺς, Διὸς, καὶ τὸ δεύω τὸ ὁρμῶ καὶ βρέχω, δίοσος καὶ δρό‐ | |
10 | ασος, ἢ παρὰ τὸ δρῶ τὸ πράττω, ἡ σώους δρόωσα τοὺς καρπούς. | |
12t | [ΨΑΛΜῸΣ ΡΛΓʹ.] | |
13 | Α᾿ΥΛῊ, παρὰ τὸ αὔω, τὸ λάμπω καὶ τὸ λεῖον, καὶ ἀπὸ τοῦ λεία οὖσα λάμπειν. | |
15 | Ε᾿ΥΛΟΓΉΣΑΙ, ἐγκλίσεως εὐκτικῆς· εἰ γὰρ ἦν ἀπαρέμφατον, προεπερισπᾶτο. | |
17t | [ΨΑΛΜῸΣ ΡΛΔʹ.] | |
18 | ΠΕΡΙΟΥΣΙΑΣΜῸΣ, ἐκ τοῦ περιουσιάζω, τοῦτο ἐκ τῆς περὶ προθέσεως καὶ τοῦ οὐσία· τοῦτο παρὰ τὸ ἶσος, ἰσία, τοῦ Ι | |
20 | συνήθως τραπέντος εἰς Υ, καὶ πλεονασμῷ τοῦ Ο. ΝΕΦΈΛΗ, παρὰ τὸ νείφω τὸ βρέχω. ἜΣΧΑΤΟΣ, παρὰ τὸ τὴν σχέσιν καὶ κώλυσιν ὁ τελευ‐ ταῖος ὤν. ΤῸΝ ΣΗῺΝ ΒΑΣΙΛΈΑ ΤΩ͂Ν ἈΜΟΡΡΑΊΩΝ. Ἀμορραῖος διὰ | |
25 | τοῦ Ο μικροῦ καὶ διὰ δύο Ρ, Ἀμωραῖος δὲ ἀπὸ μητροπόλεως μέγα καὶ ἓν Ρ. ὊΓ κατὰ παράδοσιν. ΛΕΥΪ̀ διὰ τοῦ Ι. | |
29t | [ΨΑΛΜῸΣ ΡΛΕʹ.] | |
30 | ΜΌΝΟΣ παρὰ τὸ μένω, μένος καὶ μόνος. Διαφέρει μόνος καὶ μοναχός· μοναχὸς μὲν εἴρηται παρὰ τὸ μόνῳ τῷ θεῷ εὔχεσθαι, ἢ παρὰ τὸ μόνος ἄχη ἔχειν ἢ λύπας· οὐκ εἴ‐ πομεν, μόνος ἄχη ἔχει, τῶν ἄλλων μὴ ἐχόντων, ἀλλ’ ἐν τῷ μόνον αὐτὸν εἶναι ἄχη ἔχειν· μόνος δὲ ἁπλῶς ὁ μεμο‐ | |
35 | νωμένος. | 182 |
184 | ἘΞΟΥΣΊΑ παρὰ τὸ ἔχω, ἕξω, ἡ μετοχὴ, ὁ ἕξων, τοῦ ἕξοντος. ΠΑΤΆΞΑΝΤΙ παρὰ τὸ πατάσσω. Παρὰ τὸ ἲς ἰνὸς, ὁ ση‐ μαίνει τὴν δύναμιν. | |
5t | [ΨΑΛΜῸΣ ΡΛϛʹ.] | |
6 | ἘΠῚ ΤΩ͂Ν ΠΟΤΑΜΩ͂Ν, ἡ εὐθεῖα ποταμὸς, παρὰ τὸ πότιμον ὕδωρ ἔχειν, ἡ γὰρ ἐπὶ πρόθεσις μετὰ γενικῆς καὶ δοτικῆς καὶ αἰτιατικῆς συντίθεται, νῦν δὲ μετὰ γενικῆς. ΒΑΒΥΛῺΝ, πόλις Συρίας. | |
10 | ἸΤΈΑΙΣ, παρὰ τὸ ἰτὸς, ὃ σημαίνει τὸ πορευτὸν, ὁρμητικὸν γὰρ τὸ φυτόν. ἘΚΡΕΜΆΣΑΜΕΝ, ἐκ τοῦ κρεμῶ, δευτέρας συζυγίας, καὶ κρέ‐ μημι, ἐξ οὗ καὶ τὸ ἐκρέμω ὑψόθεν· | |
15 | γίνεται δὲ τοῦτο ἐκ τοῦ ἐκρεμάμην ἐκρέμασο, καὶ ἀποβολῇ τοῦ Σ ἐκρέμαο, καὶ κράσει ἐκρέμω. ὌΡΓΑΝΟΝ, παρὰ τὸ ὀρέγω, τὸ ἐπιθυμῶ, ἢ παρὰ τὸ ὀρῶ τὸ διεγείρω. Γάννυσθαι γὰρ καὶ χαίρειν παρασκευάζει τοὺς καταυλουμένους. | |
20 | ὨΙΔΩ͂Ν, ἡ εὐθεῖα ᾠδή. ἘᾺΝ ΜῊ ΠΡΟΑΝΑΤΆΞΩΜΑΙ, ὑποτακτικόν· τὸ θέμα, προανα‐ τάσσω, τοῦτο παρὰ τὸ τάσσω. ἘΔῺΝ, ἐστὶν ὄνομα, καὶ σημαίνει τὴν θερμασίαν. ἘΚΚΕΝΟΥ͂ΤΑΙ, ἐκ τοῦ κενῶ, τοῦτο δὲ παρὰ τὸ χέω χενὸς | |
25 | καὶ κενός. | |
26t | [ΨΑΛΜῸΣ ΡΛΖʹ.] | |
27 | ΠΟΛΥΩΡΉΣΕΙΣ, ἐκ τοῦ πολυωρῶ, τοῦτο ἐκ τοῦ πόλις καὶ τοῦ ὥρα, ὃ σημαίνει τὴν φροντίδα. ὙΨΗΛῸΣ παρὰ τὸ ὕψος, ἢ παρὰ τὸ ὑψῶ. | |
30t | [ΨΑΛΜῸΣ ΡΛΗʹ.] | |
31 | ἘΔΟΚΊΜΑΣΑΣ, ἀόριστος πρῶτος, τὸ θέμα δοκιμάζω, τοῦτο παρὰ τὸ δόκιμος. | |
ΤΡΊΒΟΣ, παρὰ τὸ τρίβω, τοῦτο παρὰ τὸ τρῶ. | 183 | |
185 | ΣΧΟΙ͂ΝΟΣ, παρὰ τὸ σχῶ τὸ κρατῶ. ἘΞΙΧΝΊΑΣΑΣ ἐκ τοῦ ἐξιχνιάζω, τοῦτο ἐκ τῆς ἐξ προθέ‐ σεως, καὶ τοῦ ἰχνιάζω, τοῦτο παρὰ τὸ ἴχνος, τοῦτο παρὰ τὸ ἱκνοῦμαι. | |
5 | ΔΌΛΟΣ, παρὰ τὸ δέλω τὸ δελεάζω. ΠΆΡΕΙ, ἕω τὸ πορεύομαι, τὸ παθητικὸν, ἕομαι, ἕει, καὶ κράσει εἶ, καὶ μετὰ τῆς παρὰ προθέσεως, πάρει. Ἐπεκρά‐ τησε καὶ παρ’ ἡμῖν δίφθογγον. ΚΑΘΈΞΕΙ ΜΕ, ἐκ τοῦ ἔχω, νυνὶ μὲν τοῦ ἐνεστῶτος ψιλοῦται, | |
10 | ἐπὶ δὲ τοῦ μέλλοντος δασύνεται. ΤΡΥΦῊ, παρὰ τὸ θρύπτω, ἢ παρὰ τὸ τρυφή. ΝΕΦΡῸΣ παρὰ τὸ νείφω. ἘΡΙΣΤΑῚ, ἐκ τοῦ ἐρίζω, ἡ εὐθεῖα ἐριστὶς (sic) καὶ ἐρισταί. | |
14t | [ΨΑΛΜῸΣ ΡΛΘʹ.] | |
15 | ἘΞΕΛΟΥ͂ ΜΕ, παρὰ τὸ ἑλῶ τὸ λαμβάνω, ὁ μέλλων ἑλῶ, ὁ δεύτερος ἀόριστος εἷλον, ὁ μέσος εἱλόμην, τὸ δεύτερον εἵλου, καὶ τὸ προστακτικὸν, ἑλοῦ καὶ ἐξελοῦ. ἸῸΣ, παρὰ τὸ ἰέναι, πορευτὸς γάρ ἐστιν. ὙΠΟΣΚΕΛΊΣΑΙ, ἐκ τοῦ ὑποσκελίζω, τοῦτο παρὰ τὸ σκέλος, | |
20 | παρὰ τὸ σκέλω τὸ ξηραίνω· ἢ σκέλη εἴρηνται παρὰ τὸ σκληρότερα εἶναι τῶν λοιπῶν μερῶν τοῦ σώματος. | |
22t | [ΨΑΛΜῸΣ ΡΜʹ.] | |
23 | (ΘΥΜΊΑΜΑ) τοῦτο ἐκ τοῦ θῦμα, διὰ γὰρ τῶν θυμάτων καιομένων ἐθυμίαζον οἱ παλαιοί. | |
25 | ΣΥΝΔΥΆΖΩ, παρὰ τὸ δύο, δυάζω καὶ συνδυάζω. Διαφέρει συνδοιάζω καὶ συνδυάζω· τὸ διὰ τοῦ Υ ψιλοῦ τὸν μεθ’ ἑτέρου λεγόμενον καὶ προσομιλοῦντα, τὸ δὲ διὰ διφθόγγου τὸ διχοστατῶ, καὶ διχογνωμονῶ. ἈΠΏΛΕΤΟ μέσος ἀόριστος δεύτερος· τὸ θέμα ὄλλω ὀλῶ | |
30 | ὦλα, ὦλον ὁ δεύτερος ἀόριστος, ὁ μέσος ὠλόμην, ὤλου, ὤλετο καὶ ἀπώλετο. | |
ΜΕΡῚΣ, παρὰ τὸ μερίζω. | 184 | |
186 | ἝΩΣ ΟὟ ἈΝΤΑΠΌΔΩΣ ΜΟΙ. Τὸ ἕως μετὰ τῆς οὐ ἀρνήσεως εὑρισκόμενον ὑποτάσσει. | |
3t | [ΨΑΛΜῸΣ ΡΜΒʹ.] | |
4 | ἨΚΗΔΊΑΣΕΝ, ἐκ τοῦ ἀκηδιῶ, τοῦτο παρὰ τὸ ἀηδίζω· ἢ παρὰ | |
5 | τὸ κήδω, ἀκηδιῶ. ἘΜΕΛΈΤΩΝ, παρὰ τὸ μελετῶ, δευτέρας συζυγίας τῶν περι‐ σπωμένων. Τὸ ΤΩ μέγα· τὰ περισπώμενα κατὰ τὴν συναί‐ ρεσιν. Καὶ πῶς ἐστιν ἡ συναίρεσις; Τὸ Α καὶ Ο εἰς Ω μέγα· καὶ ὤφειλε διὰ τοῦ Ο μικροῦ, ἐπειδὴ κανών ἐστιν ὁ | |
10 | λέγων, ὅτι πᾶς παρῳχημένος ἐν τοῖς εἰς Ω ἀπαθ. ΔΙΕΠΈΤΑΣΑ, ἐκ τοῦ διαπετάζω· πετῶ γὰρ οὐκ εἴρηται, ἀλλὰ πέτω. | |
13t | [ΨΑΛΜῸΣ ΡΜΓʹ.] | |
14 | ΝΕΌΦΥΤΑ, ἐκ τοῦ νέος καὶ τοῦ φυτόν· τὸ ΦΥ ψιλόν· | |
15 | πᾶσα λέξις ἀπὸ τῆς ΦΥ συλλαβῆς ἀρχομένη διὰ τοῦ Υ ψιλοῦ γράφεται, πλὴν τοῦ φοιτῶ, τὸ παραγίνομαι. Τὸ δὲ φοιτῶ παρὰ τὸ εἶμι τὸ πορεύομαι, τὸ παθητικὸν ἔμαι, ἴσαι (sic) ἴται, ἰτὸς, προϊτός· ἐξ αὐτοῦ καὶ προϊτῶ, ἀποβολῇ τοῦ Ρ, καὶ τοῦ ψιλοῦ εἰς δασὺ, φοιτῶ. | |
20 | ἩΔΡΥΜΈΝΑ, ἐκ τοῦ ἁδρύνω, ἥδρυκα, ἥδρυγμαι. ΚΕΚΑΛΛΩΠΙΣΜΈΝΑΙ, ἐκ τοῦ καλλωπίζω, τοῦτο ἐκ τοῦ καλὸς καὶ τοῦ ὀπίζω. ΠΛΗΡΗ, ἡ εὐθεῖα τῶν πληθυντικῶν οὐδέτ. τὰ πλήρεα, τὰ πλήρη. | |
25t | [ΨΑΛΜῸΣ ΡΜΔʹ.] | |
26 | ἈΝΟΡΘΟΙ͂ ἐκ τοῦ ἀνορθῶ, τοῦτο παρὰ τὸ ὀρθός. ΚΑΤΕΡΡΑΓΜΈΝΑΙ, ἐκ τοῦ ῥήσσω ῥήξω ἔρραχα ἔρραγμαι καὶ κατερραγμένος. ὙΠΟΣΤΗΡΊΖΕΙ, παρὰ τὸ ἵστημι, στήσω στηρίζω καὶ ὑπο‐ | |
30 | στηρίζω. ἘΞΟΛΟΘΡΕΎΣΕΙ, ἐκ τῆς ἐξ προθέσεως, καὶ τοῦ ὀλεθρεύω, | |
τοῦτο παρὰ τὸ ὄλεθρος, τοῦτο παρὰ τὸ ὅλως θραύειν. | 185 | |
187(1t) | [ΨΑΛΜῸΣ ΡΜΕʹ.] | |
2 | ΜῊ ΠΕΠΟΊΘΑΤΕ, ἐκ τοῦ πείθω, τὸ ἐλπίζω· προείρηται. ΠΕΠΕΔΗΜΈΝΟΥΣ, ἐκ τοῦ πεδῶ πεδήσω, πεπέδηκα, πεπέ‐ δημαι, πεπεδημένος. | |
5 | ΠΡΟΣΉΛΥΤΟΣ, παρὰ τὸ ἐλεύθω, ἐλεύσω, ἤλευκα, ἤλευσμαι, ἤλευσαι, ἤλευσται, ἤλυτος καὶ προσήλυτος· σημαίνει τὸν μέτοικον καὶ φυγάδα. ΧΉΡΑ, παρὰ τὸ χαίρω, κατὰ ἀντίφρασιν, ἡ μὴ χαίρουσα· ἢ παρὰ τὸ χῶ τὸ στηρῶ (χωρῶ), ἡ μεμονωμένη τοῦ ἀνδρός. | |
10t | [ΨΑΛΜῸΣ ΡΜϛʹ.] | |
11 | ΧΛΌΗΝ παρὰ τὸ χαλώδη τὴν ἐμφέρειαν ἔχειν. ΚΝΉΜΗ, παρὰ τὸ κινῶ, κινήμη καὶ κνήμη. | |
13t | [ΨΑΛΜῸΣ ΡΜΖʹ.] | |
14 | ἘΠΑΊΝΕΙ, ἐγκλίσεως προστακτικῆς, τὸ θέμα, ἐπαινῶ, | |
15 | ἐπῄνεον ἐπῄνουν, τὸ τρίτον ἐπῄνεε ἐπῄνει, καὶ τὸ προστα‐ κτικὸν, ἐπαίνει. ΜΟΧΛῸΣ παρὰ τὸ ὀχλίσθαι ἢ μετακινεῖσθαι. ὍΡΙΑ, ὅριον παρὰ τὸ ὅρος, τὸ ἀρσενικόν. ΣΤΈΑΡ, παρὰ τὸ στάζω. | |
20 | ἜΡΙΟΝ, παρὰ τὸ εἶρος. Καὶ Ὅμηρος, [Od. δʹ. 135.] ἰοδνεφὲς ἦρος (εἶρος) ἔχουσα· τοῦτο παρὰ τὸ εἴρω, τὸ συμπλέκω, ἢ παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ. ὉΜΊΧΛΗ παρὰ τὸ ὁμοῦ καὶ τὴν εἵλησιν τῶν ἐθνῶν. | |
25 | ΚΡΎΣΤΑΛΟΣ, παρὰ τὸ κρύος καὶ τὸ σταλάσσω γίνεται κρύσταλος. Τὸ δὲ κρύος παρὰ τὸ κρατῶ, κρύω καὶ κρύος. ΧΙῺΝ παρὰ τὸ χέω χεὼν καὶ χιών. | |
28t | [ΨΑΛΜῸΣ ΡΜΗʹ.] | |
29 | ΚΑΤΑΙΓῚΣ, ἐκ τοῦ αἲξ αἰγὸς, αἰγὶς καὶ καταιγίς· τὸ δὲ αἲξ | |
30 | παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ. | |
ἙΡΠΕΤᾺ, παρὰ τὸ ἕρπω ἑρπήσω, ἑρπητὸν καὶ ἑρπετόν. | 186 | |
188 | ΠΤΕΡΩΤῸΝ, παρὰ τὸ τερῶ πτερώσω, τοῦτο παρὰ τὸ πετὴρ (πετερὸν), τοῦτο παρὰ τὸ πέτω πέτομαι. | |
3t | [ΨΑΛΜῸΣ ΡΜΘʹ.] | |
4 | ἜΛΕΓΜΟΣ, παρὰ τὸ ἐλέγχω, τοῦτο παρὰ τὸ ἔλεγχος. | |
5 | ΤΟΥ͂ ΔΗ͂ΣΑΙ, δίδημι, ὁ μέλλων δήσω· ἔστι δὲ καὶ δέω τὸ δεσμεύω, δέω δήσω. ΧΕΙΡΟΠΈΔΑΙΣ, ἡ εὐθεῖα ἡ χειροπέδη, ἐκ τοῦ χεὶρ χειρὸς, καὶ τοῦ πέδη, τοῦτο παρὰ τὸ πέδον, τοῦτο παρὰ τὸ ἕζω, τὸ καθέζομαι, οὐ (οἱ) γὰρ δεδεμένοι κυρίως ἐπιταγῆς (ἐπὶ τῆς | |
10 | γῆς) κατάκεινται. ἜΓΓΡΑΠΤΟΝ, τοῦτο παρὰ τὸ γράφω. | |
12t | [ΨΑΛΜῸΣ ΡΝʹ.] | |
13 | ΔΥΝΑΣΤΕΊΑΙΣ, ἡ εὐθεῖα, δυναστεία, παρὰ τὸ δυναστεύω, τοῦτο παρὰ τὸ δυνάστης, τοῦτο παρὰ τὸ δύνημι. | |
15 | ἘΝ ἬΧΩΙ, ἐν πρόθεσις, ἤχῳ, ὄνομα, ἦχος δὲ παρὰ τὸ ἄχος. ΚΙΘΆΡΑ, παρὰ τὸ κινεῖν εἰς ἔρωτα, ἢ παρὰ τὸ κινεῖν τοὺς θαιρούς. ΤΎΜΠΑΝΟΝ, παρὰ τὸ τύπτω, τύπανον καὶ τύμπανον. ΧΟΡῸΣ παρὰ τὸ χαίρω, χαρὸς καὶ χορὸς, ἢ παρὰ χεὶρ | |
20 | χερός. ΧΟΡΔΑΙ͂Σ, παρὰ τὸ χέειν καὶ ῥεῖν τὴν ἐδωδήν· ἢ παρὰ τὸ χορηγούμενα δεῖν, ὅ ἐστι μένειν (δεσμεύειν). ΚΥΜΒΆΛΟΙΣ, παρὰ τὸ κύπελον, κύμπαλον καὶ κύμβαλον, συγγένειαν γὰρ ἔχει τὸ Π πρὸς τὸ Β· ἢ παρὰ τὸ πεποιημένην | |
25 | φωνὴν βάλλειν· κύμβαλον γὰρ ἐκ πεποιημένης εἴληπται· αἱ πεποιημέναι φωναὶ αὗται, κῦμα, κάρα, καίρε, κρίκε καὶ τὸ τρίχθα. Τέλος. | |
29t | ἘΠΙΜΕΡΙΣΜΟῚ ΤΩ͂Ν ὨΙΔΩ͂Ν. ὨΔῊ ΠΡΏΤΗ. [ἘΞΌΔ. ΙΕʹ.] | |
30 | ΒΟΗΘῸΣ, τὸ Ο μικρὸν, θέλεις ἀπὸ τοῦ βαίνω, βοή· βαίνει γὰρ βοῶντας· θέλει πᾶσα λέξις ἀπὸ τῆς Β συλλαβῆς ἀρχο‐ | |
μένη διὰ τοῦ Ο μικροῦ γράφεσθαι, πλὴν τοῦ Βωτιάνειρα. | 187 | |
189 | ΒΩ͂ΡΟΣ, ὄνομα κύριον· ὁ τῶν Περσῶν βασιλέως. ΚΕΠΑΣΤῊΣ, ἐκ τοῦ σκεπάζω, τοῦτο παρὰ τοῦ σκέπτω, τοῦτο παρὰ τὸ σκιὰ καὶ τὸ ἔπος. ἈΝΑΒΆΤΗΣ, παρὰ τὸ βίβημι, βήσω, βέβηκα, βέβημαι | |
5 | βέβησαι, βάτης καὶ ἀναβάτης. ἍΡΜΑΤΑ παρὰ τὸ αἴρω, τὸ ἐπαίρω. ΣΚΎΛΑ, παρὰ τὸ συλάω τὸ ἀποδύω, σύλον καὶ σκύλον, λέγεται τὰ ἐκ τοῦ πολέμου λάφυρα. ΜΌΛΙΒΔΟΣ, παρὰ τὸ μολεῖν εἰς βάθος, μετὰ τούτου γὰρ | |
10 | βολίζειν τὸ πέλαγος λέγεται. ὨΔΙ͂ΝΕΣ, παρὰ τὸ ὠθίζω ὠθίσω, ὠθὶς καὶ ὠδίς· δι’ αὐτῆς γὰρ ὠθεῖται τὸ βρέφος. ΦΙΛΙΣΤΙΕῚΜ, τοπικόν. ἘΔῺΝ. | |
15 | ΜΩΑΒΙ͂ΤΑΙ, κύριον. | |
16t | ὨΔῊ ΔΕΥΤΈΡΑ. [ΔΕΥΤ. ΛΒʹ.] | |
17 | ΜΩΥΣΈΟΣ κλίσεις γʹ ἐπιδέχεται, Μωσῆς Μωσοῦ, Μωϋσῆς Μωϋσέος, καὶ Μωϋσεὺς Μωϋσέως. ΠΡΟΣΔΟΚΆΣΘΩ, προσδοκῶ συζυγίας δευτέρας τῶν περι‐ | |
20 | σπωμένων. ὌΜΒΡΟΣ, ὁμόρους τις ὤν. ἩΜΆΡΤΟΣΑΝ, ἥμαρτον τὸ τρίτον τῶν πληθυντικῶν, καὶ οἱ Βοιωτοὶ, ὡς ἤδη εἴρηται, ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς Σ ὀξύτονον. | |
25 | ΣΚΟΛΙᾺ, παρὰ τὸ σκολιός· τοῦτο παρὰ τὸ σκάζω, τὸ χωλαίνω, ὁ ἐπὶ τὴν συνείδησιν χωλεύων· ἢ παρὰ τὸ σκαιόν· ἢ παρὰ τὸ σκόλοπος. Η᾿ΥΤΆΡΚΗΣΕΝ, ἐκ τοῦ αὐταρκῶ. ΔΙΕῚΣ ΤᾺΣ ΠΤΈΡΥΓΑΣ, τρία μέρη λόγου εἰσί. Διεὶς, μετοχὴ, | |
30 | τὰς, ἄρθρον, πτέρυγας, ὄνομα. Δίημι τὸ ἐξαπλῶ, ὁ παρα‐ τατικὸς, δίην, ἡ μετοχὴ, διείς. ΣΤΑΦΥΛῊ παρὰ τὸ στάζειν τὸν πηλὸν, ἢ τὸν οἶνον. Ο᾿ΥΚ ἬΙΔΕΙΣΑΝ, εἴδω, ὁ μέλλων εἴσω, ὁ μέσος οἶδα, ὁ | |
ὑπερσυντελικὸς ᾔδειν, διαλύσει τοῦ πρώτου διφθόγγου, ἐΐδειν, | 188 | |
190 | καὶ τροπῇ τοῦ Ε εἰς Η ᾔδειν, τὸ τρίτον τῶν πληθυντικῶν, ᾔδεισαν. ΚΑΙΝΟῚ οἱ νεωστὶ γεγενημένοι θεοί. ΠΡΌΣΦΑΤΟΙ, παρὰ τὸ σφάζω, ἢ ἐκ τῆς πρὸς προθέσεως, | |
5 | καὶ τοῦ φωτὸς τὸ ἀνῃρημένον, ἢ παρὰ τὸ φένω τὸ φονεύω, ἢ παρὰ τὸ φαίνω, τὸ δεικνύω, ὁ πρὸ μικροῦ δειχθεὶς καὶ φανείς. ἘΖΉΛΩΣΑ. Διαφέρει ζῆλος καὶ φθόνος. Ζῆλος μὲν λέγεται ἡ δι’ ἐπιθυμίας γινομένη μίμησις, φθόνος δὲ βασκανία τις | |
10 | τοῖς ἄλλοις μὲν οὖσα ἀγαθοῖς. Ἡμῖν οὐ (ἀγαθὴ, ἡμῖν δὲ οὐ.) Διαφέρει ζηλῶσαι καὶ ἐρίσαι. Ζηλῶσαι μέν ἐστι σὺν ἐπιθυμίᾳ μιμεῖσθαι, ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονεικεῖν ἐπί τινι πράγματι. ὈΠΙΣΘΌΤΟΝΟΣ, παρὰ τὸ ὄπισθεν τείνειν. | |
15 | ΣΥΝΕΠΙΘΩΝΤΑΙ, ἐκ τοῦ συνεπιτίθημι. ΣΠΟΝΔῊ παρὰ τὸ σπένδω, τὸ διὰ θυσιῶν φιλοῦμαι καὶ καταλλάσσομαι θεῷ καὶ ἀνθρώποις. ἈΝΘΈΞΕΤΑΙ, ἀντιλάβεται, ἐκ τοῦ ἀντέχω. ἘΚΚΑΘΑΡΙΕΙ͂, καθαρίζω καθαρίσω, καὶ ὁ Ἀττικὸς καθαριῶ, | |
20 | τοῦτο ἐκ τοῦ καθαρὸς, τοῦτο ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ θαρρῶ, ὁ γὰρ καθαρὸς θαρρεῖ. | |
22t | [ΒΑΣ. Αʹ. Βʹ.] | |
23 | ΠΛΉΡΕΙΣ ἌΡΤΩΝ ἨΛΛΑΤΤΩΘΕΝτ (sic), οἱ πλήρεες, οἱ πλήρεις. ΠΑΡΗ͂ΚΑΝ ἀντὶ τοῦ ἐπληρώθησαν. | |
25 | Τί διαφέρει θανατοῦν καὶ θανατᾶν; θανατοῦν μέν ἐστι, τὸ ἄλλον φονεύειν, θανατᾶν δὲ τὸ ἐφείδεσθαι (ἐφίεσθαι) θανεῖν αὐτὸν ἐκεῖνον. ΣΥΝΙΕΙ͂Ν, συνιῶ, συνιεῖς. | |
29t | [ἈΜΒΑΚ. Γʹ.] | |
30 | ἈΡΕΤῊ, ἡ ἐν παντὶ πράγματι ὑπεροχὴ, παρὰ τὸ αἱρῶ τὸ προαιροῦμαι. | |
ἘΠΙΒΙΒΩ͂, δευτέρας συζυγίας. | 189 | |
191(1t) | [ἨΣ. Κϛʹ.] | |
2 | ὈΡΘΡΊΖΕΙΝ, παρὰ τὸ ὄρθρος, ἢ παρὰ τὸ ὀρθοὺς ποιεῖν. ἜΔΕΤΑΙ, παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ἔδομαι, ἔδῃ, ἔδεται. Ο᾿Υ ΜῊ ἈΝΑΣΤΉΣΩΣΙΝ, ἡ οὐ ἄρνησις μετὰ τῆς μὴ εὑρισκο‐ | |
5 | μένη ὑποτακτικῶς, ὡς τὸ, “οὐ μή μου νίψῃς τοὺς πόδας,” καὶ, “οὐ μὴ ἀναστήσωσιν.” | |
7t | [ἸΩΝ. Βʹ.] | |
8 | ἈΠΩ͂ΣΜΑΙ, ἐκ τοῦ ὤθω, ὤσω, ὦκα, ὦσμαι καὶ ἀπῶσμαι. ΠΕΡΙΕΧΎΘΗ, παρὰ τὸ χεύω χεύσω, ὁ πρῶτος ἀόριστος | |
10 | ἐχύθην ἐχύθης ἐχύθη. Ἐξῆλθεν οὖν τὸ Ν διὰ τὴν κακοφω‐ νίαν· ἔστι δὲ ὁ πρῶτος ἀόριστος ἐνεργητικὸς ἔχευα, καὶ ἔχεα, ὅθεν τὸ ἐπιχέεσθαι. ΣΧΙΣΜᾺΣ παρὰ τὸ σχισμὴ, τοῦτο παρὰ τὸ σχίζω. ἜΛΕΟΝ Α᾿ΥΤΩ͂Ι. Ὁ ἔλεος ἀρσενικόν. | |
15t | [ΤΩ͂Ν ΤΡ. Π.] | |
16 | ἜΧΘΙΣΤΟΣ, παρὰ τὸ ἔχθος. ὉΛΟΚΑΎΤΩΣΙΣ, παρὰ τὸ ὅλον καίεσθαι τὸ ἱερεῖον. ΝΆΦΘΑ, παρὰ τὸ ἀνάπτω ἀνάψω, ἀνῆφα, ἀνῆμμαι, ἀνῆφθαι, νάπτα καὶ νάφθα· παρασκευαστικὸν γὰρ πρὸς τὸ ἐξάψαι. | |
20 | ΣΤΥΠΠΕΙ͂ΟΝ, παρὰ τὸ τύπος, στυπεῖον καὶ στυππεῖον, λέγεται δὲ καὶ στύπυον. ἨΝΏΧΛΗΣΕ, δοτικῇ συντάσσεται, αὐξάνει δὲ ἔσωθεν καὶ ἔξωθεν· τὸ δὲ ἐνοχλῶ παρὰ τὸ ὀχλῶ, τοῦτο παρὰ τὸ ὄχλος, τοῦτο παρὰ τὸ ἄχλυς ἄχλος, καὶ τροπῇ τοῦ Α εἰς Ο, ὄχλος. | |
25 | ΠΆΧΝΑΙ παρὰ τὸ πήσσω, τὸ πηγνύω· τὰ δὲ ἔχοντα ἀνα‐ φαινόμενον τὸ Α ἐν τῷ δευτέρῳ ἀορίστῳ ἔπαγον διὰ τοῦ Η γράφεται. ΔΉΚΩ, ἔδακον, φήγω, ἔφαγον. ΝΕΦΈΛΗ, παρὰ τὸ νείφω καὶ τὸ ἐλῶ τὸ ἐλαύνω. | |
30 | ΚΟΊΤΗ παρὰ τὸ κοιμῶμαι. | |
ΠΗΓῊ παρὰ τὸ πηδῶ. | 190 | |
192(1t) | [ΛΟΥΚ. Αʹ.] | |
2 | ΜΕΓΑΛΎΝΕΙ, παρὰ τὸ μεγαλύνω, τοῦτο παρὰ τὸ μεγάλος, τοῦτο παρὰ τὸ μέγας, τοῦτο παρὰ τὸ μὴ εἰς γῆν εἶναι, ὡς πρὸς σύγκρισιν τῶν μικρῶν, τῶν οὐ πολὺ ἀφεστώτων. | |
5 | ἘΠΈΒΛΕΨΕΝ, ἀπὸ τοῦ ἐπιβλέπω, τοῦτο παρὰ τὸ βάλλειν τοὺς ὦπας. ὍΡΚΟΣ, παρὰ τὸ ἕρκος, καὶ τειχίον εἶναι τῷ ὀμνύοντι πρὸς τὸ μὴ παραβαίνειν τὰς συνθήκας. ΛΑΤΡΕΎΕΙΝ, παρὰ τὸ λατρεύω, τοῦτο παρὰ τὸ λάτρις, | |
10 | τοῦτο παρὰ τὸ λάτρον, ὃ σημαίνει τὴν ἐν τῷ μισθῷ δου‐ λείαν, τοῦτο παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ ΤΡΩ τὸ καρτερῶ. ΕἸΡΉΝΗΣ, παρὰ τὸ εἴρω, τὸ λέγω, ἡ πανταχοῦ λαλουμένη, ἢ παρὰ τὸ εἴρω τὸ συμπλέκω. Τέλος σὺν Θεῷ. | |
15 | Ἴδια εἰσίν, Ἔχω εἶχον, ἔπω εἶπον, τὸ λέγω καὶ τὸ ἀκολουθῶ, ἔθω εἶθον, τὸ ἐξ ἔθους τι διαπράττομαι, ὁ μέσος παρακείμενος εἶθα, καὶ πλεονασμῷ τοῦ Ω εἴωθα, ὁ ὑπερσυντε‐ λικὸς εἰώθειν, ἕλκω εἷλκον, τὸ σύρω καὶ τὸ ἀκολουθῶ, ἕλκω ἧλκουνων (sic), τὸ ἐπὶ τοῦ ἕλκους διὰ τοῦ Η, ἕλω εἷλον, τὸ λαμ‐ | |
20 | βάνω καὶ τὸ φονεύω, ἕρπω εἷρπον, τὸ βαδίζω, ἐρῶ εἶρον, τὸ λέγω, ἐξ οὗ καὶ τὸ εἴρηκα, ἕω εἴω τὸ ἐνδύομαι, καὶ τὸ καθέ‐ ζομαι, ἐῶ, εἴων, τὸ συγχωρῶ. Ταῦτα δισύλλαβα· τὰ δὲ ὑπὲρ δύο συλλαβὰς, ἐργάζομαι εἰργαζόμην, ἐθίζω εἴθιζον, ἑστιῶ εἱστίων, ὃ σημαίνει τὸ ἠριστοποίουν, ἐρύω εἴρυον, καὶ ἑλκύω | |
25 | εἵλκυον, ἑρπύζω εἵρπυζον. | 191 |