TLG 4093 007 :: Georgius CHOEROBOSCUS :: Scholia in Hephaestionem Georgius CHOEROBOSCUS Gramm., Diaconus Scholia in Hephaestionem Citation: Page — (line) | ||
177(1t) | COMMENTARIVS GEORGII CHOEROBOSCI. | |
2t | Σχόλια σὺν θεῷ τῶν μέτρων ἀπὸ φωνῆς Γεωρ‐ | |
---|---|---|
3t | γίου Χοιροβοσκοῦ γραμματικοῦ τοῦ Βυζαντίου | |
4t | τῆς οἰκουμενικῆς διδασκαλίας. | |
5 | 1. Ἰστέον ὅτι σκοπὸν ἔχει ὁ μετρικὸς περὶ μέτρων διαλαβεῖν. τοῦ δὲ μέτρου εὑρετὴς μέν ἐστιν ὁ Ἀπόλ‐ λων ἤγουν ἡ Πυθία ἤ, ὥς τινές φασι, Φημονόη ἡ ἱέρεια τῆς Πυθίας. εὑρέθησαν οὖν πρῶτον τὰ μέτρα ἐν τῇ Πυθίᾳ, ὅτι αἱ μαντεῖαι καὶ οἱ χρησμοὶ ἐμμέ‐ | |
10 | τρως ἐδίδοντο, εἶτα λοιπὸν ἐκ τῆς Πυθίας ἔγνωσαν οἱ ποιηταί. Πατὴρ δὲ καὶ γένεσις τῶν μέτρων ἐστὶν ὁ ῥυθμός· διήκει γὰρ καθολικώτερος ὢν οὐ μόνον ἐν τοῖς μέτροις, ἀλλὰ καὶ ἐν ἄλλοις τισίν· ἔστι γὰρ ὁ ῥυθμὸς ἐκτελού‐ | |
15 | μενος καὶ ἀπὸ τῶν ἐν χαλκείοις σφυρῶν καὶ ἀπὸ ἵπ‐ που ποδῶν καὶ κρότου χειρῶν καὶ λύρας καὶ ἑτέρων | |
τινῶν. | 177 | |
178 | Καὶ κριτικὴ μέτρων ἐστὶν ἡ ἀκοή· ὅθεν καί τινες ὁριζόμενοι τί ἐστι μέτρον, φασὶ τὸ ἐκ ποδῶν ἢ βά‐ σεων συγκείμενον, αἰσθήσει τῇ δι’ ἀκοῆς κρινόμενον. ποδῶν δὲ καὶ βάσεων ἐκ παραλλήλου τὸ αὐτὸ νοητέον. | |
5 | εἰ οὖν ἡ ἀκοὴ διακριτική ἐστι μέτρων, ἴδιον δ’ αἰσθη‐ τὸν τῆς ἀκοῆς ἐστὶν ἡ φωνή, δηλονότι ἡ φωνὴ ἐπι‐ κοσμεῖ τὰ μέτρα. ὡς γὰρ τὸν ἦχον τῆς εὐρυθμίας ἐκτείνουσά τε καὶ συστέλλουσα ἡ φωνὴ τὰς συλλαβὰς σχηματίζει καὶ ἐπικοσμεῖ, οὕτως ἡ ἀκοὴ ἐπιδεξαμένη | |
10 | κρίνει αὐτὴν τὴν φωνὴν καὶ τὸν ῥυθμὸν τῶν μέτρων. ὅθεν πολλάκις ἐν πεζῇ φράσει εὑρίσκονται μέτρα καὶ διὰ τὸν ῥυθμὸν τῆς πεζῆς φράσεως λανθάνουσι (καὶ ἔμπαλιν ἐν μέτροις εὑρίσκεται πεζὴ φράσις καὶ οὐ νοεῖται εὐχερῶς), εἰ μὴ ἄρα ἡ ἀκοὴ καλῶς ἐπικρίνουσα | |
15 | εὔδηλον καὶ φανερὸν ποιήσει. ὅθεν καὶ παρὰ Δημο‐ σθένει ἔστιν εὑρεῖν μέτρα· ἰάμβους μὲν συνεχῶς οἷον (Ol. I 5) δῆλον γάρ ἐστι τοῖς Ὀλυνθίοις ὅτι· ἀλλὰ καὶ ἡρωϊκὸν στίχον οἷον (de cor. 143) | |
20 | τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον δι’ ὃν εἰς Ἐλάτειαν· ἀλλὰ καὶ ἰωνικὸν ἀπὸ μείζονος παρὰ τῷ αὐτῷ (Ol. III 4) πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρ’ ὑμῖν· ὅμοιον [δὲ] τῷ (Sapph. 76 = Heph. 36, 17) | |
[ἀσσαροτέρα] Μνασιδίκα τὰς ἁπαλὰς Γυρίννως. | 178 | |
179 | Διαφέρει οὖν ὁ ῥυθμὸς τοῦ μέτρου, ὅτι ὁ μὲν ῥυθμὸς ἐν πολλοῖς ἐστὶν καὶ ἐν λέξεσι, τὸ δὲ μέτρον ἐν μόνοις τοῖς χρόνοις. τοῦτο δὲ δηλοῖ καὶ Ἀριστο‐ φάνης, εἰ καὶ δοκεῖ παίζειν εἰσάγων τὸν Σωκράτην, | |
5 | ὅτι διαφέρει· λέγει γὰρ οὕτως (Nub. 638) πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν· ὥστε δῆλον ὅτι ἄλλο μέτρον καὶ ἄλλο ῥυθμός. Λέγεται δὲ τὸ μέτρον πολλαχῶς. ἔστι γὰρ μέτρον τὸ μετροῦν καὶ 〈τὸ〉 μετρούμενον, καθάπερ καὶ μέδι‐ | |
10 | μνος καὶ χοῖνιξ καὶ πῆχυς. λέγεται μέτρον καὶ ἡ συμ‐ μετρία, ὡς δηλοῖ τὸ λεγόμενον ‘πᾶν μέτρον ἄριστον‘. λέγεται δὲ μέτρον καὶ ὁ ποὺς ὁ ἁπλοῦς, ὅθεν καὶ τὸν στίχον ἑξάμετρόν φαμεν, οἱονεὶ ἓξ πόδας ἕχοντα. λέ‐ γεται μέτρον καὶ ἡ διποδία, ὅθεν καὶ τοὺς ἰάμβους | |
15 | τριμέτρους εἰώθαμεν καλεῖν κατὰ διποδίαν αὐτοὺς ἀριθμοῦντες. λέγεται μέτρον καὶ τὸ σύστημα τῶν ποδῶν, οἷον στίχος ἢ ἴαμβος, ὅθεν λέγομεν τήνδε τὴν ῥαψῳδίαν πεντακόσια τυχὸν ἔχειν μέτρα, οἱονεὶ στί‐ χους πεντακοσίους. λέγεται πάλιν μέτρον καθολικῶς | |
20 | πᾶσα ἔμμετρος φράσις πρὸς ἀντιδιαστολὴν τῆς πεζῆς λέξεως, οἱονεὶ τὸ ποίημα. λέγεται καὶ ἰδικῶς ἕκαστον μέτρον, τὸ δακτυλικὸν ἢ ἰωνικὸν ἤ τι τῶν τοιούτων. λέγεται μέτρον καὶ ὁ χρόνος· ὅθεν δάκτυλος τετρά‐ | |
μετρός ἐστιν, οἱονεὶ τετράχρονος, καὶ ὁ ἡρωϊκὸς στίχος | 179 | |
180 | λέγεται κδʹ ἔχειν μέτρα, οἱονεὶ χρόνους, ὡς δηλοῖ ὁ Ὀρφεὺς ἢ ἡ Πυθία λέγουσα περὶ τοῦ ἔπους οὕτως ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων. (Ἰστέον δὲ ὅτι ἄλλως λαμβάνουσι τοὺς χρόνους οἱ | |
5 | μετρικοί, ἤγουν οἱ γραμματικοί, καὶ ἄλλως οἱ ῥυθμι‐ κοί. οἱ γραμματικοὶ ἐκεῖνον μακρὸν χρόνον ἐπίσταν‐ ται τὸν ἔχοντα δύο χρόνους, καὶ οὐ κατάγονται εἰς μεῖζόν τι· οἱ δὲ ῥυθμικοὶ λέγουσι τόδε εἶναι μακρό‐ τερον τοῦδε, φάσκοντες τὴν μὲν τῶν συλλαβῶν εἶναι | |
10 | δύο ἡμίσεος χρόνων, τὴν δὲ τριῶν, τὴν δὲ πλειόνων· οἷον τὴν ως οἱ γραμματικοὶ λέγουσι δύο χρόνων εἶναι, οἱ δὲ ῥυθμικοὶ δύο ἡμίσεος, δύο μὲν τοῦ ω μακροῦ, ἡμιχρονίου δὲ τοῦ ς· πᾶν γὰρ σύμφωνον λέγεται ἔχειν ἡμιχρόνιον.) —Σκοπὸν οὖν ἔχων ἐστίν, ὡς προείπο‐ | |
15 | μεν, ὁ τεχνικὸς περὶ μέτρων διαλαβεῖν.— 2. Χρήσιμον δέ ἐστι τὸ παρὸν σύγγραμμα οὐ πᾶσιν, ἀλλὰ τοῖς ἔμμετρα ποιήσουσι βιβλία, οὐ γὰρ ῥήτορσιν ἢ ἁπλῶς τοῖς τῇ πεζῇ φράσει κεχρημένοις. 3. Γνήσιον δέ ἐστι τὸ παρὸν σύγγραμμα Ἡφαι‐ | |
20 | στίωνος πρῶτον μὲν ἐκ τῆς κοινῆς μαρτυρίας τῶν ὑπομνήματα ποιησάντων εἰς αὐτό, εἶτα δὲ καὶ ἐκ τοῦ μεμνῆσθαι αὐτὸν τούτου καὶ ἐν τοῖς ἑτέροις αὐτοῦ ποιήμασι· ποιεῖ γὰρ βιβλίον περὶ ποιήματος, ὅπερ καὶ | |
ἀεὶ συνευρίσκεται τούτῳ τῷ περὶ μέτρων βιβλίῳ. | 180 | |
181 | 4. Ἐπιγέγραπται δὲ τὸ παρὸν σύγγραμμα ἐγχει‐ ρίδιον, ἢ ὅτι, ὥσπερ τὸ ἐγχειρίδιον ξίφος ὀξὺ καὶ τμητικόν ἐστιν, οὕτως καὶ τοῦτό ἐστιν ὀξῦνον καὶ τέμνον τὴν διδασκαλίαν· ἤ, ὅπερ ἄμεινον, παρὰ τὸ | |
5 | μικρὸν εἶναι πάνυ (ἐπιτομὴν γὰρ ποιεῖται τῶν ἐν πλάτει αὐτῷ εἰρημένων) καί, ὥς φησιν ἡ συνήθεια, παρὰ τὸ ἐν χερσὶν ἔχειν· οὕτω γὰρ καὶ ὁ Ἡλιόδωρος, ποιήσας καὶ αὐτὸς ἐγχειρίδιον περὶ μέτρων, φησὶν ἀρχόμενος τοῖς βουλομένοις ἐν χερσὶν ἔχειν τὰ | |
10 | κεφαλαιωδέστατα τῆς μετρικῆς θεωρίας καὶ τὰ ἐξῆς. —Ἰστέον δ’ ὅτι [οὗτος ὁ Ἡλιόδωρος] πρῶτον ἐποίησε περὶ μέτρων μηʹ βιβλία, εἶθ’ ὕστερον ἐπέτεμεν αὐτὰ εἰς ἕνδεκα, εἶτα πάλιν εἰς τρία, εἶτα πλέον εἰς ἕν, τοῦτο τὸ ἐγχειρίδιον. παρὰ τὸ μικρὸν οὖν αὐτὸ | |
15 | εἶναι καὶ ἐν ταῖς χερσὶν εὐχερῶς φέρεσθαι ἐπιγέγρα‐ πται ἐγχειρίδιον. 5. Διαιρεῖται δὲ εἰς δύο· καὶ ἐν μὲν τῷ πρώτῳ διαλαμβάνει περὶ συλλαβῶν, ὅτι πᾶσα συλλαβὴ ἢ βραχεῖά ἐστιν ἢ μακρὰ ἢ κοινή, καὶ περὶ συνεκφω‐ | |
20 | νήσεως, ἥτις λέγεται καὶ συνίζησις· εἶτα καὶ περὶ ποδῶν καὶ περὶ διαφόρων μέτρων ὅτι ἐστιν ἰαμβι‐ κὸν τροχαϊκὸν δακτυλικὸν ἰωνικὸν καί τινα τοιαῦτα. ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν ἀντιπαθούντων, ὅτι οὗτος ὁ ποὺς τῷδ’ ἀντιπαθεῖ, οἷον ὁ τροχαῖος τῷ ἰάμβῳ | |
25 | ἀντίκειται καὶ ὁ σπονδεῖος τῷ πυρριχίῳ, ὁ δάκτυλος τῷ ἀναπαίστῳ καί τινα τοιαῦτα· εἶτα καὶ περὶ ἀσυν‐ | |
αρτήτων, ὅτι ἀσύστατον καὶ ἀσυνάρτητόν ἐστι τόδε | 181 | |
182 | παρὰ τόδε εἰρημένον, καὶ δῆλον ὅτι παραφέρει ἑκάστου τὰ παραδείγματα ἐξετάζων· εἶτα ζητεῖ καὶ περὶ πολυ‐ σχηματίστων καὶ οὕτω πληροῖ. 6. Ὤφειλε δὲ προτάττεσθαι τὸ παρὸν σύγγραμμα, | |
5 | ὥς τινές φασι, πρὸ παντὸς ἐμμέτρου συγγράμματος καὶ πρὸ τῆς Ἰλιάδος· πρῶτον μὲν γὰρ ἔδει ἡμᾶς γνῶ‐ ναι, τί ἐστι μέτρον καὶ ποῖον καὶ πόθεν λαμβάνεται, καὶ οὕτως αὐτὰ τὰ μέτρα γνῶναι εἰ καλῶς ἢ κακῶς ἔχουσιν. ἀλλὰ λέγομεν ὅτι ὕλη τοῦ παρόντος συγ‐ | |
10 | γράμματός εἰσι τὰ τῶν ποιητῶν ἔμμετρα ποιήματα· αὐτὰ γὰρ κανονίζει ὁ Ἡφαιστίων καὶ αὐτῶν τὰς χρή‐ σεις παραφέρει, λέγων ὅτι τοιῷδε μέτρῳ ἐχρήσατο ὅδε ὁ ποιητής. πῶς δὲ τῆς ὕλης αὐτῆς ἀγνοουμένης εἴχο‐ μεν τὴν μέθοδον γνῶναι; οἷον πῶς ξύλων μὴ ὄντων | |
15 | ἠδύνατό τις τεκτονεύειν μαθεῖν; —Εὐλόγως οὖν πρό‐ τερον λέγομεν τὰς λέξεις—ἤγουν τὰ ποιήματα τὰ ἐπι‐ δεχόμενα μέτρον—καὶ τὴν κίνησιν αὐτῶν τὴν διὰ τῶν ὀκτὼ μερῶν τοῦ λόγου, τὴν σύνταξιν αὐτῶν καὶ τὴν στιγμήν, καὶ ὕστερον τοῦτο τὸ παρὸν σύγγραμμα περὶ | |
20 | τοῦ μέτρου αὐτῶν διαλαμβάνον. 7. Ἀνάγεται δὲ πάλιν καὶ τοῦτο ὡς καὶ πᾶσα τεχνικὴ ζήτησις ὑπὸ 〈τὸ〉 τεχνικὸν ὄργανον τῆς γραμ‐ | |
ματικῆς· οὐ γάρ, ὥς τινες ἠθέλησαν λέγειν, ὑπὸ τὸ | 182 | |
183 | μετρικόν, ἐπειδὴ περὶ μέτρων διαλαμβάνει. οὐ γάρ ἐστιν ἔμμετρον αὐτὸ τὸ ποίημα, ἵνα εἴπωμεν αὐτὸ ὑπὸ τὸ μετρικόν, ὡς τὸ φερόμενον δι’ ἰάμβων Φιλήμονος τοῦ Ἀττικιστοῦ περὶ Ἀττικῆς ἀντιλογίας τῆς ἐν ταῖς | |
5 | λέξεσιν. —⸤Ἐν οἷς τὰ ἑπτὰ κεφάλαια εἴρηται⸥. Ἰστέον ὅτι μέτρον εἴρηται παρὰ τὸ μείρω (τὸ με‐ ρίζω), ὡς παρὰ τὸ σείω σεῖστρον καὶ 〈παρὰ τὸ〉 δέρω δέρτρον, 〈τουτέστι〉 τὸ δέρμα, ὡς καὶ ἡ χρῆσις (λ 579) δέρτρον ἔσω δύνοντες. | |
10 | Ἰστέον δὲ ὅτι παρὰ τοῖς μετρικοῖς ἡ ὀξυτονουμένη συλλαβὴ μείζων ἐστὶ τῆς βαρυνομένης, οἷον ἡ λος συλλαβὴ ἡ ἐν τῷ καλὸς μείζων ἐστὶ τῆς ἐν τῷ φίλος· γίνεται γὰρ βραδυτής τις τοῦ χρόνου, ὡς καὶ ἐν τῇ δασείᾳ λέγεται, διὰ τῆς ὀξείας. [ἡ δὲ περισπωμένη | |
15 | μέση ἐστὶ τῶν δύο, τῆς μὲν μακρᾶς βραχυτέρα, τῆς δὲ βραχείας μακροτέρα.] πάλιν ἡ ὀξυτονουμένη συλλαβή, ἐπιφερομένου ἐγκλιτικοῦ καὶ προαναπέμποντος ἐν αὐτῇ τῇ συλλαβῇ τὸν τόνον, μείζων ἐστὶ τῆς ἁπλῶς ὀξυτο‐ νουμένης μὴ ἐπιφερομένου ἐγκλιτικοῦ, οἷον | |
20 | Ζεύς τε (Ι 457) | |
καί τε χαλιφρονέοντα (ψ 13). | 183 | |
184(1t) | Cap. I. | |
2t | Περὶ βραχείας συλλαβῆς. | |
3 | Βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον, μὴ ἐπὶ τέλους λέξεως οὕτως ὡς μὴ εἶναι | |
5 | μεταξὺ τούτου τοῦ φωνήεντος καὶ τοῦ ἐν τῇ ἑξῆς συλ‐ λαβῇ [φωνήεντος μὴ ὑπάρχειν] σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλ’ ἤτοι ἓν ἢ μηδὲ ἕν. —U Βραχεῖα συλλαβή ἐστιν ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον, μὴ ἐπὶ τέλους λέξεως, ὡς μεταξὺ αὐτῆς | |
10 | καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ φωνήεντος μὴ ὑπάρχειν πλείονα σύμφωνα ἑνὸς ἁπλοῦ, ἀλλ’ ἤτοι ἓν ἢ μηδὲ ἕν. —K Ἰστέον ὅτι, ὡς προείρηται, ἐγχειρίδιον γράφων καὶ ὡς ἐν εἰσαγωγῆς τρόπῳ, οὐκ ἤρξατο πρῶτον ἀπὸ στοι‐ | |
15 | χείων, ὥς τινές φασιν, ἢ λέγειν τοῦ μέτρου ὅρον, ἢ ἀπὸ τοῦ γένους τῆς συλλαβῆς, οἱονεὶ τῆς καθόλου συλλαβῆς (καθόλου γὰρ συλλαβή ἐστιν, ὥς φησιν ὁ Διονύσιος ἐν τῇ τέχνῃ, κυρίως σύλληψις συμφώ‐ νων μετὰ φωνήεντος ἢ φωνηέντων, οἷον Κάρ, | |
20 | βοῦς), ἀλλ’ ἀπὸ τῆς ἐν εἴδει συλλαβῆς, οἱονεὶ μακρᾶς καὶ βραχείας καὶ κοινῆς. ὕλη γὰρ τῶν μέτρων ἐστὶν ἡ συλλαβή, καὶ ἄνευ ταύτης οὐκ ἂν συσταίη μέτρον. — καὶ αὐτὸς μὲν λέγει, ὡς καὶ πάντες συμφωνοῦσι, τῆς | |
συλλαβῆς εἶναι τρία εἴδη τῆς καθόλου, λέγω δὴ μα‐ | 184 | |
185 | κρὰν καὶ βραχεῖαν καὶ τὴν λεγομένην κοινήν. ἀλλὰ τούτων [ἤγουν μιᾶς ἑκάστης] λέγει τινὰς διαφοράς, πότε καὶ πῶς καὶ κατὰ πόσους τρόπους γίνεται βρα‐ χεῖα ἢ μακρὰ ἢ κοινὴ συλλαβή. ὁ δ’ Ὦρος ἄμεινον | |
5 | εἰς πέντε πᾶσαν συλλαβὴν παραλαμβάνων φησὶ πέντε μόνα εἴδη εἶναι συλλαβῶν, δύο μὲν τῆς βραχείας, δύο δὲ τῆς μακρᾶς, καὶ ἓν τῆς κοινῆς. ἡ γὰρ βραχεῖα συλλαβή, φησίν, ἢ φύσει ἐστὶ βραχεῖα ἢ θέσει· φύσει μέν, ὅταν ἔχῃ ἓν τῶν φύσει βραχέων, θέσει δέ, ὅταν | |
10 | ἔχῃ ἓν τῶν διχρόνων. καὶ ἡ μακρὰ ὡσαύτως, φύσει μέν, ὅταν ἔχῃ ἓν τῶν φύσει μακρῶν, φωνηέντων τέ φημι καὶ διφθόγγων, θέσει δέ, ὅταν ἔχῃ δίχρονον ἢ βραχὺ φωνῆεν διὰ 〈δύο〉 συμφώνων ἢ ἑνὸς διπλοῦ ἐκτεινόμενον. ἕν τε εἶδος τῆς κοινῆς εἶναι τὸ | |
15 | δύνασθαι βραχεῖαν οὖσαν εἰς μακρὰν παραλαμβάνε‐ σθαι, ἢ ἔμπαλιν τὸ δύνασθαι μακρὰν οὖσαν εἰς βρα‐ χεῖαν. Διαλαμβάνει οὖν ὁ τεχνικὸς πρῶτον περὶ τῆς βρα‐ χείας συλλαβῆς, καὶ ὁρισμὸν αὐτῆς ἀποδίδωσιν εὖ | |
20 | ἔχοντα καὶ ἀντιστρέφοντα πρὸς τὸ ὁριστόν, ὅπερ ὑγεία ἐστὶν ὅρου· σαφὴς δέ ἐστιν ὁ ὁρισμὸς καὶ ἐξηγήσεως οὐ δεόμενος. —Καλῶς δὲ εἶπε βραχεῖα ἐστί, καὶ οὐ | |
βραχεῖα γίνεται, ὡς ἐν τῇ κοινῇ συλλαβῇ δείξομεν | 185 | |
186 | ἐντελέστερον. —καλῶς δὲ προσέθηκεν τὸ μὴ ἐπὶ τέ‐ λους λέξεως διὰ τὴν λεγομένην κοινήν· ἐὰν γὰρ εἰς μέρος ἀπαρτίζῃ λόγου, τῷ τῆς κοινῆς ὑποπίπτει λόγῳ, οἷον ἡ τα συλλαβὴ βραχεῖά ἐστι, καὶ ὅμως ἐν τόπῳ | |
5 | κεῖται μακρᾶς παρὰ τῷ ποιητῇ, ἔνθα φησὶ (Φ 352) τὰ περὶ καλὰ ῥέεθρα· ὁμοίως καὶ ἡ προς ἐν τῷ (Ι 147) πρὸς οἶκον Πηλῆος· σπονδεῖον γὰρ λέγομεν τὸν πόδα πρὸς οἶ. —καλῶς δὲ | |
10 | πάλιν προσέθηκεν μὴ ὑπάρχειν σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ διὰ τὴν θέσει μακράν· εἰ γὰρ συμβαίη βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπενεχθῆναι δύο σύμ‐ φωνα, εἴτε κατὰ σύλληψιν εἴτε κατὰ διάστασιν, ἢ ἓν διπλοῦν, θέσει μακρὰ γίνεται· καὶ πρόδηλον τὸ λεγό‐ | |
15 | μενον. | |
16t | Περὶ μακρᾶς φύσει. | |
17 | Μακρά ἐστιν συλλαβὴ ἡ ἔχουσα 〈μακρὸν〉 φωνῆεν 〈ἢ〉 μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον ἤτοι τελικὸν αὐτῆς τῆς | |
20 | συλλαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν, οἷον θης σως, και· εἰ δὲ μή, οὐκ εἰσὶν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται. —U Μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως | |
25 | ὡς ἑξῆς εἶναι σύμφωνον, ἤτοι τελικὸν αὐτῆς τῆς συλ‐ λαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν, οἷον θής θώς. εἰ δὲ μή, | |
οὐκ εἰσὶν ἀληθῶς μακραὶ ἀλλὰ κοιναί. —K | 186 | |
187 | Πρῶτον μὲν περὶ τῆς φύσει μακρᾶς διαλαμβάνει, ὕστερον δὲ καὶ περὶ τῆς θέσει. φησὶ τοίνυν μακρὰν φύσει τὴν ἔχουσαν τὸ η ἢ τὸ ω ἢ ἓν τῶν διχρόνων α ι υ· καὶ ταῦτα γὰρ λέγει ποιεῖν φύσει μακράν, ἀλλὰ | |
5 | καὶ τὰς διφθόγγους· καὶ εὐλόγως· ἡ σύνθεσις γὰρ τῶν δύο φωνηέντων μακρὰν φύσει ποιεῖ μίαν, εἴτε μακρὸν εἶεν καὶ βραχύ, εἴτε τὰ δύο βραχέα. —τὸ δὲ ὡς ἑξῆς εἶναι σύμφωνον τῆς μακρᾶς, ἢ τελικὸν αὐτῆς ἢ τῆς ἑξῆς ἀρκτικὸν καλῶς προσέθηκεν, ἵνα | |
10 | διαστείλῃ τὴν κοινήν. εἰ γὰρ λήγει εἰς φωνῆεν καὶ τὴν ἑξῆς ἔχει ἀπὸ φωνήεντος ἀρχομένην, κοινὴ γίνε‐ ται, οἷον ἄνδρα μοι ἔννεπε μοῦσα (α 1)· ⸤ἡ γὰρ συλλαβὴ ἡ μοι μακρὰ οὖσα, ἐπειδὴ μὴ ἔχει | |
15 | ἐπιφερόμενον σύμφωνον, ἀντὶ βραχείας λαμβάνεται καὶ κοινὴ παρὰ τοῖς γραμματικοῖς ὀνομάζεται.⸥ τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πλάγχθη ἐπεὶ Τροίης (α 2)· τὸ αὐτὸ καὶ ἐν τῷ | |
20 | τοῦ κέρα ἐκ κεφαλῆς (Δ 109)· ἡ γὰρ ρα συλλαβὴ φύσει ἐστὶ μακρά, κατὰ κρᾶσιν τῶν δύο αα οὖσα ἀπὸ τοῦ κέραα. | |
23t | ⸤Περὶ μακρᾶς 〈θέσει〉⸥. | |
24 | Θέσει δὲ καλοῦσι μακρὰς οἱ γραμματικοὶ τὰς γινο‐ | |
25 | μένας ἐκ τῆς τῶν συμφώνων ἐπιπλοκῆς· καὶ λέγει | 187 |
188 | αὐτῆς τρόπους καὶ διαφορὰς εʹ, ἃς καὶ ὁ Διονύσιός φησι ⸤πάνυ σαφεῖς οὔσασ⸥. Δεῖ δὲ σημειοῦσθαι ὅτι παραφέρει εἰς παράδειγμα συλλαβῆς ἐχούσης βραχὺ φωνῆεν ἐπιφερομένων αὐτῇ | |
5 | δύο συμφώνων τῆς ἑτέρας συλλαβῆς τὸ Ἕκτωρ (p. 2, 15), πάνυ ἁρμοδίως· ἀπὸ γὰρ τοῦ ἔχω ἕξω γέγονεν, ὁ ἐχό‐ μενος καὶ ἀντιλαμβανόμενος τῆς οἰκείας πόλεως. οὐ γάρ ἐστιν ἀπὸ τῆς ἐκ προθέσεως, ἵνα τις ὑπολάβοι τὸ κ εἶναι μετὰ τοῦ ε καὶ τὴν τωρ συλλαβὴν κατ’ ἰδίαν. — | |
10 | ⸤Τὰ δὲ λοιπὰ παραδείγματα πρόδηλα.⸥ | |
11t | Περὶ κοινῆς συλλαβῆς. | |
12 | Κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν διφθόγγῳ ἢ μακρῷ φωνήεντι ἢ μηκυνομένῳ ἐπι‐ φέρηται φωνῆεν, οἷον | |
15 | ἄνδρα μοι ἔννεπε, ⸤μοῦσα, ὃς πολλὰ πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν (α 1. 2)· τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα (Δ 109)⸥. Καλῶς οὐχ ὡρίσατο τὴν κοινὴν συλλαβήν. οὐ γὰρ | |
20 | ἔστιν, ἀλλὰ γίνεται. τῶν δὲ μὴ ὄντων οὐ δεῖ παρέχειν ὅρους ὡς ὄντων. ἐν μέσῳ δὲ ἀμφοῖν κειμένη κοινὴ προσαγορεύεται. Ἰστέον δ’ ὅτι ὁρίζονταί τινες αὐτὴν οὕτως· κοινή ἐστι συλλαβὴ ἀμφίδοξος συλλαβῆς δύναμις, ἣ πρὸς | |
25 | ἀμφότερα δύναται λαμβάνεσθαι, τῷ δὲ Ἡφαιστίωνι | 188 |
189 | ὅρον οὐκ ἔδοξεν αὐτῆς θεῖναι, οὐδὲ τῆς θέσει μακρᾶς· καὶ εἰκότως· ἐπειδὴ φασίν, ὅτι οὐκ ἐξ αὐτῶν εἰσίν, ἀλλὰ θέσει ἢ μακραὶ ἢ βραχεῖαι γίνονται. περιττὸν δὲ τῆς μὴ οὔσης ὅρον ἀποδοῦναι· οἱ γὰρ ὅροι τῶν | |
5 | ὄντων φύσει. Εἶς τρόπος δέ ἐστι τῆς κοινῆς συλλαβῆς, εἰ καὶ ἁπλῶς αὐτὸς δοκεῖ τρεῖς λέγειν τρόπους, καθάπερ καὶ ὁ Διονύσιος. ὅταν γὰρ εἰς μακρὰν λήγῃ καὶ ἀπαρτίζῃ εἰς μέρος λόγου καθαρὸν καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φω‐ | |
10 | νήεντος ἀρχομένην, κοινὴ γίνεται. καὶ τοῦτο πάντως πρόδηλον ἐκ τῶν παραδειγμάτων. κεχρήμεθα δὲ αὐτῇ καὶ ἡμεῖς, ἡνίκ’ ἂν ποιῶμεν τὸν ἀμφίμακρον καὶ πα‐ λιμβάκχειον πόδα. ⸤(3, 10) Ῥᾷον γὰρ γίνεται ἡ τοιαύτη κοινή, ἐὰν ἡ | |
15 | συλλαβὴ εἰς μέρος λόγου ᾖ πεπερατωμένη, ὡς ἐν τοῖς προκειμένοις παραδείγμασι· σπανιώτερον δὲ καὶ ἐπὶ μέσης λέξεως· οὐ μὴν ἀλλ’ ὅμως εὑρίσκεται, καὶ μά‐ λιστα ἐν τοῖς ἄλλοις μέτροις· ἐν μὲν ἰαμβικῷ Αἰσχύλος ἐν Νιόβῃ (155 N) | |
20 | Ἴστρος τοιαύτας παρθένους λοχεύεται, ἐν δὲ ἰωνικῷ τῷ ἀπὸ μείζονος Σωτάδου ἐξ Ἀδώνιδος τόδε τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ’ 〈ἐπ〉ακοῦσαι, ἐν δὲ ἀντισπαστικῷ Ἀνακρέοντος (1, 4) | |
25 | ἥ κου νῦν ἐπὶ Ληθαίου⸥. | 189 |
190 | Καλῶς τοῦτό φησιν, ὅτι ῥᾷον γίνεται, ἡνίκα ἀπαρ‐ τίζῃ εἰς μέρος λόγου καθαρὸν ἡ μακρά. γίνεται γὰρ καὶ ἐν μέσῳ λέξεως καὶ ἐν ἀρχῇ λέξεως κοινή, ἀλλ’ οὐχ οὕτως ‘ῥᾷον‘ καὶ εὐχερές. καὶ φέρει ἐν διαφό‐ | |
5 | ροις μέτροις τὰ παραδείγματα. Φησὶ τοίνυν, ὅτι ὁ Αἰσχύλος κέχρηται ἐν Νιόβῃ δράματι εἰς ἰαμβικὸν μέτρον τῇ οι ἐν ἀρχῇ λέξεως οὔσῃ κοινῇ οὕτως, ἔνθα φησὶν Ἴστρος τοιαύτας παρθένους λοχεύεται, | |
10 | (⸤συνέστειλε γὰρ τὴν τοι συλλαβὴν ἐν δευτέρᾳ βάσει ἰάμβου. ἰστέον δὲ ὅτι οὐχ οὕτως ἔχει πᾶσα ἡ χρῆσις κατὰ τὸ τέλος, ἀλλὰ Ἴστρος τοιαύτας παρθένους ἐξεύχεται τρέφειν ὅ θ’ ἁγνὸς Φᾶσις.⸥) | |
15 | Καὶ Σωτάδης ἐν Ἀδώνιδι φησὶν τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ’ ἐπακοῦσαι. ⸤τοῦτον δὲ τὸν Σωτάδην ἀνεῖλε Πτολεμαῖος ὁ Φιλά‐ δελφος ἐλεγχθεὶς καὶ ὑβρισθεὶς ἐξ αὐτοῦ, ὅτι συγγε‐ γένηται τῇ οἰκείᾳ ἀδελφῇ ὁ Πτολεμαῖος.⸥ —Ἔστι δὲ | |
20 | τὸ μέτρον ἰωνικὸν ἀπὸ μείζονος. γίνεται δὲ τὸ καθα‐ ρὸν ἰωνικὸν ἀπὸ μείζονος ἀπὸ σπονδείου καὶ πυρ‐ ριχίου ἕως ἔξω. ἔστι δ’ ὅτε ἡ 〈πρώτη〉 μακρὰ εἰς δύο βραχείας διαλύεται, [ἔστι δ’ ὅτε τὴν πρώτην συλ‐ λαβὴν μόνην] ὥστε τὸ σχῆμα γενέσθαι τοιοῦτον· ἀπὸ | |
25 | δύο βραχειῶν καὶ μακρᾶς, εἶτα ἀπὸ δύο βραχειῶν τὴν | |
δευτέραν βάσιν καὶ λοιπὸν ἐφεξῆς. καὶ καλεῖται τὰ | 190 | |
191 | τὸ τοιοῦτον σχῆμα ἔχοντα κοινὴ λύσις· [τὸ αὐτὸ καὶ ἐπὶ τῆς πέμπτης βάσεως ἐστὶν ἐνταῦθα· ἀπὸ γὰρ μα‐ κρᾶς καὶ δύο βραχειῶν ἐστι] κοινὴ γὰρ εὑρίσκεται τοῦ ἀπὸ μείζονος καὶ τοῦ ἀπ’ ἐλάσσονος ἰωνικοῦ μέτρου. | |
5 | οὐσῶν γὰρ δύο μακρῶν καὶ δύο βραχειῶν, ἐὰν τὴν πρώτην λύσω μακρὰν εἰς δύο βραχείας, ἡ κοινὴ γίνε‐ ται λύσις. καὶ τοὐναντίον εἰς τὸ ἀπ’ ἐλάσσονος, ἐὰν αἱ δύο βραχεῖαι εἰς μίαν συνέλθωσι μακράν [ἡ κοινὴ γίνεται λύσις] καὶ τὴν δευτέραν μακρὰν τοῦ σπον‐ | |
10 | δείου ποδὸς διαλύσω, τὸ αὐτὸ σχῆμα δείκνυται. καὶ διὰ τοῦτο κοινὴ λύσις προσαγορεύεται. —Πόθεν οὖν δῆλον, ὅτι ἰωνικόν ἐστιν ἀπὸ μείζονος; λέγομεν ὅτι ἐκ τῆς δευτέρας καὶ τρίτης συζυγίας ὡμολόγηται, ὅτι ἐκεῖναι ἀπὸ μακρᾶς ἄρχονται· ἡ δὲ μακρὰ ἀρκτική ἐστι | |
15 | τοῦ ἀπὸ μείζονος ἰωνικοῦ. —Ἔστιν οὖν τοῦτο τὸ μέτρον ἰωνικὸν ἀπὸ μείζονος τετράμετρον βραχυκατά‐ ληκτον. τετράμετρον δέ ἐστι βραχυκατάληκτον, ἐπεὶ τέσσαρας πόδας ἔχει τετρασυλλάβους παρὰ δύο συλλα‐ βάς (διὸ καὶ βραχυκατάληκτον λέγεται)· ἔστι γὰρ ἡ | |
20 | πρώτη συζυγία πεντασύλλαβος (κατὰ διποδίαν γὰρ με‐ τρεῖται), ἐκ τῆς κοινῆς λύσεως τὸν πρῶτον πόδα τρι‐ σύλλαβον ἔχουσα. —Ἀλλ’ ἡ πέμπτη συλλαβὴ διὰ διφθόγγου γράφεται ἡ λαι, καὶ δοκεῖ εἶναι τὸ μέτρον χωλόν. ἀλλὰ λαμβάνομεν αὐτὴν κοινήν, λήγουσαν μὲν | |
25 | (τὴν συλλαβήν, οὐ μὴν τὴν λέξιν) εἰς φωνῆεν καὶ τὴν | 191 |
192 | ἑξῆς ἔχουσαν ἀπὸ φωνήεντος ἀρχομένην, τὴν ων, ὥστε πάλιν καὶ κατὰ μέσην λέξιν γίνεσθαι κοινήν. (3, 19) Ἥ κου νῦν ἐπὶ Ληθαίου; τοῦτο Ἀνακρέοντος (1, 4) ἐστὶν ἀντισπαστικὸν μέτρον. | |
5 | ἔστι δὲ τὸ ἀντισπαστικόν, ὅτι ἀπὸ σπονδείου ἄρχεται καὶ τροχαίου, ὡς ἐν τῷ γουνοῦμαί ς’ ἐλαφηβόλε (Anacr. 1, 1)· ὁ δεύτερός ἐστι ποὺς διίαμβος, τῆς τελευταίας ἀδια‐ φορούσης. ἐνταῦθα οὖν ἡ θαι συλλαβὴ τοῦ Ληθαίου | |
10 | ἐν μέσῳ λέξεως κοινή ἐστιν, ἀντὶ βραχείας παραλαμ‐ βανομένη. (3, 20) ⸤Ἐν δὲ τοῖς ἔπεσι σπανιώτερον⸥. — Λέγει ὅτι καὶ ἐν ἔπεσιν, ἤγουν ἡρωικοῖς μέτροις, γί‐ νεται, σπανιώτερον δὲ ἐπὶ τούτων. ὅμως δὲ γίνεται | |
15 | καὶ ἐν ἐλεγείοις· ὅτι δὲ σπάνιον, φησί, δῆλον. Σοφο‐ κλῆς γὰρ μὴ δυνάμενος, ἐγκωμιάζων τὸν Ἀρχέλαον, εἰς ἐλεγεῖον θεῖναι τὸ ὄνομα αὐτοῦ τοῦ Ἀρχελάου, ὅτι ἀμφίμακρον ποιεῖ ἀκάθαρτον (οὐ γὰρ ἀπήρτιζεν εἰς μέρος λόγου ἡ λα συλλαβὴ μακρὰ οὖσα, ἵνα ποιήσῃ | |
20 | κοινήν), συνέστειλεν αὐτὴν καὶ ἐποίησεν ἀττικῶς Ἀρ‐ χέλεως. ὁμοίως καὶ Παρθένιος, εἰς Ἀρχελαΐδα γρά‐ φων καὶ μὴ θέλων ἐν ἐλεγείοις ποιεῖσθαι ἐν μέσῳ λέξεως κοινήν, ἀντὶ ἐλεγείου ἴαμβον ἐποίησεν οὕτως | |
ἀμυσχρὸν οὔνομ’ ἔσσετ’ Ἀρχελαΐδος (Heph. p. 4, 7). | 192 | |
193 | (ἰστέον δὲ ὅτι καὶ ὁ Φιλόπονος εἰς ἐπίγραμμα Καισα‐ ρείας ὡσαύτως ἐποίησε)· τὸ δ’ ἀμυσχρὸν τινὲς ἐν αὐτῇ τῇ χρήσει ἀμυδρόν φασιν, ὃ σημαίνει τὸ ἀδύ‐ νατον. Ἀλλὰ καὶ παρ’ Ὁμήρῳ (Ξ 489) ἔστιν εὑρεῖν | |
5 | ἀναγκαίαν συστολήν. ἀντὶ γὰρ τοῦ Πηνελάοιο ⸤ἐποίη‐ σεν⸥ Πηνελέοιο (4, 8). καὶ οὐ δυνατὸν εἰπεῖν αὐτὸ ἀττικόν· ἔδει ⸤γὰρ καὶ⸥ τὴν κλίσιν ἀττικὴν εἶναι Πη‐ νέλεω. ὁ δὲ Ῥίνθων ἐν ἰάμβῳ πάλιν ἐχρήσατο ἐν μέσῳ λέξεως τῇ κοινῇ, εἶτά φησιν· Ἱππώνακτός ἐστι | |
10 | τὸ μέτρον, οὐκ ἐμόν· φησὶ γὰρ οὕτως ὅ σε Διόνυσος αὐτὸς ἐξώλη θείη (4, 10), (⸤οἱονεὶ ὁ αὐτὸς Διόνυσός σε ἐξώλη θείη·⸥) τὴν γὰρ θει συλλαβὴν τοῦ τελευταίου ποδὸς συνέστειλε ὡς εἶναι χωλίαμβον. | |
15 | (4, 15) Καὶ ἐν ἔπεσιν εὑρίσκεται ὡς παρὰ Θεοκρίτῳ (11, 18) ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρ’ Ὁμήρῳ (Ν 275) οἶδ’ ἀρετὴν οἷος ἐσσί. τί σε χρῆ ταῦτα λέγεσθαι; | |
20 | καὶ παρ’ Ἀνακρέοντι ἐν ἐλεγείαις. Νῦν παραφέρει παρὰ Θεοκρίτῳ ἐν στίχῳ κατὰ | |
μέσον λέξεως κοινήν, ἀλλά φαμεν ἀπολογούμενοι τὴν | 193 | |
194 | οι αὐτὸν ἀντὶ βραχείας λαμβάνεσθαι ἢ ἁπλῶς κοινὴν ποιεῖν ὡς ἐν τοῖς προειρημένοις γέγονε μέτροις ⸤καὶ ἐν τοῖς ἐπιφερομένοις· ἔστι γὰρ παρὰ Ἀνακρέοντι ἐν ἐλεγείαις, ὥς φησιν ὁ τεχνικός·⸥ ἔτι δὲ ἔστιν εὑρεῖν | |
5 | καὶ 〈παρ’〉 ἄλλοις ὡς παρὰ Σοφοκλεῖ ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ, ἔνθα φησὶ (1136) μόνοις οἴονται συνταλαιπωρεῖν τάδε· ἐν γὰρ τῷ δευτέρῳ ποδὶ τὴν οι συνέστειλεν. ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ἱππεῦσιν ὡσαύτως, ἔνθα φησὶ (479) | |
10 | καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα καὶ πάλιν ὁ αὐτὸς (480) πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος· τὴν βοι συνέστειλεν ἐν τετάρτῳ ποδί. ἀλλὰ καὶ Μέ‐ νανδρος ἐν Ἐπιτρέπουσιν | |
15 | οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει (181) τὴν τοι ἐν τετάρτῳ ποδὶ συνέστειλε. τὸ αὐτὸ δέ ἐστι καὶ ἐπὶ τῆς αι διφθόγγου, ὡς Εὔπολις ἐν Ἀστρατεύ‐ τοις φησὶν (35) Ἀθηναίων εἰ βούλεταί τις ἐγγράφειν· | |
20 | ἐν δευτέρῳ ποδὶ τὴν αι συνέστειλε. παρὰ δ’ Ἱππώ‐ νακτι ἐπὶ τῆς αι καὶ οι διφθόγγου πολλή ἐστιν ἡ χρῆ‐ σις. οὐ δεῖ δὲ ἡμᾶς τοὺς νεωτέρους χρῆσθαι· εἰ δέ τις χρήσαιτο, ἔχει ἀπολογίαν· οὔτε γάρ εἰσι φύσει | |
μακραὶ ἡ αι καὶ ἡ οι δίφθογγοι, ἀλλ’, ὡς καὶ ἐν τῷ | 194 | |
195 | περὶ τόνων δείκνυται, αὗται πρὸς ἕνα ἥμισυ μόνον ἔχουσι χρόνον, τῆς φύσει μακρᾶς δύο ἐχούσης, ὅθεν καὶ ἐπὶ τέλους οὖσαι ἔχουσι πολλάκις τὸν προπαροξύ‐ τονον τόνον. | |
5 | (5, 10) Εἶτα φέρει παράδειγμα ὁ τεχνικὸς καὶ ἐπὶ τῆς υι διφθόγγου· ἥτις πάλιν ἔχει ἀπολογίαν ὅτι ἀσθενεστέρα ἐστίν, ὡς ἐκ δύο ὑποτακτικῶν, τοῦ υ καὶ τοῦ ι, συνεστηκυῖα· ὅθεν οὐδέποτε ἐν τέλει λέξεως εὑρίσκεται, ⸤καὶ εὐλόγως ὅτι οὐκ ἐν τέλει λέξεωσ⸥, ἀλλ’ | |
10 | ἐν μέσῳ τὴν κοινὴν ἐποίησεν. Ἔστι δ’ εὑρεῖν τὴν ου δίφθογγον ὡσαύτως ποιοῦσαν κοινήν, οἷον παρὰ Ἀρι‐ στοφάνει (Nub. 838) ὥσπερ τεθνεῶτος καταλούει μου τὸν βίον· τὴν γὰρ λου συλλαβὴν ἐν τετάρτῳ ποδὶ ἰάμβου συν‐ | |
15 | έστειλεν: Ὁμοίως καὶ τὴν ευ εὑρίσκομεν ποιοῦσαν κοινήν, οἷον ἐν τῷ πρώτῳ. ἰάμβῳ Ἱππώνακτος, ἔνθα φησὶ μακάριος ὅστις θηρεύει † πρήσας (22a)· τὴν ρευ ἐν τετάρτῳ ποδὶ συνέστειλε· καὶ πάλιν ὁ | |
20 | αὐτὸς ἐν δευτέρῳ ποδὶ τὴν ευ καίτοι γ’ εὔωνον αὐτὸν εἰ θέλεις δώσω (22b)· ⸤εἶτα πάλιν ὁ αὐτὸς ἐκέλευε βάλλειν καὶ λεύειν Ἱππώνακτα τὴν λευ ἐν τετάρτῳ ποδί· λεύειν δέ φησιν ἀντὶ τοῦ | |
25 | λιθοβολεῖν⸥. Ἰστέον δὲ ὅτι ἡ τοῦ ποιητοῦ χρῆσις ἡ ἔχουσα τὴν | |
οι, ⸤ἣν παραφέρει ὁ τεχνικός (5, 1. N 275), ἐναντιοῦ‐ | 195 | |
196 | ται τῷ λόγῳ Ἡρωδιανοῦ τῷ ὅτι οὐδέποτε ἐν παλιμ‐ βακχείῳ ἔστιν εὑρεῖν⸥ τὴν οι ἀντὶ βραχείας παραλαμ‐ βανομένην, ἀλλ’ ἐν ἀμφιμάκρῳ, ὡς ἐν τῷ ὁρῶν ἄειδε τοιαῦτα (4, 17) | |
5 | καὶ τοῖς ὁμοίοις. ὁ δ’ Ἡλιόδωρος ἔλεγεν αὐτὸ κατὰ συνίζησιν. εὑρίσκεται δ’ ἁπλῶς ἐν μέσῳ λέξεως κοινὴ καὶ ἐν παλιμβακχείῳ, ὡς καὶ παρὰ Τυρταίῳ ‘ἥρωεσ‘ (17)· οὕτω γὰρ ἔλαβε τὸν δεύτερον πόδα τοῦ στίχου. Ἰστέον δὲ ὅτι τῆς κοινῆς συλλαβῆς ὁ Ἡφαιστίων | |
10 | ὅρον οὐκ εἶπεν, οὐ γὰρ ἔστι κοινή· διὸ καλῶς φησὶ (3, 4) γίνεται δὲ κοινὴ καὶ οὐκ ἔστιν· ὅτι γὰρ οὐκ ἔστιν οὐδεμία συλλαβὴ κοινή, δῆλον· εἰ γάρ τις ἡμᾶς ἐρωτήσει, ποία ἐστὶ συλλαβὴ μακρά, ἀποφαντικῶς ἐροῦ‐ μεν ἡ μη καὶ ἡ βω, ὁμοίως καὶ βραχεῖα ἡ με καὶ ἡ | |
15 | βο. καὶ πάλιν μακρὰ ἡ χθη καὶ 〈ἡ〉 μοι· καὶ ὅμως ὁ ποιητὴς ἑκατέρᾳ τούτων ἐν τῷ πλάγχθη ἐπεὶ Τροίης (α 2), καὶ ἐν τῷ ἄνδρα μοι ἔννεπε μοῦσα (α 1) | |
20 | ὡς βραχείᾳ κέχρηται· καὶ ὅμως οὐκ εἰσὶ βραχεῖαι, ἀλλὰ κοιναὶ γίνονται. τοῦτο καὶ ἐπὶ πάσης κοινῆς. Ἰστέον ὅτι τῶν τεχνικῶν καὶ μετρικῶν λεγόντων περὶ τῆς φύσει μακρᾶς μὴ θέλειν αὐτὴν τὴν μακρὰν εἰς φωνῆεν καταλήγειν καὶ τὴν ἑξῆς ἔχειν ἀπὸ φω‐ | |
25 | νήεντος ἀρχομένην, ἀλλὰ πάντως ἔχειν μεταξὺ σύμφω‐ | 196 |
197 | νον (τότε γὰρ οὐ γενήσεται μακρά, ἡνίκα ἐστὶ καθαρά, ἀλλὰ κοινή), λέγει ὁ Ἡλιόδωρος βοηθεῖσθαι τῷ τοι‐ ούτῳ τρόπῳ καὶ μεῖναι αὐτὴν μακρὰν καὶ μὴ γίνεσθαι κοινὴν κατὰ ηʹ τρόπους. πρῶτον μέν, ὅτε στιγμὴ | |
5 | ἐπιφέρεται αὐτῇ τῇ μακρᾷ οἷον ἀθάνατοι· οὐδ’ εἴ τις ἀπόπροθι δώματα ναίει (ε 80). δεύτερον δέ, ἐὰν αὐτὴ ἡ μακρὰ περισπᾶται οἷον τῷ Ἀσκληπιάδῃ, ⸤ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός (Λ 614). τρίτον, ἐὰν τῇ μακρᾷ περισπωμένη ἐπιφέρηται⸥ | |
10 | ἐσθλὸν δ’ οὐδέ τι πω εἶπας ἔπος οὐδ’ ἐτέλεσσας (Α 108)· τὸ γὰρ εἶπας περισπᾶται. τέταρτον, ἐὰν ὀξεῖα ἐπιφέρηται οἷον πῆ ἔβη Ἀνδρομάχη λευκώλενος (Ζ 377). | |
15 | πέμπτον, ἐὰν δασυνομένη λέξις ἐπιφέρηται οἷον δόμεναι ἑλικώπιδα κούρην (Α 98)· τὸ γὰρ ἑλικώπιδα ἐπιφέρεται δασυνόμενον. ἕκτον, ὅτε συγκρουσμὸς καὶ συνέχεια ἔστι συναλοιφῆς γινομένης | |
20 | Ἰδαῖ’, Ἕκτορι ταῦτα κελεύετε μυθήσασθαι (Η 284)· Ἰδαῖε γάρ ἐστι τὸ ἐντελές. ἕβδομον, ὅτε ὁ ἢ διαζευκτικὸς † ἐπιφέρεται ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεύς (Α 145)· περὶ τῆς ας φησι συλλαβῆς· τοῦτο δὲ δεῖ παρατηρῆσαι, | |
25 | ὅτι πρὸ τοῦ η κεῖται σύμφωνον ἐν τῷ ας, καὶ ὅμως | 197 |
198 | ὥσπερ 〈περὶ〉 ἀμφιβαλλομένης καὶ οὐκέτι ὁμολογουμέ‐ νης μακρᾶς φησὶν ὁ Ἡλιόδωρος. ὄγδοον, ὅτε τὸ ι ἐπιφέρεται οἷον ἡ δὲ μολυβδαίνῃ ἰκέλη εἰς βυσσὸν ὄρουσεν (Ω 80). | |
5 | (5, 13) Δεύτερος δέ ἐστι τρόπος, ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται ἐν τῇ ἑξῆς συλλαβῇ δύο σύμφωνα, ὧν τὸ μὲν πρῶτον ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ὑγρόν, οἷον ὅπλον, ἄκρον, ⸤Πάτροκλέ μοι δειλῇ⸥ (Τ 287) | |
10 | καὶ τὰ ἑξῆς. ⸤Ἐνταῦθα τοὺς ἄλλους δύο τρόπους τῆς κοινῆς βούλεται ἐξετάσαι· τὸν γὰρ πρῶτον ἐν τῇ προλαβούσῃ διεξήλθομεν πράξει. ἔστιν οὖν ὁ δεύτερος τρόπος οὕτως, ὅτι γίνεται κοινή, ὅταν βραχεῖ ἢ βραχυνομένῳ | |
15 | φωνήεντι οἱονεὶ διχρόνῳ ἐπιφέρηται δύο σύμφωνα ἐν συλλήψει, ὧν τὸ πρῶτον ἔστι τῶν θʹ ἀφώνων, τὸ δεύτερον ὑγρὸν οἱονεὶ ἓν τῶν δʹ ἀμεταβόλων οἷον ὅπλον, ἄκρον, Πάτροκλε καὶ τὰ ὅμοια.⸥ καλῶς δὲ πρόσκειται ‘ἐν συλλήψει‘· ἐὰν γὰρ ὦσιν ἐν διαστάσει, | |
20 | οὐ ποιοῦσι κοινήν, ἅτε δὴ τοῦ διαστήματος ἐν τῷ διαχωρίζειν τὰ σύμφωνα μείζονος γινομένου καὶ μὴ οὔσης ὀλισθηρᾶς καὶ συντόμου 〈τῆσ〉 φωνῆς ὥστε δύ‐ νασθαι λαθεῖν. | |
Εἶτα ζητοῦσί τινες, διὰ τί μὴ τὰ δύο ὅμοια ποι‐ | 198 | |
199 | οῦσι κοινήν, λέγω δὴ δύο ἡμίφωνα ἢ δύο ἄφωνα ἢ δύο ἀμετάβολα. Καὶ λέγομεν περὶ τῶν ἡμιφώνων, ὅτι ὅλως ἡμίφωνον οὐ προηγεῖται ἡμιφώνου κατὰ σύλληψιν, εἰ μὴ σπανίως καὶ εἴς τινα κατὰ πάθος τὸ | |
5 | ς τοῦ λ μ ν, ὥσπερ αὐτός φησι τὸ Μάσνης καὶ Πάσ‐ νης· εἶτα καὶ ὁ Ἡρωδιανὸς ἐν τῇ καθόλου φησὶν τὸ Δασλήρα· (ἔστι δὲ λίμνη Κυρήνης τῆς πενταπόλεως, ὅθεν ἦν ὁ Καλλίμαχος). τὸ γὰρ κατὰ τὸ τέλος ἔχον ἔμπαλιν τὸ λ τοῦ ς προηγούμενον [πάλιν] δι’ ἀνάγ‐ | |
10 | κην ἃλς καὶ τὸ ν Τίρυνς καὶ τὸ ρ μάκαρς. κατὰ πάθος δὲ τὸ μάσλης ἀπὸ τοῦ μάσθλης καὶ τὸ ἐσλὸς ἀπὸ τοῦ ἐσθλός. —Περὶ δὲ τῶν ἀφώνων ἔστιν εἰπεῖν, ὅτι ἀσθενέστερά εἰσι μᾶλλον τῶν ἄλλων στοι‐ χείων καὶ εὑρέθη ποιοῦντα σπανίως κοινὴν ἐν αὐτοῖς | |
15 | τὸ π τ καὶ τὸ κ τ, οἷον παρὰ τῷ ποιητῇ (δ 229) Αἰγυπτίη τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα. ⸤καὶ πάλιν παρὰ Ἱππώνακτι ἐν τετάρτῳ ποδὶ ἰάμβου δοκέων ἐκεῖνον τῇ βακτηρίᾳ κόψαι. καὶ πάλιν παρὰ τῷ αὐτῷ | |
20 | ἡμίεκτον αἰτεῖ τοῦ φάλεω † κολάψαιε.⸥ | |
εἶτα καὶ ὅτι τῷ λόγῳ τῆς κοινῆς οἱονεὶ βραχείας τὸ | 199 | |
200 | 〈κ τ καὶ〉 τὸ π τ διπλασιάζεται τὸ κέκτηκα καὶ πέπτωκα, εἰ μὴ ἄρα κατὰ συγκοπὴν γέγονεν, ὡς ἐν τῷ περὶ ῥη‐ μάτων ἐδείχθη. —Περὶ δὲ τῶν ἀμεταβόλων ἔστιν εἰπεῖν, διὰ τί μὴ τὰ δύο ὑγρὰ ὀλισθηρὰ ὄντα ποιοῦσι | |
5 | κοινήν, ὅτι μήποτ’ εὐλόγως. οὐ τοσοῦτον γάρ ἐστιν ὀλισθηρὰ τὰ βʹ ὑγρὰ ἢ ὅσον ὑγρὸν καὶ ξηρόν, ὡς ἡνίκα ἐστὶ τὸ ὑγρὸν κάτωθεν, τὸ δὲ ξηρὸν ἄνωθεν. οἷον ἔστι λαβεῖν παράδειγμα ἐπὶ τοῦ λεπύρου τοῦ πέ‐ πονος· ὅτι ἐὰν ἑστῶσι δύο ὑγρὰ καὶ ἄνωθεν καὶ | |
10 | κάτωθεν καὶ πατήσῃ τις αὐτά, οὐκ ὀλισθαίνει οὐδὲ πίπτει. ὡσαύτως καὶ ἐὰν κάτωθεν ᾖ τὸ ξηρὸν τοῦ λεπύρου, τὸ δὲ ὑγρὸν ἄνωθεν. εἰ δὲ τοὐναντίον κάτ‐ ωθέν ἐστι τὸ ὑγρόν, ἄνωθεν δὲ τὸ ξηρὸν καὶ πατή‐ σει τις αὐτό, εὐχερῶς ὀλισθαίνει καὶ πίπτει. οὕτως | |
15 | οὖν καὶ ἐνταῦθα ἐπειδὴ ἄνωθέν ἐστι τὸ ξηρὸν οἱονεὶ τὸ ἄφωνον, κάτωθεν δὲ τὸ ὑγρὸν οἱονεὶ τὸ ἀμετάβο‐ λον, εὐλόγως γίνεται ὀλισθηρὰ ἡ φωνὴ καὶ ποιεῖ τὴν κοινήν. λανθάνει γὰρ ἡ μακρὰ ὀλισθαίνουσα καὶ συν‐ τόμως παρερχομένη. —Ἄλλως τε οὐδὲ ἔστι δύο ὑγρὰ | |
20 | ἐν συλλήψει, εἰ μὴ μόνον τὸ μ τοῦ ν προηγούμενον, | |
ἅπερ καὶ ἔστιν εὑρεῖν ὡς ἀσθενέστερα πολλάκις τῷ | 200 | |
201 | λόγῳ τῆς κοινῆς λαμβανόμενα. πρῶτον μὲν γὰρ ἀνε‐ διπλασιάσθησαν κατὰ τὸν παρακείμενον ὡς βραχείας οὔσης τῆς συλλαβῆς, οἷον μέμνημαι. εἶτα δὲ καὶ ποι‐ οῦσι κοινὴν ἐν τοῖς μέτροις. καὶ παραφέρει ὁ μετρι‐ | |
5 | κὸς τοῦτο ἐν διαφόροις· (6, 3) οἷον παρὰ τῷ Κρατίνῳ ἐν Πανόπταις δράματι (154) εἰς ἔπος ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσι, καὶ παρὰ Ἐπιχάρμῳ ἐν Μεγαρίδι εὔυμνος καὶ μοισικὰν ἔχουσα πᾶσαν φιλόλυρος ἠχή. | |
10 | ἔστι δὲ τὸ μέτρον τροχαϊκὸν τετράμετρον ὑπερκατά‐ ληκτον. ἰστέον δὲ ὅτι ἐν ταῖς ἀνίσοις τοῦ τοιούτου μέτρου, λέγω δὴ τοῦ τροχαϊκοῦ, σπονδεῖος οὐ πίπτει, ἀλλ’ ἐν ταῖς ἀρτίαις τοῦτο γίνεται· διὰ τοῦτο γὰρ ἐν‐ ταῦθα τὸ μν ἐν τῇ πρώτῃ βάσει τὴν κοινὴν ἐποίησεν. | |
15 | ὑπερκατάληκτον δέ ἐστιν, ἐπεὶ μετὰ τοὺς τέσσαρας πόδας τοὺς κατὰ διποδίαν μετρουμένους συλλαβὴ πε‐ ριττεύει. τὸν τέταρτον δὲ πόδα χορίαμβον ἔχει, τουτ‐ έστιν ἀπὸ τροχαίου καὶ ἰάμβου συγκείμενον· πάλιν δὲ τὸ φιλο δύο βραχεῖαι ἀντὶ μιᾶς μακρᾶς παρελή‐ | |
20 | φθησαν. ⸤εἰσὶ δὲ πάλιν καὶ παρὰ Καλλιμάχῳ (27 = Heph. p. 6, 9) τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος· οὐ δεῖ δὲ πάλιν ἡμᾶς χρήσασθαι· σπάνια γὰρ καὶ σε‐ σημειωμένα.⸥ | |
25 | (6, 10) Ἐὰν μέντοι τῆς προτέρας συλλαβῆς τελικὸν | |
ᾖ τὸ ἄφωνον, τῆς δὲ δευτέρας ἀρκτικὸν τὸ ὑγρόν, | 201 | |
202 | οὐκέτι γίνεται κοινὴ συλλαβή, καὶ τὰ ἑξῆς. —Εἴρηται περὶ τούτου, ὅτι ἐὰν μὴ ᾖ κατὰ σύλληψιν προηγούμε‐ νον τὸ ἄφωνον τοῦ ἀμεταβόλου, οὐ ποιοῦσι κοινήν, καὶ φέρει ὁ μετρικὸς παραδείγματα. | |
5 | (6, 16) Φησὶ δ’ ὁ Ἡλιόδωρος τὸ μ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν κοινὰς ποιεῖν ἐν τοῖς ἔπεσι συλλαβάς· διὰ τοῦτο καὶ Κρατῖνος ἐν τοῖς Χεί‐ ρωσι (fr. 235) πεποίηκε σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν ὡς ὑποθήκας | |
10 | ἀντὶ τοῦ ἐληλύθαμεν. —U Φησὶ δὲ ὁ Ἡλιόδωρος τὸ μ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν ποιεῖν ἐν τοῖς ἔπεσι κοινὰς συλλαβάς, διὰ τὸ τὸν Κρατῖνον ἐν Χείρωσι πεποιηκέναι σκῆψιν μὲν Χειρῶν εἰσελήλυμεν ὡς ὑποθήκας | |
15 | ἀντὶ τοῦ εἰσελήλυθμεν’ καὶ τὸ ἑξῆς. —K ⸤Ἐνταῦθα καλῶς ὁ Ἡφαιστίων μέμφεται Ἡλιοδώρῳ⸥ λέγοντι, ὅτι ἧττον καὶ σπανιώτερον εὕρηται κοινὴν ποιοῦν τὸ μ ἐπιφερόμενον ἀφώνῳ. δι’ ὅ φησι ὅτι ὁ Κρατῖνος, ἵνα μὴ εὑρεθῇ τὸ θμ ἐν τῷ ἐλήλυθμεν, μὴ | |
20 | ποιοῦν κοινὴν (ἔστι δὲ κατὰ συγκοπὴν τοῦ α ἀπὸ τοῦ ἐληλύθαμεν), ἀπέβαλε τὸ θ ἄφωνον ἐν τῷ σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν. Τοῦτο δὲ ψεῦδος. εἰσὶ γὰρ πολλαὶ πάνυ αἱ χρήσεις, ⸤καὶ φέρει ὁ τεχνικὸς παραδείγματα⸥· εἰσὶ δὲ καὶ ἄλλα | |
25 | πολλὰ καὶ μάλιστα αὐτοῦ του θμ οἷον παρὰ Ἀριστο‐ φάνει ἐν Πλούτῳ (759) | |
ἐμβὰς γεγόντων εὐρύθμοις προβλήμασιν· | 202 | |
203 | καὶ ἐν Νεφέλαις (638) πότερον περὶ μέτρων 〈ἢ περὶ ἐπῶν〉 ἢ ῥυθμῶν· καὶ πάλιν (647) ταχύ γ’ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν· | |
5 | καὶ πάλιν (648) τί δ’ ἄν μ’ ὠφελήσειαν οἱ ῥυθμοὶ πρὸς τἄλφιτα· καὶ πάλιν (650) ἐπαΐειν ὁποῖος ἐστὶ τῶν ῥυθμῶν· καὶ ἐν Βατράχοις (1365) | |
10 | ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι. τὸ δὲ τοῦ Κρατίνου 〈οὐ〉 λέγομεν ὅτι διὰ τοῦτο εἶπεν ἐλήλυμεν· ἔστι γὰρ καὶ παρὰ Ἐπιχάρμῳ, οἷον αὐτὸς παρατίθεται ὁ μετρικὸς (7, 10) τὴν χρῆσιν ἐν Κύκνῳ τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυμεν. | |
15 | οὐ κεῖται δὲ οὕτως ἡ χρῆσις, ἀλλὰ Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν· καὶ οὕτως δεῖ γράφειν. ὅστις κατὰ ἀναλογίαν ἐχρή‐ σατο καὶ τῷ δευτέρῳ προσώπῳ ἐλήλυτε. οὐκ ἄρα οὖν διὰ τὸ κοινὴν μὴ ποιεῖν τὸ θμ ὁ Κρατῖνος ἀπέβαλε | |
20 | τὸ θ τοῦ ἐλήλυθμεν, εἰπὼν τὸ ἐλήλυμεν. (7, 15) Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλ‐ λαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μα‐ κρᾶς ποιητικῶν συμφώνων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδ’ ἑνός. —U | |
25 | Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ λέ‐ | |
ξεως ᾖ τελική, μὴ ἐπιφερομένου τινὸς τῶν τῆς μακρᾶς | 203 | |
204 | ποιητικῶν συμφώνων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός· καὶ τὰ ἑξῆς. —K Πρόδηλόν ἐστι τὸ λεγόμενον, ὅτι γίνεται κοινὴ κατὰ τρίτον τρόπον, ὅταν βραχεῖα ᾖ ἀπαρτίζουσα εἰς | |
5 | μέρος λόγου καὶ οὐκ ἔχῃ δύο σύμφωνα ἐπιφερόμενα, ἀλλ’ ἢ ἓν ἁπλοῦν ἢ μηδὲ ἕν, ἐπεὶ εὑρεθήσεται θέσει μακρὰ γινομένη. ἰστέον δ’ ὅτι οὐ κεχρήμεθα ταύτῃ τῇ κοινῇ ἡμεῖς, ἀλλὰ μᾶλλον οἱ ποιηταί, οἷον τὸ Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης | |
10 | (Ξ 1) καὶ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) καὶ οἱ δὲ μέγα ἰάχοντες (Ξ 421) | |
15 | 〈καὶ〉 καὶ μέν οἱ Λύκιοι τέμενος τάμον (Ζ 194)· καὶ μὲν σπονδεῖος ἐν ἀρχῇ στίχου. ἔσχε δέ τι ἐξαί‐ ρετον αὕτη παρὰ τὰς ἄλλας χρήσεις, ὅτι εἰς τέλος ἐστὶ ποδὸς καὶ οὐκ εἰς ἀρχὴν ὡς αἱ προειρημέναι. | |
20 | Περὶ δὲ ταύτης τῆς βραχείας τῆς ἀντὶ κοινῆς λαμ‐ βανομένης λέγει ὁ Ἡλιόδωρος δέκα τρόπους, πότε δὴ καὶ πῶς εὑρίσκεται. φησὶ γὰρ οὕτως· ἡ βραχεῖα ἡ τοιαύτη εἰς τόπον μακρᾶς κοινὴ εὑρίσκεται, ὅτε τὸ ι ἐπιφέρεται, ὡς ἐν τῷ | |
25 | οἱ δὲ μέγα ἰάχοντες (Ξ 421). | 204 |
205 | δεύτερος δέ ἐστι τρόπος ὁ ἀπὸ τῆς ὀξείας διαφόρως γινόμενος, ὅτε ἐπίκειται αὐτὴ τῇ βραχείᾳ συλλαβῇ, οἷον Τρῶες δ’ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν (Μ 208). | |
5 | διῄρηται γὰρ ὁ τρόπος τῆς ὀξείας διαφόρως, ἢ προ‐ ηγουμένης ἢ ἐπικειμένης, ὡς δέδεικται, ἢ καὶ ἐπιφερο‐ μένης· προηγουμένης μέν, οἷον ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν (Δ 76)· ἐπιφερομένης δὲ | |
10 | ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα (Α 70). τρίτος ἐστὶ τρόπος ὁ ἀπὸ τῆς περισπωμένης ἐὰν ἐπι‐ φέρηται, οἷον ἕως ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν | |
15 | (Α 193)· τὸ ε καὶ τὸ ως εἰς μίαν μακρὰν κατὰ συνίζησιν ποδί‐ ζεται, ὡς εὐθέως προϊόντες γνωσόμεθα. ὁμοίως καὶ τὸ πάντῃ ἐποιχόμενοι πρὶν αὖτ’ ἐν χερσὶ γυναικῶν (Ζ 81). | |
20 | καὶ εἰ προηγεῖται ἡ περισπωμένη, οἷον οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν (Ζ 366)· ⸤ἔστι δὲ ἀπὸ εὐθείας τῆς οἰκεύς, σημαίνει δὲ τὸν τοῦ οἴκου.⸥ τέταρτός ἐστι τρόπος ὁ ἀπὸ τῆς δασείας ἢ ἐπικειμένης | |
25 | Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι (Π 358), | |
ἢ ἐπιφερομένης | 205 | |
206 | Ἀπόλλωνος ἑκάτοιο (Η 83. Υ 295), ⸤αἴ κε κακὸς ὥς (Ζ 443)⸥, ἢ προηγουμένης ἔλπομαι ἐκτελέεσθαι ἵνα μὴ ῥέξομεν ὧδε (Η 353). | |
5 | πέμπτος τρόπος ἐστὶν ὁ διὰ τῆς στιγμῆς καὶ πόσιας· ὁ δ’ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει (Ζ 240), ὁμοίως καὶ τὸ οὐδὲ μάλ’ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν | |
10 | (Θ 144). ἕκτος ἐστὶ τρόπος ὁ διὰ τῶν ἀμεταβόλων λ μ ν ρ ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα (Β 44), θυμὸν ἀπὸ μελέων (Η 131. ο 354), ἀλλ’ ὕδατι νίζοντες (Η 425), | |
15 | ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’ αὐτοῖσι βόεσσιν (Η 474). οἱ δ’ ἄλλοι τέσσαρες τρόποι, τουτέστιν ἕβδομος, ὄγδοος, ἔνατος, δέκατος, εἰσὶ διὰ τῶν δʹ στοιχείων, ἢ διὰ τοῦ δ ἢ π ἢ ς ἢ τ, οἵτινες καὶ διπλασιάζεσθαι πεφύκασιν, ⸤οἷον⸥ | |
20 | οὐδ’ ἄρ’ ἔτι δήν (Ζ 139 al.), ὦ υἱὲ Πετεῶο (Δ 338), Ἀρτέμιδί σε ἐΐσκω (ζ 151—152), ἐπιφερομένου τοῦ ς, ἀλλὰ καὶ λήγοντος ἐν τῇ λος συλλαβῇ | |
25 | βέλος ἐχεπευκές (Α 51. Δ 129), | 206 |
207 | τοῦ δὲ τ ἐπιφερομένου μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι (Ε 827)· διπλασιάζονται δὲ οὕτως ἔδδεισεν δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ (Α 33. | |
5 | Ω 571), εἰωθότες ἔδμεναι ἄδδην (Ε 203), ὁππότε τις μετὰ παυσωλὴν (Τ 201), ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται (Γ 71. 92. ς 46), | |
10 | ⸤ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν (Β 44), ὅττι τοι ἐν μεγάροισιν (δ 392)⸥. Ἔστι δὲ ἀνακεφαλαιώσασθαι τοὺς δέκα τρόπους οὕτως· ὁ τοῦ ἰῶτα, ὁ τῆς ὀξείας, ὁ τῆς περισπωμένης, ὁ τῆς δασείας, ὁ τῆς στιγμῆς, ὁ τῶν δʹ ἀμεταβόλων, ὁ τοῦ | |
15 | δ, ὁ τοῦ π, ὁ τοῦ ς, ὁ τοῦ τ. καὶ τοσαῦτα περὶ τῆς κοινῆς. ⸤Ἄξιον δ’ ἡμᾶς ἀπορῆσαι, τί δή ποτε τούτῳ τῷ τρίτῳ τρόπῳ τῆς κοινῆς οὐ κεχρήμεθα ἡμεῖς τῷ τὴν βραχεῖαν ποιεῖν κοινήν, ἀλλὰ μόνοι οἱ ποιηταί· (σπα‐ | |
20 | νίως γὰρ εὑρίσκεται εἰς ἄλλο μέτρον.) τοῖς γὰρ προ‐ ειρημένοις καὶ ἡμεῖς κεχρήμεθα· (λέγομεν δή, ὅτε ἔστι | |
φύσει μακρὰ εἰς φωνῆεν λήγουσα καὶ εἰς μέρος λόγου | 207 | |
208 | καὶ τὴν ἑξῆς ἔχουσα ἀπὸ φωνήεντος ἀρχομένην, καὶ ὅτε ἔστι θέσει μακρὰ δύο συμφώνων ἐπιφερομένων ἐν συλλήψει, ὧν τὸ πρῶτον ἄφωνόν ἐστι, τὸ δεύτερον ἀμετάβολον). ἀλλὰ λέγομεν, ὅτι εὐλόγως. ἰστέον γὰρ | |
5 | ὅτι ἡ μακρὰ περιεκτική ἐστι βραχείας (ἐκ δύο βρα‐ χειῶν γὰρ σύγκειται), οὐ μὴν ἡ βραχεῖα τῆς μακρᾶς. καὶ εὐλόγως ἡμεῖς μακρᾷ ἀντὶ βραχείας κεχρήμεθα, οὐκ ἔμπαλιν δὲ βραχείᾳ ἀντὶ μακρᾶς.⸥ | |
9t | Cap. II. | |
10t | Περὶ συνεκφωνήσεως. | |
11 | Συνεκφώνησίς ἐστι, ὅπου ἂν δύο συλλαβαὶ σύμφω‐ νον μὴ ἔχουσαι μεταξὺ ἀλλήλων ἀντὶ μιᾶς παραλη‐ φθῶσι. —U Συνεκφώνησίς ἐστιν, ὅταν δύο συλλαβαὶ σύμφωνον | |
15 | μετὰ ἀλλήλων μὴ ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε. ἢ γὰρ δύο μακραί· καὶ τὰ ἑξῆς. —K Ἐνταῦθα περὶ τῆς συνεκφωνήσεως οἱονεὶ συνιζή‐ σεως βούλεται διαλαβεῖν· ἰστέον δὲ ὅτι διαφέρει αὕτη | |
20 | ἡ συνεκφώνησις τῆς συναλοιφῆς· ἄλλως γὰρ ἡ συν‐ αλοιφὴ καὶ ἄλλως ἡ συνεκφώνησις μετρεῖται· ἡ μὲν γὰρ συναλοιφὴ καθάπερ γράφεται οὕτω καὶ μετρεῖται, οἷον ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ | |
25 | (Γ 95 et saepius)· | 208 |
209 | ἀποβληθέντος γὰρ τοῦ ο ἐν τῷ ‘ὣς ἔφατο‘, ἀπεβλήθη καὶ ἐν τῷ μέτρῳ καὶ οὐ λαμβάνεται συλλαβή. ἡ δὲ συνεκφώνησις οὐχ ὡς γράφεται οὕτω καὶ μετρεῖται, ἀλλὰ δύο συλλαβαὶ εἰς μίαν συλλαμβάνονται ⸤ἐν τῷ | |
5 | μέτρῳ, οἷον αὐτός φησι μυρία παραδείγματα· ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις (Ε 349)⸥· ἡ γὰρ ἢ καὶ οὐ συλλαβαὶ εἰς μίαν μετροῦνται. Λέγει δὲ αὐτῆς τῆς συνεκφωνήσεως πέντε τρό‐ | |
10 | πους· ἢ γὰρ δύο μακραὶ εἰς μίαν γίνονται μακράν, ἢ βραχεῖα καὶ μακρὰ εἰς μίαν μακράν, ἢ μακρὰ καὶ βρα‐ χεῖα εἰς μίαν μακράν, ἢ δύο βραχεῖαι εἰς μίαν βρα‐ χεῖαν. εἶτα ἐν τῷ τέλει τὸν πέμπτον φησὶ τρόπον, ὅτε βραχεῖα καὶ κοινὴ εἰς μίαν βραχεῖαν παραλαμβά‐ | |
15 | νονται. Ὁ δ’ Ἡλιόδωρος φησὶν ἐν τῇ εἰσαγωγῇ, ὅτι καὶ τρεῖς εἰς μίαν συνεκφωνοῦνται συλλαβαί, ὡς τὸ δι‐ πενθημιμερὲς τοῦτο, [οἱονεὶ] τὸ δοκοῦν εἶναι ἐλεγεῖον, Ἀστερίς, οὔτε ς’ ἐγὼ φιλέω οὔτ’ Ἀπελλῆς (Anacr. 72b). | |
20 | οὐ γάρ ἐστιν ἐλεγεῖον, ἀλλὰ τὸ πρῶτον αὐτοῦ μέρος ἐστὶ δακτυλικόν, τὸ δὲ δεύτερον ἰαμβικόν· δύο γὰρ ἰαμβικοὺς ἔχει πόδας καὶ συλλαβήν· τὸ οὖν φιλέω οὔ | |
ἀπὸ βραχείας καὶ μιᾶς μακρᾶς. | 209 | |
210 | Ἰστέον δὲ ὅτι τὸν τέταρτον τρόπον, λέγω δὴ τὸν λέγοντα δύο βραχείας εἰς μίαν βραχεῖαν παραλαμβά‐ νεσθαι, λέγει (9, 6) ἐν τοῖς ἄλλοις μέτροις κυρίως εὑρίσκεσθαι, σπανίως δὲ ἐν ἔπει. οἷον παρὰ Σωτάδῃ | |
5 | ἐν τῇ Ἰλιάδι σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον. εἰς ἰθυφαλλικὸν δέ ἐστι τὸ μέτρον. ὅπερ τοιοῦτον ἔχει τρόπον· τὸ πρῶτον μέρος αὐτοῦ ἰωνικόν ἐστιν ἀπὸ μείζονος, τὸ δὲ ἔσχατον αὐτοῦ μέρος, ὃ ἐλέγομεν | |
10 | ἰθυφαλλικόν, ἐκ τριῶν τροχαίων μετρεῖται· οὕτως κατὰ διποδίαν σείων μελίην Πηλιάδα τῆς α καὶ δα συλλαβῆς εἰς μίαν μετρουμένης βραχεῖαν· δεξιὸν κατ’ ὦμον | |
15 | τροχαῖοι. (ἰθυφαλλικὸν δ’ ἐκλήθη, διότι εἰς τὰ φαλλαγώ‐ για ἐν τῇ ἑορτῇ τοῦ Διονύσου αὐτῷ ἐχρήσαντο). —εἶτα, ἐπειδὴ ἔλεγε τοῦτο εἶναι σπάνιον ἐν στίχῳ, ὅμως δὲ εὑρῆσθαι, καὶ ἀγνοεῖν τοῦτο τὸν Κριτίαν (Heph. p. 9, 10 sqq), ὅτι δυνατόν ἐστι δύο συλλαβὰς εἰς μίαν | |
20 | βραχεῖαν παραλαμβάνειν, (ἐνόμισεν εὐλόγως μὴ δύνα‐ σθαι τὸ τοῦ Ἀλκιβιάδου ὄνομα θεῖναι ἐν στίχῳ ἢ ἐλε‐ | |
γείῳ καὶ διὰ τοῦτο ἀντὶ ἐλεγείου ἐποίησεν ἴαμβον, | 210 | |
211 | ⸤ὥστε εἶναι ἀντὶ στιχελεγείου στιχίαμβον⸥) καὶ φέρει τὴν χρῆσιν. παραφέρει δέ, ὅτι εὕρηται καὶ ἐν στίχῳ παρὰ Κορίννῃ ἐν πέμπτῃ (Heph. p. 9, 16 sq.)· τινὲς δέ φασιν ἐν δευτέρᾳ, κρεῖττον δέ ἐστιν ἐν πέμπτῃ. εἶτα | |
5 | καὶ παρὰ Πραξίλλῃ ποιητρίᾳ (Heph. p. 9, 19). | |
7t | Cap. III. | |
8t | περὶ ποδῶν. | |
9 | Ἐκ τῶν συλλαβῶν εἰσιν οἱ πόδες, ὧν δισύλλαβοι | |
10 | μὲν δʹ. καὶ τὰ ἑξῆς. Ἐνταῦθα περὶ τῶν ποδῶν βούλεται διαλαμβάνειν ποῖοι καὶ πόσοι εἰσί· καὶ ἀναγκαῖόν ἐστιν ἡμᾶς πρό‐ τερον αὐτὸ τοῦτο γνῶναι, τί ἐστι πούς. ποὺς τοίνυν ἐστὶν σύνταξις συλλαβῶν ἄρσιν καὶ θέσιν περιέχουσα. | |
15 | καὶ ἄλλως· πούς ἐστι μετρικὴ συλλαβῶν σχέσις ἀπὸ δύο ἕως ἕξ, ἐξ ὧν γνωρίζομεν τὸ τοῦ μέτρου εἶδός τε καὶ μέγεθος. βάσις δέ ἐστι τὸ ἐκ δύο ποδῶν συν‐ εστηκὸς τοῦ μὲν ἐν ἄρσει τοῦ δὲ ἐν θέσει παραλαμ‐ βανομένου. ἢ οὕτως· βάσις ἐστὶν 〈ἢ ἐκ δύο ποδῶν〉 | |
20 | ἢ ἐκ ποδὸς καὶ καταλήξεως, τουτέστι μιᾶς συλλαβῆς | 211 |
212 | ποδὶ ἰσουμένης. γνωρίζεται δὲ ὁ μὲν ποὺς ταῖς συλ‐ λαβαῖς, τὰ δὲ μέτρα τοῖς ποσὶν ἢ ταῖς βάσεσι. μέτρον δέ ἐστι ποδῶν ὡρισμένων ποιὰ σύνταξις κατὰ τὴν φυσικὴν συμμετρίαν πως ὑπὸ τῶν τοῦ λόγου μερῶν | |
5 | ἀφωρισμένη. —Ἰστέον δὲ ὅτι ἀπὸ δισυλλαβίας ἕως ἓξ συλλαβῶν μετροῦνται οἱ πόδες. καὶ ἔστιν αὐτῶν μετρῆ‐ σαι τὴν ποσότητα, ὥς τινες φασὶ τῶν τεχνικῶν, κατὰ διπλασιασμόν. εἰσὶ γὰρ δισύλλαβοι ἁπλοῖ τέσσαρες, τουτέστιν ὁ σπονδεῖος καὶ ὁ πυρρίχιος, ὁ τροχαῖος καὶ | |
10 | ὁ ἴαμβος. οὗτοι δὲ ἀντιστρεφόμενοι ἀλλήλους ποιοῦσι κυκλικῷ σχήματι. τοῦ γὰρ τροχαίου μετατιθεμένη ἡ μακρὰ τὸν ἴαμβον ἀποτελεῖ καὶ ἔμπαλιν ἡ τοῦ ἰάμβου τὸν τροχαῖον, καὶ αἱ τοῦ σπονδείου μακραὶ εἰς βρα‐ χεῖαν τὸν πυρρίχιον, καὶ ἔμπαλιν αἱ τοῦ πυρριχίου | |
15 | βραχεῖαι εἰς μακρὰν τὸν σπονδεῖον. εἰσὶν οὖν δισύλ‐ λαβοι τῶν ἁπλῶν πόδες τέσσαρες. εἶτα κατὰ ἀναδι‐ πλασιασμὸν τρισύλλαβοι ὀκτώ, ὡς ὁ τεχνικός φησιν. πάλιν κατὰ ἀναδιπλασιασμὸν τῶν διπλῶν τετρασύλλα‐ βοι ιϛʹ, πεντασύλλαβοι μὲν λβʹ, ἑξασύλλαβοι δὲ ἑξηκον‐ | |
20 | τατέσσαρες, ὥστε εἶναι τοὺς πάντας ὁμοῦ ρκδʹ. — Ἄλλοι δ’ ἄλλως ψηφίζουσιν, ὥστε καὶ πλείονα φθά‐ νειν. τοὺς γὰρ δώδεκα ἁπλοῦς, τουτέστι τοὺς δʹ δι‐ συλλάβους καὶ ὀκτὼ τρισυλλάβους, δωδεκάκις πολυ‐ πλασιάζουσι· δωδεκάκις οὖν δώδεκα γίνονται ρμδʹ. | |
25 | καὶ οὕτως οἱ περὶ Ὦρον καὶ Λογγῖνον ἐψήφιζον. | 212 |
213(1t) | ⸤Περὶ ὀνομασίας τῶν ποδῶν.⸥ | |
2 | Πυρρίχιος γοῦν ἐστίν, ὅν τινες καὶ προκελευσμα‐ τικὸν καλοῦσιν, ὁ καὶ παρίαμβος καὶ ἡγεμὼν ⸤ἐκ δύο βραχειῶν, δίχρονοσ⸥. λέγεται δὲ πυρρίχιος, ὅτι βραχύ‐ | |
5 | τατος ὢν καὶ ὀξύτατος ἐφήρμοσε μάλιστα τῇ συντόμῳ κινήσει τῆς ὀρχήσεως, ἣν πυρρίχην ὠνόμαζον, ἢ διὰ τὸ ὑπὸ Πύρρου, ⸤τοῦ καὶ Νεοπτολέμου⸥ τοῦ Ἀχιλλέως υἱοῦ εὑρεθῆναι τόν τε τοῦ ποδὸς καὶ τοῦ μέλους 〈καὶ〉 τῆς ὀρχήσεως ῥυθμόν, ἢ διὰ τὸ ὑπὸ Ἀχιλλέως | |
10 | παρὰ τῇ τοῦ Πατρόκλου πυρᾷ, ἢ διὰ τὴν σφοδρὰν κίνησιν καὶ πυρώδη. παρίαμβος δὲ ὁ αὐτὸς καλεῖ‐ ται διὰ τὸ παρὰ ἕνα χρόνον ἴσος εἶναι τῷ ἰάμβῳ· ὁ μὲν γὰρ δίχρονός ἐστιν, ὁ δὲ ἴαμβος τρίχρονος. προκελευσματικὸς δὲ ἐκλήθη καὶ ἡγεμὼν διὰ τὸ βραχύ‐ | |
15 | τατος εἶναι πλέον παντὸς ποδὸς καὶ πρὸ πάντων εὑρῆ‐ σθαι, ἀκολουθεῖν τε αὐτῷ πάντα τὰ τῶν ποδῶν σχή‐ ματα καὶ μεγέθη. Σπονδεῖος δέ ⸤ἐστιν ἐκ δύο μακρῶν, τετράχρονος,⸥ οἷον φωνή. λέγεται δ’ οὕτως διὰ τὸ μάλιστα παρα‐ | |
20 | λαμβάνεσθαι εἰς τὰς ἱερουργίας καὶ σπονδοποιίας τῶν | 213 |
214 | θεῶν, ἀφ’ οὗ καὶ σπονδεῖον ἔτι καὶ νῦν μέλος προσ‐ αυλεῖν λέγουσι τοῖς ἱεροῖς. Ὁ δὲ τροχαῖός ⸤ἐστιν ἐκ μακρᾶς καὶ βραχείας, τρίχρονος,⸥ οὕτω κληθείς, ἐπειδὴ διατετροχασμένην | |
5 | καὶ τροχαίαν ἐν τῇ κατασκευῇ τὴν ῥυθμοποιίαν ἔχει, διὰ τὸ τὴν μακρὰν ἐπιτρέχειν ἀεὶ τῇ βραχείᾳ καὶ ἀνά‐ παλιν τὴν βραχεῖαν ἕπεσθαι τῇ μακρᾷ. Ἴαμβος δ’ ⸤ἐκ βραχείας καὶ μακρᾶς, 〈τρίχρονοσ〉⸥ εἴρηται ἤτοι ἀπὸ Ἰάμβης τῆς Κελεοῦ θεραπαίνης, ἥτις | |
10 | τὴν Δήμητρα λυπουμένην ἠνάγκασε γελάσαι γέλοιόν τι εἰποῦσα, τῷ ῥυθμῷ τούτου τοῦ ποδὸς αὐτομάτως χρησαμένη. ἢ ἀπὸ Ἰάμβης τινὸς ἑτέρας, γραός, ᾗ Ἱπ‐ πῶναξ ὁ ἰαμβοποιὸς παρὰ θάλασσαν ἔρια πλυνούσῃ συντυχὼν ἤκουσε τῆς σκάφης ἐφαψάμενος, ἐφ’ ἧς | |
15 | ἔπλυνεν ἡ γραῦς, ἄνθρωπ’, ἄπελθε, τὴν σκάφην ἀνατρέπεις. καὶ συλλαβὼν τὸ ῥηθὲν οὕτως ὠνόμασε τὸ μέτρον. ἄλλοι δὲ περὶ τοῦ χωλιάμβου τὴν ἱστορίαν ταύτην ἀναφέρουσι, γράφοντες τὸ τέλος τοῦ στίχου | |
20 | τὴν σκάφην ἀνατρέψεις. | 214 |
215 | ἢ παρὰ τὸ ἰαμβίζειν, ὅ ἐστιν ἰὸν βάζειν ⸤τουτέστιν 〈λόγους μεστοὺς πικρίασ〉 λέγειν⸥· λοιδορικὸν γὰρ τὸ μέτρον τὸ ἐκ τούτου τοῦ ποδὸς συνιστάμενον. Τρισύλλαβοι δὲ οἵδε· Δάκτυλος, ὁ καὶ ἡρῷος. | |
5 | 〈ἐκ μακρᾶς καὶ δύο βραχειῶν, τετράχρονος·〉 καὶ δάκτυ‐ λος μὲν ἀπὸ τῶν Ἰδαίων Δακτύλων, οἳ τὸν μὲν ἀριθ‐ μὸν ἦσαν δέκα, παραστάται δὲ τυγχάνοντες τῆς Ῥέας καὶ μουσικώτατοι ὑπάρχοντες διὰ τῆς τῶν ὀργάνων χρήσεως ὕμνουν τὸν Δία. καὶ ἄλλως· δάκτυλος ἀπὸ | |
10 | τῆς ἐν ταῖς χορδαῖς γινομένης τῶν δακτύλων κινή‐ σεως. ἡρῷος δὲ καλεῖται διὰ τὸ πρὸς τὰ τῶν ἡρώων ἔργα καὶ τοὺς τῆς γενεαλογίας ὕμνους προσαρμόζειν, ἢ διὰ τὸ πρώτῳ τούτῳ κεχρῆσθαι τοὺς ποιητὰς πρὸς τὴν ἡρωϊκὴν ἱστορίαν. | |
15 | Ἀνάπαιστος δέ, ὃν καὶ καλοῦσι τινὲς ἀντιδάκτυ‐ λον, ⸤ἐκ δύο βραχειῶν καὶ μακρᾶς, τετράχρονοσ⸥. ἐκλήθη δὲ οὕτως διὰ τὸ ἀντικειμένως ἔχειν τῷ ἡρῴῳ (δύο γὰρ ἕχει βραχείας κατὰ τὴν ἀρχὴν τῆς πλήξεως τοῦ ῥυθμοῦ, τὴν δὲ τρίτην μακρὰν ἐν τῇ θέσει) καὶ ἄνω | |
20 | παίειν ἀεί. Ἀμφίμακρος, ὁ καὶ κρητικὸς καὶ παιωνικὸς ὁ | |
αὐτός, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ⸤πεντά‐ | 215 | |
216 | χρονοσ⸥. καὶ ἀμφίμακρος μὲν λέγεται, ὅτι ἑκατέρωθεν τῆς βραχείας ἔχει τὰς μακράς. κρητικὸς δέ, ὅτι ὑπὸ Κρητῶν εὑρῆσθαι δοκεῖ· ἐκεῖνοι γὰρ πρῶτοι τοῦτο τὸ γένος τῆς ῥυθμοποιίας ὀρχήσει τὴν βάσιν ἀπαρτίζοντες | |
5 | ἐποίουν. παιωνικὸς δέ, ἐπεὶ πρὸς τὰ παιωνικὰ καλού‐ μενα μέτρα ἥρμοσται. Ἀμφίβραχυς δέ, ἐκ βραχείας καὶ μακρᾶς ἐστὶ καὶ βραχείας, ⸤τετράχρονος. εἴρηται δ’ οὕτως, ὅτι ὑπὸ δύο βραχειῶν τὴν μακρὰν περιλαμβάνει ἔμπαλιν τοῦ ἀμφι‐ | |
10 | μάκρου⸥· ὅν τινες καὶ ὑπερθετικὸν καλοῦσιν, ὅτι ὑπερ‐ τιθεμένην ἔχει ἄνωθεν τὴν βραχεῖαν. Βακχεῖος δὲ ἐκ βραχείας καὶ δύο μακρῶν, ⸤πεντά‐ χρονοσ⸥. καλεῖται δὲ οὕτως διὰ τὸ πρὸς τοὺς 〈βακχι‐ κοὺσ〉 ῥυθμοὺς ἐπιτηδείως ἔχειν. τινὲς δὲ καὶ ὑπο‐ | |
15 | βάκχειον καλοῦσιν αὐτόν. Ὁ δὲ παλιμβάκχειος, ⸤ὁ καὶ διονύσιος, ἐκ δύο μακρῶν καὶ βραχείας, πεντάχρονοσ⸥ καὶ ἀντιβάκχειος καλεῖται, ὅτι ἐναντίως διάκειται τῷ ῥυθμῷ πρὸς τὸν βακχεῖον, διονύσιος δὲ καθὸ καὶ αὐτὸς πρὸς τὰ Διο‐ | |
20 | νυσιακὰ μέλη πεποίηται. τινὲς δὲ αὐτὸν προσοδιακὸν | |
καλοῦσιν καὶ πομπευτικὸν διὰ τὸ ἐν τοῖς προσοδίοις | 216 | |
217 | ὕμνοις οὕτω καλουμένοις καὶ ἐν ταῖς πομπαῖς εἶναι ταῖς Διονυσιακαῖς. Χόρειος—προπαροξυτόνως, ὡς Ἡρωδιανὸς ἐν τῇ καθόλου φησὶν—ὁ καὶ τρίβραχυς καὶ βραχυσύλλαβος | |
5 | καὶ τροχαῖος, ἐκ τριῶν βραχειῶν, ⸤τρίχρονοσ⸥. χόρειος μὲν οὖν, ὅτι πρὸς τὰ χορικὰ μέλη πολλάκις λαμβάνεται. τρίβραχυς δὲ διὰ τὸ ἐκ τριῶν βραχειῶν συγκεῖσθαι [ἐν τρισυλλάβοις]. βραχυσύλλαβος δὲ ὡς βραχείας ἔχων τὰς πάσας συλλαβάς. τροχαῖος δέ, ἐπειδὴ ὁ Σο‐ | |
10 | φοκλῆς ἐν τῷ Θαμύρᾳ (fr. 219) φησὶ πρόποδα μέλεα· τά δ’ ὅσα κλύομεν τρόχιμα, βάσιμα, χέρεσι, πόδεσι. Μολοσσός, ὁ καὶ τρίμακρος, ⸤ἐκ τριῶν μακρῶν, ἑξάχρονοσ⸥. καλεῖται δὲ μολοσσὸς διὰ τὸ μέγιστος εἶναι | |
15 | πάντων τῶν ἁπλῶν ποδῶν καὶ μήκιστος. τοὺς δὲ μη‐ κίστους τὸ παλαιὸν μολοσσοὺς ἐκάλουν, ὡς Σοφοκλῆς μολοσσικαῖσι χερσὶν ἐκτείνων πέλας (fr. 727) ἀντὶ τοῦ μεγάλαις. οἱ δὲ διὰ τὸ ὑπὸ Μολοσσῶν εὑρῆ‐ σθαι πρῶτον τὸ εἶδος τῆς ῥυθμοποιίας ταύτης. καλεῖ‐ | |
20 | ται δὲ ἵππειος πάλιν διὰ τὸ τέλειον εἶναι τὸ ζῶον. Τετρασύλλαβοι δὲ δεκαέξ. Προκελευσματικός, | |
ὁ καὶ ἰσάριθμος, ἐκ τεσσάρων βραχειῶν, ⸤τετράχρονοσ⸥. | 217 | |
218 | προκελευσματικὸς δέ, ἐπειδὴ πρῶτός ἐστι τῶν διπλῶν, ὡς καὶ τὸν πυρρίχιον ἐλέγομεν 〈προκελευσματικὸν〉 καὶ ἡγεμόνα. Παίων πρῶτος, ὁ καὶ παιωνικός, ἐκ μακρᾶς καὶ | |
5 | τριῶν βραχειῶν πεντάχρονος. παιωνικὸς δὲ διὰ τὸ ἐν τοῖς παιᾶσιν ὕμνοις παραλαμβάνεσθαι· Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών (Aristoph. Plut. 636). παίων δεύτερος, ἢ σύμβλητος, ὁ καὶ κουρητικός, ἐκ | |
10 | βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν, ⸤πεντάχρονοσ⸥. —παίων τρίτος ἢ διδυμαῖος ἢ κουρητικὸς ἢ δελφι‐ κός, ὁ καὶ δρόμιος καὶ ἀρίθμιος, ἐκ δύο βραχειῶν καὶ μακρᾶς καὶ βραχείας, ⸤πεντάχρονοσ⸥. —παίων τέταρ‐ τος, ὁ ὑπορχηματικός, ὁ καὶ κρητικός, ἐκ τριῶν βρα‐ | |
15 | χειῶν καὶ μακρᾶς 〈πεντάχρονοσ〉· δεῖ δὲ νοῆσαι, ὅτι κρητικὸς πρῶτος καὶ τέταρτος λέγεται. Ἰωνικὸς ἀπὸ μείζονος ἢ περσικός, ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν, ⸤ἑξάχρονοσ⸥. ἰωνικὸς μέν, ὅτι Ἴωνες αὐτῷ ἐκέχρηντο. περσικὸς δὲ διὰ τὸ τὰς ἱστορίας τὰς | |
20 | περσικὰς γεγράφθαι τούτῳ τῷ μέτρῳ, ὡς παρ’ Αἰσχύλῳ καὶ ἄλλοις τισίν. —ἰωνικὸς ἀπ’ ἐλάσσονος ἢ ὑποκύ‐ κλιος, ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν, ⸤ἑξάχρονοσ⸥. Χορίαμβος ἢ κύκλιος ἢ ὑποβάκχειος ἢ καὶ βακ‐ | |
χεῖος κατὰ τροχαῖον, ⸤τινὲς καὶ χορείαμβον αὐτὸν ἐκά‐ | 218 | |
219 | λεσαν,⸥ ἐκ μακρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, ⸤ἑξά‐ χρονοσ⸥. Ἀντίσπαστος, ὁ καὶ σπονδειακὸς καὶ βακχεῖος κατὰ ἴαμβον, ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βρα‐ | |
5 | χείας, ⸤ἑξάχρονοσ⸥. Διίαμβος ἢ παράλληλος ἴαμβος ἢ ἰαμβικὴ ταυτο‐ ποδία, ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μα‐ κρᾶς, ⸤ἑξάχρονοσ⸥. Διτρόχαιος ἢ ἀντιπαράλληλος, ὁ καὶ κρητικὸς | |
10 | κατὰ Ἀριστόξενον ἢ διχόρειος ἢ τροχαϊκὴ ταυτοποδία, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας, ⸤ἑξάχρονοσ⸥. Ἐπίτριτος πρῶτος 〈ἢ〉 ἵππειος πρῶτος ἢ καὶ κα‐ ρικὸς ἢ καὶ δόχμιος, ἐκ βραχείας καὶ τριῶν μακρῶν, | |
15 | ἑπτάχρονος. ἰστέον δ’ ὅτι τοὐναντίον τοῦ παιῶνος ἐνταῦθα ἡ βραχεῖα μετέρχεται. —ἐπίτριτος δεύτερος ἢ ἵππειος δεύτερος ἢ δόχμιος δεύτερος, ὁ καὶ καρικός, ἐκ μακρᾶς καὶ βραχείας καὶ δύο μακρῶν, ⸤ἑπτάχρονοσ⸥. —ἐπίτριτος τρίτος ἢ ἵππειος τρίτος, ὁ καὶ παροδικός, | |
20 | ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς, ⸤ἑπτάχρο‐ νοσ⸥. —ἐπίτριτος τέταρτος, ὁ καὶ μονογενής, ἐκ τριῶν μακρῶν καὶ βραχείας, ⸤ἑπτάχρονοσ⸥. Δισπόνδειος ἢ ἐμβατήριος, ἐκ τεσσάρων μακρῶν, ὀκτάχρονος. | |
25 | ⸤Καὶ τοῦτο πρόδηλον· ἐν οἷς τὰ περὶ τῶν δισυλλά‐ βων 〈καὶ τρισυλλάβων〉 καὶ τετρασυλλάβων ποδῶν ὅσα ἐχρῆν περὶ ὀνομασίας εἴρηται· τὸ δὲ ῥητὸν εὐχερὲς ὂν | |
καὶ πρόδηλον παρερχόμεθα τοῦ τεχνικοῦ.⸥ | 219 | |
220(1t) | Cap. IV. | |
2t | Περὶ ἀποθέσεως μέτρων. | |
3 | Περὶ ἀκαταλήκτων. Ἀκατάληκτα καλεῖται μέτρα, ὅσα τὸν τελευταῖον πόδα ὁλόκληρον ἔχει οἷον ἐπὶ δα‐ | |
5 | κτυλικοῦ μῶσάγε Καλλιόπα θύγατερ Διός (Alcm. 45)· καταληκτικὰ δέ, ὅσα μεμειωμένον ἔχουσι τὸν τελευταῖον πόδα· καὶ τὰ ἑξῆς. Ἰστέον ὅτι ἀπόθεσις καὶ κατάληξις ταὐτόν ἐστι. | |
10 | περὶ ἀποθέσεως οὖν φησιν οἱονεὶ περὶ καταλήξεως. ἔστι δὲ καὶ γενικὸν ὄνομα ἡ ἀπόθεσις οἱονεί, ὡς εἴρη‐ ται, πᾶσα κατάληξις· ἔστι δὲ καὶ ἰδικὸν ἀντὶ τοῦ ἐλάτ‐ τωσις. λέγει οὖν ποῖά εἰσιν ἀκατάληκτα μέτρα καὶ ποῖα καταληκτικὰ εἰς συλλαβὴν ἢ δύο συλλαβάς. | |
15 | Ἀκατάληκτα τοίνυν ἐστίν, ὡς καὶ αὐτὸς σαφῶς παραδίδωσιν, ὅσα ἔχουσι τέλειον τὸν τελευταῖον πόδα μηδὲν λείποντα, οἷον φησι τὸ παράδειγμα ἐπὶ δακτυ‐ λικοῦ τετραμέτρου· ἔχει γὰρ τοὺς τέσσαρας πόδας τε‐ λείους | |
20 | μῶσάγε Καλλιόπα θύγατερ Διός. Καταληκτικὰ δὲ τοὐναντίον ὅσα τὸν τελευταῖον πόδα ἀτελῆ ἔχουσιν, οἷον ἐπὶ ἰάμβου φησὶν | |
χαίροις ἁνύμφα, χαιρέτω δ’ ὁ γαμβρός (Sapph. 103)· | 220 | |
221 | πέντε γὰρ ἔχει πόδας καὶ συλλαβήν. ἐὰν δὲ τρισύλ‐ λαβος ᾖ ὁ ποὺς ὁ ἐπὶ τοῦ τέλους καὶ συνιστὰς τὸ πᾶν μέτρον, 〈οἷον〉 ἐὰν ᾖ δακτυλικόν, δύναται εἶναι καταληκτικὸν εἰς συλλαβήν, τουτέστιν δύναται λείπειν | |
5 | δύο συλλαβάς, οἷόν φησι πάλιν ὁ αὐτὸς ἐπὶ δακτυ‐ λικοῦ μέτρου τὸ παράδειγμα ἐν δὲ Βατουσιάδης (Archil. 104)· δύο γὰρ ἔχει πόδας καὶ συλλαβὴν μίαν, καὶ τριμέτρου ὄντος ἡ ἐπὶ τέλους μία συλλαβὴ τόπον τοῦ τρισυλλά‐ | |
10 | βου δακτύλου μόνη ἀνεπλήρωσεν. ἐπὶ δὲ τῶν τοιούτων μέτρων τῶν λειπόντων καὶ μὴ ὄντων ἐντελῶν τὰ μὲν παρὰ μίαν μόνην ὄντα συλλαβὴν λέγεται καταληκτικὰ εἰς δισύλλαβον (κατέληξε γὰρ εἰς δισύλλαβον πόδα, λείπει δὲ μία συλλαβή, ἵνα ᾖ τρισύλλαβος), τὰ δὲ | |
15 | παρὰ δύο συλλαβὰς λέγονται καταληκτικὰ εἰς συλλα‐ βήν, ὅτι κατέληξεν εἰς συλλαβήν, λείπουσι δὲ ἔξωθεν δύο συλλαβαί, ἵνα ᾖ τὸ πᾶν τρισύλλαβον. Διὰ τοῦτο γὰρ καὶ εἰς τὸ ἔπος εἰώθαμεν λέγειν· γένους μέν ἐστι δυαδικοῦ τετρασήμου, εἴδους δακτυ‐ | |
20 | λικοῦ, μεγέθους ἑξαμέτρου κατὰ πόδα, σχέσεως τακτι‐ κῆς, συντάξεως συνθέτου, ἀποθέσεως καταληκτικῆς τῆς εἰς δισύλλαβον, τομῆς † τῆσδε. Ἐπειδὴ κυρίως τὸ | |
μέτρον τοῦ ἔπους δακτυλικόν ἐστι πᾶν (εἰ γὰρ καὶ | 221 | |
222 | εὑρίσκεται σπονδεῖος ἐν αὐτῷ, ἀλλ’ οὖν δυνάμει καὶ αὐτὸς δάκτυλός ἐστι, τῆς δευτέρας τοῦ σπονδείου μα‐ κρᾶς ἀντὶ δύο βραχειῶν οὔσης καὶ κατὰ κρᾶσιν 〈δύο〉 βραχειῶν εἰς μίαν μακρὰν συνελθουσῶν)—ἐπειδὴ | |
5 | οὖν δακτυλικόν ἐστι τὸ μέτρον τοῦ ἔπους, κατὰ πόδα ἕνα ἑξάμετρον, ἔχει πέντε τελείους πόδας καὶ δύο συλ‐ λαβάς, τουτέστιν ἢ σπονδεῖον ἢ τροχαῖον, τῆς τελευ‐ ταίας ἀδιαφορούσης, ὡς αὐτὸς μέλλει εἰπεῖν, καλῶς φαμὲν ‘ἀποθέσεως καταληκτικῆς τῆς εἰς δισύλλαβον‘· | |
10 | καταλήγει γὰρ εἰς δύο συλλαβάς, λείπει δὲ μία, ἵνα γένηται τρισύλλαβον. Ἄξιον δὲ ἡμᾶς πάντα ταῦτα τὰ τοῦ ἔπους ἐπεξερ‐ γάσασθαι, παρεπόμενα καὶ ἀχώριστα συμβεβηκότα ὄντα. Ἰστέον τοίνυν ὅτι γένους μέν ἐστι δυαδικοῦ τετρασή‐ | |
15 | μου. ἐπειδὴ τεσσάρων ὄντων δισυλλάβων ποδῶν (πυρ‐ ριχίου, σπονδείου, ἰάμβου καὶ τροχαίου) δύο μόνοι ἐξ αὐτῶν εἰσιν οἱ ἀποτελεστικοὶ μέτρων, ὅ τε ἴαμβος καὶ ὁ τροχαῖος (ὅθεν καὶ ἰαμβικὸν λέγεται μέτρον ἢ τρο‐ χαϊκόν, οὐ μὴν πυρριχιακὸν ἢ σπονδειακόν, εἰ καὶ | |
20 | παραλαμβάνονται ἔστιν ὅτε κατά τινας χώρας τοῦ ἰάμ‐ βου καὶ τοῦ τροχαίου)· ἔστιν οὖν ὁ ἴαμβος γένους μὲν δυαδικοῦ τρισήμου οἱονεὶ τριχρόνου· ⸤ἐκ βραχείας 〈γὰρ〉 καὶ μακρᾶς συγκείμενος τρεῖς ποιεῖ χρόνουσ⸥. | |
ὁμοίως δὲ καὶ ἐν τοῖς τρισυλλάβοις ὀκτὼ ὄντων τῶν | 222 | |
223 | ποδῶν δύο μόνοι εἰσὶ ἀποτελεστικοὶ μέτρων, ὁ δάκτυ‐ λος καὶ ὁ ἀνάπαιστος, ὅθεν καὶ περὶ αὐτῶν μόνων διαλαμβάνει ὁ τεχνικός, περί τε δακτυλικοῦ μέτρου κατ’ ἰδίαν καὶ περὶ ἀναπαιστικοῦ· ἐπειδὴ οὖν ὁ στί‐ | |
5 | χος ἀπὸ δακτύλου σύγκειται, εἰώθαμεν λέγειν· ‘γένους μέν ἐστι δυαδικοῦ 〈τετρασήμου〉‘. δύο γὰρ μόνοι εἰσὶ γενικοὶ καὶ ἀποτελεστικοὶ μέτρων, ὁ δάκτυλος καὶ ὁ ἀνάπαιστος. τετρασήμου δὲ εἴρηται οἱονεὶ τετραχρό‐ νου· ⸤ἐκ μακρᾶς γὰρ καὶ δύο βραχειῶν συγκείμενος ὁ | |
10 | δάκτυλος τέσσαρας ἔχει χρόνουσ⸥. —Τὸ δὲ εἶδος δα‐ κτυλικὸν νενόηται. —Πάλιν μεγέθους ἑξαμέτρου κατὰ μονοποδίαν εἴρηται, ἐπειδὴ οὐ κατὰ διποδίαν μετρεῖ‐ ται ὁ στίχος, ὡς ἕτερα πολλὰ μέτρα, οἷον ὁ ἴαμβος· οὗτος γὰρ ἓξ ἁπλοῦς πόδας ἔχων καὶ κατὰ διποδίαν | |
15 | μετρούμενος τρίμετρος καλεῖται· ὁ δὲ στίχος ὁ ἑξάμε‐ τρος κατὰ ἕνα πόδα μετρούμενος καὶ οὐ κατὰ διπο‐ δίαν, ὡς προείπομεν. —⸤Πάλιν σχέσεως τακτικῆς λέ‐ γεται ....⸥ Περὶ βραχυκαταλήκτων. (13, 18) βραχυκατάληκτα | |
20 | δὲ καλεῖται, ὅσα ἀπὸ διποδίας ἐπὶ τέλους ὅλῳ ποδὶ μεμείωται. καὶ ἑξῆς. —U Βραχυκατάληκτα δὲ λέγεται, ὅσα ἀπὸ διποδίας ὅλῳ ποδὶ μεμείωται ἐπὶ τέλους, οἷον ἐπὶ ἰάμβου. καὶ τὰ ἑξῆς. —K | |
25 | Εἰπὼν περὶ ἀκαταλήκτων καὶ καταληκτικῶν μέτρων | |
βούλεται διαλαβεῖν καὶ λέγει πάλιν περὶ βραχυκατα‐ | 223 | |
224 | λήκτων, ὅτι βραχυκατάληκτά ἐστιν, ὅσα κατὰ διποδίαν μετρούμενα λείπουσιν τέλειον ἁπλοῦν ἕνα πόδα, οἷον ἐπὶ ἰάμβου (κατὰ διποδίαν γὰρ μετρεῖται, ὅθεν καὶ τρίμετρος ὀνομάζεται), καὶ φησὶν ὁ τεχνικὸς τὸ παρά‐ | |
5 | δειγμα ἄγ’ αὖτ’ ἐς οἶκον τὸν Κλεησίππω· ἐνταῦθα γὰρ τὸ ‘σίππω‘ ἀντὶ ὅλης ἰαμβικῆς κεῖται δι‐ ποδίας. Περὶ ὑπερκαταλήκτων. (14, 4) πάλιν ὑπερκατά‐ | |
10 | ληκτα καλεῖται μέτρα, ὅσα πρὸς τοῖς τελείοις ποσὶ συλλαβῇ τοῦ ὡρισμένου μέτρου περιττεύουσιν, οἷον ἐπὶ ἰαμβικοῦ (ἔστι δὲ δίμετρον κατὰ διποδίαν) εἶμ’ ὥστ’ ἀπὸ πυσσάλω λυθεῖσα (fr. lyr. adesp.)· ἔχει γὰρ τὴν σα συλλαβὴν περιττεύουσαν. (ὃ δὲ θέ‐ | |
15 | λει εἰπεῖν, τοιοῦτόν ἐστι· πορεύομαι ὥσπερ ἀπὸ πασ‐ σάλου λυθεῖσα. πύσσαλον γάρ φησι τὸν πάσσαλον). δύναται δὲ εἶναι ὑπερκατάληκτα καὶ δύο συλλαβαῖς, ὅταν οἱ πόδες τρισύλλαβοι ὦσιν, οἷόν φησι τὸ παρά‐ δειγμα | |
20 | ἅδ’ Ἄρτεμις ὦ κόραι (Telesill. 1). ἔστι δὲ τὸ μέτρον ἀναπαιστικὸν ἐκ δύο ποδῶν, τοῦ πρώτου σπονδείου ἰσοδυναμοῦντος ἀναπαίστῳ. (εἴρη‐ ται γὰρ πολλάκις, ὅτι ἡ μακρὰ ἰσοδυναμεῖ δύο βρα‐ | |
χείαις συλλαβαῖς). τοῦτο γὰρ πρὸς τῇ ὁλοκλήρῳ συ‐ | 224 | |
225 | ζυγίᾳ οἱονεὶ διποδίᾳ (τὴν γὰρ διποδίαν συζυγίαν ἐκάλεσε) περιττεύει δύο συλλαβαῖς. Ἄλλο κεφάλαιον. (14, 15) Παντὸς μέτρου ἀδιάφο‐ ρός ἐστιν ἡ τελευταία συλλαβή, ὥστε εἶναι αὐτὴν καὶ | |
5 | βραχεῖαν καὶ μακράν. καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον, ἐπειδὴ λέγει παντὸς εἶναι μέτρου τὸ τέλος ἀδιάφορον, τουτέστι ἐὰν μακρὸν ἢ βραχὺ τοῦτο, ἀδιάφορον· ἰστέον ὅτι ἡ βραχεῖα ἀντὶ μακρᾶς εὑρίσκεται εὐλόγως κατὰ τὸ τέλος (βοηθεῖται | |
10 | γὰρ ὑπὸ τῆς σιωπῆς), παραλόγως δὲ ἡ μακρὰ ἀντὶ βρα‐ χείας παραλαμβάνεται ἐν τέλει μέτρου, ὅμως δ’ οὕτως ἐπεκράτησε. (14, 22) ⸤Πᾶν μέτρον εἰς τελείαν περατοῦται λέξιν, ὅθεν ἐπίληπτά ἐστι τὰ τοιαῦτα Σιμωνίδου ἐκ τῶν ἐπι‐ | |
15 | γραμμάτων. καὶ τὰ ἑξῆσ⸥. Πᾶν μέτρον, φησίν, εἰς τελείαν περατοῦται λέξιν, δεῖ δὲ εἰπεῖν ‘ἢ ὡς τελείαν‘, καθάπερ καὶ Ἡλιόδωρος ἔλεγεν ὁ γραμματικός, διὰ τὸ ‘ὑψερεφὲς δῶ‘ (κ 111 alias) καὶ τὰ τοιαῦτα. δῆλον δὲ ὅτι καὶ ἀπὸ τελείας θέλει | |
20 | ἄρχεσθαι· ὅθεν καὶ συνηγοροῦντές τινες εἰς τὸ εὐρύοπα Ζῆν’, αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο (Θ 207), καὶ ἐν τοῖς ὁμοίοις, ὅτι τὸ ν εἰς τὸ τέλος τοῦ πρώτου στίχου ἐστὶ καὶ οὐκ ἔστιν ἀρκτικὸν τοῦ ἑξῆς στίχου, | |
25 | ἐκέχρηντο τούτῳ τῷ λόγῳ, ὅτι πᾶν μέτρον θέλει ἀπαρ‐ | 225 |
226 | τίζειν εἰς τέλος λέξεως καὶ πάλιν ἀπ’ ἀρχῆς θέλει ἄρ‐ χεσθαι. μᾶλλον δ’ ἀκριβέστερον ἐξετάσαντες οἱ περὶ Ἀριστοφάνην τὸν γραμματικὸν καὶ Ἀρίσταρχον, ὡς ἐν τῇ συντάξει τῆς ὀρθογραφίας ἀκριβέστερον ἔγνωμεν, | |
5 | τὸ ν τῷ ἐπιφερομένῳ στίχῳ ἐπετίθεσαν, λέγοντες ὅτι ὁ λόγος ἔρρωται ἐπὶ παθῶν. τοῦτο γὰρ καὶ τὰ ὅμοια πάθη εἰσίν, οἱ δὲ κανόνες τῶν ὑγιῶν, οὐ τῶν πεπον‐ θότων εἰσὶ κανονιστικοί. ὅμως δὲ εὑρέθησαν πολλὰ μέτρα εἰς μέρος λέξεως ἀπαρτίζοντα καὶ ἀπὸ τοῦ ἄλ‐ | |
10 | λου μέρους τῆς λέξεως ἀρχόμενα· καὶ φέρει μὲν ὁ τε‐ χνικός τινα παραδείγματα. εἰσὶ δὲ καὶ ἄλλα πολλά, οἷον παρὰ Καλλιμάχῳ ἐν Ἐπιγράμμασιν (XLII) ἥμισύ μοι ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ’ οὐκ οἶδ’ εἴτ’ Ἔρος εἴτ’ Ἀΐδης ἥρπασεν ἐκ μερόπων· | |
15 | καὶ Μένανδρος ἐν Πλοκίῳ (fr. 412) λεπτὸν μεθ’ ἑτέρας ἱστὸν ὑφαίνει· καὶ ἐξαιρέτως παρὰ Σοφοκλεῖ (OT 332 sq.) ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε ς’ ἀλγυνῶ. τί ταῦτ’ ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου, | |
20 | ὥστε καλεῖσθαι τὸ εἶδος Σοφόκλειον καὶ ἐπισυναλοι‐ φὴν διὰ τὸ ἐπισυνάπτεσθαι τὸ σύμφωνον τῷ ἑξῆς ἰάμβῳ ἢ στίχῳ. ἰστέον δ’ ὅτι διὰ τὸ ἀδύνατον ὁ Εὐ‐ φορίων τὸ Ἀπολλόδωρος διέλυσε φάσκων καί τις Ἀπολλό‐ | |
25 | δωρος ἐφ’ υἱέα Λειοφόωντος. | 226 |
227(1t) | Cap. V. | |
2t | Περὶ ἰαμβικοῦ. | |
3 | Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περιττὰς χώρας, τουτέστι πρώτην, τρίτην καὶ πέμπτην, ἴαμβον, τρίβραχυν | |
5 | καὶ σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κατὰ δὲ τὰς ἀρ‐ τίους τουτέστι δευτέραν .... —U Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περιττὰς χώρας ἴαμβον, τρίβραχυν καὶ ἀνάπαιστον, δάκτυλον, σπονδεῖον, κατὰ δὲ τὰς ἀρτίους ἴαμβον, τρίβραχυν, ἀνάπαιστον· | |
10 | τοῦτο δὲ παρὰ μὲν τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβικοῖς καὶ τραγικοῖς σπανιώτερον. —K Ἐντεῦθεν ἄρχεται κυρίως κανονίζειν τὰ μέτρα πάνυ σαφέστατα ἀπαγγέλλων, ⸤ὅτι κατὰ τὰς περιττὰς χώρας, οἱονεὶ κατὰ τὸν πρῶτον καὶ τρίτον καὶ πέμπτον | |
15 | πόδα, δέχεται ἕνα τῶν πέντε τούτων ποδῶν, κατὰ δὲ τὰς ἀρτίους, τουτέστι κατὰ δεύτερον καὶ τέταρτον, ἕνα τῶν τριῶν· πάντως γὰρ ἡ ἀρτία ἀπὸ βραχείας θέλει ἄρχεσθαι καὶ δέχεται ἴαμβον ἢ τρίβραχυν τὸν λεγό‐ μενον χορεῖον ἢ ἀνάπαιστον. τοῦτον δὲ τὸν ἀνάπαι‐ | |
20 | στον συνεχῶς παρὰ κωμικοῖς δέχεται, σπανίως δὲ παρὰ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖς.⸥ ἰαμβοποιοὺς δὲ καλεῖ τὸν Σιμωνίδην καὶ Ἀρχίλοχον καὶ Ἱππώνακτα. Ἰστέον δὲ ὅτι εἰσὶ τοῦ ἰάμβου μονόμετρα, δίμετρα, | |
ἕως τῶν ἓξ ποδῶν, κατὰ πόδα καὶ κατὰ διποδίαν· οὐ | 227 | |
228 | μὴν πλέον τῶν ἓξ μέτρων εὑρίσκεται. οἷον κατὰ πόδα μονόμετρον τὸ φεῦ φεῦ καί τινα τοιαῦτα συνεχῶς παρὰ τραγικοῖς εὑρισκόμενα. Εἶτα λέγει περὶ τῆς ἕκτης χώρας τοῦ ἰάμβου, ὅτι | |
5 | δέχεται ἢ ἴαμβον ἢ πυρρίχιον. ‘ὅταν δὲ καταληκτικόν, τὸν ἴαμβον παραλήγοντα ἢ σπανίως τρίβραχυν, ὥστε γενέσθαι τὴν κατακλεῖδα ἤτοι ἀμφίβραχυν ἢ βακχεῖον‘. Κατακλεῖδα λέγει 〈τὸν πρὸ τῆς καταληκτικῆς συλ‐ λαβῆς πόδα καὶ αὐτὴν〉 τὴν ληκτικὴν συλλαβήν. τοῦτο | |
10 | οὖν φησιν, ὅτι ἡνίκα ἐστὶ καταληκτικὸν μέτρον τοῦ ἰάμβου, τουτέστι λεῖπον συλλαβῇ, τότε τὸν παραλή‐ γοντα, τουτέστι τὸν πέμπτον, πόδα ἴαμβον ἔχει ἢ σπανίως τρίβραχυν, τῶν δύο βραχειῶν εἰς μίαν μα‐ κρὰν παραλαμβανομένων κατὰ τὴν καλουμένην κοινὴν | |
15 | λύσιν, ὡς πολλάκις προείρηται, καὶ τὴν τελευταίαν συλλαβὴν τοῦ ἕκτου ποδὸς ἢ μακρὰν ἢ βραχεῖαν. εἰ μὲν γὰρ βραχεῖαν, ἀμφίβραχυς εὑρεθήσεται ὁ πέμπτος πούς, οἷον τὸ τετράμετρον Ἱππώνακτος (90 = Heph. 16, 23) [εἰ ἄρα βραχεῖα ἐστὶν ἡ ἐν τέλει, ἐν τῷ] | |
20 | εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα. εἰ δὲ μακράν, τότε βακχεῖος εὑρεθήσεται ὁ πέμπτος πούς, οἱονεὶ ὁ ἐκ βραχείας καὶ δύο μακρῶν συγκείμε‐ νος, οἷον τὸ Ἀρχιλόχου τρίμετρον (fr. 116) ὄγμος κακοῦ δὲ γήραος καθαιρεῖ | |
25 | καὶ τὰ τοιαῦτα. | 228 |
229 | (17, 1) Ἔστι δὲ ἐπίσημον ἐν τοῖς ἀκαταλήκτοις καὶ τὸ χωλὸν καλούμενον, ὅπερ τινὲς μὲν Ἱππώνακτος, τινὲς δὲ Ἀνανίου εὕρημά φασιν. διαφέρει δὲ τοῦ ὀρ‐ θοῦ, ᾗ ἐκεῖνο μὲν ἴαμβον ἔχει τὸν τελευταῖον ἢ πυρ‐ | |
5 | ρίχιον διὰ τὴν ἀδιάφορον, τοῦτο δὲ σπονδεῖον ἢ τρο‐ χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους· καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπεκράτησεν, ὥστε ποιεῖν καὶ | |
10 | ἴδιον μέτρον. Ἱππώνακτος δ’ ἔλεγον αὐτὸ εἶναι κατὰ τὴν εἰρημένην ἀνωτέρω (p. 214, 20) χρῆσιν τῆς γραὸς καὶ σκάφης· ἄνθρωπ’, ἄπελθε, τὴν σκάφην ἀνατρέψεις. τοῦτο δὲ καὶ τῆς γραὸς λέγεται εἶναι τῆς ἄνω εἰρημέ‐ | |
15 | νης. —Καὶ οὕτως πληροῖ τὸ ἰαμβικὸν μέτρον, μὴ εἰρηκὼς περὶ τῆς τομῆς τοῦ ἰάμβου ἐνταῦθα. ἐν δὲ τῇ κατὰ πλάτος αὐτοῦ πραγματείᾳ καὶ τοῦτο πεποίηκε, σαφῶς δείξας καὶ συμφωνήσας πᾶσιν ὅτι δύο μόναι εἰσὶ τομαὶ τοῦ ἰάμβου, λέγω δὴ πενθημιμερὴς δύο | |
20 | ἥμισυ ποδῶν καὶ ἑφθημιμερὴς τριῶν ἥμισυ. | |
21t | Cap. VI. | |
22t | Περὶ τροχαϊκοῦ. | |
23 | Τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται | |
τροχαῖον, καὶ τρίβραχυν, καὶ δάκτυλον· κατὰ δὲ τὰς | 229 | |
230 | ἀρτίους τούτους τε καὶ σπονδεῖον καὶ ἀνάπαιστον. καταληκτικὸν δὲ ὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον δέχεται, ἔστι δ’ ὅτε καὶ τρίβραχυν· καὶ τὰ ἑξῆς. | |
5 | Εἰπὼν περὶ τοῦ ἰαμβικοῦ νῦν καὶ περὶ τοῦ ἀντι‐ παθοῦς αὐτοῦ βούλεται τροχαϊκοῦ διαλαβεῖν. ὅτι γὰρ ἀντιπαθεῖ αὐτὸ δῆλον, ἐπεὶ ⸤ἐκ τοῦ τροχαϊκοῦ αὐτοῦ μέτρου ἐὰν ἀπάρῃς τὴν πρώτην συλλαβήν, ἰαμβικὸν εὑρίσκεται καταληκτικὸν εἰς συλλαβήν· καὶ ἔμπαλιν⸥ | |
10 | ἐὰν ἐκ τοῦ ἰαμβικοῦ ἐκβάλῃς τὴν πρώτην συλλαβήν, τροχαϊκὸν εὑρίσκεται καταληκτικὸν εἰς συλλαβήν. Ἰστέον δ’ ὅτι τινὲς τὸν τροχαῖον καλοῦσι καὶ χο‐ ρεῖον, ὡς ἐν τοῖς χοροῖς εὑρισκόμενον, ὅθεν καὶ τὸ χοριαμβικὸν μέτρον, ὡς δείξομεν, λέγεται, τὸ ἐκ τρο‐ | |
15 | χαίου καὶ ἰάμβου συγκείμενον. Εἶτα λοιπὸν αὐτὸς σαφῶς διδάσκει, πόθεν σύγκει‐ ται τὸ καλούμενον Εὐριπίδειον ἢ ληκύθιον. —(18, 7) ἰστέον δὲ ὅτι τοὺς τραγικοὺς ληκύθους ἐκάλουν, ὅθεν καὶ Καλλίμαχος (98c) φησὶν | |
20 | ἥτις τραγῳδὸς μοῦσα ληκυθίζουσα· ἄλλοι δὲ κομποληκύθους· ⸤ἢ ὅτι ὅμοιόν ἐστι τῷ λη‐ κύθιον ἀπώλεσεν (Aristoph. Ran. 1233)⸥. —Εἶτα λέγει πολλὰ εἴδη τοῦ τροχαϊκοῦ μέτρου, σαφῶς παρα‐ τιθέμενος καὶ τὰ παραδείγματα διὰ τῶν χρήσεων | |
25 | ἑκάστου. | 230 |
231(1t) | Cap. VII. | |
2t | Περὶ δακτυλικοῦ. | |
3 | Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν τῆς τελευταίας· ἐπὶ ταύτης δὲ | |
5 | εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει· καὶ ἑξῆς. —U Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν τῆς τελευταίας· ἐπὶ ταύτης δὲ εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει ἢ διὰ τὴν ἀδιά‐ φορον κρητικόν· εἰ δὲ καταληκτικόν, τὰ ἀπ’ αὐτοῦ με‐ | |
10 | μειωμένα ἤτοι συλλαβῇ ἢ δύο συλλαβαῖς. καὶ τὸ μὲν καταληκτικὸν εἰς συλλαβήν, τὸ δὲ καταληκτικὸν εἰς δι‐ σύλλαβον· καὶ τὰ ἑξῆς. —K Διαλαβὼν περὶ τῶν δισυλλάβων μέτρων νῦν ἀκο‐ λούθως ὁ Ἡφαιστίων ἐπὶ τοὺς τρισυλλάβους μετέρχε‐ | |
15 | ται, πάλιν δύο μόνους ἀποτελεστικοὺς ὄντας μέτρων, λέγω δὴ τὸν δάκτυλον καὶ τὸν τούτῳ πάλιν ἀντικεί‐ μενον ἀνάπαιστον. διὰ τοῦτο γὰρ καὶ προείπομεν, ὅτι εἰώθαμεν ἐν τοῖς γένεσι τοῦ στίχου λέγειν· ‘γένους μέν ἐστι δυαδικοῦ τετρασήμου‘, ἐπειδὴ ὀκτὼ ὄντων | |
20 | τῶν τρισυλλάβων ποδῶν δύο μόνοι εἰσὶν οἱ ἀποτελε‐ στικοὶ μέτρων. Εἶτα λέγει πάλιν σαφῶς, πόθεν σύγκειται τὸ δα‐ κτυλικὸν μέτρον, τουτέστι τὸ ἔπος. καὶ πολλάκις καὶ τοῦτο προέγνωμεν, ὅτι πάντες δυνάμει δάκτυλοί εἰσιν | |
25 | οἱ πόδες τοῦ στίχου. καὶ γὰρ καὶ ὁ ἀμφίμακρος, ὁ | |
λεγόμενος κρητικός, καὶ πάλιν ὁ παλιμβάκχειος τὴν | 231 | |
232 | κοινὴν ἔχουσιν ἰσοδυναμοῦσαν βραχείᾳ, ὅθεν καὶ πο‐ δίζοντες τὸν στίχον εἰώθαμεν λέγειν· ‘ἀμφίμακρος ἐκ μακρᾶς καὶ βραχείας καὶ κοινῆς, τετράχρονοσ‘, ἐν δὲ τῷ στίχῳ θεραπευόμενος δάκτυλος. καὶ τετράχρονός | |
5 | ἐστιν τῆς κοινῆς, ὡς εἴρηται, ἀντὶ βραχείας οὔσης, οὐ πεντάχρονος· ὁμοίως καὶ ἐπὶ τοῦ παλιμβακχείου. ἀλλὰ καὶ ὁ σπονδεῖος δυνάμει δάκτυλός ἐστι, τῆς δευτέρας μακρᾶς ἀντὶ δύο βραχειῶν παραλαμβανομένης· ⸤ὅθεν καὶ ἐν τῷ ἀναπαιστικῷ λαμβάνεται πάλιν δυνάμει ἀνά‐ | |
10 | παιστος, τῆς πρώτης μακρᾶς ἀντὶ δύο βραχειῶν παρα‐ λαμβανομένησ⸥. Περὶ δὲ τῆς τελευταίας συλλαβῆς αὐτοῦ σαφῶς δι‐ δάσκει, ποῖον ἐστὶν ἀκατάληκτον καὶ ποῖον καταληκτι‐ κὸν εἰς συλλαβὴν καὶ δισύλλαβον· ἰστέον δ’ ὅτι παρά‐ | |
15 | δειγμα τοῦ ἀκαταλήκτου οὐ παραφέρει, οἱονεὶ ἔχοντος τὸν τελευταῖον πόδα τέλειον δάκτυλον. τοῦ δὲ κατα‐ ληκτικοῦ παραφέρει καὶ εἰς δισύλλαβον καὶ πάλιν εἰς συλλαβὴν (22, 1) παραδείγματα. Περὶ αἰολικοῦ· (22, 18) Τὰ δὲ Αἰολικὰ καλούμενα | |
20 | τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλά‐ βων· καὶ τὰ ἑξῆς. —U Τὰ δ’ Αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλάβων, ἢ σπονδεῖον ἢ τροχαῖον ἢ ἴαμβον ἢ πυρρίχιον· τοὺς δὲ ἐν μέσῳ πάντας δακτύ‐ | |
25 | λους· τὸν δὲ τελευταῖον πρὸς τὴν ἀπόθεσιν δάκτυλον | 232 |
233 | μὲν ἢ κρητικὸν διὰ τὸ τοῦ τέλους ἀδιάφορον· καὶ τὰ ἑξῆς. —K Εἰπὼν περὶ τῶν κοινῶν δακτυλικῶν πάλιν περί τινων εἰδῶν τοῦ δακτυλικοῦ καὶ τέως τοῦ αἰολικοῦ | |
5 | φησί τινα εἴδη, σαφῶς ἀποδεικνὺς αὐτῶν καὶ τὸ μέ‐ τρον καὶ τὰ παραδείγματα. εἶτα ἐν τῷ τέλει φησίν, ὅτι εἰσὶ καί τινα λογαοιδικὰ καλούμενα δακτυλικά, ὧν πάλιν φησὶ τὰ παραδείγματα καὶ τὰ μέτρα, σαφῆ ὄντα καὶ σχεδὸν ἐξηγήσεως μὴ δεόμενα. λογαοιδικὰ δ’ ἐκλή‐ | |
10 | θησαν, ἐπειδὴ ἔν τισιν ἴσα ἀμέτροις δοκοῦσιν ὡς ἐπὶ λόγου εἶναι ἄνευ τινὸς μέτρου διὰ τὸ ἄρρυθμον. | |
12t | Cap. VIII. | |
13t | Περὶ ἀναπαιστικοῦ. | |
14 | Τὸ δὲ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται | |
15 | ἀνάπαιστον καὶ σπονδεῖον, σπανίως δὲ καὶ προκελευσμα‐ τικόν. (προκελευσματικός ἐστιν ὁ ἐκ τεσσάρων βρα‐ χειῶν.) —U Τὸ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται ἀνά‐ παιστον καὶ σπονδεῖον, σπανίως δὲ καὶ τὸν προκελευσμα‐ | |
20 | τικόν, παρὰ δὲ τοῖς δραματοποιοῖς καὶ δάκτυλον. κατὰ δὲ συζυγίαν διαιρεῖται, εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἕξ. —K Εἰπὼν δὲ περὶ τοῦ δακτυλικοῦ ἀναλόγῳ τάξει κέ‐ | |
χρηται περὶ τοῦ ἀντιπαθοῦς διαλαμβάνων, λέγω δὴ τοῦ | 233 | |
234 | ἀναπαιστικοῦ ⸤ἐκ δύο βραχειῶν καὶ μακρᾶς λαμβανο‐ μένου⸥. εἶτα λέγει σαφῶς αὐτός, πόθεν σύγκειται, ὅτι ἓξ ἔχει ἀποθέσεις ἤτοι καταλήξεις, καὶ ἀριθμὸν αὐτῶν παραφέρει καὶ τὰς χρήσεις. —(25, 5) Εἶτα δείκνυσιν, | |
5 | ὅτι τὸ τετράμετρον τὸ καλούμενον Ἀριστοφάνειον οὐκ ἦν αὐτοῦ τοῦ Ἀριστοφάνους εὕρημα, ἀλλ’ ἑτέρου τινὸς παλαιοτέρου τοῦ Ἀριστοφάνους. Ἀριστόξενος γάρ φη‐ σιν πρῶτος αὐτῷ ἐχρήσατο, οὗ μέμνηται Ἐπίχαρμος μεταγενέστερος ὤν. εἶτα ἐχρήσατο τούτῳ τῷ μέτρῳ | |
10 | καὶ αὐτὸς ὁ Ἐπίχαρμος, εἶτα Κρατῖνος, καὶ ὕστερος ὢν Κρατίνου Ἀριστοφάνης. ἐπειδὴ δὲ συνεχῶς αὐτῷ ἐχρήσατο, ἐκλήθη Ἀριστοφάνειον. καὶ φέρει τὴν χρῆ‐ σιν τοῦ Ἀριστοξένου, ὅτι ἔστι τετράμετρον καταληκτι‐ κὸν εἰς συλλαβὴν (25, 19) | |
15 | τίς ἀλαζονίαν πλείσταν παρέχει τῶν ἀνθρώπων; οἱ μάντεις. (τὸ δ’ ἀλαζονίαν διὰ τοῦ ἰῶτα παρὰ τῷ Ἀριστοξένῳ ⸤ὀφεῖλον εἶναι δίφθογγον ἀπὸ τοῦ ἀλαζονεύω, ὡς τὸ ῥητορεύω ῥητορεία, κολακεύω κολακεία⸥). (25, 22) Λα‐ | |
20 | κωνικὸν δέ φησι κεκλῆσθαι διὰ τὸ τὸν Ἀλκμᾶνα Λάκωνα ὄντα λυρικὸν χρήσασθαι αὐτῷ ἢ πρῶτον ἢ συνεχέστερον μᾶλλον. | |
(26, 17) Τὸ δὲ δίμετρον καταληκτικὸν καλεῖται μὲν | 234 | |
235 | παροιμιακὸν διὰ τὸ παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναι· καὶ τὰ ἑξῆς. Εἰσὶ δὲ διάφοροι παροιμίαι φερόμεναι διαφόρων ἐν διαφόροις μέτροις· καὶ γὰρ ἐν στίχοις καὶ ἐν ἰάμ‐ | |
5 | βοις καὶ ἐν ἐλεγείοις καὶ 〈ἐν〉 ἀναπαίστοις, οἷον ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα (Soph. Ai. 665 = Paroem. Gr. II p. 69). εἰσὶν οὕτω φερόμεναι καὶ ἀδέσποτοι, οἱονεὶ ἀνεπί‐ γραφοι. | |
10t | Cap. IX. | |
11t | 〈Περὶ χοριαμβικοῦ.〉 | |
12 | .................... Αἰολοσίκων δρᾶμα γέγονε πρῶτον καὶ δεύτερον Ἀριστοφάνους, ὡς καὶ ὁ Πλοῦτος πρῶτον καὶ δεύτε‐ | |
15 | ρον, ἐν ᾧ κέχρηται τῷ χοριαμβικῷ μέτρῳ οἱονεὶ τρο‐ χιαμβικῷ· ἐκ τροχαίου γὰρ καὶ ἰάμβου σύγκειται. εἴπο‐ μεν δὲ καὶ ἀνωτέρω (230, 12), ὅτι λέγεται παρά τισιν ὁ τροχαῖος καὶ χορεῖος. (30, 5) Δεῦτέ νυν ἁβραὶ Χάριτες. | |
20 | ἰστέον δὲ ὅτι βραχύ ἐστιν ἐνταῦθα τὸ νυν ὡς καὶ ἐν τῷ δεῦρό νυν, ⸤ἢ τρίποδος περιδώμεθα ἠὲ λέβητος | |
(Ψ 485) | 235 | |
236 | καὶ πάλιν πρῶτά νυν Ὀρφῆος μνησώμεθα (Apoll. Rhod. 123) καὶ ἐγκλίνεται τὸ νυν.⸥ (30, 21) Φίλικος δὲ ὁ Κερκυραῖος εἷς ὢν τῆς Πλειά‐ | |
5 | δος· καὶ τὰ ἑξῆς. —Ἰστέον ὅτι ἐπὶ τῶν χρόνων Πτο‐ λεμαίου τοῦ Φιλαδέλφου ἑπτὰ ἄριστοι γεγόνασι τρα‐ γικοί, οὓς Πλειάδα ἐκάλεσαν διὰ τὸ λαμπροὺς εἶναι ἐν τῇ τραγικῇ ὡς τὰ ἄστρα τῆς Πλειάδος. εἰσὶ δὲ οὗτοι· Ὅμηρος, οὐχ ὁ ποιητής (περὶ τραγικῶν γὰρ ὁ | |
10 | λόγος), ἀλλ’ ὁ Μυροῦς τῆς ποιητρίας υἱὸς τῆς Βυζαν‐ τίας, καὶ Σωσίθεος καὶ Λυκόφρων καὶ Ἀλέξανδρος, Αἰαντιάδης, Σωσιφάνης καὶ οὗτος ὁ Φίλικος. τινὲς ἀντὶ τοῦ Αἰαντιάδου καὶ Σωσιφάνους Διονυσιάδην καὶ Εὐφρόνιον τῇ Πλειάδι συντάττουσιν. —οὗτος δ’ | |
15 | ὁ Φίλικος οὐκ ἐφεῦρε πρῶτος τὸ τοιοῦτον μέτρον, ἀλλ’, ὥς φησιν ὁ μετρικός, πρῶτος ὅλα, οἱονεὶ ὁλό‐ κληρα, ποιήματα ἐκ τούτου τοῦ μέτρου ἐποίησεν. — αὕτη δ’ ἡ χρῆσις ἣν παραφέρει αὐτοῦ οὐκ ἔστι στί‐ χος, ἀλλὰ περίοδος· ὑπερβαίνει γὰρ τὸ δυοκαιτριακον‐ | |
20 | τάσημον· ἡ δὲ Καλλιμάχου πεντάμετρος οὖσα οὐχ ὑπερβαίνει. ἰστέον δ’ ὅτι οὐδέποτε τριακονταδύο χρόνους ὑπερβαίνει τὸ μέτρον, ἐπεὶ εἰς περίοδον ἐμ‐ | |
πίπτει. | 236 | |
237(1t) | Cap. X. | |
2t | Περὶ ἀντισπαστικοῦ. | |
3 | Τὸ δὲ ἀντισπαστικὸν τὴν μὲν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα | |
5 | τοῦ δισυλλάβου σχήματα. —U Τὸ ἀντισπαστικὸν ἔχει μὲν τὴν πρώτην συζυγίαν τρεπομένην κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα σχήματα τοῦ δισυλλάβου, τὰς δὲ ἐν μέσῳ καθαρὰς ἀντι‐ σπαστικάς, τὴν δὲ τελευταίαν, ὁπότε ἐστὶν ἀκατάληκτον, | |
10 | ἰαμβικήν. —K Δοκεῖ μὴ διαλαμβάνειν κατὰ τάξιν, μετὰ τὸ χοριαμβι‐ κὸν διδάσκων τὸ ἀντισπαστικόν, ὅπερ ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας σύγκειται. ἐχρῆν γὰρ μετὰ τὸ χοριαμβικὸν διαλαβεῖν περὶ τοῦ ἀπ’ ἐλάσσονος | |
15 | ἰωνικοῦ. (εἴπομεν γὰρ εἶναι τὸ χοριαμβικὸν ἐκ μα‐ κρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, οἱονεὶ τροχαϊκὸν καὶ ἰαμβικόν). ἀφαιρουμένη γὰρ ἡ πρώτη συλλαβὴ τοῦ χοριαμβικοῦ τίκτει τὸ ἰωνικὸν ἀπ’ ἐλάσσονος. ἀλλὰ δεῖ λέγειν, ὅτι τὸ ἀντιπαθὲς παρέλαβεν, ἵνα | |
20 | μᾶλλον τὴν τάξιν φυλάξῃ τῷ τὰ ἀντιπαθῆ πλησίον ἀλλήλων κεῖσθαι. ὡς γὰρ ἰάμβῳ τροχαῖος, οὕτω καὶ δακτύλῳ 〈ἀνάπαιστος ἀντίκειται καὶ χοριάμβῳ〉 ἀντί‐ | |
σπαστος. | 237 | |
238 | Ἰστέον δ’ ὅτι παρέλειψέ τινα τοῦ ἀντισπαστικοῦ μέτρου ὁ τεχνικός· ἀλλὰ δεῖ λέγειν, ὡς πολλοὶ τῶν ἄλλων μετρικῶν φασιν, ὅτι δέχεται τὸν πρῶτον πόδα ἀντίσπαστον ἢ ἐπίτριτον τέταρτον, τουτέστιν ἐκ τριῶν | |
5 | μακρῶν καὶ μιᾶς βραχεῖας, ἢ παιῶνα δεύτερον, τουτ‐ έστιν ἐκ βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν, ἢ δι‐ τρόχαιον ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βρα‐ χείας, τὰς δὲ μέσας ἀντισπαστικὰς καὶ ἰαμβικάς, τὴν δὲ τελευταίαν ὅτε ἐστὶν ἀκατάληκτον ἰαμβικήν, ὅτε δὲ | |
10 | καταληκτικὸν ... καὶ ταῖς ἰαμβικαῖς ἑπομένην συζυγίαις. Τρέπεται δὲ ὁ πρῶτος ποὺς ἔστιν ὅτε, ὥς φησιν, εἰς τὰ τέσσαρα σχήματα τοῦ δισυλλάβου, οἱονεὶ πυρ‐ ρίχιον καὶ σπονδεῖον καὶ ἴαμβον καὶ τροχαῖον· καθό‐ λου γὰρ ἄλογός ἐστιν ὁ πρῶτος ποὺς καὶ ἄτακτος. | |
15 | ἔστι δ’ ὅτε αὐτὸς ὁ πρῶτος ποὺς σπονδεῖος ὢν δυνά‐ μει λύεται εἰς δάκτυλον, τῆς δευτέρας συλλαβῆς τοῦ σπονδείου διαλυομένης εἰς δύο βραχείας, ἢ ἐκ τοῦ ἐναντίου εἰς ἀνάπαιστον, τῆς πρώτης συλλαβῆς πάλιν διαλυομένης· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος εἰς τρίβρα‐ | |
20 | χυν, τῆς μακρᾶς πάλιν εἰς δύο βραχείας διαλυομένης· ὁ γὰρ πυρρίχιος ἐκ δύο βραχειῶν συγκείμενος οὐκ εἶχεν εἰς τί διαλύεσθαι. (31, 20) Ἐὰν δὲ ἀναμίσγηται ταῖς ἰαμβικαῖς τὰ ἀντι‐ σπαστικά, οὐ μόνον ἔχει τὴν πρώτην συζυγίαν τρεπο‐ | |
25 | μένην κατὰ τὸν πρότερον πόδα, ἀλλὰ καὶ τὴν ταῖς | 238 |
239 | ἰαμβικαῖς ἑπομένην. —Ὃ δὲ θέλει εἰπεῖν τοιοῦτόν ἐστιν· ὅτι συμβαίνει τὰ ἀντισπαστικὰ οὐ μόνον 〈κατὰ〉 τὴν πρώτην συζυγίαν παρανομεῖν, ἀλλ’ ἐὰν ἐπιμίσγη‐ ται αὐτοῖς βάσις ἰαμβική, καὶ 〈ἡ〉 ἑπομένη τῇ ἰαμβικῇ | |
5 | παρανομηθήσεται παρὰ τὴν ἄρχουσαν· ὅτε δ’ οὐκ ἀναμίσγονται αὐτῷ τὰ ἰαμβικά, καθαρεύει περὶ τὰς ἑξῆς ὁ ἀντίσπαστος. (32, 5) Πενθημιμερές, τὸ καλούμενον δοχμιακόν, οἷον κλύειν μαίεται | |
10 | τὸν ἐγχώριον. τοῦτο κατὰ πόδα μετρεῖται· δύο γάρ εἰσι κῶλα, ἵνα σύγκειται ἀπὸ ἀντισπάστου καὶ πυρριχίου [ἤγουν συλ‐ λαβῆς μακρᾶς διαλυθείσης εἰς δύο βραχείας]. ἰστέον γάρ, ὅτι τὸ δοχμιακὸν σύγκειται ἐξ ἀντισπάστου καὶ | |
15 | συλλαβῆς, ὡς πρὸς τὸν μετρικὸν χαρακτῆρα. οἱ μέντοι ῥυθμικοὶ τὸ πᾶν μέτρον ὡς μίαν συζυγίαν λαμβάνον‐ τες δοχμιακὸν ὀνομάζουσι διὰ τὴν τοιαύτην αἰτίαν. οἱ προειρημένοι ῥυθμοί, ἴαμβος παίων ἐπίτριτος, ὀρθοὶ καλοῦνται· ἐν ἰσότητι γὰρ κεῖνται, καθὸ ἕκαστος τῶν | |
20 | ἀριθμῶν μονάδι πλεονεκτεῖται· ἢ γὰρ μονάς ἐστι πρὸς δυάδα ἢ δυὰς πρὸς τριάδα ἢ τριὰς πρὸς τετράδα· | |
[τουτέστι μακρὸς χρόνος πρὸς βραχείας, ὡς ἐν τῷ δα‐ | 239 | |
240 | κτύλῳ τυχόν, μονὰς πρὸς δυάδα.] ἐν δὲ τῷ δοχμίῳ [ἐπίτριτός ἐστι καὶ συλλαβή] εὑρίσκεται ἡ διαίρεσις τριὰς πρὸς πεντάδα, οὐκέτι ὀρθή. οὗτος οὖν ὁ ῥυθ‐ μὸς οὐκ ἠδύνατο ὀρθὸς καλεῖσθαι, ἐπεὶ δυάδι πλεο‐ | |
5 | νεκτεῖται. ἐκλήθη οὖν δόχμιος, ἐν ᾧ τὸ τῆς ἀνισότη‐ τος μεῖζον ἢ κατὰ τὴν εὐθεῖαν κρίνεται. Ἐνταῦθα οὖν δόχμιον ῥυθμόν φησιν ἴαμβον καὶ παιῶνα πρῶ‐ τον, τουτέστιν ἐκ βραχείας καὶ μακρᾶς καὶ μακρᾶς καὶ τριῶν βραχειῶν· τινὲς γὰρ οὕτω μετροῦσι. καὶ ἔστιν | |
10 | ἡ ται συλλαβὴ εἰς δύο βραχείας λογιζομένη τοῦ παιῶ‐ νος, ἵνα τὸ μαίεται πρῶτος παίων ᾖ. τὸ δὲ τέλος τῆς δευτέρας χρήσεως ἀντὶ μακρᾶς ἔχει τὸ τέλος λυό‐ μενον εἰς δύο βραχείας καὶ ποιεῖ πάλιν παιωνικόν. (32, 13) Τὸ καλούμενον Γλυκώνειον. —Κωμικὸς δὲ | |
15 | ἦν ὁ Γλύκων, οὗ καὶ δρᾶμα φέρεται κωμικὸν οἱ Φρά‐ τορες. Ἰστέον οὖν ὅτι τινὲς εὕρεμά φασιν, ὅπερ οὐ δεῖ. εἴρηται μὲν γὰρ καὶ εὕρησις καὶ εὕρεσις, καὶ Ἀττικοί τινες ἑκατέρως φασίν· ἔστι γὰρ σύγγραμμα παρὰ Θεο‐ | |
20 | φράστῳ περὶ εὑρήσεως· ἀλλὰ διὰ τοῦ ε ἐν ἰάμβῳ | |
οὐχ εὕρεσις τοῦτ’ ἔστιν, ἀλλ’ ἀφαίρεσις | 240 | |
241 | ἐν τοῖς Ἐπιτρέπουσι (Men. 180). καὶ εὕρημα διὰ τοῦ η εὕρημα δ’ οὐκ οἶσθ’ οἷον εὕρηκας τόδε (Eurip. Med. 716)· οὐ μὴν διὰ τοῦ ε εὕρεμα. | |
5 | ⸤(33, 2) Φαλαικείον καλεῖται.⸥ —Φαλαίκειόν φησι μέτρον, οἱονεὶ Φιλίκειον ἀπὸ Φιλίκου τοῦ προειρημέ‐ νου. τὸ δὲ χαῖρ’ ὦ χρυσόκερως βαβάκτα κήλων Κρατίνου ἐστί. | |
10 | (33, 19) Τὸ δὲ δευτέραν ἰαμβικὴν ἔχον καλεῖται Πριάπειον. —Πριάπειον δὲ ἐκλήθη, ἐπειδὴ Εὐφρόνιος ὁ γραμματικὸς ἐπὶ τῶν Πτολεμαίων ἐν Ἀλεξανδρείᾳ ἔγραψεν εἰς Πρίαπον τούτῳ τῷ μέτρῳ· καὶ ὥσπερ τὸ ἰθυφαλλικὸν ἐκλήθη ἐπιτήδειον ὂν εἰς τὸν Διόνυσον, | |
15 | οὕτω καὶ τὸ Πριάπειον. ἰστέον δέ, ὅτι τούτου τοῦ Εὐφρονίου γέγονεν ἀκροατὴς Ἀρίσταρχος ὁ γραμματι‐ κός, οὐ μόνον Ἀριστοφάνους τοῦ Βυζαντίου. (34, 21) Κρονίδα βασιλῆος γένος Αἴαν τὸν ἄριστον πέδ’ Ἀχιλλέα | |
20 | οἱονεὶ τοῦ Κρονίδου βασιλέως γένος, τὸν Αἴαν (ἀντὶ τοῦ τὸν Αἴαντα), ἄριστον ὄντα μετὰ τὸν Ἀχιλλέα. πέδα ⸤ἀντὶ τοῦ μετά, ὡς τὸ (τοῦ ποιητοῦ δ’ ἔστι τοῦτο) | |
μετ’ ἀμύμονα Πηλείωνα (λ 470 al.)⸥. | 241 | |
242(1t) | Cap. XI. | |
2t | Περὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος. | |
3 | Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν καὶ καθα‐ ρόν, συντίθεται 〈δὲ〉 καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον. | |
5 | —U Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν καὶ τὰ ἑξῆς. —K Ζητεῖται διὰ τί μὴ μετὰ τὸ ἀντισπαστικὸν εὐθὺς τοῦ ἀπ’ ἐλάσσονος ἤρξατο, ἀλλὰ τοῦ ἀπὸ μείζονος. | |
10 | καὶ φαμέν, ὅτι πρῶτον τῆς τετραδικῆς συγγενείας παρ‐ έλαβε τὸ χοριαμβικόν, οὗ συλλαβῆς ἀφαιρουμένης ἰω‐ νικὸν ἀπ’ ἐλάσσονος γίνεται, ἐξ οὗ ὁ ἀντίσπαστος, ἐξ οὗ ὁ ἰωνικὸς ἀπὸ μείζονος· ἅπαξ δὲ μετὰ τὸ χοριαμ‐ βικὸν τὸ ἀντιπαθὲς αὐτοῦ ἀντισπαστικὸν παραλαβών, | |
15 | πιθανῶς τοῦ 〈ἐκ τοῦ〉 ἀντισπαστικοῦ γενομένου κατὰ ἀφαίρεσιν ἤρξατο. Ἰστέον οὖν ὅτι τὰ ἰωνικὰ εἴωθε δέχεσθαι τὰς τρο‐ χαϊκάς, ὅτε ἐστὶ κατὰ συμπάθειαν, ὡς τὰ χοριαμβικὰ καὶ ἀντισπαστικὰ τὰς ἰαμβικάς. ἔστι δ’ ὅτε καὶ ἐξ | |
20 | ὅλων τροχαϊκῶν σύγκειται, ὡς ἐπὶ τοῦδε σαρκικὸν γὰρ εἶχε χρῶτα καὶ τὸ δέρμ’ ὅμοιον. διαιρεῖται δὲ ἀπὸ τοῦ τροχαϊκοῦ τῷ τε ῥυθμῷ καὶ τῇ | |
τομῇ· τὸ γὰρ τροχαϊκὸν εἰς πενθημιμερῆ καὶ ἑφθημι‐ | 242 | |
243 | μερῆ τέμνεται, τὸ δὲ ἰωνικὸν κατὰ ἁπλῶν ποδῶν. ὅταν δὲ τὸ χοριαμβικὸν λάβῃ τὰς τροχαϊκὰς ἢ τὸ ἰω‐ νικὸν τὰς ἰαμβικάς, καλοῦνται κατὰ ἀντιπάθειαν. καὶ ὅταν μὲν τὸ χοριαμβικὸν κατ’ ἀρχὴν λάβῃ τὸ τροχαϊ‐ | |
5 | κόν, ἐπιχοριαμβικὸν καλεῖται, ὅταν δὲ τὸ ἰωνικὸν κατ’ ἀρχὴν δέξηται τὸν διίαμβον, ἐπιωνικόν ἐστιν· ἐπιαντι‐ σπαστικὸν δ’ οὐκ ἔστιν, ἐπεὶ τὸ ἀντισπαστικὸν φύσιν εἶχεν ἐνίοτε καὶ ἀπὸ διτροχαίου ἄρχεσθαι διὰ τὸ τρέ‐ πεσθαι τὴν ἀρχὴν εἰς τὰ τέσσαρα σχήματα τῶν δισυλ‐ | |
10 | λάβων. Ἐζητεῖτο δὲ διὰ τί τὰ ἰωνικὰ ἐδέξαντο τοὺς δι‐ τροχαίους. ἐπιλυόμεθα δ’ οὕτως· τοῖς ἰωνικοῖς ἐν‐ δέουσι μετρικοὶ πόδες, εἰσὶ γὰρ ἐκ σπονδείου καὶ πυρριχίου τὰ ἰωνικά· μετρικοὶ δὲ πόδες εἰσὶ τροχαῖος | |
15 | ἴαμβος δάκτυλος ἀνάπαιστος, οἵτινες τῇ ποικιλίᾳ τῶν χρόνων κοσμούμενοι μέτρα ἴδια ποιοῦσιν· οὗτοι δὲ καλοῦνται μετρικοὶ καὶ ῥυθμικοὶ πόδες· τὰ δ’ ἰωνικὰ μέτρα, μὴ ἔχοντα τὴν ⸤σύνθεσιν ἐκ μετρικῶν ποδῶν, ὡς προείπομεν, ἐδεήθησαν τῶν διτροχαίων πρὸσ⸥ σύ‐ | |
20 | στασιν· τούτων δ’ ἐδεήθησαν, ἐπεὶ χαῦνά εἰσι τὰ ἰωνικά, τὰ δὲ τροχαϊκὰ σύντονα· ὅπως οὖν κρᾶσίς τις γένηται, συνῆλθον τοῖς ἰωνικοῖς τὰ τροχαϊκά. ἅπαξ δὲ τῶν διτροχαίων ἐμπεσόντων εἰς τὰ ἰωνικά, τοῖς ἀντιπαθέσι τῶν ἰωνικῶν συνῆλθον αἱ ἰαμβικαὶ διπο‐ | |
25 | δίαι, φημὶ δὴ τῷ ἀντισπαστικῷ καὶ χοριαμβικῷ. (35, 12) Τὸ καλούμενον Κλεομάχειον. —ὁ Κλεό‐ μαχος δ’ οὗτος πύκτης ἦν, ἐρασθεὶς δέ ποτε νέου | |
μετῆλθεν εἰς ποιητικήν. | 243 | |
244 | Εἶτα ἐπιφέρει ἄλλων τινῶν παραδείγματα, λέγων καὶ τὸ πόθεν σύγκειται, ἐν οἷς παραφέρει τοῦτο τὸ Σαπφοῦς (36, 17) ἀσαροτέρας οὐδαμά πὤρανα σέθεν τυχοῖσαν. | |
5 | ὃ δὲ θέλει εἰπεῖν, τοιοῦτόν ἐστι· βλαβερωτέρας οὐδα‐ μῶς πού ποτε, Εἰρήνη, σοῦ ἐπιτυχοῦσαν. ὁ πρῶτος πούς ἐστι παίων δεύτερος ἀσαροτέ· συστέλλουσι γὰρ οἱ Αἰολεῖς τὸ α [τοῦ ἄσαισιν] ὡς ἐν τῷ μή μ’ ἄσαισι μήδ’ ὀνίαισιν (Sapph. 1, 3). | |
10 | ὥσπερ δὲ τὸ Ἀφροδίτη Ἀφρόδιτα φασὶ συστέλλοντες τὸ α, οὕτω καὶ τὸ εἰρήνη εἴρηνα. | |
12t | Cap. XII. | |
13t | Περὶ ἰωνικοῦ τοῦ ἀπ’ ἐλάσσονος. | |
14 | Τὸ δὲ ἀπ’ ἐλάσσονος ἰωνικὸν συντίθεται μὲν καὶ | |
15 | καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς τρο‐ χαϊκάς. Τοῦτο δεδήλωται ἀντιπαθὲς ὂν τῷ ἀπὸ μείζονος ἰωνικῷ. ἐκεῖνο μὲν γὰρ ἀπὸ σπονδείου ἤρχετο, τοῦτο δὲ ἀπὸ πυρριχίου, εἶτα σπονδείου, τὸ καθαρὸν ἰωνι‐ | |
20 | κόν. ἔστι δὲ καὶ ἐπίμικτον· ἐπιδέχεται γὰρ καὶ τρο‐ | 244 |
245 | χαϊκὰς διποδίας. ὅτε δὲ παραδέχεται τροχαϊκὴν δι‐ ποδίαν, πρὸ τῆς τροχαϊκῆς διποδίας ἔστιν ὁ πεντάσημος πούς, τουτέστι παίων τρίτος, λέγω δὴ τὸν ἐκ δύο βραχειῶν καὶ μακρᾶς καὶ βραχείας συγκείμενον. ἡ δὲ | |
5 | τροχαϊκὴ διποδία ὅταν προτάττηται τῆς ἰωνικῆς διπο‐ δίας, εὑρίσκεται αὕτη ἡ τροχαϊκὴ διποδία ἑπτάσημος. (καὶ ἑξάσημος γάρ ἐστιν, ἐὰν ἔχῃ αὐτοὺς τοὺς δύο τροχαίους καθαρούς· ἕκαστος γὰρ τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας συγκείμενος τρίσημός ἐστιν.) ἑπτάσημος | |
10 | δὲ γίνεται, τὴν τελευταίαν ἐκτείνων, τουτέστι τὴν τε‐ τάρτην συλλαβήν, καὶ ποιεῖ τὸν ἐκ τροχαίου καὶ σπον‐ δείου συγκείμενον δεύτερον ἐπίτριτον, (ὡς προείρηται, ὅτε μὴ λήγει εἰς τὸ τέλος τοῦ μέτρου αὐτὴ ἡ διποδία, ἀλλ’ ἔχει ἰωνικὸν ἐπαγόμενον,) οἷον (39, 11) | |
15 | ἄπο μοι θανεῖν γένοιτ’· οὐ γὰρ ἂν ἄλλη. ἔστι γὰρ τοῦτο τρίμετρον ἀκατάληκτον ἔχον τὸν πρῶ‐ τον πόδα παιῶνα τρίτον τὸν πεντάχρονον, εἶτα τρο‐ χαϊκὴν ἑπτάσημον τὸν καὶ δεύτερον ἐπίτριτον, καὶ ἰωνικὸν ἀπ’ ἐλάσσονος. Τὰ δὲ ἑξῆς, ἅ φησι, πρόδηλα. | |
20 | (38, 13) Τοῦτο μέντοι καὶ γαλλιαμβικὸν καὶ μητρῳα‐ κὸν καὶ ἀνακλώμενον ... ἐκλήθη. —U Τὸ μέντοι μητρῳακὸν καὶ γαλλιαμβικὸν καὶ ἀνακλώ‐ μενον ἐκλήθη διὰ τὸ πολλὰ τοὺς νεωτέρους εἰς τὴν μητέρα τῶν θεῶν γράψαι τούτῳ τῷ μέτρῳ· καὶ τὰ | |
25 | ἑξῆς. —K Ἰστέον ὅτι τοῦτο τὸ ἀπ’ ἐλάσσονος ἰωνικὸν λέγεται | |
ἀνακλώμενον καὶ μητρῳακὸν καὶ γαλλιαμβικὸν ἀπὸ | 245 | |
246 | τοῦ τοὺς Γάλλους, ὅ ἐστι τοὺς κιναίδους, ἰαμβίζειν καὶ ὑμνεῖν τὴν Ῥέαν κατὰ τὴν ἀγοράν· διὰ τοῦτο γὰρ καὶ μητρῳακόν. ἴσως δὲ διὰ τοῦτο καὶ ἀνακλώμενον διὰ τὴν κλάσιν τῆς φωνῆς αὐτῶν καὶ ἁπαλότητα. ᾧ | |
5 | καὶ Καλλίμαχος κέχρηται. ἔστι δὲ ἀταξία πολλὴ ἐν τῇ χρήσει ὧν παραφέρει χρήσεων καὶ μάλιστα ἐν τοῖς πρώτοις ποσί. | |
8t | Cap. XIII. | |
9t | Περὶ παιωνικοῦ. | |
10 | Τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικὸν καὶ τὸ βακχειακὸν καὶ τὸ παλιμβακχειακόν· καὶ τὰ ἑξῆς. Οὔκουν ἀπεδοκίμασαν οἱ μετρικοὶ τὸ παιωνικὸν μέτρον, ἐπεὶ οὐδὲ οἱ ῥυθμικοί. παιωνικὸν γάρ φασιν | |
15 | τὸν ἐν ἡμιολίῳ λόγον. ἡμιόλιον δέ ἐστιν, ὡς ἐν τοῖς κατὰ πλάτος εἰρημένοις αὐτοῦ ἕνδεκα βιβλίοις φησί, τὸ ἐξ ἑνὸς ἡμίσεως ποδὸς συγκείμενον· ὡς οἱ τρισύλ‐ λαβοι πόδες ἐκ τῶν δισυλλάβων. —αὐτοὶ δὲ οἱ με‐ τρικοὶ τοῦ παιωνικοῦ τρία εἴδη φασί· τὸ ἐν κρητικῷ, | |
20 | τὸ ἐν βακχείῳ, τὸ ἐν παλιμβακχείῳ· πάντα δέ ἐστι | |
πεντάσημα. | 246 | |
247 | Εἰ δέ τις ἔροιτο πῶς τὸ μέτρον τὸ παιωνικὸν μόνον παιῶνα πρῶτον δέχεται καὶ τέταρτον, οὐδὲ δεύ‐ τερον καὶ τρίτον, ἴστω, ὡς οὐκ ἀπὸ τῶν παιώνων πο‐ δῶν ὠνόμασται τὸ μέτρον, ἀλλ’ ὅτι ἐν ἡμιολίῳ ἐστί, | |
5 | κύριος δὲ ἐν αὐτῷ ποὺς ὁ κρητικός, ὃς λύων μὲν τὴν πρώτην ποιεῖ παιῶνα τέταρτον· (ὁ γὰρ ἀμφίμακρος λύει τὴν πρώτην συλλαβὴν καὶ ποιεῖ τὸν ἐκ τριῶν βραχειῶν καὶ μιᾶς μακρᾶς παιῶνα τέταρτον·) λύων δὲ τὴν ἐσχάτην [ὁ ἀμφίμακρος] ποιεῖ παιῶνα πρῶτον, | |
10 | λύων δὲ ἄμφω ποιεῖ τὸν πεντάβραχυν. Ἡλιόδωρος δέ φησι κοσμίαν εἶναι τῶν παιωνικῶν τὴν κατὰ πόδα τομήν, ὅπως ἡ ἀνάπαυσις ἐπιδιδοῦσα χρόνον ἑξασήμους ποιῇ τὰς βάσεις καὶ ἰσομερεῖς ὡς τὰς ἄλλας, οἷον | |
15 | οὐδὲ τῷ Κνακάλω οὐδὲ τῷ Νυρσύλα (Alcm. 19)· τούτου δὲ πάλιν ὑφαιρουμένη μὲν ἡ πρώτη ἐᾷ τὸ ἐκ βακχείου, ἡ δὲ δευτέρα τὸ ἐκ παλιμβακχείου. (41, 7) Ὁμοίως δ’ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ που τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, | |
20 | οὐ τηρήσας τὸ πρῶτον παρατήρημα ἐν ἀγορᾷ δ’ αὖ πλάτανον εὖ διαφυτεύσομεν. εἶπε γὰρ τὸν πρῶτον παιῶνα καθαρῶς συντίθεσθαι | |
τοῦ τελευταίου ὄντος κρητικοῦ. ὁ δὲ τέταρτος παίων | 247 | |
248 | οὐχ οὕτω καθαρῶς, φησί, συντίθεται. —(41, 11) εἶτά φησιν, ὅτι ἐν ταῖς Θεσμοφοριαζούσαις παρέλαβεν ἐν μέσοις τοῖς τετραμέτροις κρητικούς. προεῖπε γὰρ (40, 14) ὡς ἐπιτηδεύουσιν ἔνιοι τῶν ποιητῶν τοὺς | |
5 | πρώτους καλουμένους παιῶνας παραλαμβάνειν μετὰ τῶν κρητικῶν. καὶ φέρει (40, 12) παράδειγμα τὸ Κρα‐ τίνου ἐν Τροφωνίῳ ἄνω (222 K.) χαῖρε δή, μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ’ ἦλθες οὐ πρὶν ἐλθεῖν, ἴσθι σαφές, ἀλλ’ ὅπως. | |
10 | ἔστι γὰρ ἀπὸ κρητικοῦ καὶ παιῶνος πρώτου μικτόν. ὁμοίως οὖν καὶ τοῦτο, ὅ φησιν ἐνταῦθα, ἐν ταῖς Θε‐ σμοφοριαζούσαις (41, 11) μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας | |
15 | ἐνθάδε γάρ εἰσιν ὥς φησιν ὁ διδάσκαλος. (41, 17) Σιμμίας δ’ ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλείστους κρητικοὺς παραλαμβάνειν μᾶτερ ὦ πότνια κλῦθι. Ἰστέον ὅτι ὁ Ὦρός φησιν, ὡς ἀντὶ μακρᾶς ἐστιν ἐν‐ | |
20 | ταῦθα τὸ α τοῦ πότνια, κοινῆς ὂν συλλαβῆς, ὅτι ἀπήρ‐ τισεν εἰς μέρος λόγου, ὡς τὸ Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχή (Ξ 1). ἀλλὰ μᾶλλον δεῖ μὴ κατὰ τοῦτο λέγειν αὐτὸ μακρόν, ἀλλ’ ὅτι ἔχει δύο σύμφωνα ἐπιφερόμενα, τὸ κλ τοῦ | |
25 | κλῦθι. | 248 |
249 | (42, 7) Θυμελικὰν ἴθι μάκαρ καὶ τὰ ἑξῆς· ἐκ τῶν καλουμένων Δελφικῶν ἔστιν ἡ προκειμένη χρῆσις, μὴ ἐχόντων τὸ ὄνομα τοῦ ποιητοῦ. (43, 3) Ὁ ταῦρος δ’ ἔοικε κερίζειν· | |
5 | Βασσαρῶν Αἰσχύλου (23) ἡ χρῆσις. | |
6t | Cap. XIV. | |
7t | Περὶ τῆς κατὰ ἀντιπάθειαν μίξεως. | |
8 | Τῆς δὲ κατὰ ἀντιπάθειαν μίξεως νῦν τὰ πυκνότατα παραθησόμεθα· ἐπιχοριαμβικὸν μὲν οὖν τὸ Σαπφικὸν | |
10 | καλούμενον ἑνδεκασύλλαβον· καὶ ἑξῆς. —U Τῆς δὲ κατὰ ἀντιπάθειαν μίξεως νῦν τὰ πυκνότατα παραθησόμεθα. ἐπιχοριαμβικὸν μὲν οὖν τὸ Σαπφικὸν καλούμενον ἑνδεκασύλλαβον, οἷον ποικιλόφρον ἀθανάτ’ Ἀφρόδιτα· | |
15 | τοῦτο δὲ τὴν μὲν πρώτην συζυγίαν ἔχει τροχαϊκὴν ἑξά‐ σημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν χοριαμβικήν, τὴν δὲ κατακλεῖδα ἐξ ἰάμβου καὶ τῆς ἀδιαφόρου συλλαβῆς· καὶ τὰ ἑξῆς. —K Ἐνταῦθα περὶ τῶν παρὰ τοῖς ἀρχαίοις εὑρημένων | |
20 | μεμιγμένων, τῶν κατὰ ἀντιπάθειαν ἀλλήλων ὄντων μέτρων βούλεται διαλαβεῖν ὁ τεχνικός, καὶ λέγει, ὅτι τὰ πυκνότατα, τουτέστι τὰ συνήθη ἐν τῇ χρήσει, παρα‐ | |
φέρω. λέγει οὖν εἶναί τι μέτρον τὸ λεγόμενον ἐπι‐ | 249 | |
250 | χοριαμβικόν, τουτέστι τὸ μὴ ἀπὸ χοριάμβου μόνον συγκείμενον, ἀλλ’ ἐπὶ τούτῳ καὶ ἀπὸ ἄλλων ποδῶν συντεθειμένον. καὶ λέγει τὸ ποῖον μετὰ παραδείγμα‐ τος, τὸ καλούμενον καὶ Σαπφικόν, τὸ ἑνδεκασύλλαβον, | |
5 | οἷον ποικιλόφρον ἀθανάτ’ Ἀφρόδιτα. ἔχει γὰρ τὴν πρώτην συζυγίαν τροχαϊκὴν ἑξάσημον ἢ ἑπτάσημον, τουτέστιν ἐκ δύο τροχαίων συγκειμένην τρισήμων ὄντων, ἢ ἐκ τροχαίου καὶ σπονδείου, τουτ‐ | |
10 | έστι τρισήμου καὶ τετρασήμου, ὥστε εἶναι τὴν διπο‐ δίαν ἑπτάσημον· (ἰστέον γὰρ ὅτι ἡ ἑπτάσημος τρο‐ χαϊκὴ ἐπὶ τέλους ἔχει τὸν σπονδεῖον, ὥστ’ εἶναι τὴν τελευταίαν τοῦ διτροχαίου ἀδιάφορον, μακρὰν καὶ βραχεῖαν· μακρὰν μέν, ὅτε ἐστὶν ἑπτάσημος, βραχεῖαν | |
15 | δέ, ὅτε ἑξάσημος. ἡ δὲ ἰαμβικὴ ἐκ τοῦ ἐναντίου ἐπὶ τῆς ἀρχῆς)· καὶ ταῦτα μὲν ἐπὶ τῆς πρώτης συζυγίας. τὴν δὲ δευτέραν συζυγίαν ἔχει χοριαμβικήν, (οἱονεὶ τροχιαμβικὴν ὡς προέγνωμεν [235, 15] τὴν ἐκ τροχαίου καὶ ἰάμβου συγκειμένην, οἱονεὶ ἐκ μακρᾶς καὶ δύο | |
20 | βραχειῶν καὶ μακρᾶς), ἑξάσημον. τὴν δὲ κατακλεῖδα, τουτέστι τὴν ἐσχάτην συζυγίαν (τρίμετρον γὰρ ὑποτί‐ θεται τὸ μέτρον), ἔχει ἐξ ἰάμβου καὶ ἐσχάτης συλλα‐ βῆς ἀδιαφόρου οὔσης, τουτέστι πῆ μὲν μακρᾶς πῆ δὲ βραχείας. | |
25 | (43, 16) Ὥστε εἶναι 〈τὰ πάντα δύο σχήματα περὶ〉 τὴν τετάρτην συλλαβήν. τοῦτο οὐ πρὸς τὸ προσεχές, | |
ἀλλὰ πρὸς τὸ ἄνω, εἶναι τὴν τετάρτην συλλαβὴν τῆς | 250 | |
251 | πρώτης συζυγίας, τουτέστι τοῦ διτροχαίου, πῆ μὲν βραχεῖαν, ὅτε καὶ ἑξάσημος, πῆ δὲ μακράν, ὅτε ἑπτά‐ σημος. οἷον καθαρὸν σχῆμα ἔχον ἑξάσημόν ἐστι τοῦτο ποικιλόφρον ἀθανάτ’ Ἀφρόδιτα. | |
5 | ἔχει γὰρ τὴν πρώτην διτρόχαιον καὶ τὸ δεύτερον χο‐ ρίαμβον καὶ τὴν ἐσχάτην ἐξ ἰάμβου καὶ συλλαβῆς. (ἰστέον δέ, ὅτι Ἀφρόδιτα προπαροξυτόνως ἀναγινώ‐ σκουσιν Αἰολεῖς, συστέλλοντες τὸ α. οὐκ ἐπὶ πάντων δὲ συστέλλουσιν, ἀλλ’ ἐπὶ μόνων τῶν κυρίων. τὰ γὰρ | |
10 | μὴ ὄντα κύρια οὔτε συστέλλουσιν οὔτε προπαροξύνου‐ σιν, ἀλλ’ ἀθανάτα φασὶ παροξυτόνως). τὸ αὐτὸ δὲ μέτρον ἐστὶ καὶ ἐπὶ τοῦ παῖ Διὸς δολοπλόκε, λίσσομαί σε (Sapph. 1, 2) καὶ ἐπὶ τοῦ | |
15 | μή μ’ ἄσαισι μήδ’ ὀνίαισι δάμνα (Sapph. 1, 3). (43, 21) θάτερον δὲ ἀλλὰ τυΐδ’ ἔλθ’ αἴποτα κᾆτ’ ἔρωτα· ὥστ’ εἶναι τὸν κανόνα τοιοῦτον· βα. βαβ. βααβ. αβ. αβ’ τὸ ἕτερον δέ, οἱονεὶ τὸ ἔχον ἑπτάσημον τὴν τροχαϊκήν, | |
20 | ἔστι τοιοῦτον ἀλλὰ τυΐδ’ ἔλθ’ αἴποτα κἆτ’ ἔρωτα. ἔχει γὰρ τὴν πρώτην συζυγίαν ἐκ τροχαίου καὶ σπον‐ | |
δείου. ἰστέον γὰρ ὅτι ἡ τυΐ μία ἐστὶ συλλαβὴ καὶ | 251 | |
252 | ὡς μία ποδίζεται. ἀλλὰ διὰ τὸ ἐπιφέρεσθαι σύμφω‐ νον ἢ καὶ εἶναι ἐν τέλει λέξεως οὐ δύναται ἐν δι‐ φθόγγῳ ἐκφωνηθῆναι. (ἔγνωμεν γὰρ πολλάκις, ὅτι οὐδέποτε μετὰ τὴν υι δίφθογγον σύμφωνον ἐπιφέρε‐ | |
5 | ται, καὶ ὅτι οὐχ εὑρίσκεται ἐν τέλει λέξεως.) διὸ δεῖ μὲν ἐκφωνεῖν καὶ περιστίζειν τὸ ι, ἐν δὲ τῷ μέτρῳ ὡς ἀνεκφώνητον καὶ 〈μὴ〉 μετὰ διφθόγγου αὐτὸ παρα‐ λαμβάνειν. ἕχει οὖν τὴν πρώτην συζυγίαν τὸ προκεί‐ μενον τροχαϊκὴν ἑπτάσημον, τὴν δὲ δευτέραν χοριαμ‐ | |
10 | βικήν. τὸ γὰρ κατ μακρόν ἐστιν ἐκ συναλοιφῆς ἀπὸ τοῦ καὶ εἶτ’ ἔρωτα κᾆτ’ ἔρωτα. τὴν δ’ ἐσχάτην ὁμοίως τῷ προειρημένῳ ἔχει ἐξ ἰάμβου καὶ συλλαβῆς. τὸ αὐτὸ ἔστιν εἰπεῖν καὶ ἐπὶ τοῦ (Alc. 5, 1 = Heph. 44, 6) | |
15 | χαῖρε Κυλλάνας ὁ μέδεις, σὲ γάρ μοι καὶ θυμὸς ὑμνεῖν, τὸν κορυφαῖσιν ἁγναῖς (Alc. 5, 2) καὶ Μαῖα γέννα τῷ Κρονίδᾳ μίγεισα (Alc. 5, 3). — | |
20 | (44, 1) ὥστ’ εἶναι τὸν κανόνα τοιοῦτον φησί. τὸ β λάμβανε μακράν (τοῦτο γὰρ δηλοῖ τὸ β, ὅτι βʹ χρόνοι εἰσίν, οἵτινες ἀπεργάζονται τὴν μακράν), τὸ δὲ α τὴν βραχεῖαν ἐξ ἑνὸς χρόνου οὖσαν. πρόδηλον οὖν τὸ λεγόμενον, ὅτι ἡ πρώτη συλλαβή ἐστι μακρά, ἡ | |
25 | δευτέρα βραχεῖα, ἡ τρίτη 〈μακρά〉, ἡ τετάρτη καὶ | 252 |
253 | μακρὰ καὶ βραχεῖα· ἑπτάσημον γὰρ καὶ ἑξάσημόν φη‐ σιν εἶναι τὴν τροχαϊκὴν συζυγίαν. τὸ αὐτὸ καὶ ἐπὶ τῆς δευτέρας καὶ τρίτης συζυγίας καὶ πάντων δεῖ παραλαμβάνειν. | |
5 | (44, 4) Ἔστι δὲ καὶ παρ’ Ἀλκαίῳ, καὶ ἄδηλον, ὁπο‐ τέρου ἐστὶν εὕρημα, καὶ εἰ Σαπφικὸν καλεῖται· οἷον χαῖρε Κυλλάνας. ἄδηλον, φησί, τίνος ἐστὶν εὕρημα, καὶ ἄδηλον εἴτε Σαπφικὸν καλεῖται εἴτε Ἀλκαϊκόν. ταὐτὸ δέ ἐστι τῷ | |
10 | προειρημένῳ, ἀλλ’ ἔχει τι ξένον, ὅτι μετὰ τὰ τρία μέτρα (οἱονεὶ στίχους τῆς στροφῆς· ταύτην γὰρ καλεῖ στροφήν, τὴν ἐκ τῶν τοιούτων μέτρων συγκειμένην) ἔχει τέταρτον ἐπιφερόμενον πεντασύλλαβον χοριαμβι‐ κὸν πενθημιμερές, ὃ ἔχει χορίαμβον καὶ συλλαβήν. | |
15 | πενθημιμερὲς δέ, ὅτι δύο ἔχει πόδας ἁπλοῦς καὶ συλ‐ λαβήν (λέγω δὴ τροχαῖον καὶ ἴαμβον) παμβασιλῆι καὶ πότνια θυμόν. | |
20 | (44, 9) συνεμπίπτον δὲ δακτυλικῷ φησί. δεῖ προσθεῖναι· διμέτρῳ καταληκτικῷ εἰς δισύλλαβον. ἔχει γὰρ δάκτυλον καὶ δύο συλλαβὰς δακτύλου, ὡς εἴρηται· παμβασιλῆι, πότνια θυμόν. | |
25 | (44, 13) Ἀπὸ δὲ ἀντισπαστικῆς τὸ καλούμενον Πιν‐ | |
δαρικὸν ἑνδεκασύλλαβον, ὅ τι τὴν μὲν πρώτην ἀντι‐ | 253 | |
254 | σπαστικὴν ἔχει, τὰ δὲ λοιπὰ ὁμοίως τῷ Σαπφικῷ. καὶ τοῦτο πάνυ ἐστὶ σαφές. ἔχει γὰρ τὸν πρῶτον πόδα, ἤγουν τὴν συζυγίαν, ἐξ ἀντισπαστικοῦ συγκείμενον, (τουτέστιν τὸ ἐναντίον τοῦ χοριάμβου, ἰαμβοτρόχαιον, | |
5 | ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας συγκείμε‐ νον,) τοὺς δὲ ἑξῆς ὁμοίως τῷ προειρημένῳ Σαπφικῷ. καὶ παραφέρει παραδείγματα οἷον (44, 17) ὁ μουσαγέτας με καλεῖ χορεῦσαι καὶ πάλιν | |
10 | ἄγοις ὦ κλυτὰ θεράποντα Λατοῖ. τὰ δὲ λοιπὰ πάντα σαφῆ εἰσι καὶ σχεδὸν ἐξηγήσεως | |
μὴ δεόμενα. | 254 |