TLG 4093 005 :: Georgius CHOEROBOSCUS :: De orthographia (epitome) (e cod. Barocc. 50) Georgius CHOEROBOSCUS Gramm., Diaconus De orthographia (epitome) (e cod. Barocc. 50) Citation: Page — (line) | ||
167(1t) | ΧΟΙΡΟΒΟΣΚΟΥ ΟΡΘΟΓΡΑΦΙΑ. | |
2 | Ἀρχὴ σὺν Θεῶι τοῦ ποσοῦ τῆς ὀρθογραφίας κατὰ στοι‐ χεῖα ἀπὸ φωνῆς Γεωργίου τοῦ Χοιροβοσκοῦ Βυζαντίου γραμματικοῦ καὶ οἰκουμενικοῦ διδασκάλου· ἐν συν‐ | |
---|---|---|
5 | τομίαι τμηθὲν ἐκ τῆς καθόλου καὶ κατὰ πλάτος αὐτοῦ Ὀρθογραφίας· διὰ τὸ ἐν συντόμωι εὐσύνοπτον εἶναι τὸ ζητούμενον, σὺν καὶ ταῖς αἰτίαις ἑκάστου. Τέχνη πρόσελθε τοῖς κανόσιν ὡπλισμένη, βάλλουσα πάντας τοὺς βεβαρβαρωμένους | |
10 | τοὺς νοῦν ἔχοντας ἐστερημένους λόγου· ἔχεις τὸ θαῤῥεῖν καὶ τὸ νικᾶν εἰκότως, νίκην ἔχουσα τοὺς Γεωργίου λόγους· πρόσελθε λοιπὸν τοῖς λόγοις κοσμουμένη, καὶ δεῖξον ἡμῖν τοὺς κανόνας ἐῤῥωμένους. | |
15 | Ἀκτίς: Διὰ τοῦ ι μακροῦ ὡς δικατάληκτον· ἡ ἀκτὶς γὰρ καὶ ἡ ἀκτίν· πάντα γὰρ τὰ δικατάληκτα διὰ τοῦ ι μακροῦ γράφεται· οἷον, δελφὶς, δελφίν· Ἐλευσὶς, Ἐλευσίν· γλωχὶς, γλωχίν· Τελχὶς, Τελχίν· ῥὶς, ῥίν· θὶς, θίν· ἄλλωστε τὰ εἰς ις λήγοντα, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, εἴτε δικατάληκτα, εἴτε | |
20 | ἁπλᾶ, εἴτε μὴ ἁπλᾶ, εἴτε μακροκατάληκτα, εἴτε μὴ μακροκα‐ τάληκτα, εἴτε βαρύτονα, εἴτε μὴ βαρύτονα, κοινολεκτούμενα ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν· οἷον, πόλις· Θέτις· χάρις· λέξις· πέψις· κνημίς· ἀσπίς· ῥανίς· βολίς· καὶ κρηπίς· καὶ ἄλλως· τὰ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν | |
25 | συλλαβὴν κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον· | |
ἀσπίς· ῥανίς· βολὶς, καὶ τὰ ὅμοια· καὶ ἄλλως τὰ εἰς ν λή‐ | 167 | |
168 | γοντα, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, οὐκ ἔχουσι πρὸ τοῦ ν δί‐ φθογγον· οἷον, Ἕλλην· αὐχήν· Τιτάν· γέγονεν δὲ ἀκτὶς ἀπὸ ἐτυμολογίας ἀπὸ τοῦ ἄγω, ἄξω, ἦχα, ἦγμαι, ἦξαι, ἦκται, ἀκτίς· οἱονεὶ ἡ πανταχοῦ φερομένη· ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου | |
5 | πανταχοῦ φέρεται· ἢ ἐκ τοῦ ἦκται ἐκτὸς, ἐκ τούτου ἀκτίς. Ἀμφίων: Διὰ τοῦ ι· ἔστι γὰρ ὄνομα κύριον ἀπὸ τῆς ἀμφὶ προθέσεως καὶ τῆς ἴων μετοχῆς, ἀμφιΐων, βαρύτονον· καὶ ἀμ‐ φίων, κατὰ κράσιν τοῦ ϊ εἰς ἓν ι μακρόν· τὰ γὰρ διὰ τοῦ ϊων βαρύτονα τρέποντα τὸ ω εἰς ο ἐν τῇ γενικῇ, εἴτε κύρια, εἴτε μὴ | |
10 | κύρια βαρύτονα· οἷον, Ἠμαθίων, Ἠμαθίωνος· καὶ τὰ ὀξύτονα τὰ κοινὰ τῷ γένει· οἷον, ὁ περικτιὼν καὶ ἡ περικτιών· ἀποστρέ‐ φεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουσαν· χωρὶς τοῦ πλείων· χερείων· μείων, καὶ ἀρείων τοῦ συγκριτικοῦ. Ἄμφιος: Διὰ τοῦ ι κατὰ τὴν παράδοσιν· γέγονεν δὲ ἀπὸ | |
15 | τοῦ Ἀμφίων Ἄμφιος ὥσπερ ἀπὸ τοῦ Ἀκταίων, Ἀκταῖος· ἐκ τῆς ἀμφὶ προθέσεως οὖν γέγονεν Ἄμφιος διὰ τοῦ ι μακροῦ· καὶ διὰ τὸ εἶναι προπαροξύτονον, καὶ διὰ τὸ μὴ εἶναι διὰ τοῦ ευω ῥημάτων. Ἀλφειός: Τὸ φει δίφθογγον κατὰ τὴν παράδοσιν· ποταμὸς | |
20 | δέ ἐστιν, καὶ λέγεταί περ Ἀλφειὸς παρὰ τὸ θεραπεύειν τοὺς ἀλφοὺς ἤγουν τοὺς λεπρούς. Ἀρνειός: Τὸ νει δίφθογγον· γέγονεν δὲ οὕτως· ἔστιν ἀρὰ ἡ εὐχὴ, ἐκ τούτου γίνεται ἀρὴν ἀρῆνος, τουτέστιν τὸ ἐπὶ εὐχῆς παραβαλλόμενον· κατὰ συγκοπὴν ἀρνός· καὶ μετάγεται αὔτη | |
25 | ἡ γενικὴ εἰς εὐθεῖαν· οἷον, ἀρνός· κατὰ πλεονασμὸν τῆς ει γί‐ νεται ἀρνειὸς, ὥσπερ ἀδελφὸς, ἀδελφειός. Ἀφνειός: Τὸ φνει δίφθογγον· γέγονεν οὕτως· ἐστὶν ἔνος ὁ ἐνιαυτός· καὶ ἐκ τούτου γίνεται ἄφενος, τουτέστιν ὁ ἐκ τῶν καρπῶν τοῦ ἐνιαυτοῦ συναγόμενος πλοῦτος· ἐκ δὲ τοῦ ἄφενος | |
30 | γίνεται ἀφενειὸς, καὶ κατὰ συγκοπὴν ἀφνειός. Ἀγινεῖν: Τὸ γι ι· τὸ νειν δίφθογγον, ὡς ἀπαρέμφατον· ὡς καὶ τὸ ἄγειν· γέγονεν δὲ ἀπὸ ῥήματος· ἀπὸ τοῦ ἄγω ἀγνῶ, καὶ | |
κατὰ πλεονασμὸν τοῦ ι μακροῦ γίνεται ἀγινῶ. | 168 | |
169 | Ἀνία: Διὰ τοῦ ι· ἀπὸ τοῦ αἴνω, τὸ σημαῖνον τὸ θεραπεύω· ἡ γὰρ ἀνία ἐστέρηται τῆς θεραπείας· καὶ παρὰ τὸ ἰέναι τὸ σημαῖνον τὸ θεραπεύεσθαι· ἡ γὰρ ἀνία ἐμποδιστική ἐστιν τοῦ προκόπτειν· καὶ παρὰ τὸ ἄνω, ἀνύω γέγονεν ἀνία, διανυστικὴ καὶ | |
5 | πρακτικὴ καὶ διὰ τὸ μὴ ἔχειν ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω διὰ τοῦ ι γράφεται, ὡς καὶ τὸ μανία· πενία· γωνία. Ἀσκαλωνίτης: Διὰ τοῦ ι τὸ νι· τὰ γὰρ εἰς της λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα, εἴτε ἁπλᾶ, εἴτε σύνθετα, μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο, μήτε ἀπὸ πρωτοτύπου τὸ ε, μήτε | |
10 | ἀπὸ πλεονασμοῦ τὸ ι, ἑνὶ φωνήεντι παραλήγεται· οἷον, Ἀσκα‐ λωνίτης· μνηματίτης· σημαίνει δὲ τὸν ἐπιτάφιον λόγον· πο‐ λίτης· μυθίτης, σημαίνει δὲ τὸν στασιαστήν· τεμενίτης· Σι‐ κελιώτης· στρατιώτης. Ἀλείτης: Τὸ λει δίφθογγον· σημαίνει καὶ τὸν ἁμαρτωλόν· | |
15 | τὸ λει δίφθογγον γράφεται· ἢ παρὰ τὸ ἀλοίτης τροπῇ τῆς οι εἰς ει· διὰ δὲ τὸ ἀντιπαρακεῖσθαι τὸ ο, κατὰ τοῦτο γράφεται διὰ διφθόγγου· ἀλείτης, ἀλοίτης· ὥσπερ σπείρω σπορὰ, καὶ φθείρω, φθορά· ἔχει γὰρ τὸ ε ἐγκείμενον, ὡς εἴρηται· ὥσπερ σπείρω, σπορὰ, καὶ φθείρω, φθορὰ, οὕτως οὖν καὶ ἀλείτης διὰ διφθόγγου, | |
20 | διὰ τὸ ἐν τῷ ἀλοίτης ἔχειν τὸ ο. Ἀλιτήριος: Ὄ ἐστιν ἀπὸ τοῖ ἀλιτρός· σημαίνει δὲ τὸν ἁμαρτωλόν· διὰ τοῦ ι τὸ λι· τὸ τη η· ἀλιτρός ἐστιν παρὰ τὸ στέρησιν ἔχειν τῆς λιτῆς· τὸ λιτὴ δὲ διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἔχοντα τὸ τη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· | |
25 | οἷον, Ἀφροδίτη· ἀμφίτη· πλὴν τοῦ εἰρκτὴ, τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται· ἔστιν δὲ τοῦτο παρὰ τὸ ἀλιτεῖν ῥῆμα. Ἀκαλλερείτης: Τὸ ρει δίφθογγον· δεῖ γὰρ γινώσκειν, ὅτι πάντα τὰ παρὰ τὸ ῥέειν διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, | |
30 | εὐρείτης· βαθυρείτης· οὕτως οὖν καὶ ἀκαλλαρείτης· σημαίνει τὸ ἡσύχως ῥέειν· ἀκαλλαρείτης γέγονεν ἐκ τοῦ ἀκαλὰ, ὅ ἐστιν τὸ ἡσύχως ῥέον. Ἀρτεμίσιον: Ἀφροδίσιον· ι ἀμφότεραι αἱ συλλαβαί· ἡ | |
παράδοσις. | 169 | |
170 | Ἀγχίσης: Διὰ τοῦ ι τὸ χι· ἔστιν γὰρ παρὰ τὸ ἄγχι, καὶ ἀντὶ, καὶ ἀμφὶ τὰς προθέσεις· τὰ γὰρ διὰ τοῦ ισης πάντα διὰ τοῦ ι γράφεται. Ἀδήριτος: Διὰ τοῦ ι· ἔστιν δῆρις, δηρίω, ὥσπερ κόνις, κονίω, | |
5 | καὶ μήτις, μητίω· τούτου τοῦ δηρίω ὁ παθητικὸς παρακείμενος δεδήριμαι, δεδήρισαι, δεδήριται, διὰ τοῦ ι· καὶ λοιπὸν ἐκεῖθεν ἀδήριτος διὰ τοῦ ι· καὶ ἄλλως δὲ τὰ διὰ τοῦ ιτος ἀποστρέ‐ φονται τὴν ει δίφθογγον· οἷον, ἄτιτος ὁ ἀτιμώρητος· ἀκόνιτος· Ἐπαφρόδιτος· Θεοδώριτος· καὶ ὅμοια. | |
10 | Ἄϊκες: Ἔστιν αἱ ὁρμαὶ, καὶ διὰ τοῦ ι γράφεται· ἀπο‐ βάλλων γὰρ ὁ μέλλων τὸ ω, ἀποτελεῖ ὄνομα· οἷον, τρώσω, τρώς· θήσω, θής· οὕτω καὶ ἀΐσσω, ἀΐξω διὰ τοῦ ι, καὶ κατὰ ἀποβολὴν τοῦ ω γίνεται ἄϊξ, καὶ λοιπὸν ἐκεῖθεν ἄϊκες· καὶ πάλιν τὰ εἰς ξ λήγοντα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, πέρδιξ· μάστιξ· | |
15 | θρίξ· οὕτως οὖν καὶ ἄϊξ. Ἀφροδίτη: Διὰ τοῦ ι τὸ δι· ὥσπερ ἀπὸ τοῦ φυτὸν γίνεται φυτρὸς, καὶ φιτρὸς, κατὰ τροπὴν τοῦ υ εἰς ι, ὅ ἐστιν κορμός· καὶ ἀπὸ τοῦ δύο φέρειν γίνεται δύφρος, καὶ τροπῇ τοῦ υ εἰς ι δί‐ φρος, ὅ ἐστιν ἇρμα ἀπὸ τοῦ δύο φέρειν· τὸν αὐτὸν τρόπον καὶ | |
20 | ἀπὸ τοῦ ἀναδύσα καὶ τοῦ ἀφροῦ ἀνέρχεσθαι, γίνεται ἀφροδύτη, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι Ἀφροδίτη· εἰ δὲ καὶ, ὡς προείρηται, τὰ εἰς τη λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἐνὶ φωνήεντι παραλήγεται· γέγονε δὲ παρὰ τοῦ ἀφρὸν Ἀφροδίτη· λέγεται δὲ Ἀφροδίτη παρὰ τὴν ἀφροσύνην· ἐναντία γάρ ἐστιν αὕτη τῇ | |
25 | φρονήσει. Ἀκραγαντῖνος: Διὰ τοῦ ι μακροῦ· τὰ γὰρ διὰ τοῦ ινος ὀνόματα πρὸ τέλους ἔχοντα τὸν τόνον, μὴ ἔχοντα ἀπὸ πλεονα‐ σμοῦ τὸ ι, ἀποστρέφονται τὴν ει δίφθογγον, καὶ πάντα ἐκτεί‐ νουσι τὸ ι, καὶ προπερισπῶσιν· οἷον, ἀγαθῖνος καὶ τὰ ὅμοια· | |
30 | πλὴν τοῦ ἐχίνος· τοῦτο γὰρ βραχὺ ἔχει τὸ ι, καὶ παροξύνεται· τὰ δὲ διὰ τοῦ ινος προπαροξύτονα συστέλλουσι τὸ ι· οἷον, φή‐ γινος· λίθινος· δρύϊνος· χωρὶς τοῦ κάμινος. Ἀδρηστίνη· Αἰητίνη: Διὰ τοῦ η τὸ δρη· τὸ τι ι· τὰ γὰρ | |
διὰ τοῦ ινη μονογενῆ, μὴ γενόμενα ἀπὸ ἐπιθέτων κύρια, ἀποστρέ‐ | 170 | |
171 | φονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν· οἷον, Ὠκεανίνη· Εὐηνίνη· ἰατρίνη, καὶ τὰ ὅμοια. Ἀργυροδίνης: Σημαίνει δὲ τὴν συστροφήν· διὰ τοῦ ι γρά‐ φεται, διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ινη· καὶ πάλιν οἱ Αἰολεῖς | |
5 | δίννας λέγουσι, καὶ οὐχὶ δέννας· ἐὰν γὰρ δέννας, διὰ τῆς ει δι‐ φθόγγου εἶχεν γράφεσθαι· ἀλλὰ δίννας λέγουσιν, ἤγουν διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ινης ἀποστρέφονται τὴν ει δίφθογγον. Αἴγινα: Ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφονται τὴν ει δίφθογγον, χωρὶς τοῦ πεῖνα· ἔστιν | |
10 | δὲ ταῦτα· Μαρίνα· Ἁρπίνα· Ἰουστῖνα· Φαυστῖνα· Ἀντωνῖνα· Κωνσταντῖνα. Ἀεργία: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ος συν‐ θέτων, καὶ τῶν ἀπὸ τῶν εἰς ος ἁπλῶν, μὴ ἐχόντων ἀντιπαρακεί‐ μενα ῥήματα διὰ τοῦ ευω, διὰ τοῦ ια γινόμενα θηλυκὰ, πρὸ μῖας | |
15 | τὸν τόνον ἔχοντα, διὰ τοῦ ι γράφεται· οἷον, κακὸς, κακία· σοφὸς, σοφία· ὑπερήφανος, ὑπερηφανία· εὔκαιρος εὐκαιρία οὕτως καὶ ἀεργὸς, ἀεργία· πλὴν τοῦ βοηθὸς, βοήθεια, καὶ εὔερος, εὐέρεια· καὶ τῶν διὰ τοῦ ευω, μοιχεύω, μοιχεῖα, καὶ τὰ ὅμοια. Ἄϊος: Σημαίνει δὲ τὸν ἀκούοντα· καὶ διὰ τοῦ ι γράφεται· | |
20 | γέγονεν δὲ ἀπὸ τοῦ ἀΐων, ἄϊος· σημαίνει τὸ ἄϊρος· ἔστιν δὲ τὸ ἐπικληθέν. Ἀλγίων· Αἰσχίων: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς ων καθαρὰ συγκριτικὰ οὐ παραλήγονται τὴν ει δίφθογγον, ἀλλὰ τὸ ι· αἰσχίων· βραδίων· ταχίων· ἰδίων· γλυκίων· καὶ τὰ ὅμοια· | |
25 | πλὴν τοῦ χερείων· ἀργείων· πλείων· μείων. Ἀρίων: Τὸ κύριον ὄνομα διὰ τοῦ ι γράφεται, κατὰ διαστο‐ λὴν τῶν συγκριτικῶν· τὸ δὲ ἄρειος ἀπὸ τοῦ ἄρεως γεγονὸς, ἤγουν τοῦ σημαίνοντος τὸν ἀνδρεῖον, διὰ τῆς ει διφθόγγου γρά‐ φεται. | |
30 | Ἀκριβής: Διὰ τοῦ ι γράφεται· ὥσπερ ἀπὸ τοῦ ἀφροδύτη γίνεται Ἀφροδίτη, τροπῆ τοῦ υ εἰς ι· τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀκρυβὴς γίνεται ἀκριβὴς διὰ τοῦ ι· καὶ γὰρ τὸν ἀκριβῆ | |
οὐδεῖς δύναται κρυβεῖν ἢ λαθεῖν. | 171 | |
172 | Ἀρτεμίσιος: Διὰ τοῦ ι· τὸ μι βραχὺ, τὸ δὲ σι διὰ τοῦ ι μακροῦ· τὰ γὰρ διὰ τοῦ ισιος οὐδέτερα, καὶ διὰ τοῦ ισια, καὶ διὰ τοῦ ισιον οὐδέτερα, ἀποστρέφονται τὴν ει δίφθογγον· τουτ‐ έστιν ἀφροδίσιος, ἀφροδισία, καὶ ἀφροδίσιον. | |
5 | Ἁψίς: Διὰ τοῦ ι· τὰ εἰς ις ἀπὸ μελλόντων γινόμενα, βα‐ ρύνεται καὶ συστέλλει τὸ ι· ὡς τὸ πράξω, πράξις· λέξω, λέξις· ἅψω, ἁψίς· ἡ γὰρ ἁψὶς συνημμένη ἐστίν· καὶ διὰ τοῦ ι ἐκ‐ τείνειν καὶ ὀξύνεται· τὰ γὰρ εἰς ις ἁπλᾶ ἐκτείνονται τὸ ι ἐπὶ τέλους ἔχουσι τὸν τόνον· οἷον, κνημίς· κρηπίς· ψηφίς· οὕτως | |
10 | καὶ ἁψίς· τὰ γὰρ εἰς ις ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν ἀποστρέ‐ φονται τὴν ει δίφθογγον, χωρὶς τοῦ κλεὶς καὶ ἀντηρείς. Ἀμνισός: Ὁ ποταμός· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς ος τρισύλλαβα πλὴν ὀνομάτων ποταμῶν διὰ τοῦ ι γράφεται· οἷον, Ἀμνισός· Κιφισός· Ἰλισός· ἐπὶ δὲ ποταμῶν διὰ τῆς ει δι‐ | |
15 | φθόγγου· οἷον, Ἀλφειός· Πηνειός· Σπερχειός· Ὀλμειός. Ἀκιδαλίνη: Ἔστιν δὲ ὄνομα κρήνης· παρὰ τὸ Ἀκὶς, Ἀκίδος. Ἀκονιτί· Ἀμοϊτί· Ἀμισθί: Καὶ τὰ τούτων ὅμοια διὰ τοῦ ι γράφεται ὡς ἐπιῤῥήματα· ἀνωϊτί· ἀκλαυστί· ἀνηθελητί· | |
20 | καὶ ἀπορὶ, καὶ τὰ τούτοις ὅμοια πάντα διὰ τοῦ ι γράφεται· πλὴν τῶν διὰ τοῦ θ· λ· μ· ξ· ρ· φ· χ· ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, διὰ τοῦ θ· ἀμυθεὶ, ἀθεεί· τὸ λ· ἀσυλεί· τὸ μ· πανδημεί· τὸ ξ· αὐτολεξεί· τὸ ρ· ἀμετρεί· τὸ αὐτοχειρὶ δὲ διὰ τοῦ ι· τὸ φ· παμψηφεί· τὸ χ· τριστοιχεί· | |
25 | καὶ τὰ σύνθετα δὲ ὁμοίως διὰ τῆς ει διφθόγγου, ἔχοντα τὸ τ· ἀμηνυτεί· ἀνιδρωτεί· ἀναιμοτεί· ἀκηρυκτεί· ἀνωμοτεί· φιετεί· ἀνοτητεί· ἀκληρωτεί· ἀνιδιτεί· ἀκλαυστεί· ἁμαρτεί· ἀνθεω‐ ρητεί· ἀνηθελητεί· ἐγρηγορητεί· ἐθελοτεί· ἄνευ δὲ τούτων, διὰ τοῦ ι γράφονται τὰ λοιπὰ, καὶ τὰ τούτοις ὅμοια· Τὰ ἀπὸ τῶν | |
30 | εἰς ος μικρὸν εἰς ως μέγα μεταποιούμενα· οἷον, μεγάλως· σοφῶς· καλῶς· καὶ τὰ ὅμοια· καὶ τὸ οἱονεὶ καὶ τὰ καθαρεύοντα | |
δὲ διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀθεεί· αὐτοβοεί. | 172 | |
173 | Ἀΐτης: Διὰ τοῦ ι γράφεται· πάντα γὰρ τὰ διὰ τοῦ ιτης διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τοῦ Ἀσκαλωνίτης· ἀΐτης δέ ἐστι ὁ ἐρώμενος· οἱονεὶ ὁμοΐτης τις ὤν. Ἀϊτίας: Σημαίνει δὲ τὰς ἐρωτικάς· διὰ τοῦ ι· ὥσπερ ἀπὸ | |
5 | τοῦ ὁ δεσπότης ἀρσενικοῦ γίνεται ἡ δεσπότις διὰ τοῦ ι, οὕτως καὶ ἀπὸ τοῦ ἀΐτης, ἡ ἀΐτις, ἀΐτιδος, καὶ ἐκεῖθεν ἀϊτίας. Ἄφιξις: Διὰ τοῦ ι γράφεται· γέγονε δὲ ἀπὸ τῶν παθητικῶν ῥημάτων ἐκ τοῦ ἀφίγμαι, ἀφίξαι, ἀφίκται· καὶ τὸ ἱκανὸς παρὰ τὸ ἱκέσθαι, εἰς πάντα γὰρ δύναται παραγένεσθαι ὁ ἱκανός· οὕτως | |
10 | καὶ ἄφιξις διὰ τοῦ ι· καὶ ἄλλως· τὰ ἀμφιβαλλόμενα κατὰ τὴν γραφὴν, καὶ ἔχοντα ἢ τὸ ι, ἢ τὸ ν ἐπιφερόμενα, διὰ μόνου τοῦ ι γράφεται· οἷον, Ἴρις· Ἴλιον· δριμύς· βριθύς· Τιφύς· ῥιπίς· οὕτως οὖν καὶ ἄφιξις διὰ τοῦ ι. Ἀργυρίδιον: Διὰ τοῦ ι τὸ ρι· ἐκ τοῦ ἀργυρὸς, ἀργύριον, | |
15 | ἀργυρίδιον, τροπῇ τοῦ ο εἰς ι, καὶ μακρὸν αὐτὸ ἔχει. Ἀμφιτρίτη: Διὰ τοῦ ι γράφεται κατὰ τὴν παράδοσιν· Ἀμφιτρίτη δέ ἐστιν ἡ θάλασσα· γράφεται δὲ διὰ τοῦ ι, ὅτι τὰ εἰς τη λήγοντα θηλυκὰ βαρύτονα ὑπὲρ δύο συλλαβὰς ἑνὶ φω‐ νήεντι παραλήγονται· οἷον, Θεοδότη· μελέτη· Ἀφροδίτη· οὕτως | |
20 | οὖν καὶ Ἀμφιτρίτη. Ἀντηρείδης: Διὰ τῆς ει διφθόγγου· εἰς ὃ ἐπερείδεταί τις· τοῦτο δὲ καὶ κατὰ τὴν παράδοσιν διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ τοῦ Ἀτρεὺς γὰρ καὶ Αἰγεὺς ὄντα, διὰ τῆς ει θέ‐ λουσι γράφεσθαι· τὸ δὲ Ἀλκείδης ἐκ τοῦ ἀλκαῖος τροπῇ τῆς | |
25 | αι διφθόγγου εἰς τὴν ει. Ἀργεῖος: Διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰολεῖς Ἀργεΐος λέγουσιν διϊστῶντες τὸ ι· καὶ κατὰ κρᾶσιν ἡμεῖς τοῦ ε καὶ ι λέγομεν Ἀργεῖος· καὶ ἄλλως· τὰ γὰρ τοιαῦτα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, καὶ ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α, μεθ’ οὗ ἐστι δύο | |
30 | σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀστεῖος· Καδμεῖος· ἀνδρεῖος· Ἀργεῖος· Βακχεῖος· πλὴν τοῦ ναντίος· καὶ ἄλλως δὲ κατὰ ιω τὸν χαρακτῆρα λέγοντα, ὅτι τὸ Ἀργεῖος διὰ τῆς ει διφθόγγου γράφεται· ἐπειδὴ τὰ κτητικὰ | |
τὰ ὑπὲρ δύο συλλαβὰς ἔχοντα μακρὰν τὴν παραλήγουσαν, οὐ‐ | 173 | |
174 | δέποτε διὰ τοῦ ι γράφεται, ἀλλὰ διὰ διφθόγγου· οἷον, Αἰαντεῖος· κυνεῖος· αἰγεῖος· ἀνθρωπεῖος· οὕτως οὖν καὶ Ἀργεῖος. Ἀργύρειος: Τὸ μετουσιαστικὸν, διὰ τῆς ει διφθόγγου τὸ ρει· παρὰ γὰρ τὸ ἀργύρεος ἐστὶν προσθήκῃ τοῦ ι ἀργύρειος, | |
5 | ὁμοίως ἀχρεῖος· παρὰ γὰρ τὸ χρέα, χρεῖα· ἀνδρεῖος, καὶ ἀνδρεῖα, καὶ ἀνδρεῖον. Ἀνδρεῖα: Διὰ τῆς ει διφθόγγου· ὁ γὰρ Ὦρος εἶπεν, ὅτι εὕρηται κατὰ διάστασιν ἀνδρεΐα, καὶ κατὰ κρᾶσιν ἀνδρεῖα, ἀν‐ δρεῖος, καὶ ἡ παράδοσις δὲ οὕτως αὐτὸ γράφει. | |
10 | Ἀστερόεις: Αἱματόεις· διὰ τῆς ει διφθόγγου· τὰ γὰρ εἰς εις, εἰς εν ἔχοντα τὸ οὐδέτερον, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, χαρίεις, χαρίεν· τιμήεις, τιμῆεν· καὶ τὰ ὅμοια· ἄλλως δὲ τὰ διὰ τοῦ εντος κλινόμενα διὰ τῆς ει διφθόγγου γράφεται· δαφνήεις, δαφνήεντος· οὕτως οὖν καὶ ἀστερόεις, ἀστερόεντος· | |
15 | καὶ αἱματόεις, αἱματόεντος· καὶ ἄλλως· ὅτι οἱ Δωριεῖς ἄνευ τοῦ ι προφέρονται αὐτό· οἷον, ἀστερόες· αἱματόες· καὶ ἡμεῖς λοιπὸν προσθέσει τοῦ ι γράφομεν. Ἀρνειός: Ὀξύτονον διὰ τῆς ει διφθόγγου· διὰ τὸ ἀρνεός· καὶ ἄλλως, ὥσπερ ἀπὸ τοῦ ἀδελφὸς γίνεται ἀδελφειὸς, κατὰ | |
20 | πλεονασμὸν τῆς ει διφθόγγου· οὕτως καὶ ἀρνὸς, ἀρνειός· καὶ διὰ τοῦτο ὀξύνεται. Ἀρνεῖος: Ὁ μὴν προπερισπώμενον· τὰ γὰρ διὰ τοῦ ειος τρισύλλαβα πρὸ μιᾶς ἔχοντα τὸν τόνον, ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α, μεθ’ οὗ ἐστὶ δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ | |
25 | τῆς ει διφθόγγου γράφεται· οἷον, ἀνδρεῖος· ἀστεῖος, καὶ τὰ ὅμοια· πλὴν τοῦ ναντίος. Ἄρνειος: Ὁ ποὺς προπαροξύτονον, καὶ διὰ τῆς ει διφθόγ‐ γου γράφεται· τὰ γὰρ διὰ τοῦ ειος σημαίνοντα μέρος σωματι‐ κὸν διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀνθρώπειος χείρ· ἄρ‐ | |
30 | νειος πούς. Ἀδελφειός: Διὰ τῆς ει διφθόγγου· παρὰ τὸ ἀδελφεὸς, ἀδελφὸς καὶ ἀδελφειὸς, κατὰ πλεονασμὸν τῆς ει, ὡς εἴρηται ἐν τῷ περὶ τοῦ ἀρνειός. | |
Ἀφνειός: Ὀξυτόνως σημαίνει τὸν πλούσιον, διὰ τῆς ει | 174 | |
175 | διφθόγγου· διὰ τὸ καὶ χωρὶς αὐτὸ τοῦ ι εὑρεθῆναι, ἀφνεὸς, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀφνειός. Ἀΐδιος: Διὰ τοῦ ι· καὶ πάντα τὰ τοιαῦτα, ἀρσενικὰ, θη‐ λυκὰ, οὐδέτερα, οὕτως γράφονται. | |
5 | Ἀγρεῖος: Ὄ ἐστιν ἀγροῖκος, διὰ τῆς ει διφθόγγου τῶν κατὰ τοῦ ἀρνεῖος· Ἄγριος δὲ ὁ ἀνήμερος διὰ τοῦ ι, καὶ προπαρ‐ οξύνεται κατὰ τὴν παράδοσιν τοῦ ποιητοῦ· ἠγριωμένος γάρ. Ἀλείφω: Τὸ λει δίφθογγος· τὰ γὰρ ἔχοντα τὸ ο ἀντι‐ παρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, λέγω, λόγος· δέρω, | |
10 | δορά· οὕτως καὶ ἀλείφω, ἀλοιφὴ, ὅ ἐστι τὸ ἄλειμμα, διὰ τῆς ει διφθόγγου τροπῇ τοῦ ο εἰς ε· τὰ δὲ ὀνόματα τὰ ἐκ τοῦ ἀλείφω γινόμενα, εἰ μὲν διὰ τοῦ πτ ἐκφέρονται, φυλάττει τὴν ει δί‐ φθογγον· οἷον, ἀλειπτὸν, ἀνήλειπτον· εἰ δὲ διὰ τοῦ φ ἐκφέρον‐ ται σύνθετα ὄντα, διὰ τοῦ ι γράφονται· οἷον, ἐπηλιφής· πισση‐ | |
15 | λιφής. Ἄλειφα καὶ Ἄλειφαρ: Σημαίνει δὲ τὸ ἄλειμμα· διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ἀλείφω γέγονεν, φυλαχθείσης τῆς λει συλλαβῆς διφθόγγου. Ἀφιείμενοι καὶ Εἴμενος: Ὀμοίως ει· ἀμφιεμμένοι γὰρ | |
20 | συναλειφή. Ἀγείρω: Διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰολεῖς ἀγέῤῥω λέγουσιν, καὶ παρὰ τὸ ἀγερῶ, ἀγείρω· καὶ παρὰ τὸ ἔχειν ἀντι‐ παρακείμενον τὸ ο· οἷον, ἀγορὰ, ὡς ἀλείφω, ἀλοιφή· γράφεται διὰ τῆς ει διφθόγγου. | |
25 | Ἀείρω: Τὸ οἰκτείρω· διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰ‐ ολεῖς ἀέῤῥω λέγουσιν· ἡμεῖς δὲ τὸν μέλλοντα λέγομεν ἀερῶ· καὶ πλεονασμῷ τοῦ ι ἀείρω· καὶ διὰ τὸ ἔχειν τὸ ἄειρον ἀντι‐ παρακείμενον τὸ ο ἐν τῷ ἀορτήρ. Ἀμείβω: Διὰ τῆς ει διφθόγγου, διὰ τὸ ἔχειν ἀντιπαρακεί‐ | |
30 | μενον τὸ ο ἐν τῷ ἀμοιβὴ, ὥσπερ λείβω, λοιβή· ἀλείφω, ἀλοι‐ φή· οὕτως καὶ ἀμείβω, ἀμοιβή. Ἀπείλω καὶ Ἀπειλή: Διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰολεῖς διὰ τοῦ ε ἐκφέρουσιν αὐτά· οἷον, ἀπέλλω, ἀπελλή· | |
ὥσπερ κείρω, κερῶ. | 175 | |
176 | Ἀνηρείψαντο: Δίφθογγος τὸ ρει· ἀνερέψαντο γάρ. Ἀμείψας: Διὰ τῆς ει διφθόγγου τὸ μει, κατὰ τὸν κανόνα τοῦ ἀμείβω· ἀμείβω γὰρ καὶ ἀμείψας. Αἰνείας: Διὰ τῆς ει διφθόγγου τὸ νει· εὕρηται γὰρ καὶ | |
5 | Αἰνέας λεγόμενον· καὶ προσθέσει τοῦ ἰῶτα Αἰνείας. Ἀμείνω: Διὰ τῆς ει διφθόγγου· παρὰ τὸ μείων, καὶ πλε‐ ονασμῷ τοῦ ν ἀμείνων· καὶ πάλιν καὶ παρὰ τὸ μείω γέγονεν ἀμέων, καὶ πλεονασμῷ τοῦ ι ἀμείων, τουτέστιν, ὁ μὴ μένων, ἀλλ’ ὑπὸ πάντων περιάρπαστος γενόμενος δι’ ἐξοχήν. | |
10 | Αὐγείας: δίφθογγος τὸ γει· ἀπὸ γὰρ τοῦ αὐγὴ αὐγέας, καὶ κατὰ πλεονασμὸν τοῦ ι Αὐγείας. Ἀπόδειξις: Τὸ δει δίφθογγος· Ἡρόδοτος γὰρ ἀπόδεξις ἔγραψεν ἐν ὑπομνήματι αὐτοῦ, καὶ προσθήκῃ τοῦ ι ἀπόδειξις. Ἀλεείνω: Τὸ ει δίφθογγον· τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο | |
15 | συλλαβὰς βαρύτονα τῇ ει διφθόγγῳ παραλήγει· οἷον, φαείνω· ἀλεείνω· χωρὶς τοῦ ὀρίνω· ὠδίνω, ὅ ἐστι τὸ τίκτω· ταῦτα γὰρ διὰ τοῦ ι γράφεται· γέγονεν δὲ τὸ ἀλεείνω οὕτως· ἔστιν ἀλέα ἡ θερμασία, καὶ ἐκ τούτου γίνεται ἀλεείνω· οἱονεὶ εἰς τὴν θερ‐ μασίαν ἐκ τοῦ ψύχους ἀποφεύγω. | |
20 | Ἀνθρωπίσκος: Διὰ τοῦ ι· καὶ πάντα τὰ εἰς κος ὑποκο‐ ριστικά· ἃ ὡς ὑποκοριστικὰ καὶ παροξύνεται, καί ἐστιν πάντα ὑπὲρ δύο συλλαβὰς, καὶ διᾶ τοῦ ι γράφεται· οἷον, Ἀπολλω‐ νίσκος· μειρακίσκος· ἀστερίσκος, καὶ ὅσα ὅμοια. Ἀφιείμενοι: Σημαίνει τὸ ἐνδεδυμένοι· διὰ τῆς ει διφθόγ‐ | |
25 | γου· εὕρηται γὰρ παρὰ τοῖς Αἰολεῦσιν καὶ χωρὶς τοῦ ι· οἷον, ἀφιεμένοι· καὶ παρὰ τὸ ἕω δὲ, ὃ σημαίνει τὸ ἐνδύομαι· τοῦ ὁ μέλλων ἕσω, καὶ πάλιν ὁ ἐνεργητικὸς παρακείμενος εἷα, καὶ ὁ παθητικὸς εἷμαι, ἡ μετοχὴ εἵμενος, καὶ ἐν συνθέσει ἀφιείμενος. Ἀτρείων: Διὰ τῆς ει διφθόγγου· ἐκ τοῦ Ἀτρεὸς ἀτρειών. | |
30 | Ἀγγείλας: Διὰ διφθόγγου· ἐκ τοῦ ἀγγέλω γάρ· καὶ ὥσπερ ἀποστέλλω, ἀποστείλας· καὶ ἐκ τοῦ ἀγγέλλω, ἀγγείλας, καὶ τὰ ὅμοια. | |
Ἀεί: Διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· | 176 | |
177 | οἷον, αἰὲν καὶ αἰὲς, καὶ κατὰ ἀφαίρεσιν τοῦ ι ἐκ τοῦ α, καὶ προσθήκῃ εἰς τὸ ε ἀεί· καὶ τὸ ἄϊδι ἐκ τούτου γέγονεν ἀπὸ τοῦ ε· οἷον, ἀεῖον. Ἀρειή: Σημαίνει τὴν ἐν πολέμῳ ἀπειλήν· τὸ ρει δίφθογ‐ | |
5 | γον· παρὰ γὰρ τὴν Ἄρεως γενικὴν γέγονεν ἀρέα, καὶ κατὰ πλεο‐ νασμὸν τοῦ ι ἀρεῖα, καὶ τροπῇ Ἰωνικῇ τοῦ α εἰς η ἀρειή· ὥσπερ πείνα, πείνη. Ἀείδηλον: Σημαίνει δὲ τὸ λίαν ὁρατόν· διὰ τῆς ει γράφε‐ ται· γέγονεν δὲ ἀπὸ τοῦ εἴδω, εἴδελος, καὶ ἐν συνθέσει ἀείδελος· | |
10 | τουτέστιν ὁ μὴ θεωρούμενος· καὶ ἀπὸ τοῦ ἀεὶ δὲ γέγονεν ἀεί‐ δελον. Ἀείκελλος: Τὸ ει δίφθογγον· ἀπὸ τοῦ εἴκω, τοῦ σημαί‐ νοντος τὸ ὁμοιῶ, γέγονεν εἴκελλος, καὶ ἐκεῖθεν ἀείκελλος, τοῦτ’ ἔστιν ὁ ἀνόμοιος. | |
15 | Ἄρειος: Καὶ τὸ κύριον οὕτως ἐγράφει. Ἀεικής: Ἔστιν δὲ ὁ ἀναιδὴς καὶ σκληρὸς, παρὰ τὸ μὴ εἴ‐ κειν καὶ ὑποχωρεῖν· διὰ τῆς ει διφθόγγου· τὸ ει γὰρ ἐκ τοῦ εἴκω γέγονεν τοῦ σημαίνοντος τὸ ὑποχωρῶ, ἐξ οὗ καὶ τὸ οἶκος· οἱονεὶ εἰς ὃν ὑποχωροῦμεν· γίνεται ἀεικής. | |
20 | Ἀτειρής: Ὁ ἀκαταπόνητος· τὸ τει δίφθογγον· τὰ γὰρ διὰ τοῦ ειρω ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, κείρω· σπείρω· φθείρω· εἵρω τὸ συμπλέκω· ἀείρω τὸ οἰκτείρω· οὕτως καὶ τείρω ἀτειρής· καὶ ἄλλως· ἐκ τοῦ ἀτερὴς γέγονεν πλεονασμῷ τοῦ ι ἀτειρής· οἱονεὶ μὴ ὢν ἁπαλός. | |
25 | Ἀλφειός: Διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι Ἀλφεὸς, καὶ κατὰ πλεονασμὸν τοῦ ι Ἀλφειός· λέγεται δὲ Ἀλφειὸς παρὰ τὸ θεραπεύειν τοὺς ἀλφοὺς, ὅ ἐστιν εἶδος λέπρας· ἐκ τούτου οὕτως ὀνομάσθη. Αἴγειρος: Διὰ διφθόγγου τὰ δύο· εὕρηται γὰρ καὶ χωρὶς | |
30 | τοῦ ι· οἷον, αἴγερον, καὶ κατὰ πλεονασμὸν τοῦ ι αἴγειρος· τὰ γὰρ εἰς ρος ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουσι παραλήγεσθαι· οἷον, ἀείσσω αἴγειρος· μάσσω, μάγειρος· ὀνῶ, ὄνειρος· τὸ δὲ αι τῆς πρώτης συλλαβῆς γέγονεν ἀπὸ τοῦ ἀΐσσω αἴγειρος, κατὰ | |
κρᾶσιν. | 177 | |
178 | Ἀχρεῖος: Δίφθογγον· καὶ προπερισπᾶται παρὰ τὸ χρέος. Ἄπειρος: Εἴτε ἐπὶ τοῦ ἀμαθοῦς, εἴτε ἐπὶ τοῦ μεγάλου, διὰ διφθόγγου γράφεται· ἐπὶ μὲν τοῦ ἀμαθοῦς ἐκ τοῦ πεῖρα γέγονεν ἄπειρος· οἷον, ὁ ἐστερημένος τῆς πείρας· τὸ δὲ πεῖρα | |
5 | διὰ διφθόγγου γράφεται, οἱ γὰρ Αἰολεῖς πέρα λέγουσιν· ἐπὶ δὲ τοῦ μεγάλου καὶ αὐτὸ διὰ τῆς ει διφθόγγου, ὅτι ἀπὸ τοῦ πέρας γέγονεν ἄπερος, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄπειρος, οἱονεὶ ὁ μὴ ἔχων πέρας. Ἀνδρειφόντης: Σημαίνει δὲ τὸν φονεύοντα τοὺς ἄνδρας· | |
10 | διὰ τῆς ει διφθόγγου· γέγονεν δὲ ἀπὸ τοῦ ἀνδρεφόντης κατὰ πλεονασμὸν τοῦ ι ἀνδρειφόντης. Ἀλεξάνδρεια: Ἀντιόχεια: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ εια προπαροξύτονα ἀποστρέφονται τὴν διὰ τοῦ ι γραφήν· οἷον, ἀναίδεια· ἀλήθεια· εὔκλεια· εὐγένεια· ἐπιφάνεια· | |
15 | ἄδεια· ἀπέχθεια· ἀπώλεια· ἄνθεια· θάλεια· ἀδράλεια, ἀσφά‐ λεια· χωρὶς τῶν διὰ τοῦ τρια· οἷον, ἐλέτρια· λεκάστρια· ση‐ μαίνει δὲ τὴν πόρνην· ταῦτα γὰρ διὰ τοῦ ι γράφεται. Αἰλία: Τὸ αι δίφθογγον· τὸ λι ι· κατὰ τὴν παράδοσιν· τὸ δὲ Ἀλεξάνδρεια καὶ Ἀντιόχεια, ἐκ τοῦ Ἀλεξανδρεὺς καὶ Ἀντι‐ | |
20 | οχεὺς, διὰ τῆς ει διφθόγγου γράφεται· ταῦτα μὲν ἐπὶ πόλεως· ἐπὶ δὲ χώρας διὰ τοῦ ι γράφεται καὶ παροξύνονται· οἷον, Συρία· Λευκία· Σικελία· καὶ τὰ ὅμοια. Ἀναιδής: Τὸ ναι δίφθογγον· καὶ ἀναίδεια, διὰ διφθόγγου τὸ δει. | |
25 | Ἀκρίβεια: Ἀπέχθεια: Διὰ τῆς ει διφθόγγου· ὁμοίως τοῦ ἀναίδεια καὶ ἐντρέχεια· σημαίνει τὸ μετὰ δρόμου καὶ θερ‐ μῶς ἐπιπηδᾶν τοῖς πράγμασιν. Ἀτρέκεια: Σημαίνει τὴν ἀλήθειαν, παρὰ τὸ ἀτρεκής. Ἀκρατία καὶ Ἀκρασία: ι ἡ παράδοσις. | |
30 | Ἀπόλεια: Τὰ παρὰ τὸ ὀλῶ ῥῆμα διὰ τῆς ει διφθόγ‐ γου γράφεται, καὶ ἐκτείνει τὸ ο εἰς τὸ ω· ἀπώλεια· ἐξώλεια. Ἀνώγειος: Πάντα τὰ παρὰ τὸ γέα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, βαθύγειος· ἔγγειος· μεσόγειος· κατώγειος· ὑπέρ‐ | |
γειος· οὕτως οὖν καὶ ἀνώγειος διὰ διφθόγγου. | 178 | |
179 | Ἄγγελος: Βʹ γγ παρὰ τὸ ἄγω ἐγένετο ἄγελος, καὶ κατὰ πλεονασμὸν τοῦ γ ἄγγελος, ὁ τὰς ἀγγελίας ἄγων. Ἀμέλεια: Δίφθογγον, παρὰ τὸ ἀμελής. Ἀμαθία: ι ἡ παράδοσις, καὶ βραχύ. | |
5 | Ἄδεια: Διὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ δέος ὁ φόβος, ἐκ τούτου γίνεται ἀδεὴς ὁ ἄφοβος, καὶ ἐκεῖθεν ἀδεεῖα, καὶ κατὰ συγκοπὴν ἄδεια. Ἀδράνεια: Παρὰ τὸ ἀδρανής. Ἀλήθεια: Τὸ λη η· τὸ θεῖ δίφθογγον· γέγονεν οὕτως· | |
10 | ἔστιν ὄνομα λήθη, ὃ σημαίνει τὴν πλάνην, καὶ διὰ τοῦ α τοῦ στε‐ ρητικοῦ προελθόντος γέγονεν ἀληθὴς, ὁ μηδένα πλανῶν· τὸ δὲ θει ἐκ τοῦ ἀληθεύω ῥήματος γέγονε· καὶ ἄλλως· ἔστιν κανὼν ὁ λέ‐ γων, ὅτι τὰ εἰς ης ἀρσενικὰ, εἰς α θηλυκὸν μεταγόμενα, διὰ τῆς ει διφθόγγου γράφεται· καὶ μάλιστα ὀξύτονα ὄντα· οἷον, | |
15 | ἀληθὴς, ἀλήθεια· πλὴν τοῦ ἀμαθία· ι γὰρ κατὰ τὴν παρά‐ δοσιν. Ἄλεισον: Διὰ διφθόγγου γράφεται· σημαίνει τὸ ποτή‐ ριον· γέγονεν παρὰ τὸ λειον ἄλειον, καὶ ἐπενθέσει τοῦ ς ἄλει‐ σον· τοῦ αὐτοῦ ἐπιτατικοῦ ὄντος καὶ στερητικοῦ. | |
20 | Αἰπεῖα: Δίφθογγον· καὶ πάντα τὰ παρασχηματισμένα τὴν εἰς υς· ταχὺς, ταχεῖα· βραδὺς, βραδεῖα. Αἰπεινός: Διὰ τῆς ει διφθόγγου· σημαίνει τὸν ὑψηλὸν τό‐ πον· τὰ γὰρ εἰς νος ὀξύτονα παρώνυμα, μὴ ἐπὶ καιροῦ λαμβα‐ νόμενα, ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, ὄρος, | |
25 | ὀρεινός· φάος, φαεινός· πόθος, ποθεινός· φῶς, φωτὸς, φωτεινός· καὶ τὸ κτητικὸν ὄνομα ὁμοίως φωτεινὸς διὰ διφθόγγου· ἔλεος, ἐλεεινός· βορέας, βορεινός· σκότος, σκοτεινός· καὶ αἰπὸς, αἰ‐ πεινός. Αἶσχος: Διὰ τῆς αι διφθόγγου· παρὰ γὰρ τὸ α στερητι‐ | |
30 | κὸν καὶ τὸ ἴσχω, οἱονεὶ ἄϊσχος, καὶ αἶσχος· τὸ γὰρ αἶσχος ἐστέρηται τοῦ παύεσθαι. Αὐρινός: Διὰ τοῦ ι· ἐπὶ καιροῦ γάρ ἐστιν. Ἀληθινός: Τὸ λη η· τὸ θι ι· οὐκ ἔστιν γὰρ παρώνυμον, | |
ἀλλ’ ἀπὸ τοῦ ἀληθὲς ἐπίῤῥημα γέγονε, ἢ ἀπὸ τοῦ ἀληθής· τὰ | 179 | |
180 | γὰρ εἰς νος ἀπὸ ἐπιῤῥημάτων γινόμενα διὰ τοῦ ι γράφεται· οἷον, ἀληθὲς, ἀληθινός· καὶ ἄλλως· τὰ εἰς νος ὀξύτονα, μὴ ὄντα παρώνυμα, διὰ τοῦ ι βραχεὸς γράφεται· οἷον, ἀληθινός· ἐαρι‐ νός· ταχινός· ἀδινός· πυκινός· ῥαδινός· φυζακινός· ἦν γὰρ φύζα, | |
5 | φυζινός· καὶ λεπτὸς, λεπτινὸς, εἶτα παρεντεθείσης τῆς κι συλλαβῆς, φυζακινός· λεπτακινός· Ἰστέον ὅτι τὸ θαμεινὸς διὰ τῆς ει διφθόγγου γράφεται· οὐκ ἔστιν ἀπὸ ἐπιῤῥήματος, ἀλλὰ παρώνυμόν ἐστιν· ἀπὸ γὰρ τοῦ σημαίνοντος τὸ συνεχὲς, οὗ τὸ θηλυκὸν θαμειὰ, ἀποβολῇ τοῦ ν, καὶ τὸ πληθυντικὸν θαμιαί. | |
10 | πολλαὶ ἠδὲ πυραὶ νεκύων καίοντο θαμιαί. Ἀχαιός: Τὸ ἐπὶ ἔθνους· τὸ χαι δίφθογγον. Αἵδης: Αἵδης γὰρ παρὰ τὸ αἶδες, τὸ ἡμῖν μὴ φαινόμενον· παρὰ τὸ αἰδνόν. Ἀριστοκεῖα: Τὸ κει δίφθογγον· ἐκ τοῦ ἀριστοκεὺς ἀρσενι‐ | |
15 | κοῦ. Ἀδρίας: ι· τὰ διὰ τοῦ ιας ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ διὰ τοῦ ι γράφεται· οἷον, Χαβρίας· Ἡλίας· Ἱππίας· φρονιματίας. Ἀπώλεια καὶ Ἀπώλετο: Τὸ πω διὰ τοῦ ω μεγάλου, ὅτι προπαροξύνεται· ἔχοντα ἀντιπαρενεστῶτα διὰ τῆς ει διφθόγγου | |
20 | γράφεται· οἷον, θάλλω, θάλλεια· ἀνθῶ, Ἄνθεια· χαίρω, Χαί‐ ρεια· κρατῶ, κράτεια· μηδῶ, Μήδεια· ἐνεργῶ, ἐνέργεια· οὕτω οὖν καὶ ἀπόλλω, ἀπώλεια· ἐξέτεινεν δὲ τὸ ο εἰς τὸ ω· οἷον, ἐξώλεια· προώλεια· οὕτω καὶ ἀπώλεια διὰ τοῦ ω καὶ τῆς ει δι‐ φθόγγου. | |
25 | Ἁρμωνία: ι· ἀπὸ γὰρ τοῦ ἅρμων, ἅρμωνος, ἁρμωνία. Ἀπερίσεια: Τὸ σει δίφθογγον· ἐκ τοῦ ἀπειρέσια, καὶ καθ’ ὑπερβιβασμὸν ἀπερίσειος, καὶ ἀπερίσεια. Ἀγλαΐα: Ἀπὸ τοῦ ἀγλαὸς, ἀγλαΐα. Ἀγακλειτός: Διὰ τῆς ει διφθόγγου· ἐγκλεῖνον γὰρ τὸ | |
30 | κλεῖτος· γράφεται δὲ διὰ τῆς ει διφθόγγου, ἀπὸ γὰρ τοῦ κλείω γέγονεν, τοῦ σημαίνοντος τὸ δοξάζω· τὸ δὲ κλείω διὰ τῆς ει δι‐ φθόγγου γράφεται, ἐπεὶ ἀπὸ τοῦ κλέος γέγονεν κλέω, καὶ κατὰ | |
πλεονασμὸν τοῦ ι κλείω, καὶ ἐν συνθέσει ἀγακλειτός. | 180 | |
181 | Ἀλαζωνεῖα: Διὰ τῆς ει διφθόγγου· διὰ τὸ ἔχειν ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω· οἷον, ἀλαζονεύω· Ἰστέον δὲ ὅτι τὰ διὰ τοῦ εια θηλυκὰ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω, εἰ μὲν ὦσιν ἀπὸ τῶν εἰς μων ὀξυτόνων, διὰ τοῦ ι γράφεται· | |
5 | οἷον, ἠγεμὼν, ἠγεμωνεύω, ἠγεμωνία· κηδεμὼν, κηδεμωνεύω, κηδε‐ μωνία· εἰ δὲ μὴ ὦσιν ἀπὸ τῶν εἰς μων, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀλαζὼν, ἀλαζωνεύω, ἀλαζωνεῖα· καὶ ἀπὸ ἄλ‐ λης δὲ οἵας δήποτε καταλήξεως ἐὰν ὦσιν, διὰ διφθόγγου γρά‐ φεται· οἷον, ῥήτωρ, ῥήτορος, ῥητορεύω, ῥητορεῖα· εἴρων, εἰρω‐ | |
10 | νεύω, εἰρωνεῖα· πρᾶγμα, πραγματεύω, ἐξ οὗ τὸ πραγματεύ‐ ομαι, πραγματεῖα· ὁμοίως κολακεῖα· ἑρμηνεῖα· προφητεῖα· ξε‐ νιτεῖα· ἀριστεῖα· ἐκ τοῦ ἀριστεύς· ἀληεῖα· βουλεῖα· σημαίνει δὲ τὴν βούλευσιν· γοητεῖα· δυναστεῖα· ἱκετεῖα· ἱκεσία δὲ διὰ τοῦ ι· λαγνεῖα, λάγνος γὰρ τὸ ἀρσενικόν· καὶ προστασία, προ‐ | |
15 | στάτης γὰρ τὸ ἀρσενικόν· νηστεῖα· ληστεῖα· βασιλεῖα· θεραπεῖα· ξυλεῖα· τοξεῖα· ὁπλιτεῖα· στρατοπεδεῖα· πολιτεῖα· τερατεῖα· προστασία δὲ διὰ τοῦ ι· πρεσβεῖα· δεσποτεῖα· ὑδρεῖα τὸ ἐπὶ τῆς ὑδρεύσεως, ἐπὶ δὲ τοῦ ἀγγείου διὰ τοῦ ι, ὑδρία· χωρὶς τῶν ἀπὸ τῶν εἰς ος συνθέτων διὰ τοῦ ια παραγομένων θηλυκῶν, κἂν | |
20 | γὰρ ἔχωσιν ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, διὰ τοῦ ι γρά‐ φεται· οἷον, πρόεδρος, προεδρεύω, προεδρία· συνεδρία· φιλαν‐ θρωπία· ἀσωτία· ἐμπορία· παρθενία· συνοδία· ἠνιοχεῖα διὰ τῆς ει διφθόγγου, ἐκ τοῦ ἠνιοχεύς· ἐσπερεῖα ἐκ τοῦ ἐσπερεύς· μα‐ στροπεῖα ὁμοίως, σημαίνει δὲ τὸ μαστροπὸς τὴν μαυλίστριαν· | |
25 | ἔστιν δὲ παρὰ τὸ μα, τὸ σημαῖνον τὴν μητέρα, καὶ τὸ τρόπος οἱονεὶ ἡ δοκοῦσα ἔχειν μητρὸς τρόπους· Ἰστέον δὲ ὅτι ἐκ τού‐ των τὰ διὰ τοῦ τ ἐκφερόμενα διὰ τῆς ει διφθόγγου γράφεται· ὅσα δὲ διὰ τοῦ ς διὰ τοῦ ι γράφεται. Ἄλειαρ: Διὰ τῆς ει διφθόγγου· σημαίνει τὰ ἄλευρα· τὰ | |
30 | ἀπὸ τούτων ἐκ τοῦ ἄλεαρ γέγονε ἄλειαρ. Ἀλίφατα δὲ τὰ ἄλευρα ἐκ τῆς κριθῆς. Ἀείδω: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἀοιδή· ἀντι‐ παράκειται γὰρ αὐτὸ τὸ ο, ὡς ἐν τῷ ἀλοιφὴ, ἀλείφω εἴρηται | |
οὕτως, καὶ ἀπὸ τοῦ ἀείδω ἀοιδὴ γέγονεν· Ἰστέον ὅτι τὸ ἀοιδὴ | 181 | |
182 | κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς τὸ ω, καὶ κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ωϊ δίφθογγον γέγονεν ᾠδὴ, καὶ ἔχει ι προσγε‐ γραμμένον. Ἁψίς· Διὰ τοῦ ι ἁψίδος γέγονε διὰ τοῦ δος. | |
5 | Ἅγιος: Διὰ τοῦ ι· ἐκ γὰρ τοῦ ἅγος γέγονεν ἅγιος. Ἀγρίων: Τὸ κύριον ὄνομα διὰ τοῦ ι γράφεται. Ἀνώγειον: Τὸ νω μέγα, παρὰ τὸ ἄνω ἐπίῤῥημα· τὸ γει δίφθογγον, παρὰ τὸ γέα, καὶ κατὰ κρᾶσιν ἀνώγειον. Ἄνθιμος: Τὸ θι ι· παρὰ γὰρ τὸ ἄνθος γέγονεν ἄνθιμος. | |
10 | Ἁφυΐα: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ης βαρυ‐ τόνων εἰς ους ἐχόντων τὴν γενικὴν γινόμενα θηλυκὰ διὰ τοῦ ι γράφεται· καὶ διὰ τῆς ει διφθόγγου· διὰ τοῦ ι μὲν παροξυνό‐ μενα· διὰ δὲ τῆς διφθόγγου προπαροξυνόμενα· οἷον, αὐθάδης, αὐθάδους, αὐθάδια, καὶ αὐθάδεια· κακοήθης, κακοήθους, κακο‐ | |
15 | ηθία, καὶ κακοήθεια· συνήθης, συνήθους, συνηθία, καὶ συνήθεια. Ἄτιμος: ι· παρὰ γὰρ τὸ τιμὴ καὶ ἄνθιμος· τὰ διὰ τοῦ ιμος παράγωγα διὰ τοῦ ι γράφεται· οἷον, ἄνθος, ἄνθιμος· κύδος, κύδιμος· χωρὶς τοῦ Νικόδημος, τοῦτο γὰρ παρὰ τὸ δῆμος ἐστίν. Ἀπατηλός: Τὰ εἰς λος ὀξύτονα ὑπὲρ δύο συλλαβὰς τὸ η | |
20 | παραλήγεται· ὑψηλός· χαμηλός· σιωπηλός· τὸ δὲ ω μέγα τοῦ σιωπηλὸς παρὰ τὴν ὦπα, ὃ σημαίνει τὴν ὄψιν. Ἄθροισμα: Παρὰ τὸ θροὺς, θροός· θροΐζω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀθροΐζω, καὶ συναιρέσει ἀθροίζω, ἄθροισμα· τὰ παρὰ τὴν ἀρχὴν συντεθειμένα διὰ τοῦ ι γράφεται· ἀρχίφυτος· | |
25 | ἀρχίθρονον· ἀρχισυνάγωγος. Ἀμήχανον: Τὸ μη η κατὰ παράδοσιν. Ἀκέραιος: Παρὰ τὸ κέρας. Ἀδιάλειπτος: Παρὰ τὸ λείπω λιμπάνω. Ἀριστώντων: Βʹ συζυγίας τῶν περισπωμένων. | |
30 | Αἰμιλιανός· Ἄλωνος· Ἀλωτός· Αἰκισμός· Αἰπόλις· Αἴολα: Αἴθριον· αἴλαρος· αἶσχος· ἀνώγαιον· ἀκέραιος· αἰσχρός· ἀμοῤῥαίων· ἀναφαίρετον. | |
Ἀκροθίνιον: ι· ἀμφὶ ἀνέθορε. | 182 | |
183 | Ἀβάλε: Τὸ λε ψιλόν· λέγει δὲ ὁ Ἡρωδιανὸς, ὅτι δύο μέρη λόγου εἰσίν. Ἀλίσαι: Σημαίνει δὲ τὸ κυλίσαι· γράφεται διὰ τοῦ ι· τὰ γὰρ ὑπὲρ δύο συλλαβὰς βαρύτονα κλινόμενα εἰς μέλλοντα διὰ | |
5 | τοῦ ι γράφεται· οἷον, κυλίω, κυλίσω· δηρίω, δηρίσω· μηνίω, μηνίσω· πρόσκειται ὑπὲρ δύο συλλαβὰς διὰ τὸ κλείω· πρόσ‐ κειται βαρύτονα διὰ τὸ ἀχρειῶ· πρόσκειται κλινόμενα εἰς μέλλοντα διὰ τὸ κρατείω· κιχείω· καὶ βροσείω· γίνεται τὸ ἀλίσαι, ἀλίνδω, καὶ ἀλινδῶ, καὶ ἀλινδήσω, ἀλινδήθρα· σημαίνει | |
10 | δὲ τὴν κυλίστραν. Ἀδραμυστηνός· Ἀμείλικτος· Ἄσπιλος· Ἀκροθίνιον: Σορὸς τῶν λειψάνων μικρὸν ο· σωρὸς δὲ ἄλλων τινῶν μέγα. Ἀκηλίδοτος· Ἀνιμήσαντο: Παρὰ τὸ ἀνιγμὸς διὰ τοῦ ι. Βῆκος: Τὸ βη η· παρὰ τὸ βη στοιχεῖον. | |
15 | Βοεικός: Διὰ τῆς ει διφθόγγου· σημαίνει γὰρ μέρος σωματικόν. Βιθυνία: Διὰ τοῦ ι τὸ βι· τὰ γὰρ ἀμφιβαλλόμενα κατὰ τὴν γραφὴν, ἔχοντα δὲ ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ι, ἢ τὸ υ, διὰ μόνου τοῦ ι γράφονται· οἷον, ῥιπίς· κικύς· βριθύς· δριπύς· ἰλύς· | |
20 | οὕτως καὶ Βιθυνία παρὰ τὸ Βιθυνός· καὶ ὡς δὲ ἐπὶ χώρας δὲ ὄντα διὰ τοῦ ι γράφονται· οἷον, Κιλικία· Ἀρμενία· Συρία· Καππαδοκία· Ἰταλία· Σικελία· Ἀσία· Θεσσαλία· Βοιωτία· οὕτως οὖν καὶ Βιθυνία διὰ τοῦ ι. Βρισηΐς· Βρίμος· Βριαρός: Διὰ τοῦ ι γράφονται· τὰ γὰρ | |
25 | ἀπὸ τῆς βρι καὶ βι συλλαβῆς ἀρχόμενα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, βρίθω. Βαφεῖον: Ει δίφθογγος· ἀπὸ γὰρ τοῦ βαφεὺς γέγονε βαφεῖον. Βαλβίς: Σημαίνει τὴν ἀφετηρίαν τοῦ δρόμου· διὰ τοῦ ι | |
30 | γράφεται· ἡ γὰρ γενικὴ βαλβίδος ἐστίν. Βοϊκὰ Ζεύγη: ι ἡ παράδοσις· Ἡρωδιανὸς δὲ δίφθογγον αὐτῷ ἔταξεν ἐν τῷ περὶ Ὀρθογραφίας· ὁ δὲ λόγος οὐ συγχωρεῖ. | |
Βρίσαι: Σημαίνει δὲ τὸ βαρῆσαι, καὶ βρί, ὅ ἐστι τὸ με‐ | 183 | |
184 | γάλως, ι· τὰ γὰρ ἀπὸ τῆς βρι συλλαβῆς ἀρχόμενα ἀποστρέ‐ φονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν. Βῖκος: Τὸ ἀγγεῖον ι ἡ παράδοσις· καὶ βικία τὸ ὑποκορι‐ στικὸν ι. | |
5 | Βριθοσώνη: ι τοῖς προκειμένοις κανόσιν. Βλιμάζειν: Ὁμοίως τὸ ψηλαφᾶν τὰ στήθη, καὶ τοὺς μα‐ ζοὺς, καὶ τὰς ὄρνεις διὰ τοῦ ι πάντα κατὰ τὸν προκείμενον κανόνα. Βλιαρόν: ι, ὅ ἐστιν λάβουρον. Βλικας: ι, ὅ ἐστι φύλλον συκῆς. | |
10 | Βλίκανον· Βλίμη: Σημαίνει δὲ τὸν βάτραχον, ὅ ἐστι προπηλακισμός. Βλείμην καὶ Βλεῖς: Εὐκτικῶς, παρὰ τὸ βλῆμι, βλήσω· ὁ βʹ ἀόριστος ἔβλην, εἶτα ὁ μέσος βʹ ἀόριστος παθητικὸς ἐβλέμην, καὶ τὸ εὐκτικὸν βλείμην, καὶ βλεῖο. | |
15 | Βλίξ: Τὸ συνέχως βλιχᾶσθαι. Βλιμάξαι: Τὸ βαστάξαι. Βλίτον: Εἶδος λαχάνου· διὰ τοῦ ι κατὰ τὸν προειρημένον κανόνα. Βούσιρις: Τὰ δύο ι· διὰ τὸ εἰς δος εἶναι τὴν γενικήν. | |
20 | Βραδίων: Διὰ τοῦ ι τὸ δι· καθόλου γὰρ τὰ διὰ τοῦ ιων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται· οἷον, ἀλ‐ γίων· αἰσχίων· βελτίων· ἡδίων· κακίων· ταχίων· γλαυκίων· διπλασίων· οὕτως οὖν καὶ βραδίων διὰ τοῦ ι. Βραχίων: Ὁμοίως, χωρὶς τοῦ χερείων καὶ ἀρείων, καὶ | |
25 | δισυλλάβων τινῶν, μείων· πλείων· διὰ διφθόγγου γράφεται. Βριμαίνειν: ι τὸ βρι· πάντα γὰρ τὰ παρὰ τὸ βρι διὰ τοῦ ι γράφεται. Βελτίων: Ὁμοίως τοῦ βραδίων. Βωνίτης: ι· τὰ διὰ τοῦ ιτης παρώνυμα διὰ τοῦ ι γρά‐ | |
30 | φεται· σημαίνει τὸν βουκόλον· τὸ δὲ βω μέγα παρὰ τὸ βοῦς· τὸ δὲ νι ι κατὰ τὸν κανόνα τοῦ Ἀσκαλωνίτης. Βορέας· Βορέου: Ἓν ρ, καὶ διὰ τοῦ ε ψιλοῦ. | |
Βηλίδης: Ἐκ τοῦ Βῆλος, Βηλίδης· τὸ πατρωνυμικόν. | 184 | |
185 | Βορρά: Ἡ τροφή· δύο ρρ κατὰ τὴν παράδοσιν. Βιβλίον καὶ Βιβλίδιον: Διὰ τοῦ ι· τὰ γὰρ ἔχοντα τὸ ι ἐν τῷ πρωτοτύπῳ ὑπὲρ δύο συλλαβὰς φυλάττει αὐτὸ εἰς ἑαυτὸ μεγεθυνόμενον· οἷον, κοιλία, κοιλίδιον· γωνία, γωνίδιον· ὀψάριον, | |
5 | ὀψαρίδιον· οὕτως οὖν καὶ βιβλίον, βιβλίδιον. Βαδίζω: Παντὰ γὰρ τὰ διὰ τοῦ ιζω διὰ τοῦ ι γράφεται· οἷον, ἀρίζω· λεπίζω· γεμίζω· οὕτως οὖν καὶ βαδίζω· χωρὶς τοῦ δανείζω διὰ διφθόγγου, καὶ χρήζω διὰ τοῦ η. Βροσείω: Σημαίνει δὲ τὸ ἐπιθυμίαν ἔχω τῆς βρώσεως· | |
10 | καθόλου γὰρ τὰ ἀπὸ ἐνεστώτων, ἢ μελλόντων, διὰ τοῦ ειω γινό‐ μενα παράγωγα ὑπὲρ δύο συλλαβὰς, διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ ἐνεστώτων μέν· οἷον, ὁλῶ, ὁλείω· κιχῶ, κιχείω· ἀπὸ δὲ μελλόντων· οἷον, ὄψω, ὀψείω· ποιήσω, ποιησείω· οὕτως οὖν καὶ βρώσω, βρωσείω· διὰ τῆς ει διφθόγγου· ὀψείω ἐστὶν | |
15 | τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι· ἐκ τοῦ βρωσέω δὲ διὰ τῆς ει διφθόγγου γράφεται. Βασίλειος: Τὸ σι ι, παρὰ τὸ βάσις· τὸ λει δίφθογγος· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ειος παραγό‐ μενα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Ὀδυσσεὺς, Ὀδύσ‐ | |
20 | σειος· Ἀχιλλεὺς, Ἀχίλλειος, οὕτως καὶ βασιλεὺς, βασίλειος· καὶ τὸ κύριον δὲ ὄνομα διὰ τῆς ει διφθόγγου γράφεται, καὶ ἄλλως δὲ εὕρηται κατὰ διάστασιν τὸ ι, καὶ ἐκστάσει τοῦ ε εἰς τὸ η· οἷον, βασιλήϊος· καὶ πάλιν ἐκ τοῦ βασιλέϊ κατὰ κρᾶσιν βασίλειος. | |
25 | Βόειος: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ ειος σημαί‐ νοντα μέρος σωματικὸν, ἢ μετουσιαστικὰ ὄντα, διὰ τῆς ει δι‐ φθόγγου γράφεται· μετουσιαστικὰ μέν· οἷον, χάλκειος· χρύσειος· ἀργύρειος· σιδήρειος· μέρος δὲ σωματικόν· οἷον, κύνειος· αἴγειος· τράγειος· ἐλάφειος· δόρκειος· ἀνθρώπειος· χοίρειος· βρότειος· | |
30 | χίνειος· προβάτειος· οὕτως οὖν καὶ βόειος διὰ τῆς ει διφθόγγου. Βακχεῖος: Σημαίνει δὲ τὸν Διόνυσον, διὰ τῆς ει διφθόγγου κατὰ τὸν κανόνα τοῦ ἀνδρεῖος. Βρότειος: Διὰ τῆς ει διφθόγγου κατὰ τὸν κανόνα τοῦ | |
βόειος. | 185 | |
186 | Βασιλείδης: Τὸ λει δίφθογγος· ἐκ τοῦ βασιλεύς. Βορεινός: Διὰ τῆς ει διφθόγγου, κατὰ τὸν κανόνα τοῦ ταπεινός. Βοεικός: Δίφθογγος· ἐκ τοῦ βοῦς βοὸς γέγονε βόειος, καὶ | |
5 | ἐκεῖθεν βοειακὸς καὶ κατὰ συγκοπὴν τοῦ α βοεικός. Βαλανεῖον: Διὰ τῆς ει διφθόγγου· ἀπὸ τοῦ βαλανεὺς γάρ ἐστιν· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειον γινόμενα οὐδέτερα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, κουρεὺς, κουρεῖον· γραμ‐ ματεῖον ἀπὸ τοῦ γραμματεύς· βαλανεὺς, βαλανεῖον· καὶ | |
10 | ἄλλως· τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ δύο συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, μαγειρεῖον· πατριαρχεῖον· ἰατρεῖον· ὀρφανοτροφεῖον· ἰαμ‐ βεῖον· οὕτως καὶ βαλανεῖον· βαλανεῖον δὲ λέγεται ἀπὸ τοῦ βαλάνου· καὶ γὰρ βαλάνους ἔθος εἶχον ὑποκαίειν. | |
15 | Βόρειος καὶ Βρότειος: Ἐκ τοῦ Βορέας καὶ βρότεον γέγονε. Βασιλικός: Τὸ σι καὶ τὸ λι ι· τὰ γὰρ διὰ τοῦ ικος κτη‐ τικὰ πάντα διὰ τοῦ ι γράφεται· οἷον, Φιλιππικός· κλινικός· πληνικός· ἰατρικός· οὕτως καὶ βασιλικός· πλὴν τοῦ Κερα‐ | |
20 | μεικός· βοεικός· Δαρεικός· Δεκελεικός. Βαθύγειος: Τὸ γει δίφθογγος· παρὰ τὸ γέα βαθύγεος, καὶ βαθύγειος προσθέσει τοῦ ι. Βρότειος: Διὰ τῆς ει διφθόγγου· τῷ λόγῳ τῶν σημαινόν‐ των μέρος σωματικὸν τοῖς εἰρημένοις ἐν τῷ βόειος· εὕρηται δὲ | |
25 | καὶ χωρὶς τοῦ ι· οἷον, βιοτέη. Βοήθεια: Ἐκ τοῦ βοηθὸς γέγονεν· ἔστιν δὲ ὁ βοηθὸς σύν‐ θετον παρὰ τὸ βοὴ καὶ τὸ θοός· οἱονεὶ, ὁ κατὰ τὴν μάχην ταχύς· ὁ γὰρ βοηθὸς τοῖς βοῶσι ταχὺς θέλη γνωρίζεσθαι, καὶ ἐκ τούτου γίνεται βοήθεια διὰ τῆς ει διφθόγγου. | |
30 | Βοητός: Τὸ κύριον ὄνομα διὰ τοῦ η, παρὰ γὰρ τὸ βῆτα γέγονεν τὸ ο· τοῦ β στοιχείου βῆτος. Βίκτωρ καὶ Βικέντιος: ι. Βίκος: Τὸ σπέρμα· βηχίον, βωμὸς, βῶλος· βολὸς τὸ ξύλον, | |
καὶ βολίδες μικρόν· βλῆχρον βοτάνη, ὃ σημαίνει κλεῖθρον. | 186 | |
187 | Βεργίλιος: ι ὅλα· λέγεται καὶ Οὐεργίλιος· ἔθος γάρ ἐστι Ῥωμαϊκὸν τὸ β εἰς τὴν ου δίφθογγον τρέπειν· τὸν Βαλεν‐ τιανὸν, Οὐαλεντιανόν· τὸν Βάλην, Οὐάλην. Βροτησίου· Βιωθάνατος· Βιοφελές· Βιωτικός: Παρὰ | |
5 | τὸ βιῶ, βιώσω. Γινώσκω: Τὸ γι διὰ τοῦ ι· τὸ νω μέγα· ὥσπερ γὰρ ἀπὸ τοῦ ὀγδοήκοντα γίνεται ὀγδώκοντα, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, οὕτως ἀπὸ τοῦ νοῶ, νοήσω, γίνεται νώσω, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, καὶ κατὰ πλεονασμὸν τοῦ γ γνώσω· καὶ ὥσπερ ἀπὸ | |
10 | τοῦ τρώσω μέλλοντος ἀποτελεῖται ἐνεστὼς τιτρώσκω διὰ τοῦ ι κατὰ τὴν ἄρχουσαν, οὕτως καὶ ἀπὸ τοῦ γνώσω μέλλοντος ἀπο‐ τελεῖται ἐνεστὼς γιγνώσκω διὰ τοῦ ι κατὰ τὴν ἀρχὴν, καὶ ἀπο‐ κοπὴν τοῦ δευτέρου γ γινώσκω· τὸ δὲ ι ἀπὸ διπλασιασμοῦ ἔχει τὴν τρίτην συλλαβήν· οὐ θέλουσι δὲ οἱ ἀναδιπλασιασμοὶ διὰ | |
15 | τῆς ει διφθόγγου γράφεσθαι· οἷον, δῶ, διδῶ· θῶ, τιθῶ· βῶ, βιβῶ· γνώσω, γινώσκω. Γινώσκω: Τὸ γνω μέγα· ἐπεὶ καὶ γιγνώσκω λέγεται· ἦν γὰρ γνῶ, γνώσω, γνώσκω, καὶ γιγνώσκω· μνῶ, μνήσω, μνήσκω, καὶ μιμνήσκω· οὐδέποτε οὖν ἐν τοῖς τοιούτοις εὑρίσκεται δί‐ | |
20 | φθογγος. Γλωχίς: ι, ὡς δικατάληκτον. Γωνία: Τὸ γω μέγα, ἐπεὶ καὶ γουνία λέγεται· τὸ νι υ, ἐπειδὴ τὰ διὰ τοῦ νια θηλυκὰ διὰ τοῦ ι γράφεται· οἷον, γωνία· πενία· μανία. | |
25 | Γρήνικος: Ἔστιν δὲ ὄνομα ποταμοῦ· καὶ τινὲς λέγουσιν ὅτι σύνθετόν ἐστιν παρὰ τὸ γῆ καὶ τὸ νικῶ, γήνικος, ὁ τὴν γῆν νικῶν· καὶ πλεονασμῷ τοῦ ρ, Γρήνικος· ἄλλοι δὲ ἀπὸ τοῦ νικῶ καὶ τοῦ Γραικὸς γέγονε Γραινικὸς, ἐκεῖ γάρ φασι τοὺς Γραῖκας νικῆσαι τοὺς βαρβάρους. | |
30 | Γλισὰς Γλισᾶ: Ἔστιν δὲ ὄνομα πόλεως διὰ τοῦ ι· πᾶσα γὰρ συλλαβὴ ἀπὸ τῆς γλι ἀρχομένη ἀποστρέφεται τὴν ει δίφθογγον. | |
Γλοσσιά: Λέγεται, ὃ ἐπιτιθέασιν εἰς τὰ οἰκεῖα στόματα οἱ | 187 | |
188 | αὐληταί· διὰ τοῦ ι γράφεται· καθὰ γὰρ τὰ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, ἀσπίς· ῥανίς· σφραγίς· κρηπίς· οὕ‐ τως καὶ γλωσσίς. | |
5 | Γρίφος: Διὰ τοῦ ι τὸ γρι· τὰ γὰρ εἰς φος δισύλλαβα ἀρσενικὰ μονογενῆ ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, ὁ λόφος· ὁ ζόφος· ὁ κέπφος· ἔστιν δὲ ὀρνέου ὄνομα· τὸ οὖν γρί‐ φος διὰ τοῦ ι· τὸ δὲ Ῥοῦφος Ἰταλικόν· καὶ ἄλλως· πᾶσα συλλαβὴ ἀπὸ τῆς γρὶ ἀρχομένη ἀποστρέφει τὴν ει δίφθογγον· | |
10 | οἷον, γρίντις ὁ βυρσέος· γρῆνος τὸ δέρμα· γριπεὺς ὁ ἁλιεύς· γρίσον ὁ χοῖρος· οὕτως οὖν καὶ γρίφος· γρῖφος δὲ λέγεται τὸ δύσλυτον αἴνιγμα. Γρίπος: Τὸ γρι ι· τῷ εἰρημένῳ κανόνι τοῦ γρίφος· γρι‐ πεὺς γὰρ ὁ ἁλιεύς ἐστιν. | |
15 | Γελασῖνος: Διὰ τοῦ ι· σημαίνει δὲ τὴν κοιλότητα τὴν γινομένην ἐν τοῖς προσώποις ἐκ τοῦ γελῶντος· διὰ τοῦ ι δὲ γράφεται· τὰ γὰρ διὰ τοῦ ινος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, διὰ τοῦ ι γράφεται· οἷον, Ἀκραγαντῖνος· Σαβῖνος· Λογγῖνος· Πραξῖνος· Μαρτῖνος· | |
20 | Ἀντωνῖνος· Κωνσταντῖνος· Ἐχῖνος· Ἰουστῖνος· οὕτως καὶ γε‐ λασῖνος διὰ τοῦ ι. Γλυκίων: Διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ιων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται· οἷον, ἡδίων· ταχίων· βελ‐ τίων· βραδίων· διπλασίων· οὕτως οὖν καὶ γλυκίων, διὰ τοῦ ι· | |
25 | χωρείων· ἀρείων. Γίνεται: Τὸ γι ι· σημαίνει δὲ τὸ ἀποτελεῖται· γράφε‐ ται δὲ διὰ τοῦ ι πρὸς ἀντιδιαστολὴν τοῦ γείνεται, τὸ γεννᾶται· τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ τοῦ γένος γὰρ γέγονεν γεννᾶται, καὶ γίνομαι κατὰ πλεονασμόν· καὶ ἄλλως | |
30 | τὸ ε γενόμενον ἐν ταῖς τοιαύταις παραγωγαῖς ἐπιφερομένων δύο συμφώνων πέφυκε τρέπεσθαι εἰς τὸ ι· μένω, μέμνω· τέκω, | |
τίκτω· οὕτως, καὶ ἀπὸ τοῦ γένομαι, γέγονε, γίνομαι, διὰ τοῦ ι. | 188 | |
189 | Γείτων: Τὸ γει δίφθογγος· γέγονε ἀπὸ τοῦ γέα γραφέν‐ τος διὰ τοῦ ε γεΐτων, καὶ κατὰ σύνθεσιν γείτων· καὶ ἄλλως· ἀπὸ τοῦ γῆ γηΐτων, καὶ κατὰ συστολὴν τοῦ η εἰς ε γεΐτων, καὶ κατὰ συναίρεσιν γείτων. | |
5 | Γειτνιῶ: Τὸ γει δίφθογγος ἀπὸ τοῦ γείτων, γείτονος, γει‐ τονῶ, καὶ γειτονιῶ, καὶ κατὰ συγκοπὴν γειτνιῶ. Γειγάντεια: Ἡ πραγματεῖα, ὡς ἡ Ὀδύσσεια καὶ Δολώ‐ νεια, διὰ τῆς ει διφθόγγου· καὶ προπαροξύνεται. Γένειον: Τὸ νει δίφθογγος· τὰ γὰρ ἀπὸ τῶν εἰς ος οὐδε‐ | |
10 | τέρων δισυλλάβων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μονογενῆ, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, δάνος, δάνειον· οὕτως, καὶ γένος, γένειον, ὁ τόπος τῶν τριχῶν· γένεια δὲ αὗται αἱ τρίχες. Γάδειρα: Τὸ δει δίφθογγος· ἀπὸ γὰρ τοῦ γῆ καὶ τὸ δειρὰ, τοῦ σημαίνοντος τὴν ἐξοχὴν, γέγονε Γάδειρα· οἱονεὶ γῆς δειρά· | |
15 | τὰ γὰρ Γάδειρα ἀρχὴ τῆς γῆς. Γεῖσα: Πληθυντικὸν οὐδέτερον· οἷον, τὰ γεῖσα· καὶ σημαί‐ νει πᾶν ἐξέχον· ἀπὸ γὰρ τῆς γέα γέγονεν γέϊ, καὶ γεῖσα. Γραφεῖον: Διὰ τῆς ει διφθόγγου· ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἀγεῖον, καὶ ἀγγεῖον, διὰ τῆς ει διφθόγγου, καὶ ἐκεῖθεν, | |
20 | διὰ διφθόγγου τῆς ει καὶ αὐτὸ, οὕτω καὶ ἀπὸ τοῦ γράφω γίνε‐ ται γραφεῖον, διὰ τῆς ει διφθόγγου, καὶ ἐκεῖθεν γραφείδιον. Γραμματεῖον: Διὰ τῆς ει διφθόγγου· τοῦτο δὲ σημαίνει τὴν μικρὰν δέλτον· γράφεται δὲ, διὰ τῆς ει διφθόγγου τῷ κα‐ νόνι τοῦ γραφεῖον, καὶ διὰ τὸ εἶναι οὐδέτερον. | |
25 | Γραμμάτιον: Τὸ σημαῖνον τὸ μικρὸν γράμμα· διὰ τοῦ ι γράφεται, ὡς ὀψάριον ὀψαρίδιον, καὶ τὰ ὅμοια. Γλυκείδιον: Διὰ τῆς ει διφθόγγου τὸ κει· ἀπὸ γὰρ τοῦ γλυκέος γενικῆς, γίνεται γλυκείδιον, ὡς παρὰ τὸ πράξεως, πραξείδιον, καὶ λέξεως, λεξείδιον. | |
30 | Γίγαρτα: ι· ἐν συστολῇ γὰρ εὕρηται. Γέγειος: Σημαίνει δὲ τὸν ἀρχαῖον, διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ γέα γέγονεν γέειος, διὰ τῆς ει διφθόγ‐ γου, καὶ κατὰ πλεονασμὸν τοῦ γ, γέγειος. | |
Γυναίκιον: ι τὸ ὑποκοριστικὸν, καὶ προπαροξύνεται· τὸ δὲ | 189 | |
190 | κτητικὸν διὰ τῆς ει διφθόγγου γράφεται, καὶ προπερισπᾶται. Γείνωντας: Τὸ γεννήσωσιν, δίφθογγος. Γωνιώδης: Διὰ τοῦ ω μεγάλου· τὰ δύο παρώνυμα γὰρ ταῦτα ἐπιθετικὰ, καὶ τὰ ὅμοια, τὰ διὰ τοῦ ωδης, διὰ τοῦ ω με‐ | |
5 | γάλου γράφεται. Γναφεῖα: Δίφθογγος· τὰ γὰρ παρασχηματισμένα τῶν εἰς ευς ἀρσενικῶν διὰ τῆς ει διφθόγγου γράφεται, καὶ προπαροξύνε‐ ται· οἷον, ἱερεύς· ἱέρειον κοινῶς· τὸ γὰρ παροξύτονον ἴδιον Ἀτ‐ τικῶν· βασιλεύς, βασίλεια ἐπιθετικά· πανδοκεὺς, πανδόκεια, | |
10 | λέγεται δὲ καὶ πανδοκεύτρια· κεραμεὺς, κεράμεια. Γραμματείδιον: Εἰ δίφθογγος ἡ τρίτη συλλαβὴ, ὅτε ἀπὸ τοῦ γραμματεῖον· τὸ δὲ ἀπὸ τοῦ γράμματος ὑποκοριστικὸν διὰ τοῦ ι. Γελοῖον: Τὰ διὰ τοῦ υιον οὐδέτερα προπερισπώμενα διὰ | |
15 | τῆς οιον διὰ διφθόγγου γράφεται· οἷον, γελοῖον· αἰδοῖον· ἀλ‐ λοῖον· ὁμοῖον· παρὰ δὲ Ἀττικοῖς ὅμοιον. Γερακτος· Γάλλιοι: Ἀπόκοποι, ἤγουν εὐνοῦχοι. Δίνη: Τὸ δι ι· σημαίνει δὲ τὴν συστροφήν· τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ, μὴ γενόμενα ἀπὸ ἐπιθέτων κύρια, ἀποστρέφει | |
20 | τὴν ει δίφθογγον· χωρὶς τοῦ πείνη, ὅπερ ἀπὸ τοῦ πεῖνα γέγονεν· παραδείγματα δὲ ταῦτα· Ἀδρηστίνη· Ὠκεανίνη· εἰλα‐ πίνη· μιρσυωνη· οὕτως οὖν καὶ δίνη διὰ τοῦ ι· ἐπειδὴ καὶ οἱ Αἰολεῖς δίννας λέγουσι, καὶ οὐχὶ δέννας. Δίνω: Τὸ συστρέφω, ὁμοίως διὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς | |
25 | δίννω λέγουσιν. Δείνω καὶ Δεινοποιῶ: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ δεινὸς ὀξυτόνου γέγονεν· τὸ δὲ δεινὸς ἀπὸ τοῦ δέος, δεινός. Δίνος: Διὰ τοῦ ι, ἀρσενικῶς γὰρ λέγεται· τὰ διὰ τοῦ ινος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ | |
30 | τὸ ι, διὰ τοῦ ι γράφεται· οἷον, σχῖνος· πρῖνος· οὗτως καὶ δῖ‐ | |
ρίου, καὶ συστροφὴν ὕδατος. | 190 | |
191 | Δηρίω: Διὰ τοῦ ι τὸ ρι· τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ δύο συλ‐ λαβὰς βαρύτονα κλινόμενα εἰς μέλλοντα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, μητίω· κονίω· οὕτως οὖν καὶ δηρίω διὰ τοῦ ι. | |
5 | Δριμύς: ι· Τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλα‐ βὴν, ἔχοντα δὲ ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ι, ἢ τὸ υ, διὰ τοῦ ι γράφεται. Δωτίνη: ω καὶ ι· τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ, μὴ ὄντα ἀπὸ ἐπιθέτων, ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, ὑσμίνη· | |
10 | Ἀδρηστίνη, οὕτως καὶ δωτίνη· τὸ δὲ δω μέγα· ἐπειδὴ ἐκ τῶν περισπωμένων ῥημάτων ἐστίν· σημαίνει δὲ τὴν δωρεάν· γέγονεν δὲ ἀπὸ τοῦ δώσω μέλλοντος δωσίνη, καὶ τροπῇ τοῦ ς εἰς τ δωτίνη· ἢ ἀπὸ τοῦ δέδοται τρίτου προσώπου δοτὸς, καὶ ἐκεῖθεν δοτίνη διὰ τοῦ ο, καὶ τροπῇ τοῦ ο εἰς ω δωτίνη. | |
15 | Δωτὴρ καὶ Δωτῆρες: Ἀπὸ τοῦ δοτὴρ, τοῦ διὰ τοῦ ο μι‐ κροῦ ἐκταθέντος εἰς ω μέγα, δωτῆρες διὰ τοῦ ω, ὥσπερ τὸ ποιητῇ θεοὶ δωτῆρες ἐάων. Διώνυσος: Κατ’ ἔκτασιν τοῦ ο εἰς ω γίνεται Διώνυσος διὰ | |
20 | τοῦ ω, ὥσπερ δότης διὰ τοῦ ο, καὶ κατ’ ἔκτασιν γέγονεν δώτης διὰ τοῦ ω· οἷον, δώτη μέν τις ἔδωκεν. Δίς· Τρίς· Τετράκις: Καὶ τὰ ἑξῆς· ἐπιῤῥήματα ἀριθμη‐ τικὰ διὰ τοῦ ι πάντα. | |
25 | Διφᾶν: Ὅ ἐστι ψηλαφᾶν, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἀφῆ καὶ τῆς διὰ προθέσεως γίνεται διαφῶ, διαφᾶς, καὶ πάλιν τὸ ἀπαρέμφατον διαφᾶν, ὥσπερ βοᾶν, καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ α εἰς ι μακρὸν διφᾶν. Δῖος: Τὸ δὲ ι γράφεται· ὥσπερ γὰρ ἀπὸ τοῦ Χῖος γίνε‐ | |
30 | ται Χίϊος, οὕτως καὶ ἀπὸ τοῦ δῖος γίνεται δίϊος, καὶ κατὰ κρά‐ σιν τῶν β ιι εἰς ἓν ι μακρὸν δῖος, ὥσπερ, ὡς εἴρηται, ἀπὸ τοῦ Χίϊος, Χῖος· καὶ ἄλλως· τὰ ἀπὸ μονοσυλλάβων ὀξυτόνων διὰ τοῦ ιος παραγόμενα, μὴ σημαίνοντα μέρος σωματικὸν, μήτε | |
μετουσιαστικὰ ὄντα, διὰ τοῦ ι γράφεται· οἷον, Φρὺξ, Φρύγιος· | 191 | |
192 | Κὰρ, Κάριος· Τρὼς, Τρώϊος· Στὺξ, Στύγιος· οὕτως καὶ Ζεὺς, Διὸς, Δίϊος, δῖος· Ἰστέον, ὅτι τὸ Χῖος, καὶ δῖος, διὰ τοῦ ι γράφεται· τὸ δὲ θεῖος, καὶ Κεῖος, διὰ διφθόγγου· ἀμφότερα δέ ἐστιν κτητικὰ δισύλλαβα· γίνεται δὲ ἐκ τοῦ θεὸς, θέϊος, | |
5 | καὶ θεῖος· καὶ τὸ Κεῖος ἀπὸ τοῦ Κέως, ὅ ἐστιν ὄνομα πόλεως· Κέϊος, καὶ κατὰ κρᾶσιν Κεῖος. Διώρης: Ἔστιν δὲ ὄνομα κύριον διὰ τοῦ ι γραφόμενον· γέγονεν δὲ, ἢ παρὰ τὴν διὰ πρόθεσιν καὶ τὸ ὁρῶ, διαόρης, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω, διαώρης, καὶ κράσει τοῦ ι καὶ α εἰς | |
10 | ι μακρὸν, Διώρης. Δελφίς: ι· τὰ γὰρ δικατάληκτα πάντα διὰ τοῦ ι γράφε‐ ται· οἷον, Τέλχις, καὶ τὰ ὅμοια. Δίας: Διὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ ἀπὸ τῆς δράκοντος γενικῆς γίνεται δρακοντίας, οὕτως καὶ ἀπὸ τῆς Διὸς γενι‐ | |
15 | κῆς γίνεται Διΐας, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν, Δίας. Δίφιλος: ι· ὥσπερ γὰρ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἀρηΐφιλος, οὕτως καὶ παρὰ τὴν Διῒ Διίφιλος, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν, Δίφιλος. | |
20 | Διπολεῖα: Τὸ δι ι κατὰ τὴν ἀρχὴν, παρὰ τὴν Διῒ δοτι‐ κήν· κατὰ δὲ τὴν παραλήγουσαν, διὰ τῆς ει διφθόγγου· ἐπειδὴ τὸ πολεῖον ἐστὶν ἡ εὐθεῖα ἡ ἑνική· ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται· ἐμάθομεν γὰρ ἐν τῇ τοῦ βαλανείου δοτικῇ, ὅτι τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς, πρὸ μιᾶς | |
25 | τὸν τόνον ἔχοντα, διὰ τῆς διφθόγγου γράφεται· οἷον, μαγει‐ ρεῖον· ἰατρεῖον· ὀρφανοτροφεῖον· ἰχθυοτροφεῖον· ἰαμβεῖον· βα‐ λανεῖον· οὕτως οὖν καὶ διπολεῖον, διὰ τῆς ει διφθόγγου· ἐκεῖθεν δὲ γίνεται Διπολεῖα· Διπολεῖα δέ ἐστιν ἑορτὴ ἐπιτελουμένη Διῒ Πολειαίω, ἡ ἐν τῇ ἀκροπόλει τιμωμένη. | |
30 | Διπετής: Σημαίνει δὲ τὸ διαυγές· διὰ τοῦ ι γράφεται· παρὰ τὴν Διῒ δοτικὴν γεγονὸς καὶ τὸ πεσεῖν, οἱονεὶ ὁ ἐκ τοῦ Διὸς πεπτωκώς· εἰώθασιν δὲ καλεῖν διηπετῆ τὸν Νεῖλον καὶ | |
τὸν Ξάνθον· οἷον, | 192 | |
193 | ἐπειδὴ διαυγέστατον ὕδωρ ἔχουσιν· καὶ τὸν ἀέρα δὲ διηπετῆ εἰώθασιν καλεῖν· οἷον, λαμπρότερον καὶ διιπτέστερον. Διπλασίων: Διὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ ἀπὸ τῆς Διὸς γίνεται Διῒ, Διΐων, διὰ τοῦ ι· οὕτως καὶ ἀπὸ τοῦ διπλα‐ | |
5 | σίως, διπλασίων, διὰ τοῦ ι· καὶ ἄλλως κατὰ τὸν κάνονα τοῦ γλυκίων. Δηΐων: Διὰ τοῦ ι τὸ δεύτερον· γέγονεν δὲ ἀπὸ τοῦ δήϊος, δηΐων, τῷ λόγῳ τῶν δισυλλάβων συγκριτικῶν, καθώσπερ τὸ γλυκίων. | |
10 | Δανείζω: Διὰ τῆς ει διφθόγγου· καί ἐστιν εἰπεῖν ὅτι ὥσπερ ἀπὸ τοῦ γένειον γίνεται γενειάζω, οὕτως καὶ ἀπὸ τοῦ δάνειον δανειάζω, καὶ ἐν συγκοπῇ δανείζω. Δαρεικός: Δίφθογγος· καὶ γὰρ ἀπὸ τοῦ Δαρεῖος γέγονεν Δαρειακὸς, καὶ κατὰ συγκοπὴν τοῦ α Δαρεικὸς διὰ τῆς ει | |
15 | διφθόγγου. Δάνειον: Δίφθογγος· τὰ γὰρ ἀπὸ τῶν εἰς ος δισυλλάβων οὐδετέρων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μονογενῆ διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, γένος, γένειον· βρένθος, βρένθειον· ἔστιν δὲ εἶδος πολυτελοῦς μύρου· οὕτως καὶ δάνος, δάνειον· | |
20 | χωρὶς τοῦ ἰσχνὸς, ἰσχνίον. Δείδω: Σημαίνει δὲ τὸ φοβοῦμαι· γράφεται δὲ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ δέος γέγονεν δέω, καὶ κατὰ πλεο‐ νασμὸν τοῦ ι δείω, καὶ κατ’ ἐπέκτασιν τοῦ δ δείδω. Δειλός: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸν | |
25 | σχήσω μέλλοντα, τὸν σημαίνοντα τὸ χωρῶ, γίνεται χηλὸς, ση‐ μαίνει δὲ τὴν κιβωτόν· καὶ ὥσπερ παρὰ τὸν βήσω μέλλοντα γίνεται βῆλος, ὅ ἐστιν βαθμὸς, οὕτως καὶ ἀπὸ τοῦ δείδω, δείσω, τοῦ σημαίνοντος τὸ φοβοῦμαι, γίνεται δειλός· τῆς ει διφθόγγου ἐκ τοῦ ῥήματος οὔσης. | |
30 | Δεῖπνον: Διὰ τῆς ει διφθόγγου· παρὰ τὸ δεῖ καὶ τὸ πονεῖν· ἔστιν δὲ δεῖπνον, οἱονεὶ, μεθ’ ὃ δεῖ πονεῖν· δεῖπνον δὲ λέγεται τὸ ἄκρατον. Δεῖν: Δίφθογγος· σημαίνει δὲ τὸ δέον· γράφεται δὲ διὰ | |
τῆς ει διφθόγγου· ἐπειδὴ ἀπὸ τοῦ δέον γέγονεν δεῖν τὸ ἀπα‐ | 193 | |
194 | ρέμφατον, ὡς πλέον, πλεῖν· οἷον, δεῖν γενέσθαι, ἀντὶ τοῦ πρέπων γένεσθαι. Δείρω: Διὰ τῆς ει διφθόγγου· γέγονεν δὲ ἀπὸ τοῦ μέλ‐ λοντος· δερῶ γὰρ ὁ μέλλων, καὶ διὰ τὸ ἀντιπαρακεῖσθαι αὐτὸ | |
5 | τὸ ο· οἷον, δορά· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, σπείρω, σπορά· ἀλείφω, ἀλοιφή· καὶ πάντα τὰ διὰ τοῦ ειρω ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, οἰκτείρω· κείρω· οὕτως καὶ δήρω διὰ τῆς ει δι‐ φθόγγου. | |
10 | Δειρά: Τὸ σημαῖνον τὸν τράχηλον διὰ τῆς ει διφθόγγου· δέῤῥα γὰρ λέγουσιν οἱ Αἰολεῖς· ὥσπερ τὸ κείρω κέῤῥω λέγουσιν, οὕτως καὶ δέῤῥω. Δενδρήεις: Τὸ δρη· η ἐκ τοῦ δένδρα, τοῦ α εἰς η τρα‐ πέντος· τὸ δὲ εις δίφθογγον· ἐπειδὴ δενδρήεντός ἐστιν ἡ γενι‐ | |
15 | κή· αἱ γὰρ διὰ τοῦ εντος γενικαὶ διὰ τῆς ει διφθόγγου γρά‐ φονται κατὰ τὴν εὐθεῖαν· οἷον, χαρίεντος, χαρίεις γάρ· τιμή‐ εντος, τιμήεις· καὶ ἄλλως διὰ τὸ ἔχειν οὐδέτερον τὸ δενδρῆεν, καὶ τὰ ὅμοια. Δεινός: ει· Οἱονεὶ ὁ δέους ἐμποιητικός· καὶ ὥσπερ παρὰ | |
20 | τὸ ἔλεος γίνεται ἐλεεινὸς διὰ τῆς ει διφθόγγου, οὕτως καὶ παρὰ τὸ δέος δεινὸς, καὶ κατὰ κρᾶσιν δεινὸς διὰ τῆς ει δι‐ φθόγγου. Αἰνός: Δεῖ γινώσκειν, ὅτι ἡνίκα τοῦτο τὸ δεινὸς τρέψῃ τὸ ε εἰς α, καὶ τὸ ἐν τῇ ἀρχῇ σύμφωνον, ἤγουν τὸ δ ἀποβάλῃ, αἰ‐ | |
25 | νὸς γίνεται, ὥσπερ μέχρι ἄχρι, κατὰ τροπὴν τοῦ ε εἰς α. Δείδια: Ὃ σημαίνει τὴν ἀσέληνον νύκτα, διὰ τῆς ει δι‐ φθόγγου γράφεται κατὰ τὴν ἄρχουσαν· παρὰ γὰρ τὸ δεινὸς γέγονεν· καὶ πάντα τὰ παρὰ τὸ δεινὸς διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, δεινομέλης· δεινολόγος· οὕτως καὶ Δεινίας, | |
30 | καὶ Δεινών· ἔστι δὲ κύριον· τὸ δὲ νι ι· τὰ γὰρ διὰ τοῦ νια διὰ τοῦ ι γράφεται. Δεῖμα: Σημαίνει δὲ τὸν φόβον διὰ τῆς ει διφθόγγου γρά‐ | |
φεται· ὥσπερ γὰρ ἀπὸ τοῦ ποιήσω γίνεται ποίημα, οὕτως καὶ | 194 | |
195 | ἀπὸ τοῦ δείσω μέλλοντος γίνεται δεῖμα· καὶ γράφεται διὰ τῆς ει διφθόγγου, ἐπειδὴ καὶ ὁ δείσω μέλλων, ὃ σημαίνει τὸ φο‐ βοῦμαι, διὰ τῆς ει διφθόγγου γράφεται. Δεῖμος: Διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ | |
5 | δέος γίνεται δέϊμος, καὶ κατὰ σύνθεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, δεῖμος. Δείξω: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ δείκω γέγονεν, τοῦ σημαίνοντος τὸ δεικνύω· ἀνεφάνη δὲ καὶ τὸ ε ἐν τῷ ῥημα‐ τικῷ· Ἡρόδοτος γὰρ αὐτὸ χωρὶς τοῦ ι προηγάγετο· εἶπεν | |
10 | γὰρ “ἱστορίης ἀπόδεξις ἥδε.” Δυεῖν: Δοιοῖν γάρ. Δείκηλον: Τὸ δει διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ καὶ τὸ ἄγαλμα καὶ τὸ εἴδωλον· ὥσπερ γὰρ ἀπὸ τοῦ πέμπω γίνε‐ ται πεμπώβολος, σημαίνει δὲ τῶν πολλῶν ἐνιαυτῶν ὄντα· καὶ | |
15 | ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἄγελος καὶ ἄγγελος, οὕτως καὶ ἀπὸ τοῦ δείκω, τοῦ σημαίνοντος τὸ δεικνύω, γίνεται δείκελλον, καὶ συνεκτάσει τοῦ ε εἰς η δείκηλον. Δειμαλέος: Τὸ δει δίφθογγος· ὥσπερ γὰρ ἀπὸ τοῦ τάρ‐ βος γίνεται ταρβαλέος, οὕτως καὶ ἀπὸ τοῦ δεῖμα, τοῦ σημαί‐ | |
20 | νοντος τὸν φόβον, δειμαλέος γραφόμενον διὰ τῆς ει διφθόγγου· Ἰστέον δὲ ὅτι τὰ διὰ τοῦ αλεος ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχουσιν· οἷον, ἀργαλέος· σμερδαλέος· δειμα‐ λέος· νηφαλέος· πλὴν τεσσάρων· δαιδάλεος· κοβάλεος· ἀτα‐ σθάλεος· αἰθάλαιος· τὸ δὲ αἰθάλεος διφορεῖται ἀπὸ τοῦ αἴθω | |
25 | γὰρ ὑπάρχει· ὥσπερ καὶ ἀπὸ τοῦ νήφω, νηφαλέος. Δείλη: Διὰ τῆς ει διφθόγγου· παρὰ τὸ ἐνδεῖν καὶ ἐλλεί‐ πειν τῇ ἔλλῃ, οἱονεὶ τῇ θερμασίᾳ· δέλλη οὖν φῶς ἐστιν, καὶ κατὰ κρᾶσιν τοῦ ελ εἰς τὴν ει δίφθογγον γέγονεν δείλη· καὶ ἐκ τούτου ἡ δείλη, τῆς δείλης, ἐπιῤῥηματικῶς· οἷον, “δείλης | |
30 | ἦλθον.” Δαρεῖος: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ ειος τρι‐ σύλλαβα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, καὶ ἐν τῇ κατ’ ἀρχὴν | |
συλλαβῇ τὸ α μικρὸν, διὰ τῆς ει διφθόγγου γράφεται, πλὴν | 195 | |
196 | τοῦ ἀντίος· οἷον, Καδμεῖος· Βακχεῖος· ἀνδρεῖος· οὕτως καὶ Δαρεῖος. Δαρεικός: Διὰ τῆς ει διφθόγγου· γέγονεν δὲ ἀπὸ τοῦ Δαρεῖος, Δαρειακὸς, καὶ κατὰ συγκοπὴν Δαρεικός. | |
5 | Δευρί: Τὸ ἐπίῤῥημα ι· ὃ γίνεται *** Δεκελεικός: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ Δεκε‐ λείας γέγονεν. Δεκελειακός: Καὶ κατὰ συγκοπὴν Δεκελεικός. Δούρειος: Διὰ τῆς ει διφθόγγου· πρῶτον μὲν ὅτι ἀνεφά‐ | |
10 | νει τὸ ε ἐν τῷ δούρεος· δεύτερον δὲ ὅτι τὰ διὰ τοῦ ειος, σημαί‐ νοντα μέρος σωματικὸν ἢ μετουσιαστικὸν, διὰ τῆς ει διφθόγγου γράφεται· λέγεται δὲ καὶ δώρειος. Δουράτειος: Διὰ τῆς ει διφθόγγου· ἐκ τοῦ δουράτεος γάρ· καὶ ὣς μετουσιαστικόν. | |
15 | Δευτέρειον: Δίφθογγος· ἀπὸ τοῦ δευτερειάω. Δεῖσα: Ὃ σημαίνει τὴν ὑγρασίαν· διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ δεύσω μέλλοντος γέγονεν δεῦσα, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι δεῖσα· καὶ τὸ παράδεισος διὰ τῆς ει διφθόγγου· παρὰ τὴν δεῖσαν γάρ ἐστιν. | |
20 | Δηϊάνειρα: Διὰ τῆς ει διφθόγγου τὸ νει· πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, σώτειρα· ὀλέτειρα· γενέτειρα· εὐπάτειρα· ἔθειρα· δότειρα· οὕτως οὖν καὶ Δηϊάνειρα· καὶ καθάπερ δὲ τὰ ειρα θηλυκὰ οὐδέ‐ ποτε ἔχουσιν ἐν τῇ παραληγούσῃ τὸ ι μόνον, ἀλλ’ ἢ μετὰ τὸ ω | |
25 | ἔχουσιν αὐτό· οἷον, πρῷρα· ἢ μετὰ τῷ α· οἷον, σφαῖρα· ἢ μετὰ τοῦ ο· οἷον, μοῖρα· ἢ μετὰ τοῦ ε· οἷον, στεῖρα· ὀλέτειρα· δό‐ τειρα· πεῖρα· σπεῖρα· σημαίνει δὲ τὴν εἰλινήν· οὕτως οὖν καὶ Δηϊάνειρα. Δώδεκα: Διὰ τοῦ ω μεγάλου· οἱονεὶ δυόδεκα, τοῦ υ καὶ ο | |
30 | εἰς ω μέγα κραθέντος. Δωρί: Τὸ ἐπίῤῥημα διὰ τοῦ ι· ἐκ τοῦ δεῦρο τροπῇ τοῦ ο εἰς ι. | |
Διομήδεια: Ει δίφθογγος· ἀνάγκῃ τῷ κτητικῷ λόγῳ. | 196 | |
197 | Δολομήτις: Τὸ τις ι· παρὰ γὰρ τὸ δολῶ δολοῖς γέγονεν· καὶ ἰστέον ὅτι τὰ τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περι‐ σπωμένων διὰ τοῦ ι θέλουσι γράφεσθαι· οἷον, διετία· τριετία· ἑξαετία· ἑπταετία. | |
5 | Δεῖπνον: Τὸ λεγόμενον ἄκρατον λέγεται· τὸ δὲ ἑσπερι‐ νὸν δόρπος. Δυσώδης: Διὰ τοῦ ω μεγάλου γράφεται· καὶ πάντα τὰ διὰ τοῦ ὠδης· οἷον, εὐώδης· πετρώδης· δυσώδης· καὶ τὰ ὅμοια. | |
10 | Δορύλλειον: Δίφθογγος ει· καὶ Κοτιάειον· Γορδίον δὲ καὶ Δοκίμιον πόλεις Φρυγίας τὸ ι παραλήγονται. Δηλαδή: Τὰ δύο διὰ τοῦ η. Δορυφόρος: Παρὰ τὸ δόρυ ἡ παράδοσις. Δωροφορος: Παρὰ τὸ δῶρον ἡ παράδοσις. | |
15 | Δεεῖρα. Δηλητήριον: Παρὰ τὸ δηλῶ τὸ βλάπτω, δηλητὴς καὶ δηλητήριον. Δειλινόν. Δείλης. | |
20 | Δίμωρον. Δομίτιος: ὄνομα κύριον. Δή: Ὁ παραπληρωματικὸς σύνδεσμος η· καὶ τὸ Δεῖ τὸ σημαῖνον τὸ πρέπει ει δίφθογγος, δέει δεῖ. Διώρια | |
25 | Ἑρμίς: ι· σημαίνει δὲ τοῦ κραββάτου τὸν πόδα· ἐπειδὴ τὰ ἐνύπνια ὁ Ἑρμὶν ἐκεῖ ἔγραψεν· ἢ παρὰ τὸ ἐνείρεσθαι καὶ ἐμπλέκεσθαι ἐν τῇ κλίνῃ· καὶ πάλιν διὰ τὸ δικατάληκτον διὰ τοῦ ι γράφεται· οἷον, ἀκτὶς, ἀκτίν· οὕτως καὶ ἑρμὶς, ἑρμίν. Ἐλευσίς: Ἔστιν δὲ ὄνομα πόλεως· διὰ τοῦ ι γράφεται | |
30 | ὡς δικατάληκτον. Ἐρυθῖνος: Ὄνομα πόλεως διὰ τοῦ ι τὸ θι· τὰ γὰρ διὰ τοῦ ινος πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, διὰ τοῦ ι γράφεται, καὶ πάντα προπερισπῶνται· οἷον, Σα‐ | |
βῖνος· Μαρτῖνος· οὕτως οὖν καὶ Ἐρυθῖνος. | 197 | |
198 | Ἐρασῖνος: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τοῦ ι· τῷ λόγῳ τοῦ Ἐρυθῖνος· γέγονεν δὲ παρὰ τὸν ἐράσω μέλλοντα. Ἐχῖνος: Διὰ τοῦ ι· τῷ λόγῳ τῶν διὰ τοῦ ινος προπερι‐ σπωμένων, τὸ δὲ ἐχῖνος πολλὰ σημαίνει· σημαίνει γὰρ τὸν θα‐ | |
5 | λάτιον ἐχῖνον, καὶ τὸν χερσαῖον, τὸν λεγόμενον ἀκανθόχοιρον, καὶ εἶδος χύτρας καὶ λέβητος, καὶ πόλιν, καὶ μέρος. Ἐχινάς: Διὰ τοῦ ι· ἀπὸ γὰρ τοῦ ἐχῖνος· ἔστιν δὲ πόλις. Ἐρινύς: Τὸ ρι διὰ τοῦ ι· ἢ παρὰ τὸ τὰς ἀρὰς ἀνύειν γέγονεν ἀρανὺς, καὶ κατὰ τροπὴν τοῦ α εἰς ι Ἐρινύς· ἢ παρὰ | |
10 | τὴν ἔραν γέγονεν ἐρανὺς, καὶ Ἐρινὺς, οἱονεὶ ἡ ἐκ τῆς γῆς ἀνερ‐ χομένη· ἢ παρὰ τὸ ἐρὶ τὸ ἐπιτατικὸν καὶ τὸ ἀνύειν γέγονεν Ἐρινὺς, οἱονεὶ ἡ μεγάλως ἀνύουσα· ἢ παρὰ τὸ ἐλινύειν, τὸ σημαῖνον τὸ ἡσυχάζειν, γέγονεν ἐλινὺς, καὶ Ἐρινὺς, οἱονεὶ ἡ ἡσυχάζουσα κατὰ ἀντίφρασιν, τοῦτ’ ἔστιν ἡ μὴ ἡσυχάζουσα. | |
15 | Ἐξοκεῖλα καὶ Ἐποκεῖλα: Διὰ τοῦ ο μικροῦ, παρὰ γὰρ τὴν ἐπὶ πρόθεσιν. Εἱρκτή: σημαίνει δὲ τὴν φυλακὴν, διὰ τῆς ει διφθόγγου γράφεται· ὁμοίως δὲ καὶ Εἱρμός· ταῦτα γὰρ τοῦ εἵργω τὴν δίφθογγον ἐφύλαξαν· τὸ δὲ εἱρμὸς τοῦ εἴρω, τοῦ σημαίνοντος τὸ | |
20 | συμπλέκω. Εἷρπον: Διὰ διφθόγγου· παρὰ τὸ ἕρπω. Εἷλκον: Διὰ τῆς ει διφθόγγου, παρὰ τὸ ἕλκω. Ἑταιρία: Τὸ ται δίφθογγος· τὸ ρι ι· ἡ παράδοσις. Ἑταιρεῖος: Δίφθογγος τὸ ρε· τῷ λόγῳ τῶν κτητικῶν προ‐ | |
25 | περισπωμένων. Ἐπειλημμένοι: Ὡς ἐπιλαβόμενοι τῆς προθέσεως τὸ ι· οἱ ἐπειλημμένοι διὰ τῆς ει διφθόγγου· ἡ παράδοσις. Ἐμίχθη: ι. Ἐρινέος: ι· Παρώνυμον γὰρ, διὰ τὸ ἐριστικὸν εἶναι τὸ | |
30 | δένδρον, καὶ πέτραις καὶ λίθοις ἐπαναβλαστάνειν. Ἐνθαδί: ι. Ἔρισμα: ι, ἐπὶ τῆς φρουρᾶς. Ἔρεισμα: Ει δίφθογγος, ἐπεὶ καὶ τὸ ἐρείδω· εὑρέθη γὰρ | |
καὶ ἐρειρέδαται. | 198 | |
199 | Ἐξουσία: ι ἔστιν, καὶ ἐκ τῆς συναλειφῆς τῶν ψιλῶν εὑ‐ ρίσκεται κατ’ ἐξουσίαν, καὶ ἐξουσίως, καὶ ἐπεξουσίως. Ἐνίοτε: ι· ἢ γὰρ ἀπὸ τοῦ ἐστὶν, καὶ τοῦ ὅτε, καὶ ἔνιοι. Ἐνιπή: Διὰ τοῦ ι τὸ νι· ἐκ γὰρ τοῦ ἐνίπτω γέγονεν, ὅπερ | |
5 | διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ τὸ πτω ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, νίπτω· ῥίπτω· πίπτω· πλὴν τοῦ φιλαλείπτω καὶ ἐρείπτω. Ἔριθος: ι· σημαίνει δὲ τὸν ἐργάτην, καὶ τὴν γυναῖκα τοῦ ἐργαζομένου τὰ ἔρια· γέγονεν δὲ τὸ ἀρσενικὸν ἀπὸ τοῦ ἔρα, ὅ | |
10 | ἐστιν ἡ γῆ, ἔραθος, καὶ κατὰ τροπὴν τοῦ α εἰς ι ἔριθος· καὶ ἀπὸ τοῦ ἔριον, ἔριθος· ὁμοίως δέ ἐστιν τολόβινθος, ὃ σημαίνει τὸν κρόκον τοῦ ὠοῦ. Ἔμισα: Ἡ πόλις, ὡς λάρισα· καὶ Ἐμισαῖος, ὡς Λα‐ ρισαῖος. | |
15 | Ἐριθεύς: Διὰ τοῦ ι, παρὰ τὸ ἔριθος γέγονεν· ἔστιν δὲ εἶδος ὀρνέου. Ἐρινεός: ι· σημαίνει δὲ τὴν ἀγρίαν συκήν· ἀπὸ γὰρ τοῦ ἐρίζω γέγονεν ἐρινὸς, καὶ πλεονασμῷ τοῦ ε ἐρινεός· ἐριστικὸν γάρ ἐστι τὸ δένδρον· ἀνέρχεται γὰρ καὶ εἰς τοῖχον, καὶ εἰς ἕκα‐ | |
20 | στον τόπον. Ἐχίων: Ἔστιν δὲ ὄνομα κύριον· διὰ τοῦ ι· ἐκ γὰρ τοῦ ἔχις ἔχιος, ὅ ἐστιν εἶδος ὄφεως, γέγονεν Ἐχίων, καὶ τῷ λογῷ τοῦ Ἀμφίων διὰ τοῦ ι. Ἐνιπεύς: Διὰ τοῦ ι· ἔστιν δὲ ὄνομα ποταμοῦ· ἀπὸ γὰρ | |
25 | τοῦ ἐνιπὴ, τοῦ σημαίνοντος τὴν ἀπειλὴν γέγονεν· καὶ γὰρ ὁ πο‐ ταμὸς οὗτος ἄγριός ἐστιν, καὶ ἀπειλοῦντι ἔοικεν· τὸ δὲ ἐνιπὴ διὰ τοῦ ι, ἀπὸ γὰρ τοῦ ἐνίπτω γέγονεν. Ἐκεῖνος καὶ Ἐκείνη: Διὰ τῆς ει διφθόγγου· ἀπὸ παιδος ἢ κάθιστος. | |
30 | Ἐξίτηλος: ι· παρὰ τὸ ἐξιέναι τὸ τεθηλός· λέγεται δὲ κυ‐ ρίως τὸ ἀποβαλμένον. Ἐτεωνεύς: Ὄνομα κύριον. | |
Ἐυηνίνη: Διὰ τοῦ ι τὸ νι· σημαίνει δὲ τὴν τοῦ Εὐήνου· | 199 | |
200 | τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ, μὴ γενόμενα ἀπὸ ἐπιθετικῶν κύρια, διὰ τοῦ ι γράφεται· πλὴν τοῦ πείνη· οἷον, Ὠκεανίνη· Ἀδρη‐ στίνη· ἀξίνη· Παλαιστίνη· δίνη. Ἐπί: Ἡ πρόθεσις ι· Ἐπεὶ ὁ σύνδεσμος δίφθογγος. | |
5 | Ἐπίσιον: Διὰ τοῦ ι τὰ δύο· σημαίνει τὰ ξηρά· γέγονεν ἐπίσιον· καὶ ἄλλα παρὰ τὸ εἰσιέναι ἐστίν. Ἐνδῖος: Σημαίνει δὲ τὸν μεσημβρινὸν καιρὸν, διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴδειν γάρ ἐστιν ἰδίειν, ὅ ἐστιν ἱδροῦν. Ἐλινύω: Σημαίνει δὲ τὸ ἡσυχάζω, διὰ τοῦ ι γράφεται, | |
10 | κατὰ τὸν κανόνα τὸν εἰρημένον ἐν τῇ περὶ τοῦ Βιθονια δι‐ φθόγγῳ. Ἐρείπτω: Διὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ παρὰ τὴν ἔραν, ὃ σημαίνει τὴν γῆν· ἰστέον δὲ ὅτι τὸ ἐρείπτω καὶ ἐνεργη‐ τικὸν σημαίνει καὶ παθητικόν· σημαίνει δὲ τὸ καταβάλλω καὶ | |
15 | πίπτω. Ἐπαλξίτης: Σημαίνει δὲ τὸν λίθον τὸν ὄντα ἐπάνω τῆς ἐπάλξεως, διὰ τοῦ ι γράφεται, τῷ λόγῳ τοῦ Ἀσκαλωνίτης, καὶ διὰ τὸ εἶναι παρώνυμον. Εὔριπος: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ ῥιπίζω· γέγονεν Εὔ‐ | |
20 | ριπος, οἱονεὶ ὁ εὐκαίρως ῥιπιζόμενος καὶ ἐπιφερόμενος· ἢ παρὰ τὸ εὐρὺ γέγονεν εὔρυπος, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι Εὔριπος· ὥσπερ ἀφροδύτη ἡ Ἀφροδίτη· καὶ δύφρος, δίφρος· οἱονεὶ ὁ πλατὺς κατὰ ἀντίφρασιν τοῦτ’ ἔστιν ὁ μὴ ὢν πλατύς· καὶ γὰρ ὁ Εὔριπος πέλαγος στενόν ἐστιν μεταξὺ τῆς Εὐβοίας· | |
25 | ὅπερ ἑπτάκις τῆς ἡμέρας ἐνθαλάττει τὴν ἰδίαν κίνησιν, καὶ πάντας ἐναντίας τῇ κινήσει τοῦ ἀνέμου κινεῖται· ἐκεῖ δὲ ἐτε‐ λέσθη ὁ Ἀριστοτέλης· μὴ εὑρηκὼς γὰρ τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως, ὀλιγοψυχήσας ἀπέθανεν. Ἐνθαδί: Τὸ ἐπίῤῥημα διὰ τοῦ ι· ὥσπερ γὰρ ἐκ τοῦ δεῦρο | |
30 | γίνεται δευρὶ, κατὰ τροπὴν τοῦ ο εἰς ι, οὕτως καὶ παρὰ τὸ ἐν‐ θάδε γίνεται ἐνθαδὶ, κατὰ τροπὴν τοῦ ε εἰς ι. Ἐκεινοσί: Διὰ τοῦ ι τὸ σι· κατ’ ἐπέκτασιν γάρ ἐστιν· | |
αἱ δὲ ἐπεκτάσεις οὐ γίνονται διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ | 200 | |
201 | ι· τὸ οὖν οἱονεὶ καὶ ὡσπερεὶ, γραφόμενα διὰ τῆς ει διφθόγγου, οὐκ ἔστιν κατεπέκτασιν, ἀλλὰ διάφορα μέρη λόγου εἰσίν· τὸ γὰρ οἱονεὶ δύο μέρη λόγου ἐστίν· τὸ οἷον, ὄνομα, καὶ τὸ εἰ σύνδεσμος συναπτικός· τὸ δὲ ὡσπερεὶ τρία λόγου μέρη ἐστίν· ἔστιν γὰρ | |
5 | ὡς ἐπίῤῥημα, καὶ τὸ περ σύνδεσμος παραπληρωματικὸς, καὶ τὸ εἰ σύνδεσμος συναπτικός. Εὐριπίδης: Διὰ τοῦ ι τὸ ρι καὶ πι· παρὰ γὰρ τὸ Εὔριπος Εὐριπίδης· καὶ πάλιν, τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται, χωρὶς τοῦ Κύθνος, Κυθνείδης· ἔστιν δὲ | |
10 | ὄνομα κύριον. Ἐνδίνων: Σημαίνει δὲ τὰ ἐντόσθια σπλάγχνα, διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ινος προπαροξύτονα διὰ τοῦ ι γρά‐ φεται· οἷον, ξύλινος· κόφινος· λίθινος· ἀνθρώπινος· οὕτως καὶ ἔνδινος διὰ τοῦ ι, καὶ ἐκεῖθεν ἐνδίνων· πλὴν εἰ μὴ ὦσιν ἀπὸ | |
15 | ἁπλοῦ ἔχοντα τὴν ει δίφθογγον· οἷον, ἀπὸ τοῦ ξένος γίνεται ξεῖνος, κατὰ πλεονασμὸν τοῦ ι, καὶ ἐκεῖθεν εὔξεινος. Ἑλλανικός: Διὰ τοῦ ι τὸ νι· παρὰ γὰρ τὸ Ἕλλην Ἑλ‐ ληνικὸς, καὶ τροπῇ τοῦ η εἰς α· καὶ ἄλλως, τὰ εἰς κος κτητικὰ διὰ τοῦ ι γράφεται. | |
20 | Ἐγείρω: Παρὰ γὰρ τὸν ἐγερῶ γέγονεν μέλλοντα· καὶ πάλιν οἱ Αἰολεῖς ἐγέῤῥω λέγουσιν. Ἐθείρω: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ ειρω ῥή‐ ματα βαρύτονα ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, ἀγείρω, ἀείρω· ἱμείρω· σπείρω· κείρω· φθείρω· εἵρω· | |
25 | οὕτως καὶ ἐθείρω· τὸ θείρω δὲ σημαίνει τὸ ἐξ ἔθους ἐπιμελοῦμαι τῶν τριχῶν, ἢ ἐξ ἔθους τινὶ ἐπιφυτῶν. Ἔθαιρω καὶ Ἑταῖρος: Τὸ θαι καὶ τὸ ται δίφθογγος· παρὰ γὰρ τὸ ἐθάρω, καὶ τὸ ἐτάρω γέγονεν. Ἔθειρα: Σημαίνει δὲ τὴν τρίχα, διὰ τῆς ει διφθόγγου· ἐκ | |
30 | γὰρ τοῦ ἐθείρω γέγονεν, οἱονεὶ ἡ ἐξ ἔθους φυτῶσα· ἀπάγεται δὲ καὶ τῷ κανόνι τῶν εἰς ρα θηλυκῶν ἐν τῇ Δηϊάνειρα εἰρημένων. Ἐρείκω: Σημαίνει δὲ τὸ σχίζω· διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρέχθω, καὶ αὐτὸ γὰρ τὸ σχίζω ση‐ | |
μαίνει· ἡ γὰρ ει δίφθογγος παρὰ τισίν ἐστιν ὑγρότητα. | 201 | |
202 | Ἐρείκη: Ὅ ἐστιν εἶδος δένδρου εὐχέρως σχιζόμενον, διὰ τῆς ει διφθόγγου, ἀπὸ γὰρ τοῦ ἐρείκω γέγονεν. Ἔρειξις: Σημαίνει δὲ τὴν κατεσχισμένην γῆν· διὰ τῆς ει διφθόγγου γράφεται, ἐκ γὰρ τοῦ ἐρείκω, ἐρείξω, ἔρειξις. | |
5 | Ἐρείδω: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρηρέδαται, καὶ ὑπερείδομαι ὁμοίως διὰ τῆς ει διφθόγγου. Ἐξώικισαν: Σὺν τῷ ι· καὶ τὸ κι ι. Εἰκή: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴκω γέγονεν· σημαίνει δὲ τὸ εἰκὴ, τὸ ὡς ἔτυχεν. | |
10 | Εἴσω: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τῆς ἐξ γί‐ νεται ἔξω, καὶ ἀπὸ τῆς πρὸ πρόσω, οὕτως καὶ ἀπὸ τῆς εἰς εἴσω. Εἶο: Σημαίνει δὲ τὸ αὐτοῦ, διὰ τῆς ει διφθόγγου γρά‐ φεται· ἔστιν γὰρ ἐμοῦ· σοῦ· οὖ· καὶ αὐταὶ αἱ γενικαὶ γίνονται κατὰ διάλεκτον· ἐμέο· σέο· ἔο· καὶ ἐπειδὴ αἱ διαλελυμέναι | |
15 | γενικαὶ οὐδέποτε τὰ δύο φωνήεντα ἔχουσι μακρὰ, ἢ πάλιν βρα‐ χεῖα· ἀλλὰ τὸ ἓν μακρὸν, τὸ δὲ ἕτερον βραχύ· οἷον, Πρια‐ μείδεω· Πηλείδεω· Ὠκεανοῖο· ποταμοῖο· ἐπλεόνασεν τὸ ι ποιητικῶς, καὶ ἐγένοντο ἐμεῖο· σεῖο· εἶο· διὰ τῆς ει δι‐ φθόγγου. | |
20 | Εἰδώς: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸν εἰδῶ ἐνεστῶτα γέγονεν εἰδὼς ἡ μετοχή· εἰδῶ γὰρ τὸ γινώσκω δίφθογγος. Εἴδεται: Εἰ δίφθογγος· δοκεῖ, φαίνεται. Εἴδομεν: Ἀντὶ τοῦ μάθομεν· δίφθογγος. Εἰσάμενος: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εἰδῶ ῥή‐ | |
25 | ματος τοῦ σημαίνοντος, τὸ ὁμοιῶ, γέγονεν εἴσω, εἴσα, εἰσάμην, καὶ εἰσάμενος ἡ μετοχή. Εὐνεῖδαι: Διὰ τῆς ει διφθόγγου τὸ νει· παρὰ γὰρ τὸ Εὔνεος γέγονεν. Εὐνείδης: Ὥσπερ ἀπὸ τοῦ Νέλεος, Νελείδης, καὶ Νε‐ | |
30 | λεῖδαι, οὕτως καὶ ἀπὸ τοῦ Εὐνείδης, Εὐνεῖδαι. Εἰθισμένος: Ει δίφθογγος· ἀπὸ τοῦ ἐθισμένος. Εἶο: Δίφθογγος ἡ ἀντωνυμία· ἔω γὰρ ἦν. | |
Εἴρων: Δίφθογγος· παρὰ γὰρ τὸ εἴρω τὸ σημαῖνον τὸ λέγω | 202 | |
203 | γέγονεν, οἱονεὶ ὁ διὰ λόγων παραλογιζόμενος· τὸ δὲ εἴρω δέ‐ δεικται διὰ τῆς ει διφθόγγου γραφόμενον. Εἰνοσίφυλλον: Διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸν κινοῦντα τὰ φύλλα· παρὰ γὰρ τὴν ἔνωσιν, ὃ σημαίνει τὴν κίνησιν, | |
5 | καὶ τὸ φύλλον γέγονεν ἐνοσίφυλλον, καὶ πλεονασμῷ τοῦ ι εἰνοσίφυλλον διὰ τῆς ει διφθόγγου. Εἴλεον: Διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὴν μαγει‐ ρικὴν τράπεζαν· παρὰ γὰρ τὸ ἔλεος γέγονεν ἔλεον, καὶ ἐν πλεονασμῷ τοῦ ι εἴλεον διὰ διφθόγγου. | |
10 | Εἴβω: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ λείβω γέγονεν κατὰ ἀποβολὴν τοῦ λ εἴβω, καὶ ἐκεῖθεν εἴβη· τρία δέ ἐστιν εἰς βω ῥήματα διὰ τῆς ει διφθόγγου γραφόμενα· οἷον, ἀμείβω· στείβω· ὅ ἐστιν τὸ περιπατῶ, καὶ λείβω, καὶ εἴβω, κατὰ ἀπο‐ βολὴν τοῦ λ. | |
15 | Ἔπειξις: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἐπείγω, ἐπείξω, γέγονεν ἔπειξις· τὸ δὲ ἐπείγω διὰ τῆς ει διφθόγγου γρά‐ φεται, ἐπειδὴ ἔχει ἀντιπαρακείμενον τὸ οἴγω· ὁ γὰρ κατεπείγων, ὥς τι ἀνύσαι βουλόμενος, κατεπείγει· καὶ πάλιν, τὰ ἔχοντα ἀν‐ τιπαρακείμενον τὸ ο διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, | |
20 | ἐπείγω· οἴγω· ὡς λείπω, λέλοιπα· καὶ κτείνω, κτόνος. Ἐγχείμαργος: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὴν ἔγχει δοτικὴν γέγονεν. Ἐνόεις: Διὰ τῆς ει διφθόγγου· ῥῆμα γάρ ἐστι παρατα‐ τικόν· καὶ ἰστέον ὅτι οἱ παρατατικοὶ ἐπὶ δεύτερον καὶ τρίτον | |
25 | πρόσωπον διὰ τῆς ει διφθόγγου γράφεται· ἐνόεις, ἐνόει· ἐποίεις, ἐποίει· ἐκάλεις, ἐκάλει. Εἱμένος: Σημαίνει δὲ τὸ ἐνδεδυμένος, διὰ τῆς ει διφθόγγου γράφεται· οἱ γὰρ Αἰολεῖς εἱμένοι καὶ ἀφιεμένοι φασίν· ὥσπερ κείρω, κέῤῥω· φθείρω, φθέρω. | |
30 | Εἰαμενή: Σημαίνει δὲ τὸν κάθυγρον τόπον, διὰ τῆς ει δι‐ φθόγγου· παρὰ γὰρ τὸ ἐρειαμένη, καὶ κατὰ ἀποβολὴν εἰαμένη. Ἐργαλεῖον: Ει δίφθογγος· καὶ προπερισπᾶται κατὰ πα‐ ράδοσιν. | |
Εἰρωνεῖα: Διὰ τῆς ει διφθόγγου, καὶ κατὰ τὴν ἄρχου‐ | 203 | |
204 | σαν, καὶ κατὰ τὴν παραλήγουσαν· ἡ μὲν ἄρχουσα, ὅτι παρὰ τὸ εἴρων εἴρωνος γέγονεν, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται, ὡς δέδεικται· κατὰ δὲ τὴν παραλήγουσαν, ὅτι παρὰ τὸ εἰρωνεύω, ἐστὶν εἰρωνεῖα· ὡς μοιχεύω, μοιχεῖα. | |
5 | Εἰλικρινής: Σημαίνει δὲ τὸν καθαρὸν, διὰ τῆς ει διφθόγγου κατὰ τὴν ἄρχουσαν· παρὰ γὰρ τὸ κρίνω καὶ τὸ ἔλη, τὸ ση‐ μαῖνον τὴν θερμασίαν, γέγονεν εἰλικρινὴς, οἱονεὶ ὁ ἐν τῇ ἔλῃ κε‐ κριμένος· καὶ κατὰ πλεονασμὸν τοῦ ι γέγονεν εἰλικρινὴς διὰ τῆς ει διφθόγγου· τὸ δὲ λι γέγονεν οὕτως· εἰλοκρινὴς ἦν, καὶ τροπῇ | |
10 | τοῦ ο εἰς ι γέγονεν εἰλικρινής· τὸ δὲ κρι ἐκ τοῦ κρίνω. Ἐπηρεια: Δίφθογγος Ἐπηρεάζω γὰρ, καὶ ἐπιρεασμός. Εἴκοσι: Διὰ τῆς ει διφθόγγου κατὰ παράδοσιν· ὥσπερ δὲ ἀπὸ τοῦ εἷς γέγονεν ἔεις κατὰ πλεονασμὸν τοῦ ε, καὶ φυλάττει τὴν ει δίφθογγον, οὕτως καὶ τὸ εἴκοσι γίνεται κατὰ πλεονασμὸν | |
15 | ἐείκοσι· καὶ φυλάττει τὴν ει δίφθογγον· ἔστιν δὲ εἰπεῖν οὕτως, πᾶς ἀριθμὸς ἐντὸς τῶν χιλίων θέλει ἔχειν στοιχεῖον, εἴτε φωνῆεν, εἴτε σύμφωνον, ἐκ τῶν ἐντὸς τῆς δεκάδος· τὸ γὰρ ἓν ἔχει τὸ ε· ὅπερ ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· καὶ πάλιν τὸ δύο ἔχει τὸ δ ἐκ τῶν ἐντὸς τῆς δεκάδος· πάλιν τὸ πεντήκοντα ἔχει | |
20 | τὸ ε, καὶ τὸ η, καὶ τὸ α· ἅτινα ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· τὸ δὲ ὀκτὼ δοκεῖ ἀντικεῖσθαι· οὐ γὰρ ἔχει στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἀλλ’ εἰσιν δυνάμει ἔχων στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος· λέγουσιν γὰρ οἱ φιλόσοφοι, ὅτι παρὰ τὸ ἄγω ἐστὶν δύο· τὸ δὲ ἄγω δύο ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δε‐ | |
25 | κάδος, λέγω δὴ τὸ α, τὸ γ, καὶ τὸ δ· ὀκτὼ γὰρ λέγεται παρὰ τὸ ἄγειν δύο· δύο γὰρ τετράδας ἄγει· διὰ δὲ τὸν τοιοῦτον κανόνα καὶ τὸ τρεῖς διὰ τῆς ει διφθόγγου γράφεται ἵνα σχῇ στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἔχει γὰρ τὸ ε· εἰ δὲ ἐγράφετο διὰ μόνου τοῦ ι, οὐκ ἔμελλεν ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δε‐ | |
30 | κάδος, ἐν δὲ τῇ συνθέσει· οἷον, ἐν τῷ τρισκαίδεκα· ἐπειδὴ εὑ‐ ρίσκεται ἔχον στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος, ἔχει γὰρ τὸ α τοῦ καὶ συνδέσμου, καὶ τὸ δ, καὶ τὸ ι τοῦ δέκα· τούτου χάριν ἀποβάλλει τὸ ε τὸ προσελθὸν τὸ τρεῖς χάριν τοῦ εὑρεθέντος | |
στοιχείου ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἵνα οὖν καὶ ἐν τῷ εἴκοσι | 204 | |
205 | εὑρέθη στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος, τούτου χάριν γρά‐ φεται διὰ τῆς ει διφθόγγου· ἔχει γὰρ τὸ ε, ὅπερ ἐστὶν ἐκ τῶν ἐντὸς τῆς δεκάδος· εἰ δὲ ἐγράφετο διὰ τοῦ ι, οὐκ ἤμελλεν ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἀμέλει οἱ Δωριεῖς, | |
5 | διὰ τοῦ ι γράφοντες αὐτὸ, τρέπουσι τὸ ο ἐν τῇ παραληγούσῃ εἰς τὸ α, λέγοντες εἴκασι· ἵνα εὑρέθῃ ἔχον στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος. Εἰλίσσω: Τὸ ει δίφθογγος· τὸ λι ι· ὡς ἐκ τοῦ ἐλίξω μέλ‐ λοντος γίνεται εἰλίσσω· τὸ λι ι· ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο | |
10 | σς εὑρίσκεται ἡ ει δίφθογγος, πλὴν τοῦ κρείσσων, καὶ τοῦ ἐξ αὐτοῦ γενομένου ῥήματος τοῦ κρεισσῶ. Εἰνάτηρ: Σημαίνει δὲ τὴν νύμφην, διὰ τῆς ει διφθόγγου· παρὰ τὸ εὐνὴ γέγονεν εὐνατηρ, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι εἰνάτηρ. | |
15 | Εἴργω: Δίφθογγος· ἀπὸ γὰρ τοῦ ἐέργω γίνεται κατὰ κρᾶ‐ σιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον· καὶ ἄλλως· ὅτι ἀνεφάνη τὸ ἐν τῷ ἔργαθεν· ἢ διὰ τὸ ἀντιπαρακεῖσθαι τὸ ο· οἷον, ὀργή· ἡ γὰρ ὀργὴ εἴργει τινὰ τοῦ καλῶς βούλεσθαι· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· κτείνω, κτόνος· | |
20 | εἵρω, εἱρμὸς, οὕτως καὶ εἴργω, ὀργή. Εἰκών: Ει δίφθογγος· ἀπὸ γὰρ τοῦ εἴκω τὸ ὁμοιῶ γέγο‐ νεν εἰκών· ἀντιπαράκειται γὰρ τὸ ο ἐν τῷ ἔοικα· τὰ γὰρ ἔχοντα ἀντιπαρακείμενον τὸ ο ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, κείρω, κουρεύς· ἀγείρω, ἀγορά· οὕτως, καὶ εἴκω, οἶκος· τὸ δὲ Ἰκό‐ | |
25 | νιον ἡ πόλις, καὶ τοῦτο παρὰ τὸ εἰκὼν ὂν, διὰ τοῦ ι γράφεται· τὸ δὲ Ἰκόνιον γέγονεν ἀπὸ τῆσδε τῆς αἰτίας· γυναῖκα φασὶν κατοικεῖν εἰς τὸν τόπον παράνομον, ἡ τοῖς ἐπιξενουμένοις ἐκέ‐ λευεν συγγενέσθαι αὐτῇ, καὶ μετὰ τὴν συνουσίαν ἀνῄρει, ἵνα μὴ ἡ ἀσελγεία αὐτῆς ἐπιγνώσθῃ· Περσέα δὲ τὸν Δαναῆς ἐπὶ | |
30 | τοὺς τόπους ἀφικνούμενον, καὶ μέλλοντα τὰ αὐτὰ πάσχειν, δεί‐ ξαντα τὸ τῆς Γοργοῦς πρόσωπον, αὐτὴν ἀπελιθῶσθαι· ταύτην | |
δὲ ἐπιπολὺ χρόνον τὴν εἰκόνα διαμεῖναι λιθίνην· ἀφ’ ἧς αἰτίας | 205 | |
206 | καὶ τοὺς κατοικοῦντας τὴν πόλιν Ἰκόνιον ὀνομάσαι· διὰ δὲ τοῦ ι γράφεται, ἐπειδὴ εὑρέθη ἡ ἄρχουσα συστελλομένη παρὰ Με‐ νάνδρῳ. Εἴκω: Σημαίνει δὲ τὸ ὑποχωρῶ, διὰ τῆς ει διφθόγγου γρά‐ | |
5 | φεται· ἀντιπαράκειται γὰρ αὐτὸ τὸ οἶκος· οἱονεὶ, εἰς ὃν ὑπο‐ χωροῦμεν πάντες· τὰ γὰρ ἔχοντα τὸ ο ἐγκείμενον τὸ ε ἀντι‐ παρακείμενον· εὑρέθη δὲ ἐν διαστάσει καὶ ὁ πρῶτος ἀόριστος· οἷον, ἔερξε. Ἐκεῖνος: Ει δίφθογγος· καὶ γὰρ οἱ Δωριεῖς κῆνος, καὶ | |
10 | τῆνος, διὰ τοῦ η ποιοῦσι τὴν γραφήν· ἔθος γὰρ ἔχουσιν τὴν ει δίφθογγον τρέπειν· οἷον, πλείων· μείων, μήων· αἱ δὲ πρωτό‐ τυποι ἀντωνυμίαι, αἱ μονοπρόσωποι, ἀπὸ φωνήεντος θέλουσιν ἄρχεσθαι· οἷον, αὐτὸς, οὗτος· οὕτως οὖν, καὶ τὸ ἐκεῖνος προσέ‐ λαβεν τὸ ε διὰ τὸν κανόνα τοῦτον. | |
15 | Εὐρώπεια: Διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· Εὐρώπεια δέ ἐστιν ὄνομα κύριον· τὰ γὰρ διὰ τοῦ εια θηλυκὰ, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου, διὰ τῆς ει διφθόγ‐ γου γράφεται· οἷον, Καλλιώπεια· Πληστοδόκεια· οὕτως καὶ Εὐρώπη, Εὐρώπεια, διὰ τῆς ει διφθόγγου. | |
20 | Ἔμεια: Διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· καὶ ἄλλως· ὥσπερ ἀπὸ τοῦ ἐνεργῶ, ἐνέργεια, καὶ ἀνθῶ, Ἄνθεια· οὕτως καὶ ἀπὸ τοῦ ἐμῶ, Ἔμεια, διὰ τῆς ει διφθόγγου· ἔστιν δὲ τόπος πλήσιον Μυκηνῶν· Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐν τοῦ Ἄδου· | |
25 | ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὐτοῦ, ἐκεῖ ἤμεσεν. Ἑξείδιον: Σημαίνει δὲ τὴν ἕξιν διὰ τῆς ει διφθόγγου τὸ ξει· γέγονεν δὲ ἀπὸ τῆς ἕξεως, ἑξείδιον, ὥσπερ ἀπὸ τῆς λέ‐ ξεως, λεξείδιον· καὶ ὄφεως, ὄφειον, ἀπὸ τῆς Ἀττικῆς γενικῆς· ἡ τῆς ἕξιος, καὶ λέξιος, καὶ ὄφιος· διὰ τοῦ ι πάντα. | |
30 | Ἐγχειρίδιον: Σημαίνει δὲ καὶ βίβλον μικρὰν, καὶ ξίφος· | |
γέγονεν δὲ παρὰ τὴν ἔγχει δοτικήν· ἰστέον δὲ ὅτι αἱ ἀπὸ δοτι‐ | 206 | |
207 | κῶν τῶν εἰς ος οὐδετέρων συντιθέμεναι λέξεις κατὰ μέρος τοῦ‐ τον τὸν τρόπον γίνονται· ἐὰν μὲν γὰρ ἐπιφέρηται φωνῆεν, ἢ ἓν ἁπλοῦν σύμφωνον φυλάττεται ἡ αι δίφθογγος· οἷον, ὀρείαυ‐ λος· ὀρείχαλκος· Ὀρειγενής· Ὠρειθυῖα· κατ’ ἔκτασιν τοῦ ο | |
5 | εἰς ω· ἐγχείμαργος· σημαίνει δὲ τὸ ὀρίγανον, ἀπέβαλεν γὰρ τοῦτο τὸ ο τῆς ὄρει δοτικῆς, καὶ ἐξέτεινεν τὸ ι· ἐὰν δὲ σύμ‐ φωνα δύο ἐπιφέρωνται, ἢ ἓν διπλοῦν, ἀποβάλλει τὸ ε· οἷον, ὀρί‐ τροφος· ὀρίδρομος· ὀριβρεμέτης· ὑψιβρεμέτης· ὑψίζυγος. Ἐρέχθειον: Τὸ τοῦ Ἐρεχθέος, δίφθογγος. | |
10 | Εἶδαρ: Σημαίνει δὲ τὴν βρῶσιν· διὰ τῆς ει διφθόγγου· ἐκ τοῦ ἔδω, τοῦ σημαίνοντος, τὸ ἐσθίω, γέγονεν ἔδαρ, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἶδαρ, διὰ τῆς ει διφθόγγου. Ἐπικήδειον: Ει δίφθογγος τὸ δει· κτητικὸν γὰρ ἀπὸ τοῦ κήδους. | |
15 | Εἶδος: Ει· ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ οἶδα· καὶ προ‐ είρηται περὶ τοῦ ἀντιπαρακεῖσθαι τὸ ο· οὕτως καὶ εἴδω, τοῦ σημαίνοντος τὸ γινώσκω· γίνεται οἶδα, καὶ ἐξ αὐτοῦ εἰδῶ, εἶ‐ δος· σημαίνει δὲ τὴν μορφὴν καὶ τὸ σχῆμα· καὶ τὸ ἀπὸ γένους διαιρούμενον· οἷον, ἄνθρωπον· ἵππον· ἐλαῖαν. | |
20 | Εἰδικόν: Ἡνίκα μὲν τὸ εἶδος σημαίνει· οἷον, γένος· εἶ‐ δος γενικὸν εἰδικόν, διὰ τῆς ει διφθόγγου· ἡνίκα δὲ τὸν ἴδιον οἶκον, διὰ τοῦ ι γράφεται. Εἶαρ: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔω τὸ σημαῖ‐ νον τὸ ἐκπέμπω, γέγονεν ἔαρ· τότε γὰρ ἐκπέμπονται οἱ καρποὶ, | |
25 | καὶ κατὰ πλεονασμὸν τοῦ ι, εἶαρ. Εἶθαρ: Ὃ σημαίνει τὸ εὐθέως· ἔστιν ἐπίῤῥημα διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εὐθὴς γέγονεν εὔθαρ, καὶ τροπῇ τοῦ υ εἰς ι, εἶθαρ. Ἐνομότεια: Ει· ἐνωμότεια τάγματα δίφθογγος· ἡ παρά‐ | |
30 | δοσις. Εἰρία: Δίφθογγος· ἀπὸ γὰρ τοῦ ἐρίου γέγονεν εἰρία, κατὰ μεταπλασμόν. Εὐδεινός: Ει· ὡς ποθεινός· εὐδεινότερος γὰρ τοῦ συγκρι‐ | |
τικοῦ. | 207 | |
208 | Εὐδί: ι· ἡ παράδοσις. Εἰροπόκος: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔριον καὶ τὸ πέκω, τὸ σημαῖνον τὸ ξαίνω, γέγονεν ἐροπόκος, καὶ πλεο‐ νασμοῦ τοῦ ι εἰροπόκος, διὰ τῆς ει διφθόγγου. | |
5 | Εὐρεῖα: Διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι, εὐρέα· καὶ ἄλλως· τὰ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφε‐ ται· οἷον, βραδὺς, βραδεῖα· οὕτως καὶ ἡδὺς, ἡδεῖα, καὶ εὐρὺς, εὐρεῖα. | |
10 | Εἰλαπίνη: Σημαίνει δὲ τὴν εὐωχίαν, διὰ τῆς ει διφθόγγου τὸ πρῶτον, ἐλαπίναν γὰρ φασὶν οἱ Αἰολεῖς. Εἷς: Διὰ τῆς ει διφθόγγου τὸ ὄνομα· τὰ γὰρ εἰς εις, ἔχοντα οὐδέτερον εἰς εν, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, χαρίεις, χαρίεν· ἀστερόεις, ἀστερόεν· οὕτως, οὖν, καὶ εἷς, ἕν. | |
15 | Εἴς: Ἡ μετοχὴ δίφθογγος· διὰ τὸ τὴν γενικὴν ἐκφέρε‐ σθαι διὰ τοῦ εντος. Εἶλαρ: Σημαίνει δὲ τὸ φύλαγμα· διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ εἰλῶ ἐστιν τὸ συγκλείω· τὸ δὲ εἰλῶ παρὰ τὸ ἕλος· ἕλος γὰρ λέγεται ὁ τόπος ὁ συγλειόμενος ἀπὸ | |
20 | δένδρων, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἴλω, καὶ ἐξ αὐτοῦ εἶλαρ διὰ τῆς ει διφθόγγου. Εἰρεσία: Σημαίνει δὲ τὴν κωπηλασίαν, διὰ τῆς ει διφθόγ‐ γου· παρὰ γὰρ τὸ ἐρέτης γέγονεν ἐρεσία, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰρεσία. | |
25 | Εἵλωτες: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ Ἕλως, Ἕλωτος, γέγονεν Ἕλωτες· καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἵ‐ λωτες· Εἵλωτες δέ εἰσιν οἱ κατοικοῦντες τὴν Μεσηνιακήν. Ἐλεινός: Σημαίνει δὲ τὸν ἐλεεινόν· διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ δέος δεεινὸς, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς | |
30 | ει διφθόγγου εἰς τὴν ει δίφθογγον, δεινός· οὕτως καὶ ἀπὸ τοῦ ἔλεος γίνεται ἐλεεινὸς, καὶ κράσει ἐλεινός. Ἑκτόρειος: Διὰ τὴς ει διφθόγγου· εὕρηται γὰρ καὶ χω‐ ρὶς τοῦ ι, | |
Ἑκτόρεον δὲ χιτῶνα. | 208 | |
209 | Εἰλειθυῖα: Διὰ τῆς ει διφθόγγου, καὶ ἡ πρώτη καὶ ἡ δεύ‐ τερα συλλαβή· παρὰ γὰρ τὸ ἐλεύθω, τὸ σημαῖνον τὸ παραγί‐ νομαι, γέγονεν ἐλευθυῖα, καὶ πλεονασμῷ τοῦ ι Εἰλευθυῖα, καὶ τροπῇ τοῦ υ εἰς ι Εἰλειθυῖα. | |
5 | Ἐπιείκεια: Διὰ τῆς ει διφθόγγου, καὶ κατὰ τὴν πρώτην καὶ κατὰ τὴν παραλήγουσαν· παρὰ τὸ εἴκω γάρ ἐστιν, τὸ ση‐ μαῖνον τὸ ὑποχωρῶ· καὶ γὰρ ὁ ἐπιεικὴς εὐχερῶς ὑποχωρεῖ· ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται, ὁμοίως καὶ ἡ παραλή‐ γουσα τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. | |
10 | Ἐπιτήδειος: Ἀπὸ τοῦ ἐπιτηδὴς, ἐπιτηδέους, καὶ ἐξ αὐτοῦ ἐπιτήδειος. Εἷμα: Σημαίνει δὲ τὸ ἱμάτιον διὰ τῆς ει διφθόγγου· ἕμ‐ μα γάρ φασιν οἱ Αἰολεῖς ἀποβάλλοντες τὸ ι, καὶ διπλασιά‐ ζοντες τὸ σύμφωνον· ὥσπερ κείρω, κέῤῥω, καὶ φθείρω, φθέῤῥω· | |
15 | τὸ μέντοι ἑμάτιον, διὰ τοῦ ι γράφεσθαι δῆλον, εἴγε κατὰ σύν‐ θεσιν γίνεται θοιμάτιον· εἰ γὰρ ἐγράφετο διὰ τῆς ει διφθόγγου θουμάτιον εἶχεν γενέσθαι· τὸ γὰρ ο καὶ ε εἰς τὴν ου δίφθογγον κίρναται· οἷον, τὸ ἐμὸν, τοὐμόν. Εἰρήνη: Δίφθογγος κατὰ τὴν ἄρχουσαν· ὥσπερ γὰρ ἀπὸ | |
20 | τοῦ λάμπω γίνεται λαμπήνη, οὕτως καὶ ἀπὸ τοῦ εἴρω, τοῦ ση‐ μαίνοντος τὸ λέγω, γίνεται εἰρήνη· ὅπερ διὰ διφθόγγου γρά‐ φεται. Εἴλεος καὶ ὀειλύος ὁ λεγομε***. Εἴκελος: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ ἄγω | |
25 | γέγονεν ἄγελος καὶ ἄγγελος, οὕτως καὶ ἀπὸ τοῦ εἴκω, τοῦ σημαί‐ νοντος τὸ ὁμοιῶ, ὅπερ διὰ διφθόγγου γράφεται, γέγονεν εἴκελος. Εἴρω: Σημαίνει δὲ τὸ συμπλέκω, διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἕρμα· ἕρμα δέ ἐστι τὸ κώλυμα· καὶ πάλιν, ὅτι ἀντιπαράκειται αὐτὸ τὸ ὅρμος· σημαίνει δὲ τὸν περι‐ | |
30 | τραχήλιον κόσμον, παρὰ τὸ εἴρειν καὶ συμπλέκειν τὰς ναῦς· καὶ πάλιν διὰ τὸ ἀντιπαρακεῖσθαι αὐτῷ τὸ ο· οἷον, εἴρω, ὅρ‐ | |
μος· καὶ ἄλλως ὅτι οἱ Αἰολεῖς οἴρατο λέγουσιν· ἔστιν δὲ εἴρω, | 209 | |
210 | ἐρῶ, εἶρα, ἔῤῥον τὸ προστακτικόν· ἔθος γὰρ ἔχουσι τὸ ε τρέ‐ πειν· οἷον, ὄνειρος, ὄνοιρος. Εἴρω: Σημαίνει δὲ τὸ λέγω, διὰ τῆς ει διφθόγγου· ἀνε‐ φάνη γὰρ τὸ ε ἐν τῷ ἐρῶ μέλλοντι· καὶ πάλιν, ὅτι τὰ διὰ τοῦ | |
5 | εἴρω βαρύτονα ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν. Εὔειλος: Σημαίνει δὲ τὸν εὐάερον τόπον· παρὰ τὸ εἴλη, ὅ ἐστιν θερμασία, γέγονεν εὔειλος. Εἰκάζω: Τὸ ει δίφθογγος· ἀπὸ τοῦ εἴκω τοῦ σημαίνοντος τὸ ὁμοιῶ. | |
10 | Ἐπίχειρα: Τὸ χει δίφθογγος· παρὰ τὴν χεῖρα γάρ. Ἐπειός: Δίφθογγος· τὰ γὰρ διὰ τοῦ ειος κύρια ὀξύτονα τρισύλλαβα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Πηνειός· Ἀρνειός· Ἀλφειός· Σπερχειός· Ὀλμειός· Δεινειός· οὕτως καὶ Ἐπειὸς διὰ τῆς ει διφθόγγου. | |
15 | Ἑρμείας: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ Ἑρμέας γέγονεν κατὰ πλεονασμὸν τοῦ ι. Ἐρσήεις: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ ἐρσήεντος γενικῇ. Ἐρατεινός: Διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Δωριεῖς ἐρα‐ | |
20 | τεννὸς λέγουσι, ὥσπερ ποθεινὸς, ποθεννός· καὶ διὰ τὸν κανόνα τῶν εἰς νος ὀξυτόνων παρωνύμων. Εἴασκεν: Διὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ ἐῶ, ἐᾶς· εἴων, εἴας, εἴα· τὰ γὰρ τοιαῦτα τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἐκτείνουσιν· οἷον, ἔτυπτον, ἔτυπτες, ἔτυπτε· ἐκ τούτου οὖν τοῦ | |
25 | ἐᾶς γίνεται εἴασκε διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι. Εἴωθα: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἔθος καὶ ἐν τῷ εὔωθα· οἱ γὰρ Αἰολεῖς τὸ εἴωθα, εὔωθα λέγου‐ σιν· γέγονεν δὲ τὸ εἴωθα τούτῳ τῷ τρόπῳ· ἔστιν ῥῆμα ὃ ση‐ | |
30 | μαίνει τὸ ἐξ ἔθους τί διαπράττομαι, ἐξ οὗ καὶ ἔθνος· τούτου ὁ μέσος παρακείμενος εἶθα, καὶ πλεονασμῷ τοῦ ω εἴωθα καὶ εἴωθε. Εἰμί: Τὸ ὑπάρχω δίφθογγος τὸ πρῶτον, τὸ δὲ δεύτερον ι· οἱ γὰρ Αἰολεῖς ἐμμὶ λέγουσιν, ὥσπερ κείρω, κέῤῥω· γέγονεν | |
δὲ τὸ εἰμὶ οὕτως· ἔστιν ἐῶ τὸ σημαῖνον τὸ ὑπάρχω· τοῦτο | 210 | |
211 | τρέπον τὸ ω εἰς μι γίνεται ἐμί· καὶ ἐπειδὴ τὰ εἰς μι φύσει μακρὰ παραλήγονται· οἷον, ἵστημι· τίθημι· δίδωμι· χωρὶς τοῦ ἐσμὶ, θέσει γὰρ μακρὸν παραλήγεται· καὶ πάλιν ἀναγκάζεται καὶ τοῦτο φύσει μακρὰ παραλήγεσθαι· ἢ τρέπον τὸ ε εἰς η, | |
5 | ἢ προσλαμβάνον τὸ ι· τὸ γὰρ ε ἐν τοῖς ῥήμασιν διχῶς μεγε‐ θύνεται· ἢ διὰ προσθήκης τοῦ ι· οἷον, ἔχω, εἶχον· ἕλκω, εἷλ‐ κον· ἢ διὰ τὸ τρέπεσθαι εἰς η· οἷον, ἐλαύνω, ἤλαυνον· ἐλέγχω, ἤλεγχον· καὶ ὤφειλεν μᾶλλον τρέψαι τὸ ε εἰς τὸ η, εἴπερ προσλάβεσθαι τὸ ι· τὰ γὰρ εἰς μι οὐ θέλουσι διφθόγγῳ παρα‐ | |
10 | λήγεσθαι· οἷον, τίθημι· δίδωμι· χωρὶς τοῦ εἶμι τοῦ σημαί‐ νοντος τὸ πορεύομαι· ἀλλ’ ἐπειδὴ ἔτρεψεν τὸ ε εἰς τὸ η, οὐκ ἤμελλεν φυλάττειν λείψανόν τι τοῦ πρωτοτύπου· οἷον, λέγω, λόγος· νέμω, νόμος· διδῶ δίδωμι· τούτου χάριν προσέλαβεν τὸ ι, καὶ γέγονεν εἰμὶ διὰ τῆς ει διφθόγγου, ἵνα φυλάξῃ τι τῆς | |
15 | φωνῆς τοῦ πρωτοτύπου· διατί δὲ πάλιν οὐκ ἔτρεψεν τὸ ε εἰς τὸ η; ἵνα μὴ συνεμπέσῃ τὸ ἠμὶ τὸ σημαῖνον τὸ λέγω· τὸ γενόμενον ἀπὸ τοῦ φημὶ ἠμί. Εἰμί: Τὸ ὑπάρχω· Εἶμι τὸ πορεύομαι· Ἠμὶ τὸ λέγω, τὸ γενόμενον ἐκ τοῦ φημὶ κατὰ ἀποβολὴν τοῦ φ. | |
20 | Εἶς: Τὸ ὑπάρχεις· διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εἰμὶ γέγονεν τροπῇ τῆς μι εἰς ς. Εἰσί: Διὰ τῆς ει διφθόγγου τὸ πρῶτον· ἀνεφάνη γὰρ τὸ ε ἔασι. Εἶμι: Σημαίνει δὲ τὸ πορεύομαι· διὰ τῆς ει διφθόγγου τὸ | |
25 | πρῶτον· ἀπὸ γὰρ τοῦ εἴω γέγονεν τροπῇ τοῦ ω εἰς μι· σημαί‐ νει δὲ τὸ εἴω τὸ πορεύομαι, τὸ δὲ ἰμὶ, τὸ διὰ τοῦ ι, ἀπὸ τοῦ ἴημι γέγονεν κατὰ συγκοπὴν τοῦ η. Ἐπικλώσειαν: Τὸ σει δίφθογγος ὡς εὐκτικόν· τὸ δὲ κλω μέγα, ἐκ τοῦ κλῶ, κλᾶς, κλᾶ. | |
30 | Εὔρειος Ποταμός: Διὰ τῆς ει διφθόγγου· εὐρεὴς γὰρ καὶ εὐρέες. Εἰραφιώτης: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ἐῤῥά‐ φθαι γέγονεν ἐῤῥαφιώτης καὶ εἰραφιώτης, προσελθόντος τοῦ ι, | |
καὶ ἀποβληθέντος τοῦ ρ· Εἰραφιώτης δὲ λέγεται ὁ Διόνυσος. | 211 | |
212 | διὰ τὸ ἐῤῥάφθαι ἐν τῷ μηρῷ τοῦ Διός· ἢ παρὰ τὸ ἐρέφεσθαι, τὸ σημαῖνον τὸ στεφανοῦσθαι, γέγονεν ἐραφιώτης, καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἰραφιώτης· ἢ παρὰ τὸ ἔριφος γέγονεν ἐρα‐ φιώτης, καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἰραφιώτης· καὶ γὰρ ὑπὸ | |
5 | ἐρίφων φασὶν ἀνατραφῆναι τὸν Διόνυσον. Ἐμίχθη: ι τὸ μι κατὰ παράδοσιν· μέμιχα γάρ ἐστιν ὁ μέσος παρακείμενος, εἰ δὲ διὰ τῆς ει διφθόγγου ἐγράφετο μέμοιχα εἶχεν εἶναι· ἐὰν γὰρ εὑρέθη τὸ ε ἐν δισυλλάβῳ μέλ‐ λοντι, ἢ μόνον, ἢ μετὰ τοῦ ι, τρέπεται εἰς τὸ ο· οἷον, πείθω, | |
10 | πείσω, πέποιθα· λείβω, λείψω, λέλοιφα· εἰ οὖν τὸ μίγω, μίξω, διὰ τῆς ει διφθόγγου ἐγράφετο, μέμοιχα εἶχεν εἶναι ὁ παρα‐ κείμενος· ἀλλὰ μὴν μέμιγά ἐστιν· καὶ δῆλον ὅτι μίγω καὶ μίξω διὰ τοῦ ι, καὶ ἐμίχθη ὁμοίως. Ἐρεείνω: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ εινω | |
15 | ὑπὲρ δύο συλλαβὰς, μὴ συντεθειμένα ἀπὸ ἁπλοῦ γραφομένου διὰ τοῦ ι, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, φαείνω· ἀλε‐ είνω· ἐρεείνω· πλὴν τοῦ ὀρίνω· ὀδίνω· ὑπὲρ δύο συλλαβὰς δὲ, διὰ τὸ κρίνω· κλίνω· ἀπὸ ἁπλῶν δὲ διὰ τοῦ ι γραφομένων, διὰ τὸ κρίνω καὶ συγκρίνω. | |
20 | Ἐπαυτοφόρωι: Τὰ δύο μικρά· τὸ ρω μέγα· ἡ παράδοσις. Εἴλη: Σημαίνει δὲ τὴν θερμασίαν, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔλη γεγόνεν κατὰ πλεονασμὸν τοῦ ι. Εἰλῶ: Διὰ τῆς ει διφθόγγου· ἀνέφανεν γὰρ τὸ ε ἐν τῷ ἐλίσσω καὶ ἐλλεδανός· σημαίνει δὲ τὸν δεσμόν. | |
25 | Εἶ: Δίφθογγος· αἶ γὰρ λέγουσιν οἱ Δωριεῖς· ἔθος δὲ ἔχουσι τὸ ε εἰς α τρέπειν· οἷον, τρέχω, τράχω· Ἄρτεμις, Ἄρταμις· οὕτως οὖν καὶ εἶ, αἶ. Ἐπεί: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ει γέγονεν καὶ τῆς ἐπὶ προθέσεως· ἰστέον ὅτι τὸ ἐπεὶ ἡνίκα χρονικὸν ἐπίῤῥημά | |
30 | ἐστιν· οἷον, πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον, ἀντὶ τοῦ ἀφ’ οὗ· καὶ πάλιν, | |
αὐτὰρ ἐπεὶ κόσμηθεν, | 212 | |
213 | ἀντὶ τοῦ ὅταν· ἡνίκα δὲ αἰτιολογικὸν παραλαμβάνεται, σύν‐ δεσμός ἐστιν· οἷον, “ἐπεὶ ἡμέρα ἐστὶν, φῶς ἐστίν.” Εἶθε: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ἔθε γέγονεν εἶθε· καὶ πάλιν ὅταν οἱ Δωριεῖς αἶθε λέγουσιν, καὶ ἔθος ἔχου‐ | |
5 | σιν, ὡς εἴρηται, τὸ ε εἰς τὸ α τρέπειν· οὕτως εἶθε, αἶθε. Εἶτα: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ δὴ γίνε‐ ται δῆτα, οὕτως καὶ ἀπὸ τοῦ εἰ γίνεται εἶτα. Ἔπειτα: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἶτα καὶ τὴν ἐπὶ πρόθεσιν γίνεται ἔπειτα. | |
10 | Εἰκός: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴκω, τὸ ση‐ μαῖνον τὸ ὁμοιῶ, γέγονεν. Ἐξωκήθη: Ἀντὶ τοῦ ὠκήθη, τὸ ω μέγα· παροχήμενον γάρ. Εἶα: Ἔστιν δὲ παρακελευσματικὸν ἐπίῤῥημα, καὶ γράφε‐ | |
15 | ται διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ ῥέα γίνεται ῥεῖα, διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι· οὕτως καὶ ἀπὸ τοῦ ἔω, τοῦ σημαίνοντος τὸ ἐκπέμπω, γίνεται ἔα, καὶ εἶα, κατὰ πλεονασμὸν τοῦ ι. Ἐννέα: Δύο νν· παρὰ γὰρ τὸ ἓν καὶ τὸ νέα γέγονεν ἐννέα. | |
20 | Ἑκκαίδεκα: Ὁ ἀριθμὸς ὁ σύνθετος κ καὶ οὐ ξ· ἐτράπη γὰρ ἡ πρόθεσις διὰ τὸ ἐπαγόμενον σύμφωνον. Ἑβδομήκοντα: Τὸ μὴ η· καὶ ἑξήκοντα ὁμοίως· τὰ γὰρ διὰ τοῦ κοντα ἀριθμητικὰ θέλουσι πρὸ τοῦ κ ἔχειν φωνῆεν· ἀπὸ οὖν τοῦ ἓξ γέγονεν ἑξάκις, καὶ ἐκ τοῦ ἑξάκις ἑξήκοντα· τροπῇ | |
25 | Δωρικῇ τοῦ α εἰς η· ἑβδομήκοντα διὰ τοῦ η· καὶ ὀγδοήκοντα, ἐκ τοῦ ἕβδομος καὶ ὄγδοος ὤφειλεν εἶναι ἑβδομόκοντα καὶ ὀγδό‐ οκοντα διὰ τοῦ ο· ἀλλ’ ἐπειδὴ τὰ διὰ τοῦ κοντα ἀριθμητικὰ οὐ θέλουσι προπαραλήγεσθαι, οὔτε τὸ ο, οὔτε τὸ ε, ἐξ ἀνάγκης ἐτρέψαμεν τὸ ο εἰς τὸ η, καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδο‐ | |
30 | ήκοντα· καὶ ἐνενήκοντα ὁμοίως γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεά‐ κοντα, καὶ κατὰ ὑπερβιβασμὸν ἐνενάκοντα· καὶ ἐπειδὴ καὶ ὁ | |
πεντήκοντα καὶ οἱ λοιποὶ τὸ η παραλήγονται· οἷον, ἑξήκοντα, | 213 | |
214 | καὶ ἑβδομήκοντα, καὶ ὀγδοήκοντα· τούτου χάριν, ἐκείνων τρεψάν‐ των τὸ α εἰς η, ἔτρεψεν καὶ τοῦτο, καὶ γέγονεν ἐνενήκοντα. Ἐρυσίβη: Διὰ τοῦ ι γράφεται· ἐρυσίβη δὲ λέγεται ἡ πάχνη, ἡ γενομένη ἐν τῇ δυσαερίᾳ, καὶ φθείρουσα τοὺς καρπούς. | |
5 | Ἔγγειος: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ παρὰ τὸ γέα ὄντα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀνώγειος· βαθύ‐ γειος· εὔγειος· μεσόγειος· κατώγειος· ὑπέργειος· οὕτως καὶ ἔγγειος διὰ τῆς ει διφθόγγου. Ἐρωιδιός: Τὸ ρω μέγα σὺν τῷ ι· καὶ τὸ δι ι· ἡ παράδο‐ | |
10 | σις· αἱ δὲ ἐτυμολογίαι διφοροῦνται. Εῶιος: Διὰ τοῦ ω, κτητικὸν γάρ. Ἐσθίω: Τὸ τρώγω ψιλὸν τὸ ε· παρὰ τὸ ἔδω, τὸ σημαῖνον τὸ αὐτὸ, ἐξ οὗ καὶ τὸ ἐδωδή. Ἐσθής: Τὸ ἱμάτιον, καὶ Ἔσθημα τὸ αὐτὸ διὰ τοῦ ε· παρὰ | |
15 | γὰρ τὸ ἔω, τὸ σημαῖνον τὸ ἐνδύομαι. Αἴσθησις καὶ Αἰσθητήριον: Αἰσθητὸς καὶ Αἰσθάνομαι, καὶ ὅσα ὅμοια, διὰ τῆς αι διφθόγγου· παρὰ τὸ αἴω, τὸ σημαῖνον τὸ πνέω, πρὸς ἀντιδιαστολὴν τοῦ ἐνδύομαι. Ἑστία καὶ Ἑστιάτωρ: Διὰ τοῦ ε ψιλοῦ. | |
20 | Ἤτις Ἀρετὴ καὶ Εἴτις Ἔπαινος: Τὸ μὲν πρῶτον ἄρ‐ θρον· τὸ δὲ δεύτερον ἀντὶ τοῦ ἐάν. Εἰδῶν· Εἰδοῖς· Ἐπαΐειν· Ἐλιγήσεται. Ἔρις, Ἔριδος· Ἐρίφια· Εἰκασμός· Ἐργαλεῖον. Ἐλεγεῖον· Εὐκταῖος· Ἐξάπινα. | |
25 | Εἰκαῖος: Σημαίνει δὲ τὸν μάταιον, καὶ εἰκή. Ἑρμῆς: Ὁ λόγος, ὡς ὅθεν καὶ Ἑρμηνεῖα. Εἴκω: Τὸ ὁμοιῶ· ἐξ οὗ εἰκών· Εἴκω τὸ πρέπω· ἐξ οὗ εἰ‐ κότως· Εἴκω τὸ ὑποχωρῶ, ἐξ οὗ οἶκος. Ἤκω: Τὸ ἔρχομαι, ἐξ οὗ ἤκω τὸ φέρω· Ἴκω τὸ παρα‐ | |
30 | γίνομαι. Εἴδω: Τὸ βλέπω, ἐξ οὗ ἐστιν “εἶδον οἱ ὀφθαλμοί μου.” Εἴδω: Τὸ γινώσκω, ἐξ οὗ οἶδα· Εἰδῶ περισπώμενον τὸ γι‐ νώσκω, ἐξ οὗ “πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως με‐ | |
γάλου.” | 214 | |
215 | Εἴδω: Τὸ ὁμοιῶ· ἐξ οὗ εἰδόμενος· Ἴδω τὸ γινώσκω, ἐξ οὗ ἴσω· Ἤδω τὸ εὐφραίνομαι, ἐξ οὗ ἧδαρ καὶ ἧδον. Ἐπιτηδής: Ἔστιν ἔτης, ὃ σημαίνει τὸν συνήθη· οἷον, κασιγνήτους τε ἔτας τε, | |
5 | ἀπὸ τοῦ ἔθους γεγενημένου ἐτητὴς ἐν παραγωγῇ, καὶ ἐτηδὴς, καὶ ἐν συνθέσει ἐπιετηδὴς, καὶ ἀποβολῇ τοῦ ε ἐπιτηδὴς, καὶ ἐπιτή‐ δειος ἐξ αὐτοῦ· ἢ παρὰ τὸ ἥδω ῥῆμα, τὸ σημαῖνον τὸ τέρπω καὶ εὐφραίνω, ἡδὴς, καὶ μετὰ τῆς ἐπὶ προθέσεως ἐπιηδὴς, καὶ προ‐ σθέσει τοῦ τ ἐπιτηδὴς, καὶ ἐπιτήδειος ἐξ αὐτοῦ. | |
10 | Ζευγίσιον: Διὰ τοῦ ι γράφεται· τῷ χαρακτῆρι τῶν διὰ τοῦ ισιον διὰ τοῦ ε γραφομένων· οἷον, χαρίσιον· προβαλίσιον· Ἀρτεμίσιον· οὕτως καὶ ζευγίσιον· περὶ τῶν εσσιν ἐμάθομεν ἐν τοῖς Ἀρτεμισίου. Ζεῖρα: Σημαίνει δὲ τὴν ζώνην, καὶ χιτῶνα, καὶ χλαμύδα· | |
15 | διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ τὸ δεῖν, ὅ ἐστιν δεσμεύ‐ ειν, γέγονεν, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς τὸ ζ ζεῖρα. Ζειά: Δίφθογγος· ἔστιν δὲ εἶδος κριθῆς, ἤγουν ἡ αὐτὴ κρι‐ θή· ἔστιν δὲ παρὰ τὸ ζέειν· καὶ πλεονασμῷ τοῦ ι ζειὰ, ἤγουν ἡ τοῦ ζέειν ἡμᾶς αἴτιος, ἤγουν τοῦ ζῆν. | |
20 | Ζείδωρος: Διὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ ζεῖ γέ‐ γονεν ζειόδωρος, καὶ κατὰ συγκοπὴν τοῦ ο ζείδωρος· ἢ παρὰ τὸ ζῆν γέγονεν ζήδωρος, οἱονεὶ ἡ τὰ πρὸς τὸ ζῆν δωρουμένη· τοῦ η εἰς τὴν ει δίφθογγον μετατεθέντος Βοιωτικῶς· ἢ παρὰ τὸ ζέειν ζεέδωρος, κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον· ζείδωρος. | |
25 | Ζώνιον: ι· ὑποκοριστικὸν γάρ· τοῦτο ἐπὶ γυναικῶν μᾶλλον τίθεται. Ζήτρειον: Διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸ τῶν δού‐ λων δεσμοτήριον, τὸν κοῦσπον, ἢ τὸν μύλωνα· ἐκεῖ γὰρ ἐδεσμεύ‐ οντο οἱ δοῦλοι· παρὰ γὰρ τὸ δεῖν τὸ δεσμεύειν, καὶ τὸ τρεῖν, ὅ | |
30 | ἐστιν τὸ φοβεῖσθαι, γέγονεν ζήτρειον· μετατεθέντος τοῦ δ εἰς τὸ ζῆτα, καὶ τῆς ει διφθόγγου εἰς τὸ η· ὥσπερ πλείων, πλήων· μείων, μήων· ἢ παρὰ τὸ ζα τὸ ἐπιτατικὸν μόριον, ἐξ οὗ τὸ ζαπλοῦτε, καὶ τὸ τρεῖν, τὸ ὄντως φοβεῖσθαι, γέγονεν ζάτρειον, | |
καὶ ζήτρειον. | 215 | |
216 | Ζύγιον: ι· ὑποκοριστικὸν γὰρ τὸ τοῦ ζυγοῦ. Ζωάγρια: Ἡ παράδοσις. Ζῶισον: τὸ ζω μέγα σὺν τῶ ι· τὸ ο μικρὸν, ἀπὸ γὰρ τοῦ ζῶ ῥήματος γέγονεν. | |
5 | Ζώιδιον: Τὸ μὲν τὸ δι ι· ὑποκοριστικὸν γάρ. Ζεύγνυσι καὶ Ζευγνῦσι: Καὶ τὸ μὲν ἑνικὸν προπαροξύνε‐ ται, τὸ δὲ πληθυντικὸν προπερισπᾶται· οὕτως καὶ ῥήγυσι καὶ ῥηγῦσι. Ἡρωΐνη: Τὸ ρω μέγα· τὸ ινη διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ | |
10 | ινη ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Ἀρίνη· Παλαιστίνη· Ἀδριστίνη· Ὠκεανίνη· Αἰητίνη· οὕτως καὶ ἡρωΐνη. Ἡμῖν: Διὰ τοῦ ι· ἄμμι γὰρ λέγουσιν οἱ Αἰολεῖς βαρυ‐ τόνως καὶ συστέλλοντες τὸ ι· ἦμιν λέγουσιν οἱ Ἴωνες προπερι‐ σπωμένως· καὶ ἀμῖν λέγουσιν οἱ Δωριεῖς· ἔστιν οὖν καὶ ἡμῖν | |
15 | περισπώμενον διὰ μακροῦ τοῦ ι. Ἡμετέρειος: Ἔστιν δὲ κτητικὸν, καὶ σημαίνει τὸν τοῦ ἡμετέρου, διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀρίσταρχος γίνεται Ἀριστάρχειος διὰ τῆς ει διφθόγγου, οὕτως καὶ ἀπὸ τοῦ ἡμέτερος, ἡμετέρειος· ἔστιν δὲ κανὼν λέγων· τὰ διὰ τοῦ ρειος | |
20 | ἀπὸ τῶν εἰς ρος ἐχόντων τὸ τ τῆς προηγουμένης συλλαβῆς, ἔχουσι τὸ ει διὰ τῆς ει διφθόγγου γραφόμενον· οἷον, ἀβέλτε‐ ρος, ἀβελτέρειος· ἕτερος, ἑτέρειος· οὕτως καὶ ἡμέτερος, ἡμε‐ τέρειος διὰ τῆς ει διφθόγγου· ἔχει γὰρ τὸ καὶ τὸ ε ἐν τῇ πρώτῃ συλλαβῇ. | |
25 | Ἠτίς: Ὄνομα πόλεως, διὰ τοῦ ι τὸ τις· Ἠτεῖος· ση‐ μαίνει δὲ τὸν πολίτην. Ἡρακλειώτης: Τὸ κλει δίφθογγος, Ἡρακλεῖα γάρ· οὕ‐ τως ἡ παράδοσις. Ἠθεῖος: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ θεὸς γέγονεν | |
30 | θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον θεῖος, καὶ κατὰ πλεονασμὸν τοῦ η ἠδεῖος· ὥσπερ βαιὸν, ἠβαιόν· γέγονεν δὲ πάλιν ἀπὸ τοῦ ἔθος, ἐθεῖος, καὶ ἠθεῖος· ἢ ἀπὸ τοῦ ἦθος γέγονεν ἠθεῖος· σημαίνει δὲ φιλοφρόνησιν ἀπὸ νεωτέρου | |
εἰς παλαιότερον. | 216 | |
217 | Ἠχήεις: Ἠχήεντος γὰρ ἡ γενικὴ, καὶ ἠχῆεν τὸ οὐδέτερον. Ἡρακλείη: Δίφθογγος κατὰ τὴν παραλήγουσαν· ἀπὸ γὰρ τοῦ Ἡρακλῆς γίνεται Ἡρακλεῖος κτητικὸν διὰ τῆς ει διφθόγ‐ γου· καὶ λοιπὸν τὸ θηλυκὸν Ἡρακλεῖα διὰ τῆς ει διφθόγγου· | |
5 | οἷον, Ἡρακλεῖα χεῖρ· καὶ ἐκ τούτου γίνεται Ἡρακλείης, κατὰ μετάθεσιν τοῦ α εἰς τὸ η. Ἥπερος: Ἥπειρος δὲ λέγεται ἡ γῆ· γράφεται δὲ τὸ μὲν η ἐκ τοῦ α τοῦ στερητικοῦ, ἄπερος γὰρ λέγεται κατὰ ἐτυμο‐ λογίαν· τὸ δὲ πει δίφθογγος, ὅτι ἔχει ἀπὸ πρωτοτύπου φωνῆς | |
10 | τὸ ε· πέρας γὰρ οὐκ ἔχει, ἄπερός τις οὖσα καὶ ἤπειρος· φασὶν οἱ Δωριεῖς τρέπειν τὴν ει δίφθογγον εἰς τὸ η, ὥσπερ πλείων, πλήων· ἔστιν δὲ παρὰ τὸ α τὸ στερητικὸν μόριον καὶ τὸ πέρας. Ἡμεῖς: Δίφθογγος· ἄμες γὰρ λέγουσιν οἱ Δωριεῖς, καὶ | |
15 | ἄμμες οἱ Αἰολεῖς. Ἧξας: Ὁ κληθεὶς καὶ ἐπακούσας, η. Ἠνία: Τὸ ἐπὶ τῶν λώρων διὰ τοῦ η γράφεται ἡ ἄρχουσα, παρὰ γὰρ τὸ ἀνύειν γέγονεν ἀνίον καὶ ἠνίον· καὶ γὰρ διὰ τῶν λώρων τῶν ἱππέων ἀνύομεν. | |
20 | Ἡμίσεια: Ἀπὸ τοῦ ἥμισυς καὶ τὸ οὐδέτερον δῆλον ἐστὶν, ἡμίσεα γὰρ καὶ θήλεα. Ἥφαιστος· Ἡμισσαῖος· Ἡράκλειος: ει· παρὰ γὰρ τὸ κλέος. Ἤιομεν ὡς ἐκελεύσας: Ἀπὸ τοῦ εἴω τοῦ πορεύομαι, | |
25 | τροπῇ τοῦ ε εἰς η, καὶ ἔχει καὶ τὸ ι προσγεγραμμένον. Θίς: Διὰ τοῦ ι· σημαίνει δὲ τὸν αἰγιαλὸν καὶ τὸν σωρόν· γράφεται δὲ διὰ τοῦ ια ὡς δικατάληκτον. Θέτις: Ἀπὸ τοῦ Θέτις, Θέτιδος, καὶ Θέτιος, κατὰ ἀπο‐ βολὴν τοῦ δ, καὶ Θέτιδι καὶ Θέτιι, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι | |
30 | εἰς ἓν ι μακρὸν, Θέτι. Θερσίτης: ι ὣς παρώνυμον· ἔστιν δὲ παρὰ τὸ θέρω, ὃ ση‐ μαίνει τὸ θερμαίνω, ῥηματικὸν ὄνομα· θερμὸς γὰρ καὶ προπε‐ τὴς ἦν· ἢ ἀπὸ τοῦ Θέρσου Αἰολίου γέγονεν Θερσίτης. | |
Θρίαι: Σημαίνει δὲ τὰς μαντικὰς ψήφους· γράφεται δὲ | 217 | |
218 | διὰ τοῦ ι παρὰ τὸ τρισσόν· ἔστιν δὲ τὸ τρισσὸν διὰ τοῦ ι γραφόμενον, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο σς δίφθογγος εὑρίσκε‐ ται· οἷον, ἐλίσσω· μελίσσω· κισσός· χωρὶς τοῦ κρείσσων, καὶ τοῦ ῥήματος κρεισσῶ. | |
5 | Θρίναξ: Σημαίνει δὲ τριενοειδὲς ἐργαλεῖον ἐργατικὸν, διὰ τοῦ ι δὲ γράφεται· παρὰ γὰρ τὸ τρι γέγονεν τρίναξ, καὶ θρίναξ, κατὰ μετάθεσιν τοῦ ψιλοῦ εἰς δασύ· καὶ πάλιν τὰ εἰς αξ διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς αξ ἀποστρέφονται τὴν ει δίφθογ‐ γον κατὰ τὴν παραλήγουσαν· οἷον, Φαίαξ· κλίμαξ· κόραξ· θρί‐ | |
10 | δαξ· πλὴν τοῦ μείραξ, καὶ τοῦ λείμαξ, σημαίνει δὲ τὸν λει‐ μῶνα· καὶ τοῦ ἐν συνηθείᾳ λεγομένου λείαξ. Θρινακρία: Διὰ τοῦ ι· σημαίνει δὲ τὴν Σικελίαν· ὥσπερ οὖν ἀπὸ τοῦ Φρυγὸς γίνεται Φρυγία, καὶ κατὰ Φαίακος, Φαι‐ ακία, οὕτως καὶ ἀπὸ θρίναξ, θρίνακος, Θρινακία, ἡ παράδοσις· | |
15 | τὸ ἐκ τριῶν συγκεῖσθαι ἄκρων λέγεται θρινακία, οἱονεὶ τρι‐ νακρία τις οὖσα· καὶ γὰρ τρία ἀκρωτήρια ἔχει ἡ Σικελία· ἔστιν δὲ ταῦτα, Λιλύβαιον· Πάχυνον· Πέλωρον. Θρίψ: Σημαίνει δὲ εἶδος σκώληκος, διὰ τοῦ ε γράφεται· καὶ γὰρ τὰ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφονται· | |
20 | Λίψ· αἰγιλίψ· Κίνυψ· Κύκλωψ· Πέλωψ· οὕτως καὶ θρὶψ διὰ τοῦ ι. Θριδακίνη: Διὰ τοῦ ι ἡ παραλήγουσα, τῷ λόγῳ τῶν διὰ τοῦ ινη· σημαίνει δὲ τὸ λάχανον, ὅπερ ἐν τῇ συνηθείᾳ θοδράκιον λεγέται· σημαίνει δὲ καὶ μαζόν. | |
25 | Θρία: Σημαίνει δὲ τὰ τῆς συκῆς φύλλα, διὰ τοῦ ι γράφε‐ ται· παρὰ γὰρ τὸ τρι γέγονεν, κατὰ μετάθεσιν τοῦ τ εἰς τὸ θ· καὶ γὰρ τὸ φύλλον τῆς συκῆς τριμερές ἐστιν. Θλίβω: ι· τὰ γὰρ εἰς βω λήγοντα ῥήματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· πλὴν τοῦ στείβω· ἀμείβω· εἴβω, | |
30 | τοῦ ἐκ τοῦ λείβω γινομένου· εἴσιν δὲ παραδείγματα· στίλβω· βίβω· τρίβω· φέρβω· σέβω· βαβῶ σημαίνει δὲ τὸ καθεύδω· καὶ ἄλλως τὸ β κατὰ πάντα οὐ θέλει ἔχειν τὴν ει δίφθογγον προηγουμένην· οἷον, λίβανον· λίβας· κιβωτὸς, καὶ τὰ ὅμοια· εἰ | |
δέ που εὑρέθῃ τὸ β ἔχον τὴν εἰ δίφθογγον προηγουμένην, γνῶθι | 218 | |
219 | ὅτι ἐν ῥήματι ἐστὶν ἔχοντι τὸ ο ἀντιπαρακείμενον διὰ τῆς οι διφθόγγου· οἷον, ἀμείβω· ἀμοιβή· λοιβή· στοιβή. Θειλόπεδον: Σημαίνει δὲ τὸν τόπον ἔνθα ξηραίνονται αἱ σταφυλαί· διὰ τῆς ει διφθόγγου τὸ θει· παρὰ γὰρ τὸ ἔλη, τὸ | |
5 | σημαῖνον τὴν θερμασίαν, γέγονεν εἴλη διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι· καὶ πάλιν ἀπὸ τοῦ εἴλη καὶ τὸ πέδον, τοῦ σημαίνοντος τὸ χαμηλὸν, γέγονεν εἰλόπεδον, καὶ πλεονασμῷ τοῦ θ θειλόπεδον. Θεῖος: Παρὰ τὸ θεὸς, θέϊος, καὶ θεῖος κατὰ συναίρεσιν. | |
10 | Θεισεῖον: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειον παραγόμενα, διὰ τῆς ει διφθόγγου γράφεται· κου‐ ρεὺς, κουρεῖον· βαφεὺς, βαφεῖον· κναφεὺς, κναφεῖον· οὕτως καὶ Θησεὺς, Θησεῖον· ὡς μονογενὲς δὲ, καὶ προπερισπώμενον, καὶ ὡς οὐδέτερον· πρόσκειται μονογενὲς διὰ τὸ βασιλεὺς, βασίλειον· | |
15 | τοῦτο γὰρ οὐ προπερισπώμενόν ἐστιν, οὐ μονογενὲς, ἀλλὰ τρι‐ γενές· βασίλειος οἶκος· βασιλεῖα χείρ· καὶ βασίλειον οἴκημα· λέγεται δὲ καὶ Θησίον. Θεῖα: Παρὰ τὴν θεὰν, θέϊα, καὶ θεῖα· ὥσπερ καὶ τὸ θεῖος. Θείνω: Σημαίνει δὲ τὸ τύπτω· ἐφάνη γὰρ τὸ ε ἐν τῷ | |
20 | μέλλοντι, θένος γάρ. Θαλία: Ἐπὶ τῆς ἀνέσεως ἢ εὐωχίας ι· ἐπιθετικῶς δὲ ει δί‐ φθογγος. Θεμέλιον: ι· παρὰ τὸ θήσομαι θεμέλιον, ὡς κειμήλιον ἥλιον. | |
25 | Θεῖναι: ει δίφθογγος· ἀνεφάνη γὰρ ἐν τῷ ἔθεμεν τὸ ε. Θάλεια· Θέρεια: Τῷ λόγῳ τῶν διὰ τοῦ εια προπερισπω‐ μένων· καὶ ἄλλως, ὡς παρὰ τὸ ἐνεργῶ, ἐνέργεια, οὕτως καὶ παρὰ τὸ θαλῶ, θάλεια· καὶ θερῶ, θέρεια. Θερείβοτον: Παρὰ γὰρ τὴν δοτικὴν τοῦ θέρους ἐκεῖθεν γέ‐ | |
30 | γονεν θέρει ἔστιν, καὶ τὸ βότον, τὸ σημαῖνον τὴν βοσκὴν, γέγο‐ νεν θερείβοτον. Θιασώτης: ι· ἀπὸ τοῦ ἐνθεάσας θεασμὸς πρόσκειται. Θίασος: ι καθαρόν· τὰ ἔχοντα ἢ μακρὸν τὸ α, ἢ δύο σς, | |
ὀξύνονται· οἷον, Καρνασός· Ἁλικαρνασσός. | 219 | |
220 | Θωπεῖα θωπεύω γάρ· Θλίψις: Θυείδιον δίφθογγος ἡ δεύ‐ τερα συλλαβή· καὶ γὰρ ἡ θύεια τρισύλλαβος διὰ τῆς ει δι‐ φθόγγου· ἡ παράδοσις. Θήλεια: Τὰ ἀπὸ τῶν εἰς υς. | |
5 | Θυμοβορείων: ει δίφθογγος· θυμοβορέων γάρ. Θωρακεῖον: Δίφθογγος· τὰ γὰρ ὑπὲρ τρεῖς συλλαβὰς μοναδικὰ, μὴ ὄντα ἐπὶ τεμένων, ἢ κατὰ τοιαῦτα, ὡς τὸ μαγει‐ ρεῖον· μορμολυκεῖον. Θρόνος: Τὰ εἰς νος δισύλλαβα τὸ ο παραλήγονται· οἷον, | |
10 | θρόνος· κτόνος· φόνος· πλὴν τοῦ βῶνος. Θεαρχίω: ι ἐκ παραδόσεως· Θυρέος· Θόρυβος μικρόν· παρὰ τὸ θέω τὸ τρέχω. Θῶραξ: Θόλος ὁ οἶκος, καὶ Θολὸν τὸ τεταραγμένον. Θυρεός· Θημωνία: Θύννα ἡ θῦνα· Θηβαῖος. | |
15 | Θεωρήμων: Παρὰ τὸ θεωρός· τὰ γὰρ εἰς ρος ὀξύτονα τὸ ω παραλήγονται· ἐκ τούτου γίνεται ῥῆμα θεωρῶ, θεωρήσω, τε‐ θεώρηκα, τεθεώρημαι, θεωρήμων. Ἶνες: Διὰ τοῦ ι ὡς δικατάληκτον· ἀπὸ γὰρ τοῦ ἲς ἶνες τὸ πληθυντικόν. | |
20 | Ἴδον: Ὁ β ἀόριστος· Εἴδω γὰρ τὸ θέμα· Ἰδεῖν καὶ Ἰδέα καὶ Ἰδομενεύς. Ἶνις: Σημαίνει δὲ τὸν υἱὸν, διὰ τοῦ ι· ἢ γὰρ παρὰ τὸ ἶσον γέγονεν, δύναμις γὰρ τῶν πατέρων οἱ υἱοί· ἢ παρὰ τὸ ἰαίνειν γέγονεν· καὶ γὰρ τὰ τέκνα τοὺς πατέρας εὐφραίνουσιν· ἢ παρὰ | |
25 | τὸ ἰνοῦν, τὸ σημαῖνον τὸ θηλάζειν. Ἰλισός: Ἔστιν δὲ ὁ ποταμός· διὰ τοῦ ι τὸ λι· ἐπειδὴ τὰ εἰς ος ἐπὶ ποταμῶν καὶ ὀξύνονται, καὶ διὰ τοῦ ι γράφεται· οἷον, Ἀνισός· Κνιφισός· καὶ ἡ πρώτη διὰ τοῦ ι· τὰ γὰρ ἀμφιβαλ‐ λόμενα· καὶ ἄλλως· τὰ εἰς υς οὐ θέλουσιν τῇ ει διφθόγγῳ· | |
30 | παραλήγεσθαι· οἷον, Ἐρινύς· πιτύς. Ἱλεός: Σημαίνει δὲ τὸν φωλεὸν καὶ τὴν κατάδυσιν· καὶ γὰρ τὰ παρὰ τὸ εἰλῶ παράγωγα ὀνόματα διὰ τοῦ ι γράφε‐ ται· οἷον, ἰλύς· ἴλης σημαίνει δὲ τὴν ἄθροισιν. | |
Ἴλος: ι· καὶ γὰρ τὰ διὰ τοῦ ιλος βαρύτονα, μὴ ὄντα οὐ‐ | 220 | |
221 | δέτερα, μὴ σύνθετα ἀπὸ ὀνομάτων ἐχόντων τὴν ει δίφθογγον, ἀποστρέφονται τὴν ει δίφθογγον πλὴν τοῦ Νεῖλος· οἷον, Τρω‐ ΐλος· Ζωΐλος καὶ Ἴλος διὰ τοῦ ι. Ἰλύον: ι ἔδειξεν γὰρ ἐν τῷ ἰλύς. | |
5 | Ἰβιών: Πόλις ἐν Αἰγύπτῳ ὀξυτόνως λεγομένη· μᾶλλον δὲ νῆσος. Ἴρις: Σημαίνει δὲ καὶ τὴν ἄγγελον τῶν θεῶν, καὶ τὸ τόξον ἐν τῷ οὐρανῷ φαινόμενον, διὰ τοῦ ι· ἐπειδὴ τὰ εἰς ρις θηλυκὰ ῥηματικὰ δισύλλαβα βαρύτονα ἑνὶ φωνήεντι παραλήγεται· | |
10 | χαίρω, χάρις· εἴρω, ἔρις· κυρίως γὰρ ἡ μάχη ἡ διὰ λόγων γε‐ νομένη· δαίω, σημαίνει δὲ τὸ κόπτω, δαῖς καὶ κατὰ τροπὴν τοῦ α εἰς η δὴς, καὶ κατὰ πλεονασμὸν τοῦ ρ δῆρις, οὕτως καὶ ἀπὸ τοῦ εἴρω, τοῦ σημαίνοντος τὸ λέγω, γέγονεν Ἴρις. Ἴβις: Ἐστιν δὲ εἶδος ὀρνέου, ι· τὰ γὰρ ἀμφιβαλλόμενα. | |
15 | Ἴφις: Τὸν αὐτὸν κανόνα. Ἴεις: Ἔστιν δὲ ὁ δαίμονος διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἴεσθαι, ὅ ἐστιν πλανᾶσθαι· καὶ ἄλλως· τὰ ἀμφιβαλλόμενα. Ἴβυκος: Παρὰ τὸ Ἴβυξ· καὶ ἄλλως· τὰ ἀμφιβαλλόμενα. Ἴρις: ι ἡ παράδοσις· ἢ κατὰ τὸν κανόνα τοῦτον· τὰ ἀμφι‐ | |
20 | βαλλόμενα. Ἶρος: ι ἡ παράδοσις· ἢ τὸν αὐτὸν κανόνα. Ἱστάμενος: Ὁμοίως· παρὰ τὸ ἰέναι. Ἰλίων: ι τὰ ἀμφιβαλλόμενα· τὸ δὲ δεύτερον τὸν κανόνα τοῦ Ἀμφίων· σημαίνει δὲ τὸν σύγγαμβρον. | |
25 | Ἰξίων: Καὶ κατὰ τὴν λήγουσαν, καὶ κατὰ τὴν παραλή‐ γουσαν τὸν αὐτὸν κανόνα· ὥσπερ δὲ ἀπὸ τοῦ ἄγω, ἄξω, γίνεται ἄξιος, οὕτως καὶ ἀπὸ τοῦ ἴκω, ἴξω, γίνεται ἴξιος· οὐδέποτε δὲ τὸ ι καὶ τὸ υ πρὸ τοῦ ξ εὑρίσκονται φύσει μακρὰ, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένου, ὡς τὸ ἰξεύω, ἴξευον· οἷον, φοίνιξ· | |
30 | κήρυξ. Ἱδίω: Σημαίνει δὲ τὸ ἱδρῶ, διὰ τοῦ ι κατὰ τὴν ἄρχουσαν καὶ κατὰ τὴν παραλήγουσαν· ἡ μὲν πρώτη ὅτι ἀπὸ τοῦ ὕδωρ γέγονεν ὑδρῶ, καὶ τροπῇ τοῦ υ εἰς ι ἰδρῶ· κατὰ δὲ τὴν παρα‐ | |
λήγουσαν, ὅτι ἀπὸ τοῦ ἱδρῶ γέγονεν ἱδριῶ κατὰ πλεονασμὸν | 221 | |
222 | τοῦ ι καὶ ἀποβολὴν τοῦ ρ, ἱδίω· τὸ δὲ ι πέφυκεν πλεονάζειν ἐν τοῖς ῥήμασιν· οἷον, ἐρεύθω, ἐρευθίω· στῶ, ἱστῶ· χρῶ, κιχρῶ· δῶ, διδῶ. Ἶνα: Ἔστιν δὲ ὀνόματος, διὰ τοῦ ι· ἀπὸ γὰρ τοῦ ἲς ἰνὸς | |
5 | γέγονεν. Ἰχανόω: ι κατὰ τὴν ἀφαίρεσιν τοῦ λ παρὰ τὸ λίαν ἔχε‐ σθαι, ἢ ἰσχανόω ἦν, καὶ ἐπὶ τῇ ἐνδείᾳ τοῦ ς τέταται τὸ ι, ὡς καὶ τὸ γινώσκω, γνώσκω. Ἰνωπός: Ἔστιν δὲ ὄνομα ποταμοῦ, διὰ τοῦ ι γράφεται· | |
10 | παρὰ γὰρ τὸ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, καὶ παρὰ τὸ ὂψ ὀπὸς, ὃ σημαίνει τὴν φωνὴν, γέγονεν Ἰνωπὸς ἐκτάσει τοῦ ο πα‐ ρακολούθως εἰς τὸ ω. Ἴναχος: Ὄνομα ποταμοῦ, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἲς ἰνὸς, τὸ σημαῖνον τὴν δύναμιν, καὶ τὸ χεύεσθαι γέγονεν | |
15 | Ἴναχος· οἱονεὶ, ὁ μετὰ δυνάμεως χεόμενος. Ἰαπετός: Ὄνομα κύριον διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴπτω, τὸ σημαῖνον τὸ βλάπτω, γέγονεν ἰπετὸς, καὶ κατὰ πλεο‐ νασμὸν τοῦ α Ἰαπετός· τὸ δὲ ἴπτω διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς πτω ῥήματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι. | |
20 | Ἰδομενεύς: ι παρὰ τὴν ἴδην καὶ τὸ μένος· οἱονεὶ, ὁ ἔχων δύναμιν. Ἱμάτιον: Διὰ τοῦ ι γράφεται καὶ τὰ παρ’ αὐτὸ πάντα· οἷον, ἱμάτιαι πόλεις· ἱματιοφόρος καὶ ἱματιοπώλης· γράφεται δὲ διὰ τοῦ ι, δῆλον ἐκ τοῦ γίνεσθαι αὐτὸ κατὰ συναίρεσιν τοῦ ο | |
25 | καὶ ι εἰς τὴν οι δίφθογγον· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγ‐ γου, θουμάτιον εἶχεν εἶναι κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον. Ἰσαῖος· Ἰσίδωρος: Διὰ τοῦ ι τὰ δύο, παρὰ τὴν Ἴσιν καὶ τὸ δῶρον. | |
30 | Ἵκω: Διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἥκω τὸ διὰ τοῦ η· οἷον, Ἥκω νεκρῶν κευθμῶνα, | |
γέγονεν ἵκω κατὰ τροπὴν τοῦ η εἰς ι· ἰστέον δὲ ὅτι τὸ ἵκω διὰ | 222 | |
223 | τοῦ ι γράφεται ποιητικῶς ἐν τοῖς ἐνεργητικοῖς· οἷον, ἵκει· τὸ διὰ τοῦ η δὲ γραφόμενον πεζολόγων ἐστὶν καὶ ἰαμβογράφων· ἐν δὲ ταῖς παθητικαῖς φωναῖς καθόλου διὰ τοῦ ι γράφεται· οἷον, ἀφίγμαι, ἀφίκται. | |
5 | Ἵμερος: ι· παρὰ γὰρ τὸ ἵκεσθαι τὸ σημαῖνον τὸ προθυ‐ μεῖσθαι. Ἱμείρω: ι· σημαίνει δὲ τὸ ἐπιθυμῶ, διὰ τοῦ ι γράφεται κατὰ τὴν ἀρχὴν, ὡς ἀπὸ τοῦ ἵμερος γεγονώς. Ἴετο: ι· παρὰ γὰρ τὸ ἵημι, τὸ σημαῖνον τὸ προθυμοποιοῦ‐ | |
10 | μαι, ἢ τὸ πέμπω· ἵημι ι· ἀπὸ διπλασιασμοῦ γὰρ ἔχει τὸ ι· οἷον, ὦ, ιὦ, ἵημι· δῶ, διδῶ, δίδωμι. Ἰσχανόω: Σημαίνει δὲ τὸ ἐπιθυμῶ, καὶ γὰρ πολλάκις τὸ ε ἐν τοῖς ῥήμασιν ἐπιφερομένων δύο συμφώνων τρέπεται εἰς τὸ ι· οἷον, τέκω, τίκτω· οὕτως καὶ ἔχω, ἴσχω, διὰ τοῦ ι· ὥσπερ | |
15 | ἀπὸ τοῦ φῶ γίνεται φαίνω, καὶ παμφαίνω, καὶ ἐκεῖθεν ὁ μέλ‐ λων παμφανῶ, οὕτως καὶ ἀπὸ τοῦ ἰσχῶ γίνεται ἰσχαίνω, καὶ ἐκεῖθεν ὁ μέλλων ἰσχανῶ, ἀποβληθέντος τοῦ ς, καὶ ἐκταθέντος τοῦ ι. Ἰός: Σημαίνει δὲ τὸ βέλος, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ | |
20 | τὸν ὄντα ἰὸν τοῦ ὄφεως γέγονεν· καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρέθῃ· ἢ παρὰ τὸ ἰέναι γέγονεν, καὶ γὰρ λίαν πορεύεται τὸ βέλος· τὸ δὲ ἰέναι διὰ τοῦ ι γράφεται, ἐπειδὴ ἀπὸ τοῦ ἴημι ἐστίν· καὶ ἀπὸ τοῦ ισον μικρόν. | |
25 | Ἴκτερος: ι, ὡς νύκτερος. Ἰοχέαιρα: ι· ἡ τῷ ἰῷ χαίρουσα. Ἶπος: Σημαίνει δὲ τὴν παγίδα τῶν μυῶν, ι· παρὰ γὰρ τὸ ἴπτω γέγονεν, τὸ σημαῖνον τὸ βλάπτω· τὰ γὰρ εἰς πτω οὐ θέ‐ λουσι διφθόγγῳ παραλήγεσθαι. | |
30 | Ἱμονία: Σημαίνει δὲ τὸ θέρμα, εἰς ὃ ἀντλοῦσι τὸ ὕδωρ· διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἱμὰς, ἱμάντος γέγονεν. Ἀνιμῶμαι: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἱμάς. Ἱρός: Σημαίνει δὲ τὸν ἱερὸν, διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ | |
τοῦ ἱερὸς γέγονεν ἱρὸς κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρόν· | 223 | |
224 | ἰστέον ὅτι ἡνίκα τὸ ε ἐπιφέρηται, τὸ ι ἐπικρατῇ· οἷον, ἱρός· ἡνίκα δὲ τὸ ε ἐν διφθόγγῳ ἐστίν, τότε δίφθογγος ἐπικρατεῖ· οἷον, οἱγίεια, οἱγεῖα. Ἶσος καὶ Ἴσανδρος: Ἐξ αὐτοῦ διὰ τοῦ ι γράφεται κατὰ | |
5 | παράδοσιν. Ἰχώρ: Σημαίνει δὲ τὸ σεσηπὸς αἷμα, διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴσχω, τὸ σημαῖνον τὸ λεπτύνω, καὶ ἰσχαίνω γίνεται ἰσχὼρ, τὸ λεπτύνον τὸ σῶμα ἐν τῷ καταστάζειν· καὶ ἀφαιρέ‐ σει τοῦ ς ἰχώρ. | |
10 | Ἰτέα: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἰέναι ἐστίν· καὶ γὰρ τα‐ χέως αὔξεται· κατὰ τὸν τοῦ ἰὸς τὸν κανόνα. Ἴπτω: Σημαίνει δὲ τὸ θλίβω, διὰ τοῦ ι ὡς ἐδείξαμεν. Ἱλεόμενοι: Ἐπὶ τοῦ ἱλασκόμενοι. Ἵληθι: Διὰ τοῦ ι γράφεται· γέγονεν δὲ παρὰ τὸ ἱλαρὸς, | |
15 | καὶ γὰρ ὁ εὐμενὴς ἱλαρός. Εἴλαθι: Οἱ Αἰολεῖς γὰρ ἔλλαθι λέγουσιν. Ἴω: Τὸ ἴω διὰ τοῦ ι· ἔστιν καὶ εἴω διὰ τῆς ει διφθόγγου· καὶ τὰ μὲν ἑνικὰ τοῦ εἰμὶ, ἀπὸ τοῦ εἴω, τοῦ διὰ τῆς ει δι‐ φθόγγου γέγονεν· τὰ δὲ δυικὰ καὶ πληθυντικὰ ἀπὸ τοῦ ἴω, τοῦ | |
20 | διὰ τοῦ ι γραφομένου· οἷον, δυϊκά· ἴτον, ἴτον· πληθυντικά· ἴμεν, ἴτε, ἴσιν, καὶ πλεονασμῷ τοῦ α ἴασιν. Ἴφι: Σημαίνει δὲ τὸ ἰσχυρῶς· ὥσπερ γὰρ ἀπὸ τοῦ νόστος, νόστου, γέγονεν νοστόφι· οὕτως καὶ ἀπὸ τοῦ ἲς, ἰνὸς, γίνεται ἰνόφι, καὶ κατὰ συγκοπὴν ἴφι· τὸ δὲ ἲς διὰ τοῦ ι γράφεται | |
25 | ὡς δικατάληκτον· πάντα δὲ τὰ δικατάληκτα διὰ τοῦ ι γρά‐ φεται. Ἴψ: Διὰ τοῦ ι· σημαίνει δὲ εἶδος σκώληκος· τὰ γὰρ εἰς ψ λήγοντα ἅπασαν δίφθογγον ἀποστρέφονται· γέγονεν δὲ παρὰ τὸ ἴπτω, σημαίνει δὲ τὸ βλάπτω· οἷον, ἲψ, ἰπός· ἰστέον δὲ | |
30 | ὅτι τὸ θρίψ, θριπὸς, κληθέν· θρίπες δέ εἰσιν οἱ σκώληκες οἱ ἐσθίοντες τὰ ξύλα· σῆτες δὲ οἱ ἐσθίοντες τὰ ἱμάτια· ἴπες δὲ | |
οἱ ἐσθίοντες τὰ κόατα, ἴκες δὲ οἱ ἐσθίοντες τὰς ἀμπέλους. | 224 | |
225 | Ἴγδης: Διὰ τοῦ ι ἡ ἄρχουσα, καὶ ἡ τελευταῖα, διὰ τοῦ η. Ἰλύς: Σημαίνει δὲ τὴν ἄθροισιν, διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ τὸ εἰλῶ παραγόμενα, ἢ σύνθετα ὀνόματα, μὴ κατὰ τὸ ἄρχον μέρος, διὰ τοῦ ι γράφεται. | |
5 | Ἰλὺς, Ἰλέος: Σημαίνει δὲ τὴν κατάδυσιν. Ἵλαος: Παρὰ τὸ ἱλαρός· οἱ γὰρ Αἰολεῖς ἴλλαος λέγουσιν, καὶ οὐχὶ ἔλλαος. Ἴασος: ι καὶ ἴσος· παρὰ τὸ ἰάσω μέλλοντα, ἐξ οὗ τὸ ἰά‐ σομαι· ἢ παρὰ τὸ κρίασον, ἴασος. | |
10 | Ἰάσων: μακρὸν τὸ α· παρὰ τὸ ἰῶ, ἰάσω μέλλοντα γέγονεν Ἰάσων, καὶ Ἰάσονος μικρὸν, ὡς μακρὸν τὸ α. Ἰθύς: ι· ἢ γὰρ καὶ τὸ ἴσον, ἢ τὸν κανόνα· τὰ ἀμφιβαλλό‐ μενα. Ἰθύνω: Παρὰ τὸ ἰθὺς, ἰθύνω, καὶ ὁ μέλλων ἰθυνῶ. | |
15 | Ἰλαδόν: Σημαίνει δὲ τὸ ὁμοῦ, διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴλη, τὸ σημαῖνον τὴν ἄθροισιν, γέγονεν, ὅπερ διὰ τοῦ ι γρά‐ φεται. Ἰδικῶς: Ἀπὸ γὰρ τοῦ ἴδιον· ὅταν δὲ εἰδικόν ἐστιν, λέγο‐ μεν τὸ διαιρούμενον ἐκ τοῦ γένους, διὰ τῆς ει διφθόγγου γρά‐ | |
20 | φεσθαι· τὸ δὲ ἴδιον ι, ἐπεὶ καὶ συστέλλεται. Ἵγνητες: ι· οἱ γνήσιοι. Ἵππος: ι· πρὸ γὰρ τῶν δύο ππ ἡ ει δίφθογγος οὐκ ἔστιν· ἢ παρὰ τὸ ἵπτασθαι τοῖς ποσίν. Ἰσαῦρα: ι· ἡ πόλις, καὶ Ἰσαυρία. | |
25 | Ἰθύφαλον: ι· καὶ Ἰθυφαλία μέτρον ι· ἡ παράδοσις. Ἱέρεια: Διὰ τοῦ ι ἡ ἄρχουσα κατὰ παράδοσιν, καὶ ἡ πα‐ ραλήγουσα διὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ διὰ τῆς ει διφθόγγου γρά‐ φεται· οἷον, βασιλεὺς, βασίλεια, καὶ ἱερεὺς, ἱέρεια· οἱ δὲ | |
30 | Ἀθηναῖοι τοῦ ἱερεία ἐκτάσει τοῦ α, καὶ καταβιβασμὸν τῶν τό‐ νων, καὶ φυλάττειν τὴν αὐτὴν γραφήν· οἷον, ἱερεία. Ἴφθιμος: Ἀπὸ τοῦ ἴφθος, ἴφθιμος. Ἱππώναξ: Παρὰ τὸ ἵππος ι· τὸ δὲ πω μέγα· ὅτι παρὰ τὸ | |
ἱπποάναξ γέγονεν, καὶ κατὰ συναίρεσιν Ἱππώναξ. | 225 | |
226 | Ἰγκρος: Σημαίνει δὲ τὸν ἐγκέφαλον, διὰ τοῦ ι γράφεται· Ἱκεσία. Ἰοειδεῖς: Μέλας· ει ἡ παράδοσις. Ἱππαρχεῖος: Ἑρμῆς· τὸ χει δίφθογγος· Ἰξίς· Ἱμειρο‐ | |
5 | μένη. Ἰρέος: Ἡ ἐξ αἰχμαλωσίας δουλεῖα· Εἴω, Εἶμι, τὸ πο‐ ρεύομαι. Ἰῶ: Ἰεῖς, ἴημι, ἴεμαι, καὶ αὐτὸ τὸ πορεύομαι. Ἱῶ: Ἱεῖς, ἵεμαι, τὸ πέμπω ἐξ οὗ τὸ εἷναι καὶ ἀφεῖναι. | |
10 | Ἰῶ: Ἰᾷς, ἴημι, ἴαμαι, τὸ ἰατρεύω. Ἐῶ: Ἐεῖς, ἐεῖ, ἔημι, ἔεμαι, ἠρεήμενος, ἡ μετοχὴ, καὶ καθήμενος. Ἱῶ: Ἱεῖς, ἱεῖ, ἵημι, ἥσω, ἧκα, καὶ συνῆκα, ὁ αʹ ἀόριστος· τὰ πληθυντικὰ, ἥκαμεν, ἥκατε, ἧκαν, καὶ συνῆκαν· “οὐκ ἔγνω‐ | |
15 | σαν, οὐδὲ συνῆκαν.” Κρῖος: Ἔστιν δὲ ὄνομα Τιτᾶνος, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ κεκρῖσθαι ἐστίν· τοῦτο δὲ καὶ προπερισπώμενόν ἐστιν, πρὸς ἀντιδιαστολὴν τοῦ προσηγορικοῦ τοῦ κριός· καὶ ἄλλως· τῷ κανόνι τῶν διὰ τοῦ ιος δισυλλάβων ἀρσενικῶν διὰ τοῦ | |
20 | ι γραφομένων. Κριός: Διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ κεκρῖσθαι ἐστὶν κατὰ τὰς τριχάς· διὰ τοῦ ι δὲ γράφεται τῷ κανόνι τοῦ κριός· κριὸς δέ ἐστιν ὁ προηγούμενος τῆς ποίμνης. Κρίβανος: Σημαίνει δὲ τὴν κάμινον, ἔνθα ὤπτων τοὺς ἄρ‐ | |
25 | τους· διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ κρῖ, τὸ σημαῖνον τὴν κριθὴν, καὶ τὸ βαῦνος, τὸ σημαῖνον τὴν κάμινον· οἱ δὲ Δωριεῖς κλίβανον λέγουσιν. Κρῖ: Σημαίνει δὲ τὴν κριθὴν, διὰ τοῦ ι γράφεται· γέγονεν δὲ ἀπὸ τοῦ κριθὴ κατὰ ἀποκοπὴν τῆς θη συλλαβῆς· σημαίνει | |
30 | δὲ καὶ τὸ πολὺ ἄλευρον· περισπᾶται δὲ τὸ κρῖ· πᾶν γὰρ οὐδέ‐ τερον μονοσύλλαβον μακροκατάληκτον περισπᾶται. Κριθή: Διὰ τοῦ ι· τὰ γὰρ εἰς θη οὐ θέλουσι παραλήγε‐ σθαι τῇ ει διφθόγγῳ· οἷον, μέθη· ποθή· τιτθή· σημαίνει δὲ τὴν | |
παρέχουσαν τὸ γάλα τοῖς ἀρτιγενέσι παισί· σημαίνει δὲ καὶ | 226 | |
227 | τὴν μαμήν· οὐδὲν οὐδέτερον εἰς θη λήγει εἰ μὴ μόνον τὸ κριθὴ καὶ τὸ ποθὴ, καὶ τὸ τιθή· λεγέται κριθὴ ἡ παρὰ τὸ προκρι‐ θῆναι τῶν δρυῶν, ὄπτους γὰρ βαλάνους ἔτρωγον οἱ ἀρχαῖοι, καὶ πάλιν ὕστερον ἤρξαντο τὸν ἄρτον ἀπὸ κριθῆς τρώγειν· καὶ ἄλ‐ | |
5 | λως· κριθὴ λέγεται διὰ τὸ διακρίνεσθαι καὶ διαχωρίζεσθαι αὐτὴν ἀπὸ τῶν ἀχύρων ὑπὸ τῶν ἀνέμων· κρινῶ γὰρ ὁ μέλλων, καὶ οἱ Αἰολεῖς κρίννω λέγουσιν. Κνίσα: Σημαίνει δὲ τὴν ἀναθυμίασιν, διὰ τοῦ ι γράφεται· οὕτως καὶ ἀπὸ τοῦ κνίζω, κνίσω, κνίσα· κνίσα δὲ ἀπὸ τοῦ | |
10 | κνισμός. Καυλεῖα: Προπερισπωμένως· ὥσπερ φυλλεῖα κολοβὴν βα‐ ρύνεται, Ἀττικοὶ δὲ ὀξύνουσι. Κοντουβερνάλιος: εἴρηται ὁ συστρατιώτης. Κινῶ: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ κινεῖν· οἱ δὲ Λάκωνες κινέω | |
15 | λέγουσιν, καὶ διὰ τοῦ ι. Κύριλλος: ι· ὡς προπαροξύτονον, οὐχ ὡς Ἀστυάγης παρο‐ ξυτόνως· τὰ γὰρ ἔχοντα δύο λλ εἰς ος κύρια διὰ τοῦ ι γράφε‐ ται, καὶ προπαροξύνεται. Κλίνω: ι· κλινῶ γὰρ ὁ μέλλων, καὶ οἱ Αἰολεῖς κλίννω λέ‐ | |
20 | γουσιν, καὶ οὐ κλέννω. Καμαρῖνα: Διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφὴν, πλὴν τοῦ πεῖνα. Κεραμίς: ι· τὰ γὰρ εἰς ις θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον. | |
25 | Κηκίς: Σημαίνει δὲ τὴν ἀκηδίαν· διὰ τοῦ η τὸ πρῶτον κατὰ παράδοσιν· τὸ δὲ δεύτερον ι, ὡς θηλυκόν. Κίσηρις: Ἡ πρώτη ι· ἡ δευτέρα η· καὶ ἡ τρίτη ι· ἀμφό‐ τερα οὕτως ἡ παράδοσις· Ἡρωδιανὸς δὲ διὰ τοῦ ω· εἶπεν γὰρ ὅτι ἐπικινῆς. | |
30 | Κῖρις: ι ὁ λύχνος· τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην. Κλιτόριον: Ὄνομα πόλεως ἐν τῇ Ἀρκαδίᾳ διὰ τοῦ ι γρά‐ | |
φεται· παρὰ γὰρ τὸ κλύω γέγονεν ἀκλυτόριον, καὶ κατὰ τροπὴν | 227 | |
228 | τοῦ υ εἰς τὸ ι κλιτόριον· ὥσπερ Ἀφροδύτη, Ἀφροδίτη· ἰστέον δὲ ὅτι τὸ κλιτόριον σημαίνει καὶ τὸ αἰδοῖον τῆς γυναικὸς, ὅθεν καὶ κλιτοριάζειν λέγουσιν τὸ αἰσχρῶς βιοῖν. Κονίω: ι· παρὰ τὸ κόνις κονίω, ὥσπερ ἀπὸ τοῦ δὴ ἅπτε‐ | |
5 | σθαι. Κυλίω: ι· τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ μίαν συλλαβὴν βαρύ‐ τονα, κλινόμενα εἰς μέλλοντα, διὰ τοῦ ι γράφεται. Κῖρις: Ἔστιν δὲ εἶδος ἰέρακος· λέγεται δὲ καὶ παρὰ Κυ‐ πρίοις Κῖρις ὁ Ἄδωνις· παρὰ δὲ Λάκωσιν ὁ λύχνος. | |
10 | Κάρη: Σημαίνει δὲ τὴν κεφαλήν. Κιμωλία: Τὰ δύο ι· καὶ τὸ μω μέγα· ἡ παράδοσις· νῆσος δὲ ἡ Κίμωλος. Κλεῖς καὶ Κατακλεῖς: Διὰ τῆς ει διφθόγγου. Κεράτιον: ι· ὑποκοριστικὸν γάρ. | |
15 | Κοράλια καὶ Κοράλιον: Ἴσως τὸ ἅλιον ἔγκειται· ἀπὸ θαλάσσης ταῖς κόραις κόσμος· ποιηταὶ οὖν τὸ αʹ διὰ τοῦ ο· ἡ κοινή τε διὰ τοῦ ο· Ἀττικοὶ δὲ διὰ τοῦ ω. Καλῖνος: Ἔστιν δὲ ὄνομα Ἐφεσίου τινὸς ἐλεγειογράφου· τὰ γὰρ διὰ τοῦ ινος διὰ τοῦ ι μακροῦ γράφεται· πλὴν τοῦ | |
20 | Καρκίνος. Καϊκός: Ἔστιν δὲ ὄνομα ποταμοῦ· τὰ γὰρ διὰ τοῦ ικος κύρια ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Γρηνικός· Ἑλλα‐ νικός· Ἀνδρονικός· ὅθεν Καικίας λέγεται ὁ ἄνεμος ὁ πνέων ἐκεῖθεν· πλὴν τοῦ φιλόνεικος. | |
25 | Κηφισός: Τὸ πρῶτον η· τὸ δεύτερον ι· ἔστιν δὲ ὄνομα ποταμοῦ· γράφεται δὲ διὰ τοῦ ι, ἐπειδὴ τὰ διὰ τοῦ ισος ἐπὶ ποταμῶν καὶ ὀξύνονται, καὶ διὰ τοῦ ι γράφεται· οἷον, Ἐλισός· Κηφισός. Κυτίνιον: Διὰ τοῦ ι τὸ ι· ἀπὸ τοῦ Κύτινος, Κυτίνιον, ὡς | |
30 | κόφινος, κοφίνιον. Κῦμα: Τὰ διὰ τοῦ υω δισύλλαβα ἀποστρέφονται τὴν ει δίφθογγον πλὴν τοῦ οἴω· ἀπὸ τοῦ ὀΐω γὰρ κατὰ συναίρεσιν, οἴω· οἷον, κύω· θύω. | |
Κύμινον: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ινον | 228 | |
229 | προπαροξύτονα ἀποστρέφονται τὴν ει δίφθογγον· χωρὶς εἰ μὴ ὦσιν ἀπὸ πλεονασμοῦ ἔχοντα τὴν ει δίφθογγον· οἷον, ξύλινον· κύμινον. Κρονίων: Ἀπὸ τοῦ Κρονίδης, ἢ ἀπὸ τοῦ Κρόνος, Κρονίων. | |
5 | Κεναγγία: Οὐ γὰρ διὰ τοῦ ἄγγος, ἄγγεος, τὴν ει δίφθογ‐ γον ἕξει· λέγεται δὲ κεναγγῶ, κεναγγία. Καλιά: Ὀξύτονον· ἔστιν δὲ οἶκος, διὰ τοῦ ι· ἐξ ἀφορμῆς τοῦ καλιὸς δόμος. Κλίνη: Ἀπὸ γὰρ τοῦ κλίνω, κλίνη. | |
10 | Κλίμαξ: Τὰ εἰς αξ λήγοντα ἀποστρέφονται τὴν ει δίφθογ‐ γον κατὰ τὴν παραλήγουσαν· γέγονεν δὲ παρὰ τὸ κλίνω, κλί‐ ναξ, καὶ κλίμαξ, κατὰ μετάθεσιν τοῦ ν εἰς τὸ μ. Καδμῖλος: Οὗτος δὲ λέγεται ὁ Ἑρμῆς, διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ιλος βαρύτονα, μὴ ὄντα οὐδέτερα ἢ σύνθετα ἀπὸ ὀνομά‐ | |
15 | των ἐχόντων τὴν ει δίφθογγον, ἀποστρέφονται τὴν ει δίφθογγον· χωρὶς τοῦ Νεῖλος· οἷον, Ζωΐλος· Καδμῖλος. Κροκόδειλος: Τὸ δει δίφθογγος· παρὰ γὰρ τὸ δειλὸς συνετέθη καὶ τὸ κρόκος. Κρῖσα: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι· ἐπειδὴ καὶ | |
20 | Κίῤῥα λέγουσι διὰ τοῦ ι, καὶ οὐδέποτε πρὸ τῶν ρρ εὑρίσκεται δίφθογγος· ὑποδηματόῤῥαφος. Κακῖθος: ι· παρὰ γὰρ τὸ κακίζω, κάκιστος, καὶ ἐκεῖθεν κακῖθος· σημαίνει δὲ τὸ κολαζόμενος. Κυνηγέσια: Τὸ ην η· παρὰ τὸ κυνηγία· τὸ σι ι· ἡ παρά‐ | |
25 | δοσις. Κινησίας: ι· ὥσπερ ἀπὸ τοῦ νόσω, νόσιας, οὕτως καὶ παρὰ τὸ κινήσω, κινησίας. Κίκις: ι· παρὰ γὰρ τὸ κικὺς γέγονεν, τὸ σημαῖνον τὴν ἰσχύν· καὶ τροπῇ τοῦ υ εἰς τὸ ι· τὰ ἀμφιβαλλόμενα κατὰ | |
30 | τὴν πρώτην. Κικύω: Παρὰ τὸ κικύς· τὸ ἀμφιβαλλόμενα κατὰ τὴν | |
πρώτην συλλαβήν. | 229 | |
230 | Κίς: Σημαίνει τὸν σκώληκα· τὰ γὰρ εἰς ις μονοσύλ‐ λαβα κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον, πλὴν τοῦ κλεῖς. Κτείς: Κτενὸς γὰρ ἡ γενική. | |
5 | Κιβωτός: Διὰ τοῦ ι· καὶ ὤφειλεν διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἐπειδὴ παρὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βῶσιν λέγεται, ἢ τὴν βρῶσιν· ἀλλ’ ἡ παράδοσις τὸ ι ἔχει· γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τοῦ θλίβω, ἢ παρὰ τὸ κίβος, ὅ ἐστιν ἡ τροφή. Κτίστη: ι ἡ παράδοσις· παρὰ τὸ κιβωτὸν καὶ αὐτή ἐστιν. | |
10 | Κίων: ι· ἢ παρὰ τὸ κίειν, ὅ ἐστιν εἰς ὗψος πορεύεσθαι, ἢ παρὰ τὸ ἴων μετοχὴ προσθήκῃ τοῦ κ, κίων. Κυλλοποδίων: ι· ὁμοίως τοῦ ἐχίων. Κωλύω καὶ Κώλυμα: Μεγάλα τὰ ω. Κάμινος: Παρὰ τὸ ὑπομένην καιομένην· ι ὡς εἴρηται· ἀλλὰ | |
15 | δύναται καὶ παρὰ τὸ ὑπομίμνειν εἶναι. Κοχλίδιον: Διὰ τοῦ ι· ὥσπερ ἀπὸ τοῦ γωνία, γίνεται γω‐ νίδιον, οὕτως καὶ ἀπὸ τοῦ κοχλίας, κοχλίδιον. Κινάμωμον: ι ἡ παράδοσις, καὶ τὸ μω μέγα. Κοδρίδης: Διὰ τοῦ ι τὸ δρι· τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ | |
20 | τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται· οἷον, Κόδρος, Κοδρίδης· Κρόνος, Κρονίδης. Κειρία: Σημαίνει δὲ τὸ σχοινίον τὸ δεσμεῦον τὴν κλίνην· καὶ θηλυκῶς λέγεται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται· ἢ γὰρ παρὰ τὸ κείρω γέγονεν παρὰ τὸ ἐχελεπτὰς κείρεσθαι αὐ‐ | |
25 | τάς· ἢ παρὰ τὸ κέρας, τὸ σημαῖνον τὰς τρίχας, γέγονεν κερία, καὶ κατὰ πλεονασμὸν τοῦ ι κειρία. Κυνίτης: Τὰ διὰ τοῦ ιτης. Κηρύκειον: Διὰ τῆς ει διφθόγγου· εἰσὶ γάρ τινα ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων γινόμενα διὰ τοῦ ειον, ἅτινα διὰ τῆς | |
30 | ει διφθόγγου γράφεται· οἷον, Κύκλωψ, Κυκλώπιον· φοίνιξ, φοινίκειον. | |
Κύνειος: ει· σημαίνει δὲ μέρος σώματος. | 230 | |
231 | Κερόεις: ει· κεροέντος γάρ. Κλεινίας: ει δίφθογγος τὸ κλει· παρὰ γὰρ τὸ κλέος καὶ τὸ κλεινὸς γίνεται Κλεινίας. Κλειταγόρας ὁμοίως. | |
5 | Κλεινιός: Δίφθογγος· τὰ εἰς ος ὀξύτονα διφθόγγῳ παρα‐ λήγονται. Κλειτοφών: ει δίφθογγος· παρὰ τὸ κλείω, ὃ σημαίνει τὸ δοξάζω, γέγονεν κλειτὸς, καὶ ἐκεῖθεν Κλειτοφών· κλειτὸς ὁ ἔνδοξος. | |
10 | Κλεισθένης: Παρὰ τὸ κλέος καὶ τὸ σθένος γέγονεν Κλεισθένης. Κλείω: Σημαίνει δὲ τὸ δοξάζω· παρὰ γὰρ τὸ κλέος γέγονεν κλέω, καὶ κλείω, προσθέσει τοῦ ι. Κοιλία: Παρὰ τὸ κόϊλον, κοῖλον, κοιλία. | |
15 | Κουρεῖον: Παρὰ τὸ κουρεὺς, κουρεῖον, ὥσπερ βαλανεὺς, βαλανεῖον. Κρεῖον: Παρὰ τὸ κέρας γέγονεν κρέον, καὶ κατὰ πλεονα‐ σμὸν τοῦ ι κρεῖον· σημαίνει δὲ τὸ κρεοδόχον ἀγγεῖον. Καθίσαν: Παρὰ τὸ καθίζω ι. | |
20 | Κυθέρεια: Τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. Κρανεῖα: Ἔστιν δὲ εἶδος δένδρου· οὕτως λέγεται ὁ καρπὸς διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι, κρανέη. Κράτεια: Παρὰ τὸ κρατῶ, κράτεια, ὡς ἀνῶ, ἄνθεια. Καθαρεῖον: Παρὰ τὸ καθαρεύω· Κνημίς· Κρινής. | |
25 | Κυκλωπεῖον: Ἔστιν δὲ ὄρος ἐν Λιβύῃ· γέγονεν δὲ τοῦ Κύκλωπος. Κτεὶς, Κτενός· ἔστιν δὲ παρὰ τὸ κείνειν τὰς τρίχας λέ‐ γεται κτείς. Κρείουσα: Σημαίνει δὲ τὸ βασιλεύουσα, διὰ τῆς ει δι‐ | |
30 | φθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, κρέουσα· γέγονεν δὲ ἐκ τοῦ κρατεῖα κρατείων, καὶ τὸ θηλυκὸν κρατείουσα, καὶ κατὰ συγκοπὴν κρατοῦσα, καὶ κρείουσα. | |
Κρειῶν: Σημαίνει δὲ τῶν κρεάτων, διὰ τῆς ει διφθόγγου· | 231 | |
232 | παρὰ γὰρ τῶν κρεάτων γέγονεν κατὰ ἀποβολὴν τοῦ τ, κρεάων, καὶ κατὰ κρᾶσιν, κρεῖον, καὶ ἐν πλεονασμῷ τοῦ ι, κρειῶν. Κεῖος: Σημαίνει δὲ τὸν πολίτην τῆς Κέω· παρὰ γὰρ τὸ Κέω γέγονεν Κέϊος, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ι εἰς τὴν ει δί‐ | |
5 | φθογγον, Κεῖος. Κρείσσων: Διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, κρέσσων· γέγονεν δὲ οὕτως· ὥσπερ ἀπὸ τοῦ ταχὺς γίνεται ταχίων καὶ θάσσων, οὕτως καὶ παρὰ τὸ κρατὺς γίνεται κρατείων καὶ κράσσων, καὶ τροπῇ τοῦ α εἰς ε, καὶ πλεονασμῷ | |
10 | τοῦ ι, κρείσσων. Κιτίον: ι· ἔστιν δὲ πόλις Ῥόδου. Κράστις: ι· ἡ τῶν κτηνῶν χλοροφαγία· ὥσπερ πίστις. Κλείω: ει· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ κλοιός. Κλεῖθρα: Διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Ἴωνες διὰ τοῦ η | |
15 | καὶ ι γράφουσι κλῇθρα, τρέποντες τὴν ει δίφθογγον· καὶ ἐκ τοῦ κλείω τοῦ σημαίνοντος τὸ σφαλίζω. Κύπειρον: Ἔστιν δὲ εἶδος βοτάνης, ἐπειδὴ κύπαιρον λέ‐ γουσιν οἱ Δωριεῖς διὰ τῆς αι διφθόγγου· ἔθος γὰρ ἔχουσιν τρέπειν τὸ ε εἰς α· οἷον, Ἄρτεμις, Ἄρταμις. | |
20 | Κείρω: ει δίφθογγος· τὰ διὰ τοῦ ειρω βαρύτονα ἀπο‐ στρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, εἴρω· κείρω. Κεῖται: ει δίφθογγος· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ κέαται. Κείω: Σημαίνει δὲ τὸ κοιμῶμαι, διὰ τῆς ει διφθόγγου· εὕ‐ ρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, κέω. | |
25 | Κιλικια καὶ Κικιλια: Ταῦτα κατὰ παράδοσιν. Κείων: Δίφθογγος· σημαίνει τὸ καίων· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ κέδρος. Κτιτηρία: Ὡς εἰσιτηρία· Κατιτήριον δὲ ὁ τοῦ νεκροῦ βόλος. Κελαδεινός: ει· ὡς ὀξύτονον· καὶ πάλιν οἱ Αἰολεῖς κελα‐ | |
30 | δεννὸς λέγουσιν. Κειμήλιον: Διὰ τῆς ει διφθόγγου τὸ πρῶτον· ὥσπερ παρὰ θήσω μέλλοντα γίνεται θεμέλιον, οὕτως καὶ παρὰ τὸ κείσω μέλλοντα κειμήλιον· τὸ δὲ μη η ἐκ τοῦ κεῖμαι· τοῦ α εἰς η | |
τραπέντος. | 232 | |
233 | Κλείς: ει δίφθογγος· πολλὰ γὰρ ὀνόματα οἱ μέλλοντες ἀποτελοῦσιν κατὰ ἀποβολὴν τοῦ ω· οἷον, τρώσω, τρώς· θήσω, θής· οὕτως καὶ κλείσω, κλείς· ἰστέον ὅτι ἐν τῇ συνθέσει βα‐ ρύνεται· οἷον κατάκλεις. | |
5 | Κλειτύς: Σημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρῶν, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ κλετός· σημαίνει δὲ τὸ αὐτὸ κλειτύς· γέγονεν δὲ κλετὺς, καὶ ἐν πλεονασμῷ τοῦ ι κλειτὺς διὰ τῆς ει διφθόγγου. Κτείνω: Κτενῶ γάρ ἐστιν ὁ μέλλων· καὶ πάλιν οἱ Αἰολεῖς | |
10 | κτέννω λέγουσιν, ἀποβάλλοντες τὸ ι, καὶ διπλασιάζοντες τὸ σύμφωνον, ὥσπερ κείρω, κέῤῥω. Κώνειον: Δίφθογγος ει· εἰσὶ γάρ τινα προπαροξύτονα διὰ τοῦ ειον τρισύλλαβα, ἅτινα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, γένειον· δάνειον· βρένθειον· ἔστι δὲ εἶδος πολυτελοῦς | |
15 | μυροῦ· οὕτως οὖν καὶ κώνειον διὰ τῆς ει διφθόγγου, καὶ διὰ τὸ κωνεάζομαι, ἐφάνη γὰρ τὸ ε ἐν τοῦτο. Κεραμεικός: Διὰ τῆς ει διφθόγγου παρὰ τὸ κεραμεὺς κεραμέως, κεραμέϊ, γέγονεν Κεραμεϊκὸς καὶ Κεραμεικός. Κήδειος: Τὸ δει δίφθογγος· Κήδομαι· Φείδομαι ἡ πα‐ | |
20 | ράδοσις. Καστόρειον: ει δίφθογγος· ὡς Νεστώριον, ὡς μετουσια‐ στικόν. Κτεινύω: Διὰ τῆς ει διφθόγγου· καὶ δι’ ἑνὸς τοῦ ν κατὰ παράδοσιν· τὸ δὲ ἀποκτίννυται διὰ τοῦ ι, καὶ διὰ δύο νν. | |
25 | Καπετώλειον: ει δίφθογγος· καὶ προπαροξύνεται. Κηρύκειον: Ἀπὸ κτητικοῦ γὰρ κηρυκήϊον. Κτῖλος: Σημαίνει δὲ τὸν προηγούμενον τῆς ποίμνης κρίον, διὰ τοῦ ι. Κιβώριον καὶ Κιβούριον γάρ. | |
30 | Κολονεῖα: Διὰ τῆς ει διφθόγγου κτητικῷ τύπῳ. Καράτομος: Προπαροξύτονον γὰρ τὸν ἀποτμηθέντα τὴν κεφαλήν· τὸ γὰρ καρατόμος τὸ παροξύτονον τὸν τεμιόντα τὴν κεφαλὴν δηλοῖ. | |
Καλαυρία: Ἔστιν ὄνομα πόλεως· παρὰ μὲν Ἀπολλωνίῳ | 233 | |
234 | διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Καλαυρεῖα· παρὰ δὲ Διονυσίῳ συνεσταλμένον τὸ ι· οἷον, Καλαυρία. Καπηλεῖα καὶ Καπηλεῖον: ει δίφθογγος· παρὰ τὸ κα‐ πηλεύω. | |
5 | Κομψεῖα καὶ Κρυπτεῖα: ει δίφθογγος· κομψεύω γὰρ καὶ κρυπτεύω. Κεκλείμενος: ει δίφθογγος· ὡς ”κεκλειμένων τῶν ἐμπορειῶν” καὶ ”κέκλειται” ἀπὸ δὲ τοῦ κλίνω κέκλινται διὰ τοῦ ι. | |
10 | Κεραμικός Κόλπος: ι τῷ λόγῳ τῶν διὰ τοῦ ικος. Κρανίον: ι ἡ παράδοσις, ὡς ὑποκοριστικόν. Καταγωγεῖον: ει δίφθογγος, ἡ παράδοσις. Καταγώγιον: ι ἡ παράδοσις, καὶ προπαροξύνεται. Κῆπος: Τὸ κη η· Καπητωλῖνος· Κολυμβήθρα. | |
15 | Κραταιός· Κισήρεως. Κώμη: Τὸ κτῆμα μέγα· Κόμη ἡ κεφαλὴ μικρόν. Κῶμοι: Αἱ ὀρχήσεις. Κώπη: Τὸ κόπιον· Κόπανον· Καλλονή. Κρήτη: Ἡ νῆσος· Κρημνός· Κνῆμαι· Κοιλάς. | |
20 | Κόφινος· Κνώδαλον· Κιμωλία· Κώδιξ. Κολοβός· Κόλαξ: Κρήνη τοῦ ὕδατος. Κλοιά: Τὰ δεσμά· Κλωστή· Κλωνός· Κώλυμα. Κομιδή· Κώνειον· Κῶλα· Κώδιον· Κοιλίεσθαι. Κορώνη· Κίναιδος· Κιγκλίς: Σημαίνει δὲ τὴν καγκελ‐ | |
25 | λωτὴν θύραν. Κενοτομοῦνται φύσεις. Λιπαρεῖν: Σημαίνει δὲ τὸ παρακαλεῖν, παρὰ τὸ λίαν εἶναι ἐστὶν τὸ διὰ τοῦ ι γράφεται, ὡς δείξωμεν· τὸ δὲ ρειν δίφθογγος ὡς ἀπαρέμφατον. | |
30 | Λίβανον: ι· παρὰ τὸ λοίβω· καὶ γὰρ συναλιφὴ ἀπὸ τοῦ ἀλείφω· εἰσὶ δέ τινα ὀνόματα ἀπὸ ῥημάτων γινόμενα ἅτινα οὐ φυλάττουσι τὴν τοῦ ῥήματος γραφὴν, ὡς ἐπιτοπλεῖστον· οἷον, πείθω, πιθανός· λείβω, λίβανος. | |
Λίαν: ι· τὰ γὰρ εἰς αν λήγοντα ἐπιῤῥήματα οὐ θέλουσι τῇ | 234 | |
235 | ει διφθόγγῳ παραλήγεσθαι· οἷον, ἄγαν· πέραν· ἔαν· οὕτως οὖν καὶ λίαν. Λῖρος: Σημαίνει δὲ τὸν ἀναιδῆ, διὰ τοῦ ι· παρὰ τὸ λίαν ὁρᾶν· οἱ γὰρ ἀναιδεῖς λίαν ὁρῶσιν· τὸ δὲ λίαν ι γράφεται, ὡς | |
5 | ἐδείξαμεν. Λιμβρός: Σημαίνει δὲ τὴν σκοτεινὴν νύκτα· τὰ γὰρ ἔχοντα προηγούμενον σύμφωνον, εἴτε δισύλλαβον, εἴτε ὑπὲρ δύο συλ‐ λαβὰς, ἀποστρέφονται τὴν ει δίφθογγον. Λίπος: Διὰ τοῦ ι γράφεται· συνεσταλμένη γάρ ἐστιν ἡ λι | |
10 | συλλαβή. Λιρόφθαλμος: Τὸ λι· παρὰ γὰρ τὸ λῖρος ἐστίν. Λιμός: Διὰ τοῦ ι γράφεται· καὶ ὤφειλεν διὰ τῆς ει δι‐ φθόγγου γράφεσθαι, ἐπειδὴ παρὰ τὸ λείπω ἐστίν· ὁ γὰρ λιμὸς λείψις ἐστὶν τῶν ἐπιτηδείων· ἀλλ’ ἡ παράδοσις τὸ ι ἔχει· διὰ δὲ | |
15 | τὸ ἔνδειαν σημαίνειν τινός φημι τῶν ἐπιτηδείων· τούτου χάριν καὶ ἓν δίφωνον ἀνεδέξατο· καὶ ἄλλως, τὸ λιμὸς διὰ τοῦ ι γρά‐ φεται ἐξ ἀφορμῆς τοῦ λιμπάνω· τὰ γὰρ διὰ τοῦ ανω εἰ μὲν πλεονάζει τὸ ν, συστέλλουσι τὴν ἀρχήν· οἷον, λήθω, λανθάνω· μήθω, μανθάνω· πήθω, πανθάνω· λείπω, λιμπάνω· εἰ δὲ μὴ | |
20 | πλεονάζει τὸ ν φυλάττουσι τὴν ἀρχήν· οἷον, λήθω, λανθάνω· τὸ δὲ λιμὸς παρὰ τοῖς Ἀθηναίοις ἀρσενικόν ἐστιν· οἷον, ὁ λιμός· παρὰ δὲ τοῖς Δωριεῦσιν θηλυκόν· οἷον, ἡ λιμός. Λῖμαξ: ι ἡ παράδοσις. Λίτρα: ι· εὕρηται γὰρ ἐν συστολῇ παρὰ τοῖς Δωριεῦσιν. | |
25 | Λαγίδης: ι· τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται, χωρὶς τοῦ Κυθνείδης· οἷον, Λαγὸς, Λα‐ γίδης. Λίς: Σημαίνει δὲ τὸν λέοντα· ἀρσενικῶς καὶ θηλυκῶς δὲ ἐπὶ τῆς λείας διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς ις κοινολεκτούμενα | |
30 | ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Πάρις· πόλις· ἀσπίς· ῥανίς. Λέων: Γέγονεν δὲ τοῦτον τρόπον κατὰ τὸν Ὦρον· ἔστιν δὲ λάω, τὸ σημαῖνον τὸ θεωρῶ, ἐξ οὗ τὸ ἀλαὸς, τὸ σημαῖνον τὸν | |
τυφλὸν, οἱονεὶ ὁ ἐστερημένος τοῦ λάειν· ἀπὸ τούτου τοῦ λάω γέ‐ | 235 | |
236 | γονεν λέων· ὀξυδερκέστατον γὰρ τὸ θήριον· φασὶ γὰρ ὅτι οὐδέ‐ ποτε καθεύδει ὁ λεών· τοῦτο δὲ ἀπείθανον· οὐκ ἐνδέχεται γὰρ ἀεί τινα ἐγρηγορέναι· ἀλλ’ ἴσως ὥσπερ ἡ δορκὰς ἐν τῷ καθεύδειν ἀνεωγμένους ἔχει τοὺς ὀφθαλμοὺς, τὸν αὐτὸν τρόπον καὶ ὁ λέων | |
5 | ἐν τῷ καθεύδειν ἀνεωγμένους ἔχει τοὺς ὀφθαλμοὺς, ἐπειδὴ τῶν ὀφθαλμῶν μεγάλων ὄντων τὸ δέρας τὸ ἐπικείμενον ἐν τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστιν, καὶ οὐ δύναται ἐκσπᾶσαι αὐτούς. Λάρισα: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ισα, μὴ ὄντα ἀπὸ ῥημάτων ἔχοντα τὴν ει δίφθογγον, | |
10 | διὰ τοῦ ι γράφεται· οἷον, σάρισα· ἔστιν εἶδος ἀκοντίου μικροῦ· Πῖσα· ἔστιν δὲ πόλις· οὕτω καὶ Λάρισα. Λακινία: Διὰ τοῦ ι τὸ κι, καὶ τὸ νι· τὰ ἀμφιβαλλόμενα· καὶ ἄλλως ἀπὸ τοῦ Λακῖνος. Λακῖνος: ι· καὶ προπερισπᾶται· τὰ γὰρ διὰ τοῦ ινος ὀνό‐ | |
15 | ματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, καὶ προπερισπῶνται, καὶ διὰ τοῦ ι γράφεται, καὶ μακρὸν ἔχουσι τὸ ι· χωρὶς τοῦ Καρκίνος· τοῦτο γὰρ βραχὺ ἔχει τὸ ι. Λιμβός· Λιμβάνω: Διὰ τοῦ ι κατὰ παράδοσιν. Λυκῖνος· Λεοντῖνος: Τῷ κανόνι τοῦ Λακῖνος. | |
20 | Λίψ: Σημαίνει δὲ καὶ ἄνεμον, καὶ τὴν ἧτταν, παρὰ τὸ λείπω, λείψω· ἢ παρὰ τὸ λείβω, λείψω· διὰ τοῦ ι δέ· τὰ γὰρ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφονται. Λοχίτης: Τὰ διὰ τοῦ ιτης διὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὸν ἐνεδρεύοντα. | |
25 | Λιταργόν: Σημαίνει δὲ τὸν ταχὺν, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ λίαν ἀργὸν γέγονεν ταχύ. Λαγνεῖα: Ἐκ τοῦ λαγνεύω. Λεικνόν: Διφορεῖται· καὶ γὰρ διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ, γράφεται· ἢ ἐκ τοῦ λίαν γέγονεν κατὰ μετάθεσιν τοῦ | |
30 | μ εἰς ν λίκνον, παρὰ τὸ λίαν κάμνειν. Λακέρεια: ει δίφθογγος· τῷ κανόνι τῶν διὰ τοῦ εια προ‐ παροξυτόνων· ἔστιν δὲ ὄνομα πόλεως. | |
Λάχεια: Σημαίνει δὲ τὴν καλῶς ἐσκαμμένην γῆν· διὰ | 236 | |
237 | τῆς ει διφθόγγου, τῷ λόγῳ διὰ τοῦ εια ἀπὸ ἐνεστώτων προ‐ παροξυτόνων· οἷον, κρατῶ, κράτεια· λαχῶ, λάχεια· ἐνεργῶ, ἐνέργεια. Λειτουργεῖν: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ὑπηρε‐ | |
5 | τεῖν· τὸ λι ι· τὸ Λίητον δέ ἐστι τὸ δῆμος· ἀπὸ τοῦ οὖν ἔργον καὶ τὸ λήϊτον γέγονεν ληιτουργεῖν, καὶ κατὰ συστολὴν τοῦ η εἰς τὸ ε, λεϊτουργεῖν, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, λειτουργεῖν. Λογεῖον: Σημαίνει δὲ εἶδος κρατῆρος· σημαίνει δὲ καὶ | |
10 | τὸν τόπον τοῦ θεάτρου, διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ω ῥημάτων διὰ τοῦ ειον γινόμενα, καὶ προπερισπᾶ‐ ται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται· ᾄδω, ᾠδεῖον· κείρω, κουρεῖον· σκάπτω, σκαφεῖον· ἄγω, ἀγγεῖον· οὕτως καὶ λέγω, λογεῖον. | |
15 | Λέκιθος: Σημαίνει δὲ τὸν κρόκον τοῦ ὠοῦ· διὰ τοῦ ι γρά‐ φεται τὸ κι. Λείοδης: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τὸ λεῖον γὰρ, ὅπερ διὰ τῆς ει διφθόγγου γρά‐ φεται. | |
20 | Λαύρειον: Ἔστιν δὲ τόπος τῆς Ἀττικῆς ποιῶν μέταλλον, διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ διὰ τοῦ ειον τρισύλ‐ λαβα ἰδιάζοντα, καὶ προπαροξύνονται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται. Λύκειον: Ἔστιν δὲ τόπος τῆς Θετταλίας, ἔνθα λίκος | |
25 | ἐπιὼν τοῖς τοῦ Πηλέως βουσὶν ἀπελιθώθη. Λάγειον: Οὕτως δὲ λέγεται τὸ ἱπποδρόμιον Ἀλεξανδρείας ἀπὸ Λάγου τινός· διὰ τῆς ει διφθόγγου γράφεται, τῷ λόγῳ τοῦ Λαύρειον. Λειόβατος: Παρὰ τὸ λεῖον· ἔστιν δὲ εἶδος ἰχθύος. | |
30 | Λειρία: Παρὰ τὸ λεῖον, λείϊον, καὶ προσθέσει τοῦ ρ λείριον. Λαγνεῖα: Δεῖ γινώσκειν ὅτι τὸ λαγνεῖα διὰ τῆς ει δι‐ φθόγγου γράφεται· τὰ γὰρ εἰς της ἔχοντα ἀντιπαρακείμενον | |
ῥῆμα διὰ τοῦ ευω, τὸ θηλυκὸν διὰ τῆς ει διφθόγγου γράφεται· | 237 | |
238 | οἷον, ληστὴς, ληστεύω, ληστεῖα· ἱκέτης, ἱκετεύω, ἱκετεῖα· πολίτης, πολιτεύω, πολιτεῖα· λάγνος, λαγνεύω, λαγνεῖα. Λείψανον: Διὰ τῆς ει διφθόγγου γράφεται· ἢ παρὰ τὸ λείβω, λείψω γίνεται, καὶ γὰρ ἔσπενδον ἐπὶ τῶν τεθνεότων· ἢ | |
5 | παρὰ τὸ λείπω, λείψω· λείφανα γάρ εἰσιν τὰ ἐγκαταλίμ‐ ματα. Λείχω: Διὰ τῆς ει διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτῷ τραπεζολοιχός. Λειχή: Δίφθογγος τὸ λει· ἢ γὰρ παρὰ τὸ λείχω γέγονεν, | |
10 | καὶ γάρ φασιν ὅτι ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται· ἢ παρὰ τὸ λεῖον κατὰ ἀντίφρασιν· οἷον, τὸ μὴ ὂν λεῖον. Λιτός: ι κατὰ παράδοσιν· καὶ πάλιν τὰ διὰ τοῦ ιτος ἀπο‐ στρεφόμενα τὴν ει δίφθογγον γράφεται· οἷον, σῖτος· Ἐπαφρό‐ διτος· οὕτως καὶ λῖτος διὰ τοῦ ι· τὸ δὲ λιτὸς σημαίνει τὸν εὐ‐ | |
15 | τελῆ καὶ ἄποικον χιτῶνα. Λεῖος: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ λεαίνω. Λεξείδιον: Διὰ τῆς ει διφθόγγου τὸ ξ· παρὰ γὰρ τὴν λέξεως γενικὴν γέγονεν. | |
20 | Λιμπάνω: ι· παρὰ γὰρ τὸ λείπω γέγονεν, ὥσπερ λείβω λιβὰς, καὶ νείφω νιφάς. Λείμαξ: Σημαίνει δὲ τὸν λειμῶνα, διὰ τῆς ει διφθόγγου. Λείαξ: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ λεῖον γέγονεν λείαξ. | |
25 | Λιρός: Ὁ ἀναιδὴς διὰ τοῦ ι, καὶ ὀξύνεται. Λίμμα: ι παρὰ τὸ λείπω λίμμα· πολλὰ δέ εἰσιν ὀνόματα. Λιθόβολος: Διὰ τοῦ ι· καὶ προπαροξύνεται· σημαίνει γὰρ τὸν λίθοις βαλλόμενον. Λιθοβόλος δὲ παροξυτόνως τὸν λίθοις βάλλοντα. | |
30 | Λίχνος: Διὰ τοῦ ι· Λιχνεῖα· τὸ χνει δίφθογγος παρὰ τὸ λιχνεύω. Λιμβός: ι· παρὰ τὸ λίαν βαίνειν· Λοιμική. | |
Λιμβεῖα: Παρὰ τὸ λιμβεύω. | 238 | |
239 | Λοιμός: Ἡ διαφθορά. Λύμη: Ἡ βλάβη· Λοιδορία· Λαιμός· Λῆρος κατὰ παράδοσιν. Λειμών: Παρὰ τὸ λείβω, λειβὼν καὶ λειμών· οἱονεὶ, ὅπου | |
5 | τὰ λεῖα κατανέμεται, τουτέστι τὰ πρόβατα. Λείπω: Λέγει ὁ Ὦρος, ὅτι πάντα παρὰ τὸ λείπω διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, λειπόνεως· λειποταξία· λειποτάξιον· λειποστράτειον· ὁ δὲ Ὠριγένης διὰ τοῦ ι λέγει γράφεσθαι· οἷον, ἔλιπον παρ’ Εὐφορίωνι· λιποτρόφια παρὰ Νεοπτολέμῳ· ἐλ‐ | |
10 | λίπεες παρ’ Εὐφορίωνι. Λιποκτενίασσα· Λιποναῦται· Λιποταξίου· Παρὰ Ἀρι‐ στοφάνει. Λοίμια: Ὄνομα κύριον, γέγονεν δὲ ἡ γυνὴ Δημητρίου τοῦ Φαλήρεως· ἔστιν δὲ καὶ προσηγορικὸν, τὰ χάσματα· οὕτω | |
15 | Διογενιανός. Μικρός: Διὰ τοῦ ι γράφεται· κανὼν δὲ τοιοῦτος· τὰ εἰς κρος γενόμενα δισύλλαβα, εἴτε κύρια, εἴτε μὴ κύρια, ἀποστρέ‐ φονται τὴν ει δίφθογγον· γέγονεν δὲ τὸ μικρὸς ἀπὸ τοῦ μείων, ὅ ἐστι τὸ ἔλαττον· τοῦτο γίνεται κατὰ διάλυσιν τοῦ ι, καὶ ἐκ‐ | |
20 | τάσει τοῦ ε μήϊον, καὶ ἐκεῖθεν μηϊκρὸς, καὶ κατὰ συγκοπὴν τοῦ η μικρός· τὸν δὲ μικρὸν ἄνθρωπον νᾶνον εἰώθασιν λέγειν· οἱονεὶ νηᾶνος τίς ὢν, καὶ νᾶνος, ὁ ἐστερημένος τοῦ ἄνω. Μεσίτης: Παρὰ τὸ μέσος· Μαργίτης· παρὰ τὸ μάργος. Μεμφίτης: Παρὰ τὸ Μέμφης. | |
25 | Μεταποντῖνος: Διὰ τοῦ ι. Μοῖρα: Ἡ πόλις· καὶ Μύρα τὰ ἀλίμματα· καὶ Μοῖρα τὸ μέρος. Μόλις· Μολυσμός· Μωρός καὶ Μόρος· Μῶμος· Μόδιον. Μίλητος: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· | |
30 | Μίλλατος γὰρ λέγουσιν οἱ Αἰολεῖς, ὥσπερ ὅμιλος, ὄμιλλος· πέδιλον, πέδιλλον· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, ἔλεγον ἂν Μέλλετος, ὥσπερ κέῤῥω. | |
Μᾶλλον: Τὸ ἐπίῤῥημα τὸ α μακρὸν ἔχει· τὰ δὲ ἔχοντα | 239 | |
240 | δύο σύμφωνα ὅμοια ἑπόμενα βραχὺ ἔχουσι τὸ δίχρονον· ὅθεν Ἴωνες τὸ μᾶλλον μάλιον λέγουσιν, διὰ τὸ μὴ συστεῖλαι τὸ α καὶ τὰ ὅμοια· λοιπὸν ἐν οἷς ἐπιφέρηται δύο σύμφωνα ὅμοια, συστέλλουσι τὸ δίχρονον ἢ τὸ ι· οἷον, ἴλλος· ἴκκος· καὶ ἴλλαος | |
5 | καὶ ἴλαος· διὰ τοῦτο ἐπειδὴ συνέστειλαν τὸ δίχρονον, ἤγουν τὸ ι, ὡς εἴρηται καὶ μὴ δύνασθαι αὐτὸ τῶν δύο ἐπιφερομένων συμ‐ φώνων. Μίκκος: Ὁμοίως· ἐπειδὴ ἀνεδιπλασιάσθη τὸ κ, συστέλ‐ λουσι τὸ ι. | |
10 | Μάσθλης: Ἔστιν δὲ ὁ λῶρος. Μῖμος: ι· τὰ εἰς ος δισύλλαβα, ἔχοντα τὴν πρώτην καὶ τὴν δευτέραν συλλαβὴν ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἀρχομένην, ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, Νῖνος· Βίβλος. Μίμησις: ι τὸ πρῶτον, τὸ δὲ δεύτερον διὰ τοῦ η· παρὰ γὰρ | |
15 | τὸ μῖμος τὸ πρῶτον, τὸ δὲ δεύτερον ἐκ τοῦ μίμης· ἢ καὶ μιμνῶ, τοῦ ω εἰς η τραπέντος· ἐκ τοῦ οὖν μένω γέγονεν μιμνῶ· εἰσὶ γάρ τινα ῥήματα ἅτινα πλεονάζουσι σύμφωνον, καὶ τρέπουσι τὸ ε εἰς ι, ἔστιν οὖν μένω, γίνεται δὲ μίμνω, καὶ ἐκ τούτου μιμνή‐ σκω, μίμνησις, καὶ κατὰ ἀποβολὴν τοῦ ν μίμησις. | |
20 | Μῖσος: ι· ὥσπερ ἀπὸ τοῦ ἀφροδύτη γέγονεν Ἀφροδίτη, καὶ δύφρος, δίφρος· μύσος, μίσος. Νεῖκος: Ἡ φιλονεικία διὰ τῆς ει διφθόγγου, ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ, καὶ τοῦ νε στερητικοῦ γέγονεν νέεικος, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου, νεῖκος· ἡ γὰρ φιλονεικία | |
25 | τοῦ ὑποχωρεῖν ἐστέρηται· εἰ γὰρ ὑποχωροῦσιν οὐκ ἔστι φιλο‐ νεικία. Νεῖλος: Διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Δωριεῖς διὰ τοῦ η γράφουσιν· ἢ παρὰ τὸ νέω γέγονεν νέϊλος, καὶ κατὰ συναίρεσιν Νεῖλος· ἢ παρὰ τὸ νέω, τὸ σημαῖνον τὸ ῥέω, καὶ τὸ ἰλὺς γέγονεν | |
30 | νέϊλος, καὶ Νεῖλος· ὁ γὰρ Νεῖλος ἰλυώδης ἐστίν· καὶ γὰρ νέος κατ’ ἔτος φαίνεται, καὶ σήμερον καὶ κατ’ ἔτος ποτίζει πᾶσαν τὴν Αἴγυπτον. Νείατον: Σημαίνει δὲ τὸν ἔσχατον, διὰ τῆς ει διφθόγγου | |
γράφεται· ὥσπερ γὰρ παρὰ τὸ μέσον γίνεται μέσατον, τὸν | 240 | |
241 | αὐτὸν τρόπον καὶ παρὰ τὸ νεῶ γέγονεν νέατον, καὶ κατὰ πλεονα‐ σμὸν τοῦ ι νείατον. Νηλήτης: Γέγονεν δὲ παρὰ τὸ νη τὸ ἐπιτατικὸν μόριον, καὶ τὸ ἀλητεῖν, τὸ σημαῖνον τὸ ἁμαρτεῖν· καὶ ἄξιόν ἐστιν ζη‐ | |
5 | τῆσαι, εἰ ἄρα τὸ νηλήτης ἀπὸ τοῦ ἀλιτεῖν γέγονεν, τὸ δὲ ἀλιτεῖν διὰ τοῦ ι γραφόμενον, πῶς τὸ νηλήτης διὰ τοῦ η γράφεται· ἔστιν οὖν εἰπεῖν, ὅτι ἐτράπη Αἰολικῶς τὸ ι εἰς τὸ η, οὕτως γὰρ τὸ ἀκτίνες καὶ τὸ ψιμύθιον διὰ τοῦ η προφέρονται οἱ Αἰολεῖς. Νείλεως: Διὰ τῆς ει διφθόγγου γράφεται· ἢ γὰρ παρὰ τὸ | |
10 | νέος καὶ τὸ λεως γέγονεν νεόλεως, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον νείλεως, ὡς πλέον, πλεῖν· δέον, δεῖν· ἢ ὥσπερ ἡ ἀβλῆτος καὶ ἀτρῶτος γενικὴ μετάγονται εἰς εὐθείας, καὶ προπαροξύνεται, τὸν αὐτὸν τρόπον καὶ ἡ Νείλεως γενικὴ μετάγεται εἰς εὐθεῖαν, καὶ προπαροξύνεται· οἷον, Νείλεως, καὶ | |
15 | κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰς τὴν ει δίφθογγον Νείλεως· ὥσπερ οὐτῶ, οὐτήσω, οὐτεῖλαι, τοῦ η εἰς τὴν ει δίφθογγον τρα‐ πέντος. Νειός: Σημαίνει δὲ τὴν ἀνανεουμένην γῆν· διὰ τῆς ει δι‐ φθόγγου γράφεται· παρὰ γὰρ τὸ νεῶ γέγονεν νεὸς, καὶ πλεονα‐ | |
20 | σμῷ τοῦ ι νειός. Νυμφεῖα: ει, ἡ νύμφευσις. Νείαρα: Σημαίνει δὲ τὸ ἔσχατον μέρος τῆς γαστρὸς, διὰ τῆς ει διφθόγγου· παρὰ τὸ νέω τὸ σημαῖνον τὸ πορεύομαι γέγονεν νέαιρα, καὶ πλεονασμῷ τοῦ ι νείαιρα· εἰς αὐτὴν γὰρ πορεύεται | |
25 | τὰ ἐσθιόμενα. Νεστόρειος: Διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, Νεστορέῃ παρὰ νηΐ. Νείφω: Σημαίνει δὲ τὸ χιονίζω, διὰ τῆς ει διφθόγγου· ἔστιν | |
30 | γὰρ νέφος, καὶ ἐξ αὐτοῦ γίνεται νόφος, καὶ ἐν πλεονασμῷ τοῦ γ γνόφος, ἐκ τούτου οὖν τοῦ νέφος γίνεται νέφω, καὶ πλεονασμῷ τοῦ ι νείφω. Νιφετός: Καὶ νιφὰς διὰ τοῦ ι· εἰσὶ γάρ τινα ὀνόματα. | |
Νήφω: Τοῦ ἐπὶ τὸ μεθύω κατὰ τροπὴν γεγενῆσθαι λέγει | 241 | |
242 | Ἀπολλώνιος ἀπὸ τοῦ νείφω τοῦ σημαίνοντος τὸ χιονίζω, κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς τὸ η· τοὺς γὰρ λειποψυχοῦντας πολλάκις ὕδατος ῥανίσιν νήφειν ποιοῦμεν. Νεμέσιος· Νότος: Ὁ ἄνεμος· Νῶτος· τὰ ψῶα· Νω‐ | |
5 | θρός. Νόστος· Νεοσσοί· Ναβουθαί. Ξυνοικία: Ἡ ἑορτὴ τὰ ξυνοικία. Ξιφίσματα: Ὄρχησις παρὰ τὸ ξίφος· ὡς τῶν ὀρχουμένων ξιφηρῶν ὄντων. | |
10 | Ξίρις: Ἔστιν δὲ εἶδος ἀρωματικὸν φυτοῦ, διὰ τοῦ ι γράφε‐ ται· τὰ γὰρ εἰς ρις βαρύτονα τῇ ει διφθόγγῳ οὐ παραλήγονται· οἷον, ἔρις· Ἴρις, ἔστιν δὲ εἶδος ὀρνέου· δῆρις· Σίρις, ἔστιν δὲ ὄνομα πόλεως Φοινίκης· κίσιρις, ἔστιν δὲ εἶδος ὀρνέου· οὕτως καὶ ξίρις. | |
15 | Ξεῖνος: Διὰ διφθόγγου γράφεται· ὥσπερ γὰρ ἀπὸ τοῦ κενὸς γίνεται κεινὸς, κατὰ πλεονασμὸν τοῦ ι· οἷον, κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ, τὸν αὐτὸν τρόπον καὶ τὸ ξένος γέγονεν ξεῖνος· πρόσκειται βα‐ ρύτονα διὰ τὸ χειρὶς, χειρίδος· σημαίνει δὲ τὸ χειρομάνικον· | |
20 | καὶ πάλιν οἱ Αἰολεῖς ξένος λέγουσιν· μηδεὶς δὲ οἰέσθω ὅτι τὸ ξένος ἀπὸ τοῦ ξεῖνος γέγονεν· οὐδέποτε γὰρ οἱ Αἰολεῖς τὸ ι τὸ ἀπὸ πλεονασμοῦ ἀποβάλλουσιν, καὶ διπλασιάζουσι τὸ σύμφω‐ νον· οἷον, τὸ κενὸς γίνεται κεινὸς, καὶ οὐ λέγουσι κέννος· ἀλλὰ ἀπὸ τοῦ ξένος γέγονεν ξέννος· καὶ γὰρ πολλάκις καὶ ἐπὶ βρα‐ | |
25 | χείᾳ συστολῇ ποιοῦνται τοῦ συμφώνου διπλασμόν· οἷον, Ἔννη, ἔστιν δὲ ὄνομα πόλεως· θεράπων, θεράπονος· οὕτως καὶ ξένος, ξέννος. Ξυλοφορία: ι ἡ παράδοσις. Ξυλήφιον: ι, ὡς ὑποκοριστικὸν γὰρ, καὶ δοκιμώτερον τὸ | |
30 | ξυλήριον καὶ ξυλάριον. Ξένιος: ι, καὶ τὸ κύριον, καὶ τὸ ἐπίθετον. Ξανθικός: Ὁ μὴν ι· οὐδεὶς γὰρ μὴν Μακεδόνων τὴν ει | |
δίφθογγον ἔχει ἐνπαρατέλευτον. | 242 | |
243 | Ξυλεῖα: ει, ξυλεύω γάρ. Ὀπωρινός: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς νος ὀξύτονα ἐπὶ καιροῦ λαμβανόμενα πάντα διὰ τοῦ ι γράφεται· οἷον, χει‐ μερινός· θερινός· ἰσημερινός· οὕτως καὶ προϊνὸς διὰ τοῦ ι | |
5 | μακροῦ ὅλα. Ὀρίγανον: Διὰ τοῦ ι γράφεται κατὰ παράδοσιν· ὤφει‐ λεν δὲ διὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ δοτικῆς τῶν εἰς ος οὐδετέρων συντιθέμενα τοῦτον τὸν τρόπον, εἰ μὲν φωνῆεν ἐπιφέ‐ ρηται, ἢ ἓν ἁπλοῦν σύμφωνον, φυλάττεται ἡ ει δίφθογγος· οἷον, | |
10 | ὀρείαυλος· ὀρειγένης· οἱονεὶ, ὁ ἐν τῷ ὄρει γεννηθείς· τὸ γὰρ κύριον ὄνομα τὸ Ὠριγένης διὰ τοῦ ω καὶ ι γράφεται· εἰ δὲ δύο σύμφωνα ἐπιφέρονται, ἀποβάλλεται τὸ ε· οἷον, ἔγχει, ἐγχίκτυπος· ὄρει, ὀρειβρεμέτης· χωρὶς τῶν παρὰ τὸ κάλλος, καὶ τῶν παρὰ τὸ ὕψος· οἷον, καλλιγύναικα· καλλιπάρθενον· | |
15 | καλλιάνασσα· ὑψίζυγος· ὑψίθρονος· τούτων οὕτως ἐχόντων, τὸ ὀρίγανον διὰ τῆς ει διφθόγγου ὤφειλεν γράφεσθαι, διὰ τὸ ἓν ἁπλοῦν σύμφωνον ἐπιφέρεσθαι μόνον· ἔστιν γὰρ παρὰ τὸ ὄρει δοτικὴν καὶ τὸ γένος, τὸ σημαῖνον τὴν χάριν· τὸ γὰρ ὀρίγα‐ νον τὸ ὄρει χαίρει· ἢ παρὰ τὸ ὁρᾶν καὶ τὸ γάνω, τὸ σημαῖ‐ | |
20 | νον τὸ λαμπρύνω· οἱονεὶ, τὸ λαμπρύνον τὴν ὅρασιν· ὁρᾶν γάρ τινα ποιεῖται καλῶς τὸ ὀρίγανον· ἀλλὰ διὰ τοῦ ι ἐπεκράτησε λέγεσθαι· ὁ δὲ γραμματικὸς Θεόδωρος ὅτι παρὰ τὸ ῥιγῶ γίνε‐ ται ῥίγανον, καὶ πλεονασμῷ τοῦ ο ὀρίγανον, εἰ τὸ ψῦχον τινὰ κατὰ ἀντίφρασιν θερμάνει γάρ τινα· τριγενὲς δὲ λέγεται τὸ | |
25 | ὀρίγανον, ἀρσενικὸν, θηλυκὸν, οὐδετερόν. Οἰκτίρω· Οἰκτείρω: Καὶ διὰ τοῦ ι γράφεται, καὶ διὰ τῆς ει διφθόγγου· ἔχουσι δὲ λόγον ἐκάτερα· τὸ γὰρ διὰ τοῦ ι γρά‐ φεται, διὰ τὸ οἰκτιρμὸς γράφεσθαι ι· καὶ πάλιν οἱ Αἰολεῖς οἰκτίῤῥω λέγουσι, καὶ οὐχὶ οἰκτέῤῥω· οἱ δὲ διὰ τῆς ει διφθόγ‐ | |
30 | γου γράφεσθαι αὐτὸ, ἐπειδὴ οἰκτερῶ ἐστιν ὁ μέλλων· ὅσα γὰρ ῥήματα ἐν τῷ μέλλοντι ἔχει τὸ ε******* καὶ ἢ μόνον, ἢ μετὰ τοῦ ι αὐτὸ ἔχουσι· μόνον μέν· οἷον, νέμω, νεμῶ· | |
δέρω, δερῶ· μετὰ δὲ ἑτέρου φωνήεντος· οἷον, κείρω, κερῶ· ἐγεί‐ | 243 | |
244 | ρω, ἐγερῶ ἀείρω, ἀερῶ· εἰ οὖν οἰκτερῶ φαμὲν τὸν μέλλοντα διὰ τοῦ ε, δηλονότι ὁ ἐνεστὼς διὰ τῆς ει διφθόγγου γράφεται. Οἰκοδομία: ι, παρὰ τὸ οἰκοδόμος. Ὄρνις, Ὄρνιθος: ι, διὰ τὸ εἰς θος εἶναι τὴν γενικήν. | |
5 | Ὀπιπεύω: Ἰστέον ὅτι διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ ὄπτω, τὸ σημαῖνον τὸ θεωρῶ, γίνεται ὀπτεύω, καὶ κατὰ διπλα‐ σιασμὸν πτεύω, καὶ ὀπιπεύω. Ὀρίνω: Διὰ τοῦ ι γράφεται· οἱ γὰρ Αἰολεῖς ὀρίννω λέ‐ γουσιν, καὶ οὐχὶ ὀρέννω· ἐπειδὴ εὕρηται κλινόμενον μετὰ τῶν | |
10 | παρατατικῶν· εἰ δὲ μετὰ τῆς ει διφθόγγου ἐγράφετο, οὐκ ἐκλί‐ νετο μετὰ τῶν παρατατικῶν· τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γραφόμενα, ἄχρι τοῦ παρα‐ τατικοῦ κλίνονται· ἐρεείνω· φαείνω· ἀλεείνω· καὶ ἰστέον ὅτι πάντα τὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ εινω διὰ τῆς ει διφθόγ‐ | |
15 | γου γράφεται· πλὴν τοῦ ὀρίνω· ὠδίνω· πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ κρίνω καὶ κλίνω. Ὀΐομαι: Παρὰ τὸ οἴομαι γέγονεν κατὰ διάλυσιν ὀΐομαι. Ὅσιος: Διὰ τοῦ ι· ὡς Χαρίσιος· ἀφροδίσιος. Ὀψαρίδιον: Διὰ τοῦ ι· ὥσπερ παρὰ τὸ οἰκία γέγονεν | |
20 | οἰκίδιον διὰ τοῦ ι· οὕτως καὶ παρὰ τὸ ὀψάριον, ὀψαρίδιον, ὡς γωνία, γωνίδιον. Ὅμιλος: ι· ὄμιλλος γὰρ λέγουσιν οἱ Αἰολεῖς· καὶ πάλιν, τὰ διὰ τοῦ ιλος. Οἰκεῖα: Τὰ ἴδια· ει δίφθογγος ὡς κτητικὸν, τῆς οἰκίας | |
25 | γάρ. Οἰκία δὲ ὁ οἶκος διὰ τοῦ ι τὸ κι· ἐκ τοῦ οἶκος γὰρ γέγο‐ νεν οἰκία. Οἰκεῖος: ει· οἰκήϊος γὰρ οἱ Δωριεῖς. Ὄσπριον: ι· ἔστιν γὰρ σπόριον, εἶτα καθ’ ὑπέρθεσιν τοῦ ο | |
30 | ὄσπριον. Ὀϊλεύς: Λέγεται δὲ καὶ Ἰλεύς· διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ εἰς ευς ὡς ἐπὶ τὸ πλεῖστον οὐ θέλουσι τῇ ει διφθόγ‐ γῳ παραλήγεσθαι· οἷον, Ἀχιλεύς· οὕτως καὶ Ἰλεὺς διὰ τοῦ ι· | |
πλὴν τοῦ Νειλεὺς, ἐξ οὗ τὸ Νεῖλος. | 244 | |
245 | Ὀμιχῶ: Σημαίνει δὲ τὸ οὐρῶ· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς χω τῇ ει διφθόγγῳ οὐ παραλήγονται· πλὴν τοῦ στείχω καὶ λείχω· οἷον, κιχῶ· αὐχῶ. Ὄσιρις: Διὰ τοῦ ι· τῷ λόγῳ τοῦ Βούσιρις· ὥσπερ ἐν τῷ | |
5 | Β στοιχείῳ μεμαθήκαμεν. Ὀνομαστί: ι· ἐπειδὴ καὶ συνέσταλται. Ὄνειρος: Τὰ διὰ τοῦ ειρος προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ὄνειρος· μάγειρος· καὶ ἄλλως, ἐπει‐ δὴ οἱ Αἰολεῖς ὄνοιρος λέγουσι. | |
10 | Οἰνείδης: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ Οἰνεὺς γέγονεν· τὰ δὲ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειδης γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Πηλεὺς, Πηλείδης· Οἰνεὺς, Οἰνείδης. Ὀπανεῖον: Ὥσπερ βαλανεῖον ἐν τῷ Β στοιχείῳ ἐγράφη· | |
15 | καὶ ἄλλως, ἐπειδὴ εὕρηται κατὰ διάστασιν τοῦ ι ὀπανήϊον, καὶ τροπῇ τοῦ η εἰς ε ὀπανέϊον, καὶ ὀπανεῖον. Ὄνειδος: ει δίφθογγος· παρὰ γὰρ τὸ εἶδος καὶ τὸ ὀνῶ τὸ μέμφομαι γέγονεν ὄνειδος· ὄνειδος γὰρ λέγεται ὁ κατὰ τὸ εἶδος μεμπτός. | |
20 | Ὀκεῖλαι: Ὀκελεύω γάρ. Ὀνείατα: Σημαίνει δὲ καὶ τὰ βρώματα καὶ παντὰ τὰ ὀφελοῦντα, διὰ τῆς ει διφθόγγου γράφεται· ἐπειδὴ οἱ Αἰολεῖς η γράφουσιν αὐτό· οἷον, ὀνήατα· κατὰ ἔθος γὰρ ἔχουσι τὴν ει δίφθογγον εἰς η τρέπειν· γέγονεν δὲ καὶ παρὰ τὸν ὀνήσω μέλ‐ | |
25 | λοντα ὀνείατον, σημαίνει τὸ ὀφέλιμον, κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον. Ὀφείλω: Διὰ τῆς ει διφθόγγου· ὄφελος γάρ. Ὀστρεῖα: ει, ὄστρεα γάρ. Ὀρεινός: Παρὰ τὸ ὄρος, ὄριος· ἀπάγεται δὲ τῷ κανόνι | |
30 | τῶν εἰς νος ὀξυτόνων. Ὀθνεῖον: ει δίφθογγος· ἀνέφανεν γὰρ τὸ ε ἐν τῷ “ὀθνέην ὁδόν·” ἔστιν δὲ παρὰ τὸ νόθος, νοθεῖος, καὶ ἐν ὑπερ‐ | |
βιβασμῷ ὀθνεῖος. | 245 | |
246 | Ὀψείω: Σημαίνει δὲ τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι· εὕ‐ ρηται γὰρ καὶ χωρὶς τοῦ ι· καὶ ἄλλως· τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων διὰ τοῦ ειω παραγωγὰ ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γράφεται. | |
5 | Ὀρθοέπεια: ει δίφθογγος· τῷ λόγῳ τῶν διὰ τοῦ εια προ‐ παροξυτόνων. Ὁδεῖνα: ει δίφθογγος κατὰ παράδοσιν· ἰστέον ὅτι ὥσπερ Νεάπολις βʹ ὀνόματα εἰσὶν καθ’ ἑνὸς ὑποκειμένου, τὸν αὐτὸν τρόπον καὶ τὸ ὁδεῖνα δύο ἀντωνυμίας εἰσὶν καθ’ ἑνὸς ὑποκει‐ | |
10 | μένου· καὶ ἄλλως, καὶ ἐκ τοῦ κατὰ διάστασιν εὑρεθῆναι δέϊνα, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι ὁ δεῖνα· ἄλλως δὲ διὰ τοῦτο τὸ ὁ δεῖνα διὰ διφθόγγου γράφεται· ἐπειδὴ αἱ ὑπὲρ μίαν συλ‐ λαβὴν μονοπρόσωποι ἀντωνυμίαι θέλουσιν ἔχειν δίφθογγον· οἷον, ἐκεῖνος· οὗτος· αὐτός· χωρὶς τοῦ ὅδε· μονοπρόσωποι δὲ λέγον‐ | |
15 | ται, ἐπειδὴ οὐκ ἔχουσι πρῶτον καὶ δεύτερον πρόσωπον· τὸ γὰρ ἐγὼ καὶ σὺ οὐκ εἴσι τοιοῦτον, ἀλλατί. Ὀξύπεινος: ει· Ὀλμειός· ει, ὡς Ἀλφειός. Οὐδένεια: ει δίφθογγος, διὰ τὸ οὐδενὲς παρὰ κειμένω. Οἱονεί: Δίφθογγος· δύο γὰρ μέρη λόγου ἐστὶν, ὄνομα καὶ | |
20 | εἰ σύνδεσμος, καὶ ἐν συναιρέσει γέγονεν οἱονεὶ τὸ ἐπίῤῥημα. Ὄρειος: ει, ἀπὸ τοῦ ὄρεος γενικῆς. Ὄριον: Τὸ δασυνόμενον ι· καὶ Ὅριος Ζεύς. Ὁμηρεῖα: ει, παρὰ τὸ ὁμηρεύω. Ὀξείδιον: ει, ἀπὸ τοῦ ὀξέος εἴρηται. | |
25 | Οἰκετεῖα: ει, ἡ θεραπεῖα. Οὐκενι: ι κατὰ παράδοσιν. Ὄροφος: Μικρόν· ἐν δὲ τῷ διώροφος ἐκτείνει τὸ κατ’ ἀρχάς. Ὤφελον: Μέγα· ἔστιν δὲ ἐπίῤῥημα εὐχῆς σημαντικὸν, καὶ ὄφελος. | |
30 | Ὀχύρωμα: Μικρὸν τὸ ἀπὸ τῆς ἀρχῆς. Ὀψέ: Ψιλὸν, ἐξ αὐτοῦ καὶ ὀψεῖα. Ὀκέλλω καὶ Ἐξώκειλα. Ὀλιγωρία· Ὁδυπόρος· Ὁμιλία· Ὀψώνιον, κατὰ πα‐ | |
ράδοσιν. | 246 | |
247 | Ὅτω: Χωρὶς τοῦ ς ὅτε σύμφωνον ἐπιφέρηται. Ὀδύσαο: Ἀντὶ τοῦ ὀργίσθης ἀπὸ τοῦ ὀδύω· ὅθεν Ὀδυσ‐ σεύς. Ὄνος: Τὸ ο μικρόν. | |
5 | Παλαιστίνη: Τὸ λει δίφθογγον, ἐκ τοῦ πάλαι ἐπιῤῥή‐ ματος. Πολιτεῖα: Παρὰ τὸ πολίτης ι, καὶ παρὰ τὸ λιτεύω δί‐ φθογγος. Πρηξῖνος: Γέγονεν δὲ παρὰ τὸν πράξω μέλλοντα πραξῖ‐ | |
10 | νος, καὶ κατὰ τροπὴν τοῦ α εἰς η πρηξῖνος. Πανδοκεύτρια: ι· τὰ γὰρ διὰ τοῦ τρια προπαροξύτονα πάντα διὰ μόνου τοῦ ι γράφεται. Παλλακίνος: Πέδιλα· ι· σημαίνει τὰ ὑποδήματα, καὶ κατὰ τὴν ἐτυμολογίαν ὤφειλεν διὰ τῆς ει διφθόγγου γράφε‐ | |
15 | σθαι· πέδιλα γὰρ λέγονται παρὰ τὸ περὶ τοὺς πόδας εἰλεῖσθαι· διατί δὲ διὰ τοῦ ι; ἐπειδὴ πέδιλλα λέγουσιν οἱ Αἰολεῖς· ὥσπερ ὅμιλος, ὄμιλλος· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου πέδελλα εἶχον λέγειν· ἐπειδὴ κανὼν ἐστὶν ὁ λέγων, ὅτι τὰ παρὰ τὸ εἰλῶ συγκείμενα ἐν ὀνόμασι κατὰ τὸ τέλος, ἢ παρα‐ | |
20 | γόμενα ἐν ὀνόμασι διὰ τοῦ ι γράφεται· οἷον, ὅμιλος· ἔστιν δὲ παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι· ἰλεὸς, σημαίνει δὲ τὴν κατάδυσιν· ἰλὴ, σημαίνει δὲ τὴν ἄθροισιν· ἰλύς· Ἰλισσός· οὕτως καὶ πέ‐ διλον διὰ τοῦ ι· πρόσκειται κατὰ τὸ τέλος, διὰ τὸ εἰλίπους· ἐν ὀνόμασι δὲ, διὰ τὸ εἰλίσσω, καὶ εἰλύω. | |
25 | Πίνω: Διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ πίω γέγονεν κατ’ ἐπένθεσιν τοῦ ν· τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων ἐχόντων ἓν δίχρονον μόνον εἴωθεν ἐπεντίθεσθαι· οἷον, δύω, δύνω· θύω, θύνω· οὕτως οὖν καὶ πίνω μόνως ἐκτείνει τὸ ι· οἷον, Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης | |
30 | τὸ δὲ πίνω καὶ ἐκτείνει καὶ συστέλλει. Πισιδία: ι ἡ παράδοσις. | |
Πύξινον: Πύξος γάρ. | 247 | |
248 | Πίσεα: Σημαίνει δὲ τοὺς καθαροὺς τόπους, διὰ τοῦ ι γρά‐ φεται· παρὰ γὰρ τὸν πίσω μέλλοντα, ἐξ οὗ τὸ πίσεα. Πτισάνη: ι, καὶ πισσος παρὰ τὸ πτίσαι· ἦν γὰρ ἡ πτίσ‐ σος ὡς ἀπὸ τοῦ μέλαντος, μελανός. | |
5 | Πίειρα: Σημαίνει δὲ τὴν λιπαρὰν, κατὰ μὲν τὴν ἄρχουσαν διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ πίω γέγονεν· κατὰ δὲ τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν εἰς ρα θη‐ λυκῶν. Πιμελή: Διὰ τοῦ ι γράφεται ὀξύτονον· ἔστιν δὲ θηλυκὸν | |
10 | γένος, καὶ σημαίνει τὸ λίπος· παρὰ δὲ τὸ πίω καὶ τὸ μέλος· γέγονεν πιωμέλη, καὶ κατὰ συγκοπὴν πιμελή. Πίδαξ: Σημαίνει δὲ τὴν πηγήν· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς εξ λήγοντα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, κλίμαξ· θρίδαξ· οἷδαξ· πλὴν τοῦ λείαξ· ὥσπερ δὲ παρὰ | |
15 | τὸ κλίνω γέγονεν κλίναξ καὶ κλίμαξ· τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πίω γέγονεν πίαξ, καὶ προσθέσει τοῦ δ πίδαξ διὰ τοῦ ι. Πηγή: Ἐκ τοῦ πηδῶ γέγονεν πηδή, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς γ πηγή. Πίσα: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· παρὰ | |
20 | τὸ πίω πίσω γὰρ γέγονεν· οἱονεὶ, ἡ ἔχουσα πολὺ ὕδωρ· καὶ ἄλλως, ἐπειδὴ εὕρηται ἡ πι συλλαβὴ συστελλομένη παρὰ Πιν‐ δάρῳ. Προβαλίσιος: Διὰ τοῦ ι· ὥσπερ γὰρ ἀπὸ τοῦ Τρικόρινθος γίνεται Τρικορύσιος, οὕτως καὶ ἀπὸ τοῦ Προβάλιθος, Προβα‐ | |
25 | λίσιος· τὸ δὲ Προβάλιθος διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ εἰς θος οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, κάκιθος· σημαίνει δὲ τὸν κάκιστον· ἔριθος· σημαίνει δὲ τὸν ἐργάτην· λέ‐ κιθος· σημαίνει δὲ τὸν κρόκον τοῦ ὠοῦ. Πίθος: Τὸν κανόνα τοῦτον· Πέρδικος. | |
30 | Πηρίν: Σημαίνει δὲ τὸν ὄρχην· διὰ τοῦ ι γράφεται, παρὰ τὸ εἶναι δικατάληκτον· πηρὶς γὰρ καὶ πηρὶν, τὸ ἔξοθεν τῶν | |
αἰδοίων. | 248 | |
249 | Παλίωξις: Διὰ τοῦ ι γράφεται· ἔστι γὰρ πάλιν καὶ δίω‐ ξις· ἐκ τούτων γίνεται κατὰ ἀποβολὴν τοῦ ν καὶ δ παλιΐωξις, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν παλίωξις. Πιδῶ: Διὰ τοῦ ι· ἢ παρὰ τοῦ πίω γέγονεν, πηδᾶν γὰρ λέ‐ | |
5 | γομεν ἐπὶ τοῦ ἁλλομένου ὕδατος· ἢ ἐπειδὴ παρὰ τὸ πηδῶ λέ‐ γουσι κατὰ μετάθεσιν τοῦ η εἰς ι, ὥσπερ ἥκω καὶ ἵκω· διὰ τοῦ η καὶ ι. Πηδῶ: Διὰ τοῦ η κατὰ παράδοσιν. Πιδύτης: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τοῦ ι· παρὰ γὰρ τὸ | |
10 | πιδῶ γέγονεν. Πρίων: Διὰ τοῦ ι, παροξύνεται· παρὰ γὰρ τὸ πρίζω γέγο‐ νεν· πρίονος δὲ ἡ γενική· βραχὺ γὰρ τὸ δίχρονον τῷ λόγῳ τοῦ Ἀμφίων. Πιδύω: Σημαίνει δὲ τὸ ἅλλομαι, διὰ τοῦ ι γράφεται· ὥσπερ | |
15 | γὰρ παρὰ τὸ ῥήσσω γίνεται ῥηγνύω, καὶ παρὰ τὸ πήσσω, πη‐ γνύω, οὕτως καὶ παρὰ τὸ πιδῶ γίνεται πιδύω. Πίπτω: Παρὰ τὸ πτῶ πίπτω· καὶ εὐλόγως, ἐπειδὴ οἱ ἀνα‐ διπλασιασμοὶ ἀπὸ βραχείας θέλουσιν ἄρχεσθαι· καὶ πάλιν τὰ εἰς πτω λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγονται, πλὴν τοῦ | |
20 | φιλαλείπτω, καὶ ἀνερείπτω, ἐξ οὗ τὸ ἀνηρείψαντο. Πηλείων, Πηλείωνος: Τὰ διὰ τοῦ ειων διὰ τῆς ει δι‐ φθόγγου γράφονται, μὴ ὄντα συγκριτικὰ φυλάττουσι τὸ ω κατὰ τὴν γενικήν· οἷον, Ἀτρείων, Ἀτρείωνος· Ἀργείων, Ἀργείωνος· Καδμείων, Καδμείωνος. | |
25 | Πῖλος: ι· λέγουσι δὲ ἀρσενικόν· σημαίνει δὲ τὸν πίλιον, διὰ τοῦ ι· τῷ λόγῳ τῶν διὰ τοῦ ιλος· καὶ ἄλλως, παρὰ τὸ πιέζω πίεω γέγονεν πίελος, καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ἓν μακρὸν πῖλος· ὥσπερ ἱερεὺς, ἱρεύς· ἱερὸς, ἱρός. Πιλῶ: Διὰ τοῦ ι· ὥσπερ γὰρ παρὰ τὸ φίλος γέγονεν φιλῶ, | |
30 | ο οὕτως καὶ παρὰ τὸ πῖλος, πιλῶ, καὶ πιλήσω ὁ μέλλων· ἐν τῇ συνηθείᾳ φασὶν πηλώσω. Πίφιξ: Ἔστιν δὲ εἶδος ὀρνέου, διὰ τοῦ ι γράφεται καὶ κατὰ | |
τὴν ἀρχὴν καὶ κατὰ τὴν παραλήγουσαν· ἡ μὲν πρώτη παρὰ τὸ | 249 | |
250 | πίω γέγονεν· χαίρει γὰρ τὸ ὄρνεον τούτοις τοῖς ὕδασιν· ἡ δὲ λήγουσα, ἐπειδὴ τὰ εἰς ξ λήγοντα τὴν ει δίφθογγον ἀποστρέ‐ φονται· ἔτι δὲ καὶ τῷ κανόνι τῶν ἀμφιβαλλομένων. Ποικῖλαι: Διὰ τοῦ ι ἐπειδὴ ὁ μέλλων ποικιλῶ· ἔστιν γὰρ | |
5 | παρὰ τὸ ποικίλλω. Πνίγω: ι, ἐπειδὴ ὁ παρακείμενος πέπνιγά ἐστιν, καὶ οὐ πέπνοιγα. Πίθι: Διὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὸ πίε· παρὰ γὰρ τὸ πίω γέγονεν πίθι κατ’ ἐπέκτασιν τῆς θι συλλαβῆς, καὶ γρά‐ | |
10 | φεται διὰ τοῦ ι καὶ ε· ἔχεις ι μακρὸν πῖθι, ὥσπερ ἱερεὺς, ἱρεύς· ἵεραξ, ἷραξ. Πῖνα: Ἔστιν δὲ ὄνομα λίθου, διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφονται τὴν ει δίφθογγον, χωρὶς τοῦ πεῖνα τοῦ ἐπὶ τῆς ἐνδείας· πῖνα δὲ ἐπὶ τοῦ θαλαττίου, διὰ τοῦ ι. | |
15 | Πίηρ: ι, τὰ γὰρ εἰς ηρ βαρύτονα ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι, πλὴν τοῦ ἐξάπτηρ· ἔστιν δὲ ὄνομα κύριον καὶ βαρύνεται· ἡνίκα δὲ σημαίνει τοὺς ὀγκίνους ὀξύνεται. Παρθενοπίπης: Σημαίνει δὲ τὸν περιβλεπόμενον τὰς παρθένους, διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ τὸ ὁπιπέων διὰ | |
20 | τοῦ ι γράφεται· οἷον, παιδοπίπης. Πολύιδος: Ἔστιν δὲ ὄνομα κύριον μάντεως, διὰ τοῦ ι γρά‐ φεται· εὑρέθη γὰρ καὶ ἐν συστολῇ. Πλημμύριον: ι· ἡ ἀκρὰ παρὰ Συρακούσας. Πηνελόπεια: Διὰ τῆς ει διφθόγγου· ἔστιν δὲ ὄνομα κύ‐ | |
25 | ριον· τὰ γὰρ διὰ τοῦ εια προπαροξύτονα ἐπὶ τοῦ αὐτοῦ σημαί‐ νοντος διὰ τῆς ει διφθόγγου γράφονται. Πησιελόπεια: Ὁμοίως. Προάστειον: ει· πρὸ τοῦ ἄστεος γάρ. Προάστιον: Ὁ φιλόσοφος ι. | |
30 | Πιθήσω: ι· ἦν γὰρ ἐξ ἀρχῆς πείθω διὰ τῆς ει διφθόγγου· καὶ ὁ βʹ αὐτοῦ μέλλων πιθῶ· τοῦτο ὡς ἐνεστῶτα παραλαμβά‐ νει, καὶ ποιεῖ τὸ πιθῶ, πιθήσω· οὕτως καὶ εἴρω, ἐρῶ. | |
Πηλείων: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ εἰς δης καὶ τὰ | 250 | |
251 | ἔχοντα πατρωνυμικὰ τὴν αὐτὴν παραλήγουσαν θέλουσιν ἔχειν· οἷον, Ἀτρείδης, Ἀτρείων. Πηλούσιον: ι ἡ πόλις οὐδετέρως, πηλούσιον τι ων. Πελάγιος: ι ἀπὸ τοῦ πέλαγος· Πέλιος. | |
5 | Προύνεικος: Σημαίνει δὲ τοὺς ὑβριστὰς, καὶ τοὺς ἄνδρας τοὺς ἱσταμένους ἐν ταῖς ἀγοραῖς, καὶ φερόντων τὰ καὶ λαμ‐ βανόντων τοὺς ὑπὲρ τούτων μισθούς· εἴτε δὲ τοὺς ὑβριστὰς σημαίνει, εἴτε τοὺς ἄλλους, διὰ τῆς ει διφθόγγου γράφεται· καὶ ἐπὶ μὲν τῶν ὑβριστῶν, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ | |
10 | τὸ νεῖκος γέγονεν πρόνεικος, τὸ δὲ νεῖκος διὰ τῆς ει διφθόγγου γράφεται, ὡς ἐμάθομεν· εἰ δὲ τοὺς ἄλλους σημαίνει, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ ἐνεῖκαι Βοιωτικῶς γέγονεν προ‐ ένεικος, καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον προύνεικος, ὥσπερ τὸ ἐμὸν τοὐμόν. | |
15 | Πλεῖν: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ τύπτω, τύπτεις, τύπτει γίνεται τύπτειν, τὸ ἀπαρέμφατον προσθήκῃ τοῦ ν, οὕτως ἀπὸ τοῦ πλέω, πλέεις, πλέειν, καὶ κράσει πλεῖν, ὥσπερ ῥέειν, ῥεῖν. Πλεῖν: Σημαίνει δὲ τοῦ πλοῦν, διὰ τῆς ει διφθόγγου· | |
20 | ὥσπερ παρὰ τὸ δέον γίνεται δεῖν, κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον Ἀττικῶς, οὕτως καὶ παρὰ τὸ πλέον, πλεῖν, Ἀττικῶς. Πείθω: ει, πέποιθα γάρ ἐστιν ὁ μέσος παρακείμενος. Πεῖνα: Διὰ τῆς ει διφθόγγου, παρὰ γὰρ τὸ πένω, ἐξ αὐτοῦ | |
25 | δὲ τοῦ πένομαι γέγονεν πένα, καὶ πλεονασμῷ τοῦ ι πεῖνα, καὶ πεινῶ ῥῆμα. Παράδεισος: ει, παρὰ γὰρ τὸν δεύσω μέλλοντα, τὸν ση‐ μαίνοντα τὸ βρέξω, γέγονεν παράδευσος, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι παράδεισος· ἢ παρὰ τὴν δεῖσα, ὃ σημαίνει τὴν ὑγρασίαν, | |
30 | γέγονεν παράδεισος· τὸ δὲ δεῖσα διὰ τῆς ει διφθόγγου γρά‐ φεται. Πειριθους: Διὰ τῆς ει διφθόγγου· ἰστέον γάρ ἐστιν ἡ λέγουσα ὅτι ὁ Ζεύς. | |
Παρειαί: ει· παραυναὶ γὰρ λέγουσιν οἱ Αἰολεῖς τρέποντες | 251 | |
252 | τὸ ι εἰς υ, καὶ τὸ ε εἰς α· καὶ ἄλλως, ὅτι εὕρηται καὶ παρήϊα κατὰ διάστασιν τοῦ ι, καὶ ἐκτάσει τοῦ ε εἰς τὸ η. Πειώλης: Διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸν πόρνον καὶ τὸν διαπέσος ἀπολλύμενον· παρὰ γὰρ τὸ πέσος γέγονεν | |
5 | πεόλης, καὶ πλεονασμῷ τοῦ ι, καὶ ἐκτάσει τοῦ ο εἰς τὸ ω, πει‐ ώλης. Πεῖρα: ει· ἐπείδη πέῤῥα λέγουσιν οἱ Αἰολεῖς, ἀποβάλλοντες τὸ ι, καὶ διπλασιάζοντες τὸ σύμφωνον. Πλείων: Εὕρηται γὰρ καὶ πλέον, καὶ ἄλλως, τῷ κανόνι | |
10 | τῶν συγκριτικῶν. Πῖθεν: ι· δεύτερος γὰρ ἀόριστός ἐστιν. Πλειών: Σημαίνει δὲ τὸν ἑνιαυτὸν, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ πλεῖον τὸ σημαῖνον τὸ πλῆρες γέγονεν, οἱονεὶ, ὁ πλῆρις χρόνων· τὸ δὲ πλεῖον ἐδείχθη διὰ τῆς ει | |
15 | διφθόγγου γραφόμενον· ὀξύνεται δὲ, ἐπειδὴ δοκεῖ περιεκτικὸν εἶναι· πλειὼν γὰρ λέγεται ὁ ἑνιαυτὸς παρὰ τὸ περιέχειν πλή‐ ρης· τὰ γὰρ εἰς ων περιεκτικὰ ὀξύνονται. Πλειάς: Σημαντικόν ἐστι τοῦ ἑνιαυτοῦ· δύουσα γὰρ τὴν ἀρχὴν τοῦ ἑνιαυτοῦ δηλοῖ, ἀνατέλλουσα δὲ τὸ τέλος· διὰ τῆς ει | |
20 | διφθόγγου δὲ γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν Πληϊὰς κατ’ ἔκτασιν τοῦ ε εἰς η· Πυρόεις. Πειραιεύς: Διὰ τῆς ει διφθόγγου, παρὰ τὸ περαιοῦσθαι γέγονεν, περαιεὺς καὶ πλεονασμῷ τοῦ ι Πειραιεύς· τὸ δὲ ραι ἐκ τοῦ πέρας, καὶ προσέλαβεν τὸ ι. | |
25 | Πλατεῖα: Παρὰ τὸ πλατύς. Πολύκλειτος: ει· παρὰ τὸ κλειτὸς, ὅπερ διὰ τῆς ει δι‐ φθόγγου γράφεται, παρὰ γὰρ τὸ κλέος, κλεϊτὸς, καὶ συναι‐ ρέσει κλειτὸς, καὶ πολύκλειτος. Πειρήνη: Ἡ κρήνη· ἔστιν δὲ πηγὴ ἐν Κορίνθῳ, διὰ τῆς | |
30 | ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ πέρας γέγονεν ἄπερος, καὶ πλεονασμῷ τοῦ ι ἄπειρος, καὶ ἐκεῖθεν ἀπειρήνη· οἱονεὶ, ἡ πολλή· καὶ κατὰ ἀποβολὴν τοῦ α Πειρήνη· ἢ ἀπὸ Πειρῆνος τινὸς ὠνομάσθη, καὶ διὰ τοῦτο διὰ τῆς ει διφθόγγου γρά‐ | |
φεται. | 252 | |
253 | Πείρειν: ει· παρὰ γὰρ τὸ πέρας γέγονεν πέρην, καὶ πλε‐ ονασμῷ τοῦ ι πείρην. Πενειός: Ἔστιν δὲ ὄνομα ποταμοῦ, ει· ὡς Ἀλφειός. Πείρινθος: Σημαίνει δὲ τὸ τετράγωνον τὸ τιθέμενον ἐπάνω | |
5 | τῆς ἁμάξης, ει· παρὰ γὰρ τὸ περιθέειν γέγονεν πέρινθος, καὶ πλεονασμῷ τοῦ ι πείρινθος. Πλεισθένης: Ἔστιν δὲ ὄνομα κύριον, ει δίφθογγος· ὥσπερ γὰρ παρὰ τὸ δέον γέγονεν δεῖν, κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον· καὶ παρὰ τὸ πλέον, πλεῖν· | |
10 | οὕτως καὶ παρὰ τὸ πλέον καὶ σθένος γέγονεν πλεοσθένης, καὶ κράσει Πλεισθένης. Πρεσβεῖα: Διὰ τῆς ει διφθόγγου γράφεται· σημαίνει δὲ τὴν γεγαρηκυῖαν, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· καὶ ἄλλως· τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ εια παρεσχηματισμένα | |
15 | θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ταχὺς, ταχεῖα, οὕτως καὶ πρεσβὺς, πρεσβεῖα· τοῦτο δὲ γίνεται κατὰ συγκο‐ πήν· ἰστέον δὲ ὅτι σπανίως πάνυ εὕρηται ἐν χρήσει. Πεισίστρατος: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ πεί‐ θω, πείσω, Πεισίστρατος. | |
20 | Ποσειδῶν: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ πέδον σείειν· ἀπὸ τοῦ οὖν τὸ πέδον γίνεται πεδοσείων, καὶ ἐν ὑπερ‐ βιβασμῷ Ποσειδέων καὶ Ποσειδῶν· καὶ παρὰ τοῖς Ἀθηναίοις δὲ διὰ τῆς ει διφθόγγου γράφεται· οἱ δὲ Αἰολεῖς καὶ οἱ Δω‐ ριεῖς διὰ τοῦ ι. | |
25 | Πείσανδρος: Παρὰ τὸν πείσω μέλλοντα, καὶ τὸ Πεισί‐ στρατος ὁμοίως. Πάδειος: ει δίφθογγος τὸ κτητικόν. Παιδίου πλοκάμοισι: ι. Πέλεια: Τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· καὶ | |
30 | ἄλλως, οἱ Δωριεῖς διὰ τοῦ ι γράφουσιν αὐτό· καὶ ἰστέον δὲ ὅτι ὥσπερ παρὰ τὸ μαῖα γίνεται μαιὰς μαιάδος, οὕτως καὶ παρὰ τὸ πέλεια, πελειὰς πελειάδος, φυλαττομένης τῆς αὐτῆς γρα‐ φῆς. | |
Πρυτανεῖον: Τῷ λόγῳ τοῦ βαλανεῖον· καὶ ἄλλως, τὰ | 253 | |
254 | ἀπὸ τῶν διὰ τοῦ ευω διὰ τοῦ ειον γινόμενα διὰ τῆς ει διφθόγ‐ γου γράφεται. Πιθανός: ι· Παιδεῖα· ει· παιδεύω γάρ. Πανδοκεῖον: ει δίφθογγος· κτητικὸν γὰρ ἀπὸ τοῦ παν‐ | |
5 | δοκεύς. Προμήθεια: ει, καὶ προπαροξύνεται· οὕτως ἡ παράδοσις. Πράσειον: ει δίφθογγος ἡ βοτάνη. Προσέχεια: ει δίφθογγος, καὶ προπαροξύνεται ἀπὸ τοῦ προσεχής. | |
10 | Πυλωρός: Τὰ εἰς ρος ὀξύτονα ἢ τὸ ε παραλήγεται, ἢ τὸ η, ἢ τὸ ν, ἢ τὸ ω· οἷον, φθονερός· καματηρός· ἰσχυρός· οὕτως καὶ πυλωρός. Πραγματεῖα: Ἡ πρᾶσις ει· Πραγματία δὲ ἡ συγγρα‐ φὴ ι. | |
15 | Πρόσσκομμα: Δύο σς· παρὰ τὸ σκώπτω, καὶ ἡ πρόθεσις φυλάττεται εἰς τὰ ῥήματα· ὁ γὰρ παθητικὸς παρακείμενος δεικνύει τὸ προσσκόψεται. Προσήλυτος: η· Πειρος· τυφλός· Περιείη. Προοίμιον· Πενιχρός· Πώρωσις· Πλημμοιρῶ. | |
20 | Πῶμα: Τὸ σκέπασμα πρὸς ἀντιδιαστολήν. Πώγων· Πιλωτόν· Πήρωσις. Πύον: Τὸ ἔμπυον. Παλαιστίνη· Παλαίστρα· Πραῖδα· Παλαιός. Πρακτέος: Τὰ ἀπὸ τῶν εἰς ος ὀνομάτων κυρίων διὰ τοῦ | |
25 | εος γινομένων παράγωγα ὀνόματα διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, πρακτὸς, πρακτέος. Πυνθάνω: Παρὰ τὸ πεύθω, πυνθάνω, ὡς λείπω, λιμ‐ πάνω. Πήλη: Ὄνομα νήσου· Πεπυρωμένος. | |
30 | Ῥήγιον: Ἔστιν δὲ ἐθνικὸν, διὰ τοῦ ι γράφεται· ἰστέον δὲ ὅτι Ῥήγιον πόλις ἐστὶν πλήσιον τῆς Σικελίας· Ῥήγειον δὲ λέγουσιν· ἐπειδὴ σεισμοῦ γενομένου ἀπετελέσθαι τὰ ἐκεῖ ῥαγέντα τοῦ τόπου ἐκείνου· καὶ παρὰ τὴν ῥῆξιν δέ φασιν ὅτι | |
καὶ ὁ πορθμὸς διὰ μέσου γέγονεν. | 254 | |
255 | Ῥηγμίς: Τὸ ρη η, παρὰ τὸ ῥήσσω· τὸ δὲ μις ι, ὡς δικα‐ τάληκτον. Ῥοδωνία: ι, ὥσπερ Ἰωνία. Ῥίν: ι, ὡς δικατάληκτον. | |
5 | Ῥητίνη: ι, ὡς ἀξίνη. Ῥινή: Ἰστέον ὅτι ἐστὶν ῥινὴ ὀξύτονον, καὶ ῥίνη βαρύτονον· ἀλλὰ τὸ μὲν ὀξύτονον σημαίνει τὸ λεγόμενον ῥινίον· τὸ δὲ βα‐ ρύτονον εἶδος ἰχθύος· γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινη. | |
10 | Ῥίγος: ι· ἀπὸ γὰρ τοῦ φρίσσω γέγονεν φρίγος, καὶ ἀπο‐ βολῇ τοῦ φ ῥίγος· τὸ δὲ φρίσσω διὰ τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο σς ει δίφθογγος εὑρίσκεται. Ῥῖνος: Σημαίνει δὲ τὸ δέρμα, διὰ τοῦ ι γράφεται· ἢ γὰρ παρὰ τὸ ῥινὴ γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται, ἢ παρὰ τὸ ῥὶν, | |
15 | ὃ σημαίνει τὸ ἄκρον· καὶ γὰρ τὸ δέρμα ἄκρον ἐστὶν, καὶ οἷον ἐπιφάνεια τῆς σαρκός. Ῥιπή: Διὰ τοῦ ι τὸ πρῶτον· τὸ δὲ δεύτερον διὰ τοῦ η· παρὰ γὰρ τὸ ῥίπτω, τοῦ τ ἀποβληθέντος, καὶ τοῦ ω εἰς η τρα‐ πέντος, ῥιπή. | |
20 | Ῥησείδιον: Διὰ τῆς ει διφθόγγου τὸ σει· ἀπὸ τῆς ῥή‐ σεως γενικῆς· ὥσπερ ἀπὸ τῆς λέξεως, λεξείδιον. Ῥητορεῖα: ει, ἀπὸ τοῦ ῥητορεύω. Ῥοίτειον: ει, ἐπειδὴ τὰ διὰ τοῦ ειον τρισύλλαβα μακρὰν ἔχοντα τὴν παραλήγουσαν οὐδέποτε διὰ τοῦ ι γράφεται· οἷον, | |
25 | Σίγειον· Λύκειον, ἔστιν δὲ τόπος· γένειον· βρένθειον. Ῥεῖθρον: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ῥέειν γίνε‐ ται ῥέεθρον, καὶ κράσει τῶν δύο εε εἰς τὴν ει δίφθογγον ῥεῖθρον· ἰστέον δὲ ὅτι τὰ εἰς ον λήγοντα ῥηματικὰ οὐδέποτε ἔχουσι τὸ ρ ἐν τῇ τελευταίᾳ συλλαβῇ ἰσοσυλλαβοῦντα τῷ ῥήματι· καὶ | |
30 | εἴτε ἔχουσι τὸ τ, ὡς νίζω νίτρον, ἢ τὸ π, ὡς νίπτω, νίπτρον· τρέφω, θρέπτρον· ἢ τὸ κ, ὡς πλήσσω, πλῆκτρον· ἢ τὸ λ μετὰ τοῦ τ, ὡς φύτο, φύτλον· καὶ βαρύνουσι πάντα πλὴν τὸ | |
λουτρόν· τὰ δὲ περισοσύλλαβα εἰσὶν τὸ αν παραληγόμενα· | 255 | |
256 | οἷον, τύπτω, τύμπανον· δρέπω, δρέπανον· λείπω, λείψανον· καὶ τὰ εἰς ρον μετὰ τοῦ θ· οἷον, θέλγιθρον· μέλπω, μέλπιθρον· καὶ τὰ εἰς λον ἔχοντα τὸ θ· οἷον, ἕδω, σημαίνει δὲ τὸ καθέζομαι, ἕδεθλον· ἔστιν δὲ παρὰ τὸ ἕδος· γενῶ, ἐξ οὗ τὸ γενήσομαι, γέ‐ | |
5 | νεθλον· ἢ ἔχοντα τὸ τ, ὡς τὸ ἔχω, ἔχετλον· τὸ τοίνυν ῥέεθρον ἄλογον διὰ τοῦ ε, ὡς μέλπιθρον· θέλγιθρον· τὸ ῥεῖθρον πέπονθεν συναλειφὴν ἐκ τῶν δύο εε εἰς τὴν ει δίφθογγον. Ῥεῖα: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ῥέω γέγονεν ῥέα, καὶ πλεονασμῷ τοῦ ι ῥεῖα διὰ τῆς ει διφθόγγου· τὸ γὰρ εὐχερὲς | |
10 | ῥέπει ἔοικεν. Ῥείτης: Ἐξ οὗ τὸ βαθυῤῥείτης καὶ εὐῤῥείτης· παρὰ γὰρ τὸ ῥέω ῥεΐτης, καὶ κατὰ συναίρεσιν ῥείτης Ῥειτός: ει δίφθογγος, ἢ ῥῖτος ι· ῥητοὶ δέ εἰσι ποταμοὶ δύο διὰ φάραγγος ὑπὸ γῆν ῥέοντες· ἔνθα φησὶν ὡς πλήσιον Ἐλευ‐ | |
15 | σῖνος· καὶ λέγουσιν ὅτι ὁ Ὧρος διὰ τῆς ει διφθόγγου γράφει, ὀξύτονον γὰρ ὡς τὸ κλειτός· ὁ δὲ Ἡρωδιανὸς ἐν τῇ καθόλου λέγει ὅτι διὰ τοῦ ι γράφεται, καὶ βαρύνεται· οἷον, ῥῖτος· σῖτος· Τρῖτος, ἔστιν δὲ ὄνομα ποταμοῦ. Ῥίζα: Ἀπὸ τοῦ ἴζω, ἴζα, καὶ προσθήκῃ τοῦ ρ ῥίζα· ὥσπερ | |
20 | τὸ κνίζω, κνίσω, καὶ κνίσα. Ῥιπίδιον· Ῥοιακων ζεῦγος· Ῥοίδια: Τὰ ὑποδήματα. Θηρέκλειον ζεῦγος: Θηρίκλειον κύλικος εἶδος. Σίγειον: Τὸ γει δίφθογγος, τῷ κανόνι τοῦ Ῥοίτειον· τὸ σι ι παρὰ τὴν σιγήν. | |
25 | Σιγὴ καὶ Σιγῶ: Διὰ τοῦ ι· ἐπειδὴ παρὰ τὸ σιγή ἐστιν, ὥσπερ καὶ παρὰ τὸ τιμὴ γέγονεν τιμῶ· τὸ δὲ σιγὴ διὰ τοῦ ι γράφεται, ἐπειδὴ, ὡς φασὶν ὁ Ὧρος, ἐν τῇ συνθέσει συνεσταλ‐ μένη εὑρέθη ἡ σι συλλαβὴ, ἡ ἐν τῷ σιωπή· γέγονεν δὲ παρὰ τὴν σιγὴν καὶ τὴν ὄπα, τὴν φωνὴν, σιωγὴ, καὶ κατὰ ἀποβολὴν | |
30 | τοῦ γ σιωπή· ἀποβληθέντος γὰρ τοῦ γ ἐξέτεινεν τὸ ο· καὶ ἄλλως, τὰ εἰς γη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, γῆ· κραυγή· κλαγγή· αὐγή· οὕτως οὖν καὶ σιγή. | |
Σικελίδης: Μακρὸν τὸ ι, διὰ τοὺς ἐπαλλήλους βραχείας· | 256 | |
257 | ὥσπερ καὶ τὸ Πριαμίδης· ἀπάγεται δὲ τῷ κανόνι τοῦ Κρο‐ νίδης. Σέριφος: ι· τὰ γὰρ εἰς φος μονογενῆ ὄντα οὐδέτερα ἁπλᾶ, μὴ ὄντα Ἰταλικὰ, ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, | |
5 | ἔριφος· Τέλεφος· κίνιφος σημαίνει δὲ τὸ ποικίλον· πρόσκειται μονογενῆ, διὰ τὸ ὁ κοῦφος, ἡ κούφη, τὸ κοῦφον· μὴ ὄντα δὲ οὐ‐ δέτερα, διὰ τὸ λαῖφος· ἁπλᾶ δὲ, διὰ τὸ φιλοῦφος, σημαίνει δὲ τὸν συνουσιαστήν· Ἰταλικὰ δὲ διὰ τὸ Ῥοῦφος. Σφραγίς: ι· τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλ‐ | |
10 | λαβὴν κοινολεκτούμενα ἀποστρέφει τὴν ει δίφθογγον· οἷον, ἀσπίς· ῥανίς. Σῖτος: ι· ὥσπερ γὰρ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργάστης, καὶ κατὰ ἀποβολὴν τοῦ ς ἐργάτης ἐν βαρυτόνῳ τάσει· καὶ παρὰ τὸ οἴσω γίνεται οἴστος, καὶ ἀποβολῇ τοῦ ς οἶτος ἐν βαρυ‐ | |
15 | τόνῳ τάσει, οὕτως καὶ παρὰ τὸ σείω γίνεται σειστὸς, καὶ ἀπο‐ βολῇ τοῦ ς σῖτος διὰ τοῦ ι· καὶ ἄλλως, παρὰ τὸ σίω τὸ διὰ τοῦ ι γραφόμενον· καὶ ἄλλως, ὅτι τὰ διὰ τοῦ ιτος ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Τρίτος· μίτος· Ἐπαφρόδιτος. Σκίρος: Διὰ τοῦ ι τὸ ἐπὶ τοῦ πάθους· ι ἡ παράδοσις. | |
20 | Σείω: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ πνέω γέγονεν πνείω διὰ τῆς ει διφθόγγου ἐπενθέσει τοῦ ι, καὶ παρὰ τὸ πλέω πλείω, οὕτως καὶ παρὰ τὸ σέω σείω διὰ τῆς ει δι‐ φθόγγου. Σπληνίον: Παρὰ τὴν σπληνὸς γενικήν. | |
25 | Σιδών: Ἐπὶ τοῦ πολίτου ὅτε ἀρσενικῶς λέγεται, καὶ ἐπὶ τῆς πόλεως ὅτε θηλυκῶς· διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ εἰς δων λήγοντα θηλυκὰ ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, Σαρπηδών· σηπεδών· χελιδών. Σελίδιον: ι· ὥσπερ ψελὶς, ψελίδιον· οὕτως καὶ σελὶς, σε‐ | |
30 | λίδιον. Σάρδις: ι· ὥσπερ παρὰ τὸ πόλιες καὶ ὄφιες γίνεται πόλις καὶ ὄφις κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρὸν, οὕτως καὶ παρὰ τὸ Σάρδιες γίνεται Σάρδις κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι | |
μακρόν. | 257 | |
258 | Σησάμη: Διὰ τοῦ η ἡ παράδοσις. Σκόλοπος: Διὰ τοῦ ο ἡ παραλήγουσα· Εὐριπίδης. τίς ἐσθ’ ὁ μέλλων σκόλοπος ἢ λεσμοῦ τυχεῖν; Σιγηλός: Διὰ τοῦ ι τὸ πρῶτον παρὰ τὸ σιγῶ, σιγήσω· τὸ | |
5 | δὲ η ἐκ τοῦ σιγῶ τροπῇ τοῦ ω εἰς η γέγονεν σιγηλός. Σέλινον: Διὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς σέλιννα λέγουσιν, ὥσπερ ὅμιλος, ὄμιλλος· καὶ ἄλλως· τὰ διὰ τοῦ ινος προπαρ‐ οξύτονα μὴ ὄντα σύνθετα ἀπὸ ὀνομάτων ἐχόντων τὴν ει δί‐ φθογγον διὰ τοῦ ι γράφεται· οἷον, κύμινον· ἀνθρώπινον· ξύλινον. | |
10 | Σπῖρα: Σημαίνει δὲ τὰ ἱμάτια, διὰ τοῦ ι γράφεται· ἐπειδὴ παρὰ τὸ ἐνσπείρεσθαι τινὰ ἐν αὐτοῖς οὕτως λέγονται· ἀλλ’ ἡ παράδοσις τὸ ι ἔχει ἴσως τῷ λόγῳ τῶν ῥημάτων· εἰσὶ γάρ τινα ὀνόματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων τῶν ῥημάτων διὰ τῆς ει διφθόγγου, καὶ γράφεται διὰ τοῦ ι· ὥσπερ πείθω, πιθανός· | |
15 | οὕτως καὶ εἴρω, Ἴρις, καὶ σπείρω, σπῖρον, καὶ τὰ σπῖρα. Συρία: ι, παρὰ τὸ Σύρος. Σκίπες: ι· σκὶψ γάρ ἐστιν ἡ εὐθεῖα· τὰ δὲ εἰς ψ λή‐ γοντα πᾶσαν δίφθογγον ἀποστρέφονται· λέγουσι δὲ καὶ σκνὶψ καὶ πνὶψ διὰ τοῦ φ καὶ διὰ τοῦ π. | |
20 | Στίβη: ι· σημαίνει δὲ τὴν ψυχρίαν· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἑνὶ τῶν μέσων, λέγω δὴ τὸ β, ἢ γ, ἢ δ, ἢ ἕν τι τῶν δασέων, λέγω δὴ τὸ θ, ἢ φ, ἢ χ, ἢ τὸ λ, ἢ τὸ μ, ἢ τὸ ν, ἢ τὸ κ, ἢ τὸ π, ἢ τὸ τ, οὐ θέλουσι τῇ ει διφθόγγῳ πα‐ ραλήγεσθαι· οἷον, τριβή· λοιβή· ἀμοιβή· στοιβή· ἐρυσιβή. | |
25 | Σινώπη: Διὰ τοῦ ι· καὶ τὸ νω μέγα κατὰ παράδοσιν. Σεμίδαλις: ι ἡ βʹ συλλαβὴ, ἐπειδὴ καὶ συστέλλεται· σε‐ μιδάλεως γὰρ κοινοτέρως. Στριφνός: Διὰ τοῦ ι· παρὰ τὸ στύφω γέγονεν στυφνὸς καὶ στρυφνὸς, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι στριφνός. | |
30 | Σκίπων: Σημαίνει δὲ τὴν βακτηρίαν· διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ σκιρίπτω γίνεται σκιρίπτων, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ ρ, ἀποβολῇ τοῦ τ σκίπων· καὶ ἄλλως, τὰ εἰς πτω λή‐ | |
γοντα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι. | 258 | |
259 | Σιμός: Διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ σίγμα γίνεται σιγμὸς, καὶ κατὰ ἀποβολὴν τοῦ γ σιμός· καὶ γὰρ τοῦ σιμοῦ ἡ ῥὶς δοκεῖ τὸ ς μιμεῖσθαι· τὸ δὲ σίγμα διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς α λήγοντα ὀνόματα τῶν στοιχείων ἑνὶ φωνήεντι θέλουσι | |
5 | παραλήγεσθαι· οἷον, ἄλφα· βῆτα· γᾶμμα· δέλτα· οὕτως οὖν καὶ τὸ ς ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι. Σίνονται: Διὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς σίνονται λέγουσι, καὶ οὐχὶ σέννονται· καὶ παρὰ τὸ σίνομαι δὲ διὰ τοῦ ι γράφεται· οἷον, ἐπισίνης. | |
10 | Σιγαλόεντα: Διὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὰ πεποι‐ κιλμένα· παρὰ γὰρ τὸ στίζω γέγονεν στιγαλόεντα, καὶ κατὰ ἀποβολὴν τοῦ τ. Στῖμι: Σημαίνει δὲ τὸν λεγόμενον χόλλαν, διὰ τοῦ ι· τὰ γὰρ εἰς ι λήγοντα οὐδέτερα οὐ θέλουσι τὴν ει δίφθογγον παρα‐ | |
15 | λήγεσθαι· οἷον, μέλι· κιννάβαρι· σίνηπι· πίπερι· οὕτως οὖν καὶ στῖμι· ἰστέον δὲ ὅτι λέγεται καὶ ἡ στῖμις, τῆς στίμεως, τὴν στῖμιν, καὶ τὴν μέλαινα στῖμιν ὀμματόγραφος. Σίνηπι: Τὸ σι ι, τῷ κανόνι τοῦ στῖμι· τὸ νη η, ἐκ τοῦ | |
20 | λέγειν σίναπιν· τὸ πι ι, ὡς οὐδέτερον. Στιτεῖρα: ι καὶ ει ἡ παράδοσις. Στάγιρα: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται κατὰ τὴν παράδοσιν· Φιλόξενος δὲ διὰ τῆς ει διφθόγγου λέγει αὐτὸ γράφεσθαι· διὰ τὸ λέγειν τὸ Στάγειρος καὶ τὰ Στάγειρα· | |
25 | καὶ γὰρ ἔθος ἔχουσιν τὰ διὰ τοῦ ειρος ῥηματικὰ οὐδέτερα λέγειν, καὶ διὰ τῆς ει διφθόγγου γράφειν· οἷον, ὀνῶ ὄνειρον· μάσσω μάγειρος. Σμιλή: Ὀξύνεται καὶ σημαίνει τὸ σμιλίον· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς λη λήγοντα μονογενῆ οὐ θέλουσι τῇ ει | |
30 | διφθόγγῳ παραλήγεσθαι· οἷον, σμιλή· μαριλή· σημαίνει δὲ τὴν κόνιν· ἰλή· σημαίνει δὲ τὴν ἄθροισιν. | |
Σχῖνος: ι, τῷ λόγῳ τοῦ σκοπελῖνος. | 259 | |
260 | Σκωρῖνος: Ὡς ι ἡ παρατελευταῖα ἡ παράδοσις. Συνουσία: ι ἡ παράδοσις· παρὰ γὰρ τὸ συνίεναι· ἐπὶ δὲ τῶν ἀφροδισίων καὶ χρηστικωτέρων λέγεται. Σειληνός: Σειλινοὶ δὲ λέγονται οἱ γέροντες τῶν Σατύρων· | |
5 | διὰ τῆς ει διφθόγγου γράφεται· ἢ παρὰ τὸ σείεσθαι αὐτῆς τὸ λινὸν γέγονεν, ἢ παρὰ τὸ σεσειρέναι καὶ χαίρειν σερινὸς, καὶ κατὰ προσθήκην τοῦ ι, καὶ μετάθεσιν τοῦ ρ εἰς λ σειλινός. Σφάγιον: ι· ἀλλὰ καὶ σφαγεῖον διφορεῖται τῷ τόνῳ καὶ τῇ γραφῇ. | |
10 | Σιλανός: ι, παρὰ τὸ σίλλος. Σεμίραμις: ι· βάρβαρον γάρ ἐστιν ὄνομα· τὰ δὲ βάρ‐ βαρα ἀποστρέφει τὴν ει δίφθογγον· Δαΐδ· Βενιαμίν· οὕτως καὶ Σεμίραμις. Συκοφαντία: ι. | |
15 | Σίσοφος: ι· τὸ γὰρ θεὸς σιὸς λέγουσιν οἱ Λάκωνες διὰ τοῦ ι· ἀπὸ οὖν τοῦ σιὸς καὶ τοῦ σοφὸς γέγονεν σιόσοφος καὶ σίσο‐ φος· οἱονεὶ σόφος καθάπερ θεός. Σίφων: ι· παρὰ γὰρ τὸ σίζω τὸ σημαῖνον τὸ ἦχον ἀποτελῶ γίνεται σίζων, καὶ τροπῇ τοῦ ζ εἰς φ σίφων. | |
20 | Σίζω: ι· τὰ γὰρ διὰ τοῦ ιζω ῥήματα διὰ τοῦ ι γράφεται. Σειρήν: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴρω τὸ ση‐ μαῖνον τὸ συμπλέκω γίνεται εἰρὴ, καὶ ἐν πλεονασμῷ τοῦ ς Σειρήν. Σπεῖσαι: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ | |
25 | σπένδω. Στείχω: Διὰ τῆς ει διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτὸ τὸ στοίχω· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, στείβω, στοιβή. Σειρά: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴρω τὸ ση‐ | |
30 | μαῖνον τὸ συμπλέκω γέγονεν εἰρὰ, καὶ ἐν πλεονασμῷ τοῦ ς σειρά· οἱ δὲ Δωριεῖς διὰ τοῦ η γράφουσιν αὐτὸ σηρά· καὶ ἐκ τούτου γνωρίζεται δίφθογγον ἔχειν· τρέπουσιν γὰρ ἐκεῖνοι τὴν ει | |
δίφθογγον εἰς η. | 260 | |
261 | Σεισάχθεισα: Σημαίνει δὲ τὸ ἀποσείεσθαι τὸ ἄχθος, διὰ τῆς ει διφθόγγου γράφεται· κατὰ δὲ τὴν παραλήγουσαν, τῷ λόγῳ. τῶν διὰ τοῦ εια προπαροξυτόνων. Σαμάρεια: ει· Σαμάρεως γὰρ ἔγκειται ἡ γενική. | |
5 | Σπειώ: Ἔστιν δὲ μία τῶν Νηρηΐδων, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ σπέσος γέγονεν σπέσω, καὶ προσθέσει τοῦ ι Σπειώ· ὥσπερ χρέος, χρεὼ, χρειώ· κλέος, κλεὼ, Κλειώ. Σώτειρα: Διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν ειρα θη‐ λυκῶν. | |
10 | Στεῖρα: Σημαίνει δὲ τὴν γυναῖκα τὴν μὴ τίκτουσαν, καὶ τὸν ἱστὸν τοῦ πλοίου· διὰ τῆς ει διφθόγγου γράφεται· ἐπὶ μὲν τοῦ ἱστοῦ, ἢ τῆς πρώρου, ἢ τῆς τρόπης, ὅτι ἀπὸ τοῦ στερεὸν γέ‐ γονεν στέρω, καὶ ἐν πλεονασμῷ τοῦ ι στεῖρα, διὰ τῆς ει δι‐ φθόγγου· ἐπὶ δὲ τῆς γυναικὸς τῆς μὴ τικτούσης, ἀπὸ τοῦ στέ‐ | |
15 | ρεσθαι γέγονεν στέρα, καὶ πλεονασμῷ τοῦ ι στεῖρα, διὰ τῆς ει διφθόγγου· οἱονεὶ ἡ στερουμένη τοῦ τίκτειν. Συνειδός: ει· συνειδέναι. Σπείρω: Σπερῶ γὰρ ὁ μέλλων. Σκαφεῖον: Ὥσπερ γὰρ ἐργαλεῖον· παρὰ τὸ σκαφεύς. | |
20 | Σείριος: Ἔστιν δὲ ἀστὴρ, διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ εἴρω τὸ σημαῖνον τὸ λέγω γέγονεν εἴριος, καὶ πλε‐ ονασμῷ τοῦ ι Σείριος· ὁ γὰρ Σείριος λέγει καὶ μηνύει ἡμῖν τὸν καιρὸν τοῦ θέρους· ἢ παρὰ τὸ σεσειρέναι γέγονεν σέριον, καὶ πλεονασμῷ τοῦ ι σείριον· σεσηρέναι γὰρ καὶ χαίρειν ποιεῖ | |
25 | ἡμᾶς ὁ Σείριος, καύματος ὢν αἴτιος. Σκιάδειον: ει, διὰ τὸν χαρακτῆρα εἴρηται. Σκείρω: Ἔστιν δὲ ὄνομα ληστοῦ, ὅστις πολλῆς φθορᾶς ἦν ἄξιος· καὶ γὰρ τοὺς παρερχομένους ἔῤῥιπτεν ἐπάνω τῆς χελώνης, ἡ δεχομένη ἤσθιεν αὐτούς· γράφεται δὲ διὰ τῆς ει διφθόγγου· | |
30 | παρὰ γὰρ τὸ κείρω γέγονεν κείρων, καὶ πλεονασμῷ τοῦ ς Σκείρων· τὸ δὲ κείρω διὰ τῆς ει διφθόγγου γράφεται τῷ λόγῳ τοῦ σπείρω. Σίαλον: ι· παρὰ τὸ ἀφροδισίαλον τὸ ἐπισυναγόμενον τῷ | |
στόματι. | 261 | |
262 | Στειριεύς: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ στερεὸν γέγονεν στεριεὺς, καὶ πλεονασμῷ τοῦ ι Στειριεὺς διὰ δι‐ φθόγγου. Σιμόεις: Σιμόεντος γάρ. | |
5 | Συνήθεια: ει, διὰ τὸ εἶναι τὸ ἀρσενικὸν συνήθης, καὶ εἶναι καὶ προπαροξύτονον. Στύππιον: Παρὰ τὸ τύπτω τύππιον, καὶ πλεονασμῷ τοῦ ς στύππιον. Σίδη: Ἔστιν δὲ ὄνομα πόλεως· τὰ εἰς δη βαρύτονα οὐ | |
10 | θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, κνίδη· ἔστιν δὲ βοτάνη στυπτική· οὕτως καὶ Σίδη διὰ τοῦ ι. Σελίδιον: Διὰ τοῦ ι, ὡς ψαλὶς ψαλίδιον. Σπονδεῖον: Καὶ σπόνδειον μέλος διὰ τῆς ει διφθόγγου. Στεῖρα: Διὰ τῆς ει διφθόγγου, ὡς ζεια· τὰ ἐκ συλλογῆς | |
15 | μικρὰ λιθίδια. Σκαμωνεῖα: Διὰ τοῦ ω μεγάλου, καὶ ει διφθόγγου, κατὰ παράδοσιν. Σωλοικία: ι· ἀπὸ τοῦ σώλοικος. Συνοδία: ι· παρὰ τὸ σύνοδος. | |
20 | Σφηκεῖον. ει· προπερισπᾶται. Σίλουρος: ι, ἡ παράδοσις. Σωματεῖον: ει, ἡ παράδοσις· Σωμάτιον δὲ καὶ προπαροξυ‐ τόνως τὸ ὑποκοριστικόν. Στοιχεῖον: ει, παρὰ τὸ στείχειν. | |
25 | Στρατεῖα: Παρὰ τὸ στρατεύω· ἡ ἀξία· Στρατεῖα· ει· ἡ ἔξοδος, καὶ βαρύνεται· Στρατιά· ι· τὸ πλῆθος, καὶ ὀξύνεται. Στρατιώτης: ι, παρὰ τὸ στρατιὰ, καὶ τὸ ω μέγα· τὰ διὰ τοῦ ωτης ἀρσενικὰ διὰ τοῦ ω μεγάλου γράφεται· ἢ καθαρεύει ἡ παραλήγουσα· οἷον, στρατιώτης· κυβεριώτης· τοξιώτης. | |
30 | Σπήλαιον: Εὑρέθη γὰρ καὶ σπηλάδιον· καὶ πάλιν τὰ διὰ τοῦ αιον προπαροξύτονα οὐδέτερα μονογενῆ ὑπὲρ δύο συλλαβὰς διὰ τῆς αι διφθόγγου γράφεται· οἷον, σπήλαιον· σκύλαιον· | |
ἔλαιον· τρόπαιον· καὶ ὅσα ὅμοια. | 262 | |
263 | Σπλάγχνον: Παρὰ τὸ πέλειν ἄγχιστα σπλάγχνα τινὰ ἀλλήλων, ἢ ἀντικρύ. Σκηνή: Τὰ δύο η· παρὰ τὸ σχῶ, σχηνὴ, καὶ σκηνή. Σφαῖρα. | |
5 | Σπαρτίον: Τὰ ἀπὸ τῶν εἰς ος μακρὰ παραληγομένων διὰ τοῦ ιον γινόμενα οὐδέτερα παροξύτονα πάντα διὰ τοῦ ι γράφε‐ ται· οἷον, σπάρτος, σπαρτίον· θηρὸς, θηρίον· σταυρὸς, σταυρίον. Συμβούλιον· Σοβῶ· Σοβαρός. Σορός: Τὸ μνημεῖον μικρόν· Σωρὸς τὸ σωρευόμενον μέγα. | |
10 | Σπῖλος· ι· Σηρικόν· Σκύψ· Σκαιότης· Σωληνάριον. Σωσίας: Παρὰ τὸ σώσω, Σωσίας· ὥσπερ παρὰ τὸ κινήσω, κινησίας. Σηγώρ: η κατὰ παράδοσιν· κατὰ δὲ τὴν ἐτοιμολογίαν ι· καὶ γὰρ ἑρμηνεύεται μικρὰ ἢ ταπεινὴ, ἤγουν παρὰ τὸ σιγᾶν· | |
15 | ὁ γὰρ ταπεινὸς μὴ δυνάμενος καθ’ ἑαυτὸν σιγᾷ. Τελχίν: ι, ὡς δικατάληκτον. Τίρυνς: ι· Τίρυνθος γάρ. Τραχίν: ι, ὡς δικατάληκτον. Τέμμικος: ι· Τέμμιξ γὰρ ἡ εὐθεῖα· τὰ δὲ εἰς ψ λή‐ | |
20 | γοντα ἀποστρέφονται τὴν ει δίφθογγον. Τιτάν: Διὰ τοῦ ι· ἢ γὰρ παρὰ τὸ τίνω τὸ σημαῖνον τὸ ἀποδίδωμι γέγονεν Τινὰν καὶ Τιτὰν, οἱ οὕτω διαπραττόμενοι ὥστε δοῦναι τιμωρίαν· ἢ παρὰ τὸ στένω γέγονεν Τιτάν· οἱονεὶ, οἱ τένονται τὰς χεῖρας εἰς τὸ κόψαι τὰ αἰδοῖα τοῦ πατρὸς, | |
25 | λέγω δὴ τοῦ Οὐρανοῦ· τὸ δὲ Τιτὰν διὰ τοῦ ι συνεσταλμένου ἐστίν· καὶ ἄλλως· τὰ εἰς αν οὐ παραλήγονται τῇ ει διφθόγγῳ· οἷον, Ἀκμάν· Παράν· τὸ γὰρ Ἀργεῖαν, ἔστιν δὲ ὄνομα ὄρους Μεσσηνίας, ἀπὸ τοῦ Ἀργεῖος ἔχειν τὴν δίφθογγον. Τῖος: Ἡ πόλις ι, ὡς Κῖος. | |
30 | Τιτῶ: Οὕτω δὲ λέγεται ἡ ἡμέρα, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ Τιτὰν, Τιτᾶνος, γέγονεν Τιτᾶνος, καὶ ἐκεῖθεν ὑποκο‐ | |
ριστικὸν Τιτὼ, ὥσπερ **** | 263 | |
264 | Τετιανός: ι ἀμφότερα· Ἰταλικότερον γάρ ἐστιν ἐν οἷς καὶ περὶ τοῦ Ἐλιανὸς διελάβομεν. Τεμενίτης: ι παρὰ τὸ τέμενος. Ταυρομενίτης: ι παρὰ τὸ Ταυρομένιον. | |
5 | Τοπίτης: ι ὁμοίως. Τυφύς: ι ἐγράφετο· ὁ κανὼν ἐν τῷ Ἰλύς. Τελεσῖνος: ι, ὡς Ἀραγαντῖνος. Ταυρῖνος· Τιρύς: Ὁμοίως τοῦ ἰλύς· γίνεται δὲ καὶ πρόσθεσις τοῦ ν Τίρυνος. | |
10 | Τρίτων: ι, ἔστιν δὲ ὄνομα ποταμοῦ· τὰ εἰς ων λήγοντα, μὴ ὄντα κοινὰ τῷ γένει, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Βίτων· κίτων· πρόσκειται κοινὰ τῷ γένει, διὰ τὸ γείτων καὶ ἡ γείτων· καὶ ἄλλως, ἐπειδὴ παρὰ τὴν τριῶν γενικήν ἐστιν· Τρίων καὶ Τρίτων· καὶ γὰρ ἕκαστος ποταμὸς τριῶν τινῶν με‐ | |
15 | τέχει, γῆς, ἀέρος, ὕδατος. Τριτογένεια: Διὰ τῆς ει διφθόγγου κατὰ τὴν παραλή‐ γουσαν, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων, κατὰ δὲ τὴν ἀρχὴν διὰ τοῦ ι· ἢ ἐπειδὴ παρὰ τὸ τρίτον γέγονεν Τριτογένεια· ἢ ἐπειδὴ παρὰ τὸ τριταῖα· οἱονεὶ, ἡ φαινομένη τριταῖα· καὶ | |
20 | γὰρ τῶν αὐτῶν φασὶν εἶναι αὐτὴν τῇ σελήνῃ· ἡ δὲ σελήνη τῇ τρίτῃ ἡμέρᾳ φαίνεται· τὸ δὲ τριταῖα διὰ συνεσταλμένης τῆς τρίτης συλλαβῆς. Τιμή: Διὰ τοῦ ι· παρὰ γὰρ τὸν τίσω μέλλοντα, ὃς ἦν ἀπὸ τοῦ τίνω ἐνεστῶτος, ὅστις καὶ ἐν συστολῇ εὕρηται· καὶ ἄλλως· | |
25 | ἐπειδὴ τὰ εἰς μη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, σπηθαμή· τιμή· αἰχμή. Τίσανδρος: Διὰ τοῦ ι· παρὰ γὰρ τὸν τίσω μέλλοντά ἐστιν ὡς δέδεικται, ἢ παρὰ τὴν τιμῆς γενικὴν γέγονεν Τιμήσανδρος, καὶ κατὰ συγκοπὴν Τίσανδρος. | |
30 | Τίμιος: ι ἀμφότεραι αἱ συλλαβαὶ, ἡ παράδοσις. Τίμων: Διὰ τοῦ ι, παρὰ τὸ τιμή. Τιμωρία: Διὰ τοῦ ι· ὁ δὲ λόγος περὶ τῆς ἀρχῆς· ἡ γὰρ παραλήγουσα συνέσταλται· διὰ τοῦ ι δὲ ἡ ἀρχὴ, ἐπειδὴ | |
παρὰ τὸ τιμωρός ἐστιν· τὸ δὲ τιμωρὸς διὰ τοῦ ι γράφεται, | 264 | |
265 | ἐπειδὴ παρὰ τὸ τιμὴ καὶ τὸ ὠρῶ τὸ σημαῖνον τὸ φυλάττω γέγονεν. Τιμωρός: Ὁμοίως, ἢ παρὰ τῷ τοῦ πυλωρὸς κανόνι. Ταχίων: ι, ὡς βραδίων, πλὴν τοῦ χειρείων καὶ ἀρείων. | |
5 | Τιβήν: Ἔστιν δὲ τρίπους, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἐπάνω τριῶν βάσεων κεῖσθαι γέγονεν τριβὴν, καὶ κατὰ ἀπο‐ βολὴν τοῦ ρ τιβήν. Τάριχος: Λέγεται δὲ καὶ ἀρσενικῶς καὶ οὐδετέρως, διὰ τοῦ ι γράφεται· καὶ γὰρ τὰ διὰ τοῦ ιχος ὑπὲρ δύο συλλαβὰς οὐ | |
10 | θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Φροίνιχος· Ἰάμ‐ βλιχος· σωτήριχος· πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ τεῖχος· τὸ δὲ τεῖχος διὰ τῆς ει διφθόγγου γράφεται καὶ τὰ παρ’ αὐτῷ· οἷον, δίτειχος· τρίτειχος. Τίνυσθαι: Διὰ τοῦ ι γράφεται· παρὰ τὸ τίνω τὸ σημαῖ‐ | |
15 | νον τὸ ἀποδίδωμι. Τίνω: Σημαίνει δὲ τὸ ἀποδίδωμι, διὰ τοῦ ι· ἐπειδὴ ἀπὸ τοῦ τίω γέγονεν κατὰ πλεονασμὸν τοῦ ν· τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων διχρόνῳ μόνῳ πέφυκεν ἐπεντίθεσθαι· οἷον, θύω, θύνω· δύω, δύνω· πίω, πίνω· οὕτως οὖν καὶ τίω, τίνω. | |
20 | Τετρίγει: Ἀπὸ τοῦ τρίζω. Τρίβω: Διὰ τοῦ ι· τὰ γὰρ εἰς βω οὐ θέλουσι τῇ ει διφθόγ‐ γῳ παραλήγεσθαι· οἷον, θλίβω· λήβω· πλὴν τοῦ στείβω· ἀμ‐ είβω· λείβω, καὶ τοῦ ἐξ αὐτοῦ γενομένου ῥήματος εἴβω· βαβῶ, σημαίνει δὲ τὸ καθεύδω. | |
25 | Τελωνεῖα: ει ἡ παράδοσις. Τίω, Τείω: Ἰστέον ὅτι ἐστὶν τείω διὰ τῆς ει διφθόγγου, καὶ τίω διὰ τοῦ ι, ἐξ οὗ γίνεται τὸ τιμή· ἐκ μὲν οὖν τοῦ τείω, τοῦ διὰ τῆς ει διφθόγγου, γίνεται τεῖσις διὰ τῆς ει διφθόγγου· ἐκ δὲ τοῦ τίω, τοῦ διὰ τοῦ ι, γέγονεν τῖσις διὰ τοῦ ι· ὅπερ καὶ | |
30 | ἐπεκράτησεν. Τεισάμενος καὶ Τισάμενος: Ἀπὸ μὲν τοῦ τείσω, τοῦ διὰ τῆς ει διφθόγγου, Τεισάμενος διὰ διφθόγγου· ἀπὸ δὲ τοῦ τίσω, τοῦ διὰ τοῦ ι, Τισάμενος διὰ τοῦ ι· ὅπερ καὶ ἐπεκρά‐ | |
τησεν· Τισάμενος δὲ λέγουσιν ἐκ τοῦ τὸν πατέρα αὐτοῦ, λέγω | 265 | |
266 | δὴ τὸν Ὀρέστην, τιμωρήσασθαι ἢ τὴν μητέρα αὐτοῦ διὰ τοῦ φόνου τοῦ οἰκείου πατρὸς, λέγω δὲ τοῦ Ἀγαμέμνονος. Τείρεα: Σημαίνει δὲ τὰ ἄστρα, διὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ εἴρω, τοῦ σημαίνοντος τὸ λέγω, γέγονεν εἴρεα, καὶ | |
5 | ἐν πλεονασμῷ τοῦ τ τείρεα· καὶ γὰρ τὰ ἄστρα σημαίνει τινὰ σημεῖα ἡμῖν, ὡς καὶ ὁ Ἄρατος δηλοῖ· ἢ παρὰ τὸ τείρεσθαι, τὸ σημαῖνον τὸ καταπονεῖσθαι, γέγονεν τείρεα· καὶ γὰρ πολλοὶ ἐκ τῶν ἀριστερῶν καταπονοῦνται, καὶ γίνονται ἀστρόβλητοι, ὥσπερ καὶ ἐκ τῆς βροντῆς γίνονται ἐμβρόντητοι. | |
10 | Ταύχειρα: ει, ἐπειδὴ καὶ εὕρηται καὶ χωρὶς τοῦ ι παρὰ Παρθενίῳ· ἐκεῖνος γὰρ εἶπεν Ταυχείριος τὸ ἐθνικόν. Ταυροκομεῖον: ει, καὶ προπερισπᾶται, ὡς γλωσσοκομεῖον. Τείρεται: Σημαίνει δὲ τὸ καταπονεῖται, διὰ τῆς ει δι‐ φθόγγου· τέρεται γὰρ λέγουσιν οἱ Αἰολεῖς, καὶ ἔθος ἔχουσι τὸ | |
15 | ι τῇ ει διφθόγγῳ ἀποβάλλειν, καὶ διπλασιάζειν τὸ σύμφωνον· οἷον, φθείρω, φθέῤῥω. Τείρω: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἀείρω· ἐκ δὲ τοῦ τείρω γίνεται τείρομαι, καὶ τείρεται. Ταμεῖον: ει, παρὰ τὸ ταμιεύω, καὶ ταμιείδιον τὸ ὑποκορι‐ | |
20 | στικὸν τοῦ ταμιεῖον· ἡ τρίτη διὰ τοῦ ι· ἐπειδὴ καὶ ὁ ταμίας καὶ ἀργυροταμίας. Τεῖχος: Διὰ τῆς ει διφθόγγου· παρὰ τὸ τεχνῶ γέγονεν τεῦχος, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι τεῖχος· ἄλλως τε δὲ διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ ἀντιπαράκειται αὐτὸ τὸ | |
25 | τοῖχος. Τοῖχος: Ὁμοίως. Τρεῖς: Τὸ περισπώμενον διὰ τῆς ει διφθόγγου· καὶ ὤφει‐ λεν διὰ τοῦ ι γράφεσθαι, ἐπειδὴ τριῶν ἐστὶν ἡ γενικὴ τῶν πλη‐ θυντικῶν, καὶ τρισὶν ἡ δοτική· τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν | |
30 | καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούσῃ τὸ ι, καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουσι τὸ ι κατὰ τὴν παραλή‐ | |
γουσαν· οἷον, πόλις, πολίων, πόλιες· ὄφις, ὀφίων, ὄφιες· εἰ | 266 | |
267 | οὖν τριῶν καὶ τρισὶν, δῆλον ὅτι καὶ τρίες διὰ τοῦ ι· καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι δῆλον ὅτι μακρὸν τρῖς διὰ τοῦ ι· ὥσπερ πόλιες, πόλις· μάντιες, μάντις· ἀλλὰ λέγει ὁ Τεχνι‐ κὸς ὅτι ἵνα μὴ συνεμπέσει τὸ τρὶς ἐπιῤῥήματι, τούτου χάριν | |
5 | οὐκ ἐγράφει διὰ τοῦ ι, ἀλλὰ διὰ τῆς ει διφθόγγου· πρὸς ὅν ἐστιν εἰπεῖν, ὅτι πρῶτον μὲν πολλαί εἰσι συνεμπτώσεις· ἰδοὺ γὰρ τὸ οὐκερῶ τρεῖς ἔχει συνεμπτώσεις· σημαίνει γὰρ τὸ οὐ λέγω, καὶ τὸ οὐ κείρω, καὶ τὸ οὐ φιλῶ· τί οὖν ἄτοπον καὶ τοῦτο γενέσθαι διὰ τοῦ ι καὶ συνεμπεσεῖν τῷ ἐπιῤῥήματι; καὶ | |
10 | ἄλλως, ὅτι οἱ Αἰολεῖς διὰ τοῦ η γράφουσιν αὐτὸ τρῆς· ἔθος ἔχοντες τὴν ει δίφθογγον εἰς η τρέπειν· ἔστιν οὖν εἰπεῖν αἰ‐ τίαν τοιαύτην δι’ ἣν τὸ τρεῖς διὰ τῆς ει διφθόγγου γράφεται· πᾶς ἀριθμὸς ἐντὸς τῶν στοιχείων θέλει ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ὁ εἷς ἀριθμὸς ἔχει τὸ ε, ὅπερ ἐκ τῶν ἐντὸς | |
15 | τῆς δεκάδος ἐστίν· πάλιν ὁ δύο ἔχει τὸ δ, ὅπερ ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· πάλιν ὁ τέταρτος ἀριθμὸς ἔχει τὸ ε καὶ τὸ α, ἅτινα ἐκ τῶν ἐντὸς εἰσὶ τῆς δεκάδος· τὸ δὲ ὀκτὼ δοκεῖ ἀν‐ τικεῖσθαι, τοῦτο γὰρ οὐκ ἔχει στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δε‐ κάδος· ἀλλ’ ἔστιν εἰπεῖν ὅτι δυνάμει ἔχει στοιχεῖα ἐκ τῶν | |
20 | ἐντὸς τῆς δεκάδος· λέγουσι γὰρ οἱ φιλόσοφοι ὅτι παρὰ τὸ ἄγω δύο ἐστίν· τὸ δὲ ἄγω δύο ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δε‐ κάδος· λέγω δὴ τὸ α καὶ τὸ γ, καὶ τὸ δ· ὀκτὼ γὰρ λέγεται παρὰ τὸ ἄγειν, δύο γὰρ τετράδας ἄγει· τούτων οὕτως ἐχόντων ὁ τρεῖς ἀριθμὸς, ἐπειδὴ εἰ ἐγένετο διὰ τοῦ ι μόνου, οὐκ ἔμελλεν | |
25 | στοιχεῖον ἔχειν ἐκ τῶν ἐντὸς τῆς δεκάδος· [οἷον, τρις] τούτου χάριν προσέλαβεν τὸ ε, καὶ ἐγένετο διὰ τῆς ει διφθόγγου· ἐν δὲ τῇ συνθέσει, ἐπειδὴ ἔχουσιν ἄλλα στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος· οἷον, τρισκαίδεκα, ἔχει γὰρ τὸ α, καὶ τὸ δ, καὶ τὸ ε· τούτου χάριν ἀποβάλλει καὶ τὸ ε τὸ προσελθὼν διὰ τοῦ | |
30 | εὑρεθέντος στοιχείου ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἰστέον δὲ ὅτι ἐν τῇ συνθέσει ὁ τρεῖς ἀριθμὸς ἀποβάλλει τὴν δίφθογγον, καὶ διὰ τοῦ ι γράφεται· οἷον, τρισκαιδέκατος μετὰ τοῦ ς· τὸ δὲ ἐπίῤῥημα ἀποβάλλει ἐν τῇ συνθέσει τὸ ς· οἷον, τρίμινον· τρί‐ | |
πηχυς· τρίπους· πλὴν τοῦ τρίσφυλος· καὶ ἄλλως· ὁ τρεῖς | 267 | |
268 | ἀριθμὸς διατί ἐν τῇ συνθέσει διὰ τοῦ ι γράφεται; ἐπειδὴ οὐ‐ δέποτε τὸ σκ ἐν συλλήψει ὄντα ἔχουσι τὴν ει δίφθογγον προη‐ γουμένην, χωρὶς μιᾶς λέξεως καὶ ταύτης ἀμφιβαλλομένης· οἷον, Ἡρακλεΐσκος, Ἡρακλεῖσκος· παραδείγματα δὲ ταῦτα· | |
5 | βασιλίσκος· μειρακίσκος· ἀμέλει ἔστιν εἴδω, εἴσω, διὰ τῆς ει διφθόγγου· καὶ ἡνίκα προσελθὼν τὸ κ, διΐσταται τὸ ι, καὶ γίνε‐ ται ἐΐσκω, διὰ τὸ μὴ δύνασθαι τὴν ει δίφθογγον προηγεῖσθαι ἡνίκα ἐστὶν τὸ σκ ἐν συλλήψει· ἡνίκα δὲ γίνεται σύλληψις, ἀποβάλλει τὸ ε, καὶ γίνεται ἴσκω διὰ τοῦ ι· εἰ οὖν τὸ τρισκαι‐ | |
10 | δέκατος κ ἔχει ἐν συλλήψει, οὐ δύναται γράφεσθαι διὰ τῆς ει διφθόγγου. Τρίς: Τὸ ἐπίῤῥημα διὰ τοῦ ι. Ταλαπείριος: Διὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ τήλοθεν πεπηρακέναι γέγονεν ταλαπέριος, καὶ κατὰ πλεονασμὸν | |
15 | τοῦ ι ταλαπείριος· ἢ παρὰ τὸ τλῆναι καὶ τὴν πεῖραν γέγονεν ταλαπείριος· οἱονεὶ, ὁ πολλὴν πεῖραν ὑπομείνας, τουτέστιν πολύπειρος· τὸ δὲ πεῖρα διὰ τῆς ει διφθόγγου γράφεται, ὡς δέδεικται. Τέλειος: ει δίφθογγος· πρῶτον μὲν ὅτι λέγεται καὶ χωρὶς | |
20 | τοῦ ι· οἷον, τέλεος, καὶ τελέως τὸ ἐπίῤῥημα· δεύτερον ὅτι τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων μὴ παραληγόμενα τὸ α διὰ τοῦ ειος γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται· ὄνειδος, ὀνείδειος· ἕρκος, ἕρκειος· ἦθος, ἤθειος· οὕτως καὶ τέλος, τέλειος· πλὴν τοῦ τέμενος, τεμένιος. | |
25 | Τείνω: Δίφθογγος· τενῶ γὰρ ὁ μέλλων. Ταπεινός: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔδαφος γίνεται ἐδαφεινὸς διὰ τῆ ει διφθόγγου, καὶ κατὰ ἄφεσιν τοῦ α δαφεινὸς, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τ καὶ τοῦ φ εἰς π τα‐ πεινός· ἢ παρὰ τὸ πέδον γίνεται πεδεινὸς, καὶ κατὰ τροπὴν τοῦ | |
30 | π εἰς τ, καὶ τοῦ ε εἰς α γίνεται ταπεινός· ἢ παρὰ τὸ δάπεδον, δαπεδεινὸς, καὶ κατὰ συγκοπὴν δαπεινὸς, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τὸ τ ταπεινός· ἢ παρὰ τὸ πατῶ γέγονεν πατός· οἱονεὶ, ὁ πατούμενος τόπος, καὶ ἐκεῖθεν ταπεινός· ἢ παρὰ τὸ τάπης, τά‐ | |
πητος γέγονεν ταπητεινὸς, καὶ κατὰ συγκοπὴν ταπεινός. | 268 | |
269 | Τερεῖνα: Σημαίνει δὲ τὴν ἁπαλήν· διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ μάκαρ, μάκαρος· καὶ τάλας, τάλανος· γίνεται μάκαιρα καὶ τάλαινα τὸ θηλυκὸν, κατὰ προσθήκην τοῦ ι, οὕτως καὶ παρὰ τὸ τέρην, τέρενος, γίνεται τερεῖνα τὸ θηλυκὸν, | |
5 | διὰ τῆς ει διφθόγγου κατὰ προσθήκην τοῦ ι. Τίρος: Ἔστιν δὲ ὄνομα ποταμοῦ, ι κατὰ παράδοσιν. Τείρεται: Διὰ διφθόγγου· τέῤῥεται γὰρ οἱ Αἰολεῖς καὶ ὁ Ῥωμαῖος. Τέρρα: Ἡ γῆ παρὰ τὸ ἀεὶ καταπονεῖσθαι αὐτὴν τῇ ἀει‐ | |
10 | σπορίᾳ. Τετράδειον: Διὰ διφθόγγου, καὶ προπαροξύνεται· ἡ πα‐ ράδοσις. Τετράδιον: Διὰ τοῦ ι τὸ ὑποκοριστικόν. Τυμβωρυχία: Τὸ ω μέγα. | |
15 | Τριακονταέτης ἄνθρωπος ὀξυτόνος· Τριακονταετὴς δὲ χρόνος ἐστὶν τὴν σάρκα· διετὴς χρόνος ἐστὶν ἀφ’ οὗ ταῦτα ἐγένετο. Ὑποδεξία: Σημαίνει τὸ ὑποδέχεσθαι, διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ος μὴ ἐχόντων ῥῆμα ἀντιπαρακείμενον διὰ | |
20 | τοῦ ευω, διὰ τοῦ ια γινόμενα θηλυκὰ πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ ι γράφεται· οἷον, κακὸς, κακία· ὑπόδεκτος, ὑποδεξία, διὰ τὴν σύνταξιν. Ὑπηρεσία: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ ἀρσενικῶν ἐχόντων τὸ τ διὰ τοῦ ια γινόμενα καὶ | |
25 | τρέποντα τὸ τ εἰς ς, διὰ τοῦ ι γράφεται· οἷον, ἄλουτος, ἀλου‐ σία· ἀθάνατος, ἀθανασία· οὕτως, καὶ ὑπηρετὸς, ὑπηρεσία. Ὑπερίων: Διὰ τοῦ ι· παρὰ γὰρ τὴν ἰὼν μετοχὴν γέγονεν Ὑπερίων· καὶ ἄλλως· ἐπειδὴ τρέπει τὸ ω εἰς τὸ ο κατὰ τὴν γενικήν· οἷον, Ὑπερίονος· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγ‐ | |
30 | γου, ἐφύλαττεν τὸ ω κατὰ τὴν γενικήν· τὰ γὰρ διὰ τοῦ ειων διὰ τῆς ει διφθόγγου γράφεται, μὴ ὄντα συγκριτικὰ φυλάτ‐ τοντα τὸ ω κατὰ τὴν γενικήν· οἷον, Ἀτρείων, Ἀτρείωνος· Καδμείων, Καδμείωνος· Ἀργείων, Ἀργείωνος· πρόσκειται μὴ | |
συγκριτικὰ, διὰ τὸ χερείων, χερείονος· ἀρείων, ἀρείονος. | 269 | |
270 | Ὑπερίδης: Διὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ παρὰ τὴν ἀνὰ ἄνθρωπος γίνεται ἀνθρώπιος· καὶ παρὰ τὴν ὑπὸ, ὑπόσιος· οὕτως καὶ παρὰ τὴν ὑπὲρ, ὕπερος· κατὰ τὸν κανόνα ἔχοντα κ στοιχεῖον. | |
5 | Ὑσμίνη: Διὰ τοῦ ι· ὁ κανών· τὰ διὰ τοῦ ινη μονογενῆ, μὴ γινόμενα ἀπὸ ἐπιθέτων κύρια, ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν· οἷον, Ὠκεανίνη· Εὐηνίνη· ἰατρίνη· Ἀδρι‐ στίνη· ὑσμίνη· καὶ τὰ ὅμοια. Ὑγίεια: Παρὰ τὸ ὑγιὴς, ὑγίεια· οἱ δὲ Ἀθηναῖοι ἐκτείνον‐ | |
10 | τες τὸ α, καὶ καταβιβάζοντες τὸν τόνον, φυλάττουσι τὴν αὐτὴν γραφήν· τοῦτο δὲ τὸ ὑγίεια κατὰ κρᾶσιν τοῦ ι καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον γίνεται ὑγεῖα, ὥσπερ Ἀπολλω‐ νίεια, Ἀπολλωνεῖα. Ὑλεῖον: ει δίφθογγος τὸ τέμενος, ἡ παράδοσις. | |
15 | Ὑεία: ει δίφθογγος· μετουσιαστικὸν γάρ· εἴρηται δὲ καὶ ὑεικὸν δέρμα, καὶ γαστὴρ ὑεία. Ὑποδεῖται: ει δίφθογγος, ἀντὶ τοῦ ὑποδεσμεῖται καὶ τοῦ ὑποδεσμεύεται μᾶλλον. Ὑπισχνοῦμαι: Διὰ τοῦ ι, κατὰ παράδοσιν. | |
20 | Ὑττήνιος: Ὄνομα κύριον. Ὑφειμένος: ει δίφθογγος, κατὰ παράδοσιν. Ὕαινα· Ὑπαίθριος: Τὸ παι δίφθογγος· τὸ θρι ι, κατὰ παράδοσιν. Φιλίων: Σημαίνει δὲ τὸν προσφιλέστατον, διὰ τοῦ ι γρά‐ | |
25 | φεται· τὰ γὰρ διὰ τοῦ ιων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, πλὴν τοῦ χερείων καὶ ἀρείων. Φασιλίτης: Ἀπὸ τοῦ φασίλιος ὀνόματος. Φιλιτάς: Διὰ τοῦ ι ἀμφότεραι κατὰ παράδοσιν· τὰ γὰρ | |
30 | εἰς ας, εἴτε ὀξύτονα, εἴτε περισπώμενα ἀρσενικὰ, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Ξηνᾶς· Μητρᾶς· Γλισᾶς· Κερκιδᾶς· Ἰστᾶς· καὶ Φιλιτάς· πρόσκειται ἀρσενικὰ, διὰ τὸ | |
πελειὰς θηλυκόν. | 270 | |
271 | Φλῖος: Ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ διὰ τοῦ ιος δισύλλαβα ἀρσενικὰ οὐ θέλουσι διὰ τῆς ει διφθόγ‐ γου γράφεσθαι· Κίος, ἔστιν δὲ ὄνομα ποταμοῦ· βιός· δῖος· Χῖος· οὕτως καὶ Φλίος· πλὴν τοῦ μεῖος· λεῖος· θεῖος· Κεῖος | |
5 | ἀπὸ τοῦ κέω· πλεῖος· χρεῖος ὁ χρήζων· ἀρεῖος ὁ ἀσθενῆς· πρόσκειται ἀρσενικὰ, διὰ τὸ νειὸς ἄρουρα, σημαίνει δὲ τὴν ἀρε‐ ουμένην γῆν. Φιλοικτίρμον: Διὰ τοῦ ι· οὐχ ὡς ἐναντεῖος διὰ τῆς ει διφθόγγου· εἴρηται γὰρ ἐν τῷ τοῦ οἰκτίρμονος κανόνι. | |
10 | Φαρκίς: Σημαίνει δὲ τὴν ῥυτίδα, διὰ τοῦ ι γράφεται τῷ λόγῳ τοῦ σφραγίς. Φιλονικῆσαι καὶ Φιλόνικος: Ἐπὶ τοῦ τὴν νικην φιλοῦν‐ τος διὰ τοῦ ι ἡ παράδοσις. Φιλονεικία: Τὸ νει δίφθογγον. | |
15 | Φωλεός: Ἔστιν δὲ ἡ κατείσδυσις τῶν ἑρπετῶν· εἴρηται δὲ παρὰ τὸ φῶς ἀπολωλέναι. Φθία: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ια, εἴτε ἐπὶ πόλεως, εἴτε ἐπὶ χώρας, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· ἐπὶ χώρας· οἷον, Καππαδοκία· | |
20 | Ἀσία· Γαλατία· Ἰταλία· Λυκία· ἐπὶ δὲ πόλεως· οἷον, Φαρ‐ σαλία· Ἀπολλωνία· οὕτως οὖν καὶ Φθία· πρόσκειται πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ Ἀλεξάνδρεια· καὶ πάλιν δὲ διὰ τοῦ ι γράφεται τὸ Φθία· ἐπειδὴ ἀπὸ τοῦ Φθίος κύριον ὄνομα γέ‐ γονεν· τὸ δὲ Φθίος διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τοῦ | |
25 | Φλίος· καὶ ἄλλως, ἀπὸ τοῦ ἴφθιμος, ἰφθίμη, γέγονεν ἰφθία καὶ Φθία· οἱονεὶ, ἡ ἰσχυρῶν ἀνδρῶν γεννητική. Φθιῶται: Διὰ τοῦ ι· ἀπὸ γὰρ τοῦ Φθία γέγονεν, ὅπερ ὡς δέδεικται διὰ τοῦ ι γράφεται· ἰστέον δὲ ὅτι Φθιῶται μὲν ἐκα‐ λοῦντο οἱ τοῦ Ἀχιλλέως· Φθίοι δὲ οἱ τοῦ Προτεσιλάου. | |
30 | Φιλήτης: Διὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὸν κλέπτην· καὶ λέγει ὁ τεχνικός· πολλὰ πάθη δίδωσι γὰρ ἀποβολὴ τοῦ υ | |
τὸ ε· τὸ γὰρ ὑφειλέτης κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τῆς | 271 | |
272 | ει διφθόγγου γράφεται· δίδωσι δὲ καὶ ἔκτασις τοῦ ε εἰς η· τὸ γὰρ ὑφειλέτης τὸ ε παραλήγεται· τὸ δὲ φιλήτης τὸ η· ὁ λέγων καὶ ὁ Τρύφων ὅτι εἰσὶ τινὰ ὀνόματα συμπάσχοντα τῷ δηλουμένων· οἷον, ἡμισυκύκλιον· λείπω, λιμός· οὕτως καὶ ἐν‐ | |
5 | ταῦθα ἔπαθεν ἡ φωνὴ τὰ δηλούμενα· καὶ ἐν τῷ ὑφειλέτης γέγονεν φιλείτης· ἐπειδὴ γὰρ ἔνδειαν σημαίνει· ὁ γὰρ κλέπτης ἔνδειαν ποιεῖ· τούτου γὰρ χάριν καὶ φωνῆς ἔνδειαν ἐδέξατο, καὶ ἀπέβαλεν τὸ υ, καὶ τὸ ε, καὶ τροπὴν ἐποίησεν τοῦ ε εἰς τὸ η· κρείττων δέ ἐστιν εἰπεῖν, ὅτι ὥσπερ παρὰ τὸ οἰκῶ γίνεται οἰκέ‐ | |
10 | της, καὶ παρὰ μάγω μαγέτης, οὕτως καὶ παρὰ τὸ φιλῶν γί‐ νεται φιλέτης ἐν ἐκστάσει τοῦ ι, καὶ κατὰ τροπὴν τοῦ ε εἰς η, φιλήτης· φιλίτης γὰρ γέγονεν ὁ κλέπτης παρὰ τὸ φιλεῖσθαι κατὰ ἀντίφρασιν· οἱονεὶ, ὁ μισούμενος. Φοίνιξ: Διὰ τοῦ ι· τὰ εἰς διπλοῦν λήγοντα οὐ θέλουσι | |
15 | διφθόγγῳ παραλήγεσθαι. Φίκνον: Ἔστιν δὲ ὄνομα ὄρους, διὰ τοῦ ι ἡ ἀρχὴ, τῷ κανόνι τῶν διπλῶν· κατὰ δὲ τὴν δευτέραν καὶ αὐτὴ διὰ τοῦ ι, κατὰ παράδοσιν. Φοινίκη: Διὰ τοῦ ι· πρῶτον μὲν ὅτι ἀπὸ τῆς Φοίνικος γε‐ | |
20 | νικῆς· δεύτερον δὲ ὅτι τὰ διὰ τοῦ ικη ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, δίκη· νίκη· χωρὶς τοῦ Εὐνίκη, ἔστιν δὲ ὄνομα μιᾶς τῶν Νηρηΐδων· καὶ χωρὶς τοῦ φερείκη, ἔστιν δὲ εἶδος δέν‐ δρου, ὅπερ ὁ Ἡρωδιανὸς ἐν τῇ καθόλου διὰ τοῦ ι ἐκτεταμένου γράφει. | |
25 | Φρίκη: Διὰ τοῦ ι· τῷ κανόνι τοῦ φοινίκος· καὶ ἄλλως, ὅτι παρὰ τὸ φρίσσω γέγονεν· ἐπειδὴ οὐδέποτε πρὸ τοῖν δύο σς δίφθογγος εὑρίσκεται. Φιμός: Διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ σφίγγω γέγονεν σφιγγμὸς καὶ φιλιμός· τὸ δὲ σφίγγω διὰ τοῦ ι γράφεται, | |
30 | ἐπειδὴ τὰ εἰς ων λήγοντα ῥήματα βαρύτονα, ἔχοντα δύο τὰ αὐτὰ σύμφωνα, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, τίλλω· πάλλω· ἀΐσσω· ἐλίσσω· οὕτως καὶ σφίγγω· πρόσκει‐ | |
ται βαρύτονα, διὰ τὸ κρεισσῶ. | 272 | |
273 | Φινεύς: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἰφθὶ καὶ τὸν νοῦν γέγο‐ νεν· οἱονεὶ, ὁ ἰσχυρὸν ἔχων νοῦν· τὸ δὲ ἴφιος δέδεικται διὰ τοῦ ι γράφεσθαι· καὶ ἄλλως, τὰ εἰς ευς οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Ἀχιλλεύς· Δωριεύς· Ἐρετριεύς· Τηριεύς· | |
5 | ἁλιεύς· οὕτως οὖν καὶ Φινεύς· πλὴν τοῦ Νηλεύς. Φθεισήνωρ: Διὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ φθείρω διὰ τῆς ει διφθόγγου, καὶ φθίω διὰ τοῦ ι· ἐξ οὗ τὸ φθίσας· ἐκ τοῦ οὖν φθείω, τοῦ διὰ τῆς ει διφθόγγου, γέγονεν φθει‐ σήνωρ. | |
10 | Φλία: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ θλίβω, ὅπερ δέδεικται διὰ τοῦ ι γράφεσθαι, γέγονεν θλία, καὶ κατὰ τροπὴν τοῦ θ εἰς τὸ φ φλιά· φλιὰ δέ ἐστιν τὸ πλάγιον τῆς θύρας, ἐν ᾧ ἵσταταί τις καὶ ἐπερείδεται. Φθείσω: Διὰ τῆς ει διφθόγγου κατὰ παράδοσιν. | |
15 | Φθεῖσαι: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ φθείρω τὸ διὰ τῆς ει διφθόγγου γέγονεν· γράφεται δὲ καὶ διὰ τοῦ ι ἐκ τοῦ φθίω τοῦ διὰ τοῦ ι. Φαείνω: Ὁμοίως τοῦ ἀλεείνω, δίφθογγος. Φείδομαι: ει δίφθογγος· παρὰ γὰρ τὸ φεύγειν τὸ δοῦναι | |
20 | γέγονεν φεύδομαι, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι φείδομαι· τὸ δὲ φιδως τὸ ῥηματικὸν ὃ σημαίνει τὸ φειδωλὸς, ἐπεκράτησεν διὰ τοῦ ι γράφεσθαι. Φειδωλός: Διὰ διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ ἁμαρτῶ γέγονεν ἁμαρτωλὸς, οὕτως καὶ παρὰ τὸ φείδω γέγονεν φειδωλός· | |
25 | οἱονεὶ, ὁ φεύγων τοῦ δοῦναι, φευδωλὸς γάρ. Φείδυλος: Παρὰ τὸ φείδομαι, ει δίφθογγος. Φείδων: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τῆς ει διφθόγγου γράφεται· ὥσπερ γὰρ παρὰ τὸ λάμπω γέγονεν Λάμπων, οὕτως καὶ φείδω, Φείδων. | |
30 | Φαεινός· Φωτεινός: ει δίφθογγος, ὡς ὀξύτονα· καὶ ἄλ‐ λως, ἐπειδὴ οἱ Αἰολεῖς φαεννὸς καὶ φωτεννὸς λέγουσιν. Φερεζαῖος· Φθεῖρ: ει δίφθογγος τὸ ἐπὶ τῆς σωματικῆς φθορᾶς· ἰστέον δὲ ὅτι εἰς ειρ μονοσύλλαβα διὰ τῆς ει διφθόγ‐ | |
γου γραφόμενα τρία εἰσίν· τὸ φθεὶρ τὸ ἐπὶ τῆς φθορᾶς τοῦ | 273 | |
274 | σώματος· καὶ τὸ Εἲρ, ὄνομα δὲ τοῦ ποταμοῦ· καὶ τὸ χείρ· καὶ τὸ μὲν φθεὶρ ἀπὸ τοῦ φθείρω· τὸ δὲ Εἲρ ἀπὸ τοῦ εἴρω τοῦ συμπλέκω· τὸ δὲ χεὶρ, ἐπεὶ οἱ Αἰολεῖς ἢρ φασὶν τρέποντες τὴν ει εἰς τὸ η· ἔστιν δὲ καὶ τὸ Σαπείρ. | |
5 | Φθίρον: Ἰστέον ὅτι τὸ Φθίρον ὄρος ἀκριτόφυλλον, ὁ Τεχνικὸς διὰ τοῦ ι γράφει, λέγων παρὰ τὸ Φθὴρ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνος. Φοιτῶ· Φωλέα. | |
10 | Φόρος: Τὸ τέλεσμα, καὶ φόρος ὁ τόπος. Φείδιππος: ει δίφθογγος, παρὰ τὸ φείδω· ἐξ οὗ τὸ φεί‐ δομαι. Φρείατα: Ἀπὸ τοῦ φρέατα, κατὰ πλεονασμὸν τοῦ ι φρεί‐ ατα. | |
15 | Φιλομείδης: Ἢ παρὰ τὸ μέδειν τὸ βασιλεύειν κατὰ πλε‐ ονασμὸν τοῦ ι· ἢ παρὰ τὸ μειδιῶ, τὸ σημαῖνον τὸ γελᾶν, γέγονεν φιλομείδης. Φθεία: Ἰστέον ὅτι διὰ τῆς ει διφθόγγου γράφεται· ἔστιν δὲ ὄνομα πόλεως· εὕρητο γὰρ καὶ χωρὶς τοῦ ι· | |
20 | Φθείας παρὰ τείχεσιν. Φωνήεις: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ φωνήεντος γενικῇ. Φιγαλεός: Ὁ ἀπὸ τῆς φυγῆς ἢ τοῦ δήμου· Φιγάλεια γὰρ δῆμος Ἀρκαδίας. | |
25 | Φθηρά: Πόλις μεταξὺ Λακωνικῆς καὶ Πύλου τῆς Μεση‐ νίας οὖσα, ἀπὸ τοῦ φθέρω. Φορβειά: ει δίφθογγος, ὡς παρειά· ὀχειά· ταῦτα κατ’ οὐ‐ σίας· τὸ δὲ ἀρειὰ κατὰ πράγματος, καὶ αὐτὸ δὲ διὰ τῆς ει διφθόγγου γράφεται, καὶ ἡ δωρειά. | |
30 | Φλωρέντως· Φλῶρος· Φιλία: Παρὰ τὸ φίλος. Φοινίκεια: Τὸ κει δίφθογγος τὰ γράμματα ἢ παρατέλευ‐ τον ἢ τοῖς ἀπὸ τῶν Φοινίκων ὡς Καδμοῦ δικομίσαντος τὰ εἰς | |
τὴν Ἕλλαδα. | 274 | |
275 | Φωνοείκεια: Οἱονεὶ φωνεικῶνες. Φιάλη: Διὰ τοῦ ι· πὶν γὰρ σιάλη ὡς νείφω, νεφέλη· ἀφ’ ἧς ἐστιν εἰπεῖν **αλες τουτέστιν ἀθροῦν διὰ τὸ ἐξηπλῶ‐ σθαι. | |
5 | Φίτρος: Διὰ τοῦ ι· οἱονεὶ, φύτρος· ἀπὸ τοῦ φυτοῦ. Γλόγιος: Διὰ τοῦ ι· χαρακτὴρ γάρ ἐστι τριβραχέων ὀνο‐ μάτων, ἃ καὶ θέλει ὡς ἐπίπαν, κύρια μὲν ὄντα, παροξύνεσθαι, ἐπί‐ θετα δὲ, προπαροξύνεσθαι. Φθίνω: Διὰ τοῦ ι ἡ παράδοσις. | |
10 | Φιλόλογος: Διὰ τοῦ ι· καὶ ὅσα ὅμοια. Φλυκτίς: ι. Φθίω: Διὰ τοῦ ι· παρὰ τὸ ἔφθιος· Φθείω διὰ διφθόγγου· ἀφ’ οὗ τὸ φθείσω, ὅθεν καὶ φθόη. Χῖος: Σημαίνει δὲ τὸν πολίτην τῆς Χίου· διὰ τοῦ ι γρά‐ | |
15 | φεται· ὥσπερ γὰρ ἀπὸ τοῦ Λέσβος, Λέσβιος, διὰ τοῦ ι, καὶ ἀπὸ τοῦ Σάμος, Σάμιος, οὕτως καὶ ἀπὸ τοῦ Χίος, Χίϊος, καὶ κατὰ κρᾶσιν τῶν δύο ω εἰς ἓν μακρὸν Χῖος· ὥσπερ δίιος, δῖος· Θέτιι, Θέτι. Χίλιοι: Διὰ τοῦ ι· καὶ ὤφειλεν διὰ τῆς ει διφθόγγου· | |
20 | ἐπειδὴ οἱ Αἰολεῖς χέλλιοι λέγουσιν· τοῦτο δὲ ἔθος ἔχουσι ποιεῖν ἐπὶ τῶν γραφομένων διὰ τῆς ει διφθόγγου· οἷον, φθείρω, φθέῤῥω· εἰ δέ τις εἴποι ὅτι καὶ τὸ ι εἰς πέντε τρέπεται· οἷον, Πρίαμος, Πέῤῥαμος· τρίτος, τέρτος· οὕτως οὖν καὶ τὸ χίλιοι διὰ τοῦ ι γραφόμενον χέλλιος γέγονεν παρ’ αὐτὸ, κατὰ τροπὴν τοῦ | |
25 | ι εἰς υ· λέγομεν ὅτι οἱ Αἰολεῖς τὸ ι τὸ συνεσταλμένον πεφύ‐ κασι τρέπειν εἰς τὸ ε· οἷον Πρίαμος, Πέῤῥαμος· τρίτος, τέρ‐ τος· κόπρια, κόπεῤῥα· τὸ δὲ χίλιος τὸ ι μακρὸν ἔχει πῶς ἔτρε‐ ψεν τὸ ι εἰς ε· τὸ δὲ χίλιοι διὰ τοῦ ι γράφεται διὰ τοιαύτην αἰτίαν· πᾶς ἀριθμὸς ἐν τῇ ἀρχούσῃ κατὰ τὴν φωνὴν συνεμπί‐ | |
30 | πτων ὀνόματι στοιχείου καὶ τὴν αὐτὴν αὐτῷ φυλάττει γραφήν· οἷον, ὁ εἴκοσι ἀριθμὸς ἐν τῇ ἀρχούσῃ κατὰ τὴν φωνὴν συνεμ‐ πίπτει τὸ ει στοιχείῳ, ἀλλὰ καὶ τὴν αὐτὴν αὐτῷ φυλάττει | |
γραφήν· διὰ γὰρ τοῦ ε ἐκφέρεται· ἐπειδὴ οὖν καὶ τὸ χίλιοι | 275 | |
276 | ἐν τῇ ἀρχούσῃ συνεμπίπτει τὸ χι στοιχείῳ, τὸ δὲ χι διὰ τοῦ ι γράφεται, τούτου χάριν καὶ τὸ χίλιοι διὰ τοῦ ι γράφεται. Χῖ: Τὸ ὄνομα τοῦ στοιχείου· διὰ τοῦ ι γράφεται, ἐπειδὴ πᾶν ὄνομα στοιχείου εἰς ι καταλῆγον οὐκ ἔχει αὐτὸ ἐν διφθόγ‐ | |
5 | γῳ· οἷον, ξῖ· πῖ· φῖ· ψῖ· οὕτως οὖν κἂν χῖ διὰ τοῦ ι μόνου χωρὶς τοῦ ε· τοῦτο γὰρ ι ἔχει ἐν διφθόγγῳ· καί ἐστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ὅτι τὰ ὀνόματα τῶν στοιχείων ἀφ’ ἑαυτῶν θέλουσιν ἄρχεσθαι· οἷον, ἄλφα ἀπὸ τοῦ α ἄρχεται· βῆτα ἀπὸ τοῦ β· εἰ οὖν τὸ ε τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ | |
10 | ι ἐγράφετο, οὐκ ἤμελλεν ἀπὸ ἑαυτοῦ ἄρχεσθαι· τούτου οὖν χά‐ ριν διὰ τῆς ει διφθόγγου γράφεται, ἵνα εὑρεθῇ ἀπὸ τοῦ ε ἀρχό‐ μενον. Χρίω: Τὸ ἀλείφω διὰ τοῦ ι. Χαλκίον: Θερμαντήριον τὸ σκεῦος. | |
15 | Χαλινός: Διὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς χαλλινὸς λέγουσιν· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου χαλλενὸς εἶχε λέγεσθαι. Χαρῖνος: Διὰ τοῦ ι. Χαρίσσιος: Διὰ τοῦ ι· Χρυσίτης· διὰ τοῦ ι. Χρῖμα: Σημαίνει δὲ τὸ χρίσμα, διὰ τοῦ ι γράφεται· ἐπει‐ | |
20 | δὴ οἱ Αἰολεῖς χρίμμα λέγουσιν, καὶ οὐχὶ χρέμμα· ἰστέον δὲ ὅτι ὥσπερ λέγουσιν κρούμμα καὶ κρούσμα, οὕτως λέγεται χρῖμα καὶ χρίσμα. Χιλός: Σημαίνει δὲ τὴν τροφὴν, καὶ ὀξύνεται, καὶ θηλυκῶς λέγεται, καὶ διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ιλος μὴ ὄντα | |
25 | οὐδέτερα, μήτε ἐν ἄρσει ὀξείᾳ, μήτε σύνθετα ἀπὸ ὀνομάτων ἐχόντων τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται· πλὴν τοῦ Νεῖ‐ λος· οἷον, Τροΐλος· Ζωΐλος. Χορήγιον καὶ Χορηγός: Τὸ χο μικρὸν παρὰ τὸ χέω· ὁ γὰρ χορηγὸς τοὺς χορευτὰς καὶ τοὺς ὑποκριτὰς συνῆγεν, καὶ | |
30 | συνεκρότει. Χοίνιξ: Διὰ τοῦ ι· τὰ γὰρ εἰς διπλοῦν λήγοντα ἀποστρέ‐ φεται τὴν ει δίφθογγον. Χιράδες: Διὰ τοῦ ι γράφεται· χιράδες δέ εἰσιν αἱ τῶν | |
χειρῶν ῥαγγάδες· καὶ ὤφειλεν διὰ τῆς ει διφθόγγου γράφεσθαι, | 276 | |
277 | ἐπειδὴ παρὰ τὸ χεὶρ γέγονεν· ἀλλ’ ἴσως ἀπεβάλετο τὸ ε, ὥσπερ τὸ λείβω λιβάς· κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι συνέπαθεν ἡ φωνὴ τὸ σημαινόμενον· ἐπειδὴ γὰρ τὸ χεῖρας ἔνδειαν τινὰ ση‐ μαίνει· τὰς γὰρ τῶν χειρῶν ῥαγάδας δηλοῖ, ἡ δὲ ῥαγὰς πρὸς | |
5 | τὸ ὁλόκληρον ἔνδειαν ἔχει· τὸ γὰρ ἔχον ῥαγάδας οὐκ ἔστιν ὁλό‐ κληρον· τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἀνεδέξατο, φημὶ δὲ τοῦ ε· καὶ τὸ λιμὸς ἀπὸ τοῦ λείπω γενόμενον οὐκ ἐφύλαξε τοῦ λείπω τὴν δίφθογγον. Χίλων: Ἔστιν δὲ ὄνομα κύριον διὰ τοῦ ι γράφεται· ἐπειδὴ | |
10 | εὕρηται καὶ ἐν συστολῇ παρὰ Καλλιμαχῷ· οἷον, Σόλων ἐκεῖνος δὲ ὡς Χίλων ἀπέστειλεν· ἔστιν δὲ χολίαμβον. Χελιδών: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς δων λήγοντα θηλυκὰ ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· χελιδὼν δὲ λέγε‐ | |
15 | ται, ἢ παρὰ τὸ τὰ χείλη δονεῖν, ἢ παρὰ τὸ τὰ χείλη οἰδάνειν· ἢ παρὰ τὸ τοῖς χείλεσιν ᾄδειν. Χίμετλα: Διὰ τοῦ ι κατὰ παράδοσιν. Χόριος: Διὰ τοῦ ι· καὶ Χορεῖος διὰ διφθόγγου· ὁ τόνος ἐπὶ διαφορὰ καὶ ἡ γραφή. | |
20 | Χείρων: Τὸ συγκριτικὸν, ἐπειδὴ οἱ Αἰολεῖς χέῤῥων λέγου‐ σιν· γέγονεν δὲ παρὰ τὸ χεὶρ χείρων· χείρων γὰρ λέγεται παρὰ τὸ ἐλαττοῦσθαι κατὰ τὰς χείρας. Χαλκεῖος: ει δίφθογγος· μετουσιαστικὸν γάρ. Χλωρον: Τὸ χω μέγα κατὰ παράδοσιν, ἢ τὸν κανόνα τοῦ | |
25 | πυλωρός. Χαραδριός: Διὰ τοῦ ι, παρὰ τὸ χαίρειν γὰρ τοῖς ἰδίοις· ἑλῶδες γράφεται τὸ ὄρνεον. Χάρεια: ει δίφθογγος, ὡς προπαροξύτονον. Χαλκοβάρεια: ει δίφθογγος. | |
30 | Χαλκεῖον: ει δίφθογγος· χαλκεύω γάρ. Χοριόν: Διὰ τοῦ ι τὸ ἐλουτρὸν τῶν βρεφῶν, παρὰ τὸ χο‐ ρεῖν. Χρεῖα: ει δίφθογγος· παρὰ γὰρ τὸ χρέος γέγονεν χρέα, καὶ | |
μετὰ τοῦ ι χρεῖα. | 277 | |
278 | Χίτρον: Διὰ τοῦ ι· ἢ χιδρὸν, ἄλευρον τὸ ἐξ ἁπαλῶν κριθῶν· ἢ οἱ χλοροὶ πυροί. Χρεωφειλέτης: ει· καὶ χρεοφειλέτης λέγεται. Χειά: ει δίφθογγος ἡ κατάδυσις τῶν ὄφεων· παρὰ γὰρ τὸ | |
5 | χῶ, τὸ σημαῖνον τὸ χωρῶ, γέγονεν χέα, καὶ ἐν πλεονασμῷ τοῦ ι χειά. Χεῖρες: ει δίφθογγος· χέῤῥες γὰρ λέγουσιν οἱ Αἰολεῖς. Χοιροτροφεῖον: Ἡ παρατέλευτος κατὰ παράδοσιν. Χοῖρος: οι δίφθογγος, παρὰ τὸ χοῦν αἴρειν. | |
10 | Χεῖλος: ει δίφθογγος· χέλλος γὰρ λέγουσιν οἱ Αἰολεῖς, ὥσπερ κείρω κέῤῥω· ἢ παρὰ τὸ χρέω γέγονεν χέλος, καὶ ἐν πλεονασμῷ τοῦ ι χεῖλος· εἰς αὐτὸ γὰρ ἔχονται αἱ τροφαί. Χρείω: Σημαίνει δὲ τὸ χρεισμοδῶ, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ χρέος γέγονεν χρέω, καὶ ἐν πλεονασμῷ τοῦ ι | |
15 | χρείω· τοῖς γὰρ χρεῖαν ἔχουσι τὸ ἀληθὲς μαθεῖν χρεισμοδεῖ ὁ τόπος. Χρίω: Σημαίνει δὲ τὸ ἀλείφω, διὰ τοῦ ι γράφεται· καὶ ἴσως πρὸς ἀντιδιαστολὴν τοῦ χρείω τοῦ ἐπὶ χρεισμοδῶ· ἕτε‐ ροι δὲ λέγουσιν ὅτι διὰ τοῦ ι γράφεται, ἐπειδὴ τὰ εἰς πτω οὐ | |
20 | θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, νίπτω· ῥίπτω· πλὴν τοῦ φιλαλείπτω· γέγονεν δὲ ἀπὸ τοῦ χρίμπτω χρίω· πλὴν τοῦ ἀνερείπτω, τοῦ σημαίνοντος τὸ ἁρπάζω, ἐξ οὗ τὸ ἀνη‐ ρείψαντο. Χλαῖνα: αι δίφθογγος ἡ χλαμύς· ἰστέον ὅτι διαφέρει | |
25 | χλαῖνα, χλαμῦδος, καὶ χλανίδος· χλαῖνα μὲν γάρ ἐστι τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον παρὰ τὸ χλαίνειν· χλανὶς δὲ ἡ λεπτὴ τὴν ἐργασίαν καὶ τρυφερά· χλαμὺς δὲ ἡ περιφερὶς, ἤγουν τὸ λεγόμενον σαγομάντιον. Χυτρεῖα: ει δίφθογγος· τὰ τῶν χύτρων ὄστρακα, ἤδη δὲ | |
30 | καὶ ἐπὶ πάντα ὀστράκου ἐτάττετο. Χείμων: ει δίφθογγος παρὰ τὸ χέω. | |
Χείμαστον: Τὸ ἐπιτήδιον ἱμάτιον ἀπὸ τοῦ χειμῶνος. | 278 | |
279 | Χείρ: παρὰ τὸ ἔχειν. Χηρεῖα: Παρὰ τὸ χηρεύω. Χρήιζω: Μετὰ τοῦ ι· χρηΐζω γάρ. Χιτών: Διὰ τοῦ ι· εἰσὶ τινὰ ὀνόματα ἀπὸ ῥημάτων γινό‐ | |
5 | μενα. Χῶσαι: Μέγα κατὰ παράδοσιν· ἢ παρὰ τὸ χῶ χώσω. Χαίτη: Παρὰ τὸ κρατῶ, κράτη, καὶ χαίτη. Χειρὶς, Χειρίδος: Σημαίνει τὸ χειρομανικόν. Ψιθυροί: Διὰ τοῦ ι, κατὰ παράδοσιν. | |
10 | Ψωφίς: Διὰ τοῦ ι, διὰ τὴν κατάληξιν. Ψάλιον: Διὰ τοῦ ι, ἐπειδὴ καὶ συστέλλεται. Ψέλλιον: ι, ὅτι συστέλλεται. Ψηφίς: ι, διὰ τὴν κατάληξιν. Ψιμύθιον: Διὰ τοῦ ι ἀμφότεραι. | |
15 | Ψίξ: ι, διὰ τὴν κατάληξιν. Ψιλή: Διὰ τοῦ ι· ἀπ’ ἄκρου γὰρ τῶν χείλεων προφέρεται, ὥσπερ ἡ δασεῖα, ἥτις ἀπὸ τοῦ σεύεσθαι εὕρηται, καὶ τῆς δα ἐπὶ τὸ ἀθροῦν πνεῦμα ἡ δασεῖα. Ψίσαι: Διὰ τοῦ ι ἡ παράδοσις· σημαίνει δὲ καὶ τὸ ψωμί‐ | |
20 | σαι, καὶ βραχὺ θρέψαι μετὰ ποιοῦ τινὸς ἤχου. Ψωμίσαι καὶ Ψωμίον: ω καὶ ι ἡ παράδοσις. Ψευδίς: ι, διὰ τὴν κατάληξιν. Ψυχεινός: Ψείρει ει δίφθογγος ἡ παράδοσις. Ψευδομαντεία: ει δίφθογγος, ἐκ τοῦ μαντεύω. | |
25 | Ψῆφος: Ἡ παράδοσις. Ψόγος: Παρὰ τὸ ψέγω· Ψόγειος ει δίφθογγος, καὶ προ‐ παροξύνεται· ἔνθεν καὶ οὐδέτερον παρὰ τὸ ψόγεια. Ψωμίς: ι ἡ καταλήγουσα γάρ. Ψιλὸς, καὶ Ψιλὴ, καὶ Ψίλιον: Διὰ τοῦ ι. | |
30 | Ψωφίς: ι διὰ τὴν κατάληξιν. Ψύλλειον: Ἡ βοτάνη ει δίφθογγος· ὡς πράσειον καὶ ἐλέ‐ νειον ἡ παράδοσις. Ψαίρειν: ει δίφθογγος Ἀττικοὶ τὸ κινεῖν καὶ ψαύειν· κέ‐ | |
χρηνται δὲ τῇ λέξει ἐπὶ τῶν ἰστίων. | 279 | |
280 | Ψαιδρόν: αι δίφθογγος, τὸ φαιδρὸν Κύπριοι. Ψαῖμα: αι δίφθογγος, τὸ ὀλίγον· καὶ ψαῖσμα τὸ ὀλιγόσιτον. Ψαινάθιον: αι δίφθογγος, τὸ ψευδὲς καὶ μάταιον. Ψαίνυον: αι δίφθογγος τὸ ἀχρεῖον, ἡ παράδοσις. | |
5 | Ψαιστόν: αι δίφθογγος· ἔστιν δὲ εἶδος πλακοῦντος, ὃ δι’ ἀλφίτων παρασκευάζων, ἀπὸ τοῦ ψαῖσθαι καὶ ψώχεσθαι· ὅθεν καὶ ψωμοὶ καὶ ψίχες τὰ μικρὰ θρέμματα. Ψυχραινόμενος: Ἀντὶ τοῦ ψυχρὰ πράσσων· τὸ χραι δί‐ φθογγος. | |
10 | Ψηλαφῶ: Τὸ ψη η· ὅθεν γνῶ. Ψιλαφῶ: Διὰ τοῦ ι, παρὰ τὸ ψιλῶς ἅπτεσθαι ὁ μάγειρος. Ὠσχοφορίον καὶ Ὠσχοφορία: Ἀπὸ παρακειμένου δέ ἐστιν τὸ ο· ἦν γὰρ ὀσχοφορῶ· οἴσχη δέ ἐστιν τὰ μετὰ τῶν βοτρύων κλήματα. | |
15 | Ὤνιον: Διὰ τοῦ ι, ὡς ἀπὸ τοῦ θοίνιον καὶ ἐνθοίνιον. Ὠρίων: Διὰ τοῦ ι, ἐπειδὴ καὶ Εὐριπίδης συνέστειλεν. Ὠρείτης: Ὠρεὸς γάρ. Ὠκεῖα: ει δίφθογγος· ὠκέα γὰρ καὶ ὠκέη. Ὠφέλεια: ει δίφθογγος ἡ παράδοσις· ὁ Πολιτικὸς δὲ διὰ | |
20 | τοῦ ι, καὶ προπαροξύνεται· παρὰ Σοφοκλεῖ δὲ καὶ ει δίφθογγος, καὶ προπαροξύνεται ὡς προμήθεια. Ὡρολογεῖον: ει δίφθογγος· εἴρηται καὶ ὡς ἡμερολογεῖον. Ὠστιεῖται: Ἀπὸ τοῦ ὠστίζω, ὃ δηλοῖ τὸ ὠθοῦμαι· ὡς τὸ βαδιεῖται καὶ αἰκιεῖται τῇ ει διφθόγγῳ παραλήγοντα, ὡς τὸ | |
25 | ὥσει καὶ οἱονεί. Ὠκυτόκειον: ει δίφθογγος· καὶ γὰρ ὠκυτοκεύς. Ὠδεῖον: ει δίφθογγος, ὡς γράφω, γραφεῖον· πέμπω, πομ‐ πεῖον· ᾄδω, ᾠδεῖον. Ὤκειλεν: ει δίφθογγος, ἐπὶ τοῦ προσωθῆναι ναῦν. | |
30 | Ὠτειλή: Ὠτέλλω γὰρ οἱ Αἰολεῖς τὰ τραύματα· Ἀττικοὶ δὲ οὐλὴν λέγουσιν. Ὠψεῖον: Ὀπτικῶς εἶχον· εἴρηται δὲ καὶ ὤψεον. | |
ἐγὼ δέ τοι καὶ πάλιν ὄψεον. | 280 | |
281 | Ὠιαί: Σὺν τοῦ ι ἡ παράδοσις, ὅτε σχετλιασμοῦ ἐστιν ἐπίῤ‐ ῥημα. Ὠνηματιαῖος: αι ἡ παράδοσις. Ὠπιδαῖος: αι, καὶ προπερισπᾶται· ἔστιν δὲ ἐπὶ ἔθνους. | |
5 | Ὡραῖα, καὶ Ὡραῖος, καὶ Ὡραιέστατος: αι δίφθογγος ὅλα ἡ παράδοσις. Ὡριαίνεσθαι: αι δίφθογγος· ἀπὸ τοῦ ὡραΐζεσθαι· Ὠσφραί‐ νεται. Ὠχραίνεται: αι δίφθογγος, ἀντὶ τοῦ ὠχρειά. | |
10 | Ὠδίν: ι, ὡς δικατάληκτον. Ὠδή: Μετὰ τοῦ ι, παρὰ τὸ ᾄδω, ἀοιδὴ καὶ ᾠδή. Ωἶα: Τὸ τοῦ χιτῶνος ἄκρον, μετὰ τοῦ ι ἡ παράδοσις. Κωμωιδός· Μελωιδός· Ῥαψωιδός: Σὺν τῷ ι παρὰ τὸ ᾠδή. | |
15 | Ὠιόν: Τὸ τῆς ὄρνις σὺν τοῦ ι. Ωἶμοι: Διχῶς ἐκ τοῦ οἴμμοι. Ὦτε: Σὺν τῷ ι, ἀντὶ τοῦ ὡσειτε. Ὠδίς: Διὰ τοῦ ι τῆς καταλήξεως ἕνεκεν. Ὠμώς: Ὑποδύτης καλεῖται ὁ ἔσωθεν χιτωνίσκος· ἐπενδύ‐ | |
20 | της δὲ ὁ ἔξωθεν. Πάλιν: Ἐπίῤῥημα συντακτικόν· Ἀνάστα· ἐπίῤῥημα παρα‐ κελεύσεως· Ἀμέλει· ἐπίῤῥημα συλλήψεως· ἀντὶ τοῦ διὰ τοῦτο. Τί· ἐπίῤῥημα ἀπορητικόν. Πολύ: Ἐπίῤῥημα ποσότητος δηλωτικόν. | |
25 | Ἆρα· Ἄνμοι: Ἐπιῤῥήματα ἀποῤῥητικά· Οὐκοῦν· σύν‐ δεσμος ἐναντιωματικός· ὁμοίως καὶ Λοιπόν. Σχεδόν: Ἐπίῤῥημα συγκριτικὸν, σημαίνει δὲ παρὰ μικρόν. Οἴμμοι, καὶ Ὦιμοι, καὶ Οὐαί: Ἐπιῤῥήματα σχετλια‐ στικά· Ἅπαξ ἀριθμοῦ δηλωτικόν. | |
30 | Χριστὲ ἀεί μοι δίδου χάριν. | 281 |