TLG 4093 002 :: Georgius CHOEROBOSCUS :: Prolegomena et scholia in Theodosii Alexandrini canones isagogicos de flexione verborum

Georgius CHOEROBOSCUS Gramm., Diaconus
(Constantinopolitanus: A.D. 9)

Prolegomena et scholia in Theodosii Alexandrini canones isagogicos de flexione verborum

Source: Hilgard, A. (ed.), Grammatici Graeci, vol. 4.2. Leipzig: Teubner, 1894 (repr. Hildesheim: Olms, 1965): 1–371.

Citation: Page — (line)

1

(1t)

Σχόλια σὺν θεῷ
2tεἰς τοὺς ῥηματικοὺς κανόνας
3tἀπὸ φωνῆς
4tΓεωργίου τοῦ Χοιροβοσκοῦ.
5 Ἐπειδὴ ἐν συντόμῳ παραδίδωσιν ἡμῖν ὁ Θεοδόσιος τοὺς προ‐ κειμένους κανόνας, φημὶ δὴ τὴν τῶν ῥημάτων 〈διδασκαλίαν〉, μάθωμεν 〈καὶ ἡμεῖσ〉 ἐν συντόμῳ τὰ προλεγόμενα τοῦ παρόντος συγγράμματος. Σκοπὸν ἔχει ὁ τεχνικὸς περὶ κλίσεως ῥημάτων διαλαβεῖν· τὸ δὲ εἰδέναι τὴν κλίσιν τῶν ῥημάτων χρήσιμον εἰς τὸ μήτε βαρβαρίζειν μήτε σολοι‐
10κίζειν, οἷον ἵνα μὴ ἀντὶ τοῦ εἰπεῖν τέτυφας εἴπωμεν τέτυφες, καὶ ἀντὶ τοῦ εἰπεῖν ἐτύψαμεν ἐτύψατε εἴπωμεν ἐτύψομεν ἐτύψετε, καὶ ἵνα μὴ ἀντὶ τοῦ εἰπεῖν ἤλθομεν ἤλθετε καὶ ἐλάβομεν ἐλάβετε καὶ ἐφάγομεν ἐφάγετε καὶ ἐδράμομεν ἐδράμετε εἴπωμεν διὰ τοῦ α, ὥς τινες λέγουσιν ἐν τῇ συνηθείᾳ, ἐφάγαμεν ἐφάγατε καὶ ἤλθαμεν ἤλθατε καὶ ἐδράμαμεν
15ἐδράματε καὶ ἐλάβαμεν ἐλάβατε. Ἰστέον δὲ ὅτι, 〈ὡσ〉 καὶ ἐν τοῖς προ‐ λαβοῦσιν ἐμάθομεν, ἄλλο βαρβαρίζειν καὶ ἄλλο σολοικίζειν· βαρβαρίζειν γάρ ἐστι τὸ ἁμαρτάνειν περὶ μίαν λέξιν, εἴτε περὶ τόνον, ὡς ἐάν τις ἀντὶ τοῦ εἰπεῖν ἄνθρωπος προπαροξυτόνως εἴπῃ ἀνθρωπός ὀξυτόνως, εἴτε περὶ κλίσιν, ὡς ἐάν τις ἀντὶ τοῦ εἰπεῖν Δημοσθένης Δημοσθένους
20εἴπῃ Δημοσθένης Δημοσθένου, εἴτε περὶ γραφήν, ὡς ἐάν τις τὸ γράφω ἢ λέγω γράψῃ διὰ τοῦ ο, εἴτε περὶ πνεῦμα, ὡς ἐάν τις τὴν ὑπό πρό‐ θεσιν ψιλώσῃ ὀφείλουσαν δασυνθῆναι, εἴτε περὶ χρόνον, ὡς ὅταν τις τοῦ Θόας τὸ ας συστείλῃ· σολοικίζειν δὲ τὸ ἁμαρτάνειν περὶ τὴν σύνταξιν
καὶ τὴν φράσιν, τουτέστιν ὡς ὅταν ἑκάστη λέξις καθ’ ἑαυτὴν κειμένη1

2

καλῶς ἔχῃ, ἐν δὲ τῇ συντάξει καὶ τῇ φράσει ἀτάκτως καὶ ἀνακολούθως παραλαμβάνηται, οἷον «ἐγὼ περιπατῶν ὁ τοῖχος ἔπεσεν» ἀντὶ τοῦ «ἐμοῦ περιπατοῦντος ὁ τοῖχος ἔπεσεν»· ἰδοὺ γὰρ ἐνταῦθα ἑκάστη λέξις καθ’ ἑαυτὴν οὖσα καλῶς ἔχει, καὶ γὰρ τὸ ἐγώ καὶ τὸ περιπατῶν καὶ
5τὸ ὁ τοῖχος καὶ τὸ ἔπεσεν καλῶς ἔχει, ἀλλ’ ἐν τῇ συντάξει καὶ τῇ φράσει ἀτάκτως καὶ ἀνακολούθως παραλαμβάνονται· ὅθεν καὶ σολοι‐ κισμὸς λέγεται, οἱονεὶ σώου λόγου αἰκισμός, τουτέστιν ὕβρις τοῦ ὁλο‐ κλήρου λόγου. 〈Καὶ κατ’〉 ἄλλον δὲ λόγον χρήσιμον 〈τὸ εἰδέναι〉 τὴν κλίσιν τῶν ῥημάτων, ἐπειδὴ οὐδέποτε τέλειος λόγος εὑρίσκεται χωρὶς
10ἑνὸς τῶν τριῶν τούτων ῥημάτων, τουτέστιν ὁριστικοῦ προστακτικοῦ εὐκτικοῦ, ἢ λεγομένου ἢ νοουμένου· λεγομένου μὲν ὁριστικοῦ, ὡς ἐπὶ τοῦ 〈ex. gr. Α 84〉 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς, ἔχει γὰρ τὸ προσέφη ὁριστικόν· προστακτικοῦ δέ, ὡς ἐπὶ τοῦ 〈α 1〉 ἄνδρα μοι ἔννεπε, ἔχει γὰρ τὸ ἔννεπε προστακτικόν, καὶ
15πάλιν 〈Α 1〉 μῆνιν ἄειδε, θεά, ἔχει γὰρ τὸ ἄειδε προστακτικόν· εὐκτι‐ κοῦ δέ, ὡς ἐπὶ τοῦ 〈Α 42〉 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα, ἔχει γὰρ τὸ τίσειαν εὐκτικόν, καὶ πάλιν 〈Γ 407〉 μηκέτι σοῖσι πόδεσσιν ὑποστρέ‐ ψειας Ὄλυμπον, ἔχει γὰρ τὸ ὑποστρέψειας εὐκτικόν· νοουμένου δὲ ὁριστικοῦ, ὡς ἐπὶ τοῦ 〈Μ 243〉 εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ
20πάτρης, νοεῖται γὰρ τὸ ἔστιν, καὶ πάλιν 〈Β 204〉 οὐκ ἀγαθὸν πολυ‐ κοιρανίη, νοεῖται γὰρ τὸ ἔστιν, οἷον οὐκ ἀγαθόν ἐστιν ἡ πολυκοιρανίη. Τούτων οὕτως ἐχόντων ἐμάθομεν ἐν τοῖς προλαβοῦσιν, ὅτι ὀκτώ εἰσι τὰ μέρη τοῦ λόγου, ὄνομα ῥῆμα μετοχὴ ἄρθρον ἀντωνυμία πρόθεσις ἐπίρρημα σύνδεσμος, καὶ ὅτι προτέτακται τὸ ὄνομα τοῦ
25ῥήματος, καθὸ τὸ μὲν ὄνομα οὐσίας ἐστὶ σημαντικόν, τὸ δὲ ῥῆμα συμβεβηκότος, 〈αἱ δὲ οὐσίαι προτερεύουσι τῶν συμβεβηκότων〉· καὶ γὰρ ὁ Σωκράτης προτερεύει τοῦ γράφειν αὐτὸν καὶ τοῦ τύπτειν· εἰκό‐ τως οὖν καὶ τὸ ὄνομα ὡς σημαντικὸν ὂν τῆς οὐσίας προτερεύει τοῦ ῥήματος σημαντικοῦ ὄντος τοῦ συμβεβηκότος. Κατὰ δεύτερον δὲ λόγον
30προτερεύει τὸ ὄνομα τοῦ ῥήματος, ὅτι τὸ μὲν ὄνομα συναναιρεῖ, τὸ δὲ ῥῆμα συναναιρεῖται· καὶ γὰρ ἀναιρουμένου Σωκράτους συναναιρεῖται καὶ τὸ γράφειν αὐτὸν καὶ τὸ τύπτειν· τὰ δὲ συναναιροῦντα προτερεύουσι τῶν συναναιρουμένων· οἷον τὸ καθόλου φυτὸν προτερεύει τῆς ἐλαίας, ἐπειδὴ ἀναιρουμένου τοῦ φυτοῦ συναναιρεῖται καὶ ἡ ἐλαία, μὴ ὄντος
35γὰρ καθόλου φυτοῦ οὔτε ἡ ἐλαία ἔστιν, τῆς δὲ ἐλαίας ἀναιρουμένης2

3

οὐκ ἀναιρεῖται τὸ καθόλου φυτόν, οὐ γὰρ μόνη ἡ ἐλαία φυτόν, ἀλλὰ καὶ ἄμπελος καὶ συκῆ καὶ ἄλλα τινά· οὕτως οὖν καὶ τῆς οὐσίας ἀναι‐ ρουμένης συναναιρεῖται καὶ τὰ συμβεβηκότα—καὶ γὰρ ἀναιρουμένου Σωκράτους συναναιρεῖται καὶ τὸ γράφειν αὐτὸν καὶ τὸ τύπτειν—τῶν
5δὲ συμβεβηκότων ἀναιρουμένων οὐ συναναιρεῖται καὶ ἡ οὐσία· δύναται γὰρ ὁ Σωκράτης ἠρεμεῖν καὶ μήτε γράφειν μήτε τύπτειν. Κατὰ τρίτον δὲ λόγον προτερεύει τὸ ὄνομα τοῦ ῥήματος, ὅτι τὸ μὲν ὄνομα συνεισ‐ φέρεται, τὸ δὲ ῥῆμα συνεισφέρει· καὶ γὰρ ἐάν τις εἴπῃ τύπτει ἢ γράφει, πάντως συνεισφέρει καὶ τὴν οὐσίαν, ἤγουν τὸν τύπτοντα καὶ
10τὸν γράφοντα· τὰ δὲ συνεισφερόμενα προτερεύουσι τῶν συνεισφερόντων, οἷον τὸ καθόλου φυτὸν προτερεύει τῆς ἐλαίας, ἐπειδὴ συνεισφέρεται καὶ γὰρ ἐάν τις εἴπῃ ἐλαίαν, πάντως συνεισφέρει καὶ τὸ φυτόν, ἡ γὰρ ἐλαία φυτόν, ἐὰν δέ τις εἴπῃ φυτόν, οὐ πάντως συνεισφέρει καὶ τὴν ἐλαίαν· οὐδὲ γὰρ μόνη ἡ ἐλαία φυτόν, ἀλλὰ καὶ ἄμπελος καὶ συκῆ καὶ
15ἄλλα τινά· τὸ δὲ συνεισφέρεται δεῖ νοεῖν ἀντὶ τοῦ συννοεῖται. Περὶ δὲ τῆς 〈τάξεως πάντων〉 τῶν μερῶν τοῦ λόγου, ἔτι δὲ καὶ περὶ τῆς αἰτίας τῆς ὀνομασίας αὐτῶν, τουτέστι διατί οὕτως ὠνομάσθησαν, οἷον διατί τὸ ὄνομα λέγεται ὄνομα καὶ τὸ ῥῆμα ῥῆμα καὶ τὰ ἄλλα μέρη ὁμοίως, ἐν τοῖς προλεγομένοις τοῦ Ὀνοματικοῦ Ἡρωδιανοῦ, εἰ θεῷ φίλον,
20μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ πᾶσα διδασκαλία ἐξ ὅρου καὶ παρεπομένων θέλει λαμβά‐ νεσθαι, διαληπτέον πρῶτον περὶ τοῦ ὅρου τοῦ ῥήματος. Ῥῆμα τοίνυν ἐστὶ μέρος λόγου ἄπτωτον ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν μετ’ ἐνεργείας ἢ πάθους ἢ οὐδετέρου τούτων, προσώπων σημαν‐
25τικόν, ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ. «Μέρος λόγου» πρόσκει‐ ται, ἐπειδὴ ἔχομεν 〈ὅτι ὀκτὼ〉 μέρη τοῦ λόγου, τὸ δὲ ῥῆμα ἕν ἐστιν ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου· «ἄπτωτον» δὲ πρόσκειται πρὸς ἀντι‐ διαστολὴν τῶν μετοχῶν· αἱ μὲν γὰρ μετοχαὶ πτωτικαί, τὰ δὲ ῥήματα ἄπτωτα, οὐδὲ γὰρ ἐπιδέχονται πτώσεις τὰ ῥήματα. «Ἐν ἰδίοις μετα‐
30σχηματισμοῖς διαφόρους χρόνους δηλοῦν» πρόσκειται διὰ τὰ χρονικὰ τῶν ἐπιρρημάτων, οἷον διὰ τὸ χθές σήμερον αὔριον· ἰδοὺ γὰρ καὶ ταῦτα χρόνου σημαντικά εἰσι καὶ διαφόρους χρόνους δηλοῦσιν, ἀλλ’ ἐν ἀλλοτρίαις φωναῖς καὶ οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς, τουτέστιν οὐκ ἐν ἰδίαις μεταλλαγαῖς· οὐδὲν γὰρ μετέχει κατὰ τὴν φωνὴν τὸ χθές τοῦ
35σήμερον καὶ τοῦ αὔριον, ἀλλὰ τελεία μεταλλαγὴ τῆς φωνῆς 〈ἐγένετο〉· τὰ μέντοι ῥήματα ἐν ἰδίαις φωναῖς διαφόρους χρόνους δηλοῦσιν· καὶ
γὰρ τύπτω ὁ ἐνεστώς, ἔτυπτον ὁ παρατατικός, τέτυφα ὁ παρακείμενος,3

4

ἐτετύφειν ὁ ὑπερσυντέλικος, ἔτυψα ὁ ἀόριστος, τύψω ὁ μέλλων, καὶ ἰδοὺ διαφόρους χρόνους δηλοῦσιν, οὐκ ἐν ἀλλοτρίαις δὲ φωναῖς ἀλλ’ ἐν ἰδίαις μεταλλαγαῖς τῶν λέξεων· μετέχει γὰρ ἑκάστη λέξις τούτων ἑκάστης λέξεως καὶ οὐ τελείως παρετράπησαν. «Μετ’ ἐνεργείας ἢ πάθους»
5πρόσκειται, ἐπειδὴ τῶν ῥημάτων τὰ μὲν ἐνέργειαν τὰ δὲ πάθος σημαί‐ νουσιν· τὰ μὲν γὰρ ἐνεργητικά, οἷον τύπτω, τὰ δὲ παθητικά, οἷον τύπτομαι· τὸ δὲ «οὐδετέρου» πρόσκειται διὰ τὴν ἀκρίβειαν, ἐπειδή εἰσί τινα ῥήματα μήτε ἐνέργειαν μήτε πάθος σημαίνοντα, ὡς ἐπὶ τοῦ ζῶ πλουτῶ ὑπάρχω ὑγιαίνω· ταῦτα γὰρ οὔτε ἐνέργειαν οὔτε πάθος δηλοῦ‐
10σιν. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα 〈κακία ὅρου ἐστὶ τὸ ἐλλείπειν καὶ πλεονάζειν, τί δήποτε τριῶν διαθέσεων οὐσῶν〉, ἐνεργείας φημὶ καὶ πάθους καὶ μεσότητος, ἐν τῷ ὅρῳ τῆς ἐνεργείας μόνον ἐμνημόνευσε καὶ τοῦ πάθους 〈ὁ τὸν ὅρον ὁρισάμενοσ〉, καὶ οὐχὶ καὶ τῆς μεσότητος. Καὶ λέγομεν, ὅτι μνημονεύσας τῆς ἐνεργείας καὶ τοῦ πάθους καὶ τὴν
15μεσότητα συμπεριέλαβεν· καὶ γὰρ ἡ μεσότης ἢ ἐνέργειαν ἢ πάθος, ἕτερον δὲ οὐδὲν σημαίνει· ἐνέργειαν μέν, οἷον τέτυπα καὶ ἐγραψάμην ἀντὶ τοῦ τέτυφα καὶ ἔγραψα, πάθος δέ, οἷον τέτηκα καὶ ἐλουσάμην ἀντὶ τοῦ ἐτάκην καὶ ἐλούσθην. «Προσώπων» δὲ «σημαντικόν» πρόσκειται, ἐπειδὴ τὰ ῥήματα πρόσωπα σημαίνουσιν· πρόσκειται δὲ «ὅτε καὶ τὰς τῆς ψυχῆς
20διαθέσεις δηλοῖ», ἐπειδὴ τῶν ῥημάτων τὰ μὲν ἔχουσι 〈πρόσωπα, ὡς τὰ〉 ὁριστικὰ προστακτικὰ εὐκτικὰ ὑποτακτικά, ἅτινα καὶ διάθεσιν ψυχῆς ἔχουσιν, τουτέστι προαίρεσιν, τὰ δὲ οὐχί, ὥσπερ τὰ ἀπαρέμφατα, ἐπειδὴ οὐκ ἔχουσι διάθεσιν ψυχῆς, τουτέστι προαίρεσιν, οὔτε πρόσωπα ἔχουσιν· καλῶς οὖν πρόσκειται τῷ προσώπων σημαντικὰ τὰ ῥήματα τὸ ὅτε καὶ
25ψυχῆς προαίρεσιν ἔχουσιν, ὅτε γὰρ 〈μὴ ἔχουσι〉 θέλημα ψυχῆς, οὔτε πρόσωπα 〈ἔχουσιν〉. Τοσαῦτα περὶ τοῦ ὅρου τοῦ ῥήματος ἐν συντόμῳ ἔχομεν εἰπεῖν. Παρέπονται δὲ τῷ ῥήματι ὀκτώ, ἐγκλίσεις διαθέσεις εἴδη σχήματα ἀριθμοὶ πρόσωπα χρόνοι καὶ συζυγίαι. Ἐγκλίσεις μὲν οὖν εἰσι πέντε,
30ὁριστικὴ ἀπαρέμφατος εὐκτικὴ προστακτικὴ ὑποτακτική· οὕτω γὰρ δοκεῖ τῷ Ἀπολλωνίῳ περὶ τῆς τάξεως αὐτῶν διαλαβεῖν. Ἐγκλίσεις δὲ πέντε οὐ κυρίως ἀλλὰ καταχρηστικῶς· ὡς γὰρ ἡ εὐθεῖα οὐ κυρίως καλεῖται πτῶσις ἀλλὰ καταχρηστικῶς, οὕτω καὶ ἡ ἀπαρέμφατος οὐ
κυρίως καλεῖται ἔγκλισις ἀλλὰ καταχρηστικῶς· οὐδὲ γὰρ ἔχει διάθεσιν4

5

ψυχῆς, τουτέστι προαίρεσιν, ὅπερ ἴδιον ἐγκλίσεως· ἔγκλισις γὰρ ἡ ψυχικὴ προαίρεσις, τουτέστι καθ’ ὃ ἐγκλίνεται ἡ ψυχή, ἤγουν εἰς ὃ ῥέπει ἡ ψυχή· ἐγκλίνει γὰρ καὶ ῥέπει ἢ εἰς τὸ ὁρίσαι ἢ εἰς τὸ προστάξαι ἢ εἰς τὸ εὔξασθαι ἢ 〈εἰς τὸ〉 διστάξαι. Ἰστέον δὲ ὅτι τὰς ἐγκλίσεις οἱ παλαιοὶ
5καὶ τὰς διαθέσεις κοινῶς ἐκάλουν διαθέσεις, καὶ λοιπὸν ὕστερον διεμέ‐ ρισαν, καὶ τὰς μὲν ψυχικὰς ἐκάλεσαν ἐγκλίσεις, τὰς δὲ σωματικὰς διαθέσεις, οἷον τὸ μὲν ἐνθυμηθῆναι τύψαι ἔγκλισιν καλοῦσιν, εἰς ὃ ἐγκλίνει ἡ ψυχή, τὸ δὲ ἐνεργῆσαι καὶ τύψαι διάθεσιν. Ταῦτα μὲν ἐν τούτοις.
10 Ἰστέον δὲ ὅτι πρώτη ἡ ὁριστική, καίτοι ὀφειλούσης τῆς ἀπαρεμφά‐ του πρώτην ἔχειν τάξιν, ἐπειδὴ ἐξ αὐτῆς γίνονται πᾶσαι αἱ ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται· ὥσπερ γὰρ ἐκ τῶν τεσσάρων στοιχείων τὰ ἡμέτερα σώματα συνίστανται καὶ εἰς αὐτὰ πάλιν ἀναλύονται, οὕτω καὶ ἀπὸ τῆς ἀπαρεμφάτου συνίστανται αἱ ἄλλαι ἐγκλίσεις καὶ εἰς αὐτὴν
15ἀναλύονται· ἐκ γὰρ τοῦ τύπτειν λαμβάνω καὶ λέγω τύπτω καὶ τύπτε καὶ τύπτοιμι καὶ ἐὰν τύπτω, καὶ ἰδοὺ ἐξ αὐτῆς συνίστανται. Ἀλλὰ καὶ εἰς αὐτὴν ἀναλύονται· ἐὰν γὰρ λέγω τύπτω καὶ ἐρωτηθῶ τί ὡρισάμην, λέγω τὸ τύπτειν, καὶ πάλιν 〈ἐὰν εἴπω τύπτε καὶ ἐρωτηθῶ τί προσέ‐ ταξα, λέγω τὸ τύπτειν, καὶ πάλιν〉 ἐὰν εἴπω τύπτοιμι καὶ ἐρωτηθῶ τί
20ηὐξάμην, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν εἴπω ἐὰν τύπτω καὶ ἐρω‐ τηθῶ τί ἐδίστασα, λέγω τὸ τύπτειν. Ὡς εἴπομεν οὖν, ἐκ τῶν ἀπαρεμφά‐ των γίνονται αἱ ἄλλαι ἐγκλίσεις καὶ εἰς αὐτὴν πάλιν ἀναλύονται· ὅτι γὰρ ἐκ τῶν ἀπαρεμφάτων γίνονται αἱ ἄλλαι ἐγκλίσεις, δῆλον, εἴγε καὶ εἰς αὐτὴν ἀναλύονται, ὡς ἐδείξαμεν· ὅπερ καὶ ἐπὶ τῶν ἡμετέρων σωμά‐
25των ἔστιν· ταῦτα δὲ ἐκ τῶν τεσσάρων στοιχείων γίνονται, πυρὸς ὕδα‐ τος ἀέρος καὶ γῆς, καὶ εἰς αὐτὰ ἀναλύονται, ὡς καὶ ὁ ποιητὴς ἐδήλω‐ σεν εἰπών 〈Η 99〉 ὕδωρ καὶ γαῖα γένοισθε. Ἀλλ’ ἐπειδὴ τὰ ἀπα‐ ρέμφατα ἀμφιβάλλονται εἰ ἄρα ῥήματά εἰσιν ἢ ἄρα οὐχί, οὐ δεῖ δὲ τὰς ἀρχὰς ποιεῖσθαι ἀπὸ τῶν ἀμφιβόλων, τούτου χάριν οὐ προετάγησαν
30τῶν ἄλλων ἐγκλίσεων· πῶς δὲ ἀμφιβάλλονται, μετ’ ὀλίγον εἰσόμεθα. Προτέτακται δὲ ἡ ὁριστικὴ κατὰ τρόπους τοιούτους, ἐπειδὴ οὐκ ἔχει συνεζευγμένους τοὺς χρόνους ἀλλὰ πάντας διακεχωρισμένους, τῶν ἄλλων ἐγκλίσεων μὴ ἐχουσῶν διακεχωρισμένους πάντας τοὺς χρόνους. Ἔχομεν δὲ ἐν τοῖς ὁριστικοῖς ἐνεστῶτα ἰδίᾳ, οἷον τύπτω, καὶ παρατατικὸν ἰδίᾳ,
35οἷον ἔτυπτον, καὶ παρακείμενον ἰδίᾳ, οἷον τέτυφα, καὶ ὑπερσυντέλικον ἰδίᾳ, οἷον ἐτετύφειν, καὶ ἀόριστον ἰδίᾳ, οἷον ἔτυψα, καὶ μέλλοντα ἰδίᾳ,
οἷον τύψω· αἱ δὲ ἄλλαι ἐγκλίσεις συνημμένους ἔχουσι τοὺς χρόνους, εἰ5

6

καὶ μὴ πάντας, ἀλλὰ τινὰς ἐξ αὐτῶν· ἐν μὲν γὰρ τοῖς ἀπαρεμφάτοις καὶ τοῖς εὐκτικοῖς ἐνεστῶτα καὶ παρατατικὸν ὁμοῦ φαμεν, οἷον τύπτειν τύπτοιμι, καὶ παρακείμενον καὶ ὑπερσυντέλικον ὁμοῦ, οἷον τετυφέναι τετύφοιμι, ἀόριστον δὲ ἰδίᾳ καὶ μέλλοντα ἰδίᾳ, οἷον τύψαι τύψειν,
5τύψαιμι τύψοιμι· ἐν δὲ τοῖς προστακτικοῖς καὶ ὑποτακτικοῖς πάντες οἱ χρόνοι συνημμένοι εἰσίν· ἐνεστῶτα γὰρ καὶ παρατατικὸν ὁμοῦ φαμεν, οἷον τύπτε ἐὰν τύπτω, καὶ παρακείμενον καὶ ὑπερσυντέλικον ὁμοῦ, οἷον τέτυφε ἐὰν τετύφω, καὶ ἀόριστον καὶ μέλλοντα ὁμοῦ, οἷον τύψον ἐὰν τύψω. Διὰ ταύτην οὖν τὴν αἰτίαν, ὡς ἔχουσα ἡ ὁριστικὴ πάντας
10τοὺς χρόνους διακεχωρισμένους, προτέτακται τῶν ἄλλων ἐγκλίσεων. Κατὰ δεύτερον δὲ λόγον, ὅτι πᾶσα παραγωγὴ καὶ πᾶσα σύνθεσις ἀπὸ ῥημάτων γινομένη ἐκ τῶν ὁριστικῶν γίνεται, καὶ οὐκ ἐκ τῶν ἄλλων ἐγκλίσεων, οἷον πατροτύπτης ἀπὸ τοῦ τύπτω, Ἀριστοφάνης ἀπὸ τοῦ φαίνω, Διοπείθης ἀπὸ τοῦ πείθω, Διομήδης ἀπὸ τοῦ μήδω (σημαίνει
15δὲ τὸ βουλεύομαι), γράμμα ἀπὸ τοῦ γέγραμμαι, ψάλτης ἀπὸ τοῦ ἔψαλται, δότης ἀπὸ τοῦ δέδοται, θύτης ἀπὸ τοῦ τέθυται. Κατὰ τρίτον δὲ λόγον, ὅτι καὶ αἱ ἄλλαι ἐγκλίσεις σκοπὸν ἔχουσι προκόψαι εἰς τὴν ὁριστικὴν καὶ ἴσασι προϋπάρχουσαν αὐτήν· ὁ γὰρ λέγων τινὶ τύπτε ἢ γράφε διὰ τοῦτο λέγει, ἵνα εἴπῃ ἐκεῖνος γράφω ἢ ἔγραψα καὶ τύπτω ἢ ἔτυψα·
20καὶ ὁ λέγων ὑγιαίνοιμι διὰ τοῦτο εὔχεται, ἵνα ἔλθῃ εἰς αὐτὸ τὸ πρᾶγμα καὶ εἴπῃ ὑγιαίνω· καὶ ὁ λέγων ἐὰν ὑγιάνω διὰ τοῦτο διστάζει, ἵνα ἔλθῃ εἰς αὐτὸ τὸ πρᾶγμα καὶ εἴπῃ ὑγιαίνω ἢ ὑγίανα. Εἰκότως οὖν προτέτακται ἡ ὁριστικὴ τῶν ἄλλων ἐγκλίσεων. Δευτέρα ἡ ἀπαρέμφατος, καὶ τοῦτο εὐλόγως, εἴγε, ὡς εἴρηται,
25ὤφειλε καὶ πρώτη εἶναι· ἀλλ’ ἐπειδή, ὡς εἴπομεν, ἀμφιβάλλεται εἴτε ῥῆμά ἐστιν εἴτε οὔ, οὐ δεῖ δὲ τὰς ἀρχὰς ἐκ τῶν ἀμφιβαλλομένων ποιεῖσθαι, διὰ τοῦτο οὐ προτέτακται. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, πῶς ἀμφιβάλλεται ἡ ἀπαρέμφατος εἰ ῥῆμά ἐστιν ἢ οὔ. Δεῖ γινώσκειν, ὅτι πᾶν ῥῆμα θέλει ἔχειν πρόσωπα, θέλει ἔχειν θέλημα ψυχῆς, θέλει ἔχειν
30ἀριθμούς· τὰ δὲ ἀπαρέμφατα οὐδὲν ἐκ τούτων ἔχουσιν, οὔτε γὰρ πρό‐ σωπα ἔχουσιν οὔτε θέλημα ψυχῆς οὔτε ἀριθμούς· ἐντεῦθεν οὐκ ἄρα ῥήματά εἰσιν. Ἄλλως τε δὲ οὐδέποτε δύο ῥήματα ἄνευ συνδέσμου παρα‐ λαμβανόμενα τέλειον λόγον ἀποτελοῦσιν, οὐδεὶς γὰρ λέγει τύπτω ἀνά‐ γνωθι ἢ τύπτω ἀναγινώσκω, ἀλλὰ μετὰ συνδέσμου, οἷον τύπτω καὶ
35ἀνάγνωθι, τύπτω καὶ γράφω, γράφω καὶ ἀναγινώσκω, ἐὰν λούσωμαι
ὑγιαίνω· τὰ μέντοι ἀπαρέμφατα παραλαμβάνονται ἄνευ συνδέσμου μετὰ6

7

ῥημάτων καὶ ἀποτελοῦσι τέλειον λόγον, ὡς τὸ βούλομαι ἀναγινώσκειν, προαιροῦμαι φιλοσοφεῖν, θέλω γράφειν· οὐκ ἄρα οὖν ῥήματα τὰ ἀπα‐ ρέμφατα. Καὶ πάλιν δέον εἰπεῖν ῥήματα τὰ ἀπαρέμφατα· καὶ γὰρ τὰ ῥήματα ἔχουσιν ἐνέργειαν πάθος μεσότητα, οἷον τύπτω τύπτομαι τέτυπα,
5ἔχουσι διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις μεταλλαγαῖς τῶν λέξεων, οἷον τύπτω ἔτυπτον τέτυφα τέτυπα ἐτετύ‐ φειν ἐτετύπειν ἔτυψα ἔτυπον τύψω τυπῶ· ὁμοίως δὲ καὶ τὰ ἀπα‐ ρέμφατα ἔχουσιν ἐνέργειαν πάθος μεσότητα, ἔχουσι δὲ καὶ διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, οἷον τύπτειν τετυφέναι τετυπέναι
10τύψαι τύψειν τυπεῖν τύπτεσθαι· 〈ἄρα οὖν ῥήματα〉 τὰ ἀπαρέμφατα. Περὶ δὲ τοῦ μὴ ἔχειν τὰ ἀπαρέμφατα μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς λέγομεν, ὅτι τὰ ἀπαρέμφατα ὀνόματά εἰσι τῶν πραγμάτων· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περίπατος λέγω τὸ περιπατεῖν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἡ φιλοσοφία λέγω τὸ φιλοσοφεῖν· τὸ δὲ πρᾶγμα αὐτὸ
15καθ’ ἑαυτὸ νοούμενον οὐ θεωρεῖται ἔν τινι, ὥσπερ ἡ λευκότης· αὐτὴ γὰρ καθ’ ἑαυτὴν οὖσα οὐ θεωρεῖται ἔν τινι· τῷ αὐτῷ οὖν τρόπῳ καὶ τὰ ἀπαρέμφατα ὡς ὀνόματα ὄντα τῶν πραγμάτων αὐτὰ καθ’ ἑαυτὰ ὄντα οὐκ ἐγένοντο ἔν τινι, μὴ γενόμενα δὲ ἔν τινι εἰκότως οὐδὲ 〈πρό‐ σωπα〉 ἔχουσιν· τούτου χάριν οὐκ ἔχουσι τὰ ἀπαρέμφατα πρόσωπα.
20Προσώπων δὲ μὴ ὄντων εἰκότως οὐδὲ θέλημα ψυχῆς δύναται εἶναι· πῶς γὰρ δύναται εἶναι θέλημα ψυχῆς ἄνευ προσώπων; τὸ γὰρ μὴ ὂν πῶς ἔχει θελῆσαι; εἰκότως οὖν οὔτε θέλημα ψυχῆς ἔχουσι τὰ ἀπα‐ ρέμφατα. Ἀλλ’ οὔτε δὲ ἀριθμὸς δύναται εἶναι προσώπων μὴ ὄντων· ἐκ γὰρ τῶν διαφόρων προσώπων τίκτεται καὶ ὁ διάφορος ἀριθμός, οἷον
25ἐκ τοῦ ἑνὸς προσώπου γίνεται ὁ ἑνικὸς ἀριθμός, καὶ ἐκ τῶν δύο γίνε‐ ται ὁ δυϊκός, καὶ ἐκ τῶν πλειόνων γίνεται ὁ πληθυντικός· τούτου χάριν οὔτε ἀριθμοὺς ἔχουσι τὰ ἀπαρέμφατα· εἰκότως οὖν τὰ ἀπα‐ ρέμφατα οὔτε πρόσωπα ἔχουσιν οὔτε ἀριθμοὺς οὔτε θέλημα ψυχῆς. Περὶ δὲ τῆς συντάξεως, ὅτι ἄνευ συνδέσμου παραλαμβανόμενα τὰ ἀπα‐
30ρέμφατα μετὰ ῥημάτων ἀποτελοῦσι τέλειον λόγον, οἷον θέλω γράφειν, βούλομαι φιλοσοφεῖν, ἔστιν εἰπεῖν, ὅτι οὐ μετὰ πάντων τῶν ῥημάτων συνταττόμενα τὰ ἀπαρέμφατα τέλειον λόγον ποιοῦσιν—οὐδὲ γὰρ λέγο‐ μεν τύπτω ἀναγινώσκειν ἢ περιπατῶ διαλέγεσθαι—ἀλλὰ μετὰ μόνων
τῶν προαιρετικῶν, φημὶ δὴ τοῦ θέλω καὶ βούλομαι καὶ προαιροῦμαι,7

8

καὶ τῶν ἐφετικῶν—ἐφετικὰ δὲ λέγονται τὰ ἐπιθυμίας δηλωτικά, ἐφίε‐ σθαι γὰρ τὸ ἐπιθυμεῖν—οἷον θέλω γράφειν, ἐπιθυμῶ φιλοσοφεῖν, θέλω ἀναγινώσκειν, βούλομαι φιλοσοφεῖν, προαιροῦμαι ἐξηγεῖσθαι, καὶ τῶν εὐκτικῶν, οἷον εὔχομαι ὑγιαίνειν, καὶ ἁπλῶς εἰπεῖν μετὰ τῶν
5σημαινόντων ἔλλειψιν πράγματος, ὡς ἐπὶ τοῦ χρὴ γράφειν, δεῖ διαλέ‐ γεσθαι, χρεωστῶ παιδεύειν, ὀφείλω εὐεργετεῖν. Δεύτερον δὲ διὰ τοῦτο τὰ ἀπαρέμφατα μετὰ τούτων συνταττόμενα τέλειον λόγον ἀποτελοῦσιν, ἐπειδὴ ταῦτα, λέγω δὴ τὸ θέλω καὶ βούλομαι καὶ προαιροῦμαι καὶ προθυμοῦμαι καὶ τὰ ὅμοια, ἔχουσι θέλημα ψυχῆς, ἔχουσι πρόσωπα, ἔχου‐
10σιν ἀριθμούς, πράγματι δὲ μόνῳ ἐλλείπουσιν—ὁ γὰρ βουλόμενος ἢ θέλων ποιῆσαί τι ὡς λεῖπον τὸ πρᾶγμα θέλει ποιῆσαι αὐτό—τὰ δὲ ἀπαρέμφατα ἐκ τοῦ ἐναντίου πραγμάτων μόνων δηλωτικά εἰσιν, μὴ ἔχοντα μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς· εἴ τι οὖν λείπει τοῖς ἀπαρεμφάτοις, ἀναπληροῦται διὰ τούτων, καὶ εἴ τι λείπει
15τούτοις, ἀναπληροῦται διὰ τῶν ἀπαρεμφάτων, καὶ ὡς ἔστιν εἰπεῖν, ἑκά‐ τερον δι’ ἑκατέρου ἀναπληροῦται· τούτου χάριν τὰ ἀπαρέμφατα μετὰ τούτων συνταττόμενα ἀποτελοῦσι τέλειον λόγον. Ἔχομεν οὖν καὶ τὰ περὶ τῆς ἀπαρεμφάτου. Τρίτη δὲ ἡ εὐκτικὴ κατὰ Ἀπολλώνιον, ἐπειδὴ τελείας ἔχει
20φωνὰς ὡς πρὸς τὴν προστακτικήν· ἔχει γὰρ καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον πρόσωπον, τῆς προστακτικῆς δεύτερον καὶ τρίτον πρόσωπον μόνον ἐχούσης· τὰ γὰρ προστακτικὰ πρῶτα πρόσωπα οὐκ ἔχουσιν, ἐπειδὴ οὐδεὶς ἑαυτῷ προστάττει. Πρόσκειται «κατὰ Ἀπολλώνιον», ἐπειδὴ ὁ Θεοδόσιος καὶ ὁ Διονύσιος 〈p. 47, 3 Uhl.〉 τὴν προστακτικὴν
25προτάττουσι τῆς εὐκτικῆς, ὡς, εἰ θεῷ φίλον, ἐκεῖσε γενόμενοι μαθη‐ σόμεθα. Ἡ δὲ προστακτικὴ προτέτακται τῆς ὑποτακτικῆς, ἐπειδὴ ἡ προσ‐ τακτικὴ ἀποτελεῖ τέλειον λόγον, ἡ δὲ ὑποτακτικὴ οὐκ ἀποτελεῖ τέλειον λόγον· ἔχομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι οὐδέποτε τέλειος λόγος
30γίνεται χωρὶς ἑνὸς τῶν τριῶν ῥημάτων τούτων, τουτέστιν ὁριστικοῦ προστακτικοῦ εὐκτικοῦ, ἢ λεγομένου ἢ νοουμένου· λεγομένου μὲν ὁρι‐ στικοῦ, ὡς ἐπὶ τοῦ 〈Α 84〉 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς, 〈ἔχει γὰρ τὸ〉 προσέφη ὁριστικόν· εὐκτικοῦ δέ, ὡς ἐπὶ τοῦ 〈Α 42〉 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν,
35ἔχει γὰρ τὸ τίσειαν εὐκτικόν· νοουμένου δέ, ὡς ἐπὶ τοῦ 〈Μ 243〉 εἷς
οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης, νοεῖται γὰρ τὸ ἔστιν, καὶ8

9

ὡς ἐπὶ τοῦ 〈Β 204〉 οὐκ ἀγαθὸν πολυκοιρανίη, νοεῖται γὰρ τὸ ἔστιν, ἀντὶ τοῦ οὐκ ἀγαθόν ἐστιν ἡ πολυκοιρανία. Τοσαῦτα περὶ τῶν ἐγκλίσεων ἔχομεν εἰπεῖν. Διαθέσεις δέ εἰσι τρεῖς, ἐνέργεια πάθος μεσότης· ἐνέργεια μέν,
5οἷον τύπτω, πάθος δέ, οἷον τύπτομαι, μεσότης δέ, ἥτις ποτὲ μὲν ἐνέρ‐ γειαν ποτὲ δὲ πάθος παρίστησιν, ὡς ἐπὶ τοῦ τέτυπα καὶ τέτηκα· τὸ μὲν γὰρ τέτυπα ἐνέργειαν δηλοῖ ἀντὶ τοῦ ἔτυψα, τὸ δὲ τέτηκα πάθος, ἀντὶ τοῦ ἐτάκην· καὶ πάλιν ἐγραψάμην καὶ ἐλουσάμην· τὸ μὲν γὰρ ἐγραψάμην ἐνέργειαν δηλοῖ ἀντὶ τοῦ ἔγραψα, τὸ δὲ ἐλουσάμην πάθος
10παρίστησιν ἀντὶ τοῦ ἐλούσθην. Καὶ ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν 〈ταῦτα〉, φημὶ δὴ τὰ λεγόμενα μέσα, μὴ ἐκ τοῦ σημαινομένου ἐκλήθησαν, ἵνα ὅταν μὲν σημαίνωσιν ἐνέργειαν λέγωνται ἐνεργητικά, ὡς ἐπὶ τοῦ τέτυπα καὶ ἐγραψάμην, ὅταν δὲ σημαίνωσι πάθος λέγωνται παθητικά, ὡς ἐπὶ τοῦ τέτηκα καὶ ἐλουσάμην. Ἔστιν οὖν εἰπεῖν, ὅτι ὁ
15χαρακτήρ, ἤγουν ὁ τύπος, τῆς φωνῆς ἐπεκράτησεν ἐπὶ τούτων· ὥσπερ γὰρ ἐν τοῖς ὀνόμασι πολλάκις τοῦ σημαινομένου ἐπικρατεῖ ὁ χαρακτήρ —ἰδοὺ γὰρ τὸ παιδίον, εἰ καὶ ἄρρεν καὶ θῆλυ δηλοῖ, ὅμως οὔτε ἀρσε‐ νικὸν οὔτε θηλυκὸν λέγεται ἀλλ’ οὐδέτερον πρὸς τὸν χαρακτῆρα τῆς φωνῆς, ἐπειδὴ οὔτε ἀρσενικὸν χαρακτῆρα ἔχει οὔτε θηλυκόν—τὸν
20αὐτὸν οὖν τρόπον καὶ ἐπὶ τῆς μέσης διαθέσεως ὁ χαρακτὴρ τῆς φωνῆς ἐπεκράτησε τοῦ σημαινομένου. Διατί δὲ καλεῖται διάθεσις, προϊόντες, εἰ θεῷ φίλον, μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Εἴδη δέ εἰσι δύο, πρωτότυπον καὶ παράγωγον· καὶ πρωτότυπον μέν, οἷον ἄρδω, παράγωγον δέ, οἷον ἀρδεύω. Τινὲς δὲ ἐθέλησαν
25λέγειν μὴ ἔχειν τὰ ῥήματα εἴδη, λέγοντες ὅτι οὐκ ἔχουσιν ἐναλλαγὴν τοῦ σημαινομένου· τὸ αὐτὸ γὰρ σημαίνει καὶ τὸ τιθῶ καὶ τὸ τίθημι, ὁμοίως τὸ αὐτὸ σημαίνει τὸ ἱστῶ καὶ ἵστημι καὶ τὸ διδῶ καὶ δίδωμι· ἐν δὲ τοῖς εἴδεσι τῶν ὀνομάτων ἐναλλαγὴ γίνεται σημαινομένου, οἷον πατρωνυμικοῖς κτητικοῖς συγκριτικοῖς ὑπερθετικοῖς ὑποκοριστικοῖς παρω‐
30νύμοις ῥηματικοῖς. Ἔστι δὲ εἰπεῖν, ὅτι εἰ καὶ μὴ γίνεται ἐναλλαγὴ σημαινομένων, ἀλλ’ οὖν ἐναλλαγὴ φωνῆς 〈γίνεται〉, ὡς ἐν τῷ 〈ἄρχω ἀρχεύω, ἄρδω ἀρδεύω〉, τιθῶ τίθημι, ἱστῶ ἵστημι· ἄλλως τε δὲ πολ‐ λάκις καὶ ἐναλλαγὴ σημαινομένων γίνεται· καὶ ἀπὸ ὀνομάτων γίνονται παράγωγα ῥήματα καὶ ἐναλλάσσουσι τὸ σημαινόμενον, οἷον πόλεμος
35πολεμίζω, Ἀντίγονος ἀντιγονίζω, Φίλιππος φιλιππίζω, Μῆδος μηδίζω· ἰδοὺ ταῦτα ἀπὸ ὀνομάτων παραχθέντα ἐναλλαγὴν ἐποιήσαντο τοῦ σημαι‐ νομένου· τὸ μὲν γὰρ πόλεμος τὸν πόλεμον σημαίνει, τὸ δὲ πολεμίζω
τὰ τοῦ πολέμου φρονῶ· καὶ πάλιν τὸ μὲν Ἀντίγονος τὸν Ἀντίγονον9

10

σημαίνει, τὸ δὲ ἀντιγονίζω τὰ τοῦ Ἀντιγόνου φρονῶ· καὶ πάλιν τὸ μὲν Φίλιππος τὸν Φίλιππον σημαίνει, τὸ δὲ φιλιππίζω τὰ τοῦ Φιλίπ‐ που φρονῶ· καὶ πάλιν τὸ μὲν Μῆδος τὸν Μῆδον δηλοῖ, τὸ δὲ μηδίζω τὰ τῶν Μήδων φρονῶ. Καὶ ἀπὸ ῥημάτων δὲ γίνονται ὁμοίως παρά‐
5γωγα ῥήματα καὶ ἐναλλάσσουσι τὸ σημαινόμενον, οἷον βρώσω βρωσείω· τὸ μὲν γὰρ βρώσω τὸ μέλλω φαγεῖν δηλοῖ, τὸ δὲ βρωσείω τὸ ἐπιθυ‐ μίαν ἔχω τῆς βρώσεως· καὶ πάλιν πολεμήσω πολεμησείω· τὸ μὲν γὰρ πολεμήσω τὸ μέλλω πολεμῆσαι δηλοῖ, τὸ δὲ πολεμησείω τὸ ἐπιθυμίαν ἔχω τοῦ πολέμου· καὶ πάλιν ὄψω ὀψείω· τὸ μὲν γὰρ ὄψω τὸ μέλλω
10θεωρῆσαι δηλοῖ, τὸ δὲ ὀψείω τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι· καὶ πάλιν πλεύσω πλευσείω· τὸ μὲν γὰρ πλεύσω τὸ μέλλω πλεῦσαι δηλοῖ, τὸ δὲ πλευσείω τὸ ἐπιθυμίαν ἔχω τοῦ πλεῦσαι· καὶ ταῦτα μὲν ἀπὸ μέλλοντος παραγόμενα ἐνεστῶτος χρόνου γίνονται. Σχήματα δέ εἰσι τρία, ἁπλοῦν σύνθετον παρασύνθετον· ἁπλοῦν μέν,
15οἷον φρονῶ, σύνθετον δέ, οἷον καταφρονῶ, παρασύνθετον δὲ τὸ ἀπὸ συνθέτου παραγόμενον, ὡς ἀπὸ τοῦ Ἀντίγονος συνθέτου γίνεται τὸ ἀντιγονίζω παρασύνθετον, τουτέστι τὰ τοῦ Ἀντιγόνου φρονῶ· καὶ ἁπλῶς ὅσα ἀπὸ συνθέτου παράγονται, παρασύνθετα καλοῦμεν, εἴτε ἀπὸ ὀνομάτων παράγονται εἴτε ἀπὸ ῥημάτων.
20 Ἀριθμοὶ δέ εἰσι τρεῖς, ἑνικὸς δυϊκὸς πληθυντικός· ἑνικὸς μέν, οἷον τύπτω, δυϊκὸς δέ, οἷον τύπτετον, πληθυντικὸς δέ, οἷον τύπτομεν. Πρόσωπα δέ εἰσι τρία, πρῶτον δεύτερον τρίτον. Καὶ λέγει ὁ Διονύσιος 〈p. 51, 4 Uhl.〉, ὅτι πρῶτον μέν ἐστιν ἀφ’ οὗ ὁ λόγος, οἷον τύπτω, δεύτερον δὲ πρὸς ὃν ὁ λόγος, οἷον τύπτεις, τρίτον δὲ
25περὶ οὗ ὁ λόγος, οἷον τύπτει. Λαμβάνεται δὲ ὁ Ἀπολλώνιος τοῦ προκειμένου λόγου, λέγων ὅτι δέον ἐστὶ προσθεῖναί τινα καὶ εἰπεῖν οὕτως, ὅτι πρῶτον μέν ἐστι 〈πρόσωπον〉 ἀφ’ οὗ ὁ λόγος περὶ ἐμοῦ τοῦ προσφωνοῦντος, δεύτερον δέ ἐστι πρόσωπον πρὸς ὃν ὁ λόγος περὶ αὐτοῦ τοῦ προσφωνουμένου, τρίτον δέ ἐστι πρόσωπον περὶ οὗ ὁ
30λόγος μήτε προσφωνοῦντος μήτε προσφωνουμένου, οἷον τύπτει· τοῦτο γὰρ περί τινος ἔχει τὸν λόγον μήτε προσφωνοῦντος μήτε προσφωνου‐ μένου. Δύναται δὲ κατὰ τὴν ἀκρίβειαν τὸ μὲν πρῶτον καὶ δεύτερον πρόσωπον καλῶς ἔχειν, ὡς καὶ ὁ Διονύσιος εἶπεν, ὅτι πρῶτον μέν ἐστι πρόσωπον ἀφ’ οὗ ὁ λόγος· ἀεὶ γὰρ ἀπὸ πρώτου ἐστὶν ὁ λόγος
35καὶ οὐδέποτε οὔτε ἀπὸ δευτέρου οὔτε ἀπὸ τρίτου· δεύτερον δὲ πρὸς
ὃν ὁ λόγος· ἀεὶ γὰρ πρὸς δεύτερον πρόσωπόν ἐστιν ὁ λόγος καὶ οὐδέ‐10

11

ποτε οὔτε πρὸς πρῶτον οὔτε πρὸς τρίτον· τὸ δὲ τρίτον πρόσωπον οὐκ ἔχει καλῶς, λέγω δὴ τὸ περὶ οὗ ὁ λόγος, ὡς ὁ Διονύσιος ἐδόξασεν· δύναται γὰρ καὶ περὶ πρώτου εἶναι ὁ λόγος καὶ περὶ δευτέρου· ἐὰν γὰρ εἴπω τύπτω, περί τινός 〈ἐστιν〉 ὁ λόγος, τουτέστι περὶ ἐμοῦ, καὶ
5πάλιν ἐὰν εἴπω τύπτεις, περί τινός ἐστιν ὁ λόγος, τουτέστι περὶ σοῦ· τούτου οὖν χάριν δεῖ προσθεῖναι ἐν τῷ τρίτῳ προσώπῳ προσδιορισμόν τινα καὶ εἰπεῖν, ὅτι τρίτον ἐστὶ πρόσωπον περὶ οὗ ὁ λόγος μήτε προσφωνοῦντος μήτε προσφωνουμένου· διὰ μὲν γὰρ τοῦ εἰπεῖν μήτε προσφωνοῦντος χωρίζομεν τὸ πρῶτον πρόσωπον, διὰ δὲ τοῦ εἰπεῖν
10μήτε προσφωνουμένου χωρίζομεν τὸ δεύτερον πρόσωπον. Χάριν δὲ σαφηνείας οὐκ ἄτοπόν ἐστι προσθεῖναι καὶ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ δευτέρῳ προσώπῳ προσδιορισμόν τινα καὶ εἰπεῖν, ὅτι πρῶτον μέν ἐστι πρόσωπον ἀφ’ οὗ ὁ λόγος περὶ ἐμοῦ τοῦ προσφωνοῦντος, δεύτερον δὲ πρὸς ὃν ὁ λόγος περὶ αὐτοῦ τοῦ προσφωνουμένου, τρίτον δὲ
15περὶ οὗ ὁ λόγος μήτε προσφωνοῦντος μήτε προσφωνουμένου. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὥσπερ ἐν τοῖς ἀριθμοῖς τὰ ἀπὸ τῶν τριῶν καὶ ἐπέ‐ κεινα πληθυντικὰ λέγονται, οὕτω καὶ ἐν τοῖς προσώποις τὰ ἀπὸ τῶν τριῶν καὶ ἐπέκεινα τρίτα λέγονται· διατί δὲ ἐν ταῖς ἀντωνυμίαις διά‐
20φορα τρίτα εὑρίσκονται, οἷον ἐκεῖνος οὗτος αὐτός ὅδε, 〈Α 287〉 ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει, ἐν τῷ Περὶ ἀντωνυμιῶν, εἰ θεῷ φίλον, μαθη‐ σόμεθα. Χρόνοι δὲ καθόλου εἰσὶ τρεῖς, ἐνεστὼς παρεληλυθὼς μέλλων. Ἐκ τούτων ὁ ἐνεστὼς οὐκ ἐπιδέχεται διαίρεσιν, ἐπειδὴ κινδυνεύει μὴ εἶναι
25χρόνος· λέγουσι γάρ τινες, ὅτι εἰ ἄρα ἀεὶ ὁ χρόνος κινεῖται, οὐκ ἄρα δύναται ἵστασθαι, εἰ μὴ ἵσταται δέ, οὐκ ἄρα ἐστὶν ὁ ἐνεστὼς χρόνος. Ἀλλὰ λέγομεν, ὅτι οἱ χρόνοι εἰ μὴ ἐνέστησαν οὐδὲ παρήρχοντο· πῶς γὰρ δύναται παρελθεῖν τὸ μὴ σταθέν; καὶ γὰρ ἡ χθεσινὴ ἡμέρα εἰ μὴ πρότερον ἐνέστη οὐδὲ παρήρχετο· καὶ πάλιν ἐάν τις βρέξῃ τὸν δάκτυ‐
30λον αὑτοῦ εἰς κρουνὸν ἀεὶ ῥέοντα ἢ εἰς ποταμὸν ἀεὶ ῥέοντα τὸν πόδα αὑτοῦ, δηλονότι οὔτε ἐν τῷ παρελθόντι οὔτε ἐν τῷ μέλλοντι δύναται βρέξαι αὐτόν, ἀλλ’ ἐν τῷ ἐνεστῶτι χρόνῳ· καὶ ἡ διαχάραξις δὲ ἡ γινο‐ μένη 〈ἐκ τοῦ τροχοῦ〉 δηλονότι δι’ ἐνεστῶτος χρόνου γίνεται καὶ οὔτε διὰ τοῦ παρελθόντος οὔτε διὰ τοῦ μέλλοντος· καὶ πάντα δὲ τὰ γινό‐
35μενα καὶ πάντα τὰ λεγόμενα 〈ἐν τῷ〉 ἐνεστῶτι χρόνῳ λέγονται καὶ
γίνονται. Ἔστι δὲ ὁ ἐνεστὼς ἀκαριαῖος, τουτέστιν ἅμα τῷ λέγεσθαι ἔχει11

12

καὶ τὸ εἶναι· εἰκότως οὖν οὐκ ἐπιδέχεταί τινα διαίρεσιν. Ἰστέον δὲ ὅτι παρὰ μὲν τοῖς γραμματικοῖς πλατικός ἐστιν ὁ ἐνεστώς· οἱονεὶ γὰρ πλάτος ὑπεμφαίνει ὡς πρὸς τὸν παρὰ τοῖς φιλοσόφοις ἀκαριαῖον λεγό‐ μενον χρόνον, ὡς ὅταν εἴπωμεν «ὁ ἐνεστὼς ἐνιαυτὸς τοιόσδε ἐστί»,
5παρὰ δὲ τοῖς φιλοσόφοις ἀκαριαῖός ἐστι, τουτέστιν ἅμα τῷ λέγεσθαι ἔχει καὶ τὸ εἶναι, ὡς ἐπὶ τοῦ τύπτω γράφω· ταῦτα γὰρ ἅμα τῷ λέγε‐ σθαι ἔχουσι καὶ τὸ εἶναι. Ὁ δὲ παρῳχημένος χρόνος, τουτέστιν ὁ παρεληλυθώς, πλάτος ἔχων εἰκότως ἐπιδέχεται διαφόρους διαιρέσεις· τὰ γὰρ παρελθόντα ἢ ἐν μέρει παρῆλθον καὶ οὔπω ἐπληρώθησαν καὶ
10ἀποτελοῦσι τὸν λεγόμενον παρατατικόν, οἷον ἔτυπτον ἔτρωγον· οὔπω γὰρ ἐπληρώθη τὸ πρᾶγμα ἀλλ’ ἐν μέρει παρῆλθεν· ὅθεν καὶ παρατα‐ τικὸς λέγεται ἀπὸ τοῦ παρατεταμένην καὶ ἀπλήρωτον ἔχειν τὴν σημα‐ σίαν· ἢ νεωστὶ παρῆλθον τὰ παρελθόντα καὶ νεωστὶ ἐπληρώθη τὸ πρᾶγμα καὶ ἀποτελοῦσι τὸν λεγόμενον παρακείμενον, οἷον τέτυφα πεποίηκα,
15ὅστις καὶ διὰ τοῦτο καλεῖται παρακείμενος, ἐπειδὴ παράκειται αὐτῷ ἡ πλήρωσις, τουτέστι νεωστὶ ἐπληρώθη· ἢ πρὸ πολλοῦ παρῆλθον τὰ παρελθόντα καὶ ἀποτελοῦσι τὸν λεγόμενον ὑπερσυντέλικον, οἷον ἐτετύ‐ φειν, ὅστις καὶ διὰ τοῦτο ὑπερσυντέλικος λέγεται παρὰ τὸ πρὸ πολλοῦ πληρωθῆναι· συντελικὸς γὰρ ὁ πεπληρωμένος. Ἰστέον δὲ ὅτι ὁ μὲν
20παρακείμενος ἔχει ἐν ἑαυτῷ τὸ ἄρτι, τὸ γὰρ τέτυφα τὸ ἄρτι πληρωθὲν δηλοῖ· ὁ δὲ ὑπερσυντέλικος ἔχει ἐν ἑαυτῷ τὸ πάλαι, τὸ γὰρ ἐτετύφειν τὸ πάλαι πληρωθὲν δηλοῖ. Ἐὰν δὲ τὰ παρελθόντα ἄδηλα ὦσι πότε 〈παρῆλθον〉, ἀποτελοῦσι τὸν λεγόμενον ἀόριστον, οἷον ἔτυψα· ἄδηλον γὰρ εἴτε νεωστὶ εἴτε πρὸ πολλοῦ· διὰ τοῦτο γὰρ καὶ ἀόριστος λέγεται·
25ἰστέον δὲ ὅτι ὁ ἀόριστος ἐὰν μὲν προσλάβῃ τὸ ἄρτι ἰσοδυναμεῖ τῷ παρακειμένῳ, τὸ γὰρ ἔτυψα ἄρτι ἐν ἴσῳ ἐστὶ τῷ τέτυφα· ἐὰν δὲ προσ‐ λάβῃ τὸ πάλαι ἰσοδυναμεῖ τῷ ὑπερσυντελίκῳ, τὸ γὰρ ἔτυψα πάλαι ἐν ἴσῳ ἐστὶ τῷ ἐτετύφειν. Ὁ δὲ μέλλων καὶ αὐτὸς ἔχων τὸ πλάτος ὀφείλει ἐπιδέξασθαι διαίρεσιν, τὰ γὰρ μέλλοντα ἢ μετ’ ὀλίγον μέλλουσι
30γενέσθαι ἢ μετὰ πολύ· ἀλλ’ ἐπειδὴ τὰ μέλλοντα ἄγνωστά εἰσι, τὰ δὲ ἄγνωστα οὐ δύνανται ἅτε δὴ ἀγνοούμενα διαίρεσιν ἐπιδέξασθαι, διὰ τοῦτο οὐκ ἐπιδέχεται διαίρεσιν ὁ μέλλων· ὅμως δὲ οἱ Ἀθηναῖοι καὶ αὐτὸν διεῖλον εἰς μέλλοντα καὶ μετ’ ὀλίγον μέλλοντα. Εὑρίσκονται οὖν ἓξ χρόνοι, τουτέστιν ὁ ἐνεστὼς καὶ ὁ μέλλων καὶ αἱ τέσσαρες διαιρέσεις
35τοῦ παρῳχημένου χρόνου, τουτέστιν ὁ παρατατικός, ὁ παρακείμενος,
ὁ ὑπερσυντέλικος, ὁ ἀόριστος. Τούτων δὲ συγγένειαί εἰσι τρεῖς· ἔχει12

13

γὰρ ὁ ἐνεστὼς συγγένειαν πρὸς τὸν παρατατικόν, ὁ δὲ παρακείμενος πρὸς τὸν ὑπερσυντέλικον, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον, τέτυφα ἐτετύφειν, γέγραφα ἐγεγράφειν· ὥσπερ γὰρ ὁ ἐνεστὼς ἀπλήρωτός ἐστιν, ἐνισταμένην γὰρ καὶ ἀπλήρωτον ἔχει τὴν σημασίαν, οὕτω καὶ ὁ παρα‐
5τατικὸς ἀπλήρωτός ἐστι, παρατεταμένην γὰρ καὶ ἀπλήρωτον ἔχει τὴν σημασίαν· καὶ ὥσπερ ἐν τῷ παρακειμένῳ πεπληρωμένῳ ὄντι κατὰ τὴν σημασίαν παράκειται τὸ ἄρτι, τὸ γὰρ τέτυφα τὸ ἄρτι πληρωθὲν δηλοῖ, τὸν αὐτὸν τρόπον καὶ 〈ἐν〉 τῷ ὑπερσυντελίκῳ πεπληρωμένῳ ὄντι κατὰ τὴν σημασίαν παράκειται τὸ πάλαι, τὸ γὰρ ἐτετύφειν τὸ πάλαι πληρω‐
10θὲν δηλοῖ. Ὁ δὲ ἀόριστος συγγένειαν ἔχει πρὸς τὸν μέλλοντα, οἷον τύψω ἔτυψα· καὶ δοκεῖ ἐναντίον εἶναι· πῶς γὰρ ὁ παρῳχημένος δύνα‐ ται συγγένειαν ἔχειν πρὸς τὸν μέλλοντα; ἐναντίον γάρ ἐστι τὸ παρελθὸν πρᾶγμα τῷ μέλλοντι γίνεσθαι· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἔχει συγγένειαν ὁ ἀόριστος καὶ ὁ μέλλων, ἐπειδὴ ἀμφότεροι ἀόριστόν τι
15δηλοῦσι καὶ ἄδηλον· καὶ γὰρ ὁ ἀόριστος ἄδηλός ἐστιν, ὁμοίως καὶ ὁ μέλλων ἄδηλος ὑπάρχει. Περὶ δὲ τῆς τάξεως τῶν χρόνων ἐν τῷ Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Συζυγίαι δέ εἰσι τῶν ῥημάτων ιγʹ, ἓξ μὲν τῶν εἰς ω ληγόντων
20βαρυτόνων ῥημάτων, τρεῖς δὲ τῶν εἰς ω περισπωμένων, τέσσαρες δὲ τῶν εἰς μι. Καὶ ἡ μὲν πρώτη συζυγία τῶν βαρυτόνων πρὸ τοῦ ω χαρακτηρίζεται διὰ τοῦ πρώτου συμφώνου τοῦ β, καὶ ἐπειδὴ τὸ β μέσον ἐστὶ τοῦ π καὶ φ, ἐκφέρεται ἡ πρώτη συζυγία διὰ τοῦ βπφ, οἷον λείβω τέρπω γράφω, καὶ ἐπειδὴ τὸ ἰδίωμα τῆς συζυγίας οὐ
25φυλάττεται ἐὰν ὦσι 〈τρία〉 σύμφωνα χαρακτηριστικά, κυρίως γὰρ συζυγία λέγεται παρὰ τὸ δύο ἄγειν, διὰ τοῦτο προσλαμβάνει τὸ τ ἐκ τῆς τρίτης συζυγίας καὶ πλεονάζει τὸ π, καὶ γίνεται πτ, καὶ λοιπὸν εὑρίσκεται ἀπὸ τεσσάρων χαρακτηριζομένη ἡ πρώτη συζυγία τῶν βαρυτόνων, τουτ‐ έστιν διὰ τοῦ βπφπτ, οἷον λείβω τέρπω γράφω κόπτω· διὰ
30τοῦτο δὲ τὸ τ πλεονάζει καὶ οὐκ ἄλλο σύμφωνον, ἐπειδή, ὡς προϊόντες εἰσόμεθα, ὁ ἐνεστὼς ἀναλογεῖ τῇ γενικῇ· ἐπειδὴ οὖν ἐν τῇ γενικῇ πέφυκε πολλάκις τὸ τ πλεονάζειν, οἷον ἄνακος ἄνακτος, γάλακος γάλακτος, νυχός νυκτός, τούτου χάριν καὶ ἐν τῷ ἐνεστῶτι κατὰ μίμησιν τῆς γενι‐ κῆς αὐτὸ πλεονάζει· διὰ τοῦτο δὲ μετὰ τοῦ π ἐν τῇ πρώτῃ συζυγίᾳ
35ἐστίν, καὶ πάλιν μετὰ τοῦ 〈κ ἐν τῇ δευτέρᾳ, ἐπειδὴ〉 ὁμοίως αὐτῷ ψιλά εἰσι, φημὶ δὴ τῷ τ· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον κτύπος
πτῶσις, φθόνος 〈χθών, ἕβδομοσ〉 ἐρίγδουπος. Ἡ δὲ δευτέρα συζυγία13

14

τῶν βαρυτόνων διὰ τοῦ δευτέρου συμφώνου τοῦ γ ἐκφέρεται, καὶ ἐπειδὴ μέσον ἐστὶ τὸ γ τοῦ κ καὶ χ, ἐκφέρεται ἡ δευτέρα συζυγία τῶν βαρυτόνων διὰ τοῦ γκχ, οἷον λέγω πλέκω τρέχω· ἐπειδὴ δὲ πάλιν ἐκ τριῶν συμφώνων οὐ δύναται συνί〈στασθαι συζυγία〉, τούτου
5χάριν προσλαμβάνει τὸ τ ἐκ τῆς τρίτης συζυγίας καὶ πλεονάζει τὸ κ, καὶ λοιπὸν εὑρίσκεται ἐκφερομένη διὰ τοῦ γκχκτ, οἷον λέγω πλέκω τρέχω τίκτω. 〈Ἡ δὲ〉 τρίτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ τρίτου συμφώνου τοῦ δ ἐκφέρεται, καὶ ἐπειδὴ μέσον ἐστὶ τὸ δ τοῦ θ καὶ τοὺ τ, τούτου χάριν ἐκφέρεται ἡ τρίτη συζυγία τῶν βαρυτόνων διὰ
10τοῦ δθτ, οἷον ᾄδω πλήθω ἀνύτω· ἐπειδὴ δὲ ἐνταῦθα οὐχ εὑρί‐ σκομεν παραπεφυλαγμένον τὸ ἰδίωμα τῆς συζυγίας, ἀπὸ γὰρ τῶν τριῶν συμφώνων πρόσκειται, ὅπερ οὐκ ἔστιν ἴδιον συζυγίας—συζυγία γάρ, ὡς εἴρηται, κυρίως λέγεται παρὰ τὸ δύο ἄγειν—διὰ τοῦτο οἱ ὀνο‐ ματοθέται πρὸς ἀκρίβειαν ἐξετάσαντες ἐποίησαν τὴν τρίτην συζυγίαν
15τῶν βαρυτόνων ἐλλείπειν τὸ τ καὶ ἐκφέρεσθαι διὰ μόνου τοῦ δ καὶ θ, οἷον ᾄδω πλήθω· τὸ γὰρ ἀνύτω ἀνύω λέγουσι καὶ τὸ πράττω 〈πράσσω· σπανίωσ〉 δὲ εὕρηται καὶ τὸ τ χαρακτηριστικὸν τῆς τρίτης συζυ‐ γίας τῶν βαρυτόνων, ὡς ἐπὶ τοῦ πέτω πέτομαι καὶ λίτω λίτομαι. Ἡ δὲ τετάρτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ τετάρτου συμφώνου τοῦ ζ ἐκφέ‐
20ρεται· καὶ ἐπειδὴ τὸ ζ οὐκ ἔσχεν ἄλλο τί ποτε πρὸς ἀναπλήρωσιν τοῦ ἰδιώματος τῆς συζυγίας, μὴ δυνάμενον ἄλλο σύμφωνον δέξασθαι διὰ τὸ προληφθῆναι τὰ μὲν ἐν τῇ πρώτῃ συζυγία, τὰ δὲ ἐν τῇ δευτέρᾳ, τὰ δὲ ἐν τῇ τρίτῃ, τὰ δὲ ἀμετάβολα ἐν τῇ πέμπτῃ, μὴ δυνάμενον προσ‐ λαβεῖν μήτε τὸ ξ μήτε τὸ ψ, διὰ τὸ ταῦτα χαρακτηριστικὰ εἶναι βαρυ‐
25τόνου μέλλοντος, τὸ μὲν ψ τῆς πρώτης συζυγίας, οἷον λείβω λείψω, γράφω γράψω, τὸ δὲ ξ τῆς δευτέρας, οἷον λέγω λέξω, πλέκω πλέξω, καὶ ἐνίων τῆς τετάρτης, οἷον πλήσσω πλήξω, σφάζω σφάξω, οὐ δύνανται δὲ τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου μέλλοντος χαρακτηριστικὰ εἶναι καὶ βαρυτόνου ἐνεστῶτος· οἷον τὸ ς χαρακτηριστικὸν ὂν βαρυτόνου
30μέλλοντος, ὡς ἐπὶ τοῦ νοήσω, οὐκ ἔστι καὶ χαρακτηριστικὸν βαρυτόνου ἐνεστῶτος ἀλλὰ περισπωμένου, ὡς ἐπὶ τοῦ φυσῶ νοσῶ· —πρόσκειται «βαρυτόνου μέλλοντος» διὰ τὸ κείρω κερῶ· ἰδοὺ γὰρ τὸ ρ χαρακτηρι‐ στικὸν ὂν τοῦ μέλλοντος χαρακτηριστικόν ἐστι καὶ βαρυτόνου ἐνεστῶτος, ἀλλ’ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος ἀλλὰ περισπω‐
35μένου· —διὰ τοῦτο ἐκ τοῦ μέλλοντος ἡ τετάρτη συζυγία τῶν βαρυ‐ τόνων τρόπον τινὰ δανείζεται τὸ ς καὶ διπλασιάζει αὐτό, καὶ λοιπὸν
ἐκφέρεται ἡ τετάρτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ ζ ἢ δύο σς, οἷον14

15

φράζω ὀρύσσω, καὶ κυρίως φυλάττεται ἡ ἀκολουθία τῆς συζυγίας· ἔχει γὰρ τὸ ζ διπλοῦν καὶ τὸ ς διπλασιαζόμενον καὶ ἰσοδυναμοῦν τῷ ζ. Διὰ τοῦτο δὲ διπλασιάζεται τὸ ς, πρῶτον μὲν ἵνα ἰσοδυναμήσῃ τῷ ζ διπλῷ ὄντι, δεύτερον δὲ ὅτι, ὡς εἴρηται, τὸ ς χαρακτηριστικὸν ὂν βαρυτόνου
5μέλλοντος οὐ δύναται χαρακτηριστικὸν εἶναι καὶ βαρυτόνου ἐνεστῶτος. Ἡ δὲ πέμπτη συζυγία τῶν βαρυτόνων διὰ τῶν τεσσάρων ἀμεταβόλων ἐκφέρεται, τουτέστι διὰ τοῦ λ μ ν ρ, οἷον πέλω νέμω κρίνω σπείρω. Ἡ δὲ ἕκτη διὰ καθαροῦ τοῦ ω, οἷον ἱππεύω πλέω βασιλεύω· δαπανη‐ θέντων γὰρ τῶν ιζʹ συμφώνων, τῶν μὲν ἐν τῷ ἐνεστῶτι, τῶν δὲ ἐν
10τῷ μέλλοντι, εὐλόγως ἡ ἕκτη συζυγία καθαριεύει· καὶ ὃ εἶχε διὰ συμφώ‐ νου χαρακτηρίζεσθαι, διὰ τῶν φωνηέντων ἐν τῇ παραληγούσῃ διαφό‐ ρων ὄντων χαρακτηρίζεται. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα αἱ συζυγίαι ἐκ διαφόρων ὄντων στοιχείων θέλουσι χαρακτηρίζεσθαι, ὡς εἴρηται, πῶς τὴν ἕκτην συζυγίαν διὰ καθαροῦ μόνου τοῦ ω λέγομεν
15χαρακτηρίζεσθαι. Ἔστιν οὖν εἰπεῖν, εἰ καὶ διὰ καθαροῦ τοῦ ω λέγομεν αὐτὴν ἐκφέρεσθαι, ἀλλ’ οὐ τοῦτο δηλοῦμεν, ὅτι τὸ ω ἐστὶ χαρακτηρι‐ στικὸν τῆς ἕκτης συζυγίας, ἀλλ’ ὅτι διὰ τῶν πρὸ αὐτοῦ φωνηέντων διαφόρων ὄντων χαρακτηρίζεται, οἷον ἱππεύω κρούω πλέω μηνύω. Τινὲς δὲ καὶ ἑβδόμην συζυγίαν προστιθέασι διὰ τοῦ ξ καὶ ψ, οἷον ἀλέξω
20ἕψω αὔξω· ἀλλὰ λέγομεν, ὅτι ταῦτα περισπῶνται, ἀλεξῶ γὰρ καὶ αὐξῶ καὶ ἑψῶ φαμὲν περισπωμένως· οἱ μέντοι Ἀθηναῖοι βαρύνουσιν αὐτά, ἀλέξω καὶ ἕψω καὶ αὔξω βαρυτόνως λέγοντες αὐτά· ὅτι γὰρ περι‐ σπῶνται ταῦτα, δηλοῖ ὁ μέλλων ἀλεξήσω καὶ ἑψήσω καὶ αὐξήσω ὢν περιττοσύλλαβος, ὥσπερ ποιῶ ποιήσω, νοῶ νοήσω, φιλῶ φιλήσω· ὁ
25γὰρ μέλλων ἀπὸ μὲν βαρυτόνων ὑπάρχων θεμάτων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, οἷον τύπτω τύψω, λέγω λέξω, πλέκω πλέξω, κείρω κερῶ, φθείρω φθερῶ, ἀπὸ δὲ περισπωμένων θεμάτων ὑπάρχων μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω, βοῶ βοήσω, χρυσῶ χρυσώσω, καὶ ἐπὶ τῶν ἐχόντων ἓν λ, κἄν τε βαρύ‐
30τονά εἰσι κἄν τε περισπώμενα, ὁμοίως μιᾷ συλλαβῇ περιττεύει ὁ μέλ‐ λων τοῦ ἐνεστῶτος, οἷον θέλω θελήσω, μέλω μελήσω, ὠφελῶ ὠφελήσω· εἰ ἄρα οὖν ἐπὶ τοῦ ἀλεξῶ ἑψῶ αὐξῶ μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον ἀλεξήσω αὐξήσω ἑψήσω, καὶ οὐκ ἐκφέρεται δι’ ἑνὸς τοῦ λ ὁ ἐνεστώς, δηλονότι περισπᾶται καὶ ὁ ἐνεστώς. Ἄλλως τε
35δὲ οὐ δύνανται ταῦτα βαρύνεσθαι, ἐπειδὴ τὸ ξ καὶ τὸ ψ ἔχουσιν· ἐμά‐
θομεν γάρ, ὅτι τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου μέλλοντος οὐ δύνανται15

16

εἶναι χαρακτηριστικὰ τοῦ βαρυτόνου ἐνεστῶτος, οἷον τὸ ς χαρακτηρι‐ στικὸν ὂν τοῦ βαρυτόνου μέλλοντος, ὡς ἐπὶ τοῦ ποιήσω νοήσω, οὐκ ἔστι χαρακτηριστικὸν τοῦ βαρυτόνου ἐνεστῶτος ἀλλὰ περισπωμένου, ὡς ἐπὶ τοῦ φυσῶ νοσῶ· εἰ ἄρα οὖν τὸ ξ καὶ τὸ ψ χαρακτηριστικά εἰσι βαρυ‐
5τόνου μέλλοντος, ὡς ἐπὶ τοῦ τύψω λέξω, δηλονότι οὐ δύνανται χαρακτη‐ ριστικὰ εἶναι καὶ βαρυτόνου ἐνεστῶτος. Ταῦτα μὲν περὶ τῶν συζυγιῶν τῶν εἰς ω βαρυτόνων ῥημάτων. Τῶν δὲ περισπωμένων ῥημάτων συζυγίαι εἰσὶ τρεῖς· καὶ ἐπειδὴ διὰ συμφώνων οὐ δυνάμεθα χαρακτηρίσαι ταύτας τὰς συζυγίας, διὰ τοῦ
10δευτέρου καὶ τρίτου προσώπου χαρακτηρίζομεν αὐτάς. Ἡ μὲν γὰρ πρώτη συζυγία τῶν περισπωμένων ἐκφέρεται ἐπὶ 〈τοῦ〉 δευτέρου καὶ τρίτου προσώπου διὰ τῆς ει διφθόγγου, οἷον νοῶ νοεῖς νοεῖ, ποιῶ ποιεῖς ποιεῖ· ἡ δὲ δευτέρα διὰ τῆς διφθόγγου, προσγραφομένου μὲν τοῦ ι μὴ συνεκφωνουμένου δέ, οἷον βοῶ βοᾷς βοᾷ, γελῶ γελᾷς γελᾷ·
15ἡ δὲ τρίτη διὰ τῆς οι διφθόγγου, οἷον χρυσῶ χρυσοῖς χρυσοῖ, στεφανῶ στεφανοῖς στεφανοῖ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα προτερεύει τὸ α τοῦ ε, πῶς ἡ μὲν δευτέρα συζυγία κατὰ τὸ δεύτερον πρόσωπον τὴν δίφθογγον ἔχει, ἡ δὲ πρώτη τὴν ει δίφθογγον. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐν τοῖς ῥήμασι τιμιωτέρα ἡ ει δίφθογγος, καὶ διὰ τοῦτο τὴν πρώ‐
20την ἔσχε τάξιν· πᾶν γὰρ ῥῆμα βαρύτονον εἰς ω λῆγον ὁριστικὸν διὰ τῆς ει διφθόγγου ἔχει τὸ δεύτερον καὶ τρίτον πρόσωπον ἐκφερόμενον, οἷον τύπτω τύπτεις τύπτει, λέγω λέγεις λέγει, πλέκω πλέκεις πλέκει· πρόσκειται «βαρύτονον» διὰ τὸ βοῶ βοᾷς βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ· «ὁριστικόν» δὲ πρόσκειται διὰ τὰ ὑποτακτικά, οἷον ἐὰν τύπτω ἐὰν
25τύπτῃς ἐὰν τύπτῃ· τοῦτο γὰρ διὰ τοῦ η καὶ ι ἐκφέρεται κατὰ τὸ δεύ‐ τερον καὶ τρίτον πρόσωπον. Ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ ἐντέλεια τῶν περισπωμένων τὴν ει δίφθογγον ἔχει, καὶ σχεδὸν εἰπεῖν ἐξ αὐτῆς συνίστανται αἱ τρεῖς συζυγίαι τῶν περισπω‐ μένων· συναιρουμένη γὰρ ἡ ει δίφθογγος μετὰ τοῦ προηγουμένου
30φωνήεντος ἀποτελεῖ τὰς τρεῖς συζυγίας τῶν περισπωμένων, οἷον ποιέεις ποιεῖς, βοάεις βοᾷς, χρυσόεις χρυσοῖς· εἰκότως οὖν ὡς ἀποτελοῦσα τὰς τρεῖς συζυγίας τῶν περισπωμένων ἡ ει δίφθογγος τὴν πρώτην συζυγίαν ἐκληρώσατο· τὸ γὰρ ἀποτελοῦν τοῦ ἀποτελουμένου προτερεύει, οἷον ὁ τέκτων ἀποτελῶν τὸν θρόνον προτερεύει τοῦ θρόνου τοῦ ἐξ αὐτοῦ
35ἀποτελουμένου. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, τίνος χάριν τὰ μὲν δεύτερα πρόσωπα τῶν περισπωμένων συναιρούμενα διαφωνοῦσιν, οἷον ποιέεις ποιεῖς, βοάεις βοᾷς, χρυσόεις χρυσοῖς, τὰ δὲ πρῶτα συναιρούμενα οὐ διαφω‐ νοῦσιν, οἷον ποιέω ποιῶ, βοάω βοῶ, χρυσόω χρυσῶ. Καὶ ἔστιν εἰπεῖν,
40ὅτι ἡ συναίρεσίς ἐστιν ἡ αἰτία· ἐν μὲν γὰρ τῷ πρώτῳ προσώπῳ τὰ16

17

προηγούμενα φωνήεντα συναιρούμενα μετὰ τοῦ ω εἰς τὸ ω συναιροῦν‐ ται, καὶ τούτου χάριν οὐ διαφωνοῦσιν· ἐν δὲ τῷ δευτέρῳ προσώπῳ διαφόρως γίνεται ἡ συναίρεσις τῶν προηγουμένων φωνηέντων μετὰ τῶν ἐπιφερομένων φωνηέντων, ὡς σὺν θεῷ ἐν τῷ κειμένῳ μαθησό‐
5μεθα, καὶ τούτου χάριν διαφωνοῦσιν. Καὶ ἀποροῦσι πάλιν λέγοντες, διατί γὰρ μὴ καὶ ἐν τῷ δευτέρῳ προσώπῳ ἐπὶ τῶν περισπωμένων κρᾶσις παρακολουθεῖ τοῦ προηγουμένου φωνήεντος μετὰ τῆς ει διφθόγ‐ γου εἰς τὴν ει δίφθογγον, οἷον ποιέεις ποιεῖς, βοάεις βοεῖς, χρυσόεις χρυσεῖς. Ἔστιν οὖν εἰπεῖν, ὅτι εἰ ἐγένετο τοῦτο, σύγχυσις ἐγένετο τῶν
10συζυγιῶν, καὶ οὐκ ἐμέλλομεν γινώσκειν ποῖά εἰσι πρώτης συζυγίας, καὶ ποῖα δευτέρας, καὶ ποῖα τρίτης· ἐν γὰρ τῷ πρώτῳ προσώπῳ εἰ καὶ ὅλα εἰς τὸ ω συναιροῦνται, ἀλλ’ οὖν οὐ γίνεται σύγχυσις, ἐπειδή, ὡς μεμαθήκαμεν, τὰ περισπώμενα οὐ χαρακτηρίζεται ἀπὸ τοῦ πρώτου προ‐ σώπου, ἀλλὰ διὰ τοῦ δευτέρου καὶ τρίτου. Ταῦτα μὲν περὶ τῶν συζυ‐
15γιῶν τῶν περισπωμένων. Τέσσαρες δέ εἰσι συζυγίαι τῶν εἰς μι, ὧν ἡ μὲν πρώτη παράγεται ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ τιθῶ τιθεῖς γέγονε τίθημι, ἱῶ ἱεῖς ἵημι (ἐπὶ τοῦ πέμπω), ἡ δὲ δευτέρα ἀπὸ τῆς δευτέρας τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ κιχρῶ κιχρᾷς γίνεται κίχρημι,
20ἱστῶ ἱστᾷς ἵστημι, ἡ δὲ τρίτη ἀπὸ τῆς τρίτης συζυγίας τῶν περισπω‐ μένων, ὡς ἀπὸ τοῦ διδῶ διδοῖς δίδωμι (ἐπὶ τοῦ 〈παρέχειν〉, τὸ γὰρ ἐπὶ τοῦ δεσμεύειν πρώτης συζυγίας, οἷον διδεῖς δίδημι, ἀντὶ τοῦ δεσμεύω)· ἡ δὲ τετάρτη συζυγία τῶν εἰς μι μὴ ἔχουσα τετάρτην συζυγίαν τῶν περι‐ σπωμένων εἰκότως ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων παράγεται,
25οἷον ἀπὸ τοῦ πηγνύω πήγνυμι, ὀμνύω ὄμνυμι, δεικνύω δείκνυμι. Καὶ γὰρ αἱ συζυγίαι τῶν περισπωμένων ὅσον κατὰ τὴν ἐντέλειαν ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν· τὸ γὰρ τιθῶ ἀπὸ τοῦ τιθέω, καὶ τὸ ἱστῶ ἀπὸ τοῦ ἱστάω, καὶ τὸ διδῶ ἀπὸ τοῦ διδόω, τὸ δὲ τιθέω καὶ ἱστάω καὶ διδόω τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν· ἀκριβέστερον
30δὲ καὶ περὶ τῆς διδασκαλίας τῶν εἰς μι ἐν ἰδίῳ τόπῳ αὐτῶν μαθησό‐ μεθα. Τοσαῦτα ἔστιν εἰπεῖν περὶ τῶν παρεπομένων τῷ ῥήματι. Ἐπειδὴ δὲ περὶ κλίσεως ῥημάτων διαλαβεῖν δεῖ, οὐκ ἐπὶ παντὸς δὲ ῥήματος γίνεται κλίσις, μάθωμεν κατὰ πόσους τρόπους ἐπιλιμπά‐ νουσιν αἱ φωναί. Ἰστέον ὅτι κατὰ τέσσαρας τρόπους ἐπιλιμπάνουσιν
35αἱ φωναί, ἢ γὰρ διὰ σημασίαν, ἢ δι’ ἀσυνταξίαν, ἢ κατὰ τὸ φορτικόν, ἢ κατὰ τύχην, ὅπερ καὶ ἀτριβὲς καλεῖται. Καὶ διὰ σημασίαν μὲν ἐπι‐ λιμπάνουσιν αἱ φωναί, ὡς ὅταν λέγωμεν τοῦ εἷς ἑνός μὴ εἶναι δυϊκὰ
ἢ πληθυντικά· τὸ γὰρ σημαινόμενον κωλύει· ὥσπερ καὶ τοῦ τέσσαρες17

18

καὶ τοῦ πέντε καὶ τοῦ 〈ἕξ〉 οὐκ εἰσὶν οὔτε ἑνικὰ οὔτε δυϊκά, αὐτὴ γὰρ ἡ φύσις κωλύει καὶ ἡ σημασία· καὶ πάλιν πᾶσα μετοχὴ θέλει εἶναι τρι‐ γενής, οἷον ὁ γράψας ἡ γράψασα τὸ γράψαν, ὁ τύπτων ἡ τύπτουσα τὸ τύπτον· τοῦ μέντοι ἐκτρώσασα θηλυκοῦ τὸ ἀρσενικὸν οὐκ ἔστι· τὸ
5γὰρ σημαινόμενον κωλύει, οὐ παρέπεται γὰρ τοῖς ἀνδράσι τὸ ἐκτροῦν. Δι’ ἀσυνταξίαν δέ, ὡς ὅταν λέγωμεν, ὅτι τῆς Μόψοπος γενικῆς ἡ εὐθεῖα ἐπιλιμπάνει διὰ τὸ ἀσύντακτον· ἤμελλε γὰρ εἶναι ἡ εὐθεῖα ὁ Μόψοψ, ὅπερ ἐστὶν ἀσύντακτον, τουτέστιν οὐκ ἔχον 〈χαρακτῆρα〉 Ἑλ‐ ληνικόν· οὐδέποτε 〈γὰρ〉 〈ἐν〉 ἁπλῇ λέξει κατὰ συνέχειαν συλλαβῶν
10τὸ αὐτὸ διπλοῦν εὑρίσκεται· πρόσκειται «ἐν ἁπλῇ λέξει» διὰ τὸ ἐξάξαι· ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν 〈ἐστι καὶ κατὰ συνέχειαν〉 συλλαβῶν, τουτέστι μετὰ τὴν συλλαβὴν τὴν ἔχουσαν τὸ διπλοῦν εὐθέως ἑτέρα συλλαβὴ ἐπάγεται ἔχουσα τὸ αὐτὸ διπλοῦν· ἀλλ’ οὐκ 〈ἔστιν〉 ἁπλ〈ῆ λέξισ〉, ἀλλὰ 〈σύνθετοσ〉, ἀπὸ γὰρ τῆς ἔξ προθέσεως σύγκειται καὶ τοῦ
15ἄξαι ῥήματος· πρόσκειται δέ «κατὰ συνέχειαν συλλαβῶν» διὰ τὸ ζευγίζω (σημαίνει δὲ τὸ ζεύγη κρατῶ)· ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν 〈ἐστι καὶ〉 ἐν ἁπλῇ λέξει, ἀλλ’ οὐ κατὰ συνέχειαν συλλαβῶν, οὐδὲ γὰρ μετὰ τὴν συλλαβὴν τὴν ἔχουσαν τὸ διπλοῦν εὐθέως ἐπι〈φέρεται〉 ἡ ἑτέρα συλλαβὴ ἡ ἔχουσα τὸ αὐτὸ διπλοῦν, ἀλλὰ μεταξὺ τῶν συλλαβῶν τῶν
20ἐχουσῶν τὸ διπλοῦν ἐστιν ἑτέρα συλλαβή· «τὸ αὐτὸ» δὲ «διπλοῦν» πρόσ‐ κειται διὰ τὸ 〈ζεῦ〉ξαι· ἐνταῦθα γὰρ ἐν ἁπλῇ λέξει καὶ κατὰ συνέχειαν συλλαβῶν ἐστιν διπλοῦν· μετὰ γὰρ τὴν συλλαβὴν τὴν ἔχουσαν τὸ διπλοῦν εὐθέως ἐπιφέρεται ἑτέρα συλλαβὴ ἔχουσα διπλοῦν, ἀλλ’ οὐκ ἔστι τὸ αὐτὸ διπλοῦν· διὰ τοῦτο τὸ Ξέρξης βάρβαρον εἶναι λέγομεν, ὡς ἔχον
25ἐν ἁπλῇ λέξει κατὰ συνέχειαν συλλαβῶν τὸ αὐτὸ διπλοῦν· τῆς οὖν Μόψοπος γενικῆς εἰ ἐλέγετο ἡ εὐθεῖα, ἤμελλεν εἶναι Μόψοψ, καὶ λοι‐ πὸν ηὑρίσκετο ἐν τῇ αὐτῇ συλλαβῇ καὶ ἐν ἁπλῇ λέξει τὸ αὐτὸ διπλοῦν, ὅπερ ἐστὶν ἀδύνατον. Κατὰ τὸ φορτικὸν δέ, ὡς ὅταν λέγωμεν, ὅτι ἀπὸ τοῦ ξέω προσερχομένου τοῦ ς πρὸ τοῦ ω γίνεται ὁ μέλλων ξέσω,
30καὶ ἀπὸ τοῦ ἱππεύω ἱππεύσω ὁμοίως, ἀπὸ δὲ τοῦ χέω οὐ γίνεται ὁ μέλλων προσθέσει τοῦ ς χέσω διὰ τὸ μὴ συνεμπεσεῖν τῷ κακοφώνῳ τῷ ἀπὸ τοῦ χέζω, ἀλλὰ χεύσω γίνεται ὁ μέλλων, καὶ τοῦ υ πρὸ τοῦ ς προσελθόντος· οὗτος δὲ ὁ τρόπος, φημὶ δὴ ὁ κατὰ τὸ φορτικόν, τοῖς σώφροσι τῶν ἀνδρῶν ἐπιλιμπάνει, ἐπειδὴ καὶ οἱ κωμικοὶ ἐπιτηδεύουσι
35λέγειν τὰ κακόφωνα ταῦτα παιγνίου χάριν. Κατὰ τύχην δέ, ὡς ὅταν εἴπωμεν, ὅτι τοῦ γυνή ἡ γενικὴ οὐκ ἔστιν, λέγω δὴ ἡ γυνῆς, οὐδὲ τοῦ
ὕδωρ ἡ γενικὴ ἔστιν, λέγω δὴ ἡ ὕδωρος· ἡ γὰρ γυναικός γενικὴ καὶ ἡ18

19

ὕδατος ἑτερόκλιτά εἰσιν ὡς ἀπὸ τοῦ γύναιξ καὶ ὕδας· ταῦτα δέ, φημὶ δὴ ἡ γυνῆς γενικὴ καὶ ἡ ὕδωρος, οὔτε διὰ σημασίαν οὔτε δι’ ἀσυντα‐ ξίαν οὔτε κατὰ τὸ φορτικὸν ἐπιλιμπάνουσιν, ἀλλὰ κατὰ τύχην. Ἔλθωμεν οὖν καὶ εἰς τὸ ῥῆμα καὶ εἴπωμεν, πῶς καὶ αὐτὰ τὰ
5ῥήματα ἐπιλιμπάνουσιν. Ἰστέον ὅτι διὰ σημασίαν ἐπιλιμπάνουσι ῥήματα, ὡς ὅτε λέγομεν, ὅτι τὰ προστακτικὰ οὐκ ἔχουσι πρῶτα πρόσωπα· τὸ γὰρ σημαινόμενον κωλύει, οὐδεὶς γὰρ ἑαυτῷ προστάσσει· καὶ πάλιν τῶν ῥημάτων τὰ μὲν καὶ φωνῇ καὶ σημασίᾳ εἰσὶν ἐνεργητικά, ὡς τὸ τύπτω λακτίζω ὑβρίζω δέρω φονεύω· ταῦτα γὰρ καὶ σημασίαν ἔχουσιν ἐνεργη‐
10τικὴν καὶ φωνήν, καθὸ εἰς ω λήγουσιν· τὰ δὲ πάλιν καὶ φωνῇ καὶ σημασίᾳ εἰσὶ παθητικά, ὡς τὸ ὑβρίζομαι λακτίζομαι δέρομαι φονεύομαι τύπτομαι· ταῦτα γὰρ σημασίαν ἔχουσι παθητικὴν καὶ φωνὴν ὡσαύτως παθητικήν, καθὸ εἰς μαι λήγουσιν. Τὰ δὲ τῇ φωνῇ μέν εἰσιν ἐνεργητικά, τῷ δὲ σημαινομένῳ παθητικά, ὡς τὸ θνῄσκω πίπτω ὀφθαλμιῶ πυρέσσω
15ῥιγῶ φρίσσω τρέμω χαίρω· ταῦτα γὰρ τῇ φωνῇ μέν εἰσιν ἐνεργητικά, καθὸ εἰς ω λήγουσιν, τῷ δὲ σημαινομένῳ παθητικά, πάθος γὰρ σημαί‐ νουσιν· διὸ καὶ αὐτοπαθῆ καλοῦνται, ἐπειδὴ οἴκοθεν ἔχουσι τὸ πάθος· τούτων παθητικὴ φωνὴ οὐχ εὑρίσκεται· οὐδεὶς γὰρ λέγει χαίρομαι ἢ τρέμομαι ἢ ῥιγῶμαι ἢ πυρέσσομαι ἢ φρίσσομαι ἢ θνῄσκομαι ἢ πίπτομαι
20ἢ ὀφθαλμιοῦμαι, ἐπειδὴ καὶ τῷ σημαινομένῳ κωλύονται ταῦτα εἶναι παθητικά, τῆς παθητικῆς σημασίας προαναπληρωθείσης ἐν τῇ ἐνεργητικῇ φωνῇ. Τὰ δὲ ἐκ τοῦ ἐναντίου φωνὴν μὲν ἔχουσι παθητικήν, σημασίαν δὲ ἐνεργητικήν, ὡς τὸ ἔρχομαι εὔχομαι δέχομαι ὀρχοῦμαι πέτομαι· ταῦτα γὰρ φωνὴν μὲν ἔχουσι παθητικήν, καθὸ εἰς μαι λήγουσιν, σημαι‐
25νόμενον δὲ ἐνεργητικόν, ἐνέργειαν γὰρ σημαίνουσιν· διὸ καὶ αὐτοενεργη‐ τικὰ καλοῦνται, ἐπειδὴ οἴκοθεν ἔχουσι τὴν ἐνέργειαν· τούτων ἐνεργη‐ τικὴ φωνὴ οὐχ εὑρίσκεται· οὐδεὶς γὰρ λέγει ἔρχω ἢ εὔχω ἢ πέτω ἢ δέχω ἢ ὀρχῶ καὶ τὰ λοιπά, ἐπειδὴ τὸ σημαινόμενον κωλύει· προανε‐ πληρώθη γὰρ τὸ σημαινόμενον αὐτῶν διὰ τῆς παθητικῆς φωνῆς. Κατὰ
30δὲ τὴν ἀσυνταξίαν ἐπιλιμπάνουσι ῥήματα ὡς τὰ τοιαῦτα· ἐπὶ τοῦ ἵστα‐ ται δίδοται πεποίηται πρὸ τοῦ ται προσέρχεται τὸ ν, καὶ ἀποτελεῖται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, οἷον ἵστανται δίδονται πεποίην‐ ται· ἐπὶ δὲ τοῦ τέτυπται καὶ νένυκται καὶ κέκαρται ἐπειδὴ πρὸ τοῦ τ ἐστὶ σύμφωνον, προσερχομένου τοῦ ν ἀσυνταξία γίνεται· εὑρίσκεται γὰρ
35πντ καὶ κντ καὶ ρντ, καὶ τούτου χάριν διὰ τὴν ἀσυνταξίαν ἐπιλιμπάνει19

20

ἐνταῦθα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν καὶ διὰ μετοχῆς ἀνα‐ πληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμμένοι εἰσί καὶ κεκαρμένοι εἰσί καὶ νενυγμένοι εἰσίν. Κατὰ δὲ τὸ φορτικὸν ἔχομεν τὸ ἐπὶ τοῦ χέω χέσω, γίνεται γὰρ χεύσω. Κατὰ τύχην δὲ πολλὰ εὑρίσκομεν ῥήματα
5ἐπιλιμπάνοντα, οἷον τοῦ ἔλαβον, τοῦ ἔμαθον, τοῦ ἔφαγον, τοῦ ἔδακον, τοῦ ἔπεσον, τοῦ ἔχεσον οὐχ εὑρίσκεται ὁ ἐνεστὼς [ἐν αὐτοῖς] ἐν χρήσει, ἀλλ’ ἐπιλιμπάνει κατὰ τύχην, οὐδὲ γάρ ἐστιν ὁ λήβω ἐνεστὼς ἐν χρήσει, οὔτε ὁ μήθω, οὔτε ὁ φήγω, οὔτε ὁ δήκω, οὔτε ὁ χέσω, οὔτε ὁ πέσω· καὶ ἄλλα δὲ τοιαῦτα πολλὰ ῥήματα κατὰ τύχην ἐπιλιμπάνοντα· οἷον
10τὰ διὰ τοῦ ανω βαρύτονα ἄχρι τοῦ παρατατικοῦ κλίνονται [καὶ τὰ διὰ τοῦ αθω υθω εθω, καὶ τὰ εἰς βω βαρύτονα ἔχοντα πρὸ τοῦ β σύμφω‐ νον, καὶ τὰ διὰ τοῦ εσκω βαρύτονα ἄχρι τοῦ παρατατικοῦ μόνου κλί‐ νονται], λαμβάνω μανθάνω κιχάνω λανθάνω ἐρυγγάνω (τὸ ἐρεύγομαι)· πρόσκειται «βαρύτονα» διὰ τὰ περισπώμενα, οἷον διὰ τὸ στεφανῶ στε‐
15φανώσω. Πάλιν τὰ διὰ τοῦ αθω καὶ τὰ διὰ τοῦ εθω καὶ τὰ διὰ τοῦ υθω ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνονται, οἷον κιάθω (σημαίνει δὲ τὸ πορεύομαι) ἀμυνάθω (σημαίνει δὲ τὸ βοηθῶ) φλεγέθω (σημαίνει δὲ τὸ φλέγω) ἐρέθω (σημαίνει δὲ τὸ ἐρεθίζω) μινύθω (σημαίνει δὲ τὸ ἐλαττῶ) φθινύθω (σημαίνει δὲ τὸ φθείρω)· πάλιν δὲ τὰ εἰς βω βαρύτονα ἔχοντα
20πρὸ τοῦ β σύμφωνον ἢ τὸ ε μόνον ἄχρι τοῦ παρατατικοῦ κλίνονται, οἷον σέβω φέρβω (τὸ τρέφω) ἀτέμβω (τὸ στερίσκω) ῥέμβω· 〈διὰ τοῦτο ἁμαρτάνουσιν οἱ λέγοντεσ〉 ἐρρέμφθην· ὡς γὰρ εἴρηται, ἕως τοῦ παρα‐ τατικοῦ μόνου κλίνονται· σημειούμεθα παρὰ Σοφοκλεῖ 〈Daed. fr. 167 N2〉 καὶ παρὰ Πλάτωνι 〈Phaedr. p. 254b〉 τὸ ἐσέφθην καὶ τὸ σεφθεῖσα·
25οὗτοι γὰρ τὸ σέβω καὶ εἰς τὸν ἀόριστον ἔκλιναν· πρόσκειται «βαρύ‐ τονα» διὰ τὸ ἀσεβῶ ἀσεβήσω, πρόσκειται δέ «ἢ τὸ ε μόνον» διὰ τὸ λείβω λείψω, τοῦτο γὰρ οὐκ ἔχει τὸ ε μόνον ἀλλὰ μετὰ τοῦ ι. Καὶ τὰ διὰ τοῦ σκω ῥήματα βαρύτονα ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνον‐ ται, οἷον ἀρέσκω πιφάσκω (τὸ φανερῶ) μεθύσκω στερίσκω πιπράσκω,
30χωρὶς τοῦ θνῄσκω θνήξω καὶ ἀλύσκω ἀλύξω· τὸ γὰρ διδάξω οὐκ ἔστιν ἀπὸ τοῦ διδάσκω ἀλλ’ ἀπὸ τοῦ διδάχω, ἐξ οὗ καὶ τὸ διδαχή· πρόσκει‐ ται «βαρύτονα» διὰ τὸ ἀσκῶ ἀσκήσω. 〈Πάλιν τὰ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰσ〉 βαρύτονα ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνονται, οἷον 〈ἐρεείνω〉 φαείνω ἀλεείνω (τὸ ἐκκλίνω)· πρόσκειται «ὑπὲρ δύο συλλα‐
35βάς» διὰ 〈τὸ τείνω τενῶ〉· πρόσκειται «βαρύτονα» διὰ τὸ ταπεινῶ20

21

ταπεινώσω. Καὶ τὰ διὰ τοῦ ειω, λέγω δὴ διὰ τῆς ει διφθόγγου, παρά‐ γωγα ἀπὸ ἐνεστῶτος ἢ ἀπὸ μέλλοντος 〈ἕως τοῦ παρατατικοῦ〉 μόνου κλίνονται· ἀπὸ μὲν ἐνεστῶτος, οἷον κιχῶ κιχείω, ὀλῶ ὀλείω, τελῶ τελείω, ἀπὸ δὲ μελλόντων, οἷον βρώσω βρωσείω, πολεμήσω πολεμη‐
5σείω, ὄψω ὀψείω, γαμήσω γαμησείω· ταῦτα δέ, φημὶ δὴ τὰ ἀπὸ μελ‐ λόντων γινόμενα, ἐπιθυμίαν τινὸς σημαίνουσιν, οἷον τὸ βρωσείω τὸ ἐπιθυμίαν ἔχω τῆς βρώσεως σημαίνει, καὶ τὸ ὀψείω τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι, καὶ τὸ πολεμησείω τὸ ἐπιθυμίαν ἔχω τοῦ πολεμῆσαι· τὰ δὲ ἀπὸ ἐνεστῶτος γινόμενα τὸ αὐτὸ σημαινόμενον φυλάττουσιν· τὸ
10γὰρ κιχῶ κιχείω τὸ αὐτὸ σημαινόμενον φυλάττουσιν, καὶ τὸ ὀλῶ ὀλείω ὁμοίως, καὶ τὸ τελῶ τελείω. Καὶ τὰ διὰ τοῦ υω δὲ ὑπὲρ δύο συλλαβὰς ποιοῦντα παράγωγα εἰς μι, καὶ τὰ ἀπὸ τούτων παραγόμενα εἰς μι ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνονται, οἷον πηγνύω πήγνυμι, ὀμνύω ὄμνυμι, ὀλλύω ὄλλυμι, δεικνύω δείκνυμι, ῥηγνύω ῥήγνυμι, ὀρνύω
15ὄρνυμι· πρόσκειται δέ «ὑπὲρ δύο συλλαβάς» διὰ τὸ κλύω (σημαίνει δὲ τὸ ἀκούω) κλῦμι κλύσω ἔκλυν, ἐξ οὗ καὶ τὸ κλῦθι, καὶ διὰ τὸ δύω δῦμι δύσω 〈ἔδυν〉, ἐξ οὗ καὶ τὸ ἔδυ καὶ ὑπέδυ· πρόσκειται «ποιοῦντα παράγωγα εἰς μι» διὰ τὸ μηνύω μηνύσω, ἐρύω ἐρύσω, ἑλκύω ἑλκύσω· ταῦτα γὰρ κλί‐ νονται καὶ μετὰ τὸν παρατατικόν, ἀλλ’ οὐ ποιοῦσι παράγωγα εἰς μι.
20Τοσαῦτα ἔχομεν εἰπεῖν περὶ τῆς προεξηγήσεως τοῦ κειμένου· ἐφεξῆς δὲ ἀρχόμεθα καὶ αὐτοῦ τοῦ κειμένου.
22tΣχόλια τοῦ κειμένου.
23 Τύπτω. Ἐν τῷ ὀνόματι τοῦ θεοῦ ἀρχόμεθα τοῦ κειμένου τοῦ ῥήματος· ἔχει δὲ οὕτω τὸ κείμενον· τῶν ἐν τοῖς ὁριστικοῖς ῥή‐
25μασιν ἐνεστώτων ἐνεργητικῶν δύο εἰσὶ καταλήξεις, ἥ τε εἰς ω καὶ παράγωγος ἡ εἰς μι. Ἰστέον ὅτι τὰ εἰς ω λήγοντα ῥήματα ἢ πρωτότυπά εἰσιν ἢ παρά‐ γωγα· πρωτότυπα μέν, οἷον τύπτω γράφω ἄρχω ἄρδω, παράγωγα δ, οἷον ἀρδεύω ἀρχεύω· ἀπὸ γὰρ τοῦ ἄρδω καὶ ἄρχω παρήχθησαν· τὰ δὲ
30εἰς μι πάντα παράγωγά εἰσι καὶ οὐδέποτε πρωτότυπα· ἀπὸ γὰρ τοῦ τιθῶ21

22

γίνεται τίθημι, καὶ ἀπὸ τοῦ ἱστῶ γέγονεν ἵστημι, καὶ ἀπὸ τοῦ διδῶ δίδωμι, καὶ ἀπὸ τοῦ ζευγνύω ζεύγνυμι. Ὥσπερ δὲ διαλαμβάνοντες περὶ τῶν ἀρσενικῶν ὀνομάτων ἐλέγομεν εἶναι αὐτῶν τελικὰ πέντε, ν ξ ρ ς ψ, καὶ προσετίθεμεν προσδιορισμούς τινας, λέγοντες ὅτι τελικὰ
5ἀρσενικῶν ὀνομάτων ἀνεπεκτάτων κοινῶν κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσίν εἰσι πέντε, ν ξ ρ ς ψ, οἷον Δίων Φοῖνιξ Νέστωρ Πάρις Πέλοψ, οὕτω καὶ ἐνταῦθα δεῖ ἡμᾶς μετὰ πάσης ἀκριβείας ἐξετάσαι τὸ κείμενον. Λέγει ὁ τεχνικός, ὅτι δύο εἰσὶν αἱ καταλήξεις τῶν ῥημάτων, ἥ τε εἰς ω καὶ παράγωγος ἡ εἰς μι, προσέθηκε δέ «ἐν τοῖς ὁριστικοῖς ῥήμασιν»· καὶ
10δῆλον ὅτι εἰπών «ὁριστικοῖς» πρὸς ἀντιδιαστολὴν τῶν λοιπῶν ἐγκλίσεων εἶπεν, «ἐνεστώτων» δὲ διὰ τοὺς ἄλλους χρόνους, «ἐνεργητικῶν» δὲ διὰ τὰ παθητικὰ καὶ μέσα· δέον δὲ ἡμᾶς προσθεῖναι «πρώτων προσώ‐ πων ἑνικῶν»· καὶ «πρώτων» μὲν διὰ τὰ δεύτερα καὶ τρίτα πρόσωπα, οἷον τύπτεις τύπτει, «ἑνικῶν» δὲ διὰ τὰ δυϊκὰ καὶ πληθυντικ, οἷον
15τύπτετον τύπτομεν. Ζητοῦμεν δὲ διατί προσέθηκεν «ἐν τοῖς ὁριστι‐ κοῖς»· 〈δοκεῖ γὰρ περιττῶσ〉 αὐτὸ τὸ ὂν σημαίνειν καὶ μὴ πρὸς ἀντι‐ διαστολὴν ἑτέρου τινὸς παραλαμβάνεσθαι ἐνταῦθα· εἰ γὰρ εἴποι τις, ὅτι πρὸς ἀντιδιαστολὴν τῶν ἀπαρεμφάτων πρόσκειται ἐνταῦθα τὸ «ὁριστικοῖς», λέγομεν ὅτι τὰ ἀπαρέμφατα πρόσωπα οὐκ ἔχουσιν οὔτε
20ἀριθμούς, περὶ δὲ πρώτου προσώπου καὶ ἑνικοῦ ἀριθμοῦ ἐστιν αὐτῷ ἐνταῦθα ὁ λόγος· εἰ δέ τις εἴποι, ὅτι διὰ τὰ προστακτικὰ πρόσκειται τὸ «ὁριστικοῖς», λέγομεν ὅτι τὰ προστακτικὰ πρῶτα πρόσωπα οὐκ ἔχουσιν, περὶ δὲ τοῦ πρώτου προσώπου, ὡς εἴρηται, ἐστὶν αὐτῷ ὁ λόγος. Ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι πρὸς ἀντιδιαστολὴν τῶν ὑποτακτικῶν
25πρόσκειται τὸ «ὁριστικοῖς»· ἀλλὰ λέγομεν ὅτι καὶ αὐτὰ τὰ ὑποτακτικὰ εἰς ω λήγουσιν, οἷον ἐὰν τύπτω, ἐὰν τύψω· ἐὰν δὲ εἴπῃ τις, ὅτι πρὸς ἀντιδιαστολὴν τῶν εὐκτικῶν πρόσκειται τὸ «ὁριστικοῖς», λέγομεν ὅτι καὶ τὰ εὐκτικὰ εἰς μι λήγουσιν, οἷον τύπτοιμι τύψαιμι. Τί οὖν ἔχομεν εἰπεῖν; Λέγομεν ὅτι 〈δυνατὸν〉 πρὸς ἀντιδιαστολὴν τῶν εὐκτι‐
30κῶν νοῆσαι τὸ «ἐν τοῖς ὁριστικοῖς»· τὰ γὰρ εὐκτικὰ εἰς μι λήγοντα οὐκ ἔχουσι τὴν κατάληξιν ταύτην ἀπὸ παραγωγῆς ἀλλ’ ἀπὸ κλίσεως, οἷον τύπτω τύπτοιμι, ἔτυψα τύψαιμι, τὰ δὲ ὁριστικὰ ἀπὸ παραγωγῆς ἔχουσι τὴν εἰς μι κατάληξιν καὶ οὐκ ἀπὸ κλίσεως, οἷον τιθῶ τίθημι, ἱστῶ ἵστημι, διδῶ δίδωμι, πηγνύω πήγνυμι· ἄλλο δέ ἐστι τὸ ἀπὸ παρα‐
35γωγῆς καὶ ἄλλο τὸ ἀπὸ κλίσεως· οἷον τὸ μὲν Πάρις Πάριδος ἀπὸ22

23

κλίσεως ἔχει τὸ δ καὶ οὐκ ἀπὸ παραγωγῆς, τὸ δὲ Πηλεύς Πηλείδης οὐκ ἀπὸ κλίσεως ἔχει τὸ δ ἀλλ’ ἀπὸ παραγωγῆς· οὕτως οὖν τὰ μὲν ὁριστικ, 〈τουτέστι τὸ〉 τιθῶ τίθημι, ἱστῶ ἵστημι, ζευγνύω ζεύγνυμι, ἀπὸ παραγωγῆς ἔχουσι τὴν εἰς μι κατάληξιν καὶ οὐκ ἀπὸ κλίσεως, τὰ
5δὲ εὐκτικ, φημὶ δὴ τὸ τύπτοιμι καὶ λέγοιμι, οὐκ εἰσὶν ἀπὸ παραγωγῆς ἔχοντα τὴν εἰς μι κατάληξιν ἀλλ’ ἀπὸ κλίσεως· εἴρηκε δὲ καί «παρά‐ γωγος ἡ εἰς μι»· 〈εἰπὼν〉 οὖν «παράγωγος» ἀνεῖλε τὰ εὐκτικὰ μὴ ἔχοντα ἀπὸ παραγωγῆς τὴν εἰς μι κατάληξιν. Ἔτι δὲ δυνάμεθα λέγειν, ὅτι τὸ «ἐν τοῖς ὁριστικοῖς» προσ〈έθηκεν οὐ μόνον πρὸσ〉 ἀντιδιαστο‐
10λὴν τῶν εὐκτικῶν, ἀλλὰ 〈καὶ〉 πρὸς ἀντιδιαστολὴν τῶν ὑποτακτικῶν· τὰ γὰρ εὐκτικὰ ἔχοντα κατάληξιν τὴν εἰς μι οὐκέτι ἔχουσι καὶ τὴν εἰς ω, 〈καὶ τὰ ὑποτακτικὰ〉 πάλιν τὴν εἰς ω κατάληξιν ἔχοντα οὐκέτι καὶ τὴν εἰς μι ἔχουσιν· ἐν δὲ τοῖς ὁριστικοῖς ἔφη δύο εἶναι καταλήξεις, τὴν εἰς ω καὶ τὴν εἰς μι ἀπὸ 〈παραγωγῆσ. Λέγει δὲ ὁ τεχνικός, ὅτι
15εἰπόντες πρῶτον περὶ τῶν εἰς ω ῥημάτων ὕστερον καὶ περὶ τῶν εἰς μι διαληψόμεθα· καὶ εὐλόγως περὶ τῶν εἰς ω ῥημά‐ των πρῶτον διαλαμβάνει καὶ τελευταῖον περὶ τῶν εἰς μι, ἐπειδὴ τὰ εἰς μι ἀπὸ τῶν εἰς ω παράγονται ἀπὸ γὰρ τοῦ τιθῶ γέγονε 〈τὸ〉 τίθημι, καὶ ἀπὸ τοῦ ἱστῶ τὸ ἵστημι, καὶ ἀπὸ τοῦ διδῶ τὸ δίδωμι, καὶ ἀπὸ
20τοῦ ζευγνύω τὸ ζεύγνυμι, καὶ ἀπὸ τοῦ πηγνύω τὸ πήγνυμι· ἐν οἷς καὶ ἡ πρᾶξις. Πᾶν τοίνυν ῥῆμα εἰς ω λῆγον βαρύνεται, οἷον λέγω φέρω ὅσα δὲ περιεσπάσθη, ταῦτα ἀπὸ βαρυτόνων συνῃ‐ ρέθη, οἷον ποιέω ποι, βοάω βο, χρυσόω χρυσῶ. Ἰστέον
25ὅτι τὰ εἰς ω λήγοντα ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν πρὸς ἀντιδιαστολὴν τῶν εἰς ω θηλυκῶν ὀνομάτων· πολλὰ γὰρ εὑρίσκομεν ῥήματα καὶ ὀνόματα θηλυκὰ εἰς ω λήγοντα, ἅτινα διὰ τοῦ τόνου δια‐ στέλλονται· τὰ γὰρ εἰς ω λήγοντα θηλυκὰ 〈ὀνόματα〉 ὀξύνονται, τῶν ῥη‐ μάτων μὴ ὀξυνομένων, οἷον κλείω Κλειώ, καλύψω Καλυψώ, πείθω πειθώ,
30εἴκω εἰκώ· εἴκω μὲν γάρ ἐστι τὸ ὁμοιῶ, εἰκώ δὲ ἡ εἰκών, 〈Arist. Nub. 559〉 τὰς εἰκοὺς τῶν ἐγχέλεων, οἱονεὶ τὰς εἰκόνας καὶ ὁμοιώσεις. Τὰ οὖν εἰς ω λήγοντα ῥήματα εὐλόγως ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν πρὸς ἀντιδιαστολήν, ὡς εἴρηται, τῶν εἰς ω θηλυκῶν ὀνομάτων· εἰκότως τοίνυν καὶ τὰ ἐξ αὐτῶν κλινόμενα καὶ τὰ ἐξ
35αὐτῶν παραγόμενα ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, οἷον
τύπτω τύπτεις τύπτει, λέγω λέγεις λέγει, τιθῶ τίθημι, ἱστῶ ἵστημι,23

24

διδῶ δίδωμι· καὶ καθόλου λέγομεν, ὅτι πάντα τὰ ῥήματα ἀπο‐ στρέφονται τὴν ὀξεῖαν τάσιν καὶ πάντα βαρύνονται ἢ δυνάμει ἢ ἐνερ‐ γείᾳ, ἐνεργείᾳ μέν, οἷον λέγω γράφω τύπτω, δυνάμει δέ, ὡς πάντα τὰ περισπώμενα, οἷον ποιῶ βοῶ νοῶ χρυσῶ, ταῦτα γὰρ δυνάμει βαρύ‐
5τονά εἰσιν. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα ἡ περισπωμένη ἐξ ὀξείας καὶ βαρείας σύγκειται, διατί μὴ λέγομεν τὰ περισπώμενα δυνάμει ὀξύτονα, ἀλλὰ δυνάμει βαρύτονα. Ἔστιν οὖν εἰπεῖν, ὅτι τοὺς τόνους ἐκ τοῦ τέλους κανονίζομεν· ὀξύτονον γὰρ λέγομεν τὸ ἐπὶ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον καλός σοφός, καὶ παροξύτονον τὸ πρὸ μιᾶς τοῦ
10τέλους ἔχον τὴν ὀξεῖαν, οἷον νέος φίλος, καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως· καὶ ἐπειδὴ ἡ περισπωμένη ἐν τῷ τέλει ἔχει τὴν βαρεῖαν, τούτου χάριν τὰ περισπώμενα ὡς πρὸς τὸ τέλος ἀφορῶντες δυνάμει καλοῦμεν βαρύ‐ τονα· καθόλου οὖν, ὡς εἴρηται, πάντα τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν χωρὶς ὀλίγων. Εἰσὶ δὲ τὰ ὀξύτονα ἄχρι τῶν λβʹ, καὶ μὴ
15νομίσωμεν ταῦτα τὰ λβʹ πολλὰ εἶναι πρὸς τέσσαρας χιλιάδας ἢ τέσ‐ σαρας μυριάδας μὴ ὀξυτονουμένας. Εἰσὶ δὲ τὰ ὀξυτονούμενα ταῦτα, δός θές σχές (τὸ κώλυσον) σπές (τὸ ἀκολούθησον καὶ εἰπέ) φρές (τὸ φέρε) ἕς (τὸ ἀπόλυσον)· ταῦτα δὲ μονοσύλλαβα ὄντα καὶ βραχυκατά‐ ληκτα ἐξ ἀνάγκης ὀξύνονται, περισπασθῆναι μὴ δυνάμενα διὰ τὴν
20βραχεῖαν· ἡ γὰρ περισπωμένη οὐ τίθεται ἐπάνω βραχείας ἀλλ’ ἐπάνω φύσει μακρᾶς, οἷον Ἑρμῆς παῖς βοῦς· βαρύνεσθαι δὲ μὴ δυνάμενα διὰ τὴν μονοσυλλαβίαν, ἐπειδὴ πᾶσα λέξις μονοσύλλαβος ἢ ὀξύνεται ἢ περισπᾶται, οὐ μὴν βαρύνεται, οἷον Κρής Τρώς Ζεύς Φρύξ νύξ 〈θρίξ νοῦς βοῦς παῖσ〉, εὐλόγως ταῦτα ὀξύνονται. Ταῦτα δὲ ἐν τῇ συνθέσει
25ὑπερβαίνοντα τὴν μονοσυλλαβίαν βαρύνονται, καὶ τὸ σπές δέ, ὡς ἐν τῷ ἐνίσπες καὶ ἐπίσπες, καὶ τὸ σχές, ὡς ἐν τῷ ἐπίσχες καὶ κατάσχες, τὸ δὲ φρές (σημαίνει 〈δὲ〉 τὸ φέρε), ὡς ἐν τῷ εἴσφρες, τὸ δὲ ἕς (σημαίνει δὲ τὸ ἀπόλυσον), ὡς ἐν τῷ ἄφες, 〈Α 127〉 〈ἀλλὰ σὺ μὲν νῦν〉 τήνδε θεῷ πρόες, οἱονεὶ πρόπεμψον, τὸ δὲ δός, ὡς ἐν
30τῷ σύνδος παράδος, τὸ δὲ θές, ὡς ἐν τῷ ἐπίθες παράθες. 〈Ταῦτα μὲν ἐν τούτοισ〉. Ἔστι δὲ καὶ τὸ χρή ὀξυτονούμενον, οἷον 〈Β 24〉 οὐ χρὴ παν‐ νύχιον εὕδειν βουληφόρον ἄνδρα· γέγονε δὲ τοῦτον τὸν τρό‐ πον· 〈ἔστι〉 χρῆμι χρής χρῆσι, καὶ κατὰ ἀποκοπὴν γίνεται χρή ὀξυτο‐
35νούμενον. Ὀξύνεται δὲ καὶ τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ, περὶ ὧν ἐν τοῖς
προστακτικοῖς, εἰ θεῷ φίλον, μαθησόμεθα· καὶ τὸ εἰμί τὸ σημαῖνον τὸ24

25

ὑπάρχω, καὶ τὸ φημί τὸ σημαῖνον τὸ λέγω, καὶ τὸ κατὰ ἀποβολὴν τοῦ φ γινόμενον, λέγω δὴ τὸ ἠμί τὸ σημαῖνον τὸ λέγω ὁμοίως τῷ φημί, πα, ἠμί Ἀριστοφάνης ἐν Βατράχοις 〈37〉, ἐξ οὗ ἐστι τὸ ἦ τὸ σημαῖνον τὸ εἶπεν, οἷον 〈Α 528〉 ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι
5νεῦσε Κρονίων, καὶ τὸ 〈Δ 419〉 ἦ ῥα καὶ ἐξ ὀχέων, ἀντὶ τοῦ εἶπε δή. Ἐγένετο δὲ τὸ ἦ τοῦτον τὸν τρόπον· ἔστιν ἠμί τὸ σημαῖνον τὸ λέγω, ὅπερ, ὡς εἴρηται, ἐκ τοῦ φημί γέγονε κατὰ ἀποβολὴν τοῦ φ, τούτου ὁ μέλλων ἤσω, ὁ δεύτερος ἀόριστος ἦν, καὶ τὸ δεύτερον πρόσωπον ἦς, καὶ τὸ τρίτον ἦ, ἀντὶ τοῦ εἶπε. Καὶ διατί δὲ τὸ εἰμί
10καὶ τὸ φημί καὶ τὸ ἠμί ὀξύνονται, ἐν τοῖς εἰς μι, εἰ θεῷ φίλον, μαθη‐ σόμεθα. Τὰ δὲ λοιπὰ ὀξυνόμενα ἀπὸ κλίσεώς εἰσι τούτων τῶν δύο, λέγω δὴ τοῦ φημί καὶ τοῦ εἰμί· τὸ γὰρ ἠμί τὸ ἐπὶ τοῦ λέγω οὐ 〈φαίνεται〉 κλινόμενον κατὰ τὸν ἐνεστῶτα· πρόσκειται «κατὰ τὸν ἐνεστῶτα» διὰ τὸ 〈Α 528〉 ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι ἀορίστου
15δευτέρου ὑπάρχον, ὡς εἴρηται· ἀπὸ δὲ τοῦ εἰμί γίνεται εἴς, οἷον 〈δ 611〉 αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, ἀντὶ τοῦ ὑπάρχεις, καὶ ἐσσί, 〈Α 176〉 ἔχθιστος δέ μοί ἐσσι, καὶ ἐστί καὶ ἐστόν καὶ ἐσμέν καὶ ἐστέ καὶ εἰσίν· ἀπὸ δὲ τοῦ φημί γίνεται φῄς φησί καὶ κατὰ ἀποκοπὴν φή, 〈Anacr. fr. 41 B4σὲ γάρ φη Ταργήλιος (τὸ δὲ
20Ταργήλιος ὄνομά ἐστι δαίμονος), φατόν φαμέν φατέ φασί· καὶ τὸ φαθί δὲ προστακτικὸν ὀξύνουσιν, ὡς παρ’ Ἀριστοφάνει 〈Eq. 22〉 ἐξόπισθε νῦν Αὐτὸ φαθὶ τοῦ μόλωμεν, ἀντὶ τοῦ εἰπέ. Τὸ δὲ λαβέ καὶ ἰδέ παρ’ ἡμῖν βαρύνεται, οἷον λάβε ἴδε, 〈παρὰ δὲ τοῖς Ἀττικοῖσ〉 ὀξύνεται, λαβέ γὰρ καὶ ἰδέ λέγουσιν ὀξυτόνως. Τὰ δὲ κατὰ
25διάλεκτον οὐ θέλομεν συναριθμεῖν, ἐπειδὴ πολλὰ εὑρίσκομεν, καὶ μάλιστα παρὰ τοῖς Δωριεῦσι, κατὰ πάθος ὀξυνόμενα· τὸ γὰρ δασμο‐ φορεῖν ἀποβάλλει τὸ ι παρὰ τοῖς Δωριεῦσι καὶ γίνεται ἐν ὀξείᾳ τάσει δασμοφορέν· δασμοφορεῖν δέ ἐστι 〈τὸ φέρειν〉 τὰ δημόσια· τοιοῦτοι δέ εἰσιν οἱ Δωριεῖς, λέγω δὴ πολλάκις εὑρίσκονται ἀποβάλλοντες τῆς
30ει διφθόγγου τὸ ι, οἷον συρίζεις συρίσδες, ὡς παρὰ Θεοκρίτῳ 〈1, 2〉 ἁδὺ δὲ καὶ τύ Συρίσδες. Τύπτεις. Λέγει ὅτι πᾶν πρωτον πρόσωπον εἰς ω λῆγον
ἀμοιβῇ ἤγουν τροπῇ τοῦ ω εἰς εις τὸ δεύτερον πρόσωπον25

26

ποιεῖ, οἷον κόπτω κόπτεις, λέγω λέγεις, γράφω γράφεις, ἀείδω ἀείδεις· ὁ δὲ λόγος δηλονότι περὶ τῶν ὁριστικῶν, περὶ ὧν ὁ τεχνικὸς σκοπὸν ἔχει διαλαβεῖν· τοῦτο δὲ εἴρηται διὰ τὰ ὑποτακτικά· ἰδοὺ γάρ ἐστιν ἐὰν κόπτω ἐὰν κόπτῃς, ἐὰν λέγω ἐὰν λέγῃς· ἰδοὺ τούτων τὰ
5δεύτερα διὰ τοῦ η καὶ ι ἐκφέρονται, καὶ οὐ διὰ τῆς ει διφθόγγου τῆς διὰ τοῦ ε καὶ ι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ω λήγοντα ῥήματα καὶ τὰ εἰς μι θέλουσιν ἔχειν τὸ δεύτερον πρόσωπον εἰς ς καταλῆγον· καὶ τὰ μὲν εἰς ω ἔχου‐ σιν ἰσοσύλλαβον τὸ δεύτερον πρόσωπον τῷ ἰδίῳ πρώτῳ προσώπῳ
10καὶ διὰ τῆς ει διφθόγγου ἐκφερόμενον τὸ δεύτερον πρόσωπον ἐν τοῖς ὁριστικοῖς· ὁμοίως δὲ καὶ ἐπὶ τῆς δευτέρας συζυγίας τῶν περι‐ σπωμένων ἐν τῷ ἐνεστῶτι διὰ τῆς διφθόγγου ἐκφέρεται τὸ δεύτερον πρόσωπον, προσγραφομένου μὲν τοῦ ι μὴ συνεκφωνουμένου δέ, οἷον γελῶ γελᾷς γελᾷ, ὁρῶ ὁρᾷς ὁρᾷ, νικῶ νικᾷς νικᾷ· πρόσκειται «ἐν τῷ
15ἐνεστῶτι» διὰ τὸν μέλλοντα, βοήσω γὰρ βοήσεις καὶ γελάσω γελάσεις διὰ τῆς ει διφθόγγου καὶ οὐ διὰ τῆς . Ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων διὰ τῆς οι διφθόγγου ἐκφέρεται τὸ δεύτερον πρόσωπον ἐν τῷ ἐνεστῶτι, οἷον χρυσῶ χρυσοῖς χρυσοῖ, ὀρθῶ ὀρθοῖς ὀρθοῖ, στεφανῶ στεφανοῖς στεφανοῖ, γυψῶ γυψοῖς γυψοῖ· πρόσκειται
20«ἐν τῷ ἐνεστῶτι» διὰ τὸν μέλλοντα, χρυσώσω γὰρ χρυσώσεις διὰ τῆς ει διφθόγγου καὶ οὐ διὰ τῆς οι. Ἐπὶ μέντοι τῶν ἄλλων περισπω‐ μένων, τουτέστι τῶν ἄλλου χρόνου ὄντων, λέγω δὴ τοῦ μέλλοντος χρόνου, διὰ τῆς ει διφθόγγου ἐκφέρεται τὸ δεύτερον πρόσωπον, οἷον κερῶ κερεῖς, τελῶ τελεῖς, ῥανῶ ῥανεῖς, τυπῶ τυπεῖς. Τὰ μέντοι ὑπο‐
25τακτικὰ διὰ τοῦ η καὶ ι ἔχουσι τὸ δεύτερον πρόσωπον ἐκφερόμενον, οἷον ἐὰν τύπτω ἐὰν τύπτῃς, ἐὰν λέγω ἐὰν λέγῃς, ἐὰν νοῶ ἐὰν νοῇς, χωρὶς τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων· ἐκεῖναι γὰρ ὁμοφω‐ νοῦσι τοῖς ἰδίοις ὁριστικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, 〈γελῶ γελᾷς γελᾷ〉,
30ἐὰν γελῶ ἐὰν γελᾷς ἐὰν γελᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ, ὀρθῶ ὀρθοῖς ὀρθοῖ, 〈ἐὰν ὀρθῶ ἐὰν ὀρθοῖς ἐὰν ὀρθοῖ〉. Οἱ μέντοι Δωριεῖς καὶ οἱ Αἰολεῖς τρέπουσι τὴν ει δίφθογ‐ γον εἰς η, οἷον λέγεις λέγης, οἱ δὲ Δωριεῖς ἔστιν ὅτε τὸ ι ἀπο‐ βάλλουσιν ἐκ τῆς ει διφθόγγου, οἷον συρίζεις συρίσδες, ὡς παρὰ
35Θεοκρίτῳ 〈1, 2〉 ἁδὺ δὲ καὶ τύ Συρίσδες. Τὰ μέντοι εἰς μι καὶ αὐτὰ ἔχοντα τὸ δεύτερον πρόσωπον εἰς ς καταλῆγον, οἷον τίθημι τίθης, ἔχουσι διαφορὰν τοιαύτην πρὸς τὰ εἰς ω, ὅτι ἐνδέον ἔχουσι τὸ
δεύτερον πρόσωπον τοῦ πρώτου προσώπου μιᾷ συλλαβῇ, καὶ ὅτι δι’26

27

ἑνὸς φωνήεντος ἐκφερόμενον ἔχουσι τὸ δεύτερον πρόσωπον, οἷον τίθημι τίθης, ἵστημι ἵστης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς. Διὰ τοῦτο σημειούμεθα τὸ φῄς ἔχον τὸ ι προσγεγραμμένον, ἀπὸ γὰρ τοῦ φημί γέγονε τροπῇ τῆς μι εἰς ς· ὤφειλε οὖν χωρὶς τοῦ ι εἶναι, ἀλλ’ ἡ
5παράδοσις βούλεται ἔχειν αὐτὸ τὸ ι προσγεγραμμένον. Τὸ δὲ εἴς τὸ σημαῖνον τὸ ὑπάρχεις καὶ τὸ εἶς τὸ σημαῖνον τὸ πορεύῃ ἀπὸ τοῦ πρώτου προσώπου ἔχει τὴν ει δίφθογγον· ἔστι γὰρ πρῶτον πρόσωπον τὸ εἰμί τὸ ὑπάρχω, 〈ι 19〉 εἰμὶ δ’ Ὀδυσεὺς Λαερτιάδης· τοῦτο κατὰ τροπὴν τῆς μι εἰς ς ποιεῖ τὸ δεύτερον πρόσωπον εἴς, οἷον
10〈δ 611〉 αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, ο’ ἀγορεύεις, ἀντὶ τοῦ ὑπάρχεις, καὶ λοιπὸν ἐκεῖθεν ἔσχε τὴν ει δίφθογγον· ὁμοίως δὲ καὶ τὸ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι βαρυτονούμενον, 〈β 318〉 εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸς ἔσσεται, κατὰ τροπὴν τῆς μι εἰς ς τὸ δεύτερον ποιεῖ πρόσωπον εἶς, 〈Hes. Opp. 208〉 τῇδ’ εἶς, ᾗ ς’ ἂν
15ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ πορεύῃ· καὶ λοιπὸν ἐκεῖθεν ἔσχε τὴν ει δίφθογγον. —Καὶ τὰ εἰς ω καὶ τὰ εἰς μι ἔχουσι τὸ δεύτερον πρόσωπον εἰς ς καταλῆγον, καὶ καθολικώτερον δὲ τοῦτ’ ἔστιν εἰπεῖν, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ν λῆγον μὴ ἔχον τὸ μ κλιτικὸν πάντως ἔχει τὸ δεύτερον πρόσωπον εἰς ς καταλῆγον, οἵου δήποτε
20χρόνου οἵας δήποτε ἐγκλίσεως οἵας δήποτε διαθέσεως, οἷον ἔτυπτον ἔτυπτες, ἔλεγον ἔλεγες, ἐτύφθην ἐτύφθης, τυφθείην τυφθείης, δαρείην δαρείης· πρόσκειται «μὴ ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐτυπτόμην· τοῦτο γὰρ εἰς ν λήγει καὶ οὐκ ἔχει τὸ δεύτερον πρόσωπον εἰς ς καταλῆγον, ἐτύπτου γάρ, ἐπειδὴ ἔχει τὸ μ κλιτικὸν τουτέστιν ἀπὸ κλίσεως· τύπτω
25γάρ ἐστι τὸ θέμα καὶ οὐκ ἔχει αὐτό. Ταῦτα μὲν ἐν τούτοις. Λέγει δὲ ὁ τεχνικὸς ὅτι τὰ περισπώμενα πρὸς τὴν συναί‐ ρεσιν ποιοῦνται τὴν γραφήν, οἷόν ἐστι ποιέω καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ω εἰς ω γίνεται ποιῶ· τούτου τὸ δεύτερον πρόσωπον ποιέεις, καὶ λοιπὸν τὸ ε καὶ ἡ ει δίφθογγος εἰς τὴν ει δίφθογγον
30κιρνᾶται, καὶ γίνεται ποιεῖς· καὶ πάλιν ἐστὶ βοάω καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ω εἰς ω γίνεται βοῶ· τούτου τὸ δεύτερον πρόσωπον βοάεις, τὸ δὲ α καὶ ε εἰς α μακρὸν κιρνᾶται παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις, οἷον τὰ ἐμά τἀμά· οὕτως οὖν καὶ βοάεις βοᾷς κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρόν, καὶ μένει τὸ ι προσγεγραμμένον· καὶ παρὰ μὲν τοῖς
35Δωριεῦσιν εἰς η κιρνᾶται τὸ α καὶ ε, οἷον τὰ ἐμά τἠμά· ὁμοίως οὖν
καὶ ἐν τῷ ὁράεις ποιοῦσι τὸ α καὶ ε εἰς η κατὰ κρᾶσιν καὶ λέγουσιν27

28

ὁρῇς, καὶ πάλιν διψάεις διψῇς, πεινάεις πεινῇς, καὶ μένει τὸ ι προσ‐ γεγραμμένον· κέχρηνται δὲ τούτοις ἀπὸ Δωρίδος διαλέκτου οὖσι καὶ οἱ Ἀθηναῖοι, φημὶ δὴ τῷ πεινῇς καὶ διψῇς. Μὴ νομίσωμεν δὲ ὅτι τὸ παρ’ ἡμῖν α, φημὶ δὴ ὡς ἐν τῷ πεινᾷς καὶ διψᾷς καὶ ὁρᾷς, ἐτράπη
5παρὰ τοῖς Δωριεῦσιν εἰς η ἐν τῷ πεινῇς καὶ διψῇς καὶ ὁρῇς· οὐδέ‐ ποτε γὰρ τὸ παρ’ ἡμῖν α, εἴτε μακρὸν εὑρεθῇ εἴτε βραχύ, τρέπεται εἰς η παρὰ τοῖς Δωριεῦσι· τοὐναντίον γὰρ τὸ η εἰς α μακρὸν τρέπου‐ σιν, οἷον ἡδύ ἁδύ 〈Theocr. 1, 1〉 ἁδύ τι τὸ ψιθύρισμα, ἀλλ’, ὡς εἴρηται, κρᾶσις Δωρικὴ 〈ἐγένετο〉 τοῦ α καὶ ε εἰς η. Τοιοῦτόν ἐστι
10καὶ τὸ ἐν τῇ κοινῇ διαλέκτῳ ἐπικρατῆσαν, λέγω δὴ τὸ ζῇς· ἔστι γὰρ ἄω τὸ σημαῖνον τὸ πνέω, τοῦτο κατὰ ἐπίτασιν τοῦ ζα ἐπιτατικοῦ 〈μορίου〉 γίνεται ζάω, οἱονεὶ πάνυ πνέω, ὥσπερ πλοῦτος ζάπλουτος (ὁ πάνυ πλούσιος)· καὶ ἀπὸ οὖν τοῦ ζάω γίνεται κατὰ κρᾶσιν ζῶ, τούτου τὸ δεύτερον πρόσωπον ζάεις, καὶ λοιπὸν κατὰ κρᾶσιν Δωρικὴν τοῦ α καὶ
15ε εἰς η γίνεται ζῇς, καὶ μένει τὸ ι προσγεγραμμένον, ὥσπερ πεινάεις πεινῇς· τοῦτο δέ, φημὶ δὴ τὸ ζῇς, οὕτως ἐπεκράτησε καὶ παρ’ ἡμῖν λέγεσθαι. Πάλιν ἐστὶ χρυσόω, καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ω εἰς ω γίνεται χρυσῶ, τούτου τὸ δεύτερον πρόσωπον χρυσόεις, καὶ ὤφειλε κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον γίνεσθαι χρυσοῦις· τὸ
20γὰρ ο καὶ ε εἰς τὴν ου δίφθογγον κιρνᾶται, οἷον τὸ ἐμόν τοὐμόν· ἀλλ’ ἐπειδὴ ἤμελλον τρία φωνήεντα εἶναι ἐν μιᾷ συλλαβῇ, φημὶ δὴ τὸ ο καὶ υ καὶ ι, οὐδέποτε δὲ ἐν μιᾷ συλλαβῇ τρία φωνήεντα εὑρίσκον‐ ται, ἀνάγκην ἔχει ἓν ἐκ τούτων τῶν τριῶν φωνηέντων ἀποβληθῆναι. Καὶ τὸ μὲν ι οὐ δύναται ἀποβληθῆναι, ἐπειδὴ τὰ εἰς ω λήγοντα
25ῥήματα θέλουσιν ἔχειν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ δίφθογγον τὴν μετὰ τοῦ ι, οἷον τύπτω τύπτεις τύπτει, βοῶ βοᾷς βοᾷ· τὸ δὲ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ ἤμελλεν εἶναι 〈μετὰ τὴν υι〉 δίφθογ‐ γον ἐπιφερόμενον σύμφωνον τὸ ς, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον
30μυῖα ἅρπυια υἱός· μὴ δυνάμενον οὖν μήτε τὸ ι ἀποβάλλειν, διὰ τὸ ἔχειν τὸ πρῶτον πρόσωπον εἰς ω καταλῆγον, μήτε τὸ ο, διὰ τὸ μηδέ‐ ποτε 〈μετὰ〉 τὴν υι δίφθογγον εὑρίσκεσθαι σύμφωνον ἐπιφερόμενον, ἐξ ἀνάγκης ἀπέβαλε τὸ υ, καὶ ἐγένετο χρυσοῖς διὰ τῆς οι διφθόγγου, ἤ, ὡς ἔχουσί τινα τῶν ἀντιγράφων, ἀπέβαλε τὸ ε τοῦ χρυσόεις ἐντελοῦς,
35καὶ ἔμεινεν ἡ οι δίφθογγος, καὶ ἐγένετο χρυσοῖς. Τύπτει. Λέγει ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ς λῆγον
ἀποβολῇ τοῦ ς ποιεῖ τὸ τρίτον πρόσωπον, οἷον τύπτεις τύπτει,28

29

λέγεις λέγει, ἐτύφθης ἐτύφθη, ποιεῖς ποιεῖ, βοᾷς βοᾷ, χρυσοῖς χρυσοῖ, ἔλεγες ἔλεγε, ἔτυπτες ἔτυπτε, ἔλαβες ἔλαβε, ἔμαθες ἔμαθε, χωρὶς τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου καὶ τῶν ἀπὸ τῶν εἰς μι. Καὶ «χωρὶς» μὲν «τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου» πρόσκειται,
5ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ς ἀποβάλλεται, ἀλλὰ καὶ τροπὴ παρα‐ κολουθεῖ τοῦ α εἰς τὸ ε, οἷον τέτυφας τέτυφε, πεποίηκας πεποίηκε, ἔτυψας ἔτυψε· «χωρὶς» δὲ «τῶν ἀπὸ τῶν εἰς μι» πρόσκειται, ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεστῶτα, παρ’ οἷς τὸ ς οὐκ ἀποβάλλεται, καὶ τὸ ι προσέρχεται, οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι
10δίδως δίδωσι, ζεύγνυμι ζεύγνυς ζεύγνυσι. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν τὰ μὲν ῥήματα προσωπικῶς κινούμενα κατὰ τὸ τέλος κινοῦνται, οἷον τύπτω τύπτεις τύπτει, γράφω γράφει, —πρόσκειται «προσωπικῶς» διὰ τὸ ἔτυπτον καὶ ἔγραφον, ταῦτα γὰρ κατὰ τὴν ἀρχὴν κινηθέντα χρονικῶς
15ἐκινήθησαν καὶ οὐ προσωπικῶς—αἱ δὲ ἀντωνυμίαι προσωπικῶς κινού‐ μεναι κατὰ τὸ ἄρχον κινοῦνται, οἷον ἐμοῦ σοῦ οὗ, ἐμοί σοί οἵ, ἐμέ σέ ἕ. Καὶ ἔστιν εἰπεῖν, ὅτι πρῶτον μὲν ἄλλο μέρος λόγου ἐστὶ τὸ ῥῆμα καὶ ἄλλο ἡ ἀντωνυμία, καὶ οὐκ ἀνάγκη τὰ αὐτὰ παρακολουθεῖν τῷ ῥήματι καὶ τῇ ἀντωνυμίᾳ· ἄλλως τε δὲ τὰ μὲν ῥήματα πρόσωπα
20μόνον ἔχουσιν, οὐ μὴν καὶ πτώσεις, αἱ δὲ ἀντωνυμίαι καὶ πρόσωπα ἔχουσι καὶ πτώσεις, πρόσωπα μέν, οἷον ἐμοῦ σοῦ οὗ, πτώσεις δέ, οἷον ἐμός ἐμοῦ 〈ἐμῷ〉 ἐμόν· καὶ λοιπὸν ὡς ἔχουσαι αἱ ἀντωνυμίαι καὶ πτώσεις καὶ πρόσωπα, καὶ μὴ δυνάμεναι ἐν ἑνὶ τόπῳ τὰς δύο κινήσεις ἀναδέξασθαι διὰ τὸ μὴ γίνεσθαι σύγχυσιν, τούτου χάριν πτωτικῶς μὲν
25κινούμεναι κατὰ τὸ τέλος κινοῦνται, οἷον ἐμός ἐμοῦ ἐμῷ ἐμόν, προσ‐ ωπικῶς δὲ κατὰ τὴν ἄρχουσαν, οἷον ἐμοῦ σοῦ οὗ· διατί δὲ μὴ ἐκ τοῦ ἐναντίου ἐκινήθησαν, τουτέστι πτωτικῶς μὲν κατὰ τὴν ἄρχουσαν, προσ‐ ωπικῶς δὲ κατὰ τὸ τέλος, ἐν τῷ προοιμίῳ τοῦ δευτέρου λόγου τοῦ Ῥηματικοῦ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα.
30 Δυϊκά. Τύπτετον, τύπτετον. Λέγει ὅτι δύο ζητοῦμεν ἐν τοῖς δυϊκοῖς ζητήματα· καὶ πρῶτον μέν ἐστι ζήτημα, διατί ἐπι‐ λείπει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, δεύτερον δέ ἐστι ζήτημα, διατί τὸ δεύτερον καὶ τρίτον πρόσωπον ὁμοφωνοῦσιν ἀλλήλοις. Καὶ ἔστιν εἰπεῖν, ὡς λέγει ὁ τεχνικός, ὅτι ὅταν εὑρεθῇ τὸ πρῶτον πρόσ‐
35ωπον τῶν πληθυντικῶν τὸ μ ἔχον ἐν τῇ τελευταίᾳ συλλαβῇ, ἐπιλιμ‐ πάνει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, οἷον τετύφαμεν τετύφατον τετύφατον, ἐτύψαμεν ἐτύψατον ἐτυψάτην, καὶ λοιπὸν ἐξ ἀνάγκης δύο
ὑπολιμπάνονται, δεύτερον καὶ τρίτον. Περὶ δὲ τῆς συνεμπτώσεως29

30

λέγει, 〈ὅτι〉 ὅταν εὑρεθῇ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἰς σι ἢ εἰς ται λῆγον, ὁμοφωνοῦσι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν δυϊκῶν, ὡς ἔχομεν ἐπὶ τοῦ ἐνεστῶτος, παρακειμένου καὶ μέλλοντος· ἐν τούτοις γὰρ ὁμοφωνοῦσι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν
5δυϊκῶν, οἷον τύπτουσι τύπτετον τύπτετον, τύπτονται τύπτεσθον τύπτε‐ σθον, πεποιήκασι πεποιήκατον πεποιήκατον, πεποίηνται πεποίησθον πεποίησθον, ποιήσουσι ποιήσετον ποιήσετον, ποιήσονται ποιήσεσθον ποιήσεσθον· ἡνίκα δὲ τὸ τρίτον τῶν πληθυντικῶν μήτε εἰς σι μήτε εἰς ται λήγει, οὐχ ὁμοφωνοῦσι τὰ τρίτα τῶν δυϊκῶν τοῖς ἰδίοις δευτέροις ἀλλὰ
10διαλλάττουσι, καὶ τροπὴ τοῦ ο εἰς η γίνεται, ὡς ἐπὶ παρατατικοῦ, ὑπερσυντελίκου καὶ ἀορίστου, οἷον ἔτυπτον ἐτύπτετον ἐτυπτέτην, ἐτύπτοντο ἐτύπτεσθον ἐτυπτέσθην, ἐτετύφεισαν ἐτετύφειτον ἐτετυφεί‐ την, ἐπεποίηντο ἐπεποίησθον ἐπεποιήσθην, ἔτυψαν ἐτύψατον ἐτυψάτην, ἐποιήσαντο ἐποιήσασθον ἐποιησάσθην. Γέγονε δὲ ἐνταῦθα τὸ δεύτερον
15τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ε εἰς ον, οἷον τύπτετε τύπτετον· καθόλου γὰρ πᾶν δεύτερον πληθυντικὸν τροπῇ τοῦ ε εἰς ον τὸ δεύτερον τῶν δυϊκῶν ποιεῖ, οἷον τετύφατε τετύφατον, ἐτύψατε ἐτύψατον, τύπτεσθε τύπτεσθον, ἐτύψασθε ἐτύψασθον· τὸ δὲ τρί‐ τον τῶν δυϊκῶν ὁμοφωνεῖ ἐνταῦθα τῷ ἰδίῳ δευτέρῳ, οἷον τύπτετον τύπτε‐
20τον, ἐπειδὴ εἰς σι λήγει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, τύπτουσι γάρ. Τούτων οὕτως ἐχόντων ζητοῦμεν, κατὰ ποῖον τρόπον ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐνταῦθα· ἔχομεν γὰρ ἐν τοῖς προ‐ λαβοῦσιν, ὅτι κατὰ τέσσαρας τρόπους ἐπιλιμπάνουσιν αἱ φωναί· ἢ γὰρ
25διὰ σημασίαν, ἢ δι’ ἀσυνταξίαν, ἢ κατὰ τὸ φορτικόν, ἢ κατὰ τύχην· καὶ ὅτι δὲ οὐ διὰ σημασίαν ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, ὥσπερ ἐν τοῖς προστακτικοῖς, δῆλον ἐκ τοῦ καὶ τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ἔχειν πρῶτον πρόσωπον· εἰ γὰρ διὰ σημασίαν ἐπελίμπανε τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς
30πληθυντικοῖς ἔμελλεν ἐπιλιμπάνειν τὸ πρῶτον πρόσωπον· ἰδοὺ γὰρ ἐν τοῖς προστακτικοῖς διὰ σημασίαν ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον, ἐπειδὴ οὐδεὶς ἑαυτῷ προστάσσει, καὶ πανταχοῦ ἐπιλιμπάνει, τουτέστιν ἐν τοῖς ἑνικοῖς καὶ δυϊκοῖς καὶ πληθυντικοῖς. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τὴν ἀσυνταξίαν ἐπιλιμπάνει ἐνταῦθα τὸ πρῶτον πρόσωπον τῶν
35δυϊκῶν· ἀσυνταξίαν γὰρ λέγομεν τὸ μὴ ἔχειν χαρακτῆρα Ἑλληνικόν· ἔστι γὰρ κανὼν τοιοῦτος· πᾶν δυϊκὸν ῥῆμα θέλει χαρακτηρίζεσθαι ἢ διὰ τοῦ τ ἢ διὰ τοῦ θ, οἷον τύπτετον τυπτόμεθον· ἔστι δὲ καὶ ἄλλος
κανὼν λέγων, ὅτι πᾶν μέρος λόγου ἐπιδεχόμενον ἀριθμοὺς θέλει30

31

χαρακτηρίζεσθαι δι’ ἐκείνου τοῦ στοιχείου ἐν τοῖς δυϊκοῖς, δι’ οὗ καὶ τὸ πληθυντικὸν χαρακτηρίζεται, χωρὶς τῶν πρωτοτύπων ἀντωνυμιῶν· αὗται γὰρ θεματικαί εἰσι καὶ οὐκ ἔχουσιν ἀκολουθίαν πρὸς ἀλλήλας· ἔστι γὰρ ἡμεῖς τὸ πληθυντικὸν διὰ τοῦ μ, καὶ τὸ δυϊκὸν νῶϊ, καὶ οὐκ
5ἔχει τὸ μ. Ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· τὸ Αἴαντες ἔχει τὸ ν καὶ τὸ τ, ἀλλὰ καὶ τὸ Αἴαντε ἔχει τὸ ντ· τὸ Πάριδες ἔχει τὸ δ, ἀλλὰ καὶ τὸ Πάριδε ἔχει τὸ δ· πάλιν ἐν τῷ γυναῖκες καὶ ἐν τῷ γυναῖκε ἐφυλάχθη τὸ κ, καὶ ἐν τῷ μεγάλοι καὶ ἐν τῷ μεγάλω τὸ λ, ἀλλὰ καὶ τὸ ὕδατα καὶ τὸ ὕδατε τὸ αὐτὸ τ ἐφύλαξαν· διὰ τοῦτο οἱ Δωριεῖς
10ἀναλογώτεροί εἰσι τὰ πληθυντικὰ ἄρθρα λέγοντες μετὰ τοῦ τ, οἷον τοὶ ποιμένες καὶ ταὶ Μοῦσαι, ἵνα τὸ αὐτὸ φυλαχθῇ καὶ ἐν τοῖς πληθυντι‐ κοῖς καὶ ἐν τοῖς δυϊκοῖς· τὰ γὰρ δυϊκὰ τώ καὶ τά, οἷον τὼ Αἴαντε, τὰ Μούσα· ὁμοίως δὲ καὶ ἐν τοῖς ῥήμασι τυπτόμεθα ἐστὶ τὸ πληθυντικὸν διὰ τοῦ θ, καὶ τυπτόμεθον τὸ δυϊκὸν διὰ τοῦ θ. Ἔχομεν οὖν τοὺς
15δύο κανόνας· ἔχομεν γὰρ ὅτι τὸ δυϊκὸν ῥῆμα ἢ διὰ τοῦ τ χαρακτηρί‐ ζεται ἢ διὰ τοῦ θ, καὶ ὅτι τὸ ἐν τοῖς πληθυντικοῖς σύμφωνον φυλάτ‐ τεσθαι θέλει καὶ ἐν τοῖς δυϊκοῖς· ἐπεὶ οὖν τύπτομεν τὸ πληθυντικὸν καὶ ἔχει τὸ μ ἐν τῇ τελευταίᾳ συλλαβῇ, ἀναγκάζεται δὲ τοῦτο τὸ μ φυλαχθῆναι καὶ ἐν τοῖς δυϊκοῖς, ἔδει γενέσθαι τύπτομον τὸ πρῶτον
20πρόσωπον τῶν δυϊκῶν τροπῇ τῆς μεν εἰς μον, ὥσπερ καὶ ἀπὸ τοῦ τυπτόμεθα γίνεται τυπτόμεθον τροπῇ τῆς θα εἰς θον· ἀλλ’ ἐπειδὴ οὐκ ἔχει τὸ χαρακτηριστικὸν τῶν δυϊκῶν ῥημάτων, λέγω δὴ τὸ τ ἢ τὸ θ, οὐκ ἠδύνατο γενέσθαι τύπτομον· ἀλλ’ οὔτε δὲ τύπτοθον ἢ τύπτοτον, ἐπειδὴ οὐ φυλάττει τὸ ἐν τοῖς πληθυντικοῖς σύμφωνον, λέγω δὴ τὸ μ· ἀναγκα‐
25ζόμενον οὖν ἢ τὸ τ φυλάττειν ἢ τὸ θ χαρακτηριστικὸν τῶν δυϊκῶν ῥημάτων, οὐκ ἠδύνατο ἐξενεχθῆναι διὰ τοῦ μ, ἀναγκαζόμενον δὲ φυλάττειν τὸ χαρακτηριστικὸν τῶν πληθυντικῶν τὸ μ, οὐκ ἠδύνατο ἐξενεχθῆναι οὔτε διὰ τοῦ θ οὔτε διὰ τοῦ τ· τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὸ τ ἢ τὸ θ χαρακτηριστι‐
30κὸν τῶν δυϊκῶν ῥημάτων, τοῦ δὲ ἑτέρου ἀπαιτοῦντος τὸ μ τὸ ἐν τοῖς πληθυντικοῖς, ἐξ ἀνάγκης ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, ἡνίκα τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ μ ἔχει ἐν τῇ τελευ‐ ταίᾳ συλλαβῇ. Ταῦτα μὲν ὁ Ἀπολλώνιος. Τὰ δὲ ὑπὸ τοῦ Ἡρωδιανοῦ λεγόμενα ταῦτα, ὅτι τὸ πρῶτον
35πρόσωπον τῶν δυϊκῶν ἐνταῦθα ἀναγκάζεται ἔχειν τὸ τ ἢ τὸ θ, τὸ χαρακτηριστικὸν τοῦ δυϊκοῦ ῥήματος, καὶ τὸ μ τοῦ πληθυντικοῦ, καὶ
λοιπὸν ἀναγκάζεται γενέσθαι τύπτομθον ἢ τύπτομτον, ἀδύνατον δὲ τὸ31

32

μ πρὸ 〈τοῦ θ ἢ〉 τοῦ 〈τ〉· οὐ συνίσταται γὰρ οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν· κατὰ σύλληψιν μέν, ὅτι τὰ ὑποτασσόμενά τινι ἐν συλ‐ λήψει ἐὰν ἀντιπροηγήσωνται ἐν διαστάσει ἀντιπροηγοῦνται, οἷον ἐν τῷ πρῶτος τὸ ρ ὑποτέτακται τοῦ π κατὰ σύλληψιν, ἐὰν δὲ ἀντιπροηγή‐
5σηται τὸ ρ τοῦ π, κατὰ διάστασιν αὐτοῦ 〈ἀντι〉προηγεῖται, ὡς ἐπὶ τοῦ ἕρπω· καὶ πάλιν ἐν τῷ κλέος τὸ λ ὑποτέτακται τοῦ κ κατὰ σύλληψιν, ἀντιπροηγούμενον δὲ τὸ λ τοῦ κ, 〈ὡσ〉 ἐν τῷ ἕλκω, κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν ἐν τῷ θνῄσκω τὸ ν ὑποτέτακται τοῦ θ κατὰ σύλληψιν, ἀντιπροηγούμενον δὲ τὸ ν τοῦ θ, ὡς ἐν τῷ ἄνθος,
10κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο· πάλιν ἐν τῷ γράφω τὸ ρ ὑπο‐ τέτακται τοῦ γ κατὰ σύλληψιν, ἀντιπροηγησάμενον δὲ τὸ ρ τοῦ γ, ὡς ἐν τῷ ἔργον, κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο. ἐπειδὴ οὖν τὸ μ ὑποτέτακται τοῦ θ καὶ τοῦ τ κατὰ σύλληψιν, ὡς ἐν τῷ τμῆμα καὶ Ἀθμονίς (σημαίνει δὲ δῆμον Ἀττικόν), δηλονότι ἐὰν ἀντιπροηγή‐
15σηται 〈τοῦ θ ἢ〉 τοῦ τ τὸ μ, οὐ δύναται αὐτῶν ἀντιπροηγήσασθαι κατὰ σύλληψιν, ἀλλὰ κατὰ διάστασιν. Ἀλλ’ οὔτε δὲ πάλιν κατὰ διά‐ στασιν δύναται ἀντιπροηγήσασθαι τὸ μ τούτων, φημὶ δὴ τοῦ τ καὶ τοῦ θ, ἐπειδὴ πᾶσα συλλαβὴ καταλήγουσα εἰς τὸ μ θέλει ἔχειν τὴν ἑξῆς συλλαβὴν ἀρχομένην ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ
20ψ ἢ ἀπὸ τοῦ μ, οἷον σύμβουλος σύμπονος σύμφωνος σύμψηφος συμ‐ μέτοχος· ἐπειδὴ οὖν οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν ἠδύνατο τὸ μ προ〈ηγήσασθαι〉 τοῦ θ ἢ τοῦ τ, ἐξ ἀνάγκης ἐπιλιμπάνει τὸ πρῶ‐ τον πρόσωπον τῶν δυϊκῶν, ἡνίκα τὸ πρῶτον πρόσωπον τῶν πληθυντι‐ κῶν τὸ μ ἔχει ἐν τῇ τελευταίᾳ συλλαβῇ.
25 Τινὲς δὲ πρὸς ταύτην τὴν ἀπολογίαν ἀντιλέγοντες, ὡς δῆθεν κακῶς εἰπόντος τοῦ Ἡρωδιανοῦ, κέχρηνται τοιούτῳ λόγῳ, ὅτι εἰ θέλει ἔχειν ἐνταῦθα τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν τὸ μ τοῦ πληθυντικοῦ καὶ τὸ τ ἢ τὸ θ τοῦ δυϊκοῦ, μὴ εἴπωμεν τύπτομθον ἢ τύπτομτον, ἵνα μὴ γένηται ἀσυνταξία, ἀλλ’ ὑπερβιβάσωμεν τὰ σύμφωνα, ὥστε γενέσθαι
30τύπτοθμον ἢ τύπτοτμον, καὶ ἔχει λοιπὸν ἢ τὸ τ ἢ τὸ θ τοῦ δυϊκοῦ καὶ τὸ μ τοῦ πληθυντικοῦ, καὶ οὐκ ἔστιν ἀσυνταξία· εὑρίσκομεν γὰρ καὶ τὸ τ καὶ τὸ θ πρὸ τοῦ μ, ὡς ἐν τῷ τμῆμα καὶ Ἀθμονίς. Ἡμεῖς δὲ ἀντιλέγομεν πρὸς αὐτοὺς κακῶς λέγοντας, καὶ ἀπολογούμεθα ὑπὲρ τοῦ
Ἡρωδιανοῦ καλῶς εἰρηκότος, ὅτι, ὃν τρόπον ἔχομεν γνῶναι ἐν τῷ32

33

παρακειμένῳ, ὡς τὸ κείρω γενόμενον κέκαρκα ἐφύλαξε καὶ τὸ ἀμετά‐ βολον καὶ τὸ χαρακτηριστικὸν κ τοῦ παρακειμένου, καὶ δεύτερον ἐπέχει τὸ κ τὸ χαρακτηριστικὸν σύμφωνον, τὸ δὲ ρ πρῶτον, τοῦτον τὸν τρό‐ πον καὶ τὸ τύπτοθμον ἢ τύπτοτμον οὐκ ἠδύνατο συστῆναι, ἐπειδὴ τὸ
5χαρακτηριστικὸν σύμφωνον τῶν δυϊκῶν οὐκ ἔχει τὴν δευτέραν τάξιν ἐνταῦθα, τουτέστιν ἢ τὸ τ ἢ τὸ θ, ἀλλὰ τὸ μ τὸ ἔχον τὴν δευτέραν τάξιν, καὶ λοιπὸν ἐνομίζετο τοῦτο τὸ μ χαρακτηριστικὸν εἶναι τοῦ δυϊκοῦ ῥήματος, καὶ οὐκέτι τὸ τ ἢ τὸ θ· ὥστε οὖν οὐ δύνανται ὑπερ‐ βιβασθῆναι τὰ σύμφωνα ἐπὶ τούτων καὶ γενέσθαι τύπτοθμον ἢ τύπτοτ‐
10μον, ἀλλ’ εἰ ὅλως ἀναγκαζόμεθα φυλάττειν τὰ δύο, τουτέστι καὶ τὸ μ τοῦ πληθυντικοῦ καὶ τὸ τ ἢ τὸ θ τοῦ δυϊκοῦ, ἀναγκαζόμεθα φυλάξαι τὸ χαρακτηριστικὸν τοῦ δυϊκοῦ δευτέραν ἐπέχον τάξιν, τὸ τ ἢ τὸ θ, τὸ δὲ μ πρώτην. Τοσαῦτα περὶ τοῦ πρώτου προσώπου τῶν δυϊκῶν ἔχο‐ μεν εἰπεῖν.
15 〈Περὶ δὲ τοῦ ὁμοφωνεῖν τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῶν δυϊκῶν ἔχομεν εἰπεῖν〉, ὅτι πεφύκασι τὰ δυϊκὰ πολλάκις δέχεσθαι ὁμο‐ φωνίαν, ὡς καὶ ἐπὶ τῶν ὀνομάτων λέγομεν ὀρθῆς καὶ αἰτιατικῆς, γενικῆς καὶ δοτικῆς, καὶ ἐπὶ 〈τῶν〉 μετοχῶν καὶ ἀντωνυμιῶν, καὶ ἐπὶ τῶν ἄρθρων· εἰκότως οὖν καὶ ἐν τοῖς ῥήμασι τὸ αὐτὸ νενόηται, καὶ πολλάκις ὁμο‐
20φωνοῦσιν ἀλλήλοις τὰ δυϊκά· ἰστέον δὲ ὅτι κἂν πολλάκις ὁμοφωνῶσιν ἀλλήλοις τὰ δυϊκὰ ἐν τοῖς ῥήμασιν, ἀλλ’ οὖν οὐκ ἔχουσιν συνεζευγμένα τὰ πρόσωπα, ὥσπερ τὰ πτωτικὰ πτώσεις ἔχουσι συνεζευγμένας. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, διατί τὸ τρίτον πρόσωπον λέγομεν
25ἐν τοῖς δυϊκοῖς· ὁ γὰρ τρεῖς ἀριθμὸς ἀρχὴ πλήθους ἐστὶ καὶ οὐκ ἔστιν ἴδιον δυϊκοῦ ἀριθμοῦ. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι εἰ καὶ τρία πρόσωπα λέγομεν ἐν τοῖς δυϊκοῖς, ἀλλ’ οὖν ἕκαστον αὐτῶν δύο πρόσωπα σημαίνει, ἐπεὶ κατὰ τὸν λόγον ὑμῶν καὶ ἐν τοῖς ἑνικοῖς ἓν μόνον πρόσωπον ὤφειλεν εἶναι καὶ οὐ τρία, ἀλλ’ εἰ καὶ τρία εἰσὶ τἀκεῖ πρόσωπα, ἀλλ’
30οὖν ἕκαστον αὐτῶν ἓν πρόσωπον σημαίνει. Πάλιν ἄξιόν ἐστι ζητῆσαι, τίνος χάριν ἀπὸ τῶν πληθυντικῶν κανονίζονται τὰ δυϊκὰ ἐν τοῖς ῥήμα‐ σιν· δοκεῖ γὰρ τοῦτο ἀτάκτως ἔχειν, οὐδεὶς γὰρ τὰ πρῶτα ἐκ τῶν ὑστέ‐ ρων κανονίζει. Καὶ ἔστιν εἰπεῖν, ὅτι πολλάκις χάριν σαφηνείας καὶ ἐκ τῶν ὑστέρων κανονίζομεν τὰ πρῶτα, ὥσπερ καὶ ἐπὶ τῶν φυσικῶν πραγ‐
35μάτων πολλάκις ἐκ τῶν ὑστέρων γινώσκομεν τὰ πρῶτα· καὶ γὰρ βλέ‐ ποντες καπνὸν λέγομεν ὅτι ἐκεῖ πῦρ, καὶ στοχαζόμεθα ἐκ τοῦ καπνοῦ ὑστέρου ὄντος· καὶ πάλιν λέγομεν περὶ γυναικὸς ὅτι ἡ γυνὴ αὕτη τέτο‐
κεν· πόθεν δῆλον; ἐπειδὴ γάλα ἔχει· καὶ ἰδοὺ ἀπὸ τῶν ὑστέρων τὰ33

34

πρῶτα κανονίζομεν, μετὰ γὰρ τὸ τεκεῖν ἔχει γάλα· οὕτως οὖν καὶ ἐν τοῖς ῥήμασι χάριν σαφηνείας τὰ δυϊκὰ ἐκ τῶν πληθυντικῶν κανονίζο‐ μεν· τοσοῦτον γὰρ σαφέστερά εἰσι τῶν δυϊκῶν τὰ πληθυντικά, ὅτι καὶ οἱ ἰδιῶται γινώσκουσιν αὐτά, τὰ μέντοι δυϊκὰ οὐ γινώσκουσιν. Ἄλλως
5τε δέ, ὃ καὶ ἀληθέστερόν ἐστι καὶ ἀναγκαιότερον, διὰ τοῦτο κανονίζομεν τὰ δυϊκὰ ἐκ τῶν πληθυντικῶν, ὡς λέγει ὁ Φιλόπονος, ἐπειδὴ τὰ δυϊκὰ ὑστερογενῆ εἰσιν· ὕστερον γὰρ ἐπενοήθησαν τὰ δυϊκά· ὅθεν οὐδὲ πᾶσα διάλεκτος κέχρηται τῷ δυϊκῷ ἀριθμῷ· οἱ γὰρ Αἰολεῖς παντελῶς δυϊκὰ οὐκ ἔχουσιν, ὥσπερ οἱ Ῥωμαῖοι ἄποικοι ὄντες τῶν Αἰολέων· ἀλλ’ οὔτε
10δὲ 〈ἡ κοινὴ〉 διάλεκτος ἔχει δυϊκά, ἀλλ’ εἰς πάντα τῷ πληθυντικῷ ἀρι‐ θμῷ κέχρηται ἀντὶ τοῦ δυϊκοῦ ἀριθμοῦ, μὴ ἔχουσα δυϊκά· εἰκότως οὖν, ἐπειδὴ τελευταῖον ἐπενοήθησαν τὰ δυϊκά, ἐκ τῶν πληθυντικῶν κανονί‐ ζονται προτερευόντων αὐτῶν. Πληθυντικά. Τύπτομεν. Τὰ εἰς ω λήγοντα ῥήματα προσθέσει τῆς
15μεν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιοῦσι, καὶ ἢ φυλάττουσι τὸ ω, ἢ τρέπουσιν αὐτὸ εἰς ο ἢ εἰς τὴν ου δίφθογγον· καὶ καθόλου ἐπὶ πάντων τῶν ὑποτακτικῶν καὶ ἐπὶ τῆς δευτέρας συζυγίας τῶν περισπω‐ μένων ἐν τῷ ἐνεστῶτι φυλάττουσι τὸ ω, οἷον [ἐὰν λέγω] ἐὰν λέγωμεν, ἐὰν γράφωμεν, ἐὰν τύπτωμεν, ἐὰν ποιῶμεν, ἐὰν χρυσῶμεν, ἐὰν τύψω‐
20μεν, ἐὰν γράψωμεν, ἐὰν λέξωμεν, ἐὰν ποιήσωμεν· πρόσκειται «ἐν τῷ ἐνεστῶτι» διὰ τὸ βοήσομεν γελάσομεν περάσομεν· ταῦτα γὰρ δευτέρας συζυγίας τῶν περισπωμένων τρέπουσι τὸ ω εἰς ο κατὰ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, ἀλλ’ οὐκ εἰσὶν ἐνεστῶτος χρόνου ἀλλὰ μέλλοντος· ἐπὶ δὲ τῶν ἄλλων περισπωμένων εἰς τὴν ου δίφθογγον
25τρέπεται τὸ ω ἐπί τε τοῦ ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος, περι‐ σπωμένου δηλονότι ὁριστικοῦ, οἷον ποιῶ ποιοῦμεν, νοῶ νοοῦμεν, χρυσῶ χρυσοῦμεν, στεφανῶ στεφανοῦμεν· ἐπὶ μέντοι τῶν ἄλλων βαρυ‐ τόνων, τουτέστι μὴ ὄντων ὑποτακτικῶν, ἐάν τε ἐνεστώτων ἐάν τε μελ‐ λόντων ὦσι, τρέπεται τὸ ω εἰς ο, οἷον τύπτω τύπτομεν, λέγω λέγομεν,
30γράφω γράφομεν, τύψω τύψομεν, ποιήσω ποιήσομεν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ τεχνικὸς τῷ ἀπὸ τῆς μετοχῆς κανόνι ἐχρήσατο, λέγων ὅτι τῶν ἐνεστώτων καὶ μελλόντων ἡ γενικὴ τῆς μετο‐ χῆς ἀποβάλλουσα τὴν τος καὶ πρὸ τοῦ ν λαμβάνουσα τὸ μ
35καὶ ε τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷόν ἐστι τύπτων τύπτοντος, καὶ ἰδοὺ τοῦτο ἀποβάλλει τὴν τος καὶ λαμβάνει πρὸ τοῦ ν τὸ μ καὶ ε καὶ γίνεται τύπτομεν· καὶ πάλιν ἐστὶ τύψων τύψοντος, καὶ ἀποβάλλει ὁμοίως τὴν τος καὶ πρὸ τοῦ ν λαμβάνει τὸ
μ καὶ ε καὶ γίνεται τύψομεν· ὡσαύτως λέγων λέγοντος λέγομεν, λέξων34

35

λέξοντος λέξομεν· καὶ λοιπὸν οἵα ἐστὶν ἡ παραλήγουσα τῆς γενικῆς τῆς μετοχῆς, τοιαύτη ἐστὶ καὶ ἡ παραλήγουσα τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν. Ἡ δὲ παραλήγουσα τῆς γενικῆς τῆς μετοχῆς τοιαύτη· αἱ γενικαὶ τῶν μετοχῶν αἱ ἀπὸ τῶν εἰς ω βαρυτόνων τῷ ο παραλήγονται,
5οἷον ὁ γράφων τοῦ γράφοντος, ὁ τρέχων τοῦ τρέχοντος, ὁ λέγων τοῦ λέγοντος, ὁ γράψων τοῦ γράψοντος, ὁ λέξων τοῦ λέξοντος· αἱ δὲ ἀπὸ περισπωμένων τῆς πρώτης συζυγίας καὶ τῆς τρίτης τῇ ου διφθόγγῳ παραλήγονται, οἷον ὁ ποιῶν τοῦ ποιοῦντος, ὁ νοῶν τοῦ νοοῦντος, ὁ τελῶν τοῦ τελοῦντος, ὁ στεφανῶν τοῦ στεφανοῦντος· ἡ δὲ γενικὴ τῆς
10μετοχῆς τῆς δευτέρας συζυγίας τῶν περισπωμένων τῷ ω παραλήγεται, οἷον βοῶν βοῶντος, γελῶν γελῶντος, περῶν περῶντος. Καὶ εὐλόγως ἐπὶ μὲν τῆς πρώτης καὶ τρίτης συζυγίας τῶν περισπωμένων τῇ ου διφθόγγῳ παραλήγεται ἡ γενικὴ τῆς μετοχῆς, ἐπὶ δὲ τῆς δευτέρας τῷ ω· ἡ γὰρ συναίρεσίς ἐστιν ἡ αἰτία· καὶ γὰρ ποιέων ποιέοντος, καὶ κατὰ
15κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον γίνεται ποιοῦντος, ὥσπερ Δημοσθένεος Δημοσθένους, καὶ πάλιν χρυσόων χρυσόοντος, καὶ κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον γίνεται χρυσοῦντος, ὥσπερ νόος νοῦς· καὶ πάλιν ἐστὶ βοάων βοάοντος, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω γίνεται βοῶντος, ὥσπερ ἐτύψαο ἐτύψω, ἐλούσαο ἐλούσω. Ἐπὶ
20δὲ τῶν περισπωμένων τῶν ὄντων μέλλοντος χρόνου ἡ γενικὴ τῆς μετο‐ χῆς τῇ ου διφθόγγῳ παραλήγεται, οἷον κερῶν κεροῦντος, τιλῶν τιλοῦν‐ τος, μιανῶν μιανοῦντος, ὁμοίως τῇ πρώτῃ συζυγίᾳ τῶν περισπωμένων, ὥσπερ ποιῶν ποιοῦντος, νοῶν νοοῦντος. Ταῦτα μὲν ἐν τούτοις. Προστίθησι δὲ ὁ τεχνικός, ὅτι ὁ [δὲ] λόγος ἁρμόζει καὶ ἐπὶ τῶν
25εἰς μι, οἷον τιθείς τιθέντος, καὶ ἀποβάλλει τὴν τος συλλαβὴν καὶ πρὸ τοῦ ν λαμβάνει τὸ μ καὶ τὸ ε, καὶ ποιεῖ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τίθεμεν, καὶ κιχράς κιχράντος κίχραμεν, διδούς διδόντος δίδομεν, ζευγνύς ζευγνύντος ζεύγνυμεν. Τύπτετε. Τὰ εἰς μεν πληθυντικὰ τροπῇ τῆς μεν εἰς τε ποιοῦσι
30τὸ δεύτερον πρόσωπον, καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν ἢ τρέ‐ πουσιν αὐτήν· καὶ ὅσα μὲν ἔχουσι τὴν μετοχὴν εἰς ς, ταῦτα φυλάττουσι τὴν παραλήγουσαν, οἷον ἐτύψαμεν ἐτύψατε, ἐπειδὴ τύψας ἐστὶν ἡ μετοχή, ἐτύφθημεν ἐτύφθητε, ἐπειδὴ τυφθείς ἡ μετοχή, ἐδίδομεν ἐδίδοτε, ἐπειδὴ διδούς ἡ μετοχή· ἔστι δὲ ἐπὶ τῶν εἰς ω ῥημάτων, τῶν ἐχόν‐
35των δηλονότι εἰς μεν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, ἡ μετοχὴ εἰς ς ἐπὶ παρακειμένου καὶ ὑπερσυντελίκου ἐνεργητικῆς τε καὶ μέσης διαθέσεως, οἷον τετυφώς τετυπώς, καὶ ἐπὶ ἀορίστου πρώτου ἐνεργητι‐ κοῦ, οἷον τύψας, καὶ ἐπὶ τῶν δύο ἀορίστων τῶν παθητικῶν, τουτέστι
τοῦ πρώτου καὶ δευτέρου, 〈οἷον〉 τυφθείς τυπείς. Τρέπουσι δὲ τὴν35

36

παραλήγουσαν, ὅσα οὐκ εἰς ς ἔχουσι τὴν μετοχήν, ὡς ἐπὶ ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον τύπτομεν τύπτετε, ἐτύπτομεν ἐτύπτετε, τύπτων γὰρ ἡ μετοχή· καὶ ἐπὶ τῶν μελλόντων, οἷον τύψομεν τύψετε, τύψων γὰρ ἡ μετοχή, τυποῦμεν τυπεῖτε, τυπῶν γὰρ ἡ μετοχή, κεροῦμεν
5κερεῖτε, κερῶν γὰρ ἡ μετοχή, εὐφρανοῦμεν εὐφρανεῖτε, εὐφρανῶν γὰρ ἡ μετοχή· καὶ ἐπὶ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ, οἷον ἐλά‐ βομεν ἐλάβετε, λαβών γὰρ ἡ μετοχή, ἐδράμομεν ἐδράμετε, δραμών γὰρ ἡ μετοχή. Ταῦτα δὲ εἴρηται ἐπὶ τῶν εἰς ω· τὰ γὰρ εἰς μι λήγοντα ἐπὶ μελλόντων μόνον τρέπουσι τὴν παραλήγουσαν· τούτου γὰρ μόνου,
10φημὶ δὴ τοῦ μέλλοντος, ἡ μετοχὴ οὐκ εἰς ς, ὡς κατὰ μέρος ἔχομεν γνῶναι τὴν κλίσιν διεξιόντες, οἷον θήσομεν θήσετε, θήσων γὰρ ἡ μετοχή. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἐπὶ τοῦ χρυσοῦμεν χρυσοῦτε ἡ μετοχὴ οὐκ εἰς ς, χρυσῶν γὰρ ἡ μετοχή, διατί οὐκ ἐτράπη ἡ παρα‐
15λήγουσα ἀλλ’ ἐφυλάχθη. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ συναίρεσίς ἐστιν ἡ αἰτία τοῦ εὑρεθῆναι τὴν ου δίφθογγον καὶ ἐν τῷ πρώτῳ 〈προσώπῳ〉 καὶ ἐν τῷ δευτέρῳ· κατὰ τὴν παραλήγουσαν γὰρ χρυσόομεν χρυσόετε, τῆς παρα‐ ληγούσης τραπείσης διὰ τὸ μὴ ἔχειν τὴν μετοχὴν εἰς ς, χρυσόων γὰρ ἡ μετοχή, καὶ λοιπὸν κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον
20γίνεται χρυσοῦμεν, ὥσπερ νόος νοῦς, καὶ πάλιν κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον γίνεται χρυσοῦτε, ὥσπερ τὸ ἐμόν τοὐμόν· καὶ λοιπὸν ἡ κρᾶσις καὶ ἐν τῷ πρώτῳ προσώπῳ καὶ ἐν τῷ δευτέρῳ εἰς τὴν ου δίφθογγον γινομένη παρέσχεν ὑπόνοιαν, ὅτι ἐφυλάχθη ἡ παρα‐ λήγουσα τοῦ πρώτου προσώπου καὶ ἐν τῷ δευτέρῳ· τὰ γὰρ περισπώ‐
25μενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγουσαν, οἷον βοάομεν βοάετε, βοάων γὰρ ἡ μετοχή, καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω γίνεται βοῶμεν, ὥσπερ ἐλούσαο, ἐλούσω, καὶ 〈κατὰ κρᾶσιν〉 τοῦ α καὶ ε εἰς α μακρὸν γίνεται βοᾶτε, ὥσπερ τὰ ἐμά τἀμά· καὶ πάλιν ποιέο‐ μεν ποιέετε, ποιέων γὰρ ἡ μετοχή, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς
30τὴν ου δίφθογγον γίνεται ποιοῦμεν, ὥσπερ χάλκεος χαλκοῦς, 〈καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον γίνεται ποιεῖτε, ὥσπερ πόλεες πόλεισ〉. Διὰ τοῦτο δὲ ἐν τῷ ποιεῖτε τὰ δύο εε εἰς τὴν ει δίφθογγον ἐκράθησαν καὶ οὐκ εἰς τὸ η, ἐπειδὴ τὰ εἰς μεν καὶ εἰς τε τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομεν τύπτετε, ἐτύ‐
35ψαμεν ἐτύψατε, βοῶμεν βοᾶτε, ἐτύφθημεν ἐτύφθητε, χρυσοῦμεν χρυ‐ σοῦτε· εἰ οὖν τὸ ποιοῦμεν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν
παραλήγουσαν, δηλονότι ἀναγκάζεται καὶ τὸ ποιεῖτε διὰ δύο φωνηέν‐36

37

των ἐκφέρεσθαι κατὰ τὴν παραλήγουσαν, καὶ δηλονότι εἰς τὴν ει δίφθογ‐ γον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ η. Τύπτουσιν. Κανονίζει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἀπὸ τῆς δοτικῆς τῶν πληθυντικῶν τῶν ἰδίων μετοχῶν, λέγων ὅτι τῶν
5ἐνεστώτων καὶ μελλόντων τὰ τρίτα πρόσωπα τῶν πληθυν‐ τικῶν ὁμόφωνα γίνεται τῇ δοτικῇ πληθυντικῇ τῶν ἰδίων μετοχῶν, οἷον οἱ τύπτοντες τῶν τυπτόντων τοῖς τύπτουσι τύπτομεν τύπτετε τύπτουσιν, οἱ γράφοντες τῶν γραφόντων τοῖς γράφουσι γρά‐ φομεν γράφετε γράφουσιν, οἱ τύψοντες τῶν τυψόντων τοῖς τύψουσι
10τύψομεν τύψετε τύψουσιν, οἱ γράψοντες τῶν γραψόντων τοῖς γράψουσι γράψομεν γράψετε γράψουσιν. Ὁ δὲ λόγος ἁρμόζει καὶ ἐπὶ τῶν εἰς μι, οἱ τιθέντες γὰρ τῶν τιθέντων τοῖς τιθεῖσι τίθεμεν τίθετε τιθεῖσι, καὶ πάλιν οἱ κιχράντες τῶν κιχράντων τοῖς κιχρᾶσι κίχραμεν κίχρατε κιχρᾶσι, καὶ πάλιν οἱ διδόντες τῶν διδόντων τοῖς διδοῦσι δίδομεν δίδοτε
15διδοῦσι, 〈καὶ πάλιν οἱ ζευγνύντες τῶν ζευγνύντων τοῖς ζευγνῦσι〉 ζεύγνυ‐ μεν ζεύγνυτε ζευγνῦσι. Λέγει δὲ ὁ τεχνικός, ὅτι σεσημείωται τὸ φασίν, ὅτι τῆς μετοχῆς βαρυνομένης τὸ ῥῆμα ὠξυτονήθη, οἱ φάντες γὰρ τῶν φάντων τοῖς φᾶσιν ἡ μετοχὴ βαρυτόνως, τὸ δὲ ῥῆμα ὀξυτό‐ νως λέγομεν, οἷον φαμέν φατέ φασίν· καὶ τὸ εἰσί δὲ ὀφείλομεν προσ‐
20θεῖναι, ὅτι τῆς μετοχῆς βαρυνομένης, οἱ ἔντες γὰρ τῶν ἔντων τοῖς εἶσιν, τὸ ῥῆμα ὠξυτονήθη, ἐσμέν γὰρ ἐστέ εἰσίν. Ἔχουσι δὲ ἀπολογίαν τοιαύτην εἰπεῖν, ὅτι αἱ μετοχαὶ βαρύνονται, ἐπειδὴ πᾶσα δοτικὴ πλη‐ θυντικῶν εἰς σι λήγουσα δισύλλαβος ἐπ’ ὀνομάτων ὀξύνεσθαι θέλει, οἷον Τρωσί βουσί χησί μησί, πλὴν τοῦ πᾶσι καὶ τοῦ σπέσσι, 〈α 15〉 ἐν
25σπέσσι γλαφυροῖσι, ὅπερ ἀπὸ τοῦ σπέεσσι γέγονε κατὰ συγκοπήν· τὸ γὰρ τίσι καὶ τισί πρὸς διάφορον σημαινόμενον διάφορον καὶ τὸν τόνον ἔχει· πευστικὸν μὲν γὰρ ὑπάρχον βαρύνεται, οἷον τίσι δέδωκας; ἀνταποδοτικὸν δὲ ὂν ἤγουν ἀόριστον ὀξύνεται, οἷον τισὶν ἀπήντησα· ἐπὶ δὲ μετοχῶν βαρύνεσθαι θέλει, οἷον στᾶσι δοῦσι βᾶσι θεῖσι. Τούτῳ
30οὖν τῷ λόγῳ ὡς μετοχαὶ οὖσαι καὶ τὸ φᾶσι καὶ τὸ εἶσι βαρύνονται, τὸ δὲ ῥῆμα ὠξυτονήθη τὸ φασίν, ἔτι δὲ καὶ τὸ εἰσίν, ἐπειδὴ ταῦτα ἐγκλίνονται, οἷον ἄνθρωποί εἰσιν, ἄνθρωποί φασιν· τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ’ ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ συλλαβῇ θέλουσιν ἔχειν τὸν
τόνον, οἷον φημί εἰμί ἐστί· πρόσκειται «αὐτὰ καθ’ ἑαυτὰ ὄντα», ἐπειδὴ37

38

ἐν τῇ συντάξει ἀναπέμπουσι τὸν τόνον τὸν ἴδιον τῇ προηγουμένῃ λέξει [ἢ τῇ προηγουμένῃ συλλαβῇ], οἷον ἄνθρωπός εἰμι, αἰδεῖσθαί φημι, πρός τινων, βασίλειός ἐστιν, ἢ τῇ προηγουμένῃ συλλαβῇ, οἷον ἤκουσεν ἥμων, ἔδωκεν ἥμιν, ἐτίμησεν ἥμας· τούτου οὖν χάριν καὶ τὸ φασίν καὶ τὸ
5εἰσίν ὡς 〈ὄντα〉 ἐγκλιτικά, οἷον ἄνθρωποί εἰσιν, ἄνθρωποί φασιν, ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχουσι τὸν τόνον, ἐν δὲ τῇ τελευταίᾳ συλλαβῇ ἔχοντα τὸν τόνον εὐλόγως ὀξύνονται· περισπᾶσθαι γὰρ οὐκ ἠδύναντο, βραχυκαταληκτοῦσι γάρ, περισπωμένη δὲ ἐπάνω βραχείας οὐ τίθεται, οὔτε ἐπάνω θέσει μακρᾶς, ἀλλ’ ἐπάνω φύσει μακρᾶς, οἷον Ἑρμῆς παῖς
10Ἡρακλῆς. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τῶν δύο σεσημειω‐ μένων, φημὶ δὴ τοῦ φασίν καὶ τοῦ εἰσίν, τοῦ ἑνὸς μόνου ἐμνημόνευσεν ὁ τεχνικός, λέγω δὴ τοῦ φασίν, οὐκέτι δὲ καὶ τοῦ εἰσίν. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· διὰ τοῦτο τοῦ εἰσίν οὐκ ἐμνημόνευσεν ὁ τεχνικός, ἐπειδὴ οὐκ ἔστιν ἡ δοτικὴ τῶν πληθυντικῶν τῆς μετοχῆς
15τούτου ἐν χρήσει· οὐκ ἔστι γὰρ ἐν χρήσει οἱ ἔντες τῶν ἔντων τοῖς εἶσιν, καὶ λοιπὸν ὡς μὴ οὔσης τῆς δοτικῆς τῶν πληθυντικῶν ἐν χρήσει τῆς ὀφειλούσης ἐλέγξαι τὴν παραλογίαν, παρεσιώπησεν αὐτό. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ τύπτουσι καὶ τὰ ὅμοια γίνονται ἐφελκυστικὰ τοῦ
20ν, οἷον τύπτουσιν γράφουσιν· ὥσπερ γὰρ ἔχομεν μαθεῖν, ὅτι τὸ ε ἐν τοῖς ῥήμασι γίνεται ἐφελκυστικὸν τοῦ ν, ὡς ἐν τῷ ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν, ἔγραφε ἔγραφεν, οὕτω καὶ τὸ ι καθολικῶς λέγομεν ἐφελ‐ κυστικὸν τοῦ ν, ὅτε ἔχει προηγούμενον τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μέν, οἷον Αἴασι Αἴασιν, λέβησι λέβησιν, τύπτουσι τύπτουσιν,
25γράφουσι γράφουσιν, δυνάμει δέ, οἷον ἐστί ἐστίν, τὸ γὰρ ς ἐνταῦθα δυνάμει, ἀπὸ γὰρ τοῦ ἐσσίν γέγονε κατὰ τροπὴν τοῦ ς εἰς τ· καὶ πάλιν Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν· δυνάμει γὰρ ἐνταῦθα τὸ ς, τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς δοκεῖ συγκεῖσθαι, καὶ τὸ ψ ἐκ τοῦ π καὶ ς· πολλάκις δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ι ἐφελκυστικὸν τοῦ ν, οἷον
30ὄρεσφι ὄρεσφιν, τουτέστιν ἐκ τοῦ ὄρους. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ ι, ἡνίκα ἔχει τὸ ς προηγούμενον ἢ δυνάμει ἢ ἐνεργείᾳ, γίνεται ἐφελ‐ κυστικὸν τοῦ ν, ὡς προέφημεν. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὸ στοιχεῖον τὸ ἔσχατον τῆς δοτικῆς τῶν ἑνικῶν παρέσχατόν ἐστι τῆς δοτικῆς τῶν πληθυντικῶν, οἷον τῷ καλῷ τοῖς καλοῖς, τῇ Μούσῃ ταῖς
35Μούσαις, τῇ φοβερᾷ ταῖς φοβεραῖς· ἰδοὺ ἐν μὲν τῇ δοτικῇ τῶν ἑνικῶν38

39

τὸ ι ἔσχατόν ἐστιν, ἐν δὲ τῇ δοτικῇ τῶν πληθυντικῶν τὸ ι παρέσχατόν ἐστι, τουτέστι πλησίον τοῦ ἐσχάτου στοιχείου· ἐπειδὴ οὖν ἐν τῇ Αἴαντι καὶ Φοίνικι καὶ Πέλοπι δοτικῇ ἑνικῇ τὸ ι ἔσχατόν ἐστιν, ἐν δὲ τῇ δοτικῇ τῶν πληθυντικῶν προσλαμβάνον τὸ ς γίνεται Αἴασι Φοίνιξι Πέλοψι,
5τούτου χάριν προσλαμβάνει τὸ ν, ἵνα εὑρεθῇ τὸ ι παρέσχατον τῆς δοτι‐ κῆς τῶν πληθυντικῶν. Ἐπειδὴ δὲ ἐν τοῖς ὀνόμασι 〈τὸ ι〉 ἐφελκυστικὸν ἐγένετο τοῦ ν προηγουμένου τοῦ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ, τούτου χάριν καθολικῶς ἐπεκράτησε καὶ ἐπὶ τῶν μὴ ὄντων ὀνομάτων τὸ τοιοῦτον σχῆμα, φημὶ δὴ τὸ γίνεσθαι τὸ ι ἐφελκυστικὸν τοῦ ν προηγουμένου τοῦ
10ς ἢ δυνάμει ἢ ἐνεργείᾳ, οἷον ἐστί ἐστίν, Αἴασι Αἴασιν, Πέλοψι Πέλοψιν, Φοίνιξι Φοίνιξιν. Ταῦτα μὲν ἐν τούτοις. Παρατατικός. Ἔτυπτον. Ἰστέον ὅτι πᾶς παρατατικὸς ἐνεργητικὸς ὁριστικὸς κατὰ τὸ πρῶτον πρόσωπον εἰς ν λήγει, καὶ πρὸ τοῦ ν ἀπὸ τῶν εἰς ω
15ῥημάτων ὑπάρχων θέλει ἔχειν ἢ τὸ ο ἢ τὸ ω ἢ τὴν ου δίφθογγον· περὶ γὰρ τῶν εἰς μι ἐν τῷ ἰδίῳ τόπῳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Καὶ ἀπὸ μὲν βαρυτόνων ῥημάτων ὑπάρχων τὸ ο ἔχει πρὸ τοῦ ν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον, λέγω ἔλεγον· ἀπὸ δὲ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ὑπάρχων τὸ ω ἔχει, οἷον βοῶ ἐβόων,
20γελῶ ἐγέλων, κοπιῶ ἐκοπίων, γηρῶ ἐγήρων· ἀπὸ δὲ τῆς πρώτης συζυ‐ γίας καὶ τρίτης τῶν περισπωμένων ὑπάρχων τὴν ου δίφθογγον ἔχει, οἷον ποιῶ ποιεῖς ἐποίουν, νοῶ νοεῖς ἐνόουν, ὀρθῶ ὀρθοῖς ὤρθουν, ἱδρῶ ἱδροῖς ἵδρουν· τούτων δέ, φημὶ 〈δὴ〉 τῶν περισπωμένων, ἡ συναί‐ ρεσίς ἐστιν ἡ αἰτία· ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονεν ἐποίουν κατὰ κρᾶσιν
25τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον, ὥσπερ χάλκεος χαλκοῦς, καὶ πάλιν ἀπὸ τοῦ ἐβόαον γέγονεν ἐβόων κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω, ὥσπερ ἐλούσαο ἐλούσω, καὶ πάλιν ἀπὸ τοῦ ἐχρύσοον γέγονεν ἐχρύσουν κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον, ὥσπερ νόος νοῦς. Ταῦτα μὲν ἐν τούτοις.
30 Ὁ δὲ τεχνικὸς ἀπὸ τῆς γενικῆς τῆς μετοχῆς τοῦ ἐνεστῶτος κανο‐ νίζει τὸν παρατατικὸν λέγων οὕτως· ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεστῶτος ἀποβάλλουσα τὴν τελευταίαν συλλαβὴν καὶ τὴν ἄρχουσαν αὔξουσα χρονικῶς ἢ συλλαβικῶς τὸν παρατατι‐ κὸν ποιεῖ, οἷον τύπτοντος ἔτυπτον, γράφοντος ἔγραφον, λέγοντος
35ἔλεγον, ποιοῦντος ἐποίουν, γελῶντος ἐγέλων, χρυσοῦντος ἐχρύσουν, στεφανοῦντος ἐστεφάνουν. Καὶ ἐὰν μὲν ἀπὸ συμφώνου ἄρχηται ὁ ἐνε‐
στώς, συλλαβικῶς μεγεθύνεται ὁ παρατατικὸς προσλαμβάνων κατ’ ἀρχὰς39

40

τὸ ε, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον· τὸ δὲ βούλομαι ἠβουλό‐ μην, δύναμαι ἠδυνάμην Ἀττικά, κατὰ ἔκτασιν γὰρ Ἀττικὴν τοῦ ε εἰς τὸ η γεγόνασιν· τὸ δὲ ἤθελον οὐ γέγονε κατ’ ἔκτασιν, ἀλλὰ δύο ἐνε‐ στῶτές εἰσιν, ὁ θέλω καὶ ὁ ἐθέλω· 〈καὶ ἀπὸ μὲν τοῦ θέλω〉 γίνεται
5ἔθελον διὰ τοῦ ε, ὥσπερ τύπτω ἔτυπτον, ἀπὸ δὲ τοῦ ἐθέλω ἤθελον διὰ τοῦ η, ὥσπερ ἐλέγχω ἤλεγχον. Δεῖ προσθεῖναι «χωρὶς τῶν Ἰωνι‐ κῶν καὶ τῶν ποιητικῶν»· ἀπὸ γὰρ τοῦ τύπτω γίνεται τὸ τρίτον πρό‐ σωπον τοῦ παρατατικοῦ τύπτε, τύπτε δ’ ἐπιστροφάδην παρὰ τῷ ποιητῇ 〈Φ 20〉, καὶ τύπτεσκεν ἰωνικῶς ἀντὶ τοῦ ἔτυπτεν· οἱ γὰρ Ἴωνες
10καὶ οἱ ποιηταὶ πολλάκις συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν, εἴτε ἀπὸ συμφώνου εἴτε ἀπὸ φωνήεντος ἄρχεται ὁ ἐνεστώς, οἷον τύπτω ἔτυπτον καὶ 〈Φ 20〉 τύπτε δ’ ἐπιστροφά‐ δην ποιητικῶς, καὶ ἰωνικῶς τύπτεσκεν, ἀντὶ τοῦ ἔτυπτεν, καὶ πάλιν ἄγω ἦγον, 〈καὶ〉 ἄγεν δέ ἑ μοῖρα βαρεῖα ποιητικῶς καὶ ἄγεσκεν ἰωνικῶς
15ἀντὶ τοῦ ἦγε, καὶ πάλιν ἅπτομαι ἡπτόμην καὶ ἡψάμην καὶ 〈Ψ 666〉 ἅψατο δ’ ἡμιόνων ποιητικῶς ἢ ἰωνικῶς ἀντὶ τοῦ ἥψατο. Δεῖ προσ‐ θεῖναι «χωρὶς τοῦ εἴπεσκε»· τοῦτο γὰρ τὴν τῆς μετοχῆς ἄρχουσαν ἐφύ‐ λαξε τῆς εἰπών εἰπόντος, οὐ μὴν τοῦ ἐνεστῶτος, ἔπω γὰρ ὁ ἐνεστώς, ἐξ οὗ τὸ ἔννεπε ἐστίν. Ἔτι δεῖ προσθεῖναι ἐν τῷ λόγῳ τῷ λέγοντι,
20ὅτι ἐὰν ἀπὸ συμφώνου ἄρχηται ὁ ἐνεστώς, συλλαβικῶς μεγεθύνεται ἡ ἄρχουσα τοῦ παρατατικοῦ, τουτέστι προσόδῳ τοῦ ε αὔξεται, «καὶ χωρὶς τῶν ἀπὸ προθέσεων ἀρχομένων», οἷον καταγράφω κατέγραφον, κατα‐ λέγω κατέλεγον, περιπατῶ περιεπάτουν· οὐδὲ γὰρ ταῦτα προσέλαβον τὸ ε κατὰ τὴν ἄρχουσαν, οὐδὲ γὰρ λέγομεν ἐκατάγραφον ἢ ἐκατάλεγον
25ἢ ἐπεριπάτουν, ἀλλ’ ἔνδοθε τῆς προθέσεως ἔχουσι τὸ ε· ἔτι δεῖ προσθεῖ‐ ναι «καὶ χωρὶς τοῦ δυσαρεστῶ καὶ τοῦ δυσαπιστῶ»· ταῦτα γὰρ οὐ προσλαμβάνουσι τὸ ε κατὰ τὴν ἀρχήν, οὐδὲ γὰρ λέγομεν ἐδυσαρέστουν καὶ ἐδυσαπίστουν, ἀλλὰ δυσηρέστουν καὶ δυσηπίστουν, τουτέστιν ηὔξησαν χρονικῶς τὴν μετὰ τὴν δυς συλλαβήν, τουτέστι τὴν ἐπιοῦσαν ἀρκτικὴν
30συλλαβὴν τοῦ ἐνεστῶτος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν ἀπὸ τοῦ ρ ἄρχηται τὸ θέμα ἤγουν ὁ ἐνεστώς, καὶ ἕτερον ρ προσλαμβάνει ὁ παρατατικός, οἷον ῥάπτω ἔρραπτον, ῥαπίζω
ἐρράπιζον, ῥέω ἔρρεον· ἡ δὲ αἰτία ἐστὶν αὕτη· ἰστέον ὅτι τὸ ρ ἐνο‐40

41

μίσθη φωνῆεν εἶναι ἐκ τοιούτων κανόνων· τὸ ρ μόνον ἐκ πάντων τῶν συμφώνων δέχεται καὶ δασεῖαν, οἷον ῥαπίζω ῥάπτω, δέχεται 〈δὲ〉 καὶ ψιλήν, οἷον μέῤος φέῤω, ὥσπερ καὶ τὰ φωνήεντα· καὶ διὰ τοῦτο ἐπε‐ νοήθη φωνῆεν εἶναι· μόνα γὰρ τὰ φωνήεντα δέχονται δασεῖαν καὶ
5ψιλήν, ψιλὴν μέν, οἷον ἀκούω ἐλεῶ, δασεῖαν δέ, οἷον εὗρον ὕλη ὕβρις ὥσπερ γὰρ οὐ τίθεται τόνος ἐπάνω συμφώνου, ἀλλ’ ἐπάνω φωνήεντος, οἷον ἄνθρωπος δῆμος καλός, τὸν αὐτὸν τρόπον οὔτε ἐπάνω συμφώνου τίθεται πνεῦμα, ἀλλ’ ἐπάνω φωνήεντος· μόνον δὲ τὸ ρ, ὡς εἴρηται, πέφυκε καὶ δασύνεσθαι καὶ ψιλοῦσθαι, καὶ διὰ τοῦτο, ὥσπερ εἴρηται,
10ὑπενοήθη φωνῆεν εἶναι. Τὰ δὲ εἰς α λήγοντα θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ α, ἐὰν μὲν ἔχωσι πρὸ τοῦ α σύμφωνον, τρέπουσι τὸ α εἰς η ἐν τῇ γενικῇ, οἷον Μοῦσα Μούσης, δόξα δόξης, δίψα δίψης· ἐὰν δὲ φωνῆεν ἔχωσι πρὸ τοῦ α, φυλάττουσι τὸ α ἐν τῇ γενικῇ, οἷον μαῖα μαίας, Ἀντιόχεια Ἀντιοχείας, Ἀλεξάνδρεια Ἀλεξανδρείας· ὁμοίως δὲ
15καὶ τὰ ἔχοντα τὸ ρ φυλάττουσι τὸ α ἐν τῇ γενικῇ, οἷον σφαῖρα σφαί‐ ρας, θύρα θύρας, σώτειρα σωτείρας, γενέτειρα γενετείρας, Δηϊάνειρα Δηϊανείρας· δῆλον οὖν ὅτι οὐκ ἔστι σύμφωνον τὸ ρ ἀλλὰ φωνῆεν· εἰ γὰρ ἦν σύμφωνον, οὐκ ὤφειλε τὸ α φυλαχθῆναι ἐν τῇ γενικῇ, ἀλλὰ τραπῆναι εἰς τὸ η. Καὶ ἐξ ἄλλου δὲ λόγου δείκνυται τὸ ρ φωνῆεν
20ὑπάρχον· τὰ εἰς ος λήγοντα ἀρσενικὰ ποιοῦντα κατ’ ἰδίαν θηλυκά, τουτέστι μὴ ὄντα κοινὰ τῷ γένει (διὰ τὸ ὁ φιλόσοφος καὶ ἡ φιλόσο‐ φος), εἰ μὲν ἔχουσι πρὸ τοῦ ο φωνῆεν, εἰς α ποιοῦσι τὸ θηλυκόν, οἷον Βυζάντιος Βυζαντία, Ῥόδιος Ῥοδία, ἀλλότριος ἀλλοτρία, μέτριος μετρία· εἰ δὲ σύμφωνον ἔχουσι πρὸ τοῦ ο, εἰς η ποιοῦσι τὸ θηλυκόν,
25οἷον σοφός σοφή, καλός καλή, ἀγαθός ἀγαθή· εἰ δὲ ἔχουσι πρὸ τοῦ ο τὸ ρ, εἰς α ποιοῦσι τὸ θηλυκόν, οἷον φοβερός φοβερά, χλιαρός χλιαρά, καθαρός καθαρά· δῆλον οὖν ὅτι οὐκ ἔστι σύμφωνον τὸ ρ ἀλλὰ φωνῆεν· εἰ γὰρ ἦν σύμφωνον, εἰς η ὤφειλε ποιῆσαι τὸ θηλυκὸν καὶ οὐκ εἰς α.
Ἰστέον δὲ ὅτι τὰ ἔχοντα τὸ ρ θηλυκὰ τῷ α χαίρουσιν, εἴτε μονογενῆ41

42

εἰσιν εἴτε μὴ μονογενῆ, οἷον φαρέτρα φαλάκρα ποδάγρα χαράδρα σαπρά μικρά καθαρά μακρά πονηρά· καὶ σημειοῦταί τινα ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου μὴ ἐξενεχθέντα διὰ τοῦ α ἀλλὰ διὰ τοῦ η, εἰσὶ δὲ ταῦτα· Ἄσκρη (πόλις Βοιωτίας) κόρη ἀθάρη (ἔστι δὲ σιτῶδές τι ἑψητόν, ὅπερ
5ἐν τῇ συνηθείᾳ ἄρσανα καλοῦσι) δέρη (ὁ τράχηλος) Ἐφύρη (ὄνομα πόλεως, ὡς παρὰ τῷ ποιητῇ 〈Ζ 152〉 ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο, ἔστι δὲ ἡ νῦν λεγομένη Κόρινθος) Κύρη (ἔστι δὲ ὄνομα πηγῆς, ἀφ’ ἧς καὶ ἡ Κυρήνη πόλις) Τερψιχόρη (Ἀττικοὶ δὲ διὰ τοῦ α φασὶ Τερψιχόρα) ἐπικόρρη (σημαίνει δὲ τὸ ἐπὶ τῆς κεφαλῆς·
10κόρση γὰρ ἡ κεφαλή, καὶ ἀπὸ τοῦ κόρση τὸ κόρρη τροπῇ τοῦ ς εἰς ρ, ὡς ἄρσην καὶ ἄρρην) Ὀλύκρη (πόλις) Κάτρη (καὶ αὕτη πόλις Κρητική, ἀπὸ Κατρέως τινός) Ἄγρη (πόλις Λυδίας) Ἀντισάρη (πόλις, ἥν τινες Τισάρην φασί) καρή (σημαίνει δὲ τὴν κεφαλὴν καὶ ὀξύνεται· τὸ γὰρ κάρη τὸ βαρυτονούμενον οὐδέτερόν ἐστιν, ἀπὸ γὰρ τοῦ κάρηνον γενό‐
15μενον κατὰ ἀποκοπήν ἐστιν) καὶ παρὰ τῷ ποιητῇ τὸ Ἵρη (ἔστιν ὄνομα πόλεως, οἷον 〈Ι 150〉 Καρδαμύλην Ἐνόπην τε καὶ Ἵρην ποιήεσ‐ σαν)· ταῦτα δὲ Ἰωνικά φασιν εἶναι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ὀγδόη δοκεῖ ἀντικεῖσθαι τῷ κανόνι τῶν ἐχόντων πρὸ τοῦ ο φωνῆεν, ὅτι πρὸ τοῦ ο ἔχον φωνῆεν εἰς η ἐποίησε τὸ
20θηλυκὸν καὶ οὐκ εἰς α· καὶ ἔστιν εἰπεῖν τὴν διαίρεσιν, ἥν φησι περὶ τῶν φωνηέντων Ἀπολλώνιος ὁ τεχνικὸς ἔχουσαν οὕτως· εἰσὶ φω‐ νήεντά τινα χαίροντα τῷ α, τινὰ δὲ τῷ η, τινὰ δὲ καὶ τῷ η καὶ τῷ α· καὶ τὸ μὲν α χαίρει τῷ η, οἷον Δανάη, καὶ τῷ α, οἷον πρᾴα· τὸ δὲ ε τῷ α χαίρει, οἷον νέα· τὸ δὲ ι τῷ α χαίρει, οἷον ἀνία· τὸ δὲ ο
25καὶ τῷ η χαίρει καὶ τῷ α, οἷον ἀθρόα στοά πνοή ἀκοή ὀγδόη· τὸ δὲ υ τῷ η χαίρει, οἷον Λιβύη ἐγγύη· ὡσαύτως δὲ καὶ τὸ ω τῷ η χαίρει, οἷον ζωή ἰωή (σημαίνει δὲ τὴν ἐκπεμπομένην φωνήν). Δυνατὸν δέ ἐστι λέγειν, ὅτι καὶ τῷ λόγῳ τῶν τακτικῶν τὸ ὀγδόη διὰ τοῦ η ἐξη‐ νέχθη, ὥσπερ τὸ ἕκτη καὶ ἑβδόμη καὶ ἐνάτη καὶ δεκάτη, εἰ καὶ ταῦτα
30σύμφωνον ἔχουσι προηγούμενον. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καὶ ἀπὸ τῆς Αἰολίδος διαλέκτου δείκνυται τὸ ρ
φωνῆεν· εἰώθασι γὰρ οἱ Αἰολεῖς προστιθέναι τὸ υ φωνήεντος ἐπιφερο‐42

43

μένου, ὡς ἐπὶ τοῦ ἕαδεν εὔαδεν, καὶ πάλιν τὸ ἠώς ἀώς λέγουσιν οἱ Δωριεῖς, οἱ δὲ Αἰολεῖς τοῦτο λέγουσιν αὔως προστιθέντες τὸ υ, καὶ πάλιν 〈τὸ〉 ἀάτην αὐάτην λέγουσιν οἱ Αἰολεῖς, συμφώνου δὲ ἐπιφερο‐ μένου οὐδέποτε προστιθέασι τὸ υ οἱ Αἰολεῖς· τὸ γὰρ νόσος νοῦσος καὶ
5μόνος μοῦνος καὶ Ὄλυμπος Οὔλυμπος ποιητικά εἰσι καὶ οὐκ Αἰολικά· τοῦ δὲ ρ ἐπιφερομένου πολλάκις προστιθέασι τὸ υ οἱ Αἰολεῖς, οἷον αὔρηκτος, ἄρρηκτος γάρ· δῆλον οὖν ὅτι 〈τὸ ρ〉 φωνῆέν ἐστι καὶ οὐ σύμφωνον. Οὗτοι μέν εἰσιν οἱ λόγοι οἱ δεικνύοντες φωνῆεν εἶναι τὸ ρ. Ἔλθωμεν οὖν καὶ δείξωμεν, ὅτι σύμφωνόν ἐστι 〈τὸ ρ〉 καὶ 〈οὐ〉
10φωνῆεν. Ἰστέον ὅτι πᾶν φωνῆεν καθ’ ἑαυτὸ φωνὴν ἀποτελεῖ, οἷον α ε η ι ο υ ω, ὅθεν καὶ φωνήεντα λέγονται παρὰ τὸ φωνὴν ἀφ’ ἑαυτῶν ἀποτελεῖν· τὸ δὲ ρ οὐ δύναται καθ’ ἑαυτὸ φωνὴν ἀποτελεῖν, μετὰ γὰρ τοῦ ω ἐκφωνεῖται· δῆλον οὖν ὅτι οὐκ ἔστι φωνῆεν, ἀλλὰ σύμφωνον· ἄλλως τε δὲ οὐδέποτε ἐν μιᾷ συλλαβῇ τρία φωνήεντα εὑρί‐
15σκονται, ἀλλ’ ἢ ἓν ἢ δύο φωνήεντα, ὡς ἐπὶ τῶν διφθόγγων, οἷον εὖχος οἶκος αὐλός· ἐὰν οὖν εἴπωμεν τὸ ρ φωνῆεν εἶναι, εὑρεθήσονται ἐν τῷ ῥεῦμα καὶ ῥοῦς τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ, ὅπερ ἐστὶν ἀδύ‐ νατον. Ἔτι δὲ οὐδὲν ὄνομα ἀρσενικὸν εἰς φωνῆεν λήγει, οἷον Αἴας Πλάτων Φοῖνιξ· τὸ γὰρ 〈Β 336〉 ἱππότα Νέστωρ καὶ 〈Α 175〉 μη‐
20τίετα Ζεύς καὶ τὰ τοιαῦτα ποιητικά εἰσιν κατὰ μεταπλασμὸν γενόμενα, καὶ τὸ τοιουτοσί δὲ καὶ τὸ τοιόσδε ἐπεκτεταμένα εἰσίν· πῶς οὖν τὸ ρ φωνῆεν δύναται εἶναι, ὅπου τὸ Νέστωρ ῥήτωρ καὶ τὰ τοιαῦτα εἰς ρ λήγουσιν; εὑρεθήσεται γὰρ ἀρσενικὸν ὄνομα εἰς φωνῆεν λῆγον, ὅπερ ἐστὶν ἀδύνατον. Ταῦτα μὲν ἐν τούτοις.
25 Ἐπειδὴ δὲ ἀνωτέρω ἐλέγομεν ὅτι τὸ ρ πέφυκεν ἐπιδέχεσθαι καὶ δασεῖαν καὶ ψιλήν, δεῖ γινώσκειν, ὅτι τὸ ρ ἀρχόμενον λέξεως δασύνεσθαι θέλει, οἷον ῥώμη ῥήτωρ, χωρὶς τοῦ ᾿Ρᾶρος (ἔστι δὲ ὄνομα κύριον) καὶ χωρὶς τῶν ἐξ αὐτοῦ, οἷον ᾿Ραριάς (σημαίνει δὲ τὴν Δήμητρα) καὶ ᾿Ράριον πεδίον· ἐπὶ τούτων γάρ φασι τὸ μὲν πρῶτον ρ ψιλοῦσθαι, τὸ
30δὲ δεύτερον δασύνεσθαι· ὁ μέντοι Ἡρωδιανὸς ἐν τῷ εἰκοστῷ βιβλίῳ τῆς Καθόλου τὰ δύο ρρ λέγει ψιλοῦσθαι ἐπὶ τούτων καὶ κατὰ τὴν πρώτην συλλαβὴν καὶ κατὰ τὴν δευτέραν. Τούτων οὕτως ἐχόντων τὸ ῥάπτω καὶ τὸ ῥαπίζω ἄρχονται ἀπὸ δασείας, ἤγουν ἀπὸ δασυνομένου
τοῦ ρ· θέλουσι δὲ τὰ σύμφωνα καὶ πνεύματα τῆς ἀρχούσης φυλάττεσθαι43

44

καὶ ἐν τοῖς παρῳχημένοις. 〈οἷον〉 φιλῶ ἐφίλουν (ἰδοὺ ἐφύλαξε τὸ δασύ, φημὶ δὴ τὸ φ) φθονῶ ἐφθόνουν, τύπτω ἔτυπτον (ἐφύλαξε τὸ ψιλὸν τ)· ἀπὸ οὖν τοῦ ῥάπτω καὶ ῥαπίζω ἐὰν γένηται ὁ παρατατικὸς προσ‐ όδῳ τοῦ ε ἔραπτον καὶ ἐράπιζον δι’ ἑνὸς ρ, ἀναγκάζεται ψιλοῦσθαι
5τὸ ρ ἐν τῷ παρατατικῷ τοῦ ἐνεστῶτος δασυνομένου, καὶ οὐκέτι λοιπὸν φυλάττεται τὸ πνεῦμα τοῦ ἐνεστῶτος καὶ ἐν τῷ παρατατικῷ· μέλλει γὰρ τοῦ ἐνεστῶτος δασυνομένου ψιλοῦσθαι ὁ παρατατικός, ὅπερ ἐστὶν ἀδύνατον. Ἤμελλε δὲ ψιλοῦσθαι τὸ ρ ἐν τῷ παρατατικῷ, εἰ ἐξεφέρετο δι’ ἑνὸς ρ, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ ρ μεταξὺ δύο φωνηέν‐
10των ἐν ἁπλῇ λέξει ψιλοῦσθαι θέλει, οἷον μέρος φέρω χαίρω δέρω ἔρις Πάρις· πρόσκειται «ἐν ἁπλῇ λέξει» διὰ τὸ φιλορωμαῖος καὶ μισο‐ ρήτωρ· ἐνταῦθα γὰρ ἐπειδὴ οὐκ ἔστιν ἁπλῆ λέξις, μένει τὸ ρ δασυνό‐ μενον καὶ φυλάττον τοῦ Ῥωμαῖος καὶ ῥήτωρ τὴν δασεῖαν· πρόσκειται δέ «μεταξὺ δύο φωνηέντων» διὰ τὸ ἀφρός καὶ ὠχρός· ἐνταῦθα γὰρ τὸ ρ
15δασύνεται, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ ρ μετὰ τῶν δασέων δασύ ἐστιν, οἷον θρόνος χρόνος ἄφρων, μετὰ δὲ τῶν ψιλῶν ψιλόν, οἷον κάπρος ἄκρος τρόπος. Τούτου οὖν χάριν προσλαμβάνει ὁ παρα‐ τατικὸς ἕτερον ρ, οἷον ἔρραπτον ἐρράπιζον, ἵνα φυλάξῃ τὸ πνεῦμα τοῦ ἐνεστῶτος· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐὰν εὑρεθῶσι δύο ρρ,
20τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται, οἷον πόρρω ἄρρωστος ἐπίρρημα ἀρραγές ὑποδηματορράφος, δηλονότι χωρὶς τῶν Αἰολικῶν· οἱ γὰρ Αἰολεῖς ψιλωτικοὶ ὄντες τὰ δύο ρρ ψιλοῦσιν, οἷον κέρρω φθέρρω· τοῦ οὖν δευτέρου ρ δασυνομένου ἐπὶ τοῦ ἔρραπτον καὶ ἐρράπιζον, φυλάττεται τὸ πνεῦμα τοῦ ἐνεστῶτος καὶ ἐν τῷ παρα‐
25τατικῷ, φημὶ δὴ ἡ δασεῖα τοῦ ῥάπτω καὶ ῥαπίζω. Ἰστέον δὲ ὅτι πολ‐ λάκις οἱ ποιηταὶ διὰ τὸ μέτρον δι’ ἑνὸς ρ ἐκφέρουσι τοὺς παρῳχημέ‐ νους ἐπὶ τῶν ἀπὸ τοῦ ρ ἀρχομένων ῥημάτων, οἷον ὡς παρὰ τῷ ποιητῇ ἐν τῷ βʹ στοιχείῳ τῆς Ἰλιάδος 〈Β 400〉 ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν, καὶ πάλιν 〈Ι 647〉 μνήσομαι ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοι‐
30σιν ἔρεξεν. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡνίκα εὑρεθῶσι δύο ρρ, τὸ πρῶτον ψιλοῦται καὶ οὐ δασύνεται, οἷον ἄρρωστος ἐπίρρημα. Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο, ἡνίκα εὑρεθῶσι δύο ρρ, τὸ πρῶτον ψιλοῦται καὶ οὐ δασύνεται, ἐπειδὴ οὐδέποτε οὔτε συλλαβὴ οὔτε λέξις εἰς δασὺ κατα‐
35λήγει, ὅθεν 〈τοῦ〉 Ἀτθίς καὶ Σαπφώ καὶ Βάκχος τὰ πρῶτα διὰ ψιλῶν44

45

γράφομεν καὶ οὐ διὰ δασέων· εἰ οὖν, ἡνίκα ὦσι δύο ρρ, τὸ μὲν πρῶτον ρ ἐδασύνετο, ἔμελλεν ἡ συλλαβὴ εἰς δασυνόμενον τὸ ρ καταλήγειν, ὅπερ ἐστὶν ἀδύνατον· τούτου οὖν χάριν, ἡνίκα εὑρεθῶσι δύο ρρ, τὸ πρῶτον ψιλοῦται καὶ οὐ δασύνεται.
5 Εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ ἐνεστώς, χρονικῶς αὔξεται ὁ παρατατικός, οἷον ἄγω ἦγον, ἐλέγχω ἤλεγχον, ἐλαύνω ἤλαυνον, ἑρμηνεύω ἡρμήνευον, ἐρωτῶ ἠρώτων, ἀριστῶ ἠρίστων, ὀρθῶ ὤρθουν, ὀμνύω ὤμνυον. Δεῖ προσθεῖναι «χωρὶς τῶν Ἰωνικῶν καὶ τῶν ποιητικῶν»· οἱ γὰρ Ἴωνες καὶ οἱ ποιηταὶ συναρχομένους πολλάκις
10ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν, οἷον ἄγω ἄγον, ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἀντὶ τοῦ ἦγε, καὶ πάλιν ἅπτομαι ἁψάμην, 〈Ψ 666〉 ἅψατο δ’ ἡμιόνων, ἀντὶ τοῦ ἥψατο, χωρὶς τοῦ εἴπεσκε· τοῦτο γάρ, ὡς εἴρηται, τὴν τῆς εἰπών μετοχῆς ἄρχουσαν ἐφύλαξεν, οὐ μὴν τὴν τοῦ ἐνεστῶτος, ἔπω γὰρ ὁ ἐνεστώς, ἐξ οὗ τὸ ἔννεπε. Ἔτι
15δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων» διὰ τὸ ἀναγινώσκω ἀνεγίνωσκον καὶ ἀνέρχομαι ἀνηρχόμην· οὐδὲ γὰρ ηὐξήθη ἐπὶ τούτων χρονικῶς ἡ ἄρχουσα τοῦ παρατατικοῦ, ἡ γὰρ ἄρχουσα τοῦ ἐνεστῶτος ἐφυλάχθη καὶ ἐν τῷ παρατατικῷ· ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ εὐαρεστῶ εὐηρέστουν καὶ εὐορκῶ εὐώρκουν»· οὔτε γὰρ ἐπὶ
20τούτων ηὐξήθη χρονικῶς ἡ ἄρχουσα τοῦ παρατατικοῦ· ἡ γὰρ ἄρχουσα τοῦ ἐνεστῶτος ἐφυλάχθη καὶ ἐν τῷ παρατατικῷ, ἀλλ’ ἔσωθεν ἐγένετο καὶ ἐπὶ τούτων ἡ κλίσις, ὡς ἐπὶ τῶν πρὸ αὐτῶν τοῦ ἀνεγίνωσκον καὶ ἀνηρχόμην. Ταῦτα μὲν ἐν τούτοις. Ἑπτὰ δὲ ὄντων τῶν φωνηέντων, α ε η ι ο υ ω, τέσσαρα
25μέν εἰσιν ἀμετάβολα ἐν τοῖς παρῳχημένοις, η ω ι υ, οἷον ἡβῶ ἥβων, ὠθῶ ὤθουν, ἰξεύω ἴξευον, ὑδρεύω ὕδρευον· ταῦτα γὰρ οὐ τρέπονται ἐν τοῖς παρῳχημένοις· ἰστέον δὲ ὅτι ἐν τῷ ἴξευον ὕδρευον τὰ δίχρονα φύσει μακρὰ γίνονται, τὸ γὰρ ι καὶ υ εἰ καὶ οὐ μεταβάλλονται ἐν τοῖς παρῳχημένοις εἰς ἄλλα φωνήεντα, ἀλλ’
30οὖν φύσει μακρὰ γίνονται. Δεῖ δὲ γινώσκειν ὅτι τινές, ὧν εἷς ἐστι καὶ ὁ Τρύφων, ἠθέλησαν φυσικῷ λόγῳ ἐξετάσαι καὶ εἰπεῖν, ὅτι τὸ η καὶ τὸ ω ἐν τοῖς παρῳχημένοις μείζονά εἰσι τοῦ η καὶ τοῦ ω τῶν ἐν τῷ ἐνεστῶτι, ἐπειδὴ ἀεὶ ὁ παρῳχημένος χρόνος πλέον τί ποτε ἐπι‐
δέχεται τοῦ ἐνεστῶτος, ἢ χρόνον ἢ συλλαβήν· συλλαβὴν μέν, οἷον45

46

τύπτω ἔτυπτον, γράφω ἔγραφον, λέγω ἔλεγον, χρόνον δέ, οἷον ἄγω ἦγον, ἐλέγχω ἤλεγχον, ὀμνύω ὤμνυον· οὐκοῦν καὶ τὸ η τὸ ἐν τῷ παρατατικῷ μεῖζόν ἐστι τοῦ η τοῦ ἐν τῷ ἐνεστῶτι, ὡσαύτως δὲ καὶ τὸ ω τὸ ἐν τῷ παρατατικῷ μεῖζόν ἐστι τοῦ ω τοῦ ἐν τῷ ἐνεστῶτι. Ἀλλὰ
5πρὸς τοῦτο λέγει Ἀπολλώνιος ὁ τεχνικός, ὅτι ὥσπερ τὰ σώματα τὸ ἴδιον μέγεθος ἀπολαβόντα ἀνεπαύξητα καθεστήκασι, τὸν αὐτὸν τρόπον καὶ τὰ τέλεια μεγέθη τῶν μακρῶν οὐ δύνανται πλέον μεγεθύνεσθαι, ὡς ἀπολαβόντα τὸ ἴδιον μέγεθος. Εἰ δέ τις εἴποι, καὶ διατί τὸ α φύσει μακρὸν ὑπάρχον τρέπεται κατὰ τοὺς παρῳχημένους, οἷον ἀριστῶ ἠρί‐
10στων, λέγομεν, ὅτι τὸ α οὐκ ἔχει ἴδιον [μέγεθος] τὸ ἐκτείνεσθαι μόνον, ἀλλὰ καὶ τὸ συστέλλεσθαι· δίχρονον γὰρ ὂν οὐκέτι μόνον ἐκτείνεσθαι πέφυκεν, ἀλλὰ καὶ συστέλλεσθαι. Τρία δέ εἰσιν ἐν τοῖς παρῳχη‐ μένοις μεταβολικὰ φωνήεντα, α ε ο· ταῦτα γὰρ τρέπονται ἐν τοῖς παρῳχημένοις, οἷον τὸ μὲν α εἰς η τρέπεται, οἷον ἄγω
15ἦγον, ἅπτω ἧπτον, ἀριστῶ ἠρίστων, ἀρμενίζω ἠρμένιζον, ἀκούω ἤκουον, ἀρτύω ἤρτυον, χωρὶς τῶν Ἰωνικῶν καὶ ποιητικῶν, διὰ τὸ ἄγεν καὶ ἅψατο, καθὼς προγέγραπται, καὶ χωρὶς τῶν ἀπὸ προθέσεως, καθὼς καὶ περὶ αὐτῶν προγέγραπται. Δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ ἀηθέσσω ἀήθεσσον», 〈Κ 493〉 ἀήθεσσον γὰρ ἔτ’ αὐτῶν (ἀηθέσσω δέ ἐστι τὸ
20ἀήθης ὑπάρχω) «καὶ χωρὶς τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου ἀηδίζομαι ἀηδιζόμην, καὶ χωρὶς τοῦ ἀΐω ἄϊε καὶ τοῦ ἄω (τοῦ σημαίνοντος τὸ πνέω) ἄε»· ταῦτα γὰρ ἐφύλαξαν τὸ α καὶ οὐκ ἔτρεψαν αὐτὸ εἰς τὸ η, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον τὸ η· εἰ γὰρ ἔτρεψαν αὐτὸ εἰς τὸ η, ἤμελλον εἶναι κακόφωνα παραλαμβανόμενα ἐν παραλληλότητι τοῦ η,
25οἷον ἠηδιζόμην καὶ ἠήθεσσον· τὸ δὲ ἄω (τὸ σημαῖνον τὸ πνέω) καὶ 〈τὸ〉 ἀΐω (τὸ σημαῖνον τὸ ἀκολουθῶ) οὐκ ἔτρεψαν τὸ α εἰς τὸ η, ἵνα 〈μὴ〉 συνεμπέσωσιν ἑτέρῳ σημαινομένῳ· τὸ γὰρ ἀΐω εἰ ἔτρεψε τὸ α εἰς η, εἶχε συνεμπεσεῖν τῷ ἤϊε τῷ σημαίνοντι τὸ ἐπορεύετο, τὸ δὲ ἄω εἰ ἔτρεψε τὸ α εἰς η, εἶχε συνεμπεσεῖν τῷ ἦε τῷ σημαίνοντι τὸ ὑπῆρχεν.
30Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν τριῶν διχρόνων ὄντων, τοῦ α τοῦ ι καὶ τοῦ υ, τὸ μὲν α τρέπεται εἰς η, 〈οἷον〉 ἄγω ἦγον, τὸ δὲ ι καὶ τὸ υ οὐ τρέπονται, οἷον ἰξεύω ἴξευον, ὑδρεύω ὕδρευον. καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ τὸ α ἔσχεν ἀντιστοιχοῦν τὸ η, τούτου χάριν ἐτράπη εἰς αὐτό· ὅτι γὰρ τὸ η ἀντιστοιχοῦν ἐστι τῷ α, δῆλόν 〈ἐστιν〉 ὅτι
35καὶ εἰς α τρέπεται, οἷον λήβω ἔλαβον, μήθω ἔμαθον, δήκω ἔδακον, λήθω46

47

ἔλαθον· τὸ δὲ ι καὶ τὸ υ ὡς μὴ ἔχοντα ἀντίστοιχα εἰς ἃ ὤφειλον τρα‐ πῆναι, τούτου χάριν οὐ τρέπονται ἀλλὰ μόνον ἐκτείνονται, οἷον ἰξεύω ἴξευον, ὑδρεύω ὕδρευον. Τὰ δὲ ἀπὸ τοῦ ο ἀρχόμενα ῥήματα τὸ ο εἰς ω μεγεθύ‐
5νουσιν ἐν τῷ παρατατικ, οἷον ὀμνύω ὤμνυον, ὁμολογῶ ὡμολόγουν, ὀρθῶ ὤρθουν, ὁρῶ ὥρων καὶ ἐν πλεονασμῷ τοῦ ε ἑώρων. Τὸ δὲ ε ποτὲ μὲν εἰς η τρέπεται, οἷον ἐλέγχω ἤλεγχον, ἐλαύνω ἤλαυνον, ποτὲ δὲ καὶ τὸ ι προσλαμβάνει, οἷον ἔχω εἶχον, ἕρπω εἷρπον. Κρεῖττον δὲ αὐτὰ κανονίσαι οὕτως· τὰ ἀπὸ τοῦ ε
10ἀρχόμενα ῥήματα ὑπὲρ δύο συλλαβὰς τρέπουσι τὸ ε εἰς τὸ η ἐν τῷ παρατατικῷ, οἷον ἑρμηνεύω ἡρμήνευον, ἑτοιμάζω ἡτοίμαζον, ἐρεθίζω ἠρέθιζον, ἐλαύνω ἤλαυνον, ἐρευνῶ ἠρεύνων, ἐλεῶ ἠλέουν, ἐρωτῶ ἠρώ‐ των, χωρὶς τοῦ ἐθίζω εἴθιζον, τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γρά‐ φεται, καὶ τοῦ ἐργάζομαι εἰργαζόμην, ὅπερ καὶ διφορεῖται· τινὲς μὲν
15γὰρ διὰ τῆς ει διφθόγγου γράφουσιν αὐτό, τινὲς δὲ διὰ τοῦ η· καὶ χωρὶς τοῦ ἑστιῶ εἱστίων (σημαίνει δὲ τὸ ἀριστοποιῶ), ὡς παρὰ Μενάν‐ δρῳ 〈fragm. 909 Κ〉 εἱστίων τοὺς φίλους· καὶ χωρὶς τοῦ ἐρύω εἴ‐ ρυον (σημαίνει δὲ τὸ ἑλκύω), 〈Θ 226〉 εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν παρὰ τῷ ποιητῇ, καὶ τοῦ ἑλκύω εἵλκυον καὶ εἵλκυσα,
20καὶ χωρὶς τοῦ ἑρπύζω εἵρπυζον (ἑρπύζω δέ ἐστι τὸ βαδίζω). Τὰ δὲ δισύλλαβα εἰ μὲν περισπῶνται, καὶ αὐτὰ τρέπουσι τὸ ε εἰς τὸ η, 〈οἷον〉 ἐρῶ ἐρᾷς ἤρων, ἑψῶ ἑψεῖς ἥψουν, ἐλῶ ἐλᾷς ἤλων (σημαίνει δὲ τὸ ἤλαυνον), ἑλκῶ ἑλκεῖς ἥλκησα, 〈λ 580〉 Λητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν, ἀντὶ τοῦ ἔσυρεν, ἑλκῶ ἑλκοῖς ἥλκωσα (ἀντὶ τοῦ
25ἐτραυμάτισα), χωρὶς τοῦ ἐῶ ἐᾷς εἴων· τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται, καὶ τοῦ ἐρῶ ἐρεῖς εἴρουν (τοῦ σημαίνοντος τὸ λέγω), ἐξ οὗ καὶ ὁ παρακείμενος εἴρηκα· τὸ γὰρ ἕτερον σημαινόμενον, λέγω δὴ τὸ ἐρῶ ἐρᾷς, τουτέστι τὸ ἐρωτικῶς ἔχω, διὰ τοῦ η γίνεται κατὰ τὸν παρῳχημένον, οἷον ἤρων γάρ, ἤρων, ὁμολογ, καὶ νῦν δ’ ἐρῶ
30παρὰ Μενάνδρῳ 〈fragm. 859 Κ〉· καὶ χωρὶς τοῦ 〈Ρ 395〉 εἵλκεον ἀμφότεροι· τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου ἐκφέρεται· ἔστι δὲ ὡς ἀπὸ τοῦ ἑλκῶ ἑλκεῖς, καὶ σημαίνει τὸ ἔσυρον· τὸ δὲ κατὰ τὸν πρῶτον
ἀόριστον διὰ τοῦ η, οἷον 〈λ 580〉 Λητὼ γὰρ ἥλκησε, ἀντὶ τοῦ47

48

ἔσυρεν. Τὰ δὲ δισύλλαβα βαρύτονα ἔχουσι διαφοράν· τινὰ μὲν γὰρ ἐξ αὐτῶν διὰ τοῦ η γίνονται, οἷον ἔρδω ἦρδον (σημαίνει δὲ τὸ πράττω), ἔλπω ἦλπον (σημαίνει δὲ τὸ ἐλπίζω), τινὰ δὲ διὰ τῆς ει διφθόγγου, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον. Καὶ ἔστιν εἰπεῖν, ὅτι πάντα τρέπουσι τὸ
5ε εἰς η, οἷον ἔλπω ἦλπον, ἔρδω ἦρδον, ἔσθω ἦσθον, (ἐξ οὗ τὸ 〈Ω 476〉 ἔσθων καὶ πίνων παρὰ τῷ ποιητῇ), χωρίς τινων· εἰσὶ δὲ ταῦτα, ἔχω εἶχον, ἕρπω εἷρπον (τὸ βαδίζω), ἔπω εἶπον (σημαίνει δὲ τὸ λέγω καὶ τὸ ἀκολουθῶ), ἕλω εἷλον (εἴτε ἐπὶ τοῦ λαμβάνω εἴτε ἐπὶ τοῦ φονεύω), ἔθω εἶθον (σημαίνει δὲ τὸ ἐξ ἔθους τι διαπράττομαι, οἷον
10〈Ι 540〉 ἔθων Οἰνῆος ἀλωήν), ὅθεν ὁ μέσος παρακείμενος γίνεται εἶθα καὶ πλεονασμῷ τοῦ ω εἴωθα, ὅθεν καὶ τὸ 〈Θ 408〉 γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττι νοήσω· ἔστι δὲ καὶ τὸ ἕω τὸ σημαῖνον τὸ ἐνδύο‐ μαι, ὅθεν καὶ ὁ 〈παθητικὸσ〉 παρακείμενος, 〈Ο 308〉 εἱμένος ὤμοισιν νεφέλην διὰ τῆς ει διφθόγγου. Ταῦτα δέ εἰσι τὰ δισύλλαβα βαρύ‐
15τονα τὰ γινόμενα διὰ τῆς ει διφθόγγου. Διατί δὲ τὸ μὲν ε διχῶς μεγεθύνεται ἐν τοῖς παρῳχημένοις—ἢ γὰρ τρέπεται εἰς τὸ η, οἷον ἐλέγχω ἤλεγχον, ἐλαύνω ἤλαυνον, ἢ προσλαμβάνει τὸ ι, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον—τὸ δὲ ο μίαν μόνην ἔκτασιν δέχεται, λέγω δὴ τὸ τρέπεσθαι εἰς τὸ ω, οἷον ὀμνύω ὤμνυον, ὀρθῶ ὤρθουν, ἐν τῷ
20Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Δέον δὲ γινώσκειν ὅτι τῶν διφθόγγωνει καὶου οὐ τρέπονται, ὡς τὸ εἰκονίζω εἰκόνιζον, εἰκάζω εἴκαζον, εἴργω εἶργον, οὐρῶ οὔρουν, οὐριοδρομῶ οὐριοδρόμουν (οὐριοδρομεῖν δέ ἐστι τὸ ἐπι‐
25τηδείως πλέειν)· αἱ δὲ λοιπαὶ εἰς τὰ οἰκεῖα μεγέθη μεταβάλ‐ λονται, οἷον οἴγω ᾦγον, οἴχομαι ᾠχόμην, τὸ γὰρ ο εἰς τὸ ω τρέ‐ πεται, ὡς ἐμάθομεν, καὶ πάλιν αἰσχύνομαι ᾐσχυνόμην, αἰτῶ ᾔτουν, τὸ γὰρ α εἰς τὸ η τρέπεται. Ἰστέον δὲ ὅτι ιαʹ δίφθογγοί εἰσι· πέντε γὰρ ὄντων φωνηέντων
30προτακτικῶν, α ε η ο ω, δύο δὲ ὑποτακτικῶν, ι καὶ υ, εὐλόγως ιαʹ ἀποτελοῦνται δίφθογγοι· προσέρχονται γὰρ ταῦτα τὰ δύο φωνήεντα τὰ ὑποτακτικὰ τοῖς πέντε προτακτικοῖς καὶ ἀποτελοῦσι δέκα διφθόγ‐
γους· οἷον τὸ ι καὶ υ τῷ α προσερχόμενα ἀποτελοῦσι δύο διφθόγγους,48

49

τουτέστι τὴν αι καὶ τὴν αυ· καὶ πάλιν τὸ ι καὶ υ τῷ ε προσερχόμενα ἀποτελοῦσι δύο διφθόγγους, τουτέστι τὴν ει καὶ τὴν ευ· καὶ πάλιν τὸ ι καὶ υ προσερχόμενα τῷ η δύο ἀποτελοῦσι διφθόγγους, τήν τε , οἷον τῇ καλῇ, καὶ τὴν ηυ, οἷον ηὔλουν· καὶ πάλιν τὸ ι καὶ υ τῷ ο προσ‐
5ερχόμενα δύο ἀποτελοῦσι διφθόγγους, τήν τε οι καὶ τὴν ου· καὶ πάλιν τὸ ι καὶ υ τῷ ω προσερχόμενα ἀποτελοῦσι δύο διφθόγγους, τήν τε καὶ τὴν ωυ, οἷον τῷ καλῷ καὶ ωὐτός, 〈Ε 396〉εὖτέ μιν ωὐτὸς ἀνήρ, ἀντὶ τοῦ ὁ αὐτός· ἰδοὺ οὖν ἐκ τῶν πέντε προτακτικῶν φωνηέντων καὶ τῶν δύο ὑποτακτικῶν δέκα ἀπετελέσθησαν δίφθογγοι, καὶ τὰ δύο
10δὲ ὑποτακτικὰ συμπλεκόμενα ἀλλήλοις τὴν υι δίφθογγον ἀποτελοῦσιν, οἷον υἱός, καὶ λοιπὸν εὑρίσκονται ιαʹ δίφθογγοι. Δίφθογγοι δὲ λέγον‐ ται διὰ τὸ ἑκάστην αὐτῶν ἔχειν δύο φωνήεντα· φθόγγους γὰρ λέγομεν ἐνταῦθα τὰ φωνήεντα, κἂν ἐκφωνῶνται κἂν μὴ ἐκφωνῶνται, ὥστε οὖν, κἂν ἔχῃ τὸ ι ἐκφωνούμενον κἂν ἔχῃ αὐτὸ ἀνεκφώνητον, δίφθογγος
15καλεῖται παρὰ τὸ ἔχειν, ὡς εἴρηται, δύο φωνήεντα· οὐδὲ γὰρ ἡνίκα τὸ ι ἀνεκφώνητόν ἐστιν, ἀπώλεσε τὸ εἶναι φωνῆεν καὶ ἐγένετο σύμ‐ φωνον, ἀλλὰ καὶ τότε φωνῆέν ἐστιν, ἀλλὰ διὰ τὸ μέγεθος τῶν μακρῶν φωνηέντων ἀνεκφώνητόν ἐστιν, οἷον τῷ σοφῷ, τῇ Μούσῃ, τῷ κοχλίᾳ. Ἰστέον δὲ ὅτι τὴν αι δίφθογγον τὴν ἔχουσαν τὸ ι ἐκφωνούμενον, οἷον
20οἱ κοχλίαι, καὶ τὴν δίφθογγον τὴν ἔχουσαν τὸ ι ἀνεκφώνητον, οἷον τῷ κοχλίᾳ, μίαν λέγομεν εἶναι δίφθογγον καὶ οὐ δύο, ἐπειδὴ τὰ αὐτὰ φωνήεντα ἔχουσι, καὶ οὐδεμίαν ἔχουσι διαλλαγὴν πρὸς τὰ φωνήεντα, ἀλλὰ περὶ μόνον τὸν χρόνον τοῦ α· καὶ γὰρ ἡνίκα μὲν τὸ α βραχύ ἐστι, τότε ἐκφωνεῖται τὸ ι, οἷον οἱ κοχλίαι, ἡνίκα δὲ τὸ α μακρόν
25ἐστι, τότε ἀνεκφώνητόν ἐστιν, οἷον τῷ κοχλίᾳ· ὡς οὖν εἴρηται, ιαʹ εἰσὶν δίφθογγοι. Ἰστέον τοίνυν ὅτι τούτων τῶν ιαʹ διφθόγγων αὗται μὲν μόναι αἱ τρεῖς τρέπονται κατὰ τοὺς παρῳχημένους· καὶ ἡ μὲν αι δίφθογγος τρέπει τὸ α εἰς η, οἷον αἰσχύνομαι ᾐσχυνόμην, αἰκίζομαι ᾐκιζόμην, αἰτῶ ᾔτουν· ἡ δὲ αυ δίφθογγος τρέπει καὶ αὐτὴ τὸ α εἰς
30η, οἷον αὐλῶν ηὔλουν, αὔξω ηὖξον, αὐχῶ ηὔχουν, αὐτομολῶ ηὐτομό‐ λουν, αὐδῶ ηὔδων, 〈Α 92〉 καὶ ηὔδα μάντις ἀμύμων· καὶ ἡ οι
δίφθογγος τρέπει τὸ ο εἰς ω, οἷον οἴχομαι ᾠχόμην, οἴγω ᾦγον, οἰκῶ49

50

ᾤκουν, οἰκοδομῶ ᾠκοδόμουν, οἰκονομῶ ᾠκονόμουν, οἰνοχοῶ ᾠνοχόουν καὶ ἐν πλεονασμῷ τοῦ ε ἐωνοχόουν, ἐξ οὗ γίνεται τὸ τρίτον πρόσωπον παρὰ τῷ ποιητῇ 〈Δ 2〉 μετὰ δέ σφισι πότνια Ἥβη Νέκταρ ἐῳνοχόει. Διὰ τοῦτο 〈ἐν〉 τοῖς ἀπὸ τῆς οι διφθόγγου ἀρχομένοις
5σημειούμεθά τινα μὴ τρέψαντα τὸ ο εἰς τὸ ω κατὰ τοὺς παρωχημένους· ἔστι δὲ ταῦτα, οἷον 〈οἰῶ〉 οἰώθη, ἔστι δὲ τὸ ἐμονώθη, 〈Λ 401〉 οἰώθη δ’ Ὀδυσεύς, 〈Ζ 1〉 Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· οἰμῶ οἴμησε, 〈Χ 308〉 οἴμησεν δὲ ἀλείς, σημαίνει δὲ οἴμησε τὸ ὥρμησεν, οἶμος γὰρ ἡ ὁδός, τὸ δὲ ἀλείς τὸ συσταλείς· οἰνῶ οἴνουν 〈π 292. τ 11〉,
10μή πως οἰνωθέντες, τουτέστι μεθυσθέντες, καὶ ἐκ τούτου παράγω‐ γον οἰνίζω οἴνιζον, 〈Η 472〉 ἔκ τ’ ἄρα οἰνίζοντο, τουτέστιν οἶνον ἐλάμβανον· ἔστι δὲ καὶ τὸ οἰστρῶ οἴστρησεν, οἴστρησε δέ ἐστι τὸ ἐρωτικῶς ἐμάνη· ἔστι δὲ καὶ τὸ οἰωνίζομαι οἰωνιζόμην, καὶ τὰ παρὰ τὸ οἰωνός, οἷον οἰωνοσκοπῶ οἰωνοσκόπουν, 〈οἰωνοπολῶ〉 οἰωνοπόλουν· ἔστι
15δὲ καὶ τὸ οἰακίζω οἰάκιζον οἰακιζόμην (σημαίνει δὲ τὸ κρατεῖν τὸν οἴακα) καὶ 〈τὰ〉 παρὰ τὸ οἴαξ, οἷον οἰακονομῶ οἰακονόμουν, οἰακοστροφῶ οἰακοστρόφουν. Τινὲς δὲ προστιθέασι καὶ τὸ οἰδαίνω οἴδαινον καὶ τὸ οἰκουρῶ οἰκούρουν καὶ τὸ οἰμώζω οἴμωζον· 〈κατ’ ἄλλους δὲ〉 ᾠκού‐ ρουν καὶ ᾤμωζον δεῖ λέγειν, καὶ παρὰ Σοφοκλεῖ ἐν Τραχινίαις 〈932〉
20ἰδὼν δ’ ὁ παῖς ᾤμωξε, καὶ παρὰ τῷ ποιητῇ 〈Ο 397〉 ᾤμωξέν τ’ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ. Ταῦτα δέ, φημὶ δὴ τὰ μὴ τρέποντα τὸ ο εἰς τὸ ω κατὰ τὸν παρῳχημένον, ἢ δι’ εὐφωνίαν, ὥς φασί τινες, οὐκ ἔτρεψαν τὸ ο εἰς τὸ ω, ἢ Ἰωνικῷ ἔθει· οἱ γὰρ Ἴωνες πολλάκις συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐν‐
25εστῶσιν, ἤ, ὅπερ κάλλιόν ἐστιν εἰπεῖν, ταῖς ἰδίαις μετοχαῖς, οἷον τύπτω ἔτυπτον, 〈Φ 20〉 τύπτε δ’ ἐπιστροφάδην, ἀντὶ τοῦ ἔτυπτε, καὶ πάλιν ἄγω ἦγον, ἄγεν δέ 〈ἑ〉 μοῖρα βαρεῖα, ἀντὶ τοῦ ἦγεν, καὶ πάλιν ἅπτομαι ἡπτόμην, 〈Ψ 666〉 ἅψατο δ’ ἡμιόνων, ἀντὶ τοῦ ἥψατο· πρόσκειται δέ «ἤ, ὅπερ κάλλιόν ἐστιν εἰπεῖν, ταῖς ἰδίαις μετο‐
30χαῖς» διὰ τὸ εἴπεσκε· τοῦτο γὰρ οὐ συνάρχεται τῷ ἐνεστῶτι ἀλλὰ τῇ εἰπών μετοχῇ· ὁ γὰρ ἐνεστὼς ἔπω ἐστίν, ἐξ οὗ καὶ τὸ ἔννεπε. Ταῦτα μὲν ἐν τούτοις. Αἱ δὲ ἄλλαι δίφθογγοι οὐ τρέπονται, ὡς ἐπὶ τοῦ οὐρῶ οὔρουν,
οὐριοδρομῶ οὐριοδρόμουν, εἴργω εἶργον, εἰκονίζω εἰκόνιζον, εἰκάζω50

51

εἴκαζον· τοῦτο τὸ εἴκαζον τρέπει τὸ ε εἰς η παρὰ τοῖς Ἀθηναίοις καὶ φυλάττει τὸ ι προσγεγραμμένον, οἷον ᾔκαζον, φυλάττει δὲ τὸ ι, ἐπειδὴ οἱ παρῳχημένοι κατὰ τὴν ἄρχουσαν ἴσα φωνήεντα θέλουσιν ἔχειν πρὸς τὴν ἄρχουσαν τοῦ ἐνεστῶτος ἢ πλείονα, οὐδέποτε δὲ ἐλάττονα, ἴσα
5μέν, οἷον ἄγω ἦγον, αἰσχύνομαι ᾐσχυνόμην, ἄρχομαι ἠρχόμην, αἰδοῦ‐ μαι ᾐδούμην, πλείονα δέ, οἷον ἔχω εἶχον, ἐρύω εἴρυον, ἑλκύω εἵλκυον· εἰ οὖν τὸ εἰκάζω δύο φωνήεντα ἔχει κατὰ τὴν ἄρχουσαν, δηλονότι καὶ τὸ ᾔκαζον γινόμενον παρὰ τοῖς Ἀθηναίοις διὰ τοῦ η ἀναγκάζεται φυ‐ λάξαι τὸ ι, ἵνα εὑρεθῇ ἔχον κατὰ τὴν ἄρχουσαν ἴσα φωνήεντα τῇ ἀρχῇ
10τοῦ ἐνεστῶτος καὶ μὴ ἐλάττονα· τοιοῦτόν ἐστι καὶ τὸ ᾔδειν τρέψαν παρὰ τοῖς Ἀττικοῖς τὸ ε εἰς η καὶ φυλάξαν τὸ ι. Πολλάκις δὲ εὑρί‐ σκομεν καὶ ἐν ἄλλοις τὸ ε παρὰ τοῖς Ἀττικοῖς τρεπόμενον εἰς τὸ η· ἀπὸ γὰρ τοῦ μέλλω ἔμελλον καὶ βούλομαι ἐβουλόμην καὶ δύναμαι ἐδυνάμην γίνεται κατ’ [ἐπ]έκτασιν Ἀττικὴν τοῦ ε εἰς η ἤμελλον καὶ
15ἠδυνάμην καὶ ἠβουλόμην. Ταῦτα μὲν ἐν τούτοις. Ἔχομεν δὲ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὰ γνήσια μεγέθη ἀρκοῦνται τῷ ἰδίῳ μεγέθει καὶ ἀνεπαύξητα καθεστήκασιν, ὥσπερ εἰρήκαμεν ἐπὶ τοῦ η καὶ ω Ἐπειδὴ οὖν ἡ ει δίφθογγος ἔχει γνήσιον μέγεθος—τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται, οἷον τυφθέντος
20τυφθεῖσα, δαρέντος δαρεῖσα, καὶ αὐτὸ δὲ τὸ εἶ τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ε καὶ ι γράφεται καὶ ἐκφωνεῖται—τούτου χάριν ἡ ει δίφθογγος ἄτρεπτός ἐστιν· ὁμοίως καὶ ἡ ου δίφθογγος οὐ τρέπεται ὡς ἔχουσα γνήσιον μέγεθος· τὸ γὰρ ο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεται, οἷον τύπτοντος τύπτουσα, λέγοντος λέγουσα, καὶ αὐτὸ δὲ
25τὸ οὖ τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ο καὶ υ γράφεται καὶ ἐκφωνεῖ‐ ται, καὶ διὰ τοῦτο καὶ αὐτὴ ἄτρεπτος μένει. Αὗται οὖν αἱ δίφθογγοι ὡς ἔχουσαι γνήσιον μέγεθος οὐ τρέπονται, ἡ δὲ αι δίφθογγος καὶ ἡ αυ, ἐπειδὴ οὐκ ἔχουσι γνήσιον μέγεθος, διὰ τοῦτο τρέπονται· τὸ γὰρ α μεγεθυνόμενον οὐ διὰ τῆς προσθήκης τοῦ ι ἢ τοῦ υ μεγεθύνεται· ὡς
30γὰρ εἴρηται, τὸ μὲν ι τοῦ ε ἐστὶν ἴδιον, τὸ δὲ υ τοῦ ο, ἐπειδὴ δι’ αὐτῶν γράφονται· ὁμοίως ἡ οι δίφθογγος μὴ ἔχουσα γνήσιον μέγεθος τρέπεται, τὸ γὰρ ο μεγεθυνόμενον οὐ διὰ τῆς προσθήκης τοῦ ι μεγε‐ θύνεται, ἀλλ’, ὡς εἴρηται, διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεται· τούτῳ οὖν τῷ λόγῳ καὶ ἡ ευ δίφθογγος ὡς μὴ ἔχουσα γνήσιον μέγεθος
35—τὸ γὰρ υ οὐκ ἔστι γνήσιον μέγεθος τοῦ ε ἀλλὰ τοῦ ο, ὡς προ‐51

52

είρηται, τοῦ γὰρ ο ἐστὶν ἴδιον τὸ υ—ὀφείλει τρέπειν τὸ ε εἰς τὸ η, ὡς καὶ παρὰ τοῖς Ἀττικοῖς, ηὐφράνθην γὰρ λέγουσι καὶ ηὐχόμην· ἀλλ’ ἐπεκράτησε κατὰ τὴν κοινὴν διάλεκτον ἡ ευ δίφθογγος μὴ τρέ‐ πεσθαι, οἷον εὔχομαι εὐχόμην, εὐφραίνομαι εὐφραινόμην, εὐχαριστῶ
5εὐχαρίστουν, καὶ ἴσως χάριν εὐφωνίας, ὡς λέγει ὁ Ἡρωδιανός Ἐπεκράτησεν οὖν, ὡς εἴρηται, ἡ ευ δίφθογγος παρ’ ἡμῖν οὐ τρέ‐ πεσθαι τὸ ε εἰς τὸ η κατὰ τοὺς παρῳχημένουσ χρόνους, οἷον εὔχο‐ μαι εὐχόμην· παρὰ δὲ τοῖς Ἀθηναίοις τρέπεται αὐτὸ εἰς τὸ η, ηὐχόμην γὰρ καὶ ηὐφραινόμην λέγουσιν οἱ Ἀττικοὶ διὰ τοῦ η καὶ υ.
10 Τὰ μέντοι ἀπὸ προθέσεως ἀρχόμενα ῥήματα ἄτρεπτον ἔχουσι τὴν πρόθεσιν· πρόθεσις γάρ ἐστιν ἧς οὐδὲν θέλει προτί‐ θεσθαι· διὰ τοῦτο καὶ ὡς ἄν τις εἴποι ἔσωθεν γίνεται ἡ κλίσις, οἷον καταγράφω κατέγραφον, ἀναγινώσκω ἀνεγίνωσκον, περιπατῶ περιεπά‐ τουν, κατορθῶ κατώρθουν. Τὸ δὲ ἀληθέστερον κατὰ χρόνον γίνεται
15ἡ σύνθεσις· οἷον ὡς ἐπὶ τοῦ χειρογραφῶ ἐχειρογράφουν καὶ ὡς ἐπὶ τοῦ καλαμογραφῶ ἐκαλαμογράφουν καὶ ἐπὶ τῶν ἄλλων συνθέτων τῶν μὴ ὄντων ἀπὸ προθέσεως κλίσις ἐγένετο συνθέσεως, μετὰ γὰρ τὴν σύν‐ θεσιν ἐγένετο ἡ κλίσις, τουτέστι πρῶτον συνετέθησαν καὶ οὕτως ἐκλί‐ θησαν, οἷον φιλοσοφῶ ἐφιλοσόφουν, χειροκοπῶ ἐχειροκόπουν· ἐπὶ
20μέντοι τῶν ἀπὸ προθέσεως ἀρχομένων τὸ ἐναντίον γίνεται, σύνθεσις γὰρ γίνεται κλίσεως, τουτέστι κατὰ χρόνον γίνεται ἡ σύνθεσις, καὶ ὡς ἄν τις εἴποι πρῶτον κλίνονται καὶ οὕτω συντίθενται, οἷον ἀπὸ τοῦ γράφω γίνεται καταγράφω, καὶ ἀπὸ τοῦ ἔγραφον κατέγραφον, καὶ ἀπὸ τοῦ γέγραφα γίνεται καταγέγραφα, καὶ ἀπὸ τοῦ ἐγεγράφειν γίνεται
25κατεγεγράφειν, καὶ ἀπὸ τοῦ ἔγραψα τὸ κατέγραψα, καὶ ἀπὸ τοῦ γράψω τὸ καταγράψω· τοῦτο δὲ γίνεται, ἵνα μὴ ἐξαμαυρωθῇ ἡ πρόθεσις ἔξ‐ ωθέν τί ποτε δεχομένη· τῆς γὰρ προθέσεως, ὡς ἐμάθομεν, οὐδὲν ἐθέλει προτίθεσθαι. Διατί δὲ τῶν προθέσεων πασῶν τῶν εἰς φωνῆεν ληγουσῶν ἐκθλιβομένων, οἷον καταγράφω κατέγραφον, ἀνέρχομαι ἀνηρ‐
30χόμην, διέλθω διῆλθον, ἡ πρό καὶ ἡ περί οὐκ ἐκθλίβονται, οἷον προ‐ έρχομαι περιέρχομαι, ἐν τῷ περὶ προθέσεως, εἰ θεῷ φίλον, μαθησόμεθα. Ταῦτα μὲν ὁ Ἀπολλώνιός φησιν. Πρὸς τοῦτον δὲ ἀντιλέγει ὁ Ἡρωδιανὸς λέγων, ὅτι πρῶτον μὲν
οὐκ ἔστιν ἡ κατά πρόθεσις ἐν τῷ καταγράφω, ἀλλὰ μέρος ἐστὶ τοῦ52

53

ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις· ὥσπερ γὰρ ἐν τῷ εὐγενής οὐκ ἔστι τὸ ευ ἐπίρρημα, ἀλλὰ μέρος ἐγένετο τοῦ ὀνόματος, εἰ καὶ ἀπὸ ἐπιρρήματος ἐγένετο ἡ σύνθεσις, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεσίς ἐστιν ἡ κατά, ἀλλὰ μέρος τοῦ ῥήματος, εἰ
5καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις· ἄλλως τε ἰδοὺ τὸ συνήγορος ἀπὸ προθέσεως ἄρχεται, καὶ ὅμως λέγεται εὐσυνήγορος, καὶ πάλιν σύμ‐ βουλος εὐσύμβουλος, ἐπανοίκτης θυρεπανοίκτης· οὐκ ὤφειλον οὖν οὐδὲ ταῦτα ἀπὸ προθέσεως ἀρχόμενα δέξασθαι ἔξωθέν τί ποτε. Ταῦτα μὲν οὖν ὁ Ἡρωδιανός. Ἡμεῖς δὲ ἀπολογούμεθα ὑπὲρ τοῦ Ἀπολ‐
10λωνίου λέγοντες, ὅτι ἄλλο λέξις καὶ ἄλλο συλλαβή. Ἐὰν μὲν γὰρ λέξις προσέλθῃ μετὰ 〈τὴν〉 σύνθεσιν, φυλάττεται τὸ ἰδίωμα 〈τὸ〉 ἀρχι‐ κόν, ἐὰν δὲ συλλαβή, οὐκέτι· καὶ δῆλον ἐκ τῆς δασείας· ὥσπερ γὰρ λέγομεν, ὅτι ἡ δασεῖα φίλαρχός ἐστιν, οἷον ῥώμη ῥήτωρ εὗρον ὕβρις ὕλη, καὶ ὅμως ἐν ταῖς συνθέσεσιν φυλάττεται ἡ δασεῖα, ὡς ἐν τῷ
15καθίσταμαι φιλορώμαιος μισορήτωρ ἐφεῦρον, ἐπειδὴ λέξις προσῆλθε, καὶ ἐφυλάχθη τὸ ἰδίωμα τὸ ἀρχικόν, ἐὰν δὲ προσέλθῃ συλλαβή, τότε ἐξαμαυροῦται κυρίως ἡ ἄρχουσα τῆς λέξεως, οἷόν ἐστιν ὁρῶ ὁρᾷς· τούτου γίνεται ὁ παρατατικὸς ὥρων δασυνομένης τῆς πρώτης συλλαβῆς, καὶ ἐπειδὴ ἐπλεόνασε τὸ ε καὶ ἐγένετο ἑώρων, ἅμα τῷ πλεονασμῷ
20παρεφθάρη καὶ ἡ ἄρχουσα· συλλαβὴ γὰρ προσῆλθε, καὶ διὰ τοῦτο ἀνέδραμεν ἡ δασεῖα ἀπὸ τῆς δευτέρας συλλαβῆς ἐπὶ τὴν πρώτην· ἔχο‐ μεν γὰρ ὅτι φίλαρχός ἐστιν ἡ δασεῖα· καὶ πάλιν ἐπὶ τοῦ ἐμός σός ὅς τὸ ὅς δασύνεται· ὅταν δὲ πλεονάσῃ τὸ ε καὶ γένηται ἑός, ἀνατρέχει ἡ δασεῖα εἰς τὴν πρώτην συλλαβήν, ὡς δῆθεν διὰ τοῦ πλεονασμοῦ τῆς
25συλλαβῆς ἐξαμαυρωθείσης τῆς ἀρχούσης· ἐν δὲ τοῖς συνθέτοις οὐδὲν τοιοῦτον, ὡς εἴρηται, γίνεται, ἀλλὰ φυλάττεται ἡ δασεῖα, ἅτε δὴ τῆς ἁπλῆς λέξεως ἔτι ἐμφαινούσης τὴν ἰδίαν ἄρχουσαν· τοῦτον τὸν τρόπον καὶ αἱ προθέσεις, ἐὰν μὲν προσλάβωσιν ἄλλην λέξιν μετὰ τὴν σύνθεσιν, φυλάττουσι τὴν ἰδίαν ἀρχικὴν συλλαβήν, οἷον συνήγορος εὐσυνήγορος,
30σύμβουλος εὐσύμβουλος, ἐὰν δὲ προσλάβωσι συλλαβήν, ἐξαμαυροῦσι τὴν ἰδίαν ἀρχικὴν συλλαβήν. Καὶ τούτου χάριν τὸ καταγράφω οὐ δύναται γενέσθαι ἐκατάγραφον, ἐπειδὴ αἱ συλλαβαί, ὡς εἴρηται, προσερχόμεναι ταῖς λέξεσιν οὐ φυλάττουσιν αὐτῶν τὸ ἰδίωμα τὸ ἀρχικόν· ἐν οὖν τῷ συνήγορος εὐσυνήγορος καὶ ἐπανοίκτης θυρεπανοίκτης, εἰ καὶ προσέρ‐
35χονται ταῖς προθέσεσιν, ἀλλ’ αὗται οὐκ εἰσὶ συλλαβαὶ ἀλλὰ λέξεις, ὥστε φυλάττεσθαι τὰ ἰδιώματα τῆς προθέσεως ἤγουν τὴν ἀρχικὴν ἐξ‐
ουσίαν· ἐν δὲ τῷ καταγράφω ἐὰν γένηται ἐκατάγραφον συλλαβῆς53

54

προσερχομένης καὶ οὐ λέξεως, ἐξαμαυροῦται τελείως τὸ ἰδίωμα τῆς προθέσεως θελούσης ἀεὶ 〈εἶναι〉 κατ’ ἀρχήν· οὐκέτι γὰρ φυλάττεται ἡ ἄρχουσα ἀλλ’ ἐξαμαυροῦται. Ἄτρεπτος οὖν τηρεῖται ἡ πρό‐ θεσις, χωρὶς εἰ μὴ ἐν πλεονασμῷ εἴη, ὡς ἐπὶ τοῦ καθέζομαι
5ἐκαθεζόμην, καθεύδω ἐκάθευδον, καμμύω ἐκάμμυον, ἐνέπω ἤνεπον· ἐνταῦθα γὰρ οὐδὲν πλέον σημαίνουσιν αἱ προθέσεις· τὸ γὰρ ἕζομαι καὶ [τὸ] καθέζομαι τὸ αὐτὸ σημαίνουσι, καὶ τὸ εὕδω καὶ καθεύδω, καὶ τὸ μύω καὶ καμμύω ἀπὸ τοῦ καταμύω κατὰ συγκοπὴν τοῦ α καὶ τροπὴν τοῦ τ εἰς μ, καὶ τὸ ἔπω 〈καὶ ἐνέπω〉· ἔξωθεν δὲ ἐποιήσαντο τὴν κλίσιν
10τὸ ἐκαθεζόμην ἐκάθευδον ἐκάμμυον ἤνεπον, ὡς σχεδὸν ἁπλῶν οὐσῶν τῶν λέξεων, ὥσπερ τύπτω ἔτυπτον. Ἰστέον δὲ ὅτι εἰσὶ προθέσεις προσερχόμεναι πολλάκις λέξεσιν οὐχ ὡς προθέσεις, οὐδὲ σημασίαν ἔχουσαι λέξεως, ἀλλὰ συλλαβῆς μοῖραν ἔχουσαι, οἷόν ἐστιν ἀντίβιος καὶ γίνεται ἐναντίβιος, καὶ ἀλίγκιος καὶ
15γίνεται ἐναλίγκιος, καὶ ἀντίος καὶ γίνεται ἐναντίος, καὶ οὐδὲν πλέον σημαίνουσιν ἐνταῦθα αἱ προθέσεις· τὸ γὰρ ἀντίβιος καὶ ἐναντίβιος τὸ αὐτὸ σημαίνουσιν, καὶ τὸ ἀλίγκιος καὶ ἐναλίγκιος, καὶ τὸ ἀντίος καὶ ἐναντίος· ὅθεν καὶ 〈ὡσ〉 ἁπλῶν οὐσῶν τῶν λέξεων ἐποίησαν τὸ γένος. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος σύνθετα μὴ ὄντα κύρια κοινά
20εἰσι τῷ γένει, οἷον ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος, ὁ φιλάγαθος καὶ ἡ φιλάγαθος, ὁ πάνσοφος καὶ ἡ πάνσοφος, ὁ φιλάνθρωπος καὶ ἡ φιλάνθρωπος, ὁ πρόεδρος καὶ ἡ πρόεδρος, ὁ ἄκακος καὶ ἡ ἄκακος, ὁ παγκάκιστος καὶ ἡ παγκάκιστος· τὸ γὰρ παγκακίστη Ἀττικόν ἐστιν· οἱ γὰρ Ἀθηναῖοι ἐπὶ μὲν τῶν εἰς ος ἁπλῶν εἰώθασι τὸ θηλυκὸν ὁμόφω‐
25νον ποιεῖν τῷ ἀρσενικῷ, 〈οἷον〉 ὁ σοφός καὶ ἡ σοφός, ὁ κλυτός καὶ ἡ κλυτός, 〈e 422〉 κλυτὸς Ἀμφιτρίτη, 〈B 742〉 κλυτὸς Ἱπποδά‐ μεια, ἐπὶ δὲ τῶν εἰς ος συνθέτων εἰς η εἰώθασι ποιεῖν τὸ θηλυκόν, οἷον ὁ ἀθάνατος ἡ ἀθανάτη, ὁ ἀρίζηλος ἡ ἀριζήλη· εἰ οὖν τὸ ἐναντίος καὶ ἐναλίγκιος καὶ ἐναντίβιος οὐκ εἰσὶ κοινὰ τῷ γένει, ἡ ἐναντία γὰρ
30καὶ ἡ ἐναλιγκία καὶ ἡ ἐναντιβία τὸ θηλυκόν, δηλονότι ὡς ἁπλᾶ ὄντα ἐποίησαν τὸ θηλυκὸν εἰς α, ὥσπερ ὁ Βυζάντιος καὶ ἡ Βυζαντία, ὁ Ῥωμαῖος καὶ ἡ Ῥωμαία, ὁ μέτριος καὶ ἡ μετρία· ἄρα οὖν οὐδὲν πλέον σημαίνουσιν ἐπὶ τούτων αἱ προθέσεις. Πρόσκειται «μὴ ὄντα κύρια» διὰ τὸ Ἀρίσταρχος καὶ Μένανδρος· ταῦτα γὰρ σύνθετα ὄντα
35οὐκ εἰσὶ κοινὰ τῷ γένει. Δεῖ δὲ γινώσκειν, ὅτι εἰσί τινα σύνθετα ἀπὸ τῆς οὔ ἀποφάσεως καὶ τῆς μή ἀπαγορεύσεως, ἅτινα οὐκ εἰσὶ κοινὰ τῷ
γένει ἀλλ’ εἰς η ἔχουσι τὸ θηλυκόν, οἷον μηδαμινός μηδαμινή, οὐτι‐54

55

δανός οὐτιδανή. Ταῦτα δὲ δυνάμεθα παρασύνθετα λέγειν, ὅτι παρὰ σύνθετά εἰσιν· καὶ τὸ μηδαμινός ἀπὸ τοῦ μηδαμός ὀνόματος γέγονεν, ἐξ οὗ τὸ μηδαμῶς ἐπίρρημα, συγκειμένου ἀπὸ τῆς μή ἀπαγορεύσεως καὶ τοῦ δαμός τοῦ ἰσοδυναμοῦντος τῷ τίς· τὸ δὲ οὐτιδανός ἀπὸ τοῦ
5οὔτις, τοῦ συγκειμένου ἀπὸ τῆς οὔ ἀποφάσεως καὶ τοῦ τίς, οὐτιανός καὶ οὐτιδανός, καὶ λοιπὸν ὡς παρασύνθετα οὐκ ἠκολούθησαν τῷ κανόνι τούτῳ. Ὁ γὰρ κανὼν οὗτος ἐπὶ τῶν συνθέτων ἐστίν· τὰ γὰρ παρα‐ σύνθετα οὐκ εἰσὶ κοινὰ τῷ γένει, ἀλλ’ ὁμοίως τοῖς ἁπλοῖς γίνονται, οἷον φιλοσοφώτερος φιλοσοφωτέρα, τολμηρότερος τολμηροτέρα, καὶ
10πάλιν ἑνδέκατος ἑνδεκάτη, ὥσπερ σοφός σοφή, καλός καλή. Ταῦτα μὲν ἐν τούτοις. Ὅτι δὲ ἐπὶ τοῦ ἐναντίος οὐδὲν πλέον σημαίνει ἡ πρόθεσις, καὶ ἐξ ἄλλου κανόνος δείκνυται· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος πρὸ μιᾶς ἔχοντα τὸν τόνον ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον καὶ
15προπαροξύνονται, οἷον ἀγκύλος μεσάγκυλος, ποικίλος πολυποίκιλος, φίλος ἄφιλος, οἶκος ἄοικος, δοῦλος σύνδουλος, Ῥωμαῖος φιλορώ‐ μαιος, Ἀθηναῖος φιλαθήναιος, πλησίος παραπλήσιος, ἀρχαῖος ἰσάρχαιος· τὸ γὰρ ἱπποβουκόλος οὐκ ἔστιν ἀπὸ τοῦ βουκόλος ἀλλ’ ἀπὸ τοῦ βου‐ κολῶ, καὶ τὸ κορυθαιόλος οὐκ ἔστιν ἀπὸ τοῦ αἰόλος ἀλλ’ ἀπὸ τοῦ
20αἰολῶ τουτέστι κινῶ· εἰ ἄρα οὖν τὸ ἀντίος ἐν τῷ ἐναντίος τὸν αὐτὸν τόνον ἐφύλαξε καὶ οὐκ ἀνεβίβασε τὸν τόνον, δηλονότι οὐδὲν πλέον σημαίνει ἡ πρόθεσις, ὥστε μηδὲ παρέχειν ἔμφασιν, ὅτι σύνθετός ἐστιν ἡ λέξις. Οὕτως οὖν ἐπειδὴ ἐν τῷ καθέζομαι καθεύδω καμμύω καὶ ἐνέπω οὐδὲν πλέον σημαίνει ἡ πρόθεσις, τούτου χάριν τὴν τῶν ἁπλῶν
25κλίσιν ἐφύλαξαν καὶ ἔξωθεν ἐκλίθησαν, οἷον ἐκαθεζόμην ἐκάθευδον ἐκάμμυον ἤνεπον· πάντα γὰρ τὰ ῥήματα τὰ ἁπλᾶ ἔξωθεν ποιοῦνται τὴν κλίσιν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον. Διὰ τοῦτο καὶ τὸ ἀνοίγω μηδὲν πλέον σημαῖνον 〈ἢ τὸ οἴγω〉 ἀναλογώτερον φαίνεται, ὥς φησιν ὁ Φιλόπονος, παρὰ τοῖς ἰδιώταις, ἤνοιγον καὶ ἤνοιξε γὰρ
30λέγουσι, καὶ δηλονότι ἔξωθεν ποιοῦνται τὴν κλίσιν· παρὰ δὲ τοῖς ἀρχαίοις ἔσωθεν γίνεται ἡ κλίσις, ἀνῷγε γὰρ λέγουσι, 〈Ξ 168〉 τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγε, καὶ ἀνέῳγε κατὰ πλεονασμὸν τοῦ ε, καὶ ἀνέῳξε καὶ ἀνέῳγμαι, οἷον «ἀνεῳγμένας τὰς θύρας αὐτῶν ὁρῶ».
Ἰστέον δὲ ὅτι εὑρίσκομεν καὶ χρήσεις, μάλιστα παρὰ τοῖς νεωτέροις55

56

ποιηταῖς 〈τοῖσ〉 μετὰ τὸν Ὅμηρον ἐν στίχοις, τοῦ ἤνοιξε καὶ τὴν κίνησιν αὐτοῦ ἔξωθεν γινομένην, εἰ καὶ ὑπολαμβάνει ὁ Φιλόπονος μηδαμῶς εὑρίσκεσθαι, εἰ μὴ μόνον ὑπὸ τῶν ἰδιωτῶν λεγόμενον. Ἢ ἀττικῶς κλιθείη, ὡς τὸ ἀντιβολῶ ἠντιβόλουν. Δοκοῦσι
5δὲ λαμβάνεσθαι αὐτοῦ τοῦ τεχνικοῦ λέγοντες, ὅτι τί γὰρ σημαίνει τὸ βολῶ, ἵνα σύνθετον λάβωμεν τὸ ἀντιβολῶ; Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ μολῶ τοῦ σημαίνοντος τὸ παραγίνομαι γέγονεν ἀντιμολῶ καὶ κατὰ μετάθεσιν τοῦ μ εἰς β ἀντιβολῶ. Ἰστέον δὲ ὅτι παρὰ τοῖς Ἀττικοῖς ἐπὶ τῶν ἀπὸ προθέσεως ἀρχο‐
10μένων ἔστιν ὅτε ἔξωθεν γίνεται ἡ κλίσις, οἷον ἀντιδικῶ ἠντιδίκουν, διακονῶ ἐδιακόνουν καὶ δεδιακόνηκα καὶ ἀντιβολῶ ἠντιβόλουν (ἀντι‐ βολῶ δέ ἐστι τὸ ἱκετεύω, τὸ δὲ ἠντιβόλουν καὶ τὸ ι ἐκτείνει), ἀμφιέν‐ νυμαι ἠμφιεννύμην, ἀμφισβητῶ ἠμφισβήτουν· τοῦτο δὲ δύναται καὶ παρὰ τὸ ἀμφίς ἐπίρρημα εἶναι, ἀμφισβητεῖν γάρ ἐστι τὸ χωρὶς βαίνειν· Ἔστι
15δὲ ὅτε καὶ ἔσωθεν καὶ ἔξωθεν γίνεται ἡ κλίσις, οἷον ἐνοχλῶ ἠνώχλουν, ἀνέχομαι ἠνειχόμην καὶ ἠνεσχόμην, παροινῶ ἐπαρῴνουν καὶ πεπαρῴ‐ νηκα· ταῦτα δέ, φημὶ 〈δὴ〉 τὸ ἠνώχλουν καὶ ἠνειχόμην, ἔσωθεν μὲν κλινόμενα λέγομεν, ὅτι κίνησιν ἀνεδέξαντο τὴν ἁρμόζουσαν τοῖς ἀπὸ προθέσεως συνθέτοις, ὥσπερ τὸ καταγράφω κατέγραφον, ἀναγινώσκω
20ἀνεγίνωσκον, ἔξωθεν δὲ κινούμενα λέγομεν, ὅτι ἔκτασιν Ἀττικὴν ἀνε‐ δέξαντο, ὥσπερ τὸ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην καὶ ἠδυνάμην. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ δυσαρεστῶ καὶ δυσαπιστῶ καὶ εὐορκῶ καὶ εὐαρε‐ στῶ σημειούμεθα, ὅτι μὴ ἀρχόμενα ἀπὸ προθέσεως ἀλλ’ ἀπὸ ἐπιρρή‐
25ματος τοῦ δύς καὶ τοῦ εὖ ἔσωθεν ποιοῦνται τὴν κλίσιν, οἷον δυσηρέ‐ στουν καὶ δυσηπίστουν καὶ εὐηρέστουν καὶ εὐώρκουν. Ἔστι δὲ καὶ τὸ εὐαγγελίζομαι εὐηγγελιζόμην καὶ εὐηγγελισάμην ἔσωθεν κλινόμενον καὶ εὐαρχίζω εὐήρχισα ἐν τῇ συνηθείᾳ· τὸ δὲ ἑορτάζω ὀφεῖλον εἶναι ἐν τῷ παρατατικῷ ἡόρταζον διὰ τοῦ η καὶ ο ὑπερβιβασμὸν ἀνεδέξατο τοῦ
30χρόνου, καὶ ἡ μὲν πρώτη συλλαβὴ γέγονε βραχεῖα, ἡ δὲ δευτέρα φύσει μακρά, καὶ ἐγένετο ἑώρταζον διὰ τοῦ ε καὶ ω· τὸ δὲ ὀψείω, ὅπερ
σημαίνει τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι, ὀφεῖλον εἶναι ἐν τῷ παρα‐56

57

τατικῷ ὤψειον διὰ τῆς ει διφθόγγου, ἐπειδὴ καὶ ὁ ἐνεστὼς τὴν ει δίφθογγον ἔχει κατὰ τὴν παραλήγουσαν, ἐγένετο ὤψεον παρὰ Σώφρονι 〈Ahrens fr. 39〉 κατὰ ἀποβολὴν τοῦ ι, οἷον ἐγὼ δέ τοι καὶ πάλαι ὤψεον, ἀντὶ τοῦ ἐγὼ καὶ πάλαι ἐπεθύμουν θεωρῆσαι. Περὶ δὲ τού‐
5των, φημὶ δὴ τοῦ ἑώρταζον καὶ ὤψεον, 〈ἀκριβέστερον〉 ἐν τῷ Ῥημα‐ τικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα. Ἔτυπτες. Κανονίζει τὸ δεύτερον πρόσωπον λέγων, ὅτι τὰ εἰς ον λήγοντα ῥήματα τροπῇ τῆς ον εἰς ες τὸ δεύτερον πρό‐ σωπον ποιοῦσιν, οἷον ἔτυπτον ἔτυπτες, ἔλεγον ἔλεγες· καὶ
10τοῦ ἐποίουν τοίνυν τὸ ἐντελὲς ἦν ἐποίεον, καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον γίνεται ἐποίουν, ὥσπερ χάλκεος χαλκοῦς· τὸ γὰρ ε καὶ ο εἰς τὴν ου δίφθογγον κιρνᾶται παρ’ ἡμῖν· πρόσκειται «παρ’ ἡμῖν», ἐπειδὴ παρὰ τοῖς Δωριεῦσι καὶ Ἴωσιν εἰς τὴν ευ δίφθογγον κιρνᾶται, οἷον ἐποίεον ἐποίευν, ὡς καὶ ἐν τῷ Περὶ
15ὀνομάτων μεμαθήκαμεν, ἡνίκα περὶ τῆς γενικῆς τοῦ Δημοσθένους διελαμβάνομεν. Τὸ δὲ δεύτερον πρόσωπόν ἐστιν ἐποίεες, ἀπὸ τοῦ ἐποίεον τροπῇ τῆς ον εἰς ες, καὶ λοιπὸν κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον γίνεται ἐποίεις, ὥσπερ Πηλέες Πηλεῖς. Διὰ τοῦτο δὲ ἐν τῷ ἐποίεις τὰ δύο εε εἰς τὴν ει δίφθογγον ἐκράθησαν καὶ οὐκ
20εἰς τὸ η, ἐπειδὴ καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριστικῶν τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν λήγουσαν τῷ ἰδίῳ πρώτῳ προσώπῳ, ἡνίκα ἰσοσυλλαβοῦσιν αὐτῷ, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε, τέτυφα τέτυφας τέτυφε, ἔτυψα ἔτυψας ἔτυψε, ἐτύφθην ἐτύφθης ἐτύφθη, ἐβόων ἐβόας ἐβόα, ἐπεποιή‐
25κειν ἐπεποιήκεις ἐπεποιήκει, ἐχρύσουν ἐχρύσους ἐχρύσου, ἵδρουν ἵδρους ἵδρου· εἰ οὖν τὸ ἐποίουν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν λήγου‐ σαν, δηλονότι καὶ τὸ ἐποίεις καὶ τὸ ἐποίει ἀναγκάζονται διὰ δύο φωνηέντων ἐκφέρεσθαι κατὰ τὴν λήγουσαν, ἵνα εὑρεθῶσι τὰ ἴσα φω‐ νήεντα ἔχοντα κατὰ τὴν λήγουσαν τῷ ἰδίῳ πρώτῳ προσώπῳ, καὶ τού‐
30του χάριν εἰς τὴν ει δίφθογγον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ η. Πρόσκειται ἐν τῷ κανόνι «ἐπὶ τῶν παρῳχημένων» διὰ τὸ τύπτω τύπτεις
τύπτει· ἐνταῦθα γὰρ τὸ δεύτερον καὶ τρίτον πρόσωπον οὐκ ἔχουσι τὰ57

58

ἴσα φωνήεντα κατὰ τὴν λήγουσαν τῷ ἰδίῳ πρώτῳ προσώπῳ· τὸ μὲν γὰρ δεύτερον καὶ τρίτον πρόσωπον διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν λήγουσαν, τὸ δὲ πρῶτον δι’ ἑνός, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ οὐκ ἔστι παρῳχημένος χρόνος ἀλλ’ ἐνεστώς. Πρόσκειται δὲ
5«τῶν ὁριστικῶν» διὰ τὸ ἐὰν τετύφω ἐὰν τετύφῃς ἐὰν τετύφῃ· τοῦτο γὰρ παρακείμενος καὶ ὑπερσυντέλικός ἐστι, καὶ οὐκ ἔχει τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῶν ἴσων φωνηέντων ἐκφερόμενον κατὰ τὴν λήγουσαν τῷ ἰδίῳ πρώτῳ προσώπῳ· τὸ μὲν γὰρ δεύτερον καὶ τρίτον πρόσωπον διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν λήγουσαν, τὸ δὲ
10πρῶτον δι’ ἑνός, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ οὐκ ἔστιν ὁριστικὸν ἀλλ’ ὑποτακτικόν. Πρόσκειται δέ «ἡνίκα ἰσοσυλλαβοῦσιν αὐτῷ» διὰ τὸ ἐτυπτόμην ἐτύπτου· ἐνταῦθα γὰρ τὸ δεύτερον πρόσωπον οὐκ ἔχει τὰ ἴσα φωνήεντα κατὰ τὴν λήγουσαν τῷ ἰδίῳ πρώτῳ· τὸ μὲν γὰρ δεύτερον πρόσωπον διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν λήγου‐
15σαν, τὸ δὲ πρῶτον δι’ ἑνός, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν 〈τοῦτο〉, ἐπειδὴ οὐκ ἰσοσυλλαβεῖ τὸ δεύτερον πρόσωπον τῷ πρώτῳ· ἀμέλει ἡνίκα ἰσο‐ συλλαβήσει καὶ γίνεται ἐτύπτεο, τὰ ἴσα φωνήεντα εὑρίσκεται ἔχον κατὰ τὴν λήγουσαν τῷ ἰδίῳ πρώτῳ. Πάλιν ἐστὶν ἐβόαον, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς τὸ ω γίνεται ἐβόων, ὥσπερ ἐλούσαο ἐλούσω, ἐποιήσαο
20ἐποιήσω· τούτου τὸ δεύτερον πρόσωπόν ἐστιν ἐβόαες, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν γίνεται ἐβόας, ὡς τὰ ἐμά τἀμά· χωρὶς δὲ τοῦ ι ἐστὶ τὸ ἐβόας, πρῶτον μὲν ὅτι ἀπὸ τοῦ ἐβόαες γέγονε· τοῦ οὖν ἐντελοῦς μὴ ἔχοντος τὸ ι εἰκότως οὔτε τὸ συνῃρημένον ἔχει αὐτό· δεύ‐ τερον δὲ χωρὶς τοῦ ι ἐστὶ τὸ ἐβόας διὰ τὸν προλεχθέντα κανόνα τὸν
25λέγοντα, ὅτι καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριστικῶν τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν λήγουσαν τῷ ἰδίῳ πρώτῳ προσώπῳ, ἡνίκα ἰσοσυλλαβοῦσιν αὐτῷ· εἰ οὖν τὸ ἐβόων ἓν φωνῆεν ἔχει κατὰ τὴν λήγουσαν, ἀναγκαίως καὶ τὸ ἐβόας καὶ τὸ ἐβόα ἓν φωνῆεν ἔχει κατὰ τὴν λήγουσαν, καὶ τούτου
30χάριν τὸ ι οὐκ ἔστι προσγεγραμμένον. Εἰ δέ τις εἴποι, διατί δὲ τὸ ἐβόων οὐκ ἔχει τὸ ι προσγεγραμμένον, λέγομεν ὅτι πρῶτον μέν, ἐπειδὴ οὐκ ἔχει ἀπὸ τοῦ ἐντελοῦς, γέγονε γὰρ ἀπὸ τοῦ ἐβόαον κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω, ὥσπερ ἐτύψαο ἐτύψω, ἐποιήσαο ἐποιήσω, τοῦ οὖν
ἐντελοῦς μὴ ἔχοντος τὸ ι εἰκότως οὔτε τὸ συνῃρημένον αὐτὸ ἔχει· δεύ‐58

59

τερον δὲ διὰ τοῦτο τὸ ἐβόων οὐκ ἔχει προσγεγραμμένον τὸ ι, ἐπειδὴ οὐδέποτε τὰ εἰς ν λήγοντα ῥήματα ἔχουσί τί ποτε πρὸ τοῦ ν ἀνεκφώ‐ νητον, οἷον ἐτύφθην ἐδάρην βοᾶν γελᾶν· οὕτως οὖν καὶ ἐβόων χωρὶς τοῦ ι. Πάλιν ἐστὶν ἔζαον, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω γίνεται
5ἔζων· εἶτα τὸ δεύτερον πρόσωπόν ἐστιν ἔζαες, καὶ κατὰ κρᾶσιν Δωρι‐ κὴν τοῦ α καὶ ε εἰς η γίνεται ἔζης· τὸ γὰρ α καὶ ε εἰς τὸ η κιρνῶσιν οἱ Δωριεῖς, οἷον τὰ ἐμά τἠμά· οὕτω δὲ καὶ ἐν τῷ ἐνεστῶτι λέγομεν, ὅτι Δωρικὴν κρᾶσιν πεπονθὼς γίνεται ζῇς διὰ τοῦ η καὶ ι, ὥσπερ πεινῇς καὶ διψῇς· τούτου τοῦ ἔζης τὸ τρίτον πρόσωπόν ἐστιν ἔζη κατὰ
10ἀποβολὴν τοῦ ς, καὶ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν τρίτον πρόσωπον εἰς η καταλῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ς εἰς ν τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, τούτου χάριν καὶ ἐνταῦθα τὸ τρίτον πρόσωπον εἰς η καταλῆγον προσθέσει τοῦ ς τὸ δεύτερον ποιεῖ, οἷον ἔζη ἔζης, καὶ τροπῇ
15τοῦ ς εἰς ν τὸ πρῶτον, οἷον ἔζην ἐγώ, ὥστε λοιπὸν διχῶς λέγεται, ἔζων ἐγώ ἀπὸ τοῦ ἔζαον κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω, καὶ ἔζην ἐγώ πρὸς ἀναλογίαν τοῦ τρίτου καὶ δευτέρου προσώπου διὰ τοῦ η ἐκφερο‐ μένου. Πάλιν ἐστὶν ἐχρύσοον, καὶ κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον γίνεται ἐχρύσουν, ὥσπερ νόος νοῦς· εἶτα τὸ δεύτερον
20πρόσωπον ἐχρύσοες, καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον γίνεται ἐχρύσους, ὥσπερ τὸ ἐμόν τοὐμόν. Ἔτυπτε. Εἴρηται ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ς λῆγον ἀποβολῇ τοῦ ς τὸ τρίτον ποιεῖ, οἷον ἔτυπτες ἔτυπτε, ἐποίεις ἐποίει, ἐβόας ἐβόα, ἐχρύσους ἐχρύσου, χωρὶς τοῦ παρακειμένου δηλονότι καὶ
25τοῦ πρώτου ἀορίστου καὶ τῶν ἀπὸ τῶν εἰς μι. Πρόσκειται «χωρὶς τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου», ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ς ἀποβάλλει, ἀλλὰ καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς τὸ ε, οἷον τέτυφας τέτυφε, τέτυπας τέτυπε, ἔτυψας ἔτυψε· «χωρὶς» δὲ «τῶν ἀπὸ τῶν εἰς μι» πρόσκειται, ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεστῶτα, πρὸς
30οἷς τὸ ς οὐκ ἀποβάλλεται, [ἀλλὰ] καὶ τὸ ι προσέρχεται, οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι δίδως δίδωσι, ζεύγνυμι ζεύγνυς ζεύγνυσι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ἔτυπτε γίνεται καὶ μετὰ τοῦ ν ἔτυπτεν· τὸ γὰρ ε ἐφελκυστικόν ἐστι τοῦ ν ἐν τοῖς τρίτοις προσώποις τοῖς ἑνικοῖς τῶν
35ῥημάτων, οἷον ἔλεγε ἔλεγεν, ἔμαθε ἔμαθεν· ὥσπερ καὶ τὸ ι ἔχομεν ὅτι
γίνεται ἐφελκυστικὸν τοῦ ν, ὅταν ἔχῃ προηγούμενον τὸ ς ἢ δυνάμει ἢ59

60

ἐνεργείᾳ, ἐνεργείᾳ μέν, οἷον τύπτουσι τύπτουσιν, Αἴασι Αἴασιν, δυνάμει δέ, οἷον Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν· δυνάμει γὰρ ἐνταῦθά ἐστι τὸ ς, τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς δοκεῖ συγκεῖσθαι, καὶ τὸ ψ ἐκ τοῦ π καὶ ς· καὶ πάλιν ἐστί ἐστίν· τὸ γὰρ τ ἐνταῦθα δυνάμει ς ἐστίν, ἀπὸ
5γὰρ τοῦ ἐσσί γέγονε κατὰ τροπὴν τοῦ ς εἰς τὸ τ· πολλάκις δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ι ἐφελκυστικὸν τοῦ ν, οἷον ναῦφι ναῦφιν, 〈Ν 700〉 ναῦφιν ἀμυνόμενοι, τουτέστιν ἐκ τῶν νεῶν ἀποσοβοῦν‐ τες. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τοῦ ἔτυπτε τὸ μὲν προστακτικὸν
10τύπτε χωρὶς τοῦ ν, τὸ δὲ ἔτυπτε ἐφελκυστικὸν γίνεται τοῦ ν, οἷον ἔτυπτεν, διατί μὴ καὶ τὸ τύπτε ἐφελκυστικὸν γίνεται τοῦ ν. Καὶ ἔστιν εἰπεῖν δύο ἀπολογίας· καὶ ἡ μὲν πρώτη ἐστὶν αὕτη· τὸ τύπτε δεύτε‐ ρον πρόσωπόν ἐστιν, καὶ ἐπειδὴ δεύτερον πρόσωπόν ἐστιν, οὐ δύναται ἐφελκυστικὸν εἶναι τοῦ ν· τὰ γὰρ εἰς ε λήγοντα δεύτερα πρόσωπα οὐ
15γίνονται ἐφελκυστικὰ τοῦ ν, οἷον τύπτετε τύπτεσθε· εἰκότως οὖν καὶ τὸ τύπτε οὐ δύναται ἐφελκυστικὸν ἔχειν τὸ ν, ἐπειδὴ δεύτερον πρόσω‐ πόν ἐστιν. Δευτέρα δὲ λύσις αὕτη ἐστίν· τὰ προστακτικὰ συγγένειαν ἔχουσι πρὸς τὴν κλητικήν, καὶ γὰρ κλητικῇ συντάττονται, οἷον τύπτε σὺ Σώκρατες, γράψον Ἀριστόφανες, διαλέχθητι Ἀριστότελες· ἐπειδὴ οὖν
20τὰ προστακτικὰ συγγένειαν ἔχουσι πρὸς τὴν κλητικήν, τούτου χάριν τὸ τύπτε οὐ γίνεται ἐφελκυστικὸν τοῦ ν· καὶ γὰρ αἱ εἰς ε λήγουσαι κλη‐ τικαὶ οὐδέποτε γίνονται ἐφελκυστικαὶ τοῦ ν, οἷον ἄνθρωπε Ὅμηρε. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὸ ἐποίει ἐβόα καὶ ἐχρύσου ἐν τῇ ἐν‐ τελείᾳ γίνονται ἐφελκυστικὰ τοῦ ν, οἷον ἐποίεεν ἐβόαεν ἐχρύσοεν, διατί
25ἐν τῇ συναιρέσει οὐ γίνονται ἐφελκυστικὰ τοῦ ν. 〈Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἐν τῇ συναιρέσει οὐ γίνονται ἐφελκυστικὰ τοῦ ν,〉 ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ ε· ἄλλως τε δὲ διὰ τοῦτο ἐν τῇ συναιρέσει οὐ γίνον‐ ται ἐφελκυστικὰ τοῦ ν, ἐπειδὴ μακροκαταληκτοῦσιν· οὐδέποτε δὲ τὰ μακρὰ φωνήεντα γίνονται ἐφελκυστικὰ τοῦ ν, οἷον ἐτύφθη ἐδάρη.
30 Δυϊκά. Ἐτύπτετον, ἐτυπτέτην. Ἰστέον ὅτι ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πλη‐ θυντικῶν τὸ μ ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχει, ἐτύπτομεν γάρ ἐστιν. Τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε
τροπῇ τοῦ ε εἰς ον, οἷον ἐτύπτετε ἐτύπτετον· καθόλου γὰρ πᾶν δεύ‐60

61

τερον πληθυντικὸν τροπῇ τοῦ ε εἰς ον τὸ δεύτερον τῶν δυϊκῶν ποιεῖ, οἷον τετύφατε τετύφατον, ἐτύψατε ἐτύψατον, τύπτεσθε τύπτεσθον, ἐτύ‐ ψασθε ἐτύψασθον. Τὸ δὲ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς σιν οὔτε εἰς ται
5λήγει· ἔτυπτον γάρ ἐστιν. Κανονίζεται δὲ τὸ τρίτον τῶν δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ο εἰς η, οἷον ἐτύπτετον ἐτυπτέτην· ἐν γὰρ τοῖς δυϊκοῖς τρεπόμενον τὸ ο εἰς η τρέπεται, οἷον ἐτύψατον ἐτυ‐ ψάτην, τύπτοιτον τυπτοίτην, ἐτύφθητον ἐτυφθήτην, χωρὶς τῶν προσ‐ τακτικῶν· ἐπ’ ἐκείνων γὰρ τὸ ο εἰς ω τρέπεται, οἷον τύπτετον
10τυπτέτων. Πληθυντικά. Ἐτύπτομεν. Κανονίζεται τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἀπὸ τοῦ πρώτου προσώπου τῶν ἑνικῶν, ὅτι πᾶν πρῶ‐ τον πρόσωπον ἑνικὸν εἰς ν λῆγον, μὴ ἔχον τὸ μ κλιτικόν, πρὸ τοῦ ν λαμβάνον τὸ μ καὶ τὸ ε τὸ πρῶτον πρόσωπον
15τῶν πληθυντικῶν ποιεῖ, οἷον ἔλεγον ἐλέγομεν, ἔλαβον ἐλάβομεν, ἐβόων ἐβοῶμεν, ἐχρύσουν ἐχρυσοῦμεν, ἐδάρην ἐδάρημεν, ἐπεποιήκειν ἐπεποιήκειμεν. Πρόσκειται «μὴ ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐλεγόμην ἐτυπτόμην καὶ τὰ ὅμοια· ταῦτα γὰρ οὐ προσλαμβά‐ νουσι πρὸ τοῦ ν τὸ μ καὶ τὸ ε καὶ ἀποτελοῦσι τὸ πρῶτον πρόσωπον
20τῶν πληθυντικῶν, τὰ γὰρ πληθυντικὰ τούτων ἐλεγόμεθα καὶ ἐτυπτό‐ μεθα εἰσίν· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ τὸ μ ἐνταῦθα ἀπὸ κλί‐ σεως ἔχουσιν· ὁ γὰρ ἐνεστὼς τύπτω καὶ λέγω ἐστὶ καὶ οὐκ ἔχει τὸ μ. Κλιτικὸν δέ ἐστι τὸ μὴ ὂν ἀπὸ θέματος, ἀλλ’ ἀπὸ κλίσεως γεγενημένον, ὃν τρόπον λέγομεν, 〈ὅτι〉 τὸ μὲν Πάρις Πάριδος ἀπὸ
25κλίσεως ἔχει τὸ δ, ἐπειδὴ οὐκ ἔχει αὐτὸ ἀπὸ τῆς εὐθείας, τὸ δὲ Ἀτρεί‐ δης θεματικὸν ἔχει τὸ δ, ἐπειδὴ ἀπὸ τῆς εὐθείας ἔχει αὐτό· τὸ δὲ ἐδάμην ἔχον τὸ μ καὶ πρὸ τοῦ ν λαμβάνον τὸ μ καὶ ε καὶ ποιοῦν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, οἷον ἐδάμην ἐδάμημεν, οὐκ ἀντί‐ κειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν· ὁ γὰρ
30ἐνεστὼς ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστώς. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τοῦ ἐτίθην ἐτίθεμεν, ὅτι οὐκ ἐφύλαξε τὸ η ἀλλ’ ἐγένετο διὰ τοῦ ε, καὶ περὶ τοῦ ἐκίχρην ἐκίχραμεν, ὅτι οὐκ ἐφύλαξε τὸ η ἀλλ’ ἐγένετο διὰ τοῦ α, καὶ περὶ τοῦ ἐδίδων ἐδίδομεν, ὅτι οὐκ ἐφύλαξε τὸ ω ἀλλ’ ἐγένετο διὰ τοῦ ο, καὶ περὶ τοῦ ἐζεύγνυν ἐζεύγνυμεν, ὅτι οὐκ
35ἐφύλαξε τὸ δίχρονον ἐκτεταμένον ἀλλὰ συνέστειλεν αὐτό, ἐν τοῖς εἰς μι ἐπαγγέλλεται εἰπεῖν.
Ἐτύπτετε. Εἴρηται 〈ὅτι〉 τὰ εἰς μεν πληθυντικὰ τροπῇ τῆς μεν61

62

εἰς τε τὸ δεύτερον πρόσωπον ποιοῦσιν· τὴν δὲ παραλήγουσαν ἔτρεψεν, ἐπειδὴ οὐκ ἔχει τὴν μετοχὴν εἰς ς, τύπτων γάρ ἐστιν ἡ μετοχή· τρέ‐ πουσι δὲ τὴν παραλήγουσαν ὅσα οὐκ εἰς ς ἔχουσι τὴν μετοχήν, ὡς ἐπὶ ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον τύπτομεν τύπτετε, ἐτύπτομεν ἐτύπτετε,
5τύπτων γάρ ἐστιν ἡ μετοχή· καὶ ἐπὶ τῶν μελλόντων, οἷον τύψομεν τύψετε, τύψων γάρ ἐστιν ἡ μετοχή, τυποῦμεν τυπεῖτε, τυπῶν γάρ ἐστιν ἡ μετοχή, κεροῦμεν κερεῖτε, κερῶν γάρ ἐστιν ἡ μετοχή, εὐφρανοῦμεν εὐφρανεῖτε, εὐφρανῶν γάρ ἐστιν ἡ μετοχή· καὶ ἐπὶ τοῦ δευτέρου ἀορί‐ στου τοῦ ἐνεργητικοῦ, οἷον ἐλάβομεν ἐλάβετε, λαβών γάρ ἐστιν ἡ
10μετοχή, ἐμάθομεν ἐμάθετε, μαθών γάρ ἐστιν ἡ μετοχή, ἐδράμομεν ἐδρά‐ μετε, δραμών γάρ ἐστιν ἡ μετοχή. Τοῦτο δὲ εἴρηται ἐπὶ τῶν εἰς ω· τὰ γὰρ εἰς μι λήγοντα ἐπὶ τῶν μελλόντων μόνον τρέπουσι τὴν παρα‐ λήγουσαν· τούτου γὰρ καὶ μόνου, φημὶ δὴ τοῦ μέλλοντος, ἡ μετοχὴ οὐκ ἔστιν εἰς ς, ὡς κατὰ μέρος ἔχομεν γνῶναι· ἔστι δὲ ἐπὶ τῶν εἰς ω
15ῥημάτων, τῶν ἐχόντων δηλονότι εἰς μεν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, εἰς ς ἡ μετοχὴ ὡς ἐπὶ παρακειμένου καὶ ὑπερσυντελίκου ἐνεργητικῆς τε καὶ μέσης διαθέσεως, οἷον τετυφώς τετυπώς, καὶ ἐπὶ ἀορίστου πρώτου ἐνεργητικοῦ, οἷον τύψας, καὶ ἐπὶ τῶν δύο ἀορίστων παθητικῶν, τουτέστι πρώτου καὶ δευτέρου, οἷον τυφθείς τυπείς.
20 Ἔτυπτον. Καθόλου ἐπὶ τοῦ παρατατικοῦ καὶ ἐπὶ τοῦ δευτέρου ἀορίστου τῶν ἐνεργητικῶν ἐπὶ τῶν εἰς ω ῥημάτων τὸ τρίτον πρόσω‐ πον τῶν πληθυντικῶν ὁμοφωνεῖ τῷ πρώτῳ προσώπῳ τῶν ἑνικῶν, οἷον ἐγὼ ἔλεγον ἐκεῖνοι ἔλεγον, ἐχρύσουν ἐγώ ἐχρύσουν ἐκεῖνοι, ἔλα‐ βον ἐγώ ἔλαβον ἐκεῖνοι, ἐβόων ἐγώ ἐβόων ἐκεῖνοι. Κανονίζει δὲ τὰ
25τρίτα πρόσωπα τῶν πληθυντικῶν ὁ τεχνικὸς οὕτως· τῶν τεσσάρων παρῳχημένων, παρατατικοῦ τέ φημι καὶ παρακειμένου καὶ ὑπερσυντελί‐ κου καὶ ἀορίστου, τῶν ἐχόντων δηλονότι εἰς μεν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν—τὰ γὰρ ἔχοντα εἰς μεθα ἄλλως κανονίζονται, ὡς ἐν τοῖς παθητικοῖς, εἰ θεῷ φίλον, μαθησόμεθα—ὅσοι μὲν ἔχουσι τὴν
30μετοχὴν εἰς ς λήγουσαν καὶ ὀξυνομένην, ἐκεῖνοι ἔχουσι τὸ τρίτον πρό‐ σωπον τῶν πληθυντικῶν ἰσοσύλλαβον τῷ ἰδίῳ πρώτῳ προσώπῳ πλη‐ θυντικῷ, οἷον ἡ τετυφώς μετοχή ἐστι παρακειμένου καὶ ὑπερσυντελίκου καὶ ἔστιν εἰς ς ὀξύτονος, καὶ λοιπὸν ἐπὶ τούτων τῶν δύο χρόνων τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἰσοσυλλαβεῖ τῷ ἰδίῳ πρώτῳ πλη‐
35θυντικῷ, οἷον τετύφαμεν τετύφασιν, ἐτετύφειμεν ἐτετύφεισαν· ὅσοι δὲ
τῶν παρῳχημένων οὐκ ἔχουσι τὴν μετοχὴν εἰς ς ὀξύτονον, ἀλλ’ εἰς ς62

63

μὲν ὀξύτονον δὲ οὔ, ἢ ὀξύτονον μὲν μὴ εἰς ς δέ, ἢ μήτε εἰς ς μήτε ὀξύτονον, ἐκεῖνοι ἔχουσι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐλλεῖπον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ, καὶ λῆγον εἰς ἐκείνην τὴν συλλαβήν, ἥτις ἦν παραλήγουσα τῆς γενικῆς τῆς ἰδίας μετοχῆς· οἷον
5τοῦ ἔτυπτον ἐστὶν ἡ μετοχὴ ὁ τύπτων, οὔτε εἰς ς οὔτε ὀξύτονος, καὶ λοιπὸν γίνεται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἔτυπτον, ἐλλεῖ‐ πον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ, φημὶ δὴ τοῦ ἐτύπτο‐ μεν, καὶ καταλῆγον εἰς τὴν πτον συλλαβήν, ἥτις ἦν παραλήγουσα τῆς τύπτοντος γενικῆς μετοχῆς· καὶ πάλιν τοῦ ἔτυπον ἐστὶν ἡ μετοχὴ
10τυπών, ὀξύτονος μὲν οὐκ εἰς ς δέ, καὶ λοιπὸν γίνεται τὸ τρίτον πρό‐ σωπον τῶν πληθυντικῶν ἔτυπον, ἐλλεῖπον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώ‐ του πληθυντικοῦ, φημὶ δὴ τοῦ ἐτύπομεν, καὶ καταλῆγον εἰς τὴν πον συλλαβήν, ἥτις ἦν παράληξις τῆς τυπόντος γενικῆς μετοχῆς· πάλιν τοῦ ἔτυψα ἐστὶν ἡ μετοχὴ τύψας, εἰς ς μὲν ἀλλ’ οὐκ ὀξύτονος, καὶ πάλιν
15γίνεται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἔτυψαν, ἐλλεῖπον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ, φημὶ δὴ τοῦ ἐτύψαμεν, καὶ καταλῆγον εἰς τὴν ψαν συλλαβήν, ἥτις ἦν παραλήγουσα τῆς τύψαντος γενικῆς μετοχῆς. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ ποιηταὶ πολλάκις καὶ ἐπὶ τῶν ἐχόντων τὴν μετο‐
20χὴν εἰς ς καὶ ὀξύτονον ποιοῦσιν ἐν τῷ τρίτῳ προσώπῳ τῶν πληθυν‐ τικῶν ἔνδειαν συλλαβῆς καὶ φυλάττουσι τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς, οἷόν ἐστιν ἐκοσμήθητε ἐκοσμήθησαν· παρὰ δὲ τοῖς ποιη‐ ταῖς γίνεται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐνδείᾳ συλλαβῆς κόσμηθεν, 〈Γ 1〉 αὐτὰρ ἐπεὶ κόσμηθεν, πρὸς τὴν παραλήγουσαν
25τῆς κοσμηθέντος γενικῆς μετοχῆς· καὶ πάλιν ἐστὶν ἔβην, καὶ τούτου ἡ μετοχὴ βάς εἰς ς ὀξύτονος, καὶ γίνονται τὰ πληθυντικὰ ἔβημεν ἔβητε ἔβησαν· παρὰ δὲ τοῖς ποιηταῖς γίνεται τὸ τρίτον πρόσωπον τῶν πλη‐ θυντικῶν ἔβαν, οἷον 〈Θ 229〉 πῇ ἔβαν εὐχωλαί, πρὸς τὴν παρα‐ λήγουσαν τῆς βάντος γενικῆς μετοχῆς· καὶ πάλιν τοῦ ἔστην ἡ μετοχὴ
30στάς εἰς ς ὀξύτονος, καὶ γίνονται τὰ πληθυντικὰ ἔστημεν ἔστητε ἔστη‐ σαν· παρὰ δὲ τοῖς ποιηταῖς γίνεται τὸ τρίτον τῶν πληθυντικῶν ἔσταν, 〈Β 467〉 ἔσταν δ’ ἐν λειμῶνι, πρὸς τὴν παραλήγουσαν τῆς μετοχῆς τῆς στάντος. Διὰ τοῦτο παραφυλαττόμεθα τὸ ἦν, 〈Hesiod. Theog. 321〉 τῆς δ’ ἦν τρεῖς κεφαλαί, ἀντὶ τοῦ ἦσαν· ἔστι γὰρ ἦμεν ἦτε ἦσαν,
35καὶ γίνεται παρὰ τοῖς ποιηταῖς ἦν τὸ τρίτον πρόσωπον τῶν πληθυντι‐
κῶν, καὶ ἰδοὺ ἐλλείπει μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ,63

64

καὶ οὐ γέγονε πρὸς τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς· ἔστι γὰρ εἴς ἔντος ἡ μετοχή, καὶ ὀφείλει τὸ τρίτον τῶν πληθυντικῶν γενέ‐ σθαι ἔν διὰ τοῦ ε, ἀλλ’ ἐπειδὴ μονοσύλλαβός ἐστιν ἡ λέξις καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ λήγουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ τῆς
5ἀρχούσης ἐφυλάχθη τὸ η, καὶ οὐκ ἐγένετο τῷ λόγῳ τῆς παραληγούσης διὰ τοῦ ε. Ἔστι καὶ ἄλλως τοιαύτη ἀπολογία, ἣν λέγει ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ αὐτοῦ μονοβίβλῳ, ὅτι τὸ ἦν εὑρίσκεται καὶ πρώτου προσώ‐ που ἑνικοῦ, οἷον ἦν ἐγώ, ὡς παρ’ Ἀριστοφάνει ἐν Πλούτῳ 〈28〉 ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ Κακῶς ἔπραττον καὶ πένης
10ν, ἀντὶ τοῦ ὑπῆρχον· εὑρίσκεται καὶ τρίτου προσώπου ἑνικοῦ, ἦν ἐκεῖνος, εὑρέθη δὲ καὶ πρώτου προσώπου πληθυντικοῦ, οἷον ἦν ἡμεῖς, ἀντὶ τοῦ ἦμεν· εἰκότως οὖν καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν οὐκ ἐνήλλαξε πρὸς τὸ ἴδιον πρῶτον πρόσωπον, ἀλλ’ ἐγένετο καὶ αὐτὸ ἦν διὰ τοῦ η, τῆς δ’ ἦν τρεῖς κεφαλαί, ἀντὶ τοῦ ἦσαν, ἵνα, ὥσπερ
15ἐν τοῖς ἑνικοῖς τὸ πρῶτον καὶ τρίτον ὁμοφωνοῦσι, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς πληθυντικοῖς τὸ πρῶτον καὶ τρίτον ὁμοφωνῶσιν. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου εὑρίσκομεν παρῳχημένων τινῶν τρίτα πρόσωπα τῶν πληθυντικῶν ἰσοσυλλαβοῦντα τοῖς ἰδίοις πρώτοις πληθυντικοῖς, τῆς μετοχῆς αὐτῶν μὴ οὔσης εἰς ς μετ’ ὀξείας τάσεως, οἷόν ἐστιν ὁ πληρῶν
20τοῦ πληροῦντος ἡ μετοχή, καὶ δέον ἐστὶν εἰπεῖν τὰ πληθυντικὰ ἐπλη‐ ροῦμεν ἐπληροῦτε καὶ τὸ τρίτον ἐπλήρουν, ἐνδέον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ, καὶ λῆγον εἰς τὴν παραλήγουσαν τῆς γενι‐ κῆς τῆς μετοχῆς, καὶ ὅμως εὕρηται παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἑκάβῃ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἰσοσύλλαβον τῷ ἰδίῳ πρώτῳ προσώπῳ
25πληθυντικῷ, οἷον ἐπληροῦσαν, ἔνθα φησὶν 〈574〉 οἱ δ’ ἐπληροῦσαν πυρὰν Κορμοὺς φέροντες πευκίνους. Καὶ πάλιν ἐστὶν ὁ σχάζων τοῦ σχάζοντος ἡ μετοχή, καὶ δέον ἐστὶν εἶναι τὰ πληθυντικὰ ἐσχάζο‐ μεν ἐσχάζετε ἔσχαζον, καὶ ὅμως εὑρίσκεται παρὰ Λυκόφρονι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἰσοσύλλαβον τῷ ἰδίῳ πρώτῳ πληθυντικῷ
30ἐσχάζοσαν, ἔνθα φησὶν 〈21〉 κἀπὸ γῆς ἐσχάζοσαν, ἀντὶ τοῦ ἀπέ‐
λυον· ταῦτα δὲ Καλχηδονίων ἰδιώματά εἰσιν.64

65

Παρακείμενος. Τέτυφα. Δύο χρόνοι κατασκευάζουσι τὸν παρακείμενον, ὁ παρατατικὸς τὴν ἄρχουσαν, ὁ δὲ μέλλων τὴν λήγουσαν καὶ τὴν παραλήγουσαν καὶ τὴν ποσότητα τῶν συλλαβῶν. Μετὰ
5τὸν παρατατικὸν κανονίζει τὸν παρακείμενον, καὶ λέγει ὅτι δύο χρόνοι κατασκευάζουσι τὸν παρακείμενον, ὁ παρατατικὸς καὶ ὁ μέλλων, ὁ μὲν τὴν ἄρχουσαν, ὁ δὲ τὴν λήγουσαν καὶ τὴν παραλήγουσαν καὶ τὴν ποσό‐ τητα τῶν συλλαβῶν· ἡμεῖς δέ, εἰ θεῷ φίλον, προϊόντες ἔχομεν δεῖξαι, ὅτι καὶ ἡ ἄρχουσα δύναται ἐκ τοῦ μέλλοντος κανονισθῆναι. Πᾶς
10τοίνυν παρακείμενος εἰς α λήγει, καὶ πρὸ τοῦ α ἔχει ἢ τὸ φ ἢ τὸ χ ἢ τὸ κ, οἷον τέτυφα νένυχα πεποίηκα. Ἰστέον ὅτι πᾶς παρακείμενος ὁριστικὸς ἐνεργητικὸς πρώτου προσώπου ἑνικοῦ εἰς α λήγει. Ταῦτα δὲ πεποίηται πρὸς τὴν τοῦ μέλλοντος ἀκολου‐ θίαν· ὅτε μὲν γὰρ ὁ μέλλων διὰ τοῦ ψ, ὁ παρακείμενος διὰ τοῦ φ
15ἐκφέρεται, οἷον τύψω τέτυφα, γράψω γέγραφα, κόψω κέκοφα· ὅτε δὲ ὁ μέλλων διὰ τοῦ ξ, ὁ παρακείμενος διὰ τοῦ χ ἐκφέρεται, οἷον λέγω λέξω λέλεχα, πλέκω πλέξω πέπλεχα, νύσσω νύξω νένυχα· ὅτε δὲ ὁ μέλλων διὰ τοῦ ς ἐστίν, ὁ παρακείμενος διὰ τοῦ κ ἐκφέρεται, οἷον πείθω πείσω πέπεικα, νήθω νήσω νένηκα, λακτίζω λακτίσω λελάκτικα,
20βασιλεύω βασιλεύσω βεβασίλευκα, συρίζω συρίσω σεσύρικα, ἱππεύω ἱπ‐ πεύσω ἵππευκα· ὅτε δὲ ὁ μέλλων δι’ ἀμεταβόλου ἐκφέρεται, τότε ὁ παρακείμενος διά τε αὐτοῦ τοῦ ἀμεταβόλου καὶ τοῦ κ ἐκφέρεται, οἷον κείρω κερῶ κέκαρκα, φθείρω φθερῶ ἔφθαρκα, κτείνω κτενῶ ἔκταγκα, τοῦ ν εἰς τὸ γ τραπέντος διὰ τὴν ἐπιφορὰν τοῦ κ. Ἔστι δὲ καὶ οὕτως
25εἰπεῖν, ὅτι ἐπὶ μὲν τῆς πρώτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ φ ἐκφέρεται ὁ παρακείμενος, οἷον τύπτω τύψω τέτυφα, λείβω λείψω λέλειφα, γράφω γράψω γέγραφα, ἐπὶ δὲ τῆς δευτέρας συζυγίας τῶν βαρυτόνων καὶ ἐνίων τῆς τετάρτης, ὧν ὁ μέλλων διὰ τοῦ ξ ἐστίν, διὰ τοῦ χ ἐκφέρεται ὁ παρακείμενος, οἷον λέγω λέξω λέλεχα, πλέκω πλέξω
30πέπλεχα, πλήσσω πλήξω πέπληχα, πήσσω πήξω πέπηχα, νύσσω νύξω νένυχα· ἐπὶ δὲ τῶν λοιπῶν πασῶν συζυγιῶν διὰ τοῦ κ ἐκφέρεται ὁ παρακείμενος, τουτέστιν ἐπὶ τῆς τρίτης συζυγίας τῶν βαρυτόνων καὶ ἐπὶ ἐνίων τῆς τετάρτης, ὧν ὁ μέλλων οὐκ ἔστι διὰ τοῦ ξ ἀλλὰ διὰ τοῦ ς, καὶ ἐπὶ τῆς πέμπτης καὶ ἐπὶ τῆς ἕκτης καὶ ἐπὶ τῶν τριῶν συζυ‐
35γιῶν τῶν περισπωμένων, καὶ ἐπὶ τῶν εἰς μι, οἷον πείθω πείσω πέπεικα,65

66

νήθω νήσω νένηκα, συρίζω συρίσω σεσύρικα, λεπίζω λεπίσω λελέπικα, ἁρπάζω ἁρπάσω ἥρπακα, κείρω κερῶ κέκαρκα, τίλλω τιλῶ τέτιλκα, κρούω κρούσω κέκρουκα, τοξεύω τοξεύσω τετόξευκα, ποιῶ ποιήσω πεποίηκα, βοῶ βοήσω βεβόηκα, χρυσῶ χρυσώσω κεχρύσωκα, τίθημι
5θήσω τέθηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον τέθεικα διὰ τῆς ει διφθόγγου, δίδωμι δώσω δέδωκα, βίωμι βιώσω βεβίωκα. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι τοῦτο, εἰ ἄρα ἡ πρώτη συζυγία τῶν βαρυ‐ τόνων ἔχουσα δασὺ ψιλὸν μέσον, λέγω δὴ τὸ βπφ, οἷον λείβω
10τέρπω γράφω, διὰ τοῦ ἰδίου δασέος ἐκφέρεται κατὰ τὸν παρακείμενον, λέγω δὴ διὰ τοῦ φ, οἷον λείβω λείψω λέλειφα, γράφω γράψω γέγραφα, καὶ πάλιν ἡ δευτέρα συζυγία τῶν βαρυτόνων ἔχουσα δασὺ ψιλὸν μέσον, λέγω δὴ τὸ γ κ χ, οἷον λέγω πλέκω τρέχω, διὰ τοῦ ἰδίου δασέος ἐκ‐ φέρεται κατὰ τὸν παρακείμενον, λέγω δὴ διὰ τοῦ χ, οἷον λέγω λέξω
15λέλεχα, πλέκω πλέξω πέπλεχα, διατί ἡ τρίτη συζυγία τῶν βαρυτόνων ἔχουσα δασὺ ψιλὸν καὶ μέσον, λέγω δὴ τὸ δ θ τ, οἷον ᾄδω πλήθω ἀνύτω, οὐκ ἐκφέρεται κατὰ τὸν παρακείμενον διὰ τοῦ ἰδίου δασέος. λέγω δὴ διὰ τοῦ θ, ἀλλὰ διὰ τοῦ κ, οἷον πείθω πείσω πέπεικα, νήθω νήσω νένηκα· οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐκφέρεται ὁ
20παρακείμενος τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ θ, ἐπειδὴ οὐδέποτε τὸ θ εὑρίσκεται ἐν παρακειμένῳ, εἴγε ἐν τῷ μέσῳ παρακει‐ μένῳ εὑρίσκεται, ὡς ἐν τῷ νένηθα καὶ πέποιθα καὶ εἴωθα. Λέγει οὖν ὁ τεχνικὸς Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι αἴτιός ἐστιν ὁ μέλλων τοῦ μὴ ἐκφέρεσθαι τὸν παρακείμενον τῆς τρίτης συζυγίας τῶν
25βαρυτόνων διὰ τοῦ θ· ἐφ’ ὧν γὰρ ὁ μέλλων διὰ διπλοῦ ἐκφέρεται, τούτων ὁ παρακείμενος διὰ δασέος ἐκφέρεται, οἷον ὁ μέλλων διὰ διπλοῦ ἐκφέρεται ἐν τῷ τύψω, ἀλλὰ καὶ ὁ παρακείμενος διὰ δασέος τοῦ φ ἐκφέρεται ἐν τῷ τέτυφα· πάλιν ἐν τῷ λέξω ὁ μέλλων διὰ διπλοῦ ἐκφέρεται, ἀλλὰ καὶ ὁ παρακείμενος διὰ τοῦ χ ἐκφέρεται, ὡς ἐν τῷ
30λέλεχα· ἐπειδὴ οὖν ἡ πρώτη καὶ ἡ δευτέρα συζυγία τῶν βαρυτόνων διὰ διπλοῦ ἔχουσι τὸν μέλλοντα ἐκφερόμενον, ἡ μὲν γὰρ πρώτη διὰ τοῦ ψ, ἡ δὲ δευτέρα διὰ τοῦ ξ, οἷον τύπτω τύψω, γράφω γράψω, λέγω λέξω, πλέκω πλέξω, εἰκότως διὰ δασέος ἔχουσι τὸν παρακείμενον ἐκφερόμενον, οἷον τέτυφα γέγραφα λέλεχα πέπλεχα· ἡ δὲ τρίτη συζυ‐
35γία τῶν βαρυτόνων, ἐπειδὴ οὐκ ἔχει τὸν μέλλοντα διὰ διπλοῦ ἐκφερό‐ μενον, οἷον πείθω πείσω πέπεικα, νήθω νήσω νένηκα, εἰκότως οὐκ
ἔχει τὸν παρακείμενον διὰ δασέος ἐκφερόμενον.66

67

Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί γὰρ ὥσπερ ἡ πρώτη συζυγία τῶν βαρυτόνων ἔχει τὸν μέλλοντα διὰ διπλοῦ τοῦ ψ ἐκφερόμενον, οἷον τύπτω τύψω, γράφω γράψω, λείβω λείψω, καὶ ἡ δευτέρα διὰ 〈διπλοῦ〉 τοῦ ξ, οἷον λέγω λέξω, πλέκω πλέξω, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ
5τρίτη συζυγία τῶν βαρυτόνων ἔχει τὸν μέλλοντα διὰ διπλοῦ τοῦ ζ ἐκφερόμενον· οὐδὲ γὰρ ἔχει αὐτὸν διὰ διπλοῦ τοῦ ζ ἐκφερόμενον, ἀλλὰ διὰ τοῦ ς, οἷον πείθω πείσω, νήθω νήσω, ᾄδω ᾄσω. Καὶ λέγει ὁ Ἀπολλώνιος δύο ἀπολογίας, μίαν μὲν πιθανήν, δευτέραν δὲ καταναγκαστικήν· καὶ ἡ μὲν πιθανὴ ἔχει οὕτως· πᾶς μέλλων εἰς ω
10λήγων βαρύτονος πρὸ τοῦ ω θέλει ἔχειν τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ, ἐνεργείᾳ μέν, οἷον βασιλεύσω ἱππεύσω νοήσω, δυνάμει δέ, οἷον λέξω πλέξω τύψω· τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς σύγκειται καὶ τὸ ψ ἐκ τοῦ π καὶ ς· πρόσκειται «βαρύτονος» διὰ τὸ κερῶ τιλῶ ῥανῶ· ταῦτα γὰρ οὐκ ἔχουσι πρὸ τοῦ ω τὸ ς οὔτε δυνάμει οὔτε ἐνεργείᾳ, ἀλλ’ οὐ βαρύ‐
15νονται ἀλλὰ περισπῶνται· εἰ ἐξεφέρετο οὖν ὁ μέλλων τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ζ, οὐκ ἤμελλεν ἔχειν πρὸ τοῦ ω τὸ ς, οὔτε δυνάμει οὔτε ἐνεργείᾳ· τὸ γὰρ ζ οὐ σύγκειται ἐκ τοῦ δ καὶ ς, ἀλλ’ ἐκ τοῦ ς καὶ δ· τούτου χάριν οὐκ ἐκφέρεται ὁ μέλλων τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ζ. Ταῦτα μὲν ὁ τεχνικὸς Ἀπολ‐
20λώνιος. Ἀνατρέπεται δὲ οὗτος ὁ κανών· εὐχερῶς γὰρ ἔστιν εἰπεῖν, ὅτι οὐ λέγονται διπλᾶ, καθότι ἐκ δύο συμφώνων σύγκεινται, ἀλλὰ καθὸ δύο συμφώνων ἔχουσι δύναμιν καὶ ἐκφώνησιν· διπλοῦν γὰρ λέγεται τὸ δυνάμενον εἰς ἑαυτὸ διπλωθῆναι, ὡς ἐπὶ ἱματίου διπλουμένου εἰς ἑαυτό· τὰ γὰρ ἐκ διαφόρων συγκείμενα οὐ λέγονται διπλᾶ, ἀλλὰ σύν‐
25θετα· σύνθετα δὲ τὰ στοιχεῖα οὐ δυνάμεθα λέγειν, στοιχεῖον γάρ ἐστιν ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή· ὥστε οὖν οὐδὲ τὸ ζ ἐκ τοῦ ς καὶ δ σύγκειται, οὐδὲ τὸ ξ ἐκ τοῦ κ καὶ ς, οὐδὲ τὸ ψ ἐκ τοῦ π καὶ ς. Ἡ δὲ καταναγκαστικὴ ἀπολογία ἐστὶ τοιαύτη· τὰ χαρακτηρι‐ στικὰ τοῦ βαρυτόνου ἐνεστῶτος οὐ δύνανται εἶναι καὶ χαρακτηριστικὰ
30βαρυτόνου μέλλοντος, οἷον τὸ ρ χαρακτηριστικόν ἐστι βαρυτόνου ἐν‐ εστῶτος, ὡς ἐπὶ τοῦ κείρω, καὶ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος ἀλλὰ περισπωμένου, οἷον κερῶ· εἰ ἄρα οὖν τὸ ζ χαρακτηρι‐ στικόν ἐστι βαρυτόνου ἐνεστῶτος, ὡς ἐπὶ τοῦ ἁρπάζω στηρίζω, δηλον‐ ότι οὐ δύναται εἶναι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος· ἀλλ’ οὔτε
35δὲ περισπωμένου, ἐπειδὴ ὁ περισπώμενος μέλλων βραχείᾳ θέλει παρα‐
λήγεσθαι, χωρὶς τῶν Δωρικῶν, οἷον κερῶ φθερῶ τιλῶ ῥανῶ· πρόσκει‐67

68

ται «χωρὶς τῶν Δωρικῶν», ἐπειδὴ οἱ Δωριεῖς τὸν ποιήσω μέλλοντα παραληγόμενον μακρᾷ περισπῶσι ποιησῶ λέγοντες· πάντας γὰρ τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν οἱ Δωριεῖς, οἷον γραψῶ τυψῶ. Τού‐ του οὖν χάριν ἡ τρίτη συζυγία τῶν βαρυτόνων οὐκ ἔχει τὸν μέλλοντα
5διὰ τοῦ ζ ἐκφερόμενον. Ὅτε δὲ δι’ ἀμεταβόλου ὁ μέλλων, ὁ παρακείμενος δι’ αὐτοῦ καὶ τοῦ κ, κερῶ κέκαρκα, τιλῶ τέτιλκα, πλὴν τῶν ἡμαρτημένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων. Λέγει ἡνίκα ὁ μέλλων δι’ ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ παρακείμενος διὰ τοῦ
10αὐτοῦ ἀμεταβόλου ἐκφέρεται καὶ τοῦ κ, οἷον κερῶ κέκαρκα, σπερῶ ἔσπαρκα, φθερῶ ἔφθαρκα, τιλῶ τέτιλκα, στελῶ ἔσταλκα, χωρὶς τῶν ἐχόντων τὸ ν δηλονότι τρεπόντων αὐτὸ εἰς τὸ γ διὰ τὴν ἐπιφορὰν τοῦ κ, οἷον ῥανῶ ἔρραγκα, κτενῶ ἔκταγκα, μιανῶ μεμίαγκα, μολυνῶ μεμόλυγκα· τὸ γὰρ ν ἐπιφερομένου τοῦ 〈γ ἢ〉 κχξ ἐν μιᾷ λέξει
15τρέπεται εἰς τὸ γ, οἷον συγκληρονόμος ἐγκέφαλος συγγενής σύγγονος σύγχυσις συγξηρᾶναι συγξῦσαι· πρόσκειται «ἐν μιᾷ λέξει» διὰ τὸ σὺν Γεωργίῳ, ἐν χειρί· ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ν εἰς γ ἐπιφερο‐ μένου τοῦ γ καὶ τοῦ χ· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ εἰσὶν ἐν μιᾷ λέξει, δύο γὰρ λέξεις εἰσίν. Πρόσκειται δέ «χωρὶς τῶν ἡμαρτη‐
20μένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων», ἐπειδή ἐστι τέμω τεμῶ, νέμω νεμῶ, δέμω δεμῶ (ὅπερ σημαίνει τὸ οἰκοδομῶ), βρέμω βρεμῶ (ὃ ση‐ μαίνει τὸ κτυπῶ)· καὶ ὀφείλοντα ταῦτα κατὰ τὸν παρακείμενον φυ‐ λάξαι αὐτό τε τὸ ἀμετάβολον καὶ γενέσθαι τέταμκα νέναμκα δέδαμκα βέβραμκα, ὥσπερ κερῶ κέκαρκα, φθερῶ ἔφθαρκα, οὐκ ἐγένοντο οὕτως,
25ἀλλὰ τέτμηκα νενέμηκα δεδέμηκα βεβρέμηκα, τοῦ η πλεονάσαντος διὰ τὸ μηδέποτε εὑρίσκεσθαι τὸ μ πρὸ τοῦ κ, μήτε κατὰ σύλληψιν μήτε κατὰ διάστασιν· κατὰ σύλληψιν μέν, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν συλλήψει, ἐὰν ἀντιπροηγῶνται, ἐν διαστάσει ἀντιπροηγοῦνται, οἷον τὸ ρ ὑποτέτακται τῷ π κατὰ σύλληψιν ἐν τῷ πρῶτος, ἀντιπροηγούμενον
30δὲ αὐτοῦ ἐν τῷ ἕρπω κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν τὸ ν ὑποτέτακται τῷ θ κατὰ σύλληψιν ἐν τῷ θνῄσκω, ἀντιπροηγησάμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθος κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ λ ὑποτέτακται τῷ κ κατὰ σύλληψιν ἐν τῷ κλέος, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ρ
35ὑποτέτακται τῷ γ κατὰ σύλληψιν ἐν τῷ γραῦς, ἀντιπροηγησάμενον δὲ68

69

αὐτοῦ ἐν τῷ ἔργον κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· εἰ ἄρα οὖν τὸ μ ὑποτέτακται τῷ κ κατὰ σύλληψιν, ὡς ἐν τῷ ἀκμή καὶ ἄκμων, δηλονότι ἀντιπροηγούμενον αὐτοῦ κατὰ διάστασιν θέλει ἀντιπροηγήσα‐ σθαι αὐτοῦ. Ἀλλ’ οὔτε δὲ ἐν διαστάσει δύναται προηγεῖσθαι αὐτοῦ,
5φημὶ δὴ τὸ μ τοῦ κ, ἐπειδὴ πᾶσα συλλαβὴ καταλήγουσα εἰς τὸ μ θέλει ἔχειν τὴν ἑξῆς ἀρχομένην ἢ ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ μ, οἷον σύμβουλος σύμπονος σύμφωνος σύμ‐ ψηφος συμμέτοχος. Τούτοις οὖν ἐξηκολούθησε καὶ τὸ μεμένηκα· ἔστι γὰρ μένω μενῶ, 〈καὶ〉 ὁ παρακείμενος ὤφειλεν εἶναι μέμαγκα, ὥσπερ
10κτενῶ ἔκταγκα, γέγονε δὲ μεμένηκα κατὰ συνεκδρομὴν τούτων· οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι 〈εἰ〉 ἦν μέμαγκα, ἀσυνταξία ἤμελλεν εἶναι· δυνατὸν γὰρ τὸ γ πρὸ τοῦ κ εἶναι, ὡς ἐπὶ τοῦ ἔκταγκα μεμίαγκα με‐ μόλυγκα. Ταῦτα δὲ δύνανται ὡς ἀπὸ τῶν περισπωμένων ποιεῖσθαι τὴν κλίσιν, οἷον ὡς ἀπὸ τοῦ τεμῶ τεμήσω, νεμῶ νεμήσω, δεμῶ δεμήσω,
15βρεμῶ βρεμήσω, ὥσπερ νοῶ νοήσω νενόηκα, ποιῶ ποιήσω πεποίηκα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι σεσημείωται τὸ κρίνω κρινῶ κέκρικα, κλίνω κλινῶ κέκλικα, πλύνω πλυνῶ πέπλυκα, τείνω τενῶ τέτακα· ταῦτα γὰρ ἀπέβα‐ λον τελείως τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον· καὶ τὸ 〈κερδαίνω〉
20κερδανῶ δὲ εὑρίσκεται καὶ χωρὶς τοῦ ἀμεταβόλου κατὰ τὸν παρακείμενον, οἷον κεκέρδαγκα κεκέρδακα. Θέλουσι δέ τινες λέγειν, ὅτι ὑπάγονται τῷ κανόνι ταῦτα τῷ λέγοντι, ὅτι τὰ εἰς νω δισύλλαβα ἑνὶ φωνήεντι παρα‐ ληγόμενα ἀποβάλλουσι τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον, οἷον πλύνω πέπλυκα, κρίνω κέκρικα, κλίνω κέκλικα, τὰ δὲ μὴ οὕτως ἔχοντα
25φυλάττουσι τὸ ἀμετάβολον τρεπόμενον εἰς τὸ γ, οἷον φαίνω πέφαγκα, χαίνω κέχαγκα, ῥαίνω ἔρραγκα. Καὶ λέγει ὁ τεχνικὸς Ἀπολλώνιος, ὅτι κακῶς λέγουσιν, πρῶτον μὲν ὅτι αὐτὰ τὰ σεσημειωμένα ἐκανόνισαν, δεύτερον δὲ ὅτι ἀντίκειται αὐτοῖς τὸ τείνω δύο φωνήεσι παραληγό‐ μενον καὶ μὴ φυλάττον τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον, οἷον
30τέτακα. Καὶ λέγουσιν, μήποτε τὸ τέτακα ὡς ἀπὸ τοῦ τάζω ἐστὶ τάσω τέτακα, ὡς φράζω φράσω πέφρακα· πρὸς οὓς πάλιν ὑπαντᾷ ὁ τεχνι‐ κὸς Ἀπολλώνιος λέγων, ὅτι εἰ ἦν ἀπὸ τοῦ τάζω, ἤμελλεν εἶναι ὁ ἐνεργητικὸς παρακείμενος τέταχα διὰ τοῦ χ, καὶ ὁ μέσος παρακείμενος
τέταγα διὰ τοῦ γ· τάξω γάρ ἐστιν ὁ μέλλων, ἐξ οὗ καὶ τὸ τόξον,69

70

οἱονεὶ τὸ τεινόμενον· ὥσπερ γὰρ ἀπὸ τοῦ κράζω κράξω γίνεται κέ‐ κραχα ὁ ἐνεργητικὸς παρακείμενος, καὶ ὁ μέσος κέκραγα, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ τάζω τάξω γίνεται τέταχα ὁ ἐνεργητικὸς παρα‐ κείμενος, καὶ τέταγα ὁ μέσος παρακείμενος. Ὅτι γὰρ ὁ μέσος παρα‐
5κείμενος τέταγα ἐστίν, δηλοῖ ὁ δεύτερος ἀόριστος εὑρισκόμενος τέταγον, οἷον 〈Α 591〉 ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο· καὶ γὰρ ὁ δεύτερος ἀόριστος διὰ τοῦ συμφώνου τοῦ ὄντος πρὸ τοῦ α ἐν τῷ μέσῳ παρακειμένῳ χαρακτηρίζεται, οἷον λείπω λέλοιπα ἔλιπον, κείρω κέκορα ἔκαρον, νύσσω νύξω νένυγα ἔνυγον, τύπτω τέτυπα ἔτυ‐
10πον. Κάλλιον οὖν ἐστι δοῦναι αὐτὰ σεσημειωμένα, φημὶ δὴ τὸ κέκρικα πέπλυκα κέκλικα τέτακα, καὶ μὴ κλινόμενα κατὰ κανόνα· ἐλέγχονται γὰρ ὅτι ὤφειλον ἔχειν τὸ ἀμετάβολον ἐκ τῶν ποιητικῶν χρήσεων· εὑρίσκονται γὰρ ἐν ταῖς χρήσεσι κλινθῆναι καὶ κρινθῆναι, οἷον 〈Γ 360〉 ὁ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν, 〈Hes. Theog. 711〉
15ἐκλίνθη δὲ μάχη, 〈Γ 102〉 διακρινθεῖτε τάχιστα. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡνίκα ὁ μέλλων δι’ ἀμεταβόλου ἐκ‐ φέρεται, τότε ὁ παρακείμενος δι’ αὐτοῦ, τουτέστι τοῦ ἀμεταβόλου, ἐκ‐ φέρεται καὶ τοῦ κ, καὶ μὴ διὰ τοῦ ἀμεταβόλου μόνου ἢ διὰ τοῦ κ
20μόνου. Καὶ ἔστιν εἰπεῖν, ὅτι δι’ ἀμεταβόλου μόνου οὐκ ἠδύνατο ἐξ‐ ενεχθῆναι, ἐπειδὴ ὁ παρακείμενος ὁ ἐνεργητικὸς οὐδέποτε διὰ ἡμιφώ‐ νου ἐκφέρεται, οἷον τέτυφα νένυχα πεποίηκα· τὸ γὰρ φ καὶ τὸ χ καὶ τὸ κ ἄφωνά εἰσιν· εἰ ἄρα οὖν τὰ ἀμετάβολα ἡμίφωνά εἰσιν—ἡμίφωνα γὰρ ζ λ μ ν ρ ξ ψ ς—δηλονότι οὐ δύναται δι’ αὐτῶν μόνων ἐξ‐
25ενεχθῆναι ὁ παρακείμενος ὁ ἐνεργητικός. Ἄλλως τε δὲ ὁ παρακεί‐ μενος ὁ ἐνεργητικὸς οὐδέποτε διὰ τῶν συμφώνων χαρακτηρίζεται, δι’ ὧν χαρακτηρίζεται ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικός· οἷον ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς ἐκφέρεται διὰ τοῦ ς καὶ ξ καὶ ψ, οἷον ἐποίησα ἔνυξα ἔγραψα, ὁ δὲ παρακείμενος ὁ ἐνεργητικὸς οὐδέποτε ἐκφέρεται
30διὰ τοῦ ς οὔτε διὰ τοῦ ξ οὔτε διὰ τοῦ ψ· τὸ γὰρ ἔθηκα ἔδωκα ἧκα ἀορίστου ὄντα καὶ διὰ τοῦ κ ἐξενεχθέντα τοῦ ἐνεργητικοῦ παρακειμένου πολλάκις πεφυκότος διὰ τοῦ κ ἐκφέρεσθαι, οἷον πεποίηκα νενόηκα, παράλογά εἰσιν, ὡς ἐν τῷ πρώτῳ ἀορίστῳ μαθησόμεθα, ἡνίκα καὶ περὶ τοῦ εἶπα καὶ ἤνεγκα διαλαμβάνομεν. Ἐπειδὴ οὖν ἔθος ἔχει ὁ πρῶτος
35ἀόριστος ὁ ἐνεργητικὸς διὰ τῶν ἀμεταβόλων χαρακτηρίζεσθαι, οἷον70

71

ἔκειρα ἔτιλα ἔρρανα ἔνειμα, τούτου χάριν ὁ παρακείμενος ὁ ἐνεργητικὸς οὐ χαρακτηρίζεται διὰ τοῦ ἀμεταβόλου μόνου, ἵνα μὴ εὑρεθῇ χαρακτη‐ ριζόμενος διὰ τῶν χαρακτηριστικῶν τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητι‐ κοῦ· τούτου οὖν χάριν οὐκ ἠδύνατο ὁ παρακείμενος ὁ ἐνεργητικὸς δι’
5ἀμεταβόλου μόνου ἐξενεχθῆναι. Ἀλλ’ οὔτε δὲ πάλιν τὸ ἀμετάβολον ἀποβάλλειν ἠδύνατο ὁ παρακείμενος ὁ ἐνεργητικός, ἵνα διὰ τοῦ κ μόνου ἐξενεχθῇ, ἐπειδὴ τὰ ἀμετάβολα οὔτε ἐν ταῖς τῶν ὀνομάτων κλίσεσιν οὔτε ἐν ταῖς τῶν ῥημάτων θέλουσι μεταβάλλεσθαι, ὅθεν καὶ ἀμετάβολα λέγονται, οἷον Πλάτων Πλάτωνος, Ἕκτωρ Ἕκτορος, κείρω
10κερῶ, νέμω νεμῶ, τίλλω τιλῶ, μένω μενῶ· ἡ γὰρ φρέατος γενικὴ καὶ δελέατος καὶ στέατος οὐκ ἀπὸ τῆς φρέαρ καὶ στέαρ καὶ δέλεαρ εὐθείας εἰσίν, ἀλλ’ ἀπὸ τῆς εἰς ς καταλήξεως, φημὶ δὴ ὡς ἀπὸ τῆς φρέας καὶ στέας καὶ δέλεας· ἐξ ἀνάγκης οὖν, διὰ τὸ μήτε δι’ ἀμεταβόλων μόνων δύνασθαι ἐκφέρεσθαι τὸν ἐνεργητικὸν παρακείμενον μήτε διὰ τοῦ κ μό‐
15νου, ἐκφέρεται διά τε τοῦ ἰδίου ἀμεταβόλου καὶ τοῦ κ. Ἀποροῦσι δέ τινες λέγοντες, τίνος χάριν τριῶν ὄντων συμφώνων χαρακτηριστικῶν τοῦ ἐνεργητικοῦ παρακειμένου, φημὶ δὴ τοῦ κ καὶ φ καὶ χ, οἷον πεποίηκα τέτυφα νένυχα, τὸ κ ἔλαβε μετὰ τοῦ ἀμεταβόλου ὁ ἐνεργητικὸς παρακείμενος, καὶ οὐ τὸ φ ἢ τὸ χ. Πρὸς οὓς ἔστιν
20εἰπεῖν, ὅτι εἰ καὶ ἔλαβε τὸ φ ἢ τὸ χ ὁ ἐνεργητικὸς παρακείμενος μετὰ τῶν ἀμεταβόλων, ἡ αὐτὴ ἔτι ἔμενεν ἀπορία· ἔτι γὰρ ζητεῖν εἴχομεν, διατί τὸ φ ἢ τὸ χ ἔλαβε μετὰ τῶν ἀμεταβόλων, καὶ μὴ τὸ κ. Μήποτε δὲ κατὰ τὴν ἀλήθειαν ἔστιν ἀποδοῦναι καὶ αἰτίας, διατί τριῶν ὄντων τῶν χαρακτηριστικῶν συμφώνων τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ κ
25φημὶ καὶ τοῦ φ καὶ τοῦ χ, τὸ κ ἔλαβε, καὶ οὐ τὸ φ ἢ τὸ χ, ὧν ἡ πρώτη ἐστὶν αὕτη. Ἰστέον ὅτι τὸ φ ἢ τὸ χ λαβεῖν οὐκ ἠδύνατο ὁ ἐνερ‐ γητικὸς παρακείμενος μεθ’ ἑνὸς τῶν ἀμεταβόλων, ἐπειδὴ ἡνίκα ὁ παρα‐ κείμενος διὰ δασέος ἐκφέρεται, πάντως καὶ ὁ μέλλων διὰ διπλοῦ ἐκ‐ φέρεται, οἷον ἡνίκα μὲν ὁ παρακείμενος διὰ τοῦ φ ἐκφέρεται, τότε ὁ
30μέλλων διὰ τοῦ ψ ἐκφέρεται, 〈οἷον〉 τύψω τέτυφα, γράψω γέγραφα, ἡνίκα δὲ ὁ παρακείμενος διὰ τοῦ χ ἐκφέρεται, ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, οἷον λέξω λέλεχα, πλέξω πέπλεχα· ἐπειδὴ οὖν ἐπὶ τούτων, φημὶ δὴ ἐπὶ τῶν δι’ ἀμεταβόλων, οὐκ ἔστιν ὁ μέλλων διὰ διπλοῦ, τούτου οὖν χάριν οὔτε ὁ παρακείμενος διὰ δασέος δύναται εἶναι, φημὶ
35δὴ διὰ τοῦ χ ἢ τοῦ φ, καὶ τούτου χάριν οὐκ ἔλαβεν ὁ παρακείμενος
μεθ’ ἑνὸς τῶν ἀμεταβόλων τὸ φ ἢ τὸ χ, καὶ λοιπὸν ἐξ ἀνάγκης τὸ κ71

72

ἔλαβεν. Ἡ δευτέρα δὲ λύσις αὕτη· ἡνίκα ὁ μέλλων διὰ τοῦ ς ἐκφέ‐ ρεται, πάντως ὁ παρακείμενος ὁ ἐνεργητικὸς διὰ τοῦ κ ἐκφέρεται, οἷον πείσω πέπεικα, νήσω νένηκα, ἱππεύσω ἵππευκα· ἐπειδὴ οὖν ὁ μέλλων δι’ ἀμεταβόλων χαρακτηρίζεται κατὰ τὴν διάλεκτον τῶν Αἰολέων καὶ
5διὰ τοῦ ς ἐκφερόμενος—τὸ γὰρ φθερῶ οἱ Αἰολεῖς θέλοντες βαρύνειν, ἅτε δὴ βαρυντικοὶ ὄντες, φθέρσω λέγουσι τὸ ς προστιθέντες· τὸ γὰρ ς χαρακτηριστικόν ἐστι βαρυτόνου μέλλοντος, οἷον ποιήσω, νοήσω· καὶ πάλιν τὸ κερῶ κέρσω λέγουσιν, ἐξ οὗ τὸ 〈Κ 456〉 ἀπέκερσε τένον‐ τας—τούτου χάριν ἐπειδὴ εὑρέθη ὁ μέλλων δι’ ἀμεταβόλου χαρακτη‐
10ριζόμενος καὶ διὰ τοῦ ς ἐκφερόμενος, ὁ παρακείμενος μεθ’ ἑνὸς τῶν ἀμεταβόλων τὸ κ ἔλαβεν· ἐμάθομεν γὰρ ὅτι ἡνίκα ὁ μέλλων διὰ τοῦ ς ἐκφέρεται, ὁ παρακείμενος ὁ ἐνεργητικὸς διὰ τοῦ κ ἐκφέρεται, οἷον ποιήσω πεποίηκα, νοήσω νενόηκα. Παραλήγουσαν δὲ τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρα‐
15κείμενος. Ἐνταῦθα περὶ τῆς παραληγούσης τοῦ ἐνεργητικοῦ παρα‐ κειμένου διαλαμβάνει. Ἰστέον δὲ ὅτι ὁ ἐνεργητικὸς παρακείμενος τὴν αὐτὴν ἔχει παραλήγουσαν τῷ μέλλοντι, οἷον πείσω πέπεικα, νοήσω νενόηκα, βασιλεύσω βεβασίλευκα, κρούσω κέκρουκα, ποιήσω πεποίηκα, στεφανώσω ἐστεφάνωκα, λούσω λέλουκα· καὶ πάλιν ἐστὶ περάσω καὶ
20φυράσω, καὶ ἐπειδὴ ὁ μέλλων ἐκτεταμένον ἔχει τὸ α, τούτου χάριν καὶ ὁ παρακείμενος ὁ πεπέρακα καὶ ὁ πεφύρακα ἐκτεταμένον αὐτὸ ἔχει· καὶ πάλιν ἐστὶ γελάσω καὶ ἐλάσω, καὶ ἐπειδὴ ὁ μέλλων συν‐ εσταλμένον ἔχει τὸ α, τούτου χάριν καὶ ὁ παρακείμενος ὁ γεγέλακα καὶ ὁ ἤλακα συνεσταλμένον ἔχει τὸ α· καὶ πάλιν ἐστὶ πλέω
25χέω πνέω ῥέω δι’ ἑνὸς φωνήεντος, καὶ πλεονάζει ὁ μέλλων τὸ υ καὶ γίνεται πλεύσω χεύσω πνεύσω ῥεύσω, ἀλλὰ καὶ ὁ παρακεί‐ μενος ὁμοίως τῷ μέλλοντι γίνεται διὰ τῆς ευ διφθόγγου, οἷον πέ‐ πλευκα κέχευκα πέπνευκα ἔρρευκα· τινὲς δὲ θέλουσι λέγειν ταῦτα ὡς ἀπὸ τοῦ πνεύω καὶ πλεύω καὶ χεύω καὶ ῥεύω εἶναι· πάλιν ἐστὶ παίω
30καὶ παλαίω καὶ πταίω, καὶ ἐπειδὴ ταῦτα φυλάττουσι τὴν αι δίφθογγον κατὰ τὸν μέλλοντα, οἷον παίσω παλαίσω καὶ πταίσω, τούτου χάριν καὶ
κατὰ τὸν παρακείμενον φυλάττουσιν αὐτήν, οἷον πεπάλαικα πέπαικα72

73

καὶ πέπταικα· καὶ πάλιν ἐστὶ κλαίω κλαύσω καὶ καίω καύσω, καὶ ἐπειδὴ ταῦτα κατὰ τὸν μέλλοντα ἔτρεψαν τὸ ι εἰς τὸ υ, τούτου χάριν καὶ ὁ παρακείμενος διὰ τῆς αυ διφθόγγου ἐγένετο, οἷον κέκλαυκα 〈καὶ κέ‐ καυκα〉. Καὶ λέγει ὁ Φιλόπονος καὶ ὁ Ὦρος, ὅτι ἐφ’ ὧν οἱ Ἀθη‐
5ναῖοι τὸ ι ἀποβάλλουσι κατὰ τὸν ἐνεστῶτα, ἐπὶ τούτων ὁ μέλλων πλεονάζει τὸ υ, οἷον ἐπειδὴ τοῦ κλαίω καὶ καίω τὸ ι ἀποβάλλουσιν οἱ Ἀθηναῖοι κατὰ τὸν ἐνεστῶτα καὶ λέγουσι κλάω καὶ κάω, τούτου χάριν πλεονάζει ὁ μέλλων τὸ υ καὶ γίνεται κλαύσω καὶ καύσω ἐφ’ ὧν δὲ οὐκ ἀποβάλλουσιν οἱ Ἀθηναῖοι τῆς αι διφθόγγου τὸ ι κατὰ τὸν ἐν‐
10εστῶτα, ἐπὶ τούτων ὁ μέλλων οὐ πλεονάζει τὸ υ, οἷον ἐπειδὴ τοῦ παλαίω καὶ τοῦ πταίω καὶ 〈τοῦ〉 παίω οὐκ ἀποβάλλουσιν οἱ Ἀθηναῖοι τὸ ι κατὰ τὸν ἐνεστῶτα—οὐδὲ γὰρ λέγουσι παλάω καὶ πάω καὶ πτάω— τούτου χάριν ὁ μέλλων οὐ πλεονάζει τὸ υ, παλαίσω γὰρ καὶ πταίσω καὶ παίσω. Ταῦτα μὲν ὁ Φιλόπονος καὶ ὁ Ὦρος. Ὁ δὲ γραμμα‐
15τικὸς Σέργιος ἐκ τοῦ ἐναντίου ἀπορεῖ λέγων· διατί γὰρ ἐπὶ τούτων οἱ Ἀθηναῖοι ἀποβάλλουσι τὸ ι κατὰ τὸν ἐνεστῶτα, ἐφ’ ὧν τὸ ι εἰς υ τρέπεται κατὰ τὸν μέλλοντα, οἷον κλαίω κλαύσω κλάω, καίω καύσω κάω; οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι ὁ κλάω καὶ ὁ κάω ἐστὶν ὁ ἐνεστὼς καὶ ἐν τῷ μέλλοντι ἐπλεόνασε τὸ υ· τότε γὰρ πλεονάζει τὸ υ ἐν τῷ
20μέλλοντι, ἡνίκα βραχεῖά ἐστιν ἡ συλλαβή, οἷον ῥέω ῥεύσω, πνέω πνεύσω, χέω χεύσω· τὸ δὲ α τοῦ κλάω καὶ κάω ἐκτεταμένον ἐστίν, καὶ δηλονότι οὐ δύναται πλεονάσαι τὸ υ ὁ μέλλων, ἀλλ’, ὡς εἴρηται, τροπῇ ἐγένετο τοῦ ι εἰς τὸ υ. Ἐπιλύεται οὖν ὁ 〈Σέργιος〉 λέγων, ὅτι διὰ τοῦτο ἀποβάλλουσιν οἱ Ἀθηναῖοι κατὰ τὸν ἐνεστῶτα τὸ ι τῆς
25αι διφθόγγου ἐφ’ ὧν τρέπεται τὸ ι εἰς τὸ υ κατὰ τὸν μέλλοντα, ἵνα μὴ εὑρεθῇ διάφορος δίφθογγος ἐν τῷ ἐνεστῶτι καὶ ἐν τῷ μέλλοντι· ἤμελλε γὰρ εἶναι ὁ ἐνεστὼς διὰ τῆς αι διφθόγγου, τοῦ μέλλοντος ὄντος διὰ τῆς αυ διφθόγγου, ὅπερ ἐστὶν ἄτοπον· οὐδέποτε γὰρ διά‐ φορος δίφθογγος εὑρίσκεται ἐν τῷ ἐνεστῶτι καὶ ἐν τῷ μέλλοντι, οἷον
30παλαίω παλαίσω, κρούω κρούσω, παίω παίσω, τοξεύω τοξεύσω. Πάλιν ἐστὶν πνίγω πνίξω, ἐρύκω ἐρύξω, ψύχω ψύξω, καὶ ταῦτα κατὰ μὲν τὸν ἐνεστῶτα φύσει μακρὸν ἔχουσι τὸ δίχρονον, κατὰ δὲ τὸν μέλλοντα συστέλλουσι τὰ δίχρονα, ἤγουν θέσει μακρὰ ἔχουσιν αὐτά· ἀλλὰ καὶ ὁ παρακείμενος ὁ πέπνιχα καὶ ἤρυχα καὶ ἔψυχα συνεσταλμένα ἔχουσι τὰ
35δίχρονα. Ἰστέον δὲ ὅτι ἐν τῷ μέλλοντι συστέλλονται τὰ δίχρονα διὰ73

74

τὴν ἐπιφορὰν τοῦ ξ· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὸ ι καὶ τὸ υ πρὸ τοῦ ξ φύσει μακρὰ οὐκ εἰσίν, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχη‐ μένων, οἷον Φοῖνιξ κῆρυξ τέττιξ πέρδιξ ὄνυξ Βέβρυξ. Πρόσκειται «εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων» διὰ τὸ ἰξεύω ἴξευον· τὸ μὲν γὰρ
5ἰξεύω θέσει μακρὸν ἔχει τὸ ι, τὸ δὲ ἴξευον φύσει μακρὸν τῷ λόγῳ τῆς ἀρχούσης τῶν παρῳχημένων· οἱ γὰρ παρῳχημένοι ἢ χρονικῶς θέλουσι μεγεθύνεσθαι ἢ συλλαβικῶς, συλλαβικῶς μέν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον, χρονικῶς δέ, οἷον ἄγω ἦγον, ἔχω εἶχον, ὀμνύω ὤμνυον· ἐν οἷς οὖν τὸ ἰξεύω ἴξευον οὐκ ἡδύνατο συλλαβικῶς μεγεθυν‐
10θῆναι, οὐδὲ γὰρ ἄρχεται ὁ ἐνεστὼς ἀπὸ συμφώνου, δηλονότι ἀνάγκην ἔχει χρονικῶς μεγεθυνθῆναι, καὶ τούτου χάριν ἐξέτεινε τὸ ι. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ προσθεῖναι ἐν τῷ λόγῳ τῷ λέγοντι, ὅτι παραλήγουσαν δὲ τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρακείμενος, «χωρὶς τῶν
15δισυλλάβων τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων τῶν παραληγομένων τῷ ε»· ἐπὶ τούτων γὰρ τρέπεται τὸ ε εἰς τὸ α κατὰ τὸν ἐνεργητικὸν παρακείμενον, οἷον κερῶ κέκαρκα, δερῶ δέδαρκα, σπερῶ ἔσπαρκα, κτενῶ ἔκταγκα, στελῶ ἔσταλκα· πρόσκειται «δισυλλάβων» διὰ τὸ ἐγερῶ ἤγερκα, τοῦτο γὰρ οὐκ ἔτρεψε τὸ ε εἰς τὸ α κατὰ τὸν ἐνεργητικὸν παρακεί‐
20μενον, ἀλλ’ οὐκ ἔστι δισύλλαβον. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν δισυλλάβων τῆς πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων τῶν παραληγομένων τῷ ε»· ταῦτα γὰρ τρέπουσι τὸ ε εἰς ο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον παρὰ τοῖς Ἀθηναίοις, οἷον λέγω λέξω λέλεχα κοινῶς καὶ λέλοχα ἀττικῶς, πλέκω πλέξω πέπλεχα κοινῶς καὶ πέπλοχα
25ἀττικῶς, στέφω στέψω ἔστεφα κοινῶς καὶ ἔστοφα ἀττικῶς, κλέπτω κλέψω κέκλεφα κοινῶς καὶ κέκλοφα ἀττικῶς, πέμπω πέμψω πέπεμφα κοινῶς καὶ πέπομφα ἀττικῶς, στρέφω στρέψω ἔστρεφα κοινῶς καὶ ἔστροφα ἀττικῶς, τρέφω θρέψω τέτρεφα κοινῶς καὶ τέτροφα ἀττικῶς, βρέχω βρέξω βέβρεχα κοινῶς καὶ βέβροχα ἀττικῶς. Πρόσκειται «δισυλλά‐
30βων» διὰ τὸ ἐλέγχω ἐλέγξω, τούτου γὰρ ὁ παρακείμενος ἤλεγχα διὰ τοῦ ε, καὶ οὐ τρέπει ἀττικῶς ὁ παρακείμενος τὸ ε εἰς ο, 〈ἀλλ’ οὐκ ἔστι δισύλ‐ λαβον〉· πρόσκειται «πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων» διὰ τὸ ῥέζω ῥέξω ἔρρεχα, τοῦτο γὰρ ἐπειδὴ οὐκ ἔστι πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων ἀλλὰ τῆς τετάρτης, οὐ τρέπει παρ’ Ἀττικοῖς τὸ
35ε εἰς ο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ σημειώσασθαι καὶ τὸ τέθυκα καὶ τὸ λέλυκα, ὅτι ταῦτα ἐν
τῷ θύσω καὶ λύσω μέλλοντι φύσει μακρὸν ἔχοντα τὸ δίχρονον, ἐν τῷ74

75

παρακειμένῳ συνεσταλμένον αὐτὸ ἔχουσιν. Ἰστέον δὲ ὅτι ταῦτα ἐν τῷ ἐνεστῶτι τῷ θύω καὶ λύω καὶ ἐκτείνουσι καὶ συστέλλουσι τὸ δίχρονον, ἐν δὲ τῷ μέλλοντι τῷ θύσω καὶ λύσω μόνως ἐκτείνουσι τὸ δίχρονον, ἐν δὲ τῷ παρακειμένῳ τῷ λέλυκα καὶ τέθυκα μόνως συστέλλουσι τὸ
5δίχρονον. Τὸ ἧφα καὶ ἦχα καὶ ἦρκα μὴ φυλάξαντα τὴν παραλήγουσαν τοῦ ἅψω καὶ ἄξω καὶ ἀρῶ μέλλοντος οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ ταῦτα δισύλλαβά εἰσιν καὶ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, καὶ λοιπὸν οὐ τῷ λόγῳ τῆς παραληγούσης ἐγένοντο, ἀλλὰ τῷ λόγῳ τῆς ἀρχούσης ἔτρεψαν τὸ α εἰς τὸ η· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν
10ἐμάθομεν, τὸ α εἰς τὸ η τρέπεται κατὰ τὴν ἄρχουσαν τῶν παρῳχημέ‐ νων, οἷον ἄγω ἦγον. Ἡ δὲ ἄρχουσα, ὡς ἔφαμεν, ἐκ τοῦ παρατατικοῦ γίνεται. Ἐνταῦθα περὶ τῆς ἀρχούσης τοῦ παρακειμένου διαλαμβάνει, καὶ κανο‐ νίζει αὐτὴν ἀπὸ τοῦ παρατατικοῦ λέγων, ὅτι ἡνίκα ὁ παρατατικὸς ἀπὸ
15μακρᾶς φύσει ἢ θέσει ἄρχεται, συνάρχεται ὁ παρακείμενος, οἷον ἠγόρα‐ ζον ἠγόρακα, ἠλέουν ἠλέηκα, ἠρεύνων ἠρεύνηκα, ἡτοίμαζον ἡτοίμακα, ἠρώτων ἠρώτηκα, ἔφθειρον ἔφθαρκα, ἡρμήνευον ἡρμήνευκα, ἔκτεινον ἔκταγκα, ἔκτιζον ἔκτικα, ἐψηλάφων ἐψηλάφηκα, ἐξήραινον ἐξήραγκα· ὅθεν καὶ τὰ ἀπὸ τοῦ ρ ἀρχόμενα ἔχουσι τὸν παρακείμενον συναρχό‐
20μενον τῷ παρατατικῷ, ἐπειδὴ καὶ ὁ παρατατικὸς ἐπὶ τούτων ἀπὸ μα‐ κρᾶς θέσει ἄρχεται· διὰ γὰρ τῶν δύο ρρ γράφεται, οἷον ἔρραπτον ἔρραφα, ἐρρύπουν ἐρρύπωκα, ἐρράπιζον ἐρράπικα, ἔρρεον ἔρρευκα, ἔρριπτον ἔρριφα· περὶ γὰρ τοῦ 〈ζ 59〉 τά μοι ῥερυπωμένα κεῖται καὶ τῶν λοιπῶν ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα. Ἐὰν δὲ ἀπὸ
25βραχείας ἄρχηται ὁ παρατατικός, ἀναδιπλασιάζεται ὁ παρα‐ κείμενος. Ἀναδιπλασιασμὸς δὲ λέγεται, ὅτε τὸ ἑξῆς τῆς λέξεως σύμ‐ φωνον δὶς παραλαμβάνεται, οἷον ἔτυπτον τέτυφα, ἐπάτουν πεπάτηκα, ἐνόουν νενόηκα, ἐλάλουν λελάληκα, ἔσειον σέσεικα, ἔθυον τέθυκα, ἐφί‐ λουν πεφίληκα, ἐχειροτόνουν κεχειροτόνηκα, τῶν δασέων εἰς τὰ ἀντί‐
30στοιχα ψιλὰ τραπέντων διὰ τὴν κακοφωνίαν· καὶ ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παρατατικῷ ἄφωνον πρὸ ἀμεταβόλου, τῷ λόγῳ τῆς κοινῆς, ἤγουν τῆς βραχείας, ἀναδιπλασιάζεται ὁ παρακείμενος, οἷον ἔγραφον γέγραφα, ἔγλυφον γέγλυφα, ἔκλαιον κέκλαυκα, ἐκράτουν κεκράτηκα, ἔπλυνον πέπλυκα, ἔκρινον κέκρικα, ἔκλινον κέκλικα. Δεῖ προσθεῖναι «χωρὶς
35τῶν ἐχόντων τὸ γ καὶ τὸ ν»· ταῦτα γὰρ οὐκ ἀναδιπλασιάζονται κατὰ
τὸν παρακείμενον, ἔγνωκα καὶ οὐ γέγνωκα, ἐγνώρικα καὶ οὐ γεγνώρικα,75

76

ἐγνωσιμάχηκα καὶ οὐ γεγνωσιμάχηκα (γνωσιμαχεῖν δέ ἐστι τὸ γινώσκειν ὅτι πρὸς κρείττονας μάχεται)· τὸ ἐγλυμμένοι καὶ ἐβλαστηκότες παρ’ Εὐπόλιδι παράλογά εἰσιν, γεγλυμμένοι γὰρ δεῖ λέγειν καὶ βεβλαστηκότες· οὐ γὰρ ἄρχονται ταῦτα ἀπὸ τοῦ γν, ἵνα μὴ ἀναδιπλασιασθῶσιν. Ταῦτα
5μὲν ἐν τούτοις. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι ἐν μὲν τῷ παρακειμένῳ τὰ ἔχοντα ἄφωνον πρὸ ἀμεταβόλου τῷ λόγῳ τῆς κοινῆς, ἤγουν τῆς βραχείας, παραλαμβάνονται καὶ διπλασιάζουσι τὸν παρακείμενον, ὡς δέδεικται· ἐν 〈δὲ〉 τοῖς εἰς ος συγκριτικοῖς καὶ ὑπερθετικοῖς τὰ ἔχοντα ἄφωνον πρὸ
10ἀμεταβόλου οὐ παραλαμβάνονται τῷ λόγῳ τῆς βραχείας ἀλλὰ τῷ τῆς μακρᾶς, οἷον τί ἐστι τὸ λεγόμενον; Κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος ποιοῦντα συγκριτικὰ ἢ ὑπερθετικά, ἐὰν μὲν βραχείᾳ παραλήγωνται, τρέπουσι τὸ ο εἰς ω ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετικοῖς, οἷον σοφός σοφώτερος σοφώτατος, κακός κακώτερος κακώτατος, λόγιος λογιώτερος
15λογιώτατος, τίμιος τιμιώτερος τιμιώτατος, ὅσιος ὁσιώτερος ὁσιώτατος, χωρὶς τοῦ κενός κενότερος καὶ στενός στενότερος· ταῦτα γὰρ βραχείᾳ παραληγόμενα οὐ τρέπουσι τὸ ο εἰς ω. Καὶ ἀπολογοῦνταί τινες περὶ αὐτῶν λέγοντες, ὅτι μακροπαράληκτα ἦσαν τὰ πρωτότυπα αὐτῶν, στει‐ νός γὰρ καὶ κεινός διὰ τῆς ει διφθόγγου, ἐξ οὗ τὸ 〈Γ 376〉 κεινὴ δὲ
20τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ, καὶ ἀποβολῇ τοῦ ι γέγονε κενός καὶ στενός διὰ τοῦ ε βραχυπαράληκτα, καὶ ἔμειναν τὰ συγκριτικὰ ὡς ἀπὸ μακροπαραλήκτων πρωτοτύπων διὰ τοῦ ο γραφόμενα. Εἰ δὲ μακρᾷ παραλήγονται, φυλάττουσι τὸ ο καὶ ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετικοῖς, οἷον ἀναγκαῖος ἀναγκαιότερος ἀναγκαιότατος, παλαιός
25παλαιότερος παλαιότατος, δίκαιος δικαιότερος δικαιότατος, μάταιος ματαιότερος ματαιότατος, φαιδρός φαιδρότερος φαιδρότατος, ἀνδρεῖος ἀνδρειότερος ἀνδρειότατος, ἔντιμος ἐντιμότερος ἐντιμότατος, ἔνδοξος ἐνδοξότερος ἐνδοξότατος, λεπτός λεπτότερος λεπτότατος, χονδρός χον‐ δρότερος χονδρότατος· εἰ δὲ ἔχουσιν ἄφωνον [ὁμοίως] πρὸ ἀμεταβόλου,
30ὁμοίως τοῖς μακρᾷ παραληγομένοις φυλάττουσι τὸ ο καὶ ἐν τοῖς συγ‐ κριτικοῖς καὶ ἐν τοῖς ὑπερθετικοῖς, οἷον λάγνος λαγνότερος λαγνό‐ τατος, ἄκρος ἀκρότερος ἀκρότατος, ἐρυθρός ἐρυθρότερος ἐρυθρότατος, ἐλαφρός ἐλαφρότερος ἐλαφρότατος. Ἰστέον δὲ ὅτι ταῦτα, φημὶ δὴ τὸ ἐρυθρότερος καὶ ἐλαφρότερος καὶ εὔτεκνος εὐτεκνότερος καὶ δύσποτμος
35δυσποτμότερος, 〈εὑρίσκονται〉 παρὰ τοῖς Ἀθηναίοις καὶ διὰ τοῦ ω, ὡς
παρὰ τῷ Εὐριπίδῃ ἐν Ἑκάβῃ 〈581〉 παιδὸς θανούσης· εὐτεκνωτά‐76

77

την δέ σε Πασῶν γυναικῶν δυστυχεστάτην θ’ ὁρῶ. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῶν μακρᾷ παραληγομένων οἱ ποιηταὶ πολλάκις τρέπουσι τὸ ο εἰς τὸ ω ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετικοῖς, οἷον ὀιζυρός ὀιζυρώτερος, φιλόξεινος φιλοξεινώτερος. Ταῦτα μὲν ἐν τούτοις.
5 Ἰστέον δὲ ὅτι ἐπὶ τῶν εἰς ω 〈μόνων〉 κανονίζεται ἡ ἄρχουσα τοῦ παρακειμένου ἐκ τοῦ παρατατικοῦ· ἐπὶ γὰρ τῶν εἰς μι οὐ δύναται κανο‐ νισθῆναι ἐκ τοῦ παρατατικοῦ· ἐὰν γὰρ ἀπὸ τοῦ ἐτίθην καὶ ἐδίδων θελή‐ σωμεν κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, εὑρεθήσεται τετίθηκα καὶ δεδίδωκα, ὅπερ οὐκ ἔστιν· τέθεικα γὰρ καὶ δέδωκα ἐστὶν ὁ παρα‐
10κείμενος ἀπὸ τοῦ δώσω καὶ θήσω μέλλοντος, τοῦ η τραπέντος εἰς τὴν ει δίφθογγον βοιωτικῶς. Πῶς δὲ κανονίζεται ἡ ἄρχουσα τοῦ παρακει‐ μένου ἐκ τοῦ μέλλοντος, μετ’ ὀλίγον μαθησόμεθα. Δεῖ δὲ γινώσκειν, ὅτι οἱ διπλασιασμοὶ ἢ διὰ τῶν αὐτῶν συμφώνων γίνονται, οἷον τέτυφα πεποίηκα νενόηκα πεπάτηκα λελάληκα, ἢ διὰ τῶν
15ἀντιστοίχων τῶν ψιλῶν, οἷον τέθυκα πεφίληκα κεχειροτόνηκα· διὰ γὰρ δασέος οὐ γίνεται διπλασιασμὸς διὰ τὴν κακοφωνίαν. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐκ δύο μεμέρισται ἡ ἄρχουσα τοῦ παρακειμένου· καὶ ὅτε μὲν ἄρχεται ὁ παρακείμενος ἀπὸ συμφώνου, βραχεῖαν ἔχει τὴν ἄρχουσαν, οἷον τέτυφα νένυχα πεποίηκα πεπάτηκα
20κέκρικα γέγραφα πέπλευκα κέκλαυκα κέκλικα κέκρουκα· ταῦτα γὰρ ἄφωνον ἔχουσι πρὸ ἀμεταβόλου καὶ τῷ λόγῳ τῆς κοινῆς ἀντὶ βραχείας παραλαμβάνονται· ὅτε δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, μακρὰν ἔχει τὴν ἄρχουσαν, 〈οἷον〉 ἠλέηκα ἠρεύνηκα ἡτοίμακα ἥρπακα ἔφθαρκα ἔσταλκα ἔκταγκα ἔσπαρκα ἐστεφάνωκα ἐφθόνηκα ἐζωγράφηκα.
25δηλονότι χωρὶς τῶν Ἀττικῶν παρακειμένων· ὀμώμοκα γὰρ καὶ ἀλήλιφα καὶ ἀγήοχα καὶ ἐλήλυθα διὰ βραχείας κατὰ τὴν ἄρχουσαν· ὅθεν ἀπὸ τοῦ λήβω (τοῦ σημαίνοντος τὸ λαμβάνω) γίνεται λήψω λέληφα, καὶ ἀπὸ τοῦ λήχω (τοῦ σημαίνοντος τὸ λαγχάνω καὶ κληροῦμαι) λήξω λέ‐ ληχα, καὶ ἀπὸ τοῦ μείρω (τοῦ σημαίνοντος τὸ μερίζω) μερῶ μέμαρκα
30μέμαρμαι μέμαρται. Καὶ ἐπειδὴ 〈ἐπὶ〉 τούτων τῶν παρακειμένων οἱ Ἀθη‐ ναῖοι ἀποβάλλουσι τὸ ἐν τῇ ἀρχούσῃ σύμφωνον, [καὶ] προστιθέασι τὸ ι μετὰ τοῦ ε καὶ λέγουσιν εἴληφα καὶ εἴληχα καὶ εἵμαρμαι καὶ εἵμαρται— ἐξ οὗ τὸ εἱμαρμένη, οἱονεὶ ἡ πᾶσι μεμερισμένη—ἵνα μὴ εὑρεθῇ ἀπὸ φωνήεντος ἀρχόμενος ὁ παρακείμενος καὶ ἀπὸ βραχείας. Καὶ πάλιν
35ἐστὶ κτείνω, καὶ γίνεται ὁ μέσος παρακείμενος ἔκτονα, καὶ ἐπειδὴ ἀπο‐
βάλλουσι τὸ τ τὸ ἐν τῇ παραληγούσῃ καὶ μέλλει ἀπὸ φωνήεντος ἄρ‐77

78

χεσθαι καὶ ἀπὸ βραχείας, οἷον ἔκονα, προστιθέασι τὸ κ καὶ φασὶ κέκονα· εἰρήκαμεν γὰρ ὅτι ἡνίκα ὁ παρακείμενος ἀπὸ συμφώνου ἄρχεται τοὐ‐ ναντίον βραχεῖαν ἔχει τὴν ἄρχουσαν. Σεσημείωται ἐν τοῖς ἀπὸ συμ‐ φώνου ἀρχομένοις τὸ πέπτωκα καὶ κέκτηκα καὶ μέμνημαι, ἐπειδὴ ταῦτα
5ἀπὸ συμφώνου ἀρχόμενα μακρὰν ἔχουσι τὴν ἄρχουσαν· οὐδὲ γὰρ ἄφω‐ νον πρὸ ἀμεταβόλου ταῦτα ἔχουσιν, ἵνα εἴπωμεν, ὅτι τῷ λόγῳ τῆς κοινῆς ἀνεδιπλασιάσθησαν· τὸ μὲν γὰρ πέπτωκα καὶ κέκτηκα δύο ἄφωνα ἔχουσιν, τὸ δὲ μέμνημαι δύο ἀμετάβολα. Ἔστι δὲ ἀπολογήσασθαι περὶ αὐτῶν οὕτως· καὶ περὶ μὲν τοῦ μέμνημαι ἔστιν εἰπεῖν ταύτην τὴν
10ἀπολογίαν· οὐδέποτε ἀμετάβολον ἀμεταβόλου προηγεῖται κατὰ σύλ‐ ληψιν, οἷον ἀρνός ἅρμα ἔρνος ἅλμη, εἰ μὴ μόνον τὸ μ τοῦ ν, ὡς μνήμη μνημεῖον μνῆμα μνᾶ· τὸ γὰρ προηγεῖσθαι τῶν ἀμεταβόλων κατὰ σύλληψιν ἴδιον τῶν ἀφώνων ἐστίν, οἷον κλέος ἀγρός ἀκμή πνεῦσαι θνῄσκω πρῶτος· ἐπειδὴ οὖν τὸ μ σύνταξιν ἀφώνου ἀνεδέξατο καὶ
15προηγήσατο τοῦ ν τοῦ ἀμεταβόλου, ἀνεδιπλασιάσθη τὸ μέμνημαι· ἄλλως τε δὲ καὶ πολλάκις εὑρίσκεται καὶ ἐν μέτρῳ τὸ μν ἀποτελοῦν κοινὴν συλλαβήν, οἷον ὡς παρὰ Καλλιμάχῳ 〈fragm. 27 Sch〉 τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος, καὶ παρὰ Κρατίνῳ 〈fragm. 154 K〉 ἀλλο‐ τριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσιν· εἰκότως οὖν καὶ τὸ
20μέμνημαι τῷ λόγῳ τῆς κοινῆς ἀνεδιπλασιάσθη. Περὶ δὲ τοῦ πέπτωκα καὶ κέκτηκα ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τῶν στοιχείων τὰ μέν εἰσι σύμφωνα, τὰ δὲ φωνήεντα· τὰ σύμφωνα ἀσθενέστερά εἰσι τῶν φωνηέντων· καὶ γὰρ τὰ μὲν σύμφωνα χωρὶς τῶν φωνηέντων στῆναι οὐ δύνανται, οὐδὲ γὰρ ἀποτελοῦσι καθ’ ἑαυτὰ φωνήν, τὰ δὲ φωνήεντα
25δύνανται καθ’ ἑαυτὰ παραλαμβάνεσθαι, φωνὴν γὰρ ἀφ’ ἑαυτῶν ἀπο‐ τελοῦσιν. Τῶν συμφώνων τὰ μέν εἰσιν ἄφωνα, τὰ δὲ ἡμίφωνα· τὰ ἄφωνα ἀσθενέστερά εἰσι τῶν ἡμιφώνων, διὸ καὶ ἄφωνα λέγονται, οἱονεὶ μικρόφωνα—οὕτω γὰρ καὶ ἄποδα ἵππον λέγομεν τὸν μικρόποδα καὶ κατὰ μικρὸν τρέχοντα—· τῶν ἀφώνων τὰ μέν εἰσι ψιλά, τὰ δὲ δασέα,
30τὰ δὲ μέσα· τὰ δασέα ἰσχυρότερά εἰσι τῶν ψιλῶν· καὶ γὰρ δασυνο‐ μένου μὲν φωνήεντος ἐπιφερομένου τρέπεται τὸ προηγούμενον ψιλὸν εἰς τὸ ἀντίστοιχον τὸ δασύ, ὡς ἀσθενές, οἷον κατὰ ἡμῶν καθ’ ἡμῶν, ἐπὶ ἡμᾶς ἐφ’ ἡμᾶς, 〈ε 229〉 αὐτίχ’ ὁ μὲν χλαῖναν, ψιλουμένου δὲ φωνήεντος ἐπιφερομένου οὐ τρέπεται τὸ προηγούμενον δασὺ σύμφωνον
35εἰς ψιλόν, ἀλλὰ φυλάττεται, ἅτε δὴ ἰσχυρότερον, οἷον ἀμφὶ αὐτός78

79

ἀμφ’ αὐτός, ἀμφὶ ἀγαθός ἀμφ’ ἀγαθός, 〈Π 165〉 ἀμφ’ ἀγαθὸν θερά‐ ποντα, ἀμφὶ ἐμόν ἀμφ’ ἐμόν· τὰ δὲ μέσα, ὡς καὶ τῶν δασέων μετέ‐ χοντα, ἰσχυρότερά εἰσι τῶν ψιλῶν· ἐπειδὴ οὖν τὰ ψιλὰ πάντων τῶν συμφώνων ἀσθενέστερά εἰσιν, ἐν 〈δὲ〉 τῷ πέπτωκα καὶ κέκτηκα πτ ἐστὶ
5καὶ κτ, ταῦτα δὲ ψιλά εἰσιν, εἰκότως τῷ λόγῳ τῆς κοινῆς ἀνεδιπλα‐ σιάσθησαν. Ἄλλως τε δὲ πολλάκις εὑρίσκονται καὶ ἐν τοῖς μέτροις ἀπο‐ τελοῦντα κοινὴν συλλαβὴν τὸ κτ καὶ πτ, ὡς παρ’ Ὁμήρῳ, οἷον 〈δ 127〉 Αἰγυπτίη, τῇ πλεῖστα δόμοις ἔνι κτήματα κεῖται, τὸ δὲ κτ, ὡς παρὰ τῷ Ῥίνθωνι Ἱππώνακτος τὸ μέτρον, οὐδέν μοι μέλει·
10εἰκότως οὖν καὶ τὸ πέπτωκα καὶ κέκτηκα τῷ λόγῳ τῆς κοινῆς ἀνε‐ διπλασιάσθησαν. Περὶ δὲ τῆς κοινῆς συλλαβῆς κατ’ ἀκρίβειαν ἐν τοῖς μέτροις Ἡφαιστίωνος μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Γέγονε δὲ τὸ πέπτωκα τοῦτον τὸν τρόπον· ἔστι πετῶ πετήσω πεπέτηκα, καὶ κατὰ συγκοπὴν τοῦ ε πέπτηκα, καὶ τροπῇ τοῦ η εἰς ω
15πέπτωκα, ὥσπερ καὶ ἀπὸ τοῦ οἰχῶ οἰχήσω γέγονεν ᾤχηκα, καὶ ᾤχωκα κατὰ τροπὴν τοῦ η εἰς ω, ὡς παρ’ Εὐριπίδῃ 〈Soph. Ai. 896〉 ᾤχωκ’, ὄλωλα, διαπεπόρθημαι, φίλε· ἢ λέγομεν ὅτι ἀπὸ τοῦ πεδῶ πεδήσω γέγονε πεπέδηκα, καὶ κατὰ συγκοπὴν τοῦ ε πέπδηκα, καὶ κατὰ τροπὴν τοῦ η εἰς ω πέπδωκα, καὶ ἐπειδὴ δασέα δασέων ἡγοῦνται καὶ
20ψιλὰ ψιλῶν καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον πτῶσις κτῆμα φθόνος χθών ἑβδομάς ἐρίγδουπος, τούτου χάριν ἐτράπη τὸ δ εἰς τὸ τ, καὶ γέγονε πέπτωκα. Ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ ἀνωτέρω ἐλέγομεν, ὅτι δυνατόν ἐστιν ἐκ τοῦ μέλλον‐ τος κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, ἔλθωμεν καὶ κανονίσω‐
25μεν αὐτὴν ἐκ τοῦ μέλλοντος. Ἰστέον δὲ ὅτι ὅταν ὁ μέλλων ἄρχηται ἀπὸ ἑνὸς ἁπλοῦ συμφώνου, μὴ τοῦ ρ, ἀναδιπλασιάζεται ὁ παρακεί‐ μενος, οἷον τύψω τέτυφα, λέξω λέλεχα, ποιήσω πεποίηκα, νοήσω νενόηκα, καλέσω κεκάλεκα, φιλήσω πεφίληκα, τῶν δασέων τραπέντων εἰς τὰ ἀντίστοιχα τὰ ψιλὰ διὰ τὴν κακοφωνίαν· πρόσκειται «μὴ τοῦ
30ρ», ἐπειδὴ ἐὰν ἄρχηται ὁ μέλλων ἀπὸ τοῦ ρ, οὐκ ἀναδιπλασιάζεται ὁ παρακείμενος, ἀλλὰ προσόδῳ τοῦ ε αὔξεται ἡ ἄρχουσα τοῦ παρακει‐ μένου καὶ ἕτερον ρ προσλαμβάνει, οἷον ῥυπώσω ἐρρύπωκα, ῥεύσω
ἔρρευκα, ῥαπίσω ἐρράπικα, ῥάψω ἔρραφα.79

80

Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὅταν ὁ μέλλων ἀπὸ τοῦ ρ ἄρχηται, οὐκ ἀναδιπλασιάζεται ὁ παρακείμενος. Καὶ ἔστιν εἰπεῖν ταύτας τὰς ἀπολογίας· οὐδέποτε ὁ παρακείμενος ἀναδιπλασιάζεται διὰ δασέος· ἀμέ‐ λει ὅταν ὁ μέλλων ἀπὸ δασέος ἄρχηται, ὁ παρακείμενος τρέπει τὸ δασὺ
5εἰς τὸ ἀντίστοιχον αὐτοῦ τὸ ψιλόν, οἷον θύσω τέθυκα, φιλήσω πεφί‐ ληκα, χειροτονήσω κεχειροτόνηκα· ἐπειδὴ οὖν ὁ παρακείμενος οὐ θέλει διὰ δασέος ἀναδιπλασιάζεσθαι, τὸ δὲ ρ ἄρχον λέξεως δασύνεσθαι θέλει, οἷον ῥώμη ῥήτωρ ῥάπτω ῥαπίζω, εἰκότως ὅταν ὁ μέλλων ἀπὸ τοῦ ρ ἄρχηται, οὐκ ἀναδιπλασιάζεται ὁ παρακείμενος, ἵνα μὴ εὑρεθῇ διὰ
10δασέος ἀναδιπλασιαζόμενος. Καὶ ἔστιν εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα ὁ παρατατικὸς ἀπὸ μακρᾶς ἄρχεται φύσει ἢ θέσει, συνάρχεται αὐτῷ ὁ παρακείμενος, οἷον ἠλέουν ἠλέηκα, ἠγόραζον ἠγόρακα, ᾔτουν ᾔτηκα, ἠρώτων ἠρώτηκα, ὤρθουν ὤρθωκα, ἔφθειρον ἔφθαρκα, ἐστεφάνουν ἐστεφάνωκα, ἐφθόνουν ἐφθό‐
15νηκα, ἐζωγράφουν ἐζωγράφηκα· τὸ γὰρ ἔγραφον γέγραφα καὶ ἔκλαιον κέκλαυκα καὶ τὰ τοιαῦτα τῷ λόγῳ τῆς κοινῆς, ἤγουν τῆς βραχείας, ἀνεδιπλασιάσθησαν, ἄφωνον γὰρ ἔχουσι πρὸ ἀμεταβόλου· ἐπειδὴ οὖν ὅταν ὁ μέλλων ἀπὸ τοῦ ρ ἄρχηται, ὁ παρατατικὸς μακρὰν ἔχει τὴν ἄρχουσαν θέσει—διὰ γὰρ τῶν δύο ρρ γράφεται, οἷον ἔρραπτον ἐρρά‐
20πιζον ἐρρύπουν—ἀναγκάζεται ὁ παρακείμενος συνάρχεσθαι τῷ παρα‐ τατικῷ καὶ γενέσθαι ἐρρύπωκα καὶ ἔρραφα καὶ ἐρράπικα, καὶ τούτου χάριν οὐκ ἀναδιπλασιάζεται· εἰ γὰρ ἀνεδιπλασιάζετο, οὐκέτι συνήρχετο τῷ παρατατικῷ, ὅπερ ἐστὶν ἄτοπον. Σημειούμεθα παρὰ τῷ ποιητῇ τὸ 〈ζ 59〉 τά μοι ῥερυπωμένα κεῖται, καὶ τὸ ῥερῖφθαι ἔπος παρὰ
25τῷ Πινδάρῳ 〈fragm. 318 B4〉, καὶ τὸ ῥεραπισμένῳ νώτῳ παρὰ τῷ Ἀνακρέοντι 〈fragm. 166 B4〉, ὅτι ταῦτα διὰ τοῦ ρ ἀνεδιπλασιάσθησαν· περὶ ὧν ἔστιν εἰπεῖν, ὅτι κατὰ τὴν ποιητικὴν ἐξουσίαν οὕτω γεγόνασιν· πρὸς οἷς εἰ ἐγένετο παρὰ τῷ ποιητῇ «τά μοι ἐρρυπωμένα κεῖται», χωλὸς ηὑρίσκετο ὁ στίχος· ἤμελλε γὰρ εἶναι παλιμβάκχειος ἀκάθαρτος·
30ἡ γὰρ δευτέρα μακρὰ οὔτε εἰς μέρος λόγου ἀπαρτίζει, οὔτε εἰς φωνῆεν λήγει, οὔτε τὴν ἑξῆς ἔχει ἀπὸ φωνήεντος ἀρχομένην, ὡς τὸ 〈α 2〉 πλάγχθη ἐπεὶ Τροίης. Ὅταν δὲ ὁ μέλλων ἄρχηται ἀπὸ διπλοῦ ἢ ἀπὸ δύο συμφώνων, μὴ ὄντος ἀφώνου πρὸ ἀμεταβόλου, οὐκ ἀναδι‐ πλασιάζεται ὁ παρακείμενος, ἀλλὰ προσόδῳ τοῦ ε αὔξεται ἡ ἄρχουσα
35αὐτοῦ, οἷον ζητήσω ἐζήτηκα, ζωγραφήσω ἐζωγράφηκα, ξέσω ἔξεκα,
ξηρανῶ ἐξήραγκα, ψηλαφήσω ἐψηλάφηκα, ψηφώσω ἐψήφωκα, στεφα‐80

81

νώσω ἐστεφάνωκα, στελῶ ἔσταλκα, φθονήσω ἐφθόνηκα, φθερῶ ἔφθαρκα, κτυπήσω ἐκτύπηκα, κτίσω ἔκτικα, σπερῶ ἔσπαρκα. Πρόσκειται «μὴ ὄντος ἀφώνου πρὸ ἀμεταβόλου», ἐπειδὴ τὰ ἔχοντα ἄφωνον πρὸ ἀμε‐ ταβόλου ἀναδιπλασιάζουσι τὴν ἄρχουσαν τοῦ παρακειμένου τῷ λόγῳ
5τῆς βραχείας, ἤγουν τῆς κοινῆς, οἷον γράψω γέγραφα, γλύψω γέγλυφα, πλυνῶ πέπλυκα, κρινῶ κέκρικα, κρούσω κέκρουκα, κλαύσω κέκλαυκα, κλείσω κέκλεικα, χωρὶς τῶν ἐχόντων τὸ γν· τὰ γὰρ ἀπὸ τοῦ γν ἀρχό‐ μενα οὐκ ἀναδιπλασιάζουσι τὸν παρακείμενον, ἀλλὰ προσόδῳ τοῦ ε αὔξεται ἡ ἄρχουσα αὐτοῦ, οἷον γνώσω ἔγνωκα, γνωρίσω ἐγνώρικα,
10γνωσιμαχήσω ἐγνωσιμάχηκα. Ὅταν δὲ ἀπὸ φωνήεντος ὁ μέλλων ἄρχη‐ ται, χρονικῶς μεγεθύνεται ὁ παρακείμενος, 〈οἷον〉 ἐλεήσω ἠλέηκα, ἑρμη‐ νεύσω ἡρμήνευκα, ἐρωτήσω ἠρώτηκα, ἀριστήσω ἠρίστηκα, ὀμόσω ὤμοκα, ὀρθώσω ὤρθωκα, ὁπλίσω ὥπλικα, ἀρτύσω ἤρτυκα, ἀκούσω ἤκουκα, ἀγο‐ ράσω ἠγόρακα, αἰτήσω ᾔτηκα, αἰσχυνῶ ᾔσχυγκα. Πῶς δὲ τρέπονται
15τὰ φωνήεντα ἐν τοῖς παρῳχημένοις κατὰ τὴν ἄρχουσαν, καὶ ποῖα τρέ‐ πονται καὶ ποῖα οὐ τρέπονται, ἐν τῇ διδασκαλίᾳ τοῦ παρατατικοῦ μεμαθήκαμεν. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα οἱ Ἴωνες ἔθος ἔχουσιν ἀπο‐ βάλλειν τὰς ἐν ἀρχῇ κλιτικὰς ἐκτάσεις τῶν παρῳχημένων, οἷον ἔτυπτε
20τύπτε, 〈Φ 20〉 τύπτε δ’ ἐπιστροφάδην, ἦγεν ἄγεν, ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἥψατο ἅψατο, 〈Ψ666〉 ἅψατο δ’ ἡμιόνων ταλα‐ εργῶν, διατί ἐπὶ τοῦ παρακειμένου οὐκ ἀποβάλλουσι τὴν τῆς ἀρχῆς κλιτικὴν ἔκτασιν. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἴωνες συναρχο‐ μένους ποιοῦσι τοὺς παρῳχημένους ταῖς ἰδίαις μετοχαῖς, οἷον ἔτυπτε
25τύπτε, πρὸς τὴν τύπτων μετοχήν, ἦγεν ἄγεν, πρὸς τὴν ἄγων μετοχήν, ἥψατο ἅψατο, πρὸς τὴν ἁψάμενος μετοχήν· ἐπειδὴ οὖν ὁ παρακεί‐ μενος οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν ἐν ταῖς μετοχαῖς, οἷον τετυφώς πεποιηκώς ἑστηκώς ἐφθαρκώς, τούτου χάριν οὔτε παρὰ τοῖς Ἴωσιν ἀποβάλλει τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, ἐπειδή,
30ὡς εἴρηται, οἱ Ἴωνες συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους ταῖς ἰδίαις μετοχαῖς· εἰ γὰρ ἀπέβαλλε παρ’ αὐτοῖς ὁ παρακείμενος τὴν τῆς ἀρχούσης κλιτικὴν ἔκτασιν, οὐκέτι συνήρχετο τῇ μετοχῇ, ὅπερ ἄτοπον. Τοσαῦτα ἔχομεν καὶ περὶ τῆς ἀρχούσης τοῦ παρακειμένου. Ἰστέον δὲ ὡς πᾶς μέλλων ἀπὸ φωνήεντος ἀρχόμενος.
35Ἐνταῦθα περὶ τῆς ποσότητος τῶν συλλαβῶν τοῦ παρακειμένου διαλαμ‐81

82

βάνει, καὶ λέγει ὅτι ἐὰν ὁ μέλλων ἀπὸ φωνήεντος ἄρχηται, ἰσοσυλλαβεῖ αὐτῷ ὁ παρακείμενος, 〈οἷον〉 ἀγοράσω ἠγόρακα, ἑτοιμάσω ἡτοίμακα, ἀριστήσω ἠρίστηκα, ὀρθώσω ὤρθωκα, ἀλείψω ἤλειφα, ἀρτύσω ἤρτυκα· ἐὰν δὲ ὁ μέλλων ἀπὸ συμφώνου ἄρχηται, μιᾷ συλλαβῇ πλεονάζει αὐτοῦ
5ὁ παρακείμενος, οἷον τύψω τέτυφα, λέξω λέλεχα, ποιήσω πεποίηκα, λαλήσω λελάληκα, πατήσω πεπάτηκα· ὅθεν τὸ νενέμηκα 〈καὶ μεμένηκα〉 καὶ δεδέμηκα καὶ τετέμηκα καὶ βεβρέμηκα ὡς ἀπὸ τοῦ νεμῶ νεμήσω καὶ μενῶ μενήσω καὶ δεμῶ δεμήσω καὶ τεμῶ τεμήσω καὶ βρεμῶ βρε‐ μήσω λέγομεν εἶναι, ὥσπερ καὶ ἀπὸ τοῦ γραφῶ γραφήσω τὸ γεγρά‐
10φηκα· ἐὰν γὰρ εἴπωμεν αὐτὰ ὡς ἀπὸ τοῦ νέμω νεμῶ εἶναι καὶ μένω μενῶ καὶ δέμω δεμῶ καὶ τέμω τεμῶ καὶ βρέμω βρεμῶ, μέλλει ὁ παρα‐ κείμενος δύο συλλαβαῖς πλεονάζειν τοῦ μέλλοντος, ὅπερ ἐστὶν ἄτοπον. Τέτυφας. Ἐνταῦθα τὸ δεύτερον πρόσωπον κανονίζει, καὶ λέγει ὅτι τὰ εἰς α λήγοντα πρῶτα πρόσωπα προσθέσει τοῦ ς τὸ
15δεύτερον πρόσωπον ποιοῦσιν, οἷον τέτυφα τέτυφας, πεποίηκα πεποίηκας, νενόηκα νενόηκας, ἔγραψα ἔγραψας, ἔλεξα ἔλεξας. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ τροπῇ τοῦ α εἰς ε καὶ προσθέσει τοῦ ς τὸ δεύ‐ τερον πρόσωπον ἐγένετο, οἷον τέτυφα τέτυφες, ἔτυψα ἔτυψες, ἵνα τῇ ἀποβολῇ τοῦ ς τὸ τρίτον γένηται, τέτυφε γὰρ καὶ ἔτυψε διὰ τοῦ ε
20ἐστὶ τὸ τρίτον, λέγομεν ὅτι καθόλου ἐπὶ τῶν παρῳχημένων, τῶν ἐχόν‐ των δηλονότι εἰς τε τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν, ἡ παρα‐ λήγουσα τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν λήγουσα γίνεται τοῦ δευτέρου προσώπου τῶν ἑνικῶν· ὁ δὲ λόγος ἐπὶ τῶν φωνηέντων, οἷον ἐτύπτετε ἔτυπτες, ἐλάβετε ἔλαβες, ἐτετύφειτε ἐτετύφεις, ἐποιεῖτε
25ἐποίεις, ἐβοᾶτε ἐβόας, ἐχρυσοῦτε ἐχρύσους· δηλονότι χωρὶς τῶν εἰς μι, ἐτίθετε γὰρ διὰ τοῦ ε καὶ ἐτίθης διὰ τοῦ η, καὶ ἵστατε διὰ τοῦ α καὶ ἵστης διὰ τοῦ η, καὶ ἐδίδοτε διὰ τοῦ ο καὶ ἐδίδως διὰ τοῦ ω, καὶ ἐζεύγνυτε διὰ συνεσταλμένου τοῦ υ καὶ ἐζεύγνυς διὰ ἐκτεταμένου τοῦ υ. Πρόσκειται «ἐπὶ τῶν παρῳχημένων» διὰ τὸ τύπτετε τύπτεις· ἐνταῦθα
30γὰρ οὐκ ἔστι τὸ φωνῆεν τὸ ὂν ἐν τῇ παραληγούσῃ τοῦ δευτέρου προσώ‐ που τῶν πληθυντικῶν ἐν τῇ ληγούσῃ τοῦ δευτέρου τῶν ἑνικῶν· ἐν μὲν γὰρ τῇ παραληγούσῃ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τὸ ε ἐστίν, ἐν δὲ τῇ ληγούσῃ τοῦ δευτέρου προσώπου τῶν ἑνικῶν ἡ ει δί‐ φθογγος· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι παρῳχημένου χρό‐
35νου, ἀλλ’ ἐνεστῶτος. Πρόσκειται «ἐπὶ τῶν ἐχόντων δηλονότι εἰς τε τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν» διὰ τὸ ἐτύπτεσθε ἐτύπτεσο· ἐνταῦθα γὰρ οὐκ ἔστι τὸ φωνῆεν τὸ ὂν ἐν τῇ παραληγούσῃ τοῦ δευ‐
τέρου προσώπου τῶν πληθυντικῶν ἐν τῇ ληγούσῃ τοῦ δευτέρου προσ‐82

83

ώπου τῶν ἑνικῶν· ἐν μὲν γὰρ τῇ παραληγούσῃ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τὸ ε ἐστίν, ἐν δὲ τῇ ληγούσῃ τοῦ δευτέρου τῶν ἑνι‐ κῶν τὸ ο· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν εἰς τε τὸ δεύτε‐ ρον τῶν πληθυντικῶν. Εἰ ἄρα οὖν τετύφατε καὶ ἐτύψατε διὰ τοῦ α
5φαμέν, δηλονότι καὶ τέτυφας καὶ ἔτυψας διὰ τοῦ α δεῖ λέγειν. Εἰ δέ τις εἴποι, διατί γὰρ τετύφατε καὶ ἐτύψατε διὰ τοῦ α φαμέν, καὶ μὴ τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, λέγομεν ὅτι οὐ δύναται εἶναι τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, ἐπειδὴ τετύφαμεν καὶ ἐτύψαμεν διὰ τοῦ α ἐστὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· καθόλου δὲ τὰ εἰς μεν πλη‐
10θυντικὰ τροπῇ τοῦ μεν εἰς τε τὸ δεύτερον ποιοῦσι, καὶ φυλάττουσι τὴν παραλήγουσαν ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ς, οἷον ἐτίθεμεν ἐτίθετε, τιθείς γάρ, ἐδίδομεν ἐδίδοτε, διδούς γάρ, ἐτύφθημεν ἐτύφθητε, τυφθείς γάρ, ἐτετύφειμεν ἐτετύφειτε, τετυφώς γάρ, ἐτύψαμεν ἐτύψατε, τύψας γάρ. Ταῦτα μὲν ἐν τούτοις.
15 Λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι εὑρίσκεται χρῆσις τῆς διὰ τοῦ ε γραφῆς, ὡς παρὰ Ἀριστοφάνει ἐν Ὄρνισιν, 〈Acharn. 133〉 ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε, ἀντὶ τοῦ κεχήνατε. Τέτυφε. Ἐνταῦθα τὸ τρίτον πρόσωπον τοῦ παρακειμένου κανο‐ νίζει, καὶ λέγει ὅτι ἔδει τῷ κοινῷ λόγῳ τὸ δεύτερον πρόσωπον κατὰ
20ἀποβολὴν τοῦ ς τὸ τρίτον ποιεῖν· ἐμάθομεν γάρ, ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ς λῆγον ἀποβολῇ τοῦ ς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, ἔτυπτες ἔτυπτε, ἐβόας ἐβόα, ἐποίεις ἐποίει, ἐχρύσους ἐχρύσου, ἔλεγες ἔλεγε· οὕτως οὖν καὶ ἀπὸ τοῦ τέτυφας καὶ ἔτυψας ἔδει τὸ τρίτον πρόσωπον κατὰ ἀποβολὴν τοῦ ς γενέσθαι τέτυφα ἐκεῖνος καὶ
25ἔτυψα ἐκεῖνος διὰ τοῦ α· ἀλλ’ ἐπειδὴ οὐδέποτε τρίτον πρόσωπον τῷ πρώτῳ ὁμοφωνεῖ κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διά‐ λεκτον, οἷον ἔτυπτον ἔτυπτεν, ἐποίουν ἐποίει, ἐβόων ἐβόα, ἐχρύσουν ἐχρύσου, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς τὸ ε, καὶ γέγονε τέτυφε καὶ ἔτυψε τὸ τρίτον διὰ τοῦ ε· εἰ γὰρ ἐγένετο τέτυφα
30ἐκεῖνος καὶ ἔτυψα ἐκεῖνος διὰ τοῦ α, ἤμελλε τῷ πρώτῳ προσώπῳ ὁμο‐ φωνεῖν, φημὶ δὴ τῷ τέτυφα ἐγώ καὶ ἔτυψα ἐγώ, κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, ἀμφότερα γάρ εἰσι μιᾶς διαλέκτου, ὅπερ ἐστὶν ἀδύνατον· τούτου οὖν χάριν, ὡς εἴρηται, καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς τὸ ε κατὰ τὸ
35τρίτον πρόσωπον. Πρόσκειται «κατὰ τὸν αὐτὸν ἀριθμόν» διὰ τὸ ἔλα‐ βον ἐγώ καὶ ἔλαβον ἐκεῖνοι· ἐνταῦθα γὰρ τὸ τρίτον πρόσωπον τῷ πρώτῳ ὁμοφωνεῖ, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν ἀριθμόν· τὸ μὲν γὰρ ἔλα‐
βον ἐγώ πρῶτον ἑνικόν ἐστιν, τὸ δὲ ἔλαβον ἐκεῖνοι τρίτον πληθυντι‐83

84

κόν ἐστιν· «κατὰ τὴν αὐτὴν» δὲ «διάλεκτον» πρόσκειται διὰ τὸ ἐτετύφειν ἐγώ καὶ ἐτετύφειν ἐκεῖνος· ἐνταῦθα γὰρ τὸ τρίτον τῷ πρώτῳ ὁμο‐ φωνεῖ κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, ἀλλ’ οὐ κατὰ τὴν αὐτὴν διάλεκτον· τὸ μὲν γὰρ ἐτετύφειν ἐγώ κοινόν, τὸ δὲ
5ἐτετύφειν ἐκεῖνος Ἰωνικόν. Γέγονε δὲ τὸ ἐτετύφειν ἐκεῖνος τοῦτον τὸν τρόπον· ἔστιν ἐτετύφει τρίτον πρόσωπον· τοῦτο κατὰ διάλυσιν τῆς ει διφθόγγου εἰς δύο εε λέγουσιν οἱ Ἴωνες ἐτετύφεε, καὶ ἐπειδὴ τὸ ε ἐφελκυστικόν ἐστι τοῦ ν, οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν, γίνε‐ ται ἐτετύφεεν, καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον ἐτε‐
10τύφειν ἐκεῖνος· τοιοῦτόν ἐστι καὶ τὸ 〈Γ 387〉 ἥ οἱ Λακεδαίμονι ναιεταώσῃ Ἤσκειν εἴρια καλά, ἀντὶ γὰρ τοῦ ἤσκει, καὶ τὸ 〈Ψ 690〉 οὐδ’ ἄρ’ ἔτι δὴν Εἱστήκειν, αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα, ἀντὶ γὰρ τοῦ εἱστήκει. Ταῦτα μὲν ἐν τούτοις. Προστιθέασι δέ τινες «καὶ κατὰ τὸν αὐτὸν χρόνον καὶ ἀπὸ τοῦ
15αὐτοῦ θέματος» διὰ τὸ ἦν ἐγώ καὶ ἦν ἐκεῖνος· ἰδοὺ γὰρ ἐνταῦθά φασι τὸ τρίτον τῷ πρώτῳ ὁμοφωνεῖν κατὰ τὴν αὐτὴν διάλεκτον καὶ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, ἀλλ’ οὐκ ἀπὸ τοῦ αὐτοῦ θέματος οὐδὲ κατὰ τὸν αὐτὸν χρόνον· τὸ μὲν γὰρ ἦν ἐγώ παρατατι‐ κοῦ ἐστιν ἀπὸ τῶν εἰς μι· ἀπὸ γὰρ τοῦ εἰμί τροπῇ τῆς μι εἰς ν γέγονεν
20ὁ παρατατικὸς εἶν, ὥσπερ τίθημι ἐτίθην, καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η 〈ᾖν〉, ὥσπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνά‐ μην ἠδυνάμην, καὶ κατὰ ἀποβολὴν τοῦ ι γέγονεν ἦν· τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰς ην λήγοντα ῥήματα οὐ θέλουσιν ἔχειν τί ποτε πρὸ τοῦ ν ἀνεκφώνητον, οἷον ἐτύφθην ἐνύγην ἐδάρην ἐστάλην· καὶ καθόλου
25δὲ τὰ εἰς ν λήγοντα ῥήματα οὐ θέλουσιν ἔχειν τί ποτε πρὸ τοῦ ν ἀνεκφώνητον, οἷον ἐβόων ἐγέλων ἐπέρων βοᾶν γελᾶν περᾶν. Τὸ δὲ ἦν ἐκεῖνος δευτέρου ἀορίστου ἐστὶν ἀπὸ τῶν εἰς ω· ἀπὸ γὰρ τοῦ ἔω (τοῦ σημαίνοντος τὸ ὑπάρχω) γέγονεν ὁ δεύτερος ἀόριστος ἦον ἦες ἦε, καὶ κατὰ προσθήκην τοῦ ν ἦεν—τὸ γὰρ ε ἐφελκυστικόν ἐστι τοῦ ν,
30οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν—καὶ κατὰ κρᾶσιν τοῦ η καὶ ε εἰς η γέγονεν ἦν· ὅτι γὰρ δεύτερος ἀόριστός ἐστιν, δηλοῖ ἡ μετοχὴ ἐών οὖσα ὀξύτονος· αἱ γὰρ εἰς ων ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσίν, οἷον τυπών λαβών φαγών δραμών λαθών δακών πιών. Ἰστέον δὲ ὅτι 〈οὐ〉 καλῶς προστιθέασιν «κατὰ τὸν αὐτὸν χρόνον καὶ ἀπὸ τοῦ
35αὐτοῦ θέματος»· τὸ γὰρ ἦν ἐγώ καὶ ἦν ἐκεῖνος οὐκ εἰσὶ κατὰ τὴν84

85

αὐτὴν διάλεκτον· τὸ μὲν γὰρ ἦν ἐγώ Ἀττικόν ἐστιν, τὸ δὲ ἦν ἐκεῖνος κοινόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εἴ τις ἀκριβῶς σκοπήσει, εὑρήσει τὸ τρίτον τῷ πρώτῳ ὁμοφωνοῦν κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διά‐
5λεκτον καὶ κατὰ τὸν αὐτὸν χρόνον καὶ ἀπὸ τοῦ αὐτοῦ θέματος· οἷον τὸ ᾔδειν ὑπερσυντελίκου 〈ὂν〉 διαλύεται ἰωνικῶς εἰς ε καὶ α καὶ γίνε‐ ται ᾔδεα τοῦ ν ἀποβληθέντος, διότι τὸ α ἀποβλητικόν ἐστι τοῦ ν, οἷον ἦν ἔα, 〈Ε 887〉 ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι, Ξέρξην Ξέρξεα, Πολυδεύκην Πολυδεύκεα· τὸ γὰρ Μοῦσα Μοῦσαν ἀπὸ κλίσεως
10ἔχει τὸ ν, καὶ οὐκ ἔστι κατὰ πάθος, ὥσπερ τὰ ἄλλα· ἐκ τοῦ ἐναντίου δὲ τὸ ε ἐφελκυστικὸν γίνεται τοῦ ν, οἷον ἔτυπτε ἔτυπτεν. Καὶ τὸ δεύ‐ τερον δὲ πρόσωπον τὸ ᾔδεις καὶ τὸ τρίτον τὸ ᾔδει διαλύεται εἰς δύο εε καὶ γίνεται ᾔδεες καὶ ᾔδεε· ὤφειλε δὲ καὶ ἐν τῷ πρώτῳ προσώπῳ εἰς δύο εε διαλυθῆναι ἡ ει δίφθογγος, ἐπειδὴ οἱ Ἴωνες τὴν ει δίφθογ‐
15γον εἰς δύο εε διαλύουσιν, ὡς ἐν τῷ εἴργω ἐέργω· ἀλλὰ διὰ τοῦτο οἱ Ἴωνες ἐν τῷ πρώτῳ προσώπῳ τὴν ει δίφθογγον εἰς ε καὶ α διαλύου‐ σιν, οἷον ᾔδειν ᾔδεα, ἐπειδὴ τὸ ε οὐκ ἔστι χαρακτηριστικὸν τοῦ πρώ‐ του προσώπου τῶν ἑνικῶν, τὸ δὲ α ναί, οἷον τέτυφα ἔτυψα· τούτου χάριν ἐν τῷ πρώτῳ προσώπῳ τὴν ει δίφθογγον εἰς τὸ ε καὶ α δια‐
20λύουσιν· ἐν δὲ τῷ δευτέρῳ καὶ τρίτῳ εἰς δύο εε, ἐπειδὴ τὸ ε χαρακτη‐ ριστικὸν εὑρίσκεται καὶ δευτέρου καὶ τρίτου προσώπου τῶν ἑνικῶν, οἷον ἔτυπτες ἔτυπτε, ἔλεγες ἔλεγε. Εἶτα οἱ Ἀθηναῖοι ἐν τῷ πρώτῳ προσώπῳ τῷ ᾔδεα τὸ ε καὶ α εἰς η συναιροῦσιν, καὶ γίνεται ᾔδη ἐγώ, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἱππολύτῳ 〈405〉 τὸ δ’ ἔργον ᾔδη τὴν νόσον
25τε δυσκλεᾶ, ἀντὶ τοῦ τὸ δὲ ἔργον ἠπιστάμην· καὶ πάλιν ἐν τῷ τρίτῳ προσώπῳ τῷ ᾔδεε τὰ δύο εε εἰς τὸ η συναιροῦσιν, καὶ γίνεται ᾔδη ἐκεῖνος, οἷον ὡς παρὰ τῷ ποιητῇ 〈Α 70〉 ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα· καὶ ἰδοὺ εὑρίσκεται τὸ τρίτον τῷ πρώτῳ ὁμοφωνοῦν κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, καὶ
30κατὰ τὴν αὐτὴν διάλεκτον, ἀμφότερα γὰρ Ἀττικά εἰσιν, καὶ κατὰ τὸν αὐτὸν χρόνον, ἀμφότερα γὰρ 〈ὑπερσυντελίκου εἰσίν, καὶ ἀπὸ τοῦ αὐτοῦ θέματος, ἀμφότερα γὰρ〉 ἀπὸ τοῦ εἴδω γεγόνασι τοῦτον τὸν τρόπον· ἔστιν εἴδω· τούτου ὁ μέσος παρακείμενος εἶδα ὤφειλεν εἶναι, τῆς ει διφθόγγου φυλαττομένου, ὥσπερ εἰκονίζω εἰκόνικα, ἀλλ’ ἐτράπη τὸ ε
35εἰς τὸ ο αἰολικῶς καὶ γέγονεν οἶδα, ὥσπερ ὄνειρος ὄνοιρος· τούτου τοῦ οἶδα ὁ ὑπερσυντέλικός ἐστιν εἴδειν διὰ τῆς ει διφθόγγου καὶ οὐ
διὰ τῆς οι διφθόγγου· ἐν δὲ τῷ παρακειμένῳ οἱ Αἰολεῖς ἐποιήσαντο85

86

τὴν τροπήν· τούτου τοῦ εἴδειν τὸ ε τὸ ἐν τῇ ἀρχούσῃ ἀττικῶς ἐξετάθη εἰς τὸ η, ὡς ἐν τῷ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, εἴκαζον ᾔκαζον, καὶ ἔμεινε τὸ ι προσγεγραμμένον τῷ η, καὶ ἐγένετο ᾔδειν διὰ τοῦ η καὶ ι· τούτου τὸ δεύτερον ᾔδεις, τὸ τρίτον
5ᾔδει· ταῦτα ἰωνικῶς διαλύονται, ὡς ἐμάθομεν ἀνωτέρω, καὶ ἀττικῶς κιρνῶνται, καὶ ἀποτελεῖται τὸ ᾔδη ἐγώ καὶ ᾔδη ἐκεῖνος. Τί οὖν ἔχο‐ μεν εἰπεῖν περὶ τούτων; Ἔστιν εἰπεῖν, ὅτι τῇ ἀληθείᾳ τὸ ᾔδη ἐγώ καὶ ᾔδη ἐκεῖνος οὐκ εἰσὶ κατὰ τὴν αὐτὴν διάλεκτον· ἡ γὰρ τοιαύτη κρᾶσις, ἡ διὰ τοῦ η ἡ κατὰ τὸ πρῶτον πρόσωπον γινομένη, τῆς παλαιᾶς μόνης
10Ἀτθίδος ἐστὶν ἰδίωμα, οἷον εἱστήκη ἐγώ, ἐπεποίθη ἐγώ, ἐγεγράφη ἐγώ, ἡ δὲ κατὰ τὸ τρίτον πρόσωπον τῆς νέας Ἀτθίδος ἐστὶν ἰδίωμα, οἷον εἱστήκη ἐκεῖνος, ἐπεποιήκη ἐκεῖνος· καὶ τῷ μὲν πρώτῳ προσώπῳ μόνοι οἱ τῆς παλαιᾶς Ἀτθίδος κέχρηνται, τῷ δὲ τρίτῳ μόνοι οἱ τῆς νέας Ἀτθίδος· τὸ οὖν ᾔδη ἐγώ τῆς παλαιᾶς Ἀτθίδος ἐστίν, τὸ δὲ ᾔδη ἐκεῖ‐
15νος τῆς νέας Ἀτθίδος ἐστίν, ὥστε οὖν οὐκ ἔστι κατὰ τὴν αὐτὴν διά‐ λεκτον τὸ ᾔδη ἐγώ καὶ ᾔδη ἐκεῖνος. Ἐπειδὴ δὲ εὑρίσκομεν παρὰ τῷ ποιητῇ χρήσεις τοῦ τρίτου προσώπου, λέγω δὴ 〈τὸ〉 ᾔδη ἐκεῖνος, οἷον 〈Α 70〉 ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, καὶ πάλιν 〈Β 38〉 νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα,
20ὄντος δὲ τοῦ ποιητοῦ τῆς παλαιᾶς Ἀτθίδος, λέγομεν ὅτι Ἀριστάρχειόν ἐστι τὸ ἁμάρτημα· ὁ γὰρ Ἀρίσταρχος εἰδὼς τοῦτο τὸ ἰδίωμα τῆς νέας Ἀτθίδος ὑπάρχον, λέγω δὴ τὸ τρίτου προσώπου, οὐκ ὤφειλεν ἐᾶσαι αὐτὸ παρὰ τῷ ποιητῇ ὄντι τῆς παλαιᾶς Ἀτθίδος· ὡς εἴρηται γάρ, ἡ [μὲν] παλαιὰ Ἀτθὶς κέχρηται τῷ πρώτῳ μόνῳ. Ταῦτα μὲν ἐν τούτοις.
25 Ἀποροῦσι δέ τινες λέγοντες, διατί ἐν τῷ τέτυφε καὶ ἔτυψε τρίτῳ προσώπῳ τὸ α εἰς τὸ ε ἐτράπη, καὶ μὴ ἐγένετο τὸ τρίτον πρόσωπον διὰ τοῦ α μακροῦ, ἵνα τὸ μὲν πρῶτον διὰ τοῦ α βραχέος εὑρεθῇ ἐκφε‐ ρόμενον, τὸ δὲ τρίτον διὰ τοῦ α μακροῦ. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἠδύνατο ὅλως τὸ τρίτον διὰ τοῦ α εἶναι, ἐπειδὴ οὐκ ἔστι τὸ α χαρακτη‐
30ριστικὸν τῶν τρίτων προσώπων τῶν ἑνικῶν· τὸ δὲ ε ναί, οἷον ἔτυπτε ἔλεγε· τὸ γὰρ ἐβόα ἀπὸ τοῦ ἐβόαε γέγονε κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α δηλονότι μακρόν, ὥσπερ τὰ ἐμά τἀμά· τὸ δὲ οὖτα, οἷον 〈Ε 376〉 οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, ἀπὸ τοῦ οὔτασε γέγονε κατὰ ἀποκοπήν· ἐπειδὴ οὖν τὸ α οὐκ ἔστι χαρακτηριστικὸν τῶν
35τρίτων προσώπων τῶν ἑνικῶν, τὸ δὲ ε ναί, εἰκότως ἡ τροπὴ γέγονε86

87

τοῦ α εἰς τὸ ε κατὰ τὸ τρίτον πρόσωπον. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ εἰς τὸ η γέγονεν ἡ τροπὴ τοῦ α κατὰ τὸ τρίτον πρόσωπον, εἴ γε εὑρίσκομεν τὸ η χαρακτηριστικὸν τοῦ τρίτου προσώπου ἑνικοῦ, οἷον ἐτύφθη ἐνύγη ἐδάρη, λέγομεν ὅτι οὐκ ἠδύνατο εἰς τὸ η γενέσθαι ἡ
5τροπὴ τοῦ α κατὰ τὸ τρίτον πρόσωπον, ἐπειδὴ πᾶν τρίτον πρόσωπον εἰς η λῆγον προσθέσει τοῦ ς τὸ δεύτερον ποιεῖ, καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, ἐνύγη ἐνύγης ἐνύγην· εἰ οὖν ἦν τετύφη διὰ τοῦ η τὸ τρίτον, ἠναγκά‐ ζετο καὶ τὸ δεύτερον τετύφης εἶναι 〈καὶ τὸ πρῶτον τετύφην εἶναι〉
10διὰ τοῦ η· ἀλλ’ ἐπειδὴ οὔτε τὸ πρῶτον οὔτε τὸ δεύτερόν ἐστι διὰ τοῦ η, τέτυφα γὰρ καὶ τέτυφας ἐστίν, δηλονότι οὐ δύναται τὸ τρίτον εἰς η καταλήγειν. Δυϊκά. Τετύφατον, τετύφατον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν
15τὸ μ ἔχει ἐπὶ τῆς τελευταίας συλλαβῆς, τετύφαμεν γάρ ἐστιν· τὸ δὲ δεύτερον τῶν δυϊκῶν γέγονεν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ε εἰς ον, οἷον τετύφατε τετύφατον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς σι λήγει, τετύφασι γάρ.
20 Πληθυντικά. Τετύφαμεν. Ἰστέον ὅτι τὰ εἰς α λήγοντα ἑνικά, δηλονότι πρῶτα πρόσωπα, προσθέσει τῆς μεν πληθυντικὰ γίνονται, οἷον τέτυφα τετύφαμεν, ἐποίησα ἐποιήσαμεν, πεποίηκα πεποιήκαμεν, ἔτυψα ἐτύψαμεν, ἔγραψα ἐγράψαμεν. Δεῖ προσθεῖναι «χωρὶς τῶν ἰωνικῶς διαλυομένων»· τοῦτο δὲ πρόσκειται, ἐπειδὴ τὸ εἱστήκειν οἱ Ἴωνες εἱστή‐
25κεα λέγουσι καὶ τὸ ἐτετύφειν ἐτετύφεα, καὶ οὐ ποιοῦσι τὸ πρῶτον τῶν πληθυντικῶν προσθέσει τῆς μεν· οὐδὲ γὰρ λέγουσιν εἱστηκέαμεν καὶ ἐτετυφέαμεν, ἀλλ’ εἱστήκειμεν καὶ ἐτετύφειμεν· μόνον τὸ ἦν ἐγώ δια‐ λυθὲν ἰωνικῶς καὶ γενόμενον ἔα, 〈Ε 887〉 ἤ κεν ζὼς ἀμενηνὸς ἔα, εὕρηται προσθέσει τῆς μεν ποιῆσαν τὸ πρῶτον πρόσωπον τῶν πληθυν‐
30τικῶν, οἷον ἔαμεν. Δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν Αἰολικῶν εὐκτι‐ κῶν»· τοῦτο δὲ πρόσκειται, ἐπειδὴ οἱ Αἰολεῖς 〈τὰ εὐκτικὰ τοῦ πρώτου ἀορίστου ἐνεργητικοῦ διὰ τοῦ εια λέγουσιν, οἷον τύψαιμι τύψεια, καὶ οὐ ποιοῦσιν οἱ Αἰολεῖσ〉 προσθέσει τῆς μεν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγουσι τυψείαμεν ἀλλὰ τύψαιμεν.
35Τετύφατε. Εἴρηται ὅτι τὰ εἰς μεν πληθυντικὰ τροπῇ τῆς μεν87

88

εἰς τε τὸ δεύτερον ποιοῦσι πρόσωπον· τὴν δὲ παραλήγουσαν οὐκ ἔτρε‐ ψεν, ἐπειδὴ ἔχει τὴν μετοχὴν εἰς ς, τετυφώς γάρ ἐστιν ἡ μετοχή. Τετύφασι. Εἴρηται μέν, διατί ἰσοσυλλαβεῖ τῷ ἰδίῳ πρώτῳ, φημὶ δὴ τῷ τετύφαμεν πρώτῳ προσώπῳ πληθυντικῷ, ἐπειδὴ ἔχει τὴν μετοχὴν
5εἰς ς μετ’ ὀξείας τάσεως, τετυφώς γάρ ἐστιν ἡ μετοχή· εἰς σι δὲ λήγει μιμούμενος τὸν ἐνεστῶτα ὁ παρακείμενος· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικὸς ὀνομάζεται, ἤγουν ἐνεστὼς πεπληρωμένος· ὁ μὲν γὰρ ἐνεστὼς γινόμενον ἄρτι τὸ πρᾶγμα δηλοῖ, οἷον τύπτω γράφω, ὁ δὲ παρα‐ κείμενος τετελεσμένον ἄρτι τὸ πρᾶγμα δηλοῖ, οἱονεὶ ἄρτι πληρωθέν,
10〈οἷον〉 τέτυφα γέγραφα· καὶ λοιπὸν ὥσπερ ὁ ἐνεστὼς εἰς σι ἔχει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν καταλῆγον, 〈οἷον〉 τύπτουσι γρά‐ φουσι—καὶ διατί, ἐν τῇ περὶ τούτων διδασκαλίᾳ μεμαθήκαμεν, ὅτι πρὸς τὴν δοτικὴν τῶν πληθυντικῶν τῆς ἰδίας μετοχῆς—τὸν αὐτὸν τρόπον καὶ ὁ παρακείμενος, ἅτε δὴ παρὰ πολλοῖς ἐνεστὼς συντελικὸς
15ἤγουν πεπληρωμένος ὀνομαζόμενος, εἰς σι ἔχει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν καταλῆγον, οἷον τετύφασι γεγράφασι. Κανονίζεται δὲ ἐνταῦθα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἀπὸ τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τροπῇ τῆς μεν εἰς σι, οἷον τετύφαμεν τετύφασι, πεποιήκαμεν πεποιήκασι, γεγράφαμεν γεγράφασι, τῆς παρα‐
20ληγούσης ἐν τῷ τρίτῳ προσώπῳ τῶν πληθυντικῶν ἐκταθείσης. Ἰστέον γὰρ ὅτι ὁ παρακείμενος πανταχοῦ συνεσταλμένον ἔχει τὸ α, οἷον τέτυφα τέτυφας τετύφατον τετύφαμεν τετύφατε, ἐν δὲ τῷ τρίτῳ προσώπῳ τῶν πληθυντικῶν ἐκτεταμένον αὐτὸ ἔχει, οἷον τετύφασι, ἐπειδὴ καθόλου τὰ εἰς σι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγε‐
25σθαι, οἷον δίδωσι ζεύγνυσι ἐσσί, οἷον 〈Α 176〉 ἔχθιστος δέ μοί ἐσσι· οὕτως οὖν καὶ τετύφασι καὶ πεποιήκασι καὶ γεγράφασι δι’ ἐκτεταμένου τοῦ α. Ἰστέον δὲ ὅτι πολλάκις ἐπὶ τούτων οἱ ποιηταὶ συστολὰς ἐποιή‐ σαντο, αἷς οὐ δεῖ χρήσασθαι, ὡς Ὅμηρος 〈λ 304〉 τιμὴν δὲ λελόγχα‐ σιν ἶσα θεοῖσιν, Ξενοφάνης ἐξ ἀρχῆς καθ’ Ὅμηρον ἐπεὶ
30μεμαθήκασι πάντες, καὶ πάλιν ὁ αὐτός ὁππόσα δὴ θνητοῖσι πεφύκασιν εἰσοράασθαι, Ἀντίμαχος 〈fragm. 51 Κ〉 οἱ δὲ πάροιθε πόνοιο νενεύκασιν ἄλλος ἐπ’ ἄλλῳ· ταῦτα δὲ πάντα παραλόγως
συνέστειλεν ἡ τῶν μέτρων ἀνάγκη. Ἐν οἷς ἡ πρᾶξις.88

89

Περὶ Ἀττικοῦ παρακειμένου. Ὅτε τὸ ῥῆμα ἄρχεται ἀπὸ τοῦ αεο, τότε ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον. Ἰστέον ὅτι οὐ μόνον ἐνεργητι‐ κὸν ἴδιον παρακείμενον ποιοῦσιν οἱ Ἀττικοί, ἀλλὰ καὶ μέσον, ὡς ἐπὶ
5τοῦ ὀμώμοκα καὶ ἐγήγερκα ὄλωλα ὄπωπα ὄρωρα ὄδωδα· τούτων δὲ οἱ κοινοὶ μέσοι, φημὶ δὴ τοῦ ὄλωλα καὶ τῶν λοιπῶν, οὐχ εὑρίσκονται ἐν χρήσει, οἷον ὁ ὦλα ὁ ὦπα 〈ὁ ὦρα〉 ὁ ὦδα· καὶ παθητικὸν δὲ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ὡς ἐπὶ τοῦ ἀλήλιμμαι καὶ ἐγήγερμαι. Ποιοῦσι δὲ αὐτὸν οἱ Ἀττικοὶ οὕτως· τὰ δύο γράμματα τὰ ἀρκτικὰ τοῦ
10ἐνεστῶτος προστιθέασι τῷ κοινῷ παρακειμένῳ, καὶ τὴν τρίτην ἀπ’ ἀρχῆς συλλαβὴν συστέλλουσιν, καὶ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, οἷόν ἐστιν ἀλείφω ἤλειφα ὁ κοινὸς καὶ ἀλήλιφα ὁ Ἀττικός, τῶν δύο γραμμάτων τῶν ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων τῷ κοινῷ παρα‐ κειμένῳ, φημὶ δὴ τοῦ α καὶ τοῦ λ, καὶ τῆς τρίτης ἀπ’ ἀρχῆς συλλαβῆς
15συστελλομένης· καὶ πάλιν ἐλεύθω ἤλευθα ὁ κοινὸς καὶ ἐλήλυθα ὁ Ἀττι‐ κός, ἀκούω ἤκουα ὁ κοινὸς καὶ ἀκήκοα ὁ Ἀττικός, ἐρωτῶ ἠρώτηκα ὁ κοινὸς καὶ ἐρηρότηκα ὁ Ἀττικὸς διὰ τοῦ ο, τῆς τρίτης ἀπ’ ἀρχῆς συλ‐ λαβῆς συσταλείσης, ὀμῶ ὤμοκα ὁ κοινὸς καὶ ὀμώμοκα ὁ Ἀττικός· τὴν δὲ τρίτην συλλαβὴν ἐνταῦθα οὐ συστέλλουσιν, ἐπειδὴ βραχεῖά ἐστιν,
20βραχεῖα δὲ οὖσα βραχυτέρα οὐκ ἐδύνατο γενέσθαι· καὶ πάλιν ἀγοράζω ἠγόρακα ὁ κοινὸς καὶ ἀγηγόρακα ὁ Ἀττικός, ἐνέγκω ἤνεχα ὁ κοινὸς καὶ ἐνήνεχα ὁ Ἀττικὸς καὶ κατὰ τροπὴν τοῦ ε εἰς τὸ ο ἐνήνοχα, ὀλῶ ὀλέσω ὤλεκα καὶ ὀλώλεκα, ὀλῶ ὦλα καὶ ὄλωλα, ὀμῶ ὦμα καὶ ὄμωμα, ὀρῶ ὦρα καὶ ὄρωρα· τὸ γὰρ 〈ω 62〉 ὑπώρορε Μοῦσα λίγεια διὰ
25τὸ μέτρον ὑπερβιβασμὸν ἀνεδέξατο· ὄπτω ὦπα καὶ ὄπωπα, ὄδω (ἀντὶ τοῦ ὄζω) ὦδα καὶ ὄδωδα, ἢ ἀπὸ τοῦ ὄζω ὄσω γέγονεν ὦδα, ὥσπερ ἀπὸ τοῦ φράζω φράσω πέφραδα, χέζω χέσω κέχοδα, καὶ τῶν δύο γραμμάτων τῶν ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων, φημὶ δὴ τοῦ ο καὶ τοῦ ζ, ὄζωδα, καὶ ἐπειδὴ θέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν, ὡς
30ἐφεξῆς μαθησόμεθα, ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμ‐ φωνον, οἷον ἀλήλιφα ἐλήλυθα ἀκήκοα, τούτου χάριν τροπὴ παρηκολού‐ θησε τοῦ ζ εἰς τὸ δ καὶ γέγονεν ὄδωδα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἡνίκα λέγομεν, ὅτι τὰ δύο γράμματα τὰ ἀρκτικὰ τοῦ
ἐνεστῶτος προστιθέασι τῷ κοινῷ παρακειμένῳ, δεῖ τὸ μὲν πρῶτον89

90

νοῆσαι φωνῆεν, τουτέστιν ἢ αεο, τὸ δὲ δεύτερον σύμφωνον ἀρκτικὸν τῆς δευτέρας συλλαβῆς, οἷον ἀλείφω ἤλειφα ὁ κοινὸς καὶ ἀλή‐ λιφα ὁ Ἀττικός, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα, ὀμῶ ὤμοκα καὶ ὀμώ‐ μοκα· ἐὰν γὰρ μὴ ἔχῃ σύμφωνον ἐπιφερόμενον, οὐ ποιεῖ Ἀττικὸν
5παρακείμενον, ὡς ἐπὶ τοῦ ἀείρω καὶ τοῦ ἑορτάζω καὶ τοῦ ἀερτάζω (ὃ σημαίνει τὸ βαστάζω)· ταῦτα γὰρ ἐπειδὴ οὐκ ἔχουσι σύμφωνον ἐπι‐ φερόμενον, οὐ ποιοῦσιν Ἀττικὸν παρακείμενον· κἂν ἔχῃ δὲ σύμφωνον ἐπιφερόμενον, μὴ εὑρεθῇ δὲ αὐτὸ τὸ σύμφωνον ἀρκτικὸν τῆς δευτέρας συλλαβῆς, οὐ ποιεῖ Ἀττικὸν παρακείμενον· ἰδοὺ γὰρ τὸ ἀρμενίζω,
10ἐπειδὴ οὐκ ἔχει τὸ σύμφωνον ἀρκτικὸν τῆς δευτέρας συλλαβῆς, οὐ ποιεῖ Ἀττικὸν παρακείμενον, τὸ γὰρ ρ ληκτικόν ἐστι τῆς προηγουμένης συλλαβῆς. Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν ὅτε μὲν ἄρχεται τὸ ῥῆμα ἀπὸ τοῦ αεο, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ὅτε
15δὲ ἀπὸ τοῦ ηωιυ ἄρχεται, οὐ ποιοῦσιν. Καὶ ἔστιν εἰπεῖν τὰς αἰτίας ταύτας, ὅτι οὐ θέλει ἀπὸ μακρᾶς ἄρχεσθαι ὁ Ἀττικὸς παρακεί‐ μενος, οἷον ἐλήλυθα ἀλήλιφα ὀμώμοκα ἐγήγερκα ὀλώλεκα, ὅθεν ἀπὸ τοῦ ἀριστῶ οὐ γίνεται Ἀττικὸς παρακείμενος, ἐπειδὴ ἀπὸ μακρᾶς ἄρχε‐ ται, μακρὸν γὰρ ἔχει τὸ α· διὰ τοῦτο οὖν οὔτε τὰ ἀπὸ τοῦ η οὔτε
20τὰ ἀπὸ τοῦ ω ἀρχόμενα ποιοῦσιν Ἀττικὸν παρακείμενον, ἵνα μὴ εὑρεθῇ ἀπὸ μακρᾶς ἀρχόμενος ὁ παρακείμενος. Καὶ αὕτη μὲν ἡ λύσις μόνοις ἁρμόζει τοῖς ἀπὸ τοῦ η καὶ ω ἀρχομένοις· ἔστι δὲ εἰπεῖν καὶ ἑτέραν λύσιν ἁρμόζουσαν οὐ μόνον τοῖς ἀπὸ τοῦ η καὶ ω ἀρχομένοις, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ ι καὶ υ ἀρχομένοις· ἔχει δὲ οὕτως· οὐ θέλει ὁ Ἀτ‐
25τικὸς παρακείμενος ἔχειν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον, ἤγουν τὸ αὐτὸ φωνῆεν, οἷον ἀλήλιφα ἐλήλυθα ὀμώμοκα ὀλώλεκα· διὰ τοῦτο οὖν τὰ ἀπὸ τοῦ ι η υ ω ἀρχόμενα ῥήματα οὐ ποιοῦσιν Ἀττικὸν παρακείμενον, ἵνα μὴ εὑρεθῇ ἐν τῇ πρώτῃ καὶ δευ‐ τέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον, οἷον ἱκετεύω ἱκέτευκα, ὑλακτῶ
30ὑλάκτηκα, ἡβῶ ἥβηκα, ὠθῶ ὤθηκα· ἐὰν οὖν γένηται ἐπὶ τούτων Ἀττι‐ κὸς παρακείμενος, μέλλει εἶναι ἱκικέτευκα ὑλυλάκτηκα ἡβήβηκα ὠθώθηκα, καὶ λοιπὸν εὑρίσκεται ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον, ὅπερ ἐστὶν ἀδύνατον. Τὰ δὲ ἀπὸ τοῦ αεο ἀρχόμενα ῥήματα εὐλόγως ποιοῦσιν Ἀττικὸν παρακείμενον, ἐπειδὴ ταῦτα τρέ‐
35πονται ἐν τοῖς παρῳχημένοις ὡς ἔχοντα ἀντίστοιχα, εἰς ἃ ὤφειλον
τραπῆναι, καὶ οὐχ εὑρίσκεται λοιπὸν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ90

91

τὸ αὐτὸ στοιχεῖον, οἷον ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα, ὀμῶ ὤμοκα καὶ ὀμώμοκα· τὸ γὰρ η καὶ ω καὶ ι καὶ υ ἄτρεπτα φυλάττονται ἐν τοῖς παρῳχημένοις, ὡς ἐν τῷ παρατατικῷ μεμαθήκαμεν, ὡς μὴ ἔχοντα ἀντίστοιχα, εἰς ἃ ὤφειλον τραπῆναι.
5Σεσημείωται τὸ ὑφήφασται, ὅτι ἀπὸ τοῦ υ ἀρχομένου τοῦ ἐνεστῶτος ἐγένετο Ἀττικὸς παρακείμενος· γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔστιν ὑφάζω ὑφάσω ὕφακα ὕφασμαι ὕφασται καὶ ὑφύφασται ἀττικῶσ, ἢ ὑφαίνω ὑφανῶ ὕφαγκα ὕφαμμαι καὶ ὕφασμαι, ὥσπερ μεμόλυμμαι μεμό‐ λυσμαι καὶ μεμίαμμαι μεμίασμαι, καὶ ἐκεῖθεν ὕφασται καὶ ὑφύφασται ὁ
10Ἀττικὸς παρακείμενος· καὶ ἐπειδή, ὥσπερ εἴρηται, οὐ θέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ στοι‐ χεῖον, οἷον ἀλήλιφα καὶ ἐλήλυθα καὶ ὀμώμοκα, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ υ εἰς τὸ η, καὶ γέγονεν ὑφήφασται· εὐλόγως δὲ τὸ υ εἰς τὸ η ἐτράπη ἐνταῦθα, ἐπειδὴ πολλάκις τὸ η εἰς υ τρέπεται,
15οἷον ἅλμη ἁλμηρός καὶ ἁλμυρός. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι σεσημείωται τὸ ἀλαλύκτημαι (σημαίνει δὲ τὸ ἐν ἄλῃ ἤγουν ἐν πλάνῃ ὑπάρχω) καὶ τὸ ἀλάλημαι (σημαίνει δὲ τὸ πεπλάνημαι) καὶ τὸ ἀράροται (σημαίνει δὲ τὸ ἠροτρίωται) καὶ τὸ ἄραρε (σημαίνει δὲ τὸ ἥρμοσται καὶ κέκριται), ὅτι ταῦτα ἔχουσιν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ
20συλλαβῇ τὸ αὐτὸ στοιχεῖον. Περὶ ὧν ἔστιν εἰπεῖν ὅτι πεπονθότα εἰσίν· ἔστι γὰρ ἀλυκτῶ ἀλυκτήσω ἠλύκτηκα ἠλύκτημαι καὶ ἀληλύκτημαι ὁ Ἀττικός, καὶ κατὰ συστολὴν τοῦ η εἰς τὸ α ἀλαλύκτημαι· καὶ πάλιν ἀλῶ ἀλήσω ἤληκα ἀλήληκα καὶ ἀλήλημαι ὁ Ἀττικός, καὶ κατὰ συστολὴν τοῦ η εἰς τὸ α ἀλάλημαι· παράλογος δέ ἐστιν ἡ τρίτη ἀπ’ ἀρχῆς συλ‐
25λαβὴ μακρὰ οὖσα. Ταῦτα δέ τινες Αἰολικὰ ἀπὸ τῶν εἰς μι θέλουσι λέγειν· λέγουσι γὰρ ὅτι ὥσπερ ἀπὸ τοῦ φιλῶ γέγονε φίλημι αἰολι‐ κῶς καὶ φίλημαι τὸ παθητικόν, οὕτω καὶ ἀπὸ τοῦ ἀλυκτῶ καὶ ἀλῶ γίνεται ἀλύκτημι καὶ ἄλημι αἰολικῶς καὶ ἀλύκτημαι καὶ ἄλημαι τὰ πα‐ θητικά, καὶ κατὰ ἀναδιπλασιασμὸν ἀλαλύκτημαι καὶ ἀλάλημαι. Τὸ δὲ ἀρά‐
30ροται γέγονε τοῦτον τὸν τρόπον· ἔστιν ἀρῶ ἀρόσω ἤροκα ἤρομαι ἤροται καὶ ἀττικῶς ἀρήροται, καὶ κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰς α μακρὸν ἀρά‐ ροται· καὶ πάλιν ἐστὶν ἄρω (τὸ σημαῖνον τὸ ἁρμόζω), ὁ μέσος παρα‐ κείμενος ἦρα καὶ ὁ Ἀττικὸς ἄρηρα, καὶ κατὰ τροπὴν Δωρικὴν τοῦ η
εἰς α μακρὸν ἄραρα καὶ ἄραρε. Ταῦτα μὲν ἐν τούτοις.91

92

Ἐπειδὴ δὲ ἐν τοῖς προλαβοῦσιν ἐλέγομεν, ὅτι οὐ θέλει ἀπὸ μακρᾶς ἄρχεσθαι ὁ Ἀττικὸς παρακείμενος, οἷον ἐλήλυθα ἀλήλιφα ἀκήκοα, ἄξιόν ἐστι ζητῆσαι, διατί ἀπὸ μακρᾶς οὐκ ἄρχεται ὁ Ἀττικὸς παρακείμενος. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ἡ ἄρχουσα τοῦ Ἀττικοῦ παρακει‐
5μένου οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀνεστραμμένος ἀναδιπλασιασμός· ὁ μὲν γὰρ φυσικὸς ἀναδιπλασιασμὸς πρῶτον ἔχει τὸ σύμφωνον, τὸ δὲ φωνῆεν δεύτερον, οἷον τέτυφα πεποίηκα· ἐν δὲ τῷ Ἀττικῷ παρακειμένῳ τὸ ἐναντίον ἐστίν, τὸ μὲν γὰρ φωνῆεν πρῶτόν ἐστιν, τὸ δὲ σύμφωνον δεύτερον, οἷον ἀλήλιφα ἐλήλυθα ὀμώμοκα· ἐπειδὴ οὖν ἡ ἄρχουσα τοῦ
10Ἀττικοῦ παρακειμένου οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀνεστραμμένος ἀναδι‐ πλασιασμός, οὐδέποτε δὲ γίνεται διὰ μακρᾶς ἀναδιπλασιασμός, οἷον τέτυφα πεποίηκα γέγραφα πέπλεχα—ταῦτα γὰρ ἄφωνον πρὸ ἀμετα‐ βόλου ἔχουσι καὶ τῷ λόγῳ τῆς κοινῆς ἀντὶ βραχείας παραλαμβάνονται —τούτου χάριν οὔτε ἡ ἄρχουσα τοῦ Ἀττικοῦ παρακειμένου μακρά ἐστιν.
15 Ἐθέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλ‐ λαβῇ τὸ αὐτὸ σύμφωνον, οἷον ἀλήλιφα ἀκήκοα ἐλήλυθα ὀμώμοκα ὄπωπα ὄλωλα ὄρωρα ὄδωδα· ὅθεν καὶ τὸ ἀγήγοχα καὶ ἐδήδοκα συλλαβὴν ἐπλεόνασαν, ἵνα εὑρεθῶσιν ἔχοντα ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον· ἔστι γὰρ ἄγω ἄξω ἦχα καὶ ἄγηχα ὁ Ἀττικός, τῶν
20δύο γραμμάτων τοῦ ἐνεστῶτος τῶν ἀρκτικῶν προστιθεμένων αὐτῷ, 〈καὶ〉 ἐπειδὴ οὐκ ἔμελλεν ἔχειν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, τούτου χάριν ἐπλεόνασε τὴν γο συλλαβὴν καὶ ἐγένετο ἀγήγοχα· διὰ τοῦτο δὲ τὸ γ μόνον οὐκ ἐπλεόνασε καὶ γέγονεν ἄγηγχα, ἐπειδὴ εἰ ἐπλεόνασε τὸ γ μόνον, οὐκέτι εὑρίσκετο ἐν τῇ δευτέρᾳ καὶ
25τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον· ἐν γὰρ τῇ δευτέρᾳ συλλαβῇ ἔμελλον εἶναι τὰ δύο γγ. Πάλιν ἔδω (ὃ σημαίνει τὸ ἐσθίω), οὗ ὁ μέσος παρα‐ κείμενος ἦδα καὶ ὁ Ἀττικὸς ἔδηδα, ἐξ οὗ τὸ 〈Ρ 542〉 λέων κατὰ ταῦρον ἐδηδώς· τούτου τοῦ ἔδω ὁ μέλλων ἐστὶν ἔσω καὶ ὁ ἐνεργη‐ τικὸς παρακείμενος ἦκα καὶ ὁ Ἀττικὸς ἔδηκα, τῶν δύο γραμμάτων τῶν
30ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων αὐτῷ· καὶ ἐπειδὴ οὐκ ἔμελλεν ἔχειν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, τούτου χάριν ἐπλεόνασε τὴν δο συλλαβὴν καὶ γέγονεν ἐδήδοκα. Ἰστέον δὲ ὅτι τὸ ἐδήδοκα δύναται καὶ ἄλλως κανονισθῆναι· ἔστι γὰρ ἐδῶ ἐδήσω
ἤδηκα καὶ ὁ Ἀττικὸς ἐδήδεκα, τῆς τρίτης ἀπ’ ἀρχῆς συλλαβῆς συστα‐92

93

λείσης, καὶ κατὰ τροπὴν τοῦ ε εἰς τὸ ο ἐδήδοκα, ὥσπερ ἐνέγκω ἐνέγξω ἤνεχα καὶ ἐνήνεχα καὶ ἐνήνοχα κατὰ τροπὴν τοῦ ε εἰς τὸ ο. Οὐ θέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν τὴν τρίτην ἀπ’ ἀρχῆς συλ‐ λαβὴν φύσει μακρὰν παρ’ αὐτοῖς τοῖς Ἀθηναίοις, ἀλλ’ ἢ βραχεῖαν, ὡς
5τὸ ἀλήλιφα ἐλήλυθα ἀκήκοα ὀμώμοκα ὀλώλεκα ἀγήγοχα, ἢ θέσει μακράν, ὡς τὸ ἐγήγερκα ἀλήλιμμαι ἐρήρισται [σημαίνει δὲ τὸ ἐρίζειν]· ἐὰν δὲ εὑρεθῇ φύσει μακρὰ ἡ τρίτη ἀπ’ ἀρχῆς συλλαβὴ ἡ τοῦ Ἀττικοῦ παρα‐ κειμένου, ἢ πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου ἐστίν, ἢ παρὰ ταῖς ἄλλαις διαλέκτοις. Εἴπομεν «πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινο‐
10μένου». Ἔστιν ἐρίζω (τὸ σημαῖνον τὸ φιλονεικῶ), ὅπερ διὰ τοῦ ι γρά‐ φεται, ἔστιν ἐρείδω (τὸ σημαῖνον τὸ ἐπερείδομαι), ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ οὖν τοῦ ἐρίζω ἐρίσω γίνεται ὁ παρακείμενος ἤρικα καὶ ὁ Ἀττικὸς ἐρήρικα, καὶ ὁ παθητικὸς ἤρισμαι ἤρισται καὶ ὁ Ἀττικὸς ἐρήρισται, διὰ τοῦ ι δηλονότι· τὸ γὰρ ἐρίζω διὰ τοῦ ι γρά‐
15φεται· ἀπὸ δὲ τοῦ ἐρείδω ἐρείσω γίνεται ἤρεικα ὁ παρακείμενος, καὶ ὁ παθητικὸς ἤρεισμαι ἤρεισται καὶ ὁ Ἀττικὸς ἐρήρεισται, καὶ φυλάττει τὴν ει δίφθογγον πρὸς ἀντιδιαστολὴν τοῦ ἐρήρισται τοῦ ἐπὶ τοῦ φιλο‐ νεικεῖν, εἰ καὶ λέγει ὁ Ἀπολλώνιος, ὅτι καὶ αὐτὸ διὰ τοῦ ι γράφεται τὸ 〈ἐπὶ τοῦ〉 ἐπερείδομαι· ἀλλ’ οὖν ἡ παράδοσις διὰ τῆς ει διφθόγγου
20οἶδεν αὐτὸ γεγραμμένον. Πρόσκειται «ἢ παρὰ ταῖς ἄλλαις διαλέκτοις», ἐπειδὴ 〈ἔσθ’〉 ὅτε οἱ Δωριεῖς φυλάττουσι τὴν τρίτην ἀπ’ ἀρχῆς συλλα‐ βὴν φύσει μακράν, οἷον τοῦ ὀρῶ παρ’ αὐτοῖς ὁ μέλλων ἐστὶν ὀρήσω, ὁ παρακείμενος ὤρηκα καὶ ὁ Ἀττικὸς ὀρώρηκα, καὶ φυλάττεται παρὰ τοῖς Δωριεῦσιν ἡ φύσει μακρά· καὶ πάλιν ἀκούω ἀκούσω ἤκουκα, καὶ ὁ
25Ἀττικὸς ἀκήκουκα παρ’ αὐτοῖς. Ἰστέον δὲ ὅτι ἐπὶ τοῦ ἀριστεύω ἠρί‐ στευκα οὐ φαίνονται ποιήσαντες οἱ Ἀθηναῖοι Ἀττικὸν παρακείμενον, οἷον ἀρηρίστευκα. Καὶ ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν ἐπὶ τοῦ ἀριστεύω οὐ ποιοῦσιν οἱ Ἀθηναῖοι Ἀττικὸν παρακείμενον. Καὶ ἐπιλύονταί τινες λέγοντες, ὅτι εἰ ἐγένετο ἀρηρίστευκα, ἤμελλεν ἡ τρίτη
30ἀπ’ ἀρχῆς συλλαβὴ μακρὰ εἶναι, ὅπερ ἐστὶν ἄτοπον· εἰ γὰρ ἠθελήσα‐ μεν ποιῆσαι ἀποβολὴν συμφώνου, ἵνα ἦν ἀρηρίσευκα, παρεφθείρετο ἡ σημασία. Ταῦτα μὲν οὗτοι. Κακῶς δὲ λέγουσιν· ὡς γὰρ ἐμάθομεν, οὐ κωλύεται ἡ τρίτη ἀπ’ ἀρχῆς συλλαβὴ τοῦ Ἀττικοῦ παρακειμένου θέσει
μακρὰ εἶναι, οἷον ἐγήγερκα ἀλήλιμμαι ἐρήρισται· ὥστε οὖν οὐ κατὰ93

94

κανόνα κωλύεται ποιῆσαι τὸ ἀριστεύω Ἀττικὸν παρακείμενον, ἀλλ’ εἰ ἄρα ἐπιλέλοιπε, κατὰ τύχην ἐπιλέλοιπε. Ταῦτα μὲν περὶ τῆς τρίτης ἀπ’ ἀρχῆς συλλαβῆς τοῦ Ἀττικοῦ παρακειμένου. 〈Εἴπομεν δὲ περὶ τῆς τρίτης ἀπ’ ἀρχῆς συλλαβῆς τοῦ Ἀττικοῦ
5παρακειμένου,〉 ὅτι καὶ συστέλλεται· ἔλθωμεν δὲ καὶ μάθωμεν πῶς συστέλλεται. Ἰστέον ὅτι τὸ η εἰς τὸ ε συστέλλεται κατὰ τὴν τρίτην ἀπ’ ἀρχῆς συλλαβὴν τοῦ Ἀττικοῦ παρακειμένου, οἷον ἀλήθω ἀλήσω ἤληκα καὶ ἀλήλεκα ὁ Ἀττικός, καὶ πάλιν ἐδῶ ἐδήσω ἤδηκα καὶ ἐδή‐ δεκα ὁ Ἀττικός, καὶ κατὰ τροπὴν τοῦ ε εἰς τὸ ο ἐδήδοκα· τινὲς δὲ
10τοῦτο τρίτης συζυγίας τῶν περισπωμένων βούλονται λέγειν, οἷον ἐδῶ ἐδώσω ἤδωκα καὶ ἐδήδοκα κατὰ συστολὴν τοῦ ω εἰς τὸ ο· τὸ δὲ ω εἰς τὸ ο συστέλλεται, οἷον ἐρωτῶ ἐρωτήσω ἠρώτηκα καὶ ἐρηρότηκα ὁ Ἀτ‐ τικὸς διὰ τοῦ ο. Ἡ δὲ ει δίφθογγος καὶ ἡ ευ ἀποβάλλουσι τὸ προ‐ τακτικὸν φωνῆεν, τουτέστι τὸ ε· καὶ φυλάττει ἡ μὲν ει δίφθογγος τὸ ι,
15ἡ δὲ ευ τὸ υ, οἷον ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα· ἡ δὲ ου δίφθογγος τὸ ὑποτακτικὸν ἀποβάλλει φωνῆεν, τουτ‐ έστι τὸ υ, καὶ φυλάττει τὸ ο, οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα. Περὶ δὲ τῆς οι διφθόγγου οὐδὲν εἶπεν ὁ Ἀπολλώνιος· λέγομεν δὲ ἡμεῖς, ὅτι τὸ ι ἀποβάλλει καὶ φυλάττει τὸ ο, οἷον ἑτοιμάζω ἡτοίμακα καὶ
20ἑτητόμακα· τοῦτο δὲ πιστούμεθα ἀπὸ διαιρέσεως τοιαύτης· ὥσπερ αἱ δίφθογγοι, αἱ μὲν ἔχουσαι τὸ ε, τὸ προτακτικὸν φωνῆεν ἀποβάλλου‐ σιν, οἷον ἀλείφω 〈ἤλειφα καὶ〉 ἀλήλιφα, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα, αἱ δὲ ἔχουσαι τὸ ο, τὸ ὑποτακτικὸν ἀποβάλλουσι καὶ φυλάττουσι τὸ ο, οἷον ἀκούω ἤκουα 〈καὶ〉 ἀκήκοα, τὸν αὐτὸν τρόπον καὶ ἡ 〈οι〉 δίφθογγος,
25ὡς ἔχουσα τὸ ο, τὸ ὑποτακτικὸν ἀποβάλλει καὶ φυλάττει τὸ ο, οἷον ἑτοιμάζω ἡτοίμακα καὶ ἑτητόμακα. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν αἱ δίφθογγοι αἱ μὲν ἔχου‐ σαι τὸ ε αὐτὸ τὸ ε ἀποβάλλουσιν ἐν τῷ Ἀττικῷ παρακειμένῳ καὶ φυ‐ λάττουσι τὸ δίχρονον, οἷον ἀλείφω ἀλήλιφα, ἐλεύθω ἐλήλυθα, αἱ δὲ
30ἔχουσαι τὸ ο τοὐναντίον τὸ ο φυλάττουσι καὶ τὸ δίχρονον ἀποβάλ‐ λουσιν, οἷον ἀκούω ἀκήκοα. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἀττικοὶ μᾶλλον τῷ ο χαίρουσιν ἤπερ τῷ ε, καὶ δῆλον εἴγε ἐν τῷ κέκλεφα καὶ λέλεχα καὶ πέπεμφα τὸ ε εἰς τὸ ο τρέπουσιν, κέκλοφα καὶ λέλοχα καὶ πέπομφα λέγοντες, καὶ πάλιν ἐπὶ τοῦ ἀγήγοχα καὶ ἐδή‐
35δοκα ἡ γο συλλαβὴ καὶ ἡ δο ἐπλεόνασεν, καὶ οὐχὶ ἡ γε καὶ ἡ δε· καὶ94

95

πάλιν ἐστὶν ἐνέγκω ἐνέγξω ἤνεχα καὶ ἐνήνεχα, καὶ λέγουσιν ἐνήνοχα, τρέποντες τὸ ε εἰς τὸ ο· ἐπειδὴ οὖν οἱ Ἀττικοὶ μᾶλλον τῷ ο χαίρου‐ σιν ἤπερ τῷ ε, τούτου χάριν ἐπὶ μὲν τῶν διφθόγγων τῶν ἐχουσῶν τὸ ε αὐτὸ ἀποβάλλουσιν, οἷον ἐλεύθω ἐλήλυθα καὶ ἀλείφω ἀλήλιφα, ἐπὶ
5δὲ τῶν ἐχουσῶν τὸ ο φυλάττουσιν αὐτό, οἷον ἀκούω ἀκήκοα. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τῆς ποσότητος τῶν συλλαβῶν τοῦ Ἀττικοῦ παρακειμένου λέγομεν, ὅτι ὁ Ἀττικὸς παρακείμενος ὁ ἐνεργητικὸς καὶ ὁ παθητικὸς τὸ ἐλάχιστον τετρασυλλαβοῦσιν, οἷον ὀμώμοκα ἀγήγοχα ἀλήλιφα ἐδή‐
10δοκα ὀλώλεκα ἐγήγερκα ἀλήλιμμαι· θέλουσι γὰρ ἔχειν τὴν ἄρχουσαν τοῦ ἐνεστῶτος, καὶ τὴν δευτέραν καὶ τρίτην συλλαβὴν διὰ τοῦ αὐτοῦ συμφώνου, καὶ τὴν τετάρτην συλλαβὴν χαρακτηριστικὴν τοῦ παρακει‐ μένου· θέλει γὰρ ὁ μὲν παρακείμενος ὁ ἐνεργητικὸς ἔχειν πρὸ τοῦ α ἢ τὸ φ ἢ τὸ χ ἢ τὸ κ, οἷον τέτυφα νένυχα πεποίηκα, ὁ δὲ παθητικὸς
15παρακείμενος θέλει τὸ μ χαρακτηριστικὸν ἔχειν, οἷον πεποίημαι τέτυμ‐ μαι. Ὁ δὲ μέσος παρακείμενος τὸ ἐλάχιστον τρισυλλαβεῖ, οἷον ὄλωλα ὄπωπα ὄρωρα ὄδωδα ὄμωμα· θέλει γὰρ ἔχειν τὴν ἄρχουσαν τοῦ ἐνε‐ στῶτος, θέλει ἔχειν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφω‐ νον. Δύναται δὲ ἡ τρίτη συλλαβὴ δύο χρείας ποιεῖν· δύναται γὰρ ἔχειν
20τὸ σύμφωνον ὅπερ ἔχει ἡ δευτέρα συλλαβή, δύναται ἔχειν καὶ τὸ σύμφωνον τὸ χαρακτηριστικὸν τοῦ μέσου παρακειμένου· τὰ γὰρ σύμφωνα τοῦ μέσου παρακειμένου οὐκ εἰσὶν ὡρισμένα· δι’ ὧν γὰρ ἐκφέρεται συμφώνων ὁ ἐνεστώς, διὰ τούτων καὶ ὁ μέσος παρακείμενος ἐκφέρεται, χωρὶς εἰ μὴ ἔχει ζ ἢ δύο σς ὁ ἐνεστώς· τότε γὰρ ἄλλως γίνεται ὁ
25μέσος παρακείμενος, ὡς ἐν τῇ διδασκαλίᾳ αὐτοῦ, εἰ θεῷ φίλον, μαθη‐ σόμεθα. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, διατί ἡνίκα ἄρχεται ἀπὸ συμφώνου ὁ ἐνεστώς, οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον· καὶ ἔστιν εἰπεῖν, ὅτι τῇ ἑξῆς ἀπορίᾳ τὴν αἰτίαν μανθάνοντες, δι’ ἣν
30ἐπενοήθη ὁ Ἀττικὸς παρακείμενος, μαθησόμεθα, διατί ἡνίκα ἄρχεται ἀπὸ συμφώνου ὁ ἐνεστώς, οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον. Ἰστέον δὲ ὅτι πολλάκις ἡνίκα ἀπὸ ἀμεταβόλου ἄρχεται ὁ ἐνεστώς, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἀφαιρούμενοι τὸ ἀμετάβολον
ἐκ τοῦ κοινοῦ παρακειμένου καὶ προστιθέντες τὸ ι, οἷον λήβω (τὸ95

96

λαμβάνω) λέληφα καὶ εἴληφα, λήχω (τὸ λαγχάνω καὶ κληροῦμαι) λέληχα καὶ εἴληχα (τὸ ἐκληρωσάμην), μείρω (τὸ μερίζω) μέμαρκα καὶ μέμαρμαι καὶ εἵμαρμαι, ὅθεν καὶ εἱμαρμένη, οἱονεὶ ἡ πᾶσι μεριζομένη· καὶ πάλιν λέγω λέλεχα λέλεγμαι καὶ εἴλεγμαι. Διὰ τοῦτο δὲ ἀφαιρού‐
5μενοι τὸ σύμφωνον προστιθέασι τὸ ι, ἵνα μὴ εὑρεθῇ ὁ παρακείμενος ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ βραχείας· ὡς γὰρ ἐμάθομεν ἐν τῇ περὶ τοῦ ἐνεργητικοῦ παρακειμένου διδασκαλίᾳ, ὅτε ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, μακρὰν ἔχει τὴν ἄρχουσαν, οἷον ἠλέηκα ἠρεύ‐ νηκα ἡτοίμακα ἔφθαρκα ἔσταλκα ἔσπαρκα, δηλονότι χωρὶς τῶν Ἀττι‐
10κῶν παρακειμένων, ἡνίκα ὁ ἐνεστὼς ἄρχεται ἀπὸ τοῦ αεο· ἐπὶ τούτων γὰρ ὁ παρακείμενος καὶ ἀπὸ φωνήεντος καὶ ἀπὸ βραχείας ἄρχεται, οἷον ἀκήκοα ἐλήλυθα ὀμώμοκα· ταῦτα γάρ, φημὶ δὴ τὸ εἴληφα καὶ εἴληχα καὶ τὰ ὅμοια, οὐ γίνονται ὁμοίως ἐκείνοις, ἵνα ἀναγκασθῶσιν ὁμοίως αὐτοῖς βραχεῖαν ἔχειν τὴν ἄρχουσαν· ἐκεῖνα μὲν γὰρ γίνονται
15τῶν δύο γραμμάτων τῶν ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων τῷ κοινῷ παρακειμένῳ, ταῦτα δὲ τοὐναντίον ἀποβαλλομένου τοῦ κατὰ τὴν ἄρχουσαν συμφώνου καὶ προστιθεμένου τοῦ ι. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὅλως ἐπενόησαν οἱ Ἀθηναῖοι τὸν
20Ἀττικὸν παρακείμενον. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰς πολλὰ μιμεῖται ὁ [Ἀττικὸς] παρακείμενος τὸν ἐνεστῶτα· καὶ γὰρ ὥσπερ ὁ ἄν ὁ δυνητικὸς σύνδεσμος οὐ συντάττεται πρὸς ἐνεστῶτα, οὐδὲ γὰρ λέγομεν τύπτω ἄν, οὕτως οὐδὲ πρὸς παρακείμενον συντάττεται, οὐδὲ γὰρ λέγομεν τέτυφα ἄν, ἀλλ’ ἔτυπτον ἄν· καὶ πάλιν ὥσπερ ὁ ἐνεστὼς ὁ ἐνεργητικὸς εἰς
25σι λήγει κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, οἷον τύπτουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ παρακείμενος ὁ ἐνεργητικὸς καὶ ὁ μέσος κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἰς σι λήγουσιν, οἷον τετύφασι τετύπασι· ἐπειδὴ οὖν εἰς πολλὰ μιμεῖται ὁ παρακείμενος τὸν ἐνεστῶτα, τούτου χάριν ἵνα 〈καὶ〉 κατὰ τὴν ἄρχουσαν μιμῆται αὐτὸν καὶ συνάρξη‐
30ται αὐτῷ, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον. Καὶ ἡνίκα ὁ ἐνε‐ στὼς ἄρχεται ἀπὸ τοῦ αεο, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακεί‐ μενον, οἷον ἀλείφω ἀλήλιφα, ἐλεύθω ἐλήλυθα, ὀμῶ ὀμώμοκα· ἡνίκα γὰρ ἀπὸ τοῦ ω ἢ ἀπὸ τοῦ η ἢ ἀπὸ τοῦ ι ἢ ἀπὸ τοῦ υ ἄρχεται ὁ ἐνεστώς, οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, πρῶτον μὲν διὰ τὴν προ‐
35λεχθεῖσαν αἰτίαν, τουτέστιν ἵνα μὴ εὑρεθῇ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ
συλλαβῇ τὸ αὐτὸ στοιχεῖον· δεύτερον δέ, ἐπειδὴ ἐπὶ τούτων εἰ καὶ μὴ96

97

ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, τὸ ζητούμενον ἔχουσιν· καὶ γὰρ ἡνίκα ὁ ἐνεστὼς ἢ ἀπὸ τοῦ η ἢ ἀπὸ τοῦ ω ἢ ἀπὸ τοῦ ι ἢ ἀπὸ τοῦ υ ἄρχεται, πάντως καὶ ὁ παρακείμενος ἐκ τούτων τῶν φωνηέντων ἄρχεται, 〈οἷον〉 ὠθῶ ὤθηκα, ἡβῶ ἥβηκα, ἰξεύω ἴξευκα, ὑδρεύω ὕδρευκα,
5καὶ λοιπὸν ἐφ’ ὅσων εὗρον ὅτι τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος ἔχει καὶ ὁ παρα‐ κείμενος, ἐπὶ τούτων περιττὸν ἡγήσαντο οἱ Ἀττικοὶ ποιῆσαι 〈ἴδιον〉 παρα‐ κείμενον. Διὰ τοῦτο γὰρ οὔτε ἡνίκα ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστώς, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἐπειδὴ καὶ ἐπὶ τούτων συνάρχε‐ ται ὁ παρακείμενος τῷ ἐνεστῶτι, ἡνίκα ἀπὸ συμφώνου ἄρχεται δηλο‐
10νότι καὶ ὁ παρακείμενος· ἡνίκα γὰρ ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστώς, ἢ ἀπὸ τοῦ αὐτοῦ ἄρχεται ὁ παρακείμενος συμφώνου, ἡνίκα καὶ αὐτὸς ἀπὸ συμφώνου ἄρχεται, οἷον τύπτω τέτυφα, ποιῶ πεποίηκα, νοῶ νενόηκα, ἢ ἀπὸ τοῦ ἀντιστοίχου τοῦ ψιλοῦ, οἷον θύω τέθυκα, φιλῶ πεφίληκα, χειροτονῶ κεχειροτόνηκα· πρόσκειται «ἡνίκα ἀπὸ συμφώνου
15ἄρχεται ὁ παρακείμενος», διὰ τὸ φθείρω ἔφθαρκα, στέλλω ἔσταλκα, σπείρω ἔσπαρκα· ἐπὶ τούτων γὰρ οὐκ ἄρχεται ὁ παρακείμενος ἀπὸ τοῦ συμφώνου τοῦ ἐνεστῶτος, ἐπειδὴ ὅλως ἀπὸ συμφώνου οὐκ ἄρχεται, ἀλλ’ ἀπὸ φωνήεντος· ἐφ’ ὅσων οὖν εὗρον ὅτι τὰ ἀρκτικὰ τοῦ ἐνε‐ στῶτος ἔχει ὁ παρακείμενος, ἐπὶ τούτων περιττὸν ἡγήσαντο ποιῆσαι
20[ἐπὶ τῶν ἀπὸ συμφώνου ἀρχομένων] 〈οἱ〉 Ἀττικοὶ 〈ἴδιον〉 παρακεί‐ μενον. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ καὶ ἄλλην ἀπολογίαν εἰπεῖν, δι’ ἣν ἐπενοήθη ὁ Ἀττικὸς παρακείμενος· ἔχει δὲ οὕτως· ἐπειδὴ ὁ παρακείμενος πέφυκε διὰ συμφώ‐ νου διπλασιάζεσθαι, οἷον τέτυφα πεποίηκα νενόηκα, τούτου χάριν ἐπε‐
25νόησαν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἡνίκα τὸ ῥῆμα ἄρχεται ἀπὸ τοῦ αεο, ἵνα εὑρεθῇ καὶ διὰ φωνήεντος τρόπον τινὰ διπλασιαζό‐ μενος ὁ παρακείμενος ὅθεν καὶ ἀπὸ βραχείας ἄρχεται ὁ Ἀττικὸς παρα‐ κείμενος, οἷον ἀλήλιφα 〈ἐλήλυθα〉 ὀμώμοκα, ὥσπερ ὁ κοινὸς παρακεί‐ μενος διπλασιαζόμενος, οἷον τέτυφα πεποίηκα νενόηκα.
30 Πάλιν ἄξιόν ἐστι ζητῆσαι, διατί μὴ ἐποίησαν οἱ Ἀττικοὶ ἴδιον παρα‐ κείμενον, ἡνίκα ὁ ἐνεστὼς ἀπὸ δύο συμφώνων ἄρχεται· τότε γὰρ οὐ συνάρχεται τῷ ἐνεστῶτι ὁ κοινὸς παρακείμενος, οἷον φθείρω ἔφθαρκα, στέλλω ἔσταλκα. Ἔστιν οὖν εἰπεῖν, ὅτι πρῶτον μὲν εἰ προσέθηκαν ἐπὶ τούτων τὰ δύο ἀρκτικὰ γράμματα τοῦ ἐνεστῶτος τῷ κοινῷ παρακει‐
35μένῳ καὶ ἐποίησαν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον οἷον στέλλω ἔσταλκα
ὁ κοινὸς παρακείμενος καὶ στέσταλκα ὁ Ἀττικός, καὶ πάλιν φθείρω97

98

ἔφθαρκα ὁ κοινὸς καὶ φθέφθαρκα ὁ Ἀττικός, εὑρίσκετο μακρὰν ἔχων τὴν ἄρχουσαν, ὅπερ ἐστὶν ἀδύνατον· ἐμάθομεν γὰρ ὅτι οὐ θέλει ἀπὸ μακρᾶς ἄρχεσθαι ὁ Ἀττικὸς παρακείμενος, οἷον ἀλήλιφα ἐλήλυθα ὀμώ‐ μοκα· πρὸς οἷς καὶ ἀπὸ συμφώνου ἤμελλεν ἄρχεσθαι καὶ μακρὰ εἶναι,
5ὅπερ ἐστὶν ἀδύνατον· εἰρήκαμεν γὰρ ἐν τῇ διδασκαλίᾳ τοῦ ἐνεργητικοῦ παρακειμένου, ὅτι ἡνίκα ὁ παρακείμενος ἀπὸ συμφώνου ἄρχεται, βρα‐ χεῖαν θέλει ἔχειν τὴν ἄρχουσαν, οἷον τέτυφα πεποίηκα νενόηκα. Δεύ‐ τερον δὲ θέλει ἔχειν ὁ Ἀττικὸς παρακείμενος ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, οἷον ἀλήλιφα ἐλήλυθα ὀμώμοκα, ὅπερ ἐπὶ
10τούτων, εἰ ἐποίησαν οἱ Ἀττικοὶ 〈ἴδιον〉 παρακείμενον, οὐχ εὑρίσκετο· εἰ γὰρ ἦν στεστεφάνωκα καὶ στέσταλκα καὶ φθέφθαρκα, οὐχ εὑρίσκετο ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ὅπερ 〈ἐστὶν〉 ἀδύνατον. Μέσος παρακείμενος. Τέτυπα. Τρεῖς εἰσιν αἱ διαθέσεις τῶν ῥημάτων, ἐνέρ‐
15γεια, πάθος καὶ μεσότης· ἑκάστη δὲ αὐτῶν ἀνὰ ἓξ ἔχει χρό‐ νους. Μετὰ τὸ κανονίσαι τὸν ἐνεργητικὸν παρακείμενον καὶ τὸν Ἀττι‐ κὸν τρέπεται καὶ ἐπὶ τὸν μέσον παρακείμενον, καὶ λέγει ὅτι τρεῖς εἰσιν αἱ διαθέσεις τῶν ῥημάτων, ἐνέργεια πάθος μεσότης· ἑκάστη δὲ αὐτῶν τῶν διαθέσεων πρὸς ἓξ 〈ἔχει〉 χρόνους, ἔχει γὰρ ἐνεστῶτα παρατατι‐
20κὸν παρακείμενον ὑπερσυντέλικον ἀόριστον καὶ μέλλοντα· εἰ γὰρ καὶ δύο ἀόριστοί εἰσιν, ἀλλ’ οὖν μίαν σημασίαν ἔχουσιν, τὸ γὰρ ἔτυψα καὶ ἔτυπον τὸ αὐτὸ σημαίνουσιν. Ὥσπερ οὖν ὅτε τις τριγενὲς ὄνομα κλίνει, καθ’ ἕκαστον γένος λέγει τὰς πέντε πτώσεις, οἷον ὁ καλός τοῦ καλοῦ μέχρι τῆς κλητικῆς τῶν πληθυντικῶν, καὶ πάλιν ὁμοίως ἡ καλή τῆς
25καλῆς, καὶ οὐ συγκαταμίγνυσι τὰς τοῦ ἀρσενικοῦ πτώσεις τῷ θηλυκῷ οὐδὲ 〈τὰσ〉 τοῦ θηλυκοῦ τῷ οὐδετέρῳ, οὕτω καὶ περὶ τῶν διαθέσεων ἐχρῆν, καθάπερ ἑκάστῳ τῶν γενῶν τὰς οἰκείας πτώσεις ἐν τῷ κλίνειν 〈αὐτὰ〉 ἀποδίδομεν, καὶ ταῖς τρισὶ διαθέσεσι τοὺς οἰκείους ἓξ χρόνους ἐν τῷ κλίνειν αὐτὰς ἀποδιδόναι, καὶ πρῶτον μὲν κλίνειν τὴν ἐνεργητικήν,
30δεύτερον δὲ τὴν παθητικήν, καὶ τρίτον τὴν μέσην. Καὶ τοῖς μὲν ἀρχαιο‐ τέροις τῶν γραμματικῶν οὐκ ἔδοξεν οὕτως, ἀλλὰ τοὺς ἓξ χρόνους τῆς μέσης διαθέσεως 〈κατεμέρισαν· καὶ τοὺς μὲν παρακειμένους καὶ ὑπερ‐ συντελίκους τῆς μέσης διαθέσεωσ〉 συγκατηρίθμησαν τοῖς παρακειμένοις
καὶ ὑπερσυντελίκοις τῆς ἐνεργητικῆς διαθέσεως. Διατί δὲ τοῦτο πεποιή‐98

99

κασιν; ἐπειδὴ σχεδὸν ὁμόφωνοί εἰσι τοῖς παρακειμένοις καὶ ὑπερσυντε‐ λίκοις τῆς ἐνεργητικῆς διαθέσεως· ἀμφότεροι γὰρ ὁμοιοκατάληκτοί εἰσιν, καὶ γὰρ ὁ ἐνεργητικὸς παρακείμενος καὶ ὁ μέσος εἰς α λήγει, οἷον τέτυφα τέτυπα, καὶ πάλιν ὁ ἐνεργητικὸς ὑπερσυντέλικος εἰς ειν λήγει
5καὶ ὁ μέσος ὑπερσυντέλικος ὁμοίως εἰς ειν λήγει, οἷον ἐτετύφειν ἐτετύ‐ πειν· ἐπειδὴ οὖν τρόπον τινὰ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος τῆς μέσης διαθέσεως ὁμοφωνοῦσι τοῖς παρακειμένοις καὶ ὑπερσυντελί‐ κοις τῆς ἐνεργητικῆς διαθέσεως, τούτου χάριν αὐτοὺς συγκατηρίθμησαν αὐτοῖς. 〈Τοὺσ〉 ἀορίστους δὲ καὶ μέλλοντας τῆς μέσης διαθέσεως συγ‐
10κατηρίθμησαν τοῖς ἀορίστοις καὶ μέλλουσι τῆς παθητικῆς διαθέσεως, ἐπειδὴ ὁμοιοκατάληκτοί εἰσιν· καθόλου γὰρ οἱ ἀόριστοι τῶν παθητικῶν καὶ τῶν μέσων εἰς ην λήγουσιν, οἷον ἐτύφθην ἐτύπην, ἐτυψάμην ἐτυ‐ πόμην· καὶ πάλιν οἱ μέλλοντες, εἴτε παθητικοί εἰσιν εἴτε μέσοι, εἰς τὴν αι δίφθογγον λήγουσιν, οἷον τυφθήσομαι τυπήσομαι, τύψομαι τυποῦμαι.
15Τοὺς δὲ λοιποὺς δύο χρόνους τῆς μέσης διαθέσεως, ἐνεστῶτα λέγω καὶ παρατατικόν, ὡς μὲν ὁ τεχνικός φησι Θεοδόσιος, ἀμνημονεύτους εἴασαν οἱ παλαιοί· οὐκ ἔστι δὲ ἀληθές· ἀλλὰ πάνυ ζήτησις πλείστη περὶ αὐτῶν καταβέβληται τοῖς τεχνικοῖς, εἰ ἄρα μέσοι ὑπάρχουσιν ἢ παθη‐ τικοί. Ἀμέλει καὶ ἐκινδύνευσαν παθητικοὶ ὀνομασθῆναι οἱ μέσοι ἐνε‐
20στῶτες καὶ παρατατικοί, ἐπειδὴ ἡ αὐτὴ φωνή ἐστιν ἀπαραλλάκτως τῶν ἐνεστώτων καὶ παρατατικῶν τῶν παθητικῶν καὶ τῶν μέσων· τὸ γὰρ κολάζομαι καὶ τύπτομαι καθ’ ἑαυτὰ καὶ παθητικά εἰσι καὶ μέσα· ἐν δὲ τοῖς ἄλλοις χρόνοις ἔστι τις διαφορὰ κατὰ τὴν φωνὴν τῶν παθητικῶν καὶ τῶν μέσων· τὸ γὰρ τέτυφα καὶ τέτυπα καὶ ἐτετύφειν καὶ ἐτετύ‐
25πειν, εἰ καὶ κοινωνοῦσι καθὸ ὁμοιοκαταληκτοῦσιν, ἀλλ’ οὖν καὶ διαφέ‐ ρουσιν, οὐδὲ γάρ εἰσι πάντῃ τὰ αὐτὰ κατὰ τὴν φωνήν. Διακρίνονται δὲ οἱ μέσοι ἐνεστῶτες καὶ παρατατικοὶ ἀπὸ τῶν παθητικῶν ἐνεστώτων καὶ παρατατικῶν ἐκ τῆς συντάξεως· τὸ γὰρ κολάζομαι καὶ τύπτομαι καὶ ἐκολαζόμην καὶ ἐτυπτόμην καὶ τὰ ὅμοια, εἰ μὲν συντάξει τις πρὸς
30γενικὴν μετὰ τῆς ὑπό προθέσεως, παθητικά εἰσιν, οἷον κολάζομαι ὑπὸ σοῦ καὶ τύπτομαι ὑπὸ σοῦ καὶ ἐκολαζόμην ὑπὸ σοῦ καὶ ἐτυπτόμην ὑπὸ σοῦ· εἰ δὲ πρὸς αἰτιατικὴν συντάξει, μέσα εἰσίν, οἷον κολάζομαί σε καὶ τύπτομαί σε καὶ ἐκολαζόμην σε καὶ ἐτυπτόμην σε, ἀντὶ τοῦ κολάζω σε καὶ τύπτω σε καὶ ἐκόλαζόν σε καὶ ἔτυπτόν σε, καὶ βιάζομαί
35σε καὶ ἐβιαζόμην σε ἀντὶ τοῦ βιάζω σε καὶ ἐβίαζόν σε, καὶ γράφομαί σε καὶ ἐγραφόμην σε ἀντὶ τοῦ γράφω σε καὶ ἔγραφόν σε, ὥσπερ ἔστιν εὑρεῖν καὶ ἐπὶ ἄλλων λέξεων συνέμπτωσιν φωνῶν ἐκ τῆς συντάξεως διακρινομένων· τὸ γὰρ φῦσαι καθ’ ἑαυτὸ καὶ ὄνομα δύναται εἶναι καὶ
ῥῆμα, ἀλλ’ ἐκ τῆς συντάξεως διακρίνεται· ἐὰν μὲν γὰρ εἴπω ὅτι φῦσαί99

100

εἰσιν, σημαίνω ὅτι αἱ φυσῶσαι, καὶ δῆλον ὅτι ὄνομά ἐστιν· εἰ δὲ εἴπω ὅτι ἤλπιζε φῦσαι ἡ γυνή, δῆλον ὡς ῥῆμά ἐστιν, ἀντὶ γὰρ τοῦ γεννῆσαι ἤλπιζεν ἡ γυνή· οὕτως οὖν καὶ τὸ κολάζομαι καὶ ἐκολαζόμην καὶ τὰ ὅμοια καθ’ ἑαυτὰ καὶ παθητικὰ καὶ μέσα εἰσίν, ἀλλ’ ἐκ τῆς συντάξεως,
5ὡς εἴρηται, διακρίνονται. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ εἴπωμεν διατί λέγεται μέση διάθεσις. Ἰστέον ὅτι μέσον ἐστὶ τὸ ἑκατέρου μετέχον 〈ἢ τὸ οὐδετέρου μετέχον· ἑκατέρου μὲν μετέχον,〉 ὥσπερ τὸ φαιὸν ἤγουν τὸ μύϊνον, τοῦτο γὰρ καὶ λευκοῦ καὶ μέλανος μετέχει, οὐδετέρου δὲ μετέχον, ὡς τὸ ἀριστᾶν καὶ δειπνεῖν
10καὶ λούεσθαι καὶ περιπατεῖν, ταῦτα γὰρ μέσα εἰσὶν ἀρετῆς καὶ κακίας· καὶ μέσος δὲ τόπος λέγεται ὁ μήτε τοῦ ἄνω μήτε τοῦ κάτω μετέχων ἀλλὰ μεταξὺ ὤν. Μαθόντες οὖν τί ἐστι μέσον, ἔλθωμεν καὶ μάθωμεν διατί λέγεται μέση διάθεσις. Ἰστέον ὅτι μέση διάθεσις λέγεται, ἐπειδὴ ὁ τύπος ὁ αὐτὸς ἐπ’ ἀμφοτέρας φθάνει τὰς διαθέσεις, εἰ καὶ εἷς ὢν
15καὶ ὁ αὐτὸς κατὰ ἀμφοτέρων τίθεται. Ἐξηγησώμεθα 〈δὲ〉 τὸ λεχθέν, τί ἐστιν «ἐπειδὴ ὁ τύπος ὁ αὐτὸς ἐπ’ ἀμφοτέρας φθάνει τὰς διαθέσεις». Ἰστέον ὅτι τοῦτο εἶπεν, ὅτι ὁ μὲν παρακείμενος καὶ ὁ ὑπερσυντέλικος τῆς μέσης διαθέσεως τύπον ἔχουσι φωνῆς ἐνεργητικῆς, οἷον τέτυπα ἐτετύπειν, ὥσπερ τέτυφα ἐτετύφειν, οἱ δὲ ἀόριστοι καὶ οἱ μέλλοντες
20τύπον ἔχουσι φωνῆς παθητικῆς, οἷον ἐτυψάμην ἐτυπόμην, ὥσπερ ἐτύ‐ φθην καὶ ἐτύπην, καὶ πάλιν τύψομαι καὶ τυποῦμαι, ὥσπερ τυφθήσομαι καὶ τυπήσομαι· τούτου οὖν χάριν εἶπεν «ἐπειδὴ ὁ τύπος 〈ὁ αὐτὸσ〉 ἐπ’ ἀμφοτέρας φθάνει τὰς διαθέσεις». Τὸ δὲ «εἰ καὶ εἷς ὢν καὶ 〈ὁ〉 αὐτὸς κατ’ ἀμφοτέρων τίθεται» πρόσκειται, ἐπειδὴ οἱ αὐτοὶ σχηματισμοί, ἤγουν
25οἱ αὐτοὶ χρόνοι, πολλάκις καὶ ἐπὶ ἐνεργείας λαμβάνονται καὶ ἐπὶ πάθους· ἰδοὺ γάρ ἐστι τέτηκα καὶ τέτυπα, καὶ ἰδοὺ ὁ αὐτὸς σχημα‐ τισμός ἐστιν, ἤγουν ὁ αὐτὸς χρόνος, ἀμφότερα γὰρ μέσου παρακειμένου εἰσίν, καὶ ὅμως τὸ μὲν σημαίνει ἐνέργειαν, τὸ δὲ πάθος· τὸ μὲν γὰρ τέτυπα ἐνέργειαν σημαίνει, ἀντὶ γὰρ τοῦ ἔτυψα ἐστίν, τὸ δὲ τέτηκα
30πάθος, ἀντὶ γὰρ τοῦ ἐτάκην ἐστίν· καὶ πάλιν ἐστὶν ἐτυψάμην καὶ ἐλου‐ σάμην, καὶ ἰδοὺ ὁ αὐτὸς σχηματισμός ἐστιν, ἤγουν ὁ αὐτὸς χρόνος, ἀμφότερα γὰρ πρώτου μέσου ἀορίστου εἰσίν, καὶ ὅμως τὸ μὲν σημαίνει ἐνέργειαν, τὸ δὲ πάθος· τὸ μὲν γὰρ ἐτυψάμην ἐνέργειαν σημαίνει, ἀντὶ γὰρ τοῦ ἔτυψα ἐστίν, τὸ δὲ ἐλουσάμην πάθος, ἀντὶ γὰρ τοῦ ἐλούσθην
35ἐστίν. Ταῦτα μὲν ἐν τούτοις.100

101

Ζητοῦσι δὲ περὶ τῆς μέσης διαθέσεως λέγοντες, εἰ ἄρα ἰδίᾳ παρα‐ λαμβάνεται ἡ μέση διάθεσις, τουτέστιν εἰ ἑτέρα διάθεσίς ἐστι παρὰ τὴν ἐνέργειαν καὶ τὸ πάθος, ἢ μετὰ τῶν ἐνεργητικῶν καὶ παθητικῶν ἐστιν, ὥσπερ καὶ τὰ κοινὰ καὶ τὰ ἐπίκοινα οὐ λέγομεν ἕτερον γένος εἶναι
5παρὰ τὸ ἀρσενικὸν καὶ θηλυκόν, ἀλλὰ μετὰ τῶν ἀρσενικῶν καὶ θηλυκῶν παραλαμβάνονται· ἢ ἐὰν δῶμεν ἰδίαν διάθεσιν τὴν μέσην διάθεσιν, παράσχωμεν ἕτερον γένος καὶ τὰ κοινὰ καὶ τὰ ἐπίκοινα. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὰ κοινὰ καὶ τὰ ἐπίκοινα οὐ δύνανται εἶναι ἕτερον γένος παρὰ τὸ ἀρσενικὸν καὶ θηλυκόν, ἐπειδὴ οὔτε ἰδίαν φωνὴν ἔχουσιν οὔτε
10ἴδιον σημαινόμενον οὔτε ἴδια ἄρθρα· αἱ γὰρ φωναὶ αὐτῶν ἢ ἀρσενικαί εἰσιν ἢ θηλυκαί, καὶ τὰ ἄρθρα αὐτῶν ὁμοίως ἢ ἀρσενικά εἰσιν ἢ θηλυκά, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄνθρωπος, ὁ ἵππος καὶ ἡ ἵππος, ὁ ἀετός καὶ ἡ χελιδών ἡ δὲ μέση διάθεσις ἔχει ἰδίας φωνάς, οἷον τέτυπα ἐτετύ‐ πειν, ἐτυψάμην ἐτυπόμην, τύψομαι τυποῦμαι, καὶ εὐλόγως ἑτέρα διά‐
15θεσίς ἐστι παρὰ τὰ ἐνεργητικὰ καὶ τὰ παθητικά. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ζῶ πλουτῶ ὑπάρχω οὐδέτερα λέγονται, ἐπειδὴ οὔτε ἐνέργειαν οὔτε πάθος δηλοῦσιν. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα μέσον ἐστὶ τὸ ἑκατέρου μετέχον ἢ τὸ οὐδετέρου μετέχον, ἑκατέρου μέν, ὥσπερ τὸ φαιὸν ἤγουν τὸ μύϊνον, τοῦτο γὰρ καὶ λευκοῦ καὶ
20μέλανος μετέχει, οὐδετέρου δέ, ὡς ἐπὶ τοῦ δειπνεῖν καὶ λούεσθαι καὶ περιπατεῖν, ταῦτα γὰρ μέσα εἰσὶν ἀρετῆς καὶ κακίας, ἐπειδὴ ταῦτα καθ’ ἑαυτὰ παραλαμβανόμενα οὐ μετέχουσιν οὔτε ἀρετῆς οὔτε κακίας, διὰ ποίαν αἰτίαν ταῦτα, φημὶ δὴ τὸ ζῶ πλουτῶ ὑπάρχω, μήτε ἐνεργείας μετέχοντα μήτε πάθους οὐ καλοῦνται μέσα. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ
25δύνανται ταῦτα εἶναι τῆς μέσης διαθέσεως, ἐπειδὴ ἡ μέση διάθεσις τὸν ἐνεστῶτα καὶ τὸν παρατατικὸν ἐν τύπῳ φωνῆς παθητικῆς ἔχει, σημαι‐ νομένῳ δὲ ἐνεργητικῷ, οἷον βιάζομαί σε ἐβιαζόμην σε, κολάζομαί σε ἐκολαζόμην σε, γράφομαί σε 〈ἐγραφόμην σε〉, ταῦτα δέ, φημὶ δὴ τὸ ζῶ πλουτῶ ὑπάρχω, φωνὴν ἐνεργητικὴν ἔχουσιν, εἰς ω γὰρ λήγουσιν,
30καὶ δηλονότι οὐ δύνανται εἶναι μέσης διαθέσεως. Καὶ ἄξιόν ἐστι ζητῆσαι, τί οὖν; ἔχομεν δοῦναι αὐτὰ τετάρτης δια‐ θέσεως, ἵνα εἴπωμεν τετάρτην διάθεσιν εἶναι τὴν οὐδετέραν; Λέγομεν ὅτι πρῶτον μὲν σπάνιά εἰσι ταῦτα καὶ οὐ δύνανται ἰδίαν ποιῆσαι καὶ ἀποτελέσαι διάθεσιν· δεύτερον δὲ οὔτε ἔχουσιν ἰδίας φωνάς· αἱ γὰρ
35φωναὶ αὐτῶν ἐνεργητικαί εἰσιν, ὅθεν καὶ ὑπὸ τὰ ἐνεργητικὰ ἄγονται.101

102

Τρίτον δὲ εἰ παράσχοιμεν τὴν οὐδετέραν διάθεσιν εἶναι, τάξιν ἐπέχειν οὐ δύναται· οὔτε γὰρ τρίτη δύναται εἶναι, τουτέστι μετὰ τὰ ἐνεργη‐ τικὰ καὶ τὰ παθητικά, ἐπειδὴ οὐκ ἐᾷ ἡ μέση διάθεσις· ἐὰν γὰρ εὑρεθῇ τετάρτη ἡ μέση διάθεσις, μέλλει μετέχειν καὶ τῆς οὐδετέρας, ὅπερ οὐκ
5ἔστιν· ἄλλως τε δὲ ὥσπερ ἡ μετοχή, μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος, μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα τέτακται, τὸν αὐτὸν τρόπον καὶ ἡ μέση διάθεσις, μετέχουσα ἐνεργείας καὶ πάθους, μετὰ τὴν ἐνέργειαν καὶ τὸ πάθος τέτακται· ἀλλ’ οὔτε δὲ τετάρτην ἐπέχειν τάξιν δύναται ἡ οὐδετέρα, ἐπειδὴ οὐδέτερόν ἐστι τὸ δύο τινῶν
10προϋποκειμένων ποιούμενον ἀναίρεσιν, ὡς ἐπὶ τῶν ὀνομάτων· καὶ γὰρ τὸ οὐδέτερον γένος δύο γενῶν προϋποκειμένων ποιεῖται ἀναίρεσιν, τουτέστιν ἀρσενικοῦ καὶ θηλυκοῦ· ἐὰν οὖν τετάρτη εὑρεθῇ ἡ οὐδετέρα διάθεσις, εὑρίσκεται τριῶν τινων προϋποκειμένων ποιουμένη ἀναίρεσιν, λέγω δὴ ἐνεργείας πάθους καὶ μεσότητος, ὅπερ ἐστὶν ἄτοπον. Ταῦτα
15μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, ὅτι ὥσπερ τὸ τέτηκα τύπον μὲν ἔχον φωνῆς ἐνεργητικῆς, σημαινόμενον δὲ παθητικόν, ἀντὶ γὰρ τοῦ ἐτάκην ἐστίν, λέγεται μέσον, διατί μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ τρέμω καὶ πυρέσσω καὶ ῥιγῶ καὶ ὀφθαλμιῶ, φωνὴν μὲν ἐνεργητικὴν ἔχοντα, σημαι‐
20νόμενον δὲ παθητικόν, καλοῦνται μέσα. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύνανται εἶναι ταῦτα μέσης διαθέσεως, ἐπειδὴ ἡ μέση διάθεσις τὸν ἐνεστῶτα καὶ τὸν παρατατικὸν ἐν τύπῳ φωνῆς παθητικῆς ἔχει, σημαι‐ νομένῳ δὲ ἐνεργητικῷ, οἷον βιάζομαί σε ἐβιαζόμην σε, κολάζομαί σε ἐκολαζόμην σε, γράφομαί σε ἐγραφόμην σε· ταῦτα δέ, φημὶ 〈δὴ〉 τὸ
25τρέμω πυρέσσω ῥιγῶ ὀφθαλμιῶ, φωνὴν ἐνεργητικὴν ἔχουσιν, εἰς ωγὰρ λήγουσιν, καὶ δηλονότι οὐ δύνανται εἶναι μέσης διαθέσεως. Ὁ μέσος τοίνυν παρακείμενος τὴν μὲν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ παρακειμένῳ καὶ εἰς α λήγει. Ἐνταῦθα περὶ τοῦ μέσου παρακειμένου διαλαμβάνει καὶ λέγει, ὅτι ὁ
30μέσος παρακείμενος τὴν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ παρα‐ κειμένῳ, δηλονότι τῷ κοινῷ, οἷον τέτυφα τέτυπα, νένυχα νένυγα, πέπληχα πέπληγα, ἔφθαρκα ἔφθορα, ἔσταλκα ἔστολα, ἔσπαρκα ἔσπορα, ἔκταγκα ἔκτονα· πρόσκειται «δηλονότι τῷ κοινῷ» διὰ τὸν Ἀττικὸν παρακείμενον· ἔστι γὰρ ὁ μέσος παρακείμενος ἤγερα καὶ ὁ ἐνεργητικὸς
35Ἀττικὸς ἐγήγερκα, καὶ ἰδοὺ οὐκ ἔχει τὴν ἄρχουσαν τοῦ ἐνεργητικοῦ102

103

παρακειμένου ὁ μέσος παρακείμενος· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι κοινὸς ὁ ἐνεργητικὸς παρακείμενος, ἀλλ’ Ἀττικός· ὁ γὰρ κοινὸς ἤγερκα ἐστίν. Εἰς α δὲ λήγει ὁ μέσος παρακείμενος· καὶ εἰ μὲν ὁ ἐνεστὼς δι’ ἑνὸς ἁπλοῦ συμφώνου ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος
5παρακείμενος ἐκφέρεται, οἷον λέγω λέλογα, κείρω κέκορα, πείθω πέποιθα, νήθω νένηθα, λείπω λέλοιπα, λείβω λέλοιβα, πλέκω πέπλοκα, φθείρω ἔφθορα, σπείρω ἔσπορα, κτείνω ἔκτονα, τείνω τέτονα, μένω μέμονα, γείνω γέγονα, τέκω τέτοκα, γράφω γέγραφα· δύναται δὲ τοῦτο καὶ ἐνεργητικοῦ παρακειμένου εἶναι, ἐπειδὴ ὁ μέλλων γράψω ἐστὶ διὰ τοῦ
10ψ· εἰ δὲ δύο σύμφωνα ἔχει ὁ ἐνεστώς, δι’ οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος παρακείμενος ἐκφέρεται, οἷον σκάπτω σκαφή καὶ ἀποσκαφή (τὸ σκάψαι) ἔσκαφα, τύπτω τύπος τέτυπα, ῥάπτω ῥαφή ἔρραφα, κλέπτω κλοπή [διὰ τοῦτο καὶ ὁ μέσος παρακείμενος] κέκλοπα, κόπτω κοπίς κέκοπα (κοπίς δέ ἐστιν ἡ μάχαιρα), βλάπτω βλάβη
15βέβλαβα. Ἰστέον δὲ ὅτι τὸ βλάπτω καὶ σκάπτω ἀπὸ τοῦ σκάφω καὶ βλάβω— ἐξ οὗ τὸ 〈Τ 166〉 βλάβεται δέ τε γούνατ’ ἰόντι—λέγουσι γενέ‐ σθαι κατὰ πλεονασμὸν τοῦ τ καὶ τροπῇ τοῦ β καὶ φ εἰς 〈τὸ〉 π. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ τ ἐπλεόνασεν, καὶ διατί ἐτράπη τὸ β καὶ φ
20εἰς τὸ π. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ μὲν τ ἐπλεόνασεν, ἐπειδή, ὡς ἐν τῇ τοῦ μέλλοντος διδασκαλίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα, ἀναλογεῖ ὁ ἐνεστὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ἐν τῇ γενικῇ πέφυκε πολλάκις τὸ τ πλεονάζειν, οἷον ἄνακος ἄνακτος, γάλακος γάλακτος, τούτου χάριν καὶ ἐν τῷ ἐνεστῶτι κατὰ μίμησιν τῆς γενικῆς τὸ τ ἐπλεόνασε· διὰ τοῦτο
25δὲ ἐτράπη τὸ β καὶ φ εἰς τὸ π ἐν τῷ βλάβω βλάπτω καὶ σκάφω σκάπτω, ἐπειδὴ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον κτύπος πτῶσις χθών φθόνος ἕβδομος ὄγδοος· τούτου χάριν καὶ ἐπὶ τῆς νύξ νυχός γενικῆς τοῦ τ πλεονάσαντος τροπὴ παρηκολούθησε τοῦ χ τοῦ δασέος εἰς τὸ ἀντίστοιχον τὸ ψιλὸν τὸ κ,
30καὶ γέγονε νυκτός. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὅταν τοῦ ἐνεστῶτος διὰ δύο συμφώνων ἐκφερομένου καὶ τὸ ὄνομα τὸ ῥηματικὸν διὰ δύο συμφώνων ἐκφέρηται, τότε καὶ ὁ μέσος παρακείμενος διὰ τῶν αὐτῶν δύο συμφώνων ἐκφέρεται, οἷόν ἐστι ῥέγκω ὁ ἐνεστὼς διὰ τοῦ γ καὶ κ, ἀφ’ οὗ γίνεται ὄνομα ῥηματι‐
35κὸν τὸ ῥέγχος διὰ τοῦ γ καὶ χ, 〈καὶ〉 διὰ τῶν αὐτῶν συμφώνων καὶ103

104

ὁ μέσος παρακείμενος ἐκφέρεται δι’ ὧν τὸ ῥηματικὸν ὄνομα, φημὶ δὴ διὰ τοῦ γ καὶ χ, οἷον ἔρρογχα. Εἰ δὲ διὰ τοῦ ζ ἢ δύο σς ἐκφέρεται ὁ ἐνεστώς, τότε πρὸς τὸν μέλλοντα κανονίζεται ὁ μέσος παρακείμενος· εἰ μὲν γὰρ ὁ μέλλων διὰ τοῦ ς ἐκφέρεται, ὁ μέσος παρακείμενος διὰ
5τοῦ δ ἐκφέρεται, οἷον φράζω φράσω πέφραδα, ὅθεν τὸ 〈Ξ 500〉 πέφραδέ τε Τρώεσσι, συρίζω συρίσω σεσύριδα, χέζω χέσω κέχοδα· εἰ δὲ ὁ μέλλων διὰ τοῦ ξ, ὁ μέσος παρακείμενος διὰ τοῦ γ, οἷον ῥέζω ῥέξω ἔρρογα, σφάζω σφάξω ἔσφαγα, πλήσσω πλήξω πέπληγα, ὀρύσσω ὀρύξω ὤρυγα· εἰ δὲ ὁ ἐνεστὼς διὰ δύο ἀμεταβόλων, διὰ τοῦ πρώτου ἀμετα‐
10βόλου ἐκφέρεται ὁ μέσος παρακείμενος, οἷον τέμνω τέτομα, κάμνω κέκαμα. Ἐκ τούτου πιθανεύονταί τινες καὶ λέγουσιν, ὅτι ἐν τῷ τίλλω τέτιλα καὶ πάλλω πέπαλα καὶ στέλλω ἔστολα καὶ ἐν τοῖς ὁμοίοις τὸ δεύτερον λ ἀπεβλήθη καὶ τὸ πρῶτον ἐφυλάχθη· ὁ δὲ Ἡρωδιανὸς οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι τὸ πρῶτον λ ἀπεβλήθη καὶ τὸ δεύ‐
15τερον ἐφυλάχθη· φησὶ γάρ, ὅτι πρῶτον μὲν ἐν τῷ τέμνω τέτομα καὶ κάμνω κέκαμα τὸ ν ἀπὸ πλεονασμοῦ ἐστιν, κάμω γὰρ καὶ τέμω ἦν, καὶ κατὰ πλεονασμὸν τοῦ ν γεγόνασι κάμνω καὶ τέμνω, καὶ λοιπὸν τὸ ν τὸ πλεονάσαν κατὰ τὸν ἐνεστῶτα ἀπεβλήθη κατὰ τὸν μέσον παρακεί‐ μενον· δεύτερον δὲ δυνάμεθα αὐτὰ λέγειν, λέγω δὴ τὸ κέκαμα καὶ
20τέτομα, ὡς ἀπὸ περισπωμένων θεμάτων εἰσίν, οἷον ὡς ἀπὸ τοῦ καμῶ καὶ τεμῶ· τρίτον δὲ ὥσπερ τὸ τέρπω καὶ πέρθω οὐ λέγομεν εἶναι πέμπτης συζυγίας διὰ τὸ ρ τὸ ἐν τῇ παραληγούσῃ, ἀλλὰ τὸ μὲν τέρπω πρώτης διὰ τὸ π τὸ ἐν τῇ ληγούσῃ, τὸ δὲ πέρθω τρίτης διὰ τὸ θ τὸ ἐν τῇ ληγούσῃ, οὕτω καὶ τὸ τίλλω καὶ τὸ πάλλω καὶ τὸ στέλλω καὶ τὰ
25ὅμοια λέγομεν εἶναι πέμπτης συζυγίας, οὐ διὰ τὸ λ τὸ ἐν τῇ παρα‐ ληγούσῃ, ἀλλὰ 〈διὰ〉 τὸ λ τὸ ἐν τῇ ληγούσῃ· 〈ἐπειδὴ〉 δὲ τὰ χαρακτη‐ ριστικὰ τοῦ ἐνεστῶτος θέλουσιν εἶναι καὶ ἐν τῷ μέσῳ παρακειμένῳ χαρακτηριστικά, οἷον πείθω πέποιθα, λέγω λέλογα, δηλονότι διὰ τοῦ δευτέρου λ ἐξηνέχθη ὁ μέσος παρακείμενος ἐν τῷ τέτιλα καὶ πέπαλα
30καὶ ἔστολα καὶ τοῖς ὁμοίοις, ἐπειδὴ αὐτό ἐστιν, ὡς εἴρηται, τὸ χαρακτη‐ ριστικὸν τοῦ ἐνεστῶτος. Εἰ δὲ ὁ ἐνεστὼς διὰ καθαροῦ τοῦ ω ἐκφέρε‐ ται, ὁ μέσος παρακείμενος διὰ καθαροῦ τοῦ α ἐκφέρεται, οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα ὁ Ἀττικός, δίω δέδια καὶ δείδια κατὰ πλεονασμὸν τοῦ ι, δαίω (τὸ σημαῖνον τὸ καίω) δέδηα καὶ καίω κέκηα, εἴω (σημαίνει
35δὲ τὸ πορεύομαι, ὡς παρὰ Σώφρονι 〈Ahrens fr. 2〉 ἐγκίκρα ὡς εἴω,104

105

τουτέστι κέρασον ἵνα πορευθῶ) καὶ ὁ μέσος παρακείμενος εἶα διὰ καθα‐ ροῦ τοῦ α, καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η ᾖα διὰ τοῦ η καὶ ι, ὥσπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον καὶ [πάλιν] εἴδειν ᾔδειν, καὶ κατὰ διά‐ λυσιν τοῦ ι ἤϊα, ὡς παρὰ τῷ ποιητῇ 〈δ 433〉 ἤϊα πολλὰ θεοὺς
5γουνούμενος, ἀντὶ τοῦ ἐπορευόμην, οὗ τὸ τρίτον πρόσωπον ἤϊε, 〈Α 47〉 δ’ ἤϊε νυκτὶ ἐοικώς. Τοῦτο τὸ ᾖα τὸ διὰ τοῦ η καὶ ι τρέπει τὸ α εἰς ειν, τουτέστιν εἰς τὴν ει δίφθογγον καὶ τὸ ν, καὶ ποιεῖ τὸν ὑπερσυντέλικον ᾔειν, κατὰ τὴν ἄρχουσαν διὰ τοῦ η καὶ ι καὶ διὰ τῆς ει διφθόγγου κατὰ τὴν λήγουσαν, ἐξ οὗ τὸ παρῄειν καὶ ἐξῄειν καὶ
10ἀπῄειν, ὡς παρὰ Μενάνδρῳ 〈fragm. 870 K〉 ἀπῄειν τῶν τόκων ἔχων τόκους. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον 〈δὲ〉 ὅτι παραλήγουσαν τὴν αὐτὴν ἔχει ὁ μέσος παρακεί‐ μενος τῷ ἐνεργητικῷ παρακειμένῳ, οἷον τέτυφα τέτυπα, νένηκα νένηθα, πέπληχα πέπληγα, νένυχα νένυγα, πέπηχα πέπηγα, ὤρυχα ὤρυγα,
15ἤμειφα ἤμειβα, ἤγερκα ἤγερα. Δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ε ἢ μόνον ἢ μετὰ τοῦ ι»· τότε γὰρ τρέπε‐ ται τὸ ε εἰς ο ἐν τῷ μέσῳ παρακειμένῳ, οἷον λέγω λέξω λέλογα, τέκω τέξω τέτοκα, νέμω νεμῶ νένομα, μένω μενῶ μέμονα, γείνω γενῶ γέγονα, κείρω κερῶ κέκορα, σπείρω σπερῶ ἔσπορα, φθείρω φθερῶ
20ἔφθορα, κτείνω κτενῶ ἔκτονα, 〈πείθω πείσω πέποιθα, λείβω λείψω λέλοιβα〉· πρόσκειται «ἐν δισυλλάβῳ μέλλοντι» διὰ τὸ ἐγερῶ ἤγερα καὶ ἀμείψω ἤμειβα· ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ε εἰς τὸ ο ἐν τῷ μέσῳ παρακειμένῳ, ἀλλ’ οὐκ εἰσὶ δισύλλαβοι οἱ μέλλοντες. Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν ἐπὶ τοῦ κερῶ κέκορα
25καὶ φθερῶ ἔφθορα οὐκ ἐφυλάχθη τὸ ι, ἵνα ᾖ κέκοιρα καὶ ἔφθοιρα. Καὶ ἔστιν εἰπεῖν, ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ ι κατὰ τὸν μέλλοντα—κερῶ γὰρ καὶ φθερῶ ἐστὶν ὁ μέλλων—τούτου χάριν οὐδὲ ἐν τῷ μέσῳ παρακειμένῳ ἐφυλάχθη· ἐπὶ δὲ τοῦ πείθω 〈καὶ〉 λείβω ἐπειδὴ ἐφυλάχθη τὸ ι κατὰ τὸν μέλλοντα—πείσω γὰρ καὶ λείψω ἐστὶν ὁ μέλλων—
30τούτου χάριν καὶ κατὰ τὸν μέσον παρακείμενον ἐφυλάχθη. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι ἡνίκα εὑρεθῇ ἐν τῷ περισπωμένῳ ἐνεστῶτι τὸ ε, ἢ ἐν τῷ βαρυτόνῳ ἐνεστῶτι μέν, δι’ ἑνὸς δὲ τοῦ λ ἐκφερομένῳ, οὐ τρέπεται εἰς ο ἐν τῷ μέσῳ παρακειμένῳ, ἀλλὰ φυλάττεται, οἷον τελῶ τέτελα, θέλω τέθελα, μέλω μέμελα καὶ
35τροπῇ τοῦ ε εἰς τὸ η μέμηλα, ἐξ οὗ ἡ μετοχὴ μεμηλώς, 〈Ε 708〉 μέγα πλούτοιο μεμηλώς. Καὶ εὐλόγως ἐπὶ τούτων οὐ τρέπεται τὸ ε εἰς
τὸ ο ἐν τῷ μέσῳ παρακειμένῳ, ἐπειδὴ οὐκ ἔστιν ἐπ’ αὐτῶν δισύλλαβος105

106

ὁ μέλλων, ἀλλ’ ὑπὲρ δύο συλλαβάς, οἷον τελέσω θελήσω μελήσω, 〈Ε 228. Κ 481〉 μελήσουσιν δέ μοι ἵπποι· εἴρηται δὲ ὅτι ἡνίκα εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ε ἢ μόνον ἢ μετὰ τοῦ ι, τρέπεται τὸ ε εἰς τὸ ο ἐν τῷ μέσῳ παρακειμένῳ· ἐπὶ τούτων δὲ οὐκ ἔστι δισύλ‐
5λαβος ὁ μέλλων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν ὁ ἐνεστὼς τῇ αι διφθόγγῳ παραλήγηται, τρέπει αὐτὴν ἐν τῷ μέσῳ παρακειμένῳ εἰς η, οἷον φαίνω πέφηνα, χαίνω κέχηνα, μαίνω (ἐξ οὗ τὸ μαίνομαι) μέμηνα, δαίω (τὸ καίω) δέδηα, καίω κέκηα. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐπὶ τοῦ δεδούπηκα δέδουπα
10καὶ μεμύκηκα μέμυκα οὐκ ἔχει παραλήγουσαν τὴν αὐτὴν ὁ μέσος παρα‐ κείμενος τῷ ἐνεργητικῷ παρακειμένῳ, ἀλλ’ ἡ προπαραλήγουσα τοῦ ἐνεργητικοῦ παρακειμένου παραλήγουσά ἐστι τοῦ μέσου παρακειμένου, ἐπειδὴ οὔτε ἰσοσυλλαβοῦσιν ἀλλήλοις ὁ ἐνεργητικὸς παρακείμενος καὶ ὁ μέσος ἐπὶ τούτων, ἀλλὰ μιᾷ συλλαβῇ περιττεύει ὁ ἐνεργητικὸς παρα‐
15κείμενος τοῦ μέσου, καὶ τούτου χάριν οὐκ ἔχουσι τὴν αὐτὴν παρα‐ λήγουσαν. Ταῦτα μὲν περὶ τῆς παραληγούσης τοῦ μέσου παρακειμένου. Περὶ δὲ τῆς ποσότητος τῶν συλλαβῶν λέγομεν, ὅτι ἐπὶ μὲν βαρυ‐ τόνων θεμάτων ἰσοσυλλαβεῖ τῷ ἐνεργητικῷ παρακειμένῳ ὁ μέσος παρα‐ κείμενος, οἷον τύπτω τέτυφα τέτυπα, νύσσω νένυχα νένυγα, νήθω
20νένηκα νένηθα, πείθω πέπεικα πέποιθα, πλήσσω πέπληχα πέπληγα, κείρω κέκαρκα κέκορα, φθείρω ἔφθαρκα ἔφθορα, ἐπὶ δὲ τῶν περισπω‐ μένων θεμάτων μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ ὁ μέσος παρακεί‐ μενος, οἷον δουπῶ δουπήσω δεδούπηκα δέδουπα, μυκῶ μυκήσω μεμύ‐ κηκα μέμυκα, κτυπῶ κτυπήσω ἐκτύπηκα ἔκτυπα. Καὶ τοῦτο ἐκ τοῦ
25μέλλοντος γίνεται· ἐπειδὴ γὰρ ὁ μὲν ἐνεργητικὸς παρακείμενος ἐκ τοῦ μέλλοντος κανονίζεται, ὁ δὲ μέσος παρακείμενος ἐκ τοῦ ἐνεστῶτος κανονίζεται, εἰκότως ὅτε μὲν ὁ μέλλων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, τότε καὶ ὁ ἐνεργητικὸς παρακείμενος 〈ὁ〉 ἐκ τοῦ μέλλοντος κανονιζόμενος ἰσοσυλλαβεῖ τῷ μέσῳ παρακειμένῳ τῷ ἐκ τοῦ ἐνεστῶτος κανονιζομένῳ,
30οἷον τύπτω τύψω τέτυφα τέτυπα, νύσσω νύξω νένυχα νένυγα· ὅτε δὲ ὁ μέλλων περιττοσυλλαβεῖ τοῦ ἐνεστῶτος, τότε καὶ ὁ ἐνεργητικὸς παρα‐ κείμενος ὁ ἐκ τοῦ μέλλοντος κανονιζόμενος περιττοσυλλαβεῖ τοῦ μέσου παρακειμένου τοῦ ἐκ τοῦ ἐνεστῶτος κανονιζομένου, οἷον κτυπῶ κτυ‐ πήσω ἐκτύπηκα ἔκτυπα, δουπῶ δουπήσω δεδούπηκα δέδουπα. Ταῦτα
35μὲν ἐν τούτοις.
Δεῖ δὲ γινώσκειν, ὅτι τότε ἐπιλιμπάνουσιν οἱ μέσοι παρακείμενοι,106

107

ἡνίκα ἀπὸ τῶν περισπωμένων θεμάτων εὑρεθῇ ὁ ἐνεργητικὸς παρακεί‐ μενος τρισύλλαβος καὶ ἀπὸ ἑνὸς τῶν ἀφώνων ἀρχόμενος ἢ ἀπὸ μόνου τοῦ ε, οἷον θλῶ θλάσω τέθλακα, κλῶ κλάσω κέκλακα, σμῶ σμήσω ἔσμηκα, δρῶ δράσω δέδρακα, ζῶ ζήσω ἔζηκα. Καὶ τοῦτο εὐλόγως, ἐπειδὴ ὁ
5ἐνεργητικὸς παρακείμενος ἀπὸ περισπωμένων ὑπάρχων μιᾷ συλλαβῇ περιττεύει τοῦ μέσου παρακειμένου, οἷον μυκῶ μεμύκηκα μέμυκα, δουπῶ δεδούπηκα δέδουπα· εἰ ἐποιήσαμεν οὖν μέσον παρακείμενον ἐπὶ τῶν προλεχθέντων, φημὶ 〈δὴ〉 τοῦ τέθλακα καὶ κέκλακα καὶ δέδρακα καὶ ἔσμηκα καὶ ἔζηκα, ἤμελλεν ὁ μέσος παρακείμενος μιᾷ συλλαβῇ ἐνδεῖν
10τοῦ ἐνεργητικοῦ παρακειμένου, καὶ εἶχεν εἰς δισυλλαβίαν περιπεσεῖν, ὅπερ ἐστὶν ἄτοπον· σπανίως γὰρ εὑρίσκεται δισύλλαβος παρακείμενος ἐν χρήσει· «σπανίως» δὲ εἶπον διὰ τὸ οἶδα, οἷον 〈Η 238〉 οἶδ’ ἐπὶ δεξι, οἶδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν, καὶ διὰ τὸ οἶκα (ὃ σημαί‐ νει τὸ ὁμοιῶ), οἷον οἶκας παρ’ Ἀλκμᾶνι 〈fragm. 80 B4〉, ἀντὶ τοῦ
15ὅμοιος εἶ, καὶ διὰ τὸ ᾖα, ὃ γίνεται ἐν διαλύσει παρὰ τῷ ποιητῇ, 〈δ 433〉 ἤϊα πολλὰ θεοὺς γουνούμενος. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι τῆς πρώτης καὶ δευτέρας συζυ‐ γίας τῶν περισπωμένων σπανίως εὑρίσκεται καὶ μέσος παρακείμενος καὶ δεύτερος ἀόριστος, οἷον κτυπῶ κτυπήσω ἔκτυπα καὶ ἔκτυπον, δουπῶ
20δουπήσω δέδουπα καὶ ἔδουπον, μυκῶ μυκήσω μέμυκα καὶ ἔμυκον· ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων οὔτε μέσος παρακείμενος εὑρίσκεται οὔτε δεύτερος ἀόριστος. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πολλάκις συνεμπίπτουσιν ἀλλήλοις ὁ μέσος παρακείμενος καὶ ὁ ἐνεργη‐ τικὸς παρακείμενος· ἰδοὺ γὰρ τὸ γράφω καὶ ἀλείφω, καὶ ὁ μέσος παρα‐
25κείμενος γέγραφα καὶ ἤλειφα ἐστὶ διὰ τοῦ φ, ἐπειδὴ ὁ ἐνεστὼς 〈τὸ〉 φ ἔχει, καὶ ὁ ἐνεργητικὸς παρακείμενος ὁμοίως γέγραφα καὶ ἤλειφα ἐστίν, ἐπειδὴ ὁ μέλλων διὰ τοῦ ψ ἐκφέρεται, οἷον γράψω ἀλείψω· ἐμάθομεν δὲ ὅτι ἡνίκα ὁ μέλλων διὰ τοῦ ψ ἐκφέρεται, [καὶ] ὁ ἐνεργητι‐ κὸς παρακείμενος διὰ τοῦ φ ἐκφέρεται, 〈οἷον〉 λείψω λέλειφα. Ταῦτα
30μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ εἰώθασί τινα ζητεῖσθαι ἐν τῷ μέσῳ παρακειμένῳ, ἔλθω‐ μεν καὶ 〈δια〉λάβωμεν περὶ αὐτῶν· ζητοῦσι γάρ τινες περὶ τοῦ πέφρικα, πότερον ἄρα τοῦ ἐνεργητικοῦ παρακειμένου ἢ μέσου. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰ ἦν μέσου παρακειμένου, πέφριγα ὤφειλεν εἶναι διὰ τοῦ γ, οἷον
35φρίσσω φρίξω πέφριγα, ὡς πλήσσω πλήξω πέπληγα, νύσσω νύξω107

108

νένυγα, πήσσω πήξω πέπηγα· εἰ δὲ ἦν ἐνεργητικοῦ παρακειμένου, πέφριχα ὤφειλεν εἶναι διὰ τοῦ χ, οἷον φρίσσω φρίξω πέφριχα, ὥσπερ πλήσσω πλήξω πέπληχα, νύσσω νύξω νένυχα. Τί οὖν ἔχομεν εἰπεῖν; καὶ λέγομεν ὅτι ἐνεργητικοῦ παρακειμένου ἐστίν, ἀπὸ γὰρ τοῦ φρίσσω
5φρίξω γέγονε πέφριχα διὰ τοῦ χ ὁ ἐνεργητικὸς παρακείμενος, καὶ διὰ τὴν ἀλλεπαλληλίαν τῶν δασέων ἐτράπη τὸ χ εἰς τὸ κ, καὶ ἐγένετο πέφρικα. —Ζητοῦσι δὲ καὶ περὶ τοῦ δέδοικα· δεῖ γὰρ γινώσκειν, ὅτι τοῦτο εἰ μὲν ἦν ἐνεργητικοῦ παρακειμένου, δέδεικα ὤφειλεν εἶναι διὰ τῆς ει διφθόγγου, οἷον δείδω δείσω δέδεικα, ὥσπερ πείθω πείσω πέπεικα,
10εἰ δὲ ἦν μέσου παρακειμένου, δέδοιδα ὤφειλεν εἶναι διὰ τῆς οι διφθόγ‐ γου, δείδω γὰρ ἦν ὁ ἐνεστώς, ὥσπερ λείβω λέλοιβα, λείπω λέλοιπα, πείθω πέποιθα· καὶ ὅσον μὲν ἐκ τοῦ κ, ἐνεργητικοῦ παρακειμένου ἐστίν—ὁ γὰρ μέλλων διὰ τοῦ ς ἐκφέρεται, δείσω γάρ ἐστιν ὁ μέλλων, ὅτε δὲ ὁ μέλλων διὰ τοῦ ς ἐκφέρεται, ὁ ἐνεργητικὸς παρακείμενος διὰ
15τοῦ κ ἐκφέρεται, οἷον νήσω νένηκα, πείσω πέπεικα—, ὅσον δὲ ἐκ τῆς παραληγούσης, μέσου παρακειμένου ἐστίν, τῇ γὰρ οι διφθόγγῳ παρα‐ λήγεται· ἡνίκα δὲ εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ε ἢ μόνον ἢ μετὰ τοῦ ι, τρέπεται εἰς τὸ ο ἐν τῷ μέσῳ παρακειμένῳ, οἷον λέγω λέξω λέλογα, κείρω κερῶ κέκορα, πείθω πείσω πέποιθα. Τί οὖν ἔχομεν
20εἰπεῖν; λέγομεν, ὅπερ λέγει ὁ Ἀπολλώνιος, ὅτι μέσου παρακει‐ μένου ἐστιν· δέδοιδα γὰρ ἦν ἀπὸ τοῦ δείδω ἐνεστῶτος, καὶ διὰ τὴν 〈ἀλλ〉επαλληλίαν τοῦ δ ἐτράπη τὸ τελευταῖον δ εἰς τὸ κ, καὶ ἐγένετο δέδοικα. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ τελευταῖον δ ἐτράπη, καὶ μὴ ἢ
25τὸ πρῶτον ἢ τὸ δεύτερον. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰ ἔτρεψε τὸ πρῶτον δ, πάντως καὶ τὸ δεύτερον ἔτρεψεν, καὶ εἰ ἔτρεψε τὸ δεύτερον, πάντως καὶ τὸ πρῶτον εἶχε τρέψαι· καὶ γὰρ οἱ ἀναδιπλασιασμοὶ ἢ διὰ τοῦ αὐτοῦ συμφώνου γίνονται, οἷον τέτυφα πεποίηκα νενόηκα, ἢ διὰ τοῦ ἀντιστοίχου τοῦ ψιλοῦ, οἷον τέθυκα κεχειροτόνηκα πεφίληκα· τούτου
30οὖν χάριν ἵνα μὴ τραπῶσι τὰ δύο δδ καὶ ἐκ τούτου παραφθαρῇ ἡ λέξις, οὔτε τὸ πρῶτον δ ἐτράπη οὔτε τὸ δεύτερον, ἀλλὰ τὸ τελευταῖον. Ὁ δὲ Ἀλέξανδρος ὁ Κοτυαεὺς θαυμασίως αὐτὸ σχηματίζει· λέγει γὰρ ὅτι πολλὰ ῥήματα ἀπὸ τοῦ μέλλοντος παράγονται εἰς τὸν ἐνεστῶτα, καὶ τρέπουσι τὸ ς εἰς τὸ χ ἢ εἰς τὸ κ, οἷον σμῶ σμήσω σμήχω (ἐξ οὗ
35τὸ σμήξω), ὀλῶ ὀλέσω ὀλέκω· οὕτως οὖν ἐκ τοῦ δείσω μέλλοντος
ἐγένετο ὁ ἐνεστὼς δείκω κατὰ τροπὴν τοῦ ς εἰς τὸ κ, καὶ ἐκ τοῦ δείκω108

109

λοιπὸν ἀκολούθως ὁ μέσος παρακείμενος δέδοικα, ὥσπερ λείπω λέλοιπα, λείβω λέλοιβα, πείθω πέποιθα. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί δείκω ἐγένετο ὁ ἐνεστὼς διὰ τοῦ κ, καὶ μὴ δείχω διὰ τοῦ χ, ὥσπερ σμῶ σμήσω σμήχω. Καὶ ἔστιν εἰπεῖν,
5ὅτι διὰ τοῦτο οὐκ ἐγένετο δείχω διὰ τοῦ χ, ἐπειδὴ τῇ ει διφθόγγῳ παραλήγεται· τὰ δὲ εἰς χω ῥήματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παρα‐ λήγεσθαι, πλὴν τοῦ στείχω λείχω, οἷον ἴσχω κιχῶ ἔχω ἠχῶ οἰχῶ (ἐξ οὗ καὶ τὸ οἴχομαι) καὶ ὀμιχῶ (σημαίνει δὲ τὸ οὐρῶ, οἷον ὡς παρ’ Ἱππώνακτι, 〈fragm. 55 B4ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησε· τὸ
10δὲ ὤμιξεν ὡς ἀπὸ βαρυτόνου τοῦ ὀμίχω ἐστίν, ὥσπερ ἔχω ἕξω, τρέχω θρέξω). Ζητοῦσι δέ τινες καὶ περὶ τοῦ οἶδα, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, 〈ὅτι〉 εἴδω ὁ ἐνεστώς· τούτου ὁ μέσος παρακείμενος ὤφειλεν εἶναι εἶδα, τῆς ει διφθόγγου φυλαττομένης κατὰ τὴν ἄρχουσαν, ὥσπερ
15ἐπὶ τοῦ εἰκονίζω εἰκόνικα, εἰκάζω εἴκακα· ἀλλ’ ἐτράπη τὸ ε εἰς τὸ ο αἰολικῶς καὶ γέγονεν οἶδα διὰ τῆς οι διφθόγγου, ὥσπερ ὄνειρος ὄνοιρος. Καὶ λέγουσί τινες, διατί γὰρ μὴ λέγομεν, ὅτι λόγῳ παραληγούσης ἐτράπη τὸ ε εἰς τὸ ο ἐν τῷ οἶδα μέσῳ παρακειμένῳ, οἷον λέγω λέξω λέλογα, κείρω κερῶ κέκορα, πείθω πείσω πέποιθα, λείβω λείψω λέλοιβα,
20οὕτως οὖν καὶ εἴδω εἴσω οἶδα λόγῳ παραληγούσης. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δυνάμεθα λέγειν, 〈ὅτι〉 λόγῳ παραληγούσης ἐτράπη τὸ ε εἰς ο ἐν τῷ οἶδα μέσῳ παρακειμένῳ, ἐπειδὴ τὰ λόγῳ παραληγούσης τρέποντα τὸ ε εἰς ο ἐν τῷ μέσῳ παρακειμένῳ φυλάττουσιν αὐτὸ καὶ ἐν τῷ ὑπερ‐ συντελίκῳ καὶ ἐν τῇ μετοχῇ, οἷον πείθω πέποιθα ἐπεποίθειν πεποιθώς,
25λείβω λέλοιβα ἐλελοίβειν λελοιβώς, λείπω λέλοιπα ἐλελοίπειν λελοιπώς, λέγω λέλογα ἐλελόγειν λελογώς, κείρω κερῶ κέκορα ἐκεκόρειν κεκο‐ ρώς· εἰ ἄρα καὶ ἐν τῷ οἶδα μέσῳ παρακειμένῳ λόγῳ παραληγούσης ἐτράπη τὸ ε εἰς τὸ ο, δηλονότι ὤφειλε φυλαχθῆναι καὶ ἐν τῷ ὑπερ‐ συντελίκῳ καὶ ἐν τῇ μετοχῇ· ἀλλὰ μὴν οὔτε ἐν τῷ ὑπερσυντελίκῳ
30ἐφυλάχθη οὔτε ἐν τῇ μετοχῇ· εἰδώς γάρ ἐστιν ἡ μετοχὴ διὰ τῆς ει διφθόγγου, καὶ εἴδειν ὁ ὑπερσυντέλικος, καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η ᾔδειν διὰ τοῦ η καὶ ι, ὥσπερ εἰκάζω ᾔκαζον· δῆλον 〈οὖν〉 ὅτι οὐκ ἐτράπη λόγῳ παραληγούσης τὸ ε εἰς τὸ ο ἐν τῷ οἶδα μέσῳ παρα‐ κειμένῳ· ἀλλ’, ὡς εἴρηται, κρεῖττόν ἐστι λέγειν, ὅτι [ψευδ]αιολικῶς ἐτράπη
35τὸ ε εἰς τὸ ο, ὥσπερ ἐπὶ τοῦ ὄνειρος ὄνοιρος. Ὅτι γὰρ Αἰολικόν ἐστι τὸ οἶδα δῆλον, εἴ γε ἐν τῷ σύνοιδα ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀναβιβαστικοὶ τῶν τόνων εἰσίν, οἷον Ἀτρεύς Ἄτρευς, σοφός σόφος· εἰ μὴ γὰρ 〈ἦν〉 αἰολικόν, οὐκ ἀνεβίβαζε τὸν τόνον ἐν τῇ συνθέσει·
κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεν‐109

110

τος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει ἐν τῇ συνθέσει, χωρίς τοῦ 〈εἶξεν〉 ὑπόειξεν, οἷον ὡς παρὰ τῷ ποιητῇ ἐν Ὀδυσσείᾳ 〈π 42〉 τῷ δ’ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσ‐ σεύς, καὶ τοῦ εἶκον ὑπόεικον, ὡς τὸ 〈Π 305〉 νεῶν δ’ ὑπόεικον
5ἀνάγκῃ· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, εἶχον κατεῖχον, εἶπον προσεῖπον, ἦλθον συνῆλθον, εὗρον ἐφεῦρον, ἧψα συνῆψα, εἶδον συνεῖδον, ἷγμαι ἀφῖγμαι, εἶκον ὑπεῖκον, εἶξεν ὑπεῖξεν· οὕτως οὖν καὶ οἶδα συνοῖδα ὤφειλεν εἶναι, ἀλλ’, ὡς εἴρηται, αἰολικῶς ἀνεβίβασε τὸν τόνον καὶ γέγονε σύνοιδα προπαροξυτόνως, ὥσπερ καὶ τὸ δεύτερον
10τούτου πρόσωπον τὸ οἶσθα κάτοισθα. Πρόσκειται ἐν τῷ κανόνι «ὁρι‐ στικός» διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε· ταῦτα γὰρ ἀνεβίβασαν τὸν τόνον, ἀλλ’ οὐκ εἰσὶν ὁριστικὰ ἀλλὰ προστακτικά· πρόσκειται δέ «ἀπὸ φωνήεντος ἀρχόμενος» διὰ τὸ κεῖτο κατέκειτο, χεῦεν ἐπέχευεν· ταῦτα γὰρ ἀνεβίβασαν τὸν τόνον, ἀλλ’ οὐκ ἄρχονται ἀπὸ φωνήεντος ἀλλ’
15ἀπὸ συμφώνου· «ἀπὸ φύσει» δὲ «μακρᾶς» πρόσκειται διὰ τὸ ἷζε ἔφιζε, 〈γ 411〉 Νέστωρ αὖτις ἔφιζε· τοῦτο δὲ τὸ ἔφιζε κοινῶς μὲν φύσει μακρὸν ἔχει τὸ ι, ἐξ οὗ τὸ ἐφῖζε προπερισπωμένως, ἰωνικῶς δὲ ἢ ποιητικῶς συστέλλει αὐτό, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχει, ἐξ οὗ τὸ ἔφιζε προπαροξυτόνως· «παρῳχημένος» δὲ πρόσκειται διὰ τὸ ἧται [τὸ
20σημαῖνον τὸ] κάθηται· τοῦτο γὰρ καὶ ἀπὸ φωνήεντος ἄρχεται καὶ ἀπὸ φύσει μακρᾶς, καὶ ὅμως ἀνεβίβασε τὸν τόνον, ἀλλ’ οὐκ ἔστι παρῳ‐ χημένου χρόνου ἀλλ’ ἐνεστῶτος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι φαίνεται ὁ Ἡρωδιανὸς λέγων ἐν τοῖς Ἐπιμερισ‐ μοῖς, ὅτι τὸ σύνοιδα οὐκ ἔστιν Αἰολικὸν ἀλλὰ ψευδαιολικόν· αἱ γὰρ
25Αἰολικαὶ δίφθογγοι οὐδέποτε τοῖς Αἰολεῦσι διαλύονται, οἷον τὸ τάλας καὶ μέλας καὶ ὄνειρος οἱ Αἰολεῖς τάλαις καὶ μέλαις καὶ ὄνοιρος λέγου‐ σιν, καὶ οὐ διαλύουσι τὴν ει 〈καὶ τὴν οι〉 δίφθογγον ἐπὶ τούτων, ἐπειδὴ Αἰολικαί εἰσιν αἱ δίφθογγοι, κατὰ γὰρ τὴν τῶν Αἰολέων διά‐ λεκτον γεγόνασιν· τὸ δὲ Προίτου καὶ κοίλου διαλύουσι καὶ λέγουσι
30Προΐτου καὶ κοΐλου, ἐπειδὴ αἱ δίφθογγοι αὗται οὐκ εἰσὶν Αἰολικαὶ ἀλλὰ κοιναί· εἰ οὖν τὸ σύνοιδα διαλύουσι συνόϊδα λέγοντες, δηλονότι οὐκ ἔστιν ἡ οι δίφθογγος Αἰολική, ἀλλὰ ψευδαιολικόν ἐστι τὸ σύνοιδα. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ δεύτερον πρόσωπον τοῦ οἶδα κατὰ ἀναλογίαν, φημὶ δὴ τὸ οἶδας, κεκώλυται, ἀντ’ αὐτοῦ
35δὲ τῷ οἶσθα κέχρηνται, οἷον 〈Β 192〉 οὐ γάρ πω σάφα οἶσθ’ οἷος
νόος Ἀτρείδαο, καὶ 〈Η 358〉 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα110

111

τοῦδε νοῆσαι· εὕρηται δὲ καὶ μετὰ τοῦ ς οἶσθας, ὡς παρὰ Κρατίνῳ ἐν Μαλθακοῖς 〈fragm. 105 K〉. Γέγονε δὲ τὸ οἶσθα τοῦτον τὸν τρόπον· τὸ οἶδα οἴδημι λέγουσιν οἱ Αἰολεῖς, τούτου τὸ δεύτερον οἴδης, καὶ κατ’ ἐπέκτασιν τῆς θα συλλαβῆς οἴδησθα, ὥσπερ ἦσθα, καὶ κατὰ συγκοπὴν
5οἶσθα. Ταῦτα μὲν ἐν τούτοις. Ζητοῦσι δὲ καὶ περὶ τοῦ ἔοργα, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐστὶ ῥέζω ῥέξω ἔρρογα ὁ μέσος παρακείμενος, καὶ καθ’ ὑπερβιβασμὸν ἔοργα, τοῦ ἑνὸς ρ ἀποβληθέντος. Καὶ περὶ τοῦ ἔολπα δὲ ζητοῦσιν, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐστὶν ἔλπω, τούτου ὁ μέσος
10παρακείμενος ἦλπα, καὶ λοιπὸν προσθέσει τοῦ ο ἤολπα, καὶ κατὰ συστο‐ λὴν τοῦ η εἰς τὸ ε γίνεται ἔολπα· ἢ ἀπὸ τοῦ ἔλπω γέγονεν ἦλπα, καὶ κατὰ διάλυσιν τοῦ η εἰς δύο εε ἔελπα, καὶ κατὰ τροπὴν τοῦ δευτέρου ε εἰς τὸ ο ἔολπα· ἢ ἀπὸ τοῦ ἔλπω τῷ λόγῳ τῆς παραληγούσης ὁ μέσος παρακείμενος γέγονεν ὄλπα, ὥσπερ λέγω λέλογα, καὶ ἐν πλεονασμῷ
15τοῦ ε ἔολπα. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι δύναται ἀπὸ τοῦ ἔλπω εἶναι ὁ μέσος παρακείμενος ἔλπα τῷ λόγῳ τῶν ποιητικῶν 〈ἢ〉 ἰωνικῶν, ὥσπερ ἄγω ἦγε, καὶ ποιητικῶς ἢ ἰωνικῶς 〈ἄγεν〉, οἷον ἄγεν δέ ἑ μοῖρα βαρεῖα, καὶ πάλιν ἅπτομαι ἡψάμην ἥψατο καὶ ποιητικῶς ἢ ἰωνικῶς ἅψατο, οἷον 〈Ψ 666〉 ἅψατο δ’ ἡμιόνων· οὕτως οὖν καὶ
20ἀπὸ τοῦ ἔλπω γέγονεν ὁ μέσος παρακείμενος ποιητικῶς ἢ ἰωνικῶς ἔλπα, καὶ ἐπενθέσει τοῦ ο ἔολπα. Οὐχ ὑγιῶς δὲ λέγει· τὰ γὰρ ποιη‐ τικὰ ἢ Ἰωνικὰ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ ἀορίστῳ μὲν συνάρχονται τῷ ἐνεστῶτι, οὐ μὴν δὲ ἐν τῷ παρακειμένῳ, οἷον ἄγω ἦγεν ἄγεν, οἷον ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἅπτομαι ἡψάμην καὶ ἁψάμην ἅψατο, οἷον
25ἅψατο δ’ ἡμιόνων. Λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι δύναται εἶναι ὡς ἀπὸ τρισυλλάβου τοῦ ἐέλπω· τούτου γὰρ ὁ μέσος παρακείμενος ἤελπα, καὶ κατὰ τροπὴν τοῦ ε εἰς τὸ ο καὶ συστολῇ τοῦ η εἰς τὸ ε ἔολπα. Ζητοῦσι δὲ καὶ περὶ τοῦ ἔοικα, πόθεν γίνεται. Καὶ ἔστιν εἰπεῖν,
30ὅτι ἀπὸ τοῦ εἴκω (τοῦ σημαίνοντος τὸ ὁμοιῶ) ὁ μέσος παρακείμενος γέγονεν εἶκα, καὶ ἐν διαιρέσει ἔϊκα, καὶ ἐπενθέσει τοῦ ο ἔοικα· ἢ ἀπὸ τοῦ εἴκω τῷ λόγῳ τῆς παραληγούσης γέγονεν ὁ μέσος παρακείμενος οἶκα, ὥσπερ λείπω λέλοιπα, πείθω πέποιθα, καὶ ἐν πλεονασμῷ τοῦ ε ἔοικα.
35Ζητοῦσι δὲ καὶ περὶ τοῦ ἔμμορε, πόθεν γέγονεν. Καὶ λέγουσιν, 〈ὅτι〉111

112

ὥσπερ ἀπὸ τοῦ κείρω κερῶ γέγονε κέκορα, οὕτω καὶ ἀπὸ τοῦ μείρω (τοῦ σημαίνοντος τὸ μερίζω) γέγονεν ὁ μέλλων μερῶ, καὶ μέμορα ὁ μέσος παρακείμενος, καὶ κατὰ ὑπερβιβασμὸν ἔμμορα. Ἔστι δὲ εἰπεῖν, ὅτι εἰ ἦν μέσου παρακειμένου, οὐκ ἂν εὑρίσκετο τὸ δεύτερον πρόσωπον
5ἔμμορες, ἀλλ’ ἔμμορας διὰ τοῦ α, ὥσπερ τέτυπας. Κρεῖττον οὖν ἐστιν εἰπεῖν, ὅτι δευτέρου ἀορίστου ἐστίν· ἀπὸ γὰρ τοῦ μορῶ (ὃ σημαίνει τὸ τυγχάνω) γέγονε μορήσω μεμόρηκα, καὶ ὁ δεύτερος ἀόριστος ἔμορον, καὶ ἐν πλεονασμῷ τοῦ μ ἔμμορον· ὅτι δὲ δευτέρου ἀορίστου ἐστίν, δηλοῖ καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εὑρισκόμενον ἔμμορον
10ἐκεῖνοι· εἰ γὰρ ἦν μέσου παρακειμένου, ἐμμόρασιν εἶχεν εἶναι, ὥσπερ τετύπασιν λελόγασιν. Ζητοῦσι δὲ καὶ περὶ τοῦ πέπονθα, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ πονῶ πονήσω ὁ μέσος παρακείμενος πέπονα, καὶ ἐν πλεο‐ νασμῷ τοῦ θ πέπονθα· ἢ ἀπὸ τοῦ πήθω (ὃ σημαίνει τὸ πάσχω), ἐξ οὗ
15ὁ δεύτερος ἀόριστος ἔπαθον, ὡς λήθω ἔλαθον, μήθω ἔμαθον, λήβω ἔλαβον, γέγονεν ὁ μέσος παρακείμενος πέπηθα, καὶ κατὰ τροπὴν τοῦ η εἰς ο καὶ ἐν πλεονασμῷ τοῦ ν πέπονθα. Ἰστέον δὲ ὅτι βραχεῖά ἐστιν ἡ τροπὴ τοῦ η εἰς τὸ ο καὶ σπανίως εὑρίσκεται· τὸ γὰρ πέποσθε πληθυντικόν, οἷον 〈Γ 99. ψ 53〉 ἐπεὶ κακὰ πολλὰ πέποσθε, (ἀντὶ
20τοῦ πεπόνθατε) οὕτω γέγονεν· ἔστι πήθω (τὸ σημαῖνον τὸ πάσχω) πήσω πέπηκα πέπησμαι πεπήσμεθα πέπησθε, καὶ κατὰ τροπὴν τοῦ η εἰς τὸ ο πέποσθε· ἐὰν γὰρ ἀπὸ τοῦ πεπόνθατε αὐτὸ σχηματίσωμεν, πολλὰ πάθη παρέχομεν· ἀναγκαζόμεθα γὰρ δοῦναι συγκοπὴν τοῦ α καὶ τοῦ τ, καὶ ἀποβολὴν τοῦ ν, καὶ πλεονασμὸν τοῦ ς.
25 Ζητοῦσι δέ τινες καὶ περὶ τοῦ λέλογχα, πόθεν γέγονε (σημαίνει δὲ τὸ ἐκληρωσάμην). Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ λέγω λέξω γέγονε λέλοχα, καὶ ἐν πλεονασμῷ τοῦ ν γέγονε λέλογχα· ἢ ἀπὸ τοῦ λήχω, ἐξ οὗ ὁ δεύτερος ἀόριστος ἔλαχον, γέγονε λέληχα, καὶ κατὰ τροπὴν τοῦ η εἰς τὸ ο καὶ 〈ἐν〉 πλεονασμῷ τοῦ ν γέγονε λέλογχα· τὸ δὲ ν εἰς
30τὸ γ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ χ· καὶ γὰρ τὸ ν ἐπιφερομένου τοῦ γ κχξ ἐν μιᾷ λέξει τρέπεται εἰς τὸ γ, οἷον συγγενής συγκληρο‐ νόμος συγχέω συγξηραίνω· πρόσκειται «ἐν μίᾳ λέξει» διὰ τὸ σὺν Γεωργίῳ· ἐνταῦθα γὰρ ἐπιφέρεται τὸ γ, καὶ ὅμως οὐκ ἐτράπη τὸ ν εἰς τὸ γ, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπεὶ οὐκ ἔστι μία λέξις ἀλλὰ δύο.
35Ζητοῦσι δέ τινες καὶ περὶ τοῦ ἐγρηγόρθασιν, πόθεν γέγονεν. Καὶ112

113

ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἐγείρω ἐγερῶ, ἐξ οὗ ἤγερκα ὁ ἐνεργητικὸς παρακείμενος, γέγονεν ἤγερα ὁ μέσος παρακείμενος, καὶ ὁ Ἀττικὸς ἐγήγερα, καὶ ἐν πλεονασμῷ τοῦ ρ ἐγρήγερα, καὶ κατὰ τροπὴν τοῦ ε εἰς ο καὶ 〈ἐν〉 πλεονασμῷ τοῦ θ ἐγρήγορθα, καὶ ἐκεῖθεν λοιπὸν τὸ ἐγρηγόρθασι
5τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι καὶ ἀπὸ τοῦ ἐγρηγορῶ ἐνεστῶτος δύναται γενέσθαι ἐγρήγορα ὁ μέσος παρακείμενος, καὶ κατὰ πλεονασμὸν τοῦ θ ἐγρήγορθα, καὶ ἐκεῖθεν ἐγρη‐ γόρθασιν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν. Ἰστέον δὲ ὅτι ἐὰν ἀπὸ τοῦ ἐγρηγορῶ κανονίσωμεν αὐτό, παραλόγως εὑρίσκεται ἡ ἄρχουσα
10τοῦ ἐγρήγορα μὴ τρέψασα τὸ ε εἰς η, ὥσπερ ἐπὶ τοῦ ἐγείρω ἤγερκα, ἐλεῶ ἠλέηκα, ἐρωτῶ ἠρώτηκα, ἐρευνῶ ἠρεύνηκα. Λέγουσι δέ τινες, διατί μὴ ἀπὸ τοῦ γρηγορῶ κανονίζομεν αὐτό. Πρὸς οὓς ἔστιν εἰπεῖν, πρῶτον μὲν ὅτι τὸ γρηγορῶ οὐκ εἴρηται, ἐγρηγορῶ γάρ· δεύτερον δὲ ὅτι εἰ ἦν ἀπὸ τοῦ γρηγορῶ, γεγρήγορα ὤφειλεν εἶναι, ὥσπερ γράφω
15γέγραφα. Τέτυπας, τέτυπε. Δυϊκά· τετύπατον, τετύπατον. Πλη‐ θυντικά· τετύπαμεν, τετύπατε, τετύπασιν. Ὑπερσυντέλικος. Ἐτετύφειν. Πᾶς παρακείμενος τρέπων τὸ α εἰς ειν ὑπερ‐
20συντέλικον ποιεῖ. Κανονίσας ὁ τεχνικὸς τὸν ἐνεργητικὸν παρακεί‐ μενον καὶ τὸν Ἀττικὸν καὶ τὸν μέσον τρέπεται ἐπὶ τὸν ὑπερσυντέλικον, κανονίζει δὲ αὐτὸν ἐκ τοῦ παρακειμένου τροπῇ τοῦ α εἰς ειν. Ἰστέον 〈δὲ〉 ὅτι πᾶς παρακείμενος ἐνεργητικός τε καὶ μέσος, κοινός τε καὶ Ἀττικός, τρέπων τὸ α εἰς ειν τὸν ὑπερσυντέλικον ποιεῖ, οἷον τέτυφα
25ἐτετύφειν, πεποίηκα ἐπεποιήκειν, ἔσταλκα ἐστάλκειν, δέδουπα ἐδεδού‐ πειν, ἔστολα ἐστόλειν, ἀκήκοα ἠκηκόειν, ἀγήγοχα ἠγηγόχειν, ἀλήλιφα ἠληλίφειν. Καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστὼς καὶ παρα‐ κείμενος, προσόδῳ τοῦ ε αὔξεται ἡ ἄρχουσα τοῦ παρατατικοῦ καὶ ὑπερ‐ συντελίκου, οἷον τέτυφα ἐτετύφειν, πεποίηκα ἐπεποιήκειν, νενόηκα
30ἐνενοήκειν, λελάληκα ἐλελαλήκειν, λέλεχα ἐλελέχειν, δέδουπα ἐδε‐ δούπειν, πέποιθα ἐπεποίθειν, κέχηνα ἐκεχήνειν, μέμηνα ἐμεμήνειν, χωρὶς τῶν Ἰωνικῶν δηλονότι· ἐκεῖνοι γὰρ τετύφειν λέγουσι χωρὶς τοῦ ε· εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, συνάρχεται ὁ ὑπερσυντέλικος, 〈οἷον〉 ἔσταλκα ἐστάλκειν, ἔφθαρκα ἐφθάρκειν, ἔκταγκα ἐκτάγκειν, ἐζω‐
35γράφηκα ἐζωγραφήκειν, ἐξύρικα ἐξυρίκειν, ἐψήφωκα ἐψηφώκειν, ἠλέηκα113

114

ἠλεήκειν, ἠρεύνηκα ἠρευνήκειν, ἔστολα ἐστόλειν, ἔσπορα ἐσπόρειν, ἔκτονα ἐκτόνειν. Δεῖ προσθεῖναι «χωρὶς τῶν Ἀττικῶν»· ταῦτα γὰρ ἀπὸ βραχείας ἀρχόμενα κατὰ τὸν παρακείμενον ἐν τῷ ὑπερσυντελίκῳ χρονικῶς μεγεθύνονται, οἷον ἀλήλιφα ἠληλίφειν, ὀμώμοκα ὠμωμόκειν,
5ἀγήγοχα ἠγηγόχειν, ἐνήνοχα ἠνηνόχειν, ὄπωπα ὠπώπειν, ὄλωλα ὠλώ‐ λειν, ὄρωρα ὠρώρειν, ὄδωδα ὠδώδειν, πλὴν τοῦ ἐλήλυθα, ἐληλύθειν γὰρ ὁ ὑπερσυντέλικος διὰ τοῦ ε· ὅθεν ἀναλογώτερόν φασι τὸ παρὰ Καλλιμάχῳ 〈ubi?〉 ὅθεν ἠληλούθειν, ὡς τρέψαν κατὰ τὸν ὑπερσυν‐ τέλικον τὸ τοῦ παρακειμένου ε.
10 Ἰστέον δὲ ὅτι σημειούμεθα καὶ ἕτερά τινα μὴ συναρχόμενα τῷ παρακειμένῳ κατὰ τὸν ὑπερσυντέλικον, οἷον τὸ οἶδα εἴδειν καὶ τὸ ἕστηκα εἱστήκειν· ἔστι γὰρ οἶδα ὁ μέσος παρακείμενος διὰ τῆς οι δι‐ φθόγγου, καὶ ὁ μέσος ὑπερσυντέλικος εἴδειν ἐστὶ καὶ οὐ διὰ τῆς οι διφθόγγου· ἐν μόνῳ γὰρ τῷ μέσῳ παρακειμένῳ ἐποιήσαντο οἱ Αἰολεῖς
15τὴν τροπήν. Οἷον τί ἐστι τὸ λεγόμενον; ἔστιν εἴδω, τούτου ὁ μέσος παρακείμενος εἶδα ἦν, καὶ κατὰ τροπὴν Αἰολικὴν τοῦ ε εἰς ο γέγονεν οἶδα, ὥσπερ ὄνειρος ὄνοιρος· τούτου χάριν ὁ μέσος ὑπερσυντέλικος γέγονεν εἴδειν διὰ τῆς ει διφθόγγου, ὡς ἀπὸ τοῦ εἶδα μέσου παρακει‐ μένου τοῦ διὰ τῆς ει διφθόγγου· καὶ λοιπὸν κατὰ ἔκτασιν Ἀττικὴν
20τοῦ ε εἰς τὸ η γέγονεν ᾔδειν διὰ τοῦ η καὶ ι, ὥσπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον. Πάλιν ἕστηκα ὁ μέσος παρακείμενος, καὶ ὤφειλεν εἶναι ὁ μέσος ὑπερσυντέλικος ἑστήκειν, ἵνα συνάρξηται τῷ μέσῳ παρακειμένῳ, ἀλλ’ ἐγένετο εἱστήκειν διὰ τῆς ει διφθόγγου διὰ τοιαύτην αἰτίαν· ἔστιν ὁ ἐνεστὼς τοῦ ἕστηκα ἑστήκω, ἐξ οὗ τὸ ἑστήξω ἑστήξειν, ὡς ἑστήξειν
25δὲ τὸ τεῖχος ἐπ’ ἀρχαίοισι θεμέθλοις παρὰ Καλλιμάχῳ ἐν Ὕμνοις 〈in Apoll. 15〉· τούτου, φημὶ δὴ τοῦ ἑστήκω ἐνεστῶτος, τὸ δεύτερον καὶ τρίτον πρόσωπόν ἐστιν ἑστήκεις ἑστήκει διὰ τοῦ ε· εἰ οὖν ἐγένετο τοῦ ἕστηκα μέσου παρακειμένου ὁ ὑπερσυντέλικος ἑστήκειν διὰ τοῦ ε, ἔμελλε τὸ δεύτερον αὐτοῦ καὶ τρίτον πρόσωπον εἶναι ἑστήκεις ἑστήκει διὰ τοῦ
30ε, καὶ εἶχε συνεμπεσεῖν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἑστήκω ἐνεστῶτος· ἵνα οὖν μὴ συνεμπέσῃ ὁ ὑπερσυντέλικος κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἐνεστῶτος, τούτου χάριν προσλαμβάνει τὸ ι καὶ γίνεται εἱστήκειν εἱστήκεις εἱστήκει διὰ τῆς ει διφθόγγου. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα ὁ ὑπερ‐
35συντέλικος κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον μόνον εἶχε συνεμπε‐
σεῖν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἐνεστῶτος, οὐ μὴν καὶ κατὰ114

115

τὸ πρῶτον πρόσωπον—τὸ μὲν γὰρ πρῶτον πρόσωπον τοῦ ἐνεστῶτος ἑστήκω ἐστίν, τὸ δὲ πρῶτον πρόσωπον τοῦ ὑπερσυντελίκου ἑστήκειν— διατί μὴ μόνον κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον προσῆλθε τὸ ι, ἀλλὰ καὶ κατὰ τὸ πρῶτον. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἠδύνατο κατὰ
5μόνον τὸ δεύτερον προσελθεῖν τὸ ι καὶ τρίτον πρόσωπον, καὶ μὴ κατὰ τὸ πρῶτον· τὰ γὰρ τρία πρόσωπα συνάρχεσθαι θέλουσιν ἀλλήλοις, οἷον τύπτω τύπτεις τύπτει, ἔτυπτον ἔτυπτες ἔτυπτε, τέτυφα τέτυφας τέτυφε, ἐτετύφειν ἐτετύφεις ἐτετύφει, καὶ ἐπὶ τῶν πληθυντικῶν ὁμοίως· οὕτως οὖν καὶ εἱστήκειν εἱστήκεις εἱστήκει· εἰ γὰρ ἐγένετο ἑστήκειν εἱστήκεις
10εἱστήκει, οὐκέτι συνήρχοντο ἀλλήλοις τὰ τρία πρόσωπα, ὅπερ ἐστὶν ἄτοπον. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα ὁ παρατατικὸς τοῦ ἐνεστῶτός ἐστι παρῳχημένος, ἐξ αὐτοῦ γὰρ κανονίζεται, καὶ ὁ ὑπερσυντέλικος τοῦ παρακειμένου, καὶ ὁ ἀόριστος τοῦ μέλλοντος, διατί ὁ μὲν ἐνεστὼς καὶ
15ὁ μέλλων τοὺς ἰδίους παρῳχημένους μεγεθύνουσιν ἢ χρονικῶς ἢ συλλα‐ βικῶς, οἷον τύπτω ἔτυπτον, ἄγω ἦγον, καὶ πάλιν τύψω ἔτυψα, ἐλεήσω ἠλέησα, ὁ δὲ παρακείμενος οὐ μεγεθύνει τὸν ἴδιον παρῳχημένον, ἤγουν τὸν ὑπερσυντέλικον, ἢ χρονικῶς ἢ συλλαβικῶς· ἀλλὰ συλλαβικῶς μὲν μεγεθύνει αὐτόν, οἷον τέτυφα ἐτετύφειν, δέδουπα ἐδεδούπειν, οὐ μέντοι
20χρονικῶς· ἔσταλκα γὰρ καὶ ἐστάλκειν, ἔστολα καὶ ἐστόλειν, ἔφθορα καὶ ἐφθόρειν· εἰρήκαμεν γὰρ ἀνωτέρω, ὅτι ἐὰν μὲν ἀπὸ φωνήεντος ἄρχη‐ ται ὁ παρακείμενος, συνάρχεται αὐτῷ ὁ ὑπερσυντέλικος, χωρὶς τῶν Ἀττικῶν καὶ τοῦ οἶδα εἴδειν καὶ ἕστηκα εἱστήκειν. Ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· διὰ τοῦτο ὁ παρακείμενος οὐ μεγεθύνει χρονι‐
25κῶς τὸν ὑπερσυντέλικον, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι καθόλου οἱοσδήποτε τῶν παρῳχημένων, ἐὰν ἀπὸ μακρᾶς ἄρξηται φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἔχει ἀρχομένους καὶ τοὺς λοιποὺς παρῳχημένους, θέσει μέν, οἷον ἔστελλον ἔσταλκα ἔστειλα, ἔφθειρον ἔφθαρκα ἔφθειρα, ἐζω‐ γράφουν ἐζωγράφηκα ἐζωγράφησα, φύσει δέ, οἷον ἠλέουν ἠλέηκα καὶ
30ἠλέησα, ἠρεύνων ἠρεύνηκα καὶ ἠρεύνησα, ἡτοίμαζον ἡτοίμακα καὶ ἡτοί‐ μασα· ἐπειδὴ οὖν ἡνίκα ὁ παρακείμενος ἀπὸ φωνήεντος ἄρχεται, πάντως καὶ ἀπὸ μακρᾶς ἄρχεται, χωρὶς τῶν Ἀττικῶν, οἷον ἔσταλκα ἔφθαρκα ἔσπαρκα ἠρεύνηκα ἡτοίμακα ὥρακα ἠρώτηκα, τούτου χάριν οὐ μεγεθύνεται χρονικῶς ὁ ὑπερσυντέλικος, ἀλλ’ ἔχει αὐτὸν συναρχό‐
35μενον αὐτῷ. Πρόσκειται «χωρὶς τῶν Ἀττικῶν», ἐπειδὴ ταῦτα ἀπὸ φωνήεντος ἀρχόμενα καὶ ἀπὸ βραχείας ἄρχονται κατὰ τὸν παρακεί‐ μενον, ἅτινα καὶ χρονικῶς μεγεθύνονται κατὰ τὸν ὑπερσυντέλικον, οἷον
ἀλήλιφα ἠληλίφειν, ἀκήκοα ἠκηκόειν, ἀγήγοχα ἠγηγόχειν, ὀμώμοκα115

116

ὠμωμόκειν, χωρὶς τοῦ ἐλήλυθα· τοῦτο γὰρ ἀπὸ βραχείας ἀρχόμενον κατὰ τὸν παρακείμενον οὐ μεγεθύνεται κατὰ τὸν ὑπερσυντέλικον, ἐλη‐ λύθειν γάρ ἐστιν ὁ ὑπερσυντέλικος διὰ τοῦ ε, καὶ τὴν αἰτίαν μετ’ ὀλί‐ γον εἰσόμεθα.
5 Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα, ὡς εἴρηται, καθόλου οἱοσδή‐ ποτε ἐκ τῶν παρῳχημένων ἐὰν ἀπὸ μακρᾶς ἄρξηται φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἔχει ἀρχομένους καὶ τοὺς λοιποὺς παρῳχημένους, οἷον ἔστελ‐ λον ἔσταλκα ἔστειλα, ἠλέουν ἠλέηκα ἠλέησα, διὰ ποίαν αἰτίαν ἐκ τοῦ ἐναντίου τοῦ Ἀττικοῦ ὑπερσυντελίκου ἀπὸ μακρᾶς ἀρχομένου, ἠκηκόειν
10γὰρ καὶ ἠληλίφειν καὶ ὠμωμόκειν, ὁ παρακείμενος ὁ Ἀττικὸς οὐκ ἄρχε‐ ται ἀπὸ μακρᾶς ἀλλ’ ἀπὸ βραχείας, ἀκήκοα γὰρ καὶ ἀλήλιφα καὶ ὀμώ‐ μοκα. Καὶ ἔστιν εἰπεῖν, ὅτι ταῦτα διαλέκτου εἰσὶν ἰδιώματα, καὶ οὐκ ἀναγκαῖά εἰσιν εἰς ἀνατροπὴν τῶν κοινῶν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ἐώλπειν καὶ ἐῴκειν καὶ ἐώργειν ὑπερβιβασμὸν
15ἀνεδέξαντο τοῦ χρόνου· ἔστι γὰρ ὁ μέσος παρακείμενος ἔολπα καὶ ἔοργα καὶ ἔοικα, καὶ λοιπὸν ὁ ὑπερσυντέλικος ὤφειλεν εἶναι ἠόλπειν ἠόργειν ἠοίκειν, ἀλλὰ κατὰ ὑπερβιβασμὸν τοῦ χρόνου γεγόνασι ταῦτα ἐώλπειν ἐώργειν ἐῴκειν, τῆς μὲν πρώτης συλλαβῆς συσταλείσης εἰς τὸ ε, τῆς δὲ δευτέρας ἐκταθείσης εἰς τὸ ω, ὥσπερ ἐπὶ τοῦ ἑορτάζω ἑώρτα‐
20ζον γέγονεν· τούτου γὰρ ὁ παρατατικὸς ὤφειλεν εἶναι ἡόρταζον, καὶ γέγονε κατὰ ὑπερβιβασμὸν τοῦ χρόνου ἑώρταζον, τῆς μὲν πρώτης συλ‐ λαβῆς συσταλείσης εἰς τὸ ε, τῆς δὲ δευτέρας ἐκταθείσης εἰς τὸ ω. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ὅλως πεπόνθασιν ὑπερβιβασμόν, φημὶ δὴ τὸ ἐώλπειν καὶ ἐῴκειν καὶ ἐώργειν. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολο‐
25γίαν· ἐπειδὴ ταῦτα πεπονθότα ὄντα, ὡς ἐν τῷ μέσῳ παρακειμένῳ μεμαθήκαμεν, ἔχουσι τὸν παρακείμενον ἀπὸ φωνήεντος ἀρχόμενον καὶ ἀπὸ βραχείας, οἷον ἔοικα ἔολπα ἔοργα, ἠναγκάζοντο κατὰ τὸν ὑπερσυν‐ τέλικον μεγεθυνθῆναι χρονικῶς καὶ γενέσθαι ἠόλπειν καὶ ἠόργειν καὶ ἠοίκειν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐὰν ἀπὸ φωνήεντος ἄρξηται ὁ
30παρακείμενος καὶ ἀπὸ βραχείας, χρονικῶς αὔξεται κατὰ τὴν ἄρχουσαν ὁ ὑπερσυντέλικος, 〈οἷον〉 ἀλήλιφα ἠληλίφειν, ὀμώμοκα ὠμωμόκειν, ἀγή‐ γοχα ἠγηγόχειν, ἀκήκοα ἠκηκόειν, χωρὶς τοῦ ἐλήλυθα, ἐληλύθειν γὰρ ὁ ὑπερσυντέλικος διὰ τοῦ ε. Ἐπειδὴ οὖν, ὡς εἴρηται, τὸ ἔολπα καὶ ἔοργα καὶ ἔοικα πεπονθότα ὄντα ἐν τῷ παρακειμένῳ ἀπὸ φωνήεντος ἄρχον‐
35ται καὶ ἀπὸ βραχείας, τούτου χάριν ἠναγκάζοντο μεγεθυνθῆναι χρονι‐ κῶς κατὰ τὸν ὑπερσυντέλικον καὶ γενέσθαι ἠόλπειν καὶ ἠόργειν καὶ
ἠοίκειν· ἀλλ’ ἐπειδὴ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι πᾶς παρακείμενος116

117

ἀπὸ φωνήεντος ἀρχόμενος πάντως ἔχει τὸν ὑπερσυντέλικον συναρχό‐ μενον αὐτῷ, οἷον ἔφθαρκα ἐφθάρκειν, ἔσταλκα ἐστάλκειν, ἠλέηκα ἠλεήκειν, εὕρηκα εὑρήκειν, χωρὶς τῶν Ἀττικῶν, ὀμώμοκα γὰρ ὠμω‐ μόκειν καὶ ἀκήκοα ἠκηκόειν καὶ ἀγήγοχα ἠγηγόχειν καὶ ἀλήλιφα ἠληλί‐
5φειν, τούτου χάριν ὑπερβιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου, ἵνα συνάρξων‐ ται τῷ παρακειμένῳ, καὶ λοιπὸν ἐγένοντο ἐώλπειν καὶ ἐώργειν καὶ ἐῴκειν, καὶ τὸν κεχρεωστημένον χρόνον τῇ πρώτῃ συλλαβῇ κατὰ τὴν δευτέραν ἀνεδέξαντο, καὶ λοιπὸν εὑρέθησαν καὶ [ἐν] τῷ παρακειμένῳ συναρχόμενα καὶ τὸν κεχρεωστημένον χρόνον τῇ πρώτῃ συλλαβῇ κατὰ
10τὴν δευτέραν ἀναδεχόμενα. «Χωρὶς» δὲ «τῶν Ἀττικῶν» πρόσκειται, ἐπειδὴ ὅλα τὰ Ἀττικὰ ἐν τῷ ὑπερσυντελίκῳ χρονικῶς μεγεθύνονται, οἷον ἀλήλιφα ἠληλίφειν, ἀγήγοχα ἠγηγόχειν, ἀκήκοα ἠκηκόειν, ὀμώμοκα ὠμωμόκειν, ἐνήνοχα ἠνηνόχειν, χωρὶς τοῦ ἐλήλυθα· τοῦτο γὰρ οὐ μεγεθύνεται κατὰ τὸν ὑπερσυντέλικον, ἐληλύθειν γάρ ἐστιν ὁ ὑπερσυν‐
15τέλικος διὰ τοῦ ε. Καὶ ἡ αἰτία ἐστὶν αὕτη· τὸ ἐλήλυθα κατὰ τὸν ὑπερσυντέλικον διὰ τοῦ η οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ πέφυκεν ὁ παρα‐ κείμενος προσλαμβάνειν τὸ ι κατὰ τὴν ἄρχουσαν καὶ γίνεσθαι εἰλή‐ λουθα, ὡς παρὰ τῷ ποιητῇ, 〈Α 202〉 τίπτ’ αὖτ’, αἰγιόχοιο Διὸς τέκος, εἰλήλουθας; τοῦ οὖν παρακειμένου διὰ τῆς ει διφθόγγου
20ὄντος οὐκ ἠδύνατο ὁ ὑπερσυντέλικος διὰ τοῦ η εἶναι· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶς παρακείμενος ἀπὸ μακρᾶς ἀρχόμενος ἀπὸ τῆς αὐτῆς ἔχει καὶ τὸν ὑπερσυντέλικον ἀρχόμενον, οἷον ἔφθαρκα ἐφθάρκειν, ἔσταλκα ἐστάλκειν, ἠγόρακα ἠγοράκειν, ἠλέηκα ἠλεήκειν· εἰκότως οὖν οὐκ ἠδύνατο διὰ τοῦ η εἶναι ὁ ὑπερσυντέλικος· ἀλλ’ οὔτε 〈δὲ〉 διὰ τῆς ει
25διφθόγγου ἠδύνατο εἶναι, ἐπειδὴ πάντα τὰ ῥήματα τὰ ὑπὲρ δύο συλ‐ λαβάς, εἴτε βαρύτονα εἴτε περισπώμενα ὦσιν, τρέπουσι τὸ ε εἰς τὸ η κατὰ τοὺς παρῳχημένους, οἷον ἐθέλω ἤθελον, ἐλέγχω ἤλεγχον, ἑρμη‐ νεύω ἡρμήνευον, ἑτοιμάζω ἡτοίμαζον, ἐρωτῶ ἠρώτων, ἐλεῶ ἠλέουν, ἐρευνῶ ἠρεύνων, χωρὶς τοῦ ἐθίζω εἴθιζον καὶ ἐρύω εἴρυον καὶ ἑλκύω
30εἵλκυον καὶ ἑρπύζω εἵρπυζον καὶ ἑστιῶ εἱστίων· τὸ γὰρ ἐργάζομαι εἰργαζόμην τινὲς μὲν διὰ τοῦ η γράφουσιν, τινὲς δὲ διὰ τῆς ει διφθόγγου, οἵτινες καὶ ἀκριβέστεροί εἰσιν· μὴ δυνάμενον οὖν τὸ ἐλή‐ λυθα κατὰ τὸν ὑπερσυντέλικον μήτε διὰ τοῦ η γενέσθαι μήτε διὰ τῆς ει διφθόγγου, ἐξ ἀνάγκης συνήρξατο τῷ παρακειμένῳ τῷ ἐλήλυθα καὶ
35γέγονεν ἐληλύθειν. Ταῦτα μὲν ἐν τούτοις.117

118

Ἰστέον δὲ ὅτι οἱ Ἴωνες τὴν ει δίφθογγον τὴν οὖσαν ἐν τῷ ὑπερ‐ συντελίκῳ διαλύουσιν ἐν μὲν τῷ πρώτῳ προσώπῳ εἰς ε καὶ α, οἷον ἐτετύφειν ἐτετύφεα, ἐπεποιήκειν ἐπεποιήκεα, τοῦ ν ἀποβληθέντος, ἐπειδὴ τὸ α ἀποβλητικόν ἐστι τοῦ ν, 〈οἷον〉 Ξέρξεα, Πολυδεύ‐
5κην Πολυδεύκεα, ἦν ἔα, 〈Ε 887〉 ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι· τὸ γὰρ Μοῦσα Μοῦσαν καὶ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως ἔχουσι τὸ ν, καὶ οὐκ εἰσὶ κατὰ πάθος, ὥσπερ ταῦτα· ἐν δὲ τῷ τρίτῳ προσώπῳ εἰς δύο εε διαλύουσι τὴν ει δίφθογγον, οἷον ἐτετύφει ἐτετύφεε, ἐπεποιήκει ἐπεποιήκεε. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν
10μὲν τῷ πρώτῳ προσώπῳ τὴν ει δίφθογγον εἰς ε καὶ α διαλύουσιν οἱ Ἴωνες, οἷον ἐτετύφειν ἐτετύφεα, ἐν δὲ τῷ τρίτῳ εἰς δύο εε, οἷον ἐτετύφει ἐτετύφεε. Καὶ λέγομεν ὅτι τὸ α χαρακτηριστικόν ἐστι τοῦ πρώτου προσώπου, οὐ μέντοι τὸ ε, οἷον ἔγραψα ἔτυψα, τὸ δὲ ε τρί‐ του προσώπου, οὐ μέντοι τὸ α, οἷον ἔτυψε ἔλεγε· τὸ γὰρ ἐβόα ἀπὸ
15τοῦ ἐβόαε γέγονε κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν δηλονότι, ὥσπερ τὰ ἐμά τἀμά· τὸ δὲ οὖτα, οἷον 〈Ε 376〉 οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, ἀπὸ τοῦ οὔτα〈σ〉ε ἐγένετο κατὰ ἀπο‐ κοπήν· εἰκότως οὖν ἐν μὲν τῷ πρώτῳ προσώπῳ εἰς ε καὶ α ἐγένετο ἡ διάλυσις τῆς ει διφθόγγου, γνήσιον γάρ ἐστι τοῦ πρώτου προσώπου
20τὸ α, ὡς εἴρηται, ἐν δὲ τῷ τρίτῳ εἰς δύο εε, γνήσιον γάρ ἐστι τοῦ τρίτου προσώπου τὸ ε. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα εὑρίσκεται τὸ δεύτερον πρόσ‐ ωπον εἰς ας λῆγον, ὡς ἐπὶ τοῦ ἔτυψας ἐποίησας, διατί οἱ Ἴωνες τὴν ει δίφθογγον τὴν οὖσαν ἐν τῷ δευτέρῳ προσώπῳ τοῦ ὑπερσυντελίκου
25οὐ διαλύουσιν εἰς ε καὶ α, ἀλλ’ εἰς δύο εε, οἷον ἐτετύφεις ἐτετύφεες. Καὶ ἔστιν εἰπεῖν, ὅτι γνησία ἐστὶν ἡ διάλυσις τῆς ει διφθόγγου εἰς δύο εε, οὐ μέντοι εἰς ε καὶ α· εἰ γὰρ τὰ δύο εε συναιρούμενα τὴν ει δίφθογγον ἀποτελοῦσιν, οἷον Πηλέες Πηλεῖς, δηλονότι καὶ διαλυομένη ἡ ει δίφθογγος εἰς τὰ δύο εε θέλει διαλύεσθαι, ἐξ ὧν καὶ συνίσταται,
30καὶ οὐκ εἰς τὸ ε καὶ α· τούτου χάριν εἰς δύο εε γέγονεν ἐν τῷ δευ‐ τέρῳ προσώπῳ ἡ διάλυσις τῆς ει διφθόγγου, καὶ οὐκ εἰς τὸ ε καὶ α, ἐν τῷ πρώτῳ προσώπῳ ἐξ ἀνάγκης γενομένη εἰς ε καὶ α [ἡ διάλυσις τῆς ει διφθόγγου], διὰ τὸ α εἶναι χαρακτηριστικὸν τοῦ πρώτου προσώ‐ που, οὐ μὴν τὸ ε, οἷον ἔγραψα ἐποίησα. Ταῦτα μὲν ἐν τούτοις.
35 Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι τὸ διαλυθὲν ὑπὸ τῶν Ἰώνων συναιροῦσι καὶ ποιοῦσιν εἰς η, ἐπεποιήκη λέγοντες, ὅθεν καὶ τὸ ἐκεχήνη ἐγώ παρ’
Ἀριστοφάνει ἐν Ἀχαρνεῦσιν, 〈10〉 ὅτε δὴ ἐκεχήνη προσδοκῶν τὸν118

119

Αἰσχύλον· ἦν γὰρ ἐκεχήνειν ὁ ὑπερσυντέλικος διὰ τῆς ει διφθόγγου, καὶ λοιπὸν ἐποίησαν αὐτὸ οἱ Ἴωνες κατὰ διάλυσιν ἐκεχήνεα, καὶ ἐκεῖθεν οἱ Ἀθηναῖοι ἐκεχήνη κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η, ὥσπερ τείχεα τείχη· καὶ πάλιν τὸ ᾔδειν οἱ Ἴωνες λέγουσιν ᾔδεα κατὰ διάλυσιν, ὡς
5παρὰ Καλλιμάχῳ 〈ubi?〉 ᾔδεα μᾶλλον ἔγωγε, ἀντὶ τοῦ ᾔδειν· καὶ λοιπὸν οἱ Ἀθηναῖοι κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η ᾔδη· περὶ δὲ τού‐ του ἀκριβέστερον μεμαθήκαμεν ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ ἐνεργητικοῦ παρακειμένου, ἡνίκα ἐλέγομεν, ὅτι οὐδέποτε τρίτον πρόσ‐ ωπον συμφωνεῖ τῷ πρώτῳ κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν
10αὐτὴν διάλεκτον· ὁμοίως δὲ καὶ τὸ ἦν ἐγώ, ἀντὶ τοῦ ὑπῆρχον, δια‐ λύουσιν οἱ Ἴωνες εἰς ε καὶ α καὶ λέγουσιν ἔα, ὡς παρ’ Ὁμήρῳ 〈Ε887〉 ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι, καὶ λοιπὸν οἱ Ἀθηναῖοι συναιροῦσι τὸ ε καὶ α εἰς η καὶ λέγουσι χωρὶς τοῦ ν ἦ, ἀντὶ τοῦ ὑπῆρχον, ὡς παρ’ Ἀριστοφάνει ἐν Ὄρνισιν 〈97〉 ἦ γὰρ ἐγ, ξένοι,
15Ἄνθρωπος, ἀντὶ τοῦ ὑπῆρχον, καὶ παρὰ Πλάτωνι ἡ χρῆσις εὕρηται. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι τοῦτο, εἰ εὐλόγως ἐν τῷ πρώτῳ προσώπῳ οἱ Ἀττικοὶ εἰς η ποιοῦσι τὴν συναίρεσιν, ἐπειδὴ ἡ ἐντέλεια τὸ ε καὶ α ἔχει, οἷον ἐκεχήνεα ἐκεχήνη, τὸ δὲ ε καὶ α εἰς η κιρνᾶται, οἷον τείχεα
20τείχη, βέλεα βέλη, ἐν τῷ τρίτῳ προσώπῳ τῆς ἐντελείας διὰ τῶν δύο εε οὔσης, διατί εἰς η ἐποίησαν τὴν συναίρεσιν, οἷον ἐκεχήνεε ἐκεχήνη ἐκεῖνος, καὶ μὴ εἰς τὴν ει δίφθογγον, ὡς ἐπὶ τοῦ Πηλέες Πηλεῖς. Ἔστιν οὖν εἰπεῖν, ὅτι, ὡς ἐμάθομεν ἐν τοῖς προλαβοῦσιν, καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριστικῶν τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν
25ἑνικῶν τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν τῷ ἰδίῳ πρώτῳ κατὰ τὴν λήγουσαν, ἡνίκα ἰσοσυλλαβοῦσιν αὐτῷ, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε, τέτυφα τέτυφας τέτυφε, ἐποίουν ἐποίεις ἐποίει, ἐβόων ἐβόας ἐβόα, ἐχρύσουν ἐχρύσους ἐχρύσου· εἰ οὖν τὸ πρῶτον τὸ ἐκεχήνη ἐγώ δι’ ἑνὸς φωνήεντος ἐκφέρεται κατὰ τὴν λήγουσαν, πῶς δύναται τὸ τρίτον
30τὸ ἐκεχήνη ἐκεῖνος διὰ δύο φωνηέντων ἐκφέρεσθαι κατὰ τὴν λήγουσαν; ἀναγκαίως οὖν καὶ ἐπὶ αὐτοῦ ἐποίησαν εἰς η τὴν συναίρεσιν. Ἐτετύφεις. Ἐνταῦθα τὸ δεύτερον πρόσωπον τοῦ ὑπερσυντελίκου κανονίζει καὶ λέγει, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ μ κλιτικὸν τροπῇ τοῦ ν
35εἰς ς τὸ δεύτερον ποιεῖ, 〈οἷον〉 ἐτετύφειν ἐτετύφεις, ἐδάρην ἐδά‐ ρης, ἐνύγην ἐνύγης, ἔγνων ἔγνως, ἐβίων ἐβίως, ἐτίθην ἐτίθης, ἵστην ἵστης, ἐδίδων ἐδίδως, ἐζεύγνυν ἐζεύγνυς· οὕτως οὖν καὶ ἐτετύφειν
ἐτετύφεις καὶ ἐπεποιήκειν ἐπεποιήκεις καὶ ἐτετύπειν ἐτετύπεις καὶ ἐδε‐119

120

δούπειν ἐδεδούπεις. Πρόσκειται «εἰς ν λῆγον» διὰ τὸ τύπτω, τοῦτο γὰρ οὐ ποιεῖ τροπῇ τοῦ ν εἰς ς τὸ δεύτερον πρόσωπον, ἐπειδὴ οὐ λήγει εἰς ν· πρόσκειται «μετὰ μακρᾶς» διὰ τὸ ἔτυπτον, τοῦτο γὰρ εἰς ν λήγει, καὶ οὐ ποιεῖ τροπῇ τοῦ ν εἰς ς τὸ δεύτερον πρόσωπον, οὐδὲ
5γὰρ λέγομεν ἔτυπτος ἀλλὰ ἔτυπτες· ἀλλ’ οὐκ ἔστι μετὰ μακρᾶς ἀλλὰ μετὰ βραχείας· «μετὰ φυσικῆς» δὲ πρόσκειται «μακρᾶς» διὰ τὸ ἐποίουν καὶ ἐβόων καὶ πάντας τοὺς ἀπὸ περισπωμένων παρατατικούς· οὗτοι γὰρ εἰς ν λήγουσι μετὰ μακρᾶς, καὶ οὐ τρέπουσι τὸ ν εἰς τὸ ς καὶ ποιοῦσι τὸ δεύτερον πρόσωπον, οὐδὲ γὰρ λέγομεν ἐποίους καὶ ἐβόως,
10ἀλλ’ ἐποίεις καὶ ἐβόας, ἐπειδὴ τούτων οὐκ ἔστι φυσικὴ 〈ἡ〉 μακρὰ ἀλλ’ ἐκ συναιρέσεως, ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονε τὸ ἐποίουν, καὶ ἀπὸ τοῦ ἐβόαον γέγονε τὸ ἐβόων. Εἰ δέ τις εἴποι, ὅτι καὶ οἱ παρατατικοὶ τῆς τρίτης συζυγίας τῶν περισπωμένων μὴ ἔχοντες φυσικὴν τὴν μακράν— καὶ αὐτοὶ γὰρ ἀπὸ συναιρέσεως ἔχουσιν αὐτήν, οἷον ἐχρύσοον ἐχρύσουν,
15ἐστεφάνοον ἐστεφάνουν—τροπῇ τοῦ ν εἰς τὸ ς ποιοῦσι τὸ δεύτερον πρόσωπον, οἷον ἐχρύσουν ἐχρύσους, ἐστεφάνουν ἐστεφάνους, λέγομεν, ὅτι οὐδὲ ἐπὶ τούτων ἐγένετο τροπῇ τοῦ ν εἰς ς τὸ δεύτερον πρόσωπον, ἀλλ’ ἡ συναίρεσίς ἐστιν αἰτία τοῦ καὶ ἐν τῷ πρώτῳ προσώπῳ καὶ ἐν τῷ δευτέρῳ τὴν ου δίφθογγον εὑρεθῆναι· ἀπὸ γὰρ τοῦ ἐχρύσοον καὶ
20ἐστεφάνοον γέγονε τὸ ἐχρύσουν καὶ ἐστεφάνουν κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον, τὰ γὰρ δύο οο εἰς τὴν ου δίφθογγον κιρνῶν‐ ται, οἷον νόος νοῦς, πλόος πλοῦς, ῥόος ῥοῦς· καὶ πάλιν ἀπὸ τοῦ ἐχρύσοες καὶ ἐστεφάνοες ἐγένετο ἐχρύσους καὶ ἐστεφάνους κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, οἷον τὸ ἐμόν τοὐμόν, προέστη
25προύστη, καὶ λοιπὸν ἐν τῷ πρώτῳ προσώπῳ καὶ ἐν τῷ δευτέρῳ εἰς τὴν ου δίφθογγον γενομένης τῆς κράσεως ἐγένετο ὑπόνοια τροπῇ τοῦ ν εἰς τὸ ς γενέσθαι τὸ δεύτερον πρόσωπον. Πρόσκειται «μὴ ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐτυπτόμην καὶ ἐλεγόμην καὶ τὰ ὅμοια· ταῦτα γὰρ εἰς ν λήγουσι μετὰ φυσικῆς μακρᾶς, καὶ ὅμως οὐ ποιοῦσι τροπῇ τοῦ ν
30εἰς ς τὸ δεύτερον πρόσωπον, οὐδὲ γὰρ λέγομεν ἐτυπτόμης καὶ ἐλεγό‐ μης ἀλλ’ ἐτύπτου καὶ ἐλέγου· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ κλιτικὸν ἔχουσι τὸ μ, ἤγουν ἀπὸ κλίσεως· ὁ γὰρ ἐνεστώς, τουτέστι τὸ θέμα, οὐκ ἔχει τὸ μ, λέγω γὰρ καὶ τύπτω ἐστίν· τὸ δὲ ἐδάμην, ἔχον τὸ μ καὶ τρέπον τὸ ν εἰς τὸ ς καὶ ποιοῦν τὸ δεύτερον πρόσωπον,
35οἷον ἐδάμης, οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ
θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· δάμνω γάρ ἐστιν ὁ ἐνεστώς.120

121

Ἐτετύφει· εἴρηται. Δυϊκά. Ἐτετύφειτον, ἐτετυφείτην. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ μ ἐπὶ τῆς τελευταίας συλ‐ λαβῆς ἔχει, ἐτετύφειμεν γάρ ἐστιν. Τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ
5τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ε εἰς ον, οἷον ἐτε‐ τύφειτε ἐτετύφειτον· τὸ δὲ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς σι λήγει οὔτε εἰς ται· ἐτετύφεισαν γάρ ἐστι τὸ τρίτον τῶν πληθυντικῶν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ο εἰς η, οἷον
10ἐτετύφειτον ἐτετυφείτην. Πληθυντικά. Ἐτετύφειμεν. Εἴρηται ὁ κανὼν ἐν τῷ παρατατικῷ, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ν λῆγον, μὴ ἔχον τὸ μ κλιτικόν, πρὸ τοῦ ν λαμβάνον τὸ μ καὶ ε τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον ἐτύφθην ἐτύφθημεν, ἐδάρην ἐδάρημεν, ἐποίουν ἐποιοῦμεν,
15ἐβόων ἐβοῶμεν, ἐχρύσουν ἐχρυσοῦμεν, ἔτυπτον ἐτύπτομεν, ἔγραφον ἐγράφομεν· οὕτως οὖν καὶ ἐτετύφειν ἐτετύφειμεν περὶ γὰρ τοῦ ἐτίθην ἐτίθεμεν καὶ ἵστην ἵσταμεν καὶ ἐδίδων ἐδίδομεν καὶ ἐζεύγνυν ἐζεύγνυ‐ μεν, ὅτι συνέστειλαν τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς, ἐν τοῖς εἰς μι, εἰ θεῷ φίλον, μαθησόμεθα.
20 Ἐτετύφειτε. Εἴρηται, ὅτι τὰ εἰς μεν πληθυντικὰ τροπῇ τῆς μεν εἰς τε τὸ δεύτερον ποιοῦσιν· τὴν δὲ παραλήγουσαν οὐκ ἔτρεψεν, ἐπειδὴ ἔχει τὴν μετοχὴν εἰς ς, τετυφώς γάρ ἐστιν ἡ μετοχή. Ἐτετύφεισαν. Κανονίζει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἀπὸ τοῦ πρώτου τῶν αὐτῶν λέγων οὕτως· τὰ εἰς μεν πληθυντικὰ
25ἀπὸ τῶν εἰς ν φύσει μακροκαταλήκτων κεκλιμένα εἰς σαν ποιοῦσι τὸ τρίτον τῶν πληθυντικῶν, οἷον ἐτύφθην ἐτύφθημεν ἐτύφθησαν, ἐδάρην ἐδάρημεν ἐδάρησαν, ἔγνων ἔγνωμεν ἔγνωσαν, ἔβην ἔβημεν ἔβησαν, τυφθείην τυφθείημεν τυφθείησαν, ἐτίθην ἐτίθεμεν ἐτίθε‐ σαν, ἵστην ἵσταμεν ἵστασαν, ἐδίδων ἐδίδομεν ἐδίδοσαν, ἐζεύγνυν ἐζεύγνυ‐
30μεν ἐζεύγνυσαν, ἐβίων ἐβίωμεν ἐβίωσαν, ἦν ἦμεν ἦσαν· οὕτως οὖν καὶ ἐτετύφειν ἐτετύφειμεν ἐτετύφεισαν, ἐπεποιήκειν ἐπεποιήκειμεν ἐπεποι‐ ήκεισαν, ἐδεδούπειν ἐδεδούπειμεν ἐδεδούπεισαν· περὶ δὲ τοῦ 〈ἐκοσμή‐ θην〉 ἐκοσμήθημεν ἐκοσμήθησαν καὶ τοῦ ἔβην ἔβημεν ἔβησαν καὶ τοῦ ἔφην ἔφημεν ἔφησαν, ὅτι γίνονται ποιητικῶς κόσμηθεν καὶ ἔβαν καὶ
35ἔφαν, οἷον 〈Γ 1〉 αὐτὰρ ἐπεὶ κόσμηθεν, καὶ 〈Θ 229〉 πῇ ἔβαν
εὐχωλαί, εἰρήκαμεν ἐν τῷ τρίτῳ προσώπῳ τῶν πληθυντικῶν τοῦ121

122

παρατατικοῦ. Πρόσκειται ἐν τῷ κανόνι «ἀπὸ τῶν εἰς ν φύσει μακρο‐ καταλήκτων» διὰ τὸ ἐποίουν καὶ ἐβόων καὶ ἐχρύσουν· ταῦτα γὰρ εἰς ν λήγουσι μετὰ μακρᾶς, καὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν εἰς μεν ἔχουσιν, οἷον ἐποιοῦμεν ἐβοῶμεν ἐχρυσοῦμεν, καὶ ὅμως οὐ ποιοῦσιν
5εἰς σαν τὸ τρίτον τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν ἐποιοῦσαν καὶ ἐβοῶσαν καὶ ἐχρυσοῦσαν, ἀλλ’ ἐποίουν καὶ ἐβόων καὶ ἐχρύσουν, ἐπειδὴ οὐκ ἔστιν ἐπ’ αὐτῶν ἡ μακρὰ ἡ ἐν τῷ πρώτῳ προσώπῳ τῶν ἑνικῶν φύσει· ἀπὸ γὰρ συναιρέσεως ταῦτα τὰ μακρὰ ἔχουσιν, ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονεν ἐποίουν, καὶ ἀπὸ τοῦ ἐβόαον γέγονεν ἐβόων, καὶ ἀπὸ
10τοῦ ἐχρύσοον γέγονεν ἐχρύσουν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐτετύφεσαν λέγουσιν οἱ Ἴωνες χωρὶς τοῦ ι κατὰ τὴν παραλήγουσαν καὶ ἐγεγράφεσαν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως, οἷστισι καὶ οἱ Ἀττικοὶ πολλάκις ἀκολουθοῦσιν, ἐπεποιήκεσαν λέγοντες· ὁ δὲ κανὼν ταῦτα πάντα μετὰ τοῦ ι ἀπαιτεῖ, οἷον 〈ἐτετύφεισαν〉 ἐπεποι‐
15ήκεισαν ἐγεγράφεισαν διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἐτετύφειμεν καὶ ἐπεποιήκειμεν καὶ ἐγεγράφειμεν διὰ τῆς ει διφθόγγου, τροπῇ δὲ τῆς μεν εἰς σαν γίνονται. Μέσος ὑπερσυντέλικος. Ἐτετύπειν. Ὅσα ἔδει ῥηθῆναι καὶ ἐπὶ τοῦ μέσου ὑπερσυντελί‐
20κου, ἐλέχθη ἐν τῇ διδασκαλίᾳ τοῦ ἐνεργητικοῦ ὑπερσυντελίκου. Ἐτε‐ τύπεις, ἐτετύπει. Δυϊκά· ἐτετύπειτον, ἐτετυπείτην. Πληθυν‐ τικά· ἐτετύπειμεν, ἐτετύπειτε, ἐτετύπεισαν. Ἀόριστος πρῶτος. Ἔτυψα. Ἐνταῦθα περὶ τοῦ πρώτου ἀορίστου διαλαμβάνει καὶ
25λέγει, ὅτι πᾶς μέλλων, δηλονότι πρῶτος, τρέπων τὸ τελευταῖον ω εἰς α καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς πρῶτος ἀόριστος γίνεται, οἷον ποιήσω ἐποίησα, τύψω ἔτυψα, γράψω ἔγραψα, ἐλεήσω ἠλέησα, ὀρθώσω ὤρθωσα, λέξω ἔλεξα, χρυ‐ σώσω ἐχρύσωσα· καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ μέλλων, προσόδῳ
30τοῦ ε αὔξεται ἡ ἄρχουσα τοῦ πρώτου ἀορίστου, οἷον τύψω ἔτυψα, γράψω ἔγραψα, νοήσω ἐνόησα, τῶν ἀπὸ τοῦ ρ ἀρχομένων καὶ πάντως ἕτερον ρ προσλαμβανόντων κατὰ τὸν ἀόριστον, οἷον ῥάψω ἔρραψα, ῥίψω ἔρριψα, ῥυπώσω ἐρρύπωσα, ῥαπίσω ἐρράπισα, ῥεύσω ἔρρευσα· εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ μέλλων, χρονικῶς μεγεθύνεται ὁ
35πρῶτος ἀόριστος, οἷον ἐρωτήσω ἠρώτησα, ἐλεήσω ἠλέησα, ἅψω ἧψα, ἀγοράσω ἠγόρασα, ἀριστήσω ἠρίστησα, ἑρμηνεύσω ἡρμήνευσα, ὀρθώσω
ὤρθωσα, ὀμόσω ὤμοσα, ὁπλίσω ὥπλισα, αἰτήσω ᾔτησα, οἰκήσω ᾤκησα,122

123

οἰκονομήσω ᾠκονόμησα, οἰκοδομήσω ᾠκοδόμησα, αὐλίσω ηὔλισα, αὐχήσω ηὔχησα, αὐτομολήσω ηὐτομόλησα· καὶ ἔστιν ἐν συντόμῳ εἰπεῖν, ὥσπερ ὁ παρατατικὸς ἐκανονίσθη ἐκ τοῦ ἐνεστῶτος κατὰ τὴν ἄρχουσαν, οὕτω καὶ ὁ πρῶτος ἀόριστος κανονίζεται ἐκ τοῦ μέλλοντος κατὰ τὴν ἄρχουσαν.
5 Περὶ δὲ τῆς παραληγούσης τοῦ πρώτου ἀορίστου ἔστιν εἰπεῖν, 〈ὅτι〉 παραλήγουσαν τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ πρῶτος ἀόριστος, οἷον κόψω ἔκοψα, γράψω ἔγραψα, ποιήσω ἐποίησα, νοήσω ἐνόησα, λαλήσω ἐλάλησα, τελέσω ἐτέλεσα, πλεύσω ἔπλευσα· τὸ γὰρ ἅψω ἧψα καὶ ἄξω ἦξα καὶ ἄρξω ἦρξα λόγῳ ἀρχούσης ἐγένετο καὶ οὐ λόγῳ παραληγού‐
10σης· ἐπειδὴ γὰρ ταῦτα δισύλλαβά εἰσιν καὶ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ οὖν τῆς ἀρχούσης ἔτρεψαν τὰ φωνήεντα ἐν τῷ πρώτῳ ἀορίστῳ, καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης ἐφύλαξαν αὐτά. Δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ περισπῷτο ὁ μέλλων», ὡς ἐπὶ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων, τουτέστι τῆς δι’ ἀμεταβόλων ἐκφερο‐
15μένης· τότε γὰρ τὴν παραλήγουσαν αὐτοῦ ἐκτείνει ὁ πρῶτος ἀόριστος, τουτέστι φύσει μακρὰν αὐτὴν ποιεῖ, οἷον κερῶ ἔκειρα, φθερῶ ἔφθειρα, στελῶ ἔστειλα, σπερῶ ἔσπειρα, δερῶ ἔδειρα, κτενῶ ἔκτεινα, νεμῶ ἔνειμα, δεμῶ ἔδειμα (τὸ οἰκοδομῶ), ἀγγελῶ ἤγγειλα, τιλῶ ἔτιλα, ποικιλῶ ἐποίκιλα, ῥανῶ ἔρρανα, μιανῶ ἐμίανα, σημανῶ ἐσήμανα, χλιανῶ ἐχλίανα,
20λιανῶ ἐλίανα, θερμανῶ ἐθέρμανα, μολυνῶ ἐμόλυνα, ἀμβλυνῶ ἤμβλυνα· ἰδοὺ γὰρ ταῦτα ἐν μὲν τῷ μέλλοντι βραχὺ ἔχουσι τὸ δίχρονον, ἐν δὲ τῷ πρώτῳ ἀορίστῳ φύσει μακρόν. Ἰστέον δὲ ὅτι πολλάκις οἱ Ἴωνες τρέπουσι τὸ α εἰς τὸ η ἐν τῷ πρώτῳ ἀορίστῳ, οἷον ἐμίανα ἐμίηνα, ἐχλίανα ἐχλίηνα, ἐθέρμανα ἐθέρ‐
25μηνα, ἐλίανα ἐλίηνα, ἐκάθαρα ἐκάθηρα, ἐσήμανα ἐσήμηνα, ἐξ οὗ ὁ πρῶτος μέσος ἀόριστος ἐσημηνάμην, ἔφανα ἔφηνα, ἐξ οὗ ὁ πρῶτος μέσος ἀόριστος ἐφηνάμην· τούτοις δὲ τοῖς ὑπὸ τῶν Ἰώνων γινομένοις, λέγω δὴ τῷ ἐμίηνα καὶ ἐλίηνα καὶ ἐχλίηνα καὶ ἐκάθηρα καὶ ἐσήμηνα καὶ τοῖς ὁμοίοις, χρῶνται 〈καὶ〉 οἱ Ἀθηναῖοι. [Ἰστέον δὲ ὅτι τὸ γήμας
30τοῦτον τὸν τρόπον γέγονεν· ἔστι γαμῶ γαμήσω ἐγάμησα, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ ς ἔγαμα, καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η ἔγημα, ὥσπερ ἐμίανα ἐμίηνα, καὶ λοιπὸν ἐκεῖθεν ἡ μετοχὴ γήμας.] Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ὁ πρῶτος ἀόριστος ἢ φύσει μακρᾷ θέλει παραλήγεσθαι, οἷον ἐποίησα ἐνόησα ἐστεφάνωσα ἐδάνεισα, ἢ θέσει μακρᾷ,
35οἷον ἔνυξα ἔπλεξα ἔγραψα ἔκοψα, ἢ καὶ φύσει καὶ θέσει, οἷον ἤλειψα
ἤμειψα· ταῦτα γὰρ καὶ φύσει μακρᾷ παραλήγονται, καθὸ τῇ ει διφθόγγῳ123

124

παραλήγονται, καὶ θέσει, καθὸ ἔχουσι διπλοῦν σύμφωνον ἐπιφερόμενον· ὅθεν ἀναλογώτεροί εἰσιν οἱ ποιηταί, ἐπὶ τῶν ἐχόντων ἓν ς καὶ βραχεῖ παραληγομένων διπλασιάζοντες τὸ ς, οἷον ἐτέλεσα ἐτέλεσσα, ἐσύρισα ἐσύρισσα, ἐγέλασα ἐγέλασσα, ἵνα εὑρεθῇ μακρὰ ἡ παραλήγουσα. Ταῦτα
5μὲν ἐν τούτοις. Ἔστι δὲ καὶ οὕτω κανονίσαι τὸν πρῶτον ἀόριστον. Ἰστέον ὅτι ὁ πρῶτος ἀόριστος τὴν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ παρατατικῷ, οἷον ἔτυπτον ἔτυψα, ἔγραφον ἔγραψα, ἔλεγον ἔλεξα, ἐποίουν ἐποίησα, ἔρραπτον ἔρραψα, ἔρριπτον ἔρριψα, ἐρρύπουν ἐρρύπωσα, ἔρραινον
10ἔρρανα, ἔφθειρον ἔφθειρα, ἔστελλον ἔστειλα, ἠλέουν ἠλέησα, ἠγόραζον ἠγόρασα, ὤρθουν ὤρθωσα, ᾤκουν ᾤκησα, ᾔτουν ᾔτησα· εἰς α δὲ ἀεὶ λήγει, καὶ πρὸ τοῦ α δι’ ἑνὸς τῶν ἑπτὰ ἡμιφώνων ἐκφέρεται, ἤγουν ἢ διὰ τοῦ ξ ἐκφέρεται ἢ διὰ τοῦ ψςλμνρ, οἷον ἔνυξα ἔτυψα ἐποίησα ἔστειλα ἔνειμα ἔμεινα ἔκειρα· διὰ δὲ τοῦ ζ οὐδέποτε
15ἐκφέρεται. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ χαρακτηρι‐ στικὰ σύμφωνα τοῦ πρώτου μέλλοντος θέλουσι χαρακτηριστικὰ εἶναι καὶ 〈τοῦ〉 πρώτου ἀορίστου, οἷον τύψω ἔτυψα, λέξω ἔλεξα, ποιήσω ἐποίησα, κερῶ ἔκειρα, τιλῶ ἔτιλα, νεμῶ ἔνειμα, μενῶ ἔμεινα· ἐπειδὴ οὖν ἐν τῷ μέλλοντι τὸ ζ οὐδέποτε εὑρίσκεται πρὸ τοῦ ω, τούτου
20χάριν ἐν τῷ πρώτῳ ἀορίστῳ οὐχ εὑρίσκεται πρὸ τοῦ α· διατί δὲ τὸ ζ χαρακτηριστικὸν τοῦ μέλλοντος οὐκ ἔστιν, ἐμάθομεν ἐν τῇ διδασκαλίᾳ τοῦ ἐνεργητικοῦ παρακειμένου. Ταῦτα μὲν περὶ τῆς ἀρχούσης τοῦ πρώτου ἀορίστου καὶ περὶ τῆς ληγούσης ἔχομεν εἰπεῖν· περὶ δὲ τῆς παραληγούσης εἰρήκαμεν ἀνωτέρω.
25 Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πέντε τινὰ σεσημείωνται ἐν τῷ πρώτῳ ἀορίστῳ, δύο ἀπὸ τῶν εἰς ω καὶ τρία ἀπὸ τῶν εἰς μι· ἀπὸ μὲν τῶν εἰς ω τὸ εἶπα καὶ τὸ ἤνεγκα, ἀπὸ δὲ τῶν εἰς μι τὸ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα (ἧκα δέ ἐστι τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα). Ταῦτα δὲ σημειού‐ μεθα, ὅτι οὐκ ἐφύλαξαν τὸ σύμφωνον τοῦ μέλλοντος, ὁ γὰρ μέλλων
30τούτων δώσω θήσω ἥσω ἐστίν (ἐξ οὗ τὸ ἀφήσω) καὶ ἐνέγξω καὶ ἔψω, καὶ ὅτι δι’ ἀφώνων ἐξηνέχθησαν, τὸ γὰρ κ καὶ π ἄφωνά εἰσιν· οὐδέ‐ ποτε δὲ ἀόριστος δι’ ἀφώνου ἐκφέρεται, ἀλλ’, ὡς εἴρηται, δι’ ἑνὸς τῶν ἑπτὰ ἡμιφώνων, οἷον ἔγραψα ἔλεξα ἐποίησα ἔκειρα ἔνειμα ἔμεινα ἔτιλα. Εἰ δέ τις εἴποι, ὅτι τὸ ἔδωκα μάτην σημειούμεθα, εὑρέθη γὰρ
35παρὰ τῷ ποιητῇ τρίτον πρόσωπον τῶν πληθυντικῶν διὰ τοῦ ς ἐκφερό‐
μενον, οἷον 〈Α 162〉 δόσαν δέ μοι υἷες Ἀχαιῶν, ἀπὸ τοῦ ἔδωσαν124

125

κατὰ συστολὴν ποιητικὴν τοῦ ω εἰς ο, λέγομεν, ὅτι οὐκ ἔστι τοῦτο πρώτου ἀορίστου· ὁ γὰρ πρῶτος ἀόριστος διὰ τοῦ ω γράφεται, ὡς πρὸς τὸν δώσω μέλλοντα, τοῦτο δὲ διὰ τοῦ ο ἐστίν· ἀλλ’ ἔστι δευτέ‐ ρου ἀορίστου, τοῦ γὰρ ἔδων δευτέρου ἀορίστου τὰ πληθυντικά εἰσιν
5ἔδομεν ἔδοτε ἔδοσαν, ὥσπερ ἔθην ἔθεμεν ἔθετε ἔθεσαν καὶ ἧν ἕμεν ἕτε ἕσαν διὰ τοῦ ε (τὸ δὲ ἕσαν σημαίνει τὸ ἔπεμψαν, ἐξ οὗ πρόεσαν ἀντὶ τοῦ προέπεμψαν), καὶ λοιπὸν ποιητικῶς ἢ ἰωνικῶς ἀπὸ τοῦ ἔδοσαν γίνεται δόσαν, ὥσπερ καὶ ἀπὸ τοῦ ἔτυπτε γέγονε ποιητικῶς ἢ ἰωνικῶς 〈Φ 20〉 τύπτε δ’ ἐπιστροφάδην. Ταῦτα μὲν ἐν τούτοις.
10 Ἰστέον δὲ ὅτι τὸ μὲν εἶπα καὶ ἤνεγκα κλίνονται καὶ εἰς τὰς μετο‐ χὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις· εἶπαι γὰρ καὶ ἐνέγκαι τὸ ἀπαρέμφα‐ τον, ὥσπερ τύψαι καὶ γράψαι, καὶ εἶπον καὶ ἤνεγκον τὸ προστακτικόν, ὥσπερ τύψον καὶ γράψον, ὡς παρὰ Μενάνδρῳ 〈fragm. 891 Κ〉 εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, καὶ εἴπαιμι καὶ ἐνέγκαιμι τὸ
15εὐκτικόν, ὥσπερ τύψαιμι καὶ γράψαιμι, καὶ ἐὰν εἴπω καὶ 〈ἐὰν〉 ἐνέγκω τὸ ὑποτακτικόν, ὥσπερ ἐὰν τύψω καὶ ἐὰν γράψω, καὶ εἴπας καὶ ἐνέγκας ἡ μετοχή, ὥσπερ τύψας καὶ γράψας, οἷον εἴπας ἥλιε χαῖρε, Κλεόμ‐ βροτε, παρὰ Καλλιμάχῳ 〈ep. 25 Sch〉, ἀντὶ τοῦ εἰπών· τὸ δὲ ἔδωκα ἔθηκα ἧκα οὐ κλίνονται οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς
20ἐγκλίσεις, ὁριστικὰ γὰρ μόνα ἔχουσιν. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τῶν πέντε σεσημειωμένων ἐν τῷ πρώτῳ ἀορίστῳ, φημὶ δὴ τοῦ ἤνεγκα καὶ εἶπα καὶ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα), τὰ μὲν δύο τὰ ἀπὸ τῶν εἰς ω, λέγω δὴ τὸ εἶπα καὶ ἤνεγκα, κλίνονται καὶ εἰς τὰς
25μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις, τὰ δὲ τρία τὰ ἀπὸ τῶν εἰς μι, λέγω δὴ τὸ ἔθηκα καὶ ἔδωκα καὶ ἧκα, οὐ κλίνονται οὔτε εἰς τὰς μετο‐ χὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι εἰσί τινα παράλογα καὶ λανθάνουσιν ὅτι εἰσὶ παρά‐ λογα, οἷον λέγομεν ἐμαυτὸν ἔτυψα, σαυτὸν ἔτυψας, ἑαυτὸν ἔτυψε· τὸ
30οὖν τρίτου προσώπου ὑπάρχον ἐὰν τολμήσῃ ἐνταῦθα ὑπεισελθεῖν εἰς χρείαν πρώτου ἢ δευτέρου προσώπου, οἷον ἑαυτὸν ἔτυψα, ἑαυτὸν ἔτυψας, ἐλέγχεται ἐκ τῶν εὐλόγως προσφερομένων τοῦ ἐμαυτόν καὶ σαυτόν, καὶ οὐ λανθάνει ἡ παραλογία· ἐὰν δὲ ἐν τοῖς πληθυντικοῖς
ὑπεισέλθῃ εἰς χρείαν τοῦ πρώτου καὶ δευτέρου προσώπου τὸ τρίτον125

126

πρόσωπον, καὶ εἴπωμεν ἑαυτοὺς ἐτύψαμεν, ἑαυτοὺς ἐτύψατε, λανθάνει ἡ παραλογία ἐνταῦθα, ἐπειδὴ ἡ ἀντωνυμία σύνθετος ἐν τοῖς πληθυντι‐ κοῖς οὐκ ἔστι, καὶ λοιπὸν οὐκ ἔχει τι τὸ ὀφεῖλον ἐλέγξαι τὴν παρα‐ λογίαν· οὕτως οὖν καὶ ἐνταῦθα, ἐπειδὴ τὸ εἶπα καὶ ἤνεγκα οὐκ ἔχουσι
5μέλλοντας ἐν χρήσει, τούτου χάριν οὐ κωλύονται κλίνεσθαι καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις· τὸ δὲ ἔδωκα ἔθηκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα), ἐπειδὴ ἔχουσι μέλλοντας ἐν χρήσει τοὺς ὀφείλοντας ἐλέγξαι τὴν παραλογίαν αὐτῶν, λέγω δὴ τὸ θήσω δώσω ἥσω, 〈Ρ 515〉 ἥσω γὰρ καὶ ἐγώ (ἀντὶ τοῦ πέμψω, ἐξ
10οὗ τὸ ἀφήσω), τούτου χάριν κωλύονται κλίνεσθαι εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. Ταῦτα μὲν ὁ Ἀπολλώνιος. Ὁ δὲ Ἡρωδιανὸς ἄλλην ἀπολογίαν παραδίδωσιν ἔχουσαν οὕτως· τὸ εἶπα διὰ τοῦ ψ ὤφειλεν ἐκφέρεσθαι, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ψ ἔχει, ἔψω γάρ ἐστιν, τοῦ δὲ μέλλοντος τὸ ψ ἔχοντος καὶ ὁ πρῶτος
15ἀόριστος διὰ τοῦ ψ ἐκφέρεται, οἷον γράψω ἔγραψα, τύψω ἔτυψα· καὶ πάλιν τὸ ἤνεγκα διὰ τοῦ ξ ὤφειλεν ἐκφέρεσθαι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, ἐνέγξω γάρ ἐστιν ὁ μέλλων, τοῦ δὲ μέλλοντος τὸ ξ ἔχοντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ξ ἐκφέρεται, οἷον λέξω ἔλεξα, νύξω ἔνυξα· ἐπειδὴ οὖν τὸ εἶπα διὰ τοῦ ψ ὤφειλεν 〈ἐκφέρεσθαι〉
20καὶ τὸ ἤνεγκα διὰ τοῦ ξ, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ τὸ μὲν διὰ τοῦ π, τὸ δὲ διὰ τοῦ κ, τὸ δὲ κ συγγένειαν ἔχει πρὸς τὸ ξ καὶ τὸ π πρὸς τὸ ψ—τὸ μὲν γὰρ ξ ἐκ τοῦ κ καὶ ς δοκεῖ συγκεῖσθαι, τὸ δὲ ψ ἐκ τοῦ π καὶ ς—εἰκότως, ὡς μέρος τι τῆς ἀναλογίας φυλάξαντα, ἀκωλύ‐ τως κλίνονται καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. Τὸ
25δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα) διὰ τοῦ ς ὤφειλεν εἶναι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ς ἐκφέρεται, δώσω γὰρ καὶ θήσω καὶ ἥσω ἐστίν (ἐξ οὗ τὸ ἀφήσω), τοῦ δὲ μέλλον‐ τος διὰ τοῦ ς ὄντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ς ἐκφέρεται, οἷον ποιήσω ἐποίησα, νοήσω ἐνόησα ἐπειδὴ οὖν τὸ ἔθηκα ἔδωκα ἧκα διὰ
30τοῦ ς ὤφειλεν εἶναι, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ διὰ τοῦ κ, τὸ δὲ κ πρὸς τὸ ς οὐδεμίαν συγγένειαν ἔχει, εἰκότως, ὡς μὴ φυλάξαντα μέρος τι τῆς ἀναλογίας, κωλύονται κλίνεσθαι καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι οἱ Βοιωτοὶ τὸ ἤνεγκα ἤνειγξα λέγουσιν, διὰ
35τῆς ει διφθόγγου τὴν παραλήγουσαν ποιοῦντες· περὶ δὲ τοῦ τὴν λήγου‐
σαν διὰ τοῦ ξ εἶναι λέγομεν, ὅτι ἢ πρὸς ἀναλογίαν τοῦ μέλλοντος126

127

τοῦτο πεποιήκασιν, ἐνέγξω γάρ ἐστιν ὁ μέλλων διὰ τοῦ ξ, ἢ ἀπὸ τοῦ ἤνεγκα γίνεται κατὰ τροπὴν Βοιωτικὴν τοῦ κ εἰς ξ· ἔθος γὰρ ἔχουσιν οἱ Βοιωτοὶ τρέπειν τὸ κ εἰς ξ, ὡς καὶ Ἀριστοφάνης δηλοῖ ἐν Νεφέλαις 〈343〉 λέγων εἴξασι γοῦν ἐρίοισι πεπταμένοισιν, ἀντὶ τοῦ ἐοί‐
5κασιν ἐρίοις ἡπλωμένοις· τοῦτο γὰρ τὸ εἴξασι κατὰ Βοιωτοὺς γέγονε τροπῇ τοῦ κ εἰς ξ, εἴκασι γάρ ἐστιν ἀντὶ τοῦ ἐοίκασιν, [ἢ] ἀπὸ τοῦ εἴκω θέματος τοῦ σημαίνοντος τὸ ὁμοιῶ. Τούτων οὕτως ἐχόντων δεῖ ζητῆσαι ἐπὶ τοῦ εἶπα, πότερον ἄρα λόγῳ ἀρχούσης προσέλαβε τὸ ι ἢ λόγῳ παραληγούσης· καὶ ἔχομεν
10εἰπεῖν τρεῖς κανόνας, ἕνα μὲν δεικνύοντα, ὅτι λόγῳ ἀρχούσης προσέλαβε τὸ ι οὕτως· ἔστιν ἔπω ὁ ἐνεστώς· τὸ δὲ ε μεγεθυνόμενον ἢ διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται ἢ τρεπόμενον εἰς τὸ η, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἐλέγχω ἤλεγχον, ἑτοιμάζω ἡτοίμαζον· οὕτω καὶ ἔπω εἶπα, λόγῳ ἀρχούσης προσελθόντος τοῦ ι. Οἱ δὲ κανόνες οἱ λέγοντες,
15ὅτι λόγῳ παραληγούσης προσέλαβε τὸ ι, ἔχουσιν οὕτως· ὁ εἰς α λήγων ἀόριστος, μὴ ἔχων τὸ ς ἢ τὸ ξ ἢ τὸ ψ, πάντως φύσει μακρᾷ παραλήγε‐ ται, οἷον ἔκειρα ἔτιλα ἔρρανα ἔνειμα ἔμεινα· ἐν οἷς οὖν τὸ εἶπα οὐκ ἔχει οὔτε τὸ ς οὔτε τὸ ξ οὔτε τὸ ψ, δηλονότι προσῆλθε τὸ ι λόγῳ παρα‐ ληγούσης, ἵνα εὑρεθῇ φύσει μακρὰ ἡ παραλήγουσα· πρόσκειται «μὴ
20ἔχων τὸ ς ἢ τὸ ξ ἢ τὸ ψ» διὰ τὸ ἔγραψα ἔλεξα εἴρυσα, ταῦτα γὰρ οὐ παραλήγονται φύσει μακρᾷ, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ πάντως 〈ὁ ἀόριστοσ〉 ὁ ἔχων τὸ ς ἢ τὸ ξ ἢ τὸ ψ οὐ παραλήγε‐ ται φύσει μακρᾷ, ἀλλ’ ἔσθ’ ὅτε καὶ αὐτὸς παραλήγεται φύσει μακρᾷ· ἰδοὺ γὰρ ὁ ἤλειψα καὶ ὁ ἔληξα καὶ ὁ ἐποίησα ἀόριστος λόγῳ παρα‐
25ληγούσης ἔχων τὸ ψ καὶ τὸ ξ καὶ τὸ ς φύσει μακρᾷ παραλήγεται. Δεύτερος δὲ κανὼν δεικνύς, ὅτι λόγῳ παραληγούσης προσέλαβε τὸ ι ὁ εἶπα ἀόριστος, ἔστιν οὗτος· ἀπὸ τοῦ ἔψω μέλλοντος ὤφειλεν εἶναι ὁ πρῶτος ἀόριστος ἔψα, φυλάττειν γὰρ θέλει, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὴν παραλήγουσαν τοῦ μέλλοντος ὁ πρῶτος ἀόριστος· μετελ‐
30θούσης δὲ τῆς θέσει μακρᾶς εἰς φύσει μακρὰν ἐγένετο εἶπα, ὥσπερ καὶ ἐν τῷ γιγνώσκω γινώσκω καὶ ἐν τῷ γίγνεται γίνεται· τὸ γὰρ γιγνώσκω καὶ γίγνεται θέσει μακρὸν ἔχουσι τὸ ι, τὸ δὲ γινώσκω καὶ γίνεται φύσει μακρόν, τῆς θέσει μακρᾶς μετελθούσης εἰς φύσει μακράν. Ταῦτα μὲν ἐν τούτοις.
35Ἰστέον δὲ ὅτι οἱ δύο κανόνες ἔχουσιν ἀντίθεσιν, ὁ μὲν εἷς τῆς127

128

ἀρχούσης, ὁ δὲ εἷς τῆς παραληγούσης. Ἔστι γὰρ εἰπεῖν πρὸς τὸν λόγον τὸν τῆς ἀρχούσης, ὅτι τὰ λόγῳ ἀρχούσης προσερχόμενα ἐν τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις χρονικῶς ἢ συλλαβικῶς ἀποβάλλονται καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον ἔτυπτον τύπτων
5τύπτειν τύπτε τύπτοιμι ἐὰν τύπτω, αἰτῶ ᾔτουν αἰτῶν 〈αἰτεῖν〉 αἴτει αἰτοῖμι ἐὰν αἰτῶ, ἔτυψα τύψας τύψαι τύψον τύψαιμι ἐὰν τύψω, ἠλέησα ἐλεήσας ἐλεῆσαι ἐλέησον ἐλεήσαιμι ἐὰν ἐλεήσω, ἔλαβον λαβών λαβεῖν λαβέ λάβοιμι ἐὰν λάβω, ἦλθον ἐλθών ἐλθεῖν ἐλθέ ἔλθοιμι ἐὰν ἔλθω· πρόσκειται «〈ἐν〉 τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις» διὰ τὸν παρακεί‐
10μενον, οὗτος γὰρ οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς αὐτοῦ ἀποβάλλει αὐτήν, οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε τετύφοιμι ἐὰν τετύφω, ἠλέηκα ἠλεηκώς ἠλεηκέναι ἠλέηκε ἠλεήκοιμι ἐὰν ἠλεήκω· τὸ δὲ εἶπα οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν
15ἀποβάλλει τὸ ι, οἷον εἴπας παρὰ Καλλιμάχῳ, 〈ep. 25 Sch〉 εἴπας ἥλιε χαῖρε, ἀντὶ τοῦ εἰπών, καὶ [εἰπεῖν] εἶπαι εἶπον, εἶπον δὲ τί ποιεῖν μέλλετε παρὰ Μενάνδρῳ 〈fragm. 891 K〉, ἀντὶ τοῦ εἰπέ, εἴπαιμι ἐὰν εἴπω· ἄρα οὖν οὐ προσῆλθε τὸ ι λόγῳ ἀρχούσης. Πάλιν πρὸς τὸν λόγον τῆς παραληγούσης τὸν λέγοντα, ὅτι ὁ εἰς α λήγων
20ἀόριστος μὴ ἔχων τὸ ς ἢ τὸ ξ ἢ τὸ ψ πάντως φύσει μακρᾷ παρα‐ λήγεται, οἷον ἔκειρα ἔτιλα ἔρρανα ἔνειμα ἔμεινα, ἔστιν ἀντιθεῖναι καὶ εἰπεῖν, ὅτι ὁ εἰς α λήγων ἀόριστος, τοῦ μέλλοντος μὴ παραληγομένου φύσει μακρᾷ, οὐδὲ αὐτὸς δύναται παραλήγεσθαι φύσει μακρᾷ, οἷον ἀγοράσω ἠγόρασα, δεσπόσω ἐδέσποσα, νύξω ἔνυξα, λέξω ἔλεξα, τύψω
25ἔτυψα· εἰ δὲ ἄρα καὶ παραλήγεται φύσει μακρᾷ, τοῦ μέλλοντος μὴ παραληγομένου φύσει μακρᾷ, πάντως δι’ ἀμεταβόλου ἐκφέρεται, οἷον κερῶ ἔκειρα, τιλῶ ἔτιλα, νεμῶ ἔνειμα, μενῶ ἔμεινα, ῥανῶ ἔρρανα· ἐν οἷς καὶ τὸ εἶπα οὐκ ἔχον ἀμετάβολον οὐκ ὤφειλε φύσει μακρὰν ἔχειν τὴν παραλήγουσαν, τοῦ μέλλοντος μὴ παραληγομένου φύσει
30μακρᾷ, ἔψω γάρ ἐστιν ὁ μέλλων· πρόσκειται «τοῦ μέλλοντος μὴ παρα‐ ληγομένου φύσει μακρᾷ», ἐπειδὴ ἐὰν ὁ μέλλων φύσει μακρᾷ παρα‐ λήγηται, καὶ ὁ εἰς α λήγων ἀόριστος φύσει μακρᾷ παραλήγεται, οἷον ποιῶ ποιήσω ἐποίησα, νοῶ νοήσω ἐνόησα, ἀλείφω ἀλείψω ἤλειψα. Κρείττων οὖν ἐστιν ὁ δεύτερος τρόπος τῆς παραληγούσης ὁ λέγων,
35ὅτι ἡ θέσει μακρὰ μετῆλθεν εἰς φύσει μακράν. [Ἔτυψα] ἔτυψας, ἔτυψε. Δυϊκά· ἐτύψατον, ἐτυψάτην.
Πληθυντικά· ἐτύψαμεν, ἐτύψατε, ἔτυψαν. Εἴρηται ἡ διδασκαλία128

129

τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν ἐν τῇ διδασκαλίᾳ τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ παρατατικοῦ. Ἀόριστος δεύτερος. Ἔτυπον. Ἐνταῦθα περὶ τοῦ δευτέρου ἀορίστου διαλαμβάνει καὶ
5λέγει, ὅτι ὁ δεύτερος ἀόριστος φωνῇ μόνῃ διενήνοχε τοῦ πρώτου ἀορίστου, σημαινομένῳ δὲ ὁ αὐτός ἐστιν—ἐὰν γάρ τις εἴπῃ ἔτυψα καὶ ἔτυπον, τὸ αὐτὸ σημαίνει—ὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων· ὁ γὰρ πρῶτος καὶ δεύτερος τύπος τῶν ὑπερθετικῶν τῷ μὲν σημαινομένῳ οὐδὲν ἀλλήλων διαφέρουσιν, τῇ δὲ φωνῇ καὶ μόνῃ
10διαφέρουσιν· ἔστι γὰρ ὁ μὲν πρῶτος τύπος τῶν ὑπερθετικῶν ὁ εἰς τατος, οἷον ταχύτατος, ὁ δὲ δεύτερος ὁ εἰς στος, οἷον τάχιστος· ὁ οὖν ταχύτατος καὶ ὁ τάχιστος οὐδὲν διαφέρουσιν ἀλλήλων τῷ σημαινο‐ μένῳ, ἀλλὰ τῇ φωνῇ μόνῃ· ὁμοίως καὶ ἐν τοῖς συγκριτικοῖς καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος τύπος τῶν συγκριτικῶν τῷ μὲν σημαινομένῳ
15οὐδὲν ἀλλήλων διαφέρουσιν, τῇ δὲ φωνῇ καὶ μόνῃ διαφέρουσιν· ἔστι γὰρ ὁ μὲν πρῶτος τύπος τῶν συγκριτικῶν ὁ εἰς τερος, οἷον γλυκύτε‐ ρος, ὁ δὲ δεύτερος ὁ εἰς ων καθαρόν, οἷον γλυκίων, καὶ ἰδοὺ τὸ γλυ‐ κύτερος καὶ τὸ γλυκίων οὐδὲν διαφέρουσιν ἀλλήλων τῷ σημαινομένῳ, ἀλλὰ μόνῃ τῇ φωνῇ. Οὐ μόνον δὲ ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετι‐
20κοῖς εὑρεῖν τὴν αὐτὴν ἔστιν ἔχοντα σημασίαν τὰ διαφόρῳ φωνῇ λεγό‐ μενα, ἀλλὰ καὶ ἐπὶ ἄλλων τινῶν, ὡς ἐπὶ τοῦ ἄορ ξίφος μάχαιρα φάσγανον σπάθη· ἰδοὺ γὰρ ἐπὶ τούτων διάφορος φωνὴ ὑπάρχει, τὸ δὲ σημαινόμενον ἕν· ἐν τούτῳ γὰρ καὶ ἐπαινετή ἐστιν ἡ τῶν Ἑλλήνων γλῶττα, ὡς πλατεῖα οὖσα καὶ ἐπὶ ἑνὸς σημαινομένου πολλῶν φωνῶν
25εὐποροῦσα· ἡ γὰρ Ῥωμαϊκὴ κατὰ τοῦτο ψεκτή, ὡς μὴ πλατεῖα ἀλλὰ στενὴ οὖσα. Ὁ οὖν δεύτερος ἀόριστος, ὡς εἴρηται, κατὰ τὴν σημασίαν ὁ αὐτός ἐστι τῷ πρώτῳ ἀορίστῳ, κατὰ δὲ μόνην τὴν φωνὴν διαφέρει· τὸ γὰρ ἔτυψα καὶ ἔτυπον τὸ αὐτὸ σημαίνουσιν, διάφορον δὲ φωνὴν ἔχουσιν· ὡσαύτως δὲ καὶ ὁ δεύτερος μέλλων κατὰ μὲν τὴν σημασίαν ὁ
30αὐτός ἐστι τῷ πρώτῳ μέλλοντι, κατὰ δὲ μόνην τὴν φωνὴν διαφέρει· τὸ γὰρ τύψω καὶ τυπῶ κατὰ τὴν φωνὴν μόνην εἰσὶ διάφορα· διὸ καὶ ἓξ μόνοι χρόνοι ἀριθμοῦνται, ἐνεστὼς παρατατικὸς παρακείμενος ὑπερ‐ συντέλικος ἀόριστος καὶ μέλλων, ὡς τοῦ πρώτου καὶ δευτέρου ἀορί‐ στου ὑπὸ ἕνα χρόνον ἀναγομένων, καὶ τοῦ πρώτου καὶ δευτέρου μέλ‐
35λοντος ὑπὸ ἕνα χρόνον ἀναγομένων, διὰ τό, ὡς εἴρηται, τὸ αὐτὸ ἔχειν
σημαινόμενον.129

130

Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα διὰ τὸ τοὺς δύο ἀορίστους ἔχειν ἓν σημαινόμενον, καὶ διὰ τὸ τοὺς δύο μέλλοντας ὁμοίως ἔχειν ἓν σημαινόμενον, ἓξ μόνοι ἀριθμοῦνται χρόνοι καὶ οὐ πλείους, ὤφειλον μηδὲ ἓξ λέγεσθαι χρόνοι, ἀλλὰ πέντε· καὶ γὰρ ὁ ἀόριστος 〈ὁ〉 αὐτός
5ἐστι κατὰ τὴν σημασίαν τῷ παρακειμένῳ καὶ ὑπερσυντελίκῳ, τὸ γὰρ ἔτυψα ἐν ἴσῳ ἐστὶ τῷ τέτυφα καὶ ἐτετύφειν. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι πρῶτον 〈μὲν〉 ὁ ἀόριστος αὐτὸς καθ’ ἑαυτὸν οὔτε τῷ παρακειμένῳ ἰσοδυναμεῖ οὔτε τῷ ὑπερσυντελίκῳ, εἰ μὴ προσλάβοι ἢ τὸ ἄρτι ἢ τὸ πάλαι· τὸ γὰρ ἔτυψα ἄρτι ἐν ἴσῳ ἐστὶ τῷ τέτυφα, προσλαμβάνων δὲ
10τὸ πάλαι ἰσοδυναμεῖ τῷ ὑπερσυντελίκῳ, τουτέστι τῷ ἐτετύφειν. Δεύ‐ τερον δέ, ὅτε καὶ δῶμεν ἀόριστον τὸν αὐτὸν εἶναι κατὰ τὴν σημασίαν 〈τῷ παρακειμένῳ καὶ〉 τῷ ὑπερσυντελίκῳ, καὶ κατὰ τοῦτο ὡς τῶν δύο μετέχων καὶ οὐχ ἑνὸς μόνου ἀναγκάζεται κατ’ ἰδίαν χρόνος κληθῆναι· ὥσπερ ἡ μετοχὴ ἡ μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομά‐
15των ἰδιότητος οὔτε μετὰ τοῦ ὀνόματος ἠδυνήθη μόνον εἶναι, ὡς κω‐ λυομένη ἐκ τοῦ ῥήματος, οὔτε μετὰ τοῦ ῥήματος, ὡς κωλυομένη ἐκ τοῦ ὀνόματος, καὶ λοιπὸν ἐγένετο ἴδιον μέρος λόγου· τὸν αὐτὸν τρό‐ πον καὶ ὁ ἀόριστος ὡς μετέχων καὶ τοῦ παρακειμένου καὶ τοῦ ὑπερ‐ συντελίκου οὔτε μετὰ τοῦ παρακειμένου ἠδύνατο εἶναι, ἐπειδὴ ἐκωλύετο
20ἐκ τοῦ ὑπερσυντελίκου, οὔτε μετὰ τοῦ ὑπερσυντελίκου, ἐπειδὴ ἐκωλύετο ἐκ τοῦ παρακειμένου, καὶ λοιπὸν εὐλόγως ἴδιος χρόνος ἐκλήθη. Τρίτον δὲ εὐλόγως οἱ δύο ἀόριστοι ἀντὶ ἑνὸς χρόνου παραλαμβάνονται, καὶ πάλιν οἱ δύο μέλλοντες ἀντὶ ἑνὸς χρόνου, ἐπειδὴ ἐν ἀμφοτέροις οὐκ ἔστι κατὰ τὸν χρόνον ἡ διαφορά, ἀλλὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον·
25ὥσπερ γὰρ ἐὰν ὦσι δύο κίονες καὶ ὁ μὲν εἷς ἐστι πρῶτος, ὁ δὲ ἕτερος δεύτερος, [καὶ] καθὸ μὲν κίονές εἰσιν, οὐκ ἔχουσι διαφοράν, ἀμφότεροι γὰρ κίονες, οὕτω καὶ οἱ ἀόριστοι ὁ μὲν εἷς πρῶτος, ὁ δὲ ἕτερος δεύτερος, καὶ οὐκ ἔχουσι διαφοράν, ἀμφότεροι γὰρ ἀόριστοι καὶ λέγονται καὶ εἰσίν· καὶ πάλιν οἱ δύο μέλλοντες καθὸ μέλλοντες οὐδεμίαν ἔχουσι
30διαφοράν, ἀμφότεροι γὰρ μέλλοντες καὶ λέγονται καὶ εἰσίν, κατὰ δὲ τὸ πρῶτον καὶ δεύτερον δοκεῖ εἶναι διαφορά, ὁ μὲν 〈γὰρ〉 πρῶτός ἐστιν, ὁ δὲ δεύτερος. Ὁ δὲ ἀόριστος κατὰ αὐτὴν τὴν σημασίαν ἔχει τὴν διαφορὰν πρὸς τὸν παρακείμενον καὶ ὑπερσυντέλικον, καὶ γὰρ ἐν
μὲν τῷ ἀορίστῳ ἄδηλόν ἐστιν, εἴτε ἄρτι ἐπληρώθη τὸ πρᾶγμα, εἴτε130

131

πρὸ πολλοῦ· τὸ γὰρ ἔτυψα ἄδηλόν ἐστιν εἴτε ἄρτι εἴτε πάλαι· ἐν δὲ τῷ παρακειμένῳ δῆλόν ἐστιν ὡς ἄρτι ἐπληρώθη τὸ πρᾶγμα, τὸ γὰρ τέτυφα τὸ ἄρτι πληρωθὲν δηλοῖ· ὡσαύτως δὲ καὶ ἐν τῷ ὑπερσυντελίκῳ δῆλόν ἐστιν ὅτι πάλαι ἐπληρώθη τὸ πρᾶγμα, τὸ γὰρ ἐτετύφειν τὸ πρὸ
5πολλοῦ πληρωθὲν δηλοῖ· ὅθεν καὶ ὁ ἀόριστος, ὡς εἴρηται, προσλαμβά‐ νων μὲν τὸ ἄρτι ἰσοδυναμεῖ τῷ παρακειμένῳ, τὸ γὰρ ἔτυψα ἄρτι ἐν ἴσῳ ἐστὶ τῷ τέτυφα· προσλαμβάνων δὲ τὸ πάλαι ἰσοδυναμεῖ τῷ ὑπερ‐ συντελίκῳ, τὸ γὰρ ἔτυψα πάλαι ἐν ἴσῳ ἐστὶ τῷ ἐτετύφειν· εὐλόγως οὖν ὡς κατὰ αὐτὴν τὴν σημασίαν ἔχων ὁ ἀόριστος τὴν διαφορὰν πρὸς
10τὸν παρακείμενον καὶ ὑπερσυντέλικον ἴδιος χρόνος ἐκλήθη. Πᾶς τοίνυν δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς ω κεκλι‐ μένος συνάρχεται μὲν τῷ πρώτῳ ἀορίστ, εἰς ον δὲ λήγει. Ἐνταῦθα τὸν δεύτερον ἀόριστον κανονίζει· καὶ ἰστέον ὅτι ὁ δεύτερος ἀόριστος συνάρχεται τῷ πρώτῳ ἀορίστῳ, οἷον ἔτυψα ἔτυπον, ἔκειρα
15ἔκαρον, ἔφθειρα ἔφθαρον, ἔρραψα ἔρραφον, ἡμάρτησα ἥμαρτον, ὠλί‐ σθησα ὤλισθον. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πᾶς δεύτερος ἀόρι‐ στος ἐνεργητικὸς ὁριστικὸς πρώτου προσώπου ἑνικοῦ εἰς ν λήγει, καὶ πρὸ τοῦ ν ἀπὸ τῶν εἰς ω ῥημάτων ὑπάρχων, εἴτε ἀπὸ βαρυτόνων εἴτε ἀπὸ περισπωμένων, βραχυκαταληκτεῖ, τουτέστι πρὸ τοῦ ν τὸ ο
20ἔχει, οἷον τύπτω ἔτυπον, λήβω ἔλαβον, δήκω ἔδακον, μήθω ἔμαθον, φήγω ἔφαγον, νύσσω ἔνυγον, λείπω ἔλιπον, μυκῶ ἔμυκον, δουπῶ ἔδου‐ πον, ὀλισθῶ ὤλισθον, χραισμῶ ἔχραισμον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον· πρόσκειται «ἀπὸ τῶν εἰς ω ῥημάτων ὑπάρχων» διὰ τοὺς ἀπὸ τῶν εἰς μι δευτέρους ἀορίστους· οὗτοι γὰρ οὔτε βραχυκατα‐
25ληκτοῦσιν οὔτε εἰς ον λήγουσιν, ἀλλὰ καὶ μακροκαταληκτοῦσι καὶ διά‐ φορον ἔχουσι τὴν κατάληξιν· ποτὲ μὲν 〈γὰρ〉 εἰς ων λήγουσι διὰ τοῦ ω, οἷον ἔγνων ἐβίων ἥλων, ποτὲ δὲ εἰς ην, οἷον ἔστην ἔθην ἔβην ἔφην, ποτὲ δὲ εἰς υν ἐκτεταμένου τοῦ υ, οἷον ἔφυν ἔδυν ἔκλυν (ἀφ’ οὗ τὸ κλῦθι). Ταῦτα μὲν ἐν τούτοις.
30 Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος πρὸ τῆς ον συλλαβῆς τὸ σύμφω‐ νον ἔχει τοῦ μέσου παρακειμένου, ἤγουν τὸ ὂν πρὸ τοῦ α ἐν τῷ μέσῳ παρακειμένῳ. Ἔστι δὲ εἰπεῖν ταῦτα, ἃ εἰρήκαμεν ἐν τῷ μέσῳ παρακει‐ μένῳ, ὅτι εἰ μὲν ὁ ἐνεστὼς δι’ ἑνὸς ἁπλοῦ συμφώνου ἐκφέρεται, δι’ ἐκείνου καὶ ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος ἐκφέρεται,
35οἷον λείπω λέλοιπα ἔλιπον, πήθω 〈πέπονθα〉 ἔπαθον, κείρω κέκορα ἔκαρον, φθείρω ἔφθορα ἔφθαρον, σπείρω ἔσπορα ἔσπαρον, πλέκω πέπλοκα ἔπλακον (ἐξ οὗ καὶ τὸ ἐπλάκην)· εἰ δὲ ὁ ἐνεστὼς διὰ δύο
συμφώνων ἐκφέρεται, δι’ οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου131

132

καὶ ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος ἐκφέρεται, οἷον σκάπτω σκαφή καὶ ἀποσκαφή (τὸ ἀποσκάψαι) ἔσκαφα καὶ ἔσκαφον (ἐξ οὗ τὸ ἐσκάφην), ῥάπτω ῥαφή ἔρραφα καὶ ἔρραφον (ἐξ οὗ τὸ ἐρρά‐ φην), τύπτω τύπος τέτυπα καὶ ἔτυπον, βλάπτω βλάβη βέβλαβα καὶ
5ἔβλαβον (ἐξ οὗ τὸ ἐβλάβην), κόπτω κοπή κέκοπα καὶ ἔκοπον (ἐξ οὗ τὸ ἐκόπην). Εἰ δὲ διὰ τοῦ ζ ἢ διὰ δύο σς ἐκφέρεται ὁ ἐνεστώς, τότε ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος ἀκολουθήσει τῷ μέλ‐ λοντι· καὶ εἰ μὲν ὁ μέλλων διὰ τοῦ ξ ἐστίν, ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος διὰ τοῦ γ ἐκφέρεται, οἷον νύσσω νύξω νένυγα καὶ
10ἔνυγον (ἐξ οὗ τὸ ἐνύγην), πλήσσω πλήξω πέπληγα καὶ ἔπλαγον (ἐξ οὗ τὸ ἐπλάγην καὶ κατεπλάγην), πήσσω πήξω πέπηγα καὶ ἔπαγον (ἐξ οὗ τὸ ἐπάγην), σφάζω σφάξω ἔσφαγα καὶ ἔσφαγον (ἐξ οὗ τὸ ἐσφάγην), κράζω κράξω κέκραγα καὶ ἔκραγον (ἐξ οὗ τὸ ἐκράγην)· εἰ δὲ ὁ μέλλων διὰ τοῦ ς 〈ἐστίν〉, ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος διὰ
15τοῦ δ ἐκφέρεται, οἷον χάζω χάσω κέχαδα 〈καὶ〉 ἔχαδον, φράζω φράσω πέφραδα καὶ ἔφραδον. Εἰ δὲ ὁ ἐνεστὼς διὰ δύο ἀμεταβόλων ἐκφέρε‐ ται, διὰ τοῦ πρώτου ἀμεταβόλου καὶ ὁ μέσος παρακείμενος καὶ ὁ δεύ‐ τερος ἀόριστος ἐκφέρεται, οἷον κάμνω κέκαμα καὶ ἔκαμον, τέμνω τέτομα καὶ ἔταμον, δάμνω (σημαίνει δὲ τὸ δαμάζω) δέδαμα καὶ ἔδαμον
20(ἐξ οὗ τὸ ἐδάμην)· ἐκ τούτου πιθανεύονταί τινες λέγοντες, ὅτι τοῦ τίλλω καὶ πάλλω καὶ τῶν ὁμοίων τὸ δεύτερον ἀμετάβολον ἀπεβλήθη ἐν τῷ τέτιλα καὶ ἔτιλον καὶ πέπαλα καὶ ἔπαλον μέσῳ παρακειμένῳ καὶ δευτέρῳ ἀορίστῳ, οἳ καὶ ἀνατρέπονται, ὥς που εἰρήκαμεν ἐν τῷ μέσῳ παρακειμένῳ. Εἰ δὲ ὁ ἐνεστὼς διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, καὶ ὁ
25μέσος παρακείμενος διὰ καθαροῦ τοῦ α ἐκφέρεται καὶ ὁ δεύτερος ἀόρι‐ στος διὰ καθαροῦ τοῦ ον, οἷον κίω (σημαίνει δὲ τὸ πορεύομαι) κέκια καὶ ἔκιον, ὡς παρὰ τῷ ποιητῇ 〈Μ 138〉 ἔκιον μεγάλῳ ἀλαλητῷ, δίω δέδια καὶ ἔδιον, καίω κέκηα καὶ ἔκαον (ἐξ οὗ τὸ ἐκάην), πίω πέπια καὶ ἔπιον, εἴω (τὸ πορεύομαι) καὶ ὁ μέσος παρακείμενος εἶα, καὶ κατ’
30ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς τὸ η καὶ κατὰ διάστασιν τοῦ ι ἤϊα, οἷον 〈δ 433〉 ἤϊα πολλὰ θεοὺς γουνούμενος, καὶ λοιπὸν ὁ δεύτερος ἀόριστος ἴον διὰ τοῦ ι 〈τῷ〉 λόγῳ τῆς παραληγούσης, ὥσπερ εἴδω
ἴδον, οἷον 〈ψ 40〉 οὐκ ἴδον, οὐ πυθόμην· ὅτι γὰρ δευτέρου ἀορί‐132

133

στου ἐστὶ τὸ ἔπιον καὶ ἔκιον καὶ ἴον, δηλοῦσιν αἱ μετοχαὶ αὐτῶν ὀξυ‐ νόμεναι, οἷον πιών κιών ἰών, ἐξ οὗ τὸ συνιών καὶ ἀπιών καὶ παριών καὶ ἐπιών καὶ προσιών· αἱ γὰρ εἰς ων ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσίν, οἷον ἔλαβον λαβών, ἔφαγον φαγών, ἔδραμον δραμών,
5ἔλιπον λιπών, ἔδακον δακών, ἔπαθον παθών, ἔτυχον τυχών, ἔτυπον τυπών. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τῆς ποσότητος τῶν συλλαβῶν ἔστιν εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ τῷ πρώτῳ ἀορίστῳ ὁ δεύτερος ἀόρι‐ στος, οἷον τύπτω ἔτυψα ἔτυπον, ῥάπτω ἔρραψα ἔρραφον, νύσσω ἔνυξα
10ἔνυγον, γράφω ἔγραψα ἔγραφον (ἐξ οὗ τὸ ἐγράφην)· ἀπὸ δὲ περι‐ σπωμένων θεμάτων μιᾷ αὐτοῦ ἐνδεῖ ὁ δεύτερος ἀόριστος, οἷον δουπῶ ἐδούπησα ἔδουπον, μυκῶ ἐμύκησα ἔμυκον, χραισμῶ ἐχραίσμησα ἔχραισμον, ὀλισθῶ ὠλίσθησα ὤλισθον, καὶ τοῦτο εἰκότως· ὅτε γὰρ ὁ μέλλων περιττο‐ συλλαβεῖ τοῦ ἐνεστῶτος, τότε καὶ ὁ πρῶτος ἀόριστος ἐκ τοῦ μέλλοντος
15κανονιζόμενος 〈περιττοσυλλαβεῖ〉 τοῦ δευτέρου ἀορίστου τοῦ ἐκ τοῦ ἐνε‐ στῶτος κανονιζομένου, 〈οἷον〉 χραισμῶ χραισμήσω ἐχραίσμησα ἔχραισμον, ὀλισθῶ ὀλισθήσω ὠλίσθησα ὤλισθον, κτυπῶ κτυπήσω ἐκτύπησα ἔκτυπον, δουπῶ δουπήσω ἐδούπησα ἔδουπον· ὅτε δὲ ὁ μέλλων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, τότε καὶ ὁ πρῶτος ἀόριστος ἐκ τοῦ μέλλοντος κανονιζόμενος
20ἰσοσυλλαβεῖ τῷ δευτέρῳ ἀορίστῳ τῷ ἐκ τοῦ ἐνεστῶτος κανονιζομένῳ, οἷον τύπτω τύψω ἔτυψα ἔτυπον, γράφω γράψω ἔγραψα ἔγραφον, ῥάπτω ῥάψω ἔρραψα ἔρραφον, κείρω κερῶ ἔκειρα ἔκαρον. Ἕτεροι δὲ λέγουσιν, ὅτι εὐλόγως ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ ὁ δεύ‐ τερος ἀόριστος τῷ πρώτῳ ἀορίστῳ, ἀπὸ δὲ περισπωμένων μιᾷ αὐτοῦ
25ἐνδεῖ, ἐπειδὴ συγγένειαν ἔχει ὁ πρῶτος ἀόριστος πρὸς τὸν πρῶτον μέλλοντα, καὶ ὁ δεύτερος ἀόριστος πρὸς τὸν δεύτερον μέλλοντα· καὶ γὰρ ὁ μὲν πρῶτος ἀόριστος ἐκ τοῦ πρώτου μέλλοντος κανονίζεται, ὁ δὲ δεύτερος μέλλων ἐκ τοῦ δευτέρου ἀορίστου· ἐπειδὴ οὖν ἡνίκα βαρύ‐ νεται τὸ θέμα, ὁ πρῶτος μέλλων καὶ ὁ δεύτερος μέλλων ἰσοσυλλαβοῦσιν,
30οἷον τύπτω τύψω τυπῶ, κείρω κερῶ καρῶ, τούτου χάριν καὶ ὁ πρῶτος ἀόριστος καὶ ὁ δεύτερος ἰσοσυλλαβοῦσιν, οἷον ἔτυψα ἔτυπον, ἔκειρα ἔκαρον· ἐπειδὴ 〈δὲ〉 ἡνίκα περισπᾶται τὸ θέμα ἤγουν ὁ ἐνεστώς, ἐνδεῖ μιᾷ συλλαβῇ ὁ δεύτερος μέλλων τοῦ πρώτου μέλλοντος, οἷον κτυπῶ κτυπήσω κτυπῶ, δουπῶ δουπήσω δουπῶ, τούτου χάριν τότε καὶ ὁ δεύ‐
35τερος ἀόριστος ἐνδεῖ μιᾷ συλλαβῇ τοῦ πρώτου ἀορίστου, οἷον ἐκτύπησα ἔκτυπον, ἐδούπησα ἔδουπον. Διακρίνεται δὲ ὁ κτυπῶ καὶ δουπῶ μέλ‐ λων ἐκ τοῦ κτυπῶ καὶ δουπῶ ἐνεστῶτος, ὅτι ὁ μὲν δεύτερος μέλλων οὐκ ἔχει ἐντέλειαν, ὁ δὲ ἐνεστὼς ἔχει ἐντέλειαν, οἷον κτυπέω δουπέω.
Ταῦτα μὲν ἐν τούτοις.133

134

Ἰστέον δὲ ὅτι ἡ πρώτη ἐστὶν αἰτία κρείττων ἡ ἐκ τοῦ μέλλοντος καὶ ἐνεστῶτος· εἰ γὰρ ἐκ τοῦ 〈πρώτου〉 μέλλοντος κανονίζεται ὁ πρῶ‐ τος ἀόριστος, ἀλλ’ οὖν ὁ δεύτερος ἀόριστος ἐκ τοῦ δευτέρου μέλλοντος οὐ κανονίζεται, ἵνα ἀκολουθήσῃ αὐτῷ, ἀλλ’ ἐκ τοῦ ἐνεστῶτος, τοὐναν‐
5τίον δὲ ὁ δεύτερος μέλλων ἐκ τοῦ δευτέρου ἀορίστου κανονίζεται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πολλάκις συνεμπίπτουσιν ἀλλήλοις ὁ παρατατικὸς καὶ ὁ δεύτερος ἀόριστος, ὡς ἐπὶ τοῦ ἔγραφον καὶ ἔλεγον· δεῖ γὰρ γινώσκειν, ὅτι ταῦτα καὶ παρατατικοῦ εἰσι καὶ δευτέρου ἀορίστου· καὶ
10παρατατικοῦ μέν, ὡς δηλοῖ ἡ μετοχὴ ἡ γράφων, ὡς ἀπὸ βαρυτόνων θεμάτων, ὥσπερ ἔτυπτον τύπτων, ἔκοπτον κόπτων· εἰ γὰρ ἦσαν δευ‐ τέρου ἀορίστου, ὀξύνεσθαι ὤφειλεν ἡ μετοχή· αἱ γὰρ εἰς ων μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται, οἷον τυπών δραμών λαβών φαγών πιών δακών παθών τυχών λαχών, χωρὶς τοῦ πέφνων, ὅπερ βαρύνεται
15ὁμοίως τῷ τέμνων καὶ κάμνων· δευτέρου δὲ ἀορίστου εἰσὶ τὸ ἔγραφον καὶ ἔλεγον, ὡς δηλοῖ ὁ ἐγράφην καὶ ἐλέγην παθητικὸς δεύτερος ἀόρι‐ στος· ὁ γὰρ παθητικὸς δεύτερος ἀόριστος ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ ο εἰς η, οἷον ἔτυπον ἐτύπην, ἔγρα‐ φον ἐγράφην, ἔσταλον ἐστάλην, ἔνυγον ἐνύγην, ἔκαον ἐκάην. Ταῦτα
20μὲν ἐν τούτοις. Περὶ δὲ τῆς παραληγούσης τοῦ δευτέρου ἀορίστου ἔστιν εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ὑπάρχων ὁ δεύτερος ἀόριστος βρα‐ χείᾳ θέλει παραλήγεσθαι, οἷον τύπτω ἔτυπον, πείθω ἔπιθον (ἐξ οὗ τὸ πιθεῖν ἀπαρέμφατον, ὥσπερ λαβεῖν, καὶ κατὰ ἀναδιπλασιασμὸν πεπιθεῖν,
25〈Ι 184〉 ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο), τεύχω ἔτυχον, ἐλεύθω ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον, λήβω ἔλαβον, λήκω ἔλακον, δήκω ἔδακον, φήγω ἔφαγον, μήθω ἔμαθον, πήθω ἔπαθον, λήχω ἔλαχον, τήκω ἔτακον (ἐξ οὗ τὸ ἐτάκην), πρήθω ἔπραθον (ἐξ οὗ τὸ ἐπράθην), τρώγω ἔτραγον, φεύγω ἔφυγον, καίω ἔκαον (ἐξ οὗ τὸ
30ἐκάην)· ἀπὸ δὲ περισπωμένων ἀδιαφορεῖ ἡ παραλήγουσα πῇ μὲν συστελ‐ λομένη, οἷον μυκῶ ἔμυκον, κτυπῶ ἔκτυπον, πῇ δὲ φυλαττομένη μακρά, οἷον ὀλισθῶ ὤλισθον, χραισμῶ ἔχραισμον, δουπῶ ἔδουπον. Καὶ ζητεῖ ὁ Φιλόπονος, διατί ποτὲ μὲν συστέλλεται ἡ παραλήγουσα τοῦ δευ‐ τέρου ἀορίστου ἐπὶ τῶν περισπωμένων, ποτὲ δὲ φυλάττεται μακρά·
35καὶ λέγει, ὅτι τὰ ἔχοντα δύο σύμφωνα μακρὰν φυλάττουσι τὴν παρα‐
λήγουσαν ἐν τῷ δευτέρῳ ἀορίστῳ ἐπὶ τῶν περισπωμένων, οἷον χραισμῶ134

135

ἔχραισμον, ὀλισθῶ ὤλισθον, βλαστῶ ἔβλαστον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον, τὰ δὲ μὴ ἔχοντα δύο σύμφωνα συστέλλουσι τὴν παραλήγου‐ σαν ἐν τῷ δευτέρῳ ἀορίστῳ ἐπὶ τῶν περισπωμένων, οἷον ληκῶ ἔλακον. Οὐκ ἀκριβῶς δὲ λέγει, ἰδοὺ γὰρ τὸ δουπῶ ἔδουπον μὴ ἔχον δύο σύμ‐
5φωνα ἐφύλαξε μακρὰν τὴν παραλήγουσαν. Πάλιν ζητοῦσι, διατί γὰρ τὰ ἔχοντα δύο σύμφωνα φυλάττουσι μακρὰν τὴν παραλήγουσαν ἐν τῷ δευτέρῳ ἀορίστῳ ἐπὶ τῶν περισπω‐ μένων, οἷον χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, τὰ δὲ μὴ ἔχοντα δύο σύμφωνα συστέλλουσι τὴν παραλήγουσαν τοῦ δευτέρου ἀορίστου ἐπὶ
10τῶν περισπωμένων, οἷον ληκῶ ἔλακον. Καὶ λέγουσί τινες, ὅτι εὐλόγως τὸ χραισμῶ καὶ τὸ ὀλισθῶ καὶ τὰ ὅμοια οὐ συστέλλουσι τὴν παρα‐ λήγουσαν ἐν τῷ ἔχραισμον καὶ ὤλισθον δευτέρῳ ἀορίστῳ, ἐπειδὴ οὐκ ἔχουσι τὴν μακρὰν κυρίως παραλήγουσαν· δυνάμει γὰρ προπαραλήγουσά ἐστιν· τὸ γὰρ ἐντελὲς χραισμέω καὶ ὀλισθέω. Ἀλλὰ κακῶς λέγουσιν·
15πρῶτον μὲν γὰρ εἰ καὶ ἡ ἐν τῷ ἐνεστῶτι μακρὰ οὐκ ἔστι κυρίως ἐν τῇ παραληγούσῃ, ἀλλὰ δυνάμει ἐν τῇ παραληγούσῃ ἐστίν, ἀλλ’ οὖν ἐν τῷ δευτέρῳ ἀορίστῳ τῷ ἔχραισμον καὶ ὤλισθον κυρίως ἐν τῇ παρα‐ ληγούσῃ ἐστὶ μακρά, καὶ ὤφειλε συσταλῆναι· δεύτερον δὲ κατὰ τὸν λόγον αὐτῶν οὔτε τὸ ληκῶ ὤφειλε συστεῖλαι τὴν παραλήγουσαν ἐν
20τῷ ἔλακον δευτέρῳ ἀορίστῳ, ἐπειδὴ δυνάμει μακρὰ ἐν τῇ προπαρα‐ ληγούσῃ ἐστὶ καὶ οὐκ ἐν τῇ παραληγούσῃ, ληκέω γάρ ἐστι τὸ ἐντελές. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὁ δεύτερος ἀόριστος, ἡνίκα μὲν ᾖ ἀπὸ βαρυτόνων θεμάτων, πάντως βραχείᾳ παραλήγεται, οἷον τύπτω
25ἔτυπον, τρώγω ἔτραγον, λείπω ἔλιπον, λήβω ἔλαβον, μήθω ἔμαθον, δήκω ἔδακον, ἡνίκα δὲ ᾖ ἀπὸ περισπωμένων θεμάτων, οὐ πάντως βρα‐ χείᾳ παραλήγεται, ἀλλ’ ἔστιν ὅτε καὶ μακρᾷ, οἷον χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, δουπῶ ἔδουπον· πρόσκειται «οὐ πάντως βραχείᾳ παραλήγεται, ἀλλ’ ἔστιν ὅτε καὶ μακρᾷ» καὶ οὐκ «ἀεὶ μακρᾷ», ἐπειδὴ
30ἔστιν ὅτε καὶ βραχείᾳ παραλήγεται, οἷον μυκῶ ἔμυκον, ληκῶ ἔλακον, κτυπῶ ἔκτυπον. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· εἰ παρε‐ λήγετο μακρᾷ ὁ δεύτερος ἀόριστος, ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων, ἤμελλε κατὰ πάντα συνεμπίπτειν τῷ παρατατικῷ, καὶ οὐδεμία διαστολὴ ἦν τοῦ δευτέρου ἀορίστου καὶ τοῦ παρατατικοῦ· καὶ γὰρ ὁ παρατατι‐
35κὸς συνάρχεται ἀεὶ τῷ δευτέρῳ ἀορίστῳ, ἔτι δὲ ἡνίκα βαρύνεται τὸ
θέμα, καὶ τὴν αὐτὴν λήγουσαν ἔχουσιν οἱ δύο χρόνοι, οἷον ἔλειπον καὶ135

136

ἔλιπον, ἔπειθον καὶ ἔπιθον, ἔτρωγον καὶ ἔτραγον, ἔτυπτον καὶ ἔτυπον· 〈εἰ δὲ〉 καὶ τὴν παραλήγουσαν ὀφείλουσι φυλάττειν καὶ μὴ συστέλλειν ἐν τῷ δευτέρῳ ἀορίστῳ, 〈ὡσ〉 παρατατικὸς σχεδὸν εὑρίσκεται ὁ δεύτερος ἀόριστος, καὶ οὖκ ἦν τι τὸ διακρῖνον τὸν δεύτερον ἀόριστον καὶ τὸν
5παρατατικόν· τούτου οὖν χάριν ἡνίκα ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύ‐ τερος ἀόριστός ἐστιν, συστέλλει τὴν παραλήγουσαν. Ἡνίκα δὲ ἀπὸ περισπωμένων θεμάτων ἐστὶν ὁ δεύτερος ἀόριστος, 〈οὐκ〉 ἀναγκάζεται πάντως συστέλλειν τὴν παραλήγουσαν, ἐπειδὴ εἰ καὶ μὴ συστέλλει τὴν παραλήγουσαν, ἱκανή ἐστιν ἡ λήγουσα διαστολὴν ποιήσασθαι τοῦ παρα‐
10τατικοῦ καὶ τοῦ δευτέρου ἀορίστου· καὶ γὰρ ἐπὶ τῶν περισπωμένων ὁ μὲν παρατατικὸς μακροκαταληκτεῖ, οἷον δουπῶ ἐδούπουν, χραισμῶ ἐχραίσμουν, ὀλισθῶ ὠλίσθουν, μυκῶ ἐμύκων, ὁ δὲ δεύτερος ἀόριστος βραχυκαταληκτεῖ, οἷον ἔχραισμον ἔδουπον ἔμυκον ὤλισθον· καθόλου γὰρ ὁ δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς ω ῥημάτων ὑπάρχων, εἴτε ἀπὸ
15βαρυτόνων θεμάτων εἴτε ἀπὸ περισπωμένων, βραχυκαταληκτεῖ, οἷον τύπτω ἔτυπον, λείπω ἔλιπον, τρώγω ἔτραγον, δουπῶ ἔδουπον, χραισμῶ ἔχραισμον· ὡς ἱκανῆς 〈οὖν〉 οὔσης τῆς ληγούσης ἐπὶ τῶν περισπω‐ μένων διαστολὴν ποιήσασθαι τοῦ παρατατικοῦ καὶ τοῦ δευτέρου ἀορί‐ στου, οὐκ ἀναγκάζεται πάντως ἡ παραλήγουσα τοῦ δευτέρου ἀορίστου
20συσταλῆναι, ἡνίκα ἐστὶν ἀπὸ περισπωμένων θεμάτων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος, εἴτε ἀπὸ βαρυτόνων θεμάτων ὑπάρχει εἴτε ἀπὸ περισπωμένων, βραχείᾳ θέλει παραλήγεσθαι, οἷον λείπω ἔλιπον, τρώγω ἔτραγον, λήβω ἔλαβον, κτυπῶ ἔκτυπον, μυκῶ
25ἔμυκον· τὰ γὰρ φυλάττοντα τὴν παραλήγουσαν μακρὰν ἐν τῷ δευτέρῳ ἀορίστῳ εὐαρίθμητα· εἰσὶ δὲ ταῦτα χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, βλαστῶ ἔβλαστον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον, καὶ κατὰ ὑπερ‐ βιβασμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ β ἤμβρο‐ τον. Τὸ δὲ β ἐπλεόνασεν, ἐπειδὴ τὸ μ πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει
30δύναται εἶναι οὔτε ἐν διαστάσει· ἐν συλλήψει μέν, ἐπειδὴ ἀμετάβολον ἀμεταβόλου οὐδέποτε προηγεῖται 〈κατὰ σύλληψιν〉, οἷον ἅρμα ἔρνος ἅλμη, εἰ μὴ τὸ μ τοῦ ν, οἷον μνᾶ μνημεῖον· ἐν διαστάσει δὲ οὐκ ἠδύ‐ νατο εἶναι τὸ μ πρὸ τοῦ ρ, ἐπειδὴ τὸ ρ οὐ θέλει ἔχειν πρὸ ἑαυτοῦ ἕτερον σύμφωνον κατὰ διάστασιν, εἰ μὴ αὐτὸ τὸ ρ, οἷον ἔρραπτον
35ἔρραφον ἔρραγον ἐπίρρημα ὑποδηματορράφος ἄρρωστος· πρόσκειται
«κατὰ διάστασιν», ἐπειδὴ ἕτερα σύμφωνα εὑρίσκονται προηγούμενα τοῦ136

137

ρ κατὰ σύλληψιν, οἷον δρῶ κρέας Τρώς γραῦς βρέχω. Δεῖ προσθεῖναι «χωρὶς τῶν ἀπὸ τῆς πρός εἴς ἔξ δύς»· ἐπὶ τούτων γὰρ εὑρίσκονται ἕτερα σύμφωνα προηγούμενα τοῦ ρ κατὰ διάστασιν, οἷον δύσριγος δύσροια πρόσριψις ἐκρεῦσαι. Ἐπειδὴ οὖν, ὡς δέδεικται, οὐκ ἠδύνατο
5τὸ μ πρὸ τοῦ ρ εἶναι οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν, ἐξ ἀνάγκης ἐπλεόνασε τὸ β ἐν τῷ ἤμβροτον. Ἔστι καὶ τὸ δουπῶ ἔδουπον μακρᾷ παραληγόμενον, καὶ τὸ τέρπω ἔταρπον καὶ [ἔτραπον πρὸς διά‐ φορον σημαινόμενον· ἀπὸ μὲν τοῦ τέρπω τὸ ἔταρπον, ἐξ οὗ τὸ 〈ubi?〉 ταρπήμεναι ἄμφω, ἀπὸ δὲ τοῦ τρέπω τὸ ἔτραπον, ἐξ οὗ τὸ ἐτρά‐
10πην] πλήσσω ἔπληγον καὶ ἔπλαγον πρὸς διάφορον σημαινόμενον· ὁ γὰρ πλήσσων ἢ ὁ πλησσόμενος ἢ σωματικῶς πλήσσεται ἢ ψυχικῶς, καὶ εἰ μὲν σωματικῶς, ἔπληγον διὰ τοῦ η, ἐξ οὗ καὶ τὸ ἐπλήγην, εἰ δὲ ψυχικῶς, ἔπλαγον διὰ τοῦ α, ἐξ οὗ τὸ ἐπλάγην καὶ κατεπλάγην. Ἀμέλει ὁ ποιητὴς ἐπειδὴ ἐπὶ τῆς ψυχικῆς διαθέσεως κατεπλήγη εἶπε διὰ τοῦ
15η διὰ τὴν ἀνάγκην τοῦ μέτρου, τούτου χάριν προσέθηκε τὸ φίλον ἦτορ, 〈Γ 31〉 κατεπλήγη φίλον ἦτορ, ἵνα μὴ διὰ τὴν γραφὴν τοῦ η νομισθῇ ἐπὶ τῆς σωματικῆς διαθέσεως κεῖσθαι. Τὸ αὐτὸ δὲ λέγουσι καὶ ἐπὶ τοῦ πονῶ πονήσω καὶ πονέσω· ὁ γὰρ πονῶν ἢ σωματικῶς πονεῖ ἢ ψυχικῶς, καὶ εἰ μὲν σωματικῶς, πονέσω διὰ τοῦ ε, εἰ δὲ
20ψυχικῶς, πονήσω διὰ τοῦ η· διὰ τοῦτο σημειούμεθα παρὰ Ἀριστοφάνει 〈τὸ〉 〈Pac. 820〉 ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη, ἐπειδὴ σωματικῶς λεχθὲν διὰ τοῦ η προηνέχθη. Ἔστι καὶ τὸ δέρθω ἔδαρθον μακρᾷ παραληγόμενον, ὅπερ γίνεται κατὰ ὑπερβιβασμὸν ἔδραθον (σημαί‐ νει δὲ τὸ ἐκοιμήθην)· ἔστι δὲ καὶ τὸ ἔπεφνον· τοῦτο δὲ σχηματίζεται
25τοῦτον τὸν τρόπον· ἀπὸ τοῦ φῶ (τοῦ σημαίνοντος τὸ φονεύω) γίνεται φένω διὰ τοῦ ε, καὶ ἔφενον καὶ ἐπέφενον, καὶ κατὰ συγκοπὴν ἔπεφνον· τοῦτο δὲ ἄφωνον ἔχει πρὸ ἀμεταβόλου καὶ τῷ λόγῳ τῆς κοινῆς ἀντὶ βραχείας παραλαμβάνεται· ἔστι καὶ τὸ ἐνέγκω ἤνεγκον· ὅτι γὰρ τὸ ἤνεγκον δευτέρου ἀορίστου ἐστίν, δηλοῖ ἡ μετοχὴ ἐνεγκών οὖσα ὀξυ‐
30τόνως· αἱ γὰρ εἰς ων ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσίν, οἷον ἔφαγον φαγών, ἔλαβον λαβών, ἔδραμον δραμών. Ἔστι καὶ τὸ ἅδε (τὸ σημαῖνον τὸ ἤρεσε)· τούτου δὲ τὸ α ποτὲ μὲν ἐκτείνεται, ποτὲ δὲ συστέλλεται· γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔστιν ἥδω (ἐξ οὗ τὸ ἥδο‐ μαι), τούτου ὁ δεύτερος ἀόριστος λόγῳ μὲν παραληγούσης γίνεται ἅδον
35διὰ τοῦ α, ἐξ οὗ τὸ 〈Μ 80〉 ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων, ὥσπερ λήβω ἔλαβον, μήθω ἔμαθον, δήκω ἔδακον, λόγῳ δὲ ἀρχούσης γίνεται ἧδον διὰ τοῦ η καὶ ἧδε, καὶ κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α γίνεται ἕαδε, ὥσπερ ἥλω ἑάλω· ἔστι καὶ τὸ δέρκω ἔδαρκον, ὅπερ γίνεται κατὰ ὑπερβιβασμὸν ἔδρακον· ἔστι καὶ τὸ πέρθω ἔπαρθον, ὅπερ
40γίνεται κατὰ ὑπερβιβασμὸν ἔπραθον· τοῦτο δὲ γίνεται καὶ ἀπὸ τοῦ137

138

πρήθω (ὅπερ σημαίνει τὸ καίω), ὥσπερ ἀπὸ τοῦ λήβω ἔλαβον καὶ μήθω ἔμαθον καὶ φήγω ἔφαγον. Ἔστι καὶ τὸ ἔειπον καὶ τὸ ἔειδον· δεῖ γὰρ γινώσκειν, ὅτι τὸ εἶπον καὶ εἶδον κατὰ πλεονασμὸν τοῦ ε γίνεται ἔειπον καὶ ἔειδον, ὡς τὸ 〈ubi?〉 καὶ τότε δὴ μετέειπεν· ἔστι καὶ τὸ
5κακέμφατον τὸ ἔπαρδον μακρᾷ παραληγόμενον, ὡς ἀπὸ τοῦ πέρδω (ἐξ οὗ τὸ πέρδομαι), ἔπαρδον καὶ ἀπέπαρδον. Τὸ ἦλθον καὶ εὗρον λόγῳ ἀρχούσης ἔχουσι τὴν μακράν· ἐπειδὴ γὰρ ταῦτα δισύλλαβά εἰσι καὶ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ τῆς ἀρχούσης ἔσχον τὴν μακράν, καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης.
10Γέγονε δὲ τὸ ἦλθον τοῦτον τὸν τρόπον· ὥσπερ ἀπὸ τοῦ φεύγω γέγονεν ἔφυγον καὶ ἀπὸ τοῦ τεύχω ἔτυχον, οὕτω καὶ ἀπὸ τοῦ ἐλεύθω γέγονεν ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον· ὡσαύτως δὲ καὶ τὸ εἶπον, ὡς ἀπὸ τοῦ ἔπω γενόμενον, λόγῳ ἀρχούσης ἔσχε τὴν μακράν· τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται, οἷον ἔχω εἶχον,
15ἕλκω εἷλκον, ἢ τρέπεται εἰς η, οἷον ἑρμηνεύω ἡρμήνευον, ἐλαύνω ἤλαυνον· οὐ δυνάμεθα δὲ λέγειν, ὅτι ἐν τῷ εἶπον δευτέρῳ ἀορίστῳ λόγῳ παραληγούσης προσῆλθε τὸ ι, ἐπειδή, ὡς εἰρήκαμεν, ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύτερος ἀόριστος, βραχείᾳ θέλει παραλήγεσθαι, οἷον ἔτυπον ἔνυγον ἔλαβον ἔμαθον. Ἀλλ’ ἴσως ἔχεις εἰπεῖν, ὅτι εἰ
20ἄρα λόγῳ ἀρχούσης προσῆλθε τὸ ι ἐν τῷ εἶπον δευτέρῳ ἀορίστῳ, διατί μὴ ἀπέβαλεν αὐτὸ καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, εἴ γε λόγος ἐστὶν ὁ λέγων, ὅτι τὰ λόγῳ ἀρχούσης χρονικῶς ἢ συλλα‐ βικῶς προσερχόμενα τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις ἀποβάλλονται καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, 〈οἷον〉 ἔτυπτον
25τύπτων τύπτειν τύπτε τύπτοιμι ἐὰν τύπτω, ᾔτουν αἰτῶν αἰτεῖν αἴτει αἰτοῖμι ἐὰν αἰτῶ, ἔτυψα τύψας τύψαι τύψον τύψαιμι ἐὰν τύψω, ἠλέησα ἐλεήσας ἐλεῆσαι ἐλέησον ἐλεήσαιμι ἐὰν ἐλεήσω, ἔλαβον λαβών λαβεῖν λάβοιμι λαβέ ἐὰν λάβω, ἦλθον ἐλθών ἐλθεῖν ἔλθοιμι ἐλθέ ἐὰν ἔλθω· πρόσκειται [καὶ] «τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις» διὰ τὸν παρα‐
30κείμενον· οὗτος γὰρ οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς αὐτὴν ἀποβάλλει οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, 〈οἷον〉 τέτυφα τετυφώς τετυφέναι τετύφοιμι τέτυφε σύ ἐὰν τετύφω, ἠλέηκα ἠλεηκώς ἠλεηκέναι ἠλεήκοιμι ἠλέηκε σύ ἐὰν ἠλεήκω· εἰ ἄρα οὖν τὸ εἶπον λόγῳ ἀρχούσης προσέλαβε τὸ ι, πῶς
35οὐκ ἀποβάλλει αὐτὸ οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλί‐ σεσιν; εἰπών γὰρ καὶ εἰπεῖν καὶ εἴποιμι καὶ εἰπέ καὶ ἐὰν εἴπω. Καὶ
λέγουσί τινες, ὅτι διὰ τοῦτο ἡ εἰπών μετοχὴ οὐκ ἀποβάλλει τὸ ι καὶ138

139

γίνεται ἐπών, ἵνα μὴ συνεμπέσῃ τῇ ἐπών μετοχῇ τῇ σημαινούσῃ τὸ ὑπάρχων· ἔστι γὰρ ὤν, καὶ ἐν συνθέσει γίνεται ἐπών, ὥς περ συνών καὶ παρών. Κρεῖττον δέ ἐστιν εἰπεῖν τὴν αἰτίαν, ἥν φησιν ὁ Φιλόπονος, ὅτι διὰ τοῦτο οὐκ ἀποβάλλεται τὸ ι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν
5ταῖς λοιπαῖς ἐγκλίσεσι τοῦ εἶπον, ἐπειδὴ λόγος ἐστὶν ὁ λέγων, 〈ὅτι〉 πᾶς δεύτερος ἀόριστος, συναρχόμενος τῷ πρώτῳ ἀορίστῳ ἐν τῇ ὁριστικῇ ἐγκλίσει, συνάρχεται καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον ἔτυψα ἔτυπον, τύψαι τυπεῖν, τύψαιμι τύποιμι, τύψον τύπε, ἐὰν τύψω ἐὰν τύπω, τύψας τυπών, ὠλίσθησα ὤλισθον, ὀλισθῆσαι ὀλισθεῖν,
10ὀλισθήσαιμι ὀλίσθοιμι, ὀλίσθησον ὄλισθε, ἐὰν ὀλισθήσω ἐὰν ὀλίσθω, ὀλισθήσας ὀλισθών· εἰ ἄρα οὖν ὁ εἶπον δεύτερος ἀόριστος συνάρχεται ἐν τῇ ὁριστικῇ ἐγκλίσει τῷ εἶπα πρώτῳ ἀορίστῳ, ὁ δὲ εἶπα πρῶτος ἀόριστος οὐκ ἀποβάλλει τὸ ι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον εἴπας, 〈Callim. ep. 25 Sch〉 εἴπας ἥλιε χαῖρε, ἀντὶ
15τοῦ εἰπών, εἶπαι εἴπαιμι εἶπον, ὡς παρὰ Μενάνδρῳ 〈fragm. 891 Κ〉 εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, ἐὰν εἴπω, εἰκότως οὐδὲ ὁ εἶπον δεύτερος ἀόριστος ἀποβάλλει τὸ ι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ἵνα συνάρξηται τῷ πρώτῳ ἀορίστῳ καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ὥσπερ καὶ ἐν τῇ
20ὁριστικῇ ἐγκλίσει συνάρχεται αὐτῷ. Ὁ δὲ εἶπα πρῶτος ἀόριστος διὰ τοῦτο οὐκ ἀποβάλλει τὸ ι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ἐπειδή, ὡς ἐμάθομεν ἐν τῇ περὶ τοῦ πρώτου ἀορίστου διδα‐ σκαλίᾳ, προσέλαβε τὸ ι οὐ λόγῳ ἀρχούσης ἀλλὰ παραληγούσης· τὰ δὲ λόγῳ παραληγούσης προσερχόμενα οὐκ ἀποβάλλονται οὔτε ἐν ταῖς
25μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον κερῶ ἔκειρα κείρας κεῖραι κείραιμι κεῖρον ἐὰν κείρω· ἐνταῦθα 〈γὰρ〉 τὸ ι λόγῳ παραλη‐ γούσης προσῆλθε καὶ οὐκ ἀπεβλήθη οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ εἶδον γενόμενον ἀπὸ τοῦ εἴδω λόγῳ ἀρχούσης
30διὰ τῆς ει διφθόγγου γράφεται, οἷον 〈κ 194〉 εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών, λόγῳ δὲ παραληγούσης διὰ τοῦ ι γρά‐ φεται, οἷον 〈ψ 40〉 οὐκ ἴδον, οὐ πυθόμην. Ἰστέον δὲ ὅτι τὸ μὲν εἶδον ἐν μὲν τῇ ὁριστικῇ ἐγκλίσει παρὰ τοῖς ποιηταῖς, ἤγουν ἐν στίχῳ, καὶ διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ ι γράφεται, οἷον 〈ψ 40〉 οὐκ
35ἴδον, οὐ πυθόμην, καὶ 〈κ 194〉 εἶδον γὰρ σκοπιὴν εἰς παιπα‐139

140

λόεσσαν ἀνελθών, καὶ 〈cfr. α 118〉 Τηλέμαχος μνηστῆρσιν ἐφήμενος εἶδεν Ἀθήνην, ἀντὶ τοῦ ἐθεώρησε· παρὰ δὲ τοῖς ἰαμβο‐ γράφοις, ἤγουν ἐν ἰάμβῳ, καὶ ἐν ῥητορικῷ λόγῳ, ἤγουν ἐν πολιτικῷ, οὐ δεῖ διὰ τοῦ ι γράφειν αὐτὸ ἀλλὰ διὰ τῆς ει διφθόγγου μόνον· εἰ
5δὲ εὑρεθῇ παρὰ τοῖς τραγικοῖς διὰ τοῦ ι γραφόμενον τὸ ἴδον, οὐδὲν θαυμαστόν· οἱ γὰρ τραγικοὶ ποιητικαῖς λέξεσιν εἰώθασι κεχρῆσθαι· ὅτι γὰρ τὸ εἶδον ἐν πολιτικῷ λόγῳ διὰ τῆς ει διφθόγγου γράφεται, δῆλον εἴ γε οὐκ ἀναβιβάζει τὸν τόνον ἐν τῷ παρεῖδον καὶ συνεῖδον· εἰ γὰρ ἐγράφετο διὰ τοῦ ι, εἶχεν ἀναβιβάζειν τὸν τόνον, ὡς παρὰ τῷ ποιητῇ
10〈α 118〉 εἴσιδ’ Ἀθήνην. Ἐν δὲ ταῖς λοιπαῖς ἐγκλίσεσι καὶ ἐν ταῖς μετοχαῖς διὰ συνεσταλμένου τοῦ ι γράφεται μόνως, οἷον ἰδών ἰδεῖν ἴδοιμι ἰδέ ἐὰν ἴδω· καὶ ἐξ αὐτοῦ δὲ γινόμενος δεύτερος μέσος ἀόριστος ἐν μὲν τοῖς ὁριστικοῖς διφορεῖται, τουτέστι διὰ τοῦ ι γράφεται καὶ διὰ τῆς ει διφθόγγου, οἷον εἰδόμην καὶ ἰδόμην, ἐν δὲ ταῖς μετοχαῖς καὶ ἐν
15ταῖς λοιπαῖς ἐγκλίσεσι διὰ τοῦ ι μόνου γράφεται, οἷον ἰδέσθαι ἰδοίμην ἐὰν ἴδωμαι, οἷον 〈ν 215〉 ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήσω καὶ ἴδωμαι, καὶ ἰδόμενος ἡ μετοχή· τὸ γὰρ διὰ τῆς ει διφθόγγου γρα‐ φόμενον, οἷον 〈Ε 462〉 εἰδόμενος Ἀκάμαντι θοῷ, οὐκ ἀντίκειται, ἐπειδὴ οὐκ ἔστιν ἐπὶ τούτου τοῦ σημαινομένου, λέγω δὴ τοῦ θεωρήσας,
20ἀλλ’ ἐπὶ τοῦ ὁμοιωθείς· 〈καὶ〉 ἴδου τὸ προστακτικόν. Δεῖ δὲ γινώσκειν ὅτι τὸ προστακτικὸν τοῦ ἰδόμην, λέγω δὴ τὸ ἴδου, βαρύνεται· καὶ ξένον οὐδέν, εἴ γε καὶ τοῦτο βαρύνεται, τῶν προστακτικῶν τοῦ δευτέρου μέσου ἀορίστου ἔθος ἐχόντων περισπᾶσθαι, οἷον τυποῦ λαβοῦ νυγοῦ πυθοῦ· λέγει γὰρ ὁ Ἡρωδιανός, ὅτι τὰ προστακτικὰ τοῦ δευτέρου
25μέσου ἀορίστου οὐ πάντα περισπῶνται, καὶ παρατίθεται τὸ ἀφίκου βαρυ‐ νόμενον καὶ τὸ ἴδου. Λέγουσι δέ τινες, ὅτι διὰ τοῦτο οὐ περισπᾶται τὸ ἴδου προστακτικόν, ἵνα μὴ συνεμπέσῃ τῷ ἰδού δεικτικῷ ἐπιρρήματι· οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσιν· εἰ γὰρ καὶ τῇ φωνῇ συνέπιπτον, ἀλλ’ οὖν τῷ τόνῳ διεστέλλοντο· τὸ γὰρ ἰδού τὸ δεικτικὸν ἐπίρρημα ὀξύνε‐
30ται, τὸ δὲ ἰδοῦ τὸ προστακτικὸν περισπᾶσθαι εἶχεν, ὁμοίως τῷ τυποῦ λαβοῦ νυγοῦ. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ μάθωμεν, πῶς συστέλλεται ἐν τῷ δευτέρῳ ἀορί‐ στῳ ἡ παραλήγουσα. Ἰστέον ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι· ὅθεν ἐπὶ τοῦ τρώγω ἔτραγον τὸ ω εἰς τὸ α ἐτράπη,
35καὶ ἐπὶ τοῦ λήβω ἔλαβον τὸ η εἰς α τρέπεται ἐν τῷ δευτέρῳ ἀορίστῳ140

141

κατὰ τὴν παραλήγουσαν, εἰς α δὲ συστελλόμενον, δηλονότι βραχύ, διὰ τὸ τὸν δεύτερον ἀόριστον βραχείᾳ θέλειν παραλήγεσθαι, ὡς εἴρηται. Ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· λήβω ἔλαβον, μήθω ἔμαθον, πρήθω (τὸ καίω) ἔπραθον, φήγω ἔφαγον, λήθω ἔλαθον, πήθω
5ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον (ἐξ οὗ τὸ ἐτάκην), πλήσσω ἔπλαγον (ἐξ οὗ τὸ ἐπλάγην 〈καὶ ἐπλήγην〉 πρὸς διάφορον σημαι‐ νόμενον, ὡς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν). Ἡ ευ δίφθογγος τὸ ε ἀπο‐ βάλλει καὶ τὸ δίχρονον φυλάττει ἐν τῷ δευτέρῳ ἀορίστῳ· ἐμάθομεν γὰρ ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι, 〈οἷον〉 φεύγω
10ἔφυγον, τεύχω ἔτυχον, πεύθω ἔπυθον (ἐξ οὗ τὸ ἐπυθόμην), ἐλεύθω ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἔτυχον γίνεται ὁ μέσος δεύτερος ἀόριστος ἐτυχόμην, 〈οὗ〉 τὸ τρίτον τῶν πληθυντικῶν ἐτύχοντο, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ ἀφαίρεσιν τοῦ ε καὶ τροπὴν τοῦ χ εἰς κ τετύκοντο, ὡς τὸ 〈ex. gr. Α 467〉 τετύκοντό τε δαῖτα.
15Ἔτι ἰστέον ὡς ἐὰν εὑρεθῶσι δύο δίχρονα, τὸ δεύτερον ἀποβάλλεται ἐν τῷ δευτέρῳ ἀορίστῳ καὶ τὸ πρῶτον φυλάττεται, οἷον καίω ἔκαον (ἐξ οὗ τὸ ἐκάην), χαίρω ἔχαρον (ἐξ οὗ τὸ ἐχάρην), μαίνω [μαίνομαι] ἔμανον (ἐξ οὗ τὸ ἐμάνην), φαίνω ἔφανον (ἐξ οὗ τὸ ἐφάνην), χαίνω ἔχανον, παύω ἔπαον (ἐξ οὗ τὸ ἐπάην καὶ ἀνεπάην ἐν τῇ συνηθείᾳ). Ἡ ει
20δίφθογγος ἐν τῷ δευτέρῳ ἀορίστῳ ἀποβάλλει τὸ ε καὶ φυλάττει τὸ ι· εἴρηται γὰρ ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι, οἷον λείπω ἔλιπον, πείθω ἔπιθον (ἐξ οὗ τὸ ἀπαρέμφατον πιθεῖν, ὥσπερ λαβεῖν, καὶ κατὰ ἀναδιπλασιασμὸν πεπιθεῖν), λείβω ἔλιβον. Δεῖ προσ‐ θεῖναι «χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας»· ἐπ’ ἐκείνων
25γὰρ τὸ ι ἀποβάλλεται κατὰ τὸν δεύτερον ἀόριστον, ἐπειδὴ καὶ ἐν τῷ μέλλοντι τὸ ι ἀποβάλλεται, καὶ τὸ ε εἰς α τρέπεται, οἷον κείρω κερῶ ἔκαρον (ἐξ οὗ τὸ ἐκάρην), φθείρω φθερῶ ἔφθαρον (ἐξ οὗ τὸ ἐφθάρην), σπείρω σπερῶ ἔσπαρον (ἐξ οὗ τὸ ἐσπάρην), κτείνω κτενῶ ἔκτανον· πρόσκειται «χωρὶς τῶν δισυλλάβων», ἐπειδὴ ἐπὶ τῶν ὑπὲρ δύο συλλα‐
30βὰς τὸ ι μόνον ἀποβάλλεται, οὐκέτι δὲ καὶ τροπὴ παρηκολούθησε τοῦ ε εἰς τὸ α ἐν τῷ δευτέρῳ ἀορίστῳ, οἷον ἀγείρω ἤγερον, ἀείρω ἤερον, ὀφείλω ὤφελον. Ἰστέον δὲ ὅτι ὅταν εὑρεθῇ τὸ ε σὺν ἀμεταβόλῳ, ὡς ἐπὶ τὸ πλεῖστον τρέπεται εἰς τὸ α κατὰ τὸν δεύτερον ἀόριστον ἐν τῇ παραληγούσῃ, εἴτε τοῦ ε προηγεῖται τὸ ἀμετάβολον εἴτε ἐπιφέρεται
35αὐτῷ, 〈καὶ〉 τῆς πέμπτης συζυγίας τὸ ι δηλονότι ἀποβάλλεται, οἷον141

142

κείρω ἔκαρον, φθείρω ἔφθαρον, στέλλω ἔσταλον (ἐξ οὗ τὸ ἐστάλην καὶ ἀπεστάλην), δείρω ἔδαρον (ἐξ οὗ τὸ ἐδάρην), τέμνω ἔταμον, πέρθω ἔπαρθον καὶ κατὰ ὑπερβιβασμὸν ἔπραθον, δέρκω ἔδαρκον καὶ κατὰ ὑπερβιβασμὸν ἔδρακον, πέρδω ἔπαρδον (ἐξ οὗ τὸ πέρδομαι καὶ ἀπέ‐
5παρδον), δρέμω ἔδραμον· τοῦτο δὲ καὶ προηγούμενον ἔχει τοῦ ε καὶ ἐπιφερόμενον τὸ ἀμετάβολον· τοῦτο δὲ δύναται, ὥς φησιν Ἡρωδια‐ νός, καὶ ἀπὸ περισπωμένου τοῦ δραμῶ εἶναι, ἐξ οὗ ὁ δεδράμηκα παρακείμενος. Καὶ ταῦτα μὲν ἐπιφερομένου τῷ ε τοῦ ἀμεταβόλου· καὶ προηγουμένου δὲ τοῦ ε τοῦ ἀμεταβόλου, οἷον κλέπτω ἔκλαπον (ἐξ οὗ
10τὸ ἐκλάπην), πλέκω ἔπλακον (ἐξ οὗ τὸ ἐπλάκην), τρέπω ἔτραπον (ἐξ οὗ τὸ ἐτράπην), τρέφω ἔτραφον (ἐξ οὗ τὸ ἐτράφην), στρέφω ἔστρα‐ φον (ἐξ οὗ τὸ ἐστράφην), βρέχω ἔβραχον (ἐξ οὗ τὸ ἐβράχην). Πρόσκει‐ ται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ ἀγείρω ἤγερον 〈καὶ〉 ἀείρω ἤερον καὶ ὀφείλω ὤφελον καὶ λέγω ἔλεγον (ἐξ οὗ τὸ ἐλέγην καὶ κατελέγην)·
15ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ε εἰς α. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι περὶ τούτου διάφοροι δόξαι γεγόνασιν· οἱ μὲν γάρ, ὡς καὶ ἡμεῖς εἰρήκαμεν, λέγουσιν, ὅτι εἴτε τοῦ ε προηγεῖται τὸ ἀμετά‐ βολον εἴτε ἐπιφέρεται αὐτῷ, τρέπεται τὸ ε εἰς τὸ α ἐν τῷ δευτέρῳ ἀορίστῳ κατὰ τὴν παραλήγουσαν, καὶ τὰ μὴ τρέψαντα, οἷον τὸ ἔλεγον
20ἐλέγην καὶ κατελέγην, ἔφλεγον ἐφλέγην καὶ κατεφλέγην, Ἀττικὰ λέγου‐ σιν εἶναι· οἱ δὲ λέγουσιν, ὅτι τότε τρέπεται τὸ ε εἰς τὸ α ἐν τῷ δευ‐ τέρῳ ἀορίστῳ κατὰ τὴν παραλήγουσαν, ἡνίκα ἐπιφέρηται αὐτῷ τι ἀμετάβολον, οἷον στέλλω ἔσταλον, δέρω ἔδαρον, καὶ τὰ τρέψαντα τοῦ ἀμεταβόλου προηγουμένου τοῦ ε, οἷον κλέπτω ἔκλαπον, πλέκω ἔπλα‐
25κον καὶ τὰ ὅμοια, Δωρικὰ ἔλεγον εἶναι ἐπικρατήσαντα παρ’ ἡμῖν· οἱ γὰρ Δωριεῖς ἔθος ἔχουσι τρέπειν τὸ ε εἰς τὸ α, οἷον τρέχω τράχω, Ἄρτεμις Ἄρταμις· καὶ μέχρι τοῦ νῦν ἀμφίβολος ἔμεινεν ἡ δόξα. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ ἀμετάβολόν ἐστι τὸ ποιοῦν τροπὴν τοῦ ε εἰς τὸ α κατὰ τὴν παραλήγουσαν τοῦ δευτέρου
30ἀορίστου καὶ οὐχ, ὥς τινες ἐνόμισαν, οἱ ἀόριστοι τῆς πέμπτης συζυ‐ γίας· ἰδοὺ γὰρ τὸ πέρθω τρίτης 〈ὂν〉 συζυγίας τρέπει τὸ ε εἰς τὸ α κατὰ τὸν δεύτερον ἀόριστον, ἔπαρθον γὰρ καὶ κατὰ ὑπερβιβασμὸν ἔπραθον, καὶ πάλιν τὸ τρέπω πρώτης ὂν συζυγίας ἔτραπον γίνεται (ἐξ οὗ τὸ ἐτράπην), καὶ τὸ δέρκω δευτέρας ὂν συζυγίας γίνεται ἔδαρκον
35καὶ κατὰ ὑπερβιβασμὸν ἔδρακον. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι περὶ τοῦ ἔπεσον, εἰ ἄρα δεῖ ἔπεσον λέγειν,
ἵνα ᾖ δευτέρου ἀορίστου, ἢ ἔπεσα, ἵνα ᾖ πρώτου ἀορίστου. Καὶ ἔστιν142

143

εἰπεῖν, ὅτι ἔπεσον δεῖ λέγειν· δευτέρου γὰρ ἀορίστου ἐστίν, ὡς δηλοῖ ἡ μετοχὴ πεσών οὖσα, ὥσπερ λαβών, καὶ τὸ ἀπαρέμφατον πεσεῖν, ὥσπερ λαβεῖν· εἰ γὰρ ἦν πρώτου ἀορίστου καὶ ἦν ἔπεσα, πέσας εἶναι εἶχεν ἡ μετοχή, ὥσπερ ποιήσας, καὶ τὸ ἀπαρέμφατον πέσαι, ὥσπερ
5ποιῆσαι. Ἰστέον 〈δὲ〉 ὅτι τὸ ἔπεσον μονῆρές ἐστιν· οὐδέποτε γὰρ ὁ δεύτερος ἀόριστος πρὸ τῆς ον συλλαβῆς τὸ ς ἔχει, οἷον ἔτυπον ἔνυγον ἔλαβον ἔμαθον ἔφαγον ἔδακον. Λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι ἐστὶν ὅμοιον αὐτῷ τὸ κακέμφατον, φημὶ δὴ τὸ ἔχεσον, καὶ αὐτὸ πρὸ τῆς ον συλλαβῆς τὸ ς ἔχον, καὶ παρατίθεται τὴν χρῆσιν παρ’ Ἀλκαίῳ ἐν Γανυ‐
10μήδει ἔχουσαν οὕτως 〈fragm. 4 K〉 κατέχεσον τῆς Νηρηΐδος. Σχηματίζει δὲ ὁ Ἡρωδιανὸς τοῦτον τὸν τρόπον τὸ ἔπεσον· φησὶν ὅτι, ὥσπερ ἀπὸ τοῦ φυσῶ φυσήσω γίνεται φύσημα, καὶ ἀπὸ τοῦ νοσῶ νοσήσω γίνεται νόσημα, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πεσῶ περισπω‐ μένου γίνεται πεσήσω καὶ πέσημα ὄνομα ῥηματικόν, ὡς παρ’ Εὐριπίδῃ
15ἐν Ἀνδρομάχῃ 〈652〉 οὗ πεσήματα Πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν· καὶ λοιπὸν ὡς ἀπὸ τοῦ πεσῶ περισπωμένου γέγονεν ἔπεσον ὁ δεύτερος ἀόριστος, ὥσπερ καὶ ἀπὸ τοῦ χραισμῶ ἔχραισμον καὶ ἀπὸ τοῦ ὀλισθῶ ὤλισθον καὶ ἀπὸ τοῦ κτυπῶ ἔκτυπον. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ ὡς ἀπὸ τοῦ πέσω βαρυτόνου λέγομεν
20αὐτὸ εἶναι, λέγομεν ὅτι οὐ δύναται τὸ ἓν ς χαρακτηριστικὸν εἶναι βαρυτόνου ἐνεστῶτος· ἡ γὰρ τετάρτη συζυγία τῶν βαρυτόνων ἢ διὰ τοῦ ζ ἢ διὰ δύο σς ἐκφέρεται, οὐ μὴν δι’ ἑνὸς ς, οἷον φράζω νύσσω ὀρύσσω. Διὰ τοῦτο δὲ τὸ ἓν ς οὐ δύναται χαρακτηριστικὸν εἶναι βαρυ‐ τόνου ἐνεστῶτος, ἐπειδὴ τὰ χαρακτηριστικὰ βαρυτόνου μέλλοντος οὐ
25δύνανται καὶ χαρακτηριστικὰ εἶναι βαρυτόνου ἐνεστῶτος, οἷον τὸ ξ καὶ ψ χαρακτηριστικά εἰσι βαρυτόνου μέλλοντος, ὡς ἐπὶ τοῦ λέξω τύψω, καὶ οὐκ εἰσὶ χαρακτηριστικὰ βαρυτόνου ἐνεστῶτος, ἀλλὰ περισπω‐ μένου, οἷον ἑψῶ αὐξῶ, ἃ καὶ Ἀττικά εἰσιν· πρόσκειται «βαρυτό‐ νου μέλλοντος» διὰ τὸ κείρω κερῶ· ἰδοὺ γὰρ ἐνταῦθα τὸ ρ χαρα‐
30κτηριστικόν ἐστι καὶ τοῦ ἐνεστῶτος καὶ τοῦ μέλλοντος, ἀλλ’ οὐκ ἔστι βαρυτόνου μέλλοντος, ἀλλὰ περισπωμένου· εἰ δ’ ἄρα καὶ τὸ ἓν ς χαρακτηριστικόν ἐστι βαρυτόνου μέλλοντος, ὡς ἐπὶ τοῦ πονήσω
νοήσω, δηλονότι οὐ δύναται χαρακτηριστικὸν εἶναι καὶ βαρυτόνου143

144

ἐνεστῶτος, ἀλλὰ περισπωμένου, οἷον φυσῶ νοσῶ. Ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ οἱ Ἴωνες εἰώθασιν ἐπὶ τοῦ παρατατικοῦ καὶ πρώτου ἀορίστου καὶ δευτέρου προστιθέναι τὸ σκ κατὰ τὸ τρίτον πρόσωπον,
5ἔλθωμεν καὶ διαλάβωμεν περὶ αὐτῶν. Ἰστέον ὅτι ταῦτα τὰ ἰωνικῶς γινόμενα διὰ τοῦ σκ κατὰ τὸ τρίτον πρόσωπον, ἀπὸ μὲν βαρυτόνων ὄντα, ἔχουσι φωνῆεν πρὸ τοῦ ς καὶ κ τὸ ε, οἷον τύπτεσκε λάβεσκε λέγεσκε, ὑπεσταλμένου τοῦ πρώτου ἀορίστου, περὶ οὗ μετ’ ὀλίγον εἰρή‐ σεται· καὶ τὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων καὶ τὰ τῆς
10πρώτης συζυγίας τῶν εἰς μι ὁμοίως τὸ ε ἔχουσι πρὸ τοῦ σκ, οἷον ποίεσκε τίθεσκε· τὰ δὲ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἐν τῷ παρατατικῷ μόνῳ τὸ α ἔχουσι πρὸ τοῦ σκ, οἷον βόασκε γέλασκε, ἐν δὲ τῷ δευτέρῳ ἀορίστῳ, ἐὰν ὅλως γένωνται, τὸ ε ἔχουσι πρὸ τοῦ σκ, οἷον μυκῶ μυκᾷς ἔμυκον μύκεσκε· τὰ δὲ τῆς δευτέρας συζυγίας
15τῶν εἰς μι καὶ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ δευτέρῳ ἀορίστῳ διὰ τοῦ α ἐκφέρονται πρὸ τοῦ σκ, οἷον ἵστημι ἵστην ἵστης ἵστασκε ἔστην στάσκε· τὰ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων καὶ τῶν εἰς μι διὰ τοῦ ο ἐκφέρονται πρὸ τοῦ σκ, οἷον ἐχρύσουν χρύσοσκε, ἐδίδων δίδοσκε· τὰ δὲ τῆς τετάρτης συζυγίας τῶν εἰς μι συστέλλουσι τὸ δίχρονον μόνον
20πρὸ τοῦ σκ, οἷον ζεύγνυμι ἐζεύγνυν ἐζεύγνυς ζεύγνυσκε, ἔδυν ἔδυς δύσκε. Ὁ δὲ πρῶτος ἀόριστος ἐπὶ τῶν βαρυτόνων καὶ ἐπὶ τῶν περι‐ σπωμένων καὶ ἐπὶ τῶν εἰς μι τὸ α ἔχει πρὸ τοῦ σκ, οἷον τύψασκε γράψασκε βοήσασκε φήσασκε πλήσασκε, καὶ τοῦτο εἰκότως· τὸ γὰρ κεχρεωστημένον α τῷ τρίτῳ προσώπῳ ἀνεδέξατο ἐνταῦθα· τὸ γὰρ τρίτον
25πρόσωπον τοῦ πρώτου ἀορίστου, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, διὰ τοῦ α ὤφειλεν εἶναι, οἷον ἔτυψα ἔτυψας καὶ ἔτυψα ἐκεῖνος κατὰ ἀπο‐ βολὴν τοῦ ς, ἀλλ’ ἐπειδή, ὡς εἴρηται, οὐκ ἠδύνατο τὸ τρίτον πρόσωπον 〈τῷ πρώτῳ〉 ὁμοφωνεῖν κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ τὴν αὐτὴν διά‐ λεκτον, καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς ε, καὶ γέγονεν ἔτυψεν
30ἐκεῖνος· ἐνταῦθα δὲ ἐπειδὴ προσερχομένου τοῦ σκ οὐκέτι γίνεται ὁμο‐ φωνία τοῦ τρίτου προσώπου πρὸς τὸ πρῶτον πρόσωπον, προσῆλθε τὸ κεχρεωστημένον α, οἷον τύψασκε ποιήσασκε. Ταῦτα μὲν οἱ Ἴωνες· οἱ δὲ ποιηταὶ κατὰ μίμησιν τῶν Ἰώνων πολλάκις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόσωπον ποιοῦσι διὰ τοῦ σκ, οἷον τύπτεσκον χαίρεσκον, ὡς
35τὸ 〈Σ 259〉 χαίρεσκον γὰρ ἔγωγε, καὶ τύπτεσκες καὶ χαίρεσκες.144

145

Λέγει δὲ ὁ Ἅβρων, ὅτι εἴ τι προσλαμβάνουσι ταῦτα κατὰ τὸ τέλος, ἀποβάλλουσι κατὰ τὴν ἀρχήν· καὶ γὰρ τὸ ἔτυπτε ποιοῦσιν οἱ Ἴωνες τύπτεσκεν, ἀποβάλλοντες ἐκ τῆς ἀρχούσης συλλαβὴν καὶ προστι‐ θέντες κατὰ τὸ τέλος· διὰ τοῦτο δὲ τὸ ἔτυπτεν ἐν τῷ τύπτεσκεν ἀπο‐
5βάλλει τὸ ε τὸ τῆς ἀρχούσης, ἐπειδὴ τὰ ποιητικὰ 〈ἢ〉 Ἰωνικὰ ταῖς ἰδίαις μετοχαῖς θέλουσι συνάρχεσθαι, οἷον ἔτυπτε τύπτε, ὡς τὸ 〈Φ 20〉 τύπτε δ’ ἐπιστροφάδην, πρὸς τὴν τύπτων μετοχήν, ἦγεν ἄγεν, οἷον ἄγεν δέ ἑ μοῖρα βαρεῖα, πρὸς τὴν ἄγων μετοχήν, ἥψατο ἅψατο, οἷον 〈Ψ 666〉 ἅψατο δ’ ἡμιόνων, πρὸς τὴν ἁψάμενος μετοχήν, ἤκουσα
10ἄκουσα πρὸς τὴν ἀκούσας μετοχήν, ὡς τὸ 〈Α 396〉 πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα. Διὰ τοῦτο 〈δὲ〉 εἶπον «ταῖς ἰδίαις μετοχαῖς» καὶ οὐ «τοῖς ἰδίοις ἐνεστῶσιν», διὰ τὸ εἴπεσκε· τοῦτο γὰρ τῇ εἰπών μετοχῇ συνάρχεται, οὐ μὴν τῷ ἐνεστῶτι, ἔπω γάρ ἐστιν ὁ ἐνεστώς (ἐξ οὗ τὸ ἔννεπε). Ταῦτα μὲν ἐν τούτοις.
15 Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ ποιητικὰ 〈ἢ〉 Ἰωνικὰ ταῖς ἰδίαις μετοχαῖς θέλουσι συνάρχεσθαι. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ὁ ἐνεστὼς ἔχει ἐν ἑαυτῷ καὶ τὸν ἐνεστῶτα καὶ τὸν παρῳχημένον καὶ τὸν μέλλοντα· ὁ γὰρ λέγων γράφω τὸ μὲν ἔχει παρελθὸν καὶ γραφέν, τὸ δὲ ἐνιστάμενον καὶ γραφόμενον, τὸ δὲ μέλλον γράφεσθαι· ἐπειδὴ
20οὖν ὁ ἐνεστὼς ἔχων ἐν ἑαυτῷ 〈καὶ τὸν ἐνεστῶτα καὶ〉 τὸν παρῳχημένον καὶ τὸν μέλλοντα, ἔχει τὸν μέλλοντα συναρχόμενον ἑαυτῷ, οἷον τύπτω τύψω, γράφω γράψω, λέγω λέξω, τούτου χάριν ἵνα καὶ ὁ παρῳχημένος συνάρχηται τῷ ἐνεστῶτι, ποιοῦσιν οἱ Ἴωνες καὶ οἱ ποιηταὶ συναρχο‐ μένους τοὺς παρῳχημένους ταῖς ἰδίαις μετοχαῖς, οἷον 〈Φ 20〉 τύπτε δ
25ἐπιστροφάδην, τύπτω γὰρ καὶ τύπτων, ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἄγω γὰρ καὶ ἄγων. Ἔτυπες, ἔτυπε. Δυϊκά· ἐτύπετον, ἐτυπέτην. Πληθυντικά· ἐτύπομεν, ἐτύπετε, ἔτυπον. Μέλλων πρῶτος.
30 Τύψω. Ἐνταῦθα περὶ τοῦ πρώτου μέλλοντος διαλαμβάνει· καὶ ἰστέον, ὅτι πᾶς μέλλων ἐνεργητικὸς ὁριστικὸς ἑνικὸς πρώτου προσώπου εἰς ω λήγει, οἷον τύψω ποιήσω νοήσω βοήσω χρυσώσω στήσω θήσω· πρόσκειται «ἐνεργητικός» διὰ τοὺς παθητικοὺς μέλλοντας, οὗτοι γὰρ εἰς μαι λήγου‐ σιν, οἷον τυφθήσομαι τυπήσομαι· καὶ συνάρχεται τῷ ἐνεστῶτι, οἷον γράφω
35γράψω, λέγω λέξω, ἄγω ἄξω, ὀρθῶ ὀρθώσω, ἐλεῶ ἐλεήσω, εὑρῶ εὑρήσω. Δεῖ προσθεῖναι «χωρὶς τοῦ τρέφω θρέψω 〈καὶ τοῦ τρέχω θρέξω〉
καὶ τοῦ ἔχω ἕξω διαλλάξαντος κατὰ τὸ πνεῦμα»· τὸ μὲν γὰρ ἔχω145

146

ψιλοῦται, τὸ δὲ ἕξω δασύνεται· «καὶ χωρὶς τῶν εἰς μι τῶν ἐχόντων ὥσπερ ἀναδιπλασιασμὸν διὰ τοῦ ι»· ταῦτα γὰρ ἀποβάλλουσι τὸν ἀνα‐ διπλασιασμὸν κατὰ τὸν μέλλοντα, οἷον τίθημι θήσω, ἵστημι στήσω, ἵημι ἥσω καὶ ἀφήσω, κίχρημι χρήσω, πίμπλημι πλήσω, πίμπρημι πρήσω, δίδωμι
5δώσω· τὸ γὰρ βίωμι βιώσω (ἐξ οὗ τὸ ἐβίων) οὐκ ἀποβάλλει τὴν βι συλ‐ λαβὴν κατὰ τὸν μέλλοντα, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ διπλασιασμοῦ, ἀλλ’ ἐκ τοῦ βιόω γέγονεν. Ἔτι δεῖ προσθεῖναι, «καὶ χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας» διὰ τὸ κείρω κερῶ, φθείρω φθερῶ, σπείρω σπερῶ, κτείνω κτενῶ, τείνω τενῶ, τίλλω τιλῶ, ῥαίνω ῥανῶ καὶ αἴρω
10ἀρῶ· ἐπειδὴ γὰρ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, καὶ τῷ λόγῳ τῆς παραληγούσης συνεστάλησαν κατὰ τὸν μέλλοντα—ὡς γὰρ μετ’ ὀλίγον εἰσόμεθα, ἡ πέμπτη συζυγία τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνου—τούτου χάριν ἔδοξαν 〈μὴ〉 ἔχειν τὴν αὐτὴν ἄρχουσαν [ἐν] τῷ
15ἐνεστῶτι κατὰ τὸν μέλλοντα. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ ζητήσωμεν, διατί τοῦ τρέφω θρέψω ἦν ὁ μέλλων καὶ τοῦ τρέχω θρέξω. Καὶ λέγομεν, ὅτι ἰωνικῶς ἔτρεψαν τὸ τ τὸ ψιλὸν εἰς τὸ ἀντίστοιχον τὸ δασὺ τὸ θ, καὶ γεγόνασι θρέψω καὶ θρέξω· οἱ γὰρ Ἴωνες ἔθος ἔχουσι καὶ τὰ παρ’ ἡμῖν ψιλὰ εἰς δασέα τρέπειν,
20καὶ τὰ παρ’ ἡμῖν δασέα εἰς ψιλά· ἰδοὺ γὰρ τὴν παρ’ ἡμῖν χύτραν λεγομένην (εἴρηται γὰρ χύτρα παρὰ τὸ χέειν ἡμᾶς ἐξ αὐτῆς) κύθραν λέγουσι κατὰ μετάθεσιν τοῦ χ τοῦ δασέος εἰς τὸ ψιλὸν 〈τὸ〉 κ καὶ τοῦ τ τοῦ ψιλοῦ εἰς τὸ δασὺ τὸ θ· καὶ πάλιν ὥσπερ παρὰ τὸ κόπτω γίνε‐ ται κόπος, οὕτω καὶ παρὰ τὸ θάπτω γίνεται θάπος, καὶ ἰωνικῶς τάφος
25κατὰ μετάθεσιν τοῦ θ τοῦ δασέος εἰς τὸ ψιλὸν 〈τὸ〉 τ καὶ τοῦ π τοῦ ψιλοῦ εἰς τὸ δασὺ τὸ φ· οὕτως οὖν καὶ τὸ τρέφω καὶ τὸ τρέχω ἰωνικῶς ἔτρεψαν τὸ ψιλὸν 〈τὸ〉 τ τοῦ ἐνεστῶτος εἰς τὸ ἀντίστοιχον δασὺ τὸ θ ἐν τῷ μέλλοντι, καὶ γεγόνασι θρέψω καὶ θρέξω. Ἢ οὖν ταύτην τὴν αἰτίαν λέγομεν ἢ καὶ κρείττονα αἰτίαν· ἔχει δὲ οὕτως·
30ἰστέον ὅτι θρέφω καὶ θρέχω ὤφειλεν εἶναι ὁ ἐνεστώς, ἵνα συνάρξηται τῷ θρέξω καὶ θρέψω μέλλοντι, ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ ρ μετὰ δασέος δασύ ἐστιν, οἷον χρόνος ἀφρός, μετὰ δὲ τῶν ψιλῶν ψιλόν, οἷον κάπρος Ἀτρεύς κριός, οὐδέποτε δὲ εὑρίσκεται λέξις δισύλ‐ λαβος ἐν χρήσει ἀρχομένη ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς
35ἀρχομένης ἀπὸ δασέος—τοῦ γὰρ 〈ε 110. 133. η 251〉 ἀπέφθιθον146

147

ἐσθλοὶ ἑταῖροι ὁ φθίθω ἐνεστὼς οὐχ εὕρηται ἐν χρήσει—τούτου χάριν οὐκ ἐγένοντο θρέφω καὶ θρέχω ἀλλὰ τρέφω καὶ τρέχω, ἵνα μὴ εὑρεθῶσιν ἀρχόμενα ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχο‐ μένης ἀπὸ δασέος· ἐν δὲ τῷ μέλλοντι ἀποστάντος τοῦ δασέος φ καὶ χ
5τοῦ ὄντος κατὰ τὴν δευτέραν συλλαβὴν καὶ προσελθόντος τοῦ διπλοῦ, εὐθέως τὸ κεχρεωστημένον 〈θ〉 προσῆλθε κατὰ τὴν ἄρχουσαν, καὶ γέγονε θρέψω καὶ θρέξω. Πρόσκειται ἐν τῷ κανόνι «δισύλλαβος λέξις» διὰ τὸ φθαρθῆναι· τοῦτο γὰρ ἄρχεται ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος, ἀλλ’ οὐκ ἔστι δισύλλαβος ἡ λέξις· ἡ φθαρθείς
10μετοχή, εἰ καὶ δισύλλαβός ἐστι καὶ ἄρχεται ἀπὸ δύο δασέων τῆς δευ‐ τέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος, δοκεῖ ἐκφεύγειν τὴν παραλογίαν τῷ μεσολαβεῖσθαι τὸ ρ· ἀναλογωτέρα δέ ἐστιν ἡ φθαρείς· ἄλλως τε δὲ οὐδὲ ἔστι φύσει δισύλλαβος ἡ φθαρθείς μετοχή· ἀπὸ γὰρ τοῦ ἐφθάρθη γέγονε κατὰ ἀποβολὴν τῆς ἐν ἀρχαῖς κλιτικῆς ἐκτάσεως· τὸ δὲ φθεῖσθαι
15εἰ καὶ ἄρχεται ἀπὸ δύο δασέων, ἀλλ’ οὖν οὐκ ἔχει τὴν δευτέραν συλ‐ λαβὴν ἀπὸ δασέος ἀρχομένην· ἀπὸ γὰρ τοῦ ς ἄρχεται ἡ δευτέρα συλ‐ λαβή, τὸ γὰρ ς μετὰ τοῦ θ ἐστίν· τὸ 〈ῥεχθέν, ὡς ἐν τῷ〉 ῥεχθὲν δέ τε νήπιος ἔγνων 〈Ρ 32〉, οὐκ ἄρχεται ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος, ἀλλ’ ἐκ τοὐναντίου ἀπὸ δασυνομένου
20τοῦ ρ ἄρχεται τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δύο δασέων· τὸ φθείρω ἀπὸ δύο δασέων ἄρχεται, ἀλλ’ οὐκ ἔχει τὴν δευτέραν συλλαβὴν ἀπὸ δασέος ἀρχομένην· τὸ θρέφθην εἰ καὶ ἄρχεται ἀπὸ δύο δασέων, ἀλλ’ οὐκ ἔχει τὴν δευτέραν συλλαβὴν ἀπὸ δασέος ἀρχομένην, ἀλλ’ ἀπὸ δύο δασέων· ἄλλως τε δὲ οὐκ ἔστι φύσει δισύλλαβον, ἐθρέφθην γάρ
25ἐστιν, καὶ ἰωνικῶς καὶ ποιητικῶς γέγονε θρέφθην. Ὅτι γὰρ ἀληθεύει ὁ προλεχθεὶς κανών, τουτέστιν ὁ λέγων, ὅτι οὐδέποτε εὑρίσκεται ἐν χρήσει λέξις ἀρχομένη ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχο‐ μένης ἀπὸ δασέος, δῆλον, εἴ γε τὸ θρίξ ὀφεῖλον κατὰ τὴν γενικὴν εἶναι θριχός, ἵνα φυλάξῃ τὴν ἄρχουσαν τῆς εὐθείας—θέλει γὰρ ἡ
30ἄρχουσα τῆς εὐθείας φυλάττεσθαι καὶ ἐν ταῖς ἑξῆς πτώσεσιν, οἷον Λάχης Λάχητος, Πάρις Πάριδος, Αἴας Αἴαντος—οὐκ ἐγένετο οὕτως, ἀλλὰ τριχός κατὰ μετάθεσιν τοῦ θ εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ τὸ τ, ἵνα μὴ εὑρεθῇ δισύλλαβος λέξις ἀρχομένη ἀπὸ δύο δασέων
τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος· ἐν δὲ τῇ δοτικῇ τῶν147

148

πληθυντικῶν, ἀποστάντος τοῦ δασέος τοῦ ὄντος ἐν τῇ δευτέρᾳ συλ‐ λαβῇ καὶ προσελθόντος τοῦ διπλοῦ τοῦ ξ, εὐθέως καὶ τὸ κεχρεωστη‐ μένον θ προσῆλθε κατὰ τὴν ἄρχουσαν, καὶ γέγονε θριξί. Ταῦτα περὶ τοῦ τρέφω θρέψω καὶ τρέχω θρέξω.
5 Ἰστέον δὲ ὅτι τὸ μὲν ἔχω ἀνάγκην ἔχει ψιλοῦσθαι, τὸ δὲ ἕξω δασύνεσθαι· καὶ τὸ μὲν ἔχω ψιλοῦται, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται, οἷον ἄχος ἦχος εὔχομαι ἰχώρ ἴχνος ἄχθομαι ἰχθῦς [ταῦτα παρ’ Ἀττικοῖς δασύνεται]· οὕτως οὖν καὶ ἔχω· τὸ γὰρ ᾗχι, οἷον 〈Α 607〉 ᾗχι ἑκάστῳ δῶμα περικλυτὸς
10ἀμφιγυήεις, ἀντὶ τοῦ ὅπου, οὐκ ἀντίκειται ἡμῖν δασυνόμενον· ᾗ γὰρ ἦν ἀντὶ τοῦ ὅπου καὶ ἐδασύνετο πρὸ τῆς χι ἐπεκτάσεως, καὶ λοιπὸν ἐπεκταθὲν διὰ τῆς χι συλλαβῆς τὸ αὐτὸ πνεῦμα ἐφύλαξε, φημὶ δὴ τὸ δασύ. Ὅτι δὲ πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦσθαι θέλει, δῆλον ἐντεῦ‐ θεν· κανόνος λέγοντος, ὅτι τὸ υ ἄρχον λέξεως δασύνεσθαι θέλει, οἷον
15ὑφαίνω ὕβρις ὑγιαίνω ὑλακτῶ ὑμεῖς ὑπό ὑπέρ, πλὴν τοῦ ὔρχας (τοῦτο γὰρ ψιλοῦται), καὶ πάλιν ἑτέρου κανόνος λέγοντος, ὅτι πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦσθαι θέλει, οἷον ἦχος ἄχος εὔχομαι, οὐδέποτε τὸ υ εὑρίσκεται ἀρχόμενον λέξεως ἐπιφερομένου τοῦ χ, ἵνα μὴ ἀναγκασθῇ ψιλωθῆναι διὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι πᾶν φωνῆεν πρὸ τοῦ χ
20ψιλοῦσθαι θέλει, οἷον ἦχος ἄχος· τὸ δὲ ὔρχας (σημαίνει δὲ ταριχηρὸν ἀγγεῖον) ἢ ὡς Αἰολικὸν ψιλοῦται—οἱ γὰρ Αἰολεῖς ψιλωτικοί εἰσιν, οἷον ὔμμες ἄμμιν—ἢ διὰ τοῦτο ψιλοῦται, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν φωνῆεν καταλῆγον εἰς τὸ ρ ἐπιφερομένου ἑνὸς τῶν δασέων συμφώνων ψιλοῦσθαι θέλει, οἷον ὀρφανός ὄρχατος (ἡ τάξις
25τῶν φυτῶν) ὄρχαμος (ὁ βασιλεύς) ἄρχομαι ὀρθός ἀρχή ἔρχομαι· οὕτως οὖν καὶ τὸ ὔρχας ψιλοῦται. Ὁ δὲ ἕξω μέλλων δασύνεται, ἐπειδὴ τὸ ε πρὸ τοῦ ξ δασύνεσθαι θέλει, οἷον ἑξῆς (ἐξ οὗ τὸ ἐφεξῆς) ἕξ (ὁ ἀριθμός)· οὕτως οὖν καὶ ἕξω ἀντὶ τοῦ μέλλω ἔχειν· δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ εὑρεθῇ ἐν προθέσει 〈ἢ ἀπὸ προθέσεωσ〉» διὰ τὴν ἔξ
30πρόθεσιν, ἐνταῦθα γὰρ τὸ ε ψιλοῦται· πρόσκειται δέ «ἢ ἀπὸ προ‐ θέσεως» διὰ τὸ ἔξω ἐπίρρημα, ἐνταῦθα γὰρ τὸ ε ψιλοῦται, ἀλλ’ ἀπὸ τῆς ἔξ προθέσεως γέγονεν. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ὁ μέλλων συνάρχεσθαι θέλει τῷ ἰδίῳ ἐνεστῶτι, οἷον τύπτω τύψω, λέγω λέξω, ἄγω ἄξω, οἰκῶ
35οἰκήσω. Καὶ λέγουσί τινες ταύτην τὴν ἀπολογίαν, ὅτι ὁ ἐνεστὼς ἔχει148

149

ἐν ἑαυτῷ καὶ τὸν ἐνεστῶτα καὶ τὸν παρῳχημένον καὶ 〈τὸν〉 μέλλοντα· ὁ γὰρ λέγων γράφω τὸ μὲν ἔχει παρελθὸν καὶ γραφέν, τὸ δὲ ἐνιστά‐ μενον καὶ γραφόμενον, τὸ δὲ μέλλον γράφεσθαι· ἐπειδὴ οὖν ὁ ἐνεστὼς ἔχει ἐν ἑαυτῷ καὶ τὸν ἐνεστῶτα καὶ τὸν παρῳχημένον καὶ τὸν μέλ‐
5λοντα, τούτου χάριν συνάρχεται τῷ μέλλοντι. Οὐκ ἔστι δὲ αὕτη κατα‐ ναγκαστικὴ ἀπολογία· τούτῳ γὰρ τῷ λόγῳ 〈καὶ〉 ὁ παρῳχημένος ὤφειλε συνάρχεσθαι τῷ ἐνεστῶτι, καὶ αὐτὸν γάρ, ὡς εἴρηται, δυνάμει περιέχει ὁ ἐνεστώς. Κρεῖττον οὖν ἐστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ἰστέον ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· πάντα γὰρ
10τὰ ὄντα ἐν τῇ εὐθείᾳ εἰσὶ καὶ ἐν τῷ μέλλοντι, καὶ πάντα τὰ ὄντα ἐν τῇ γενικῇ εἰσὶ καὶ ἐν τῷ ἐνεστῶτι, οἷον τὸ ν ξ ρ ς ψ εἰσὶν ἐν τῇ εὐθείᾳ, ὡς ἐν τῷ Δίων Φοῖνιξ Νέστωρ Πάρις Πέλοψ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι εἰσίν, οἷον τύψω λέξω ποιήσω κερῶ ῥανῶ· καὶ πάλιν διὰ τοῦ γ κ χ β π φ δ θ τ καὶ διὰ καθαροῦ τοῦ ος ἐκφέρεται ἡ γενική, οἷον
15Φοίνικος τέττιγος ὄνυχος Πέλοπος Ἄραβος Κίνυφος Πάριδος ὄρνιθος Λάχητος βότρυος· ἀλλὰ καὶ ὁ ἐνεστὼς ἐκφέρεται διὰ τούτων τῶν συμφώνων καὶ διὰ καθαροῦ τοῦ ω, οἷον λέγω πλέκω τρέχω τέρπω λείβω γράφω ᾄδω πείθω ἀνύτω ἀκούω, οὐκ ἀντιστρέφοντος τοῦ κανό‐ νος· οὐδὲ γὰρ πάντα τὰ ὄντα ἐν τῷ μέλλοντι εἰσὶ καὶ ἐν τῇ εὐθείᾳ, οὐδὲ
20πάντα τὰ ὄντα ἐν τῷ ἐνεστῶτι 〈εἰσὶ〉 καὶ ἐν τῇ γενικῇ· ἰδοὺ γὰρ τὸ μ καὶ τὸ λ εἰσὶν ἐν τῷ μέλλοντι, οἷον τιλῶ νεμῶ, καὶ ὅμως οὐκ εἰσὶν ἐν τῇ εὐθείᾳ· τὸ γὰρ Δανιήλ καὶ Ἀδάμ βάρβαρά εἰσιν· καὶ πάλιν ὁ ἐνεστὼς ἔχει πρὸ τοῦ ω τὸ ζ καὶ τὰ δύο σς, οἷον πλήσσω συρίζω, καὶ ὅμως ἡ γενικὴ ἀπὸ κλίσεως οὐκ ἔχει ταῦτα· πρόσκειται «ἀπὸ κλίσεως»
25διὰ τὸ μαζός μαζοῦ καὶ Παρνασσός Παρνασσοῦ, ἐνταῦθα γὰρ ἀπὸ τῆς εὐθείας ἐστὶ τὸ ζ καὶ τὰ δύο σς. Ἐπειδὴ οὖν ὁ μέλλων ἀναλογεῖ τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ, ἡ δὲ γενικὴ συνάρχεται τῇ εὐθείᾳ, οἷον λέβητος λέβης, Λάχητος Λάχης, Τρωός Τρώς, Πηλέως Πηλεύς, Αἴαντος Αἴας, ἔρωτος ἔρως—τὸ γὰρ Ζεύς Διός Βοιωτικόν ἐστιν, ὡς ἐν τοῖς
30προλαβοῦσιν ἐμάθομεν, καὶ τὸ θρίξ τριχός τροπὴν πέπονθε τοῦ θ εἰς τὸ τ διὰ τὴν προλεχθεῖσαν αἰτίαν—τούτου χάριν ὁ ἐνεστὼς συνάρχε‐ ται τῷ μέλλοντι. Καὶ ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ αὐτῷ. Ἐνταῦθα περὶ τῆς ποσότητος τῶν συλλαβῶν διαλαμβάνει. Ἰστέον δὲ
35ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ ὁ μέλλων τῷ ἐνεστῶτι, οἷον τύπτω τύψω—τὸ γὰρ παρ’ Ἀριστοφάνει τυπτήσω ἐν Πλούτῳ
〈21〉 οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε ὡς ἀπὸ περι‐149

150

σπωμένων ἐστίν—λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, πείθω πείσω, ἀκούω ἀκούσω, βαδίζω βαδίσω, κείρω κερῶ, φθείρω φθερῶ, μιαίνω μιανῶ· δεῖ προσθεῖναι «χωρὶς τῶν ἐχόντων ἓν λ»· ἐπὶ τούτων γὰρ μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον θέλω θελήσω,
5μέλω μελήσω, ὡς τὸ 〈Ε 228〉 μελήσουσιν δέ μοι ἵπποι, ὀφείλω ὀφειλήσω. Ἀπὸ δὲ περισπωμένων μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω, γελῶ γελάσω, περῶ περάσω, στεφανῶ στεφανώσω, γυψῶ γυψώσω· καὶ ἐπὶ τούτων δὲ ἐὰν λάβῃ τις τὴν ἐντέλειαν, εὑρίσκει τὸν μέλλοντα ἰσοσύλλαβον τῷ ἐνεστῶτι,
10οἷον ποιέω ποιήσω, βοάω βοήσω, χρυσόω χρυσώσω· ἀλλὰ λοιπὸν ὁ ἐνεστὼς συναιρούμενος ἔνδειαν πάσχει συλλαβῆς, οἷον ποιέω ποιῶ, βοάω βοῶ, χρυσόω χρυσῶ, καὶ τούτου χάριν εὑρίσκεται ὁ μέλλων μιᾷ συλλαβῇ περιττεύων τοῦ ἐνεστῶτος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐχόντων τὸ ἓν λ, ὡς εἴρηται ἤδη, μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶ‐
15τος, οἷον θέλω θελήσω, ὀφείλω ὀφειλήσω. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὰ δι’ ἑνὸς λ ἐκφερόμενα περιττο‐ συλλάβους ἔχουσι τοὺς μέλλοντας, οἷον θέλω θελήσω, μέλω (τὸ ἐν φροντίδι εἰμί) μελήσω, ὀφείλω ὀφειλήσω· ἐμάθομεν γὰρ 〈ὅτι〉 ἀπὸ βαρυτόνων θεμάτων ὑπάρχων ὁ μέλλων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, οἷον
20τύπτω τύψω, λέγω λέξω. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν αἰτίαν, ὅτι πολλά εἰσι ῥήματα καὶ ὡς ἀπὸ βαρυτόνων καὶ 〈ὡσ〉 ἀπὸ περισπωμένων ποιοῦντα τὴν κλίσιν, οἷον τύπτω τύψω καὶ τυπτῶ τυπτήσω, οἷον οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε φησὶν Ἀριστοφάνης ἐν Πλούτῳ 〈21〉, εἴδω εἴσω, ἐξ οὗ καὶ τὸ 〈Θ 532〉 εἴσο‐
25μαι εἴ κέ μ’ ὁ Τυδείδης κρατερὸς Διομήδης, καὶ εἰδῶ εἰδήσω, ἐξ οὗ τὸ 〈η 327〉 εἰδήσεις δὲ καὶ αὐτός, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, ὡς παρὰ τῷ ποιητῇ 〈ν 78〉 ἀνερρίπτουν, κύω ἔκυον καὶ κυῶ ἐκύουν, οἷον 〈Τ 117〉 ἡ δ’ ἐκύει φίλον υἱόν, γράφω γράψω καὶ γραφῶ γραφήσω, ἐξ οὗ ὁ γεγράφηκα παρακείμενος· οὕτως οὖν καὶ
30τὰ ἔχοντα ἓν λ ἕως μὲν τοῦ παρατατικοῦ ὡς ἀπὸ βαρυτόνων ποιοῦν‐ ται τὴν κλίσιν, 〈οἷον θέλω ἔθελον, μέλω ἔμελον, ὀφείλω ὤφειλον, μετὰ δὲ τὸν παρατατικὸν ἐν τοῖς ἐφεξῆς χρόνοις ὡς ἀπὸ περισπω‐ μένων ποιοῦνται τὴν κλίσιν〉, οἷον θελῶ θελήσω τεθέληκα ἐθέλησα, μελῶ μελήσω μεμέληκα ἐμέλησα, ὀφειλῶ ὀφειλήσω ὠφείληκα ὠφείλησα, ὥσπερ
35νοῶ νοήσω νενόηκα ἐνόησα. Ταῦτα μὲν ὁ Ἀπολλώνιος.
Ὁ δὲ Ἡρωδιανὸς ἀνατρέπει αὐτὸν λέγων, ὅτι κακῶς λέγεις·150

151

τὰ γὰρ ὡς ἀπὸ βαρυτόνων καὶ ὡς ἀπὸ περισπωμένων ποιοῦντα τὴν κλίσιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ ὡς ἀπὸ περισπωμένων καὶ ὡς ἀπὸ βαρυτόνων ποιοῦνται τὴν κλίσιν, οἷον τύπτω τύψω 〈καὶ〉 τυπτῶ τυπτήσω, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, εἴδω εἴσω καὶ εἰδῶ
5εἰδήσω· τὰ δὲ ἔχοντα ἓν λ οὐ ποιοῦνται κατὰ τὸν αὐτὸν χρόνον καὶ ὡς ἀπὸ βαρυτόνων θεμάτων καὶ ὡς ἀπὸ περισπωμένων τὴν κλίσιν· ἀλλ’ ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, 〈ὡσ〉 ἀπὸ βαρυτόνων θεμάτων ποιοῦνται τὴν κλίσιν, οὐδέποτε δὲ ὡς ἀπὸ περισπωμένων. Κρεῖττον οὖν ἐστιν εἰπεῖν, φησίν, τὴν ἀπολογίαν ταύτην· ἐν τοῖς ῥήμασι τὸ ς
10καὶ τὸ λ πεφύκασι διπλασιάζεσθαι, οἷον πλήσσω τινάσσω πάλλω τίλλω· καὶ τὰ μὲν ἔχοντα δύο σς ἢ δύο λλ χαίρουσι τῇ βαρείᾳ τάσει, οἷον νύσσω πλήσσω τινάσσω ὀρύσσω τίλλω ποικίλλω στέλλω σφάλλω, χωρὶς εἰ μὴ ἔχωσιν ὀνόματα προϋποκείμενα· ἐκεῖνα γὰρ περισπῶνται, οἷον κύκλος κυκλῶ, ἅμιλλα ἁμιλλῶ (ἐξ οὗ τὸ ἁμιλλῶμαι), λύσσα λυσσῶ· τὸ
15γὰρ νύσσω οὐκ ἀπὸ τοῦ νύσσα ἐστίν, ἐπεὶ εἶχε περισπᾶσθαι, ἀλλὰ τοὐναντίον, νύσσα γὰρ λέγεται ὁ καμπτὴρ παρὰ τὸ νύσσεσθαι τοὺς τρέχοντας· τὰ δὲ ἔχοντα ἓν ς ἢ ἓν λ χαίρουσι τῇ περισπωμένῃ τάσει, οἷον φυσῶ νοσῶ χρυσῶ γελῶ λαλῶ ἐλῶ (σημαίνει δὲ τὸ ἐλαύνω) ὠφελῶ πωλῶ ἀμελῶ. Ταῦτα οὖν τὰ ἔχοντα ἓν λ καὶ μὴ περισπασθέντα,
20λέγω δὴ τὸ μέλω καὶ θέλω καὶ ὀφείλω, ἀνεμερίσαντο τὴν κλίσιν, καὶ ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, 〈ὡσ〉 ἀπὸ βαρυτόνων κλίνονται, μετὰ δὲ τὸν παρατατικὸν ἐν τοῖς ἐφεξῆς χρόνοις ὡς ἀπὸ τῶν περισπωμένων ποιοῦνται τὴν κλίσιν. Τούτου οὖν χάριν τὰ δι’ ἑνὸς λ ἐκφερόμενα ἔχουσι τὸν μέλλοντα μιᾷ συλλαβῇ περιττεύοντα τοῦ ἐνεστῶτος, οἷον 〈θέλω θελήσω,
25μέλω μελήσω, ὥσπερ〉 ποιῶ ποιήσω, νοῶ νοήσω. Ταῦτα μὲν ἐν τούτοις Ἔχομεν δὲ εἰπεῖν καὶ περὶ τῆς ποιότητος τῶν συλλαβῶν τοῦ μέλ‐ λοντος· ἔλθωμεν δὲ καὶ διαλάβωμεν περὶ τῆς παραληγούσης τοῦ μέλ‐ λοντος, περὶ γὰρ τῆς ἀρχούσης ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν. Ἰστέον ὅτι οἱ ἀπὸ βαρυτόνων μέλλοντες πάντες τὰ αὐτὰ ἔχουσι φωνήεντα τῷ
30ἐνεστῶτι κατὰ τὴν παραλήγουσαν, οἷον γράφω γράψω, τύπτω τύψω, κόπτω κόψω, πλέκω πλέξω, ἀνύω ἀνύσω, κρούω κρούσω, τοξεύω τοξεύσω, βασιλεύω βασιλεύσω, πείθω πείσω, νήθω νήσω, ᾄδω ᾄσω, λήβω λήψω καὶ λείπω λείψω, δανείζω δανείσω, συρίζω συρίσω, λακτίζω λακτίσω, βαδίζω βαδίσω, ἁρπάζω ἁρπάσω, ἑτοιμάζω ἑτοιμάσω, δεσπόζω
35δεσπόσω, πλὴν τῶν μελλόντων τῆς πέμπτης συζυγίας· οὗτοι γὰρ συστέλλουσι τὴν παραλήγουσαν κατὰ τὸν μέλλοντα, οἷον κείρω κερῶ,
φθείρω φθερῶ, ῥαίνω ῥανῶ, μιαίνω μιανῶ, λιαίνω λιανῶ· χωρὶς τοῦ151

152

πνίγω πνίξω, ἐρύκω ἐρύξω, ψύχω ψύξω· ταῦτα γὰρ κατὰ μὲν τὸν ἐνεστῶτα φύσει μακρὰ ἔχουσι τὰ δίχρονα, κατὰ δὲ τὸν μέλλοντα θέσει, ὡς μετ’ ὀλίγον εἰσόμεθα· εἰσὶ δὲ καὶ ἕτερά τινα τῆς ἕκτης συζυγίας μὴ ἔχοντα τὴν αὐτὴν παραλήγουσαν τῷ ἐνεστῶτι, ὡς ἐπὶ τοῦ χέω
5χεύσω καὶ κλαίω κλαύσω καὶ τῶν ὁμοίων, περὶ ὧν ἐν τῇ ἰδίᾳ διδασκα‐ λίᾳ τοῦ μέλλοντος τῆς ἕκτης συζυγίας μαθησόμεθα. Πρόσκειται «οἱ ἀπὸ βαρυτόνων μέλλοντες» διὰ τοὺς ἀπὸ περισπωμένων μέλλοντας, οἷον διὰ τὸ ποιῶ ποιήσω, βοῶ βοήσω, ὀμῶ ὀμόσω· οὗτοι γὰρ ἄλλῳ τρόπῳ κανονίζονται κατὰ τὴν παραλήγουσαν, ὡς ἐν τῇ περὶ αὐτῶν
10διδασκαλίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Παραλήγεται δὲ ἡ μὲν πρώτη τῶν βαρυτόνων τῷ ψ. Ἐνταῦθα περὶ τοῦ συμφώνου τοῦ ὄντος πρὸ τοῦ ω ἐν τῷ μέλλοντι διαλαμβάνει καὶ λέγει, 〈ὅτι〉 ἡ μὲν πρώτη συζυγία τῶν βαρυτόνων τὸ ψ ἔχει πρὸ τοῦ ω ἐν τῷ μέλλοντι, οἷον γράφω γράψω, τέρπω τέρψω,
15λείβω λείψω, τρέπω τρέψω, λείπω λείψω, κόπτω κόψω, ἅπτω ἅψω. Ἡ δὲ δευτέρα τὸ ξ ἔχει, οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, ἔχω ἕξω, πέκω πέξω (σημαίνει δὲ τὸ κτενίζω, ὡς παρὰ τῷ ποιητῇ 〈Ξ 176〉 πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινούς, ἀντὶ τοῦ κτενισαμένη). Ἡ δὲ τρίτη πρὸ τοῦ ω τὸ ς ἔχει κατὰ τὸν μέλλοντα,
20οἷον ᾄδω ᾄσω, εἴδω εἴσω, οἷον 〈Θ 532〉 εἴσομαι εἴ κέ μ’ ὁ Τυδεί‐ δης κρατερὸς Διομήδης, νήθω νήσω, πείθω πείσω, ἀνύτω ἀνύσω. Ἡ δὲ τετάρτη διφορεῖται, πῇ μὲν διὰ τοῦ ς, πῇ δὲ διὰ τοῦ ξ· καὶ διὰ μὲν τοῦ ς ἐκφέρεται κατὰ τὸν μέλλοντα, οἷον φράζω φράσω, συρίζω συρίσω, ἁρπάζω ἁρπάσω, [καὶ] διὰ 〈δὲ〉 τοῦ ξ, οἷον πήσσω πήξω, πλήσσω
25πλήξω, τινάσσω τινάξω, φράσσω φράξω. Ἡ δὲ πέμπτη τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπω‐ μένου τόνου, οἷον κείρω κερῶ, φθείρω φθερῶ, σπείρω σπερῶ, τίλλω τιλῶ, στέλλω στελῶ, ποικίλλω ποικιλῶ, κρίνω κρινῶ, νέμω νεμῶ, μένω μενῶ, δέρω δερῶ· ταῦτα δέ, φημὶ δὴ τὸ νέμω μένω δέρω, οὐ συνέστειλαν
30τὴν παραλήγουσαν, ἐπειδὴ καὶ ἐν τῷ ἐνεστῶτι βραχεῖα ἦν ἡ παρα‐ λήγουσα, καὶ οὐ χρείαν εἶχε συστολῆς κατὰ τὸν μέλλοντα. Ἡ δὲ ἕκτη τὸ ς ἔχει πρὸ τοῦ ω κατὰ τὸν μέλλοντα, οἷον ἱππεύω ἱππεύσω, βασι‐ λεύω βασιλεύσω, τοξεύω τοξεύσω, κρούω κρούσω, λούω λούσω. Ταῦτα μὲν ἐν τούτοις.
35 Ἰστέον δὲ ὅτι, ὡς ἀνωτέρω ἐμάθομεν, ἀναλογίαν ἔχει ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ὅτε ἡ εὐθεῖα διὰ τοῦ
ψ ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ βπφ ἐκφέρεται, οἷον Ἄραψ152

153

Ἄραβος, Κύκλωψ Κύκλωπος, Κίνυψ Κίνυφος (Κίνυψ δέ ἐστιν ὄνομα ποταμοῦ), τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς διὰ τοῦ βπφπτ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ψ ἐκφέρεται, οἷον λείβω λείψω, γράφω γράψω, τέρπω τέρψω, τύπτω τύψω. Καὶ πάλιν ἐπειδὴ ὅτε ἡ
5εὐθεῖα διὰ τοῦ ξ ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ γκχκτ ἐκφέρεται, οἷον Φοῖνιξ Φοίνικος, τέττιξ τέττιγος, ὄνυξ ὄνυχος, ἄναξ ἄνακτος, τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς ἢ διὰ τοῦ γκχκτ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, τίκτω τίξω, πέκω (τὸ κτενίζω) πέξω. Καὶ πάλιν
10ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ς ἐκφέρεται καὶ περιττοσυλλάβως κλίνε‐ ται, τότε ἡ γενικὴ διὰ τοῦ δ ἢ διὰ τοῦ θ ἢ διὰ τοῦ τ ἢ διὰ καθαροῦ τοῦ ος ἐκφέρεται, οἷον Πάρις Πάριδος, ὄρνις ὄρνιθος, Λάχης Λάχητος, βότρυς βότρυος, τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς διὰ τοῦ δ ἢ διὰ τοῦ θ ἢ διὰ τοῦ τ ἢ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, τότε ὁ μέλλων διὰ
15τοῦ ς ἐκφέρεται, οἷον ᾄδω ᾄσω, πείθω πείσω, ἀνύτω ἀνύσω, ἀκούω ἀκούσω· πρόσκειται «περιττοσυλλάβως κλίνεται» διὰ τὸ κοχλίας κοχλίου, καλός καλοῦ, Ἀτρείδης Ἀτρείδου· ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα διὰ τοῦ ς ἐκφέρεται, καὶ ὅμως ἡ γενικὴ οὔτε διὰ τοῦ δ οὔτε διὰ τοῦ θ οὔτε διὰ τοῦ τ οὔτε διὰ καθαροῦ τοῦ ος ἐκφέρεται· ἀλλ’ οὐ κλίνονται περιττο‐
20συλλάβως, ἀλλ’ ἰσοσυλλάβως. Καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα δι’ ἀμε‐ ταβόλου ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον Ἕκτωρ Ἕκτορος, Νέστωρ Νέστορος, Πλάτων Πλάτωνος, Θέων Θέωνος—τὸ γὰρ ἧπαρ ἥπατος καὶ δέλεαρ δελέατος ἑτερόκλιτα λέγου‐ σιν εἶναι ὡς ἀπὸ 〈τῆς εἰς ς〉 καταλήξεως, οἷον ἀπὸ τοῦ ἧπας καὶ
25δέλεας· ὁμοίως δὲ καὶ ἡ ὕδατος γενικὴ ὡς ἀπὸ τοῦ ὕδας ἐστίν— τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς δι’ ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ μέλλων διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον κείρω κερῶ, ῥαίνω ῥανῶ, τίλλω τιλῶ, νέμω νεμῶ. Ἡ δὲ τετάρτη διφορεῖται. Ἐνταῦθα περὶ τοῦ μέλλοντος τῆς
30τετάρτης συζυγίας τῶν βαρυτόνων διαλαμβάνει ὁ τεχνικὸς καὶ λέγει, ὅτι ἡ τετάρτη συζυγία τῶν βαρυτόνων διφορεῖται κατὰ τὸν μέλλοντα· πῇ 〈μὲν〉 γὰρ διὰ τοῦ ς ἐκφέρεται, οἷον συρίζω συρίσω, ἐλπίζω ἐλπίσω, φράζω φράσω, πῇ δὲ διὰ τοῦ ξ, οἷον πλήσσω πλήξω, σφάζω σφάξω. Καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι εἰκότως ἀτακτεῖ ὁ μέλλων τῆς τετάρτης
35συζυγίας τῶν βαρυτόνων, καὶ πῇ μὲν διὰ τοῦδε τοῦ συμφώνου ἐκφέρε‐ ται, πῇ δὲ διὰ τοῦδε, ἐπειδὴ καὶ ὁ ἐνεστὼς ἀτακτεῖ· ποία γὰρ συγγένεια [ἐπὶ] τῶν δύο σς πρὸς τὸ ξ; οὐδὲ γάρ εἰσι τὰ δύο σς διπλοῦν σύμφωνον, ὥσπερ τὸ ζ, διπλᾶ γάρ εἰσι τρία, ζ ξ ψ. Ἀντιλέγει δὲ πρὸς αὐτὸν ὁ
Φιλόπονος λέγων, ὅτι εἰ μὲν τὰ διὰ τοῦ ζ ἐκφερόμενα κατὰ τὸν153

154

ἐνεστῶτα δι’ ἑνὸς μόνου συμφώνου ἐξεφέροντο κατὰ τὸν μέλλοντα, τυχὸν ἢ διὰ τοῦ ς μόνου ἢ διὰ τοῦ ξ 〈μόνου〉, καὶ πάλιν εἰ τὰ διὰ δύο σς ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα δι’ ἑνὸς μόνου συμφώνου ἐξεφέ‐ ροντο κατὰ τὸν μέλλοντα, τυχὸν ἢ διὰ τοῦ ς μόνου ἢ διὰ τοῦ ξ
5μόνου, καλῶς ἂν ἔλεγεν· εἰ δὲ ὁρῶμεν καὶ 〈τὰ〉 διὰ τοῦ ζ ἐκφερό‐ μενα κατὰ τὸν ἐνεστῶτα πῇ μὲν διὰ τοῦ ς ἐκφερόμενα κατὰ τὸν μέλ‐ λοντα, πῇ δὲ διὰ τοῦ ξ, οἷον φράζω φράσω, σφάζω σφάξω, ὁμοίως δὲ καὶ τὰ διὰ δύο σς ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα πῇ μὲν διὰ τοῦ ς ἐκφερόμενα κατὰ τὸν μέλλοντα, πῇ δὲ διὰ τοῦ ξ, οἷον πλήσσω πλήξω,
10πλάσσω πλάσω, τί ἔχομεν εἰπεῖν; ἢ ὅτι τὸ ζ πρὸς ἑαυτὸ ἀτακτεῖ, ἢ 〈ὅτι〉 τὰ δύο σς πρὸς ἑαυτὰ ἀτακτοῦσιν, ὅτι διφοροῦνται κατὰ τὸν μέλλοντα καὶ πῇ μὲν διὰ τοῦδε τοῦ συμφώνου ἐκφέρονται, πῇ δὲ διὰ τοῦδε. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ κανονίσαι τὸν μέλλοντα τῆς τετάρτης συζυγίας τῶν βαρυ‐
15τόνων οὕτως· ἰστέον ὅτι ἡνίκα ὁ ἐνεστὼς διὰ τῶν δύο σς ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, οἷον πλήσσω πλήξω, πήσσω πήξω, νύσσω νύξω, τινάσσω τινάξω, ἑλίσσω ἑλίξω, ἀνάσσω ἀνάξω, χωρὶς τοῦ ἱμάσσω ἱμάσω (ὃ σημαίνει τὸ πλήσσω, ἀπὸ τοῦ ἱμάς ἱμάντος) καὶ χωρὶς τοῦ ἰνάσσω ἰνάσω (ἰνάσσω δέ ἐστι τὸ ἰσχὺν παρέχω, ἀπὸ τοῦ ἴς ἰνός,
20ὃ σημαίνει τὴν δύναμιν) καὶ χωρὶς τοῦ πάσσω πάσω καὶ 〈τοῦ〉 πλάσσω πλάσω καὶ τοῦ λεύσσω λεύσω καὶ τοῦ ἐρέσσω ἐρέσω (ὃ σημαίνει τὸ κωπηλατῶ), οὗ ὁ πρῶτος ἀόριστος ἤρεσα, οἷον 〈cfr μ 444〉 ἤρεσα χερσὶν ἐμῇσι. Δύναται δὲ ὁ ἐρέσω μέλλων, ὥς φησιν ὁ Ἡρωδιανός, καὶ ὡς ἀπὸ περισπωμένου 〈εἶναι〉 τοῦ ἐρῶ ἐρέσω, ὥσπερ τελῶ τελέσω.
25Ἰστέον 〈δὲ〉 ὅτι ἐπιλαμβάνονταί τινες τοῦ Φιλοπόνου λέγοντες, ὅτι κακῶς παρέθετο τὸ λεύσσω· τοῦτο γὰρ οὐ κλίνεται κατὰ τὸν μέλλοντα. Τὰ δὲ διὰ τοῦ ζ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα ὑπὲρ δύο συλλαβὰς ὄντα διὰ τοῦ ς ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον συρίζω συρίσω, κουφίζω κουφίσω, ἐλπίζω ἐλπίσω, βαδίζω βαδίσω, λακτίζω λακτίσω,
30δανείζω δανείσω, ἑτοιμάζω ἑτοιμάσω, δεσπόζω δεσπόσω, ἁρμόζω ἁρμόσω, γογγύζω γογγύσω, ἁρπάζω ἁρπάσω, βαστάζω βαστάσω, νυστάζω νυστάσω· τὸ γὰρ βαστάξω καὶ νυστάξω καὶ ἁρπάξω Δωρικά εἰσι κατὰ τροπὴν τοῦ ς εἰς ξ γενόμενα. Δεῖ προσθεῖναι «χωρὶς τοῦ οἰμώζω οἰμώξω καὶ αἰάζω αἰάξω καὶ θρυλλίζω θρυλλίξω» (ὃ σημαίνει τὸ κλῶ), ἐξ οὗ τὸ
35〈Ψ 396〉 θρυλλίχθη δὲ μέτωπον, «καὶ τοῦ στηρίζω στηρίξω καὶ τοῦ154

155

ἀλαλάζω ἀλαλάξω καὶ τοῦ ὀλολύζω ὀλολύξω καὶ τοῦ στενάζω στενάξω» τοῦτο δὲ τὸ στενάξω δύναται καὶ ὡς ἀπὸ τοῦ στενάχω ἐνεστῶτος εἶναι, οἷον 〈Ω 639〉 ἀλλ’ αἰεὶ στενάχω καὶ ἄλγεα μυρία πέσσω, οὗ ἡ μετοχὴ στενάχων, ὡς τὸ 〈ι 415〉 Κύκλωψ δὲ στενάχων καὶ ὠδίνων
5ὀδύνῃσιν, ἐξ οὗ καὶ στεναχή ἐστι τὸ ῥηματικὸν ὄνομα· «καὶ τοῦ ἀλα‐ πάζω ἀλαπάξω», εἰ μή τις καὶ αὐτὸ Δωρικὸν εἴποι, ὡς ἀπὸ τοῦ ἀλα‐ πάσω γέγονε τροπῇ τοῦ ς εἰς ξ, ὥσπερ τὸ βαστάζω βαστάσω βαστάξω καὶ τὰ ὅμοια. Τὰ δὲ διὰ τοῦ ζ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα δισύλ‐ λαβα ὄντα ποτὲ μὲν διὰ τοῦ ξ ἐκφέρονται κατὰ τὸν μέλλοντα, ποτὲ δὲ
10διὰ τοῦ ς, οἷον φράζω φράσω, πρίζω πρίσω, κτίζω κτίσω, ἵζω ἵσω, κνίζω κνίσω, κράζω κράξω, στάζω στάξω, σφάζω σφάξω, παίζω παίξω· τοῦτο δὲ εὕρηται καὶ διὰ τοῦ ς, ὡς παρὰ τῷ ποιητῇ ἐν τῇ Ὀδυσσείᾳ 〈θ 251〉 παίσατε, ὡς ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισι, καὶ παρὰ Ἀριστοφάνει 〈Plut. 1055〉 βούλει διὰ χρόνου πρός με παῖσαι;
15καὶ ἴσως τὸ παίξω Δωρικόν ἐστι κατὰ τροπὴν τοῦ ς εἰς τὸ ξ γενό‐ μενον, ὥσπερ καὶ τὸ βαστάσω βαστάξω καὶ νυστάσω νυστάξω καὶ ἁρπάσω ἁρπάξω. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐπὶ τῶν διὰ τοῦ ιζω ὑπὲρ δύο συλλαβὰς τῶν διὰ τοῦ ι γραφομένων εἰώθασιν οἱ Ἀθηναῖοι ἀποβάλλειν τὸ ς κατὰ τὸν
20μέλλοντα καὶ περισπᾶν, οἷον γεμίζω γεμίσω γεμιῶ, ἐλπίζω ἐλπίσω ἐλπιῶ, συρίζω συρίσω συριῶ, λακτίζω λακτίσω λακτιῶ, βαδίζω βαδίσω βαδιῶ, κουφίζω κουφίσω κουφιῶ· ἀποβάλλουσι δὲ τὸ ς πρῶτον καὶ οὕτω περισπῶσιν, ἐπειδὴ τὸ ς χαρακτηριστικόν ἐστι βαρυτόνου μέλλον‐ τος, οἷον ποιήσω νοήσω λαλήσω· ἀποβάλλουσι γὰρ πρῶτον τὸ αἴτιον
25τῆς βαρείας τάσεως καὶ οὕτω περισπῶσιν. Τοῦτο δὲ ποιοῦσι κατὰ τὸν μέλλοντα διὰ τοιαύτην αἰτίαν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡ παρα‐ λήγουσα τοῦ βαρυτόνου μέλλοντος ἢ ἴση θέλει εἶναι πρὸς τὴν παρα‐ λήγουσαν τοῦ βαρυτόνου ἐνεστῶτος ἢ μείζων, οὐδέποτε δὲ ἐλάττων, χωρὶς τοῦ πνίγω πνίξω, ἐρύκω ἐρύξω, ψύχω ψύξω· ἴση μέν, οἷον
30λείπω λείψω, πείθω πείσω, λείβω λείψω, νήθω νήσω, τύπτω τύψω, ῥάπτω ῥάψω, βλάπτω βλάψω, μείζων δέ, οἷον λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, τρέχω θρέξω, ἔχω ἕξω· πρόσκειται «βαρυτόνου ἐνεστῶτος» διὰ τὸ ἀρκῶ ἀρκέσω· ἐνταῦθα γὰρ ἡ παραλήγουσα τοῦ βαρυτόνου μέλλοντος ἐλάττων ἐστὶ τῆς παραληγούσης τοῦ ἐνεστῶτος,
35ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι βαρύτονος ἐνεστώς· πρόσκει‐ ται «βαρυτόνου μέλλοντος» διὰ τὸ κείρω κερῶ· ἐνταῦθα γὰρ ἡ παρα‐ λήγουσα τοῦ μέλλοντος ἐλάττων ἐστὶ τῆς παραληγούσης τοῦ ἐνεστῶτος, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι βαρύτονος μέλλων. Ἐπειδὴ
οὖν ἐν τῇ τετάρτῃ συζυγίᾳ παραβέβαται ὁ κανών—τὸ γὰρ συρίζω155

156

καὶ δεσπόζω καὶ γεμίζω καὶ ἑτοιμάζω θέσει μακρᾷ παραλήγονται, 〈τὸ δὲ συρίσω καὶ δεσπόσω καὶ γεμίσω καὶ ἑτοιμάσω φύσει βραχείᾳ παρα‐ λήγονται〉, τὸ δὲ θέσει μακρὸν τοῦ φύσει βραχέος μεῖζόν ἐστιν— τούτου χάριν ταύτην τὴν παραλογίαν φεύγοντες οἱ Ἀθηναῖοι περισπῶσι
5τὸν μέλλοντα· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡνίκα ὁ μέλλων ἐλάττονα ἔχει τὴν ἰδίαν παραλήγουσαν τῆς παραληγούσης τοῦ βαρυτόνου ἐνεστῶ‐ τος, περισπᾶται, οἷον κείρω κερῶ, σπείρω σπερῶ, φθείρω φθερῶ, ῥαίνω ῥανῶ, μιαίνω μιανῶ, τίλλω τιλῶ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ἐπὶ τῶν ἄλλων τοῦτο οὐ ποιοῦσιν·
10ἐπὶ γὰρ τῶν διὰ τοῦ αζω καὶ οζω οὐκ ἀποβάλλουσι τὸ ς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, οἷον δεσπόζω δεσπόσω, ἁρμόζω ἁρμόσω, ἀγο‐ ράζω ἀγοράσω, ἑτοιμάζω ἑτοιμάσω. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπὶ τῶν διὰ τοῦ αζω καὶ ἐπὶ τῶν διὰ τοῦ οζω τοῦτο οὐ ποιοῦσιν, ἵνα μὴ φεύγοντες τὸ ἓν ἄτοπον μείζονι ἀτόπῳ περιπέσωσιν· οἱ γὰρ Ἀθηναῖοι ὅπου εὕρωσιν
15ἀλλεπάλληλα φωνήεντα δυνάμενα συναιρεθῆναι συναιροῦσιν αὐτά, οἷον Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους· εἰ ἀπέβαλον οὖν ἐπὶ τούτων τὸ ς κατὰ τὸν μέλλοντα καὶ περιέσπασαν, ἤμελλον συναίρεσιν ποιεῖσθαι τῶν ἀλλεπαλ‐ λήλων φωνηέντων, οἷον ἑτοιμάζω ἑτοιμάσω ἑτοιμάω καὶ ἑτοιμῶ, ὡς
20τὸ βοάω βοῶ, καὶ πάλιν δεσπόζω δεσπόσω δεσπόω καὶ δεσπῶ, ὥσπερ χρυσόω χρυσῶ· εἰ δ’ ἐποίησαν συναίρεσιν, ἤμελλεν ἐλάττονας ὁ μέλλων συλλαβὰς ἔχειν τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἀδύνατον· ὁ γὰρ μέλλων ἢ ἰσοσυλλαβεῖν θέλει τῷ ἐνεστῶτι, οἷον τύπτω τύψω, γράφω γράψω, ἢ περιττοσυλλαβεῖν θέλει, οἷον ποιῶ ποιήσω, βοῶ βοήσω, θέλω θελήσω,
25ὀφείλω ὀφειλήσω. Διὰ ταύτην οὖν τὴν αἰτίαν οὔτε ἐπὶ τῶν διὰ τοῦ αζω οὔτε ἐπὶ τῶν διὰ τοῦ οζω ἀποβάλλουσιν οἱ Ἀθηναῖοι τὸ ς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν· ἐπὶ δὲ τῶν διὰ τοῦ ιζω ὑπὲρ δύο συλ‐ λαβὰς διὰ τοῦτο ἀποβάλλουσι τὸ ς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, ἐπειδὴ τὸ ι καὶ τὸ ω οὐδέποτε κιρνῶνται οὔτε παρ’ ἡμῖν οὔτε παρὰ
30τοῖς Ἀθηναίοις οὔτε παρ’ ἄλλῃ τινὶ διαλέκτῳ, οἷον μειδιῶ ἐρυθριῶ ἀνιῶ κατηφιῶ. Διατί δὲ καὶ ἐπὶ τῶν δισυλλάβων τῶν διὰ τοῦ ιζω 〈καὶ ἐπὶ τῶν διὰ τοῦ〉 υζω διὰ τοῦ υ, οἷον γογγύζω γογγύσω, ποπ‐ πύζω ποππύσω, οὐ ποιοῦσιν οἱ Ἀθηναῖοι ἀποβολὴν τοῦ ς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, καὶ ταῦτα μήτε τοῦ υ καὶ ω συναιρουμένων,
35οἷον λύω κλύω, οὐκ εἰρήκασιν οἱ τεχνικοί· ἡμεῖς δέ, εἰ θεῷ φίλον, ἐν τοῖς προλεγομένοις τῆς Ὀρθογραφίας διαλάβωμεν περὶ αὐτῶν. Ταῦτα
μὲν ἐν τούτοις.156

157

Ἰστέον δὲ ὅτι ἐπὶ τοῦ δανείζω δανείσω οὐ ποιοῦσιν οἱ Ἀθηναῖοι ἀποβολὴν τοῦ ς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, ἐπειδὴ ἐπὶ τούτου οὐ παραβέβαται ὁ κανών· οὐκ ἔχει γὰρ ὁ μέλλων ἐπὶ τούτου τὴν ἰδίαν παραλήγουσαν ἐλάττω τῆς παραληγούσης τοῦ ἐνεστῶτος· τῇ γὰρ
5ει διφθόγγῳ παραλήγεται ὁ ἐνεστὼς καὶ ὁ μέλλων. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα τὰ διὰ τοῦ ιζω πάντα διὰ τοῦ ι γράφονται, οἷον συρίζω κουφίζω ἐλπίζω βαδίζω κτίζω πρίζω, πῶς τὸ δανείζω διὰ τῆς ει διφθόγγου γράφεται. Καὶ ἔστιν εἰπεῖν, ὥσπερ ἀπὸ τοῦ γένειον γίνεται γενειάζω, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ δάνειον γίνεται δανειάζω,
10καὶ κατ’ ἔκθλιψιν τοῦ α δανείζω, καὶ ἐκ τούτου λοιπὸν παραλήγεται τῇ ει διφθόγγῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ πνίγω πνίξω, ἐρύκω (τὸ κωλύω) ἐρύξω καὶ ψύχω ψύξω διὰ τοῦτο ἐσημειωσάμεθα, ἐπειδὴ κατὰ μὲν τὸν ἐνεστῶτα φύσει μακρὰ ποιοῦσι τὰ δίχρονα, κατὰ δὲ τὸν μέλλοντα θέσει μακρά, τὸ δὲ
15φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ· διὰ τοῦτο 〈δὲ〉 θέσει μακρά εἰσιν ἐν τῷ μέλλοντι, ἐπειδὴ τὸ ξ ἐπιφέρεται· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὸ ι καὶ τὸ υ οὐδέποτε πρὸ τοῦ ξ φύσει μακρά εἰσιν, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων, οἷον Φοῖνιξ πέρδιξ κῆρυξ Βέβρυξ ἄμπυξ. Πρόσκειται «εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων» διὰ τὸ ἰξεύω
20ἴξευον· τὸ μὲν γὰρ ἰξεύω θέσει μακρὸν ἔχει τὸ ι, τὸ δὲ ἴξευον φύσει μακρὸν τῷ λόγῳ τῆς ἀρχούσης τῶν παρῳχημένων· οἱ γὰρ παρῳχημένοι κατὰ τὴν ἄρχουσαν ἢ χρονικῶς θέλουσι μεγεθύνεσθαι ἢ συλλαβικῶς, συλ‐ λαβικῶς μέν, οἷον τύπτω ἔτυπτον, χρονικῶς δέ, οἷον ἄγω ἦγον· ἐν οἷς οὖν τὸ ἴξευον οὐκ ἠδύνατο συλλαβικῶς μεγεθύνεσθαι, ἐπειδὴ οὐκ
25ἄρχεται ὁ ἐνεστὼς ἀπὸ συμφώνου, ἐξ ἀνάγκης χρονικῶς ἐμεγεθύνθη καὶ τούτου χάριν ἐξέτεινε τὸ ι. Δέδεικται οὖν, ὅτι διὰ τὴν ἐπιφορὰν τοῦ ξ θέσει μακρά εἰσι τὰ δίχρονα ἐν τῷ πνίξω καὶ ἐρύξω καὶ ψύξω μέλλοντι· εἰ δέ τις εἴποι, καὶ πόθεν δῆλον, ὡς ἐν τῷ πνίξω μέλλοντι καὶ ἐρύξω καὶ ψύξω θέσει μακρά εἰσι τὰ δίχρονα, διπλοῦν γὰρ σύμφωνον
30ἐπιφέρεται καὶ μακρά ἐστιν ἡ συλλαβή, λέγομεν, ὅτι τοῦτο ἔστι γνῶναι ἐκ τοῦ πέπνιγα παρακειμένου καὶ ἤρυκα καὶ ἔψυχα βραχὺ τὸ δίχρονον ἔχοντος· ὁ γὰρ παρακείμενος καὶ ὁ μέλλων τὸν αὐτὸν χρόνον θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τέτυφα τύψω, ἰδοὺ ἡ τυ συλλαβὴ κατὰ τὸν παρακείμενον βραχεῖά ἐστιν, καὶ πάλιν πέπεικα πείσω, ἰδοὺ ἡ
35πει συλλαβὴ κατὰ τὸν παρακείμενον καὶ τὸν μέλλοντα φύσει μακρά ἐστιν. Ἡ δὲ πέμπτη τὰ ἀμετάβολα τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνου. Ἐνταῦθα περὶ τοῦ μέλλοντος τῆς πέμπτης συζυγίας διαλαμβάνει καὶ λέγει, ὅτι ἡ πέμπτη
συζυγία τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς157

158

παραληγούσης καὶ περισπωμένου τόνου· μετὰ συστολῆς δὲ τῆς παρα‐ ληγούσης, εἴ γε μακρὰ εὑρεθῇ ἡ παραλήγουσα ἐν τῷ ἐνεστῶτι, οἷον κείρω κερῶ, φθείρω φθερῶ, σπείρω σπερῶ, κτείνω κτενῶ, ῥαίνω ῥανῶ, μιαίνω μιανῶ, λιαίνω λιανῶ, μολύνω μολυνῶ, τίλλω τιλῶ, ποικίλλω
5ποικιλῶ, στέλλω στελῶ, ἀγγέλλω ἀγγελῶ, πάλλω παλῶ· πρόσκειται «εἴ γε μακρὰ εὑρεθῇ ἡ παραλήγουσα ἐν τῷ ἐνεστῶτι», ἐπειδὴ ἐὰν βρα‐ χεῖα εὑρεθῇ ἡ παραλήγουσα ἐν τῷ ἐνεστῶτι, ἡ αὐτὴ φυλάττεται καὶ ἐν τῷ μέλλοντι, οἷον μένω μενῶ, νέμω νεμῶ, δέμω δεμῶ, βρέμω βρεμῶ. Εὐλόγως δὲ ἡ πέμπτη συζυγία τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα
10μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνου· ἐμάθομεν γὰρ ὅτι ἀναλογεῖ ὁ μέλλων μὲν τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ὅτε ἡ εὐθεῖα δι’ ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ἡ γενικὴ διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον Ἕκτωρ Ἕκτορος, Πλάτων Πλάτωνος, Θέων Θέωνος—τὸ γὰρ ἧπαρ ἥπατος καὶ δέλεαρ δελέατος
15ἑτερόκλιτα λέγουσιν εἶναι ὡς ἀπὸ τῆς εἰς ς καταλήξεως, οἷον ἀπὸ τοῦ ἧπας καὶ δέλεας—τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς δι’ ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ μέλλων διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον κείρω κερῶ, φθείρω φθερῶ, ῥαίνω ῥανῶ, τίλλω τιλῶ, νέμω νεμῶ. Ἐπειδὴ δὲ τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου ἐνεστῶτος οὐ δύνανται
20καὶ χαρακτηριστικὰ βαρυτόνου μέλλοντος εἶναι—καὶ γὰρ τὸ κ καὶ π χαρακτηριστικὰ ὄντα βαρυτόνου ἐνεστῶτος, ὡς ἐπὶ τοῦ πλέκω καὶ τρέπω, οὐκ εἰσὶ χαρακτηριστικὰ βαρυτόνου μέλλοντος ἀλλὰ περισπωμένου, ὡς ἐπὶ τοῦ τυπῶ δευτέρου μέλλοντος—τούτου χάριν 〈περισπῶνται οἱ〉 μέλλοντες τῆς πέμπτης συζυγίας, ἵνα μὴ εὑρεθῶσι τὰ χαρακτηριστικὰ
25τοῦ βαρυτόνου ἐνεστῶτος, φημὶ δὴ τὰ ἀμετάβολα, χαρακτηριστικὰ καὶ βαρυτόνου μέλλοντος. Ἐπειδὴ δὲ περισπῶνται, εὐλόγως τὴν παρα‐ λήγουσαν συστέλλουσιν· καὶ γὰρ οἱ περισπώμενοι μέλλοντες βραχείᾳ θέλουσι παραλήγεσθαι, οἷον τυπῶ πλακῶ λακτιῶ βαδιῶ λεπιῶ συριῶ κουφιῶ ἐλπιῶ· δεῖ προσθεῖναι «〈χωρὶς τῶν〉 Δωρικῶν»· οἱ γὰρ Δωριεῖς
30τὸν ποιήσω μέλλοντα μακρᾷ παραληγόμενον περισπῶσι ποιησῶ λέγον‐ τες· πάντας γὰρ τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν οἱ Δωριεῖς, 〈οἷον〉 τυψῶ γραψῶ λεξῶ ἀμελξῶ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί οἱ Δωριεῖς πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν. Καὶ ἔστιν εἰπεῖν, ὅτι πολλάκις οἱ Δωριεῖς ἐναλ‐
35λαγὰς ποιοῦνται 〈τόνων〉 πρὸς τὴν κοινὴν διάλεκτον· καὶ γὰρ τὰς158

159

παρ’ ἡμῖν προπερισπωμένας λέξεις αὐτοὶ 〈πολλάκισ〉 παροξύνουσιν, οἷον παῖδες παίδες, αἶγες 〈αἴγεσ〉, φῶτες φώτες· καὶ πάλιν τὰς παρ’ ἡμῖν βαρυτόνους λέξεις αὐτοὶ πολλάκις περισπῶσιν, τὸ γὰρ πάντων καὶ παίδων παντῶν καὶ παιδῶν λέγουσι περισπωμένως· καὶ πάλιν τὰς
5παρ’ ἡμῖν περισπωμένας λέξεις αὐτοὶ πολλάκις συστέλλοντες ὀξύνουσιν, οἷον τὸ δασμηφορεῖν καὶ ποιεῖν αὐτοὶ δασμηφορέν καὶ ποιέν λέγουσιν· δασμηφορεῖν δέ ἐστι τὸ 〈φέρειν τὰ δημόσια〉· ἐπειδὴ οὖν 〈πολλάκισ〉 ἐναλλαγὰς τόνων ποιοῦνται οἱ Δωριεῖς πρὸς τὴν κοινὴν διάλεκτον, εἰκότως περισπῶσι 〈τοὺς ὁριστικοὺς μέλλοντασ〉, ἵνα καὶ ἐπὶ τούτων
10ἐναλλαγὴν ποιήσωνται τόνου πρὸς τὴν κοινὴν διάλεκτον. Ἡ δὲ ἕκτη τὸ ς, οἷον ἱππεύω ἱππεύσω. 〈Ἐνταῦθα περὶ〉 τοῦ μέλλοντος τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων διαλαμβάνει· καὶ ἰστέον, ὅτι ἡ ἕκτη συζυγία τῶν βαρυτόνων πρὸ τοῦ ω προσλαμβάνουσα τὸ ς τὸν μέλλοντα ἀποτελεῖ, οἷον ἱππεύω ἱππεύσω, δουλεύω δου‐
15λεύσω, βασιλεύω βασιλεύσω, κρούω κρούσω, πταίω πταίσω, παίω παίσω (σημαίνει δὲ τὸ τύπτω), παλαίω παλαίσω, σβέω σβέσω, τρέω τρέσω, βδέω βδέσω· τὸ γὰρ πνέω πνεύσω καὶ πλέω πλεύσω καὶ χέω χεύσω καὶ ῥέω ῥεύσω πλεονασμὸν πεπόνθασι 〈τοῦ υ〉 κατὰ τὸν μέλλοντα· τινὲς δὲ θέλουσι λέγειν ταῦτα εἶναι ὡς ἀπὸ τοῦ πνεύω καὶ πλεύω καὶ
20χεύω καὶ ῥεύω· τὸ δὲ κλαίω καὶ καίω τροπὴν πεπόνθασι τοῦ ι εἰς τὸ υ κατὰ τὸν μέλλοντα, οἷον κλαύσω καὶ καύσω· τὸ δὲ πταίω καὶ παίω καὶ παλαίω οὐ πεπόνθασι τροπὴν τοῦ ι εἰς τὸ υ κατὰ τὸν μέλλοντα, πταίσω γὰρ καὶ παίσω καὶ παλαίσω, ὡς ἐν τῇ τοῦ ἐνεργητικοῦ παρα‐ κειμένου διδασκαλίᾳ μεμαθήκαμεν. Ἰστέον δὲ ὅτι τὸ λύω καὶ θύω κατὰ
25μὲν τὸν ἐνεστῶτα καὶ ἐκτείνουσι τὸ υ καὶ συστέλλουσιν, κατὰ δὲ τὸν 〈λύσω καὶ θύσω μέλλοντα〉 ἀεὶ ἐκτεταμένον ἔχουσι τὸ υ. Οἱ δ’ ἀπὸ περισπωμένων ἀεὶ μὲν εἰς ω λήγουσιν. Ἐνταῦθα περὶ τῆς παραληγούσης τοῦ μέλλοντος τῶν 〈τριῶν συζυγιῶν τῶν περι‐ σπωμένων διαλαμβάνει· καὶ ἰστέον ὅτι οἱ ἀπὸ περισπωμένων μέλλοντες
30ἀεὶ μὲν εἰς ω λήγουσι καὶ πρὸ τοῦ ω ἔχουσι τὸ ς, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω, βοῶ βοήσω, ἐῶ ἐάσω〉, χρυσῶ χρυσώσω, ὀμῶ ὀμόσω. Καὶ εὐλόγως πρὸ τοῦ ω 〈τὸ ς ἔχουσιν, ἐπειδὴ ἐὰν λάβωμεν τὴν ἐντέλειαν αὐτῶν, τῆς ἕκτης συζυγίασ〉 τῶν βαρυτόνων εὑρίσκονται, οἷον ποιῶ ποιέω, βοῶ βοάω· ἡ δὲ ἕκτη τῶν βαρυτόνων, ὡ〈ς δέδεικται〉, πρὸ
35τοῦ ω τὸ ς ἔχει κατὰ τὸν μέλλοντα, οἷον ἱππεύω ἱππεύσω, βασιλεύω159

160

βασιλεύσω. Παραλήγεται δὲ ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ η ἢ τῷ ε, οἷον νοήσω τελέσω, ἡ δὲ δευτέρα ἢ τῷ η ἢ τῷ α, οἷον βοήσω ἐάσω, ἡ δὲ τρίτη ἢ τῷ ω ἢ τῷ ο, οἷον χρυσώσω ἀρόσω (σημαίνει δὲ τὸ ἀροτριάσω). Ἔστι δὲ κανονίσαι τὴν
5παραλήγουσαν τοῦ μέλλοντος τῆς πρώτης συζυγίας τῶν περισπωμένων οὕτως· ὅτε μακρᾷ παραλήγεται ὁ ἐνεστώς, τότε ὁ μέλλων διὰ τοῦ η ἐκφέρεται, οἷον ποιῶ ποιήσω, εὑρῶ εὑρήσω, ὠθῶ ὠθήσω, οὐρῶ οὐρήσω, αὐλῶ αὐλήσω, αὐχῶ αὐχήσω, οἰκῶ οἰκήσω, τηρῶ τηρήσω, ἀθλῶ ἀθλήσω, πενθῶ πενθήσω, ὀλισθῶ ὀλισθήσω. Δεῖ προσθεῖναι «χωρὶς τοῦ ἀρκῶ
10ἀρκέσω»· τοῦτο γὰρ μακρᾷ παραληγόμενον κατὰ τὸν ἐνεστῶτα διὰ τοῦ ε ἐξηνέχθη κατὰ τὸν μέλλοντα, «καὶ χωρὶς τοῦ νεικῶ νεικέσω», οἷον 〈Κ 114〉 ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον Νει‐ κέσω· περὶ οὗ λέγουσί τινες ταύτην τὴν ἀπολογίαν· 〈ἔστι νικῶ καὶ〉 νεικῶ, καὶ ἐπειδὴ διάφορον ἔσχον τὴν σημασίαν (τὸ μὲν γὰρ τὴν
15φιλονεικίαν σημαίνει, τὸ δὲ τὴν νίκην), τούτου χάριν 〈καὶ τὴν συζυγίαν διάφορον ἔσχον· τὸ〉 μὲν γὰρ πρώτης ἐστὶ συζυγίας, οἷον νεικῶ νεικεῖς, ὡς παρὰ τῷ ποιητῇ 〈Α 521〉 νεικεῖ καί τέ μέ φησι μάχῃ 〈Τρώεσ‐ σιν ἀρήγειν, τὸ δὲ〉 δευτέρας ἐστὶ συζυγίας, οἷον νικῶ νικᾷς· καὶ ἐπειδὴ διάφορον ἔσχον τὴν συζυγίαν καὶ τὴν σημασίαν, τούτου χάριν
20καὶ τὴν παραλήγουσαν κατὰ τὸν ἐνεστῶτα διάφορον ἔχουσιν, τὸ μὲν γὰρ τῇ ει διφθόγγῳ παραλήγεται, τὸ δὲ τῷ ι μακρῷ· καὶ ἐπειδὴ διά‐ φορον 〈ἔσχον καὶ τὴν συζυγίαν〉 〈καὶ〉 τὴν σημασίαν καὶ τὴν 〈παρα‐ λήγουσαν〉 κατὰ τὸν ἐνεστῶτα, τούτου χάριν καὶ κατὰ τὸν μέλλοντα διάφορον ἔσχον τὴν παραλήγουσαν, καὶ τὸ μὲν νικῶ νικᾷς τῷ η παρα‐
25λήγεται κατὰ τὸν μέλλοντα, οἷον νικήσω, τὸ δὲ νεικῶ νεικεῖς τῷ ε, οἷον νεικέσω, ὡς παρὰ τῷ ποιητῇ 〈Κ 114〉 ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον Νεικέσω. Τὸ δὲ αἰνῶ ἀναλογώτερόν ἐστι 〈παρὰ τοῖς ποιηταῖς λεγόμενον〉 αἰνήσω διὰ τοῦ η, οἷον 〈Β 335〉 μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο, ἐπειδὴ μακρᾷ παραλήγεται κατὰ
30τὸν ἐνεστῶτα, 〈τοῦ παρὰ τοῖς ἰαμβογρά〉φοις διὰ τοῦ ε λεγομένου, οἷον αἰνέσω καὶ 〈ἐπαινέσω〉, ὡς παρὰ Σοφοκλεῖ 〈Ai. 536〉 ἐπῄνες’ ἔργον 〈καὶ πρόνοιαν ἣν ἔθου〉, καὶ πάλιν παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ 〈707〉 〈ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα· καὶ τὸ αἰδῶ
δὲ αἰδήσω, ἐξ οὗ 〈τὸ αἰδήμων〉, ἀναλογώτερόν ἐστι τοῦ αἰδέσω, οἷον160

161

〈Δ 402〉 αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο. Εἰ δὲ βραχείᾳ παραλήγεται ὁ ἐνεστὼς τῆς πρώτης συζυγίας τῶν περισπωμένων, τότε ὁ μέλλων πῇ μὲν τῷ η παραλήγεται, οἷον φιλῶ φιλήσω, πατῶ πατήσω, πῇ δὲ τῷ ε, οἷον ὀλῶ ὀλέσω, τελῶ τελέσω, πῇ δὲ διφορεῖται, οἷον
5φορῶ φορήσω καὶ φορέσω, πονῶ πονήσω καὶ πονέσω· τοῦτο δὲ πρὸς διάφορον σημαινόμενον διάφορον καὶ τὴν παραλήγουσαν ἔχει ὁ γὰρ πονῶν ἢ ψυχικῶς ἢ σωματικῶς πονεῖ, καὶ εἰ μὲν σωματικῶς, πονέσω διὰ τοῦ ε δεῖ λέγειν, εἰ δὲ ψυχικῶς, πονήσω διὰ τοῦ η· 〈διὰ τοῦτο〉 σημειούμεθα παρὰ Ἀριστοφάνει 〈τὸ〉 〈Pac. 820〉 ἔγωγέ τοι πεπό‐
10νηκα κομιδῇ τὼ σκέλη, ἐπειδὴ σωματικῶς λεχθὲν 〈διὰ τοῦ η ἐξηνέχθη〉. Ταῦτα μὲν περὶ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς πρώτης συζυγίας τῶν περισπωμένων. Περὶ δὲ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἔστιν εἰπεῖν ταῦτα· ἰστέον ὅτι ὁ μέλλων τῆς δευ‐
15τέρας συζυγίας τῶν περισπωμένων ἢ τῷ η παραλήγεται ἢ τῷ α, οἷον βοήσω ἐάσω, καὶ τῷ α ἢ μακρῷ ἢ βραχεῖ· καὶ ἡνίκα μέν ἐστι τὸ λ πρὸ τοῦ α κατὰ τὸν μέλλοντα, συνεσταλμένον ἐστίν, οἷον γελῶ γελάσω, κλῶ κλάσω, θλῶ θλάσω, ἡνίκα δέ ἐστι πρὸ τοῦ α τὸ ρ, ἢ καθαρὸν τὸ α, τότε τὸ α μακρόν ἐστιν, οἷον γηρῶ γηράσω, φυρῶ φυράσω, περῶ
20περάσω 〈ἐπὶ τοῦ παρελθεῖν〉· τὸ γὰρ περάσω ἐπὶ τοῦ πωλήσω βραχὺ ἔχει τὸ α, οἷον 〈Φ 102〉 Τρώων καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ’ ἐπέρασσα, ἀνεδιπλασιάσθη γὰρ τὸ ς διὰ τὴν βραχεῖαν· καὶ μήποτε ὡς ἀπὸ τοῦ περάζω ἐστίν, ὥσπερ ἀγοράζω ἀγοράσω· τὸ κερά〈σω〉 ἔχον πρὸ τοῦ α τὸ ρ καὶ συστέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ
25οὐκ ἔστιν ἀπὸ τοῦ κερῶ κερᾷς, ἀλλ’ ὡς ἀπὸ τοῦ κε〈ράζω〉, ὡς ἀπὸ τοῦ ἀγοράζω ἀγοράσω. Ταῦτα μὲν περὶ τῶν ἐχόντων πρὸ τοῦ α τὸ ρ· τῶν δὲ ἐχόντων τὸ α καθαρὸν ἔ〈στωσαν παραδείγματα ταῦτα〉, ἀνιῶ ἀνιάσω, κοπιῶ κοπιάσω, ἀγωνιῶ ἀγωνιάσω, μειδιῶ μειδιάσω, ἀρο‐ τριῶ ἀροτριάσω, ἐρυθριῶ ἐρυθριάσω, ἐῶ ἐάσω· 〈τὸ γὰρ 〈φ 233〉 οὐκ
30ἐάσουσιν ἐμοὶ δόμεναι βιόν ποιητικῶς συνεστάλη· τὸ πεινάσω καὶ διψάσω〉 μακρὸν ἔχοντα τὸ α καὶ μὴ ἔχοντα πρὸ τοῦ α μήτε τὸ ρ μήτε φωνῆεν οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ πεινήσω καὶ διψήσω
γεγόνασι κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰς α μακρόν. Ταῦτα μὲν ἐν τούτοις.161

162

Ἔστι δὲ κανονίσαι τὴν παραλήγουσαν τοῦ μέλλοντος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων οὕτως· τὰ ἔχοντα τὸ ω καθαρὸν προηγου‐ μένου τοῦ ε ἢ τοῦ ι τὸν μέλλοντα ἔχουσι διὰ τοῦ α ἐκφερόμενον, οἷον ἐῶ ἐάσω, θεῶ θεάσω (ἐξ οὗ τὸ θεῶμαι καὶ θεάσομαι), ἀνιῶ
5ἀνιάσω, κοπιῶ κοπιάσω, ἀροτριῶ ἀροτριάσω, ἐρυθριῶ ἐρυθριάσω, μειδιῶ μειδιάσω· τὸ ἀλοιῶ ἀλοιάσω ὤφειλεν εἶναι διὰ τοῦ α ὡς παραληγό‐ μενον τῷ ι, ἀλλ’ ἐγένετο ἀλοιήσω, ὡς παρὰ τῷ ποιητῇ 〈Δ 522〉 ἄχρις ἀπηλοίησε (σημαίνει δὲ τὸ ἀλοιῶ τὸ κόπτω)· περὶ οὗ ἀπολογεῖται ὁ Φιλόπονος λέγων, ὅτι ἀλοιάσω ἦν, καὶ ἰωνικῶς ἔτρεψε τὸ α εἰς τὸ
10η καὶ γέγονεν ἀλοιήσω· πολλάκις γὰρ οἱ Ἴωνες ἔθος ἔχουσι τρέπειν τὸ α εἰς τὸ η, οἷον ἐμίανα ἐμίηνα, ἔφανα ἔφηνα καὶ ἀπέφηνα (ἐξ οὗ τὸ ἀπεφηνάμην), ἀναίδεια ἀναιδείη, οἷον 〈Α 149〉 ὤμοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον. Τὸ ἐλεῶ ἐλεήσω τῷ 〈ε παραληγόμενον〉 καὶ διὰ τοῦ η γενόμενον κατὰ τὸν μέλλοντα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ
15οὐκ ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων, ἀλλὰ πρώτης, 〈οἷον〉 〈ἐλεῶ ἐλεεῖς· καὶ ὁ〉 Μένανδρος ἐδήλωσεν εἰπών 〈fragm. 844 Κ〉 ἐλεεῖται ὁ ποιμὴν καὶ καλεῖται ἡδύτατος· εἰ γὰρ ἦν τῆς δευ‐ τέρας, ἐλεᾶται εἶχεν εἰπεῖν, ὥσπερ ὁρᾶται· εἰ γὰρ κατὰ Αἰολεῖς καὶ Ἴωνας ἐλεῶ ἐλεᾷς ἐστίν, ὥσπερ βοῶ βοᾷς, ἀλλ’ οὖν κατὰ κοινοὺς καὶ
20Ἀττικοὺς ἐλεῶ ἐλεεῖς ἐστίν, ὥσ〈περ ποιῶ ποιεῖσ〉. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ παραληγόμενα τῷ ο πέντε εἰσίν· καὶ τὰ μὲν δύο τῷ η παραλήγονται κατὰ τὸν μέλλοντα, οἷον βοῶ βοήσω, γοῶ γοήσω, τὰ δὲ δύο τῷ α, οἷον ἀκροῶ ἀκροάσω (ἐξ οὗ τὸ ἀκροῶμαι καὶ ἀκροάσομαι), μακκοῶ μακκοάσω (μακκοῶ δέ ἐστι τὸ μωραίνω), τὸ δὲ
25ἓν διφορεῖται, οἷον ἀλοῶ ἀλοᾷς ἀλοάσω 〈καὶ ἀλοήσω. Τὰ δὲ παρα‐ ληγόμενα〉 τῷ υ ὀλίγα εἰσίν, ἅπερ διὰ τοῦ η ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον ἐγγυῶ ἐγγυήσω (ἐξ οὗ τὸ ἐγγυῶμαι καὶ ἐγγυήσομαι), λυῶ λυήσω (λυῶ δέ ἐστι τὸ στασιάζω), δυῶ δυήσω (σημαίνει δὲ τὸ δυστυχῶ)· τὸ δὲ ἰχθυῶ οὐκ ἔχει μέλλοντα 〈ἐν χρήσει〉. Οὐκ ἔχομέν
30τινα ἔχοντα καθαρὸν τὸ ω καὶ παραληγόμενα τῷ η ἢ τῷ α ἢ τῷ ω· καὶ τοῦτο εὐλόγως· τῷ μὲν γὰρ 〈ω〉 οὐ 〈παραλήγονται, ἵνα μὴ〉
εὑρεθῇ ἀλλεπάλληλον τὸ ω, τῷ δὲ α οὐ παραλήγονται, ἐπειδὴ ἡ ἐντέ‐162

163

λεια τῆς δευτέρας συζυγίας τῶν περισπωμένων διὰ τοῦ α 〈ἐστίν, οἷον βοάω〉 περάω· ἵνα οὖν μὴ δόξωσι κατὰ τὴν φωνὴν συνεμπίπτειν τῇ ἐντελείᾳ, τούτου χάριν οὔτε παραλήγονται τῷ α· 〈τῷ δὲ η οὐ παρα‐ λήγονται〉, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον τὸ η ἐν τῷ μέλλοντι. Ταῦτα
5μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ Ἀπολλώνιος 〈ἐν ἄλλοις διδάσκει ἡμᾶσ〉 ταύτην τὴν διαίρεσιν, ὅτι εἰσί τινα μὲν φωνήεντα χαίροντα τῷ η, τινὰ δὲ τῷ α, τινὰ δὲ τῷ η καὶ τῷ α· οἷον τὸ μὲν α χαίρει 〈καὶ τῷ η, ὡς ἐπὶ〉 τοῦ Δανάη, χαίρει δὲ καὶ τῷ α, ὡς ἐπὶ τοῦ πρᾴα· τὸ δὲ ε τῷ α χαίρει,
10οἷον θεά θέα (ἡ θεωρία)· τὸ δὲ ι 〈τῷ α χαίρει, οἷον ἀνία〉 μανία κονία πενία· τὸ δὲ ο καὶ τῷ η χαίρει καὶ τῷ α, οἷον πνοή ἀκοή ὀγδόη ἀθρόα στοά· τὸ δὲ υ τῷ η χαίρει, οἷον Λιβύη ἐγγύη· τὸ δὲ ω τῷ η χαίρει, οἷον ζωή ἰωή (σημαίνει δὲ τὴν ἐκπεμπομένην φωνήν)· διὰ τοῦτο οὖν τὰ μὲν παραληγόμενα 〈ἢ τῷ ε ἢ τῷ ι〉 διὰ τοῦ α ἐκφέ‐
15ρονται κατὰ τὸν μέλλοντα, οἷον ἀνιῶ ἀνιάσω, ἐῶ ἐάσω, τὰ δὲ παρα‐ ληγόμενα τῷ ο διφοροῦνται κα〈τὰ τὸν μέλλοντα〉, τουτέστι καὶ διὰ τοῦ η καὶ διὰ τοῦ α ἐκφέρονται, οἷον βοῶ βοήσω, ἀκροῶ ἀκροάσω (ἐξ οὗ τὸ ἀκροῶμαι καὶ ἀκροάσομαι), τὰ δὲ παραληγόμενα τῷ υ διὰ τοῦ η, οἷον ἐγγυῶ ἐγγυήσω (ἐξ οὗ τὸ ἐγγυῶμαι 〈καὶ〉 ἐγγυήσομαι).
20Ταῦτα μὲν 〈περὶ τῶν ἐχόντων〉 καθαρὸν τὸ ω. Περὶ δὲ τῶν συμφώνων τῶν τῷ ω παραληγομένων, ἤγουν περὶ τῶν ἐχόντων πρὸ τοῦ ω σύμφωνον, ἔστιν εἰπεῖν ταῦτα· τὰ ἔχοντα τὸ ρ ὑπὲρ μίαν συλλαβὴν μὴ προηγουμένου συμφώνου διὰ τοῦ α ἐκφε‐ ρόμενον ἔχουσι τὸν μέλλοντα, οἷον [ξυρῶ ξυρεῖς] φυρῶ φυράσω, γηρῶ
25γηράσω, περῶ περάσω, καταρῶ καταράσω (ἐξ οὗ τὸ καταρῶμαι καὶ καταράσομαι), χωρὶς τοῦ 〈ξυρῶ ξυρήσω〉· τοῦτο δὲ ὁ μὲν Φιλόπονος πρώτης συζυγίας φησίν, οἷον ξυρῶ ξυρεῖς, ὁ δὲ Ἡρωδιανὸς δευ‐ τέρας, οἷον ξυρῶ ξυρᾷς. Τὰ δὲ ἔχοντα τὸ λ κανονίζει ὁ Φιλόπονος οὕτως· τὰ ἔχοντα τὸ λ ὑπὲρ μίαν συλλαβὴν μὴ προηγουμένου συμφώ‐
30νου διὰ τοῦ α ἔχουσι τὸν μέλλοντα ἐκφερόμενον, οἷον ἐλῶ ἐλάσω, γελῶ γελάσω, χαλῶ χαλάσω, ἱλῶ ἱλάσω (σημαίνει δὲ τὸ εὐμενῆ ποι‐ οῦμαι, ὡς 〈παρὰ τῷ ποιητῇ〉 〈Α 100〉 ἱλασάμενοι πεπίθοιμεν). Καὶ
σημειοῦται τὸ τιλῶ τιλήσω (σημαίνει δὲ τὸ ἀποπατῶ, ὅπερ ἐν τῇ συνη‐163

164

θείᾳ τζιλῶ λέγουσιν)· ἔχομεν δὲ τοῦ τιλῶ τὴν χρῆσιν παρ’ Ἱππώνακτι, οἷον 〈fragm. 55 B4ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησε· τὸ δὲ ὤμιξε σημαίνει 〈τὸ οὔρησε· σημειοῦται δὲ〉 καὶ τὸ χολῶ χολᾷς χολήσω, 〈ὅπερ φησὶν〉 ἀναλογώτερον εἶναι 〈παρὰ〉 τοῖς ἰδιώταις λεγόμενον
5χολάσω· οὐδαμοῦ δέ, ὥς φησιν, εὑρίσκονται ἐν χρήσει. Ταῦτα μὲν ὁ Φιλόπονος. Ἀντίκεινται δὲ τῷ κανόνι τούτῳ πλεῖστα ἰδοὺ γὰρ κραιπαλῶ κραι‐ παλᾷς κραιπαλήσω διὰ 〈τοῦ η, καὶ συλῶ συλᾷσ〉 συλήσω διὰ τοῦ η, καὶ μελαγχολῶ μελαγχολᾷς μελαγχολήσω, 〈καὶ〉 ἀσχαλῶ ἀσχαλᾷς ἀσχα‐
10λήσω (σημαίνει δὲ τὸ ἀδημονῶ), καὶ ἐμπολῶ ἐμπολᾷς ἐμπολήσω (σημαίνει δὲ τὸ πραγματεύομαι), 〈καὶ〉 παμφαλῶ παμφαλᾷς παμφαλήσω (σημαίνει δὲ τὸ ψεύδομαι), καὶ μυστιλῶ μυστιλᾷς μυστιλήσω (σημαίνει δὲ τὸ ἐκροφῶ τὸν ζωμὸν τοῖς ψωμίοις· μυστίλη γάρ ἐστιν εἶδος κοίλου ἄρτου, εἰς ὃν ἐρρόφουν ζωμὸν οἱ Ἀθηναῖοι ἐν ταῖς ἑορταῖς). Ἔστι
15δὲ κα〈νονίσαι ταῦτα〉 τοῦτον τὸν τρόπον· τὰ ἔχοντα τὸ λ ὑπὲρ μίαν συλλαβὴν παραλήγοντος τοῦ ε διὰ τοῦ α ἐκφέρονται κατὰ τὸν μέλ‐ λοντα, οἷον γελῶ γελάσω, ἐλῶ ἐλάσω· τὰ δὲ λοιπὰ τὰ ἔχοντα τὸ λ ἢ μόνον ἢ μετὰ συμφώνου, εἴτε κατὰ σύλληψιν εἴτε κατὰ διάστασιν, διὰ τοῦ η ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον συλῶ συλᾷς συλήσω,
20κραιπαλῶ κραιπαλᾷς κραιπαλήσω, [χολῶ χολᾷς χολήσω] μελαγχολῶ μελαγχολᾷς μελαγχολήσω, ἀσχαλῶ ἀσχαλᾷς ἀσχαλήσω, μυστιλῶ μυστιλᾷς μυστιλήσω, παμφαλῶ παμφαλᾷς παμφαλήσω, ἐμπολῶ ἐμπολᾷς ἐμπο‐ λήσω, ὁμοκλῶ ὁμοκλᾷς ὁμοκλήσω, κολλῶ κολλᾷς κολλήσω, μεταλλῶ μεταλλᾷς μεταλλήσω (σημαίνει δὲ τὸ 〈ἐπιζητῶ〉). Σημειούμεθα τὸ χολῶ
25χολᾷς χολάσω καὶ τὸ ἱλῶ ἱλᾷς ἱλάσω, ὡς παρὰ τῷ ποιητῇ 〈Α 100〉 ἱλασάμενοι πεπίθοιμεν, ὅτι διὰ τοῦ α ἐξηνέχθησαν κατὰ τὸν μέλ‐ λοντα μὴ παραληγόμενα τῷ ε. 〈Τὰ〉 δὲ ἔχοντα τὸ ρ ὑπὲρ μίαν συλ‐ λαβὴν μετὰ ἑτέρου συμφώνου, ἔτι δὲ καὶ τὰ ἔχοντα τὸ λ μετὰ ἑτέρου συμφώνου, διὰ τοῦ η ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον ὁμοκλῶ
30ὁμοκλήσω, ποδαγρῶ ποδαγρήσω, χειραγρῶ χειραγρήσω. Τὰ δὲ μονο‐ σύλλαβα τὰ ἔχοντα τὸ ρ ἢ τὸ λ, εἰ μὲν μὴ ποιοῦσι παράγωγα εἰς μι, διὰ τοῦ α ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον κλῶ κλάσω, θλῶ θλάσω,
φλῶ φλάσω (σημαίνει δὲ καὶ αὐτὸ τὸ κλάσω, ὡς παρ’ Ἀριστοφάνει164

165

καὶ φλᾶτ’ ἀνδρικῶς), δρῶ δράσω· εἰ δὲ ποιοῦσι παράγωγα εἰς μι, διὰ τοῦ η ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον χρῶ κίχρημι χρήσω, πρῶ πίμπρημι πρήσω, πλῶ πίμπλημι πλήσω, τλῶ τλῆμι τλήσω (σημαίνει δὲ τὸ ὑπομένω). Τὰ δὲ ἔχοντα ἄλλο σύμφωνον 〈χωρὶς τοῦ λ καὶ
5τοῦ ρ〉 διὰ τοῦ η ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον σμῶ σμᾷς σμήσω, ἀμῶ ἀμᾷς ἀμήσω, κνῶ κνᾷς κνήσω (ἐξ οὗ τὸ κνῶμαι καὶ 〈κνή‐ σομαι), ζῶ ζῇσ〉 ζήσω, νικῶ νικᾷς νικήσω, κυβερνῶ κυβερνᾷς κυβερνήσω, τιμῶ τιμᾷς τιμήσω, ἡβῶ ἡβᾷς ἡβήσω, 〈τρυφῶ τρυφᾷς τρυφήσω〉, ῥοφῶ ῥοφᾷς ῥοφήσω, ἀκονῶ ἀκονᾷς ἀκονήσω, τρυγῶ τρυγᾷς τρυγήσω, διψῶ
10διψᾷς διψήσω, 〈πεινῶ πεινᾷσ〉 πεινήσω—τὸ γὰρ πεινάσω καὶ διψάσω δωρικῶς ἔτρεψαν τὸ η εἰς α μακρόν—σιγῶ σιγᾷς σιγήσω, σιωπῶ σιωπᾷς σιωπήσω· τὸ σπῶ σπήσω καὶ σπάσω πρὸς διάφορον σημαινό‐ μενον διάφορον ἔχουσι καὶ τὴν παραλήγουσαν· ἐπὶ μὲν γὰρ τοῦ ἀκο‐ λουθῶ σπῶ σπᾷς σπήσω λέγεται, ἐπὶ δὲ τοῦ ἀνασπῶ σπῶ σπᾷς σπάσω
15καὶ ἀνασπάσω. Ταῦτα ἔχομεν εἰπεῖν καὶ περὶ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων. Περὶ δὲ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς τρίτης συζυγίας τῶν περισπωμένων ἔστιν εἰπεῖν ταῦτα, ὅτι ἡ τρίτη συζυγία τῶν περι‐ σπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ω παραλήγεται, οἷον χρυσῶ
20χρυσώσω, ἢ τῷ ο, οἷον ὀμῶ ὀμόσω. Καὶ ἔστιν εἰπεῖν, ὅτι ὅσα μὲν ἔχουσιν ὄνομα προϋποκείμενον, διὰ τοῦ ω ἐκφέρονται κατὰ τὸν μέλ‐ λοντα, οἷον χρυσός χρυσῶ χρυσώσω, ἄργυρος ἀργυρῶ ἀργυρώσω, γύψος γυψῶ γυψώσω, χείρ χειρός χειρῶ χειρώσω (ἐξ οὗ τὸ χειροῦμαι καὶ χειρώσομαι), πῦρ πυρός πυρῶ πυρώσω, στέφανος στεφανῶ στεφανώσω,
25ὀρθός ὀρθῶ ὀρθώσω, στρεβλός στρεβλῶ στρεβλώσω, κακός κακῶ κακώσω, ταπεινός ταπεινῶ ταπεινώσω· ὅσα δὲ οὐκ ἔχουσιν ὄνομα προϋποκεί‐ μενον, διὰ τοῦ ο ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον ὀμῶ ὀμόσω, ὀνῶ ὀνόσω (σημαίνει δὲ τὸ μέμφομαι). Καὶ ἰστέον ὅτι πάντα τῆς τρίτης συζυγίας τῶν περισπωμένων διὰ
30τοῦ ω ἐκφέρονται κατὰ τὸν μέλλοντα, 〈χωρὶσ〉 τούτων τῶν τριῶν, ἅτινα οὐδὲ ἔχουσιν ὄνομα προϋποκείμενον, φημὶ δὴ τοῦ ὀμῶ ὀμόσω καὶ ὀνῶ ὀνόσω καὶ ἀρῶ ἀρόσω (σημαίνει δὲ τὸ ἀροτριῶ)· τοῦτο δὲ διφορεῖται· τινὲς μὲν γὰρ διὰ τοῦ ο γράφουσιν αὐτό, ὡς δοξάζοντες
μὴ ἔχειν αὐτὸ ὄνομα προϋποκείμενον, τινὲς δὲ διὰ τοῦ ω γράφουσιν165

166

αὐτό, λέγοντες, ὅτι ἔχει ὄνομα προϋποκείμενον τὸ Ἄρης (Ἄρης δέ ἐστιν ὁ σίδηρος). Ἰστέον δὲ ὅτι τὸ ὀμῶ ὀμόσω καὶ ὀνῶ ὀνόσω καὶ ἀρῶ ἀρόσω διὰ τοῦ ο γραφόμενα τὰ τῆς ἀναλογίας ἐπλήρωσαν· ὥσπερ γὰρ ἡ πρώτη καὶ ἡ δευτέρα συζυγία τῶν περισπωμένων κατὰ τὸν μέλ‐
5λοντα ποτὲ μὲν διὰ μακροῦ φωνήεντος ἐκφέρονται, ποτὲ δὲ διὰ βρα‐ χέος, οἷον βοήσω τελέσω ποιήσω γελάσω, οὕτως ἔδει καὶ τὴν τρίτην συζυγίαν τῶν περισπωμένων κατὰ τὸν μέλλοντα ποτὲ μὲν διὰ μακροῦ φωνήεντος ἐκφέρεσθαι, ποτὲ δὲ διὰ βραχέος, οἷον χρυσώσω ὀμόσω. Ταῦτα μὲν ἐν τούτοις.
10 Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων 〈ἢ τῷ η παραλήγεται ἢ τῷ ε〉 κατὰ τὸν μέλλοντα, 〈οἷον ποιήσω τελέσω, ἡ δὲ δευτέρα〉 ἢ τῷ η ἢ τῷ α, οἷον βοήσω ἐάσω, 〈ἡ δὲ τρίτη ἢ τῷ ω ἢ τῷ ο, οἷον χρυσώσω ὀμόσω〉. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· αἱ συζυγίαι τῶν περισπωμένων ὅσον
15κατὰ τὴν ἐντέλειαν ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν, τὸ γὰρ ποιῶ ἀπὸ τοῦ ποιέω γέγονεν, καὶ τὸ βοῶ ἀπὸ τοῦ βοάω, καὶ τὸ χρυσῶ ἀπὸ τοῦ χρυσόω· τὸ δὲ ποιέω καὶ βοάω καὶ χρυσόω ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν· ἐπειδὴ οὖν ἡ ἕκτη συζυγία τῶν βαρυτόνων πῇ μὲν φυλάττει τὸ φωνῆεν τοῦ ἐνεστῶτος ἐν τῷ μέλλοντι, οἷον ξέω ξέσω,
20σβέω σβέσω, τρέω τρέσω, πῇ δὲ μεγεθύνει αὐτό, οἷον χέω χεύσω, ῥέω ῥεύσω, πνέω πνεύσω, πλέω πλεύσω, τούτου χάριν καὶ αἱ συζυγίαι τῶν περισπωμένων πῇ μὲν φυλάττουσι τὸ φωνῆεν τῆς ἐντελείας ἐν τῷ μέλλοντι, πῇ δὲ μεγεθύνουσιν αὐτό. Καὶ λοιπὸν εὐλόγως ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων ἢ τῷ η παραλήγεται ἢ τῷ ε κατὰ τὸν
25μέλλοντα, τῷ μὲν ε, ἐπειδὴ ἡ ἐντέλεια τῆς πρώτης συζυγίας τῶν περι‐ σπωμένων τὸ ε ἔχει, οἷον ποιέω, τῷ δὲ η, ἐπειδὴ τὸ ε μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς τὸ η τρέπεται, οἷον ἐλαύνω ἤλαυνον, ἑρμηνεύω ἡρμήνευον, 〈ἐλέγχω ἤλεγχον〉· τὰ γὰρ προσλαμβάνοντα τὸ ι ὀλίγα εἰσίν, ἃ καὶ ἐσημειωσάμεθα. Ἡ δὲ δευτέρα ἢ τῷ η παραλήγεται ἢ τῷ
30α, 〈τῷ μὲν α, ἐπειδὴ〉 ἡ ἐντέλεια τῆς δευτέρας συζυγίας τῶν περι‐ σπωμένων τὸ α ἔχει, οἷον βοάω γελάω, τῷ δὲ η, ἐπειδὴ τὸ α μεγε‐ θυνόμενον ἐν τοῖς ῥήμασιν εἰς τὸ η τρέπεται, οἷον ἄγω ἦγον, ἀκούω ἤκουον, ἀριστῶ ἠρίστων. Ἡ δὲ τρίτη ἢ τῷ ω παραλήγεται ἢ τῷ ο,
τῷ μὲν ο, ἐπειδὴ ἡ ἐντέλεια τῆς τρίτης συζυγίας τῶν περισπωμένων166

167

τὸ ο ἔχει, οἷον χρυσόω, τῷ δὲ ω, ἐπειδὴ τὸ ο μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς τὸ ω τρέπεται, οἷον ὀμνύω ὤμνυον, ὁπλίζω ὥπλιζον, ὀρθῶ ὤρθουν. Τύψεις, τύψει. Δυϊκά· τύψετον, τύψετον. Πληθυντικά·
5τύψομεν, τύψετε, τύψουσιν· εἴρηται. Μέλλων δεύτερος. Τυπῶ· πᾶς δεύτερος ἀόριστος τὴν ον εἰς ω μεταβαλὼν καὶ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν ἀποβαλὼν δεύτερον μέλ‐ λοντα ποιεῖ. Ἐνταῦθα περὶ τοῦ δευτέρου μέλλοντος διαλαμβάνει·
10καὶ ἰστέον ὅτι ὁ δεύτερος μέλλων τῷ μὲν σημαινομένῳ ὁ αὐτός ἐστι τῷ πρώτῳ μέλλοντι, φωνῇ δὲ 〈μόνῃ διενήνοχεν〉· τὸ γὰρ τύψω καὶ τυπῶ τὸ αὐτὸ μὲν σημαίνουσιν, μόνῃ δὲ τῇ φωνῇ διαφέρουσιν, καθάπερ καὶ ὁ δεύτερος ἀόριστος φωνῇ μόνῃ διαφέρει τοῦ πρώτου ἀορίστου, ὡς ἐν τῇ περὶ τούτου διδασκαλίᾳ μεμαθήκαμεν. Κανονίζεται δὲ ὁ δεύ‐
15τερος μέλλων ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος τὴν ον εἰς ω μεταβαλὼν μετὰ περισπωμένου τόνου καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὼν μέλλοντα δεύτερονποιεῖ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ἔχοντα διὰ τῆς ει διφθόγγου ἐκφερόμενον, οἷον ἔτυπον τυπῶ τυπεῖς τυπεῖ, ἔκτανον κτανῶ κτανεῖς
20κτανεῖ, ἔσπαρον σπαρῶ σπαρεῖς σπαρεῖ, ἔφθαρον φθαρῶ φθαρεῖς φθαρεῖ, ἔκαρον καρῶ καρεῖς καρεῖ. Ἰστέον δὲ ὅτι ὥσπερ ἡ πρώτη συζυγία τῶν περισπωμένων κλίνεται, οὕτω κλίνεται καὶ ὁ δεύτερος μέλλων· ὥσπερ γὰρ ποιῶ ποιεῖς ποιεῖ, ποιεῖτον ποιεῖτον, ποιοῦμεν ποιεῖτε ποιοῦσιν, οὕτω καὶ τυπῶ τυπεῖς τυπεῖ, τυπεῖτον τυπεῖ‐
25τον, τυποῦμεν τυπεῖτε τυποῦσιν· οὐ μόνον δὲ ὁ δεύτερος μέλλων ὁμοίως τῇ πρώτῃ συζυγίᾳ τῶν περισπωμένων κλίνεται, ἀλλὰ καὶ 〈πᾶς μέλλων〉 περισπώμενος, εἴτε πρῶτος εὑρεθῇ εἴτε δεύτερος, οἷον εὐφρανῶ εὐφρανεῖς εὐφρανεῖ, εὐφρανεῖτον εὐφρανεῖτον, εὐφρανοῦμεν εὐφρα‐ νεῖτε εὐφρανοῦσιν. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ μὲν πρώτη συζυγία τῶν
30περισπωμένων ἐκ συναιρέσεώς 〈ἐστιν, τὸ γὰρ ποιῶ ἀπὸ τοῦ〉 ποιέω γέγονεν· ὁ δὲ περισπώμενος μέλλων οὐκ ἔστιν ἐκ συναιρέσεως, τὸ γὰρ εὐφρανῶ καὶ τυπῶ οὐκ ἐκ συναιρέσεώς εἰσιν, οὐδὲ γὰρ ἔχουσιν ἐντέ‐ λειαν, ἵνα ταῦτα εἴπωμεν συνῃρημένα· 〈τὸ γὰρ ἰδέειν〉 ἀπαρέμφατον δευτέρου ἀορίστου καὶ μέλλοντος, οἷον 〈Γ 236〉 δοιὼ δ’ οὐ δύνα‐
35μαι ἰδέειν κοσμήτορε λαῶν, οὐκ ἔστιν ἐντελὲς τοῦ ἰδεῖν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ καὶ ἀπὸ τοῦ εὐφρανεῖν τὸ 〈Ε 688〉 εὐφρανέειν. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι αἱ μετοχαὶ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου167

168

μέλλοντος ὁμοφωνοῦσιν ἀλλήλαις· καὶ γὰρ τοῦ δευτέρου ἀορίστου ἡ μετοχὴ τυπών ἐστίν, καὶ τοῦ δευτέρου μέλλοντος ἡ μετοχὴ ὁμοίως τυπῶν ἐστίν, ἀλλ’ ἔχουσι διαφορὰν ὁμοίως κατὰ τὸν τόνον καὶ κατὰ τὴν κλίσιν· καὶ κατὰ μὲν τὸν τόνον, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου ἀορί‐
5στου ὀξύνεται, καὶ γὰρ τυπών ἐστὶν ὀξυτόνως, ἡ δὲ τοῦ δευτέρου μέλ‐ λοντος τυπῶν περισπωμένως· κατὰ τὴν κλίσιν δὲ διαφέρουσιν, ὅτι ἡ τοῦ μὲν δευτέρου ἀορίστου μετοχὴ διὰ τοῦ ο κλίνεται, οἷον τυπών τυπόντος, ἡ δὲ τοῦ δευτέρου μέλλοντος μετοχὴ διὰ τῆς ου διφθόγγου κλίνεται, οἷον τυπῶν τυποῦντος. Ταῦτα μὲν ἐν τούτοις.
10 Ἰστέον δὲ ὅτι λέγει ὁ Ἡρωδιανός, ὡς οὐδέποτε εὑρίσκεται δεύ‐ τερος μέλλων ἐνεργητικὸς ὁριστικὸς 〈ἐν χρήσει· ἃσ〉 γάρ, φησίν, παρέ‐ θετο χρήσεις ὁ Ἀπολλώνιος, ἢ πεπλασμέναι αὐτῷ εἰσιν, ὡς τὸ φυγῶ δραμῶ τυπῶ, οὐ δεύτεροι γὰρ μέλλοντες· 〈οὐδεὶς γὰρ τῶν παλαιῶν〉, φησίν, τούτοις ἐχρήσατο· ἢ ἐνεστῶτές εἰσιν ἀντὶ μελλόντων, ὡς τὸ
15〈Ι 388〉 κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο, 〈καὶ ὡς τὸ 〈Ψ 20〉 πάντα γὰρ ἤδη τοι τελέω〉· ἐνταῦθα γὰρ οἱ ἐνεστῶτές 〈εἰσιν ἀντὶ μελλόντων, ἀντὶ γὰρ τοῦ γαμήσω〉 καὶ τελέσω, ὥσπερ καὶ ἐν τῷ 〈Α 184〉 ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος τοῦ ἄξω· ἄλλως τε δὲ οὐδέποτε μέλλων ὁριστι‐
20κὸς διαλύεται· πῶς οὖν τὸ γαμέω καὶ τελέω, εἴ γε μέλλοντες ὑπῆρχον, ἐν διαλύσει παραλαμβάνονται; ἄρα οὖν ἐντέλειαί εἰσιν ἐνεστώτων τὸ γαμέω καὶ τελέω· πρόσκειται «ὁριστικός», ἐπειδὴ τὸ εὐφρανεῖν ἀπαρ‐ έμφατον γίνεται κατὰ διάλυσιν εὐφρανέειν, οἷον 〈Ε 688〉 εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. Σημειοῦται δὲ τὸ ἐκχεῶ δευ‐
25τέρου μέλλοντος, οἷον καὶ τὸ κατακλιεῖ παρ’ Εὐπόλιδι ἐν Χρυσογένει, οἷον 〈fragm. 287 Κ〉 εἰ μή τις αὐτὴν κατακλιεῖ· γέγονε δὲ τὸ κατα‐ κλιεῖ τοῦτον τὸν τρόπον· ἔστι κλείω, τούτου ὁ δεύτερος ἀόριστος ἔκλιον διὰ τοῦ ι, τῆς παραληγούσης συσταλείσης, ὥσπερ λείπω ἔλιπον, πείθω ἔπιθον, καὶ λοιπὸν ἐκεῖθεν κατακλιῶ ὁ δεύτερος μέλλων καὶ κατακλιεῖ
30τὸ τρίτον πρόσωπον. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι τὸ κρεμῶ καὶ ἀγορῶ τινὲς
λέγουσι δευτέρου μέλλοντος εἶναι· ἔστι δὲ εἰπεῖν, ὅτι ταῦτα οὐ δύναν‐168

169

ται οὔτε δευτέρου μέλλοντος εἶναι, ἀλλ’ οὔτε πρώτου· καὶ δευτέρου μὲν γὰρ μέλλοντος οὐ δύνανται εἶναι, ἐπειδὴ ὁ δεύτερος μέλλων τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς ει διφθόγγου ἔχει ἐκφερόμενον, οἷον τυπῶ τυπεῖς τυπεῖ, νυγῶ νυγεῖς νυγεῖ· ταῦτα δὲ διὰ τῆς
5διφθόγγου ἔχουσι τὸ 〈δεύτερον καὶ〉 τρίτον πρόσωπον ἐκφερόμενον, οἷον κρεμῶ κρεμᾷς κρεμᾷ, ἀγορῶ ἀγορᾷς ἀγορᾷ· πρώτου δὲ μέλλοντος οὐ δύνανται εἶναι, ἐπειδὴ πρῶτον μὲν ὁ πρῶτος μέλλων τὸ δεύτερον καὶ τρίτον πρόσωπον ἔχει διὰ τῆς ει διφθόγγου ἐκφερόμενον, οἷον τύψω τύψεις τύψει, εὐφρανῶ εὐφρανεῖς εὐφρανεῖ, ταῦτα δέ, ὡς εἴρη‐
10ται, ἔχουσι τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς διφθόγγου ἐκφερόμενον· δεύτερον δὲ πρώτου μέλλοντος 〈οὐ δύνανται εἶναι〉, ἐπειδὴ οὐδέποτε ἐλάττονας συλλαβὰς ἔχει ὁ μέλλων τοῦ ἰδίου ἐνεστῶ‐ τος, ἀλλ’ 〈ἢ〉 ἰσοσυλλαβεῖ αὐτῷ, οἷον τύπτω τύψω, λέγω λέξω, ἢ περιττο‐ συλλαβεῖ, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω· ἐὰν οὖν τὸ ἀγορῶ καὶ κρεμῶ
15δῶμεν μέλλοντας εἶναι, εὑρίσκονται ἐλάττονας συλλαβὰς ἔχοντες τοῦ ἐνεστῶτος, ὁ γὰρ ἐνεστὼς ἀγοράζω καὶ κρεμάζω ἐστίν, ὅπερ ἀδύνατον. Ἀλλὰ λέγομεν, ὅτι ἐστὶν ἀγοράζω καὶ κρεμάζω· 〈τούτων ὁ〉 μέλλων κρεμάσω καὶ ἀγοράσω, καὶ κατὰ ἀποβολὴν τοῦ ς κρεμάω καὶ ἀγοράω, καὶ κατὰ κρᾶσιν τῶν φωνηέντων 〈τουτέστι τοῦ α καὶ ω〉 εἰς ω γίνε‐
20ται κρεμῶ καὶ ἀγορῶ, ὥσπερ βοάω βοῶ, περάω περῶ· καὶ ἐπειδὴ ἔχουσί τί ποτε μὴ ἁρμόζον 〈τῷ μέλλοντι, τουτέστιν〉 ἔνδειαν συλλα‐ βῆς—τοῦτο δὲ οὐχ ἁρμόζει τῷ μέλλοντι, ὁ γὰρ μέλλων, ὡς εἴρηται, οὐ θέλει ἔχειν ἐλάττονας συλλαβὰς τοῦ ἰδίου ἐνεστῶτος, οἷον τύπτω τύψω, ποιῶ ποιήσω—τούτου χάριν μετῆλθον εἰς ἐνεστῶτα· οὕτω
25γὰρ καὶ ἐν τῷ ἀρέ〈σκω καὶ μεθύσκω〉 γέγονεν· ἔστι γὰρ ἀρῶ ἀρέσω καὶ μεθύω μεθύσω, καὶ προσελθόντος τοῦ κ κατὰ τὸν μέλλοντα ἀνέ‐ δραμον 〈ταῦτα εἰσ〉 ἐνεστῶτα, ἐπειδὴ ἐδέξαντό τί ποτε μὴ ἁρμόζον τῷ μέλλοντι, φημὶ δὴ τὸ κ, τὸ γὰρ κ οὐκ ἔστι χαρακτηριστικὸν 〈βαρυ‐ τόνου〉 μέλλοντος· πρόσκειται «βαρυτόνου μέλλοντος» διὰ τὸν 〈ἔπλα‐
30κον〉 πλακῶ δεύτερον μέλλοντα. Τυπεῖς, τυπεῖ. Δυϊκά· τυπεῖτον, τυπεῖτον. Πληθυντικά· τυποῦμεν, τυπεῖτε, τυποῦσιν. Εἴρηται ὅτι πᾶς μέλλων περισπώ‐ μενος, 〈εἴτε πρῶτοσ〉 εὑρεθῇ εἴτε δεύτερος, ὁμοίως τῇ πρώτῃ συζυγίᾳ τῶν περισπωμένων κλίνεται. Ταῦτα μὲν ἐν τούτοις· ἐν οἷς σὺν θεῷ
35〈πεπλήρωνται〉 τὰ ἐνεργητικὰ τῆς ὁριστικῆς ἐγκλίσεως.169

170

Ὁριστικὰ παθητικά χρόνου ἐνεστῶτος. Τύπτομαι· πᾶς ἐνεστὼς ὁριστικὸς 〈εἰς ω λήγων〉 ἀμοιβῇ τοῦ ω εἰς ο καὶ προσθήκῃ τῆς μαι τὸ παθητικὸν ποιε, λέγω
5λέγομαι. Κανονίσας ὁ τεχνικὸς τὰ ἐνεργητικὰ τῆς ὁριστικῆς ἐγκλίσεως μετέρχεται νῦν καὶ κανονίζει τὰ παθητικά· διαλαμβάνει δὲ καὶ περὶ τῶν λοιπῶν χρόνων τῆς μέσης διαθέσεως, ἀορίστου φημὶ καὶ μέλλοντος· περὶ δὲ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῆς μέσης διαθέσεως ἐν τοῖς ἐνεργητικοῖς διέλαβεν· καὶ περὶ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ
10τῆς μέσης διαθέσεως ἤδη εἰρήκαμεν, ὅτι οἱ αὐτοί εἰσι τοῖς ἐνεστῶσι καὶ παρατατικοῖς τῆς παθητικῆς διαθέσεως, ἀλλ’ ἐκ τῆς συντάξεως διακρί‐ νονται· τὸ γὰρ κολάζομαι καὶ βιάζομαι πρὸς τὴν σύνταξιν ἔχουσι καὶ τὴν διάθεσιν· εἰ μὲν γὰρ εἴπωμεν κολάζομαι ὑπὸ σοῦ καὶ βιάζομαι ὑπὸ σοῦ, παθητικά εἰσιν, εἰ δὲ κολάζομαί σε καὶ βιάζομαί σε, μέσα. Ταῦτα
15μὲν ἐν τούτοις. Κανονίζει δὲ ὁ τεχνικὸς τὸν ἐνεστῶτα τῆς παθητικῆς διαθέσεως οὕτως· πᾶς ἐνεστὼς ὁριστικὸς εἰς ω λήγων τροπῇ τοῦ ω εἰς ο καὶ προσθήκῃ τῆς μαι παθητικὸς γίνεται, οἷον τύπτω τύπτομαι, γράφω γράφομαι, λέγω λέγομαι, βιάζω βιάζομαι, κολάζω κολάζομαι· τὰ δὲ
20περισπώμενα ἀπὸ τῶν ἐντελεστέρων συναιρούμενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγουσαν, οἷον 〈ποιέω ποιέομαι καὶ κατὰ κρᾶσιν〉 τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον ποιοῦμαι, ὥσπερ χάλκεος χαλκοῦς· καὶ πάλιν βοάω βοάομαι καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς τὸ ω βοῶμαι, 〈ὥσπερ ἐλούσαο ἐλούσω· καὶ πάλιν χρυσόω χρυσόομαι καὶ κατὰ κρᾶσιν
25τῶν δύο οο〉 εἰς τὴν ου δίφθογγον χρυσοῦμαι, ὥσπερ νόος νοῦς. 〈Πρόσκειται ἐν τῶ κανόνι τὸ «ὁριστικός», οἷον «πᾶς ἐνεστὼσ〉 ὁριστι‐ κός», διὰ τοὺς ὑποτακτικοὺς ἐνεστῶτας· οἱ γὰρ ὑποτακτικοὶ ἐνεργητικοὶ ἐνεστῶτες οὐ τρέπουσι τὸ ω εἰς ο ἐν τοῖς παθητικοῖς ἐνεστῶσιν, ἀλλὰ φυλάττουσιν αὐτό, οἷόν ἐστιν ὁ ἐνεργητικὸς ἐνεστὼς ὁ ὑποτακτικὸς ἐὰν
30τύπτω καὶ ὁ παθητικὸς ἐὰν τύπτωμαι διὰ τοῦ ω. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ καθολικῶς οὕτω κανονίσαι καὶ εἰπεῖν, ὅτι πᾶς ἐνεστὼς ὁριστικὸς καὶ πᾶς μέλλων ὁριστικὸς εἰς ω λήγων προσθήκῃ τῆς μαι ἢ παθητικὸν ἢ μέσον ποιοῦσιν· καὶ ὁ μὲν ἐνεστὼς προσλαμβάνων τὴν μαι
συλλαβὴν παθητικὸν καὶ μέσον ποιεῖ, οἷον τύπτω τύπτομαι ὑπ’ αὐτοῦ170

171

καὶ τύπτομαι αὐτόν, καὶ πάλιν βιάζω βιάζομαι ὑπ’ αὐτοῦ καὶ βιάζομαι αὐτόν· ὁ δὲ μέλλων προσθήκῃ τῆς μαι μέσον ποιεῖ, οὐ μὴν παθητικόν, καὶ ὁ μὲν πρῶτος ἐνεργητικὸς μέλλων 〈πρῶτον μέσον〉 μέλλοντα, οἷον τύψω τύψομαι, ὁ δὲ δεύτερος ἐνεργητικὸς μέλλων δεύτερον μέσον μέλ‐
5λοντα ποιεῖ, οἷον τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, καρῶ καροῦμαι, σταλῶ σταλοῦμαι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι προσερχομένης τῆς μαι συλλαβῆς ἢ φυλάττεται τὸ ω ἢ τρέπεται εἰς τὸ ο ἢ εἰς τὴν ου δίφθογγον· καὶ φυλάττεται μὲν τὸ ω τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἐν μόνῳ τῷ ἐνεστῶτι,
10οἷον βοῶ βοῶμαι, περῶ περῶμαι, γελῶ γελῶμαι· πρόσκειται «ἐν μόνῳ τῷ ἐνεστῶτι», ἐπειδὴ ἐν τῷ μέλλοντι τρέπει ἡ δευτέρα συζυγία 〈τῶν περισπωμένων〉 τὸ ω εἰς τὸ ο, οἷον βοήσω βοήσομαι, ἀκροάσω ἀκροά‐ σομαι· καὶ ἐν ὅλοις δὲ τοῖς ὑποτακτικοῖς, ὁποίας ἂν εἴη συζυγίας τὸ ῥῆμα ἢ ὁποίου χρόνου, φυλάττεται τὸ ω, οἷον ἐὰν τύπτω ἐὰν τύπτω‐
15μαι, ἐὰν ποιῶ ἐὰν ποιῶμαι, 〈ἐὰν βοῶ〉 ἐὰν βοῶμαι, ἐὰν περῶ ἐὰν περῶμαι, ἐὰν χρυσῶ ἐὰν χρυσῶμαι. Τρέπεται δὲ τὸ ω εἰς τὸ ο ἐπὶ ὅλων τῶν βαρυτόνων, εἴτε ἐνεστῶτές εἰσιν εἴτε μέλλοντες, χωρὶς τῶν ὑποτακτικῶν 〈δηλονότι〉, οἷον τύπτω τύπτομαι, λέγω λέγομαι, τύψω τύψομαι, λέξω λέξομαι, ποιήσω ποιήσομαι· ἐπὶ δὲ τῶν περισπωμένων,
20〈ὑπεσταλμένων〉 τῶν τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, τρέπε‐ ται τὸ ω εἰς τὴν ου δίφθογγον, εἴτε ἐνεστῶτές εἰσιν εἴτε μέλλοντες, οἷον 〈ποιῶ ποιοῦμαι〉, στεφανῶ στεφανοῦμαι, κουφιῶ κουφιοῦμαι. Ταῦτα μὲν ἐν τούτοις περὶ τῶν εἰς ω ῥημάτων. Τὰ δὲ εἰς μι λήγοντα ῥήματα τροπῇ τῆς μι εἰς μαι τὸ παθητικὸν
25ποιοῦσιν, οἷον τίθημι τίθεμαι, καὶ συστέλλουσι τὴν παραλήγουσαν· καὶ ἡ μὲν 〈πρώτη συζυγία τῶν〉 εἰς μι συστέλλει τὴν παραλήγουσαν εἰς τὸ ε, οἷον τίθημι τίθεμαι, ἵημι ἵεμαι, ἡ δὲ δευτέρα εἰς τὸ α συστέλλει τὴν παραλήγουσαν, οἷον ἵστημι ἵσταμαι, ἡ δὲ τρίτη εἰς τὸ ο συστέλλει τὴν παραλήγουσαν, οἷον δίδωμι δίδομαι, ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον
30〈συστέλλει〉, οἷον πήγνυμι πήγνυμαι, ὄλλυμι ὄλλυμαι, ζεύγνυμι ζεύγνυ‐ μαι. Τούτων οὕτως ἐχόντων τὸ ἧμαι (τὸ σημαῖνον τὸ κάθημαι) καὶ τὸ κεῖμαι δοκοῦσι μήτε ἀπὸ τῶν εἰς ω εἶναι μήτε ἀπὸ τῶν εἰς μι· καὶ ἀπὸ μὲν τῶν εἰς ω δοκοῦσι μὴ εἶναι, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς ω ἢ τῷ
ο παραλήγονται ἐν τῷ εἰς μαι παθητικῷ ἐνεστῶτι, οἷον τύπτομαι λέ‐171

172

γομαι, ἢ τῷ ω, οἷον βοῶμαι περῶμαι, ἢ τῇ ου διφθόγγῳ, οἷον ποι‐ οῦμαι φανοῦμαι χρυσοῦμαι· ἐπειδὴ οὖν ταῦτα οὐδενὶ ἐκ τούτων παρα‐ λήγονται, ἄρα οὐκ εἰσὶν ἐκ τῶν εἰς ω· ἀλλ’ οὔτε δὲ ἐκ τῶν εἰς μι εἰσίν· τὰ γὰρ εἰς μι ἢ τῷ ε παραλήγονται ἐν τοῖς παθητικοῖς, οἷον τί‐
5θεμαι, ἢ τῷ α συνεσταλμένῳ, οἷον ἵσταμαι, ἢ τῷ ο, οἷον δίδομαι, ἢ διχρόνῳ συνεσταλμένῳ, οἷον ζεύγνυμαι· ταῦτα δὲ 〈ἐπειδὴ〉 οὐδενὶ ἐκ τούτων παραλήγονται, ἄρα οὐκ εἰσὶν οὔτε παρὰ τῶν εἰς μι. Τί οὖν ἔστιν εἰπεῖν; λέγομεν ὅτι ἀπὸ τῶν εἰς μι εἰσίν· ἐλέγχονται γὰρ ταῦτα ἀπὸ τῶν δευτέρων προσώπων ὄντα ἀπὸ τῶν εἰς μι, λέγω δὴ ἀπὸ τοῦ ἧσαι
10(ἐξ οὗ τὸ κάθησαι) καὶ ἀπὸ τοῦ κεῖσαι, οἷον ὡς παρὰ τῷ ποιητῇ 〈Υ 389〉 κεῖσαι, Ὀτρυντείδη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν· πᾶς γὰρ ἐνεστὼς εἰς μαι λήγων καὶ ἔχων εἰς σαι τὸ δεύτερον πρόσωπον ἀπὸ τῶν εἰς μι ἐστίν, οἷον τίθεμαι τίθεσαι, ἵσταμαι ἵστασαι, δίδομαι δίδοσαι, ζεύγνυμαι ζεύγνυσαι· εἰ οὖν ἐστι τὸ δεύτερον πρόσωπον ἧσαι καὶ κεῖσαι,
15δηλονότι ἀπὸ τῶν εἰς μι εἰσίν. Ἔστι δὲ σχηματίσαι αὐτὰ οὕτως· ἔστιν ἕω καὶ κέω βαρύτονα· ταῦτα περισπωμένως γίνονται ἑῶ καὶ κεῶ, εἶτα ἐκ τούτων τῶν περισπωμένων γίνονται παράγωγα εἰς μι, οἷον ἕημι καὶ κέημι, καὶ λοιπὸν ὁ παθητικὸς ἐνεστὼς ἕεμαι καὶ κέεμαι, ὥσπερ τίθημι καὶ τίθεμαι, καὶ κατὰ κρᾶσιν τῶν δύο εε πῇ μὲν εἰς τὸ η γί‐
20νεται ἧμαι, πῇ δὲ εἰς τὴν ει δίφθογγον κεῖμαι· διατί δὲ ἐπὶ μὲν τοῦ ἧμαι τὰ δύο εε εἰς τὸ η ἐκράθησαν, ἐπὶ δὲ τοῦ κεῖμαι εἰς τὴν ει δί‐ φθογγον, ἐν τῷ 〈Ῥηματικῷ Ἀπολλωνίου〉, εἰ θεῷ φίλον, μαθησόμεθα. Τύπτ· πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλιτικὸν τοῦ τρίτου προσώπου τὸ τ ἤτοι τρέπον εἰς ς τὸ δεύτερον
25ποιε, ἢ ὑποστέλλον τὸ τ τοῦ τρίτου καὶ κρᾶσιν ποιούμενον τῶν φωνηέντων. Τὸ παρὸν δεύτερον ἑνικὸν παθητικὸν πρόσωπον καὶ τὰ ὅμοια ἐκ τοῦ ἰδίου τρίτου ἑνικοῦ κανονίζονται· κανονίζονται δὲ τοῦτον τὸν τρόπον· πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλιτικὸν τοῦ τρίτου προσώπου τὸ τ ἤτοι τρέπον εἰς ς τὸ δεύτερον πρόσωπον ποιεῖ,
30ἢ ἀποβάλλον τὸ τ τοῦ τρίτου καὶ κρᾶσιν ποιούμενον τῶν φωνηέντων. Καὶ ὅσα μὲν ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἐκεῖνα τροπῇ τοῦ τ εἰς ς ποιοῦσι τὸ δεύτερον πρόσωπον, οἷον πεποίη‐ μαι πεποίηται πεποίησαι, ἐπεποιήμην ἐπεποίητο ἐπεποίησο, πεποιηκώς γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως· καὶ πάλιν τίθεμαι
35〈τίθεται〉 τίθεσαι, ἐτιθέμην ἐτίθετο ἐτίθεσο, τιθείς γὰρ ἡ ἐνεργητικὴ
μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως· ὅσα δὲ οὐκ ἔχουσι τὴν ἐνεργητικὴν172

173

μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἐκεῖνα ἀποβολῇ τοῦ τ καὶ κράσει τῶν φωνηέντων ποιοῦσι τὸ δεύτερον πρόσωπον, οἷον τύπτομαι τύπτε‐ ται καὶ κατὰ ἀποβολὴν τοῦ τ τύπτεαι καὶ κράσει τοῦ ε καὶ α εἰς η τύπτῃ, ὥσπερ βέλεα βέλη, καὶ μένει τὸ ι προσγεγραμμένον καὶ ἀνεκ‐
5φώνητον διὰ τὸ μέγεθος τοῦ η· καὶ πάλιν 〈ἐτυπτόμην〉 ἐτύπτετο καὶ κατὰ ἀποβολὴν τοῦ τ ἐτύπτεο καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον ἐτύπτου, ὥσπερ χάλκεος χαλκοῦς· 〈οὐδὲ〉 γὰρ ἔχουσι ταῦτα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, τύπτων γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή· 〈καὶ πάλιν〉 ἐτυψάμην ἐτύψατο καὶ κατὰ ἀπο‐
10βολὴν τοῦ τ ἐτύψαο καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς τὸ ω ἐτύψω, ὥσπερ 〈βοάομεν βοῶμεν〉· οὐδὲ γὰρ ἔχει τοῦτο τὴν ἐνεργητικὴν μετ‐ οχὴν εἰς ς μετ’ ὀξείας τάσεως, τύψας γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχὴ 〈εἰς ς μὲν〉 ἀλλ’ οὐκ ὀξύτονος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ποιοῦνται τὴν τροπὴν τοῦ τ εἰς τὸ ς 〈ἐν μὲν τοῖς
15εἰς ω〉 οἵ τε παρακείμενοι καὶ ὑπερσυντέλικοι, ἐπειδὴ ἔχουσι τὴν ἐνερ‐ γητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, οἷον πεποίημαι πεποίηται πε‐ ποίησαι, ἐπεποιήμην ἐπεποίητο ἐπεποίησο, πεποιηκώς γὰρ ἡ ἐνεργη‐ τικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως· τὴν δὲ 〈ἀποβολὴν τοῦ τ〉 καὶ κρᾶ‐ σιν τῶν φωνηέντων 〈οἱ〉 ἐνεστῶτες παρατατικοὶ ἀόριστοι μέσοι καὶ
20μέλλοντες ἅπαντες, τουτέστι καὶ παθητικοὶ 〈καὶ μέσοι〉, ἐπειδὴ οὐκ ἔχουσιν οὗτοι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, οἷον τύπτομαι τύπτεται τύπτεαι καὶ τύπτῃ, ἐτυπτόμην ἐτύπτετο 〈ἐτύπτεο〉 καὶ ἐτύπτου, τύπτων γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχὴ οὔτε εἰς ς οὔτε ὀξύτονος· καὶ πάλιν ἐτυψάμην ἐτύψατο ἐτύψαο ἐτύψω, τύψας γάρ
25ἐστιν ἡ μετοχὴ ἡ ἐνεργητικὴ εἰς ς μὲν ἀλλ’ οὐκ ὀξύτονος· καὶ πάλιν ἐτυπόμην ἐτύπετο ἐτύπεο ἐτύπου, τυπών γὰρ ἡ ἐνεργητικὴ μετοχὴ ὀξύτονος μὲν ἀλλ’ οὐκ εἰς ς· καὶ πάλιν τυφθήσομαι τυφθήσεται τυφθή‐ σεαι καὶ τυφθήσῃ, τύψομαι τύψεται τύψεαι καὶ τύψῃ, τύψων γὰρ ἡ ἐνεργητικὴ μετοχὴ οὔτε εἰς ς οὔτε ὀξύτονος· καὶ πάλιν τυπήσομαι τυ‐
30πήσεται τυπήσεαι τυπήσῃ, τυποῦμαι τυπεῖται τυπεῖαι καὶ κατὰ ἀποβο‐ λὴν τοῦ ι τυπέαι καὶ κατὰ κρᾶσιν τῶν φωνηέντων τυπῇ, τυπῶν γὰρ ἡ ἐνεργητικὴ μετοχὴ οὔτε εἰς ς οὔτε ὀξύτονος. Πρόσκειται δὲ 〈«ἀόρι‐ στοι μέσοι» διὰ τοὺσ〉 παθητικούς· οὗτοι γὰρ ἀπὸ τοῦ πρώτου προσώ‐ που ποιοῦσι τὸ δεύτερον πρόσωπον τροπῇ τοῦ ν εἰς τὸ ς, οἷον ἐτύ‐
35φθην ἐτύφθησ, ἐτύπην 〈ἐτύπησ〉, τῷ κανόνι τῷ ῥηθέντι ἐν τῇ περὶ
τοῦ ἐνεργητικοῦ ὑπερσυντελίκου διδασκαλίᾳ· οὐδὲ γὰρ ἔχουσι τὸ τ κατὰ173

174

τὸ τρίτον πρόσωπον, 〈ἵνα ἐκ〉 τοῦ τρίτου προσώπου κανονισθῶσιν. Ἐν δὲ τοῖς εἰς μι πάντῃ τροπῇ τοῦ τ εἰς τὸ ς ποιοῦσι τὸ δεύτερον πρόσωπον, ἐπειδὴ ταῦτα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τά‐ σεως ἔχουσιν, οἷον τίθεμαι τίθεται τίθεσαι, ἐτιθέμην ἐτίθετο ἐτίθεσο,
5τιθείς γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως· καὶ πάλιν ἐθέμην ἔθετο ἔθεσο, ἐδόμην ἔδοτο ἔδοσο, ἐστάμην ἔστατο ἔστασο, δούς γὰρ καὶ θείς καὶ στάς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως. Δεῖ προσθεῖναι «χωρὶς τῶν 〈μελλόντων καὶ τοῦ πρώτου μέσου ἀορί‐ στου»〉· οὗτοι γὰρ ἀποβολῇ τοῦ τ καὶ κράσει τῶν φωνηέντων ποιοῦσι
10τὰ δεύτερα πρόσωπα, ἐπειδὴ οὐκ ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, οἷον τεθήσομαι τεθήσεται τεθήσεαι καὶ τεθήσῃ, θή‐ σομαι θήσεται θήσεαι καὶ θήσῃ, θήσων γὰρ ἡ ἐνεργητικὴ μετοχὴ οὔτε εἰς ς οὔτε ὀξύτονος· καὶ πάλιν ἐστησάμην ἐστήσατο ἐστήσαο καὶ ἐστήσω, στήσας γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς μὲν ἀλλ’ οὐκ ὀξύτονος. Πρόσ‐
15κειται ἐν τῷ κανόνι 〈«ἔχον τὸ μ κλιτικόν», οἷον «πᾶν πρῶτον πρό‐ σωπον ἔχον τὸ μ κλιτικόν», διὰ τὸ ἐδάμην· τοῦτο γὰρ οὐ ποιεῖ τὸ δεύτερον πρόσωπον〉 ἀπὸ τοῦ τρίτου ἢ τροπῇ τοῦ τ εἰς τὸ ς ἢ ἀπο‐ βολῇ τοῦ τ καὶ κράσει τῶν φωνηέντων, 〈ἐπειδὴ οὐκ ἔχει〉 τὸ τ κατὰ τὸ τρίτον πρόσωπον· τὸ γὰρ μ τὸ ὂν ἐν τῷ πρώτῳ προσώπῳ οὐκ ἔστι
20κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ 〈ἐνεστῶτος ἔχει αὐτό· δάμνω〉 γάρ 〈ἐστιν ὁ ἐνεστώσ〉· πρόσκειται δὲ ὅλως «ἔχον τὸ μ κλιτικόν» διὰ τὸ τύπτει ἐκεῖνος, 〈ὀρύττει ἐκεῖνοσ〉· ταῦτα γὰρ ἔχουσι τὸ τ, καὶ οὐ ποιοῦσι τὸ δεύτερον πρόσωπον ἢ τροπῇ τοῦ τ εἰς τὸ ς ἢ ἀποβολῇ τοῦ τ καὶ κράσει τῶν φωνηέντων, ἐπειδὴ οὐκ ἔχουσιν ὅλως κατὰ τὸ πρῶ‐
25τον πρόσωπον τὸ μ· τύπτω γὰρ καὶ ὀρύττω. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καὶ ἐπὶ τῆς πρώτης συζυγίας τῶν περισπωμένων ἀπὸ τοῦ τρίτου προσώπου γίνεται τὸ δεύτερον πρόσωπον κατὰ ἀπο‐ βολὴν τοῦ τ καὶ κράσει τῶν φωνηέντων· οὐδὲ γὰρ ἔχει τὴν ἐνεργητι‐ κὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, οἷόν ἐστι ποιοῦμαι ποιεῖται, καὶ
30ἐπειδὴ ἡ ἐνεργητικὴ μετοχὴ ποιῶν ἐστιν οὔτε εἰς ς οὔτε ὀξύτονος, τούτου χάριν ἀποβολὴ τοῦ τ γίνεται καὶ κρᾶσις τῶν φωνηέντων, καὶ οὕτως ἀποτελεῖται τὸ δεύτερον πρόσωπον· ἔστιν οὖν ποιεῖται καὶ κατὰ ἀποβολὴν τοῦ τ γίνεται ποιεῖαι, καὶ κατὰ ἀποβολὴν τοῦ ι γίνεται ποι‐ έαι καὶ κράσει τοῦ ε καὶ α εἰς η ποιῇ περισπωμένως· ἡ γὰρ ὀξεῖα καὶ
35ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ,174

175

Ἡρακλέης Ἡρακλῆς, ποιέω ποιῶ· 〈τὸ δὲ ι〉 ἀπεβλήθη, ἐπειδὴ οὐδέ‐ ποτε τοῦ ι μέσου ὄντος συναίρεσις γίνεται τῶν φωνηέντων· ἀμέλει ἐν τῷ τῷ ἐμῷ πρῶτον ἀποβάλ〈λεται τὸ ι〉 τοῦ τῷ ἄρθρου, καὶ οὕτω γίνεται ἡ κρᾶσις τοῦ ω καὶ ε εἰς ω καὶ γίνεται τὠμῷ. Ἔστι δὲ καὶ ἐκ
5τοῦ ἐντελοῦς τρίτου προσώπου κανονίσαι αὐτό, φημὶ δὴ τὸ ποιῇ· ἔστι γὰρ τὸ ἐντελὲς τρίτον πρόσωπον ποιέεται, καὶ κατὰ ἀποβολὴν τοῦ τ γίνεται ποιέεαι, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς τὸ η γίνεται ποιέῃ, ὥσπερ τύπτεαι τύπτῃ, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς διφθόγγου τῆς διὰ τοῦ η καὶ ι εἰς τὴν δίφθογγον ποιῇ. Ταῦτα μὲν ἐν τούτοις.
10 Ἰστέον δὲ ὅτι ἐπὶ τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπω‐ μένων τὰ τρίτα πρόσωπα τοῦ ἐνεργητικοῦ ἐνεστῶτος δεύτερα γίνονται παθητικά, οἷον βοῶ βοᾷς βοᾷ 〈ἐκεῖνος, βοῶμαι〉 βοᾷ σύ, καὶ πάλιν περῶ περᾷς περᾷ 〈ἐκεῖνος, περῶμαι περᾷ〉 σύ, καὶ πάλιν γελῶ γελᾷς γελᾷ ἐκεῖνος, γελῶμαι γελᾷ σύ, καὶ πάλιν [ὡς ἀπὸ τοῦ] κοιμῶ κοι‐
15μᾷς κοιμᾷ ἐκεῖνος, καὶ κοιμῶμαι κοιμᾷ σύ, καὶ πάλιν χρυσῶ χρυσοῖς χρυσοῖ ἐκεῖνος, χρυσοῦμαι χρυσοῖ σύ, καὶ πάλιν στεφανῶ στεφανοῖς στεφανοῖ ἐκεῖνος καὶ στεφανοῦμαι στεφανοῖ σύ, καὶ πάλιν ὀρθῶ ὀρθοῖς ὀρθοῖ ἐκεῖνος καὶ ὀρθοῦμαι ὀρθοῖ σύ· οὐδὲ γὰρ ἔχουσι ταῦτα τὴν ἐνερ‐ γητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἵνα ἀπὸ τοῦ τρίτου προσ‐
20ώπου ποιήσωσι τὸ δεύτερον πρόσωπον 〈τροπῇ〉 τοῦ τ εἰς τὸ ς. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι καὶ ἐπὶ τῶν βαρυτόνων καὶ ἐπὶ τῆς πρώτης συζυ‐ γίας τῶν περισπωμένων 〈τὸ τρίτον πρόσωπον τοῦ〉 ἐνεργητικοῦ ἐν‐ εστῶτος δεύτερον ποιοῦσι παθητικόν, οἷον τύπτω τύπτεις τύπτει 〈καὶ〉 τύπτομαι τύπτει ἀττικῶς διὰ τῆς ει διφθόγγου, καὶ πάλιν ὡς ἀπὸ τοῦ
25βούλω βούλεις βούλει γίνεται βούλομαι βούλει ἀττικῶς διὰ τῆς ει δι‐ φθόγγου, ὡς παρὰ Μενάνδρῳ ἐν τῷ 〈fragm. 898 Κ〉 〈βούλει τι Κνήμων;〉 εἰπέ μοι, καὶ πάλιν ποιῶ ποιεῖς ποιεῖ καὶ ποιοῦμαι ποιεῖ ἀττικῶς διὰ τῆς ει διφθόγγου· πάντως δὲ οἱ Ἀθηναῖοι τοῦτο ποιοῦσιν, ἀλλ’ ἀκολουθοῦσι καὶ οἱ πεζολόγοι, ἐπεὶ οἱ τραγικοὶ τοῦτο οὐ ποιοῦσιν
30ἀλλ’ ἀκολουθοῦσι τοῖς κοινοῖς. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ἡ μὲν πρώτη συζυγία τῶν περισπω‐ μένων τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ ἐνεστῶτος διὰ τοῦ η καὶ ι ἔχει ὁμοίως τοῖς βαρυτόνοις, 〈οἷον〉 ποιοῦμαι ποιῇ, ὡς τύπτομαι
τύπτῃ, ἡ δὲ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων οὐδὲν τοι‐175

176

οῦτον ἔχει, ἀλλ’, ὡς εἴρηται, τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ ἐν‐ εστῶτος ὁμόφωνον ἔχει τῷ τρίτῳ προσώπῳ τοῦ ἐνεργητικοῦ ἐνεστῶτος, οἷον γελῶ γελᾷς γελᾷ ἐκεῖνος, γελῶμαι γελᾷ σύ, χρυσῶ χρυσοῖς χρυ‐ σοῖ ἐκεῖνος, χρυσοῦμαι χρυσοῖ σύ. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν
5ταύτην· ἐπειδὴ ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων κατὰ τὸ δεύ‐ τερον πρόσωπον τοῦ ἐνεργητικοῦ ἐνεστῶτος ὁμοίως τοῖς βαρυτόνοις ἐκφέρεται—διὰ γὰρ τῆς ει διφθόγγου ἐκφέρεται ὁμοίως αὐτοῖς, οἷον ποιῶ ποιεῖς, ὡς τύπτω τύπτεις—τούτου χάριν καὶ κατὰ τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ ἐνεστῶτος διὰ τοῦ η καὶ ι ἐκφέρεται ὁμοίως
10τοῖς βαρυτόνοις, οἷον ποιοῦμαι ποιῇ, ὥσπερ τύπτομαι τύπτῃ· ἡ δὲ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων ἐπειδὴ οὐκ ἐκφέρονται κατὰ τὸ δεύτερον πρόσωπον τοῦ ἐνεργητικοῦ ἐνεστῶτος ὁμοίως τοῖς βαρυτόνοις—ἡ μὲν γὰρ διὰ τῆς διφθόγγου ἐκφέρεται, ἡ δὲ διὰ τῆς οι διφθόγγου, οἷον γελῶ γελᾷς γελᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, τὰ
15δὲ δεύτερα πρόσωπα τῶν βαρυτόνων διὰ τῆς ει διφθόγγου ἐκφέρονται, οἷον τύπτω τύπτεις—τούτου χάριν οὔτε κατὰ τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ ἐνεστῶτος διὰ τοῦ η καὶ ι ἐκφέρονται ὁμοίως τοῖς βα‐ ρυτόνοις, ἀλλ’ ἔχουσιν αὐτὸ ὁμόφωνον, ὡς εἴρηται, τῷ τρίτῳ προσ‐ ώπῳ τοῦ ἐνεργητικοῦ ἐνεστῶτος.
20 Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ κάθῃ καὶ τὸ μέμνῃ καὶ τὸ δύνῃ παράλογά εἰσιν· τὸ μὲν γὰρ κάθῃ καὶ δύνῃ ἐνεστῶτός εἰσι παθητικοῦ ἀπὸ τῶν εἰς μι, ὁ δὲ παθητικὸς ἐνεστὼς ἀπὸ τῶν εἰς μι τροπῇ τοῦ τ τοῦ τρίτου προσώπου εἰς τὸ ς τὸ δεύτερον πρόσωπον ποιεῖ, οἷον τίθεται τίθεσαι· οὕτως οὖν καὶ δύναται δύνασαι, ὡς γὰρ
25ἀπὸ τοῦ δύνημι ἐστί, καὶ κάθηται κάθησαι, ἀπὸ γὰρ τοῦ ἧμαι ἐστίν, ὅπερ, ὡς ἀνωτέρω δέδεικται, ἀπὸ τῶν εἰς μι ἐστίν· παραλόγως ἄρα τὸ κάθῃ καὶ δύνῃ· τὸ δὲ μέμνῃ παθητικοῦ παρακειμένου ἐστίν· πᾶς δὲ παθητικὸς παρακείμενος τροπῇ τοῦ τ τοῦ τρίτου προσώπου εἰς τὸ ς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον πεποίηται πεποίησαι, νενόηται νε‐
30νόησαι· οὕτως οὖν καὶ μέμνηται μέμνησαι, παραλόγως ἄρα τὸ μέμνῃ. Τί οὖν ἔστιν εἰπεῖν; λέγομεν, ὅτι ταῦτα ἀποβολὴν πεπόνθασι συμφώ‐ νου ἰωνικῶς καὶ συστολὴν τῆς παραληγούσης ὁμοίως ἰωνικῶς καὶ κρᾶ‐ σιν τῶν φωνηέντων ἀττικῶς, οἷον μέμνημαι μέμνηται μέμνησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ς ἰωνικῶς γίνεται μέμνηαι, καὶ κατὰ συστολὴν τῆς
35παραληγούσης πάλιν ἰωνικῶς μέμνεαι· καὶ γὰρ οἱ Ἴωνες εἰώθασι πολ‐176

177

λάκις ἀποβάλλειν τὸ σύμφωνον τοῦ δευτέρου προσώπου, ὡς ἐν τῷ ἐπίσταμαι ἐπίσταται ἐπίστασαι καὶ ἐπίστααι, καὶ τὴν παραλήγουσαν πάν‐ τως συστέλλουσιν εἰς ε, οἷον ἐπίστεαι, χωρὶς εἰ μὴ τὸ δεύτερον πρόσ‐ ωπον εἰς ο λήγει· τότε γὰρ οὐ συστέλλεται ἡ παραλήγουσα εἰς ε, ἀλλὰ
5φυλάττεται, οἷον ἐφάμην ἔφατο ἔφασο καὶ ἔφαο, ἐξ οὗ τὸ 〈π 168. ς 171〉 ἔπος φάο· ἐνταῦθα γὰρ φυλάττεται ἡ παραλήγουσα, ἐπειδὴ εἰς ο λήγει τὸ δεύτερον πρόσωπον· ἔστιν οὖν μέμνημαι μέμνηται μέ‐ μνησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ς μέμνηαι, καὶ κατὰ συστολὴν τῆς παραληγούσης μέμνεαι, καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ε καὶ α εἰς η
10μέμνῃ, ὥσπερ βέλεα βέλη, καὶ μένει τὸ ι προσγεγραμμένον· καὶ πάλιν ἐστὶ δύναμαι δύναται δύνασαι, καὶ κατὰ ἀποβολὴν τοῦ ς δύνααι, καὶ κατὰ συστολὴν τῆς παραληγούσης ἤγουν τροπῇ τοῦ α εἰς ε δύνεαι, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς τὸ η δύνῃ, καὶ μένει τὸ ι προσγεγραμμέ‐ νον· καὶ πάλιν ἐστὶ κάθημαι κάθηται κάθησαι, καὶ κατὰ ἀποβολὴν τοῦ
15ς κάθηαι καὶ κατὰ συστολὴν τῆς παραληγούσης κάθεαι, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η κάθῃ, καὶ μένει τὸ ι προσγεγραμμένον. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, πῶς τοῦ τύπτοιμι πρώτου προσώπου ἔχοντος τὸ μ κλιτικόν—ἀπὸ γὰρ τοῦ τύπτω ἐνεστῶτος ὁριστικοῦ γί‐
20νεται τὸ εὐκτικὸν κατὰ κλίσιν τύπτοιμι ἔχον τὸ μ κλιτικόν, οὐδὲ γὰρ ἔχει αὐτὸ ἀπὸ τοῦ θέματος ἤγουν ἀπὸ τοῦ ὁριστικοῦ ἐνεστῶτος—τὸ τρίτον πρόσωπον τὸ τύπτοι οὐ ποιεῖ τὸ δεύτερον τὸ τύπτοις οὔτε τροπῇ τοῦ τ εἰς τὸ ς οὔτε ἀποβολῇ τοῦ τ καὶ κράσει τῶν φωνηέντων. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ δεύτερον ἑνικὸν πρόσωπον ἐκ τοῦ τρίτου γί‐
25νεται ἢ τροπῇ τοῦ τ εἰς ς ἢ ἀποβολῇ τοῦ τ καὶ κράσει τῶν φωνηέν‐ των, ἡνίκα τὸ τρίτον πρόσωπον ἔχει τὸ τ κλιτικόν, ὡς ἐπὶ τοῦ τύπτε‐ ται καὶ λέγεται· ταῦτα γὰρ ἀπὸ τοῦ τύπτω καὶ λέγω γινόμενα τὸ τ ἐν τῇ τελευταίᾳ συλλαβῇ ἀπὸ κλίσεως ἔχουσιν· ἐν δὲ τῷ τύπτοι τρίτῳ προσώπῳ εὐκτικῷ τῷ ἀπὸ τοῦ τύπτοιμι οὐκ ἔστι κλιτικὸν τὸ τ, ἀλλὰ
30θεματικόν, ἀπὸ γὰρ τοῦ τύπτω ἐνεστῶτός ἐστι τὸ πτ· οὕτω γὰρ καὶ ἐπὶ τοῦ Κράτης ὀνόματος ἀπὸ τοῦ κρατῶ ῥήματος γεγονότος λέγομεν τὸ τ θεματικὸν εἶναι, ἐπὶ δὲ τοῦ θύτης ἀπὸ τοῦ θύω γενομένου οὐκ‐ έτι τὸ τ θεματικὸν λέγομεν εἶναι, οὐδὲ γὰρ ὁ θύω ἐνεστὼς ἔχει τὸ τ, διὸ οὐδὲ τὴν κλίσιν, ὡς ἐν τοῖς Ὀνόμασιν εἴρηται.
35Τύπτεται. Ἐνταῦθα τὸ τρίτον πρόσωπον κανονίζει· κανονίζεται177

178

δὲ τοῦτον τὸν τρόπον· τὰ εἰς μαι λήγοντα τροπῇ τῆς μαι εἰς ται τὸ τρίτον πρόσωπον ποιοῦσιν, καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν ἢ τρέ‐ πουσιν αὐτήν· καὶ φυλάττουσι μέν, ὅτε ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς, οἷον πεποίημαι πεποίηται, πεποιηκώς γὰρ ἡ 〈ἐνεργητικὴ〉 μετ‐
5οχή, τίθεμαι τίθεται, τιθείς γὰρ ἡ ἐνεργητικὴ μετοχή, δίδομαι δίδοται, διδούς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ζεύγνυμαι ζεύγνυται, ζευγνύς γὰρ ἡ ἐνεργητικὴ μετοχή· τρέπουσι δέ, ὅτε μὴ ἔχουσι τὴν ἐνεργητικὴν μετ‐ οχὴν εἰς ς, οἷον τύπτομαι τύπτεται, τύπτων γὰρ ἡ ἐνεργητικὴ μετοχή, τυπήσομαι τυπήσεται, τυποῦμαι τυπεῖται, τυπῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ
10μετοχή. Τὰ δὲ περισπώμενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παρα‐ λήγουσαν· ἔστι γὰρ ποιέομαι ποιέεται, καὶ κράσει τοῦ μὲν ε καὶ ο εἰς τὴν ου δίφθογγον γίνεται ποιοῦμαι, ὥσπερ χάλκεος χαλκοῦς, κατὰ κρᾶσιν δὲ τῶν δύο εε εἰς τὴν ει δίφθογγον ποιεῖται, ὥσπερ Πηλέες Πηλεῖς. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τῷ ποιεῖται τὰ
15δύο εε εἰς τὴν ει δίφθογγον κιρνῶνται καὶ μὴ εἰς τὸ η· καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· τὰ εἰς μαι καὶ τὰ εἰς ται τὰ ἴσα φωνή‐ εντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομαι τύπτεται, λέγομαι λέγεται, βοῶμαι βοᾶται, χρυσοῦμαι χρυσοῦται, στεφανοῦμαι στεφανοῦται, ὀρθοῦμαι ὀρθοῦται· εἰ οὖν τὸ ποιοῦμαι διὰ δύο φωνηέν‐
20των ἐκφέρεται κατὰ τὴν παραλήγουσαν, δηλονότι καὶ τὸ ποιεῖται ἀναγκάζεται διὰ δύο φωνηέντων ἐκφέρεσθαι κατὰ τὴν παραλήγουσαν, καὶ δηλονότι εὐλόγως εἰς τὴν ει δίφθογγον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ η· πάλιν ἐστὶ βοάομαι βοάεται, καὶ κατὰ κρᾶσιν τοῦ μὲν α καὶ ο εἰς τὸ ω γίνεται βοῶμαι, ὥσπερ ἐλούσαο ἐλούσω, τοῦ δὲ α καὶ ε
25εἰς α μακρὸν βοᾶται, ὥσπερ τὰ ἐμά τἀμά· πάλιν ἐστὶ χρυσόομαι χρυσόεται, καὶ κατὰ κρᾶσιν τῶν μὲν δύο οο εἰς τὴν ου δίφθογγον γί‐ νεται χρυσοῦμαι, ὥσπερ νόος νοῦς, τοῦ δὲ ο καὶ ε πάλιν εἰς τὴν ου δίφθογγον χρυσοῦται, ὥσπερ τὸ ἐμόν τοὐμόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι περιττῶς εἶπεν ὁ τεχνικός «τὰ εἰς μαι ἔχοντα τὸ μ
30κλιτικόν», πάντα γὰρ τὰ εἰς μαι κλιτικὸν ἔχουσι τὸ μ· εἰ δέ τις εἴποι, ὅτι διὰ τὰ εἰς μαι τὰ ἀπὸ τῶν εἰς μι τοῦτο εἶπεν, τὰ γὰρ εἰς μι ἀπὸ παραγωγῆς ἔχουσι τὸ μ—τὸ γὰρ τίθημι ἀπὸ τοῦ τιθῶ γέγονε κατὰ παραγωγὴν καὶ τὸ ἵστημι ἀπὸ τοῦ ἱστῶ—λέγομεν, ὅτι εἰ καὶ τὰ εἰς
μι ἀπὸ παραγωγῆς ἔχουσι τὸ μ, ἀλλ’ οὖν τὰ παθητικὰ αὐτῶν ἀπὸ κλί‐178

179

σεως ἔχουσι τὸ μ· τροπὴ γὰρ τοῦ μ ἐκείνου παρηκολούθησεν ἐν τοῖς παθητικοῖς εἰς ἕτερον μ, ὅθεν καὶ αὐτὰ τροπῇ τῆς μαι εἰς ται τὸ τρίτον πρόσωπον ποιοῦσιν, οἷον τίθεμαι τίθεται, ἵσταμαι ἵσταται· περιττῶς οὖν κεῖται τὸ «ἔχοντα τὸ μ κλιτικόν».
5 Δυϊκά. Τυπτόμεθον, τύπτεσθον, τύπτεσθον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ μ ἐπὶ τῆς τελευ‐ ταίας συλλαβῆς· τυπτόμεθα γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πλη‐ θυντικῶν, καὶ τὸ θ ἔχει ἐν τῇ τελευταίᾳ συλλαβῇ, οὐ τὸ μ. Κανονίζεται
10δὲ ἐκ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ τῆς θα εἰς θον, οἷον τυπτό‐ μεθα τυπτόμεθον· καθόλου γὰρ πᾶν πρῶτον πρόσωπον πληθυντικὸν εἰς θα λῆγον τροπῇ τῆς θα εἰς θον τὸ πρῶτον τῶν δυϊκῶν ποιεῖ, οἷον τυπτόμεθα τυπτόμεθον, λεγόμεθα λεγόμεθον, τετύμμεθα τετύμμεθον, ἐτυψάμεθα ἐτυψάμεθον, τυφθησόμεθα τυφθησόμεθον. Τὸ δὲ δεύτερον τῶν
15δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ε εἰς ον, οἷον τύπτεσθε τύπτεσθον· καθόλου γὰρ πᾶν δεύτερον πληθυντικόν, εἴτε εἰς τε λήγει εἴτε εἰς σθε, τροπῇ τοῦ ε εἰς ον τὸ δεύτερον τῶν δυϊκῶν ποιεῖ, οἷον τύπτετε τύπτετον, ἐτύψατε ἐτύψατον, τετύφατε τετύφατον, τύπτεσθε τύπτεσθον, ἐτύψασθε ἐτύψασθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμο‐
20φωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ται λήγει. Πληθυντικά. Τυπτόμεθα. Κανονίζει τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦτον τὸν τρόπον· πᾶν πρῶτον πρόσωπον ἑνικὸν ἔχον τὸ μ κλιτικὸν μετὰ μακρᾶς τροπῇ τῆς τελευταίας συλ‐ λαβῆς εἰς μεθα τὸ πληθυντικὸν ποιεῖ, οἷον τύπτομαι τυπτόμεθα,
25ἐτυπτόμην ἐτυπτόμεθα, τέτυμμαι τετύμμεθα, τυφθήσομαι τυφθησόμεθα, τυπήσομαι τυπησόμεθα, ἐτυψάμην ἐτυψάμεθα, ἐτυπόμην ἐτυπόμεθα, τύψο‐ μαι τυψόμεθα. Πρόσκειται «ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐδάμην· τοῦτο γὰρ ἔχει τὸ μ καὶ μετὰ μακρᾶς, καὶ ὅμως οὐ ποιεῖ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς μεθα,
30οὐδὲ γὰρ λέγομεν ἐδάμεθα ἀλλ’ ἐδάμημεν, ἐπειδὴ οὐκ ἔχει τὸ μ κλιτι‐ κὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστώς· «μετὰ μακρᾶς» δὲ πρόσκειται διὰ τὰ εἰς μι εὐκτικά· ταῦτα γὰρ κλιτικὸν ἔχουσι τὸ μ, καὶ ὅμως οὐ ποιοῦσιν εἰς μεθα τὸ πληθυντικὸν ἀλλ’ εἰς μεν, οἷον τύπτοιμι τύπτοιμεν, λέγοιμι λέγοιμεν,
35ἐπειδὴ οὐκ εἰσὶ μετὰ μακρᾶς ἀλλὰ μετὰ βραχείας. Ὁ δὲ τεχνικὸς λέγει, ὅτι «μετὰ μακρᾶς» πρόσκειται καὶ διὰ τὰ εἰς μι ὁριστικά· ταῦτα γὰρ
ἔχουσι τὸ μ κλιτικόν, καὶ ὅμως οὐ ποιοῦσιν εἰς μεθα τὸ πληθυντικὸν179

180

ἀλλ’ εἰς μεν, οἷον τίθημι τίθεμεν, ἵστημι ἵσταμεν, ἐπειδὴ οὐκ εἰσὶ μετὰ μακρᾶς, ἀλλὰ μετὰ βραχείας. Ἰστέον δὲ ὅτι κακῶς παρέθετο τὰ εἰς μι ὁριστικά· ταῦτα γὰρ οὐκ ἔχουσι τὸ μ κλιτικόν, ἀλλ’ ἀπὸ παραγωγῆς· ἀπὸ γὰρ τοῦ τιθῶ γέγονε τίθημι κατὰ παραγωγήν, καὶ ἀπὸ τοῦ ἱστῶ
5γέγονεν ἵστημι· ἄλλο δέ ἐστι τὸ ἀπὸ κλίσεως, καὶ ἄλλο τὸ ἀπὸ παρα‐ γωγῆς, οἷον τὸ μὲν Πάρις Πάριδος ἀπὸ κλίσεως ἔχει τὸ δ, τὸ δὲ Ἀτρεύς Ἀτρείδης ἀπὸ παραγωγῆς. Τύπτεσθε. Κανονίζει τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν τοῦτον τὸν τρόπον· πᾶν τρίτον πρόσωπον ἑνικὸν ἔχον τὸ τ
10κλιτικὸν τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς θε τὸ δεύ‐ τερον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ τ, τουτέστιν εἰ μὴ ὑπάρχει πρὸ τοῦ τ σύμφωνον, καὶ τὸ ς προσ‐ λαμβάνει τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν, οἷον τύπτεται τύπτεσθε, ἐτύπτετο ἐτύπτεσθε, πεποίηται πεποίησθε, ἐπεποίητο ἐπε‐
15ποίησθε, ἐτύψατο ἐτύψασθε, ἐλάβετο ἐλάβεσθε, τυφθήσεται τυφθήσεσθε, τύψεται τύψεσθε, τυπεῖται τυπεῖσθε· εἰ δὲ συμφώνῳ παραλήγοιτο, τουτ‐ έστιν εἰ ὑπάρχει πρὸ τοῦ τ σύμφωνον, φυλάττει αὐτὸ καὶ ἐν τῷ δευ‐ τέρῳ προσώπῳ τῶν πληθυντικῶν, οἷον κέκαρται κέκαρθε, τέτιλται τέτιλθε, ἔσπαρται ἔσπαρθε, μεμίανται μεμίανθε, χωρὶς εἰ μή πω ψιλὸν
20εὑρεθῇ· τότε γὰρ διὰ τὴν ἀσυνταξίαν εἰς τὸ δασὺ ἀντίστοιχον τρέπεται ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν, οἷον τέτυπται τέτυφθε, νένυκται νένυχθε· ψιλὰ γὰρ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον κτύπος κτῆμα πτῶσις χθών φθορά. Πρόσκειται ἐν τῷ κανόνι «ἔχον τὸ τ κλιτικόν» διὰ τὸ τύπτει· τοῦτο
25γὰρ οὐ τρέπει τὴν τελευταίαν συλλαβὴν εἰς θε καὶ ποιεῖ τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν, ἀλλ’ οὐκ ἔχει τὸ τ κλιτικὸν ἀλλὰ θεμα‐ τικόν· τύπτω γάρ ἐστι τὸ θέμα καὶ ἔχει τὸ τ. Τύπτονται. Ἐνταῦθα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν κανονίζει· κανονίζεται δὲ τοῦτον τὸν τρόπον· πᾶν τρίτον πρόσωπον
30ἑνικὸν ἔχον τὸ τ κλιτικόν, πρὸ τοῦ τ λαμβάνον τὸ ν καὶ τὴν παραλήγουσαν φυλάττον τοῦ ἰδίου πρώτου προσώπου ἑνικο, τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον τύπτεται τύπτονται ὅτι τύπτομαι τὸ πρῶτον πρόσωπον τῶν ἑνικῶν, ἐτύπτετο ἐτύπτοντο ὅτι ἐτυπτόμην, πεποίηται πεποίηνται ὅτι πεποίη‐
35μαι, ἐπεποίητο ἐπεποίηντο ὅτι ἐπεποιήμην, ἐτύψατο ἐτύψαντο ὅτι180

181

ἐτυψάμην, ἐτύπετο ἐτύποντο ὅτι ἐτυπόμην, τυφθήσεται τυφθήσονται ὅτι τυφθήσομαι, τυπήσεται τυπήσονται ὅτι τυπήσομαι, τύψεται τύψονται ὅτι τύψομαι, τυπεῖται τυποῦνται ὅτι τυποῦμαι, ποιεῖται ποιοῦνται ὅτι ποιοῦμαι, βοᾶται βοῶνται ὅτι βοῶμαι, χρυσοῦται χρυσοῦνται ὅτι χρυ‐
5σοῦμαι, τίθεται τίθενται ὅτι τίθεμαι, ἵσταται ἵστανται ὅτι ἵσταμαι, δίδοται δίδονται ὅτι δίδομαι καὶ ζεύγνυται ζεύγνυνται ὅτι ζεύγνυμαι· ἐὰν δὲ εὑρεθῇ πρὸ τοῦ τ σύμφωνον ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν, τότε διὰ τὴν ἀσυνταξίαν οὐ προσλαμβάνει τὸ ν πρὸ τοῦ τ καὶ ποιεῖ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, ἀλλὰ διὰ μετοχῆς αὐτὸ ἀνα‐
10πληροῖ καὶ ὑπαρκτικοῦ ῥήματος, οἷόν ἐστι τέτυπται καὶ κέκαρται· καὶ ἐπειδὴ πρὸ τοῦ τ σύμφωνόν ἐστι καὶ λοιπὸν προσερχομένου τοῦ ν ἀσυνταξία γίνεται, τούτου χάριν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμμένοι εἰσίν, κεκαρμένοι εἰσίν. Πρόσκειται ἐν τῷ κανόνι «ἔχον τὸ τ κλιτικόν»
15διὰ τὸ ἀνύτει (ὃ σημαίνει τὸ ἀνύει)· τοῦτο γὰρ οὐ προσλαμβάνει πρὸ τοῦ τ τὸ ν καὶ ποιεῖ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, ἀλλ’ οὐκ ἔχει τὸ τ κλιτικὸν 〈ἀλλὰ θεματικόν〉· ἀνύτω γάρ ἐστι τὸ θέμα καὶ ἔχει τὸ τ. Παρατατικός.
20 Ἐτυπτόμην. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ παρατατικοῦ ἤγουν καὶ μέσου διαλαμβάνει· καὶ ἰστέον ὅτι πᾶς ἐνεστὼς παθητικὸς μέσος —μία γάρ ἐστιν ἡ φωνὴ αὐτῶν τῶν δύο, ὡς εἴρηται—τρέπων τὴν μαι εἰς μην καὶ τὴν ἄρχουσαν αὔξων χρονικῶς ἢ συλλαβικῶς τὸν παρα‐ τατικὸν ποιεῖ τὸν παθητικόν τε καὶ μέσον, 〈οἷον〉 τύπτομαι ἐτυπτόμην,
25λέγομαι ἐλεγόμην, γράφομαι ἐγραφόμην, βιάζομαι ἐβιαζόμην, κολάζομαι ἐκολαζόμην, ῥαπίζομαι ἐρραπιζόμην, τίθεμαι ἐτιθέμην, βούλομαι ἐβου‐ λόμην, δύναμαι ἐδυνάμην—τὸ γὰρ ἠβουλόμην καὶ ἠδυνάμην κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς τὸ η γεγόνασι διὰ τοῦ η—ζεύγνυμαι ἐζευγνύμην, ἐλεοῦμαι ἠλεούμην, ἐλέγχομαι ἠλεγχόμην, ἐλαύνομαι ἠλαυ‐
30νόμην, ἀκούομαι ἠκουόμην, ἐγείρομαι ἠγειρόμην, ἅπτομαι ἡπτόμην, ἄρχομαι ἠρχόμην, ὀρθοῦμαι ὠρθούμην, ὁπλίζομαι ὡπλιζόμην, ἵσταμαι ἱστάμην· πῶς δὲ συλλαβικῶς μεγεθύνεται καὶ πῶς χρονικῶς, εἰρήκαμεν ἐν τῷ ἐνεργητικῷ παρατατικῷ. Δυνατὸν δέ ἐστι κανονίσαι αὐτὸν καὶ ἐκ τοῦ ἐνεργητικοῦ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶς παρατατικὸς
35ἐνεργητικὸς πρὸ τοῦ ν λαμβάνων τὸ μ καὶ η παθητικὸς ἢ μέσος γίνεται, οἷον ἔτυπτον ἐτυπτόμην, ἔρραπτον ἐρραπτόμην, ἐρράπιζον ἐρραπιζό‐
μην, ἐποίουν ἐποιούμην, ἐβόων ἐβοώμην, ἐχρύσουν ἐχρυσούμην, ἦγον181

182

ἠγόμην, ἤλεγχον ἠλεγχόμην, ἤλαυνον ἠλαυνόμην, ἤγειρον ἠγειρόμην, ὤρθουν ὠρθούμην· ἐπὶ δὲ τῶν εἰς μι δηλονότι καὶ συστέλλεται ἡ παρα‐ λήγουσα, οἷον ἐτίθην ἐτιθέμην, ἵστην ἱστάμην, ἐδίδων ἐδιδόμην, ἐζεύγνυν ἐζευγνύμην. Τὸ ἦν ἤμην λόγῳ ἀρχούσης ἐφύλαξε τὸ η· ἐπειδὴ γὰρ
5τοῦτο δισύλλαβόν ἐστι καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ τῆς ἀρχούσης ἐφύλαξε τὸ η, καὶ οὐ τῷ λόγῳ τῆς παραληγού‐ σης συνέστειλεν αὐτό. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εἰκότως ἐπὶ τῶν εἰς μι συστέλλεται ἡ παραλήγουσα τοῦ παθητικοῦ παρατατικοῦ· ἐπειδὴ γὰρ ἐπὶ τῶν εἰς μι συστέλλεται ἡ
10παραλήγουσα τοῦ ἐνεστῶτος τοῦ παθητικοῦ, οἷον τίθημι τίθεμαι, ἵστημι ἵσταμαι, δίδωμι δίδομαι, ζεύγνυμι ζεύγνυμαι, ὁ δὲ παρατατικὸς συγγέ‐ νειαν ἔχει πρὸς τὸν ἐνεστῶτα, παρῳχημένος γὰρ αὐτοῦ ἐστι καὶ ἐξ αὐτοῦ κανονίζεται, τούτου χάριν καὶ τὴν 〈παραλήγουσαν τοῦ παθητι‐ κοῦ παρατατικοῦ συστελλομένην〉 ἔχ〈ουσι τὰ εἰς μι〉.
15 Ἐτύπτου, Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτύπτετο γέγονεν ἐτύπτεο κατὰ ἀποβολὴν τοῦ τ, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον ἐτύπτου, ὥσπερ χάλκεος χαλκοῦς· οὐδὲ γὰρ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἵνα τροπῇ τοῦ τ εἰς τὸ ε ποιήσῃ τὸ δεύτερον πρόσωπον, τύπτων γάρ 〈ἐστιν ἡ ἐνεργητικὴ μετοχή〉· καὶ
20πάλιν ἐστὶν ἐποιεῖτο, καὶ ἐπειδὴ οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ποιῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν κατὰ ἀποβολὴν τοῦ τ γίνεται ἐποιεῖο, καὶ κατὰ συστολὴν τῆς παραληγούσης ἐποιέο, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον ἐποιοῦ, ὥσπερ χάλκεος χαλκοῦς· καὶ πάλιν ἐστὶν ἐβοᾶτο, καὶ ἐπειδὴ
25οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, βοῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν κατὰ ἀποβολὴν τοῦ τ γίνεται ἐβοάο, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς τὸ ω γίνεται ἐβοῶ, ὥσπερ ἐποιήσαο ἐποιήσω, ἐλούσαο ἐλούσω· καὶ πάλιν ἐστὶν ἐχρυσοῦτο, καὶ ἐπειδὴ οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως,
30χρυσῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν ἀποβολῇ τοῦ τ γίνεται ἐχρυσοῦο, καὶ κατὰ συστολὴν τῆς παραληγούσης ἐχρυσόο, καὶ κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον γίνεται ἐχρυσοῦ, ὥσπερ νόος νοῦς. Ἰστέον δὲ ὅτι διὰ τοῦτο τὸ ἐποιοῦ καὶ ἐχρυσοῦ καὶ ἐβοῶ περισπᾶται, ἐπειδὴ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται,
35οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, Ἡρακλέης Ἡρακλῆς, ποιέω ποιῶ· οὕτως182

183

οὖν καὶ ἐποιέο ἐποιοῦ, ἐβοάο ἐβοῶ καὶ ἐχρυσόο ἐχρυσοῦ περισπωμένως. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι διὰ τοῦτο ἐπὶ τοῦ ἐποιοῦ καὶ ἐχρυσοῦ πρῶτον συστολὴ παρηκολούθησε καὶ τότε κρᾶσις ἐγένετο τῶν φωνηέντων, ἐπειδὴ
5οὐδέποτε τοῦ ι μεταξὺ ὄντος ἢ τοῦ υ κρᾶσις γίνεται φωνηέντων, ἀλλὰ πρῶτον ἀποβάλλονται ταῦτα καὶ οὕτω γίνεται ἡ κρᾶσις, οἷον τῷ ἐμῷ τὠμῷ, τοῦ ι ἀποβληθέντος τοῦ ἐν τῷ ἄρθρῳ, καὶ πάλιν τοῦ ἀνθρώπου τἀνθρώπου, τοῦ υ ἀποβληθέντος τοῦ ἐν τῷ ἄρθρῳ. Ἐτύπτετο. Ἰστέον ὅτι τὰ εἰς μην λήγοντα ἔχοντα τὸ μ κλιτικὸν
10τροπῇ τῆς μην εἰς το τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν ποιοῦσιν· καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν, ὅτε ἐστὶν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς, οἷον ἐπεποιήμην ἐπεποίητο, πεποιηκώς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐτι‐ θέμην ἐτίθετο, τιθείς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἱστάμην ἵστατο, ἱστάς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐδιδόμην ἐδίδοτο, διδούς γὰρ ἡ ἐνεργητικὴ
15μετοχή, ἐτυψάμην ἐτύψατο, τύψας γὰρ ἡ ἐνεργητικὴ μετοχή· ἢ τρέ‐ πουσι τὴν παραλήγουσαν, ὅτε μὴ ἔστιν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς, οἷον ἐτυπτόμην ἐτύπτετο, τύπτων γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐτυπόμην ἐτύ‐ πετο, τυπών γὰρ ἡ ἐνεργητικὴ μετοχή· τὰ δὲ περισπώμενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγουσαν· ἔστι γὰρ ἐποιεόμην ἐποιέετο,
20καὶ κατὰ κρᾶσιν τοῦ μὲν ε καὶ ο εἰς τὴν ου δίφθογγον γίνεται ἐποιού‐ μην, ὥσπερ χάλκεος χαλκοῦς, τῶν δὲ δύο εε εἰς τὴν ει δίφθογγον γίνεται ἐποιεῖτο, ὥσπερ Πηλέες Πηλεῖς. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τῷ ἐποιεῖτο τὰ δύο εε εἰς τὴν ει δίφθογγον ἐκράθησαν καὶ μὴ εἰς τὸ η· καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· τὰ εἰς μην
25καὶ τὰ εἰς το τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον ἐτυπτόμην ἐτύπτετο, ἐλεγόμην ἐλέγετο, ἐβοώμην ἐβοᾶτο, ἐχρυ‐ σούμην ἐχρυσοῦτο, ἐστεφανούμην ἐστεφανοῦτο, ὠρθούμην ὠρθοῦτο· εἰ οὖν τὸ ἐποιούμην διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν παραλήγου‐ σαν, δηλονότι καὶ τὸ ἐποιεῖτο ἀναγκάζεται διὰ δύο φωνηέντων ἐκφέ‐
30ρεσθαι κατὰ τὴν παραλήγουσαν, καὶ δηλονότι εὐλόγως εἰς τὴν ει δίφθογγον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ η. Πάλιν ἐστὶν ἐβοαόμην ἐβοάετο, καὶ κατὰ κρᾶσιν τοῦ μὲν α καὶ ο εἰς τὸ ω γίνεται ἐβοώμην, ὥσπερ ἐτύψαο ἐτύψω, ἐλούσαο ἐλούσω, τοῦ δὲ α καὶ ε εἰς α μακρὸν γίνεται ἐβοᾶτο, ὥσπερ τὰ ἐμά τἀμά· καὶ πάλιν ἐστὶν ἐχρυσοόμην ἐχρυ‐
35σόετο, καὶ κατὰ κρᾶσιν τῶν μὲν δύο οο εἰς τὴν ου δίφθογγον γίνεται ἐχρυσούμην, ὥσπερ νόος νοῦς, τοῦ δὲ ο καὶ ε εἰς τὴν ου δίφθογγον
γίνεται ἐχρυσοῦτο, ὥσπερ τὸ ἐμόν τοὐμόν. Πρόσκειται δὲ ἐν τῷ κανόνι183

184

«ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐδάμην· τοῦτο γὰρ εἰς μην λῆγον οὐ τρέπει τὴν μην εἰς το καὶ ποιεῖ τὸ τρίτον πρόσωπον, ἐδάμη γάρ ἐστι τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν, ἀλλ’ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ
5ἐνεστὼς καὶ ἔχει τὸ μ [κλιτικόν]. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι περιττῶς προσέθηκε τὸ «ὀξύτονον» ὁ τεχνικός, οἷον «τὴν δὲ παραλήγουσαν τρέπει, ὅταν μὴ ἔχῃ τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς ὀξύτονον»· ἤρκει γὰρ εἰπεῖν «εἰς ς» μόνον· ἰδοὺ γὰρ τὸ ἐτυ‐ ψάμην ἐτύψατο τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μόνον ἔχει, οὐ μὴν καὶ
10ὀξύτονον, τύψας γάρ ἐστι, καὶ ὅμως ἐφύλαξε τὴν παραλήγουσαν. Δυϊκά. Ἐτυπτόμεθον, ἐτύπτεσθον, ἐτυπτέσθην. Ἰστέον ὅτι τὸ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ ἐνταῦθα, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς σι οὔτε εἰς ται λήγει, ἐτύπτοντο γάρ ἐστι τὸ τρίτον τῶν πληθυντικῶν· γέγονε δὲ τὸ τρίτον
15τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου προσώπου τροπῇ τοῦ ο εἰς η, οἷον ἐτύπτεσθον ἐτυπτέσθην. Πληθυντικά. Ἐτυπτόμεθα, ἐτύπτεσθε, ἐτύπτοντο. Παρακείμενος. Τέτυμμαι. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ παρακειμένου διαλαμβάνει·
20καὶ ἰστέον ὅτι ὁ παθητικὸς παρακείμενος ἐκ τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ τέλους εἰς μαι, οἷον πεποίηκα πεποίημαι· καθόλου γὰρ πᾶς παθητικὸς παρακείμενος εἰς μαι λήγει, οἷον νενόημαι τετέλεσμαι λέλεγμαι. Καὶ δεῖ γινώσκειν, ὅτι οἱ μὲν εἰς φα ἐνεργητικοὶ παρακείμενοι τρέπουσι τὴν φα εἰς μαι καὶ ἕτερον μ προσλαμβάνουσιν, οἷον τέτυφα τέτυμμαι,
25γέγραφα γέγραμμαι, κέκοφα κέκομμαι, νένιφα νένιμμαι, ἔρραφα ἔρραμ‐ μαι· ἢ λέγομεν ὅτι τρέπουσι τὸ α εἰς μαι καὶ τὸ φ εἰς μ. Οἱ δὲ εἰς χα παρακείμενοι ἐνεργητικοὶ τρέπουσι τὴν χα εἰς μαι καὶ προσλαμβά‐ νουσι τὸ γ, οἷον νένυχα νένυγμαι, πέπληχα πέπληγμαι, ὤρυχα ὤρυγμαι, πέπηχα πέπηγμαι, τετίναχα τετίναγμαι, πέπλεχα πέπλεγμαι· ἢ λέγομεν
30ὅτι τρέπουσι τὸ α εἰς μαι καὶ τὸ χ εἰς γ. Οἱ δὲ εἰς κα ἐνεργητικοὶ παρακείμενοι, εἰ μὲν ὦσιν ἀπὸ περισπωμένων θεμάτων, πρὸς τὴν παρα‐ λήγουσαν κανονίζονται· εἰ μὲν γὰρ μακρᾷ παραλήγονται, τρέπουσι μόνον τὴν κα εἰς μαι καὶ ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον πεποίηκα
πεποίημαι, νενόηκα νενόημαι, βεβόηκα βεβόημαι, κεχρύσωκα κεχρύσωμαι,184

185

ὤρθωκα ὤρθωμαι· εἰ δὲ βραχείᾳ παραλήγονται, καὶ τὸ ς προσλαμβά‐ νουσιν ἐν τῷ παθητικῷ παρακειμένῳ μετὰ τὴν τροπὴν τῆς κα εἰς μαι, οἷον τετέλεκα τετέλεσμαι, γεγέλακα γεγέλασμαι, κεχάλακα κεχάλασμαι, κέκλακα κέκλασμαι, τέθλακα τέθλασμαι, ἤρκεκα ἤρκεσμαι. Οἱ δὲ ἀπὸ
5τῶν εἰς μι τρέπουσι τὴν κα εἰς μαι καὶ συστέλλουσι τὴν παραλήγουσαν καὶ ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον τέθεικα τέθεμαι, καὶ κατὰ πλεονασμὸν τοῦ ι γίνεται τέθειμαι διὰ τῆς ει διφθόγγου, ἕστηκα ἕσταμαι, [πέπωκα πέπομαι] δέδωκα δέδομαι. Ταῦτα περὶ τῶν ἀπὸ τῶν εἰς ω περισπωμένων καὶ περὶ τῶν ἀπὸ τῶν εἰς μι. Εἰ δέ εἰσιν ἀπὸ
10βαρυτόνων θεμάτων οἱ εἰς κα ἐνεργητικοὶ παρακείμενοι, εἴτε βραχεία εἴτε μακρᾷ παραλήγονται, τρέπουσι τὴν κα εἰς μαι καὶ προσλαμβάνουσι τὸ ς καὶ ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον νένηκα νένησμαι, πέπεικα πέπεισμαι, ἐρράπικα ἐρράπισμαι, λελέπικα λελέπισμαι, λελάκτικα λελάκτισμαι, πέφρακα πέφρασμαι, ἥρπακα ἥρπασμαι, χωρὶς 〈τῶν〉 τῆς
15πέμπτης συζυγίας· ταῦτα γὰρ παρ’ ἡμῖν τροπῇ τῆς κα εἰς μαι ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον τέτιλκα τέτιλμαι, ἔσπαρκα ἔσπαρμαι, ἔσταλκα ἔσταλμαι, ἔφθαρκα ἔφθαρμαι, κέκαρκα κέκαρμαι, κέκλικα κέκλι‐ μαι, πέπλυκα πέπλυμαι, κέκρικα κέκριμαι, τέτακα τέταμαι· καὶ ταῦτα γὰρ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων εἰσίν, εἰ καὶ ἀπέβαλον τὸ ν
20ἐν τῷ ἐνεργητικῷ παρακειμένῳ, ὡς ἐν τῇ περὶ τούτου διδασκαλίᾳ μεμα‐ θήκαμεν· πρόσκειται «παρ’ ἡμῖν», ἐπειδὴ οἱ Ἀθηναῖοι πολλάκις τὸ μ εἰς ς τρέπουσι κατὰ τὸν παθητικὸν παρακείμενον ἐπὶ τῆς πέμπτης συζυγίας, 〈οἷον〉 μεμόλυμμαι μεμόλυσμαι, ὕφαμμαι ὕφασμαι, μεμίαμμαι μεμίασμαι. Δεῖ προσθεῖναι «καὶ χωρὶς ὀλίγων τῆς ἕκτης συζυγίας»·
25καὶ γὰρ τὰ τῆς ἕκτης συζυγίας πῇ μὲν προσλαμβάνουσι τὸ ς κατὰ τὸν παθητικὸν παρακείμενον, πῇ δὲ οὐ προσλαμβάνουσιν αὐτό, οἷον σβέω σβέσω ἔσβεκα ἔσβεσμαι, ξέω ξέσω ἔξεκα ἔξεσμαι, κελεύω κελεύσω κεκέ‐ λευκα κεκέλευσμαι (ἀφ’ οὗ τὸ ἐκελεύσθην), κρούω κρούσω κέκρουκα κέκρουσμαι, ἱππεύω ἱππεύσω ἵππευκα ἵππευμαι, βασιλεύω βασιλεύσω
30βεβασίλευκα βεβασίλευμαι, τοξεύω τοξεύσω τετόξευκα τετόξευμαι. Ἰστέον δὲ ὅτι πότε προσλαμβάνει ἡ ἕκτη συζυγία τὸ ς κατὰ τὸν παθητικὸν παρακείμενον καὶ πότε οὐ προσλαμβάνει, οὐκ ἔστιν ἀπὸ κανόνος γνῶναι ἀλλ’ ἀπὸ τῆς χρήσεως· οὐδὲ γὰρ δυνάμεθα ἐπὶ τῆς ἕκτης συζυγίας πρὸς τὴν παραλήγουσαν κανονίσαι, ὥσπερ ἐπὶ τῶν συζυγιῶν τῶν περι‐
35σπωμένων, ὅτι εἰ μὲν μακρᾷ παραλήγεται, οὐ προσλαμβάνει τὸ ς, εἰ δὲ185

186

βραχείᾳ παραλήγεται, προσλαμβάνει τὸ ς· ἰδοὺ γὰρ τὸ μὲν κεκέλευκα καὶ κέκρουκα μακρᾷ παραληγόμενα προσλαμβάνουσι τὸ ς, οἷον κεκέ‐ λευσμαι κέκρουσμαι, τὸ δὲ λέλυκα καὶ τέθυκα βραχείᾳ παραληγόμενα οὐ προσλαμβάνουσι τὸ ς, οἷον λέλυμαι τέθυμαι. Ταῦτα μὲν περὶ τούτων.
5 Μηδεὶς δὲ οἰέσθω, τὸ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐν τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ ἕτερον μ προσειληφέναι· τὸ γὰρ γ ἐν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ δυνάμει ν ἐστίν, ἀπὸ γὰρ τοῦ ῥαίνω καὶ μιαίνω καὶ μολύνω γέγονεν, ὅπερ ν πῇ μὲν εἰς τὸ γ τρέπεται, ὡς ἐν τῷ
10ἔρραγκα μεμίαγκα μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ, πῇ δὲ εἰς τὸ μ, ὡς ἐν τῷ ἔρραμμαι μεμίαμμαι μεμόλυμμαι παθητικῷ παρακειμένῳ· καὶ ἐν μὲν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρα‐ κειμένῳ τὸ ν εἰς τὸ γ τρέπεται διὰ τὴν ἐπιφορὰν τοῦ κ· τὸ γὰρ ν ἐπιφερομένου τοῦ γκχξ ἐν μιᾷ λέξει εἰς τὸ γ τρέπεται, οἷον
15σύγχυσις συγγενής συγκληρονόμος συγξηρᾶναι· πρόσκειται «ἐν μιᾷ λέξει» διὰ τὸ σὺν Γεωργίῳ, ἐν χειρί· ἐνταῦθα γὰρ οὐκ ἐτράπη τὸ ν εἰς τὸ γ ἐπιφερομένου τοῦ γχ, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο λέξεις εἰσίν· ἐν παραθέσει γάρ εἰσιν· ἐν δὲ τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ τὸ ν
20εἰς τὸ μ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ μ· τὸ γὰρ ν ἐπιφερομένου τοῦ β ἢ τοῦ π ἢ τοῦ φ ἢ τοῦ ψ ἢ αὐτοῦ τοῦ μ ἐν μιᾷ λέξει εἰς τὸ μ τρέπεται, οἷον σύμβιοσ σύμπονος σύμφωνος σύμψηφος συμμέτοχος· πρόσκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐν Βυζαντίῳ, σὺν πολλοῖς· ἐνταῦθα γὰρ οὐ τρέπεται τὸ ν εἰς τὸ μ ἐπιφερομένου τοῦ β καὶ τοῦ π, ἐπειδὴ
25δύο μέρη λόγου εἰσίν· ἐν παραθέσει γάρ εἰσιν. Ὁ μέντοι κέκλεικα ὀφείλων ἐν τῷ κέκλεισμαι προσ‐ λαμβάνειν τὸ ς κέκλειμαι λέγεται παρὰ πᾶσιν Ἕλλησιν. Λαμβάνονται δέ τινες τοῦ τεχνικοῦ λέγοντες, ὅτι κακῶς εἶπεν, ὅτι κέκλεισμαι ὀφείλει λέγεσθαι τὸ κέκλειμαι· εἰ γάρ, ὡς εἴρηται, ποτὲ μὲν
30τὰ τῆς ἕκτησ συζυγίας προσλαμβάνουσι τὸ ς κατὰ τὸν παθητικὸν παρακείμενον, ποτὲ δὲ οὐ προσλαμβάνουσι τὸ ς, οἷον ξέω ξέσω ἔξεκα ἔξεσμαι, κρούω κρούσω κέκρουκα κέκρουσμαι, βασιλεύω βασιλεύσω βεβα‐ σίλευκα βεβασίλευμαι, τοξεύω τοξεύσω τετόξευκα τετόξευμαι, τὸ [δὲ]
κλείω ἕκτης συζυγίας ὂν δηλονότι μὴ προσλαμβάνον τὸ ς κατὰ τὸν186

187

παθητικὸν παρακείμενον οὐκ ὤφειλε σεσημειῶσθαι· εἴτε δέ, φασίν, διὰ τοῦ ι γράφεται καὶ ἔστι πέμπτης συζυγίας, πάλιν κακῶς αὐτὸ ἐση‐ μειώσατο· τὰ γὰρ τῆσ πέμπτης συζυγίας, ὡς εἴρηται ἀνωτέρω, οὐ προσλαμβάνουσι τὸ ς κατὰ τὸν παθητικὸν παρακείμενον, οἷον κέκαρκα
5κέκαρμαι, πέπλυκα πέπλυμαι. Ἔστιν οὖν εἰπεῖν, ὅτι καλῶς ἐσημειώσατο αὐτὸ ὁ τεχνικός· περὶ γὰρ τοῦ γραφομένου διὰ τῆς ει διφθόγγου τῆς ἕκτης συζυγίας ἐστὶν αὐτῷ ὁ λόγος· τοῦτο δὲ κέκλεισμαι ὀφείλει λέ‐ γεσθαι μετὰ τοῦ ς· καὶ γὰρ ὅτε ὁ εἰς θην πρῶτος ἀόριστος παθητι‐ κὸς ἔχει πρὸ τοῦ θ τὸ ς, πάντως καὶ ὁ παθητικὸς παρακείμενος ἔχει
10πρὸ τοῦ μ τὸ ς, οἷον ἐσβέσθην ἔσβεσμαι, ἐτελέσθην τετέλεσμαι, ἐξέσθην ἔξεσμαι, ἐγελάσθην γεγέλασμαι, ἐκελεύσθην κεκέλευσμαι· εἰ οὖν ὁ ἐκλεί‐ σθην παθητικὸσ ἀόριστος ἔχει πρὸ τοῦ θ τὸ ς, δηλονότι καὶ ὁ παθη‐ τικὸς παρακείμενος ἔχειν ὤφειλε πρὸ τοῦ μ τὸ ς, καὶ δηλονότι κέκλεισμαι ὤφειλε λέγεσθαι καὶ οὐ κέκλειμαι χωρὶς τοῦ ς· ὥστε οὖν καλῶς ἐση‐
15μειώσατο αὐτὸ ὁ τεχνικός. Ὁμοίως καὶ ἀπὸ τοῦ ἐλήλακα ἐλήλαμαι, οὐκ ἐλήλασμαι. Ἰστέον ὅτι τοῦτο καλῶς ἐσημειώσατο ὁ τεχνικός· ἔδει γὰρ καὶ τοῦτο ἔχειν τὸ ς κατὰ τὸν παθητικὸν παρακείμενον, ἐπειδή, ὡς ἐμάθομεν, ἡνίκα ἐστὶν ὁ εἰς κα ἐνεργητικὸς παρακείμενος ἀπὸ τῶν περισπωμένων
20θεμάτων καὶ βραχείᾳ παραλήγεται, τὸ ς προσλαμβάνει ὁ παθητικὸς παρακείμενος, οἷον τετέλεκα τετέλεσμαι, γεγέλακα γεγέλασμαι, κέκλακα κέκλασμαι, τέθλακα τέθλασμαι· εἰ οὖν ὁ ἐλήλακα ἐνεργητικὸς παρακεί‐ μενος ἀπὸ περισπωμένου θέματός ἐστι καὶ βραχείᾳ παραλήγεται— ἀπὸ γὰρ τοῦ ἐλῶ ἐλάσω γέγονεν ἤλακα καὶ ἀττικῶς ἐλήλακα—δηλονότι
25ὤφειλεν ὁ παθητικὸς παρακείμενος προσλαμβάνειν τὸ ς καὶ γενέσθαι ἐλήλασμαι, καὶ μὴ ἐλήλαμαι χωρὶς τοῦ ς. Ἀπολογοῦνται δέ τινες λέγοντες, 〈ὅτι〉 ἐπειδὴ Ἀττικοῦ παρακειμένου ἐστὶν ὁ ἐλήλαμαι παθητικὸς παρακείμενος, τούτου χάριν οὐ προσέλαβε τὸ ς· ἐμάθομεν γὰρ ὅτι ὁ Ἀττικὸς παρακείμενος τὴν τρίτην ἀπ’ ἀρχῆς συλλαβὴν συστέλλει, οἷον
30ἀκήκοα ἀλήλιφα ἐλήλυθα. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι ἡνίκα ᾖ φύσει μακρά, συστέλλει τὴν τρίτην ἀπ’ ἀρχῆς συλλαβήν, ὡς ἐν τῇ περὶ τούτου διδασκαλίᾳ μεμαθήκαμεν, ἐπειδὴ θέσει μακρὰ πολλάκις εὑρίσκε‐ ται, οἷον ἀλήλιμμαι ἐρήρισται ἐγήγερμαι· τί οὖν ἄτοπον, καὶ ἐν τῷ
ἐλήλαμαι Ἀττικῷ παθητικῷ παρακειμένῳ τὸ ς προσελθεῖν καὶ γενέσθαι187

188

τὴν τρίτην ἀπ’ ἀρχῆς συλλαβὴν θέσει μακράν; Κρεῖττον οὖν ἐστιν εἰπεῖν, ὅτι ἐπειδὴ ὁ παθητικὸς πρῶτος ἀόριστος χωρὶς τοῦ ς ἐπεκρά‐ τησε λέγεσθαι, ἠλάθην γὰρ λέγεται καὶ ἀπηλάθην, τούτου χάριν καὶ ὁ ἐλήλαμαι παθητικὸς παρακείμενος χωρὶς τοῦ ς λέγεται· ἡνίκα γὰρ ὁ εἰς
5θην ἀόριστος οὐκ ἔχει πρὸ τοῦ θ τὸ ς, οὔτε ὁ εἰς μαι παθητικὸς παρα‐ κείμενος θέλει ἔχειν πρὸ τοῦ μ τὸ ς, οἷον ἐποιήθην πεποίημαι, ἐνοήθην νενόημαι, ἐσιγήθην σεσίγημαι, ἐστεφανώθην ἐστεφάνωμαι, ἐχρυσώθην κεχρύσωμαι· εἰ οὖν ὁ ἠλάθην καὶ ἀπηλάθην χωρὶς τοῦ ς, δηλονότι καὶ ὁ ἐλήλαμαι χωρὶς τοῦ ς. Ταῦτα μὲν ἐν τούτοις.
10 Περὶ δὲ τῆς ἀρχούσης τοῦ παθητικοῦ παρακειμένου ἔστιν εἰπεῖν, ὅτι τὴν αὐτὴν ἔχει ἄρχουσαν τῷ ἐνεργητικῷ παρακειμένῳ, 〈οἷον〉 τέτυφα τέτυμμαι, νενόηκα νενόημαι, νένυχα νένυγμαι, πεποίηκα πεποί‐ ημαι, ὤρυχα ὤρυγμαι, ἔσταλκα ἔσταλμαι, ἔφθαρκα ἔφθαρμαι, ἔσπαρκα ἔσπαρμαι. Περὶ δὲ τῆς παραληγούσης τοῦ παθητικοῦ παρακειμένου
15ἔστιν εἰπεῖν, ὅτι τὴν αὐτὴν ἔχει παραλήγουσαν τῷ ἐνεργητικῷ παρα‐ κειμένῳ ἐπὶ τῶν εἰς ω ῥημάτων, οἷον κεχρύσωκα κεχρύσωμαι, ἐστε‐ φάνωκα ἐστεφάνωμαι, πεποίηκα πεποίημαι, νενόηκα νενόημαι, ἠρεύνηκα ἠρεύνημαι, ἠλέηκα ἠλέημαι, ἔρραφα ἔρραμμαι, τέτυφα τέτυμμαι, νένυχα νένυγμαι, πέπεικα πέπεισμαι· πρόσκειται «ἐπὶ τῶν εἰς ω ῥημάτων»,
20ἐπειδὴ ἐπὶ τῶν εἰς μι συστέλλεται ἡ παραλήγουσα τοῦ παθητικοῦ παρα‐ κειμένου, οἷον δέδωκα δέδομαι, τέθεικα τέθεμαι καὶ κατὰ πλεονασμὸν τοῦ ι τέθειμαι διὰ τῆς ει διφθόγγου. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ δισύλλαβα τῆς πρώτης καὶ δευτέρας συζυ‐ γίας τῶν βαρυτόνων, τὰ τρέποντα ἀττικῶς τὸ ε εἰς ο κατὰ τὸν ἐνεργη‐
25τικὸν παρακείμενον, ἐν τῷ παθητικῷ παρακειμένῳ ἀναδέχονται τὴν παραλήγουσαν τοῦ ἐνεστῶτος, οἷον λέγω λέλοχα λέλεγμαι, στέφω ἔστοφα ἔστεμμαι, κλέπτω κέκλοφα κέκλεμμαι, εὑρέθη δὲ καὶ κέκλαμμαι, πλέκω πέπλοχα πέπλεγμαι· δεῖ προσθεῖναι «χωρὶς τῶν ἐχόντων τὸ ρ μετ’ ἐπιπλοκῆς συμφώνου»· ἐκεῖνα γὰρ τρέπουσι τὸ ε εἰς α κατὰ τὸν
30παθητικὸν παρακείμενον, οἷον στρέφω ἔστροφα ἔστραμμαι, τρέφω τέθροφα τέθραμμαι, τρέπω τέτροφα τέτραμμαι, σεσημειωμένου τοῦ βρέχω βέβροχα βέβρεγμαι· τοῦτο γὰρ οὐκ ἔτρεψε τὸ ε εἰς τὸ α. Ταῦτα μὲν ἐν τούτοις. Ζήτημα δὲ ἡμῖν ὑπολείπεται τοιοῦτον· εἰ πᾶν παθητικὸν ἢ μέσον
ἔχον τὸ μ κλιτικὸν περιττοσυλλαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ, οἷον τύπτο‐188

189

μαι τύπτω, ἐτυπτόμην ἔτυπτον, τυφθήσομαι τύψω, τυπήσομαι τυπῶ, τύψομαι τύψω, τυποῦμαι τυπῶ, ἐτυψάμην ἔτυψα, ἐτυπόμην ἔτυπον, χωρὶς τῶν εἰς μι, οἷον τίθημι τίθεμαι, ἵστημι ἵσταμαι, δίδωμι δίδομαι, ζεύγνυμι ζεύγνυμαι—ταῦτα γὰρ περιττεύουσι τῇ μι συλλαβῇ, ἀπὸ γὰρ
5τῆς παραγωγῆς ἔχουσιν αὐτήν, διὸ καὶ ἰσοσυλλαβοῦσι τοῖς παθητικοῖς —διατί ὁ παθητικὸς παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ἔχοντες τὸ μ κλιτικὸν οὐ περιττοσυλλαβοῦσι τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῶν ἐνεργητικῶν, ἀλλ’ ἰσοσυλλαβοῦσιν αὐτοῖς, οἷον τέτυφα τέτυμμαι, ἐτετύφειν ἐτετύμμην, πεποίηκα πεποίημαι, ἐπεποιήκειν ἐπεποιήμην·
10πρόσκειται «ἔχον τὸ μ κλιτικόν», οἷον «πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικόν», διὰ τὸ ἐδάμην· τοῦτο γὰρ ἔχον τὸ μ οὐ περιττοσυλ‐ λαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ, φημὶ δὴ τοῦ ἔδαμον, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ μ. Λέγει
15οὖν ὁ Ῥωμανὸς ταύτην τὴν ἀπολογίαν· πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικόν, μιᾷ συλλαβῇ περιττεῦον τοῦ ἰδίου ἐνεργητικοῦ, θέλει ἔχειν τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ, ἅμα δὲ καὶ τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς τῆς ἐνεργητικῆς, οἷον τύπτομαι τύπτομεν τύπτοντος, ἐτυπτόμην ἐτύπτο‐
20μεν τύπτοντος, 〈ἐτυψάμην〉 ἐτύψαμεν τύψαντος, ἐτυπόμην ἐτύπομεν τυπόντος, τύψομαι τύψομεν τύψοντος, τυποῦμαι τυποῦμεν τυποῦντος· ὁ οὖν παρακείμενος ὁ παθητικὸς τῷ μὲν λόγῳ τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ τετύφαμαι εἶχεν εἶναι, τετύφαμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντι‐
25κῶν τοῦ ἐνεργητικοῦ παρακειμένου, τῷ δὲ λόγῳ τῆς παραληγούσης τῆς γενικῆς τῆς μετοχῆς τῆς ἐνεργητικῆς τετύφομαι εἶχεν εἶναι, τετυ‐ φότος γάρ ἐστιν ἡ γενικὴ τῆς μετοχῆς τῆς ἐνεργητικῆς· τοῦ μὲν οὖν πρώτου προσώπου τῶν πληθυντικῶν ἀπαιτοῦντος αὐτὸ εἶναι τετύφα‐ μαι διὰ τοῦ α, τῆς δὲ γενικῆς τῆς μετοχῆς τῆς ἐνεργητικῆς ἀπαιτούσης
30αὐτὸ τετύφομαι εἶναι διὰ τοῦ ο, συνεκόπη ἡ συλλαβὴ ἡ ἀμφιβαλλομένη, καὶ ἐγένετο τέτυμμαι, καὶ λοιπὸν εὐλόγως ἰσοσυλλαβεῖ τῷ ἰδίῳ ἐνεργη‐ τικῷ. Πάλιν ὁ παθητικὸς ὑπερσυντέλικος τῷ μὲν λόγῳ τῆς παρα‐ ληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργη‐ τικοῦ ἐτετυφείμην εἶχεν εἶναι, ἐτετύφειμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον
35τῶν πληθυντικῶν τοῦ ἐνεργητικοῦ ὑπερσυντελίκου, τῷ δὲ λόγῳ τῆς παραληγούσης τῆς γενικῆς τῆς ἐνεργητικῆς μετοχῆς ἐτετυφόμην εἶχεν
εἶναι, τετυφότος γάρ ἐστιν ἡ γενικὴ τῆς ἐνεργητικῆς μετοχῆς· τοῦ μὲν189

190

οὖν πρώτου προσώπου τῶν πληθυντικῶν ἀπαιτοῦντος ἐτετυφείμην εἶναι διὰ τῆς ει διφθόγγου, τῆς δὲ γενικῆς τῆς ἐνεργητικῆς μετοχῆς ἐτετυ‐ φόμην διὰ τοῦ ο, συνεκόπη ἡ ἀμφιβαλλομένη συλλαβή, καὶ ἐγένετο ἐτε‐ τύμμην, καὶ λοιπὸν εὐλόγως ἰσοσυλλαβεῖ τῷ ἰδίῳ ἐνεργητικῷ. Πρόσκειται
5ἀνωτέρω «μιᾷ συλλαβῇ περιττεῦον τοῦ ἰδίου ἐνεργητικοῦ» διὰ τοὺς τυφθήσομαι καὶ τυπήσομαι παθητικοὺς μέλλοντας· οὗτοι γὰρ οὐκ ἔχουσι τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ οὔτε τὴν παραλήγουσαν τῆς γενικῆς τῆς ἐνεργητικῆς μετο‐ χῆς· τῇ γὰρ σο συλλαβῇ παραλήγονται, ἐκεῖνα δὲ τῇ ψο καὶ τῇ που,
10οἷον τύψομεν τύψοντος, τυποῦμεν τυποῦντος· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ δύο συλλαβαῖς περιττεύουσι τῶν ἰδίων ἐνεργητικῶν, οἷον τυφθήσομαι τύψω, τυπήσομαι τυπῶ. Τέτυψαι. Ἐμάθομεν ἐν τοῖς προλαβοῦσιν, ποῖα τῶν ἐχόντων τὸ μ κλιτικὸν κατὰ τὸ πρῶτον πρόσωπον τροπῇ τοῦ τ τοῦ ὄντος κατὰ
15τὸ τρίτον πρόσωπον εἰς ς ποιοῦσι τὸ δεύτερον πρόσωπον, καὶ ποῖα ἀποβολῇ τοῦ τ καὶ κράσει τῶν φωνηέντων· ἐμάθομεν γάρ, ὅτι ἡνίκα ἐστὶν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως, τότε τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν τροπῇ τοῦ τ εἰς ς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον πεποίηται πεποίησαι, πεποιηκώς γὰρ ἡ 〈ἐνεργητικὴ〉 μετοχή·
20ἡνίκα δὲ μὴ ἔστιν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως, τότε ἀποβολῇ τοῦ τ τοῦ κατὰ τὸ τρίτον πρόσωπον καὶ κράσει τῶν φωνηέν‐ των γίνεται τὸ δεύτερον πρόσωπον, οἷον τύπτεται τύπτεαι τύπτῃ, τύπτων γὰρ ἡ ἐνεργητικὴ μετοχή. Ἔστιν οὖν τέτυπται καὶ ἐτέτυπτο, καὶ ταῦτα ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως,
25τετυφώς γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, καὶ λοιπὸν τροπῇ τοῦ τ εἰς ς γίνεται τὸ δεύτερον πρόσωπον τέτυπσαι καὶ ἐτέτυπσο διὰ τοῦ π καὶ ς, καὶ διὰ τὴν κακοφωνίαν κιρνῶνται τὸ π καὶ ς εἰς ψ, καὶ γίνεται τέτυψαι καὶ ἐτέτυψο διὰ τοῦ ψ, ὥσπερ καὶ ἀπὸ τῆς Πέλοπι δοτικῆς ἑνικῆς γί‐ νεται ἡ δοτικὴ τῶν πληθυντικῶν προσόδῳ τοῦ ς 〈Πέλοπσι〉 διὰ τοῦ π
30καὶ ς, καὶ κατὰ κρᾶσιν τοῦ π καὶ ς εἰς ψ Πέλοψι διὰ τοῦ ψ· πάλιν ἐστὶ τὸ νένυκται καὶ ἐνένυκτο, καὶ ἐπειδὴ ταῦτα ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, νενυχώς γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν τρέπουσι τὸ τ εἰς τὸ ς καὶ ποιοῦσι τὸ δεύτερον πρόσωπον νένυκσαι καὶ ἐνένυκσο διὰ τοῦ κ καὶ ς, καὶ διὰ τὴν κακο‐
35φωνίαν κιρνῶνται τὸ κ καὶ ς εἰς ξ, καὶ γίνεται νένυξαι καὶ ἐνένυξο διὰ190

191

τοῦ ξ, ὥσπερ καὶ ἀπὸ τῆς κόρακι δοτικῆς ἑνικῆς γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προσόδῳ τοῦ ς κόρακσι διὰ τοῦ κ καὶ ς καὶ κατὰ κρᾶσιν τοῦ κ καὶ ς εἰς ξ κόραξι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν πρὸ τοῦ τ εὑρεθῇ τὸ ς ἐν τῷ τρίτῳ προσώπῳ
5τῶν ἑνικῶν, τρέπεται τὸ τ εἰς τὸ ς καὶ τὸ ἓν ς ἀποβάλλεται καὶ γίνεται τὸ δεύτερον πρόσωπον, οἷον γεγέλασται γεγέλασαι, τετέλεσται τετέλεσαι, ἔξεσται ἔξεσαι, ἔσβεσται ἔσβεσαι, κέκλασται κέκλασαι διὰ ἑνὸς ς· ἠρκέσθη γὰρ τὸ δεύτερον πρόσωπον τῷ ἑνὶ ς. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ λέγομεν, ὅτι ἀποβολῇ τοῦ τ γεγόνασι ταῦτα καὶ μὴ τροπῇ τοῦ τ εἰς ς
10καὶ ἀποβολῇ τοῦ ἑνὸς ς, λέγομεν, ὅτι οὐ δύναται ἐπὶ τούτων ἀποβολὴ γενέσθαι τοῦ τ, ἐπειδὴ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεώς ἐστιν, γεγελακώς γὰρ καὶ τετελεκώς καὶ ἐξεκώς καὶ ἐσβεκώς καὶ κεκλα‐ κώς ἐστίν· ἐμάθομεν δέ, ὅτι ἐπὶ τῶν τοιούτων τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν τροπῇ τοῦ τ εἰς τὸ ς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον πε‐
15ποίηται πεποίησαι, ὅτι πεποιηκώς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως. Ἐὰν δὲ εὑρεθῇ πρὸ τοῦ τ ἀμετάβολον, τρέπεται τὸ τ εἰς τὸ ς ἐν τῷ δευτέρῳ προσώπῳ καὶ φυλάττεται τὸ ἀμετάβολον, οἷον κέκαρ‐ ται κέκαρσαι, τέτιλται τέτιλσαι, ἔσταλται ἔσταλσαι, ἔσπαρται ἔσπαρσαι, ἔφθαρται ἔφθαρσαι, μεμίανται μεμίανσαι, μεμόλυνται μεμόλυνσαι. Ταῦτα
20μὲν ἐν τούτοις. Τέτυπται. Ἐμάθομεν ὅτι τὰ εἰς μαι τροπῇ τῆς μαι εἰς ται τὸ τρίτον ποιοῦσι πρόσωπον, καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν ἢ τρέ‐ πουσιν αὐτήν· καὶ πότε μὲν φυλάττουσιν αὐτήν, πότε δὲ οὐ φυλάττου‐ σιν, ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν. Ἔστιν οὖν τέτυμμαι, καὶ ἔδει τρε‐
25πομένου τοῦ μαι εἰς ται γενέσθαι τὸ τρίτον τῶν ἑνικῶν τέτυμται διὰ τοῦ μ καὶ τοῦ τ· ἀλλ’ ἐπειδὴ ἐνταῦθα τὸ μ ἐκ τοῦ φ γέγονεν, ἀπὸ γὰρ τοῦ τέτυφα γέγονεν, τούτου χάριν ἐτράπη τὸ μ εἰς τὸ ἀντίστοιχον τοῦ συμφώνου ἐξ οὗ γέγονεν, φημὶ δὴ εἰς τὸ ἀντίστοιχον τοῦ φ, ἤγουν εἰς τὸ π, καὶ γέγονε τέτυπται διὰ τοῦ π καὶ τ· καὶ πάλιν ἐστὶ νέ‐
30νυγμαι, καὶ ἔδει τρεπομένου τοῦ μαι εἰς ται γενέσθαι τὸ τρίτον τῶν ἑνικῶν 〈νένυγται〉 διὰ τοῦ γ καὶ τ· ἀλλ’ ἐπειδὴ τὸ γ ἐνταῦθα ἐκ τοῦ χ γέγονεν, ἀπὸ γὰρ τοῦ νένυχα γέγονεν, τούτου χάριν ἐτράπη τὸ γ εἰς τὸ ἀντίστοιχον τοῦ συμφώνου ἐξ οὗ γέγονεν, φημὶ δὴ εἰς τὸ ἀντί‐ στοιχον τοῦ χ, ἤγουν εἰς τὸ κ, καὶ γέγονε νένυκται διὰ τοῦ κτ. Διὰ
35τοῦτο δὲ καὶ ἐν τῷ τέτυπται τὸ φ εἰς τὸ π ἐτράπη καὶ ἐν τῷ νένυκται191

192

τὸ χ εἰς τὸ κ, ἐπειδὴ οὐκ ἠδύνατο οὔτε τὸ φ οὔτε τὸ χ πρὸ τοῦ τ εἶναι οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν· κατὰ διάστασιν μέν, ἐπειδὴ οὐδέποτε οὔτε συλλαβὴ οὔτε λέξις εἰς δασὺ καταλήγει, ὅθεν τοῦ Ἀτθίς καὶ Σαπφώ καὶ Βάκχος τὰ πρῶτα διὰ ψιλῶν γράφομεν· τὸ γὰρ
5Ἰωσήφ καὶ τὰ τοιαῦτα βάρβαρά εἰσιν· κατὰ σύλληψιν δὲ οὐκ ἠδύνατο οὔτε τὸ φ οὔτε τὸ χ πρὸ τοῦ τ εἶναι, ἐπειδὴ τὸ μὲν φ καὶ τὸ χ δασέα εἰσίν, τὸ δὲ τ ψιλόν· ψιλὰ δὲ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον πτῶσις κτύπος χθών ἑβδομάς ἐρίγδου‐ πος ὀγδόη· πῶς οὖν τὸ φ καὶ τὸ χ δασέα ὄντα ἠδύναντο τοῦ τ ψιλοῦ
10ὄντος προηγεῖσθαι κατὰ σύλληψιν; Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον 〈δὲ〉 ὅτι τὸ μεμίαμμαι μεμίανται καὶ μεμόλυμμαι μεμόλυν‐ ται μηδεὶς οἰέσθω τροπὴν πεπονθέναι τοῦ μ εἰς τὸ ν· τὸ γὰρ ν τοῦτο θεματικόν ἐστιν, μιαίνω γὰρ καὶ μολύνω τὸ θέμα διὰ τοῦ ν, ὅπερ πῇ μὲν εἰς τὸ γ τρέπεται, ὡς ἐν τῷ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργη‐
15τικῷ παρακειμένῳ, διὰ τὴν ἐπιφορὰν τοῦ κ, πῇ δὲ εἰς τὸ μ, ὡς ἐν τῷ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ, διὰ τὴν ἐπιφορὰν τοῦ μ· ἐν δὲ τῷ μεμίανται καὶ μεμόλυνται τρίτῳ προσώπῳ ἐπειδὴ οὐκ ἐπιφέρεται σύμφωνον τὸ ὀφεῖλον τρέψαι αὐτό, τούτου χάριν ἐφυλάχθη τὸ ν, τὸ γὰρ τ ἐπιφέρεται· τὸ δὲ ν ἐπιφερομένου τοῦ δθτ
20φυλάττεται, οἷον ἔνδον ἔνθα ἔντευξις. Εἰς τὸ ἀντίστοιχον τοῦ τ μεταβέβληται τὸ μ. Ἀντίστοιχον τοῦ τ ἐνταῦθα τὸ π ἐκάλεσεν, εἰς αὐτὸ γὰρ μετεβλήθη τὸ μ τοῦ τέ‐ τυμμαι ἐν τῷ τέτυπται. Καὶ λαμβάνονταί τινες τοῦ τεχνικοῦ λέγοντες, ὅτι κακῶς ἀντίστοιχον τοῦ τ τὸ π ἐκάλεσεν· ἀντίστοιχον γὰρ τοῦ τ
25τὸ θ, ὡς ἐν τῇ τέχνῃ Διονυσίου μεμαθήκαμεν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἀντίστοιχον ἐνταῦθα δεῖ νοεῖν τὸ ἰσόστοιχον, ὥσπερ καὶ ἀντίθεον λέγομεν τὸν ἰσόθεον καὶ ἀντιάνειραν τὴν ἴσην τοῖς ἀνδράσι κατὰ τὴν δύναμιν· οὕτως οὖν καὶ ἐνταῦθα ἀντίστοιχον τοῦ τ τὸ π ἐκάλεσεν ἀντὶ τοῦ ἰσόστοιχον· ἰσόστοιχον γάρ ἐστι τὸ π καὶ τὸ τ, ἀμφότερα γὰρ ψιλά
30εἰσιν. Ἡμεῖς δὲ εἰρήκαμεν ἀνωτέρω, ὅτι εἰς τὸ ἀντίστοιχον τοῦ συμ‐ φώνου ἐξ οὗ γέγονεν ἐτράπη τὸ μ, φημὶ δὴ εἰς τὸ ἀντίστοιχον τοῦ φ, ἤγουν εἰς τὸ π. Δυϊκά. Τετύμμεθον, τέτυφθον, τέτυφθον. Πληθυντικά. Τετύμμεθα, τέτυφθε· εἴρηται. Τετυμμένοι
35εἰσίν. Ἰστέον ὅτι ἡνίκα τὸ τρίτον τῶν ἑνικῶν ἔχει πρὸ τοῦ τ σύμ‐192

193

φωνον, τότε διὰ τὴν ἀσυνταξίαν οὐ προσλαμβάνει πρὸ τοῦ τ τὸ ν καὶ ποιεῖ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, ἀλλὰ διὰ μετοχῆς αὐτὸ ἀναπληροῖ ἡ χρῆσις καὶ τοῦ εἰσίν ὑπαρκτικοῦ ῥήματος· οἷόν ἐστι τέ‐ τυπται καὶ κέκαρται, καὶ ἐπειδὴ ἐὰν προσέλθῃ τὸ ν πρὸ τοῦ τ, ἀσυν‐
5ταξία γίνεται, τούτου χάριν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν διὰ μετοχῆς ἀναπληροῦται καὶ τοῦ εἰσίν ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμ‐ μένοι εἰσί καὶ κεκαρμένοι εἰσίν. Ἀλλ’ ἔλθωμεν καὶ εἴπωμεν, πῶς γίνε‐ ται ἡ ἀσυνταξία· ἔστι κέκαρται· ἐὰν προσλάβῃ πρὸ τοῦ τ τὸ ν, γίνεται κέκαρνται διὰ τοῦ ρ καὶ ν καὶ τ, καὶ λοιπὸν ἀσυνταξία γίνεται· οὔτε
10γὰρ κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν τὸ ρ καὶ τὸ ν δύνανται παρα‐ λαμβάνεσθαι· κατὰ σύλληψιν μέν, ἐπειδὴ πρῶτον μὲν ἀμετάβολον ἀμε‐ ταβόλου οὐδέποτε προηγεῖται κατὰ σύλληψιν, οἷον ἔρνος ἅρμα ἅλμη, εἰ μὴ τὸ μ τοῦ ν, οἷον μνᾶ μνημεῖον· δεύτερον δέ, ἐπειδὴ οὐδέποτε συλλαβὴ ἐν ἀρχῇ ἢ ἐν μέσῳ λέξεως εἰς δύο σύμφωνα καταλήγει· πρόσ‐
15κειται «ἐν ἀρχῇ ἢ ἐν μέσῳ» διὰ τὰς ἐπὶ τέλους καταλήξεις, οἷον διὰ τὸ σάρξ μάκαρς Τίρυνς ἅλς σάλπιγξ. Κατὰ διάστασιν δὲ οὐ δύνανται παραλαμβάνεσθαι τὸ ρ καὶ τὸ ν, ἵνα ᾖ τὸ ν μετὰ τοῦ τ, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν συλλήψει ἐὰν ἀντιπροηγήσωνται αὐτοῦ, ἐν δια‐ στάσει αὐτοῦ ἀντιπροηγοῦνται· οἷον τὸ ρ ὑποτέτακται τῷ π κατὰ σύλ‐
20ληψιν ἐν τῷ πρῶτος, ἀντιπροηγούμενον δὲ τοῦ π ἐν τῷ ἕρπω κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο· πάλιν τὸ λ ὑποτέτακται τῷ κ κατὰ σύλληψιν ἐν τῷ κλέος, ἀντιπροηγησάμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο· πάλιν τὸ ν ὑποτέτακται τῷ θ κατὰ σύλληψιν ἐν τῷ θνῄσκω, ἀντιπροηγησάμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθος
25κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο· πάλιν τὸ ρ ὑποτέτακται τῷ γ κατὰ σύλληψιν ἐν τῷ γραῦς, ἀντιπροηγησάμενον δὲ αὐτοῦ ἐν τῷ ἔρ‐ γον κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο· εἰ ἄρα οὖν τὸ ν ὑπο‐ τέτακται τῷ τ κατὰ σύλληψιν ἐν τῷ Αἴτνη, δηλονότι ἀντιπροηγούμενον αὐτοῦ, φημὶ δὴ τοῦ τ, κατὰ διάστασιν θέλει ἀντιπροηγεῖσθαι αὐτοῦ.
30Ἀλλ’ οὔτε κατὰ διάστασιν ἐνταῦθα δύναται ἀντιπροηγήσασθαι τοῦ τ, ἐπειδὴ πάλιν εὑρίσκεται μετὰ τοῦ ρ ἐν συλλήψει, ὅπερ ἐστὶν ἀδύνατον, ὡς ἐδείξαμεν. Ἀλλ’ οὔτε δὲ τὰ τρία σύμφωνα ὁμοῦ δύνανται παρα‐ λαμβάνεσθαι, λέγω δὴ τὸ ρ καὶ τὸ ν καὶ τὸ τ, ἐπειδὴ ἡνίκα εὑρεθῶσιτρία σύμφωνα ὁμοῦ, θέλει εἶναι τὸ πρῶτον μὲν ἢ ςκπ, τὸ δὲ
35δεύτερον ἄφωνον καὶ τὸ τρίτον ἀμετάβολον, οἷον σφραγίσ στρατός193

194

στρῶμα σκληρός σκῆπτρον κάτοπτρον οἰκτρός πλῆκτρον, χωρὶς τοῦ ἐχθρός καὶ τοῦ διέφθρασαι· ἐν τούτοις γὰρ οὐκ ἔστι τὸ πρῶτον σύμ‐ φωνον οὔτε ς οὔτε κ οὔτε π· τὸ δὲ διέφθρασαι σημαίνει 〈τὸ διέφθορασ〉· ἐγένετο δὲ 〈ἐκ τοῦ διέφθαρσαι καθ’〉 ὑπερβιβασμὸν τοῦ ρ· εἰ εὑρέθη
5οὖν τὸ ρ καὶ ν καὶ τ ὁμοῦ, ἤμελλον εἶναι τρία σύμφωνα ὁμοῦ, μὴ ὄντος 〈τοῦ〉 πρώτου μήτε ς μήτε κ μήτε π, μήτε τοῦ δευτέρου ἀφώνου καὶ τοῦ τρίτου ἀμεταβόλου, ἀλλ’ ἐκ τοῦ ἐναντίου τῶν 〈δύο πρώτων〉 ἀμεταβόλων καὶ τοῦ τρίτου ἀφώνου, ὅπερ ἐστὶν ἀδύνατον· μὴ λεγομέ‐ νου οὖν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν κατὰ τὴν ἀκολουθίαν,
10ἀναπληροῖ αὐτὸ ἡ χρῆσις διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος τοῦ εἰσίν, οἷον κεκαρμένοι εἰσίν. Πάλιν ἐστὶ τέτυπται, καὶ ἐὰν πρὸ τοῦ τ προσέλθῃ τὸ ν καὶ γέ‐ νηται τέτυπνται διὰ τοῦ π καὶ ν καὶ τ, ἀσυνταξία γίνεται· τὸ γὰρ π καὶ ν οὔτε ἐν συλλήψει δύνανται εἶναι οὔτε ἐν διαστάσει· ἐν συλλήψει
15μέν, ἐπειδὴ οὐδέποτε συλλαβὴ ἐν ἀρχῇ λέξεως ἢ ἐν μέσῳ εἰς δύο σύμφωνα καταλήγει, ὡς εἴρηται, ἐν διαστάσει δέ, ἵνα ᾖ τὸ ν μετὰ τοῦ τ, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν συλλήψει ἐὰν ἀντιπροηγήσωνται 〈αὐ‐ τοῦ〉, ἐν διαστάσει αὐτοῦ ἀντιπροηγοῦνται, ὡς εἴρηται· εἰ ἄρα οὖν τὸ ν ὑποτέτακται τῷ τ, ὡς εἴρηται, κατὰ σύλληψιν, ὡς ἐν τῷ Αἴτνη, δη‐
20λονότι ἀντιπροηγούμενον αὐτοῦ κατὰ διάστασιν θέλει ἀντιπροηγεῖσθαι αὐτοῦ· ἀλλ’ οὔτε δὲ κατὰ διάστασιν ἐνταῦθα δύναται ἀντιπροηγεῖσθαι, ἐπειδὴ εὑρίσκεται πάλιν μετὰ τοῦ π ἐν συλλήψει, ὅπερ ἐστὶν ἀδύνα‐ τον, ὡς ἐδείξαμεν· ἀλλ’ οὔτε δὲ τὰ τρία σύμφωνα ὁμοῦ δύνανται παρα‐ λαμβάνεσθαι, λέγω δὴ τὸ π καὶ ν καὶ τ, ἐπειδή, ὡς εἴρηται, ἡνίκα
25εὑρεθῶσι [τὰ] τρία σύμφωνα ὁμοῦ, τὸ πρῶτον θέλει εἶναι ἢ ς κπ, τὸ δὲ δεύτερον ἄφωνον καὶ τὸ τρίτον ἀμετάβολον, χωρὶς τοῦ ἐχθρός καὶ τοῦ διέφθρασαι εἰ εὑρέθη οὖν τὸ π καὶ τὸ ν καὶ τὸ τ ὁμοῦ, ἤμελλον εἶναι τρία σύμφωνα ὁμοῦ, τοῦ μὲν πρώτου ὄντος π, τοῦ δὲ δευτέρου μὴ ὄντος ἀφώνου μήτε τοῦ τρίτου ἀμεταβόλου, ἀλλ’ ἐκ τοῦ
30ἐναντίου τοῦ μὲν δευτέρου ἀμεταβόλου τοῦ δὲ τρίτου ἀφώνου, ὅπερ ἐστὶν ἀδύνατον· μὴ λεγομένου οὖν τοῦ τρίτου προσώπου τῶν πληθυν‐ τικῶν κατὰ τὴν ἀκολουθίαν, ἀναπληροῖ αὐτὸ ἡ χρῆσις διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος τοῦ εἰσίν, οἷον τετυμμένοι εἰσίν. Πάλιν ἐστὶ γεγέλασται, καὶ ἐὰν προσλάβῃ πρὸ τοῦ τ τὸ ν καὶ γέ‐
35νηται γεγέλασνται διὰ τοῦ ς καὶ ν καὶ τ, ἀσυνταξία γίνεται· τὸ γὰρ ς194

195

καὶ ν οὐ δύνανται εἶναι οὔτε ἐν συλλήψει οὔτε ἐν διαστάσει· ἐν συλλήψει μέν, ἐπειδή, ὡς εἴρηται, οὐδέποτε συλλαβὴ ἢ ἐν ἀρχῇ ἢ ἐν μέσῳ λέξεως εἰς δύο σύμφωνα καταλήγει, ἐν διαστάσει δέ, ἵνα ᾖ τὸ ν μετὰ τοῦ τ, ἐπειδή, ὡς εἴρηται, τὰ ὑποταττόμενά τινι ἐν συλλήψει ἐὰν ἀντιπροηγή‐
5σωνται, ἐν διαστάσει αὐτοῦ ἀντιπροηγοῦνται· εἰ ἄρα οὖν τὸ ν ὑποτέτακται τῷ τ 〈κατὰ σύλληψιν〉, ὡς ἐν τῷ Αἴτνη, δηλονότι ἀντιπροηγησάμενον αὐτοῦ ἐν διαστάσει θέλει ἀντιπροηγεῖσθαι αὐτοῦ· ἀλλ’ οὔτε δὲ κατὰ διάστασιν ἐνταῦθα δύναται ἀντιπροηγεῖσθαι αὐτοῦ, ἐπειδὴ πάλιν εὑρί‐ σκεται μετὰ τοῦ ς ἐν συλλήψει, ὅπερ ἐστὶν ἀδύνατον, ὡς ἐδείξαμεν·
10ἀλλ’ οὔτε δὲ τὰ τρία σύμφωνα δύνανται ὁμοῦ παραλαμβάνεσθαι, λέγω δὴ τὸ σντ, ἐπειδή, ὡς εἴρηται, ἡνίκα εὑρεθῶσι τρία σύμφωνα ὁμοῦ, θέλει εἶναι τὸ πρῶτον ἢ ςκπ, καὶ τὸ δεύτερον ἄφωνον καὶ τὸ τρίτον ἀμετάβολον, χωρὶς τοῦ ἐχθρός καὶ τοῦ διέφθρασαι· εἰ εὑρέθη οὖν τὸ σντ ὁμοῦ, ἤμελλον εἶναι τρία σύμφωνα ὁμοῦ, τοῦ μὲν πρώτου
15ὄντος ς, τοῦ δὲ δευτέρου μὴ ὄντος ἀφώνου μήτε τοῦ τρίτου ἀμετα‐ βόλου, ἀλλ’ ἐκ τοῦ ἐναντίου τοῦ μὲν δευτέρου ἀμεταβόλου τοῦ δὲ τρί‐ του ἀφώνου, ὅπερ ἐστὶν ἀδύνατον· μὴ λεγομένου οὖν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν κατὰ τὴν ἀκολουθίαν, ἀναπληροῖ αὐτὸ ἡ χρῆσις διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος τοῦ εἰσίν, οἷον γεγελασμένοι
20εἰσίν. Διὰ τοῦτο δὲ ἡνίκα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐπι‐ λείπει, ἀναπληροῦται διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμ‐ μένοι εἰσίν, πεπλεγμένοι εἰσίν, ἐσβεσμένοι εἰσίν, γεγελασμένοι εἰσίν, κε‐ καρμένοι εἰσίν, ἐπειδὴ πρῶτον μὲν πᾶν ῥῆμα δύναται καὶ εἰς μετοχὴν ἀναλύεσθαι καὶ εἰς ὑπαρκτικὸν ῥῆμα, οἷον τύπτω τύπτων εἰμί, γράφω
25γράφων εἰμί, τέτυφα τετυφώς εἰμι, γέγραφα γεγραφώς εἰμι· δεύτερον δὲ ἡ μὲν μετοχὴ πρᾶγμα σημαίνει, οὐ μέντοι πρόσωπον, οἷον τύπτων γράφων, αἱ γὰρ μετοχαὶ πρόσωπα οὐκ ἔχουσιν, τὸ δὲ ὑπαρκτικὸν ῥῆμα πρόσωπον σημαίνει, οὐ μέντοι πρᾶγμα, οἷον ἐσμέν ἐστέ εἰσίν· συνερχο‐ μένων οὖν τῆς μετοχῆς καὶ τοῦ ὑπαρκτικοῦ ῥήματος ἑκάτερον δι’ ἑκα‐
30τέρου ἀναπληροῦται, τὸ πρᾶγμα μὲν διὰ τῆς μετοχῆς, τὸ πρόσωπον δὲ διὰ τοῦ ὑπαρκτικοῦ ῥήματος· τούτου οὖν χάριν ἡνίκα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐπιλιμπάνει, διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, ναί, διὰ μετοχῆς εὐλόγως ἀνα‐
35πληροῦται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐπιλιμπάνον· διὰ195

196

τοῦτο γὰρ ἐπενοήθη ἡ μετοχή, ἵνα τὸ ἐλλεῖπον τῷ ῥήματι ἀναπλη‐ ρώσῃ· διατί δὲ διὰ τοῦ εἰσίν ὑπαρκτικοῦ ῥήματος ἀναπληροῦται; εἰ γὰρ ὁ παρακείμενος παρῳχημένου ἐστὶ χρόνου, τὸ δὲ εἰσίν ἐνεστῶτος, πῶς ἐπὶ τοῦ παρακειμένου αὐτῷ κεχρήμεθα λέγοντες τετυμμένοι εἰσίν; Ἔστιν
5οὖν εἰπεῖν, ὅτι εἰκότως τοῦτο ἐγένετο, ἐπειδὴ πολλὴν συγγένειαν εὑρί‐ σκομεν ἐνεστῶτος καὶ παρακειμένου· ἀμέλει ὁ ἐνεργητικὸς παρακείμενος εἰς σι λήγει κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, μιμούμενος τὸν ἐνεστῶτα, οἷον τετύφασι, ὥσπερ τύπτουσι· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικὸς ὀνομάζεται, ἤγουν ἐνεστὼς πεπληρωμένος·
10κατὰ τοῦτο δὲ διαφέρουσιν, καθὸ ὁ μὲν ἐνεστὼς πράγματός ἐστι δηλω‐ τικὸς ἀτελοῦς, τὸ γὰρ τύπτω ἀτελὲς πρᾶγμα δηλοῖ καὶ μὴ τελειωθέν, ὁ δὲ παρακείμενος πράγματός ἐστι τετελειωμένου δηλωτικός, τὸ γὰρ τέτυφα τετελειωμένον πρᾶγμα δηλοῖ. Ἰστέον δὲ ὅτι εὑρίσκομέν τινας ἐνεστῶτας τετελειωμένον πρᾶγμα δηλοῦντας καὶ μηδὲν διαφέροντας τῶν
15παρακειμένων· ὁ γὰρ λέγων γινώσκω καὶ οἶδα ταὐτὸν λέγει, καὶ ἔστι τὸ μὲν γινώσκω ἐνεστῶτος χρόνου, τὸ δὲ οἶδα παρακειμένου· οὐκ ἔστι γὰρ ἐνταῦθα ὁ ἐνεστὼς ἀτελές· τὸ γὰρ γινώσκω οὐ σημαίνει, ὅτι ἐν μέρει μὲν οἶδα, ἐν μέρει δὲ οὐκ οἶδα, ἀλλ’ ὅτι τελείως οἶδα. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι εὐλόγως διὰ τῆς πληθυντικῆς μετοχῆς καὶ τοῦ
20εἰσίν ὑπαρκτικοῦ ῥήματος πληθυντικοῦ ἀναπληροῖ ἡ χρῆσις τὰ τοιαῦτα τρίτα πρόσωπα τῶν πληθυντικῶν, οἷον τετυμμένοι εἰσίν, λελεγμένοι εἰσίν, ἐπειδὴ καὶ αὐτὸ τὸ τρίτον πρόσωπον τὸ ἐπιλελοιπός, οὗτινος τὴν χρείαν ἀναπληροῖ ἡ μετοχὴ μετὰ τοῦ ὑπαρκτικοῦ ῥήματος, πλη‐ θυντικόν ἐστιν.
25 Καὶ ἰακῶς τετύφαται. Λέγουσί τινες, ὅτι ἐπειδὴ τὸ τρίτον πρόσ‐ ωπον τῶν πληθυντικῶν τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ ὑπερσυντε‐ λίκου πολλάκις ἐπιλιμπάνει καὶ διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτι‐ κοῦ ῥήματος, οἷον τετυμμένοι εἰσίν, τετυμμένοι ἦσαν, τούτου χάριν, ἵνα καὶ διὰ μιᾶς λέξεως ἀναπληρωθῇ, ἐπενόησαν οἱ Ἴωνες ἴδιον τρίτον
30πρόσωπον τῶν πληθυντικῶν, οἷον τετύφαται τετύφατο. Οὐκ ἔστι δὲ καταναγκαστικόν· εἰ γάρ, ὡς λέγουσιν, διὰ τοῦτο ἐπενόησαν οἱ Ἴωνες 〈ἴδιον〉 τρίτον πρόσωπον τῶν πληθυντικῶν, διὰ τὸ πολλάκις ἐπιλιμπάνειν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παθητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ διὰ μετοχῆς ἀναπληροῦσθαι καὶ ὑπαρκτικοῦ ῥήματος,
35οὐκ ὤφειλον ποιεῖν τὸ τρίτον πρόσωπον πληθυντικὸν ἐφ’ οὗ μὴ ἐπι‐196

197

λιμπάνει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παθητικοῦ παρα‐ κειμένου· νῦν δὲ καὶ ἐπὶ αὐτῶν ποιοῦσιν ἤγουν καὶ ἐπὶ τῶν μὴ ἐπι‐ λιμπανόντων· ἰδοὺ γάρ ἐστι νενόηται καὶ πεποίηται, καὶ ἐπὶ τούτων οὐκ ἐπιλιμπάνουσι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν, νενόηνται γὰρ
5καὶ πεποίηνται, καὶ ὅμως οἱ Ἴωνες ἐποίησαν νενοέαται 〈καὶ πεποιέα‐ ται〉. Ἄλλως τε δὲ οὐ μόνον ἐπὶ παρακειμένου τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ ἐπὶ ἐνεστῶτος· ἀπὸ γὰρ τοῦ κεῖται γίνεται κέαται ἰωνικῶς, ὡς παρὰ τῷ ποιητῇ 〈Ν 763〉 κέαται ψυχὰς ὀλέσαντες, ἀντὶ τοῦ κεῖνται, καὶ ἀπὸ τοῦ ἧται (τοῦ σημαίνοντος τὸ κάθηται) γίνεται ἕαται,
10ὡς παρὰ τῷ αὐτῷ 〈Γ 134〉 οἱ δὴ νῦν ἕαται σιγ, πόλεμος δὲ πέπαυται, ἀντὶ τοῦ κάθηνται· ὥστε οὖν οὐ διὰ τὴν προλεχθεῖσαν αἰτίαν ἐποίησαν οἱ Ἴωνες τρίτον πρόσωπον πληθυντικὸν ἐπὶ τοῦ παθη‐ τικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἀλλ’ ἰδίωμά ἐστι διαλέκτου. Κανονίζεται δὲ οὕτως· πᾶς παθητικὸς παρακείμενος κατὰ τὸ τρίτον
15πρόσωπον τῶν ἑνικῶν πρὸ τοῦ τ λαμβάνων τὸ α Ἰωνικὸς παρακείμε‐ νοσ γίνεται, τρίτου προσώπου δηλονότι πληθυντικοῦ· καὶ εἰ μὲν εὑρεθῇ πρὸ τοῦ τ ψιλόν, τρέπεται εἰς τὸ ἀντίστοιχον τὸ δασύ, οἷον τέτυπται τετύφαται, νένιπται νενίφαται, νένυκται νενύχαται, λέλεκται λελέχαται· ἐὰν δὲ εὑρεθῇ πρὸ τοῦ τ τὸ ς ἀπὸ βαρυτόνων, τρέπεται τὸ ς εἰς τὸ
20σύμφωνον τοῦ μέσου παρακειμένου, οἷον πέφρασται πεφράδαται, ὅτι πέφραδα ὁ μέσος παρακείμενος, ἐρείδω ἐρήρεισται ἐρηρέδαται, ὅτι ἤρειδα ὁ μέσος παρακείμενος, ῥάζω (τὸ ῥαίνω) ἔρρασται καὶ ἐρράδαται, οἷον 〈υ 354〉 αἵματι δ ἐρράδαται τοῖχοι, ἀντὶ τοῦ ἐρραντισμέ‐ νοι εἰσίν, ὅτι ἔρραδα ὁ μέσος παρακείμενος. Καλῶς δὲ πρόσκειται «ἀπὸ
25βαρυτόνων» διὰ τὸ τετέλεσται καὶ γεγέλασται· ταῦτα γὰρ εἰ καὶ ἔχουσι τὸ ς πρὸ τοῦ τ, ἀλλ’ οὖν ἐπειδὴ οὐκ εἰσὶν ἀπὸ βαρυτόνων θεμάτων ἀλλ’ ἀπὸ περισπωμένων, ἀπὸ γὰρ τοῦ τελῶ καὶ γελῶ εἰσίν, οὐ τρέ‐ πουσιν οἱ Ἴωνες τὸ ς πρὸ τοῦ τ εἰς τὸ σύμφωνον τοῦ μέσου παρακει‐ μένου, λέγω δὴ εἰς τὸ λ τοῦ γέγελα καὶ τέτελα· οὐδὲ γὰρ λέ‐
30γουσι γεγέλαται καὶ τετέλαται, ἀλλ’ οὐδὲ ποιοῦσιν ἐπὶ τῶν τοιούτων παντελῶς οἱ Ἴωνεσ ἴδιον τρίτον πληθυντικόν, ἀλλὰ γεγελασμένοι εἰσίν
καὶ τετελεσμένοι εἰσίν, ὁμοίως τῇ κοινῇ διαλέκτῳ. Ἐὰν δὲ ἄλλο σύμ‐197

198

φωνον εὑρεθῇ πρὸ τοῦ τ, εἰ ὅλως καὶ γίνεται Ἰωνικὸς παρακείμενος, δηλονότι τρίτου προσώπου πληθυντικοῦ, φυλάττεται τὸ σύμφωνον, οἷον κέκαρται κεκάραται, τέτιλται τετίλαται· πρόσκειται δέ «εἰ ὅλως καὶ γί‐ νεται Ἰωνικὸς παρακείμενος», ἐπειδὴ ἐπὶ τούτων οὐκ ἐφάνησαν ποιή‐
5σαντες οἱ Ἴωνες ἴδια τρίτα πληθυντικά, οὐδὲ γὰρ ἐφάνησαν εἰπόντες κεκάραται καὶ τετίλαται. Τὰ δὲ ἀπὸ περισπωμένων ἐὰν φύσει μακρᾷ παραλήγωνται συστέλλουσι τὴν παραλήγουσαν εἰς τὴν ὀφειλομένην συ‐ στολὴν [μετὰ τοῦ τ], καὶ προσλαμβάνουσι τὸ α πρὸ τοῦ τ, οἷον ποιῶ πεποίηται πεποιέαται, νοῶ νενόηται νενοέαται, χρυσῶ κεχρύσωται κε‐
10χρυσόαται, βολῶ βεβόληται βεβολέαται. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ παρακειμένου τοῦτο ποιοῦσι καὶ ὑπερσυντελίκου οἱ Ἴωνες, ἀλλ’ ἔστιν ὅτε καὶ ἐπὶ ἐνεστῶτος, οἷον κεῖται κέαται, ὡς παρὰ τῷ ποιητῇ 〈Ν 763〉 κέαται ψυχὰς ὀλέσαντες, ἀντὶ τοῦ κεῖνται, καὶ πάλιν ἧται ἕαται, ὡς παρὰ τῷ αὐτῷ 〈Γ 134〉 οἱ δὴ νῦν ἕαται σιγ, πόλεμος
15δὲ πέπαυται, ἀντὶ τοῦ κάθηνται. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα οἱ Ἴωνες ψιλωτικοί εἰσιν—τοῦ γὰρ ἥλιος δασυνομένου τὸ ἀπηλιώτης ἰωνικῶς διὰ τοῦ π ἐπεκράτησεν, ἐπειδὴ διὰ τοῦ φ ὤφειλεν εἶναι διὰ τὸ ἐπιφέρεσθαι δασὺ φωνῆεν, ὡς ἐπὶ ἡμῶν ἐφ’ ἡμῶν· καὶ πάλιν τοῦ ἱστίον δασυνομένου τὸ ἐπίστιον
20ἰωνικῶς διὰ τοῦ π ἐπεκράτησεν, οἷον 〈ζ 265〉 ἐπίστιόν ἐστιν ἑκά‐ στῳ, ἐπειδὴ διὰ τοῦ φ ὤφειλεν εἶναι· καὶ πάλιν τὸ οὐχί ἰωνικῶς οὐκί λέγεται, ὡς παρὰ τῷ ποιητῇ 〈ex gr. Β 238〉 ἠὲ καὶ οὐκί—διὰ ποίαν αἰτίαν ἐπὶ τοῦ τετύφαται καὶ νενύχαται τὸ ψιλὸν σύμφωνον τοῦ τέτυπται καὶ νένυκται εἰς τὸ ἀντίστοιχον τὸ δασὺ ἔτρεψαν, καὶ μὴ
25ἐφύλαξαν αὐτὸ ὡς χαίροντες τῇ ψιλῇ. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ κε‐ χρεωστημένον δασὺ σύμφωνον τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ παθητικοῦ παρακειμένου προσῆλθεν ἐν τῷ Ἰωνικῷ τρίτῳ προσώπῳ πληθυντικῷ· ἐμάθομεν γὰρ ἐν τῇ περὶ τούτου διδασκαλίᾳ, ὅτι διὰ τὸ μὴ δύνασθαι μήτε τὸ φ μήτε τὸ χ πρὸ τοῦ τ εἶναι ἢ κατὰ σύλληψιν ἢ
30κατὰ διάστασιν, τούτου χάριν ἐν τῷ τέτυπται καὶ νένυκται τροπὴ παρ‐ ηκολούθησε τῶν δασέων εἰς τὰ ἀντίστοιχα τὰ ψιλά· ἐνταῦθα οὖν ἐν τῷ Ἰωνικῷ παρακειμένῳ, τρίτῳ προσώπῳ δηλονότι πληθυντικῷ, ἐπειδὴ τοῦ α προσερχομένου οὐκέτι εὑρίσκονται τὰ δασέα μετὰ τοῦ τ, τούτου
χάριν τὸ ὀφειλόμενον ἀνεπληρώθη, καὶ τὸ κεχρεωστημένον δασὺ σύμ‐198

199

φωνον τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ παρακειμένου προσῆλθεν ἐν τῷ Ἰωνικῷ παρακειμένῳ, τρίτῳ προσώπῳ δηλονότι πληθυντικῷ. Ὑπερσυντέλικος. Ἐτετύμμην. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ ὑπερσυντελίκου δια‐
5λαμβάνει· καὶ ἰστέον ὅτι πᾶς παθητικὸς παρακείμενος τρέπων τὴν μαι εἰς μην ὑπερσυντέλικον παθητικὸν ποιεῖ· καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ παρακείμενος, προσλαμβάνει ὁ ὑπερσυντέλικος τὸ ε κατὰ τὴν ἄρχουσαν, οἷον τέτυμμαι ἐτετύμμην, πεποίημαι ἐπεποιήμην, πεφίλημαι ἐπεφιλήμην, νενόημαι ἐνενοήμην, εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ παρα‐
10κείμενος, συνάρχεται αὐτῷ καὶ ὁ ὑπερσυντέλικος, οἷον ἔφθαρμαι ἐφθάρ‐ μην, ἔσταλμαι ἐστάλμην, ἠλέημαι ἠλεήμην, ἠρεύνημαι ἠρευνήμην· καὶ ἁπλῶς εἰπεῖν, ὡς ὁ ἐνεργητικὸς ὑπερσυντέλικος ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου κανονίζεται, οὕτω καὶ ὁ παθητικὸς ὑπερσυντέλικος ἐκ τοῦ παθητικοῦ παρακειμένου κανονίζεται ἀπαραλλάκτως.
15 Ἐτέτυψο. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτέτυπτο γέγονε τροπῇ τοῦ τ εἰς τὸ ς ἐτέτυπσο καὶ κατὰ κρᾶσιν τοῦ π καὶ ς εἰς ψ ἐτέτυψο, ὥσπερ καὶ ἀπὸ τοῦ ἐνένυκτο γέγονε τροπῇ τοῦ τ εἰς τὸ ς ἐνένυκσο καὶ κατὰ κρᾶσιν τοῦ κ καὶ ς εἰς ξ ἐνένυξο· πάντα δὲ ὅσα εἴπομεν ἐν τῷ δευ‐ τέρῳ προσώπῳ τῶν ἑνικῶν τοῦ παθητικοῦ παρακειμένου ἁρμόζουσι
20καὶ ἐνταῦθα. Ἐτέτυπτο. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτετύμμην γέγονεν ἐτέτυπτο τροπῇ τῆς μην εἰς το καὶ τοῦ μ τραπέντοσ εἰς τὸ ἀντίστοιχον τοῦ φ, λέγω δὴ εἰς τὸ π, καὶ πάλιν ἀπὸ τοῦ ἐνενύγμην γέγονεν ἐνένυκτο τροπῇ τῆς μην εἰς το καὶ τοῦ γ τραπέντος εἰς τὸ κ· περὶ τούτων δὲ
25ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ παθητικοῦ παρακειμένου ἀκρι‐ βέστερον μεμαθήκαμεν. Δυϊκά. Ἐτετύμμεθον, ἐτέτυφθον, ἐτετύφθην. Πληθυντικά. Ἐτετύμμεθα, ἐτέτυφθε· εἴρηται. Τετυμμένοι ἦσαν. Ἰστέον ὅτι ἐνταῦθα ἐπιλιμπάνει τὸ τρίτον πρόσωπον τῶν πλη‐
30θυντικῶν τοῦ ὑπερσυντελίκου, ἐπειδὴ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν πρὸ τοῦ τ σύμφωνον ἔχει, οἷον ἐτέτυπτο, καὶ λοιπὸν τοῦ ν προσερχο‐ μένου πρὸ τοῦ τ ἀσυνταξία γίνεται· ἀναπληροῦται δὲ καὶ αὐτὸς διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμμένοι ἦσαν. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τοῦ παρακειμένου καὶ ἐπὶ τοῦ ὑπερσυντελίκου τῇ αὐτῇ μετοχῇ
35κεχρήμεθα, καὶ γὰρ τετυμμένοι εἰσί φαμὲν καὶ τετυμμένοι ἦσαν, ἐπειδὴ μία ἐστὶν ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, οἷον τετυμμένος, καὶ τετυμμένοι τὸ πληθυντικόν· τῷ δὲ ῥήματι 〈τῷ ὑπαρκτικῷ〉 οὐ κεχρή‐
μεθα τῷ αὐτῷ· ἐν μὲν γὰρ τῷ παρακειμένῳ τῷ εἰσίν, οἷον τετυμμένοι199

200

εἰσίν, ἐν δὲ τῷ ὑπερσυντελίκῳ τῷ ἦσαν, οἷον τετυμμένοι ἦσαν· 〈καὶ〉 τοῦτο εὐλόγως, ἐπειδὴ τὸ εἰσίν ἐνεστῶτος χρόνου ἐστίν, ὁ δὲ παρα‐ κείμενος συγγένειαν ἔχει πρὸς τὸν ἐνεστῶτα· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικὸς ὀνομάζεται, ἤγουν ἐνεστὼς πεπληρωμένος·
5τούτου 〈οὖν〉 χάριν ἐπὶ τοῦ παρακειμένου τῷ εἰσί κεχρήμεθα καὶ λέγο‐ μεν τετυμμένοι εἰσίν· ἐπὶ δὲ τοῦ ὑπερσυντελίκου τῷ ἦσαν κεχρήμεθα καὶ λέγομεν τετυμμένοι ἦσαν, ἐπειδὴ ὁ μὲν παρατατικὸς τοῦ ἐνεστῶτός ἐστι παρῳχημένος, ἐξ αὐτοῦ γὰρ κανονίζεται, ὁ δὲ ὑπερσυντέλικος τοῦ παρακειμένου· ἐπειδὴ οὖν ὁ μὲν παρακείμενος τὸ ῥῆμα τοῦ ἐνεστῶτος
10ἔλαβεν, φημὶ δὴ τὸ εἰσίν, τούτου χάριν καὶ ὁ ὑπερσυντέλικοσ, ὁ παρῳ‐ χημένος τοῦ παρακειμένου, τὸ ῥῆμα τοῦ παρατατικοῦ ἔλαβε, τοῦ παρῳ‐ χημένου τοῦ ἐνεστῶτος, φημὶ δὴ τὸ ἦσαν, καί, ὡς ἵνα εἴπωμεν, ἐνεστὼς ἀπὸ ἐνεστῶτος ἔλαβε καὶ παρῳχημένος ἀπὸ παρῳχημένου. Καὶ ἰακῶς τετύφατο. Ἰστέον ὅτι ὥσπερ ἐκ τοῦ τρίτου προσώπου
15τῶν ἑνικῶν τοῦ παθητικοῦ παρακειμένου ἐποίησαν οἱ Ἴωνες τρίτον πρόσωπον τῶν πληθυντικῶν, οὕτω καὶ ἐκ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν τοῦ παθητικοῦ ὑπερσυντελίκου ἐποίησαν οἱ Ἴωνες τρίτον πρόσ‐ ωπον πληθυντικόν· ἀπὸ οὖν τοῦ ἐτέτυπτο γέγονεν ἐτετύφατο καὶ κατὰ ἀποβολὴν τοῦ ε τετύφατο, ἵνα συνάρχηται τῇ τετυμμένος μετοχῇ ἐμά‐
20θομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι οἱ Ἴωνες ἔθος ἔχουσι ποιεῖν τοὺς παρῳχημένους συναρχομένους ταῖς ἰδίαις μετοχαῖς, οἷον 〈Φ 20〉 τύπτε δ’ ἐπιστροφάδην, ὅτι τύπτων ἡ μετοχή, καὶ 〈Ψ 666〉 ἅψατο δ’ ἡμιόνων, ὅτι ἁψάμενος ἡ μετοχή. Ἀόριστος πρῶτος.
25 Ἐτύφθην. Ἰστέον ὅτι τέτταρας ἀορίστους εὑρίσκομεν ἐν τοῖς παθητικοῖς, δύο μὲν παθητικούς, δύο δὲ τῆς μέσης διαθέσεως· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς προλαβοῦσιν, ὅτι τὸν μὲν παρακείμενον καὶ τὸν ὑπερσυντέλικον τῆς μέσης διαθέσεως ἐν τοῖς ἐνεργητικοῖς ἔταξαν, ἀορί‐ στους δὲ καὶ μέλλοντας ἐν τοῖς παθητικοῖς. Ἔλθωμεν δὲ καὶ διαλά‐
30βωμεν περὶ τοῦ ἀορίστου τοῦ παθητικοῦ· ἰστέον ὅτι ὁ πρῶτος ἀόριστος ὁ παθητικὸς ἀεὶ εἰς θην λήγει· κανονίζεται δὲ ἐκ τοῦ παθητικοῦ παρα‐ κειμένου τοῦτον τὸν τρόπον· πᾶς παθητικὸς παρακείμενος τρέπων τὴν μαι εἰς θην ἀόριστον πρῶτον παθητικὸν ποιεῖ, καὶ εἰ μὲν ἀπὸ συμφώνου
ἄρχεται ὁ παρακείμενος, ἀποβάλλει τὸ σύμφωνον ἐν τῷ παθητικῷ200

201

πρώτῳ ἀορίστῳ, οἷον τέτυμμαι ἐτύφθην, λέλεγμαι ἐλέχθην, κέκαρμαι ἐκάρθην, πεποίημαι ἐποιήθην, νενόημαι ἐνοήθην, πεφίλημαι ἐφιλήθην, πεπάτημαι ἐπατήθην, κεκέλευσμαι ἐκελεύσθην, κέκρουσμαι ἐκρούσθην, τετέλεσμαι ἐτελέσθην, τέθυμαι ἐθύθην καὶ διὰ τὴν ἐπαλληλίαν τῶν
5δασέων ἐτύθην κατὰ τροπὴν τοῦ θ εἰς τὸ ἀντίστοιχον ψιλὸν τὸ τ· εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, συνάρχεται αὐτῷ καὶ ὁ παθητικὸς πρῶτος ἀόριστος, οἷον ἔφθαρμαι ἐφθάρθην, ἔξεσμαι ἐξέσθην, ἔσβεσμαι ἐσβέσθην, [πέπλεγμαι ἐπλέχθην] ἠλέημαι ἠλεήθην, ἠρεύνημαι ἠρευνήθην, ἠρώτημαι ἠρωτήθην, ὤρθωμαι ὠρθώθην, ὥπλισμαι ὡπλίσθην.
10Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν εὑρεθῇ σύμφωνον πρὸ τοῦ μ ἐν τῷ παθητικῷ παρακειμένῳ, φυλάττεται καὶ κατὰ τὸν παθητικὸν πρῶτον ἀόριστον, οἷον κέκαρμαι ἐκάρθην, ἔσταλμαι ἐστάλθην, τέτιλμαι ἐτίλθην, ἔφθαρμαι ἐφθάρθην, ἔξεσμαι ἐξέσθην, ἔσβεσμαι ἐσβέσθην, κέκρουσμαι ἐκρούσθην,
15χωρὶς εἰ μὴ εὑρεθῇ τὸ μ ἢ τὸ γ· ἐὰν γὰρ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ μ ἢ τὸ μ ἢ τὸ γ, μεταβάλλονται κατὰ τὸν παθη‐ τικὸν πρῶτον ἀόριστον εἰς ἐκεῖνα τὰ δασέα, ἐξ ὧν καὶ μεταβέβληνται, οἷον τὸ μὲν μ εἰς τὸ φ, ἐξ αὐτοῦ γὰρ καὶ γέγονε, τὸ δὲ γ εἰς τὸ χ, ἐξ αὐτοῦ γὰρ καὶ γέγονεν, οἷον τέτυμμαι ἐτύφθην, ἀπὸ γὰρ τοῦ τέτυφα
20γέγονε, γέγραμμαι ἐγράφθην, ἀπὸ γὰρ τοῦ γέγραφα γέγονε, λέλεγμαι ἐλέχθην, ἀπὸ γὰρ τοῦ λέλεχα γέγονε, νένυγμαι ἐνύχθην, ἀπὸ γὰρ τοῦ νένυχα γέγονε, πέπληγμαι ἐπλήχθην, ἀπὸ γὰρ τοῦ πέπληχα γέγονεν. Μηδεὶς δὲ οἰέσθω [τὸ μεμίαμμαι καὶ τὸ μεμόλυμμαι] ἐν τῷ ἐμιάνθην καὶ ἐμολύνθην παθητικῷ πρώτῳ ἀορίστῳ τὸ μ εἰς τὸ ν τραπῆναι· τὸ
25γὰρ ν τοῦτο θεματικόν ἐστιν· μιαίνω γὰρ καὶ μολύνω ἐστὶ τὸ θέμα διὰ τοῦ ν, ὅπερ ν πῇ μὲν εἰς τὸ γ τρέπεται, ὡς ἐν τῷ μεμίαγκα καὶ μεμό‐ λυγκα ἐνεργητικῷ παρακειμένῳ διὰ τὴν ἐπιφορὰν τοῦ κ, πῇ δὲ εἰς τὸ μ, ὡς ἐν τῷ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ διὰ τὴν ἐπιφορὰν τοῦ μ· ἐν δὲ τῷ ἐμιάνθην καὶ ἐμολύνθην παθητικῷ
30πρώτῳ ἀορίστῳ ἐπειδὴ οὐκ ἐπιφέρεται σύμφωνον τὸ ὀφεῖλον τρέψαι αὐτό, τούτου χάριν ἐφυλάχθη τὸ ν· τὸ γὰρ θ ἐπιφέρεται, τὸ δὲ ν ἐπιφερομένου τοῦ δθτ φυλάττεται, οἷον ἔνδον ἐνθεῖναι σύνθεσις ἔντευξις ἐντυχεῖν. Ταῦτα μὲν ἐν τούτοις.
Περὶ δὲ τῆς παραληγούσης τοῦ παθητικοῦ πρώτου ἀορίστου ἔστιν201

202

εἰπεῖν, ὅτι παραλήγουσαν τὴν αὐτὴν ἔχει ὁ πρῶτος ἀόριστος ὁ παθη‐ τικὸς ἣν ἔχει καὶ ὁ παθητικὸς παρακείμενος, οἷον πεποίημαι ἐποιήθην, νενόημαι ἐνοήθην, ἔσταλμαι ἐστάλθην, κεχρύσωμαι ἐχρυσώθην, ὤρθωμαι ὠρθώθην, πέπεισμαι ἐπείσθην, νένησμαι ἐνήσθην, δέδομαι ἐδόθην, πλὴν
5τοῦ εὕρημαι εὑρέθην· τούτου γὰρ διὰ τοῦ ε γέγονε κατὰ 〈τὸν〉 παθη‐ τικὸν 〈ἀόριστον〉 ἡ παραλήγουσα, τοῦ παθητικοῦ παρακειμένου τὸ η ἔχοντος κατὰ τὴν παραλήγουσαν, ὅθεν καὶ τὸ ὄνομα τὸ ῥηματικὸν τὸ εὑρετής διὰ τοῦ ε ἐστίν, ὅπερ καὶ κατὰ τὸν τόνον ἡμάρτηται ὀξυνό‐ μενον, περὶ οὗ ἐν τῷ Ὀνοματικῷ Ἡρωδιανοῦ, εἰ θεῷ φίλον,
10μαθησόμεθα. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ σέσωσμαι ἐσώθην ἀπο‐ βάλλοντος τὸ ς, καὶ τοῦ ἐπῄνημαι ἐπῃνέθην»· καὶ τοῦτο γὰρ συστέλλει τὴν παραλήγουσαν κατὰ τὸν παθητικὸν ἀόριστον· «καὶ χωρὶς τῶν παρὰ τὸ αἱρῶ περισπωμένων»· ἐπὶ τούτων γὰρ συστέλλεται ἡ παραλήγουσα τοῦ παθητικοῦ πρώτου ἀορίστου, οἷον διαιρῶ διῄρημαι διῃρέθην, συναιρῶ
15συνῄρημαι συνῃρέθην, καθαιρῶ καθῄρημαι καθῃρέθην, ἀφαιρῶ ἀφῄρημαι ἀφῃρέθην· «καὶ χωρὶς τῶν ἐχόντων τὸ ρ μετ’ ἐπιπλοκῆς συμφώνου καὶ τρεπόντων τὸ ε εἰς τὸ α κατὰ τὸν παθητικὸν παρακείμενον»· ἐπὶ τούτων γὰρ ὁ παθητικὸς πρῶτος ἀόριστος ἀναδέχεται τὴν παραλήγου‐ σαν τοῦ ἐνεστῶτος καὶ οὐ φυλάττει τὴν παραλήγουσαν τοῦ παθητικοῦ
20παρακειμένου, οἷον στρέφω ἔστραμμαι ἐστρέφθην, τρέπω τέτραμμαι ἐτρέφθην. Ἐτύφθης, ἐτύφθη· εἴρηται. Δυϊκά. Ἐτύφθητον, ἐτυφθή‐ την. Ἐπιλιμπάνει ἐνταῦθα τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ μ ἔχει ἐπὶ τῆς τελευταίας
25συλλαβῆς, ἐτύφθημεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ε εἰς ον γίνεται, 〈οἷον〉 ἐτύφθητε ἐτύφθητον· τὸ δὲ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντι‐ κῶν οὔτε εἰς σι λήγει οὔτε εἰς ται, ἐτύφθησαν γάρ ἐστι τὸ τρίτον τῶν
30πληθυντικῶν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τῆς ον εἰς ην. Πληθυντικά. Ἐτύφθημεν, ἐτύφθητε, ἐτύφθησαν· εἴρηται. Ἀόριστος δεύτερος. Ἐτύπην. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου δια‐
35λαμβάνει· κανονίζεται δὲ οὗτος ἐκ τοῦ ἐνεργητικοῦ δευτέρου ἀορίστου202

203

τοῦτον τὸν τρόπον· ὁ εἰς ον δεύτερος ἀόριστος ἐνεργητικός, εἰ ἐπι‐ δεκτικός ἐστι πάθους, τροπῇ τοῦ ο εἰς η δεύτερος ἀόριστος παθητικὸς γίνεται, οἷον ἔνυγον ἐνύγην, ἔτυπον ἐτύπην, ἔχαρον ἐχάρην, ἔκαον ἐκάην, ἔσπαρον ἐσπάρην, ἔφθαρον ἐφθάρην, ἔσταλον ἐστάλην· καὶ ὁ
5ἐγράφην δεύτερος ἀόριστος παθητικὸς ἀπὸ τοῦ ἔγραφον δευτέρου ἀορίστου ἐνεργητικοῦ γέγονεν· οὐδέποτε γὰρ ἀπὸ τοῦ παρατατικοῦ κανονίζεται ὁ δεύτερος ἀόριστος ὁ παθητικὸς τροπῇ τοῦ ο εἰς η, ἐπεὶεἴ γε ἀπὸ τοῦ παρατατικοῦ ἐκανονίζετο, ἀπὸ τοῦ ἔτυπτον καὶ ἔκραζον ἐτύπτην καὶ ἐκράζην εἶχεν εἶναι· νυνὶ δὲ ἐτύπην καὶ ἐκράγην λέγομεν
10ἀπὸ τοῦ ἔτυπον καὶ ἔκραγον δευτέρου ἀορίστου ἐνεργητικοῦ. Πρόσ‐ κειται «εἰ ἐπιδεκτικός ἐστι πάθους», διὰ τὸ ἔλαβον καὶ ἔμαθον καὶ ἔφαγον· ταῦτα γὰρ οὐ ποιοῦσι τροπῇ τοῦ ο εἰς η τὸν παθητικὸν δεύ‐ τερον ἀόριστον, οὐδὲ γὰρ λέγομεν ἐφάγην καὶ ἐλάβην καὶ ἐμάθην, ἐπειδὴ οὔτε ὅλως ἔχουσι παθητικὸν δεύτερον ἀόριστον, ἐπεὶ εἰ εἶχον,
15οὕτως ἤμελλον λέγεσθαι. Ἐτύπης, ἐτύπη. Δυϊκά. Ἐτύπητον, ἐτυπήτην. Πληθυντικά. Ἐτύπημεν, ἐτύπητε, ἐτύπησαν. Μέσος ἀόριστος πρῶτος· ἐτυψάμην. Μέσος ἀόριστος δεύτερος· ἐτυπόμην. Ἰστέον ὅτι οἱ μέσοι ἀόριστοι ἀπὸ τῶν ἐνεργητικῶν ἀορίστων κανονί‐
20ζονται, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευτέρου· τοὺς δὲ δύο ὁ τεχνικὸς ἐπενθέσει τῆς μην ἀπὸ τοῦ ἐνεργητικοῦ λέγει κανονίζεσθαι· οὐκ ἔρρωται δὲ τοῦτο, εἰ μὴ ἐπὶ τοῦ πρώτου μέσου ἀορίστου, οἷον ἔτυψα ἐτυψάμην, ἐποίησα ἐποιησάμην· ὁ γὰρ δεύτερος μέσος ἀόριστος οὐ γίνεται ἐπενθέσει τῆς μην, ἀλλ’ ἐπενθέσει τῆς μη,
25οἷον ἔτυπον ἐτυπόμην, ἔλαβον ἐλαβόμην. Ταῦτα μὲν ἐν τούτοις Ἰστέον δὲ ὅτι κανονίζεται ὁ πρῶτος μέσος ἀόριστος ἀπὸ τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητικοῦ τοῦτον τὸν τρόπον· πᾶς πρῶτος ἀόριστος ἐνεργητικὸς προσθήκῃ τῆς μην πρῶτος μέσος ἀόριστος γίνεται, οἷον ἔτυψα ἐτυψάμην, ἐποίησα ἐποιησάμην, ἔγραψα ἐγραψάμην, ἔλουσα ἐλου‐
30σάμην, ἔφανα καὶ ἰωνικῶς ἔφηνα καὶ ἐφηνάμην καὶ ἀπεφηνάμην, ἐσήμανα καὶ ἰωνικῶς ἐσήμηνα καὶ ἐσημηνάμην. Ὁ δὲ δεύτερος μέσος ἀόριστος ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ κανονίζεται τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος εἰς ον λήγων πρὸ τοῦ ν λαμβάνων τὸ μ καὶ η μέσος δεύτερος ἀόριστος γίνεται, οἷον ἔπιθον ἐπιθόμην,
35ἔνυγον ἐνυγόμην, ἔλαβον ἐλαβόμην, ἔπραθον ἐπραθόμην, ἔτυπον ἐτυ‐
πόμην· ἐπὶ δὲ τῶν εἰς μι καὶ συστέλλεται ἡ παραλήγουσα, οἷον ἔθην203

204

ἐθέμην, ἔδων ἐδόμην, ἔφην ἐφάμην. Δυνατὸν δέ ἐστι καὶ ἐκ τοῦ παθητικοῦ δευτέρου ἀορίστου κανονίσαι τὸν δεύτερον μέσον ἀόριστον τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος παθητικὸς πρὸ τοῦ η λαμ‐ βάνων τὸ ο καὶ μ δεύτερον μέσον ἀόριστον ποιεῖ, οἷον ἐνύγην ἐνυγό‐
5μην, ἐτύπην ἐτυπόμην. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον 〈δὲ〉 ὅτι ὡς οἱ δύο ἀόριστοι ἐνεργητικοὶ φωνῇ μόνῃ δια‐ φέρουσιν, τῷ δὲ σημαινομένῳ οἱ αὐτοί εἰσιν—τὸ γὰρ ἔτυψα καὶ ἔτυπον τῇ φωνῇ μόνῃ διαφέρουσιν, τὸ δὲ σημαινόμενον τὸ αὐτὸ ἔχουσιν—τὸν αὐτὸν τρόπον καὶ οἱ δύο παθητικοὶ ἀόριστοι τῇ φωνῇ
10μόνῃ διαφέρουσιν, τῷ δὲ σημαινομένῳ οἱ αὐτοί εἰσιν, τὸ γὰρ ἐτύφθην καὶ ἐτύπην τὸ αὐτὸ σημαίνουσιν, εἰ καὶ τῇ φωνῇ διαφέρουσιν· ὡσαύτως δὲ καὶ οἱ δύο μέσοι ἀόριστοι τῇ φωνῇ μόνῃ διαφέρουσιν, τῷ δὲ σημαινομένῳ οἱ αὐτοί εἰσιν, τὸ γὰρ ἐτυψάμην καὶ ἐτυπόμην τὸ αὐτὸ σημαίνουσιν, εἰ καὶ τῇ φωνῇ διαφέρουσιν· ὅθεν καὶ ἓξ χρόνους λέγομεν
15καὶ οὐ πλείονας, ὡς ἐν τῇ περὶ τοῦ δευτέρου ἀορίστου ἐνεργητικοῦ διδασκαλίᾳ μεμαθήκαμεν, ἡνίκα καὶ ἐζητοῦμεν, διατί τοῦ ἀορίστου τοῦ αὐτοῦ ὄντοσ κατὰ 〈τὴν〉 σημασίαν τῷ παρακειμένῳ καὶ ὑπερσυντελίκῳ, κατ’ ἰδίαν χρόνον λέγομεν τὸν ἀόριστον, καὶ μὴ συναριθμοῦμεν αὐτὸν τῷ παρακειμένῳ καὶ ὑπερσυντελίκῳ.
20 Ἐτυψάμην, ἐτύψω, ἐτύψατο. Δυϊκά. Ἐτυψάμεθον, ἐτύ‐ ψασθον, ἐτυψάσθην. Πληθυντικά. Ἐτυψάμεθα, ἐτύψασθε, ἐτύ‐ ψαντο· εἴρηται. Μέσος ἀόριστος δεύτερος. Ἐτυπόμην, ἐτύπου. Ἰστέον ὅτι ἐπὶ μὲν τοῦ πρώτου μέσου ἀορίστου τὸ δεύτερον τῶν ἑνικῶν
25ἐτύψω διὰ τοῦ ω λέγομεν, ἐπὶ δὲ τοῦ δευτέρου μέσου ἀορίστου ἐτύπου διὰ τῆς ου διφθόγγου καὶ τούτου ἐστὶν αἰτία ἡ κρᾶσις· ἐπειδὴ γὰρ ἐπὶ μὲν τοῦ πρώτου μέσου ἀορίστου τὸ α καὶ ο ἐστίν, οἷον ἐτύψατο ἐτύψαο, 〈ἐλούσατο〉 ἐλούσαο, ἐποιήσατο ἐποιήσαο, τούτου χάριν διὰ τοῦ ω λέγομεν ἐτύψω 〈ἐλούσω〉 ἐποιήσω· τὸ γὰρ α καὶ ο
30εἰς ω κιρνῶνται, οἷον βοάομεν βοῶμεν, γελάομεν γελῶμεν, τοῦ γήραος τοῦ γήρως, τοῦ κρέαος τοῦ κρέως· ἐπειδὴ δὲ ἐπὶ τοῦ δευτέρου μέσου ἀορίστου τὸ ε καὶ ο ἐστίν, οἷον ἐτύπετο ἐτύπεο, ἐλάβετο ἐλάβεο, ἐνύγετο ἐνύγεο, τούτου χάριν διὰ τῆς ου διφθόγγου λέγομεν ἐτύπου
ἐνύγου ἐλάβου· τὸ γὰρ ε καὶ ο εἰς τὴν ου δίφθογγον κιρνῶνται, οἷον204

205

χάλκεος χαλκοῦς, Δημοσθένεος Δημοσθένους. Οὐδὲ γὰρ ἔχουσι ταῦτα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἵνα τροπῇ τοῦ τ τοῦ κατὰ τὸ τρίτον πρόσωπον εἰς ς ποιήσωσι τὸ δεύτερον πρόσωπον· τοῦ μὲν γὰρ ἐτυψάμην πρώτου μέσου ἀορίστου τύψας ἐστὶν ἡ ἐνεργη‐
5τικὴ μετοχή, εἰς ς μὲν ἀλλ’ οὐκ ὀξύτονος, τοῦ δὲ ἐτυπόμην δευτέρου μέσου ἀορίστου τυπών ἐστὶν ἡ ἐνεργητικὴ μετοχή, ὀξύτονος μὲν ἀλλ’ οὐκ εἰς ς. Ἐτύπετο. Δυϊκά. Ἐτυπόμεθον, ἐτύπεσθον, ἐτυ‐ πέσθην. Πληθυντικά. Ἐτυπόμεθα, ἐτύπεσθε, ἐτύποντο· εἴρηται. Μέλλων πρῶτος· τυφθήσομαι.
10Μέλλων δεύτερος· τυπήσομαι. Ἰστέον ὅτι ὁμοίως τοῖς ἀορίστοις καὶ τοὺς μέλλοντας τέτταρας ἔστιν εὑρεῖν ἐν τοῖς παθητικοῖς, δύο παθητικοὺς καὶ δύο μέσους· κανονί‐ ζονται δὲ οἱ δύο παθητικοὶ μέλλοντες ἀπὸ τῶν παθητικῶν ἀορίστων, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευτέρου· ὁ μὲν
15γὰρ ἀόριστος κατὰ τὸ τρίτον αὐτοῦ πρόσωπον προσλαμβάνων τὴν σομαι καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὼν μέλλοντα παθητικὸν ποιεῖ, ὁ πρῶτος παθητικὸς ἀόριστος πρῶτον μέλλοντα παθητικόν, καὶ ὁ δεύτερος παθητικὸς ἀόριστος δεύτερον μέλλοντα παθητικόν, οἷον ἐτύφθη τυφθήσομαι, ἐνύχθη νυχθήσομαι, ἐλέχθη λεχθήσομαι, ἐκάρη καρή‐
20σομαι, ἐκάρθη καρθήσομαι, ἠγοράσθη ἀγορασθήσομαι, ἐνύγη νυγήσομαι, ἐστάλη σταλήσομαι, ἐδάρη δαρήσομαι, ἐφθάρη φθαρήσομαι· εὐλόγως δὲ ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκτασις ἀποβάλλεται, ἐπειδὴ παρῳχημένων ἴδιόν ἐστι τὸ μεγεθύνεσθαι κατὰ τὴν ἄρχουσαν, οὐ μὴν μελλόντων. Ταῦτα μὲν ἐν τούτοις.
25 Φασὶ δέ τινες, ὅτι ἡ παραλήγουσα ἡ ἐν τῷ μέλλοντι τῷ ἐνεργη‐ τικῷ τετάρτη θέλει εἶναι ἀπὸ τέλους ἐν τοῖς παθητικοῖς μέλλουσιν, οἷόν εἰσιν ἐνεργητικοὶ μέλλοντες τύψω καὶ νύξω παραληγόμενοι τῷ υ, καὶ εἰσὶ τούτων οἱ παθητικοὶ μέλλοντες τυφθήσομαι καὶ νυχθήσομαι ἔχοντες τὸ υ ἐν τῇ τετάρτῃ ἀπὸ τέλους συλλαβῇ. Ἰστέον δὲ ὅτι οὐκ
30ἔρρωται ὁ κανὼν αὐτῶν· ἰδοὺ γάρ εἰσιν ἐνεργητικοὶ μέλλοντες κερῶ καὶ σπερῶ τῷ ε παραληγόμενοι, καὶ ὅμως οἱ παθητικοὶ μέλλοντες καρθή‐ σομαι καὶ σπαρθήσομαι οὐκ ἔχουσιν ἐν τῇ τετάρτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ε, ἀλλὰ τὸ α· καὶ πάλιν 〈ἐστὶν〉 ὁ εὑρήσω ἐνεργητικὸς μέλλων τῷ η
παραληγόμενος, καὶ ὅμως ὁ εὑρεθήσομαι παθητικὸς 〈μέλλων〉 οὐκ ἔχει205

206

ἀπὸ τέλους ἐν τῇ τετάρτῃ συλλαβῇ τὸ η, ἀλλὰ τὸ ε· κρεῖττον οὖν ἐστι κανονίσαι αὐτοὺς ἐκ τῶν παθητικῶν ἀορίστων. Τυφθήσομαι, τυφθήσ, τυφθήσεται. Δυϊκά. Τυφθησόμε‐ θον, τυφθήσεσθον, τυφθήσεσθον. Πληθυντικά. Τυφθησόμεθα,
5τυφθήσεσθε, τυφθήσονται. Μέλλων δεύτερος. Τυπήσομαι, τυπήσ, τυπήσεται. Δυϊκά. Τυπησόμεθον, τυπήσεσθον, τυπήσεσθον. Πληθυντικά. Τυπη‐ σόμεθα, τυπήσεσθε, τυπήσονται. Μέσος μέλλων πρῶτος· τύψομαι.
10Μέσος μέλλων δεύτερος· τυποῦμαι. Ἰστέον ὅτι οἱ μέσοι μέλλοντες ἐκ τῶν ἐνεργητικῶν μελλόντων γίνονται, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευ‐ τέρου, τοῦτον τὸν τρόπον· πᾶς μέλλων ἐνεργητικὸς προσλαβὼν τὴν μαι μέσος μέλλων γίνεται, ὁ μὲν πρῶτος μέλλων ἐνεργητικὸς πρῶτος
15μέσος μέλλων γίνεται, ὁ δὲ δεύτερος μέλλων ἐνεργητικὸς δεύτερος μέσος μέλλων γίνεται· καὶ εἰ μὲν βαρύνεται ὁ ἐνεργητικὸς μέλλων, τρέπει τὸ ω εἰς τὸ ο ἐν τῷ μέσῳ μέλλοντι, οἷον τύψω τύψομαι, γράψω γράψομαι, λέξω λέξομαι, ποιήσω ποιήσομαι, ἀκούσω ἀκούσομαι, εἰ δὲ περισπᾶται ὁ μέλλων ὁ ἐνεργητικός, τρέπει τὸ ω εἰς τὴν ου δίφθογγον
20ἐν τῷ μέσῳ μέλλοντι, οἷον κερῶ κεροῦμαι, φθερῶ φθεροῦμαι, εὐφρανῶ εὐφρανοῦμαι, τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, δραμῶ δραμοῦμαι, πεσῶ πεσοῦμαι. Ἀμέλει οἱ Ἀθηναῖοι λακτιῶ καὶ κουφιῶ καὶ βαδιῶ λέγοντες περισπωμένως τοὺς μέσους τούτων μέλλοντας διὰ τῆς ου διφθόγγου προφέρονται, οἷον λακτιοῦμαι βαδιοῦμαι κουφιοῦμαι, καὶ οἱ Δωριεῖς
25δὲ πάντας τοὺς ἐνεργητικοὺς μέλλοντας περισπῶντες καὶ λέγοντες τυψῶ γραψῶ ποιησῶ κλαυσῶ 〈πλευσῶ〉 φευξῶ καὶ τοὺς μέσους αὐτῶνδιὰ τῆς ου διφθόγγου προφέρονται, οἷον ποιησοῦμαι τυψοῦμαι γρα‐ ψοῦμαι κλαυσοῦμαι πλευσοῦμαι 〈φευξοῦμαι〉· ταῦτα δὲ οὐ μόνον παρὰ τοῖς Δωριεῦσιν ἀλλὰ καὶ παρὰ τοῖς Ἀττικοῖς οὕτως ἐπεκράτησαν λέγε‐
30σθαι. Ἰστέον δὲ ὅτι οἱ μὲν ἀπὸ περισπωμένων μελλόντων μέσοι μέλ‐ λοντες κλίσιν ἀναδέχονται ὁμοίαν τοῖς ἐνεστῶσι τοῖς παθητικοῖς τῆς πρώτης συζυγίας τῶν περισπωμένων· ὥσπερ γὰρ ποιοῦμαι ποιῇ ποιεῖται,
ποιούμεθον ποιεῖσθον ποιεῖσθον, ποιούμεθα ποιεῖσθε ποιοῦνται, οὕτω206

207

καὶ τυποῦμαι τυπῇ τυπεῖται, τυπούμεθον τυπεῖσθον τυπεῖσθον, τυπού‐ μεθα τυπεῖσθε τυποῦνται· πλὴν εἰ καὶ τὴν αὐτὴν ἔχουσι κλίσιν οἱ παθη‐ τικοὶ ἐνεστῶτες τῆς πρώτης συζυγίας τῶν περισπωμένων καὶ οἱ ἀπὸ περισπωμένων μέσοι μέλλοντες· ἀλλ’ οὖν χρὴ γινώσκειν, ὅτι οἱ μὲν
5παθητικοὶ ἐνεστῶτες τῆς πρώτης συζυγίας τῶν περισπωμένων, λέγω δὴ ὁ ποιοῦμαι καὶ ὁ νοοῦμαι καὶ οἱ ὅμοιοι, ἀπὸ τῶν ἐντελεστέρων συναιρε‐ θέντες, λέγω δὴ τοῦ ποιέομαι καὶ τοῦ νοέομαι, πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν κλίσιν, οἱ δὲ ἀπὸ περισπωμένων μελλόντων μέσοι μέλ‐ λοντες, λέγω δὴ ὁ τυποῦμαι καὶ ὁ κεροῦμαι καὶ οἱ ὅμοιοι, οὐκ ἀπὸ
10συναιρέσεως ποιοῦνται τὴν κλίσιν, οὐδὲ γάρ εἰσιν ἀπὸ ἐντελῶν συνῃρη‐ μένοι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ μὲν πρῶτος μέλλων ὁ ἐνεργητικὸς πῇ μὲν τὸ ω εἰς τὸ ο τρέπει ἐν τῷ πρώτῳ μέσῳ μέλλοντι, οἷον τύψω τύψομαι, πῇ δὲ εἰς τὴν ου δίφθογγον, οἷον κερῶ κεροῦμαι· ὁ δὲ δεύτερος μέλλων
15ὁ ἐνεργητικὸς ἀεὶ τὸ ω εἰς τὴν ου δίφθογγον τρέπει ἐν τῷ δευτέρῳ μέσῳ μέλλοντι· καὶ ὁ μὲν πρῶτος μέλλων ὁ ἐνεργητικὸς ἐπειδὴ πῇ μὲν βαρύνεται, πῇ δὲ περισπᾶται, οἷον τύψω εὐφρανῶ, τούτου χάριν ἡνίκα μὲν βαρύνεται, τρέπει τὸ ω εἰς τὸ ο, ἡνίκα δὲ περισπᾶται, τρέπει τὸ ω εἰς τὴν ου δίφθογγον· ὁ 〈δὲ〉 δεύτερος μέλλων ὁ ἐνεργητικὸς
20ἐπειδὴ ἀεὶ περισπᾶται, τούτου χάριν ἀεὶ εἰς τὴν ου δίφθογγον τρέπει τὸ ω ἐν τῷ δευτέρῳ μέσῳ μέλλοντι. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι εἰ καὶ λέγομεν ἐν τῇ διδασκαλίᾳ τοῦ δευτέρου μέλλοντος τοῦ ἐνεργη‐ τικοῦ ὁριστικοῦ, ὥς φησιν Ἡρωδιανὸς μηδέποτε εὑρίσκεσθαι ἐν χρήσει δεύτερον μέλλοντα ἐνεργητικὸν ὁριστικόν, ἀλλ’ οὖν ἀπὸ τούτου δεύ‐
25τερος μέσος μέλλων εὑρίσκεται ἐν χρήσει, ὥσπερ ὁ δραμοῦμαι ἀπὸ τοῦ δραμῶ καὶ ὁ κατθανοῦμαι ἀπὸ τοῦ κατθανῶ. Τύψομαι, τύψ, τύψεται. Δυϊκά. Τυψόμεθον, τύψεσθον, τύψεσθον. Πληθυντικά. Τυψόμεθα, τύψεσθε, τύψονται. Τυποῦμαι, τυπ, τυπεῖται· τυπούμεθον, τυπεῖσθον, τυ‐
30πεῖσθον· τυπούμεθα, τυπεῖσθε, τυποῦνται. Μετ’ ὀλίγον μέλλων. Τετύψομαι. Ἰστέον ὅτι οἱ Ἀθηναῖοι ἴδιον μέλλοντα ποιοῦσι τὸν μετ’ ὀλίγον λεγόμενον, ὅστις καὶ μέλλων ὡρισμένος λέγεται, ὅτι τὸ μετ’ ὀλίγον ὡρισμένον ἐστίν· ἐπειδὴ γὰρ οἱ Ἀθηναῖοι εὗρον τὸν παρῳχη‐
35μένον εἰς πολλὰ καταμεμερισμένον, οἷον εἰς παρατατικὸν παρακείμενον
ὑπερσυντέλικον καὶ ἀόριστον, κατεμέρισαν καὶ αὐτοὶ τὸν μέλλοντα χρόνον207

208

καὶ ἐποίησαν μετ’ ὀλίγον μέλλοντα· οὗτος δὲ σημαίνει οὐ τὸ ὀφειλό‐ μενον γενέσθαι μετὰ μίαν ἡμέραν ἢ μετὰ δύο, ἀλλὰ τὸ εὐθέως ὀφεῖλον γενέσθαι, μετὰ μικρὸν τυχόν· Ἰστέον δὲ ὅτι ὁ μετ’ ὀλίγον μέλλων τῆς μέσης διαθέσεώς ἐστιν· ὥσπερ γὰρ ἡ μέση διάθεσις πῇ μὲν ἐνέργειαν
5σημαίνει, ὡς τὸ τέτυπα καὶ ἐγραψάμην, ἀντὶ 〈γὰρ〉 τοῦ τέτυφα καὶ ἔγραψα ἐστίν, πῇ δὲ πάθος παρίστησιν, ὡς τὸ τέτηκα καὶ ἐλουσάμην, ἀντὶ γὰρ τοῦ ἐτάκην καὶ ἐλούσθην ἐστίν, τὸν αὐτὸν τρόπον καὶ ὁ μετ’ ὀλίγον μέλλων πῇ μὲν ἐνέργειαν σημαίνει, οἷον κεκράξεται ἀντὶ τοῦ κράξει, πῇ δὲ πάθος παρίστησιν, οἷον βεβρώσεται ἀντὶ τοῦ βεβρωμένα
10εἰσίν, ὡς παρὰ τῷ ποιητῇ 〈β 203〉 χρήματα δ’ αὖτε κακῶς βεβρώ‐ σεται· καὶ ἐπειδὴ μέσης ἐστὶ διαθέσεως ὁ μετ’ ὀλίγον μέλλων, τούτου χάριν ἐν τοῖς παθητικοῖς ἐτάγη· οἱ γὰρ ἀόριστοι καὶ οἱ μέλλοντες τῆς μέσης διαθέσεως ἐν τοῖς παθητικοῖς εἰσι τεταγμένοι. Ταῦτα μὲν ἐν τούτοις.
15 Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἐπενοήθη ὁ μετ’ ὀλίγον μέλλων. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν αἰτίαν· ὡς ἐν τῷ παθητικῷ παρακειμένῳ μεμα‐ θήκαμεν, ὁ παθητικὸς παρακείμενος συγκοπήν τε πέπονθε καὶ ἔνδειαν συλλαβῆς· τούτου οὖν χάριν ἐπενοήθη ὁ μετ’ ὀλίγον μέλλων μιᾷ συλ‐ λαβῇ περιττεύων τοῦ παθητικοῦ παρακειμένου, οἷον τέτυμμαι τετύψο‐
20μαι, ἵνα τὴν συλλαβὴν τὴν κεχρεωστημένην τῷ παθητικῷ παρακειμένῳ ἀναπληρώσῃ. Κανονίζεται δὲ ὁ μετ’ ὀλίγον μέλλων τοῦτον τὸν τρόπον· ὁ παθητικὸς παρακείμενος κατὰ τὸ δεύτερον ἑαυτοῦ πρόσωπον πρὸ τῆς αι διφθόγγου προσλαμβάνων τὸ ο καὶ μ τὸν μετ’ ὀλίγον μέλλοντα ποιεῖ, οἷον τέτυψαι τετύψομαι, βέβρωσαι βεβρώσομαι. Ἰστέον δὲ ὅτι
25πολλάκις ὁ μετ’ ὀλίγον μέλλων καὶ ὁ μέσος μέλλων συνεμπίπτουσιν ἀλλήλοις, οἷον ὡς [ἐπὶ τούτου] ἐστὶν ὠθῶ ὠθήσω, καὶ ὁ μέσος μέλλων ὠθήσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ὤθημαι ὤθησαι, καὶ ὁ μετ’ ὀλίγον μέλλων ὠθήσομαι· πάλιν ἐστὶν ἡβῶ ἡβήσω, καὶ ὁ μέσος μέλλων ἡβήσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ἥβημαι ἥβησαι, καὶ ὁ μετ’
30ὀλίγον μέλλων ἡβήσομαι· πάλιν ἐστὶν ἰξεύω ἰξεύσω, καὶ ὁ μέσος μέλλων ἰξεύσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ἴξευμαι ἴξευσαι, καὶ ὁ μετ’ ὀλίγον μέλλων ἰξεύσομαι· πάλιν ἐστὶν ὑδρεύω ὑδρεύσω, καὶ ὁ μέσος μέλλων ὑδρεύσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ὕδρευμαι ὕδρευσαι, καὶ ὁ μετ’ ὀλίγον μέλλων ὑδρεύσομαι· καὶ ἔστιν εἰπεῖν, ὅτι τότε ὁ
35μέσος μέλλων καὶ ὁ μετ’ ὀλίγον μέλλων συνεμπίπτουσιν ἀλλήλοις, ἡνίκα ἡ αὐτὴ ἄρχουσα φυλάττεται ἐπὶ τοῦ ἐνεργητικοῦ μέλλοντος καὶ ἐπὶ τοῦ
παθητικοῦ παρακειμένου· τοῦτο δὲ γίνεται ἐπὶ τῶν ἀρχομένων ἀπὸ208

209

τοῦ ηωιυ, ὡς τὰ προλεχθέντα παραδείγματα δεδηλώκασιν. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐπὶ τῶν ἀπὸ τοῦ ιυ ἀρχομένων ὁ μὲν μέσος μέλλων συνεσταλμένα αὐτὰ ἔχει, ὁ δὲ μετ’ ὀλίγον μέλλων ἐκτεταμένα, ἐπειδὴ καὶ ὁ παθητικὸς παρακείμενος ἐκτείνει αὐτά.
5 Τετύψ, τετύψεται. Δυϊκά. Τετυψόμεθον, τετύψεσθον, τετύψεσθον. Πληθυντικά. Τετυψόμεθα, τετύψεσθε, τετύ‐ ψονται. Πεπλήρωται σὺν θεῷ ἡ ὁριστικὴ ἔγκλισις. Περὶ ἀπαρεμφάτων.
10 Ἐδόκει τισὶ τὰ ἀπαρέμφατα μηδὲ ῥήματα εἶναι. Ἰστέον ὅτι τὰ ἀπαρέμφατα δευτέραν ἔχουσι τάξιν, καὶ τοῦτο εὐλόγως, εἴ γε καὶ πρώτην ὤφειλον ἐπέχειν τάξιν, ὡς ὄντα ἀρχαὶ καὶ οἱονεὶ ῥίζαι τῶν ῥημάτων· ἐξ αὐτῆς γὰρ τῆς ἀπαρεμφάτου γίνονται πᾶσαι αἱ ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται· ὥσπερ γὰρ ἐκ τῶν τεττάρων στοιχείων τὰ
15ἡμέτερα συνίστανται σώματα καὶ εἰς αὐτὰ πάλιν ἀναλύονται, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων 〈Η 99〉 ὕδωρ καὶ γαῖα γένοισθε, οὕτω καὶ ἐκ τῆς ἀπαρεμφάτου ἐγκλίσεως συνίστανται αἱ ἄλλαι ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται· ἐκ γὰρ τοῦ τύπτειν μεταλαμβάνω καὶ λέγω τύπτω καὶ τύπτε καὶ τύπτοιμι καὶ ἐὰν τύπτω, καὶ ἰδοὺ ἐξ αὐτῆς συνίστανται·
20ἀλλὰ καὶ εἰς αὐτὴν ἀναλύονται· ἐὰν γὰρ λέγω τύπτω καὶ ἐρωτηθῶ τί ὡρισάμην, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν λέγω τύπτοιμι καὶ ἐρωτηθῶ τί ηὐξάμην, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν εἴπω τύπτε καὶ ἐρωτηθῶ τί προσέταξα, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν εἴπω ἐὰν τύπτω καὶ ἐρωτηθῶ τί ἐδίστασα, λέγω ὅτι τὸ τύπτειν. Ἀλλ’ ἐπειδή, ὡς δειχθή‐
25σεται, ἀμφιβάλλονται τὰ ἀπαρέμφατα, εἰ ἄρα εἰσὶ ῥήματα, εἰ ἄρα οὐκ εἰσὶ ῥήματα, οὐ δεῖ δὲ τὰς ἀρχὰς ἀπὸ τῶν ἀμφιβαλλομένων ποιεῖσθαι, διὰ τοῦτο οὐ προετάγησαν τῶν ἄλλων ἐγκλίσεων· μὴ προταγέντα οὖν τὰ ἀπαρέμφατα εἰκότως τὴν δευτέραν εἰλήφασι τάξιν, εἴ γε, ὡς εἴρηται, καὶ πρώτην ὤφειλον ἐπέχειν τάξιν. Ἰστέον δὲ ὅτι τινὲς τὴν ἀπαρέμφα‐
30τον τελευταίαν ἔταττον διὰ τὸ μὴ ἔχειν μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς, ὅθεν καὶ ἀπαρέμφατος λέγεται, παρὰ τὸ μὴ παρεμφαίνειν ἤγουν μὴ δηλοῦν μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, πῶς ἀμφιβάλλονται τὰ ἀπαρέμφατα, εἰ
35ἄρα εἰσὶ ῥήματα, εἰ ἄρα οὐκ εἰσὶ ῥήματα. Καὶ δεῖ γινώσκειν, ὅτι πᾶν209

210

ῥῆμα θέλει ἔχειν πρόσωπα, θέλει ἔχειν ἀριθμούς, θέλει ἔχειν θέλημα ψυχῆς, οἷον τύπτω τύπτεις τύπτει, τύπτετον τύπτετον, τύπτομεν τύπτετε τύπτουσιν· τὰ δὲ ἀπαρέμφατα οὐδὲν ἐκ τούτων ἔχουσιν· οὔτε γὰρ πρόσωπα ἔχουσιν οὔτε ἀριθμοὺς οὔτε θέλημα ψυχῆς· τὸ γὰρ
5τύπτειν οὐδὲν ἐκ τούτων ἔχει· οὐκ ἄρα εἰσὶ ῥήματα τὰ ἀπαρέμφατα. Ἄλλως τε δὲ οὐδέποτε δύο ῥήματα ἄνευ συνδέσμου παραλαμβανόμενα τέλειον λόγον ἀποτελοῦσιν· οὐδεὶς γὰρ λέγει τύπτω ἀνάγνωθι ἢ τύπτω ἀναγινώσκω, ἀλλὰ μετὰ συνδέσμου τύπτω καὶ ἀναγινώσκω, τύπτω καὶ ἀνάγνωθι, ἐὰν λούσωμαι ὑγιαίνω· τὰ μέντοι ἀπαρέμφατα ἄνευ συν‐
10δέσμου παραλαμβάνονται μετὰ ῥημάτων καὶ ἀποτελοῦσι τέλειον λόγον, ὡς ἐπὶ τοῦ βούλομαι ἀναγινώσκειν, προαιροῦμαι φιλοσοφεῖν, μέλλω γράφειν, εὔχομαι ὑγιαίνειν· οὐκ ἄρα οὖν εἰσὶ ῥήματα τὰ ἀπαρέμφατα. Πρὸς τούτοις ἔτι τρίτον ἐπιχείρημα προεβάλλοντο λέγοντες, ὅτι ἐπιρρή‐ ματά εἰσι τὰ ἀπαρέμφατα· ὥσπερ γὰρ λέγομεν καλῶς γράφω 〈καὶ〉 γράφω
15καλῶς κατὰ πρόταξιν καὶ καθ’ ὑπόταξιν τοῦ ἐπιρρήματος παραλαμβανο‐ μένου, οὕτω λέγομεν καὶ θέλω γράφειν καὶ γράφειν θέλω κατὰ πρό‐ ταξιν καὶ καθ’ ὑπόταξιν τοῦ ἀπαρεμφάτου παραλαμβανομένου. Ἔστι δὲ εἰπεῖν, ὅτι ῥήματά εἰσι τὰ ἀπαρέμφατα· καὶ γὰρ τὰ ῥήματα ἔχουσιν ἐνέργειαν πάθος μεσότητα, οἷον τύπτω τύπτομαι τέτυπα, καὶ ἔχουσι
20διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλα‐ γαῖς τῶν λέξεων, οἷον τύπτω ἔτυπτον τέτυφα ἐτετύφειν τέτυπα ἐτύφθην ἐτύπην· ὁμοίως δὲ καὶ τὰ ἀπαρέμφατα ἔχουσιν ἐνέργειαν πάθος μεσό‐ τητα, 〈καὶ〉 ἔχουσι διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, οἷον τύπτειν τετυφέναι τετυπέναι τύψαι τύψειν τυπεῖν τύπτεσθαι· ἄρα οὖν
25ῥήματά εἰσι τὰ ἀπαρέμφατα. Ἔστι δὲ καὶ ἐξ ἄλλου λόγου πιστώσασθαι, ὅτι ῥήματά εἰσι τὰ ἀπαρέμφατα· καὶ γὰρ πολλάκις εὑρίσκομεν τὸν ποιητὴν ἀντί τινων ῥημάτων προστακτικῶν τοῖς ἀπαρεμφάτοις κεχρη‐ μένον· ἀντὶ γὰρ τοῦ εἰπεῖν «Ἀθηναίῃ ἐπίτειλον» εἶπεν 〈Δ 64〉 Ἀθη‐ ναίῃ ἐπιτεῖλαι, καὶ πάλιν 〈Δ 66〉 πειρᾶν δ’ ὥς κεν Τρῶες,
30ἀντὶ τοῦ πειρᾶσθε. Ἔλαβε τὸ γένος, φημὶ δὴ τὸ ἀπαρέμφατον, ἤγουν τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, ἀντὶ τοῦ εἴδους, λέγω δὴ τοῦ προστακτικοῦ, ἤγουν ἀντὶ τοῦ κλάδου τοῦ ἐκφυέντος ἐκ τῆς ῥίζης, τουτέστι τοῦ ἀπαρ‐ εμφάτου· εἰώθαμεν γὰρ πολλάκις ἐν τῇ συνηθείᾳ γένη τινὰ ἀντὶ εἰδῶν λαμβάνειν· πολλάκις γὰρ ἢ θρόνον ἢ σκάμνον ἤ τι τοιοῦτον βουλό‐
35μενός τις ἐπαινέσαι φησὶν ὅτι καλὸν τὸ ξύλον, τὸ γένος ἀντὶ τοῦ εἴδους210

211

ὀνομάζων· γένος γὰρ τοῦ θρόνου καὶ τοῦ σκάμνου τὸ ξύλον· οὕτωσοὖν καὶ ὁ ποιητὴς πολλάκις τὸ γένος καὶ τὴν ῥίζαν, ἤγουν τὸ ἀπαρέμ‐ φατον, λαμβάνει ἀντὶ τῶν εἰδῶν, ἤγουν τῶν ἄλλων ἐγκλίσεων. Περὶ δὲ τοῦ μὴ ἔχειν τὰ ἀπαρέμφατα μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε
5θέλημα ψυχῆς ἔστιν εἰπεῖν, ὅτι τὰ ἀπαρέμφατα ὀνόματά εἰσι τῶν πραγμάτων· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περίπατος λέγω τὸ περιπατεῖν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἡ φιλοσοφία λέγω τὸ φιλοσοφεῖν· τὸ δὲ πρᾶγμα αὐτὸ καθ’ ἑαυτὸ νοούμενον οὐ θεωρεῖται ἔν τινι· ὥσπερ 〈γὰρ〉 ἡ λευκότης αὐτὴ καθ’ ἑαυτὴν οὖσα οὐ θεωρεῖται ἔν τινι, τὸν αὐτὸν τρόπον καὶ
10τὰ ἀπαρέμφατα, ὡς ὀνόματα ὄντα τῶν πραγμάτων, αὐτὰ καθ’ ἑαυτὰ ὄντα οὐκ ἐγένοντο ἔν τινι, μὴ γενόμενα δὲ ἔν τινι εἰκότως οὐκ ἔχουσι πρόσωπα· τούτου χάριν οὐκ ἔχουσι πρόσωπα τὰ ἀπαρέμφατα. Προσώπων δὲ μὴ ὄντων εἰκότως οὔτε θέλημα ψυχῆς δύναται εἶναι· πῶς γὰρ δύνα‐ ται θέλημα ψυχῆς εἶναι ἄνευ προσώπων; τὸ γὰρ μὴ ὂν πῶς ἔχει θελῆσαι;
15εἰκότωσ οὖν οὔτε θέλημα ψυχῆς ἔχουσι τὰ ἀπαρέμφατα. Ἀλλ’ οὔτε δὲ ἀριθμὸς δύναται εἶναι προσώπων μὴ ὄντων· ἐκ γὰρ τῶν διαφόρων προσώπων τίκτεται ὁ διάφορος ἀριθμός, οἷον ἐκ τοῦ ἑνὸς προσώπου γίνεται ὁ ἑνικὸς ἀριθμός, καὶ ἐκ τῶν δύο ὁ δυϊκός, καὶ ἐκ τῶν πλειόνων ὁ πληθυντικός· τούτου χάριν οὔτε ἀριθμοὺς ἔχουσι τὰ ἀπαρέμφατα.
20Δέδεικται οὖν, ὅτι εἰκότως τὰ ἀπαρέμφατα οὔτε πρόσωπα ἔχουσιν οὔτε ἀριθμοὺς οὔτε θέλημα ψυχῆς, καὶ ὥσπερ τὰ τέτταρα στοιχεῖα, φημὶ δὴ τὸ ὕδωρ, ἡ γῆ, τὸ πῦρ καὶ ὁ ἀήρ, ἁπλούστερά εἰσιν ὡς ἀρχαὶ τῶν σωμάτων, τὰ δὲ ἐξ αὐτῶν γινόμενα σώματα ποικίλλονται, καὶ ὥσπερ τὰ εἴκοσι τέτταρα στοιχεῖα, φημὶ δὴ τὸ α β καὶ τὰ λοιπά, ἁπλούστερά
25εἰσιν ὡς ἀρχαὶ τῶν συλλαβῶν καὶ τῶν λέξεων, αἱ δὲ ἐξ αὐτῶν γινό‐ μεναι συλλαβαὶ καὶ λέξεις ποικιλώτεραί πως γίνονται, τὸν αὐτὸν τρόπον καὶ ἡ ἀπαρέμφατος ὡς ἀρχὴ καὶ ῥίζα οὖσα τῶν ἄλλων ἐγκλίσεων ἁπλουστέρα ὑπάρχει καὶ ἀποίκιλος, ἐκτὸς προσώπων τε ὑπάρχουσα καὶ ἀριθμῶν καὶ θελήματος ψυχῆς, αἱ δὲ ἐξ αὐτῆς γινόμεναι ἐγκλίσεις ποι‐
30κίλλονται διά τε προσώπων καὶ ἀριθμῶν καὶ θελήματος ψυχῆς. Περὶ δὲ τῆς συντάξεως αὐτῶν, ὅτι ἄνευ συνδέσμων παραλαμβανό‐ μενα τὰ ἀπαρέμφατα μετὰ ῥημάτων ἀποτελοῦσι τέλειον λόγον, οἷον θέλω γράφειν, βούλομαι φιλοσοφεῖν, εὔχομαι ὑγιαίνειν, ἔστιν εἰπεῖν,
ὅτι πρῶτον μὲν οὐ μετὰ πάντων τῶν ῥημάτων συνταττόμενα τὰ ἀπαρ‐211

212

έμφατα τέλειον λόγον ποιοῦσιν—οὐδὲ γὰρ λέγομεν «τύπτω ἀναγινώ‐ σκειν» ἢ «περιπατῶ διαλέγεσθαι»—ἀλλὰ μετὰ μόνων τῶν προαιρετικῶν, λέγω δὴ τοῦ θέλω καὶ βούλομαι καὶ προαιροῦμαι, καὶ τῶν ἐφετικῶν· ἐφετικὰ δὲ λέγονται τὰ ἐφέσεως καὶ ἐπιθυμίας δηλωτικά, οἷον μέλλω
5γράφειν, ἐπιθυμῶ φιλοσοφεῖν, εὔχομαι ὑγιαίνειν, τολμῶ παιδεύειν, ἐπι‐ χειρῶ περιπατεῖν· καὶ ἁπλῶς εἰπεῖν μετὰ τῶν σημαινόντων ἔλλειψιν πράγματος, ὡς ἐπὶ τοῦ δεῖ γράφειν, χρὴ διαλέγεσθαι, χρεωστῶ παιδεύειν, ὀφείλω εὐεργετεῖν· δεύτερον δὲ διὰ τοῦτο τὰ ἀπαρέμφατα μετὰ τούτων συνταττόμενα τέλειον λόγον ἀποτελοῦσιν, ἐπειδὴ ταῦτα, λέγω δὴ τὸ
10θέλω καὶ βούλομαι καὶ προαιροῦμαι καὶ τὰ ὅμοια, ἔχουσι θέλημα ψυχῆς, ἔχουσι πρόσωπα καὶ ἀριθμούς, πράγματι δὲ μόνῳ ἐλλείπουσιν· ὁ γὰρ βουλόμενος ἢ θέλων τι ποιῆσαι, ὡς ἐλλεῖπον τῷ πράγματι θέλει ποιῆσαι αὐτό· τὰ δὲ ἀπαρέμφατα ἐκ τοῦ ἐναντίου πράγματος μόνου εἰσὶ δηλωτικά, μὴ ἔχοντα μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς·
15εἴ τι οὖν λείπει τοῖς ἀπαρεμφάτοις, ἀναπληροῦται διὰ τούτων, φημὶ δὴ τὸ πρόσωπον καὶ τὸ θέλημα τῆς ψυχῆς καὶ ὁ ἀριθμός, καὶ εἴ τι λείπει τούτοις, ἀναπληροῦται διὰ τῶν ἀπαρεμφάτων, φημὶ δὴ τὸ πρᾶγμα, καί, ὡς ἔστιν εἰπεῖν, ἑκάτερον δι’ ἑκατέρου ἀναπληροῦται· τούτου οὖν χάριν τὰ ἀπαρέμφατα μετὰ τούτων συνταττόμενα ἀποτελοῦσι τέλειον
20λόγον. Πρὸς δὲ τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐπιρρήματά εἰσι τὰ ἀπαρέμφατα, διότι ὥσπερ τὰ ἐπιρρήματα καὶ προτάττονται καὶ ὑπο‐ τάττονται τῶν ῥημάτων, οὕτω καὶ ἡ ἀπαρέμφατος ἔγκλισις, ἔστιν εἰπεῖν, ὅτι τὰ ἐπιρρήματα οὐ δηλοῦσι διαφόρους χρόνους ἐν ἰδίοις μετασχημα‐
25τισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν λέξεων· τὸ γὰρ χθές καὶ σήμε‐ ρον καὶ αὔριον διαφόρους μὲν χρόνους δηλοῦσιν, ἀλλ’ οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς, ἀλλ’ ἐν ἀλλοτρίαις φωναῖς· οὐδὲ γὰρ μετέχει κατὰ τὴν φωνὴν τοῦ χθές τὸ σήμερον ἢ τὸ αὔριον, ἀλλὰ τελεία ἐγένετο ἐναλλαγὴ τῆς φωνῆς· ἑκάστη γὰρ αὐτῶν θεματική ἐστιν· ἄλλη γὰρ
30λέξις τὸ χθές, καὶ ἄλλη τὸ σήμερον, καὶ ἄλλη τὸ αὔριον. Τὰ δὲ ἀπαρέμφατα ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦ‐ σιν, οἷον τύπτειν τετυφέναι τετυπέναι τύψαι τύψειν τυπεῖν· ἰδοὺ διάφοροι χρόνοι ἐδηλώθησαν, οὐκ ἐν ἀλλοτρίαις δὲ φωναῖς, ἀλλ’ ἐν ἰδίαις ἐναλλαγαῖς τῶν λέξεων· μετέχει γὰρ ἑκάστη λέξις τούτων τῆς
35ἄλλης λέξεως, καὶ οὐ τελεία ἐναλλαγὴ ἐγένετο τῆς φωνῆς· ὥστε οὖν
οὐκ εἰσὶν ἐπιρρήματα τὰ ἀπαρέμφατα. Ταῦτα μὲν ἐν τούτοις.212

213

Ἰστέον δὲ ὅτι ἠπόρηται τοῦτο, εἰ ἄρα ἡ ἐνέργειά τινός ἐστιν ἐνέρ‐ γεια, καὶ τὸ πάθος τινός ἐστι πάθος, ὁ γὰρ ἐνεργῶν καὶ πάσχων τίς ποτέ ἐστιν, ἐν τοῖς ἀπαρεμφάτοις τινὸς μὴ ὄντος—τὰ γὰρ ἀπαρέμφατα πρόσωπα οὐκ ἔχουσιν—πῶς ἔστιν ἐνέργεια καὶ πάθος. Καὶ λέγει ὁ
5Φιλόπονος ταύτην τὴν ἀπολογίαν, ὅτι ὥσπερ ἡ λευκότης αὐτὴ καθ’ ἑαυτὴν νοεῖται μὴ γενομένη ἔν τινι, οὕτω καὶ ἐνταῦθα ἐν τοῖς ἀπαρ‐ εμφάτοις ἡ ἐνέργεια καὶ τὸ πάθος αὐτὰ καθ’ ἑαυτὰ νοοῦνται μὴ γενό‐ μενα ἔν τινι. Ταῦτα μὲν ἐν τούτοις. Φαμὲν οὖν, ὡς πᾶν μέρος λόγου φύσει μὲν ἕν ἐστιν,
10θέσει δὲ ποικίλον. Ἰστέον ὅτι κακῶς εἶπεν ἐνταῦθα ὁ τεχνικός, ὡς πᾶν μέρος λόγου φύσει μὲν ἕν ἐστιν, θέσει δὲ ποικίλον· ἔδει γὰρ εἰπεῖν αὐτόν, ὅτι πᾶν μέρος λόγου, τουτέστι πᾶσα λέξις, δέχεται ἄρ‐ θρον ἢ τῷ λόγῳ τοῦ σημαινομένου ἢ τῷ λόγῳ πάντως τῆς φωνῆς· καὶ τῷ μὲν λόγῳ τοῦ σημαινομένου δέχονται ἄρθρα τὰ πτωτικά. λέγω
15δὴ ἐπὶ ὀνόματος καὶ μετοχῆς, οἷον ὁ Σωκράτης, ὁ τύπτων· αἱ γὰρ ἀντωνυμίαι οὐ δέχονται ἄρθρα τῷ λόγῳ τοῦ σημαινομένου, ἐπειδή, ὡς ἐν τῷ περὶ ἀντωνυμιῶν, εἰ θεῷ φίλον, μαθησόμεθα, οὐ δέχονται αἱ ἀντωνυμίαι ἄρθρα, ὑπεσταλμένης τῆς αὐτός. Καὶ τὰ ἀπαρέμφατα δὲ τῷ λόγῳ τοῦ σημαινομένου δέχονται τὰ ἄρθρα, οἷον τὸ περιπατεῖν
20ὠφέλιμόν ἐστιν, τοῦ περιπατεῖν ὠφελίμου ὄντος, τῷ περιπατεῖν ὠφε‐ λίμῳ ὄντι· καὶ τοῦτο εὐλόγως, ἐπειδὴ τὰ ἀπαρέμφατα δυνάμει πτωτικά εἰσιν· ὀνόματα γάρ εἰσι τῶν πραγμάτων, ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περί‐ πατος λέγω τὸ περιπατεῖν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἡ φιλοσοφία λέγω τὸ φιλοσοφεῖν. Τῷ δὲ λόγῳ τῆς φωνῆς πάντα τὰ μέρη τοῦ λόγου δέ‐
25χονται ἄρθρα· ἡνίκα γὰρ βουλόμεθα τεχνολογῆσαι τὴν φωνήν, κεχρή‐ μεθα τῷ ἄρθρῳ, οἷον τὸ Αἴας ἐστὶ δισύλλαβον, προσυπακούεται γὰρ τὸ ὄνομα, οἷον τὸ Αἴας ὄνομα· καὶ πάλιν τὸ λέγε προστακτικόν ἐστιν, προσυπακούεται γὰρ τὸ ῥῆμα, οἷον τὸ λέγε ῥῆμα· καὶ πάλιν τὸ περι‐ πατῶ περισπᾶται, προσυπακούεται γὰρ τὸ ῥῆμα, οἷον τὸ περιπατῶ
30ῥῆμα· καὶ πάλιν ἡ τύπτων παροξύνεται, προσυπακούεται γὰρ ἡ μετοχή, οἷον ἡ τύπτων μετοχή· καὶ πάλιν ἡ ἐγώ ὀρθοτονεῖται, προσυπακούεται γὰρ ἡ ἀντωνυμία, οἷον ἡ ἐγώ ἀντωνυμία· καὶ πάλιν ἡ περί ὀξύνεται, προσυπακούεται γὰρ ἡ πρόθεσις, οἷον ἡ περί πρόθεσις· καὶ πάλιν τὸ εὐσεβῶς περισπᾶται, προσυπακούεται γὰρ τὸ ἐπίρρημα, οἷον τὸ εὐσεβῶς
35ἐπίρρημα· καὶ πάλιν ὁ μέν προηγεῖται τοῦ δέ, προσυπακούεται γὰρ ὁ213

214

σύνδεσμος, οἷον ὁ μέν σύνδεσμος· ταῦτα δὲ τῷ λόγῳ τῆς φωνῆς λέ‐ γονται δέχεσθαι τὰ ἄρθρα, ἐπειδὴ τὴν φωνήν, ἤγουν τὴν λέξιν, βουλό‐ μενοι τεχνολογῆσαι κεχρήμεθα αὐτοῖς· ὅθεν καὶ πολλάκις πληθυντικοῖς ὀνόμασιν ἑνικὰ ἄρθρα ἐπιτίθεμεν τῷ λόγῳ τῆς φωνῆσ, οἷον τὸ Ἀρί‐
5σταρχοι προπαροξύνεται, τουτέστι τὸ Ἀρίσταρχοι ὄνομα. Τὸ τοίνυν ἀπαρέμφατον αὐτοῦ τοῦ φύσει ῥήματός ἐστιν [μόνον] ὄνομα, τουτέστι τοῦ ἁπλῶς καὶ ἀποικίλως λεγομένου· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ἀρχαὶ καὶ οἱονεὶ ῥίζαι τῶν ῥημά‐ των εἰσὶ τὰ ἀπαρέμφατα· ἐκ γὰρ τῆς ἀπαρεμφάτου, ὡς δέδεικται, γί‐
10νονται αἱ λοιπαὶ ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται. Διὸ μονό‐ φωνόν ἐστιν. Ἰστέον ὅτι κακῶς εἶπεν, ὅτι ἐπειδή ἐστιν ὄνομα τοῦ ῥήματος τὸ ἀπαρέμφατον, διὰ τοῦτο μονόφωνόν ἐστιν, ἤγουν ἄκλιτον· τοῦτο γὰρ αὐτό ἐστι τὸ ζητούμενον, διατί ὄνομα ὂν τὸ ἀπαρέμφατον οὐ κλίνεται· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περίπατος λέγω τὸ περιπατεῖν,
15〈καὶ ἀντὶ τοῦ εἰπεῖν τοῦ περιπάτου λέγω τοῦ περιπατεῖν〉. Ἔδει οὖν αὐτὸν εἰπεῖν, ὅτι ἐπειδὴ ἀχαρακτήριστόν ἐστιν, διὰ τοῦτο οὐ κλίνεται· οὐδέποτε γὰρ εὑρίσκεται ὄνομα οὔτε ἀρσενικὸν οὔτε θηλυκὸν οὔτε οὐδέτερον εἰς ειν λῆγον· τὸ γὰρ ὑλήειν καὶ ὀφρυόειν ἀπὸ τοῦ ὑλῆεν καὶ ὀφρυόεν γεγόνασι κατὰ πλεονασμὸν τοῦ ι. Καὶ πολλάκισ ἄρ‐
20θρον ἔχει συναρτώμενον, οἷον τὸ ἀναγινώσκειν ὠφέλιμόν ἐστιν. Καλῶς οὖν προσέθηκε τὸ «πολλάκις», οὐδὲ γὰρ πάντοτεἔχει συναρτώμενον ἄρθρον· οὐδὲ γὰρ λέγομεν θέλω τὸ ἀναγινώσκειν, οὐδὲ βούλομαι τὸ τρώγειν, ἀλλὰ χωρὶς τοῦ ἄρθρου, θέλω ἀναγινώσκειν, βούλομαι τρώγειν, προαιροῦμαι φιλοσοφεῖν.
25Ἀπαρέμφατα ἐνεργητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτειν. Ἰστέον ὅτι ἐν τοῖς ἀπαρεμφάτοις ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος
30ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ· καὶ τούτων, ὡς
λέγουσιν, αἰτία ἐστὶν ἡ μετοχή· ὅπου μὲν γὰρ ἡ μετοχὴ συνεζευγμένη214

215

〈ἐστίν〉, ἐκεῖ καὶ τὸ ἀπαρέμφατον συνεζευγμένον ἐστίν, ὡς ἐπὶ ἐνεστῶ‐ τος καὶ παρατατικοῦ, καὶ παρακειμένου καὶ ὑπερσυντελίκου· ἐπὶ τούτων γὰρ ἐπειδὴ ἡ μετοχὴ συνεζευγμένη ἐστίν, τούτου χάριν καὶ τὸ ἀπαρέμ‐ φατον συνεζευγμένον ἐστίν· ἐφ’ ὧν δέ ἐστι διακεχωρισμένη ἡ μετοχή,
5ἐκεῖ καὶ τὸ ἀπαρέμφατον διακεχωρισμένον ἐστίν, ὡς ἐπὶ τοῦ πρώτου ἀορίστου καὶ τοῦ πρώτου μέλλοντος· ἐν τούτοις γὰρ ἐπειδὴ διάφορός ἐστιν ἡ μετοχή, τούτου χάριν διάφορόν ἐστι καὶ τὸ ἀπαρέμφατον. Ἡ δὲ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος μετοχὴ τῇ μὲν φωνῇ συνέπεσον, τῷ δὲ τόνῳ διεστάλησαν· ἡ μὲν γὰρ τοῦ δευτέρου
10ἀορίστου μετοχὴ ὀξύνεται, οἷον τυπών, ἡ δὲ τοῦ δευτέρου μέλλοντος περισπᾶται, οἷον τυπῶν· ὤφειλεν οὖν καὶ τὸ ἀπαρέμφατον τοῦ δευ‐ τέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τῇ μὲν φωνῇ συμπεσεῖν, τῷ δὲ τόνῳ διαφέρειν, καὶ ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀο‐ ρίστου ὀξυνθῆναι ὁμοίως τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ δευ‐
15τέρου μέλλοντος περισπασθῆναι παραπλησίως τῇ ἰδίᾳ μετοχῇ· ἀλλ’ ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, ἐξ ἀνάγκης περιεσπάσθη τὸ ἀπαρέμφατον τοῦ δευτέ‐ ρου ἀορίστου καὶ συνέπεσε τῷ τοῦ δευτέρου μέλλοντος ἀπαρεμφάτῳ, καὶ λοιπὸν εὑρίσκεται τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ
20δευτέρου μέλλοντος ἕν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐν μὲν ταῖς μετοχαῖς ἐρχόμενοι καὶ ἐρωτώμενοι, διατί ἐν ταῖς μετοχαῖς ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ, πάλιν τὰ ἀπαρέμφατα αἰτιῶνται, λέγοντες, ὅτι
25ὅπου μὲν τὰ ἀπαρέμφατα συνεζευγμένα εἰσίν, ἐκεῖ καὶ αἱ μετοχαὶ συν‐ εζευγμέναι εἰσίν, ὅπου δὲ τὰ ἀπαρέμφατα διακεχωρισμένα εἰσίν, ἐκεῖ καὶ αἱ μετοχαὶ διακεχωρισμέναι εἰσίν. Καὶ ἔστιν ἡ δεῖξις διάλληλος· διάλ‐ ληλος δὲ δεῖξίς ἐστιν, ἡνίκα τὸ ζητούμενον ἐκ τοῦ ζητουμένου κανο‐ νίζομεν, οἷον ποῦ μένει Δίων; ὅπου μένει Πλάτων· καὶ ποῦ μένει
30Πλάτων; ὅπου μένει Δίων· οὕτως οὖν καὶ ἐνταῦθα τὰ ἀπαρέμφατα ἐκ τῶν μετοχῶν κανονίζουσιν, καὶ τὰς μετοχὰς ἐκ τῶν ἀπαρεμφάτων. Ἰστέον δὲ ὅτι τῶν δείξεων αἱ μέν εἰσιν οὐσιώδεις, ἤγουν φυσικαί, αἱ δὲ ἐπουσιώδεις, ἤγουν τεκμηριώδεις· καὶ φυσικαὶ μὲν δείξεις ὑπάρχου‐ σιν, ὡς ὅταν πόρρωθεν θεωρήσας καπνὸν εἴπω, καίτοι μὴ θεώμενος τὸ
35πῦρ, ὅτι πῦρ ἔστιν ἐκεῖ, φυσικὸν γάρ ἐστι τὸ ἐκ τοῦ πυρὸς τὸν καπνὸν ἐξιέναι· τεκμηριώδεις δὲ δείξεις εἰσίν, ὡς ὅταν ἐν οἴκῳ τυχὸν μέλανα
τόπον θεωρήσας τις εἴπῃ, ὅτι οὗτος ὁ τόπος ἀπὸ καπνοῦ ἐρρυπώθη215

216

καὶ ἐμελάνθη, μὴ ἀκριβῶς δὲ λέγων ἀλλ’ ἐκ στοχασμοῦ· οὔτε γὰρ ἀπὸ καπνοῦ μόνον ἔστι μελανθῆναι, ἀλλὰ καὶ ἐξ ἑτέρου τινὸς τυχὸν ἢ μέ‐ λανος ἢ κάρβωνος. Τούτων οὕτως ἐχόντων, οἱ μὲν κανονίζοντες τὰς μετοχὰς ἐκ τῶν ἀπαρεμφάτων καὶ λέγοντες, ὅτι ὅπου ἓν τὸ ἀπαρέμ‐
5φατον, ἐκεῖ μία καὶ ἡ μετοχή, ὅπου δὲ δύο τὰ ἀπαρέμφατα, ἐκεῖ δύο καὶ αἱ μετοχαί, φυσικῇ κέχρηνται δείξει· ἡ γὰρ ἀπαρέμφατος, ὡς εἴρηται, ἀρχὴ καὶ οἱονεὶ ῥίζα ἐστὶ τῶν ῥημάτων· οἱ δὲ κανονίζοντες τὰ ἀπαρ‐ έμφατα ἐκ τῶν μετοχῶν τεκμηριώδει καὶ οὐ φυσικῇ κέχρηνται δείξει· οὐ γὰρ αἱ μετοχαὶ πρῶται τῶν ἀπαρεμφάτων εἰσίν.
10 Ἔλθωμεν δὲ καὶ εἴπωμεν, διατί ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ. Ἰστέον ὅτι ἐν τοῖς προλεγομένοις μεμαθήκαμεν τοῦ Ῥήματος, ὅτι ὁ ἐνεστὼς φυσικὴν συγγένειαν ἔχει πρὸς τὸν παρατατικόν, καὶ τούτου χάριν ἡνώθη αὐτῷ, ὁμοίως δὲ ὁ παρακεί‐
15μενος πρὸς τὸν ὑπερσυντέλικον 〈φυσικὴν συγγένειαν〉 ἔχει, καὶ τούτου χάριν ἡνώθη αὐτῷ· ὁ μέντοι ἀόριστος καὶ ὁ μέλλων ἐπειδὴ οὐκ ἔχουσι φυσικὴν συγγένειαν—κατὰ γὰρ τὸν ἀόριστον καὶ τὸν μέλλοντα ἔχουσι τὴν σχέσιν, ἐπειδὴ φυσικὴν κοινωνίαν οὐκ ἔχουσιν· ποία γὰρ κοινωνία τοῦ παρελθόντος πρὸς τὸν μέλλοντα; —τούτου χάριν οὐχ
20ἡνώθηξαν. Περὶ γὰρ τοῦ ἐν τοῖς προστακτικοῖς καὶ τοῖς ὑποτακτικοῖς συνεζευγμένον εἶναι τὸν ἀόριστον καὶ τὸν μέλλοντα λέγει ὁ Φιλόπονος, ὅτι ἐπειδὴ αἱ μὲν τούτων φωναὶ ἐκ τοῦ ἀορίστου γεγόνασιν, οἷον ἔτυψα τύψον ἐὰν τύψω, αἱ δὲ σημασίαι αὐτῶν μέλλοντός εἰσιν, τούτου χά‐ ριν, ὡς τῆς σημασίας τοῦ μέλλοντος ἀναπληρωθείσης ἐν τῇ τοῦ ἀορίστου
25φωνῇ, σεσίγηνται οἱ ἀπὸ τοῦ μέλλοντος σχηματισμοί. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι δύο τελικά εἰσι τῶν ἀπαρεμ‐ φάτων, τὸ ν καὶ ἡ αι δίφθογγος, οἷον τύπτειν τύπτεσθαι. Καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ τὰ ἀπαρέμφατα ἐν μιᾷ φωνῇ δοκοῦσι τὰ τρία πρόσωπα ἔχειν, οἷον τύπτειν θέλω, τύπτειν θέλεις, τύπτειν θέλει,
30τούτου χάριν καὶ τελικὰ ἔλαβον ἁρμόζοντα τοῖς τρισὶ προσώποις, καὶ διὰ τοῦτο τὸ ν καὶ τὴν αι δίφθογγον ἔχουσι τελικὰ τὰ ἀπαρέμφατα· καὶ γὰρ καὶ τὸ ν καὶ ἡ αι δίφθογγος εὑρίσκεται καὶ ἐν πρώτῳ καὶ ἐν
δευτέρῳ καὶ ἐν τρίτῳ προσώπῳ, οἷον τυπτόμεθον τύπτεσθον τύπτεσθον,216

217

πεποίημαι πεποίησαι πεποίηται· τὸ γὰρ ς καὶ αὐτὸ τελικὸν ὑπάρχον τῶν ῥημάτων, οἷον ἔτυψας, οὐκ ἔστι τελικὸν τῶν ἀπαρεμφάτων, ἐπειδὴ τὸ ς τελικόν ἐστι μόνου δευτέρου προσώπου παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις, οἷον τέτυφας· πρόσκειται «παρ’ ἡμῖν καὶ παρὰ τοῖς
5Ἀθηναίοις», ἐπειδὴ παρὰ ταῖς διαλέκτοις εὑρίσκεται τὸ ς καὶ πρώτου προσώπου τελικὸν καὶ τρίτου, ὡς παρὰ Θεοκρίτῳ 〈7, 2〉 εἵρπομες ἐκ πόλιος, ἀντὶ τοῦ εἵρπομεν ἐκ πόλεως, καὶ πάλιν 〈7, 1〉 ἦς χρόνος ἁνίκ’ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἄλεντα, ἀντὶ τοῦ ἦν. Ταῦτα μὲν ἐν τούτοις.
10 Ἰστέον δὲ ὅτι κανονίζει ὁ τεχνικὸς τὸ ἀπαρέμφατον τοῦ ἐνεστῶ‐ τος καὶ παρατατικοῦ· καὶ δεῖ γινώσκειν, ὅτι ἐπὶ μὲν τῶν βαρυτόνων ἀπὸ τοῦ ἐνεστῶτος κανονίζονται τὰ ἀπαρέμφατα τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, ἐπὶ δὲ τῶν περισπωμένων ἀπὸ τοῦ παρατατικοῦ. Κανο‐ νίζονται δὲ τὰ ἀπὸ βαρυτόνων γινόμενα ἀπαρέμφατα ἀπὸ τοῦ ἐνεστῶ‐
15τος τοῦτον τὸν τρόπον· πᾶς ἐνεστὼς ἀπὸ βαρυτόνων θεμάτων κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων τὸ ν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον τύπτει τύπτειν, λέγει λέγειν, γράφει γράφειν, κόπτει κόπτειν, πλήττει πλήττειν, ᾄδει ᾄδειν, πλέκει πλέκειν. Τὰ δὲ ἀπὸ περισπωμένων γινόμενα ἀπαρέμφατα κανονίζονται ἀπὸ τοῦ
20παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶς παρατατικὸς ἀπὸ περισπωμένων κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων τὸ ν μετὰ περισπωμένου τό‐ νου καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον ἐποίει ποιεῖν, ἐνόει νοεῖν, ἐτέλει τελεῖν, ἐβόα βοᾶν, ἐγέλα γελᾶν, ἐπέρα περᾶν, ἐχρύσου χρυσοῦν,
25ἐστεφάνου στεφανοῦν, ὤρθου ὀρθοῦν, ἵδρου ἱδροῦν· ὅτι γὰρ ἐπὶ τῶν περισπωμένων τὰ ἀπαρέμφατα τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ ἀπὸ τοῦ παρατατικοῦ κανονίζονται καὶ οὐκ ἀπὸ τοῦ ἐνεστῶτος, δῆλον ἐκ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων καὶ ἐκ τῆς τρίτης· καὶ ἐκ μὲν τῆς τρίτης, ὅτι χρυσοῦν καὶ στεφανοῦν λέγομεν διὰ τῆς ου διφθόγγου
30τὰ ἀπαρέμφατα, ἐπειδὴ καὶ ὁ παρατατικὸς ἐχρύσου καὶ ἐστεφάνου ἐστὶ διὰ τῆς ου διφθόγγου· εἰ δὲ ἐγένοντο ἀπὸ τοῦ ἐνεστῶτος, χρυσοῖν καὶ στεφανοῖν ἐλέγομεν, χρυσῶ γὰρ χρυσοῖς χρυσοῖ καὶ στεφανῶ στεφανοῖς στεφανοῖ ἐστὶν ὁ ἐνεστώς· ἀπὸ δὲ τῆς δευτέρας συζυγίας τῶν περισπω‐ μένων δῆλόν ἐστιν, ὅτι ἐπὶ τῶν περισπωμένων τὰ ἀπαρέμφατα ἀπὸ
35τοῦ παρατατικοῦ γίνονται καὶ οὐκ ἀπὸ τοῦ ἐνεστῶτος, ὅτι βοᾶν καὶ
γελᾶν λέγομεν χωρὶς τοῦ ι· εἰ δὲ ἐκανονίζοντο ἐκ τοῦ ἐνεστῶτος,217

218

βοᾷν καὶ γελᾷν εἶχον εἶναι σὺν τῷ ι, ἐπειδὴ καὶ ὁ ἐνεστὼς βοῶ βοᾷς βοᾷ, γελῶ γελᾷς γελᾷ ἐστὶ σὺν τῷ ι. Εἰ δέ τις εἴποι, διατί γὰρ τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον, λέγομεν, ὅτι τὰ εἰς ν λήγοντα ῥήματα οὐδέποτε ἔχουσι πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον,
5οἷον ἐτύφθην ἐδάρην ἐβόων ἐγέλων ἐπέρων· οὕτως οὖν καὶ βοᾶν καὶ γελᾶν χωρὶς τοῦ ι· ἄλλως τε δὲ διὰ τοῦτο τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον, ἐπειδὴ οὐδὲ τὸ βοᾶσθαι καὶ γελᾶσθαι ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν· καθόλου δὲ τὰ εἰς σθαι ἀπαρέμφατα προπερισπώμενα χρόνου ἐνεστῶτος τὴν ἰδίαν παρα‐
10λήγουσαν λήγουσαν ἔχουσιν ἐπὶ τῶν ἐνεργητικῶν· ὁ δὲ λόγος ἐπὶ τῶν φωνηέντων, οἷον ποιεῖσθαι ποιεῖν, νοεῖσθαι νοεῖν, χρυσοῦσθαι χρυσοῦν, στεφανοῦσθαι στεφανοῦν· εἰ οὖν τὸ βοᾶσθαι καὶ γελᾶσθαι οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν, ἄρα οὐδὲ τὸ βοᾶν καὶ γελᾶν ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν λήγουσαν. Πρόσκειται
15ἐν τῷ κανόνι «προπερισπώμενα» διὰ τὸ τύπτεσθαι τύπτειν· τὸ γὰρ τύπτεσθαι οὐκ ἔχει τὴν ἰδίαν παραλήγουσαν λήγουσαν τοῦ ἐνεργητικοῦ, τὸ μὲν γὰρ τύπτεσθαι τῷ ε παραλήγεται, τὸ δὲ τύπτειν εἰς τὴν ει δίφθογγον λήγει· ὁ δὲ λόγος περὶ τοῦ φωνήεντος· ἀλλ’ οὐκ ἀντί‐ κειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι προπερισπώμενον· πρόσκειται δὲ «χρόνου
20ἐνεστῶτος» διὰ τὸ πεποιῆσθαι πεποιηκέναι· ἰδοὺ γὰρ τὸ πεποιῆσθαι προπερισπᾶται καὶ οὐκ ἔχει τὴν ἰδίαν παραλήγουσαν λήγουσαν τοῦ ἐνεργητικοῦ, τὸ μὲν γὰρ πεποιῆσθαι τῷ η παραλήγεται, τὸ δὲ πε‐ ποιηκέναι εἰς τὴν αι δίφθογγον λήγει· ἀλλ’ οὐκ ἔστιν ἐνεστῶτος χρό‐ νου ἀλλὰ παρακειμένου. Εἰ δέ τις εἴποι, διατί γὰρ τὸ βοᾶσθαι καὶ
25γελᾶσθαι οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον, λέγομεν, ὅτι ἐπειδὴ οὐδὲ τὸ βοᾶται καὶ γελᾶται ἔχουσι τὸ ι προσγεγραμμένον, τὰ δὲ εἰς ται ὁριστικὰ καὶ τὰ εἰς σθαι ἀπαρέμφατα ἴσα φωνήεντα ἔχουσι κατὰ τὴν παραλή‐ γουσαν, οἷον τύπτεται τύπτεσθαι, ποιεῖται ποιεῖσθαι, νοεῖται νοεῖσθαι, χρυσοῦται χρυσοῦσθαι, λέγεται λέγεσθαι, στεφανοῦται στεφανοῦσθαι·
30εἰ οὖν τὸ βοᾶται καὶ γελᾶται οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν, δηλονότι οὐδὲ τὸ βοᾶσθαι καὶ γελᾶσθαι ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν. Εἰ δέ τις εἴποι, διατί 〈γὰρ〉 τὸ βοᾶται καὶ γελᾶται οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παρα‐ λήγουσαν, λέγομεν, ὅτι πρῶτον μὲν ἐπειδὴ ἀπὸ τοῦ βοάεται καὶ γελάε‐
35ται γεγόνασι κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρόν, ὥσπερ τὰ ἐμά218

219

τἀμά· τοῦ οὖν ἐντελοῦς μὴ ἔχοντος τὸ ι, εἰκότως οὔτε τὸ συνῃρημένον ἔχει αὐτό· δεύτερον δὲ διὰ τοῦτο τὸ βοᾶται καὶ γελᾶται οὐκ ἔχουσι προσγεγραμμένον τὸ ι κατὰ τὴν παραλήγουσαν, ἐπειδὴ οὐδὲ τὸ βοῶμαι καὶ γελῶμαι ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν· τὰ
5δὲ εἰς μαι καὶ τὰ εἰς ται τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν ἐν τῇ παρα‐ ληγούσῃ, οἷον τύπτομαι τύπτεται, λέγομαι λέγεται, ποιοῦμαι ποιεῖται, νοοῦμαι νοεῖται, χρυσοῦμαι χρυσοῦται, στεφανοῦμαι στεφανοῦται· εἰ οὖν τὸ βοῶμαι καὶ γελῶμαι ἑνὶ φωνήεντι παραλήγονται, ἀναγκαίως καὶ τὸ βοᾶται καὶ γελᾶται ἑνὶ φωνήεντι παραλήγονται. Εἰ δέ τις εἴποι,
10διατί γὰρ τὸ βοῶμαι καὶ γελῶμαι οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν, λέγομεν, ὅτι πρῶτον μὲν ἐπειδὴ ἀπὸ τοῦ βο‐ άομαι καὶ γελάομαι γεγόνασι κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω, ὡς τὸ ἐτύψαο ἐτύψω· τοῦ οὖν ἐντελοῦς μὴ ἔχοντος τὸ ι, εἰκότως οὐδὲ τὸ συνῃρημένον ἔχει αὐτό· δεύτερον δὲ διὰ τοῦτο τὸ βοῶμαι καὶ γελῶμαι
15οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν, ἐπειδὴ ἀπὸ τοῦ βοῶ καὶ γελῶ γεγόνασιν· τοῦ δὲ βοῶ καὶ γελῶ μὴ ἐχόντων τὸ ι προσγεγραμμένον, εἰκότως οὐδὲ τὸ βοῶμαι καὶ γελῶμαι ἐξ αὐτῶν γινό‐ μενα ἔχουσι τὸ ι. Εἰ δέ τις εἴποι, διατί γὰρ τὸ βοῶ καὶ γελῶ οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον, λέγομεν, ὅτι ἐπειδὴ τὰ εἰς ω λήγοντα
20ῥήματα πρώτου προσώπου ὄντα οὐ θέλουσιν ἔχειν ἐν τῇ τελευταίᾳ συλλαβῇ τί ποτε ἀνεκφώνητον, οἷον τύπτω λέγω χρυσῶ, οὕτως οὖν καὶ βοῶ καὶ γελῶ χωρὶς τοῦ ι· πρόσκειται «πρώτου προσώπου ὄντα» διὰ τὸ ἐὰν ἀναγνῷ ἐκεῖνος, ἐὰν γνῷ ἐκεῖνος· ταῦτα γὰρ ἔχουσι τὸ ι προσγεγραμμένον, ἀλλ’ οὐκ εἰσὶ πρώτου προσώπου ἀλλὰ τρίτου.
25Παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυφέναι. Πάλιν ὁμοίως ἔστιν εὑρεῖν ἓν τὸ ἀπαρέμφατον τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἐπειδὴ καὶ μία ἐστὶ τούτων ἡ μετ‐ οχή· κανονίζεται δὲ τὸ ἀπαρέμφατον τοῦ παρακειμένου καὶ ὑπερσυντε‐ λίκου τοῦ ἐνεργητικοῦ καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου
30τοῦτον τὸν τρόπον· ὁ ἐνεργητικὸς παρακείμενος καὶ ὁ μέσος παρακεί‐ μενος κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν προσλαμβάνοντες τὴν ναι συλλαβὴν τὸ ἀπαρέμφατον ποιοῦσιν αὐτῶν τε καὶ τῶν ὑπερσυντελίκων, καὶ παραλήγουσαν ἔχουσι δηλονότι τὴν λήγουσαν τοῦ τρίτου προσώπου τῶν ἑνικῶν, ἐξ οὗ κανονίζονται, οἷον τέτυφε τετυφέναι, πεποίηκε πε‐
35ποιηκέναι, γέγραφε γεγραφέναι, δέδουπε δεδουπέναι, μέμυκε μεμυκέναι. Φυλάττουσι δὲ τὴν αὐτὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, ἐπειδὴ ὁ παρα‐ κείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν·
οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγ‐219

220

κλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τετύφοιμι ἐὰν τε‐ τύφω, ἔσταλκα ἐσταλκώς ἐστάλκοιμι ἔσταλκε σύ ἐὰν ἐστάλκω ἐσταλκέ‐ ναι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εὐλόγως τὰ ἀπαρέμφατα τοῦ ἐνεργητικοῦ παρακει‐
5μένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντε‐ λίκου εἰς ναι εἰσίν, ἐπειδὴ καὶ ἡ μετοχὴ αὐτῶν εἰς ς μετ’ ὀξείας τά‐ σεώς ἐστιν, οἷον τετυφώς πεποιηκώς δεδουπώς· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως εἰς ναι ἔχουσι τὸ ἀπαρέμφατον, οἷον τυφθείς τυφθῆναι, τυπείς τυπῆναι, τιθείς τιθέναι, ἱστάς ἱστάναι, διδούς
10διδόναι, ζευγνύς ζευγνύναι· οὕτως οὖν καὶ τετυφώς τετυφέναι καὶ τε‐ τυπώς τετυπέναι. Ταῦτα μὲν περὶ τῶν ἀπαρεμφάτων τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερ‐ συντελίκου. Τὰ δὲ λοιπὰ τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως κα‐
15νονίζονται τοῦτον τὸν τρόπον· τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τρέπον τὴν μεν συλλαβὴν εἰς ναι καὶ ἀποβάλλον τὴν ἐν ἀρχαῖς κλιτι‐ κὴν ἔκτασιν τὸ ἀπαρέμφατον ποιεῖ, μετὰ τοῦ φυλάττεσθαι δηλονότι ἐν τοῖς ἀπαρεμφάτοις τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πλη‐ θυντικῶν, ἐξ οὗ καὶ κανονίζονται, οἷον τυφθείς ἐτύφθημεν τυφθῆναι,
20τυπείς ἐτύπημεν τυπῆναι, τιθείς ἐτίθεμεν τιθέναι, ἱστάς ἵσταμεν ἱστάναι, διδούς ἐδίδομεν διδόναι, ζευγνύς ἐζεύγνυμεν ζευγνύναι, στάς ἔστημεν στῆναι, γνούς ἔγνωμεν γνῶναι, βιούς ἐβίωμεν βιῶναι, ἁλούς ἥλωμεν ἁλῶναι. Σεσημείωται τὸ δοῦναι θεῖναι εἷναι· ταῦτα γὰρ ἀπαρέμφατα ὄντα δευτέρου ἀορίστου ἐνεργητικοῦ οὐκ ἐφύλαξαν τὴν παραλήγουσαν
25τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν, ἐξ οὗ κανονίζονται· ἔδομεν γὰρ καὶ ἔθεμεν καὶ ἕμεν—ὃ σημαίνει τὸ ἀπελύσαμεν, ἐξ οὗ τὸ 〈κ155〉 προέμεν τε πυθέσθαι, ἀντὶ τοῦ προεπέμψαμεν—ἐστὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν. Οὐ μόνον δὲ κατὰ τοῦτο σεσημείωται τὸ δοῦναι θεῖναι εἷναι, ἀλλὰ καὶ κατὰ ἄλλο· τὰ γὰρ εἰς ναι ἀπαρέμφατα
30ἔχοντα τὸ ν κλιτικὸν οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, οἷον τυφθῆ‐ ναι τυπῆναι τετυφέναι τετυπέναι· πρόσκειται «ἔχοντα τὸ ν κλιτικόν» διὰ τὸ μεῖναι· τοῦτο γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ’ οὐκ ἔχει τὸ ν κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, μένω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ν· παράλογα οὖν εἰσι ταῦτα, φημὶ δὴ τὸ
35θεῖναι δοῦναι εἷναι, ὡς διφθόγγῳ παραληγόμενα ἔχοντα τὸ ν κλιτικόν. Ἀλλ’ ἔστιν ἀπολογήσασθαι περὶ αὐτῶν οὕτως· ἰστέον ὅτι διὰ τοιαύτην
αἰτίαν ταῦτα διφθόγγῳ παραλήγονται· ἀπὸ τοῦ ἔδομεν ὤφειλε γεγονέ‐220

221

ναι δόναι, καὶ ἀπὸ τοῦ ἔθεμεν θέναι, καὶ ἀπὸ τοῦ ἕμεν ἕναι· καὶ ἐπειδὴ τὰ εἰς ναι ἀπαρέμφατα ἀορίστου ὄντα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τυφθῆναι τυπῆναι στῆναι βῆναι γνῶναι βιῶναι ἀναγνῶναι δαρῆναι νυγῆναι, ἀναγκάζονται καὶ ταῦτα μακρᾷ παραλήγεσθαι, ὡς ἀορίστου
5ὄντα· καὶ ἐπειδὴ τὸ μὲν ο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεται, οἷον τύπτοντος τύπτουσα, λέγοντος λέγουσα, τὸ 〈δὲ〉 ε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται, οἷον τυφθέντος τυφθεῖσα, νυγέντος νυγεῖσα, τούτου χάριν τὸ μὲν δόναι ἐμεγεθύνθη διὰ τῆς προσθήκης τοῦ υ καὶ γέγονε δοῦναι, τὸ δὲ θέναι καὶ ἕναι διὰ
10τῆς προσθήκης τοῦ ι ἐμεγεθύνθησαν καὶ γεγόνασι θεῖναι καὶ εἷναι· τού‐ του οὖν χάριν ταῦτα διφθόγγῳ παραλήγονται. Πρόσκειται δὲ ἀνωτέρω «τὰ εἰς ναι ἀπαρέμφατα», ἐπειδὴ τὰ εἰς σαι ἀπαρέμφατα ἀορίστου ὄντα οὐ πάντως μακρᾷ παραλήγονται, οἷον τελέσαι συρίσαι λεπίσαι· πρόσ‐ κειται δὲ ἐν τῷ κανόνι «ἀορίστου ὄντα» διὰ τὸ τετυφέναι τετυπέναι
15τιθέναι διδόναι· ταῦτα γὰρ εἰς ναι ἀπαρέμφατα ὄντα οὐ παραλήγονται μακρᾷ, ἀλλ’ οὐκ εἰσὶν ἀορίστου χρόνου, ἀλλὰ τὸ μὲν τετυφέναι καὶ τετυπέναι παρακειμένου καὶ ὑπερσυντελίκου, τὸ δὲ τιθέναι καὶ διδόναι ἐνεστῶτος καὶ παρατατικοῦ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ εἷναι ἐνταῦθα τὸ ἀπολῦσαι σημαίνει (ἐξ οὗ καὶ
20τὸ ἀφεῖναι), τὸ γὰρ ἧν ἕμεν τὸ ἀπολῦσαι σημαίνει, ὅπερ ἀπὸ τοῦ ἵημιγέγονεν· τὸ δὲ εἶναι τὸ σημαῖνον τὸ ὑπάρχειν, ὅπερ καὶ ψιλοῦται, οἷον οὐκ εἶναι ἀπεῖναι, ἐνεστῶτος καὶ παρατατικοῦ ἐστιν ἀπὸ τοῦ εἰμί γενόμενον· ὥσπερ γὰρ ἀπὸ τοῦ τίθεμεν γίνεται τιθέναι καὶ ἀπὸ τοῦ δίδομεν διδόναι, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰμί γίνεται τὸ πρῶτον
25τῶν πληθυντικῶν ἐμέν, ὅπερ καὶ κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν, καὶ λοιπὸν ἀπὸ τοῦ ἐμέν γίνεται ἔναι τὸ ἀπαρέμφατον καὶ κατὰ πλεο‐ νασμὸν τοῦ ι εἶναι. Περὶ δὲ τούτου ἀκριβέστερον ἐν τῷ Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὸ θεῖναι καὶ δοῦναι καὶ εἷναι διὰ
30τοῦτο προσέλαβον τὸ υ καὶ ι, ἐπειδὴ ἠναγκάζοντο, ὡς εἴρηται, μακρᾷ παραλήγεσθαι ὡς ἀορίστου ὄντα, διατί μὴ μᾶλλον τὸ μὲν δόναι γέγονε δῶναι κατ’ ἔκτασιν τοῦ ο εἰς ω, ὥσπερ ὀμνύω ὤμνυον, τὸ δὲ θέναι καὶ ἕναι θῆναι καὶ ἧναι διὰ τοῦ η κατ’ ἔκτασιν τοῦ ε εἰς η, ὥσπερ ἐλέγχω ἤλεγχον· οὕτω γὰρ εἰ ἐγένοντο, καὶ μακρᾷ εὑρίσκοντο παρα‐
35ληγόμενα καὶ οὐκέτι παράλογα ὡς διφθόγγῳ παραληγόμενα. Ἔστιν
οὖν εἰπεῖν, ὅτι εἰ ἐγένοντο ταῦτα οὕτω κατ’ ἔκτασιν τῶν φωνηέντων,221

222

οὐδὲ ὅλως ἐφυλάττετό τι τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν, φημὶ δὴ τοῦ ἔδομεν ἔθεμεν ἕμεν (ὅπερ σημαίνει τὸ ἀπελύσαμεν)· τούτου οὖν χάριν τὸ μὲν δοῦναι τὸ υ προσέλαβεν, τὸ δὲ θεῖναι καὶ εἷναι τὸ ι, ἵνα εὑρεθῶσιν ἐν ταὐτῷ φυλάττοντα τὸ φωνῆεν
5τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ καὶ μακρὰν ποιοῦντα τὴν παραλήγουσαν. Τούτων οὕτως ἐχόντων ζητοῦμεν, διατί ὁ παρακείμενος ὁ ἐνεργη‐ τικὸς καὶ ὁ μέσος, ἔχοντες τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, οὐ φυλάττουσι τὴν παραλήγουσαν τοῦ ἰδίου πρώτου προσώπου τῶν πλη‐
10θυντικῶν ἐν τοῖς ἀπαρεμφάτοις· οὐδὲ γὰρ λέγομεν τετύφαμεν τετυφά‐ ναι καὶ τετύπαμεν τετυπάναι, ὥσπερ ἐτύφθημεν τυφθῆναι, ἐτύπημεν τυπῆναι, ἀλλὰ τετυφέναι καὶ τετυπέναι διὰ τοῦ ε. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· τῷ λόγῳ τῆς παραληγούσης τοῦ πρώτου προσ‐ ώπου τῶν πληθυντικῶν τοῦ παρακειμένου διὰ τοῦ α βραχέος ὤφειλεν
15εἶναι τὸ ἀπαρέμφατον, οἷον τετυφάναι, τετύφαμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παρακειμένου, τῷ δὲ λόγῳ τῆς παρα‐ ληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ὑπερσυντελίκου τετυφεῖναι ὤφειλεν εἶναι τὸ ἀπαρέμφατον διὰ τῆς ει διφθόγγου, ἐτε‐ τύφειμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ὑπερ‐
20συντελίκου· ἐπειδὴ δὲ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος συνε‐ ζευγμένην ἔχουσι τὴν μετοχήν, ἀναγκάζονται καὶ τὸ ἀπαρέμφατον συνεζευγμένον ἔχειν, ὧν γὰρ αἱ μετοχαὶ συνεζευγμέναι εἰσίν, τούτων καὶ τὰ ἀπαρέμφατα συνεζευγμένα εἰσίν· συνεζευγμένου δὲ ὄντος τοῦ ἀπαρ‐ εμφάτου τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, οὐ δύναται τὸ ἀπαρ‐
25έμφατον καὶ τὴν ει δίφθογγον ἔχειν κατὰ τὴν παραλήγουσαν καὶ τὸ α συνεσταλμένον· τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὴν ει δίφθογγον, τοῦ δὲ ἑτέρου τὸ α συνεσταλμένον, τὰ τῆς ἀναλογίας ἀνεμερίσαντο, καὶ ὁ μὲν βραχὺς χρόνος ἐφυλάχθη τοῦ παρακειμένου, καὶ γὰρ τὸ ε βραχύ ἐστιν ὁμοίως τῷ α συνεσταλ‐
30μένῳ, τὸ δὲ φωνῆεν τοῦ ὑπερσυντελίκου ἐφυλάχθη, λέγω δὴ τὸ ε, καὶ γὰρ ὁ ὑπερσυντέλικος τὴν ει δίφθογγον ἔχει. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ ἐκ τοῦ ἐναντίου γέγονε τετυφᾶναι διὰ μακροῦ τοῦ α, ἵνα ἡ μὲν ποιότης τῆς παραληγούσης τοῦ τετύφαμεν παρακειμένου φυλαχθῇ, τουτέστι τὸ α, ὁ δὲ χρόνος τοῦ ἐτετύφειμεν ὑπερσυντελίκου, τουτέστιν
35ὁ μακρός, λέγομεν, ὅτι εὐλόγως μᾶλλον ἀκολουθεῖ τὸ ἀπαρέμφατον τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου 〈τῷ φωνήεντι τοῦ ὑπερσυντελίκου〉·
καὶ δῆλον ἐκ τοῦ εἰδέναι ἀπαρεμφάτου τοῦ μέσου παρακειμένου καὶ222

223

ὑπερσυντελίκου τοῦ σημαίνοντος τὸ γινώσκειν, οὗ ἡ μετοχὴ ὁ εἰδώς· τοῦτο γὰρ οὐ τῇ ἀρχούσῃ τοῦ οἶδα παρακειμένου ἠκολούθησεν, ἀλλὰ τῇ ἀρχούσῃ τοῦ εἴδειν ὑπερσυντελίκου, ὅστις καὶ κατ’ ἔκτασιν Ἀττικὴν διὰ τοῦ η καὶ ι γίνεται ᾔδειν.
5Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυπέναι. Εἴρηται ἡ περὶ αὐτοῦ διδασκαλία ἐν τῇ διδασκαλίᾳ τοῦ ἀπαρεμφάτου τοῦ ἐνεργητικοῦ παρακειμένου. Ἀορίστου πρώτου. Τύψαι. Ἰστέον ὅτι διακεχωρισμένον ἐστὶ τὸ ἀπαρέμφατον τοῦ
10πρώτου ἀορίστου καὶ τοῦ πρώτου μέλλοντος, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτων διακεχωρισμένη ἐστίν· ἡ μὲν γὰρ μετοχὴ τοῦ πρώτου ἀορίστου τύψας ἐστίν, ἡ δὲ μετοχὴ τοῦ πρώτου μέλλοντος τύψων· ἡμεῖς δὲ ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν τὴν ἀναγκαιοτέραν αἰτίαν, δι’ ἣν ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερ‐
15συντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ, δείξαντες, ὅτι ἐκ τῶν μετοχῶν κανονίζει τὰ ἀπαρέμφατα καὶ ἐκ τῶν ἀπαρεμφά‐ των τὰς μετοχάς, καὶ διάλληλός ἐστιν ἡ δεῖξις. Κανονίζεται δὲ τὸ ἀπαρέμφατον τοῦ πρώτου ἀορίστου τοῦτον τὸν τρόπον· ὁ εἰς α λήγων ἀόριστος κατὰ τὸ πρῶτον πρόσωπον προσλαμβάνων τὸ ι καὶ τὴν ἐν
20ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων τὸ ἀπαρέμφατον ποιεῖ τοῦ πρώτου ἀορίστου, οἷον ἔτυψα τύψαι, ἔγραψα γράψαι, ἔπεισα πεῖσαι, ἐποίησα ποιῆσαι, ἐνόησα νοῆσαι, ἔκειρα κεῖραι. Μέλλοντος πρώτου. Τύψειν. Ἰστέον ὅτι τὸ ἀπαρέμφατον τοῦ πρώτου μέλλοντος
25κανονίζεται τοῦτον τὸν τρόπον· πᾶς μέλλων πρῶτος ἐνεργητικὸς ὁρι‐ στικὸς κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων τὸ ν τὸ ἀπαρέμφατον ποιεῖ, οἷον γράψει γράψειν, λέξει λέξειν, ποιήσει ποιήσειν, εὐφρανεῖ εὐφρανεῖν, μενεῖ μενεῖν. Ἀορίστου δευτέρου καὶ μέλλοντος.
30 Τυπεῖν. Ἰστέον ὅτι ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορί‐ στου καὶ τοῦ δευτέρου μέλλοντος διακεχωρισμένον εἶναι, ἐπειδὴ καὶ ἡ
μετοχὴ τούτων διακεχωρισμένη ἐστίν· 〈ἔστι δὲ〉 εἰπεῖν, ὅτι αἱ μετοχαὶ223

224

τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τῇ μὲν φωνῇ συν‐ έπεσον, τόνῳ δὲ διεστάλησαν· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ ὀξύνεται, ἡ δὲ τοῦ δευτέρου μέλλοντος περισπᾶται, οἷον τυπών ἡ τοῦ δευτέρου ἀορίστου καὶ τυπῶν ἡ τοῦ δευτέρου μέλλοντος· ὤφειλεν οὖν
5καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλ‐ λοντος τῇ μὲν φωνῇ συμπεξεῖν, τῷ δὲ τόνῳ διασταλῆναι, καὶ ὤφειλεν τὸ μὲν ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου ὀξυνθῆναι ὁμοίως τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ δευτέρου μέλλοντος περισπασθῆναιπαραπλησίως τῇ οἰκείᾳ μετοχῇ· ἀλλ’ ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν
10ἐμάθομεν, τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, ἐξ ἀνάγκησπεριεσπάσθη τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ συνέπεσε τῷ ἀπαρεμφάτῳ τοῦ δευτέρου μέλλοντος, καὶ λοιπὸν εὑρίσκεται τὸ ἀπαρ‐ έμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος ἕν, οἷον τυπεῖν. Ὅτι δὲ τοῦτο ἀληθές ἐστι καὶ ἡ τοῦ τόνου αἰτία τὴν συνέμπτω‐
15σιν ἐποίησε γενέσθαι, δῆλον εἴ γε καὶ ἐν τοῖς παθητικοῖς καὶ μέσοις διάφορόν ἐστι τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος· τὸ μὲν γὰρ τοῦ δευτέρου μέσου ἀορίστου ἀπαρέμφατον τυπέσθαι καὶ νυγέσθαι ἐστίν, τὸ δὲ τοῦ δευτέρου μέσου μέλλοντος τυπεῖσθαι καὶ νυγεῖσθαι· καὶ πάλιν τὸ μὲν τοῦ δευτέρου ἀορίστου παθη‐
20τικοῦ ἀπαρέμφατον τυπῆναι καὶ νυγῆναι ἐστίν, τὸ δὲ τοῦ δευτέρου μέλλοντος παθητικοῦ τυπήσεσθαι καὶ νυγήσεσθαι. Ταῦτα μὲν ἐν τούτοις. Κανονίζει δὲ ὁ τεχνικὸς τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τοῦτον τὸν τρόπον· πᾶς δεύτερος μέλ‐ λων ἐνεργητικὸς κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων
25τὸ ν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, οἷον τυπεῖ τυπεῖν, νυγεῖ νυγεῖν. Δυνατὸν δέ ἐστι καὶ 〈ἐκ〉 τοῦ δευτέρου ἀορίστου κανονίσαι αὐτὸ τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος ἐνεργητικὸς ὁριστικός, κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων τὸ ι καὶ τὸ ν μετὰ περισπωμένου τόνου
30καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων, τὸ ἀπαρέμφατον ποιεῖ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, οἷον ἔλαβε λαβεῖν, ἔμαθε μαθεῖν, ἔφαγε φαγεῖν, ἔπιε πιεῖν, ἔδραμε δραμεῖν, ἔπιθε πιθεῖν καὶ κατὰ ἀναδιπλασιασμὸν πεπιθεῖν, ὡς παρὰ τῷ ποιητῇ 〈Ι 184〉 ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο· σεσημείωται τὸ πέφνειν
35δευτέρου ἀορίστου ὂν καὶ βαρυνόμενον, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ224

225

καὶ ἡ μετοχὴ τούτου ἐβαρύνθη, πέφνων γάρ ἐστι βαρυτόνως, τούτου χάριν ὁμοίως αὐτῇ καὶ τὸ ἀπαρέμφατον ἐβαρύνθη· ἡ δὲ μετοχὴ ἐβα‐ ρύνθη ὁμοίως τῇ τέμνων μετοχῇ καὶ τῇ κάμνων. Περὶ παθητικῶν ἀπαρεμφάτων.
5 Ἐνταῦθα περὶ τῶν εἰς θαι ἀπαρεμφάτων διαλαμβάνει παθητικῶν τε καὶ μέσων, καὶ ἔστι κανονίσαι αὐτὰ οὕτως· πᾶν παθητικὸν ἢ μέσον ὁριστικόν, ἔχον ἐν τῷ τρίτῳ προσώπῳ τὸ τ κλιτικόν, τρέπον τὴν τελευ‐ ταίαν συλλαβὴν εἰς θαι καὶ τὴν κατ’ ἀρχὰς κλιτικὴν ἔκτασιν ἀποβάλλον, δηλονότι χωρὶς τοῦ παρακειμένου, τὸ ἴδιον ἀπαρέμφατον ποιεῖ· καὶ εἰ
10μὲν καθαριεύει τὸ τ ἐν τῷ παθητικῷ ὁριστικῷ ἢ τῷ μέσῳ, τὸ ς προσλαμβάνει τὸ ἀπαρέμφατον, οἷον τύπτεται τύπτεσθαι, ἐτύψατο τύψα‐ σθαι, ἐτύπετο τυπέσθαι, ἐλάβετο λαβέσθαι, ἐποιήσατο ποιήσασθαι, τυφθή‐ σεται τυφθήσεσθαι, τυπήσεται τυπήσεσθαι, τύψεται τύψεσθαι· εἰ δὲ συμφώνῳ παραλήγεται, φυλάττεται τὸ σύμφωνον καὶ ἐν τῷ ἀπαρεμ‐
15φάτῳ, οἷον κέκαρται κεκάρθαι, ἔσπαρται ἐσπάρθαι, τέτιλται τετίλθαι, μεμίανται μεμιάνθαι, μεμόλυνται μεμολύνθαι, χωρὶς εἰ μή πω ψιλὸν εὑρεθῇ· τότε γὰρ διὰ τὴν ἀσυνταξίαν εἰς τὸ ἀντίστοιχον τὸ δασὺ τρέ‐ πεται, οἷον νένυκται νενύχθαι, τέτυπται τετύφθαι, λέλεκται λελέχθαι, γέγραπται γεγράφθαι, ἔρραπται ἐρράφθαι· ψιλὰ γὰρ ψιλῶν ἡγοῦνται
20καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, 〈οἷον κτύποσ〉 πτῶσις φθόνος χθών ὀγδόη ἑβδομάς. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἐν τῷ κανόνι «χωρὶς τοῦ παρακειμένου δηλονότι», ἐπειδὴ ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλι‐ τικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς αὐτοῦ ἀποβάλλει αὐτὴν
25οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τετύφοιμι ἐὰν τετύφω, ἔσταλκα ἐσταλκώς ἐσταλκέναι ἔσταλκε σύ ἐστάλκοιμι ἐὰν ἐστάλκω· τὸ δὲ δέχθαι, οἷον 〈Α 23. 377〉 ἀγλαὰ δέχθαι ἄποινα, καὶ τὸ βλῆσθαι, οἷον 〈Δ 115〉 πρὶν βλῆσθαι Μενέλαον, πεπονθότα εἰσίν, ἀφαίρεσιν γὰρ πεπόνθασιν, τὸ γὰρ ἀνάλογον αὐτῶν
30δεδέχθαι καὶ βεβλῆσθαι ἐστίν. Εἰ δέ τις εἴποι, διατί τὸ ἀπαρέμφατον τοῦ μετ’ ὀλίγον μέλλοντος, φημὶ δὴ τὸ τετύψεσθαι, οὐκ ἀπέβαλε τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, λέγομεν, ὅτι τοῦτο τὴν ἄρχουσαν τοῦ παρακειμένου ἔχει, ἐξ αὐτοῦ γὰρ κανονίζεται, ὡς δέδεικται ἐν τῇ
περὶ τούτου διδασκαλίᾳ· ὁ δὲ παρακείμενος, ὡς εἴρηται, οὐδαμοῦ225

226

ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἐν τῷ κανόνι «ἔχον τὸ τ κλιτικόν» διὰ τὸ τύπτει·
5τοῦτο γὰρ ἔχει τὸ τ καὶ οὐ ποιεῖ εἰς θαι τὸ ἀπαρέμφατον, τύπτειν γάρ ἐστι τὸ ἀπαρέμφατον τούτου· τὸ γὰρ τύπτεσθαι τοῦ τύπτεται ἐστίν· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, φημὶ δὴ τὸ τύπτει, ἐπειδὴ οὐκ ἔχει τὸ τ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ θέματος, ἤγουν ἀπὸ τοῦ ἐνεστῶτος, ἔχει αὐτό, τύπτω γάρ ἐστι τὸ θέμα καὶ ἔχει τὸ τ·
10ἀλλ’ οὔτε δέ ἐστι παθητικὸν ἢ μέσον ἀλλ’ ἐνεργητικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πᾶν ἀπαρέμφατον εἰς θαι λῆγον ἁπλοῦν πάντως ὁμοτονεῖ τῷ ἰδίῳ ὁριστικῷ, οἷον τύπτεται τύπτεσθαι, βοᾶται βοᾶσθαι, χρυσοῦται χρυσοῦσθαι, τυφθήσεται τυφθήσεσθαι, τυπήσεται τυπήσεσθαι,
15ἔρχεται ἔρχεσθαι, ἐτύψατο τύψασθαι, ἐποιήσατο ποιήσασθαι, τύψεται τύψεσθαι, χωρὶς τῶν εἰς θαι ἀπαρεμφάτων τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ δευτέρου μέσου ἀορίστου· ταῦτα γὰρ οὐχ ὁμοτονοῦσι τοῖς ἰδίοις ὁριστικοῖς, ἀλλὰ πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον πεποίηται πεποιῆσθαι, νενόηται νενοῆσθαι, τέτυπται τετύφθαι, γέγραπται γεγράφθαι,
20λέλεκται λελέχθαι, ἐτύπετο τυπέσθαι, ἐνύγετο νυγέσθαι, ἐλάβετο λαβέ‐ σθαι, ἵκετο ἱκέσθαι, ἀφίκετο ἀφικέσθαι. Σεσημείωται τὸ ἔρεσθαι δευτέρου μέσου ἀορίστου ὂν καὶ προπαροξυνόμενον, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἐξηκο‐ λούθησε τῷ δέρεσθαι καὶ φέρεσθαι καὶ στέρεσθαι, ἅτινά εἰσιν ἐνεστῶτος καὶ παρατατικοῦ· καὶ ἐκ τοῦ ἐναντίου δὲ σεσημείωται τὸ λιτέσθαι ἐνεστῶ‐
25τος καὶ παρατατικοῦ ὂν καὶ παροξυνόμενον, οἷον 〈Π 47〉 οἷ τ’ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι, ἀντὶ τοῦ ἱκετεύειν· ὤφειλε γὰρ προπαροξύνεσθαι ὁμοίως τῷ ἰδίῳ ὁριστικῷ τῷ λίτεται· ἀλλ’, ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ Καθόλου, ἠκολούθησε τῷ λιπέσθαι ἱκέσθαι θέσθαι ἰδέσθαι, ἅτινά εἰσι δευτέρου μέσου ἀορίστου. Σεσημείωται τὸ
30ἐγρήγορθαι, οἷον 〈Κ 67〉 ἐγρήγορθαι ἄνωχθι, ὅτι παρακειμένου ὂν προπαροξύνεται· περὶ οὗ λέγει ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου, ὅτι Αἰολίδος ἐστὶ διαλέκτου καὶ τούτου χάριν ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀναβιβαστικοὶ τῶν τόνων εἰσίν, τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσι καὶ τὸ Πηλεύς Πήλευς. Ταῦτα μὲν ἐν τούτοις.
35Πρόσκειται δὲ ἐν τῷ κανόνι 〈τὸ «ἁπλοῦν»〉, οἷον «πᾶν εἰς θαι226

227

λῆγον ἀπαρέμφατον ἁπλοῦν πάντως ὁμοτονεῖ τῷ ἰδίῳ ὁριστικῷ» διὰ τὸ κατάκειται κατακεῖσθαι, κάθηται καθῆσθαι· τὸ μὲν γὰρ ὁριστικὸν προπαροξύνεται, τὸ δὲ ἀπαρέμφατον προπερισπᾶται, ἐπειδὴ οὐδέποτε ἀπαρέμφατα συντιθέμενα τοὺς τόνους ἀναβιβάζουσιν, οἷον ἰδεῖν συνι‐
5δεῖν, πλεῖν συμπλεῖν, σπᾶν περισπᾶν, χεῖσθαι συγχεῖσθαι, τετύχθαι προ‐ τετύχθαι, ἱκέσθαι ἀφικέσθαι, 〈σχέσθαι〉 ἀποσχέσθαι, ὀλέσθαι ἀπολέσθαι, δόσθαι ἀποδόσθαι, σχεῖν ἐπισχεῖν, σπεῖν ἐπισπεῖν, θέσθαι καταθέσθαι, 〈κεῖσθαι〉 κατακεῖσθαι διακεῖσθαι παρακεῖσθαι περικεῖσθαι· οὕτως οὖν καὶ ἧσθαι καθῆσθαι. Ἡ δὲ αἰτία ἐστὶν αὕτη τοῦ τὰ ἀπαρέμφατα ἐν
10τῇ συνθέσει, ἤγουν συντιθέμενα, μὴ ἀναβιβάζειν τοὺς τόνους, διότι τὰ ἀπαρέμφατα συγγένειαν ἔχουσι πρὸς τὰς μετοχάσ· ὥσπερ γὰρ τὰ ἀπαρέμφατα οὐκ ἔχουσιν οὔτε πρόσωπα οὔτε θέλημα ψυχῆς, τὸν αὐτὸν τρόπον καὶ αἱ μετοχαὶ πρόσωπα οὐκ ἔχουσιν οὔτε θέλημα ψυχῆς· ἐπειδὴ οὖν τὰ ἀπαρέμφατα συγγένειαν ἔχουσι πρὸς τὰς μετοχάς, αἱ
15δὲ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, οἷον [πατῶ περιπατῶ] βάς ἀναβάς, ἐλθών ἀνελθών, στάς καταστάς, πτάς ἀποπτάς, δούς ἀποδούς—ἐὰν γὰρ ἀναβιβάζωσι τοὺς τόνους, οὐκέτι μένουσι μετοχαὶ ἀλλὰ γίνονται ὀνόματα, οἷον τλάς Ἄτλας, βάς Ἄβας, φάς Περίφας, χωρὶς τῆς ἑκών ἀέκων, αὕτη γὰρ καὶ τὸν τόνον ἀνεβίβασε
20καὶ ἔμεινε μετοχή, ἥτις καὶ ἄκων γίνεται κράσει τοῦ α καὶ ε εἰς α μακρόν—τούτου χάριν οὔτε τὰ ἀπαρέμφατα συντιθέμενα ἀναβιβάζουσι τοὺς τόνους. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι χάριν σαφηνείας λέγομεν, ὡς αἱ μετοχαὶ συντιθέ‐ μεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, ἐπειδὴ κατὰ τὴν ἀκρίβειαν οὐ
25δεῖ λέγειν οὕτως· οὐ γάρ εἰσιν αἱ μετοχαὶ σύνθετοι, ἀλλ’ ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι· ἢ γὰρ ἀπὸ ἁπλῶν ῥημάτων παράγονται καὶ εἰσὶν ἁπλαῖ, οἷον τύπτω τύπτων, λέγω λέγων, ποιῶ ποιῶν, βοῶ βοῶν, ἢ ἀπὸ συνθέτων ῥημάτων παράγονται καὶ εἰσὶ παρασύνθετοι, οἷον κατα‐ γράφω καταγράφων, ἀναγινώσκω ἀναγινώσκων, περιπατῶ περιπατῶν,
30καλλιγραφῶ καλλιγραφῶν· δεῖ προσθεῖναι «χωρὶς τῆς ἀέκων μετο‐ χῆς»· αὕτη γὰρ σύνθετός ἐστιν, ἀπὸ γὰρ τῆς ἑκών γέγονεν ἐν συνθέσει ἀέκων· οὐ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλ’ ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκων. Οὕτως οὖν δεῖ λέγειν, ὅτι αἱ μετοχαὶ αἱ μὴ οὖσαι ἁπλαῖ οὐκ
35εἰσὶ σύνθετοι ἀλλὰ παρασύνθετοι· πᾶσαι γὰρ ἀπὸ προϋπαρχόντων ῥημά‐227

228

των συνθέτων εἰσίν, καὶ δηλονότι ὑπάρχουσι παρασύνθετοι καὶ φυλάτ‐ τουσι τὸν τόνον τοῦ ἁπλοῦ, οἷον ἀνέβην ἀναβάς ὀξυτόνως, ὅτι βάς, κατέστην καταστάς ὀξυτόνως, ὅτι στάς, κατέγραφον καταγράφων, ὅτι γράφων, βαρυτόνως· ὅσαι δὲ οὐκ ἔχουσι ῥῆμα προϋπάρχον, οὔτε τὸν
5τόνον τοῦ ἁπλοῦ φυλάττουσιν, ἀλλ’ ἀναβιβάζουσιν αὐτόν, οὔτε δὲ μένουσι μετοχαί, ἀλλὰ γίνονται ὀνόματα, οἷον βάς Ἄβας, οὐ γὰρἔστι ῥῆμα ἄβην, τλάς Ἄτλας· σεσημείωται ἡ ἀέκων μετοχή, ὅτι μὴ ἔχουσα ῥῆμα προϋπάρχον ἐν συνθέσει—ἐν γὰρ τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκων—τὸν μὲν τόνον ἀνεβίβασεν, τὸ δὲ μέρος
10τοῦ λόγου οὐκ ἐνήλλαξεν· οὐδὲ γὰρ γέγονεν ὄνομα, ἀλλ’ ἔμεινε μετοχή. Ταῦτα μὲν περὶ τοῦ 〈μὴ〉 ἀναβιβάζειν τοὺς τόνους συντιθέμενα τὰ ἀπαρέμφατα. Περὶ 〈δὲ τοῦ〉 τὰ εἰς θαι ἀπαρέμφατα τοῦ παθητικοῦ παρακει‐ μένου καὶ τοῦ δευτέρου μέσου ἀορίστου ἀεὶ πρὸ μιᾶς ἔχειν τὸν τόνον,
15ἔστιν εἰπεῖν δύο ἀπολογίας· καὶ πρώτη ἀπολογία ἐστὶν αὕτη· τὰ εἰς θαι ἀπαρέμφατα, εἴτε παθητικὰ εἴτε μέσα, θέλουσι φυλάττειν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον, ἐν ᾗ ἔχουσι τὸν τόνον τὰ ἐνεργητικὰ ἀπα‐ ρέμφατα, οἷον 〈τὸ〉 τύπτειν καὶ τύψειν εἰς τὴν τυ συλλαβὴν ἔχουσι τὸν τόνον, ἀλλὰ καὶ τὸ τύπτεσθαι καὶ τύψεσθαι εἰς τὴν τυ συλλαβὴν
20ἔχουσι τὸν τόνον· πάλιν τὸ ποιεῖν καὶ κερεῖν εἰς τὴν ει δίφθογγον ἔχουσι τὸν τόνον, ἀλλὰ καὶ τὸ ποιεῖσθαι καὶ κερεῖσθαι εἰς τὴν ει δίφθογ‐ γον ἔχουσι τὸν τόνον· πάλιν τὸ τυπεῖν εἰς τὴν συλλαβὴν τὴν ἔχουσαν τὸ π ἔχει τὸν τόνον, ἀλλὰ καὶ τὸ τυπεῖσθαι καὶ τὸ τυπήσεσθαι εἰς τὴν συλλαβὴν τὴν ἔχουσαν τὸ π ἔχουσι τὸν τόνον [καὶ τὸ τυπήσεσθαι διὰ
25τοῦ η γράφεται καὶ προπαροξύνεται]· πάλιν τὸ τύψειν εἰς τὴν τυ συλ‐ λαβὴν ἔχει τὸν τόνον, ἀλλὰ καὶ τὸ τυφθήσεσθαι ὤφειλεν εἰς τὴν τυ συλλαβὴν φυλάττειν τὸν τόνον ἀλλ’ ἐπειδὴ οὐδέποτε πρὸ τριῶν συλ‐ λαβῶν εἴωθεν ὁ τόνος πίπτειν, οἷον Ἀγαμεμνόνειος Ἀριστάρχειος φιλή‐ ματα Ἀδώνιδος, τούτου χάριν κατεβιβάσθη μίαν συλλαβὴν ἐπὶ τούτου
30ὁ τόνος. Τούτων οὕτως ἐχόντων, ἐπειδὴ τὸ τυπεῖν ἐν τῇ συλλαβῇ τῇ ἐχούσῃ τὸ π ἔχει τὸν τόνον, τούτου χάριν καὶ τὸ τυπέσθαι, λέγω δὴ ὁ δεύτερος μέσος ἀόριστος, ἐν τῇ συλλαβῇ τῇ ἐχούσῃ τὸ π ἔχει τὸν τόνον, καὶ τούτου χάριν ἀεὶ πρὸ μιᾶς ἔχει τὸν τόνον· καὶ πάλιν
εἰ τὸ τετυφέναι εἰς τὴν φε συλλαβὴν ἔχει τὸν τόνον καὶ πρὸ μιᾶς συλ‐228

229

λαβῆς τοῦ τέλους, δηλονότι καὶ ἐν τῷ τετύφθαι πρὸ μιᾶς συλλαβῆς εὐλόγως ἐστὶν ὁ τόνος, εἰ καὶ μὴ ἐν τῇ αὐτῇ συλλαβῇ ἐφυλάχθη ὁ τόνος· διατί γὰρ ἐν τῇ αὐτῇ συλλαβῇ οὐκ ἐφυλάχθη ὁ τόνος, ὁ Ῥω‐ μανὸς ἡμᾶς ἐδίδαξεν εἰπών, ὅτι ὁ παθητικὸς παρακείμενος συγκοπὴν
5πέπονθεν· συγκοπὴν δὲ παθὼν τῆς φε συλλαβῆς ἀπεστέρηται. Δεῖ προσθεῖναι τῷ κανόνι «χωρὶς τοῦ ἐνεστῶτος τοῦ παθητικοῦ ἀπὸ τῶν εἰς μι»· τὸ γὰρ τιθέναι καὶ ἱστάναι καὶ διδόναι καὶ ζευγνύναι πρὸ μιᾶς ἔχουσι τὸν τόνον, τὸ δὲ τίθεσθαι καὶ ἵστασθαι καὶ δίδοσθαι καὶ ζεύγνυσθαι πρὸ δύο συλλαβῶν ἔχουσι τὸν τόνον· ταῦτα γὰρ κατὰ
10συνεκδρομὴν ἐγένοντο τῶν ἰδίων ὁριστικῶν, τοῦ τίθεται καὶ ἵσταται καὶ δίδοται καὶ ζεύγνυται· αὕτη μὲν οὖν ἐστιν ἡ πρώτη ἀπολογία. Δευ‐ τέρα δὲ ἀπολογία ἐστὶν αὕτη· τὸν τόνον τῆς μετοχῆς τῆς ἐνεργητικῆς τὸν ὄντα ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχειν ἀνάγκη καὶ τὴν παραλή‐ γουσαν τῶν εἰς θαι ἀπαρεμφάτων, εἴτε παθητικῶν εἴτε μέσων, οἷον τὸ
15τύπτων καὶ τὸ τύψων εἰς τὴν τελευταίαν συλλαβὴν ἔχουσι τὴν βαρεῖαν· πᾶσα γὰρ συλλαβή, χωρὶς τῆς συλλαβῆς τῆς ἐχούσης τὸν κύριον τόνον, βαρεῖαν δέχεται, οἷον Αἴας βότρυς μῆλον· ἀλλὰ καὶ τὸ τύπτεσθαι καὶ τὸ τύψεσθαι ἐν τῇ παραληγούσῃ βαρεῖαν ἐπιδέχονται· τῆς οὖν βαρείας ἐν τῇ παραληγούσῃ οὔσης, οὐ δύναται ἐν τῇ παραληγούσῃ εἶναι ὁ
20κύριος τόνος, φημὶ δὴ ἡ ὀξεῖα ἡ οὖσα ἐν τῇ προπαραληγούσῃ, ἐπειδὴ κωλύεται ἐκ τῆς βαρείας· ὅπου γάρ ἐστιν ἡ βαρεῖα, ἐκεῖ οὐ δύναται εἶναι ὁ κύριος τόνος τῆς λέξεως· ἀλλ’ οὔτε δὲ ἐν τῷ τέλει δύναται εἶναι, ἐπειδὴ τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν· μὴ δυνά‐ μενος οὖν ὁ κύριος τόνος εἶναι μήτε ἐν τῷ τέλει μήτε ἐν τῇ παρα‐
25ληγούσῃ, ἀνατρέχει ἐπὶ τὴν πρὸ τῶν δύο συλλαβήν, καὶ ἐξ ἀνάγκης προπαροξύνεται· πάλιν τὸ ποιῶν ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχει τὸν κύριον τόνον τῆς λέξεως, ἀλλὰ καὶ τὸ ποιεῖσθαι ἐν τῇ παραληγούσῃ ἔχει τὸν κύριον τόνον· οὕτως οὖν καὶ ἐπὶ τοῦ παθητικοῦ παρακει‐ μένου καὶ ἐπὶ τοῦ δευτέρου μέσου ἀορίστου· ἐπειδὴ γὰρ αἱ μετοχαὶ
30αὐτῶν αἱ ἐνεργητικαὶ ἀεὶ ἐπὶ τέλους ἔχουσι τὸν κύριον τόνον, τετυφώς γὰρ καὶ τυπών, τούτου χάριν καὶ τὰ εἰς θαι αὐτῶν ἀπαρέμφατα ἀεὶ ἐν τῇ παραληγούσῃ ἔχουσι τὸν κύριον τόνον, οἷον τετύφθαι καὶ τυπέ‐ σθαι. Δεῖ πάλιν σημειώσασθαι καὶ προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς τοῦ ἐνεστῶτος τοῦ παθητικοῦ τοῦ ἀπὸ τῶν εἰς μι»· αἱ γὰρ μετοχαὶ
35τούτων αἱ ἐνεργητικαὶ ἐπὶ τέλους ἔχουσι τὸν κύριον τόνον, οἷον τιθείς
ἱστάς διδούς ζευγνύς, καὶ ὅμως τὰ εἰς θαι αὐτῶν ἀπαρέμφατα οὐκ229

230

ἔχουσιν ἐν τῇ παραληγούσῃ τὸν κύριον τόνον, ἀλλ’ ἐν τῇ προπαρα‐ ληγούσῃ, τίθεσθαι γὰρ καὶ ἵστασθαι προπαροξυτόνως· ταῦτα δέ, ὡς εἴρηται, κατὰ συνεκδρομὴν ἐγένοντο τῶν ἰδίων ὁριστικῶν, τοῦ τίθεται καὶ ἵσταται καὶ δίδοται καὶ ζεύγνυται. Τούτου 〈οὖν〉 χάριν ἀεὶ πρὸ
5μιᾶς συλλαβῆς, τουτέστιν ἐν τῇ παραληγούσῃ, ἔχουσι τὸν τόνον τὰ εἰς θαι ἀπαρέμφατα τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ δευτέρου μέσου ἀορίστου Ἀόριστοι δὲ παθητικοὶ πρῶτος καὶ δεύτερος, ἐπειδὴ μὴ ἔχουσιν ἐν τῷ τρίτῳ προσώπῳ τὸ τ κλιτικόν, ἑτέρως
10γίνονται. Ἐνταῦθα περὶ τῶν ἀπαρεμφάτων τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου διαλαμβάνει, φημὶ δὴ τοῦ τυφθῆναι καὶ τυπῆναι, καὶ λέγει, ὅτι ἐπειδὴ ταῦτα οὐκ ἔχουσιν ἐν τῷ τρίτῳ προσώπῳ τοῦ ὁριστικοῦ τὸ τ κλιτικόν, τούτου χάριν ἀλλοίως κανονίζονται. Κανονίζονται δὲ τοῦτον τὸν τρόπον· οἱ παθητικοὶ ἀόρι‐
15στοι, φημὶ δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος, κατὰ τὸ τρίτον αὐτῶν πρόσ‐ ωπον προσλαμβάνοντες τὴν ναι συλλαβὴν καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντες τὸ ἀπαρέμφατον ποιοῦσιν, οἷον ἐτύφθη τυφθῆναι, ἐνύχθη νυχθῆναι, ἐλέχθη λεχθῆναι, ἐτύπη τυπῆναι, ἐνύγη νυγῆναι, ἐστάλη σταλῆναι. Ἰστέον δὲ ὅτι εὐλόγως ταῦτα εἰς ναι ἔχουσι τὸ ἀπαρ‐
20έμφατον, ἐπειδὴ καὶ ἡ μετοχὴ αὐτῶν εἰς ς ἐστὶ μετ’ ὀξείας τάσεως, οἷον τυφθείς τυπείς· τὰ δὲ ἔχοντα τὴν μετοχήν, ὡς εἴρηται, εἰς ς μετ’ ὀξείας τάσεως εἰς ναι ἔχουσι τὸ ἀπαρέμφατον, οἷον τετυφώς τετυφέναι, τετυπώς τετυπέναι, τιθείς τιθέναι, διδούς διδόναι· οὕτως οὖν καὶ τυφθείς τυφθῆναι καὶ τυπείς τυπῆναι. Ταῦτα μὲν ἐν τούτοις.
25 Ἰστέον δὲ ὅτι ἐν τοῖς παθητικοῖς ἀπαρεμφάτοις οὐ συμπίπτει ἤγουν οὐχ ὁμοφωνεῖ ὁ δεύτερος ἀόριστος τῷ δευτέρῳ μέλλοντι, ὥσπερ ἐν τοῖς ἐνεργητικοῖς ἀπαρεμφάτοις· ἐν μὲν γὰρ τοῖς ἐνεργητικοῖς ἀπαρ‐ εμφάτοις τυπεῖν ἐστίν, ὡς ἔγνωμεν, τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, ἐνταῦθα 〈δὲ〉 ἐν τοῖς παθητι‐
30κοῖς τὸ μὲν ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου τυπῆναι ἐστίν, τὸ δὲ τοῦ δευτέρου μέλλοντος τυπήσεσθαι. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ οὐ συνέπεσον αἱ παθητικαὶ μετοχαὶ ἀλλήλαις—ἡ μὲν γὰρ τοῦ δευτέρου παθητικοῦ ἀορίστου τυπείς ἐστίν, ἡ δὲ τοῦ δευτέρου παθητικοῦ μέλ‐ λοντος τυπησόμενος—τούτου χάριν οὐδὲ τὰ ἀπαρέμφατα συνέπεσον·
35ἐν γὰρ τοῖς ἐνεργητικοῖς, ὡς εἴπομεν, ὁ τόνος ἐποίησε τὴν συνέμπτω‐ σιν τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος κατὰ τὰ ἀπαρ‐
έμφατα. Τοιαῦτα ἔχομεν εἰπεῖν περὶ τῶν ἀπαρεμφάτων.230

231

Περὶ προστακτικῶν. Ἰστέον ὅτι ὁ Ἀπολλώνιος τὰ εὐκτικὰ προτάττει τῶν προστακτι‐ κῶν, ἐπειδὴ τὰ μὲν εὐκτικὰ τελείας ἔχουσι φωνάς, ἔχουσι γὰρ καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον πρόσωπον, τὰ δὲ προστακτικὰ οὐκ
5ἔχουσι τελείας φωνάς, δεύτερον γὰρ καὶ τρίτον μόνον πρόσωπον ἔχου‐ σιν, οὐ μὴν καὶ πρῶτον· ὁ δὲ Θεοδόσιος τὰ προστακτικὰ προτάττει τῶν εὐκτικῶν, ἐπειδὴ τὰ προστακτικὰ δοκοῦσι φωνὰς ἔχειν ὁριστικάς, οἷον ἔτυπτε τύπτε, ἐποίει ποίει, ἐβόα βόα· καὶ ἐπειδὴ τὰ προστακτικά, ὡς εἴρηται, δοκοῦσι φωνὰς ἔχειν ὁριστικάς, τὰ δὲ ὁριστικὰ πρωτεύουσι
10τῶν εὐκτικῶν, τούτου χάριν καὶ τὰ προστακτικὰ προέταξε τῶν εὐκτικῶν. Ἰστέον δὲ ὅτι ἐν τοῖς προστακτικοῖς καθόλου οὐκ ἔστιν εὑρεῖν πρῶτον πρόσωπον, οὔτε ἐν τοῖς ἑνικοῖς οὔτε ἐν τοῖς δυϊκοῖς οὔτε ἐν τοῖς πληθυντικοῖς, ἐπειδὴ οὐδεὶς ἑαυτῷ προστάττει, ἐπειδὴ ὁ προστάτ‐ των τοῦ προσταττομένου θέλει χωρίζεσθαι· ἐὰν οὖν προστάξῃ τις ἑαυτῷ,
15μέλλει αὑτοῦ αὐτὸς χωρίζεσθαι, ὅπερ ἐστὶν ἀδύνατον. Ὁ δὲ τεχνικὸς λέγει, ὅτι διὰ τοῦτο ἐν τοῖς προστακτικοῖς οὐκ ἔστι πρῶτον πρόσωπον, ἐπειδὴ πρῶτον πρόσωπόν ἐστι τὸ ὑπὲρ ἑαυτοῦ ἀποφαινόμενον, ἤγουν περὶ ἑαυτοῦ, οἷον λέγω γράφω ποιῶ ἀναγινώσκω τύπτω· ἰδοὺ γὰρὑπὲρ ἑαυτοῦ ἀποφαίνεταί τις, οἷον περὶ ἑαυτοῦ λέγων τύπτω γράφω
20καὶ τὰ ὅμοια· ἡ δὲ πρόσταξις πρὸς παρὸν καὶ ἕτερον πρόσωπόν ἐστιν ἀπότασις· πᾶς γὰρ ἀνὴρ ἑτέρῳ παρόντι προστάττει, οἷον τύπτε 〈λέγε, καὶ〉 οὐχ ἑαυτῷ· τοῦ οὖν πρώτου μὲν προσώπου ἀεὶ περὶ ἑαυτοῦ ἀπο‐ φαινομένου, τῆς δὲ προστάξεως πρὸς παρὸν καὶ ἕτερον πρόσωπον ἀεὶ γινομένης, πῶς δυνατὸν τὰ προστακτικὰ ἔχειν πρῶτα πρόσωπα;
25ἀδύνατον γὰρ ἐν μιᾷ φωνῇ περὶ ἑαυτοῦ τε ἀποφαίνεσθαί τινα καὶ πρὸς ἕτερον ποιεῖσθαι τὸν λόγον· εὑρίσκεται γάρ, ὡς ἀνωτέρω εἴρη‐ ται, αὐτὸς ἑαυτοῦ χωριζόμενος, καθὸ ὁ προστάττων τοῦ προσταττο‐ μένου κεχώρισται, ὅπερ ἐστὶν ἀδύνατον. Ταῦτα μὲν ἐν τούτοις. Λέγουσι δέ τινες, ὅτι εὑρίσκομεν ἐν χρήσει τινὰ πρῶτα πρόσωπα
30προστακτικά, ὡς παρὰ τῷ ποιητῇ 〈ν 215〉 ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήσω καὶ ἴδωμαι. 〈Ι 61〉 ἐξείπω καὶ πάντα διίξομαι, καὶ ἐν πληθυντικοῖς ὁμοίωσ, 〈Ζ 70〉 ἀλλ’ ἄνδρας κτείνωμεν, ἔπειτα δέ, καὶ πάλιν 〈Β 140. Ι 27〉 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς
πατρίδα γαῖαν· καὶ τοῦτο πιστοῦνται ἐκ τῆς συντάξεως τοῦ ἄγε231

232

καὶ τοῦ μή· τὸ γὰρ ἄγε καὶ τὸ μή προστακτικοῖς συνταττόμενα, οἷον ἄγε γράφε, μὴ γράφε, συντάττονται καὶ τούτοις, οἷον 〈ν 215〉 ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήσω καὶ ἴδωμαι, 〈Ι 60〉 ἀλλ’ ἄγ’ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, 〈Ἐξ〉είπω, μὴ κτείνωμεν,
5μὴ ποιήσωμεν, μὴ γράψωμεν. Ἔστι δὲ εἰπεῖν, ὅτι οὐ δύναται τὸ κτεί‐ νωμεν καὶ φεύγωμεν πρῶτα πρόσωπα προστακτικὰ εἶναι· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς μεν λῆγον ἰσοχρονεῖν θέλει κατὰ τὴν παραλήγουσαν τῷ ἰδίῳ δευτέρῳ προσώπῳ, οἷον τύπτο‐ μεν τύπτετε, γράφομεν γράφετε, λέγομεν λέγετε· ἰδοὺ γὰρ καὶ τὸ
10πρῶτον πρόσωπον βραχείᾳ παραλήγεται καὶ τὸ δεύτερον ὁμοίως· καὶ πάλιν ποιοῦμεν ποιεῖτε, βοῶμεν βοᾶτε, χρυσοῦμεν χρυσοῦτε· ἰδοὺ γὰρ καὶ τὸ πρῶτον πρόσωπον μακρᾷ παραλήγεται καὶ τὸ δεύτερον ὁμοίως· καὶ πάλιν ἐὰν γράφωμεν ἐὰν γράφητε, ὁμοίως ἀμφοτέρων μακρὰ ἡ παραλήγουσα· εἰ οὖν τὸ ἄνδρας κτείνωμεν καὶ φεύγωμεν σὺν
15νηυσί μακρᾷ παραλήγονται, τὸ δὲ κτείνετε καὶ φεύγετε δεύτερα προσ‐ τακτικὰ βραχείᾳ παραλήγονται, δηλονότι οὐκ ἔστι τὸ κτείνωμεν πρῶτον τοῦ κτείνετε οὐδὲ τὸ φεύγωμεν πρῶτον τοῦ φεύγετε· ἄρα οὖν οὐκ εἰσὶ τὸ κτείνωμεν καὶ τὸ φεύγωμεν πρῶτα πρόσωπα πληθυντικὰ προσ‐ τακτικὰ δηλονότι, οὐδὲ τὸ 〈ν 215〉 ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀρι‐
20θμήσω καὶ ἴδωμαι εἰσὶν ἑνικὰ πρῶτα πρόσωπα προστακτικά. Τί οὖν εἰσι ταῦτα; λέγομεν ὅτι οὐκ εἰσὶ προστακτικά, τὰ γὰρ προστακτικά, ὡς εἴρηται, οὐκ ἔχουσι πρῶτα πρόσωπα, ἀλλ’ ὑποθετικά· ὑποθετικὰ δὲ λέγονται, ἐπειδὴ ὑποτίθεταί τις καὶ συμβουλεύει τὸ πρακτέον, οἷον ποιήσωμεν κτείνωμεν φεύγωμεν μάθωμεν. Δεῖ γὰρ γινώσκειν, ὅτι οἱ
25φιλόσοφοι ἄλλας δύο ἐγκλίσεις μετὰ τὰς πέντε προστιθέασιν, φημὶ δὴ τὴν ὑποθετικὴν καὶ τὴν ἐρωτηματικήν· καὶ τὴν μὲν ἐρωτηματικὴν οὐ δεχόμεθα, ἐπειδὴ πᾶσα λέξις ἐρώτησιν δέχεται, ἤγουν κατὰ ἐρώτησιν δύναται προενεχθῆναι, οἷον τύπτεις; ἄνθρωπος; μεγάλως; ἄτοπον δέ ἐστι τὴν ἐν παντὶ μέρει λόγου εὑρισκομένην εἰπεῖν ἔγκλισιν εἶναι
30ῥήματος· εὑρεθήσεται γὰρ τὸ ἄνθρωποσ, ἡνίκα ἐρωτηματικῶς προφέρε‐ ται, ἐγκλίσεως ἐρωτηματικῆς, ὅπερ ἄτοπον, ὄνομα γάρ ἐστιν· ἄλλως τε δὲ οὐδὲ δύναται ἔγκλισις εἶναι ἡ ἐρωτηματική, ἐπειδὴ οὐκ ἔχει ἰδίας φωνάς· ἑκάστη δὲ ἔγκλισις ἰδίας φωνὰς ἔχει, οἷον ἡ ὁριστικὴ
τύπτω γράφω, καὶ ἡ ἀπαρέμφατος τύπτειν γράφειν, καὶ ἡ προστακτικὴ232

233

τύπτε γράφε, καὶ ἡ εὐκτικὴ τύπτοιμι γράφοιμι, καὶ ἡ ὑποτακτικὴ ἐὰν τύπτω ἐὰν γράφω· ἡ δὲ ἐρωτηματικὴ ἔγκλισις ἡ κατὰ τοὺς φιλοσόφους οὐκ ἔχει ἰδίας φωνάς· ἣν γὰρ ἔχουσι φωνὴν πρὸ τῆς ἐρωτήσεως τὰ μέρη τοῦ λόγου, τὴν αὐτὴν ἔχουσι καὶ ἐρωτηματικῶς προφερόμενα· τὸ
5γὰρ Ὅμηρος καὶ τὸ τύπτω καὶ τὰ ὅμοια, εἴτε ἄνευ ἐρωτήσεως εἴτε μετὰ ἐρωτήσεως προενέγκῃ τις, τὴν αὐτὴν ἔχουσι φωνήν. Τὴν δὲ ὑπο‐ θετικὴν οὐ δεχόμεθα ἑτέραν ἔγκλισιν, ἐπειδὴ πρῶτον μὲν τὰ ὑποθετικὰ σπάνιά εἰσι καὶ οὐ πολλάκις εὑρημένα ἐν τῇ χρήσει· δεύτερον δὲ ὅτι τὰ ὑποθετικὰ πρώτου καὶ μόνου προσώπου εἰσίν, οὐδέποτε δὲ δευτέρου
10καὶ τρίτου προσώπου, ὡς δῆλον ἐκ τῶν προειρημένων παραδειγμάτων· τρίτον δὲ ὅτι οὐκ ἔχουσιν ἰδίας φωνὰς τὰ ὑποθετικά· αἱ γὰρ φωναὶ αὐτῶν ὑποτακτικαί εἰσιν, 〈ν 215〉 ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀρι‐ θμήσω καὶ ἴδωμαι, 〈Ζ 70〉 ἀλλ’ ἄνδρας κτείνωμεν, 〈Ι 61〉 ἐξείπω καὶ πάντα διίξομαι, 〈Β 140. Ι 27〉 φεύγωμεν σὺν νηυσί,
15λάβωμεν ποιήσωμεν φύγωμεν δράμωμεν ἔλθωμεν ἐνέγκωμεν. 〈Προστακτικὰ ἐνεργητικὰ χρόνου〉 ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτε. Ἰστέον ὅτι 〈ἐπειδὴ〉 ἐν τοῖς προστακτικοῖς οἱ ὅλοι χρό‐
20νοι συνεζευγμένοι εἰσίν, ἐνεστῶτος καὶ παρατατικοῦ ὁμοῦ φαμεν, καὶ παρακειμένου καὶ ὑπερσυντελίκου ὁμοίως ὁμοῦ, καὶ ἀορίστου καὶ μέλ‐ λοντος ὁμοίως ὁμοῦ. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ προστακτικὸν τοῦ ἐν‐ εστῶτος καὶ παρατατικοῦ κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον πρόσωπον ἑνικὸν τοῦ ἐνεργητικοῦ παρατατικοῦ τοῦ ὁριστικοῦ τὴν ἐν
25ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλον τὸ προστακτικὸν ποιεῖ τοῦ ἐνεστῶ‐ τος καὶ παρατατικοῦ, τῆς βαρείας τάσεωσ φυλαττομένης, οἷον ἔτυπτε τύπτε, ἔλεγε λέγε, ἔγραφε γράφε, ἔκοπτε κόπτε, ἐποίει ποίει, ἐνόει νόει, ἐβόα βόα, ἐγέλα γέλα, ἐχρύσου χρύσου, ἐστεφάνου στεφάνου· ὁ δὲ λόγος ἐπὶ τῶν εἰς ω, τὰ γὰρ εἰς μι ἀλλοίως κανονίζονται, ὡς, εἰ
30θεῷ φίλον, ἐν τῇ περὶ τούτων διδασκαλίᾳ μαθησόμεθα. Τυπτέτω. Ἰστέον ὅτι πᾶν δεύτερον προστακτικὸν ἐνεργητικὸν [ἢ μέσον] εἰς φωνῆεν λῆγον [παρακειμένου καὶ ὑπερσυντελίκου], πλὴν τῶν εἰς θι, προσθέσει τοῦ τω τρίτον γίνεται, οἷον τύπτε τυπτέτω,
λέγε λεγέτω, ποίει ποιείτω, βόα βοάτω, χρύσου χρυσούτω, τέτυφε τε‐233

234

τυφέτω, τέτυπε τετυπέτω, δέδουπε δεδουπέτω. Πρόσκειται «ἐνεργη‐ τικόν» διὰ τὸ τύπτου· τοῦτο γὰρ οὐ ποιεῖ προσθέσει τοῦ τω τὸ τρί‐ τον, οὐδὲ γὰρ λέγομεν τυπτούτω ἀλλὰ τυπτέσθω· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἐνεργητικὸν ἀλλὰ παθητικόν· πρόσκειται «εἰς
5φωνῆεν λῆγον» διὰ τὸ τύψον· τοῦτο γὰρ οὐ ποιεῖ προσθέσει τοῦ τω τὸ τρίτον, οὐδὲ γὰρ λέγομεν τυψόντω ἀλλὰ τυψάτω· ἀλλ’ οὐκ ἀντί‐ κειται ἡμῖν, ἐπειδὴ τὸ τύψον οὐ λήγει εἰς φωνῆεν· πρόσκειται «πλὴν τῶν εἰς θι», ἐπειδὴ τὰ εἰς θι οὐ ποιοῦσι προσθέσει τοῦ τω τὸ τρίτον, ἀλλὰ τροπῇ τοῦ θι εἰς τω, οἷον ἵσταθι ἱστάτω, δίδοθι διδότω, ζεύγνυθι
10ζευγνύτω. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἡ πρόσταξις, ὡς εἴρηται, πρὸς παρὸν πρόσωπον ἀεὶ γίνεται—εἰρήκαμεν γάρ, ὅτι ἡ πρόσταξις πρὸς παρὸν πρόσωπόν ἐστιν ἀπότασις, οἷον τύπτε γράφε ποίει—τὸ δὲ τρί‐ τον πρόσωπον, ὡς ἐν τοῖς προλεγομένοις ἐμάθομεν, ἀεὶ ἀπόν ἐστι
15μήτε προσφωνοῦν μήτε προσφωνούμενον—τρίτον γάρ ἐστι πρόσωπον, περὶ οὗ ὁ λόγος μήτε προσφωνοῦντος μήτε προσφωνουμένου—πῶς εὑρίσκομεν ἐν τοῖς προστακτικοῖς τρίτα πρόσωπα, ἢ πῶς δυνατόν τινα τῷ μὴ παρόντι μήτε προσφωνοῦντι μήτε προσφωνουμένῳ προστάξαι. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι καὶ τὸ προστακτικὸν τρίτον πρόσωπον πρὸς
20παρὸν δεύτερον πρόσωπον ἀπότασίς ἐστιν εἰς μετάδοσιν τοῦ τρίτου· λέγομεν γὰρ καὶ προστάττομεν τῷ δευτέρῳ προσώπῳ, ἵνα μεταδῷ τοῦ προσταττομένου τῷ τρίτῳ, οἷον ἐν τῷ λέγειν με τυψάτω καὶ λεγέτω καὶ ποιείτω τρίτον προστακτικὸν πρὸς παρὸν δεύτερον πρόσωπον ἀπο‐ τείνομαι καὶ παρόντι προστάττω, ἵνα μεταδῷ τῷ τρίτῳ τοῦ προστατ‐
25τομένου, καὶ ἵνα τὸ τρίτον λοιπὸν ποιήσῃ τὸ προσταττόμενον. Τούτων οὕτως ἐχόντων ἀποροῦσί τινες λέγοντες, διατί γὰρ μὴ καὶ τὸ τυπτέτω καὶ λεγέτω καὶ πάντα τὰ τρίτα πρόσωπα τὰ προστακτικὰ δεύτερα εἶναι λέγομεν, ἔνθα καὶ ἐν αὐτοῖς, ὡς εἴρηται, πρὸς παρὸν δεύτερον πρόσ‐ ωπόν ἐστιν ἡ ἀπότασις. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύνανται τὰ τρίτα
30προστακτικὰ δεύτερα λέγεσθαι, ἐπειδὴ ἐν τοῖς προστακτικοῖς τὰ δεύτερα πρόσωπα οὐ λέγονται ἀνομοιοσχήμως ἀλλ’ [ἢ] ὁμοιοσχήμως· ἐὰν μὲν γὰρ ἑνὶ προστάξωμεν, τύπτε φαμὲν ἑνικῶς καὶ οὐ 〈τύπτετε〉 πληθυν‐ τικῶς, ἐὰν δὲ πολλοῖς, τύπτετε πληθυντικῶς καὶ οὐ τύπτε ἑνικῶς· τὰ
δὲ τρίτα πρόσωπα ἐν τοῖς προστακτικοῖς καὶ ἀνομοιοσχήμως λέγονται·234

235

καὶ γὰρ ἑνὸς παρόντος προσώπου λέγομεν καὶ προστάττομεν τυπτέτω‐ σαν πληθυντικῶς, καίπερ πρὸς ἕνα τὴν ἀπότασιν ποιούμενοι, εἰς μετά‐ δοσιν πολλῶν, πρὸς ἕνα γὰρ ἀποτεινόμεθα, ἵνα μεταδῷ τοῖς πολλοῖς τοῦ τύπτειν· καὶ πάλιν ἐκ τοῦ ἐναντίου πολλῶν παρόντων λέγομεν
5καὶ προστάττομεν τυπτέτω ἑνικῶς, καίπερ πρὸς πολλοὺς τὴν ἀπότασιν ποιούμενοι, εἰς μετάδοσιν ἑνός, πρὸς πολλοὺς γὰρ ἀποτεινόμεθα, ἵνα μεταδῶσιν ἑνὶ τοῦ τύπτειν· δῆλον οὖν ἐκ τοῦ καὶ ἀνομοιοσχήμως λέ‐ γεσθαι τὰ τρίτα πρόσωπα ἐν τοῖς προστακτικοῖς, ὡς οὐ δύνανται λέ‐ γεσθαι δεύτερα, εἰ καὶ πρὸς παρὸν πρόσωπον ἔχουσι τὴν ἀπότασιν, ὡς
10ἐδείξαμεν ἀνωτέρω. Δυϊκά. Τύπτετον, τυπτέτων. Ἰστέον ὅτι τὸ πρῶτον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, οὐκ ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν ἔχει ἐν τῇ τελευταίᾳ συλλαβῇ τὸ μ, οὐ γὰρ ἔστιν οὔτε ἐν τοῖς πλη‐ θυντικοῖς πρῶτον πρόσωπον, ἀλλ’ ἐπειδή, ὡς ἔγνωμεν ἀνωτέρω, ἐν
15τοῖς προστακτικοῖς καθόλου ἐπὶ τῶν τριῶν ἀριθμῶν ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον, καθὸ οὐδεὶς ἑαυτῷ προστάττει. Γέγονε δὲ τὸ μὲν δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ε εἰς ον, οἷον τύπτετε τύπτετον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου γέγονε τροπῇ τοῦ ο εἰς ω· καθόλου γὰρ ἐν τοῖς προστακτι‐
20κοῖς πᾶν δεύτερον πρόσωπον δυϊκὸν τροπῇ τοῦ ο εἰς ω τὸ τρίτον τῶν δυϊκῶν ποιεῖ, οἷον τύπτετον τυπτέτων, ποιεῖτον ποιείτων, βοᾶτον βο‐ άτων, τύπτεσθον τυπτέσθων. Καὶ ἐν μὲν ταῖς ἄλλαις ἐγκλίσεσιν, ἡνίκα διαφωνοῦσι τὰ δεύτερα καὶ τὰ τρίτα τῶν δυϊκῶν, τροπῇ τοῦ ο τοῦ ἐν τῷ δευτέρῳ δυϊκῷ εἰς τὸ η γίνεται τὸ τρίτον τῶν δυϊκῶν, οἷον ἐτύ‐
25πτετον ἐτυπτέτην, ἐτετύφειτον ἐτετυφείτην, τύπτοιτον τυπτοίτην, τυ‐ φθείητον τυφθειήτην· ἐν δὲ τοῖς προστακτικοῖς, ὡς εἴρηται, τροπῇ τοῦ ο τοῦ ἐν τῷ δευτέρῳ δυϊκῷ εἰς ω τὸ τρίτον γίνεται· καὶ εὐλόγως εἰς τὸ ω γέγονεν ἡ τροπὴ ἐν τοῖς προστακτικοῖς, ἐπειδὴ χαίρουσι τὰ τρίτα τῶν προστακτικῶν τῷ ω, οἷον τυπτέτω τυπτέτωσαν, ποιείτω ποιείτω‐
30σαν· ἰδοὺ γὰρ καὶ ἐν τῷ ἑνικῷ τρίτῳ καὶ ἐν τῷ πληθυντικῷ τρίτῳ τὸ ω ἐστίν. Διὰ τοῦτο δὲ ἐν τοῖς προστακτικοῖς οὐχ ὁμοφωνεῖ τὸ τρίτον τῶν δυϊκῶν τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς σι λήγει οὔτε εἰς ται, τυπτέτωσαν γάρ φαμεν καὶ τυψάτωσαν καὶ τυπτέσθωσαν καὶ τυψάσθωσαν.
35 Πληθυντικά. Τύπτετε, τυπτέτωσαν. Ἰστέον ὅτι ἐν τοῖς προσ‐ τακτικοῖς καὶ τὸ δεύτερον τῶν πληθυντικῶν καὶ τὸ τρίτον τῶν πλη‐ θυντικῶν ἐκ τοῦ τρίτου τῶν ἑνικῶν γίνεται· καὶ τὸ μὲν δεύτερον τῶν πληθυντικῶν κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον ἑνικὸν προσ‐
τακτικὸν τροπῇ τοῦ ω εἰς ε δεύτερον τῶν πληθυντικῶν γίνεται, οἷον235

236

τυπτέτω τύπτετε, λεγέτω λέγετε, ποιείτω ποιεῖτε, τυπτέσθω τύπτε‐ σθε, τυψάσθω τύψασθε, τετυφέτω τετύφετε, τετυπέτω τετύπετε, τυ‐ φθήτω τύφθητε, δαρήτω δάρητε, νυγήτω νύγητε· ὁμοτονοῦσι δὲ ταῦτα τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον
5ἐποιεῖτε ποιεῖτε, ἐτύπετε τύπετε, ἐτύψατε τύψατε, ἐτύφθητε τύφθητε, ἐνύγητε νύγητε, ἐδάρητε δάρητε, πλὴν τοῦ ἔστε καὶ φάτε· τὸ μὲν γὰρ ὁριστικὸν ὀξύνεται, 〈οἷον〉 ἐστέ καὶ φατέ, τὸ δὲ προστακτικὸν βαρύνεται, οἷον ἔστε καὶ φάτε. Τὸ δὲ τρίτον τῶν πληθυντικῶν κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον προστακτικὸν ἑνικὸν προσθήκῃ τῆς σαν τὸ τρίτον
10τῶν πληθυντικῶν ποιεῖ, οἷον τυπτέτω τυπτέτωσαν, λεγέτω λεγέτωσαν, τυφθήτω τυφθήτωσαν, τυπτέσθω τυπτέσθωσαν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι ἐπὶ μὲν τῶν προστακτικῶν τῶν γινο‐ μένων ἀπὸ ὁριστικοῦ μὴ ἔχοντος τὸ μ κλιτικὸν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμόφωνον ἔχουσι τῇ γενικῇ τῶν πληθυντικῶν τῆς
15ἰδίας μετοχῆς, οἷον τύπτετε τυπτόντων ἀντὶ τοῦ τυπτέτωσαν, οἱ τύ‐ πτοντες γὰρ τῶν τυπτόντων, καὶ πάλιν τύψατε τυψάντων ἀντὶ τοῦ τυψάτωσαν, οἱ τύψαντες γὰρ τῶν τυψάντων· ἐπὶ δὲ τῶν προστακτι‐ κῶν τῶν γινομένων ἀπὸ ὁριστικοῦ ἔχοντος τὸ μ κλιτικὸν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμόφωνον ποιοῦσι τῷ τρίτῳ προσώπῳ
20τῶν δυϊκῶν, οἷον τύπτεσθε τυπτέσθων ἀντὶ τοῦ τυπτέσθωσαν, τυπτέ‐ σθων γάρ ἐστι τὸ τρίτον τῶν δυϊκῶν· ὅθεν καί τινες ἐνόμισαν αὐτούς, λέγω δὴ τοὺς Ἀττικούς, τρίτα δυϊκὰ προστακτικὰ λέγειν ἀντὶ τρίτων πληθυντικῶν, καὶ χρῆσθαι αὐτοὺς δυϊκοῖς ἀντὶ πληθυντικῶν. Κακῶς δὲ νομίζουσιν οἱ νομίζοντες αὐτοὺς δυϊκοῖς χρῆσθαι ἀντὶ πληθυντικῶν·
25οὐκ εἰσὶ γὰρ ταῦτα δυϊκὰ ἀντὶ πληθυντικῶν, ἀλλ’, ὡς εἴρηται, ἴδια τρίτα πρόσωπα ποιοῦσι πληθυντικὰ οἱ Ἀθηναῖοι ἐν τοῖς προστακτικοῖς· ὅτι γὰρ οὐκ εἰσὶ ταῦτα δυϊκὰ ἀντὶ πληθυντικῶν, ἀλλὰ πληθυντικά εἰσιν ἴδια τῶν Ἀττικῶν, δῆλον ἐκ τῶν ἐνεργητικῶν Ἀττικῶν τρίτων προσ‐ ώπων πληθυντικῶν διαφωνούντων πρὸς τὰ τρίτα δυϊκά· τὸ μὲν γὰρ
30τρίτον ἐνεργητικὸν δυϊκὸν λεγέτων καὶ ποιείτων ἐστίν, τὸ δὲ τρίτον Ἀττικὸν πληθυντικὸν λεγόντων καὶ ποιούντων ἐστὶν ἀντὶ τοῦ λεγέτω‐ σαν καὶ ποιείτωσαν, ὁμοφώνως, ὡς εἴρηται, τῇ γενικῇ τῶν πληθυντι‐ κῶν τῆς ἰδίας μετοχῆς. Ἰδοὺ οὖν ἐν τοῖς ἐνεργητικοῖς διαφωνοῦσι
τὰ τρίτα δυϊκὰ καὶ τὰ τρίτα πληθυντικὰ Ἀττικά, εἰ καὶ ἐν τοῖς παθη‐236

237

τικοῖς ὁμοφωνοῦσιν· εἰ δὲ τοῖς τρίτοις δυϊκοῖς ἐχρῶντο οἱ Ἀθηναῖοι ἀντὶ τῶν τρίτων πληθυντικῶν ἐν τοῖς προστακτικοῖς, καὶ ἐπὶ τῶν ἐνερ‐ γητικῶν τοῦτο ἐποίουν, καὶ ἤμελλον καὶ ἐν αὐτοῖς ὁμοφωνεῖν τὰ τρίτα δυϊκὰ καὶ τὰ τρίτα πληθυντικὰ Ἀττικά. Δῆλον οὖν, ὅτι ἴδια τρίτα
5πρόσωπα ποιοῦσι πληθυντικὰ οἱ Ἀττικοὶ ἐν τοῖς προστακτικοῖς. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τέτυφε. Ἐνταῦθα τὸ προστακτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου κανονίζει· ἔστι δὲ κανονίσαι αὐτό, ἅμα δὲ καὶ τὸ προστακτικὸν τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου, τοῦτον τὸν
10τρόπον· τὸ τρίτον πρόσωπον ἑνικὸν τοῦ ὁριστικοῦ παρακειμένου, εἴτε ἐνεργητικοῦ εἴτε μέσου, δεύτερον γίνεται προστακτικὸν παρακειμένου καὶ ὑπερσυντελίκου, τὸ ἐνεργητικὸν ἐνεργητικοῦ καὶ τὸ μέσον μέσου, οἷον τέτυφε ἐκεῖνος καὶ τέτυφε σύ, πεποίηκε ἐκεῖνος καὶ πεποίηκε σύ, τέ‐ τυπε ἐκεῖνος καὶ τέτυπε σύ, δέδουπε ἐκεῖνος καὶ δέδουπε σύ· φυλάτ‐
15τεται δὲ ἡ ἐν ἀρχαῖς κλιτικὴ ἔκτασις, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὁ παρακείμενος οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τε‐ τύφοιμι ἐὰν τετύφω, ἔσταλκα ἐσταλκώς ἐσταλκέναι ἔσταλκε σύ ἐστάλ‐
20κοιμι ἐὰν ἐστάλκω. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι λέγουσί τινες, ὡς εἰς θι εἰσὶ τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἐπειδὴ πᾶσα μετοχὴ εἰς ς λήγουσα μετ’ ὀξείας τάσεως εἰς θι ἔχει τὸ προστακτικόν, οἷον τυπείς τύπηθι, νυγείς νύγηθι, δαρείς δάρηθι· εἰ οὖν τετυφώς ἡ μετοχὴ εἰς ς μετ’
25ὀξείας τάσεως, δηλονότι καὶ τέτυφθι τὸ προστακτικὸν εἰς θι· προστι‐ θέασι δὲ καὶ τοῦτο, ὅτι ἐπειδὴ τὸ τρίτον πρόσωπον ἑνικὸν τοῦ ὁριστι‐ κοῦ παρακειμένου διὰ τοῦ α ὤφειλεν εἶναι, οἷον τέτυφας τέτυφα ἐκεῖ‐ νος, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλ’ ἔτρεψε τὸ α εἰς τὸ ε, ἵνα μὴ ὁμοφωνήσῃ τῷ ἰδίῳ πρώτῳ τῷ τέτυφα
30ἐγώ, τούτου χάριν, ὡς μὴ γνησίαν κατάληξιν ἔχοντος τοῦ τρίτου προσ‐ ώπου, οὐκ ἐγένετο ἐξ αὐτοῦ τὸ προστακτικὸν ἀλλ’ εἰς θι. Ταῦτα μὲν οὗτοι. Ὁ δὲ Ἀπολλώνιος οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι εἰς ε λήγει τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ὁμοφώ‐
νως τῷ τρίτῳ προσώπῳ τὼν ἑνικῶν τοῦ ὁριστικοῦ παρακειμένου, οἷον237

238

τέτυφε· ἐκεῖνος τέτυφε σύ, τέτυπε ἐκεῖνος τέτυπε σύ· τότε γάρ, φησίν, εἰς θι ἐστὶ τὸ προστακτικόν, ἡνίκα ἐστὶν οὐ μόνον εἰς ς καὶ ὀξύτονος ἡ μετοχή, ἀλλὰ καὶ διὰ τοῦ ντ κλινομένη, τυπείς τυπέντος τύπηθι, νυγείς νυγέντος νύγηθι, δαρείς δαρέντος δάρηθι, σταλείς σταλέντος
5στάληθι, γνούς γνόντος γνῶθι· εἰ ἄρα ὁ ἐνεργητικὸς καὶ ὁ μέσος παρα‐ κείμενος οὐκ ἔχουσι τὴν μετοχὴν διὰ τοῦ ντ κλινομένην, εἰ καὶ ἔχουσιν αὐτὴν εἰς ς μετ’ ὀξείας τάσεως, οἷον τετυφώς τετυφότος καὶ τετυπώς τετυπότος, δηλονότι οὐδὲ τὸ προστακτικὸν δύνανται ἔχειν εἰς θι. Ταῦτα μὲν ὁ Ἀπολλώνιος. Ἡ δὲ χρῆσις διττή ἐστιν· καὶ εἰς θι γὰρ εὑρί‐
10σκεται καὶ εἰς ε, οἷον 〈ξ 462〉 κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄνωχθι καὶ δείδιθι καὶ εὕρηκε σύ. Καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι ταῦτα τὰ εἰς ε προστακτικὰ οὐκ εἰσὶ παρακειμένου, ἀλλ’ ἐνεστῶτός εἰσι καὶ παρατα‐ τικοῦ, τοῦ παρακειμένου εἰς ἐνεστῶτα μετενεχθέντος, οἷον ἀπὸ τοῦ εὕρηκα γίνεται ὁ ἐνεστὼς εὑρήκω, καὶ ἐκ τούτου ὁ παρατατικὸς εὕρη‐
15κον εὕρηκες εὕρηκε, καὶ λοιπὸν τὸ προστακτικὸν εὕρηκε σύ. Τετυφέτω. Δυϊκά· τετύφετον, τετυφέτων. Πληθυντικά· τετύφετε, τετυφέτωσαν· εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Τέτυπε. Ἡ αὐτὴ τεχνολογία 〈ἐστὶ〉 τοῦ προστακτικοῦ ἐνεργητικοῦ
20παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερ‐ συντελίκου. Τετυπέτω. Δυϊκά· τετύπετον, τετυπέτων. Πλη‐ θυντικά· τετύπετε, τετυπέτωσαν· εἴρηται. Ἀορίστου πρώτου καὶ μέλλοντος. Τύψον. Ἐνταῦθα περὶ τῶν προστακτικῶν τοῦ πρώτου ἀορίστου
25καὶ μέλλοντος διαλαμβάνει καὶ λέγει, ὅτι ἔδει καὶ τὸν ἀόριστον ἐκ τοῦ ἰδίου ὁριστικοῦ τρίτου προσώπου ἑνικοῦ ποιεῖν τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἔτυψεν ἐκεῖνος τύψε σύ, ἔγραψεν ἐκεῖνος γράψε σύ, ὥσπερ ἔτυπτεν ἐκεῖνος τύπτε σύ, ἔγραφεν ἐκεῖνος γράφε σύ· ἀλλ’ ἐγέ‐
30νετο, φησίν, εἰς ον τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλον‐ τος Συρρακουσίων ἔθει· οἱ Συρρακούσιοι δὲ τῆς Δωριέων διαλέκτου
εἰσίν· οὗτοι γὰρ τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου εἰς ον μετα‐238

239

ποιοῦσιν, τὸ λάβε λάβον λέγοντες καὶ τὸ ἄνελε ἄνελον καὶ τὸ νύγε νύγον· οὕτως οὖν καὶ τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλ‐ λοντος κατὰ μίμησιν τῶν Συρρακουσίων εἰς ον ἐγένετο, οἷον ἔτυψε τύψον, ἐποίησε ποίησον, ἔγραψε γράψον, ἔλουσε λοῦσον. Καὶ λέγει ὁ
5Ἡρωδιανός, ὅτι εἰκότωσ εἰς ον ἐγένετο τὸ προστακτικὸν τοῦ πρώ‐ του ἀορίστου καὶ μέλλοντος· εἰς ε γάρ, φησίν, οὐκ ἠδύνατο γενέσθαι, ἐπειδὴ τὸ ε οὐκ ἔστιν ἐνταῦθα γνήσιον τοῦ τρίτου προσώπου τοῦ ὁρι‐ στικοῦ ἑνικοῦ· πᾶν γὰρ δεύτερον πρόσωπον εἰς ς λῆγον, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, ἀποβολῇ τοῦ ς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις
10τύπτει, ἔτυπτες ἔτυπτε, ἔλεγες ἔλεγε, ἔμαθες ἔμαθε, χωρὶς τοῦ ἐνε‐ στῶτος τῶν εἰς μι· ἐπ’ ἐκείνων γὰρ οὐκ ἀποβάλλεται τὸ ς, ἀλλὰ τοὐ‐ ναντίον καὶ τὸ ι προσέρχεται, οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι δίδως δίδωσι, ζεύγνυμι ζεύγνυς ζεύγνυσι· εἰ οὖν ἔτυψας ἐστὶ τὸ δεύτερον πρόσωπον, δηλονότι καὶ τὸ τρίτον ὤφειλεν εἶναι
15ἔτυψα ἐκεῖνος κατὰ ἀποβολὴν τοῦ ς, ἀλλ’ ἐπειδὴ οὐκ ἐνεδέχετο κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον ὁμοφωνεῖν τὸ τρίτον πρόσωπον τῷ πρώτῳ, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς ε, καὶ ἐγένετο ἔτυψε· ἐπειδὴ οὖν τὸ ε οὐκ ἔστι γνήσιον τοῦ τρίτου προσώπου τοῦ ἑνικοῦ τοῦ πρώτου ἀορίστου—ἐμάθομεν γάρ, ὅτι διὰ
20τοῦ α ὤφειλεν εἶναι—τούτου χάριν οὐκ ἐκφέρεται δι’ αὐτοῦ, φημὶ δὴ διὰ τοῦ ε, τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος. Λέγει δὲ πάλιν ὁ Ἡρωδιανός, ὅτι μὴ δυνάμενον γενέσθαι εἰς ε, διατί οὐκ ἐγένετο εἰς α, ἵνα τὸ κεχρεωστημένον α τῷ τρίτῳ προσ‐ ώπῳ τῶν ἑνικῶν τοῦ πρώτου ἀορίστου ἀναδέξηται τὸ προστακτικόν·
25οὐδὲ γὰρ ἔχει πρῶτον, ἵνα αὐτῷ συνεμπέσῃ, ὥσπερ ἐν τοῖς ὁριστικοῖς. Καὶ λέγει, ὅτι οὔτε εἰς α ἠδύνατο γενέσθαι τὸ προστακτικὸν τοῦ πρώ‐ του ἀορίστου καὶ μέλλοντος, ἐπειδὴ τὸ α τοῦ πρώτου ἀορίστου συν‐ εσταλμένον ἐστίν, οἷον ἔτυψα ἐποίησα ἐνόησα· οὐ δύναται δὲ τὸ προσ‐ τακτικὸν διὰ τοῦ α συνεσταλμένου ἐκφέρεσθαι, ἐπειδὴ τὰ εἰς α λήγοντα
30προστακτικά, μὴ ὄντα κατὰ ἀποκοπήν, μακροκαταληκτεῖν θέλουσιν, οἷον βόα πέρα ἀκόνα γέλα ὅρα φύρα σίγα σιώπα τίμα κυβέρνα· εἰ οὖν ἐξ‐ ηνέχθη τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος διὰ τοῦ α, συνεσταλμένον ἤμελλεν ἔχειν τὸ α—ὡς γὰρ εἴρηται, τὸ α τοῦ πρώτου ἀορίστου συνεσταλμένον ἐστίν—ὅπερ 〈ἐστὶν〉 ἄτοπον· πρόσκειται «μὴ
35ὄντα κατὰ ἀποκοπήν» διὰ τὸ οὖτα· τοῦτο γὰρ συνεσταλμένον ἔχει τὸ239

240

α, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ οὔταε γέγονε κατὰ ἀποκοπήν. Μὴ δυνάμενον οὖν τὸ προστακτικὸν τοῦ πρώτου ἀορί‐ στου καὶ μέλλοντος μήτε εἰς ε εἶναι μήτε εἰς α, ὡς δέδεικται, μήτε εἰς θι, ἐπειδὴ οὐκ ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως
5καὶ διὰ τοῦ ντ κλινομένην—εἰ γὰρ καὶ εἰς ς καὶ διὰ τοῦ ντ κλι‐ νομένην αὐτὴν ἔχει, ἀλλ’ οὐκ ὀξύτονον, οἷον τύψας τύψαντος, ἐκεῖνα δὲ ἔχουσι προστακτικὸν εἰς θι, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, οἷον τυπείς τυπέντος τύπηθι, νυγείς νυγέντος νύγηθι, δαρείς δαρέντος δάρηθι, γνούς γνόν‐
10τος γνῶθι—ἐξ ἀνάγκης γέγονεν εἰς ον, κατὰ μίμησιν, ὡς εἴρηται, τῶν Συρρακουσίων προστακτικῶν τοῦ δευτέρου ἀορίστου. Τούτου χάριν, φασί, καὶ τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῆς ἐνεργητικῆς τε καὶ μέσης διαθέσεως σπανίζουσιν· εἰς ε γὰρ οὐκ ἠδύ‐ ναντο γενέσθαι, ἐπειδὴ οὐκ ἐστὶ τὸ ε γνήσιον τοῦ τρίτου προσώπου
15τοῦ ἑνικοῦ τοῦ παρακειμένου· ὤφειλε γὰρ εἶναι τέτυφα τὸ τρίτον πρόσωπον, ἐπειδὴ τὸ δεύτερον τέτυφας ἐστίν· πᾶν δὲ δεύτερον πρόσ‐ ωπον 〈εἰς ς λῆγον〉, ὡς εἴρηται, ἀποβολῇ τοῦ ς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, ἔτυπτες ἔτυπτε· οὕτως οὖν καὶ τέτυφας τέτυφα ὤφειλεν εἶναι τὸ τρίτον πρόσωπον, ἀλλ’ ἐπειδὴ οὐκ ἐνεδέχετο τρίτον πρώτῳ
20ὁμοφωνεῖν κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς ε, καὶ γέγονε τέτυφε. Ἀλλ’ οὔτε δὲ εἰς α ἠδύνατο εἶναι τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἐπειδὴ τὸ α τοῦ παρακειμένου συνεσταλμένον ἐστίν, οἷον τέτυφα πεποίηκα, τὰ δὲ εἰς α λήγοντα προστακτικά, μὴ ὄντα κατὰ
25ἀποκοπήν, ὡς εἰρήκαμεν, μακροκαταληκτεῖν θέλουσιν, οἷον βόα γέλα πέρα τίμα τρύφα. Ἀλλ’ οὔτε δὲ εἰς θι ἠδύνατο εἶναι, ἐπειδὴ εἰ καὶ ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, οἷον τετυφώς τετυφότος, τετυπώς τετυπότος· ἐκεῖνα δὲ ἔχουσι τὸ προστακτικὸν εἰς θι, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’
30ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, οἷον τυπείς τυπέντος τύπηθι, δαρείς δαρέντος δάρηθι, νυγείς νυγέντος νύγηθι, γνούς γνόντος γνῶθι. Ἀλλ’ οὔτε δὲ εἰς ον δύναται εἶναι τὸ προστακτικὸν τοῦ παρακειμένου Συρρακουσίῳ ἔθει, ἐπειδὴ οἱ Συρρακούσιοι ἐπὶ τοῦ ἀορίστου μόνου τοῦτο ποιοῦσιν, οἷον ἄνελε ἄνελον, λάβε λάβον, νύγε νύγον, οὐ μὴν
35καὶ ἐπὶ τοῦ παρακειμένου, ἵνα κατὰ μίμησιν τῶν Συρρακουσίων γένηται εἰς ον τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου. Μὴ δυ‐ νάμενα οὖν τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῆς
ἐνεργητικῆς τε καὶ μέσης διαθέσεως μήτε εἰς ε εἶναι, μήτε εἰς α, μήτε240

241

εἰς θι, μήτε εἰς ον, ἐξ ἀνάγκης σπανίζουσιν, καὶ τούτου χάριν σπανίως εὑρίσκονται ἐν χρήσει. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι διάφοροι δόξαι γεγόνασι περὶ τῶν εἰς ον προστακτι‐ κῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος. Τινὲς μὲν γάρ φασιν, ὅτι
5Συρρακουσίων ἐστὶν ἰδίωμα τὸ τύψον καὶ ποίησον, καὶ ἁπλῶς ἡ εἰς ον κατάληξις, ἤγουν Δωριέων· οἱ γὰρ Συρρακούσιοι Δωριεῖς εἰσιν. Ἄλλοι δὲ λέγουσιν, ὅτι οὐκ ἔστιν ἡ εἰς ον κατάληξις Συρρακουσίων ἰδίωμα, ἀλλὰ κοινῆς κυρίως ἐστὶ διαλέκτου· καὶ ἐκέχρηντο οἱ μὲν λέγον‐ τες, ὅτι κοινῆς εἰσι διαλέκτου τὰ εἰς ον προστακτικὰ τοῦ πρώτου ἀορί‐
10στου καὶ μέλλοντος, τοιούτοις ἐπιχειρήμασιν· τὰ τῶν διαλέκτων οὐκ ἐπικρατοῦσι καθόλου ἐν ὅλῳ τῷ εἴδει, ἀλλ’ ἢ καὶ τὰ κοινὰ αὐτῶν εὑρί‐ σκονται—ἰδοὺ γὰρ τὸ Παπίας Παπία καὶ Αἰνείας Αἰνεία Δωρίδος εἰσὶ διαλέκτου, καὶ ὅμως εὑρίσκονται καὶ τὰ κοινὰ αὐτῶν, οἷον Παπίου καὶ Αἰνείου, καὶ πάλιν τὸ Πάρις Πάριος καὶ Θέτις Θέτιος Ἰωνικά εἰσιν,
15καὶ ὅμως εὑρίσκονται καὶ τὰ κοινὰ αὐτῶν, οἷον Πάριδος 〈καὶ〉 Θέτι‐ δος—ἢ ἐὰν ἐπικρατήσῃ τι ἀπὸ διαλέκτου, οὐκ ἐν ὅλῳ τῷ εἴδει ἐπι‐ κρατεῖ τὸ τοιοῦτον σχῆμα, ὡς ἐπὶ τοῦ ζῇς· τοῦτο γὰρ ἀπὸ Δωρίδος διαλέκτου ἐπεκράτησε κατὰ κοινὴν διάλεκτον, καὶ ὅμως τὸ τοιοῦτον σχῆμα οὐκ ἐπεκράτησεν ἐν ὅλῳ τῷ εἴδει· τῶν γὰρ ὁμοίων εὑρέθησαν
20τὰ κοινά, οἷον βοᾷς γελᾷς ὁρᾷς, εἰ καὶ τούτου τὸ κοινὸν μὴ εὑρέθη. Εἰ ἄρα οὖν ἡ εἰς ον κατάληξις τῶν προστακτικῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος ἐν ὅλῳ τῷ εἴδει ἐπικρατεῖ—ὅλα γὰρ τὰ προστακτικὰ τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητικοῦ καὶ τοῦ πρώτου μέλλοντος εἰς ον λήγουσιν, οἷον τύψον ποίησον νόησον γράψον λάλησον λῦσον—
25δηλονότι κοινῆς εἰσι διαλέκτου· εἰ γὰρ ἦσαν Συρρακουσίων, ἢ καὶ τὰ κοινὰ αὐτῶν ὤφειλον εὑρεθῆναι, εἰ καὶ ἐπεκράτησαν κατὰ κοινὴν διά‐ λεκτον, ἢ ἐν μιᾷ τυχὸν λέξει ἢ ἐν δύο ὤφειλεν ἐπικρατῆσαι τὸ τοιοῦτον σχῆμα, καὶ μὴ ἐν ὅλῳ τῷ εἴδει ὥστε οὖν κοινῆς εἰσι διαλέκτου καὶ οὐ Συρρακουσίων. Ἄλλως τε δέ, φασί, φαίνεται ὁ ποιητὴς κεχρημένος
30τοῖς εἰς ον προστακτικοῖς τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος, ὡς ἐπὶ τοῦ 〈Ε 830〉 τύψον δὲ σχεδίην, ἀντὶ τοῦ τύψον ἐκ τοῦ σύνεγγυς, καὶ 〈Ρ 646〉 ποίησον δ’ αἴθρην, ἀντὶ τοῦ εὐδίαν, καὶ 〈Ρ 647〉 ἐν δὲ φάει καὶ ὄλεσσον· ὁ δὲ ποιητὴς πρὸ πολλῶν ἐτῶν τῶν Συρρα‐
κουσίων ἦν· πῶς οὖν τῷ ἰδιώματι τῶν Συρρακουσίων ὁ ποιητὴς ἐκέχρητο241

242

μήπω ὄντων Συρρακουσίων; Οἱ δὲ λέγοντες, τῶν Συρρακουσίων εἶναι τὸ τοιοῦτον ἰδίωμα, ἐπιχειρήματι ἐκέχρηντο τοιούτῳ· ἔλεγον ὅτι Ἀρχίας καὶ Χερσικράτης, Κορίνθιοι ὄντες καὶ διωχθέντες ἀπὸ Κορίνθου, ἀποικίαν ἐποιήσαντο ἐπί τινας τόπους· καὶ ὁ μὲν Χερσικράτης κατῴ‐
5κησεν ἐν τῇ Φαιακίᾳ μετὰ τῶν Κόλχων τῶν ἀπομεινάντων καὶ μὴ ὑπο‐ στρεψάντων πρὸς Αἰήτην διὰ φόβον, οὓς ἔπεμψεν εἰς καταδίωξιν τῆς Μηδείας· ὁ δὲ Ἀρχίας ἀπελθὼν ὤκησεν ἐν τῇ Σικελία καὶ ᾠκοδόμησε τὰς Συρρακούσας ἐπ’ ὀνόματι Σύρρασ καὶ Ἀκούσης τῶν θυγατέρων αὐτοῦ. Τί οὖν ἄτοπον τοὺς Κορινθίους ἀποικίαν ποιουμένους τὴν
10οἰκείαν διάλεκτον μεθ’ ἑαυτῶν λαβεῖν; οἱ γὰρ ποιοῦντες ἀποικίαν πάντως καὶ τὴν οἰκείαν διάλεκτον ἔχοντες μεθ’ ἑαυτῶν ἐξέρχονται, ὥσπερ οἱ Ἴωνες ἀποικίαν ποιησάμενοι εἰς τὴν Μίλητον τὴν οἰκείαν ἔχοντες διάλεκτον ἐξῆλθον καὶ ᾤκησαν ἐκεῖ· οὐ γὰρ ἄλαλοι ὄντες τὰς ἀποικίας ποιοῦνται· ἀπὸ οὖν Κορίνθου τὴν ἀποικίαν ἐποιήσαντο οἱ
15Κορίνθιοι, καὶ εἶχον ταύτην τὴν διάλεκτον ἐκεῖθεν. Ὁ οὖν ποιητὴς εἰ καὶ ἐχρήσατο τῇ εἰς ον καταλήξει τῶν προστακτικῶν τοῦ πρώτου ἀορί‐ στου καὶ μέλλοντος, εἰπών 〈Ε 830〉 τύψον δὲ σχεδίην καὶ τὰ ὅμοια, εἰ καὶ πρὸ τοῦ κτισθῆναι Συρρακούσας ἦν, ἀλλ’ οὖν μετὰ πολλὰ ἔτη τῶν Κορινθίων ἦν γενόμενος, ὡς καὶ αὐτὸς ἐδήλωσεν εἰπών 〈Ζ 152〉
20ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο (αὕτη δέ ἐστιν ἡ Κόρινθος)· ὥστε οὖν εἰ καὶ ἐχρήσατο ὁ ποιητὴς τῇ τοιαύτῃ καταλήξει, τῷ τῶν Συρρακουσίων ἤτοι Δωριέων ἢ Κορινθίων ἰδιώματι ἐχρήσατο· εἰ γὰρ καὶ πρὸ τῶν Συρρακουσίων ἦν ὁ ποιητής, ὡς εἴρηται, ἀλλὰ μετὰ τοὺς Κορινθίους ἦν, ἐξ ὧν τὴν ἀποικίαν ἔσχον οἱ Συρρακούσιοι, καὶ
25τὴν διάλεκτον ταύτην καὶ οὗτοι. Ἔστι δὲ εἰπεῖν, ὅτι τὰ εἰς ον προσ‐ τακτικὰ τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος κοινῆς εἰσι διαλέκτου, κατὰ μίμησιν γινόμενα τῶν Συρρακουσίων προστακτικῶν τοῦ δευτέρου ἀορί‐ στου· οἱ γὰρ Συρρακούσιοι, ὡς εἴρηται, τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου εἰς ον μεταποιοῦσιν, τὸ λάβε λάβον λέγοντες καὶ τὸ ἄνελε
30ἄνελον καὶ τὸ νύγε νύγον. Ἰστέον δὲ ὅτι οἱ Συρρακούσιοι μεταποι‐ οῦντες εἰς ον τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου, τὸν τόνον φυλάτ‐ τουσι τῶν κοινῶν προστακτικῶν, οἷον λάβε λάβον, νύγε νύγον, ἄνελε ἄνελον· ὅθεν δηλονότι τὸ εἶπον προστακτικόν, ὡς παρὰ Μενάνδρῳ
〈fragm. 891 K〉 εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, πρώτου242

243

ἀορίστου προστακτικόν ἐστιν, ὥσπερ ἔτυψα τύψον, ἔλουσα λοῦσον· εἰ γὰρ ἦν δευτέρου ἀορίστου Συρρακουσίων ἔθει γενόμενον, ὀξυτονεῖσθαι εἶχεν ὁμοίως τῷ κοινῷ προστακτικῷ τῷ εἰπέ. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὰ προστακτικὰ τοῦ πρώτου
5ἀορίστου καὶ μέλλοντος εἰς ον εἰσίν, οἷον τύψον γράψον ποίησον λάλη‐ σον, πῶς ὁ ποιητὴς εἰς ε εἶπε τὸ οἶσε προστακτικὸν καὶ οὐκ εἰς ον, οἷον 〈χ 481〉 οἶσε θέειον, γρηΰ, ἀντὶ τοῦ κόμισον θεῖον (ὅ ἐστι θεάφιον). Καὶ ἐπιλύεται ὁ γραμματικὸς Ἰωάννης ὁ Χάραξ λέγων, ὅτι ἐπειδὴ τούτου ὁ ἀόριστος ὁ ὁριστικὸς οὐχ εὕρηται ἐν χρήσει ἀλλὰ
10μόνος ὁ μέλλων—οἴσω γάρ φαμεν ὡς ἀπὸ τοῦ οἴω ἐνεστῶτος, οὐ μὴν ὡς ἀπὸ τοῦ ὁριστικοῦ ἀορίστου—τούτου χάριν τοῦ ὁριστικοῦ ἀορίστου μὴ εὑρισκομένου ἐν χρήσει, ἐξ οὗ ὤφειλε κανονισθῆναι τὸ προστακτικόν, ὡς ἔτυχε καὶ οὐ κατὰ ἀκολουθίαν προηνέχθη. Ὁ δὲ Ἡρωδιανὸς οὐ δοξάζει τὸ οἶσε θέειον, γρηΰ, προστακτικὸν ἀορί‐
15στου καὶ μέλλοντος, ἀλλὰ προστακτικὸν ἐνεστῶτος καὶ παρατατικοῦ, τοῦ μέλλοντος εἰς ἐνεστῶτα μετενεχθέντος· λέγει γάρ, ὅτι ὁ οἴσω μέλλων μετάγεται κατὰ ποιητικὴν ἐξουσίαν εἰς ἐνεστῶτα καὶ κλίνεται λοιπὸν εἰς παρατατικόν, οἷον ᾦσον ᾦσες ᾦσε· καὶ λοιπὸν ἐκεῖθεν τὸ προστακτικὸν οἶσε σύ, ὥσπερ ἔτυπτον ἔτυπτες ἔτυπτε καὶ τύπτε σύ,
20ὅθεν καὶ τὸ πληθυντικὸν εἶπεν 〈Ο 718〉 οἴσετε πῦρ διὰ τοῦ ε, ὥσπερ τὸ τύπτετε. Τυψάτω. Ἐμάθομεν ὅτι ἀπὸ τοῦ τρίτου προσώπου τοῦ ὁριστικοῦ ἀορίστου ὤφειλε γενέσθαι τὸ δεύτερον προστακτικὸν κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἔτυψε τύψε, ἔγραψε γράψε, ὥσπερ
25ἔτυπτε τύπτε καὶ ἔγραφε γράφε, ἀλλ’ ἐγένετο εἰς ον, ὡς εἴρηται, Συρ‐ ρακουσίῳ ἔθει, οἷον τύψον καὶ γράψον. Τὸ οὖν τρίτον πρόσωπον διὰ τοῦ ε ὤφειλεν εἶναι, οἷον τυψέτω καὶ γραψέτω, ὡς ἀπὸ τοῦ τύψε καὶ γράψε προστακτικοῦ, ὥσπερ τύπτε τυπτέτω καὶ γράφε γραφέτω· ἀλλ’ ἐγένετο διὰ τοῦ α τυψάτω καὶ γραψάτω, ἐπειδή, ὥς φησιν ὁ τεχνικός,
30πανταχοῦ ὁ πρῶτος ἀόριστος χαίρει τῷ α· καὶ γὰρ ἐν τοῖς ὁριστικοῖς 〈ἔχει αὐτό〉, οἷον ἔτυψα, καὶ ἐν ταῖς μετοχαῖς, οἷον τύψας, καὶ ἐν τοῖς ἀπαρεμφάτοις, οἷον τύψαι, καὶ ἐν τοῖς εὐκτικοῖς, οἷον τύψαιμι· ἵνα οὖν καὶ ἐν τοῖς προστακτικοῖς εὑρεθῇ ἔχων τὸ α, τούτου χάριν τὸ τρίτον πρόσωπον τῶν προστακτικῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος διὰ
35τοῦ α ἐγένετο, οἷον τυψάτω. Ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι τὸ α τὸ243

244

κεχρεωστημένον τῷ τρίτῳ προσώπῳ τοῦ ὁριστικοῦ ἀορίστου τὸ προσ‐ τακτικὸν τρίτον πρόσωπον ἀνεδέξατο· ἐκεῖ μὲν γάρ, φημὶ δὴ ἐν τῷ ὁριστικῷ, διὰ τὴν συνέμπτωσιν τὴν πρὸς τὸ πρῶτον πρόσωπον τροπὴ παρηκολούθησε τοῦ α εἰς ε, ἐν δὲ τῷ προστακτικῷ ἀποστάσης τῆς
5συνεμπτώσεως τὸ κεχρεωστημένον α προσῆλθεν. Τούτων οὕτως ἐχόν‐ των δεῖ γινώσκειν, ὅτι εὑρίσκονται παρὰ τῷ ποιητῇ τινες κινήσεις ὡς ἀπὸ τῆς διὰ τοῦ ετω κλίσεως· τὸ γὰρ 〈Γ 105〉 ἄξετε δὲ Πριάμοιο βίην καὶ 〈Ο 718〉 οἴσετε πῦρ, ὡς ἀπὸ τοῦ ἀξέτω καὶ οἰσέτω ἐστίν· ἀπὸ γὰρ τοῦ ἀξάτω ἄξατε εἶχεν εἶναι καὶ ἀπὸ τοῦ οἰσάτω οἴσατε.
10Ταῦτα ὁ Ἡρωδιανὸς πάντα οὐ λέγει εἶναι προστακτικὰ πρώτου ἀορίστου καὶ μέλλοντος, ἀλλ’ ἐνεστῶτος καὶ παρατατικοῦ, τοῦ μέλλον‐ τος κατὰ ποιητικὴν ἐξουσίαν μετενεχθέντος εἰς ἐνεστῶτα, καὶ λοιπὸν τοῦ ἐνεστῶτος κλιθέντος εἰς παρατατικόν, καὶ ἀπὸ τοῦ παρατατικοῦ ἀκολούθως προενεχθέντος τοῦ προστακτικοῦ.
15 Δυϊκά· τύψατον, τυψάτων. Πληθυντικά· τύψατε, τυψάτωσαν. Ἀορίστου δευτέρου καὶ μέλλοντος. Τύπε. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος διαλαμβάνει, καὶ κανονίζει αὐτὸ τοῦτον τὸν τρόπον· τὸ τρίτον πρόσωπον ἑνικὸν τοῦ ὁριστικοῦ τοῦ δευτέρου
20ἐνεργητικοῦ ἀορίστου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὸν τὸ προστακτικὸν ποιεῖ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, τῆς βαρείας τάσεως φυλαττομένης, οἷον ἔτυπε τύπε, ἔλαβε λάβε, ἔνυγε νύγε, ἔφαγε φάγε, ἔδακε δάκε, ἔπιε πίε, ἔδραμε δράμε, ἔμαθε μάθε, ἔλαθε λάθε, ἔλαχε λάχε. Σεσημείωται τὸ ἐλθέ εἰπέ εὑρέ ὀξυνόμενα, τὰ
25γὰρ ὁριστικὰ τούτων ἦλθε καὶ εἶπε καὶ εὗρε βαρύτονά εἰσιν· καὶ ὤφει‐ λον καὶ τὰ προστακτικὰ αὐτῶν βαρύνεσθαι, πάντα γὰρ τὰ εἰς ε προσ‐ τακτικὰ τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος βαρύνονται, ὡς ἐδηλώθη διὰ τῶν προλεχθέντων παραδειγμάτων· τὸ γὰρ ἰδέ καὶ λαβέ Ἀττικά εἰσιν, τὰ γὰρ κοινὰ βαρύνονται, οἷον ἴδε καὶ λάβε· λέγουσι δέ τινες,
30ὅτι καὶ τὸ φάγε καὶ πίε οἱ Ἀττικοὶ φαγέ καὶ πιέ λέγουσιν ὀξυτόνως, ὅπερ οὐκ ἐπεκράτησεν. Ταῦτα μὲν ἐν τούτοις.
Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνονται.244

245

Ἰστέον ὅτι ἀπολογεῖται περὶ αὐτῶν ὁ Ἡρωδιανὸς κατὰ δύο τρόπους· φησὶ γάρ, ὅτι τὰ ἀπαρέμφατα τοῦ δευτέρου ἀορίστου εἴωθεν ὁ ποιητὴς κατὰ διάλυσιν προφέρειν, οἷον φαγεῖν φαγέειν, πιεῖν πιέειν, ἰδεῖν ἰδέειν· ταῦτα δὲ οὐ προφέρει κατὰ διάλυσιν, τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν
5ἐλθέειν, οὔτε τὸ εἰπεῖν εἰπέειν, οὔτε τὸ εὑρεῖν εὑρέειν· ἐπειδὴ οὖν, φησίν, ταῦτα ἡμαρτήθησαν κατὰ τοῦτο, φημὶ 〈δὴ〉 κατὰ τὸ μὴ δια‐ λύεσθαι, τούτου χάριν καὶ ἐν τοῖς προστακτικοῖς κατὰ τὸν τόνον ἡμαρτή‐ θησαν καὶ ὠξυτονήθησαν. Ἄλλως τε δέ, φησίν, ὁ δεύτερος ἀόριστος οὐ θέλει μακρᾷ παραλήγεσθαι ἀλλὰ βραχείᾳ, ὡς ἐν τῇ περὶ αὐτοῦ
10διδασκαλίᾳ μεμαθήκαμεν, οἷον ἔτυπον ἔλαβον ἔφαγον ἔπιον ἔνυγον, ταῦτα δὲ μακρᾷ παραλήγονται, οἷον ἦλθον εἶπον εὗρον· ἐπειδὴ οὖν διήλλαξαν περὶ τὸν χρόνον τῆς παραληγούσης ἐν τοῖς ὁριστικοῖς, τούτου χάριν διήλλαξαν καὶ περὶ τὸν τόνον ἐν τοῖς προστακτικοῖς καὶ ὠξυ‐ τονήθησαν. Ταῦτα μὲν ἐν τούτοις.
15 Φησὶ δὲ ὁ γραμματικὸς Ἰωάννης ὁ Χάραξ, ὅτι τὸ παρὰ τῇ θεία γραφῇ προστακτικὸν ὀξυτόνως λεγόμενον, οἷον εἰπόν 〈ex. gr. Marc. 13, 4〉 ἀντὶ τοῦ εἰπέ, δευτέρου ἀορίστου ἐστὶ κατὰ τὴν τῶν Συρρακουσίων γλῶτ‐ ταν γενόμενον· καὶ γὰρ οἱ Συρρακούσιοι μεταποιοῦντες εἰς ον τὰ προσ‐ τακτικὰ τοῦ δευτέρου ἀορίστου τὸν τόνον φυλάττουσι τῶν κοινῶν προσ‐
20τακτικῶν, οἷον νύγε νύγον, λάβε λάβον, ἄνελε ἄνελον· εἰ οὖν τὸ εἰπέ ὀξυτόνως, δηλονότι καὶ εἰπόν κατὰ Συρρακουσίους ὀξυτόνως· τὸ γὰρ παρ’ ἡμῖν βαρυνόμενον ἐν τῷ Μενάνδρῳ, οἷον 〈fragm. 891 K〉 εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, πρώτου ἀορίστου ἀπὸ τοῦ εἶπα προστακτικόν ἐστιν, ὥσπερ ἔτυψα τύψον, ἔγραψα γράψον, ἔλουσα
25λοῦσον. Τυπέτω. Δυϊκά· τύπετον, τυπέτων. Πληθυντικά· τύπετε τυπέτωσαν· εἴρηται. Προστακτικὰ παθητικά χρόνου
30ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτου. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ παθητικοῦ ἐνεστῶτος καὶ παρατατικοῦ διαλαμβάνει, καὶ λέγει, ὅτι τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ παρατατικοῦ, τῆς ὁριστικῆς ἐγκλίσεως δηλονότι, τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὸν τὸ προστακτικὸν ποιεῖ τοῦ παθητικοῦ ἐνε‐
35στῶτος καὶ παρατατικοῦ, τοῦ αὐτοῦ τόνου φυλαττομένου, οἷον ἐτυπτό‐
μην ἐτύπτου τύπτου, ἐλεγόμην ἐλέγου λέγου, ἐγραφόμην ἐγράφου245

246

γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυσούμην ἐχρυσοῦ χρυσοῦ, ἐστεφανούμην ἐστεφανοῦ στεφανοῦ. Ἔστι δὲ καὶ καθο‐ λικὸν κανόνα εἰπεῖν τοιοῦτον· τὰ εἰς μην ἔχοντα τὸ μ κλιτικόν, εἴτε παθητικὰ εἴτε μέσα, τοῦ ἰδίου δευτέρου προσώπου ἀποβάλλοντα τὴν ἐν
5ἀρχαῖς κλιτικὴν ἔκτασιν τὸ προστακτικὸν ποιοῦσιν, τοῦ αὐτοῦ δηλονότι τόνου φυλαττομένου, οἷον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐγραφόμην ἐγρά‐ φου γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυσούμην ἐχρυσοῦ χρυσοῦ, ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίησο πεποίησο, ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύγου νύγου, ἐπυθόμην
10ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου· ταῦτα δέ, φημὶ δὴ τὰ προσ‐ τακτικὰ τοῦ δευτέρου μέσου ἀορίστου, οἱ Ἀθηναῖοι περισπῶσιν, οἷον τυποῦ καὶ λαβοῦ καὶ νυγοῦ καὶ πυθοῦ. Ὑπεξαιρείσθω δὲ ὁ πρῶτος μέσος ἀόριστος· ἐκεῖνος γὰρ εἰς μην λήγει καὶ ἔχει τὸ μ κλιτικόν, καὶ ὅμως οὐκ ἀποβάλλει τοῦ ἰδίου δευτέρου προσώπου τὴν ἐν ἀρχαῖς κλι‐
15τικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικόν, οἷον ἐτυψάμην ἐτύψω, οὐ γὰρ λέγομεν τὸ προστακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιησάμην ἐποιήσω, οὐ 〈γὰρ〉 λέγομεν τὸ προστακτικὸν ποιήσω 〈ἀλλὰ〉 ποίησαι, καὶ πάλιν ἐλουσάμην ἐλούσω, οὐ 〈γὰρ〉 λέγομεν τὸ προστακτικὸν λούσω ἀλλὰ λοῦσαι. περὶ οὗ ἐν τῷ ἰδίῳ αὐτοῦ τόπῳ, εἰ θεῷ φίλον, μαθησό‐
20μεθα. Πρόσκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐδάμην· τοῦτο γὰρ εἰς μην λήγει καὶ ὅμως εἰς θι ἔχει τὸ προστακτικόν, οἷον δάμηθι, καὶ οὐκ ἀπὸ τοῦ ἰδίου δευτέρου προσώπου ποιεῖ αὐτὸ κατὰ ἀποβολὴν τῆς κατ’ ἀρχὴν κλιτικῆς ἐκτάσεως· ἐδάμησ γάρ ἐστι τὸ δεύ‐ τερον πρόσωπον, καὶ οὐ γίνεται τὸ προστακτικὸν δάμης· ἀλλ’ οὐκ
25ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ μ. Τυπτέσθω. Ἰστέον ὅτι τὰ εἰς τω προστακτικὰ ἐνεργητικὰ τρίτα πρόσωπα τροπῇ τῆς τω εἰς θω παθητικὰ ἢ μέσα γίνονται μετὰ τῆς
30προσλήψεως τοῦ ς, οἷον τυπτέτω τυπτέσθω, λεγέτω λεγέσθω, ποιείτω ποιείσθω, βοάτω βοάσθω, χρυσούτω χρυσούσθω, τυψάτω τυψάσθω, ποιησάτω ποιησάσθω, τυπέτω τυπέσθω, λαβέτω λαβέσθω, νυγέτω νυγέ‐ σθω· ἐπὶ μέντοι τοῦ παθητικοῦ παρακειμένου συγκοπὴ παρηκολούθησεν, οἷον τετυφέτω τετυφέσθω καὶ ἐν συγκοπῇ τετύφθω, πεποιηκέτω πεποιη‐
35κέσθω καὶ ἐν συγκοπῇ πεποιήσθω. Δοκοῦσιν ἀντικεῖσθαι τὰ προστακτικὰ τρίτα τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τοῦ παθητι‐
κοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος· οὐδὲ γὰρ γίνονται ταῦτα ἐκ τῶν246

247

ἰδίων ἐνεργητικῶν τροπῇ τῆς τω εἰς θω· τὰ γὰρ ἐνεργητικὰ τρίτα τούτων τυψάτω καὶ τυπέτω εἰσίν, τὰ δὲ παθητικὰ τρίτα τούτων τυφθήτω καὶ τυπήτω εἰσίν· τὸ γὰρ τυψάσθω καὶ τυπέσθω τοῦ μέσου πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τοῦ μέσου δευτέρου ἀορίστου καὶ μέλ‐
5λοντός εἰσιν. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὰ τρίτα πρόσωπα τῶν προστακτι‐ κῶν τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος ἀπὸ τῶν ἰδίων δευτέρων προσώπων γίνονται τροπῇ τῆς θι εἰς τω, οἷον τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων τύφθητι καὶ ἐκεῖθεν τυφθήτω, τύπηθι καὶ ἐκεῖθεν τυπήτω.
10Δυνατὸν δέ ἐστι καὶ ἐκ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ κανονίσαι τὸ τρίτον πρόσωπον τὸ ἑνικὸν τῶν προστακτι‐ κῶν παθητικῶν τε καὶ μέσων τοῦτον τὸν τρόπον· πᾶν δεύτερον πρόσ‐ ωπον πληθυντικὸν ὁριστικόν, εἴτε παθητικὸν εἴτε μέσον, τροπῇ τοῦ ε εἰς ω προστακτικὸν τρίτον ἑνικὸν γίνεται παθητικὸν ἢ μέσον, δηλονότι
15καὶ τῆς ἐν ἀρχαῖς κλιτικῆς ἐκτάσεως ἀποβαλλομένης, χωρὶς τοῦ παρα‐ κειμένου· οὗτος γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, οὐδαμοῦ ἀπο‐ βάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε γὰρ ἐν ταῖς μετο‐ χαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· ἐτύπτεσθε τυπτέσθω, ἐποιεῖσθε ποι‐
20είσθω, ἐβοᾶσθε βοάσθω, ἐχρυσοῦσθε χρυσούσθω, τέτυφθε τετύφθω, πεποίησθε πεποιήσθω. Δυνατὸν δὲ καὶ ἀπὸ τοῦ ἐτέτυφθε καὶ ἐπεποίησθε ὑπερσυντελίκου γενέσθαι τὸ τετύφθω καὶ πεποιήσθω κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἐτύψασθε τυψάσθω, ἐποιήσασθε ποιησάσθω, ἐτύπεσθε τυπέσθω, ἐλάβεσθε λαβέσθω· οὕτω γὰρ ἐὰν κανο‐
25νίσωμεν, οὐκέτι ἀναγκαζόμεθα ἐν τῷ παρακειμένῳ συγκοπὴν ποιήσασθαι· ἀλλ’ οὔτε δὲ τὰ προστακτικὰ τρίτα πρόσωπα τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου καὶ μέλ‐ λοντος ἀντίκεινται, ἐτύφθητε γὰρ τυφθήτω καὶ ἐτύπητε τυπήτω· ἰδοὺ καὶ αὐτὰ ὁμοίως τοῖς ἄλλοις γίνονται ἀπὸ τῶν ἰδίων δευτέρων προσ‐
30ώπων πληθυντικῶν ὁριστικῶν, τροπῇ τοῦ ε εἰς ω καὶ ἀποβολῇ τῆς ἐν ἀρχαῖς κλιτικῆς ἐκτάσεως. Δυνατὸν δέ ἐστιν καθολικώτερον ποιή‐ σασθαι τὸν προλεχθέντα κανόνα καὶ προσθεῖναι «εἴτε ἐνεργητικόν», οἷον
πᾶν δεύτερον πρόσωπον πληθυντικὸν ὁριστικόν, εἴτε ἐνεργητικὸν εἴτε247

248

παθητικὸν εἴτε μέσον, τροπῇ τοῦ ε εἰς ω προστακτικὸν τρίτον ἑνικὸν γίνεται ἐνεργητικὸν ἢ παθητικὸν ἢ μέσον, δηλονότι καὶ τῆς ἐν ἀρχαῖς κλιτικῆς ἐκτάσεως ἀποβαλλομένης, χωρὶς τοῦ παρακειμένου· καὶ 〈γὰρ καὶ〉 ἐπὶ τῶν ἐνεργητικῶν ἁρμόζει ὁ αὐτὸς λόγος, οἷον ἐτύπτετε
5τυπτέτω, ἐγράφετε γραφέτω, ἐποιεῖτε ποιείτω, ἐβοᾶτε βοάτω, ἐχρυ‐ σοῦτε χρυσούτω, ἐτύψατε τυψάτω, ἐποιήσατε ποιησάτω, ἐλάβετε λαβέτω, ἐτύπετε τυπέτω, ἐνύγετε νυγέτω· δεῖ προσθεῖναι «χωρὶς τοῦ παρακει‐ μένου ἐνεργητικοῦ τε καὶ μέσου», τετύφατε γὰρ καὶ τετύπατε τὸ ὁρι‐ στικὸν διὰ τοῦ α, τὸ δὲ προστακτικὸν τετυφέτω καὶ τετυπέτω διὰ τοῦ
10ε· ἀπὸ γὰρ τοῦ τέτυφε σύ καὶ τέτυπε σύ γεγόνασι ταῦτα προσθέσει τῆς τω. Δυϊκά· τύπτεσθον, τυπτέσθων. Τὸ μὲν πρῶτον πρόσωπον ἐπιλέλοιπεν, ἐπειδή, ὡς ἐμάθομεν, ἐν τοῖς προστακτικοῖς καθόλου τὸ πρῶτον πρόσωπον ἐπὶ παντὸς ἀριθμοῦ ἐπιλέλοιπεν, καθὸ οὐδεὶς ἑαυτῷ
15προστάττει· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πλη‐ θυντικῶν γέγονε τροπῇ τοῦ ε εἰς ον, οἷον τύπτεσθε τύπτεσθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου γέγονε τροπῇ τοῦ ο εἰς ω, οἷον τύπτεσθον τυπτέσθων· καθόλου γὰρ τὸ τρίτον πρόσωπον τῶν δυϊκῶν ἐν τοῖς προστακτικοῖς ἀπὸ τοῦ δευτέρου τῶν δυϊκῶν γίνεται
20τροπῇ τοῦ ο εἰς ω, οἷον ποιεῖτον ποιείτων, τέτυφθον τετύφθων. Πληθυντικά· τύπτεσθε, τυπτέσθωσαν. Ἰστέον ὅτι καὶ τὸ δεύτερον τῶν πληθυντικῶν καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐκ τοῦ τρίτου τῶν ἑνικῶν γέγονεν, τὸ μὲν δεύτερον τῶν πληθυντικῶν τροπῇ τοῦ ω εἰς ε, οἷον τυπτέσθω τύπτεσθε, τὸ δὲ τρίτον τῶν πληθυντικῶν
25προσθήκῃ τῆς σαν, οἷον τυπτέσθω τυπτέσθωσαν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τέτυψο. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ παθητικοῦ παρα‐ κειμένου καὶ ὑπερσυντελίκου διαλαμβάνει, καὶ λέγει, ὅτι τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ ὑπερσυντελίκου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτα‐
30σιν ἀποβαλὸν τὸ προστακτικὸν ποιεῖ τοῦ παθητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, οἷον ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίησο πεποίησο, ἐνενοήμην ἐνενόησο νενόησο, ἐπεφιλήμην ἐπεφίλησο πεφί‐ λησο, ἐλελέγμην ἐλέλεξο λέλεξο, ἐδεδέγμην ἐδέδεξο δέδεξο· τὸ γὰρ
〈Ω 555〉 σὺ δὲ δέξο ἄποινα ἀφαίρεσιν ἔπαθε τοῦ πρώτου δε, καθάπερ248

249

καὶ τὸ δεδέχθαι ἀπαρέμφατον ἀφαίρεσιν πέπονθε τοῦ πρώτου δε καὶ γέγονε δέχθαι, οἷον 〈Α 23, 377〉 καὶ ἀγλαὰ δέχθαι ἄποινα. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι ἡνίκα μὲν ὁ ὑπερσυντέλικος οὐ συνάρχεται
5τῷ παρακειμένῳ ἀλλὰ προσλαμβάνει τὸ ε ἔξωθεν κατὰ τὴν ἄρχου‐ σαν, ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικόν, οἷον πεποίημαι ἐπεποιήμην ἐπεποίησο πεποίησο, τέτυμ‐ μαι ἐτετύμμην ἐτέτυψο τέτυψο, λέλεγμαι ἐλελέγμην ἐλέλεξο λέλεξο· ἐπὶ τούτων γὰρ ὁ ὑπερσυντέλικος οὐ συνάρχεται τῷ παρακειμένῳ·
10ἡνίκα δὲ ὁ ὑπερσυντέλικος συνάρχεται τῷ παρακειμένῳ, οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικόν, ἀλλὰ φυλάττει αὐτὴν καὶ ἐν τῷ προστακτικῷ, οἷον ἔφθαρμαι ἐφθάρμην ἔφθαρσο καὶ ἔφθαρσο τὸ προστακτικόν, ἔσταλμαι ἐστάλμην ἔσταλσο καὶ ἔσταλσο τὸ προστακτικόν, ἠλέημαι ἠλεήμην ἠλέησο καὶ ἠλέησο τὸ προσ‐
15τακτικόν. Τοῦτο δὲ γίνεται, ἐπειδὴ ὁ παρακείμενος τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν οὐδαμοῦ ἀποβάλλει, οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τετύφοιμι ἐὰν τετύφω, ἔσταλκα ἐσταλκώς ἐσταλ‐ κέναι ἔσταλκε σύ ἐστάλκοιμι ἐὰν ἐστάλκω· ἐὰν οὖν ἀποβάλλῃ ὁ ὑπερ‐
20συντέλικος τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν ἐν τῷ προστακτικῷ, ἡνίκα συνάρχεται τῷ παρακειμένῳ, εὑρίσκεται ἡ ἐν ἀρχαῖς κλιτικὴ ἔκτα‐ σις τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ ἐστὶν ἀδύνατον. Τούτου δὴ χάριν ἡνίκα ὁ ὑπερσυντέλικος συνάρχεται τῷ παρακειμένῳ, οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν ἐν τῷ προστακτικῷ.
25 Τετύφθω. Δεῖ γινώσκειν, ὅτι τοῦτο δύναται καὶ ἀπὸ τοῦ τετυ‐ φέτω τετυφέσθω γενέσθαι καὶ ἐν συγκοπῇ τετύφθω, ὥσπερ καὶ ἀπὸ τοῦ πεποιηκέτω πεποιηκέσθω καὶ ἐν συγκοπῇ πεποιήσθω· δύναται 〈δὲ〉 καὶ ἀπὸ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ γενέσθαι τροπῇ τοῦ ε εἰς ω, οἷον τέτυφθε τετύφθω, ὥσπερ καὶ ἀπὸ
30τοῦ πεποίησθε πεποιήσθω, τῷ κανόνι τῷ προλεχθέντι. Δυϊκά· τέτυφθον, τετύφθων. Πληθυντικά· τέτυφθε, τε‐ τύφθωσαν. Ἀορίστου παθητικοῦ πρώτου καὶ μέλλοντος. Τύφθητι. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ πρώτου ἀορίστου
35καὶ μέλλοντος διαλαμβάνει. Καὶ δεῖ γινώσκειν, ὅτι κανονίζεται τὸ249

250

προστακτικὸν τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τὸ προστακτικὸν τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος τοῦτον τὸν τρόπον· οἱ δύο ἀόριστοι οἱ παθητικοί, φημὶ δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος, κατὰ τὸ τρίτον ἑαυτῶν πρόσωπον προσλαμβάνοντες τὴν θι συλλαβὴν καὶ τὴν
5ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντες, τὸ προστακτικὸν ποιοῦσιν ἑαυτῶν τε καὶ τῶν μελλόντων, ὁ πρῶτος ἀόριστοσ τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος, καὶ ὁ δεύτερος ἀόριστος τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος, οἷον ἐτύφθη τύφθηθι καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ θ εἰς τ τύφθητι, ἐλέχθη λέχθηθι καὶ διὰ τὴν ἐπαλ‐
10ληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ θ εἰς τ λέχθητι, ἐνύγη νύγηθι, ἐστάλη στάληθι, ἐδάρη δάρηθι. Εἰς θι δὲ ταῦτα ἔχουσι τὸ προστακτικόν, ἐπειδὴ εἰς ς μετ’ ὀξείας τάσεως ἔχουσι τὴν μετοχὴν διὰ τοῦ ντ κλινο‐ μένην, οἷον τυφθείς τυφθέντος, δαρείς δαρέντος· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως διὰ τοῦ ντ κλινομένην εἰς θι ἔχουσι
15τὸ προστακτικόν, οἷον ἱστάς ἱστάντος ἵσταθι, διδούς διδόντος δίδοθι, ζευγνύς ζευγνύντος ζεύγνυθι, πηγνύς πηγνύντος πήγνυθι, στάς στάντος στῆθι, βάς βάντος βῆθι, γνούς γνόντος γνῶθι· οὕτως οὖν καὶ τυπείς τυπέντος τύπηθι καὶ τυφθείς τυφθέντος τύφθηθι καὶ διὰ τὴν ἐπαλλη‐ λίαν τῶν δασέων τύφθητι κατὰ μετάθεσιν τοῦ θ εἰς τ. Δεῖ δὲ γινώ‐
20σκειν, ὅτι τότε τρέπεται τὸ θ εἰς τ ἐν τοῖς εἰς θι προστακτικοῖς, ἡνίκα προηγεῖται ἕτερον θ, οἷον τύφθηθι τύφθητι, λέχθηθι λέχθητι, 〈νύχθηθι〉 νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον θ, οὐ τρέπεται τὸ θ εἰς τ, οἷον φαθί, ἀντὶ τοῦ εἰπέ, ὡς παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν 〈τ〉, αὐτὸ φαθί. Σεσημείωται ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι τὰ ἔχοντα
25τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην εἰς θι ποιοῦσι τὸ προστακτικόν, τὸ δός θές ἕς (σημαίνει δὲ τὸ πέμψον, ἐξ οὗ ἐν συνθέσει τὸ ἄφες καὶ πρόες καὶ πάρες καὶ μέθες)· ταῦτα γὰρ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, οἷον δούς δόντος, θείς θέντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος), οὐκ
30ἐγένοντο εἰς θι ἐν τοῖς προστακτικοῖς, δός γὰρ καὶ θές καὶ ἕς τὰ προσ‐ τακτικά· περὶ τούτων δὲ ἐν τοῖς εἰς μι, εἰ θεῷ φίλον, διαληψόμεθα ἐν τῇ διδασκαλίᾳ τοῦ ἔθην δευτέρου ἀορίστου ὁριστικοῦ ἐνεργητικοῦ. Πρόσκειται ἐν τῷ κανόνι «μετ’ ὀξείας τάσεως», οἷον «τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως διὰ τοῦ ντ κλινομένην», διὰ τὸ τύψας
35τύψαντος· αὕτη γὰρ καὶ εἰς ς λήγει καὶ διὰ τοῦ ντ κλίνεται, καὶ ἐπειδὴ250

251

οὐκ ἔστιν ὀξύτονος, οὐ ποιεῖ τὸ προστακτικὸν εἰς θι, τύψον γάρ ἐστι τὸ προστακτικόν· πρόσκειται «διὰ τοῦ ντ κλινομένην» διὰ τὸ τετυφώς τετυφότος· αὕτη γὰρ εἰς ς λήγει καὶ ὀξύτονός ἐστιν, καὶ ἐπειδὴ οὐ κλίνεται διὰ τοῦ ντ ἀλλὰ διὰ καθαροῦ τοῦ τος, οὐ ποιεῖ τὸ προσ‐
5τακτικὸν εἰς θι, τὸ γὰρ προστακτικὸν αὐτῆς τέτυφε σύ· πρόσκειται «εἰς ς», διὰ τὸ λαβών λαβόντος· αὕτη γὰρ ἡ μετοχὴ καὶ ὀξύνεται καὶ διὰ τοῦ ντ κλίνεται, καὶ ἐπειδὴ οὐ λήγει εἰς ς, οὐ ποιεῖ τὸ προστακτι‐ κὸν εἰς θι, λάβε γὰρ τὸ προστακτικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καθόλου τὰ εἰς θι προστακτικὰ παραλήγουσαν ἔχουσι
10τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἐτύφθημεν τύφθηθι καὶ τύφθητι, ἐτύπημεν τύπηθι, ἐδά‐ ρημεν δάρηθι, ἐνύγημεν νύγηθι, ἐτίθεμεν τίθεθι καὶ τίθετι, ἵσταμεν ἵσταθι, δίδομεν δίδοθι, ζεύγνυμεν ζεύγνυθι, ἔστημεν στῆθι, ἔβημεν βῆθι, ἔτλημεν τλῆθι, ἔγνωμεν γνῶθι. Τούτων οὕτως ἐχόντων φασί τινες,
15ὡς οὐκ ὤφειλε τραπῆναι τὸ θ εἰς τὸ τ ἐν τῷ τύφθητι· οὐ γὰρ πάντως τρέπεται, ὅτε ἀλλεπαλληλία τῶν δασέων ἐστίν· ἰδοὺ γάρ ἐστιν 〈e 110. 133. η 251〉 ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι, καὶ ὅμως οὐκ ἐτράπη τὸ θ εἰς τ διὰ τὴν 〈ἀλλ〉επαλληλίαν τῶν δασέων. Ἔστιν οὖν εἰπεῖν, ὅτι ὥσπερ κακόν ἐστιν ἡ κλοπή, καὶ ὅμως οἱ μὲν φεύγουσιν αὐτήν, οἱ δὲ
20οὔ, οὕτω κακόφωνον μὲν ποιεῖ τὴν λέξιν ἡ ἀλλεπαλληλία τῶν δασέων, καὶ ὅμως τινὰ μὲν φεύγοντα αὐτὴν τρέπουσι τὸ θ εἰς τὸ τ, τινὰ δὲ μὴ φεύγοντα αὐτὴν οὐ τρέπουσι τὸ θ εἰς τ, ὡς τὸ ἀπέφθιθον. Τυφθήτω. Ἰστέον ὅτι τὰ εἰς θι προστακτικὰ τροπῇ τῆς θι εἰς τω τὸ τρίτον πρόσωπον ποιοῦσιν, οἷον τύπηθι τυπήτω, δάρηθι δαρήτω,
25νύγηθι νυγήτω, δίδοθι διδότω, ἵσταθι ἱστάτω, ζεύγνυθι ζευγνύτω, τύφθητι τυφθήτω· τὸ γὰρ τ ἐνταῦθα δυνάμει θ ἐστίν· τύφθηθι γάρ, ὡς εἴρηται, καὶ νύχθηθι, καὶ διὰ τὴν 〈ἀλλ〉επαλληλίαν τῶν δασέων, ἤγουν τοῦ θ, ἐτράπη τὸ θ εἰς τὸ τ. Δύναται δὲ καὶ ἀπὸ τοῦ ἐτύφθητε δευτέρου προσώπου πληθυντικοῦ ὁριστικοῦ γενέσθαι τὸ τυφθήτω, τροπῇ τοῦ ε εἰς
30τὸ ω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, ὡς ἐν τοῖς προ‐ λαβοῦσιν εἴρηται. Δυϊκά· τύφθητον, τυφθήτων. Πληθυντικά· τύφθητε, τυφθή‐ τωσαν· εἴρηται. Ἀορίστου 〈παθητικοῦ〉 δευτέρου καὶ μέλλοντος.
35Τύπηθι. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ παθητικοῦ δευτέρου ἀορί‐
στου καὶ μέλλοντος διαλαμβάνει· καὶ ἰστέον ὅτι εἴρηται ἡ περὶ τούτου251

252

διδασκαλία ἐν τῇ διδασκαλίᾳ τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλ‐ λοντος· φησὶ δὲ ὁ τεχνικός, ὅτι ἐπειδὴ ἐνταῦθα οὐκ ἦν ἀλλεπαλληλία τῶν δασέων, ἤγουν τοῦ θ, τούτου χάριν οὐκ ἐτράπη τὸ θ εἰς τ. Τυπήτω. Δυϊκά· τύπητον, τυπήτων. Πληθυντικά· τύπητε, τυπήτωσαν.
5Μέσου ἀορίστου πρώτου καὶ μέλλοντος. Τύψαι. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ μέσου ἀορίστου πρώτου καὶ μέλλοντος διαλαμβάνει, καὶ κανονίζει αὐτὸ τοῦτον τὸν τρόπον· ὁ πρῶτος ἀόριστος ἐνεργητικὸς ὁριστικός, κατὰ τὸ πρῶτον πρόσωπον τῶν ἑνικῶν προσλαμβάνων τὸ ι καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν
10ἔκτασιν ἀποβάλλων τὸ προστακτικὸν ποιεῖ τοῦ πρώτου μέσου ἀορίστου καὶ μέλλοντος, διὸ καὶ διὰ τῆς αι διφθόγγου γράφεται, οἷον ἔτυψα τύψαι, ἔλουσα λοῦσαι, ἐποίησα ποίησαι, ἔδεξα (ἐξ οὗ τὸ ἐδεξάμην καὶ ἀπεδεξάμην καὶ κατεδεξάμην) δέξαι, ἔκτησα (ἐξ οὗ τὸ ἐκτησάμην) κτῆσαι, ἐλόγισα (ἐξ οὗ τὸ ἐλογισάμην) λόγισαι, ἐβίασα (ἐξ οὗ τὸ ἐβιασάμην)
15βίασαι, ἡμίλλησα (ἐξ οὗ τὸ ἡμιλλησάμην) ἁμίλλησαι, ἐθέασα (ἐξ οὗ τὸ ἐθεασάμην) θέασαι, ἐκόμισα (ἐξ οὗ τὸ ἐκομισάμην) κόμισαι, ἤλειψα (ἐξ οὗ τὸ ἠ〈λειψάμην〉) ἄλειψαι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν τὸ προστακτικὸν τοῦ πρώτου μέσου ἀορίστου καὶ μέλλοντος παρέλθῃ τὰς δύο συλλαβάς, προπαροξύνεται, οἷον ποίησαι
20λόγισαι κατάδεξαι ἄσπασαι προσποίησαι περιποίησαι ἁμίλλησαι βίασαι θέασαι κόμισαι ἄλειψαι· δισύλλαβον δὲ ὄν, εἰ μὲν φύσει μακρᾷ παρα‐ λήγεται, προπερισπᾶται, οἷον κτῆσαι λοῦσαι, εἰ δὲ μὴ παραλήγεται φύσει μακρᾷ, παροξύνεται, οἷον δέξαι. Ἰστέον δὲ ὅτι ἐπὶ τῶν δισυλλάβων ὁμοφωνία παρακολουθεῖ τῶν προστακτικῶν πρὸς τὰ ἀπαρέμφατα· τὸ
25γὰρ λοῦσαι καὶ προστακτικὸν δύναται εἶναι καὶ ἀπαρέμφατον, ἀλλὰ προστακτικὸν μὲν πρώτου μέσου ἀορίστου καὶ μέλλοντος, ἀπαρέμφατον δὲ πρώτου ἀορίστου ἐνεργητικοῦ· ἐκ δὲ τῆς συντάξεως διακρίνονται· εἰ μὲν γὰρ εἴπω λοῦσαι θέλω, ἀπαρέμφατόν ἐστιν, εἰ δὲ λοῦσαι σύ, προσ‐ τακτικόν· ἐπὶ δὲ τῶν ὑπὲρ δύο συλλαβὰς φωνῇ μόνῃ συνεμπίπτουσιν,
30οὐκέτι δὲ καὶ τόνῳ· τὸ μὲν γὰρ προστακτικὸν προπαροξύνεται, οἷον ποίησαι κόμισαι, τὸ δὲ ἀπαρέμφατον πρὸ μιᾶς ἔχει τὸν τόνον, οἷον
ποιῆσαι κομίσαι. Ταῦτα μὲν ἐν τούτοις.252

253

Ἰστέον δὲ καὶ τοῦτο, ὅτι αι δίφθογγοσ ἐν μὲν τοῖς ὁριστικοῖς καὶ ἀπαρεμφάτοις καὶ προστακτικοῖς καὶ ὑποτακτικοῖς τῷ τονικῷ παραγ‐ γέλματι ἀντὶ κοινῆς παραλαμβάνεται, οἷον τύπτομαι τύπτεσθαι ποίησαι ἐὰν τύψωμαι· ἰδοὺ γὰρ ταῦτα προπαροξύνονται, τῆς αι διφθόγγου ἐπὶ
5τέλους οὔσης· τοῦτο δὲ οὐ παρηκολούθει, εἰ μή, ὅτι ἀντὶ κοινῆς παρα‐ λαμβάνεται ἡ αι δίφθογγος ἐπὶ αὐτῶν. Ἐν δὲ τοῖς εὐκτικοῖς ἀντὶ φύσει μακρᾶς παραλαμβάνεται, οἷον ποιήσαιμι ποιήσαις ποιήσαι· ἰδοὺ γὰρ ἐν τῷ ποιήσαι εὐκτικῷ οὐ τίθεται περισπωμένη, ἐπειδὴ ἡ αι δίφθογγος ἐνταῦθα ἀντὶ φύσει μακρᾶς παραλαμβάνεται· οὐδέποτε δὲ
10πρὸ φύσει μακρᾶς τίθεται περισπωμένη, οἷον κήπου Ὁμήρου ἀνθρώπου. Ἐν δὲ τῷ ποιῆσαι ἀπαρεμφάτῳ, οἷον ποιῆσαι θέλω, περισπωμένη τίθε‐ ται, ἐπειδὴ ἡ αι δίφθογγος ἐν τοῖς ἀπαρεμφάτοις ἀντὶ κοινῆς παρα‐ λαμβάνεται, καὶ τούτου χάριν τίθεται περισπωμένη, ὡς ἐν τῷ βῆναι στῆναι. Ταῦτα μὲν ἐν τούτοις.
15 Ἄξιον δέ ἐστι ζητῆσαι καὶ τοῦτο, τί δήποτε ἡ αι δίφθογγος ἐν μὲν τοῖς ὁριστικοῖς καὶ ἀπαρεμφάτοις καὶ προστακτικοῖς καὶ ὑποτακτι‐ κοῖς τῷ τονικῷ παραγγέλματι, ὡς εἴρηται, ἀντὶ κοινῆς παραλαμβάνεται, ἐν δὲ τοῖς εὐκτικοῖς ἀντὶ φύσει μακρᾶς. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ἐν τοῖς ἀπαρεμφάτοις διὰ τοῦτο ἀντὶ κοινῆς παραλαμβάνεται
20αι δίφθογγος, ἐπειδὴ τὰ ἀπαρέμφατα δυνάμει πτωτικά εἰσιν, οἷον τὸ περιπατεῖν ὠφέλιμόν ἐστιν, τοῦ περιπατεῖν ὠφελίμου ὄντος, τῷ περιπατεῖν ὠφελίμῳ ὄντι· ὀνόματα γάρ εἰσι τῶν πραγμάτων, ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περίπατος λέγω τὸ περιπατεῖν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἡ φιλοσοφία λέγω τὸ φιλοσοφεῖν· ἡ δὲ αι δίφθογγος ἐν τοῖς πτωτικοῖς
25ἀντὶ κοινῆς εἴωθε παραλαμβάνεσθαι τῷ τονικῷ παραγγέλματι, οἷον ἅμαξαι ἄελλαι τράπεζαι· εἰκότως οὖν καὶ ἐν τοῖς ἀπαρεμφάτοις ἀντὶ κοινῆς παραλαμβάνεται. Ἐπειδὴ δὲ ἀμφιβάλλεται, εἴτε τὴν ὁριστικὴν δεῖ προτάξαι εἴτε τὴν ἀπαρέμφατον, παρεχώρησε δὲ ἡ ἀπαρέμφατος τῇ ὁριστικῇ κατὰ τὴν τάξιν, εἰκότως καὶ κατὰ τὸ ἰδίωμα παρεχώρησεν
30αὐτῇ, καὶ τούτου χάριν ἐν τοῖς ὁριστικοῖς ἡ αι δίφθογγος ἀντὶ κοινῆς παραλαμβάνεται τῷ τονικῷ παραγγέλματι ὁμοίως τοῖς ἀπαρεμφάτοις. Ἐπειδὴ δὲ τὰ προστακτικὰ καὶ ὑποτακτικὰ σχεδὸν φωνὰς ἔχουσιν ὁρι‐ στικάς, οἷον ἔτυπτε τύπτε, ἐποίει ποίει, ἐβόα βόα, τύπτω ἐὰν τύπτω,
ποιῶ ἐὰν ποιῶ, 〈βοῶ ἐὰν βοῶ〉, εἰκότως καὶ τὰ ἰδιώματα τῶν ὁριστικῶν253

254

ἐφύλαξαν, καὶ τούτου χάριν καὶ αὐτὰ τὴν αι δίφθογγον ἔχουσιν ἀντὶ κοινῆς παραλαμβανομένην τῷ τονικῷ παραγγέλματι, ὥσπερ τὰ ὁριστικά· τὰ δὲ εὐκτικά, ἐπειδὴ οὐκ ἐφύλαξαν τὰς φωνὰς τῶν ὁριστικῶν, εἰκότως οὐδὲ τὰ ἰδιώματα αὐτῶν ἐφύλαξαν, καὶ τούτου χάριν οὐκ ἔχουσι τὴν
5αι δίφθογγον ἀντὶ κοινῆς παραλαμβανομένην τῷ τονικῷ παραγγέλματι. Πάλιν ἄξιόν ἐστι ζητῆσαι τοῦτο, εἰ ἄρα, ὡς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν, τὰ εἰς μην ἔχοντα τὸ μ κλιτικόν, εἴτε παθητικὰ εἴτε μέσα, τοῦ ἰδίου δευτέρου προσώπου ἀποβάλλοντα τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκ‐ τασιν τὸ προστακτικὸν ποιοῦσιν, οἷον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐτυ‐
10πόμην ἐτύπου τύπου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐλαβόμην ἐλάβου λαβοῦ ἀττικῶς, ἐτετύμμην ἐτέτυψο τέτυψο, διατί ὁ πρῶτος μέσος ἀόριστος εἰς μην λήγων καὶ ἔχων τὸ μ κλιτικὸν οὐκ ἀποβάλλει τοῦ ἰδίου δευ‐ τέρου προσώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προσ‐ τακτικόν, οἷον ἐτυψάμην ἐτύψω, καὶ οὐ λέγομεν τὸ προστακτικὸν τύψω,
15ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιησάμην ἐποιήσω, καὶ οὐ λέγομεν τὸ προσ‐ τακτικὸν ποιήσω, ἀλλὰ ποίησαι. Ἐν ταὐτῷ δὲ ζητοῦμεν, καὶ διὰ ποίαν αἰτίαν εἰς τὴν αι δίφθογγον λήγει τὸ προστακτικὸν τοῦ πρώτου μέσου ἀορίστου καὶ μέλλοντος, οἷον ποίησαι λοῦσαι κτῆσαι ἄσπασαι κατάδεξαι ἁμίλλησαι λόγισαι. Καὶ λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν,
20ὅτι διὰ τοῦτο τὸ δεύτερον πρόσωπον τοῦ πρώτου μέσου ἀορίστου [καὶ μέλλοντος] ἀποβάλλον τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν οὐ ποιεῖ τὸ προστακτικόν—οἷον ἐτυψάμην ἐτύψω οὐ γίνεται τύψω—ἐπειδὴ τὰ εἰς μην ἔχοντα τὸ μ κλιτικὸν τότε ἔχουσι τὰ ἴδια προστακτικὰ ὁμοιο‐ κατάληκτα τοῖς ἰδίοις δευτέροις προσώποις, ἡνίκα καὶ τὸ προστακτικὸν
25τὸ ἐνεργητικὸν ἢ ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριστικῷ ἢ εἰς θι λήγει, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε τύπτε ὁμοιοκαταλήκτως, ἀλλὰ καὶ ἐτυπτόμην ἐτύπτου τύπτου ὁμοιοκαταλήκτως· πάλιν ἐστὶν ἔτυπον ἔτυπες ἔτυπε τύπε ὁμοιοκαταλήκτως, καὶ ἐτυπόμην ἐτύπου τύπου καὶ τυποῦ ἀττικῶς ὁμοιοκαταλήκτως· πάλιν ἐστὶ τέτυφα τέτυφας τέτυφε καὶ τέτυφε σύ
30τὸ προστακτικὸν ὁμοιοκαταλήκτως, ἀλλὰ καὶ ἐτετύμμην ἐτέτυψο τέτυψο ὁμοιοκαταλήκτως· καὶ πάλιν ἐδίδων ἐδίδως ἐδίδω, καὶ τὸ προστακτικὸν δίδοθι εἰς θι λήγει, ἀλλὰ καὶ ἐδιδόμην ἐδίδοσο δίδοσο ὁμοιοκαταλήκτως· καὶ πάλιν ἵστην ἵστης ἵστη, καὶ τὸ προστακτικὸν ἵσταθι εἰς θι λήγει, 〈ἀλλὰ〉 καὶ ἱστάμην ἵστασο 〈καὶ ἵστασο〉 τὸ προστακτικὸν ὁμοιοκαταλήκτως·
35καὶ πάλιν ἐπήγνυν ἐπήγνυς ἐπήγνυ, καὶ τὸ προστακτικὸν πήγνυθι εἰς θι λήγει, ἀλλὰ καὶ ἐπηγνύμην ἐπήγνυσο πήγνυσο ὁμοιοκαταλήκτως. Εἰ
οὖν τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητικοῦ οὔτε ὁμοιο‐254

255

καταληκτεῖ τῷ ἰδίῳ ὁριστικῷ οὔτε εἰς θι λήγει, ἔτυψε γὰρ τὸ ὁριστικὸν καὶ τύψον τὸ προστακτικὸν δηλονότι, εἰκότως οὐ δύναται οὔτε τὸ προστακτικὸν τοῦ πρώτου μέσου ἀορίστου ὁμοιοκαταληκτεῖν τῷ δευτέρῳ προσώπῳ τοῦ πρώτου μέσου ἀορίστου ὁριστικοῦ. Διατί δὲ εἰς τὴν αι
5δίφθογγον λήγει τὸ προστακτικὸν τοῦ πρώτου μέσου ἀορίστου, λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν· ἡ αι δίφθογγος εὑρίσκεται ἐν πάσαις ταῖς λοιπαῖς ἐγκλίσεσιν· καὶ γὰρ ἐν τοῖς ἀπαρεμφάτοις εὑρίσκε‐ ται, οἷον τύψαι ποιῆσαι, καὶ ἐν τοῖς εὐκτικοῖς, οἷον ποιήσαιμι ποιήσαις ποιήσαι, καὶ ἐν τοῖς ὑποτακτικοῖς, οἷον ἐὰν τύπτωμαι, καὶ ἐν τοῖς
10ὁριστικοῖς, οἷον τύπτομαι· ἐπειδὴ οὖν ἐν πάσαις ταῖς ἄλλαις ἐγκλίσεσιν εὑρίσκεται ἡ αι δίφθογγος, εἰκότως καὶ τὸ προστακτικὸν τοῦ πρώτου μέσου ἀορίστου εἰς τὴν αι δίφθογγον λήγει, οἷον ποίησαι κατάδεξαι ἄσπασαι, ἵνα εὑρεθῇ καὶ ἐν τοῖς προστακτικοῖς ἡ αι δίφθογγος. Τυψάσθω. Δυϊκά· τύψασθον, τυψάσθων. Πληθυντικά· τύ‐
15ψασθε, τυψάσθωσαν· εἴρηται. Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος. Τυποῦ. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ διαλαμβάνει τοῦ 〈μέσου〉 δευτέρου ἀορίστου καὶ μέλλοντος, καὶ κανονίζει αὐτὸν τοῦτον τὸν τρόπον· ὁ μέσος δεύτερος ἀόριστος, τοῦ δευτέρου προσώπου τὴν ἐν ἀρχαῖς κλιτι‐
20κὴν ἔκτασιν ἀποβάλλων, τὸ προστακτικὸν ποιεῖ τοῦ δευτέρου μέσου ἀορίστου καὶ μέλλοντος, οἷον ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύ‐ γου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου, ἐγενό‐ μην ἐγένου γένου· ταῦτα δέ, φημὶ 〈δὴ〉 τὰ προστακτικὰ τοῦ δευτέρου μέσου ἀορίστου, ὥς φησιν ὁ τεχνικός, παραλόγως οἱ Ἀττικοὶ περισπῶ‐
25σιν, οἷον τυποῦ γενοῦ νυγοῦ πυθοῦ λαβοῦ. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ ζητῆσαι, διατί ὁ μετ’ ὀλίγον μέλλων οὐκ ἔχει προστακτικόν. Καὶ ἔστιν εἰπεῖν, ὅτι, ὡς δέδεικται, οἱ ἀόριστοι καὶ οἱ μέλλοντες ἐν τοῖς προστακτικοῖς συνεζευγμένοι εἰσίν, καὶ [οὐκ] ἐκ τῶν ἀορίστων γί‐ νονται τὰ προστακτικὰ τοῦ ἀορίστου καὶ μέλλοντος· ἐπειδὴ οὖν οὐχ
30ὑπελείφθη ἄλλος ἀόριστος ὁ ὀφείλων παραληφθῆναι μετὰ τοῦ μετ’ ὀλί‐ γον μέλλοντος καὶ ἀποτελέσαι τὸ προστακτικὸν αὐτοῦ, τούτου χάριν οὐκ ἔσχε προστακτικόν. Τυπέσθω. Δυϊκά· τύπεσθον, τυπέσθων. Πληθυντικά· τύ‐
πεσθε, τυπέσθωσαν· εἴρηται.255

256

Περὶ εὐκτικῶν. Ἐνταῦθα περὶ τῶν εὐκτικῶν διαλαμβάνει καὶ εἰκότως προτάττον‐ ται τῶν ὑποτακτικῶν, εἴ γε τὰ μὲν εὐκτικὰ τέλειον λόγον ποιοῦσιν, τὰ δὲ ὑποτακτικὰ οὐ ποιοῦσι τέλειον λόγον. Ἐμάθομεν γάρ, ὅτι οὐδέποτε
5τέλειος λόγος γίνεται χωρὶς ἑνὸς τῶν τριῶν τούτων ῥημάτων, ὁριστι‐ κοῦ φημὶ προστακτικοῦ καὶ εὐκτικοῦ, ἢ λεγομένου ἢ νοουμένου· καὶ λεγομένου μὲν ὁριστικοῦ, οἷον 〈ex. gr. Α 84〉 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς, λεγομένου δὲ προστακτικοῦ, οἷον 〈Α 1〉 μῆνιν ἄειδε, θεά, καὶ 〈α 1〉 ἄνδρα μοι ἔννεπε,
10Μοῦσα, λεγομένου δὲ εὐκτικοῦ, ὡς ἐπὶ τοῦ 〈Α 42〉 τίσειαν Δα‐ ναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν, καὶ πάλιν 〈Γ 407〉 μηδ’ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας 〈Ὄλυμπον〉, νοουμένου δὲ 〈ὁρι‐ στικοῦ〉, ὡς ἐπὶ τοῦ 〈Μ 243〉 εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης, νοεῖται γὰρ τὸ ἐστίν, καὶ πάλιν 〈Β 204〉 οὐκ ἀγαθὸν
15πολυκοιρανίη, νοεῖται γὰρ τὸ ἐστίν. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι φασί τινες, ὡς οὐκ ὤφειλον τὰ εὐκτικὰ ἔχειν παρῳχημένουσ, οὐδεὶς γὰρ περὶ τῶν παρελθόντων εὔχεται, ἀλλ’ ἢ περὶ τῶν ὄντων, ἵνα μένωσιν, ἢ περὶ τῶν μελλόντων, ἵνα γένωνται· περὶ δὲ τῶν ἅπαξ παρελθόντων πῶς εὔχεταί τις; Καὶ λέγει ὁ Ἀπολ‐
20λώνιος 〈Synt. 251, 16〉 πιθανῶς ἐπιχειρῶν, ὅτι ἔστι καὶ περὶ παρελ‐ θόντων εὐχή, κατασκευάζων οὕτως· θῶμέν τινα εἶναι ἐν Ἀθήναις ἔχοντα υἱόν, ὅστις τῶν Ὀλυμπίων τελουμένων ἔπεμψε τὸν ἴδιον υἱὸν ἐν Ἤλιδι ὀφείλοντα ἀγωνίσασθαι· ὁ δὲ ἀπελθὼν καὶ ἀγωνισάμενος νε‐ νίκηκεν, καὶ μετὰ τὸ αὐτὸν ἀγωνίσασθαι καὶ νικῆσαι ἀγνοῶν ὁ πατὴρ
25ὅτι ἐνίκησεν εὔχεται λέγων «νενικήκοι ὁ ἐμὸς παῖς», ἀντὶ τοῦ «εἴθε ἀκούσαιμι ὅτι ὑπάρχει νενικηκὼς ὁ παῖς μου»· καὶ ἰδού, φησίν, ἤδη παρελθούσης τῆς πράξεως, ἤγουν τῆς νίκης, εὔχεται λέγων «νενικήκοι» παρακειμένου καὶ ὑπερσυντελίκου, ὅπερ ἤδη ἐπράχθη. Τοῦτο δὲ πιθα‐ νόν ἐστιν, ἀλλ’ οὐ καταναγκαστικόν· ἔστιν οὖν εἰπεῖν, ὅτι εἰ καὶ ἡ νίκη
30παρῆλθεν, ἀλλ’ οὖν ὡς περὶ μέλλοντος ποιεῖται τὴν εὐχήν, ἠγνόει γὰρ ὅτι ἦν νικήσας ὁ υἱὸς αὐτοῦ. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι μόνη ἡ ὁριστικὴ ἔγκλισις ἔχει τὴν σημασίαν τῶν χρόνων, ἐνεστῶτός φημι καὶ παρατατικοῦ καὶ παρακειμένου καὶ
ὑπερσυντελίκου καὶ ἀορίστου καὶ μέλλοντος· ἐνεστῶτος μέν, οἷον τύπτω,256

257

παρατατικοῦ δέ, οἷον ἔτυπτον, παρακειμένου δέ, οἷον τέτυφα, ὑπερσυντελί‐ κου δέ, οἷον ἐτετύφειν, ἀορίστου δέ, οἷον ἔτυψα, μέλλοντος δέ, οἷον τύψω· αἱ δὲ λοιπαὶ ἐγκλίσεις, λέγω δὴ ἡ ἀπαρέμφατος καὶ ἡ προστακτικὴ καὶ ἡ εὐκτικὴ καὶ ἡ ὑποτακτική, μέλλοντος καὶ μόνου ἔχουσι τὴν σημασίαν, καὶ
5οὔτε ἐνεστῶτος οὔτε παρῳχημένου. Ἐν γὰρ τῷ λέγειν θέλω τύπτειν, βού‐ λομαι τετυφέναι τὸ μήπω τέως γενόμενον θέλω γενέσθαι· ὁμοίως καὶ τὸ τύπτοιμι εὐκτικὸν μέλλοντος ἔχει σημασίαν, τὸ γὰρ μήπω γενόμενον εὔχομαι γενέσθαι· ὡσαύτως τὸ τύπτε προστακτικὸν μέλλοντος ἔχει ση‐ μασίαν, τὸ γὰρ μήπω γενόμενον προστάττομεν γενέσθαι· τὸν αὐτὸν τρό‐
10πον καὶ τὸ ἐὰν τύπτω ὑποτακτικὸν μέλλοντος ἔχει σημασίαν, διστάζο‐ μεν γάρ, εἰ δεῖ ποιῆσαι τὸ πρᾶγμα ἢ μὴ δεῖ. Δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ ὑποτακτικὴ ἔγκλισις αἰτιολογίαν σημαίνει»· ἐὰν γὰρ ὑποτακτικὴ ἔγκλισις αἰτιολογίαν σημαίνῃ, παρῳχημένου ἔχει τὴν σημασίαν, οἷον «ἵνα πράξω ἐφθόνησάς μοι» καὶ πάλιν «ἵνα ἀναγνῶ ὠφελήθην», ἀντὶ
15τοῦ «διότι ἀνέγνων ὠφελήθην» καὶ «διότι ἔπραξα ἐφθόνησάς μοι». Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα αἱ λοιπαὶ ἐγκλίσεις αἱ παρὰ τὴν ὁριστικήν, ὡς δέδεικται, μέλλοντος καὶ μόνου ἔχουσι τὴν σημασίαν, καὶ οὔτε ἐνεστῶτος οὔτε παρῳχημένου, πῶς εὑρίσκομεν ἐν αὐταῖς ἐν‐ εστῶτα καὶ παρατατικὸν καὶ παρακείμενον καὶ ὑπερσυντέλικον, οἷον
20τύπτειν τετυφέναι, τύπτοιμι τετύφοιμι, τύπτε τέτυφε σύ, ἐὰν τύπτω ἐὰν τετύφω. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐν ταύταις ταῖς ἐγκλίσεσιν, λέγω δὴ 〈ἐν〉 τῇ ἀπαρεμφάτῳ καὶ τῇ εὐκτικῇ καὶ τῇ προστακτικῇ καὶ τῇ ὑπο‐ τακτικῇ, οὐχ ὡς ἐχούσαις τὸ σημαινόμενον ἐνεστῶτος ἢ παρῳχημένου, ἤγουν οὐχ ὡς ἐνισταμένης ἐν αὐταῖς ἢ παρῳχημένης τῆς πράξεως,
25οἱονεὶ παρελθούσης ἤδη τῆς πράξεως, λαμβάνεται ὁ ἐνεστὼς καὶ ὁ πα‐ ρατατικὸς καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος—ὡς γὰρ εἴρηται, μέλλοντος καὶ μόνου ἔχουσιν αὗται αἱ ἐγκλίσεις τὴν σημασίαν—ἀλλ’ ἢ πρὸς παράτασιν ἢ πρὸς συμπλήρωσιν λαμβάνονται οὗτοι οἱ χρόνοι ἐν ταύταις ταῖς ἐγκλίσεσιν· οἷον ἐπὶ μὲν τῆς εὐκτικῆς ἐγκλίσεως, ἡνίκα
30εὐχόμεθα τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν καὶ μὴ πληρω‐ θῆναι, λέγομεν τύπτοιμι ἐνεστῶτος καὶ παρατατικοῦ, οἱονεὶ μὴ πληρώσω τύπτων, ἀλλ’ ἐχέτω τὸ πρᾶγμα παράτασιν, τουτέστιν 〈ἐπι〉μένοιμι τύ‐ πτων· ἡνίκα δὲ θέλομεν καὶ εὐχόμεθα τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν καὶ μὴ ἐπιμεῖναι παρατεινόμενον, λέγομεν τετύφοιμι παρα‐
35κειμένου καὶ ὑπερσυντελίκου, οἱονεὶ μὴ ἐπιμένοιμι τύπτων, ἀλλ’ ἔχοι257

258

τὸ πρᾶγμα συμπλήρωσιν. Ὁμοίως ἐπὶ τῆς προστακτικῆς ἐγκλίσεως, ἡνίκα θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν καὶ μὴ πληρωθῆναι, λέγομεν καὶ προστάττομεν τύπτε ἐνεστῶτος καὶ παρατατι‐ κοῦ, οἱονεὶ μὴ πληρώσῃς τύπτων, ἀλλ’ ἐπίμεινον· ἡνίκα δὲ θέλομεν τὸ
5μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν καὶ τελείωσιν καὶ μὴ ἐπι‐ μεῖναι παρατεινόμενον, λέγομεν καὶ προστάττομεν τέτυφε σύ παρακειμέ‐ νου καὶ ὑπερσυντελίκου, οἱονεὶ μὴ ἐπιμείνῃς τύπτων, ἀλλ’ ἐχέτω τὸ πρᾶγμα συμπλήρωσιν. Ὡσαύτως καὶ ἐπὶ τῆς ὑποτακτικῆς ἐγκλίσεως, ὅτε θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν, λέγομεν ἐὰν
10τύπτω ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον ἐὰν μὴ πληρώσω τύπτων, ἀλλ’ ἐπιμείνω, καὶ ἔχῃ τὸ πρᾶγμα παράτασιν· ἡνίκα δὲ θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν καὶ μὴ παρατείνεσθαι, λέγομεν ἐὰν τετύφω παρακειμένου καὶ ὑπερσυντελίκου, οἷον ἐὰν πληρώσω τύπτων, καὶ μὴ ἐπιμείνῃ τὸ πρᾶγμα παρατεινόμενον, ἀλλ’ ἔχῃ συμπλήρωσιν. Τὸν
15αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῆς ἀπαρεμφάτου ἐγκλίσεως, ὅτε θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν, λαμβάνομεν προαιρετικὸν ῥῆμα ὁριστικόν, λέγω δὴ τὸ θέλω ἢ τὸ βούλομαι ἤ τι τοιοῦτον ἀνα‐ πληροῦν τὴν βούλησιν τῆς ψυχῆς, ἐπειδὴ τὰ ἀπαρέμφατα, ὡς ἔγνωμεν, οὐκ ἔχουσι βούλημα ψυχῆς, καὶ λέγομεν θέλω τύπτειν ἐνεστῶτος καὶ
20παρατατικοῦ, οἷον θέλω ἐπιμεῖναι τύπτων καὶ μὴ πληρῶσαι, ἀλλ’ ἔχειν τὸ πρᾶγμα παράτασιν· ἡνίκα δὲ θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν, πάλιν λαμβάνομεν προαιρετικὸν ῥῆμα καὶ λέγομεν θέλω τετυφέναι παρακειμένου καὶ ὑπερσυντελίκου, οἱονεὶ θέλω μὴ ἐπι‐ μεῖναι τύπτων, ἀλλ’ εἰς πέρας ἐλθεῖν τὸ πρᾶγμα καὶ πληρωθῆναι. Διὰ
25τοῦτο δὲ οὐ δεῖ λέγειν ζήσειας, τοῦτο γὰρ ἀορίστου χρόνου ἐστὶν εὐκτικόν· ἔγνωμεν δέ, ὅτι καὶ ὁ ἀόριστος πεπληρωμένην καὶ παρῳχη‐ μένην ἔχει τὴν σημασίαν· ἐὰν οὖν εἴπωμεν ζήσειας, δηλοῦμεν, ὅτι μὴ ἐπιμένοις ζῶν μηδὲ ἔχοι τὸ πρᾶγμα παράτασιν, ἀλλ’ εἰς πέρας καὶ συμ‐ πλήρωσιν τοῦ ζῆν ἔλθοις, ὅπερ ἐστὶν ἀποθάνοις, ὥσπερ καὶ τὸ τύψειας
30δηλοῖ τὸ εἰς πέρας τοῦ τύψαι ἔλθοις· χρὴ δὲ λέγειν ζῴης, τοῦτο γὰρ ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ, καὶ δηλοῦμεν δι’ αὐτοῦ τὸ ἐπιμένοις ζῶν, καὶ ἔχοι τὸ πρᾶγμα παράτασιν. Δέδεικται οὖν ἡμῖν, ὅτι ἐν ταῖς
ἐγκλίσεσι ταύταις μέλλοντος μόνου σημασίαν ἔστιν εὑρεῖν, λέγω δὴ ἐν258

259

τῇ ἀπαρεμφάτῳ καὶ προστακτικῇ καὶ εὐκτικῇ καὶ ὑποτακτικῇ, ἐν αἷς ὁ ἐνεστὼς καὶ ὁ παρατατικὸς καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος [καὶ ὁ ἀόριστος δηλονότι] οὐχ ὡς παρελθούσης ἐν αὐταῖς τῆς πράξεως ἢ ἐνισταμένης λαμβάνονται, ἀλλ’ ἢ πρὸς παράτασιν ἢ πρὸς συμπλή‐
5ρωσιν. Εὐκτικὰ ἐνεργητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτοιμι. Ἰστέον ὅτι ὥσπερ ἐν τοῖς ἀπαρεμφάτοις, οὕτω καὶ ἐν
10τοῖς εὐκτικοῖς πῇ μὲν συνεζευγμένοι εἰσὶν οἱ χρόνοι, πῇ δὲ διακεχωρισμέ‐ νοι· ὁ μὲν γὰρ ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακεί‐ μενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πολλὴν ὁμοιότητα ἔχουσι τὰ εὐκτικὰ πρὸς τὴν δοτι‐
15κήν· ὥσπερ γὰρ τὸ ι χαρακτηριστικόν ἐστι τῆς δοτικῆς, οἷον τῷ καλῷ, τῷ Αἴαντι, τὸν αὐτὸν τρόπον τὸ ι χαρακτηριστικόν ἐστι καὶ τῶν εὐκτι‐ κῶν, οἷον τύπτοιμι τυπτοίμην τυφθείην· ἀλλ’ ἐν μὲν τῇ δοτικῇ κατὰ τὸ τέλος εὑρίσκεται τὸ ι, οἷον τῷ σοφῷ, τῷ Αἴαντι, ἐν δὲ τοῖς εὐκτι‐ κοῖς κατὰ τὴν παραλήγουσαν, οἷον τύπτοιμι τυπτοίμην τυφθείην· ἄλλως
20τε δὲ ἐν μὲν τῇ δοτικῇ οὐ πάντως εὑρίσκεται τὸ ι ἐν διφθόγγῳ, οἷον Αἴαντι βότρυϊ, ἐν δὲ τοῖς εὐκτικοῖς πάντως ἐν διφθόγγῳ εὑρίσκε‐ ται τὸ ι, οἷον τύπτοιμι τυπτοίμην τυφθείην. Πλησιάζουσι δὲ καὶ κατ’ ἄλλο τὰ εὐκτικὰ τῇ δοτικῇ· ὥσπερ γὰρ ἐν ταῖς εἰς ω ληγούσαις δοτι‐ καῖς οὐ προσγράφουσιν οἱ Αἰολεῖς τὸ ι, οἷον Ὁμήρω ἀνθρώπω, τὸν
25αὐτὸν τρόπον καὶ ἐπὶ τῶν εὐκτικῶν πολλάκις ἀποβάλλουσι τὸ ι· ἔστι γὰρ λάχοιμι λάχοις λάχοι· τοῦτο γίνεται ἀττικῶς λαχοίη κατὰ πλεονα‐ σμὸν τοῦ η, καὶ προσθήκῃ τοῦ ς τὸ δεύτερον λαχοίης, καὶ τροπῇ τοῦ ς εἰς ν τὸ πρῶτον λαχοίην, ὥσπερ ἐτύφθη ἐτύφθης ἐτύφθην, καὶ ἀπο‐ βάλλουσιν οἱ Αἰολεῖς τὸ ι καὶ λέγουσι λαχόην. Δεῖ δὲ γινώσκειν, ὅτι
30τὰ εὐκτικὰ ἢ εἰς μι λήγουσιν ἢ εἰς μην ἢ εἰς ην καθαρόν, οἷον τύπτοιμι τυπτοίμην τυφθείην· καὶ τὰ μὲν εἰς μι 〈ἢ〉 ἐνεργητικά εἰσιν ἢ μέσα, οὐδέποτε δὲ παθητικά, ἐνεργητικὰ μέν, οἷον τύπτοιμι βοῷμι χρυσοῖμι τετύφοιμι, μέσα δέ, οἷον τετύποιμι δεδούποιμι πεποίθοιμι· τὰ δὲ εἰς μην ἢ παθητικά εἰσιν ἢ μέσα, οὐδέποτε δὲ ἐνεργητικά, παθητικὰ μέν,
35οἷον τυπτοίμην λεγοίμην χρυσοίμην, μέσα δέ, οἷον τυψαίμην λαβοίμην·259

260

τὰ δὲ εἰς ην καθαρὸν ἢ παθητικά εἰσιν ἢ ἐνεργητικά, οὐδέποτε δὲ μέσα, ἐνεργητικὰ μέν, οἷον τιθείην ἱσταίην γνοίην δοίην, παθητικὰ δέ, οἷον τυφθείην δαρείην νυγείην. Καὶ ἰστέον ὅτι ὅσα μὲν ἔχουσιν εἰς μενος τὴν μετοχήν, εἰς μην ἔχουσι τὸ εὐκτικόν, οἷον τυπτόμενος τυπτοίμην,
5τυφθησόμενος τυφθησοίμην, τυψάμενος τυψαίμην· ὅσα δὲ ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, εἰς ην καθαρὸν ἔχουσι τὸ εὐκτικόν, οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, ἱστάς ἱστάντος ἱσταίην, δούς δόντος δοίην, γνούς γνόντος γνοίην· τὰ δὲ μηδὲν τούτων ἔχοντα, τουτέστι μήτε εἰς μενος
10ἔχοντα τὴν μετοχήν, μήτε εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλι‐ νομένην, εἰς μι ἔχουσι τὸ εὐκτικόν, οἷον τύπτων τύπτοντος τύπτοιμι, βοῶν βοῶντος βοῷμι, τετυφώς τετυφότος τετύφοιμι· τοῦτο γὰρ 〈εἰ καὶ〉 ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, ἵνα ποιήσωμεν εἰς ην τὸ εὐκτικόν. Δεῖ δὲ γι‐
15νώσκειν, ὅτι πολλάκις εὑρίσκομεν εἰς ην καθαρὸν εὐκτικά, μὴ οὔσης τῆς μετοχῆς εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένης, οἷον περιπατοίην, περιπατῶν γὰρ περιπατοῦντος ἐστὶν ἡ μετοχὴ διὰ τοῦ ντ κλινομένη, μὴ οὔσης τῆς μετοχῆς, ἤγουν τῆς εὐθείας, εἰς ς μετ’ ὀξείας τάσεως. Τοῦτο δὲ ὁ μὲν Ἀπολλώνιος σχηματίζων οὕτω λέγει, ὅτι
20ἐστὶ περιπατοῖμι περιπατοῖς περιπατοῖ, καὶ ἀττικῶς γίνεται περιπατοίη κατὰ πλεονασμὸν τοῦ η· καὶ ἐπειδὴ πᾶν τρίτον πρόσωπον εἰς η κατα‐ λῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ δεύτερον πρόσωπον, καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, ἐνύγη ἐνύγης ἐνύγην, τούτου χάριν ἐγένετο τὸ δεύτερον πρόσ‐
25ωπον προσθέσει τοῦ ς περιπατοίης, καὶ τροπῇ τοῦ ς εἰς ν περιπατοίην τὸ πρῶτον· ὁ δὲ Ἡρωδιανὸς ἀλλοίως σχηματίζει αὐτὸ λέγων, ὅτι ἀπὸ τοῦ περιπατοῖμι γέγονε τροπῇ τῆς μι εἰς ην, καὶ ἐκ τούτου τὸ δεύτερον πρόσωπον περιπατοίης τροπῇ τοῦ ν εἰς ς, καὶ τὸ τρίτον περιπατοίη ἀποβολῇ τοῦ ς, ὥσπερ ἐτύφθην ἐτύφθης ἐτύφθη, ἐδάρην ἐδάρης ἐδάρη.
30Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ τρέφοιν, ὡς παρ’ Εὐριπίδῃ 〈fr. 903 N2ἄφρων ἂν εἴην εἰ τρέφοιν τὰ τῶν πέλας, γέγονε τοῦτον τὸν τρόπον· ἔστι τρέφοιμι τρέφοις τρέφοι, καὶ κατὰ πλεονασμὸν τοῦ η γέγονε τρεφοίη ἀττικῶς, ὡς περιπατοίη, καὶ προσθέσει τοῦ ς τὸ δεύτε‐ ρον τρεφοίης, καὶ τροπῇ τοῦ ς εἰς ν τὸ πρῶτον τρεφοίην, ὡς περιπατοίην,
35καὶ λοιπὸν ἀπὸ τοῦ τρεφοίην κατὰ συγκοπὴν τοῦ η γέγονε τρέφοιν.260

261

Οὐδὲ γὰρ δυνατὸν τὸ τρέφοιν ἀπὸ τοῦ τρέφοιμι λέγειν κατὰ ἀπο‐ κοπὴν τοῦ ι καὶ τροπὴν τοῦ μ εἰς ν· ὡς γάρ φησιν ὁ Ἀπολλώνιος ἐν τῷ Περὶ προθέσεων, οὐδέποτε ἀποκοπὴ εἰς ἀνεκφώνητον τέλος γίνεται, ἤγουν εἰς ὃ οὐ δύναται καταλήγειν ἡ λέξις· τὸ γὰρ
5μ οὐκ ἔστι τελικὸν λέξεως, τὸ γὰρ Ἀδάμ βάρβαρόν ἐστι καὶ τὸ Ἀβραάμ, καὶ δηλονότι οὐ δύναται γενέσθαι ἀποκοπή. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι πάντα τὰ εὐκτικά, εἴτε εἰς μι λήγουσιν, εἴτε εἰς μην, εἴτε εἰς ην καθαρόν, διφθόγγῳ θέλουσι παραλήγεσθαι
10τῇ μετὰ τοῦ ι, οἷον τύπτοιμι βοῷμι χρυσοῖμι πεποιῄμην τυπτοίμην τυψαίμην τυφθησοίμην τυφθείην νυγείην γνοίην δοίην δαρείην· καὶ φυλάττουσι τὴν δίφθογγον καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς δυϊκοῖς καὶ ἐν τοῖς πληθυντικοῖς, οἷον τύπτοιμι τύπτοις τύπτοι, δυϊκά, τύπτοιτον τυπτοίτην, πληθυντικά, τύπτοιμεν τύπτοιτε τύπτοιεν· τυπτοίμην τύπτοιο
15τύπτοιτο, δυϊκά, τυπτοίμεθον τύπτοισθον τυπτοίσθην, πληθυντικά, τυ‐ πτοίμεθα τύπτοισθε τύπτοιντο· τυφθείην τυφθείης τυφθείη, δυϊκά, τυ‐ φθείητον τυφθειήτην, πληθυντικά, τυφθείημεν τυφθείητε τυφθείησαν. Δεῖ δὲ προσθεῖναι «χωρὶς 〈τῶν〉 τῆς τετάρτης συζυγίας τῶν εἰς μι»· ταῦτα γὰρ οὐ παραλήγονται διφθόγγῳ, ζευγνύην γὰρ καὶ πηγνύην καὶ
20ὀμνύην χωρὶς τοῦ ι. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολο‐ γίαν, ὅτι τὸ ζευγνύην καὶ τὸ πηγνύην καὶ τὸ ὀμνύην προσθέσει τοῦ μ παθητικὰ γίνονται, οἷον ζευγνύμην πηγνύμην ὀμνύμην· εἰ εἶχον οὖν τὸ ι κατὰ τὴν παραλήγουσαν, ἤμελλον ἀποβάλλειν αὐτὸ ἐν τοῖς παθη‐ τικοῖς, ἐπειδὴ μετὰ τὴν υι δίφθογγον σύμφωνον οὐχ εὑρίσκεται ἐπιφε‐
25ρόμενον, οἷον ἅρπυια μυῖα υἱός· ὃ οὖν εἶχον ἀποβάλλειν ἐν τοῖς πα‐ θητικοῖς, προαπέβαλον ἐν τοῖς ἐνεργητικοῖς· τούτου οὖν χάριν τὰ εὐκτικὰ ἐπὶ τῆς τετάρτης συζυγίας τῶν εἰς μι οὐ παραλήγονται δι‐ φθόγγῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι κανονίζεται τὸ εὐκτικὸν ἐνεργητικὸν τοῦ ἐνεστῶτος
30καὶ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶσα γενικὴ μετοχῆς διὰ τοῦ τος ἐκφερομένη, εἴτε ἐνεργητικὴ εἴτε μέση, τρέπουσα τὴν τελευταίαν συλ‐ λαβὴν εἰς μι, καὶ προσλαμβάνουσα κατὰ τὴν παραλήγουσαν τὸ ι [ἤγουν πρὸ τοῦ ν δεχομένη τὸ ι], καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφω‐
νηθῆναι στοιχεῖα, τὸ εὐκτικὸν ποιεῖ, οἷον τύπτοντος τύπτοιμι, λέγον‐261

262

τος λέγοιμι, γράφοντος γράφοιμι, βοῶντος βοῷμι, τύψοντος τύψοιμι, τύψαντος τύψαιμι, γράψαντος γράψαιμι, λέξαντος λέξαιμι, λέξοντος λέξοιμι, γράψοντος γράψοιμι, τυπόντος τύποιμι, λαβόντος λάβοιμι· ἰδοὺ ἐπὶ τούτων ἐτράπη ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τῆς μετοχῆς
5εἰς μι, καὶ πρὸ τοῦ μ προσῆλθε τὸ ι, καὶ ἀπεβλήθη τὸ ν, καὶ ἐγένοντο τὰ εὐκτικά· τὸ δὲ ν ἀπεβλήθη, ἐπειδὴ οὐδέποτε τὸ ν εὑρίσκεται πρὸ τοῦ μ. Πάλιν ἐστὶ τετυφώς τετυφότος τετύφοιμι, πεποιηκώς πεποιηκό‐ τος πεποιήκοιμι, τετυπώς τετυπότος τετύποιμι, δεδουπώς δεδουπότος δεδούποιμι, πεποιθώς πεποιθότος πεποίθοιμι· ἰδοὺ καὶ ἐπὶ τούτων
10ἐτράπη ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τῆς μετοχῆς εἰς μι, καὶ πρὸ τοῦ μ προσῆλθε τὸ ι, καὶ ἐγένοντο τὰ εὐκτικά· ἐνταῦθα δὲ οὐκ ἀπε‐ βλήθη σύμφωνον, ἐπειδὴ καθαριεύει ἡ γενικὴ τῆς μετοχῆς, οὐδὲ γὰρ ἔχει πρὸ τοῦ τ σύμφωνον. Δεῖ δὲ προσθεῖναι τῷ κανόνι «χωρὶς εἰ μὴ εἰς ς ἐστὶν ὀξύτονος ἡ μετοχὴ καὶ διὰ τοῦ ντ κλινομένη»· τότε
15γὰρ οὐ γίνεται εἰς μι τὸ εὐκτικόν, ἀλλ’ εἰς ην καθαρόν, οἷον τιθείς τιθέντος τιθείην, ἱστάς ἱστάντος ἱσταίην, γνούς γνόντος γνοίην· πρόσ‐ κειται «διὰ τοῦ ντ κλινομένη» διὰ τὸ τετυφώς τετυφότος· τοῦτο γὰρ καὶ εἰς ς καὶ ὀξύτονον ἔχει τὴν μετοχήν, ἀλλ’ ἐπειδὴ οὐ κλίνεται διὰ τοῦ ντ, οὐ ποιεῖ εἰς ην καθαρὸν τὸ εὐκτικόν, ἀλλ’ εἰς μι, οἷον τετύ‐
20φοιμι. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἐν τοῖς εὐκτικοῖς τὸ ἀπο‐ βαλλόμενον σύμφωνόν ἐστιν, οἷον τύπτοντος τύπτοιμι, λέγοντος λέγοιμι, τύψαντος τύψαιμι, τὸ γὰρ ν ἀπεβλήθη, ὅπερ σύμφωνόν ἐστιν, διατί εἴρηται ἀπροσδιορίστωσ «καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνη‐
25θῆναι στοιχεῖα», καὶ μὴ μᾶλλον ἐρρέθη «τὰ μὴ δυνάμενα συνεκφωνη‐ θῆναι σύμφωνα». Ἔστιν οὖν εἰπεῖν, ὅτι καλῶς εἴρηται ἀπροσδιο‐ ρίστωσ «στοιχεῖα» καὶ οὐ «σύμφωνα», ἐπειδὴ οὐ μόνον σύμφωνα ἀποβάλλονται ἐν τοῖς εὐκτικοῖς, ἀλλ’ ἔστιν ὅτε καὶ φωνήεντα· καὶ δῆλον ἐντεῦθεν· ἔστι ποιοῦντος καὶ χρυσοῦντος, καὶ τρέπεται ἡ τελευ‐
30ταία συλλαβὴ τῆς γενικῆς τῆς μετοχῆς εἰς μι, καὶ ἀποβάλλεται τὸ ν, καὶ προσέρχεται κατὰ τὴν παραλήγουσαν τὸ ι, καὶ γίνεται τὸ εὐκτικὸν ποιούιμι καὶ χρυσούιμι διὰ τοῦ ο καὶ υ καὶ ι· καὶ ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν
ἀποβληθῆναι. Καὶ τὸ μὲν ο ἀποβληθῆναι οὐ δύναται, ἐπειδὴ οὐδέ‐262

263

ποτε μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον μυῖα ἅρπυια υἱός υἱωνός· ἐὰν οὖν ἀποβληθῇ τὸ ο, μέλλει εἶναι ἡ υι δίφθογγος συμφώνου ἐπιφερομένου τοῦ μ, ὅπερ ἐστὶν ἀδύνατον· τὸ δὲ ι ἀποβληθῆναι οὐ δύναται, ἐπειδὴ τὰ εἰς μι εὐκτικὰ καὶ τὰ εἰς μην
5καὶ τὰ εἰς ην καθαρὸν διφθόγγῳ θέλουσι παραλήγεσθαι τῇ μετὰ τοῦ ι, οἷον λέγοιμι βοῷμι τυποίμην λεγοίμην τυφθείην δαρείην· περὶ γὰρ τῶν εὐκτικῶν τῆς τετάρτης συζυγίας τῶν εἰς μι εἰρήκαμεν· ἐξ ἀνάγκης οὖν ἀποβάλλεται τὸ υ, καὶ γίνεται ποιοῖμι καὶ χρυσοῖμι διὰ τῆς οι διφθόγγου. Δέδεικται οὖν, ὅτι καὶ φωνήεντα πολλάκις ἀποβάλλονται ἐν τοῖς
10εὐκτικοῖς. Τύπτοις. Ἰστέον ὅτι τὰ εἰς μι λήγοντα ῥήματα, εἴτε ὁριστικὰ εἴτε εὐκτικά, τροπῇ τῆς μι εἰς ς τὸ δεύτερον ποιοῦσι πρόσωπον, οἷον τίθημι τίθης, ἵστημι ἵστης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς, τύπτοιμι τύπτοις, τετύφοιμι τετύφοις, τύψαιμι τύψαις, λέξαιμι λέξαις, τύψοιμι
15τύψοις, ποιοῖμι ποιοῖς, βοῷμι βοῷς, χρυσοῖμι χρυσοῖς. Τύπτοι. Εἴρηται, ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ς λῆγον ἀπο‐ βολῇ τοῦ ς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, λέγεις λέγει, 〈τύπτοις τύπτοι, λέγοις λέγοι〉, χωρὶς τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορί‐ στου καὶ τοῦ ἐνεστῶτος τοῦ ἀπὸ τῶν εἰς μι.
20 Δυϊκά. Τύπτοιτον, τυπτοίτην. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν ἔχει τὸ μ ἐπὶ τῆς τελευταίας συλλαβῆς· τύπτοιμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ε εἰς
25ον, οἷον τύπτοιτε τύπτοιτον, τὸ δὲ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου γέγονε τροπῇ τοῦ ο εἰς η, οἷον τύπτοιτον τυπτοίτην· καθό‐ λου γὰρ ἐν τοῖς εὐκτικοῖς τὰ τρίτα τῶν δυϊκῶν εἰς ην λήγουσιν, οἷον τυπτοίτην τυψοίτην τυψοίσθην τυψαίσθην· οὐχ ὁμοφωνοῦσι γὰρ τοῖς ἰδίοις δευτέροις, ἐπειδὴ οὔτε εἰς σι λήγουσιν οὔτε εἰς ται τὰ τρίτα τῶν
30πληθυντικῶν. Πληθυντικά. Τύπτοιμεν. Ἰστέον ὅτι τὰ εἰς μι εὐκτικὰ τροπῇ τῆς μι εἰς μεν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον τύπτοιμι τύπτοιμεν, τετύφοιμι τετύφοιμεν, τύψαιμι τύψαιμεν, τύψοιμι τύψοιμεν.
35Τύπτοιτε. Ἰστέον ὅτι τὰ εἰς μεν εὐκτικὰ τροπῇ τοῦ μεν εἰς τε263

264

τὸ δεύτερον τῶν πληθυντικῶν ποιοῦσι μετὰ τοῦ φυλάττειν τὴν παρα‐ λήγουσαν—τὰ γὰρ εὐκτικὰ οὐδέποτε τρέπουσι τὴν παραλήγουσαν— οἷον τύπτοιμεν τύπτοιτε, λέγοιμεν λέγοιτε, βοῷμεν βοῷτε, τετύφοιμεν τετύφοιτε, τύψαιμεν τύψαιτε, τυφθείημεν τυφθείητε, δαρείημεν δαρείητε,
5νυγείημεν νυγείητε. Τύπτοιεν. Ἰστέον ὅτι τὰ εἰς μεν εὐκτικά, εἰ μὲν διφθόγγῳ παρα‐ λήγονται, ἀποβολῇ τοῦ μ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ποι‐ οῦσιν, οἷον τύπτοιμεν τύπτοιεν, λέγοιμεν λέγοιεν, τύψαιμεν τύψαιεν, τύψοιμεν τύψοιεν, τετύφοιμεν τετύφοιεν, ποιοῖμεν ποιοῖεν, βοῷμεν
10βοῷεν, γελῷμεν γελῷεν, τρυγῷμεν τρυγῷεν, χρυσοῖμεν χρυσοῖεν· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγονται, τροπῇ τῆς μεν εἰς σαν τὸ τρίτον πρόσ‐ ωπον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον τυφθείημεν τυφθείησαν, δαρείη‐ μεν δαρείησαν, νυγείημεν νυγείησαν. Ἀμέλει ἀπὸ τοῦ δοίημεν καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν δοίησαν γίνεται, ἐπειδὴ ἑνὶ φωνήεντι
15παραλήγεται· ἡνίκα δὲ γένηται κατὰ συγκοπὴν τοῦ η τὸ πρῶτον δοῖμεν, ὡς τὸ 〈Ν 378〉 δοῖμεν δ’ Ἀτρείδαο θυγατρῶν εἶδος ἀρίστην, τότε καὶ τὸ τρίτον τῶν πληθυντικῶν δοῖεν γίνεται κατὰ ἀποβολὴν τοῦ μ, ἐπειδὴ διφθόγγῳ παραλήγεται, οἷον 〈Α 18〉 ὑμῖν μὲν θεοὶ δοῖεν. Παρακειμένου καὶ ὑπερσυντελίκου.
20 Τετύφοιμι. Ἰστέον ὅτι κανονίζεται τὸ εὐκτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου τοῦτον τὸν τρόπον· ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεργη‐ τικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ ἡ γενικὴ τῆς μετοχῆς τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου, τρέπουσαι τὴν τελευταίαν συλ‐
25λαβὴν εἰς μι καὶ πρὸ τοῦ μ δεχόμεναι τὸ ι, τὸ εὐκτικὸν ποιοῦσιν, ἡ ἐνεργητικὴ τὸ ἐνεργητικὸν καὶ ἡ μέση τὸ μέσον, οἷον τετυφότος τετύ‐ φοιμι, πεποιηκότος πεποιήκοιμι, τετυπότος τετύποιμι, δεδουπότος δε‐ δούποιμι, πεποιθότος πεποίθοιμι. Ἰστέον δὲ ὅτι ταῦτα, εἰ καὶ ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἀλλ’ οὖν οὐκ ἔχουσιν αὐτὴν
30διὰ τοῦ ντ κλινομένην, οἷον τετυφώς τετυφότος, πεποιθώς πεποιθό‐ τος, καὶ τούτου χάριν οὐκ ἔχουσιν εἰς ην καθαρὸν τὸ εὐκτικόν· ἐκεῖνα γὰρ εἰς ην καθαρὸν ἔχουσι τὸ εὐκτικόν, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, οἷον τυφθείς τυφθέντος
τυφθείην, δαρείς δαρέντος δαρείην, νυγείς νυγέντος νυγείην, γνούς264

265

γνόντος γνοίην. Σεσημείωται τὸ εἰδείην· τοῦτο γὰρ εἰ καὶ ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, οἷον εἰδώς εἰδότος, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, καὶ οὐκ ὤφειλεν εἰς ην καθαρὸν ἔχειν τὸ εὐκτικόν· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ὥσπερ ἀπὸ τοῦ περιπατοῖμι γέγονε
5περιπατοίην ἀττικῶς κατὰ τροπὴν τῆς μι εἰς ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰδώς εἰδότος γέγονεν εἴδοιμι, ὥσπερ τετυφώς τετυφότος τετύ‐ φοιμι, καὶ ἀπὸ τοῦ εἴδοιμι γέγονεν εἰδοίην κατὰ τροπὴν Ἀττικὴν τῆς μι εἰς ην, καὶ κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε εἰδείην. Τετύφοις, τετύφοι. Δυϊκά· τετύφοιτον, τετυφοίτην.
10Πληθυντικά· τετύφοιμεν, τετύφοιτε, τετύφοιεν· εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Τετύποιμι, τετύποις, τετύποι. Δυϊκά· τετύποιτον, τετυ‐ ποίτην. Πληθυντικά· τετύποιμεν, τετύποιτε, τετύποιεν· εἴρη‐ ται καὶ ἡ περὶ τούτων διδασκαλία.
15Ἀορίστου πρώτου. Τύψαιμι. Ἰστέον ὅτι ἐστὶ τύψας τύψαντος ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς μι, καὶ πρὸ τοῦ μ δεχομένη τὸ ι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοι‐ χεῖα, φημὶ δὴ τὸ ν, τὸ εὐκτικὸν ποιεῖ, οἷον τύψαιμι· εἰ γὰρ καὶ ἔχει
20τοῦτο τὴν μετοχὴν εἰς ς καὶ διὰ τοῦ ντ κλινομένην, ἀλλ’ οὐκ ἔχει αὐτὴν ὀξύτονον, καὶ τούτου χάριν οὐκ ἔχει εἰς ην καθαρὸν τὸ εὐκτικόν. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ εὐκτικὰ τοῦ πρώτου ἀορίστου ἐνεργητικοῦ οἱ Αἰολεῖς διὰ τοῦ εια προφέρονται, οἷον τύψαιμι τύψεια, ποιήσαιμι ποιήσεια, ὑποστρέψαιμι ὑποστρέψεια· καὶ τῷ μὲν πρώτῳ προσώπῳ οἱ
25Αἰολεῖς μόνοι κέχρηνται, τῷ δὲ δευτέρῳ καὶ τρίτῳ καὶ οἱ Ἀθηναῖοι, οἷον τύψειας τύψειε καὶ τύψειαν τὸ τρίτον τῶν πληθυντικῶν, τίσειας τίσειε καὶ τίσειαν τὸ τρίτον τῶν πληθυντικῶν, ὡς παρὰ τῷ ποιητῇ 〈Α42〉 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσι, καὶ πάλιν ὑποστρέψειας, 〈Γ407〉 μηδ’ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας
30〈Ὄλυμπον〉, καὶ ὑποστρέψειαν τὸ τρίτον τῶν πληθυντικῶν. Ἰστέον δὲ ὅτι τὰ τοιαῦτα εὐκτικὰ εὐχὴν δηλοῦσι πράγματος ὀφείλοντος πλη‐
ρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ἵνα εἰς πέρας ἔλθῃ τοῦ265

266

γράψαι, καὶ ὁ λέγων ποιήσειας εὔχεται ἵνα εἰς πέρας ἔλθῃ τοῦ ποιῆσαι· ὅθεν οὐ δεῖ λέγειν τινὶ ζήσειας, ἐπειδὴ εὑρίσκῃ εὐχόμενος ἵνα εἰς τὸ πέρας ἔλθῃ τῆς ζωῆς, ἤγουν ἵνα ἀποθάνῃ, καὶ λοιπὸν εὑρίσκῃ καταρώ‐ μενος αὐτῷ. Τύψαις, τύψαι. Δυϊκά· τύψαιτον, τυψαίτην. Πλη‐
5θυντικά· τύψαιμεν, τύψαιτε, τύψαιεν· εἴρηται. Ἀορίστου δευτέρου. Τύποιμι. Ἰστέον ὅτι ἐστὶ τυπών τυπόντος ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς μι, καὶ πρὸ τοῦ μ δεχομένη τὸ ι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοι‐
10χεῖα, φημὶ δὴ τὸ ν, ποιεῖ τὸ εὐκτικόν, οἷον τύποιμι· εἰ γὰρ καὶ ἔχει τοῦτο τὴν μετοχὴν ὀξύτονον καὶ διὰ τοῦ ντ κλινομένην, ἀλλ’ οὖν οὐκ ἔχει αὐτὴν εἰς ς, καὶ τούτου χάριν οὐκ ἔχει εἰς ην καθαρὸν τὸ εὐκτι‐ κόν. Τύποις, τύποι. Δυϊκά· τύποιτον, τυποίτην. Πληθυντικά· τύποιμεν, τύποιτε, τύποιεν· εἴρηται.
15Μέλλοντος πρώτου. Τύψοιμι. Ἰστέον ὅτι ἐστὶ τύψων τύψοντος ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς μι, καὶ πρὸ τοῦ μ δεχομένη τὸ ι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνακουσθῆναι στοι‐ χεῖα, φημὶ δὴ τὸ ν, ποιεῖ τὸ εὐκτικόν, οἷον τύψοιμι. Τύψοις, τύψοι.
20Δυϊκά· τύψοιτον, τυψοίτην. Πληθυντικά· τύψοιμεν, τύψοιτε, τύψοιεν. Μέλλοντος δευτέρου. Τυποῖμι. Ἰστέον ὅτι ἐστὶν ἡ μετοχὴ τοῦ δευτέρου μέλλοντος τυπῶν τυποῦντος, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς
25μι, καὶ πρὸ τοῦ μ δεχομένη τὸ ι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχεῖα, φημὶ δὴ τὸ ν, τὸ εὐκτικὸν ποιεῖ, καὶ ὤφειλεν εἶναι τυπούιμι διὰ τοῦ ο καὶ υ καὶ ι· ἀλλ’ ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι, καὶ ἐπειδὴ οὔτε τὸ ο ἠδύνατο ἀποβληθῆναι
30οὔτε τὸ ι διὰ τὴν προλεχθεῖσαν αἰτίαν, τούτου χάριν ἀπεβλήθη τὸ υ,
καὶ γέγονε τυποῖμι τὸ εὐκτικὸν διὰ τῆς οι διφθόγγου. Ταῦτα μὲν ἐν266

267

τούτοις. Ἰστέον δὲ ὅτι τὸ εὐκτικὸν τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργη‐ τικοῦ καὶ τοῦ δευτέρου μέλλοντος, εἰ καὶ τῇ φωνῇ συνέπεσον, ἀλλ’ οὖν τῷ τόνῳ διαστέλλονται· καὶ γὰρ τὸ μὲν εὐκτικὸν τοῦ δευτέρου ἀορίστου προπαροξύνεται, οἷον τύποιμι, τὸ δὲ εὐκτικὸν τοῦ δευτέρου
5μέλλοντος προπερισπᾶται, οἷον τυποῖμι. Τυποῖς, τυποῖ. Δυϊκά· τυποῖτον, τυποίτην. Πληθυντικά· τυποῖμεν, τυποῖτε, τυποῖεν· εἴρηται. Εὐκτικὰ παθητικά χρόνου
10ἐνεστῶτος καὶ παρατατικοῦ. Τυπτοίμην. Ἐνταῦθα τὸ εὐκτικὸν τοῦ ἐνεστῶτος καὶ παρατατι‐ κοῦ τῶν παθητικῶν κανονίζει. Ἔστι δὲ εἰπεῖν καθολικὸν κανόνα τοιοῦτον· πᾶν ὁριστικὸν παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικόν, τρέπον τὴν ἐσχάτην εἰς μην, ἐὰν μὴ ἔχῃ αὐτὴν εἰς μην, ἐὰν δὲ ἔχῃ
15αὐτὴν εἰς μην, φυλάττον αὐτήν, καὶ ἀποβάλλον τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν—δηλονότι χωρὶς τοῦ παρακειμένου, οὗτος γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν—καὶ πρὸ τοῦ μ δεχόμενον τὸ ι, χωρὶς τῶν τῆς τετάρτης συζυγίας τῶν εἰς μι, τὸ εὐκτικὸν ποιεῖ, οἷον τύπτομαι τυπτοίμην, λέγο‐
20μαι λεγοίμην, βοῶμαι βοῴμην, γελῶμαι γελῴμην, τίθεμαι τιθείμην, ἵστα‐ μαι ἱσταίμην, δίδομαι διδοίμην, πεποίημαι πεποιῄμην, νενόημαι νενοῄμην, ἐτυψάμην τυψαίμην, τέθεμαι τεθείμην, ἕσταμαι ἑσταίμην, δέδομαι δε‐ δοίμην, ἐτυπόμην τυποίμην, τυφθήσομαι τυφθησοίμην, τύψομαι τυψοίμην, τετύψομαι τετυψοίμην. Τούτων οὕτως ἐχόντων ἀπὸ τοῦ τυποῦμαι καὶ
25ποιοῦμαι καὶ χρυσοῦμαι ὤφειλε τὸ εὐκτικὸν γενέσθαι τυπουΐμην καὶ ποιουΐμην καὶ χρυσουΐμην διὰ τοῦ ο καὶ υ καὶ ι τῆς ἐσχάτης τραπείσης εἰς μην καὶ πρὸ τοῦ μ τοῦ ι προσελθόντος· ἀλλ’ ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι· καὶ ἐπειδὴ οὔτε τὸ ο ἠδύνατο ἀποβληθῆναι οὔτε τὸ ι,
30διὰ τὴν προλεχθεῖσαν αἰτίαν ἐν τῇ περὶ τοῦ ποιοῖμι καὶ χρυσοῖμι διδα‐ σκαλίᾳ, τούτου χάριν ἀπεβλήθη τὸ υ, καὶ γέγονε τυποίμην καὶ ποιοίμην
καὶ χρυσοίμην διὰ τῆς οι διφθόγγου. Ταῦτα μὲν ἐν τούτοις.267

268

Ἰστέον δὲ ὅτι ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ μ ἕτερον σύμφωνον, τότε τὸ εὐκτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τέτυμμαι τετυμμένος εἴην, περὶ ὧν ἐκεῖσε γενόμενοι μαθησόμεθα. Πρόσκειται 〈ἐν〉 τῷ κανόνι «χωρὶς τῶν τῆς
5τετάρτης συζυγίας τῶν εἰς μι», ἐπειδὴ τὰ εὐκτικὰ τούτων οὐκ ἔχουσι τὸ ι πρὸ τοῦ μ, ζευγνύμην γὰρ καὶ ὀμνύμην καὶ ὀλλύμην χωρὶς τοῦ ι· οὐκ ἔχουσι δὲ ταῦτα τὸ ι κατὰ τὴν παραλήγουσαν, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον υἱός υἱωνός ἅρπυια μυῖα αἴθυια. Πρόσκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλι‐
10τικόν» διὰ τὸ ἐδάμην, τούτου γὰρ τὸ εὐκτικὸν οὐκ ἔστιν εἰς μην ἀλλ’ εἰς ην καθαρόν, οἷον δαμείην· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ μ. Πρόσκειται ἐν τῷ κανόνι «παθητικὸν ἢ μέσον» διὰ τὸ τρέμω, τοῦτο γὰρ οὐκ ἔχει εἰς μην τὸ
15εὐκτικὸν ἀλλ’ εἰς μι, τρέμοιμι γάρ, ὡς τύπτοιμι, ἀλλ’ ἐνεργητικόν ἐστιν· ἄλλως τε δὲ οὐδὲ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν, θέμα γάρ ἐστι τὸ τρέμω καὶ ἔχει τὸ μ. Τύπτοιο. Ἰστέον ὅτι πᾶν τρίτον εὐκτικὸν ἑνικὸν εἰς το λῆγον ἀποβολῇ τοῦ τ τὸ δεύτερον πρόσωπον ποιεῖ, οἷον τύπτοιτο τύπτοιο,
20λέγοιτο λέγοιο, ποιοῖτο ποιοῖο, βοῷτο βοῷο, τύψαιτο τύψαιο, λάβοιτο λάβοιο, τυφθήσοιτο τυφθήσοιο, χρυσοῖτο χρυσοῖο· οὐ συναιροῦνται δὲ τὰ φωνήεντα ἐνταῦθα, ἐπειδὴ τὸ ι κωλύει, μέσου γὰρ ὄντος τοῦ ι οὐδέποτε συναίρεσις γίνεται τῶν φωνηέντων· ἀμέλει ἐν τῷ τῷ ἐμῷ πρῶτον ἀποβάλλεται τὸ ι τοῦ τῷ ἄρθρου, καὶ οὕτω γίνεται ἡ κρᾶσις,
25οἷον τὠμῷ· εἰ δέ τις εἴποι, διατί μὴ καὶ ἐν τοῖς δευτέροις προσώποισἀποβάλλεται τὸ ι καὶ κρᾶσις γίνεται τῶν φωνηέντων, λέγομεν, ὅτι οὐ δύναται ἀποβληθῆναι τὸ ι, ἐπειδὴ τῶν εὐκτικῶν χαρακτηριστικόν ἐστι τὸ ι, οἷον τύπτοιμι τύπτοις τύπτοι, τυφθείην τυφθείης τυφθείη. Περὶ δὲ τοῦ εἰπεῖν τὸν τεχνικὸν ἐν τῷ κανόνι «ὅσα τῶν εὐκτικῶν ἐν τῷ τρίτῳ
30προσώπῳ ἔχει κλιτικὸν τὸ τ», λέγομεν, ὅτι οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ἐγκλίσεων εἶπε τοῦτο, ἀλλ’ αὐτὸ τὸ ὄν· καὶ γὰρ καὶ ἐπὶ τῶν ὁριστι‐ κῶν πολλάκις ἀποβάλλει τὸ τρίτον πρόσωπον τὸ τ, καὶ οὕτως ἀποτελεῖ τὸ δεύτερον, οἷον τύπτεται τύπτεαι, ἐτύπτετο ἐτύπτεο· μήποτε δὲ ἔστιν εἰπεῖν, ὅτι πρὸς ἀντιδιαστολὴν τῶν ὁριστικῶν εἶπε «τῶν εὐκτικῶν», ἐπειδὴ ἐπὶ
35μὲν τῶν εὐκτικῶν πάντως ἀποβολῇ τοῦ τ ἐκ τοῦ τρίτου γίνεται τὸ
δεύτερον, ὡς ἐδήλωσαν τὰ προλεχθέντα παραδείγματα, ἐπὶ δὲ τῶν268

269

ὁριστικῶν οὐ πάντως ἀποβολῇ τοῦ τ, ἀλλ’ ἔστιν ὅτε καὶ τροπῇ τοῦ τ εἰς ς, ὡς ἐν τῇ περὶ τῶν ὁριστικῶν διδασκαλίᾳ ἐγνώσθη ἡμῖν. Πρόσ‐ κειται δέ «ἡνίκα ἔχει κλιτικὸν τὸ τ», διὰ τὸ τύπτοι· τοῦτο γὰρ οὐ ποιεῖ τὸ δεύτερον πρόσωπον ἀποβολῇ τοῦ τ, οὐδὲ γὰρ λέγομεν τὸ δεύ‐
5τερον πρόσωπον τύποι, ἀλλὰ τύπτοις· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ τ κλιτικὸν ἀλλὰ θεματικόν, τύπτω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ τ. Τύπτοιτο. Ἰστέον ὅτι τὰ εἰς μην εὐκτικὰ τροπῇ τῆς μην εἰς το τὸ τρίτον ποιοῦσιν, καὶ φυλάττουσι τὴν παραλήγουσαν, οἷον τυπτοί‐
10μην τύπτοιτο, λεγοίμην λέγοιτο, ποιοίμην ποιοῖτο, βοῴμην βοῷτο, χρυ‐ σοίμην χρυσοῖτο, τυψαίμην τύψαιτο, τυψοίμην τύψοιτο. Δυϊκά. Τυπτοίμεθον, τύπτοισθον, τυπτοίσθην. Ἰστέον ὅτι τὸ μὲν πρῶτον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ μ ἐπὶ τῆς τελευταίας συλ‐
15λαβῆς, τυπτοίμεθα γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· κανονίζεται δὲ ἐκ τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τροπῇ τῆς θα εἰς θον, οἷον τυπτοίμεθα τυπτοίμεθον· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ε εἰς ον, οἷον τύπτοισθε τύπτοισθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου
20γέγονε τροπῇ τοῦ ο εἰς η, 〈οἷον τύπτοισθον τυπτοίσθην〉· καθόλου γὰρ ἐν τοῖς εὐκτικοῖς, ὡς εἴρηται, τὰ τρίτα τῶν δυϊκῶν εἰς ην λήγουσιν· οὐχ ὁμοφωνεῖ γὰρ τὸ τρίτον τῶν δυϊκῶν τῷ δευτέρῳ, ἐπειδὴ 〈ἐν τοῖς εὐκτικοῖσ〉 οὔτε εἰς σι λήγει οὔτε εἰς ται τὸ τρίτον τῶν πληθυντικῶν. Πληθυντικά. Τυπτοίμεθα. Εἴρηται ἐν τοῖς ὁριστικοῖς, ὅτι πᾶν
25πρῶτον πρόσωπον ἑνικὸν ἔχον τὸ μ κλιτικὸν μετὰ μακρᾶσ τροπῇ τῆς ἐσχάτης εἰς μεθα τὸ πληθυντικὸν ποιεῖ, οἷον τύπτομαι τυπτόμεθα, πεποίημαι πεποιήμεθα, ἐτυψάμην ἐτυψάμεθα· οὕτως 〈οὖν〉 καὶ τυπτοί‐ μην τυπτοίμεθα καὶ τυψαίμην τυψαίμεθα. Τύπτοισθε. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ κλιτικὸν
30τρέπον τὴν τελευταίαν συλλαβὴν εἰς θε τὸ δεύτερον τῶν πληθυντικῶν ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ τ, καὶ τὸ ς προσλαμβάνει τὸ δεύτερον τῶν πληθυντικῶν, οἷον τύπτεται τύπτεσθε, πεποίηται πεποίησθε, ἐτύ‐ ψατο ἐτύψασθε, εἰ δὲ συμφώνῳ παραλήγεται, φυλάττει αὐτό, οἷον
κέκαρται κέκαρθε, τέτιλται τέτιλθε, πλὴν εἰ μή πω ψιλὸν ὂν διὰ ἀσυν‐269

270

ταξίαν τραπῇ εἰς τὸ δασύ, οἷον νένυκται νένυχθε, τέτυπται τέτυφθε· ψιλὰ γὰρ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλ‐ ληψιν, οἷον 〈κτύποσ〉 πτῶσις φθόνος χθών ἑβδομάς ἐρίγδουπος· οὕτω καὶ ἀπὸ τοῦ τύπτοιτο γίνεται τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν
5τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς θε, καὶ τοῦ ς προσελθόντος διὰ τὸ καθαριεύειν τὸ τ. Ἰστέον δὲ ὅτι οἱ λοιποὶ προσδιορισμοὶ τοῦ κανόνος τούτου οὐχ ἁρμόζουσι τοῖς εὐκτικοῖς· τὸ γάρ «εἰ δὲ ψιλῷ παραλήγε‐ ται, εἰς δασὺ αὐτὸ τρέπει», οὐχ ἁρμόζει τοῖς εὐκτικοῖς, οὐδὲ γὰρ ἔχουσι τὰ εὐκτικὰ ἐν τῷ τρίτῳ προσώπω τῶν ἑνικῶν πρὸ τοῦ τ ψιλόν,
10ἢ ὅλως δύο σύμφωνα, οἷον τύπτοιτο τύψοιτο λάβοιτο· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἐν τοῖς ὁριστικοῖς εὑρίσκεται πολλάκις ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν πρὸ τοῦ τ ψιλόν, οἷον τέτυπται νένυκται, ὅπου καὶ ἐν πρώτοις ἐλέχθη ὁ κανὼν οὗτος· ἐνταῦθα οὖν ἐκείνου τοῦ κανόνος μνημονεύει τοῦ προλεχθέντος τοῦ καθολικοῦ, καὶ οὐκ ἠδύνατο παραλιπεῖν
15τὸν προσδιορισμὸν τοῦτον, εἰ καὶ μὴ ἔστιν ἐν τοῖς εὐκτικοῖς πρὸ τοῦ τ ψιλόν, ἐπειδὴ μερικὸν ἐποίει τὸν κανόνα καὶ οὐκέτι εὑρίσκεται λέγων τὸν κανόνα τὸν εἰρημένον ἀνωτέρω. Τύπτοιντο. Εἴρηται, ὅτι πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ κλιτικόν, πρὸ τοῦ τ λαμβάνον τὸ ν καὶ τὴν παραλήγουσαν φυλάττον τοῦ ἰδίου
20πρώτου προσώπου ἑνικοῦ, τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ, οἷον τύπτεται τύπτονται ὅτι τύπτομαι, πεποίηται πεποίηνται ὅτι πεποίημαι· οὕτως οὖν καὶ τύπτοιτο τύπτοιντο ὅτι τυπτοίμην. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυμμένος εἴην. Ἰστέον ὅτι ἡνίκα ὁ παθητικὸς παρακείμενος
25ὁ ὁριστικὸς οὐκ ἔχει πρὸ τοῦ μ σύμφωνον, τότε τῷ κοινῷ κανόνι γίνε‐ ται τὸ εὐκτικόν, τουτέστι τρέπον τὴν ἐσχάτην εἰς μην καὶ πρὸ τοῦ μ δεχόμενον τὸ ι, οἷον τέθεμαι τεθείμην, κέκλημαι κεκλῄμην, δέδεμαι δεδείμην, πεποίημαι πεποιῄμην, νενόημαι νενοῄμην, τῆς ἐν ἀρχαῖς κλι‐ τικῆς ἐκτάσεως φυλαττομένης, ἐπειδή, 〈ὡσ〉 ἐν τοῖς προλαβοῦσιν ἐμά‐
30θομεν, ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτι‐ κὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει 〈αὐτὴν〉 οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ἡνίκα δὲ ὁ παθητικὸς παρακείμενος ὁ ὁριστι‐
κὸς ἔχει πρὸ τοῦ μ σύμφωνον ἢ τὸ υ φωνῆεν, τότε τὸ εὐκτικὸν διὰ270

271

μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος· σύμφωνον μὲν πρὸ τοῦ μ, οἷον τέτυμμαι τετυμμένος εἴην, κέκαρμαι κεκαρμένος εἴην, λέλεγμαι λελεγμένος εἴην, τὸ δὲ υ πρὸ τοῦ μ, οἷον τέθυμαι τεθυμένος εἴην, λέ‐ λυμαι λελυμένος εἴην, πεπαίδευμαι πεπαιδευμένος εἴην, λέλουμαι λελου‐
5μένος εἴην. Διὰ τοῦτο δὲ 〈τοῦτο〉 γίνεται, ἐπειδὴ τὰ εἰς μην εὐκτικὰ θέλουσι πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ι, οἷον τυπτοίμην τυψαίμην· ἐὰν οὖν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ τὸ υ, γένηται εὐκτικὸν κατὰ τὴν ἀναλογίαν τοῦ ι πρὸ τοῦ μ προσερχομένου, μέλλει εἶναι τὸ εὐκτικὸν τεθυίμην καὶ λελυίμην, ὅπερ ἐστὶν ἀδύνατον· ὡς γὰρ πολ‐
10λάκις ἐμάθομεν, οὐδέποτε μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον μυῖα καὶ τὰ λοιπά· ἀλλὰ καὶ ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον, ἐὰν γένηται τὸ εὐκτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ι πρὸ τοῦ μ προσερχομένου εἶναι τὸ εὐκτικὸν τετυμίμην καὶ ἐφθαρίμην καὶ λελεγίμην καὶ ἐσπαρίμην, καὶ οὐκέτι εὑρίσκεται πρὸ τοῦ μ τὸ ι
15ἐν διφθόγγῳ, ὅπερ ἐστὶν ἄτοπον· ὡς γὰρ εἴρηται, τὰ εἰς μην εὐκτικὰ θέλουσι πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ι, οἷον τυπτοίμην τυψαίμην τυφθησοίμην· τούτου οὖν χάριν ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον ἢ τὸ υ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριστικῷ, τὸ εὐκτι‐ κὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος. Εἰ δέ τις
20εἴποι, καὶ γενέσθω κατὰ ὑπερβιβασμὸν τοῦ ι, ἵνα εὑρεθῇ ἐν διφθόγγῳ τὸ ι, οἷον τετυίμμην λελείγμην ἐσπαίρμην, λέγομεν, ὅτι πρῶτον μὲν ἐν τῷ τετυίμμην εὑρεθήσεται μετὰ τὴν υι δίφθογγον σύμφωνον ἐπιφερόμε‐ νον, ὅπερ 〈ἐστὶν〉 ἀδύνατον· ἄλλως τε δὲ ἐν τῷ λελείγμην καὶ ἐσπαίρμην οὐχ εὑρεθήσεται τὸ ι ἐν διφθόγγῳ πρὸ τοῦ μ, ἀλλὰ πρὸ τοῦ ἑτέρου
25συμφώνου, ὅπερ ἐστὶν ἀδύνατον· ὡς γὰρ εἴρηται, τὰ εἰς μην εὐκτικὰ πρὸ τοῦ μ θέλουσιν ἔχειν τὴν μετὰ τοῦ ι δίφθογγον, οἷον τυπτοίμην τυψαίμην. Εἰ δέ τις εἴποι, καὶ ἀποβαλέσθω τὸ πρὸ τοῦ μ σύμφωνον, καὶ λοιπὸν εὑρίσκεται πρὸ τοῦ μ τὸ ι ἐν διφθόγγῳ, οἷον λελείμην ἐσπαίμην, λέγομεν, ὅτι ἐὰν ἀποβληθῇ τὸ ἓν σύμφωνον, ἀσήμαντος
30μένει ἡ λέξις. Τετυμμένος εἴης—εἴη· τετυμμένω εἴητον—εἰήτην·
τετυμμένοι εἴημεν—εἴητε—εἴησαν.271

272

Ἀορίστου πρώτου. Τυφθείην. Ἰστέον ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην εἰς ην καθαρὸν ἔχουσι τὸ εὐκτικόν, οἷον τυφθείς τυφθέντος τυφθείην, λεχθείς λεχθέντος λεχθείην, δαρείς
5δαρέντος δαρείην. Πρόσκειται δέ «εἰς ς» διὰ τὸ λαβών λαβόντος λάβοιμι· ἰδοὺ γὰρ τοῦτο ἔχει τὴν μετοχὴν ἐν ὀξείᾳ τάσει καὶ διὰ τοῦ ντ κλινομένην, καὶ ὅμως οὐκ ἔχει τὸ εὐκτικὸν εἰς ην καθαρόν, ἀλλ’ εἰς μι, ἀλλ’ οὐκ ἔχει τὴν μετοχὴν εἰς ς· πρόσκειται «μετ’ ὀξείας τάσεως» διὰ τὸ τύψας τύψαντος τύψαιμι· ἰδοὺ γὰρ τοῦτο ἔχει τὴν μετοχὴν εἰς
10ς καὶ διὰ τοῦ ντ κλινομένην, καὶ 〈ὅμωσ〉 οὐκ ἔχει τὸ εὐκτικὸν εἰς ην καθαρόν, ἀλλ’ εἰς μι [οἷον τύψαιμι], ἀλλ’ οὐκ ἔχει τὴν μετοχὴν μετ’ ὀξείας τάσεως· πρόσκειται «καὶ διὰ τοῦ ντ κλινομένην» διὰ τὸ τετυφώς τετυφότος τετύφοιμι· ἰδοὺ γὰρ τοῦτο ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, καὶ ὅμως οὐκ ἔχει τὸ εὐκτικὸν εἰς ην καθαρόν, ἀλλ’ εἰς μι,
15ἀλλ’ οὐκ ἔχει τὴν μετοχὴν διὰ τοῦ ντ κλινομένην. Ταῦτα μὲν ἐν τούτοις. Κανονίζονται δὲ ταῦτα, φημὶ δὴ τὸ τυφθείην καὶ δαρείην καὶ τὰ ὅμοια, τοῦτον τὸν τρόπον· πᾶσα μετοχὴ εἰς ς λήγουσα μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένη, τρέπουσα τὸ τέλος τῆς γενικῆς εἰς
20ην καὶ προσλαμβάνουσα κατὰ τὴν παραλήγουσαν τὸ ι καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοιχεῖα, τὸ εὐκτικὸν ποιεῖ, οἷον τυφθείς τυφθέντος τυφθείην, νυγείς νυγέντος νυγείην, δαρείς δαρέντος δαρείην, τιθείς τιθέντος τιθείην, στάς στάντος σταίην, δούς δόντος δοίην, γνούς γνόντος γνοίην· περὶ γὰρ τῶν εὐκτικῶν τῆς τετάρτησ συζυ‐
25γίας τῶν εἰς μι, ὅτι ταῦτα οὐ παραλήγονται διφθόγγῳ, ἐν τοῖς προ‐ λαβοῦσιν εἰρήκαμεν· ζευγνύην 〈γὰρ〉 καὶ πηγνύην καὶ ὀμνύην χωρὶς τοῦ ι. Τυφθείης, τυφθείη Δυϊκά· τυφθείητον, τυφθειήτην. Πλη‐ θυντικά· τυφθείημεν, τυφθείητε, τυφθείησαν.
30Ἀορίστου δευτέρου. Τυπείην, τυπείης, τυπείη. Δυϊκά· τυπείητον, τυπειήτην. Πληθυντικά· τυπείημεν, τυπείητε, τυπείησαν· εἴρηται καὶ ὁ περὶ
αὐτοῦ λόγος ἐν τῇ διδασκαλίᾳ 〈τοῦ πρώτου ἀορίστου〉.272

273

Μέσου ἀορίστου πρώτου. Τυψαίμην· ἀπὸ τοῦ ἐτυψάμην γέγονεν ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, καὶ πρὸ τοῦ μ τοῦ ι προσελθόντος. Τύψαιο, τύψαιτο. Δυϊκά· τυψαίμεθον, τύψαισθον, τυψαίσθην. Πλη‐
5θυντικά· τυψαίμεθα, τύψαισθε, τύψαιντο. Μέσου ἀορίστου δευτέρου. Τυποίμην· ἀπὸ τοῦ ἐτυπόμην γέγονε τυποίμην ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, καὶ πρὸ τοῦ μ τοῦ ι προσελθόντος. Τύποιο, τύποιτο. Δυϊκά· τυποίμεθον, τύποισθον, τυποίσθην. Πλη‐
10θυντικά· τυποίμεθα, τύποισθε, τύποιντο. Μέλλοντος πρώτου. Τυφθησοίμην· ἀπὸ τοῦ τυφθήσομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς μην, καὶ πρὸ τοῦ μ τοῦ ι προσελθόντος. Τυφθήσοιο, τυφθή‐ σοιτο. Δυϊκά· τυφθησοίμεθον, τυφθήσοισθον, τυφθησοίσθην.
15Πληθυντικά· τυφθησοίμεθα, τυφθήσοισθε, τυφθήσοιντο. Μέλλοντος δευτέρου. Τυπησοίμην· ἀπὸ τοῦ τυπήσομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς μην, καὶ πρὸ τοῦ μ τοῦ ι προσελθόντος. Τυπήσοιο, τυπήσοιτο. Δυϊκά· τυπησοίμεθον, τυπήσοισθον, τυπησοίσθην. Πληθυντικά·
20τυπησοίμεθα, τυπήσοισθε, τυπήσοιντο. Μέσου μέλλοντος πρώτου. Τυψοίμην· ἀπὸ τοῦ τύψομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς μην, καὶ πρὸ τοῦ μ τοῦ ι προσελθόντος. Τύψοιο, τύψοιτο. Δυϊκά· τυψοίμεθον, τύψοισθον, τυψοίσθην. Πληθυντικά· τυψοίμεθα,
25τύψοισθε, τύψοιντο. Μέσου μέλλοντος δευτέρου. Τυποίμην. Ἰστέον ὅτι ἀπὸ τοῦ τυποῦμαι τροπῇ τῆς ἐσχάτης εἰς μην, καὶ πρὸ τοῦ μ τοῦ ι προσερχομένου, ἔδει εἶναι τὸ εὐκτικὸν τυ‐ πουίμην διὰ τοῦ ο καὶ υ καὶ ι, ἀλλ’ ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται
30ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι· καὶ ἐπειδὴ οὔτε τὸ ο ἠδύνατο ἀποβληθῆναι οὔτε τὸ ι, διὰ τὴν προ‐ λεχθεῖσαν αἰτίαν ἐν τῇ περὶ τοῦ ποιοῖμι καὶ χρυσοῖμι διδασκαλίᾳ,
τούτου χάριν ἀπεβλήθη τὸ υ, καὶ γέγονε τυποίμην διὰ τῆς οι διφθόγγου273

274

τὸ εὐκτικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καὶ τὸ εὐκτικὸν τοῦ δευτέρου μέσου ἀορίστου τυποίμην ἐστίν, καὶ τὸ εὐκτικὸν τοῦ δευ‐ τέρου 〈μέσου〉 μέλλοντος ὁμοίως τυποίμην ἐστίν· διακρίνονται δὲ ταῦτα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ τόνῳ· τὸ μὲν γὰρ δεύτερον
5καὶ τρίτον πρόσωπον τὸ εὐκτικὸν τοῦ δευτέρου ἀορίστου προπαροξύνε‐ ται, οἷον τύποιο τύποιτο, τὸ δὲ δεύτερον καὶ τρίτον πρόσωπον τὸ εὐκτικὸν τοῦ δευτέρου μέλλοντος προπερισπᾶται, οἷον τυποῖο, τυποῖτο. Δυϊκά· τυποίμεθον, τυποῖσθον, τυποίσθην. Πληθυντικά· τυποί‐ μεθα, τυποῖσθε, τυποῖντο· εἴρηται.
10Μετ’ ὀλίγον μέλλοντος. Τετυψοίμην· ἀπὸ τοῦ τετύψομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς μην, καὶ πρὸ τοῦ μ τοῦ ι προσελθόντος· διὰ τοῦτο δὲ οὐκ ἀποβάλλει ὁ μετ’ ὀλίγον μέλλων τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, ἐπειδὴ τὴν ἄρχουσαν τοῦ παρακειμένου ἔχει, οἷον τέτυψαι 〈τετύψομαι〉, ὁ δὲ
15παρακείμενος, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν· εἰ ἀπεβλήθη οὖν ἡ ἄρχουσα τοῦ μετ’ ὀλίγον μέλλοντος, εὑρίσκετο ἡ ἄρχουσα τοῦ παρακειμένου ἀποβαλ‐ λομένη, ἅτε δὴ ἡ αὐτὴ οὖσα, ὅπερ ἐστὶν ἀδύνατον. Τετύψοιο, τετύ‐
20ψοιτο. Δυϊκά· τετυψοίμεθον, τετύψοισθον, τετυψοίσθην. Πληθυντικά· τετυψοίμεθα, τετύψοισθε, τετύψοιντο· εἴρηται. Περὶ ὑποτακτικῶν. Λέγει ὁ τεχνικός, ὅτι αἱ ἄλλαι τῶν ἐγκλίσεων μοναδικὴν ἔχουσαι τὴν σημασίαν ἐξ αὐτῆς ὀνομάζονται, οἷον ἡ ὁριστικὴ ἐκ τοῦ μόνως
25ὁρίζειν, ἡ προστακτικὴ ἐκ τοῦ προστάττειν, ἡ εὐκτικὴ ἀπὸ τοῦ εὔχε‐ σθαι, ἡ ἀπαρέμφατος ἐκ τοῦ μὴ παρεμφαίνειν, ἤγουν ἐκ τοῦ μήτε πρόσωπα σημαίνειν μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς· ἡ μέντοι ὑπο‐ τακτικὴ ποικίλας ἔχουσα σημασίασ, ὡς δειχθήσεται, οὐκ ἠδυνήθη ἀπὸ μιᾶς τούτων ὀνομασθῆναι, ἀλλ’ ἀπὸ τῆς συντάξεως ἔλαβε τὴν ὀνομα‐
30σίαν· καὶ λέγεται ὑποτακτικὴ ἐκ τοῦ ὑποτάττεσθαι ἑνὶ τούτων τῶν274

275

συνδέσμων, φημὶ δὴ τῷ ἵνα, τῷ ὅφρα, τῷ ὅπως, τῷ ἐάν, τῷ ἄν, τῷ μή ἀπαγορευτικῷ ἐπιρρήματι, τῷ ὅταν ἐπιρρήματι καὶ αὐτῷ μετὰ συν‐ δέσμου, ἐνίοτε δὲ καὶ τῷ ὄφρα αἰτιολογικῷ συνδέσμῳ, καὶ τῷ ἕως ἐπιρρήματι χρονικῷ, ἡνίκα μεθ’ ἑαυτῶν ἔχουσι καὶ ἑτέρους συνδέσμους,
5οἷον 〈Α 81, 82〉 εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψ, Ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσ, καὶ ἕως οὗ αὐγάσῃ τὸ φῶς. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ ὑποτακτικὰ ἓξ ἔχουσιν ὀνομασίας, τρεῖς ἀπὸ τῆς σημασίας, καὶ δύο ἀπὸ τῆς συντάξεως, καὶ μίαν ἀπὸ τῆς φωνῆς. Καὶ
10ἀπὸ μὲν τῆς σημασίας λέγονται ἀποτελεστικὰ καὶ αἰτιολογικὰ καὶ δι‐ στακτικά· καὶ ἀποτελεστικὰ μέν, οἷον «δός μοι τὸ βιβλίον ἵνα ἀναγνῶ», τουτέστιν ἵνα ἀποτελέσω τὴν ἀνάγνωσιν· αἰτιολογικὰ δέ, οἷον «ἵνα τιμηθῶ ἐλυπήθης», αἰτίαν γὰρ σημαίνει· διστακτικὰ δέ, οἷον «ἐὰν λού‐ σωμαι ὑγιαίνω», δισταγμὸν γὰρ σημαίνει· οὐ πάντως γὰρ ἀλλ’ ἐὰν
15λούσηται ὑγιαίνει. Ἀπὸ δὲ τῆς συντάξεως ὑποτακτικὰ καὶ ἐπιζευκτικὰ καλοῦνται· καὶ ὑποτακτικὰ μὲν καλοῦνται, καθὸ ὑποτάττονται τούτοις τοῖς συνδέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν· ἐπι‐ ζευκτικὰ δέ, ὅτι ἐπιζεύγνυνται τούτοις τοῖς συνδέσμοις. Ἀπὸ δὲ τῆς φωνῆς λέγονται ἐπηρμένα· ἐπηρμένα δὲ λέγονται, καθὸ τὸ φωνῆεν
20τῶν ὁριστικῶν εἰς μεῖζον φωνῆεν ἐπαίρουσιν· καὶ γὰρ τὸ ο ἐπηρμένον ἔχουσιν εἰς μεῖζον φωνῆεν, τουτέστιν εἰς ω, οἷον τὸ μὲν τύπτομαι διὰ τοῦ ο ἐστίν, τὸ δὲ ἐὰν τύπτωμαι διὰ τοῦ ω. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, τί δήποτε τῶν ὑπο‐ τακτικῶν ἓξ ὀνομασίας ἐχόντων, ὡς δέδεικται, τρεῖς μὲν ἀπὸ τῆς ση‐
25μασίας, δύο δὲ ἀπὸ τῆς συντάξεως, καὶ μίαν ἀπὸ τῆς, φωνῆς, ἡ ἀπὸ τῆς συντάξεως ὀνομασία ἐπεκράτησεν, καὶ πάντα κοινῶς ὑποτακτικὰ λέγονται. Ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἐκ τοῦ κοινῶς πᾶσιν ἁρμόζοντος ὀνομάζονται· ἁρμόζει γὰρ πᾶσι τοῖς καλουμένοις ὑποτακτικοῖς τὸ ὑποτάττεσθαι τούτοις τοῖς συνδέσμοις, φημὶ δὴ τῷ ἵνα,
30τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν· καὶ γὰρ οὔτε ἐκ τῆς φωνῆς οὔτε ἐκ τῆς σημασίας ἠδύναντο λαβεῖν τὴν ὀνομασίαν· 〈καὶ ἐκ μὲν τῆσ〉 σημασίας οὐκ ἠδύναντο λαβεῖν τὴν ὀνομασίαν, ἐπειδὴ οὐχ ἁρμόζουσι πᾶσιν αἱ
σημασίαι, οὔτε γὰρ πάντα εἰσὶν αἰτιολογικά, οὔτε πάντα διστακτικά,275

276

οὔτε πάντα ἀποτελεστικά· τὸ γὰρ «δός μοι τὸ βιβλίον ἵνα ἀναγνῶ» ἀποτελεστικὸν μόνον ἐστίν, καὶ οὔτε διστακτικὸν οὔτε αἰτιολογικόν· καὶ πάλιν τὸ «ἵνα τιμηθῶ ἐλυπήθης» αἰτιολογικὸν μόνον ἐστίν, καὶ οὔτε διστακτικὸν οὔτε ἀποτελεστικόν· καὶ πάλιν τὸ «ἐὰν λούσωμαι ὑγιαίνω»
5διστακτικὸν μόνον ἐστίν, καὶ οὔτε αἰτιολογικὸν οὔτε ἀποτελεστικόν· ἐπειδὴ οὖν οὐχ ἁρμόζουσι πᾶσιν αἱ σημασίαι, εἰκότως οὐκ ἔλαβον ἐκ τῆς σημασίας τὴν ὀνομασίαν. Ἐκ τῆς φωνῆς δὲ οὐκ ἔλαβον τὴν ὀνο‐ μασίαν, ἐπειδὴ οὐχ ἁρμόζει πᾶσιν ἡ ἀπὸ τῆς φωνῆς ὀνομασία· οὔτε γάρ εἰσι πάντα ἐπηρμένα· τὸ γὰρ ἐὰν τύπτω καὶ ἐὰν τύψω οὐκ
10ἔχουσιν ἐπηρμένον τὸ φωνῆεν, ἀλλὰ τὸ φωνῆεν τῶν ὁριστικῶν ἐφύλα‐ ξαν, καὶ τὰ ὁριστικὰ γὰρ αὐτῶν διὰ τοῦ ω εἰσίν, οἷον τύπτω καὶ τύψω· ἐπειδὴ οὖν οὐχ ἁρμόζει 〈πᾶσιν〉 ἡ ἀπὸ τῆς φωνῆς ὀνομασία, εἰκότως οὐκ ἔλαβον ἐκ τῆς φωνῆς τὴν ὀνομασίαν. Ἐξ ἀνάγκης οὖν ἡ ὀνομασία ἡ ἀπὸ τῆς συντάξεως ἐπεκράτησεν· αὕτη γάρ, ὡς εἴρηται, πᾶσιν ἁρ‐
15μόζει· ἁρμόζει γὰρ πᾶσι τοῖς καλουμένοις ὑποτακτικοῖς τὸ ὑποτάττεσθαι τούτοις τοῖς συνδέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν. Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν συνδέσμων εὑρίσκομεν· ὅσοι μὲν γὰρ αὐτῶν πρὸς μίαν ἔσχον σημασίαν, ἐξ αὐτῆς ὠνομάσθησαν, οἷον συμπλεκτικοὶ λέγονται ἀπὸ τοῦ συμπλέκειν τὰς φράσεις καὶ τὰ πράγματα, ὡς τὸ
20«καὶ λέγω καὶ γράφω»· διαζευκτικοὶ δὲ ἀπὸ τοῦ διαζευγνύειν καὶ δια‐ χωρίζειν ἀλλήλων τὰ πράγματα, οἷον «ἢ νύξ ἐστιν ἢ ἡμέρα»· αἰτιολο‐ γικοὶ δὲ ἀπὸ τοῦ αἰτίαν σημαίνειν, οἷον «ἵνα τιμηθῶ ἐλυπήθης». Οἱ μέντοι παραπληρωματικοὶ διαφόρους ἔχοντες σημασίας—σημαίνουσι γὰρ καὶ μείωσιν, ὡς ὁ γέ, «ἐν τούτῳ γε χαρίσαιμι», τουτέστι κἀν
25τούτῳ τῷ μικρῷ, καὶ ἐναντίωσιν σημαίνουσιν, ὡς ὁ πέρ, 〈Α 131〉 μὴ δ’ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλε, Κλέπτε νόῳ, ἐναντίον γὰρ τῷ ἀγαθῷ τὸ παραλογίζεσθαι, καὶ μετάβασιν σημαίνου‐ σιν, ὡς ὁ δή, ὡς παρ’ Ἀριστοφάνει 〈Plut. 8〉 καὶ ταῦτα μὲν δὴ ταῦτα· τῷ δὲ Λοξίᾳ, μετέβη γὰρ ἐφ’ ἕτερον πρᾶγμα—καὶ μὴ
30δυνάμενοι ἀπὸ μιᾶς αὐτῶν κληθῆναι διὰ τὸ μὴ ἁρμόζειν αὐτὴν ἅπασι τοῖσ παραπληρωματικοῖς, ἀπὸ τοῦ κοινῶς παρεπομένου πᾶσιν αὐτοῖς, φημὶ δὴ τοῦ παραπληροῦν—παραπληροῦσι γὰρ τὰς φράσεις—παρα‐ πληρωματικοὶ ὠνομάσθησαν. Τοῦτον οὖν τὸν τρόπον καὶ ἡ ὑποτακτικὴ ἔγκλισις διάφορα ἔχουσα σημαινόμενα, καὶ μὴ δυναμένη, ὡς εἴρηται,
35ἀπὸ τοῦ ἑνὸς αὐτῶν ὀνομασθῆναι διὰ τὸ μὴ ἁρμόζειν αὐτὴν πᾶσιν,276

277

ἀπὸ τῆς συντάξεως ὠνομάσθη, καὶ ἐκλήθη ὑποτακτική· ἁρμόζει γὰρ πᾶσι τοῖς καλουμένοις ὑποτακτικοῖς τὸ ὑποτάττεσθαι τούτοις τοῖς συν‐ δέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν. Ἐὰν δέ τισι εἴπῃ, καὶ εἰ ἄρα ἡ ὀνομασία ἡ ἀπὸ τῆς συντάξεως ἐπεκράτησεν, διατί
5μὴ λέγονται ἐπιζευκτικά, καὶ γὰρ αὕτη ἡ ὀνομασία, ὡς προείρηται, ἀπὸ τῆς συντάξεώς ἐστιν, λέγομεν, ὅτι ἡ τῶν ἐπιζευκτικῶν φωνὴ ἀτρι‐ βὴσ μᾶλλόν ἐστι καὶ ἀσυνήθης, ἡ δὲ τῶν ὑποτακτικῶν κοινοτέρα καὶ συνήθης· εἰκότως οὖν ἐκ τῆς κοινοτέρας καὶ συνηθεστέρας ἔλαβον τὴν ὀνομασίαν.
10 Ἀποροῦσι δέ τινες λέγοντες, διατί μὴ καὶ τὰς ἄλλας ἐγκλίσεις ὑπο‐ τακτικὰς καλοῦμεν· πολλάκις γὰρ καὶ αὗται ὑποτάττονται συνδέσμοις, οἷον «καὶ τύπτε καὶ λέγε, καὶ περιπατῶ καὶ γράφω, εἰ λέγοιμι, εἰ γρά‐ φοιμι, καὶ γράφειν καὶ ἀναγινώσκειν θέλω». Καὶ λέγομεν, ὅτι οὐκ ἔστιν ὅμοιος ὁ τρόπος· τὰ μὲν γὰρ ἄλλα ῥήματα δύνανται καὶ χωρὶς
15συνδέσμων δηλῶσαί τινα λόγον, οἷον τύπτω τύπτε τύπτοιμι, ἡ δὲ ὑποτακτικὴ ἔγκλισις ἄνευ συνδέσμου τὸ σημαινόμενον οὐ δύναται δηλῶ‐ σαι· τὸ γὰρ «ἵνα τιμηθῶ ἐλυπήθησ» ἐὰν εἴπω ἄνευ συνδέσμου, οἷον «τιμηθῶ ἐλυπήθης», οὐκέτι σῴζει τὸ σημαινόμενον· ἄλλως τε δὲ αἱ μὲν ἄλλαι ἐγκλίσεις, ὡς εἴρηται, ἐκ τοῦ σημαινομένου ἔλαβον τὴν ὀνομα‐
20σίαν, ἡ δὲ ὑποτακτικὴ ἔγκλισις διάφορα σημαινόμενα ἔχουσα 〈καὶ〉 μὴ δυνηθεῖσα ἐκ τοῦ σημαινομένου λαβεῖν τὴν ὀνομασίαν, ἐξ ἀνάγκης ἐκ τῆς συντάξεως ἔλαβεν αὐτήν. Δηλοῦσι δὲ τὰ πράγματα ἢ γινόμενα, ἅ ἐστιν ἐνεστῶ‐ τος, ἢ γενησόμενα, ἅ ἐστι μέλλοντος. Βούλεται ἐνταῦθα ὁ τε‐
25χνικὸς αἰτίαν εἰπεῖν, δι’ ἣν τὰ ὑποτακτικὰ εἰς ω λήγουσιν ἢ εἰς μαι, οἷον ἐὰν τύπτω, ἐὰν τύπτωμαι· καὶ λέγει, ὅτι τὰ ὑποτακτικὰ ἢ γινο‐ μενα πράγματα δηλοῦσιν, οἷόν ἐστιν ἴδιον ἐνεστῶτος, οἷον «ἐὰνπράττω ὠφελοῦμαι», ἢ γενησόμενα πράγματα δηλοῦσιν, οἷόν ἐστιν ἴδιον μέλλοντος, οἷον «ἐὰν λούσωμαι ὑγιαίνω»· ἐπειδὴ οὖν τὰ ὑποτακτικὰ
30τὸ σημαινόμενον τοῦ ἐνεστῶτος καὶ τοῦ μέλλοντος ἔχουσιν, τούτου χάριν τὰς μὲν καταλήξεις τῶν παρῳχημένων ἀπηρνήσαντο, ἀνεδέξαντο δὲ τὰς καταλήξεις τῶν ἐνεστώτων καὶ μελλόντων, οἷον τύπτω τύψω τύπτομαι τύψομαι. Ταῦτα μὲν ὁ τεχνικός. Ἰστέον δὲ ὅτι κακῶς λέγει· πρῶτον μὲν γὰρ ἡνίκα αἰτιολογίαν
35σημαίνουσι τὰ ὑποτακτικά, γενόμενα ἤδη πράγματα δηλοῦσιν, ἅπερ ἐστὶ
παρῳχημένου, οἷον «ἵνα πράξω ἐφθόνησάς μοι» 〈ἀντὶ τοῦ «διότι277

278

ἔπραξα ἐφθόνησάς μοι»〉, καὶ πάλιν «ἵνα ἀναγνῶ ὠφελήθην» ἀντὶ τοῦ «διότι ἀνέγνων ὠφελήθην»· δεύτερον δὲ οὐ δηλοῦσι τὰ ὑποτακτικὰ γι‐ νόμενα πράγματα, ἅπερ ἐστὶν ἐνεστῶτος, ἀλλ’ ἀεὶ γενησόμενα, ἅπερ ἐστὶ μέλλοντος· ἐν γὰρ τῷ λέγειν «ἐὰν πράττω ὠφελοῦμαι» περὶ
5μέλλοντος γενέσθαι πράγματος διστάζει τις, καὶ πάλιν ἐν τῷ λέγειν «ἵνα πράττω ἦλθον» μέλλοντος δηλῶ σημασίαν, ἵνα γὰρ πράττω τὸ μήπω γενόμενον λέγω ἐλθεῖν· ὡς γὰρ ἐν τοῖς εὐκτικοῖς ἐμάθομεν, αἱ λοιπαὶ ἐγκλίσεις αἱ παρὰ τὴν ὁριστικήν, 〈λέγω〉 δὴ ἡ ἀπαρέμφατος καὶ ἡ προστακτικὴ καὶ ἡ εὐκτικὴ καὶ ἡ ὑποτακτική, μέλλοντος μόνου ἔχουσι
10τὴν σημασίαν, καὶ οὔτε ἐνεστῶτος οὔτε παρῳχημένου. Ἔτι δὲ ἐὰν καὶ ὑποθώμεθα τὴν ὑποτακτικὴν ἔγκλισιν διὰ τὸ ἔχειν σημασίαν ἐνεστῶτος καὶ μέλλοντος, ὥς φησιν ὁ τεχνικός, διὰ τοῦτο εἰς ω λήγειν ἢ εἰς μαι, καὶ μὴ ἔχειν κατάληξιν παρῳχημένου διὰ τὸ μηδὲ σημασίαν αὐτοῦ ἔχειν, ὤφειλον μηδὲ αἱ λοιπαὶ ἐγκλίσεις αἱ παρὰ τὴν ὁριστικὴν ἔχειν κατά‐
15ληξιν παρῳχημένου, ἐπειδὴ καὶ αὗται μέλλοντος καὶ μόνου ἔχουσι τὴν σημασίαν, ὡς ἐν τοῖς εὐκτικοῖς μεμαθήκαμεν, ὅπερ οὐκ ἐφυλάχθη ἐπ’ ἐκείνων· ἰδοὺ γὰρ τὸ μὲν προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλ‐ λοντος τοῦ ἐνεργητικοῦ τύψον ἐστίν, τὸ δὲ προστακτικὸν τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τύπτε, εἰς ον καὶ εἰς ε, ἅπερ παρῳχημένων εἰσὶ κατα‐
20λήξεις, ἔτυπτον γὰρ καὶ ἔτυπτε. Οὐκ ἄρα καλῶς εἶπεν ὁ τεχνικός, ὅτι διὰ τοῦτο τὰ ὑποτακτικὰ ἢ εἰς ω λήγουσιν ἢ εἰς μαι, ἐπειδὴ ἐν‐ εστῶτος καὶ μέλλοντος ἔχουσι σημασίαν καὶ οὐ παρῳχημένου. Κρεῖττον οὖν ἐστι λέγειν, ὅτι αὗται αἱ καταλήξεις χαρακτηριστικαί εἰσι τῶν ὑπο‐ τακτικῶν, τουτέστιν ἡ εἰς ω καὶ ἡ εἰς μαι, καὶ μὴ ἀποδιδόναι αἰτίαν.
25Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τινὲς ἔγκλισιν ἕκτην ἐβούλοντο εἰσάγειν τὴν ὑπο‐ θετικὴν διὰ τὰ τοιαῦτα, 〈ν 215〉 ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήσω καὶ ἴδωμαι, 〈Ζ 70〉 ἀλλ’ ἄνδρας κτείνωμεν, 〈Ι 61〉 ἐξείπω καὶ πάντα διίξομαι, λάβωμεν φάγωμεν δράμωμεν ποιήσωμεν· ὑποθετικὰ
30δὲ λέγονται, ἐπειδὴ ὑποτίθεταί τις καὶ συμβουλεύει τὸ πρακτέον. Ταῦτα δὲ τὰ ὑποθετικὰ οὐ λέγομεν ἄλλην ἔγκλισιν εἶναι, ἐπειδὴ οὐκ ἔχουσιν ἰδίας φωνάς· αἱ γὰρ φωναὶ αὐτῶν ὑποτακτικαί εἰσιν, ὡς ἐδήλωσαν τὰ προλεχθέντα παραδείγματα· περὶ τούτων δὲ πλατύτερον ἐν τοῖς προσ‐
τακτικοῖσ διελάβομεν.278

279

Ὑποτακτικὰ ἐνεργητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἐὰν τύπτω. Ἰστέον ὅτι ὥσπερ ἐν τοῖς προστακτικοῖς οὕτω
5καὶ ἐν τοῖς ὑποτακτικοῖς ὅλοι οἱ χρόνοι συνεζευγμένοι εἰσίν· καὶ γὰρ ἐνεστῶτος καὶ παρατατικοῦ ὁμοῦ φαμεν, καὶ παρακειμένου καὶ ὑπερ‐ συντελίκου πάλιν ὁμοίως 〈ὁμοῦ〉, καὶ ἀορίστου καὶ μέλλοντος πάλιν ὁμοίως ὁμοῦ. Κανονίζει δὲ ὁ τεχνικὸς τὰ ἐνεργητικὰ ὑποτακτικὰ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, καὶ τὰ τοῦ ἐνεργητικοῦ καὶ τὰ τοῦ μέσου
10παρακειμένου καὶ ὑπερσυντελίκου, 〈καὶ τὰ τοῦ πρώτου καὶ τὰ τοῦ δευ‐ τέρου ἀορίστου καὶ μέλλοντος τοῦ ἐνεργητικοῦ〉 τοῦτον τὸν τρόπον· οἱ τρεῖσ παρῳχημένοι, ὁ παρατατικός φημι καὶ ὁ παρακείμενος, ὅ τε ἐνεργητικὸς καὶ ὁ μέσος δηλονότι, καὶ ὁ ἀόριστος ὅ τε πρῶτοσ καὶ ὁ δεύτεροσ, τὴν τελευταίαν τρέποντες εἰς ω καὶ τὴν ἐν ἀρχαῖς κλι‐
15τικὴν ἔκτασιν ἀποβάλλοντες τὸ ὑποτακτικὸν ποιοῦσιν, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔγραφον ἐὰν γράφω, τέτυφα ἐὰν τετύφω, πεποίηκα ἐὰν πε‐ ποιήκω, τέτυπα ἐὰν τετύπω, ἔτυψα ἐὰν τύψω, ἔγραψα ἐὰν γράψω, ἔτυπον ἐὰν τύπω, ἔλαβον ἐὰν λάβω· ἐμάθομεν δὲ ἐν τοῖς προλαβοῦ‐ σιν, ὅτι ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλι‐
20τικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν. Μηδεὶς δὲ οἰέσθω, τρεῖς μόνον παρῳχημένους εἶναι, παρὰ τὸ εἰπεῖν τὸν τεχνικόν «οἱ τρεῖς παρῳχημένοι»· τέτταρες γάρ εἰσι παρῳχημένοι, παρατατικὸς παρακείμενος ὑπερσυντέλικος ἀόριστος· ἀλλ’ ἐπειδὴ οἱ τρεῖς οὗτοι
25παρῳχημένοι, λέγω δὴ ὁ παρατατικὸς καὶ ὁ παρακείμενος καὶ ὁ ἀόρι‐ στος, κανονίζουσι καὶ ποιοῦσι τὰ προλεχθέντα ὑποτακτικά, τούτου χάριν τῶν τριῶν μόνων τούτων παρῳχημένων ἐμνημόνευσεν. Ταῦταμὲν ἐν τούτοις. Ἔστι δὲ εἰπεῖν καθολικὸν κανόνα περὶ τῶν ὑποτακτικῶν μὴ ἐχόν‐
30των τὸ μ κλιτικὸν τοιοῦτον· πᾶν 〈ὑποτακτικὸν〉 ἐνεργητικὸν ἢ μέσον ἢ παθητικόν, μὴ ἔχον τὸ μ κλιτικόν, 〈ἐκ〉 τοῦ ἰδίου ὁριστικοῦ παρῳχη‐ μένου τοῦτον τὸν τρόπον κανονίζεται· πᾶς παρῳχημένος ὁριστικός, εἴτε ἐνεργητικὸς εἴτε μέσος εἴτε παθητικός, μὴ ἔχων τὸ μ κλιτικόν, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ω μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν
35ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, χωρὶς τοῦ παρακειμένου—οὗτος279

280

γὰρ οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς 〈αὐτοῦ〉 κλιτικὴν ἔκτασιν—τὸ ὑπο‐ τακτικὸν ποιεῖ, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔγραφον ἐὰν γράφω, ἐποίουν ἐὰν ποιῶ, ἐβόων ἐὰν βοῶ, ἐχρύσουν ἐὰν χρυσῶ, ἔμαθον ἐὰν μάθω, ἔλαβον ἐὰν λάβω, ἔτυπον ἐὰν τύπω, ἔφαγον ἐὰν
5φάγω, ἔτυψα ἐὰν τύψω, ἐποίησα ἐὰν ποιήσω, ἐνόησα ἐὰν νοήσω, ἐλά‐ λησα ἐὰν λαλήσω, ἐτετύφειν ἐὰν τετύφω, ἐπεποιήκειν ἐὰν πεποιήκω, ἐτετύπειν ἐὰν τετύπω, ἐδεδούπειν ἐὰν δεδούπω, ἐστάλκειν ἐὰν ἐστάλκω, ἐφθάρκειν ἐὰν ἐφθάρκω· ἐπὶ τούτων δέ, φημὶ δὴ ἐπὶ τοῦ ἐὰν ἐστάλκω καὶ ἐὰν ἐφθάρκω, ἐφυλάχθη ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκτασις, ἐπειδὴ ἡ ἄρ‐
10χουσά ἐστι τοῦ παρακειμένου, 〈οἷον〉 ἔφθαρκα καὶ ἔσταλκα· ὁ δὲ παρα‐ κείμενος, ὡς πολλάκις εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν· εἰ οὖν ἀπεβλήθη ἐπὶ τούτων ἡ ἐν ἀρχῇ κλι‐ τικὴ ἔκτασις, ηὑρίσκετο ἣ ἄρχουσα τοῦ παρακειμένου ἀποβαλλομένη,
15ὅπερ ἐστὶν ἀδύνατον. Πάλιν ἐτύφθην ἐὰν τυφθῶ, ἐτύπην ἐὰν τυπῶ, ἐνύγην ἐὰν νυγῶ, ἐδάρην ἐὰν δαρῶ, ἐδάμην ἐὰν δαμῶ· τοῦτο γὰρ οὐκ ἔχει τὸ μ κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ μ· περισπῶνται δὲ ταῦτα, ἐπειδὴ ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ
20κλινομένην, οἷον τυφθείς τυφθέντος, τυπείς τυπέντος, νυγείς νυγέντος, δαρείς δαρέντος, δαμείς δαμέντος· τὰ γὰρ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην εἰς ω μετὰ περισπωμένου τόνου ποιοῦσι τὸ ὑποτακτικόν, ὃ μετ’ ὀλίγον εἰσόμεθα. Ταῦτα μὲν ἐν τούτοις.
25 Ἰστέον δὲ ὅτι καὶ τὰ εἰς μι ὁμοίως τοῖς εἰς ω γίνονται ἀπὸ τῶν ἰδίων παρῳχημένων, τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς ω καὶ ἀπο‐ βολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἐτίθην ἐὰν τιθῶ, ἵστην ἐὰν ἱστῶ, 〈ἐδίδων ἐὰν διδῶ〉· περισπῶνται δὲ ταῦτα, ἐπειδὴ ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, οἷον τι‐
30θείς τιθέντος, ἱστάς ἱστάντος, διδούς διδόντος· 〈τὰ γὰρ ἔχοντα τὴν μετοχὴν εἰς ς〉 μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην εἰς ω μετὰ περισπωμένου τόνου ἔχουσι τὰ ὑποτακτικά, οἷον τιθείς 〈τιθέντοσ〉 ἐὰν τιθῶ, ἱστάς 〈ἱστάντοσ〉 ἐὰν ἱστῶ, διδούς 〈διδόντοσ〉 ἐὰν διδῶ, τυ‐
φθείς τυφθέντος ἐὰν τυφθῶ, δαρείς δαρέντος ἐὰν δαρῶ, νυγείς νυγέν‐280

281

τος ἐὰν νυγῶ, σταλείς σταλέντος ἐὰν σταλῶ, φθαρείς φθαρέντος ἐὰν φθαρῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι ἡ τετάρτη συζυγία τῶν εἰς μι οὐκ ἔχει ὑποτακτικὰ διὰ τοιαύτην αἰτίαν· τὰ ὑποτακτικὰ τῶν εἰς μι
5θέλουσιν ὁμοφωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς μι, οἷον τιθῶ τίθημι ἐὰν τιθῶ, ἱστῶ ἵστημι ἐὰν ἱστῶ, διδῶ δίδωμι ἐὰν διδῶ· κατὰ τοῦτον οὖν τὸν κανόνα καὶ τὰ ὑποτακτικὰ τῆς τετάρτης συζυγίας τῶν εἰς μι ἀναγκάζονται ὁμοφωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς μι, οἷον ζευγνύω ζεύγνυμι ἐὰν ζευγνύω, ὀλλύω ὄλλυμι ἐὰν ὀλλύω, πηγνύω πήγνυμι ἐὰν
10πηγνύω, 〈ὀμνύω ὄμνυμι ἐὰν ὀμνύω〉. Ἀλλὰ μὴν οὕτως οὐκ ἠδύναντο εἶναι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶσ παρῳχημένος ὁριστικὸς μὴ ἔχων τὸ μ κλιτικόν, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ω καὶ ἀποβάλλων τὴν ἐν ἀρχαῖσ κλιτικὴν ἔκτασιν, τὸ ὑποτακτικὸν ποιεῖ, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔμαθον ἐὰν μάθω, ἔτυψα ἐὰν τύψω· καὶ
15περισπῶνται τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, οἷον ἐτύφθην τυφθείς τυφθέντος ἐὰν τυφθῶ, ἐτύπην τυπείς τυπέντος ἐὰν τυπῶ, ἐνύγην νυγείς νυγέντος ἐὰν νυγῶ, ἐδάρην δαρείς δαρέντος ἐὰν δαρῶ, ἐτίθην τιθείς τιθέντος ἐὰν τιθῶ, ἵστην ἱστάς ἱστάντος ἐὰν ἱστῶ, ἐδίδων διδούς διδόντος ἐὰν διδῶ· οὕτως οὖν καὶ
20ἀπὸ τοῦ παρατατικοῦ τοῦ ἐπήγνυν καὶ ἐζεύγνυν καὶ ὤλλυν 〈καὶ ὤμνυν〉, τροπῇ τῆς ἐσχάτης εἰς ω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, ἐὰν πηγῶ καὶ ἐὰν ὀλλῶ 〈καὶ ἐὰν ὀμνῶ〉 καὶ ἐὰν ζευγνῶ· καὶ ἀναγκά‐ ζονται γενέσθαι περισπωμένως, ἐπειδὴ καὶ ταῦτα ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, οἷον πηγνύς
25πηγνύντος, ὀλλύς ὀλλύντος, ζευγνύς ζευγνύντος, ὀμνύς ὀμνύντος. Τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος αὐτὰ ὁμο‐ φωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς μι, τοῦ δὲ ἑτέρου τὴν εἰς ω μετὰ περισπωμένου τόνου κατάληξιν, οἷον ἐὰν πηγνῶ, ἐὰν ὀλλῶ, ἐὰν ζευγνῶ, ἐὰν ὀμνῶ, ἐξ ἀνάγκης ἐπιλιμπάνουσι τὰ ὑποτακτικὰ τῆς τετάρτης συζυ‐
30γίας τῶν εἰς μι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ω ὑποτακτικὰ τότε περισπῶνται, ἡνίκα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ, τοῦ ἐνεστῶτος περισπωμένου ὄντος, οἷον
ποιῶ ἐποίουν ἐὰν ποιῶ, βοῶ ἐβόων ἐὰν βοῶ, χρυσῶ ἐχρύσουν ἐὰν281

282

χρυσῶ, ἢ ἡνίκα ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, οἷον τυφθείς τυφθέντος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, νυγείς νυγέντος ἐὰν νυγῶ, δαρείς δαρέντος ἐὰν δαρῶ, στα‐ λείς σταλέντος ἐὰν σταλῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ, φθαρείς φθα‐
5ρέντος ἐὰν φθαρῶ· τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα βαρυτονοῦνται, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔλαβον ἐὰν λάβω, ἔμαθον ἐὰν μάθω, ἔπαθον ἐὰν πάθω, εἶπον ἐὰν εἴπω, εἶδον ἐὰν ἴδω, τέτυφα ἐὰν τετύφω, τέτυπα ἐὰν τετύπω, πέποιθα ἐὰν πεποίθω· ταῦτα γὰρ εἰ καὶ ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἀλλ’ οὐκ ἔχουσιν αὐτὴν
10διὰ τοῦ ντ κλινομένην, τετυφώς γὰρ τετυφότος καὶ τετυπώς τετυπότος καὶ πεποιθώς πεποιθότος. Σεσημείωται τὸ ἐὰν εἰδῶ περισπώμενον, οἷον 〈ex. gr. A 515〉 ὄφρ’ εὖ εἰδῶ, τουτέστιν ἵνα καλῶς γνῶ· τοῦτο γὰρ οὔτε ἐνεστῶτος καὶ παρατατικοῦ ἐστιν, τοῦ ἐνεστῶτος περι‐ σπωμένου ὄντος, παρακειμένου γάρ ἐστι τὸ οἶδα, ἀλλ’ οὔτε δὲ ἔχει
15τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, εἰδώς γὰρ εἰδότος ἡ μετοχὴ εἰς ς μὲν καὶ ὀξύτονος, ἀλλ’ οὐ διὰ τοῦ ντ κλι‐ νομένη, καὶ δηλονότι οὐκ ὤφειλε περισπᾶσθαι· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ τοῦτο εἰς ην καθαρὸν ἔχει τὸ εὐκτικόν, εἰδείην γάρ ἐστι τὸ εὐκτικόν, τὰ δὲ εἰς ην καθαρὸν ἔχοντα τὸ εὐκτικὸν εἰς ω μετὰ περι‐
20σπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν, οἷον τυφθείην ἐὰν τυφθῶ, δαρείην ἐὰν δαρῶ, νυγείην ἐὰν νυγῶ, σταλείην ἐὰν σταλῶ, φθαρείην ἐὰν φθαρῶ, τούτου οὖν χάριν ἐὰν εἰδῶ γέγονε τὸ ὑποτακτικὸν μετὰ περισπωμένου τόνου, οἷον ὄφρ’ εὖ εἰδῶ, τουτέστιν ἵνα καλῶς μάθω. Εἰ δέ τις εἴποι, ἀλλ’ ἐκεῖνα ἔχουσιν εἰς ην καθαρὸν τὸ εὐκτικόν, ὅσα
25ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, νυγείς νυγέντος νυγείην, τούτου δὲ ἡ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως λήγει, ἀλλ’ οὖν οὐ κλίνεται διὰ τοῦ ντ, εἰδώς γὰρ εἰδότος ἐστίν, καὶ οὐκ ὤφειλεν ἔχειν τὸ εὐκτικὸν εἰς ην καθαρόν, οἷον εἰδείην, ἀλλ’ εἴδοιμι,
30ὡς τετύφοιμι, ἔστιν εἰπεῖν, ὅτι ὡς ἀπὸ τοῦ περιπατοῖμι γέγονε περι‐ πατοίην κατὰ τροπὴν τῆς μι εἰς ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἴδοιμι γέγονεν εἰδοίην κατὰ τροπὴν τῆς μι εἰς ην, καὶ εἰδείην κατὰ τροπὴν τοῦ ο εἰς ε. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἐὰν εἰδῶ λέγομεν περισπω‐
35μένως ἐπὶ τοῦ ἐὰν μάθω—πρόσκειται «ἐπὶ τοῦ ἐὰν μάθω», ἐπειδὴ ἐπὶ τοῦ θεωρῆσαι 〈ἐὰν〉 ἴδω λέγομεν βαρυτόνως καὶ διὰ τοῦ ι—καὶ ἐν
τοῖς πληθυντικοῖς δὲ ἐὰν εἰδῶμεν καὶ ἐὰν εἰδῆτε καὶ ἐὰν εἰδῶσι φαμὲν282

283

〈προ〉περισπωμένως, ἐπὶ τοῦ γνῶναι καὶ μαθεῖν, πῶς ὁ ποιητὴς 〈Α 363〉 ἵνα εἴδομεν ἄμφω εἶπε προπαροξυτόνως, ἐπὶ τοῦ ἵνα μάθωμεν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπειδὴ διὰ τὸ μέτρον συνέστειλε τὸ ω εἰς τὸ ο, τούτου χάριν καὶ τὸν τόνον ἀνεβίβασεν.
5 Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι 〈τὸ〉 ἐὰν σχῶ καὶ ἐὰν ὦ καὶ ἐὰν σπῶ (τὸ λέγω καὶ ἀκολουθῶ) παράλογά εἰσι περισπώμενα· οὔτε γὰρ ἔχουσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, σχών γὰρ σχόντος καὶ ὤν ὄντος καὶ σπών σπόντος ὀξυτό‐ νως, ὀξύνονται μὲν γὰρ καὶ διὰ τοῦ ντ κλίνονται, ἀλλ’ οὐ λήγουσιν
10εἰς ς· ἀλλ’ οὔτε δὲ ἐνεστῶτος καὶ παρατατικοῦ εἰσιν, τοῦ ἐνεστῶτος περισπωμένου ὄντος, δευτέρου γὰρ ἀορίστου εἰσὶ ταῦτα τοῦ ἔσχον καὶ ἦον καὶ ἔσπον, ὡς δηλοῦσιν αἱ μετοχαὶ σχών καὶ ἐών καὶ σπών ὀξυ‐ τόνως· αἱ γὰρ εἰς ων ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσίν, οἷον λαβών φαγών δραμών μαθών δακών πιών παθών λαχών· οὕτως οὖν
15καὶ σχών καὶ ἐών καὶ κατὰ ἀφαίρεσιν τοῦ ε ὤν καὶ σπών· τὸ γὰρ σπῶν σπῶντος (ὃ σημαίνει τὸ ἀνασπῶν) δευτέρας ἐστὶ συζυγίας τῶν περισπωμένων ἐνεστῶτος χρόνου καὶ παρατατικοῦ καὶ περισπᾶται. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ ἐὰν σχῶ καὶ ἐὰν ὦ καὶ ἐὰν σπῶ ἐξ ἀνάγκης περι‐ σπῶνται· βαρύνεσθαι μὲν γὰρ οὐκ ἠδύναντο, ἐπειδὴ μονοσύλλαβά εἰσιν,
20οὐδέποτε δὲ μονοσύλλαβος λέξις βαρύνεται, ἀλλ’ ἢ ὀξύνεται, οἷον τίς Τρώς πούς Ζεύς Φρύξ Κρής νύξ θρίξ, ἢ περισπᾶται, οἷον βοῦς νοῦς ῥοῦς χοῦσ· ὀξύνεσθαι δὲ οὐκ ἠδύναντο, ἐπειδὴ τὰ ῥήματα ἀποστρέ‐ φονται τὴν ὀξεῖαν τάσιν, οἷον τύπτω γράφω βοῶ χρυσῶ ποιῶ, χωρὶς ὧν ἐσημειωσάμεθα ἐν τοῖς προλαβοῦσιν, καὶ λοιπὸν ἐξ ἀνάγκης περι‐
25σπῶνται. Ἀμέλει τὸ ἐὰν σχῶ καὶ ἐὰν σπῶ συντιθέμενα καὶ ὑπερβαίνοντα τὴν μονοσυλλαβίαν βαρύνονται, οἷον ἐὰν κατάσχω, ἐὰν παράσχω, ἐὰν ἐπίσχω, ἐὰν μετάσχω, ἐὰν πρόσχω, ἐὰν ἐνίσπω, ἐὰν ἐπίσπω· τὸ δὲ ἐὰν ὦ καὶ ἐν συνθέσει τὸν αὐτὸν τόνον φυλάττει, οἷον ἐὰν συνῶ, ἐὰν παρῶ, ἐπειδὴ ἡ συναίρεσίς ἐστιν ἡ αἰτία, ἀπὸ γὰρ τοῦ ἐὰν συνέω καὶ ἐὰν
30παρέω γεγόνασι κατὰ κρᾶσιν τοῦ ε καὶ ω εἰς τὸ ω· ἡ δὲ ὁξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον νοέω νοῶ, ποιέω ποιῶ, Πηλέϊ Πηλεῖ, ταχέϊ ταχεῖ, πάϊς παῖς, Ἡρακλέης Ἡρακλῆς, Σοφοκλέης Σοφοκλῆς, Ἀνδροκλέης Ἀνδροκλῆς. Ἐὰν τύπτῃς. Ἰστέον ὅτι καθόλου τὰ εἰς ω ὑποτακτικά, ἀπὸ
35τῶν εἰς ω ῥημάτων ὄντα, εἰς ῃς διὰ τοῦ η καὶ ι τὸ δεύτερον πρόσ‐283

284

ωπον ποιοῦσιν, πλὴν τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπω‐ μένων, οἷον ἐὰν τύπτω ἐὰν τύπτῃς, ἐὰν λέγω ἐὰν λέγῃς, ἐὰν τετύφω ἐὰν τετύφῃς, ἐὰν τετύπω ἐὰν τετύπῃς, ἐὰν τύψω ἐὰν τύψῃς, ἐὰν λάβω ἐὰν λάβῃς, ἐὰν τυφθῶ ἐὰν τυφθῇς, ἐὰν δαρῶ ἐὰν δαρῇς, ἐὰν
5ποιῶ ἐὰν ποιῇς, ἐὰν νοῶ ἐὰν νοῇς, ἐὰν τελῶ ἐὰν τελῇς· τὸ δὲ ι προσ‐ γεγραμμένον ἔχουσιν, ἐπειδὴ τὰ εἰς ω λήγοντα ῥήματα θέλουσιν ἔχειν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ δίφθογγον τὴν μετὰ τοῦ ι, οἷον τύπτω τύπτεις τύπτει, λέγω λέγεις λέγει, ποιῶ ποιεῖς ποιεῖ, βοῶ βοᾷς βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ. Πρόσκειται 〈ἐν〉 τῷ κανόνι «πλὴν τῆς
10δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων», ἐπειδὴ ἡ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ὑποτακτικῶν ἔχουσιν ὁμόφωνα τοῖς ἰδίοις ὁριστικοῖς, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, ὁρῶ ὁρᾷς ὁρᾷ, 〈ἐὰν ὁρῶ〉 ἐὰν ὁρᾷς ἐὰν ὁρᾷ, γελῶ γελᾷς γελᾷ, 〈ἐὰν γελῶ〉 ἐὰν γελᾷς ἐὰν γελᾷ,
15χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ, στεφανῶ στεφανοῖς στεφανοῖ, ἐὰν στεφανῶ ἐὰν στεφανοῖς ἐὰν στεφανοῖ, ὀρθῶ ὀρθοῖς ὀρθοῖ, ἐὰν ὀρθῶ ἐὰν ὀρθοῖς ἐὰν ὀρθοῖ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ μὲν ὑποτακτικὰ τῆς πρώτης συζυγίας τῶν περι‐ σπωμένων διὰ τοῦ η καὶ ι ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον
20πρόσωπον ὁμοίως τοῖς βαρυτόνοις, οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ὥσπερ ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, τὰ δὲ ὑποτακτικὰ τῆς δευ‐ τέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων οὐκ ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ η καὶ ι, ἀλλ’ ὁμοφωνοῦσι τοῖς ἰδίοις ὁριστικοῖς, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ,
25χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ. Ἔστιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· εἰ ἐγένοντο τὰ ὑποτακτικὰ τῶν τριῶν συζυγιῶν τῶν περισπωμένων κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ η καὶ ι ὁμοίως τοῖς βαρυτόνοις, οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ἐὰν βοῶ ἐὰν βοῇς ἐὰν βοῇ, ἐὰν χρυσῶ ἐὰν χρυσῇς ἐὰν χρυσῇ,
30ὥσπερ ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, σύγχυσις ἤμελλεν εἶναι καὶ οὐδεμία διάκρισις τῶν συζυγιῶν ἐν τοῖς ὑποτακτικοῖς· καὶ ἐπειδὴ ἡ πρώτη συζυγία τῶν περισπωμένων κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσ‐ ωπον ἐν τοῖς ὁριστικοῖς καὶ ἐν τῇ συναιρέσει ὁμοίως τοῖς βαρυτόνοις διὰ τῆς ει διφθόγγου ἐκφέρεται, οἷον ποιῶ ποιεῖς ποιεῖ, ὥσπερ τύπτω
35τύπτεις τύπτει, τούτου χάριν καὶ ἐν τοῖς ὑποτακτικοῖς κατὰ τὸ δεύ‐ τερον καὶ τρίτον πρόσωπον διὰ τοῦ η καὶ ι ἐκφέρεται ὁμοίως τοῖς
βαρυτόνοις, οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ὥσπερ ἐὰν τύπτω ἐὰν284

285

τύπτῃς ἐὰν τύπτῃ· ἡ δὲ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων, ἐπειδὴ οὐκ ἐκφέρεται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ἐν τοῖς ὁριστικοῖς διὰ τῆς ει διφθόγγου ὁμοίως τοῖς βαρυτόνοις ἐν τῇ συναιρέ‐ σει—ἡ μὲν γὰρ διὰ τῆς διφθόγγου ἐκφέρεται, ἡ δὲ διὰ τῆς οι
5διφθόγγου, οἷον βοῶ βοᾷς βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ—τούτου χάριν οὐδὲ ἐν τοῖς ὑποτακτικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ὁμοίως τοῖς βαρυτόνοις διὰ τοῦ η καὶ ι ἐκφέρεται, ἀλλ’ ὁμοφωνεῖ τοῖς ἰδίοις ὁριστικοῖς, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ. Ταῦτα μὲν
10ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐν μὲν τοῖς ὁριστικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῶν ἑνικῶν τὸ ι ἐκφωνεῖται, οἷον τύπτω τύπτεις τύπτει, ποιῶ ποιεῖς ποιεῖ, χρυσῶ χρυσοῖς χρυσοῖ, χωρὶς τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, αὕτη γὰρ τὸ ι ἀνεκφώνητον ἔχει κατὰ τὸ δεύτερον καὶ
15τρίτον πρόσωπον, οἷον βοῶ βοᾷς βοᾷ· ἐν δὲ τοῖς ὑποτακτικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τὸ ι ἀνεκφώνητόν ἐστιν, οἷον ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, χωρὶς τῆς τρίτης συζυγίας τῶν περισπωμένων, αὕτη γὰρ τὸ ι ἐκφωνεῖ κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον ἐὰν
20χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ· ὥστε οὖν ἡ μὲν δευτέρα συζυγία τῶν περισπωμένων ἐν μὲν τοῖς ὁριστικοῖς παράλογός ἐστιν, ὡς ἔχουσα τὸ ι ἀνεκφώνητον, ἐν δὲ τοῖς ὑποτακτικοῖς ἀνάλογος· ἡ δὲ τρίτη συζυγία τῶν περισπωμένων ἐν μὲν τοῖς ὁριστικοῖς ἀνάλογός ἐστιν, ὡς ἔχουσα τὸ ι ἐκφωνούμενον, ἐν δὲ τοῖς ὑποτακτικοῖς παράλογός ἐστιν, ὡς ἔχουσα
25τὸ ι ἐκφωνούμενον. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἀνωτέρω ἐν τῷ κανόνι «ἀπὸ τῶν εἰς ω ῥημάτων ὄντα» διὰ τὰ ἀπὸ τῶν εἰς μι· τὰ γὰρ εἰς μι ἐν τοῖς ὑποτακτικοῖς κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ 〈κατὰ〉 τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν ἐπὶ μὲν τῆς πρώτης συζυγίας διὰ τοῦ η καὶ ι ἐκφέρονται
30κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον ἐὰν τιθῶ ἐὰν τιθῇς ἐὰν τιθῇ, ἐὰν θῶ ἐὰν θῇς ἐὰν θῇ· ἐπὶ δὲ τῆς δευτέρασ συζυγίας κατὰ τὸν ἐνεστῶτα μὲν καὶ παρατατικὸν διὰ τῆς διφθόγγου ἐκφέρεται τὸ δεύτερον καὶ τρίτον πρόσωπον, προσγραφομένου μὲν τοῦ ι μὴ συνεκ‐ φωνουμένου δέ, οἷον ἐὰν ἱστῶ ἐὰν ἱστᾷς ἐὰν ἱστᾷ, κατὰ δὲ τὸν δεύ‐
35τερον ἀόριστον τὸν ἐνεργητικὸν διὰ τοῦ η καὶ ι ἐκφέρεται τὸ δεύτερον285

286

καὶ τρίτον πρόσωπον, οἷον ἐὰν στῶ ἐὰν στῇς ἐὰν στῇ· ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν εἰς μι καὶ κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸνκαὶ κατὰ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν διὰ τῆς διφθόγγου ἐκφέρεται τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον ἐὰν διδῶ ἐὰν διδῷς
5ἐὰν διδῷ, ἐὰν δῶ ἐὰν δῷς ἐὰν δῷ, ἐὰν γνῶ ἐὰν γνῷς ἐὰν γνῷ, ὡς τὸ 〈Α 411〉 γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων, ἐὰν βιῶ ἐὰν βιῷς ἐὰν βιῷ, ἐὰν ἁλῶ ἐὰν ἁλῷς ἐὰν ἁλῷ. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα, ὡσ ἐν τοῖς προλαβοῦσιν εἴρηται, οὐδέποτε τρίτον πρώτῳ ὁμοφωνεῖ κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν
10διάλεκτον, πῶς λέγομεν ἐὰν γνῶ ἐγώ, ἐὰν γνῷ ἐκεῖνος· ἰδοὺ γὰρ τὸ τρίτον 〈τῷ〉 πρώτῳ ὁμοφωνεῖ κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, ἀμφότερα γὰρ κοινά εἰσιν. Πρὸς τοὺς οὕτως ἀποροῦντας ἔστιν εἰπεῖν, ὅτι οὐκ ἔστιν ἐνταῦθα τρίτον πρώτῳ ὁμόφωνον· τὸ μὲν γὰρ τρίτον πρόσωπον προσγεγραμμένον ἔχει
15τὸ ι, τὸ δὲ πρῶτον οὐκ ἔχει προσγεγραμμένον τὸ ι· καὶ τὸ μὲν πρῶτον οὐκ ἔχει προσγεγραμμένον τὸ ι, ἐπειδὴ τὰ εἰς ω λήγοντα ῥήματα, πρώτου προσώπου ὄντα, οὐ θέλουσιν ἔχειν ἐν τῇ τελευταίᾳ συλλαβῇ τί ποτε ἀνεκφώνητον, οἷον τύπτω γράφω λέγω βοῶ χρυσῶ· τὸ δὲ τρίτον πρόσωπον ἔχει προσγεγραμμένον τὸ ι, ἐπειδὴ τὰ εἰς ω λήγοντα
20ῥήματα θέλουσιν ἔχειν κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον δίφθογγον τὴν μετὰ τοῦ ι, οἷον τύπτω τύπτεις τύπτει, ποιῶ ποιεῖς ποιεῖ, βοῶ βοᾷς βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ· οὕτως οὖν καὶ ἐὰν γνῶ ἐὰν γνῷς ἐὰν γνῷ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ διφθόγγου τῆς μετὰ τοῦ ι.
25 Ἐὰν τύπτῃ. Εἴρηται ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ς λῆγον ἀποβολῇ τοῦ ς τὸ τρίτον ποιεῖ, οἷον ποιεῖς ποιεῖ, τύπτεις τύπτει, ἔτυπτες ἔτυπτε· περὶ γὰρ τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου, ὅτι τροπὴ παρηκολούθησε τοῦ α εἰς ε μεμαθήκαμεν, οἷον τέτυφας τέτυφε, ἔτυψας ἔτυψε· ὡσαύτως δὲ καὶ περὶ τοῦ ἐνεστῶτος τοῦ ἀπὸ τῶν εἰς
30μι, ὅτι πρὸς οἷς οὐκ ἀποβάλλουσι τὸ ς ταῦτα ἀλλὰ καὶ τὸ ι προσλαμ‐ βάνουσιν, οἷον τίθης τίθησι, ἵστης ἵστησι, δίδως δίδωσι. Ἐὰν τύπτητον, ἐὰν τύπτητον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ μ ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχει, ἐὰν τύπτω‐
35μεν γὰρ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· τὸ 〈δὲ〉 δεύτερον286

287

τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ε εἰς ον, οἷον ἐὰν τύπτητε ἐὰν τύπτητον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμο‐ φωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς σι λήγει, ἐὰν τύπτωσι γάρ· καθόλου δὲ ἐν τοῖς ὑποτακτικοῖς τὸ τρίτον τῶν
5δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς σι λήγει ἢ εἰς ται. Ἐὰν τύπτωμεν. Ἰστέον ὅτι πᾶν ὑποτακτικὸν εἰς ω λῆγον προσ‐ θήκῃ τῆς μεν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ καὶ φυλάτ‐ τει τὸ ω, οἷον ἐὰν τύπτω ἐὰν τύπτωμεν, ἐὰν τετύφω ἐὰν τετύφωμεν,
10ἐὰν τύψω ἐὰν τύψωμεν, ἐὰν τυφθῶ ἐὰν τυφθῶμεν, ἐὰν βοῶ ἐὰν βοῶμεν, ἐὰν χρυσῶ ἐὰν χρυσῶμεν. Ἐὰν τύπτητε. Ἰστέον ὅτι τὰ εἰς μεν ὑποτακτικὰ τροπῇ τῆς μεν εἰς τε καὶ τοῦ παραλήγοντος ω εἰς η τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον ἐὰν τύπτωμεν ἐὰν τύπτητε, ἐὰν τετύφω‐
15μεν ἐὰν τετύφητε, ἐὰν τύψωμεν ἐὰν τύψητε, ἐὰν τυφθῶμεν ἐὰν τυφθῆτε, ἐὰν τυπῶμεν ἐὰν τυπῆτε, ἐὰν ποιῶμεν ἐὰν ποιῆτε, ἐὰν νοῶμεν ἐὰν νοῆτε, ἐὰν τελῶμεν ἐὰν τελῆτε. Δεῖ προσθεῖναι «χωρὶς τῆς δευ‐ τέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων»· καὶ χωρὶς μὲν τῆς δευ‐ τέρας, ἐπειδὴ ἐπὶ ταύτης τὸ δεύτερον τῶν πληθυντικῶν ὁμόφωνόν ἐστι
20τῷ ἰδίῳ ὁριστικῷ, οἷον βοῶμεν βοᾶτε ἐὰν βοῶμεν ἐὰν βοᾶτε, 〈γελῶμεν γελᾶτε〉 ἐὰν γελῶμεν ἐὰν γελᾶτε, περῶμεν περᾶτε ἐὰν περῶμεν ἐὰν περᾶτε· χωρὶς δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων, ἐπειδὴ ἐπὶ ταύτης φυλάττεται τὸ ω κατὰ τὸ δεύτερον πρόσωπον τῶν πληθυντι‐ κῶν, οἷον ἐὰν χρυσῶμεν ἐὰν χρυσῶτε, ἐὰν στεφανῶμεν ἐὰν στεφανῶτε.
25Οὐ δυνάμεθα γὰρ λέγειν ὁμοφώνως τῷ ἰδίῳ ὁριστικῷ ἐὰν χρυσοῦτε, ἐὰν στεφανοῦτε, ἐπειδὴ τὰ εἰς μεν καὶ τὰ εἰς τε τὰ ἴσα φωνήεντα θέ‐ λουσι φυλάττειν ἐν τῇ παραληγούσῃ, οἷον τύπτομεν τύπτετε, λέγομεν λέγετε, βοῶμεν βοᾶτε, ποιοῦμεν ποιεῖτε· εἰ οὖν ἐὰν χρυσῶμεν καὶ ἐὰν στεφανῶμεν φαμὲν δι’ ἑνὸς φωνήεντος, δηλονότι καὶ ἐὰν χρυσῶτε καὶ
30ἐὰν στεφανῶτε δεῖ λέγειν δι’ ἑνὸς φωνήεντος, καὶ οὐχὶ ἐὰν χρυσοῦτε καὶ ἐὰν στεφανοῦτε διὰ δύο φωνηέντων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς μι κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν ἐπὶ μὲν τῆς πρώτης συζυγίας τὸ ω εἰς η τρέπουσι κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῶν πλη‐
35θυντικῶν, οἷον ἐὰν τιθῶμεν ἐὰν τιθῆτε, ἐὰν θῶμεν ἐὰν θῆτε· ἐπὶ δὲ τῆς δευτέρας συζυγίας κατὰ μὲν τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν ὡσαύτως τὸ ω εἰς η τρέπεται ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυν‐
τικῶν, οἷον ἐὰν στῶμεν ἐὰν στῆτε, ἐὰν βῶμεν ἐὰν βῆτε, κατὰ δὲ τὸν287

288

ἐνεστῶτα καὶ παρατατικὸν ὁμόφωνον γίνεται τὸ δεύτερον τῶν πλη‐ θυντικῶν τῷ ἰδίῳ ὁριστικῷ, οἷον ἱστῶμεν ἱστᾶτε ἐὰν ἱστῶμεν ἐὰν ἱστᾶτε· ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν εἰς μι καὶ κατὰ τὸν ἐνεστῶτα καὶ παρα‐ τατικὸν καὶ κατὰ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν φυλάττεται
5τὸ ω ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν, οἷον ἐὰν διδῶμεν ἐὰν διδῶτε, ἐὰν δῶμεν ἐὰν δῶτε, ἐὰν γνῶμεν ἐὰν γνῶτε, ἐὰν βιῶμεν ἐὰν βιῶτε, ἐὰν ἁλῶμεν ἐὰν ἁλῶτε. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εὐλόγως ἐν τοῖς ὑποτακτικοῖς τρεπόμενον τὸ ω ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν εἰς η τρέπεται, ἐπειδὴ τὰ εἰς
10μεν καὶ τὰ εἰς τε ἰσοχρονεῖν θέλουσι κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομεν τύπτετε, ἀμφοτέρων ἡ παραλήγουσα βραχεῖά ἐστιν, ὁμοίως λέγομεν λέγετε· ποιοῦμεν ποιεῖτε, ἀμφοτέρων ἡ παραλήγουσα μακρά ἐστιν, ὁμοίως βοῶμεν βοᾶτε, χρυσοῦμεν χρυσοῦτε· εἰ οὖν τὸ ἐὰν τύπτω‐ μεν μακρὰν ἔχει τὴν παραλήγουσαν, δηλονότι καὶ τὸ ἐὰν τύπτητε μακρὰν
15ἀναγκάζεται ἔχειν τὴν παραλήγουσαν, καὶ εὐλόγως εἰς τὸ η γέγονεν ἡ τροπὴ τοῦ ω. Ἐὰν τύπτωσιν. Ἰστέον ὅτι καθόλου ἐν τοῖς ὑποτακτικοῖς τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τροπῇ τῆς μεν εἰς σι τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ καὶ φυλάττει τὴν παραλήγουσαν, οἷον ἐὰν
20τύπτωμεν ἐὰν τύπτωσιν, ἐὰν τετύφωμεν ἐὰν τετύφωσιν, ἐὰν τύψωμεν ἐὰν τύψωσιν, ἐὰν τυφθῶμεν ἐὰν τυφθῶσιν, ἐὰν τυπῶμεν ἐὰν τυπῶσιν, ἐὰν βοῶμεν ἐὰν βοῶσιν, ἐὰν χρυσῶμεν ἐὰν χρυσῶσιν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Ἐὰν τετύφω. Ἀπὸ τοῦ τέτυφα γέγονε τροπῇ τοῦ α εἰς ω, ἐφυ‐
25λάχθη δὲ ἡ ἐν ἀρχαῖς κλιτικὴ ἔκτασις· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ἐὰν τετύφῃς, ἐὰν τετύφ· ἐὰν τετύ‐ φητον, ἐὰν τετύφητον· ἐὰν τετύφωμεν, ἐὰν τετύφητε, ἐὰν
30τετύφωσιν· εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Ἐὰν τετύπω, ἐὰν τετύπῃς, ἐὰν τετύπῃ· ἐὰν τετύπητον,
ἐὰν τετύπητον· ἐὰν τετύπωμεν, ἐὰν τετύπητε, ἐὰν τετύπωσιν.288

289

Ἀορίστου πρώτου καὶ μέλλοντος.. Ἐὰν τύψω. Ἰστέον ὅτι τὰ ὑποτακτικὰ τοῦ ἀορίστου καὶ μέλλοντος κανονίζονται ἐκ τοῦ ἀορίστου καὶ οὐκ ἐκ τοῦ μέλλοντος· καὶ τοῦτο δείκνυμεν διὰ τριῶν αἰτιῶν. Καὶ πρώτη μὲν αἰτία ἐστὶν ἡ ἀπὸ τῆς
5πέμπτης συζυγίας τῶν βαρυτόνων· δεῖ γὰρ γινώσκειν, ὅτι τοῦ κείρω καὶ σπείρω ὁ μὲν μέλλων κερῶ καὶ σπερῶ ἐστὶ περισπωμένως καὶ διὰ τοῦ ε, ὁ δὲ πρῶτος ἀόριστος ἔκειρα καὶ ἔσπειρα ἐστὶ βαρυτόνως καὶ διὰ τῆς ει διφθόγγου· εἰ οὖν τὸ ὑποτακτικὸν ἐὰν κείρω καὶ ἐὰν σπείρω φαμέν, καὶ οὐκ ἐὰν κερῶ καὶ ἐὰν σπερῶ, δηλονότι ἐκ τοῦ ἔκειρα καὶ
10ἔσπειρα ἀορίστου γέγονεν, καὶ οὐκ ἐκ τοῦ κερῶ καὶ σπερῶ μέλλοντος. Δευτέρα δὲ αἰτία ἐστὶν αὕτη ἡ ἐκ τῶν Ἀττικῶν· οἱ γὰρ Ἀθηναῖοι ἐπὶ τῶν διὰ τοῦ ιζω ῥημάτων, τῶν διὰ τοῦ ι γραφομένων τῶν ὑπὲρ δύο συλλαβάς, ἔθος ἔχουσιν ἀποβάλλειν τὸ ς κατὰ τὸν μέλλοντα καὶ περι‐ σπᾶν, οἷον λακτίζω λακτίσω λακτιῶ, συρίζω συρίσω συριῶ· εἰ ἄρα οὖν
15τὸ ὑποτακτικὸν ἐὰν λακτίσω καὶ ἐὰν συρίσω λέγουσιν, καὶ οὐκ ἐὰν λακτιῶ καὶ ἐὰν συριῶ, δηλονότι ἐκ τοῦ ἐλάκτισα καὶ ἐσύρισα ἀορίστου γέγονεν, καὶ οὐκ ἐκ τοῦ λακτιῶ καὶ συριῶ μέλλοντος. Τρίτη δὲ αἰτία ἐστὶν ἡ ἀπὸ τῶν Δωριέων· οἱ γὰρ Δωριεῖς πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν, ποιησῶ γὰρ καὶ τυψῶ λέγουσι περισπωμένως· εἰ
20ἄρα οὖν τὸ ὑποτακτικὸν ἐὰν τύψω καὶ ἐὰν ποιήσω λέγουσι βαρυτόνως, καὶ οὐκ ἐὰν τυψῶ καὶ ἐὰν ποιησῶ περισπωμένως, δηλονότι ἐκ τοῦ ἔτυψα καὶ ἐποίησα ἀορίστου γέγονεν, καὶ οὐκ ἐκ τοῦ τυψῶ καὶ ποιησῶ μέλλοντος. Ἐὰν τύψῃς, ἐὰν τύψ· ἐὰν τύψητον, ἐὰν τύψητον· ἐὰν τύψωμεν, ἐὰν τύψητε, ἐὰν τύψωσιν· εἴρηται.
25Ἀορίστου δευτέρου καὶ μέλλοντος. Ἐὰν τύπω· ἀπὸ τοῦ δευτέρου ἀορίστου γέγονεν ἐὰν τύπω, ὥσπερ καὶ ἀπὸ τοῦ ἔλαβον ἐὰν λάβω καὶ ἀπὸ τοῦ ἔμαθον ἐὰν μάθω. Ἐὰν τύπῃς, ἐὰν τύπ· ἐὰν τύπητον, ἐὰν τύπητον· ἐὰν τύ‐ πωμεν, ἐὰν τύπητε, ἐὰν τύπωσιν· εἴρηται.
30Ὑποτακτικὰ παθητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἐὰν τύπτωμαι. Ἰστέον ὅτι κανονίζει ὁ τεχνικὸς τὸ ὑποτακτικὸν
παθητικὸν τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τοῦτον τὸν τρόπον· ὁ ἐνερ‐289

290

γητικὸς ἐνεστὼς τῶν ὑποτακτικῶν προσθήκῃ τῆς μαι παθητικὸς γίνεται καὶ φυλάττει τὸ ω, οἷον ἐὰν τύπτω ἐὰν τύπτωμαι, ἐὰν λέγω ἐὰν λέγωμαι, ἐὰν ποιῶ ἐὰν ποιῶμαι, ἐὰν βοῶ ἐὰν βοῶμαι, ἐὰν χρυσῶ ἐὰν χρυσῶμαι. Ἔστι δὲ εἰπεῖν καθολικὸν κανόνα τοιοῦτον περὶ τῶν ὑποτακτικῶν τῶν
5ἐχόντων τὸ μ κλιτικόν· πᾶς παρῳχημένος ὁριστικὸς ἔχων τὸ μ κλιτι‐ κόν, εἴτε παθητικὸς εἴτε μέσος, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς μαι καὶ τὸ παραλῆγον φωνῆεν εἰς ω, μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν—δηλονότι χωρὶς τοῦ παρακειμένου, οὗτος γάρ, ὡς εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν
10ἔκτασιν, οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν—τὸ ὑποτακτικὸν ποιεῖ, οἷον ἐτυπτόμην ἐὰν τύπτωμαι, ἐλεγόμην ἐὰν λέγω‐ μαι, ἐποιούμην ἐὰν ποιῶμαι, ἐβοώμην ἐὰν βοῶμαι, ἐχρυσούμην ἐὰν χρυσῶμαι, ἐτυψάμην ἐὰν τύψωμαι, ἐποιησάμην ἐὰν ποιήσωμαι, ἐτυπό‐ μην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι, ἐτιθέμην ἐὰν τιθῶμαι, ἱστάμην
15ἐὰν ἱστῶμαι, ἐδιδόμην ἐὰν διδῶμαι, ἐδυνάμην ἐὰν δύνωμαι, ἐκρεμάμην ἐὰν κρέμωμαι, ἠπιστάμην ἐὰν ἐπίστωμαι, ἐπεποιήμην ἐὰν πεποιῶμαι, ἐκεκτήμην ἐὰν κεκτῶμαι, ἐμεμνήμην ἐὰν μεμνῶμαι· ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ μ ἕτερον σύμφωνον, τότε τὸ ὑπο‐ τακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τέ‐
20τυμμαι ἐὰν τετυμμένος ὦ, λέλεγμαι ἐὰν λελεγμένος ὦ, ἔσπαρμαι ἐὰν ἐσπαρμένος ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένος ὦ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἀεὶ ὁ παρακείμενος ὁ παθητικὸς ἐν τοῖς ὑποτακτι‐ κοῖς πρὸ μιᾶς συλλαβῆς ἔχει τὸν τόνον ἤγουν προπερισπᾶται, οἷον ἐὰν κεχρυσῶμαι, ἐὰν πεποιῶμαι, ἐὰν μεμνῶμαι, ἐὰν κεκτῶμαι· καὶ τὰ εἰς
25μι δὲ κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν τῶν ὑποτακτικῶν τῶν παθη‐ τικῶν προπερισπῶνται, οἷον ἐὰν τιθῶ ἐὰν τιθῶμαι, ἐὰν ἱστῶ ἐὰν ἱστῶ‐ μαι, ἐὰν διδῶ ἐὰν διδῶμαι· χωρὶς εἰ μή πω εὑρεθῇ τὸ ἐνεργητικὸν τὸ ὁριστικὸν ἐν χρήσει, τότε τὸ παθητικὸν τὸ ὑποτακτικὸν προπαροξύνε‐ ται, οἷον ἐὰν δύνωμαι, ἐὰν κρέμωμαι, ἐὰν ἐπίστωμαι (ὃ σημαίνει τὸ
30γινώσκω)· οὐκ ἔστι γὰρ τὸ δύνημι ἐν χρήσει ἢ τὸ κρέμημι ἢ τὸ ἐπίστημι. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι πρόσκειται ἐν τῷ κανόνι «ἔχων τὸ μ κλιτικόν» διὰ τὸ ἐδάμην· τούτου γὰρ τὸ ὑποτακτικὸν οὐκ ἔστιν εἰς μαι, ἀλλ’ εἰς ω, οἷον 〈ἐὰν〉 δαμῶ, ἀλλ’ οὐκ ἔχει τὸ μ κλιτι‐
35κὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ μ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι συγκέχυται ἡ λέξις, ἤγουν τὸ κείμενον τοῦ τεχνικοῦ· ἔδει γὰρ ἐν τῷ περὶ δευτέρου καὶ τρίτου προσώπου λόγῳ μνησθῆναι
τῶν δευτέρων καὶ τρίτων προσώπων τῆς δευτέρας καὶ τρίτης συζυγίας290

291

τῶν περισπωμένων· ὁ δὲ οὐκ ἐκεῖ τούτων ἐμνήσθη, ἀλλ’ ἐνταῦθα ἐν τῷ κανόνι τοῦ πρώτου προσώπου, ἐν οἷς λέγει· ὥσπερ γὰρ ἐν τοῖς ἐνεργητικοῖς τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων οὐ διενηνόχασιν ὡς
5πρὸς τὰ ὁριστικ, οὕτω καὶ ἐν τοῖς παθητικοῖς τὰ δεύτερα καὶ τρίτα πρόσωπα τοῖς ὁριστικοῖς ὡμοφώνησαν. Τὸ δὲ λεγό‐ μενον τοῦτό ἐστιν· καθάπερ τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῆς δευ‐ τέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων τῶν ὑποτακτικῶν ἐνεργη‐ τικῶν, τουτέστι τὸ ἐὰν βοᾷς ἐὰν βοᾷ, ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ, οὐ διε‐
10νηνόχασιν ὡς πρὸς τὰ τῆς ὁριστικῆς ἐγκλίσεως δεύτερα καὶ τρίτα πρόσωπα τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων, τὸ βοᾷς βοᾷ καὶ χρυσοῖς χρυσοῖ, ἀλλ’ ὁμοφωνοῦσιν ἀλλήλοις, οὕτω καὶ ἐν τοῖς ὑποτακτικοῖς παθητικοῖς ὁμοφωνοῦσι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων τοῖς δευτέροις καὶ
15τρίτοις προσώποις τοῖς παθητικοῖς τῆς ὁριστικῆς ἐγκλίσεως· ὥσπερ γὰρ βοᾷ βοᾶται καὶ χρυσοῖ χρυσοῦται, οὕτω καὶ ἐὰν βοᾷ ἐὰν βοᾶται καὶ ἐὰν χρυσοῖ ἐὰν χρυσοῦται· ἰδοὺ ὡμοφώνησαν καὶ τὰ ὑποτακτικὰ παθητικὰ τοῖς παθητικοῖς ὁριστικοῖς, ὥσπερ καὶ τὰ ὑποτακτικὰ ἐνεργητικὰ τοῖς ὁριστικοῖς ἐνεργητικοῖς.
20 Ἐὰν τύπτῃ. Ἰστέον ὅτι καθόλου τὰ τρίτα πρόσωπα τῶν ὑπο‐ τακτικῶν τῶν ἐνεργητικῶν δεύτερα γίνονται παθητικὰ ἢ μέσα, οἷον ἐὰν τύπτῃ ἐκεῖνος καὶ ἐὰν τύπτωμαι ἐὰν τύπτῃ σύ, ἐὰν λέγῃ ἐκεῖνος καὶ ἐὰν λέγωμαι ἐὰν λέγῃ σύ, ἐὰν τύψῃ ἐκεῖνος καὶ ἐὰν τύψωμαι ἐὰν τύψῃ σύ, ἐὰν ποιήσῃ ἐκεῖνος καὶ ἐὰν ποιήσωμαι ἐὰν ποιήσῃ σύ, ἐὰν τύπῃ
25ἐκεῖνος καὶ ἐὰν τύπωμαι ἐὰν τύπῃ σύ, ἐὰν λάβῃ ἐκεῖνος καὶ ἐὰν λάβω‐ μαι ἐὰν λάβῃ σύ, ἐὰν ποιῇ ἐκεῖνος, ἐὰν ποιῶμαι ἐὰν ποιῇ σύ, ἐὰν βοᾷ ἐκεῖνος, ἐὰν βοῶμαι ἐὰν βοᾷ σύ, ἐὰν χρυσοῖ ἐκεῖνος, ἐὰν χρυσῶμαι ἐὰν χρυσοῖ σύ, ἐὰν τιθῇ ἐκεῖνος, ἐὰν τιθῶμαι ἐὰν τιθῇ σύ, ἐὰν θῇ ἐκεῖνος, ἐὰν θῶμαι ἐὰν θῇ σύ, ἐὰν ἱστᾷ ἐκεῖνος, ἐὰν ἱστῶμαι ἐὰν ἱστᾷ
30σύ, ἐὰν διδῷ ἐκεῖνος, ἐὰν διδῶμαι ἐὰν διδῷ σύ, ἐὰν δῷ ἐκεῖνος καὶ ἐὰν δῶμαι ἐὰν δῷ σύ· ἐπὶ δὲ τοῦ παθητικοῦ παρακειμένου καὶ συγκοπὴ παρακολουθεῖ, οἷον ἐὰν πεποιήκῃ ἐκεῖνος καὶ ἐὰν πεποιῶμαι ἐὰν πεποιῇ σύ, οὐχὶ ἐὰν πεποιήκῃ σύ· ὡς γὰρ ἐν τοῖσ ὁριστικοῖς ἐμάθομεν, ὁ παθητικὸς παρακείμενος συγκοπὴν ἔπαθεν, συγκοπὴν δὲ παθὼν ἔνδειαν
35ἀνεδέξατο συλλαβῆς.291

292

Ἐὰν τύπτηται. Ἰστέον ὅτι τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν κανο‐ νίζει ὁ τεχνικὸν ἐκ τοῦ ἰδίου δευτέρου τοῦτον τὸν τρόπον· τὸ δεύ‐ τερον πρόσωπον προσλαμβάνον τὴν ται τρίτον γίνεται, μετὰ τοῦ ἀπο‐ βαλεῖν δηλονότι τὸ ι, οἷον ἐὰν τύπτῃ ἐὰν τύπτηται, ἐὰν λάβῃ ἐὰν
5λάβηται, ἐὰν τύψῃ ἐὰν τύψηται, ἐὰν ποιῇ ἐὰν ποιῆται, ἐὰν βοᾷ ἐὰν βοᾶται, ἐὰν γελᾷ ἐὰν γελᾶται, ἐὰν ὁρᾷ ἐὰν ὁρᾶται, ἐὰν τιθῇ ἐὰν τιθῆ‐ ται, ἐὰν ἱστᾷ ἐὰν ἱστᾶται, ἐὰν διδῷ ἐὰν διδῶται. Δεῖ προσθεῖναι «χωρὶς τῆς τρίτης συζυγίας τῶν περισπωμένων· ἡ γὰρ τρίτη συζυγία τῶν περι‐ σπωμένων οὐκ ἔχει τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν κανονιζόμενον ἐν
10τοῖς παθητικοῖσ ὑποτακτικοῖς ἐκ τοῦ ἰδίου δευτέρου προσθήκῃ τῆς ται, ἀλλ’ ὁμόφωνον αὐτὸ ἔχει, ὥς φησιν ὁ τεχνικός, τῷ ἰδίῳ ὁριστικῷ, οἷον οὐ λέγομεν ἐὰν χρυσοῖ ἐὰν χρυσοῖται καὶ ἐὰν στεφανοῖ ἐὰν στεφανοῖ ται, ἀλλ’ ἐὰν χρυσοῦται καὶ ἐὰν στεφανοῦται ὁμοφώνως τῷ ἰδίῳ ὁρι‐ στικῷ, φημὶ δὴ τῷ χρυσοῦται καὶ στεφανοῦται.
15 Ἰστέον δὲ ὅτι Εἰρηναῖος ὁ περὶ Ἀττικῆς συνηθείας γράψας φησὶ τοὺς Ἀττικοὺς τὰ τρίτα πρόσωπα τῆς τρίτης συζυγίας τῶν περισπω‐ μένων διὰ τοῦ ω λέγειν ἐν τοῖς παθητικοῖς ὑποτακτικοῖς, οἷον ἐὰν χρυσῶται, ἐὰν στεφανῶται. Καὶ ἰστέον ὅτι ἀναλογώτερά εἰσι διὰ τοῦ ω λεγόμενα παρὰ τοῖς Ἀττικοῖς· καὶ γὰρ τὰ εἰς μαι καὶ τὰ εἰς ται τὰ
20ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομαι τύπτεται, λέγομαι λέγεται, βοῶμαι βοᾶται, ποιοῦμαι ποιεῖται, χρυσοῦμαι χρυσοῦται· εἰ οὖν ἐὰν χρυσῶμαι καὶ ἐὰν στεφανῶμαι δι’ ἑνὸς φωνήεν‐ τος, δηλονότι καὶ ἐὰν χρυσῶται καὶ ἐὰν στεφανῶται δεῖ λέγειν δι’ ἑνὸς φωνήεντος, καὶ οὐχὶ ἐὰν χρυσοῦται καὶ ἐὰν στεφανοῦται διὰ δύο φωνη‐
25έντων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ι διὰ τοῦτο ἀποβάλλεται ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν, οἷον ἐὰν τύπτηται, ἐπειδή, ὡς εἴρηται, τὰ εἰς μαι καὶ τὰ εἰς ται τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν ἐν τῇ παραληγούσῃ, οἷον τύπτο‐ μαι τύπτεται, ποιοῦμαι ποιεῖται· εἰ ἄρα οὖν τὸ ἐὰν τύπτωμαι ἓν φωνῆεν
30ἔχει κατὰ τὴν παραλήγουσαν, δηλονότι καὶ τὸ ἐὰν τύπτηται ἓν φωνῆεν ἔχειν ἀναγκάζεται κατὰ τὴν παραλήγουσαν. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι δυνατόν ἐστι κανονίσαι τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν καὶ ἀπὸ τοῦ πρώτου προσώπου τοῦτον τὸν τρόπον· τὰ εἰς μαι ὑποτακτικὰ τροπῇ τῆς μαι εἰς ται τὸ τρίτον πρόσωπον τῶν
35ἑνικῶν ποιοῦσιν, καὶ τρέπουσι τὴν παραλήγουσαν εἰς η, οἷον ἐὰν τύπτω‐ μαι ἐὰν τύπτηται, ἐὰν λέγωμαι ἐὰν λέγηται, [ἐὰν πλῶμαι ἐὰν πλῆται] ἐὰν τύψωμαι ἐὰν τύψηται, ἐὰν λάβωμαι ἐὰν λάβηται, ἐὰν τιθῶμαι ἐὰν
τιθῆται. Δεῖ προσθεῖναι «χωρὶς τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν292

293

περισπωμένων»· καὶ χωρὶς μὲν τῆς δευτέρας, ἐπειδὴ ἐπὶ ταύτης τὸ τρίτον τῶν ἑνικῶν ὁμοφωνεῖ τῷ ἰδίῳ ὁριστικῷ, οἷον βοᾶται ἐὰν βοῶμαι ἐὰν βοᾶται, γελᾶται ἐὰν γελῶμαι ἐὰν γελᾶται, ὁρᾶται ἐὰν ὁρῶμαι ἐὰν ὁρᾶται, καὶ ἐπὶ τῶν εἰς μι ὁμοίως, οἷον 〈ἱστᾶται〉 ἐὰν ἱστῶμαι ἐὰν
5ἱστᾶται· χωρὶς δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων, ἐπειδὴ ἐπὶ ταύτης φυλάττεται τὸ ω κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν, 〈οἷον〉 ἐὰν χρυσῶμαι ἐὰν χρυσῶται, ἐὰν στεφανῶμαι ἐὰν στεφανῶται· ὡσαύτως δὲ 〈καὶ〉 ἐπὶ τῆς τρίτης συζυγίας τῶν εἰς μι φυλάττεται τὸ ω κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν, οἷον ἐὰν διδῷ ἐὰν διδῶται.
10 Ἐὰν τυπτώμεθον, ἐὰν τύπτησθον, ἐὰν τύπτησθον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ μ ἐπὶ τῆς τελευταίας συλλαβῆς, ἐὰν τυπτώμεθα γάρ· γέγονε δὲ τὸ πρῶτον τῶν δυϊκῶν ἀπὸ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ τῆς θα εἰς θον, ἐὰν τυπτώμεθα
15ἐὰν τυπτώμεθον· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ε εἰς ον, ἐὰν τύπτησθε ἐὰν τύπτησθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ται λήγει, οἷον ἐὰν τύπτωνται. Ἐὰν τυπτώμεθα. Εἴρηται ἐν τοῖς προλαβοῦσιν, ὅτι πᾶν πρῶτον
20πρόσωπον ἑνικόν, ἔχον τὸ μ κλιτικὸν μετὰ μακρᾶς, τροπῇ τῆς ἐσχάτης εἰς μεθα τὸ πληθυντικὸν ποιεῖ. Ἐὰν τύπτησθε. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικόν, ἔχον τὸ τ κλι‐ τικόν, τρέπον τὴν τελευταίαν συλλαβὴν εἰς θε τὸ δεύτερον τῶν πλη‐ θυντικῶν ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ τ, καὶ τὸ ς προσλαμβάνει
25τὸ δεύτερον τῶν πληθυντικῶν, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τηρεῖ αὐτό, πλὴν εἰ μή πω ψιλὸν ὂν διὰ τὴν ἀσυνταξίαν εἰς δασὺ τραπῇ. Ἐὰν τύπτωνται. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικόν, ἔχον τὸ τ κλιτι‐ κόν, πρὸ τοῦ τ λαμβάνον τὸ ν καὶ τὴν παραλήγουσαν φυλάττον τοῦ ἰδίου πρώτου προσώπου ἑνικοῦ, τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ.
30Παρακειμένου καὶ ὑπερσυντελίκου. Ἐὰν τετυμμένος ὦ—ᾖ κ—ᾖ. Ἰστέον ὅτι ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς οὐκ ἔχει πρὸ τοῦ μ σύμφωνον, τότε τῷ κοινῷ κανόνι ποιεῖ τὸ ὑποτακτικόν, τουτέστι πρὸ τοῦ μ δεχόμενος τὸ ω,
ἤγουν τρέπων ὁ παρακείμενος τὸ φωνῆεν τὸ πρὸ τοῦ μ εἰς τὸ ω,293

294

οἷον πεποίημαι ἐὰν πεποιῶμαι, κέκτημαι ἐὰν κεκτῶμαι, μέμνημαι ἐὰν μεμνῶμαι προπερισπωμένως, καὶ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως φυλατ‐ τομένης, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε γὰρ ἐν
5ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν· ἡνίκα δὲ ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς ἔχει πρὸ τοῦ μ σύμφωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήμα‐ τος, οἷον τέτυμμαι ἐὰν τετυμμένος ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένος ὦ, ἔσπαρμαι ἐὰν ἐσπαρμένος ὦ. Διὰ τοῦτο δὲ τοῦτο γίνεται, τουτέστι διὰ
10τοῦτο ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς [ὅτε] ἔχει πρὸ τοῦ μ σύμφωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, ἐπειδὴ τὰ εἰς μαι ὑποτακτικὰ θέλουσιν ἔχειν πρὸ τοῦ μ τὸ ω, οἷον 〈ἐὰν〉 τύπτωμαι, ἐὰν τύψωμαι, ἐὰν λάβωμαι, ἐὰν ποιῶμαι· ἐὰν οὖν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον, γένηται ὑπο‐
15τακτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ω πρὸ τοῦ μ προσερχομένου εἶναι τὸ ὑποτακτικὸν ἐὰν τετύμωμαι καὶ ἐὰν ἐφθάρωμαι καὶ ἐὰν ἐσπάρωμαι καὶ ἐὰν λελέγωμαι, καὶ λοιπὸν εὑρίσκεται τὸ ὑποτακτικὸν περιττοσυλ‐ λαβοῦν τοῦ ἰδίου ὁριστικοῦ, ὅπερ ἐστὶν ἄτοπον· τούτου οὖν χάριν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον, τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦ‐
20ται καὶ ὑπαρκτικοῦ ῥήματος. Ἰστέον δὲ ὅτι φησὶν ὁ Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ, ἐν ᾧ διαλαμβάνει περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους, ὅτι καὶ ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁρι‐ στικῷ πρὸ τοῦ μ δίφθογγος ἡ διὰ τοῦ υ, τὸ ὑποτακτικὸν διὰ μετοχῆς
25ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, 〈οἷον〉 πεπαίδευμαι ἐὰν πεπαι‐ δευμένος ὦ, λέλουμαι ἐὰν λελουμένος ὦ. Ἐὰν τετυμμένω ἦτον—ἦτον· ἐὰν τετυμμένοι ὦμεν— ἦτε—ὦσιν· εἴρηται. Ἀορίστου παθητικοῦ πρώτου καὶ μέλλοντος.
30 Ἐὰν τυφθῶ. Ἰστέον ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην εἰς ω μετὰ περισπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν, οἷον τιθείς τιθέντος ἐὰν τιθῶ, ἱστάς ἱστάντος ἐὰν ἱστῶ, διδούς διδόντος ἐὰν διδῶ, τυφθείς τυφθέντος ἐὰν τυφθῶ, νυγείς νυγέντος ἐὰν νυγῶ, σταλείς σταλέντος ἐὰν σταλῶ, δαρείς δαρέν‐
35τος ἐὰν δαρῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ, φθαρείς φθαρέντος ἐὰν
φθαρῶ. Ὁ δὲ τεχνικὸς οὕτω κανονίζει λέγων, ὅτι πᾶσα μετοχὴ εἰς294

295

ς λήγουσα 〈μετ’ ὀξείας τάσεωσ〉 καὶ διὰ τοῦ ντ κλινομένη τρέπουσα τὴν ἐσχάτην εἰς ω μετὰ περισπωμένου τόνου τὸ ὑποτακτικὸν ποιεῖ, οἷον τιθείς τιθέντος ἐὰν τιθῶ, τυφθείς τυφθέν‐ τος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, δαρείς δαρέντος ἐὰν δαρῶ.
5Πρόσκειται ἐν τῷ κανόνι «εἰς ς λήγουσα» διὰ τὸ λαβών λαβόντος ἐὰν λάβω· ἰδοὺ γὰρ αὕτη ἡ μετοχὴ μετ’ ὀξείας τάσεώς ἐστι καὶ διὰ τοῦ ντ κλινομένη, καὶ ὅμως οὐκ ἔχει τὸ ὑποτακτικὸν μετὰ περισπωμένου τόνου, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐ λήγει εἰς ς· πρόσκειται «μετ’ ὀξείας τάσεως» διὰ τὸ τύψας τύψαντος ἐὰν τύψω· ἰδοὺ γὰρ αὕτη ἡ
10μετοχὴ εἰς ς λήγει καὶ διὰ τοῦ ντ κλίνεται, καὶ ὅμως οὐκ ἔχει τὸ ὑπο‐ τακτικὸν μετὰ περισπωμένου τόνου, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ὀξύνεται· πρόσκειται «καὶ διὰ τοῦ ντ κλινομένη» διὰ τὸ τετυφώς τετυφότος ἐὰν τετύφω· ἰδοὺ γὰρ αὕτη ἡ μετοχὴ εἰς ς λήγει μετ’ ὀξείας τάσεως, καὶ ὅμως οὐκ ἔχει τὸ ὑποτακτικὸν μετὰ περισπωμένον τόνου
15ἀλλ’ οὐ κλίνεται διὰ τοῦ ντ. Ἐὰν τυφθῇς, ἐὰν τυφθ· ἐὰν τυφθῆ‐ τον, ἐὰν τυφθῆτον· ἐὰν τυφθῶμεν, ἐὰν τυφθῆτε, ἐὰν τυ‐ φθῶσιν· εἴρηται. Ἀορίστου παθητικοῦ δευτέρου καὶ μέλλοντος. Ἐὰν τυπῶ· ὁμοίως καὶ οὗτος τῷ πρώτῳ γίνεται ἀπὸ τῆς τυπείς
20τυπέντος μετοχῆς. Ἐὰν τυπῇς, ἐὰν τυπ· ἐὰν τυπῆτον, ἐὰν τυπῆτον· ἐὰν τυπῶμεν, ἐὰν τυπῆτε, ἐὰν τυπῶσιν· εἴρηται. Μέσου ἀορίστου πρώτου καὶ μέλλοντος. Ἐὰν τύψωμαι. Ἰστέον ὅτι τὸ ὑποτακτικὸν τοῦ πρώτου μέσου ἀορίστου καὶ μέλλοντος δύναται καὶ ἀπὸ τοῦ πρώτου μέσου ἀορίστου
25ὁριστικοῦ κανονισθῆναι, τροπῇ τῆς ἐσχάτης εἰς μαι, καὶ τοῦ ἐν τῇ παρα‐ ληγούσῃ φωνήεντος τραπέντος εἰς ω, καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτι‐ κῆς ἐκτάσεως, οἷον ἐτυψάμην ἐὰν τύψωμαι, ἐποιησάμην ἐὰν ποιήσωμαι, ἐγραψάμην ἐὰν γράψωμαι· δύναται καὶ ἀπὸ τοῦ ὑποτακτικοῦ γενέσθαι τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος ἐνεργητικοῦ, προσθήκῃ τῆς μαι, καὶ
30τοῦ ω δηλονότι φυλαττομένου, οἷον ἐὰν τύψω ἐὰν τύψωμαι, ἐὰν γράψω ἐὰν γράψωμαι, ἐὰν ποιήσω ἐὰν ποιήσωμαι. Ἐὰν τύψ, ἐὰν τύψη‐ ται· ἐὰν τυψώμεθον, ἐὰν τύψησθον, ἐὰν τύψησθον· ἐὰν τυ‐
ψώμεθα, ἐὰν τύψησθε, ἐὰν τύψωνται.295

296

Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος. Ἐὰν τύπωμαι. Ἰστέον ὅτι τὸ ὑποτακτικὸν τοῦ δευτέρου 〈μέσου〉 ἀορίστου καὶ μέλλοντος δύναται καὶ ἀπὸ τοῦ δευτέρου μέσου ἀορίστου 〈Τοῦ ὁριστικοῦ〉 κανονισθῆναι, τροπῇ τῆς ἐσχάτης εἰς μαι καὶ τοῦ ἐν
5τῇ παραληγούσῃ φωνήεντος εἰς ω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἐτυπόμην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι· δύνα‐ ται καὶ ἀπὸ τοῦ ὑποτακτικοῦ γενέσθαι τοῦ δευτέρου ἀορίστου καὶ μέλ‐ λοντος τοῦ ἐνεργητικοῦ, προσθήκῃ τῆς μαι καὶ τοῦ ω δηλονότι φυλατ‐ τομένου, οἷον ἐὰν τύπω ἐὰν τύπωμαι, ἐὰν λάβω ἐὰν λάβωμαι. Ἐὰν
10τύπ, ἐὰν τύπηται· ἐὰν τυπώμεθον, ἐὰν τύπησθον, ἐὰν τύ‐ πησθον· ἐὰν τυπώμεθα, ἐὰν τύπησθε, ἐὰν τύπωνται. Μετ’ ὀλίγον μέλλοντος. Ἐὰν 〈τε〉τύψωμαι. Ἰστέον ὅτι κακῶς παρέθετο τὸ ὑποτακτι‐ κὸν τοῦ μετ’ ὀλίγον μέλλοντος· ὁ γὰρ μετ’ ὀλίγον μέλλων οὐκ ἔχει
15ὑποτακτικόν, ἐπειδή, ὡς δέδεικται, οἱ ἀόριστοι καὶ οἱ μέλλοντεσ ἐν τοῖς ὑποτακτικοῖς συνεζευγμένοι εἰσίν, καὶ ἐκ τῶν ἀορίστων γίνονται τὰ ὑποτακτικὰ τοῦ ἀορίστου καὶ μέλλοντος· εἰ ἄρα οὖν οὐχ ὑπελείφθη ἄλλος ἀόριστος ὁ ὀφείλων παραληφθῆναι μετὰ τοῦ μετ’ ὀλίγον μέλ‐ λοντος καὶ ἀποτελέσαι τὸ ὑποτακτικὸν αὐτοῦ, δηλονότι οὐκ ἔχει
20ὑποτακτικόν. Πεπλήρωται σὺν θεῷ ἡ τῶν εἰς ω ῥημάτων διδασκαλία εὐτυχῶς. Περὶ μετοχῶν. Πληρώσας ὁ τεχνικὸς τὰ εἰς ω λήγοντα ῥήματα, ἔρχεται ἀκολούθως καὶ διαλαμβάνει περὶ τῶν μετοχῶν τῶν εἰς ω ληγόντων ῥημάτων· περὶ
25γὰρ τῶν εἰς μι ὕστερον διαλαμβάνει. Ἰστέον δὲ ὅτι ἡ μετοχὴ τρίτην ἐπέχει τάξιν, ἤγουν μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμά ἐστιν, ἐπειδὴ ἡ μετοχὴ οὐδὲν ἄλλο ἐστὶν εἰ μὴ ὄνομα καὶ ῥῆμα· ἃ γὰρ ἔχει, ἢ ἀπὸ τοῦ ὀνόματος ἔχει ἢ ἀπὸ τοῦ ῥήματος· γένη μὲν γὰρ καὶ πτώσεις ἀπὸ τοῦ ὀνόματος ἔχει, ἐνέργειαν δὲ καὶ πάθος καὶ μεσότητα καὶ διαφόρους
30χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν φωνῶν, ἀπὸ τοῦ ῥήματος ἔχει· ἐπειδὴ οὖν οὐδὲν ἕτερόν ἐστιν ἡ μετοχὴ
εἰ μὴ ὄνομα καὶ ῥῆμα, τούτου χάριν καὶ μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα296

297

τέτακται, καὶ διὰ τοῦτο τρίτην ἐπέχει τάξιν. Μετοχὴ δὲ λέγεται, ἐπειδὴ μετέχει τῆς τῶν ὀνομάτων καὶ τῆς τῶν ῥημάτων ἰδιότητος, χωρὶς προσ‐ ώπων τε καὶ ἐγκλίσεων· οὐκ ἔχουσι γὰρ οὔτε πρόσωπα αἱ μετοχαὶ οὔτε θέλημα ψυχῆς, ὅπερ ἐστὶν ἴδιον ἐγκλίσεως· ἔγκλισις γάρ ἐστιν ἡ
5ψυχικὴ προαίρεσις. Καὶ τῶν μὲν ὀνομάτων μετέχει ἡ μετοχή, καθότι ἔχει πτώσεις καὶ γένη ὁμοίως τοῖς ὀνόμασιν, οἷον τύπτων τύπτοντος τύπτοντι τύπτοντα ὦ τύπτων, ἡ τύπτουσα, τὸ τύπτον, τῶν δὲ ῥημάτων μετέχει, καθότι ἔχει ἐνέργειαν πάθος μεσότητα, οἷον τύπτων τετυπώς τυπτόμενος, 〈καὶ〉 ἔχει διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς,
10ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν φωνῶν, οἷον τύπτων τετυφώς τετυ‐ πώς τύψας τυπών τύψων τυπῶν, ὁμοίως τοῖς ῥήμασιν· οὐκ ἐνηλλάγη γὰρ ἐν τούτοις τοῖς χρόνοις τελείως ἡ φωνή, ἀλλ’ ἕκαστος τούτων τῶν χρόνων μετέχει τοῦ ἑτέρου κατὰ τὴν φωνήν· καὶ ὥσπερ ἐν μεταιχμίῳ μεταξὺ δύο στρατευμάτων ἰσοσθενούντων ἕλκεταί τις ἐκ τῶν δύο μερῶν
15καὶ οὐδετέροις προσχωρεῖ ἀλλὰ μέσος μένει, οὕτω καὶ ἡ μετοχὴ κωλυο‐ μένη ἐκ τῶν ῥηματικῶν κανόνων εἶναι μετὰ τῶν ὀνομάτων, φημὶ δὴ ἐκ τοῦ ἔχειν ἐνέργειαν πάθος μεσότητα καὶ διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν φωνῶν, ταῦτα γὰρ ἀλλότριά εἰσι τῶν ὀνομάτων, καὶ πάλιν ἐκ τῶν ὀνοματικῶν κανόνων
20εἶναι μετὰ τῶν ῥημάτων κωλυομένη, φημὶ δὴ ἐκ τοῦ ἔχειν γένη καὶ πτώσεις, ταῦτα γὰρ ἀλλότριά εἰσι τῶν ῥημάτων, μέση μένει, καὶ ἰδίᾳ μέρος λόγου παραλαμβάνεται. Λέγει δὲ ὁ γραμματικὸς Ἰωάννης 〈ὁ Χάραξ〉, ὅτι ὥσπερ ἀπὸ τοῦ ἀνθρώπου τίκτεται ἄνθρωπος καὶ ἀπὸ τοῦ λέοντος λέων, ἀπὸ δὲ ἵππου καὶ ὄνου ἕτερόν τί ποτε τίκτεται,
25λέγω δὴ ἡμίονος, τὸν αὐτὸν τρόπον καὶ ἡ μετοχὴ ἀπὸ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος τικτομένη ἕτερόν τί ποτέ ἐστι παρὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα, καὶ δηλονότι ἰδίᾳ μέρος λόγου ἐστίν. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ ζητήσωμεν, διατί ἐπενοήθη ἡ μετοχή. Καὶ λέγο‐ μεν ὅτι διὰ δύο αἰτίας· καὶ πρώτη μέν ἐστιν αὕτη· δύο ὀνόματα πολ‐
30λάκις εὑρίσκομεν χωρὶς συνδέσμου παραλαμβανόμενα, οἷον καλὸς ἵππος, ταχὺς κύων, σώφρων ἄνθρωπος, δίκαιος ἄνθρωπος· ἐπὶ δὲ τῶν ῥημά‐ των οὐδὲν τοιοῦτον εὑρίσκομεν, οὐδέποτε γὰρ δύο ῥήματα ὁριστικὰ καθ’ ἑνὸς ὑποκειμένου χωρὶς συνδέσμου δύνανται παραλαμβάνεσθαι, εἰ
μή πω ἀπόλυτα ὦσιν, οἷον οὐ δυνάμεθα λέγειν «Ἀγαμέμνων ἐβασίλευ‐297

298

σεν ἐπολέμησεν», ἀλλὰ μετὰ συνδέσμου «Ἀγαμέμνων ἐβασίλευσε καὶ ἐπολέμησεν»· πρόσκειται «καθ’ ἑνὸς ὑποκειμένου», ἐπειδὴ κατὰ ἄλλου καὶ ἄλλου ὑποκειμένου δύνανται παραλαμβάνεσθαι χωρὶς συνδέσμου δύο ῥήματα ὁριστικά, λέγομεν γὰρ «ὁ Σωκράτης γράφει, ὁ Πλάτων ἀνα‐
5γινώσκει»· πρόσκειται «εἰ μή πω ἀπόλυτα ὦσιν», ἐπειδὴ ἀπολύτως δύνανται παραλαμβάνεσθαι διάφορα ῥήματα ὁριστικά, οἷον λέγω γράφω περιπατῶ ἀναγινώσκω· ἐπειδὴ δὲ προσερχομένου τοῦ συνδέσμου ἄδηλον ἤμελλε γίνεσθαι ποῖον προτερεύει, εἰ ἄρα τὸ ἐβασίλευσεν, εἰ ἄρα τὸ ἐπολέμησεν—οἱ γὰρ σύνδεσμοι οἱ συμπλεκτικοὶ τάξιν οὐκ ἐπαγγέλ‐
10λονται, οἷον 〈μ 134〉 τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ, 〈ἀντὶ τοῦ〉 τεκοῦσα καὶ θρέψασα, πρῶτον γάρ τις τίκτει καὶ οὕτω τρέφει, καὶ πάλιν 〈π 41〉 αὐτὰρ ὅ γ’ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν, ἀντὶ τοῦ ὑπερέβη λάϊνον οὐδὸν καὶ εἴσω ἴεν, πρῶτον γάρ τις ὑπερβαίνει τὸν οὐδὸν καὶ οὕτως εἰσέρχεται—τούτου χάριν,
15ἵνα, ὥσπερ δύο ὀνόματα χωρὶς συνδέσμου εὑρίσκονται παραλαμβανό‐ μενα, καὶ δύο ῥήματα εὑρεθῶσι χωρὶς συνδέσμου παραλαμβανόμενα, ἐν ταὐτῷ δὲ ἵνα καὶ ἡ τάξις φυλαχθῇ, παραλαμβάνομεν τὸ ἓν τῶν ῥημάτων τὸ προτερεῦον εἰς μετοχήν, καὶ λοιπὸν δηλοῦται ποῖον προ‐ τερεύει, καὶ χωρὶς συνδέσμου τὰ τῆς συντάξεως παραλαμβάνονται·
20καὶ εἰ μὲν τὸ ἐπολέμησε προτερεύει, αὐτὸ παραλαμβάνεται εἰς μετο‐ χήν, καὶ γίνεται «Ἀγαμέμνων πολεμήσας ἐβασίλευσεν», εἰ δὲ τὸ ἐβασί‐ λευσε προτερεύει, αὐτὸ παραλαμβάνεται εἰς μετοχήν, καὶ γίνεται «Ἀγαμέμνων βασιλεύσας ἐπολέμησεν», ὅπερ καὶ ἀληθεύει, πρῶτον γὰρ ἐβασίλευσε καὶ οὕτως ἐπολέμησεν· τούτου οὖν χάριν ἐπενοήθη ἡ μετοχή.
25Δευτέρα δὲ αἰτία τοῦ ἐπινοηθῆναι τὴν μετοχήν ἐστιν αὕτη· τὸ ὄνομα οὐσίαν σημαίνει, οἷον ἄνθρωπος ἵππος Ὅμηρος Πλάτων, τὸ δὲ ῥῆμα πρᾶγμα σημαίνει, οἷον τύπτω γράφω λέγω· τὰ οὖν ῥήματα, ἅτε δὴ πράγματα ὄντα, θέλουσι συνεῖναι ταῖς οὐσίαις, ἤγουν τοῖς ὀνόμασιν, καὶ ἐπειδὴ κλινομένης τῆς οὐσίας, ἤγουν τοῦ ὀνόματος, τὰ ῥήματα οὐ
30δύνανται 〈συγ〉κλίνεσθαι τῷ ὀνόματι, ἅτε δὴ μὴ ἔχοντα πτώσεις— εὐθεῖαι γάρ εἰσι τὰ ῥήματα, οἷον «Σωκράτης γράφει» λέγομεν, «Σωκρά‐ τους» δὲ «γράφει» οὐ λέγομεν, εἰ μή πω ἐπὶ ἑτέρας αὐτὸ σημασίας λάβωμεν, οἷον «Σωκράτους φίλος γράφει»—τούτου χάριν ἐπενοήθη
ἡ μετοχή, ἵνα συγκλιθῇ τῷ ὀνόματι ἀντὶ τοῦ ῥήματος καὶ τὸ λεῖπον298

299

τῷ ῥήματι ἀναπληρώσῃ· καὶ λοιπὸν λέγομεν Σωκράτης γράφων, Σωκρά‐ τους γράφοντος, Σωκράτει γράφοντι, Σωκράτην γράφοντα, Σώκρατες γράφων, καὶ τὰ ἑξῆς. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα, ὡς εἴρηται, διὰ τοῦτο ἐπε‐
5νοήθη ἡ μετοχή, ἵνα τὸ λεῖπον τῷ ῥήματι ἀναπληρώσῃ καὶ συγκλιθῇ τῷ ὀνόματι ἀντὶ τοῦ ῥήματος, δύναται δὲ τὸ ῥῆμα συντάττεσθαι ὀνό‐ ματι ἀντὶ εὐθείας, οἷον Σωκράτης γράφει, διατί ἔχουσι καὶ αἱ μετοχαὶ εὐθεῖαν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἄτοπον ἦν πλαγίους αὐτὰς ἔχειν μὴ οὔσης εὐθείας, μήτηρ γὰρ τῶν πτώσεων ἡ εὐθεῖα· περὶ γὰρ τοῦ ἐμαυτοῦ,
10διατί οὐκ ἔχει εὐθεῖαν, ἐν τῷ Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα, ἔτι δὲ περὶ τοῦ ἀλλήλων, διατί οὐκ ἔχει εὐθεῖαν, ἐν τῷ Περὶ συντάξεως Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα· ἄλλως τε δὲ ὀλίγα εἰσὶ ταῦτα, καὶ οὐκ εἰσὶν ἱκανὰ ἀποτελέσαι ἀπο‐ λογίαν. Ταῦτα μὲν ἐν τούτοις.
15 Ἰστέον δὲ ὅτι αἱ μετοχαὶ οὔτε πρόσωπα ἔχουσιν οὔτε ἐγκλίσεις· καὶ πρόσωπα μὲν οὐκ ἔχουσιν αἱ μετοχαί, ἐπειδὴ ἐκ τῶν ῥημάτων ἐξέπεσον, ἐκπεσοῦσαι δὲ ἐκ τῶν ῥημάτων καὶ ἐκ τῶν προσώπων ἐξέπεσον, προσώπου δὲ μὴ ὄντος οὔτε ἔγκλισις δύναται εἶναι· ἔγκλισις γάρ ἐστι τὸ θέλημα τῆς ψυχῆς, τουτέστι καθ’ ἣν ἐγκλίνεται ἡ ψυχή· πῶς δὲ
20δύναται εἶναι θέλημα ψυχῆς χωρὶς προσώπου; Δεῖ δὲ καὶ τοῦτο γινώ‐ σκειν, ὅτι πᾶσα μετοχὴ τριγενής ἐστιν, οἷον ὁ τύπτων ἡ τύπτουσα τὸ τύπτον, ὁ τυπτόμενος ἡ τυπτομένη τὸ τυπτόμενον· διὰ τοῦτο δὲ αἱ μετοχαὶ τριγενεῖς εἰσιν, ἐπειδὴ καὶ τὰ ῥήματα κατὰ τῶν τριῶν γενῶν παραλαμβάνονται, τὸ γὰρ τύπτω δύναται λέγειν καὶ ὁ ἄρρην καὶ ἡ
25θήλεια καὶ τὸ οὐδέτερον ἤγουν παιδίον· ἐπειδὴ οὖν τὰ ῥήματα ἁρμό‐ ζουσι καὶ ἄρρενι καὶ θηλείᾳ καὶ οὐδετέρῳ, εἰκότως καὶ αἱ μετοχαὶ τρι‐ γενεῖς εἰσιν· δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ τὸ σημαινόμενον κωλύει», ὡς ἐπὶ τοῦ ἐκτροῦσα· τούτου γὰρ τὸ ἀρσενικὸν οὐχ εὑρίσκεται, ἐπειδὴ τὸ σημαινόμενον κωλύει, οὐδὲ γὰρ παρέπεται τοῖς ἀνδράσι τὸ ἐκτροῦν,
30αὐτὴ γὰρ ἡ φύσις κωλύει. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι αἱ μετοχαὶ ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐδέποτε δὲ σύνθετοι· ἢ γὰρ ἀπὸ ἁπλῶν ῥημάτων παράγονται καὶ εἰσὶν ἁπλαῖ, οἷον τύπτω τύπτων, λέγω λέγων, ἢ ἀπὸ συνθέτων ῥημάτων παράγονται καὶ εἰσὶ παρασύνθετοι, οἷον κατα‐ γράφω καταγράφων, ἀναγινώσκω ἀναγινώσκων. Δεῖ προσθεῖναι «χωρὶς
35τῆς ἀέκων μετοχῆς»· αὕτη γὰρ σύνθετός ἐστιν, ἀπὸ γὰρ τῆς ἑκών
γέγονεν ἐν συνθέσει ἀέκων, ἥτις κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν299

300

γίνεται ἄκων· οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρα‐ σύνθετον αὐτὴν εἴπωμεν, ἀλλ’ ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβάζουσι τοὺς
5τόνους, οἷον ἐλθών κατελθών, βάς ἀναβάς, στάς καταστάς, πτάς ἀπο‐ πτάς, δούς ἀναδούς· ἐὰν γὰρ ἀναβιβάζωσι τοὺς τόνους, οὐκέτι μένουσι μετοχαί, ἀλλὰ γίνονται ὀνόματα, οἷον βάς Ἄβας, φάς Περίφας, τλάς Ἄτλας πολύτλας· δεῖ προσθεῖναι «χωρὶς τῆς ἑκών ἀέκων», αὕτη γὰρ ἀνεβίβασε τὸν τόνον καὶ ἔμεινε μετοχή. Δεῖ δὲ γινώσκειν, ὅτι χάριν
10σαφηνείασ λέγομεν, ὅτι αἱ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, ἐπειδὴ κατὰ τὴν ἀκρίβειαν οὐ δεῖ λέγειν οὕτως· οὐδὲ γάρ εἰσιν αἱ μετοχαὶ σύνθετοι, ἀλλ’ ἢ ἁπλαῖ εἰσιν, ὡς εἴρηται, ἢ παρασύνθε‐ τοι· πῶς δὲ δεῖ λέγειν, ἐν τοῖς ἀπαρεμφάτοις πλατύτερον εἰρήκαμεν· πᾶσαι δὲ αἱ μετοχαὶ παράγωγοί εἰσιν, πᾶσαι γὰρ ἐκ τῶν ῥημάτων παρά‐
15γονται· ἀπὸ γὰρ τοῦ τύπτω γίνεται τύπτων καὶ ἀπὸ τοῦ ἔτυψα τύψας. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα αἱ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβά‐ ζουσι τοὺς τόνους, ὡς εἴρηται, πῶς ἡ ἑκών μετοχὴ ἐν τῷ ἀέκων ἀνε‐ βίβασε τὸν τόνον. Καὶ ἔστιν εἰπεῖν διαφόρους λύσεις, ὧν πρώτη ἐστὶν αὕτη· αἱ μετοχαί, ὡς εἴρηται, ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐδέποτε
20δὲ σύνθετοι· ἐπειδὴ οὖν ἡ ἀέκων σύνθετός ἐστιν—οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλ’ ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκων—τούτου χάριν ἐν τῇ συνθέσει ἀνεβίβασε τὸν τόνον, ἵνα δείξῃ, ὅτι σύνθετός ἐστι καὶ οὐ παρασύνθετος, ὡσ αἱ ἄλλαι μετοχαί. Δευτέρα δὲ αἰτία ἐστὶν
25αὕτη· τὸ εἴκω διάφορα σημαίνει· σημαίνει γὰρ τὸ ὁμοιῶ, ἐξ οὗ τὸ εἰκών· σημαίνει τὸ ὑποχωρῶ, ἐξ οὗ τὸ 〈Ν 321〉 ἀνδρὶ δέ κ’ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας· σημαίνει κατὰ περίφρασιν, ἤγουν ἐκ τοῦ παρεπομένου, καὶ τὸ θέλω, παρέπεται γὰρ πολλάκις τοῖς ὑπο‐ χωροῦσι τὸ θέλειν· τὸ γὰρ 〈Ι 598〉 εἴξας ᾧ θυμῷ οὐδὲν ἄλλο
30σημαίνει εἰ μὴ τὸ θελήσας ὑποχωρῆσαι· ἐκ τούτου οὖν τοῦ εἴκω τοῦ σημαίνοντος κατὰ περίφρασιν καὶ ἐκ παρεπομένου τὸ θέλειν γέγονεν ἡ ἑκών σημαίνουσα τὸ θέλων κατὰ πάθος, τουτέστι κατὰ ἀποβολὴν τοῦ ι, καὶ ἐπειδὴ τὸ εἴκω ῥῆμα συνέστειλε τὴν παραλήγουσαν ἐν τῇ ἑκών μετοχῇ, τούτου χάριν ἡ ἑκών ὠξύνθη, ὁμοίως ταῖς ἄλλαις μετο‐
35χαῖς ταῖς βραχείᾳ παραληγομέναις, φημὶ δὴ ταῖς τοῦ δευτέρου ἀορίστου,300

301

οἷον ὥσπερ λαβών 〈φαγών〉 δακών λαθών πιών· ἀλλ’ ἐπειδὴ ἡ ἑκών οὐκ ἔστι δευτέρου ἀορίστου ἀλλ’ ἐνεστῶτος καὶ παρατατικοῦ, τὸ γὰρθέλων δηλοῖ, δηλονότι οὐκ ὤφειλεν ὀξύνεσθαι ὁμοίως ἐκείναις· ἐπειδὴ οὖν παραλόγως συνέδραμεν ἐκείναισ καὶ ὠξύνθη ἡ ἑκών μετοχή,
5τούτου χάριν ἐν τῇ συνθέσει, φημὶ δὴ ἐν τῇ ἀέκων, ἐβαρύνθη, ἵνα τὴν παράλογον τάσιν τοῦ ἁπλοῦ ἐκφύγῃ, φημὶ δὴ τὴν ὀξεῖαν. Τρίτη δέ ἐστιν αἰτία αὕτη· αἱ εἰς ων ὀξύτονοι μετοχαὶ ἔχουσι ῥήματα προϋπάρ‐ χοντα εἰς ον λήγοντα δευτέρου ἀορίστου τὰ κωλύοντα αὐτὰς βαρυν‐ θῆναι, οἷον φυγών ἔφυγον, λαβών ἔλαβον, δραμών ἔδραμον, δακών
10ἔδακον· ἐπειδὴ οὖν ἡ ἀέκων μετοχὴ οὐκ ἔχει ῥῆμα προϋπάρχον—ἐν γὰρ τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκων—τούτου χάριν ὡς μὴ ἔχουσα ῥῆμα προϋπάρχον τὸ ὀφεῖλον ἀναγκάσαι αὐτὴν ὀξυν‐ θῆναι οὐκ ἐκωλύθη βαρυνθῆναι. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡ ἑκών μετοχὴ ἐν τῇ ἀέκων ἀνα‐
15βιβάσασα τὸν τόνον ἔμεινε μετοχή, καὶ οὐκ ἐγένετο ὄνομα. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐκ τῆς α στερήσεως συντιθεμένη καὶ φυλάττουσα τὸ τέλος φυλάττει καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου, οἷον δοῦλος ἄδουλος, φίλος ἄφιλος, σεμνός ἄσεμνος, κακός ἄκακος, ψευδής ἀψευδής, σαφής ἀσαφής· τὸ γὰρ τλάς Ἄτλας καὶ τὸ βάς Ἄβας φυλάξαντα τὸ τέλος καὶ μὴ
20φυλάξαντα τὸ αὐτὸ μέρος τοῦ λόγου, ἀλλὰ γενόμενα ὀνόματα, οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔχουσι τὴν α στέρησιν ἀλλὰ τὴν α ἐπί‐ τασιν, οἷον Ἄτλας ὁ πάνυ καρτερῶν καὶ Ἄβασ 〈ὁ〉 πάνυ βαίνων· ἐπειδὴ οὖν ἡ ἀέκων ἐφύλαξε τὸ τέλος τῆς ἑκών, τούτου χάριν καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου ἐφύλαξε καὶ ἔμεινε μετοχή. Πρόσκειται «φυλάτ‐
25τουσα τὸ τέλος» διὰ τὸ σέβω ἀσεβής· ἰδοὺ γὰρ ἐνταῦθα προσελθοῦσα ἡ α στέρησις οὐκ ἐφύλαξε τὸ αὐτὸ μέρος τοῦ λόγου, τὸ μὲν γὰρ σέβω ῥῆμά ἐστιν, τὸ δὲ ἀσεβής ὄνομα, ἀλλ’ οὐκ ἐφύλαξε τὸ τέλος· τὸ ἄκμων ἀπὸ τοῦ α καὶ τῆς καμών μετοχῆς γενόμενον καὶ μὴ φυλάξαν τὸ αὐτὸ μέρος τοῦ λόγου, ἀλλὰ γενόμενον ὄνομα, οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ
30τὸ α οὐ μόνον στερητικὸν δύναται εἶναι ἐνταῦθα, ἀλλὰ καὶ ἐπιτατικόν, ἄκμων γὰρ λέγεται ἢ παρὰ τὸ μὴ κάμνειν ἢ παρὰ τὸ πάνυ κάμνειν· ἄλλως τε δὲ καὶ τὴν τοῦ κάμνω συνέκοψε φωνήν, οἷον ἀκάμων καὶ
ἄκμων, καὶ τούτου χάριν οὐκ ἔμεινε μετοχή.301

302

Μετοχαὶ ἐνεργητικαί χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτων. Ἰστέον ὅτι ἐν ταῖς μετοχαῖς ὁ μὲν ἐνεστὼς καὶ ὁ παρα‐
5τατικὸς ὁμοῦ εἰσιν, οἷον τύπτων, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυν‐ τέλικος ὁμοίως ὁμοῦ, οἷον τετυφώς, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ· ἀορίστου γὰρ πρώτου τύψας φαμέν, καὶ μέλλοντος πρώτου τύψων, καὶ πάλιν ἀορίστου δευτέρου τυπών ὀξυτόνως, καὶ μέλλοντος δευτέρου τυπῶν περισπωμένως· ταῦτα δέ, φημὶ δὴ ἡ μετοχὴ τοῦ δευ‐
10τέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, τῇ μὲν φωνῇ συνέπεσον, τῷ δὲ τόνῳ διεστάλησαν· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ τυπών ὀξυτόνως, ἡ δὲ τοῦ δευτέρου μέλλοντος τυπῶν περισπωμένως· καὶ πάλιν ἡ μὲν τοῦ δευτέρου ἀορίστου μετοχὴ τυπών τυπόντος κλίνε‐ ται διὰ τοῦ ο, ἡ δὲ τοῦ δευτέρου μέλλοντος μετοχὴ τυπῶν τυποῦντος
15διὰ τῆς ου διφθόγγου. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἐν ταῖς μετοχαῖς ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς συνεζευγμένοι εἰσίν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυν‐ τέλικος ὁμοίως, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι συγγένειαν ἔχουσιν αἱ μετο‐
20χαὶ πρὸς τὰ ἀπαρέμφατα· ὥσπερ γὰρ τὰ ἀπαρέμφατα οὐκ ἔχουσιν οὔτε πρόσωπα οὔτε θέλημα ψυχῆς, οὕτω καὶ ἡ μετοχὴ οὐκ ἔχει οὔτε πρόσωπα οὔτε θέλημα ψυχῆς· ἄλλως τε δὲ ὥσπερ ἡ μετοχὴ πτωτική ἐστιν, οὕτω καὶ τὰ ἀπαρέμφατα δυνάμει πτωτικά εἰσιν· λέγομεν γὰρ «τὸ περιπατεῖν ὠφέλιμόν ἐστιν, τοῦ περιπατεῖν ὠφελίμου ὄντος, τῷ
25περιπατεῖν ὠφελίμῳ ὄντι»· ἐπειδὴ οὖν συγγένειαν ἔχουσιν αἱ μετοχαὶ πρὸς τὰ ἀπαρέμφατα, εἰκότως καὶ τὴν ἀκολουθίαν τῶν ἀπαρεμφάτων φυλάττουσι κατὰ τοὺς χρόνους, καὶ ὥσπερ ἐν τοῖς ἀπαρεμφάτοις συνεζευγμένοι εἰσὶν ὁ ἐνεστὼς καὶ ὁ παρατατικός, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος, ὁ δὲ ἀόριστος καὶ ὁ μέλλων διακεχωρισμένοι
30εἰσίν, τὸν αὐτὸν τρόπον καὶ ἐν ταῖς μετοχαῖς ὁ ἐνεστὼς καὶ ὁ παρα‐ τατικὸς συνεζευγμένοι εἰσίν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως, ὁ δὲ ἀόριστος καὶ ὁ μέλλων διακεχωρισμένοι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι δύο τελικὰ σύμφωνά εἰσι τῶν μετοχῶν, τὸ ν καὶ τὸ
35ς, οἷον τύπτων τύψας· καὶ τοῦτο εὐλόγως, ἐπειδὴ καὶ δύο τελικὰ σύμφωνα τῶν ῥημάτων εἰσίν, τὸ ν καὶ τὸ ς, οἷον ἔτυπτον ἔτυψας.
Καὶ ἰστέον ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ εἰς ν λήγουσα πάντως ἓν φωνῆεν302

303

ἔχει πρὸ τοῦ ν, τουτέστι τὸ ω, οἷον τύπτων τύψων 〈τυπών〉 λαβών, αἱ δὲ εἰς ς λήγουσαι μετοχαὶ διάφορα φωνήεντα ἔχουσι πρὸ τοῦ ς· πῇ μὲν γὰρ ἔχουσι τὴν ει δίφθογγον, οἷον τυφθείς τιθείς, πῇ δὲ τὸ α ἐκτεταμένον, οἷον τύψας ἱστάς, πῇ δὲ τὸ ω, οἷον τετυφώς τετυπώς,
5πῇ δὲ τὴν ου δίφθογγον, οἷον διδούς βιούς, πῇ δὲ τὸ υ ἐκτεταμένον, οἷον ζευγνύς πηγνύς, πῇ δὲ τὸ ο, οἷον τυπτόμενος· ἄλλο γὰρ φωνῆεν οὐκ ἔχουσι πρὸ τοῦ ς. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ μακροκαταληκτεῖν θέλει, πλὴν τῶν εἰς μενος, οἷον τύπτων τύψων τύψας τυπών λαβών τετυφώς τετυπώς τυφθείς τιθείς ἱστάς
10διδούς ζευγνύς πηγνύς· πρόσκειται «χωρὶς τῶν εἰς μενος», ἐπειδὴ αὗται βραχυκαταληκτοῦσιν, οἷον τυπτόμενος τετυμμένος τυψάμενος· πρόσκει‐ ται δέ «ἀρσενική» διὰ τὸ τύπτουσα καὶ τὸ τύπτον· αὗται γὰρ αἱ μετο‐ χαὶ βραχυκαταληκτοῦσιν, ἀλλ’ οὐκ εἰσὶν ἀρσενικαί, ἀλλ’ ἡ μὲν θηλυκὴ ἡ δὲ οὐδετέρα. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ περιττο‐
15συλλάβως κλίνεται, χωρὶς τῶν εἰς μενος, οἷον τύπτων τύπτοντος, τετυ‐ φώς τετυφότος, τύψων τύψοντος, τυφθείς τυφθέντος, νυγείς νυγέντος, διδούς διδόντος, ἱστάς ἱστάντος· πρόσκειται «χωρὶς τῶν εἰς μενος», ἐπειδὴ αὗται ἰσοσυλλάβως κλίνονται, οἷον τυπτόμενος τυπτομένου, τυψά‐ μενος τυψαμένου, τετυμμένος τετυμμένου. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν,
20ὅτι πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη διὰ τοῦ ντ κλίνεται, χωρὶς τῶν εἰς ως μετοχῶν τοῦ παρακειμένου, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, τύψας τύψαντος, τυπών τυπόντος, τυπῶν τυποῦντος, τυφθείς τυφθέντος, νυγείς νυγέντος, διδούς διδόντος, ἱστάς ἱστάντος, ζευγνύς ζευγνύντος· πρόσκειται «χωρὶς τῶν εἰς ως μετοχῶν», ἐπειδὴ αὗται διὰ
25καθαροῦ τοῦ τος κλίνονται, οἷον τετυφώς τετυφότος, τετυπώς τετυ‐ πότος, δεδουπώς δεδουπότος, πεποιθώς πεποιθότος· καὶ ἡ αἰτία ἐν τῇ περὶ τῆς μετοχῆς τοῦ παρακειμένου διδασκαλίᾳ, εἰ θεῷ φίλον, λεχθήσεται. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πᾶσα μετοχὴ περιττοσυλλάβως κλινο‐
30μένη συστέλλει τὸ φωνῆεν τῆσ εὐθείας ἐν τῇ γενικῇ, χωρὶς εἰ μὴᾖ ἀπὸ περισπωμένης εὐθείας ἢ ἀπὸ κράσεως, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, τυπών τυπόντος, λαβών λαβόντος, τετυφώς τετυ‐ φότος, τετυπώς τετυπότος, τύψας τύψαντος, τυφθείς τυφθέντος, τυπείς τυπέντος, διδούς διδόντος, τιθείς τιθέντος, βιούς βιόντος, ἁλούς ἁλόν‐
35τος, ἱστάς ἱστάντος, ζευγνύς ζευγνύντος, πηγνύς πηγνύντος· πρόσκειται303

304

«χωρὶς εἰ μὴ ᾖ ἀπὸ περισπωμένης εὐθείας», διὰ τὸ ποιῶν ποιοῦντος καὶ βοῶν βοῶντος καὶ χρυσῶν χρυσοῦντος 〈καὶ εὐφρανῶν εὐφρανοῦντος καὶ〉 μιανῶν μιανοῦντος καὶ τυπῶν τυποῦντος· ταῦτα γὰρ φύσει μακρᾷ παραλήγονται κατὰ τὴν γενικήν, ἀλλὰ ἀπὸ περισπωμένης εὐθείας εἰσίν·
5πρόσκειται δέ «ἢ ἀπὸ κράσεως» διὰ τὸ ἑστώς ἑστῶτος, βεβώς βεβῶτος, γεγώς γεγῶτος, τεθνώς τεθνῶτος· ταῦτα γὰρ ἀπὸ κράσεως ἔχουσι τὴν μακράν, ἀπὸ γὰρ τοῦ ἑσταότος καὶ βεβαότος καὶ γεγαότος καὶ τεθναότος γεγόνασι κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω ἑστῶτος καὶ βεβῶτος καὶ γεγῶτος καὶ τεθνῶτος. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα καὶ τὰ
10ἀπὸ περισπωμένης εὐθείας ἀπὸ κράσεώς εἰσιν—ἀπὸ γὰρ τοῦ ποιέων ποιέοντος γέγονε ποιῶν ποιοῦντος, καὶ ἀπὸ τοῦ βοάων βοάοντος γέγονε βοῶν βοῶντος, καὶ ἀπὸ τοῦ χρυσόων χρυσόοντος γέγονε χρυ‐ σῶν χρυσοῦντος—διατί εἴρηται «ἀπὸ περισπωμένης εὐθείας»· καὶ ταῦτα γὰρ 〈τὰ περισπώμενα〉 ἀπὸ κράσεώς εἰσιν. Ἔστιν οὖν εἰπεῖν,
15ὅτι διὰ τοῦτο τὰ δύο εἰρήκαμεν, τουτέστι καὶ τὸ «ἀπὸ περισπωμένης 〈εὐθείασ〉» καὶ τὸ «ἀπὸ κράσεως», ἐπειδὴ οὐ πάντως τὰ ἀπὸ περισπω‐ μένης εὐθείας καὶ ἀπὸ κράσεώς εἰσιν· ἰδοὺ γὰρ τὰ περισπώμενα τοῦ μέλλοντος οὐκ εἰσὶν ἀπὸ κράσεως, οἷον εὐφρανῶν εὐφρανοῦντος, μιανῶν μιανοῦντος, τυπῶν τυποῦντος, οὐδὲ γὰρ ἔχουσι ταῦτα ἐντέ‐
20λειαν, ἵνα εἴπωμεν, ὅτι κατὰ κρᾶσιν ἐγένοντο. Ἰστέον δὲ ὅτι αἱ εἰς ων περισπώμεναι μετοχαὶ μέλλοντος μὲν οὖσαι τῇ ου διφθόγγῳ παραλήγονται κατὰ τὴν γενικήν, οἷον εὐφρανῶν εὐφρανοῦντος, μιανῶν μιανοῦντος, περῶν περοῦντος, τυπῶν τυποῦντος· ἐνεστῶτος δὲ οὖσαι πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγου‐
25σαν, οἷον νοέων νοέοντος καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον νοοῦντος, ὥσπερ χάλκεος χαλκοῦς, καὶ πάλιν βοάων βοάον‐ τος καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς τὸ ω βοῶντος, ὥσπερ ἐλούσαο ἐλούσω, καὶ πάλιν χρυσόων χρυσόοντος καὶ κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον χρυσοῦντος, ὥσπερ νόος νοῦς. Ταῦτα μὲν ἐν
30τούτοις. Ἰστέον δὲ ὅτι κανονίζει τὴν μετοχὴν τοῦ ἐνεστῶτος καὶ παρα‐ τατικοῦ τοῦτον τὸν τρόπον· πᾶν ῥῆμα ὁριστικὸν εἰς ω λῆγον,
εἶτε ἐνεστῶτος εἴτε μέλλοντος δηλονότι, προσθέσει τοῦ ν τὴν304

305

μετοχὴν ποιεῖ, οἷον τύπτω τύπτων, γράφω γράφων, ποιῶ ποιῶν, βοῶ βοῶν, χρυσῶ χρυσῶν, τύψω τύψων, λέξω λέξων, ποιήσω ποιήσων, βοήσω βοήσων, χρυσώσω χρυσώσων, κερῶ κερῶν, στεφανῶ στεφανῶν, μιανῶ μιανῶν, τυπῶ τυπῶν. Δυνατὸν δὲ καὶ ἀπὸ τοῦ παρατατικοῦ
5κανονίσαι τὴν μετοχὴν τοῦ ἐνεστῶτος τοῦτον τὸν τρόπον· πᾶς παρα‐ τατικὸς ἀπὸ τῶν εἰς ω ῥημάτων, τρέπων τὴν ἐσχάτην εἰς ων καὶ ἀπο‐ βάλλων τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, τὴν μετοχὴν ποιεῖ τοῦ ἐνεστῶ‐ τος καὶ παρατατικοῦ, οἷον ἔτυπτον τύπτων, ἔγραφον γράφων, ἔλεγον λέγων, ἐποίουν ποιῶν, ἐχρύσουν χρυσῶν, ἐβόων βοῶν· πρόσκειται «ἀπὸ
10τῶν εἰς ω ῥημάτων» διὰ τὸ ἐτίθην· τούτου γὰρ οὐκ ἔστιν ἡ μετοχὴ εἰς ων, ἀλλ’ εἰς ς μετ’ ὀξείας τάσεως, οἷον τιθείς, ἀλλ’ οὐκ ἔστιν ἀπὸ τῶν εἰς ω ῥημάτων, ἀλλ’ ἀπὸ τῶν εἰς μι· περὶ δὲ τῶν εἰς μι ἐν τοῖς ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι αἱ εἰς ων λήγουσαι
15μετοχαὶ ἢ ὀξύνονται ἢ βαρύνονται ἢ περισπῶνται· καὶ βαρύνονται μέν, ἡνίκα τὸ ῥῆμα βαρύνεται, οἷον λέγω λέγων, τύπτω τύπτων, γράφω γράφων, λέξω λέξων, τύψω τύψων, γράψω γράψων· περισπῶνται δέ, ἡνίκα τὸ ῥῆμα περισπᾶται, οἷον ποιῶ ποιῶν, βοῶ βοῶν, χρυσῶ χρυσῶν, κερῶ κερῶν, εὐφρανῶ εὐφρανῶν, μιανῶ μιανῶν ὀξύνονται δέ, ἡνίκα
20ὦσι δευτέρου ἀορίστου, οἷον ἔτυπον τυπών, ἔλαβον λαβών, ἔμαθον μαθών, ἔφαγον φαγών· καθόλου γὰρ αἱ εἰς ων μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται, 〈οἷον〉 λαβών φαγών ἐνεγκών εὑρών, χωρὶς τοῦ πέφνων, ὅπερ βαρύνεται ὁμοίως τῷ τέμνων καὶ κάμνων. τύπτων. Ἰστέον ὅτι πᾶσα μετοχὴ περιττοσυλλάβως κλινο‐
25μένη τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, οἷον ὁ τύπτων ὦ τύπτων, ὁ τετυφώς ὦ τετυφώς, ὁ τετυπώς ὦ τετυπώς, ὁ τύψας ὦ τύψας, ὁ τυπών ὦ τυπών, ὁ τύψων ὦ τύψων, ὁ τυφθείς ὦ τυφθείς, ὁ ἱστάς ὦ ἱστάς, ὁ τιθείς ὦ τιθείς, ὁ διδούς ὦ διδούς, ὁ ζευγνύς ὦ ζευγνύς· πρόσκειται «περιττοσυλλάβως κλινομένη» διὰ τὰς εἰς μενος μετοχάς·
30αὗται γὰρ οὐκ ἔχουσι τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν, ἀλλ’ οὐ κλίνονται περιττοσυλλάβως ἀλλ’ ἰσοσυλλάβως, οἷον ὁ τυπτόμενος τοῦ τυπτομένου ὦ τυπτόμενε, ὁ τυψάμενος τοῦ τυψαμένου ὦ τυψάμενε, ὁ τετυμμένος τοῦ τετυμμένου ὦ τετυμμένε. Τύπτουσα. Ἰστέον ὅτι πᾶσα μετοχὴ διὰ τοῦ ντ κλινομένη, τρέ‐
35πουσα τὸ τέλος τῆς γενικῆς εἰς σα καὶ τὴν παραλήγουσαν φύσει μακρὰν
ποιοῦσα καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοιχεῖα,305

306

τὸ θηλυκὸν ποιεῖ, οἷον τύπτοντος τύπτουσα, λέγοντος λέγουσα, γρά‐ φοντος γράφουσα, τύψοντος τύψουσα, λέξοντος λέξουσα, τοῦ ν ἀπο‐ βληθέντος διὰ τὴν ἀσυνταξίαν καὶ τοῦ υ προσελθόντος· τὸ γὰρ ο διὰ τῆς προσθήκης τοῦ υ πέφυκε μεγεθύνεσθαι, οἷον λέοντος λέουσι, γέρον‐
5τος γέρουσι· πάλιν τυφθέντος τυφθεῖσα, δαρέντος δαρεῖσα, νυγέντος νυγεῖσα, τιθέντος τιθεῖσα, τοῦ ν ἀποβληθέντος διὰ τὴν ἀσυνταξίαν καὶ τοῦ ι προσελθόντος· τὸ γὰρ ε διὰ τῆς προσθήκης τοῦ ι πέφυκε μεγε‐ θύνεσθαι, οἷον χαρίεντος χαρίεισι, τιμήεντος τιμήεισι· πάλιν τύψαντος τύψασα, ἱστάντος ἱστᾶσα, κιχράντος κιχρᾶσα, ζευγνύντος ζευγνῦσα, τοῦ
10ν ἀποβληθέντος καὶ τοῦ διχρόνου εἰς ἑαυτὸ μεγεθυνθέντος, τουτέστι φύσει μακροῦ γενομένου Αἱ μέντοι ἀπὸ περισπωμένων μετοχαί, ἐπειδὴ καὶ ἐν τῇ γενικῇ τοῦ ἀρσενικοῦ φύσει μακρᾷ παραλήγονται, οὐδὲν προσ‐ λαμβάνουσιν ἐν τῷ θηλυκῷ, οἷον ποιοῦντος ποιοῦσα, γελῶντος γελῶσα, χρυσοῦντος χρυσοῦσα· ἀμέλει καὶ ἐν τῇ ἐντελείᾳ, οὐ παρα‐
15λήγουσαι φύσει μακρᾷ, προσλαμβάνουσι κατὰ τὸ θηλυκὸν χρόνον, οἷον ποιέοντος ποιέουσα, γελάοντος γελάουσα, χρυσόοντος χρυσόουσα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ εἰς α λήγουσαι θηλυκαὶ μετοχαὶ φύσει μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τύπτουσα λέγουσα γράφουσα τυφθεῖσα δα‐
20ρεῖσα νυγεῖσα τύψασα γράψασα λέξασα ἱστᾶσα κιχρᾶσα ζευγνῦσα ὀμνῦσα πηγνῦσα ποιοῦσα βοῶσα χρυσοῦσα· χωρὶς τῶν κατὰ διάλεκτον· ἔστι γὰρ ἑκοῦσα μετοχὴ καὶ γίνεται παρὰ τοῖς Αἰολεῦσιν ἑκάσσα, καὶ ἰδοὺ θέσει μακρᾷ παραλήγεται· πρόσκειται δέ «αἱ εἰς α λήγουσαι» διὰ τὸ τυπτο‐ μένη καὶ τυψαμένη· ἐπὶ τούτων γὰρ οὐκ ἔστι μακρὰ ἡ παραλήγουσα,
25ἀλλ’ οὐ λήγουσιν αὗται αἱ μετοχαὶ εἰς α, ἀλλ’ εἰς η. Τύπτον. Ἰστέον ὅτι πᾶσα γενικὴ μετοχῆς διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τῆς τος τὸ οὐδέτερον ποιεῖ, οἷον τύπτοντος τύπτον, λέγοντος λέγον, ποιοῦντος ποιοῦν, βοῶντος βοῶν, χρυσοῦντος χρυσοῦν, τύψαν‐ τος τύψαν, τύψοντος τύψον, τυποῦντος τυποῦν, δαρέντος δαρέν, τιθέν‐
30τος τιθέν, ἱστάντος ἱστάν, ζευγνύντος ζευγνύν, διδόντος διδόν. Ἰστέον δὲ ὅτι ἡ οὐδετέρα μετοχὴ ὁμοίως τῇ ἀρσενικῇ μετοχῇ κλίνεται· ἐμά‐ θομεν γὰρ ἐν τοῖς οὐδετέροις ὀνόμασιν, ὅτι πᾶν οὐδέτερον ἀπὸ ἀρσε‐ νικοῦ παρεσχηματισμένον ὁμοίως τῷ ἀρσενικῷ κλίνεται, οἷον ὁ σοφός τοῦ σοφοῦ τὸ σοφόν τοῦ σοφοῦ, ὁ ἀλλότριος τοῦ ἀλλοτρίου τὸ ἀλλό‐
35τριον τοῦ ἀλλοτρίου, ὁ σώφρων τοῦ σώφρονος τὸ σῶφρον τοῦ σώ‐ φρονος, ὁ ἄρσην τοῦ ἄρσενος τὸ ἄρσεν τοῦ ἄρσενος· οὕτως οὖν καὶ ὁ τύπτων τοῦ τύπτοντος καὶ τὸ τύπτον τοῦ τύπτοντος, ὁ τύψων τοῦ
τύψοντος καὶ τὸ τύψον τοῦ τύψοντος.306

307

Παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυφώς. Κανονίζει ὁ τεχνικὸς τὴν μετοχὴν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερ‐ συντελίκου τοῦτον τὸν τρόπον· ἐνεργητικός τε καὶ μέσος παρα‐
5κείμενος τρέποντες τὸ α εἰς ως, μετ’ ὀξείας τάσεως δηλονότι, τὴν μετοχὴν ποιοῦσιν ἑαυτῶν τε καὶ τῶν ὑπερσυντελίκων, οἷον τέτυφα τετυφώς, τέτυπα τετυπώς, πεποίηκα πεποιηκώς, 〈πέποιθα πεποιθώσ〉, δέδουπα δεδουπώς. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερ‐
10συντελίκου εἰς ως λήγει, οἷον τετυφώς τετυπώς· οὔτε γὰρ ὁ παρα‐ κείμενος ἔχει τὸ ω, τέτυφα γάρ ἐστι καὶ τέτυπα διὰ τοῦ α, ἀλλ’ οὔτε δὲ ὁ ὑπερσυντέλικός ἐστι διὰ τοῦ ω, ἐτετύφειν γάρ 〈ἐστι〉 καὶ ἐτετύπειν διὰ τῆς ει διφθόγγου. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἀνάγκην ἔχει ἡ μετοχὴ τῶν δύο χρόνων τούτων, φημὶ δὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου,
15συνεζευγμένη εἶναι, ἐπειδὴ καὶ τὸ ἀπαρέμφατον συνεζευγμένον ἐστὶ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου. Τούτων οὕτως ἐχόντων, εἰ ἐγένετο ἀπὸ τοῦ παρακειμένου ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἤμελλε τετυφάς εἶναι διὰ τοῦ α, τέτυφα γὰρ διὰ τοῦ α ἐστὶν ὁ παρα‐ κείμενοσ, καὶ λοιπὸν οὐδεμία ἔμφασις ἐγένετο τοῦ ὑπερσυντελίκου, ὁ
20γὰρ ὑπερσυντέλικος τὴν ει δίφθογγον ἔχει, ἐτετύφειν γάρ ἐστιν· εἰ δὲ πάλιν ἀπὸ τοῦ ὑπερσυντελίκου ἐγένετο ἡ μετοχή, τετυφείς ἤμελλεν εἶναι ὀξυτόνως διὰ τῆς ει διφθόγγου, ἐπειδὴ καὶ ὁ ὑπερσυντέλικος τὴν ει δίφθογγον ἔχει, ἐτετύφειν γάρ ἐστιν, καὶ λοιπὸν οὐδεμία ἔμφασις ἐγένετο τοῦ παρακειμένου, ὁ γὰρ παρακείμενος εἰς α λήγει, τέτυφα
25γάρ ἐστιν· τούτου οὖν χάριν ἀπὸ 〈τοῦ ὑποτακτικοῦ〉 τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τοῦ ἐὰν τετύφω ἐγένετο ἡ μετοχὴ προσθέσει τοῦ ς τετυφώς· οὐδὲν γὰρ ἄλλο εἰσὶ τὰ ὑποτακτικά, εἰ μὴ ὁριστικὰ τῇ φωνῇ μετὰ τοῦ προσλαμβάνειν τὸ ἐάν ἢ τὸ ὄφρα ἢ τὸ ἵνα ἢ τὸ ὅπως, οἷον τύπτω, ἐὰν τύπτω, ὄφρα τύπτω, ἵνα τύπτω, ὅπως τύπτω·
30ἄλλως τε δὲ καὶ τὸ ἐὰν τετύφω ἐν μιᾷ φωνῇ δηλοῖ τὸν παρακεί‐ μενον καὶ ὑπερσυντέλικον, καὶ εἰκότως ἐξ αὐτοῦ γίνεται ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου. Τὸ δὲ τετυφώς εἰς ς λήγει καὶ ὀξύνεται, φημὶ δὴ ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου,
ἐπειδή, ὡς ἐν τοῖς ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα, πᾶν ῥῆμα ὁρι‐307

308

στικὸν εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς, μὴ ἔχον τὸ μ κλιτικόν, εἰς ς μετ’ ὀξείας τάσεως ἔχει τὴν μετοχήν, οἷον ἐτύφθην τυφθείς, ἐτύπην τυπείς, ἐδάρην δαρείς, ἐνύγην νυγείς, ἐτίθην τιθείς, ἵστην ἱστάς, ἐδίδων διδούς, ἐζεύγνυν ζευγνύς· οὕτως οὖν καὶ ἐτετύφειν τετυφώς καὶ ἐπε‐
5ποίθειν πεποιθώς εἰς ς μετ’ ὀξείας τάσεως· ὅθεν δῆλον ὅτι τῷ ὑπερ‐ συντελίκῳ μᾶλλον ἀκολουθεῖ ἤπερ τῷ παρακειμένῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἐζήτηται δέ, εἰ ἄρα πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη διὰ τοῦ ντ κλίνεται, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, τύψας
10τύψαντος, τυφθείς τυφθέντος, διδούς διδόντος, ζευγνύς ζευγνύντος, διὰ ποίαν αἰτίαν αἱ εἰς ως μετοχαὶ τοῦ παρακειμένου διὰ καθαροῦ τοῦ τος κλίνονται καὶ οὐ διὰ τοῦ ντ, οἷον τετυφώς τετυφότος, πεποιηκώς πεποιηκότος, τετυπώς τετυπότος, πεποιθώς πεποιθότος. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν, ἥν φησιν ὁ τεχνικός· ἐπειδὴ ἡ μετοχὴ τοῦ παρακει‐
15μένου ὀνοματικὴν ἔσχε κατάληξιν, τούτου χάριν καὶ κλίσιν ὀνοματικὴν ἀνεδέξατο· ἐπειδὴ γὰρ εἰς ως λήγει, τὰ δὲ εἰς ως ὀνόματα οὐδέποτε κλίνονται διὰ τοῦ ντ, διὰ δὲ καθαροῦ τοῦ τος πολλάκις, οἷον ὁ ἱδρώς τοῦ ἱδρῶτος, τούτου χάριν οὔτε ἡ εἰς ως μετοχὴ τοῦ παρακειμένου διὰ τοῦ ντ κλίνεται, ἀλλὰ διὰ καθαροῦ τοῦ τος, οἷον τετυφώς τετυφότος,
20τετυπώς τετυπότος, δεδουπώς δεδουπότος. Καὶ ἀποροῦσί τινες λέγον‐ τες, εἰ ἄρα ἡ εἰς ως μετοχὴ τοῦ παρακειμένου τὴν κλίσιν τῶν εἰς ως ὀνομάτων ἀνεδέξατο, τὰ δὲ εἰς ως ὀνόματα διὰ καθαροῦ τοῦ τος κλι‐ νόμενα φυλάττουσι τὸ ω καὶ ἐν τῇ γενικῇ, οἷον ἱδρώς ἱδρῶτος, ἀπτώς ἀπτῶτος, ἀγνώς ἀγνῶτος, διὰ ποίαν αἰτίαν αἱ εἰς ως μετοχαὶ τοῦ
25παρακειμένου οὐ φυλάττουσι τὸ ω κατὰ τὴν γενικήν, ἀλλὰ τρέπουσιν αὐτὸ εἰς τὸ ο, οἷον τετυφώς τετυφότος, δεδουπώς δεδουπότος, πεποιη‐ κώς πεποιηκότος, πεποιθώς πεποιθότος· τὸ γὰρ ἑστώς ἑστῶτος καὶ βεβώς βεβῶτος καὶ τεθνώς τεθνῶτος καὶ γεγώς γεγῶτος ἀπὸ κράσεως ἔχουσι τὸ ω, ἀπὸ γὰρ τοῦ ἑσταώς ἑσταότος καὶ βεβαώς βεβαότος 〈καὶ
30τεθναώς τεθναότοσ〉 καὶ γεγαώς γεγαότος γεγόνασι κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω, ὥσπερ ἐποιήσαο ἐποιήσω, ἐλούσαο ἐλούσω. Ἔστιν οὖν εἰπεῖν, ὅτι κατὰ μὲν τὸ σύμφωνον τοῖς εἰς ως ὀνόμασιν ἠκολούθησαν, φημὶ δὴ κατὰ τὸ κλίνεσθαι διὰ καθαροῦ τοῦ τος καὶ οὐ διὰ τοῦ ντ, κατὰ δὲ τὸ φωνῆεν ταῖς μετοχαῖσ, 〈καὶ〉 τούτου χάριν 〈ἔχουσι τὸ ο
35ἐν τῇ γενικῇ· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, πᾶσα μετοχὴ
περιττοσυλλάβωσ κλινομένη συστέλλει τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ308

309

γενικῇ, χωρὶς εἰ μὴ 〈ᾖ〉 ἀπὸ περισπωμένης εὐθείας ἢ ἀπὸ 〈κράσεωσ〉, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, λαβών λαβόντος, τυφθείς τυφθέντος, νυγείς νυγέντος, 〈βιούς βιόντοσ〉, ἁλούς ἁλόντος· οὕτως οὖν καὶ τετυφώς τετυφότος καὶ πεποιηκώς πεποιηκότος καὶ τετυπώς
5τετυπότος καὶ δεδουπώς δεδουπότος διὰ τοῦ ο· διατί δὲ πρόσκειται «χωρὶς εἰ μὴ ᾖ ἀπὸ περισπωμένης εὐθείας ἢ ἀπὸ κράσεως», ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν. Ἰστέον δὲ ὅτι αἱ εἰς ως μετοχαὶ τοῦ παρακειμένου, εἴτε ἐνεργητι‐ καί εἰσιν εἴτε μέσαι, 〈ἐντελεῖς μὲν οὖσαι〉 ἤγουν ἀπαθεῖς, τουτέστι μὴ
10οὖσαι κατὰ κρᾶσιν, διὰ τοῦ ο κλίνονται· κατὰ συγκοπὴν δὲ οὖσαι πάλιν ὁμοίως ταῖς ἐντελέσι μετοχαῖς διὰ τοῦ ο κλίνονται, οἷον πεφυζότος 〈Χ 1〉 ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροί, ἀπὸ γὰρ τοῦ πεφύζηκα γέγονε πεφυζηκώς, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ κ πεφυζώς· ὁμοίως καὶ τὸ λελιχμότος, ἀπὸ γὰρ τοῦ λελιχμηκότος γέγονεν·
15κατὰ κρᾶσιν δὲ οὖσαι διὰ τοῦ ω κλίνονται, οἷον ἀπὸ τοῦ βέβηκα καὶ ἕστηκα καὶ γέγηκα καὶ τέθνηκα παρακειμένων ὁριστικῶν γίνονται 〈μετο‐ χαί, οἷον βεβηκώς ἑστηκώς γεγηκώς τεθνηκώσ〉—εἰ γὰρ καὶ μὴ εὕρη‐ ται τὸ γεγηκώς, ἀλλ’ οὖν ὡς ἀπ’ αὐτοῦ λέγομεν εἶναι τὸ γεγώς— καὶ λοιπὸν κατὰ Ἴωνας ἀποβάλλεται τὸ κ καὶ γίνεται ἑστηώς γεγηώς
20βεβηώς τεθνηώς· καὶ πάλιν κατὰ τοὺς αὐτοὺς Ἴωνας συστολὴ παρα‐ κολουθεῖ τοῦ η εἰς α καὶ γίνεται ἑσταώς ἑσταότος, οἷον 〈Θ 565〉 ἑστα‐ ότες παρ’ ὄχεσφι, 〈βεβαώς βεβαότος, γεγαώς γεγαότος, τεθναώς τεθναότοσ〉, καὶ λοιπὸν κατὰ κρᾶσιν ἐν μὲν τῇ εὐθείᾳ τοῦ α καὶ ω εἰς ω ἑστώς βεβώς γεγώς τεθνώς, ὥσπερ βοάω βοῶ, ἐν δὲ τῇ γενικῇ τοῦ
25α καὶ ο εἰς ω ἑστῶτος βεβῶτος γεγῶτος τεθνῶτος. Εἰ δέ τις εἴποι, εἰ ἄρα αἱ εἰς ως μετοχαὶ μὴ οὖσαι κατὰ κρᾶσιν διὰ τοῦ ο κλίνονται, οἷον τετυφώς τετυφότος, πῶς εὑρίσκομεν ἐν τῇ χρήσει τὸ ἑσταῶτες καὶ βεβαῶτες 〈καὶ γεγαῶτεσ〉 διὰ τοῦ ω, ἔστιν εἰπεῖν, ὅτι ταῦτα κατὰ πλεονασμὸν τοῦ α ἐγένοντο ἀπὸ τοῦ 〈ἑστῶτες καὶ〉 βεβῶτες καὶ γεγῶτες
30[γεγόνασι κατὰ πλεονασμὸν τοῦ α] καὶ ἐφύλαξαν τὸ ω. Ἄξιον δὲ τὸ ἐμπεφυῶτες ζητῆσαι, ὅτι πῶς διὰ τοῦ ω κλίνεται· οὐ γάρ ἐστι κατὰ κρᾶσιν, ἀλλ’ ἐκ τοῦ ἐμπέφυκα παρακειμένου ἐνεργη‐ τικοῦ γέγονεν ἡ μετοχὴ ἐμπεφυκώς, καὶ κατὰ ἀποβολὴν τοῦ κ ἐμπε‐
φυώς, καὶ ὤφειλε διὰ τοῦ ο κλίνεσθαι, ὥσπερ τὸ ἐμπεφυκότες· καὶ309

310

πάλιν εἴτε ἐκ τοῦ ἐμπέφυα μέσου παρακειμένου γέγονεν ἡ μετοχὴ ἐμπεφυώς, ὤφειλεν ὡς ἐντελὴς διὰ τοῦ ο κλίνεσθαι ἐμπεφυότες, ὥσπερ τὸ τετυπότες. Ἔστιν οὖν οὕτως ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ καὶ εἰπεῖν, ὅτι ὑπέρθεσις χρόνου γέγονεν ἐν τῷ ἐμπεφυῶτες τὸ γὰρ πέφυκα
5μακρὸν ἔχει τὸ υ, διὰ δὲ τοῦ ο τὴν παραλήγουσαν τῆς γενικῆς, οἷον πεφυκότος, 〈ὁμοίως δὲ καὶ ὁ μέσος παρακείμενοσ〉, οἷον πεφυώς πε‐ φυότος· ὑπερβιβασμὸς οὖν τοῦ χρόνου γέγονεν ἐν τῷ ἐμπεφυῶτες τῷ διὰ τοῦ ω, καὶ τὸ μὲν υ συνεστάλη, τὸ δὲ ο ἐξετάθη εἰς τὸ ω, οἷον 〈ε 477〉 ἐξ ὁμόθεν πεφυῶτας· πολλάκις γὰρ παρὰ τοῖς ποιηταῖς
10ὑπερβιβασμοὶ γίνονται χρόνων· ἰδοὺ γάρ ἐστι Κρονίων Κρονίωνος διὰ τοῦ ω, ὥσπερ Πηλείων Πηλείωνος καὶ Ἀτρείων Ἀτρείωνος, οἷον 〈Α 405〉 ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων, καὶ ὅμως ἐν τῷ 〈Ξ 247〉 Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην ὑπερβιβασμὸς ἐγένετο χρόνου, καὶ τὸ μὲν ι ἐξετάθη, τὸ δὲ
15ω συνεστάλη εἰς τὸ ο. Σεσημείωται τὸ τετριγῶτας παρὰ τῷ ποιητῇ 〈Β 314〉 διὰ τοῦ ω ἔχον τὴν παραλήγουσαν, ὅτι μὴ ὂν κατὰ κρᾶσιν διὰ τοῦ ω ἐγένετο· ἀπὸ γὰρ τοῦ τρίζω ἐνεστῶτος γέγονεν ὁ μέσος παρακείμενος τέτριγα, καὶ ἡ μετοχὴ τετριγώς τετριγότος διὰ τοῦ ο, ἀλλ’ ὁ ποιητὴς διὰ τὸ μέτρον ἐξέτεινε τὸ ο εἰς τὸ ω καὶ εἶπε τετρι‐
20γῶτας διὰ τοῦ ω. Τετυφυῖα. Λέγει ὁ τεχνικός, ὅτι δύο ζητοῦμεν ἐν τῇ θηλυκῇ μετοχῇ τοῦ παρακειμένου ζητήματα, διατί καθαρὸν ἔχει τὸ α, καὶ διατί τῇ υι διφθόγγῳ παραλήγεται· καὶ λέγει ὁ τεχνικός, ὅτι διὰ τοῦτο καθαρὸν ἔχει τὸ α ἡ θηλυκὴ μετοχὴ τοῦ παρακειμένου,
25ἐπειδὴ αἱ θηλυκαὶ μετοχαὶ ἥττονα ἔχουσι σύμφωνα ἐπὶ τῆς ἐσχάτης τῶν παραληγόντων 〈ἐν〉 τῇ γενικῇ τοῦ ἀρσενικοῦ, οἷον ἡ λέγοντος γενικὴ δύο ἔχει, ἀλλ’ ἡ λέγουσα ἕν· ἐπεὶ οὖν ἡ γενικὴ τοῦ παρακειμένου ἓν ἔχει τὸ τ, οἷον τετυφότος, ἀναγκαίως καὶ ἡ θηλυκὴ οὐδὲ ἓν ἔσχεν, ἀλλὰ διὰ καθαροῦ τοῦ α ἐξηνέχθη. Οὐ καλῶς δέ φησιν ὁ τεχνικός· οὐδὲ
30γὰρ πάντως ἐλάττονα θέλει ἔχειν σύμφωνα ἡ θηλυκὴ μετοχὴ ἐπὶ τῆς ἐσχάτης συλλαβῆς τῶν παραληγόντων συμφώνων ἐν τῇ γενικῇ τῆς ἀρσενικῆς μετοχῆς· ἰδοὺ γὰρ ἡ ἑστῶτος καὶ ἡ τεθνῶτος καὶ ἡ βεβῶτος καὶ ἡ γεγῶτος γενικὴ τῆς ἀρσενικῆς μετοχῆς ἓν σύμφωνον ἔχει, καὶ ὅμως ἡ θηλυκὴ μετοχὴ 〈οὐ〉 διὰ καθαροῦ τοῦ α ἐκφέρεται, ἀλλὰ καὶ
35αὐτὴ δι’ ἑνὸς συμφώνου ἐκφέρεται, βεβῶσα 〈γὰρ〉 καὶ τεθνῶσα καὶ γεγῶσα καὶ ἑστῶσα διὰ τοῦ ς, καὶ ἰδοὺ οὐκ ἐποιήσατο ἀποβολὴν τοῦ
συμφώνου, ἵνα σχῇ ἥττονα σύμφωνα τῆς γενικῆς τοῦ ἀρσενικοῦ. Κρεῖτ‐310

311

τον οὖν ἐστιν οὕτως εἰπεῖν περὶ τοῦ τὴν θηλυκὴν μετοχὴν τοῦ παρα‐ κειμένου καθαρὸν ἔχειν τὸ α· τὰ προσλαμβάνοντα χρόνον ἐν τῇ θηλυκῇ μετοχῇ ἀποβολὴν πάντως ποιοῦνται συμφώνου, οἷον λέγοντος λέγουσα, ἰδοὺ ἐνταῦθα ἐπειδὴ προσῆλθε χρόνος ἐν τῇ θηλυκῇ μετοχῇ, τούτου
5χάριν ἀπεβλήθη σύμφωνον, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ τὰ μὴ προσλαμβάνοντα χρόνον ἐν τῇ θηλυκῇ μετοχῇ ἤδη που καὶ οὐκ ἀποβάλλουσι τὸ ἕν, ἀλλὰ καὶ αὐτὰ ὅταν εὑρεθῶσιν ἔχοντα δύο σύμφωνα, πάντως ἀποβάλλουσι τὸ ἓν διὰ τὴν ἀσυνταξίαν, οἷον ποιοῦντος ποι‐ οῦσα· τὸ γὰρ βεβῶτος βεβῶσα καὶ ἑστῶτος ἑστῶσα καὶ τεθνῶτος τεθνῶσα
10καὶ γεγῶτος γεγῶσα, ὡς μὴ προσλαμβάνοντα χρόνον καὶ ὡς μὴ ἔχοντα δύο σύμφωνα, οὐ ποιοῦνται ἀποβολὴν συμφώνων, ἐν τῇ θηλυκῇ μετοχῇ δηλονότι. Τούτων οὕτως ἐχόντων ὁ παρακείμενος ὁ ἐνεργητικός τε καὶ ὁ μέσος, ἐπειδὴ οὐκ ἔχουσι τὴν γενικὴν τῆς μετοχῆς κλινομένην διὰ τοῦ ντ ἀλλὰ διὰ τοῦ τ μόνου, οἷον τετυφώς τετυφότος, οὐδὲ τὴν
15παραλήγουσαν φύσει μακράν, τούτου χάριν ἀνάγκην ἔχουσιν ἀποβολὴν συμφώνου ποιήσασθαι· χρόνον δὲ προσλαμβάνουσιν ἐν τῇ θηλυκῇ μετοχῇ, ἐπειδή, ὡς ἐμάθομεν, αἱ εἰς α λήγουσαι θηλυκαὶ μετοχαὶ φύσει μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τύπτουσα ὀμνῦσα· τοῦ δὲ συμφώνου ἀπο‐ βαλλομένου ἀνάγκη γενέσθαι διὰ καθαροῦ τοῦ α, οἷον τετυφότος τετυ‐
20φοῦα, τὸ γὰρ ο διὰ τῆς προσθήκης τοῦ υ πέφυκε μεγεθύνεσθαι, οἷον λέγοντος λέγουσα· καθαροῦ δὲ τοῦ α ὑπάρχοντος θέλει ἐν τῇ παρα‐ ληγούσῃ εἶναι τὸ ι, τὰ γὰρ εἰς α καθαρὸν θηλυκὰ διφθόγγῳ παρα‐ ληγόμενα τὸ ι θέλουσιν ἔχειν, οἷον παντοία ἀλλοία ταχεῖα· πρόσκειται «εἰς α καθαρόν» διὰ τὸ Μοῦσα, τοῦτο γὰρ διφθόγγῳ παραλήγεται,
25ἀλλ’ οὐκ ἔστι καθαρὸν τὸ α· πρόσκειται «διφθόγγῳ παραληγόμενα» διὰ τὸ ἀθρόα, τοῦτο γὰρ οὐκ ἔχει πρὸ τοῦ α τὸ ι, ἀλλ’ οὐ παραλήγεται διφθόγγῳ. Ὁ οὖν παρακείμενος, ὡς εἰς α καθαρὸν λήγων κατὰ τὴν θηλυκὴν μετοχὴν καὶ διφθόγγῳ παραληγόμενος, ἀνάγκην ἔχει τῷ ι παραλήγεσθαι καὶ γενέσθαι διὰ τῆς ου διφθόγγου καὶ τοῦ ι τετυφουῖα,
30καὶ ἐπειδὴ τρία φωνήεντα οὐ δυνατόν ἐστιν ἐν μιᾷ συλλαβῇ παρα‐ λαμβάνεσθαι, ἀνάγκη ἓν ἐκ τούτων ἀποβληθῆναι· καὶ τὸ μὲν ι οὐ δύνα‐ ται ἀποβληθῆναι, ὅτι τὰ εἰς α καθαρὸν θηλυκὰ διφθόγγῳ παραληγόμενα τὸ ι θέλουσιν ἔχειν πρὸ τοῦ α· τὸ δὲ υ οὐκ ἀποβάλλεται, ἵνα μὴ παράσχῃ ἔμφασιν, ὅτι τὸ ο διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται, τὸ
35γὰρ ο διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεσθαι πέφυκεν· ἐξ ἀνάγκης οὖν ἀποβάλλεται τὸ ο, καὶ διὰ τὸ μεῖναι τὸ υ δείκνυται, ὅτι προϋπῆρχε τὸ ο, τὸ γὰρ ο, ὡς εἴρηται, διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεται,
οἷον δόντος δοῦσα· τούτου τοίνυν χάριν ὁ ἐνεργητικὸς παρακείμενος311

312

καὶ ὁ μέσος κατὰ τὴν μετοχὴν διὰ καθαροῦ τοῦ α ἐκφέρονται καὶ τῇ υι διφθόγγῳ παραλήγονται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐν τῷ τετυφυῖα καὶ ἐν τοῖς ὁμοίοις ἡ υι ἐν διφθόγγῳ ἐστίν, καὶ οὐκ ἐν διαστάσει τὸ υ καὶ τὸ ι· καὶ γὰρ τὰ εἰς α λήγοντα
5θηλυκὰ παρεσχηματισμένα ἀρσενικοῖς θέλουσι πάντως ἰσοσυλλαβεῖν τῇ γενικῇ τοῦ ἀρσενικοῦ, οἷον Βυζαντίου Βυζαντία, τάλανος τάλαινα· εἰ οὖν ἡ τετυφότος καὶ γεγραφότος γενικὴ τετρασυλλαβεῖ, δηλονότι καὶ τὸ τετυφυῖα θηλυκὸν ἀναγκάζεται τετρασυλλαβεῖν· ἄλλως τε δὲ ὅτι ἐν διφθόγγῳ ἐστὶ τὸ 〈υι ἐν τῷ〉 τετυφυῖα καὶ γεγραφυῖα, δηλοῦσιν οἱ
10Ἀθηναῖοι τετυφῦα 〈καὶ γεγραφῦα〉 λέγοντες· οἱ γὰρ Ἀθηναῖοι τὸ ι τὸ ἐν διφθόγγῳ ἀποβάλλειν πεφύκασιν, οἷον κλαίω κλάω, ποιῶ ποῶ. Δεῖ δὲ γινώσκειν, ὅτι οἱ Ἴωνες τὸ τετυφυῖα καὶ τὰ ὅμοια λέγουσι διὰ τῆς οι διφθόγγου καὶ οὐ διὰ τῆς υι, 〈οἷον τετυφοῖα〉. Τετυφός. Λέγει ὁ τεχνικός, ὅτι τοῦτο ἀπὸ τῆς γενικῆς τοῦ ἀρσε‐
15νικοῦ γέγονεν, φημὶ δὴ τῆς τετυφότος, ἀποβολῇ τῆς τος· καὶ ἐπειδὴ ἀποβαλλομένης τῆς τος συλλαβῆς εἰς ο λήγειν ἔμελλεν, ὅπερ ἀδύνατόν ἐστιν, τὸ γὰρ ο οὐκ ἔστι τελικὸν τῶν οὐδετέρων—περὶ γὰρ τοῦ ἄλλο καὶ τοιοῦτο καὶ τοσοῦτο καὶ τῶν ὁμοίων ἐμάθομεν ἐν τοῖς Ὀνόμα‐ σιν ἐν τῇ τῶν οὐδετέρων διδασκαλίᾳ—τούτου χάριν προσλαμβάνει
20τὸ ς καὶ γίνεται τετυφός· τὸ γὰρ ν, φησίν, οὐ προσέλαβεν, ἐπειδὴ οὐκ ἔστι διὰ τοῦ ντ ἡ κλίσις τοῦ ἀρσενικοῦ, τετυφότος γάρ ἐστιν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐζήτηται, διατί μόνη ἡ μετοχὴ τοῦ παρακειμένου ἡ οὐδετέρα εἰς ς λήγει, οἷον τετυφός. Καὶ λέγει ταύτην τὴν ἀπολογίαν·
25τὰ εἰς ς λήγοντα ἀρσενικὰ ἔχοντα οὐδετέρου παρασχηματισμὸν τετρα‐ χῶς ποιοῦσι τὸ οὐδέτερον· ἢ γὰρ τρέπουσι τὸ ς εἰς τὸ ν καὶ ποιοῦσι τὸ οὐδέτερον, οἷον καλός καλόν, ἢ συστέλλουσι τὴν λήγουσαν καὶ τρέ‐ πουσι τὸ ς εἰς τὸ ν καὶ ποιοῦσι τὸ οὐδέτερον, οἷον χαρίεις χαρίεν, ἢ συστέλλουσι μόνον τὴν λήγουσαν καὶ ποιοῦσι τὸ οὐδέτερον, οἷον εὐσε‐
30βής εὐσεβές, ἢ ἀποβάλλουσι τὸ ς καὶ ποιοῦσι τὸ οὐδέτερον, οἷον ταχύς ταχύ. Ἡ οὖν μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου οὐκ ἠδύ‐ νατο οὔτε τρέψαι τὸ ς εἰς τὸ ν καὶ ποιῆσαι τὸ οὐδέτερον, οἷον τετυ‐ φώς τετυφών διὰ τοῦ ω, ἐπειδὴ πρῶτον μὲν τὸ ω οὐκ ἔχει κατάληξιν οὐδετέραν· τὸ γὰρ νικῶν καὶ βοῶν καὶ εὐγήρων ἀπὸ κράσεως ἔχουσι
35τὸ ω, ἀπὸ γὰρ τοῦ νικάον καὶ βοάον καὶ εὐγήραον γεγόνασι κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω, καὶ τὸ ἀξιόχρεων ἀπὸ τοῦ ἀξιόχρεον γέγονε
κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ο εἰς τὸ ω· δεύτερον δέ, ὅτι ἡ μετοχὴ ἡ312

313

ἀρσενικὴ οὐ κλίνεται διὰ τοῦ ντ, ἵνα εἰς ν ποιήσῃ τὸ οὐδέτερον· καθό‐ λου γὰρ αἱ μετοχαὶ αἱ μὴ ἔχουσαι τὸ μ κλιτικόν, ἔχουσαι εἰς τὸ ν τὸ οὐδέτερον, πάντως ἔχουσι τὴν γενικὴν διὰ τοῦ ντ κλινομένην, οἷον τύπτων τύπτοντος τὸ τύπτον, διδούς διδόντος τὸ διδόν· εἰ ἄρα οὖν
5ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου οὐ κλίνεται διὰ τοῦ ντ, οἷον τετυφώς τετυφότος, δηλονότι οὐ δύναται ποιῆσαι εἰς ν τὸ οὐδέτερον· πρόσκειται «αἱ μὴ ἔχουσαι τὸ μ κλιτικόν» διὰ τὸ ὁ τυπτό‐ μενος· ἰδοὺ γὰρ ἐνταῦθα εἰς ν ἐστὶ τὸ οὐδέτερον τὸ τυπτόμενον, καὶ οὐ κλίνεται ἡ γενικὴ διὰ τοῦ ντ. Ἐμάθομεν 〈οὖν〉, ὅτι οὐκ ἠδύνατο
10ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τρέψαι τὸ ς εἰς τὸ ν καὶ ποιῆσαι τὸ οὐδέτερον, οἷον ὁ τετυφώς τὸ τετυφών· ἀλλ’ οὔτε δὲ τὸ ς τρέψαι εἰς τὸ ν ἠδύνατο καὶ συστεῖλαι τὴν λήγουσαν, ἵνα ᾖ ὁ τετυφώς τὸ τετυφόν διὰ τοῦ ο, ἐπειδή, ὡς ἐμάθομεν, ἡ γενικὴ οὐ κλίνεται διὰ τοῦ ντ, τῆς δὲ γενικῆς 〈μὴ〉 κλινομένης διὰ τοῦ ντ, οὐ
15δύναται τὸ οὐδέτερον καταλήγειν εἰς τὸ ν· ἐμάθομεν γὰρ ὅτι αἱ μετο‐ χαὶ αἱ μὴ ἔχουσαι τὸ μ κλιτικόν, ἔχουσαι εἰς ν τὸ οὐδέτερον, πάντως ἔχουσι τὴν γενικὴν διὰ τοῦ ντ κλινομένην, οἷον τύπτων τύπτοντος τὸ τύπτον· ἀλλ’ οὔτε δὲ κατὰ ἀποβολὴν τοῦ ς ἠδύνατο ποιῆσαι τὸ οὐδέ‐ τερον, οἷον 〈ὁ〉 τετυφώς 〈τὸ τετυφώ, τὸ γὰρ ω οὐκ ἔστι τελικὸν οὐδε‐
20τέρων· τούτων οὕτως ἐχόντων συστέλλει μόνον τὴν λήγουσαν καὶ ποιεῖ τὸ οὐδέτερον, οἷον ὁ τετυφώσ〉 τὸ τετυφός διὰ τοῦ ο κατὰ συστολὴν τῆς ληγούσης. Ἰστέον δὲ ὅτι τὸ ἑστώς καὶ βεβώς καὶ τεθνώς καὶ γεγώς διὰ τοῦ ω γράφονται, δηλονότι κατὰ τὰ οὐδέτερα· δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι εἰ καὶ ἡ ἑνικὴ εὐθεῖα κατὰ τὸ οὐδέτερον καὶ αἱ ὁμοφω‐
25νοῦσαι αὐτῇ 〈πτώσεισ〉, τουτέστιν ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ τῶν ἑνικῶν, διφοροῦνται, ἤγουν καὶ διὰ τοῦ ω γράφονται καὶ διὰ τοῦ ο, ἀλλ’ οὖν αἱ λοιπαὶ πλάγιοι αἱ 〈μὴ〉 ὁμοφωνοῦσαι τῇ ἑνικῇ εὐθείᾳ, λέγω δὴ ἡ γενικὴ καὶ δοτικὴ τῶν ἑνικῶν καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικά, μόνως διὰ τοῦ ω γράφονται· τούτου δὲ αἰτία ἐστὶν ἡ κρᾶσις.
30Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυπώς, τετυπυῖα, τετυπός· πρόδηλος ἡ τεχνολογία. Ἀορίστου πρώτου. Τύψας. Ἰστέον ὅτι ὁ εἰς α λήγων ἀόριστος προσθέσει τοῦ ς καὶ
συστολῇ τῆς κατ’ ἀρχὴν κλιτικῆς ἐκτάσεως τὴν μετοχὴν ποιεῖ μετὰ τοῦ313

314

ἐκτείνειν καὶ τὸ α, οἷον ἔτυψα τύψας· αἱ γὰρ εἰς ας μετοχαὶ μακρὸν ἔχουσι τὸ α, 〈οἷον〉 στάς κιχράς φάς. Ἰστέον 〈δὲ〉 ὅτι οὐκ ἔστι συνε‐ ζευγμένη ἡ τοῦ ἀορίστου μετοχὴ καὶ τοῦ μέλλοντος, ἐπειδὴ οὔτε τὸ ἀπαρέμφατον τοῦ ἀορίστου καὶ τοῦ μέλλοντος συνεζευγμένον ἐστὶν ἀλλὰ
5διακεχωρισμένον. Τύψασα, τύψαν· εἴρηται. Ἀορίστου δευτέρου. Τυπών. Ἰστέον ὅτι ὁ εἰς ον δεύτερος ἀόριστος τρέπων τὸ ο εἰς ω καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων τὴν μετοχὴν ποιεῖ ἐν ὀξείᾳ τάσει, οἷον ἔτυπον τυπών· καθόλου γὰρ αἱ εἰς ων μετοχαὶ
10τοῦ δευτέρου ἀορίστου ὀξύνονται, οἷον λαχών, χωρὶς τοῦ πέφνων, τοῦτο γὰρ βαρύνεται ὁμοίως τῷ τέμνων καὶ κάμνων. Ἰστέον δὲ ὅτι ἡ μετοχὴ τοῦ δευτέρου ἀορίστου διὰ τοῦτο τρέπει τὸ ο εἰς τὸ ω, ἐπειδὴ τὰ εἰς ν λήγοντα, εἴτε ἀρσενικὰ εἴτε θηλυκά, οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ν τὸ ο, οἷον ὁ Πλάτων, ἡ εἰκών· πρόσκειται «εἴτε ἀρσενικὰ
15εἴτε θηλυκά» διὰ τὰ οὐδέτερα, οἷον τὸ ξύλον. Τυποῦσα, τυπόν· εἴρηται. Μέλλοντος πρώτου. Τύψων. Ἰστέον ὅτι ἀπὸ τοῦ τύψω μέλλοντος γέγονε προσθέσει τοῦ ν ἡ τύψων μετοχή. Τύψουσα, τύψον· εἴρηται. Μέλλοντος δευτέρου.
20 Τυπῶν. Ἰστέον ὅτι ἀπὸ τοῦ τυπῶ δευτέρου μέλλοντος γέγονεν ἡ μετοχὴ προσθέσει τοῦ ν τυπῶν. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου μέλλοντος ὁμοφωνεῖ μὲν τῇ μετοχῇ τοῦ δευτέρου ἀορίστου, οὐ μὴν δὲ 〈καὶ〉 ὁμοτονεῖ· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ ὀξύνεται, οἷον τυπών, ἡ δὲ τοῦ δευτέρου μέλλοντος περισπᾶται, οἷον
25τυπῶν· καὶ πάλιν ἡ μὲν τοῦ δευτέρου ἀορίστου διὰ τοῦ ο κλίνεται, οἷον τυπόντος, ἡ δὲ τοῦ δευτέρου μέλλοντος διὰ τῆς ου διφθόγγου, οἷον τυποῦντος, ὡς ποιοῦντος· καὶ πάλιν ἡ μὲν τοῦ δευτέρου ἀορίστου ἔχει τὸ οὐδέτερον εἰς ον, οἷον τυπόν, ὥσπερ τὸ λαβόν, ἡ δὲ τοῦ δευ‐ τέρου μέλλοντος εἰς ουν, 〈οἷον〉 τυποῦν, ὥσπερ τὸ 〈ποιοῦν〉. Ἰστέον
30δὲ ὅτι αἱ εἰς ων μετοχαὶ περισπώμεναι μέλλοντος μὲν οὖσαι τῇ ου διφθόγγῳ παραλήγονται κατὰ τὴν γενικήν, οἷον εὐφρανῶν εὐφρανοῦν‐ τος· ἐνεστῶτος δὲ οὖσαι πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παρα‐ λήγουσαν, οἷον ποιέων ποιέοντος καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον ποιοῦντος, ὥσπερ χάλκεος χαλκοῦς, βοάων βοάοντος καὶ
35κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω βοῶντος, ὥσπερ ἐλούσαο ἐλούσω, χρυ‐314

315

σόων χρυσόοντος καὶ κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον χρυσοῦντος, ὥσπερ νόος νοῦς. Τυποῦσα, τυποῦν· εἴρηται. Μετοχαὶ παθητικαί χρόνου
5ἐνεστῶτος καὶ παρατατικοῦ. Τυπτόμενος. Ἰστέον ὅτι πᾶν ῥῆμα ὁριστικόν, εἴτε παθητικὸν εἴτε μέσον, ἔχον τὸ μ κλιτικόν, τροπῇ τῆς ἐσχάτης εἰς μενος ποιεῖ τὴν μετοχήν, μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, οἷον τύπτομαι τυπτόμενος, ἐτυψάμην τυψάμενος, ἐτυπόμην τυπόμενος, τυφθή‐
10σομαι τυφθησόμενος, τυπήσομαι τυπησόμενος, χωρὶς τοῦ παρακειμένου δηλονότι· οὗτος γὰρ οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οἷον ἔσταλμαι ἐσταλμένος· πρόσκειται ἐν τῷ κανόνι «ὁριστι‐ κόν» διὰ τὸ τυπτοίμην εὐκτικόν· πρόσκειται «ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐδάμην. Ἰστέον δὲ ὅτι διὰ τοῦτο τὰ ἔχοντα τὸ μ κλιτικὸν τροπῇ τῆς
15μαι συλλαβῆς εἰς δύο συλλαβάς, ἤγουν τῆς ἐσχάτης εἰς μενος, ἐποίησαν τὴν μετοχήν, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, πᾶσα μετοχὴ ἀρσενικὴ μακροκαταληκτεῖν θέλει, χωρὶς τῶν εἰς μενος, οἷον τύπτων τύψας ἐπειδὴ οὖν αὗται βραχυκαταληκτοῦσιν, φημὶ δὴ αἱ εἰς μενος μετοχαί, εἰκότως ἔτρεψαν τὴν μίαν συλλαβὴν εἰς δύο συλλαβάς, ἵνα
20τὸν κεχρεωστημένον χρόνον διὰ τῆς ἑτέρας συλλαβῆς ἀναδέξωνται. Ἰστέον δὲ ὅτι πᾶσαι αἱ εἰς μενος μετοχαὶ προπαροξύνονται, χωρὶς τοῦ παρακειμένου· καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί, πασῶν τῶν εἰς μενος μετοχῶν προπαροξυνομένων, μόνη ἡ τοῦ παρακειμένου μετοχὴ ἀεὶ παροξύνεται. Ἔστιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ὁ παρακείμενος
25οὐκ ἠδύνατο ἔχειν τὴν ἰδίαν μετοχὴν προπαροξυνομένην, ἐπειδὴ πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν πάντως περιττοσυλλαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ, οἷον τύπτομαι τύπτω, ἐτυπτόμην ἔτυπτον, ἐτυπό‐ μην ἔτυπον, χωρὶς τῶν εἰς μι δηλονότι· τὰ γὰρ εἰς μι, ὡς τῇ μι συλ‐ λαβῇ περιττεύοντα, ἰσοσυλλαβοῦσι τῷ ἐνεστῶτι τῶν παθητικῶν, οἷον
30τίθημι τίθεμαι· ἐπειδὴ οὖν ὁ παρακείμενος ὁ παθητικὸς συγκοπὴν ἔπα‐ θεν ἐν τῷ ῥήματι καὶ οὐ περιττοσυλλαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ—δι’ ὃν δὲ λόγον, εἰρήκαμεν ἐν τῇ περὶ τοῦ ὁριστικοῦ παθητικοῦ παρακει‐ μένου διδασκαλίᾳ—τούτου χάριν οὐκ ἠδύνατο ἔχειν τὴν ἰδίαν μετοχὴν
προπαροξυνομένην, ἵνα μὴ παράσχῃ ἔμφασιν, ὅτι ἐν τῇ μετοχῇ ἐγένετο315

316

ἡ συγκοπή, καὶ οὐκ ἐν τῷ ῥήματι. Αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσι τοὺς τόνους, οἷον ὀπίσωθεν ὄπισθεν, ἐξαίρετος ἔξαιτος, ὁμόπατρος ὄπατρος· δεῖ προσθεῖναι «εἰ μὴ χαρακτὴρ δισυλλαβίας κωλύσει»· τοῦτο δὲ εἴρηται διὰ τὸ πατέρος πατρός καὶ ἀνέρος ἀνδρός· ἐνταῦθα γὰρ 〈οὐ〉 κατεβίβασε
5τὸν τόνον ἡ συγκοπή, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶσα γενικὴ εἰς ος λήγουσα δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλει, οἷον μηνός χηνός γραός· πρόσκειται «δισύλλαβος» διὰ τὸ Αἴαντος καὶ τὰ ὅμοια· πρόσ‐ κειται «ἐπὶ ὀνομάτων» διὰ τὴν στάντος καὶ θέντος μετοχήν, αὗται γὰρ βαρύνονται. Τούτου οὖν χάριν αἱ εἰς μενος μετοχαὶ τοῦ παρακειμένου
10παροξύνονται· δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ πάθωσιν»· ἂν γὰρ πάθωσιν αἱ εἰς μενος μετοχαὶ τοῦ παρακειμένου, μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβάς, ἀναβιβάζουσι τὸν τόνον, τουτέστι προπαροξύνονται, οἷον ὄρω (τὸ διεγείρω) ὄρσω ὦρκα ὦρμαι ὠρμένος διὰ τοῦ ω καὶ ὄρμενος διὰ τοῦ ο· καὶ πάλιν ἐστὶν ἥδω (τὸ εὐφραίνω, ἐξ οὗ τὸ ἥδομαι) ἥσω ἧκα
15ἧσμαι ἡσμένος καὶ ἄσμενος, καὶ πάλιν δεδεγμένος καὶ δέγμενος· πρόσκει‐ ται «μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβάς», ἐπειδὴ ἐὰν ὦσιν ὑπὲρ τρεῖς συλ‐ λαβὰς καὶ πάθωσιν, τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον ἀκαχῶ ἀκα‐ χήσω ἠκάχηκα ἠκάχημαι ἠκαχημένος καὶ 〈ex. gr. Κ 135〉 ἀκαχμένον ὀξέϊ χαλκῷ· τὸ οὐτάμενος καὶ ἐληλάμενος ὁ Ἡρωδιανὸς ἐν τῇ
20Καθόλου οὐ δοξάζει κατὰ πάθος ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλασμένος, ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς ὤφειλον τὸν αὐτὸν τόνον φυλά‐ ξαι, ἀλλ’ ἀπὸ τῶν εἰς μι λέγει αὐτὰ εἶναι, ὡς ἀπὸ τοῦ οὔτημι καὶ ἐλήλημι, ἵνα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ, ὥσπερ ἵστημι ἵσταμαι ἱστάμενος.
25 Τυπτομένη. Ἰστέον ὅτι ὁμοίως τοῖς εἰς νος ὀνόμασι ποιοῦνται τὸν παρασχηματισμὸν τῶν γενῶν καὶ τὴν κλίσιν· ὡς γὰρ δερμάτινος δερματίνη δερμάτινον, οὕτω καὶ τυπτόμενος τυπτομένη τυπτόμενον. Αὕτη οὖν ἡ θηλυκὴ μετοχὴ ἀπὸ τοῦ ἀρσενικοῦ σχηματίζεται, ἤγουν γίνεται τροπῇ τοῦ ἐν τῷ τέλει ος εἰς η, οἷον τυπτόμενος τυπτομένη·
30πᾶν γὰρ εἰς ος λῆγον ποιοῦν κατ’ ἰδίαν θηλυκόν, ἤγουν μὴ ὂν κοινὸν τῷ γένει, 〈οἷον〉 τὸ ὁ ἀθάνατος καὶ ἡ ἀθάνατος, εἰ μὲν ἔχει τὸ ρ πρὸ τοῦ ος, εἰς α ποιεῖ τὸ θηλυκόν, οἷον φοβερός φοβερά, χλιαρός χλιαρά, εἰ δὲ ἕτερον σύμφωνον ἔχει πρὸ τοῦ ος, εἰς η ποιεῖ τὸ θηλυκόν, οἷον σοφός σοφή· ἔστιν οὖν τυπτόμενος ἡ ἀρσενικὴ μετοχὴ εἰς ος, μὴ
35ἔχουσα πρὸ τοῦ ος τὸ ρ ἀλλὰ τὸ ν, καὶ λοιπὸν εἰς η ποιεῖ τὸ θηλυ‐ κόν, 〈οἷον〉 τυπτομένη.
Τυπτόμενον. Ἰστέον ὅτι πᾶν ἀρσενικὸν ἰσοσυλλάβως κλινόμενον,316

317

ἡνίκα ποιεῖ οὐδετέρου παρασχηματισμόν, ὁμόφωνον αὐτὸ ποιεῖ τῇ ἰδίᾳ αἰτιατικῇ, 〈οἷον〉 ὁ εὔγηρως τοῦ εὔγηρω τὸν εὔγηρων καὶ τὸ εὔγηρων· οὕτως οὖν καὶ τὸ τυπτόμενον ὁμοφώνως τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ. Σεσημείωται ἐν τῷ κανόνι τούτῳ τὸ ἄλλο οὐδέτερον, ὅτι
5ἀπὸ τοῦ ὁ ἄλλος ἀρσενικοῦ ὀνόματος ἰσοσυλλάβως κλινομένου ἐστὶ καὶ οὐχ ὁμοφωνεῖ τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ τῇ τὸν ἄλλον· ἀλλ’ ἐν τῇ συνθέσει μετὰ τοῦ ν γίνεται, οἷον ἔξαλλον ἀλλοπρόσαλλον ἄνταλλον. Ἔτι σεσημείωται καὶ τὸ τοιοῦτο καὶ 〈τὸ〉 τοσοῦτο καὶ τὸ τηλικοῦτο, ἡ γὰρ αἰτιατικὴ 〈τοῦ ἀρσενικοῦ〉 ἐστι μετὰ τοῦ ν· περὶ ὧν ἔστιν εἰπεῖν,
10ὅτι ταῦτα οὐ μόνον εἰς ο λήγουσιν, ἀλλὰ καὶ εἰς ν, οἷον τὸ τηλι‐ κοῦτον καὶ τὸ τοιοῦτον καὶ τὸ τοσοῦτον ἄλλως τε δὲ καὶ ταῦτα καὶ τὸ ἄλλος ἐνομίσθησαν ἀντωνυμίαι εἶναι, καὶ ἐπειδὴ ἔχομεν ἐν ταῖς ἀντωνυμίαις τὸ ο τελικὸν τῶν οὐδετέρων, ὡς ἐν τῷ ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό, τούτου χάριν καὶ τὰ οὐδέτερα τούτων ἐγένοντο εἰς τὸ ο,
15οἷον ἄλλο τηλικοῦτο τοιοῦτο τοσοῦτο. Ἔτι σεσημείωται καὶ ἡ ἐκεῖνο ἀντωνυμία καὶ ἡ τοῦτο, ὅτι ἀπὸ ἀρσενικοῦ ἰσοσυλλάβως κλινομένου εἰσίν, οἷον ἐκεῖνος ἐκείνου, οὗτος τούτου, καὶ οὐχ ὁμοφωνοῦσι τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ, αἱ γὰρ αἰτιατικαὶ τοῦ ἀρσενικοῦ ἐκεῖνον καὶ τοῦτον εἰσὶ μετὰ τοῦ ν. Ἔχουσι δὲ ἀπολογίαν 〈τοῦ〉 χωρὶς τοῦ ν λέγε‐
20σθαι τὰ οὐδέτερα ταῦτα, φημὶ δὴ τὸ ἐκεῖνο καὶ τοῦτο· ἐπὶ 〈γὰρ〉 τῶν οὐδετέρων τῶν παρασχηματιζομένων ἀρσενικῶν καὶ ὁμοφωνούντων τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ τὸ ἄρθρον ἐστὶ τὸ διακρῖνον τὴν αἰτιατικὴν τοῦ ἀρσενικοῦ καὶ τὴν εὐθεῖαν τοῦ οὐδετέρου, οἷόν ἐστι σοφόν· τοῦτο ἄδηλόν ἐστιν, εἴτε αἰτιατικὴ τοῦ ἀρσενικοῦ ἐστιν, εἴτε εὐθεῖα 〈τοῦ〉
25οὐδετέρου, προσερχόμενον δὲ τὸ ἄρθρον τὴν διάκρισιν ποιεῖται ἐὰν μὲν γὰρ εἴπω τὸν σοφόν, αἰτιατικὴ τοῦ ἀρσενικοῦ ἐστιν, ἐὰν δὲ εἴπω τὸ σοφόν, εὐθεῖα τοῦ οὐδετέρου ἐστίν· ἐπειδὴ οὖν ἡ ἐκεῖνος καὶ οὗτος οὐ δέχονται ἄρθρα ὀφείλοντα τὴν διάκρισιν ποιήσασθαι τῆς αἰτιατικῆς τοῦ ἀρσενικοῦ καὶ τῆς εὐθείας τοῦ οὐδετέρου—αἱ γὰρ ἀντωνυμίαι
30οὐ δέχονται ἄρθρα, ὑπεσταλμένης τῆς αὐτός—τούτου χάριν, ὡς μὴ δεχόμεναι ἄρθρα ἡ ἐκεῖνος καὶ οὗτος ὀφείλοντα τὴν διάκρισιν ποιήσα‐ σθαι τῆς αἰτιατικῆς τοῦ ἀρσενικοῦ καὶ τῆς εὐθείας τοῦ οὐδετέρου, ἀπο‐ βάλλουσι τὸ ν κατὰ τὸ οὐδέτερον, ἵνα διὰ τῆς ἀποβολῆς τοῦ ν διάκρισις
γένηται τῆς αἰτιατικῆς τοῦ ἀρσενικοῦ καὶ τῆς εὐθείας τοῦ οὐδετέρου.317

318

Διὰ τοῦτο γὰρ καὶ τὸ τό οὐδέτερον ἄρθρον ὀφεῖλον μετὰ τοῦ ν λέγε‐ σθαι ὁμοίως τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ—τόν γάρ ἐστιν ἡ αἰτιατικὴ τοῦ ἀρσενικοῦ—ἐπειδὴ οὐκ ἦν τι τὸ ὀφεῖλον τὴν αἰτιατικὴν τοῦ ἀρσενικοῦ καὶ τὴν εὐθεῖαν τοῦ οὐδετέρου διαστεῖλαι, χωρὶς τοῦ ν λέγε‐
5ται 〈τὸ οὐδέτερον〉, ἵνα διὰ τῆς ἀποβολῆς τοῦ ν γνῶμεν ποίου γένους ἐστὶ καὶ ποίας πτώσεως. Ἡ αὐτό οὐδετέρα ἀντωνυμία ἀπὸ τῆς αὐτός ἀρσενικῆς γενομένη κατὰ παρασχηματισμὸν καὶ ὀφείλουσα μετὰ τοῦ ν λέγεσθαι, ἵνα ὁμοφωνήσῃ τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ—αὐτόν γάρ ἐστιν ἡ αἰτιατικὴ τοῦ ἀρσενικοῦ—καὶ ἐπιδεχομένη ἄρθρον τὸ ὀφεῖλον
10τὴν διάκρισιν ποιήσασθαι τῆς αἰτιατικῆς τοῦ ἀρσενικοῦ καὶ τῆς εὐθείας τοῦ οὐδετέρου—ἡ γὰρ αὐτός, ὡς ἐν τῷ περὶ ἀντωνυμιῶν, εἰ θεῷ φίλον, μαθησόμεθα, ἄρθρον ἐπιδέχεται—ὁμοίως ἀποβολὴν ἐποιή‐ σατο τοῦ ν κατὰ τὸ οὐδέτερον κατὰ συνεκδρομὴν τοῦ ἐκεῖνο καὶ τοῦτο· ἄλλως τε δὲ καὶ οἱ Ἀττικοὶ τὸ ὀφειλόμενον ἀνεπλήρωσαν, ταὐτόν μετὰ
15τοῦ ν λέγοντες καὶ κρᾶσιν ποιούμενοι τοῦ ἄρθρου μετὰ τῆς ἀντωνυ‐ μίας. Ἰστέον δὲ ὅτι οὐκ ἀεὶ μετὰ τοῦ ν οἱ Ἀττικοί φασι ταὐτόν, ἀλλ’ ἔστιν ὅτε καὶ χωρὶς τοῦ ν ταὐτό λέγουσιν, τὸ δὲ μετὰ τοῦ ν μᾶλλον ἀνάλογον· τὸ δὲ ἐντελῶς λεγόμενον, ἤγουν ἄνευ κράσεως, οὐδέποτε μετὰ τοῦ ν λέγουσιν, ἀλλ’ ἀεὶ χωρὶς τοῦ ν, οἷον τὸ αὐτό, κατὰ συνεκδρο‐
20μήν, ὡς εἴρηται, τοῦ ἐκεῖνο καὶ τοῦτο. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ εἰς μενος μετοχαὶ οὐκ ἔχουσι τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν, ἀλλ’ εἰς ε 〈ἔχουσι τὴν κλητικήν〉· τὰ γὰρ εἰς ος ἀρσενικὰ καὶ θηλυκὰ εἰς ε ἔχουσι τὴν κλητικήν. Παρακειμένου καὶ ὑπερσυντελίκου.
25Τετυμμένος, τετυμμένη, τετυμμένον· εἴρηται. Ἀορίστου πρώτου. Τυφθείς. Ἰστέον ὅτι οἱ δύο ἀόριστοι οἱ παθητικοί, φημὶ δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος, ἑτέρῳ κανόνι ὑποπίπτουσιν, οὐδὲ γὰρ ἔχουσι τὸ μ κλιτικόν· κανονίζονται δὲ οὕτως· πᾶν ῥῆμα ὁριστικὸν εἰς ν λῆγον
30μετὰ φυσικῆς μακρᾶς, μὴ ἔχον τὸ μ κλιτικόν, εἰς ς μετ’ ὀξείας τάσεως ἔχει τὴν μετοχήν, ἀποβάλλει δὲ καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, οἷον ἐτετύφειν τετυφώς, ἐτίθην τιθείς, ἐδίδων διδούς, ἐζεύγνυν ζευγνύς, ἐδάρην δαρείς, ἵστην ἱστάς· πρόσκειται «μετὰ φυσικῆς μακρᾶς» διὰ τοὺς ἀπὸ περισπωμένων παρατατικούς, οἷον διὰ τὸ ἐποίουν καὶ ἐβόων καὶ
35ἐχρύσουν· οὗτοι γὰρ εἰς ν λήγουσι μετὰ μακρᾶς, καὶ οὐκ ἔχουσι τὸ μ κλιτικόν, καὶ ὅμως οὐ ποιοῦσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως·
ἀλλ’ οὐκ ἔστιν ἐπὶ τούτων φυσικὴ μακρά, ἀπὸ γὰρ συναιρέσεώς ἐστιν318

319

ἐπ’ αὐτῶν ἡ μακρά· ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονε τὸ ἐποίουν κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον, ὥσπερ χάλκεος χαλκοῦς, καὶ ἀπὸ τοῦ ἐβόαον τὸ ἐβόων, καὶ ἀπὸ τοῦ ἐχρύσοον τὸ ἐχρύσουν· πρόσκειται «〈μὴ〉 ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐτυπτόμην, τοῦτο γὰρ εἰς ν
5λῆγον μετὰ φυσικῆς μακρᾶς ὅμως οὐκ ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, τυπτόμενος γάρ ἐστιν ἡ μετοχή. Ἰστέον δὲ ὅτι ἡ μετοχὴ τοῦ πρώτου ἀορίστου τοῦ παθητικοῦ καὶ τοῦ δευτέρου ἀορίστου ὁμοίως τοῦ παθητικοῦ διὰ τῆς ει διφθόγγου ἐκφέρεται, οἷον τυφθείς τυπείς δαρείς· οὐδὲ γὰρ ἠδύνατο φυλάξαι τὸ
10η τοῦ ῥήματος, φημὶ δὴ τοῦ ἐτύφθην ἐτύπην, καὶ γενέσθαι εἰς ης διὰ τοῦ η, ἐπειδὴ αἱ μετοχαὶ θέλουσιν ἔχειν κατάληξιν ἁρμόζουσαν τρι‐ γενέσι καὶ κλίσιν τὴν διὰ τοῦ ντ· εἰς ης δὲ οὐκ ἔχομεν ὀνόματα, φημὶ δὴ διὰ τοῦ η, κλινόμενα διὰ τοῦ ντ καὶ ποιοῦντα τριγένειαν, ἀλλὰ καὶ αὐτὰ τὰ διὰ τοῦ τος κλινόμενα οὐκ ἔχουσι τριγένειαν, οἷον τάπης τά‐
15πητος· τὰ γὰρ εἰς ης διὰ τοῦ εος κλινόμενα ἔχουσι τριγένειαν, οἷον ὁ εὐσεβής ἡ εὐσεβής τὸ εὐσεβές, οὐκ ἔχουσι δὲ κλίσιν ἁρμόζουσαν μετοχαῖς, φημὶ δὴ τὴν διὰ τοῦ ντ· τὸ φθογγῆς φθογγῆντος καὶ τιμῆς τιμῆντος οὐκ ἀντίκεινται ἡμῖν κλινόμενα διὰ τοῦ ντ, ἐπειδὴ πεπονθότα εἰσίν, ἀπὸ γὰρ τοῦ φθογγήεις φθογγήεντος καὶ τιμήεις τιμήεντος γεγό‐
20νασιν· εἰκότως οὖν οὐκ ἔχουσι διὰ τοῦ η τὴν μετοχὴν οἱ ἀόριστοι, ἀλλὰ διὰ τῆς ει διφθόγγου· καὶ γὰρ εἰς εις διὰ τῆς ει διφθόγγου ἔχομεν ὀνόματα 〈διὰ τοῦ ντ κλινόμενα καὶ〉 ποιοῦντα τριγένειαν, οἷον χαρίεις χαρίεντος χαρίεσσα 〈χαρίεν〉. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, ποῖα φωνήεντα ἔχουσι πρὸ τοῦ ς αἱ
25εἰς ς ὀξύτονοι μετοχαί. Ἰστέον 〈οὖν ὅτι〉 αἱ εἰς ς ὀξύτονοι μετοχαὶ παρακειμένου καὶ ὑπερσυντελίκου οὖσαι πρὸ τοῦ ς τὸ ω ἔχουσιν, οἷον τετυφώς πεποιθώς· ἀορίστου δὲ παθητικοῦ οὖσαι πρώτου ἢ δευτέρου, εἴτε ἀπὸ τῶν εἰς ω εἰσὶν εἴτε ἀπὸ τῶν εἰς μι, τὴν ει δίφθογγον ἔχουσι πρὸ τοῦ ς, ἀπὸ μὲν τῶν εἰς ω, 〈οἷον〉 τυφθείς νυγείς, ἀπὸ δὲ
30τῶν εἰς μι, 〈οἷον〉 τεθείς σταθείς δοθείς· ἐνεστῶτος δὲ καὶ παρατατι‐ κοῦ οὖσαι ἐνεργητικοῦ, ἐνεργητικοῦ τε ὁμοίως δευτέρου ἀορίστοῦ, εἰ μὲν πρώτης ὦσι συζυγίας τῶν εἰς μι, τὴν ει δίφθογγον ἔχουσι πρὸ τοῦ ς, οἷον ἐτίθην τιθείς, ἔθην θείς, ἵην (τὸ ἔπεμπον) ἱείς καὶ ἀφιείς, ἧν (ἐπὶ τοῦ αὐτοῦ σημαινομένου) εἵς καὶ ἀφείς· εἰ δὲ δευτέρας ὦσι
35συζυγίας τῶν εἰς μι, τὸ α ἐκτεταμένον ἔχουσι πρὸ τοῦ ς, οἷον ἵστην
ἱστάς, ἐκίχρην κιχράς, ἔστην στάς, ἔπτην πτάς καὶ ἀποπτάς, ἔβην βάς·319

320

εἰ δὲ τρίτης ὦσι συζυγίας τῶν εἰς μι, τὴν ου δίφθογγον ἔχουσι πρὸ τοῦ ς, 〈οἷον〉 ἐδίδων διδούς, ἐβίων βιούς, ἥλων ἁλούς, ἔγνων γνούς· εἰ δὲ τετάρτης 〈ὦσι〉 συζυγίας τῶν εἰς μι, ἐκεῖνο τὸ φωνῆεν ἔχουσι πρὸ τοῦ ς, ὅπερ ἔχει πρὸ τοῦ ν τὸ ὁριστικόν, ἤγουν τὸ υ ἐκτεταμένον,
5οἷον ἐζεύγνυν ζευγνύς, ἐπήγνυν πηγνύς, ὤμνυν ὀμνύς, ἔφυν φύς, ἔδυν δύς καὶ ἀποδύς. Τυφθεῖσα, τυφθέν· εἴρηται. Ἀορίστου δευτέρου· τυπείς, τυπεῖσα, τυπέν· εἴρηται. Μέσου ἀορίστου πρώτου· τυψάμενος, τυψαμένη, τυψάμενον·
10εἴρηται. Μέσου ἀορίστου δευτέρου· τυπόμενος, τυπομένη, τυπόμενον· εἴρηται. Μέλλοντος πρώτου· τυφθησόμενος, τυφθησομένη, τυφθη‐ σόμενον· 〈εἴρηται〉.
15 Μέλλοντος δευτέρου· τυπησόμενος, τυπησομένη, τυπησό‐ μενον· εἴρηται. Μέσου μέλλοντος πρώτου· τυψόμενος, τυψομένη, τυψόμενον· εἴρηται. Μέσου μέλλοντος δευτέρου· τυπούμενος, τυπουμένη, τυπού‐
20μενον· εἴρηται. Μετ’ ὀλίγον μέλλοντος τοῦ καὶ Ἀττικοῦ· τετυψόμενος, τετυ‐ ψομένη, τετυψόμενον· εἴρηται. Πρόδηλός ἐστι πάντων ἡ κλίσις καὶ ὁ κανών· πάντες γὰρ ἑνὶ κανόνι ὑποπίπτουσι τῷ ῥηθέντι ἐν τῇ μετοχῇ τοῦ παθητικοῦ ἐνεστῶτος καὶ
25παρατατικοῦ. Ἰστέον δὲ ὅτι οὐκ ἀποβάλλει ὁ μετ’ ὀλίγον μέλλων τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, ἐπειδὴ τὴν ἄρχουσαν τοῦ παρακει‐ μένου ἔχει, οἷον τέτυψαι τετύψομαι, ὁ δὲ παρακείμενος, ὡς εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· εἰ οὖν ἀπεβάλλετο ἡ ἄρχουσα τοῦ μετ’ ὀλίγον μέλλοντος, εὑρίσκετο ἡ ἄρχουσα
30τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ 〈ἐστὶν〉 ἀδύνατον. Περὶ τῶν εἰς μι. Χρόνου ἐνεστῶτος. Τίθημι. Πληρώσας ὁ τεχνικὸς τὴν τῶν εἰς ω ῥημάτων διδασκα‐ λίαν, ἔτι δὲ καὶ περὶ τῶν μετοχῶν αὐτῶν διαλαβών, ἔρχεται νῦν ἀκο‐
35λούθως καὶ διαλαμβάνει περὶ τῶν εἰς μι. Καὶ ἰστέον ὅτι τὰ εἰς μι320

321

ὑπέλαβόν τινες Αἰολικὰ εἶναι, ἐπειδὴ πολλὰ παρ’ αὐτοῖς εὑρίσκονται εἰς μι, τὸ γὰρ γελῶ γέλαιμι λέγουσι καὶ τὸ δοκιμῶ δοκίμωμι· ἐπειδὴ γὰρ οἱ Αἰολεῖς βαρυντικοί εἰσιν—τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσιν— τὰ δὲ εἰς μι ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, 〈οἷον〉 εἶμι (ὃ σημαίνει
5τὸ πορεύομαι), χωρὶς τοῦ εἰμί (τοῦ σημαίνοντος τὸ ὑπάρχω) καὶ τοῦ φημί καὶ τοῦ ἠμί (τοῦ σημαίνοντος τὸ λέγω), ὅπερ ἀπὸ τοῦ φημί γέγονε κατὰ ἀποβολὴν τοῦ φ, τούτου χάριν οἱ Αἰολεῖς τὰ εἰς ω περι‐ σπώμενα μεταποιοῦσιν εἰς μι, ἵνα μεταδιώξωσι χαρακτῆρα ἀποστρεφό‐ μενον τὴν ὀξεῖαν τάσιν. Ταῦτα μὲν ἐν τούτοις.
10 Ἰστέον δὲ ὅτι ἐλέγχονται ἀπὸ πλείστων μὴ ὄντα Αἰολικά· καὶ γὰρ ἀπὸ τόνου, καὶ ἀπὸ κλίσεως, καὶ ἀπὸ γραφῆς, καὶ ἀπὸ πνεύματος, καὶ ἀπὸ ποσότητος συλλαβῶν, καὶ ἀπὸ τῶν πρωτοτύπων. Καὶ ἀπὸ μὲν τοῦ τόνου, ὅτι πᾶσαν λέξιν ὑπὲρ μίαν συλλαβὴν παρ’ ἡμῖν ὀξύτονον 〈οἱ Αἰολεῖσ〉 βαρύνουσιν, χωρὶς τῶν προθέσεων καὶ τῶν συνδέσμων,
15οἷον Ἀχίλλευς σόφος, τὸ δὲ 〈εἰμί καὶ τὸ〉 ἠμί καὶ τὸ φημί ὀξύνονται· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικά· πρόσκειται «χωρὶς τῶν προθέσεων καὶ τῶν συνδέσμων», ἐπειδὴ ἐπὶ τούτων οἱ Αἰολεῖς φυλάττουσι τὴν ὀξεῖαν τάσιν, οἷον ἀνά κατά ἀτάρ αὐτάρ. Ἀπὸ δὲ κλίσεως δείκνυνται μὴ ὄντα Αἰολικὰ τὰ εἰς μι, ὅτι τὰ εἰς μι ἐν τῷ δευτέρῳ προσώπῳ παρ’ ἡμῖν
20προσλαμβάνοντα τὸ ι τὸ τρίτον ποιοῦσιν, οἷον τίθημι τίθης τίθησι, τὰ δὲ Αἰολικὰ ἀποβολῇ τοῦ ς ποιοῦσι τὰ τρίτα, οἷον γέλαιμι γέλαις γέλαι· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικά. Ἀπὸ γραφῆς δέ, ὅτι τὰ εἰς μι οὐ θέλουσι παρ’ ἡμῖν διφθόγγῳ παραλήγεσθαι, οἷον τίθημι δίδωμι, σεση‐ μειωμένου τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω καὶ τοῦ εἶμι τοῦ σημαί‐
25νοντος τὸ πορεύομαι, παρὰ δὲ τοῖς Αἰολεῦσι πολλὰ εὑρίσκονται διφθόγγῳ παραληγόμενα, οἷον ἵσταιμι κίχραιμι γέλαιμι διὰ τῆς αι διφθόγγου· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικά. Ἀπὸ πνεύματος δέ, ὅτι οἱ Αἰολεῖς ψιλωτικοί εἰσιν, οἷον ὔμμες ἄμμιν, τὸ δὲ ἵημι καὶ ἵστημι δασύνονται· ἄρα οὐκ εἰσὶ τὰ εἰς μι Αἰολικά. Ἀπὸ ποσότητος δὲ συλλαβῶν, ὅτι
30οὐδέποτε παρ’ ἡμῖν τὰ εἰς μι ἁπλᾶ ὄντα ὑπερβαίνουσι τὰς τρεῖς συλ‐ λαβάς, οἷον τίθημι δίδωμι ὄμνυμι, χωρὶς τοῦ ὀρέγνυμι καὶ κορέννυμι καὶ πετάννυμι καὶ ὀμόργνυμι καὶ ὀνίνημι (ὃ σημαίνει τὸ ὠφελῶ), παρὰ δὲ τοῖς Αἰολεῦσι πολλάκις εὑρίσκονται εἰς μι ὑπερβαίνοντα τὰς τρεῖς συλλαβάς, οἷον ἐλευθέρωμι δοκίμωμι· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικὰ
35τὰ εἰς μι· πρόσκειται «ἁπλᾶ ὄντα» διὰ τὸ ἀποδίδωμι καὶ συνίστημι καὶ ἀποτίθημι, ταῦτα γὰρ ὑπερβαίνουσι τὰς τρεῖς συλλαβάς, ἀλλ’ οὐκ
εἰσὶν ἁπλᾶ. Ἀπὸ τῶν πρωτοτύπων δὲ δείκνυνται, ὅτι οὐδέποτε παρὰ321

322

τοῖς Αἰολεῦσιν ἀπὸ βαρυτόνων γίνονται εἰς μι, ἀλλ’ ἀπὸ μόνων περι‐ σπωμένων, οἷον ἐλευθερῶ ἐλευθέρωμι, δοκιμῶ δοκίμωμι, γελῶ γέλαιμι· καὶ ἡ αἰτία δήλη ἐστίν· ἐπειδὴ γάρ, ὡς προείρηται, οἱ Αἰολεῖς βαρυντι‐ κοί εἰσιν, τὰ δὲ εἰς μι ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, χωρὶς τοῦ
5φημί καὶ ἠμί καὶ εἰμί (τὸ ὑπάρχω), τούτου χάριν τὰ εἰς ω περισπώ‐ μενα μεταποιοῦσιν εἰς μι, ἵνα μεταδιώξωσι χαρακτῆρα ἀποστρεφόμενον τὴν ὀξεῖαν τάσιν· ἐπὶ γὰρ τῶν βαρυτόνων οὐδὲν τοιοῦτον ποιοῦσιν, ἐπειδὴ καὶ χωρὶς τοῦ ποιῆσαι ταῦτα εἰς μι τὸ σπουδαζόμενον ἔχουσιν, φημὶ δὴ τὴν βαρεῖαν τάσιν· παρ’ ἡμῖν δὲ καὶ ἀπὸ βαρυτόνων γίνονται
10εἰς μι, ὡς ἀπὸ τῆς ἕκτης συζυγίας, οἷον ζευγνύω ζεύγνυμι· ἄρα οὖν οὐκ εἰσὶν Αἰολικά. Δέδεικται οὖν διὰ πάντων, ὅτι τὰ εἰς μι οὐκ εἰσὶν Αἰολικά. Ἰστέον δὲ ὅτι τὰ εἰς μι παράγωγά εἰσιν. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ δίδωμι ἐπὶ τοῦ παρέχω τρίτης ἐστὶ συζυγίας τῶν εἰς μι, ἐπὶ γὰρ
15τοῦ δεσμεύω πρώτης ἐστὶ συζυγίας, οἷον δίδημι (ἀντὶ τοῦ δεσμεύω), ὅθεν δήσω ὁ μέλλων, ὡς θήσω, καὶ ἔδησα ὁ ἀόριστος, καὶ δέδηκα ὁ ἐνεργητικὸς παρακείμενος, καὶ δέδεμαι ὁ παθητικός, καὶ ἐδέθην ὁ πρῶτος ἀόριστος. Ἰστέον 〈δὲ〉 ὅτι τῆς τρίτης ἔστι συζυγίας οὐδαμοῦ ὁ ἐνεστώς,
20πλὴν τοῦ δίδωμι· πρόσκειται «ἐνεστώς» διὰ τὸ ἐβίων καὶ ἥλων δευ‐ τέρου ἀορίστου, ταῦτα γὰρ τρίτης συζυγίας εἰσὶ τῶν εἰς μι, ὡς ἀπὸ τοῦ βίωμι καὶ ἅλωμι, ἀλλ’ οἱ ἐνεστῶτες οὗτοι, φημὶ δὴ ὁ βίωμι καὶ ἅλωμι, οὐχ εὕρηνται ἐν χρήσει· ὡσαύτως δὲ καὶ τοῦ ἔγνων δευτέρου ἀορίστου οὐχ εὕρηται ἐν χρήσει ὁ ἐνεστὼς ὁ γνῶμι. Ἡ δὲ τετάρτη
25συζυγία τῶν εἰς μι μὴ ἔχουσα τετάρτην συζυγίαν τῶν περισπωμένων, ἐξ ἧς ὤφειλε παραχθῆναι, ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων παράγεται, οἷον ἀπὸ τοῦ πηγνύω πήγνυμι· καὶ εὐλόγως ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων 〈παράγεται〉 ἡ τετάρτη συζυγία τῶν εἰς μι, ἐπειδὴ καὶ αἱ τρεῖς συζυγίαι τῶν περισπωμένων, ὅσον κατὰ τὴν ἐντέλειαν, τῆς
30ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν· τὸ γὰρ τιθῶ ἀπὸ τοῦ τιθέω ἐστίν, καὶ τὸ ἱστῶ ἀπὸ τοῦ ἱστάω, καὶ τὸ διδῶ ἀπὸ τοῦ διδόω, τὸ δὲ τιθέω καὶ ἱστάω καὶ διδόω ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν. Παράγονται δὲ ἐκ τῶν τριῶν συζυγιῶν τῶν περισπωμένων εἰς μι, καὶ τούτου χάριν καὶ ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων ἡ τετάρτη συζυγία τῶν εἰς
35μι, ἐπειδὴ τὰ εἰς μι οὐ θέλουσι συμφώνῳ παραλήγεσθαι, οἷον τίθημι,
πλὴν τοῦ ἐσμί τοῦ σημαίνοντος τὸ ὑπάρχω, ὅπερ οὐδὲ εὑρίσκεται ἐν322

323

χρήσει, ἀλλ’ ὑπόμνησιν αὐτοῦ ἔχομεν τὸ ἐσσί· ἐπειδὴ οὖν ἡ μὲν ἕκτη συζυγία τῶν βαρυτόνων διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, αἱ δὲ ἄλλαι συζυγίαι τῶν βαρυτόνων διὰ συμφώνων, εἰκότως ἀπὸ τῆς ἕκτης συζυ‐ γίας τῶν βαρυτόνων παράγονται εἰς μι, οἷον ὀλλύω ὄλλυμι, καὶ οὐκ
5ἀπὸ τῶν λοιπῶν συζυγιῶν τῶν βαρυτόνων, οἷον ἀπὸ τοῦ λέγω καὶ φέρω τροπῇ τοῦ ω εἰς μι λέγμι καὶ φέρμι· ἤμελλον γὰρ συμφώνῳ παρα‐ λήγεσθαι, ὅπερ ἐστὶν ἀδύνατον. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ ὡς ἐκ τοῦ τιθῶ καὶ διδῶ καὶ ἱστῶ γέγονε τίθημι καὶ δίδωμι καὶ ἵστημι, οὕτω καὶ ἀπὸ τοῦ λέγω λέγημι
10καὶ 〈ἀπὸ τοῦ〉 φέρω φέρημι· οὕτω γὰρ ἐὰν γένωνται, οὐκέτι εὑρίσκονται συμφώνῳ παραληγόμενα· λέγομεν, ὅτι οὐ δύναται οὕτω γενέσθαι, ἐπειδὴ τὰ εἰς μι ἐὰν μὲν ἀπὸ βαρυτόνων παραχθῶσιν, ἰσοσυλλαβεῖν θέλουσι τοῖς ἰδίοις πρωτοτύποις, οἷον ζευγνύω ζεύγνυμι, εἰ δὲ ἀπὸ περισπωμένων, μιᾷ συλλαβῇ περιττεύουσι τῶν ἰδίων πρωτοτύπων, οἷον τιθῶ τίθημι, ἱστῶ
15ἵστημι· ἐὰν οὖν ταῦτα γένωνται λέγημι καὶ φέρημι, μέλλουσι περιττο‐ συλλαβεῖν τῶν ἰδίων πρωτοτύπων τοῦ λέγω καὶ φέρω, ἀπὸ βαρυτόνων παραχθέντα. Ἄξιον δέ ἐστι ζητῆσαι, τί δήποτε τριῶν οὐσῶν συζυγιῶν τῶν εἰς ω περισπωμένων τέτταρές εἰσι τῶν εἰς μι. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπο‐
20λογίαν ταύτην· ἀναλογοῦσιν αἱ τρεῖς συζυγίαι τῶν 〈εἰς ω〉 περισπω‐ μένων καὶ αἱ τέτταρες τῶν εἰς μι τοῖς εἴδεσι τῆς συναλοιφῆς· ὥσπερ γὰρ ἐκ τῶν τριῶν εἰδῶν τῶν ἁπλῶν τῆς συναλοιφῆς γίνονται τέτταρα εἴδη τὰ σύνθετα τῆς συναλοιφῆς, οὕτω καὶ ἐκ τῶν εἰς ω περισπωμένων γίνονται τὰ εἰς μι· εἰ δὲ καὶ ἐκ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων
25γίνονται τὰ εἰς μι, ξένον οὐδέν, ἐπειδὴ συγγένειαν ἔχει ἡ ἕκτη συζυγία τῶν βαρυτόνων πρὸς τὰς συζυγίας τῶν περισπωμένων· καὶ γὰρ αἱ συζυγίαι τῶν περισπωμένων ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων γίνονται· ἐπειδὴ οὖν ἀναλογοῦσι τὰ εἰς ω περισπώμενα καὶ τὰ εἰς μι τοῖς εἴδεσι τῆς συναλοιφῆς—ἑπτὰ δέ εἰσιν, τρία μὲν ἁπλᾶ, τέτταρα δὲ σύνθετα—
30εἰκότως τρεῖς μέν εἰσι συζυγίαι τῶν περισπωμένων, τέτταρες δὲ τῶν εἰς μι. Εἰσὶ δὲ τὰ τρία μὲν εἴδη τῆς συναλοιφῆς τὰ ἁπλᾶ ταῦτα, ἔκ‐ θλιψις κρᾶσις συναίρεσις· ἔκθλιψις μέν, οἷον κατὰ ἐμοῦ κατ’ ἐμοῦ, ἐξεθλίβη γὰρ τὸ α τῆς κατά προθέσεως· κρᾶσις δέ, οἷον τὸ ἐμόν τοὐμόν· συναίρεσις δέ, οἷον πάϊς παῖς· πῇ δὲ διαφέρει κρᾶσις συναιρέσεως, ἐμά‐
35θομεν ἐν τοῖς Ὀνόμασιν ἐν τῇ περὶ τοῦ Δημοσθένους διδασκαλίᾳ. Τὰ δὲ τέτταρα εἴδη τὰ σύνθετα τῆς συναλοιφῆς εἰσι ταῦτα, ἔκθλιψις καὶ κρᾶσις, ἔκθλιψις καὶ συναίρεσις, κρᾶσις καὶ συναίρεσις, ἔκθλιψις καὶ
κρᾶσις καὶ συναίρεσις· ἔκθλιψις μὲν καὶ κρᾶσις, οἷον καὶ ἐγώ κἀγώ, ἐκ‐323

324

θλίβεται γὰρ τὸ ι τοῦ καί συνδέσμου, καὶ κιρνᾶται τὸ α καὶ ε εἰς α δηλονότι μακρόν· ἔκθλιψις δὲ καὶ συναίρεσις, οἷον ἐμοὶ ὑποδύνει ἐμοὐπο‐ δύνει, ἐκθλίβεται γὰρ τὸ ι τῆς οι διφθόγγου τῆς οὔσης ἐν τῇ ἐμοί ἀντωνυμίᾳ, καὶ συναιρεῖται τὸ ο καὶ υ εἰς τὴν ου δίφθογγον· κρᾶσις
5δὲ καὶ συναίρεσις, οἷον ὁ αἰπόλος ᾡπόλος, κιρνᾶται γὰρ τὸ ο καὶ α εἰς ω, καὶ συναιρεῖται τὸ ω καὶ ι εἰς τὴν δίφθογγον· ἔκθλιψις δὲ καὶ κρᾶσις καὶ συναίρεσις, οἷον οἱ αἰπόλοι ᾡπόλοι, ἐκθλίβεται γὰρ τὸ ι τῆς οι διφθόγγου, καὶ κιρνᾶται τὸ ο καὶ α εἰς ω, καὶ συναιρεῖται τὸ ω καὶ ι εἰς τὴν δίφθογγον. Ταῦτα μὲν ἐν τούτοις.
10 Θέλουσι δὲ τὰ εἰς μι φύσει μακρᾷ παραλήγεσθαι· καὶ παραλήγεται ἡ μὲν πρώτη καὶ δευτέρα συζυγία τῶν εἰς μι τῷ η, οἷον τιθῶ τιθεῖς τίθημι, ἱστῶ ἱστᾷς ἵστημι, ἀλλ’ ἐν τῇ συστολῇ διαφέρουσιν· ἡ μὲν γὰρ πρώτη συζυγία τῶν εἰς μι διὰ τοῦ ε συστέλλεται ἐν τοῖς πληθυντικοῖς, οἷον τίθεμεν ἀφίεμεν, ἡ δὲ δευτέρα διὰ τοῦ α συνεσταλμένου, οἷον
15ἵσταμεν κίχραμεν· ἡ δὲ τρίτη παραλήγεται τῷ ω, οἷον δίδωμι, ὅπερ συστελλόμενον διὰ τοῦ ο συστέλλεται ἐν τοῖς πληθυντικοῖς, οἷον δίδο‐ μεν· ἡ δὲ τετάρτη διχρόνῳ ἐκτεταμένῳ παραλήγεται, οἷον ζεύγνυμι ὄλλυμι· συστελλομένη δὲ τὸ δίχρονον μόνον συστέλλει, οἷον ζεύγνυμεν πήγνυμεν διὰ συνεσταλμένου τοῦ υ. Εὐλόγως δὲ ἡ μὲν πρώτη συζυγία
20τῶν εἰς μι τῷ η παραλήγεται, οἷον τίθημι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρω‐ τοτύπου τὸ ε ἔχει, οἷον τιθέω τιθῶ, τὸ δὲ ε μεγεθυνόμενον ἐν τοῖς ῥήμασι διχῶς μεγεθύνεται· ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται, οἷον ἔχω εἶχον, ἢ διὰ τοῦ τρέπεσθαι εἰς τὸ η, 〈οἷον〉 ἐλέγχω ἤλεγχον· καὶ ἐπειδὴ ἐπὶ τῶν εἰς μι οὐ δύναται τὸ ε διὰ τῆς προσθήκης τοῦ ι
25μεγεθύνεσθαι—ὡς γὰρ μετ’ ὀλίγον μαθησόμεθα, οὐ θέλουσι τὰ εἰς μι ὁριστικὰ διφθόγγῳ παραλήγεσθαι—εὐλόγως διὰ τοῦ τρέπεσθαι εἰς η μεγεθύνεται· ὡσαύτως δὲ καὶ ἡ δευτέρα συζυγία τῶν εἰς μι εὐλόγως τῷ η παραλήγεται, οἷον ἵστημι, ἐπειδὴ τὸ ἐντελὲς τοῦ πρωτοτύπου τὸ α ἔχει, οἷον ἱστάω ἱστῶ, τὸ δὲ α μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς η
30τρέπεται, οἷον ἀκούω ἤκουον. Ἡ δὲ τρίτη τῷ ω παραλήγεται, οἷον δίδωμι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ο ἔχει, οἷον διδόω διδῶ, τὸ δὲ ο μεγεθυνόμενον εἰς ω τρέπεται, οἷον ὀμνύω ὤμνυον· ἡ δὲ τετάρτη συζυγία τῶν εἰς μι διχρόνῳ ἐκτεταμένῳ παραλήγεται, οἷον ζεύγνυμι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ υ ἔχει, οἷον ζευγνύω, τὸ δὲ
35υ μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς ἑαυτὸ μεγεθύνεται, τουτέστι φύσει μακρὸν γίνεται, καὶ οὐ τρέπεται εἰς ἄλλο φωνῆεν, οἷον ὑδρεύω ὕδρευον, ὑφαίνω ὕφαινον.
Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὰ εἰς μι ἀεὶ φύσει μακρᾷ παρα‐324

325

λήγονται, οἷον τίθημι. Λέγει δὲ ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπο‐ λογίαν· ἐπειδὴ ἡ τελευταία συλλαβὴ τὸν μακρὸν χρόνον ἔτρεψεν εἰς βραχύν, τροπῇ γὰρ τοῦ ω εἰς μι γίνονται, τούτου χάριν ὑπερβιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου καὶ ἐποίησαν τὴν παραλήγουσαν φύσει μακράν,
5ἵνα τὸν μακρὸν χρόνον τὸν κεχρεωστημένον τῇ ληγούσῃ ἀναδέξηται ἡ παραλήγουσα. Ἰστέον δὲ ὅτι οὐ θέλουσι τὰ εἰς μι ὁριστικὰ διφθόγγῳ παραλήγε‐ σθαι, οἷον τίθημι ὄλλυμι· ὅθεν σεσημείωται τὸ εἰμί τὸ σημαῖνον τὸ ὑπάρχω καὶ τὸ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι διφθόγγῳ παραληγό‐
10μενα· πρόσκειται «ὁριστικά» διὰ τὰ εὐκτικά, οἷον τύπτοιμι λέγοιμι. Καὶ περὶ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω ἀπολογούμεθα οὕτως· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· τοῦτο τροπῇ τοῦ ω εἰς μι γέγονεν ἐμί, ὥσπερ ζευγνύω ζεύγνυμι, καὶ ἐπειδὴ τὰ εἰς μι φύσει μακρᾷ παρα‐ λήγεσθαι θέλουσιν, οἷον τίθημι, ἠναγκάζετο τοῦτο φύσει μακρᾷ παρα‐
15λήγεσθαι, καὶ λοιπὸν ἠναγκάζετο ἢ τρέψαι τὸ ε εἰς η ἢ προσλαβεῖν τὸ ι· καὶ μᾶλλον ὤφειλε τρέψαι τὸ ε εἰς η ἤπερ προσλαμβάνειν τὸ ι, ἐπειδή, ὡς εἴρηται, τὰ εἰς μι ὁριστικὰ οὐ θέλουσι διφθόγγῳ παραλήγε‐ σθαι, οἷον τίθημι ἵστημι· ἀλλ’ ἐπειδὴ αἱ παράγωγοι λέξεις θέλουσι φυλάτ‐ τειν λείψανόν τι τῆς φωνῆς τοῦ πρωτοτύπου, οἷον τιθῶ τίθημι, ἄρδω
20ἀρδεύω, τούτου χάριν ἵνα καὶ αὐτὴ ἡ λέξις ἡ εἰς μι φυλάξῃ λείψανόν τι τῆς φωνῆς τοῦ πρωτοτύπου, προσέλαβε τὸ ι καὶ γέγονεν εἰμί διὰ τῆς ει διφθόγγου, καὶ ἐφύλαξε τὸ ε τοῦ πρωτοτύπου, φημὶ δὴ τοῦ ἔω· εἰ γὰρ ἔτρεψε τὸ ε εἰς η, οὐδὲν ἐφυλάττετο τῆς φωνῆς τοῦ πρωτο‐ τύπου· τὸ δὲ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι διὰ τοῦτο τῇ ει διφθόγγῳ
25παραλήγεται, ἐπειδὴ ἀπὸ τοῦ εἴω ἐστίν· ἔστι γὰρ εἴω διὰ τῆς ει δι‐ φθόγγου, ὃ σημαίνει τὸ πορεύομαι· ἐκ τούτου οὖν τοῦ εἴω γέγονε τὸ εἶμι τροπῇ τοῦ ω εἰς μι, ὥσπερ τὸ ζευγνύω ζεύγνυμι, καὶ λοιπὸν ἐκ τοῦ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον. Δεῖ δὲ γινώσκειν, ὅτι ὁ Ἀπολλώνιος τὸ εἶμι διὰ μακροῦ τοῦ ι
30γράφει, ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ συνεσταλμένου τοῦ ι εἶναι, οἷον ἴτον ἴτον ἴμεν ἴτε, καὶ ἐν συνθέσει 〈β 139〉 ἔξιτε, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἶσι καὶ ἴασι, οἷον 〈Π 160〉 καί τ’ ἀγεληδὸν ἴασι· οὐ συνᾴδει δὲ αὐτῷ ἡ παράδοσις· φησὶ γὰρ ὁ Ἡρωδιανός, ἀεὶ τὴν παράδοσιν Γινώσκειν τὸ εἶμι ἐν τοῖς ἑνικοῖς διὰ τῆς ει διφθόγγου, οἷον
35〈β 318〉 εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸς ἔσσεται, 〈ἀντὶ τοῦ πορεύομαι〉, καὶ325

326

τὸ δεύτερον εἶς, οἷον 〈Hes. Opp. 208〉 τῇδ’ εἶς, ᾗ ς’ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ ἐκεῖ πορεύῃ· καὶ τὸ τρίτον τῶν ἑνικῶν εἶσι, οἷον 〈Ρ 147〉 εἶσι περὶ πτόλιος [μαχεσόμενος], ἀντὶ τοῦ πορεύεται· τὰ μέντοι δυϊκὰ καὶ τὰ πληθυντικ, ὡς εἴρηται, διὰ συνε‐
5σταλμένου τοῦ ι εἰσίν. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ εἴω διὰ τῆς ει διφθόγγου σημαίνει τὸ πορεύομαι καὶ 〈τὸ〉 ἴω διὰ τοῦ ι 〈ὁμοίωσ· καὶ τὰ μὲν ἑνικὰ 〈ὡς ἀπὸ τοῦ εἴω〉 διὰ τῆς ει διφθόγγου εἰσίν, τὰ δὲ δυϊκὰ καὶ τὰ πλη‐ θυντικὰ 〈ὡσ〉 ἀπὸ τοῦ ἴω διὰ τοῦ ι. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ ἶσι τρίτον πληθυντικὸν διὰ τοῦτο ἐκτεταμένον ἔχει τὸ ι, τῶν δυϊκῶν καὶ τῶν πλη‐
10θυντικῶν συστελλόντων αὐτ, ἐπειδὴ τὰ εἰς σι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τετύφασιν ἱστᾶσι διδοῦσιν· ἀμέλει ἐν τῷ ἴασιν, οἷον 〈Π 160〉 καί τ’ ἀγεληδὸν ἴασιν, ἐπειδὴ τὸ ι οὐκ ἔστι κατὰ τὴν παραλήγουσαν, συστέλλεται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς μι ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, οἷον
15τίθημι εἶμι (ὃ σημαίνει τὸ πορεύομαι), χωρὶς τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ σημαίνοντος τὸ λέγω. Ἔστι δὲ ἀπολογήσασθαι περὶ τοῦ εἰμί καὶ τοῦ φημί, ὅτι διὰ τοῦτο ταῦτα ὀξύνονται, ἐπειδὴ ἐγκλιτικά εἰσιν, οἷον ἄνθρωπός εἰμι, αἰδεῖσθαί φημι, τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ’ ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ συλλαβῇ θέλου‐
20σιν ἔχειν τὸν τόνον, οἷον ἐστί τινῶν πώς τέ· πρόσκειται «αὐτὰ καθ’ ἑαυτὰ ὄντα», ἐπειδὴ ἐν τῇ συντάξει ἀναπέμπουσι τὸν ἴδιον τόνον ἢ τῇ προηγουμένῃ λέξει, οἷον ἄνθρωπός ἐστιν, ὑπέρ τινων, καί πως, 〈Β 495〉 Ἀρκεσίλαός τε, ἢ τῇ προηγουμένῃ συλλαβῇ, οἷον ἤκουσαν ἥμων, δέδωκεν ἥμιν· οὕτως οὖν καὶ τὸ εἰμί καὶ τὸ φημί ἐγκλιτικὰ ὄντα, οἷον
25ἄνθρωπός εἰμι, ἐγώ φημι, εἰκότως ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχουσι τὸν τόνον αὐτὰ καθ’ ἑαυτὰ ὄντα, ἐν δὲ τῇ τελευταίᾳ ἔχοντα τὸν τόνον εὐλόγως ὀξύνονται καὶ οὐ περισπῶνται, ἐπειδὴ βραχυκαταληκτοῦσιν· περισπωμένη γὰρ οὔτε ἐπάνω βραχείας τίθεται οὔτε ἐπάνω θέσει μακρᾶς· τὸ δὲ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι οὐκ ἔστιν ἐγκλιτικόν, ὡς
30δηλοῖ ὁ τόνος· βαρύνεται γάρ. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι τὰ εἰς μι οὐ θέλουσι συμφώνῳ παραλήγεσθαι, οἷον τίθημι ἵστημι· ὅθεν ἡμάρτηται συμφώνῳ παραληγό‐ μενον τὸ ἐσμί (σημαίνει δὲ τὸ ὑπάρχω)· τούτου οὖν χάριν, ὡς ἀνω‐
τέρω εἴρηται, τὰ παραγόμενα εἰς μι ἀπὸ βαρυτόνων ἀπὸ τῆς ἕκτης326

327

συζυγίας παράγονται, οἷον ζευγνύω ζεύγνυμι, καὶ οὐκ ἀπὸ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων· εἰ γὰρ ἐγένοντο ἀπὸ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων, ἔμελλον παραλήγεσθαι συμφώνῳ, ἅτε δὴ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων διὰ συμφώνου ἐκφερομένων, ὅπερ ἐστὶν
5ἀδύνατον. Ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ τοῦτο ἡμάρτηται τὸ ἐσμί, φημὶ δὴ καθότι παραλήγεται συμφώνῳ, ἀλλὰ καὶ ὅτι θέσει μακρᾷ παραλήγεται, τῶν εἰς μι, ὥσπερ εἴρηται, φύσει μακρᾷ παραλήγεσθαι θελόντων, οἷον τίθημι δίδωμι ζεύγνυμι· τοῦτο δὲ τὸ ἐσμί οὔτε ἔστιν ἐν χρήσει, ἀλλ’ ἐν
10ὑπομνήσει ἔχομεν ἐξ αὐτοῦ τὸ ἐσσί καὶ τὸ ἐστί, περὶ ὧν, εἰ θεῷ φίλον, ἐν τοῖς ἐφεξῆς μαθησόμεθα. Ἰστέον δὲ ὅτι τὰ εἰς μι ἀναδιπλασιαζόμενα κατὰ τὸν ἐνεστῶτα τούτῳ τῷ τρόπῳ ἀναδιπλασιάζονται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φω‐ νήεντος ἄρχεται, διὰ τοῦ ι γίνεται μόνου ὁ ἀναδιπλασιασμός, 〈οἷον〉
15ὧ ἱῶ ἵημι (τὸ πέμπω)· εἰ δὲ τὸ πρωτότυπον ἀπὸ συμφώνου ἄρχεται ἑνός, τότε δι’ αὐτοῦ τοῦ συμφώνου καὶ τοῦ ι γίνεται ὁ ἀναδιπλασιασμός, οἷον δῶ διδῶ δίδωμι, βῶ βιβῶ βίβημι, θῶ τιθῶ τίθημι, τοῦ δασέος θ διὰ τὴν κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ τ· εἰ δὲ τὸ πρωτότυπον διὰ 〈δύο〉 συμφώνων ἄρχεται, εἰ μὲν
20μὴ ἔστιν ἄφωνον πρὸ ἀμεταβόλου, διὰ τοῦ ι μόνου γίνεται ὁ ἀναδιπλα‐ σιασμός, οἷον στῶ ἱστῶ ἵστημι, εἰ δέ ἐστιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι’ αὐτοῦ τοῦ συμφώνου, φημὶ δὴ τοῦ ἀφώνου, γίνεται ὁ ἀνα‐ διπλασιασμὸς καὶ τοῦ ι, οἷον πρῶ πιπρῶ πίπρημι καὶ πίμπρημι κατὰ πλεονασμὸν τοῦ μ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεονασμὸν τοῦ μ
25πίμπλημι, χρῶ κιχρῶ κίχρημι, τοῦ δασέος χ διὰ τὴν κακοφωνίαν τρα‐ πέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ κ. Τούτων οὕτως ἐχόντων ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν, ὥσπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ πλεονασμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετὰ ἀναδιπλασιασμοῦ
30πιφῶ καὶ πίφημι, ἀλλὰ φημί λέγεται ἄνευ διπλασιασμοῦ. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ φημί ἀναδιπλασιασθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐστιν, οἷον αἰδεῖσθαί φημι· κανὼν δέ ἐστιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλουσιν ὑπερβαίνειν τὴν δισυλλαβίαν, οἷον εἰμί τίς πώς τέ ὑμῶν [εἰμί] ἡμῖν ἐστίν· εἰ οὖν ἀνεδιπλασιάσθη τὸ φημί, ἤμελλε τρισυλλαβεῖν
35ἐγκλιτικὸν ὄν, ὅπερ 〈ἐστὶν〉 ἀδύνατον.
Τίθης. Ἰστέον ὅτι τὰ εἰς μι λήγοντα τροπῇ τῆς μι εἰς ς τὸ δεύ‐327

328

τερον πρόσωπον ποιοῦσιν, οἷον τίθημι τίθης, ἵημι (τὸ πέμπω) ἵης, κίχρημι κίχρης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς, πήγνυμι πήγνυς, ὄμνυμι ὄμνυς, δείκνυμι δείκνυς, εἰμί εἴς ὀξυτόνως, οἷον 〈δ 611〉 αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, ἀντὶ τοῦ ὑπάρχεις, εἶμι εἶς περισπωμένως,
5ὡς παρ’ Ἡσιόδῳ 〈Opp. 208〉 τῇδ’ εἶς, ᾗ ς’ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ ἐκεῖ πορεύῃ· καὶ ἀπὸ τοῦ φημί δὲ τὸ δεύ‐ τερον πρόσωπον φής ὤφειλεν εἶναι χωρὶς τοῦ ι, τροπῇ τῆς μι εἰς ς, ἀλλ’ ἡ παράδοσις σὺν τῷ ι οἶδεν αὐτὸ γεγραμμένον, οἷον φῄς, ὡς ἐν τῇ Ὀρθογραφίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Τούτων οὕτως ἐχόν‐
10των καὶ τοῦ ἐσμί τοῦ σημαίνοντος τὸ ὑπάρχω τροπῇ τῆς μι εἰς ς γίνεται τὸ δεύτερον πρόσωπον ἔσς, καὶ ἐπειδὴ οὐδέποτε οὔτε συλλαβὴ οὔτε λέξις εἰς δύο σύμφωνα τὰ αὐτὰ καταλήγει, προσῆλθε τὸ ι καὶ ἐγένετο ἐσσί. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ ἐσμί τὸ ἐσσί, ἀλλ’ ἀπὸ τοῦ εἰμί· ἀπὸ γὰρ τοῦ εἰμί τροπῇ τῆς μι εἰς ς γέγονεν
15εἴς, ἀντὶ τοῦ ὑπάρχεις, καὶ καθ’ ὑπερβιβασμὸν τοῦ ι ἐσί, καὶ ἐπειδὴ τὰ εἰς σι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τύπτουσι λέγουσι τετύφασι πεποιήκασι πεποίθασι, τούτου χάριν ἀνεδιπλασιάσθη τὸ ς, καὶ ἐγένετο ἐσσί· ἀπὸ τοῦ ἐσμί γάρ, φησίν, οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ τὸ ἐσμί ἡμάρτηται· οὐδέποτε γὰρ τὰ εἰς μι θέλουσι συμφώνῳ
20παραλήγεσθαι, οἷον τίθημι ἵστημι δίδωμι ζεύγνυμι ὄμνυμι ὄλλυμι δείκνυμι. Πρὸς ὃν ἔσιν εἰπεῖν, ὅτι πρῶτον μὲν καὶ τὸ εἰμί ἡμάρτηται· τὰ γὰρ εἰς μι οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, οἷον τίθημι ἵστημι δίδωμι ζεύγνυμι ὄμνυμι ὄλλυμι δείκνυμι, πλὴν τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι καὶ τοῦ εἰμί δηλονότι τοῦ σημαίνοντος τὸ ὑπάρχω· δεύτερον
25δέ, εἰ τὸ ἐσσί δῶμεν εἶναι ἀπὸ τοῦ εἰμί, ἀναγκαζόμεθα τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν εἰσί εἰπεῖν· τὰ γὰρ εἰς μι ὁριστικὰ τροπῇ τοῦ μ εἰς ς ποιοῦσι τὰ τρίτα πρόσωπα, οἷον τίθημι τίθησι, ἵστημι ἵστησι, δίδωμι δίδωσι, ζεύγνυμι ζεύγνυσι· οὕτως οὖν καὶ ἀπὸ τοῦ εἰμί τὸ τρίτον τῶν ἑνικῶν εἰσί ὤφειλεν εἶναι, ἀλλὰ μὴν τὸ εἰσί τρίτον ἑνικὸν οὐκ
30ἔστιν, ἀλλὰ τρίτον πληθυντικόν· δῆλον οὖν ὅτι οὐδὲ τὸ ἐσσί ἀπὸ τοῦ εἰμί ἐστίν· τοῦ γὰρ τρίτου προσώπου μὴ δυναμένου εἶναι ἀπὸ τοῦ εἰμί, κωλύεται καὶ τὸ δεύτερον εἶναι ἀπὸ τούτου. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὸ ι εἴωθε γίνεσθαι ἐφελκυστικὸν τοῦ ν, ἡνίκα ἔχει προηγούμενον τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ—δυνάμει
35μέν, οἷον Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν, τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς
δοκεῖ συγκεῖσθαι, καὶ τὸ ψ ἐκ τοῦ π καὶ ς, ἐνεργείᾳ δέ, οἷον λέβησι328

329

λέβησιν, Αἴασι Αἴασιν—διὰ ποίαν αἰτίαν τὸ ἐσσί οὐ γίνεται ἐφελκυ‐ στικὸν τοῦ ν, ἔχον προηγούμενον τοῦ ι τὸ ς, οἷον 〈Α 176〉 ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ ἐσσί οὐ γίνεται ἐφελκυστικὸν τοῦ ν, ἐπειδὴ ἀπὸ πάθους ἔχει
5τὸ ι· ἢ γάρ, ὡς εἴρηται, ἀπὸ πλεονασμοῦ ἔχει αὐτό, ἢ κατὰ τὸν Φιλόπονον ἀπὸ ὑπερβιβασμοῦ· ἐπειδὴ οὖν ἀπὸ πάθους ἔχει τὸ ι, τούτου χάριν οὐκ ἐγένετο ἐφελκυστικὸν τοῦ ν. Δεῖ δὲ ζητῆσαι, πόθεν ἐγένετο τὸ εἶ τὸ σημαῖνον τὸ ὑπάρχεις. 〈Καὶ λέγουσί τινες, ὅτι ἐκ τοῦ εἴσ〉, οἷον 〈δ 611〉 αἵματός εἰς ἀγα‐
10θοῖο, φίλον τέκος, ἀντὶ τοῦ ὑπάρχεις, κατὰ ἀποβολὴν τοῦ ς ἐγένετο εἶ. Πρὸς οὓς λέγει ὁ Ἀπολλώνιος, ὅτι πρῶτον μέν, εἰ ἐγένετο ἐκ τοῦ εἴς κατὰ ἀποβολὴν τοῦ ς, ὤφειλε τρίτον πρόσωπον εἶναι τὸ εἶ· τὰ γὰρ δεύτερα πρόσωπα ἀποβάλλοντα τὸ ς τρίτα γίνονται· πῶς οὖν τὸ εἴς ἀποβάλλον τὸ ς καὶ γινόμενον εἶ δεύτερον ἔμεινεν; δεύτερον
15δέ, εἰ ἐγένετο τὸ εἶ ἐκ τοῦ εἴς, ὤφειλε φυλάξαι τὸν αὐτὸν τόνον, τουτέστιν 〈ὀξύνεσθαι〉 ὁμοίως τῷ εἴς· τὰ γὰρ ἀποβάλλοντα τὸ ς, ἐὰν φυλάξωσι τὸ αὐτὸ σημαινόμενον, 〈καὶ〉 τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον πολλάκις πολλάκι, μέχρις μέχρι· δεῖ προσθεῖναι «εἰ μὴ χαρακτὴρ κωλύσῃ», διὰ τὸ χωρίς χῶρι, τὸ γὰρ χῶρι βαρύνεται πρὸς τὸν χαρακτῆρα
20τοῦ νόσφι αὖθι ἶφι ἄρτι ἄγχι ᾗχι· πρόσκειται «ἐὰν φυλάξωσι τὸ αὐτὸ σημαινόμενον, φυλάττουσι καὶ τὸν αὐτὸν τόνον», διὰ τὸ ἄντικρυς ἀντι‐ κρύ· ἐνταῦθα 〈γὰρ〉 ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ αὐτὸ σημαινόμενον—τὸ μὲν γὰρ ἄντικρυς τὸ φανερῶς σημαίνει, τὸ δὲ ἀντικρύ τὸ ἐξ ἐναντίας— τούτου χάριν οὔτε ὁ αὐτὸς τόνος ἐφυλάχθη· καὶ πάλιν βασιλεύς βασι‐
25λεῦ· ἰδοὺ γὰρ οὔτε ἐνταῦθα ἐφυλάχθη ὁ αὐτὸς τόνος—τὸ μὲν γὰρ βασιλεύς ὀξύνεται, τὸ δὲ βασιλεῦ περισπᾶται—ἀλλ’ οὐκ ἐφυλάχθη τὸ αὐτὸ σημαινόμενον, τὸ μὲν γὰρ εὐθείας ἐστίν, τὸ δὲ κλητικῆς· ἀλλ’ οὐκ ἀντιστρέφοντος τοῦ λόγου· οὐδὲ γὰρ ἐὰν τοῦ σημαινομένου γένη‐ ται ἐναλλαγὴ μετὰ τὴν ἀποβολὴν τοῦ ς, πάντως καὶ ὁ τόνος ἐναλλάτ‐
30τεται· ἰδοὺ γὰρ λέγεις λέγει, ὁ Χρύσης τῷ Χρύσῃ, ὁ Φιλητᾶς τοῦ Φιλητᾶ· ἰδοὺ ταῦτα μὴ φυλάξαντα τὸ αὐτὸ σημαινόμενον—τὸ μὲν γὰρ δευτέρου προσώπου ἐστίν, τὸ δὲ τρίτου, καὶ τὰ μὲν εὐθείας, τὰ δὲ γενικῆς καὶ δοτικῆς—ὅμως τὸν αὐτὸν τόνον ἐφύλαξαν· τοῦτο οὖν τὸ εἶ φυλάξαν τὸ σημαινόμενον τοῦ εἴς—ἀμφότερα γὰρ τὸ ὑπάρχεις
35δηλοῦσιν, καὶ ἀμφότερα δευτέρου προσώπου εἰσίν—καὶ μὴ φυλάξαν τὸν αὐτὸν τόνον—τὸ μὲν γὰρ εἶ περισπᾶται, τὸ δὲ εἴς ὀξύνεται—
δηλονότι οὐ γέγονεν ἀπὸ τοῦ εἴς κατὰ ἀποβολὴν τοῦ ς.329

330

Σχηματίζει οὖν ὁ Ἀπολλώνιος τὸ εἶ τοῦτον τὸν τρόπον· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· ἐκ τούτου γίνεται παθητικὸν ἢ μέσον ἔομαι, δηλονότι κατὰ φωνήν· πρόσκειται «δηλονότι κατὰ φωνήν», ἐπειδὴ κατὰ σημασίαν οὐ δύναται συστῆναι τὸ ἔομαι, οὐδεὶς γὰρ λέγει
5ὑπάρχομαι· ἐκ τούτου λοιπὸν τοῦ ἔομαι τὸ δεύτερον πρόσωπον γίνεται κοινῶς μὲν ἔῃ διὰ τοῦ η καὶ ι, ὥσπερ βούλῃ, ἀττικῶς δὲ ἔει διὰ τῆς ει διφθόγγου, ὥσπερ βούλει, ὡς παρὰ Μενάνδρῳ 〈fragm. 898 Κ〉 βούλει τι, Κνήμων; εἰπέ μοι, καὶ λοιπὸν τοῦτο τὸ ἔει τὸ Ἀττικὸν τὸ διὰ τῆς ει διφθόγγου γίνεται κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου
10εἰς τὴν ει δίφθογγον εἶ, ὥσπερ ποιέεις ποιεῖς, καὶ εὐλόγως περισπᾶται, ἐπειδὴ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον ποιέεις ποιεῖς, πάϊς παῖς, Πηλέϊ Πηλεῖ, Ἡρακλέα Ἡρακλῆ. Εἶτα μετὰ τὸ οὕτω σχηματίσαι τὸν Ἀπολλώνιον, λέγει πάλιν ὁ αὐτός, ὅτι ἄμεινον λέγειν τὴν φωνὴν παρεφθάρθαι, τουτέστι παράλογον, ἢ μείζονι ἐγκλή‐
15ματι περιπεσεῖν, φημὶ δὴ τῷ λέγειν, ὅτι ἀπὸ τοῦ ἔω ὑπαρκτικοῦ γίνε‐ ται τὸ παθητικὸν ἔομαι· οὐδέποτε γάρ, φησίν, τὰ ὑπαρκτικὰ εἰς πάθος λαμβάνονται, ἤγουν οὐκ ἔχουσι παθητικά, οὐδὲ γὰρ τὸ ὑπάρχω γίνεται ὑπάρχομαι· πῶς γὰρ δύνανται ἔχειν παθητικά, ὅπου οὔτε ἐνέργειαν σημαίνουσιν; τὸ γὰρ ζῶ πλουτῶ ὑπάρχω ὑγιαίνω οὐδέτερα καλοῦσι διὰ
20τὸ μήτε ἐνέργειαν σημαίνειν μήτε πάθος. Λέγει οὖν ὁ Χάραξ, ὅτι κατὰ πάθος γέγονε τὸ εἶ ἀπὸ τοῦ εἴς ἀποβολῇ τοῦ ς, καὶ περιεσπάσθη τὸ εἶ, τοῦ εἴς ὀξυνομένου, ἐπειδὴ εἰς χαρακτῆρα ἐνέπεσεν ἀπαιτοῦντα τὴν περισπωμένην τάσιν· τὰ γὰρ εἰς τὴν ει δίφθογγον λήγοντα ῥήματα, ἐπὶ τέλους ἔχοντα τὸν τόνον, περισπῶνται, οἷον ποιεῖ τελεῖ νοεῖ·
25πρόσκειται «ἐπὶ τέλους ἔχοντα τὸν τόνον», διὰ τὸ ἐποίει καὶ ἐνόει· ταῦτα γὰρ οὐ περισπῶνται, ἀλλ’ οὐκ ἔχουσιν ἐπὶ τέλους τὸν τόνον. Τίθησιν. Ἰστέον ὅτι κανονίζει ὁ τεχνικὸς τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν οὕτως· πᾶν δεύτερον πρόσωπον τῶν εἰς μι, ἐπὶ ἐνεστῶτος δηλονότι χρόνου, προσθέσει τοῦ ι τὸ τρίτον ποιεῖ,
30οἷον τίθης τίθησι· πρόσκειται «ἐπὶ ἐνεστῶτος δηλονότι χρόνου», ἐπειδὴ ἐν 〈τῷ〉 παρατατικῷ τὸ δεύτερον ἀποβολῇ τοῦ ς τὸ τρίτον ποιεῖ, οἷον ἐτίθης ἐτίθη, ἐζεύγνυς ἐζεύγνυ· δεῖ προσθεῖναι τῷ εἰρημένῳ κανόνι τῷ λέγοντι, ὅτι «πᾶν δεύτερον πρόσωπον τῶν εἰς μι, ἐνεστῶτος δηλονότι χρόνου, προσθέσει τοῦ ι τὸ τρίτον ποιεῖ» τὸ «κατὰ κοινὴν διάλεκτον»,
35ἐπειδὴ οἱ Αἰολεῖς ἀποβολῇ τοῦ ς ἐπὶ τούτων τὰ τρίτα ποιοῦσιν, οἷον τίθης τίθη, ἵστης ἵστη, δίδως δίδω, ζεύγνυς ζεύγνυ. Δυνατὸν δὲ καὶ ἐκ
τοῦ πρώτου προσώπου τῶν ἑνικῶν κανονίσαι 〈τὸ τρίτον〉 οὕτως· τὰ εἰς μι330

331

λήγοντα ὁριστικὰ τροπῇ τοῦ μ εἰς ς ποιοῦσι τὸ τρίτον πρόσωπον, οἷον ζεύγνυμι ζεύγνυσι, φημί φησί, εἶμι (τὸ πορεύομαι) εἶσι (τὸ πορεύεται), οἷον 〈Ρ 147〉 εἶσι περὶ πτόλιος [μαχεσόμενος]· ἀπὸ τοῦ εἰμί οὖν τοῦ σημαίνοντος τὸ ὑπάρχω τὸ τρίτον τῶν ἑνικῶν ὤφειλε γενέσθαι εἰσίν·
5ἵνα δὲ μὴ συνεμπέσῃ τῷ τρίτῳ τῶν πληθυντικῶν, λέγω δὴ τῷ εἰσὶν ἐκεῖνοι, καὶ κατὰ τὴν γραφὴν καὶ κατὰ τὸν τόνον, τούτου χάριν ἐπι‐ λέλοιπεν· πρόσκειται «ὁριστικά», οἷον «τὰ εἰς μι λήγοντα ὁριστικὰ τροπῇ τοῦ μ εἰς ς ποιοῦσι τὸ τρίτον πρόσωπον», διὰ τὰ εὐκτικά, οἷον τύπτοιμι τύπτοις τύπτοι· ἐκεῖνα γὰρ οὐ ποιοῦσι τροπῇ τὸ τρίτον, ἀλλ’
10ἀποβολῇ τοῦ ς τοῦ κατὰ τὸ δεύτερον πρόσωπον. Τούτων οὕτως ἐχόν‐ των καὶ ἀπὸ τοῦ ἐσμί τροπῇ τοῦ μ εἰς ς ὤφειλε γενέσθαι τὸ τρίτον τῶν ἑνικῶν ἐσσί, ἀλλ’ ἐπειδὴ προελήφθη ἡ φωνὴ ἐπὶ τοῦ ἰδίου δευτέρου προσώπου—καὶ γὰρ τὸ δεύτερον πρόσωπον ἐσσί—τούτου χάριν τροπὴ Δωρικὴ παρηκολούθησε τοῦ ς εἰς τὸ τ, καὶ ἐγένετο ἐστί, ὥσπερ
15σύ τύ, εἴκοσι εἴκοτι. Ἰστέον 〈δὲ〉 ὅτι ἔνθεν ἀνατρέπεται ὁ Φιλό‐ πονος, λέγων 〈ὅτι〉 οὐκ ἔστι τὸ ἐσσί ἀπὸ τοῦ ἐσμί· ἐκ τούτου γὰρ τοῦ εἰμί οὐδέποτε ἠδύνατο γενέσθαι τὸ ἐστί. Δεῖ δὲ γινώσκειν, ὅτι οὐκ ἔστιν αὕτη ἡ τροπὴ ἡ ἐν τῷ ἐστί κυρίως Δωρική· οἱ γὰρ Δωριεῖς τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν εἰς τι ποιοῦσι μὴ προηγουμένου
20συμφώνου, οἷον φησί φατί, δίδωσι δίδωτι· εἰ οὖν ἐν τῷ ἐσσί προηγεῖται σύμφωνον, οὐκ ἐτράπη τοῦτο τὸ ς δωρικῶς εἰς τὸ τ, ἀλλὰ κατὰ μίμησιν Δωρικήν· τὸ δὲ τρίτον τῶν πληθυντικῶν εἰς τι ποιοῦσιν οἱ Δωριεῖς προηγουμένου συμφώνου τοῦ ν, οἷον δίδοντι φάντι. Ὅτι δὲ δυνάμει ἐν τῷ ἐστί ὑπάρχει τὸ ς, δηλοῖ τὸ ν προσερχόμενον αὐτῷ, οἷον ἐστίν·
25ὅτε γάρ ἐστι τὸ ς πρὸ τοῦ ι ἢ δυνάμει ἢ ἐνεργείᾳ, τότε τοῦ ν ἐφελκυ‐ στικὸν γίνεται τὸ ι· οὕτως οὖν καὶ ἐστίν, ἐνταῦθα γὰρ δυνάμει τὸ ς ἐστίν· πολλάκις δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ι ἐφελκυστικὸν τοῦ ν, οἷον ναῦφιν, 〈Ν 700〉 ναῦφιν ἀμυνόμενοι, τουτέστιν ἐκ τῶν νεῶν ἀποσοβοῦντες. Ταῦτα μὲν ἐν τούτοις.
30 Ἄξιον δέ ἐστι ζητῆσαι τοῦτο, πάντων τῶν δευτέρων προσώπων τῶν εἰς ς ληγόντων ἀποβαλλόντων τὸ ς καὶ ποιούντων τὸ τρίτον πρόσωπον, οἷον τύπτεις τύπτει, ἐτύφθης ἐτύφθη—περὶ γὰρ τοῦ παρα‐ κειμένου καὶ ἀορίστου πρώτου ἐμάθομεν, ὅτι καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς ε διὰ τὴν ὁμοφωνίαν τὴν πρὸς τὸ πρῶτον πρόσωπον—
35διατί μόνα τὰ εἰς μι κατὰ τὸν ἐνεστῶτα οὐκ ἀποβάλλουσι τὸ ς ἐν τῷ331

332

τρίτῳ προσώπῳ, ἀλλὰ τοὐναντίον καὶ τὸ ι προσλαμβάνουσιν. Καὶ ἔστιν εἰπεῖν, ὅτι πρῶτον μὲν ἀναλογώτεροί εἰσιν οἱ Αἰολεῖς, ἀποβολῇ τοῦ ς τὰ τρίτα ἐπὶ τούτων ποιοῦντες, οἷον τίθημι τίθης τίθη, ζεύγνυμι ζεύγνυς ζεύγνυ, δίδωμι δίδως δίδω. Δεύτερον δὲ λέγει ὁ Ἀπολλώνιος
5ταύτην τὴν ἀπολογίαν· τὰ παράγωγα ῥήματα τὰ ὁμοιοκαταληκτοῦντα τοῖς ἰδίοις πρωτοτύποις ὁμοίως καὶ τοῖς πρωτοτύποις αὐτῶν ἀποβολῇ τοῦ ς ποιοῦσι τὸ τρίτον πρόσωπον, καὶ δίφθογγον ἔχουσιν ἐν τῇ ληγούσῃ τὴν μετὰ τοῦ ι, δηλονότι καὶ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ, οἷον ἄρδω ἀρδεύω, ἄρχω ἀρχεύω· ἰδοὺ ταῦτα ὁμοιοκατα‐
10ληκτοῦντα τοῖς ἰδίοις πρωτοτύποις εἰς ω λήγουσιν ὁμοίως ἐκείνοις, ἀποβολῇ τοῦ ς τὸ τρίτον πρόσωπον ποιοῦσιν, καὶ δίφθογγον ἔχουσιν ἐν τῇ ληγούσῃ τὴν μετὰ τοῦ ι· διὰ τοῦτο δὲ εἶπεν «ἀποβολῇ τοῦ ς ποιοῦσι τὸ τρίτον πρόσωπον ὁμοίως τοῖς ἰδίοις πρωτοτύποις», καὶ οὐκ εἶπεν «τὴν αὐτὴν κλίσιν ἐπιδέχονται», ἐπειδή εἰσί τινα ἀπὸ πρωτοτύπων
15παραγόμενα, καὶ 〈οὐ〉 φυλάττουσι τὴν αὐτὴν συζυγίαν, οἷον τὸ νέμω νέμεις νέμει πέμπτης ἐστὶ συζυγίας τῶν βαρυτόνων, τὸ δὲ ἐκ τούτου παραγόμενον τὸ νωμῶ νωμᾷς νωμᾷ δευτέρας ἐστὶ συζυγίας τῶν περι‐ σπωμένων· τὰ οὖν εἰς μι μὴ ὁμοιοκαταληκτοῦντα τοῖς ἰδίοις πρωτο‐ τύποις—ἐκεῖνα μὲν γὰρ εἰς ω λήγουσιν, ταῦτα δὲ εἰς μι—εἰκότως
20οὐδὲ ἀποβολῇ τοῦ ς ποιοῦσι τὸ τρίτον πρόσωπον ὁμοίως τοῖς ἰδίοις πρωτοτύποις, οὔτε ἔχουσι κατὰ τὴν λήγουσαν δίφθογγον τὴν μετὰ τοῦ ι ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ· τὸ γὰρ εἴς τὸ σημαῖνον τὸ ὑπάρχεις, οἷον 〈δ 611〉 αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, ἀντὶ τοῦ ὑπάρχεις, καὶ τὸ εἶς τὸ σημαῖνον τὸ πορεύῃ, ὡς παρ’ Ἡσιόδῳ
25〈Opp. 208〉 τῇδ’ εἶς, ᾗ ς’ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ ἐκεῖ πορεύῃ, ἀπὸ τῶν ἰδίων πρωτοτύπων ἔχουσι τὴν ει δίφθογγον· τὸ μὲν γὰρ εἴς τὸ ἐπὶ τοῦ ὑπάρχεις ἀπὸ τοῦ εἰμί γέγονεν, τὸ δὲ εἶς τὸ ἐπὶ τοῦ πορεύῃ ἀπὸ τοῦ εἶμι ἐστίν. Τὸ φῄς οὐκ οἶδεν ὁ Ἀπολλώνιος σὺν τῷ ι γεγραμμένον, ἡ μέντοι παράδοσις καὶ ὁ
30Ἡρωδιανὸς σὺν τῷ ι οἶδεν αὐτὸ γεγραμμένον, ὡς ἐν τῇ Ὀρθο‐ γραφίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Τίθετον, τίθετον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον τῶν δυϊκῶν ἐπι‐ λιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ μ ἐπὶ τῆς τελευταίας ἔχει συλλαβῆς· τὸ 〈δὲ〉 δεύτερον τῶν δυϊκῶν
35ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ε εἰς ον, οἷον τίθετε τίθετον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ,
ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς σι λήγει, οἷον τιθεῖσι.332

333

Τίθεμεν. Ἰστέον ὅτι τὰ εἰς μι ὁριστικὰ τροπῇ τῆς μι εἰς μεν ποιοῦσι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, μετὰ τοῦ συστέλλειν τὴν παραλήγουσαν εἰς τὴν παραλήγουσαν τὴν ἐν τῇ ἐντελείᾳ τοῦ πρω‐ τοτύπου· καὶ ἡ μὲν πρώτη συζυγία εἰς τὸ ε συστέλλει τὴν παραλήγου‐
5σαν, οἷον τίθημι τίθεμεν, ἵημι (τὸ πέμπω) ἵεμεν καὶ ἀφίεμεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου ἔχει τὸ ε, οἷον τιθέω ἱέω· ἡ δὲ δευτέρα εἰς τὸ α συνεσταλμένον συστέλλει τὴν παραλήγουσαν, οἷον ἵστημι ἵσταμεν, κίχρημι κίχραμεν, φημί φαμέν, ἐπειδὴ καὶ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ α συνεσταλμένον ἔχει, οἷον ἱστάω κιχράω φάω· ἡ δὲ τρίτη εἰς τὸ ο
10συστέλλει τὴν παραλήγουσαν, οἷον δίδωμι δίδομεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ο ἔχει, οἷον διδόω· ἡ δὲ τετάρτη τὸ δίχρονον συστέλλει, οἷον ζεύγνυμι ζεύγνυμεν, ἐπειδὴ καὶ τὸ πρωτότυπον συνε‐ σταλμένῳ τῷ υ παραλήγεται, οἷον ζευγνύω. Τούτων οὕτως ἐχόντων καὶ ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω γίνεται τὸ πρῶτον
15πρόσωπον τῶν πληθυντικῶν ἐμέν, ἐπειδὴ τὸ πρωτότυπον τῷ ε παρα‐ λήγεται, ἔω γάρ, ὅπερ ἐμέν κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν· δύναται δὲ καὶ τὸ ἐσμέν ἀπὸ τοῦ ἐσμί εἶναι. Ταῦτα μὲν οὕτως. Τοῦ δὲ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι τὸ πρῶτον πρόσωπον τῶν πλη‐ θυντικῶν ἴμεν ἐστὶ διὰ συνεσταλμένου τοῦ ι, περὶ οὗ ἐν τοῖς προλα‐
20βοῦσιν ἐμάθομεν, ὅτι τοῦτο ἐν μὲν τοῖς ἑνικοῖς διὰ τῆς ει διφθόγγου γράφεται 〈ὡσ〉 ἀπὸ τοῦ εἴω τοῦ διὰ τῆς ει διφθόγγου γραφομένου καὶ σημαίνοντος τὸ πορεύομαι, ἐν δὲ τοῖς δυϊκοῖς καὶ πληθυντικοῖς διὰ συνεσταλμένου τοῦ ι, ὡς ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ι γραφομένου καὶ σημαίνοντος τὸ πορεύομαι. Πρόσκειται ἐν τῷ κανόνι «ὁριστικά», οἷον
25«τὰ εἰς μι ὁριστικὰ τροπῇ τῆς μι εἰς μεν ποιοῦσι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν μετὰ τοῦ συστέλλειν τὴν παραλήγουσαν», διὰ τὰ εἰς μι εὐκτικά· ταῦτα γὰρ τροπῇ τῆς μι εἰς μεν ποιοῦσι τὸ πρῶτον πρόσ‐ ωπον τῶν πληθυντικῶν, οὐ συστέλλουσι δὲ τὴν παραλήγουσαν, οἷον τύπτοιμι τύπτοιμεν. Ταῦτα μὲν ἐν τούτοις.
30 Ὁ δὲ τεχνικὸς ἐκ τῆς γενικῆς τῆς μετοχῆς κανονίζει τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, τῷ κανόνι τῷ ῥηθέντι ἐν τοῖς εἰς ω τῷ λέγοντι, 〈ὅτι〉 τῶν ἐνεστώτων καὶ μελλόντων ἡ γενικὴ τῆς μετοχῆς ἀποβάλλουσα τὴν ἐσχάτην συλλαβήν, φημὶ δὴ τὴν τος, καὶ πρὸ τοῦ ν λαμβάνουσα τὸ με, τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον
35ἱστάντος ἵσταμεν, διδόντος δίδομεν· καὶ λοιπὸν τούτου χάριν 〈ἐπὶ〉 τῶν εἰς μι συστέλλεται ἡ παραλήγουσα τοῦ πρώτου προσώπου τῶν
πληθυντικῶν κατὰ τὸν ἐνεστῶτα, ἐπειδὴ ἐκ τῆς γενικῆς τῆς μετοχῆς333

334

κανονίζεται, ἡ δὲ γενικὴ τῆς μετοχῆς συνεσταλμένην ἔχει τὴν παρα‐ λήγουσαν. Τίθετε. Εἴρηται ὅτι τὰ εἰς μεν πληθυντικὰ τροπῇ τῆς μεν εἰς τε τὸ δεύτερον πρόσωπον ποιοῦσιν, καὶ φυλάττουσι τὴν παραλήγουσαν,
5ἡνίκα ἐστὶν ἡ μετοχὴ εἰς ς, οἷον τετύφαμεν τετύφατε, τετυφώς γάρ ἐστιν ἡ μετοχή· οὕτως οὖν καὶ τὰ εἰς μι, 〈οἷον〉 τίθεμεν τίθετε, τιθείς γάρ, ἵσταμεν ἵστατε, ἱστάς γάρ, δίδομεν δίδοτε, διδούς γάρ, ζεύγνυμεν ζεύγνυτε, ζευγνύς γάρ. Τιθεῖσιν. Εἴρηται ὅτι ἐπὶ ἐνεστώτων καὶ μελλόντων τὸ τρίτον
10πρόσωπον τῶν πληθυντικῶν ὁμόφωνον γίνεται τῇ δοτικῇ τῶν πλη‐ θυντικῶν τῆς ἰδίας μετοχῆς, οἷον οἱ τύπτοντες τῶν τυπτόντων τοῖς τύπτουσι καὶ τύπτουσιν ἐκεῖνοι· οὕτως οὖν καὶ τοῖς τιθεῖσι καὶ τιθεῖσιν ἐκεῖνοι, καὶ τοῖς ἱστᾶσι καὶ ἱστᾶσιν ἐκεῖνοι, καὶ τοῖς διδοῦσι καὶ διδοῦσιν ἐκεῖνοι, καὶ τοῖς ζευγνῦσι καὶ ζευγνῦσιν ἐκεῖνοι. Σεσημείωται τὸ φασί
15καὶ εἰσίν, ὅτι τῆς μετοχῆς βαρυνομένης τὸ ῥῆμα ὠξυτονήθη· ἔστι γὰρ ἡ μετοχὴ τῶν φάντων τοῖς φᾶσι βαρυτόνως, καὶ τὸ ῥῆμα φαμέν φατέ φασίν ὀξυτόνως· καὶ πάλιν ὁ εἴς τοῦ ἔντος τῷ ἔντι τὸν ἔντα, ἀντὶ τοῦ 〈τὸν〉 ὑπάρχοντα, ὡς καὶ ἡ χρῆσις δηλοῖ οὕτως ἔχουσα 〈fragm. lyr. adesp. 47a B4παῖδα ἔντα, ἀντὶ τοῦ παῖδα ὑπάρχοντα, καὶ λοιπὸν
20τὰ πληθυντικὰ οἱ ἔντες τῶν ἔντων τοῖς εἶσι βαρυτόνως, καὶ τὸ ῥῆμα ἐσμέν ἐστέ εἰσίν ὀξυτόνως· περὶ δὲ τούτων ἐν τοῖς εἰς ω μεμαθήκαμεν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ταῦτα, φημὶ δὴ τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος τῶν εἰς μι, οἱ Ἀττικοί—οὐδὲ γὰρ οἱ Ἴωνες, ὡς ὁ
25τεχνικὸς λέγει—προσόδῳ τοῦ α καὶ συστολῇ τῆς παραληγούσης προ‐ φέρονται, οἷον τιθεῖσι τιθέασι, διδοῦσι διδόασι, ζευγνῦσι ζευγνύασι· ἐπὶ δὲ τῆς δευτέρας συζυγίας οὐδὲν τοιοῦτον ποιοῦσι διὰ τὴν κακο‐ φωνίαν· ἀπὸ τοῦ ἱστᾶσι γὰρ εἰ ἐποίησαν προσόδῳ τοῦ α ἱστάασιν, ἀλλε‐ παλληλία τοῦ α εὑρίσκετο, καὶ ἐκ τούτου κακοφωνία ἐγίνετο.
30 Ἰστέον δὲ ὅτι τὸ τιθέασι καὶ διδόασι καὶ ζευγνύασι μακρὸν ἔχουσι τὸ α, ἐπειδὴ τὰ εἰς σι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τετύφασι· τούτων οὕτως ἐχόντων τὸ ἱεῖσιν (ὃ σημαίνει τὸ πέμπουσι) γίνεται ἱέασι προσόδῳ τοῦ α καὶ συστολῇ τῆς παραληγούσης, καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ε καὶ α εἰς α μακρὸν ἱᾶσι προπερισπω‐
35μένως, καὶ ἐν συνθέσει ἀφιᾶσιν. Τὸ τιθέασιν ἐπειδὴ οὐκ ἔχει καθαρὸν
τὸ ε, ὥσπερ τὸ ἱέασιν, ἀλλ’ ἔχει πρὸ τοῦ ε σύμφωνον, τούτου χάριν334

335

οὐ κιρνᾶται καὶ γίνεται τιθᾶσιν, ὥσπερ ἱᾶσι καὶ ἀφιᾶσιν· οὐδέποτε γὰρ τὸ ε καὶ α κιρνᾶται εἰς α συμφώνου προηγουμένου τοῦ ε, οἷον Δημο‐ σθένεα Δημοσθένη, τείχεα τείχη· ἐπὶ δὲ τῶν ἐχόντων καθαρὸν τὸ ε, τουτέστιν ἐπὶ τῶν μὴ ἐχόντων πρὸ τοῦ ε σύμφωνον, γίνεται τοῦτο,
5τουτέστιν κιρνᾶται τὸ ε καὶ α εἰς α μακρόν, οἷον εὐφυέα εὐφυᾶ, ὑγιέα ὑγιᾶ. Ἐν δὲ τῷ ἔασιν (ὃ σημαίνει τὸ ὑπάρχουσιν) διὰ τοῦτο οὐ γίνεται κρᾶσις τοῦ ε καὶ α εἰς α μακρόν, ὥσπερ ἐπὶ τοῦ ἱέασιν ἱᾶσιν καὶ ἀφιᾶσιν, καὶ ταῦτα μὴ προηγουμένου συμφώνου τοῦ ε ἐν τῷ ἔασιν, ἐπειδὴ οὐ κέχρηνται οἱ Ἀττικοὶ τῷ ἔασι καίπερ Ἀττικῷ ὄντι, ὥσπερ τῷ
10τιθέασιν, ἀλλ’ οἱ Ἴωνες· ὅθεν ὁ τεχνικός φησι πλανηθεὶς τὰ τοιαῦτα Ἰωνικὰ εἶναι· ἐπειδὴ οὖν οὐ κέχρηνται οἱ Ἀττικοὶ τῷ ἔασιν, ἀλλ’ οἱ Ἴωνες, τούτου χάριν οὐ γίνεται κατὰ κρᾶσιν· οἱ γὰρ Ἀττικοί εἰσιν οἱ κεχρημένοι ταῖς συναιρέσεσιν, οὐ μὴν οἱ Ἴωνες, ἀλλὰ μᾶλλον διαλύου‐ σιν, Ξέρξεα γὰρ καὶ Πολυδεύκεα λέγουσι καὶ ἐτετύφεα καὶ ἐπεποιήκεα.
15Τούτων οὕτως ἐχόντων τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν 〈ἐστὶν〉 ἶσι διὰ τοῦ ι, ἀντὶ τοῦ πορεύονται· ἐμάθομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τοῦτο ἐν μὲν τοῖς ἑνικοῖς διὰ τῆς ει διφθόγγου γράφεται, ἐν δὲ τοῖς πληθυντικοῖς διὰ συνεσταλμένου τοῦ ι· τὸ δὲ ἶσι τὸ τρίτον τῶν πληθυντικῶν μακρὸν ἔχει τὸ ι, τῶν
20δυϊκῶν καὶ τῶν πληθυντικῶν συστελλόντων αὐτό, οἷον ἴτον ἴτον, ἴμεν ἴτε, καὶ ἐν συνθέσει ἔξιμεν ἔξιτε, ἐπειδὴ τὰ εἰς σι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι· ἔστιν οὖν ἶσι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν διὰ μακροῦ τοῦ ι, καὶ λοιπὸν προσόδῳ τοῦ α καὶ συστολῇ τῆς παραληγούσης, τουτέστι τοῦ μακροῦ ι εἰς βραχύ, γίνεται ἴασιν, οἷον
25〈Π 160〉 καί τ’ ἀγεληδὸν ἴασιν, ἀντὶ τοῦ πορεύονται· διὰ τοῦτο δὲ τὸ ἴασι τὸ ἐπὶ τοῦ πορεύονται προπαροξύνεται καὶ οὐ προπερι‐ σπᾶται, ὥσπερ τὸ ἱᾶσι καὶ ἀφιᾶσι τὸ ἐπὶ τοῦ πέμπουσιν, 〈ἐπειδὴ οὐκ〉 ἔστι κατὰ κρᾶσιν· διὰ τοῦτο δὲ τὸ ἴασι τὸ ἐπὶ τοῦ πορεύονται οὐκ ἀναδέχεται κρᾶσιν, ὥσπερ τὸ ἱέασι (τὸ πέμπουσιν) ἐν τῷ ἱᾶσι καὶ
30ἀφιᾶσιν, ἐπειδὴ οὐδέποτε τὸ ι καὶ α κιρνᾶται, ὥσπερ τὸ ε καὶ α· τὸ γὰρ τοὺς μάντις καὶ τοὺς ὄφις τὰ Ἰωνικὰ οὐ γεγόνασι κατὰ κρᾶσιν ἀπὸ τοῦ μάντιας καὶ ὄφιας, ἀλλ’ ὁμοφωνία ἐστὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν πρὸς τὴν ἰδίαν εὐθεῖαν, φημὶ δὴ πρὸς τὴν οἱ μάντιες οἱ μάντις, 〈καὶ οἱ ὄφιες οἱ ὄφισ〉. Ταῦτα μὲν ἐν τούτοις.
35 Ἰστέον δὲ ὅτι ὁ μὲν Ἡρωδιανός φησιν, ὅτι κυρίως διαίρεσίς ἐστιν αὕτη ἡ ἐν τῷ τιθεῖσι τιθέασι καὶ διδοῦσι διδόασι καὶ ζευγνῦσι
ζευγνύασι, καὶ πιστοῦται τοῦτο ἐκ τῶν πληθυντικῶν αἰτιατικῶν· ἰδοὺ335

336

γάρ, φησίν, ἐν τῷ Δημοσθένεας Δημοσθένεις τὸ ε καὶ α εἰς τὴν ει δίφθογγον συναιρεῖται, καὶ πάλιν ἐν τῷ ἰχθύας ἰχθῦς τὸ υ καὶ α εἰς τὸ υ συναιρεῖται, καὶ πάλιν ἐν τῷ βόας βοῦς τὸ ο καὶ α εἰς τὴν ου δίφθογγον συναιρεῖται· οὐκοῦν καὶ ἐν τῷ τιθεῖσι τιθέασιν ἡ ει δίφθογ‐
5γος εἰς τὸ ε καὶ α διῃρέθη, καὶ ἐν τῷ ζευγνῦσι ζευγνύασι τὸ υ εἰς τὸ υ καὶ α διῃρέθη, καὶ ἐν τῷ διδοῦσι διδόασιν ἡ ου δίφθογγος εἰς τὸ ο καὶ α διῃρέθη. Καὶ ἔστιν εἰπεῖν πρὸς αὐτόν, ὅτι ἐν ταῖς αἰτιατικαῖς ταύταις οὐκ ἐγένετο συναίρεσις, ἀλλ’ ὁμοφωνία ἐστὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν πρὸς τὴν ἰδίαν εὐθεῖαν· καθόλου γάρ, ὡς ἐν τῷ Ὀνό‐
10ματι μεμαθήκαμεν, πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ς λήγουσα καὶ συνῃρη‐ μένη κατὰ τὴν τελευταίαν συλλαβὴν ἔχει τὴν ἰδίαν αἰτιατικὴν ὁμόφωνον αὐτῇ δηλονότι καὶ τὴν κλητικήν, οἷον οἱ εὐσεβεῖς τοὺς εὐσεβεῖς ὦ εὐσεβεῖς, οἱ ἰχθῦς τοὺς ἰχθῦς ὦ ἰχθῦς, οἱ βοῦς τοὺς βοῦς ὦ βοῦς. Ὁ δὲ Ἀπολλώνιος λέγει, ὅτι οὐκ ἐγένοντο ταῦτα κατὰ διαίρεσιν, φημὶ
15δὴ τὸ τιθεῖσι τιθέασι καὶ διδοῦσι διδόασι καὶ ζευγνῦσι ζευγνύασιν, ἀλλὰ κατὰ τὴν δοκοῦσαν διαίρεσιν, τουτέστιν, ὡς εἴρηται, κατὰ συστολὴν τῆς παραληγούσης καὶ προσόδῳ τοῦ α· τὰ γὰρ διαιρούμενα εἰς αὐτὰ διαι‐ ροῦνται, ἐξ ὧν καὶ συνίστανται, οἷον τὸ η ἐκ τοῦ ε καὶ α συνίσταται, ὡς ἐν τῷ βέλεα βέλη, ἀλλὰ διαλυόμενον εἰς τὸ ε καὶ α διαλύεται,
20οἷον Ξέρξην Ξέρξεα, ἦν ἔα, ἀντὶ τοῦ ὑπῆρχον, 〈οἷον〉 〈Ε 887〉 ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσιν· πάλιν ἡ ει δίφθογγος ἐκ τῶν δύο εε συνίσταται, οἷον Δημοσθένεες Δημοσθένεις, ἀλλὰ διαλυομένη εἰς τὰ δύο εε διαλύεται, οἷον ἐτετύφει ἐτετύφεε—ἐν γὰρ τῷ ἐτετύ‐ φειν ἐτετύφεα διὰ τοῦ α εἰς τὸ ε καὶ αει δίφθογγος διελύθη καὶ
25οὐκ εἰς δύο εε, ἐπειδὴ τὸ ε οὐκ ἔστι χαρακτηριστικὸν πρώτου προσώπου ἑνικοῦ, τὸ δὲ α ναί, οἷον ἔτυψα· εἰ ἄρα οὖν τὸ ε καὶ α οὐ συναιρεῖται εἰς τὴν ει δίφθογγον, οἷον τείχεα τείχη, ἄρα οὔτε ἡ ει δίφθογγος διαιρεθήσεται εἰς τὸ ε καὶ α· οὐκοῦν τὸ τιθεῖσι γεγονὸς τιθέασι κατὰ τὴν δοκοῦσαν διαίρεσιν γέγονεν, καὶ οὐ κυρίως διῃρέθη· καὶ πάλιν τὸ υ
30καὶ α οὐ συναιρεῖται εἰς τὸ υ, ἄρα οὖν οὔτε τὸ υ ἐν τῷ ζευγνῦσι ζευγνύασι διαιρεθήσεται κυρίως εἰς τὸ υ καὶ α· καὶ πάλιν τὸ ο καὶ α οὐ συναιρεῖται εἰς τὴν ου δίφθογγον, ἄρα οὖν οὔτε ἡ ου δίφθογγος ἐν τῷ διδοῦσι διδόασι διαλυθήσεται κυρίως εἰς τὸ ο καὶ α· περὶ γὰρ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν, ἣν παρέθετο ὁ Ἡρωδιανός, εἰρή‐
35καμεν, ὡς οὐκ ἐγένετο κατὰ συναίρεσιν, ἀλλ’ ὁμοφωνία ἐστὶ τῆς εὐθείας336

337

τῶν πληθυντικῶν. Λέγουσι δέ τινες, ὅτι ἐπειδὴ μακροῖς παραλήγονται ταῦτα, τούτου χάριν κατὰ τὴν δοκοῦσαν διαίρεσιν γεγόνασιν· κακῶς δὲ λέγουσιν, τούτου γὰρ χάριν ὤφειλον καὶ τὰ ἀπὸ τῶν εἰς ω διαιρεῖσθαι, καὶ αὐτὰ γὰρ μακρᾷ παραλήγονται, οἷον τύπτουσιν· καθόλου γὰρ τὰ
5εἰς σι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον πεποίθασιν· ὤφειλεν οὖν καὶ ἐν τῷ τύπτουσι γενέσθαι διαίρεσις· ὥστε οὖν κακῶς λέγουσιν. Μήποτε οὖν ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο γίνεται αὕτη ἡ δοκοῦσα διαίρεσις, ἵνα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμοτονήσῃ τῷ ἰδίῳ πρώτῳ πληθυντικῷ· καθόλου γὰρ τὰ τρίτα πρόσωπα τῶν
10πληθυντικῶν θέλουσιν ὁμοτονεῖν τοῖς ἰδίοις πρώτοις πληθυντικοῖς, οἷον τύπτομεν τύπτουσι, τετύφαμεν τετύφασιν, ἐλέξαμεν ἔλεξαν· ταῦτα 〈γὰρ〉 εἰ καὶ μὴ ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν, ἀλλ’ οὖν τὸν αὐτὸν τόνον ἔχουσιν, ἀμφότερα γὰρ προπαροξύνονται· ἐνταῦθα οὖν ἐν τοῖς εἰς μι, ἐπειδὴ οὐχ ὁμοτονοῦσι τὰ τρίτα πρόσωπα τῶν
15πληθυντικῶν τοῦ ἐνεστῶτος τοῖς ἰδίοις πρώτοις πληθυντικοῖς—τὰ μὲν γὰρ τρίτα πρόσωπα προπερισπῶνται, τὰ δὲ πρῶτα προπαροξύνον‐ ται, οἷον τίθεμεν τιθεῖσι, δίδομεν διδοῦσι, ζεύγνυμεν ζευγνῦσι—τούτου χάριν γίνεται αὕτη ἡ δοκοῦσα διαίρεσις, οἷον τιθέασι διδόασι ζευγνύα‐ σιν, ἵνα ὁμοτονήσωσι τοῖς ἰδίοις πρώτοις πληθυντικοῖς καὶ προπαρο‐
20ξυνθῶσιν ὁμοίως αὐτοῖς, οἷον τίθεμεν [τιθέαμεν] τιθέασι, δίδομεν [διδόαμεν] διδόασι, ζεύγνυμεν [ζευγνύαμεν] ζευγνύασι· ταῦτα γὰρ εἰ καὶ μὴ 〈ἐν〉 τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν, ἀλλ’ οὖν τὸν αὐτὸν τόνον ἔχουσιν, πάντα γὰρ προπαροξύνονται. Αἴτιον δέ ἐστι τοῦ μὴ φυλαχθῆναι ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐπὶ τούτων τὸ μὴ ἰσοσυλ‐
25λαβεῖν αὐτὰ ἀλλήλοις. Ἰστέον δὲ ὅτι ὁ Ἡρωδιανὸς ἄλλην ἀπολογίαν ἔχει· ἔχει δὲ οὕτως· καθόλου τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος πρὸς τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἢ ἰσο‐ συλλαβεῖν θέλει ἢ περιττοσυλλαβεῖν· καὶ ἰσοσυλλαβεῖ μέν, ὅταν ἄρχηται
30ἀπὸ συμφώνου, οἷον τύπτουσιν ἔτυπτον, βοῶσιν ἐβόων, δηλονότι χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων, καταγράφουσι γὰρ πεντασυλλάβως καὶ κατέγραφον τετρασυλλάβως· περιττοσυλλαβεῖ δέ, ὅταν ἀπὸ φωνήεντος ἄρχηται δηλονότι τὸ τρίτον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος, οἷον ἄγουσιν ἦγον, ἑρμηνεύουσιν ἡρμήνευον· ἐνταῦθα οὖν ἐν τοῖς εἰς μι, εἰ
35μὴ ἐγένετο αὕτη ἡ δοκοῦσα διαίρεσις κατὰ τὸ τρίτον πρόσωπον τῶν
πληθυντικῶν τοῦ ἐνεστῶτος, τὸ ἐναντίον συνέβαινεν, ὅπερ ἐστὶν ἄτο‐337

338

πον· ἤμελλον γὰρ ἀπὸ συμφώνου ἄρχεσθαι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος, καὶ μὴ ἰσοσυλλαβεῖν τοῖς τρίτοις προσώποις τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐστὶν ἄτοπον, οἷον τιθεῖσιν ἐτίθεσαν, διδοῦσιν ἐδίδοσαν, ζευγνῦσιν ἐζεύγνυσαν· καὶ πάλιν ἤμελλον
5ἀπὸ φωνήεντος ἄρχεσθαι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος, καὶ ἰσοσυλλαβεῖν τοῖς τρίτοις προσώποις τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐστὶν ἄτοπον, οἷον ἱεῖσι (τὸ πέμπουσιν) ἵεσαν καὶ ἀφίεσαν ἐν συνθέσει. Τούτου οὖν χάριν γίνεται αὕτη ἡ δοκοῦσα διαίρεσις, ἵνα φυλαχθῇ ἡ ἀκολουθία, οἷον τιθέασιν ἐτίθεσαν, διδόασιν
10ἐδίδοσαν, ζευγνύασιν ἐζεύγνυσαν, ὀλλύασιν ὤλλυσαν· ἰδοὺ γὰρ εὑρί‐ σκονται ἀπὸ συμφώνου ἀρχόμενα τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος, ἰσοσυλλαβοῦντα τοῖς τρίτοις προσώποις τῶν πληθυντι‐ κῶν τοῦ παρατατικοῦ, ἀπὸ φωνήεντος ἀρχομένων δηλονότι τῶν τρίτων προσώπων τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὡς ἡ ἀκολου‐
15θία ἀπαιτεῖ. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι τοῦτο, ὥσπερ ἐστὶ περιπατοῖμι περιπατοῖς περιπατοῖ, 〈καὶ〉 ἀττικῶς πλεονάζει τὸ η καὶ γίνεται περιπατοίη, 〈καὶ〉 πρὸς ἀναλογίαν τοῦ τρίτου προσώπου γίνεται τὸ δεύτερον περιπατοίης καὶ τὸ πρῶτον περιπατοίην—κανὼν γάρ
20ἐστιν ὁ λέγων, ὅτι πᾶν τρίτον πρόσωπον εἰς η καταλῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην—καὶ πάλιν ὥσπερ ἀπὸ τοῦ ἔζαον γίνεται ἔζων, καὶ ἀπὸ τοῦ ἔζαες ἔζης δωρικῶς κατὰ κρᾶσιν Δωρικὴν τοῦ α καὶ ε εἰς η, ὥσπερ τὰ ἐμά τἠμά, καὶ ἀπὸ τοῦ ἔζαε ἔζη, καὶ πρὸς ἀνα‐
25λογίαν τοῦ τρίτου προσώπου τοῦ ἔζη γίνεται ἔζης τὸ δεύτερον καὶ τὸ πρῶτον ἔζην ἐγώ διὰ τὸν προειρημένον κανόνα—διὰ ποίαν αἰτίαν μὴ καὶ ἐνταῦθα ἐν τῷ ἐνεστῶτι τῶν εἰς μι, πρὸς ἀναλογίαν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ τιθέασι καὶ διδόασι καὶ ζευγνύασιν, ἐγένετο τὸ πρῶτον καὶ δεύτερον πρόσωπον τῶν πληθυντικῶν τιθέαμεν
30καὶ τιθέατε, διδόαμεν καὶ διδόατε, ζευγνύαμεν καὶ ζευγνύατε. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ πρῶτα καὶ δεύτερα πρόσωπα τῶν πληθυντικῶν τοῦ παρατατικοῦ πρὸς τὰ πρῶτα καὶ δεύτερα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος ἢ ἰσοσυλλαβοῦσιν ἢ περιττοσυλλα‐ βοῦσιν· καὶ ἰσοσυλλαβοῦσι μέν, ὅταν ὁ ἐνεστὼς ἀπὸ φωνήεντος ἄρχη‐
35ται, οἷον ἄγομεν ἄγετε ἤγομεν ἤγετε, ἐλεοῦμεν ἐλεεῖτε ἠλεοῦμεν ἠλε‐ εῖτε, περιττοσυλλαβοῦσι δέ, ὅταν ὁ ἐνεστὼς ἀπὸ συμφώνου ἄρχηται, οἷον τύπτομεν τύπτετε ἐτύπτομεν ἐτύπτετε, δηλονότι χωρὶς τῶν ἀπὸ
προθέσεως ἀρχομένων, καταγράφομεν γὰρ καταγράφετε πεντασυλλάβως338

339

καὶ κατεγράφομεν κατεγράφετε πεντασυλλάβως ὁμοίως· ἐνταῦθα οὖν ἐν τῷ ἐνεστῶτι τῶν εἰς μι, εἰ πρὸς ἀναλογίαν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ τιθέασι καὶ διδόασι καὶ ζευγνύασιν ἐγένετο τὸ πρῶτον καὶ δεύτερον τῶν πληθυντικῶν τιθέαμεν τιθέατε, διδόαμεν
5διδόατε, 〈ζευγνύαμεν ζευγνύατε〉, τὸ ἐναντίον συνέβαινεν· ἤμελλον γὰρ τὰ πρῶτα καὶ δεύτερα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος ἰσοσυλ‐ λαβεῖν 〈τοῖς πρώτοις καὶ δευτέροις προσώποις τῶν πληθυντικῶν τοῦ παρα‐ τατικοῦ〉, ἀπὸ συμφώνου ἀρχομένου τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἄτοπον, οἷον τιθέαμεν τιθέατε ἐτίθεμεν ἐτίθετε, καὶ πάλιν μὴ ἰσοσυλλαβεῖν, ἀπὸ
10φωνήεντος ἀρχομένου τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἄτοπον, οἷον ὀλλύα‐ μεν ὀλλύατε ὤλλυμεν ὤλλυτε· τούτου οὖν χάριν οὐ γίνονται πρὸς ἀναλογίαν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος τὰ πρῶτα καὶ δευτέρα πρόσωπα τῶν πληθυντικῶν. Ἰστέον δὲ ὅτι, ὡς εἴρηται ἀνωτέρω, ἡ δευτέρα συζυγία τῶν εἰς μι κατὰ τὸ τρίτον πρόσ‐
15ωπον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος οὐ γίνεται κατὰ τὴν δοκοῦσαν διαίρεσιν, οἷον τὸ ἱστᾶσιν οὐ λέγομεν ἱστάασιν, διὰ τὴν ἐπαλληλίαν τοῦ α· ἐκ τούτου γὰρ κακοφωνία ἐγένετο. Παρατατικοῦ. Ἐτίθην. Ἰστέον ὅτι τὰ εἰς μι ἐκεῖνο τὸ φωνῆεν ἔχουσι κατὰ τὸν
20παρατατικὸν τὸ ὑπάρχον ἐν τῇ παραληγούσῃ τοῦ ἐνεστῶτος, οἷον τίθημι ἐτίθην· κανονίζεται δὲ ὁ παρατατικὸς ἐπὶ τῶν εἰς μι οὕτως· πᾶς ἐνεστὼς ὁριστικὸς εἰς μι λήγων, τρέπων τὴν μι εἰς ν καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς, τὸν παρατατικὸν ποιεῖ, 〈οἷον〉 ἵημι (τὸ πέμπω) ἵην, δίδωμι ἐδίδων, ὄλλυμι ὤλλυν, ὀμόργνυμι ὠμόργνυν.
25Ἰστέον δὲ ὅτι ὁ Ἡρωδιανὸς λέγει, ὅτι τὸ ἐδίδων ἡ παράδοσις διὰ τῆς ου διφθόγγου οἶδεν, οἷον ἐδίδουν, ὡς ἀπὸ τοῦ διδῶ διδοῖς, ὥσπερ χρυσῶ χρυσοῖς ἐχρύσουν, τὸ δὲ ἐτίθην καὶ ἵην (σημαίνει δὲ τὸ ἔπεμπον) διὰ τῆς ει διφθόγγου, οἷον ἐτίθειν καὶ ἵειν, ἐξ οὗ τὸ ἐτίθει καὶ ἵει, ὡς παρὰ τῷ ποιητῇ 〈Α 25〉 ἀλλὰ κακῶς ἀφίει. Τὸ δὲ ἦν ἐγώ, ὃ
30σημαίνει τὸ ὑπῆρχον, γέγονεν οὕτως· ἔστιν εἰμί, ὃ σημαίνει τὸ ὑπάρχω· τούτου ὁ παρατατικὸς εἶν διὰ τῆς ει διφθόγγου τροπῇ τῆς μι εἰς ν, καὶ λοιπὸν ἀττικῶς ἐκτείνεται τὸ ε εἰς τὸ η, ὥσπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην· τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰς ην ῥήματα οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον,
35οἷον ἐτύφθην, καὶ καθόλου τὰ εἰς ν λήγοντα ῥήματα οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον, οἷον βοῶν γελῶν περῶν· ἔχομεν δὲ τὴν χρῆσιν τοῦ ἦ ἐγώ παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ 〈28〉 ἐγὼ
θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ Κακῶς ἔπραττον καὶ πένης339

340

ν, καὶ παρὰ Μενάνδρῳ ἐν τῷ Γεωργῷ 〈fragm. 99 K〉 ἦν δ’ οὐ πονη‐ ρὸς οὐδ’ ἐδόκουν, ἀντὶ τοῦ ὑπῆρχον. Τοῦτο δὲ τὸ ἦν κατὰ διάλυ‐ σιν Ἰωνικὴν τοῦ η εἰς ε καὶ α γίνεται ἔα, ὥσπερ Ξέρξην Ξέρξεα, ὡς παρὰ τῷ ποιητῇ 〈ξ 222〉 τοῖος ἔα ἐν πολέμῳ, καὶ πάλιν 〈Ε 887〉
5ἤ κεν ζὼς ἀμενηνὸς ἔα· τὸ δὲ ν ἀπεβλήθη τοῦ ἦν ἐν τῷ ἔα, ἐπειδὴ τὸ α ἀποβλητικόν ἐστι τοῦ ν, οἷον Ξέρξην Ξέρξεα, ἐτετύφειν ἐτετύφεα· τὸ γὰρ Μοῦσα Μοῦσαν καὶ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως ἔχουσι τὸ ν, καὶ οὐ κατὰ πάθος εἰσίν, ὥσπερ ταῦτα· καὶ λοιπὸν ἀπὸ τοῦ ἔα κατὰ κρᾶσιν ποιοῦνται οἱ Ἀττικοὶ τοῦ ε καὶ α εἰς η, ὥσπερ
10τείχεα τείχη, καὶ λέγουσιν ἦ, ὡς παρ’ Ἀριστοφάνει ἐν Ὄρνισιν 〈97〉 ἦ γὰρ [ἐγώ], ὦ ξένοι, Ἄνθρωπος, ἀντὶ τοῦ ὑπῆρχον. Ταῦτα περὶ τοῦ ἦν ἐγώ· τὸ δὲ ἦν ἐκεῖνος οὐκ ἔστιν ἀπὸ τῶν εἰς μι, ἀλλ’ ἀπὸ τῶν εἰς ω· ὅσον γὰρ κατὰ τὴν ἀναλογίαν τοῦ ἦν πρώτου προσ‐ ώπου καὶ τοῦ ἦς δευτέρου ὤφειλε τὸ τρίτον κατὰ ἀποβολὴν τοῦ ς
15εἶναι ἦ, ὥσπερ ἐτύφθης ἐτύφθη· ἀλλ’ ἔτι τὸ ἦν ἐκεῖνος, ὥσπερ εἴρηται, ἀπὸ τῶν εἰς ω γέγονεν οὕτως· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· τούτου ὁ μέσος παρακείμενος ἦα, ὡς παρὰ τῷ ποιητῇ 〈ξ 212〉 ἦα φυγοπτόλεμος, καὶ ὁ δεύτερος ἀόριστος ἦον ἦες ἦε· τὸ δὲ ε γίνε‐ ται πολλάκις ἐφελκυστικὸν τοῦ ν, οἷον ἔλαβε ἔλαβεν· οὕτως οὖν ἦε
20καὶ ἦεν μετὰ τοῦ ν, ὡς παρὰ τῷ ποιητῇ 〈θ 232〉 ἐπεὶ οὐ κομιδὴ κατὰ νῆας Ἦεν ἐπηετανός, καὶ λοιπὸν κρᾶσις παρακολουθεῖ τοῦ η καὶ ε εἰς η, καὶ γίνεται ἦν· τὸ γὰρ ἦον δευτέρου ἀορίστου ἐστίν, ὡς δηλοῖ ἡ μετοχὴ ἐών οὖσα ὀξυτόνως· αἱ γὰρ εἰς ων ὀξύτονοι μετοχαὶ δευτέρου εἰσὶν ἀορίστου, οἷον ἔτυπον τυπών, ἔλαβον λαβών. Ταῦτα
25μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς μι ἐὰν μὲν ἀπὸ συμφώνου ἄρχωνται, ἰσοσύλ‐ λαβον ἔχουσι τὸν παρατατικόν, οἷον τίθημι ἐτίθην, δίδωμι ἐδίδων, ζεύγνυμι ἐζεύγνυν, ἐὰν δὲ ἀπὸ φωνήεντος ἄρχωνται, μιᾷ συλλαβῇ ἐνδέοντα ἔχουσι τὸν παρατατικόν, οἷον ἵστημι ἵστην, ἵημι ἵην, ὄμνυμι
30ὤμνυν, ὄλλυμι ὤλλυν. Ἐτίθης. Εἴρηται ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς, μὴ ἔχον τὸ μ κλιτικόν, τροπῇ τοῦ ν εἰς ς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον ἐτύπην ἐτύπης, ἐτύφθην ἐτύφθης, ἐδάμην ἐδάμης· τὸ γὰρ μ οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ
35ἐνεστῶτος ἔχει αὐτό· δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ μ· οὕτως οὖν καὶ ἐτίθην ἐτίθης, τροπῇ τοῦ ν εἰς ς, καὶ ἵστην ἵστης καὶ ἐδίδων
ἐδίδως καὶ ἐζεύγνυν ἐζεύγνυς καὶ ἦν (ἀντὶ τοῦ ὑπῆρχον) ἦς, καὶ κατ’340

341

ἐπέκτασιν τῆς θα συλλαβῆς ἦσθα, ὥσπερ ἔφην ἔφης ἔφησθα· τοιοῦτόν ἐστι καὶ τὸ οἶσθα, τὸ γὰρ οἶδα οἴδημι φασὶν οἱ Αἰολεῖς, εἶτα τούτου τὸ δεύτερον οἴδης, καὶ κατ’ ἐπέκτασιν τῆς θα συλλαβῆς οἴδησθα, καὶ κατὰ συγκοπὴν οἶσθα.
5 Ἐτίθη. Τοῦτο ἀπὸ τοῦ δευτέρου προσώπου γέγονε κατὰ ἀπο‐ βολὴν τοῦ ς· καὶ εἴρηται ὁ κανὼν ἐν τοῖς προλαβοῦσιν. Ἐτίθετον, ἐτιθέτην. Ἰστέον ὅτι τὸ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ ἐνταῦθα, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντι‐ κῶν οὔτε εἰς σι λήγει οὔτε εἰς ται· ἐτίθεσαν γάρ ἐστιν· γέγονε δὲ τὸ
10τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ο εἰς η. Ἐτίθεμεν. Εἴρηται ὅτι πᾶν πρῶτον ἑνικὸν εἰς ν λῆγον, μὴ ἔχον τὸ μ κλιτικόν, πρὸ τοῦ ν λαμβάνον τὸ με τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον ἔτυπτον ἐτύπτομεν, ἐχρύσουν ἐχρυσοῦμεν, ἐβόων ἐβοῶμεν, ἐτύφθην ἐτύφθημεν, ἔγνων ἔγνωμεν· ἐπὶ δὲ τοῦ παρα‐
15τατικοῦ τῶν εἰς μι καὶ συστολὴ παρακολουθεῖ τῆς παραληγούσης ἐν τοῖς πληθυντικοῖς, οἷον ἐτίθην ἐτίθεμεν, ἵστην ἵσταμεν, ἐδίδων ἐδίδομεν, ἐζεύγνυν ἐζεύγνυμεν, ἔφην ἔφαμεν· τὸ γὰρ ἔφημεν δευτέρου ἀορίστου ἐστίν, ὥσπερ ἔστην ἔστημεν καὶ ἔβην ἔβημεν· τὸ ἦν ἦμεν λόγῳ ἀρχού‐ σης ἐφύλαξε τὸ η· ἐπειδὴ γὰρ τοῦτο δισύλλαβόν ἐστι καὶ τὴν αὐτὴν
20ἔχει ἄρχουσαν καὶ παραλήγουσαν, τούτου χάριν τῷ λόγῳ τῆς ἀρχούσης ἐφύλαξε τὸ η, καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης συνέστειλεν αὐτό. Διὰ τοῦτο δὲ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι καὶ συστολὴ παρακολου‐ θεῖ τῆς παραληγούσης ἐν τοῖς πληθυντικοῖς, ἐπειδὴ ὁ παρατατικὸς συγγένειαν ἔχει πρὸς τὸν ἐνεστῶτα· παρῳχημένος γάρ ἐστιν αὐτοῦ, καὶ
25διὰ τοῦτο ἐξ αὐτοῦ κανονίζεται· ἐπειδὴ οὖν ἐπὶ τῶν εἰς μι ὁ ἐνεστὼς συστέλλει τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς, οἷον τίθημι τίθεμεν, ἵστημι ἵσταμεν, δίδωμι δίδομεν, ζεύγνυμι ζεύγνυμεν—καὶ ἡ αἰτία προ‐ είρηται, ὅτι τοῦτο γίνεται πρὸς τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς, ταῦτα γὰρ βραχεῖαν ἔχουσι τὴν παραλήγουσαν, ἤγουν θέσει
30μακράν—τούτου χάριν καὶ ὁ παρατατικὸς ἐπὶ τῶν εἰς μι πρὸς ἀνα‐ λογίαν τοῦ ἐνεστῶτος συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πλη‐ θυντικοῖς. Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς ἐπὶ τῶν εἰς μι οὐ συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς, οἷον ἔστην ἔστημεν, ἔβην ἔβημεν, ἔγνων ἔγνωμεν, ἥλων ἥλωμεν, ἐβίων
35ἐβίωμεν, ἔφην ἔφημεν· τὸ γὰρ ἔφαμεν παρατατικοῦ ἐστιν· σεσημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην ἔθεμεν καὶ ἧν ἕμεν (σημαίνει δὲ τὸ ἐπέμψα‐ μεν καὶ ἀπελύσαμεν), ὅτι δευτέρου ἀορίστου ὄντα συνέστειλαν τὴν παρα‐ λήγουσαν ἐν τοῖς πληθυντικοῖς.
Ἐτίθετε. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτίθεμεν γέγονε τροπῇ τῆς μεν341

342

εἰς τε, καὶ ἐφύλαξε τὴν παραλήγουσαν, ἐπειδὴ ἡ μετοχὴ εἰς ς ἐστίν, οἷον τιθείς. Ἐτίθεσαν. Εἴρηται ὅτι τὰ εἰς μεν πληθυντικὰ ἀπὸ τῶν εἰς ν φύσει μακροκαταλήκτων κεκλιμένα εἰς σαν ποιοῦσι τὸ τρίτον τῶν πλη‐
5θυντικῶν, οἷον ἐτύφθην ἐτύφθημεν ἐτύφθησαν, ἔβην ἔβημεν ἔβησαν· οὕτως οὖν καὶ ἐτίθην ἐτίθεμεν ἐτίθεσαν, ἐζεύγνυν ἐζεύγνυμεν ἐζεύγνυσαν. Παρακειμένου. Τέθεικα. Λέγει ὁ τεχνικός, ὅτι εἰ θέματα τῶν παρακειμένων εἰσὶν οἱ μέλλοντες—καὶ γὰρ ἐκ τῶν μελλόντων κανονίζονται οἱ παρακεί‐
10μενοι· πῶς δὲ κανονίζεται ἡ ἄρχουσα τοῦ παρακειμένου ἐκ τοῦ μέλ‐ λοντος, ἐν τοῖς εἰς ω μεμαθήκαμεν—ὁ δὲ μέλλων τοῦ τίθημι θήσω ἐστίν, δικαίως ὁ παρακείμενος γέγονε τέθηκα, διὰ μὲν τὸ ς ἔχων τὸ κ, διὰ δὲ τὸ ἀφ’ ἑνὸς ἁπλοῦ συμφώνου ἄρχεσθαι μὴ τοῦ ρ ἀναδιπλασιά‐ ζων τὴν ἄρχουσαν, ὥσπερ ποιήσω πεποίηκα. Ἰστέον 〈δὲ〉 ὅτι οὐ δυνά‐
15μεθα ἐπὶ τῶν εἰς μι καὶ ἐκ τοῦ παρατατικοῦ κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, ὥσπερ ἐπὶ τῶν εἰς ω, ἐπειδὴ ἐὰν ἀπὸ τοῦ ἐτίθην παρατατικοῦ καὶ τοῦ ἐδίδων θελήσωμεν κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, εὑρεθήσεται ὁ παρακείμενος τετίθηκα καὶ δεδίδωκα, ὅπερ οὐκ ἔστιν· ἀλλ’ ἐπὶ τῶν εἰς μι ἐκ τοῦ μέλλοντος μόνου κανονίζεται ἡ
20ἄρχουσα τοῦ παρακειμένου, ὡς ἐν τοῖς εἰς ω μεμαθήκαμεν. Ἔστιν οὖν θήσω ὁ μέλλων καὶ τέθηκα ὁ παρακείμενος διὰ τοῦ η, ὥσπερ ποιήσω πεποίηκα, καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον γέγονε τέθεικα διὰ τῆς ει διφθόγγου, ὥσπερ ἥρωες εἵρωες· οὕτω δὲ καὶ ἐπεκράτησε γράφεσθαι· ὁ μέντοι τέθειμαι παθητικὸς παρακείμενος
25οὐ κατὰ Βοιωτοὺς ἔχει τὴν ει δίφθογγον, ὥσπερ ὁ τέθεικα ἐνεργητικὸς παρακείμενος, οὐδὲ γὰρ ἔχει ἐν τῇ παραληγούσῃ τὸ η, ἵνα τραπῇ βοιωτικῶς τὸ η εἰς τὴν ει δίφθογγον, ὥσπερ ἐπὶ τοῦ τέθεικα, ἀλλ’ ἀπὸ τοῦ τέθεμαι ἀναλόγου κατὰ πλεονασμὸν τοῦ ι γέγονε τέθειμαι. Τούτων οὕτως ἐχόντων ἀπὸ τοῦ ἵστημι στήσω ὤφειλεν εἶναι ὁ ἐνεργη‐
30τικὸς παρακείμενος ἕστηκα διὰ τοῦ η, ἐπειδὴ καὶ ὁ μέλλων τὸ η ἔχει, οἷον στήσω, ὥσπερ ποιήσω πεποίηκα· οὐ λέγομεν δὲ οὕτως, ἀλλὰ ἕστακα διὰ τοῦ α. Ἔστι δὲ εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ἔστιν ἑστήκω
ὁ ἐνεστώς, ὅστις φωνὴν μὲν ἔχει ἐνεργητικήν, πάθος δὲ σημαίνει (οὐδὲ342

343

γὰρ σημαίνει τὸ ἵστημι ἀλλὰ τὸ ἵσταμαι ἐγώ), ἐξ οὗ ὁ μέλλων ἑστήξω καὶ τὸ ἀπαρέμφατον ἑστήξειν, ὡς παρὰ Καλλιμάχῳ 〈h. in Apoll. 15〉 ἑστήξειν δὲ τὸ τεῖχος ἐπ’ ἀρχαίοισι θεμέθλοις, ἀντὶ τοῦ μέλ‐ λειν ἵστασθαι τὸ τεῖχος ἐπ’ ἀρχαίοις θεμελίοις· τούτου τοῦ ἑστήκω ὁ
5μέσος παρακείμενος ἕστηκα ἐστίν, διὰ μὲν 〈τοῦ〉 συμφώνου τοῦ ἐνεστῶτος ἀναλόγως ἐκφερόμενος, τοῦτο γὰρ ἴδιον τῶν μέσων παρακειμένων, ἡμαρτημένος δὲ κατὰ τὴν ἄρχουσαν, καθὸ οὐκ ἐμεγεθύνθη χρονικῶς· τὸ γὰρ ε, ὡς ἐμάθομεν ἐν τοῖς παρῳχημένοις, διχῶς πέφυκε μεγεθύνε‐ σθαι· ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ι, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἢ
10διὰ τοῦ τρέπεσθαι εἰς η, οἷον ἐλεῶ ἠλέουν· ἀλλὰ περὶ τούτου πλατύ‐ τερον ἐν τῷ Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα, ἡνίκα καὶ περὶ τοῦ ἑστήκω τὴν ζήτησιν ποιησόμεθα· ἵνα οὖν μὴ συνεμπέσῃ τῷ ἕστηκα μέσῳ παρακειμένῳ, τῷ ὄντι ἀπὸ τοῦ ἑστήκω ἐνε‐ στῶτος, ὁ ἕστηκα ἐνεργητικὸς παρακείμενος, ὁ ὢν ἀπὸ τοῦ ἵστημι
15ἐνεστῶτος, τούτου χάριν πρὸς ἀντιδιαστολὴν ἐκείνου διὰ τοῦ α ἐξηνέχθη κατὰ τὴν παραλήγουσαν. Μέσος παρακείμενος οὐκ ἔστιν ἐν τοῖς εἰς μι δι’ αἰτίαν τοιαύτην. Ἰστέον ὅτι ἐν τοῖς εἰς μι οὐκ ἔστι μέσος παρακείμενος, καὶ ἡ αἰτία ἐστὶν αὕτη· ἡνίκα ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς περιττο‐
20συλλαβεῖ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ, τότε καὶ ὁ ἐνεργητι‐ κὸς παρακείμενος περιττοσυλλαβεῖ τοῦ μέσου παρακειμένου, οἷον κτυπῶ κτυπήσω ἐκτύπησα ἔκτυπον καὶ ἐκτύπηκα ἔκτυπα, δουπῶ δουπήσω ἐδού‐ πησα ἔδουπον καὶ δεδούπηκα δέδουπα· ὅτε δὲ ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς ἰσοσυλλαβεῖ τῷ δευτέρῳ ἀορίστῳ τῷ ἐνεργητικῷ, τότε καὶ
25ὁ ἐνεργητικὸς παρακείμενος ἰσοσυλλαβεῖ τῷ μέσῳ παρακειμένῳ, 〈οἷον〉 ἔστειλα ἔσταλον 〈καὶ〉 ἔσταλκα ἔστολα. Ἐνταῦθα οὖν ἐν τοῖς εἰς μι, ἐπειδὴ ἀεὶ περιττοσυλλαβεῖ ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς τοῦ δευ‐ τέρου ἀορίστου τοῦ ἐνεργητικοῦ, ἔστησα γὰρ καὶ ἔστην, ἔδωκα ἔδων, ἔθηκα ἔθην, ἧκα ἧν (σημαίνει δὲ τὸ ἔπεμψα καὶ ἀπέλυσα), εἰ ἐγένετο
30ὁ μέσος παρακείμενος, ἤμελλε περιττοσυλλαβεῖσθαι ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ βέβηκα καὶ τοῦ δέδωκα καὶ τοῦ ἔγνωκα καὶ τοῦ ἕστακα τρισυλλαβούντων, αὐτός, φημὶ δὴ ὁ μέσος παρακείμενος, εἰς δισυλλαβίαν περιπίπτων, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ μέσος παρακείμενος δισύλλαβος εὑρίσκεται ἐν χρήσει, χωρὶς τοῦ οἶδα καὶ τοῦ
35οἶκα, ὃ σημαίνει τὸ ὡμοίωμαι, ὡς παρὰ Ἀλκμᾶνι 〈fragm. 80 B4οἶκας343

344

μὲν ὡραίῳ Λίνῳ, ἀντὶ τοῦ ὡμοίωσαι· καὶ χωρὶς τοῦ ᾖα, ὃ σημαίνει τὸ ἐπορευόμην, ὅπερ κατὰ διάλυσιν γίνεται ἤϊα, ὡς παρὰ τῷ ποιητῇ 〈δ 433〉 ἤϊα πολλὰ θεοὺς γουνούμενος, ἀντὶ τοῦ ἐπορευόμην, ἐξ οὗ ὁ ὑπερσυντέλικος ᾔειν διὰ τοῦ η καὶ ι κατὰ τὴν ἄρχουσαν, καὶ
5ἐν συνθέσει παρῄειν καὶ ἐξῄειν 〈καὶ ἀπῄειν〉, ὡς παρὰ Μενάνδρῳ 〈fragm. 870 K〉 ἀπῄειν τῶν τόκων τόκους ἔχων. Τούτου οὖν χάριν ἐν τοῖς εἰς μι οὐκ ἔστι μέσος παρακείμενος· μέσου δὲ παρακει‐ μένου μὴ ὄντος, εἰκότως οὔτε μέσος ὑπερσυντέλικος ἔστιν, ἐπειδὴ ἐκ τοῦ μέσου παρακειμένου κανονίζεται ὁ μέσος ὑπερσυντέλικος.
10 Τέθεικας, τέθεικε· τεθείκατον, τεθείκατον· τεθείκαμεν, τεθείκατε, τεθείκασιν· εἴρηται. Ὑπερσυντελίκου. Ἐτεθείκειν. Ἰστέον ὅτι ἀπὸ τοῦ τέθεικα παρακειμένου γέγονεν ἐτεθείκειν ὁ ὑπερσυντέλικος τροπῇ τοῦ α εἰς ειν, καὶ τῆς ἀρχούσης
15συλλαβικῶς μεγεθυνθείσης, ὥσπερ ἐπὶ τοῦ πεποίηκα ἐπεποιήκειν· πῶς δὲ κανονίζεται ὁ ὑπερσυντέλικος, ἐν τοῖς εἰς ω μεμαθήκαμεν· πρό‐ δηλος δὲ ἡ κλίσις. Ἀορίστου πρώτου. Ἔθηκα. Ἰστέον ὅτι ἀπὸ τοῦ θήσω μέλλοντος ἔθησα ὤφειλεν εἶναι
20ὁ πρῶτος ἀόριστος, ὥσπερ καὶ ἀπὸ τοῦ ποιήσω ἐποίησα· ἀλλ’ εἴρηται ἐν τοῖς εἰς ω, ὅτι σεσημείωνται τρία τινά, τὸ δώσω ἔδωκα καὶ θήσω ἔθηκα καὶ ἥσω ἧκα (σημαίνει δὲ τὸ ἔπεμψα καὶ ἀπέλυσα), ὅπερ ἐν συνθέσει γίνεται ἀφῆκα, καὶ ἐπὶ τῶν εἰς ω δύο τινά, φημὶ δὴ τὸ εἶπα καὶ ἤνεγκα· τούτων γὰρ ὁ μέλλων διὰ διπλοῦ ἐστιν, οἷον ἔψω καὶ
25ἐνέγξω. Ἔθηκας, ἔθηκεν· ἐθήκατον, ἐθηκάτην· ἐθήκαμεν, ἐθή‐ κατε, ἔθηκαν. Ἰστέον ὅτι κατὰ συνεκδρομὴν τῶν ἄλλων γέγονεν ἔθηκαν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, ὥσπερ ἔτυψαν· οὐ δυνά‐ μεθα γὰρ ἐνταῦθα λέγειν, ὅτι πρὸς τὴν παραλήγουσαν τῆς γενικῆς τῆς
30μετοχῆς γέγονεν, ἐπειδὴ τοῦτο οὐκ ἔχει μετοχήν, ὥσπερ οὔτε τὸ ἔδωκα οὔτε τὸ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα καὶ ἀπέλυσα)· καὶ τὴν αἰτίαν ἐν τοῖς εἰς ω μεμαθήκαμεν. Ἀορίστου δευτέρου. Ἔθην. Ἰστέον ὅτι πᾶς μέλλων ἀπὸ τῶν εἰς μι, τρέπων τὴν σω
35εἰς ν καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς, τὸν δεύτερον344

345

ἀόριστον ποιεῖ, οἷον θήσω ἔθην, βήσω ἔβην, φήσω ἔφην, δώσω ἔδων, γνώσω ἔγνων, βιώσω ἐβίων, ἥσω ἧν (σημαίνει δὲ τὸ ἔπεμψα καὶ ἀπέ‐ λυσα), φύσω ἔφυν, δύσω ἔδυν, κλῦμι κλύσω ἔκλυν (ἐξ οὗ τὸ προστακτι‐ κὸν κλῦθι), ἅλωμι ἁλώσω ἥλων καὶ κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α
5ἑάλων (σημαίνει δὲ τὸ ἐλήφθην καὶ ἐκρατήθην) καὶ ἑάλω τὸ τρίτον ἀπὸ τοῦ ἥλω, ὥσπερ καὶ ἀπὸ τοῦ ἤγη γίνεται ἐάγη κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α (σημαίνει δὲ τὸ ἐκλάσθη)· ἐπὶ δὲ τοῦ δευτέρου ἀορίστου τοῦ παθητικοῦ σχηματίζεται τοῦτον τὸν τρόπον· ἔστιν ἄσσω, ὃ σημαίνει τὸ κλῶ, τούτου ὁ μέλλων ἄξω, 〈ὁ ἀόριστος ἦξα〉, ἐξ οὗ τὸ προστακτι‐
10κὸν ἆξον, οἷον 〈Ζ 306〉 ἆξον δὴ ἔγχος Διομήδεος, εἶτα ὁ δεύ‐ τερος ἀόριστος ὁ ἐνεργητικὸς ἦγον, καὶ ὁ παθητικὸς ἤγην ἤγης ἤγη, ὥσπερ νύσσω νύξω ἔνυξα ἔνυγον ἐνύγην ἐνύγης ἐνύγη, καὶ λοιπὸν κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α ἐάγη· πάλιν ἵστημι στήσω καὶ ὁ δεύ‐ τερος ἀόριστος ὁ ἐνεργητικὸς ἔστην· οὗτος ἐνεργητικὴν μὲν ἔχει φωνήν,
15παθητικὴν δὲ σημασίαν καὶ σύνταξιν· οὔτε γὰρ λέγομεν ἔστην σε, ἀλλ’ ἔστην ὑπὸ σοῦ, ὥσπερ ἐστάθην ὑπὸ σοῦ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς ἐν τοῖς εἰς μι οὐ συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς, οἷον ἔστην ἔστημεν, ἐβίων ἐβίωμεν, ἥλων ἥλωμεν, ἔφην ἔφημεν· τὸ γὰρ ἔφαμεν
20παρατατικοῦ ἐστιν, ὁ γὰρ παρατατικὸς ἐπὶ τῶν εἰς μι συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς πρὸς ἀναλογίαν τοῦ ἐνε‐ στῶτος, ὡς προείρηται. Σεσημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην ἔθεμεν καὶ ἧν ἕμεν (σημαίνει δὲ τὸ ἐπέμψαμεν καὶ ἀπελύσαμεν), ὅπερ ἐν συν‐ θέσει γίνεται προέμεν, ὡς τὸ 〈κ 155〉 προέμεν τε πυθέσθαι, ἀντὶ
25τοῦ προεπέμψαμεν· ταῦτα δὲ ἐσημειωσάμεθα, ὅτι δευτέρου ἀορίστου ὄντα συνέστειλαν τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς. Καὶ μήποτε ἔστιν ἀπολογήσασθαι καὶ εἰπεῖν περὶ αὐτῶν, ὅτι ἐπειδὴ οὐχ εὕρηνται τὰ ἑνικὰ αὐτῶν ἐν χρήσει, λέγω δὴ ὁ ἔθην καὶ ὁ ἔδων καὶ ὁ ἧν δεύ‐ τερος ἀόριστος, τούτου χάριν τὰ πληθυντικὰ αὐτῶν ὡς ἔτυχε καὶ οὐ
30κατὰ ἀναλογίαν ἐγένοντο· τὸ γὰρ ἔγνων ἑνικὸν εὕρηται, διὸ καὶ ἀνα‐ λόγως ἐγένετο ἔγνωμεν, τὸ δὲ ἔθην καὶ ἔδων καὶ ἧν ἑνικὰ οὐχ εὕρηνται ἐν χρήσει, διὸ τὰ πληθυντικὰ τούτων ὡς ἔτυχε καὶ οὐ κατὰ ἀναλογίαν γεγόνασιν. Οὐ μόνον δὲ ταῦτα κατὰ τοῦτο σεσημείωνται, ἀλλὰ καὶ ὅτι ἐν τοῖς ἀπαρεμφάτοις διφθόγγῳ παραλήγονται, οἷον δοῦναι θεῖναι εἷναι
35(ὃ σημαίνει τὸ ἀπολῦσαι, ἐξ οὗ καὶ τὸ ἀφεῖναι)· ὡς γὰρ ἐν τοῖς ἀπαρ‐
εμφάτοις τῶν εἰς ω μεμαθήκαμεν ἐν τῇ περὶ τοῦ ἐνεργητικοῦ παρα‐345

346

κειμένου διδασκαλίᾳ, τὰ εἰς ναι ἀπαρέμφατα ἔχοντα τὸ ν κλιτικὸν οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, οἷον γνῶναι, περὶ ὧν ἐκεῖσε ἀκριβέ‐ στερον μεμαθήκαμεν. Καὶ κατὰ ἄλλο δὲ σεσημείωνται, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην εἰς
5θι ποιοῦσι τὸ προστακτικόν, οἷον ἔστην στῆθι, ἐπειδὴ στάς στάντος ἡ μετοχή, ἔγνων γνῶθι, ἐπειδὴ γνούς γνόντος ἡ μετοχή, ταῦτα δὲ ἔχοντα εἰς ς τὴν μετοχὴν μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, οἷον δούς δόντος, θείς θέντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος), οὐκ ἔχουσιν εἰς θι τὸ προστακτικόν· δός γὰρ καὶ θές καὶ ἕς τὸ προστακτι‐
10κόν (ἐξ οὗ τὸ ἄφες). Διατί δὲ οὐκ ἔχουσι ταῦτα εἰς θι τὸ προστακτικόν; Ἔστιν εἰπεῖν οὕτως· τὰ εἰς θι προστακτικὰ ἀορίστου ὄντα φύσει μακρᾷ θέλουσι παραλήγεσθαι, 〈οἷον〉 στῆθι γνῶθι τύπηθι· πρόσκειται «ἀορί‐ στου ὄντα» διὰ τὸ δίδοθι καὶ ζεύγνυθι, ταῦτα γὰρ βραχείᾳ παραλήγον‐ ται, ἀλλ’ οὐκ εἰσὶν ἀορίστου ἀλλ’ ἐνεστῶτος καὶ παρατατικοῦ· τούτῳ
15οὖν τῷ λόγῳ εἰ ἐγένοντο εἰς θι τὰ προστακτικὰ τούτων, φύσει μακρᾷ ὤφειλον παραλήγεσθαι ἀορίστου χρόνου ὄντα· ἀλλὰ μὴν φύσει μακρᾷ οὐκ ἠδύναντο παραλήγεσθαι, ἐπειδὴ ἕτερός ἐστι κανὼν ὁ λέγων, ὅτι τὰ εἰς θι προστακτικὰ παραλήγουσαν ἔχουσι τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἐτύπημεν τύπηθι,
20ἔστημεν στῆθι, ἵσταμεν ἵσταθι, δίδομεν δίδοθι, ζεύγνυμεν ζεύγνυθι· εἰ οὖν τὰ ὁριστικὰ τούτων κατὰ τὸ πρῶτον πρόσωπον 〈τῶν πληθυντικῶν〉 βραχεῖαν ἔχουσι τὴν παραλήγουσαν, οἷον ἔδομεν ἔθεμεν ἕμεν, δηλονότι οὐ δύνανται τὰ προστακτικὰ τούτων εἰς θι ὄντα φύσει μακρᾷ παραλήγεσθαι. Τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς φύσει μακρᾷ ἀπαιτοῦντος
25παραλήγεσθαι τὰ εἰς θι προστακτικά, τοῦ δὲ ἑτέρου βραχείᾳ, ἐπιλελοί‐ πασι τὰ εἰς θι προστακτικὰ τούτων, καὶ οὐκ ἐγένοντο εἰς θι τὰ προσ‐ τακτικὰ αὐτῶν. Ἔθης, ἔθη· ἔθετον, ἐθέτην· ἔθεμεν, ἔθετε, ἔθεσαν· εἴρηται. Μέλλοντος πρώτου.
30 Θήσω. Ἐνταῦθα περὶ τοῦ μέλλοντος τῶν εἰς μι διαλαμβάνει· καὶ ἰστέον ὅτι πᾶς ἐνεστὼς εἰς μι λήγων, τρέπων τὴν μι εἰς σω καὶ τὴν ἄρχουσαν ἀποβάλλων, ἐὰν ἔχῃ ὥσπερ ἀναδιπλασιασμὸν διὰ τοῦ ι, μέλ‐ λων γίνεται, οἷον κίχρημι χρήσω, πίμπλημι πλήσω, βίβημι βήσω (τὸ πορεύομαι)· ἐὰν δὲ μὴ ἔχῃ ἀναδιπλασιασμὸν διὰ τοῦ ι, οὐκ ἀποβάλλει
35τὴν ἄρχουσαν ἐν τῷ μέλλοντι, ἀλλὰ μόνον τροπῇ τῆς μι εἰς σω γίνε‐ ται, οἷον φημί φήσω, δῦμι δύσω, φῦμι φύσω (ἐξ οὗ τὸ ἔφυν), κλῦμι κλύσω (ἐξ οὗ τὸ ἔκλυν καὶ τὸ προστακτικὸν κλῦθι), βίωμι βιώσω· ἡ γὰρ
βι συλλαβὴ ἐνταῦθα οὐκ ἔστιν ἀπὸ 〈ἀνα〉διπλασιασμοῦ, ἀπὸ γὰρ τοῦ βιῶ346

347

βιοῖς γέγονεν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ τῆς τετάρτης συζυγίας τῶν εἰς μι οὐ κλίνονται εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ· ὁ δὲ λόγος περὶ τῶν ὑπὲρ δύο συλλαβάς, οἷον ζεύγνυμι ὄμνυμι, τὰ γὰρ δισύλλαβα κλίνονται καὶ μετὰ τὸν παρατατικόν, οἷον δῦμι δύσω ἔδυν.
5Θήσεις, θήσει· θήσετον θήσετον· θήσομεν, θήσετε, θήσου‐ σιν· εἴρηται. Δεύτερος μέλλων οὐκ ἔστιν ἐν τοῖς εἰς μι. Ἰστέον ὅτι ὥσπερ ἐν τοῖς εἰς μι καθόλου ὁ μέσος παρακείμενος ἐπιλιμπάνει, δι’ ἣν εἰρήκαμεν ἐκεῖσε αἰτίαν, οὕτω καὶ ὁ δεύτερος μέλλων ὁ ἐνεργητικὸς
10ὁριστικὸς καθόλου ἐπιλιμπάνει ἐπὶ τῶν εἰς μι· δεύτερος γὰρ μέλλων ἐνεργητικὸς ὁριστικὸς οὐκ ἔστιν ἐν τοῖς εἰς μι διὰ τὴν αἰτίαν, ἥν φησιν ὁ τεχνικός· ἔχει δὲ οὕτως· ἡνίκα ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου ἀορίστου, τότε καὶ ὁ δεύτερος μέλλων ἐνδεῖ τοῦ δευτέρου ἀορίστου, οἷον ἐμύκησα ἔμυκον μυκήσω μυκῶ, ἐβλάστησα ἔβλαστον βλαστήσω
15βλαστῶ· ἰδοὺ ἐπὶ τούτων ἐπειδὴ ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου ἀορίστου, τούτου χάριν ὁ δεύτερος μέλλων ἐνδεῖ τοῦ δευτέρου ἀορί‐ στου. Τούτων οὕτως ἐχόντων ἐν τοῖς εἰς μι ἀεὶ ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου ἀορίστου, οἷον ἔστησα ἔστην, ἔγνωσα ἔγνων, ἔδωκα ἔδων· ἀναγκάζεται οὖν ὁ δεύτερος μέλλων ἐνδεῖν τοῦ δευτέρου ἀορί‐
20στου, καὶ ἐπειδὴ ἐν τοῖς εἰς μι ὡς ἐπὶ τὸ πλεῖστον ὁ δεύτερος ἀόριστος οὐχ ὑπερβαίνει τὴν δισυλλαβίαν, οἷον ἔστην ἔγνων—πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ ἐβίων δευτέρου ἀορίστου, ὁ γὰρ ἑάλων ἀπὸ τοῦ ἥλων δισυλλάβου ἐστίν—ὁ δεύτερος μέλλων εὑρεθήσεται εἰς μονο‐ συλλαβίαν περιιστάμενος, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ δύναται
25μέλλων μονοσύλλαβος εὑρίσκεσθαι· καὶ καθόλου δὲ οὐδέποτε 〈μονοσύλ‐ λαβον〉 ῥῆμα ὁριστικὸν εἰς ω λῆγον εὑρίσκεται ἐν χρήσει, χωρὶς εἰ μὴ εὑρεθῇ δευτέρας συζυγίας τῶν περισπωμένων, οἷον δρῶ θλῶ κλῶ σμῶ· πρόσκειται «ὁριστικόν» διὰ τὸ ἐὰν θῶ, ἐὰν δῶ· πρόσκειται «εἰς ω λῆγον» διὰ τὸ πλεῖς καὶ χεῖς καὶ ῥεῖς· διὰ τοῦτο γὰρ ταῦτα κατὰ τὸ
30τρίτον πρόσωπον καὶ δεύτερον συναιρούμενα κατὰ τὸ πρῶτον οὐ συναι‐ ροῦνται, ἵνα μὴ εὑρεθῶσιν εἰς ω λήγοντα καὶ μονοσυλλαβοῦντα, ὁριστικὰ
ὄντα καὶ μὴ ὄντα δευτέρας συζυγίας τῶν περισπωμένων.347

348

Ὁριστικὰ παθητικά χρόνου ἐνεστῶτος. Τίθεμαι. Ἐνταῦθα περὶ τοῦ ὁριστικοῦ ἐνεστῶτος τῶν εἰς μι τοῦ παθητικοῦ διαλαμβάνει· καὶ ἰστέον ὅτι πᾶς ἐνεστὼς ὁριστικὸς εἰς μι
5λήγων τροπῇ τῆς μι εἰς μαι παθητικὸς γίνεται μετὰ τοῦ συστέλλειν τὴν παραλήγουσαν πρὸς τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πλη‐ θυντικῶν τῶν ἐνεργητικῶν. Καὶ δεῖ γινώσκειν, ὅτι ἡ μὲν πρώτη συζυγία τῶν εἰς μι συστέλλει τὴν παραλήγουσαν διὰ τοῦ ε, οἷον τίθεμαι, ἡ δὲ δευτέρα διὰ τοῦ α συνεσταλμένου, ἡ δὲ τρίτη διὰ τοῦ ο, ἡ δὲ τετάρτη
10τὸ δίχρονον μόνον συστέλλει· εὐλόγως 〈δὲ〉 ἡ μὲν πρώτη συζυγία διὰ τοῦ ε συστέλλει τὴν παραλήγουσαν, οἷον τίθημι τίθεμαι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ε ἔχει, ἡ δὲ δευτέρα διὰ τοῦ α, ἐπειδὴ καὶ τὸ πρωτό‐ τυπον τὸ α ἔχει, ἡ δὲ τρίτη διὰ τοῦ ο, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ο ἔχει, ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον συστέλλει, ἐπειδὴ καὶ τὸ πρωτό‐
15τυπον διὰ διχρόνου συνεσταλμένου ἐστίν. Τούτων οὕτως ἐχόντων τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι τὸ παθητικὸν ὤφειλεν εἶναι ἴμαι διὰ τοῦ ι, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἴμεν ἐστὶ διὰ τοῦ ι· εἰρήκαμεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὸ εἶμι τὸ ἐπὶ τοῦ πορεύομαι ἐν μὲν τοῖς ἑνικοῖς διὰ τῆς ει
20διφθόγγου γράφεται, ἐν δὲ τοῖς δυϊκοῖς καὶ τοῖς πληθυντικοῖς διὰ συνεσταλμένου τοῦ ι· ὤφειλεν οὖν τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύο‐ μαι τὸ παθητικὸν εἶναι διὰ τοῦ ι· ἀλλ’ ἐπειδὴ ἐνταῦθα οὐδὲν πλέον ἤμελλε σημαίνειν τὸ παθητικὸν τοῦ ἐνεργητικοῦ—καὶ τὸ παθητικὸν γὰρ ὁμοίως τῷ εἶμι τὸ πορεύομαι ἤμελλε δηλοῦν—τούτου χάριν ἐπι‐
25λέλοιπε τὸ παθητικόν, ὡς τὴν αὐτὴν τῷ ἐνεργητικῷ μέλλον ἔχειν σημα‐ σίαν. Καὶ ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω τὸ παθητικὸν ἔμαι ὤφειλεν εἶναι διὰ τοῦ ε, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἔμεν ἐστὶ διὰ τοῦ ε, ὅπερ κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν· ἀλλ’ ἐπειδὴ τὰ ὑπαρκτικὰ οὐκ ἔχουσι παθητικά, τὸ γὰρ ὑπάρχω οὐ κλίνεται
30εἰς παθητικὸν καὶ γίνεται ὑπάρχομαι, τούτου χάριν ἐπιλέλοιπε τὸ ἔμαι· ὅμως δὲ καὶ ἀπὸ τοῦ ἔμαι παθητικοῦ γέγονεν ὁ παρατατικὸς ἤμην, ὡς ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα. Ζητεῖται δὲ περὶ τοῦ ἐπίσταμαι ὅτι πόθεν γέγονεν· καὶ λέγει ὁ
Ἀπολλώνιος, ὅτι ἀπὸ τοῦ ἵστημι γίνεται ἵσταμαι, καὶ προσερχομένη348

349

ἡ ἐπί πρόθεσις ὤφειλε τρέψαι τὸ π εἰς φ, ἵνα ᾖ ἐφίσταμαι, καὶ γὰρ τὸ ἵσταμαι δασύνεται, οἷον καθίσταμαι ὑφίσταμαι, ἀλλὰ γέγονεν ἐπίσταμαι, τοῦ π φυλαχθέντος ἰωνικῶς· καὶ γὰρ τὸ ἥλιος δασύνεται, καὶ ὅμως ἀπηλιώτης ἰωνικῶς ἐπεκράτησε λέγεσθαι διὰ τοῦ π, καὶ οὐκ ἀφηλιώτης
5διὰ τοῦ φ (ἀπηλιώτης 〈δέ ἐστιν〉 ὁ ἄνεμος ὁ πνέων ἀπὸ ἀνατολῶν)· καὶ πάλιν τὸ Ἥφαιστος δασύνεται, καὶ ὅμως π’ Ἡφαίστοιο θύρῃσιν ἰωνικῶς εἶπεν ὁ ποιητής 〈θ 268?〉· οὕτως οὖν, ὡς εἴρηται, καὶ τὸ ἐπίστα‐ μαι ἰωνικῶς ἐφύλαξε τὸ π, εἰ οὖν οὕτω γέγονεν ἀπὸ τοῦ ἵσταμαι· ἢ ἀπὸ τοῦ ἰσῶ ἴσημι, ὃ σημαίνει τὸ γινώσκω, γέγονεν ἴσαμαι, καὶ ἐν πλεονασμῷ
10τοῦ τ ἴσταμαι, καὶ ἐκεῖθεν ἐπίσταμαι, καὶ εὐλόγως ἐφύλαξε τὸ π τῆς ἐπί προθέσεως, ἐπειδὴ τὸ ἴσημι ψιλοῦται. Ὁ δὲ Φιλόπονος λέγει, ὅτι ἐστὶν εἴδω εἴσω, ὃ σημαίνει τὸ γινώσκω, ἀφ’ οὗ τὸ ἰστός, ὃ σημαίνει τὸ ἐπιστήμων· γράφεται δὲ διὰ τοῦ ι τὸ ἰστός, ἐπειδὴ τὸ εἴδω ἐν ταῖς συνθέσεσι ταῖς ὀνοματικαῖς καὶ ταῖς παραγωγαῖς ταῖς ὀνοματικαῖς ἀπο‐
15βάλλει τὸ ε, οἷον ἴδμων ἱστορία νῆϊς (ὁ ἄπειρος, ὁ τοῦ εἰδέναι ἐστερη‐ μένος) Πολύϊδος (ἔστι δὲ ὄνομα μάντεως)· τὸ γὰρ εἰδήμων γραφόμενον διὰ τῆς ει διφθόγγου οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ εἴδω βαρυτόνου, ἀλλ’ ἀπὸ περισπωμένου τοῦ εἰδῶ εἰδεῖς εἰδήμων· πρόσκειται δέ «ἐν ταῖς συνθέσεσι ταῖς ὀνοματικαῖς» διὰ τὸ εἴδω ἀείδω,
20τοῦτο γὰρ συντεθὲν ἐφύλαξε τὴν ει δίφθογγον, ἀλλ’ οὐκ ἔστι σύνθεσις ἐν ὀνόματι ἀλλ’ ἐν ῥήματι· ἔστι δὲ παρὰ τὸ α τὸ ἐπιτατικὸν μόριον καὶ τὸ εἴδω τὸ σημαῖνον τὸ ἐπίσταμαι· οἱ γὰρ ᾄδοντες προγενεστέρων πραγμάτων εἰσὶν ἔμπειροι· ἐκ τοῦ οὖν ἰστός, ὃ σημαίνει τὸ ἐπιστήμων, γέγονεν ἰστῶ ἰστήσω ἰστήμων καὶ ἐπιστήμων, ἐκ τούτου δὲ τοῦ ἰστῶ
25τοῦ σημαίνοντος τὸ γινώσκω γέγονεν ἴστημι καὶ ἴσταμαι καὶ ἐκεῖθεν ἐπίσταμαι, καὶ εὐλόγως ἐφυλάχθη τὸ π, ἐπειδὴ ψιλοῦται αὕτη ἡ κίνησις, ὡς ἐκ τοῦ εἴδω γεγενημένη, ὅπερ ψιλοῦται. Τίθεσαι. Εἴρηται 〈ὅτι〉 τὰ ἔχοντα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως τροπῇ τοῦ τ τοῦ ἐν τῷ τρίτῳ προσώπῳ εἰς ς
30ποιοῦσι τὰ δεύτερα πρόσωπα, οἷον πεποίηται πεποίησαι, πεποιηκώς γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως, καὶ δύναται δύνασαι, ὅτι δυνάς, καὶ ἐπίσταται ἐπίστασαι, ὅτι ἐπιστάς, εἰ καὶ μὴ εὕρηται ἐν χρήσει τὸ δυνάς καὶ ἐπιστάς· εἰσὶ δὲ ὡς ἀπὸ τοῦ δύνημι καὶ ἐπίστημι καὶ δύναμαι καὶ ἐπίσταμαι· τὸ δὲ δύνῃ καὶ ἐπίστῃ κατὰ πάθος λέγουσιν,
35ὡς ἀπὸ τοῦ δύνασαι καὶ ἐπίστασαι δύνααι καὶ ἐπίστααι, καὶ ἰωνικῶς δύνεαι καὶ ἐπίστεαι, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η δύνῃ καὶ ἐπίστῃ,
καὶ μένει τὸ ι προσγεγραμμένον.349

350

Τίθεται. Εἴρηται ὅτι τὰ εἰς μαι εἰς ται τὸ τρίτον ποιοῦσι, καὶ φυλάττουσι τὴν παραλήγουσαν, ἡνίκα ἐστὶν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς, οἷον πεποίημαι πεποίηται, ὅτι πεποιηκώς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς, καὶ δίδομαι δίδοται, ὅτι διδούς, καὶ ζεύγνυμαι ζεύγνυται, ὅτι ζευγνύς·
5οὕτως οὖν καὶ τίθεμαι τίθεται, ὅτι τιθείς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς, καὶ ἵσταμαι ἵσταται, ὅτι ἱστάς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς. Τιθέμεθον, τίθεσθον, τίθεσθον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ μ ἐπὶ τῆς τελευταίας συλλαβῆς· τιθέμεθα
10γάρ ἐστι τὸ πρῶτον τῶν πληθυντικῶν 〈καὶ〉 τὸ θ ἔχει ἐπὶ τῆς τελευ‐ ταίας συλλαβῆς, οὐ τὸ μ· γέγονε δὲ ἀπὸ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ τῆς θα εἰς θον, οἷον τιθέμεθα τιθέμεθον· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ε εἰς ον, οἷον τίθεσθε τίθεσθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ
15δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ται λήγει. Τιθέμεθα. Εἴρηται ὅτι πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλιτι‐ κὸν τροπῇ τῆς ἐσχάτης εἰς μεθα τὸ πληθυντικὸν ποιεῖ, οἷον τύπτομαι τυπτόμεθα, ἐτυπτόμην ἐτυπτόμεθα· οὕτως οὖν καὶ τίθεμαι τιθέμεθα καὶ ἵσταμαι ἱστάμεθα καὶ δίδομαι διδόμεθα καὶ ζεύγνυμαι ζευγνύμεθα. Μηδεὶς
20δὲ οἰέσθω ταῦτα ἐν τοῖς παθητικοῖς ἀπὸ παραγωγῆς ἔχειν τὸ μ, ὡς ἐν τοῖς ἐνεργητικοῖς· ἐν μὲν γὰρ τοῖς ἐνεργητικοῖς ἀπὸ παραγωγῆς ἔχουσι τὸ μ, οἷον τιθῶ τίθημι, ἐν δὲ τοῖς παθητικοῖς ἀπὸ κλίσεως ἔχουσι τὸ μ, τροπὴ γὰρ παρηκολούθησεν ἐκεῖ τοῦ μ εἰς ἕτερον μ, ὅθεν καὶ αὐτὰ τροπῇ τῆς ἐσχάτης εἰς μεθα ποιοῦσι τὸ πληθυντικὸν ὁμοίως
25τοῖς ἔχουσι τὸ μ κλιτικόν. Τίθεσθε. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ κλιτικὸν τρέπον τὴν τελευταίαν συλλαβὴν 〈εἰσ〉 θε τὸ δεύτερον τῶν πληθυντικῶν ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ τ, καὶ ς προσλαμβάνει τὸ δεύτερον τῶν πλη‐ θυντικῶν, οἷον τύπτεται τύπτεσθε· οὕτως οὖν καὶ τίθεται τίθεσθε καὶ
30ἵσταται ἵστασθε καὶ δίδοται δίδοσθε καὶ ζεύγνυται ζεύγνυσθε· εἰ δὲ συμφώνῳ παραλήγεται, τηρεῖ αὐτό, πλὴν εἰ μή πω ψιλὸν ὂν δι’ ἀσυν‐ ταξίαν εἰς δασὺ τραπῇ. Τίθενται. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ κλιτικόν, πρὸ τοῦ τ λαμβάνον τὸ ν καὶ τὴν παραλήγουσαν φυλάττον τοῦ ἰδίου πρώτου
35προσώπου ἑνικοῦ, τὸ πληθυντικὸν ποιεῖ.350

351

Παρατατικοῦ. Ἐτιθέμην. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ παρατατικοῦ διαλαμβάνει καὶ λέγει, ὅτι πᾶς ἐνεστὼς παθητικὸς τρέπων τὴν μαι εἰς μην τὸν παρα‐ τατικὸν ποιεῖ· καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστώς, προσ‐
5λαμβάνει ὁ παρατατικὸς τὸ ε, οἷον τίθεμαι ἐτιθέμην, εἰ δὲ ἀπὸ φωνή‐ εντος ἄρχεται ὁ ἐνεστώς, χρονικῶς αὔξεται ὁ παρατατικός, οἷον ἵσταμαι ἱστάμην, ἵεμαι ἱέμην καὶ ἀφιέμην. Δυνατὸν δέ ἐστι καὶ ἀπὸ τοῦ παρα‐ τατικοῦ 〈τοῦ〉 ἐνεργητικοῦ κανονίσαι τὸν παθητικὸν παρατατικὸν οὕτως· πᾶς ἐνεργητικὸς παρατατικὸς πρὸ τοῦ ν λαμβάνων τὸ μ καὶ η παθη‐
10τικὸς γίνεται, οἷον ἔτυπτον ἐτυπτόμην, ἐβόων ἐβοώμην· ἐπὶ δὲ τῶν εἰς μι καὶ συστολὴ παρακολουθεῖ τῆς παραληγούσης, οἷον ἐτίθην ἐτιθέ‐ μην, ἵστην ἱστάμην, ἐδίδων ἐδιδόμην, ἐπήγνυν ἐπηγνύμην. Καὶ ἀπὸ τοῦ ἦν ἐγώ ὁ παθητικὸς παρατατικὸς ἤμην, καὶ ὤφειλε συστεῖλαι τὴν παραλήγουσαν, ἀλλὰ λέγομεν, ὅτι λόγῳ ἀρχούσης ἐφύλαξε τὸ η· ἐπειδὴ
15γὰρ τοῦτο δισύλλαβόν ἐστι καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ παραλήγου‐ σαν, τούτου χάριν τῷ λόγῳ τῆς ἀρχούσης ἐφύλαξε τὸ η, καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης συνέστειλεν αὐτό· ὁ δὲ Φιλόπονος λέγει, ὅτι τὸ κεχρεωστημένον η τῇ παραγωγῇ ἡ κλίσις ἀνεδέξατο. Δεῖ δὲ γινώσκειν ὅτι ἐστὶν εἰμί· τοῦτο κατὰ τὸν παθητικὸν ἐνεστῶτα τῷ μὲν
20λόγῳ τῆς ἀρχούσης γίνεται εἶμαι διὰ τῆς ει διφθόγγου, ἡ γὰρ ει δίφθογγος φυλάττεται κατὰ τὴν ἄρχουσαν, οἷον εἴργω εἴργομαι, εἰκο‐ νίζω εἰκονίζομαι· τὸ γὰρ εἰκάζω ᾔκαζον καὶ εἴδω ᾔδειν ἀττικῶς ἐξέτειναν τὸ ε εἰς τὸ η, ὡς τὸ ἔμελλον ἤμελλον· τῷ δὲ λόγῳ τῆς παραληγούσης γίνεται ἔμαι διὰ τοῦ ε, τὰ γὰρ εἰς μι βραχείᾳ θέλουσι παραλήγεσθαι
25ἐν τοῖς παθητικοῖς, οἷον τίθεμαι ἵσταμαι· τοῦτο κατὰ τὸν παρατατικὸν τῷ μὲν λόγῳ τῆς παραληγούσης γίνεται ἔμην, ὥσπερ ἐτιθέμην ἐδιδόμην, τῷ δὲ λόγῳ τῆς ἀρχούσης εἴμην ὤφειλεν εἶναι διὰ τῆς ει διφθόγγου, ἡ γὰρ ει δίφθογγος φυλάττεται κατὰ τὴν ἄρχουσαν. Πόθεν οὖν ἔχει τὸ η τὸ ἤμην; Καὶ λέγει, ὡς εἴρηται, ὁ Φιλόπονος, ὅτι τὸ κεχρεω‐
30στημένον τῇ παραγωγῇ, ἤγουν τῷ εἰμί, ἡ κλίσις ἀνεδέξατο, ἤγουν τὸ ἤμην· ἐμάθομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὸ εἰμί ἀπὸ τοῦ ἔω τοῦ σημαίνοντος τὸ ὑπάρχω γενόμενον διὰ τοῦ η ὤφειλε γενέσθαι· τὸ γὰρ ε μεγεθυνόμενον ἐν τοῖς ῥήμασι διχῶς μεγεθύνεται, ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ι, οἷον ἔχω εἶχον, ἢ διὰ τοῦ τρέπεσθαι εἰς τὸ η· ὤφει‐
35λεν οὖν καὶ τὸ εἰμί ἀπὸ τοῦ ἔω γενόμενον τοῦ σημαίνοντος τὸ ὑπάρχω
μᾶλλον τρέψαι τὸ ε εἰς τὸ η καὶ γενέσθαι ἠμί διὰ τοῦ η, ἤπερ προσ‐351

352

λαμβάνειν τὸ ι καὶ γενέσθαι 〈εἰμί〉 διὰ τῆς ει διφθόγγου, ἐπειδὴ τὰ εἰς μι ὁριστικὰ δηλονότι οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, χωρὶς τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι καὶ 〈τοῦ〉 εἰμί δηλονότι τοῦ σημαί‐ νοντος τὸ ὑπάρχω, περὶ οὗ καὶ ὁ λόγος. Ὤφειλεν 〈οὖν〉, ὡς εἴρηται,
5διὰ τοῦ η γενέσθαι· ἀλλ’ ἐπειδὴ ἠναγκάζετο λείψανόν τι φυλάξαι τῆς φωνῆς τοῦ πρωτοτύπου—αἱ γὰρ παράγωγοι λέξεις θέλουσι φυλάττειν λείψανον τῆς φωνῆς τοῦ πρωτοτύπου, οἷον ἄρδω ἀρδεύω—τούτου χάριν προσέλαβε τὸ ι καὶ ἐγένετο εἰμί διὰ τῆς ει διφθόγγου, ἵνα φυλάξῃ λείψανον τῆς φωνῆς τοῦ πρωτοτύπου· προσλαμβάνον γὰρ τὸ ι ἐφύ‐
10λαξε τὸ ε τοῦ πρωτοτύπου, φημὶ δὴ τοῦ ἔω, εἰ γὰρ ἔτρεψε τὸ ε εἰς τὸ η, οὐκ ἐφύλαξέ τι τῆς φωνῆς τοῦ πρωτοτύπου· τὸ οὖν η τὸ κεχρεωστημένον τῇ παραγωγῇ, φημὶ δὴ τῷ εἰμί, ἡ κλίσις ἀνεδέξατο, ἤγουν τὸ ἤμην· καὶ ἀπὸ τοῦ ἦν γέγονεν ἤμην λόγῳ ἀρχούσης, ὡς προείρηται, φυλαχθέντος τοῦ η. Ἰστέον δὲ ὅτι τὸ ἤμην 〈τὸ〉 ἐπὶ τοῦ
15ὑπῆρχον ἀπηγόρευται· ἀντὶ γὰρ τοῦ ἤμην ἦν λέγουσιν, ὡς Ἀριστο‐ φάνης 〈Plut. 28〉 ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ Κακῶς ἔπραττον καὶ πένης ἦν· εὕρηται δὲ τὸ ἤμην τὸ ἐπὶ τοῦ ὑπῆρχον, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἑλένης ἀπαιτήσει 〈cfr. Hel. 931〉 ἐγὼ δὲ προ‐ δότις οὐκ ἤμην, τέκνον· πρόσκειται «τὸ ἐπὶ τοῦ ὑπῆρχον», ἐπειδή
20ἐστιν ἥμην καὶ ἐπὶ τοῦ ἐκαθεζόμην, ἀπὸ τοῦ ἧμαι τοῦ σημαίνοντος τὸ κάθημαι γεγονός· ἰστέον δὲ ὅτι τὸ ἤμην, ὅτε μὲν σημαίνει τὸ ὑπῆρχον, ψιλοῦται, ὅτε δὲ σημαίνει τὸ ἐκαθεζόμην, δασύνεται. Ἐτίθεσο, ἐτίθετο. Ἰστέον ὅτι τὸ μὲν δεύτερον πρόσωπον ἀπὸ τοῦ τρίτου γέγονε τροπῇ τοῦ τ εἰς ς, ἡ γὰρ ἐνεργητικὴ μετοχὴ εἰς ς
25μετ’ ὀξείας τάσεως, οἷον τιθείς· τὸ δὲ τρίτον ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μην εἰς το. Τούτων δὲ οὕτως ἐχόντων τὸ ἐφάμην τύπον μὲν ἔχει παθητικόν, σημασίαν δὲ ἐνεργητικήν, τὸ γὰρ εἶπον σημαίνει· τὸ δεύτερον πρόσωπον ἀναλόγως ἔχει ἔφασο, τροπῇ τοῦ τ τοῦ ἐν τῷ τρίτῳ προσώπῳ εἰς ς, ἐπειδὴ ἡ ἐνεργητικὴ μετοχὴ ὁ φάς ἐστὶν εἰς
30ς μετ’ ὀξείας τάσεως· τοῦτο δὲ τὸ ἔφασο γίνεται κατὰ ἀποβολὴν τοῦ ς ἰωνικῶς ἔφαο, ἐξ οὗ καὶ τὸ προστακτικὸν φάο, 〈οἷον〉 〈π 168〉 ἔπος φάο μηδ’ ἐπίκευθε· πάλιν ἐστὶν ἐκρεμάμην ἐκρέματο, καὶ κατὰ τροπὴν τοῦ τ εἰς τὸ ς γίνεται τὸ δεύτερον πρόσωπον ἐκρέμασο, ἐπειδὴ ἡ ἐνεργητικὴ μετοχὴ ὁ κρεμάς ἐστὶν εἰς ς μετ’ ὀξείας τάσεως, ὥσπερ ὁ
35ἱστάς· εἰ γὰρ καὶ μὴ εὕρηται ἐν χρήσει, ἀλλ’ οὖν δευτέρας ἐστὶ συζυ‐ γίας τῶν εἰς μι, οἷον κρεμῶ κρεμᾷς κρέμημι, ὥσπερ ἱστῶ ἱστᾷς ἵστημι,
καὶ κρέμαμαι καὶ ἐκρεμάμην· καὶ λοιπὸν τὸ ἐκρέμασο γίνεται κατὰ ἀπο‐352

353

βολὴν τοῦ ς ἰωνικῶς ἐκρέμαο, καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ α καὶ ο εἰς ω ἐκρέμω, 〈οἷον〉 〈Ο 18〉 ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν. Μηδεὶς δὲ οἰέσθω τὸ ἐκρέμω ὡς ἀπὸ τῶν εἰς ω εἶναι, ὡς ἀπὸ τοῦ κρεμῶ κρεμᾷς, ἐπειδὴ κρεμῶμαι καὶ ἐκρεμώμην
5εἶχεν εἶναι τὸ παθητικόν, ὥσπερ βοῶμαι ἐβοώμην, νῦν δὲ κρέμαμαι καὶ ἐκρεμάμην ἐστίν, ὥσπερ ἵσταμαι ἱστάμην· ἄλλως τε 〈δὲ〉 εἰ ἦν ἀπὸ τοῦ εἰς ω, ἐκρεμῶ εἶχεν εἶναι περισπωμένως, ὥσπερ ἐβοῶ, νῦν δὲ ἐκρέμω ἐστὶ παροξυτόνως. Ἐτιθέμεθον, ἐτίθεσθον, ἐτιθέσθην. Ἰστέον ὅτι τὸ τρίτον
10τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς σι λήγει οὔτε εἰς ται, ἐτίθεντο γάρ ἐστιν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ο εἰς η. Ἐτιθέμεθα, ἐτίθεσθε, ἐτίθεντο· εἴρηται. Παρακειμένου.
15 Τέθειμαι. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ παρακειμένου τῶν εἰς μι διαλαμβάνει καὶ λέγει, ὅτι πᾶς ἐνεργητικὸς παρακείμενος ἐπὶ τῶν εἰς μι τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς μαι καὶ τὴν παραλήγουσαν συστέλλων παθητικὸς 〈παρακείμενοσ〉 γίνεται, οἷον δέδωκα δέδομαι, πέπωκα πέπομαι (ἐξ οὗ τὸ ἐπόθην καὶ κατεπόθην), βέβηκα βέβαμαι (ἐξ
20οὗ τὸ ἐβάθην καὶ παρεβάθην), ἕστηκα ὅσον κατὰ τὴν ἀναλογίαν ἀπὸ τοῦ ἵστημι στήσω, καὶ ἕσταμαι ὁ παθητικὸς παρακείμενος· πρόσκειται «ὅσον κατὰ τὴν ἀναλογίαν», ἐπειδὴ ἕστακα ἐστὶν ὁ ἐνεργητικὸς παρα‐ κείμενος τοῦ ἵστημι πρὸς ἀντιδιαστολὴν τοῦ ἕστηκα μέσου παρακειμένου τοῦ ὄντος ἀπὸ τοῦ ἑστήκω ἐνεστῶτος, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται·
25τέθηκα τέθεμαι καὶ κατὰ πλεονασμὸν τοῦ ι τέθειμαι διὰ τῆς ει διφθόγ‐ γου· οὐ γὰρ δυνάμεθα τὸ τέθειμαι Βοιωτικὸν λέγειν, ὥσπερ τὸ ἐνεργη‐ τικὸν τὸ τέθεικα τὸ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ τὸ μὲν τέθεικα ἐνεργητικὸν τὸ διὰ τῆς ει διφθόγγου ἀπὸ τοῦ τέθηκα κοινοῦ γέγονε τοῦ διὰ τοῦ η, κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον,
30ὥσπερ Λάχης Λάχεις, τὸ δὲ παθητικὸν οὐκ ἔστι τέθημαι διὰ τοῦ η, ἵνα τὸ τέθειμαι τὸ διὰ τῆς ει διφθόγγου Βοιωτικὸν εἴπωμεν κατὰ τροπὴν τοῦ η εἰς τὴν ει δίφθογγον. Τέθεισαι, τέθειται· τεθείμεθον, τέθεισθον, τέθεισθον· τεθείμεθα, τέθεισθε, τέθεινται. Ὑπερσυντελίκου.
35Ἐτεθείμην. Ἰστέον ὅτι ἀπὸ τοῦ τέθειμαι παρακειμένου γέγονεν
ἐτεθείμην ὁ ὑπερσυντέλικος τροπῇ τῆς μαι εἰς μην, καὶ τῆς ἀρχούσης353

354

συλλαβικῶς μεγεθυνθείσης· πῶς δὲ κανονίζεται ὁ ὑπερσυντέλικος, ἐν τοῖς εἰς ω μεμαθήκαμεν. Ἐτέθεισο, ἐτέθειτο· ἐτεθείμεθον, ἐτέ‐ θεισθον, ἐτεθείσθην· ἐτεθείμεθα, ἐτέθεισθε, ἐτέθειντο. Ἀορίστου πρώτου παθητικο.
5 Ἐτέθην. Ἰστέον ὅτι ἀπὸ τοῦ τέθεμαι παρακειμένου—ὁ γὰρ τέθειμαι κατὰ πλεονασμὸν ἔχει τὸ ι—γέγονεν ὁ παθητικὸς πρῶτος ἀόριστος ἐτέθην τροπῇ τῆς μαι εἰς θην καὶ ἀποβολῇ τοῦ κατ’ ἀρχὴν συμφώνου· πῶς δὲ κανονίζεται ὁ παθητικὸς πρῶτος ἀόριστος, ἐν τοῖς εἰς ω μεμαθήκαμεν. Δεῖ δὲ γινώσκειν, ὅτι ἀπὸ τοῦ τέθεμαι παρακει‐
10μένου, τραπείσης τῆς μαι συλλαβῆς εἰς θην, ἐθέθην ὤφειλεν εἶναι ὁ παθητικὸς πρῶτος ἀόριστος· ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆς ἐπαλληλίας τοῦ δασέος θ τροπὴ παρηκολούθησε τοῦ πρώτου θ εἰς τ, καὶ γέγονεν ἐτέθην, ὥσπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. Εἰ δέ τις εἴποι, διατί γὰρ τὸ πρῶτον θ ἐτράπη καὶ μὴ τὸ τελευταῖον, λέγομεν ὅτι οὐκ ἠδύ‐
15νατο τὸ τελευταῖον θ τραπῆναι, ἐπειδὴ ὁ πρῶτος ἀόριστος ὁ παθητικὸς εἰς θην θέλει λήγειν, οἷον ἐτύφθην. Τούτων οὕτως ἐχόντων τὸ ἐγνώ‐ σθην καὶ ἠδυνάσθην 〈καὶ ἠδυνήθην〉 μακρᾷ παραληγόμενα οὐκ εἰσὶν ἀπὸ τῶν εἰς μι, ἀλλ’ ἀπὸ τῶν εἰς ω· εἰ γὰρ ἦσαν ἀπὸ τῶν εἰς μι, οὕτως ἤμελλον εἶναι, γνῶμι γνώσω ἔγνωκα ἔγνομαι ἐγνόθην διὰ τοῦ ο, ὥσπερ
20δίδωμι δώσω δέδωκα δέδομαι ἐδόθην, πῶμι πώσω πέπωκα πέπομαι ἐπόθην, καὶ πάλιν ἀπὸ τοῦ δύνημι δυνήσω δεδύνηκα εἶχεν εἶναι δεδύνα‐ μαι καὶ ἐδυνάθην, ὥσπερ βίβημι βήσω βέβηκα βέβαμαι καὶ ἐβάθην (ἐξ οὗ τὸ παρεβάθην)· ἀλλ’, ὡς εἴρηται, ἀπὸ τῶν εἰς ω εἰσίν. Καὶ τὸ μὲν ἐγνώσθην γέγονε τοῦτον τὸν τρόπον· ἔστι γνώω τῆς ἕκτης συζυγίας,
25ἐξ οὗ τὸ ὑποτακτικὸν παρὰ τῷ ποιητῇ 〈Α 302〉 ἵνα γνώωσι καὶ οἵδε, καὶ τούτου ὁ μέλλων γνώσω, εἶτα ὁ παρακείμενος ὁ ἐνεργητικὸς ἔγνωκα, ὁ παθητικὸς ἔγνωσμαι, καὶ λοιπὸν ὁ παθητικὸς πρῶτος ἀόριστος ἐγνώσθην. Τὸ δὲ ἠδυνάσθην γέγονε τοῦτον τὸν τρόπον· ὡς ἀπὸ τοῦ δυ‐ νάζω 〈γίνεται〉 δυνάσω δεδύνακα δεδύνασμαι καὶ ἐδυνάσθην, ὥσπερ φράζω
30φράσω πέφρακα πέφρασμαι ἐφράσθην, καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς τὸ η ἠδυνάσθην, ὥσπερ ἔμελλον ἤμελλον· πάλιν ὡς ἀπὸ τοῦ δυνῶ δυνᾷς περισπωμένου τῆς δευτέρας συζυγίας γίνεται δυνήσω δεδύνηκα δεδύνημαι ἐδυνήθην, καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς τὸ η ἠδυνήθην. Ἐτέθης, ἐτέθη· ἐτέθητον, ἐτεθήτην· ἐτέθημεν, ἐτέθητε, ἐτέ‐
35θησαν· εἴρηται.
Ἀόριστος δεύτερος ἐν τοῖς παθητικοῖς τῶν εἰς μι οὐκ ἔστιν,354

355

ἐπειδὴ προελήφθη ὁ χρόνος ἐν τοῖς ἐνεργητικοῖς· καὶ γὰρ ὁ δεύτερος ἀόριστος ὁ παθητικὸς μακροκαταληκτεῖν θέλει· ἐπειδὴ οὖν ὁ δεύτερος ἀόριστος 〈ὁ〉 ἐνεργητικὸς μακροκαταληκτεῖ ἐν τοῖς εἰς μι, οἷον ἔστην ἔγνων ἔδων, τούτου χάριν ὡς προληφθέντος τοῦ χρόνου, ἤγουν τῆς
5μακροκαταληξίας, ἐν τοῖς ἐνεργητικοῖς ἐπιλέλοιπε τὸ παθητικόν. Ὁ μέντοι ἔστην δεύτερος ἐνεργητικός, ὡς καὶ ὁ τεχνικός φησιν, τὴν μὲν φωνὴν ἔχει ἐνεργητικήν, ὥσπερ τὸ ἔθην καὶ ἔβην—ὥσπερ γὰρ ἀπὸ τοῦ θήσω καὶ βήσω ἔθην καὶ ἔβην, οὕτω καὶ ἀπὸ τοῦ στήσω ἔστην— τὴν δὲ σημασίαν καὶ τὴν σύνταξιν παθητικὴν ἔχει· ἔστην γὰρ ὑπὸ σοῦ
10φαμέν, ὥσπερ ἐστάθην ὑπὸ σοῦ, καὶ οὐκ ἔστην σε, ὥσπερ ἔστησά σε [καὶ ἔβην σε] καὶ ἔθην σε. Ἰστέον 〈δὲ〉 ὅτι ὥσπερ ὁ ἔστην δεύτερος ἀόριστος ἐνεργητικὸς τῇ μὲν φωνῇ ἐνεργητικός ἐστιν, τῇ δὲ συντάξει παθητικός, οὕτω καὶ ὁ ἥλων δεύτερος ἀόριστος ἐνεργητικός, ἀπὸ τοῦ ἁλώσω μέλλοντος 〈γινόμενοσ〉, τῇ μὲν φωνῇ ἐνεργητικός 〈ἐστιν〉, ἥλων
15γάρ, ὡς ἔδων καὶ ἐβίων, τῇ δὲ συντάξει παθητικός· ἥλων γὰρ ὑπὸ σοῦ φαμέν, καὶ οὐχ ἥλων σε· οὗτος δὲ ὁ ἥλων δεύτερος ἀόριστος ἐνεργη‐ τικὸς κατὰ διάλυσιν τοῦ η εἰς τὸ ε καὶ α γίνεται ἑάλων, ὥσπερ ἀπὸ τοῦ ἥδω τοῦ σημαίνοντος τὸ εὐφραίνομαι γίνεται ἧδον ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικός, καὶ κατὰ διάλυσιν τοῦ η εἰς τὸ ε καὶ α ἔαδον
20ἔαδες ἔαδε, καὶ κατὰ πλεονασμὸν τοῦ υ εὔαδε. Μέσου ἀορίστου πρώτου. Ἐθηκάμην. Ἰστέον ὅτι ὁ πρῶτος μέσος ἀόριστος ἐκ τοῦ πρώτου ἀορίστου γίνεται τοῦ ἐνεργητικοῦ προσθέσει τῆς μην, 〈οἷον ἔθηκα ἐθη‐ κάμην〉. Ἐθήκω, ἐθήκατο· ἐθηκάμεθον, ἐθήκασθον, ἐθηκάσθην·
25ἐθηκάμεθα, ἐθήκασθε, ἐθήκαντο. Μέσου ἀορίστου δευτέρου. Ἐθέμην. Ἰστέον ὅτι καὶ ὁ μέσος δεύτερος ἀόριστος ἀπὸ τοῦ δευ‐ τέρου ἀορίστου τοῦ ἐνεργητικοῦ γίνεται, προσθέσει τοῦ μ 〈καὶ η〉 καὶ συστολῇ τῆς παραληγούσης, ἤγουν τοῦ ἐν τῇ ληγούσῃ τοῦ δευτέρου
30ἀορίστου τοῦ ἐνεργητικοῦ φωνήεντος, οἷον ἔδων ἐδόμην, ἔθην ἐθέμην, ἔστην ἐστάμην, ἔφην ἐφάμην· ὁ δὲ τεχνικὸς ἀπὸ τοῦ παθητικοῦ πρώτου ἀορίστου κανονίζει τὸν παρόντα δεύτερον ἀόριστον τροπῇ τοῦ θ εἰς μ,
λέγων ὅτι ὁ εἰς θην ἀόριστος ἐν τοῖς εἰς μι τρέπων τὸ θ εἰς τὸ μ355

356

μέσον ἀόριστον ποιεῖ δηλονότι δεύτερον, οἷον ἐτέθην ἐτέμην, καὶ ὑπο‐ στρέφει τὸ παραλῆγον τ εἰς τὸ ἀνάλογον θ καὶ γίνεται ἐθέμην· εἰρή‐ καμεν γάρ, ὅτι ἐθέθην ὤφειλεν εἶναι ὁ παθητικὸς πρῶτος ἀόριστος, ἀλλὰ διὰ τὴν ἐπαλληλίαν τοῦ δασέος θ ἐτράπη τὸ παραλῆγον θ εἰς τὸ τ καὶ
5γέγονεν ἐτέθην· ἐν οὖν τῷ ἐθέμην προσῆλθε τὸ ἀνάλογον θ, ἐπειδὴ οὐκέτι εὑρίσκετο ἀλλεπαλληλία τοῦ θ· πάλιν ἐδόθην ἐδόμην, ἐστάθην ἐστάμην, ἐφάθην ἐφάμην, ἐπτάθην ἐπτάμην. Γέγονε δὲ τοῦτο τοῦτον τὸν τρόπον· ἔστιν ἐνεστὼς τῆς δευτέρας συζυγίας τῶν εἰς μι ἵπτημι, ἐξ οὗ ὁ παθητικὸς ἐνεστὼς ἵπταμαι· τούτου ὁ μέλλων πτήσω, καὶ ὁ
10δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς ἔπτην, εἶτα ὁ ἐνεργητικὸς παρακεί‐ μενος ἔπτηκα, καὶ ὁ παθητικὸς ἔπταμαι, καὶ λοιπὸν ὁ παθητικὸς πρῶτος ἀόριστος ἐπτάθην, καὶ ὁ μέσος δεύτερος ἀόριστος ἐπτάμην, εἴτε ἀπὸ τοῦ ἐπτάθην τροπῇ τοῦ θ εἰς τὸ μ, εἴτε ἀπὸ τοῦ ἔπτην δευτέρου ἀορί‐ στου ἐνεργητικοῦ, πρὸ τοῦ ν προσελθόντος τοῦ μ καὶ η καὶ τῆς παρα‐
15ληγούσης συσταλείσης. Τούτων οὕτως ἐχόντων φησὶν ὁ τεχνικὸς τὸ ἡκάμην καὶ ἐθηκάμην ἡμαρτῆσθαι, ὡς κατὰ συνεκδρομὴν ποιήσαντα ἕτερον ἀόριστον πρῶτον, ὥσπερ ἔγραψα ἐγραψάμην· τοῦτο δέ φησιν ὁ τεχνικός, δοξάζων ἕνα μόνον εἶναι 〈ἐν〉 τοῖς εἰς μι μέσον ἀόριστον, ὥσπερ καὶ ἕνα παθητικόν.
20Οὐ καλῶς 〈δὲ〉 δοξάζει ὁ τεχνικός, λέγων ἡμαρτῆσθαι καὶ παρανενο‐ μῆσθαι τὸ ἡκάμην καὶ ἐθηκάμην ἀπὸ τοῦ ἧκα καὶ ἔθηκα προσθέσει τῆς μην γενόμενα ὁμοίως τοῖς εἰς ω· εὑρίσκομεν γὰρ καὶ ἄλλους τοιούτους μέσους ἀορίστους ἐπὶ τῶν εἰς μι, κατὰ τὸν εἰρημένον τρόπον ἀπὸ τῶν ἐνεργητικῶν πρώτων ἀορίστων γενομένους, οἷον ἀπὸ τοῦ ἵστημι ἔστησα
25γίνεται πρῶτος 〈μέσοσ〉 ἀόριστος ἐστησάμην, καὶ πάλιν ἀπὸ τοῦ βίβημι ἔβησα (τοῦ σημαίνοντος τὸ πορεύομαι) γίνεται ἐβησάμην, ἐξ οὗ τὸ τρίτον παρὰ τῷ ποιητῇ 〈Π 810〉 βήσατ’ ἀφ’ ἵππων, καὶ ἐν συνθέσει παρὰ τῷ αὐτῷ 〈φ 5〉 κλίμακα δ’ ὑψηλὴν προσεβήσατο οἷο δόμοιο· εἰσὶν οὖν οὗτοι πρῶτοι μέσοι ἀόριστοι ἀπὸ τῶν ἐνεργητικῶν πρώτων
30ἀορίστων γενόμενοι προσθέσει τῆς μην, ὡς ἐν τοῖς εἰς ω μεμαθήκαμεν. Ἔθεσο. Ἰστέον ὅτι ἀπὸ τοῦ τρίτου προσώπου γέγονε τοῦ ἔθετο τροπῇ τοῦ τ εἰς τὸ ς, ἡ γὰρ ἐνεργητικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεώς ἐστιν, οἷον θείς· καὶ πάλιν ἔδοτο ἔδοσο, ὅτι δούς ἡ ἐνεργητικὴ μετοχή· ταῦτα δέ, φημὶ 〈δὴ〉 τὸ ἔθεσο καὶ ἔδοσο, κατὰ ἀποβολὴν τοῦ ς καὶ
35κρᾶσιν τῶν φωνηέντων γίνονται ἔθου καὶ ἔδου, ὡς παρὰ Σοφοκλεῖ356

357

〈Ai. 536〉 ἐπῄνες’ ἔργον καὶ πρόνοιαν ἣν ἔθου. Ἔθετο· ἐθέ‐ μεθον, ἔθεσθον, ἐθέσθην· ἐθέμεθα, ἔθεσθε, ἔθεντο. Μέλλοντος παθητικοῦ πρώτου. Τεθήσομαι. Ἰστέον ὅτι ἀπὸ τοῦ παθητικοῦ πρώτου ἀορίστου
5γέγονεν ὁ τεθήσομαι παθητικὸς μέλλων πρῶτος, κατὰ 〈τὸ〉 τρίτον πρόσωπον προσελθόντος τοῦ σομαι καὶ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως ἀποβληθείσης, οἷον ἐτέθη τεθήσομαι· πῶς δὲ κανονίζονται οἱ παθητικοὶ μέλλοντες, ἐν τοῖς εἰς ω μεμαθήκαμεν. Ἰστέον 〈δὲ〉 ὅτι δεύτερος μέλλων παθητικὸς ἐν τοῖς εἰς μι 〈οὐκ ἔστιν, ἐπειδὴ οὔτε δεύτερος
10ἀόριστος παθητικὸς ἔστιν ἐν τοῖς εἰς μι· ὁ δὲ δεύτερος μέλλων παθη‐ τικὸσ〉 ἐκ τοῦ δευτέρου ἀορίστου παθητικοῦ γίνεται, ὡς ἐν τοῖς εἰς ω μεμαθήκαμεν. Τεθήσ, τεθήσεται· τεθησόμεθον, τεθήσεσθον, τεθήσεσθον· τεθησόμεθα, τεθήσεσθε, τεθήσονται. Μέσου μέλλοντος πρώτου.
15 Θήσομαι. Ἰστέον ὅτι ὁ πρῶτος μέσος μέλλων ἐκ τοῦ πρώτου μέλλοντος τοῦ ἐνεργητικοῦ κανονίζεται, προσθέσει τῆς μαι καὶ συστολῇ τοῦ ω εἰς ο, οἷον δώσω δώσομαι, κτήσω κτήσομαι. Ἰστέον 〈δὲ〉 ὅτι δεύτερος μέσος μέλλων οὐκ ἔστιν ἐν τοῖς εἰς μι, ἐπειδὴ οὔτε δεύ‐ τερος μέλλων ἐνεργητικὸς ἔστιν ἐν τοῖς εἰς μι, ὡς προείρηται, ἐκ δὲ
20τοῦ δευτέρου μέλλοντος τοῦ ἐνεργητικοῦ γίνεται ὁ δεύτερος μέσος μέλλων, ὡς ἐν τοῖς εἰς ω μεμαθήκαμεν. Θήσ, θήσεται· θησόμε‐ θον, θήσεσθον, θήσεσθον· θησόμεθα, θήσεσθε, θήσονται. Μετ’ ὀλίγον μέλλοντος. 〈Τεθείσομαι. Ἰστέον ὅτι ὁ μετ’ ὀλίγον μέλλων ἐκ τοῦ δευ‐
25τέρου προσώπου τοῦ παρακειμένου γίνεται, πρὸ τῆς αι διφθόγγου προσ‐ ερχομένου τοῦ ο καὶ τοῦ μ, οἷον ἕστασαι ἑστάσομαι, δέδοσαι δεδόσομαι, τέθεισαι τεθείσομαι. Τεθείσ, τεθείσεται· τεθεισόμεθον, τεθεί‐ σεσθον, τεθείσεσθον· τεθεισόμεθα, τεθείσεσθε, τεθείσονται. Ἀπαρέμφατα ἐνεργητικ.
30〈Χρόνου ἐνεστῶτος καὶ παρατατικο. Τιθέναι.〉 Ἰστέον
ὅτι ὁ μὲν τεχνικός φησιν, ὡς τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας357

358

τάσεως καὶ διὰ τοῦ ντ κλινομένην εἰς ναι ποιοῦσι τὸ ἀπαρέμφατον, οἷον νυγείς νυγῆναι, τιθείς τιθέναι, διδούς διδόναι· χρὴ δὲ γινώσκειν, 〈ὅτι〉 εἰ καὶ μὴ διὰ τοῦ ντ κλίνεται ἡ μετοχή, εἰς ς δὲ λήγει μετ’ ὀξείας τάσεως, εἰς ναι ποιοῦσι τὸ ἀπαρέμφατον, οἷον πεποιθώς πεποιθέναι.
5Κρεῖττον οὖν 〈ἐστιν〉 οὕτω λέγειν, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως εἰς ναι ποιοῦσι τὸ ἀπαρέμφατον ἐπὶ τῶν εἰς μι, καὶ συστολὴ παρακολουθεῖ δηλονότι τῆς παραληγούσης κατὰ τὰ ἀπαρέμφατα ἐν τῷ ἐνεστῶτι καὶ παρατατικῷ, οἷον ἐτίθην τιθείς τιθέναι, ἵστην ἱστάς ἱστάναι, ἐδίδων διδούς διδόναι, ἐζεύγνυν ζευγνύς ζευγνύναι. Πρόσκει‐
10ται «ἐν τῷ ἐνεστῶτι καὶ παρατατικῷ» διὰ τὸν δεύτερον ἀόριστον· τὰ γὰρ ἀπαρέμφατα τῶν εἰς μι τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ οὐ συστέλλουσι τὴν παραλήγουσαν, 〈οἷον〉 ἔστην στάς στῆναι, ἔγνων γνούς γνῶναι, ἔβην βάς βῆναι, ἥλων ἁλούς ἁλῶναι, 〈ἐβίων〉 βιούς βιῶναι· σεσημείωται τὸ δοῦναι θεῖναι εἷναι (ὃ σημαίνει τὸ ἀπολῦσαι,
15ἐξ οὗ τὸ ἀφεῖναι), ὅτι ἀπαρέμφατα ὄντα δευτέρου ἀορίστου ἐνεργη‐ τικοῦ οὐκ ἐφύλαξαν τὸ φωνῆεν τοῦ ἀορίστου, ἀλλὰ διὰ διφθόγγου ἐγένοντο, ἔδων γὰρ διὰ τοῦ ω καὶ δοῦναι διὰ τῆς ου διφθόγγου, καὶ πάλιν ἔθην καὶ ἧν (σημαίνει δὲ τὸ ἀπέλυσα) 〈διὰ τοῦ η καὶ〉 θεῖναι εἷναι διὰ τῆς ει διφθόγγου· περὶ δὲ τούτων, φημὶ δὴ τοῦ δοῦναι θεῖναι
20εἷναι, ἐν τοῖς ἀπαρεμφάτοις τῶν εἰς ω μεμαθήκαμεν ἐν τῇ περὶ τοῦ ἐνεργητικοῦ παρακειμένου διδασκαλίᾳ. Διὰ τοῦτο δὲ τὰ ἀπαρέμφατα τῶν εἰς μι κατὰ μὲν τὸν ἐνεστῶτα καὶ παρατατικὸν συστέλλουσι τὴν παραλήγουσαν, κατὰ δὲ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν οὐ συστέλλουσι τὴν παραλήγουσαν, ἐπειδὴ καὶ ἐν τοῖς ὁριστικοῖς, ὡς ἐκεῖσε
25μεμαθήκαμεν, ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς τῶν εἰς μι συστέλλουσι τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς, οἷον τίθημι τίθεμεν, δίδωμι δίδομεν, ὁ δὲ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς οὐ συστέλλει τὴν παρα‐ λήγουσαν ἐν τοῖς πληθυντικοῖς, οἷον ἔστην ἔστημεν, ἔγνων ἔγνωμεν, σεσημειωμένου τοῦ ἔδομεν καὶ ἔθεμεν καὶ ἕμεν (ὃ σημαίνει τὸ ἀπελύσα‐
30μεν), θέλουσι δὲ τὰ εἰς ναι ἀπαρέμφατα τὴν παραλήγουσαν φυλάττειν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἐτύφθημεν τυφθῆναι· οὕτως οὖν καὶ τίθεμεν τιθέναι καὶ ἵσταμεν ἱστάναι καὶ δίδομεν διδόναι καὶ ζεύγνυμεν ζευγνύναι (διὰ συνεσταλμένου τοῦ υ) καὶ ἔστημεν στῆναι καὶ ἔβημεν βῆναι καὶ ἔγνωμεν γνῶναι καὶ ἥλωμεν
35ἁλῶναι καὶ ἐβίωμεν βιῶναι· περὶ γὰρ τοῦ ἔδομεν δοῦναι καὶ ἔθεμεν
θεῖναι καὶ ἕμεν εἷναι, ὅτι οὐκ ἐφύλαξαν τὴν παραλήγουσαν τοῦ358

359

πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, ἀλλὰ διὰ διφθόγγου ἐγένοντο, καὶ περὶ τοῦ παρακειμένου καὶ ὑπερσυντελί‐ κου—τετύφαμεν γὰρ διὰ τοῦ α τὸ πρῶτον πρόσωπον τῶν πλη‐ θυντικῶν τοῦ ὁριστικοῦ καὶ τετυφέναι διὰ τοῦ ε—ἐν τοῖς εἰς ω
5μεμαθήκαμεν. Ἰστέον δὲ ὅτι τὸ εἶναι τὸ ἐπὶ τοῦ ὑπάρχειν ὤφειλεν εἶναι ἔναι διὰ τοῦ ε καὶ οὐ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, φημὶ δὴ τοῦ εἰμί, ἐμέν ἐστίν, ὅπερ κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν. Ἔστιν οὖν εἰπεῖν, ὅτι
10εὕρηται καὶ εἰμέν διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι, 〈οἷον〉 〈Η 231〉 ἡμεῖς δ’ εἰμὲν τοῖοι· οὐκ ἄτοπον οὖν ἐκ τοῦ εἰμέν τοῦ διὰ τῆς ει διφθόγγου γενέσθαι τὸ εἶναι τὸ ἐπὶ τοῦ ὑπάρχειν διὰ τῆς ει διφθόγγου· τὸ δὲ εἶναι ἀπαρέμφατον τὸ ἐπὶ τοῦ πορευθῆναι (ἐξ οὗ τὸ ἀπεῖναι) καὶ αὐτὸ διὰ τῆς ει διφθόγγου ἔχει τὴν παραλήγουσαν, ὀφεῖλον
15διὰ τοῦ ι εἶναι πρὸς τὸ ἴμεν πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ· εἰρήκαμεν γάρ, ὅτι τὰ μὲν ἑνικὰ 〈τοῦ εἶμι〉 τοῦ σημαί‐ νοντος τὸ πορεύομαι διὰ τῆς ει διφθόγγου γράφονται, τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ τοῦ ι. Τούτων οὕτως ἐχόντων φησὶν ὁ τεχνικὸς ἕτερον κανόνα, κανονίζων τὰ ἐνεργητικὰ ἀπαρέμφατα τοῦ ἐνεστῶτος
20καὶ παρατατικοῦ τῶν εἰς μι· πᾶν ὁριστικὸν πληθυντικὸν ἐνεργητικὸν τῶν εἰς μι χρόνου ἐνεστῶτος τροπῇ τῆς μην εἰς ναι ποιεῖ τὸ ἀπαρέμφα‐ τον, οἷον τίθεμεν τιθέναι. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθεικέναι. Ὥσπερ ἐν τοῖς εἰς ω ὁριστικοῖς ὁ ἐνεργητικὸς παρακείμενος κατὰ τὸ τρίτον
25αὐτοῦ πρόσωπον προσλαμβάνων τὴν ναι τὸ ἀπαρέμφατον ποιεῖ, οὕτω καὶ ἐν τοῖς εἰς μι γίνεται· μέσου δὲ ἀπαρέμφατον οὐκ ἔστιν ἐν τοῖς εἰς μι εὑρεῖν, ἐπειδὴ οὔτε ὁριστικὸς μέσος παρακείμενος. Ἀορίστου πρώτου οὐκ ἔστιν οὐδεμία κλίσις μετὰ τὰ ὁριστικά. Ἤδη καὶ ἐν τοῖς εἰς ω μεμαθήκαμεν, ὅτι ὁ ἔθηκα 〈καὶ〉 ὁ
30ἔδωκα καὶ ὁ ἧκα (σημαίνει δὲ τὸ ἔπεμψα) πρῶτοι ἀόριστοι σεσημείων‐ ται, καὶ ὅτι μετὰ τὰ ὁριστικὰ οὐκ ἐκλίθησαν· οὔτε γὰρ εἰς τὰς λοιπὰς ἐγκλίσεις κλίνονται, δηλονότι μετὰ τὴν ὁριστικήν, οὔτε εἰς τὰς μετοχάς. Γίνεται 〈δὲ〉 τὸ ἀπαρέμφατον τοῦ πρώτου ἀορίστου καὶ ἐν τοῖς εἰς μι ὥσπερ ἐν τοῖς εἰς ω ἀπαραλλάκτως· καθάπερ γὰρ ἀπὸ τοῦ ἔτυψα ὁρι‐
35στικοῦ πρώτου ἀορίστου γίνεται τὸ ἀπαρέμφατον τύψαι, οὕτως ἀπὸ
τοῦ ἔβησα καὶ ἔστησα καὶ ἔφησα ἀορίστων γίνονται τὰ ἀπαρέμφατα359

360

στῆσαι καὶ βῆσαι καὶ φῆσαι· οὗτοι γὰρ οἱ ἀόριστοι οὐχ ἡμάρτηνται, ὥσπερ ὁ ἔδωκα καὶ ὁ ἔθηκα καὶ ὁ ἧκα. Ἀορίστου δευτέρου. Θεῖναι. Λέγει ὁ τεχνικός, ὅτι ἀναλόγως μὲν τῇ μετοχῇ εἰς ς οὔσῃ ὀξυτόνῳ, οἷον θείς 〈καὶ〉 εἵς, 〈θεῖναι καὶ〉
5εἷναι ἐστὶ τὸ ἀπαρέμφατον· ἔδει μέντοι αὐτὸ θῆναι 〈καὶ ἧναι〉 γενέσθαι διὰ τοῦ η, τὸ γὰρ τρίτον πρόσωπον τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργη‐ τικοῦ προσθέσει τῆς ναι καὶ συστολῇ τῆς ἀρχούσης τὸ ἀπαρέμφατον ποιεῖ, οἷον ἔστη στῆναι, ἔβη βῆναι, ἔγνω γνῶναι· ἀλλ’ ἐμάθομεν, ὅτι ἡμάρτηται τὸ θεῖναι δοῦναι εἷναι.
10 Μέλλοντος πρώτου. Θήσειν. Ὥσπερ ἐπὶ τῶν εἰς ω τὸ ἀπαρέμφατον ἐνεργητικὸν τοῦ πρώτου μέλλοντος κανονίζεται ἀπὸ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν προσθέσει τοῦ ν, οἷον τύψει τύψειν, οὕτω καὶ ἐπὶ τῶν εἰς μι ἀπαραλλάκτως. Δευτέρου μέλλοντος ἐνεργητικοῦ ἀπαρέμφατον ἐν τοῖς εἰς
15μι οὐκ ἔστιν, ἐπειδὴ οὐδὲ ὁριστικὸς δεύτερος μέλλων ἐνεργητικὸς ἔστιν ἐν τοῖς εἰς μι. Ἀπαρέμφατα παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τίθεσθαι. Ἐμάθομεν ὅτι πᾶν τρίτον πρόσωπον παθητικὸν ἢ μέσον, ἔχον τὸ τ κλιτικόν, τρέπον
20τὴν ἐσχάτην εἰς θαι καὶ τὴν κατ’ ἀρχὰς κλιτικὴν ἔκτασιν συστέλλον τὸ ἀπαρέμφατον ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ τ, καὶ τὸ ς προσλαμβάνει, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τηρεῖ τὸ σύμφωνον, χωρὶς εἰ μή πω ψιλὸν εἴη, τότε γὰρ δι’ ἀσυνταξίαν εἰς τὸ ἀντίστοιχον 〈τὸ〉 δασὺ τρέπεται. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθεῖσθαι. Ἀπὸ τοῦ
25τέθειται γέγονε τεθεῖσθαι, ὥσπερ ἀπὸ τοῦ πεποίηται πεποιῆσθαι· διατί δὲ καταβιβάζει τὸν τόνον, ἐν τοῖς εἰς ω μεμαθήκαμεν. Ἀορίστου πρώτου. Τεθῆναι. Ἀπὸ τοῦ ἐτέθη γέγονε τεθῆναι· εἰς ς γάρ ἐστι μετ’ ὀξείας τάσεως ἡ μετοχή, οἷον τεθείς, καὶ εὐλόγως εἰς ναι ποιεῖ τὸ ἀπαρέμφατον. Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰς μι οὐκ ἔστιν
30ἀπαρέμφατον δευτέρου παθητικοῦ ἀορίστου, ἐπειδὴ οὔτε ὁριστι‐ κὸς εὑρίσκεται παθητικὸς δεύτερος ἀόριστος ἐν τοῖς εἰς μι δι’ ἣν ἔγνω‐ μεν αἰτίαν. Μέσου ἀορίστου 〈δευτέρου. Θέσθαι. Ἀπὸ τοῦ ἔθετο γέγονε
θέσθαι, ὥσπερ ἀπὸ τοῦ ἐλάβετο λαβέσθαι. Ἰστέον δὲ ὅτι παρέλιπεν ὁ360

361

τεχνικὸς τὸ ἀπαρέμφατον τοῦ πρώτου μέσου ἀορίστου, τὸ γὰρ θέσθαι δευτέρου μέσου ἀορίστου ἐστίν· ἔστιν οὖν τὸ ἀπαρέμφατον τοῦ πρώτου μέσου ἀορίστου ἀπὸ τοῦ ἐστήσατο στήσασθαι, ὥσπερ ἀπὸ τοῦ ἐποιήσατο ποιήσασθαι· ὁ γὰρ ἐθηκάμην πρῶτος μέσος ἀόριστος οὐκ ἔχει
5ἀπαρέμφατον· ἐμάθομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὸ ἔθηκα ἔδωκα ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα) οὐ κλίνονται μετὰ τὰ ὁριστικά· οὔτε γὰρ εἰς τὰς λοιπὰς ἐγκλίσεις κλίνονται μετὰ τὴν ὁριστικήν, οὔτε εἰς τὰς μετοχάς. Μέλλοντος πρώτου παθητικο. Τεθήσεσθαι. Ἀπὸ τοῦ τεθή‐
10σεται γέγονε τεθήσεσθαι, ὥσπερ ἀπὸ τοῦ τυφθήσεται τυφθήσεσθαι. Δευτέρου μέλλοντος παθητικοῦ ἐν τοῖς εἰς μι οὐκ ἔστιν ἀπαρέμφατον, διότι οὐδὲ ὁριστικὸς εὑρίσκεται παθητικὸς δεύτερος μέλλων ἐν τοῖς εἰς μι, ὡς ἔγνωμεν. Μέσου μέλλοντος πρώτου. Θήσεσθαι. Ἀπὸ τοῦ θήσεται
15γέγονε τὸ ἀπαρέμφατον θήσεσθαι. Ἰστέον δὲ ὅτι μέσου δευτέρου μέλλοντος ἐν τοῖς εἰς μι οὐκ ἔστιν ἀπαρέμφατον, ἐπεὶ οὐδὲ ὁριστικὸς μέσος δεύτερος μέλλων εὑρίσκεται ἐν τοῖς εἰς μι. Μετ’ ὀλίγον μέλλοντος. Τεθείσεσθαι. Ἀπὸ τοῦ τεθείσεται γέγονε τεθείσεσθαι· ἰστέον δὲ ὅτι συνέπεσον ἐνταῦθα κατὰ 〈τὴν〉 φωνὴν
20τὸ ἀπαρέμφατον τοῦ παθητικοῦ πρώτου μέλλοντος καὶ τὸ ἀπαρέμφα‐ τον τοῦ μετ’ ὀλίγον μέλλοντος, ἀλλὰ κατὰ τὴν γραφὴν διαστέλλονται. Προστακτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τίθετι. Ἰστέον ὅτι τὰ προστακτικὰ τῶν εἰς μι τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ διχῶς κανονί‐
25ζονται· κανονίζονται γὰρ ἐκ τοῦ παρατατικοῦ τῷ κοινῷ λόγῳ, τουτέστιν ὥσπερ τὰ εἰς ω, τοῦ τρίτου προσώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντα, οἷον ἐτίθει τίθει σύ, ἵστη σύ, ἐπίμπλη πίμπλη σύ· γίνονται δὲ καὶ τῷ λόγῳ τῆς μετοχῆς εἰς θι· καθόλου γὰρ πᾶσα μετοχὴ εἰς ς λήγουσα μετ’ ὀξείας τάσεως διὰ τοῦ ντ κλινομένη εἰς θι ποιεῖ
30τὸ προστακτικόν, οἷον ἐτύφθη τυφθείς τυφθέντος τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ θ εἰς τὸ τ τύφθητι. Τὰ δὲ εἰς μι κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ συστέλλουσι τὴν παρα‐ λήγουσαν ἐν τοῖς προστακτικοῖς πρὸς τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἱστάς ἱστάντος
35ἵσταμεν ἵσταθι, διδούς διδόντος δίδομεν δίδοθι· τὸ γὰρ παρὰ τῷ ποιητῇ 〈γ 380〉 δίδωθι δέ μοι κλέος ἐσθλόν ποιητικῶς ἐξέτεινε τὸ ο εἰς
τὸ ω· πρόσκειται «κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικόν» διὰ τὸν δεύ‐361

362

τερον ἀόριστον· τὰ γὰρ προστακτικὰ τῶν εἰς μι τοῦ δευτέρου ἀορίστου οὐ συστέλλουσι τὴν παραλήγουσαν τῶν πληθυντικῶν, οἷον στάς στάντος ἔστημεν στῆθι, βάς βάντος ἔβημεν βῆθι, γνούς γνόντος ἔγνωμεν γνῶθι· σεσημείωται τὸ δός θές ἕς (ὃ σημαίνει τὸ πέμψον καὶ ἀπόλυσον, ἐξ
5οὗ τὸ ἄφες καὶ πρόες), ὅτι ταῦτα ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως διὰ τοῦ ντ κλινομένην, οἷον δούς δόντος, θείς θέντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος), οὐκ ἔχουσιν εἰς θι τὸ προστακτικόν, δός γὰρ καὶ θές καὶ ἕς τὰ προστακτικὰ τούτων· τὸ δὲ ἕς, ὡς εἴρηται, σημαίνει τὸ πέμψον, ὡς παρὰ τῷ ποιητῇ 〈Α 127〉 ἀλλὰ σὺ μὲν νῦν τήνδε
10θεῷ πρόες. Τούτων οὕτως ἐχόντων τὸ ἴθι, ὃ σημαίνει τὸ πορεύου, οἷον 〈Α 32〉 ἀλλ’ ἴθι, μή μ’ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι, ἀπὸ τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι γέγονεν· ἔστι γὰρ ἴμεν τὸ πληθυντικὸν διὰ τοῦ ι, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, καὶ λοιπὸν ἐκεῖθεν τὸ προστακτικὸν τροπῇ τῆς μεν εἰς θι γέγονεν ἴθι, ὥσπερ ἵστα‐
15μεν ἵσταθι, δίδομεν δίδοθι. Τὸ δὲ ἴσθι τὸ σημαῖνον τὸ ὕπαρχε γέγονεν οὕτως· ἔστιν εἰμί, ὃ σημαίνει τὸ ὑπάρχω, τούτου τὸ πληθυντικὸν ἐμέν, ὅπερ κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν· ἀπὸ τοῦ ἐμέν ἀναλόγως γέγονε τὸ προστακτικὸν ἔθι, καὶ πλεονάσαντος τοῦ ς ἐτράπη τὸ ε εἰς τὸ ι καὶ γέγονεν ἴσθι (ἀντὶ τοῦ ὕπαρχε), ὥσπερ ἐπὶ τοῦ ἔχω πλεονά‐
20σαντος τοῦ ς τρέπεται τὸ ε εἰς τὸ ι καὶ γίνεται ἴσχω· πολλάκις γὰρ πλεονάζοντος συμφώνου τρέπεται τὸ ε εἰς ι, ὥσπερ ἐπὶ τοῦ μένω μίμνω, τέκω τίκτω· τοῦτο δὲ τὸ ἴσθι τὸ σημαῖνον τὸ ὕπαρχε κατὰ τὸ τρίτον πρόσωπον τὸ ὀφειλόμενον ε ἀναδέχεται καὶ γίνεται ἔστω. Τὸ δὲ ἴσθι τὸ σημαῖνον τὸ γίνωσκε γέγονεν οὕτως· ὥσπερ ἀπὸ τοῦ ἵστημι
25γέγονεν ἵσταμεν καὶ ἵσταθι, οὕτω καὶ ἀπὸ τοῦ ἴσημι τοῦ σημαίνοντος τὸ γινώσκω, ὅπερ δωρικῶς γίνεται ἴσαμι, ὡς δηλοῖ ὁ Θεόκριτος λέγων 〈5, 119〉 καλῶς μάλα, τοῦτό γ’ ἴσαμι, καὶ γίνεται τὸ πληθυντικὸν ἴσαμεν καὶ κατὰ συγκοπὴν τοῦ α ἴσμεν· ἐκ δὲ τούτου γίνεται τὸ προσ‐ τακτικὸν ἴσαθι καὶ κατὰ συγκοπὴν τοῦ α ἴσθι, καὶ λοιπὸν τροπῇ τοῦ θι
30εἰς τω τὸ τρίτον ἴστω. Τιθέτω. Εἴρηται ὅτι τὰ εἰς θι προστακτικὰ τροπῇ τοῦ θι εἰς τω τὸ τρίτον πρόσωπον ποιοῦσιν, οἷον δίδοθι διδότω, γνῶθι γνώτω, ἴθι ἴτω, βῆθι βήτω, στῆθι στήτω· οὕτως οὖν καὶ τίθετι τιθέτω, τὸ γὰρ τ ἐνταῦθα δυνάμει θ ἐστίν. Τίθετον, τιθέτων· τίθετε, τιθέ‐
35τωσαν· εἴρηται.362

363

Παρακειμένου καὶ ὑπερσυντελίκου. Τέθεικε, τεθεικέτω· τεθείκετον, τεθεικέτων· τεθείκετε, τεθεικέτωσαν. Ἀορίστου πρώτου καὶ μέλλοντος. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ ἔτυψα γέγονε τύψον, οὕτω καὶ ἀπὸ τοῦ ἔθηκα ὤφειλε γενέσθαι
5θῆκον, ἀλλ’, ὡς ἐμάθομεν, τὸ ἔθηκα ἔδωκα ἧκα μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται· κλίνομεν οὖν ἀντ’ αὐτοῦ τὸ στῆσον, στησάτω· στήσα‐ τον, στησάτων· στήσατε, στησάτωσαν. Ἀορίστου 〈δευτέρου. Θές, θέτω. Ἰστέον ὅτι ὁ 〈δεύτερος ἀόριστοσ〉 ἔχων τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ
10κλινομένην, οἷον θείς θέντος, εἰς θι ὤφειλεν ἔχειν τὸ προστακτικόν· ἀλλ’ ἐμάθομεν, ὅτι σεσημείωται καὶ αὐτὸ καὶ τὸ δός καὶ τὸ ἕς· ταῦτα γὰρ μετ’ ὀξείας τάσεως ἔχουσι τὴν μετοχὴν εἰς ς καὶ διὰ τοῦ ντ κλινο‐ μένην, οἷον δούς δόντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος), 〈καὶ οὐκ ἔχουσιν εἰς θι τὸ προστακτικόν〉. Δεῖ δὲ γινώσκειν, ὅτι ἀόριστον μόνον
15λέγομεν ἐνταῦθα, οὐ μὴν ἀόριστον καὶ μέλλοντα, ἐπειδή, ὡς ἐμάθομεν, οὐκ ἔστιν ἐν τοῖς εἰς μι δεύτερος μέλλων ὁριστικὸς ἐνεργητικός. Θέτον, θέτων· θέτε, θέτωσαν. Προστακτικὰ παθητικ. Χρόνου ἐνεστῶτος καὶ παρατατικο. Τίθεσο. Ἰστέον ὅτι
20ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ παθητικοῦ παρατατικοῦ γέγονε κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἵστασο ἵστασο, ἐδίδοσο δίδοσο. Τιθέσθω· τίθεσθον, τιθέσθων· τίθεσθε, τιθέσθωσαν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τέθεισο· ἀπὸ τοῦ ἐτέ‐ θεισο γέγονε τέθεισο. Τεθείσθω· τέθεισθον, τεθείσθων· τέθεισθε,
25τεθείσθωσαν. Ἀορίστου πρώτου καὶ μέλλοντος. Τέθητι. Ἔστιν ἐτέθην, καὶ ἡ μετοχὴ τεθείς τεθέντος εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένη, καὶ γίνεται τὸ προστακτικὸν εἰς θι, ἀλλὰ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων τέθητι, τραπέντος τοῦ θ εἰς τ. Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰς
30μι προστακτικὸν δευτέρου ἀορίστου παθητικοῦ καὶ δευτέρου μέλλοντος οὐκ ἔστιν, ἐπειδὴ οὔτε ὁριστικὸς ἔστιν, ὡς ἐμάθομεν. Τεθήτω· τέθη‐ τον, τεθήτων· τέθητε, τεθήτωσαν. Μέσου ἀορίστου δευτέρου. Θοῦ. Ἐμάθομεν ἀνωτέρω, ὅτι τὸ
δεύτερον πρόσωπον τοῦ ἐθέμην διχῶς λέγεται· λέγεται γὰρ ἔθεσο καὶ363

364

ἔθου κατὰ ἀποβολὴν 〈τοῦ ς〉 καὶ κρᾶσιν τῶν φωνηέντων· ἐκ τοῦ οὖν πεπονθότος, φημὶ δὴ τοῦ ἔθου, γίνεται τὸ προστακτικὸν κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως θοῦ (ἐξ οὗ τὸ κατάθου καὶ παράθου)· φημὶ γὰρ ἐκ τοῦ ἔθεσο μὴ γενέσθαι τὸ προστακτικόν. Ἰστέον δὲ ὅτι τὸ
5θοῦ δευτέρου μέσου ἀορίστου ἐστὶ προστακτικόν, οὐ μὴν καὶ μέλλοντος· ἐν γὰρ τοῖς εἰς μι οὐκ ἔστιν, ὡς ἐμάθομεν, δεύτερος μέσος μέλλων ὁριστικός· ὁριστικοῦ δὲ μὴ ὄντος οὔτε προστακτικὸν ἔστιν. Τὸ δὲ προσ‐ τακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος οὐ παρέθετο, ἐπειδή, ὡς ἐμάθομεν, τὸ ἔθηκα ὡσαύτως δὲ καὶ τὸ ἔδωκα καὶ ἧκα (ὃ σημαίνει τὸ
10ἔπεμψα) μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται· οὔτε γὰρ εἰς τὰς μετοχὰς κλί‐ νονται οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις· τὸ μέντοι ἐστησάμην δύναται κατὰ ἀναλογίαν ἔχειν τὸ προστακτικὸν τὸ στῆσαι σύ, ὥσπερ τὸ ἐποιησά‐ μην ποίησαι σύ. Θέσθω· θέσθον, θέσθων· θέσθε, θέσθωσαν. Εὐκτικὰ ἐνεργητικ.
15 Χρόνου ἐνεστῶτος καὶ παρατατικο. Τιθείην. Εἴρηται ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην εἰς ην καθαρὸν ἔχουσι τὸ εὐκτικόν, 〈οἷον〉 τιθείς τιθέντος τιθείην καὶ ἱστάς ἱστάντος ἱσταίην 〈καὶ〉 δούς δόντος δοίην καὶ στάς στάντος σταίην καὶ φάς φάντος φαίην καὶ βάς βάντος βαίην καὶ γνούς
20γνόντος γνοίην· πῶς δὲ κανονίζονται, 〈ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν〉· εἴπομεν 〈δὲ〉 καὶ περὶ τῶν εὐκτικῶν τῆς τετάρτης συζυγίας τῶν εἰς μι, ὅτι ταῦτα οὐ παραλήγονται διφθόγγῳ, ζευγνύην 〈γὰρ〉 καὶ πηγνύην χωρὶς τοῦ ι. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὸ ο διὰ τῆς προσ‐ θήκης τοῦ υ πέφυκε μεγεθύνεσθαι, οἷον τύπτοντος τύπτουσα, διατί ἐπὶ
25τοῦ δόντος δοίην καὶ γνόντος γνοίην τὸ ι προσῆλθε καὶ οὐ τὸ υ. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο προσῆλθε τὸ ι καὶ οὐ τὸ υ, ἐπειδὴ τὰ εὐκτικὰ διφθόγγῳ θέλουσι παραλήγεσθαι τῇ μετὰ τοῦ ι, οἷον τύπτοιμι ἱσταίην τυφθείην· οὕτως οὖν καὶ δοίην καὶ γνοίην διὰ διφθόγγου τῆς μετὰ τοῦ ι. Τιθείης, τιθείη· τιθείητον, τιθειήτην· τιθείημεν,
30τιθείητε, τιθείησαν· εἴρηται. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθείκοιμι. Ὥσπερ ἀπὸ τοῦ τετυφότος γέγονε τετύφοιμι, οὕτω καὶ ἀπὸ τοῦ τεθεικότος
τεθείκοιμι. Ἰστέον 〈δὲ〉 ὅτι 〈εἰ〉 καὶ εἰς ς μετ’ ὀξείας τάσεώς ἐστιν ἡ μετοχή,364

365

ἀλλ’ οὐ κλίνεται διὰ τοῦ ντ, ἵνα γένηται εἰς ην καθαρὸν τὸ εὐκτικόν. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὡς ἡ μὲν ἀναλογία ἀπαιτεῖ τὸ τέθηκα διὰ τοῦ η γράφεσθαι, θήσω γὰρ ὁ μέλλων διὰ τοῦ η, ἐπεκράτησε δὲ κατὰ Βοιωτοὺς διὰ τῆς ει διφθόγγου
5γράφεσθαι. Τεθείκοις, τεθείκοι· τεθείκοιτον, τεθεικοίτην· τεθείκοιμεν, τεθείκοιτε, τεθείκοιεν· εἴρηται. Ἀορίστου πρώτου. Ἰστέον ὅτι κατὰ ἀναλογίαν τὸ ἔθηκα ὤφειλε ποιῆσαι τὸ εὐκτικὸν θήκαιμι, ὥσπερ τὸ ἔτυψα τύψαιμι· ἀλλ’, ὡς ἐμά‐ θομεν, τὸ ἔθηκα ἔδωκα ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα) μετὰ τὰ ὁριστικὰ
10οὐ κλίνονται· οὔτε γὰρ εἰς 〈τὰσ〉 μετοχὰς κλίνονται οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις· κλίνομεν οὖν ἀντ’ αὐτοῦ τὸ στήσαιμι, στήσαις, στήσαι· στήσαιτον, στησαίτην· στήσαιμεν, στήσαιτε, στή‐ σαιεν· εἴρηται. Ἀορίστου δευτέρου. Θείην. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τυφθείς
15τυφθέντος γέγονε τυφθείην, οὕτω καὶ ἀπὸ τοῦ θείς θέντος γέγονε θείην, καὶ ἀπὸ τοῦ στάς στάντος γέγονε σταίην, καὶ ἀπὸ τοῦ δούς δόντος γίνεται δοίην, καὶ κατ’ ἔκτασιν τοῦ ο 〈εἰς ω〉 δῴην προσγραφο‐ μένου τοῦ ι, 〈οἷον〉 〈Π 88〉 δῴη κῦδος ἀρέσθαι. Θείης, θείη· θείητον, θειήτην· θείημεν, θείητε, θείησαν.
20 Μέλλοντος πρώτου. Θήσοιμι. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τύψων τύψοντος γίνεται τὸ εὐκτικὸν τύψοιμι, οὕτω καὶ ἀπὸ τοῦ θήσων θήσοντος γίνεται τὸ εὐκτικὸν θήσοιμι. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐν τοῖς εὐκτικοῖς οὐκ ἐπιλιμπάνει ὁ μέλλων τοῦ τίθημι, θήσοιμι γάρ ἐστιν, ὥσπερ ἐπιλιμπάνει ἐν τοῖς προστακτικοῖς καὶ ἐν τοῖς ὑποτακτι‐
25κοῖς· οὔτε γὰρ θῆκον λέγομεν οὔτε ἐὰν θήκω, καὶ τοῦτο εὐλόγως· καὶ γὰρ ἐν μὲν τοῖς εὐκτικοῖς οὐ συνέζευκται τῷ ἀορίστῳ ὁ μέλλων, ἵνα τοῦ ἀορίστου ἐπιλιμπάνοντος συνεπιλείψῃ καὶ ὁ μέλλων, ἐν δὲ τοῖς προσ‐ τακτικοῖς καὶ τοῖς ὑποτακτικοῖς ὁ ἀόριστος καὶ ὁ μέλλων συνεζευγμένοι εἰσίν· καὶ λοιπὸν τοῦ ἔθηκα ἐπιλιμπάνοντος καὶ μὴ δυναμένου κλίνεσθαι
30μετὰ τὰ ὁριστικά, συνεπιλιμπάνουσι καὶ οἱ συνεζευγμένοι αὐτῷ μέλ‐ λοντες. Θήσοις, θήσοι· θήσοιτον, θησοίτην· θήσοιμεν, θή‐ σοιτε, θήσοιεν. Εὐκτικὰ παθητικ. Χρόνου ἐνεστῶτος καὶ παρατατικο. Τιθείμην. Ἰστέον ὅτι
35ἀπὸ τοῦ ἐτιθέμην γέγονε τιθείμην, ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτά‐ σεως καὶ τοῦ ι πρὸ τοῦ μ προσελθόντος, καὶ πάλιν ἀπὸ τοῦ ἱστάμην
ἱσταίμην καὶ ἀπὸ τοῦ ἐδιδόμην διδοίμην· τὸν δὲ κανόνα ἐν τοῖς εἰς ω365

366

εἰρήκαμεν. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ εὐκτικὰ τῆς τετάρτης συζυγίας τῶν εἰς μι οὐκ ἔχουσι πρὸ τοῦ μ τὸ ι, ζευγνύμην γὰρ καὶ πηγνύμην χωρὶς τοῦ ι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον αἴθυια. Τιθεῖο, τιθεῖτο· τιθείμεθον, τιθεῖσθον,
5τιθείσθην· τιθείμεθα, τιθεῖσθε, τιθεῖντο. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθείμην. Ἀπὸ τοῦ τέθεμαι γέγονε τεθείμην· τεθεῖο, τεθεῖτο· τεθείμεθον, τεθεῖσθον, τεθείσθην· τεθείμεθα, τεθεῖσθε, τεθεῖντο. Ἀορίστου πρώτου. Τεθείην. Ὥσπερ ἀπὸ τοῦ τυφθείς τυφθέν‐
10τος γέγονε τυφθείην, οὕτω καὶ ἀπὸ τοῦ 〈τεθείσ〉 τεθέντος γέγονε τεθείην· τεθείης, τεθείη· τεθείητον, τεθειήτην· τεθείημεν, τεθείητε, τεθείησαν. Μέσου ἀορίστου δευτέρου. Θείμην. Ἀπὸ τοῦ ἐθέμην γέγονε θείμην τὸ εὐκτικόν· θεῖο, θεῖτο· θείμεθον, θεῖσθον, θείσθην·
15θείμεθα, θεῖσθε, θεῖντο. Ὑποτακτικὰ ἐνεργητικ. Χρόνου ἐνεστῶτος καὶ παρατατικο. Ἐὰν τιθῶ. Εἴρηται ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην εἰς ω μετὰ περισπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν,
20〈οἷον〉 τιθείς τιθέντος ἐὰν τιθῶ. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ ὑποτακτικὰ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς μι ὁμοφωνοῦσι τοῖς ἰδίοις πρωτοτύποις, οἷον τιθῶ ἐὰν τιθῶ. Ἰστέον δὲ ὅτι ἡ τετάρτη συζυγία 〈τῶν εἰς μι〉 οὐκ ἔχει ὑποτακτικά, καὶ τὴν αἰτίαν ἐν τοῖς εἰς ω εἰρή‐ καμεν. Φησὶ δὲ ὁ τεχνικός, ὅτι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν εἰς
25μι, ἐπὶ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ δηλονότι, ἐπὶ μὲν τῆς πρώτης συζυγίας διὰ τοῦ η καὶ ι ἐκφέρονται, οἷον ἐὰν τιθῶ ἐὰν τιθῇς ἐὰν τιθῇ, ἐπὶ δὲ τῆς δευτέρας διὰ τῆς διφθόγγου, προσγραφομένου μὲν τοῦ ι μὴ συνεκφωνουμένου δέ, οἷον ἐὰν ἱστῶ ἐὰν ἱστᾷς ἐὰν ἱστᾷ, ἐπὶ δὲ τῆς τρίτης διὰ τῆς διφθόγγου, οἷον 〈ἐὰν διδῶ〉 ἐὰν διδῷς ἐὰν
30διδῷ, ὡς καὶ Εὐριπίδης 〈Orest. 685〉 δύναμιν ἢν διδῷ θεός· ταῦτα δὲ πάντα ἀκριβῶς εἴρηνται ἐν τοῖς εἰς ω. Ἐὰν τιθῇς, ἐὰν τιθ· ἐὰν τιθῆτον, ἐὰν τιθῆτον· ἐὰν τιθῶμεν, ἐὰν τιθῆτε, ἐὰν τιθῶσιν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Ἐὰν τεθείκω· πρό‐
35δηλος ἡ κλίσις.366

367

Ἀορίστου πρώτου καὶ μέλλοντος. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ ἔτυψα γίνεται ἐὰν τύψω, οὕτω καὶ ἀπὸ τοῦ ἔθηκα ἔδει γενέσθαι ἐὰν θήκω· ἀλλ’, ὡς πολλάκις εἴρηται, τὸ ἔθηκα ἔδωκα ἧκα οὐ κλίνον‐ ται μετὰ τὰ ὁριστικά· τοῦ οὖν ἀορίστου κωλυομένου κλίνεσθαι ἐνταῦθα,
5εἰκότως καὶ ὁ μέλλων κωλύεται ἔχειν ὑποτακτικά, ἐπειδὴ συνηνωμένος ἐστὶ τῷ ἀορίστῳ· ἐν γὰρ τοῖς ὑποτακτικοῖς ὁ ἀόριστος καὶ ὁ μέλλων ὁμοῦ εἰσιν· κλίνομεν οὖν ἀντ’ αὐτοῦ τὸ ἐὰν στήσω· εἴρηται. Ἀορίστου δευτέρου. Ἐὰν θῶ. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τυφθείς τυφθέντος γίνεται ἐὰν τυφθῶ, οὕτω καὶ ἀπὸ τοῦ θείς θέντος
10γίνεται ἐὰν θῶ. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῶν ὑποτακτικῶν τοῦ δευ‐ τέρου ἀορίστου τῶν εἰς μι τὰ δεύτερα καὶ τρίτα πρόσωπα ἐπὶ μὲν τῆς πρώτης καὶ δευτέρας συζυγίας διὰ τοῦ η καὶ ι ἐκφέρονται, οἷον 〈ἐὰν θῇς ἐὰν θῇ〉, ἐὰν στῇς ἐὰν στῇ, ἐπὶ δὲ τῆς τρίτης διὰ τῆς διφθόγγου, 〈οἷον〉 ἐὰν δῷς ἐὰν δῷ, ἐὰν γνῷς ἐὰν γνῷ, 〈οἷον〉 〈Α 411〉 γνῷ δ〈ὲ
15καὶ〉 Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων. Δεῖ δὲ γινώσκειν, ὅτι ἀόριστον δεύτερον μόνον λέγομεν καὶ οὐ μέλλοντα δεύτερον, ἐπειδὴδεύτερος μέλλων οὐκ ἔστιν ἐν τοῖς ὁριστικοῖς. Ὑποτακτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἐὰν τιθῶμαι. Ἰστέον
20ὅτι ἀπὸ τοῦ ἐτιθέμην γέγονεν ἐὰν τιθῶμαι, τροπῇ τῆς ἐσχάτης εἰς μαι καὶ τοῦ παραλήγοντος φωνήεντος εἰς ω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλι‐ τικῆς ἐκτάσεως· τὸν δὲ κανόνα εἰρήκαμεν ἐν τοῖς εἰς ω. Δεῖ δὲ γινώ‐ σκειν, ὅτι τὰ εἰς μι κατὰ τὸν ἐνεστῶτα τῶν ὑποτακτικῶν παθητικῶν προπερισπῶνται, οἷον ἐὰν τιθῶμαι, ἐὰν διδῶμαι, χωρὶς εἰ μή πω εὑρεθῇ
25τὸ ἐνεργητικὸν ἐν χρήσει· ἐὰν γὰρ μὴ εὑρεθῇ τὸ 〈ἐνεργητικὸν〉 ὑποτακτι‐ κὸν ἐν χρήσει, τότε τὸ παθητικὸν προπαροξύνεται, οἷον ἐὰν δύνωμαι, ἐὰν κρέμωμαι· οὐκ ἔστι γὰρ τὸ δύνημι καὶ τὸ κρέμημι ἐν χρήσει· περὶ δὲ τῶν δευτέρων καὶ τρίτων προσώπων εἴρηται ἐν τοῖς εἰς ω. Ἐὰν τιθ, ἐὰν τιθῆται· ἐὰν τιθώμεθον, ἐὰν τιθῆσθον, ἐὰν τιθῆσθον·
30ἐὰν τιθώμεθα, ἐὰν τιθῆσθε, ἐὰν τιθῶνται. Παρακειμένου καὶ ὑπερσυντελίκου. Ἐὰν τεθῶμαι. Ἰστέον ὅτι ἀπὸ τοῦ τέθειμαι παθητικοῦ παρακειμένου γίνεται τὸ ὑποτακτικὸν τροπῇ τῆς παραληγούσης εἰς ω ἐὰν τεθῶμαι. Ὁ μέντοι Ἀπολλώνιος οὐχ οὕτω κανονίζει, ἀλλά φησιν ἀπὸ τοῦ ἐνεργητικοῦ ὑποτακτικοῦ
35γίνεσθαι προσθέσει τῆς μαι, οἷον ἀπὸ τοῦ ἐὰν τεθείκω ἐὰν τεθείκωμαι,367

368

καὶ ἀπὸ τοῦ ἐὰν δεδώκω ἐὰν δεδώκωμαι. Ἐλέγχει δὲ αὐτὸν ὁ Ἡρω‐ διανὸς λέγων, ὅτι οὐ καλῶς δοξάζει· οὐδὲ γάρ, φησίν, εὕρηται παν‐ τελῶς ἐν χρήσει τὸ ἐὰν τεθείκωμαι καὶ ἐὰν δεδώκωμαι, ἀλλ’ ἐὰν τεθῶμαι καὶ ἐὰν δεδῶμαι· ἄλλως τε 〈δὲ〉 εἰ ὑπῆρχεν ἀληθὴς ὁ λόγος τοῦ Ἀπολ‐
5λωνίου, καὶ ἀπὸ τῶν ὑποτακτικῶν ἐνεργητικῶν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐγίνετο τὸ ὑποτακτικὸν παθητικὸν προσθέσει τῆς μαι, ὤφειλεν ἐὰν τετύφωμαι εἶναι, καὶ μὴ ἀναπληροῦσθαι διὰ μετοχῆς διὰ τὸ τὸν τέτυμμαι παθητικὸν παρακείμενον ἔχειν πρὸ τοῦ μ σύμφωνον, καὶ πάλιν ἐὰν μεμνήκωμαι ὤφειλεν εἶναι καὶ οὐχὶ ἐὰν μεμνῶμαι ἀπὸ
10τοῦ μέμνημαι. Ἐὰν τεθ, ἐὰν τεθῆται· ἐὰν τεθώμεθον—τε‐ θῆσθον—τεθῆσθον· ἐὰν τεθώμεθα—τεθῆσθε—τεθῶνται. Ἀορίστου πρώτου καὶ μέλλοντος. Ἐὰν τεθῶ. Ἰστέον ὅτι ἀπὸ τοῦ τεθείς τεθέντος γέγονεν ἐὰν τεθῶ· ἐὰν τεθῇς, 〈ἐὰν τεθῇ· ἐὰν τεθῆτον—τεθῆτον· ἐὰν τεθῶμεν—τεθῆτε—τεθῶσιν·
15εἴρηται. Μέσου ἀορίστου 〈δευτέρου〉 καὶ μέλλοντος. Ἐὰν θῶμαι. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐθέμην γέγονεν ἐὰν θῶμαι, τροπῇ τῆς ἐσχάτης εἰς μαι καὶ τοῦ ἐν τῇ παραληγούσῃ φωνήεντος εἰς ω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως. Δεῖ δὲ γινώσκειν, ὅτι μέσου ἀορίστου μόνον
20ὤφειλεν εἰπεῖν, οὐ μὴν καὶ μέλλοντος, ἐπειδὴ δεύτερος μέσος μέλλων οὐκ ἔστιν, ὡς εἴρηται. Παρέλιπε δὲ ὁ τεχνικὸς τὸ ὑποτακτικὸν τοῦ πρώτου μέσου ἀορίστου καὶ μέλλοντος, ἐπειδή, ὡς πολλάκις εἴρηται, τὸ ἔθηκα ἔδωκα ἧκα ἡμάρτηται· ἀντ’ αὐτοῦ δὲ κλίνεται τὸ ἐὰν στή‐ σωμαι. Ἐὰν θ, ἐὰν θῆται· ἐὰν θώμεθον—θῆσθον—θῆσθον·
25ἐὰν θώμεθα—θῆσθε—θῶνται· εἴρηται. Μετοχαὶ ἐνεργητικαί. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τιθείς. Εἴρηται ὅτι πᾶν ῥῆμα ὁριστικὸν εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς, μὴ ἔχον τὸ μ κλιτικόν, εἰς ς μετ’ ὀξείας τάσεως ἔχει τὴν μετοχήν. Ἰστέον δὲ ὅτι ἐν
30τοῖς εἰς μι κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ τὸν δεύτερον ἀόρι‐ στον τὸν ἐνεργητικὸν ἐπὶ μὲν τῆς πρώτης συζυγίας διὰ τῆς ει διφθόγγου ἐκφέρεται ἡ μετοχή, οἷον ἐτίθην τιθείς, ἵην (τὸ ἔπεμπον) ἱείς καὶ ἀφιείς, ἧν (ἐπὶ τοῦ αὐτοῦ σημαινομένου) εἵς καὶ ἀφείς· ἐπὶ δὲ τῆς δευτέρας
συζυγίας εἰς ας ἐστὶν ἡ μετοχὴ δι’ ἐκτεταμένου τοῦ α, οἷον ἵστην ἱστάς,368

369

ἔστην στάς, ἔπτην πτάς· ἐπὶ δὲ τῆς τρίτης συζυγίας εἰς ους ἐστὶν ἡ μετοχή, οἷον ἐδίδων διδούς, ἥλων ἁλούς· ἐπὶ δὲ τῆς τετάρτης συζυγίας εἰς υς ἐστὶν ἡ μετοχὴ δι’ ἐκτεταμένου τοῦ υ, 〈οἷον〉 ἔδυν δύς καὶ ὑποδύς. Εὐλόγως δὲ ἐπὶ τῆς πρώτης συζυγίας τῶν εἰς μι διὰ διφθόγγου ἐστὶν
5ἡ μετοχή, ἐπειδὴ καὶ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ε ἔχει, οἷον τιθέω, τὸ δὲ ε διὰ τῆς προσθήκης τοῦ ι πέφυκε μεγεθύνεσθαι, οἷον τυφθέντος τυφθεῖσα· οὐκ ἠδύνατο γὰρ τὸ η τοῦ ἰδίου ὁριστικοῦ, φημὶ δὴ τοῦ τίθημι, φυλάξαι καὶ γενέσθαι εἰς ης διὰ τοῦ η, ἐπειδὴ θέλουσιν ἔχειν αἱ μετοχαὶ κατάληξιν ἁρμόζουσαν τριγενέσι καὶ κλίσιν τὴν διὰ τοῦ ντ·
10εἰς ης δὲ οὐκ ἔχομεν ὀνόματα, φημὶ δὴ διὰ τοῦ η, κλινόμενα διὰ τοῦ ντ καὶ ποιοῦντα τριγένειαν, ἀλλὰ καὶ αὐτὰ τὰ διὰ τοῦ τος κλινόμενα οὐκ ἔχουσι τριγένειαν, οἷον λέβης λέβητος· τὰ γὰρ 〈εἰσ〉 ης διὰ τοῦ εος κλινόμενα ἔχουσι μὲν τριγένειαν, οἷον ὁ εὐσεβής ἡ εὐσεβής τὸ εὐσεβές, οὐκ ἔχουσι δὲ κλίσιν ἁρμόζουσαν μετοχαῖς, φημὶ δὴ τὴν διὰ
15τοῦ ντ· τὰ γὰρ εἰς ης οὐδέποτε κλίνονται διὰ τοῦ ντ· τὸ γὰρ φθογγῆς φθογγῆντος καὶ τιμῆς τιμῆντος πεπονθότα εἰσίν. Ἡ δὲ δευτέρα συζυγία εἰκότως διὰ τοῦ α ἔχει τὴν μετοχήν, οἷον ἵστημι ἱστάς, ἐπειδὴ ἡ ἐντέ‐ λεια τοῦ πρωτοτύπου τὸ α ἔχει, ἔχομεν δὲ καὶ εἰς ας ὀνόματα κλινό‐ μενα διὰ τοῦ ντ καὶ ποιοῦντα τριγένειαν, οἷον ἅπας ἅπαντος ἅπασα
20ἅπαν. Περὶ δὲ τῆς μετοχῆς τῆς τρίτης συζυγίας τῶν εἰς μι λέγομεν, ὅτι διὰ τοῦτο οὐκ ἐφύλαξε τὸ ω τοῦ δίδωμι, ἐπειδὴ οὐκ ἔχομεν εἰς ως ὀνόματα κλινόμενα διὰ τοῦ τος καὶ ποιοῦντα τριγένειαν, οἷον ἱδρώς ἱδρῶτοσ· ὅθεν καὶ τὴν μετοχὴν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐδείξαμεν ἀνάγκῃ εἰς ως γενομένην, ἐπειδὴ ἐκ τοῦ ὑποτακτικοῦ ἐγέ‐
25νετο τοῦ ἐὰν τετύφω· μὴ δυναμένη οὖν ἡ μετοχὴ τῆς τρίτης συζυγίας τῶν εἰς μι γενέσθαι εἰς ως, ἐφύλαξε τὸ ο τὸ ὑπάρχον ἐν τῇ ἐντελείᾳ τοῦ πρωτοτύπου, φημὶ δὴ τοῦ διδόω, καὶ προσέλαβε τὸ υ καὶ ἐγένετο διὰ τῆς ου διφθόγγου διδούς· τὸ γὰρ ο διὰ τῆς προσθήκης τοῦ υ πέφυκε μεγεθύνεσθαι, οἷον τύπτοντος τύπτουσα. Ἡ δὲ μετοχὴ τῆς
30τετάρτης συζυγίας τῶν εἰς μι εἰκότως ἔχει τὸ υ ἐκτεταμένον, ἐπειδὴ καὶ τὸ πρωτότυπον ἔχει αὐτό. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς ους καὶ τὰ εἰς υς ὀνόματα οὐ κλίνονται διὰ τοῦ ντ, πλὴν τοῦ ὀδούς ὀδόντος, οἷον βοῦς βοός, ἡδύς ἡδέος—τὸ γὰρ πλακοῦς πλακοῦντος καὶ Σιμοῦς Σιμοῦντος πεπον‐
35θότα εἰσίν, ἀπὸ γὰρ τοῦ πλακόεις καὶ Σιμόεις γεγόνασιν—πῶς αἱ εἰς ους καὶ εἰς υς μετοχαὶ ἐκλίθησαν διὰ τοῦ ντ, οἷον διδούς διδόντος,
πηγνύς πηγνύντος. Ἔστιν οὖν εἰπεῖν, ὅτι κατὰ συνεκδρομὴν ἐγένοντο369

370

τῶν ἄλλων μετοχῶν, ἐπειδὴ πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη διὰ τοῦ ντ κλίνεται, χωρὶς τῶν εἰς ως μετοχῶν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου· αὗται γὰρ διὰ καθαροῦ τοῦ τος κλίνονται, καὶ ἡ αἰτία εἴρηται ἐν τοῖς εἰς ω. Τιθεῖσα, τιθέν· εἴρηται.
5 Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθεικώς, τεθεικυῖα, τεθεικός. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τέτυφα γίνεται τετυφώς τετυ‐ φυῖα τετυφός, οὕτω καὶ ἀπὸ τοῦ τέθεικα γίνεται τεθεικώς τεθεικυῖα τεθεικός. Ἀορίστου πρώτου. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ ἐποίησα γίνεται
10ποιήσας, οὕτω καὶ ἀπὸ τοῦ ἔθηκα ὤφειλε γενέσθαι θήκας· ἀλλ’, ὡς εἴρηται πολλάκις, τὸ ἔθηκα ἔδωκα ἧκα μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις· ἀπὸ μέντοι τοῦ ἔστησα γίνεται στήσας στήσασα στῆσαν. Ἀορίστου δευτέρου. Θείς, θεῖσα, θέν. Ἰστέον ὅτι ὥσπερ
15ἀπὸ τοῦ ἐτίθην γίνεται τιθείς τιθεῖσα τιθέν, οὕτω καὶ ἀπὸ τοῦ ἔθην γέγονε θείς θεῖσα θέν. Μέλλοντος πρώτου. Θήσων, θήσουσα, θῆσον. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τύψω γίνεται τύψων τύψουσα τύψον, οὕτω καὶ ἀπὸ τοῦ θήσω γίνεται θήσων θήσουσα θῆσον.
20Μετοχαὶ παθητικαί. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τιθέμενος, τιθε‐ μένη, τιθέμενον. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τύπτομαι γίνεται τυπτό‐ μενος τυπτομένη τυπτόμενον, οὕτω καὶ ἀπὸ τοῦ τίθεμαι γίνεται τιθέ‐ μενος τιθεμένη τιθέμενον.
25 Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθειμένος, τεθει‐ μένη, τεθειμένον. Ἀορίστου πρώτου. Τεθείς, τεθεῖσα, τεθέν· ὥσπερ ἀπὸ τοῦ ἐτύφθην γέγονε τυφθείς τυφθεῖσα τυφθέν, οὕτω καὶ ἀπὸ τοῦ ἐτέθην γέγονε τεθείς τεθεῖσα τεθέν.
30 Μέσου ἀορίστου δευτέρου. Θέμενος, θεμένη, θέμενον· ἀπὸ τοῦ ἐθέμην γέγονεν. Παρείασε δὲ ὁ τεχνικὸς τὴν μετοχὴν τοῦ πρώτου μέσου ἀορίστου, ἐπειδή, ὡς πολλάκις ἐμάθομεν, τὸ ἔδωκα ἔθηκα ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα) μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται οὔτε εἰς
τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις τὰς μετὰ τὰ ὁριστικά· ἀπὸ370

371

δὲ τοῦ ἔθηκα ἐστὶν ἐθηκάμην πρώτου μέσου ἀορίστου, καὶ πῶς ἔχει κλιθῆναι εἰς μετοχήν; ἀπὸ μέντοι τοῦ ἐστησάμην γίνεται στησάμενος, ὥσπερ καὶ ἀπὸ τοῦ ἐτυψάμην τυψάμενος. Μέλλοντος πρώτου. Τεθησόμενος, τεθησομένη, τεθησό‐
5μενον· ὥσπερ ἀπὸ τοῦ τυφθήσομαι γέγονε τυφθησόμενος τυφθησομένη τυφθησόμενον, οὕτω καὶ ἀπὸ τοῦ τεθήσομαι γέγονε τεθησόμενος τεθη‐ σομένη τεθησόμενον. Μέσου μέλλοντος πρώτου. Θησόμενος, θησομένη, θησό‐ μενον· ὥσπερ ἀπὸ τοῦ τύψομαι γέγονε τυψόμενος τυψομένη τυψό‐
10μενον, οὕτω καὶ ἀπὸ τοῦ θήσομαι γέγονε θησόμενος θησομένη θησόμενον. Μετοχὴ δευτέρου μέσου μέλλοντος οὐκ ἔστιν. Μετ’ ὀλίγον μέλλοντος. Τεθεισόμενος τεθεισομένη τε‐ θεισόμενον· ὥσπερ ἀπὸ τοῦ τετύψομαι γέγονε τετυψόμενος τετυψο‐ μένη τετυψόμενον, οὕτω καὶ ἀπὸ τοῦ τεθείσομαι γέγονε τεθεισόμενος
15τεθεισομένη τεθεισόμενον.371